Expositio in Proverbia (fragmenta e catenis) Origen Charles de La Rue Charles Vincent de La Rue Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) 2015 - 2017 Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg2042.tlg075.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2018 Harvard College Library United States Origenis Opera Omnia Charles de La Rue Charles Vincent de La Rue Origen J. P. Migne Paris 1857 7 Patrologiae cursus completus (series Graeca) 17 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΠΑΡΟΙΜΙΑΣ ΣΟΛΟΜΩΝΤΟΣ ΕΞΗΓΗΣΕΩΝ.
CAP. I.

(1) Παροιμία ἐστὶ λόγος ἀπόκρυφος διʼ ἑτέρου προδήλου σημαινόμενος.

Τούτου χάριν ἐβασίλευσεν ἐν Ἰσραὴλ, τοῦ γνῶναι σοφίαν καὶ παιδείαν· ἡ σοφία ἐστὶ γνῶσις πνευματικὴ, τοὺς περὶ Θεοῦ, καὶ ἀσωμάτων, καὶ κρίσεως, καὶ φρονοίας περιέχουσα λόγους, ἡ τὴν περὶ ἠθικῆς καὶ φυσικῆς καὶ θεολογικῆς ἀποκαλύπτουσα θεωρίαν. Ἤ ἡ σοφία ἐστὶ γνῶσις σωμάτων καὶ ἀσωμάτων, καὶ τῆς ἐν τούτῳ θεωρουμένης κρίσεως καὶ προνοίας· παιδεία ἐστὶ μετριοπάθεια παθῷν περὶ τὸ παθητικὸν ἢ ἄλογον τῆς ψυχῆς μέρος θεωρουμένη· καὶ θεολογῶν δέ τις ἐπιτεταμένως, ἔγνω σοφίαν.

Τουτέστιν ὀρθὸν καὶ ἀδιάστροφον εἶναι τὸ κριτήριον· ἀνεπιστήμων γάρ τις ὢν δικαιοσύνης, οὐκ ἂν διέλοι τὰς ἀμφισβητήσεις ὀρθῶς· οὐδὲ Σολομὼν γὰρ ἔκρινεν ὀρθῶς ταῖς πόρναις, μὴ σώζων ἀκριβεῖς τοῦ δικαίου τοὺς λόγους· ὀρθῶς δὲ καὶ ἀδιαστρόφως κριοῦμεν, εἰ πειθόμεθα μὲν ἀρετῇ, καταγινώσκομεν δὲ κακίας. Τρία δὲ κριτήρια ἐν ἡμῖν· αἴσθησις, λόγος, καὶ νοῦ καὶ ἡ μὲν αἴσθησις, τῶν αἰσθητῶν· ὁ δὲ λόγος, 1 v. 1. 2 v. 3. τῶν ῥημάτων καὶ τῶν νοημάτων· ὁ δὲ νοῦς, θεωρία τῶν νοητῶν.

Ὤσπερ διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτω καὶ διὰ τῶν ἀρετῶν ἐποπτεύει τὰ νοητά διόπερ καὶ αἰσθήσεως αὐτὸν λόγον ἐπέχειν ὁ σοφὸς Σολομὼν ἡμᾶς διδάσκει.

Οἱ κτώμενοι κακίαν, τῷ κακοὶ εἶναι ἐξουδενοῦσι σοφίαν· καὶ μὴ ἔχοντες φόβον τὸν ποιοῦντα ἀρχὴν αἰσθήσεως, ἀναισθητοῦσι καὶ ἐξουδενοῦσι σοφίαν· πῶς; τῷ μὴ πράττειν μηδὲ μετιέναι· πᾶς γὰρ ὁ τὰ φαῦλα πράττων, μισεῖ τὸ φῶς· ἀλλʼ οὐ παρὰ τὴν οἰκείαν φύσιν ἀτιμάζεται, ἀλλὰ παρὰ τὴν ἐκείνων ἄγνοιαν· ἀλλʼ οἱ εὐσεβεῖς αἱροῦνται τὴν παιδείαν, ἵνα τὴν ψυχὴν καθαρθέντες, εἰσδέξωνται τὴν εἰς κακότεχνον ψυχὴν μὴ εἰσιοῦσαν σοφίαν· οἱ δὲ μὴ ἔχοντες φόβονΘεοῦ, τὸν ποιοῦντα ἀρχὴν αἰσθήσεως, ἀναισθητοῦσι σοφίας καὶ παιδείας, καὶ ἐξουθενοῦσιν ἀμφότερα (1·)· ὡς οἱ τὴν Παλαιὰν μὴ δεχόμενοι, καὶ τὸν Δημιουργὸν ὡς ὠμὸν διαβάλλοντες.

Ὤσπερ ἡ κορυφὴ καὶ ὁ τράχηλος δηλοῖ ἐνταῦθα τὸν νοῦν, οὕτω ναὶ ὁ στέφανος καὶ ὁ κλοιὸς ἐνταῦθα σημαίνει τὴν γνῶσιν· αὕτη γὰρ ἡ συνήθεια τοῦ Πνεύματος τοῦ ἁγίου, πολλοῖς ὀνόμασιν ὠνόμασε τὸν Θεόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ, καὶ τὸν νοῦν, καὶ τὴν ἀρετὴν, καὶ τὴν γνῶσιν, καὶ τὴν ἀγνωσίαν, καὶ τὴν κακίαν, καὶ αὐτὸν τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ· οὐχ ἀπλῶς δὲ τίθησι τὰ ὀνόματα, ὡς τινες οἴονται· διαφόρων ἐνεργειῶν εἰσὶ γνωρίσματα· Θεοῦ δὲ διὰ τῶν ἀγγέλων ἡμῖν ἐνεργοῦντος, καὶ ἡμῶν ἐν αὐτῷ, δαιμόνων τε πρὸς ἡμᾶς.

Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσὶν, οἱ τῆς αὐτῆς αὐτοῖς κακίας μεταλαμβάνοντες κοινὸν δέ ἐστιν, μὴ τοῦ ἑνός ἐστι τοῦ Θεοῦ· ὅρα δὲ ὁμόνοιαν πονηρὰν καὶ ὄλεθρον.

Δίκτυόν ἐστι κόλασις αἰώνιος, καὶ πολυσχιδὴς τιμωρία παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπʼ ἀπωλείᾳ τῶν κακῶς ἐκφύντων πτερῶν· πτερωτὰ δὲ, ἡμεῖς οἱ ἄνθρωποι οἱ δύναμιν ἐὰν θέλωμεν ἔχοντες τοῦ ἀναπτῆναι.

Ἔξοδον νῦν ὀνομάζει τὴν ἐξελθοῦσαν ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας· τοιαύτη δὲ ἔξοδος τῶν υἱῶν Ἰσραὴλ, ἡ μετὰ τὴν ἐκ τῆς κρίσεως τοῦ Θεοῦ καὶ διδασκαλίας γένεσιν γεγονυῖα· τὴν αὐτὴν δὲ ψυχὴν καὶ πλατεῖαν λέγει· « Πλάτυνον γὰρ, φησὶ, τὸ στόμα σου, καὶ πληρώσω αὐτό· »καὶ « πλατύνθητε, φησὶ, καὶ ὑμεῖς, » ἐν τῇ πρὸς Κορινθίους ὁ Παῦλος· καὶ ὑπὸ μὲν τῆς οὕτως ἐξερχομένης ψυχῆς, ὑμνεῖται ἡ σοφία· ἐν δὲ γῇ πλατυνομένῃ διὰ τῶν ἀρετῶν, παῤῥησίαν ἄγει. Ἄκρων δὲ τειχέων αὐτῆς, τὴν ἄκραν ἀπάθειαν λέγει· εἴπερ οἱ ἀγαπῶντες τὸν νόμον, παραβάλλουσιν ἑαυτοῖς τεῖχος· ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ Δαυῒδ λέγων· « Οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ, » τουτέστι τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως.

Πῶς οὖν ἔμπροσθέν φησιν ὁ Σολομών· « Ὁ δὲ ἐπιχαίρων 3 v. 7. ⁴ ibid. 5 v. 9. 6 v.14. 7 v. 17. 8 v. 20. 9 v. 26. ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται; » Ἤ τάχα οὔτως χαίρει ἡ σοφία, ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου, καὶ ἐπὶ τοῦ λῃστοῦ ἀπωλεῖᾳ πιστεύσαντος τῷ Χριστῷ; τοῦ μὲν γὰρ, τὸν λῃστὴν ἡ σοφία· τοῦ δὲ, τὸν τελώνην ἀπώλεσε (2).

Πολιορκία ἐστὶ διδασκαλία ἠθικὴ, τὴν κακῶς οἰκοδομηθεῖσαν ψυχὴν καταστρέφουσα ἐπὶ τῇ τοῦ Θεοῦ πολιορκίᾳ.

Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων εἰσὶν, οὕτω καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων τε καὶ δαιμόνων εἰσὶ, μήτε δαίμονες ὄντες μήτε ἄγγελοι χρηματίζοντες, μέχρι τῆς συντελείας τοῦ αἰῶνος· ἠδίκουν δὲ νηπίους, εἶπε, περὶ ὧν Χριστὸς ἔφη· Μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων.

Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ, καὶ μετʼ ὀλίγον κατασκηνώσει ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· ὡς ἀκούσας καὶ φυλάξας τὰ προστἀγματα αὐτοῦ, ὅτι ἤλπισεν ἐπʼ αὐτόν.

CAP. II.

Οὕτως κρύπτει ἐντολὴν τοῦ Θεοῦ ὁ ποιῶν αὐτὴν, ἢ ὁ μὴ ἐπὶ κενοδοξίᾳ ποιῶν· ὅθεν καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς, ἁρπάζειν λέγονται.

Τότε συνήσεις πῶς ὁ φόβος τοῦ Κυρίου ἀρχὴ σοφίας ἐστὶν, καὶ πῶς τῆς τοῦ Θεοῦ γνώσεως γίνεται πρόξενος, ὅταν ἐν πίστει καὶ πόθῳ αὐτῷ ὑπάρχῃς προσδεής· προῦπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν, πρὸς τὸ δυνηθῆναι συνεῖναι φόβον Κυρίου· προσάξωμεν δὲ ταῦτα τοῖς τὴν σοφίαν καὶ σύνεσιν ἐξουθενοῦσι· καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν Θεὸν, ὡς ἐπὶ εὐχερὲς πρᾶγμα.

Χριστοῦ γὰρ μὴ ῥυομένου, ὡς ἀγαθὴν ὁδεύσομεν τὴν κακήν· ἅγιοι μὲν γὰρ πάντα λέγουσι πιστά· τὰ δὲ οὔ· ὁ δὲ διάβολος οὐδὲν πιστὸν, ἀντὶ τοῦ, πίστεως ἄξιον· ἄνδρα γὰρ νῦν τὸν διάβολον λέγει, ὡς ἐν Εὐαγγελίοις· εἴ γε ἄνθρωπος πονηρὸς ἔσπειρε τὰ ζιζάνια· μεγῖστη δὲ ὡς ἔοικεν ἐπιβουλὴ, τὸ περιτυχεῖν βουλῇ κακῇ, καὶ ἀνδράσι δολίοις καὶ ὑπούλοις καὶ πονηροῖς.

Εἰ ἡ ποιὰ βουλὴ συντετριμμένη ἤγουν ἐσκοτισμένη, νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; πῶς δὲ καὶ θείας ἐπελάθετο διαθήκης; Ὡς γὰρ περὶ ζώου λογικοῦ, τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται. Ἤ νῦν βουλὴν κακὴν τὸν διάβολον λέγει· οὗτος γὰρ κακῶς ἐβουλεύσατο, εἰπών· « Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· » ἐπελάθετο δὲ τῆς θείας γνώσεως, καταλιπὼν τὴν διδασκαλίαν τῆς νεότητος· ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθʼ ἣν καὶ ζηλωτὸς ἦν· εἰ δὲ νέους δύναται συνετίζειν ἔνθα πολὺ τὸ δυσήνιον, μὴ παρούσης· πολλῷ μᾶλλον πρεσβύτῃ ὠφέλιμος.

Ὅσοι καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς, διὰ τῶν ἔργων τῆς μελλούσης ἀειζώου ζωῆς, οὗτοι καταλαμβάνουσι 10 v. 27. 11 v. 32. 12 v. 33. 12 v. 1 14 v. 3 15 v. 12. 16 v. 17. 17 v. 19. τρίβους εὐθείας τῆς ἀταράχου καὶ ἀδιαστάτου ζωῆς· οὐ καταλαμβάνονται ὑπὸ τῶν οἰκτειρμῶν αὐτοῦ εἰς τὰς τρίβους τῆς εὐθείας ἀειζωῒας. — Διώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ Κύριος, καὶ οὐ μὴ συγκαταλάβηται αὐτοὺς ἡ τοῦ πονηροῦ βουλὴ· οὐ καταλαμβάνουσι δὲ τρίβους εὐθείας ζωῆς· οὐδὲ μὴ ἀντιστρέψουσιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἱ τῷ διαβόλῳ πεποιθότες.

CAP. III.

Οὗτος ἐπιλανθάνεται τοῦ νόμου, ὁ μὴ νομίμως βιούς· οὗτος δὲ μέμνηται τοῦ νόμου, ὁ ζῶν κατʼ αὐτόν· καὶ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ Θεοῦ, ὁ μὴ μόνον ποιῶν αὐτὰ, ἀλλὰ καὶ ἄλλοις συμβουλευόμενος. Οὗτος δὲ ἀπόλλυσιν αὐτὰ, ὁ μὴ βουλόμενος πράττειν αὐτὰ, καὶ ἑτέρους κωλύων· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δικαιωθήσονται.

Ἴασις ἐστὶν ἡ ἐξ ἀρετῆς ὑγίεια τῇ πολιτείᾳ σου· ἡ δὲ τοῦ Θεοῦ χάρις καὶ ἐπιμέλεια τοῖς λογισμοῖς σου καὶ διανοήμασιν· ὅταν αἱ δυνάμεις τῆς ψυχῆς, ἤγουν αἱ ἀρεταὶ, ἐπιμελείας τύχωσι, τὸ τηνικαῦτα ἐροῦσι πάντα τὰ ὀστᾶ μου « Κύριε, Κύριε, τίς ὅμοιός σοι; » Ἐπιμελεὶας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς, πάντως ἐρεῖ τό· « Ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην.» Ὁμοίως δὲ καὶ ἡ· ὀπτικὴ λέξει τό· «Κατενόησατὰ ἔργα σου, καὶ ἐξέστην.» Ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητική· « Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου·» ἐρεῖ δὲ καὶ ἡ λογική· «Διελογισάμην ἡμέρας ἀρχαίας.» Κατὰ ταῦτα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων.

Τουτέστιτοῖς βουλομένοις οὐδὲν δύσκολον ἔχοι, καθάπερ ἡ τῶν χρημάτων ἐπιθυμία· νοῦς καθαρὸς ἐγγίζει σοφίᾳ· ἐπειδὴ τὸ εὖ γινώσκει· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπ αὐτῆς.

Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ μεταλαμβάνειν κωλύεται· εἴπερ ἀπὸ καρπῶν δικαιοσύνης φυτεύεται δένδρον ζωῆς· τὸ δὲ δένδρον ζωῆς, ἡ τοῦ Θεοῦ σοφία ἐστί· δικαίως δὲ ἅψασθαι κεκώλυται τούτου τοῦ ξύλου πᾶς παράνομος.

Ὁ Θεὸς τῇ μὲν σοφίᾳ καὶ τὴν γῆν ἐθεμελίωσε· διὰ δὲ τῆς αἰσθήσεως αὐτοῦ ἐῤῥάγησαν ἄβυσσοι, τὰ δὲ νέφη ἐῤῥύησαν δρόσους· ἣν οὖν ἐνταῦθα γῆν εἶπε, Παῦλος ὁ ἅγιος πλάτος ὠνόμασε· καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους, ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ· καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους. ὀνομάζει βάθος· τὰ δεδροσωμένα νέφη, μῆκος καλεῖ· ταῦτα δὲ πάντα λογικῶν ἐστι φύσεων σύμβολα, διαιρουμένων κόσμοις καὶ σώματι κατὰ ἀναλογίαν τῆς καταστάσεως· ἁρμόζει τοῦτο καὶ νῦν τῷ Υἱῷ τοῦ Θεοῦ· ἀλλὰ καὶ ἡ ψυχὴ ἡ πιστὴ, γῆ ἐστιν ἑκατονταπλασίον καρποφοροῦσα· αὕτη δὲ ἐκ τῆς πιότητος, ἥτις ἐστὶ σοφία, σοφή· θεμελιοῦντος αὐτὴν ἐπʼ αὐτῇ τοῦ Θεοῦ· ἑδράζει γὰρ αὐτὴν τὴν συναγωγὴν τῆς διδασκαλίας, καὶ πῆξιν ἀπὸ σοφίας ποιούμενος· καὶ ἀεὶ προκοπτούσης, οὐρανὸν ἀπεργάζεται, καθαρώτατον κτίσμα, ἀγγέλων τε καὶ τῶν νοερῶν οὐσιῶν οἰκητήριον, λαβοῦσάν τε αἴσθησιν 18 v. 19. 19 v. 1. 20 v. 8. 21 v. 15. 22 v. 18. 23 v. 19. τοῦ βντος, καὶ κατανοοῦσαν τὴν τῶν πραγμάτων ἀκρίβειαν, οἱονεὶ τὸ πολύμυθον τῶν τοῦ Θεοῦ κριμάτων.

Πρὸς μόνην τὴν σοφίαν ἀδυνατοῦσιν οἱ δαίμονες, λογισμοὺς ἐμβάλλειν εἰς τὴν καρδίαν τοῦ σεσοφισμένου μὴ συγχωρούμενοι· ὁ γὰρ νοῦς τοῖς τῆς σοφίας ἀντιποιούμενος θεωρήμασιν, ἀνεπίδεκτος γίνεται λογισμῶν ἀκαθάρτων. — Νοῦς καθαρὸς ἑγγίζει σοφίᾳ, ἐπειδὴ τὸ εὖ γινώσκει· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπʼ αὐτῆς.

Πρόσκομμα λογικῆς φύσεώς ἐστι λογισμὸς ἀκάθαρτος, ἢ γνῶσις ψευδής· ὁ δὲ τῇ τοῦ Θεοῦ βουλῇ περιστοιχειούμενος, ἐν τούτοις οὐ προσκόπτει.

Οὔτε ἔφοδος, φησὶ, πονηρῶν λογισμῶν φοβήσει τὸν γεγονότα σοφὸν, οὕτε ἀσεβεῖς ἔξωθεν ἐπιόντες τὴν αὐτοῦ καθαιρήσουσι δύναμιν, ἐρημῶσαι θέλοντες τῶν φύσει καλῶν· τὸν γὰρ ἀνάλωτον οὐδεὶς δυνήσεται λαβεῖν· καίτοι, τί τοῦ ἀσεβοῦς αὐθαδέστερον; Ἀλλὰ καὶ αὐτοῦ φησι τοῦ παντοδαποῦ θηρίου περιγενήσῃ, πρᾶος ὢν καὶ ἐπιεικὴς, τοῦ Κυρίου ὄντος μετὰ σοῦ· ἐντεῦθεν δὲ μανθάνομεν, ὡς ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας, νύκτωρ ἡμῖν συμβαινούσας, ἢ καὶ θεωρητικῶς· οὐ μόνον δὲ, ἀλλὰ καὶ τῶν ἐν τῇ μεταστάσει πονηρῶν κατηγοριῶν, καὶ τῶν ἐν τῇ κρίσει βλαπτικῶν κολάσεων περιαιρεῖ τοὺς οὕτω φρονοῦντας· τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραότας καὶ ἀοργησία, καὶ μακροθυμία, καὶ ὅσα πέφυκε καταστέλλειν τὸν θυμὸν ταρασσόμενον· εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φάσματα εἴωθε γίνεσθαι.

Οὐ μόνον τῶν ἐδωδίμων μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ, ἀλλὰ καὶ γνώσεως Θεοῦ καὶ σοφίας καὶ ἐντολῶν· καὶ πᾶν ὁτιοῦν Θεῷ φίλον καὶ πρὸς αὐτὸν οἰκειοῦν, μὴ ἀπόσχῃ εὖ ποιεῖν τῷ ἐνδεομένῳ σου.

Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακὸν, οὐ μόνον σωματικὸν, ἀλλὰ καὶ ψυχικόν. Ἄγνοια Κυρίου ἐν οἴκοις ἀσεβῶν, γνῶσις δὲ Θεοῦ ἐν ψυχαῖς δικαίων· ἐπαύλεις δικαίων εὐλογοῦνται, ὅταν ὁ Χριστὸς ἀπονέμῃ τὰ γέρα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτῶν· τοῖς ἀσεβέσι δὲ κατάραν καὶ οὐκ εὐλογίαν.

Ἡ ἄκρα κακία καὶ εἰς τέλος ἐπηρμένη, ὑπερηφανία καλεῖται· ἀντιτάσσεται δὲ Κύριος τοῖς μὲν ἀδίκοις, ὡς δικαιοσύνη· τοῖς ψεύσταις, ὡς ἀλήθεια τοῖς δὲ ὑπερηφάνοις, ὡς ταπεινοφροσύνη· διὸ καὶ τοῖς ταπεινὰ φρονοῦσι φίλος ἐσπί· τοῦτο γάρ ἐστι τὸ, Δίδωσι χάριν ταπεινοῖς· τοῖς δὲ ὑπερηφάνοις ἀντιτάσσεται.

Δόξαν οὐράνιον κληρονομήσουσιν οἱ τὴν ἔνθεον σοφίαν μαθόντες τε καὶ διδάξαντες· ὕψωσαν δὲ ἑαυτοῖς ἀτιμίαν οἱ ἀσεβεῖς ἐνώπιον ἀγγέλων καὶ ἀνθρώπων παρὰ τοῦ Χριστοῦ.

CAP. IV.

Παιδείαν, τὴν ἡθικὴν ἀρετὴν λέγει· ἕννοιαν, τὴν θείαν γνῶσιν· υἱὸς δὲ ἀρετῶν ὁ κατ᾿ αὐτὰς πιποιωμένος, 28 v. 18. 26 v. 23. 27 v. 25. 28 v. 27 29 v. 30. 29 v. 33. 31 v. 54. 32 v. 1. ὃς οὐκ ἄλλου χάριν, ἀλλ᾿ ἕνεκα τῆς ἀρετῆς τὰ κατ᾿ αὐτὴν ἐνεργεῖ.

Δῶρον ἀγαθὸν δωροῦμαι ὑμῖν, τὴν ἐπουράνιον βασιλείαν, ἐὰν τὸν νόμον μου μὴ ἐγκαταλίπητε· σημειωτέον δὲ ἐνταῦθα, ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νοῦν, διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδίκως, καὶ μὴ κατευοδούμενον· ἐκεῖνα γὰρ δῶρα ἄδικα, τὰ πράγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος, οὐ κατευοδοῦται ἐν ταῖς ὁδοῖς αὐτοῦ.

Στέφανος χαρίτων αἱ ἐντολαὶ τοῦ Θεοῦ εἰσιν, αἱτινες τὸν στέφανον τῆς βασιλείας ἀντιπαρέχουσι τοῖς ποιοῦσιν αὐτάς· στέφανος δὲ τρυφῆς ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἥτις ὑπερασπίζουσα ἡμῶν, πάντα λογισμὸν ἐμπαθῆ, καὶ πᾶσαν γνῶσιν ψευδῆ ἀπωθεῖται.

Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδὸν, τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός· πολλὰς δὲ εἴρηκεν ὁδοὺς, τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ. Πληθυνθήσεται δὲ ἔτη ζωῆς τοῦ ἀκούοντος διὰ τῶν προφητῶν τοῦ ἐπουρανίου Πατρὸς, καὶ δεχομένου διὰ τοῦ μονογενοῦς Υἱοῦ τοὺς λόγους αὐτοῦ, εἰς τὸ κατευθυνθῆναι ἐν ταῖς ὁδοῖς τῆς δικαιοσύνης τοῦ βίου, ὅπως ἀποσωθῇ εἰς τὴν ἀείζωον ζωήν.

Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις, καὶ πᾶν ὁτιοῦν ἄδεκτον τῷ Θεῷ· πολέμιοι γάρ εἰσιν οἱ ἀσεβεῖς λογισμοὶ, ψυχὰς ἀποκτείνοντες.

Ἐν τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ Κύριος ὕπνον· οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί· τοῖς ἀσεβέσιν ἄρα οὐ δίδωσιν ὕπνον ὁ Κύριος· ἐντεῦθεν δὲ ἔστι καὶ πειθανῶς δεῖξαι, ὅτι οὐ καθεύδειν πεφύκασι δαίμονες.

Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ, καὶ φωτίζουσιν ἡμᾶς ἐν τῷ παρόντι βίῳ, ὃς πρὸς τὸν μέλλοντα, ἡμέραν ὄντα, νὺξ λέγεται· ἕως κατορθώσει ἡ ἡμέρα ἐν ᾗ ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει. Ἤ ἀντὶ τοῦ, ἕως ἡμᾶς ἐν ἀσφαλείᾳ καταστήσουσιν, οὐκ ἀφίστανται· τοῦτο γὰρ ἡμέρας ἴδιον, τὸ σκότος διαλύειν· ὅπερ οὖν καὶ Χριστὸς ἔλεγεν· Ὁ περιπατῶν ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει· τοὐναντίον δὲ αἱ τῶν ἀσεβῶν· ἐπεὶ οὖν οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· προσκόπτουσιν, ἀλλʼ οὐκ ἔχουσι συγγνώμην ὡς ἀγνοίᾳ προσπταίοντες· αὐτοὶ γὰρ ἑαυτοῖς τὸ σκότος εἰργάσαντο· ὅρα δὲ ὡς ἡ μὲν ἀρετὴ καὶ ἐν σκότει φῶς ἐποίησεν· ἡ δὲ κακία καὶ ἐν φωτὶ σκότος. — Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν, οἱ ἀσεβεῖς ἐπίστανται· οὐδὲ τὴν αἰτίαν γινώσκουσι, πόθεν προσκόπτουσιν· ἀλλʼ οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, ὅτι παρανομοῦσιν· ὅπερ ἐστὶν γνὼρισμα τῆς ἐσχάτης κακίας.

Πηγὰς λέγει τὰς ἀρετὰς, ἀφʼ ὧν γεννᾶται τὸ ὕδωρ τὸ ζῶν τῶν θείων ῥημάτων, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Χριστοῦ. Καὶ ὁ Δαυῒδ Ὤφθησαν γὰρ, φησὶν, αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Οἱ ὀφθαλμοί σου, εἶπεν, ὀρθὰ βλεπέτωσαν, τουτἐστι 34 v. 2. 35 v. 9. 10. 37 v. 15. 38 v. 16. 39 v. 18. 40 v. 19. 41 v. 21 42 v. 25. τὰ Θεῷ μὸνα φίλα, τὰ παρὰ τῶν τροφητῶν ἡμῖν σαφηνισθέντα περὶ τοῦ Χριστοῦ μόνου καὶ τῶν μαθητῶν αὐτοῦ· καὶ ὅσα παρά τινος πρὸς τὸν Χριστὸν οἰκειοῦντα λαληθείη καὶ μόνον.

Συμφωνεῖ τούτοις τὸ, Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, καὶ φυλάξῃ πόλιν· τουτέστιν ἐὰν μὴ Κύριος δώῃ ἡμῖν ἰσχὺν τοῦ κατευθῦναι τὰ πρὸς αὐτὸν διαβήματα, μάτην ἡμεῖς κοπιῶμεν, οἱ μὴ ἐν παρακλήσει αὐτὸν ἐπικαλούμενοι, ἀλλʼ ἐν αὐθαδείῃ ἐπιχειροῦντες.

CAP. V.

Στωμυλεύονται γὰρ αἴτε πρόδηλοι πόρναι, καὶ αἱ τῶν ἑτεροδόξων διδασκαλίαι, ἀπατῶσαι διὰ τῆς χρηστολογίας τὰς τῶν ἀκάκων καρδίας· μεγίστη οὖν ἀσφάλεια τὸ μὴ ἁλῶναι τὴν ἀρχήν· ἁλόντα γὰρ, δύσκολον διαφυγεῖν.

Μέχρι μὲν τῆς ἀκοῆς αὐτῶν, τὸ καλόν. Σημαίνει δὲ τὸ λῖπος τὴν ἡδονὴν, ἀφʼ ἦς τίκτεται ἡ ἀκαθαρσία· ἦς ἔκγονον, κακία καὶ ἄγνοια· ὧν οὐδὲν ἔστι πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν ἐν ἡμέρᾳ κρίσεωζ.

