Fragmenta In Jeremiam (E Philocalia) Origenes Erich Klostermann University of Leipzig European Social Fund Saxony Gregory Crane Monica Berti Gregory R. Crane Editor-in-Chief, Perseus Digital Library Digital Divide Data Corrected and encoded the text Matt Munson Project Manager (University of Leipzig) Annette Geßner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Greta Franzini Project Manager (University of Leipzig), 2013-2014 Frederik Baumgardt Technical Manager (University of Leipzig), 2013-2015 Simona Stoyanova Project Manager (University of Leipzig), 2015 Project Assistant (University of Leipzig), 2013-2014 University of Leipzig tlg2042.tlg084.opp-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2014 University of Leipzig Germany Origenes Werke Erich Klostermann Origenes J. C. Hinrichs'Sche Buchhandlung Leipzig 1901 3 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek German Corrected metadata, added ref, expanded pb. Put citations in headers.
Die Fragmente aus der Philokalie. A = cod.Patm. 270 saec. X. B = cod. Ven. 47 saec. XI. C = cod. Paris. Suppl. 615 saec. XIII. D = cod. Ven. 122 saec. XIV.
Vgl. Hom. 21, 2 und 39,1. Ro 33 codd. ABD

{Ὥσπερ δὲ πάντα τὰ τοῦ θεοῦ δωρήματα εἰς ὑπερβολὴν μείζονά ἐστι τῆς θνητῆς ὑποστάσεως, οὕτω καὶ ὁ ἀκριβὴς λόγος τῆς περὶ πάντων τούτων σοφίας, παρὰ τῷ θεῷ τῷ καὶ οἰκονομήσαντι ταῦτα γραφῆναι τυγχάνων, θέλοντος τοῦ πατρὸς τοῦ λόγου γένοιτο ἂν ἐν τῇ ἄκρως μετὰ πάσης φιλοτιμίας καὶ συναισθήσεως τῆς ἀνθρωπίνης ἀσθενείας τῆς περὶ τὴν κατάληψιν τῆς σοφίας κεκαθαρμένῃ ψυχῇ. εἰ δέ τις προπετέστερον ἑαυτὸν ἐπιδῴη, μὴ συνιδὼν τὸ ἀπόρρητον τῆς σοφίας τοῦ θεοῦ καὶ τοῦ »ἐν ἀρχῇ« »πρὸς τὸν θεὸν« λόγου, καὶ αὐτοῦ θεοῦ ὄντος, καὶ ὅτι κατὰ τὸν λόγον καὶ θεόν, καὶ κατὰ τὴν παρ᾿ αὐτῷ σοφίαν, ταῦτα καὶ ζητητέον καὶ εὑρετέον, ἀνάγκη τὸν τοιοῦτον εἰς μυθολογίας καὶ φλυαρίας ἐκπίπτοντα καὶ ἀναπλασμοὺς τῷ περὶ ἀσεβείας ἑαυτὸν ὑποβάλλειν κινδύνῳ. διόπερ μνημονευτέον καὶ τῆς παρὰ τῷ Σολομῶντι ἐν τῷ Ἐκκλησιαστῇ περὶ τῶν τοιούτων ἐντολῆς, λέγοντι· »μὴ σπεύσῃς τοῦ ἐξενεγκεῖν λόγον πρὸ προσώπου τοῦ θεοῦ· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω· διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι«.}

Ro 34

Πρέπει δὲ τὰ ἅγια γράμματα πιστεύειν μηδεμίαν κεραίαν ἔχειν κενὴν Hom. 21,2 σοφίας θεοῦ· ὁ γὰρ ἐντειλάμενος ἐμοὶ τῷ ἀνθρώπῳ καὶ λέγων· »οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός«, πολλῷ πλέον αὐτὸς οὐδὲν κενὸν ἐρεῖ. 14 Vgl. Joh. 1, 1. — 20 Pred. Sal. 5, 1.— 24 Exod. 34, 20. 6 Nr. I. vgl. Einleitung | 7—22 Woher? | 13 ἐπιδιδῷ Α ἐπιδῷ D | συνειδὼν Α | 15 καὶ1] 〈 Β | λόγον] + ἂν Β | 23—S. 196, 7 Vgl. Hom. 21, 2 in Jerem. 29, 6—9 (Hieronymus: Hom. II, 2 = H) 23 δὲ] 〈 Η | μηδεμίαν] ne unum quidem H | 25 πλέον ΑΒ plus H μᾶλλον D. »ἐκ« γὰρ »τοῦ πληρώματος αὐτοῦ« λαβόντες οἱ προφῆται λέγουσι· διὸ πάντα πάντα πνεῖ αὐτῶν ἀπὸ πληρώματος· καὶ οὐδέν ἐστιν ἐν προφητείᾳ ἢ νόμῳ ἢ εὐαγγείῳ ἢ ἀποστόλῳ, ὃ οὐκ ἔστιν ἀπὸ πληρώματος διὰ τοῦτο ἐπεί ἐστιν ἀπὸ πληρώματος, πνεῖ τοῦ πληρώματος τοῖς ἔχουσιν ὀφθαλμοὺς βλέποντας τὰ τοῦ πληρώματος, καὶ ὦτα ἀκούοντα τῶν ἀπὸ πληρώματος, καὶ αἰσθητήριον τῆς εὐωδίας τῶν ἀπὸ πληρώματος πνεόντων.

