Historia Ecclesiastica Sozomenus, Salaminius Hermias Robert Hussey Google Digital Humanities Awards Program Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Trustees of Tufts University Medford, MA Perseus Project Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License Sozomeni Ecclesiastica Historia Sozomenus, Salaminius Hermias Robert Hussey Oxford E Typographeo Academico 1860 1-2 Hathi Trust Greek Latin
ΛΟΓΟΣ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΘΕΟΔΟΣΙΟΝ, ΚΑΙ ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ.

ΦΑΣΙ τῶν πάλαι αὐτοκρατόρων ἐπιμελές τι χρῆμα γενέσθαι, τοῖς μὲν φιλοκόσμοις, ἁλουργίδα καὶ στέφανον, καὶ τὰ τούτοις παραπλήσια: τοῖς δ̓ αὖ περὶ λόγους σπουδάσασι, μυθώδη τινὰ ποίησιν, ἢ σύγγραμμα θέλγειν δυνάμενον: τοῖς δὲ τὰ περὶ πόλεμον ἀσκοῦσι, βέλος εὐστόχως ἀφεῖναι, καὶ θῆρας βάλλειν,

ἢ δόρυ ἀκοντίζειν, ἢ εἰς ἵππον ἅλλεσθαι. Προσήγγελλον δὲ ἑαυτοὺς τοῖς βασιλείοις ἕκαστος, ἐπιτηδεύων ὃ τῷ κρατοῦντι φίλον ἐτύγχανεν: ὁ μὲν, δυσπόριστον ψηφίδα προσφέρων, ἕτερος δὲ λαμπροτέραν βαφὴν ἁλουργίδος ὑποτιθέμενος: ὁ δὲ ποίημα ἢ σύγγραμμα προσφωνῶν: ἄλλος δὲ εὔζωνον καὶ ξένον τὸν περὶ τὰ ὅπλα τρόπον εἰσηγούμενος. Μέγιστον δὲ καὶ βασιλικὸν ἐνομίζετο, ταυτησὶ τῆς δημώδους ἀρετῆς μόριον ἓν κεκτῆσθαι τὸν πάντων ἡγούμενον. Εὐσεβείας δὲ, τοῦ ἀληθοῦς κόσμου τῆς βασιλείας, οὐδενὶ τοσοῦτος λόγος ἐγένετο.

Σὺ δὲ, ὦ κράτιστε βασιλεῦ Θεοδόσιε, συλλήβδην εἰπεῖν, πᾶσαν ἐπήσκησας ἀρετὴν διὰ Θεοῦ. Ἁλουργίδα δὲ καὶ στέφανον πρὸς τοὺς θεωμένους, σύμβολον τῆς ἀξίας περικείμενος, ἔνδοθεν ἀεὶ τὸν ἀληθῆ κόσμον τῆς βασιλείας ἠμφίεσαι, τὴν εὐσέβειαν καὶ τὴν φιλανθρωπίαν. Ὅθεν ἑκάστοτε ποιηταὶ καὶ συγγραφεῖς, καὶ τῶν σῶν ὑπάρχων οἱ πλείους, καὶ τῶν λοιπῶν ὑπηκόων, περί σε καὶ τὰς σὰς πράξεις πονοῦσιν.

Ἀγωνοθέτης δὲ καὶ λόγων κριτὴς προκαθήμενος, οὐ κομψῇ τινὶ φωνῇ καὶ σχήματι κλέπτεις τὴν ἀκρίβειαν: ἀλλ̓ εἰλικρινῶς βραβεύεις, λέξιν οἰκείαν σκοπῶν τῇ προθέσει τοῦ γράμματος, καὶ σχῆμα λόγου, καὶ μέρη, καὶ τάξιν, καὶ ἁρμονίαν, καὶ φράσιν καὶ συνθήκην, καὶ ἐπιχειρήματα, καὶ νοῦν, καὶ ἱστορίαν.

Ἀμείβῃ δὲ τοὺς λέγοντας τῇ τε κρίσει τῇ σῇ καὶ τοῖς κρότοις, καὶ χρυσαῖς εἰκόσιν, ἀναθέσει ἀνδριάντων, καὶ δώροις, καὶ τιμαῖς παντοδαπαῖς. Οἷον δὲ σαυτὸν περὶ τοὺς λέγοντας παρέχεις, οὐ τοιοῦτοι Κρητῶν οἱ πάλαι ἐγένοντο περὶ τὸν ἀοίδιμον ἐκεῖνον Ὅμηρον: ἢ Ἀλευάδαι περὶ Σιμωνίδην, ἢ Διονύσιος ὁ Σικελίας τύραννος περὶ Πλάτωνα τὸν Σωκράτους ἑταῖρον ἢ Φίλιππος ὁ Μακεδὼν περὶ Θεόπομπον τὸν συγγραφέα, καὶ Σευῆρος ὁ Καῖσαρ περὶ Ὀππιανὸν, τὸν ἐν τοῖς μέτροις τῶν ἰχθύων τὰ γένη καὶ τὴν φύσιν καὶ τὴν θήραν ἀφηγησάμενον.

Κρῆτες μὲν γὰρ ἐν χιλίοις νομίσμασιν Ὅμηρον ἀμειψάμενοι τῆς εὐεπείας, ὡς ἀνυπέρβλητον φιλοτιμίαν αὐχοῦντες, ἐν στήλῃ δημοσίᾳ τὴν δωρεὰν ἐγράψαντο. Ἀλευάδαι δὲ καὶ Διονύσιος καὶ Φίλιππος οὐκ ἂν στεγανώτεροι Κρητῶν ἐγένοντο, τῶν ἐπὶ πολιτείᾳ ἀτύφῳ καὶ φιλοσόφῳ σεμνυνομένων: ἀλλὰ τάχος ἂν τὴν ἐκείνων στήλην ἐμιμήσαντο, εἰ μὴ κατόπιν ἦσαν τῇ δωρεᾷ. Σευῆρος δὲ μετρίας ποιήσεως χρυσοῦν κατὰ στίχον Ὀππιανῷ δωρησάμενος, οὕτω τῇ φιλοτιμίᾳ κατέπληξεν,

ὡς χρυσᾶ ἔπη τὰ Ὀππιανοῦ εἰς ἔτι νῦν παρὰ ταῖς πολλοῖς ὀνομάζεσθαι. Ταῦτα τῶν πάλαι φιλομαθῶν καὶ φιλολόγων τὰ δῶρα. Σὺ δὲ, ὦ βασιλεῦ, οὐδενὶ τῶν πώποτε ὑπερβολὴν κατέλιπες ἐν ταῖς περὶ τοὺς λόγους φιλοτιμίαις: καί μοι δοκεῖς οὐκ ἀπεικότως τοῦτο ποιεῖν. Πάντας γὰρ νικῆσαι ταῖς ἀρεταῖς σπουδάζων, εἰς ἐπίδοσιν ἄγεις τὰ σὰ, καθότι τῶν πάλαι κατωρθωμένων Ἕλλησί τε καὶ Ῥωμαίοις τὴν ἱστορίαν ἠκρίβωσας.

Φασὶ δέ σε μεθ̓ ἡμέραν μὲν τὰ περὶ τὰ ὅπλα καὶ τὸ σῶμα ἀσκεῖν, καὶ τὰ τῶν ἀρχομένων διατάττειν πράγματα, δικάζοντά τε, καὶ ἃ χρὴ γράφοντα, ἰδίᾳ τε καὶ κοινῇ τὰ πρακτέα σκοποῦντα: νύκτωρ δὲ τὰς βίβλους περιέπειν. Διακονεῖν δέ σοι λόγος πρὸς τὴν τούτων εἴδησιν λύχνον, ἐκ μηχανῆς τινὸς αὐτομάτως τῇ θρυαλλίδι ἐπιχέοντα τὸ ἔλαιον: ὡς ἂν μηδὲ εἷς τῶν περὶ τὰ βασίλεια, ἐν τοῖς σοῖς πόνοις ταλαιπωρεῖν ἀναγκάζοιτο,

καὶ τὴν φύσιν βιάζηται πρὸς τὸν ὕπνον μαχόμενος. Οὕτω τις φιλάνθρωπος καὶ πρᾷος, καὶ πρὸς τοὺς πέλας καὶ πρὸς πάντας ὑπάρχεις, τὸν οὐράνιον βασιλέα τὸν σὸν προστάτην μιμούμενος, ᾧ φίλον ἐστὶν ἐπὶ δικαίους καὶ ἀδίκους ὕειν,

καὶ τὸν ἥλιον ἀνατέλλειν, καὶ τὰ ἄλλα ἀφθόνως παρέχειν. Ὑπὸ γοῦν πολυμαθίας, ὡς εἰκὸς, ἀκούω σὲ καὶ λίθων εἰδέναι φύσεις, καὶ δυνάμεις ῥιζῶν, καὶ ἐνεργείας ἰαμάτων, οὐχ ἧττον ἢ Σολομὼν ὁ Δαβὶδ ὁ σοφώτατος.

Μᾶλλον δὲ κἀκείνου πλεονεκτεῖς ταῖς ἀρεταῖς. Ὁ μὲν γὰρ δοῦλος γενόμενος τῶν ἡδονῶν, οὐ μέχρι τέλους τὴν εὐσέβειαν διεφύλαξε, τὴν αἰτίαν τῶν ἀγαθῶν καὶ τῆς σοφίας αὐτῷ γενομένην. Σὺ δὲ, ὦ κράτιστε, τὸν ἐγκρατῆ λογισμὸν ἀντιτάξας τῇ ῥαστώνῃ, εἰκότως νομίζῃ, μὴ μόνον ἀνθρώπων αὐτοκράτωρ εἶναι, ἀλλὰ καὶ τῶν παθῶν τῆς ψυχῆς καὶ τοῦ σώματος.

Εἰ δὲ δεῖ καὶ ταῦτα λέγειν, πυνθάνομαί σε καὶ παντὸς ὄψου καὶ ποτοῦ τὴν ἐπιθυμίαν νικᾷν: καὶ μήτε σῦκα γλυκερὰ, ποιητικῶς εἰπεῖν, μὴτ̓ ἄλλο τι τῶν ὡραίων ἑλεῖν σε δύνασθαι, πλὴν ὅσον ἐπιψαῦσαι καὶ μόνον ἀπογεύσασθαι, πρότερον εὐλογήσαντα τὸν πάντων δημιουργόν. Δίψους δὲ καὶ πνίγους καὶ ῥίγους κρατεῖν ἐθισθεὶς ἐν ταῖς καθ̓ ἡμέραν ἀσκήσεσι, φύσιν ἔχειν νομίζῃ τὴν ἐγκράτειαν.

Πρώην γέτοι τὴν ἐν Πόντῳ πόλιν Ἡρακλέους ἐπώνυμον σπεύδων ἰδεῖν, καὶ ἐγεῖραι τῷ χρόνῳ κάμνουσαν, ὥρᾳ θέρους τὴν διὰ Βιθυνῶν ᾔεις ὁδόν. Τοῦ δὲ ἡλίου σφόδρα φλέγοντος περὶ μέσην ἡμέραν, ἰδὼν σέ τις τῶν δορυφόρων ἱδρῶτι πολλῷ καὶ κονιορτῷ πεφυρμένον, ὡς δὴ χαριούμενος, φθάσας προσεκόμισέ σοι φιάλην εὖ μάλα λαμπρῶς πρὸς τὰς ἀκτῖνας ἀντιστίλβουσαν, ἡδὺν αὐτῇ τινὰ ποτὸν ἐμβαλὼν, καὶ ψυχρὸν ὕδωρ ἐπιχέας. Σὺ δὲ, ὦ κράτιστε, προσδεξάμενος, ἐπῄνεσας μὲν τῆς προθυμίας τὸν ἄνδρα, καὶ δῆλος ἦσθα μετ̓ οὐ πολὺ τοῦτον φιλοτιμίᾳ βασιλικῇ καλῶς ποιήσων. Πάντων δὲ τῶν στρατιωτῶν πρὸς τὴν φιάλην κεχῃνότων, καὶ μακαριούντων ὃς πίεται, πάλιν αὐτῷ, ὦ γενναῖε, τὸ ποτὸν ἀπέδωκας, καὶ ὅπου φίλον αὐτῷ κεχρῆσθαι ἐκέλευσας.

Ὥστε μοι δοκεῖ εἰκότως ταῖς σαῖς ἀρεταῖς νενικῆσθαι καὶ Ἀλέξανδρον τὸν Φιλίππου: ᾧ λέγεται παρὰ τῶν ἐκεῖνον θαυμαζόντων, δἰ ἀνύδρου τόπου βαδίζοντι μετὰ τῶν Μακεδόνων, ἐπιμελῆ στρατιώτην ὕδωρ εὑρόντα ἀρύσασθαι καὶ προσκομίσαι: τὸν δὲ μὴ πιεῖν, ἀλλὰ ἐκχέαι

τὸ πόμα. Συνελόντα οὖν εἰπεῖν, τῶν πρὸ σοῦ βασιλέων βασιλικώτερόν σε κυρίως καλεῖν ἐστὶ κατὰ τὸν Ὅμηρον. Τοὺς μὲν γὰρ, οὐδὲν οἷον ἄγασθαι κεκτημένους παρειλήφαμεν: τοὺς δὲ ἐπὶ ἑνὶ μόλις ἢ δύο τὴν βασιλείαν σεμνύνοντας. Σὺ δὲ, ὦ κράτιστε, πάσας ὁμοῦ συλλαβὼν τὰς ἀρετὰς, πάντας ὑπερεβάλου εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ φιλοτιμίᾳ καὶ μεγαλοψυχίᾳ βασιλικῇ πρεπούσῃ ἀξίᾳ.

Ἀναίμακτον δὲ καὶ καθαρὰν φόνου, πάντων τῶν πώποτε γενομένων, μόνην τὴν σὴν ἡγεμονίαν ἅπας αἰὼν αὐχεῖ. Ἡδονῇ δὲ τὰ σπουδαῖα τοὺς ὑπηκόους παιδεύεις,

εὐνοίᾳ τε καὶ αἰδοῖ τὴν περὶ σὲ σπουδὴν καὶ τὰ κοινὰ ἐνδείκνυσθαι. Ὥστε μοι πάντων ἕνεκεν ἀναγκαῖον καταφαίνεται Ἐκκλησιαστικὴν Ἱστορίαν συγγράφοντι, σοὶ προσφωνῆσαι. Τίνι γὰρ μᾶλλον οἰκειότερον τοῦτο ποιήσω, πολλῶν καὶ θεσπεσίων ἀνδρῶν ἀρετὴν ἀφηγῆσθαι μέλλων, καὶ τὰ συμβάντα περὶ τὴν καθόλου ἐκκλησίαν, ὅσοις τε ἐχθροῖς ὑπαντήσασα, εἰς τοὺς σοὺς καὶ τῶν σῶν πατέρων λιμένας κατῆγεν.

Ἄγε οὖν, ὦ πάντα εἰδὼς, καὶ πᾶσαν ἀρετὴν ἔχων, καὶ μάλιστα τὴν εὐσέβειαν, ἣν ἀρχὴν εἶναι σοφίας ὁ θεῖος ἐστὶ λόγος, δέχου παῤ ἐμοῦ ταύτην τὴν γραφὴν, καὶ ἐξέτασον, καὶ τὰς τῆς σῆς ἀκριβείας προσθέσεις καὶ ἀφαιρέσεις προσαγαγὼν, τοῖς σοῖς πόνοις κάθαρον. Πάντως γὰρ ὅπῃ ἄν σοι φίλον δοκοῖ, ταύτῃ καὶ τοῖς ἐντυγχάνουσι χρήσιμον καὶ λαμπρὸν φανεῖται:

οὐδ̓ ἐπιθήσει τις δάκτυλον τῇ δοκιμασίᾳ τῇ σῇ. Πρόεισι δέ μοι ἡ γραφὴ ἀπὸ τῆς Κρίσπου καὶ Κωνσταντίνου τῶν Καισάρων τρίτης ὑπατείας, μέχρι τῆς ἑπτακαιδεκάτης τῆς σῆς. Ἔδοξε δέ μοι καλῶς ἔχειν εἰς ἐννέα μέρη τὴν πᾶσαν πραγματείαν διελεῖν. Περιέξει δὲ ὁ πρῶτος καὶ δεύτερος τόμος τὰ ἐπὶ Κωνσταντίνου συμβάντα ταῖς ἐκκλησίαις. Ὁ δὲ τρίτος καὶ τέταρτος τὰ ἐπὶ τῶν αὐτοῦ παίδων. Ὁ δὲ πέμπτος καὶ ἕκτος τὰ ἐπὶ Ἰουλιανοῦ τοῦ ἀνεψιοῦ τῶν παίδων τοῦ μεγάλου Κωνσταντίνου, καὶ Ἰοβιανοῦ, καὶ προσέτι Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος.

Ὁ δὲ ἕβδομος καὶ ὄγδοος ἡμῖν δηλώσει τόμος τὰ ἐπὶ Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ τῶν ἀδελφῶν, μέχρι τῆς ἀναρρήσεως Θεοδοσίου τοῦ θεσπεσίου σου πάππου: ἐσότε δὴ ὁ ὑμέτερος, κράτιστε βασιλεῦ, ἀοίδιμος πατὴρ Ἀρκάδιος τὴν πατρῴαν ἡγεμονίαν διαδεξάμενος, ἅμα τῷ εὐσεβεστάτῳ σου θείῳ Ὁνωρίῳ,

τὴν Ῥωμαίων οἰκουμένην ἰθύνειν ἔλαχε. Τὸ δὲ ἔννατον βιβλίον ἀνατέθεικα τῇ φιλοχρίστῳ καὶ εὐαγεστάτῃ ὑμῶν κορυφῇ: ἣν ἐς ἀεὶ φυλάττοι Θεὸς ἐν ἀκλονήτοις εὐθυμίαις, κατευμεγεθοῦσαν ἐχθρῶν, καὶ πάντας ἔχουσαν ὑπὸ πόδας, καὶ εἰς παῖδας παίδων παραπέμπουσαν τὴν εὐσεβῆ βασιλείαν, κατανεύοντος τοῦ Χριστοῦ: δἰ οὗ καὶ μεθ̓ οὗ, τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας, ἀμήν.

Τὸ Προοίμιον τῆς βίβλου, ἐν ᾧ διαπορεῖ περὶ τοῦ Ἰουδαϊκοῦ ἔθνους, καὶ μνεῖα τῶν πρώτως ἀρξαμένων ἀρχῆθεν τῆς τοιαύτης πραγματίας, καὶ ὅπως, καὶ ἐκ ποίων τὴν ἱστορίαν ἠρανσατο: καὶ ὡς τῆς ἀληθείας φροντίσει, καὶ ἄλλα τινὰ ἡ ἱστορία περιέξει.

ἜΝΝΟΙΑ μοι ποτὲ ἐγένετο, τί δὴ ἄρα τοῖς μὲν ἄλλοις ἀνθρώποις ἑτοιμοτέρα συνέβη ἡ περὶ τὸν θεὸν Λόγον πίστις, Ἑβραίοις δὲ δύσπιστος: καίτοι τὰ θεῖα πρεσβεύειν ἐξ ἀρχῆς παρειληφόσι, καὶ τὰ περὶ τῆς παρουσίας τοῦ Χριστοῦ ὅπως ἔσται,

πρὶν γένηται, μαθοῦσι διὰ τῶν προφητῶν. Ἀβραὰμ μὲν γὰρ αὐτοῖς ἀρχηγὸς τοῦ γένους καὶ τῆς περιτομῆς γενόμενος, αὐτόπτης καὶ ἑστιάτωρ ἠξίωται εἶναι τοῦ υἱοῦ τοῦ Θεοῦ. Ἰσαὰκ δὲ ὁ τούτου παῖς, τῇ μιμήσει τετίμηται τῆς ἐπὶ τοῦ σταυροῦ θυσίας, δέσμιος παρὰ τοῦ πατρὸς τῷ βωμῷ προσαχθεὶς, ᾗ συνέβη καὶ τὸ τοῦ Χριστοῦ γενέσθαι πάθος, ὡς φασὶν οἱ τὰς ἱερὰς ἀκριβοῦντες γραφάς.

Ἰακὼβ δὲ τὴν ἐπ̓ αὐτῷ νῦν οὖσαν προσδοκίαν τῶν ἐθνῶν, καὶ τὸν καιρὸν καθ̓ ὃν ἦλθε προεμήνυσεν, ἡνίκα, φησὶν, ἐκλείψουσιν οἱ ἡγούμενοι τῶν Ἑβραίων ἐκ τοῦ γένους Ἰούδα τοῦ φυλάρχου. Ὑπεδήλου δὲ τὴν ἡγεμονίαν Ἡρώδου, ὃς Ἰδουμαῖος ὢν τὸ γένος ἐκ πατρὸς, Ἀράβιος δὲ κατὰ μητέρα, ἐπετράπη τὸ τῶν Ἰουδαίων ἔθνος ὑπὸ τῆς συγκλήτου Ῥωμαίων καὶ Αὐγούστου Καίσαρος.

Καὶ τῶν ἄλλων δὲ προφητῶν, οἱ μὲν τὴν Χριστοῦ γένναν προεκήρυξαν, καὶ τὴν ἄφραστον ἐκείνην κύησιν, καὶ μητέρα μετὰ τόκον παρθένον μείνασαν, καὶ γένος καὶ πατρίδα: οἱ δὲ τὰς θείας αὐτοῦ καὶ παραδόξους πράξεις: ἄλλοι δὲ πάθος, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ τὸ ἐπὶ ἑκάστῳ συμβὰν προεσήμαναν. Ἀλλὰ ταῦτα μὲν εἴ τω ἠγνόηται, οὐ χαλεπὸν εἰδέναι ταῖς ἱεραῖς ἐντυχόντι βίβλοις.

Καὶ Ἰώσηπος δὲ ὁ Ματθίου ὁ ἱερεὺς, ἀνὴρ παρά τε Ἰουδαίοις καὶ Ῥωμαίοις ἐπιδοξότατος γενόμενος, ἀξιόχρεως ἂν εἴη μάρτυς τῆς περὶ Χριστοῦ ἀληθείας. Ἄνδρα μὲν γὰρ αὐτὸν ἀποκαλεῖν ὀκνεῖ, ὡς παραδόξων ἔργων ποιητὴν, καὶ διδάσκαλον λόγων ἀληθῶν: Χριστὸν δὲ περιφανῶς ὀνομάζει, καὶ τῷ σταυρῷ καταδικασθῆναι, καὶ τριταῖον ζῶντα φανῆναι. Καὶ ἄλλα μυρία θαυμάσια περὶ αὐτοῦ προειρῆσθαι τοῖς θείοις προφήταις οὐκ ἀγνοεῖ. Πολλοὺς δὲ ὄντας οὓς ἐπηγάγετο Ἕλληνάς τε καὶ Ἰουδαίους, ἐπιμεῖναι ἀγαπῶντας αὐτὸν μαρτυρεῖ, καὶ τὸ ἀπ̓ αὐτοῦ ὠνομασμένον μὴ ἐπιλεῖψαι φῦλον.

Καί μοι δοκεῖ ταῦτα ἱστορῶν μονονουχὶ βοᾷν ἀναλόγως τοῖς ἔργοις, Θεὸν εἶναι τὸν Χριστόν: ὑπὸ δὲ τοῦ παραδόξου πράγματος καταπλαγεὶς, ὡδίπως μέσος παρέδραμε, μηδὲν τοῖς εἰς αὐτὸν πιστεύσασιν ἐπισκήψας, μᾶλλον δὲ καὶ συνθέμενος. Ταῦτά μοι λογιζομένῳ θαυμαστὸν εἰκότως κατεφαίνετο, μὴ τοὺς Ἑβραίους φθάσαι, καὶ πρὸ τῶν ἄλλων ἀνθρώπων εἰς Χριστιανισμὸν μεταβαλεῖν.

Εἰ γὰρ καὶ Σιβύλλα καὶ χρησμοί τινες τῶν ἐπὶ τῷ Χριστῷ συμβεβηκότων, τὸ μέλλον προεμήνυσαν, οὐ παρὰ τοῦτο δήπου πᾶσιν Ἕλλησιν εἰς δυσπιστίαν ἐγκαλεῖν ἐστίν. Ὀλίγοι γὰρ οἳ παιδείᾳ διαφέρειν ἐδόκουν, τὰς τοιαύτας ᾔδεσαν προφητείας,

ἐμμέτρους τε ὡς ἐπὶ τὸ πολὺ οὔσας, καὶ σεμνοτέραις πρὸς δῆμον λέξεσι πεφρασμένας. Ἦν δὲ ἄρα, ὡς ἐμοὶ δοκεῖ, τῆς ἄνωθεν προμηθείας, ἐπὶ συμφωνίᾳ τῶν ἐσομένων, μὴ μόνον ἰδίοις προφήταις ἐνηχῆσαι τὸ μέλλον, ἀλλὰ καὶ ὀθνείοις ἐκ μέρους: ὥσπερ εἴ τις μελοποιὸς διὰ χρείαν παραξένου μέλους, τὰς περιττὰς τῶν χορδῶν ἐπιδράμοι τῷ πλήκτρῳ, ἢ ταῖς οὔσαις ἑτέρας προσθείη. Ὡς μὲν οὖν Ἑβραῖοι πλείοσι καὶ σαφεστέραις προφητείαις χρησάμενοι περὶ τῆς παρουσίας Χριστοῦ, κατόπιν Ἑλλήνων ἐγένοντο περὶ τὴν εἰς αὐτὸν πίστιν, ἀπόχρη τοσοῦτον εἰπεῖν.

Οὐ μὴν οὐδ̓ οὕτω παρὰ λόγον δόξειε, διὰ τῶν ἄλλων ἐθνῶν εἰς τὰ μάλιστα τὴν ἐκκλησίαν ἐπιδοῦναι. Πρῶτον μὲν, καθότι φιλεῖ ὁ Θεὸς τὰς ἐκ παραδόξου μεταβάσεις βραβεύειν ἐπὶ τοῖς θείοις καὶ μεγίστοις πράγμασιν: ἔπειτα δὲ, οὐ ταῖς τυχούσαις ἀρεταῖς τῶν ἐξ ἀρχῆς προστάντων αὐτῆς οἰκονομηθεῖσαν ἐστὶν εὑρεῖν τὴν θρησκείαν.

Εἰ γὰρ καὶ γλῶσσαν πρὸς φράσιν ἢ κάλλος λέξεως ἠκονημένην οὐκ εἶχον, οὐδὲ λέξεσιν, ἢ γραμμικαῖς ἀποδείξεσι τοὺς ἐντυγχάνοντας ἔπειθον, οὐ παρὰ τοῦτο χεῖρον αὐτοῖς ἐπράχθη τὸ σπουδαζόμενον: ἀλλ̓ ἀποδυόμενοι τὰς οὐσίας, καὶ τῶν οἰκείων ἀμελοῦντες, ἀνασκολοπιζόμενοί τε, καὶ ὡς ἐν ἀλλοτρίοις σώμασι τὰς πολλὰς καὶ χαλεπὰς βασάνους δεχόμενοι, καὶ μήτε τῶν κατὰ πόλιν δήμων καὶ ἀρχόντων ταῖς κολακείαις ὑπαγόμενοι, μήτε ταῖς ἀπειλαῖς ἐκπληττόμενοι, δῆλον πᾶλον πᾶσιν ἐποίησαν, ὡς ὑπὲρ μεγίστων ἄθλων τὸν ἀγῶνα τοῦτον ὑπομένουσιν. Ὥστε οὐδὲ πειθοῦς ἔδει λόγων, ἀκονιτὶ τῶν πραγμάτων κατ̓ οἴκους καὶ πόλεις πιστεύειν βιαζομένων, ἃ μὴ πρότερον ἀκηκόασι.

Τοσαύτης οὖν θείας καὶ παραδόξου μεταβολῆς τῇ οἰκουμένῃ συμβάσης, ὡς καὶ τῆς προτέρας θρησκείας καὶ τῶν πατρίων νόμων ἀμελῆσαι, ἢ δεινὸν ἂν εἴη, τὸν μὲν ἐν Καλυδῶνι κάπρον, καὶ τὸν ἐν Μαραθῶνι ταῦρον, καὶ ἄλλα τοιαῦτα κατὰ χώρας ἢ πόλεις γινόμενα, ἢ μυθευόμενα, τοσαύτης ἀξιωθῆναι σπουδῆς, ὡς πολλοὺς τῶν παῤ Ἕλλησιν εὐδοκιμωτάτων συγγραφέων περὶ ταῦτα πονῆσαι, φύσεως εὖ ἔχοντας γράφειν, ἐμὲ δὲ μὴ τὴν φύσιν βιάσασθαι καὶ ἐκκλησιαστικὴν ἱστορίαν συγγράψαι.

Πέπεισμαι γὰρ, ὡς ὑποθέσεως οὐκ ἐξ ἀνθρώπων δημιουργηθείσης, παραδόξως ἀναφανῆναί με συγγραφέα, οὐκ ἄπορον τῷ Θεῷ. Ὡρμήθην δὲ τὰ μὲν πρῶτα, ἀπ̓ ἀρχῆς ταύτην συγγράψαι τὴν πραγματείαν. Λογισάμενος δὲ ὡς καὶ ἄλλοι ταύτης ἐπειράθησαν μέχρι τῶν κατ̓ αὐτοὺς χρόνων, Κλήμης τε καὶ Ἡγήσιππος, ἄνδρες σοφώτατοι, τῇ τῶν ἀποστόλων διαδοχῇ παρακολουθήσαντες, καὶ Ἀφρικανὸς ὁ συγγραφεὺς, καὶ Εὐσέβιος ὁ ἐπίκλην Παμφίλου, ἀνὴρ τῶν θείων γραφῶν καὶ τῶν παῤ Ἕλλησι ποιητῶν καὶ συγγραφέων πολυμαθέστατος ἵστωρ: ὅσα μὲν τῶν εἰς ἡμᾶς ἐλθόντων ταῖς ἐκκλησίαις συνέβη μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ Χριστοῦ, μέχρι τῆς Λικιννίου καθαιρέσεως, ἐπιτεμόμενος ἐπραγματευσάμην ἐν βιβλίοις δύο.

Νῦν δὲ, σὺν θεῷ φᾶναι, τὰ μετὰ ταῦτα διεξελθεῖν πειράσομαι. Μεμνήσομαι δὲ πραγμάτων οἷς παρέτυχον, καὶ παρὰ τῶν εἰδότων ἢ θεασαμένων ἀκήκοα, κατὰ τὴν ἡμετέραν καὶ πρὸ ἡμῶν γενεάν. Τῶν δὲ περαιτέρω, τὴν κατάληψιν ἐθήρασα ἀπὸ τῶν τεθέντων νόμων διὰ τὴν θρησκείαν, καὶ τῶν κατὰ καιρὸν συνόδων, καὶ νεωτερισμῶν, καὶ βασιλικῶν καὶ ἱερατικῶν ἐπιστολῶν: ὧν αἱ μὲν, εἰς ἔτι νῦν ἐν τοῖς βασιλείοις καὶ ταῖς ἐκκλησίαις σώζονται: αἱ δὲ, σποράδην παρὰ τοῖς φιλολόγοις φέρονται.

Τούτων δὲ τὰ ῥητὰ περιλαβεῖν τῇ γραφῇ πολλάκις ἐννοηθεὶς, ἄμεινον ἐδοκίμασα, διὰ τὸν ὄγκον τῆς πραγματείας, τὴν ἐν αὐτοῖς διάνοιαν συντόμως ἀπαγγεῖλαι: πλὴν εἰ μήτι τῶν ἀμφιλόγων εὑρήσομεν, ἐφ̓ ὧν διάφορός ἐστι τοῖς πολλοῖς δόξα.

Τηνικαῦτα γὰρ εἰ εὐπορήσω τινὸς γραφῆς, παραθήσομαι ταύτην εἰς ἀπόδειξιν τῆς ἀληθείας. Ἵνα δὲ μή τις ἀγνοίᾳ τῶν ὄντων καταψηφίσηται ψεῦδος τῆς πραγματείας, ἐναντίαις ἴσως ἐντυχὼν γραφαῖς, ἰστέον ὡς προφάσει τῶν Ἀρείου δογμάτων καὶ τῶν ὕστερον ἀναφυέντων, διαφερόμενοι πρὸς ἀλλήλους οἱ τῶν ἐκκλησιῶν ἄρχοντες, ἕκαστοι περὶ ὧν ἐσπούδαζον, πρὸς τοὺς ὁμοδόξους ἔγραφον: καὶ καθ̓ ἑαυτοὺς συνιστάμενοι κατὰ συνόδους, ἐψηφίζοντο ἅπερ ἠβούλοντο: καὶ τῶν τἀναντία δοξαζόντων, πολλάκις ἐρήμην κατεδίκαζον: καὶ τοὺς κατὰ καιρὸν βασιλέας, καὶ τοὺς ἀμφ̓ αὐτοὺς δυναμένους περιέποντες, ὡς εἶχον δυνάμεως, ἔπειθον, καὶ ὁμόφρονας αὐτοῖς κατεσκεύαζον: εἰς ἀπόδειξίν τε τοῦ δόξαι σέβειν ὀρθῶς, οἱ μὲν τοῖς, οἱ δὲ ἐκείνοις προστιθέμενοι, συναγωγὴν ἐποιήσαντο τῶν ὑπὲρ τῆς οἰκείας αἱρέσεως φερομένων ἐπιστολῶν,

καὶ τὰς ἐναντίας παρέλιπον. Ὃ δὴ σκολιὰν ἡμῖν λίαν κατεσκεύασε τὴν εὕρεσιν τῶν περὶ ταῦτα συμβάντων. Ἐπεὶ δὲ μάλιστα τῆς ἀληθείας ἐπιμελεῖσθαι χρεὼν διὰ τὸ τῆς ἱστορίας ἀκίβδηλον, ἀναγκαῖον ἐφάνη μοι, ὡς οἷόν τε ἦν, πολυπραγμονῆσαι καὶ τὰς τοιαύτας γραφάς. Εἰ τοίνυν καὶ στάσεις ἐκκλησιαστικῶν πρὸς ἑαυτοὺς περὶ προεδρίας ἢ προτιμήσεως τῆς οἰκείας αἱρέσεως διεξέλθω, μήτῳ φορτικὸν ἢ ἐθελοκάκου προαιρέσεως εἶναι δόξῃ τοιαῦτά με ἱστορεῖν.

Πρῶτον μὲν γὰρ, ὡς εἴρηται, πάντα δεύτερα ποιεῖσθαι τῆς ἀληθείας τὸν συγγραφέα προσήκει, ἔπειτα δὲ τὸ δόγμα τῆς καθόλου ἐκκλησίας γνησιώτατον ὅτι μάλιστα φανεῖται, πολλάκις μὲν ταῖς ἐπιβουλαῖς τῶν ἐναντία δοξαζόντων δοκιμασθέν: οἷα δὲ θεόθεν τὸ κρατεῖν λαχὸν, αὖθις εἰς τὴν οἰκείαν ἐπανελθὸν δύναμιν, καὶ πάσας τὰς ἐκκλησίας καὶ τὰ πλήθη πρὸς τὴν οἰκείαν

ἀλήθειαν ἐπισπασάμενον. Βουλευομένῳ δέ μοι, εἰ ὧν ἔγνων μόνα προσῆκεν ἀναγράψαι τὰ γενόμενα περὶ τὴν ἐκκλησίαν ἀνὰ τὴν Ῥωμαίων ἀρχὴν, ἔδοξεν εὖ ἔχειν, ἐφ̓ ὅσον ἐφικέσθαι δυνήσομαι, καὶ τὰ παρὰ Πέρσαις καὶ βαρβάροις συμβάντα ἐπὶ τῇ θρησκείᾳ ἱστορήσειν: οὐκ ἀνοίκειον δὲ εἶναι τῆς ἐκκλησιαστικῆς ἱστορίας, ἐν τῇδε τῇ πραγματείᾳ διεξελθεῖν, καὶ τίνες ποτὲ ἦσαν οἱ ὥσπερ πατέρες καὶ εἰσηγηταὶ γενόμενοι τῶν καλουμένων μοναχῶν, καὶ οἱ μετ̓ αὐτοὺς κατὰ διαδοχὰς, ὧν ἴσμεν ἢ ἀκηκόαμεν, εὐδοκιμήσαντες.

Οὔτε γὰρ ἀχάριστοι δόξομεν εἶναι πρὸς αὐτοὺς, ἀμνηστίᾳ παραδεδωκότες τὴν αὐτῶν ἀρετὴν, οὔτε ἀπείρως ἔχειν τῆς κατ̓ αὐτοὺς ἱστορίας: μετὰ τοῦ καὶ τοῖς προῃρημένοις ὧδε φιλοσοφεῖν, ὑπόδειγμα καταλιπεῖν ἀγωγῆς, ᾗ χρώμενοι, μακαριωτάτου καὶ εὐδαίμονος μεθέξουσι τέλους.

Ἀλλὰ ταῦτα μὲν προϊὼν ὁ λόγος, ὡς οἷόν τε, παραφυλάξει. Τρέπομαι δὲ ἤδη ἐπὶ τὴν ἀφήγησιν τῶν πραγμάτων, συνεργὸν καὶ ἵλεων τὸν Θεὸν ἐπικαλεσάμενος. Ἕξει δὲ τὴν ἀρχὴν ἡ παροῦσα γραφὴ, ἐνθένδε.

Τίνες ἦσαν ἐπίσκοποι τῶν μεγάλων πόλεων, τοῦ μεγάλου Κωνσταντίνου βασιλεύσαντος, καὶ ὅπως ἡ μὲν ἄχρι Λιβύης διὰ Λικίννιον περιεσκεμμένως ἐχριστιάνιζεν: ἡ δὲ ἑσπέρα διὰ τὸν Κωνσταντῖνον μετ̓ ἐλευθερίας τὸν Χριστιανισμὸν ἐπαρρησιάζετο.

Κρίσπου καὶ Κωνσταντίνου τῶν Καισάρων ὑπατευόντων, ἡγεῖτο μὲν τῆς Ῥωμαίων ἐκκλησίας Σίλβεστρος, τῆς δὲ Ἀλεξανδρέων Ἀλέξανδρος, καὶ Μακάριος τῆς Ἱεροσολύμων. Τῆς δὲ Ἀντιοχέων τῶν πρὸς τῷ Ὀρρόντῃ μετὰ Ῥωμανὸν, οὔπω τὶς ἐπετέτραπτο, τῶν διωγμῶν, ὡς εἰκὸς, μὴ συγχωρησάντων

γενέσθαι τὴν χειροτονίαν. Οὐκ εἰς μακρὰν δὲ οἱ εἰς Νίκαιαν συνεληλυθότες, θαυμάσαντες τοῦ βίου καὶ τῶν λόγων Εὐστάθιον, ἄξιον ἐδοκίμασαν τοῦ ἀποστολικοῦ θρόνου ἡγεῖσθαι: καὶ ἐπίσκοπον ὄντα τῆς γείτονος Βεροίας, εἰς Ἀντιόχειαν μετέστησαν. Τῶν δὲ Χριστιανῶν οἱ μὲν πρὸς ἕω μέχρι τῶν ὁμόρων Αἰγυπτίοις Λιβύων οὐκ ἐθάρρουν τότε εἰς τὸ φανερὸν ἐκκλησιάζειν, μεταβαλλομένου Λικιννίου τῆς πρὸς αὐτοὺς εὐνοίας: οἱ δὲ ἀνὰ τὴν δύσιν, Ἕλληνές τε καὶ Μακεδόνες καὶ Ἰλλυριοὶ, ἀδεῶς ἐθρήσκευον διὰ Κωνσταντῖνον, ὃς ἡγεῖτο τῶν τῇδε Ῥωμαίων.

Ὅτι τοῦ σταυροῦ ὄψει, καὶ τῇ τοῦ Χριστοῦ ἐμφανείᾳ, εἰς τὸ χριστιανίζειν ἐλήλυθεν ὁ Κωνσταντῖνος, διδαχθεὶς καὶ παρὰ τῶν ἡμετέρων τὸ εὐσεβές.

Τούτῳ γὰρ πολλὰ μὲν καὶ ἄλλα συγκυρῆσαι παρειλήφαμεν, οἷς ἐπείσθη τὸ τῶν Χριστιανῶν δόγμα πρεσβεύειν: μάλιστα δὲ τὴν φανεῖσαν αὐτῷ θεοσημείαν. Ἡνίκα γὰρ ἐπιστρατεῦσαι Μαξεντίῳ ἐβεβούλευτο, οἷάγε εἰκὸς, ἠπόρει καθ̓ ἑαυτὸν, ὅπως ἄρα τὰ τῆς μάχης ἀποβήσεται, καὶ τίς αὐτῷ βοηθὸς ἔσται. Ἐν τοιαύταις δὲ φροντίσι γενόμενος, ὄναρ εἶδε τὸ τοῦ σταυροῦ σημεῖον ἐν τῷ οὐρανῷ σελαγίζον. Τεθηπότι δὲ αὐτῷ πρὸς τὴν ὄψιν, παραστάντες θεῖοι ἄγγελοι,

ὦ Κωνσταντῖνε, ἔφησαν, ἐν τούτῳ νίκα. Λέγεται δὲ καὶ αὐτὸν τὸν Χριστὸν ἐπιφανέντα αὐτῷ, δεῖξαι τὸ τοῦ σταυροῦ σύμβολον, καὶ παρακελεύσασθαι, ἐοικὸς τούτῳ ποιῆσαι καὶ ἐν τοῖς πολέμοις ἔχειν ἐπίκουρον καὶ νίκης ποριστικόν. Εὐσέβιός γε μὴν ὁ Παμφίλου, αὐτοῦ φήσαντος ἐνωμότως τοῦ βασιλέως ἀκηκοέναι ἰσχυρίζεται, ὡς ἀμφὶ μεσημβρίαν ἤδη τοῦ ἡλίου κλίναντος, σταυροῦ τρόπαιον ἐκ φωτὸς συνεστὼς, καὶ γραφὴν συνημμένην αὐτῷ, τούτῳ νίκα λέγουσαν, ἐν τῷ οὐρανῷ ἐθεάσατο αὐτὸς, καὶ οἱ σὺν αὐτῷ στρατιῶται.

Πορευομένῳ γάρ πη σὺν τῷ στρατεύματι, κατὰ τὴν ὁδοιπορίαν τόδε τὸ θαῦμα ἐπεγένετο: λογιζομένῳ δὲ αὐτῷ ὅ τι εἴη, νὺξ ἐπῆλθε. Καθεύδοντί τε τὸν Χριστὸν ὀφθῆναι σὺν τῷ φανέντι ἐν οὐρανῷ σημείῳ, καὶ παρακελεύσασθαι μίμημα ποιήσασθαι τούτου, καὶ ἀλεξήματι κεχρῆσθαι ἐν ταῖς πρὸς τοὺς πολεμίους μάχαις.

Ἐπεὶ δὲ λοιπὸν ἑρμηνέως οὐδὲν ἔδει, ἀλλὰ περιφανῶς ἐδείχθη τῷ βασιλεῖ ᾗ χρὴ περὶ Θεοῦ νομίζειν, ἅμα ἡμέρᾳ συγκαλέσας τοὺς ἱερέας τοῦ Χριστοῦ, περὶ τοῦ δόγματος ἐπυνθάνετο. Οἱ δὲ, τὰς ἱερὰς βίβλους προϊσχόμενοι, τὰ περὶ Χριστοῦ ἐξηγοῦντο: καὶ πρὶν γενέσθαι, σαφῆ τὴν ἐπὶ τούτοις πρόρρησιν ἐκ τῶν προφητῶν ἀπέδειξαν. Τὸ δὲ φανὲν αὐτῷ σημεῖον σύμβολον εἶναι ἔλεγον τῆς κατὰ τοῦ ᾅδου νίκης, ἣν εἰς ἀνθρώπους ἐλθὼν κατώρθωσε τῷ σταυρωθῆναι καὶ ἀποθανεῖν καὶ τριταῖος ἀναβιῶναι.

Κατὰ τοῦτο γὰρ ἔφασαν ἐλπίζειν, μετὰ τὴν ἀπαλλαγὴν τῆς ἐνταῦθα βιοτῆς, πρὸς τῷ τέλει τοῦ παρόντος αἰῶνος, ἀνίστασθαι πάντας ἀνθρώπους, καὶ ἀθανάτους ἔσεσθαι: τοὺ μὲν, ἐπὶ ἀμοιβαῖς ὧν εὖ ἐβίωσαν ἐν τούτοις τοῖς πράγμασι: τοὺς δὲ, ἐπὶ τιμωρίαις ὧν κακῶς ἔδρασαν: εἶναι μέντοι καὶ τοῖς ἐνταῦθα πλημμελήμασιν ἀφορμὴν σωτηρίας, καὶ καθαρμὸν ἁμαρτημάτων, ἀμυήτοις μὲν μύησιν κατὰ τὸν νόμον τῆς ἐκκλησίας: τοῖς δὲ μεμυημένοις τὸ μὴ πάλιν ἁμαρτεῖν.

Ἐπεὶ δὲ τοῦτο παντελῶς ὀλίγων καὶ θείων ἀνδρῶν ἐστὶ κατορθῶσαι, ἐδίδασκον δεύτερον καθαρμὸν τετάχθαι ἐκ μετανοίας. Φιλάνθρωπον γὰρ ὄντα τὸν Θεὸν, συγγνώμην νέμειν τοῖς ἐπταικόσιν, εἰ μεταμεληθῶσι, καὶ ἔργοις ἀγαθοῖς τὴν μεταμέλειαν βεβαιώσουσι.

Ὅτι τὸ τοῦ σταυροῦ σημεῖον ἀφηγεῖσθαι τοῦ πολέμου ἐθέσπισε: καὶ διήγησις παράδοξος περὶ τῶν τὸ σημεῖον φερόντων τὸ σταυρικόν.

Τοιαῦτα τῶν ἱερέων ὑφηγουμένων, θαυμάσας τὰς περὶ τοῦ Χριστοῦ προφητείας ὁ βασιλεὺς, ἐκέλευσεν ἄνδρας ἐπιστήμονας χρυσῷ καὶ λίθοις τιμίοις εἰς σταυροῦ σύμβολον μετασκευάσαι τὸ παρὰ Ῥωμαίοις καλούμενον Λάβωρον. Σημεῖον δὲ τοῦτο πολεμικὸν, τῶν ἄλλων τιμιώτερον, καθότι ἀεὶ τοῦ βασιλέως ἡγεῖσθαι καὶ προσκυνεῖσθαι νενόμιστο παρὰ τῶν στρατιωτῶν.

Ἧι μάλιστα οἶμαι Κωνσταντῖνον τὸ ἐπισημότατον σύμβολον τῆς Ῥωμαίων ἀρχῆς, εἰς Χριστοῦ σημεῖον μεταβαλεῖν: ὥστε τῇ συνεχεῖ θέᾳ καὶ θεραπείᾳ, ἀπεθισθῆναι τῶν πατρίων τοὺς ἀρχομένους, μόνον δὲ τοῦτον ἡγεῖσθαι Θεὸν, ὃν καὶ βασιλεὺς σέβει, καὶ ἡγεμόνι καὶ συμμάχῳ χρῆται κατὰ τῶν

πολεμίων. Ἀεὶ γὰρ τοῦτο τὸ σημεῖον προὐβάλλετο τῶν οἰκείων ταγμάτων: καὶ ταῖς καμνούσαις φάλαγξιν ἐν ταῖς μάχαις παρεῖναι ἐκέλευε, φανεροὺς τάξας τῶν δορυφόρων περὶ τοῦτο πονεῖν, οἷς ἔργον ἦν ἕκαστον ἀμοιβαίως ἐπὶ τῶν ὤμων φέρειν τὸ σημεῖον, καὶ περιϊέναι τὰς τάξεις. Λέγεται γοῦν ποτὲ τὸν τοῦτο φέροντα, ἀθρόως ἐπιδραμόντων τῶν πολεμίων, δείσαντα ἑτέρῳ παραδοῦναι, καὶ ἑαυτὸν τῆς μάχης ὑπεξαγαγεῖν: ἤδη δὲ τῶν βελῶν ἔξω γενόμενον ἐξαπίνης πεσεῖν βληθέντα καιρίαν: τὸν δὲ παραλαβόντα τὸ θεῖον σύμβολον ἄτρωτον διαμεῖναι, πολλῶν ἐπ̓ αὐτῷ τοξευόντων.

Παραδόξως γάρ πως ὡς ὑπὸ θείας δυνάμεως ἰθυνόμενα τὰ βέλη τῶν πολεμίων τῷ σημείῳ προσεπήγνυντο: τοῦ δὲ φέροντος, καὶ μέσου τῶν κινδύνων ὄντος, ἀφίπταντο. Λέγεται δὲ μήτε ἄλλον πώποτε τούτῳ τῷ σημείῳ διακονούμενον, οἷά γε εἰκὸς ἐν πολέμῳ στρατιώτην, σκαιᾷ περιπεσεῖν συμφορᾷ, καὶ τραυματίαν ἢ αἰχμάλωτον γενέσθαι.

Ἀντίρρησις πρὸς τοὺς λέγοντας, χριστιανίσαι τὸν Κωνσταντῖνον διὰ τὸν φόνον τοῦ υἱοῦ αὐτοῦ Κρίσπου.

Οὐκ ἀγνοῶ δὲ, ὡς Ἕλληνες λέγουσι, Κωνσταντῖνον ἀνελόντα τινὰς τῶν ἐγγυτάτω γένους, καὶ τῷ θανάτῳ Κρίσπου τοῦ ἑαυτοῦ παιδὸς συμπράξαντα, μεταμεληθῆναι, καὶ περὶ καθαρμοῦ κοινώσασθαι Σωπάτρῳ τῷ φιλοσόφῳ, κατ̓ ἐκεῖνο καιροῦ προεστῶτι τῆς Πλωτίνου διαδοχῆς: τὸν δὲ ἀποφῄνασθαι, μηδένα καθαρμὸν εἶναι τῶν τοιούτων ἁμαρτημάτων: ἀδημονοῦντα δὲ τὸν βασιλέα ἐπὶ τῇ ἀπαγορεύσει, περιτυχεῖν ἐπισκόποις, οἳ μετανοίᾳ καὶ βαπτίσματι ὑπέσχοντο πάσης αὐτὸν ἁμαρτίας καθαίρειν: ἡσθῆναί τε τούτοις κατὰ σκοπὸν εἰρηκόσι, καὶ θαυμάσαι τὸ δόγμα, καὶ Χριστιανὸν γενέσθαι, καὶ τοὺς ἀρχομένους ἐπὶ τοῦτο ἀγαγεῖν.

Ἐμοὶ δὲ δοκεῖ, ταῦτα πεπλάσθαι τοῖς σπουδάζουσι τὴν Χριστιανῶν θρησκείαν κακηγορεῖν. Κρίσπος μὲν γὰρ, δἰ ὃν φασὶ Κωνσταντῖνον καθαρμοῦ δεηθῆναι, τῷ εἰκοστῷ ἔτει ἐτελεύτησε τῆς τοῦ πατρὸς ἡγεμονίας, ἔτι περιὼν πολλοὺς σὺν αὐτῷ θέμενος νόμους ὑπὲρ Χριστιανῶν, ἅτε δὴ κατὰ τὸ δεύτερον σχῆμα τῆς βασιλείας τετιμημένος, Καῖσαρ ὢν, ὡς εἰς ἔτι νῦν μαρτυροῦσιν οἱ τοῖς νόμοις ὑποτεταγμένοι χρόνοι, καὶ τῶν νομοθετῶν αἱ προσηγορίαι. Σώπατρον δὲ, πρῶτον μὲν οὐκ εἰκὸς ἦν εἰς ὁμιλίαν ἐλθεῖν Κωνσταντίνῳ, μόνης τῆς πρὸς τῷ ὠκεανῷ καὶ τῷ Ῥήνῳ μοίρας ἡγουμένῳ.

Διὰ γὰρ τὴν πρὸς Μαξέντιον διαφορὰν ἐπὶ τῆς Ἰταλίας διάγοντα, ἐστασίαζε τὰ Ῥωμαίων: καὶ οὐκ εὐπετὲς ἦν τότε ἐπιδημεῖν Γαλάταις καὶ Βρεττανοῖς καὶ τοῖς τῇδε κατοικοῦσι, παῤ οἷς συνωμολόγηται τῆς τῶν Χριστιανῶν θρησκείας μετασχεῖν Κωνσταντῖνον, πρὶν ἐπὶ Μαξέντιον στρατεῦσαι, καὶ παρελθεῖν ἐπὶ Ῥώμην καὶ Ἰταλούς.

Καὶ μάρτυρες πάλιν τούτου οἱ χρόνοι, καὶ οἱ νόμοι οὓς ὑπὲρ τῆς θρησκείας ἔθετο. Εἰ δὲ καὶ ῥᾳδίως ὡδίπως συγχωρήσομεν ἐντυχεῖν Σωπάτρῳ τὸν βασιλέα, ἢ δἰ ἐπιστολῆς αὐτοῦ πυθέσθαι περὶ ὧν ἐβούλετο, οὐ δήπου πιθανὸν ἦν τὸν φιλόσοφον ἀγνοεῖν, ὡς Ἡρακλῆς ὁ Ἀλκμήνης Ἀθήνῃσιν ἐκαθάρθη μετὰ τὴν τεκνοκτονίαν τοῖς Δήμητρος μυστηρίοις, καὶ μετὰ τὸν Ἰφίτου φόνον, ὃν ξένον καὶ φίλον ὄντα ἀδίκως ἀνεῖλεν.

Ὡς μὲν οὖν οἱ Ἕλληνες τῶν τοιούτων πλημμελημάτων καθαρμοὺς ἐπηγγέλλοντο, ἀπόχρη τὰ εἰρημένα, καὶ ψεῦδος κατηγορεῖ τῶν ἐναντίᾳ ἀποφῄνασθαι Σώπατρον πλασαμένων. Οὐ γὰρ ἂν εἴποιμι, ταῦτα ἠγνοηκέναι τὸν ἐπισημότατον τότε παῤ Ἕλλησιν ἐπὶ παιδεύσει γεγενημένον.

Ὅτι καὶ ὁ τοῦ Κωνσταντίνου πατὴρ παρεχώρει τὸ τοῦ Χριστοῦ πλατύνεσθαι ὄνομα: ὁ δὲ μέγας Κωνσταντῖνος πανταχοῦ διαδραμεῖν παρεσκεύασε.

Αἱ δὲ κατὰ τὴν ἀρχομένην ὑπὸ Κωνσταντίνου ἐκκλησίαι καταθυμίως ἔπραττον, καὶ ὁσημέραι ἐπεδίδουν, εὔνου καὶ ὁμόφρονος βασιλέως εὐεργεσιῶν ἀξιούμεναι: ταύτας δὲ καὶ ἄλλως πρὸ τούτου διωγμῶν καὶ ταραχῆς ἀπειράτους τὸ θεῖον ἐφύλαξε. Διωκομένων γὰρ τῶν ἀνὰ τὴν ἄλλην οἰκουμένην ἐκκλησιῶν, μόνος Κωνστάντιος ὁ Κωνσταντίνου πατὴρ, ἀδεῶς θρησκεύειν συνεχώρησε τοῖς Χριστιανοῖς. Ἀμέλει τοῖονδέ τι θαυμαστὸν καὶ συγγραφῆς ἄξιον ἔγνων εἰργάσθαι αὐτῷ.

Δοκιμάσαι θέλων τίνες τῶν ἐν τοῖς βασιλείοις Χριστιανῶν ἄνδρες εἰσὶ καλοὶ καὶ ἀγαθοὶ, συγκαλέσας πάντας, προηγόρευσεν, εἰ μὲν ἕλοιντο θύειν καὶ θρησκεύειν ὁμοίως, ἀμφ̓ αὐτὸν εἶναι, καὶ ἐπὶ τῆς αὐτῆς μένειν ἀξίας: εἰ δὲ παραιτήσαιντο, ἐξιέναι τῶν βασιλείων, χάριν ἔχοντας ὅτι μὴ καὶ τιμωρίας προσώφλησαν.

Ἐπεὶ δὲ εἰς ἑκάτερον διεκρίθησαν, οἱ μὲν τὴν θρησκείαν προδόντες, οἱ δὲ τῶν παρόντων τὰ θεῖα προτιμήσαντες, ἔγνω φίλοις καὶ συμβούλοις χρῆσθαι τοῖς περὶ τὸ κρεῖττον πιστοῖς διαμείνασι: τοὺς δὲ, ὡς ἀνάνδρους καὶ κοβάλους ἀπεστράφη, καὶ τῆς πρὸς αὐτὸν ὁμιλίας ἀπεώσατο: λογισάμενος μή ποτε ἔσεσθαι περὶ βασιλέα εὔνους τοὺς ὧδε ἑτοίμους προδότας Θεοῦ γεγενημένους. Ἐντεῦθεν εἰκότως ἔτι Κωνσταντίου περιόντος, οὐκ ἐδόκει παράνομον χριστιανίζειν τοὺς Ἰταλῶν ἐπέκεινα, Γαλάταις τε καὶ Βρεττανοῖς, καὶ ὅσοι περὶ τὸ Πυρηναῖον ὄρος οἰκοῦσι,

μέχρι τοῦ πρὸς ἑσπέραν ὠκεανοῦ. Ἐπεὶ δὲ καὶ Κωνσταντῖνος τὴν αὐτὴν ἀρχὴν διεδέξατο, μᾶλλον διεφάνη τὰ τῆς ἐκκλησίας πράγματα. Μαξεντίου γὰρ τοῦ Ἐρκουλίου παιδὸς ἀναιρεθέντος, καὶ τῆς αὐτοῦ μοίρας εἰς Κωνσταντῖνον ἐπιπεσούσης, ἀδεῶς ἐθρήσκευον ὅσοι τε περὶ τὸν Θύβριν ποταμὸν ᾤκουν, καὶ τὸν Ἠριδανὸν, ὃν Πάδον οἱ ἐπιχώριοι καλοῦσι, καὶ τὸν Ἄκυλιν,

εἰς ὃν λόγος καθελκυσθῆναι τὴν Ἀργὼ, καὶ πρὸς τὸ Τυρρηνῶν διασωθῆναι πέλαγος. Οἱ γὰρ Ἀργοναῦται τὸν Αἰήτην φεύγοντες, οὐ τὸν αὐτὸν πλοῦν ἐν τῇ ἐπανόδῳ ἐποιήσαντο. Περαιωθέντες δὲ τὴν ὑπὲρ Σκύθας θάλασσαν, διὰ τῶν τῇδε ποταμῶν ἀφίκοντο εἰς Ἰταλῶν ὅρια, καὶ χειμάσαντες ἐνταῦθα πόλιν ἔκτισαν, Ἤμονα προσαγορευομένην. Τοῦ δὲ θέρους ἐπικαταλαβόντος, συμπραξάντων αὐτοῖς τῶν ἐπιχωρίων, ἀμφὶ τοὺς τετρακοσίους σταδίους ὑπὸ μηχανῆς ἕλκοντες τὴν Ἀργὼ διὰ γῆς, ἐπὶ τὸν Ἄκυλιν ποταμὸν ἤγαγον, ὃς τῷ Ἠριδανῷ συμβάλλει: Ἠριδανὸς δὲ εἰς τὴν κατὰ Ἰταλοὺς θάλασσαν τὰς ἐκβολὰς ἔχει.

Μετὰ δὲ τὴν περὶ Κιβάλας μάχην Δαρδάνιοί τε καὶ Μακεδόνες, καὶ ὅσοι παρὰ τὸν Ἴστρον οἰκοῦσιν, ἥ τε καλουμένη Ἑλλὰς, καὶ πᾶν τὸ Ἰλλυριῶν ἔθνος, ὑπὸ Κωνσταντῖνον ἐγένοντο.

Περὶ τῆς διαφορᾶς μεταξὺ Κωνσταντίνου καὶ Λικιννίου τοῦ γαμβροῦ αὐτοῦ, διὰ τοὺς Χριστιανοὺς, καὶ ὡς κατὰ κράτος νικηθεὶς Λικίννιος διεφθάρη.

Λικίννιος δὲ μετὰ τὴν ἐνθάδε τροπὴν, πρότερον τὰ τῶν Χριστιανῶν πρεσβεύων, μετεβάλετο τὴν γνώμην: καὶ πολλοὺς τότε τῶν ἐπὶ τῇ ἰδίᾳ ἀρχῇ ἱερέων ἐκάκωσε, πολλοὺς δὲ καὶ τῶν ἄλλων, καὶ μάλιστα τοῦ στρατιωτικοῦ πλήθους. Σφόδρα γὰρ ἀπεχθάνετο πρὸς τοὺς Χριστιανοὺς, διὰ τὴν πρὸς Κωνσταντῖνον διαφορὰν, οἰόμενος αὐτὸν λυπήσειν ταῖς δυσπραγίαις τῆς θρησκείας: ἅμα δὲ καὶ τὰς ἐκκλησίας ὑπολαμβάνων εὔχεσθαι καὶ σπουδάζειν ὑπ̓ αὐτοῦ μόνου βασιλεύεσθαι.

Πρὸς τούτοις δὲ, οἷα φιλεῖ γίνεσθαι, πάλιν εἰς μάχην καθίστασθαι μέλλων Κωνσταντίνῳ, τοῦ προσδοκωμένου πολέμου πρόνοιαν ἐποιεῖτο, διά τε σφαγίων καὶ μαντειῶν: καὶ ὑπαχθείς τισιν ὑπισχνουμένοις αὐτῷ κρατήσειν, εἰς Ἑλληνισμὸν ἐτράπη.

Ἀμέλει τοίνυν καὶ Ἕλληνές φασιν αὐτὸν τότε ἀποπειραθῆναι τοῦ ἐν Μιλήτῳ μαντείου τοῦ Διδυμαίου Ἀπόλλωνος: ἐρομένῳ δὲ αὐτῷ περὶ τοῦ πολέμου, χρῆσαι τὸ δαιμόνιον τουτουσὶ τοὺς Ὁμηρικοὺς στίχους. Ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί: Σή τε βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει.

Ἐκ πολλῶν οὖν καὶ ἄλλων ἔδοξέ μοι, τὸ δόγμα τῶν Χριστιανῶν Θεοῦ προνοίᾳ συνίστασθαι, καὶ εἰς τοσαύτην παρελθεῖν ἐπίδοσιν, οὐχ ἥκιστα δὲ ἐκ τῶν τότε γενομένων. Μέλλοντι γὰρ ἤδη Λικιννίῳ διώκειν πάσας τὰς ὑπ̓ αὐτὸν ἐκκλησίας, συνίσταται ὁ ἐν Βιθυνίᾳ πόλεμος, ὃν τελευταῖον ἐπολέμησαν πρὸς ἀλλήλους αὐτός τε καὶ Κωνσταντῖνος.

Τοσαύτῃ δὲ θείᾳ ῥοπῇ ἐχρήσατο Κωνσταντῖνος, ὡς κατὰ γῆν καὶ θάλασσαν κρατῆσαι τῶν ἐναντίων: ἀποβαλόντα δὲ Λικίννιον τὸ πεζὸν καὶ τὸ ναυτικὸν, ἑαυτὸν ἐν Νικομηδείᾳ προδοῦναι, καὶ ἰδιώτην ἐπί τινα χρόνον διαγαγεῖν ἐν Θεσσαλονίκῃ, κἀκεῖσε ἀναιρεθῆναι. Ἄνδρα ταπρῶτα τῆς ἡγεμονίας ἐν πολέμοις καὶ τοῖς ἄλλοις εὐδοκιμώτατον γενόμενον, καὶ τῷ γάμῳ τῆς ἀδελφῆς Κωνσταντίνου τετιμημένον, εἰς τοῦτο δὲ καταστάντα τέλους.

Κατάλογος τῶν χρηστῶν, ὅσα Κωνσταντῖνος διεπράξατο, ἕν τε ἐλευθερίᾳ Χριστιανῶν, καὶ ναῶν οἰκοδομαῖς, καὶ ἄλλων κοινωφελῶν πραγμάτων.

Κωνσταντῖνος δὲ, εἰς μόνον αὐτὸν πάσης τῆς Ῥωμαίων ἀρχῆς περιστάσης, γράμματι δημοσίῳ προηγόρευσε τοῖς ἀνὰ τὴν ἕω ὑπηκόοις, τὴν Χριστιανῶν σέβειν θρησκείαν, καὶ τὸ θεῖον ἐπιμελῶς θεραπεύειν: θεῖον δὲ νοεῖν μόνον, ὃ καὶ ὄντως ἐστὶ, καὶ διαρκῆ κατὰ παντὸς τοῦ χρόνου τὴν δύναμιν ἔχει. Τάδε μὲν γὰρ σπουδάζουσιν, ἄφθονα πάντα τὰ ἀγαθὰ φιλεῖν προσγίνεσθαι: καὶ ἅπερ ἂν ἐγχειρῶσι, μετὰ χρηστῶν ἐλπίδων ἀπαντᾷν: τοῖς δὲ περὶ τὸ κρεῖττον ἁμαρτάνουσι, κοινῇ καὶ ἰδίᾳ ἐν πολέμοις τε καὶ εἰρήνῃ πάντα δυσχερῆ συμβαίνειν.

Χάριν τε ὁμολογῶν οὐ κομπάζων λέγειν ἰσχυρίζεται, ὡς ἐπιτήδειον ὑπηρέτην ἀξιώσας αὐτὸν εἶναι ὁ Θεὸς τῆς αὐτοῦ βουλήσεως, ἀπὸ τῆς πρὸς Βρεττανοὺς θαλάσσης, μέχρι τῶν ἑῴων χωρίων προήγαγεν, ὅπως ἡ Χριστιανῶν αὐξηθείη θρησκεία, καὶ οἱ θεραπείας Θεοῦ ἕνεκεν καρτερικοὶ διαμείναντες ἐν ὁμολογίαις ἢ μαρτυρίαις, ἐπιφανέστεροι ταῖς τιμαῖς ἀναδειχθῶσι.

Τοιαῦτα ἀναγορεύσας, καὶ ἄλλα μυρία διεξελθὼν, δἰ ὧν ᾤετο τὸ ὑπήκοον πρὸς τὴν θρησκείαν ἐπάγεσθαι, ἄκυρα εἶναι ἐψηφίσατο τὰ κατὰ τῆς θρησκείας δόξαντα ἢ πεπραγμένα ἐπὶ τῶν διωξάντων τὴν ἐκκλησίαν: ἄφεσίν τε ἔχειν πάντας ἐνομοθέτησεν, ὅσοι διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν κατεδικάσθησαν μετοικεῖν, ἢ ἐν νήσοις ἢ ἀλλαχόσε παρὰ γνώμην διατρίβειν, ἢ μετάλλοις ἐμπονεῖν, ἢ δημοσίοις ἔργοις ἢ γυναικείοις ἢ λινυφίοις ὑπηρετεῖν, ἢ βουλευτηρίοις ἐναριθμεῖσθαι, μὴ βουλευταὶ ὄντες πρότερον: ἀτίμοις δὲ γενομένοις, τὴν ἀτιμίαν ἔλυσε.

Τοῖς δὲ στρατείας τινὸς ἀφαιρεθεῖσιν, ἐν γνώμῃ εἴασεν, ἢ ἐφ̓ οὗπερ ἦσαν σχήματος εἶναι, ἢ μετὰ ἀφέσεως ἐντίμου ἐλευθέραν ἄγειν σχολήν. Ἐπεὶ δὲ πάντας εἰς τὴν προτέραν ἐλευθερίαν καὶ τὰς συνήθεις τιμὰς ἀνεκαλέσατο, καὶ τὰς οὐσίας αὐτοῖς ἀπέδωκεν. Εἰ δέ τινες θάνατον καταδικασθέντες τῶν ὄντων ἀφῃρέθησαν, προσέταξε τοῖς ἐγγυτέρω γένους διαφέρειν τοὺς κλήρους: μηδενὸς δὲ τούτων ὄντος, τὴν καθέκαστον ἐπιχώριον ἐκκλησίαν κληρονομεῖν: εἴτε δὲ ἰδιώτης, εἴτε τὸ δημόσιον, ἐκ τοιαύτης οὐσίας ἔχοι τὶ, ἀποδιδόναι. Τῶν δὲ παρὰ τοῦ ταμείου πριαμένων, ἢ δωρεὰν λαβόντων, εἰς τὸν δυνατὸν καὶ πρέποντα τρόπον προνοεῖν ὑπέσχετο.

Τάδε μὲν, ὡς εἴρηται, τῷ βασιλεῖ ἔδοξε, καὶ νόμῳ ἐκυρώθη, ἀμέλλητί τε τοῦ προσήκοντος τέλους ἐτύγχανε. Χριστιανοὶ δὲ ὡς ἐπίπαν τὰς Ῥωμαίων ἀρχὰς ἐπετρόπευον: καὶ τοῦ λοιποῦ θύειν ἀπείρητο πᾶσιν, ἢ μαντείαις καὶ τελεταῖς κεχρῆσθαι, ἢ ξόανα ἀνατιθέναι, ἢ Ἑλληνικὰς ἄγειν ἑορτάς. Πολλὰ δὲ καὶ τῶν κατὰ πόλεις ἐθῶν, ἠμείβετο τῆς ἀρχαιότητος. Ἀμέλει τοι παρὰ μὲν Αἰγυπτίοις οὐκέτι εἰς τοὺς εἰωθότας Ἑλληνικοὺς ναοὺς, εἰς δὲ τὰς ἐκκλησίας ἐξ ἐκείνου προφέρεται ὁ πῆχυς, ᾧ σημαίνεται τῶν τοῦ Νείλου ὑδάτων ἡ ἐπίδοσις.

Παρὰ δὲ Ῥωμαίοις τότε πρῶτον ἡ τῶν μονομάχων ἐκωλύθη θέα. Παρὰ δὲ Φοίνιξιν, οἳ τὸν Λίβανον καὶ τὴν Ἡλίου πόλιν οἰκοῦσιν, οὐκέτι θέμις ἦν ἐκπορνεύεσθαι τὰς παρθένους, πρὶν τοῖς ἀνδράσι συνελθεῖν, οἷς νομίμῳ γάμῳ συνοικεῖν εἰώθεσαν,

μετὰ τὴν πρώτην πεῖραν τῆς ἀθεμίτου μίξεως. Τῶν δὲ εὐκτηρίων οἴκων, οἱ μὲν ἀρκούντως μεγέθους ἔχοντες ἐπανωρθοῦντο, οἱ δὲ, εἰς ἐπίδοσιν ὕψους καὶ πλάτους λαμπρῶς ἐπεσκευάζοντο: ἑτέρωθι δὲ τὴν ἀρχὴν μὴ ὄντες ἐκ θεμελίου ἐδημιουργοῦντο. Τὰ δὲ χρήματα, ἐκ τῶν βασιλικῶν θησαυρῶν ἐχορήγει ὁ βασιλεὺς, γράψας τοῖς κατὰ πόλιν ἐπισκόποις καὶ τοῖς ἡγουμένοις τῶν ἐθνῶν, τοῖς μὲν ἐπιτάττειν ὅ, τι βούλοιντο, τοὺς δὲ πειθαρχεῖν καὶ σπουδαίως ὑπηρετεῖσθαι τοῖς ἱερεῦσιν.

Εὐημερούσης δὲ αὐτῷ τῆς ἀρχῆς, συνεπεδίδου ἡ θρησκεία. Ἐπὶ τοσοῦτον δὲ καὶ μετὰ τὸν πρὸς Λικίννιον πόλεμον ἐπιτευκτικὸς ἐγένετο ἐν ταῖς κατὰ τῶν ἀλλοφύλων μάχαις, ὡς καὶ Σαυροματῶν κρατῆσαι, καὶ τῶν καλουμένων Γότθων, καὶ τὸ τελευταῖον, ἐν μέρει χάριτος σπείσασθαι πρὸς αὐτούς.

Τοῦτο δὲ τὸ ἔθνος ᾤκει μὲν τότε πέραν Ἴστρου ποταμοῦ: μαχιμώτατον δὲ τυγχάνον, καὶ πλήθει, καὶ μεγέθει σωμάτων, ἐν ὅπλοις ἀεὶ παρεσκευασμένον, τῶν μὲν ἄλλων βαρβάρων ἐκράτει: μόνους δὲ Ῥωμαίους ἀνταγωνιστὰς εἶχεν. Οὐχ ἥκιστα δὲ λέγεται καὶ τοῦτον τὸν πόλεμον ἐπιδεῖξαι Κωνσταντίνῳ διὰ σημείων καὶ ὀνειράτων, ὅσης θειόθεν ἠξίωτο προνοίας. Κρατήσας δὲ πάντων τῶν ἐπ̓ αὐτοῦ συμβάντων πολέμων, καθάπερ ἀντιφιλοτιμούμενος τὸν Χριστὸν, ἠμείβετο τῇ περὶ τὴν θρησκείαν σπουδῇ: ταύτην μόνην πρεσβεύειν, καὶ σωτήριον ἡγεῖσθαι, τοὺς ἀρχομένους προτρέπων.

Ἐκ δὲ τῆς οὔσης ὑποφόρου γῆς, καθ̓ ἑκάστην πόλιν ἐξελὼν τοῦ δημοσίου ῥητὸν τέλος, ταῖς κατὰ τόπον ἐκκλησίαις καὶ κλήροις ἀπένειμε, καὶ τὴν δωρεὰν εἰς τὸν ἅπαντα χρόνον κυρίαν εἶναι ἐνομοθέτησε. Προσεθίζων δὲ τοὺς στρατιώτας ὁμοίως αὐτῷ τὸν Θεὸν σέβειν, τὰ τούτων ὅπλα τῷ συμβόλῳ τοῦ σταυροῦ κατεσήμαινε, καὶ ἐν τοῖς βασιλείοις εὐκτήριον οἶκον κατεσκεύασε, καὶ σκηνὴν εἰς ἐκκλησίαν εἰκασμένην περιέφερεν, ἡνίκα πολεμίοις ἐπεστράτευεν: ὥστε μηδὲ ἐν ἐρημίᾳ διάγοντα αὐτὸν, ἢ τὴν στρατίαν, ἱεροῦ οἴκου ἀμοιρεῖν, ἐν ᾧ δέοι τὸν Θεὸν ὑμνεῖν καὶ προσεύχεσθαι καὶ μυστηρίων μετέχειν.

Συνείποντο γὰρ καὶ ἱερεῖς καὶ διάκονοι τῇ σκηνῇ προσεδρεύοντες, οἳ κατὰ τὸν νόμον τῆς ἐκκλησίας, τὴν περὶ ταῦτα τάξιν ἐπλήρουν. Ἐξ ἐκείνου δὲ καὶ τὰ Ῥωμαίων τάγματα, ἃ νῦν ἀριθμοὺς καλοῦσιν, ἕκαστον ἰδίαν σκηνὴν κατεσκευάσατο, καὶ ἱερέας, καὶ διακόνους ἀπονενεμημένους ἔχειν. Τὴν δὲ Κυριακὴν καλουμένην ἡμέραν, ἣν Ἑβραῖοι πρώτην τῆς ἑβδομάδος ὀνομάζουσιν, Ἕλληνες δὲ ἡλίῳ ἀνατιθέασι, καὶ τὴν πρὸ τῆς ἑβδόμης, ἐνομοθέτησε δικαστηρίων καὶ τῶν ἄλλων πραγμάτων σχολὴν ἄγειν πάντας, καὶ ἐν εὐχαῖς καὶ λιταῖς τὸ θεῖον θεραπεύειν.

Ἐτίμα δὲ τὴν Κυριακὴν, ὡς ἐν ταύτῃ τοῦ Χριστοῦ ἀναστάντος ἐκ νεκρῶν: τὴν δὲ ἑτέραν, ὡς ἐν αὐτῇ σταυρωθέντος: πάνυ γὰρ πολὺ σέβας εἶχε τοῦ θείου σταυροῦ, ἔκ τε τῶν ὑπαρξάντων αὐτῷ τῇ ἐνθένδε ῥοπῇ ἐν ταῖς κατὰ τῶν ἐναντίων μάχαις,

καὶ ἐκ τῆς συμβάσης αὐτῷ περὶ τούτου θεοσημείας. Ἀμέλει τοι πρότερον νενομισμένην Ῥωμαίοις τὴν τοῦ σταυροῦ τιμωρίαν, νόμῳ ἀνεῖλε τῆς χρήσεως τῶν δικαστηρίων πλαττομένῳ τε ἐν νομίσμασι καὶ εἰκόσι γραφομένῳ, ἐκέλευσεν ἀεὶ συγγράφεσθαι καὶ συντυποῦσθαι τοῦτο τὸ θεῖον σύμβολον. Καὶ μαρτυροῦσιν εἰς ἔτι νῦν εἰκόνες αὐτοῦ, ἐπὶ τούτου οὖσαι τοῦ σχήματος. Ἐν ἅπασι μὲν, νομοθετῶν δὲ μάλιστα, ἐσπούδαζε θεραπεύειν τὸ θεῖον.

Φαίνεται γοῦν τὰς ἀκολάστους καὶ καταβεβλακευμένας μίξεις, πρὸ τούτου μὴ κωλυομένας, ἐπανορθώσας: ὡς ἐξ αὐτῶν συνιδεῖν ἐστὶ τῶν περὶ τούτων κειμένων νόμων, εἴτῳ τοῦτο ἐπιμελὲς τυγχάνει. Νυνὶ γὰρ περὶ τὸ τέλειον τοῦτο πονεῖν, οὐκ εὔκαιρον εἶναί μοι δοκεῖ. Τὰ δὲ ἐπὶ τιμῇ καὶ συστάσει τῆς θρησκείας νενομοθετημένα, πρὸς τοῖς εἰρημένοις διεξελθεῖν ἀναγκαῖον, μέρος ὄντα τῆς Ἐκκλησιαστικῆς Ἱστορίας. Ἄρξομαι δὲ ἐντεῦθεν.

Ὅτι καὶ νόμον ἔθετο ὁ Κωνσταντῖνος, συντελεῖν τοῖς παρθενίαν ἀσκοῦσι καὶ κληρικοῖς.

Νόμος ἦν Ῥωμαίοις παλαιὸς, ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν τῶν ἴσων ἀξιοῦσθαι κωλύων τοὺς ἀγάμους τοῖς μὴ τοιούτοις, περὶ ἄλλα τε πολλὰ, καὶ τὸ μηδὲν κερδαίνειν ἐκ διαθήκης τοὺς μὴ γένει ἐγγυτάτω προσήκοντας: τοὺς δὲ ἄπαιδας ζημιῶν τὸ ἥμισυ τῶν καταλελειμμένων.

Ἔθεντο δὲ τοῦτον οἱ πάλαι Ῥωμαῖοι, πολυάνθρωπον ἔσεσθαι τὴν Ῥώμην καὶ τὴν ὑπήκοον οἰόμενοι, καθότι οὐ πρὸ πολλοῦ τοῦ νόμου, ἔτυχον ἀποβαλόντες τὰ σώματα ἐν ἐμφυλίοις πολέμοις.

Ὁρῶν οὖν ὁ βασιλεὺς παρὰ τοῦτο χεῖρον πράττοντας τοὺς παρθενίαν καὶ ἀπαιδίαν διὰ Θεὸν ἀσκοῦντας, εὔηθες ἐνόμισεν ἐξ ἐπιμελείας καὶ σπουδῆς ἀνθρώπων δύνασθαι τὸ τούτων γένος αὔξειν, τῆς φύσεως ἀεὶ κατὰ τὴν ἄνωθεν ἐπιμέτρησιν, καὶ φθορὰν καὶ αὔξησιν δεχομένης. Καὶ νόμον τῷ δήμῳ προσεφώνησεν, ὥστε ἐπίσης πάντων τῶν ὁμοίων ἀπολαύειν τοὺς ἀγάμους καὶ ἄπαιδας: οὐ μὴν ἀλλὰ καὶ πλέον ἔχειν ἐνομοθέτησε τοὺς ἐν ἐγκρατείᾳ καὶ παρθενίᾳ βιοῦντας: ἄδειαν αὐτοῖς δοὺς ἄρρεσί τε καὶ θηλείαις καὶ ἀνήβοις οὖσι διατίθεσθαι,

παρὰ τὸ κοινῇ κρατοῦν ἐν τῇ Ῥωμαίων πολιτείᾳ. Περὶ πάντων γὰρ εὖ βούλεσθαι ᾠήθη, οἷς ἔργον ἀεὶ τὸ θεῖον θεραπεύειν, καὶ φιλοσοφίαν ἀσκεῖν. Ἐπεὶ τούτου χάριν καὶ οἱ πάλαι Ῥωμαῖοι ἀδεῶς διατίθεσθαι τὰς Ἑστιακὰς παρθένους καὶ ἑξαετεῖς οὔσας, ἐνομοθέτησαν. Τεκμήριον δὲ κἀκεῖνο μέγιστον τῆς τοῦ βασιλέως περὶ τὴν θρησκείαν αἰδοῦς.

Τοὺς μὲν γὰρ πανταχῆ κληρικοὺς θέσει νόμου ἀτελεῖς ἀνῆκε: τῶν δὲ ἐπισκόπων ἐπικαλεῖσθαι τὴν κρίσιν ἐπέτρεψε τοῖς δικαζομένοις, ἢν βούλωνται τοὺς πολιτικοὺς ἄρχοντας παραιτεῖσθαι: κυρίαν δὲ εἶναι τὴν αὐτῶν ψῆφον, καὶ κρείττω τῆς τῶν ἄλλων δικαστῶν, ὡσανεὶ παρὰ τοῦ βασιλέως ἐξενεχθεῖσαν: εἰς ἔργον δὲ τὰ κρινόμενα ἄγειν τοὺς ἄρχοντας,

καὶ τοὺς διακονουμένους αὐτοῖς στρατιώτας: ἀμετατρέπτους τε εἶναι τῶν συνόδων τοὺς ὅρους. Εἰς τοῦτο δέ με προελθόντα γραφῆς, ἄξιον μὴ παραλιπεῖν τὰ νενομοθετημένα ἐπ̓ ὠφελείᾳ τῶν ἐν ταῖς ἐκκλησίαις ἐλευθερουμένων. Ὑπὸ γὰρ ἀκριβείας νόμων, καὶ ἀκόντων τῶν κεκτημένων, πολλῆς δυσχερείας οὔσης περὶ τὴν κτῆσιν τῆς ἀμείνονος ἐλευθερίας, ἣν πολιτείαν Ῥωμαίων καλοῦσι, τρεῖς ἔθετο νόμους, ψηφισάμενος πάντας τοὺς ἐν ταῖς ἐκκλησίαις ἐλευθερουμένους ὑπὸ μάρτυσι τοῖς ἱερεῦσι, πολιτείας Ῥωμαϊκῆς τυγχάνειν.

Ταύτης τῆς εὐσεβοῦς ἐφευρέσεως, εἰς ἔτι νῦν ὁ χρόνος φέρει τὸν ἔλεγχον: ἔθους κρατοῦντος τοὺς περὶ τούτου νόμους προγράφεσθαι ἐν τοῖς γραμματείοις τῶν ἐλευθεριῶν. Ὁ μὲν δὴ Κωνσταντῖνος τοιαῦτα ἐνομοθέτει, καὶ διὰ πάντων ἐσπούδαζε τὴν θρησκείαν γεραίρειν: ἦν δὲ καὶ καθ̓ ἑαυτὴν εὐκλεὴς, διὰ τὴν ἀρετὴν τῶν τότε μετιόντων αὐτήν.

Περὶ τῶν ἔτι τῷ βίῳ περιόντων μεγάλων ὁμολογητῶν.

Ἄλλοι τε γὰρ πολλοὶ καὶ ἀγαθοὶ Χριστιανῶν ἦσαν τότε, ἔναγχός τε τῶν διωγμῶν πεπαυμένων, εἰστέτι πλεῖστοι τῶν ὁμολογητῶν τῷ βίῳ περιόντες τὰς ἐκκλησίας ἐσέμνυνον: ὡς ὁ Ὅσιος Κουρδούβης ἐπίσκοπος, καὶ Ἀμφίων ὁ Ἐπιφανίας τῆς Κιλίκων, καὶ Μάξιμος ὁ μετὰ Μακάριον τὴν ἐκκλησίαν τῶν Ἱεροσολύμων ἐπιτραπεὶς, καὶ Παφνούτιος ὁ ἐξ Αἰγύπτου: δἰ οὗ φασὶ πλεῖστα θαυματουργῆσαι τὸ θεῖον, δαιμόνων τε κρατεῖν, καὶ ποικίλων παθημάτων ἰάσεις αὐτῷ χαρισάμενον.

Ἐγένοντο δὲ Παφνούτιος οὗτος, καὶ Μάξιμος ὁδηλωθεὶς, ἐξ ἐκείνων τῶν ὁμολογητῶν, οὓς Μαξιμῖνος ἐν τοῖς μετάλλοις ἐργάζεσθαι κατεδίκασε, τοὺς δεξιοὺς αὐτῶν ἐκκόψας ὀφθαλμοὺς, καὶ τὰς ἀριστερὰς ἀγκύλας ἀποτεμών.

Διήγησις περὶ τοῦ ἁγίου Σπυρίδωνος, καὶ περὶ τῆς αὐτοῦ μετριοφροσύνης καὶ καταστάσεως.

Κατὰ τούτους δὲ γενέσθαι παρειλήφαμεν καὶ Σπυρίδωνα τὸν Τριμυθοῦντος τῆς Κύπρου ἐπίσκοπον: οὗ τὴν ἀρετὴν ἐπιδεῖξαι, τὴν ἔτι κρατοῦσαν περὶ αὐτοῦ φήμην ἀρκεῖν ἡγοῦμαι. Τῶν δὲ δἰ αὐτοῦ σὺν θείᾳ ῥοπῇ γενομένων τὰ μὲν πλεῖστα, ὥς γε εἰκὸς, οἱ ἐπιχώριοι ἴσασιν, ἐγὼ δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα οὐκ ἀποκρύψομαι. Ἐγένετο γὰρ οὗτος ἄγροικος, γαμετὴν καὶ παῖδας ἔχων:

ἀλλ̓ οὐ παρὰ τοῦτο τὰ θεῖα χείρων. Φασὶ δέ ποτε νύκτωρ ἐλθεῖν κακούργους ἄνδρας ἐπὶ τὴν αὐλὴν τῶν αὐτοῦ προβάτων, καὶ κλέψαι ἐπιχειρήσαντας, ἐξαπίνης γενέσθαι δεσμίους, μηδενὸς δήσαντος: ἅμα δὲ ἡμέρᾳ παραγενόμενον αὐτὸν, πεπεδημένους εὑρεῖν τούτους, καὶ λῦσαι μὲν τῶν ἀοράτων δεσμῶν, μέμψασθαι δὲ, ὅτι ἐξὸν πεῖσαι καὶ λαβεῖν ἅγε ἐπεθύμουν, κλέψαι μᾶλλον εἵλοντο, καὶ ἐν νυκτὶ τοσοῦτον ταλαιπωρῆσαι.

Ὅμως δ̓ οὖν αὐτοὺς ἐλεήσας, μᾶλλον δὲ πρὸς τὸν ἀμείνω βίον μετατεθῆναι παιδεύων, ἄπιτε, ἔφη, τοῦτον τὸν κριὸν λαβόντες: κεκμήκατε γὰρ ἀγρυπνοῦντες, καὶ δεῖ ὑμᾶς μὴ μεμφομένους τοὺς πόνους, ἐκ τῆς ἐμῆς αὐλῆς ἀπαλλάττεσθαι. Τοῦτο θαυμάσειε μὲν ἄν τις εἰκότως:

οὐχ ἧττον δὲ κἀκεῖνο. Θυγατρὶ αὐτοῦ παρθένῳ, Εἰρήνη τοὔνομα, παρέθετό τις τῶν γνωρίμων τί. Ἡ δὲ, λαβοῦσα κατώρυξεν οἶκοι, ὅπως ἐπιμελῶς φυλάττοιτο. Συμβὰν δὲ τὴν παῖδα τελευτῆσαι μηδὲν εἰποῦσαν, ἧκεν ὁ ἄνθρωπος τὴν παρακαταθήκην ἀπαιτῶν. Ἀγνοοῦντος δὲ Σπυρίδωνος ὅ τι λέγει, ἀναζητήσαντος δὲ ὅμως κατὰ τὴν οἰκίαν καὶ μὴ εὑρόντος, ἔκλαιε, καὶ τὰς τρίχας ἔτιλλε, καὶ θανατῶν δῆλος ἦν.

Κινηθεὶς δὲ πρὸς ἔλεον ὁ Σπυρίδων ἦλθεν ἐπὶ τὸν τάφον, καὶ ὀνομαστὶ τὴν παῖδα ἐκάλεσε. Τῆς δὲ ἀποκριναμένης, ἤρετο περὶ τῆς παρακαταθήκης: καὶ μαθὼν ἀνέστρεφε, καὶ εὑρὼν ᾗ ἐσήμαινεν, ἀπέδωκε τῷ ἀνθρώπῳ. Ἐπεὶ δὲ εἰς τοῦτο προήχθην λόγου, οὐκ ἄτοπον καὶ τοῦτο προσθεῖναι.

Ἔθος ἦν τούτῳ τῷ Σπυρίδωνι, τῶν γινομένων αὐτῷ καρπῶν τοὺς μὲν, πτωχοῖς διανέμειν, τοὺς δὲ, προῖκα δανείζειν τοῖς ἐθέλουσιν. Οὔτε δὲ διδοὺς, οὔτε ἀπολαμβάνων, δἰ ἑαυτοῦ παρεῖχεν ἢ ὑπεδέχετο: μόνον δὲ τὸ ταμιεῖον ἐπιδεικνὺς, ἐπέτρεπε τοῖς προσιοῦσιν, ὅσων ἂν ἐνδεεῖς ἦσαν κομίζεσθαι, καὶ πάλιν ἀποδιδόναι ὅσον ᾔδεσαν κομισάμενοι. Δανεισάμενος οὖν τις τοῦτον τὸν τρόπον, ἧκεν ὡς ἀποδώσων. Ἐπιτραπεὶς δὲ κατὰ τὸ ἔθος αὐτὸς καθ̓ ἑαυτὸν παραδοῦναι τῷ ταμιείῳ τὰ δεδανεισμένα, πρὸς ἀδικίαν εἶδε: καὶ νομίσας λανθάνειν, οὐκ ἀπέδωκε τὸ χρέος: ἀλλ̓ ὑφελόμενος τοῦ ὀφειλήματος τὴν ἀπόδοσιν, ὡς ἀποτίσας ἀπῆλθε.

Τὸ δὲ ἄρα οὐκ ἔμελλεν ἐπὶ πολὺ λήσειν. Μετὰ γάρ τινα χρόνον, ὁ μὲν πάλιν ἐδεῖτο δανείζεσθαι: ὁ δὲ πρὸς τὸ ταμιεῖον ἀπέπεμπεν, ἐξουσίαν δοὺς αὐτὸν ἑαυτῷ παραμετρεῖν ὅσον βούλεται. Κενὸν δὲ τὸν οἶκον ἰδὼν, ἐμήνυσε τῷ Σπυρίδωνι. Ὁ δὲ πρὸς αὐτὸν, θαυμαστὸν ἄρα, ὦ ἄνθρωπε, ἔφη, πῶς σοι μόνῳ ἔδοξε τὸ ταμιεῖον ἐπιλείπειν τὰ ἐπιτήδεια. Σκόπει οὖν κατὰ σαυτὸν, μὴ χρησάμενος ἄλλοτε, τὰ πρῶτα οὐκ ἀπέδωκας: εἰ γὰρ μὴ τοῦτό ἐστιν, πάντως οὐκ ἀποτεύξῃ ὧν δέῃ: καὶ πάλιν ἴθι θαρρῶν ὡς εὑρήσων. Καὶ ὁ μὲν οὕτω φωραθεὶς κατεμήνυσε τὴν ἁμαρτίαν.

Ἄξιον δὲ, τούτου τοῦ θείου ἀνδρὸς θαυμάσαι τὸ ἐμβριθὲς καὶ τὴν ἀκρίβειαν τῆς ἐκκλησιαστικῆς τάξεως. Λέγεται οὖν χρόνῳ ὕστερον κατά τινα χρείαν εἰς ταὐτὸ συνελθεῖν τοὺς ἐπισκόπους τῆς Κύπρου: εἶναι δὲ σὺν αὐτοῖς Σπυρίδωνα τοῦτον, καὶ Τριφύλλιον τὸν Λεδρῶν ἐπίσκοπον, ἄνδρα ἄλλώς τε ἐλλόγιμον, καὶ διὰ νόμων ἄσκησιν πολὺν χρόνον ἐν τῇ Βηρυτίων πόλει διατρίψαντα.

Συνάξεως δὲ ἐπιτελουμένης, ἐπιτραπεὶς Τριφύλλιος διδάξαι τὸ πλῆθος, ἐπεὶ τὸ ῥητὸν ἐκεῖνο παράγειν εἰς μέσον ἐδέησε, τὸ, Ἆρόν σου τὸν κράββατον καὶ περιπάτει: σκίμποδα ἀντὶ τοῦ κραββάτου, μεταβαλὼν τὸ ὄνομα εἶπε. Καὶ ὁ Σπυρίδων ἀγανακτήσας, οὐ σύ γε, ἔφη, ἀμείνων τοῦ κράββατον εἰρηκότος, ὅτι ταῖς αὐτοῦ λέξεσιν ἐπαισχύνῃ κεχρῆσθαι; καὶ τοῦτο εἰπὼν, ἀπεπήδησε τοῦ ἱερατικοῦ θρόνου, τοῦ δήμου ὁρῶντος: ταύτῃ γὲ μετριάζειν παιδεύων τὸν τοῖς λόγοις ὠφρυωμένον. Ἱκανὸς γὰρ ἦν ἐντρέπειν, αἰδέσιμός τε ὢν καὶ ἐκ τῶν ἔργων ἐνδοξότατος: ἅμα δὲ πρεσβύτερος τῇ ἡλικίᾳ τε καὶ ἱερωσύνῃ τυγχάνων.

Ὅπως δὲ διέκειτο περὶ τὰς δεξιώσεις τῶν ξένων, ἐντεῦθεν ἰστέον. Ἤδη τῆς τεσσαρακοστῆς ἐνστάσης, ἧκέ τις πρὸς αὐτὸν ἐξ ὁδοιπορίας, ἐν αἷς εἰώθει μετὰ τῶν οἰκείων ἐπισυνάπτειν τὴν νηστείαν, καὶ εἰς ῥητὴν ἡμέραν γεύεσθαι, ἄσιτος τὰς ἐν μέσῳ διαμένων: ἰδὼν δὲ τὸν ξένον μάλα κεκμηκότα, ἄγε δὴ, πρὸς τὴν θυγατέρα ἔφη, ὅπως τοῦ ἀνδρὸς τοὺς πόδας νίψῃς, καὶ φαγεῖν αὐτῷ παράθες. Εἰπούσης δὲ τῆς παρθένου μήτε ἄρτον εἶναι, μήτε ἄλφιτα, περιττὴ γὰρ ἡ τούτων παρασκευὴ διὰ τὴν νηστείαν, εὐξάμενος πρότερον καὶ συγγνώμην αἰτήσας, ἐκέλευσε τῇ θυγατρὶ, κρέα ὕεια ἅπερ ἔτυχε τῇ οἰκίᾳ τεταριχευμένα ἑψεῖν.

Ἐπεὶ δὲ ἥψητο, καθίσας ἅμα αὐτῷ τὸν ξένον, παρατεθέντων τῶν κρεῶν ἤσθιε, καὶ τὸν ἄνδρα παρεκάλει αὐτὸν μιμεῖσθαι. Παραιτούμενον δὲ, καὶ λέγοντα Χριστιανὸν ἑαυτὸν, ταύτῃ μᾶλλον, ἔφη, οὐ παραιτητέον. Πάντα γὰρ καθαρὰ τοῖς καθαροῖς, ὁ θεῖος ἀπεφῄνατο λόγος. Τάδε μὲν περὶ Σπυρίδωνος.

Περὶ τῆς τῶν μοναχῶν πολιτείας: ὅθεν ἤρξατο, καὶ τίνας ἔσχεν ἀρχηγούς.

Οὐχ ἥκιστα δὲ ἐπισημοτάτην τὴν ἐκκλησίαν ἔδειξαν, καὶ τὸ δόγμα ἀνέσχον ταῖς ἀρεταῖς τοῦ βίου, οἱ τότε μετιόντες τὴν μοναστικὴν πολιτείαν. Ὠφελιμώτατον γάρ τι χρῆμα εἰς ἀνθρώπους ἐλθοῦσα παρὰ Θεοῦ ἡ τοιαύτη φιλοσοφία, μαθημάτων μὲν πολλῶν καὶ διαλεκτικῆς τεχνολογίας ἀμελεῖ ὡς περιέργου, καὶ τὴν ἐν τοῖς ἀμείνοσι σχολὴν ἀφαιρουμένης, καὶ πρὸς τὸ βιοῦν ὀρθῶς οὐδὲν συλλαμβανομένης.

Μόνη δὲ φυσικῇ καὶ ἀπεριέργῳ φρονήσει παιδεύει τὰ παντελῶς κακίαν ἀναιροῦντα, ἢ μείονα ἐργαζόμενα. Ἐν οὐδεμιᾷ δὲ τάξει ἀγαθῶν τίθεται τὰ μεταξὺ κακίας καὶ ἀρετῆς ὄντα: μόνοις δὲ τοῖς καλοῖς χαίρει. Καὶ τὸν ἀπεχόμενον τοῦ κακοῦ μὴ δρῶντα δὲ τὸ ἀγαθὸν, φαῦλον νομίζει:

οὐ γὰρ ἐπιδείκνυται ἀρετὴν ἀλλ̓ ἀσκεῖ, παῤ οὐδὲν ποιουμένη τὴν πρὸς ἀνθρώπους δόξαν. Ἀνδρείως δὲ μάλα ἀνθισταμένη τοῖς πάθεσι τῆς ψυχῆς, οὔτε ταῖς ἀνάγκαις τῆς φύσεως ὑπείκει, οὔτε ταῖς τοῦ σώματος ὑποκατακλίνεται ἀσθενείαις. Θείου δὲ νοῦ δύναμιν κεκτημένη, πρὸς τὸν δημιουργὸν τῶν ὅλων ἀποβλέπει ἀεὶ, καὶ νύκτωρ καὶ μεθ̓ ἡμέραν αὐτὸν σέβει καὶ εὐχαῖς καὶ λιταῖς ἐξιλεοῦται.

Καθαρότητι δὲ ψυχῆς καὶ πολιτείᾳ πράξεων ἀγαθῶν εἰς τὸ θρησκεύειν εὐαγῶς ἐρχομένη, καθαρμῶν καὶ περιρραντηρίων καὶ τῶν τοιούτων ὑπερορᾷ: μόνα γὰρ μιάσματα

ἡγεῖται τὰ ἁμαρτήματα. Κρείττων δὲ οὖσα τῶν ἔξωθεν συμπιπτόντων, καὶ, ὡς εἰπεῖν, ἁπάντων δεσπόζουσα, οὔτε ὑπὸ τῆς κατεχούσης τὸν βίον ἀταξίας ἢ ἀνάγκης, τῆς προαιρέσεως μεθίσταται, οὔτε ὑβριζομένη ἀνιᾶται, οὔτε κακῶς πάσχουσα ἀμύνεται, οὔτε νόσῳ ἢ ἐνδείᾳ ἐπιτηδείων ἐκπιεζομένη καταπίπτει. Μᾶλλον δὲ ἐπὶ τούτοις σεμνύνεται, τὸ καρτερικὸν καὶ πρᾷον, καὶ τὸ ὀλίγων δεῖσθαι δἰ ὅλου τοῦ βίου ἀσκοῦσα, καὶ, ὡς οἷόν τε ἀνθρώπου φύσει, ἐγγυτάτω Θεῷ γινομένη.

Ὡς ἐν παρόδῳ δὲ τῇ παρούσῃ βιοτῇ κεχρημένη, οὔτε περὶ κτῆσιν πραγμάτων ἀσχολουμένη ἄγχεται, οὔτε πέρα τῆς κατεπειγούσης χρείας, τῶν παρόντων προνοεῖ: ἀεὶ δὲ τὸ λιτὸν καὶ εὔζωνον τῆς ἐνταῦθα κατασκευῆς ἐπαινοῦσα, καραδοκεῖ τὴν ἐντεῦθεν μακαριότητα, καὶ συντέτακται ἀεὶ πρὸς τὴν εὐδαίμονα

λῆξιν. Ἀναπνέουσα δὲ διαπαντὸς τὴν εἰς τὸ θεῖον εὐλάβειαν, αἰσχρορρημοσύνης ἀηδίαν ἀποστρέφεται, μηδὲ μέχρι φωνῆς ἀνεχομένη τούτων, ὧν τὰς πράξεις τῆς οἰκείας ἀγωγῆς ἀφώρισεν. Ἐπὶ βραχύ τε συστέλλουσα τὴν χρείαν τῆς φύσεως, καὶ τὸ σῶμα συναναγκάζουσα τῶν μετρίων δεῖσθαι, σωφροσύνῃ μὲν τῆς ἀκολασίας κρατεῖ, δικαιοσύνῃ δὲ τὴν ἀδικίαν κολάζει, καὶ ἀληθείᾳ τὸ ψεῦδος, καὶ εὐταξίᾳ τῶν ἐπὶ πᾶσι μέτρων μεταλαγχάνει.

Ἐν ὁμονοίᾳ τε καὶ κοινωνίᾳ τῇ πρὸς τοὺς πέλας τὴν πολιτείαν καθίστησι: προνοητικὴ φίλων καὶ ξένων ἐστὶ, καὶ τὰ οἰκεῖα, κοινὰ ποιεῖται τῶν δεομένων, καὶ τὰ πρόσφορα ἑκάστῳ συλλαμβάνεται, μήτε χαίροντας ἐνοχλοῦσα, καὶ λυπουμένους παραμυθουμένη: καθόλου δὲ σπουδάζουσα, καὶ πρὸς τὸ ὄντως ἀγαθὸν τὴν ἐπιμέλειαν τείνουσα, λόγοις σώφροσι καὶ σοφοῖς ἐννοήμασι, καλλωπισμοῦ καὶ κακηγορίας ἀμοίρους παιδεύει, καὶ ὥσπερ φαρμάκοις τισὶν ἰᾶται τοὺς ἀκούοντας, μετὰ τιμῆς καὶ αἰδοῦς τὰς διαλέξεις ποιουμένη, καὶ ἔριδος καὶ τωθασμοῦ καὶ ὀργῆς ἐλευθέρα. Λογικὴ γὰρ οὖσα, παραιτεῖται πᾶσαν ἀλόγιστον κίνησιν, καὶ καθάπαξ κρατεῖ τῶν παθῶν τοῦ σώματος καὶ τῆς ψυχῆς.