Ἐντεῦθεν γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· Ἀνελεήμων γὰρ, φησὶ, θυμὸς, καὶ ὀξεῖα ὀργὴ αὐτῶν· θηρἑύουσι γὰρ εἰς ἀπώλειαν τοὺς πειθαρχοῦντας αὐτοῖς· οὕτω γὰρ τιμῶσι τοὺς τιμῶντας αὐτούς.

Διὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τοῦ Χριστοῦ, καὶ τὸ αἶμα καταναλίσκουσι. κοινὸν αὐτὸ ἡγησάμενοι (1)· Ὁ τρώγων γάρ μου, φησὶ, τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἱώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν ἐσχάτῃ ἡμέρᾳ· ὁ δὲ ἀναξίως ἐσθίων τὸ σῶμα καὶ πίνων τὸ αἶμα τοῦ Κυρίου, κρῖμα ἑκυτῷ ἐσθίει καὶ πίνει.

Ἦν ὅτε οὐκ ἦν κακὸν, καὶ ἔσται ὅτε οὐκ ἕσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς· πείθει δέ με καὶ οὗτος παρʼ ὀλίγον, καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς ὁ πλούσιος ἐν τῷ ἅδῃ διὰ κακίαν κρινόμενος, καὶ οἰκτείρων τοὺς ἀδελφούς (2)· τὸ δὲ ἐλεεῖν, σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς.

Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή· τοῖς, μὲν γὰρ προσελθοῦσι ταῖς ἀρεταῖς, βαθὺ φρέαρ εἶναι δοκεῖ· τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς, πηγή· οὕτω καὶ ὁ Σωτὴρ ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη· πηγὴν δὲ νόει τὴν θείαν γνῶσιν, καὶ οὐ τὸ φρέαρ τοῦ ὕδατος· ὥσπερ δὲ ἡ πηγὴ πρόειται ἀκόπως, τουτέστι τὸ τρέχον ὕδωρ τοῖς διψῶσιν, οὕτω τὸ ??ρέαρ ἐν κόπῳ τοῖς θέλουσιν ἀντλεῖν· καὶ ὥσπερ ἡ πηγὴ ἄπαυστός ἐστι τοῦ ῥεῖν, οὕτως ἡ αἰσθητικὴ γραφὴ ἔχει τὸν δρόμον, καὶ εὔκολον τοῖς διψῶσι τὸν Θεὸν γεραίρειν· καὶ ὥσπερ τὸ φρέαρ κόπον παρέχει τοῖς ἀντλοῦσιν, οὕτω καὶ ἡ θεωρητικὴ γνῶσις τοῖς θέλουσι διʼ αὐτῆς τὰς ἀρετὰς κατορθῶσαι, ψυχῆς τε καὶ σώματος, τά τε θεῖα ἐννοεῖν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀντιποιηθπηναι.

43 v. 27. 44 v. 1. 45 v. 5. 46 v. 9. 47 v. 11. 48 v. 14. 49 v. 15.

Γυναῖκα ἐνταῦθα τὴν τοῦ Θεοῦ γνῶσιγ σημαίνει· αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη· ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομῶν νεότητος λέγει· Υἱὲ, γάρ φησι, μή σε καταλάβῃ βουλὴ κακὴ (τὸν διάβολον λέγων, ὡς κακῶς βουλευσάμενον)· ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος, καὶ διαθήκην θείαν ἐπιλελησμένη· λήθη δὲ καὶ ἀπόλειψις, γνώσεως κτήσεως δεύτεραι· ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη, καὶ ζωῆς θάνατος δεύτερος· ἅμα δὲ καὶ τούτοις τε, ὅτι ὅπερ ἡ αὐτὴ γνῶσις, καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή· μήτηρ μὲν, ἐπειδὴ ὁ διδάξας με, διʼ αὐτῆς με γεγέννηκεν, ὡς Παῦλος διὰ τοῦ Εὐαγγελίου Γαλάτας· γυνὴ δὲ, ὅτι συνοῦσά μοι τίκτει τὰς ἀρετὰς καὶ δόγματα ὀρθά· εἴ γε ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν· ἀδελφὴ, ὅτι ἐγώ τε καὶ αὕτη ἐκ τοῦ ἑνὸς γεγόναμεν Θεοῦ καὶ Πατρός· Εἷπον γὰρ, φησὶ, τὴν σοφίαν, σὴν ἀδελφὴν εἶναι.

Ἡ χάρις καὶ ἡ φιλία ἐλευθεροῖ· ἡ δὲ ἀρετὴ καὶ γνῶσις ἐλευθεροῦσι ψυχὴν λογικήν· ἡ χάρις γὰρ καὶ ἡ φιλία, ἀρετὴ καὶ γνῶσίς ἐστιν· εἰ δὲ ἔλαφος ἐκ τῆς φιλίας, ὁ πῶλος ἐκ τῶν χαρίτων γεννᾶται· ἡ οὖν ἔλαφός ἐστι τῆς θεωρίας σύμβολον· ὁ δὲ πῶλος, τῆς ἀπαθείας· ἡ μὲν γὰρ, ἐξ ἀρετῶν· ἡ δὲ, ἐκ τῆς γνώσεως γίνεσθαι πέφυκεν. — Ἡ μὲν ἔλαφός ἐστιν θεωρίας σύμβολον, σωμάτων καὶ ἀσωμάτων καὶ γνώσεως Θεοῦ· ἡ δὲ φιλία, τῆς πρὸς Θεὸν καὶ τὸν πλησίον ἀγάπης· ὁ δὲ πῶλος, τῆς ἀπαθείας· καὶ ἡ μὲν θεωρία τῆς πρὸς Θεὸν γνώσεως, ἐξ ἀρετῶν εἴωθε γίνεσθαι ψυχικῶν· ἡ δὲ ἀγάπη, ἐκ τῆς σοφίας γίνεσθαι πέφυκεν· ἡ δὲ ἀπάθεια, ἐκ τῶν τοῦ σώματος ἀρετῶν· παραινεῖ δὲ ἡμᾶς ταῖς τοιαύταις χάρισιν ἀεὶ προσομιλεῖν· ὁ δὲ τούτοις ἐμφιλοχωρῶν, οὐ μόνον τῷ Θεῷ προσομιλήσει, ἀλλὰ καὶ σύνοικος γενήσεται αὐτῷ. — Ἰδία τῆς λογικῆς φύσεώς ἐστιν ἡ ἀρετὴ, ἥτις καλεῖται φιλία, καὶ συμφιλιάζει τῷ Θεῷ τοὺς ἑπομένους αὐτῇ διὰ τῆς γνώσεως τοῦ Θεοῦ. — Ἐν γὰρ τῇ τῆς ἀρετῆς φιλίᾳ καὶ τῇ τῆς γνώσεως, ὁ συμπεριφερόμενος πολλοστός ἐστι τῶν ὠφελουμένων.

Τινὲς μὲν τοῦτο περὶ τῆς ἕξωθεν σοφίας νομίζουσι λέγεσθαι, πρὸς ἣν χρονίζειν οὐ καλὸν διὰ τὰς ἐν αὐτῇ ἀπάτας· τινὲς δὲ περὶ τῆς κακίας καὶ τὸ μὴ πολὺν εἶναι πρὸς αὐτὴν, ἑρμηνεύουσιν οὕτως· ὅτι ἀδύνατον μὲν παντάπασιν ἀπέχεσθαι ἄνθρωπον πονηρῶν λογισμῶν· μὴ ἐγχρονίζειν μέντοι ἐν αὐτοῖς, δυνατόν· οὓς καὶ ἀγκάλας καλεῖ.

CAP. VI.

Πᾶς ὁ τὸν φίλον τὸν Χριστὸν ἐγγυώμενος, ὡς δικαιοσύνην καὶ ἀλήθειαν, παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς, τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις, διὰ τὴν πρὸς τὸν Σωτῆρα φιλίαν· φιλία γάρ ἐστι πνευματικὴ, γνῶσις Θεοῦ, καθʼ ἣν καὶ οἱ ἅγιοι φίλοι Θεοῦ χρηματίζουσιν, ὡς ὁ Ἰωάννης ὁ Βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου, Μωϋσῆς τε καὶ οἱ ἀπόστολοι· Οὐκέτι γὰρ, φησὶν, ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.

Ὁρᾷς ἀγῶνα καὶ ἀγρυπνίαν; Ὕπνος μέν ἐστι ψυἡ 30 v. 18. 31 Prov. vii, 4. 32 v. 19. 33 v. 20. 34 v. 3. 35 v. 4. κατ᾿ ἐνέργειαν ἀμαρτία· νυσταγμὸς δὲ, τὸ χῆς ἡ κατ᾿ ἐνέργειαν ἀμαρτία· νυσταγμὸς δὲ, τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον ἀκάθαρτον νόημα· ἐπινυσταγμὸς δὲ ἡ πρὸς τὰ χείρω ῥοπή· κωλύει οὖν ὁ μὲν νόμος τὸν ὕπνον· τὸν δὲ νυσταγμὸν τὸ Εὐαγγέλιον· εἴ γε ὁ μὲν περικόπτει τὴν κατʼ ἐνέργειαν ἁμαρτίαν· τὸ δὲ, τὴν κατὰ διάνοιαν πρῶτον συνισταμένην κακίαν· Ἐῤῥέθη γὰρ, φησὶ, τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Οὐκ ὀργισθήσῃ.

Σημειωτέον ἐνταῦθα, ὅτι τὴν τοῦ μύρμηκος φυσικὴν ἐναρμόνιον κίνησιν, σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ, σοφώτερος λέγεται· πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴ γε τὰ σύμπαντα δοῦλα τοῦ Θεοῦ; ἢ μήποτε ὁ Θεὸς λέγεται δεσπότης διχῶς, ὡς δημιουργὸς, καὶ ὡς γινωσκόμενος; Διὸ καὶ Παῦλος γράφει· Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἀμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ (δηλονότι κατʼ ἀρετὴν καὶ γνῶσιν) ἔχετε τόν καρπόν ὑμῶν εἰς ἁγινασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνον· εἰ δὲ τοῦ τοιούτου τέλους καὶ τῆς γνώσεως ἄμοιρός ἐστιν ὁ μύρμηξ, ἄλογος ὢν, δῆλον ὅτι καὶ τῆς τοιαύτης δουλείας ἐλεύθερος· καλῶς οὖν λέγεται μὴ εἶναι ὁ μύρμηξ ὑπὸ δεσπότην, κατὰ ταύτην τὴν δεσποτείαν· εἶναι δὲ πάλιν ὑπὸ δεσποτείαν λέγεται, ὑπὸ τὸν Θεὸν, ὡς ὑπὸ δημιουργόν.

Διὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομῶν τὴν πρακτικὴν ὁδὸν ἡμῖν ὑπογράφειν· διὰ δὲ τῆς μελίσσης, τὴν θεωρίαν τῶν γεγονότων σημαίνει καὶ αὐτοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρτοι, καὶ σοφοὶ καὶ ἀνόητοι, πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται· καὶ φαίνεται μέν μοι ὁ κηρὸς, αὐτῶν τῶν πραγμάτων λόγον ἐπέχειν· τὸ δʼ ἐναποκείμενον αὐτῷ μέλι, σύμβολον εἶναι τῆς θεωρίας αὐτῶν· καὶ ὁ μὲν κηρὸς παρελεύσεται· Ὁ οὐ ρανὸς γὰρ, φησὶ, καὶ ἡ γῆ παρελεύσεται· τὸ δὲ μέλι οὐ παρελεύσεται· οὐδὲ γὰρ οἱ λόγοι παρελεύσονται τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· περὶ ὧν λέγει ὁ Σολομῶν· Κηρία μέλιτος, λόγοι καλοί· γλύκασμα δὲ αὐτῶν, ἵασις ψυχῆς· καὶ ὁ Δαυῒδ, Ὡς γλυκύτερα, φησὶ, τῷ λάρυγγί μου, τὰ λόγιά σου ὑπέρ μέλι τῷ στόματί μου· τὸ δὲ ἀποτέλεσμα τοῦ πόνου τῶν ἀρετῶν καὶ τῆς γνώσεως, πόνον ὠνόμασε· βασιλεῖς δὲ καὶ ἰδιώτας, οὐ τοὺς τὸ διάδημα ἔχοντας, ἢ τοὺς ἐν κοπρίᾳ πένητας λέγει, ἀλλὰ τοὺς πρὸς τὸν Θεὸν τὸν νοῦν σεσοφισμένον καὶ ἐῤῥωμένον ταῖς ἀρεταῖς ἔχοντας, βασιλεῖς λέγει. Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα ἅγνοιαν καὶ ἀγνωσίαν· ὧν ἡ ἀγρυπνία ποιεῖ τινα, ὡς στρουθίον μονάζον ἐπὶ δώματος.

Προσεκτέον ἐνταῦθα μήποτε ἅρα διὰ τῶν τοιούτων κινημάτων τοῦ σώματος γινώσκωσιν οἱ ἀντικείμενοι τοὺς αὐτῶν λογισμοὺς ἐν ἡμῖν στρεφομένους· ἐπειδὴ καρδιογνώστην μόνον τὸν Θεὸν πεπιστεύκαμεν εἶναι.

Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ (1), κτᾶται αἷμα δίκαιον· οὗ στερισκομένη 36 v. 6. 37 Rom. VI, 22. 38 v. 8. 39 Prov. XVI, 24. 40 Ps. CXVIII. 103 41 v. 9. 41 v. 13 42 v. 17. ψυχὴ λογικὴ, λέγεται ἀποθνήσκειν· Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· εἰ δέ ἐστιν αἷμα δίκαιον, ἔστι δηλονότι καὶ αἷμα ἄδικον ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸ δεδομένον βρῶμα λαοῖς τοῖς Αἰθίοψι, καὶ τρεφόμενον τῷ ἄρτῳ τοῦ ψεύδους· καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις, τὸ δίκαιον ἑαυτῶν αἷμα καταναλίσκουσιν· οἱ δὲ ἑαυτοῖς θυσίαν τῷ μόνῳ Θεῷ, τὸ ἄδικον διαφθείρουσιν αἷμα· ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος· ἀλλὰ τοῦτο μὲν πάντως νῦν πέφυκε γίνεσθαι, ἀπʼ ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν νόσου ὑγεία τῶν παίδων, μετὰ τῆς ὑγείας ἀπʼ ἀρχῆς τικτομένων.

Διαβάλλων τὸ ψεῦδος ἀλλήλοις, αὐτοὺς εἰς διακρίσεις φέρει καὶ ἀντιδικίας· ἢ ἀδελφοί εἰσιν οἱ τὸ τῆς υἱοθεσίας ἔχοντες χάρισμα, καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν· οὓς χωρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρίσεις· τὸ δὲ « ἐκκαίει, » ὡς οἷμαι, προστίθεται διὰ τοὺς ἐμπαθεῖς λογισμοὺς, ἀνάπτοντας θυμὸν μὲν, πρὸς ὀργὴν καὶ μῖσος ἐπιθυμίαν δὲ πρὸς αἰσχρὰς ἐργασίας· τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασε τοῦ πονηροῦ βέλη πεπυρωμένα, τιτρώσκοντα τὴν ψυχὴν, καὶ θάνατον ἐργαζόμενα.

Τὴν μητέρα ἐπάγεσθαι προστάσσει, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα, ἡ μὲν κατὰ Θεόν· καίτοι ἐχρῆν αὐτὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος· ἀλλʼ ἐπειδὴ οὐ δυνατὸν, αὐτὸν γνῶναι τὸν Θεὸν πρὸ τῆς τῶν γεγονότων θεωρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προστάσσει ἐπάγεσθαι· ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ, οὐ βλέπει τὸ φῶς, ὅπερ ἕστὶ γνῶσις αὐτοῦ τοῦ Θεοῦ. Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς· καὶ τάχα λύχνος, ἡ Παλαιὰ Διαθήκη ἐστίν· ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς, ἡ Νέα Διαθήκη· Ἐγὼ γὰρ, φησὶν, εἰμὶ τὸ φῶς τοῦ κόσμου· ἔλεγχος μὲν τῶν κακῶν, παιδεία δὲ τῶν ἀγαθῶν· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.

Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου.

Ἐὰν ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ, ὁ πρότερον κλέπτων, διʼ ἔνδειαν γνώσεως, ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ Σωτῆρος ἡμῶν γνώσεως καὶ σοφίας· ἀποτίσειν δὲ λέγεται ἑπταπλασίονα, τὸ ἑπτάκις τῆς ἡμέρας αἰνεῖν τὸν Θεόν· καὶ πάντα τά ὑπάρχοντα αὐτῷ αἰσθητήρια δοὺς τῷ Θεῷ, ῥύσεται ἑαυτὸν ἐκ τῶν ἡτοιμασμένων τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ τιμωριῶν.

Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ, μοιχός ἐστι τοῦ διαβόλου τοῦ πρώτου γήμαντος τὴν κακίαν, καὶ ἀπʼ ἀρχῆς γεγονότος ἀνθρωποκτόνου· καὶ σὺν αὐτῷ ἀπώλειαν τῇ ψυχῇ αὑτοῦ περιποιεῖται.

CAP. VII.

Ἀδελφὴ ἡμῶν σοφία ἐστὶ, διότι ὁ ποιήσας τὴν 64 Ps. LXXIII, 14. 65 v. 19. 66 Eph. VI, 16. 67 v. 20. 68 v. 23. 69 v. 30. 70 v. 30. 71 v. 32. 72 v. 4. ἀσώματον φύσιν Πατὴρ, καὶ ταύτην πεποίηκεν· σοφίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀλλὰ τὴν θεωρίαν τῶν σωμάτων καὶ ἀσωμάτων, καὶ τῆς ἐν αὐτῇ κρίσεως καὶ προνοίας ἐγκείμενα.

Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα ὀνομάζει νῦν· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώποις ἐργάζεται, τοῖς βουλομένοις ὁδεύειν τὴν πλατείαν ὁδὸν καὶ εὐρύχωρον, καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν· ἐνταῦθα δὲ προσεκτέον τί φησιν ὁ Σολομῶν περὶ τῆς κακίας· ὅτι οὐκ αὐτὴ τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἐπὶ τὴν πλατεῖαν ἄγει· οὐδὲ ἀναγκάζει πορεύεσθαι διόδοις οἴκων αὐτῆς, ἢ προσεγγίζειν γωνίᾳ, ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ· ἀλλʼ ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς συναντᾷ αὐτῷ τὸ εἶδος ἔχουσα πορνικὸν, ἢ ποιεῖ τὰς νέων ἐξίπτασθαι καρδίας.

Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι, μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι, τὰς παρὰ φύσιν ἡδονὰς μετέρχονται, ἀρσενοκοιτεῖν ἐπιζητοῦντες, καὶ ἄλλων τινῶν ἀπαγορευομένων πραγμάτων φαντασίας λαμβάνοντες· ὅρα δὲ μὴ κατηγόρημα εἴη τοῦτο καὶ ἀγίων ἀνδρῶν· καί τις μὴ ἡσυχάζων ἀλλὰ ῥεμβόμενος, τοῖς κατηγορήμασι κοινωνήσει τῆς ἀτίμου γυναικός.

Τῶν λογισμῶν, οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι· καὶ τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται· αἱ δὲ κεκλασμέναι· γωνία δέ ἐστι κεκλασμένη εὐθεῖα· ἢ γωνία νοητῶς ἐστιν ὁ ἀκάθαρτος λογισμός· τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν, δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπατᾷν τὴν ψυχήν.

Διὰ τῶν κειριῶν καὶ τοῦ κρόκου καὶ τῶν λοιπῶν, τὰ ἀπατηλὰ θεωρήματα, ἢ τὰ διάφορα πάθη σημαίνει. — Ὅρα τὴν κακίαν, οὐκ ἔχουσαν ἀφʼ ἑαυτῆς ἀρχὴν, ἀλλʼ ἀπὸ τῶν τῆς ἀρετῆς προοιμιαζομένων· τὸ γὰρ κοινωνὸν λαβεῖν θυσίας, ἀγαθόν. Ὅτε δὲ αὐτοῖς κατεπάλαισε, τότε ἐνίησι τὸν ἰὸν, τὰ τοῖς ἐρῶσιν ἐπιθυμητὰ καταλέγουσα, ἃ πάντα ἱκανὰ καταγοητεῦσαι, οὐ περὶ τὴν οἰκείαν φύσιν, ἀλλὰ περὶ τὴν τῶν ἀκουόντων ἀφροσύνην· κατὰ δὲ διάνοιαν ἡ κακία ζητεῖ τὸ πρόσωπον ἡμῶν καταισχῦναι, διὰ τῶν κειριῶν καὶ τῆς κλίνης, καὶ τῶν ἀμφιτάπων, καὶ τοῦ πρόκου, καὶ τοῦ κινναμώμου· ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει ἡδονῶν παρὰ τοῖς ἐφευρεταῖς τῶν κακῶν γινόμενα.

Τὸ διʼ ἡμερῶν πολλῶν ἐπανήξειεῖς τὸν οἶκον αὐτοῦ πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦλος, ἔσχατον ἐχθρὸν λέγει καταργεῖσθαι τὸν θάνατον· ὃν καὶ ἄνδρα εἶναι τῆς πονηρίας Σολομῶν προδιέγραψε· τὸν ὡς βαλαντίον ἀργυρίου λαβόντα ἐν τῇ χειρὶ αὐτοῦ τὴν σνθρωπότητα, εἰ καὶ αὖθις ἐν τῷ ἁμαρτάνειν οὐ πάρεστι προβλέπειν τὸν τοῦ Θεοῦ φόβον· διότι κήδεται ἀνεχόμενος τοῦ γένους τῶν ἀνθρώπων· ἐπεὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον προέβλεπε, ῥυζηδὸν πάντας ἂν ἀπώλετο. Τῶν ἐῤῥωδιῶν τρία γένη εἰσὶν, ὅ τε κέμφος, καὶ ὁ 73 v. 6. 74 v. 12. 75 v. 12. 76 v. 16. 77 v. 20. 78 v. 22. λευκὸς, καὶ ὁ ἀστερίσκος καλούμενος· τούτων ὁ κἑμφος ἀκρατῶς ἔχων περὶ τὰς μίξεις, χαλεπῶς εὐνάζεται καὶ ὀχεύει, κράζει τε, καὶ ὀχεύων αἷμα ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν, καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς· ἔόικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζώου τούτου, τοὺς πειθομένους τῇ πονηρίᾳ κεμφωμένους καὶ ἐξωμοιωμένους τῶν ὀρνέων διʼ ἀκολασίαν ἔστι δὲ καὶ ἄλλο εἶδος κέμφου ἐν τῇ θαλάσσῃ κατʼ ἀγέλας ἱπτάμενον ὧδε κἀκεῖσε· ὃ οἱ πλωτῆρες πολυάγκυστρον δελεάσαντες σχοῖνον, ἀγρεύουσι· καὶ οὐ μόνον οὐ φεύγει βλέπων τὰ θηρευθέντα, ἀλλὰ καὶ ἄλλος ἄλλῳ προτρέχει ἀγρευθῆναι· οὕτως ἐοίκασιν οἱ τῇ κακίᾳ προσομιλοῦντες, ἄλλος ἄλλον νικᾷν σπεύδοντες διὰ τῶν ἡδονῶν, ἐπολέθρῳ θανάτῳ ἑαυτοὺς περιπείρουσιν.

CAP. VIII.

Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκε, τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ ἢ τὴν ὑπὸ Θεοῦ κτιζομένην τὴν πνευματικήν.

Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβε τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας, ἐπάγει· Κρείσσων γὰρ σοφία λίθων παλυτε ἐῶν, ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περισχομένης ἐν τῇ σοφίᾳ (1), ἥπερ διὰ τοῦ Πνεύματος δίδοται, λόγος σοφίας· τὸ δʼ αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας.

Σημειπτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν, τὸν ἄδικον ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν.

Τουτέστι παρʼ ἐμοῦ τὸ εὔβουλον καὶ ἀσφαλές· ὅπου γὰρ τοῦτο, κἀκεῖνο· ὁρᾷς πανταχοῦ προτιθέμενα τὰ ἀσώματα τῶν σωματικῶν καὶ κρατοῦντα; Εἶτα εἰπὼν καὶ αὐτὸ τὸ βασιλεύειν διʼ αὐτῆς γινόμενον, ἐπήγαγε καὶ ὁ πολλῷ μεῖζόν ἐστι τοῦτο γὰρ βασιλεύειν, τὸ δύνασθαι δικαίως κεχρῆσθαι τῇ αρχῇ, βέλτιον· ἔνιοι δὲ, βασιλεῖς μὲν τοὺς ἁγίους καὶ μεγιστᾶνας· τυράννους δὲ, τοὺς ἔτι πολεμοῦντας τὴν σάρκα, καὶ τῶν παθῶν τυραννοῦντας.

Μείζω φιλίας εἰσάγει τὴν ἀγάπην ἐνταῦθα, ἡνίκα μὴ κατὰ τοῦ αὐτοῦ τάττεται· ἀμέλει τοῦ Σωτῆρος τῷ Πέτρῳλέγοντος, Ἀγαπᾷς με; τὸν προσδιαλεγόμενον εἰδὼς, τὸ ἦττον δίδωσιν ἑαυτῷ, τὸ, Ὅτι φιλῶ σε· τὸ δὲ τρίτον ἀκούσας, Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὅτι τὸ ἦττον τρίτον αὐτῷ προσένειμε (2).

Ὅτι μόνος ὁ σοφὸς πλούσιος καὶ εὐκλεής· ἔστι γὰρ ἐν αὐτῷ κτῆσις πολλῶν καὶ γεννήματα σοφίας· ἃ καὶ σπείρων εἰς τὸ πνεῦμα, θερίζει ζωήν· ἔοικε δὲ διὰ τοῦ ἑαυτῆς λέγειν τὸν πλοῦτον, τοιοῦτόν τι λέγειν, ὅτι Οὐ χρεία σοι δαπάνης, οὐδὲ καινοτομίας, εἰς τὸν πρὸς ἐμὲ ἔρωτα, ἀλλʼ ἀρκεῖ τὸ φιλῆσαι μόνον, καὶ ἀνταγαπηθήσῃ. Ἀλλὰ μὴν, καὶ ὃ θαυμαστόν ἐστι, τὸ ἐν πλούτῳ εἶναι δικαιοσύνην, παρʼ ἐμοὶ καὶ τοῦτό ἐστι, καὶ τὰ ἄλλα πάντα ἀγαθά.

79 v. 5. 80 v. 11. 81. v. 13. 82 v. 14. 83 v. 17. 84 Joan. XXI, 15-17. 85 v. 18.

Οὐσία οὖσα ἡ τοῦ Θεοῦ σοφία, πρὸ σἰώνων γεγένηται, καὶ πρὸ κτίσεως ἀῒδιος ἦν· ὅτε δὲ σχέσιν πρὸς τὰ γεννητὰ ἐδέξατο, τότε ἀρχὴ τῶν ὁδῶν τοῦ Θεοῦ γέγονε τῶν ποιητικῶν καὶ προνοητικῶν· σύζυγος οὖν ἡ ἀρχὴ τοῖς κτίσμασιν ὧν γέγονεν ἀρχὴ, τουτέστιν ἡ πρὸς τὰ γεννητὰ σχέσις· ἡ δὲ σοφία ἀῒδιος, οὐσιωδῶς πρὸ αἰώνων παρὰ τῷ Θεῷ ὑπάρχουσα.

Ἀσέβεια μέν ἐστιν ἡ εἰς Θεὸν ἁμαρτία· ἀσεβεῖ δὲ καὶ εἰς τὴν ἑαυτοῦ ψυχὴν ὁ σωρεύων κόλασιν τῇ ἑαυτοῦ ψυχῇ. τὴν τοῖς ἀσεβέσιν ἡτοιμασμένην· ἀκόλουθον δὲ καὶ τὸ ἀγαπᾷν θάνατον τοὺς σοφίαν μισοῦντας, εἴπερ ἡ σοφία ζωή.

CAP. IX.

Τὴν σοφίαν ἐνταῦθα δισσῶς ἐπιλαβεῖν, τὴν ἐκ Πνεύματος ἁγίου φημὶ ἐν λόγοις καὶ γραφῇ δοθεῖσαν τοῖς θεόφροσιν, διʼ ἦς καὶ ἡ ἐπίγνωσις τοῦ Θεοῦ τῷ κόσμῳ ἐγνωρίσθη· ὡσαύτως δὲ καὶ τὸν ἐνυπόστατον Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, τὸν ἐξοὺκ ὄντα εἰς τὸ εἶναι παραγαγόντα τὰ σύμπαντα τῇ σοφίᾳ αὐτοῦ.