Ἐὰν δέ ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς νοήματι ὄντι Hom. 39,1 καλῷ λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου, αἰτιῶ σαυτόν. μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσκόμματος καὶ τὴν πέτραν τοῦ σκανδάλου ἔχειν νοήματα ὥστ᾿ ἂν γενέσθαι | | κατὰ τὸ εἰρημένον· »καὶ ὁ πιστεύων οὐ καταισχυνθήσεται«. πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν.

Hom. 39, 1. 2. Ro 58 codd. ABC

Περὶ τῶν ἐν τῇ θείᾳ γραφῇ δοκούντων ἔχειν τι λίθου προσκόμματος ἢ πέτρας σκανδάλου. ἐν τῇ λθ΄ ὁμιλίᾳ τῶν εἰς τὸν Ἱερεμίαν, εἰς τὸ »οὐκ ἠδύνατο κύριος φέρειν ἀπὸ προσώπου πονηρίας ὑμῶν«.

Ἐάν ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς νοήματι ὄντι καλῷ >λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου<, αἰτιῶ σαυτόν· μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσκόμματος καὶ τὴν πέτραν 1 Vgl. Joh. 1, 16.— 9 Vgl. Röm. 9, 32f. I Petr. 2, 7 (Jes. 8, 14). — 11 Röm. 9, 33 Jes. 28, 16. — 17 Jerem. 51, 22. — 20 Vgl. Röm. 9, 32f. I Petr. 2, 7 (Jes. 8,14). 1 λέγουσι] ea, quae crant de plenitudine sumta, cecinerunt: et H | 2 πάντα— πληρώματος] sacra volumina spiritum plenitudinis spirant H | αὐτῶν Blass Koetschau | 3 ἢ1—3] sive in H | πληρώματος] + divinae majestatis H | 4 ἐπεὶ— πληρώματρος2] spirant hodieque in sanctis scripturis plenitudinis verba. Spirant autem H | τοῦ] 〈 Β | 5 ἔχουσιν] + et H | 5/6 καὶ—πληρώματος] 〈 Β | 6/5 αἰσθητήριον—πνεόντων] nares ad ea, quae sunt plenitudinis sentienda H | 7 πνεόντων Blass | 8—13 Vgl. Hom. 39, 1 = Ro 58f. | 8f. 10 προσκώψης u. προσκώμματος Α | 10 ἀφελπίσης Α | 13 τὸ D τὸν ΑΒ | 19—S. 197, 3 Ἐὰν— ἁγίαν] = Ro 34 | 21 ἀφελπίσης ΑΒ* | καὶ] ἢ C. τοῦ σκανδάλου ἔχειν νοήματα ὥστ᾿ ἂν γενέσθαι τὸ εἰρημένον· »καὶ ὁ πιστεύων οὐ καταισχυνθήσεται«. πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν. εἰ γὰρ ἡμεῖς ἐντολὴν ἐλάβομεν μὴ λέγειν >ῥῆμα ἀργόν, ὡς δώσοντες περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως<, καὶ ὅση δύναμις φιλοτιμούμεθα πᾶν ῥῆμα τὸ ἐξιὸν ἐκ τοῦ στόματος ἡμῶν ποιεῖν ἐργάζεσθαι καὶ ἐν ἡμῖν τοῖς λέγουσι καὶ ἐν τοῖς ἀκούσουσι· τί χρὴ νοεῖν περὶ τῶν προφητῶν, ἢ ὅτι πᾶν ῥῆμα λαληθὲν διὰ τοῦ στόματος αὐτῶν ἐργατικὸν ἦν; καὶ οὐ θαυμαστόν, εἰ πᾶν [τὸ] ῥῆμα τὸ λαλούμενον ὑπὸ τῶν προφητῶν εἰργάζετο ἔργον τὸ πρέπον ῥήματι. ἀλλὰ γὰρ οἶμαι ὅτι καὶ πᾶν θαυμάσιον γράμμα τὸ γεγραμμένον ἐν τοῖς λογίοις τοῦ θεοῦ ἐργάζεται. καὶ οὐκ ἔστιν »ἰῶτα ἓν ἢ μία κεραία« γεγραμμένη ἐν τῇ γραφῇ, ἥτις τοῖς ἐπισταμένοις χρῆσθαι τῇ δυνάμει τῶν γραμμάτων οὐκ ἐργάζεται τὸ ἑαυτῆς ἔργον.