Ταύτης δὲ τῆς ἀρίστης φιλοσοφίας ἤρξατο μὲν, ὥς τινες λέγουσιν, Ἡλίας ὁ προφήτης, καὶ Ἰωάννης ὁ βαπτιστής. Φίλων δὲ ὁ Πυθαγόριος, ἐν τοῖς κατ̓ αὐτὸν χρόνοις ἱστορεῖ, τοὺς πανταχόθεν Ἑβραίων ἀρίστους εἴς τι χωρίον ὑπὲρ τὴν Μαρείαν λίμνην ἐπὶ γεωλόφου κείμενον φιλοσοφεῖν. Οἴκησιν δὲ αὐτῶν καὶ δίαιταν καὶ διαγωγὴν τοιαύτην παρίστησιν, οἵαν καὶ ἡμεῖς νῦν παρὰ τοῖς Αἰγυπτίων μοναχοῖς πολιτευομένην ὁρῶμεν.

Γράφει γὰρ, ἀρχομένους αὐτοὺς τοῦ φιλοσοφεῖν ἐξίστασθαι τῶν ὄντων τοῖς προσήκουσι, καὶ πράγμασι καὶ ἐπιμιξίαις ἀπαγορεύοντας, ἔξω τειχῶν ἐν μοναγρίαις καὶ ἐν κήποις διατρίβειν: οἰκήματα δὲ αὐτοῖς εἶναι ἱερὰ, ἃ καλεῖται μοναστήρια, ἐν τούτοις δὲ μεμονωμένους σεμνὰ μυστήρια ἐπιτελεῖν: ἐπιμελῶς δὲ ψαλμοῖς καὶ ὕμνοις τὸ θεῖον θεραπεύειν: καὶ πρὸ ἡλίου δύσεως μὴ ἀπογεύεσθαι τροφῆς, τοὺς δὲ διὰ τριῶν ἡμερῶν καὶ πλειόνων: καὶ λοιπὸν, ῥηταῖς ἡμέραις χαμευνεῖν, καὶ οἴνου πάμπαν καὶ ἐναίμων ἀπέχεσθαι: ὄψον δὲ αὐτοῖς εἶναι ἄρτον καὶ ἅλας καὶ ὕσσωπον, καὶ ποτὸν ὕδωρ: γυναῖκας δὲ αὐτοῖς συνεῖναι γηραλέας παρθένους,

δἰ ἔρωτα φιλοσοφίας ἑκουσίῳ γνώμῃ τὴν ἀγαμίαν ἀσκούσας. Καὶ ὁ μὲν Φίλων ὧδέπη ἱστορῶν, ἔοικεν ὑποφαίνειν τοὺς κατ̓ αὐτὸν ἐξ Ἑβραίων χριστιανίσαντας ἔτι Ἰουδαϊκώτερον βιοῦντας, καὶ τὰ ἐκείνων ἔθη φυλάττοντας. Παῤ ἄλλοις γὰρ οὐκ ἔστιν εὑρεῖν ταύτην τοῦ βίου τὴν διαγωγήν. Ὅθεν συμβάλλω, ἐξ ἐκείνου παῤ Αἰγυπτίοις ἀκμάσαι ταυτηνὶ τὴν φιλοσοφίαν. Ἄλλοι δέ φασιν αἰτίαν ταύτῃ παρασχεῖν τοὺς κατὰ καιρὸν τῇ θρησκείᾳ συμβάντας διωγμούς. Ἐπεὶ γὰρ φεύγοντες ἐν ὄρεσι καὶ ἐρημίαις καὶ νάπαις τὰς διατριβὰς ἐποιοῦντο, ἐθάδες τοῦ βίου τούτου ἐγένοντο.

Περὶ τοῦ μεγάλου Ἀντωνίου, καὶ τοῦ ἁγίου Παύλου τοῦ ἁπλοῦ.

Ἀλλ̓ εἴτε Αἰγύπτιοι εἴτε ἄλλοι τινὲς ταύτης προὔστησαν ἐξ ἀρχῆς τῆς φιλοσοφίας, ἐκεῖνο γοῦν παρὰ πᾶσι συνωμολόγηται, ὡς εἰς ἄκρον ἀκριβείας καὶ τελειότητος ἤθεσι, καὶ γυμνασίοις τοῖς πρέπουσιν, ἐξήσκησε ταυτηνὶ τοῦ βίου τὴν διαγωγὴν Ἀντώνιος ὁ μέγας μοναχός: ὃν τηνικαῦτα διαπρέποντα ἐν ταῖς κατ̓ Αἴγυπτον ἐρημίαις, κατὰ κλέος τῆς τοῦ ἀνδρὸς ἀρετῆς φίλον ἐποιήσατο Κωνσταντῖνος ὁ βασιλεὺς, καὶ γράμμασιν ἐτίμα, καὶ περὶ ὧν ἐδεῖτο, γράφειν προὐτρέπετο.

Ἐγένετο δὲ οὗτος Αἰγύπτιος τῷ γένει, τῶν εὐπατριδῶν, ἀπὸ Κομᾶ. Κώμη δὲ αὕτη ὁμοῦ Ἡρακλείας τῆς παῤ Αἰγυπτίοις ἄκρασι. Βούπαις δὲ καταλειφθεὶς ὀρφανὸς, τοὺς μὲν πατρῴους ἀγροὺς ἐδωρήσατο τοῖς κωμήταις: τὴν δὲ ἄλλην οὐσίαν διαθεὶς, τὸ τίμημα τοῖς πενομένοις διένειμε. Σπουδαίου γὰρ εἶναι φιλοσόφου κατεῖδεν, μὴ μόνον ἑαυτὸν γυμνῶσαι χρημάτων, ἀλλὰ καὶ εἰς δέον ταῦτα ἀναλῶσαι.

Συγγενόμενος δὲ τοῖς κατ̓ αὐτὸν σπουδαίοις, τὰς πάντων ἐζήλωσεν ἀρετάς: δοκιμάσας δὲ τὸν ἀγαθὸν βίον ἡδὺν ἔσεσθαι τῇ συνηθείᾳ καὶ χαλεπὸν ὄντα τὰ πρῶτα, τρόπους περινοῶν συντονωτέρας ἀσκήσεως, ὁσημέραι ἐπεδίδου τῇ ἐγκρατείᾳ: καὶ, ὡς ἀεὶ ἀρχόμενος, ἀνενέου τὴν προθυμίαν: ταῖς μὲν ταλαιπωρίαις τοῦ σώματος τὰς ἡδονὰς κολάζων, θεοσόφῳ δὲ προαιρέσει τοῖς πάθεσι τῆς ψυχῆς ἀντιτασσόμενος.

Ἦν δὲ αὐτῷ τροφὴ μόνος ἄρτος καὶ ἅλας ὕδωρ δὲ ποτόν: καὶ ἀρίστου καιρὸς δυόμενος ἥλιος. Πολλάκις δὲ δύο καὶ πλείους ἡμέρας διέμεινεν ἄσιτος. Ἠγρύπνει δὲ, ἀεὶ μὲν, ὡς εἰπεῖν, ὁλοκλήρους νύκτας: καὶ εὐχόμενος, τῆς ἡμέρας ἐφήπτετο: εἰ δ̓ ἄρα καὶ ὕπνου ἐγεύσατο, ἐπὶ ῥιπὸς ἀκαριαῖον ἐκάθευδε. Τὰ πολλὰ δὲ καὶ χαμαὶ κείμενος, αὐτὴν μόνην τὴν γῆν στρωμνὴν ἐποιεῖτο.

Ἐλαίου τὲ τὴν ἀλοιφὴν, καὶ λουτρῶν καὶ παραπλησίων τὴν χρῆσιν παρῃτεῖτο, ὡς ὑγρότητι τὸ σύντονον τοῦ σώματος εἰς τὸ χαῦνον μεταβάλλουσαν. Φασὶ δὲ μήτε γυμνὸν ἑαυτὸν θεασάμενόν πωποτε. Γράμματα δὲ οὐδὲ ἠπίστατο οὐδὲ ἐθαύμαζεν: ἀλλὰ νοῦν ἀγαθὸν ὡς πρεσβύτερον τῶν γραμμάτων, καὶ αὐτὸν τούτων εὑρετὴν ἐπῄνει.

Ἐγένετο δὲ πρᾷος ταμάλιστα καὶ φιλανθρωπότατος καὶ ἐχέφρων καὶ ἀνδρεῖος, χαρίεις τε τοῖς ἐντυγχάνουσι, καὶ ἄλυπος οἷς διελέγετο, εἰ καὶ ἐριστικῶς τὰς διαλέξεις ἐποιοῦντο. Σοφῶς γάρ πως τῷ οἰκείῳ ἤθει, καὶ ἐπιστήμῃ τινὶ φιλονεικίαν αὐξομένην κατέπαυε, καὶ πρὸς τὸ μέτρον μετετίθει: καὶ τῶν ὁμιλούντων αὐτῷ τὸν τόνον ἐκίρνα,

καὶ τοὺς τρόπους ἐρύθμιζε. Διὰ τοσούτων δὲ ἀρετῶν ἔμπλεως θείας προγνώσεως γεγονὼς, οὐχ ἡγεῖτο ἀρετὴν, προειδέναι τὸ μέλλον: καὶ κατὰ τοῦτο μὴ πονεῖν εἰκῆ περὶ τοῦτο συνεβούλευεν: οὔτε τὸν ἀγνοοῦντα τὰ ἐσόμενα εὐθύνας ὑφέξειν, οὔτε τὸν εἰδότα παρὰ τοῦτο ζηλωτὸν ἔσεσθαι ἀποφαινόμενος. Τὸ γὰρ ἀληθῶς μακάριον ὑπάρχειν, ἐν τῷ σέβειν τὸν Θεὸν εἶναι, καὶ τοὺς νόμους αὐτοῦ φυλάττειν. Εἰ δὲ καὶ τούτου, φησὶ, μέλει τῳ, καθαρευέτω τὴν ψυχήν: τουτὶ γὰρ δύνασθαι διορατικὴν αὐτὴν ποιεῖν, καὶ τῶν ἐσομένων ἐπιστήμονα, τοῦ Θεοῦ τὸ μέλλον προαναφαίνοντος.

Ἀργεῖν δὲ οὔτε αὐτὸς ἠνείχετο, καὶ τὸν μέλλοντα καλῶς βιοῦν, ἐργάζεσθαι παρεκελεύετο, καὶ καθ̓ ἑαυτὸν ἀνακρίνειν, καὶ λόγον τιθέναι ὧν ἐποίησε νύκτωρ καὶ καθ̓ ἡμέραν: εἰ δέ τι μὴ δέον πέπραχεν, ἀναγράφεσθαι τοῦτο, ἵνα τοῦ λοιποῦ φείδηται τῶν ἁμαρτημάτων, ἑαυτὸν αἰδούμενος εἰ πολλὰ εὕροι γεγραμμένα: ἅτε δεδιὼς, μὴ φωραθείσης αὐτῷ τῆς γραφῆς,

κατάδηλος ἄλλοις γένηται μοχθηρὸς ὤν. Οὐ μὴν ἀλλὰ καὶ περὶ τὰς προστασίας τῶν ἀδικουμένων, εἰ καί τις ἄλλος, ὑπερφυῶς σπουδαιότατος ἐγένετο: καὶ τούτων ἕνεκα, πολλάκις εἰς τὰς πόλεις ἐφοίτα. Παροδυρόμενοι γὰρ αὐτῷ πολλοὶ, ἐβιάζοντο πρεσβεύειν ὑπὲρ αὐτῶν πρὸς τοὺς ἄρχοντας καὶ τοὺς ἐν τέλει: πολλοῦ γὰρ ἂν ἕκαστος ἐτιμήσατο ἰδεῖν αὐτὸν, καὶ λαλοῦντος ἀκοῦσαι, καὶ κελεύοντι πειθαρχῆσαι, ἐπεὶ καὶ τηλικοῦτος ὢν, ἐσπούδαζεν ἀγνοεῖσθαι καὶ ἐν ταῖς ἐρημίαις λανθάνειν.

Εἰ δὲ καὶ βιασθεὶς ποτὲ εἰς πόλιν ἦλθεν ἐπικουρῆσαι δεομένοις, διαθεὶς ὅτου χάριν παρεγένετο, αὐτίκα ἐπὶ τὴν ἔρημον ἐπανῄει. Τοὺς μὲν γὰρ ἰχθύας ἔλεγε τὴν ὑγρὰν οὐσίαν τρέφειν: μοναχοῖς δὲ κόσμον φέρειν τὴν ἔρημον: ἐπίσης τε τοὺς μὲν ξηρᾶς ἁπτομένους τὸ ζῇν ἀπολιμπάνειν, τοὺς δὲ τὴν μοναστικὴν σεμνότητα ἀπολλύειν τοῖς ἄστεσι προσιόντας. Πειθήνιον δὲ καὶ κεχαρισμένον τοῖς ὁρῶσιν ἑαυτὸν παρέχων, ἐπεμελεῖτο μήτε φύσιν ὑπερορῶσαν ἔχειν, μήτε δοκεῖν εἶναι τοῦτο.

Ἀλλὰ ταῦτα μὲν μικρὰ ἄττα τῶν Ἀντωνίου πολιτευμάτων εἰπεῖν προήχθην, ἵν̓ ὑποδείγμασι χρώμενοι τοῖς εἰρημένοις, ἀναλογισώμεθα τοῦ ἀνδρὸς τὴν φιλοσοφίαν. Πλείστους δὲ καὶ εὐδοκιμωτάτους μαθητὰς ἔσχεν: ὧν οἱ μὲν ἐν Αἰγύπτῳ καὶ Λιβύῃ, οἱ δὲ ἐν Παλαιστίνῃ καὶ Συρίᾳ καὶ Ἀραβίᾳ διέπρεψαν. Καὶ ἕκαστος οὐχ ἧττον ἢ ὁ διδάσκαλος, παῤ οἷς διέτριβε διεβίω τε καὶ ἐπολιτεύσατο, καὶ πολλοὺς ἐπαίδευσε, καὶ εἰς τὴν ὁμοίαν ἀρετὴν καὶ φιλοσοφίαν ἤγαγεν.

Ὥστε ἔργον εἶναι, κατὰ πόλεις καὶ χώρας περιϊόντα ἐπιμελῶς ζητεῖν τοὺς Ἀντωνίου ἑταίρους, ἢ τοὺς τούτων διαδόχους. Πῶς γὰρ καὶ ῥᾳδία γένοιτο τούτων ἡ εὕρεσις, οἷς ἐν τῷ βίῳ λανθάνειν ἐσπουδάζετο ἐπιμελέστερον, ἢ πολλοὶ τῶν νῦν ἀνθρώπων ὑπὸ φιλοτιμίας τυφόμενοι, πομπεύουσιν ἑαυτοὺς καὶ καταδήλους ποιοῦσιν.

Ἐγένοντό γε μὴν εὐδοκιμώτατοι ὧν παρειλήφαμεν Ἀντωνίου μαθητῶν, ἀλλοί τε πολλοὶ οὓς κατὰ τὸν οἰκεῖον καιρὸν ἀναγράψομεν, καὶ Παῦλος ὁ ἐπίκλην ἁπλοῦς. Ὅν φασιν ἄγροικον ὄντα καλῇ τὸ εἶδος γυναικὶ συνοικῆσαι: ἐπ̓ αὐτοφώρῳ δὲ αὐτὴν καταλαβόντα μοιχευομένην, ἠρέμα ἐπιγελάσαι, καὶ ὅρκον προσθεῖναι ὡς οὐκ ἔτι αὐτῇ συνοικήσει. Ἔχε δὲ αὐτὴν, πρὸς τὸν μοιχὸν εἰπὼν, εὐθὺς ἐπὶ τὴν ἐρημίαν ἦλθε πρὸς Ἀντώνιον.

Πρᾳότατον δὲ καὶ καρτερικὸν εἰς ἄγαν λέγεται τόνδε γενέσθαι τὸν ἄνδρα: ἀμέλειτοι καὶ γηραλέῳ ὄντι καὶ μοναστικῆς τληπαθείας ἀήθει, ἔτι γὰρ νέηλυς ἦν, παντοδαπαῖς πείραις προσβαλὼν Ἀντώνιος, ἐν οὐδενὶ ἀγεννῆ ἐφώρασε: τελείαν δὲ αὐτῷ φιλοσοφίαν ἐπιμαρτυρήσας, καθ̓ ἑαυτὸν διάγειν ἐπέτρεπεν, ὡς μηδὲν διδασκάλου δεόμενον. Ἐπεψηφίζετο δὲ καὶ ὁ Θεὸς τῇ Ἀντωνίου μαρτυρίᾳ, καὶ τοῖς ἔργοις ἐπεδείκνυε τὸν ἄνδρα ἐνδοξότατον: κρείττονα δὲ καὶ αὐτοῦ τοῦ διδασκάλου εἰς τὸ κακοῦν καὶ ἀπελαύνειν τοὺς δαίμονας.

Περὶ τοῦ ἁγίου Ἀμοῦν, καὶ Εὐτυχιανοῦ τοῦ ἐν τῷ Ὀλύμπῳ.

Περὶ δὲ τοῦτον τὸν χρόνον, καὶ Ἀμοῦν ὁ Αἰγύπτιος ἐφιλοσόφει. Ὃν δὴ λόγος, βιασαμένων τῶν οἰκείων γυναῖκα ἀγαγέσθαι, μὴ πειραθῆναι δὲ αὐτῆς, ᾖ θέμις ἀνδράσιν. Ὡς γὰρ ἀρχὴν εἶχεν αὐτοῖς ὁ γάμος, καὶ νύμφην οὖσαν οἷα νυμφίος εἰς τὸν θάλαμον λαβὼν, ἐμονώθη, ὁ μὲν δὴ γάμος ἡμῖν οὗτος, ἔφη, ὦ γύναι, μέχρι τούτων τετέλεσται: ἡλίκον δὲ ἀγαθόν ἐστι δυνηθῆναι παρθένον διαμεῖναι, ἐκ τῶν ἱερῶν γραφῶν ὑφηγεῖτο, καὶ ἐπειρᾶτο καθ̓ ἑαυτὸν οἰκεῖν.

Ἀλλ̓ ἐπειδὴ τοὺς περὶ παρθενίας λόγους ἐπῄνει ἡ γυνὴ, χωρισθῆναι δὲ αὐτοῦ χαλεπῶς ἔφερεν, ἰδίᾳ καθεύδων ἐπὶ δέκα καὶ ὀκτὼ ἔτεσι συνῆν αὐτῇ, μὴ δὲ οὕτω μοναχικῆς ἀσκήσεως ἀμελῶν. Ἐν τοσούτῳ δὲ χρόνῳ ζηλώσασα τὴν τοῦ ἀνδρὸς ἀρετὴν ἡ γυνὴ, ἐλογίσατο μὴ δίκαιον εἶναι, τηλικοῦτον ὄντα οἴκοι κρύπτεσθαι δἰ αὐτὴν, καὶ χρῆναι ἑκάτερον κεχωρισμένως οἰκοῦντα φιλοσοφεῖν.

Καὶ περὶ τούτου ἐδεήθη τοῦ ἀνδρός. Ὁ δὲ, χάριν ὁμολογήσας τῷ Θεῷ ὑπὲρ τῶν βεβουλευμένων τῇ γυναικὶ, σὺ μὲν δὴ, ἔφη, τοῦτον τὸν οἶκον ἔχε: ἐγὼ δὲ ἕτερον ἐμαυτῷ ποιήσω. Καὶ πρὸς μεσημβρίαν τῆς Μαρείας λίμνης καταλαβὼν ἔρημον τόπον, ἀμφὶ τὴν Σκῆτιν καὶ τὸ καλούμενον τῆς Νιτρίας ὄρος, δύο καὶ εἴκοσι ἔτη ἐνθάδε ἐφιλοσόφησε,

δὶς ἑκάστου ἔτους τὴν γυναῖκα θεώμενος. Τούτῳ δὲ τῷ θεσπεσίῳ ἀρχηγῷ γενομένῳ τῶν τῇδε μοναστηρίων, πολλοὶ καὶ ἀξιόλογοι ἐγένοντο μαθηταὶ, ὡς αἱ διαδοχαὶ ἐπιδείξουσι. Πολλὰ δὲ καὶ θεσπέσια ἐπ̓ αὐτῷ συμβέβηκεν, ἃ μάλιστα τοῖς κατ̓ Αἴγυπτον μοναχοῖς ἠκρίβωται, περὶ πολλοῦ ποιουμένοις, διαδοχῇ παραδόσεως ἀγράφου ἐπιμελῶς ἀπομνημονεύειν τὰς τῶν παλαιοτέρων ἀσκητῶν ἀρετάς. Ἐμοὶ δὲ τῶν εἰς ἡμᾶς ἐλθόντων ἐκεῖνα ῥητέον.

Ἐδέησεν αὐτῷ καὶ Θεοδώρῳ τῷ αὐτοῦ μαθητῇ ἀπιοῦσί που, διαβῆναι διώρυκα ἣν Λύκον καλοῦσιν. Ἵνα δὲ μὴ γυμνοὺς ἀλλήλους θεάσωνται, ἐκέλευσεν Ἀμοῦν ὑπαναχωρῆσαι Θεόδωρον. Ὡς δὲ καὶ ἑαυτὸν ἠσχύνετο γυμνὸν θεάσασθαι, ἐξαπίνης μετάρσιος ἀρθεὶς ὑπὸ θείας δυνάμεως, ἐπὶ τὴν ἀντικρὺ ὄχθην μετετέθη. Διαβὰς δὲ τὸ ὕδωρ Θεόδωρος, καὶ θεασάμενος αὐτοῦ τὴν ἐσθῆτα καὶ τοὺς πόδας ἀβρόχους, ἐλιπάρει τὸν πρεσβύτην φράζειν αὐτῷ τὴν αἰτίαν. Ἐπεὶ δὲ ὁ μὲν παρῃτεῖτο λέγειν: ὁ δὲ μὴ ἄλλως ἀνήσειν ἰσχυρίζετο, εἰ μὴ μάθῃ, συνθεμένου Θεοδώρου, ζῶντος αὐτοῦ μηδενὶ λέξειν, ὡμολόγησε τὸ συμβάν.

Παραπλήσιον δὲ τῷ εἰρημένῳ εἰς θαῦμα καὶ τοῦτο. Ἄδικοι πατέρες ὑπὸ κυνὸς λυσσῶντος ἴδιον παῖδα δηχθέντα, καὶ ὅσον οὔπω ἀπολέσθαι προσδοκώμενον, ἤγαγον ὡς αὐτόν: καὶ ὀλοφυρόμενοι ἐδέοντο αὐτοῦ θεραπεῦσαι τὸν υἱόν. Ὁ δὲ πρὸς αὐτοὺς, ἀλλ̓ οὐδὲν, ἔφη, δεῖται τῆς παῤ ἐμοῦ θεραπείας: ὑμεῖς δὲ εἰ βούλεσθε τὸν βοῦν ὃν κεκλόφατε ἀποδοῦναι τοῖς δεσπόταις, αὐτίκα ἰαθήσεται. Ὃ καὶ συνέβη: ἅμα γὰρ ὁ βοῦς ἀπεδόθη, καὶ τὸ πάθος τὸν παῖδα ἀπέλιπεν.

Ἡνίκα δὲ ὁ Ἀμοῦς οὗτος ἐτελεύτα, λέγεται τὸν Ἀντώνιον θεάσασθαι τὴν ψυχὴν αὐτοῦ ἐπὶ τὸν οὐρανὸν ἀναγομένην, θείων δυνάμεων σὺν ψαλμῳδίαις ἡγουμένων. Πυνθανομένοις δὲ τοῖς περὶ αὐτὸν τοῦ θαύματος τὴν αἰτίαν, οὐκ ἀπεκρύψατο: δῆλος γὰρ ἦν σπουδαίως τὸν ἀέρα κατανοῶν, καὶ ἐκπεπληγμένος πρὸς τὴν ὄψιν τοῦ παραδόξου θαύματος.

Ὡς δὲ μετὰ ταῦτα παραγενόμενοί τινες ἀπὸ τῆς Σκήτεως, ἀνήγγειλαν τὴν ὥραν τῆς Ἀμοῦς τελευτῆς, τἀληθὲς ἐδείχθη τῆς Ἀντωνίου προρρήσεως. Καὶ ἀμφοτέρους ἐμακάριζον, τὸν μὲν, ἐπὶ ὁμολογουμένοις ἀγαθοῖς μεταστάντα τῆς ἐνταῦθα βιοτῆς: τὸν δὲ, τοσαύτης ἀξιωθέντα θέας, ἣν ὁ Θεὸς αὐτῷ ἀπὸ τοσούτου ἐδήλωσε. Πολλῶν γὰρ ἡμερῶν ὁδός ἐστι, τὸ μέσον τῶν τόπων ἐν οἷς ἑκάτερος διέτριβεν. Καὶ τὰ μὲν ὧδε ἱστόρηται παρὰ τῶν Ἀντωνίῳ καὶ Ἀμοῦν συγγενομένων.

Ἐπὶ ταύτης δὲ τῆς ἡγεμονίας εὐδοκίμως ἐπυθόμην φιλοσοφῆσαι καὶ Εὐτυχιανόν: ὃς ἐν Βιθυνίᾳ περὶ τὸν Ὄλυμπον τὰς διατριβὰς εἶχεν: αἵρεσιν δὲ τὴν Ναυατιανῶν πρεσβεύων θείας χάριτος μετεῖχε, θεραπείαις παθῶν καὶ πράξεσι παραδόξοις, ὡς καὶ αὐτῷ Κωνσταντίνῳ διὰ τὴν ἀρετὴν τοῦ βίου συνήθη καὶ φίλον εἶναι.

Κατ̓ ἐκεῖνο γοῦν καιροῦ δεσμώτου τινὸς ὄντος τῶν δορυφόρων, ὑποπτευθεὶς γὰρ τυραννικὰ φρονεῖν ἔφυγε καὶ περὶ τὸν Ὄλυμπον ἀναζητηθεὶς συνελήφθη, δεηθέντων τῶν ἐπιτηδείων Εὐτυχιανοῦ πρεσβεύειν ὑπὲρ αὐτοῦ πρὸς τὸν βασιλέα, πρότερον δὲ προνοεῖν, ὥστε τῶν δεσμῶν ἀφεθῆναι τὸν ἄνθρωπον, μὴ χαλεπῶς δεδεμένος φθάσῃ ἀπολούμενος, λέγεται, ὡς τοὺς δεσμοφύλακας πέμψας ἐδεήθη τῶν δεσμῶν αὐτὸν ἀνεῖναι οἱ δὲ οὐκ ἐπείθοντο, εἰς τὸ δεσμωτήριον ἐλθεῖν: αὐτομάτως δὲ κεκλεισμένας ἀναπετασθῆναι τὰς θύρας,

καὶ τοῦ δεσμώτου τὰ δεσμὰ διαρρυῆναι. Μετὰ δὲ ταῦτα καὶ πρὸς βασιλέα παραγενέσθαι ἐν Βυζαντίῳ διατρίβοντα τότε, ἑτοίμως τε τὴν χάριν λαβεῖν. Οὐ γὰρ εἴωθε Κωνσταντῖνος δυσχεραίνειν ἐπὶ ταῖς αὐτοῦ αἰτήσεσι: σφόδρα γὰρ ἐν πλείστῃ τιμῇ τὸν ἄνδρα ἦγε. Τάδε μὲν ἡμῖν ὡς ἐν βραχεῖ δεδηλώσθω, περὶ τῶν τότε λαμπρῶς ἐν μοναχοῖς φιλοσοφησάντων. Ὧι δὲ ἀκριβείας τῆς περὶ τούτων μέλει, ζητῶν ἂν εὕροι τῶν πλειόνων τοὺς βιοὺς ἀναγράπτους.

Περὶ τῆς Ἀρείου αἱρέσεως, καὶ ὅθεν ἤρξατο, καὶ τίνας διέλαβε: καὶ περὶ τῆς μεταξὺ τῶν ἐπισκόπων δἰ αὐτὸν ἀναφθείσης ἔριδος.

Ἀλλὰ γὰρ καίπερ ὧδε καὶ διὰ πάντων τῶν ἄλλων τῆς θρησκείας εὐδοκιμούσης, ἐριστικαί τινες διαλέξεις ἐτάραττον τὰς ἐκκλησίας, ἐπὶ προφάσει δῆθεν εὐσεβείας καὶ τῆς τοῦ Θεοῦ τελείας εὑρέσεως, εἰς ζήτησιν ἄγουσαι τὰ πρότερον ἀνεξέταστα. Ἦρξε δὲ τούτων τῶν λόγων Ἄρειος πρεσβύτερος τῆς κατ̓ Αἴγυπτον Ἀλεξανδρείας.

Ὃς ἐξ ἀρχῆς σπουδαῖος εἶναι περὶ τὸ δόγμα δόξας, νεωτερίζοντι Μελιτίῳ συνέπραττε: καταλιπὼν δὲ τοῦτον, ἐχειροτονήθη διάκονος παρὰ Πέτρου τοῦ Ἀλεξανδρέων ἐπισκόπου: καὶ πάλιν αὖ παῤ αὐτοῦ τῆς ἐκκλησίας ἐξεβλήθη, καθότι Πέτρου τοὺς Μελιτίου σπουδαστὰς ἀποκηρύξαντος καὶ τὸ αὐτῶν βάπτισμα μὴ προσιεμένου, τοῖς γινομένοις ἐπέσκηπτε καὶ ἠρεμεῖν οὐκ ἠνείχετο. Ἐπεὶ δὲ Πέτρος ἐμαρτύρησε, συγγνώμην αἰτήσας Ἀχιλλᾶν, ἐπετράπη διακονεῖν, καὶ πρεσβυτερίου ἠξιώθη. Μετὰ δὲ ταῦτα καὶ Ἀλέξανδρος ἐν τιμῇ εἶχεν αὐτόν.

Διαλεκτικώτατος δὲ γενόμενος, ἐλέγετο γὰρ μηδὲ τῶν τοιούτων ἀμοιρεῖν μαθημάτων, εἰς ἀτόπους ἐξεκυλίσθη λόγους: ὡς τοῦτο πρότερον παῤ ἑτέρου μὴ εἰρημένον, τολμῆσαι ἐν ἐκκλησίᾳ ἀποφῄνασθαι, τὸν υἱὸν τοῦ Θεοῦ ἐξ οὐκ ὄντων γεγενῆσθαι, καὶ εἶναί ποτε ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν ὑπάρχειν, καὶ κτίσμα καὶ ποίημα, καὶ ἄλλα πολλὰ ἃ λέγειν εἰκὸς τὸν τούτοις συνιστάμενον, εἰς διαλέξεις προϊόντα καὶ τὰς κατὰ μέρος ζητήσεις.

Λαβόμενοι δέ τινες τῶν εἰρημένων, ἐμέμφοντο Ἀλέξανδρον, ὡς οὐ δέον ἀνεχόμενον τῶν κατὰ τοῦ δόγματος νεωτερισμῶν. Ὁ δὲ, ὑπολαβὼν ἄμεινον εἶναι περὶ τῶν ἀμφιβόλων ἑκατέρῳ μέρει προθεῖναι λόγον, ὥστε μὴ δόξαι ἀνάγκῃ, ἀλλὰ πειθοῖ τῆς ἔριδος αὐτοὺς παύειν, κριτὴς καθίσας σὺν τοῖς ἀπὸ τοῦ κλήρου, εἰς ἅμιλλαν ἀμφοτέρους ἤγαγεν.

Ὡς δὲ συμβαίνειν φιλεῖ περὶ τὰς ἔριδας τῶν λόγων, ἑκάτερος ἐπειρᾶτο νικᾷν. Συνίσταται δὲ Ἄρειος μὲν τοῖς παῤ αὐτοῦ εἰρημένοις: οἱ δὲ, ὡς ὁμοούσιος καὶ συναΐδιος ἐστὶν ὁ υἱὸς τῷ πατρί. Συνεδρίου δὲ πάλιν γενομένου, τοσαύτας διαλέξεις ἀνακινήσαντες οὐ συνέβησαν ἀλλήλοις. Ἀμφηρίστου δὲ τῆς ζητήσεως ἔτι δοκούσης εἶναι, πέπονθέ τι καὶ Ἀλέξανδρος ταπρῶτα πῆ μὲν τούτους πῆ δὲ ἐκείνους ἐπαινῶν.

Τελευτῶν δὲ τοῖς ὁμοούσιον καὶ συναΐδιον εἶναι τὸν υἱὸν ἀποφαινομένοις ἔθετο: καὶ τὸν Ἄρειον ὁμοίως φρονεῖν ἐκέλευσε, τῶν ἐναντίων λόγων ἀφέμενον. Ἐπεὶ δὲ οὐκ ἔπεισεν, ἤδη δὲ πολλοὶ τῶν ἀμφ̓ αὐτὸν τῶν ἐπισκόπων καὶ τοῦ κλήρου λέγειν ὀρθῶς τὸν Ἄρειον ἐνόμιζον, ἀπεκήρυξε τῆς ἐκκλησίας αὐτόν τε καὶ τοὺς συμπράττοντας αὐτῷ περὶ τὸ δόγμα κληρικούς.

Συνέπραττον δὲ αὐτῷ τῆς Ἀλεξανδρέων παροικίας πρεσβύτεροι μὲν Ἀειθαλᾶς καὶ Ἀχιλλᾶς καὶ Καρπώνης τε καὶ Σαρμάτης καὶ Ἄρειος, διάκονοι δὲ Εὐζώϊος καὶ Μακάριος, Ἰούλιος καὶ Μηνᾶς καὶ Ἑλλάδιος. Ἐντεῦθεν δὲ καὶ τοῦ λαοῦ οὐκ ὀλίγη μοῖρα μετέθεντο πρὸς αὐτοὺς, οἱ μὲν ὁμοίως χρῆναι περὶ Θεοῦ νομίζειν ἡγούμενοι, οἱ δὲ, τοῦτο δὴ τὸ τοῖς πολλοῖς συμβαῖνον, ὡς ἠδικημένους ἐλεοῦντες καὶ τῆς ἐκκλησίας ἀκρίτως ἐκβεβλημένους.

Ἐπεὶ δὲ κατὰ Ἀλεξάνδρειαν ὧδε εἶχεν, λογισάμενοι οἱ ἀμφὶ τὸν Ἄρειον ἀναγκαῖον εἶναι τὴν εὔνοιαν προφθάσαι τῶν κατὰ πόλιν ἐπισκόπων, πρεσβεύονται πρὸς αὐτούς. Καὶ γράψαντες ὡς ἐπίστευον, ἐζήτουν, εἰ μὲν ὀρθῶς. ἔχει τάδε νομίζειν περὶ Θεοῦ, δηλῶσαι Ἀλεξάνδρῳ μὴ χαλεπαίνειν αὐτοῖς: εἰ δὲ μὴ, διδάσκεσθαι ὃν χρὴ τρόπον δοξάζειν. Οὐ μετρίως δὲ ὤνησεν αὐτοὺς τοῦτο τὸ σπουδαζόμενον. Διασπαρέντος γὰρ σχεδὸν εἰς πάντας τοῦ τοιούτου δόγματος, κοινῇ τοῖς πανταχῆ ἐπισκόποις ἡ αὐτὴ γέγονε ζήτησις.

Καὶ οἱ μὲν ἔγραφον πρὸς Ἀλέξανδρον, μὴ προσίεσθαι τοὺς περὶ Ἄρειον, εἰ μὴ τὴν ἑαυτῶν πίστιν ἀποκηρύξουσιν: οἱ δὲ, μὴ τοῦτο ποιεῖν ἐδέοντο. Ἰδὼν οὖν Ἀλέξανδρος πλείστους ἀγαθοῦ βίου προσχήματι σεμνοὺς καὶ πιθανότητι λόγου δεινοὺς συλλαμβανομένους τοῖς ἀμφὶ τὸν Ἄρειον, καὶ μάλιστα Εὐσέβιον τὸν τότε προεστῶτα τῆς Νικομηδέων ἐκκλησίας, ἄνδρα ἐλλόγιμον καὶ ἐν τοῖς βασιλείοις τετιμημένον, ἔγραψε τοῖς πανταχῆ ἐπισκόποις, μὴ κοινωνεῖν αὐτοῖς.

Ἐκ τούτου δὲ ἔτι μᾶλλον ἐπὶ ἑκάτερα ἐξεκαίετο ἡ σπουδὴ, καὶ μείζων, οἷα φιλεῖ, ἀνεκινήθη ἔρις. Ἐπεὶ γὰρ πολλάκις δεηθέντες Ἀλεξάνδρου οἱ ἀμφὶ τὸν Εὐσέβιον οὐκ ἔπεισαν, ὡς ὑβρισμένοι ἐχαλέπαινον, καὶ προθυμότεροι ἐγένοντο κρατῦναι τὸ Ἀρείου δόγμα. Καὶ σύνοδον ἐν Βιθυνίᾳ συγκροτήσαντες, γράφουσι τοῖς πανταχῆ ἐπισκόποις, ὡς ὀρθῶς δοξάζουσι κοινωνῆσαι τοῖς ἀμφὶ τὸν Ἄρειον, παρασκευάσαι δὲ καὶ Ἀλέξανδρον κοινωνεῖν αὐτοῖς.

Ὡς δὲ οὐδὲν ἧττον παρὰ γνώμην αὐτοῖς ἐχώρει ἡ σπουδὴ, Ἀλεξάνδρου μὴ εἴκοντος, πρεσβεύεται ὁ Ἄρειος πρὸς Παυλῖνον τὸν Τύρου ἐπίσκοπον, καὶ Εὐσέβιον τὸν Παμφίλου ἐπιτροπεύοντα τὴν ἐκκλησίαν τῆς ἐν Παλαιστίνῃ Καισαρείας, καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως: καὶ ἐξαιτεῖ ἅμα τοῖς ἀμφ̓ αὐτὸν ἐπιτραπῆναι ἐκκλησιάζειν τὸν μετ̓ αὐτοῦ λαὸν,

ὡς πρότερον τὴν τῶν πρεσβυτέρων τάξιν ἐπέχοντας. Εἶναι γὰρ ἐν Ἀλεξανδρείᾳ ἔθος, καθάπερ καὶ νῦν, ἑνὸς ὄντος τοῦ κατὰ πάντων ἐπισκόπου, τοὺς πρεσβυτέρους ἰδίᾳ τὰς ἐκκλησίας κατέχειν, καὶ τὸν ἐν αὐταῖς λαὸν συνάγειν. Οἱ δὲ, καὶ ἄλλοις ἐπισκόποις ἐν Παλαιστίνῃ συνελθόντες, ἐψηφίσαντο τῇ Ἀρείου αἰτήσει, παρακελευσάμενοι συνάγειν μὲν αὐτοὺς ὡς πρότερον: ὑποτετάχθαι δὲ Ἀλεξάνδρῳ, καὶ ἀντιβολεῖν ἀεὶ τῆς πρὸς αὐτὸν εἰρήνης καὶ κοινωνίας μετέχειν.

Ὡς ἀκούσας ὁ Κωνσταντῖνος περὶ τῆς διαμάχης τῶν ἐπισκόπων, καὶ τῆς τοῦ Πάσχα ἀνωμάλου ἑορτῆς, μεγάλως ἐδυσχέρανε, καὶ πέμπει Ὅσιον τὸν Ἱσπάνον Κουδρούβης ἐπίσκοπον εἰς Ἀλεξάνδρειαν, διαλῦσαι τὴν στάσιν τοῖς ἐπισκόποις, καὶ τὸ ζήτημα καταστῆσαι τοῦ Πάσχα.

Ἐπεὶ δὲ καὶ ἐν Αἰγύπτῳ συνόδῳν περὶ τούτου πολλῶν γενομένων, ἤκμαζεν ἡ ἔρις ὡς μέχρι τῶν βασιλείων ἐλθεῖν, οὐ μετρίως ἐδυσφόρει Κωνσταντῖνος ὁ βασιλεὺς, καθότι, προσφάτως τῆς θρησκείας αὔξειν ἀρχομένης, πολλοὺς χριστιανίζειν ἀπέτρεπεν ἡ διαφωνία τῶν δογμάτων.

Καὶ τούτου χάριν δῆλος ἦν ἐν αἰτίᾳ ποιούμενος Ἄρειόν τε καὶ Ἀλέξανδρον. Καὶ γράψας αὐτοῖς ἐνεκάλει, ὡς δυναμένην λαθεῖν, εἰς τὸ φανερὸν ἐξήγαγον ταύτην τὴν ζήτησιν: καὶ τῇ ἄγαν πρὸς τὸ ἐναντίον σπουδῇ φιλονείκως ἀνεκίνησαν, ἃ μήτε ζητεῖν τὴν ἀρχὴν ἔδει μήτε ἐνθυμεῖσθαι, καὶ ἐνθυμηθέντας σιωπῇ παραδοῦναι: ἐξὸν ἀλλήλων μὴ χωρίζεσθαι, εἰ καὶ περί τι μέρος τοῦ δόγματος διαφέρονται.

Περὶ μὲν γὰρ τῆς θείας προνοίας, μίαν καὶ τὴν αὐτὴν πίστιν ἔχειν ἀναγκαῖον: τὰς δὲ περὶ τῶν τοιούτων ζητήσεων ἀκριβολογίας, κἂν μὴ πρὸς μίαν συμφέρηται γνώμην, προσήκειν ἐν ἀπορρήτῳ κατὰ διάνοιαν ἔχειν. Ἀφεμένους τε τῆς περὶ ταῦτα λέσχης, ἐκέλευσεν ὁμονοεῖν: ἄχθεσθαι γὰρ οὐ μετρίως: καὶ διὰ τοῦτο σπουδάζοντα τὰς ἐπὶ τῆς ἕω πόλεις ἰδεῖν, ἐπισχεῖν.

Ἀλεξάνδρῳ μὲν οὖν καὶ Ἀρείῳ πῆ μὲν μεμφόμενος πῆ δὲ συμβουλεύων τοιάδε ἔγραψε. Χαλεπῶς δὲ ἔφερε, πυνθανόμενος τινὰς ἐναντίως πᾶσι τὴν τοῦ Πάσχα ἄγειν ἑορτήν. Τηνικαῦτα γὰρ ἐν ταῖς πρὸς ἕω πόλεσι διαφερόμενοί τινες περὶ τοῦτο, τῆς μὲν πρὸς ἀλλήλους οὐκ ἀπείχοντο κοινωνίας. Ἰουδαϊκώτερον δὲ τὴν ἑορτὴν ἦγον, καὶ ὡς εἰκὸς τῇ περὶ τούτου διχονοίᾳ,

τὴν λαμπρότητα τῆς πανηγύρεως ἔβλαπτον. Κατ̓ ἀμφότερα τοίνυν ἀστασίαστον εἶναι τὴν ἐκκλησίαν ἐσπούδαζε: νομίσας τε δύνασθαι προκαταλαβεῖν τὸ κακὸν, πρὶν εἰς πλείους χωρῆσαι, πέμπει ἄνδρα τὸν ἀμφ̓ αὐτὸν πίστει καὶ βίῳ ἐπίσημον, καὶ ταῖς ὑπὲρ τοῦ δόγματος ὁμολογίαις ἐν τοῖς πρόσθεν χρόνοις εὐδοκιμηκότα, διαλλάξοντα τοὺς ἐν Αἰγύπτῳ διὰ τὸ δόγμα στασιάζοντας, καὶ τοὺς πρὸς ἕω περὶ τὴν ἑορτὴν διαφερομένους: ἦν δὲ οὗτος Ὅσιος ὁ Κορδούβης ἐπίσκοπος.

Περὶ τῆς ἐν Νικαίᾳ ἀθροισθείσης συνόδου δἰ Ἄρειον.

Ἐπεὶ δὲ παῤ ἐλπίδας ἐχώρει τὸ πρᾶγμα, καὶ κρείττων ἦν διαλλαγῶν ἡ ἔρις, ἄπρακτός τε ἐπανῄει ὁ τὴν εἰρήνην βραβεῦσαι ἀπεσταλμένος, συνεκάλεσε σύνοδον εἰς Νίκαιαν τῆς Βιθυνίας, καὶ πανταχῆ τοῖς προεστῶσι τῶν ἐκκλησιῶν ἔγραψεν, εἰς ῥητὴν ἡμέραν παρεῖναι.

Ἐκοινώνουν δὲ τούτου τοῦ συλλόγου, τῶν μὲν ἀποστολικῶν θρόνων, Μακάριος ὁ Ἱεροσολύμων, καὶ Εὐστάθιος ἤδη τὴν Ἀντιοχείας τῆς πρὸς τῷ Ὀρρόντῃ ἐκκλησίαν ἐπιτραπεὶς, καὶ Ἀλέξανδρος ὁ Ἀλεξανδρείας τῆς πρὸς τὴν Μαρείαν λίμνην. Ἰούλιος δὲ ὁ Ῥωμαίων ἐπίσκοπος, διὰ γῆρας ἀπελιμπάνετο: παρῆσαν δὲ ἀντ̓ αὐτοῦ Βίτων καὶ Βικέντιος πρεσβύτεροι τῆς αὐτῆς ἐκκλησίας. Ἐπὶ τούτοις δὲ, καὶ ἄλλοι πλεῖστοι καλοὶ καὶ ἀγαθοὶ ἐκ διαφόρων ἐθνῶν συνῆλθον: οἱ μὲν νοεῖν καὶ λέγειν ἱκανοὶ, εἰδήσει τε τῶν ἱερῶν βίβλων καὶ τῆς ἄλλης παιδεύσεως ἐπίσημοι, ἐν ἀρετῇ βίου διαπρέποντες: οἱ δὲ, κατ̓ ἀμφότερον εὐδοκιμοῦντες.

Ἦσαν δὲ ἐπίσκοποι ὑπὲρ ἀμφὶ τριακόσιοι εἴκοσι: πρεσβυτέρων τε καὶ διακόνων ὡς εἰκὸς ἑπομένων οὐκ ἦν ὀλίγον πλῆθος. Συμπαρῆσαν δὲ αὐτοῖς ἄνδρες διαλέξεων ἔμπειροι, ἐκείνοις βοηθεῖν λόγοις σπουδάζοντες. Οἷα δὲ φιλεῖ γίνεσθαι, πολλοὶ τῶν ἱερέων, ὡς ὑπὲρ ἰδίων πραγμάτων ἀγωνίσασθαι συνελθόντες, καιρὸν ἔχειν ἐνόμισαν τῆς τῶν λυπούντων διορθώσεως: καὶ περὶ ὧν ἕκαστος τῶν ἄλλων ἐμέμφετο, βιβλίον ἐπιδοὺς βασιλεῖ, τὰ εἰς αὐτὸν ἡμαρτημένα προσήγγελλεν.

Ἐπεὶ δὲ ἐφ̓ ἑκάστης εὐχερῶς τοῦτο συνέβαινε, προσέταξεν ὁ βασιλεὺς εἰς ῥητὴν ἡμέραν ἕκαστον περὶ ὧν ἐνεκάλει δῆλον ποιεῖν. Ἀφικομένης δὲ τῆς προθεσμίας, τὰ ἐπιδοθέντα βιβλία δεξάμενος, Αὗται μὲν, ἔφη, αἱ κατηγορίαι καιρὸν οἰκεῖον ἔχουσι τὴν ἡμέραν τῆς μεγάλης κρίσεως, δικαστὴν δὲ, τὸν μέλλοντα πᾶσι τότε κρίνειν: ἐμοὶ δὲ οὐ θεμιτὸν ἀνθρώπῳ ὄντι, τοιαύτην εἰς ἑαυτὸν ἕλκειν ἀκρόασιν, ἱερέων κατηγορούντων καὶ κατηγορουμένων: ἥκιστα γὰρ χρὴ τοιούτους ἑαυτοὺς παρέχειν, ὡς παῤ ἑτέρου κρίνεσθαι. Ἄγε οὖν, μιμησάμενοι τὴν θείαν φιλανθρωπίαν ἐν τῇ πρὸς ἀλλήλους συγγνώμῃ, ἀπαλειφθέντων τῶν κατηγορημένων, πεισώμεθα, καὶ τὰ περὶ τῆς πίστεως σπουδάσωμεν, οὗ ἕνεκεν δεῦρο συνεληλύθαμεν.

Ταῦτα εἰπὼν ὁ βασιλεὺς, τὴν ἑκάστου γραφὴν ἀργεῖν, καὶ τὰ βιβλία καυθῆναι προσέταξε: καὶ ἡμέραν ὥρισε, καθ̓ ἣν ἐχρῆν λῦσαι τὰ ἀμφισβητούμενα.

Πρὸ δὲ τῆς προθεσμίας συνιόντες καθ̓ ἑαυτοὺς οἱ ἐπίσκοποι, μετακαλοῦνται τὸν Ἄρειον: καὶ προτιθεμένων εἰς τὸ κοινὸν ὧν ἐδόξαζον, διελέγοντο. Οἷα δὲ εἰκὸς, εἰς διαφόρους ζητήσεις περιισταμένης τῆς διασκέψεως, οἱ μὲν, μὴ νεωτερίζειν παρὰ τὴν ἀρχῆθεν παραδοθεῖσαν πίστιν συνεβούλευον, καὶ μάλιστα οἷς τὸ τῶν τρόπων ἁπλοῦν ἀπεριέργως εἰσηγεῖτο προσίεσθαι τὴν εἰς τὸ θεῖον πίστιν. Οἱ δὲ ἰσχυρίζοντο, μὴ χρῆναι ἀβασανίστως ταῖς παλαιοτέραις δόξαις ἕπεσθαι.

Πολλοὶ δὲ τῶν τότε συνεληλυθότων ἐπισκόπων καὶ τῶν ἑπομένων αὐτοῖς κληρικῶν, δεινοὶ διαλέγεσθαι καὶ τὰς τοιαύτας μεθόδους τῶν λόγων ἠσκημένοι, διέπρεψαν, καὶ βασιλεῖ γνώριμοι καὶ τοῖς ἀμφ̓ αὐτὸν ἐγένοντο. Ἐξ ἐκείνου δὲ καὶ Ἀθανάσιος ὁ Ἀλεξανδρείας ἔτι τότε διάκονος, Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ συνὼν, πλεῖστον εἶναι ἔδοξε μέρος τῆς περὶ ταῦτα βουλῆς.

Περὶ τῶν πιστευσάντων δύο φιλοσόφων, ἐξ ἁπλότητος τῶν διαλεχθέντων τούτοις δύο γερόντων.

Οὐ μὴν ἀλλὰ καί τινες τῶν παῤ Ἕλλησι σοφῶν ἐπιτηδὲς τουτωνὶ τῶν διαλέξεων μετέσχον: οἱ μὲν, ὅ τι ποτέ ἐστι τὸ δόγμα μανθάνειν σπουδάζοντες: οἱ δὲ, προσφάτως ἀπόλλυσθαι τῆς Ἑλληνικῆς θρησκείας ἀρχομένης, ἀπεχθανόμενοι τοῖς Χριστιανοῖς τὴν περὶ τοῦ δόγματος ζήτησιν εἰς ἔριδας λόγων ἐνέβαλλον:

ὥστε πρὸς ἑαυτοὺς στασιάζειν καὶ ἐναντία δοκεῖν. Λέγεται οὖν, ὥς τινος αὐτῶν ὑπὸ φιλοτιμίας λόγων κομπάζοντος, καὶ τοῖς ἱερεῦσιν ἐπιτωθάζοντος, οὐκ ἤνεγκε τὸν τύφον γέρων ἁπλοῦς τις τῶν ἐν ὁμολογίαις εὐδοκιμησάντων. Τοιούτων δὲ σκινδαλμῶν καὶ τερθρίας ἄμοιρος ὢν, τὸν πρὸς αὐτὸν ἀνεδέξατο λόγον. Ἐπὶ τοῦτο δὲ, τοῖς μὲν προπετέσι τῶν εἰδότων τὸν ὁμολογητὴν γέλωτα ἐκίνησε τὸ πράγμα, τοῖς δὲ ἐπιεικέσι δέος, προορωμένοις μὴ παρὰ ἀνδρὶ τεχνίτῃ λόγων γελοῖος φανείη.

Ὅμως δ̓ οὖν συγχωρησάντων λέγειν ἃ βούλεται, ἀντιτείνειν γὰρ αὐτῷ τοιούτῳ ὄντι ἐπὶ πολὺ ᾐδοῦντο, Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔφη, φιλόσοφε ἄκουσον. Εἷς ἐστὶ Θεὸς, οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ὁρωμένων καὶ ἀοράτων δημιουργὸς, ὁ πάντα ταῦτα τῇ δυνάμει τοῦ λόγου ποιήσας, καὶ τῇ ἁγιωσύνῃ τοῦ ἁγίου πνεύματος αὐτοῦ στηρίξας. Οὗτος οὖν ὁ λόγος, φησὶν, ὂν ἡμεῖς υἱὸν Θεοῦ προσαγορεύομεν, ἐλεήσας τοὺς ἀνθρώπους τῆς πλάνης καὶ τῆς θηριώδους πολιτείας, εἵλετο ἐκ γυναικὸς τεχθῆναι, καὶ τοῖς ἀνθρώποις συνομιλῆσαι, καὶ ἀποθανεῖν ὑπὲρ αὐτῶν: ἥξει δὲ πάλιν κριτὴς τῶν ἑκάστῳ βεβιωμένων. Ταῦτα οὕτως ἔχειν ἀπεριέργως πιστεύομεν. Μὴ τοίνυν μάτην πόνει, τῶν πίστει κατορθουμένων ἐλέγχους ἐπιζητῶν, καὶ τρόπον ᾧ γενέσθαι ταῦτα ἢ μὴ γενέσθαι ἐνεδέχετο. Ἀλλ̓ εἰ πιστεύεις, ἐρομένῳ

μοι ἀποκρίνου. Πρὸς ταῦτα καταπλαγεὶς ὁ φιλόσοφος, πιστεύω, φησί. Καὶ τῆς ἥττης χάριν ὁμολογήσας, τὰ αὐτὰ τῷ πρεσβύτῃ ἐδόξαζε, καὶ τοῖς πρότερον ὁμοίως διακειμένοις, ὁμοφρονεῖν συνεβούλευεν: οὐκ ἀθεεὶ μετατεθεῖσθαι ἐπομνύμενος, ἀλλ̓ ἀφράστῳ τινὶ δυνάμει χριστιανίσαι προτραπείς.

Λέγεται δὲ τῷ εἰρημένῳ παραπλήσιον γενέσθαι θαῦμα, δἰ Ἀλεξάνδρου τοῦ ἐπιτροπεύσαντος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν. Ἡνίκα γὰρ παρεγένετο Κωνσταντῖνος εἰς τὸ Βυζάντιον, προσελθόντες αὐτῷ φιλόσοφοί τινες ἐμέμφοντο, ὡς οὐ δεόντως θρησκεύει καὶ περὶ τὰ θεῖα νεωτερίζει καινὸν εἰσάγων σέβας τῇ πολιτείᾳ, παρὰ τὰ νενομισμένα τοῖς αὐτοῦ προγόνοις καὶ πᾶσιν ὅσους Ἑλλήνων τε καὶ Ῥωμαίων ἡγεμόνας ὁ παρελθὼν αἰὼν ἤνεγκεν:

καὶ ἐζήτουν διαλεχθῆναι Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ περὶ τοῦ δόγματος. Ὁ δὲ, καίπερ τοιαύτης γυμνασίας λόγων ἀτριβὴς, ἴσως δὲ τῷ βίῳ πεποιθὼς, ἐγένετο γὰρ καλὸς καὶ ἀγαθὸς, ὑπέστη τὸν ἀγῶνα τοῦ βασιλέως προστάξαντος. Συνελθόντων δὲ τῶν φιλοσόφων, ἐπειδὴ πάντες διαλέγεσθαι ἠβούλοντο, ἕνα αὐτοὺς αἱρεῖσθαι ὃν θέλουσιν ἠξίου, τοὺς δὲ ἄλλους παρόντας ἡσυχίαν ἄγειν.

Ἀναδεξαμένου δὲ ἑνὸς τὸν λόγον, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔφη πρὸς αὐτὸν Ἀλέξανδρος, ἐπιτάττω σοι μὴ λαλεῖν. Ἅμα δὲ τῷ λόγῳ, καὶ ὁ ἄνθρωπος αὐτίκα τὸ στόμα πεδηθεὶς ἐσιώπα. Ἆῤ οὖν δίκαιον ἀναλογίσασθαι, πότερον μεῖζον ἐν παραδόξοις, ἄνθρωπον, καὶ ταῦτα φιλόσοφον, οὕτω ῥᾳδίως ἀφελέσθαι τοῦ λόγου, ἢ λίθον βίᾳ λόγου τῇ χειρὶ διελθεῖν, ὃ πρός τινων ἐπὶ Ἰουλιανῷ τῷ καλουμένῳ Χαλδαίῳ κεκομπολογῆσθαι ἀκήκοα: καὶ τὰ μὲν ὧδε ἐπυθόμην.

Ὅτι τῆς συνόδου ἀθροισθείσης, πρὸς αὐτοὺς ὁ βασιλεὺς δημηγορίαν ἐξεῖπεν.

Οἱ δὲ ἐπίσκοποι συνεχῶς συνιόντες τὸν Ἄρειον εἰς μέσον παρήγαγον, καὶ ἀκριβῆ βάσανον ἐποιοῦντο τῶν αὐτοῦ προτάσεων: προπετῶς δὲ ἐπὶ θάτερα τὴν ψῆφον ἄγειν ἐφυλάττοντο. Ἐπεὶ δὲ ἡ κυρία παρῆν, καθ̓ ἣν ὥριστο τεμεῖν τὰ ἀμφίβολα, συνῆλθον εἰς τὰ βασίλεια, καθότι καὶ τῷ κρατοῦντι δέδοκτο κοινωνῆσαι αὐτοῖς τῆς βουλῆς. Ἐπεὶ δὲ εἰς ταυτὸ παρεγένοντο τοῖς ἱερεῦσι, διαβὰς πρὸς τὴν ἀρχὴν τοῦ συλλόγου, ἐπὶ θρόνου τινὸς ἐκάθισεν ὅσπερ αὐτῷ κατεσκεύαστο:

καὶ ἡ σύνοδος καθῆσθαι ἐκελεύσθη. Παρεσκεύαστο γὰρ ἑκατέρωθεν βάθρα πολλὰ παρεκτεινόμενα τοῖς τοίχοις τοῦ βασιλείου οἴκου: μέγιστος δὲ ἦν οὗτος, καὶ τοὺς ἄλλους ὑπερφέρων. Καθεζομένων δὲ αὐτῶν, ἀναστὰς Εὐσέβιος ὁ Παμφίλου, λόγον τινὰ τῷ βασιλεῖ προσεφώνησε, καὶ δἰ αὐτὸν τῷ Θεῷ χαριστήριον ὕμνον.

Παυσαμένου δὲ αὐτοῦ, καὶ σιγῆς γενομένης, Πάντων μὲν ἕνεκεν, ἔφη ὁ βασιλεὺς, τῷ Θεῷ τὴν χάριν ἔχω, οὐχ ἥκιστα δὲ τὸν ὑμέτερον σύλλογον ὁρῶν ὦ φίλοι. Καί μοι κρεῖττον εὐχῆς ἀπέβη, τοσούτους ἱερέας Χριστοῦ εἰς ταυτὸν ἀγαγεῖν. Βουλοίμην δ̓ ἂν ὁμόφρονας ὑμᾶς θεάσασθαι, καὶ συμφώνου γνώμης κοινωνούς. Ἐπεὶ παντὸς κακοῦ χαλεπώτερον ἡγοῦμαι, τὴν ἐκκλησίαν τοῦ Θεοῦ στασιάζειν. Ὅτε οὖν ἠγγέλθη ὧν οὐκ ὤφελον ἀκοῦσαι, σφόδρα τὴν ψυχὴν ἠνιάθην, διχονοεῖν ὑμᾶς πυθόμενος, οὓς ἥκιστα προσῆκε, Θεοῦ λειτουργοὺς ὄντας καὶ βραβευτὰς εἰρήνης. Καὶ διὰ τοῦτο τὴν ἱερὰν ὑμῶν συνεκρότησα σύνοδον: βασιλεύς τε ὢν καὶ συνθεράπων ὑμέτερος, χάριν αἰτῶ λαβεῖν ἀρεστὴν τῷ Θεῷ τῷ κοινῷ δεσπότῃ, ἐμοί τε λαβεῖν καὶ ὑμῖν δοῦναι πρέπουσαν. Ἡ δέ ἐστι, προενεγκεῖν εἰς μέσον τὰ αἴτια τῆς ἀμφισβητήσεως, καὶ ὁμόφρον καὶ εἰρηναῖον αὐτοῖς ἐπιθεῖναι τέλος: ὥστε με σὺν ὑμῖν τοῦτο τὸ τρόπαιον ἀναστῆσαι κατὰ τοῦ φθονεροῦ δαίμονος, ὃς, τῶν ἀλλοφύλων καὶ τυράννων ἐκποδὼν γενομένων,

ταυτηνὶ τὴν ἐμφύλιον στάσιν ἤγειρε, νεμεσήσας τοῖς ἡμετέροις ἀγαθοῖς. Τοιαῦτα τῇ Ῥωμαίων φωνῇ τοῦ βασιλέως εἰπόντος, παρεστώς τις ἡρμήνευεν.

Ὅπως ἀκροασάμενος τῶν μερῶν ἀμφοτέρων ὁ βασιλεὺς, τοὺς περὶ Ἄρειον καταδικάσας ἐξωστράκισε.

Ἐκ τούτου δὲ ἡ περὶ τοῦ δόγματος διάλεξις ἐκινήθη τοῖς ἱερεῦσι. Σχολῇ δὲ καὶ μάλα ἀνεξικάκως ἠκροᾶτο ὁ βασιλεὺς τῶν ἑκατέρωθεν λόγων: καὶ τοῖς μὲν εὖ λέγουσιν ἐτίθετο, τοὺς δὲ φιλονεικοῦντας μετετίθει τῆς ἔριδος, πρᾴως ἑκάστῳ διαλεγόμενος, ὡς ἀκούειν ἠπίστατο, καθότι οὐδὲ τῆς Ἑλλήνων γλώττης ἀπείρως εἶχε. Τὸ δὴ τελευταῖον, συνέβησαν ἀλλήλοις πάντες οἱ ἱερεῖς, καὶ ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν ἐψηφίσαντο. Μόνοι δὲ τὰ μὲν πρῶτα δέκα καὶ ἑπτὰ λέγονται τὴν Ἀρείου δόξαν ἐπαινέσαι: παραχρῆμα δὲ καὶ τούτων οἱ πλείους πρὸς τὸ κοινῇ δόξαν μετέθεντο.

Ταύτῃ δὲ τῇ γνώμῃ καὶ ὁ βασιλεὺς ἐπεψηφίσατο, συμβαλὼν αὐτὴν θεόθεν δεδοκιμᾶσθαι τὴν συμφωνίαν τοῦ συλλόγου. Ὑπερορίῳ τε φυγῇ ζημιωθήσεσθαι προηγόρευσε τὸν ἐναντίον τῶν δεδογμένων ἐρχόμενον, ὡς διαφθείραντα τοὺς θείους ὅρους.

Ἵνα δὲ καὶ εἰς τὸν ἑξῆς χρόνον βέβαιον καὶ δῆλον τοῖς ἐσομένοις ὑπάρχῃ τὸ σύμβολον τῆς τότε συναρεσάσης πίστεως, ἀναγκαῖον ᾠήθην εἰς ἀπόδειξιν τῆς ἀληθείας αὐτὴν τὴν περὶ τούτων γραφὴν παραθέσθαι: εὐσεβῶν δὲ φίλων καὶ τὰ τοιαῦτα ἐπιστημόνων, οἷα δὲ μύσταις καὶ μυσταγωγοῖς μόνοις δέον τάδε λέγειν καὶ ἀκούειν ὑφηγουμένων, ἐπῄνεσα τὴν βουλήν: οὐ γὰρ ἀπεικὸς καὶ τῶν ἀμυήτων τινὰς τῇδε τῇ βίβλῳ ἐντυχεῖν: ὡς ἔνι δὲ τῶν ἀπορρήτων ἃ χρὴ σιωπᾷν ἀποκρυψάμενον: ὡς μὴ πάμπαν ἀγνοεῖν τὰ δόξαντα τῇ συνόδῳ.

Περὶ τῶν ἃ ἐκύρωσεν ἡ Ἀρείου σύνοδος, καὶ ὡς κατεδίκασε τοὺς περὶ Ἄρειον, καὶ τὰ συγγράμματα αὐτοῦ κατέκαυσε: καὶ περὶ τῶν μὴ θελησάντων συμφωνῆσαι τῇ συνόδῳ ἀρχιερέων, καὶ περὶ τῆς καταστάσεως τοῦ Πάσχα.

Ἰστέον δὲ ὅτι τὸν μὲν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρὶ ἀπεφῄναντο: τοὺς δὲ λέγοντας ἦν ποτὲ ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας, ἢ τρεπτὸν ἢ ἀλλοίωτον, ἀπεκήρυξαν, καὶ τῆς καθόλου ἐκκλησίας ἀλλοτρίους ἐψηφίσαντο.

Ταύτην δὲ τὴν γραφὴν ἐπῄνεσαν Εὐσεβιός τε ὁ Νικομηδείας καὶ Θεόγνιος ὁ Νικαίας, Μάρις τε ὁ Χαλκηδόνος, καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως, καὶ Σεκοῦνδος ὁ Πτολεμαΐδος τῆς Λιβύης. Εὐσέβιος δὲ ὁ Παμφίλου μικρὸν ἐπισχὼν, ἐπεσκέψατο ταύτην καὶ ἐπῄνεσεν.

Ἡ δὲ σύνοδος ἀπεκήρυξεν Ἄρειον καὶ τοὺς ὁμοίως αὐτῷ φρονοῦντας, Ἀλεξανδρείας τε μὴ ἐπιβαίνειν αὐτὸν ἐψηφίσαντο. Οὐ μὴν ἀλλὰ καὶ τὰς λέξεις τῆς αὐτοῦ δόξης ἀπεκήρυξαν, καὶ τὸ βιβλίον ὃ περὶ ταύτης συντάξας Θαλείαν ἐπέγραψε. Τούτου δὲ τοῦ συντάγματος, ὡς ἐπυθόμην, οὐ γὰρ ἐνέτυχον, διαλελυμένος ἐστὶν ὁ χαρακτὴρ, ὡς ἐμφερὴς εἶναι τῇ χαυνότητι τοῖς Σωτάδου ἄσμασιν. Ἰστέον μέντοι, ὡς τῇ Ἀρείου καθαιρέσει οὔτε ἔθεντο, οὔτε ὑπέγραψαν Εὐσέβιος ὁ Νικομηδείας καὶ Θεόγνιος ὁ Νικαεὺς, καίπερ τῇ γραφῇ τῆς πίστεως συναινέσαντες.

Ὁ δὲ βασιλεὺς Ἄρειον μὲν ὑπερορίῳ φυγῇ ἐζημίωσε: καὶ τοῖς πανταχῆ ἐπισκόποις καὶ λαοῖς νομοθετῶν ἔγραψεν, ἀσεβεῖς ἡγεῖσθαι αὐτόν τε καὶ τοὺς αὐτοῦ ὁμόφρονας, καὶ πυρὶ παραδοῦναι εἴ τι αὐτῶν εὑρίσκοιτο σύγγραμμα, ὥστε μήτε αὐτοῦ, μήτε τοῦ δόγματος οὗ εἰσηγήσατο, ὑπόμνημα φέρεσθαι. Εἰ δέ τις φωραθείη κρύπτων, καὶ μὴ παραχρῆμα καταμηνύσας ἐμπρήσῃ, θάνατον εἶναι τὴν ζημίαν, καὶ τιμωρίαν εἰς κεφαλήν. Καὶ ἄλλας δὲ κατὰ πόλιν ἐπιστολὰς διεπέμψατο, κατὰ Ἀρείου καὶ τῶν ὁμοδόξων αὐτοῦ.

Εὐσέβιον δὲ καὶ Θεόγνιον, φεύγειν προσέταξεν ἃς ἐπεσκόπουν πόλεις: τῇ δὲ Νικομηδέων ἐκκλησίᾳ ἔγραψεν, ἔχεσθαι τῆς πίστεως ἣν ἡ σύνοδος παρέδωκεν: ὀρθοδόξους δὲ προβάλλεσθαι ἐπισκόπους, καὶ τούτοις πείθεσθαι: τῶν δὲ λήθῃ παραδοῦναι τὴν μνήμην. Τοὺς δὲ ἐπαινεῖν, ἢ τὰ αὐτῶν φρονεῖν ἐπιχειροῦντας, ἠπείλησε τιμωρεῖσθαι. Ἐν τούτοις δὲ τοῖς γράμμασι, καὶ ἄλλως ἀπεχθάνεσθαι πρὸς Εὐσέβιον ἐδήλου, ὡς πρότερον ἤδη τὰ τοῦ τυράννου φρονήσαντα, καὶ αὐτῷ ἐπιβουλεύσαντα. Κατὰ ταῦτα μὲν οὖν τὰ τοῦ βασιλέως γράμματα, ἀφῃρέθησαν ὧν εἶχον ἐκκλησιῶν Εὐσέβιός τε καὶ Θεόγνιος. Παραλαμβάνει δὲ τὴν Νικομηδέων Ἀμφίων, Χρῆστος δὲ τὴν Νίκαιας.

Παυσαμένης δὲ τῆς ἐπὶ τῷ δόγματι ζητήσεως, ἔδοξε τῇ συνόδῳ καὶ τὴν Πασχαλίαν ἑορτὴν ἅπαντας κατὰ τὸν αὐτὸν ἐπιτελεῖν καιρόν.

Ὄτι καὶ Ἀκέσιον τὸν τῶν Ναυατιανῶν ἐπίσκοπον, εἰς τὴν πρώτην σύνοδον ὁ βασιλεὺς μετεκαλέσατο.

Λέγεται δὲ τὸν βασιλέα τῆς πάντων Χριστιανῶν ὁμονοίας προνοοῦντα, καὶ Ἀκέσιον ὃς ἐπίσκοπος ἦν τῆς Ναυατιανῶν ἐκκλησίας, ἐπὶ τὴν σύνοδον καλέσαι: καὶ τὸν περὶ τῆς πίστεως καὶ τῆς ἑορτῆς ἐπιδεῖξαι ὅρον, ἤδη δὲ βεβαιωθέντα ταῖς τῶν ἐπισκόπων ὑπογραφαῖς, πυθέσθαί τε εἰ καὶ αὐτὸς τούτοις συναινεῖ. τὸν δὲ φάναι, μηδὲν ὡρίσθαι καινὸν, καὶ ἐπαινέσαι τὸ τῇ συνόδῳ δόξαν: οὕτω γὰρ καὶ αὐτὸν ἐξ ἀρχῆς παρειληφέναι πιστεύειν τε καὶ ἑορτάζειν.

Τί οὖν, ἔφη ὁ βασιλεὺς, ὁμοίως φρονῶν, χωρίζῃ τῆς κοινωνίας; τοῦ δὲ προφέροντος τὴν ἐπὶ Δεκίου Ναυάτῳ καὶ Κορνηλίῳ συμβᾶσαν διαφορὰν, καὶ ὡς μετὰ τὸ βάπτισμα κοινωνίας οὐκ ἀξιοῖ μυστηρίων τοὺς ἁμαρτίας ἐνόχους, ἣν πρὸς θάνατον καλοῦσιν αἱ θεῖαι γραφαί: Θεοῦ γὰρ ἐξουσίας μόνου, οὐχ ἱερέων ἠρτῆσθαι τὴν ἄφεσιν: ὑπολαβὼν ὁ βασιλεὺς εἶπεν: ὦ Ἀκέσιε, κλίμακα θὲς,

καὶ μόνος εἰς οὐρανοὺς ἀνάβηθι. Ταῦτα δὲ οἶμαι εἰπεῖν τὸν βασιλέα πρὸς Ἀκέσιον, οὐκ ἐπαινοῦντα: ἀλλ̓ ὅτι ἄνθρωποι ὄντες, ἀναμαρτήτους σφᾶς εἶναι νομίζουσιν.

Περὶ τῶν κανόνων οὓς ἡ σύνοδος ἔθετο: καὶ ὡς Παφνούτιός τις ὁμολογητὴς διεκώλυσε τὴν σύνοδον, βουλομένην θεῖναι κανόνα, παρθενίαν ἀσκεῖν πάντας τοὺς ἱερωσύνῃ τιμᾶσθαι μέλλοντας.

Ἡ δὲ σύνοδος, ἐπανορθῶσαι τὸν βίον σπουδάζουσα τῶν περὶ τὰς ἐκκλησίας διατριβόντων,

ἔθετο νόμους οὓς κανόνας ὀνομάζουσιν. Ἐν δὲ τῷ περὶ τούτου βουλεύεσθαι, τοῖς μὲν ἄλλοις ἐδόκει νόμον ἐπεισάγειν, ἐπισκόπους καὶ πρεσβυτέρους, διακόνους τε καὶ ὑποδιακόνους, μὴ συγκαθεύδειν ταῖς γαμεταῖς ἃς πρὶν ἱερᾶσθαι ἠγάγοντο.

Ἀναστὰς δὲ Παφνούτιος ὁ ὁμολογητὴς, ἀντεῖπε: τίμιον δὲ τὸν γάμον ἀποκαλῶν, σωφροσύνην δὲ τὴν πρὸς τὰς ἰδίας γυναῖκας συνουσίαν, συνεβούλευσε τῇ συνόδῳ μὴ τοιοῦτον θέσθαι νόμον. χαλεπὸν γὰρ εἶναι τὸ πρᾶγμα φέρειν: ἴσως δὲ καὶ αὐτοῖς,

καὶ ταῖς τούτων γαμεταῖς, τοῦ μὴ σωφρονεῖν αἰτία γενήσεται. κατὰ δὲ τὴν ἀρχαίαν τῆς ἐκκλησίας παράδοσιν, τοὺς μὲν ἀγάμους τοῦ ἱερατικοῦ τάγματος κοινωνήσαντας, μηκέτι γαμεῖν: τοὺς δὲ μετὰ γάμον, ὧν ἔχουσι γαμετῶν μὴ χωρίζεσθαι. Καὶ ταῦτα μὲν ὁ Παφνούτιος, καίπερ ἄπειρος ὢν γάμου, εἰσηγήσατο.

Ἐπῄνεσε δὲ καὶ ἡ σύνοδος τὴν βουλὴν, καὶ περὶ τούτου οὐδὲν ἐνομοθέτησεν: ἀλλὰ τῇ ἑκάστου γνώμῃ τὸ πρᾶγμα, οὐκ ἐν ἀνάγκῃ ἔθετο.

Περὶ δὲ τῶν ἄλλων ἧπερ αὐτῇ καλῶς ἔχειν ἐδόκει, νόμους ἀνεγράψατο, καθ̓ οὓς πολιτεύεσθαι προσήκει τὰ τῆς ἐκκλησίας πράγματα. ἀλλὰ τούτοις μὲν, εἴ τῳ φίλον, ῥᾴδιον ἐντυχεῖν, παρὰ πολλοῖς φερομένοις.

Περὶ τῶν κατὰ Μελίτιον, ὅπως ἀρίστως τὰ κατ̓ αὐτὸν ἡ ἁγία διῴκησε σύνοδος.

Ἐξετασθέντων δὲ καὶ τῶν κατὰ Μελίτιον ἀνὰ τὴν Αἴγυπτον συμβάντων, κατεδίκασεν αὐτὸν ἡ σύνοδος ἐν τῇ Λυκῷ διατρίβειν, ψιλὸν ὄνομα ἐπισκοπῆς ἔχοντα: τοῦ δὲ λοιποῦ, μήτε ἐν πόλει, μήτε ἐν κώμῃ χειροτονεῖν: τοὺς δὲ ἤδη παῤ αὐτοῦ καταστάντας, κοινωνεῖν καὶ λειτουργεῖν:

δευτερεύειν δὲ ταῖς τιμαῖς τῶν ἐν ἑκάστῃ ἐκκλησίᾳ καὶ παροικίᾳ κληρικῶν. Ἐπαναβαίνειν δὲ ταῖς τάξεσι τῶν προτελευτώντων, εἰ ψήφῳ τοῦ πλήθους ἄξιοι φανοῖεν, ἐπιχειροτονοῦντος τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρέων ἐκκλησίας: μὴ ἐξεῖναι δὲ αὐτοῖς ἐπιλέγεσθαι κατὰ γνώμην ἰδίαν, οὓς ἂν ἐθέλωσιν.

Ἐφάνη δὲ τοῦτο τῇ συνόδῳ δίκαιον, λογιζομένῃ τὸ προπετὲς καὶ ἕτοιμον εἰς χειροτονίαν Μελιτίου καὶ τῶν τὰ αὐτὰ φρονούντων: ὥστε καὶ Πέτρου τοῦ μαρτυρήσαντος, ἡνίκα ἡγεῖτο τῆς Ἀλεξανδρέων ἐκκλησίας, φεύγοντος διὰ τὸν τότε διωγμὸν, τὰς διαφερούσας αὐτῷ χειροτονίας ἀφήρπασε.

Ὅτι δημοτελῆ τράπεζαν ὁ βασιλεὺς τῇ συνόδῳ ἐποίησε, συγκαλέσας τούτους εἰς Κωνσταντινούπολιν, καὶ δώροις τιμήσας: καὶ ὅπως πάντας ὁμονοεῖν παρεκάλεσε, καὶ πρὸς Ἀλεξάνδρειαν καὶ ἀπανταχοῦ, τὰ δεδογμένα τῇ θείᾳ συνόδῳ ἐξέπεμψεν.

Τούτων ὧδε δοξάντων τῇ συνόδῳ, ξυνηνέχθη κατὰ ταυτὸν ἑορτὴν εἶναι εἰκοσαετηρίδα τῆς Κωνσταντίνου βασιλείας. ἔθος δὲ Ῥωμαίοις, δημοτελῆ πανήγυριν ἄγειν καθ̓ ἑκάστην δεκάδα ἑτῶν τῆς τοῦ κρατοῦντος ἀρχῆς. εὔκαιρον οὖν εἶναι νομίσας ὁ βασιλεὺς, προετρέψατό τε τὴν σύνοδον εἰς ἑστίασιν, καὶ τοῖς προσήκουσι δώροις ἐτίμησεν.

Ἐπεὶ δὲ οἴκαδε ἐπανιέναι παρεσκευάσαντο, συγκαλέσας πάντας, συνεβούλευσεν ὁμονοεῖν περὶ τὴν πίστιν, καὶ τῆς πρὸς σφᾶς αὐτοὺς εἰρήνης ἔχεσθαι, ὡς ἂν ἀστασίαστοι τοῦ λοιποῦ διαμένοιεν.

Καὶ πολὺν περὶ τούτου λόγον διεξελθὼν, τὸ τελευταῖον ἐκέλευσεν ὑπὲρ ἑαυτοῦ, καὶ παίδων, καὶ βασιλείας εὔχεσθαι σπουδαίως, καὶ τὸν Θεὸν ἱκετεύειν ἑκάστοτε. Καὶ πρὸς μὲν τοὺς τότε ἀφικομένους πρὸς Νίκαιαν τοιαῦτα εἰπὼν, συνετάξατο.

Δῆλα δὲ ποιῶν καὶ τοῖς μὴ παροῦσι τὰ ἐν τῇ συνόδῳ κατωρθωμένα, γράμματα πέπομφε ταῖς κατὰ πόλιν ἐκκλησίαις. Τῇ δὲ Ἀλεξανδρέων ἰδίᾳ ἕτερα παρὰ ταῦτα, προτρέπων πάσης ἀφεμένους διχονοίας, ὁμονοῆσαι περὶ τὴν ἐκτεθεῖσαν παρὰ τῆς συνόδου πίστιν: μηδὲν γὰρ ἕτερον εἶναι ἢ ταύτην Θεοῦ γνώμην, ἐκ συμφωνίας τηλικούτων καὶ τοσούτων ἀρχιερέων ἁγίῳ πνεύματι συστᾶσαν, μετὰ ζήτησιν ἀκριβῆ καὶ βάσανον πάντων τῶν ἀμφιβόλων δοκιμασθεῖσαν.

Περὶ τῆς εὑρέσεως τοῦ ζωηφόρου σταυροῦ, καὶ ἁγίων ἥλων.

ΤΑ μὲν δὴ κατὰ Νίκαιαν μέχρι τούτου τέλος ἔσχε: καὶ τῶν ἱερέων ἕκαστος οἴκαδε ἐπανῆλθε. Ὁ δὲ βασιλεὺς ἔχαιρεν ὑπερφυῶς, συμφωνοῦσαν ὁρῶν περὶ τὸ δόγμα τὴν καθόλου ἐκκλησίαν: χαριστήριά τε ἀνατιθεὶς τῷ Θεῷ ὑπὲρ τῆς ὁμονοίας τῶν ἐπισκόπων, ὑπέρ τε αὐτοῦ καὶ παίδων καὶ τῆς βασιλείας, ᾠήθη δεῖν οἶκον εὐκτήριον τῷ Θεῷ κατασκευάσαι ἐν Ἱεροσολύμοις,

ἀμφὶ τὸν καλούμενον Κρανίου τόπον. Περὶ δὲ τὸν αὐτὸν χρόνον, καὶ Ἑλένη ἡ αὐτοῦ μήτηρ ἧκεν εἰς Ἱεροσόλυμα, εὔξασθαί τε, καὶ τοὺς ἐνταῦθα ἱεροὺς ἱστορῆσαι τόπους. Εὐλαβῶς δὲ περὶ τὸ δόγμα τῶν Χριστιανῶν διακειμένη, περὶ πολλοῦ ἐποιεῖτο τοῦ σεβασμίου σταυροῦ τὸ ξύλον ἐξευρεῖν.

Ἦν δὲ οὔτε τούτου, οὔτε τοῦ θεσπεσίου τάφου ἡ εὕρεσις ῥᾳδία. Οἱ γὰρ πάλαι τὴν ἐκκλησίαν διώξαντες Ἕλληνες, ἔτι φύεσθαι ἀρχομένην τὴν θρησκείαν πάσῃ μηχανῇ σπουδάσαντες ἐκτεμεῖν, ὑπὸ πολλῷ χώματι τὸν τῇδε τόπον κατέκρυψαν, καὶ εἰς ὕψος ἤγειραν βαθύτερον ὑπάρχοντα, ὡς καὶ νῦν φαίνεται. Περιλαβόντες δὲ πέριξ πάντα τὸν τῆς ἀναστάσεως χῶρον καὶ τοῦ Κρανίου, διεκόσμησαν, καὶ λίθῳ τὴν ἐπιφάνειαν κατέστρωσαν: καὶ Ἀφροδίτης ναὸν κατεσκεύασαν, καὶ ζῴδιον ἱδρύσαντο: ὥστε τοὺς αὐτόθι τὸν Χριστὸν προσκυνοῦντας, δόξαι τὴν Ἀφροδίτην σέβειν: καὶ τῷ χρόνῳ εἰς λήθην ἐλθεῖν τὴν ἀληθῆ αἰτίαν τοῦ περὶ τὸν τόπον σεβάσματος, μήτε τῶν Χριστιανῶν ἀδεῶς εἰς τοῦτο φοιτᾷν, ἢ ἑτέροις καταμηνύειν τολμώντων, καὶ τοὐναντίον πιστουμένου τοῦ Ἑλληνικοῦ ναοῦ καὶ τοῦ ἀγάλματος.

Ἐγένετό γε μὴν δῆλος ὁ τόπος, καὶ ἐφωράθη ἡ σπουδασθεῖσα περὶ αὐτὸν πλάνη: ὡς μὲν τινὲς λέγουσιν, ἀνδρὸς Ἑβραίου τῶν ἀνὰ τὴν ἕω οἰκούντων, ἐκ πατρῴας γραφῆς καταμηνύσαντος: ὡς δὲ ἀληθέστερον ἐννοεῖν ἐστὶ, τοῦ Θεοῦ ἐπιδείξαντος διὰ σημείων καὶ ὀνειράτων. Οὐ γὰρ οἶμαι τὰ θεῖα δεῖσθαι τῆς παῤ ἀνθρώπων μηνύσεως, ἡνίκα ἂν δῆλα αὐτὰ τῷ Θεῷ δοκῇ γενέσθαι.

Τηνικαῦτα οὖν κατὰ πρόσταξιν τοῦ βασιλέως, τοῦ τῇδε χώρου καθαρθέντος εἰς βάθος, ἐν μέρει τὸ τῆς ἀναστάσεως ἐφάνη ἄντρον. Ἑτέρωθι δὲ περὶ τὸν αὐτὸν τόπον τρεῖς εὑρέθησαν σταυροί: καὶ χωρὶς ἄλλο ξύλον ἐν τάξει λευκώματος ῥήμασι καὶ γράμμασιν Ἑβραϊκοῖς, Ἑλληνικοῖς τε καὶ Ῥωμαϊκοῖς, ταῦτα δηλοῦν, Ἰησοῦς ὁ Ναζωραῖος, ὁ βασιλεὺς τῶν Ἰουδαίων. Καὶ ταῦτα μὲν, ὡς ἡ ἱερὰ βίβλος τῶν εὐαγγελίων ἱστορεῖ, οὕτω συνέβη προγραφῆναι ὑπὲρ κεφαλῆς τοῦ Χριστοῦ, Πιλάτου τοῦτο προστάξαντος,

τοῦ τὴν Ἰουδαίαν ἐπιτροπεύοντος. Ἐργώδης δὲ ἔτι ἐτύγχανεν ἡ τοῦ θείου σταυροῦ διάκρισις, εἰ καὶ εὑρέθη, διερρυηκότος αὐτοῦ τοῦ γράμματος, καὶ διερριμμένου: ἅμα δὲ καὶ τῶν τριῶν σταυρῶν χύδην διεσπαρμένων, ὥς γε εἰκὸς, ἐν τῇ καθαιρέσει τῶν σταυρωθέντων σωμάτων συγχυθείσης τῆς τάξεως. Ἐπεὶ γὰρ οἱ στρατιῶται νεκρὸν ἐν τῷ ξύλῳ εὑρήκασι, καθελόντες αὐτὸν, πρῶτον ἀπέδοντο εἰς ταφὴν, κατὰ τὴν ἱστορίαν. Μετὰ δὲ ταῦτα τῶν ἑκατέρωθεν λῃστῶν ταχύναντες τὸν θάνατον, τὰ σκέλη κατέαξαν, καὶ τὰ ξύλα ὅπη ἔτυχεν, ἄλλο ἄλλῃ ἔρριψαν. Τί γὰρ καὶ ἐπιμελὲς αὐτοῖς, ἐν τῇ προτέρᾳ τάξει ταῦτα ἐᾷν, ἑκάστου φθάσαι τὴν ἑσπέραν σπουδάζοντος, καὶ ἀνδρῶν βίᾳ τετελευτηκότων περὶ σταυροὺς ἐνδιατρίβειν οὐκ

ἀγαθὸν ἡγουμένου. Ταύτῃ οὖν ἀδήλου τυγχάνοντος ἔτι τοῦ θείου ξύλου, καὶ θειοτέρας ἣ κατὰ ἄνθρωπον δεομένου μηνύσεως, τοιόνδέ τι συνέβη. Γυνή τις ἦν ἐν Ἱεροσολύμοις τῶν ἐπισήμων, χαλεπωτάτῳ καὶ ἀνιάτῳ νόσῳ κάμνουσα. Πρὸς ταύτην κειμένην ἦλθε Μακάριος ὁ Ἱεροσολύμων ἐπίσκοπος, παραλαβὼν τὴν τοῦ βασιλέως μητέρα καὶ τοὺς ἀμφ̓ αὐτόν. Εὐξάμενός τε πρότερον, καὶ σύμβολον τάξας τοῖς ὁρῶσιν, ἐκεῖνον εἶναι τὸν θεῖον σταυρὸν, ὃς ἐπιτεθεὶς ἀπαλλάξει τῆς νόσου τὴν γυναῖκα, φέρων ἕκαστον αὐτῇ τῶν ξύλων προσήγαγεν. Ἀλλὰ τῶν μὲν δύο ἐπιτεθέντων, οὐδὲν ὅτι μὴ λῆρος καὶ γέλως ἔδοξεν εἶναι τὸ γινόμενον, θανάτου ἐν θύραις ὄντος τοῦ γυναίου. Ἐπεὶ δὲ τὸ τρίτον ξύλον ὁμοίως προσήνεγκεν, ἐξαπίνης ἀνέβλεψε, καὶ τὰς δυνάμεις ἀθροίσασα, παραχρῆμα τῆς στρωμνῆς ὑγιὴς ἀπεπήδησε.

Λέγεται δὲ καὶ νεκρὸν τῷ ἴσῳ τρόπῳ ἀναβιῶναι.

Τοῦ δὲ εὑρεθέντος θεσπεσίου ξύλου, τὸ μὲν πλεῖστον ἐν ἀργυρᾷ θήκῃ μένον ἔτι καὶ νῦν ἐν Ἱεροσολύμοις φυλάττεται.

Μέρος δὲ ἡ βασιλὶς πρὸς Κωνσταντῖνον τὸν παῖδα διεκόμισεν: οὐ μὴν ἀλλὰ καὶ τοὺς ἥλους οἷς τὸ σῶμα τοῦ Χριστοῦ διαπεπερόνητο. Ἐκ τούτων δὲ ἱστοροῦσι, περικεφαλαίαν τὸν βασιλέα κατασκευάσαι, καὶ χαλινὸν ἵππου, κατὰ τὴν Ζαχαρίου προφητείαν: ᾧ δὴ προείρηται, ὡς ἐπὶ τοῦ παρόντος καιροῦ, ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ παντοκράτορι.

Ὧδε γὰρ αὐταῖς λέξεσιν ὁ προφήτης φησί. Ταῦτα πάλαι μὲν ἔγνωστο καὶ προείρητο τοῖς ἱεροῖς προφήταις: εἰς ὕστερον δὲ διὰ θαυμασίων ἐβεβαιοῦτο τῶν ἔργων, ὅτε ἐν καιρῷ δοκοῦν εἶναι τῷ Θεῷ κατεφαίνετο. Καὶ θαυμαστὸν οὔπω τοσοῦτον, ὅπου γε καὶ πρὸς αὐτῶν τῶν Ἑλλήνων συνωμολόγηται Σιβύλλης εἶναι τοῦτο, Ὧ ξύλον μακαριστὸν, ἐφ̓ οὗ Θεὸς ἐξετανύσθη. Τοῦτο γὰρ καὶ σπουδάζων τὶς ἐναντίος εἶναι, οὐκ ἂν ἀρνηθείη. Προὐσήμαινεν οὖν τὸ τοῦ σταυροῦ ξύλον,

καὶ τὸ περὶ αὐτοῦ σέβας. Τάδε μὲν ἡμῖν ὡς παρειλήφαμεν ἱστόρηται, ἀνδρῶν τε ἀκριβῶς ἐπισταμένων ἀκούσασιν, εἰς οὓς ἐκ διαδοχῆς πατέρων εἰς παῖδας τὸ μανθάνειν παρεγένετο, καὶ ὅσοι γε αὐτὰ δὴ ταῦτα συγγράψαντες, ὡς δυνάμεως εἶχον, τοῖς ἔπειτα καταλελοίπασιν.

Περὶ Ἑλένης τῆς τοῦ βασιλέως μητρὸς, καὶ ὡς εἰς Ἱεροσόλυμα παραγενομένη ναοὺς ᾠκοδόμησε, καὶ ἀλλὰ θεοφιλῆ διεπράξατο ἔργα: καὶ περὶ τῆς αὐτῆς τελευτῆς.

Ἀμφὶ δὲ τοῦτον τὸν χῶρον, προθέμενος ὁ βασιλεὺς ναὸν ἐγεῖραι τῷ Θεῷ, προσέταξε τοῖς τῇδε ἄρχουσι, προνοεῖν ὡς ἂν μάλιστα μεγαλοφυὲς καὶ πολυτελὲς ἀποδειχθείη τὸ ἔργον. Ἐν μέρει δὲ καὶ Ἑλένη ἡ αὐτοῦ μήτηρ, δύο ναοὺς ᾠκοδόμησε, τὸν μὲν ἐν Βηθλεὲμ, ἀμφὶ τὸ τῆς γεννήσεως Χριστοῦ σπήλαιον: τὸν δὲ, πρὸς ταῖς ἀκρωρείαις τοῦ ὄρους τῶν Ἐλαιῶν,

ὅθεν ἐπὶ τὸν οὐρανὸν ἀνελήφθη. Ταύτης δὲ πολλὰ μὲν καὶ ἄλλα δείκνυσι τὴν εὐσέβειαν καὶ εὐλάβειαν: οὐχ ἥκιστα δὲ καὶ τόδε. Λέγεται γὰρ αὐτὴν τότε ἐν Ἱεροσολύμοις διατρίβουσαν, συγκαλέσαι πρὸς ἑστίασιν τὰς ἱερὰς παρθένους, καὶ ὑπηρέτιν γενέσθαι περὶ τὸ δεῖπνον, παρατιθεῖσαν τὰ ὄψα, καὶ ὕδωρ ταῖς χερσὶν ἐπιχέουσαν, καὶ τ̓ ἄλλα ποιοῦσαν, ἃ θέμις διακονεῖσθαι τοὺς τῶν δαιτυμόνων θεράποντας.

Τηνικαῦτα δὲ τὰς πόλεις τῆς ἕω περιϊοῦσα, τὰς μὲν κατὰ πόλιν ἐκκλησίας ἀναθήμασι τοῖς προσήκουσιν ἐτίμησε: πολλοὺς δὲ οὐσιῶν ἐκπεπτωκότας, πλουσίους ἐποίησε: πενομένοις δὲ τὰ ἐπιτήδεια ἀφθόνως διένειμε: τοὺς δὲ χρονίων δεσμῶν καὶ ὑπερορίας φυγῆς καὶ μετάλλων ἠλευθέρωσε. Καί μοι δοκεῖ τούτων ἀξίως ἀπειληφέναι τὰς ἀμοιβάς.

Καὶ τὴν μὲν ἐνταῦθα βιοτὴν, ὡς οὐ πλέον ἐνεδέχετο, λαμπρῶς καὶ λίαν ἐπισήμως διήνυσε: σεβαστή τε ἀνεκηρύχθη, καὶ εἰκόνι ἰδίᾳ χρυσοῦν νόμισμα κατεσήμανε: καὶ βασιλικῶν θησαυρῶν ἐξουσίαν παρὰ τοῦ παιδὸς λαβοῦσα, κατὰ γνώμην ἐχρῆτο. Ἐπειδὴ δὲ ἔδει τὸν τῇδε καταλιπεῖν βίον, εὐκλεῶς ἐτελεύτησεν: ἔτη μὲν ἀμφὶ τὰ ὀγδοήκοντα γεγονυῖα, τὸν παῖδα καταλιποῦσα ἅμα Καίσαρσιν αὐτῆς ἐκγόνοις, πάσης τῆς Ῥωμαίων οἰκουμένης ἡγούμενον.

Εἰ δέ τις ἐστὶ καὶ τούτων ὄνησις, οὐδὲ τελευτήσασαν ἡ λήθη ἐκάλυψεν: ἔχει δὲ αὐτῆς διηνεκοῦς μνήμης ἐνέχυρον ὁ μέλλων αἰὼν, τὴν ἐπὶ Βιθυνίας πόλιν, καὶ ἐτέραν παρὰ Παλαιστινοῖς, ἀπ̓ αὐτῆς λαβούσας τὴν προσηγορίαν. Ταῦτα μὲν ἡμῖν ὧδε περὶ Ἑλένης εἰρήσθω.

Περὶ τῶν ναῶν οὓς ὁ μέγας ᾠκοδόμησε Κωνσταντῖνος: καὶ περὶ τῆς αὐτοῦ ἐπωνύμου πόλεως, ὅπως ἐκτίσθη, καὶ περὶ τῶν ἔσω αὐτῆς κτισμάτων. ἔτι δὲ περὶ τοῦ εἰς Σωσθένιον ναοῦ τοῦ ἀρχιστρατήγου Μιχαήλου, καὶ περὶ τῶν ἐκεῖσε γινομένων θαυμάτων.

Ὁ δὲ βασιλεὺς ἀεί τι πονῶν εἰς εὐσέβειαν συνετέλει, καὶ πανταχοῦ περικαλλεστάτους ναοὺς ἀνίστη τῷ Θεῷ. Διαφερόντως δὲ ἐν ταῖς μητροπόλεσιν, ὡς ἐπὶ τῆς Νικομηδείας τῆς Βιθυνῶν, καὶ Ἀντιοχείας τῆς παρὰ τὸν Ὀρρόντην ποταμὸν, καὶ ἐπὶ τῆς Βυζαντίων πόλεως, ἣν ἴσα Ῥώμῃ κρατεῖν καὶ κοινωνεῖν αὐτῇ τῆς ἀρχῆς κατεστήσατο.

Ἐπεὶ γὰρ κατὰ γνώμην αὐτῷ πάντα προὐχώρει, κατώρθωτο δὲ καὶ τὰ πρὸς τοὺς ἀλλοφύλους πολέμοις καὶ σπονδαῖς, ἔγνωκεν οἰκίσαι πόλιν ὁμώνυμον ἑαυτῷ, καὶ τῇ Ῥώμῃ ὁμότιμον. Καταλαβὼν δὲ τὸ πρὸ τοῦ Ἰλίου πεδίον, παρὰ τὸν Ἑλλήσποντον ὑπὲρ τὸν Αἴαντος τάφον, οὗ δὴ λέγεται τὸν ναύσταθμον καὶ τὰς σκηνὰς ἐσχηκέναι τοὺς ἐπὶ Τροίαν τότε στρατευσαμένους Ἀχαιοὺς, οἵαν ἐχρῆν καὶ ὅσην, τὴν πόλιν διέγραψε: καὶ πύλας κατεσκεύασεν ἐν περιωπῇ, αἳ δὴ νῦν ἔτι ἀπὸ θαλάσσης φαίνονται τοῖς παραπλέουσι.

Ταῦτα δὲ αὐτῷ πονοῦντι, νύκτωρ ἐπιφανεὶς ὁ Θεὸς, ἔχρησεν ἕτερον ἐπιζητεῖν τόπον. Καὶ κινήσας αὐτὸν εἰς τὸ Βυζάντιον τῆς Θρᾴκης, πέραν Χαλκηδόνος τῆς Βιθυνῶν, ταύτην αὐτῷ οἰκίζειν ἀπέφῃνε πόλιν, καὶ τῆς Κωνσταντίνου ἐπωνυμίας ἀξιοῦν. Ὁ δὲ, τοῖς τοῦ Θεοῦ λόγοις πεισθεὶς, τὴν πρὶν Βυζάντιον προσαγορευομένην εἰς εὐρυχωρίαν ἐκτείνας, μεγίστοις τείχεσι περιέβαλεν.

Ἐπεὶ δὲ τοὺς αὐτόχθονας οὐχ ἱκανοὺς ἐνόμισεν πολίτας τῷ μεγέθει τῆς πόλεως, μεγίστας οἰκίας ἀνὰ τὰς ἀγυιὰς σποράδην οἰκοδομήσας, ἄνδρας ἐν λόγῳ σὺν τοῖς οἰκείοις δεσπότας ποιήσας, ἐν ταύταις κατῴκισε: τοὺς μὲν ἐκ τῆς πρεσβυτέρας Ῥώμης, τοὺς δὲ ἐξ ἑτέρων ἐθνῶν μετακαλεσάμενος.

Φόρους δὲ τάξας, τοὺς μὲν εἰς οἰκοδομὰς καὶ κάλλη τῆς πόλεως, τοὺς δὲ εἰς ἀποτροφὴν τῶν πολιτῶν, ἅπασί τε τοῖς ἄλλοις τὰ περὶ τὴν πόλιν διαθεὶς, ἱπποδρόμῳ τε καὶ κρήναις καὶ στοαῖς καὶ λοιποῖς οἰκοδομήμασι φιλοτίμως κοσμήσας, νέαν Ῥώμην Κωνσταντινούπολιν ὠνόμασε: καὶ βασιλίδα κατέστησε τῶν ὅσοι τὴν Ῥωμαίων ὑπήκοον γῆν οἰκοῦσι πρὸς ἄρκτον καὶ νότον καὶ ἥλιον ἀνίσχοντα, καὶ τὰ ἐν μέσῳ πελάγη, ἐκ τῶν παρὰ τὸν Ἴστρον πόλεων, καὶ Ἐπιδάμνου, τῶν πρὸς τῷ Ἰονίῳ κόλπῳ, μέχρι Κυρήνης καὶ τῶν τῇδε Λιβύων παρὰ τὸ Βόρειον καλούμενον.

Βουλευτήριόν τε μέγα, ἣν σύγκλητον ὀνομάζουσιν, ἕτερον συνεστήσατο, τὰς αὐτὰς τάξας τιμὰς καὶ ἱερομηνίας, ᾗ καὶ Ῥωμαίοις τοῖς πρεσβυτέροις ἔθος. Ἐν πᾶσι δὲ δεῖξαι σπουδάσας ἐφάμιλλον τῇ παρὰ Ἰταλοῖς Ῥώμῃ τὴν ὁμώνυμον αὐτοῦ πόλιν, οὐ διήμαρτεν. Εἰς τοσοῦτον γὰρ, σὺν Θεῷ φᾶναι, ἐπέδωκεν, ὡς καὶ τοῖς σώμασι καὶ τοῖς χρήμασι μείζονα συνομολογεῖσθαι.