Θύματα ἐνταῦθά φησι τοὺς ὅσοι προφῆται τῇ παραινέσει Χριστοῦ σφραγισθέντες καὶ σφαγιαζόμενοι, διὰ τὸ κιρνᾷν αὐτοὺς τῷ τῆς γνώσεως κρατῆρι τὴν ὠς οἶνον ἡδὺν ἐπίγνωσιν αὐτοῦ τοῖς ἐχέφροσι· λέγων, Μὴ φοβηθῆτε ἀπό τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· καὶ γὰρ αὐτὸς αὐτοὺς ἐσφαγίασε, καὶ σφαγιάζει, διὰ τὸ παρακελεύειν αὐτὸς τοὺς εἰς αὐτὸν πιστεύοντας ὑπὲρ αὐτοῦ, ὡς αὐτὸς ὑπὲρ ὑμῶν ἀποθνήσκει.

Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλος Χριστοῦ, ὁ δὲ στὸς σοφία ἐστὶ, Παῦλος γὰρ ὁ ἀπόστολος δοῦλος τῆς σοφίας ἐστίν· ὡσαύτως καὶ ἐπὶ τῶν λοιπῶν ἀποστόλων καὶ προφητῶν τὸν λόγον συνάξομεν, δούλους τῆς σοφίας αὐτοῦ ἀποδείξαντες.

Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακοὺς, ἀλλὰ περὶ θείου φόβου αὐτοὺς ὑπομιμνήσκειν, ὅστις αὐτοὺς ἀποστήσει τῆς κακίας· ἢ κακοὺς τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας, καὶ θέλοντας ἐλθεῖν πρὸς μετάνοκαν· ἀκμὴν δὲ κακοὺς ὄντας καὶ τυφλώττοντας ὑπόμενε· καὶ μὴ καθʼ ἓν σφάλμα ἔλεγχε, ἵνα μὴ εἰς μῖσος ἐκ προοιμίων ἔλθωσιν· ὅταν δὲ γένωνται σοφοὶ, καὶ στερεωθῶσιν, ἔλεγχε. Καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἔτι νέους ὄντας, οὐκ ἤλεγχε, διὰ τὸ μὴ τοὺς παλαιοὺς ἀσκοὺς εὐθέτους εἶναι πρὸς νέον οἶνον. Ἤ κακοὺς λέγει τοὺς ἄφρονας καὶ μωρούς· ἢ τοὺς πάντη ἀλλοτρίους τῆς θείας διδασκαλίας, οὓς οὐκ ἐλέγχειν, ἀλλὰ νουθετεῖν, δεῖ καὶ διδάσκειν· εἰ δὲ καὶ ἠλέγχοντο Ἀχαὰβ καὶ Ἡρώδης, ἀλλʼ ἤδη μετέσχον τοῦ θείου νόμου, εἰ καὶ παρέβησαν· διὸ καὶ τούτους δεῖ ἐλέγχειν. Ἤ ἔοικε ταῦτα πρὸς τοὺς τότε λέγειν, τοὺς νηπιωδεστέρους· ἐπεὶ τίνος ἕνεκεν ἤλεγχεν Ἰωάννης καὶ Παῦλος ; —Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς· ὁ γὰρ εἰς πρόσωπον ἔλεγχος, ἀναισχυντότερον ποιεῖ τὸν ἁμαρτάνοντα· χρὴ δὲ ἡμᾶς ἐπὶ σοφῶν καὶ δικαίων τοῦτο ποιεῖν· ἀναμεταξὺ μὲν του ἐλεγχομένου καὶ ἐλέγχοντος, οὐκ ἐπὶ πολλῶν δέ.

86 v. 22. 87 v. 36. 88 v. 1. 89 v. 2. 90 v. 3. 91 v. 8.

Ὁ παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος, ναυαγήσας περὶ τὴν πίστιν, ὡς ὑπʼ ἀνέμῳ ἑαυτόν τε καὶ ἄλλους ποιμάνας, ἀπώλεσεν· ἀπέλιπε γὰρ τῶν ἐντολῶν τὰς ὀδοὺς, τοῦ εἰπόντος, Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός. — Ὁ μὴ συνάγων σὺν ταῖς ἀρεταῖς τὴν θείαν γνῶσιν, οὗτος οὐ συνάγει τῆς αἰωνίου βασιλείας τὴν ἀθάνατον εὐκαρπίαν· ἀκαρπία δέ ἐστι κακία καὶ ἄγνοια. Τῶν ὡς ἄρτων ζωτικῶν, θείων λόγων ἡδέως ἅψασθαι, καὶ τῶν ἐν τῇ κρυπτῇ τοῦ νοῦ θεωρίᾳ θείων νοημάτων.— Ἄρτοι εἰσὶ τῆς ψυχῆς αἱ ἀρεταὶ, αἵτινες καὶ παρὰ τοῦ Σωτῆρος ἡμῶν προσετάγησαν παρʼ ἡμῖν γίνεσθαι· τουτέστι νηστεία, ἐγκράτεια, προσευχὴ, καὶ τὰ ὅμοια· κρυφῇ δὲ, πρὸς τὸ μὴ θεαθῆναι αὐτὰ τοῖς ἀνθρώποις.

CAP. X.

Ἄνδρα, τὸν τοῦ λόγου πτωχεύσαντα· καὶ χεῖράς, τὰς τῆς σοφίας πράξεις.

Ὁ νοήμων ὑπὸ τῶν θλίψεων καὶ τῶν συμφορῶν μὴ συγκαιόμενος, γεννήματα δικαιοσύνης φέρει· ὁ δὲ παράνομος, καὶ ὑπὸ τῶν βελτιόνων διαφθείρεται.

Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ ἀπωλείας καὶ πλάνης αὐτῇ γίνεται πρόξενος· ἡ δὲ ὁδὸς τῆς ζωῆς, οὐ μόνον ἐκ τῆς αἰωνίου, ἀλλὰ καὶ ἐκ πάσης κακότητος τοῦ βίου δυσχερείας τοὺς ἀκάκους φυλάσσει· ἀκάκους δὲ λέχει τοὺς κακῶς ἔκ τινος ὑπομένοντας, καὶ ἀκακίαν ἀσκοῦντας ἐν ἀγάπῃ. Ἤ οὕτως. Ἀνεξέλεγκτος, ἡ πρόσχημα μὲν εὐσεβείας ἔχουσα, ἀγύμναστος δὲ οὗσα καὶ ἀνεξέταστος· ὁ γὰρ μὴ ἐλεγχόμενος, καὶ φανερῶν καὶ ἑτέροις τὰ φρονήματα καὶ τοὺς διαλογισμοὺς αὐτοῦ, πλανᾶται οἰήσει.

Τὸ, καλύπτουσιν, ἀντὶ τοῦ, οὐκ ἐῶσιν ἀνανεῦσαι. Ἤ ἔχθραν τὴν κακίαν λέγει, διʼ ἧς ἐχθροὶ γινόμεθα τοῦ Θεοῦ· τὴν δὲ κατὰ τοῦ Θεοῦ καὶ ἀνθρώπων ἔχθραν ἐγγινομένην ἡμῖν ἐν τῇ καρδίᾳ ὑπὸ τοῦ πονηροῦ, αὐτὴν μὲν ἀποσείονται οἱ δίκαιοι, τοῖς δὲ χείλεσι τὸν Θεὸν ὑμνοῦσιν, ὅταν οὕτως αὐτοῖς ὁ πονηρὸς ὑποβάλλῃ· Εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατ ηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ· εἰ δὲ ἡ ἔχθρα, κακία ἐστὶν, ἡ φιλία ἀρετὴ καὶ γνῶσις Θεοῦ, διʼ ἧς φίλοι γινόμεθααὐτοῦ καὶ τῶν ἀγίων δυνάμεων· ἐπὶ δὲ τῆς φιλίας ταύτης, οἱ ὄντες αὐτοῦ φίλοι, καὶ ἀλλήλων εἰσὶ φίλοι.

Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, φησὶν ὁ Δαυῒδ· τουτέστιν ὅσα τῷ Θεῷ ἀρεστὰ, καὶ δικαίοις ἁρμόζει, ἐπιθυμεῖν χρὴ, ἵνα δεκτὴ ἡ προσευχὴ ἡμῶν γένηται ἐναντίον τοῦ Θεοῦ ὁ δὲ ἀσεβὴς, ἀπωλείᾳ αἰωνίᾳ περιφέρεται ἐν τῷ ἐπιθυμεῖν καὶ πράττειν τὰ μὴ Θεῷ φίλα.

Εἰ φόβος Κυρίου προστίθησιν ἡμέρας, ἀρχὴ δὲ σοφίας φόβος Κυρίου, αἱ ἡμέραι αὗται, μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· προκόπτων γὰρ προστίθησι γνώσεις καὶ φωτισμούς· ὑπὲρ δὲ τοιούτων ἡμερῶν εὔχεται καὶ Δαυῒδ λέγων· Μὴ 92 v. 12. 92 v. 17. 94 v. 4. 95 v. 5. 96 v. 17 97 v. 18. 98 Rom. v. 10. 99 v. 24. 1 Phal. XXXVII, 10. 2 v. 27. αγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ταύτας δὲ τὰς ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανε πρεσβύτερος καὶ πλήρης ἡμερῶν· καὶ τὰς θείας ὁράσεις ὡς ??μέρας προστίθησι Κύριος τοῖς ἐν πίστει φοβουμένοις αὐτόν· τὰ δὲ, τῶν ἀσεβῶν ἔτη, ἄσοφα ὀραθέντα καὶ θείας χάριτος ἄνευ, ὠλιγώθησαν.

Αἰῶνα τὸν ἀνθρώπου βίον λέγει, ὡς ὁ Παῦλος· οὐ μὴ ράγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω· τὸ γὰρ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ, αἰῶνα ὠνόμασεν· Οὐκ ἐνδώσει γὰρ, φησὶν, ὁ δίκαιος ἁμαρτῆσαι ἐνοχλούμενος ὐπὸ τοῦ πονηροῦ. Οἱ δὲ ἀσεβεῖς ἁμαρτάνοντες οὐ μόνον ἐκπεσοῦνται τῆς βασιλείας, ἀλλὰ τὸ πῦρ καὶ οὐ τὴν γῆν οἰκήσουσιν.

Ἀντὶ τοῦ, χάριτος ἀνάπλεώς ἐστιν· εὐσεβοῦς δὲ στόμα νῦν τὸν νοῦν λέγει καὶ τὴν καρδίαν, ὡς διὰ τῶν χειλέων ὑμνοῦσαν τὸν Θεόν· τὸ δὲ λαλοῦν πονηρὰ στόμα τῶν ἀσεβῶν, ἀποστρέφεται ἀπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναι τῷ πονηρῷ· ὅρα δὲ τί ἀπʼ ἐκείνου, τί δὲ ἀπὸ τούτου.

CAP. XI.

Ἔχων γὰρ πρὸς τὰ μέλλοντα τὸν σκοπὸν, τυγχάνει τάντως ὧν προσεδόκησε τελευτήσας ὁ δίκαιος. Ἤ εἰς τὴν ἀνάστασιν ἡμᾶς παραπέμπει· καὶ ἐπὶ τούτου μὲν μένει τὰ ὄντα, καὶ οὐκ ἀφανίζεται· ἐπ᾿ ἐκείνου δὲ καὶ τὰ ὄντα σβέννυται· ἐν γὰρ τῷ παρόντι μόνον αἰῶνι καυχῶνται· περὶ ὧν εἴρηται· Ὧν ὁ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.

Οὐχ ὡς ὑποκειμένου τοῦ εὐσεβοῦς τῇ δίκῃ φησὶ τὸ, Ἀντ᾿ αὐτοῦπαραδίδοται ἀσεβὴς, ἀλλʼ ἐπειδὴ ἡ παγίς ἐστιν ἀπὸ τοῦ πονηροῦ κατὰ τοῦ δικαίου, τούτου ῥυομένου περιπίπτει ταύτῃ ὁ ἀσεβής· ἐξαρπάζεται ὁ εὐσεβὴς ὑπὸ Θεοῦ, ὁ δὲ ἀσεβὴς ἐγκαταλειφθεὶς, περιπίπτει· κατὰ τὸ, Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Ἤ ἐπειδὴ ὁ δίκαιος ὑπόκειταί τισιν ὡς ἄνθρωπος ἁμαρτήμασιν, ἐλθὼν ὁ ἀσεβὴς καὶ κακοποιήσας τὸν δίκαιον, τῶν μὲν ἁμαρτιῶν καὶ τῶν κολάσεων τῶν μελλουσῶν ἐῤῥύσατο, εἰς ἑαυτὸν δὲ τὰς τιμωρίας ἀνεδέξατο. Παραδίδοται δὲ ὑφʼ ἑαυτοῦ ὑπὸ τῆς ἰδίας κακίας, ὡς παραδοὺς ἑαυτὸν εἰς ἀδόκιμον νοῦν.

Ἤτοι διάκρισις ἡ περὶ τῶν πρακτέων, ἢ μή· ἢ ὥστε τὸν ἑαυτῶν βίον οἰκονομεῖν· κλυδώνιον γάρ ἐστι μέγα καὶ ἀφόρητον· οἱ τοιοῦτοι γὰρ παντὶ ἀνέμῳ περιφερόμενοι ναυαγοῦσι περὶ τὸν βίον ἢ τὴν πίστιν, καὶ ὡς φύλλα δένδρου πίπτουσιν ἀπὸ τοῦ Θεοῦ, οἷς μὴ ὑπάρχει σοφία Θεοῦ· εἰ δὲ ἡ σωτηρία ἐστὶν ἐν βουλῇ, καὶ οὐχ ἁπλῶς βουλῇ, ἀλλὰ καὶ πολλῇ, οὐκ ἄρα ἐν σώμασιν ἢ χρήμασιν, οὐδὲ κατὰ φύσιν τις σώζεται· κατὰ τοὺς τὰς φύσεις εἰσάγοντας.

Ἐνταῦθα τὴν ψυχὴν ἄντικρυς προεῖπεν σῶμα· καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς Εὐαγγελίοις, σῶμα τὴν ψυχὴν ὁνομάζει· Ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· λύχνον μὲν εἶπε τὸν νοῦν· αὐτὸς γάρ ἐστι γνώσεως δεκτικός· σῷμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν 3 Psal.et. 25. 4 v. 30. 5. I Cor. VIII, 13. 6 v. 32. 7 v. 7. 8 Philip. III, 19. 9 Psal. IX, 17. 10 v. 14. 11 v. 17. 12 Malth. VI, 22. «. 3u. I Cor. vm, 13. ». 14. ««.17. μέρος τῆς ψυχῆς· ὅπερ τινὲς μὲν, ἄλογον· τινὲς δὲ, παθητικὸν μέρος καλοῦσιν. Ὁ δὲ ἐξ ὧν ἐποίει καὶ διδάσκει ἀγαθῶν, ἐντεῦθεν μὲν γνῶσιν σωμάτων καὶ ἀσωμάτων ἐν τῷ μέλλοντι δὲ βασιλείαν οὐρανῶν, περιποιεῖται ἑαυτῷ καὶ τοῖς μαθητιῶσιν· ἐξολλύει δὲ οὐ μόνον τὸ ἑαυτοῦ σῶμα, ἀλλὰ καὶ τὴν ψυχὴν, σὺν τοῖς πειθομένοις αὐτῷ, τῷ πυρὶ συναπόλλυσιν.

Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως, ὁ κακῶν γινόμενος πραγμάτων καὶ δογμάτων διδάσκαλος· οὗτος δὲ σπείρει δικαιοσύνην, ὁ περὶ ἀρετῶν καὶ Θεοῦ γνώσεως προϊέμενος λόγους.

Τοῖς εἰς τὰ ἴδια σπείρουσι, καὶ πλείονα ποιοῦσιν, ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττούμενοι· οἱ γὰρ τὰ ἴδια σπείροντες, εἰοὶν οἱ εἰς τὸ πνεῦμα σπείροντες, καὶ ζωὴν θερίζοντες· οἱ δὲ συνάγοντες καὶ ἐλαττούμενοι, εἰσὶν οἱ εἰς τὴν σάρκα σπείροντες, καὶ φθορὰν συνάγοντες ἑαυτοῖς.

Σῖτος ὁ θεῖος λόγος, ὃν κατακρύψαντες οἱ Ἰουδαῖοι, κατέλιπον αὐτὸν τοῖς ἔθνεσιν. — Ὅμοιόν ἐστι τούτῳ καὶ τὸ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις λεγόμενον· τὸ, Οὐδεὶς λύχνον ἄψας, τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλʼ ὑπὸ τὴν λυχνίαν, τοῦ φαίνειν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· ὥσπερ γὰρ ὁ σῖτος τροφή ἐστι τῷ σώματι, οὕτως ἡ θεία γνῶσις τῇ ψυχῇ· ὁ δὲ τὴν τῶν ἀμφοτέρων τροφὴν ἔχων καὶ μὴ παρέχων, ἀλλʼ ὑπὲρ τούτων μισθὸν ἀπαιτεῖ τοῖς οὐκ ἔχουσι δοῦναι, ὑπολίποιτο αὐτὸν τοῖς δαίμοσιν. Γράφει δὲ καὶ δημοκατάρατον, ὅτι ὑπὸ τὸν δῆμον τῶν ἀγγίλων καὶ πάντων τῶν δικαίων ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. ἐπικατάρατος ἔσται.

Τεκτονική ἐστι κατὰ πνεῦμα ἡ πρακτικὴ τῶν ἀγαθῶν ἀρετῶν ἐργασία· ὁ δὲ τὰ Θεῷ ἐποφειλόμενα πράττων, ζητεῖ θεαρέστους ἄνδρας, δεχομένους τὰ. Θεῷ ἐποφειλὰς, ἵνα ὥσπερ αὐτὸς καὶ αὐτοὶ ἐμπορεύωνται· τοὺς δὲ μὴ τὰ καλὰ, ἀλλὰ τὰ κακὰ ζητοῦντας, παρήσεται.

Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν ἐκωλύθη ὁ Ἀδὰμ, τὰ σπέρματα τῆς δικαιοσύνη, ἀποβαλὼν, ἀφʼ ὧν φύεται τὸ δένδρον τῆς ζωῆς.

CAP. XII.

Μήποτε παρασιωπήσῃς ἀπʼ ἐμοῦ, φησὶν ὁ Δαυΐδ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀνὴρ παράνομος παρασιωπηθήσεται ὑπὸ τοῦ Θεοῦ, τουτέστι μισηθήσεται, καὶ οὐκ ἐλεηθήσεται, ὅταν τὰ γέρα τοῖς τὴν χάριν τῆς ἐνσάρκου οἰκονομίας αὐτοῦ δεξαμένοις, ἀπονέμῃ. καθά φησιν ἐν Εὐαγγελίοις, Καὶ χάριν ἀντὶ χάριτος.

CAP. XIII.

Πλοῦτος ἀσεβῶν κακία. Οἱ δὲ δίκαιοι ἐξαναλώσουσιν αὐτοὺς, δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας· τοίνυν καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἐπάνω πεντεκαίδεκα πόλεων γενόμενοι· τὴν γὰρ κληροδοσίαν τὴν οὐ ράνιον ἤν ἤμελλον ἀπολαβεῖν οἱ ἀσεβείᾳ αὑτοὺς ἐκδώσαντες, ταύτην κληρονομήσουσι δίκαιοι, καθὰ καὶ Παῦλός φησιν· 13 v 21, 14 v. 24. v. 26. 16 Matth. v, 15. 17 v, 27. 18 v. 2 20 Psal. xxvii, 1. 21 Joan. 1, 16. v 22. Rom. H, Κατὰ δέ τὴν σκ ληρότητά σου καὶ ἀμετανόητόν σου καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ. Ὁ δὲ ἀγαθὸς κληροδοτῆσαι ποιήσει τοὺς ὡς υἱοὺς πατρὶ πειθομένους αὐτῷ, καὶ τοὺς ἐκείνῳ 24 υἱοθετήσει τὴν τῶν οὐρανῶν βασιλείαν.

CAP. XIV

Ὥσπερ ἀήττητά εἰσι, καθάπερ τὰ ὅπλα τὴν ἀσφάλειαν περιποιεῖ· οὐδὲν γὰρ πονηρὸν ἀντιστήσεται τῇ σοφίᾳ, διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνην γὰρ πρὸς ταύτην ἀδυνατοῦσιν οἱ δαίμονες· τῷ δὲ ἄφρονι τά τε ὁρατὰ καὶ ἀσώματα πάντα ἐναντία.

Οἰκίας ἐνταῦθα τὰ σώματα λέγει· οἰκίαι γάρ εἰσι τῶν ψυχῶν· ὀφείλενται δὲ παρὰ τῶν τὴν θεοσέβειαν εἰδότων καὶ τὴν θεωρητικὴν γνῶσιν, οἱ παράνομοι τὴν θεσγνωσίαν μαθεῖν οὐ μόνον, ἀλλὰ καὶ πᾶσαν τῶν ζωοποιῶν ἐντολῶν· ἵνα καθαροὶ γενόμενοι, ἴδωσι τὸν Θεὸν τοῖς νοεροῖς ὀφθαλμοῖς· τοῦτο γάρ ἐστι τὸ μακάριον τέλος, ὅπερ πάσῃ φύσει λογικῇ τετήρηται· αἱ δὲ οἰκίαι τῶν δικαίων ἕτοιμαί εἰσιν εἰς δοχὴν πάντων, ὡς κελεύει ὁ Κύριος.

Διανοήματα νῦν εἶπεν τὰς θείας ὁράσεις καὶ τὰς ἔξεις τῶν ἀρετῶν, ἅσπερ ταῖς ὁδοῖς νοῦ θρασυκαρδίου ἀντέθεικεν· Ἀπὸ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὰ χείλη, εἶπεν ὁ Κύριος· οὐ γὰρ κακοποιῆσαι, ἀλλʼ ἀγαθοποιῆσαι ὁ ἀγαθὸς ἀνὴρ διανοεῖται· ὁ δὲ θρασυκάρδιος ὡς ἄφρων πράττων καὶ λέγων, ἐμπλησθήσεται μαστίγων, καὶ πραγμάτων ἀφαιρέσεως, καὶ τέλος τὴν ψυχὴν αὐτοῦ ἀπολέσει.

CAP. XV.

Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὖται γὰρ ἡμᾶς ἁμαρτάνοντας ἐλέγχουσιν· οἱ δὲ μισοῦντες αὐτὰς, καὶ τῇ αἰσχρότητι τῶν ἁμαρτιῶν συναποθνήσκοντες, σὺν τῷ πονηρῷ αὐτῶν ἐφευρετῇ πονηρῶς τακήσονται· ὑπὸ δὲ τῶν παριόντων τὴν κακίαν, γνωρίζεται τῆς Ἡσυχία ἐστὶν ἀποχὴ κακίας ἐμπράκτου καὶ ὁράσεων, ἢν οἱ ἀγαθοὶ ἡσυχάζουσιν· οἱ δὲ τοῦ νοὸς καὶ σώματος ὀφθαλμοὶ τῶν κακῶν, πάντα τὸν χρόνον ἐπινοοῦνται κακά.

Ὁ δὲ συνετὸς οὐκ ἔστιν ἐν ᾅδου τοῦ τῶν ἀμαρτωλῶν· ὁδοὶ ζωῆς, διανοήματα θείων λόγων καὶ ἔργων ὁ δὲ συνετὸς ἀεὶ ταῦτα ποιεῖ καὶ διδάσκει, ἵνα σὺν τοῖς μαθητιῶσιν ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ.

Οἱ τὰς ἐντολὰς αὐτοῦ μὴ πράττοντες, ἐχθροὶ αὐτοῦ εἰσιν· φίλοι δὲ αὐτοῦ γίνονται ἐπὰν τοῖς δικαίοις προσδράμωσιν, ἐξομολογούμενοι τὰς πράξεις αὐτῶν τὰς πονηράς (1)· ἐξ ὧν ἐναχθέντες ὡς ἐκεῖνοι τὰς ζωοποιοὺς ὁδοὺς πορεύσονται· Παύλου κηρύξαντος, Οἵ ποτε ὄντες ἐχθροὶ, κατηλλάγησαν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἰοῦ αὐτοῦ προσεκτέον ὅτι πάντες οἱ ἐγθροὶ, διὰ τῶν δικαίων φίλοι γίνονται· ἵνα καὶ πᾶσιν τἴπῃ Χριστός· θὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φέλους.

24 ita cod. v, 7. 26 v. 9. v, 14, 28 Mutth. XII, 34. 29 v. 10. v. 15. v. 24. 33 v. 28. Rom. v, 10. 34 Joan. xv, 15.
CAP. XVI.

Πάλιν κἀκεῖ τῆς σοφίας χρεία, ἵνα ἐξιλάσηται ἢ ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους ἄγγελος, θυμὸς τοῦ Θεοῦ λέγεται. Ὁ δὲ σοφὸς ἐν θείοις ἔργοις καὶ λόγοις, ὡς ὁμόφρων αὐτῷ ὤν, οὐ πτοηθήσεται αὐτόν.

Νοσσιαὶ σοφίας εἰσὶν αἱ Ἐκκλησίαι, ἢ αἱ ἐν τῷ οὐρανῷ σκηναί· σοφία δὲ, Ἰησοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ Υἱὸς. ἐστὶν. Nοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον, αἱ πρακτικαὶ ἀρεταί· δικαιοσύνη, γνῶσις, σοφία, σωφροσύνη, ἀνδρεία, μακροθυμία, ἀνεξικακία, ἀοργησία, ἐλεημοσύνη, πίστις σὺν ἐλπίδι καὶ ἀγάπῃ· διʼ ἃς ὡς κλίμακος βαθμίδας, εἰς τὰς τῆς σοφίας σκηνὰς εἰσιέναι ἀκώλυτον τοὺς ἀνιέναι καὶ οἰκῆσαι βουλομένους.

Παιδείαν λέγει φόβου Θεοῦ, νηστείαν, ἐγκράτειαν, ἀγρυπνίαν, ὕμνον, καὶ τὴν ἐν νόσοις πρὸς δοκιμὴν Θεοῦ ἐπερχομένην ἡμῖν παιδείαν. Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ Θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Ὁδοὺς ἐνταῦθα τὰς αἰσθήσεις φησίν ὁ δὲ φυλάσσων αὐτὰς, τηρεῖ ἐκ θανάτου τὴν ἑαυτοῦ ψυχὴν πρὸς ζωήν· ζωὴ γάρ ἐστιν ἡ πάντα ζωοῦσα, καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγοῦσα Τριὰς ἁγία ὁ δὲ ἀγαπῶν τὴν ζωὴν, καὶ ἀεὶ ζῇν αὐτῇ ἐφιέμενος, φείσεται στόματος αὑτοῦ ἐκ τῶν μὴ Θεοῦ λόγων καὶ ἔργων, καὶ τῇ γνώσει τοῦ Θεοῦ προσἐξει.

Ζωὴ ὁ Θεός ἐστι· τῆς δὲ τρισσοφαοῦς αὐτοζωῖας ἡ πηγὴ, ἡ σοφία καὶ ἡ γνῶσις καὶ αἱ ἀρεταί εἰσιν· ἐξ ἧς πηγῆς οἱ πίνοντες, ἀθανασίας μετέχουσι και ἀειζωΐας· τοῖς δὲ κεκτημένοις τὴν τοιαύτην πηγὴν, ἔννοια λόγων ζωῆς ἐστι· ἡ δὲ παιδεία ἀφρόνων, ἡ κακία ἐστίν· ἡ δὲ ἀνεξέλεγκτος παιδεία, ἡ ἀφροσύνη ἐστίν.

Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπε, παρὰ τὸ τὰ πάντα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα· ἡ δὲ καρδία τῶν σοφῶν νοεῖ τὰ ἀπὸ τοῦ ἰδίου στόματος ἔν τε κρίσει σωμάτων καὶ ἀσωμάτων, καὶ ἅπερ αὐτοὶ ποιεῖν διδάσκουσι καὶ πράττουσιν.

Λόγους οἱ δαίμονες παρὰ τοῦ διαβόλου μανθάνοντες, ἐπιχειροῦσι τοῖς ἀγίοις, καὶ πειρᾶσθαι χωρίζειν αὐτοὺς ἐπινοοῦνται ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκε συνἅπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμεσι· τὸ δʼ αὐτὸ τοῦτο καὶ ὁ Σολομῶν ὡς οἶμαι διὰ ταύτης τῆς παροιμίας δεδήλωκε· σκολιὸν μὲν ἄνδρα λέγων τὸν Σατανᾶν· πορευομένους δὲ λαμπτῆρας δόλου τοὺς διδασκομένους παῤ αὐτοῦ κακοὺς δαίμονάς φησι· φίλους δὲ, τοὺς ἁγίους, τοὺς διὰ τῆς γνώσεως ἀπτομένονς τῷ Θεῷ καὶ ἀλλήλοις.