Ro 59

Ὥσπερ δὲ ἐπὶ τῶν βοτανῶν ἑκάστη μὲν ἔχει | δύναμιν εἴτε εἰς τὴν ὑγίειαν τῶν σωμάτων εἴτε εἰς ὁτιδήποτε, οὐ πάντων δέ ἐστιν ἐπίστασθαι εἰς ὃ ἑκάστη τῶν βοτανῶν ἐστι χρήσιμος, ἀλλ᾿ εἴ τινες ἐπιστήμην εἰλήφασιν, οὗτοι οἱ περὶ τὰς βοτάνας διατρίβοντες ἵνα εἰδῶσι καὶ πότε παραλαμανομένη καὶ ποῦ τῶν σωμάτων ἐπιτιθεμένη καὶ τίνα τρόπον σκευαζομένη ὀνίνησι τὸν χρώμενον, οὕτως οἱονεὶ βοτανικός τις πνευματικός ἐστιν ὁ ἅγιος, ἀναλεγόμενος ἀπὸ τῶν ἱερῶν γραμμάτων ἕκαστον ἰῶτα καὶ ἕκαστον τὸ τυχὸν στοιχεῖον, καὶ εὑρίσκων τὴν δύναμιν τοῦ γράμματος, καὶ εἰς ὅ, τι ἐστὶ χρήσιμον, καὶ ὅτι οὐδὲν παρέλκει τῶν γεγραμμένων. εἰ δὲ βούλει καὶ δευτέρου ἀκοῦσαι εἰς τοῦτο παραδείγματος, ἕκαστον μέλος τοῦ σώματος ἡμῶν ἐπί τινι ἔργῳ ὑπὸ τοῦ τεχωίτου θεοῦ γεγένηται· ἀλλ᾿ οὐ πάντων ἐστὶν εἰδέναι τίς ἡ εκάστου τῶν μελῶν μέχρι τῶν τυχόντων δύναμις καὶ χρεία. οἱ γὰρ περὶ τὰς ἀνατομὰς πραγματευσάμενοι τῶν ἰατρῶν δύναυται λέγειν ἕκαστον καὶ τὸ ἐλάχιστον μόριον, εἰς τί χρήσιμον ὑπὸ τῆς προνοίας γεγένηται. νόει μοι τοίνυν καὶ τὰς γραφὰς τοῦτον τὸν τρόπον πάσας βοτάνας ἢ ἓν τέλειον λόγου σώμα· εἰ δὲ σὺ μήτε βοτανικὸς εἶ τῶν γραφῶν μήτε ἀνατο- 1 Röm. 9, 33 Jes. 28, 16. — 4 Vgl. Matth. 12, 36. — 12 Vgl. Matth. 5, 18. 3 ἁγίαν] 〈 C | 4 ὡς] 〈 Α | 4/5 λόγον περὶ αὐτοῦ δώσοντες C | 5 φιλοτι- μώμεθα Α | 6 πᾶν] + τὸ1 ΑΒ | 8 διὰ τοῦ] ἐκ ΑC | ἐργαστικὸν C | 9 τὸ 〈 Hu | 16 ὕγειαν ΑC | 19 εἰδῶσι] εἴδωσι ABC w. e. sch. ἴδωσι Hu | σωματικῶν Α | 21 βοτανικὸς—ἅγιος] τις βοτανιός ἐστιν ὁ ἅγιος καὶ πνευματικός AC | 22 ἕκαστον ἰῶτα καὶ] 〈 Α | 26 θεοῦ] 〈 C | 29 ἰατρῶν] + οὐ C | 30 μόριον] μέρος C | εἰς τί] ἐστι Β. μεὺς εἶ τῶν προφητικῶν λόγων, μὴ νόμιζε παρέλκειν τι τῶν γεγραμμένων, ἀλλὰ σαυτὸν μᾶλλον ἢ τὰ ἑερὰ γράμματα αἰτιῶ, ὅτε μὴ εὑρίσκεις τὸν λόγον τῶν γεγραμμένων. τοῦτό μοι τὸ προοίμιον εἴρηται καθολικῶς χρήσιμον εἶναι δυνάμενον εἰς ὅλην τὴν γραφήν, ἵνα προτρπῶσιν οἱ θέλοντες προσέχειν τῇ ἀναγνώσει μηδὲν παραπέμπεσθαι ἀνεξέταστον καὶ ἀνεξερεύνητον γράμμα.

2/3 ἀλλὰ—γεγραμμένων] 〈 C | 2 μᾶλλον] μόνον Β | 3 εὑρίσκης Β* εὑ- ρίσκεις Β?