Τούτου δὲ πρόφασιν ἡγοῦμαι, τὸ τοῦ οἰκιστῆρος καὶ τὸ τῆς πόλεως θεοφιλὲς, καὶ τῶν οἰκητόρων τὸν περὶ τοὺς ἐνδεἑ??ʼ ἔλεον καὶ φιλοτιμίαν. Εἰς τοσοῦτον γὰρ τῆς εἰς Χριστὸν πίστεως ἐπαγωγός ἐστιν, ὡς πολλοὺς μὲν Ἰουδαίους, Ἕλληνας δὲ σχεδὸν ἅπαντας αὐτόθι χριστιανίζειν. Ἀρξαμένη δὲ βασιλεύειν καθ̓ ὃν συνέβη χρόνον καὶ τὴν θρησκείαν εἰς πλῆθος ἐπιδιδόναι, οὔτε βωμῶν, οὔτε Ἑλληνικῶν ναῶν ἢ θυσιῶν ἐπειράθη, πλὴν ὅσον παρὰ Ἰουλιανοῦ τοῦ βασιλεύσαντος ὕστερον πρὸς ὀλίγον ἐπεχειρήθη, καὶ αὐτίκα ἀπέσβη. Ταύτην μὲν οὖν ὡσεί τινα νεοπαγῆ Χριστοῦ πόλιν καὶ ὁμώνυμον ἑαυτῷ γεραίρων Κωνσταντῖνος,

πολλοῖς καὶ μεγίστοις ἐκόσμησεν εὐκτηρίοις οἴκοις. Συνελαμβάνετο δὲ καὶ τὸ θεῖον τῇ προθυμίᾳ τοῦ βασιλέως, καὶ ταῖς ἐπιφανείαις ἐπιστοῦτο ἁγίους καὶ σωτηρίους εἶναι τοὺς ἀνὰ τὴν πόλιν εὐκτηρίους οἴκους. Ἐπισημότατον δὲ μάλιστα ξένοις τε καὶ ἀστοῖς ἐξ ἐκείνου γενέσθαι συνωμολόγηται τὴν ἐν ταῖς Ἑστίαις ποτὲ καλουμέναις ἐκκλησίαν. Τόπος δὲ οὗτος ὁ νῦν Μιχαήλιον ὀνομαζόμενος, ἐν δεξιᾶ καταπλέοντι ἐκ Πόντου εἰς Κωνσταντινούπολιν: διεστὼς αὐτῆς πλωτῆρι μὲν, ἀμφὶ τριάκοντα καὶ πέντε στάδια:

ἑβδομήκοντα δὲ καὶ πρὸς, κύκλῳ περιοδεύοντι τὸν διὰ μέσου πορθμόν. Ἔλαχε δὲ τὸ χωρίον τοῦτο τὴν νυνὶ κρατοῦσαν προσηγορίαν, καθότι πεπίστευται ἐνθάδε ἐπιφαίνεσθαι Μιχαὴλ τὸν θεῖον ἀρχάγγελον. Τοῦτο δὲ κᾀγὼ εὐηργετημένος τὰ μέγιστα, ἀληθὲς εἶναι σύμφημι. Δεικνύει δὲ τοῦθ̓ οὕτως ἔχειν, καὶ ἀπὸ πολλῶν ἄλλων ἡ τῶν πραγμάτων πεῖρα: οἱ μὲν γὰρ περιπετείαις δειναῖς ἢ κινδύνοις ἀφύκτοις, οἱ δὲ νόσοις ἢ πάθεσιν ἀγνώστοις περιπεσόντες, εὐξάμενοι ἐνταῦθα τῷ Θεῷ,

ἀπαλλαγὴν εὑρήκασιν τῶν συμφορῶν. Ἀλλὰ τὰ μὲν καθ̓ ἕκαστον, ὅπως συνέβη καὶ τίσι, μακρὸν ἂν εἴη λέγειν: οἷον δὲ Ἀκυλίνῳ ὑπῆρξεν, ἀνδρὶ εἰσέτι νῦν ἡμῖν συνδιατρίβοντι, καὶ ἐν τοῖς αὐτοῖς δικαστηρίοις δίκας ἀγορεύοντι, τὰ μὲν παῤ αὐτοῦ ἀκούσας, τὰ δὲ καὶ θεασάμενος, ἀναγκαίως ἐρῶ. Ἐπεὶ γὰρ λάβρος πυρετὸς ὑπὸ ξανθῆς χολῆς κινηθεὶς ἐπέλαβεν αὐτὸν, ἐπήλυτόν τι φάρμακον δεδώκασιν αὐτῷ πιεῖν οἱ ἰατροί: καὶ τοῦτο ἐξήμεσεν, ἅμα δὲ τῷ ἐμέτῳ ἐκχυθεῖσα ἡ χολὴ, πρὸς ὁμόχροον ἰδέαν ἔβαψε τὴν ἐπιφάνειαν: ἐκ τούτου δὲ πᾶν ὄψον καὶ ποτὸν ἐξήμει. Ὡς δὲ ἐπὶ πολλῷ τῷ χρόνῳ τοῦτο ὑπέμεινε, μὴ ἠρεμούσης τε ἐν αὐτῷ τῆς τροφῆς, ἠπόρει πρὸς τὸ πάθος ἡ τῶν ἰατρῶν τέχνη.

Καὶ ἤδη ἡμιθανὴς ὢν, παρεκελεύσατο τοῖς οἰκείοις φέρειν αὐτὸν εἰς τὸν εὐκτήριον οἶκον, ἰσχυρισάμενος ἢ αὐτόθι ἀποθανεῖσθαι, ἢ τῆς νόσου ἀπαλλαγήσεσθαι. Κειμένῳ δὲ ἐνθάδε, νύκτωρ ἐπιφανεῖσα θεία δύναμις, προσέταξε τὰ ἐσθιόμενα πόματι βάπτειν τοιούτῳ, ὃ σύνθετον ἐκ μέλιτος καὶ οἴνου καὶ πεπέρεως ἀναμιγνυμένων ἅμα, τὴν κατασκευὴν ἔχει. Ὃ δὴ τῆς νόσου ἀπήλλαξε τὸν ἄνθρωπον: καίτοιγε τοῖς ἰατροῖς κατὰ λόγον τῆς τέχνης ἐναντίον ἐδόκει παθήμασι ξανθῆς χολῆς πόμα τὸ θερμότατον.

Ἐπυθόμην δὲ καὶ Προβιανὸν, ἄνδρα τῶν ἐν τοῖς βασιλείοις στρατευσαμένων ἰατρῶν, χαλεπῶς ὑπὸ πάθους ποδῶν ὀδυνώμενον, ἐνθάδε τῶν ἀλγηδόνων ἀπαλλαγῆναι, καὶ παραδόξου θείας ὄψεως ἀξιωθῆναι. Ἑλληνίζοντι γὰρ αὐτῷ τὰ πρῶτα, ἐπεὶ χριστιανίζειν ἤρξατο, τὰ μὲν ἄλλα τοῦ δόγματος ἀμωσγέπως πιθανὰ ἐδόκει: τὸ δὲ τῆς πάντων σωτηρίας αἴτιον γενέσθαι τὸν θεῖον σταυρὸν, οὐ προσίετο.

Ὧδε δὲ ἔχοντι γνώμης, θεία προφανεῖσα ὄψις ἔδειξέ τι σταυροῦ σύμβολον τῶν ἀνακειμένων τῷ θυσιαστηρίῳ τῆς ἐνθάδε ἐκκλησίας: καὶ διαρρήδην ἀπεφῄνατο, ἀφ̓ οὗ ἐσταυρώθη ὁ Χριστὸς, τῶν ὅσα γέγονεν ἐπ̓ ὠφελείᾳ κοινῇ τοῦ ἀνθρωπείου γένους, ἢ ἰδίᾳ τινῶν, ἄνευ τῆς τοῦ σεβασμίου σταυροῦ δυνάμεως μηδὲν κατορθῶσαι μήτε τοὺς θείους ἀγγέλους, μήτε τοὺς εὐσεβεῖς καὶ ἀγαθοὺς ἀνθρώπους. Ἀλλὰ ταῦτα μὲν, ὅτι μὴ πάντα καταλέγειν καιρὸς, ἐξ ὧν ἔγνων συμβεβηκέναι ἐν τῷδε τῷ νεῷ, εἰπεῖν προήχθην.

Οἷα ὁ μέγας Κωνσταντῖνος περὶ τὴν Μαμβρῆ δρῦν διεπράξατο, καὶ ὡς ναὸν ᾠκοδόμησεν.

Ἀναγκαῖον δὲ ἐξελθεῖν καὶ τὰ περὶ τὴν δρῦν τὴν Μαμβρῆ καλουμένην βεβουλευμένα Κωνσταντίνῳ τῷ βασιλεῖ. Τόπος δὲ οὗτος, ὃν νῦν Τερέβινθον προσαγορεύουσιν, ἀπὸ δέκα καὶ πέντε σταδίων γείτονα τὴν Χεβρῶν πρὸς μεσημβρίαν ἔχων,

Ἱεροσολύμων δὲ διεστὼς ἀμφὶ διακόσια καὶ πεντήκοντα στάδια. Οὗ δὴ λόγος ἐστὶν ἀληθὴς, ἅμα τοῖς κατὰ Σοδομιτῶν ἀποσταλεῖσιν ἀγγέλοις καὶ τὸν υἱὸν τοῦ Θεοῦ φανῆναι τῷ Ἀβραὰμ, καὶ εἰπεῖν αὐτῷ τοῦ παιδὸς τὴν γένεσιν. Ἐνταῦθα δὲ λαμπρὰν εἰσέτι νῦν ἐτήσιον πανήγυριν ἄγουσιν ὥρᾳ θέρους οἱ ἐπιχώριοι, καὶ οἱ προσωτέρω Παλαιστινοὶ καὶ Φοίνικες καὶ Ἀρράβιοι.

Συνίασι δὲ πλεῖστοι καὶ ἐμπορείας ἕνεκα, πωλήσοντες καὶ ἀγοράσοντες: πᾶσι γὰρ περισπούδαστος ἡ ἑορτή: Ἰουδαίοις μὲν, καθότι πατριάρχην αὐχοῦσι τὸν Ἀβραάμ: Ἕλλησι δὲ, διὰ τὴν ἐπιδημίαν τῶν ἀγγέλων: τοῖς δ̓ αὖ Χριστιανοῖς, ὅτι καὶ τότε ἐπεφάνη τῷ εὐσεβεῖ ἀνδρὶ, χρόνοις ὕστερον ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρωπείου γένους διὰ τῆς παρθένου φανερῶς ἑαυτὸν ἐπιδείξας. Προσφόρως δὲ ταῖς θρησκείαις τιμῶσι τοῦτον τὸν χῶρον, οἱ μὲν, εὐχόμενοι τῷ πάντων Θεῷ: οἱ δὲ, τοὺς ἀγγέλους ἐπικαλούμενοι, καὶ οἶνον σπένδοντες, καὶ λίβανον θύοντες, ἢ βοῦν ἢ τράγον, ἢ πρόβατον ἢ ἀλεκτρυόνα.

Ὃ γὰρ ἕκαστος ἐσπουδασμένον καὶ καλὸν εἶχε, διὰ παντὸς τοῦ ἔτους ἐπιμελῶς τρέφων, καθ̓ ὑπόσχεσιν εἰς εὐωχίαν τῆς ἐνθάδε ἑορτῆς ἐφύλαττεν ἑαυτῷ τε καὶ τοῖς οἰκείοις. Τιμῶντες δὲ τὸν τόπον πάντες, ἢ διὰ θεομηνίας κακῶς παθεῖν φυλαττόμενοι, οὔτε γυναιξὶν ἐνθάδε συνουσιάζουσιν, ὡς ἐν ἑορτῇ κάλλους καὶ κόσμου πλείονος ἐπιμελουμέναις, καὶ εἰ ἔτυχε φαινομέναις τε καὶ προϊούσαις, οὔτε ἄλλως ἀκολασταίνουσι: καὶ ταῦτα ἐπίπαν ὁμοῦ τὰς σκηνὰς ἔχοντες, καὶ ἀναμὶξ καθεύδοντες.

Αἴθριος γὰρ καὶ ἀρόσιμός ἐστιν ὁ χῶρος, καὶ οὐκ ἔχων οἰκήματα, ἢ μόνα τὰ περὶ τὴν δρῦν πάλαι τοῦ Ἀβραὰμ γενόμενα, καὶ τὸ φρέαρ τὸ παῤ αὐτοῦ κατασκευασθέν περὶ δὲ τὸν καιρὸν τῆς πανηγύρεως, οὐδεὶς ἐντεῦθεν ὑδρεύετο. Νόμῳ γὰρ Ἑλληνικῷ, οἱ μὲν λύχνους ἡμμένους ἐνθάδε ἐτίθεσαν: οἱ δὲ οἶνον ἐπέχεον, ἢ πόπανα ἔρριπτον: ἄλλοι δὲ νομίσματα, ἢ μύρα, ἢ θυμιάματα. Καὶ διὰ τοῦτο, ὥς γε εἰκὸς, ἀχρεῖον τὸ ὕδωρ ἐγένετο τῇ μετουσίᾳ τῶν ἐμβαλλομένων.

Ταῦτα δὲ κατὰ τὸν εἰρημένον τρόπον ἡδέως ᾗ θέμις Ἕλλησιν ἐπιτελούμενα, παραγενομένη ποτὲ ἐνθάδε κατ̓ εὐχὴν ἡ τῆς γαμετῆς Κωνσταντίνου μήτηρ, τῷ βασιλεῖ κατήγγειλεν. Ὁ δὲ πυθόμενος, οὐ μετρίως ᾐτιᾶτο τοὺς Παλαιστίνης ἐπισκόπους, ὡς τοῦ προσήκοντος ὀλιγωρήσαντας, καὶ τὸν τόπον ἅγιον ὄντα ὑπεριδόντας σπονδαῖς καὶ θύμασι βεβήλοις μιαίνεσθαι.

Δείκνυσι δὲ αὐτοῦ τὴν εὐσεβῆ μέμψιν, ἡ περὶ τούτου γραφεῖσα ἐπιστολὴ Μακαρίῳ τῷ Ἱεροσολύμων ἐπισκόπῳ, καὶ Εὐσεβίῳ τῷ Παμφίλου, καὶ τοῖς ἄλλοις Παλαιστινῶν ἐπισκόποις: οὓς καὶ κατὰ ταυτὸν συνελθεῖν προσέταξε τοῖς ἐκ Φοινίκης ἐπισκόποις: ὥστε τοῦ πρότερον ἐνθάδε βωμοῦ ἀνακαθαιρουμένου ἐκ βάθρων, πυρί τε τῶν ξοάνων παραδεδομένων, ἐκκλησίαν αὐτόθι διαγράψαι, τῆς τοῦ τόπου ἀρχαιότητος καὶ σεμνότητος ἀξίαν, καὶ τοῦ λοιποῦ προνοεῖν, ἐλεύθερον σπονδῶν καὶ θυμάτων τοῦτον εἶναι: ὥστε μηδὲν ἕτερον πράττεσθαι, ἢ τὸν Θεὸν θρησκεύειν κατὰ τὸν τῆς ἐκκλησίας νόμον.

εἰ δὲ τὰ πρότερόν τις ἐπιχειρῶν ἁλοίη, τοὺς ἐπισκόπους μηνύειν, ὥστε αὐτὸν μεγίστην τιμωρίαν ἐπαγαγεῖν. Κατὰ ταύτην τὴν βασιλέως ἐπιστολὴν, ἄρχοντες καὶ ἱερεῖς Χριστοῦ ἔργῳ τὰ προστεταγμένα παρέδοσαν.

Ὅπως τὰ τῶν εἰδώλων τεμένη κατέστρεψε, καὶ τοὺς λαοὺς ἐντεῦθεν μᾶλλον χριστιανίζειν ἀνέπειθεν.

Ἐπειδὴ δὲ πολλοὶ δῆμοι καὶ πόλεις ἀνὰ πᾶσαν τὴν ὑπήκοον, εἰσέτι δεῖμα καὶ σέβας ἔχοντες τῆς περὶ τὰ ξόανα φαντασίας, ἀπεστρέφοντο τὸ δόγμα τῶν Χριστιανῶν, ἀρχαιότητός τε ἐπεμελοῦντο, καὶ τῶν πατρίων ἐθῶν καὶ πανηγύρεων, ἀναγκαῖον αὐτῷ ἐφάνη παιδεῦσαι τοὺς ἀρχομένους ἀμελεῖν τῶν θρησκευομένων. Εἶναι δὲ τοῦτο εὐπετὲς, εἰ πρῶτον αὐτοὺς ἐθίσειε καταφρονεῖν τῶν ναῶν καὶ τῶν ἐν αὐτοῖς ἀγαλμάτων.

Ἐννοηθέντι δὲ ταῦτα, στρατιωτικῆς χειρὸς οὐκ ἐδέησεν. Ἀλλ̓ ἄνδρες Χριστιανοὶ ἐν τοῖς βασιλείοις ἐπετέλουν τὰ δόξαντα, διαβάντες τὰς πόλεις ἅμα γράμμασι βασιλικοῖς. Οἱ μὲν γὰρ δῆμοι, περὶ αὐτῶν καὶ παίδων καὶ γυναικῶν δεδιότες μήτι κακὸν πάθωσιν ἐναντιούμενοι, ἡσυχίαν ἦγον. Γυμνωθέντες δὲ τῆς τοῦ πλήθους ῥοπῆς οἱ νεωκόροι καὶ οἱ ἱερεῖς προὔδωκαν τὰ παῤ αὐτοῖς τιμιώτατα, καὶ τὰ διοπετῆ καλούμενα: καὶ δἰ ἑαυτῶν ταῦτα προῆγον ἐκ τῶν ἀδύτων καὶ τῶν ἐν τοῖς ναοῖς κρυφίων μυχῶν.

Βατά τε λοιπὸν ἦν τοῖς θέλουσι τὰ πρὶν ἄβατα καὶ τοῖς ἱερεῦσι μόνοις ἐγνωσμένα: τῶν δ̓ αὖ ξοάνων τὰ ὄντα τιμίας ὕλης, καὶ τῶν ἄλλων ὅσον ἐδόκει χρήσιμον εἶναι, πυρὶ διεκρίνετο, καὶ δημόσια ἐγίνετο χρήματα: τὰ δὲ ἐν χαλκῷ θαυμασίως εἰργασμένα, πάντοθεν εἰς τὴν ἐπώνυμον πόλιν τοῦ αὐτοκράτορος μετεκομίσθη πρὸς κόσμον:

καὶ εἰσέτι νῦν δημοσίᾳ ἵδρυνται κατὰ τὰς ἀγυιὰς καὶ τὸν ἱππόδρομον καὶ τὰ βασίλεια. Τὰ μὲν, τοῦ Πυθίας ἦν μαντείου Ἀπόλλωνος, καὶ Μοῦσαι αἱ Ἑλικωνιάδες, καὶ οἱ ἐν Δελφοῖς τρίποδες, καὶ ὁ Πὰν ὁ βοώμενος, ὃν Παυσανίας ὁ Λακεδαιμόνιος καὶ αἱ Ἑλληνίδες πόλεις ἀνέθεντο μετὰ τὸν πρὸς Μήδους πόλεμον. Νεὼ δὲ οἱ μὲν θυρῶν, οἱ δὲ ὀρόφων ἐγυμνώθησαν: οἱ δὲ καὶ ἄλλως ἀμελούμενοι, ἠρείποντό τε καὶ διεφθείροντο.

Κατεσκάφησαν δὲ τότε καὶ ἄρδην ἠφανίσθησαν, ὁ ἐν Αἰγαῖς τῆς Κιλικίας Ἀσκληπιοῦ ναὸς, καὶ ὁ ἐν Ἀφάκοις τῆς Ἀφροδίτης περὶ τὸν Λίβανον τὸ ὄρος, καὶ Ἄδωνιν τὸν ποταμόν. Ἄμφω δὲ ἐπισημοτάτω νεὼ ἐγενέσθην, καὶ σεβασμίω τοῖς πάλαι. Καθότι Αἰγεάται μὲν ηὔχουν τοὺς κάμνοντας τὰ σώματα νόσων ἀπαλλάττεσθαι παῤ αὐτοῖς, ἐπιφαινομένου νύκτωρ καὶ ἰωμένου τοῦ δαίμονος. Ἐν Ἀφάκοις δὲ, κατ̓ ἐπίκλησιν τινὰ καὶ ῥητὴν ἡμέραν, ἀπὸ τῆς ἀκρωρείας τοῦ Λιβάνου πῦρ διαΐσσον, καθάπερ ἀστὴρ, εἰς τὸν παρακείμενον ποταμὸν ἔδυνεν. Ἔλεγον δὲ τοῦτο τὴν Οὐρανίαν εἶναι, ὡδὶ τὴν Ἀφροδίτην καλοῦντες.

Τούτων οὕτω συμβάντων, κατὰ σκοπὸν προὐχώρει τῷ βασιλεῖ τὸ σπουδαζόμενον. Οἱ μὲν γὰρ τὰ πρὶν σεμνὰ καὶ φοβερὰ εἰκῆ ἐρριμμένα, καὶ καλάμης καὶ φορυτοῦ ἔνδοθεν βεβυσμένα ὁρῶντες, εἰς καταφρόνησιν ἦλθον τῶν πρότερον σεβασμίων, καὶ πλάνην τοῖς προγόνοις ἐμέμφοντο. Οἱ δὲ, ζηλώσαντες τοὺς Χριστιανοὺς τῆς παρὰ τῷ βασιλεῖ τιμῆς, ἀναγκαῖον ᾠήθησαν τὰ τοῦ κρατοῦντος ἤδη μιμήσασθαι. Ἄλλοι δὲ, καθέντες ἑαυτοὺς εἰς διάσκεψιν τοῦ δόγματος, ἢ σημείοις, ἢ ὀνείρασιν, ἢ ἐπισκόπων ἢ μοναχῶν συνουσίαις, ἐδοκίμασαν ἄμεινον εἶναι χριστιανίζειν.

Ἐξ ἐκείνου δῆμοι καὶ πόλεις, ἑκοντὶ τῆς προτέρας μετέθεντο γνώμης: ἡνίκα δὴ τὸ ἐπίνειον τῆς Γαζαίων πόλεως, ὃν Μαϊουμᾶν προσαγορεύουσιν, εἰσάγαν δεισιδαιμονοῦν, καὶ τὰ ἀρχαῖα πρὸ τούτου θαυμάζον, εἰς Χριστιανισμὸν ἀθρόον πανδημεὶ μετέβαλε.

Ἀμειβόμενος δὲ αὐτοὺς τῆς εὐσεβείας ὁ βασιλεὺς πλείστης τιμῆς ἠξίωσε, καὶ πόλιν οὐ πρότερον ὂν τὸ χωρίον ἀπέφῃνε, καὶ Κωνσταντίαν ἐπωνόμασε: τῷ τιμιωτάτῳ τῶν παίδων γεραίρων τὸν τόπον διὰ τὴν θρησκείαν. Ἐκ τοιαύτης δὲ αἰτίας, καὶ Κωνσταντίναν τὴν παρὰ Φοίνιξιν ἔγνων ἐπιγράψασθαι τὴν τοῦ βασιλέως ἐπωνυμίαν.

Ἀλλὰ γὰρ ἕκαστα συγγράφειν οὐκ εὐχερές: πλεῖσται γὰρ δὴ καὶ ἄλλαι πόλεις τηνικαῦτα πρὸς τὴν θρησκείαν ηὐτομόλησαν, καὶ αὐτόματοι, βασιλέως μηδὲν ἐπιτάττοντος, τοὺς παῤ αὐτοῖς ναοὺς καὶ ξόανα καθεῖλον, καὶ εὐκτηρίους οἴκους ᾠκοδόμησαν.

Ἐκ ποίας προφάσεως, ἐπὶ Κωνσταντίνου τὸ τοῦ Χριστοῦ ὄνομα εἰς ὅλην τὴν οἰκουμένην διέδραμεν.

Πληθυνούσης δὲ τῆς ἐκκλησίας τούτῳ τῷ τρόπῳ ἀνὰ πᾶσαν τὴν Ῥωμαίων οἰκουμένην, καὶ δἰ αὐτῶν βαρβάρων ἡ θρησκεία ἐχώρει. Ἤδη γὰρ τά τε ἀμφὶ τὸν Ῥῆνον φῦλα ἐχριστιάνιζον: Κελτοί τε, καὶ οἱ Γαλατῶν ἔνδον τελευταῖοι τὸν ὠκεανὸν προσοικοῦσι: καὶ Γότθοι, καὶ ὅσοι τούτοις ὅμοροι τὸ πρὶν ἦσαν ἀμφὶ τὰς ὄχθας Ἴστρου ποταμοῦ, πάλαι μετασχόντες τῆς εἰς Χριστὸν πίστεως, ἐπὶ τὸ ἡμερώτερον καὶ λογικὸν μεθηρμόσαντο.

Πᾶσι δὲ βαρβάροις σχεδὸν πρόφασις συνέβη πρεσβεύειν τὸ δόγμα τῶν Χριστιανῶν, οἱ γενόμενοι κατὰ καιρὸν πόλεμοι Ῥωμαίοις καὶ τοῖς ἀλλοφύλοις, ἐπὶ τῆς Γαλλιήνου ἡγεμονίας καὶ τῶν μετ̓ αὐτὸν βασιλέων. Ἐπεὶ γὰρ τότε πλῆθος ἄφατον μιγάδων ἐθνῶν, ἐκ τῆς Θρᾴκης περαιωθὲν τὴν Ἀσίαν κατέδραμεν, ἄλλοι τε ἀλλαχῆ βάρβαροι ταυτὸν εἰργάσαντο τοὺς παρακειμένους Ῥωμαίους, πολλοὶ τῶν ἱερέων τοῦ Χριστοῦ αἰχμάλωτοι γενόμενοι,

σὺν αὐτοῖς ἦσαν. Ὡς δὲ τοὺς αὐτόθι νοσοῦντας ἰῶντο, καὶ τοὺς δαιμονῶντας ἐκάθαιρον, Χριστὸν μόνον ὀνομάζοντες, καὶ υἱὸν Θεοῦ ἐπικαλούμενοι: προσέτι δὲ καὶ πολιτείαν ἄμεμπτον ἐφιλοσόφουν, καὶ ταῖς ἀρεταῖς τὸν μῶμον ἐνίκων, θαυμάσαντες οἱ βάρβαροι τοὺς ἄνδρας τοῦ βίου καὶ τῶν παραδόξων ἔργων, εὐφρονεῖν συνεῖδον, καὶ τὸν Θεὸν ἵλεων ἔχειν, εἰ τοὺς ἀμείνους φανέντας μιμήσαιντο, καὶ ὁμοίως αὐτοῖς τὸ κρεῖττον θεραπεύοιεν. Προβαλλόμενοι οὖν αὐτοὺς τοῦ πρακτέου καθηγητὰς, ἐδιδάσκοντο καὶ ἐβαπτίζοντο, καὶ ἀκολούθως ἐκκλησίαζον.

Ὅπως Ἵβηρες τὴν εἰς Χριστὸν πίστιν ἐδέξαντο.

Ἐπὶ δὲ τῆς προκειμένης βασιλείας, λέγεται τοὺς Ἵβηρας τὸν Χριστὸν ἐπιγνῶναι. Ἔθνος δὲ τοῦτο βάρβαρον, μέγα τε καὶ μαχιμώτατον: οἰκεῖ δὲ τῆς Ἀρμενίων ἐνδότερον πρὸς Ἄρκτον. Παρεσκεύασε δὲ αὐτοὺς τῆς πατρῴας θρησκείας ὑπεριδεῖν, Χριστιανὴ γυνὴ αἰχμάλωτος: ἣ δὴ πιστοτάτη καὶ θεοσεβὴς ἄγαν οὖσα, οὐδὲ παρὰ τοῖς ἀλλοφύλοις καθυφῆκε τῆς συνήθους πολιτείας. Φίλον δέ τι αὐτῇ χρῆμα ἐτύγχανε νηστεία, καὶ νύκτωρ καὶ μεθ̓ ἡμέραν εὔχεσθαι, καὶ τὸν Θεὸν εὐλογεῖν. Οἱ δὲ βάρβαροι ἐπυνθάνοντο μὲν ὅτου χάριν τοῦτο ὑπομένοι. Τῆς δὲ ἁπλούστερον λεγούσης οὕτω χρῆναι σέβειν τὸν υἱὸν τοῦ Θεοῦ, ξένον αὐτοῖς ἐδόκει καὶ τοῦ θρησκευομένου τὸ ὄνομα, καὶ τῆς θρησκείας ὁ τρόπος.

Συμβὰν δὲ μειράκιον ἐνταῦθα δεινῶς ἀσθενεῖν, περιφέρουσα καθ̓ ἕκαστον οἶκον ἡ μήτηρ ἐπεδείκνυ ἔθος γὰρ Ἴβηρσι τοῦτο ποιεῖν, ἵν̓ εἴ τις εὑρεθείη τοῦ νοσήματος ἰατρὸς, εὐπόριστος γένηται τοῖς κάμνουσιν ἡ τοῦ πάθους ἀπαλλαγή.

Ἐπεὶ δὲ μηδαμοῦ θεραπευθὲν καὶ παρὰ τὴν αἰχμάλωτον ἐκομίσθη τὸ παιδίον, Φαρμάκων μὲν, ἔφη, οὔτε χρηστῶν οὔτε ἐπιπλάστων εἴδησιν ἢ πεῖραν ἔχω: πιστεύω δὲ τὸν Χριστὸν ὃν σέβω, τὸν ἀληθινὸν καὶ μέγαν Θεὸν, σωτῆρα τοῦ σοῦ παιδὸς γενέσθαι, ὦ γύναι. Παραχρῆμά τε ὑπὲρ αὐτοῦ εὐξαμένη, τῆς νόσου ἀπήλλαξεν αὐτὸν, ὅσον οὔπω τεθνήξεσθαι προσδοκώμενον.

Οὐ πολλῷ δὲ ὕστερον, καὶ τὴν γαμετὴν τοῦ κρατοῦντος τοῦ ἔθνους ἀνιάτῳ πάθει διόλλυσθαι μέλλουσαν, τῷ ἴσῳ τρόπῳ διέσωσε: καὶ τὴν τοῦ Χριστοῦ γνῶσιν ἐπαίδευσεν: ὑγείας ταμίαν, καὶ ζωῆς, καὶ βασιλείας, καὶ πάντων κύριον αὐτὸν εἰσηγουμένη. Καὶ ἡ μὲν, τῇ πείρᾳ τοῦ ἐπ̓ αὐτῇ συμβεβηκότος ἀληθεῖς εἶναι πιστεύσασα τοὺς τῆς αἰχμαλώτου λόγους, τὴν Χριστιανῶν θρησκείαν ἐπρέσβευε,

καὶ διὰ πολλῆς τιμῆς εἶχε τὴν ἄνθρωπον. Ὁ δὲ βασιλεὺς, θαυμάσας τὸ ταχὺ καὶ παράδοξον τῆς πίστεως καὶ ἰάσεως, ἔμαθε τὴν αἰτίαν παρὰ τῆς γαμετῆς: καὶ δώροις ἐκέλευσεν ἀμείβεσθαι τὴν αἰχμάλωτον. Ἀλλὰ τούτων, ἔφη ἡ βασιλὶς, ὀλίγος αὐτῇ λόγος, κἂν πάνυ τίμια νομίζηται: μόνην δὲ περὶ πολλοῦ ποιεῖται τὴν εἰς τὸν ἴδιον Θεὸν θεραπείαν. ἢν οὖν αὐτῇ χαριεῖσθαι βουλοίμεθα, καὶ ἀσφαλῶς πράττειν καὶ καλῶς σπουδάζοιμεν, ἄγε δὴ καὶ ἡμεῖς τοῦτον σεβώμεθα, κραταιὸν Θεὸν ὄντα καὶ σωτῆρα, καὶ βασιλέας, ἢν βούληται, ἐν οἷς εἰσὶ διαμένειν ποιοῦντα, πάλιν τ̓ αὖ ἱκανὸν ῥᾳδίως τοὺς μεγάλους, μικροὺς ἀποφαίνειν, καὶ τοὺς ἀδόξους, ἐπιφανεῖς: καὶ τοὺς ἐν δεινοῖς ὄντας σώζειν.

Τοιαῦτα πολλάκις εὖ λέγειν δοκούσης τῆς γυναικὸς, ἀμφίβολος ἦν ὁ τῆς Ἱβερίας ἡγούμενος, καὶ οὐ πάνυ ἐπείθετο, τοῦ πράγματος τὸ νεώτερον ἐννοῶν, καὶ τὴν πατρῴαν θρησκείαν αἰδούμενος. Μετ̓ οὐ πολὺ δὲ ἅμα τοῖς ἀμφ̓ αὐτὸν εἰς ὕλην ἐλθὼν, ἐθήρα. Ἐξαπίνης οὖν ἀχλὺς πυκνοτάτη, καὶ παχὺς ἀὴρ ἐπιχυθεὶς αὐτοῖς πάντοθεν, τὸν οὐρανὸν καὶ τὸν ἥλιον ἐκάλυψε: νὺξ δὲ βαθεῖα καὶ σκότος πολὺ τὴν ὕλην κατεῖχεν.

Ἐνταῦθα δὲ περὶ ἑαυτοῦ δείσας ἕκαστος, διεσκεδάσθησαν ἀλλήλων. Ὁ δὲ βασιλεὺς, μόνος ἀλώμενος, οἷα φιλεῖ συμβαίνειν τοῖς ἀνθρώποις ἀμηχανοῦσιν ἐν τοῖς δεινοῖς, ἐνενοήθη τὸν Χριστόν καὶ Θεὸν αὐτὸν ἡγεῖσθαι, καὶ τοῦ λοιποῦ σέβειν κατὰ νοῦν ἐδοκίμασεν, εἰ τὸ παρὸν διαφύγοι κακόν. Ἔτι δὲ αὐτοῦ ταῦτα ἐνθυμουμένου, παραχρῆμα διελύθη ἡ ἀχλὺς, καὶ ὁ ἀὴρ εἰς αἰθρίαν μετέβαλεν: ἐμβαλούσης τε τῆς ἀκτῖνος τῇ ὕλῃ, διεσώθη ἐνθάδε.

Καὶ τὸ συμβὰν τῇ γαμετῇ κοινωσάμενος, μετεπέμψατο τὴν αἰχμάλωτον, καὶ τίνα τρόπον προσήκει τὸν Χριστὸν θρησκεύειν, ἐκέλευσε διδάσκειν. Τῆς δὲ ὅσα γυναικὶ θέμις λέγειν τε καὶ ποιεῖν εἰσηγησαμένης, ἀγείρας τοὺς ὑπηκόους ἐκεῖνος, τὰς συμβάσας αὐτῷ καὶ τῇ γαμετῇ θείας εὐεργεσίας εἰς κοινὸν ἐξήγγειλε: μήπω δὲ μυηθεὶς, τὰ περὶ τοῦ δόγματος μετέδωκε τοῖς ἀρχομένοις: καὶ τὸν Χριστὸν πανδημεὶ σέβειν πείθουσιν, αὐτὸς μὲν τοὺς ἄνδρας, ἡ δὲ βασίλισσα ἅμα τῇ αἰχμαλώτῳ τὰς γυναῖκας.

Καὶ ἐν τάχει κοινῇ συνθήκῃ παντὸς τοῦ ἔθνους, φιλοτιμότατα παρεσκευάσαντο ἐκκλησίαν οἰκοδομεῖν. Ἐπεὶ δὲ κύκλῳ τοῦ νεὼ τὸν περίβολον ἤγειραν, στήσαντες μηχανὰς, ἀνίμων τοὺς κίονας, καὶ ἐπὶ τῶν βάσεων ἐστήριζον. Λέγεται δὲ τοῦ τε πρώτου καὶ δευτέρου ὀρθωθέντος, ἐργώδη γενέσθαι τοῦ τρίτου κίονος τὴν σύστασιν, καὶ μήτε τέχνῃ τῶν ἐπιστημόνων κατορθωθῆναι, μήτε ἰσχύϊ βιασθῆναι, καίπερ πολλῶν ὄντων τῶν ἑλκόντων.

Ἑσπέρας δὲ ἐπιγενομένης, μόνη ἡ αἰχμάλωτος αὐτόθι διενυκτέρευσεν, ἱκετεύουσα τὸν Θεὸν, εὐπετῆ γενέσθαι τῶν κιόνων τὴν διόρθωσιν: οἱ δὲ ἄλλοι πάντες ἀνεχώρησαν δυσφοροῦντες, καὶ μάλιστα ὁ βασιλεύς: ὀρθωθεὶς γὰρ μέχρι τοῦ μέσου ὁ κίων, ἐγκάρσιος ἔμενε, καὶ τῷ ἐδάφει ἐμπαγεὶς, ἐκ τῆς κάτωθεν ἀρχῆς ἀκίνητος ἦν. Ἔμελλε δὲ διὰ τοῦτο καὶ τὰ πρὸ τούτου παράδοξα βεβαιοτέρους καὶ περὶ τὸ θεῖον ποιήσειν τοὺς Ἵβηρας.

Περὶ γὰρ τὴν ἕω παραγενομένων αὐτῶν εἰς τὴν ἐκκλησίαν, θαυμάσιόν τι χρῆμα καὶ ὀνείρῳ προσεοικὸς, ὀρθὸς ἐφάνη ὁ τῇ προτεραίᾳ ἀκίνητος κίων, ἀπὸ μικροῦ διαστήματος ἐπὶ τῆς ἰδίας βάσεως αἰωρούμενος. Καταπλαγέντων οὖν πάντων, καὶ μόνον εἶναι Θεὸν ἀληθινὸν συνομολογούντων τὸν Χριστὸν, θεωμένων πάντων ἡσυχῇ διολισθήσας αὐτομάτως, ὡς ἀπὸ τέχνης τῇ βάσει προσηρμόσθη. Μετᾲ δὲ ταῦτα εὐπετῶς οἱ ἄλλοι ὠρθώθησαν, καὶ προθυμότεροι οἱ Ἵβηρες τὰ λοιπὰ ἐπετέλουν.

Σπουδῇ δὲ τῆς ἐκκλησίας οἰκοδομηθείσης, ὑποθεμένης τῆς αἰχμαλώτου, πέμπουσι πρέσβεις πρὸς Κωνσταντῖνον τὸν βασιλέα, συμμαχίαν καὶ σπονδὰς φέροντας: ἀντὶ δὲ τούτων ἱερέας τῷ ἔθνει ἀποσταλῆναι δεομένους. Διεξελθόντων δὲ τῶν πρέσβεων οἷα παῤ αὐτοῖς συνέβη, καὶ ὡς τὸ πᾶν ἔθνος ἐν ἐπιμελείᾳ πολλῇ σέβει τὸν Χριστὸν, ἥσθη τῇ πρεσβείᾳ ὁ Ῥωμαίων βασιλεύς: καὶ πάντα κατὰ γνώμην πράξαντας τοὺς πρέσβεις ἀπέπεμψεν. Ὧδε μὲν Ἵβηρες τὸν Χριστὸν ἐπέγνωσαν, καὶ εἰσέτι νῦν ἐπιμελῶς σέβουσιν.

Ὅπως καὶ οἱ Ἀρμένιοι καὶ Περσαὶ τὸν Χριστιανισμὸν ἠσπάσαντο.

Ἐφεξῆς δὲ διὰ τῶν ὁμόρων φυλῶν τὸ δόγμα διέβη, καὶ εἰς πλῆθος ἐπέδωκεν. Ἀρμενίους δὲ πάλιν πρότερον ἐπυθόμην χριστιανίσαι. Λέγεται γὰρ Τηριδάτην τὸν ἡγούμενον τότε τούτου τοῦ ἔθνους, ἔκ τινος παραδόξου θεοσημείας συμβάσης περὶ τὸν αὐτοῦ οἶκον, ἅμα τε Χριστιανὸν γενέσθαι, καὶ πάντας τοὺς ἀρχομένους ὑφ̓ ἑνὶ κηρύγματι προστάξαι ὁμοίως θρησκεύειν.

Ἐφεξῆς δὲ καὶ διὰ τῶν ὁμόρων φυλῶν τὸ δόγμα διέβη, καὶ εἰς πλῆθος ἐπέδωκε. Καὶ Περσῶν δὲ χριστιανίσαι τὴν ἀρχὴν ἡγοῦμαι, ὅσοι προφάσει τῆς Ὀσροηνῶν καὶ Ἀρμενίων ἐπιμιξίας, ὡς εἰκὸς, τοῖς αὐτόθι θείοις ἀνδράσιν ὡμίλησαν, καὶ τῆς αὐτῶν ἀρετῆς ἐπειράθησαν.

Περὶ Σαβώρου τοῦ βασιλέως Περσῶν, ὅπως κατὰ Χριστιανῶν ἐκινήθη. καὶ περὶ Συμεὼν τοῦ ἐπισκόπου Περσίδος, καὶ περὶ Οὐσθαζάνου εὐνούχου, ὅπως τὸν τοῦ μαρτυρίου ἀγῶνα διήνυσε.

Ἐπεὶ δὲ τῷ χρόνῳ πλεῖστοι ἐγένοντο, καὶ ἐκκλησιάζειν ἤρξαντο, καὶ ἱερέας καὶ διακόνους εἶχον, ἐλύπει τοῦτο οὐ μετρίως τοὺς Μάγους, οἱ τὴν Περσῶν θρησκείαν ὥσπερ τι φῦλον ἱερατικὸν, κατὰ διαδοχὴν γένους ἀρχῆθεν ἐπιτροπεύουσιν. Ἐλύπει δὲ καὶ Ἰουδαίους, τρόπον τινὰ φύσει ὑπὸ βασκανίας πρὸς τὸ δόγμα τῶν Χριστιανῶν ἐκπεπολεμωμένους. Καὶ διαβάλλουσι πρὸς Σαβώρην τὸν τότε βασιλέα, Συμεώνην τὸν τότε ἀρχιεπίσκοπον Σελευκείας καὶ Κτησιφῶντος, τῶν ἐν Περσίδι βασιλευουσῶν πόλεων, ὡς φίλον ὄντα τῷ Καίσαρι Ῥωμαίων, καὶ τὰ Περσῶν πράγματα τούτῳ καταμηνύοντα.

Πεισθεὶς δὲ ταῖς διαβολαῖς ὁ Σαβώρης, τὰ μὲν πρῶτα φόροις ἀμέτροις ἐπέτριβε τοὺς Χριστιανοὺς, καθότι τοὺς πλείστους ἀκτημοσύνην ἀσκεῖν ἔγνω: καὶ χαλεποῖς ἀνδράσιν ἐπέτρεψε τὴν εἴσπραξιν: ὥστε ἐνδείᾳ χρημάτων, καὶ ἀπηνείᾳ τῶν εἰσπρακτόρων βιαζομένους, ὑπεριδεῖν τὴν οἰκείαν θρησκείαν: τοῦτο γὰρ αὐτῷ ἐσπουδάζετο. Μετὰ δὲ ταῦτα τοὺς ἱερέας καὶ λειτουργοὺς τοῦ Θεοῦ ἀναιρεθῆναι ξίφει προσέταξε: τὰς δὲ ἐκκλησίας κατασκαφῆναι, καὶ τὰ κειμήλια δημόσια γενέσθαι, καὶ Συμεώνην ἄγεσθαι, ὡς προδότην τῆς Περσῶν βασιλείας καὶ θρησκείας γεγενημένον.

Οἱ μὲν οὖν Μάγοι, συλλαμβανομένων αὐτοῖς τῶν Ἰουδαίων, σπουδῇ τοὺς εὐκτηρίους οἴκους καθεῖλον. Συμεώνης δὲ συλληφθεὶς, σιδηροδεσμώτης ὡς βασιλέα ἤχθη: ἔνθα δὴ γίνεται ἀνὴρ ἀγαθὸς καὶ ἀνδρεῖος. Ἐπεὶ γὰρ βασανίσων αὐτὸν εἰσάγεσθαι προσέταξεν ὁ Σαβώρης,

οὔτε ἔδεισεν, οὔτε προσεκύνησεν. Ἐφ̓ ᾧ σφόδρα χαλεπῄνας ὁ βασιλεὺς, ἐπύθετο, Τί δή ποτε νῦν οὐ προσεκύνησας, πρότερον τοῦτο ποιῶν; Ὅτι πρότερον, ἔφη ὁ Συμεώνης, οὐ δεσμώτης ἠγόμην ἐπὶ προδοσίᾳ τοῦ ἀληθοῦς Θεοῦ: καὶ μηδὲν διαφερόμενος, τὰ νενομισμένα περὶ τὴν βασιλείαν ἐπλήρουν: νῦν δέ μοι οὐ θέμις τοῦτο ποιεῖν: ἥκω γὰρ ἀγωνιούμενος ὑπὲρ τῆς εὐσεβείας καὶ τοῦ ἡμετέρου δόγματος.

Τοιαῦτα εἰπόντα παρεκελεύσατο ὁ βασιλεὺς προσκυνῆσαι τὸν ἥλιον: καὶ πειθομένῳ μὲν πολλὰ δῶρα δώσειν ὑπισχνεῖτο, καὶ ἐν τιμῇ ἕξειν: ἀπειθοῦντα δὲ, ἀπολέσειν ἠπείλησεν αὐτόν τε καὶ πᾶν τὸ τῶν Χριστιανῶν φῦλον. Ἐπεὶ δὲ οὔτε ταῖς ἀπειλαῖς κατεκτύπει τὸν Συμεώνην, οὔτε ταῖς ἐπαγγελίαις ἐχάλαζεν, ἀλλ̓ ἀνδρεῖος ἔμενεν, ἰσχυριζόμενος μή ποτε προσκυνήσειν τὸν ἥλιον, μηδὲ προδότης φανήσεσθαι τῆς αὐτοῦ θρησκείας, προσέταξεν αὐτὸν τέως ἐν δεσμοῖς εἶναι, λογισάμενος, ὡς εἰκὸς,

μεταμεληθήσεσθαι. Ἀπαγόμενον δὲ εἰς τὸ δεσμωτήριον ἰδὼν Οὐσθαζάνης πρεσβύτης τις εὐνοῦχος, τροφεὺς Σαβώρου, καὶ μείζων τῆς βασιλέως οἰκίας, προσεκύνησεν αὐτὸν ἀναστάς: ἔτυχε γὰρ πρὸ τῶν βασιλείων θυρῶν καθήμενος. Ὁ δὲ Συμεώνης ὑβριστικῶς ἐπετίμησεν αὐτῷ, καὶ θυμωθεὶς ἀνεβόησε, καὶ ἀποστραφεὶς παρήμειψε:

Χριστιανὸς γὰρ ὢν, οὐ προπολλοῦ ἐβιάσθη προσκυνῆσαι τὸν ἥλιον. Αὐτίκα δὲ δακρύσας μετ̓ οἰμωγῆς ὁ εὐνοῦχος, ἢν μὲν ἠμφίεστο λαμπρὰν ἐσθῆτα ἀπέθετο: οἷα δὲ πενθῶν μέλαιναν περιβαλλόμενος, πρὸ τῆς βασιλέως οἰκίας ἐκαθέζετο, κλαίων καὶ στένων, Οἴμοι ἐγὼ, λέγων, οἷον χρὴ προσδοκᾷν εἶναι περὶ ἐμὲ ὃν ἠρνησάμην Θεόν; ὅπουγε τούτου χάριν ἐντεῦθεν ἤδη πάλαι μοι συνήθης γεγονὼς Συμεώνης, οὐδὲ λόγου μεταδοὺς, ὧδέ με ἀπεστράφη καὶ παρέδραμεν. Ἐπεὶ δὲ ἔγνω ταῦτα Σαβώρης, μετακαλεσάμενος αὐτὸν, ἐπυνθάνετο τὴν αἰτίαν τοῦ πένθους, καὶ εἰ συμφορᾷ τινὶ περὶ τὸν οἶκον ἐχρήσατο.

Ὑπολαβὼν δὲ Οὐσθαζάνης εἶπεν, Ὦ βασιλεῦ, οὐδὲν περὶ τὸν ἐνθάδε οἶκον ἠτύχησα: εἴθε γὰρ ἀντὶ τοῦ συμβεβηκότος μοι παντοδαπαῖς ἀλλοίαις περιπέπτωκα συμφοραῖς, καὶ ῥᾷον ἦν. Πενθῶ δὲ νῦν, ὅτι ζῶ: καὶ πάλαι τεθνάναι ὀφείλων, ὁρῶ τὸν ἥλιον, ὃν σοὶ χαριζόμενος, οὐκ ἀπὸ γνώμης, προσεκύνησα τῷ δοκεῖν: ὥστε κατ̓ ἀμφότερον δίκαιον εἶναί με ἀποθανεῖν, προδότην Χριστοῦ γεγενημένον, καὶ περὶ σὲ ἀπατεῶνα. Καὶ ὁ μὲν, τοιάδε εἰπὼν, ὤμοσεν οὐρανοῦ καὶ γῆς δημιουργὸν, μὴ μεταθήσεσθαι λοιπὸν τῆς γνώμης.

Σαβώρης δὲ πρὸς τὸ παράδοξον τῆς μεταβολῆς τοῦ εὐνούχου τεθηπὼς, ἔτι μᾶλλον ἐχαλέπαινε τοῖς Χριστιανοῖς, ὡς γοητείαις τοιάδε κατορθοῦσι. Φειδοῖ δὲ τῇ περὶ τὸν πρεσβύτην, πῆ μὲν πρᾷος πῆ δὲ ἀπηνὴς φαινόμενος, παντὶ σθένει μεταπείθειν αὐτὸν ἐπειρᾶτο.

Ὡς δὲ οὐδὲν ἤνυεν, ἰσχυριζομένου Οὐσθαζάνου μήποτε τοσοῦτον εὐήθη ἔσεσθαι, ὡς ἀντὶ τοῦ πάντων δημιουργοῦ Θεοῦ τὰ πρὸς αὐτοῦ δεδημιουργημένα σέβειν, τότε δὴ πρὸς ὀργὴν κινηθεὶς, προσέταξεν αὐτοῦ ξίφει τὴν κεφαλὴν ἀποτμηθῆναι. Ἐπὶ τοῦτο δὲ ἀγόμενος παρὰ τῶν δημίων, ἐπισχεῖν μικρὸν αὐτῶν ἐδεήθη, ὡς περί του βασιλεῖ δηλώσων.

Καὶ προσκαλεσάμενος τινὰ τῶν πιστοτάτων εὐνούχων, ἐκέλευσε τάδε εἰπεῖν Σαβώρῃ: ἣν μὲν ἐκ νέου μέχρι τοῦ νῦν εὔνοιαν ἔσχον, ὦ βασιλεῦ, περὶ τὸν ὑμέτερον οἶκον, πατρί τε σῷ καί σοι, σπουδῇ τῇ προσηκούσῃ διακονούμενος, οὔ μοι δοκεῖ μαρτύρων παρά σοι, εὖ ταῦτα ἐπισταμένῳ, δεῖσθαι. Ἀντὶ πάντων δὲ ὧν πώποτε κεχαρισμένος ὑμῖν ἐγενόμην, ἀπόδος μοι ταύτην τὴν ἀμοιβὴν, τὸ μὴ δόξαι τοῖς ἀγνοοῦσι τιμωρίαν ὑπέχειν ὡς ἄπιστον περὶ τὴν βασιλείαν, ἢ ἄλλως κακοῦργον ἁλόντα.

Καὶ ὥστε τοῦτο δῆλον γενέσθαι, κήρυξ βοῶν σημανεῖ πᾶσιν, ὅτι Οὐσθαζάνης τὴν κεφαλὴν ἀποτέμνεται, μοχθηρὸς μὲν οὐδαμῶς ἔν τινι ἐν τοῖς βασιλείοις φανεὶς, Χριστιανὸς δὲ ὢν, καὶ τὸν ἴδιον Θεὸν ἀρνήσασθαι τῷ βασιλεῖ μὴ πειθόμενος.

Καὶ ὁ μὲν εὐνοῦχος ἤγγειλε ταῦτα. Σαβώρης δὲ κατὰ τὴν αἴτησιν Οὐσθαζάνου, κήρυκα βοῆσαι προσέταξεν. Ὤιετο γὰρ τοὺς ἄλλους ἑτοίμως παύεσθαι χριστιανίζειν, εἰ κατὰ νοῦν λάβοιεν, ὡς οὐδενὸς Χριστιανοῦ φείσεται, πρεσβύτην τροφέα, καὶ οἰκεῖον εὔνουν ἀνελών. Οὐσθαζάνης δὲ ἐσπούδαζεν ἀνακηρυχθῆναι τὴν αἰτίαν τῆς αὐτοῦ τιμωρίας, λογισάμενος ὡς ἡνίκα εὐλαβηθεὶς προσεκύνησε τὸν ἥλιον, πολλοὺς Χριστιανῶν εἰς δέος κατέστησε: νυνὶ δὲ εἰ μάθοιεν αὐτὸν ὑπὲρ τῆς θρησκείας ἀναιρεθέντα, μιμητὰς πολλοὺς ποιήσει τῆς οἰκείας ἀνδρείας.

Περὶ τῶν ὑπὸ Σαβώρου ἀναιρεθέντων Χριστιανῶν ἐν Περσίδι.

Ὧδε μὲν Οὐσθαζάνης ἐνδοξοτάτην βιοτὴν ἐνθάδε κατέλιπε. Συμεώνης δὲ μαθὼν ἐν τῷ δεσμωτηρίῳ, εὐχαριστήρια περὶ αὐτοῦ τῷ Θεῷ ηὔξατο. Τῇ δὲ ἑξῆς ἡμέρᾳ, ἔτυχε δὲ ἕκτην τῆς ἑβδομάδος εἶναι, καθ̓ ἣν πρὸ τῆς ἀναστασίμου πανηγύρεως ἡ ἐτήσιος τοῦ σωτηρίου πάθους ἀνάμνησις ἐπιτελεῖται, καὶ τὸν Συμεώνην ἐψηφίσατο ὁ βασιλεὺς ξίφει ἀναιρεθῆναι. Προαχθεὶς γὰρ αὖθις ἐκ τοῦ δεσμωτηρίου εἰς τὰ βασίλεια, γενναίως μάλα διελέχθη Σαβώρῃ περὶ τοῦ δόγματος, καὶ οὔτε αὐτὸν, οὔτε τὸν ἥλιον προσκυνῆσαι ἠνέσχετο.

Κατὰ δὲ τὴν αὐτὴν ἡμέραν, ὁμοίως ἀναιρεθῆναι προσετάχθησαν καὶ ἄλλοι ἑκατὸν ἐν τῷ δεσμωτηρίῳ ὄντες: τελευταῖον δὲ αὐτοῖς ἐπισφαγῆναι Συμεώνην, τὸν πάντων θάνατον θεασάμενον. Ἦσαν δὲ τούτων οἱ μὲν, ἐπίσκοποι: οἱ δὲ, πρεσβύτεροι, καὶ ἄλλοι ἄλλων κληρικῶν ταγμάτων.

Ὡς δὲ πάντες τὴν ἐπὶ θανάτῳ ἤγοντο, παραγενόμενος ὁ μέγας ἀρχιμάγος, ἤρετο αὐτοὺς εἰ βούλοιντο ζῇν, καὶ βασιλεῖ παραπλησίως θρησκεύειν, καὶ τὸν ἥλιον σέβειν. Οὐδενὸς δὲ τὴν ἐπὶ τούτοις ζωὴν ἑλομένου, ὡς εἰς τὸν τόπον ἤχθησαν οὗ κτείνεσθαι ἔμελλον, οἱ μὲν δήμιοι ἔργου εἴχοντο,

καὶ περὶ τὴν σφαγὴν τῶν μαρτύρων ἐπόνουν. Συμεώνης δὲ παρεστηκὼς αὐτοῖς ἀναιρουμένοις, παρεκελεύετο θαρρεῖν: καὶ περὶ θανάτου, καὶ περὶ ἀναστάσεως, καὶ περὶ εὐσεβείας διελέγετο: καὶ ἐκ τῶν ἱερῶν γραφῶν πιστούμενος, ἐδείκνυ ζωὴν μὲν ἀληθῶς εἶναι τὸ ὧδε ἀποθανεῖν: τὸ δὲ διὰ δειλίαν προδοῦναι Θεὸν, ὁμολογουμένως θάνατον: μετ̓ οὐ πολὺ γὰρ, καὶ μηδενὸς ἀποκτείνοντος, αὐτομάτως τεθνήξονται: τοῦτο γὰρ ἄφυκτον παντὶ τικτομένῳ τέλος. Τὰ μετὰ ταῦτα δὲ διηνεκῆ ὄντα, οὐ πᾶσιν ἀνθρώποις ὁμοίως ἀπαντήσει: ἀλλ̓ ὡς ἀπὸ στάθμης τινὸς, ἀκριβῆ λόγον δώσουσι τῆς ἐνθάδε βιοτῆς. Καὶ ἀθανάτους ὧν ἕκαστος εὖ ἐποίησε τὰς ἀμοιβὰς λήψεται, καὶ τὰς εὐθύνας τῶν ἐναντίων ὑφέξει. Μεῖζον δὲ πάντων ἐν ἀγαθοῖς καὶ μακαριώτατον,

ὑπὲρ Θεοῦ ἑλέσθαι ἀποθανεῖν. Τοιαῦτα Συμεώνου διεξιόντος, οἷα παιδοτρίβου παρακελευομένου ἐν τοῖς ἀγῶσιν ὃν χρὴ τρόπον ἐλθεῖν, ἕκαστος ἐπαΐων προθύμως πρὸς τὴν σφαγὴν ἐχώρει. Ἐπεὶ δὲ τοὺς ἑκατὸν διῆλθεν ὁ δήμιος, τελευταῖον καὶ αὐτὸν Συμεώνην ἔκτεινε, καὶ Ἀβεδεχαλάαν καὶ Ἀναννίαν. Ἀμφότεροι δὲ, γηραλέοι πρεσβύτεροι τῆς ὑπ̓ αὐτὸν ἐκκλησίας, ἅμα αὐτῷ συνελήφθησαν, καὶ ἐν δεσμοῖς ἦσαν.

Περὶ Πουσικῆ τοῦ πρώτου ἐν τοῖς τεχνίταις Σαβώρου.

Τηνικαῦτα δὲ Πουσίκης, ὃς πάντων ἦρχε τῶν τοῦ βασιλέως τεχνιτῶν, αὐτόθι ἑστὼς, ἰδὼν Ἀναννίαν τρέμοντα ὡς ηὐτρεπίζετο ἐπὶ τὴν σφαγὴν, Πρὸς βραχὺ, ἔφη, ὦ γέρον, μῦσον τοὺς ὀφθαλμούς σου, καὶ θάρρει: αὐτίκα γὰρ ὄψει τοῦ Θεοῦ τὸ φῶς. Ἅμα δὲ τοῦτο εἰπὼν συνελήφθη, καὶ ὡς βασιλέα ἤχθη.

Καὶ Χριστιανὸς εἶναι ὁμολογήσας, καθότι ἐλευθεροστομῶν ὑπὲρ τοῦ δόγματος καὶ τῶν μαρτύρων προσδιελέχθη τῷ βασιλεῖ, ὡς οὐ δέον παρρησιασάμενος, παραξένῳ καὶ ὠμοτάτῳ τρόπῳ ἀποθανεῖν προσετάχθη. Περὶ γὰρ τὸν τένοντα διορύξαντες αὐτοῦ τὸν αὐχένα οἱ δήμιοι, τῇδε αὐτοῦ τὴν γλῶτταν ἐξείλκυσαν: ἐκ διαβολῆς δέ τινων καὶ θυγάτηρ αὐτοῦ παρθένος ἱερὰ συλληφθεῖσα τότε ἀνῃρέθη.

Τοῦ δὲ ἐπιγενομένου ἔτους, κατὰ τὴν ἡμέραν, ᾗ τοῦ μὲν πάθους τοῦ Χριστοῦ ἡ ἀνάμνησις ἐπετελεῖτο, τῆς δὲ ἐκ νεκρῶν ἀναστάσεως ἡ πανήγυρις προσεδοκᾶτο, ὠμοτάτη Σαβώρου πρόσταξις ἀνὰ πᾶσαν τὴν Περσῶν γῆν ἐφοίτα, καταδικάζουσα θάνατον τῶν ἑαυτοὺς Χριστιανοὺς εἶναι ὁμολογούντων: ἡνίκα δὴ λέγεται ἀριθμοῦ κρείττονα πληθὺν Χριστιανῶν ὑπὸ ξίφους ἀναιρεθῆναι.

Οἵ τε γὰρ Μάγοι, κατὰ πόλεις καὶ κώμας ἐπιμελῶς ἐθήρων τοὺς λανθάνοντας: οἱ δὲ καὶ αὐτόματοι μηδενὸς ἄγοντος ἑαυτοὺς κατεμήνυον, ὥστε μὴ τῇ σιγῇ δόξαι τὸν Χριστὸν ἀπαρνεῖσθαι. Ἀφειδῶς δὲ πάντων Χριστιανῶν κτιννυμένων, πλεῖστοι καὶ ἐν αὐτοῖς τοῖς βασιλείοις ἀνῃρέθησαν, καὶ Ἀζάδης ὁ εὐνοῦχος, τὰ μάλιστα βασιλεῖ κεχαρισμένος ὤν.

Ὃν ἐπείπερ ἀποθανεῖν ὁ Σαβώρης ἐπύθετο, περιλυπος εἰς ἄγαν ἐγένετο. Καὶ τὴν δημώδη ταύτην σφαγὴν ἔστησε: μόνους δὲ τοὺς καθηγητὰς τῆς θρησκείας ἀναιρεῖσθαι προσέταξε.

Περὶ Ταρβούλας τῆς ἀδελφῆς Συμεὼν, καὶ τῆς μαρτυρίας αὐτῆς.

Κατ̓ ἐκεῖνο δὲ καιροῦ, νόσῳ περιπεσούσης τῆς βασιλίδος, συλλαμβάνεται ἡ Συμεώνου τοῦ ἐπισκόπου ἀδελφὴ, Ταρβούλα τοὔνομα, ἱερὰ παρθένος, σὺν θεραπαίνῃ τὸν αὐτὸν μετιούσῃ βίον, καὶ ἀδελφῇ μετὰ θάνατον ἀνδρὸς γάμον ἀπαγορευσάσῃ, καὶ ὁμοίως ἀγομένῃ. Ἐγένετο δὲ αὐτῶν ἡ σύλληψις ἐκ διαβολῆς τῶν Ἰουδαίων, ἐπαιτιωμένων ὡς φαρμάκοις τῇ κρατούσῃ ἐπεβούλευσαν, διὰ τὸν Συμεώνου θάνατον μηνιῶσαι.

Ἡ δὲ βασιλὶς, φιλεῖ γάρ πως τὸ νοσοῦν τοῖς ἀπευκταίοις ὑπέχειν τὴν ἀκοὴν, ὑπέλαβεν ἀληθῆ εἶναι τὴν διαβολὴν, καὶ μάλιστα παρὰ Ἰουδαίων γεγενημένην: ἐπεὶ τὰ αὐτῶν ἐφρόνει, καὶ Ἰουδαϊκῶς ἐβίω, καὶ ἀψευδεῖς αὐτοὺς ἡγεῖτο καὶ εὔνους αὐτῇ. Παραλαβόντες δὲ οἱ Μάγοι Ταρβούλαν καὶ τὰς λοιπὰς καταδικάζουσιν αὐτῶν θάνατον: καὶ πρίονι διχῆ τεμόντες, ἀνεσκολόπισαν, καὶ ὡς ἀποτρόπαιον νόσου, διὰ μέσου τῶν σκολόπων τὴν βασιλίδα παρελθεῖν

ἐποίησαν. Λέγεται δὲ Ταρβούλαν ταύτην εὐπρεπῆ καὶ μάλα καλὴν τὸ εἶδος γενέσθαι: ἐρασθῆναι δὲ αὐτῆς τινὰ τῶν Μάγων, καὶ περὶ τῆς συνουσίας λάθρα προσπέμψασθαι, μισθὸν ἐπαγγειλάμενον, εἰ πεισθείη, σωτηρίαν αὐτῇ καὶ ταῖς συνούσαις. Τὴν δὲ μήτε ἀσελγοῦς ἀκοῆς ἀνασχομένην, ἐξυβρίσαι μὲν αὐτοῖς καὶ ἀκολασίαν ὀνειδίσαι: προθυμότατα δὲ μᾶλλον ἑλέσθαι ἀποθανεῖν, ἢ τὴν παρθενίαν προδοῦναι.

Κρατήσαντος δὲ κατὰ τὴν Σαβώρου πρόσταξιν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, τοὺς ἄλλους ἐᾷν, μόνους δὲ συλλαμβάνεσθαι τοὺς ἱερέας καὶ τοὺς ὑφηγητὰς τοῦ δόγματος, περιϊόντες Μάγοι τε καὶ ἀρχιμάγοι ἀνὰ τὴν Περσῶν γῆν, ἐπιμελῶς ἐκακούργουν τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους, μάλιστα δὲ κατὰ τὴν Ἀδιαβηνῶν χώραν: κλίμα δὲ τοῦτο Περσικὸν, ὡς ἐπίπαν χριστιάνιζον.

Περὶ τοῦ μαρτυρίου τοῦ ἁγίου Ἀκεψιμᾶ, καὶ τῶν σὺν αὐτῷ.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον καὶ Ἀκεψιμᾶν τὸν ἐπίσκοπον συνελάβοντο, καὶ πολλοὺς τῶν ὑπ̓ αὐτὸν κληρικῶν. Ἐπιλογισάμενοι δὲ, τῇ ἄγρᾳ τοῦ ἡγουμένου ἠρκέσθησαν: τοὺς δὲ ἄλλους ἀφῆκαν, τὰς οὐσίας αὐτῶν ἀφελόμενοι.

Ἰάκωβος δέ τις πρεσβύτερος ἑκοντὴς εἵπετο τῷ Ἀκεψιμᾷ, καὶ δεηθεὶς τῶν Μάγων, ὑπὸ τὸν αὐτὸν ἐγένετο δεσμόν: καὶ οἷα γηραλέῳ προθύμως ὑπηρετεῖτο, καὶ τὰς συμφορὰς αὐτῷ ἐκούφιζεν, ὡς ἐνῆν, καὶ τὰς πληγὰς ἐθεράπευε. Μετ̓ οὐ πολὺ γὰρ τῆς συλλήψεως, ἱμάσιν ὠμοῖς χαλεπῶς αὐτὸν ἐβασάνισαν οἱ Μάγοι, βιαζόμενοι προσκυνῆσαι τὸν ἥλιον: ὡς δὲ οὐκ εἶξε, πάλιν αὐτὸν ἐν δεσμοῖς εἶχον.

Κατ̓ ἐκεῖνο δὲ καιροῦ καὶ Ἀειθαλᾶς καὶ Ἰάκωβος πρεσβύτεροι, Ἀζαδάνης τε καὶ Ἀβδιησοῦς διάκονοι, διὰ δόγμα δεσμωτήριον ᾤκουν, χαλεπώτατα ὑπὸ τῶν Μάγων μαστιγωθέντες. Χρόνου δὲ πολλοῦ παρελθόντος, ἐκοινώσατο περὶ αὐτῶν τῷ βασιλεῖ ὁ μέγας ἀρχιμάγος. Καὶ ἐπιτραπεὶς ὡς βούλεται τιμωρήσασθαι αὐτοὺς, εἰ μὴ τὸν ἥλιον προσκυνήσουσι, δήλην τοῖς ἐν δεσμωτηρίῳ ἐποιήσατο τὴν Σαβώρου πρόσταξιν.

Ὡς δὲ ἀναφανδὸν ἀπεκρίναντο, μήποτε σφᾶς προδότας γενέσθαι τοῦ Χριστοῦ, μηδὲ τὸν ἥλιον προσκυνήσειν, ἀφειδῶς αὐτοὺς ἐβασάνισε. Καὶ Ἀκεψιμᾶς μὲν ἐν ταῖς τοῦ δόγματος ὁμολογίαις ἀνδρείως διαμείνας ἐτελεύτησε. Τινὲς δὲ τῶν ἐξ Ἀρμενίας παρὰ Πέρσαις ὁμήρων τὸ λείψανον αὐτοῦ λάθρα

ἀνελόμενοι ἔθαψαν. Οἱ δὲ ἄλλοι, καίπερ οὐχ ἧττον μαστιγωθέντες, παραδόξως ἔζων: καὶ μὴ μεταθέμενοι τῆς γνώμης, πάλιν ἐν δεσμοῖς ἐγένοντο. Σὺν αὐτοῖς δὲ ἦν καὶ Ἀειθαλᾶς, ὃς ἐν τῷ τύπτεσθαι τεινόμενος, ὑπὸ τοῦ ἄγαν ἑλκυσμοῦ ἀπὸ τῶν ὤμων διεσπάσθη τοὺς βραχίονας, καὶ νεκρὰς μόνον καὶ ᾐωρημένας τὰς χεῖρας περιέφερεν, ὡς ἄλλους τῷ στόματι αὐτοῦ τὴν τροφὴν προσάγειν.

Ἐπὶ ταύτης τῆς ἡγεμονίας μαρτύρια τοῦ βίου περιέστησαν, πρεσβυτέρων τε καὶ διακόνων, καὶ μοναχῶν καὶ ἱερῶν παρθένων, καὶ τῶν ἄλλων περὶ τὰς ἐκκλησίας ὑπηρετουμένων, καὶ περὶ τὸ δόγμα διακειμένων, πλῆθος ἀναρίθμητον.

Ἐπίσκοποι δὲ ὧν ἐπυθόμην Βαρβασύμης καὶ Παῦλος καὶ Γαδδιάβης καὶ Σαβῖνος καὶ Μαρέας καὶ Μώκιος καὶ Ἰωάννης καὶ Ὁρμίσδας, Πάπας τε καὶ Ἰάκωβος, καὶ Ῥώμας καὶ Μαάρης καὶ Ἄγας καὶ Βόχρης καὶ Ἀβδᾶς καὶ Ἀβδιησοῦς, Ἰωάννης τε καὶ Ἀβράμιος, καὶ Ἀγδελᾶς καὶ Σαβώρης καὶ Ἰσαὰκ, καὶ Δαῦσας, ὃς αἰχμάλωτος ἦν γενόμενος ὑπὸ Περσῶν ἀπὸ Ζαβδαίου, χωρίου ὧδε προσαγορευομένου, κατ̓ ἐκεῖνο δὲ καιροῦ ὑπὲρ τοῦ δόγματος τέθνηκεν, ἅμα Μαρεάβδῃ χωρεπισκόπῳ, καὶ κληρικοῖς τοῖς ὑπ̓ αὐτὸν, ἀμφὶ διακοσίοις πεντήκοντα, οἳ παρὰ Περσῶν αἰχμάλωτοι συνελήφθησαν.

Περὶ τοῦ μαρτυρίου τοῦ ἐπισκόπου Μίλλου, καὶ τῆς πολιτείας αὐτοῦ: καὶ ὅτι Σαβώρης μυρίους ἑξακισχιλίους ἐπισήμους ἐν Περσίδι ἐμαρτύρισεν, ἄνευ τῶν ἀσήμων ἀνθρώπων.

Ὑπὸ τοῦτον τὸν χρόνον καὶ Μίλλης ἐμαρτύρησεν: ὃς τὰ μὲν πρῶτα παρὰ Πέρσαις ἐστρατεύετο. Μετὰ δὲ ταῦτα καταλιπὼν τὴν στρατείαν, τὴν ἀποστολικὴν πολιτείαν ἐζήλωσε. Λέγεται δὲ πόλεως Περσικῆς ἐπίσκοπος γεγονὼς πολλὰ πολλάκις παθεῖν, καὶ πληγὰς ὑπομεῖναι καὶ ἑλκυσμούς. Ὡς δὲ οὐδένα ἔπεισε χριστιανίσαι, χαλεπῶς ἐνεγκὼν, ἐπηράσατο τῇ πόλει, καὶ ἀνεχώρησε.

Μετ̓ οὐ πολὺ δὲ τῶν ἐνθάδε πρωτευόντων ἐξαμαρτόντων εἰς βασιλέα, παραγενομένη στρατιὰ μετὰ τριακοσίων ἐλεφάντων τὴν πόλιν κατέστρεψαν,

καὶ οἷα ἄρουραν γεωργήσαντες ἔσπειραν. Μίλλης δὲ μόνον πῆραν ἐπιφερόμενος, ἐν ᾗ τὴν ἱερὰν βίβλον τῶν εὐαγγελίων εἶχεν, εἰς Ἱεροσόλυμα ἀπῆλθεν εὐξόμενος: κἀκεῖθεν εἰς Αἴγυπτον ἐπὶ θέαν τῶν αὐτόθι μοναχῶν. Οἵων δὲ τοῦτον τὸν ἄνδρα παραδόξων καὶ θεσπεσίων ἔργων δημιουργὸν γενέσθαι παρειλήφαμεν, μαρτυροῦσι Σύρων παῖδες, οἳ τὰς αὐτοῦ πράξεις καὶ τὸν βίον ἀνεγράψαντο.

Ἐμοὶ δὲ ἀρκεῖν ἡγοῦμαι ταῦτα τέως περὶ αὐτοῦ διεξελθεῖν, καὶ τῶν ἐν Περσίδι μαρτυρησάντων ἐπὶ τῆς Σαβώρου βασιλείας. Σχολῇ γὰρ ἄν τις ἅπαντα τὰ ἐπ̓ αὐτοῖς γεγενημένα ἀπαριθμήσαι, τίνες τε ἦσαν καὶ πόθεν, ἢ πῶς τὴν μαρτυρίαν ἐπετέλεσαν, καὶ ποίας τιμωρίας ὑπέμειναν: παντοδαποὶ γὰρ, τῶν τοιούτων τρόπων

παρὰ Πέρσαις εἰς ὠμότητα φιλοτιμουμένων. Ὡς ἔνι δὲ συλλήβδην εἰπεῖν, λέγεται τῶν τότε μαρτύρων τοὺς ὀνομαστὶ φερομένους, ἄνδρας τε καὶ γυναῖκας, εἶναι εἰς μυρίους ἑξακισχιλίους: τὴν δὲ ἐκτὸς τούτων πληθὺν, κρείττω ἀριθμοῦ, καὶ διὰ τοῦτο ἐργῶδες φανῆναι τὰς αὐτῶν προσηγορίας ἀπαριθμήσασθαι, Πέρσαις τε καὶ Σύροις, καὶ τοῖς ἀνὰ τὴν Ἔδεσαν οἰκοῦσιν, οἳ πολλὴν τοῦτο ἐπιμέλειαν ἐποιήσαντο.

Ὅπως ὁ Κωνσταντῖνος γράφει Σαβώρῃ παῦσαι κολάζειν Χριστιανούς.

Ἐπεὶ δὲ ὧδε πολεμεῖσθαι τοὺς ἐν Περσίδι Χριστιανοὺς ἔγνω Κωνσταντῖνος ὁ Ῥωμαίων βασιλεὺς, ἤσχαλλέ τε καὶ σφόδρα ἐδυσφόρει. Καὶ βοηθεῖν αὐτοῖς σπουδάζων, ἠπόρει ὅ, τι ποιήσοι, ὡς ἂν καὶ αὐτοὶ βεβαίως διάγοιεν. Καὶ συμβὰν κατ̓ ἐκεῖνο καιροῦ πρέσβεις παῤ αὐτὸν ἐλθεῖν τοῦ Περσῶν βασιλέως, ἐπινεύσας τοῖς αἰτουμένοις, τὰ κατὰ γνώμην πράξαντας

ἀπέπεμψεν. Εὔκαιρον δὲ τότε νομίσας, παραθέσθαι Σαβώρῃ τοὺς ἐν Περσίδι Χριστιανοὺς, ἔγραψε πρὸς αὐτὸν, μεγίστην καὶ ἀνάγραπτον ἀεὶ χαρὶν ὁμολογῶν ἕξειν, εἰ φιλάνθρωπος γένοιτο περὶ τοὺς ὑπ̓ αὐτὸν τὸ δόγμα τῶν Χριστιανῶν θαυμάζοντας. Ἐπεὶ καὶ τῷ τρόπῳ, φησὶ, τῆς θρησκείας οὐδὲν ἐγκαλεῖν ἐστὶν, εἴ γε μόναις εὐχαῖς ἀναιμάκτοις πρὸς ἱκεσίαν Θεοῦ ἀρκοῦνται. Οὐ γὰρ αὐτῷ φίλον αἱμάτων χύσις: μόνῃ δὲ χαίρει ψυχῇ καθαρᾷ, πρὸς ἀρετὴν καὶ εὐσέβειαν ὁρώσῃ: ὥς τε καὶ ἐπαινεῖν χρῆναι τοὺς ὧδε πιστεύοντας.

Ἔπειτα δὲ τῆς περὶ τὸ δόγμα προνοίας, ἵλεω καὶ αὐτὸ ἕξειν τὸ θεῖον ὑπισχνεῖτο, τεκμηρίοις χρώμενος τοῖς Οὐαλλεριανῷ καὶ αὐτῷ συμβεβηκόσιν. Αὐτὸς μὲν γὰρ διὰ τὴν εἰς Χριστὸν πίστιν συμμάχῳ χρώμενος τῇ θεόθεν ῥοπῇ, ἐκ τοῦ πρὸς δύσιν ὠκεανοῦ ἀρξάμενος, τὴν πᾶσαν Ῥωμαίων οἰκουμένην ὑφ̓ ἑαυτὸν ἐποιήσατο: καὶ πολλοὺς πολέμους κατώρθωσε, πρὸς ἀλλοφύλους καὶ τοὺς τότε τυράννους μαχόμενος: καὶ μὴ δεηθῆναι σφαγίων ἢ μαντείων τινῶν: ἀλλὰ ἀποχρῆσαι αὐτῷ εἰς νίκην τὸ τοῦ σταυροῦ σύμβολον,

τῶν οἰκείων στρατευμάτων προηγούμενον, καὶ εὐχὴν καθαρὰν αἱμάτων καὶ ῥύπου. Ὁ δὲ Οὐαλλεριανὸς, ἐφ̓ ὅσον οὐκ ἐκακούργει τὰς ἐκκλησίας, εὐημερῶν διετέλει τὴν ἀρχήν: ἐπεὶ δὲ διωγμὸν ἐγείρειν ἐβουλεύσατο κατὰ τῶν Χριστιανῶν, θεία μῆνις ἐλάσασα αὐτὸν ὑπὸ Πέρσας ἐποίησε: παῤ ὧν αἰχμάλωτος ληφθεὶς,

ἐλεεινῶς τὸν βίον κατέπαυσε. Τοιαῦτα Σαβώρῃ γράψας Κωνσταντῖνος, ἐπειρᾶτο πείθειν αὐτὸν εὐνοεῖν τῇ θρησκείᾳ. Πλείστῃ γὰρ ἐχρῆτο κηδεμονίᾳ περὶ τοὺς πανταχοῦ Χριστιανοὺς, Ῥωμαίους καὶ ἀλλοφύλους.

Ὅτι οἱ περὶ Ἄρειον βιβλίον δόντες συμφρονεῖν τῇ ἐν Νικαίᾳ συνόδῳ, τοὺς οἰκείους θρόνους ἀπέλαβον, Εὐσέβιός τε καὶ Θεόγνιος.

Οὐ πολλῷ δὲ ὕστερον τῆς ἐν Νικαίᾳ συνόδου, Ἄρειος μὲν ἐπὶ τὴν ἐξορίαν ἀπαγόμενος, ἀνεκλήθη: Ἀλεξανδρείας δὲ ἔτι ἐπιβαίνειν κεκώλυτο. Ἀμέλει τοι ὕστερον ἡ εἰς Αἴγυπτον αὐτῷ κάθοδος ἐσπουδάσθη,

ὡς ἐν καιρῷ λελέξεται. Οὐκ εἰς μακρὰν δὲ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον Εὐσέβιός τε ὁ Νικομηδείας, Ἀμφίωνα τὸν ἀντ̓ αὐτοῦ χειροτονηθέντα ἐκβαλὼν, καὶ Θεόγνιος δὲ ὁ Νικαίας, Χρῆστον. Ἀνεκλήθησαν δὲ, μετανοίας βιβλίον ὧδε ἔχον τοῖς ἐπισκόποις διδόντες:

Ἤδη μὲν καταψηφισθέντες πρὸ κρίσεως παρὰ τῆς εὐλαβείας ὑμῶν, ὀφείλομεν σιωπᾷν τὰ κεκριμένα παρὰ τῆς εὐλαβείας ὑμῶν. Ἀλλ̓ ἐπειδὴ ἄτοπον καθ̓ ἑαυτῶν διδόναι τῶν συκοφαντούντων τὴν ἀπόδειξιν τῇ σιωπῇ, τούτου ἕνεκεν ἀναφέρομεν, ὡς ἡμεῖς καὶ τῇ πίστει συνεδράμομεν, καὶ τὴν ἔννοιαν ἐξετάσαντες ἐπὶ τῷ ὁμοουσίῳ ὅλοι ἐγενόμεθα τῆς εἰρήνης,

μηδαμοῦ τῇ αἱρέσει ἐξακολουθήσαντες. Ὑπομνήσαντες δὲ ἐπὶ τῇ ἀσφαλείᾳ τῶν ἐκκλησιῶν ὅσα τὸν λογισμὸν ἡμῶν ὑπέτρεχε, καὶ πληροφορηθέντες, καὶ πληροφορήσαντες τοὺς δἰ ἡμῶν πεισθῆναι ὀφείλοντας, ὑπεσημῃνάμεθα τῇ πίστει: τῷ δὲ ἀναθεματισμῷ οὐχ ὑπεγράψαμεν, οὐχ ὡς τῆς πίστεως κατηγοροῦντες, ἀλλ̓ ὡς ἀπιστοῦντες τοιοῦτον εἶναι τὸν κατηγορηθέντα, ἐκ τῶν ἰδίᾳ πρὸς ἡμᾶς παῤ αὐτοῦ διά τε ἐπιστολῶν καὶ τῶν εἰς πρόσωπον διαλέξεων πεπληροφορημένοι μὴ τοιοῦτον εἶναι.

Εἰ δὲ ἐπείσθη ἡ ἁγία ὑμῶν σύνοδος, οὐκ ἀντιτείνοντες, ἀλλὰ συντιθέμενοι τοῖς παῤ ὑμῶν ἠκριβωμένοις, καὶ διὰ τοῦ γράμματος πληροφοροῦμεν τὴν συγκατάθεσιν, οὐ τὴν ἐξορίαν βαρέως φέροντες, ἀλλὰ τὴν ὑπόνοιαν τῆς αἱρέσεως ἀποδυόμενοι.

Εἰ γὰρ καταξιώσητε νῦν γοῦν εἰς πρόσωπον ἐπαναλαβεῖν ἡμᾶς, ἕξετε ἐν ἅπασι συμψύχους, ἀκολουθοῦντας τοῖς παῤ ὑμῖν κεκριμένοις καὶ ὅτε αὐτὸν τὸν ἐπὶ τούτοις ἐναγόμενον ἔδοξεν ὑμῶν τῇ εὐλαβείᾳ φιλανθρωπεύεσθαι,

καὶ ἀνακαλέσασθαι. Ἄτοπον δέ τι δοκοῦντες εἶναι ὑπευθύνου ἀνακεκλημένου, καὶ ἀπολογησαμένου ἐφ̓ οἷς διεβάλλετο, ἡμᾶς ἐπισιωπᾷν καθ̓ ἑαυτῶν ἐνδόντας τὸν ἔλεγχον. Καταξιώσατε οὖν, ὡς ἁρμόζει τῇ φιλοχρίστῳ ὑμῶν εὐλαβείᾳ, καὶ τὸν θεοφιλέστατον βασιλέα ὑπομνῆσαι, καὶ δεήσεις ἡμῶν ἐγχειρίσαι, καὶ θᾶττον βουλεύσασθαι τὰ ὑμῖν ἁρμόζοντα ἐφ̓ ἡμῖν. Ὧδε μὲν αὐτοῖς Εὐσέβιός τε καὶ Θεόγνιος μετεμελήθησαν, καὶ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον.

Ὅτι τοῦ Ἀλεξανδρείας τελευτήσαντος Ἀλεξάνδρου, Ἀθανάσιος ἐκ προτροπῆς ἐκείνου λαμβάνει τὸν θρόνον: καὶ διήγησις περὶ τῆς ἐκ νέου ἡλικίας αὐτοῦ, ὅτι αὐτοδίδακτος ἦν ἱερεὺς, καὶ φιλούμενος τῷ μεγάλῳ Ἀντωνίῳ.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, μέλλων τὸν βίον μεταλλάσσειν Ἀλέξανδρος Ἀλεξανδρείας ἐπίσκοπος, διάδοχον αὐτοῦ κατέλιπεν Ἀθανάσιον, θείαις προστάξεσιν, ὡς ἡγοῦμαι, ἐπ̓ αὐτὸν ἀγαγὼν τὴν ψῆφον: ἐπεὶ τόν γε Ἀθανάσιον φασὶν ἀποφυγεῖν πειραθῆναι, καὶ ἄκοντα βιασθῆναι πρὸς Ἀλεξάνδρου, τὴν ἐπισκοπὴν ὑποδέξασθαι.

Καὶ μαρτυρεῖ Ἀπολινάριος ὁ Σύρος ὧδε λέγων Οὐκ ὀκνεῖ δὲ καὶ μετὰ ταῦτα πολεμεῖν ἡ δυσσέβεια ἀλλὰ πρῶτον μὲν ἐπὶ τὸν μακάριον διδάσκαλον τοῦ ἀνδρὸς ὁπλίζεται καὶ οὗτος παρῆν συνήγορος, ὡς πατρὶ παῖς: ἔπειτα καὶ ἐπ̓ αὐτὸν, ὡς ἧκεν ἐπὶ τὴν τῆς ἐπισκοπῆς διαδοχὴν, πολλῇ μὲν ἀποφυγῇ χρησάμενος: κατὰ Θεὸν δὲ ἀνευρεθεὶς, ὡς καὶ τῷ μακαρίῳ ἀνδρὶ τῷ τὴν ἐπισκοπὴν ἐγχειρίσαντι προδεδήλωτο θείαις δηλώσεσιν, οὐχ ἕτερον ἔσεσθαι τὸν διάδοχον ἢ τοῦτον.

Ἐκαλεῖτο μὲν γὰρ ἐκ τοῦ βίου: ἤδη δὲ πρὸς ἀπαλλαγὴν τυγχάνων, Ἀθανάσιον ὀνομαστὶ μὴ παρόντα ἐκάλει. Καὶ ὡς ὁ παρὼν ὁμώνυμος ὑπήκουε τῇ κλήσει, πρὸς μὲν τοῦτον ἀπεσιώπα, ὡς οὐ τοῦτον καλῶν. Αὖθις δὲ ἐχρῆτο τῇ κλήσει: καὶ ὡς ταυτὸ πολλάκις ἐγίνετο, ἀπεσιωπᾶτο μὲν ὁ παρὼν, ἐδηλοῦτο δὲ ὁ μὴ παρών. Καὶ προφητικῶς ἔλεγεν ὁ μακάριος Ἀλέξανδρος, Ἀθανάσιε, νομίζεις ἐκπεφευγέναι: οὐκ ἐκφεύξῃ: δηλῶν ὡς πρὸς τὸν ἀγῶνα ἐκαλεῖτο.

Ταῦτα μὲν Ἀπολινάριος γράφει περὶ Ἀθανασίου. Οἱ δὲ ἀπὸ τῆς Ἀρείου αἱρέσεως λέγουσιν, ὡς Ἀλεξάνδρου τελευτήσαντος, ἐκοινώνουν ἀλλήλοις οἱ τὰ Ἀλεξάνδρου καὶ Μελιτίου φρονοῦντες: συνελθόντες τε ἐκ Θηβαΐδος καὶ τῆς ἄλλης Αἰγύπτου πεντήκοντα καὶ τέσσαρες ἐπίσκοποι, ἐνωμότως συνέθεντο, κοινῇ ψήφῳ αἱρεῖσθαι τὸν ὀφείλοντα τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύειν: ἐπιορκήσαντας δὲ ἑπτά τινας τῶν ἐπισκόπων, παρὰ τὴν πάντων γνώμην κλέψαι τὴν Ἀθανασίου χειροτονίαν: καὶ διὰ τοῦτο πολλοὺς τοῦ λαοῦ, καὶ τῶν ἀνὰ τὴν Αἴγυπτον κληρικῶν ἀποφυγεῖν τὴν πρὸς αὐτὸν κοινωνίαν.

Ἐγὼ δὲ πείθομαι τὸν ἄνδρα τοῦτον οὐκ ἀθεεὶ παρελθεῖν ἐπὶ τὴν ἀρχιερωσύνην, λέγειν τε καὶ νοεῖν ἱκανὸν, καὶ πρὸς ἐπιβουλὰς ἀντέχειν: οἵου μάλιστα ὁ κατ̓ αὐτὸν ἐδεῖτο καιρός. Ἐγένετο δὲ ἐκκλησιαστικὸς ὅτι μάλιστα, καὶ περὶ τὸ ἱερᾶσθαι ἐπιτηδειότατος, ἐκ νέου,

ὡς εἰπεῖν, αὐτοδίδακτος τοιοῦτος φανείς. Ἀμέλει τοι οὔπω προσήβῳ γενομένῳ, τόδε φασὶν ἐπ̓ αὐτῷ συμβεβηκέναι. Δημοτελῆ καὶ σφόδρα λαμπρὰν πανήγυριν εἰσέτι νῦν ἄγουσιν Ἀλεξανδρεῖς, τὴν ἐτησίαν ἡμέραν τῆς μαρτυρίας Πέτρου τοῦ γενομένου παῤ αὐτοῖς ἐπισκόπου. Ταύτην τε ἐπιτελῶν Ἀλέξανδρος, ὁ τότε τῆς ἐκκλησίας ἡγούμενος, ἤδη τὴν λειτουργίαν πληρώσας, περιέμενε τοὺς ἅμα αὐτῷ μέλλοντας ἀριστᾷν.

Καθ̓ ἑαυτὸν δὲ διάγων, τοὺς ὀφθαλμοὺς εἶχεν ἐπὶ τὴν θάλασσαν. Ἰδὼν δὲ πόρρωθεν παρὰ τὸν αἰγιαλὸν παῖδας παίζοντας, καὶ ἐπίσκοπον μιμουμένους καὶ τὰ τῆς ἐκκλησίας ἔθη, ἐφ̓ ὅσον ἀκίνδυνον ἑώρα τὴν μίμησιν, ἥδετο τῇ θέᾳ, καὶ τοῖς γινομένοις ἔχαιρεν. Ἐπεὶ δὲ καὶ τῶν ἀπορρήτων ἥψαντο, ἐταράχθη: καὶ μετακαλεσάμενος τοὺς ἐν τέλει τοῦ κλήρου, ἐπέδειξε τοὺς παῖδας: καὶ συλληφθέντας αὐτοὺς ἀχθῆναι κελεύσας, ἐπυνθάνετο τίς αὐτοῖς ἦν ἡ παιδιὰ, καὶ ποδαποὶ οἱ ἐπὶ ταύτῃ λόγοι καὶ πράξεις.

Οἱ δὲ, δείσαντες, τὰ πρῶτα ἠρνοῦντο: ἐπιμείναντος δὲ αὐτοῦ τῇ βασάνῳ, κατεμήνυσαν ἐπίσκοπον μὲν καὶ ἀρχηγὸν γενέσθαι τὸν Ἀθανάσιον: βαπτισθῆναι δὲ παῤ αὐτοῦ τινὰς τῶν ἀμυήτων παίδων.

Οὓς ἐπιμελῶς ἀνέκρινεν Ἀλέξανδρος, τί μὲν αὐτοὺς ἤρετο ἢ ἐποίησεν ὁ τῆς παιδιᾶς ἱερεύς: τί δὲ αὐτοὶ ἀπεκρίναντο ἢ ἐδιδάχθησαν. Ἀνευρὼν δὲ πᾶσαν τὴν ἐκκλησιαστικὴν τάξιν ἀκριβῶς ἐπ̓ αὐτοῖς φυλαχθεῖσαν, ἐδοκίμασεν ἅμα τοῖς ἀμφ̓ αὐτὸν ἱερεῦσι βουλευσάμενος, μὴ χρῆναι ἀναβαπτίσαι τοὺς ἅπαξ ἐν ἁπλότητι τῆς θείας χάριτος ἀξιωθέντας. Τὰ δὲ ἄλλα περὶ αὐτοὺς ἐπλήρου, ἃ θέμις μόνους τοὺς ἱερωμένους μυσταγωγοῦντας τελεῖν.

Ἀθανάσιον δὲ καὶ τοὺς ἄλλους παῖδας, οἳ πρεσβύτεροι καὶ διάκονοι ἐν τῷ παίζειν ἐτύγχανον, ὑπὸ μάρτυρι τῷ Θεῷ τοῖς οἰκείοις παρέδωκεν ἀναθρέψαι τῇ ἐκκλησίᾳ, καὶ ἀγαγεῖν ἐφ̓ ὃ ἐμιμήσαντο. Μετ̓ οὐ πολὺ δὲ, ὁμοδίαιτον καὶ ὑπογραφέα τὸν Ἀθανάσιον εἶχεν. Εὖ δὲ ἀχθεὶς, γραμματικοῖς τε καὶ ῥήτορσι φοιτήσας, ἤδη εἰς ἄνδρας τελῶν, καὶ πρὸ τῆς ἐπισκοπῆς πεῖραν ἔδωκε τοῖς ὁμιλήσασιν αὐτῷ σοφοῦ καὶ ἐλλογίμου ἀνδρός.

Ἐπεὶ δὲ ἐτελεύτησεν Ἀλέξανδρος, διάδοχον αὐτὸν καταλιπὼν, ἔτι μᾶλλον ἐπέδωκεν ἡ περὶ αὐτοῦ δόξα, βεβαιουμένη ταῖς οἰκείαις ἀρεταῖς, καὶ τῇ μαρτυρίᾳ τοῦ μεγάλου Ἀντωνίου μοναχοῦ. Μετακαλουμένου γὰρ αὐτοῦ ὑπήκουε, καὶ ταῖς πόλεσιν ἐφοίτα: καὶ εἰς τὰς ἐκκλησίας συνῄει: καὶ οἷς ἐδόξαζε περὶ Θεοῦ συνεψηφίζετο. Καὶ φίλον ἐν πᾶσιν εἶχεν αὐτὸν, καὶ τοὺς ἐναντιουμένους ἢ ἀπεχθανομένους αὐτῷ ἀπεστρέφετο.

Ὅτι οἱ Ἀρειανοὶ καὶ Μελετιανοὶ περιφανῆ ἐποίησαν Ἀθανάσιον. Καὶ περὶ Εὐσεβίου, καὶ ὅπως ἀπεπειρᾶτο Ἀθανάσιος δέξασθαι Ἄρειον: καὶ περὶ τῆς λέξεως τοῦ ὁμοουσίου: ὅπως μάλιστα τῶν ἄλλων ὁ Παμφίλου Εὐσέβιος, καὶ Εὐστάθιος ὁ Ἀντιοχείας ἐστασίαζον.

Μάλιστα δὲ ἐνδοξότατον αὐτὸν κατέστησαν οἱ τὰ Ἀρείου καὶ Μελετίου φρονοῦντες: ἀεὶ μὲν ἐπιβουλεύσαντες,

οὐδέποτε δὲ δικαίως αὐτὸν ἑλεῖν δόξαντες. Τὰ μὲν οὖν πρῶτα δἰ ἐπιστολῆς ἐπειράθη αὐτοῦ Εὐσέβιος, δέχεσθαι τοὺς περὶ Ἄρειον: εἰ δὲ ἀπειθήσει, κακῶς αὐτὸν ποιήσειν ἀγράφως ἠπείλει. Ὡς δὲ οὐκ εἶξε, μὴ δεκτοὺς εἶναι ἐνιστάμενος τοὺς ἐπὶ νεωτερισμῷ τῆς ἀληθείας αἵρεσιν εὑρόντας, καὶ παρὰ τῆς ἐν Νικαίᾳ συνόδου ἀποκηρυχθέντας, ἐσπούδαζεν ὅπως αὐτὸς ὁ βασιλεὺς προσδέξηται τὸν Ἄρειον, καὶ κάθοδον αὐτῷ παράσχῃ. Ἀλλὰ ταῦτα μὲν ὡς ἐγένετο,

οὐκ εἰς μακρὰν ἐρῶ. Ἐν δὲ τῷ τότε, πάλιν πρὸς ἑαυτοὺς ἐστασίαζον οἱ ἐπίσκοποι, ἀκριβολογούμενοι περὶ τὸ ὁμοούσιον ὄνομα. Οἱ μὲν γὰρ, τοὺς τοῦτο προσδεχομένους βλασφημεῖν ᾤοντο, ὡς ὑπάρξεως ἐκτὸς τὸν υἱὸν δοξάζοντας, καὶ τὰ Μοντανοῦ καὶ Σαβελλίου φρονοῦντας: οἱ δ̓ αὖ πάλιν, ὡς Ἑλληνιστὰς τοὺς ἑτέρους ἐξετρέποντο, καὶ πολυθεΐας εἰσάγειν διέβαλλον.

Κατετρίβοντο δὲ μάλιστα περὶ τὰ τοιαῦτα, Εὐσέβιός τε ὁ Παμφίλου, καὶ Εὐστάθιος ὁ Ἀντιοχεύς. Ἀμφότεροι μὲν γὰρ τὸν υἱὸν τοῦ Θεοῦ ἐν ὑποστάσει εἶναι ὡμολόγουν: ὥσπερ δὲ ἀλλήλων μὴ ἐπαΐοντες, ἀλλήλους διέβαλλον. Καὶ Εὐστάθιος μὲν ἐπῃτιᾶτο τὸν Εὐσέβιον, εἰς τὰ ἐν Νικαίᾳ δόξαντα περὶ τοῦ δόγματος καινοτομοῦντα: ὁ δὲ, ταῦτα μὲν ἐπαινεῖν φησίν, Εὐσταθίῳ δὲ τὴν Σαβελλίου ὀνειδίζειν δόξαν.

Περὶ τῆς Ἀντιοχείας συνόδου: καὶ ὅτι ἀδίκως καθῃρέθη Εὐστάθιος, καὶ Εὐφρόνιος τὸν θρόνον λαμβάνει. Καὶ οἷα ὁ Μέγας Κωνσταντῖνος ἔγραψε τῇ συνόδῳ, καὶ Εὐσεβίῳ τῷ Παμφίλου, παραιτησαμένῳ τῇ Ἀντιοχείᾳ.

Συνόδου δὲ ἐν Ἀντιοχείᾳ γενομένης, ἀφαιρεῖται Εὐστάθιος τὴν Ἀντιοχέων ἐκκλησίαν: τὸ μὲν ἀληθὲς, ὡς πολὺς ἔχει λόγος, καθότι τὴν ἐν Νικαίᾳ πίστιν ἐπῄνει, καὶ τοὺς ἀμφὶ τὸν Εὐσέβιον καὶ Παυλῖνον τὸν Τύρου ἐπίσκοπον, καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως, ὧν τῇ γνώμῃ οἱ ἀνὰ τὴν ἕω ἱερεῖς εἵποντο, οἷά γε τὰ Ἀρείου φρονοῦντας ἀπεστρέφετο καὶ φανερῶς διέβαλλε:

πρόφασιν δὲ, ὡς οὐχ ὁσίαις πράξεσι τὴν ἱερωσύνην αἰσχύνας ἐφωράθη. Μεγίστη δὲ διὰ τὴν αὐτοῦ καθαίρεσιν ἀνεκινήθη στάσις κατὰ τὴν Ἀντιόχειαν: ὡς μικροῦ δεῖν ξιφῶν ἅψασθαι τὸ πλῆθος, καὶ πᾶσαν κινδυνεῦσαι τὴν πόλιν. Ἔβλαψε δὲ αὐτὸ τοῦτο οὐ μετρίως αὐτὸν πρὸς βασιλέα. Ὡς γὰρ ἔγνω ταῦτα συμβεβηκέναι, καὶ τὸν λαὸν τῆς ἐκκλησίας εἰς δύο διῃρῆσθαι, σφόδρα ἐχαλέπαινε, καὶ ἐν ὑπονοίᾳ αὐτὸν εἶχεν, ὡς αἴτιον τῆς στάσεως. Πέμπει δ̓ ὅμως τινὰ τῶν ἀμφ̓ αὐτὸν λαμπρῶς στρατευομένων, ἐντειλάμενος εἰς δέος καταστῆσαι τὸ πλῆθος, καὶ δίχα ταραχῆς καὶ βλάβης καταπαῦσαι τὴν στάσιν.

Λογισάμενοι δὲ οἱ καθελόντες Εὐστάθιον, οἳ δὴ τούτου χάριν εἰς Ἀντιόχειαν συνηγμένοι ἐτύγχανον, ὡς εἰ τῶν ὁμοδόξων αὐτοῖς προστήσαιντό τινα τῆς ἐνθάδε ἐκκλησίας βασιλεῖ γνώριμον, καὶ ἐπὶ λόγων ἐπιστήμῃ εὐδόκιμον, ῥᾳδίως ἕξουσι πειθομένους τοὺς ἄλλους, εὖ ἔχειν ἐνόμισαν ἐπιτρέψαι τὸν Ἀντιοχέων θρόνον Εὐσεβίῳ τῷ Παμφίλου. Καὶ γράφουσι περὶ τούτου τῷ βασιλεῖ, δηλώσαντες καὶ τῷ λαῷ ὑπερφυῶς τοῦτο κεχαρισμένον εἶναι. Ὧδε γὰρ ἐξῄτησαν καὶ ὅσοι τοῦ κλήρου καὶ τοῦ πλήθους ἀπεχθῶς εἶχον πρὸς Εὐστάθιον.