Ἀνὴρ παράνομος ὁ διάβολός ἐστιν· ἀποπειρᾶται δὲ φίλους Θεοῦ, καὶ ἀπάγει αὐτοὺς ταῖς πρὸς ἀπώλειαν ὁδοῖς καὶ οὐκ ἀγαθαῖς· ὅταν δέ τινα τῶν ἀγίων ἀπατήσῃ, στηρίξει νοήματα τοῖς ὀφθαλμοῖς αὑτοῦ. καὶ λογίζεται διεστραμμένα, μή πως σωθῇ μετανοήσας ὅν ἐθήρευσε· κνίζει δὲ τοῖς χείλεσιν αὐτοῦ ἐν τοῖς ὠσὶν ἐκείνου πάντα τὰ κακὰ ἐνθυμήματα, ἀπόγνωσίν τε καὶ πᾶσαν ἡδονὴν ἀκολασίας· οὗτος κάμινός ἐστι v. 25. 40 v. 28. ⁴¹ v. 29. 42 v. 30. πάσης κακίας· καὶ φλέγει ἐν αὐτῇ τὰς ψυχὰς τῶν ὀλισθησομένων· ἀλλὰ ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα Πνεῦμα θεῖον, διασυρίζον σοφίαν δρόσου· πολλαὶ δὲ ἔτι τῶν κατʼ αὐτὴν πονηροὶ ἄνθρωποι, εἰώθασι μιμεῖσθαι τὸν πατέρα αὐτοῖς διάβολον.

Κόλπους ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν ἀδίκων· οἷμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἢ τὸν νοῦν, ἢ τὴν γνῶσιν σημαίνει· καὶ τοὺς μὲν πονηροὺς ὁ διάβολος ἐγκολπίζεται, τοὺς δὲ δικαίους ὁ Κύριος.

CAP. XVII.

Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι, πᾶς ὁ ἀποστὰς τῆς κακίας διὰ τῆς ἀρετῆς, τῶν δαιμόνων ἀφρόνων ὄντων δεσποτῶν ἐκράτησεν· ὃς καὶ οἶκος μυστηρίων Θεοῦ γενήσεται. κατὰ ἀναλογίαν τῆς καταστάσεως, ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικήν· οὕτω καὶ Παῦλος τοὺς μὲν ἐν Κορίνθῳ γαλαποτίζων, τοὺς δὲ ἐν Ἐφέσῳ τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος· καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ Θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας, καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν.

Κάμινοι οἱ πειρασμοί· διὰ γὰρ τῶν πειρασμῶν καθάρας καὶ ἀκηλιδώτους τὰς καρδίας τῶν ἐκλεκτῶν ὁ Θεὸς ἐκλέγεται.

Ὁ αἱρετικὸς ὑπακούει γλώσσης τῆς τῶν ἀθέων δογμάτων· οἱ δὲ τῆς Ἐκκλησίας, οὐδὲ προσέχουσιν. Διὰ τοῦ ὑπακούειν, τὸ ἑκούσιον δείκνυσιν, ὡς εἰς τὴν τοῦ Θεοῦ σοφὴν διοίκησιν ἐξαμαρτών. — Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων, ὁ τοὺς ἀδίκους δεχόμενος παρʼ αὐτῶν λογισμοὺς, καὶ σπεύδων ἐνεργεῖν κατʼ αὐτούς· οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, ὁρατῶν τε καὶ ἀοράτων, τουτέστι μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ.

Ὁ πιστὸς, φησὶν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τροπικῶς τοῦ νοῦ προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται λόγον, διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὑτοῦ· ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστι τοῦ Θεοῦ, ὁ Παῦλος διδάσκει λέγων τό· Ἐν παντὶ ἐπλουτίσθητε, ἕν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ· εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ εὐπόρησαν χρημάτων οἱ περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, κακουχούμενοι, θλιβόμενοι, στενοχωρούμενοι; Πῶς δὲ καὶ ὁ ἄπιστος οὐχ ἕξει ὀβολὸν, πολλῶν ἀπίστων περιβεβλημένων πλοῦτον πολὺν, λέγω δὲ βασιλέων καὶ ἀρχόντων τοῦ κόσμου τούτου;

Χείλη πιστὰ τοὺς ἀγαθοὺς λογισμούς φησιντ· ἄφρονι δὲ δεκτοὶ ἕσονται πονηροὶ λογισμοί· τίς γὰρ μετοχὴ δικαιοσύνῃ πρὸς ἀδικίαν; εἰ μή που μετανοήσας δέξηται φρόνησίν τε καὶ πίστιν.

Διὰ μὲν τῆς δικαιοσύνης, τὴν ἀδικίαν κρύπτομεν· διὰ δὲ τῆς σωφροσύνης, τὴν ἀκολασίαν· καὶ πάλιν διὰ τῆς ἀγάπης, τὸ μῖσος· καὶ διὰ τῆς ἀφιλαργυρίας, τὴν 43 V. 33. ⁴⁴ V. 2. 45 V. 3. 46 V. 4. V. 6. 48 ICor. I, 5. Ηebr. XI, 37. 50 V. 9. 51. v. 9. πλεονεξίαν· κρύπτομεν δὲ καὶ διὰ τῆς ταπεινοφροσύνης τὴν ὑπερηφανίαν, καὶ διὰ τὴν πραῦτητα, τὴν θρασύτητα· ζητοῦντες τὴν πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει· καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολῖται τινὲς τῶν ἁγίων λέγονται γεγονέναι, καὶ οἰκεῖοι τῆς ἄνω Ἱερουσαλὴμ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφητῶν.

Οἷκον ἐνταῦθά φησι τῆς μὲν ψυχῆς, τὸ σῶμα· τὴν δὲ ψυχὴν πάλιν, οἶκον τοῦ νοῦ· ὁ δ’ αὐτὸς πάλιν νοῦς, τῆς ψυχῆς ὀφθαλμὸς λέγεται· ὁ δὲ τὴν ἕνθεον γνωσιν καὶ σοφίαν μαθὼν, ἑαυτὸν δὲ ἐκδοὺς τῇ κακίᾳ, καὶ ἀντὶ ἀγαθῶν πονηροὺς λόγους ἐκφέρων, πρὸς δὲ τὸ ἐπιστρέψαι καὶ σωθῆναι μὴ βουλόμενος, τοῦ σωματικοῦ οἴκου οὐκ ἀναχωρήσει ἡ κακία καί ἡ πονηρία· ἀλλὰ μένουσιν ἑδραίως ἐν αὐτῷ, ἵνα τὰ τέλεια κακὰ ἐπέλθῃ, ἐν αὐτῷ ἀκίνητα μένοντα ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.— Τὸ ἐκ τῆς γῆς παρὰ Κυρίου πλασθὲν ἡμῖν σῶμα, οἶκον ἐνταῦθά φησι· τὸ δὲ, οὐ κινηθήσεται, ἀντὶ τοῦ, οὐκ ἀναχωρήσει ἐκ τοῦ οἴκου αὑτοῦ ὀργὴ καὶ θλίψις, διά τε ἀνθρώπων καὶ δαιμόνων ἐκπεμπόμενα παρὰ Κυρίου, κατὰ τοῦ ἀντὶ ἀγαθῶν κακὰ ἀποδώσαντος τῷ ἀγαθοποιῷ αὑτοῦ ἀνθρώπῳ. — Εἰ ὁ κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον ὁ κακὰἀντὶ ἀγαθῶκἀποδιδοὺς παρανομώτερος; Τοιοῦτος δὲ ἐγένετο κατὰ τὴν ἔρημον ὁ Ἰσραήλ· πρὸς ὅν ὁ Μωϋσῆς ⁵⁴ ἐν τῷ Δευτερονομίῳ φησί· Γενεὰ σπολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε;

Ἐνταῦθα ἀρχὴν, τὴν γνῶσίν φησι· δικαιοσύνη δὲ ἕπεΐαι τῇ γνώσει· ἐκ γὰρ τῆς γνώσεως ἡ δικαιοσύνη τίκτεται· ἔνδεια δέ ἐστι ἅγνοια· στάσις δὲ καὶ μάχη. πᾶσα κακία· προηγεῖται δὲ τῆς ἀγνοίας, ἡ κακία. Τίνος ἕνεκεν πάλιν τῶν πενήτων κατηγορεῖ; Ἀπάγων ἡμᾶς ἀργίας· οὐκ ἅρα ἀπὸ χειροτονίας ἡ ἐξουσία· ὥστε εἰ βούλει μετὰ παῤῥησίας βαδίζειν, δίκαιος ἕσο· προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη, ἥτοι τοῖς ἀδικοῦσιν ἕνδεια ἀρετῆς.

Ὅμοιός ἐστι τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· καὶ τὸ μὲν φῶς, ὀνομάζων σκότος, τὸ δὲ σκότος, φῶς.

Χρήματα ἐνταῦθα τὴν σοφίαν καὶ τὴν γνῶσίν φησιν· ἅφρονι δὲ, ἵνα τί ὑπῆρξεν ἡ τῆς σοφίας καὶ γνώσεως μάθησις; ὡς γὰρ ἅμπελον ἀδύνατον ἐν θαλάσσῃ γενέσθαι, οὕτως ἐν ἄφροσιν ἡ σοφία ἀρετὴν καρπώσασθαι· χρήματα γὰρ ἄφρονός ἐστιν, αἱ περὶ καθʼ ἕκαστα αὐτοῦ πράγματα ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς, κτήσασθαι σοφίαν ἀδυνατεῖ. — Ἐν παντὶ πράγματι, πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται· ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν τὰ πράγματα τοῦ Θεοῦ, ἐμπεσεῖται εἰς κακὰ περὶ τὴν κρίσιν.

Ἐνταῦθα φίλον τὸν Χριστόν φησιν, ὅς διὰ τὴν πρὸς ἄνθρωπονφιλίαν, ἄνθρωπος γέγονεν. Οὐκέτι γὰρ λέγω ὑμᾶς δούλους, εἶπεν τοῖς μαθηταῖς, ἀλλὰ φίλουςʼ· ἐν παντὶ δὲ καιρῷ ὁ Χριστὸς συνυπαρχέτω σοι φίλος εἰ δὲ οἱ τοῦ Χριστοῦ υἱοὶ, ἀλλήλων εἰσὶ φίλοι· οἱ ἄγγελοι καὶ οἱ δίκαιοι ἅνθρωποι, ἀλλήλων εἰσὶν ἀδελφοὶ, 52 Ephes. II, 19,20. 53 v. 13. ⁵⁴ cod. Ἰησοῦς. 55 Deut. XXXII, 5, 6. 56 V. 14. 57 V. 15. 58 V. 16. 59 V, 16. 60 V. 17. 61 Joan. XV, 15. τῷ τῆς υἱοθεσίας γεννὦμενοι πνεύματι τούτου γὰρ χάριν καὶ γεννῶνται ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώτους ὁδηγήσωσιν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν Θεοῦ.

Οὗτός ἐστιν εὐμετάβολος, ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος, τοῖς πονηροῖς λογισμοῖς συναπαχθείς.

Πατέρα ἐνταῦθα τὸν Θεόν φησι· μητέρα, τὴν φιλανθρωπίαν αὐτοῦ· ἢ καὶ πεποίηκεν αὐτὸν σαρκωθῆναι, καὶ πάθη ὑπομεῖναι διʼ ἡμᾶς· ὁ δὲ Θεὸς καὶ Ηατὴρ ἡμῶν, οὐκ εὐφραίνεται ἐπὶ υἱῷ υἱοθετηθέντι μὲν, μὴ πεπαιδευμένῳ δὲ τὴν τοῦ Θεοῦ σοφίαν καὶ γνῶσιν, ἀλλὰ κακίᾳ καὶ πονηρίᾳ ἑαυτὸν ἐκδόντι· υἱὸς δὲ φρόνιμος εὐφραίνει τὴν μητέρα αὐτοῦ, τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἥ καὶ προσάγει ἡμᾶς αὐτῷ τᾦ Θεῷ καὶ Πατρὶ, ὡς υἱοὺς ἀπογαλακτισθέντας, καὶ τῆς πνευματικῆς στερεᾶς τροφῆς ἐφιεμένους· ἵνʼ ὡς καθʼ ὁμοιότητα ἀδελφὸς ἡμῖν γεγονὼς ὁ Υἱὸς αὐτοῦ Ἰησοῦς Χριστὸς, οὕτως καὶ ἡμεῖς πράξει καὶ λόγῳ πολιτευώμεθα ἕστι δὲ μήτηρ ἡμῶν καὶ ἡ Ἐκκλησία, ἥν τῷ Πνεύματι τῷ ἁγίῳ ἑαυτῷ Θεὸς καὶ Πατὴρ ἡρμόσατο εἰς γυναῖκα· τίκτει γὰρ ἀεὶ διʼ αὐτῆς ἑαυτῷ υἱοὺς καὶ θυγατέρας· καὶ ἐπὶ μὲν τοῖς πεπαιδευμένοις τὴν τοῦ Θεοῦ γνῶσιν καὶ σοφίαν, εὐφραίνεται καὶ ὁ Πατὴρ ἡμῶν Θεὸς, καὶ ἡ μήτηρ ἡ Ἐκκλησία· ἐπὶ δὲ τοῖς ἀπαιδεύτοις, πάνυ μὲν κήδεται καὶ λυπεῖται, ὡς μὴ θελόντων ἡμῶν ἐπιστρέψαι καὶ σωθῆναι, ἀλλὰ τῇ κακίᾳ προσμένειν.

Πρόσωπον ἐνταῦθα τὴν θεωρίαν φησί· θεωρία γὰρ νοημάτων συνετοῦ ἀνδρὸς, σοφία καὶ γνῶσις καὶ δικαιοσύνη· οἱ δὲ νοεροὶ ὀφθαλμοὶ τοῦ ἅφρονος, καὶ ἐν πώματι ἐν ἅκρᾳ κακίας καὶ πονηρίας.

Ὀργὴ τῷ ἄφρονι υἱῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπέμπεται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τῇ δὲ Ἐκκλησίᾳ τῇ γεννησαμένῃ τῷ Πνεύματι, καὶ τῇ τῶν ἀγίων χορείᾳ, ὀδύνη τότε πάντως ἕσται ἐπὶ τῇ ἀπωλείᾳ τοῦ ἅφρονος υἱοῦ· καὶ ὅτι ὁ μὲν φρόνιμος υἱὸς καὶτεκοῦσαν ἔχει καὶ μητέρα· ὁ δὲ ἄφρων μόνην τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσα· ἡ δὲ τεκοῦσα, οὐ πάντως ἕσται καὶ μήτηρ· ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μὲν ἕστι, μήτηρ δὲ οὐκ ἕστι· διότι μηδὲ τοῦ τῆς υἱοθεσίας μετέσχηκε Πνεύματος τὸ τεχθέν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται, καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν· οὐκέτι δὲ μητέρα τοῦ παιδὸς ἀποθανόντος.

Πλημμελεῖ τις, τοῦ δικαίου τὸ δίκαιον ἀφαιρῶν, ᾔ διαστρέφων αὐτοῦ πρὸς ἀδικίαν τοὺς μαθητὰς, ἁμαρτάνει· κτῆσιν γὰρ αὐτοὺς ἕχων, ἐζημίωται· οὐ γὰρ ζητοῦσι τὰ ἡμῶν, ἀλλʼ ἡμᾶς· δυνάστας δὲ λέγει τοὺς ἐν Χριστῷ βασιλεύοντας.

CAP. XVIII.

Ὁ ἀγόμενος τῇ τῶν δαιμόνων ἀφροσήνῃ, Θὐ χρείαν ἕχει σοφίας Θεοῦ ἥ γνώσεως· διότι ἠγάπησε μᾶλλον 62 V. 20. 63 V. 21. 64 V. 24. 65 V. 25. 66 26. 67 V. 2 τὸ σκότος ἢ τὸ φῶς· κἂν ἀφροσύνῃ χαίρει, οἵεται μὴ χρείαν ἕχειν σοφίας.

Ὥσπερ τὸ ὕδωρ ζωογονεῖ τὰ φυτὰ, οὕτως ταῖς ἀρεταῖς ἀνδρὸς ἐστομωμένου λόγος ἀναψύχει, καὶ πρὸς Θεὸν πτεροῖ τοὺς ἐθέλοντας σοφισθῆναι· ποταμὸν δὲ ἀναπηδῶντά φησι, τὴν ἀνεκδιήγητον τῶν χαρίτων σοφίαν τοῦ παναγίου Πνεύματος, τὴν ἀείῤῥυτον σοφίαν τῆς τρισσοφαοῦς ἑνιαίας Θεότητος.

Ὁ τὴν ὑπάρχουσαν τῷ διαβόλῳ κακίαν ἀποδεχόμενος, καὶ κατʼ αὐτὴν ἐνεργῶν θεωρίᾳ καὶ λόγῳ, οὗτος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς· τὸ δίκαιον δὲ ἐν κρίσει, ἐν λόγῳ τε σωμάτων, οὐ καλὸν ἐκκλῖναι ὅσιον.

Ἡ θρασύτης, ἀπὸ τοῦ πράου χωρίζουσα τὴν ψυχὴν, τῷ θανάτῳ δίδωσιν.

Ὀκνηροὺς εἰς μετάνοιαν καταβαλεῖ οὐ φόβος Θεοῦ, ἀλλʼ ὁ τῶν δαιμόνων· διεγείρουσι γὰρ αὐτοὺς εἰς ἀπόγνωσιν· ἢ ὁ τοῦ Κυρίου [φόβος], χωρίζων αὐτοὺς τοῦ ὀκνηροῦ, καὶ διεγείρων αὐτοὺς ἐκ τῆς κακίας διʼ ἕργων ἀγαθῶν εἰς μετάνοιαν· ἀνδρόγυνος δέ ἐστε ψυχὴν καὶ σῶμα, ὁ ἐκκεχυμένος, ὁ μαλακὸς, ὁ μήτε διδάσκειν δυνάμενος ἑαυτὸν, μήτε μανθάνειν παρʼ ἑτέρων βουλόμενος· ἢ τοὺς ὀκνοῦντας πρὸς ἀρετὴν ὁ τῶν κακῶν φόβος προκαταβάλλει, τὸ παραθαῤῥῦνον πρὸς τὸ μέλλον οὐκ ἔχοντας· ἀνὴρ δὲ τὴν προαίρεσιν θῆλυς, οὐχ ἕξει τὴν τρέφουσαν ἀρετήν· πεινάσουσι δὲ, ὅτε ἐξ ἐναντίας ἵδωσι τὴν βασιλείαν, ἐν τῇ βασάνῳ βασανιζόμενοι.

Τὸν πλοῦτον τῆς γνώσεως τοῦ Κυρίου, καὶ τὸ ἐυιργητικὸν τοῦ Λόγου, ἰσχύν φησιν· αὐτὸς γὰρ μόνος γινώσκει τὰ πρῷην, καὶ τὰ ἐνεστῶτα, καὶ τὰ μέλλοντα· αὐτὸς καὶ ἐνετείλατο εἰπὼν, γενηθήτω φῶς· οὐρανὸς, καὶ γῆ, καὶ τὰ ἐν αὐτοῖς, ἐξ οὐκ ὅντων εἰς τὸ εἶναι παρήχθησαν· αὐτὰ δὲ δείκνυσιν αὐτὸν Κύριον καὶ Θεὸν μόνον εἶναι· καὶ διὰ μὲν τοῦ ὀρθοῦ βίου προστρέχουσιν αὐτῷ οἱ δίκαιοι, διὰ δὲ τῆς θεωρίας ὑψοῦνται· ἢ ὅτι ἐκ τῶν κτισμάτων, ἢ τῆς μεγαλοσύνης αὐτῶν, φανερόν ἐστιν ὅτι ὁ Θεὸς παντοδύναμος.

Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς μὴ λαβόντας μὲν γνῶσιν παρὰ Θεοῦ, διδάσκειν δὲ ἅλλους ἐπιχειροῦντας· ὁ γὰρ Δαυΐδ φησι· Τοῦ ἀκοῦσαι μὲν φωνῆς αἰνέσεώς σου, καὶ τότε διηγήσασθαι ἄλλοις τὰ θαυμάσιά σου· καὶ ὁ Σολομῶν φησι· Ἅ εἶδον οἱ ὀφθαλμοί σου, λέγε· πολλοὶ γὰρ καὶ ἀρετῆς μὴ ἀπαρξάμενοι, ἄλλους κατορθῶσαι οὐ μόνον παραινοῦσιν, ἀλλὰ καὶ βιάζονται καὶ παρακελεύουσιν.

Ἄνδρα ἐνταῦθα τὸν Θεόν φησι· τὸν γὰρ θυμὸν αὐτοῦ τὸν ἐν τῇ κρίσει καταπραΰνει ἐφʼ ἑαυτὸν, ὁ θεραπεύσας αὐτὸν ἐν ταῖς ἐντολαῖς αὐτοῦ· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν· ὥσπερ δὲ ὁ Κύριος ἡμῶν πάρδαλις ἀπορουμένη λέγεται γίνεσθαι πρὸς τοὺς πλημμελοῦντας, καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπιστοῦντας, οὕτω καὶ ὀλιγόψυχος ἐπὶ τοῖς ἁμαρτάνουσι· δύναται δὲ ὀλιγόψυχον λέγειν καὶ τὸν πονηρὸν. καὶ πάντα δαίμονα ἀρετῆς ἐκπεπτωκότα καὶ γνώσεως.

68 V. 4. 69 V. 5. 70 V. 6. 71 V. 8. 72 V. 10. 73 V. 13. 74 Psal. XXV, 7. 75 Prov. XXV, 8. 76 V. 14.

Τὸν βίον τὸν ὀρθὸν τοίνυν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ Θεοῦ· ὅπερ καθέδραν δυναστῶν ὀνομάζει, ἤγουν τῶν ἁγίων δυνάμεων· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη, δυσκίνητον ἢ ἀκίνητον διατηροῦσα τὸν καθεζόμενον.

Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ κλῆρος τῆς φύσεως τῆς λογικῆς· καὶ ἐν δυνάσταις ὁρίζει γίνεσθαί τι, καὶ ποιοῦσι· τῷ γὰρ γνῶσιν ἔχοντι θείαν, κλίνονται πάντες· ἢ ἀντιλογίας ἐνταῦθα τοὺς ἐκ τῶν δαιμόνων καθʼ ἡμῶν ἐγειρομένους λογισμούς φησι, τοὺς τῇ ἀρετῇ ἀντιπάλους, καὶ τοῦ Θεοῦ χωρίσαι ἡμᾶς σπεύδοντας· παύει δὲ ταύτας ἀφʼ ἡμῶν ὁ τῆς γνώσεως κλῆρος, καὶ τοὺς δυνάστας δαίμονας ὁρίζει ἀναχωρεῖν, ὡς κεκληρωμένος τῷ Θεῷ, ἐξ αὐτοῦ τε καὶ ἄλλων ὡς θείαν γνῶσιν ἔχων.

Ἤ τὴν ψυχὴν λέγει, ζωῆς καὶ θανάτου δεκτικὴν, ἀφʼ ὧν τὸ αὐτεξούσιον δείκνυται τῶν νῦν τε καὶ τῶν μελλόντων τοὺς καρποὺς αὐτῆς ἀπολαῦσαι καλῶν τε ἢ κακῶν.

Ὅς εὗρε σοφίαν ἀγαθὴν, εὗρε χάριτας Θεοῦ· — Ὁ κατέχων κακίαν, ἄφρων καὶ ἀσεβὴς, ὡς ἐφευρετὴς αὐτῆς διάβολος.

CAP. XIX.

Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμἴν ἀγγέλους πολλούς· ὁ δὲ ἀκάθαρτος, ὃν πένητά φησι, καὶ ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται· ἡ γὰρ πνευματικὴ φιλία, ἀρετή ἐστι καὶ γνῶσις Θεοῦ, διʼ ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις δυνάμεσιν· εἴγε οἱ μετανοοῦντες ἄνθρωποι, χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις· οὕτω καὶ ὁ Σωτὴρ φίλους καλεῖ, τοὺς δούλους ποτὲ, τῆς μείζονος αὐτοῦ θεωρίας καταξιώσας· οὕτω καὶ Ἀβραὰμ πλουτίσας ἐν γνώσει, τὴν μυστικὴν ἐκείνην παρατίθησι τράπεζαν τοῖς κατὰ τὴν μεσημβρίαν φανεῖσι φίλοις αὐτοῦ· Σαοὺλ δὲ καὶ ἀτὸ τοῦ ὑπάρχοντος φίλου διὰ τὴν κακίαν χωρίζεται· γέγραπται γάρ· Καὶ ἀπέστη πνεῦμα Κυρίου ἀπὸ Σαούλ· καὶ πνεῦμα πονηρὸν παρὰ Κυρίου ἔπνιγε τὸν Σαούλ· καὶ πνεῦμα Κυρίου λέγων τὸν ἄγγελον· Ὁ ποιῶν, γὰρ, φησὶ, τοὺς ἀγγέιους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον· (9). ὅτι δὲ ἄγγελοι τοὺς ἀνθρώπους ἐμπεπίστευνται, διδάσκει ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος, Ὁρᾶτε, λέγων, μὴ καταφρονῆτε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· καὶ πάλιν ὁ Ἰακβ Ὁ ἄγγελός σου ὀ ῥυόμενός με ἀπὸ πάντων τῶν· κακῶν.

Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λέγους, τὸν δημιουργὸν βλασφημοῦσι, μάρτυρές εἰσι ψευδεῖς· οὐκ ἀτιμώρητοι δὲ διαμένουσιν ἐν ἡμέρᾳ κρίσεως· καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐνσχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετὴν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως.

Οἱ χυδαῖοι οὐ τὸ ἀξίωμα τιμῶντες ἀποδιδόασι τὸν 77 v. I6. 78 v. 18. 79 v. 21. 80 v. 22. 82 v. 4. I Reg. XVI, 14. Psal. CIII, 4. 84 Matth. XVIII, 10. 85 Gen. XLVIII, 16. v. 5. 87 v. 6. φόβον, ἀλλὰ κόλακες ὄντες προσωποληπτοῦσιν· ὁ δὲ ἀληθὴς ἀνὴρ οὐ κολακεύσει τὸ κακὸν, ἀλλʼ ἐλέγξει.

Πᾶς ὃς μισεῖ τὸν πτωχὸν ἀδελφὸν, κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ ἀγάπης Θεοῦ καὶ ἀγγέλων μακρὰν ἔσται· ἢ πᾶς ὃς ἀδελφὸν ἀρετῆς πτωχὸν ὄντα μισεῖ, καὶ τῆς πρὸς τὰ πάθη φιλίας μακρύνεται τοῦ βίου. — Ἀγαθὴν ἔννοιαν τὴν τοῦ Θεοῦ γνῶσιν ὠνόμασε, καὶ τοῖς εἰδόσιν αὐτὴν τοῖς καθαροῖς τῇ καρδίᾳ, εἴωθε τούτοις ἐγγιεῖν· ὁ δὲ πειθόμενος τούτοις εἰς μάθησιν, φρόνιμός ἐστι, καὶ εὑρήσει αὐτήν. — Ὁ πολλὰ κακοποιῶν διʼ ἔργων καὶ λόγων, τελεσιουργεῖ κακίαν, ἥ ἐστιν πᾶσα ἁμαρτία· ὃς δὲ τελεσιουργεῖ κατὰ ἀνθρώπων λόγους εἰς ἀπώλειαν, καὶ βλασφημίας κατὰ Θεὸν, οὐ σωθήσεται οὗτος.

Οὕτε ἡ κατὰ ψυχὴν τρυφὴ, οὔτε ἡ κατὰ σῶμα συμφέρει τῷ ἄφρονι· τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσὶ, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυφῆς ἡ σὰρξ αὐτοῦ πρὸς πάθη κινηθήσεται, καὶ κατὰ Θεοῦ βλασφημίας ῥίψει· εἰ καὶ ἀπὸ δούλων ἐλεύθερος, τοῦτο ποιήσει.