Ὅ γε μὴν Εὐσέβιος ἔγραψε τῷ βασιλεῖ παραιτούμενος. Ἐπαινέσας δὲ αὐτοῦ τὴν παραίτησιν ὁ βασιλεύς: νόμος γὰρ ἐκκλησιαστικὸς ἐκώλυε, τὸν ἅπαξ ἡγησάμενον ἐκκλησίας, ἐπισκοπὴν ἄλλην μὴ μετιέναι: ἔγραψε δὲ καὶ τῷ λαῷ καὶ αὐτῷ Εὐσεβίῳ, ἀποδεχόμενος αὐτὸν τῆς γνώμης, καὶ μακάριον ἀποκαλῶν, ὡς οὐ μιᾶς πόλεως ἀλλὰ πάσης τῆς οἰκουμένης ὄντα ἄξιον ἐπισκοπεῖν.

Ἔγραψε δὲ καὶ τῷ λαῷ τῆς Ἀντιοχέων ἐκκλησίας, περί τε ὁμονοίας καὶ τοῦ μὴ δεῖν ἐφίεσθαι τοῦ παῤ ἄλλοις ἐπισκοποῦντος, ὡς οὐκ ἀγαθοῦ ὄντος τῶν ἀλλοτρίων ἐπιθυμεῖν.

Ἰδίᾳ δὲ παρὰ ταύτας ἄλλην ἐπιστολὴν τῇ συνόδῳ διεπέμψατο: καὶ Εὐσέβιον μὲν ὁμοίως τῆς παραιτήσεως ἐθαύμαζεν ἐν τοῖς πρὸς αὐτὸν γράμμασιν: ὡς δοκίμους δὲ τὴν πίστιν εἶναι πειθόμενος, Εὐφρόνιον Καππαδόκην πρεσβύτερον, καὶ Γεώργιον Ἀρεθούσιον, ἐκέλευσε τούτων ὃν ἂν κρίνωσιν, ἢ ἕτερον ὃς ἄξιος, φησὶ, φανείη, χειροτονῆσαι τῆς Ἀντιοχέων ἐκκλησίας προστάτην.

Ἐπεὶ δὲ τὰ βασιλέως ἐδέξαντο γράμματα, Εὐφρόνιον ἐχειροτόνησαν. Εὐστάθιος δὲ, ὡς ἐπυθόμην, ἡσυχῆ τὴν συκοφαντίαν ἤνεγκεν, ὧδέπη κρίνας ἄμεινον: ἀνὴρ τά τε ἄλλα καλὸς καὶ ἀγαθὸς, καὶ ἐπὶ εὐγλωττίᾳ δικαίως θαυμαζόμενος, ὡς ἐκ τῶν φερομένων αὐτοῦ λόγων συνιδεῖν ἐστὶν, ἀρχαιότητι φράσεως καὶ σωφροσύνῃ νοημάτων, καὶ ὀνομάτων κάλλει, καὶ χάριτι ἀπαγγελίας εὐδοκιμούντων.

Περὶ Μαξίμου τοῦ μετὰ Μακάριον τὸν Ἱεροσολύμων θρόνον λαβόντος.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, Ἰούλιος μὲν, Μάρκου μετὰ Σίλβεστρον ἐπ̓ ὀλίγῳ χρόνῳ ἐπισκοπήσαντος, τὸν ἐν Ῥώμῃ διεῖπε θρόνον. Μάξιμος δὲ μετὰ Μακάριον τὸν Ἱεροσολύμων. Τοῦτον δὲ λόγος ἐπίσκοπον ὑπὸ Μακαρίου χειροτονηθῆναι τῆς ἐν Διοσπόλει ἐκκλησίας: ἐπισχεθῆναι δὲ παρὰ τῶν ἐν Ἱεροσολύμοις κατοικούντων: ὁμολογητὴς γὰρ ὢν, καὶ ἄλλως ἀγαθὸς, τῇ δοκιμασίᾳ τοῦ λαοῦ ὑποψήφιος ἦν μετὰ τὴν τοῦ Μακαρίου τελευτὴν εἰς τὴν ἐνθάδε ἐπισκοπήν.

Ἐπεὶ δὲ χαλεπῶς τὸ πλῆθος ἔφερεν, οὗ τῆς ἀρετῆς ἐπειράθη ἀποστερούμενον, καὶ στάσις ἠπειλεῖτο, ἔδοξεν εὖ ἔχειν, Διοσπολίταις μὲν ἕτερον αἱρεῖσθαι ἐπίσκοπον, Μάξιμον δὲ ἐν Ἱεροσολύμοις μεῖναι, καὶ Μακαρίῳ συνιερᾶσθαι: μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν, ἡγεῖσθαι τῆς ἐκκλησίας. Ἰστέον μέντοι ὡς οἱ τάδε ἠκριβωκότες, κατὰ γνώμην Μακαρίου γενέσθαί τε καὶ σπουδασθῆναι τῷ πλήθει ταῦτα, ἰσχυρίζονται: φασὶ γὰρ αὐτὸν μεταμεληθῆναι ἐπὶ τῇ Μαξίμου χειροτονίᾳ, ἐπιλογισάμενον ὡς ὀρθῶς περὶ Θεοῦ δοξάζων, καὶ διὰ τὴν ὁμολογίαν τῷ λαῷ κεχαρισμένος,

ἀναγκαίως φυλακτέος ἐστὶν εἰς τὴν αὐτοῦ διαδοχήν. Ἑδεδίει γὰρ μὴ τελευτήσαντος αὐτοῦ, καιρὸν εὑρόντες οἱ ἀμφὶ τὸν Εὐσέβιον καὶ Πατρόφιλον, οἱ δὴ τὰ Ἀρείου φρονοῦντες, ὁμοδόξῳ τὸν ἐνθάδε θρόνον ἐπιτρέψουσιν. Ἐπεὶ καὶ Μακαρίου περιόντος, νεωτερίσαι ἐπεχείρησαν: ἀφορισθέντες δὲ παῤ αὐτοῦ, διὰ τοῦτο ἡσυχίαν ἦγον.

Περὶ τῶν Μελιτιανῶν καὶ Ἀρειανῶν, ὅπως ἡνώθησαν: καὶ περὶ Εὐσεβίου καὶ Θεογνίου, ὅπως πάλιν τὴν Ἀρείου νόσον ἀνάπτειν ἐπεχείρουν.

Ἐν τούτῳ δὲ, Αἰγυπτίοις οὔπω τέλος εἶχεν ἡ ἐξ ἀρχῆς αὐτοῖς πρὸς ἀλλήλους κινηθεῖσα φιλονεικία. Ἐπεὶ γὰρ ἐν τῇ συνόδῳ τῇ κατὰ Νίκαιαν, ἡ μὲν Ἀρειανὴ αἵρεσις παντάπασιν ἀπεκηρύχθη, οἱ δὲ τὰ Μελιτίου φρονοῦντες ἐπὶ τοῖς εἰρημένοις ἐδέχθησαν, ἐπανελθόντι Ἀλεξάνδρῳ εἰς Αἴγυπτον, παρέδωκε Μελίτιος τὰς ἐκκλησίας, ἃς παρανόμως ὑφ̓ ἑαυτὸν ἐποιήσατο,

καὶ ἐν τῇ Λυκῷ διῆγε. Μετ̓ οὐ πολὺ δὲ μέλλων τὸν βίον καταλιμπάνειν, Ἰωάννην τινὰ τῶν αὐτῷ συνήθων, παρὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, κατέστησεν ἀντ̓ αὐτοῦ, καὶ πάλιν αἴτιος ἀταξίας ταῖς ἐκκλησίαις ἐγένετο.

Ἰδόντες δὲ οἱ Ἀρείου τοὺς Μελιτίου νεωτερίζοντας, συνετάραττον καὶ αὐτοὶ τὰς ἐκκλησίας. Οἷα γὰρ φιλεῖ ἐν ταῖς τοιαύταις ταραχαῖς, οἱ μὲν τὴν Ἀρείου δόξαν ἐθαύμαζον: οἱ δὲ ἐδικαίουν, τοὺς ὑπὸ Μελιτίου χειροτονηθέντας χρῆναι τῶν ἐκκλησιῶν ἡγεῖσθαι, καὶ τούτοις προσετίθεντο. Πρότερον δὲ διαφερόμενοι πρὸς ἑαυτοὺς ἑκάτεροι, ὡς εἶδον τὸ πλῆθος ἑπόμενον τοῖς ἱερεῦσι τῆς καθόλου ἐκκλησίας,

εἰς φθόνον κατέστησαν. Καὶ πρὸς ἀλλήλους ἐσπείσαντο, καὶ κοινὴν τὴν ἔχθραν ἀνεδέξαντο πρὸς τὸν κλῆρον Ἀλεξανδρείας. Ἐπιμίξ τε πρὸς οὓς διελέγοντο, τὰ ἐγκλήματα προέφερον, καὶ τὰς ἀπολογίας ἐποιοῦντο ἐπὶ τοσοῦτον, ὡς προϊόντος τοῦ χρόνου, Μελιτιανοὺς ἐν Αἰγύπτῳ παρὰ τῶν πολλῶν ὀνομάζεσθαι τοὺς τὰ Ἀρείου φρονοῦντας: καίτοι γε προστασίας μόνης ἕνεκεν ἐκκλησιῶν διεφέροντο: Ἀρειανοὶ δὲ ὁμοίως Ἀρείῳ περὶ Θεοῦ ἐδόξαζον.

Ἀλλ̓ ὅμως ἰδίᾳ τὰ παῤ ἀλλήλων ἀναινόμενοι, ὑποκρίνεσθαι σφᾶς παρὰ γνώμην καὶ συμφωνεῖν ὑπέμενον ἐν τῇ κοινωνίᾳ τῆς ἔχθρας, ἕκαστοι προσδοκῶντες ῥᾳδίως κρατήσειν ὧν ἐβούλοντο. Τῷ δὲ χρόνῳ, ὡς εἰκὸς, ἐκ τῶν περὶ ταῦτα διαλέξεων, ἕξιν λαβόντες τῶν Ἀρείου δογμάτων, ὁμοίως περὶ Θεοῦ ἐδόξαζον. Ἐντεῦθέν τε πάλιν εἰς τὴν προτέραν ταραχὴν ἐπανῆλθε τὰ κατὰ τὸν Ἄρειον: καὶ λαοὶ καὶ κλῆροι, τῆς πρὸς ἀλλήλους ἀπεσχίζοντο κοινωνίας.

Οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλαις πόλεσι, καὶ μάλιστα παρὰ Βιθυνοῖς καὶ Ἑλλησποντίοις καὶ ἐν τῇ Κωνσταντίνου πόλει αὖθις ἀνερριπίζετο τὰ περὶ τῶν Ἀρείου δογμάτων. Ἀμέλει τοι λέγεται, ὡς Εὐσέβιος ὁ Νικομηδείας ἐπίσκοπος καὶ Θεόγνιος ὁ Νικαίας, παραπείσαντες τὸν ὑπὸ τοῦ βασιλέως ἐπιτραπέντα φυλάττειν τὴν γραφὴν τῆς ἐν Νικαίᾳ συνόδου, ἀπήλειψαν τὰς αὐτῶν ὑπογραφάς: καὶ εἰς τὸ φανερὸν ἐπεχείρουν διδάσκειν, μὴ χρῆναι ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν δοξάζειν.

Περὶ δὲ τούτου ἐγκαλούμενον Εὐσέβιον, ὧδε ἄντικρυς πρὸς βασιλέα παρρησιάσασθαι καὶ εἰπεῖν, ἐπιδείξαντά τι ὧν ἠμφίεστο, ὡς εἰ τοῦτο τὸ ἱμάτιον ἐμοῦ θεωμένου διαιρεθείη, οὔποτε ἂν φαίην τῆς αὐτῆς οὐσίας ἑκάτερον. Ἐπὶ τούτοις δὲ χαλεπῶς ἄγαν ἔφερεν ὁ βασιλεύς: οἰόμενος γὰρ μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον πεπαῦσθαι τὰς τοιαύτας ζητήσεις, παῤ ἐλπίδα αὖθις ἀνακινουμένας ἑώρα.

Οὐχ ἥκιστα δὲ αὐτὸν ἐλύπησεν Εὐσέβιος καὶ Θεόγνιος, Ἀλεξανδρεῦσι τισὶ κοινωνήσαντες, οὓς εἰς μεταμέλειαν ἡ σύνοδος τετήρηκεν ὡς μὴ ὀρθῶς δοξάζοντας: αὐτὸς δὲ ὡς αἰτίους διχονοίας, καὶ ἐπὶ τούτῳ τῆς πατρίδος ἐκδημοῦντας, ἐκπεμφθῆναι προσέταξεν. Ἐκ ταύτης δὲ τῆς αἰτίας εἰσὶν οἳ λέγουσιν ὀργισθέντα τὸν βασιλέα, καταδικάσαι φυγὴν Εὐσεβίου καὶ Θεογνίου. Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς πρόσθεν ἔγραψα, ἅπερ παρὰ ἀκριβῶς ἐπισταμένων ἀκήκοα.

Οἷα κατὰ τοῦ ἁγίου Ἀθανασίου οἱ Ἀρειανοὶ καὶ οἱ Μελιτιανοὶ συσκευάσαντες, οὐδὲν ἤνυσαν.

Ἀθανασίῳ δὲ τῶν ἐπιγενομένων δυσχερῶν πρῶτοι γεγόνασιν αἴτιοι. Πλείστην γὰρ ἔχοντες παρὰ βασιλεῖ παρρησίαν καὶ δύναμιν, τὸν Ἄρειον μὲν ὡς ὁμόδοξον καὶ φίλον, κατάγειν εἰς τὴν Ἀλεξάνδρειαν ἐσπούδαζον: τὸν δὲ, τῆς ἐκκλησίας ἐκβαλεῖν, ὡς ἐναντίον αὐτοῖς γινόμενον. Διαβάλλουσιν οὖν αὐτὸν πρὸς Κωνσταντῖνον, ὡς στάσεων καὶ θορύβων αἴτιον τῇ ἐκκλησίᾳ γενόμενον, καὶ εἵργοντα τοὺς βουλομένους εἰς τὴν ἐκκλησίαν εἰσιέναι, ἐξὸν πάντας ὁμονοεῖν, εἰ τοῦτο μόνον συγχωρηθείη.

Ἐπιστοῦντο δὲ ἀληθεῖς εἶναι τὰς κατ̓ αὐτοῦ διαβολὰς, πολλοὶ τῶν μετὰ Ἰωάννου ἐπισκόπων καὶ κληρικῶν, συνεχῶς βασιλεῖ προσιόντες, ὀρθοδόξους τε σφᾶς εἶναι λέγοντες, καὶ φόνων καὶ δεσμῶν καὶ πληγῶν ἀδίκων καὶ τραυμάτων καὶ ἐμπρησμῶν ἐκκλησιῶν κατηγοροῦντες αὐτοῦ καὶ τῶν ὑπ̓ αὐτὸν ἐπισκόπων.

Ἐπεὶ δὲ καὶ Ἀθανάσιος ἐδήλωσε τῷ βασιλεῖ, παρανόμους χειροτονίας ἐγκαλῶν τοῖς ἀμφὶ τὸν Ἰωάννην, καὶ νεωτερισμὸν τῶν ἐν Νικαίᾳ δοξάντων, καὶ πίστιν οὐχ ὑγιᾶ, καὶ στάσεις καὶ ὕβρεις κατὰ τῶν ὀρθῶς περὶ Θεοῦ δοξαζόντων, οὐκ εἶχε λοιπὸν ὅτῳ πιστεύσειεν ὁ Κωνσταντῖνος.

Τοιαῦτα δὲ αὐτῶν ἐγκαλούντων ἀλλήλοις, καὶ πολλάκις πολλῶν κατηγόρων ἑκατέρωθεν ὀχλούντων, ἐπεὶ σφόδρα αὐτῷ ἔμελε τῆς ὁμονοίας τῶν λαῶν, γράφει Ἀθανασίῳ, μηδένα τῆς ἐκκλησίας εἴργεσθαι. Εἰ δὲ τοῦτο καὶ εἰς ὕστερον μηνυθείη, πέμπειν ἀμελητὶ τὸν ἐξελάσοντα αὐτὸν τῆς Ἀλεξανδρέων πόλεως. Εἴτῳ δὲ φίλον καὶ αὐτῇ τῇ τοῦ βασιλέως ἐντυχεῖν ἐπιστολῇ,

ὧδε ἔχει τὸ περὶ τούτου μέρος. Ἔχων τοίνυν τῆς ἐμῆς βουλήσεως τὸ γνώρισμα, πᾶσι τοῖς βουλομένοις εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν, ἀκώλυτον παράσχου τὴν εἴσοδον. Ἐὰν γὰρ γνῶ ὡς κεκώλυκας αὐτῶν τινὰς τῆς ἐκκλησίας μεταποιουμένους, ἢ ἀπείρξας τῆς εἰσόδου, ἀποστελῶ παραχρῆμα τὸν καθαιρήσοντά σε ἐξ ἐμῆς κελεύσεως, καὶ τῶν τόπων μεταστήσοντα.

Ἐπεὶ δὲ γράφων Ἀθανάσιος καὶ τὸν βασιλέα ἔπειθε, μὴ μεταδοτέον κοινωνίας τοῖς Ἀρείου πρὸς τὴν καθόλου ἐκκλησίαν, συνιδὼν Εὐσέβιος ὡς οὐκ ἐπιτεύξεται τοῦ σκοποῦ, Ἀθανασίου τἀναντία σπουδάζοντος, ᾠήθη δεῖν πάσῃ μηχανῇ ἐκποδὼν αὐτὸν ποιῆσαι. Πρόφασιν δὲ μὴ ἔχων ἱκανὴν πρὸς τοσαύτην ἐπιβουλὴν, ὑπέσχετο τοῖς Μελιτίου, συλλαμβάνεσθαι πρὸς βασιλέα καὶ τοὺς ἀμφ̓ αὐτὸν δυναμένους, ἢν ἐθέλωσιν Ἀθανασίου κατηγορεῖν.

Ἐντεῦθέν τε πρώτην ὑπομένει γραφὴν, ὡς χιτωνίων λινῶν φόρον ἐπιτιθεὶς Αἰγυπτίοις, καὶ παρὰ τῶν κατηγόρων τοιοῦτον δασμὸν εἰσπραξάμενος. Παρατυχόντες δὲ αὐτόθι Ἄπις καὶ Μακάριος, πρεσβύτεροι τῆς Ἀλεξανδρέων ἐκκλησίας, ψευδῆ τὴν κατηγορίαν ἐσπούδασαν διελέγξαι.

Ἐκ ταύτης τε τῆς αἰτίας μετακληθέντα Ἀθανάσιον πάλιν ἐγράψαντο, ὡς ἐπιβουλεύων τῷ κρατοῦντι, λάρνακα χρυσοῦ Φιλουμένῳ τινὶ πέπομφεν. Ἐπεὶ δὲ συκοφαντίας κατέγνω τῶν κατηγόρων ὁ βασιλεὺς, ἐπέτρεψεν Ἀθανασίῳ ἐπανελθεῖν οἴκαδε: καὶ τῷ λαῷ τῆς Ἀλεξανδρείας ἔγραψε, μαρτυρήσας αὐτῷ πολλὴν ἐπιείκειαν καὶ πίστιν ὀρθὴν, ἀσμένως τε αὐτῷ συντετυχηκέναι, καὶ θεῖον εἶναι ἄνδρα πεπεῖσθαι: φθόνου τε χάριν τὴν γραφὴν ὑπομείναντα, κρείττω φανῆναι τῶν αὐτοῦ κατηγόρων.

Πυθόμενός τε πολλοὺς ἔτι ἀπὸ τῶν Αἰγυπτίων ζυγομαχεῖν ἐκ τῆς Ἀρείου καὶ Μελιτίου προφάσεως, διὰ τῆς αὐτοῦ ἐπιστολῆς παρεκάλεσε τὸ πλῆθος εἰς Θεὸν ἀπιδεῖν, καὶ τὴν παῤ αὐτοῦ κρίσιν εἰς νοῦν λαβεῖν, εὐνοεῖν τε ἀλλήλοις, καὶ τοὺς ἐπιβουλεύοντας τῇ αὐτῶν ὁμονοίᾳ, παντὶ σθένει διώκειν. Καὶ ὁ μὲν βασιλεὺς ὧδέπη γράφων εἰς τὸ κοινὸν, πάντας εἰς ὁμόνοιαν ἐκάλει, καὶ μὴ διασπᾶσθαι τὴν ἐκκλησίαν ἐσπούδαζε.

Περὶ τῆς συκοφαντίας τοῦ ἁγίου Ἀθανασίου, διὰ τὴν τοῦ Ἀρσενίου χεῖρα.

Μελιτιανοὶ δὲ τῆς προτέρας ἀποτυχόντες πείρας, ἑτέρας ὕφαινον κατὰ Ἀθανασίου γραφάς: τὴν μὲν, ὡς ποτήριον ἱερὸν συνέτριψε: τὴν δὲ, ὡς Ἀρσένιον τινὰ κτείνας, ἐξέτεμεν αὐτοῦ τὸν βραχίονα, καὶ παῤ ἑαυτῷ ἔχει γοητείας ἕνεκα. Οἷα δὲ κληρικὸς, ἐλέγετο ὁ Ἀρσένιος οὗτος ἁμαρτήματι περιπεσὼν κρύπτεσθαι:

δίκην γὰρ ὑφωρᾶτο δώσειν, παρὰ τῷ ἐπισκόπῳ εὐθυνόμενος. Τὸ δὲ συμβὰν οὕτως εἰς ἐσχάτην διαβολὴν διεσκεύασαν οἱ ἐπιβουλεύοντες Ἀθανασίῳ. Καὶ τὸν μὲν Ἀρσένιον ἐπιμελῶς ζητήσαντες εὗρον, καὶ φιλοφρονησάμενοι, καὶ πᾶσαν εὔνοιαν καὶ ἀσφάλειαν παρέξειν αὐτῷ ὑποσχόμενοι, ἄγουσι λάθρα πρός τινα τῶν αὐτοῖς συνήθων, καὶ τὰ αὐτὰ σπουδαζόντων: Πατρίνης ὄνομα αὐτῷ ἦν, πρεσβύτερος μοναστηρίου: ἐνταῦθά τε τὸν Ἀρσένιον κρύψαντες, σπουδῇ περιῄεσαν κατὰ τὰς ἀγορὰς καὶ τοὺς συλλόγους τῶν ἐν τέλει, λογοποιοῦντες τοῦτον πεφονεῦσθαι παρὰ Ἀθανασίου. Παρεσκεύαστο δὲ πρὸς τοιαύτην κατηγορίαν καὶ Ἰωάννης μοναχός τις ὁ γραφόμενος.

Ταύτης δὲ τῆς αἰσχρᾶς φήμης εἰς πολλοὺς διασπαρείσης, ἐπὶ τοσοῦτον ὡς καὶ βασιλέως ἀκοὰς φθάσαι, ὁρῶν Ἀθανάσιος ὡς εἰ συμβαίη αὐτὸν καὶ ἐπὶ ταύτῃ τῇ αἰτίᾳ γραφὴν ὑπομεῖναι, χαλεπόν ἐστιν ἀπολογήσασθαι παρὰ δικασταῖς τοιαύταις φήμαις προκατειλημμένοις, ἀντεστρατήγει ταῖς τῶν ἐναντίων τέχναις: καὶ ὡς ἐνεδέχετο πάντας πιστούμενος,

ἐπενόει μὴ καλύπτεσθαι τὴν ἀλήθειαν ταῖς αὐτῶν διαβολαῖς. Ἦν δὲ ἄρα τοὺς πολλοὺς πείθειν ἐργῶδες, Ἀρσενίου μὴ φαινομένου. Λογισάμενος οὖν ὡς οὐκ ἂν ἄλλως ἑαυτὸν καθάροι τῆς ὑπονοίας, εἰ μὴ ζῆν ἀπελέγξειε τὸν τεθνάναι λεγόμενον, πέμπει τῶν ἀμφ̓ αὐτὸν τινὰ πιστότατον διάκονον, ἀναζητήσοντα τοῦτον. Ὁ δὲ, παραγενόμενος εἰς Θηβαΐδα, ἐξαγγειλάντων τινῶν μοναχῶν, ἔγνω ὅπου διῆγεν. Ἐπεὶ δὲ ἧκε πρὸς Πατρίνην παῤ ᾧ ἐκρύπτετο, αὐτὸν μὲν Ἀρσένιον οὐ καταλαμβάνει:

προμαθόντες γὰρ τὴν ἄφιξιν τοῦ διακόνου, μετέστησαν τοῦτον εἰς τὴν κάτω Αἴγυπτον. Παραλαβὼν δὲ τὸν Πατρίνην, ἤγαγεν εἰς Ἀλεξάνδρειαν: ἅμα δὲ καὶ Ἠλίαν, ἕνα τῶν αὐτῷ συνόντων, ὃς ἐλέγετο τὸν Ἀρσένιον ἑτέρωθι μεταστῆσαι. Ἄμφω τε προσαχθέντες τῷ ἄρχοντι τῶν ἐν Αἰγύπτῳ στρατιωτικῶν ταγμάτων, ὡμολόγησαν ἐν ζῶσιν εἶναι Ἀρσένιον: λαθεῖν δὲ παῤ αὐτοῖς πρότερον κρυπτόμενον, καὶ νῦν ἐν Αἰγύπτῳ διάγειν.

Ταῦτα οὕτω συμβάντα, δῆλα γενέσθαι Κωνσταντίνῳ ἐσπούδασεν Ἀθανάσιος. Τῷ δὲ βασιλεὺς ἀντέγραψεν, ἔχεσθαι τῆς ἱερωσύνης ἐπιμελῶς, καὶ τῆς τοῦ λαοῦ εὐταξίας καὶ εὐσεβείας προνοεῖν: παῤ οὐδὲν δὲ ἡγεῖσθαι τὰς τῶν Μελιτιανῶν ἐπιβουλὰς, ὡς καὶ αὐτοῦ εὖ εἰδότος, φθόνον αὐτοὺς ἐγείρειν εἰς τοιαύτας ψευδεῖς καὶ πεπλασμένας γραφὰς,

καὶ τοὺς κατὰ τῆς ἐκκλησίας θορύβους. Αὐτόν τε τοῦ λοιποῦ μὴ συγχωρήσειν τὰ τοιαῦτα: ἀλλὰ δικαστὴν ἔσεσθαι κατὰ τοὺς πολιτικοὺς νόμους, εἰ μὴ ἡσυχίαν ἄγοιεν, καὶ δίκην λαβεῖν παῤ αὐτῶν, ὡς οὐ μόνον ἀδίκως τοῖς ἀθῴοις ἐπιβουλευόντων, ἀλλ̓ ἀδίκως τῇ εὐταξίᾳ τῆς ἐκκλησίας καὶ τῇ εὐσεβείᾳ λυμαινομένων. Τοιαῦτα γράψας ὁ βασιλεὺς Ἀθανασίῳ, προσέταξεν εἰς τὸ κοινὸν ἀναγνωσθῆναι τὴν ἐπιστολὴν, ἵν̓ εἰδέναι πάντες ἔχοιεν τὴν αὐτοῦ προαίρεσιν.

Τὸ δὲ ἐξ ἐκείνου περιδεεῖς γενόμενοι οἱ τὰ Μελιτίου φρονοῦντες, τέως ἠρέμουν, ὑφορώμενοι τὴν τοῦ κρατοῦντος ἀπειλήν. Εἰρηνευομένη δὲ ἡ κατὰ πᾶσαν Αἴγυπτον ἐκκλησία, καὶ ὑπὸ τοσούτου ἱερέως προστασίᾳ ἰθυνομένη, πολυπλασίων ὁσημέραι ἐγίνετο, πολλῶν προστιθεμένων ἐκ τοῦ Ἑλληνικοῦ πλήθους, καὶ τῶν ἄλλων αἱρέσεων.

Ὅτι καὶ τὰ ἐνδοτέρω τῶν Ἰνδῶν ἔθνη τότε τὸν Χριστιανισμὸν ἐδέξαντο, διὰ Φρυμεντίου καὶ Αἰδεσίου, τῶν αἰχμαλώτων.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον παρειλήφαμεν καὶ τοὺς ἔνδον τῶν καθ̓ ἡμᾶς Ἰνδῶν, ἀπειράτους μείναντας τῶν Βαρθολομαίου κηρυγμάτων, μετασχεῖν τοῦ δόγματος ὑπὸ Φρουμεντίῳ, ἱερεῖ καὶ καθηγητῇ γενομένῳ παῤ αὐτοῖς τῶν ἱερῶν μαθημάτων. Ἵνα δὲ γνοίημεν καὶ ἐν τῷ παραδόξῳ τοῦ συμβάντος περὶ τοὺς Ἰνδοὺς, οὐκ ἐξ ἀνθρώπων, ὥς τισι τερατολογεῖσθαι δοκεῖ, τὴν σύστασιν λαβεῖν τὸ τῶν Χριστιανῶν δόγμα, ἀναγκαῖον καὶ τὴν αἰτίαν τῆς Φρουμεντίου χειροτονίας διεξελθεῖν:

ἔχει δὲ ὧδε. Περὶ πολλοῦ τοῖς παῤ Ἕλλησιν εὐδοκιμωτάτοις φιλοσόφοις ἐγίνετο, πόλεις καὶ τόπους ἀγνῶτας ἱστορεῖν. Οὕτω γοῦν Πλάτων ὁ Σωκράτους ἑταῖρος Αἰγυπτίοις ἐνεδήμησε, τὰ παῤ αὐτοῖς μαθησόμενος: ἔπλευσε δὲ καὶ εἰς Σικελίαν, ἐπὶ θέᾳ τῶν αὐτόθι κρατήρων, ἐν οἷς ἀεὶ μὲν ὡς ἀπὸ πήγης ἀναδιδόμενον αὐτόματον παφλάζει πῦρ: πολλάκις δὲ ὑπερχέον, ποταμοῦ δίκην ῥεῖ, καὶ τὴν γείτονα γῆν ἐπιβόσκεται τοσοῦτον, ὡς ἔτι νῦν πολλοὺς ἀγροὺς φαίνεσθαι κατακεκαυμένους, καὶ μήτε σπόρον δέχεσθαι, μήτε φυτείαν δένδρων, οἷά γε περὶ τῆς Σοδομιτῶν χώρας καταγγέλλουσι.

Τούτους δὲ τοὺς κρατῆρας καὶ Ἐμπεδοκλῆς ἱστόρησεν, ἀνὴρ λαμπρῶς παῤ Ἕλλησι φιλοσοφήσας, καὶ ἐν ἔπεσιν ἡρῴοις τὴν ἐπιστήμην πραγματευσάμενος: διαπορούμενος δὲ περὶ τῆς ἀναδόσεως τοῦ πυρὸς, ἢ τούτῳ τῷ τρόπῳ ἄμεινον ἀποθανεῖν δοκιμάσας, ἢ, τόγε ἀληθέστερον εἰπεῖν, οὐδὲ αὐτὸς ἴσως εἰδὼς οὗ χάριν πρὸ καιροῦ τὴν τοιαύτην εὗρεν ἑαυτῷ τοῦ βίου ἀπαλλαγὴν,

ἥλατο εἰς τὸ πῦρ, καὶ διεφθάρη. Οὐ μὴν ἀλλὰ καὶ Δημόκριτος ὁ Κῶος πλείστας ἱστόρησε πόλεις, ἀέρα τε, καὶ χώρας, καὶ ἔθνη: καὶ ἐπὶ ἔτεσιν ὀγδοήκοντα διαγαγεῖν ἐπὶ ξένης αὐτός που περὶ ἑαυτοῦ φησίν. Ἄλλοι τε ἐπὶ τούτοις μυρίοι τῶν παῤ Ἕλλησι σοφῶν, ἀρχαῖοι καὶ νεώτεροι,

τοῦτο ἐσπούδασαν. Οὓς ζηλώσας Μερόπιός τις φιλόσοφος Τύριος τῆς Φοινίκης, παρεγένετο εἰς Ἰνδούς. Εἵποντο δέ αὐτῷ παῖδες δύο, Φρουμέντιός τε καὶ Ἐδέσιος: ἄμφω δὲ γένει αὐτῷ προσήκοντες: οὓς διὰ λόγων ἦγε, καὶ ἐλευθερίως ἐπαίδευεν. Ἱστορήσας δὲ τῆς Ἰνδικῆς ὅσα γε αὐτῷ ἐξεγένετο, τῆς ἐπανόδου εἴχετο, νηὸς ἐπιτυχὼν στελλομένης εἰς Αἴγυπτον. Συμβὰν δὲ, κατὰ χρείαν ὕδατος ἢ τῶν ἄλλων ἐπιτηδείων, εἰς ὅρμον τινὰ προσχεῖν τὴν ναῦν, καταδραμόντες οἱ τῇδε Ἰνδοὶ κτείνουσι πάντας, καὶ τὸν Μερόπιον: ἔτυχον γὰρ τότε λύσαντες τὰς πρὸς Ῥωμαίους σπονδάς.

Τοὺς δὲ παῖδας νέους ὄντας οἰκτείραντες ἐζώγρησαν, καὶ βασιλεῖ τῷ ἑαυτῶν προσήγαγον. Ὁ δὲ, τὸν μὲν νεώτερον οἰνοχόον κατέστησε: μείζονα δὲ τῆς αὐτοῦ οἰκίας τὸν Φρουμέντιον, καὶ τῶν χρημάτων ἐπίτροπον: ἔγνω γὰρ αὐτὸν ἐχέφρονα, καὶ διοικεῖν ἱκανώτατον. Ἐπὶ πολὺν δὲ χρόνον χρησίμους σφᾶς καὶ πιστοὺς παρασχομένους, τελευτῶν ἐπὶ παιδὶ καὶ γαμετῇ,

ἐλευθερίᾳ τῆς εὐνοίας αὐτοὺς ἠμείψατο, καὶ ᾗ βούλοιντο διάγειν ἐπέτρεψε. Καὶ οἱ μὲν εἰς Τύρον πρὸς τοὺς οἰκείους ἐπανελθεῖν ἐσπούδαζον: ἔτι δὲ τοῦ βασιλέως υἱοῦ νέου κομιδῆ ὄντος, ἐδεήθη ἡ τούτου μήτηρ, ἐπ̓ ὀλίγον χρόνον περιμεῖναι ἄμφω τὴν βασιλείαν ἐπιτροπεύοντας, ἄχρις ἂν ὁ παῖς ἀνδρωθείη. Ἀντιβολοῦσαν δὲ τὴν βασιλίδα ᾐδέσθησαν: καὶ τὰ βασίλεια καὶ τὴν ἡγεμονίαν Ἰνδῶν διῴκουν.

Ὁ δὲ Φρουμέντιος, θείαις ἴσως προτραπεὶς ἐπιφανείαις, ἢ καὶ αὐτομάτως τοῦ Θεοῦ κινοῦντος, ἐπυνθάνετο εἴ τινες εἶεν Χριστιανοὶ παῤ Ἰνδοῖς, ἢ Ῥωμαῖοι τῶν εἰσπλεόντων ἐμπόρων. Ἐπιμελῶς δὲ τούτους ἀναζητῶν, μετεκαλεῖτο πρὸς ἑαυτόν: ἀμφαγαπάζων τε καὶ φιλοφρονούμενος, εὐχῆς ἕνεκεν συνιέναι ἐποίει, καὶ ᾗ Ῥωμαίοις ἔθος ἐκκλησιάζειν: καὶ διὰ πάντων προὐτρέπετο τὸ θεῖον πρεσβεύειν, εὐκτηρίους οἴκους οἰκοδομήσας.

Ἤδη δὲ τοῦ βασιλέως υἱοῦ εἰς ἐφήβους τελοῦντος, παραιτησάμενοι αὐτὸν καὶ τὴν βασιλίδα, οὐκ ἀνεκτὸν ἡγουμένους χωρίζεσθαι σφῶν, πείσαντες, καὶ φίλοι ἀπαλλαγέντες, παρεγένοντο εἰς τὴν Ῥωμαίων ὑπήκοον. Καὶ Ἐδέσιος μὲν τοὺς οἰκείους ὀψόμενος εἰς Τύρον ἦλθεν: ἔνθα δὴ μετὰ ταῦτα πρεσβυτερείου ἠξιώθη. Φρουμέντιος δὲ τὴν ἐπὶ Φοινίκην ὁδὸν τέως ἀναβαλλόμενος, ἀφίκετο εἰς Ἀλεξάνδρειαν: ἔδοξε γὰρ αὐτῷ οὐ καλῶς ἔχειν, πατρίδος καὶ γένους δευτερεύειν τὴν περὶ τὰ θεῖα σπουδήν.

Συντυχὼν δὲ Ἀθανασίῳ τῷ προϊσταμένῳ τῆς Ἀλεξανδρέων ἐκκλησίας, τὰ κατ̓ Ἰνδοὺς διηγήσατο, καὶ ὡς ἐπισκόπου δέοι αὐτοῖς, τῶν αὐτόθι Χριστιανῶν ἐπιμελησομένου. Ὁ δὲ Ἀθανάσιος, τοὺς ἐνδημοῦντας ἱερέας ἀγείρας, ἐβουλεύσατο περὶ τούτου: καὶ χειροτονεῖ αὐτὸν τῆς Ἰνδικῆς ἐπίσκοπον, λογισάμενος ἐπιτηδειότατον εἶναι τοῦτον, καὶ ἱκανὸν πολλὴν ποιῆσαι τὴν θρησκείαν, παῤ οἷς πρῶτος αὐτὸς ἔδειξε τὸ Χριστιανῶν ὄνομα, καὶ σπέρμα παρέσχετο τῆς τοῦ δόγματος μετουσίας.

Ὁ δὲ Φρουμέντιος πάλιν εἰς Ἰνδοὺς ὑποστρέψας, λέγεται τοσοῦτον εὐκλεῶς τὴν ἱερωσύνην μετελθεῖν, ὡς ἐπαινεθῆναι παρὰ πάντων τῶν αὐτοῦ πειραθέντων, οὐχ ἧττον ἢ τοὺς ἀποστόλους θαυμάζουσι: καθότι καὶ ἐπισημότατον αὐτὸν ὁ Θεὸς ἀπέφῃνε, πολλὰς καὶ παραδόξους ἰάσεις, καὶ σημεῖα, καὶ τέρατα δἰ αὐτοῦ δημιουργήσας. Ἡ μὲν δὴ παῤ Ἰνδοῖς ἱερωσύνη ταύτην ἔσχεν ἀρχήν.

Περὶ τῆς ἐν Τύρῳ συνόδου, καὶ περὶ τῆς παραλόγου καθαιρέσεως τοῦ ἁγίου Ἀθανασίου.

Ἀθανασίῳ δὲ πάλιν αἱ τῶν ἐναντίων ἐπιβουλαὶ ἀνεκίνουν πράγματα, καὶ μῖσος παρὰ τῷ βασιλεῖ κατεσκεύαζε, καὶ κατηγόρων ἐπήγειρε πλῆθος. Παῤ ὧν ὀχλούμενος ὁ βασιλεὺς σύνοδον γενέσθαι προσέταξεν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης. Εἰς ἣν κληθεὶς οὐχ ὑπήκουσεν, Εὐσεβίου τοῦ τῇδε ἐπισκόπου, καὶ τοῦ Νικομηδείας, καὶ τῶν ἀμφ̓ αὐτοὺς δείσας τὴν σκαιωρίαν: ἀλλὰ τότε μὲν, καίτοι συνελθεῖν ἀναγκαζόμενος, ἀμφὶ τοὺς τριάκοντα μῆνας ἀνεβάλλετο.

Μετὰ δὲ ταῦτα σφοδρότερον βιασθεὶς, ἧκεν εἰς Τύρον. Ἔνθα δὴ συνελθόντες πολλοὶ τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων,

ἐκέλευον αὐτὸν τὰς εὐθύνας ὑπέχειν τῶν κατηγορουμένων. Κατηγόρουν δὲ αὐτοῦ, τοῦ μέρους Ἰωάννου, Καλλίνικος ἐπίσκοπος, καὶ Ἰσχυρίων τις, ὅτι μυστικὸν ποτήριον συνέτριψε, καὶ ἐπισκοπικὸν καθεῖλε θρόνον: καὶ Ἰσχυρίωνα τοῦτον πρεσβύτερον ὄντα, πολλάκις καθεῖρξε, καὶ συκοφαντήσας πρὸς Ὑγῖνον τὸν Αἰγύπτου ὕπαρχον ὡς βασιλικὰς εἰκόνας λιθάσαντα, δεσμωτήριον οἰκεῖν παρεσκεύασε:

Καλλίνικον δὲ ὡς ἐπίσκοπον ὄντα ἐν Πηλουσίῳ τῆς καθόλου ἐκκλησίας, καὶ μετὰ Ἀλεξάνδρου συναγόμενον, καθεῖλεν: ὅτι γέ, φησι, παρῃτεῖτο κοινωνεῖν αὐτῷ, εἰ μὴ πεισθείη περὶ τοῦ συντετρίφθαι ὑπονοουμενου μυστικοῦ ποτηρίου: Μάρκῳ δέ τινι πρεσβυτερίου ἀφῃρημένῳ τὴν Πηλουσίου ἐκκλησίαν ἐπέτρεψεν: αὐτὸν δὲ Καλλίνικον στρατιωτικῆς φρουρᾶς καὶ αἰκισμῶν καὶ δικαστηρίων πειραθῆναι ἐποίησε.

Καὶ Εὔπλους δὲ καὶ Παχώμιος, καὶ Ἰσαὰκ καὶ Ἀχιλλᾶς καὶ Ἑρμαίων, τῶν ἀμφ̓ Ἰωάννην ἐπίσκοποι, πληγῶν αὐτοῦ κατηγόρουν.

Κοινῇ δὲ πάντες, ὡς δἰ ἐπιορκίας τινῶν εἰς τὴν ἐπισκοπὴν παρῆλθεν, ὑποθεμένων πάντων μηδένα χειροτονεῖν, πρὶν τὰ ἐν αὐτοῖς ἐγκλήματα διαλύσωσιν: ἀποστῆναι δὲ διὰ τοῦτο αὐτοὺς ἀπατηθέντας, τῆς πρὸς αὐτὸν κοινωνίας: τὸν δὲ μὴ ἀξιῶσαι πεῖσαι, ἀλλὰ βιάζεσθαι, καὶ δεσμωτηρίοις αὐτοὺς

ἐμβαλεῖν. Ἐπὶ τούτοις τε καὶ τὰ κατ̓ Ἀρσένιον ἀνεκινεῖτο. Καὶ οἷα φιλεῖ ἐν σπουδαζομέναις ἐπιβουλαῖς, ἀπροσδόκητοι καὶ τῶν νομιζομένων φίλων ἀνεφύοντο κατήγοροι. Καὶ γραμματεῖον ἀνεγινώσκετο δημοτικῶν ἐκβοήσεων, ὡς τῶν ἀνὰ τὴν Ἀλεξάνδρειαν λαῶν δἰ αὐτὸν ἐκκλησιάζειν μὴ ἀνεχομένων.

Ὁ δὲ Ἀθανάσιος ἀπολογήσασθαι προσταχθεὶς, προελθὼν πολλάκις εἰς τὸ δικαστήριον, τὰ μὲν τῶν ἐγκλημάτων ἀπελύσατο: τῶν δὲ πρὸς ἐπίσκεψιν, ὑπέρθεσιν ᾔτησεν. Ἠπόρει δὲ λίαν, καὶ τοὺς κατηγόρους τοῖς δικασταῖς ὁρῶν κεχαρισμένους, καὶ μάρτυρας πολλοὺς κατ̓ αὐτοῦ παρεσκευασμένους ἐκ τῶν τὰ Ἀρείου καὶ Μελιτίου φρονούντων, καὶ τοὺς συκοφάντας, ἐφ̓ οἷς ἐγκλήμασιν ἐκράτει, συγγνώμης ἀξιουμένους: καὶ μάλιστα ἐπὶ τῇ κατὰ Ἀρσένιον γραφῇ, οὗ γοητείας ἕνεκα κατηγορεῖτο τὸν βραχίονα ἐκτεμεῖν: καὶ τῇ κατὰ γυναῖκα τινὰ, ᾗ δῶρα ἐπὶ ἀσελγείᾳ δεδωκέναι, καὶ νύκτωρ ἀκούσῃ συνδιαφθαρῆναι ἐνεκαλεῖτο.

Ἑκατέρα δὲ γραφὴ γελοία ἐφωράθη, καὶ συκοφαντίας ἀνάπλεως. Ἐπεὶ γὰρ συνειλεγμένων ἐπισκόπων κατηγόρει ταῦτα ἡ γυνὴ, παρεστὼς Ἀθανασίῳ Τιμόθεος Ἀλεξανδρεὺς πρεσβύτερος, ὡς αὐτοῖς λάθρα συνεδόκει, ὑπολαβὼν πρὸς τὸ γύναιον, Ἐγώ σε, ἔφη, ἐβιασάμην, ὦ γύναι; ἡ δὲ, Ἀλλ̓ οὐ σύ; καιρὸν λέγουσα καὶ τόπον ἐν ᾧ δῆθεν βεβίαστο.

Ἀρσένιον δὲ εἰς μέσον παρήγαγε, καὶ ἀμφοτέρας ἀρτίους αὐτοῦ χεῖρας ἀπέδειξε τοῖς δικασταῖς: καὶ ἐδεῖτο αὐτῶν, εὐθύνας ὑπέχειν τοὺς κατηγόρους οὗ ἐπεφέροντο βραχίονος. Ἔτυχε γὰρ Ἀρσένιος οὗτος, ἢ θειόθεν ἐλαυνόμενος, ἢ, ὡς λέγεται, ὑπὸ τῶν ἐπιβούλων Ἀθανασίου κρυπτόμενος, ἀναγγείλαντός του δἰ αὐτὸν κινδυνεύειν τὸν ἐπίσκοπον, ἀποδρὰς νύκτωρ, καὶ πρὸ μιᾶς τοῦ δικαστηρίου κατάρας εἰς Τύρον.

Ἑκατέρου δὲ ἐγκλήματος ὧδε λυθέντος, ὡς μηδὲν ἀπολογίας προσδεηθῆναι, τὸ μὲν πρῶτον, ὡς οἶμαι, ἐπὶ προφάσει δῆθεν τοῦ μὴ χρῆναι οὕτως αἰσχρὸν καὶ γελοιῶδες πρᾶγμα ἐπὶ συνόδου ἀναγράφεσθαι, οὐκ ἐμφέρεται τοῖς πεπραγμένοις.

Πρὸς δὲ τὸ δεύτερον ἤρκεσεν εἰς ἀπολογίαν τοῖς κατηγόροις εἰπεῖν, ὡς Πλουσιανός τις, ἐπίσκοπος τῶν ὑπὸ Ἀθανάσιον, κατὰ πρόσταξιν αὐτοῦ τὴν Ἀρσενίου οἰκίαν κατέφλεξε: καὶ κίονι προσδήσας, καὶ ἱμάσιν αἰκισάμενος, ἐν οἰκίσκῳ καθεῖρξε: διὰ θυρίδος δὲ ἀποδράσαι τοῦτον: καὶ ἐπειδὴ ζητητέος ἦν, ἐπὶ χρόνον λαθεῖν κρυπτόμενον: μὴ φαινόμενον δὲ, εἰκότως ἀποθανεῖν νομισθῆναι: καὶ οἷά γε ἐπιφανῆ ἄνδρα καὶ ὁμολογητὴν, οἱ ἀμφὶ τὸν Ἰωάννην ἐπίσκοποι ἐζήτουν αὐτὸν, προσιόντες τοῖς ἄρχουσι.

Ταῦτ̓ οὖν λογιζόμενος Ἀθανάσιος, περιδεὴς ἦν: ἅμα δὲ ὑφωρᾶτο, μὴ καιρὸν εὑρόντες οἱ ἐπιβουλεύοντες, λάθρα ἀνέλωσιν αὐτόν. Μετὰ πολλὰς δὲ συνόδους, θορύβου καὶ ταραχῆς ἐμπλησθέντος τοῦ συλλόγου, κεκραγότων τε τῶν κατηγόρων καὶ τοῦ περὶ τὸ δικαστήριον πλήθους, πάσῃ μηχανῇ χρῆναι αὐτὸν ἐκποδὼν ποιεῖν ὡς γόητα, καὶ βίαιον, καὶ ἱερωσύνης ἀνάξιον: δείσαντες οἱ παρὰ τοῦ βασιλέως προστεταγμένοι παρεῖναι τῇ συνόδῳ εὐταξίας ἕνεκα, μὴ, ὡς εἰκὸς, ἐν στάσει καταδραμόντες, αὐτόχειρες αὐτοῦ γένωνται, λάθρα αὐτὸν ὑπεξήγαγον τοῦ δικαστηρίου.

Ὁ δὲ, λογισάμενος οὐκ ἀκίνδυνον αὐτῷ διατρίβειν ἐν Τύρῳ, οὔτε ἀσφαλὲς δικάσασθαι πρὸς πλῆθος κατηγόρων παρὰ δικασταῖς ἐχθροῖς,

φεύγει εἰς Κωνσταντινούπολιν. Καταδικάζουσι δὲ αὐτῷ ἐρήμην ἡ σύνοδος, καὶ καθαιροῦσι τῆς ἐπισκοπῆς: καὶ ψηφίζονται αὐτὸν μηκέτι τὴν Ἀλεξάνδρειαν οἰκεῖν, ἵνα μὴ, φησὶ, θορύβους καὶ στάσεις παρὼν ἐργάζηται. Ἰωάννην δὲ καὶ τοὺς σὺν αὐτῷ πάντας, ὡς οὐ δικαίως κακῶς παθόντας, εἰς κοινωνίαν προσίενται, καὶ τὸ ἐν τῷ κλήρῳ ἀξίωμα ἑκάστῳ διέδωκαν.

Δηλοῦσι δὲ τὰ πεπραγμένα τῷ βασιλεῖ, καὶ γράφουσι τοῖς πανταχῆ ἐπισκόποις, μὴ μεταδοῦναι αὐτῷ κοινωνίας, μήτε γράφειν, μήτε παῤ αὐτοῦ γράμματα δέχεσθαι, ὡς ἐληλεγμένου ἐν οἷς διήκουσαν, καὶ διὰ τῆς φυγῆς καὶ ἐπὶ ταῖς μὴ ἀγωνισθείσαις γραφαῖς ἁλόντος.

Ἐδήλουν δὲ διὰ τῆς ἐπιστολῆς, ἐπὶ τοιαύτην προῆχθαι ψῆφον: πρῶτον μὲν ὅσον χαλεπαίνοντες, καθότι τοῦ βασιλέως προστάξαντος ἐν τῷ παρελθόντι ἐνιαυτῷ, συνελθεῖν αὐτοῦ χάριν εἰς Καισάρειαν τοὺς ἀνὰ τὴν ἕω ἐπισκόπους, οὐκ ἀπήντησεν, ἐπὶ μακρῷ χρόνῳ ταλαιπωρουμένην τὴν σύνοδον ἰδὼν, καὶ τῶν τοῦ κρατοῦντος προσταγμάτων καταφρονήσας.

Πλειόνων δὲ συνελθόντων εἰς Τύρον, ἅμα πλήθει ἀφίκετο, καὶ ταραχὰς καὶ θορύβους ἐνεποίει τῇ συνόδῳ: πῆ μὲν τὰς ἀπολογίας ἀποκρουόμενος, πῆ δὲ τῶν ἐπισκόπων ἕκαστον προπηλακίζων: ἄλλοτε δὲ καλούμενος ὑπ̓ αὐτῶν, μὴ ὑπακούων: ποτὲ δὲ κρίνεσθαι μὴ ἀξιῶν.

Περιφανῶς δὲ πεφωρᾶσθαι αὐτὸν ἐπὶ τοῦ μυστικοῦ ποτηρίου τῇ συντριβῇ, κατήγγελλον, μάρτυρας ἐπὶ τοῦτο προϊσχόμενοι, Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον, καὶ Μάριν τὸν Χαλκηδόνος, καὶ Θεόδωρον τὸν Ἡρακλείας, Οὐάλεντά τε καὶ Οὐρσάκιον καὶ Μακεδόνιον: οὓς ἀπέστειλαν εἰς Αἴγυπτον, ὥστε παραγενομένους εἰς τὴν κώμην ἔνθα συντετρίφθαι τὸ ποτήριον ἐλέγετο, τὸ ἀληθὲς ἀνευρεῖν. Τοιαῦτα ἔγραψαν, καθ̓ ἕκαστον ἔγκλημα δικανικῶς ἐφαψάμενοι, καὶ οἷον ἐκ τέχνης τινὸς διαβολὴν κατασκευάσαι σπουδάζοντες.

Οὐχ ὑγιῶς δὲ ταύτην τὴν κρίσιν ἔχειν, καὶ πολλοῖς τῶν παρόντων ἱερέων κατεφαίνετο. Λέγεται οὖν Παφνούτιον τὸν ὁμολογητὴν τῇ συνόδῳ ταύτῃ παραγενόμενον, λαβόμενον τῆς χειρὸς, ἐξαναστῆσαι Μάξιμον τὸν Ἱεροσολύμων ἐπίσκοπον, ὡς οὐ δέον συλλόγου κοινωνεῖν πονηρῶν ἀνθρώπων, ὁμολογητὰς αὐτοὺς ὄντας, καὶ δἰ εὐσέβειαν τοὺς ὀφθαλμοὺς αὐτῶν κεκομμένους, καὶ τὰς ἀγκύλας πεπηρωμένους.

Περὶ τοῦ ἐν Ἱεροσολύμοις νεὼ, ὃν ὁ μέγας ἔκτισε Κωνσταντῖνος ἐν Γαλγοθᾷ: καὶ περὶ τῶν ἐγκαινίων αὐτοῦ.

Ἐν τούτῳ δὲ ἀμφὶ τὴν τρίτην δεκάδα τῆς Κωνσταντίνου ἡγεμονίας, ἐξεργασθέντος τοῦ ἐν Ἱεροσολύμοις νεὼ περὶ τὸν κρανίου χῶρον, ὃ μέγα μαρτύριον προσαγορεύεται, παραγενόμενος εἰς Τύρον Μαριανὸς, ἀνὴρ τῶν ἐν ἀξίᾳ, βασιλικὸς ταχυγράφος, ἀπέδωκε τῇ συνόδῳ βασιλέως ἐπιστολὴν, παρακελευομένην ἐν τάχει τὰ Ἱεροσόλυμα καταλαβεῖν, καὶ τὸν νεὼ καθιερῶσαι.

Τοῦτο δὲ καὶ πρὶν βεβουλευμένος ἀναγκαῖον ἐνόμισε πρότερον ἐν Τύρῳ συνελθόντας τοὺς ἐπισκόπους, διαθεῖναι τὰς πρὸς ἀλλήλους διαφοράς: οὕτω τε κεκαθαρμένους διχονοίας καὶ λύπης, ἐπὶ τὴν ἀφιέρωσιν τοῦ νεὼ χωρῆσαι: πρόσφορον γὰρ εἶναι τοιαύτῃ πανηγύρει τὴν ὁμόνοιαν τῶν ἱερέων.

Καὶ οἱ μὲν ἧκον εἰς Ἱεροσόλυμα, καὶ τὸν ναὸν καθιέρωσαν, καὶ τὰ ἀποσταλέντα παρὰ τοῦ βασιλέως κειμήλιά τε καὶ ἀναθήματα, ἃ εἰσέτι νῦν ἐν τῷδε τῷ ἱερῷ οἴκῳ ἀνάκεινται, καὶ πολὺ παρέχει θαῦμα τοῖς θεωμένοις,

πολυτελείας καὶ μεγέθους ἕνεκα. Ἐξ ἐκείνου δὲ, ἐτήσιον ταύτην ἑορτὴν λαμπρῶς μάλα ἄγει ἡ τῶν Ἱεροσολύμων ἐκκλησία: ὡς καὶ μυήσεις ἐν αὐτῇ τελεῖσθαι, καὶ ὀκτὼ ἡμέρας ἐφεξῆς ἐκκλησιάζειν: συνιέναι τε πολλοὺς σχεδὸν ἐκ πάσης τῆς ὑφ̓ ἥλιον, οἳ καθ̓ ἱστορίαν τῶν ἱερῶν τόπων πάντοθεν συντρέχουσι κατὰ τὸν καιρὸν ταύτης τῆς πανηγύρεως.

Περὶ τοῦ πρεσβυτέρου τοῦ πείσαντος Κωνσταντῖνον, καταγαγεῖν ἐκ τῆς ὑπερορίας Ἄρειον καὶ Εὐζώϊον: καὶ περὶ τῆς αὐτοῦ τάχα εὐσεβοῦς πίστεως λίβελλος: καὶ ὅπως ὑπὸ τῆς ἐν Ἱεροσολύμοις ἀθροισθείσης συνόδου καὶ πάλιν Ἄρειος προσεδέχθη.

Τηνικαῦτα δὲ καιροῦ λαβόμενοι οἱ τὰ Ἀρείου φρονοῦντες τῶν ἐπισκόπων, ἐσπούδασαν γενέσθαι ἐν Ἱεροσολύμοις σύνοδον, καὶ κοινωνίας αὐτῷ μεταδοῦναι καὶ Εὐζωΐῳ: ἐθάρρησαν δὲ ταῦτα κατὰ πρόφασιν τοιάνδε.

Πρεσβύτερός τις ἦν συνήθης τῇ ἀδελφῇ τοῦ βασιλέως, ἐπαινέτης τῶν Ἀρείου δογμάτων. Καὶ ὅτι τάδε ἐφρόνει, τὰ πρῶτα ἐλάνθανεν. Ὡς δὲ πολλοῖς προελθὼν χρόνοις οἰκειότερον ἑαυτὸν κατέστησε Κωνσταντίᾳ, τοῦτο γὰρ ὄνομα ἦν τῇ ἀδελφῇ Κωνσταντίνου, ἀδείας λαβόμενος ἐπαρρησιάσατο πρὸς αὐτὴν, καὶ κατεμέμφετο, μὴ δικαίως Ἄρειον τὴν πατρίδα φεύγειν καὶ τῆς ἐκκλησίας ἐκβεβλῆσθαι, διὰ φθόνον καὶ ἰδίας ἔχθρας ἐκβληθέντα παρὰ Ἀλεξάνδρου τοῦ ἐπιτροπεύσαντος τὴν Ἀλεξανδρέων ἐκκλησίαν: Εὐδοκιμοῦντα γὰρ, ἔφη, παρὰ τῷ πλήθει ὁρῶν

αὐτὸν, ἐζηλοτύπησεν. Ἀληθῆ δὲ ταῦτα πεισθεῖσα Κωνσταντία, ἐν ᾧ μὲν περιῆν, οὐδὲν ἔφθασε νεωτερίσαι τῶν ἐν Νικαίᾳ δοξάντων: ἐπεὶ δὲ νόσῳ περιέπεσε, καθυφωρᾶτο τελευτᾷν: καὶ παραγενόμενον ὡς αὐτὴν τὸν ἀδελφὸν, ἐκέλευσε τελευταίαν αὐτῇ δοῦναι χάριν, ἣν ἂν αἰτήσειεν. Ἐδεῖτο δὲ οἰκεῖον ἔχειν τὸν εἰρημένον πρεσβύτερον, καὶ ὡς ὀρθῶς δοξάζοντι περὶ τὸ θεῖον, πείθεσθαι: Ἑαυτὴν μὲν γὰρ, ἔφη, οἴχεσθαι, καὶ λοιπὸν τῆς ἐνταῦθα βιοτῆς μηδὲν φροντίζειν: περὶ δὲ αὐτοῦ ὀρρωδεῖν, μήτι πάθοι ὑπὸ θεομηνίας, ἢ αὐτὸς κακῶς πράξας, ἢ τὴν ἡγεμονίαν αἰσχρῶς ἀποβαλών: ἐπεὶ δικαίους, ἔφη, καὶ ἀγαθοὺς ἄνδρας ἀδίκως πεισθεὶς τισὶν ἀϊδίῳ φυγῇ ἐζημίωσεν.

Ἐντεῦθεν ὁ βασιλεὺς οἰκειότατα διετέθη περὶ τὸν πρεσβύτερον τοῦτον: καὶ παρρησίας αὐτῷ μεταδοὺς, καὶ κοινωσάμενος περὶ ὧν ἐνετείλατο ἡ ἀδελφὴ, ᾠήθη χρῆναι πάλιν πειρασθῆναι τῶν κατὰ τὸν Ἄρειον: ὡς εἰκὸς, ὑποτοπήσας ἀληθεῖς εἶναι τὰς διαβολὰς, ἢ τῇ ἀδελφῇ χαριζόμενος. Οὐκ εἰς μακράν τε μετεκαλέσατο Ἄρειον ἀπὸ τῆς φυγῆς, καὶ γραφὴν ἐκέλευσεν ἐκδοῦναι ὧν πιστεύει περὶ Θεοῦ.

Ὁ δὲ, τὸ καινὸν ἐκκλίνας ὧν πρότερον εὗρεν ὀνομάτων, ἑτέραν ὕφανεν ἔκθεσιν, ἁπλοῖς ῥητοῖς καὶ ἐγνωσμένοις ταῖς ἱεραῖς βίβλοις χρησάμενος: καὶ ὅρκον ὤμοσεν, ἢ μὴν ὧδε πιστεύειν, καὶ κατὰ νοῦν ταῦτα φρονεῖν, καὶ μηδὲν ἕτερον ἐννοεῖν παρὰ ταῦτα. Ἔχει δὲ ὧδε.

Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν Κωνσταντίνῳ, Ἄρειος καὶ Εὐζώϊος πρεσβύτεροι. Καθὼς προσέταξεν ἡ θεοφιλής σου εὐσέβεια, δέσποτα βασιλεῦ, ἐκτιθέμεθα τὴν ἑαυτῶν πίστιν ἐγγράφως: ὁμολογοῦμεν ἐπὶ Θεοῦ οὕτω πιστεύειν, καὶ αὐτοὶ καὶ πάντες οἱ σὺν ἡμῖν, ὡς ὑποτέτακται.

Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, καὶ εἰς Κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ πρὸ πάντων τῶν αἰώνων γεγεννημένον Θεὸν λόγον, δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς: τὸν ἐλθόντα καὶ σάρκα ἀναλαβόντα, καὶ παθόντα καὶ ἀναστάντα, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς ἅγιον Πνεῦμα, καὶ σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος, καὶ εἰς βασιλείαν οὐρανῶν, καὶ εἰς μίαν ἐκκλησίαν καθολικὴν τοῦ Θεοῦ, τὴν ἀπὸ περάτων ἕως περάτων.

Ταύτην δὲ τὴν πίστιν παρειλήφαμεν ἐκ τῶν ἁγίων εὐαγγελίων, λέγοντος τοῦ Κυρίου τοῖς ἑαυτοῦ μαθηταῖς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.

Εἰ δὲ μὴ ταῦτα οὕτω πιστεύομεν, καὶ ἀποδεχόμεθα ἀληθῶς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ὡς πᾶσα ἡ καθολικὴ ἐκκλησία καὶ αἱ ἅγιαι γραφαὶ διδάσκουσιν, ὡς κατὰ πάντα πιστεύομεν, κριτὴς ἡμῶν ἔσται ὁ Θεὸς καὶ νῦν καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ.

Διὸ παρακαλοῦμέν σου τὴν εὐσέβειαν, θεοφιλέστατε ἡμῶν βασιλεῦ, ἐκκλησιαστικοὺς ἡμᾶς ὄντας, καὶ τὴν πίστιν καὶ τὸ φρόνημα τῆς ἐκκλησίας καὶ τῶν ἁγίων γραφῶν ἔχοντας, ἑνοῦσθαι ἡμᾶς διὰ τῆς εἰρηνοποιοῦ σου καὶ θεοσεβοῦς εὐσεβείας τῇ μητρὶ ἡμῶν, τῇ ἐκκλησίᾳ δηλαδὴ, περιῃρημένων τῶν ζητημάτων, καὶ τῶν ἐκ τῶν ζητημάτων περισσολογιῶν: ἵνα καὶ ἡμεῖς καὶ ἡ ἐκκλησία μετ̓ ἀλλήλων εἰρηνεύοντες, τὰς συνήθεις εὐχὰς ὑπὲρ τῆς εἰρηνικῆς σου καὶ εὐσεβοῦς βασιλείας, καὶ παντὸς τοῦ γένους σου, κοινῇ πάντες ποιώμεθα.

Ταύτης τῆς πίστεως τὴν γραφὴν, οἱ μὲν ἔλεγον τεχνικῶς συγκεῖσθαι, καὶ τὸ δοκεῖν τοῖς ῥητοῖς διαλλάσσειν, συμφέρεσθαι δὲ καὶ οὕτως τοῖς Ἀρείου δόγμασι κατὰ τὴν ἐκδοχὴν τῶν ὀνομάτων, ἄδειαν παρεχόντων ἐπαμφοτερίζειν, καὶ πρὸς ἑκατέραν διάνοιαν ταῦτα ἐκλαμβάνειν.

Ὑπολαβὼν δὲ ὁ βασιλεὺς παραπλήσια δοξάζειν Ἄρειόν τε καὶ Εὐζώϊον τοῖς ἐν Νικαίᾳ συνεληλυθόσιν, ἥσθη τῷ πράγματι. Οὐ μὴν ἑαυτῷ ἐπέτρεψεν, εἰς κοινωνίαν αὐτοὺς δέξασθαι, πρὸ κρίσεως καὶ δοκιμασίας τῶν τούτου κυρίων, κατὰ τὸν

νόμον τῆς ἐκκλησίας. Πέμπει δὲ αὐτοὺς πρὸς τοὺς ἐν Ἱεροσολύμοις τότε συνελθόντας ἐπισκόπους, γράψας σκοπηθῆναι αὐτῶν τὴν ἔκθεσιν τῆς πίστεως: φιλάνθρωπον δὲ ψῆφον ἐνεγκεῖν ἐπ̓ αὐτοῖς τὴν σύνοδον, ἤν τε ὀρθῶς φανεῖεν δοξάζοντες καὶ φθόνου χάριν ἐπιβουλευθέντες, ἤν τε μηδὲν ἔχοντες μέμφεσθαι τοῖς ἤδη ἐπ̓ αὐτοῖς κεκριμένοις, μεταμεληθεῖεν.

Καιροῦ δὲ λαβόμενοι πάλιν ταῦτα σπουδάζοντες, προφάσει τῶν βασιλέως γραμμάτων, ἐδέξαντο αὐτοὺς εἰς κοινωνίαν. Καὶ ὅτε τοῦτο ἐποίησαν, αὐτῷ τε τῷ βασιλεῖ ἔγραψαν, καὶ τῇ ἐκκλησίᾳ Ἀλεξανδρείας, καὶ τοῖς ἀνὰ τὴν Αἴγυπτον καὶ Θηβαΐδα καὶ Λιβύην ἐπισκόποις καὶ κληρικοῖς, παρακελευσάμενοι προθύμως αὐτοὺς δέξασθαι, ὡς καὶ τοῦ βασιλέως μαρτυρήσαντος ὀρθὴν εἶναι τὴν αὐτῶν πίστιν, ἣν τῇ οἰκείᾳ ἐπιστολῇ ὑπέταξαν, καὶ τῆς συνόδου ἐπιψηφισαμένης τῇ τοῦ βασιλέως κρίσει. Καὶ τὰ μὲν ὧδε ἐν Ἱεροσολύμοις ἐσπουδάζετο.

Ἐπιστολὴ βασιλέως Κωνσταντίνου πρὸς τὴν ἐν Τύρῳ σύνοδον: καὶ ἐξορία τοῦ ἁγίου Ἀθανασίου ἀπὸ τῆς ἐπιθέσεως τῶν Ἀρειανῶν.

Ἀθανάσιος δὲ φεύγων ἐκ Τύρου, εἰς Κωνσταντινούπολιν ἦλθε: καὶ προσελθὼν Κωνσταντίνῳ τῷ βασιλεῖ, ἃ πέπονθεν ἀπωδύρατο, παρόντων τῶν καταδικασάντων αὐτοῦ ἐπισκόπων: καὶ ἐδεῖτο τῶν ἐν Τύρῳ κεκριμένων γενέσθαι τὴν ἐξέτασιν ἐπὶ αὐτοῦ βασιλέως. Κωνσταντῖνος δὲ εὔλογον εἶναι δοκιμάσας τὴν αἴτησιν, τάδε ἔγραψεν τοῖς ἐν Τύρῳ συνελθοῦσιν ἐπισκόποις.

Ἐγὼ μὲν ἀγνοῶ, τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ θορύβου καὶ χειμῶνος κριθέντα: δοκεῖ δέ πως ὑπό τινος ταραχώδους ἀταξίας ἡ ἀλήθεια διεστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τοὺς πέλας ἐρεσχελίαν, ἣν ἀήττητον εἶναι βούλεσθε, τὰ

τῷ Θεῷ ἀρέσκοντα μὴ συνορώντων. Ἀλλὰ ἔσται τῆς θείας προνοίας ἔργον καὶ τὰ τῆς φιλονεικίας ταύτης κακὰ φανερῶς ἁλόντα διασκεδάσαι, καὶ ἡμῖν διαρρήδην ἐπιδεῖξαι, εἴ τινα τῆς ἀληθείας αὐτόθι συνελθόντες ἐποιήσασθε φροντίδα,

καὶ εἰ τὰ κεκριμένα χωρὶς τινὸς χάριτος καὶ ἀπεχθείας ἐκρίνατε. Τοιγαροῦν ἠπειγμένως πάντας ὑμᾶς πρὸς τὴν ἐμὴν ἐλθεῖν εὐλάβειαν βούλομαι, ἵνα τὴν τῶν πεπραγμένων ὑμῖν ἀκρίβειαν καὶ ὑμῶν αὐτῶν παραστήσητε.

Τίνος δὲ ἕνεκεν ταῦτα γράψαι πρὸς ὑμᾶς ἐδικαίωσα, καὶ ὑμᾶς πρὸς ἐμαυτὸν διὰ τοῦ γράμματος καλῶ, ἐκ τῶν ἑπομένων γνώσεσθε. Ἐπιβαίνοντί μοι λοιπὸν τῆς ἐπωνύμου ἡμῶν καὶ πανευδαίμονος πατρίδος τῆς Κωνσταντίνου πόλεως, συνέβαινε δέ με τηνικαῦτα ἐφ̓ ἵππου ὀχεῖσθαι, ἐξαίφνης Ἀθανάσιος ὁ ἐπίσκοπος μέσον τῆς λεωφόρου, μετὰ ἑτέρων τινῶν οὓς περὶ αὐτὸν εἶχεν, ἀπροσδοκήτως οὕτω προσῆλθεν ὡς καὶ παρασχεῖν ἐκπλήξεως ἀφορμήν.

Μαρτυρεῖ μοι γὰρ ὁ πάντων ἔφορος Θεὸς, ὡς οὐδὲ ἐπιγνῶναι αὐτὸν ὅστις ἦν παρὰ τὴν πρώτην ὄψιν ἐδυνήθην, εἰ μὴ τῶν ἡμετέρων τινὲς, καὶ ὅστις ἦν καὶ τὴν ἀδικίαν ἣν πέπονθε πυνθανομένοις, ὥσπερ εἰκὸς, ἀπήγγειλαν ἡμῖν.

Ἐγὼ μὲν οὖν οὐ διελέχθην αὐτῷ κατ̓ ἐκεῖνο καιροῦ, οὔτε ὁμιλίας ἐκοινώνησα. Ὡς δὲ ἐκεῖνος μὲν ἠξίου, ἐγὼ δὲ παρῃτούμην, καὶ μικροῦ δεῖν ἀπελαύνεσθαι αὐτὸν ἐκέλευον, μετὰ πλείονος παρρησίας οὐδὲν ἕτερον παῤ ἡμῶν ᾔτει, ἢ τὴν ὑμετέραν ἄφιξιν ἠξίωσεν ὑπᾶρξαι, ἵν̓ ὑμῶν παρόντων, ἃ πέπονθεν ἀναγκαίως ἀποδύρασθαι δυνηθείη.

Ὅπερ ἐπειδὴ εὔλογον εἶναι καὶ τοῖς καιροῖς πρέπον κατεφαίνετο, ἀσμένως ταῦτα γραφῆναι πρὸς ὑμᾶς προσέταξα, ἵνα πάντες, ὅσοι τὴν σύνοδον τὴν ἐν Τύρῳ γενομένην ἐπληρώσατε, ἀνυπερθέτως εἰς τὸ στρατόπεδον τῆς ἡμετέρας ἡμερότητος ἐπειχθῆτε, τοῖς ἔργοις αὐτοῖς ἐπιδείξοντες τὸ τῆς ὑμετέρας κρίσεως καθαρόν τε καὶ ἀδιάστροφον,

ἐπ̓ ἐμοῦ, ὃν τοῦ Θεοῦ γνήσιον εἶναι θεράποντα οὐκ ἂν ἀρνηθείητε. Τοιγαροῦν διὰ τῆς ἐμῆς πρὸς τὸν Θεὸν λατρείας, τὰ πανταχοῦ εἰρηνεύεται, καὶ τῶν βαρβάρων αὐτῶν τὸ τοῦ Θεοῦ ὄνομα γνησίως εὐλογούντων, οἳ μέχρι νῦν τὴν ἀλήθειαν ἠγνόουν:

δῆλον δὲ ὅτι ὁ τὴν ἀλήθειαν ἀγνοῶν, οὐδὲ τὸν Θεὸν ἐπιγινώσκει. Πλὴν ὅμως, καθὰ προείρηται, καὶ οἱ βάρβαροι νῦν δἰ ἐμὲ τὸν τοῦ Θεοῦ θεράποντα γνήσιον ἐπέγνωσαν τὸν Θεὸν, καὶ εὐλαβεῖσθαι μεμαθήκασιν, ὃν ὑπερασπίζειν μου πανταχοῦ καὶ προνοεῖσθαι τοῖς ἔργοις αὐτοῖς ᾔσθοντο: ὅθεν μάλιστα καὶ ἴσασι τὸν Θεόν, ὃν ἐκεῖνοι μὲν διὰ τὸν πρὸς ἡμᾶς φόβον εὐλαβοῦνται.

Ἡμεῖς δὲ, οἱ τὰ μυστήρια τῆς εὐμενείας αὐτοῦ δοκοῦντες προβάλλεσθαι, οὐδὲ γὰρ ἂν εἴποιμι φυλάττειν, ἡμεῖς, φημὶ, οὐδὲν πράττομεν, ἢ τὰ πρὸς διχόνοιαν καὶ μῖσος συντείνοντα, καὶ ἁπλῶς εἰπεῖν, τὰ πρὸς ὄλεθρον τοῦ ἀνθρωπείου γένους ἔχοντα τὴν ἀναφοράν.

Ἀλλ̓ ἐπείχθητε, καθὰ προείρηται, καὶ πρὸς ἡμᾶς σπεύσατε πάντες ᾗ τάχος: πεπεισμένοι ὡς παντὶ σθένει κατορθῶσαι πειράσομαι, ὅπως ἐν τῷ νόμῳ τοῦ Θεοῦ πάντα ἐξαιρέτως ἀδιάπτωτα φυλάττωνται, οἷς οὔτε ψόγος οὔτε κακοδοξία τὶς δυνήσεται προσπλακῆναι: διασκεδασθέντων δηλαδὴ καὶ συντριβέντων ἄρδην καὶ παντελῶς ἀφανισθέντων τῶν ἐχθρῶν τοῦ νόμου, οἵ τινες ἐπὶ προσχήματι τοῦ ἁγίου ὀνόματος ποικίλας καὶ διαφόρους βλασφημίας παρέχουσι.

Τάδε τοῦ βασιλέως γράψαντος, οἱ μὲν ἄλλοι δείσαντες οἴκαδε ἀνεχώρησαν: οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον παραγενόμενοι πρὸς βασιλέα, δίκαια ψηφίσασθαι ἐπὶ Ἀθανασίῳ τὴν ἐν Τύρῳ σύνοδον διϊσχυρίζοντο. Καὶ μάρτυρας παραγαγόντες εἰς μέσον Θεόγνιον καὶ Μάριν καὶ Θεόδωρον, Οὐάλεντά τε καὶ Οὐρσάκιον, ἔπεισαν ὡς μυστικὸν ποτήριον συνέτριψεν: ἄλλα τε πολλὰ λοιδορησάμενοι,

ἐκράτησαν ταῖς διαβολαῖς. Ὁ δὲ βασιλεὺς, ἢ ἀληθῆ τάδε πιστεύσας, ἢ λοιπὸν ὁμονοεῖν τοὺς ἐπισκόπους ὑπολαβὼν, εἴπερ ἐκποδὼν γένηται ὁ Ἀθανάσιος, προσέταξεν αὐτὸν ἐν Τριβέρει τῶν πρὸς δύσιν Γαλατῶν οἰκεῖν. Καὶ ὁ μὲν ἀπήχθη.

Περὶ Ἀλεξάνδρου τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως, ὅπως ἀνεδύετο εἰς κοινωνίαν Ἄρειον δέξασθαι: καὶ ὡς διερράγη Ἄρειος, νυξάσης αὐτὸν τῆς γαστρὸς εἰς ἀπόπατον.

Μετὰ δὲ τὴν ἐν Ἱεροσολύμοις σύνοδον ἧκε Ἄρειος εἰς Αἴγυπτον. Μὴ κοινωνούσης δὲ αὐτῷ τῆς Ἀλεξανδρέων ἐκκλησίας, πάλιν ἦλθεν εἰς Κωνσταντινούπολιν. Ἐπίτηδες δὲ συνδραμόντων τῶν τὰ αὐτὰ φρονούντων ἰδίᾳ καὶ τῶν πειθομένων Εὐσεβίῳ τῷ Νικομηδείας ἐπισκόπῳ, καὶ σύνοδον ποιῆσαι παρασκευαζομένων, αἰσθόμενος τῆς αὐτῶν σπουδῆς Ἀλέξανδρος ὁ τότε τὸν ἐν Κωνσταντινουπόλει διέπων θρόνον,

ἐπειράθη διαλῦσαι τὴν σύνοδον. Ὡς δὲ τοῦτο οὐκ ἐξεγένετο, ἄντικρυς ἀπηγόρευε ταῖς πρὸς Ἄρειον σπονδαῖς, μὴ θεμιτὸν μηδὲ ἐκκλησιαστικὸν εἶναι λέγων, σφῶν αὐτῶν τὴν ψῆφον ἄκυρον ποιεῖν, καὶ τῶν ἅμα αὐτοῖς ἐκ πάσης σχεδὸν τῆς ὑφ̓ ἥλιον συνεληλυθότων εἰς Νίκαιαν. Οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον, ὡς τὰ πρῶτα λόγοις οὐκ ἔπειθον τὸν Ἀλέξανδρον, ἐμπαροινήσαντες αὐτῷ μετὰ ἀπειλῆς διεμαρτύραντο, εἰ μὴ προσδέξεται τὸν Ἄρειον εἰς ῥητὴν ἡμέραν, αὐτὸν μὲν ὑπερορίαν οἰκήσειν ἐκβληθέντα τῆς ἐκκλησίας,

Ἀρείῳ δὲ κοινωνήσειν τὸν μετ̓ αὐτόν. Ἐπὶ τούτοις τε ἀπηλλαγησαν τότε ἀλλήλων: οἱ μὲν, τῇ προθεσμίᾳ περιμένοντες ἐπιτελέσαι τὰς ἀπειλάς: ὁ δὲ Ἀλέξανδρος, προσευχόμενος μὴ εἰς ἔργον ἐκβῆναι τοὺς Εὐσεβίου λόγους. Μάλιστα δὲ αὐτὸν περιδεᾶ ἐποίει καὶ ὁ βασιλεὺς, ἐνδιδόναι τρόπον τινὰ συμπεισθείς. Τῇ δὲ πρὸ τῆς προθεσμίας ἡμέρᾳ, εἰσδὺς ὑπὸ τὸ θυσιαστήριον, παννύχιος ἔκειτο πρηνὴς, τοῦ Θεοῦ δεόμενος ἐμποδισθῆναι τὸ τέλος τῶν κατ̓ αὐτοῦ βεβουλευμένων.

Κατὰ δὲ ταύτην τὴν ἡμέραν, ἀπιών που περὶ δείλην ὀψίαν ὁ Ἄρειος, ἐξαπίνης ἀνακινησάσης αὐτὸν τῆς γαστρὸς, τοῦ κατεπείγοντος ἐγίνετο, καὶ εἰς δημόσιον τόπον πρὸς τοιαύτην χρείαν ἀφωρισμένον ἦλθεν. Ὡς δὲ ἐπὶ πολλῷ οὐκ ἐξῄει, εἰσελθόντες τινὲς τῶν ἔξω προσδεχομένων αὐτὸν, καταλαμβάνουσιν νεκρὸν ἐπὶ τῆς καθέδρας κείμενον.

Ἐπεὶ δὲ τοῦτο δῆλον ἐγένετο, οὐ ταὐτὰ πάντες ἐνόμιζον περὶ τῆς αὐτοῦ τελευτῆς. Ἐδόκει δὲ τοῖς μὲν, ἀθρόᾳ νόσῳ ληφθεὶς περὶ τὴν καρδίαν, ἢ πάρεσιν ὑπομείνας ὑφ̓ ἡδονῆς τῶν κατὰ γνώμην ἀπαντησάντων πραγμάτων, αὐθωρὸν τεθνάναι: τοῖς δὲ, ὡς δυσσεβήσας δεδωκέναι δίκην. Οἱ δὲ τὰ αὐτοῦ φρονοῦντες, γοητείαις ἐλογοποίουν ἀνῃρῆσθαι τὸν ἄνδρα. Οὐκ ἄτοπον δὲ τὰ περὶ αὐτοῦ εἰρημένα Ἀθανασίῳ τῷ ἐπισκόπῳ Ἀλεξανδρείας εἰς μέσον ἀγαγεῖν: ἔχει δὲ ὧδε.

Οἶα γράφει ὁ μέγας Ἀθανάσιος περὶ τῆς Ἀρείου ῥήξεως.

Καὶ γὰρ καὶ αὐτὸς Ἄρειος, ὁ τῆς μὲν αἱρέσεως ἔξαρχος, Εὐσεβίου δὲ κοινωνὸς, κληθεὶς ἐκ σπουδῆς τότε τῶν περὶ Εὐσέβιον παρὰ τοῦ μακαρίτου Κωνσταντίνου τοῦ Αὐγούστου, ἀπαιτούμενος ἐγγράφως εἰπεῖν τὴν ἑαυτοῦ πίστιν, ἔγραψεν ὁ δόλιος, κρύπτων τὰς ἀναιδεῖς δυσσεβείας λέξεις, ὑποκρινόμενος καὶ αὐτὸς ὡς ὁ διάβολος, τὰ τῶν γραφῶν ῥήματα ἁπλᾶ καὶ ὥς ἐστι γεγραμμένα.

Εἶτα λέγοντος τοῦ μακαρίου Κωνσταντίνου, Εἰ μηδὲν ἕτερον ἔχεις παρὰ ταῦτα ἐν τῇ διανοίᾳ, μάρτυρα τὴν ἀλήθειαν δός: ἀμυνεῖται γὰρ ἐπιορκήσαντά σε αὐτὸς ὁ κύριος: ὤμοσεν ὁ ἄθλιος, μήτε ἔχειν μήτε ἄλλα παρὰ τὰ νῦν γραφέντα φρονεῖν, κἂν εἰρῆσθαι πώποτε εἴη παῤ αὐτοῦ. Ἀλλ̓ εὐθὺς ἐξελθὼν,

ὥσπερ δίκην δοὺς, κατέπεσε: καὶ πρηνὴς γενόμενος, ἐλάκησε μέσος. Πᾶσι μὲν οὖν ἀνθρώποις κοινὸν τοῦ βίου τέλος, θάνατός ἐστιν: καὶ οὐ δεῖ τινὸς ἐπεμβαίνειν, κἂν ἐχθρὸς ᾖ ὁ τελευτήσας, ἀδήλου ὄντος μὴ ἕως ἑσπέρας καὶ αὐτὸν τοῦτο καταλάβῃ. Τὸ δὲ τέλος Ἀρείου, ἐπειδὴ οὐχ ἁπλῶς γέγονε, διὰ τοῦτο καὶ διηγήσεώς ἐστιν ἄξιον.

Τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλούντων εἰσαγαγεῖν αὐτὸν εἰς τὴν ἐκκλησίαν, ὁ μὲν ἐπίσκοπος τῆς Κωνσταντινουπόλεως Ἀλέξανδρος ἀντέλεγεν. Ὁ δὲ Ἄρειος ἐθάρρει τῇ βίᾳ καὶ ταῖς ἀπειλαῖς Εὐσεβίου: σάββατον γὰρ ἦν, καὶ προσεδόκα τῇ ἑξῆς συνάγεσθαι: πολὺς δὲ ἀγὼν ἦν, ἐκείνων μὲν ἀπειλούντων, Ἀλεξάνδρου δὲ εὐχομένου. Ἀλλ̓ ὁ Κύριος κριτὴς γενόμενος, ἐβράβευσε κατὰ τῶν ἀδικούντων. Οὔπω γὰρ ὁ ἥλιος ἔδυ: καὶ χρείας αὐτὸν ἑλκυσάσης εἰς τόπον, ἐκεῖ κατέπεσε: καὶ ἀμφοτέρων, τῆς τε κοινωνίας καὶ τοῦ ζῆν,

εὐθὺς ἐστερήθη. Καὶ ὁ μὲν μακαρίτης Κωνσταντῖνος ἀκούσας ἐθαύμασεν, εἰδὼς ἐλεγχθέντα τοῦτον ἐπίορκον: πᾶσι δὲ τότε γέγονε φανερὸν, ὅτι τῶν μὲν περὶ Εὐσέβιον ἠσθένησαν αἱ ἀπειλαὶ, καὶ ἡ ἐλπὶς Ἀρείου ματαία γέγονεν. Ἐδείχθη δὲ πάλιν, ὅτι παρὰ τοῦ Σωτῆρος ἀκοινώνητος γέγονεν ἡ Ἀρειανὴ μανία, καὶ ὧδε, καὶ ἐν τῇ τῶν πρωτοτόκων ἐκκλησίᾳ. Τίς οὖν οὐ θαυμάσειεν, ὁρῶν τούτους δικαιῶσαι φιλονεικοῦντας ὅν ὁ Κύριος κατέκρινε, καὶ βλέπων αὐτοὺς ἐκδιδοῦντας τὴν αἵρεσιν, οὓς ἀκοινωνήτους ἤλεγξεν ὁ Κύριος, μὴ ἀφεὶς τὸν αὐτῆς ἔξαρχον εἰς τὴν ἐκκλησίαν ἐλθεῖν.

Ὧδε μὲν Ἄρειον ἀποθανεῖν παρειλήφαμεν. Λόγος οὖν ἐπὶ πολλῷ χρόνῳ μηδένα χρήσασθαι τῇ καθέδρᾳ ἐφ̓ ᾗ τέθνηκεν: οἷα δὲ εἰς δημόσιον χῶρον διὰ τὴν χρείαν ὀχλουμένων, ὡς φιλεῖ ἐν πλήθει γίνεσθαι, καὶ παρακελευομένων ἀλλήλοις τῶν εἰσιόντων φυλάττεσθαι τὴν καθέδραν, ἀποτρόπαιος ἦν καὶ τοῖς μετὰ ταῦτα ὁ τόπος, ὡς ἀσεβείας ποινὰς αὐτόθι δεδωκότος Ἀρείου.

Χρόνῳ δὲ ὕστερον, τῶν τὰ αὐτοῦ φρονούντων τὶς πλούσιός τε ἐν δυνάμει, σπουδῇ χρησάμενος, ἐπρίατο τοῦτον τὸν τόπον παρὰ τοῦ δημοσίου, καὶ οἰκίαν κατεσκεύασε, καθελὼν τὴν προτέραν ὄψιν, ὥστε λήθην γενέσθαι τῷ δήμῳ, καὶ μὴ τῇ διαδοχῇ τῆς τοιαύτης ἀναμνήσεως, τὸν Ἀρείου θάνατον κωμῳδεῖσθαι.

Περὶ τῶν μετὰ τελευτὴν Ἀρείου συμβάντων ἐν Ἀλεξανδρείᾳ: καὶ οἷα τοῖς ἐκεῖσε ὁ μέγας ἔγραψε Κωνσταντῖνος.

Ἀλλὰ γὰρ οὐδὲ τούτου τελευτήσαντος, τέλος ἔσχεν ἡ ζήτησις ὧν εὗρε δογμάτων. Οὐδὲ ἐπαύσαντο οἱ τὰ αὐτοῦ φρονοῦντες τοῖς τἀναντία δοξάζουσιν ἐπιβουλεύοντες.

Ἀμέλει τοι καὶ τοῦ Ἀλεξανδρέων δήμου συνεχῶς ἐκβοῶντος, καὶ ἐν λιταῖς ἱκετεύοντος περὶ τῆς Ἀθανασίου καθόδου, καὶ Ἀντωνίου τοῦ μεγάλου μοναχοῦ πολλάκις περὶ αὐτοῦ γράψαντος, καὶ ἀντιβολοῦντος μὴ πείθεσθαι τοῖς Μελιτιανοῖς, καὶ συκοφαντίας ἡγεῖσθαι τὰς αὐτῶν κατηγορίας, οὐκ ἐπείσθη ὁ βασιλεύς: ἀλλὰ τοῖς μὲν Ἀλεξανδρεῦσιν ἔγραψεν, ἄνοιαν καὶ ἀταξίαν ἐγκαλῶν: κληρικοῖς δὲ καὶ ταῖς ἱεραῖς παρθένοις ἡσυχίαν ἐπιτάττων: καὶ μὴ μετατίθεσθαι τῆς γνώμης ἰσχυρίζετο, μηδὲ μετακαλεῖσθαι τὸν Ἀθανάσιον, ὡς στασιώδη, καὶ ἐκκλησιαστικῇ καταδεδικασμένον κρίσει.

Ἀντωνίῳ δὲ ἀντεδήλωσε, μὴ οἷός τε εἶναι τῆς συνόδου ὑπεριδεῖν τὴν ψῆφον. Εἰ γὰρ καὶ ὀλίγοι, φησὶ, πρὸς ἀπέχθειαν ἢ χάριν ἐδίκασαν, οὐ δήπου πιθανὸν, τοσαύτην πληθὺν ἐλλογίμων καὶ ἀγαθῶν ἐπισκόπων τῆς ὁμοίας γενέσθαι γνώμης: τὸν γὰρ Ἀθανάσιον ὑβριστήν τε εἶναι καὶ ὑπερήφανον, καὶ διχονοίας καὶ στάσεως αἴτιον. Οἱ γὰρ ἐναντίως ἔχοντες πρὸς αὐτὸν, περὶ ταῦτα μάλιστα διέβαλλον αὐτὸν, καθότι ὁ βασιλεὺς τοὺς τοιούτους ὑπερφυῶς ἀπεστρέφετο.

Τότε γοῦν πυθόμενος διχῆ μεμερίσθαι τὴν ἐκκλησίαν, καὶ τοὺς μὲν Ἀθανάσιον, τοὺς δὲ Ἰωάννην θαυμάζειν, σφόδρα ἠγανάκτησε, καὶ αὐτὸν Ἰωάννην ἐξώρισεν. Ἦν δὲ οὗτος, ὁ Μελίτιον διαδεξάμενος, καὶ παρὰ τῆς ἐν Τύρῳ συνόδου προσταχθεὶς τῇ ἐκκλησίᾳ κοινωνεῖν, καὶ τὰς τιμὰς τῶν ἰδίων κλήρων ἔχειν αὐτός τε καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες.

Καί τοί γε παρὰ γνώμην τοῦτο ἀπέβη τοῖς Ἀθανασίου ἐχθροῖς. Ἀλλ̓ ὅμως ἐγένετο, καὶ οὐδὲν ὤνησεν Ἰωάννην τὰ δεδογμένα τοῖς ἐν Τύρῳ συνεληλυθόσι. Κρείττων γὰρ ἦν βασιλεὺς ἱκεσίας καὶ παντοδαπῆς παραιτήσεως, πρὸς τὸν ὑπονοούμενον εἰς στάσιν ἢ διχόνοιαν ἐγείρειν τὰ πλήθη τῶν Χριστιανῶν.

Ὅτι κατὰ πασῶν αἱρέσεων νόμον ὁ Κωνσταντῖνος ἔθετο, μὴ ἀλλαχοῦ ἐκκλησιάζειν, ἢ τῇ καθολικῇ ἐκκλησίᾳ: δἰ οὗ καὶ αἱ πλεῖσται τῶν αἱρέσεων ἠφανίσθησαν. Οἱ δὲ περὶ τὸν Νικομηδείας Εὐσέβιον Ἀρειανοὶ τὸ ὁμοούσιον τεχνηέντως περιελεῖν ἐπεχείρησαν.

Τὸ δὲ Ἀρείου δόγμα, εἰ καὶ πολλοῖς ἐν ταῖς διαλέξεσιν ἐσπουδάζετο, οὔπω εἰς ἴδιον διεκέκριτο λαὸν, ἢ ὄνομα τοῦ εὑρόντος: ἀλλὰ πάντες ἅμα ἐκκλησίαζον, καὶ ἐκοινώνουν. Πλὴν Ναυατιανῶν, καὶ τῶν ἐπικαλουμένων Φρυγῶν, Οὐαλεντινιανῶν τε καὶ Μαρκιωνιστῶν καὶ Παυλιανῶν, καὶ εἴ τινες ἕτεροι ἑτέρας ἤδη ηὑρημένας αἱρέσεις ἐπλήρουν.

Κατὰ τούτων δὲ πάντων νόμον θέμενος ὁ βασιλεὺς, προσέταξεν ἀφαιρεθῆναι αὐτῶν τοὺς εὐκτηρίους οἴκους, καὶ ταῖς ἐκκλησίαις συνάπτεσθαι, καὶ μήτε ἐν οἰκίαις ἰδιωτῶν, μήτε δημοσίᾳ ἐκκλησιάζειν. Κάλλιον δὲ τῇ καθόλου ἐκκλησίᾳ κοινωνεῖν εἰσηγεῖτο, καὶ εἰς ταύτην συνιέναι συνεβούλευσε. Διὰ τοῦτον δὲ τὸν νόμον, τούτων τῶν αἱρέσεων οἶμαι τὴν πολλὴν ἀφανισθῆναι μνήμην.

Ἐπὶ μὲν γὰρ τῶν πρὶν βασιλέων, ὅσοι τὸν Χριστὸν ἔσεβον, εἰ καὶ τὰς δόξας διεφέροντο, πρὸς τῶν Ἑλληνιστῶν οἱ αὐτοὶ οἱ αὐτοὶ ἐνομίζοντο, καὶ κακῶς ὁμοίως ἔπασχον. Σφᾶς δὲ αὐτοὺς πολυπραγμονεῖν διὰ τὰς κοινὰς συμφορὰς οὐκ ἠδύναντο: καὶ διὰ τοῦτο ῥᾳδίως καθ̓ ἑαυτοὺς ἕκαστοι συνιόντες ἐκκλησίαζον, καὶ συνεχῶς ὁμιλοῦντες ἀλλήλοις, εἰ καὶ ὀλίγοι ἦσαν, οὐ διελύθησαν.

Μετὰ δὲ τοῦτον τὸν νόμον, οὔτε δημοσίᾳ ἐκλησιάζειν ἠδύναντο κωλυόμενοι, οὔτε λάθρα, τῶν κατὰ πόλιν ἐπισκόπων καὶ κληρικῶν παρατηρούντων. Ἐντεῦθεν δὲ περιδεεῖς οἱ πλείους γενόμενοι, τῇ καθόλου ἐκκλησίᾳ προσέθεντο. Οἱ δὲ καὶ ἐπὶ τῆς αὐτῆς γνώμης μείναντες, οὐκέτι διαδόχους τῆς αὐτῶν αἱρέσεως καταλιπόντες, ἐτελεύτησαν: ὡς μήτε εἰς ταυτὸν συνιέναι συγχωρούμενοι, μήτε ἀδεῶς ὁμοδόξους ἐκδιδάσκειν δυνάμενοι. Ἐπεὶ καὶ τὴν ἀρχὴν αἱ μὲν ἄλλαι αἱρέσεις ὀλίγους τοὺς ζηλώσαντας ἔσχον, ἢ διὰ σκαιότητα δογμάτων, ἢ φαυλότητα τῶν εὑρόντων καὶ καθηγητῶν τούτων γενομένων.

Οἱ δὲ τὰ Ναυάτου φρονοῦντες, ὡς ἀγαθῶ ἡγεμόνων ἐπιτυχόντες, καὶ τὰ αὐτὰ περὶ τὸ θεῖον τῇ καθόλου ἐκκλησίᾳ δοξάζοντες, πολλοί τε ἦσαν ἐξ ἀρχῆς, καὶ διέμειναν, οὐδὲν μέγα βλαβέντες ὑπὸ τούτου τοῦ νόμου. Ὡς γὰρ οἶμαι, καὶ ὁ βασιλεὺς ἑκὼν καθυφίει, φοβῆσαι μόνον, οὐ λυμῄνασθαι τοὺς ὑπηκόους προθέμενος. Καὶ Ἀκέσιος δὲ ὁ τότε ἐν Κωνσταντινουπόλει τῆς αὐτῶν αἱρέσεως ἐπίσκοπος,

βασιλεῖ κεχαρισμένος ὢν διὰ τὸν βίον, ὡς εἰκὸς, ἐβοήθει τῇ ὑπ̓ αὐτὸν ἐκκλησίᾳ. Φρύγες δὲ κατὰ τὴν ἄλλην ἀρχομένην παραπλήσια τοῖς ἄλλοις ὑπέμειναν, πλὴν Φρυγίας καὶ τῶν ἄλλων ἐθνῶν τῶν ἐκ γειτόνων: ἔνθα δὴ ἐκ τῶν κατὰ Μοντανὸν χρόνων πλῆθος ἀρξάμενοι καὶ νῦν εἰσί.

Περὶ δὲ τοῦτον τὸν χρόνον οἱ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον, καὶ Θεόγνιον τὸν Νικαίας, ἐγγράφως ἤρξαντο νεωτερίζειν περὶ τὴν ἔκθεσιν τῶν ἐν Νικαίᾳ συνεληλυθότων. Καὶ ἀναφανδὸν μὲν ἐκβάλλειν τὸ ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν,

οὐκ ἐθάρρησαν: ᾔδεσαν γὰρ βασιλέα ὧδε δοξάζοντα. Ἑτέραν δὲ ἐκθέμενοι γραφὴν, ἐπὶ ῥηταῖς ἑρμηνείαις καταδεδέχθαι τὰ ὀνόματα τοῦ ἐν Νικαίᾳ δόγματος ἐμήνυσαν τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις. Ἐκ τούτου δὲ τοῦ ῥητοῦ καὶ διανοίας εἰς διάλεξιν πεσοῦσα ἡ προτέρα ζήτησις, καὶ δόξασα πεπαῦσθαι, πάλιν ἀνεκινεῖτο.

Περὶ Μαρκέλλου τοῦ Ἀγκύρας, καὶ τῆς αἱρέσεως αὐτοῦ καὶ καθαιρέσεως.

Ἐν δὲ τῷ τότε καὶ Μάρκελλον Ἀγκύρας ἐπίσκοπον τῆς Γαλατῶν, ὡς καινῶν δογμάτων εἰσηγητὴν, καὶ τὸν υἱὸν τοῦ Θεοῦ λέγοντα ἐκ Μαρίας τὴν ἀρχὴν εἰληφέναι, καὶ τέλος ἕξειν τὴν αὐτοῦ βασιλείαν, καὶ γραφήν τινα περὶ τούτου συντάξαντα, συνελθόντες ἐν Κωνσταντινουπόλει καθεῖλον, καὶ τῆς ἐκκλησίας ἐξέβαλον: καὶ Βασιλείῳ, δεινῷ λέγειν, καὶ ἐπὶ παιδεύσει ὑπειλημμένῳ, ἐπιτρέπουσι τὴν ἐπισκοπὴν τῆς Γαλατῶν παροικίας. Καὶ ταῖς αὐτόθι ἐκκλησίαις ἔγραψαν, ἀναζητῆσαι τὴν Μαρκέλλου βίβλον, καὶ ἐξαφανίσαι, καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας, εἴτινας εὕροιεν, μεταβάλλειν.

Καὶ διὰ μὲν τὸ πολύστιχον τῆς γραφῆς, μὴ τὸ πᾶν ὑποτάξαι βιβλίον ἐδήλωσαν: ῥητὰ δέ τινα ἐνέθηκαν τῇ αὐτῶν ἐπιστολῇ, πρὸς ἔλεγχον τοῦ δοξάζειν αὐτὸν τάδε. Ἐλέγετο δὲ πρός τινων, ταῦτα ὡς ἐν ζητήσει εἰρῆσθαι Μαρκέλλῳ, καὶ ὡς ὡμολογημένα διαβεβλῆσθαι καὶ αὐτῷ τῷ βασιλεῖ παρὰ τῶν ἀμφὶ τὸν Εὐσέβιον: καθότι ὑπερφυῶς ἐχαλέπαινον αὐτῷ, μήτε ἐν τῇ κατὰ Φοινίκην συνόδῳ συντεθειμένῳ τοῖς ὑπ̓ αὐτῶν ὁρισθεῖσι, μήτε ἐν Ἱεροσολύμοις ἐπὶ Ἀρείῳ, μήτε τῆς ἀφιερώσεως τοῦ μεγάλου μαρτυρίου μετασχόντι, δἰ ἀποφυγὴν τῆς πρὸς αὐτοὺς κοινωνίας.

Ἀμέλει τοι γράφοντες περὶ αὐτοῦ τῷ βασιλεῖ, καὶ ταῦτα εἰς διαβολὴν προὔφερον: ὡς καὶ αὐτοῦ ὑβρισμένου ὑπ̓ αὐτοῦ, μὴ ἀξιώσαντος τὴν ἀφιέρωσιν τιμῆσαι τοῦ ἐν Ἱεροσολύμοις νεὼ οἰκοδομηθέντος.

Πρόφασις δὲ γέγονε Μαρκέλλῳ ταύτης τῆς γραφῆς, Ἀστέριός τε ἐκ Καππαδοκίας σοφιστὴς, ὃς καὶ περὶ τοῦ δόγματος λόγους συγγράφων τῇ Ἀρείου δόξῃ συμφερομένους, περιϊὼν τὰς πόλεις ἐπεδείκνυτο, καὶ τοῖς ἐπισκόποις καὶ ταῖς γινομέναις συνόδοις ὡς ἐπίπαν παρεγίνετο. Ἀντιλέγων γὰρ αὐτῷ Μάρκελλος, ἢ ἑκὼν, ἢ οὐχ οὕτω νοήσας, εἰς τὴν Παύλου τοῦ Σαμοσατέως ἐξεκυλίσθη δόξαν. Ἀλλ̓ ὁ μὲν τῇ ἐν Σαρδοῖ συνόδῳ ὕστερον τὴν ἐπισκοπὴν ἀνείληφε, μὴ φρονεῖν ὧδε λογισάμενος.

Περὶ τῆς τελευτῆς τοῦ μεγάλου Κωνσταντίνου, καὶ ὡς ὕστερον βαπτισθεὶς ἐτελεύτησε, ταφεὶς ἐν τῷ νεῷ τῶν ἁγίων ἀποστόλων.

Ὁ δὲ βασιλεὺς, ἤδη πρότερον εἰς τοὺς παῖδας Καίσαρας ὄντας τὴν ἀρχὴν διελὼν, καὶ Κωνσταντίνῳ μὲν καὶ Κώνσταντι τὰ πρὸς δύσιν ἀπονείμας, Κωνσταντίῳ δὲ τὰ πρὸς ἕω, μαλακισθεὶς τὸ σῶμα, ὡς αὐτομάτοις λουτροῖς χρησόμενος, ἧκεν εἱς Ἑλενόπολιν Βιθυνῶν. Χαλεπώτερον δὲ διατεθεὶς, διεκομίσθη εἰς Νικομήδειαν: ἔνθα δὴ ἐν προαστείῳ διάγων, ἐμυήθη τὴν ἱερὰν βάπτισιν: ἐπὶ τούτῳ τε σφόδρα ἡσθεὶς,

χάριν ὡμολόγει τῷ Θεῷ. Διαθήκην τε ποιήσας, τοῖς μὲν παισὶ διένειμε τὴν ἀρχὴν, ὡς πρότερον: πρεσβεῖα δὲ, τὰ μὲν τῇ πρεσβυτέρᾳ Ῥώμῃ, τὰ δὲ τῇ ἐπωνύμῳ αὐτοῦ καταλιπὼν, ἔδωκε τὴν διαθήκην τῷ πρεσβυτέρῳ, ὃν ἐπαινέτην ὄντα Ἀρείου, ἀγαθὸν δὲ τῷ βίῳ, παρέθετο αὐτῷ τελευτῶσα Κωνσταντία ἡ ἀδελφή: καὶ ὅρκον προσθεὶς, ἐνετείλατο Κωνσταντίῳ δοῦναι ἐπειδὰν ἀφίκηται: οὔτε γὰρ οὗτος, οὔτε ἄλλος τῶν Καισάρων παρῆν τῷ πατρὶ τελευτῶντι.

Καὶ ὁ μὲν ταῦτα ἐντειλάμενος, ὀλίγας ἐπεβίω ἡμέρας: καὶ ἐτελεύτησεν ἀμφὶ πέντε καὶ ἑξήκοντα ἔτη γεγονώς: ἐν τούτοις δὲ, τριάκοντα καὶ ἓν βασιλεύσας. Ἀνὴρ ἐς τὰ μάλιστα τῆς Χριστιανῶν θρησκείας ἐπαινέτης, ὡς καὶ πρῶτος βασιλέων ἆρξαι τῆς περὶ τῆς ἐκκλησίας σπουδῆς, καὶ εἰς ἄκρον ἐπιδόσεως ἀγαγεῖν.

Ἐπιτευκτικὸς δὲ, ὡς οὐκ οἶδ̓ εἴτις ἕτερος, ἐν οἷς ἐπεχείρησεν: ἄνευ γὰρ Θεοῦ, ἐμοὶ δοκεῖν, οὐκ ἐπεχείρει. Ὅς γε πολέμων τε τῶν ἐπ̓ αὐτῷ συμβάντων πρός γε Γότθους καὶ Σαυρομάτας περιεγένετο, καὶ τὴν πολιτείαν πρὸς τὸ δόξαν αὐτῷ οὕτω ῥᾳδίως μετεσχημάτισεν, ὡς ἑτέραν καταστῆσαι βουλὴν, καὶ βασιλίδα πόλιν τὴν ἐπώνυμον αὐτῷ. Τὴν δὲ Ἑλληνικὴν θρησκείαν ἅμα τε ἐπεχείρησε, καὶ ἐν ὀλίγῳ καθεῖλεν, ὑπό τε ἀρχόντων τε καὶ ἀρχομένων ἐκ τοσούτου χρόνου σπουδασθεῖσαν.

Ἐπεὶ δὲ ἐτελεύτησε, διεκομίσθη αὐτοῦ τὸ σῶμα εἰς Κωνσταντινούπολιν ἐν λάρνακι χρυσῇ, καὶ ἐπὶ βήματος τινὸς ἐν τοῖς βασιλείοις ἀπετέθη. Τιμὴ δὲ καὶ τάξις ὥσπερ εἰς ζῶντα, ἡ αὐτὴ ἐγένετο παρὰ τῶν ἐν τοῖς βασιλείοις. Ὡς δὲ τὴν τοῦ πατρὸς τελευτὴν θᾶττον αὐτῷ μηνυθεῖσαν ἔγνω Κωνστάντιος ἐν τῇ ἕῳ διατρίβων, σπουδῇ τὴν Κωνσταντινούπολιν κατέλαβε: καὶ βασιλικῶς κηδεύσας αὐτὸν, ἔθαψεν ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ, ἔνθα δὴ περιὼν αὐτὸς Κωνσταντῖνος ἑαυτῷ τάφον κατεσκεύασεν.

Ἀπὸ τούτου δὲ, ὡς ἔκ τινος ἀρχῆς ἔθους γενομένου, καὶ οἱ μετὰ ταῦτα τελευτήσαντες ἐν Κωνσταντινουπόλει βασιλεῖς Χριστιανοὶ κεῖνται. Οὐ μὴν ἀλλὰ καὶ ἐπίσκοποι, ὡς καὶ τῆς ἱερωσύνης ὁμοτίμου τῆς βασιλείας οὔσης, μᾶλλον μὲν οὖν ἐν τοῖς ἱεροῖς τόποις καὶ τὰ πρῶτα ἐχούσης.

Ὡς μετὰ θάνατον τοῦ μεγάλου Κωνσταντίνου, πάλιν οἱ περὶ Εὐσέβιον καὶ Θεόγνιν τὴν ἐν Νικαίᾳ πίστιν ἐτάραττον.

ΤΑ μὲν δὴ κατὰ τὴν Κωνσταντίνου βασιλείαν συμβάντα ταῖς ἐκκλησίαις, ὧδε ἔσχε. Τελευτήσαντος δὲ αὐτοῦ πάλιν εἰς ζήτησιν ἤγετο τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δόγμα: τοῦτο γὰρ εἰ καὶ μὴ πάντες ἀπεδέχοντο, Κωνσταντίνου ἔτι περιόντος τῷ βίῳ οὐδεὶς περιφανῶς ἐκβαλεῖν ἐτόλμησεν.

Ὡς δὲ ἐτελεύτησε, πολλοὶ ταύτης τῆς δόξης ἀπέστησαν: οὗτοι δὲ ἦσαν, οἱ καὶ πρὶν ἐπὶ προδοσίᾳ ταύτης ὕποπτοι: πάντων δὲ μάλιστα πλείστην ἐποιοῦντο σπουδὴν τὴν Ἀρείου δόξαν κρατεῖν,

Εὐσέβιος καὶ Θεόγνιος οἱ ἐκ Βιθυνίας. Ὤιοντο δὲ τοῦτο κατορθῶσαι ῥᾳδίως, εἰ τὴν ἐκ τῆς ὑπερορίας κάθοδον Ἀθανασίῳ ἀνέλοιεν, ὁμοδόξῳ δὲ αὐτοῖς τὰς κατ̓ Αἴγυπτον ἐκκλησίας παραδοῖεν. Καὶ οἱ μὲν τάδ̓ ἐπενόουν, ὑπουργὸν ἔχοντες τὸν πρεσβύτερον, ὃς αἴτιος ἐπὶ Κωνσταντίνου ἐγένετο τῆς Ἀρείου ἀνακλήσεως. Ἐτύγχανε γὰρ καὶ Κωνσταντίῳ τῷ βασιλεῖ κεχαρισμένος, καθότι τὴν πατρῴαν αὐτῷ διαθήκην ἀπέσωσεν.

Οἷά τε πιστὸς παρρησίαν λαβὼν, μέχρι τῆς βασιλέως γαμετῆς καὶ τῶν ἐν δυνάμει θαλαμηπόλων εὐνούχων συνήθης ἐγένετο: προειστήκει δὲ τότε τῆς βασιλικῆς οἰκίας Εὐσέβιος, ὃς ἐπαινέτης τῆς Ἀρείου δόξης γενόμενος, ὁμόφρονας ἑαυτῷ τὴν βασιλίδα, καὶ πολλοὺς τῶν περὶ τὰ βασίλεια κατεστήσατο.

Ἐντεῦθέν τε πάλιν περὶ τοῦ δόγματος ἰδίᾳ τε καὶ δημοσίᾳ συχναὶ διαλέξεις ἐγένοντο, σὺν ταύταις τε καὶ ὕβρεις, καὶ ἀπέχθειαι. Καὶ τὸ πρᾶγμα τοῖς ἀμφὶ Θεόγνιον κατὰ γνώμην προὐχώρει.

Περὶ τῆς ἐκ Ῥώμης καθόδου τοῦ μεγάλου Ἀθανασίου: καὶ περὶ τῆς ἐπιστολῆς Κωνσταντίνου Καίσαρος, τοῦ υἱοῦ τοῦ μεγάλου Κωνσταντίνου, καὶ τῆς κατὰ τοῦ Ἀθανασίου αὖθις ἐπιβουλῆς τῶν Ἀρειανῶν: καὶ περὶ Ἀκακίου τοῦ Βερροίας. Καὶ περὶ τοῦ πολέμου Κώνσταντος καὶ Κωνσταντίνου.

Ἐν τούτῳ δὲ καὶ Ἀθανάσιος, ἐκ τῆς πρὸς δύσιν Γαλατίας ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν. Τοῦτον δὲ καὶ Κωνσταντῖνος περιὼν μετακαλεῖσθαι προῄρητο: λέγεται δὲ καὶ ἐν ταῖς αὐτοῦ διαθήκαις ἐθελῆσαι τοῦτο: ἐπεὶ δὲ φθάσας ἐτελεύτησεν, ὁ ὁμώνυμος αὐτῷ παῖς, ὃς καὶ τῶν πρὸς ἑσπέραν Γαλατῶν ἦρχεν, ἐπέτρεψεν αὐτῷ τὴν κάθοδον, γράμματα δοὺς πρὸς τὸν Ἀλεξανδρέων λαόν.

Ταῦτα δὲ ἐκ τῆς Ῥωμαίων μεταβληθέντα φωνῆς εὑρὼν, ὡς εὗρον καὶ παρέθηκα. Ἔχει δὲ ὧδε.

Κωνσταντῖνος Καῖσαρ, λαῷ τῆς καθολικῆς ἐκκλησίας Ἀλεξανδρείας πόλεως. Οὐδὲν τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν εἰς Γαλλίας ἀπεστάλθαι, ἵν̓ ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων αὐτοῦ καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμενε, μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα ὑποστῇ.

Πρὸς τὸ διαπαῖξαι τοίνυν ταύτην, ἀφῃρέθη τῶν φαρύγγων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν, καὶ ὑπ̓ ἐμοὶ διάγειν κεκέλευσται οὕτως, ὡς ἐν ταύτῃ τῇ πόλει ἐν ᾗ διέτριβε πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζειν: εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετὴ, ταῖς θείαις πεποιθυῖα βοηθείαις,

καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ. Τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεοσέβειαν ὁ δεσπότης ἡμῶν, ὁ τῆς μακαρίας μνήμης Κωνσταντῖνος ὁ σεβαστὸς, ὁ ἐμὸς πατὴρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ παρασχεῖν προῄρητο, ὅμως ἐπειδὴ ἀνθρωπίνῳ κλήρῳ προληφθεὶς, πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶσαι: ὅστις ἐπειδὰν τῆς ὑμετέρας τύχῃ προσόψεως, ὅσης αἰδοῦς παῤ ἐμοῦ τετύχηκε, γνώσεσθε.

Οὐ γὰρ θαυμαστὸν, εἴτι δ̓ ἂν ὑπὲρ αὐτοῦ πεποίηκα: καὶ γὰρ τὴν ἐμὴν ψυχὴν ἥ τε τοῦ ὑμετέρου πόθου εἰκὼν, καὶ τὸ τηλικούτου ἀνδρὸς σχῆμα, εἰς τοῦτο ἐκίνει καὶ προέτρεπεν. Ἡ θεία πρόνοια ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί.

Κατὰ ταύτην τὴν τοῦ βασιλέως γραφὴν τῆς καθόδου τυχὼν Ἀθανάσιος, τὰς κατ̓ Αἴγυπτον ἐκκλησίας διεῖπεν. Ὅσοι δὲ τὰ Ἀρείου ἐφρόνουν, δεινὸν τοῦτο ἐποιοῦντο, καὶ ἠρεμεῖν οὐκ ἠνείχοντο. Ἐντεῦθέν τε συνεχεῖς ἀνεκινοῦντο στάσεις: ὃ δὴ πρόφασιν πάλιν

κατὰ Ἀθανασίου παρέσχεν ἑτέρων ἐπιβουλῶν. Οἱ γὰρ ἀμφὶ τὸν Εὐσέβιον, σπουδῇ πρὸς βασιλέα διέβαλλον αὐτὸν, ὡς στασιώδη, καὶ παρὰ τοὺς νόμους τῆς ἐκκλησίας ἑαυτῷ τὴν κάθοδον ἐπιτρέψαντα, δίχα κρίσεως ἐπισκόπων. Ἀλλ̓ ὅπως μὲν ἐκ τῆς τούτων ἐπιβουλῆς αὖθις ἐξηλάθη τῆς Ἀλεξανδρείας, αὐτίκα δὴ κατὰ τὴν οἰκείαν ἐρῶ τάξιν.

Περὶ δὲ τοῦτον τὸν χρόνον Εὐσεβίου τοῦ Παμφίλου τελευτήσαντος, διαδέχεται τὴν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἐπισκοπὴν Ἀκάκιος. Ὃς πρὸς αὐτὸν Εὐσέβιον τὸν ζῆλον ἔχων, καὶ ὑπ̓ αὐτῷ τοὺς ἱεροὺς παιδευθεὶς λόγους, ἱκανός τε νοεῖν καὶ φράζειν ἀστεῖος ἐγένετο, ὡς καὶ πολλὰ συγγράμματα λόγου ἄξια καταλιπεῖν.

Οὐκ εἰς μακρὰν δὲ καὶ Κωνσταντῖνος ὁ βασιλεὺς, πόλεμον ἐπαγαγὼν Κώνσταντι τῷ ἰδίῳ ἀδελφῷ περὶ Ἀκυληίαν, κτίννυται παρὰ τῶν αὐτοῦ ἡγεμόνων. Περιΐσταται δὲ τῆς Ῥωμαίων ἀρχῆς, τὰ μὲν πρὸς δύσιν, εἰς Κώνσταντα: τὰ δὲ πρὸς ἕω, εἰς Κωνστάντιον.

Περὶ Παύλου τοῦ Κωνσταντινουπόλεως, καὶ Μακεδονίου τοῦ πνευματομάχου.

Ἐν τούτῳ δὲ Ἀλεξάνδρου τετελευτηκότος, διεδέξατο Παῦλος τὴν τῆς Κωνσταντινουπόλεως ἀρχιερωσύνην: ὡς μὲν λέγουσιν οἱ τὰ Ἀρείου καὶ Μακεδονίου φρονοῦντες, ἑαυτῷ ταύτην πραγματευσάμενος, παρὰ γνώμην Εὐσεβίου τοῦ Νικομηδείας ἐπισκόπου,

καὶ Θεοδώρου τοῦ ἐν Θρᾴκῃ Ἡρακλείας, οἷς ὡς γείτοσιν ἡ χειροτονία διέφερεν. Ὡς δὲ πολὺς ἔχει λόγος, μαρτυρίᾳ Ἀλεξάνδρου ὃν διεδέξατο, ἐχειροτονήθη παρὰ τῶν ἐνδημούντων τῇ πόλει ἐπισκόπων. Ἤδη γὰρ ὀκτὼ καὶ ἐνενήκοντα ἄγων ἐνιαυτοὺς ὁ Ἀλέξανδρος, ἐκ τούτων δὲ εἴκοσι τρεῖς ἐν τῇ ἐπισκοπῇ ἀνδρείως διαγενόμενος, ἐπειδὴ τελευτᾷν ἔμελλε, πυνθανομένων αὐτοῦ τῶν κληρικῶν, τίνι μετ̓ αὐτὸν ἐπιτρεπτέον τὴν ἐκκλησίαν, Εἰ μὲν ἀγαθὸν τὰ θεῖα, διδακτικόν τε ἅμα ἐπιζητεῖτε, ἔφη, Παῦλον ἔχετε: εἰ δὲ πρὸς τὰ ἔξω πράγματα καὶ τὰς συνουσίας τῶν

ἀρχόντων, ἀμείνων Μακεδόνιος. Ἀλλ̓ ἑκάτερον μεμαρτυρῆσθαι παρὰ Ἀλεξάνδρου, καὶ οἱ Μακεδονίου ἐπαινέται συνομολογοῦσι: περὶ δὲ τὰ πράγματα καὶ λόγους δεινὸν γεγενῆσθαι λέγουσι τὸν Παῦλον: τὴν δὲ περὶ τοῦ βίου μαρτυρίαν Μακεδονίῳ ἀνατιθέασι: Παῦλον δὲ περὶ τρυφὴν καὶ βίον ἀδιάφορον ἐσχολακέναι διαβάλλουσι.

Φαίνεται γοῦν ἐκ τῆς τούτων ὁμολογίας, ἐλλόγιμον ἄνδρα γεγενῆσθαι τὸν Παῦλον, καὶ ἐπὶ ἐκκλησίας διδάξαι λαμπρόν: πρὸς δὲ τὰς περιπετείας τοῦ βίου, καὶ τὰς ὁμιλίας τῶν ἐν δυνάμει, φαύλως αὐτὸν ἐσχηκέναι μαρτυρεῖ τὰ πράγματα: οὐδεμίαν γὰρ ἐπιβουλὴν τῶν ἐπαναστάντων αὐτῷ, ὡς εἰκὸς τοὺς περὶ ταῦτα δεινοὺς, διέλυσεν.

Ἀλλὰ καὶ ὑπὸ τοῦ πλήθους ὑπερφυῶς φιλούμενος, κακῶς ἔπαθε, σκαιωρίᾳ τῶν τότε ἀναινομένων τὸ κατὰ τὴν ἐν Νικαίᾳ κρατῆσαν δόγμα. Καὶ τὰ μὲν πρῶτα, ὡς μὴ εὖ βεβιωκὼς, γραφὴν ὑπομείνας, ἐξεβλήθη τῆς ἐκκλησίας Κωνσταντινουπόλεως: τελευτῶν δὲ καὶ ὑπερορίαν οἰκεῖν κατεδικάσθη, εἰ καὶ τεθνάναι ἐλεεινῶς δἰ ἀγχόνης λέγεται, μηχανησαμένων αὐτῷ φόνον τῶν ἐπιβούλων. Ἀλλὰ τάδε μὲν ὕστερον συνέβη.

Περὶ τῆς γενομένης στάσεως διὰ τὴν Παύλου χειροτονίαν.

Ἐν δὲ τῷ νῦν διὰ ταύτην τὴν χειροτονίαν μεγίστη ταραχὴ τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως ἔσχεν. Ἐν ᾧ γὰρ περιῆν Ἀλέξανδρος, οὐ πολλὴν παρρησίαν ἦγον ὅσοι τὰ Ἀρείου ἐφρόνουν: καὶ πρὸς αὐτὸν ὁ λαὸς βλέπων ἤγοντο, καὶ τὸ θεῖον ἐδόξαζον: καὶ μάλιστα μετὰ τὴν ἀδόκητον Ἀρείου συμφορὰν, ὃν οὕτως ἀποθανεῖν, ὡς εἴρηται, κατὰ θεομηνίαν ἐπίστευον ταῖς Ἀλεξάνδρου ἀραῖς.

Ἐπεὶ δὲ ἐτελεύτησε, διχῇ διακριθὲν τὸ πλῆθος, εἰς ἔριδας δογμάτων εἰς τὸ φανερὸν καθίσταντο καὶ μάχην. Σπουδὴ δὲ ἐγένετο, τοῖς μὲν τὰ Ἀρείου ζηλοῦσι, Μακεδόνιον χειροτονεῖσθαι: τοῖς δὲ ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν δοξάζουσι, Παῦλον ἐπισκοπεῖν: καὶ τοῦτο ἐκράτει. Μετὰ δὲ τὴν Παύλου χειροτονίαν, παραγενόμενος ὁ βασιλεὺς, ἔτυχε γὰρ τότε ἀπόδημος, ἐχαλέπαινεν, ὡς ἀναξίῳ τῆς ἐπισκοπῆς ἐπιτραπείσης.

Ἐξ ἐπιβουλῆς τε τῶν πρὸς Παῦλον ἀπεχθανομένων, σύνοδον καθίσας, τὸν μὲν ἀπεώσατο τῆς ἐκκλησίας: Εὐσεβίῳ δὲ τῷ Νικομηδείας ἐπισκόπῳ τὸν Κωνσταντινουπόλεως θρόνον παρέδωκε.

Περὶ τῆς ἐν Ἀντιοχείᾳ μερικῆς συνόδου, ἥτις καθεῖλε μὲν Ἀθανάσιον, Γρηγόριον δὲ ἀντεισήγαγε: καὶ περὶ τῶν δύο ἐκθέσεων τῆς πίστεως: καὶ περὶ τῶν συμφωνησάντων αὐτοῖς.

Καὶ ὁ μὲν τάδε πράξας εἰς Ἀντιόχειαν τῆς Συρίας ἧκεν. Ἤδη δὲ ἐξεργασθείσης τῆς ἐνθάδε ἐκκλησίας, ἣν μεγέθει καὶ κάλλει ὑπερφυᾶ ἔτι περιὼν Κωνσταντῖνος, ὑπουργῷ χρησάμενος Κωνσταντίῳ τῷ παιδὶ, οἰκοδομεῖν ἤρξατο, εἰς καιρὸν ἔδοξε τοῖς ἀμφὶ τὸν Εὐσέβιον, πάλαι τοῦτο σπουδάζουσι, σύνοδον γενέσθαι.

Οἳ δὴ τότε, καὶ ἕτεροι τῶν τὰ αὐτὰ φρονούντων αὐτοῖς εἰς ἐνενήκοντα καὶ ἑπτὰ τελοῦντες ἐπισκόπους, πολλαχόθεν εἰς Ἀντιόχειαν συνῆλθον: προφάσει μὲν ὡς ἐπὶ ἀφιερώσει τῆς νεουργοῦ ἐκκλησίας: ὡς δὲ τὸ ἀποβὰν ἔδειξεν, ἐπὶ μεταποιήσει τῶν ἐν Νικαίᾳ δοξάντων. Ἡγεῖτο δὲ τηνικαῦτα τῆς Ἀντιοχέων ἐκκλησίας Πλάκητος μετὰ Εὐφρόνιον. Πέμπτον δὲ ἔτος ἠνύετο ἀπὸ τῆς Κωνσταντίνου τοῦ μεγάλου τελευτῆς.

Ἐπεὶ δὲ πάντες οἱ ἐπίσκοποι συνῆλθον, παρῆν δὲ καὶ ὁ βασιλεὺς Κωνστάντιος, ἠγανάκτουν οἱ πλείους, καὶ δεινῶς Ἀθανάσιον ἐπῃτιῶντο, ὡς ἱερατικὸν ὑπεριδόντα θεσμὸν, ὃν αὐτοὶ ἔθεντο, καὶ πρὶν ἐπιτραπῆναι παρὰ συνόδου, τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἀπολαβόντα. Ἐκ τούτου δὲ, καὶ θανάτου πολιτῶν αἴτιον αὐτὸν ἔλεγον, ὡς ἡνίκα εἰς τὴν πόλιν εἰσῄει στάσεως κινηθείσης: καὶ πολλῶν μὲν ἀναιρεθέντων,

τῶν δὲ δικαστηρίοις παραδοθέντων. Μεγίστης τε διαβολῆς ὑπὸ τοιούτων λόγων κατὰ Ἀθανασίου ὑφανθείσης, ἐψηφίσαντο Γρηγόριον τῆς Ἀλεξανδρέων

ἐκκλησίας προστατεῖν. Ἐκ τούτου δὲ μεταβάντες εἰς τὴν περὶ τοῦ δόγματος ζήτησιν, τοῖς μὲν ἐν Νικαίᾳ δόξασιν οὐδὲν ἐμέμψαντο: γράμματα δὲ διεπέμψαντο τοῖς κατὰ πόλιν ἐπισκόποις, οἷς ἐδήλωσαν, ὡς ἐπίσκοποι ὄντες οὐκ ἠκολούθησαν Ἀρείῳ: πῶς γὰρ πρεσβυτέρῳ ὄντι; δοκιμασταὶ δὲ γενόμενοι τῆς πίστεως αὐτοῦ, μᾶλλον αὐτὸν προσήκαντο, πιστεύειν δὲ σφᾶς κατὰ τὴν ἐξ ἀρχῆς παραδοθείσαν πίστιν.

Εἶναι δὲ ταύτην ἣν ὑπέταξαν τῇ αὐτῶν ἐπιστολῇ, οὐσίας μὲν Πατρὸς ἢ Υἱοῦ, ἢ τοῦ ὁμοουσίου ὀνόματος μηδαμῶς μεμνημένην: ἐπαμφοτερίζουσαν δὲ ταῖς ἐννοίαις, ὡς μήτε τοὺς τὰ Ἀρείου φρονοῦντας, μήτε τοὺς ἑπομένους τῇ ἐν Νικαίᾳ συνόδῳ δύνασθαι τῇ συντάξει τῶν ῥημάτων ἐπισκήπτειν, ὡς ἀγνώστων ταῖς ἱεραῖς γραφαῖς.

Παραλιπόντες γὰρ ἅπερ ἑκάτεροι οὐ προσίεντο, τὰ παῤ ἑκατέρων ὁμολογούμενα τεθείκασιν ὀνόματα ταύτῃ τῇ γραφῇ: συνεῖναι μὲν γὰρ τὸν Υἱὸν τῷ Πατρὶ, καὶ μονογενῆ καὶ Θεὸν εἶναι, καὶ πρὸ πάντων ὑπάρχειν, σάρκα τε ἀνειληφέναι, καὶ τὴν πατρῴαν πεπληρωκέναι βουλὴν, καὶ τὰ ἄλλα ὁμοίως συνωμολόγησαν: πότερον δὲ συναΐδιος ἢ ὁμοούσιός ἐστι τῷ Πατρὶ, ἢ τοὐναντίον, οὐκ ἐνέγραψαν.

Μεταμεληθέντες δὲ, ὡς ἔοικεν, ἐπὶ ταύτῃ τῇ γραφῇ, πάλιν ἑτέραν παρὰ ταύτην ἐξέθεντο: τὰ μὲν ἄλλα, ὡς οἶμαι, συνᾴδουσαν τῷ δόγματι τῶν ἐν Νικαίᾳ συνελθόντων, εἰ μή τις ἐμοὶ ἄδηλος διάνοια τοῖς ῥητοῖς ἀφανῶς ἔγκειται. Οὐκ οἶδα δὲ ἀνθ̓ ὅτου, ὁμοούσιον εἰπεῖν τὸν Υἱὸν παραιτησάμενοι, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον τῆς θεότητος ἀπεφῄναντο, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτον εἰκόνα, καὶ πρωτότοκον πάσης κτίσεως.

Ἐλέγον δὲ ταύτην τὴν πίστιν ὁλόγραφον εὑρηκέναι Λουκιανοῦ, τοῦ ἐν Νικομηδείᾳ μαρτυρήσαντος, ἀνδρὸς τά τε ἄλλα εὐδοκιμωτάτου, καὶ τὰς ἱερὰς γραφὰς εἰς ἄκρον ἠκριβωκότος: πότερον δὲ ἀληθῶς ταῦτα ἔφασαν, ἢ τὴν ἰδίαν γραφὴν σεμνοποιοῦντες τῷ ἀξιώματι τοῦ μάρτυρος, λέγειν οὐκ ἔχω.

Μετέσχον δὲ ταύτης τῆς συνόδου, οὐ μόνον Εὐσέβιος, ὃς μετὰ Παῦλον ἐκβεβλημενον, ἐκ Νικομηδείας μεταστὰς, τὸν Κωνσταντινουπόλεως εἶχε θρόνον: ἀλλὰ καὶ Ἀκάκιος ὁ Εὐσεβίου τοῦ Παμφίλου διάδοχος, καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως, καὶ Θεόδωρος ὁ Ἡρακλείας, τῆς πρὶν Περίνθου ὀνομαζομένης, Εὐδόξιός τε Γερμανικίας, ὃς ὕστερον μετὰ Μακεδόνιον τὴν Κωνσταντινουπόλεως ἐπετράπη ἐκκλησίαν, καὶ Γρηγόριος ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας αἱρεθεὶς προστατεῖν. Οἳ δὴ τότε τὰ αὐτὰ φρονεῖν ἀλλήλοις ὡμολόγηντο: ἀλλὰ γὰρ καὶ Διάνιος ὁ παρὰ Καππαδόκαις Καισαρείας ἐπίσκοπος, καὶ Γεώργιος ὁ Λαοδικείας τῆς παρὰ Σύροις, ἄλλοι τε πολλοὶ μητροπολιτικὰς καὶ ἄλλως ἐπισήμους ἐκκλησίας ἐπισκοποῦντες.

Περὶ Εὐσεβίου τοῦ Ἐμεσηνοῦ: καὶ ὡς Γρηγόριος κατέλαβεν Ἀλεξάνδρειαν, Ἀθανάσιος δὲ φυγὼν εἰς Ῥώμην διασώζεται.

Σὺν αὐτοῖς δὲ καὶ Εὐσέβιος ὁ ἐπίκλην Ἐμεσηνός: ὃς τὸ μὲν γένος ἐξ Ἐδέσσης τῆς Ὀσροηνῶν εὐπατρίδης ὑπῆρχεν: ἐκ νέου δὲ κατὰ πάτριον ἔθος τοὺς ἱεροὺς ἐκμαθὼν λόγους, μετὰ ταῦτα καὶ τὰ παῤ Ἕλλησιν ἐξεδιδάχθη παιδεύματα,

διδασκάλοις τοῖς ἐνθάδε τότε οὖσι φοιτήσας. Ὕστερον δὲ ἐξηγηταῖς Εὐσεβίῳ τῷ Παμφίλου, καὶ Πατροφίλῳ τῷ προϊσταμένῳ Σκυθοπόλεως, τὰς θείας βίβλους ἠκρίβωσε. Παραγενόμενός τε εἰς Ἀντιόχειαν, ἐπεὶ συνέβη Εὐστάθιον καθαιρεθῆναι διὰ τὴν Κύρου κατηγορίαν, Εὐφρονίῳ τῷ μετ̓ αὐτὸν συνῆν. Φεύγων δὲ ἱερᾶσθαι, ἀφίκετο εἰς Ἀλεξάνδρειαν: φιλοσόφοις τοῖς τῇδε φοιτήσας, καὶ τὰ ἐκείνων ἀσκηθεὶς μαθήματα, ἐπανῆλθεν εἰς Ἀντιόχειαν, καὶ Πλακήτῳ πάλιν τῷ μετὰ Εὐφρόνιον συνδιέτριβεν.

Ὡς δὲ συνέβη ταύτην ἐνθάδε συγκροτεῖσθαι σύνοδον, ἐπὶ τὸν Ἀλεξανδρείας προεκλήθη θρόνον ὑπὸ Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου: ᾤετο γὰρ αὐτὸν εὖ μάλα πολιτευόμενον, καὶ λέγειν κράτιστον ὄντα, ῥᾳδίως μεταστῆσαι τοὺς

Αἰγυπτίους τῆς περὶ Ἀθανάσιον εὐνοίας. Ἐπεὶ δὲ ταύτην παρῃτήσατο τὴν χειροτονίαν, λογισάμενος ὡς εὐτρεπὲς εὑρήσει μῖσος παρὰ Ἀλεξανδρεῦσιν, οὐκ ἀνεχομένοις ἕτερον ἀντὶ Ἀθανασίου ἰδεῖν, ἐπιτρέπεται Γρηγόριος τὴν τῶν Ἀλεξανδρέων, αὐτὸς δὲ τὴν Ἐμέσης ἐκκλησίαν.

Ἐνταῦθά τε στάσιν ὑπομείνας: διεβάλλετο γὰρ ἀσκεῖσθαι τῆς ἀστρονομίας, ὃ μέρος ἀποτελεσματικὸν καλοῦσι, φυγὰς ἦλθεν εἰς Λαοδίκειαν πρὸς Γεώργιον τὸν ἐνθάδε ἐπίσκοπον, ἐπιτήδειον ὄντα. Ὁ δὲ, εἰς Ἀντιόχειαν αὐτῷ συνελθὼν, πρὸς Πλάκητον καὶ Νάρκισσον τοὺς ἐπισκόπους,

ἐπανελθεῖν εἰς Ἔμεσαν παρεσκεύασεν. Ἐγένετο δὲ Κωνσταντίῳ τῷ βασιλεῖ κεχαρισμένος: ἀμέλει τοι ἡνίκα Πέρσαις ἐπιστρατεύειν ἔμελλεν, αὐτὸν ἐπήγετο: λέγεται γὰρ πολλὰ δἰ αὐτοῦ θαυματουργῆσαι τὸ θεῖον, ὡς μαρτυρεῖ Γεώργιος ὁ Λαοδικεὺς,

ταῦτα καὶ ἕτερα περὶ αὐτοῦ διεξελθών. Ἀλλ̓ ὁ μὲν καίπερ δὲ τοιοῦτος ὢν, οὐ διέφυγε τὸν φθόνον τῶν ἀνιᾶσθαι πεφυκότων ἐπὶ ταῖς ἄλλων ἀρεταῖς. Ὑπέμεινε δὲ καὶ αὐτὸς μέμψιν, ὡς τὰ Σαβελλίου φρονῶν. Ἐν δὲ τῷ νῦν τὰ αὐτὰ τοῖς ἐν Ἀντιοχείᾳ συνελθοῦσιν ἐψηφίσατο.

Μάξιμον μέντοι τὸν Ἱεροσολύμων ἐπίσκοπον ἐπίτηδες λέγεται ταύτην ἀποφυγεῖν τὴν σύνοδον, μεταμεληθέντα καθότι ἀπατηθεὶς σύμψηφος ἐγένετο τοῖς Ἀθανάσιον καθελοῦσιν. Οὐ μὴν οὐδὲ ὁ τὸν Ῥωμαίων διέπων θρόνον,

οὐδὲ τῶν ἄλλων Ἰταλῶν, ἢ τῶν ἐπέκεινα Ῥωμαίων οὐδεὶς ἐνθάδε συνῆλθεν. Ἐν τούτοις δὲ, Φράγκων μὲν τοὺς πρὸς δύσιν Γαλάτας δῃούντων, τῆς δὲ πρὸς ἕω ἀρχομένης ὑπὸ μεγίστων σεισμῶν τινασσομένης, καὶ μάλιστα τῆς Ἀντιοχέων πόλεως μετὰ τὴν ἐνθάδε σύνοδον, ἧκε Γρηγόριος εἰς Ἀλεξάνδρειαν σὺν πλήθει στρατιωτῶν, οἳ προνοεῖν προσετάχθησαν ὡς ἂν ἀστασίαστος καὶ ἀσφαλὴς αὐτῷ ἡ εἴσοδος γένοιτο. Συνελαμβάνοντο δὲ αὐτοῖς καὶ οἱ τὰ Ἀρείου φρονοῦντες περί τε ταῦτα,

καὶ ὅπως Ἀθανάσιον ἐξελάσωσιν. Ὁ δὲ ἐδεδίει μήτι δἰ αὐτὸν ὁ λαὸς πάθοι. Καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἐκκλησίαζεν: ἤδη τε τῶν στρατιωτῶν καταλαβόντων τὴν ἐκκλησίαν, εὐχὴν ἐπιτελέσας, πρότερον ψαλμὸν ῥηθῆναι παρεκελεύσατο. Συμφώνου δὲ τῆς ψαλμῳδίας γενομένης, οἱ στρατιῶται τέως ἡσύχαζον, ὡς οὐκ εὔκαιρον ὂν ἐπιθέσθαι τότε.

Ἐν τούτῳ δὲ διαδὺς ὑπὸ τοὺς ψάλλοντας, ἔλαθεν ἐξελθὼν, καὶ εἰς τὴν Ῥώμην ἀνήχθη. Γρηγόριος δὲ τὸν Ἀλεξανδρέων κατέσχε θρόνον: ὁ δὲ λαὸς χαλεπῄνας, τὴν ἐπώνυμον Διονυσίου τοῦ τῇδε ἐπισκοπήσαντος ἐκκλησίαν ἐνέπρησαν.

Περὶ τῶν ἐν Ῥώμῃ καὶ τῶν ἀρχιερέων τῆς Κωνσταντίνου: ὡς μετὰ Εὐσέβιον πάλιν Παῦλος ἀποκατέστη: καὶ περὶ τῆς ἀναιρέσεως τοῦ στρατηλάτου Ἑρμογένους. Καὶ ὡς ἐξ Ἀντιοχείας ἥκων Κωνστάντιος, τόν τε Παῦλον μεθίστησι, καὶ πρὸς τὴν πόλιν ὀργίλως διατίθεται, καὶ ὡς εἴασε τὸν Μακεδόνιον ἀμφιβόλως, καὶ ἀνεχώρησε πάλιν εἰς Ἀντιόχειαν.

Ὧδε μὲν τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως τὰ βεβουλευμένα κατώρθωτο, καθῃρημένων τῶν σπουδῇ προϊσταμένων ἀνὰ τὴν ἕω τοῦ ἐν Νικαίᾳ βεβαιωθέντος δόγματος. Προκατειλημμένων τε τῶν ἐπισημοτάτων θρόνων, Ἀλεξανδρείας τῆς κατ̓ Αἴγυπτον, καὶ Ἀντιοχείας τῆς ἐν Συρίᾳ, καὶ τῆς παρὰ τὸν Ἑλλήσποντον βασιλίδος πόλεως, πειθομένους εἶχον τοὺς ἀνὰ τόδε τὸ ὑπήκοον ἐπισκόπους.

Ὁ δὲ τὴν Ῥωμαίων ἐκκλησίαν ἐπιτροπεύων, καὶ οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς, ὕβριν οἰκείαν ταῦτα ἡγοῦντο. Ἐφ̓ ἅπασι γὰρ τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἐξ ἀρχῆς τὴν ψῆφον ἐπαινέσαντες, εἰσέτι νῦν οὐ διέλιπον ὧδε φρονοῦντες: ἀφικόμενόν τε ὡς αὐτοὺς Ἀθανάσιον φιλοφρόνως ἐδέξαντο, καὶ πρὸς αὐτοὺς τὴν κατ̓ αὐτὸν εἷλκον δίκην.

Ἐπὶ τούτοις δὲ χαλεπῶς φέρων Εὐσέβιος, ἔγραψεν Ἰουλίῳ, ὥστε αὐτὸν γενέσθαι κριτὴν τῶν ἐπὶ Ἀθανασίῳ δοξάντων ἐν Τύρῳ. Ἀλλ̓ ὁ μὲν, πρὶν μαθεῖν τὴν Ἰουλίου γνώμην, οὐ πολλῷ ὕστερον τῆς ἐν Ἀντιοχείᾳ γενομένης συνόδου, ἐτελεύτησεν.

Οἱ δὲ ἐν Κωνσταντινουπόλει τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ δόξαν ζηλώσαντες, εἰς τὴν ἐκκλησίαν ἤγαγον Παῦλον. Ἐν τῷ αὐτῷ δὲ συλλαμβανομένων τῶν ἀπὸ τοῦ ἐναντίου πλήθους, ἐν ἑτέρᾳ ἐκκλησίᾳ συνελθόντες οἱ ἀμφὶ Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον καὶ Θεόδωρον τὸν Ἡρακλείας, ἕτεροί τε οἱ τὰ τούτων φρονοῦντες, οἳ ἔτυχον ἐνδημοῦντες,

Μακεδόνιον ἐχειροτόνησαν Κωνσταντινουπόλεως ἐπίσκοπον. Ἐντεῦθέν τε συχναὶ κατὰ τὴν πόλιν ἐγένοντο στάσεις, πολέμοις ἐμφερεῖς: εἰς ἑαυτὸ γὰρ ἑκατέρωθεν τοῦ πλήθους συμπίπτοντος, πλεῖστοι διώλλυντο. Καὶ ταραχῆς ἡ πόλις ἀνάπλεως ἦν: ὡς καὶ βασιλέα τότε ἐν Ἀντιοχείᾳ ὄντα, τάδε μαθεῖν, καὶ πρὸς ὀργὴν κινηθέντα προστάξαι πάλιν ἀπελαύνεσθαι Παῦλον.

Διηκονεῖτο δὲ τοῖς βασιλέως προστάγμασιν Ἑρμογένης, ὁ τὴν ἱππικὴν δύναμιν ἐπιτετραμμένος στρατηγός: ὃς ἐπὶ Θρᾴκην τότε ἀποσταλεὶς, παριὼν διὰ Κωνσταντινουπόλεως, ἐβιάζετο Παῦλον διὰ στρατιωτῶν ἐξελάσαι τῆς ἐκκλησίας. Ἐπεὶ δὲ τὸ πλῆθος οὐ συνεχώρει, πῆ δὲ καὶ ἠμύνετο, βιαιότερόν τε ἐπεχείρουν οἱ στρατιῶται ἐπιτελεῖν τὸ προσταχθὲν, καταλαβόντες τὴν Ἑρμογένους οἰκίαν οἱ στασιῶται ἐνέπρησαν, καὶ αὐτὸν ἀναιροῦσι:

καὶ σχοινίον ἐξάψαντες εἷλκον διὰ τῆς πόλεως. Ἀκούσας δὲ ὁ βασιλεὺς, ἱππεὺς ἐλάσας ἧκεν εἰς Κωνσταντινούπολιν, ὡς κακῶς δράσων τὸ πλῆθος. Ἀλλὰ τῶν μὲν ἐφείσατο, δεδακρυμένους αὐτῷ ἰδὼν ὑπαντωμένους καὶ ἀντιβολοῦντας: ἀμφὶ δὲ τὸ ἥμισυ τοῦ σίτου τὴν πόλιν ἀφείλετο, ὃν ὁ πατὴρ αὐτοῦ Κωνσταντῖνος ἑκάστου ἔτους ἀπὸ τοῦ δημοσίου τοῖς πολίταις ἐδωρήσατο ἐκ τῶν Αἰγυπτίων φόρων: ὑπολαβὼν ἴσως ὑπὸ τρυφῆς καὶ ῥαστώνης τοὺς πολλοὺς ἀργοῦντας, ἑτοίμους εἰς στάσεις εἶναι.

Τρέπει δὲ τὴν ὀργὴν ἐπὶ Παῦλον, καὶ τῆς πόλεως ἀπελαθῆναι προσέταξεν αὐτόν. Οὐ μὴν ἀλλὰ καὶ πρὸς Μακεδόνιον ἐχαλέπαινεν, ὡς τῆς ἀναιρέσεως τοῦ στρατηγοῦ καὶ ἑτέρων πολλῶν αἴτιον: καὶ ὅτι πρὶν αὐτὸν ἐπιτρέψαι, ἐχειροτονήθη. Οὔτε δὲ ἐπιψηφισάμενος τῇ αὐτοῦ χειροτονίᾳ, οὔτε ἀποχειροτονήσας, καταλιπὼν οὕτως ἀνέστρεψεν εἰς Ἀντιόχειαν.

Ἐν τούτῳ δὲ οἱ τῆς Ἀρείου δόξης σπουδασταὶ μετέστησαν Γρηγόριον, ὡς ἀμελῆ πρὸς σύστασιν τοῦ οἰκείου δόγματος, καὶ Ἀλεξανδρεῦσιν ἀκαταθύμιον διὰ τὰ συμβάντα τῇ πόλει χαλεπὰ περὶ τὴν αὐτοῦ εἴσοδον, καὶ τὸν ἐμπρησμὸν τῆς ἐκκλησίας. Ἀντὶ δὲ τούτου πέμπεται Γεώργιος, ὃς τὸ μὲν γένος ἦν Καππαδόκης: ὡς δραστήριος δὲ ἐθαυμάζετο, καὶ περὶ τοῦτο τὸ δόγμα σπουδαῖος.

Περὶ τῶν εἰς Ῥώμην ἀπελαθέντων ἑῴων ἀρχιερέων: καὶ οἷα περὶ αὐτῶν Ἰούλιος ὁ Ῥώμης γράφει. Καὶ ὡς ἔλαβον αὖθις γράμμασιν Ἰουλίου Παῦλος καὶ Ἀθανάσιος τοὺς ἰδίους θρόνους: καὶ οἷα οἱ τῆς ἕω ἀρχιερεῖς πρὸς Ἰούλιον ἔγραψαν.

Ἀθανάσιος δὲ φεύγων ἐκ τῆς Ἀλεξανδρείας εἰς Ῥώμην ἀφίκετο. Κατ̓ αὐτὸ δὲ συνέβη καὶ Παῦλον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον συνδραμεῖν, καὶ Μάρκελλον τὸν Ἀγκύρας, καὶ Ἀσκληπᾶν τὸν Γάζης, ὃς ἐναντίος ὢν τοῖς Ἀρείου, γραφὴν ὑπομείνας πρὸς ἑτεροδόξων τινῶν ὡς θυσιαστήριον ἀνατρέψας, καθῃρέθη. Ἀλλ̓ ἀντὶ τούτου μὲν ἐπιτρέπεται τὴν Γαζαίων ἐκκλησίαν Κυντιανός. Καὶ Λούκιος δὲ ὁ Ἁδριανουπόλεως ἐπίσκοπος, ἐπ̓ ἄλλῳ κατηγορηθεὶς,

καὶ τῆς ὑπ̓ αὐτὸν ἐκκλησίας ἀφαιρεθεὶς, ἐν Ῥώμῃ διῆγε. Μαθὼν δὲ ὁ Ῥωμαίων ἐπίσκοπος τὰ ἑκάστου ἐγκλήματα, ἐπειδὴ πάντας ὁμονοοῦντας εὗρε περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, ὡς ὁμοδόξους αὐτοὺς εἰς κοινωνίαν προσήκατο. Οἷα δὲ τῆς πάντων κηδεμονίας αὐτῷ προσηκούσης διὰ τὴν ἀξίαν τοῦ θρόνου,

ἑκάστῳ τὴν ἰδίαν ἐκκλησίαν ἀπέδωκε. Καὶ τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις ἔγραψε, μεμφόμενος ὡς οὐκ ὀρθῶς βουλευσαμένοις περὶ τοὺς ἄνδρας, καὶ τὰς ἐκκλησίας ταράττουσι, τῷ μὴ ἐμμένειν τοῖς ἐν Νικαίᾳ δόξασιν. Ὀλίγους δὲ ἐκ πάντων εἰς ῥητὴν ἡμέραν παρεῖναι ἐκέλευσε, διελέγξοντας δικαίαν ἐπ̓ αὐτοῖς ἐνηνοχέναι τὴν ψῆφον: ἢ τοῦ λοιποῦ οὐκ ἀνέξεσθαι ἠπείλησεν, εἰ μὴ παύσοιντο νεωτερίζοντες. Καὶ ὁ μὲν τάδε ἔγραψεν.

Οἱ δὲ ἀμφὶ τὸν Ἀθανάσιον καὶ Παῦλον, ἕκαστος τὸν ἑαυτοῦ κατείληφε θρόνον, καὶ τὰς Ἰουλίου ἐπιστολὰς διεπέμψαντο τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις. Οἱ δὲ ἐπὶ ταύταις χαλεπῶς ἤνεγκαν: καὶ συλλεγέντες ἐν Ἀντιοχείᾳ, ἀντέγραψαν Ἰουλίῳ κεκαλλιεπημένην τινὰ, καὶ δικανικῶς συντεταγμένην ἐπιστολὴν, εἰρωνείας τε πολλῆς ἀνάπλεων, καὶ ἀπειλῆς οὐκ ἀμοιροῦσαν δεινοτάτης.

Φέρειν μὲν γὰρ πᾶσι φιλοτιμίαν τὴν Ῥωμαίων ἐκκλησίαν ἐν τοῖς γράμμασιν ὡμολόγουν, ὡς ἀποστόλων φροντιστήριον καὶ εὐσεβείας μητρόπολιν ἐξ ἀρχῆς γεγενημένην: εἰ καὶ ἐκ τῆς ἕω ἐνεδήμησαν αὐτῇ οἱ τοῦ δόγματος εἰσηγηταί. Οὐ παρὰ τοῦτο δὲ τὰ δευτερεῖα φέρειν ἠξίουν, ὅτι μὴ μεγέθει ἢ πλήθει ἐκκλησίας πλεονεκτοῦσιν, ὡς ἀρετῇ καὶ προαιρέσει νικῶντες.

Εἰς ἐγκλήματα δὲ προφέροντες Ἰουλίῳ τὸ κοινωνῆσαι τοῖς ἀμφὶ τὸν Ἀθανάσιον, ἐχαλέπαινον ὡς ὑβρισμένης αὐτῶν τῆς συνόδου, καὶ τῆς ἀποφάσεως ἀναιρεθείσης: καὶ τὸ γενόμενον ὡς ἄδικον καὶ ἐκκλησιαστικοῦ θεσμοῦ ἀπᾴδον διέβαλλον.

Ἐπὶ τούτοις δὲ ὡδέπως μεμψάμενοι, καὶ δεινὰ πεπονθέναι μαρτυράμενοι, δεχομένῳ μὲν Ἰουλίῳ τὴν καθαίρεσιν τῶν πρὸς αὐτῶν ἐληλαμένων, καὶ τὴν κατάστασιν τῶν ἀντ̓ αὐτῶν χειροτονηθέντων, εἰρήνην καὶ κοινωνίαν ἐπηγγέλλοντο: ἀνθισταμένῳ δὲ τοῖς δεδογμένοις, τἀναντία προηγόρευσαν: ἐπεὶ καὶ τοὺς πρὸ αὐτῶν ἀνὰ τὴν ἕω ἱερέας οὐδὲν ἀντειπεῖν ἰσχυρίζοντο, ἡνίκα Ναυατιανὸς τῆς Ῥωμαίων ἐκκλησίας ἠλάθη.

Περὶ δὲ τῶν πεπραγμένων παρὰ τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν, οὐδὲν αὐτῷ ἀντέγραψαν, πολλὰς μὲν αἰτίας ἔχειν εἰς παραίτησιν ἀναγκαίαν τῶν γεγενημένων δηλώσαντες: ἀπολογεῖσθαι δὲ νῦν ὑπὲρ τούτων περιττὸν εἰπόντες, ὡς ἅπαξ ὁμοῦ ἐπὶ πᾶσιν ἀδικεῖν ὑπονοηθέντες.

Ὅπως ἐξηλάθη Παῦλος καὶ Ἀθανάσιος, καὶ ἀντεσήχθη Μακεδόνιος εἰς τὴν Κωνσταντίνου.

Ἰουλίῳ μὲν οὖν τοιάδε ἔγραψαν. Πρὸς δὲ βασιλέα Κωνστάντιον διέβαλον αὖθις τοὺς πρὸς αὐτῶν καθῃρημένους. Ὁ δὲ, ἐν Ἀντιοχείᾳ τότε διατρίβων, γράφει Φιλίππῳ τῷ ὑπάρχῳ ἐν Κωνσταντινουπόλει ὄντι, πάλιν Μακεδονίῳ τὴν ἐκκλησίαν ἀποδοῦναι,

Παῦλον δὲ ἐξελάσαι τῆς πόλεως. Δείσας δὲ τὴν τοῦ πλήθους κίνησιν ὁ ὕπαρχος, πρὶν ἔκπυστον γενέσθαι τὴν βασιλέως πρόσταξιν, προσελθὼν εἰς δημόσιον λουτρὸν ᾧ ὄνομα Ζεύξιππος, περιφανὲς δὲ τοῦτο καὶ μέγιστον, ὡς περὶ κοινῶν πραγμάτων κοινωσόμενος, μετεκαλέσατο Παῦλον. Παραγενομένῳ δὲ εὐθὺς, τοῦ βασιλέως ἐπέδειξε τὸ γράμμα: λάθρα τε διὰ τῶν βασιλείων τῷ λουτρῷ παρακειμένων, ἐπὶ θάλασσαν αὐτὸν ἀχθῆναι προστάξας, εἰς πλοῖον ἐπεβίβασε, καὶ εἰς Θεσσαλονίκην ἔπεμψεν, ὅθεν καὶ τοὺς προγόνους ἔχειν ἐλέγετο.

Παντελῶς τε τὴν κατὰ τὴν ἕω ἀρχομένην φεύγειν κατεδίκασεν αὐτόν: Ἰλλυριῶν δὲ καὶ τῆς ἐπέκεινα γῆς ἐπιβαίνειν οὐκ ἐκώλυσεν. Ἐξελθὼν δὲ ἐκ τοῦ δικαστηρίου, συνοχούμενον αὐτῷ Μακεδόνιον ἔχων, ἐπὶ τὴν ἐκκλησίαν ᾔει. Τὸ δὲ πλῆθος, ἤδη γὰρ τούτων γενομένων ἄφατοι συνελέγησαν, εὐθὺς τὴν ἐκκλησίαν ἐπλήρωσαν: ἕκαστοι γὰρ αὐτὴν, οἵ τε ἀπὸ τῆς Ἀρείου αἱρέσεως, οἵ τε Παῦλον ἐπαινοῦντες,

προκαταλαβεῖν ἐσπούδασαν. Ἐπεὶ δὲ πρὸς ταῖς θύραις τῆς ἐκκλησίας ἐγένετο ὁ ὕπαρχος, σὺν αὐτῷ δὲ καὶ Μακεδόνιος, τὸ δὲ πλῆθος, ὅπως αὐτοῖς πάροδος γένηται πρὸς τῶν στρατιωτῶν ὠθούμενον, ὑποχωρεῖν οὐκ ἠδύνατο, τοῦ πρόσω σεσαγμένου, ὑπολαβόντες οἱ στρατιῶται ἑκοντὶ μὴ εἴκειν τὸν ὄχλον, πολλοὺς τοῖς ξίφεσι διεχειρίσαντο: πολλοὶ δὲ καὶ ὑπ̓ ἀλλήλων πατούμενοι διεφθάρησαν. Τὸ δὲ βασιλεῖ δόξαν οὕτως ἐγένετο, καὶ τὰς ἐκκλησίας παρέλαβε Μακεδόνιος.

Ὁ μὲν δὴ Παῦλος ἀδοκήτως ὧδε τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας ἀφῃρέθη. Ἀθανάσιος δὲ φεύγων, ἀφανὴς ἦν, δείσας τὴν Κωνσταντίου τοῦ βασιλέως ἀπειλήν: θανάτῳ γὰρ αὐτὸν ζημιοῦν ἠπείλησεν, αἰτιωμένων τῶν ἑτεροδόξων ὡς στάσεις ἐργάζοιτο, καὶ εἰσιόντος αὐτοῦ πολλοὶ τεθνήκασι: τὸ δὲ μάλιστα πρὸς ὀργὴν τὸν βασιλέα κινῆσαν ἦν, ὅτι καὶ σιτηρέσιον ἔλεγον αὐτὸν πωλοῦντα ἀποκερδαίνειν, ὃ δὴ βασιλεὺς Κωνσταντῖνος τοῖς ἐν Ἀλεξανδρείᾳ πτωχοῖς ἐδωρήσατο.

Οἷα ὁ Ῥώμης ἔγραψεν ὑπὲρ Ἀθανασίου τοῖς ἀνὰ τὴν ἔω ἐπισκόποις, καὶ ὡς ἐστάλησαν εἰς Ῥώμην ἐπίσκοποι, συνδιασκεψόμενοι τῷ Ῥώμης τὰ κατὰ τῶν ἑῴων ἐπισκόπων ἐγκλήματα. Καὶ ὡς ἀπεπέμφθησαν παρὰ Κωνσταντίνου τοῦ Καίσαρος.

Τῶν δὲ ἐξ Αἰγύπτου ἐπισκόπων ψευδῆ ταῦτα εἶναι γραψάντων, μαθὼν Ἰούλιος ὡς οὐκ ἀσφαλὲς Ἀθανασίῳ τέως ἐν Αἰγύπτῳ διάγειν, τὸν μὲν πρὸς ἑαυτὸν μετεκαλέσατο. Τοῖς δὲ ἐν Ἀντιοχείᾳ συνελθοῦσιν, ἔτυχε γὰρ τηνικαῦτα τὴν τούτων δεξάμενος ἐπιστολὴν, ἔγραψεν, ἐγκαλῶν ὡς λάθρα περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου νεωτερίζουσι, καὶ παρὰ τοὺς νόμους τῆς ἐκκλησίας αὐτὸν εἰς τὴν σύνοδον οὐ κεκλήκασιν: εἶναι γὰρ νόμον ἱερατικὸν, ὃς ἄκυρα ἀποφαίνει τὰ παρὰ γνώμην πραττόμενα τοῦ Ῥωμαίων ἐπισκόπου.

Τὰ δὲ ἐν Τύρῳ καὶ ἐν τῷ Μαρεώτῃ μὴ ἐν δίκῃ πεπράχθαι κατὰ Ἀθανασίου: κατηγορεῖν δὲ τῶν μὲν, τὴν κατὰ Ἀρσένιον συκοφαντίαν: τῶν δὲ ἐν τῷ Μαρεώτῃ, τὴν Ἀθανασίου ἀπουσίαν: ἐφ̓ ἅπασι δὲ,

τὸ αὔθαδες τῶν γραμμάτων ἐμέμφετο. Καὶ ἐκ τούτων δὲ καὶ ἐκ πάντων ἀνελογίζετο χρῆναι βοηθεῖν Ἀθανασίῳ καὶ Παύλῳ: μετ̓ οὐ πολὺ γὰρ καὶ αὐτὸς εἰς Ἰταλίαν παραγενόμενος, τὰ κατ̓ αὐτὸν ἀπωδύρετο. Ἐπεὶ δὲ ἐξ ὧν ἔγραφε περὶ αὐτῶν τοῖς ἀνὰ τὴν ἕω ἱερεῦσιν οὐδὲν ἤνυε, δῆλα τὰ κατ̓ αὐτοὺς ἐποίησε

Κώνσταντι τῷ βασιλεῖ. Ὁ δὲ Κωνσταντίῳ τῷ ἀδελφῷ ἔγραψε, πέμψαι τινὰς τῶν ἀπὸ τῆς ἕω ἐπισκόπων, ἀπολογησομένους περὶ τῆς αὐτῶν καθαιρέσεως. Καὶ αἱροῦνται ἐπὶ τούτῳ τρεῖς, Νάρκισσος ὁ Εἰρηνοπόλεως τῆς Κιλικίας ἐπίσκοπος, καὶ Θεόδωρος ὁ Ἡρακλείας τῆς Θρᾴκης, καὶ Μάρκος ὁ Ἀρεθούσης τῆς Συρίας.

Καὶ παραγενόμενοι εἰς Ἰταλίαν, τοῖς ὑπ̓ αὐτῶν πεπραγμένοις ἰσχυρίζοντο, καὶ τὸν βασιλέα πείθειν ἐπειρῶντο, δικαίαν εἶναι τῆς ἀνατολικῆς συνόδου τὴν κρίσιν. Ἀπαιτούμενοι δὲ λέγειν ὅπως πιστεύσωσι, τὴν μὲν ἐκτεθεῖσαν παῤ αὐτῶν ἐν Ἀντιοχείᾳ ἀπεκρύψαντο: ἑτέραν δὲ ἔγγραφον ὁμολογίαν ἐκδεδώκασι, καὶ οὕτως ἀπᾴδουσαν τῆς ἐν Νικαίᾳ δοκιμασθείσης.

Συνιδὼν δὲ Κώνστας ὡς ἀδίκως ἐπεβούλευσαν τοῖς ἀνδράσιν, οὐκ ἐγκλημάτων ἕνεκεν οὐδὲ βίου ἀποστρεφόμενοι τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὡς αἱ καθαιρέσεις εἶχον, ἀλλὰ τῆς περὶ τὸ δόγμα διαφωνίας, ἀπέπεμψε τούτους, μὴ πείσαντας περὶ ὧν ἐληλύθεισαν.

Περὶ τῆς μακροστίχου ἐκθέσεως: καὶ περὶ τῶν ἐν Σαρδικῇ συνόδῳ γεγενημένων: ὡς καθεῖλον οἱ τῆς ἑῴας Ἰούλιον τὸν Ῥώμης, καὶ Ὅσιον τὸν Σπάνιον ἐπίσκοπον, ὡς Ἀθανασίῳ καὶ τοῖς λοιποῖς κοινωνήσαντας.

Τριῶν δὲ ἤδη διαγενομένων ἐνιαυτῶν, πάλιν οἱ ἐπὶ τῆς ἕω ἐπίσκοποι, τοῖς ἀνὰ τὴν δύσιν ἑτέραν διεπέμψαντο γραφὴν, ἣν μακρόστιχον ἔκθεσιν ὀνομάζουσιν, ὡς διὰ πλειόνων ῥημάτων τε καὶ νοημάτων παρὰ τὰς προτέρας συγκειμένην. Καὶ οὐσίας μὲν ἐν ταύτῃ Θεοῦ μνήμην οὐκ ἐποιήσαντο. Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν, ἢ ἐξ ἑτέρας ὑποστάσεως, οὐκ ἐκ Θεοῦ, καὶ ὅτι ἦν ποτὲ χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν, ἀπεκήρυττον.

Εὐδοξίου δὲ, ὃς ἔτι Γερμανικείας ἐπίσκοπος ἦν, Μαρτυρίου τε καὶ Μακεδονίου διακομισάντων ταύτην τὴν γραφὴν, οὐ προσεδέξαντο οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς: ἀρκεῖσθαι γὰρ ἔφασαν τοῖς ἐν Νικαίᾳ δόξασι, καὶ παρὰ ταῦτα πολυπραγμονεῖν οὐδὲν λοιπὸν ᾤοντο δεῖν.

Ἐπεὶ δὲ Κώνστας ὁ βασιλεὺς ᾔτει χάριν τὸν ἀδελφὸν, ὥστε τοὺς ἀμφὶ τὸν Ἀθανάσιον τοὺς οἰκείους ἀπολαβεῖν θρόνους, καὶ γράφων οὐδὲν ἤνυεν, ἀντιπραττόντων τῶν ἀπὸ τῆς ἐναντιας αἱρέσεως: οἱ δὲ περὶ τὸν Ἀθανάσιον καὶ Παῦλον προσιόντες αὐτῷ γενέσθαι σύνοδον ἐζήτουν, ὡς ἐπὶ καθαιρέσει τῶν ὀρθῶν δογμάτων ἐπιβουλευθέντες: ἔδοξε γνώμῃ τῶν βασιλέων, τοὺς ἀφ̓ ἑκατέρας ἀρχομένης ἐπισκόπους εἰς ῥητὴν ἡμέραν καταλαβεῖν τὴν Σαρδικήν:

πόλις δὲ αὕτη Ἰλλυριῶν. Συνελθόντες δὲ πρῶτον εἰς Φιλιππούπολιν τῆς Θρᾴκης οἱ ἀπὸ τῆς ἕω, γράφουσι τοῖς ἀπὸ τῆς δύσεως ἤδη ἐν Σαρδικῇ συνεληλυθόσιν, ἀπώσασθαι τοῦ συνεδρίου καὶ τῆς κοινωνίας τοὺς ἀμφὶ τὸν Ἀθανάσιον, ὡς καθῃρημένους: ἄλλως δὲ μὴ συνιέναι ἔφασαν. Μετὰ δὲ ταῦτα καὶ εἰς Σαρδικὴν παραγενόμενοι, ἰσχυρίζοντο μὴ ἐμβαλεῖν τῇ ἐκκλησίᾳ, συνιόντων τῶν πρὸς αὐτῶν καθῃρημένων.

Πρὸς ταῦτα δὲ οἱ ἀπὸ τῆς δύσεως ἀντέγραψαν, ὡς οὐδέποτε τῆς πρὸς αὐτοὺς κοινωνίας ἀπέστησαν, οὔτε νῦν ταύτης ἀναχωρήσουσι: καὶ μάλιστα Ἰουλίου τοῦ Ῥωμαίων ἐπισκόπου τὰ κατ̓ αὐτοὺς ἐξετάσαντος, καὶ μὴ καταγνόντος: παρεῖναι δὲ αὐτοὺς, καὶ ἑτοίμως ἔχειν δικάζεσθαι, καὶ αὖθις ἀπελέγξειν τὰς ἐπαχθείσας αὐτοῖς αἰτίας.

Ὡς δὲ παρὰ σφᾶς τοιαῦτα δηλοῦντες οὐδὲν ἤνυον, ἤδη καὶ ὑπερημέρου τῆς κυρίας γενομένης, ἐν ᾗ κρίνειν ἔδει περὶ ὧν συνεληλύθεσαν, τὸ τελευταῖον τοιαῦτα ἔγραψαν ἀλλήλοις, ἐξ ὧν εἰς μείζονα τῆς προτέρας δυσμενείας κατέστησαν.

Καὶ καθ̓ ἑαυτοὺς συνελθόντες, ψήφους ἐναντίας ἤνεγκαν. Οἱ μὲν γὰρ ἀπὸ τῆς ἀνατολῆς, τὰ ἤδη αὐτοῖς δόξαντα ἐπὶ Ἀθανασίῳ καὶ Παύλῳ καὶ Μαρκέλλῳ καὶ Ἀσκληπᾷ κυρώσαντες, καθεῖλον Ἰούλιον τὸν Ῥώμης ἐπίσκοπον, ὡς ἄρξαντα τῆς πρὸς αὐτοὺς κοινωνίας: Ὅσιόν τε τὸν ὁμολογητὴν, καὶ διὰ τὴν αὐτὴν αἰτίαν, καὶ ὅτι φίλος ἐγένετο Παυλίνῳ καὶ Εὐσταθίῳ τοῖς ἡγησαμένοις τῆς Ἀντιοχέων ἐκκλησίας: καὶ Μαξιμῖνον τὸν Τριβέρεως ἐπίσκοπον, ὡς πρῶτον Παύλῳ κοινωνήσαντα, καὶ αἴτιον αὐτῷ γενόμενον τῆς εἰς Κωνσταντινούπολιν καθόδου, καὶ τοὺς εἰς Γαλλίαν ἀπὸ τῆς ἕω παραγενομένους ἐπισκόπους ἀποκηρύξαντα.

Ἐπὶ τούτοις καθεῖλον καὶ Πρωτογένην τὸν Σαρδικῆς ἐπίσκοπον, καὶ Γαυδέντιον: τὸν μὲν ὡς Μαρκέλλου ὑπερμαχοῦντα, πρότερον αὐτοῦ καταψηφισάμενον: τὸν δὲ Γαυδέντιον, ὡς ἐναντία σπουδάσαντα Κυριακῷ ὃν διεδέξατο, καὶ περὶ πολλοῦ ποιούμενον τοὺς πρὸς αὐτῶν καθῃρημένους. Ταῦτα ψηφισάμενοι, τοῖς πανταχοῦ ἐπισκόποις δῆλα ἐποίησαν: ὥστε μήτε προσίεσθαι εἰς κοινωνίαν, μήτε γράφειν αὐτοῖς, μήτε τὰ παῤ αὐτῶν γραφόμενα δέχεσθαι.

Περὶ δὲ τοῦ Θεοῦ δοξάζειν ἐκέλευον, ὃν τρόπον ὑφηγεῖτο ἡ τῇ αὐτῶν ἐπιστολῇ ὑποτεταγμένη γραφή: ὁμοουσίου μὲν μνήμην μὴ ποιουμένη: ἀποκηρύττουσα δὲ τοὺς λέγοντας τρεῖς εἶναι Θεοὺς, ἢ τὸν Χριστὸν μὴ εἶναι Θεὸν, ἢ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἢ ἀγέννητον τὸν Υἱὸν, ἢ ὅτι ἦν ποτὲ χρόνος ἢ αἰὼν ὅτε μὴ ἦν.

Ὡς οἱ περὶ Ἰούλιον καὶ τὸν Ὅσιον ἐπίσκοποι πάλιν καθίσαντες, τοὺς ἑῴους καθεῖλον ἀρχιερεῖς, ποιήσαντες καὶ ἔκθεσιν πίστεως.

Ἐν μέρει τε καὶ οἱ ἀμφὶ τὸν Ὅσιον συνελθόντες ἀθῴους ἀπέφῃναν, Ἀθανάσιον μὲν, ὡς ἀδίκως ἐπιβουλευθέντα παρὰ τῶν ἐν Τύρῳ συνελθόντων: Μάρκελλον δὲ, ὡς μὴ τάδε φρονεῖν ὁμολογήσαντα ἃ διεβάλλετο: Ἀσκληπᾶν δὲ, ὡς Εὐσεβίου τοῦ Παμφιλου καὶ πολλῶν ἄλλων δικαστῶν ψήφῳ τὴν ἐπισκοπὴν ἀπολαβόντα: καὶ ὅτι τάδε ἀληθῆ εἴη, ὑπόμνημα τῆς δίκης ἐπιδείξαντα: Λούκιον δὲ, ὡς τῶν αὐτοῦ κατηγόρων φυγόντων.

Καὶ πρὸς τὴν ἑκάστου παροικίαν ἔγραψαν, αὐτοὺς ἔχειν ἐπισκόπους καὶ προσδοκᾷν: Γρηγόριον δὲ τὸν ἐν Ἀλεξανδρείᾳ, καὶ Βασίλειον τὸν ἐν Ἀγκύρᾳ, καὶ Κυντιανὸν τὸν ἐν Γάζῃ, μηδὲ ἐπισκόπους ὀνομάζειν, μηδὲ κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν,

μηδὲ Χριστιανοὺς ἡγεῖσθαι. Καθεῖλον δὲ τῆς ἐπισκοπῆς Θεόδωρον τὸν Θρᾷκα, καὶ Νάρκισσον τὸν Εἰρηνοπόλεως ἐπίσκοπον, καὶ Ἀκάκιον τὸν Καισαρείας τῆς Παλαιστίνης, καὶ Μηνόφαντον τὸν Ἐφέσου, καὶ Οὐρσάκιον τὸν Σιγγιδώνου τῆς Μυσίας, καὶ Οὐάλεντα τὸν Μυρσῶν τῆς Παννονίας, καὶ Γεώργιον τὸν Λαοδικείας,

εἰ καὶ μὴ τῇ συνόδῳ ταύτῃ παρεγένετο σὺν τοῖς ἀπὸ τῆς ἕω ἐπισκόποις. Ἀφείλοντο δὲ τούτους τῆς ἱερωσύνης καὶ τῆς κοινωνίας, ὡς τὸν Υἱὸν χωρίζοντας τοῦ Πατρὸς τῆς οὐσίας, καὶ τοὺς πάλαι καθαιρεθέντας διὰ τὴν Ἀρείου αἵρεσιν δεξαμένους, καὶ εἰς ἀξιώματα μείζω λειτουργίας Θεοῦ παραγαγόντας.

Διὰ ταῦτα τε αὐτοὺς ἀποκηρύξαντες, καὶ τῆς καθόλου ἐκκλησίας ἀλλοτρίους ψηφισάμενοι, ἔγραψαν τοῖς πανταχοῦ ἐπισκόποις, ἐπιψηφίσασθαι τοῖς παῤ αὐτῶν κεκριμένοις, καὶ ὁμοφρονεῖν αὐτοῖς περὶ τὸ δόγμα. Ἐξέθεντο δὲ καὶ αὐτοὶ τηνικαῦτα πίστεως γραφὴν ἑτέραν, πλατυτέραν μὲν τῆς ἐν Νικαίᾳ, φυλάττουσαν δὲ τὴν αὐτὴν διάνοιαν, καὶ οὐ παρὰ πολὺ διαλλάττουσαν τῶν ἐκείνης ῥημάτων.

Ἀμέλει Ὅσιος καὶ Πρωτογένης, οἳ τότε ὑπῆρχον ἄρχοντες τῶν ἀπὸ τῆς δύσεως ἐν Σαρδικῇ συνεληλυθότων, δείσαντες ἴσως μὴ νομισθεῖεν τισὶ καινοτομεῖν τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ, ἔγραψαν Ἰουλίῳ, καὶ ἐμαρτύραντο κύρια τάδε ἡγεῖσθαι: κατὰ χρείαν δὲ σαφηνείας, τὴν αὐτὴν διάνοιαν πλατῦναι, ὥστε μὴ ἐγγενέσθαι τοῖς τὰ Ἀρείου φρονοῦσιν,

ἀποκεχρημένοις τῇ συντομίᾳ τῆς γραφῆς, εἰς ἄτοπον ἕλκειν τοὺς ἀπείρους διαλέξεως. Ταῦτα πράξαντες ἐκάτεροι, διέλυσαν τὸν σύλλογον, καὶ εἰς τὰ οἰκεῖα ἕκαστος ἐπανῆλθε. Συνέστη δὲ αὕτη ἡ σύνοδος, Ῥουφίνου καὶ Εὐσεβίου ὑπατευόντων: ἑνδέκατον δὲ τοῦτο ἔτος ἦν ἀπὸ τῆς Κωνσταντίνου τελευτῆς. Συνῆλθον δὲ, ἐκ μὲν τῶν πρὸς δύσιν πόλεων ἀμφὶ τριακόσιοι ἐπίσκοποι: ἐκ δὲ τῆς ἕω, ἓξ καὶ ἑβδομήκοντα: σὺν τούτοις δὲ καὶ Ἰσχυρίων, ἐπιτραπεὶς τὴν τοῦ Μαρεώτου ἐπισκοπὴν πρὸς τῶν Ἀθανασίῳ ἀπεχθανομένων.

Ὅτι μετὰ τὴν σύνοδον, ἡ ἕως καὶ ἡ ἑσπέρα διέστη: καὶ ἡ μὲν ἑσπέρα καλῶς τῆς ἐν Νικαίᾳ πίστεως εἴχετο: ἡ δὲ ἕως διὰ τὴν ἔριν περὶ τὸ δόγμα, ἔν τισιν ἐστασίαζε.

Μετὰ ταύτην τὴν σύνοδον, οὐκέτι ἀλλήλοις ὡς ὁμοδόξοις ἐπεμίγνυντο, οὐδὲ ἐκοινώνουν: οἱ μὲν ἀνὰ τὴν δύσιν, μέχρι Θρᾳκῶν σφᾶς χωρίσαντες: οἱ δὲ ἀνὰ τὴν ἕω, μέχρις Ἰλλυριῶν: τὰ δὲ τῶν ἐκκλησιῶν,

ὡς εἰκὸς, ἐν διχονοίαις συγκέχυτο, καὶ ἐν διαβολαῖς ἦν. Εἰ γὰρ καὶ πρότερον περὶ τὸ δόγμα διεφέροντο, ἀλλ̓ οὖν ἀλλήλοις συγκοινωνοῦντες, οὐ μέγα τὸ κακὸν ἐποίουν, καὶ παραπλησίως φρονεῖν ἐνομίζοντο: ὡς ἐπίπαν γὰρ, ἡ μὲν ἀνὰ πᾶσαν τὴν δύσιν ἐκκλησία καθαρῶς διὰ τῶν πατρίων ἰθυνομένη δογμάτων,

ἔριδός τε καὶ τῆς περὶ ταῦτα τερθρείας ἀπήλλακτο. Εἰ γὰρ καὶ τὸ τῇδε ὑπήκοον πρὸς τὴν Ἀρείου δόξαν μετάγειν ἐσπούδαζον Αὐξέντιος ὁ Μεδιολάνου ἐπίσκοπος γενόμενος, καὶ Οὐάλης καὶ Οὐρσάκιος οἱ ἐκ Παννονίων, οὐ δή που κατὰ γνώμην αὐτοῖς ἡ σπουδὴ προὐχώρει, προϊσταμένου τοῦ Ῥωμαίων θρόνου, καὶ τῶν ἄλλων ἱερέων ἐπιμελῶς φθάνοντος, καὶ τὰς βλάστας ἐκκόπτοντος τῆς τοιαύτης αἱρέσεως.

Τὸ δὲ ἑῷον, εἰ καὶ ἐστασίαζε μετὰ τὴν ἐν Ἀντιοχείᾳ σύνοδον, καὶ πρὸς τὴν ἐν Νικαίᾳ πίστιν περιφανῶς ἤδη διεφέρετο, τὸ μὲν ἀληθὲς, οἶμαι, κατὰ τὴν τῶν πλειόνων γνώμην εἰς τὴν αὐτὴν συνέτρεχε διάνοιαν, καὶ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας τὸν Υἱὸν συνωμολόγει. Ἐριστικῶς δὲ πρὸς

τὴν ὁμοούσιον λέξιν τινὲς ἀπεμάχοντο. Οἱ μὲν γὰρ τὴν ἀρχὴν τῷ ὀνόματι ἐναντιωθέντες, ὡς συμβάλλω, τοῦτο δὴ τὸ πολλοῖς συμβαῖνον, αἰσχύνην ἡγοῦντο δόξαι νενικῆσθαι. Οἱ δὲ, καὶ ὑπὸ ἕξεως τῶν περὶ ταῦτα συχνῶν διαλέξεων, ἐπὶ τὸ ὧδε δοξάζειν περὶ Θεοῦ τραπέντες, ἀμεταθέτως λοιπὸν εἶχον. Οἱ δὲ, εἰδότες ὡς οὐ δέον φιλονεικοῦσι, πρὸς τὸ κεχαρισμένον ἑκατέροις ὑπεκλίνοντο διὰ δύναμιν, ἢ οἰκειότητα, ἢ ἄλλας αἰτίας, ὑφ̓ ὧν ἄνθρωποι προάγονται τὰ μὴ προσήκοντα χαρίζεσθαι, ἢ παρρησίαν μὴ ἄγειν ἐφ̓ οἷς χρὴ διελέγχειν. Πολλοὶ δὲ λῆρον ἡγοῦντο, τρίβεσθαι περὶ τὰς τοιαύτας ἔριδας τῶν λόγων: ἡσυχῇ δὲ τῆς γνώμης εἴχοντο τῶν ἐν Νικαίᾳ συνελθόντων.

Ἐῴκεισαν δὲ παρὰ πάντας τοὺς ἀνὰ τὴν ἕω εἰς τὸ φανερὸν ἀπρὶξ ἔχεσθαι τῶν ἐν Νικαίᾳ δοξάντων, Παῦλος ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος, καὶ Ἀθανάσιος ὁ Ἀλεξανδρείας, καὶ σύμπαν τὸ μοναχικὸν πλῆθος: Ἀντώνιός τε ὁ μέγας ἔτι περιὼν, καὶ οἱ συγγενόμενοι αὐτῷ, καὶ ἄλλοι πλεῖστοι ἀνὰ τὴν Αἴγυπτον, καὶ ἀλλαχοῦ τῆς Ῥωμαίων γῆς. Τούτων δὲ ἐπείπερ ἐπεμνήσθην, ὅσους περιφανεῖς κατ̓ αὐτὴν τὴν ἡγεμονίαν παρείληφα, ἐπιδραμοῦμαι τῷ λόγῳ.

Περὶ τῶν ἐν τοῖς χρόνοις ἐκείνοις ἐν Αἰγύπτῳ ἀκμασάντων ἁγίων ἀνδρῶν, Ἀντωνίου, τῶν δύο Μακαρίων, Ἡρακλείου, Κρονίου, Παφνουτίου, Πουτουβάστου, Ἀρσισίου, Σαραπίωνος, Πιτυρίωνος, Παχωμίου, Ἀπολλωνίου, Ἀνοὺφ, Ἱλαρίωνος, καὶ ἑτέρων πλείστων ἁγίων κατάλογος.

Ἄρξομαι δὲ ἐξ Αἰγύπτου, καὶ Μακαρίων τῶν δύο, τῶν ἀοιδιμωτάτων ἡγεμόνων τῆς Σκήτεως, καὶ τοῦ τῆδε ὄρους. Τούτοιν δὲ, ὁ μὲν Αἰγύπτιος: ὁ δὲ πολιτικὸς, ὡς ἀστὸς, ὠνομάζετο: ἦν γὰρ τῷ γένει Ἀλεξανδρεύς. Ἄμφω δὲ ὅτι μάλιστα θεσπεσίω ἐγενέσθην καὶ θείαν πρόγνωσιν καὶ φιλοσοφίαν: καὶ δαίμοσι φοβερὼ, πολλῶν τε καὶ παραδόξων πραγμάτων καὶ ἰαμάτων δημιουργώ.

Τὸν δὲ Αἰγύπτιον λόγος, ὡς καὶ νεκρὸν ζῆν ἐποίησεν, ἵν̓ ἑτερόδοξον πείσῃ νεκρῶν ἀνάστασιν ἔσεσθαι. Διεβίω δὲ ἀμφὶ τὰ ἐνενήκοντα ἔτη: ἑξήκοντα δὲ ἐκ τούτων ἐν ταῖς ἐρήμοις διέτριβεν. Αὐτίκα τε φιλοσοφεῖν ἀρχόμενος, ἔτι νέος ὢν διέπρεπεν, ὡς παιδαριογέροντα παρὰ τῶν μοναχῶν ὀνομάζεσθαι, καὶ τεσσαράκοντα ἔτη γεγονότα, χειροτονηθῆναι

τονηθῆναι πρεσβύτερον. Ὁ δὲ ἕτερος, χρόνῳ μὲν ὕστερον πρεσβύτερος ἐγένετο, παντοδαπῆς δὲ σχεδὸν ἀσκήσεως ἐπειράθη, τὰ μὲν αὐτὸς περινοῶν, ἃ δὲ παῤ ἄλλοις ἤκουσεν ἐκ παντὸς τρόπου κατορθῶν, ὡς ὑπὸ τοῦ ἄγαν κατεσκληκέναι μὴ φύειν τοῦ γενείου τὰς τρίχας.

Ἐν τούτῳ δὲ περὶ τὸν αὐτὸν χῶρον ἐφιλοσόφουν Πάμβω τε καὶ Ἡρακλείδης, καὶ Κρόνιος, καὶ Παφνούτιος, καὶ Πουτουβάστης, καὶ Ἀρσίσιος καὶ Σεραπίων ὁ μέγας, καὶ Πιτυρίων, ὃς παρὰ Θηβαίοις τὴν διατριβὴν εἶχε: καὶ Παχώμιος, ὃς ἀρχηγὸς ἐγένετο τῶν καλουμένων Ταβεννησιωτῶν.

Σχῆμα δὲ τούτοις ἦν καὶ πολιτεία ἔν τισι παρηλλαγμένη τῆς ἄλλης μοναχικῆς: πρὸς ἀρετὴν μέντοι ὁρῶσα, καὶ τὴν ψυχὴν προσερεθίζουσα τῶν ἐπὶ γῆς καταφρονεῖν, ἄνω δὲ ὁρᾷν, ἵν̓ εὐμαρῶς ἐπὶ τὰ οὐράνια χωροίη,

ἡνίκα τοῦ σώματος ἀπαλλαγείη: διφθέρας δὲ ἀμφιέννυσθαι κατὰ μίμησιν Ἡλιοῦ τοῦ Θεσβίτου, ἐμοὶ δοκεῖν, ὥστε ἐκ τοῦ περικειμένου δέρματος εἰς ἀνάμνησιν ἀεὶ λαμβάνοντας τὴν ἀρετὴν τοῦ προφήτου, ἀνδρείως πρὸς τὰς ἐπιθυμίας τῶν ἀφροδισίων συντετάχθαι, καὶ ζήλῳ τῷ πρὸς αὐτὸν, καὶ ἐλπίδι ὁμοίων ἀμοιβῶν προθυμότερον σωφρονεῖν.

Λόγος δὲ καὶ τὰ ἄλλα ἐνδύματα τῶν ἐν Αἰγύπτῳ μοναχῶν συλλαμβάνεσθαι εἰς ὑπόδειγμα φιλοσοφίας τινός: μηδὲ ὡς ἔτυχε παραλλάσσειν τῶν ἄλλων. Καὶ τοὺς μὲν χιτῶνας ἀχειριδώτους ἐνδεδύσκεσθαι, παιδεύοντας μὴ ἑτοίμους ἔχειν τὰς χεῖρας εἰς ὕβριν. Τὸ δὲ ἐπὶ τῆς κεφαλῆς σκέπασμα, ὃ κουκούλιον καλοῦσιν, ὥστε ἐπίσης ἀκεραίως καὶ καθαρῶς βιοῦν τοῖς γάλακτι τρεφομένοις παισὶν, οἷς αἱ τοιαῦται τιάραι ἐπίκεινται, τὸ ἡγεμονικὸν σκέπουσαί τε καὶ περιθάλπουσαι.

Ζώνη δὲ καὶ ἀναβολεὺς, ἡ μὲν τὴν ὀσφὺν περισφίγγουσα, ὁ δὲ τοὺς ὤμους καὶ τοὺς βραχίονας ἀνέχων, ἑτοίμους εἶναι εἰς διακονίαν Θεοῦ καὶ ἐργασίαν ὧν δὴ παρακελεύεται. Οὐκ ἀγνοῶ δὲ, ὡς περὶ τούτων ἄλλοι ἀλλοίους ἀποδεδώκασι λόγους: ἐμοὶ δὲ ἀπόχρη τοσοῦτον εἰπεῖν.

Τόν γε μὴν Παχώμιον φασὶ μόνον ἐν σπηλαίῳ τὰ πρῶτα φιλοσοφῆσαι. Προφανέντα δὲ αὐτῷ θεῖον Ἄγγελον, παρακελεύσασθαι νέους ἀθροῖσαι μοναχοὺς, καὶ συνεῖναι αὐτοῖς: εὖ γὰρ τὰ κατ̓ αὐτὸν ἐν φιλοσοφίᾳ κατωρθωκέναι, καὶ χρῆναι καὶ συνοικιῶν ἡγούμενον ὠφελεῖν πολλούς: ἄγειν δὲ αὐτοὺς νόμοις οἷς ἂν δοίη: δεδωκέναι δὲ αὐτῷ δέλτον, ἣν ἔτι φυλάττουσιν.

Ἐνοῦσα δὲ ταύτῃ γραφὴ προσέταττε συγχωρεῖν ἑκάστῳ, ὡς ἂν οἷός τε ἦν, φαγεῖν καὶ πιεῖν καὶ ἐργάζεσθαι, νηστεύειν τε καὶ μή. Τοῖς μέντοι ῥωμαλεωτέρως ἐσθίουσι, τὰ ἐπιπονώτερα τῶν ἔργων ἐπιτρέπειν:

τὰ δὲ εὐχερῆ, τοῖς ἀσκουμένοις. Οἰκήματα δὲ μικρὰ κατασκευάσαι πολλὰ, καὶ καθ̓ ἕκαστον οἴκημα τρεῖς καταμένειν: ὑπὸ ἕνα δὲ οἶκον πάντας τροφῆς μεταλαμβάνειν: σιγῇ τε ἐσθίειν, καὶ καθῆσθαι περὶ τὰς τραπέζας ἐπικεκαλυμμένους τὰ πρόσωπα, ὡς μήτε ἀλλήλους ὁρᾷν, μήτε ἄλλο τὶ, πλὴν τῆς τραπέζης καὶ τῶν προκειμένων.

Ξένον δὲ μὴ συνεσθίειν αὐτοῖς, μόνον εἰ μὴ παροδεύων ἐπιξενωθείη: τὸν δὲ συνοικεῖν αὐτοῖς βουλόμενον, πρότερον ἐπὶ τριετίαν τὰ χαλεπώτερα τῶν ἔργων πονεῖν, καὶ οὕτω μετέχειν τῆς αὐτῶν συνοικίας.

Διφθέρας δὲ ἀμφιέννυσθαι, καὶ τιάραις ἐρίναις τὰς κεφαλὰς σκέπεσθαι: κατασημαίνεσθαι δὲ ταύτας τὰς τιάρας οἱονεὶ κέντροις πορφυροῖς προσέταξε. Χιτῶσι δὲ λινοῖς καὶ ζώναις κεχρῆσθαι, καὶ ἐζωσμένους σὺν τοῖς χιτωνίοις καὶ ταῖς διφθέραις καθεύδειν, καθημένους ἐν οἰκοδομητοῖς θρόνοις, ἑκατέρωθεν περιπεφραγμένοις, ὥστε τὴν ἑκάστου συνέχειν στρωμνήν.

Τῇ δὲ πρώτῃ καὶ τελευταίᾳ ἡμέρᾳ τῆς ἑβδομάδος, ἐπὶ κοινωνίᾳ τῶν θείων μυστηρίων τῷ θυσιαστηρίῳ προσιόντας, τὰς ζώνας λύειν, καὶ τὰς διφθέρας ἀποτίθεσθαι: δωδέκατον δὲ πάσης τῆς ἡμέρας εὔχεσθαι, καὶ πρὸς ἑσπέραν ὁμοίως: τοσαυτάκις δὲ καὶ νύκτωρ: ἐννάτῃ δὲ ὥρᾳ, τρίτον. Ἡνίκα δὲ μέλλοιεν ἐσθίειν, ἑκάστης εὐχῆς προᾴδειν ψαλμόν.

Πᾶσαν δὲ τὴν συνοικίαν εἰς εἰκοσιτέσσαρα τάγματα διελεῖν, καὶ ἐπονομάσαι ταῦτα τοῖς Ἑλλήνων στοιχείοις: καὶ ὅπως ἔχοι βίου καὶ ἤθους ἑκάστῳ τάγματι τὴν προσηγορίαν ἐφαρμόσαι. Οἷον, ἁπλουστέρους μὲν ἰῶτα ἀποκαλοῦντας, σκολιοὺς δὲ ζ ἢ ξ, καὶ ἄλλους ἄλλως, καθὼς ἐκλαμβάνειν εὐστόχως ἐστὶ πρὸς τὸ σχῆμα τοῦ γράμματος τὴν προαίρεσιν τοῦ τάγματος.

Κατὰ τούτους τοὺς νόμους, τοὺς ἰδίους μαθητὰς ἦγεν ὁ Παχώμιος, ἀνὴρ τὰ μάλιστα φιλάνθρωπος, καὶ θεοφιλὴς εἰς ἄγαν, ὡς προειδέναι τὰ ἐσόμενα, καὶ θείοις ἀγγέλοις ὁμιλεῖν πολλάκις. Διέτριβε δὲ ἐν Ταβέννῃ νήσῳ τῆς Θηβαΐδος, ὅθεν Ταβεννησιῶται εἰσέτι νῦν ὀνομάζονται.

Ὑπὸ δὲ τούτους τοὺς νόμους πολιτευόμενοι, ὀνομαστότατοι ἐγένοντο, καὶ εἰς πλῆθος τῷ χρόνῳ ἐπέδοσαν, ὡς εἰς ἑπτακισχιλίους ἄνδρας συντελεῖν. Ἡ μὲν γὰρ ἐν Ταβέννῃ νήσῳ συνοικία, μεθ̓ ὧν αὐτὸς Παχώμιος διέτριβεν, ἀμφὶ τοὺς χιλίους καὶ τριακοσίους εἶχεν: οἱ δὲ κατὰ τὴν Θηβαΐδα, καὶ τὴν ἄλλην Αἴγυπτον οἰκοῦσι. Μία δὲ καὶ ἡ αὐτὴ ἀγωγὴ πᾶσι, καὶ κοινὰ πάντων τὰ πάντα: καθάπερ δὲ μητέρα τὴν ἐν Ταβέννῃ νήσῳ συνοικίαν ἡγοῦντο:

πατέρας δὲ καὶ ἄρχοντας, τοὺς ἐνθάδε ἡγουμένους. Κατὰ τοῦτον δὲ τὸν χρόνον καὶ Ἀπολλώνιος ἐπὶ μοναχικῇ φιλοσοφίᾳ διέπρεπεν: ὅν φασι δέκα καὶ πέντε ἐτῶν ὄντα, φιλοσοφῆσαι ἐν ταῖς ἐρήμοις: εἰς ἔτη δὲ τεσσαράκοντα γεγονὼς, κατὰ θείαν πρόσταξιν εἰς τοὺς οἰκουμένους ἦλθε τόπους.

Εἶχε δὲ καὶ αὐτὸς ἐν Θηβαΐδι τὴν συνοικίαν. Ἐγένετο δὲ θεοφιλὴς εἰς ἄγαν, καὶ παραδόξων ἰάσεων καὶ σημείων δημιουργὸς, καὶ πρακτικὸς ὢν δὲ, καὶ τῶν εἰς φιλοσοφίαν ἡκόντων διδάσκαλος ἀγαθὸς καὶ χαρίεις: καὶ ἐπὶ τοσοῦτον ἐν ταῖς εὐχαῖς εὐήκοος, ὡς μηδὲν ἀνήνυτον γενέσθαι, ὧν παρὰ Θεοῦ ἐζήτησε: πάντως γὰρ σοφὸς ὢν, σοφῶς τὰς αἰτήσεις ἐποιεῖτο, αἷς τὸ θεῖον ἑτοίμως ἐπινεύειν πέφυκε.

Κατὰ τούτους εἰκάζω γενέσθαι καὶ Ἀνοῦφ τὸν θεσπέσιον: ὃν ἐπυθόμην ἀφ̓ οὗ πρῶτον ἐν τοῖς διωγμοῖς ὑπὲρ τοῦ δόγματος ὡμολόγησε, μήτε ψεῦδος εἰπεῖν, μήτε ἐπιθυμῆσαι τινὸς τῶν ἐπὶ γῆς. Ἐπιτυχεῖν δὲ πάντων ὧν παρὰ τοῦ Θεοῦ ἐδεήθη, καὶ ὑπὸ θείου ἀγγέλου διδασκάλου πᾶσαν ἀρετὴν παιδευθῆναι.

Ἀλλὰ περὶ μὲν τῶν ἐν Αἰγύπτῳ μοναχῶν τοσάδε τέως ἡμῖν εἰρήσθω. Ἤδη δὲ καὶ Παλαιστίνη τὸν ἵσον τρόπον φιλοσοφεῖν ἤρχετο, παῤ Αἰγυπτίων μαθοῦσα: διέπρεπε δὲ τότε ἐνθάδε Ἱλαρίων ὁ θεσπέσιος. Τούτῳ δὲ πατρὶς μὲν ἦν Θαβαθὰ κώμη: πρὸς νότον δὲ Γάζης κειμένη παρὰ τὸν χειμάρρουν, ὃς ἐπὶ θάλασσαν τὰς ἐμβολὰς ἔχων, ἐπιχωρίως ἀπ̓ αὐτῆς τῆς κώμης τὴν ἐπωνυμίαν ἔλαβε.

Γραμματικῷ δὲ φοιτῶν ἐν Ἀλεξανδρείᾳ, κατὰ θέαν Ἀντωνίου τοῦ μεγάλου μοναχοῦ εἰς τὴν ἔρημον ἦλθε: καὶ συγγενόμενος αὐτῷ, παραπλησίως φιλοσοφεῖν ἔγνω. Ὀλίγον δὲ χρόνον ἐνθάδε διατρίψας, ἐπανῆλθεν εἰς τὴν πατρίδα: οὐ γὰρ συνεχωρεῖτο κατὰ γνώμην ἠρεμεῖν, πολλῶν ὄντων ἑκάστοτε τῶν ὡς Ἀντώνιον ἐρχομένων.

Καταλαβὼν δὲ τελευτήσαντας τοὺς πατέρας, εἰς τοὺς ἀδελφοὺς καὶ τοὺς δεομένους τὴν οὐσίαν διένειμεν: οὐθὲν δὲ παντάπασι καταλιπὼν ἑαυτῷ, διέτριβεν ἐν ἐρήμῳ τόπῳ παρὰ θάλασσαν, ἀμφὶ τὰ εἴκοσι στάδια τῆς αὐτοῦ κώμης διεστῶτι.

Οἴκησις δὲ ἦν αὐτῷ δομάτιον μικρὸν, ἐκ πλίνθου καὶ φορυτοῦ καὶ κεράμων κατεαγότων κατεσκευασμένον: εὔρους τε καὶ ὕψους καὶ μήκους τοσοῦτον ὅσον ἑστῶτα μὲν κεκυφέναι τὴν κεφαλὴν, κείμενον δὲ τοὺς πόδας συλλέγειν ἐπάναγκες εἶναι. Διαπάντων γὰρ εἴθιζεν ἑαυτὸν

ταλαιπωρεῖν καὶ ῥαστώνης κρατεῖν. Ἀμέλει τοι ὧν ἴσμεν ἐγκρατείας ἀκόμπου καὶ δεδοκιμασμένης οὐδενὶ κατέλιπεν ὑπερβολὴν, ἀγωνιζόμενος πρὸς ἀσιτίαν καὶ δίψος καὶ ῥῖγος καὶ πνῖγος, καὶ πρὸς τὰ ἄλλα πάθη καὶ θωπείας τοῦ σώματος καὶ τῆς ψυχῆς.

Ἦν δὲ τὸ μὲν ἦθος σπουδαῖος: σεμνὸς δὲ τὸν λόγον, καὶ μνήμων καὶ ἐπήβολος ἀκριβὴς τῶν ἱερῶν γραφῶν: ἐπὶ τοσοῦτον δὲ θεοφιλὴς ἐγένετο, ὡς ἔτι καὶ νῦν ἐπὶ τῷ αὐτοῦ τάφῳ πολλοὺς ἰᾶσθαι κάμνοντας καὶ δαιμονῶντας: καὶ τόγε παραδοξότατον, παρά τε Κυπρίοις οὗ πρότερον ἐτάφη, καὶ παρὰ Παλαιστινοῖς παῤ οἷς ἐστὶ νῦν.

Συμβὰν γὰρ αὐτὸν ἐν Κύπρῳ διατρίβοντα τελευτῆσαι, πρὸς τῶν ἐπιχωρίων ἐκηδεύθη, καὶ ἐν πολλῇ τιμῇ καὶ θεραπείᾳ παῤ αὐτοῖς ἦν. Μετὰ δὲ ταῦτα Ἡσύχας, ὃς εὐδοκιμώτατος ἐγένετο τῶν αὐτοῦ μαθητῶν, κλέψας τὸ λείψανον, διεκόμισεν εἰς Παλαιστίνην, καὶ ἐν τῷ ἰδίῳ μοναστηρίῳ ἔθαψε. Καὶ τὸ ἐξ ἐκείνου, δημοτελῆ καὶ μάλα λαμπρὰν ἐνθάδε ἐτήσιον ἑορτὴν ἄγουσιν οἱ ἐπιχώριοι.

Ὧδε γὰρ Παλαιστινοῖς ἔθος γεραίρειν τοὺς παῤ αὐτοῖς ἄνδρας ἀγαθοὺς γενομένους, ὥσπερ ἀμέλει καὶ Αὐρήλιον τὸν Ἀνθηδόνιον, καὶ Ἀλεξίωνα τὸν ἀπὸ Βηθαγάθωνος, καὶ Ἀλαφίωνα τὸν ἀπὸ Ἀσαλέας: οἳ κατὰ τὸν αὐτὸν γενόμενοι χρόνον, ἐπὶ τῆς παρούσης βασιλείας εὐσεβῶς καὶ ἀνδρείως ἐν φιλοσοφίᾳ ἐπολιτεύσαντο, καὶ ταῖς οἰκείαις ἀρεταῖς ἐν ἑλληνιζούσαις ἄγαν ταῖς τῇδε πόλεσι καὶ κώμαις εἰς ἐπίδοσιν ἤγαγον

τὴν θρησκείαν. Κατ̓ ἐκεῖνο καιροῦ Ἰουλιανὸς ἀμφὶ τὴν Ἔδεσαν ἐφιλοσόφει, ἀκριβεστάτῃ καὶ οἷα ἀσωμάτῳ ἀγωγῇ καὶ πολιτείᾳ ἐπιχειρήσας, ὡς ἐκτὸς σαρκῶν ὀστέοις καὶ δέρματι δοκεῖν συνεστάναι: καὶ Ἐφραὶμ τῷ Σύρῳ συγγραφεῖ πρόφασις γενέσθαι πραγματείας τῆς κατὰ τὸν αὐτοῦ βίον ἀφηγήσεως. Ἐπεψηφίζετο δὲ Θεὸς αὐτὸς οἷς ἄνθρωποι περὶ αὐτοῦ ἐδόξαζον, δαίμονας ἀπελαύνειν καὶ παντοδαπῶν νόσων ἰάσεις αὐτῷ δωρησάμενος, οὐ φαρμάκοις τισὶν ἀλλ̓ εὐχῇ κατορθουμένας.