Εἰ ὁ καυχώμενος ὀρθῶς, ἐν Κυρίῳ καυχᾶται, ὁ δὲ Κύριος ἡμῶν σοφία ἐστὶν, ὁ καυχώμενος ὀρθῶς, ἐν σοφίᾳ καυχᾶται· τὸ καύχημα τοίνυν τοῦ μακροθύμου καὶ ἐλεήμονος, ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐτοῦ· ἐπέρχεται δὲ τοῖς παρανόμοις ἀπαλλάττων αὐτοὺς κακίας, νῦν μὲν ἐνδεχομένως, ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἀναγκαίως.

Ὁ Κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος· πρὸς δὲ τοὺς ἁμαρτάνοντας κατακαῖον καὶ ἀναλίσκον, ὡς ξύλα χόρτων καλάμην, τὴν στρατευομένην σάρκα κατὰ τοῦ πνεύματος· φῶς δὲ καὶ δρόσος πρὸς τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους, καὶ κατασβεννύων τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, καὶ περιψύχων τὸν ἐκ τῆς πράξεως συμβαίνοντα καύσωνα.

Τὴν ἀκάθαρτον ψυχὴν, ἑταίραν ὠνόμασε· καὶ ταύτης τὸ μίσθωμα, τὴν κατάστασιν εἴρηκεν αὐτῆς, ἀφʼ ἦς οὐ καθαραὶ γίνονται προσευχαί.

Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ γνώσεως τοῦ Θεοῦ, τῶν πατέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισὶ, τοῦ Κυρίου ἐστί· γυναῖκα γὰρ ἐνταῦθα τὴν σοφίαν λέγει· ἐράσθητι γάρ, φησὶ, τῆς σοφίας, καὶ τηρήσει σε· τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ.

Αἱ ἐντολαὶ, ὡς πρὸς μὲν τὸν ἐντειλάμενον Θεὸν, καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς, καλοῦνται ὁδοί· καὶ ὁ μὲν φυλάσσων, τηρεῖ ἐκ θανάτου πρὸς ζωὴν τὴν ψυχὴν ἑαυτοῦ· ὁ δὲ καταφρονῶν, τὸν ἀπέραντον θάνατον θανεῖται.

Ἐπὶ μὲν τῶν αἰσθητῶν οὕτως ἔχει· ὅσον δὲ ὁ ἥλιος τῆς σελήνης ὑπερφυὴς, τοσοῦτον ὁ ἐλεῶν τοὺς ἐν πτωχείᾳ ἀρετῶν καὶ ἀνακτώμενος αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· δόμα δὲ διδόναι τῷ Θεῷ, τὴν 88 v. 7. 89 v. 10. 90 v. 11. 91 v. 12. 92 v. 13. 93 v. 14. 94 v. 16. 95 v. 17. καθαρότητα τῆς καρδίας ὠνόμασε· κατὰ ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως ὑπὸ τοῦ Θεοῦ.

Ὁ λέγει τοιοῦτόν ἐστι περὶ τῶν ἐν τῷ βίῳ· ἐγὼ δὲ νομίζω, τὴν μὲν πολλὴν ζημίαν, στέρησιν περιέχειν τῆς θεωρίας τῶν γεγονότων· τὴν δὲ προσθήκην τῆς ψυχῆς, ἀφανισμὸν τῶν φυσικῶν περὶ Θεοῦ ἐννοιῶν, παντάπασιν αὐτῆς εἰς ἀλογίαν καταπεσούσης καὶ ὁ Σωτὴρ δὲ ἐν τοῖς Εὐαγγελίοις φησί· Τί ὠφεληθήσεται ἄνθρωπτος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ καί ζημιωθῆ; Ενταῦθα ἡ ἀπώλεια τὴν ἄγνοιαν σωμάτων καὶ ἀσωμάτων ἐμφαίνει ἡ δὲ ζημία τὴν ἐσχάτην ἀλογίαν παρίστησιν.

Εἰ φόβος Κυρίου εἰς ζωὴν ἀνδρὶ, φόβος δὲ Κυρίου σοφία καὶ παιδεία, ἡ ζωὴ τοῦ ἀνδρὸς ἄρα σοφία ἐστὶ καὶ παιδεία· τὸ οὖν γνῶναι σοφίαν καὶ παιδείαν, γνῶναί ἐστι τὸν Χριστὸν καὶ τὴν αὐτοῦ διδασκαλίαν ὁ οὖν ἄφοβος ἔσται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, ἐν αἷς οὐκ ἔστιν ὁ Χριστός· οἱ οὖν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ ζῶντες, οὐκ ἐπισκέπτονται ἐν αὐτοῖς τὸν φόβον τοῦ Θεοῦ, καὶ τὸ ἔλεος ἐφʼ ἑαυτοῖς μὴ ἐλπίζοντες· οὐδὲ Χριστός ἐστιν ἐν αὐτοῖς, παρὰ τὸ μὴ θέλειν αὐτούς.

Ὁ μὴ ἀρθῶς βιοὺς, κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βουλόμευος, τουτέστι τὸ σῶμα· μηδὲ ἐμπλησθῆναι ἄρτων ψυχικῶν· αἱ γὰρ πρακτικαὶ ἀρεταὶ, χειρῶν ἔχουσι λόγον, αἱ τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι, τὸν ἀπὸ τῶν οὐρανῶν καταβάντα, καὶ ζωὴν διδόντα τῷ κόσμῳ διʼ ἐνθέου σοφίας καὶ γνώσεως.

CAP. XX.

Εἰ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστος ἄρα ὁ θυμὸς, ἀκολάστους ποιῶν τοὺς ἀνθρώπους· καὶ ὑβριστικὸν ἡ ὀργή· γίνεται γὰρ ἀπὸ ζέοντος θυμοῦ· εἰ δὲ οἴνου οἱ Ναζαραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς Ναζαραίους ἐκτὸς εἶναι νενομοθέτηται.

Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων, ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν.

Ὥσπερ ὁ ἄφρων τὸ ὄνειδος οὐκ αἰσχύνεται, οὕτως ὁ δανεισάμενος σῖτον σπεῖραι ἐν ἀμητῷ ἤδη ὅτι ἐκ τοῦ γεωργίου αὐτοῦ ἀποδοθήσεται τῷ δανείσαντι, κἂν τύχῃ ἀποθανεῖν τὸν δανεισθέντα.—Εἰ ἔστιν ἐν ἀμητῷ σῖτον δανείσασθαι παρὰ τῶν ἐργασαμένων ἐν τοῖς ἔξ ἔτεσι τὴν ἑαυτῶν γῆν, τουτέστι παρὰ τῶν τῆς πρὸ τοῦ Χριστοῦ παρουσίας ἐν τοῖς ἓξ αἰῶσι λαμψάντων δικαίων καὶ προφητῶν τὰς ἀρετὰς μιμήσασθαι, τῶν καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήραν καὶ ὀρφανοὺς, εἰς τὸ ἀνταποδοθῆναι αὐτοῖς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὸν μισθὸν τῆς ἐνδείξεως τῶν ἀρετῶν, ὡς ἀπαρχὴ γεγονότες τῶν ἀρετῶν.

Οὔς κατʼ ἀρετὴν δηλονότι νεγέννηκέ τις, εἰκόνα 96 v. 19. 97 Matth. XVI, 26. 98 v. 23. 99 v. 24. 1 v. 1. 2 v 2. 3 v 4. 4 v. 7. καὶ μακαρισμὸν καταλείψει τοῖς μετέπειτα ὁ ἄμωμος, καὶ δικαιοσύνην ἀνατροφῆς ἕως τέλους.

Τελευτᾷν γὰρ εἶπεν ἀλλαχοῦ τὸν κακολογοῦντα ἀλλὰ καὶ Χριστός· Κοὶ ὁ τὴν Ἐκκ λησίαν κακολογῶν, στερηθήσεται τῆς πίστεως. ἥτις ἦν αὐτῷ φῶς πρὸ τῆς διαβολῆς· λέγει δʼ ἂν καὶ περὶ ταῦ ἐξωτέρου σκότους· διὸ καὶ ἐπὶ μέλλοντος εἴρηται· καὶ ὁ Χριστὸς δὲ, πατὴρ καὶ μήτηρ δύναται λέγεσθαι· πατὴρ μὲν τῶν ἐχόντων πνεῦμα υἱοθεσίας· μήτηρ δὲ τῶν δεομένων γάλακτος καὶ οὐ στερεᾶς τροφῆς· καὶ γὰρ καὶ ὁ ἐν Παύλῳ λαλῶν Χριστὸς, πατὴρ μὲν τῶν Ἐφεσίων ἐγίνετο, σοφίας αὐτοῖς ἀποκαλύπτων μυστήρια· μήτηρ (10) Κορινθίων, γάλα ποτίζων αὐτούς.

Τὴν ἐκ τοῦ πονηροῦ ἐφευρεθεῖσαν ἡμῖν ἡδονὴν, ἢν μερίδα φησὶν ἐν πρώτοις, πρόσκαιρον μὲν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερος χολῆς εὑρήσεις.

Μὴ εἴπῃς καθʼ ὑπερηφανίαν κινούμενος· ἐγὼ μόνος τοῖς ἐχθροῖς πολεμήσω, ἀλλʼ ὑπόμεινον τὸν Κύριον καὶ ἐπικαλοῦ, ἵνα σοι βοηθήσῃ· μὴ θάῤῥε σαυτῷ ὡς χωρὶς Κυρίου δυνάμενος· ὅτι γὰρ χωρὶς αὐτοῦ οὐκ ἔστι βοηθὸς, λέγει Δαυΐδ· Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ.

Ἐπὶ μὲν τῶν αἰσθητῶν, στάθμιον μέγα καὶ μικρόν φαμεν εἶναι, ἐν οἷς χρυσὸς, ἄργυρος, χαλκὸς, μέταξα (11), καὶ ὅσα ἄλλα σταθμίζονται· μέτρα δὲ τὰ ἐν ἀγγείοις μετρούμενα, σἵτος. οἶνος, ἔλαιον, καὶ ὄσπρια· ἄλλως τε δὲ τὸν παρά τισι θρασύδειλον λεγόμενον, μέγα καὶ μικρὸν εἶναι στάθμιον νομίζω· καθόλου δὲ πᾶσαν ὑπερβολὴν καὶ ἔλλειψιν· τοῦτο στάθμιον μέγα καὶ μικρόν ἐστιν· ἑκάτερα γὰρ κακίαι, καὶ μέτρα δισσά· ἄλλως τε καὶ ὁ εὖ μὲν πάσχειν ὑφʼ ἑτέρων βουλόμενος, αὐτὸς δὲ ὁμοίως ἄλλους ἀναπαύειν μὴ προαιρούμενος, μέτρα ἔχει δισσά· μὴ πειθόμενος τῇ ἐντολῇ τῇ λεγούσῃ · Πάντα ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἰ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς.

Οὐχὶ τὸ κακῶς ἀκοῦον οὖς, ἔργον ἐστὶ τοῦ Κυρίου, ἀλλὰ τὸ ἐπὶ καλοῖς προσέχον· καὶ οὐχὶ κακῶς ὀρῶν ὀφθαλμὸς, ἔργον ἐστὶ τοῦ Κυρίου, ἀλλʼ ὁ ὁρῶν καὶ φανταζόμενος τὰ θεῖα· ὁ γὰρ ἀκούων τοῦ Κυρίου, καὶ βλέπων τὰς ἐντολὰς αὐτοῦ, ἔργον ἐοτὶ τοῦ Κυρίου· καὶ ἐπὶ τῶν ἄλλων μερῶν τοῦ σώματος ὡσαύτως λεκτέον· χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς κατηγοροῦντας ἡμῶν τοῦτο τὸ σῶμα, καὶ τὸν Θεὸν ἐνυβρίζοντας.

Τουτέστι μὴ κάθευδε πολλὰ, ἀλλʼ ἄγρυπνος ἕσο· ἵνα μὴ ἐξαρθῇς εἰς τὴν γέενναν, μὴ καταλάλει· καὶ διὰ μὲν τῶν ἀρετῶν, ἄνοιγε τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου· διὰ δὲ τῆς σοφίας, νοητῶν ἐμπλήσθητι ἄρτων.

Τὸ σταθμιεῖν ἑαυτόν τις ἐπὶ τοῖς τοῦ Κυρίου καὶ 5 v. 20. 6 Matth. XVIII, 17. 7 v. 21. 8 v. 22. 9 Ps. XLIII, 7. 10 v. 10. Luc. VI, 31. v. 12. 12 v. 13. 14 v. 23. (10) Desideratur δέ. EDIT. PATR. (11) Notemus μέταξα apud Origenem, quod imamerito nonnulli vocabulum barbaricum existimarunt. τοῦ διαβόλου ἔργοις, βδἐλυγμα Κυρίῳ· ζυγὸν δὲ δόλιον λέγει τὸν νοῦν, τὸν πεφυκότα μὲν δικαίως κρίνειν τὰ πράγματα, παρεκκλίνοντα δὲ τῇ τοῦ αὐτεξουσίου ῥοπῇ διὰ φίλους ἢ χρήματα.

Μὴ ταχέως, φησὶν, ἐπὶ τὴν ἐπαγγελίαν πρὸς τὸν Θεὸν κινοῦ, ἵνα μὴ τῆς χρείας σε πολλάκις, ἢ τῆς τοῦ πλείονος ἐπιθυμίας ἑλούσης, ἄρξῃ μετανοεῖν, καὶ ὑβρίσῃς Θεὸν, προτιμήσας αὐτοῦ ἕτερον· ἡ ἐπὶ τοῖς ἀγαθοῖς δὲ μετάνοια, οὐ δικαίοις συμβαίνει, ἀλλὰ δίκοις· ἄδικοι δὲ μηδὲν ἀπερισκέπτως ὑπισχνείτωσαν τῷ Θεῷ· μετὰ γὰρ τὸ εὔξασθαι, μετανοεῖν γίνεται. —Τὸ ταχὺ συντάξασθαι τῷ Κυρίῳ, ὅπερ ἐστὶ τὸ ἁγιάσαι τι τῶν αὐτοῦ, καὶ ἐπὶ τούτῳ θᾶττον μεταμεληθῆναι, παγίς ἐστι τῷ ἀνδρί.

Λικμήτωρ ἀσεβῶν ὁ Χριστός ἐστιν· ἐπιβαλεῖ δὲ τοῖς ἀσεβέσιν ὥσπερ λέων θήρας· τροχὸς δὲ, ἅλωνος χωρίζων τὰ ἄχυρα ἀπὸ τοῦ σίτου· ἢ τροχὸν ἐπιβαλεῖ τὴν ἀναπόδιστον τιμωρίαν.

Ταμιεῖα κοιλίας ἐστὶν ὁ νοῦς, ἡ καρδία, καὶ ἡ γνῶσις, ἔνθα πάντα τὰ θεῖά τε καὶ ἀσεβῆ ἐναποτίθενται διδάγματα· ὥσπερ δέ τις λύχνον ἅψας, τῶν ἐν τοῖς ταμιείοις κειμένων εὑρεῖν τι βούλεται, οὕτως ὁ Κύριος τῷ φωτὶ τῆς γνώσεως αὐτοῦ ἐρευνᾷ τὰ ταμιεῖα τῶν ἐν λόγοις καὶ πράξεσιν ἀνθρώπων· τοῖς δὲ τὴν γνῶσιν τοῦ Κυρίου ἐπισταμένοις ἀνθρώποις, φῶς ἐστιν αὐτοῖς· εἰ οὖν τὸ φῶς τοῦ Κυρίου, ἡ γνῶσις τοῦ Κυρίου ἐστὶ, τὸ δὲ φῶς τοῦ Κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων, ἄρα ἡ γνῶσις τοῦ Κυρίου πνοὴ τῶν ἀνθρώπων ἐστί· τὸν δὲ ἐν ἀγνοία διάβολον φαίνειν δοκοῦντα, λύχνον ὠνόμασεν ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν γνώσεων, καὶ μετασχηματιζόμενον εἰς ἄγγελον φωτός· ἐπεὶ δὲ τὸ φῶς τοῦ Κυρίου, οὐχ εἵλαντο γνῶναι οὐδὲ πορεύεσθαι ἐν αὐτῷ, τὴν ἄγνοιαν ὡς φῶς ἐλογίζοντο οἱ ἀσεβεῖς· εἰ δὲ τὴν ἄγνοιαν ὡς φῶς εἶχον, δηλονότι καὶ τὰ ἔργα τοῦ τῆς ἀγνοίας ἐφευρετοῦ διαβόλου ἔπραττον· οἱ δὲ τῇ ἀγνοίᾳ αὐτοῦ συμπορευθέντες, σὺν αὐτῷ ἔσονται εἰς αἰῶνας αἰώνων· οἱ δὲ τῇ γνώσει τοῦ Κυρίου, σὺν τῷ Κυρίῳ.

CAP.XXI.

Ἐκβάλλει τὸ ῥητὸν τοῦτο τὴν διὰ τῶν ἀλόγων ζώων θυσίαν· θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον.

Εἰ ἁγνὰ καὶ ὀρθὰ ἔργα Κυρίου, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστι καὶ ὁ νοῦς, ὀρθὸς ἄρα ἐκτίσθη καὶ ἁγνὸς παρὰ τοῦ Θεοῦ ὁ νοῦς, καὶ ὀρθὸν ὀφείλομεν διαφυλάττειν αὐτὸν πρὸς αὐτὸν ἐκ τῶν ἐπερχομένων ἡμῖν παρὰ τοῦ πονηροῦ κακῶν.

Τὸν οἶκον τὸν κεκονιαμένον καὶ κοινὸν, τῇ ὑπαίθρῳ γωνίᾳ ἀντέθεικεν· εἰ δὲ ὁ οἶκος ὁ κεκονιαμένος καὶ κοινὸς, ἡ κακία ἐστὶν, ἡ ὕπαιθρος γωνία ἡ ἀρετή ἐστιν γωνία τοίνυν ὕπαιθρός ἐστιν, πρᾶξις θεωρίας ἐφαπτομένη, καὶ φωτιζομένη ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου· καλῶς δὲ καὶ ὁ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων, τοῖχον εἶπε κεκονιαμένον τυφθησόμενον (12) ὑπὸ τοῦ Θεοῦ· καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις τοὺς Φαρισαίους, τάφους εἶπε κεκονιαμένους· εὖ δὲ καὶ τὸ 15 v. 25. 16 v. 27. 17 v. 3. 18 v. 8. 9 v. 9. 10 Act. XXIII, 3. 21,22 Matth. XXIII, 27. (12) Cod. τυπτηθησόμενον. ἐπὶ γωνίας εἶπεν, ἔνθα ὁ λίθος κεῖται ὁ ἀποδοκιμασθεὶς ὑπὸ τῶν οἰκοδόμων, καὶ γενόμενος κεφαλὴ γωνίας, ὅς ἐστι Χριστός· κοινὸν δέ ἐστιν, ὅ μὴ τοῦ ἑνός ἐστι Θεοῦ.

Δόσις λάθριός ἐστιν, ὃ ποιεῖ ἡ δεξιὰ, μὴ γινώσκει δὲ ἡ ἀριστερά· θυμὸν ἐγείρει κατʼ αὐτοῦ ἰσχυρὸν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὁ τῶν πρὸς τοὺς ἐνδεεῖς δώρων φειδόμενος.

Ἡ συναγωγὴ τῶν γιγάντων, ἡ κακία καὶ ἡ ἀγνωσία ἐστίν· γίγαντες δὲ οἱ δαίμονες· τουτέστιν ἐν μεγάλαις ἁμαρτίαις ἀναπαύσεται ὁ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης.

Ἀγύναιον εἶναι κρεῖττον, ἢ τοιαύτη συνεῖναι· καὶ ὁ Δαυΐδ φησιν· Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι· ἔρημος τοίνυν γῆ ἐστιν ἡ ἀρετὴν ἔχουσα ψυχὴ, καὶ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους ἐνοικοῦντας, τοὺς φθειρομένους κατὰ τὰς παλαιὰς ἐπιθυμίας τῆς ἀπάτης· διὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος· εἴγο δυσχερῶς διʼ ἀνύδρων τόπων ζητῶν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει· αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι, τουτέστι τῶν ἐν ἀναπαύσει καὶ ἀπολαύσει σαρκικῶν ἡδονῶν. Καὶ πάλιν Τῆς σοφίας στεγναὶ αἱ διατριβαὶ οἴκων αὐτῆς· εἰ δὲ τοῦτο, οὐκοῦν καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργίλος, ἡ κακία ἐστὶν, ἥτις τὸν συζῶντα αὐτῇ ποιεῖ μάχιμον καὶ γλωσσώδη καὶ ὀργίλον.

Σοφία Κυρίου ἀναπαύσεται ἐν καρδίᾳ δικαίου σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαβάλλουσιν αὐτὴν τοῦ φθεῖραι.

Ἡ σοφία ἐστὶ πόλις ὀχυρὰ, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσι, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμε ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. — Πόλεις ὀχυράς φησιν τὰς ὀχυρωθείσας καὶ κατακρατηθείσας ψυχὰς ὑπὸ τῶν ἀσεβῶν δαιμόνων καὶ πονηρῶν ἀνθρώπων, τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· ὧν τὸ ὀχύρωμα ἐπιβὰς ὁ σοφὸς, καὶ τὴν δοκοῦσαν ἀσφάλειαν αὐτῶν, τῇ οὕτως σοφίᾳ περιφραχθεὶς καθεῖλεν.

Στόμα καὶ γλῶσσαν καὶ νοῦν, θυμὸν καὶ ἐπιθυμίαν ὅς φυλάσσει, διατηρεῖ ἐκ τῆς ἐν κρίσει θλίψεως τὴν ψυχὴν αὐτοῦ.

Αὐτός ἐστι διαφόρως ἐπινοούμενος· θρασὺς μὲν γὰρ, ὁ πᾶν ὁτιοῦν ἀφόβως ἐπιτελῶν· αὐθάδης, ὁ ἀνεπικρίτως ἐλευθεριάζειν βουλόμενος· ἀλαζὼν. ὁ μείζοσιν ἑαυτὸν ἤπερ ἔχει σεμνύνων· λοιμὸς, ὁ πρὸς τῷ ἑαυτὸν καταβλάπτειν, καὶ ἑτέροις μεταδιδούς· τοσοῦτον γάρ ἐστι βλαπτικὸς, ὡς καὶ ἄλλοις μεταδιδόναι κακίας· ὅς δὲ μνησικακεῖ, παράνομος.

Ἔστι γὰρ καὶ ἀγαθὴ ἐπιθυμία· ἀγγέλων μὲν οὖν τὸ μὴ ἐπιθυμεῖν ποτε ἐπιθυμίας κακίας· δαιμόνων δὲ τὸ ἀεὶ κακὰς ἐπιθυμεῖν· ἀνθρώπων, τὸ ποτὲ μὲν ἐπιθυμεῖν. ποτὲ δὲ μή· τὸ δὲ ὅλην τὴν ἡμέραν, ἀντὶ διʼ ὅλου τοῦ βίου· τοιοῦτόν ἐστι καὶ τὸ, Ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ δι᾿ ὅλου τοῦ βίου.

22 Matth. XXI, 42. 24 v. 14. v. 16. 2⁶ v. 19. 27 Psal. LXII, 3. 28 v, 20. 29 v. 22. 30 v. 23. 23 v. 24. v. 25. Prov. XXIII, 17.

Ἵππον λέγει τὸν νοῦν, τὸν πολεμούμενον ὑπὸ τοῦ διαβόλου, καὶ ἀντιπολεμοῦντα· Ἐπιβήσῃ γὰρ, φησὶν, ἐπὶ τοὺς ἵππους σου· καὶ ἡ ἱππασία σου, σωτηρία· καὶ ἐπὶ τοῦ Παύλου ὁ Κύριος· Τοῦ βαστάσαι τὸ ὄνομά μου, φησί.

CAP. XXII.

Τὴν σημαινομένην ἀρετὴν ὑπὸ οἰκείου ὀνόματος, ὄνομα εἶπε καλόν· τοῦτο γάρ ἐστι καὶ καλὸν τὸ ὅνομα, ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν· οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα Δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία νομίζηται· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον, σοφία λεῖκή.

Συναντῶσιν ἀλλήλοις, ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαιρῶν τὸν θυμὸν, καὶ κτώμενος τὴν ἀγάπην· ὁ δὲ, διὰ τῆς πενίας τὸ ταπεινοφρονεῖν διδασκόμενος· τὸν μὲν γὰρ, θέλει παιδεύεσθαι· τὸν δὲ, μεταδιδόναι· ὥστε τὸν μὲν εὐχάριστον εἶναι, τὸν δὲ ἐλεήμονα.

Ζωὴν καὶ δόξαν καὶ πλοῦτον οὐράνιον κληρονομήσει ὁ σοφίαν καὶ φόβον Κυρίου ἔχων· πάσας γὰρ τὰς γενέσεις ἔσχε Νῶε· ταύτας Ἀβραάμ· ταύτας καὶ οἱ παρὰ Πέτρου μαθητευθέντες.

Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέντες, ἐν πάσῃ γνώσει καὶ σοφίᾳ, ἄρξουσι τῶν ἀκαθάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου· τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, οὐκ ἀναγκαῖον δημοσισύειν, διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυσπικὸν καὶ βαθύτερον· καὶ πρὸς ῥητὸν δὲ δείκνυσι τοῦ ἀνθρωπίνου βίου τὸ ἄστατον· ἀλλὰ καὶ ἐν ταῖς ὀλιγαρχίαις οἱ πλούσιοι τῶν πτωχῶν ἄρχουσιν· καὶ ἄλλως οἱ γνῶσιν ἔχοντες, τῶν μὴ τοιούτων ἄρχουσιν καὶ οἱ ἀπὸ τῶν ἐξ ἐθνῶν πιστοὶ, τοῖς ἐξ Ἰσραὴλ, οἷς ἐκέλευον πρόσθε, διδασκαλίαν δανείζουσι· καίτοι πρότερον ἔθνεσιν ἐδάνειζον ἐκεῖνοι πολλοῖς, καὶ τούτων ἦρχον· νῦν δὲ τῆς βασιλείας ἀπʼ αὐτῶν ἀρθείσης, ἔμπαλιν γέγονε.

Τὸν ἐν ταῖς ἐντολαῖς ἱλαρὸν ἄνδρα, καὶ ἐν ἐλεημοσύναις δότην, ἀγαπᾷ ὁ Θεός· καθὼς καὶ ὁ Παῦλός φησιν· Ὁ ἐλεῶν, ἐν ἱλαρότητι· τὴν δὲ ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ Κύριος καὶ τῆς γνώσεως, συντελεῖ.

Δῶρα τοῦ ἀνθρώπου τὰς τῆς ψυχῆς ἀρετὰς ὀνομάζει, διʼ ὧν νικῶν τὸν διάβολον, τίμιον ἑαυτὸν παρέχει τῷ Θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν στησαμένων αὐτὴν δαιμόνων.

Τῆς χειρίστης ἕξεως τὸν ἄνθρωπον ἐκβάλλεσθαι βούλεται διὰ πνευματικῆς διδασκαλίας μεθʼ ἧς εἶχε φιλονεικίας· καὶ λοιμὸν δὲ τὸν διάβολον ὄντα τῆς ψυχῆς ἐκδιώκεσθαι δεῖ· ἐὰν γὰρ ἐν αὐτῇ καθίσῃ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμάζει· συνέδριον γὰρ τὴν ψυχὴν καὶ ὁ Ἀπόστολος δείκνυσι, διʼ ὧν λογισμοὺς κατηγοροῦντας, ἢ καὶ ἀπολογουμένους εἰσάγει· Μεταξὺ γὰρ, φησὶν, ἀλλήλων τῶν λογισμῶν κατηγρρούντων ἢ καὶ ἀπολογουμένων· ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκτῖ καὶ 3⁴ v, 31. 35 IIab. III, 8. 3⁶ Act. IX, 15. 37 v. 38 v, 2. 39 v. 4. ⁴1 v. 8. 42 Rom. XII, 8. 43 v, 9. ⁴4 v. 10. ⁴5 Rom. II, 15. συνέδριον· ἀλλὰ καὶ ὁ λοιμὸς ἀτιμάζει πάντας ὡς ὑβριστής· ἢ ὡς τὰ ἴδια συστῆσαι βουλόμενος, τα τῶν ἄλλων ἀτίμως ἐκβάλλει· ὃν ἔκβαλε ἐκ συστήματος πνευματικοῦ· καὶ οὐ μόνον αὐτὸς ἐκβληθήσεται, ἄλλὰ καὶ τὰ συνόντα αὐτῷ, ἔριδες, φιλονεικίαι, μάχαι, καὶ ὅσα λοιμὸν ἀποτελεῖ.

Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν Κύριος, οὗτος καὶ τῆς πνευματικῆς ἡμᾶς γνώσεως ποιμαίνει, συγκαταβαίνων καὶ λέγων· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὅν ἀτιμάζει ὁ παράνομος· εἰ δὲ βασιλεὺς μὲν ἔστι τῶν βασιλευομένων ὁ Χριστὸς, ποιμὴν δὲ ὁ προβάτων, ἔσται ποτὲ μόνος βασιλεὺς τῶν προβάτων, εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα.

Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ· ὅντινα φοβούμενος ὁ ὀκνηρὸς, πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται· εἰ δὲ λέων ἐν ταῖς ὁδοῖς τῆς δικαιοσύνης ζητεῖθηρεῦσαί τινα, ὅς ἐστιν ὁ διάβολος· ἐν δὲ ταῖς πλατείαις ταῖς πρὸς τὴν ἀπώλειαν φερούσαις, μετὰ τὴν φάλαγγα τῶν δαιμόνων αὐτοῦ, αὐτὸς φονεύει τοὺς αὐτῷ πειθομένους.

Βόθρος βαθὺς ὁ διάβολός ἐστιν· ὁ δὲ μισηθεὶς παρὰ Κυρίου, ὁ μὴ ἑαυτῷ προσέχων ἀσφαλῶς· ὁ δὲ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ Κυρίου, ἀλλὰ δοκιμῆς χάριν εἰς τὸ τοῦ παρανόμου πέπτωκε (13) στόμα ὁ δὲ μισηθεὶ, ὑπὸ Κυρίου, εἰς τέλος καταλιμπάνεται ἐν τῷ βόθρῳ, φιλήδονος ὢν ἐν γνώσει ἁμαρτίας.

Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ὁ Χριστὸς, ὃς ποιμανεῖ τὸν λαὸν αὐτοῦ τὸν νέον Ἰσραὴλ ἐν τῇ νομῇ τῶν ἑαυτοῦ προβάτων.

Ὥσπερ ὁ διάβολος συκοφαντεῖ ἡμᾶς πρὸς τὸν Θεὸν, λαμβάνων παῤ ἡμῶν τὰς ἀρετὰς, ἃς μὴ δέδωκεν ἡμῖν, οὕτω καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτὸν λαμβάνοντες παῤ αὐτοῦ τὰς κακίας ἃς μὴ δεδώκαμεν αὐτῷ· καὶ καθὸ μὲν λαμβάνομεν παῤ αὐτοῦ τὰς κακίας, ὡς παρὰ πένητος ἐν ἀρεταῖς λαμβάνομεν· καθὸ δὲ τὰς ἀρετὰς ἡμῶν διδόαμεν αὐτῷ ἐπʼ ἐλαττώσει ἡμῶν, ὡς πλουσίῳ ἐν κακίᾳ διδόαμεν· μήποτε δὲ, φησὶν, ὡς ὀλίγα διδοὺς ἄρχοντι· παῤ ᾧ συκοφαντεῖ τὰ πλείω κερδαίνων, πλέον καὶ βλάπτεται τὴν ψυχήν.

Ὁ τοῖς πανσόφοις λόγοις προσέχων τοῦ Θεοῦ, καὶ ποιῶν τὰ προστασσόμενα ὑπʼ αὐτοῦ, οὗτος ἐπέστησε τὴν καρδίαν, καὶ ἔγνω ὅτι καλοί εἰσιν· οὗτος ἀκούει τῶν τοῦ Θεοῦ λόγων, ὁ ποιῶν τὰ προστασσόμενα ὑπʼ αὐτῶν· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλʼ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Ἐὰν δὲ ἐπιστήσῃς σὴν καρδίαν τοῦ γνῶναι καὶ ποιῆσαι, γνωρίσει σοι τὴν ὁδὸν αὐτοῦ τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὀδὸς καὶ ὁ ἀλήθεια.

Ὁ πλατύνας διὰ τῆς καθαρότητος τὴν καρδίαν αὐ τοῦ, νοήσει τοὺς τοῦ Θεοῦ λόγους, τούς τε πρακτικοὺς, καὶ τοὺς σοφιστικοὺς, καὶ τοὺς θεολογικούς· πᾶσα γὰρ ἡ κατὰ τὴν Γραφὴν πραγματεία, τέμνεται τριχῶς, εἰς ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικήν· καὶ ἀκολουθεῖ τῇ μὲν πρώτῃ, αἱ Προοιμίαι· τῇ δὲ δευτέρᾳ, ὁ Ἐκκλησιαστής· τῇ δὲ τρίτῃ, ᾌσμα ᾀσμάτων· 46 v. 12. 47 Joan. x, 14. 48 v 13. 49 v. 14 50 51 v. 15 52 v. 16. 53 v. 17. 54 Rom. II, 13. 55 Joan. xiv, 6. 56 v. 20. (13) Cod., πέπωκε. ἅπερ νοηθέντα διὰ καθαρότητος ἐναπογράφεται τῇ καρδίᾳ, τοῦ ἀποκρίνασθαί σε, ὡς ἔτοιμον εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντί σε λόγον περὶ τῆς ἐν σοὶ ἐλπίδος· εἴτε διὰ τὸ μαθεῖν, εἴτε διὰ τὸ ἀντιτιθεῖναι· ἀντερώτα δὲ καὶ σὺ τοὺς δυναμένους ἐρωτᾶσθαι· μὴ μέντοι βιάζου τὸν ἐν γνώσει πενόμενον· διὸ ἐπάγει· Καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις.

θἱ τοὺς φαύλους ἀναδεχόμενοι λογισμοὺς, καὶ ἐν τούτῳ τιμῶντες τὸν πονηρὸν, σπουδαζέτωσανὅση δύναμις διὰ τῶν ἀγαθῶν λογισμῶν ἀποδιδόναι τοὺς χείρονας· ἐὰν γὰρ μὴ ἰσχύσωσι τοῦτο ποιῆσαι, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευρὰς τῆς ψυχῆς, τουτέστι τὴν ἀρετήν. Ὁ μετατιθεὶς τὰ ὅρια τῆς θεοσεβείας, δεισιδαιμονίαν ἢ ἀσέβειαν αὐτὴν ἀποδείκνυσι· καὶ ὁ μετατιθεὶς τὰ ὅρια τῆς ἀνδρείας, θρασύτητα ἢ δειλίαν αὐτὴν ἀπεργάζεται· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν, καὶ ἐπὶ τῶν δογμάτων, καὶ ἐπʼ αὐτῆς τῆς πίστεως νοητέον· μάλιστα δὲ τοῦτο τηρητέον ἐπὶ τῆς ἁγίας Τριάδος· ὁ γὰρ μὴ θεολογῶν τὸ Πνεῦμα τὸ ἅγιον, διαλύει τὸ βάπτισμα· ὁ δὲ καὶ ἄλλους τινὰς ὀνομάζων θεοὺς, δῆμον εἰσάγει θεῶν· ἢ καὶ τὰς περὶ πράγματος ἑκάστου πατρικὰς διατάξεις, καὶ τούτου χάριν μένειν ὀφειλούσας, μὴ μετακινεῖν δεῖ.

CAP. XXIII.

Δυνάστην ἐνταῦθα τὸν διάβολόν φησιν· τράπεζαι δὲ αὐτοῦ εἰσι ψευδομαρτυρίαι, λοιδορίαι, καταλαλιαὶ, συμβουλίαι κακαὶ, ἐπιθυμίαι αἰσχραὶ, καὶ πᾶν ὁτιοῦν σατανικὸν ἐπιτήδευμα· ταῦτα δὲ παρατιθέμενά σοι ὑπὸ τοῦ πονηροῦ, νοητῶς νόει, καὶ ἐπίβαλε τὴν διάνοιάν σου, ὅ ἐστιν ἡ χείρ· εἰδὼς ὅτι τοιαῦτά σε δεἴ παρασκευάσαι, οἷα καὶ συμπαρεστάναι σοι ὀφείλουσιν ἐν ἡμέρᾳ Κυρίου, ὅτε ἀπονέμει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· εἰ δὲ ἀπεληστότερος εἶ, καὶ ὀρέγῃ τῶν ὑψηλῶν καὶ πλειόνων καὶ μειζόνων, ἅτινά εἰσι θεῖα καὶ Θεοῦ. μὴ ἐπιθύμει τῶν τοῦ πονηροῦ ἐδεσμάτων· ταῦτα γὰρ ἔχεται ζωῆς προσκαίρου, ὅ ἐστι ψευδοῦς· δεῖ δὲ τὴν θείαν Γραφὴν νοητῶς νοεῖσθαι καὶ πνευματικῶς· ἡ γὰρ κατὰ τὴν ἱστορίαν αἰσθητὴ γνῶσις, οὐκ ἔστιν ἀληθής (15).

Ἐὰν ἐλκῦσαι τὸν θεῖον νοῦν πρὸς τὸ ῥητὸν κατὰ τὴν ἔξω μόνον ὅρασιν ἐθελήσῃς, ἀσύστατος ὢν εἰς τὸν ἴοιον οἶκον ἀποφοίτα, ὅς ἐστι τὸ κατάλληλον αὐτοῦ θεώρημα· πτέρυγας ἔχων τὰς ὑπὸ τοῦ προεστηκότος εὐτοῦ ἁγίου Πνεύματος κατασκευασθείσας αὐτῷ, αἵπερ εἰσὶ τὰ πνευματικὰ χαρίσματα· ἄπεισιν οὖν ὑψηλὸς ὐπὲρ αὐτὸν ὡς εἰπεῖν τὸν αἰθέρα· τὸ οὖν μὴ ὑπεράνω 57 I Petr. ΙΙΙ, 15. ⁵8 v. 22. 59 v. 26. 60 v. 27. 61 v. 28. v. 1. 62 v. 2. 6⁴ v 5. (14) Animadverte testimonium Origenis de Spiri- tus sancti divinitate. (15 Vides Origenis dictum insigne pro mystico S. Scripturæ sensu, qui tantopere ipsi in deliciis fuit, eoque interdum abusus, ut scimus; quæ causa fuit Theodoro Mopsuesteno opus condendi contra alegoricos, præsertimque Origenem. Et quidem consulesis Huetium in Origenams quæst. XIII, p. 240 seqq. Origenes (inquit S. IHteronymus in prologo ad lib. v in fsaam) liberis allegoriæ spa- ltt cragatur, et interpretata nominibus smngulorum, Ingenium suum fact Ecclesæ sacramenta. Recta χωρεῖν τοῦ ῥητοῦ, ἀλλʼ ἀπλήστως ἔχειν πρὸς αὐτὰ, ζωῆς ἐστι ψευδοῦς.

Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει, καὶ σἴνῳ παρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδειπνεΐν τούτῳ· οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν πνευματικήν.

Μηδὲν λέγε συνετὸν, φησὶ, τουτέστι βαθὺ καὶ μυστικόν· οὐ δεῖ γάρ σε βαλεῖντοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.

Ὅρια αἰώνια θεοσεβείας μὴ μέταιρε· εἰς δὲ γῆν τῶν ἀπορφανισάντων ἑαυτοὺς ἀπὸ τοῦ Θεοῦ, κτῆμα δὲ δαιμόνων τὴν κακίαν ἔχοντας, μὴ εἰσέλθῃς, διʼ ἥν ἐστερήθησαν τοῦ ἐπουρανίου Πατρός· ὁ γὰρ λυτρούμενος αὐτοὺς Κύριος ἐκ τοῦ ὑπερλάμπρου φωτὸς ἀπὸ σκότους, ἰσχυρός ἐστιν.

Υἱὸς ὀρθὸς ἐνδιατρίψει τὰ χείλη αὐτοῦ σοφίᾳ, καὶ ἡ σοφία πρὸς αὐτὸν συλλαλήσει καὶ διαμενεῖ· ὁ δὲ στρεβλὸς ἐκπεσεῖται ἀπʼ αὐτῆς.

Εἰ τῷ φόβῳ Κυρίου ἐκκλίνει τις ἀπὸ κακοῦ, καλῶς παραινεῖ διὰ πάσης τῆς ζωῆς ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ.

Πᾶς ὁ ἐν κακίᾳ μέθυσος, καὶ ὁ ἐκ σοφίας πρὸς ἀγνωσίαν καταπορνεύων, πτωχεύσει ἐκ θείας χάριτος· καὶ οὐκ ἐνδύσεταιἔνδυμα τοῦ γάμου πᾶς ὁ ἐν τῇ δαιμονιώδει νυκτὶ ὑπνώδης, ἀλλὰ τὴν ὡς ῥάκος τετραυματισμένην σάρκα διαθλίβων γεέννης φλόγα.

Ἔφη τις τῶν γερόντων, τὴν ψυχὴν εἶναι μητέρα τοῦ νοῦ, ψυχὴν λέγων τὸ παθητικὸν τῆς ψυχῆς, θυμόν τε καὶ ἐπιθυμίαν· διὰ γὰρ τῶν πρακτικῶν ἀρετῶν εἰς φῶς προάγει τὸν νοῦν· διὰ γὰρ ἀνδρείας καὶ σωφροσύνης κτώμεθα σοφίαν καὶ γνῶσιν Θεοῦ, αἴπερ εἰσὶν ἀρεταὶ θυμοῦ καὶ ἐπιθυμίας· λέγει δʼ ἂν ἴσως μητέρα καὶ τὴν παλαιὰν Διαθήκην οὐ καταφρόνητον.

Ἀνθρώπους ἐνταῦθα, τῶν διδασκάλων τὰς συγγραφάς φησι· τοὺς δὲ ποιήσαντας καὶ διδάξαντας, καὶ τὴν πορείαν πρὸς οὐρανοὺς ποιησαμένους, περιπάτους ὠνόμασε· πολλοὶ γὰρ διδάξαντες, οὐ πρὸς οὐρανὸν τὴν πορείαν ἐποιήσαντο, ὅτι οὐκ ἐφύλαξαν· ὁ γὰρ ὁμιλῶν ἐν περιπάτοις, τουτέστι ποιεῖν τε καὶ διδάσκειν, ἀξίως περιπατεῖ τῆς κλήσεως ἧς ἐκλήθη ὑπὸ τοῦ Θεοῦ.

Ἡ μὲν κατὰ διάνοιαν ἁμαρτία ἔοικε φιάλῃ· ἡ δὲ κατʼ ἐνέργειαν, ποτηρίῳ· ὕπερον δέ ἐστι, τὸ παρὰ τοῖς μαγείροις λεγόμενον τριβεύς· πολλὰ γὰρ κρούει τοῦτο τὸ ὕπερον, καὶ οὐκ ἀνοίγει τὸν τόπον ὅν κρούει· τοῖς δὲ μαθηταῖς ὁ Κύριός φησι· Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.

Νοῦς δεξάμενος ἀλλότριον νόημα ἢ μάθησιν, μελετήσει λογισμοὺς κακούς· ὁ δὲ τηρήσας ἑαυτὸν, κληρονομήσει ζωήν.

Δεινὸν ἡ ἀναλγησία· εἶτα ἐρεῖς τυπτόμενος τὴν συνείδησιν, οὐκ ἐπόνεσα φροντίσαι τῶν μὲν γερῶν τυχεῖν, ῥυσθῆναι δὲ τῶν βασάνων· ἐνέπαιξάν μοι, 65 v. 6. ⁶6 v. 9. 67 v. 10. ⁶8 v. 16. v. 17. 70 v. 24. 71 v. 24. v. 51. 72 Matth. VII, 7. v. 34. 78 v. 33. τουτέστι προσωνείδισάν μοι· ἐγὼ θέλων οὐκ ᾔδειν τε ὄρθρος ψυχῆς, καὶ ἐπίγνωσις ἁμαρτίας.

CAP.XXIV.

Ὁ οἶκος τῶν ἀρετῶν μετὰ θείας σοφίας οἰκοδομεῖται, καὶ μετὰ συνέσεως φόβου Θεοῦ καὶ γνώσεως ἀνορθοῦται.

Ὁ περὶ τὴν πίστιν, ἤ τινα τῶν ἀρετῶν ναυαγῶν, ἀκυβέρνητος πρὸς πόλεμον τῶν ἀντικειμένων δυνάμεων, τῇ τε θεολογίᾳ καὶ ταῖς ἀρεταῖς· ὁ δὲ μετὰ κυβερνήσεως πολεμῶν, ἔοικεν ἐπὶ γῆς νοῦν ἔχειν προηγεῖται δὲ τῆς τοῦ Θεοῦ βοηθείας, καρδία βουλευτικὴ, ἡ πάντα μετὰ βουλῆς ποιοῦσα· δυνατὸν δὲ καὶ ἐπὶ πάσης ἀρετῆς τὸ αὐτὸ τοῦτο εἰπεῖν· ἔστι γὰρ καὶ περὶ σωφροσύνην ναυάγιον, καὶ περὶ ἀγάπην, καὶ φιλαργυρίαν, καὶ περὶ ἕκαστον δὲ δόγμα ὁμοίως τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας συμβαίνει ναυἀγιον· εἰ δὲ μετὰ κυβερνήσεως πολεμεῖν δεῖ τοῖς ἀντικειμένοις, ναυμαχίᾳ παραπλήσιος ἡμῖν ἐστιν βίος ἐπὶ τῆς γῆς· ἐὰν γὰρ θέλωμεν ἡμεῖς, ποντίζομεν αὐτοὺς ἐν προσευχῇ καρδίας, καὶ διανοίᾳ πρὸς Θεὸν τετραμμένῃ· ἐὰν δὲ μὴ θέλωμεν, ποντιζόμεθα· ἐὰν δὲ καὶ πολεμούμεθα ὑπʼ ἐκείνων, εἰ καὶ πολὺς καὶ σφοδρὸς ὁ πόλεμος αὐτῶν, οὐθέν ἐστι· νηστείᾳ μόνον καὶ ἐγκρατείᾳ περιφράξωμεν ἑαυτοὺς, καὶ ὡς ἀράχνην αὐτούς τε καὶ τὰ ὅπλα αὐτῶν συγκόψομεν· ἐὰν δὲ κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ὅπου εἰσὶ δύο ἢ τρεῖς, ἡ καρδία, ὁ νοῦς, καὶ ἡ ψυχὴ, συμφωνήσουσι δὲ ἐν ἐντολαῖς αὐτοῦ περιέχεσθαι, ὁ Κύριος μεθʼ ἡμῶν.

Πάντα γὰρ ὅσα πράττει ὁ Θεὸς νοοῦντες, καὶ ὅσα διδάσκει πράττοντες, κατʼ οὐδὲν παραβαίνουσι τὸν λόγον αὐτοῦ· πύλαι δὲ σοφῶν αἱ πρακτικαί εἰσιν ἀρεταὶ, καὶ ἡ τοῦ νοῦ θεωρία, διʼ ὧν εἰσέρχεται σοφία Θεοῦ· οὐκ ἐκκλίνουσι δὲ, οὕτε δεξιὰ οὕτε ἀριστερὰ, ὅτι λογίζονται ἐν συνεδρίοις εἶναι καλοῦ καὶ κακοῦ· καὶ τοῦ μὲν καλοῦ, ἀντιποιοῦνται, τὸ δὲ κακὸν προσακοντουσιν.

Τοῖς μὴ θέλουσιν ὑπὸ τὴν τοῦ Θεοῦ σοφίαν καὶ γνῶσιν παιδευθῆναι, διὰ τοῦ ἐνεστῶτος θανάτου συναντᾷ ὁ αἰώνιος· ἄφρων δέ ἐστιν ὁ γλυκανθεὶς μὲν ἐν σοφίᾳ Θεοῦ, εἶτα καταλιπὼν αὐτὴν, τῇ δὲ ἀφροσύνῃ συνάξει· διὸ καὶ συναπέθανεν ταῖς ἁμαρτίαις· εἰ δὲ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ μέλλοντι αἰῶνι, ἕ ς ἂν ἐκλίπῃ ἡ κακία· τὸ γὰρ ἐμμολυνθήσεται, ἀντὶ τοῦ, διαφθαρήσεται· διαφθείρεται δὲ ἡ ἀκαθαρσία, ἤτοι ὑπὸ πρακτικῆς, ἢ ὑπὸ δριμείας κολάσεως.

Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς καταξιωθέντας θείας γνώσεως, ἵνα μὴ ἀμελῶσι τῆς διδασκαλίας, πολλῶν ἀπαγομένων ὑπὸ τῆς κακίας εἰς θάνατον· τοὺς δὲ ντεινομένους ἐξ ἀκακίας εἰς θάνατον, μὴ φείσῃ πρίασθαι τῷ ἰδίῳ αἵματι· ἐκπριοῦ (16) δὲ, διδοὺς χρήματα ἢ λόγον ὠφέλιμον, ἐὰν δὲ εἴπῃς οὐκ οἶδα τοῦτον, ἐλέγξει σε ψευδόμενον, καὶ ἔσῃ ἔνοχος δυσὶν, ἤγουν ψεύδει καὶ φόνῳ· ὁ γὰρ πλάσας πνοὴν, αὐτὸς 76 v. 5. v. 6. 78 Matth. XVIII, 20, 79 v, 7 v. 89 v. 9. v. 11. (16) Ἐκπριοῦ. Forte ἐκπρίω. ΕDIT. PATROL. οἶδε πάντα ὅσα ἀποδίδωσιν ἑκάστῳ κατὰ τὸ ποιόν· ἀγαθὸν ἀγαθῷ, καὶ πονηρῷ πονηρά· ὅτι γὰρ οὐ κατὰ τὸ ποσὸν, δῆλον · Οὐ γὰρ ἄβια τὰ παθήματα τοῦ νῦν καιροῦ πρός τὴν μέλλουσαν δόξαν· εἰ δὲ καὶ ἐπὶ ποσοῦ τις ἐκλαβεῖν ἐθέλοι, κατʼ ἀναλογίαν τῆς ἑκάστου δυνάμεως τὴν ἀνταπόδοσιν οἰέσθω· ὡς καὶ τὰ τοῦ Πνεύματος χαρίσματα κατʼ ἀναλογίαν τῆς πίστεως δίδοται.

Ἐσθίει μέλι ὁ ἀπὸ τῶν θείων Γραφῶν ὠφελούμενος· ὁ δὲ ἀπʼ αὐτῶν ἐκβάλλων τῶν πραγμάτων τοὺς λόγους, ἀφʼ ὧν εἰλήφασιν ἅγιοι προφῆται καὶ οἱ ἀπόστολοι, ἐν τῷ ποιεῖν τε καὶ διδάσκειν, τρώγει κηρίον· καὶ τὸ μὲν μέλι φαγεῖν, τοῦ βουλομένου παντός· τὸ δὲ κηρίον, μόνου τοῦ καθαροῦ· ἢ καὶ μέλι ῥητέον τὴν ἀλληγορίαν· κηρίον δὲ, τὴν ῥητὴν ἐπίσκεψιν καὶ ἱστορίαν, πρὸς τὸ ἔχειν τὸν ἀποκεκρυμμένον νοῦν καὶ βαθύτερον, ἔνεστι γὰρ τῷ κηρίῳ μέλι· φάρυγγα δὲ τὴν θρεπτικὴν τῆς ψυχῆς δύναμιν, διʼ ἧς αἱ τροφαὶ παραπέμπονται εἰς τὴν κοιλίαν· ἐὰν οὖν ταῦτα κατορθώσῃς, τά τε κατὰ διάνοιαν, καὶ τὰ καθʼ ἱστορίαν, ἔσονταί σοι αἰσθήσει τῆς σοφίας αὐτὰ τὰ σοφὰ δόγματα· ἐὰν γὰρ εὕρῃς τὸν πνευματικὸν τῆς Γραφῆς νοῦν, ἔσται καλὴ ἡ τελευτή σου, ὡς λεχθῆναι· ΤίμιοςΤίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ · οὐκ ἀποβαλεῖς δὲ τὴν εἰς τὸ μέλλον ἐλπίδα.

Μὴ προτιμήσῃς τὸν διάβολον τῆς τοῦ Θεοῦ δικαιοσύνης, ἢν οἱ δίκαιοι νομεύονται· μηδὲ ἀπατηθῇς μωρολογίαις θανατηφόροις χορτάσαι σου τὴν καρδίαν σου, ὅ ἐστι κοιλία. — Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν Θεόν· οὗτος γὰρ νομὴ δικαίου, καὶ οὐ μὴ ἐγκαταλείψῃ σε.

Ἀποστρέφει μὲν ὁ Θεὸς τὸν θυμὸν αὐτοῦ ἀπὸ τοῦ πεσόντος, ἐλεήσας αὐτόν· ὀργίζεται δὲ τῷ ἐπαρθέντι. ἐπὶ τῷ πτώματι τοῦ ἐχθροῦ αὐτοῦ· πᾶς γὰρ ὁ ἐπιχαίρων ἐπὶ ἀπολλυμένῃ ψυχῇ, ὅμοιός ἐστι τῷ διαβόλῳ τῷ μὴ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ γὰρ|ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις νενομοθέτηκεν εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν ἡμῶν, ἤγουν τῶν ἀνθρώπων.

Ἡ μάχαιρα (17) δὲ τοῦ πνεύματος, ἥ ἐστι ῥῆμα Θεοῦ, οὐ σαρκίνη, ἀντὶ τοῦ οὐκ αἰσθητή· ὃς δʼ ἂν παραδοθῇ πταίσας αὐτῷ, συντριβήσεται ὀστᾶ ὑπὸ ὑπέρου τυπτόμενα· καὶ ἀφανισθήσεται ὀστᾶ ὑπὸ πυρὸς καυσούμενα· ἢ ὅς δʼ ἂν παραδοθῇ αὐτῷ εἰς μετάνοιαν, συντριβήσεται τῷ λόγῳ τῆς σοφίας αὐτοῦ ὡς σῖτος, εἰς τὸ γενέσθαι αὐτὸν ἡδὺν ἄρτον. — Τοὺς φθειρομένους καὶ παλαιωθέντας ἀνθρώπους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀναλίσκει ἡ μάχαιρα τοῦ Θεοῦ εἰς ἀφανισμὸν παντελῆ. Ἤ τοὺς ἐκ κακίας εἰς θεογνωσίαν ἐλθόντας ἀνθρώπους, σὺν νεύροις ἀναλίσκει ἐκ τῶν πράξεων τῶν πονηρῶν· ἵνα ἀποθέμενοι 88 Rom. VIII, 18, 84 v. 13. Psal. CXV, 15. 86 v. 15. v. 18. 88 Matth. v, 44. (17) Sequuntur perturhatὶ, ut in editionibus Bi- bliorum, versiculi, et capitula, Mac autem super re consulesis celebriora Bbha, Romuana in pmuis, τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσωνται τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα, ὃς καὶ ἄβρωτός ἐστι δαίμοσιν, ὑπὸ τοῦ Κυρίου καθαρισθεὶς, καὶ ἀπεχόμενος πάσης κακίας· ἐπάγει γὰρ, ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν· ἢ καὶ ὅτι συγκαέντα καὶ τεφρωθέντα λοιπὸν ἄβρωτα γίνεται τοῖς ἀετοῖς· περιπεφράσθαι γὰρ τοὺς ἐμοὺς λόγους, κ. τ. λ. —Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; Τὸν ταχύτερον ἀνέμου νοῦν ἡ πίστις συνήγαγεν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης ἐν τῇ γνώσει τοῦ Θεοῦ, καὶ δέδωκεν αὐτοῖς θεωίαν πνευματικὴν ἐναποθεῖναι ταῖς ἀρεταῖς· ἡ γὰρ γνῶσις ἡ τοῦ Θεοῦ, κόλπος τοῦ Θεοῦ ἐστιν, ἐν ᾧ ἐγκολπίζεται καὶ περικρατεῖ πάντας τοὺς θεόφρονας, ὥσπερ τις χρυσὸν ἐν κόλπῳ. — Ὁ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης συναγαγὼν πάντα τὰ γηγενῆ ἔθνη, καὶ πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς ἐν τῇ εἰς αὐτὸν πίστει, Χριστὸς ὁ Θεὸς, καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος· τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς, τουτέστι τὴν γνῶσιν καὶ τὴν σοφίαν, καθὼς αὐτὸς ὁ Χριστός φησιν· Ὁ πίνων ἐκ τοῦ ὔδατος τούτου, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· καὶ. Ὁπιστεύων εἰς ἐμὲ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὔδατος ζῶντος. — Οὗτος κλέπτει γνῶσιν, οὐχ ὁ τοῦ προλαβόντος λαμβάνων, ἀλλʼ ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώσεως. Καὶ γὰρ πάντες οἱ πεπιστευκότες Χριστῷ, ἀπὸ τῶν ἀγίων προφητῶν καὶ ἀποστόλων λαμβάνοντες θεωρήματα, οὐ λέγονται κλέπται ἀλλοτρίων θεωρημάτων· κλέπτει γάρ τις ἀλλότρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα· ἀλλὰ τοῦτο μὲν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἐγένετο· νυνὶ δὲ Παῦλός φησιν· Ὁ κλέπτων, μηκέτικλεπτέτω, μᾶλλον δὲ ἐργαζέσθω δικαιοσύνην, ἵνα γνῶσιν πτησάμενος, μεταδῷ κοὶ τῷ χρείαν ἔχοντι· τί γὰρ ὅμή ἐστι καὶ ἔστιν ἡμέτερον, ἵνα κλέψωμενοἱ πεπιστευκότες Χριστῷ; πάντα γὰρ ἡμῶν ἐστιν· ἡμεῖς δὲ Χριστοῦ, διʼ οὗ τὰ πάντα ἐγένετο· Χριστὸς δὲ, Θεοῦ· — Φυ– γόντα νοῦν τὴν κακίαν, μὴ πάλιν παραδῷς τῇ κακίᾳ· εἴπερ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· ἁμαρτία δὲ νῦν ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρτίαν διάβολος· — Ἔκγονον κακὸν, κ. τ. λ. Ἡ βλασφημία τὸν αὐτὴν ἐκφέροντα νοῦν καταρᾶται· τὴν δὲ τούτου μητέρα, ἤγουν τὴν ψυχὴν, οὐκ εὐλογεῖ. — Ἡ κενοδοξία τὸν αὐτὴν ἔχοντα ὑποβάλλει καὶ χλευάζει, δίκαιον ἑαυτὸν λογίζεσθαι, μὴ ἐννοῶν τὰ κακά· ἀλλὰ πολλάκις μόνον καλὰ ποιεῖν. Ἡ ὑπερηφανία τὸν κεκτημένον αὐτὴν ποιεῖ παρορᾷν φίλους πτωχοὺς, γονεῖς ὡσαύτως βρώματα οἰκτρὰ ἀποσείεσθαι, τοὺς δικαίους καὶ εὐσεβεῖς βδελύττεσθαι, τοὺς ὑπὸ χεῖρα ὑποσκελίσαι, καὶ αὐτὸς ὑπεραναβῆναι. Ὁ θυμὸς πάντα τὸν ἔχοντα αὐτὸν, οὐδὲν ἄλλο, ἢ ὅτι κακοποιεῖν καὶ ποιναλίζειν βιάζεται, καταλαλεῖν τε καὶ ὑβρίζειν, καὶ συκοφαντεῖν οὐ παύεται.