Ἐπὶ τούτῳ δὲ καὶ ἄλλοις πολλοῖς ἐκκλησιαστικοῖς φιλοσόφοις, τὸ τῇδε ὑπήκοον τηνικαῦτα διέπρεπε, κατά τε τὸν Ἐδεσσηνῶν νομὸν, ὑπό τε τὴν Ἀμιδηνῶν πόλιν, ἀμφὶ τὸ Γαυγάλιον καλούμενον ὄρος: ὧν ἤστην Δανιὴλ καὶ Συμεών. Ἀλλὰ περὶ μὲν τῶν ὲν Συρίᾳ μοναχῶν τάδε εἰρήσθω νῦν:

τελεώτερον δὲ, εἰ ὁ Θεὸς θελήσειε, τοῖς ἑξῆς εἰρήσεται περὶ αὐτῶν. Ἀρμενίοις δὲ καὶ Παφλαγόσι, καὶ τοῖς πρὸς τὸν Πόντον οἰκοῦσι, λέγεται Εὐστάθιος ὁ τὴν ἐν Σεβαστείᾳ τῆς Ἀρμενίας ἐκκλησίαν ἐπιτροπεύσας, μοναχικῆς πολιτείας ἆρξαι: καὶ τῆς ἐν ταύτῃ σπουδαίας ἀγωγῆς, ἐδεσμάτων τε ὧν χρὴ μετέχειν καὶ ἀπέχεσθαι, καὶ ἐσθῆτος ᾗ δεῖ κεχρῆσθαι, καὶ ἠθῶν, καὶ πολιτείας ἀκριβοῦς εἰσηγητὴν γενόμενον: ὡς καὶ τὴν ἐπιγεγραμμένην Βασιλείου τοῦ Καππαδόκου Ἀσκητικὴν βίβλον ἰσχυρίζεσθαί τινας αὐτοῦ γραφὴν εἶναι.

Λέγεται δὲ ὑπὸ πολλῆς ἀκριβείας εἰς παραλόγους ἐπιτηρήσεις ἐκπεσεῖν, παντελῶς ἀπᾳδούσας τῶν ἐκκλησιαστικῶν νόμων.

Οἱ δὲ αὐτὸν μὲν τοῦ ἐγκλήματος ἐξαιροῦνται: ἐπαιτιῶνται δέ τινας τῶν αὐτοῦ μαθητῶν, ὡς γάμῳ καταμεμφομένους, καὶ ἐν οἴκοις γεγαμηκότων εὔχεσθαι παραιτουμένους, καὶ τοὺς γεγαμηκότας πρεσβυτέρους ὑπερφρονοῦντας, καὶ ἐν κυριακαῖς ἡμέραις νηστεύοντας, καὶ ἐν οἰκίαις ἐκκλησιάζοντας, καὶ τοὺς πλουσίους καθάπαξ ἀμοίρους τῆς βασιλείας τοῦ Θεοῦ ἀποφαινομένους, καὶ τοὺς κρέα ἐσθίοντας βδελυττομένους, καὶ χιτῶνας μὲν συνήθεις καὶ στολὰς μὴ ἀνεχομένους ἀμφιέννυσθαι, ξένῃ δὲ καὶ ἀήθει ἐσθῆτι χρωμένους,

καὶ ἄλλα πλεῖστα νεωτερίζοντας. Ἐκ τούτου δὲ πολλὰς γυναῖκας ἀπατηθείσας καταλιπεῖν τοὺς ἄνδρας: εἶτ̓ ἐγκρατεύεσθαι μὴ δυνηθείσας, μοιχείαν ἁμαρτεῖν: τὰς δὲ, προφάσει θεοσεβείας, τὴν κεφαλὴν ἀποκείρασθαι, καὶ ἀλλοίως ἢ γυναικὶ πρέπει, ἀνδράσι δὲ σύνηθες, ἀμφιέννυσθαι.

Διὰ δὴ ταῦτα τοὺς πλησιοχώρους ἐπισκόπους συνελθεῖν ἐν Γάγγραις τῇ μητροπόλει Παφλαγόνων, καὶ ἀλλοτρίους αὐτοὺς ψηφίσασθαι τῆς καθόλου ἐκκλησίας, εἰ μὴ κατὰ τοὺς ὅρους τῆς συνόδου ἕκαστον τῶν εἰρημένων ἀποκηρύξωσιν.

Ἐντεῦθεν δὲ λόγος, Εὐστάθιον ἐπιδεικνύμενον ὡς οὐκ αὐθαδείας ἕνεκα, ἀλλὰ τῆς κατὰ Θεὸν ἀσκήσεως εἰσηγεῖτο ταῦτα καὶ ἐπιτηδεύοι, ἀμεῖψαι τὴν στολὴν, καὶ παραπλησίως τοῖς ἄλλοις ἱερεῦσι τὰς προόδους ποιήσασθαι. Τοιοῦτος δὴ τὰ περὶ τὸν βίον ὑπάρχων, καὶ ἐπὶ λόγοις ἐθαυμάζετο: τὸ δὲ ἀληθὲς εἰπεῖν, ἐγένετο λέγειν μὲν οὐ δεινός: οὐδὲ γὰρ τὴν ἐπὶ τούτῳ ἐπιστήμην ἐξήσκητο: τὸ δὲ ἦθος θαυμάσιος, καὶ πείθειν ἱκανώτατος: ὡς καὶ πολλοὺς τῶν ἐκπορνευομένων ἀνδρῶν καὶ γυναικῶν μεταπεῖσαι σώφρονα καὶ σπουδαῖον βίον ἀναλαβεῖν.

Φασὶ γοῦν αὐτὸν ἄνδρα τινὰ καὶ γυναῖκα κατὰ θεσμὸν ἐκκλησίας παρθενίαν προσποιουμένους, καὶ εἰς ταὐτὸν συνιέναι διαβαλλομένους, σπουδάσαι τῆς πρὸς ἀλλήλους ὁμιλίας παῦσαι: ἀποτυχόντα δὲ μέγα ἀνοιμῶξαι, καὶ εἰπεῖν, ὡς κατὰ νόμον ἀνδρὶ συνοικοῦσα γυνὴ τοὺς περὶ σωφροσύνης λόγους ἀκούσασα αὐτοῦ, συνουσίας ἀπέσχετο, ἧς γαμεταῖς θέμις πρὸς ἰδίους ἄνδρας κοινωνεῖν: τοὺς δὲ, παρανόμως συνουσιάζοντας ἀλλήλοις ἀσθενῆ ἀποφῇναι τὴν αὐτοῦ πειθώ. Τὸν δὴ τοιοῦτον τῆς κατὰ τόδε τὸ κλίμα ἀκριβοῦς μοναστικῆς ἀγωγῆς

ἀρχηγὸν γενέσθαι λόγος. Θρᾴκιοι δὲ καὶ Ἰλλυριοὶ, καὶ ὅσοι τὴν καλουμένην Εὐρώπην οἰκοῦσιν, εἰ καὶ ἀπείρατοι ἔτι μοναχικῶν συνοικιῶν ἦσαν, ἀλλ̓ οὐ παντελῶς φιλοσόφων ἀνδρῶν ἠτύχουν. Ἐγνωρίζετο δὲ τότε παῤ αὐτοῖς Μαρτῖνος, ὃς ἀπὸ Σαβωρίας τῆς Παννονίας ἐπίσημος ἦν τὸ γένος: ἐν ὅπλοις δὲ λαμπρῶς στρατευσάμενος καὶ συνταγματάρχης ἐγένετο. Προτιμήσας δὲ τὸ θεῖον, τὸν φιλόσοφον μετῄει βίον.

Διέτριβε δὲ τὰ πρῶτα παῤ Ἰλλυριοῖς: ἐπεὶ δὲ προθύμως ὑπὲρ τοῦ δόγματος ἀγωνιζόμενος τινὰς τῶν ἐνθάδε ἐπισκόπων ἐφώρασε τὰ Ἀρείου φρονοῦντας, ἐπιβουλευθεὶς καὶ πολλάκις δημοσίᾳ τυπτηθεὶς, ἐξηλάθη: καὶ εἰς Μεδιολάνον ἐλθὼν, καθ̓ ἑαυτὸν διέτριβεν. Ὑπεχώρησέ τε ἔνθεν, ἐπιβουλευόμενος παρὰ Αὐξεντίου τοῦ ἐπισκόπου,

οὐδὲ αὐτοῦ ὑγιῶς ἔχοντος περὶ τὴν πίστιν τῶν ἐν Νικαίᾳ συνελθόντων. Καὶ ἐπί τινα χρόνον ῥίζαις βοτανῶν ἀρκούμενος, νῆσον ᾤκησεν ἣν Γαλληναρίαν καλοῦσι: μικρὰ δὲ αὕτη καὶ ἀοίκητος, ἐν τῷ Τυρρηνικῷ πελάγει κειμένη. Χρόνῳ δὲ ὕστερον καὶ ἐπισκοπεῖν ἐπετράπη τὴν ἐν Ταρρακίναις ἐκκλησίαν. Ἐπὶ τοσοῦτον δὲ θαυματουργίαις προελθεῖν παραδέδοται, ὡς νεκρὸν ἐγεῖραι πιστεύεσθαι, ἄλλα τε σημεῖα ἐπιτελέσαι ἀποστολικῶν οὐ λειπόμενα.

Κατὰ τόδε τὸ ὑπήκοον ἐν τῷ τότε καὶ Ἱλάριον γενέσθαι παρειλήφαμεν, ἄνδρα βίῳ καὶ λόγῳ θεσπέσιον: ὃς Μαρτίνῳ τῆς φυγῆς ἐκοινώνησε διὰ τὴν περὶ τὸ δόγμα σπουδήν. Ἀνδρῶν μὲν οὖν πέρι, οἳ τότε ἐν εὐσεβείᾳ καὶ ἐκκλησιαστικῷ θεσμῷ ἐφιλοσόφουν, τάδε ἔγνων ὡς συνέγραψα.

Ὑπερφυῶς δὲ πολλοὶ καὶ μάλα ἐλλόγιμοι κατὰ τὸν αὐτὸν χρόνον ἐν ταῖς ἐκκλησίαις διέπρεπον. Ἐπισημότατοι δὲ ἐν τούτοις ἐγένοντο, Εὐσέβιος ὁ τὴν Ἐμέσης ἱερωσύνην ἐπιτροπεύσας, καὶ Τῖτος ὁ Βόστρης, καὶ Σεραπίων ὁ Θμουαῖος, Βασίλειός τε ὁ Ἀγκύρας, καὶ Εὐδόξιος ὁ Γερμανικίας, καὶ Ἀκάκιος ὁ Καισαρείας, καὶ Κύριλλος ὃς τὸν Ἱεροσολύμων θρόνον ἐπετρόπευσε. Σύμβολον τῆς αὐτῶν παιδείας, ἃ συνεγράψαντο καὶ καταλελοίπασι, πολλά τε καὶ λόγου ἄξια.

Περὶ Διδύμου τοῦ τυφλοῦ, καὶ περὶ Ἀετίου τοῦ αἱρετικοῦ.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον καὶ Δίδυμος ἐκκλησιαστικὸς συγγραφεὺς διέπρεπε, προϊστάμενος ἐν Ἀλεξανδρείᾳ τοῦ ἱεροῦ διδασκαλείου τῶν ἱερῶν μαθημάτων. Ἐν τούτῳ δὲ καὶ παντοδαπὴ σοφία ᾤκει, ποιηταί τε καὶ ῥήτορες, ἀστρονομία τε καὶ γεωμετρία καὶ ἀριθμοὶ, καὶ δόξαι φιλοσόφων.

Πάντων δὲ νῷ μόνῳ καὶ ἀκοῇ εἴδησιν ἐκτήσατο: νέος γὰρ ἔτι, τυφλὸς ἐγένετο ἐν τῇ πρώτῃ πείρᾳ τῆς μαθήσεως τῶν στοιχείων. Ἤδη δὲ εἰς ἐφήβους τελῶν ἐπεθύμησε λόγων καὶ παιδείας: καὶ τοῖς ταῦτα διδάσκουσι φοιτῶν ἠκροᾶτο μόνον: καὶ ἐπὶ τοσοῦτον ἦλθε σοφίας, ὡς καὶ τῶν ἐν τοῖς μαθήμασι σκολιῶν θεωρημάτων ἐφικέσθαι. Λέγεται δὲ τοὺς χαρακτῆρας τῶν γραμμάτων, σανίδι καταχαραγέντας εἰς βάθος, ἐκμαθεῖν τοῖς δακτύλοις ἐφαπτόμενος: συλλαβὰς δὲ καὶ ὀνόματα καὶ τὰ ἄλλα ἐφεξῆς καταλήψει νοῦ καὶ συνεχεῖ ἀκροάσει καὶ ἀναμνήσει

τῶν ἀκοῇ θηρωμένων. Ἦν δὲ οὐ τὸ τυχὸν θαῦμα: καὶ πολλοὶ κατὰ κλέος τοῦ ἀνδρὸς εἰς Ἀλεξάνδρειαν παρεγίνοντο,

οἱ μὲν αὐτοῦ ἀκουσόμενοι, οἱ δὲ, ἱστορήσοντες μόνον. Ἐλύπει δὲ οὐ μετρίως τοὺς Ἀρείου, τῷ δόγματι τῆς ἐν Νικαίᾳ συνόδου συνιστάμενος. Ἔπειθε γὰρ ῥᾳδίως, οὐ βίᾳ λόγων τοῦτο ποιεῖν δοκῶν: ἀλλ̓ ὑπὸ τῆς ἄγαν πειθοῦς ἕκαστον αὐτῶν οἱονεὶ κριτὴν καθίστη τῶν ἀμφιβόλων. Τοῖς δὲ ἀπὸ τῆς καθόλου ἐκκλησίας περισπούδαστος ἦν: ἐπῄνει δὲ αὐτὸν, καὶ τὰ τάγματα τῶν ἐν Αἰγύπτῳ μοναχῶν καὶ Ἀντώνιος ὁ μέγας.

Ὅν φασι τότε ἐπὶ μαρτυρίᾳ τῆς Ἀθανασίου πίστεως ἐκ τῆς ἐρήμου παραγενόμενον εἰς Ἀλεξάνδρειαν, τάδε πρὸς αὐτὸν εἰπεῖν: Οὐ χαλεπὸν, οὐδὲ λύπης ἄξιον, ὦ Δίδυμε, ὀφθαλμῶν ἀπορεῖν σε, ὧν μέτεστι σαύραις καὶ μυσὶ καὶ τοῖς εὐτελέσι ζώοις: μακάριον δὲ καὶ χαρίεν, ὅτι παραπλησίως ἀγγέλοις τοὺς ὀφθαλμοὺς ἔχεις,

δἰ ὧν τρανῶς τὸ θεῖον κατανοεῖς, καὶ τὴν ἀληθῆ γνῶσιν ἀκριβῶς ὁρᾷς. Οὐ μὴν ἀλλὰ καὶ παρὰ Ἰταλοῖς καὶ τοῖς ἀνὰ τόδε τὸ ὑπήκοον οἰκοῦσιν, ἐπὶ ἀρετῇ πατρίων λόγων διέπρεπον Εὐσέβιος καὶ Ἱλάριος ὁ δηλωθείς: οὗ περὶ πίστεως καὶ πρὸς τοὺς ἑτεροδόξους φασὶν εὐδοκίμους φέρεσθαι λόγους. Καὶ Λουκίφερ, ὃν εὑρετὴν γενέσθαι λέγουσι τῆς ὁμωνύμου αἱρέσεως.

Ἐν τούτῳ δὲ καὶ Ἀέτιος πρὸς τῶν ἑτεροδόξων ἐθαυμάζετο, διαλεκτικός τις ὢν, καὶ συλλογίζεσθαι ἱκανὸς, καὶ περὶ τὰς ἔριδας τῶν λόγων ἐσχολακὼς, καὶ ἀτεχνῶς ταῦτα σπουδάζων. Ἀμέλει τοι ὡς ῥᾳδίως περὶ Θεοῦ διαλεγόμενος, ἄθεος παρὰ τῶν πολλῶν ὠνομάζετο.

Φασὶ δὲ αὐτὸν ἰατρὸν ὄντα τὰ πρῶτα ἐν Ἀντιοχείᾳ τῶν Σύρων, σπουδαίως δὲ ταῖς ἐκκλησίαις φοιτῶντα καὶ περὶ τῶν ἱερῶν γραφῶν διαλεγόμενον, γνώριμον γενέσθαι Γάλλῳ, Καίσαρι ὄντι τότε, πολὺν ποιουμένῳ λόγον τῆς θρησκείας, καὶ τοῖς εὐσεβείας ἐπιμελουμένοις εἰς ἄγαν χαίροντι. Ὡς δὲ εἰκὸς, προφάσει τοιούτων διαλέξεων φίλον αὐτῷ γενόμενον, ἀσκηθῆναι τοῦτο τὸ εἶδος τῶν λόγων, ἵνα μᾶλλον ἀρέσκῃ. Ἐλέγετο γὰρ καὶ διὰ τῶν Ἀριστοτέλους μαθημάτων ἐλθεῖν, καὶ ἐν Ἀλεξανδρείᾳ φοιτῆσαι τοῖς τούτων διδασκάλοις.

Καὶ ἕτεροι δὲ παρὰ τούτους πλῆθος ἐν ταῖς ἐκκλησίαις ἦσαν, ἱκανοὶ διδάσκειν καὶ διαλέγεσθαι περὶ τῶν ἱερῶν γραφῶν:

ἀπαριθμήσασθαι δὲ πάντας, ἔργον. Μήτῳ δὲ χαλεπὸν εἶναι δόξῃ, ὅτι τινὰς τῶν εἰρημένων αἱρέσεων ἢ ἀρχηγοὺς ἢ σπουδαστὰς γενομένους ἐπαινέσας ἔχω: εὐγλωττίας γὰρ ἕνεκεν καὶ τῆς ἐν τοῖς λόγοις δεινότητος, θαυμασίους εἶναι σύμφημι: δογμάτων δὲ πέρι, κρινέτωσαν οἷς τοῦτο ποιεῖν θέμις: οὐδὲ γὰρ τάδε συγγράφειν προὐθέμην, οὔτε ἱστορίᾳ πρέπον: ᾗ ἔργον, μόνα τὰ ὄντα ἀφηγεῖσθαι, μηδὲν οἰκεῖον ἐπεισαγούσῃ. Ὅσοι μὲν δὴ τότε ὧν παρειλήφαμεν, τῇ Ῥωμαίων καὶ Ἑλλήνων φωνῇ κεχρημένοι, ἐπὶ παιδεύσει καὶ λόγοις ἐνδοξότατοι ἐγένοντο, ἐν τοῖς εἰρημένοις τετάχθω.

Περὶ τοῦ ἁγίου Ἐφραίμ.

Ἐώκει δὲ πάντας παρευδοκιμεῖν, καὶ ἐς τὰ μάλιστα τὴν καθόλου ἐκκλησίαν σεμνύνειν, Ἐφραὶμ ὁ Σύρος: ὃς ἐκ Νισίβεως ἢ τῶν τῇδε χωρίων τὸ γένος εἶχεν, ἐν φιλοσοφίᾳ δὲ μοναστικῇ τὸν βίον ἐξασκήσας, οὔτε μαθὼν, οὔτε προσδοκηθεὶς τοιοῦτος εἶναι, ἐξαπίνης ἐπὶ τοσοῦτον παιδείας κατὰ τὴν Σύρων φωνὴν ἐπέδωκεν, ὡς φιλοσοφίας μὲν τῶν ἄκρων ἐφικέσθαι θεωρημάτων: εὐκολίᾳ δὲ καὶ λαμπρότητι λόγου, καὶ τῷ πυκνῷ καὶ σώφρονι τῶν νοημάτων, ὑπερβαλέσθαι τοὺς παῤ Ἕλλησιν εὐδοκιμωτάτους συγγραφέας.

Οὕτω γοῦν τῶν μὲν, εἴτις πρὸς τὴν Σύρων ἢ ἑτέραν γλῶτταν μεταβάλλοι τὰ γράμματα, καὶ τὴν καρυκείαν, ὡς εἰπεῖν, ἀφέλοιτο τῶν Ἑλληνικῶν γλωττισμάτων, αὐτίκα φωρᾶται, καὶ τῆς προτέρας ἀπορρεῖ χάριτος: ἐπὶ δὲ τῶν Ἐφραὶμ λόγων, οὐχ οὕτως. Περιόντος τε γὰρ αὐτοῦ, καὶ εἰσέτι νῦν, ἃ συνεγράψατο πρὸς Ἑλληνίδα φωνὴν ἑρμηνεύουσι: καὶ οὐ πολὺ ἀποδεῖ τῆς ἐν ᾧ πέφυκεν ἀρετῆς: ἀλλὰ καὶ Ἕλλην ἀναγινωσκόμενος,

ἐπίσης τῷ Σύρος εἶναι θαυμάζεται. Ἀμέλει τοι καὶ Βασίλειος, ὁ τὴν Καππαδοκῶν μητρόπολιν μετὰ ταῦτα ἐπισκοπήσας, ἠγάσθη τὸν ἄνδρα, καὶ τῆς παιδεύσεως ἐθαύμασεν. Ὥστε μοὶ δικαίως καταφαίνεται, κοινῇ παρὰ τῶν τότε παῤ Ἕλλησιν ἐπὶ λόγοις θαυμαζομένων ταύτην τὴν μαρτυρίαν ἀπενέγκασθαι τὸν Ἐφραὶμ, διὰ τῆς τοῦ Βασιλείου φωνῆς ἐξενεχθεῖσαν, ὡς τῶν κατ̓ αὐτὸν πάντων ἐλλογιμώτερος γεγενῆσθαι συνωμολόγηται.

Λέγεται δὲ τὰς πάσας ἀμφὶ τὰς τριακοσίας μυριάδας ἐπῶν συγγράψαι, καὶ μαθητὰς ἐσχηκέναι πολλοὺς, σπουδῇ τὴν αὐτοῦ παίδευσιν ζηλώσαντας: ἐπισημοτάτους δὲ Ἀββᾶν, καὶ Ζηνόβιον, Ἁβραάμ τε καὶ Μαρᾶν καὶ Συμεῶνα: ἐφ̓ οἷς μέγα αὐχοῦσιν Σύρων παῖδες, καὶ ὅσοι τὴν παῤ αὐτοῖς παιδείαν ἠκρίβωσαν. Ἐπίσης δὲ Παυλωνᾶν, καὶ Ἀρανὰδ ἐπαινοῦσιν ἐπὶ εὐγλωττίᾳ:

φασὶ δὲ τῶν ὑγιῶν δογμάτων διαμαρτεῖν αὐτούς. Οὐκ ἀγνοῶ δὲ, ὡς καὶ πάλαι ἐλλογιμώτατοι τοῦτον τὸν τρόπον παρὰ Ὀσροηνοῖς ἐγένοντο, Βαρδησάνης τὲ, ὃς τὴν παῤ αὐτοῦ καλουμένην αἵρεσιν συνεστήσατο, καὶ Ἁρμόνιος ὁ Βαρδησάνου παῖς: ὅν φασι διὰ τῶν παῤ Ἕλλησι λόγων ἀχθέντα, πρῶτον μέτροις καὶ νόμοις μουσικοῖς τὴν πάτριον φωνὴν ὑπαγαγεῖν, καὶ χοροῖς παραδοῦναι, καθάπερ καὶ νῦν πολλάκις οἱ Σύροι ψάλλουσιν, οὐ τοῖς Ἁρμονίου συγγράμμασιν, ἀλλὰ τοῖς μέλεσι χρώμενοι.

Ἐπεὶ γὰρ οὐ παντάπασιν ἐκτὸς ἦν τῆς πατρῷας αἱρέσεως, καὶ ὧν περὶ ψυχῆς, γενέσεώς τε καὶ φθορᾶς σώματος, καὶ παλιγγενεσίας, οἱ παῤ Ἕλλησι φιλοσοφοῦντες δοξάζουσιν, οἷά γε ὑπὸ λύραν ἃ συνεγράψατο συνθεὶς,

ταυτασὶ τὰς δόξας τοῖς οἰκείοις προσέμιξε γράμμασιν. Ἰδὼν δὲ Ἐφραὶμ κηλουμένους τοὺς Σύρους τῷ κάλλει τῶν ὀνομάτων, καὶ τῷ ῥυθμῷ τῆς μελῳδίας, καὶ κατὰ τοῦτο προσεθιζομένους ὁμοίως αὐτῷ δοξάζειν, καίπερ Ἑλληνικῆς παιδείας ἄμοιρος, ἐπέστη τῇ καταλήψει τῶν Ἁρμονίου μέτρων: καὶ πρὸς τὰ μέλη τῶν ἐκείνου γραμμάτων ἑτέρας γραφὰς συνᾳδούσας τοῖς ἐκκλησιαστικοῖς δόγμασι συνέθηκεν: ὁποῖα αὐτῷ πεπόνητο ἐν θείοις ὕμνοις καὶ ἐγκωμίοις ἀπαθῶν ἀνδρῶν. Ἐξ ἐκείνου τε Σύροι κατὰ τὸν νόμον τῆς Ἁρμονίου ᾠδῆς τὰ τοῦ Ἐφραὶμ ψάλλουσιν.

Ἡλίκος μὲν οὖν τὴν φύσιν ἐγεγόνει, καὶ ἐκ τούτου τεκμαίρεσθαι χρεών. Ἦν δὲ καὶ τὸν βίον ἐξ ἀγαθῶν ἔργων καὶ ἀκριβοῦς πολιτείας ἐπιφανὴς, καὶ ἡσυχίας εἰς ἄγαν ἐραστής. Σεμνὸς δὲ, καὶ τὰς διαβολὰς ἐπὶ τοσοῦτον εὐλαβούμενος,

ὡς πάσης γυναικὸς καὶ αὐτὴν τὴν θέαν φυλάττεσθαι. Λόγος γοῦν ποτὲ γυναῖκά τινα ἀμελῆ τὸν βίον, ἀναιδῆ δὲ ἴσως τὸν τρόπον, ἢ αὐτὴν τὸν ἄνδρα πειρῶσαν, ἢ ἐπὶ μισθῷ τοῦτο ἄλλοις σπουδάζουσαν, ἐπίτηδες ἐν στενωπῷ ἀντιπρόσωπον ὑπαντῆσαι, ἀσκαρδαμυκτὶ ἐς αὐτὸν βλέπουσαν: τὸν δὲ, ἐπιτιμῆσαι αὐτῇ, καὶ εἰς γῆν ὁρᾷν παρακελεύσασθαι: Καὶ πῶς, ἔφη ἡ γυνὴ, ἥτις οὐκ ἀπὸ γῆς, ἀλλ̓ ἐκ σοῦ ἐγενόμην; δικαιότερον γὰρ εἶναι, σὲ μὲν εἰς γῆν ὁρᾷν ἀφ̓ ἧς ἔχεις τὴν γένεσιν: ἐμὲ δὲ, εἴς σε ὅθεν εἰμί. Θαυμάσας δὲ τὸ γύναιον Ἐφραὶμ, εἰς σύγγραμμα τὸ συμβὰν ἐσχημάτισεν, ὅπερ Σύρων λόγοι ἐν τοῖς σπουδαίοις τῶν αὐτοῦ λόγων τετάχασι.

Λέγεται τὸ πρὶν ἀκρατῶς ὀργῆς ἔχων, ἀφ̓ οὗ τὴν μοναστικὴν ἀγωγὴν μετῆλθε, μηδέπω θεαθῆναι παρά τινος ὀργιζόμενος. Οὕτω γοῦν ἐπὶ πολλαῖς ἡμέραις ὥσπερ εἰώθει νηστεύοντι, προσφέρων αὐτῷ τὸ ὄψον ὁ διακονούμενος, τὴν χύτραν ἔκλασεν: αἰδοῖ δὲ καὶ δέει κεκρατημένον ἰδὼν, Ἀλλὰ θάρρει: καὶ ἡμεῖς, ἔφη, πρὸς τὸ ὄψον ἴωμεν, ἐπειδὴ πρὸς ἡμᾶς οὐκ ἦλθε. Καὶ καθεσθεὶς περὶ τὰ κλάσματα τῆς χύτρας,

ἐδείπνησεν. Ὅσον δὲ κενῆς ἐκράτει δόξης, ἐντεῦθεν ἰστέον. Ποτὲ ψῆφον ἐπισκοπῆς ἐνηνόχασιν ἐπ̓ αὐτόν τινες, καὶ συλλαβεῖν ἐπειρῶντο, ὡς ἐπὶ τὴν χειροτονίαν ἄξοντες: αὐτίκα δὲ αἰσθόμενος, εἰς τὴν ἀγορὰν ἐνέβαλε, καὶ οἷα παραπαίων ἐδείκνυ ἑαυτὸν, ἀτάκτως βαδίζων, καὶ τὴν ἐσθῆτα ἐπισύρων, καὶ δημοσίᾳ ἐσθίων: ἐπεὶ δὲ ἔξω φρενῶν εἶναι νομίσαντες οἱ συλληψόμενοι τῆς ἐπ̓ αὐτὸν ὁρμῆς ἀνεκόπησαν, καιρὸν εὑρὼν ἀπέδρασε,

καὶ μέχρι ἕτερος ἐχειροτονήθη, διέλαθεν. Ἀλλὰ τούτοις μὲν ἐγὼ περὶ τοῦ Ἐφραὶμ ἀρκεσθήσομαι. Τὰ δὲ πλείω ἴσασιν, εἴ τε καὶ λέγουσιν οἱ ἐπιχώριοι. Οἷον δὲ αὐτῷ εἴργασται οὐ πρὸ πολλοῦ τῆς τελευτῆς, ἐπεὶ ἀξιομνημόνευτον εἶναί μοι δοκεῖ, ἐνθάδε ἀναγράψομαι.

Λιμοῦ γὰρ προκαταλαβόντος τὴν Ἐδεσηνῶν πόλιν, διὰ πολλοῦ χρόνου προελθὼν τοῦ οἰκήματος ἐν ᾧ ἐφιλοσόφει, κατεμέμφετο τοὺς τὰς οὐσίας ἔχοντας, ὡς οὐ δέον ὑπερορῶντας τὸ ὁμόφυλον ἀπορίᾳ ἐπιτηδείων φθειρόμενον, τὸν δὲ οἰκεῖον πλοῦτον ἐπιμελῶς φυλάττοντας, ἐπὶ βλάβῃ σφῶν καὶ τιμωρίᾳ τῆς ἰδίας ψυχῆς, ἣν τιμιωτέραν παντοδαποῦ πλούτου καὶ αὐτοῦ τοῦ σώματος καὶ τῶν ἄλλων, φιλοσοφῶν ἐδείκνυ: παῤ οὐδὲν δὲ ταύτην ποιουμένους, διὰ τῶν ἔργων ἀπήλεγχεν.

Οἱ δὲ, αἰδεσθέντες τὸν ἄνδρα καὶ τοὺς αὐτοῦ λόγους, Ἀλλ̓ οὐδὲν ἡμῖν μέλει οὐσίας, ἔφασαν: ᾧ δὲ τὰ τοιαῦτα ἐπιτρέψομεν διακονεῖσθαι, ἀποροῦμεν, σχεδὸν πάντων πρὸς κέρδος κεχηνότων, καὶ καπηλείαν τὸ πρᾶγμα ποιουμένων. Ὑπολαβὼν δὲ, Οἷος ὑμῖν δοκῶ; ἤρετο: τῶν δὲ, ἀξιόχρεών τε καὶ μάλα καλὸν καὶ ἀγαθὸν εἶναι, καὶ τοιοῦτον οἷον ἡ περὶ αὐτοῦ δόξα ἐκράτει, συνομολογούντων: Οὐκοῦν ἑκοντὴς, ἔφη,

δἰ ὑμᾶς ἐπὶ τοῦτο χειροτονήσω ἐμαυτόν. Καὶ λαβὼν ἀργύριον παῤ αὐτῶν, ἀμφὶ τὰς τριακοσίους κλίνας ἐν τοῖς δημοσίοις ἐμβόλοις εἶχε. Καὶ τῶν ἀπὸ λιμοῦ νοσούντων ἐπεμελεῖτο, καὶ ξένους καὶ τοὺς κατὰ σπάνιν ἀναγκαίων ἐκ τῶν ἀγρῶν παραγενομένους ἐδεξιοῦτο. Ἐπεὶ δὲ ὁ λιμὸς ἐπαύσατο, ἐπανῆλθεν εἰς τὸ οἴκημα ἔνθα καὶ πρὸ τούτου διέτριβε. Καὶ ὀλίγων ἡμερῶν ἐπιβιώσας, ἐτελεύτησε: διακονίας μὲν ἄχρι κληρικοῦ τάγματος ἐπιβάς: περιβόητος δὲ ἐπὶ ἀρετῇ γεγονὼς, οὐχ ἧττον τῶν ἱερωσύνῃ καὶ πολιτείᾳ ἀγαθοῦ βίου καὶ παιδεύσει θαυμαζομένων. Ταῦτα τῆς Ἐφραὶμ ἀρετῆς τὰ μηνύματα.

Ἐπαξίως δὲ εἰπεῖν, καὶ περὶ πάντων διεξελθεῖν, ὡς ἐκεῖνος καὶ ἕκαστος τῶν τότε φιλοσοφησάντων ἐβίω καὶ ἐπολιτεύσατο, καὶ παρὰ τίσι, δεήσει συγγραφέως οἷος αὐτός: ἐμοὶ δὲ ἄπορον εἶναι τοῦτο καθορῶ, ὑπό τε ἀσθενείας λόγων,

καὶ ἀγνοίας αὐτῶν τε τῶν ἀνδρῶν, καὶ ὧν κατώρθωσαν. Οἱ μὲν γὰρ ἀνὰ τὰς ἐρήμους ἐλάνθανον: οἱ δὲ καὶ ἐν ὁμίλῳ πόλεων διατρίβοντες, εὐτελεῖς σφᾶς παρεῖχον φαίνεσθαι, καὶ τῶν πολλῶν μηδὲν διαφέροντας: ἀρετὴν μὲν ἐργαζόμενοι, κλέπτοντες δὲ τὴν ἀληθῆ περὶ αὐτῶν δόκησιν, ὥστε μὴ ἐπαινεῖσθαι παρὰ τῶν ἄλλων: πρὸς γὰρ τὰς ἀμοιβὰς τῶν ἐσομένων ἀγαθῶν τὸν νοῦν τείνοντες, μάρτυρα ὧν ἐπόνουν μόνον τὸν Θεὸν ἐποιοῦντο, τῆς δὲ ἔξωθεν δόξης οὐδεὶς αὐτοῖς λόγος ἦν.

Περὶ τῶν τότε πραγμάτων, ὅπως ἐκ συνδρομῆς τῶν βασιλέων καὶ τῶν ἀρχιερέων, τὸ κατὰ Χριστὸν ηὔξανε δόγμα.

Ὣς ἐπίπαν δὲ καὶ οἱ προεστῶτες τότε τῶν ἐκκλησιῶν τὸν βίον ἠκρίβωντο. Εἰκότως τε ὑπὸ τοιούτοις ἐναγόμενα τὰ πλήθη, σπουδαίως συντέτακτο περὶ τὸ τοῦ Χριστοῦ σέβας: καὶ ἡ θρησκεία ὁσημέραι ἐπεδίδου ζήλῳ τε καὶ ἀρετῇ, καὶ παραδόξοις πράξεσιν ἱερῶν καὶ τῶν ἐκκλησιαστικῶν φιλοσόφων ἐθήρα καὶ πρὸς ἑαυτὴν μετῆγε τῆς Ἑλληνικῆς τερθρείας τοὺς

Ἑλληνιστάς. Συνελαμβάνοντο δὲ εἰς ἐπίδοσιν τούτων καὶ οἱ βασιλεῖς, οὐχ ἧττον ἢ ὁ πατὴρ περὶ τὰς ἐκκλησίας σπουδάζοντες, καὶ κληρικοὺς καὶ παῖδας αὐτῶν καὶ οἰκείους ἐξαιρέτοις τιμαῖς καὶ ἀτελείαις γεραίροντες, καὶ τοῖς πατρῴοις νόμοις ἐπιψηφιζόμενοι, καὶ οἰκείους τιθέντες νόμους κατὰ τῶν θύειν ἢ ξόανα θεραπεύειν ἢ ἄλλως Ἑλληνικῶς θρησκεύειν ἐπιχειρούντων.

Ναοὺς δὲ τοὺς πανταχῆ κειμένους ἐν πόλεσι καὶ ἀγροῖς κεκλεῖσθαι προσέταξαν: τοὺς δὲ, ταῖς ἐκκλησίαις προσένειμαν, ἢ τόπων ἢ ὑλῶν προσδεομέναις: μάλιστα γὰρ πολλὴν ἐπιμέλειαν ἐποιοῦντο, τοὺς μὲν ὑπὸ χρόνου κάμνοντας τῶν εὐκτηρίων οἴκων ἀνανεοῦν, τοὺς δὲ, μεγαλοπρεπῶς ἐκ θεμελίων ἐγείρειν.

Ὧν ἔστι καὶ ἡ ἀξιοθέατος καὶ κάλλει ἀοίδιμος Ἐμέσης ἐκκλησία. Ἰουδαίων δὲ ἐνομοθέτησαν μηδένα δοῦλον ὠνεῖσθαι τῶν ἐξ ἑτέρας αἱρέσεως: εἰ δὲ παρὰ τοῦτο ποιήσει, δημόσιον οἰκέτην εἶναι: εἰ δὲ καὶ περιτέμῃ καθὰ Ἰουδαίοις θέμις, εἰς κεφαλὴν εἶναι τὸν

κίνδυνον, καὶ ἀφαίρεσιν τῶν ὄντων. Ἑπεὶ γὰρ τὴν θρησκείαν πάντοθεν αὔξειν ἠβούλοντο, καὶ τούτου πρόνοιαν ἐποιήσαντο, ὥστε μὴ ἀδεῶς εἰς Ἱουδαϊσμὸν ὑποσύρεσθαι τοὺς μὴ τοιούτους ἐκ γένους ὄντας: φυλάττεσθαι δὲ τῇ ἐκκλησίᾳ καὶ τοὺς ἐλπίδα Χριστιανισμοῦ ἔχοντας: μάλιστα γὰρ ἐκ τοῦ Ἑλληνικοῦ πλήθους ἐπεδίδου ἡ θρησκεία.

Περὶ τῆς δόξης τῶν παίδων Κωνσταντίνου: καὶ περὶ τοῦ ὁμοουσίου καὶ ὁμοιουσίου διαφορά: καὶ ὅθεν παρετράπη τῆς ὀρθῆς τάχα πίστεως Κωνστάντιος.

Οὐ μὴν ἀλλὰ καὶ περὶ αὐτὸ τὸ δόγμα τὰ πρῶτα τὴν πατρῴαν ἐφύλαττον δόξαν: ἄμφω γὰρ ἐπαινέται τῆς ἐν Νικαίᾳ πίστεως. Καὶ Κώνστας μὲν οὕτω διαμείνας ἐτελεύτησε: Κωνστάντιος δὲ μέχρι μέν τινος ὁμοίως εἶχε.

Μετὰ ταῦτα δὲ διαβληθείσης τῆς τοῦ ὁμοουσίου λέξεως, τῆς προτέρας παρεκινήθη γνώμης: οὐ μὴν παντελῶς ἀπέσχετο τοῦ κατ̓ οὐσίαν ὅμοιον εἶναι τὸν Υἱὸν συνομολογεῖν τῷ Πατρί. Οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον, καὶ ἄλλοι τινὲς τῶν τότε ἀνὰ τὴν ἕω ἐπὶ λόγῳ καὶ βίῳ θαυμαζομένων ἐπισκόπων, διαφορὰν, ὡς ἔγνωμεν, εἰσηγοῦντο τοῦ ὁμοούσιον λέγειν καὶ κατ̓ οὐσίαν ὅμοιον, ὅπερ ὁμοιούσιον ὠνόμαζον.

Τὸ μὲν γὰρ ὁμοούσιον, ἐπὶ σωμάτων κυρίως νοεῖσθαι, οἷον ἀνθρώπων καὶ τῶν ἄλλων ζώων, καὶ δένδρων καὶ φυτῶν, οἷς ἐξ ὁμοίου ἡ μετουσία καὶ ἡ γένεσίς ἐστι: τὸ δὲ ὁμοιούσιον, ἐπὶ ἀσωμάτων, οἷον ἐπὶ Θεοῦ καὶ Ἀγγέλων, ἑκατέρου πρὸς ἑαυτὸν νοουμένου κατ̓ ἰδίαν οὐσίαν.

Ὑπὸ δὴ τῶν τοιούτων καὶ Κωνστάντιος ὁ βασιλεὺς μετεπείσθη. Καὶ κατὰ μὲν διάνοιαν, ὡς εἰκάζω, ὅμοια τῷ πατρὶ καὶ τῷ ἀδελφῷ ἐφρόνει: ῥητὸν δὲ ῥητοῦ ἀμείψας, ἀντὶ ὁμοουσίου ὁμοιούσιον ἔλεγε. Τοῦτο γὰρ ἐδόκει τοῖς τούτων εἰσηγηταῖς ἀκριβέστερον ὧδε ὀνομάζειν ἰσχυριζομένοις, ὡς εἴτις μὴ τοῦτο λέγει, κινδυνεύοι σῶμα τὸ ἀσώματον νοεῖν: ὅπερ εὔηθες εἶναι πολλοῖς ἐδόκει. Ἐκ γὰρ τῶν φαινομένων ἔφασκον χρῆναι περὶ τῶν νοητῶν τὰ ὀνόματα μεταλαμβάνειν: λέξεώς τε κίνδυνον μηδένα εἶναι, ἢν μὴ περὶ ἔννοιαν ἡ ἁμαρτία γένηται.

Ἔτι περὶ τοῦ ὁμοουσίου, καὶ περὶ τῆς ἐν Ἀριμίνῳ συνόδου, ὅπως καὶ ὅθεν καὶ διὸ συνέστη.

Οὐ θαυμαστὸν δὲ, εἰ ὁ βασιλεὺς αὐτὸ τοῦτο πέπονθεν: ἐπεὶ καὶ τῶν ἱερέων πολλοὶ ἀφιλονείκως τὸ ὄνομα τοῦτο προσίεντο, τῇ διανοίᾳ συνᾴδοντες τοῖς ἐν Νικαίᾳ συνεληλυθόσιν: οἱ δὲ ἑκατέρᾳ λέξει μηδὲν διαφερόμενοι ἐχρῶντο ἐπὶ τῆς αὐτῆς σημασίας. Ὥστε μοι δοκεῖ παρὰ πολὺ τῆς ἀληθείας κεκομψεῦσθαι ἐκεῖνον τὸν λόγον τοῖς τὰ Ἀρείου φρονοῦσιν.

Λέγουσι γὰρ ὡς μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον πολλοὶ τῶν ἱερέων, ὦν ἦσαν Εὐσέβιος καὶ Θεόγνιος, οὐκέτι λέγειν ἠνείχοντο ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν: καὶ χαλεπῄνας Κωνσταντῖνος ὑπερορίαν αὐτοὺς οἰκεῖν κατεδίκασεν.

Ὄναρ δὲ ἢ ὕπαρ θεόθεν προανεφάνη τῇ ἀδελφῇ τοῦ βασιλέως, ὡς ὀρθῶς δοξάζουσι καὶ ἀδίκως τάδε πεπόνθασιν. Ἐκ τούτου δὲ τὸν βασιλέα μετακαλέσασθαι αὐτοὺς, καὶ πυθέσθαι τί δήποτε παρὰ τὰ ἐν Νικαίᾳ δόξαντα φρονοῦσι, καὶ ταῦτα κοινωνοὶ γενόμενοι τῆς ἐκτεθείσης ἐνθάδε ἐπὶ τῇ πίστει γραφῆς.

Τοὺς δὲ φᾶναι, οὐκ ἀπὸ γνώμης συναινέσαι: δεδιότας δὲ μὴ, ὡς εἰκὸς, ἔριδος ἐπὶ τούτῳ γενομένης, καταγνῷ ὡς ἀμφιβόλου τοῦ δόγματος, καὶ πρὸς Ἑλληνισμὸν τραποίη, καὶ διώξοι τὴν ἐκκλησίαν, ἔναγχος χριστιανίζειν ἀρξάμενος καὶ ἔτι ἀβάπτιστος ὤν. Ἐπὶ ταύτῃ δὲ τῇ ἀπολογίᾳ φασὶ Κωνσταντῖνον συγγνώμην αὐτοῖς νεῖμαι: προνοῆσαι δὲ πάλιν ἑτέραν συναθροῖσαι σύνοδον.

Ἐν δὲ τῷ ταῦτα βουλεύεσθαι φθασάσης τῆς αὐτοῦ τελευτῆς, οἷα πρεσβυτέρῳ παιδὶ ἐντείλασθαι Κωνσταντίῳ τοῦτο ἐπιτελέσαι, ὡς οὐδὲν ὄφελος ὂν αὐτῷ βασιλείας, εἰ μὴ συμφώνως πρὸς πάντων τὸ θεῖον θρησκεύοιτο. Τὸν δὲ τῷ πατρὶ πειθόμενον, τὴν ἐν Ἀριμίνῳ συγκροτῆσαι σύνοδον.

Ἧι μάλιστα τὸ ψεῦδος φωρᾶται. Συνεληλύθασι γὰρ Ὑπατίου καὶ Εὐσεβίου ὑπατευόντων, ἡνίκα ἀμφὶ τὸ δεύτερον καὶ εἰκοστὸν ἔτος ἐν τῇ ἡγεμονίᾳ διήνυε Κωνστάντιος μετὰ τὴν τοῦ πατρὸς τελευτήν: πολλῶν ἐν τῷ μεταξὺ συνόδων γενομένων, ἐν αἷς περὶ ὁμοουσίου καὶ ὁμοιουσίου ζήτησις ἦν.

Τὸ δὲ κατ̓ οὐσίαν ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν δοξάζειν, παντελῶς οὐδεὶς ἠθέλησεν εἰσότε περὶ τούτου Ἀέτιος χαλεπῶς ἤνεγκε. Καὶ ἐπὶ ἀναιρέσει τοῦ τοιούτου δόγματος, ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ προσέταξε κατὰ τὸν αὐτὸν χρόνον τοὺς ἱερέας συνελθεῖν. Ὥστε τὴν ἀληθῆ αἰτίαν ταυτησὶ τῆς συνόδου γενέσθαι, οὐ τὴν Κωνσταντίνου κέλευσιν, ἀλλὰ τὴν κατ̓ Ἀέτιον ζήτησιν. Ὅτι μὲν οὖν τάδε ὧδε ἔχει, καὶ τὰ ἑξῆς ἐπιδείξει.

Ὡς γράμμασι Κωνσταντίου πάλιν Ἀθανάσιος κάτεισι, καὶ τὸν θρόνον λαμβάνει: καὶ περὶ τῶν τῆς Ἀντιοχείας ἀρχιερέων: καὶ περὶ τῶν Κωνσταντίου πρὸς αὐτὸν ζητημάτων: καὶ περὶ τῆς ἐν ὕμνοις δοξολογίας.

Ὁ δὲ Κώνστας τὰ ἐν Σαρδικῇ γεγενημένα μαθὼν, ἔγραψε τῷ ἀδελφῷ ἀποδοῦναι τοῖς ἀμφὶ τὸν Ἀθανάσιον καὶ Παῦλον τὰς ἑαυτῶν ἐκκλησίας. Ὡς δὲ ἀνεβάλλετο,

πάλιν ἔγραψεν, ἢ δέχεσθαι τοὺς ἄνδρας, ἢ πρὸς πόλεμον παρασκευάσασθαι. Κοινωσάμενος δὲ περὶ τούτου Κωνστάντιος τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις, εὔηθες ἐνόμισε τούτου χάριν ἐμφύλιον αἱρεῖσθαι μάχην. Μετακαλεῖται δὲ Ἀθανάσιον ἐκ τῆς Ἰταλίας, δημόσια ὀχήματα δοὺς αὐτῷ πρὸς τὴν ἐπάνοδον, καὶ γράμμασι πολλάκις προτρέψας θᾶττον ἐπανελθεῖν.

Ἀθανάσιος δὲ ἐν Ἀκυλίᾳ τότε διάγων, δεξάμενος τὰ Κωνσταντίου γράμματα, ἧκεν εἰς Ῥώμην, τοῖς ἀμφὶ τὸν Ἰούλιον συνταξόμενος. Ὁ δὲ μάλα φιλοφρόνως ἀπέπεμψεν αὐτὸν, ἐπιστολὴν δοὺς πρὸς τὸν Ἀλεξανδρέων κλῆρον καὶ λαὸν, ὡς εἰκὸς τὸν ἄνδρα θαυμάζουσαν, ἐπιδοξότατον τοῖς πολλοῖς κινδύνοις γεγενημένον, καὶ συνηδομένην τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ ἐπὶ τοσούτου ἱερέως ἐπανόδῳ, καὶ τὰ αὐτοῦ φρονεῖν παρακελευομένην.

Ἐντεῦθέν τε ἧκεν εἰς Ἀντιόχειαν τῆς Συρίας, ὅπου τότε διέτριβεν ὁ βασιλεύς: τὰς δὲ ἐκκλησίας κατεῖχε Λεόντιος: μετὰ γὰρ τὴν Εὐσταθίου φυγὴν, οἱ ἐκ τῆς ἐναντίας αἱρέσεως τὸν Ἀντιοχείας ἐπετρόπευον θρόνον: πρῶτος μὲν Εὐφρόνιος, μετὰ δὲ τοῦτον Πλάκητος, καὶ ἐφεξῆς Στέφανος. Ὡς ἀναξίου δὲ αὐτοῦ ἀποχειροτονηθέντος, Λεόντιος τότε τὴν ἐπισκοπὴν διεῖπεν. Ὅν ὡς ἑτερόδοξον παρῃτεῖτο Ἀθανάσιος: τοῖς δὲ καλουμένοις Εὐσταθιανοῖς ἐκοινώνει, ἐν ἰδιωτῶν οἰκίαις ἐκκλησιάζων.

Ἐπεὶ δὲ εὔνου καὶ ἐπιεικοῦς ἐπειράθη Κωνσταντίου, καὶ ἐδόκει τὴν ἰδίαν αὐτῷ ἀπολαβεῖν ἐκκλησίαν, ὑποθεμένων τῶν προεστώτων τῆς ἐναντίας αἱρέσεως: Ἀλλ̓ ἐγὼ μὲν, ἔφη ὁ βασιλεὺς, ἕτοιμός εἰμι περᾶναι τὰς ὑποσχέσεις, ἐφ̓ αἷς σε μετεκαλεσάμην: ἐν δίκῃ δὲ καὶ αὐτὸς, ἣν ἂν αἰτήσαιμι χάριν, προθύμως συγχωρήσεις: ἡ δέ ἐστιν, ὥστε ἐκ πολλῶν τῶν ὑπό σε ἐκκλησιῶν μίαν ἔχειν τοὺς κοινωνεῖν σοι παραιτουμένους.

Ὑπολαβὼν δὲ Ἀθανάσιος, Καὶ μάλα, βασιλεῦ, εἶπε, δίκαιον καὶ ἀναγκαῖον τοῖς σοῖς προστάγμασι πείθεσθαι, καὶ οὐκ ἀντερῶ: ἐπεὶ δὲ καὶ ἀνὰ τήνδε τὴν Ἀντιόχειαν πόλιν εἰσὶν οἱ τὴν κοινωνίαν τῶν ἑτεροδόξων ἡμῖν ἀποφεύγοντες, παραπλησίαν αἰτῶ χάριν, ὥστε καὶ αὐτοὺς μίαν ἔχειν ἐκκλησίαν, καὶ ἀδεῶς ἐν ταύτῃ συνιέναι.

Δίκαια δὲ λέγειν Ἀθανάσιον τοῦ βασιλέως δοκιμάσαντος, ἄμεινον ἐφάνη τοῖς ἀπὸ τῆς ἑτέρας αἱρέσεως ἡσυχίαν ἄγειν, λογιζομένοις ὡς οὐ πάντως τὰ τῆς οἰκείας δόξης ἐπίδοσιν ἕξει παρὰ Ἀλεξανδρεῦσι δἰ αὐτὸν Ἀθανάσιον, ἱκανὸν ὄντα τοὺς ὁμοφρονοῦντας ἀσφαλῶς ἔχειν, καὶ τοὺς ἐναντίους ἐπάγεσθαι: παρὰ δὲ Ἀντιοχεῦσιν εἰ τοῦτο γένοιτο, πρῶτον μὲν συγκροτηθήσεσθαι τοὺς Εὐσταθίου ἐπαινέτας πολλοὺς ὄντας:

ἔπειτα δὲ, ὡς εἰκὸς, νεωτέρων αὐτοὺς πειραθήσεσθαι πραγμάτων, ἐξὸν ἀκινδύνως ἔχειν οὓς ἔχουσιν: ἐπεὶ καὶ κρατούντων αὐτῶν τῶν τῇδε ἐκκλησιῶν, οὐ παντελῶς οἷς ἐδόξαζον ὁ πᾶς κλῆρος καὶ ὁ λαὸς ἐπείθοντο: ἀλλὰ κατὰ χοροὺς, ὡς ἔθος ἐν τῷ ὑμνεῖν τὸν Θεὸν, συνιστάμενοι, πρὸς τῷ τέλει τῶν ᾠδῶν τὴν οἰκείαν προαίρεσιν ἐπεδείκνυον. Καὶ οἱ μὲν, Πατέρα καὶ Υἱὸν ὡς ὁμότιμον ἐδόξαζον: οἱ δὲ, Πατέρα ἐν Υἱῷ, τῇ παρενθέσει τῆς προθέσεως, δευτερεύειν τὸν Υἱὸν ἀποφαίνοντες.

Ἀμέλει τοι τούτων ὧδε γεγενημένων, ἀπορῶν ὅ, τι ποιήσειε Λεόντιος, ὃς κατὰ τόνδε τὸν χρόνον ἐκ τῆς ἐναντίας αἱρέσεως τὸν Ἀντιοχέων διεῖπε θρόνον, κωλύειν μὲν οὐκ ἐπεχείρησε τοὺς κατὰ τὴν παράδοσιν τῆς ἐν Νικαίᾳ συνόδου τὸν Θεὸν ὑμνοῦντας: ἐδεδίει γὰρ, μὴ στασιάσῃ τὸ πλῆθος: λέγεται δὲ τῆς κεφαλῆς ἐφαψάμενος, ὑπὸ πολιᾶς λευκῆς οὔσης, εἰπεῖν: ὡς ταυτησὶ τῆς χιόνος λυθείσης, πολὺς ἔσται πηλός: ὑποδηλῶν ὡς αὐτοῦ τελευτήσαντος, εἰς στάσιν τῷ λαῷ καταλήξει ἡ ἐν τοῖς ὕμνοις διαφωνία, μὴ ἀνεχομένων τῶν μετ̓ αὐτὸν ὁμοίως συμπεριφέρεσθαι τῷ πλήθει.

Οἶα Κωνστάντιος ὑπὲρ Ἀθανασίου τοῖς κατ̓ Αἴγυπτον γράφει: καὶ περὶ τῆς ἐν Ἱεροσολύμοις συνόδου.

Ὁ δὲ βασιλεὺς ἀποπέμπει Ἀθανάσιον εἰς Αἴγυπτον: ἔγραψε δὲ περὶ αὐτοῦ τοῖς κατὰ πόλιν ἐπισκόποις καὶ πρεσβυτέροις, καὶ τῷ λαῷ τῆς Ἀλεξανδρέων ἐκκλησίας, ὀρθότητά τε βίου μαρτυρῶν αὐτῷ καὶ τρόπων ἀρετήν: παρακελευόμενος ὁμονοεῖν, καὶ ὑπὸ πρωτοστάτῃ αὐτῷ εὐχαῖς καὶ ἱκεσίαις τὸ θεῖον θεραπεύειν: εἰ δέ τινες ἐθελοκακοῦντες στασιώδεις ἀναφανεῖεν, τιμωρίαν διδόναι κατὰ τοὺς περὶ τούτων κειμένους νόμους.

Προσέταξε δὲ καὶ τὰ πρότερον παῤ αὐτοῦ γραφέντα κατὰ Ἀθανασίου καὶ τῶν αὐτῷ κοινωνούντων, ἀπὸ τῶν δημοσίων ὑπομνημάτων ἀπαλιφῆναι: καὶ ὡς τὸ πρὶν, ἀτέλειαν ἔχειν λειτουργημάτων τοὺς αὐτοῦ κληρικούς. Καὶ περὶ τούτου πρὸς τοὺς ἀνὰ τὴν Αἴγυπτον καὶ Λιβύην ἄρχοντας ἔγραψε.

Παραγενόμενος δὲ Ἀθανάσιος εἰς Αἴγυπτον, οὓς μὲν ἔγνω τὰ Ἀρείου φρονοῦντας, καθεῖλεν: οἷς δὲ αὐτὸς ἐδοκίμασε, τὰς ἐκκλησίας ἐπέτρεψε, καὶ τὴν πίστιν τῆς ἐν Νικαίᾳ συνόδου: καὶ σπουδῇ ταύτης ἔχεσθαι ἐνετέλλετο.

Λέγεται δὲ τότε καὶ διὰ τῶν ἄλλων ἐθνῶν τὴν ὁδοιπορίαν ποιούμενος, ὅμοια πρᾶξαι, εἰ συνέβαινε ταῖς ἐκκλησίαις ὑπὸ τῶν Ἀρείου κατέχεσθαι. Ἀμέλει τοι καὶ τοῦτο ἔγκλημα αὐτῷ ἐπῆγον, ὡς ἐν πόλεσι μηδὲν αὐτῷ προσηκούσαις, χειροτονεῖν ἐτόλμησεν.

Οἷα δὲ καὶ ἀκόντων τῶν ἐναντίων κατωρθωκὼς τὴν ἐπάνοδον, καὶ διὰ τὴν φιλίαν Κώνσταντος τοῦ βασιλέως οὐ δοκῶν εὐκαταφρόνητος εἶναι, μᾶλλον ἢ πρότερον ἐν τιμῇ ἦν. Πολλοὶ δὲ καὶ τῶν ἐπισκόπων τῆς πρὸς αὐτὸν ἀπεχθείας μετέθεντο, καὶ κοινωνίας μετέδοσαν, ὡς Παλαιστινοί: παριόντα γὰρ αὐτὸν τότε δἰ αὐτῶν, εὐμενῶς προσεδέξαντο: καὶ συνόδον ἐν Ἱεροσολύμοις ἐπιτελέσαντες Μάξιμός τε καὶ ἕτεροι, ἔγραψαν περὶ αὐτοῦ τάδε.

Ἐπιστολὴ τῆς ἐν Ἱεροσολύμοις συνόδου ὑπὲρ Ἀθανασίου.

Ἡ ἁγία σύνοδος ἡ ἐν Ἱεροσολύμοις συναχθεῖσα, τοῖς ἐν Αἰγύπτῳ καὶ Λιβύῃ, καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ πρεσβυτέροις καὶ διακόνοις καὶ λαῷ, ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς, ἐν Κυρίῳ χαίρειν.

Κατ̓ ἀξίαν τῷ τῶν ὅλων Θεῷ εὐχαριστεῖν οὐκ ἀρκοῦμεν, ἀγαπητοὶ, ἐφ̓ οἶς θαυμασίοις ἐποίησε πάντοτε, ἐποίησε δὲ καὶ νῦν μετὰ τῆς ὑμετέρας ἐκκλησίας, τὸν ποιμένα ὑμῶν καὶ κύριον καὶ συλλειτουργὸν ἡμῶν Ἀθανάσιον ἀποδοὺς ὑμῖν. Τίς γὰρ ἤλπισέ ποτε ταῦτα ὀφθαλμοῖς ἰδεῖν, ἃ νῦν ὑμεῖς ἔργῳ ἀπολαμβάνετε; ἀλλ̓ ἀληθῶς αἱ εὐχαὶ ὑμῶν εἰσηκούσθησαν παρὰ τῷ τῶν ὅλων Θεῷ, τῷ κηδομένῳ τῆς ἐκκλησίας αὐτοῦ, καὶ ἐπιδόντι ὑμῶν τὰ δάκρυα καὶ τοὺς ὀδυρμοὺς,

καὶ διὰ τοῦτο τῶν δεήσεων ὑμῶν ἐπακούσαντι. Ἦτε γὰρ ὡς πρόβατα ἐρριμμένα καὶ ἐσκυλμένα, μὴ ἔχοντα ποιμένα. Καὶ διὰ τοῦτο ἐπεσκέψατο ὑμᾶς ὁ ἀληθινὸς ποιμὴν οὐρανόθεν, ὁ τῶν ἰδίων προβάτων κηδόμενος, ἀποδοὺς ὑμῖν ὃν ἐποθεῖτε.

Ἰδοὺ γὰρ καὶ ἡμεῖς πάντα ὑπὲρ τῆς ἐκκλησιαστικῆς εἰρήνης πράττοντες, καὶ τῇ ὑμετέρᾳ συμπνέοντες ἀγάπῃ, προλαβόντες αὐτὸν ἠσπασάμεθα: καὶ κοινωνήσαντες δἰ αὐτοῦ ὑμῖν ταύτας τὰς προσρήσεις διαπεμπόμεθα, καὶ τὰς εὐχαριστηρίους ἡμῶν εὐχὰς, ἵν̓ εἰδῆτε τῷ συνδέσμῳ τῆς ἀγάπης πρὸς αὐτὸν καὶ ἡμᾶς ἡνῶσθαι.

Ὀφείλετε δὲ καὶ ὑπὲρ τῆς εὐσεβείας τῶν θεοφιλεστάτων βασιλέων εὔχεσθαι: οἵ τινες καὶ αὐτοὶ γνόντες τὸν πόθον ὑμῶν τὸν περὶ αὐτὸν καὶ τὴν αὐτοῦ καθαρότητα, ἀποκαταστῆσαι ὑμῖν αὐτὸν μετὰ πάσης τιμῆς κατηξίωσαν.

Ὑπτίαις οὖν δεξάμενοι αὐτὸν χερσὶ, καὶ τὰς ὀφειλομένας ὑπὲρ αὐτοῦ εὐχαριστηρίους εὐχὰς ἀναπέμψαι τῷ ταῦτα ὑμῖν χαρισαμένῳ Θεῷ σπουδάσατε, ὑπὲρ τοῦ διὰ παντὸς ὑμᾶς χαίρειν σὺν Θεῷ, καὶ δοξάζειν τὸν κύριον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δἰ οὗ τῷ Πατρὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁμολογία Οὐάλεντος καὶ Οὐρσακίου τῶν τὰ Ἀρείου φρονούντων, πρὸς τὸν Ῥώμης, ὡς ψευδῆ κατεῖπον Ἀθανασίου.

Καὶ τὰ μὲν ὧδε ἔγραψεν ἡ ἐκ Παλαιστίνης σύνοδος. Μέγιστον δὲ ἐπὶ τούτοις Ἀθανασίῳ συνεκύρησε, περιφανῶς ἐλέγχον ἀδίκως αὐτοῦ καταδικάσαι τοὺς ἐν Τύρῳ συνεληλυθότας. Οὐάλης γὰρ καὶ Οὐρσάκιος, οἳ σὺς τοῖς ἀμφὶ Θεόγνιον, ὡς πρόσθεν εἴρηται, εἰς τὸν Μαρεώτην παρεγένοντο ἐρευνῆσαι, εἰ κατὰ τὴν Ἰσχυρίωνος γραφὴν ποτήριον ἱερὸν συνέτριψε, μεταμεληθέντες τάδε ἔγραψαν Ἰουλίῳ τῷ ʼΡωμαίων ἐπισκόπῳ.

Τῷ Κυρίῳ μακαριωτάτῳ πάπᾳ Ἰουλίῳ, Οὐρσάκιος καὶ Οὐάλης. Ἐπειδὴ συνέστηκεν ἡμᾶς πολλά τε πρὸ τούτου καὶ δεινὰ περὶ Ἀθανασίου τοῦ ἐπισκόπου διὰ γραμμάτων ἡμῶν ὑποβεβληκέναι, γράμμασι τῆς σῆς χρηστότητος μεθοδευθέντες τοῦ πράγματος χάριν περὶ οὗ ἐδηλώσαμεν, οὐκ ἠδυνήθημεν λόγον ἀποδοῦναι, ὁμολογοῦμεν παρὰ τῇ σῇ χρηστότητι, παρόντων τῶν ἀδελφῶν ἡμῶν πάντων τῶν πρεσβυτέρων, ὅτι πάντα τὰ πρὸ τούτου ἐλθόντα εἰς τὰς ἀκοὰς ὑμῶν περὶ τοῦ ὀνόματος τοῦ προειρημένου Ἀθανασίου, ψευδῆ καὶ πλαστά ἐστι, πάσῃ τε δυνάμει ἀλλότρια αὐτοῦ τυγχάνει: διά τοι τοῦτο, ἡδέως ἀντιποιούμεθα τῆς κοινωνίας τοῦ προειρημένου Ἀθανασίου: μάλιστα ὅτι ἡ θεοσέβειά σου κατὰ τὴν ἔμφυτον αὐτῆς καλοκαγαθίαν, τῇ πλάνῃ ἡμῶν συγγνώμην κατηξίωσε δοῦναι.

Ὁμολογοῦμεν καὶ τοῦτο, ὅτι ἐάν ποτε ἡμᾶς οἱ ἀνατολικοὶ θελήσωσιν, ἢ καὶ αὐτὸς Ἀθανάσιος, κακοτρόπως περὶ τούτου εἰς κρίσιν καλέσαι, μὴ ἀπέρχεσθαι παρὰ γνώμην τῆς σῆς διαθέσεως.

Τὸν δὲ αἱρετικὸν Ἄρειον, καὶ τοὺς ὑπερασπίζοντας αὐτοῦ, τοὺς λέγοντας, ἦν ποτὲ ὅτε οὐκ ἦν ὁ υἱὸς, καὶ ὅτι ἐκ τοῦ μὴ ὄντος Χριστός ἐστι, καὶ τοὺς ἀρνουμένους τὸν Χριστὸν Θεὸν εἶναι καὶ Υἱὸν Θεοῦ πρὸ αἰώνων, καθὼς καὶ ἐν τῷ προτέρῳ λιβέλλῳ ἑαυτῶν ἐν τῇ Μεδιολάνων ἐπιδεδώκαμεν, καὶ νῦν καὶ ἀεὶ ἀναθεματίζομεν: ταῦτα δὲ τῇ χειρὶ αὐτῶν γράψαντες, ὁμολογοῦμεν πάλιν ὅτι τὴν Ἀρειανικὴν αἵρεσιν, καθὰ προείπομεν, καὶ τοὺς ταύτης αὐθέντας κατεκρίναμεν εἰς τὸν αἰῶνα.

Ἐγὼ Οὐρσάκιος τῇ ὁμολογίᾳ μου ταύτῃ παρὼν ὑπέγραψα. Ὡσαύτως δὲ καὶ Οὐάλης.

Καὶ ἃ μὲν πρὸς Ἰούλιον ὡμολόγησαν, ταῦτά ἐστιν. Ἃ δὲ καὶ πρὸς Ἀθανάσιον ἔγραψαν, ἀναγκαίως παραθήσομαι. Ἔχει δὲ ὧδε.

Ἐπιστολὴ εἰρηνικὴ τῶν αὐτῶν πρὸς τὸν μέγαν Ἀθανάσιον: ἔτι δὲ καὶ ὅπως οἱ λοιποὶ τῆς ἑῴας ἐπίσκοποι τοὺς ἰδίους θρόνους ἀπέλαβον: καὶ ὅτι πάλιν Μακεδονίου ἐκβληθέντος, Παῦλος τῷ θρόνῳ ἀντικατέστη.

Κυρίῳ ἀδελφῷ Ἀθανασίῳ ἐπισκόπῳ, Οὐρσάκιος καὶ Οὐάλης ἐπίσκοποι. Ἀφορμὴν εὑρόντες διὰ τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου ἡμῶν Μουσαίου ἐρχομένου πρὸς τὴν σὴν ἀγάπην, ἀδελφὲ ἀγαπητὲ, διὰ τούτου σε καὶ πάνυ προσαγορεύομεν ἀπὸ τῆς Ἀκυλίας: καὶ εὐχόμεθά σε ὑγιαίνοντα, τὰ γράμματα τὰ ἡμέτερα ἀναγνῶναι.

Δώσεις γὰρ ἡμῖν θαρρεῖν, ἐὰν καὶ σὺ ἐν τῷ γράφειν ἀποδῷς ἡμῖν τὴν ἀμοιβήν. Γίνωσκε γὰρ ἡμᾶς εἰρήνην ἔχειν μετά σου, καὶ κοινωνίαν ἐκκλησιαστικήν. Καὶ τούτων γνώρισμα, ἡ διὰ τούτων τῶν γραμμάτων προσηγορία.

Ἀθανάσιος μὲν οὖν οὕτως ἐκ τῆς πρὸς δύσιν ἀρχομένης ἐπανῆλθεν εἰς Αἴγυπτον. Καὶ Παῦλος δὲ καὶ Μάρκελλος, Ἀσκληπᾶς τε καὶ Λούκιος, τοὺς ἰδίους ἀπέλαβον θρόνους: καὶ γὰρ δὴ τούτοις γράμματα βασιλέως ἐπέτρεπε τὴν ἐπάνοδον.

Καὶ ἐν μὲν τῇ Κωνσταντινουπόλει Παύλου εἰσελθόντος, ὑπεχώρησε Μακεδόνιος, καὶ καθ̓ ἑαυτὸν ἐκκλησίαζεν. Ἐν Ἀγκύρᾳ δὲ μέγιστος συνέβη θόρυβος, ἀφαιρουμένου Βασιλείου τῆς ἐνθάδε ἐκκλησίας, ἡνίκα Μάρκελλος εἰσῄει. Τοῖς δὲ ἄλλοις οὐ χαλεπὴ ἡ εἴσοδος ἐγένετο.

Περὶ τῆς ἀναιρέσεως Κώνσταντος τοῦ Καίσαρος, καὶ τῶν ἐν Ῥώμῃ συμβάντων.

ΚΑΙ τὰ μὲν ὧδε συνέβη. Τετάρτῳ δὲ ἔτει τῆς ἐν Σαρδοῖ συνόδου, κτίννυται Κώνστας περὶ τοὺς πρὸς δύσιν Γαλάτας. Μαγνέντιος δὲ, ὃς αὐτῷ τὸν φόνον ἐπεβούλευσε, πᾶσαν τὴν ὑπὸ Κώνσταντος ἀρχομένην, ὑφ̓ ἑαυτὸν ἐποίησε. Βρετανίων δὲ τὶς ὑπὸ τῶν Ἰλλυριῶν στρατιωτῶν ἐν τῷ Σιρμίῳ βασιλεὺς ἀνηγορεύθη.

Πλεῖστον δὲ τούτων τῶν κακῶν μέρος καὶ ἡ πρεσβυτέρα Ῥώμη μετεῖχε, Νεποτιανοῦ, ὃς ἀδελφιδοῦς ἦν καὶ Κωνσταντίνου τοῦ βασιλεύσαντος, τοὺς μονομάχους περὶ ἑαυτὸν ποιησαμένου, καὶ τῆς βασιλείας ἀμφισβητοῦντος. Ἀλλ̓ ὁ μὲν ὑπὸ τῶν Μαγνεντίου στρατιωτῶν ἀνῃρέθη. Κωνστάντιος δὲ, ὡς εἰς μόνον αὐτὸν τῆς πάσης ἀρχῆς περιελθούσης, αὐτοκράτωρ ἀναγορευθεὶς,

τοὺς τυράννους καθελεῖν ἐσπούδαζεν. Ἐν τούτῳ δὲ Ἀθανάσιος παρεγένετο εἰς Ἀλεξάνδρειαν, καὶ σύνοδον γενέσθαι παρεσκεύασε τῶν ἐξ Αἰγύπτου ἐπισκόπων, καὶ ἐπιψηφίσασθαι τοῖς ἐν Σαρδοῖ καὶ Παλαιστίνῃ περὶ αὐτοῦ δεδογμένοις.

Ὡς πάλιν Κωνστάντιος ἀπελαύνει τὸν Ἀθανάσιον, καὶ ὑπερορίζει τοὺς τὸ ὁμοούσιον πρεσβεύοντας: καὶ περὶ τοῦ θανάτου Παύλου Κωνσταντινουπόλεως, καὶ ὡς κατέστη πάλιν ἐπὶ τοῦ θρόνου ὁ Μακεδόνιος, κάκιστα ἐργαζόμενος.

Ὁ δὲ βασιλεὺς ταῖς διαβολαῖς πεισθεὶς τῶν ἀπὸ τῆς ἐναντίας αἱρέσεως, ἐπὶ τῆς αὐτῆς οὐκ ἔμεινε γνώμης: ἀλλ̓ ἀπελαύνεσθαι προσέταξε, παρὰ τὰ πρότερον δεδογμένα τῇ ἐν Σαρδοῖ συνόδῳ, τῆς καθόδου τυχόντας: ἡνίκα δὴ Μαρκέλλου πάλιν ἐκβληθέντος, τὴν ἐν Ἀγκύρᾳ ἐκκλησίαν κατέσχε Βασίλειος: Λούκιος δὲ δεσμωτηρίῳ ἐμβληθεὶς, ἀπώλετο.

Παῦλος δὲ ἀϊδίῳ φυγῇ καταδικασθεὶς, εἰς Κουκουσὸν τῆς Ἀρμενίας ἀπηνέχθη: ἔνθα δὴ καὶ τετελεύτηκε: πότερον δὲ νόσῳ ἢ βίᾳ, ἐγὼ μὲν οὐκ ἀκριβῶ: φήμη δὲ εἰς ἔτι νῦν κρατεῖ, βρόχῳ αὐτὸν ἀναιρεθῆναι παρὰ τῶν τὰ Μακεδονίου φρονούντων.

Ἐπεὶ δὲ εἰς τὴν ὑπερορίαν ἀπηνέχθη, καὶ τὴν ἐκκλησίαν κατέσχε Μακεδόνιος, μοναστηρίοις πολλοῖς ἃ συνεστήσατο κατὰ τὴν Κωνσταντινούπολιν περιφράξας ἑαυτὸν, καὶ ταῖς πρὸς τοὺς πέριξ ἐπισκόπους σπονδαῖς, λέγεται διαφόρως κακῶσαι τοὺς τὰ Παύλου φρονοῦντας, τὰ μὲν πρῶτα τῶν

ἐκκλησιῶν αὐτοὺς ἐξελαύνων. Μετὰ δὲ ταῦτα καὶ συγκοινωνεῖν αὐτῷ βιαζόμενος, ὡς πολλοὺς ὑπὸ πληγῶν διαφθαρῆναι: τοὺς δὲ οὐσίας, ἄλλους δὲ πολιτείας ἀφαιρεθῆναι: τοὺς δὲ ἐπὶ τοῦ μετώπου στιγματίας γενέσθαι, ἵν̓ ἐπίσημοι εἶεν τοιοῦτοι ὄντες: βασιλέα δὲ μαθόντα καταγνῶναι, καὶ τοὺς ἀμφὶ τὸν Μακεδόνιον ἐν αἰτίᾳ ποιήσασθαι κατὰ ταυτὰ τῆς αὐτοῦ Μακεδονίου καθαιρέσεως, ἡνίκα τοῦτον ἀφείλοντο τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν.

Περὶ τοῦ Μαρτυρίου τῶν ἁγίων Νοταρίων.

Προῆλθε γὰρ τὸ κακὸν καὶ μέχρι φόνων: καὶ γὰρ δὴ ἄλλοι τινὲς ἀνῃρέθησαν, καὶ Μαρτύριος καὶ Μαρκιανός: οὓς συνοίκους ὄντας Παύλου, λόγος ἀνδρείως ἀποθανεῖν παραδοθέντας ὑπὸ Μακεδονίου τῷ ὑπάρχῳ, ὡς αἰτίους γενομένους τῆς Ἑρμογένους ἀναιρέσεως, καὶ τῆς κατ̓ αὐτοῦ στάσεως. Ἦν δὲ ὁ μὲν, ὑποδιάκονος: ὁ δὲ Μαρκιανὸς, ψάλτης καὶ ἀναγνώστης τῶν θείων γραφῶν: ὁ δὲ τάφος αὐτοῖς ἐστὶν ἐπίσημος, πρὸ τοῦ τείχους τῆς Κωνσταντινουπόλεως, οἷά γε μαρτύρων μνῆμα, εὐκτήριον οἶκον περικείμενος.

Ὃν οἰκοδομεῖν ἤρξατο Ἰωάννης: ἐτελεσιούργησε δὲ Σισίνιος, οἱ μετὰ ταῦτα προστάντες τῆς Κωνσταντινουπόλεως ἐκκλησίας. Οὐ γὰρ ἄξιον νενομίκασι μαρτυρίας γερῶν ἀμοιρεῖν αὐτοὺς ὑπὸ Θεοῦ τιμωμένους, καθότι καὶ ὁ τῇδε τόπος, τῶν ἐπὶ θάνατον ἀγομένων ἐνθάδε τὰς κεφαλὰς ἀποτεμνομένων, τὸ πρὶν ἄβατος ὢν ὑπὸ φασμάτων, ἐκαθάρθη: καὶ δαιμονῶντες τῆς νόσου ἀπηλλάγησαν, καὶ πολλὰ ἄλλα παράδοξα ἐπὶ τῷ τάφῳ αὐτῶν συνέβη.

Τάδε μὲν περὶ Μαρτυρίου καὶ Μαρκιανοῦ εἰρήσθω. Εἰ δέ τῳ οὐ πιθανὰ εἶναι δοκεῖ, πόνος οὐδεὶς ἀκριβέστερον παρὰ τῶν εἰδότων μαθεῖν: ἴσως γὰρ καὶ τούτων θαυμαστότερα ἀφηγήσονται.

Περὶ τῆς εἰς Σίρμιον ἐκστρατείας Κωνσταντίου, καὶ περὶ Βρετανίωνος καὶ Μαγνεντίου: καὶ ὡς Γάλλον Καίσαρα χειροτονήσας, εἰς ἕω ἐξαποστέλλει.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον Ἀθανασίου φυγόντος,

Γεώργιος κακῶς ἐποίει τοὺς ἀνὰ τὴν Αἴγυπτον ὁμοίως αὐτῷ φρονεῖν παραιτουμένους. Ὁ δὲ βασιλεὺς ἐπὶ Ἰλλυριοὺς στρατεύσας, ἧκεν εἰς Σίρμιον, καὶ ἐπὶ ῥηταῖς συνθήκαις εἰς ταυτὸν ἐνθάδε Βρετανίων ἦλθε. Μεταθεμένων δὲ τῶν ἀναγορευσάντων αὐτὸν στρατιωτῶν, καὶ μόνον Κωνστάντιον αὐτοκράτορα καὶ Σεβαστὸν ἀναβοώντων, ὧδε γὰρ τάδε γενέσθαι αὐτῷ τε τῷ βασιλεῖ καὶ τοῖς τὰ αὐτοῦ φρονοῦσιν ἐσπουδάζετο, συνῆκε Βρετανίων τὴν προδοσίαν: πρηνής τε παρὰ τοὺς πόδας κείμενος Κωνσταντίου, ἱκέτης ἐγίνετο.

Περιελὼν δὲ αὐτοῦ Κωνστάντιος τὸν βασιλικὸν κόσμον καὶ τὴν ἁλουργίδα, ἠλέησε, καὶ ἰδιωτεύειν εἴασε, καὶ τὰ ἐπιτήδεια ἀφθόνως ἔχειν ἀπὸ τοῦ δημοσίου προσέταξεν: οἷά γε λοιπὸν πρεσβύτην πρεπωδέστερον εἶναι φήσας βασιλικῶν ἀπηλλάχθαι φροντίδων, καὶ ἐν ἡσυχίᾳ εἶναι.

Ἐπεὶ δὲ τὰ κατὰ Βρετανίωνα ὧδε αὐτῷ ἀπέβη, πλείστην κατὰ Μαγνεντίου στρατείαν ἐξέπεμψεν εἰς Ἰταλίαν: Γάλλον δὲ τὸν αὐτοῦ ἀνεψιὸν Καίσαρα καταστήσας, εἰς Συρίαν ἀπέστειλεν, ἐπὶ φυλακῇ τοῦ κατὰ τὴν ἕω κλίματος.

Ὡς Κυρίλλου μετὰ Μάξιμον τὴν ἱερωσύνην ἰθύνοντος, πάλιν σταυροῦ τύπος μέγιστος ἐν οὐρανῷ ἐπὶ πολλαῖς ἡμέραις ἐφάνη, ὑπερλάμπων καὶ ἥλιον.

Ἐν δὲ τῷ τότε Κυρίλλου μετὰ Μάξιμον τὴν Ἱεροσολύμων ἐκκλησίαν ἐπιτροπεύσαντος, σταυροῦ σημεῖον ἐν τῷ οὐρανῷ ἀνεφάνη, καταυγάζον λαμπρῶς, οὐχ οἷον κομήτης ταῖς ἐλλάμψεσιν ἀπορρέων, ἀλλ̓ ἐν συστάσει πολλοῦ φωτὸς ἐπιεικῶς πυκνὸν καὶ

διαφανές. Μῆκος μὲν ὅσον ἐκ τοῦ Κρανίου μέχρι τοῦ ὄρους τῶν Ἐλαιῶν, ἀμφὶ δὲ δέκα καὶ πέντε στάδια τὸν ὑπὲρ τὸν χῶρον τοῦτον οὐρανὸν ἀπολαβόν:

εὖρος δὲ, τῷ μήκει ἀνάλογον. Ὡς ἐπὶ παραδόξῳ δὲ τῷ συμβεβηκότι θαύματι, καὶ δέος πάντας ἔσχεν. Οἰκίας δὲ καὶ ἀγορὰς, καὶ ὅπερ ἔτυχεν ἕκαστος ἐργαζόμενος καταλιπὼν, ἅμα παισὶ καὶ γυναιξὶν εἰς τὴν ἐκκλησίαν ἀπῆλθον, καὶ κοινῇ τὸν Χριστὸν ὕμνουν,

καὶ Θεὸν προθύμως ὡμολόγουν. Οὐ μετρίως δὲ καὶ πᾶν τὸ καθ̓ ἡμᾶς οἰκούμενον ἡ περὶ τούτου ἀγγελία κατέπληξεν. Ἐγένετο δὲ τοῦτο οὐκ εἰς μακράν. Ὡς γὰρ εἰώθει, ἐκ πάσης, ὡς εἰπεῖν, γῆς κατ̓ εὐχὴν καὶ ἱστορίαν τῶν τῇδε τόπων Ἱεροσολύμων ἐνδημοῦντες, ὧν ἐγένοντο θεαταὶ, τοῖς οἰκείοις ἐμήνυσαν. Ἔγνω δὲ τοῦτο καὶ ὁ βασιλεὺς, ἄλλων τε πολλῶν ἀναγγειλάντων,

καὶ Κυρίλλου τοῦ ἐπισκόπου γράψαντος. Ἐλέγετο δὲ παρὰ τῶν τὰ τοιάδε ἐπιστημόνων, κατά τινα προφητείαν θείαν πάλαι ταῦτα προμεμηνύσθαι ἐν ταῖς ἱεραῖς βίβλοις. Καὶ τὸ μὲν ὧδε συμβὰν πολλοὺς Ἑλλήνων καὶ Ἰουδαίων εἰς Χριστιανισμὸν ἐπηγάγετο.

Περὶ Φωτεινοῦ τοῦ Σιρμίου, καὶ τῆς αἱρέσεως αὐτοῦ, καὶ τῆς κατ̓ αὐτοῦ ἐν Σιρμίῳ συνόδου: καὶ περὶ τῶν τριῶν τῆς πίστεως ἐκθέσεων: καὶ ὡς μετὰ τὴν καθαίρεσιν Φωτεινὸς καλούμενος, ἀπεῖπε: καὶ ὡς παρὰ Βασιλᾶ τοῦ Ἀγκύρας ἀπηλέγχθη κενὰ φρυαττόμενος.

Ἐν τούτῳ δὲ Φωτεινὸς τὴν ἐν Σιρμίῳ ἐκκλησίαν ἐπιτροπεύων, ἤδη πρότερον καινῆς αἱρέσεως εἰσηγητὴς γενόμενος, ἔτι τοῦ βασιλέως ἐπιδημοῦντος ἐνθάδε, ἀναφανδὸν τῷ οἰκείῳ συνίστατο δόγματι. Φύσεως δὲ ἔχων εὖ λέγειν, καὶ πείθειν ἱκανὸς, πολλοὺς εἰς τὴν ὁμοίαν αὐτῷ δόξαν ἐπηγάγετο.

Ἔλεγε δὲ ὡς Θεὸς μέν ἐστι παντοκράτωρ εἷς, ὁ τῷ ἰδίῳ λόγῳ τὰ πάντα δημιουργήσας: τὴν δὲ πρὸ αἰώνων γέννησίν τε καὶ ὕπαρξιν τοῦ Υἱοῦ οὐ προσίετο: ἀλλ̓ ἐκ Μαρίας γεγενῆσθαι τὸν Χριστὸν εἰσηγεῖτο.

Περιπύστου δὲ πολλοῖς γενομένου τοῦ τοιούτου δόγματος, χαλεπῶς ἔφερον οἵ τε ἐκ τῆς δύσεως καὶ τῆς ἑῴας ἐπίσκοποι, καὶ κοινῇ ταῦτα νεωτερίζεσθαι καθ̓ ὧν ἕκαστος ἐδόξαζεν, ἡγοῦντο. Καθάπαξ γὰρ τὸ διαφωνοῦν ἐδείκνυτο τῆς Φωτεινοῦ πίστεως, πρός τε τῶν ἐν Νικαίᾳ τὴν παράδοσιν θαυμαζόντων, καὶ τὴν Ἀρείου δόξαν ἐπαινούντων.

Ἐπὶ τούτοις δὲ καὶ ὁ βασιλεὺς ἐχαλέπαινεν: ἐν δὲ τῷ τότε ἐν Σιρμίῳ διατρίβων, σύνοδον συνεκάλεσε. Καὶ συνῆλθον ἐκ μὲν τῆς ἕω ἄλλοι τὲ, καὶ Γεώργιος ὁ τὴν Ἀλεξανδρέων ἐπιτραπεὶς ἐκκλησίαν, καὶ Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος, καὶ Μάρκος ὁ Ἀρεθούσης: ἐκ δὲ τῆς δύσεως, Οὐάλης τε ὁ ἐκ Μούρσων, καὶ Ὅσιος ὁ ὁμολογητής: ὃς καὶ τῆς ἐν Νικαίᾳ συνόδου κοινωνήσας, ἄκων καὶ ταύτης μετέσχε.

Οὗτος γὰρ οὐ πολλῷ πρότερον ἐξ ἐπιβουλῆς τῶν τὰ Ἀρείου φρονούντων ὑπερορίαν οἰκεῖν καταδικασθεὶς, σπουδῇ τῶν ἐν Σιρμίῳ συνελθόντων μετεκλήθη παρὰ τοῦ βασιλέως. Ὤιοντο γὰρ ὡς εἰ πειθοῖ τινὶ ἢ βίᾳ σύμψηφον σφίσι ποιήσουσιν, ἐπισημότατον ὄντα, καὶ πρὸς πάντων θαυμαζόμενον, ἀξιόχρεως αὐτοῖς ἔσται μάρτυς οἰκείου δόγματος.

Ἐπεὶ οὖν ἐν Σιρμίῳ συνῆλθον, ἔτος δὲ τοῦτο ἦν μετὰ τὴν Σεργίου καὶ Νιγριανοῦ ὑπατείαν, ἡνίκα οὐδεὶς ὕπατος οὔτε ἐκ τῆς ἕω οὔτε ἐκ τῆς δύσεως ἀνεδείχθη, διὰ τὴν συμβᾶσαν προφάσει τῶν τυράννων περὶ τὰ κοινὰ ταραχὴν, τὸν μὲν Φωτεινὸν καθεῖλον, ὡς τὰ Σαβελλίου καὶ Παύλου τοῦ Σαμοσατέως φρονοῦντα.

Μετὰ δὲ ταῦτα πάλιν παρὰ τὰ πρότερον δεδογμένα περὶ τῆς πίστεως, τρεῖς ἐκθέσεις ἐξέδωκαν: ὧν τὴν μὲν τῇ Ἑλλήνων φωνῇ, τὰς δὲ τῇ Ῥωμαίων συνέταξαν, ἐν πολλοῖς περί τε ῥητὸν καὶ ἔννοιαν, οὔτε ἑαυταῖς οὔτε

ταῖς προτέραις δεδογμέναις συμφωνούσας. Ἰστέον μέντοι ὡς ἡ Ἑλληνικὴ οὔτε ὁμοούσιον, οὔτε ὁμοιοούσιον τῷ Πατρὶ τὸν Υἱὸν εἶπε: τοὺς δὲ φάσκοντας αὐτὸν ἄναρχον εἶναι, ἢ πλατυνομένην τὴν οὐσίαν τοῦ Θεοῦ τὸν Υἱὸν ποιεῖν,

ἢ συντετάχθαι ἀλλὰ μὴ ὑποτετάχθαι τῷ Πατρὶ δόξαντας, ἀποκηρύττειν. Θατέρα δὲ τῶν Ῥωμαϊκῶν, περὶ μὲν οὐσίας, ἣν σουσταντίαν Ῥωμαῖοι ὀνομάζουσιν, εἴ τε ὁμοούσιος, εἴ τε ὁμοιοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, παντελῶς ἀπαγορεύει λέγειν,

ὡς οὔτε ταῖς ἱεραῖς εἰρημένα γραφαῖς, οὔτε ἀνθρώπων ἐννοίαις ἢ γνώσει εὔληπτα. Μείζονα δὲ χρῆναι συνομολογεῖν τὸν Πατέρα παρακελεύεται, τιμῇ καὶ ἀξίᾳ καὶ θεότητι καὶ αὐτῷ τῷ πατρικῷ ὀνόματι: καὶ ὑποτετάχθαι τῷ Πατρὶ τὸν Υἱὸν μετὰ πάντων ἀξιοῖ: καὶ τοῦ μὲν Πατρὸς ἀρχὴν μὴ εἶναι: τοῦ δὲ Υἱοῦ τὴν γένεσιν, ἄγνωστον πᾶσι, πλὴν τοῦ Πατρός.

Λέγεται δὲ ἤδη ταύτην τὴν γραφὴν ἐκδοθεῖσαν, ὡς μὴ δεόντως συγκειμένην, σπουδάσαι τοὺς ἐγκειμένους ἐπισκόπους ἐπὶ διορθώσει ἀναλαβεῖν: καὶ τὸν βασιλέα τοῦτο προστάξαι, τιμωρίαν ἀπειλήσαντα κατὰ τῶν ἀποκρυπτόντων: ἀλλ̓ ἡ μὲν ἅπαξ ἐκδοθεῖσα,

παντελῶς οὐκέτι ἔλαθεν. Ἡ δὲ τρίτη γραφὴ, τὰ μὲν ἄλλα συμφέρεται τῇ διανοίᾳ ταῖς ἄλλαις: τὸ δὲ τῆς οὐσίας ὄνομα περιεῖλε: καὶ αἰτίαν τήνδε αὐτοῖς ῥητοῖς ἔχει διὰ τῆς Ῥωμαίων φωνῆς: τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ἐτέθη ὑπὸ τῶν πατέρων, ἀγνοούμενον δὲ τοῖς πολλοῖς σκάνδαλον ἔφερε, διὰ τὸ μηδὲ ἐν ταῖς γραφαῖς αὐτὸ ἐμφέρεσθαι, ἤρεσε περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας ποιεῖσθαι, διὰ τὸ μάλιστα τὰς θείας γραφὰς μηδαμοῦ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν εἶναι οὐσίαν, γράφεται δὲ καὶ ὑπόστασιν, ὀνομάζειν: ὅ μοιον δὲ λέγομεν τῷ Πατρὶ τὸν Υἱὸν, καθὼς αἱ θεῖαι γραφαὶ λέγουσι. Καὶ τὰ μὲν ὧδε περὶ τῆς πίστεως,

αὐτοῦ τοῦ βασιλέως παρόντος ἔδοξεν. Ὅσιος δὲ τὴν ἀρχὴν μὲν παρῃτεῖτο τούτοις συναινεῖν: βιασθεὶς δὲ, καὶ πληγὰς, ὡς λέγεται, πρεσβύτης ὢν ὑπομείνας,

συνῄνεσέ τε καὶ ὑπέγραψε. Φωτεινοῦ δὲ πειρασθῆναι μετὰ τὴν καθαίρεσιν, εἴ πως δύναιτο τῆς πρὸ τοῦ μεταθέσθαι γνώμης, ἐδόκει τῇδε τῇ συνόδῳ. Ὁ δὲ, προτρεπόντων αὐτὸν τῶν ἐπισκόπων, καὶ τὴν ἐπισκοπὴν ἀποδώσειν ὑπισχνουμένων, εἰ τὸ οἰκεῖον ἀποκηρύξει δόγμα, καὶ ταῖς αὐτῶν γραφαῖς συμψηφίσαιτο, οὐκ ἠνέσχετο:

ἀλλ̓ εἰς διάλεξιν αὐτοὺς προὐκαλεῖτο. Εἰς ῥητὴν ἡμέραν δὲ συνελθόντων τῶν ἐπισκόπων, καὶ δικαστῶν ἐκ προστάγματος τοῦ βασιλέως προκαθεσθέντων, οἳ ἐπιστήμῃ λόγων καὶ ἀξιώματι τότε πρωτεύειν ἐν τοῖς βασιλείοις ἐδόκουν, ἀναδέχεται τὴν πρὸς τὸν Φωτεινὸν διάλεξιν Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος. Ἐπὶ πολλῶν δὲ πρὸς πεῦσιν καὶ ἀπόκρισιν ἀμφοτέροις προελθόντος τοῦ ἀγῶνος, ταχυγράφων ἀναγραφομένων τοὺς ἑκατέρων λόγους, ἐκράτησε Βασίλειος.

Φωτεινὸς δὲ φεύγειν καταδικασθεὶς, οὐδὲ οὕτως ἐπαύσατο τὸ οἰκεῖον συγκροτῶν δόγμα: λόγους τε τῇ Ῥωμαίων καὶ Ἑλλήνων φωνῇ συγγράφων ἐξεδίδου, δἰ ὧν ἐπειρᾶτο, πλὴν τῆς αὐτοῦ, τὰς τῶν ἄλλων δόξας ψευδεῖς ἀποφαίνειν. Φωτεινοῦ μὲν οὖν πέρι, καὶ τὰς ἀπ̓ αὐτοῦ καλουμένης αἱρέσεως, τάδε μοι εἰρήσθω.

Περὶ τοῦ θανάτου Μαγνεντίου, καὶ Σιλβανοῦ τοῦ ἀποστάτου: ἔτι δὲ καὶ περὶ τῆς ἐν Παλαιστίνῃ στάσεως τῶν Ἰουδαίων: καὶ ὡς ἀνῃρέθη Γάλλος ὁ Καῖσαρ, νεωτερίζειν ὑποπτευθείς.

Ἐν τούτοις δὲ καταλαβὼν Μαγνέντιος τὴν πρεσβυτέραν Ῥώμην, πολλοὺς τῆς συγκλήτου καὶ τοῦ δημοτικοῦ ἀνεῖλε. Μαθὼν δὲ πλησίον ἰέναι ἤδη κατ̓ αὐτοῦ τοὺς Κωνσταντίου στρατηγοὺς, ὑπεχώρησεν εἰς τοὺς πρὸς δύσιν Γαλάτας. Ἔνθα δὴ πολλάκις ἀλλήλοις προσβάλλοντες, πῆ μὲν οὗτοι, πῆ δὲ ἐκεῖνοι ἐκράτουν: εἰσότε δὴ τὸ τελευταῖον ἡττηθεὶς Μαγνέντιος, ἔφυγεν εἰς Μοῦρσαν: Γαλατῶν δὲ τοῦτο τὸ φρούριον.

Ἀδημονοῦντας δὲ τοὺς ἰδίους στρατιώτας ὡς ἡττηθέντας ὁρῶν, ἐφ̓ ὑψηλοῦ στὰς, ἐπειρᾶτο θαρραλεωτέρους ποιεῖν. Οἱ δὲ, οἷά γε εἰώθασιν ἐπευφημεῖν τοῖς βασιλεῦσι, καὶ ἐπὶ Μαγνεντίῳ φανέντι εἰπεῖν προθυμηθέντες, ἔλαθον οὐχ ἑκόντες Κωνστάντιον ἀντὶ Μαγνεντίου Αὔγουστον ἀναβοήσαντες. Συμβαλὼν δὲ ἐκ τούτου Μαγνέντιος, ὡς οὐ δεδομένον αὐτῷ θεόθεν βασιλεύειν,

πειρᾶται καταλιπὼν τοῦτο τὸ φρούριον, προσωτέρω χωρεῖν. Διωκούσης δὲ τῆς Κωνσταντίου στρατιᾶς, περὶ τὸ καλούμενον Μοντιοσέλευκον συμβαλὼν, μόνος φεύγων, εἰς Λουγδοῦνον διεσώθη. Ἀνελὼν δὲ ἐνθάδε τὴν αὐτοῦ μητέρα καὶ τὸν ἀδελφὸν, ὃν Καίσαρα κατέστησε, τελευταῖον ἑαυτὸν ἐπέσφαξε. Μετ̓ οὐ πολὺ δὲ καὶ Δεκέντιος ἕτερος αὐτοῦ ἀδελφὸς, ἀγχόνῃ ἑαυτὸν διεχρήσατο.

Αἱ δὲ περὶ τὰ κοινὰ ταραχαὶ οὐδὲ οὕτω τέλος ἔσχον. Οὐκ εἰς μακρὰν γὰρ, παρὰ μὲν τοῖς πρὸς δύσιν Γαλάταις Σιλβανός τις ἐτυράννησεν, ὃν αὐτίκα καθεῖλον οἱ Κωνσταντίου στρατηγοί.

Οἱ δὲ ἐν Διοκαισαρείᾳ Ἰουδαῖοι, τὴν Παλαιστίνην καὶ τοὺς πέριξ ὄντας κατέτρεχον: ὅπλα τὲ ἀράμενοι, πείθεσθαι Ῥωμαίοις οὐκ ἠνείχοντο. Μαθὼν δὲ ταῦτα Γάλλος ὁ Καῖσαρ ἐν Ἀντιοχείᾳ διατρίβων, πέμψας στρατιὰν, αὐτοὺς ἐχειρώσατο, καὶ τὴν Διοκαισάρειαν ἀνάστατον ἐποίησε.

Δόξας δὲ εὖ πράττειν, τὴν εὐημερίαν οὐκ ἤνεγκεν, ἀλλὰ τυραννεῖν ἐβούλετο. Καταμηνύσαντας δὲ τῷ βασιλεῖ τὸν αὐτοῦ νεωτερισμὸν, Μάγνον τε τὸν κοιαίστωρα, καὶ τῆς ἕω τὸν ὕπαρχον Δομετιανὸν, ἀνεῖλεν.

Ἀγανακτήσας δὲ Κωνστάντιος, μετεκαλεῖτο αὐτόν. Ἀπειθεῖν δὲ οὐχ οἷός τε ὢν, ἐδεδίει γὰρ, εἴχετο τῆς ὁδοῦ. Ἤδη δὲ παρὰ Φλάβωνα τὴν νῆσον γενόμενος, ἀνῃρέθη, τοῦ βασιλέως προστάξαντος: ἡνίκα δὴ αὐτὸς μὲν τὸ τρίτον ὑπάτευεν, ἕβδομον δὲ Κωνστάντιος.

Περὶ τῆς εἰς Ῥώμην ἀφίξεως Κωνσταντίου: καὶ περὶ τῆς ἐν Ἰταλίᾳ συνόδου, καὶ περὶ τῶν συμβάντων τῷ μεγάλῳ Ἀθανασίῳ ἐξ ἐπιβουλῆς τῶν Ἀρειανῶν.

Ἐπεὶ δὲ καθῃρημένων τῶν τυράννων ἐδόκει τῶν συμβάντων κακῶν ἡσυχίαν ἔχειν Κωνστάντιος, καταλιπὼν τὸ Σίρμιον, ἐπὶ τὴν πρεσβυτέραν ᾔει Ῥώμην. Ἐνταῦθα γὰρ ἐβούλετο τὴν κατὰ τῶν τυράννων ἐπινίκιον ἐπιτελεῖν πομπήν: κατὰ ταυτὸν δὲ νομίσας δύνασθαι τοὺς ἑκατέρας ἀρχομένης ἐπισκόπους ὁμόφρονας περὶ τὸ δόγμα καταστῆσαι,

σύνοδον αὖθις ἐν Ἰταλίᾳ γενέσθαι προσέταξεν. Ἐν τούτῳ δὲ Ἰούλιος ἐτελεύτησεν, ἐπὶ εἴκοσι καὶ πέντε ἐνιαυτοῖς τὴν Ῥωμαίων ἐκκλησίαν ἐπιτροπεύσας. Διαδέχεται δὲ τοῦτον Λιβέριος.

Λογισάμενοι δὲ καιρὸν ἔχειν εἰς διαβολὴν τῶν ἐναντία φρονούντων οἱ τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμενοι, ἐπιμελῶς μάλα ἐν τοῖς βασιλείοις ἐπόνουν, ἐκβάλλειν τῶν ἐκκλησιῶν πάντας τοὺς πρὸς αὐτῶν καθῃρημένους, ὡς ἑτεροδόξους ὄντας, καὶ, ἐν ᾧ Κώνστας τῷ βίῳ περιῆν, συγκροῦσαι τὰς βασιλείας πρὸς ἑαυτὰς σπουδάσαντας: καθότι τῷ ἀδελφῷ πόλεμον ἐπήγγειλεν, εἰ μὴ προσδέξεται αὐτοὺς, ὡς ἐν τοῖς πρόσθεν εἴρηται.

Μάλιστα δὲ ἐν αἰτίᾳ ἐποιοῦντο Ἀθανάσιον, οἵ γε ὑπερβολῇ τοῦ περὶ αὐτὸν μίσους, οὐδὲ Κώνσταντος περιόντος, καὶ Κωνσταντίου φιλεῖν αὐτὸν προσποιουμένου, τῆς ἀπεχθείας ἀπέσχοντο: ἀλλὰ συνελθόντες ἐν Ἀντιοχείᾳ, Νάρκισσός τε ὁ Κίλιξ, καὶ Θεόδωρος ὁ Θρᾷξ, καὶ Εὐγένιος ὁ Νικαεὺς, καὶ Πατρόφιλος ὁ Σκυθοπολίτης, καὶ Μηνόφαντος ὁ Ἐφέσιος, καὶ ἄλλοι ἀμφὶ τριάκοντα οἱ πάντες, ἔγραψαν τοῖς πανταχοῦ ἐπισκόποις, ὡς παρὰ τοὺς νόμους τῆς ἐκκλησίας ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν, οὐκ ἀναίτιος φανεὶς ἐπὶ συνόδου, ἀλλὰ φιλονεικίᾳ τῶν τὰ αὐτὰ φρονούντων: καὶ παρεκελεύοντο μήτε κοινωνεῖν αὐτῷ, μήτε γράφειν, ἀλλὰ Γεωργίῳ τῷ πρὸς αὐτῶν κεχειροτονημένῳ.

Ἀθανασίῳ δὲ τούτων τότε μὲν οὐδεὶς ὑπόλογος ἦν: ἔμελλε δὲ χαλεπωτέρων ἢ πρότερον πειραθῆναι πραγμάτων. Ἅμα γοῦν ἀπολώλει Μαγνέντιος, καὶ μόνος Κωνστάντιος τῆς Ῥωμαίων οἰκουμένης ἡγεῖτο, πᾶσαν ἐποιεῖτο σπουδὴν τοὺς ἀνὰ τὴν δύσιν ἐπισκόπους τοῖς ὁμοούσιον

εἶναι Πατρὶ τὸν Υἱὸν δοξάζουσι συνεῖναι. Ἐποίει δὲ τοῦτο, οὐ φανερῶς οὕτω τὰ πρῶτα βιαζόμενος: πείθων δὲ ἐπιψηφίσασθαι τοῖς κατὰ Ἀθανασίου κεκριμένοις ὑπὸ τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων. Ἐλογίζετο γὰρ ὡς εἰ κοινῇ ψήφῳ ἐκποδὼν οὗτος γένοιτο, ῥᾳδίως ἂν καὶ τὰ περὶ τὴν θρησκείαν κατορθωθείη αὐτῷ.

Περὶ τῆς ἐν Μεδιολάνῳ συνόδου, καὶ τῆς φυγῆς Ἀθανσίου.

Συνόδου δὲ, τοῦ βασιλέως κατεπείγοντος, ἐν Μεδιολάνῳ γενομένης, ἐκ μὲν τῆς ἕω ὀλίγοι παρεγένοντο: τῶν ἄλλων, ὡς εἰκὸς, ἢ διὰ νόσον ἢ μακρὰν ὁδοιπορίαν παραιτησαμένων τὴν ἄφιξιν. Τῶν δὲ πρὸς δύσιν, πλείους ἢ τριακόσιοι συνελέγησαν.

Ἀξιούντων δὲ τῶν ἀπὸ τῆς ἕω καταδικάζειν Ἀθανασίου, ὡς ἂν παντελῶς ἀπελαθείη τῆς Ἀλεξανδρείας, οἱ μὲν ἄλλοι, ἢ δέει, ἢ ἀπάτῃ, ἢ ἀγνοίᾳ τῶν ὄντων συνῄνουν.

Μόνοι δὲ, Διονύσιος ὁ Ἄλβας ἐπίσκοπος, Ἰταλίας δὲ ἥδε ἡ μητρόπολις, καὶ Εὐσέβιος ὁ Μαρκέλλων τῆς Λιγυρίας, Παυλῖνος ὁ Τριβέρεως, καὶ Ῥοδανὸς, καὶ Λούκιφερ ἀνέκραγον, καὶ ἐμαρτύραντο μὴ χρῆναι ὡδὶ ῥᾳδίως καταδικάσαι Ἀθανασίου: μηδὲ γὰρ ἄχρι τούτου, εἰ γένοιτο, στήσεσθαι τὸ κακόν: χωρήσειν δὲ τὴν ἐπιβουλὴν καὶ κατ̓ αὐτῶν τῶν ὀρθῶς περὶ Θεοῦ δεδογμένων.

Ἐπὶ καθαιρέσει τε τῆς ἐν Νικαίᾳ πίστεως, ταῦτα σπουδάζεσθαι παρὰ τοῦ βασιλέως καὶ τῶν τὰ Ἀρείου φρονούντων. Καὶ οἱ μὲν,

ὧδε παρρησιασάμενοι, ὑπερορίας φυγῇ κατεδικάσθησαν: σὺν τούτοις δὲ καὶ Ἱλάριος. Ἀληθῆ δὲ τοῦ ἐν Μεδιολάνῳ συλλόγου αἰτίαν εἶναι ἣν ἔλεγον, ἐπιστοῦτο ἡ ἀπόβασις. Οὐ πολλῷ γὰρ ὕστερον ἡ ἐν Ἀριμήνῳ καὶ Σελευκείᾳ σύνοδος συνελέγη, καὶ ἑκατέρα κατὰ τῶν ἐν Νικαίᾳ δεδογμένων νεωτερίζειν

ἐπεχείρησεν, ὡς αὐτίκα ἐπιδείξω. Ἀθανάσιος δὲ πειθόμενος ἐπιβουλεύεσθαι ἐν τοῖς βασιλείοις, αὐτὸς μὲν πρὸς βασιλέα ἐλθεῖν οὔτε ἐθάρρησεν, οὔτε λυσιτελεῖν ἐδοκίμασεν. Ἐπιλεξάμενος δὲ τῶν ἐν Αἰγύπτῳ ἐπισκόπων πέντε, ὧν ἦν Σεραπίων ὁ Θμουαῖος, ἀνὴρ ἐς τὰ μάλιστα τὸν βίον θεσπέσιος, καὶ λέγειν δεινὸς, πέμπει ὡς βασιλέα, πρὸς δύσιν τότε τῆς ἀρχομένης διάγοντα. Συμπέμπει δὲ αὐτοῖς καὶ τῆς ὑπ̓ αὐτὸν ἐκκλησίας πρεσβυτέρους τρεῖς, καταλλάξοντας αὐτῷ τὸν κρατοῦντα, καὶ ἢν δέοι, πρὸς τὰς διαβολὰς τῶν ἐναντίων ἀπολογησομένους, καὶ τὰ ἄλλα πράξοντας ὅπη ἂν τῇ ἐκκλησίᾳ καὶ αὐτῷ ἄριστα γινώσκωσιν.

Ἀποπλευσάντων δὲ αὐτῶν, μετ̓ οὐ πολὺ γράμματα τοῦ βασιλέως ἐδέξατο, καλοῦντα αὐτὸν εἰς τὰ βασίλεια. Ἐπὶ δὲ τούτῳ αὐτὸς Ἀθανάσιος καὶ ὁ λαὸς τῆς ἐκκλησίας ἐταράχθησαν, καὶ ἐναγώνιοι ἦσαν, οὔτε πείθεσθαι τῷ βασιλεῖ, ἑτεροδόξῳ ὄντι, ἀσφαλὲς νομίζοντες, οὔτε ἀπειθεῖν ἀκίνδυνον. Ἐκράτει δὲ ὅμως μένειν: καὶ ὁ τὰ γράμματα κομίσας, ἄπρακτος ἀνέστρεφε.

Τῷ δὲ ἐπιγενομένῳ θέρει, παραγενόμενος ἕτερος ἐκ βασιλέως σὺν τοῖς ἐν τῷ ἔθνει ἄρχουσι, κατήπειγεν αὐτὸν ἐξιέναι τῆς πόλεως, καὶ τὸν κλῆρον χαλεπῶς ἐπολέμησεν: ἀναθαρσήσαντος δὲ τοῦ λαοῦ τῆς ἐκκλησίας, συντεταγμένους πρὸς πόλεμον ἰδὼν,

καὶ οὕτως οὐδὲν ἀνύσας, ἐξεδήμησεν ἐντεῦθεν. Οὐ πολλοῦ δὲ διαγενομένου χρόνου, μετακαλοῦνται ἐξ Αἰγύπτου καὶ Λιβύης στρατιαὶ, ἃς λεγεῶνας Ῥωμαῖοι καλοῦσι. Καὶ ἐπεὶ ἐμηνύθη κρύπτεσθαι Ἀθανάσιον κατὰ τὴν Θεωνᾶ καλουμένην ἐκκλησίαν, παραλαβὼν στρατιώτας ὁ τῶν τῇδε ταγμάτων ἡγεμὼν, καὶ Ἱλάριος ὃς ἐκ βασιλέως πάλιν ἀφίκετο τάδε ἐπιταχύνων, ἀπροσδοκήτως ἀωρὶ κλάσας τὰς θύρας, εἰς τὴν ἐκκλησίαν εἰσῆλθε: πανταχῆ τε ἐπιζητήσας, οὐ κατέλαβεν ἔνδοθεν Ἀθανάσιον.

Λέγεται γὰρ ὡς πολλάκις ὑπὸ θείων μνημάτων πολλοὺς καὶ ἄλλους κινδύνους διέφυγε, καὶ τήνδε τὴν ἔφοδον Θεὸν αὐτῷ προαναφῇναι. Αὐτίκα τε ἐξῄει, καὶ τοὺς στρατιώτας τὰς θύρας καταλαβεῖν τῆς ἐκκλησίας, ἀκαριαίῳ τινὶ χρόνῳ τῆς αὐτοῦ συλλήψεως ὑστερήσαντας.

Ὡς διαφόρως ἐπιβουλευθεὶς Ἀθανάσιος παρὰ τῶν Ἀρειανῶν, θεόθεν ὡς θεῖος ἀνὴρ προμηνυομένους διαφόρους κινδύνους διέδρασε: καὶ οἷα κακὰ ὑπὸ Γεωργίου οἱ ἐν Αἰγύπτῳ ἔπαθον, Ἀθανασίου ὑποχωρήσαντος.

Ἔοικε δὲ μηδὲ προσήκειν ἀπιστεῖν, ὡς θεοφιλὴς ὅδε ἀνὴρ ὑπῆρχε, καὶ τρανῶς προεώρα τὸ μέλλον. Θαυμαστότερα γὰρ ἢ κατὰ τὰ προειρημένα περὶ αὐτοῦ παρειλήφαμεν, ἀκριβεστάτην ἐπιμαρτυροῦντα αὐτῷ τῶν ἐσομένων εἴδησιν.

Οὕτω γοῦν ἡνίκα τὸ πρῶτον, ἔτι Κώσταντος περιόντος, κακουργεῖν αὐτὸν ἐβούλετο ὁ βασιλεὺς, φυγὰς γενόμενος παρά τινι τῶν γνωρίμων ἐκρύπτετο: καὶ ἐπὶ πολλῷ χρόνῳ διέτριβεν ἐν μυχῷ γῆς καὶ ἀνηλίῳ οἰκήματι, ὃ ταμιεῖον τὸ πρὶν ὑδάτων ἐτύγχανε. Συνῄδει δὲ οὐδεὶς ἢ παῤ οἷς ἐλάνθανε, καὶ θεράπαινα τούτῳ πιστὴ δοκοῦσα, ὡς ἂν αὐτῷ διακονοίη.

Πολλῆς δὲ οὔσης σπουδῆς τοῖς ἑτεροδόξοις ζωγρῆσαι τὸν ἄνδρα, οἷα εἰκὸς, ἐπὶ δώροις ἢ ὑποσχέσεσιν ἔμελλεν αὐτὸν καταμηνύειν ἡ θεράπαινα. Προαναφῄναντος δὲ τοῦ Θεοῦ τὴν ἐπιβουλὴν, φθάσας ἑτέρωθι μετῴκησε. Καὶ ἡ θεράπαινα τιμωρίαν ἔδωκεν, ὡς ψευδῆ μηνύσασα κατὰ τῶν δεσποτῶν, οἳ δὴ πεφεύγεισαν. Οὐ γὰρ τὸ τυχὸν ἐποιοῦντο ἔγκλημα οἱ τῆς ἐναντίας αἱρέσεως, κατὰ τῶν ὑποδεχομένων ἢ κρυπτόντων Ἀθανάσιον: ἀλλ̓ ὡς ἀπειθεῖς προστάξεσι βασιλέως, καὶ περὶ πολιτείαν ἁμαρτάνοντας, εἰς δικαστήριον εἷλκον.

Καὶ παραπλησίου δ̓ αὖ καὶ ἄλλοτε ἐπὶ Ἀθανασίῳ συμβάντος εἰς ἀκοὴν ἦλθον. Ἐπεὶ γὰρ κατὰ τοιαύτην αἰτίαν ὡς ἐπὶ Αἴγυπτον φεύγων ἀνέπλεεν ἐπὶ τὸν Νεῖλον, μηνυσάντων τοῦτο τινῶν, ἐδίωκον αὐτὸν οἱ συλληψόμενοι. Προμαθὼν δὲ θεόθεν τὴν δίωξιν, ἐξήγγειλε τοῖς συμπλέουσι, καὶ ἀναστρέφειν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐκέλευσεν. Ἐν δὲ τῷ καταπλεῖν, τοὺς ἐπιβούλους παραμείψας, ἐπὶ τὴν πόλιν διεσώθη, καὶ ὡς ἐν ὁμίλῳ καὶ πλήθει οἰκημάτων,

ἀσφαλέστερον ἐλάνθανεν. Ἐκ δὴ τῶν τοιούτων καὶ πολλῶν ἄλλων ὁμοίως προμηνυομένων παῤ αὐτοῦ, διεβάλλετο παρὰ τῶν ἐναντίων Ἑλλήνων τε καὶ ἑτεροδόξων, ὡς γοητείαις ταῦτα κατορθῶν.

Λόγος οὖν, ποτὲ προϊόντος αὐτοῦ ἀνὰ τὴν πόλιν, συμβὰν οὕτως ἐφιπταμένην κρῶξαι κορώνην: παρατυχὸν δὲ πλῆθος Ἑλλήνων, οἷα εἰς γόητα ἀποσκῶπτον, ἐξαιτῆσαι εἰπεῖν αὐτοῖς ὅ, τι λέγοι ἡ κορώνη. Τὸν δὲ φᾶναι, ἠρέμα ἐπιγελάσαντα, Κράς: ὅ ἐστιν αὔριον τῇ Ῥωμαίων φωνῇ: τοῦτο τοίνυν κράζουσα, ἀηδῆ τὴν αὔριον ὑμῖν ἔσεσθαι καταγγέλλει: σημαίνει γὰρ ἐκ προστάγματος τοῦ Ῥωμαίων βασιλέως κωλυθήσεσθαι ὑμᾶς τὴν ἑξῆς ἑορτὴν ἄγειν.

Ἡ δὲ Ἀθανασίου πρόρρησις, καίπερ γελοιώδης δόξασα, ἀληθὴς ἐφάνη: τῇ γὰρ ἐς αὔριον γράμματα τοῦ κρατοῦντος ἀπεδόθη τοῖς ἄρχουσι, παρακελευόμενα μὴ συγχωρεῖν τοὺς Ἕλληνας τοῖς ναοῖς προσβάλλειν, μηδὲ τὰς συνήθεις θρησκείας καὶ πανηγύρεις ἐπιτελεῖν: καὶ ἡ παρατυχοῦσα τότε ἑορτὴ διελύθη, σεβάσμιός τε οὖσα, καὶ πολυτελὴς Ἕλλησιν.

Ὡς μὲν οὖν προφητικὸς ὁ ἀνὴρ ἐγένετο, ἀπόχρη τάδε εἰπεῖν. Ἐπεὶ δὲ, ὡς εἴρηται, διέφυγε τοὺς ἐπὶ συλλήψει αὐτοῦ παραγενομένους, ἐπί τινι χρόνῳ διέμεινεν ὁ ὑπ̓ αὐτοῦ κλῆρος καὶ λαὸς, τὰς ἐκκλησίας κατέχοντες: εἰς ὅτε δὴ ὁ Αἰγύπτου ὕπαρχος, καὶ ὁ ἡγούμενος τῶν τῇδε στρατιωτῶν, ἐκβαλόντες τοὺς αὐτῷ πειθομένους, παρέδωκαν αὐτὰς τοῖς προσδοκῶσι Γεώργιον.

Οὐκ εἰς μακρὰν δὲ αὐτὸς Γεώργιος ἀφίκετο, καὶ τὰς ἐκκλησίας ὑφ̓ ἑαυτὸν εἶχε. Βιαιότερον δὲ ἢ κατὰ πρόσχημα καὶ ἦθος ἱερέων ἐπιτηδεύων κρατεῖν, καὶ πρὸς μὲν πάντας φοβερὸς εἶναι θέλων, πρὸς δὲ τοὺς Ἀθανάσιον ἐπαινοῦντας ἀπηνὴς, ὡς δεσμὰ καὶ πληγὰς ἄνδρας τε καὶ γυναῖκας ὑπομεῖναι, οἷα τύραννος ἐνομίζετο.

Ὑπὸ τοιαύτης δὲ αἰτίας εἰς κοινὸν μῖσος ἐμπεσόντι, κινηθεὶς εἰς ὀργὴν ὁ δῆμος, ἐπέστη ἐν τῇ ἐκκλησίᾳ διατρίβοντι, καὶ μικροῦ αὐτὸν διεχρήσαντο. Καὶ ὁ μὲν ὧδε κινδυνεύσας, μόλις διεσώθη, καὶ πρὸς βασιλέα φεύγει.

Οἱ δὲ τὰ Ἀθανασίου φρονοῦντες, τὰς ἐκκλησίας κατέσχον. Ἐγένετο δὲ τοῦτο οὐκ ἐπὶ πολλῷ χρόνῳ. Παραγενόμενος γὰρ ὁ τῆς Αἰγύπτου στρατηγὸς, πάλιν τοῖς Γεωργίου τὰς ἐκκλησίας παρέδωκε. Μετὰ δὲ ταῦτα ταχυγράφος βασιλικὸς ἐκ τοῦ τάγματος τῶν καλουμένων νοταρίων, ἀποσταλεὶς τιμωρῆσαι, πολλοὺς Ἀλεξανδρέων ἐβασάνισε καὶ ᾐκίσατο.

Μετ̓ οὐ πολὺ δὲ καὶ αὐτὸς Γεώργιος ἐπανῆλθε, φοβερώτερος ἐκ τῶν εἰρημένων, ὡς εἰκὸς, γεγενημένος, καὶ μᾶλλον ἢ πρότερον μισούμενος, ὡς εἰς κάκωσιν πολλῶν βασιλέα κεκινηκὼς, καὶ ἐπὶ δυσπιστίᾳ καὶ τύφῳ διαβαλλόμενος παρὰ τῶν ἐν Αἰγύπτῳ μοναχῶν, ὧν τῇ δόξῃ τὸ πλῆθος εἵπετο, καὶ τὰς μαρτυρίας ἀληθεῖς ἡγεῖτο, καθότι ἀρετὴν ἤσκουν, καὶ ἐν φιλοσοφίᾳ ὁ βίος αὐτοῖς ἦν.

Περὶ Λιβερίου τοῦ ἐπισκόπου Ῥώμης, δἰ ἃς αἰτίας ἐξόριστος ὑπὸ Κωνσταντίου ἐγένετο: καὶ περὶ τοῦ μετ̓ αὐτὸν γεγονότος Φίληκος.

Τάδε μὲν ὧδε ἐφεξῆς, οὐ κατὰ τὸν αὐτὸν καιρὸν, Ἀθανασίῳ τε καὶ τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ συνέβη, μετὰ τὴν Κώνσταντος τελευτήν. Σαφηνείας δὲ χάριν

ταῦτα, συλλήβδην ἐνταῦθα διηγησάμην. Ἀπράκτου δὲ διαλυθείσης τῆς ἐν Μεδιολάνῳ συνόδου, τοὺς μὲν, ἀντειπόντας τοῖς κατὰ Ἀθανασίου σπουδάζουσιν, ἐκποδὼν ἐποίησεν ὁ βασιλεὺς, φυγὴν αὐτῶν καταδικάσας, περὶ πολλοῦ δὲ ποιούμενος πανταχοῦ τὴν ἐκκλησίαν συμφωνεῖν περὶ τὸ δόγμα, καὶ τοὺς ἱερέας ὁμονοεῖν, ἐβουλεύετο πανταχόθεν ἐπισκόπους εἰς τὴν δύσιν καλεῖν. Ἐννοούμενος δὲ ὡς ἐργῶδες τοῦτο διὰ τὸ μῆκος τῆς ἐν μέσῳ γῆς καὶ θαλάσπης, ἠπόρει μὲν ὅ, τι ποιήσει:

παντελῶς δὲ οὐ καθυφίει. Μένων δὲ ἐπὶ τῆς αὐτῆς γνώμης, πρὶν εἰς Ῥώμην ἐλθεῖν, καὶ τὴν εἰωθυῖαν Ῥωμαίοις ἐπιτελεῖν πομπὴν κατὰ τῶν νενικημένων, μετακαλεσάμενος Λιβέριον τὸν Ῥώμης ἐπίσκοπον, ἔπειθεν ὁμόφρονα γενέσθαι τοῖς ἀμφ̓ αὐτὸν ἱερεῦσιν, ὧν ἦν καὶ Εὐδόξιος. Ἀντεροῦντα δὲ, καὶ ἰσχυριζόμενον μή ποτε τοῦτο ποιήσειν, προσέταξεν εἰς Βεροίην τῆς Θρᾴκης ἀπάγεσθαι.

Λέγεται δὲ σὺν ταύτῃ πρόφασιν εἶναι τῆς Λιβερίου φυγῆς, καὶ τὸ μὴ ἑλέσθαι τὴν πρὸς Ἀθανάσιον κοινωνίαν ἀρνήσασθαι, ἀλλ̓ ἀνδρείως περὶ τούτου ἀντειπεῖν βασιλεῖ, ἐπαιτιωμένῳ ὡς τὰς ἐκκλησίας ἠδίκησε, καὶ τοῖν ἰδίοιν ἀδελφοῖν, τὸν μὲν πρεσβύτερον ἀπώλεσε, Κώνσταντα δὲ, ὅσον εἰς αὐτὸν ἧκεν, ἐχθρὸν αὐτῷ κατέστησε: προϊσχομένῳ δὲ τὴν κρίσιν τῶν πανταχοῦ, καὶ μάλιστα ἐν Τύρῳ κατ̓ αὐτοῦ συνεληλυθότων: τούτοις μὲν ὡς κατὰ πάντα πρὸς ἀπέχθειαν καὶ χάριν ἡδέως ψηφισαμένοις,

μὴ χρῆναι τίθεσθαι ἔλεγε Λιβέριος. Ἐζήτει δὲ τὴν μὲν ἐν Νικαίᾳ παραδοθεῖσαν πίστιν ὑπογραφαῖς τῶν πανταχοῦ ἐπισκόπων κρατύνεσθαι, καὶ τοὺς διὰ τοῦτο ἐν ὑπερορίαις διατρίβοντας μετακαλεῖσθαι.

Κατορθωθέντων δὲ τούτων, ὥστε μὴ ὀχληροὺς καὶ ἐπιζημίους δόξαι, δημοσίων ὀχημάτων ἢ χρημάτων μὴ μεταδοῦναι τινί: ἀλλ̓ ἰδίᾳ δαπάνῃ πάντας εἰς τὴν Ἀλεξάνδρειαν συνελθεῖν, ἔνθα ὁ ἠδικηκὼς καὶ οἱ ἠδικημένοι, καὶ τῶν ἐγκλημάτων οἱ ἔλεγχοι,

καὶ ἀκριβὴς τῆς ἐπὶ τούτοις ἀληθείας βάσανος. Ἐπιδεικνύς τε τὴν ἐπὶ Ἀθανασίου ἔγγραφον μαρτυρίαν Οὐάλεντος καὶ Οὐρσακίου, ἣν ἐπιδεδώκασιν Ἰουλίῳ τῷ πρὸ αὐτοῦ τὸν τῶν Ῥωμαίων θρόνον ἐπιτροπεύσαντι, συγγνώμην αἰτοῦντες, καὶ τὰ πρὸς αὐτῶν ἐν τῷ Μαρεώτῃ πεπραγμένα, ψευδῆ καταμηνύοντες, ἠξίου μὴ καταδικάζειν αὐτοῦ ἀπόντος τὸν βασιλέα, μηδὲ τοῖς τότε ψηφισαμένοις πείθεσθαι, ἅτε δήλης τῆς ἐπιβουλῆς οὔσης.

Ἕνεκα δὲ τοῖν ἀδελφοῖν, μὴ προσδοκᾷν αὐτὸν ἀμύνεσθαι διὰ ἱερατικῆς χειρὸς, ἣν οὐχ ἕτοιμον εἰς τοῦτο, ἀλλ̓ εἰς ἁγιασμὸν καὶ πᾶσαν δικαίαν τε καὶ ἀγαθὴν πρᾶξιν τὸ θεῖον ἐνομοθέτησεν.

Ἐπεὶ οὖν οὐ καθυφῆκεν οἷς ἐπέταττε, προσέταξεν αὐτῷ ὁ βασιλεὺς εἰς τὴν Θρᾴκην ἀπάγεσθαι, εἰ μὴ μετάθοιτο τῆς γνώμης ἐντὸς ἡμερῶν δύο. Ἀλλ̓ ἐμοὶ, ἔφη Λιβέριος, ὦ βασιλεῦ, οὐ βουλῆς δεῖ: πάλαι γὰρ ταῦτα εὖ μοι βεβούλευται καὶ δέδοκται, καὶ τῆς ὁδοῦ ἐντεῦθεν ἤδη ἔχομαι.

Λέγεται δὲ ἀπαγομένῳ αὐτῷ πεντακοσίους χρυσοῦς ἀποστεῖλαι: τὸν δὲ μὴ δεξάμενον, εἰπεῖν τῷ κομίσαντι: Ἄπιθι, καὶ ἄγγειλον τῷ πεπομφότι τὸ χρυσίον τοῦτο, δοῦναι τοῖς ἀμφ̓ αὐτὸν κόλαξι καὶ ὑποκριταῖς, οὓς ὑπὸ ἀπληστίας διηνεκὴς ἔνδεια ὁσημέραι ὀχλοῦσα κολάζει, ἀεὶ χρημάτων ἐπιθυμοῦντας, μηδέποτε δὲ κορεννυμένους: ἡμῖν δὲ ὁ Χριστὸς ὁ ἐν ἅπασι τῷ Πατρὶ ὅμοιος,

τροφεὺς καὶ ταμίας ἐστὶ πάντων τῶν ἀγαθῶν. Ἐκ δὴ τοιαύτης αἰτίας καὶ Λιβέριος ἀφῃρέθη τῆς Ῥωμαίων ἐκκλησίας: ἐπιτρέπεται δὲ ταύτην Φίληξ διάκονος τοῦ ἐνταῦθα κλήρου. Ὃν ὁμόφρονα φασὶ διαμεῖναι κατὰ τὴν πίστιν τοῖς ἐν Νικαίᾳ συνεληλυθόσιν, καὶ παντελῶς θρησκείας ἕνεκα ἀνέγκλητον. Τουτὶ δὲ μόνον ἐγκαλεῖσθαι, ὅτι γὲ πρὸ χειροτονίας, καὶ κοινωνίας ἑτεροδόξων

ἀνδρῶν ἠνέσχετο. Ὡς δὲ εἰσήλαυνεν εἰς Ῥώμην ὁ βασιλεὺς, καὶ πολὺς ἦν ὁ ἐνθάδε δῆμος περὶ Λιβερίου ἐκβοῶν, καὶ δεόμενος αὐτὸν ἀπολαβεῖν, βουλευσάμενος μετὰ τῶν συνόντων αὐτῷ ἐπισκόπων, ἀπεκρίνατο μετακαλεῖσθαι αὐτὸν, καὶ τοῖς αἰτοῦσιν ἀποδώσειν αὐτὸν, εἰ πεισθείη τοῖς συνοῦσιν αὐτῷ ἱερεῦσιν ὁμοφρονεῖν.

Περὶ Ἀετίου τοῦ Σύρου, καὶ Εὐδοξίου τοῦ μετὰ Λέοντος Ἀντιοχείας γεγονότος, καὶ περὶ τοῦ ὁμοουσίου.

Περὶ δὲ τοῦτον τὸν χρόνον εἰς τὸ φανερὸν ἐδίδασκεν Ἀέτιος ἣν εἶχε περὶ Θεοῦ δόξαν. Ἦν δὲ τότε διάκονος τῆς Ἀντιοχέων ἐκκλησίας, παρὰ Λεοντίου γενόμενος. Τὰ αὐτὰ δὲ Ἀρείῳ ἐδόξαζε, κτιστὸν, καὶ ἐξ οὐκ ὄντων, ἀνόμοιόν τε λέγων τῷ Πατρὶ τὸν Υἱόν. Ἐριστικὸς δέ τις εἰς ἄγαν ὢν, καὶ τολμηρὸς ἐν τοῖς περὶ Θεοῦ λόγοις, ἀσφαλῶς τε καὶ ποικίλως τοῖς συλλογισμοῖς χρώμενος, ἔδοξεν ἑτερόδοξος εἶναι οἷς ὁμοίως ἐφρόνει.

Ἐκβληθείς τε τῆς αὐτῶν ἐκκλησίας, ἐσκήπτετο παραιτεῖσθαι τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὡς Ἀρείῳ κεκοινωνηκότας μὴ δέον: Ὅτι, φησὶν, ἐπιώρκησεν, ἡνίκα μεταμεληθεὶς ὀμώμοκε Κωνσταντίνῳ τῷ βασιλεῖ, συνῳδὰ φρονεῖν τοῖς ἐν Νικαίᾳ συνεληλυθόσι.

Καὶ τὰ μὲν ὧδε λέγεται. Ἔτι δὲ τοῦ βασιλέως ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ διάγοντος, ἀγγέλλεται τετελευτηκέναι Λεόντιος ὁ Ἀντιοχείας ἐπίσκοπος. Ὡς φυλακῆς δὲ προσδεομένης τῆς ἐνθάδε ἐκκλησίας, ἐδεήθη τοῦ βασιλέως Εὐδόξιος ἐπανελθεῖν εἰς Συρίαν.

Ἐπιτραπεὶς δὲ τοῦτο, σπουδῇ καταλαμβάνει τὴν Ἀντιόχειαν: καὶ περιποιεῖται ἑαυτῷ τὴν ἐνθάδε ἐπισκοπὴν, μήτε Γεωργίου τοῦ Λαοδικείας ἐπισκόπου, μήτε Μάρκου τοῦ Ἀρεθούσης, οἳ δὴ τότε τῶν ἐν Συρίᾳ ἐπισκόπων ἐπίσημοι ἦσαν, μήτε τῶν ἄλλων οἷς ἡ χειροτονία διέφερε, συνθεμένων. Λόγος δὲ ταῦτα τὸν αὐτὸν πραγματεύσασθαι κατὰ γνώμην τοῦ κρατοῦντος, τῶν ἐν τοῖς βασιλείοις εὐνούχων συμπραξάντων: οἳ ἅμα Εὐδοξίῳ τὸ Ἀετίου δόγμα ἐπῄνουν, καὶ ἀνόμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν ἐδόξαζον.

Ὡς οὖν ἐκράτησε τῆς Ἀντιοχέων ἐκκλησίας, παρρησίας λαβόμενος, περιφανῶς ἤδη προΐστατο τῆς τοιαύτης αἱρέσεως. Καὶ συνελθὼν ἐν Ἀντιοχείᾳ ἅμα τοῖς τὰ τοιαῦτα φρονοῦσιν, ὧν ἦσαν καὶ Ἀκάκιος ὁ Καισαρείας τῆς Παλαιστίνης ἐπίσκοπος, καὶ Οὐράνιος ὁ Τύρου: ὃς μετὰ τοῦ ὁμοιοουσίου καὶ τὸ ὁμοούσιον ὄνομα ἠθέτει, πρόφασιν ποιούμενος ὡς καὶ οἱ ἀνὰ τὴν δύσιν ἐπίσκοποι ταῦτα ἐψηφίσαντο.

Ὅσιος γὰρ ἅμα τισὶ τῶν ἐνθάδε ἱερέων, ἐπὶ καταλύσει τῆς Οὐάλεντος καὶ Οὐρσακίου καὶ Γερμανίου φιλονεικίας, βιασθεὶς ἐν Σιρμίῳ, ὡς εἴρηται, συνεχώρησε μήτε ὁμοούσιον μήτε ὁμοιούσιον λέγειν: ὡς μηδὲ ταῖς ἱεραῖς γραφαῖς ἐγνωσμένων τῶν ὀνομάνων, καὶ ὑπὲρ νοῦν ἀνθρώπων ὂν, οὐσίαν Θεοῦ πολυπραγμονεῖν.

Ὡς κατωρθωκόσι δὲ περὶ τούτου τὰ Ὁσίου γράμματα, πρὸς αὐτοὺς ἐπιστολὴν διεπέμψαντο, Οὐάλεντι καὶ Οὐρσακίῳ καὶ Γερμανίῳ χάριν ὁμολογοῦντες, καὶ τοῦ ὀρθῶς δοξάζειν τοὺς ἐν τῇ δύσει τὰς ἀφορμὰς αὐτοῖς ἀνατιθέντες.

Ὅτι νεωτερίζοντι τῷ Εὐδοξίῳ γράμματα ἔπεμψε Γεώργιος ὁ Λαοδικείας, ἀναστέλλων αὐτόν: καὶ περὶ τῶν ἐξ Ἀγκύρας πρέσβεων εἰς Κωνστάντιον.

Ἐπεὶ δὲ ὧδε ἐνεωτέριζεν Εὐδόξιος, καὶ πολλοὶ τῆς Ἀντιοχέων ἐκκλησίας ἐναντιούμενοι αὐτῷ ἐξηλάθησαν: γράμματα λαβόντες Γεωργίου τοῦ Λαοδικείας ἐπισκόπου, παρεγένοντο εἰς Ἄγκυραν τῆς Γαλατίας. Ἔτυχε γὰρ Βασίλειος ἐπὶ καθιερώσει ἧς ἐδείματο ἐκκλησίας συγκαλέσας πολλοὺς τῶν πλησιοχώρων ἐπισκόπων, οἷς ἀπέδωκεν τὴν Γεωργίου ἐπιστολήν. Ἔχει δὲ ὧδε.

Κυρίοις τιμιωτάτοις, Μακεδονίῳ, Βασιλείῳ, Κεκροπίῳ, Εὐγενίῳ, Γεώργιος ἐν Κυρίῳ χαίρειν. Τὸ Ἀετίου ναυάγιον σχεδόν που πᾶσαν κατείληφε τὴν Ἀντιοχέων. Τοὺς γὰρ παῤ ὑμῖν ἀτιμαζομένους μαθητὰς τοῦ δυσωνύμου Ἀετίου πάντας καταλαβὼν Εὐδόξιος, εἰς κληρικοὺς προβάλλεται, ἐν τοῖς μάλιστα τετιμημένοις ἔχων τὸν αἱρετικὸν Ἀέτιον. Καταλάβετε οὖν τὴν τηλικαύτην πόλιν, μὴ τῷ ναυαγίῳ αὐτῆς καὶ ἡ οἰκουμένη παρασυρῇ.

Καὶ εἰς ταυτὸν γενόμενοι, ὅσους καὶ γενέσθαι ἐγχωρεῖ, παρὰ τῶν ἄλλων ἐπισκόπων ὑπογραφὰς ἀπαιτήσατε: ἵνα καὶ Ἀέτιον ἐκβάλῃ τῆς Ἀντιοχέων ἐκκλησίας Εὐδόξιος, καὶ τοὺς αὐτοῦ μαθητὰς ὄντας, προχειρισθέντας εἰς κανόνας, ἐκκόψῃ. Ἢ ἐὰν ἐπιμείνῃ μετὰ Ἀετίου ἀνόμοιον καλῶν, καὶ τοὺς τοῦτο τολμῶντας λέγειν τῶν μὴ λεγόντων προτιμῶν, οἴχεται ὑμῖν, ὡς φθάσας ἔφην, τέως ἡ Ἀντιοχέων.

Τάδε μὲν περιεῖχεν ἡ Γεωργίου ἐπιστολή. Οἱ δὲ ἐν Ἀγκύρᾳ ἐπίσκοποι, ἐπειδὴ ἀπεδείχθη ὁ Εὐδοξίου νεωτερισμὸς, ἐξ ὧν περὶ τοῦ δόγματος ἐγγράφως ἐψηφίσατο μεθ̓ ὧν ἐν Ἀντιοχείᾳ συνῆλθε, δηλοῦσι ταῦτα τῷ βασιλεῖ: καὶ ἐξαιτοῦσι γενέσθαι τινὰ πρόνοιαν, ὥστε κρατεῖν τὰ ἐν Σαρδικῇ καὶ ἐν Σιρμίῳ καὶ ταῖς ἄλλαις συνόδοις κεκριμένα, ἐν αἷς συνεδόκει ὅμοιον εἶναι κατ̓ οὐσίαν τῷ Πατρὶ τὸν Υἱόν.

Καὶ αἱροῦνται περὶ τούτου πρεσβεύειν πρὸς βασιλέα, αὐτός τε Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος, καὶ Εὐστάθιος ὁ Σεβαστείας, καὶ Ἐλεύσιος ὁ Κυζίκου, καὶ Λεόντιος πρεσβύτερος ἐκ θαλαμηπόλου βασιλικοῦ.

Ὡς δὲ ἀφίκοντο εἰς τὰ βασίλεια, καταλαμβάνουσιν Ἀσφάλιον πρεσβύτερον ἐξ Ἀντιοχείας, εἰς ἄγαν σπουδαστὴν τῆς Ἀετίου αἱρέσεως, ἤδη πράξαντα ἐφ̓ ᾧ παρεγένετο, καὶ γράμματα παρὰ βασιλέως κομισάμενον, ἐκδημεῖν μέλλοντα. Καταμηνυθείσης δὲ τῆς αἱρέσεως διὰ τῶν ἐξ Ἀγκύρας πρέσβεων, καταψηφίζεται Κωνστάντιος τῶν ἀμφὶ τὸν Εὐδόξιον: καὶ ἀνακομίζεται παρὰ Ἀσφαλίου τὴν ἰδίαν ἐπιστολήν: γράφει δὲ τάδε.

Ἐπιστολὴ Κωνσταντίου βασιλέως, ἀποβαλλομένη Εὐδόξιον καὶ τοὺς περὶ αὐτόν.

Νικητὴς Κωνστάντιος μέγιστος σεβαστὸς, τῇ κατὰ Ἀντιόχειαν ἁγίᾳ ἐκκλησίᾳ. Εὐδόξιος οὐ παῤ ἡμῶν ἧκε: μηδεὶς οὕτως οἰέσθω. Πόρρω τοῦ προστίθεσθαι τοῖς τοιούτοις ἐσμέν. Εἰ δὲ μετὰ ἄλλων καὶ τοῦτο σοφίζονται, εὔδηλοι δήπουθεν εἰσὶν εἰς τὸ κρεῖττον κομψευόμενοι. Τίνων γὰρ ἂν ἑκόντες ἀπόσχοιντο, οἱ δυναστειῶν ἕνεκεν τὰς πόλεις ἐπιόντες, ἀπ̓ ἄλλης εἰς ἄλλην μεταπηδῶντες, ὥσπερ τινὲς μετανάσται, πάντα μυχὸν πολυπραγμονοῦντες ἐπιθυμίᾳ τοῦ πλείονος.

Εἶναι δὲ λόγος περὶ αὐτοὺς ἀγύρτας τινὰς καὶ σοφιστὰς, οὓς οὐδὲ ὀνομάζειν θέμις: ἐργαστήριον πονηρὸν τὸ δυσσεβέστατον. Πάντως που καὶ αὐτοὶ συνίετε τὸ σύστημα. Πάντως ἐκ τῶν λόγων τὸν Ἀέτιον γνωρίζετε, καὶ τοὺς περὶ τὴν αἵρεσιν ταύτην ἐσχολακότας: οἷς ἓν μόνον τοῦτο ἔργον ἐστὶ, τὸ διαφθείρειν τὰ πλήθη.

Ἀλλ̓ οἱ κομψοὶ καὶ πρὸς πάντα εὔτολμοι, ἤδη τὶ τοιοῦτον πρός τινας ἐνεανιεύσαντο, ὅτι χαίροιμεν αὐτῶν τῇ χειροτονίᾳ, ἣν ἑαυτοὺς ἐχειροτόνησαν. Ταῦτα παῤ ἐκείνων μὲν ᾅδεται, τῶν τὰ τοιαῦτα θρυλεῖν εἰωθότων. Ἔστι δ̓ οὐδ̓ ὅλως ποθεν, οὐδ̓ ἐγγύς.

Καί μοι τῶν πρώτων ἀναμνήσθητε λόγων, ὅτε περὶ πίστεως ἐσκοποῦμεν: ἐν οἷς ὁ σωτὴρ ἡμῶν ἀπεδείκνυτο ὁ υἱὸς τοῦ θεοῦ, καὶ κατ̓ οὐσίαν ὅμοιος τῷ πατρί. Ἀλλ̓ οἱ γενναῖοι καὶ περὶ τοῦ κρείττονος λέγοντες εὐχερῶς τὰ παριστάμενα, ἐς τοσοῦτον προῆλθον ἀθεΐας, ὥστε καὶ ἄλλα τινὰ παρὰ τὰ ὄντα νομίζειν,

καὶ τοὺς ἄλλους πειρᾶσθαι διδάσκειν. Οἷς ὅτι μὲν εἰς κεφαλὴν τρέψεται, πάνυ πεπιστεύκαμεν. Ἀρκέσει δὲ τέως εἵργεσθαι συνόδων αὐτοὺς καὶ συλλόγου κοινοῦ. Μὴ γὰρ δὴ εἰπεῖν προαχθείην ἐν τῷ παρόντι, ὅσα μικρὸν ὕστερον ἐκεῖνοι πείσονται, ἢν μὴ τῆς λύσσης ταύτης ἀπόσχοιντο.

Οἱ δὲ, καὶ τί γὰρ οὐκ ἐπεισάγουσι τῷ κακῷ, τοὺς πονηροτάτους ὥσπερ ἐξ ἐντολῆς ἀγείροντες, τούτους δὴ τοὺς τῶν αἱρέσεων ἀρχηγοὺς εἰς τὸν κλῆρον καταλέγουσι, σχῆμα σεμνὸν οὕτω κιβδηλεύοντας, ὥσπερ ἐξὸν αὐτοὺς ἄγειν καὶ φέρειν ἅπαντα. Καίτοι τίς ἂν εἰς ζῶντας τελῶν, τούτων ἀνάσχοιτο, οἳ τὰς μὲν πόλεις τοῦ δυσσεβεῖν ἐμπιπλῶσι, τὴν δὲ ὑπερορίαν μιάσμασιν ἀποκρύπτουσιν: ἓν τοῦτο μόνον ἔργον ἀγαπῶντες, τὸ τοῖς καλοῖς ἀπεχθάνεσθαι διηνεκῶς. Ἐρρέτω πανοῦργόν τι σύστημα θειοτέροις θώκοις ἐνιδρύσαι.

Νῦν ὥρα τοὺς τῆς ἀληθείας τροφίμους εἰς φῶς ἥκειν καὶ μέσους, ὅσοι τῶν ἠθῶν ἐκφυγόντες, φόβῳ κατείχοντο πάλαι. Τὰ γὰρ δὴ σοφὰ τούτων ἐξήλεγκται: καὶ μηχανῆς οὐδεὶς ἔσται τρόπος κενὸς, ὃς ἐξαιρήσεται τούτους τοῦ δυσσεβεῖν. Ἀνδρῶν ἀγαθῶν ἔργον, τῇ πίστει τῶν πατέρων συζῆν, καὶ ταύτην ἐπαύξειν, ὡς εἴρηται: πέρα δὲ μὴ πολυπραγμονεῖν. Παραινέσαιμι δ̓ ἂν καὶ τοὺς ἐκ τοῦ βαράθρου ὀψέποτε μεταθεμένους, θέσθαι ταύτῃ τῇ ψήφῳ, ἣν οἱ τὰ θεῖα σοφοὶ ἐπὶ τοῦ κρείττονος ἐψηφίσαντο δεόντως ἐπίσκοποι. Ἐξ ἐκείνου μὲν οὖν τοῦτον τὸν τρόπον παῤ ὀλίγον ἐκινδύνευσε κρατεῖν ἡ τῶν Ἀνομοίων καλουμένη αἵρεσις.

Ὡς ἐν Σιρμίῳ γενόμενος ὁ Κωνστάντιος, πάλιν μετακαλεῖται Λιβέριον, καὶ τῇ Ῥώμῃ ἀποκαθίστησι: συνιερατεύειν δὲ καὶ Φίληκα ἐπιτρέπει.

Οὐ πολλῷ δὲ ὕστερον ἐπανελθὼν ἐκ τῆς Ῥώμης εἰς Σίρμιον ὁ βασιλεὺς, πρεσβευσαμένων τῶν ἀπὸ τῆς δύσεως ἐπισκόπων, μετακαλεῖται Λιβέριον ἐκ Βεροίας. Παρόντων τε τῶν ἀπὸ τῆς ἕω πρέσβεων, συναγαγὼν τοὺς παρατυχόντας ἐν τῷ στρατοπέδῳ ἱερέας, ἐβιάζετο αὐτὸν ὁμολογεῖν μὴ εἶναι τῷ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον. Ἐνέκειντο δὲ, καὶ τὸν κρατοῦντα ἐπὶ τοῦτο ἐκίνουν, πλείστην παῤ αὐτῷ παρρησίαν ἄγοντες, Βασίλειος καὶ Εὐστάθιος καὶ Ἐλεύσιος.

Οἳ δὴ τότε εἰς μίαν γραφὴν ἀθροίσαντες τὰ δεδογμένα ἐπὶ Παύλῳ τῷ ἐκ Σαμοσάτων, καὶ Φωτεινῷ τῷ ἐκ Σιρμίου, καὶ τὴν ἐκτεθεῖσαν πίστιν ἐν τοῖς ἐγκαινίοις τῆς Ἀντιοχέων ἐκκλησίας, ὡς ἐπὶ προφάσει τοῦ ὁμοουσίου ἐπιχειρούντων τινῶν ἰδίᾳ συνιστᾷν αἵρεσιν, παρασκευάζουσι συναινέσαι ταύτῃ Λιβέριον, Ἀθανάσιόν τε καὶ Ἀλέξανδρον, καὶ Σεβηριανὸν καὶ Κρίσκεντα, οἳ ἐν Ἀφρικῇ ἱέρωντο. Ὁμοίως δὲ συνῄνουν καὶ Οὐρσάκιος καὶ Γερμάνιος ὁ Σιρμίου, καὶ Οὐάλης ὁ Μουρσῶν ἐπίσκοπος, καὶ ὅσοι ἐκ τῆς ἕω παρῆσαν.

Ἐν μέρει δὲ καὶ ὁμολογίαν ἐκομίσαντο παρὰ Λιβερίου, ἀποκηρύττουσαν τοὺς μὴ κατ̓ οὐσίαν καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν ἀποφαίνοντας. Ἡνίκα γὰρ τὴν Ὁσίου ἐπιστολὴν ἐδέξαντο Εὐδόξιος καὶ οἱ σὺν αὐτῷ ἐν Ἀντιοχείᾳ τῇ Ἀετίου αἱρέσει σπουδάζοντες, ἐλογοποίουν ὡς καὶ Λιβέριος τὸ ὁμοούσιον ἀπεδοκίμασε, καὶ ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱὸν δοξάζει.

Ἐπεὶ δὲ ταῦτα ὧδε κατώρθωτο τοῖς ἐκ τῆς δύσεως πρέσβεσιν, ἀπέδωκεν ὁ βασιλεὺς Λιβερίῳ τὴν ἐπὶ Ῥώμην ἐπάνοδον: γράφουσί τε προσδέξασθαι αὐτὸν οἱ ἐν Σιρμίῳ ἐπίσκοποι, Φίληκι τῷ ἡγουμένῳ τότε τῆς Ῥωμαίων ἐκκλησίας, καὶ τῷ ἐνθάδε κλήρῳ: ἄμφω δὲ τὸν ἀποστολικὸν ἐπιτροπεύειν θρόνον, καὶ κοινῇ ἱερᾶσθαι μεθ̓ ὁμονοίας, ἀμνηστίᾳ τε παραδοῦναι τὰ συμβάντα ἀνιαρὰ διὰ τὴν Φίληκος χειροτονίαν,

καὶ τὴν Λιβερίου ἀποδημίαν. Οἷα γὰρ τὰ ἄλλα καλὸν καὶ ἀγαθὸν τὸν Λιβέριον, καὶ ἀνδρείως ὑπὲρ τοῦ δόγματος ἀντειπόντα τῷ βασιλεῖ, ἠγάπα ὁ τῶν Ῥωμαίων δῆμος: ὡς καὶ μεγίστην ἀνακινηθῆναι στάσιν, καὶ μέχρι φόνων χωρῆσαι. Ὀλίγον δὲ χρόνον Φίληκος ἐπιβιώσαντος, μόνος Λιβέριος τῆς ἐκκλησίας προΐστατο.

Ταύτῃ πῆ τοῦ Θεοῦ διοικήσαντος, ὥστε τὸν Πέτρου θρόνον μὴ ἀδοξεῖν, ὑπὸ δύο ἡγεμόσιν ἰθυνόμενον: ὃ διχονοίας σύμβολόν ἐστι, καὶ ἐκκλησιαστικοῦ θεσμοῦ ἀλλότριον.

Ὅτι διὰ τὴν Ἀετίου αἵρεσιν, καὶ τῶν ἐν Ἀντιοχείᾳ, ὥρισεν ὁ βασιλεὺς σύνοδον ἐν Νικομηδείᾳ γενέσθαι: σεισμοῦ δὲ γενομένου, καὶ πολλῶν ἐν τῷ μεταξὺ εἰσπεσόντων, πρότερον μὲν ἐν Νικαίᾳ, ὕστερον δὲ ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ ἡ σύνοδος ἤθροισται: ἐν ᾧ καὶ περὶ Ἀρσακίου τοῦ ὁμολογητοῦ.

Ἐν μὲν οὖν τῷ Σιρμίῳ ταῦτα ἐγεγόνει: καὶ ἐδόκει τότε διὰ τὸν τοῦ βασιλέως φόβον ἀνατολὴ καὶ δύσις ὁμοφρονεῖν περὶ τὸ δόγμα. Περὶ δὲ τῶν ἐν Ἀντιοχείᾳ νεωτερισθέντων, καὶ τῆς Ἀετίου αἱρέσεως, ἔκρινεν ὁ βασιλεὺς ἐπιτελέσαι σύνοδον ἐν Νικαίᾳ.

Παραιτησαμένων δὲ τῶν ἀμφὶ Βασίλειον διὰ τὸ πάλαι ἐνθάδε τὴν περὶ τοῦ δόγματος συμβῆναι ζήτησιν, ἔδοξεν ἐν Νικομηδείᾳ τῆς Βιθυνίας: καὶ γράμμασιν εἰς ῥητὴν ἡμέραν μετὰ σπουδῆς καλεῖν τῶν ἀν̓ ἕκαστον ἔθνος ἐπισκόπων, οἳ συνιέναι ἐπιτηδειότεροι ἐδόκουν, καὶ νοεῖν καὶ λέγειν ἱκανοί: ὥστε ἀντὶ πάντων τῶν ἱερέων τοῦ ἔθνους,

μετασχεῖν αὐτοὺς τῆς συνόδον, καὶ τῇ κρίσει παρεῖναι. Ἤδη δὲ καὶ τῶν πλειόνων κατὰ τὴν ὁδοιπορίαν ὄντων, ἀγγέλλεται τὸ Νικομηδείας πάθος, καὶ ὅτι πᾶσαν ὁ Θεὸς κατέσεισεν. Ὡς ἐπὶ ἀπολομένῃ δὲ ἄρδην τῇ πόλει πανταχοῦ κρατοῦντος, ἐπέσχον οἱ καθ̓ ὁδὸν ἐπίσκοποι: ὡς γὰρ φιλεῖ ἡ φήμη ἐργάζεσθαι, οὐκ ἄχρι τῶν πεπονθότων τὰ δεινὰ τοῖς ἄπωθεν ἤγγελλεν. Ὑπεθρυλεῖτο δὲ Νίκαιάν τε καὶ Πέρινθον, καὶ τὰς πλησίον πόλεις, κοινωνῆσαι τῆς συμφορᾶς: προσέτι δὲ καὶ τὴν Κωνσταντινούπολιν.

Οὐ μετρίως δὲ τοὺς εὖ φρονοῦντας τῶν ἐπισκόπων ἐλύπει τὸ συμβὰν, καθότι καὶ ἐκκλησία μεγαλοπρεπῶς οἰκοδομουμένη κατεσείσθη, καὶ πρόφασις ἐγένετο τοῖς ἀπεχθανομένοις πρὸς τὴν θρησκείαν, ἀγγεῖλαι τῷ βασιλεῖ, ὡς ἐπισκόπων πλῆθος καὶ ἀνδρῶν καὶ παίδων καὶ γυναικῶν ἀπώλετο, προσφυγόντων τῇ ἐκκλησίᾳ ἐπ̓ ἐλπίδι τοῦ ἐνθάδε σωθήσεσθαι. Οὐκ ἀληθῶς δὲ ταῦτα εἶχε: δευτέρᾳ γὰρ ὥρᾳ οὐ συναξίμου ἡμέρας,

ὁ σεισμὸς ἐνέσκηψεν. Ἐπισκόπων δὲ μόνος Κεκρόπιος ὁ Νικομηδείας αὐτῆς, καὶ ἄλλος ἀπὸ Βοσπόρου τῆς ἐκκλησίας ἔξωθεν κατελείφθησαν. Ἐν ἀκαριαίῳ τε χρόνῳ κατασεισθείσης τῆς πόλεως, οὐδὲ ἐνεδέχετο δύνασθαι τοὺς θέλοντας ἄλλῃ καταφυγεῖν: ἀλλ̓ ἐν τῇ πρώτῃ πείρᾳ τοῦ κινδύνου ὡς ἐπίπαν ὅπη ἔτυχεν

ἕκαστος ἑστὼς, ἢ ἐσώθη, ἢ ἀπώλετο. Λέγεται δὲ πρὶν γενέσθαι ταύτην τὴν συμφορὰν, προϊδεῖν Ἀρσάκιον: ὃς τὸ μὲν γένος Πέρσης ἦν: ἀπὸ στρατιώτου δὲ θηροκόμου τῶν βασιλικῶν λεόντων, οὐκ ἄσημος τῶν ἐπὶ Λικινίου ὁμολογητὴς ἐγένετο: καὶ τὴν στρατείαν καταλιπὼν, ἐν τῇ ἄκρᾳ Νικομηδείας, ἐντὸς τοῦ τείχους κατῴκει φιλοσοφῶν.

Ἔνθα δὴ προφανεῖσα αὐτῷ θεία ὄψις, ἐκέλευσεν ἐξιέναι τῆς πόλεως, ὡς πεισομένης ἅπερ ὕστερον ἔπαθεν. Ἐκ τούτου τε σπουδῇ καταλαβὼν τὴν ἐκκλησίαν, ἐνετείλατο τοῖς κληρικοῖς ἐπιμελῶς ἱκετεῦσαι τὸν Θεὸν, καὶ ἱλαστηρίους ἐπιτελέσαι λιτὰς ἐπὶ λύσει τῆς ἀπειληθείσης ὀργῆς.

Ὡς δὲ οὐκ ἔπεισε, καὶ γελοῖος ἐδόκει, ἀπροσδόκητα μηνύων πάθη, ἀνέστρεψεν ἐπὶ τὸν πῦργον, καὶ πρηνὴς καταπεσὼν ηὔχετο. Ἐν τούτοις δὲ τοῦ σεισμοῦ ἐπισκήψαντος, οἱ μὲν πλείους ἀπώλοντο: οἱ δὲ περιλειφθέντες, εἰς τοὺς ἀγροὺς καὶ τὴν ἔρημον ἔφυγον.

Ὡς γὰρ ἐν εὐδαίμονι καὶ μεγάλῃ πόλει, καθ̓ ἑκάστην οἰκίαν πῦρ ἡμμένον ἐτύγχανεν ἐν χυτροπόδοις καὶ πνιγεῦσι, καὶ καμίνοις βαλανείων τε καὶ τῶν ὅσοι περὶ τὰς ἐμπύρους τέχνας πονοῦσιν: ἐρειπομένων τε τῶν ὀρόφων, περικλεισθεῖσα ταῖς ὕλαις ἡ φλὸξ, ἀναμεμιγμένων ὡς εἰκὸς φρυγάνων, καὶ τῶν ὅσα ἐλαιώδη ἐστὶ,

καὶ πρὸς τὸ καίεσθαι ῥᾳδίαν ἔχει τὴν ἐπίδοσιν, ἀφθόνως ἐτράφη. Πανταχοῦ τε ἕρπουσα, καὶ πρὸς ἑαυτὴν συναπτομένη, μίαν ὡς εἰπεῖν πυρὰν τὴν πᾶσαν πόλιν ἐποίησε. Καὶ κατὰ τοῦτο δὲ τῶν οἴκων ἀβάτων ὄντων, οἱ περισωθέντες ἐκ τοῦ σεισμοῦ, ἐπὶ τὴν ἄκραν ἔδραμον.

Ἀρσάκιος δὲ ἐν ἀσείστῳ τῷ πύργῳ εὑρέθη νεκρὸς, πρηνὴς κείμενος, οἷον ἑαυτὸν ἐτάνυσε τῆς εὐχῆς ἀρξάμενος. Λόγος δὲ τοῦ προτελευτῆσαι τότε αὐτὸν, τὸν Θεὸν ἱκετεῦσαι, καὶ ἀποθανεῖν ἑλέσθαι μᾶλλον, ἢ συμφορὰν θεάσασθαι πόλεως,

ἐν ᾗ τὰ πρῶτα τὸν Χριστὺν ἐπέγνω, καὶ τῆς ἐκκλησιαστικῆς φιλοσοφίας μετέσχεν. Ἀλλ̓ ἐπεὶ φέρων ἡμᾶς ὁ λόγος εἰς τὸν ἄνδρα τοῦτον ἤγαγεν, ἰστέον ὡς ὑπὸ θεοφιλίας ἱκανὸς ἦν δαίμονας ἀπελαύνειν, καὶ τοὺς ὀχλουμένους ὑπ̓ αὐτῶν καθαίρειν. Οὕτω γοῦν δαιμονιῶν τις ξίφος σπασάμενος, ἀνὰ τὴν ἀγορὰν ἔθεε: φευγόντων δὲ πάντων, καὶ θορύβου τὴν πόλιν ἔχοντος, ὑπαντώμενος αὐτῷ τὸν Χριστὸν ἐπωνόμασε, καὶ τῷ λόγῳ κατέβαλε: καὶ αὐτίκα ἐκάθῃρε, καὶ σωφρονεῖν ἐποίησε.

Πεπόνητο δὲ αὐτῷ καὶ πολλὰ ἄλλα ὑπὲρ ἀνθρωπίνην δύναμιν καὶ τέχνην, καὶ μέντοι καὶ τόδε. Δράκων ἦν, ἢ ἕτερον ἑρπετοῦ γένος, ὃ πρὸ τῆς ὄψεως τοὺς παροδίτας τῷ φυσήματι ἀπώλλυε: παρὰ γὰρ λεωφόρον ἐφώλευσεν. Ἔνθα δὴ παραγενόμενος Ἀρσάκιος ηὔξατο, καὶ ὁ ὄφις αὐτομάτως τοῦ φωλεοῦ ἐξῆλθε, καὶ δὶς τῷ ἐδάφει τὴν κεφαλὴν προσρήξας, ἑαυτὸν ἀνεῖλε. Καὶ τὰ μὲν ὧδε ἀφηγήσαντο, οἳ παρὰ τῶν Ἀρσάκιον αὐτὸν θεασαμένων ἀκηκοέναι ἔφασαν.

Οἱ δὲ ἐπίσκοποι ἀνακοπέντες τῆς ἐπὶ τὴν σύνοδον ὁρμῆς διὰ τὸ Νικομηδείας πάθος, οἱ μὲν περιέμενον πάλιν τὰ δόξαντα τῷ βασιλεῖ: οἱ δὲ, ἣν ἔχουσι δόξαν περὶ τῆς πίστεως, διὰ γραμμάτων ἐδήλωσαν. Ἀπορῶν δὲ περὶ τοῦ πρακτέου ὁ κρατῶν, γράφει Βασιλείῳ, πυνθανόμενος ὅ,

τί ποτε χρὴ περὶ τῆς συνόδου ποιεῖν. Ὁ δὲ, ὡς εἰκὸς, ἐπὶ εὐσεβείᾳ δἰ ἐπιστολῆς ἐπαινέσας αὐτὸν, καὶ ἐπὶ τῷ πάθει Νικομηδείας παραμυθησάμενος ἐξ ὑποδειγμάτων ἱερῶν ἱστοριῶν, παροτρύνει ἐπιταχύναι τὴν σύνοδον, καὶ μὴ καθυφεῖναι, ὡς ὑπὲρ εὐσεβείας τῆς σπουδῆς οὔσης: μηδὲ ἀπράκτους ἀποπέμψαι τοὺς ἐπὶ τούτῳ συλλεγομένους ἱερέας, ἅπαξ ἐξεληλυθότας, καὶ κατὰ τὴν ὁδοιπορίαν ὄντας. Ὥρισε δὲ τῇ συνόδῳ τόπον ἀντὶ Νικομηδείας τὴν Νίκαιαν,

ὥστε ἐκεῖ τὰ περὶ τῆς πίστεως διορθωθῆναι, ἔνθα καὶ ζητεῖσθαι ἤρξατο. Καὶ ὁ Βασίλειος τοιαῦτα ἀντέγραψε, τεκμῃράμενος ὧδέ πη κέχαρισμένα βασιλεῖ δηλώσειν, καθότι καὶ αὐτὸς τὴν ἀρχὴν ἐν Νικαίᾳ ἐδοκίμασε γενέσθαι τὴν σύνοδον. Δεξάμενος δὲ τὴν Βασιλείου ἐπιστολὴν, τὰ μὲν πρῶτα προσέταξεν ἀρχομένου χομένου τοῦ θέρους συνελθεῖν αὐτοὺς εἰς Νίκαιαν, πλὴν εἰ μή τινες εἶεν τοῖς σώμασιν ἀσθενεῖς: ἐκπέμψαι δὲ τούτους ἀντὶ αὐτῶν, οὓς ἂν ἕλωνται πρεσβυτέρους ἢ διακόνους, ὥστε τὴν αὐτῶν γνώμην δηλῶσαι,

καὶ περὶ τῶν ἀμφιβόλων βουλεύσασθαι, καὶ κοινῇ περὶ πάντων ὁμοφρονῆσαι. Δέκα δὲ ἀπὸ τῶν ἑσπερίων μερῶν, καὶ τοσούτους ἀπὸ τῆς ἕω, οὓς ἂν κοινῇ γνώμῃ ἐπιλέξωνται οἱ συνιόντες, ἀφικέσθαι εἰς τὰ βασίλεια, καὶ τὰ δόξαντα ἀφηγήσασθαι: ὥστε καὶ αὐτὸν συνιδεῖν, εἰ κατὰ τὰς ἱερὰς γραφὰς συνέβησαν ἀλλήλοις, καὶ περὶ τῶν πρακτέων ὅπη ἂν ἄριστα δοκῇ ἐπιτελέσαι.

Μετὰ δὲ ταῦτα βουλευσάμενος προσέταξε πάντας ἔνθα ἂν διάγωσιν, ἢ ἐν ταῖς ἰδίαις ἐκκλησίαις ἐπιμεῖναι, μέχρις ἂν ὁρισθείη τῇ συνόδῳ τόπος, καὶ σημανθείη εἰς τοῦτον ἀφικέσθαι. Γράφει δὲ τῷ Βασιλείῳ, δἰ ἐπιστολῶν πυθέσθαι πάντων τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων, ὅπη ἐπιτελεῖν τὴν σύνοδον προσῆκεν: ὥστε ἔαρος ἀρχομένου, τοῦτο πᾶσι γενέσθαι δῆλον: ἐν Νικαίᾳ γὰρ, ὡς κεκμηκότος τοῦ τῇδε ἔθνους ὑπὸ σεισμῶν,

οὐ καλῶς ἔχειν ὑπέλαβε σύνοδον ποιεῖν. Ὁ δὲ Βασίλειος ἰδίας ἐπιστολῆς προτάξας τὰ βασιλέως γράμματα, τοῖς κατὰ ἔθνος ἐπισκόποις ἐδήλωσε σπουδῇ διασκέψασθαι, καὶ τὸν ἀρέσοντα τόπον ἐν τάχει δηλῶσαι. Οἷα δὲ φιλεῖ ἐπὶ τοῖς τοιούτοις, οὐ τὸν αὐτὸν τόπον ἐπιλεξαμένων πάντων, παραγίνεται πρὸς βασιλέα Βασίλειος: διέτριβε δὲ τότε ἐν Σιρμίῳ. Καὶ καταλαμβάνει ἐνθάδε ἄλλους τέ τινας ἐπισκόπους κατ̓ ἰδίας χρείας, καὶ Μάρκον τὸν Ἀρεθούσιον, καὶ Γεώργιον τὸν ἐπιτραπέντα προστατεῖν τῆς Ἀλεξανδρέων ἐκκλησίας.

Δόξαν δὲ ἤδη ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γενέσθαι τὴν σύνοδον, οἱ ἀμφὶ Οὐάλεντα, καὶ γὰρ δὴ καὶ οὗτος τῷ Σιρμίῳ ἐνεδήμει, τῇ τῶν ἀνομοίων αἱρέσει χαίροντες, σπουδάζουσι τοὺς τῷ στρατοπέδῳ παρόντας ἐπισκόπους εἰς ἕτοιμόν τινα γραφὴν πίστεως ὑπογράψαι, ἐν ᾗ τὸ τῆς οὐσίας οὐκ ἐνέκειτο ὄνομα.

Σπουδαζομένης δὲ τῆς συνόδου, λογισάμενοι οἱ ἀμφὶ Εὐδόξιον καὶ Ἀκάκιον, καὶ Οὐρσάκιον καὶ Οὐάλεντα, ὡς τῶν πανταχῆ ἐπισκόπων, οἱ μὲν τὴν ἐν Νικαίᾳ πίστιν, οἱ δὲ τὴν ἐπὶ τῇ ἀφιερώσει τῆς Ἀντιοχέων ἐκκλησίας ἐκτεθεῖσαν ζηλοῦσιν, ἑκατέρα τε τὸ τῆς οὐσίας ὄνομα ἔχει, καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν ἀποφαίνει: καὶ ὡς εἰ πάντες εἰς ταὐτὸν συνέλθωσιν, ἑτοίμως καταψηφίσονται τῆς Ἀετίου δόξης, ἣν αὐτοὶ ἐπῄνουν, ἄντικρυς ἑκατέρας ἀπᾴδουσαν: κατορθοῦσι τοὺς μὲν ἀπὸ τῆς δύσεως, ἐν Ἀριμίνῳ συνελθεῖν:

τοὺς δὲ ἀπὸ τῆς ἕω, ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας: ἵνα, ῥᾳδίου ὄντος ὀλίγους ἢ πάντας πείθειν, εἰ μὲν δύναιντο, τῇδε κἀκεῖσε μερισθέντες παρασκευάσωσι σφίσι συμψήφους γενέσθαι ἑκατέραν σύνοδον: εἰ δὲ μὴ, θατέραν: ὥστε μὴ πάσαις ψήφοις ἀποκηρυχθῆναι τὴν αἵρεσιν. Συνέπραττον δὲ αὐτοῖς ταῦτα, Εὐσέβιος ὁ τοῦ βασιλείου οἴκου προεστὼς εὐνοῦχος, Εὐδοξίῳ ἐπιτήδειος ὢν, καὶ ἄλλως ὁμόδοξος, καὶ πολλοὶ τῶν ἐν δυνάμει, χάριν αὐτῷ Εὐσεβίῳ φέροντες.

Περὶ τῶν πραχθέντων τῇ ἐν Ἀριμίνῳ συνόδῳ.

Πεισθεὶς δὲ ὁ βασιλεὺς, ὡς οὔτε τῷ δημοσίῳ λυσιτελεῖ διὰ τὴν δαπάνην, οὔτε τοῖς ἐπισκόποις διὰ τὰς μακρὰς ὁδοὺς, εἰς ταὐτὸν πάντας συνελθεῖν, διεῖλε τὴν σύνοδον: καὶ γράφει τοῖς τότε ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ, τὰ περὶ τῆς πίστεως ἀμφίβολα προδιαθεῖναι: ἐν τέλει δὲ διαλαβεῖν κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν, καὶ περὶ τῶν ἀδίκως καθῃρῆσθαι ἢ ὑπερορίας οἰκεῖν μεμφομένων ἐπισκόπων, ὧν εἷς ἦν Κύριλλος Ἱεροσολύμων, καὶ περὶ τῶν ἐπαγομένων ἐγκλημάτων τισὶ τῶν ἐπισκόπων δικάσαι: κατηγόρουν γὰρ ἄλλοι ἄλλων: Γεωργίου δὲ Αἰγύπτιοι, ἁρπαγῶν καὶ ὕβρεων: ἐπὶ κεκριμένοις δὲ πᾶσι, δέκα ἑκατέρωθεν καταλαβεῖν τὰ βασίλεια ἐπὶ μηνύσει τῶν γεγενημένων.

Κατὰ ταῦτα ἕκαστοι συνελέγησαν ἔνθα συνελθεῖν προσετάγησαν. Καὶ ἔφθανε ἡ ἐν Ἀριμίνῳ συστᾶσα σύνοδος. Ἐτέλουν δὲ εἰς αὐτὴν πλείους ἢ τετρακόσιοι. Καὶ περὶ μὲν Ἀθανασίου μηδὲν ἀνακινεῖν, ἄμεινον ἐδοκίμασαν οἳ πρὸς αὐτὸν ἀπεχθῶς εἶχον.

Ζητήσεως δὲ οὔσης εἰς ὃν χρὴ τρόπον πιστεύειν, παρελθόντες εἰς μέσον Οὐάλης τε καὶ Οὐρσάκιος, οἷς συνελαμβάνοντο Γερμήνιός τε καὶ Αὐξέντιος, καὶ Γάϊος καὶ Δημόφιλος, τὰς μὲν ἤδη πρότερον περὶ πίστεως γενομένας γραφὰς ἀργεῖν ἠξίουν, κρατεῖν δὲ ἣν οὐ πρὸ πολλοῦ ἐν Σιρμίῳ συνέταξαν διὰ τῆς Ῥωμαίων φωνῆς, ὅμοιον μὲν εἶναι τῷ Πατρὶ τὸν Υἱὸν κατὰ τὰς γραφὰς εἰσηγουμένην, οὐσίας δὲ παντελῶς ἐπὶ Θεοῦ μὴ ποιεῖσθαι μνήμην.

Ἔλεγον δὲ ταύτην καὶ βασιλέα ἐπαινέσαι: χρῆναι δὲ καὶ τὴν σύνοδον ἀναγκαίως προσίεσθαι, μηδὲν τοῦ λοιποῦ πολυπραγμονοῦσαν τῆς ἑκάστου ἐννοίας, ἵνα μὴ διχόνοιαι καὶ στάσεις γίνωνται, διαλέξει καὶ ἀκριβεῖ βασάνῳ παραδιδομένων τῶν ὀνομάτων: ἄμεινον γὰρ εἶναι, ἀμαθέστερον διαλεγομένους, ὀρθῶς περὶ Θεοῦ δοξάζειν, ἢ καινότητας ὀνομάτων ἐπεισάγειν,

διαλεκτικῆς τερθρείας συγγενεῖς. Ὑπῃνίττοντο δὲ, μᾶλλον καὶ φανερῶς διέβαλλον τὸ ὁμοούσιον ὄνομα, ὡς ἄγνωστον ταῖς ἱεραῖς γραφαῖς, καὶ τοῖς πολλοῖς ἀσαφές: ἀντὶ δὲ τούτου, ὅμοιον κατὰ πάντα τῷ γεννήσαντι λέγειν τὸν Υἱὸν κατὰ τὰς θείας γραφάς.

Ἐπεὶ δὲ ταῦτα περιέχουσαν καὶ τὴν προκομισθεῖσαν παῤ αὐτῶν γραφὴν ἀνέγνωσαν, οἱ μὲν πλείους μηδὲν δεῖσθαι νεωτέρας πίστεως ἰσχυρίζοντο: ἀλλ̓ ἀρκεῖσθαι τοῖς ἤδη δόξασι πρὸ αὐτῶν: συνεληλυθέναι δὲ νῦν, ἵνα εἴτι καινοτομοῖτο κατὰ τούτων, κωλύσωσιν: εἰ δὲ μηδὲν παρὰ ταῦτα καινοτομεῖ τὰ ἀνεγνωσμένα, λέγειν ἐξῄτουν τοὺς εἰσηγητὰς ταύτης τῆς γραφῆς, καὶ φανερῶς ἀποκηρύττειν τὸ Ἀρείου δόγμα, ὡς θορύβου αἴτιον εἰσέτι νῦν ἐξ ἐκείνου γενόμενον ταῖς πανταχοῦ ἐκκλησίαις.

Ἀποφυγόντων δὲ τὴν πρότασιν Οὐρσακίου καὶ Οὐάλεντος, Γερμηνίου τε καὶ Αὐξεντίου, καὶ Δημοφίλου, καὶ Γαΐου, ἐκέλευσεν ἡ σύνοδος ἀναγνωσθῆναι τὴν ἔκθεσιν τῶν ἄλλων αἱρέσεων, καὶ τῶν ἐν τῇ Νικαίᾳ συνεληλυθότων: ὥστε τὰς μὲν ἄλλας ἀποκηρῦξαι αἱρέσεις, ἐπιψηφίσασθαι δὲ τοῖς ἐν Νικαίᾳ δεδογμένοις, καὶ περὶ τῶν αὐτῶν τοῦ λοιποῦ μηδένα ἐγκαλεῖν ἢ σύνοδον αἰτεῖν, ἀλλ̓ ἀρκεῖσθαι τοῖς φθάσασιν.

Ἄτοπον γὰρ εἶναι, ὡς νῦν ἀρχομένους πιστεύειν, τοιαῦτα συγγράφειν, καὶ τοῦ προλαβόντος χρόνου τὴν παράδοσιν διαβάλλειν, ᾗ κεχρημένοι αὐτοί τε καὶ οἱ πρὸ αὐτῶν, τὰς ἐκκλησίας ἐπετρόπευσαν, ὧν οἱ πλείους ἐν ὁμολογίαις καὶ μαρτυρίοις τὸν βίον μετήλλαξαν.

Καὶ οἱ μὲν τάδε προϊσχόμενοι, οὐδὲν ἠξίουν νεωτερίζειν: μὴ πειθομένους δὲ τοὺς ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον, ἀλλ̓ ἐνισταμένους κρατεῖν ἣν προΐσχοντο πίστιν, καθεῖλον, ἄκυρον εἶναι ψηφισάμενοι ἣν ἀνέγνωσαν γραφήν.

Καὶ γὰρ δὴ καὶ ἄτοπον αὐτοῖς ἔδοξεν εἶναι, προγεγράφθαι ταύτης, ὡς ἐν Σιρμίῳ ἐξετέθη παρόντος Κωνσταντίου τοῦ αἰωνίου Αὐγούστου, ὑπατευόντων Εὐσεβίου καὶ Ὑπατίου: ὥς που καὶ Ἀθανάσιος πρὸς τοὺς ἐπιτηδείους γράφων φησὶ, γελοῖον εἶναι βασιλέα αἰώνιον τὸν Κωνστάντιον ὀνομάζειν: ἀΐδιον δὲ λέγειν τὸν Υἱὸν τοῦ Θεοῦ παραιτεῖσθαι: καὶ ῥητὸν χρόνον προτάττειν τῆς γραφῆς ταύτης, ἐπὶ διαβολῇ τῆς πίστεως τῶν παλαιοτέρων, καὶ τῶν πρὸ τούτου τοῦ χρόνου μυηθέντων.

Ἐπεὶ δὲ τάδε ἐν Ἀριμίνῳ ἐγένετο, οἱ μὲν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον χαλεπῶς φέροντες ἐπὶ τῇ καθαιρέσει, σπουδῇ πρὸς βασιλέα παρεγένοντο.

Ἐπιστολὴ τῆς ἐν Ἀριμίνῳ συνόδου πρὸς τὸν βασιλέα Κωνστάντιον.

Ἡ δὲ σύνοδος εἴκοσιν ἐπισκόπους προβαλλομένη, πρέσβεις ἀπέστειλεν: ἔγραψε δὲ δἰ αὐτῶν τάδε, μεταγραφέντα ἐκ τῆς Ῥωμαίων φωνῆς.

Τά τε ἐκ τῆς τοῦ Θεοῦ κελεύσεως, καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος δογματισθέντα, γενέσθαι πιστεύομεν: εἰς γὰρ Ἀρίμινον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων, ἐπὶ τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ, καὶ οἱ τὰ ἐναντία φρονοῦντες ἔκδηλοι γένωνται. Ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ παλαιοῦ διαμένουσαν, ἣν καὶ οἱ προφῆται, καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας ἐφόρου, καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατασχόντες φυλάττωμεν,

μέχρι τέλους διατηροῦντες. Ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη, τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάσσειν, καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὦν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας:

ἥτις ἀντίπαλος μένει καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε: δἰ ἧς, οὐ μόνον αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ πᾶσαι καθῃρέθησαν: ἐν ᾗ ὄντως καὶ προσθεῖναί τι σφαλερὸν, καὶ τὸ ἀφελέσθαι τὶ, ἐπικίνδυνον ὑπάρχει: ὡς εἴπερ τὶ θάτερον γένηται,

ἔσται τοῖς ἐχθροῖς ἄδεια ποιεῖν ἅπερ βούλονται. Ὅθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ πάλαι μέτοχοί τε καὶ σύμβουλοι τοῦ Ἀρείου δόγματος ἦσαν καθεστηκότες, καὶ τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν: ἧς ἵνα μετάσχωσιν, ἐφ̓ οἷς ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν: ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ̓ ἐκείνων γεγενημένα μαρτυρεῖ: δἰ ὧν ἁπάντων φειδὼ γεγένηται, καὶ τῶν ἐγκλημάτων συγγνώμη. Ἦν δὲ καιρὸς καθ̓ ὃν ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο: συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας.

Ἐγνωκότες ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον, μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα: ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς, καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ̓ ἐκεῖνόν τι καινοτομεῖν: καὶ τοσούτους ἁγίους ὁμολογητὰς καὶ μάρτυρας, τοὺς δὲ καὶ τοῦ δόγματος συγγραφέας τε καὶ εὑρετὰς ὑπεριδεῖν, οἵ τινες κατὰ τὸν παλαιὸν τῆς καθολικῆς ἐκκλησίας θεσμὸν, ἅπαντα φρονοῦντες διαμεμενήκασιν. Ὧν ὁ Θεὸς τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μεταδέδωκε, διὰ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ,

δἰ οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν, ὡς καὶ τῆς καθ̓ ἡμᾶς οἰκουμένης κρατεῖν. Πάλιν γοῦν ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι, ἀθεμίτῳ τολμήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκάς τε ἑαυτοὺς ἀνήγγειλαν, καὶ ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα.

Ὡς γὰρ κατὰ τὸ σὸν πρόσταγμα, τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύμνουν τὴν σκέψιν: ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑταιρίας τοὺς συναλισκομένους εὑρόντες, Γερμήνιον, Αὐξέντιον, καὶ Γάϊον:

τοὺς τὴν ἔριν καὶ διχοστασίαν ἐμποιοῦντας. Ὧν ἡ διδασκαλία μία μὲν οὖσα, πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν: ὡς δὲ συνεῖδον, οὐχὶ τῆς αὐτῆς αἱρέσεως ὄντας, οὔθ̓ ὁμογνωμονοῦντας ἐφ̓ οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς, ὡς δοκεῖν ἕτερόν τι γράφειν.

Ἦν δὲ ὁ καιρὸς βραχὺς, ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων. Ἵν̓ οὖν μὴ τοῖς αὐτοῖς τὰ τῆς ἐκκλησίας περιπίπτῃ, καὶ ταραχὴ καὶ θόρυβος κυλινδούμενος ἅπαντας συνέχῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα καὶ ἀμετακίνητα φυλάττειν: τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι: δἰ ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας.

Τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα, τὸ, τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων δικαίως ὡρισμένων: οἳ καὶ τὴν σὴν ἀναδιδάξουσι ὁσιότητα, ὅτι οὐχ ὥσπερ ἔφησαν Οὐρσάκιος καὶ Οὐάλης, ἔσται εἰρήνη, εἴπερ τὶ τῶν δικαίων ἀνατραπείη. Πῶς γὰρ εἰρήνην οἷόν τε ἄγειν, τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι, καὶ τῇ τῶν Ῥωμαίων ἐκκλησίᾳ γενήσεται.

Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληνιαίῳ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας, μηδὲ πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας: ἀλλὰ ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις: οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ Πνεύματος ἁγίου πεποιηκέναι φήσαιμεν ἄν. Τὰ γὰρ νῦν παῤ ἐκείνων καινοτομούμενα τοῖς μὲν πιστεύουσιν ἀπιστίαν ἐνεποίει: τοῖς

δὲ ἀπιστοῦσιν, ὠμότητα. Ἱκετεύομεν δὲ ἔτι, ἵνα κελεύσῃς τοὺς ἐπισκόπους τοὺς ἐν ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον, καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι: ἵνα μὴ ἔρημοι, τῶν ἐπισκόπων ἀφωρισμένων, αἱ ἐκκλησίαι διαμένωσιν.

Ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τῶν προϋπαρξάντων, μήτε πλεονάζῃ: ἀλλὰ πάντα ἄρρηκτα διαμένῃ, ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα: μήτε λοιπὸν ἡμᾶς μοχθεῖν, καὶ τῶν ἰδίων παροικήσεων ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι: ἀλλ̓ ἵνα οἱ ἐπίσκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ̓ εἰρήνης εἰς εὐχάς τε καὶ λατρείας σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς σωτηρίας καὶ βασιλείας καὶ εἰρήνης, ἣν ἡ θεότης σοὶ εἰς τὸ διηνεκὲς χαριεῖται.

Οἱ δὲ ἡμέτεροι πρέσβεις τάς τε ὑπογραφὰς, καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵ τινες καὶ ἐξ αὐτῶν τῶν θείων γραμμάτων τὴν σὴν ἀναδιδάξουσι θειότητα.

Περὶ τῶν πρέσβεων τῆς συνόδου, καὶ τῆς τοῦ βασιλέως ἐπιστολῆς, καὶ ὅπως οἱ περὶ Οὐρσάκιον καὶ Οὐάλεντα ὕστερον συνῄνεσαν τῇ προκομισθείσῃ ἐπιστολῇ: καὶ περὶ τῆς τῶν ἀρχιερέων ἐξορίας: καὶ περὶ τῆς ἐν Νίκῃ συνόδου: καὶ δἰ ἣν αἰτίαν ἡ ἐν Ἀριμίνῳ συνεσχέθη σύνοδος.

Τάδε μὲν τῶν ἐν Ἀριμίνῳ συνελθόντων τὰ γράμματα. Οἱ δὲ περὶ Οὐρσάκιον καὶ Οὐάλειντα, φθάσαντες τοὺς παῤ αὐτῶν ἀποσταλέντας πρέσβεις, ἐπέδειξαν τῷ βασιλεῖ τὴν γραφὴν ἣν ἀνέγνωσαν, καὶ τὴν σύνοδον διέβαλον. Ὁ δὲ, λυπηθεὶς ἴσως ὅτι μὴ ταύτην προσεδέξαντο τὴν πίστιν, ὡς καὶ αὐτοῦ παρόντος ἐν Σιρμίῳ βεβαιωθεῖσαν, τοὺς μὲν ἐν τιμῇ εἶχε:

τῶν δὲ πρέσβεων ἠμέλει, καὶ τῇ προσεδρίᾳ ταλαιπωρούντων ὑπερεώρα. Ὀψὲ δέ ποτε ἔγραψε τῇ συνόδῳ, παραιτούμενος ὡς ἀναγκαία τις αὐτὸς ἤπειγεν ἡ πρὸς τοὺς βαρβάρους ὁδὸς, καὶ διὰ τοῦτο τοὺς πρέσβεις ἰδεῖν οὐ δεδύνηται. Ἐκέλευσε δὲ ἐν Ἀδριανουπόλει ἐπανιόντα αὐτὸν ἐπιμεῖναι: ἵν̓ ἐπειδὰν τὰ κοινὰ πράγματα διατεθείη καλῶς, ἐλεύθερος ὢν φροντίδων, τὰ παρὰ τῶν πρέσβεων ἀκούσῃ καὶ δοκιμάσῃ: προσήκειν γὰρ τὸν περὶ τῶν θείων διαλαμβάνειν μέλλοντα, καθαρὰν ἔχειν τῶν ἄλλων τὴν ψυχήν.

Καὶ ὁ μὲν τοιάδε ἔγραψε. Πρὸς ταῦτα δὲ ἡ σύνοδος ἀντεδήλωσεν, ἰσχυριζομένη μηδαμῶς ἀναχωρεῖν τῶν δεδογμένων, καὶ τοῦτο γράψαι, καὶ τοῖς πρέσβεσιν ἐντείλασθαι. Καὶ ἀντιβολεῖ μετ̓ εὐνοίας αὐτοὺς ἰδεῖν, καὶ ὧν ἐνετείλατο δἰ αὐτῶν ἐπακοῦσαι, καὶ τὰ γραφέντα ἀναγνῶναι: χαλεπὸν γὰρ καὶ αὐτῷ φανεῖσθαι, τοσαύτας ἐκκλησίας χωρὶς ἐπισκόπων εἶναι ἐν καιρῷ τῆς αὐτοῦ βασιλείας: χρῆναι δὲ, εἰ καὶ αὐτῷ συνδοκεῖ, εἰς τὰς αὐτῶν ἐκκλησίας πρὸ τοῦ χειμῶνος ἐπανελθεῖν.

Τοιαῦτα γράψαντες, καὶ ὡς εἰκὸς ἦν, ἐν ἱκεσίας τάξει καὶ ὀνόματι τὴν ἐπιστολὴν συντάξαντες, ὀλίγον χρόνον ἐπέμειναν: ὡς δὲ οὐδὲν αὐτοῖς ἀντεδήλωσεν, ἐπὶ τὰς αὐτῶν ἀνεχώρησαν πόλεις. Ὡς μὲν οὖν ἐξ ἀρχῆς τοῖς ἐν Νικαίᾳ δόξασι καὶ οἱ ἐν Ἀριμίνῳ συνελθόντες ἐψηφίσαντο, μαρτυρεῖ τὰ εἰρημένα: ῥητέον δὲ νῦν ὅπως ὕστερον συνῄνεσαν τῇ προκομισθείσῃ γραφῇ παρὰ τῶν ἀμφὶ Οὐάλεντα καὶ

Οὐρσάκιον. Διάφορος δὲ λόγος περὶ τούτου εἰς ἐμὲ ἦλθεν. Οἱ μὲν γάρ φασι, πρόφασιν ὕβρεως βασιλέα ποιησάμενον τὴν παρὰ γνώμην αὐτοῦ ἐξ Ἀριμίνου τῶν ἐπισκόπων ἀποδημίαν, ἐπιτρέψαι Οὐάλεντι καὶ τοῖς σὺν αὐτῷ, ᾗ ἂν θέλωσι τὰς πρὸς δύσιν ἐκκλησίας διοικεῖν, καὶ τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμίνῳ πίστιν ἐκδιδόναι: τοὺς δὲ ὑπογράφειν ταύτῃ παραιτουμένους ἐκβάλλειν τῶν ἐκκλησιῶν: ἀντὶ δὲ τούτων,

ἑτέρους χειροτονεῖν. Ἀδείας δὲ ἐντεῦθεν λαβομένους, βιάσασθαι ταύτῃ τῇ πίστει ὑπογράψαι: πολλοὺς δὲ μὴ πειθομένους διῶξαι τῶν ἐκκλησιῶν, καὶ πρῶτον Λιβέριον τὸν Ῥωμαίων ἐπίσκοπον.

Ἐπεὶ δὲ τάδε τοῖς κατὰ τὴν Ἰταλίαν ἔπραξαν, βουλεύσασθαι καὶ τὰς ἀνὰ τὴν ἕω ἐκκλησίας τὸν ἴσον διαθεῖναι τρόπον. Διϊόντας δὲ τὴν Θρᾴκην, παραγενέσθαι εἰς Νίκην, πόλιν τοῦδε τοῦ ἔθνους: καὶ συνέδριον ἐνθάδε καθίσαντας, τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμίνῳ γραφὴν εἰς Ἑλλάδα μεταβαλεῖν φωνὴν, καὶ δημοσιεύσαντες βεβαιῶσαι: καὶ λογοποιεῖν, ὡς ὑπὸ τῆς οἰκουμενικῆς συνόδου, ἡ ἐν Νίκῃ πίστις ὑπηγορεύθη καὶ ἐδοξάσθη.

Ἐπιτηδὲς δὲ τάδε ἐν Νίκῃ πρᾶξαι, καὶ ὧδε ἐπευφημῆσαι, ὥστε τοὺς ἁπλουστέρους ῥᾳδίως πείθεσθαι ταύτῃ τῇ πίστει συναινεῖν, τῷ παραπλησίῳ τῶν ὀνομάτων ἀπατωμένους, καὶ οἰομένους ταύτην εἶναι τὴν ἐν Νικαίᾳ βεβαιωθεῖσαν γραφήν. Ταῦτα μὲν ὧδε λέγουσιν.

Οἱ δὲ φασὶν, ὡς τῆς ἐν Ἀριμίνῳ συνόδου τῇ προσεδρίᾳ ταλαιπωρουμενης, ὡς τοῦ βασιλέως μήτε ἀποκρίσεως ἀξιοῦντος τοὺς ἐπισκόπους, μήτε ἀναχωρεῖν συγχωροῦντος, οἱ ἀπὸ τῆς ἐναντίας αἱρέσεως σπουδασταὶ, καθῆκαν τινὰς συμβουλεύοντας, ὡς οὐκ ἄξιον ἑνὸς ὀνόματος τοῦ τῆς οὐσίας ἕνεκα, διαφέρεσθαι τοὺς πανταχοῦ ἱερέας: ἐξὸν ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν λέγειν, καὶ τὰς ἀφορμὰς τῆς ἔριδος ἀνελεῖν: ὡς τῶν ἀνὰ τὴν ἕω οὔ ποτε ἡσυχασόντων, εἰ μὴ τὸ τῆς οὐσίας ὄνομα περιαιρεθείη. Τοιαῦτα δὲ κομψευομένων τῶν διαλλακτῶν, πεισθῆναι τὴν σύνοδον συναινέσαι τῇ σπουδασθείσῃ συγγραφῇ τοῖς ἀμφὶ τὸν Οὐρσάκιον.

Δείσαντας δὲ τούτους, μὴ παραγενόμενοι οἱ παρὰ τῆς συνόδου ἀποσταλέντες πρὸς βασιλέα πρέσβεις, δήλην ποιήσωσι τῶν δυτικῶν ἐπισκόπων τὴν ἐξ ἀρχῆς ἔνστασιν, καὶ τὴν αἰτίαν τῆς τοῦ ὁμοουσίου ἀναιρέσεως, ἐπισχεῖν τοὺς πρέσβεις ἐν Νίκῃ τῆς Θρᾴκης, διὰ χειμῶνα καὶ ταλαιπωρίαν τῶν δημοσίων νωτοφόρων, προφασισαμένους μὴ ῥᾳδίαν ἔσεσθαι τὴν ὁδοιπορίαν:

πεῖσαι δὲ τὴν ἀναγνωσθεῖσαν παῤ αὐτῶν γραφὴν, ἐκ τῆς Ῥωμαίων μεταφράσαι φωνῆς, καὶ Ἑλληνιστὶ συντεθεῖσαν ἐκπέμψαι τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις: οὕτω γὰρ συμβήσεσθαι, τὴν μὲν γραφὴν κατορθοῦν αὐτοῖς τὸ σπουδαζόμενον κατὰ σκοπὸν συγκειμένην: μὴ φωραθήσεσθαι δὲ τὸν δόλον ἀπὸ τῶν ἐλεγχόντων, ὡς οὐχ ἑκόντες οἱ ἐν Ἀριμίνῳ τοῦ ὀνόματος τῆς οὐσίας ἀπέστησαν, ἀλλὰ διὰ τὴν εἰς τοὺς ἀνατολικοὺς σκῆψιν,

ὡς ἀποστρεφομένους τὸ ὄνομα. Ὅπερ ψεῦδος περιφανῶς ἐτύγχανε: πάντες γὰρ πλὴν ὀλίγων καὶ κατ̓ οὐσίαν ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν ἰσχυρίζοντο: διεφέροντο δὲ μόνον, οἱ μὲν ὁμοούσιον, οἱ δὲ ὁμοιοούσιον, τὸν υἱὸν ὀνομάζοντες. Ταῦτα οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως ἐροῦσιν.

Περὶ τῶν ἐν ταῖς ἑῴαις ἐκκλησίαις συμβάντων: καὶ ὡς ὁ Μαραθώνιος, καὶ Ἐλεύσιος ὁ Κυζίκου, καὶ Μακεδόνιος, ἐξήλαυνον τοὺς τὸ ὁμοούσιον δοξάζοντας. Καὶ περὶ τῆς ἐκκλησίας τῶν Ναυατιανῶν, ὡς μετετέθη: καὶ ὡς μετὰ τῶν ὀρθοδόξων ἐκοινώνουν.

Ἐν ᾧ δὲ τὰ περὶ Ἰταλίαν, ὡς εἴρηται, ἐγίνετο, πρὶν συστῆσαι τὴν ἐν Σελευκείᾳ σύνοδον, μέγισται ταραχαὶ κατὰ τὴν ἕω συνέβησαν. Οἱ μὲν γὰρ ἀμφὶ Ἀκάκιον καὶ Πατρόφιλον, ἀφελόμενοι Μάξιμον, τὴν Ἱεροσολύμων ἐκκλησίαν Κυρίλλῳ ἐπέτρεψαν. Μακεδόνιος δὲ τὴν Κωνσταντινούπολιν, καὶ τὰς πέριξ πόλεις ἐτάραττεν: ὡς ἤρξατο χειροτονεῖν ὁ Μακάριος, συλλαβομένους ἔχων Ἐλεύσιον καὶ Μαραθώνιον.

Ὧν τὸν μὲν ἤδη πρότερον ἐκ διακόνου τῆς ὑπ̓ αὐτὸν ἐκκλησίας, καὶ σπουδαῖον ἐπίτροπον πτωχείων τε καὶ μοναχικῶν συνοικιῶν ἀνδρῶν τε καὶ γυναικῶν, ἐπίσκοπον Νικομηδέων κατέστησεν: Ἐλεύσιον δὲ Κυζίκου, οὐκ ἀσήμως ἐν τοῖς βασιλείοις στρατευσάμενον. Ἄμφω δὲ φασὶν ἀγαθὼ γενέσθαι τὸν βίον: σπουδαίω δὲ κακῶσαι τοὺς ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν δοξάζοντας,

ἀλλ̓ οὐχ ἁπλῶς οὕτως ὡς Μακεδόνιος. Οὗτος γὰρ οὐ μόνον ἤλαυνε τοὺς παραιτουμένους αὐτῷ κοινωνεῖν, ἀλλὰ καὶ δεσμώτας ἐποίει, καὶ δικασταῖς παρεδίδου: τοὺς δὲ καὶ ἄκοντας κοινωνεῖν ἐβιάζετο: παῖδάς τε καὶ γυναῖκας ἀμυήτους ἁρπάζων, ἐμυσταγώγει. Οὐ μὴν ἀλλὰ καὶ πολλὰς πολλαχῆ ἐκκλησίας καθεῖλε, βασιλέως πρόσταγμα προϊσχόμενος, καθαιρεῖσθαι προστάττον τοὺς εὐκτηρίους οἴκους τῶν ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν εἶναι ἰσχυριζομένων.

Ἐκ δὴ τῆς τοιαύτης αἰτίας, καὶ ἡ πρὸς τῷ καλουμένῳ Πελαργῷ ἐν Κωνσταντινουπόλει Ναυατιανῶν ἐκκλησία καθῃρέθη. Ἡνίκα δὴ λέγεται τοὺς ἀπὸ ταύτης τῆς αἱρέσεως ἀνδρεῖον ἔργον ἐργάσασθαι: ἴσως δὲ καὶ οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας ὡς ὁμόφροσι συνελάβοντο.

Ἐπιταττόντων γὰρ οἷς τοῦτο προστέτακτο λύειν τοῦτον τὸν οἶκον, πανοικὶ συνελθόντες, οἱ μὲν τὰς ὕλας κατέβαλλον: οἱ δὲ εἰς τὰς ἀντίπεραν Συκὰς μετεκόμιζον: καὶ ἐν τάχει πέρας ἡ σπουδὴ ἔσχεν: ἐκοινώνουν γὰρ τοῦ ἔργου οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες: ἕκαστος γὰρ αὐτῶν, Θεῷ τὸ ἔργον προσφέρων, ὑπερφυῶς προὐθυμεῖτο: ὑπὸ τοιαύτης δὲ σπουδῆς τὸν ἶσον τρόπον ἥδε ἡ ἐκκλησία ἀνενεώθη, καὶ τὸ ἐξ ἐκείνου ἐκ τοῦ συμβάντος Ἀναστασία ὠνόμασται.

Τελευτήσαντος γὰρ Κωνσταντίου, διαδεξάμενος Ἰουλιανὸς τὴν βασιλείαν, τὸν τόπον τοῖς Ναυατιανοῖς ἀπέδωκε, καὶ τὴν ἐκκλησίαν οἰκοδομῆσαι ἐπέτρεψεν. Ὃ καὶ ἐγένετο, τοῦ λαοῦ προθύμως συλλαβομένου, καὶ τὰς αὐτὰς ὕλας ἐκ τῶν Συκῶν μετακομίσαντος. Καὶ τὰ μὲν ὕστερον ὧδε ἔσχεν.

Ἐν δὲ τῷ τότε, μικροῦ Ναυατιανοὶ καὶ οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας ἡνώθησαν: ὁμοίως γὰρ περὶ τὸ θεῖον δοξάζοντες, καὶ κοινῇ ἐλαυνόμενοι, καὶ ἐν ὁμοίαις συμφοραῖς ὄντες, εὖνοι ἀλλήλοις ἦσαν: καὶ εἰς ταὐτὸν συνῄεσάν τε, καὶ συνηύχοντο: τοῖς γὰρ ἀπὸ τῆς καθόλου ἐκκλησίας εὐκτήριος οὐκ ἦν οἶκος, ἀλλὰ πάντες πρὸς τῶν τὰ Ἀρείου φρονούντων ἀφῄρηντο: καὶ ὡς εἰκὸς, ἐκ τῆς συνεχοῦς ὁμιλίας μάτην διαφέρεσθαι πρὸς σφᾶς λογισάμενοι,

κοινωνεῖν ἀλλήλοις ἐβουλεύοντο. Καὶ δὴ τοῦτο ἐγεγόνει, εἰ μὴ βασκανία ὀλίγων οἶμαι τὴν τοῦ πλήθους προθυμίαν ἔβλαψεν, ἀρχαῖον εἶναι λόγον ἰσχυριζομένων παραιτεῖσθαι τοῦτο ποιεῖν.

Περὶ τῶν ἐν Μαντινείᾳ ὑπὸ Μακεδονίου πραχθέντων: καὶ ὡς ἐξηλάθη τοῦ θρόνου, μεταθέμενος τὴν θήκην τοῦ μεγάλου Κωνσταντίνου: καὶ ὡς ὁ Ἰουλιανὸς προεβλήθη Καῖσαρ.

Κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ Ἐλεύσιος τὴν ἐν Κυζίκῳ ἐκκλησίαν Ναυατιανῶν ἄρδην καθεῖλε. Τούτων δὲ τῶν κακῶν ἐς τὰ μάλιστα μετέσχον οἱ Μαντίνειον οἰκοῦντες, καὶ ἄλλοι Παφλαγόνες. Μαθὼν γὰρ Μακεδόνιος τοὺς πλείους ἐνθάδε τὰ Ναυάτουφρονεῖν, μὴ ἱκανούς τε μόνους εἶναι τούτους τοὺς ἐκκλησιαστικοὺς ἀπελαύνειν, ἔπεισε τὸν βασιλέα τέσσαρα τάγματα τῶν στρατιωτῶν ἐκπέμψαι τούτου χάριν. Ὧδε γὰρ ᾤετο ἀνθρώπους ἀήθεις ὅπλων, εἰ ὁπλίτας θεάσοιντο, δείσαντας εὐθὺς πρὸς τὴν αὐτοῦ δόξαν μεταθήσεσθαι.

Τὸ δὲ ἄλλως ἀπέβη. Τὸ γὰρ ἐκ τοῦ Μαντινείου πλῆθος γενόμενοι, δρεπάναις τε καὶ πελέκεσι, καὶ ἄλλως ᾗ ἔτυχεν, ἕκαστος σφᾶς ὁπλίσαντες, συνέμιξαν τοῖς στρατιώταις. Καρτερᾶς δὲ μάχης γενομένης, πίπτουσι Παφλαγόνων μὲν πλεῖστοι, τῶν δὲ στρατιωτῶν σχεδὸν πάντες. Ἐντεῦθεν ὡς τηλικούτων συμφορῶν αἴτιον ὄντα Μακεδόνιον,

πολλοὶ τῶν ἐπιτηδείων ἐμέμφοντο. Ἀποστραφεὶς δὲ καὶ ὁ βασιλεὺς, οὐκέτι ὑγιῶς πρὸς αὐτὸν εἶχεν: ἐπεγένετο γὰρ καὶ μείζονος ἀπεχθείας πρόφασις τοιάδε. Κωνσταντίνου τοῦ βασιλεύσαντος τὴν θήκην ἐβούλετο Μακεδόνιος ἑτέρωθι μεταφέρειν: ἠπείλει γὰρ πτῶσιν ὁ ταύτην καλύπτων οἶκος.