Ὁ τὸν πράξει καὶ θεωρίᾳ κακῶς ἐννοοῦντα, καὶ τελεσιουργοῦντα νοῦν ἑαυτοῦ, ἢ ἄλλον τινὰ τῶν ἀνθρώπων ἐφορώμενος, ἐπικατάρατος ἔσται παρὰ τοῖς τῶν ἀγγέλων λαοῖς, καὶ παρὰ τοῖς τῶν ἐξ ἐθνῶν σεσωσμένοις μισητὸς, ὅταν πάντες μία ποίμνη γενήσεται 89 Joan, IV, 15 90 VII, 38. 91 Ephes. IV, 28. 92 cap. xxx, 24. καὶ εἷς ποιμήν οἱ δὲ ἐλέγχοντες καὶ φρατριοῦντες διʼ ἐξαγορεύσεως τὰς ἑαυτῶν πράξεις (18), καὶ τὰς τοῦ βελτίονος νοῦ ἐνθυμήσεις, φανοῦνται ὑψηλοὶ παρὰ Κυρίου, ἐπὶ πᾶσιν ἀνακηρυττόμενοι· ἐπʼ αὐτοὺς δὲ ἤξει, ἐν μὲν τῷ νῦν αἰῶνι ἡ ἀγαθὴ εὐλογία τῶν πράξεων τῶν ἔργων, καὶ ἡ νοητὴ τῆς σοφίας θεωρία· ἐν δὲ τῷ μέλλοντι, ἡ παρὰ τοῦ Κυρίου διανομή. Ὁ πορευόμενος ὄπισθεν τῶν τοῦ Θεοῦ προσταγμάτων, ἀνοικοδομεῖται εἰς δικαιοσύνην καὶ ἁγιασμόν· μετὰ γὰρ σοφίας οἰκοδομεῖται οἶκος, ὁ ἐν ψυχῇ καὶ σώματι εἰς κατοίκησιν Θεοῦ· εἰς δὲ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία.

Εἴ τὲ γὰρ ἄκανθαι, εἴτε κτήνη, ἀπόλλυσιν αὐτὸ, ἐὰν μὴ εἴη ὁ περικαθαίρων καὶ φυλάττων· ὡσαύτως καὶ ἄφρων ἡ κακία ἐστὶν ὁ νύσσων αὐτὸν εἰς τὰ τὴν βασιλείαν προξενοῦντα.

Φραγμός ἐστιν ἀπάθεια ψυχῆς λογικῆς, ἐκ τῶν πρακτικῶν ἀρετῶν συνεστῶσα· κατασκάπτεται δὲ καὶ ἀφανίζεται τῇ τοῦ ἄφρονος προαιρέσει.

CAP. XXX VULG. LAT.

Ἡ φθορὰ ταῦτα ἀγαπᾷ τὰ πράγματα, ᾄδην, ἔρωτα, καὶ γυναῖκα πορνικήν· οὐδὲ γὰρ ταῦτα πέρας οὐδὲ κόρον ἔχει· τρία δέ ἐστιν ἃ καὶ πλησθήσεται· καὶ ἡ τετάρτη, οὐκ ἠρκέσθη εἰπεῖν ἔκανόν ᾄδης καὶ ἔρως γυναικὸς, καὶ γῆ οὐκ ἐμπιμπλαμένη ὕδατος· καὶ ὕδωρ, καὶ πῦρ, οὐκ εἶπον ἀρκεῖ· ἀεὶ τὰ σπέρματα δέχεται, οἷα ἐὰν καταβάλῃς, ἐφίεται· οὕτω καὶ ὁ θάνατος καὶ τὸ πῦρ, ἐφ᾿ οἷσπερ ἐφίεται, διαφθείρει· τοιοῦτόν τι καὶ ἡ πενία· ἀναλωτικὰ ταῦτα τὰ πράγματα· τοιοῦτόν τι καὶ ὁ ὄκνος καὶ ἡ ἀργία· ἐπειδὴ γὰρ θαυμάζει ἴσως τις, διὰ τί κόρον οὐκ ἔχει ὁ ᾄδης, καίτοι δαπανῶν τὸν ἄνθρωπον, διὰ τοῦτο, φησὶν, οὐδὲ ταῦτα κόρον ἔχει, οὐδὲ ἵστανταί που· ὅρα δὲ τίνα παρέβαλε τὴν πορνείαν τῷ ᾄδῃ.

Οὗτοι οἱ κόρακες, τοὺς μὲν δικαίους τρέφουσι μυστικῶς, τοὺς δὲ ἀδίκους κολάζουσι, τοὺς τῆς ἀδικίας ὀφθαλμοὺς ἐξορύττοντες διότι τοῦ πάντων Πατρὸς καὶ Θεοῦ κατεγέλασαν, καὶ τὴν γεννῶσαν αὐτοὺς ἀρχαίαν γνῶσιν ἠτίμασαν ὀφθαλμὸς δὲ τοῦ Πατρός ἐστιν, ὁ ἐν δικαιοσύνῃ δεδομένος ἡμῖν παῤ αὐτοῦ νόμος καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς, κόρακας εἶπεν τοὺς δὲ ὅλον αὐτὸν κατεσθίοντας, ὠνόμασεν ἀετοὺς, διὰ τὸ τοὺς μὲν τὴν μερικὴν, τοὺς δὲ τὴν καθόλου κάθαρσιν πεπιστεῦσθαι· θέλει γὰρ ὁ Θεὸς καὶ τοὺς ἀσεβτῖς σώζεσθαι.

Ὁ ἀλέκτωρ τὸ ὄρνεον παῤ ἡμῖν ἄλεκτα λέγεται. Παρὰ δὲ ταῖς συνούσαις αὐτῷ θηλείαις γνωριστά· παρέπονται δὲ αὐτῷ αἱ τῶν ὀρνίθων ἀγέλαι, διὰ τὸ πάσας ἴσως περινοστεῖν τῇ περὶ αὐτὸν ἡδονῇ· εὔψυχος δέ ἐστι πάσαις αὐτὸς εἰς ἀγάπην· οὕτως τῷ πάντων Θεῷ αἱ τῶν ἀγγέλων τάξεις, οὐ μόνον φόβῳ, ἀλλὰ καὶ 97 III Reg. XVII, 6. 98 v. 31. ἐγάπη ὑπείκουσιν (20), ὅτε θέλει αὐτὸς νοεῖν αὐτὰς τὸ πρόσταγμα αὑτοῦ καὶ ποιεῖν· ὡσαύτως δὲ καὶ περὶ τεῖς τῶν δικαίων ψυχαῖς πέφυκεν· ὅσαι γὰρ ὑπόκεινται τῷ προστάγματι αὐτοῦ, οὐ μόνον τὰ ἐν ταῖς Γραφαῖς ἐναποκείμενα μυστήρια καὶ βάθη εὐδοκεῖ γινώσκειν, ἀλλὰ καὶ ὅσα ἐν τῷ βίῳ πέφυκε γίνεσθαι τοίς ἀνθρώποις, παρὰ ἀνθρώπων τε καὶ δαιμόνων, ἢ διʼ ὁράσεως νοὸς, χάριτι θείου Πνεύματος παρέχει πρόγνωσιν, ἢ διʼ ἀγγέλου μύησιν, ἢ δι᾿ ὁράματος ἀποχάλυψιν.

(CAP. XXXI VULG. LAT.)

Δυνάστας ἐνταῦθα τοὺς δικαίους φησὶν, οἵτινες κατὰ τῶν δαιμόνων καὶ τῶν παθῶν τὴν δύναμιν ἔχοντες, ἥντινα θυμὸν ἐκάλεσε· μὴ πινέτωσαν ἐκ τοῦ τὸν νοῦν μεθύσκοντος, καὶ τὰς φρένας θολοῦντος ὀξώδους οἴνου τῶν αἱρετικῶν, τοῦ κατὰ τῆς τοῦ Θεοῦ σεφίας γνώσεως τι ἔχοντος· ἵνα μὴ πιόντες, ἐπιλάθωνται τῆς τοῦ Θεοῦ σοφίας, καὶ ὀρθὰ κρίνειν καὶ νοεῖν τὴν θεωρίαν τῆς γνώσεως, οὐκέτι οὐ μὴ δύνανται ἑαυτούς τε καὶ τοὺς ἀσθενεστέρους ὠφελεῖν κατὰ ψυγήν.

Τοῖς ἐν ἁμαρτίαις ὀδυνωμένοις καὶ ἀπογνώσει, δότε ἐκ τοῦ ἀμπελῶνος τοῦ Κυρίου πιεῖν εἰς μέθην, τουτέστι νηστείαν, προσευχὴν, ἐγκράτειαν, ἐξομολόγησιν καὶ πάντα ὅσα εἰς εὐφροσύνην ψυχῆς· τοῖς δὲ ἐν ἀρχαῖς, ὀδύνας τῆς ἁμαρτίας πιεῖν εἰς κόρον, ἵνα πιόντες ἐπιλάθωνται τῆς δαιμονιώδους πενίας· ὁ γὰρ μεθυσθεὶς ἀπὸ τῆς γνώσεως τοῦ Κυρίου, ἐπιλανθἀνεται τὴν πρᾶξιν τῶν ὀδυνῶν.

Πένητα λέγει τὸν ἐστερημένον τῆς γνώσεως, ἀσθενῆ δὲ τὸν ἀκάθαρτον ταῖς ἁμαρτίαις.

CAP. XXV.

Ὁ λόγῳ πνευματικῷ τὸν παλαιὸν ἄνθρωπον ἀποπείνων, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, κατορθοῖ ἐν δικαιοσύνῃ τὸν αὐτοῦ νοῦν, ὅς λέγεται θρόνος εἶναι Θεοῦ· οὐδαμοῦ γὰρ πέφυκεν ἀλλαχοῦ καθέζεσθαι σοφία καὶ γνῶσις. καὶ δικαιοσόνη, εἰ μὴ ἐν φύσει λογικῇ· ταῦτα δὲ πάντα ἐστὶν ὁ Χριστός.

Οἶος εἶ, τοιοῦτος φαίνου, καὶ μὴ ἀλαζονεύου, ἀλλʼ ἐπὶ σοφῶν σίγα, καὶ ἐπὶ πρεσβυτέρων ἀκροαοῦ· μὴ εἴπῃς, Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· μὴ ἔρα τῶν πρωτείων τῆς προκαθεδρίας, ἀλλὰ τὸν ἔσχατον τόπον ἀπόβλεπε· χρεῖσσον γὰρ ῥηθῆναί σοι, Ἀνάβηθι πρός με, ἢ πρὸς τὸν ἔσχατον τόπον ἀποδοθῆναί σε μετʼ αἰσχύνης ἐν προσώπῳ δυνάστου· μήτε γὰρ φρόνιμον ἑαυτὸν κήρυττε, μήτε δίκαιον λογίζου· κρεῖσσον γὰρ ῥηθῆναι περὶ σοῦ· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπέρ πᾶν ὄνομα.

Ὀπίσω λέγει τὰ προγεγονότα· φίλος δὲ ἡμῶν ἐσπιν ὁ Θεὸς, ὅς διὰ τὴν πρὸς ἡμᾶς φιλίαν ἄνθρωπος γέγονεν· εἴρηκε γὰρ αὐτὸς πρὸς τοὺς μαθητάς· Οὐκέτι λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους. Ἡνίκα ἄν σε ὀνειδίζῃ ὁ φίλος, ὁ Χριστὸς λέγει, διὰ τὴν 99 v. 4. 1 2 v. 6. 3 v. 9. 4 v. 5. 5 v. 6. (20) Cod. ὑπείκτι. ἁμαρτίαν, ταύτης ἀπέχεσθαι, μὴ καταφρόνει, ἀλλ᾿ ἀναχώρει καὶ ὑπόστρεφε πρὸς τὴν πρώτην σωφροσύνην, τουτέστι πρὸς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν.

Χάριν, τὰς τοῦ Θεοῦ ἐντολάς φησι· φιλίαν δὲ, τὴν πρὸς τὸν Θεὸν καὶ πλησίον ἀγάπην. Ὁ δὲ ἀγαπῶν τὸν Θεὸν τηρησάτω αὐτὰς ἐν ἑαυτῳ, ἵνα μὴ ἐπονείδιστος γένηται παῤ αὐτῷ, ὅτε τὰ κατʼ ἀξίαν ἑκάστῳ ἀπονέμῃ· καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους φησίν· Ἐὰν ὑμεῖς μενητέ ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ· καὶ ἡ ἀλήθεια ἠλευθέρωσεν ἐκ τῆς κατάρας τοῦ νόμου· εἰ οὖν ἡ φιλία ἐλευθεροῖ, καὶ ὁ Σωτὴρ ἐλευθεροῖ· Χριστὸς δέ ἐστιν ἡ ἀλήθεια καὶ ἡ φιλία, ὅθεν καὶ πάντες οἱ ἔχοντες γνῶσιν Χριστοῦ, φίλοι ἀλλήλων εἰσίν· οὕτω καὶ ἐπὶ ταύτης μόνον τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι, καὶ ἄλλων εἰσὶ φίλοι.

Ὁ διδαχθεὶς περὶ τῶν ἀρετῶν, καὶ ταύτας ἐνεργῶν, τὰ ἑαυτοῦ φυλάσσει εὐσυναλλάκτως.

Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνωτιον χρυσοῦν, καὶ σοφίαν Κυρίου εἰς νοῦν ἀπαθῆ καὶ εὐήκοον Κυρίῳ.

Ὥσπερ τὸ ἐκ χιόνος εκρεον ὕδωρ ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ, καὶ ἀναψύχει καύσωνα, οὕτως ὁ Θεὸς ἐπὶ τοῖς δεχομένοις τήν τε γνῶσιν καὶ σοφίαν, καὶ τὰ προστάγματα αὐτοῦ· καὶ ὥσπερ χιόνα τήκει καύσων, οὕτω κακίαν ψυχῆς, δικαίου παραίνεσις.

Ὥσπερ ἄνεμοι καὶ νέφη πλωτῆρσιν ἐπιφανέστατοι τοῦ μὴ ναυαγῆσαι, οὕτω τοῖς ἐν σοφίᾳ Θεοῦ ἡ ψευδὴς γνῶσις, τοῦ μὴ σὺν τοῖς καυχωμένοις ἐν αὐτῇ ἀπολέσθαι.

Ὥσπερ τῷ σώματι τὰ ὀστᾶ ἰσχὺς καὶ ἀσφάλεια ῥώμης, οὕτω τῇ ψυχῇ αἱ ἀρεταὶ πεφύκασι· συντρίβει δὲ ταῦτα τὰ ὀστᾶ μὴ παραφυλασσομένη ταῖς ἁμαρτίαις· τινὲς δὲ τὴν θυμώδη ψυχὴν ὠνόμασαν μαλακὴν, ἥτις συντρίβει τὰ ἑαυτῆς πρὸς Θεὸν πνευματικὰ ὀστᾶ, τὰ πεφυκότα λέγειν· Κύριε, Κύριε, τίς ὅμοιός σοι;

Κακοῦ ὁδὸς, ἡ κακία ἐστί· καὶ ποῦς παρανόμου. ἡ παρανομία ἐστίν· ἀπολεῖται δὲ ἐν ἡμέρᾳ τῆς κρίσεως· ἕξις διὰ τῆς ὁδοῦ, καὶ ἐνέργεια διὰ τοῦ ποδὸς νοηθήσεται.

Ὥσπερ τὸ ὄξος ἐν ἕλκει τοῦ ἀρχὴν σῆψιν ἔχοντος ἀσύμφορον, καίτοι βρώματος (21) ὄντος εἰς ἡδύτητα. οὕτω γυναικὸς θεωρία καὶ ὁμιλία καρδίαν σπαράσσει τοῦ πρὸς ἀρετὴν ἑαυτὸν ἐκδόντος καὶ ἀρχὴν ἔχοντος. Τὸ γὰρ προσπίπτον τῇ καρδίᾳ πάθος, ἡ κακία ἐστίν· ἧς κατὰ στέρησίν τινες ἀπαθεῖς ὀνομάζονται.—Λύπη ἐστὶ φθαρτὴ στέρησις φθαρτῆς ἡδονῆς· λύπη δέ ἐστιν ἐπαινετὴ στέρησις ἀρετῶν καὶ γνώσεως Θεοῦ.

Ἄρτον ἐνταῦθα τὴν στερεὰν τῶν ἐντολῶν τῆς ψυχῆς τροφήν φησι· πόμα δὲ, τὴν θείαν γνῶσιν δηλοῖ· ἄνθρακας δὲ πυρὸς τὰς τοῦ παναγίου Πνεύματος δωρεὰς, τὰς φλογιζούσας καὶ καθαιρούσας τὰς τῶν ἀνθρώπων ῥυτίδας· ἄνθρακι γὰρ πυρὸς τῶν Ἡσαΐου σεραφεὶμ θίγει χειλέων ποτέ· ὁ δὲ καθηράμενος, Δικαιοσύνην 13 v. 14. 14 v. 15. 15 Psal. XXXIV,10. 16 V. 19. μάθετε, πᾶσιν ἐκραύγαζε· διὰ γὰρ ταύτης τῆς χρηστότητος καὶ εὐποιίας καθαρίζων αὐτοῦ τὸ ἡγεμονικὸν, τὰς πυρφόρους χάριτας τοῦ ἁγίου Πνεύματος ποιήσεις αὐτὸν βιασθῆναι, οὐ μόνον προσἀαβέσθαι, ἀλλὰ καὶ ζηλωτήν σου αὐτὸν ἐργάσῃ ἐν πάσῃ ἀγαθοεργίᾳ, ὡς προξένου σου γεγονότος αὐτοῦ ἐν πᾶσι τῷ Θεῷ φίλοις.

Τὸν διάβολον εἶπε πρόσωπον ἀναιδὲς, ἐρεθίζοντα τὴν ψυχὴν πρὸς κακίαν, καὶ ἐγείροντα, ὡς βορρᾶς νέφη, λογισμοὺς τῇ ψυχῇ πονηρούς· πανταχοῦ δὲ ὁ Σολομῶν γλῶσσαν τὸν νοῦν λέγει· τοῦτο οὖν τὸ πρόσωπον αίδεῖσθαι ἐν κρίσει οὐ καλβν.

Ἐνταῦθα οὖν πίπτει δίκαιος νοῦς ἐνώπιον τοῦ Σατανᾶ, λογισμὸν ἀκάθαρτον, ἢ ψευδὲς δόγμα ὑποδεξαμενος· τὴν δὲ πηγὴν τῆς σοφίας φράσσοι τις ἀποστρεφόμενος τὴν γνῶσιν αὐτῆς, καὶ τὴν διέξοδον τῆς γνώσεως τοῦ Θεοῦ ἀποῤῥυπῶντὰ(22)·δὲ νοήματα τοῦ νοῦ, τὰ μὲν πτώματα λέγονται, τὰ δὲ ἐγέρσεις, τὰ δὲ καθέδρα, τὰ δὲ στάσις, καὶ ἄλλα περῖπατος, καί τινα αὐτῶν προσκόμματα ὀνομάζεται, καὶ ἄλλα σκληρὰ καὶ μαλακὰ, καὶ εὐώδη καὶ δυσώδη, καὶ γλυκεῖα καὶ πικρὰ, καὶ λεῖα καὶ ὀρθὰ, καὶ σχολιά· καὶ πάλιν, τὰ μὲν αὐτοῦ καλεῖται ἄκανθαι καὶ τρίβολοι, τὰ δὲ φῶς καὶ σκότος, καὶ ζωὴ καὶ θάνατος· τὰ δὲ, νόσος καὶ ὑγίεια, καὶ ἄλλα πάλιν ὀνομάζεται ψεῦδος καὶ ἀλήθεια, καὶ πολλὰ ἕτερα ὀνόματα τίθησι ῥαφὴ, κατά τε τῆς ψυχῆς καὶ τῶννοημάτων αὐτῆς. λίγα δὲ ἐκε πολλῶν ἐστιν εἰπεῖν· ἔστι δὲ ταῦτα· νοῦν, ψυχὴν, καρδίαν, ἄνθρωπον, ἄνδρα, γυναῖκα, δοῦλον, οἰκέτην, πατέρα, υἱὸν, πνεῦμα, ὀφθαλμὸν, στόμα, χείλη, γλῶσσαν, λάρυγγα, κοιλίαν, κόλπον, βραχίονα, δάκτυλον, μυκτῆρα, πρόβατον, ἔριφον, ποιμένα, καὶ ἄλλα πλείονα ὀνόματα τῆς ψυχῆς, ἃ οὐ δυνατὸν νῦν παραθέσθαι κατʼ εἶδος.

θουλὴν εἶπεν ἐνταῦθα τὴν ἐπὶ τὸ κρεῖττον ῥοπὴν τῆς καρδίας· ὅταν τις οὐκ ἐπικαλούμενος τὴν βοήθειαν τοῦ Θεοῦ ἐν ἑαυτῷ, εἰς βουλὴν ποιήσῃ τι ἀγαθὸν μετὰ σκέψεως, ἀλλὰ αὐθαδῶς καὶ ἀλαζονευόμενος ἄρξηται· οὐ τελεσθήσεται δὲ, ἀλλὰ συμπτωθήσεται ὁ ἐπιχειρεῖ, ὅτι οὐ περιετείχισεν ἑαυτὸν τῇ βοηθείᾳ τοῦ Θεοῦ εἰς βουλήν.

CAP. XXVI.

Ἵππον ἐνταῦθά φησι τὸν ταχὺν εἰς μάθησιν σοφίας, καὶ δικαιοσύνης δεκτικὸν ἄνθρωπον· διʼ αἰνιγμάτων δὲ μαστίζει· ὄνῳ δὲ κέντρον· τὸν βραδὺν ἐν τούτοις τοῖς λόγοις σκληροῖς κεντᾷν, φόβον ἐμποιοῦπτας· ἔθνει δὲ ἄφρονι ῥάβδῳ τύπτεσθαι, τοὺς ἀναισθήτους οἰκέτας ἢ ὑποχειρίους ὁρίζεται· ἡ ῥάβδος γὰρ σύμβολόν ἐστι κολάσεως.

Ἐκ τῶν ποδῶν(23) αὐτοὺ, κ. τ.λ. Πόδας ἐνταῦθα τοὺς οἰκέτας φησίν· ὄνειδος δὲ ἐξ αὐτῶν ὁ δεσπότης ἑαυτῷ ποιεῖται, ὁ ἀποστέλλων λόγον διʼ ἀγγέλου ἄφρονος, ἢ βουλῆς, ἢ σοφίας, ἢ πρεσβείας, ἢ συμμαχίας, ἢ λόγων συμπαθείας. Ὁ γὰρ ἄφρων ἡττᾶται ἐν παντί· καὶ γὰρ ὁ Κύριος ἐν Εὐαγγελίοις φησίν· Οὐ δεῖ τοῖς κυσὶ διδόναι τὰ ἄγια, οὐδὲ βάλλεντοὺς μαργαρίτας ἔμπροσθεν τῶν χορυν.

20 ν. 28. ¹ ν. 26. τε. I ν. 22. ⁵⁴ ν, 5. ⁵ ν. c. ss Matth. v, 6. (22) Cod. ἀποῤῥίπτων.

Περίελε ἄφρονος ὁδὸν κακὴν, καὶ γνῶσιν ψευδῆ μακμὰν ποίησον ἀπʼ αὐτοῦ.

Ὁ μεταδιδοὺς ἄφρονι γνῶσιν, ὅμοιός ἐστι τῷ λίθον ἄτιμον ἐν σφενδόνῃ χρυσῇ προσπήξαντι· ἢ λίθον ἔντιμον ἐν σφενδόνῃ λιθοβολούσῃ λιθάσαντι.

Ἐὰν συντριβῇ ἡ ἔκστασις τῶν ἀφρόνων, καθʼ ἔν ἐξέστησαν Θεοῦ, πάλιν καθαροὶ γενόμενοι προσέρχονται τῷ Θεῷ· Πὅσα γὰρ σὸρξ ὄψεται τὸ Σωτήρον τοῦ Θεοῦ. Προσεκτέον δὲ ἐνταῦθα, ὅτι τὰς παχυνθείσας ψυχὰς ἀπὸ τῆς κακίας, σάρκας ἀφρόνων ὠνόμασεν· οὕτω καὶ ὁ Κύριός φησιν· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις, διὰ τὸ εῖἶναι αὐτοὺς σάρκας.

Ὁ ἀποβαλὼν, φησὶ, κακίαν αὐτοῦ, καὶ πρὸς αὐτὴν πάλιν ἐπιστρέψας, ὄμοιός ἐστι κυνὶ ἐσθίοντι τὸν ἴδιον ἐμετόν· οἶα ἦν ἡ τοῦ Λὼτ γυνὴ, καὶ πρὸς ὅν τὸ ἀκάθαρτον πνεῦμα ἐπέστρεψεν.

Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ψηφιζομένους τινὰς τῶν ἀναξίων ἐν ἱερωσύνῃ, ἢ ἐν κλήρῳ· οὐ γὰρ ἐκ τῶν καθʼ ἡμᾶς τις τὴν δικαιοκρισίαν καὶ ἐλευθερίαν τῆς Ἐκκλησίας ἐποιήσατο· ἢ ἡμετέρα ἐστὶν, ἀλλὰ Χριστοῦ, διʼ ἤν ἔκρινε δικαιώσας ἑαυτὸν σφαγῇ δοθῆναι, καὶ χυθῆναι τὸ οἶμα αὐτοῦ ὑπὲρ αὐτῆς· οὕτω καὶ ὁ πᾶς τις Ἐκκλησίας οἴακας ἐγκεχειρίσθαι ἐπιθυμῶν, ὀφείλει ἑαυτὸν ἐκδοῦναι, καὶ τῆς κέρκου τοῦ πονηροῦ κρατῆσαι, καὶ τοὺς ὑπὸ τὴν αὐτοῦ κακίαν ἐλευθερῶσαι, καὶ εἰς τὴν τοῦ Χριστοῦ ἐπίγνωσιν προσαγαγεῖν.

Ὡσπερ ἐν ξύλοις τὸ πῦρ, οὕτως ἐν πονηροῖς λογισμοῖς θάλλει καὶ καίει ὁ πρὸς τὰ πάθη τοῦ νοῦ θυμός· ὅπου δὲ οὐκ ἔστι δίθυμος, τουτέστι δίψυχος. Δὐλʼ ἢ τῷ Θεῷ, ἢ τῷ μαμμωνᾷ, ἡσυχασθήσεται ἐξ αὐτοῦ τὸ ἐν τοῦ ἑτέρου· ἢ τὸ τοῦ Θεοῦ πρόσταγμα νικῆσαν, τὸ τοῦ πονηροῦ τακήσεται, καὶ τῇ κακίᾳ προσειρηνεύσει· ἐὰν δὲ τὰ δύο ἕλοιτο, καὶ τῆς ζωῆς ἐκπέσοι, καὶ τῶν προσκαίρων στερηθήσεται.

Χείλη ἐνταῦθα τοὺς λογισμούς φησιν· ὁ δὲ τὰ χείλη τοῦ νοῦ μὴ ἀνοίγων κατὰ τοῦ πονηροῦ, πρὸς τὸν Θεὸν ἐξομολογούμενος τὰ κακὰ, ὅσα ἐνσπείρειεν αὐτῷ κατὰ τοῦ Θεοῦ, ἀλλὰ κρύπτει, λύπῃ καλύπτει ἑαυτοῦ καρδίαν, ἐξ ἀφροσύνης μὴ νομίζων ἔχειν ἁμάρτημα ἐν τούτοις· οὐκ εἰδὼς τὴν τοῦ Θεοῦ εὐσπλαγχνίαν· ὅτι μᾶλλον τοῖς οὕτως ὑπομένουσι καὶ ἐξαγγέλλουσιν αὐτῷ ταῦτα, στεφάνους ἀπονέμει ὡς καθʼ ἑκάστην ἀθλοῦσι διʼ αὐτόν.

CAP. XXVII.

Ἐμπαίζει, ἀντὶ τοῦ χαίρει, ἔλαβε· ψυχὴ γὰρ καθαρὰ, κατατρυφῶσα τῆς γνώσεως τῶν Γραφῶν, χαίρει ἐμπιπλαμένη· ψυχὴ δὲ ἀκάθαρτος, καὶ τὴν ψευδώνυμον γνῶσιν, ἀληθῆ πάντως νομίζει.

Ἢ τόπος καρδίας, ἀρετὴ καὶ γνῶσις, ἀφʼ ὧν ἀποξενωθεὶς ἄνθρωπος πίπτει εἰς κακίαν καὶ ἀγνωσίαν, καὶ γίνεται δοῦλος τῆς ἁμαρτίας ποιῶν αὐτήν· καθὸ γὰρ λογικός ἐστι, τόπος αὐτοῦ ἡ ἀρετή.

32 Gen. VI, 3. 33 v. 11. 34 v. 17. 35 V, 20. 36 v. 24.

Νσῦς ἀππαθὴης πεικίλοις τέρπεται, σοφίᾳ καὶ γνώσει, καὶ ὑμμνμδίᾳ νοῦς δὲ ἐμπαθὴς, ἐν ἀγνωσίᾳ καὶ κακίᾳ καταῤ ῤήγνυται, καὶ εἰς πτῶμα ἔρχεται δυσίατον καὶ ρμἔγοα.

Φίλος ἡ;μῶυ σεαὶ τῶν πρόπαλαι πατέρων, καὶ τῶν μεθʼ ἡμᾶς, ὸ Θεός ἐστιν· αὐτὸς γὰρ εἶπεν· Ἐμd ἐγκατέλιεεον σπηγὴν ὕδατος ῶντος, καὶ ὥρυξαν ἑαυτοῖς λάυερεαυς συντετριμμένους. — Ἐνταῦθεα ἀδελφὸς ὁ Χριπτός ἐστι κατὰ χάριν· εἰς δὲ τὸν οἶκον τοῦ ἀδελυφοῦ σου, ἄνευ τῶν ἐντολῶν, ὦν ἡμῖν δέδωκεν, εἷς ἐξουσίαν τοῦ εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, τουσέrτεν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, μὴ εἰσέλθῃς τυχῶντούτων· τοιοῦτος γὰρ ἦνκαὶ ὁεἰσελθὼν εἰς τὸν γάμμαν, μὴ ἔχων ἔνδυμα γάμου· δεθεὶς δὲ χεῖρας καὶ στδδας ἐξεβλήθη τοῦ γάμου. — Ἀδελφὸςἡμῶν ἐνταεῦθακ ὁ τῶν ἀγγέλων χορός ἐστι· κατὰ τήν τῶν ἀγγέλων φύσιν πρὸ τῆς παραβάσεως καὶ πτώσεως ὁ διάβολος τῶν ἀγγέλων καὶ ἡμῶν ὑπῆρχε· φίλος δὲ ἡμῶν ἐστιν ὁ Θεός· κρεῖσσον δὲ τῷ ἐγγυτέρῳ καὶ ἀληθινῷ Θεῷ ἡμῶν καὶ φίλῳ ἐγγὺς καὶ πλησιεστέρως οἰκεῖν, ἢ τῷ μακρὰν ἀπʼ αὐτοῦ ἑαυτὸν ποιήσαντι δεαβόλῳ, ὡς ἀδελφῷ ὑπείκειν, εἰς τὸ συναπολέσθαι αὐτῷ. — Κρείσσων ὁ συναπτόμενός μοι διὰ τῆς ἀληθοῦς γνώσεως, ὑπὲρ τὸν συναπτόμενόν μοι μόνον διὰ τῆς φύσεως.

Τοῦ ἀνθρώπου οἶκος, ἡ ἀρετή ἐὰν οὖν μὴ σπουδαίως ταύτης ἐπιμελῆται, ἐν καιρῷ πειρασμῶν ἐκπίπτει αὐτῆς.

Συκῆ ἐνταῦθα ἡ δικα.οσύνη ἡ τοῦ Θεοῦ ἐστιν, ἤν οἱ φυτεύοντες ἐν ἑαυτοῖς, καὶ ἑτέροις μετάφυτα διδόντες, τὸν καρπὸν αὐτῆς φάγονται ἐκ χειρὸς Κυρίου τοῦ μόνου δικαίου καὶ τὴν δικαιοσύνην βραβεύσαντος· καὶ τοῖς τὴν δικαιοσύνην αὐτοῦ φυλάξασι σὺν ἑαυτῷ συντάττων, ἀπονέμει δικαιοσύνην, τὴν καὶ ἀγγέλους δικαιοῦσαν, ἐν τῇ ἀτρέπτῳ τῆς δικαιοσύνης λαμπρότητι· ὅς δὲ φυλάσσει τὸν λόγον τοῦ Κυρίου, τὸν Κύριον φυλάσσει ἐν τῇ καρδίᾳ αὐτοῦ ἀχώριστον εἶναι ἀπʼ αὐτοῦ· τιμηθήσεται δὲ οὐ μόνον ἐντεῦθεν ὑπὸ τῶν ἀγγέλων, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι ὑπὸ τοῦ τῶν ἀγγέλων δημιουργοῦ.

Οἶον, οὐκ ἀτιμάζων τὸν ἄφρονα ἀποστήσεις τῆς θφφροσύνης, ἀλλὰ διδάσκων αὐτὸν ὁποίας ἀτιμίας ἡ ἀφροσύνη γίνεται πρόξενος· ὁ γὰρ εἰς πρόσωπον ἶλεγχος, ἀναισχυντότερον ποιεῖ τὸν ἁμαρτάνοντα. Τῶν ἀοῦ Θεοῦ ῥημάτων, τὰ μὲν εἰς υἱῶν ζωὴν, τὰ δὲ εἰς θεραπόντων γέγραπται.

CAP. XXVIII.

Εἰ ἔστιν ἀνδρεῖος ἐν ἀσεβείαις, ἔστιν ἀνδρεῖος καὶ ἐν ἀρεταῖς· καὶ εἰ ὁ ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχοὺς, ὁ ἀνδρεῖος ἐν ἀρεταῖς παρακαλεῖ πτωχούς· οὐκοῦν πᾶς ὁ παρακαλῶν πτωχοὺς ἐν ἀσεβείαις συμπράττειν, συκοφαντεῖ αὐτοὺς πρὸς τὸν Θεὸν, τουτέστιν ἀντιδιαβάλλει, ὅπως συναπολεσθῶσιν αὐτῷ.

Ὁ λαῦρος ὑετὸς οὐ μόνον τοὺς καρποὺς ἀπόλλυσιν, ἀλλὰ καὶ τὸ πρόσωπον τῆς γῆς, τὸ τοὺς καρποὺς διδοῦν, ἐξεδαφίζει· ἔστι δὲ καὶ ὑετὸς εἰρηνικὸς, ποιῶν 39 v. 9. 40 v. 10. 41 Jer. 11, 13. 42 v. 15. 43 v, 18. ⁴⁴ v. 22. 45, 27, 46 v, 3. εὐθαλὲς τὸ πρόσωπον τῆς γῆς, καὶ τρέφων καὶ ζωογονῶν τοὺς ἐν αὐτῇ καρπούς· καὶ ὁ μὲν λαῦρος, διὰ τὴν ἀπώλειαν τῶν καρπῶν ἀποκτείνει τοὺς ἀνθρώπους, ὁ δὲ εἰρηνικὸς, διὰ τῶν καρπῶν ζωογονεῖ.

Ἐστι καὶ νόμος παράνομος, καὶ νόμος δίκαιος· καὶ ὁ μὲν παράνομος τοὺς αὐτῷ πειθομένους ἀπολεῖ· ὁ δὲ δίκαιος οὐ μόνον μακρότητα ἡμερῶν δωρεῖται, ἀλλὰ καὶ βασιλείας οὐρανῶν πρόξενος γίνεται τοῖς αὐτῷ ὑπείκουσιν, ὅτι τοῦ Θεοῦ ἐστι· πᾶς δὲ ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ τὸν νόμον αὐτοῦ, καὶ ποιεῖ τὰ τοῦ νόμου· πᾶς δὲ ὁ ποιῶν τὸν νόμον, ἀπάθειαν κτᾶται καὶ γνῶσιν Θεοῦ· εἰ δὲ οἱ ἀγαπῶντες τὸν νόμον, παραβάλλουσιν ἑαυτοῖς τεῖχος, νῦν τεῖχος τὴν ἀπάθειαν σημαίνει καὶ τὴν γνῶσιν τοῦ Θεοῦ, ἅπερ μόνα πέφυκε φυλάσσειν τὴν φύσιν τὴν λοφικήν.

Εἰ πλοῦτος ἀσεβῶν κακία, ἄνδρες δὲ σοφοὶ ἀπολέσουσιν αὐτὸν, δῆλον ὡς κακίαν ἀπολλύουσιν οἱ δίκαιοι καὶ σοφοὶ, διὰ τῆς πνευματικῆς διδασκαλίας τοὺς ἀκαθάρτους πρὸς ἀρετὴν ἐπανάγοντες.

Οὐχ ὁ νόμος βδελύσσεταί τινος τὴν προσευχὴν, Ἀλλ’ ὁ δεδωκὼς τὸν νόμον Θεὸς, τοῦ ἐκκλίνοντος τὸ οὖς αὐτοῦ, καὶ μὴ εἰσακούειν ποιοῦντος τοῦ νόμου καὶ ὁ Παῦλός φησι· Προειδοῦσα δὲ ἡ ῥαφὴ τὰ μέλλον, ἀντὶ τοῦ, Ὁ τὴνΤραφὴν δεδωκώς προῇδειτὸ μέλλον.

Ὁ τὰ ἐνσπειρόμενα ἐν τῇ καρδίᾳ αὐτοῦ ὑπὸ τοῦ πονηροῦ κακὰ, μὴ ἐξαγγέλλων αὐτὰ Κυρίῳ τῷ Θεῷ ἢ θεοφιλεῖ ἀνθρώπῳ (24), οὐκ εὐοδωθήσεται ἐν τῇ κατὰ τοῦ πονηροῦ νίκῃ· ὁ δὲ Pξαγγέλλων ἀγαπηθήσεται ὑπὸ τοῦ Θεοῦ καὶ τῶν ἀγγέλων αὐτοῦ· καὶ ὁ Ἰάκωβός φησιν· Ἀλλήλοις ἐξαγγέλλετε τὰ παραπτώματα ὑμῶν, ὅπως Ἰαθῆτε· καὶ ὁ αλμῳδὸς αἶπεν· Ἐξαγτρεύσω κατʼ ἐμοῦτὴν άνομίανμου Κυρίῳ, καὶσὐ ἀφῆκας τὴν ἀσέβοαντῆς καρδίας μου.

Αἱ πρόσοδοι τοῦ πονηροῦ βασιλέως, εἰσὶν αἱ κακίαι καὶ τὰ ψευδῆ δόγματα· ταῦτα γὰρ αὐτῷ προσοδεύουσιν οἱ βασιλευόμενοι ὑπʼ αὐτοῦ· συκοφαντοῦνται δὲ τῷ Θεῷ οἴ τῷ πονηρῷ πειθαρχοῦντες· ὅτι οὐ τῷ Θεῷ, ἀλλὰ τῷ ἐχθρῷ αὐτοῦ τῷ διαβόλῳ ὑπόκεινται· ἐπεὶ δὲ ὁ Θεὸς μισεῖ τὸν διάβολον διὰ τὰ ἔργα αὐτοῦ τὰ πονηρὰ, αὐτὸσ πάλιν διὰ τῶν ἔργων αὐτοῦ συκοφαντεῖ τοὺς ἀνθρώπους πρὸς τὸν Θεόν· ὁ δὲ μισῶν ἀδικῆσαι τὴν ψυχὴν αὐτοῦ, τὸν μακρὸν τοῦ ἀπεράντου αἰῶνος χρόνον βιώσεται.

Ἄνδρα ἐνταῦθα φονέα τὸν διάβολόν φησιν· ὁ δὲ ἐγγυώμενος τὴν ἀδικίαν, ἐγγυᾶται τὸν Σατανᾶν. ὑπισχνούμενος αὐτῷ ἐκεῖνος, τοὺς τῆς ἀδικίας ἀποδώσειν καρπούς. —. Ἔθνος παράνομον, τὰ δόγματs τῶν δαιμόνων ἐστὶν, οἶς οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός· υἱὸν δὲ τὸν νοῦν φησιν· ὁ δὲ ἐποχὴν ποιῶν τοῦ νοῦ τοῦ μὴ παραρίπτεσθαι ἐν τῇ τοῦ πονηροῦ ἔθνους κακίᾳ, ὡς περιτραχήλιον κόσμον προξενεῖ λαβεῖν τῇ ¹ « 4. s⁶ ν. s ⁴ ν. s. ⁵ Cal. m, 8. V e, 1I5. Jac. ν, 16. Psal. ααX, 5. ⁵⁴ ν. 16. ἰδίᾳ ψυχῇ ἄφθαρτον ἐκ χειρὸς Κυρίου.

Ὁ καθαίρων ἑαυτὸν ἐκ τῶν παθῶν, καὶ ἐργαζόμενος τὰς ἐντολὰς τοῦ Θεοῦ, τοῦ ψυχοτρόφου ἄρτου σοφίας καὶ γνώσεως Θεοῦ ἐμπλησθήσεται· ὁ δὲ διώκων σχολὴν τοῦ μὴ ποιεῖν τὰς ἐντολὰς τοῦ Θεοῦ, πλησθήσεται πενίας.

Οἱ νῦν ἐλεήμονες, ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεηθέντες ὑπὸ τοῦ Θεοῦ, καὶ γενόμενοι ἄγγελοι, ἄρξουσι τῶν βασκάνων καὶ πλουσίων ἀσεβῶν· τοιοῦτον δὲ ἀξίωμα καὶ τοῖς μαθηταῖς αὐτοῦ ὑπέσχετο δώσειν Κύριος, τὸ καθίσαι αὐτοὺς ἐπὶ δώδεκα θρόνων, κρίνοντας δώδεκα φυλὰς τοῦ Ἰσραήλ· θρόνος δέ ἐστιν ἐν ᾧ ὁ νοῦς καθέζεται, πλήρης γνώσεως πνευματικῆς, τοὺς πλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπισυνἀγουσα· τὸ δὲ κρίνειν ἐνταῦθα, τὸ διδάσκειν σημαίνει· ὡς καὶ τὸ, tνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντα ὑγιῶς, ἀντὶ τοῦ, δίδασκε· ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι ὁ ἐλεήμων κρατήσας τοῦ βασκάνου, αὐτὸς μὲν οὐ γενήσεται βάσκανος, ἐλεήμονα δὲ μᾶλλον ποιήσει τὸν βάσκανον.

Ἐὰν ἀποθῶνται οἱ ἀσεβεῖς τὸ εἶναι ἀσεβεῖς, γενήσονται δίκαιοι· ἡ γὰρ ἀπώλεια νῦν τὴν ἀναίρεσιν τῆς ἀσεβείας σημαίνει· οὕτω καὶ Ματθαῖον τοῦ τσλωνείου ἀπολέσας ὁ Κύριος, δικαιοσύνην αὐτῷ ἐχαρίσατο· πληθύνονται γὰρ οἱ δίκαιοι, ὅταν οἱ ἀσεβεῖς καταλείψωσι τὴν ἀσέβειαν, καὶ σὺν τοῖς δικαίοις γενήσονται δίκαιοι· στένουσι δὲ καὶ οἱ δίκαιοι καὶ ὀδυνῶνται, ὁρῶντες τοὺς ἀσεβεῖς ἐν τόπῳ τῆς ἀσεβείας ἱσταμένους, καὶ μὴ μετανοοῦντας.

CAP. XXIX.

Κυρίου ἐλέγχων, ἢ ὁ ἐν σκληρᾷ καρδίᾳ παραινῶν καὶ ὑπισχνούμενος συναπολαῦσαι αὐτῷ τῶν ἐν κακίᾳ· ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ ἐν τῇ ὀρέξει τῶν παθῶν, ὁ ἐπὶ πάντας θάνατος, ἐπελθὼν ἐπὶ τοὺς κατʼ αὐτῶν συμπράκτορας, οὐκ ἔστιν ἴασις τῇ ψυχῇ αὐτῶν· οὐκ ἶπεν δὲ, ὅτι παυσαμένης τῆς φλογὸς σὐκ ἔσται ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔσται ἴασις, ὡς ἔχοττος δηλονότι τὰ τῶν παθῶν ὑπεκκαύματα, ξύλα, χόρτον, καλάμην· εἴπερ καὶ τοῖς καιομένοις μετὰ τὸν καυτῆρα πέφυκεν ἡ ὑγίεια προσγίνεσθαι.

Ἐγκωμιαζομένων τῶν δικαίων ὑπὸ τοῦ Κυρίου ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, οἱ τῆς αὐτῶν μερίδος λαοὶ εὐφρανθήσονται· ὅσοι δέ εἰσιν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, οὗτοι πάντως τότε στένουσιν.

Πατέρα ἐνταῦθα τὸν Θεόν φησιν· ὁ δὲ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς κατὰ Χριστὸν ἐπονομαζομένους, ἐν ἔργῳ καὶ λόγῳ καὶ σοφίᾳ ἑπομένους τε καὶ μιμουμένους αὐτὸν, θεωρῶν αὐτοὺς, εὐφραίνεται ἐπʼ αὐτοῖς· ποιμὴν δέ ἐστιν ἀγαθὸς νοῦς, ἀπαθεῖς λογισμοὺς κεκτημένος· εἷ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστι λογισμὸς ἐμπαθής· καὶ πρόβατόν ἐστι λογισμὸς ἀπαθής· διὸ καὶ τοὺς ἔριφους sree, I9 ¹ ν. s2. ⁵ Luc. XXa, 30. Prov. καXI, 9. e, e7. ⁵ ν, 1. ν, s. ⁶ . 3. ὁ Κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰδὲ πρόβατα ἐκ δοξιῶν· ἐρίφους λέγων τοὺς κεκτημένους λογισμοὺς ἐμπαθεῖς· οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια, ζιζάνια προσηγόρευσε· καὶ τοὺς τὸν σἶτον ἔχοντας, σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον· 8 Ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην.

Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικὴν διὰ τῶν ἐντολῶν αὐτοῦ· ὁ δὲ παράνομος Ἀντίχριστος, πρὸς ἀπώλειαν ἐρεθίζει τὸ γένος τῶν ἀνθρώπων.

Ἐν παντὶ τὸ κρίνειν, διδάσκειν λέγεται· καὶ γὰρ ὁ μεταξὺ δύο ἢ καὶ πλειόνων, περὶ ἑνὸς πράγματος κρίνων, διδάσκει τὸ δίκαιον, καὶ ἀπέχεσθαι ἀδικίας· ὡσαύτως καὶ ἐπὶ ἀρετῶν, καὶ ἐπὶ πᾶν ὁτιοῦν ἀγαθὸν, τὸ κρίνειν διδάσκειν λέλεκται· ἄνδρα δὲ ἐνταῦθα κρίνειν ἔθνη, τὸν Πέτρον φησὶ, τὸν τὴν οἰκουμένην δδάξαντα τὴν εἰς Χριστὸν πίστιν καὶ εὐσέβειαν (25) καὶ Παῦλον, καὶ τοὺς λοιποὺς μετέπειτα διδασκάλους· ἄνδρα δὲ φαῦλον, τοὺς κατὰ Θευδᾶν καὶ Ἰούδαν, καὶ Σαμοσατέα (2β), καὶ τοὺς τούτων ὁμόφρονας· ἐπὶ δὲ τὸν φαῦλόν (27) φησινὁ Δαυῖδ· Καὶ ἐπ αὐτὸν γελάσππται, καὶ ἐροῦσιν· Ἰδρὺ ἄνθρωπος, ὅς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ.

Ἀνδρες αἱμάτων οἱ δαίμονές εἰσιν, οἱ τοὺς ἐν Χριστῷ ζῶντας ἐκχύσει αἵματος ἀποκτείναντες· οἱ δὲ εὐθεῖς ἐκζητήσουσι ψυχὴν αὐτοῦ· οὗτοι οἱ τα αὐτῶν πρακτέα καὶ νενοημένα ποιῆσαι καὶ νοῆσαι βουλόμενοι.

Ὁντως ὁ ἄφρων ἀκράτητον ἔχει τὸν θυμὸν αὐτοῦ· οὗτος δὲ ταμιεύεται κατὰ μέρος, ἤγουν ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασι. Καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τοῦτο· πρὸς δὲ τοὺς σποῦ· δαίους, ὁ διὰ τῆς μακροθυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος.

Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητὴς ὁ Κύριος ἐν τῇ βασιλείᾳ· τοῖς δὲ παρανομήσασιν, ἐξηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει.

Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρὸς, παρίστησι τὸ, Ἐὰν γὰρ καὶ νοήσῃ οὐχ ὑπακούσεται· ὁ γὰρ κατὰ φύσιν σκληρὸς, οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ· τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τὸν Ἰσραὴλ. καὶ οὐ λόγοις ἀλλὰ μάστιξι παιδευθέντα.

βἰ τὸ κατασπαταλᾶν, ἁμαρτάνειν ποιεῖ, πᾶς δὲ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας· ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ οὐκ ὀλίγα ἐφʼ ἑαυτῷ ὀδυνηθήσεται.

Υβριστὰς ταπεινοῖ Κύριος, ταπεινοῖς δὲ δίδωσι δόξαν.—βριν τὴν κακίαν φησίν· ὕβριν δὲ καὶ ταπείνωσιν ἀπωλείας προξενεῖ ἡ κακία τοῖς πράττουσιν αὐτὴν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τοὺς δὲ ταπεινόφρονας ssICor. XIo, 4. ⁵⁶ ν. 4. e. . s.ss P.al. n, 8, ⁵ ν. I. ?⁶ ν, 11. ¹ e (t. ? Prov. αXα, I9. τ e. 19. ⁴ ν. 2I. ν. 23. ἡ δόξα, ἥν ἐδόξαζον τὸν Θεὸν ἐν ὕμνοις κπὶ τηρήσει τῶν ἐντολῶν αὐτοῦ, δοξάσει αὐτούς· δόξα γὰρ Θεοῦ τὸ ποιεῖν τὰς ἐντολὰς αὐτοῦ· καθὼς αὐτός φησινὸ Κύριος ἀλλʼ ῆ, Τοὸς δοξάίοντάςμε δοξάσω ἡ δὲ κακία ὕβριν λογικῆς ψυχῆς προξενεῖ.

Κλέπτην οὐκ ἄλλον τινὰ, εἰ μὴ τὸν διάβολον λέγει ὁ δὲ μεριζόμενος, ἤγουν μέρος μὲν τῶν τοῦ Θεοῦ προσταγμάτων τηρῶν, μέρος δὲ τοῦ πονηροῦ ποιῶν, οὗτος μισεῖ τὴν ἑαυτοῦ ψυχήν· μικρὸν γὰρ ὅσον καὶ τέλειον αὐτὸν κλέψας ὁ διάβολος, θύσει ἑαυτῷ. Ὁ κλέπτης γὰρ, σησὶν, οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέόῃ καὶ θύσῃ, καὶ ἀπελέσῃ. — Ὅρκον εἶπε τὸν νόμον ὥσπερ γὰρ ὁ ὅρκος τίθησι τὸν Θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει Θεὸν εἰς ψυχήν· καὶ ὸν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία Θεὸν ἐκ ψυχῆς, οὕτω καὶ ἡ παρανομία ἐκβάλλει Θεὸν ἀπʼ αὐτῆς. Ἐὰν οὖν, φησὶ, τόμου τεθέντος ἀκούσαντες μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους, ὑποσκελισθήσονται πρὸς ἀπώλειαν· οὕτω φησὶ καὶ ὁ Δαυῖδ· Ἐλαα· Ἐξαγορεύσω κατʼ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σύ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου· καί· Λέγε σύ πρῶτος τὰς dμαρτίας σου, έκα δικαιωθῇς· καὶ πάλιν ὁ Σολομῶν φησιν· Ὁ ἐπικαλύπτων ἀσέβειαν αὐτοῦ, οὐκ ἀγαπηθήσεται.

Ὅσοι κατορθοῦμεν τὰς ἐντολὰς, θεραπεύομεν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ ἡγούμενοι ἡμῶν (28), ἀπʼ ἀρχῆς λαβόντες ἡμᾶς, ὅτε διεμέριζεν ὁ rψιστος ἔθνη , καὶ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ · ἐν δὲ τῷ θεραπεύειν ἡμᾶς τοὺς ἡγουμένους ἡμῶν ἀγγέλους, ἐν τῷ θελήματι τοῦ Κυρίου, ἐν τῇ κρίσει δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ Κυρίου ἐν ἐκείνῃ τῆ ἡμέρᾳ, ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσυνῃ εἴ γε πᾶσαν τὴν κρίσιν ὁ Πατὴρ δέδωκε τῷ Υἱῷ.

CAP. XXXI.

Ἀνδρεία ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθʼ ἢν τῶν ἀντικειμένων αὕτη κεκράτηκεν ἐχθρῶν.

Νικήσαντες τὴν ἀντικειμένην δύναμιν, σκυλεύομεν αὐτὴν, τοὺς περὶ αὐτῆς λόγους μανθάνοντες· ἵνα τὰ κατʼ αὐτὴν φαῦλα δῆλα ποιήσαντες, ἀπαγίδευτοι μένωσι, μὴ μόνον οἱ ἁπλούστεροι, ἀλλὰ καὶ οἱ συλαγωγηθέντες ῥᾳδίως ἐκφεύγωσιν ἀπʼ αὐτῆς.

Μηρύεται τὸ ἔριον καὶ λίνον ψυχὴ, τοὺς περὶ ἐμψύχων καὶ ἀψύχων λόγους γυμνάζουσα· ἢ τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς ἐξετάζουσα λόγους· ἢ τὴν περὶ σωμάτων καὶ ἀσωμάτων θεωρίανδιὰ τῆς πρακτικῆς ἕλκουσα πρὸς αὐτὴν ἕξεως.

Ἡ καὶ τὴν ἐκ νυκτὸς ἀνισταμένην ψυχὴν, γρηγοροῦσαν εὐρίσκτι ὁ τῆς δικαιοσύνης ἥλιος νυμφίος· πάντως δὲ καὶ προσευχομένην τοῦ μὴ ἐμπεσεῖν εἰς πειρασμὸν, λέγουσαν τὸ, Ἡγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος· βρῶμα δέ ἐστι ψυχῆς, ἡ μελέτη τῶν θείων λόγων· ἔργα δὲ, αἱ ἀρεταί·

IReg. , 3. ¹ ν. 24. ν. 26. s ν. 10. ¹ ν. 1I.