Τοῦ δὲ λαοῦ, οἱ μὲν ὧδε γενέσθαι συνεχώρουν: οἱ δὲ ἀντεῖχον, ἀνόσιον εἶναι ἡγούμενοι, καὶ τῷ ἀνορύττειν ὅμοιον. Συνελαμβάνοντο δὲ τούτοις καὶ οἱ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου πρεσβεύοντες, μήτε ὑβρίζεσθαι Κωνσταντίνου τὸ σῶμα ὡς ὁμοδόξου ἀνεχόμενοι, καὶ Μακεδονίῳ οἶμαι ἐναντίοι εἶναι σπουδάζοντες. Ἀλλ̓ ὁ μὲν μηδὲν μελήσας, μετεκόμισε τὴν θήκην εἰς τὴν ἐκκλησίαν ἐν ᾗ Ἀκακίου τοῦ μάρτυρός ἐστιν ὁ τάφος.

Τὸ δὲ πλῆθος, οἱ μὲν τὸ γεγονὸς ἐπαινοῦντες οἱ δὲ μεμφόμενοι, κατ̓ αὐτὴν τὴν ἐκκλησίαν εἰς ἀλλήλους ἐτράπησαν. Καὶ τελευτῶντες αὐτόν τε τὸν εὐκτήριον οἶκον καὶ τὸν πέριξ χῶρον αἱμάτων καὶ φόνων ἐνέπλησαν.

Ὁ δὲ βασιλεὺς ἔτι διάγων ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ, τάδε μαθὼν ἐχαλέπαινε: καὶ ὡς ὑβρισμένου τοῦ πατρὸς, καὶ τῶν περὶ τὸν λαὸν ἀτυχημάτων ἐπῃτιᾶτο Μακεδόνιον, καὶ δἰ ὀργῆς εἶχε: βουλευσάμενος δὲ τὴν ἕω καταλαβεῖν, εἴχετο τῆς ὁδοῦ. Μετακαλεσάμενος δὲ Ἰουλιανὸν τὸν ἀνεψιὸν, Καίσαρα κατέστησε, καὶ εἰς τοὺς πρὸς δύσιν Γαλάτας πέπομφεν.

Περὶ τῆς ἐν Σελευκείᾳ συνόδου.

Ἐν τούτῳ δὲ οἱ ἀπὸ τῆς ἕω ἐπίσκοποι ἀμφὶ ἑκατὸν καὶ ἑξήκοντα ὄντες, εἰς Σελεύκειαν τὴν παρὰ Ἰσαύροις συνῆλθον:

ἔτος δὲ ἦν ἐν ᾧ ὑπάτευεν Εὐσέβιός τε καὶ Ὑπάτιος. Συνεληλύθει δὲ αὐτοῖς καὶ Λεωνᾶς, ὁ ἐν ἀξιώμασι λαμπρῶς ἐν τοῖς βασιλείοις στρατευόμενος: ὃς ἐκ προστάγματος Κωνσταντίου τῇ συνόδῳ παρῆν, ὥστε ἐπ̓ αὐτοῦ γενέσθαι τὴν περὶ τοῦ δόγματος πίστιν. Παρῆν δὲ καὶ Λαυρίκιος, ὁ τῶν στρατιωτῶν τοῦ ἔθνους ἡγεμὼν, εἴ τι δέοι παρασκευάσων: ὑπουργεῖν γὰρ αὐτῷ βασιλέως ἐπέταττε γράμματα.

Κατὰ δὲ τὸν πρῶτον σύλλογον ἀπολιμπάνονται ἕτεροί τέ τινες ἐπίσκοποι, καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως, καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως, καὶ Βασίλειος ὁ Ἀγκύρας. Πρόφασις δὲ γέγονε τοῖς μὲν ἄλλοις ἄλλη: Πατροφίλῳ δὲ ὀφθαλμία, καὶ Μακεδονίῳ νόσος: ὑπόνοια δὲ ἦν, ὡς δεδιότες ἐγκλήματα κατηγόρων οὐ παρεγένοντο τότε.

Παραιτουμένων δὲ τῶν ἄλλων διὰ τὴν τούτων ἀπουσίαν ἐξετάζειν τὰ ἀμφίβολα, καὶ οὕτως ἐκέλευσε Λεωνᾶς τὰς ζητήσεις κινεῖν. Ἐντεῦθεν οἱ μὲν πρότερον τὸ δόγμα ἐξετάζειν, οἱ δὲ, τοὺς βίους ἀνακρίνειν τῶν κατηγορουμένων ἐν αὐτοῖς, ὧν ἦν Κύριλλος Ἱεροσολύμων,

καὶ Εὐστάθιος ὁ Σεβαστείας, ἀναγκαῖον ἔλεγον. Πρόφασιν δὲ αὐτοῖς καὶ βασιλέως ἐδίδου γράμματα, πῆ μὲν τοῦτο, πῆ δὲ ἐκεῖνο δηλοῦντα. Ἐκ ταύτης δὲ τῆς ἔριδος ἀρξάμενοι, οὐκέτι ὑγιῶς πρὸς ἀλλήλους εἶχον, ἀλλ̓ εἰς δύο διῃρέθησαν. Ἐκράτει δὲ ὅμως,

πρότερον περὶ τοῦ δόγματος τὴν διάλεξιν ποιεῖσθαι. Ἐπεὶ δὲ εἰς τοὺς τοιούτους καθίσταντο λόγους, τοῖς μὲν ἐδόκει παντελῶς τὸ τῆς οὐσίας ἀνελεῖν ὄνομα, προϊσχομένοις τὴν πίστιν ἣν οὐ πρὸ πολλοῦ κατὰ τὸ Σίρμιον ὁ Μάρκος συνέθηκε, κατεδέξαντο δὲ οἱ παρατυχόντες ἐν τῷ στρατοπέδῳ, μεθ̓ ὧν ἦν καὶ Βασίλειος ὁ τῆς Ἀγκύρας ἐπίσκοπος: τοῖς δὲ πλείοσιν ἐσπουδάζετο ἡ ἐκτεθεῖσα πίστις ἐπὶ τῇ τελεσιουργίᾳ τῆς Ἀντιοχέων ἐκκλησίας.

Προΐσταντο δὲ μάλιστα τῆς προτέρας γνώμης Εὐδόξιος, καὶ Ἀκάκιος, καὶ Πατρόφιλος, καὶ Γεώργιος ὁ Ἀλεξανδρείας, καὶ Οὐράνιος ὁ Τύρου, καὶ ἕτεροι τριάκοντα δύο. Τῆς δὲ δευτέρας, Γεώργιος ὁ Λαοδικείας τῆς Συρίας, καὶ Ἐλεύσιος ὁ Κυζίκου, καὶ Σωφόνιος ὁ Πομπηϊουπόλεως τῆς Παφλαγόνος, οἷς οἱ πλείους εἵποντο.

Ὑπενοοῦντο δὲ οἱ ἀμφὶ Ἀκάκιον ἐπίτηδες πρὸς τοὺς ἄλλους περὶ τὸ δόγμα διαφέρεσθαι, καὶ προφάσει ταύτῃ τὰς κατ̓ αὐτῶν εὐθύνας ἀναιρεῖν: καθότι πρὶν δἰ ὧν ἔγραψαν Μακεδονίῳ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ, συνομολογήσαντες κατὰ πάντα ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν,

καὶ τῆς αὐτῆς οὐσίας, ἀνέδην νῦν ἀπεμάχοντο ταῖς προτέραις ὁμολογίαις. Ἐριστικῶς δὲ πολλῶν κινηθέντων, οὐκ ἀνεκτὸν εἶναι ἀνεβόησε Σιλβανὸς ὁ Ταρσοῦ ἐπίσκοπος, καινὴν ἑτέρας πίστεως ἐπεισάγειν γραφὴν παρὰ τὴν ἐν Ἀντιοχείᾳ δοκιμασθεῖσαν:

ταύτην δὲ μόνην χρῆναι κρατεῖν. Ἐπὶ τούτῳ δὲ χαλεπῶς ἐνεγκόντες οἱ ἀμφὶ Ἀκάκιον, ἐξανέστησαν: οἱ δὲ ἕτεροι, τότε μὲν ἀνέγνωσαν τὰ ἐν Ἀντιοχείᾳ δόξαντα: τῇ δὲ ὑστεραίᾳ συνελθόντες ἐν τῇ ἐκκλησίᾳ, τὰς θύρας ἀπέκλεισαν: καὶ καθ̓ ἑαυτοὺς γενόμενοι, ἐπεψηφίσαντο τούτοις. Ἀκάκιος δὲ τὰ μὲν οὕτω γενόμενα διέβαλλεν: ἰδίᾳ δὲ Λεωνᾷ καὶ Λαυρικίῳ τὴν σπουδάζομένην αὐτῷ γραφὴν ἐπέδειξε.

Τρίτῃ δὲ πάλιν ἡμέρᾳ, οἱ μὲν ἄλλοι συνῆλθον, Μακεδόνιός τε καὶ Βασίλειος οἱ πρὶν ἀπολειφθέντες. Ἀκάκιος δὲ καὶ οἱ ἀμφ̓ αὐτὸν οὐκ ἠξίουν τοῦ συλλόγου κοινωνεῖν, εἰ μὴ πρότερον ἐξέλθωσιν οἱ πρὸς αὐτῶν καθῃρημένοι καὶ κατηγορηθέντες:

καὶ τοῦτο ἐγένετο. Συνεχώρουν γὰρ οἱ ἀπὸ τοῦ ἑτέρου μέρους, ὑπολαβόντες Ἀκάκιον ταύτην πρόφασιν θηρᾶσθαι διαλῦσαι τὴν σύνοδον, ὡς καὶ τὴν Ἀετίου αἵρεσιν τὴν παροῦσαν ἐξέτασιν διαφυγεῖν, καὶ σφᾶς αὐτοὺς τὰς εὐθύνας τῶν κατηγορουμένων.

Ἐπεὶ δὲ πάντες παρῆσαν, βιβλίον ἔφη Λεωνᾶς ἔχειν, ἐπιδοθὲν παρὰ τῶν ἀμφὶ Ἀκάκιον: τὸ δὲ, πίστεως ἦν γραφὴ σὺν προοιμίῳ τινί: καὶ τοὺς ἄλλους ἐλάνθανεν: ἑκὼν γὰρ τοῦτο καὶ Λεωνᾶς ἀπεκρύψατο, τὰ Ἀκακίου φρονῶν. Ὡς δὲ ἀνεγνώσθη,

θορύβου πλήρης ὁ σύλλογος γέγονεν. Ἐδήλου γὰρ, ὡς βασιλέως προστάξαντος μηδὲν ἐπεισάγειν τῇ πίστει παρὰ τὰς ἱερὰς γραφὰς, ἐπαγόμενοι τινὲς τοὺς καθῃρημένους ἐκ διαφόρων ἐθνῶν, καὶ τοὺς παρανόμως ἐπισκόπους καταστάντας, ἑτάραξαν τὴν σύνοδον:

καὶ τοὺς μὲν αὐτῶν ὕβρισαν: τοὺς δὲ λαλεῖν οὐ συνεχώρησαν. Σφᾶς δὲ τὴν ἐκτεθεῖσαν πίστιν ἐν Ἀντιοχείᾳ μὴ ἀποφυγεῖν, εἰ καὶ πρὸς τὴν τότε συμβᾶσαν ζήτησιν οἱ συνελθόντες ἐκεῖσε ταύτην τὴν γραφὴν εἰσηγήσαντο: ἐπεὶ δὲ τὸ ὁμοούσιον, καὶ τὸ ὁμοιοούσιον εἰσέτι νῦν πολλοὺς θορυβεῖ, ἀρτίως δὲ καινοτομεῖν τινὲς ἐπιχειροῦσι τὸ ἀνόμοιον Υἱοῦ πρὸς Πατέρα: διὰ τοῦτο τὸ μὲν ὁμοούσιον καὶ τὸ ὁμοιοούσιον ἐκβάλλειν χρεὼν, ὡς ἀλλότριον γραφῶν: ἀποκηρύττειν δὲ τὸ ἀνόμοιον: τὸ δὲ ὅμοιον Υἱοῦ πρὸς Πατέρα σαφῶς ὁμολογεῖν: ἔστι γὰρ, ὥς που φησὶ Παῦλος ὁ ἀπόστολος, εἰκὼν τοῦ ἀοράτου Θεοῦ.

Ταῦτα προοιμιασάμενοι, ἑξῆς πίστεως ἐπισυνῆψαν γραφὴν μήτε τοῖς ἐν Νικαίᾳ, μήτε τοῖς ἐν Ἀντιοχείᾳ δόξασι συνᾴδουσαν: ἀλλ̓ ἁπλῶς οὕτω συγκειμένην, ὡς καὶ τοὺς τὰ Ἀρείου, καὶ Ἀετίου φρονοῦντας μηδὲν δοκεῖν ἁμαρτάνειν, εἰ καὶ ὧδε πιστεύουσι.

Παραδραμόντες γὰρ τὰ ὀνόματα δἰ ὧν τὴν Ἀρείου δόξαν ἐκβάλλουσιν οἱ ἐν Νικαίᾳ συνελθόντες: σιωπήσαντες δὲ καὶ ὡς ἀναλλοίωτός ἐστι τῆς θεότητος ὁ Υἱὸς, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτος εἰκὼν τοῦ Πατρὸς, οἷα τῇ ἐν Ἀντιοχείᾳ συνόδῳ εἴρηται: ὡμολόγησαν πιστεύειν εἰς Πατέρα, πιστεύειν δὲ καὶ εἰς τὸν Υἱὸν, καὶ τὸ ἅγιον

Πνεῦμα. Ἐφ̓ ἑκάστῳ δὲ ἐπιθέτοις ὀνόμασι κοινοῖς τισὶ χρησάμενοι, ἃ μήτε αὐτοῖς, μήτε τοῖς ἐναντία δοξάζουσιν ἐμάχοντο, τοὺς ἄλλως πιστεύοντας ἀλλοτρίους τῆς καθόλου ἐκκλησίας ἐψηφίσαντο. Τοιάδε μὲν τὸ παρὰ Λεωνᾶ προκομισθὲν βιβλίον περιεῖχεν: ὑπ̓ αὐτοῦ δὲ Ἀκακίου καὶ τῶν αὐτῷ πειθομένων ὑπογεγραμμένον.

Μετὰ δὲ τὴν τούτου ἀνάγνωσιν, ἀναβοήσας Σωφρόνιος ὁ Παφλαγὼν, Εἰ τὸ ἑκάστης ἡμέρας, ἔφη, ἰδίαν ἐκτίθεσθαι βούλησιν, πίστεώς ἐστιν ἔκθεσις, ἐπιλείψει ἡμᾶς ἡ τῆς ἀληθείας ἀκρίβεια.

Ἰσχυριζομένου δὲ Ἀκακίου, μηδὲν κωλύειν ἑτέραν ὑπαγορευθῆναι γραφὴν, εἴγε ἅπαξ καὶ ἡ ἐν Νικαίᾳ πίστις μετεποιήθη, καὶ μετὰ ταῦτα πολλάκις: ὑπολαβὼν Ἐλεύσιος, Ἀλλ̓ ἡ σύνοδος, ἔφη, συνεκροτήθη νῦν, οὐχ ἵνα μάθῃ ἃ μὴ μεμάθηκεν, οὐδ̓ ἵνα πίστιν ἑτέραν παραλάβῃ παρὰ τὴν ἤδη δοκιμασθεῖσαν παρὰ τῶν ἐν Ἀντιοχείᾳ συνελθόντων: καὶ μέχρι ζωῆς καὶ θανάτου ταύτης ἔχεσθαι σφᾶς.

Ὧδε προϊούσης τῆς διαλέξεως, ἐπὶ ἑτέραν μετέβησαν ζήτησιν. Καὶ ἐπυνθάνοντο τῶν ἀμφὶ Ἀκάκιον, κατὰ τί ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν ὡμολόγησαν: τῶν δὲ, κατὰ βούλησιν μόνον, οὐ μὴν κατ̓ οὐσίαν εἰπόντων: οἱ μὲν ἄλλοι πάντες καὶ κατ̓ οὐσίαν ὅμοιον αὐτὸν ἰσχυρίζοντο. Καὶ τὸν Ἀκάκιον ἤλεγχον διὰ τὸν λόγον ὃν συνεγράψατο καὶ ἐκδέδωκεν, ὡς ὁμοίως αὐτοῖς ἐδόξαζε πρότερον.

Τοῦ δὲ, μὴ δεῖν ἀπὸ συγγραμμάτων τὰς εὐθύνας ἐπάγειν λέγοντος, καὶ τῆς διαλέξεως ἐπὶ μᾶλλον ἐριστικῶς προϊούσης, τὸ τελευταῖον Ἐλεύσιος ὁ Κυζικηνὸς, Εἰ μὲν, ἔφη, Βασίλειος ἢ Μάρκος καθ̓ ἑαυτοὺς τινὰ πεπράχασιν, ἢ ἰδίᾳ περί τινων ἀλλήλοις ἐγκαλοῦσιν αὐτοί τε, καὶ οἱ ἀμφὶ Ἀκάκιον, οὐδὲν τῇ συνόδῳ διαφέρει, οὐδὲ πότερον καλῶς ἢ ἄλλως ἔχει ἡ ἐκτεθεῖσα πίστις παῤ αὐτῶν, πολυπραγμονεῖν ἀναγκαῖον: τῇ μέντοι παρὰ τῶν παλαιοτέρων ἐνενήκοντα καὶ ἑπτὰ ἱερέων ἐν Ἀντιοχείᾳ κυρωθείσῃ χρῆναι ἕπεσθαι: παρὰ ταῦτα δὲ εἴτις εἰσηγοῖτο, ἀλλότριον εἶναι εὐσεβείας καὶ τῆς ἐκκλησίας.

Ὡς δὲ τούτοις οἱ σὺν αὐτῷ πάντες ἐπευφήμησαν, τότε μὲν ὁ σύλλογος διελύθη. Τῇ δὲ ὑστεραίᾳ οὐκέτι εἰς ταὐτὸ συνιέναι ἠνείχοντο οἱ περὶ Ἀκάκιον καὶ Γεώργιον.

Οὐ μὴν οὐδὲ Λεωνᾶς κληθεὶς παρεγένετο: περιφανῶς γὰρ ἤδη τὰ τούτων ἐφρόνει. Ἀμέλει τοι οἱ πρὸς αὐτὸν ἀφικόμενοι ἐν τῇ αὐτοῦ οἰκίᾳ κατέλαβον τοὺς περὶ Ἀκάκιον. Δεομένων δὲ καὶ καλούντων αὐτὸν ἐπὶ τὸν σύλλογον, οὐχ ὑπήκουσεν, ὡς τῆς συνόδου διχονοούσης: αὐτοῦ δὲ παρεῖναι προσταχθέντος παρὰ βασιλέως, συναινούντων πάντων καὶ εἰς ταὐτὸν συνιόντων.

Ἐπεὶ δὲ χρόνος διετρίβετο, πολλάκις μὲν τῶν ἄλλων τοὺς ἀμφὶ Ἀκάκιον καλούντων, τῶν δὲ, πῆ μὲν εἰς τὴν Λεωνᾶ οἰκίαν ῥητοὺς συνελθεῖν ἀξιούντων, πῆ δὲ αὐτοῖς κρίνειν τοὺς ἄλλους ἰσχυριζομένων παρὰ βασιλέως ἐπιτετάχθαι, οὐδὲ τὴν αὐτὴν πίστιν ὁμολογεῖν ἠβούλοντο, ἢ περὶ τῶν ἐγκλημάτων ἀπολογεῖσθαι, οὔτε εἰς τὴν κατὰ Κύριλλον ἐξέτασιν παραγενέσθαι ἠνείχοντο, ὃν αὐτοὶ καθεῖλον, καὶ ὁ κατεπείγων οὐκ ἦν, καθαιροῦσιν ἄλλους τέ τινας, καὶ Γεώργιον τὸν Ἀλεξανδρείας ἐπίσκοπον, καὶ Ἀκάκιον τὸν Καισαρείας, καὶ Οὐράνιον τὸν Τύρου, καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως,

καὶ Εὐδόξιον τὸν Ἀντιοχείας. Τοὺς δὲ πλείους ἀκοινωνήτους ἐποίησαν, ἄχρις ἂν πρὸς τὰ ἐπαγόμενα ἐγκλήματα ἀπολογήσωνται. Καὶ τὰ πραχθέντα τῇ ἑκάστου παροικίᾳ ἔγραψαν.

Ἀντὶ δὲ Εὐδοξίου Ἀδριανὸν ἐχειροτόνησαν Ἀντιοχείας ἐπίσκοπον, πρεσβύτερον ὄντα τοῦ ἐκεῖσε κλήρου. Συλλαβόντες δὲ τοῦτον οἱ ἀμφὶ Ἀκάκιον, Λεωνᾷ καὶ Λαυρικίῳ παρέδωκαν: οἱ δὲ τότε μὲν ἐν στρατιωτικῇ φρουρᾷ αὐτὸν εἶχον: ὕστερον δὲ, ὑπερορίαν αὐτοῦ φυγὴν κατεδίκασαν.

Τοῦτο πέρας, ὡς ἐν βραχεῖ, ἡ ἐν Σελευκείᾳ σύνοδος ἔσχεν. Ὁ δὲ φιλῶν ἀκριβῶς τὸ καθ̓ ἕκαστον εἰδέναι, ἐκ τῶν ἐπὶ τούτοις πραχθέντων ὑπομνημάτων εἴσεται, ἃ ταχυγράφοι παρόντες ἀνέγραψαν.

Περὶ Ἀκακίου καὶ Ἀετίου: καὶ ὡς ὁ βασιλεὺς μετεχειρίζετο τοὺς πρέσβεις τῶν δύο συνόδων, τῆς ἐν Ἀριμίνῳ καὶ Σελεύκου, τὸ ἶσον φρονῆσαι.

Ἐπεὶ δὲ τάδε ὧδε ἐγένετο, οἱ μὲν ἀμφὶ τὸν Ἀκάκιον σπουδῇ ἐπὶ τὰ βασίλεια ἀφίκοντο: οἱ δὲ ἄλλοι ἕκαστος οἴκαδε ἀνεχώρουν. Δέκα δὲ, ὡς προστέτακτο, κοινῇ γνώμῃ ἐπιτραπέντες πρὸς βασιλέα παραγενέσθαι, καταλαμβάνουσι τοὺς ἀπεσταλμένους δέκα παρὰ τῶν ἐν Ἀριμίνῳ συνελθόντων, τοὺς δὲ ἀμφὶ Ἀκάκιον ἤδη κατωρθωκότας τὰ αὐτῶν φρονεῖν τοὺς ἐν τοῖς βασιλείοις δυναμένους, καὶ διὰ τούτων πραγματευσαμένους τὴν παρὰ τοῦ κρατοῦντος εὔνοιαν.

Εἶναι γὰρ, ὡς ἐλέγετο, τοὺς μὲν ὁμοδόξους αὐτοῖς, τοὺς δὲ ταῖς ἐκκλησιαστικαῖς οὐσίαις διεφθάρθαι, τοὺς δὲ θωπείαις λόγων ἐξηπατῆσθαι, καὶ τῇ ἀξίᾳ τοῦ πείθοντος. Οὐ γὰρ ὁ τυχὼν ἐδόκει Ἀκάκιος: φύσει τε δεινὸς ὢν νοεῖν καὶ λέγειν, καὶ τὰ βεβουλευμένα εἰς ἔργον ἄγειν: καὶ ἐπισήμου προεστὼς ἐκκλησίας, καὶ Εὐσέβιον τὸν Παμφίλου, μεθ̓ ὃν αὐτὸς τὴν ἐπισκοπὴν ἤνυε, διδάσκαλον αὐχῶν, καὶ τῇ δοκήσει καὶ διαδοχῇ τῶν αὐτοῦ βίβλων πλείω τῶν ἄλλων ἀξιῶν εἰδέναι. Καὶ ὁ μὲν τοιοῦτος ὢν ῥᾳδίως ἅγε ἐβούλετο διεσκεύαζεν.

Ὄντων δὲ ἐν Κωνσταντινουπόλει τῶν ἐξ ἑκατέρας συνόδου εἴκοσι, καὶ ἄλλων οἵπερ ἔτυχον ἐνδημοῦντες, τὸ μὲν πρῶτον ἐπιτρέπεται δικάσαι τῇ κατὰ Ἀέτιον ζητήσει, παρόντων τῶν ἀπὸ τῆς μεγάλης βουλῆς ἐξάρχων, ὁ Ὁνωράτος, ὃν βασιλεὺς οὐ πρὸ πολλοῦ ἀπὸ τῆς πρὸς δύσιν ἀρχομένης ἐπανελθὼν,

πρῶτον ὕπαρχον Κωνσταντινουπόλεως ἀπέφῃνεν. Ὕστερον δὲ καὶ αὐτοῦ Κωνσταντίου σὺν τοῖς ἄρχουσι διαγνόντος, φωρᾶται Ἀέτιος κακόνους ὢν περὶ τὴν πίστιν, ὡς καὶ τὸν βασιλέα καὶ τοὺς ἄλλους ὡς ἐπὶ βλασφήμοις αὐτοῦ λόγοις χαλεπῇναι. Λέγεται δὲ τοὺς περὶ Ἀκάκιον, ἄγνοιαν σκηπτομένους τὴν ἀρχὴν τῆς τοιαύτης αἱρέσεως, ἐπίτηδες σπουδάσαι τὸν βασιλέα καὶ τοὺς ἀμφ̓ αὐτὸν δικάσαι: ἀκαταμάχητον ἔσεσθαι τοῖς λόγοις τὸν Ἀέτιον οἰηθέντας,

καὶ ἵκανον πειθοῦς ἀνάγκῃ τοὺς ἀκούοντας ἑλεῖν, καὶ ἀκονιτὶ κρατύναι τὴν αἵρεσιν. Ἐπεὶ δὲ τοῦτο παῤ ἐλπίδας αὐτοῖς ἀπέβη, προκομίσαι τὴν ἐξ Ἀριμίνου κομισθεῖσαν γραφὴν, καὶ τοὺς ἀπεσταλμένους παρὰ τῆς ἐν Σελευκείᾳ συνόδου ἀξιῶσαι ταύτην καταδέξασθαι: ἰσχυριζομένους δὲ μηδαμῶς τὸ τῆς οὐσίας ὄνομα παραλιμπάνειν, ὅρκοις πεῖσαι, ὡς οὐκ ἀνόμοιον κατ̓ οὐσίαν τὸν υἱὸν δοξάζουσιν, ἑτοίμως τε ἔχουσι ταύτην ἀποκηρύττειν τὴν αἵρεσιν.

Ἀλλ̓ ἐπεὶ παραδόξως οἱ δυτικοὶ τὸ τῆς οὐσίας ὄνομα παρέλιπον ἐν Ἀριμίνῳ, περισπούδαστον αὐτοῖς εἶναι ἰσχυρίζοντο τὴν τοιαύτην γραφήν: Εἰ γάρ, φησι, κρατήσοι, πάντως που τῷ τῆς οὐσίας ὀνόματι συσσιωπηθήσεται καὶ τὸ τοῦ ὁμοουσίου, ὃ δὴ μάλιστα οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς αἰδοῖ τῆς ἐν Νικαίᾳ συνόδου περὶ πολλοῦ ἐποιοῦντο.

Πρὸς τούτοις δὲ καὶ αὐτὸς ὁ βασιλεὺς ἐπείσθη ταύτην ἐπαινεῖν τὴν γραφήν: λογιζόμενος τὸ τῶν ἐν Ἀριμίνῳ συνελθόντων πλῆθος, καὶ ὡς οὐκ ἂν ἁμάρτοι ὅμοιον ὁμολογῶν καὶ ὁμοούσιον, καὶ μηδὲν αὐτῷ διαφέρειν κατ̓ ἔννοιαν, εἰ ὀνόμασιν ἀγνώστοις τῇ ἱερᾷ γραφῇ μὴ χρῷτο, ἐν ἰσοδυνάμῳ τε καὶ ἀναμφηρίστῳ ὀνόματι τῷ ὅμοιον, τὴν αὐτοῦ σημασίαν ὁμολογοίη.

Οὕτως οὖν ἔχων γνώμης, ὁμονοεῖν ἐκέλευσε τοὺς ἐπισκόπους περὶ τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν ἐν Ἀριμίνῳ συνελθόντων. Ἑτοιμαζόμενός τε τῇ ὑστεραίᾳ πρὸς ὑπατικὴν πομπὴν, καθὰ Ῥωμαίοις ἔθος ἐν τῇ νουμηνίᾳ τοῦ παῤ αὐτοῖς Ἰαννουαρίου μηνὸς, πᾶσαν τὴν ἡμέραν καὶ πολὺ τῆς ἐπιλαβούσης νυκτὸς ἀναλῶσαι μεταξὺ τῶν ἐπισκόπων, διαγινώσκων εἰσότε δὴ τῇ διακομισθείσῃ ἐξ Ἀριμίνου γραφῇ καὶ οἱ ἐκ Σελευκείας ἀφιγμένοι ὑπέγραψαν.

Ὅτι οἱ περὶ Ἀκάκιον τὴν ἐν Ἀριμίνῳ ἐβεβαίωσαν σύνοδον: καὶ κατάλογος τῶν καθαιρεθέντων ἀρχιερέων, καὶ ἐπὶ ποίοις ἐγκλήμασιν.

Οἱ δὲ ἀμφὶ Ἀκάκιον ἐπιμείναντες τινὰ χρονὸν ἐν Κωνσταντινουπόλει, μετεκαλέσαντο τοὺς ἐκ Βιθυνίας ἐπισκόπους: ἐν οἷς ἦν καὶ Μάρις ὁ Χαλκηδόνιος, καὶ Οὐλφίλας ὁ τῶν Γότθων. Πεντήκοντα δὲ ὄντες εἰς ταὐτὸν συνῆλθον, καὶ ἐβεβαίωσαν τὴν ἐν Ἀριμίνῳ ἀναγνωσθεῖσαν γραφὴν, προσθέντες, τοῦ λοιποῦ οὐσίαν ἢ ὑπόστασιν ἐπὶ Θεοῦ ὀνομάζειν μηδ̓ ὅλως: παρὰ ταύτην δὴ τὴν γραφὴν ἀποκεκηρῦχθαι πᾶσαν ἄλλην, ἢ γενομένην ἢ μέλλουσαν.

Ἐπεὶ δὲ ταῦτα ἔπραξαν, καθαιροῦσιν Ἀέτιον τῆς διακονίας, ὡς ἐριστικῶς, καὶ πρὸς ἔνδειξιν σοφίας ἐκκλησιαστικῆς προαιρέσεως ἀπᾳδούσης, συγγράφοντά τε καὶ τὰς διαλέξεις δυσφήμως ποιούμενον, ταραχῆς τε καὶ στάσεων ταῖς ἐκκλησίαις αἴτιον. Λέγεται δὲ πρός τινων, ὡς οὐκ ἀπὸ γνώμης τοῦτον καθεῖλον, ἀλλ̓ ἀφοσιούμενοι καὶ ταῖς περὶ αὐτῶν δόξαις πρὸς βασιλέα: διεβάλλοντο γὰρ τὰ αὐτοῦ φρονεῖν.

Ἀποχρησάμενοι δὲ τῇ ὀργῇ βασιλέως, ἣν κατὰ Μακεδονίου εἶχεν ἐκ τῶν πρόσθεν εἰρημένων, καθαιροῦσιν αὐτόν: καὶ Ἐλεύσιον τὸν Κυζίκου ἐπίσκοπον, καὶ Βασίλειον τὸν Ἀγκύρας, καὶ Ἑορτάσιον τὸν Σάρδεων, καὶ Δρακόντιον τὸν Περγάμου.

Διαφερόμενοί τε περὶ δόγματος, ἐν τῷ καθαιρεῖν τούτους οὐκ ἐμέμφοντο τὴν αὐτῶν πίστιν: αἰτίας δὲ ἐπῆγον, κοινῇ μὲν πᾶσιν, ὡς τὰς ἐκκλησίας ἐτάραξαν, καὶ εἰς τοὺς ἐκκλησιαστικοὺς νόμους ἐξήμαρτον: ἰδίᾳ δὲ ἐγκλήματα ἐπέφερον, Βασιλείῳ μὲν ὡς Διογένην πρεσβύτερον ἐκ τῆς Ἀλεξανδρείας τὴν Ἄγκυραν διοδεύοντα χάρτας τε ἀφείλετο, καὶ ἐτύπτησε: καὶ κληρικοὺς ἐκ τῆς Ἀντιοχείας καὶ παρὰ τὸν Εὐφράτην ποταμὸν, Κίλικάς τε καὶ Γαλάτας καὶ Ἀσιανοὺς, ὑπερορίοις φυγαῖς καὶ ἄλλαις τιμωρίαις ζημιοῦν ἀκρίτως τοῖς ἄρχουσιν ἐπέταττεν: ὡς καὶ σιδηρῶν αὐτοὺς πειραθῆναι δεσμῶν, καὶ τὰ ὄντα προσαπολλύειν τοῖς ἀπάγουσι στρατιώταις, ἵνα μὴ ὑβρίζωνται.

Ἐπῃτιῶντο δὲ αὐτὸν καὶ ὡς βασιλέως προστάξαντος ἀχθῆναι πρὸς Κεκρόπιον Ἀέτιόν τε καί τινας τῶν σὺν αὐτῷ, ἀπολογησομένους ἐφ̓ οἷς ἐνεκάλει, πέπεικε τὸν ἐπιτραπέντα τὴν τοῦ κρατοῦντος πρόσταξιν ἅ γε αὐτῷ ἐδόκει πρᾶξαι: Ἑρμογένει δὲ τῷ ὑπάρχῳ, καὶ τῷ κρατοῦντι Συρίας ἔγραψε, τίνας τε καὶ ὅποι χρὴ μετοικισθῆναι: καὶ τοῦ βασιλέως μετακαλεσαμένου τούτους ἀπὸ τῆς ὑπερορίας, οὐ συνεχώρησεν, ἄρχουσι καὶ ἱερεύσιν ἐναντιούμενος.

Προσέθεσαν δὲ ὅτι καὶ Γερμανίῳ τὸν ἐν Σιρμίῳ κλῆρον ἐπανέστησε, καὶ κοινωνεῖν αὐτῷ καὶ Οὐάλεντι καὶ Οὐρσακίῳ γράφων, διέβαλλεν αὐτοὺς πρὸς τοὺς Ἀφρικῆς ἐπισκόπους: ἐγκαλούμενός τε ἠρνεῖτο, καὶ ἐπιώρκει: καὶ φωραθεὶς, ἐπεχείρει σοφίζεσθαι τὴν ἐπιορκίαν. Καὶ διχονοίας καὶ στάσεως αἴτιος ἐγένετο Ἰλλυριοῖς καὶ Ἰταλοῖς καὶ Ἄφροις, καὶ τῶν περὶ τὴν Ῥωμαίων ἐκκλησίαν συμβάντων.

Δούλην τε δεσμῶτιν γενέσθαι σπουδάσας, ἐβιάζετο ψευδῆ καθομολογεῖν τῆς δεσποίνης: καὶ ἄνδρα αἰσχρῶς βεβιωκότα, οὐ νόμῳ γάμου γυναικὶ συμβιοῦντα, ἐβάπτισέ τε καὶ διακονεῖν τῷ Θεᾠ ἠξίωσε. Περιοδευτὴν δὲ φόνων αἴτιον γενόμενον, οὐχ ἐχώρισε τῆς ἐκκλησίας.

Καὶ ὅτι γὲ περὶ τὴν ἱερὰν τράπεζαν συνωμοσίας ἐποιεῖτο, ἀρώμενός τε, καὶ τοὺς κληρικοὺς ἐπόμνυσθαι παρασκευάζων μὴ κατηγορεῖν ἀλλήλων: εἶναι δὲ ταύτην τέχνην τοῦ αὐτὸν προεστῶτα τοῦ κλήρου, τὰς τῶν ἐγκαλούντων κατηγορίας διαφυγεῖν. Βασιλείου μὲν οὖν,

ὡς ἐν βραχεῖ εἰπεῖν, τάδε αἴτια τῆς καθαιρέσεως ἐποιοῦντο. Εὐσταθίου δὲ, πρῶτον μὲν ὡς ἡνίκα πρεσβύτερος ἦν προκατεγνώκει αὐτοῦ Εὐλάλιος ὁ πατὴρ, καὶ τῶν εὐχῶν ἀφώρισεν, ἐπίσκοπος ὢν τῆς ἐν Καππαδοκίᾳ ἐκκλησίας Καισαρείας: μετὰ δὲ τοῦτο ἐν Νεοκαισαρείᾳ τοῦ Πόντου, ὑπὸ συνόδου ἀκοινώνητος ἐγεγόνει: καὶ ὑπὸ Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου καθῃρέθη ἐπὶ διοικήσεσί τισιν αἷς ἐπετράπη καταγνωσθείς: ἔπειτα δὲ ὡς οὐ δέον διδάσκων τε καὶ πράττων καὶ φρονῶν, ἀφῃρέθη τῆς ἐπισκοπῆς παρὰ τῶν ἐν Γάγγραις συνεληλυθότων: ἐπὶ δὲ τῆς ἐν Ἀντιοχείᾳ συνόδου, ἐπιορκίας ἑάλω: καὶ ὅτι ἀνατρέπειν ἐπιχειρεῖ τὰ δόξαντα τοῖς ἐν Μελιτινῇ συνελθοῦσι: καὶ πλείστοις ἐγκλήμασι ἔνοχος ὢν, δικαστὴς ἠξίου εἶναι, καὶ ἑτεροδόξους τοὺς ἄλλους ἀπεκάλει.

Ἐλεύσιον δὲ καθεῖλον, ὡς Ἡράκλειόν τινα Τύριον τὸ γένος, ἱερέα τοῦ ἐνθάδε Ἡρακλέους γενόμενον, ἐπὶ γοητείᾳ γραφέντα καὶ ζητητέον ὄντα, καὶ διὰ τοῦτο φυγάδα ἐν Κυζίκῳ διατρίβοντα, διακονίας Θεοῦ ἀπερισκέπτως ἠξίωσε, Χριστιανισμὸν ὑποκρινόμενον, καὶ οὐδὲ τοιοῦτον ὄντα μετὰ ταῦτα μαθὼν τῆς ἐκκλησίας ἐχώρισε: καὶ ὡς παρὰ Μάρι τοῦ Χαλκηδόνος ἐπισκόπου, ὃς ἐκοινώνει ταύτης τῆς συνόδου, ἄνδρας κατεγνωσμένους, εἰς Κύζικον ἀφικομένους, ἐχειροτόνησεν ἀκρίτως.

Ἑορτάσιον δὲ καθεῖλον, ὡς ἐπίσκοπον Σάρδεων γενόμενον μὴ συναινεσάντων τῶν ἐν Λυδίᾳ ἐπισκόπων: Δρακόντιον δὲ τὸν Περγάμου, ὡς πρότερον ἐν Γαλατίᾳ ἐπισκοποῦντα: καὶ ὡς παράνομον τὴν ἐφ̓ ἑκατέρῳ χειροτονίαν ἔλυσαν.

Ἐπὶ τούτοις αὖθις συνελθόντες, καθαιροῦσι Σιλβανὸν τὸ Ταρσοῦ ἐπίσκοπον, καὶ Σωφρόνιον τὸν Πομπηϊουπόλεως τῆς Παφλαγόνων, Ἐλπίδιόν τε τὸν Σατάλων,

καὶ Νέωνα τὸν ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας. Καθεῖλον δὲ Σιλβανὸν, ὡς ἀρχηγὸν γενόμενον ἀπονοίας τοῖς ἄλλοις, ἔν τε Σελευκείᾳ καὶ Κωνσταντινουπόλει: καὶ Θεόφιλον προστάντα τῆς ἐν Κασταβάλοις ἐκκλησίας, Ἐλευθερουπόλεως ἐπίσκοπον χειροτονηθέντα πρότερον παρὰ τῶν ἐπισκόπων Παλαιστίνης, καὶ ἐπομοσάμενον παρὰ γνώμην ἑτέραν μὴ ὑπεισιέναι ἐπισκοπήν.

Σωφρόνιον δὲ, ὡς πλεονεκτεῖν καὶ καπηλεύειν ἐπιχειροῦντα τὰ προσφερόμενα τῇ ἐκκλησίᾳ, καὶ μετὰ κλῆσιν πρώτην καὶ δευτέραν, ἐπειδὴ μόλις ἀπήντησε, μὴ ἐθελήσαντα παῤ αὐτοῖς ἀπολογήσασθαι πρὸς τὰ ἐγκλήματα,

ἀλλὰ τοὺς ἔξωθεν αἱρεῖσθαι δικαστάς. Νέωνα δὲ, ὡς ἐπὶ τῆς ἰδίας ἐκκλησίας σπουδάσαντα Ἀννιανὸν χειροτονηθῆναι Ἀντιοχέων ἐπίσκοπον: καὶ ἀπείρους τινὰς ἱερῶν γραφῶν καὶ θεσμῶν ἐκκλησίας, ἀπερισκέπτως πολιτευομένους ὄντας, ἐπισκόπους καταστήσαντα: οἳ μετὰ ταῦτα χρημάτων κτῆσιν τῆς ἱερωσύνης προὐτίμησαν, καὶ ἐγγράφως εἵλοντο τὰς οὐσίας ἔχοντες λειτουργεῖν, ἢ δίχα τούτων ἐπισκοπεῖν.

Τὸν δὲ Ἐλπίδιον, ὡς Βασιλείῳ ἐπὶ ταραχῇ συμμίξαντα, καὶ καθηγητὴν γενόμενον ἀταξίας: καὶ παρὰ τὰ δόξαντα τῇ ἐν Μελιτίνῃ συνόδῳ Εὐσέβιον μὲν ἄνδρα καθῃρημένον πρεσβυτερείῳ ἀποκαταστήσαντα, Νεκταρίαν δέ τινα διὰ παραβάσεις συνθηκῶν καὶ ὅρκων ἀκοινώνητον γενομένην, διακονίας ἀξιώσαντα, μὴ μετὸν αὐτῇ τιμῆς κατὰ τοὺς νόμους τῆς ἐκκλησίας.

Αἰτίαι τῶν καθαιρέσεων Κυρίλλου τοῦ Ἱεροσολύμων ἐπισκόπου, καὶ διαφοραὶ τῶν ἀντικαθισταμένων τῶν τότε ἐπισκόπων ἀλλήλοις: καὶ ὡς Μελέτιος ὑπὸ Ἀρειανῶν χειροτονηθεὶς, ἀντὶ Εὐσταθίου Σεβαστίας προεβιβάσθη.

Σὺν τούτοις δὲ καὶ Κύριλλον τὸν Ἱεροσολύμων καθεῖλον, ὡς Εὐσταθίῳ καὶ Ἐλπιδίῳ κεκοινωνηκότα, ἐναντία σπουδάσασι τοῖς ἐν Μελιτινῇ συνελθοῦσι, μεθ̓ ὧν καὶ αὐτὸς συνεληλύθει: καὶ ὡς μετὰ τὴν ἐν Παλαιστίνῃ καθαίρεσιν, κοινωνίας μετασχόντα σὺν Βασιλείῳ, καὶ Γεωργίῳ τῷ Λαοδικείας ἐπισκόπῳ.

Ἐπειδὴ γὰρ ἐπετράπη τὴν Ἱεροσολύμων ἐπισκοπὴν, περὶ μητροπολιτικῶν δικαίων διεφέρετο πρὸς Ἀκάκιον τὸν Καισαρείας, ὡς ἀποστολικοῦ θρόνου ἡγούμενος: ἐντεῦθέν τε εἰς ἀπέχθειαν κατέστησαν, καὶ ἀλλήλους διέβαλον, ὡς οὐχ ὑγιῶς περὶ Θεοῦ φρονοῖεν: καὶ γὰρ καὶ πρὶν ἐν ὑπονοίᾳ ἑκάτερος ἦν, ὁ μὲν τὰ Ἀρείου δογματίζων:

Κύριλλος δὲ, τοῖς ὁμοιοούσιον τῷ πατρὶ τὸν υἱὸν εἰσηγουμένοις ἑπόμενος. Οὕτω δὲ ἔχων γνώμης Ἀκάκιος, σὺν τοῖς τὰ αὐτοῦ φρονοῦσιν ἐπισκόποις τοῦ ἔθνους, φθάνει καθελὼν Κύριλλον ἐπὶ προφάσει τοιᾷδε, λιμοῦ καταλαβόντος τὴν Ἱεροσολύμων χώραν, ὡς εἰς ἐπίσκοπον ἔβλεπε τὸ τῶν δεομένων πλῆθος, τῆς ἀναγκαίας τροφῆς ἀπορούμενον, ἐπειδὴ χρήματα οὐκ ἦν οἷς ἐπικουρεῖν ἔδει, κειμήλια καὶ ἱερὰ παραπετάσματα ἀπέδοτο.

Ἐκ τούτων δὲ λόγος, τινὰ ἐπιγνῶναι οἰκεῖον ἀνάθημα γυναῖκα ἐκ τῶν ἐπὶ θυμέλης ἠμφιεσμένην: πολυπραγμονῆσαι τε ὅθεν ἔχοι, καὶ εὑρεῖν ἔμπορον αὐτῇ ἀποδόμενον: τῷ δὲ ἐμπόρῳ τὸν ἐπίσκοπον: αἰτίαν δὲ ταύτην προϊσχόμενον, καθελεῖν αὐτὸν Ἀκάκιον. Καὶ τὰ μὲν, ὡς ἐπυθόμην, ὧδε ἔχει: τοὺς δὲ δηλωθέντας, ὡς εἴρηται, καθαιρεθέντας ἐξήλασαν οἱ ἀμφὶ Ἀκάκιον τῆς Κωνσταντινουπόλεως.

Τοὺς δὲ σὺν αὐτοῖς, οἳ ταῖς καθαιρέσεσιν πογράφειν οὐκ ἠνείχοντο, δέκα τὸν ἀριθμὸν ὄντας, καθ̓ ἑαυτοὺς εἶναι τέως παρεκελεύσαντο, καὶ μήτε λειτουργεῖν, μήτε τὰς ἐκκλησίας διοικεῖν, ἄχρις ἂν ταύταις ὑπογράψωσιν. Εἰ δὲ μὴ μεταμεληθεῖεν ἐντὸς μηνῶν ἓξ, καὶ πᾶσι τοῖς δόξασι καὶ πεπραγμένοις ἐν τῇ συνόδῳ ταύτῃ συναινέσωσι, καὶ αὐτοὺς καθαιρεῖσθαι: τοὺς δὲ κατ̓ ἔθνος ἐπισκόπους συνϊόντας,

ἀντὶ αὐτῶν χειροτονεῖν ἑτέρους, Ἐπεὶ δὲ ταῦτα αὐτοῖς ἐβεβούλευτο καὶ εἰς ἔργον ἷκτο, γράφουσι τοῖς πανταχοῦ ἐπισκόποις καὶ κληρικοῖς, τάδε φυλάττειν καὶ ἐπιτελεῖν: ἐκ τούτου τε, οὐ πολλῷ ὕστερον ἀντικαθίστανται πρὸς τῶν ἀμφὶ τὸν Εὐδόξιον, ἄλλος ἄλλῳ: Μακεδονίῳ τε αὐτὸς Εὐδόξιος, καὶ Βασιλείῳ Ἀθανάσιος: καὶ Ἐλευσίῳ Εὐνόμιος, ὃς ἀρχηγὸς μετὰ ταῦτα ἐγένετο τῆς ἀπ̓ αὐτοῦ καλουμένης αἱρέσεως: ἀντὶ δὲ Εὐσταθίου, Μελέτιος τὴν ἐν Σεβαστείᾳ ἐκκλησίαν ἐπετράπη.

Τελευτὴ Μακεδονίου Κωνσταντινουπόλεως: καὶ τί διδάσκων εἴρηκεν ὁ Εὐδόξιος: καὶ ὡς Εὐδόξιος καὶ Ἀκάκιος πλεῖστα ἔσπευσαν, τήν τε ἐν Νικαίᾳ πίστιν, καὶ τὴν ἐν Ἀριμίνῳ ἐκ τοῦ μέσου θεῖναι: καὶ ὅσος τάραχος ἐντεῦθεν ταῖς ἐκκλησίαις ἐπισυνέβη.

Ἀφαιρεθεὶς δὲ Μακεδόνιος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν, εἴς τι περὶ πύλας χωρίον διέτριβεν, ἔνθα καὶ ἐτελεύτησεν: Εὐδόξιος δὲ τὴν ἐκκλησίαν κατέσχεν. Ἡνίκα δὴ Κωνσταντίου τὸ δέκατον, καὶ Ἰουλιανοῦ τοῦ Καίσαρος τὸ τρίτον ὑπατευόντων, τὸ πρῶτον ἐκκλησιάζων ἐπὶ τῇ τελεσιουργίᾳ τῆς μεγάλης ἐκκλησίας, ἣν Σοφίαν ὀνομάζουσι, λέγεται ἐπὶ τὸ τοῦ ἱερέως ἀναβὰς βῆμα, οἷα δὴ τὸν λαὸν διδάσκων, ἀρχόμενος τοῦ λόγου εἰπεῖν: ὡς ὁ μὲν πατὴρ ἀσεβὴς, ὁ δὲ υἱὸς εὐσεβής. Θορυβήσαντος δὲ τοῦ πλήθους, Ἠρεμεῖτε, ἔφη: ὁ μὲν πατὴρ ἀσεβὴς, ὅτι οὐδένα σέβει: ὁ δὲ υἱὸς εὐσεβὴς, ὅτι πατέρα σέβει. Καὶ ὁ μὲν ὧδε εἰπὼν, εἰς γέλωτα τοὺς ἀκούοντας μετέβαλε.

Κοινῇ δὲ ὅτι μάλιστα αὐτός τε καὶ Ἀκάκιος πᾶσαν ἐποιοῦντο σπουδὴν, εἰς λήθην ἄγειν πάντας τῶν ἐν Νικαίᾳ δοξάντων, καὶ τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμίνῳ γραφὴν, μεθ̓ ὧν αὐτοὶ προστεθείκασιν ὡς διορθώσοντες, ἀνὰ πᾶν τὸ ὑπήκοον ἐξέπεμψαν, καὶ τοὺς ταύτῃ μὴ ὑπογράφοντας ἐκέλευον ὑπερορίᾳ φυγῇ ζημιοῦσθαι,

κατὰ πρόσταγμα τοῦ βασιλέως. Ὧδε γάρ φησιν ἐσπούδαστο, λογιζομένοις ἀκονιτὶ τῆς σπουδῆς ἐπιτεύξασθαι. Τὸ δὲ ἦν ἀρχὴ μεγίστων συμφορῶν: ἐμφερὴς δὲ ἦν τοῖς εἰρημένοις τάραχος ἀνὰ πᾶν τὸ ὑπήκοον: καὶ τὰς πανταχοῦ ἐκκλησίας διωγμὸς εἶχε μονονουχὶ παραπλήσιος τοῖς πρὶν ἐπὶ τῶν Ἑλληνιστῶν βασιλέων.

Εἰ γὰρ ταῖς εἰς σῶμα τιμωρίαις μετριώτερος ἐδόκει, χαλεπώτερος εἰκότως τοῖς εὖ φρονοῦσι διὰ τὴν αἰσχύνην ἐφαίνετο. Ἄμφω γὰρ, ὅ τε διώκων καὶ ὁ διωκόμενος, ἐκ τῆς ἐκκλησίας ὥρμηντο. Καὶ τοσοῦτον αἰσχρὸν τὸ κακὸν, ὅσον πρὸς τῷ ὁμοφύλους τὰ πολεμίων δρᾷν, καὶ περὶ ἀλλοφύλους τοιούτους εἶναι, ὁ ἱερατικὸς θεσμὸς ἀπηγόρευσεν.

Ἡ δὲ καινότης ἐπαινουμένη ἔτι μᾶλλον ἐπεδίδου, καὶ πρὸς νεωτερισμὸν εἷρπεν: ἀπαυθαδειαζομένη τε καὶ τῶν πατρικῶν ὑπερφρονοῦσα, ἰδίους ἐτίθει νόμους. Καὶ τὰ αὐτὰ τοῖς ἀρχαιοτέροις περὶ Θεοῦ δοξάζειν οὐκ ἠξίου: ἀεὶ δὲ ξένα περινοοῦσα δόγματα, οὐκ ἠρέμει τῶν καινῶν καινοτέροις σπουδάζουσα, ὥσπερ δὴ καὶ νῦν συνέβη.

Ὡς μετὰ τὸ ἐκστῆναι τοῦ θρόνου, Μακεδόνιος κατὰ τοῦ ἁγίου ἐβλασφήμησε πνεύματος: καὶ ὅτι Μαραθώνιος σὺν ἄλλοις τὴν ἐκείνου αἵρεσιν ηὔξησαν.

Ἐπειδὴ γὰρ Μακεδόνιος ἀφῃρέθη τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν, οὐκέτι παραπλησίως ἐδόξαζε τοῖς ἀμφὶ τὸν Ἀκάκιον καὶ Εὐδόξιον: εἰσηγεῖτο δὲ τὸν Υἱὸν Θεὸν εἶναι, κατὰ πάντα τε καὶ κατ̓ οὐσίαν ὅμοιον τῷ Πατρί: τὸ δὲ ἅγιον Πνεῦμα ἄμοιρον τῶν αὐτῶν πρεσβείων ἀπεφαίνετο, διάκονον καὶ ὑπηρέτην καλῶν, καὶ ὅσα περὶ τῶν θείων ἀγγέλων λέγων τις οὐκ ἂν ἁμάρτοι.

Ταύτης δὲ τῆς δόξης ἐκοινώνουν αὐτῷ, Ἐλεύσιός τε καὶ Εὐστάθιος, καὶ ὅσοι τότε παρὰ τῶν ἐκ τῆς ἐναντίας αἱρέσεως ἐν Κωνσταντινουπόλει καθῃρέθησαν: οἷς οὐκ ὀλίγη μοῖρα τοῦ λαοῦ ἐπείθετο κατὰ τὴν Κωνσταντινούπολιν, Βιθυνίαν τε καὶ Θρᾴκην καὶ Ἑλλήσποντον, καὶ τὰ πέριξ ἔθνη.

Καὶ γὰρ δὴ καὶ τὰ περὶ τὸν βίον, ᾧ μάλιστα τὰ πλήθη προσέχει τὸν νοῦν, οὐ φαύλως εἶχον. Προοδός τε γὰρ ἦν αὐτοῖς σεμνή: καὶ παραπλησία μοναχοῖς ἡ ἀγωγή: καὶ λόγος οὐκ ἄκομψος, καὶ ἦθος πείθειν ἱκανόν.

Οἷον δὴ τότε καὶ Μαραθώνιον γενέσθαι φασίν: ὃς ἀπὸ ψηφιστοῦ δημοσίου τῶν ὑπὸ τοὺς ὑπάρχους στρατιωτῶν, πλοῦτον πολὺν συλλέξας, ἐπειδὴ τῆς στρατιᾶς ἐπαύσατο, συνοικίας νοσούντων καὶ πτωχῶν ἐπεμελεῖτο: μετὰ δὲ ταῦτα, πείσαντος Εὐσταθίου τοῦ Σεβαστείας ἐπισκόπου, τὸν ἀσκητικὸν βίον ἐπῄνεσε, καὶ συνοικίαν μοναχῶν ἐν Κωνσταντινουπόλει συνεστήσατο, ἢ καὶ ἐξ ἐκείνου εἰσέτι νῦν ἐστὶ ταῖς διαδοχαῖς σωζομένη.

Ἐπὶ τοσοῦτον δὲ ταύτῃ τῇ αἱρέσει σπουδῇ καὶ χρήμασιν ἰδίοις συνελάβετο, ὡς καὶ πρός τινων Μαραθωνιανοὺς τοὺς Μακεδονίου ὀνομάζεσθαι, ἐμοὶ δοκεῖ, οὐκ ἀπεικότως. Φαίνεται γὰρ μόνος οὗτος μετὰ τῶν συνοίκων, τοῦ μὴ παντελῶς ἀποσβῆναι ταύτην τὴν αἵρεσιν ἐν Κωνσταντινουπόλει

αἴτιος γενόμενος. Ἀφ̓ οὗ γὰρ καθῃρέθη Μακεδόνιος, οὔτε ἐκκλησίας, οὔτε ἐπισκόπους εἶχον μέχρι τῆς Ἀρκαδίου βασιλείας. Οὐ γὰρ συνεχώρουν οἱ Ἀρείου,

πάντας τοὺς ἐναντίως δοξάζοντας τῶν ἐκκλησιῶν ἐξελαύνοντες, καὶ δεινῶς τιμωρούμενοι. Πάντας μὲν οὖν ὅσοι τότε τῶν ἱερέων ἐκ τῶν ἰδίων πόλεων ἠλάθησαν, ἔργον ἄρα καταλέγειν: οὐδὲν γὰρ ἔθνος τῆς Ῥωμαίων οἰκουμένης ἀπείρατον οἶμαι διαμεῖναι τῆς τοιαύτης συμφορᾶς.

Ὅτι οἱ Ἀρειανοὶ ὡς ὁμόφρονα λογιζόμενοι τὸν θεῖον Μελέτιον, ἐκ Σεβαστίας εἰς Ἀντιόχειαν προεβίβασαν: τὸ δὲ ὀρθόδοξον ἐκείνου παρρησίᾳ ὁμολογήσαντος κατῃσχύνθησαν, καὶ καθελόντες αὐτὸν, Εὐζώϊον ἐγκαθιστῶσι τῷ θρόνῳ. Μελέτιος δὲ ἰδίᾳ ἐκκλησίαζεν: οἱ γὰρ τὸ ὁμοούσιον φρονοῦντες αὐτὸν ἐξετρέποντο, ὡς ὑπὸ Ἀρειανῶν χειροτονηθέντα.

Ἐν δὲ τῷ τότε Εὐδοξίου κατασχόντος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν, πολλοὶ τὸν ἐν Ἀντιοχείᾳ θρόνον περιποιεῖν ἑαυτοῖς ἐσπούδαζον, καὶ ὡς εἰκὸς ἐπὶ πράγμασι τοιούτοις, φιλονεικίαι καὶ στάσεις διάφοροι τοῦ κλήρου καὶ τοῦ λαοῦ συνέβησαν.

Ἕκαστοι γὰρ τὸν ὁμόφρονα περὶ τὴν ἰδίαν πίστιν προσδοκώμενον ᾑροῦντο τῆς ἐκκλησίας ἄρχειν. Οὔπω γὰρ πεπαυμένοι ἦσαν τῆς περὶ τὸ δόγμα διαφορᾶς, οὐδὲ ἐν ταῖς ψαλμῳδίαις συνεφρόνουν ἀλλήλοις: πρὸς δὲ τὴν οἰκείαν δόξαν,

ὡς ἐν τοῖς πρόσθεν εἴρηται, μεθήρμοζον τὸ ψαλλόμενον. Οὕτω δὲ διακειμένης τῆς Ἀντιοχέων ἐκκλησίας, ἔδοξε τοῖς ἀμφὶ τὸν Εὐδόξιον, καλῶς ἔχειν μεταστῆσαι ἐνθάδε Μελέτιον ἐκ τῆς Σεβαστείας, οἷά γε λέγειν τε καὶ πείθειν ἱκανὸν,

καὶ τὰ περὶ τὸν βίον ἀγαθὸν, καὶ ὁμόδοξον αὐτοῖς τὸ πρὶν ὄντα. Κατὰ πάντα γὰρ ᾤοντο τῇ δοκήσει τοῦ ἀνδρὸς πρὸς οἰκείαν αἵρεσιν θηράσειν τοὺς Ἀντιοχείας οἰκήτορας, καὶ τὰς πέριξ πόλεις: καὶ μάλιστα τοὺς καλουμένους Εὐσταθιανοὺς, οἳ κατὰ τὴν παράδοσιν τῆς ἐν Νικαίᾳ συνόδου τὰ περὶ Θεοῦ ἐδόξαζον. Ἔμελλον δὲ παραπολὺ τῆς ἐλπίδος ἀποτεύξεσθαι.

Ἐπεὶ γὰρ ἧκεν εἰς Ἀντιόχειαν, λέγεται δήμους πολλοὺς συνελθεῖν τῶν τὰ Ἀρείου φρονούντων, καὶ Παυλίνῳ κοινωνούντων: οἱ μὲν, ἱστορήσοντες τὸν ἄνδρα, ὅτι πολὺ κλέος ἦν αὐτοῦ καὶ πρὸ τῆς παρουσίας: οἱ δὲ, μαθησόμενοι τί ἄρα ἐρεῖ, καὶ τίσιν ἐπιψηφίζεται. Ἤδη γὰρ φήμη διεφοίτα, ἐπαινέτην αὐτὸν εἶναι τοῦ δόγματος τῶν ἐν Νικαίᾳ συνελθόντων: καὶ τὸ ἀποβὰν ἔδειξε.

Τὴν μὲν γὰρ ἀρχὴν, τοὺς καλουμένους ἠθικοὺς λόγους δημοσίᾳ ἐδίδασκε: τελευτῶν δὲ, ἀναφανδὸν τῆς αὐτῆς οὐσίας τῷ Πατρὶ τὸν Υἱὸν ἀπεφῄνατο. Λέγεται δὲ, προσδραμὼν ὁ ἀρχιδιάκονος, ὃς τότε ἦν τοῦ ἐνθάδε κλήρου, ἔτι τοῦτο λέγοντος ἐπιβαλὼν τὴν χεῖρα, ἔβυσεν αὐτοῦ τὸ στόμα.

Ὁ δὲ, τῇ χειρὶ σαφέστερον ἢ τῇ φωνῇ, τὴν γνώμην κατεσήμαινε: καὶ τρεῖς μόνους εἰς τὸ προφανὲς δακτύλους ἐκτείνων, εἰς ταυτὸν δὲ πάλιν τούτους συνέλεγε, καὶ τὸν ἕνα ὤρθου: τῷ σχήματι τῆς χειρὸς εἰκονίζων τοῖς πλήθεσιν ἅπερ ἐφρόνει, καὶ λέγειν ἐπείχετο. Ὡς δὲ ἀμηχανήσας ὁ ἀρχιδιάκονος ἐπελάβετο τῆς χειρὸς, τοῦ στόματος ἀφέμενος, ἐλευθερωθεὶς τὴν γλῶσσαν, ἔτι μᾶλλον μεγάλῃ τῇ φωνῇ σαφέστερον ἐδήλου τὴν αὐτοῦ δόξαν: καὶ τῶν ἐν Νικαίᾳ δεδογμένων ἔχεσθαι παρεκελεύετο: καὶ διεμαρτύρετο τοὺς ἀκούοντας, ἁμαρτάνειν τῆς ἀληθείας τοὺς ἄλλως φρονοῦντας.

Ἐπεὶ δὲ οὐκ ἐνεδίδου τὰ αὐτὰ λέγων ἢ τῇ χειρὶ δεικνὺς ἀμοιβαδὸν, ὡς ἐνεχώρει πρὸς τὴν τοῦ ἀρχιδιακόνου κώλυσιν, καὶ φιλονεικία ἦν ἀμφοτέρων, μονονουχὶ παγκρατίῳ ἐμφερὴς, μέγα ἀνέκραγον οἱ Εὐσταθιανοὶ, καὶ ἔχαιρον καὶ ἀνεπήδων: οἱ δὲ Ἀρείου, κατηφεῖς ἦσαν.

Ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Εὐδόξιον, ἐχαλέπαινον, καὶ ἐλαθῆναι τῆς πόλεως τὸν Μελέτιον ἐσπούδασαν: καὶ πάλιν μετεκαλοῦντο, ὡς ἐπὶ διορθώσει τῶν εἰρημένων μεταμελούμενον, καὶ ταναντία δοξάζοντα. Μὴ μεταθέμενον δὲ τῆς γνώμης, ἐκβάλλεσθαι τῆς ἐκκλησίας, καὶ ὑπερορίαν οἰκεῖν προσέταξεν ὁ βασιλεύς.

Ἐπεὶ δὲ τοῦτο γέγονεν, ἐπιτρέπεται τὸν Ἀντιοχέων θρόνον Εὐζώϊος, ὃς ἅμα Ἀρείῳ πρότερον ἤδη καθῄρητο: οἱ δὲ Μελετίου ἐπαινέται, ἀποτεμόμενοι σφᾶς τῶν τὰ Ἀρείου φρονούντων, ἰδίᾳ ἐκκλησίαζον: οἱ γὰρ ὁμοούσιον ἐξ ἀρχῆς τὸν Υἱὸν τῷ Πατρὶ δοξάζοντες, παρῃτοῦντο κοινωνεῖν αὐτοῖς, ὡς Μελετίου πρὸς Ἀρειανῶν ἐπισκόπων χειροτονηθέντος, καὶ ὑπὸ τοιούτοις ἱερεῦσι βαπτισθέντων τῶν ἑπομένων αὐτῷ.

Καὶ οἱ μὲν κατὰ πρόφασιν τήνδε διῄρηντο, καίπερ ὁμοίως φρονοῦντες. Ὁ δὲ βασιλεὺς ἀκούσας Πέρσας νεωτερίζειν, ἧκεν εἰς Ἀντιόχειαν.

Ὅτι οἱ περὶ Ἀκάκιον πάλιν οὐκ ἠρέμουν, ἀλλὰ τὸ ὁμοούσιον ἐξελεῖν ἐπειρῶντο, καὶ τὴν Ἀρείου αἵρεσιν συνιστᾷν.

Οἱ δὲ ἀμφὶ Ἀκάκιον ἠρεμεῖν πάλιν οὐκ ἠνείχοντο: συνελθόντες τε εἰς Ἀντιόχειαν ἅμα ὀλίγοις, τὰ δεδογμένα ἤδη σφίσιν ἐμέμφοντο: καὶ τῆς ἀναγνωσθείσης ἐν Ἀριμίνῳ καὶ Κωνσταντινουπόλει γραφῆς περιτεμεῖν ἐδοκίμασαν τὸ ὅμοιον ὄνομα: καὶ κατὰ πάντα, οὐσίαν τε καὶ βούλησιν, ἀνόμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι ἡγοῦντο,

ὡς ἐξ ἀρχῆς Ἀρείῳ ἐδόκει. Συνελαμβάνοντο δὲ τούτοις καὶ οἱ τὰ Ἀετίου φρονοῦντες, ὃς μετὰ Ἄρειον πρῶτος περιφανῶς χρήσασθαι τοῖς ὀνόμασι τούτοις ἐθάρρησεν. Ὅθεν δὴ καὶ ἄθεος ὠνομάζετο, καὶ οἱ τὰ αὐτοῦ δοκιμάζοντες Ἀνόμοιοι καὶ Ἐξουκόντιοι.

Πυνθανομένων δὲ αὐτῶν τῶν ἑπομένων τοῖς ἐν Νικαίᾳ δόξασιν, ὅπως Θεὸν ἐκ Θεοῦ τὸν Υἱὸν συνομολογοῦντες, ἀνόμοιόν τε καὶ ἐξ οὐκ ὄντων καὶ παρὰ τὴν σφῶν αὐτῶν ἔκθεσιν ὀνομάζειν θαρροῦσιν: ὅτι καὶ Παῦλος ὁ ἀπόστολος, ἔφασαν, εἶπε, τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ: πάντων δὲ εἶναι καὶ τὸν Υἱόν. Καὶ κατὰ τοῦτο νοεῖσθαι τὸ προκείμενον ἐν οἷς ἐξέθεντο, κατὰ τὰς θείας γραφάς. Καὶ τὸ μὲν ὧδε μετέφραζον καὶ ἐσοφίζοντο.

Τελευτῶντες δὲ, ὡς οὐχ οἷοί τε ἦσαν τοῖς περὶ τούτων ἐγκαλοῦσιν ἢ ὀνειδίζουσιν ἱκανῶς ἀπολογεῖσθαι, πάλιν τὴν ἐν Κωνσταντινουπόλει δοκιμασθεῖσαν πίστιν ἀναγνόντες, διελύθησαν, καὶ εἰς τὰς αὐτῶν πόλεις ἀπεχώρησαν.

Περὶ Γεωργίου τοῦ Ἀντιοχείας, καὶ περὶ τῶν ἐν Ἱεροσολύμοις ἀρχιερατευσάντων: καὶ ὅτι μετὰ Κύριλλον τριῶν ἀρχιερέων προβάντων, πάλιν ὁ Κύριλλος ἐπέβη τοῦ θρόνου τῆς Ἱερουσαλήμ.

Ἐν τούτῳ δὲ, ἔτι Ἀθανασίου κρυπτομένου, ἐπανελθὼν Γεώργιος εἰς Ἀλεξάνδρειαν, χαλεπῶς ἐκάκου τοὺς Ἕλληνας, καὶ τοὺς ἑτέρως αὐτῷ δοξάζοντας Χριστιανούς: ἐκατέρους τε γὰρ ὡς ἐβούλετο θρησκεύειν ἐβιάζετο, καὶ παραιτουμένους ἤλαυνεν. Ἐμισεῖτο δὲ παρὰ μὲν τῶν ἐν λόγῳ, ὡς ὑπερορῶν αὐτοὺς, καὶ τοῖς ἄρχουσιν ἐπιτάττων: παρὰ δὲ τοῦ πλήθους,

ὡς τυραννικὸς, καὶ πλέον πάντων δυνάμενος. Ἐχαλέπαινε δὲ μάλιστα τὸ Ἑλληνικὸν, ὅτι τε θύειν αὐτοὺς καὶ τὰς πατρίους ἑορτὰς ἄγειν ἐκώλυε, καὶ στρατιώτας καὶ τὸν ἐν Αἰγύπτῳ στρατηγὸν σὺν ὅπλοις ἐπεισαγαγὼν τῇ πόλει, εἰκόνας τε καὶ ἀναθήματα, καὶ τὸν ἐν τοῖς ναοῖς κόσμον ἀφαιρούμενος. Ἃ δὴ πρόφασις ὕστερον αὐτῷ ἐγένετο τῆς ἀναιρέσεως, ὡς αὐτίκα λέξω.

Κυρίλλου δὲ καθαιρεθέντος, ὡς εἴρηται, παραλαμβάνει τὴν Ἱεροσολύμων ἐκκλησίαν Ἐρέννιος, καὶ μετ̓ ἐκεῖνον Ἡράκλειος: ἐφεξῆς τε τούτου, Ἱλάριος. Τούτους γὰρ ἐν τῷ τότε τὴν ἐνθάδε ἐκκλησίαν ἐπιτροπεῦσαι παρειλήφαμεν, μέχρι τῆς Θεοδοσίου βασιλείας: ἡνίκα δὴ Κύριλλος εἰς τὸν αὐτοῦ πάλιν ἐπανῆλθε θρόνον.

περὶ τῆς ἀποστασίας Ἰουλιανοῦ τοῦ παραβάτου, καὶ περὶ τῆς τελευτῆς βασιλέως Κωνσταντίου.

ΚΑΙ τὰ μὲν ὧδε ἀνὰ τὴν ἕω περὶ τὴν ἐκκλησίαν συνέβη. Ἐν τούτῳ δὲ Ἰουλιανὸς ὁ Καῖσαρ, μάχῃ κρατήσας τῶν παρὰ τὸν Ῥῆνον ποταμὸν βαρβάρων, τοὺς μὲν ἐχειρώσατο, τοὺς δὲ ἐζώγρησε. Λαμπρὸς δὲ τηνικάδε φανεὶς, καὶ ὑπὸ μετριότητος καὶ ἐπιεικείας κεχαρισμένος τοῖς στρατιώταις γεγονὼς,

ἀναγορεύεται πρὸς αὐτῶν Σεβαστός. Μηδὲν δὲ περὶ τούτου, ὡς εἰκὸς, πρὸς Κωνστάντιον παραιτησάμενος, ἄρχοντας μὲν τοὺς ὑπ̓ αὐτοῦ χειροτονηθέντας ἤμειβεν: ἐπίτηδες δὲ καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυ, δἰ ὧν τοὺς βαρβάρους καλῶν κατὰ Μαγνεντίου, εἰς Ῥωμαίους ἤγαγεν. Ἐξαπίνης δὲ τὴν θρησκείαν μεταβαλὼν, πρότερον χριστιανίζειν δοκῶν, ἀρχιερέα ὠνόμαζεν ἑαυτὸν, καὶ τοῖς Ἑλλήνων ναοῖς ἐφοίτα, καὶ ἔθυε, καὶ τοὺς ὑπηκόους ὧδε θρησκεύειν ἔπειθε.

Προσδοκωμένων δὲ Περσῶν Ῥωμαίοις ἐπιθήσεσθαι, καὶ διὰ τοῦτο ἐν Συρίᾳ Κωνσταντίου διατρίβοντος, λογισάμενος ἀμαχητὶ δύνασθαι τῶν Ἰλλυριῶν κρατεῖν, εἴχετο τῆς ἐπ̓ αὐτοὺς ὁδοῦ: πρόφασιν ποιούμενος, ὡς ἀπολογίας χάριν ἐλαύνει πρὸς Κωνστάντιον, ὑπὲρ τοῦ μὴ ἑκὼν δόξαι πρὸς τῶν στρατιωτῶν παρὰ γνώμην αὐτοῦ τὰ σύμβολα τῆς βασιλείας καταδέχεσθαι.

Λέγεται δὲ ἡνίκα πρὸ τῶν τῇδε ὅρων ἐπέβη, τὰς μὲν ἀμπέλους μετὰ τρύγην ἀμφὶ τὴν τῶν πλειάδων δύσιν ὀμφάκων πλήρεις φανῆναι: τὴν δὲ ἀπὸ τοῦ ἀέρος δρόσον, διαχεθεῖσαν κατὰ τῆς αὐτοῦ ἐσθῆτος καὶ τῶν ἑπομένων, καθ̓ ἑκάστην σταγόνα σταυροῦ σημεῖον ἐντυπῶσαι.

Ἐδόκει δὲ αὐτῷ καὶ πολλοῖς τῶν συνιόντων, οἱ μὲν βότρυες παρὰ καιρὸν φανέντες σύμβολον εἶναι ἀγαθόν: ἡ δὲ δρόσος, ἐκ παρατυχόντος ὧδε τὴν ἐσθῆτα καταστίξαι καθ̓ ἧς ἔτυχε πεσοῦσα. Ἄλλοι δὲ ἔλεγον τοῖν συμβόλοιν, τὸ μὲν, ἄωρον σημαίνειν ἀπολεῖσθαι τὸν βασιλέα, ὀμφάκων δίκην, καὶ ὀλιγοχρόνιον ἔσεσθαι αὐτοῦ τὴν βασιλείαν: τὸ δὲ, προμηνύειν οὐράνιον εἶναι τὸ δόγμα τῶν Χριστιανῶν, καὶ χρῆναι πάντας τῷ σημείῳ τοῦ σταυροῦ κατασημανθῆναι. Ὡς ἔοικε δὲ, οἱ τἀναντία τῷ βασιλεῖ δοξάσαντες οὐ διήμαρτον τῆς ἀληθείας: ἀμφότερα γὰρ εὐστόχως εἰρῆσθαι προϊὼν ὁ χρόνος ἀπέδειξεν.

Ἐπεὶ δὲ ἐπύθετο Κωνστάντιος ἐκστρατεύειν ἐπ̓ αὐτὸν Ἰουλιανὸν, καταλιπὼν τὴν πρὸς τοὺς Πέρσας παρασκευὴν, ἐπὶ τὴν Κωνσταντινούπολιν ἠπείγετο: ἡνίκα δὴ τὴν ὁδοιπορίαν ποιούμενος, ἐτελεύτησεν ἐν Μόμψου κρήναις, μεταξὺ Κιλίκων καὶ Καππαδοκῶν τῶν πρὸς τῷ Ταύρῳ: ἔτη ἀμφὶ τεσσαράκοντα καὶ πέντε γεγονώς: ἐξ ὧν τρισκαίδεκα σὺν τῷ πατρὶ ἐβασίλευσε, πέντε δὲ καὶ εἴκοσι μετ̓ ἐκεῖνον.

Ἐπεὶ δὲ ἐτελεύτησεν, ὁ μὲν Ἰουλιανὸς ἤδη τὸν Θρᾷκην εἶχεν. Οὐκ εἰς μακρὰν δὲ εἰς τὴν Κωνσταντινούπολιν ἐλθὼν,

αὐτοκράτωρ ἀνηγορεύθη. Οἱ δὲ Ἕλληνες ἐλογοποίουν, ὡς καὶ πρὸ τοῦ Γαλάτας ἀπολιπεῖν αὐτὸν, μαντικοὶ καὶ δαίμονες ἐπὶ ταύτην τὴν ἐκστρατείαν ἐκίνησαν, τὸν Κωνσταντίου θάνατον προμηνύσαντες, καὶ τὴν τῶν πραγμάτων μεταβολήν. Ἦν δὲ ἄρα πιθανὸν πρόγνωσιν ταῦτα καλεῖν, εἰ μὴ καὶ αὐτὸν ὅσον οὔπω τὸ τοῦ βίου τέλος ἔφθασεν, ὡς ἐν ὀνείρῳ τῆς βασιλείας γευσάμενον.

Εὔηθες γὰρ οἶμαι λέγειν, ὡς διὰ τῆς μαντικῆς προϊδὼν τὴν αὐτόματον Κωνσταντίου τελευτὴν, καὶ τὴν αὐτοῦ παρὰ Πέρσαις σφαγὴν, ἑκοντὴς εἰς προὖπτον ἥλατο θάνατον: αὐτῷ μὲν, οὐδὲν ὅτι μὴ ἀβουλίας καὶ ἀμαθοῦς στρατηγίας προσάψαντα δόξαν παρὰ πολλοῖς: τῇ δὲ Ῥωμαίων ὑπηκόῳ τοσοῦτον ἐπαγαγόντα κίνδυνον, ὡς μικροῦ πᾶσαν, ἢ τὸ πλεῖστον αὐτῆς, κινδυνεῦσαι ὑπὸ Πέρσαις γενέσθαι. Ἀλλὰ ταῦτα μὲν, ἵνα μὴ παραλελεῖφθαι δόξῃ, ὧδε εἰρήσθω ἡμῖν, καὶ ὅπῃ ἕκαστος βούλεται, ταύτῃ ἡγείσθω.

Περὶ βίου καὶ ἀγωγῆς καὶ διαίτης, καὶ τῆς εἰς τὴν βασιλείαν παρόδου Ἰουλιανοῦ.

Κωνσταντίου δὲ τελευτήσαντος, εἰς δέος διωγμῶν ἡ ἐκκλησία καθίστατο: καὶ φοβερωτέραν τῆς πείρας τὴν προσδοκίαν ἐποιεῖτο τοῖς Χριστιανοῖς, ὅ τε διὰ μέσου πολὺς χρόνος, ἀήθεις αὐτοὺς καταστήσας τῶν τοιούτων κινδύνων, καὶ τῶν πάλαι τιμωριῶν ἡ ἀνάμνησις,

καὶ τὸ τοῦ κρατοῦντος περὶ τὸ δόγμα μῖσος. Λέγεται γὰρ εὐθὺς περιφανῶς οὕτως ἀνέδην ἀπαρνήσασθαι τὴν εἰς Χριστὸν πίστιν, ὡς θυσίαις τισὶ καὶ ἐπικλήσεσιν, ἃς ἀποτροπαίους Ἕλληνες καλοῦσι, καὶ αἵματι σφαγίων τὴν καθ̓ ἡμᾶς βάπτισιν ἀπονίψασθαι, τῇ μυήσει τῆς ἐκκλησίας ἀποταξάμενον: καὶ τὸ ἐξ ἐκείνου, ἰδίᾳ τε καὶ δημοσίᾳ ἐντόμοις, καὶ ἱερείοις, καὶ τοῖς ὅσα θέμις ἐστὶν Ἕλλησι, χρῆσθαι.

Ποτὲ γοῦν αὐτῷ θεωμένῳ, λόγος ἀναδειχθῆναι σταυροῦ σημεῖον ἐν τοῖς σπλάγχνοις στεφάνῳ κυκλούμενον: καὶ τοὺς μὲν ἄλλους κοινωνοὺς τῆς μαντείας εἰς δέος ἐμβαλεῖν, συμβάλλοντας ἐντεῦθεν τὴν μετὰ ταῦτα τῆς θρησκείας ἰσχὺν, καὶ τοῦ δόγματος τὸ ἀΐδιον: καθότι ὁ στέφανος ᾧ περιείληπτο, νίκης τε σημαντικόν ἐστι: καὶ τῇ περιόδῳ τοῦ κύκλου, πάντοθεν ἀρχόμενος, καὶ εἰς ἑαυτὸν λήγων, οὐδαμοῦ περαιοῦται.

Ὅ γε μὴν ἀρχηγὸς τῆς περὶ ταῦτα διαγνώσεως, θαρρεῖν ἐκέλευσεν, ὡς αἰσίων κατὰ γνώμην αὐτοῖς τῶν σφαγίων ἀναδεικνυμένων, καὶ περικλειόντων τὸ τοῦ δόγματος σύμβολον, καὶ εἰς ταυτὸν συνωθούντων, ὥστε μὴ πλατύνεσθαι, καὶ ἀδεῶς χωρεῖν ἐφ̓ οὓς βούλεται, ὅρον ἔχοντα τὴν τοῦ κύκλου περιγραφήν.

Ἐπυθόμην δὲ ὡς καὶ τῶν ἐπισημοτάτων καὶ φοβερῶν ἀδύτων εἴς τι κατῄει, τελετῆς τινὸς ἢ μαντείας χάριν: ἐξαπίνης δὲ προσβαλλόντων αὐτῷ τῶν ἐπὶ τούτοις μεμηχανευμένων, καὶ γοητείαις παραφαινομένων φασμάτων, ὑπὸ θορύβου καὶ δέους τῶν παρόντων ἐπιλανθανόμενος: ὀψὲ γὰρ τῆς ἡλικίας ἐπὶ τοιαύτην ἦλθε τὴν μάθησιν: ἔλαθεν ὑπὸ τῆς προτέρας συνηθείας, οἷά γε Χριστιανὸς ἐν ἀπόροις κινδύνοις περιληφθεὶς, τῷ συμβόλῳ τοῦ Χριστοῦ κατασημάνας ἑαυτόν.

Αὐτίκα τε φροῦδα τὰ φάσματα ἐγένετο, καὶ τὸ σπουδαζόμενον ἐμπεπόδιστο. Ἀπορούμενος δὲ περὶ τούτου ὁ μυσταγωγὸς, ἐπειδὴ ἔγνω τὸ αἴτιον τῆς φυγῆς τῶν δαιμόνων, ἄγος τὸ γεγονὸς ἀποκαλέσας, καὶ ἀνδρεῖον εἶναι, καὶ μηδὲν πρᾶξαι ἢ ἐννοῆσαι Χριστιανικὸν παρακελευσάμενος, αὖθις ἐπὶ τὴν τελετὴν αὐτὸν ἦγεν.

Οὐ μετρίως δὲ ἐλύπει τοὺς Χριστιανοὺς καὶ περιδεεῖς ἐποίει ἡ περὶ ταῦτα σπουδὴ τοῦ βασιλέως, καὶ μάλιστα ὅτι Χριστιανὸς ἦν πρότερον. Εὐλαβῶν γὰρ περὶ τὴν θρησκείαν πατέρων γενόμενος, ἐκ νέου ἐμυήθη κατὰ τὸν θεσμὸν τῆς ἐκκλησίας, καὶ τὰς ἱερὰς γραφὰς ἐπαιδεύθη, καὶ ὑπὸ ἐπισκόποις καὶ ἐκκλησιαστικοῖς ἀνδράσιν ἐτράφη.

Γέγονε γὰρ αὐτῷ καὶ Γάλλῳ πατὴρ Κωνστάντιος, ὁμοπάτριος ἀδελφὸς Κωνσταντίνου τοῦ βασιλεύσαντος, καὶ Δαλματίου, οὗ παῖς ὁμώνυμος Καῖσαρ ἀναδειχθεὶς ἀνῃρέθη ὑπὸ τῶν στρατιωτῶν μετὰ τὴν Κωνσταντίνου τελευτήν: ὀρφανοὶ δὲ πατρὸς γενόμενοι καὶ αὐτοὶ τότε,

Δαλματίῳ συναπολέσθαι ἐκινδύνευον. Ἐξείλετο δὲ τῆς ἐπιβουλῆς Γάλλον μὲν, ὅτι νοσῶν ἔτυχε, καὶ ὅσον οὔπω αὐτομάτως τεθνήξεσθαι προσεδοκήθη: Ἰουλιανὸν δὲ τὸ νέον: ἔτι γὰρ ὄγδοον ἡλικίας ἦγεν ἔτος. Παραδόξως δὲ ὧδε διασωθέντες, προσετάχθησαν ἐν Καππαδοκίᾳ διατρίβειν ἐν Μακέλλῳ. Χωρίον δὲ τοῦτο βασιλικὸν πρὸς τῷ Ἀργέῳ ὄρει, οὐκ ἀπὸ πολλοῦ τῆς Καισαρέων πόλεως, μεγαλοπρεπῆ τε βασίλεια ἔχον, καὶ λουτρὰ καὶ κήπους, καὶ πηγὰς ἀεννάους.

Ἔνθα δὴ θεραπείας καὶ ἀγωγῆς βασιλικῆς ἠξιοῦντο, καὶ μαθήμασι καὶ γυμνασίοις τοῖς καθ̓ ἡλικίαν ἐχρῶντο, καὶ λόγων διδασκάλοις, καὶ τοῖς ὑφηγηταῖς τῶν ἁγίων γραφῶν: ὡς καὶ κλήρῳ ἐγκαταλεγῆναι, καὶ ὑπαναγινώσκειν τῷ λαῷ τὰς ἐκκλησιαστικὰς βίβλους.

Οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν ἠθῶν καὶ τῶν ἔργων, τὴν εὐσέβειαν ἐπεδείκνυντο: περὶ πολλοῦ ποιούμενοι τοὺς ἱερέας, καὶ τοὺς ἄλλως ἀγαθοὺς, καὶ περὶ δόγμα σπουδαίους, τοῖς τε εὐκτηρίοις οἴκοις θαμίζοντες, καὶ ταῖς προσηκούσαις τιμαῖς τὰς τῶν μαρτύρων θήκας γεραίροντες.

Τηνικαῦτα γοῦν φασὶν αὐτοὺς, σπουδάζοντας μεγίστῳ περιλαβεῖν οἴκῳ τὸν τάφον Μάμα τοῦ μάρτυρος, εἰς ἀμφοτέρους μερίσαι τὸ ἔργον: ἀμιλλωμένου δὲ ἑκατέρου φιλοτιμίᾳ καὶ τιμῇ ὑπερβάλλεσθαι τὸν ἕτερον, παράδοξον συμβῆναι καὶ παντελῶς ἄπιστον, εἰ μὴ πολλοὶ τῶν ἀκηκοότων παρὰ τῶν τεθεαμένων μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν.

Τὸ μὲν γὰρ Γάλλου μέρος ἐπεδίδου, καὶ κατὰ γνώμην προὐχώρει: τῶν δὲ Ἰουλιανοῦ πονημάτων, τὰ μὲν ἠρείπωτο: τὰ δὲ ἐκ τῆς γῆς ἀνεδίδοτο: τὰ δὲ παραυτίκα συνάπτεσθαι πρὸς τὸ ἔδαφος οὐκ ἠνείχετο, οἷά γε ἐξ ἀντιτύπου καὶ βιαίου τινὸς δυνάμεως κάτωθεν ἀντωθούσης ἀνακρουόμενα. Πᾶσι δὲ εἰκότως τεράστιον ἐδόκει τὸ πρᾶγμα.

Καὶ τοῖς μὲν πολλοῖς τῇ ἀποβάσει ἐκρίθη. Οἱ δὲ ἐξ ἐκείνου συνέβαλον, μὴ ὑγιῶς ἔχειν τὸν ἄνδρα περὶ τὴν θρησκείαν, ἀλλ̓ εὐσεβεῖν πλάττεσθαι, πρὸς Χριστιανὸν ὄντα τὸν τότε κρατοῦντα ὑποκρινόμενον, καὶ εἰς τὸ προφανὲς ἐξάγειν τὴν γνώμην οὐκ ἀσφαλὲς ἡγούμενον.

Προὔδωκε δὲ, ὡς λέγεται, τὴν πατρῴαν θρησκείαν, συνουσίαις μάντεων ὑπαχθεὶς τὰ πρῶτα. Μετὰ χρόνον γάρ τινα παυσαμένου Κωνσταντίου τῆς ὀργῆς, Γάλλος μὲν εἰς τὴν Ἀσίαν ἐλθὼν, ἐν Ἐφέσῳ διέτριβεν, ἔνθα δὴ τὰ πλείω τῆς οὐσίας εἶχεν. Ἰουλιανὸς δὲ, εἰς Κωνσταντινούπολιν ἐπανελθὼν, τοῖς ἐκεῖσε διδασκάλοις ἐφοίτα: φύσεως δὲ εὖ ἔχων, καὶ τοῖς μαθήμασι ῥᾳδίως ἐπιδιδοὺς, οὐκ ἐλάνθανεν. Ἐν ἰδιώτου γὰρ σχήματι τὰς προόδους ποιούμενος, πολλοῖς συνεγίνετο. Ἐπεὶ δὲ οἷα φιλεῖ, ἐν ὁμίλῳ καὶ βασιλευούσῃ πόλει, ἀδελφὸς ὢν τοῦ κρατοῦντος, καὶ πράγματα διοικεῖν ἱκανὸς εἶναι φαινόμενος, προσεδοκᾶτο βασιλεύειν, καὶ πολὺς περὶ αὐτοῦ τοιοῦτος ἐκράτει λόγος,

προσετάχθη ἐν Νικομηδείᾳ διάγειν. Ἐνταῦθα περιτυχὼν αὐτῷ Μάξιμος ὁ Ἐφέσιος φιλόσοφος, φιλοσόφων αὐτῷ λόγων καθηγητὴς ἐγένετο, καὶ μίσους τῆς Χριστιανῶν θρησκείας: καὶ οἷα μάντις, ἀληθὲς εἶναι ἰσχυρίζετο τὸ περὶ αὐτοῦ θρυλλούμενον. Ὁ δὲ, τοῦτο δὴ τὸ πολλοῖς συμβαῖνον, ἐν ὑπονοίᾳ δυσχερῶν πραγμάτων ταλαιπωρούμενος, βουκοληθεὶς αἰσίαις ἐλπίσι, φίλον ἔσχε τὸν Μάξιμον.

Τῷ βασιλεῖ δὲ τούτων μηνυθέντων, δείσας ἐν χρῷ ἐκείρατο, καὶ τὸν μοναχικὸν ἐπλάττετο βίον: λάθρα δὲ τῆς ἑτέρας εἴχετο θρησκείας. Ἐπειδὴ δὲ εἰς ἄνδρας ἤδη προῄει,

ἑτοιμότερον ὑπήχθη, καὶ ἐπτοεῖτο περὶ τάδε. Θαυμάζων τε εἴ τίς ἐστι τέχνη προσημαίνουσα τὸ μέλλον, καὶ ἀναγκαίαν ἡγούμενος τὴν ταύτης μάθησιν, ὧν μὴ δεῖ Χριστιανοῖς εἰς πεῖραν προήχθη: καὶ τὸ ἐξ ἐκείνου τοῖς ταῦτα μετιοῦσιν ἐχρῆτο φίλοις. Ὧδε δὲ ἔχων γνώμης, ἧκεν εἰς Ἀσίαν ἀπὸ Νικομηδείας: καὶ συγγενόμενος ἐκεῖσε τοιούτοις,

προθυμότερος περὶ ταῦτα γέγονεν. Ἐπεὶ δὲ Γάλλος ὁ αὐτοῦ ἀδελφὸς, Καῖσαρ καταστὰς, μηνυθεὶς νεωτερίζειν ἀνῃρέθη, ὑπολαβὼν Κωνστάντιος καὶ αὐτὸν ἔρωτι βασιλείας κατέχεσθαι, ὑπὸ φυλακῆς εἶχεν. Ἐξαιτησαμένης δὲ αὐτὸν Εὐσεβείας τῆς γαμετῆς Κωνσταντίου, παραιτησάμενος αὐτὸν, ἀπεδήμησεν εἰς Ἀθήνας: προφάσει μὲν τῶν Ἑλληνικῶν πόνων καὶ παιδευτηρίων: ὡς δὲ λέγουσι, κοινωσόμενος τοῖς ἐκεῖσε μάντεσι περὶ τῶν κατ̓ αὐτόν.

Μετακαλεσάμενος δὲ αὐτὸν ἐνθένδε Κωνστάντιος, Καίσαρα κατέστησε: κατεγγυήσας τε αὐτῷ πρὸς γάμον Κωνσταντίαν τὴν αὐτοῦ ἀδελφὴν, ἐπὶ τοὺς πρὸς δύσιν Γαλάτας πέπομφεν. Οἱ γὰρ βάρβαροι, οὓς αὐτὸς πρότερον κατὰ Μαγνεντίου ἐμισθώσατο εἰς συμμαχίαν,

οὐδὲν ὄφελος εἰς τοῦτο γενόμενοι, τοὺς Γαλάτας ἐδῄουν. Ἐπεὶ δὲ ἔτι νέος ἦν, τοῖς ἑπομένοις αὐτῷ στρατηγοῖς τὰ πρακτέα ἐπέτρεψε. Τῶν δὲ ῥαθυμούντων, αὐτὸς ὡς ἐνῆν ὁ Καῖσαρ τοῦ πολέμου προενόει: καὶ τοὺς στρατιώτας προθυμοτέρους περὶ τὴν μάχην κατέστησεν, ἄλλως τε παρακινδυνεύειν προτρέπων, καὶ ῥητὸν μισθὸν τάξας ἑκάστῳ βάρβαρον ἀναιροῦντι. Κεχαρισμένος δὲ τοῖς στρατιώταις ἐντεῦθεν γενόμενος, ἐδήλωσε Κωνσταντίῳ τὴν τῶν στρατηγῶν ῥαστώνην.

Ἀποσταλέντος δὲ ἑτέρου, συμβαλὼν τοῖς βαρβάροις, καλῶς ἔπραξε. Τῶν δὲ περὶ σπονδῶν πρεσβευομένων, καὶ ἐπιστολὰς Κωνσταντίου προϊσχομένων, μετακαλουμένου σφᾶς ἐπὶ τὴν Ῥωμαίων γῆν, ἐπίτηδες ἀποπέμψαι μελλήσας τὸν τάδε πρεσβευόμενον, ἀδοκήτως τῷ πλήθει τῶν πολεμίων ἐπελθὼν, ἐνίκησε. Λέγεται δὲ Κωνστάντιον ἐπιβουλεύοντα αὐτῷ, τοῦτον ἐπιτρέψαι τὸν πόλεμον. Ἐμοὶ

δὲ οὐ πιθανὸν εἶναι τοῦτο δοκεῖ. Ὧι γὰρ ἐξῆν μηδὲ Καίσαρα τὴν ἀρχὴν ποιεῖν αὐτὸν, τί καὶ ἐποίει, καὶ τὴν ἀδελφὴν ἐδίδου γαμετὴν, καὶ μεμφομένῳ περὶ τῶν ῥαθύμων στρατηγῶν ὑπήκουε, καὶ σπουδαῖον ἀντὶ τούτων ἐξαπέστειλεν, ὅπως κατορθώσῃ τὸν πόλεμον, εἰ μὴ φίλος ἐτύγχανεν; ἀλλ̓ ὡς συμβάλλω, τὴν μὲν ἀρχὴν εὔνους ὢν αὐτῷ Κωνστάντιος, Καίσαρα κατέστησεν: ἐπεὶ δὲ παρὰ γνώμην αὐτοῦ Σεβαστὸς ἀνεκηρύχθη, ἢ δεδιὼς ἀνθ̓ ὧν αὐτὸν καὶ τὸν ἀδελφὸν νέους ὄντας ἠδίκησεν, ἢ φθονῶν, ὡς εἰκὸς, ἐπὶ τῇ ὁμοίᾳ τιμῇ, ἐπεβούλευεν αὐτῷ διὰ τῶν πρὸς τὸν Ῥῆνον βαρβάρων. Ἀλλὰ τάδε μὲν ἄλλοις ἄλλως δοκεῖ.

Ὅτι καταστὰς εἰς τὴν βασιλείαν Ἰουλιανὸς, ἠρέμα πὰ τῶν Χριστιανῶν ἀνακινεῖν ἤρξατο, καὶ τὸν Ἑλληνισμὸν τεχνηέντως εἰσάγειν.

Ἐπεὶ δὲ μόνος εἰς τὴν βασιλείαν κατέστη, καὶ ἀνὰ τὴν ἕω τοὺς Ἑλληνικοὺς ναοὺς ἀνέῳξε, καὶ τοὺς ἠμελημένους ἐπισκευάζεσθαι, τοὺς δὲ καταλυθέντας ἀνανεοῦσθαι, καὶ τοὺς βωμοὺς ἀνίστασθαι προσέταξε: καὶ πολλοὺς αὐτοῖς ἐξεῦρε φόρους: ἔθη τε παλαιὰ, καὶ τὰ πάτρια τῶν πόλεων, καὶ τὰς θυσίας ἀνενέωσεν.

Αὐτός τε ἀναφανδὸν δημοσίᾳ ἔσπενδε, καὶ ἔθυε, καὶ τοὺς περὶ ταῦτα σπουδάζοντας ἐν πολλῇ τιμῇ ἐποιεῖτο: μύσταις τε καὶ ἱερεῦσιν, ἱεροφάνταις τε καὶ τοῖς τῶν ξοάνων θεραπευταῖς, τὰς παλαιὰς τιμὰς ἀπέδωκε: καὶ τὰ παρὰ τῶν πρόσθεν βασιλέων νενομοθετημένα ἐπ̓ αὐτοῖς ἐκύρωσε: λειτουργιῶν τε, καὶ τῶν ἄλλων ὧν πρὶν εἶχον, τὴν ἀτέλειαν ἐπεψηφίσατο: καὶ τὰ ἀφαιρεθέντα τῶν νεωκόρων σιτηρέσια ἀπέδωκε. Καὶ καθαροὺς εἶναι ἀπὸ τροφῶν διεκελεύετο, καὶ ὅσον ἀπέχεσθαι προσῆκε τὸν, ὡς Ἕλληνες λέγουσιν, ἁγιστεύειν προειρημένον.

Προσέταξε δὲ καὶ τὸν πῆχυν τοῦ Νείλου, καὶ τὰ σύμβολα, καὶ τὰ παλαιὰ πάτρια κομίζεσθαι πρὸς τὸν Σάραπιν. Κατὰ πρόσταξιν γὰρ Κωνσταντίνου τῇ ἐκκλησίᾳ προσεφέρετο.

Τῷ δὲ κοινῷ τῶν πόλεων πολλάκις ἔγραφεν: εἰ μὲν πρὸς Ἑλληνισμὸν τετραμμένας ἔγνω, προτρέπων αἰτεῖν ἃς βούλονται δωρεάς: ταῖς δὲ χριστιανιζούσαις προφανῶς ἀπηχθάνετο, μήτε ἐπιδημεῖν αὐτὸς ἀνεχόμενος, μήτε πρεσβευόντων περὶ τῶν λυπούντων τὰς πρεσβείας δεχόμενος.

Ἀμέλειτοι προσδοκωμένων τότε Περσῶν ἐπιστρατεύειν, πρεσβευομένοις περὶ τούτου Νισιβηνοῖς, ὡς παντελῶς χριστιανίζουσι, καὶ μήτε τοὺς ναοὺς ἀνοίγουσι, μήτε εἰς τὰ ἱερὰ φοιτῶσιν, ἠπείλησε μὴ βοηθεῖν, μήτε πρεσβείαν δέχεσθαι, καὶ ὡς ἐναγοῦς τῆς αὐτῶν πόλεως μὴ ἐπιβήσεσθαι πρότερον, εἰ μὴ πύθοιτο εἰς Ἑλληνισμὸν μεταβαλόντας.

Παραπλήσια δὲ καὶ τοῖς ἐν Παλαιστίνῃ Κωνσταντιεῦσιν ἐγκαλῶν, προσένειμε Γαζαίοις τὸν αὐτῶν πόλιν. Ταύτην γὰρ τὴν Κωνσταντίαν, ὡς ἐκ τῶν πρόσθεν ἔγνωμεν, ἐπίνειον Γαζαίων οὖσαν καὶ Μαϊουμᾶν προσαγορευομένην, μαθὼν Κωνσταντῖνος ἐς τὰ μάλιστα τὴν Χριστιανῶν θρησκείαν πρεσβεύειν, ἀξίᾳ πόλεως ἐτίμησε, καὶ Κωνσταντίῳ τῷ παιδὶ ἐπωνόμασε, καὶ καθ̓ ἑαυτὴν πολιτεύεσθαι διετάξατο: λογισάμενος ἄδικον εἶναι, τελεῖν ὑπὸ Γαζαίοις ἐς ἄγαν Ἑλληνίζουσιν.

Ἐπεὶ δὲ εἰς τὴν βασιλείαν παρῆλθεν Ἰουλιανὸς, δίκην ἔλαχον οἱ Γαζαῖοι τοῖς Κωνσταντιεῦσι. Καὶ δικαστὴς καθίσας αὐτὸς προσένειμε Γάζῃ τὴν Κωνσταντίαν, ἀμφὶ τοὺς εἴκοσι σταδίους διεστῶσαν: καὶ τὸ ἐξ ἐκείνου τῆς προτέρας ἀφαιρεθεῖσα προσηγορίας, παραθαλάττιον μέρος τῆς Γαζαίων πόλεως ὀνομάζεται.

Κοινοὶ δὲ αὐτοῖς πολιτικοὶ ἄρχοντες, καὶ στρατηγοὶ, καὶ τὰ δημόσια πράγματα. Μόνα δὲ τὰ περὶ τὴν ἐκκλησίαν εἰσέτι καὶ νῦν δύο πόλεις δείκνυσιν: ἑκατέρα γὰρ ἰδίᾳ ἐπίσκοπον καὶ κλῆρον ἔχει, καὶ πανηγύρεις μαρτύρων, καὶ μνείας τῶν παῤ αὐτοῖς γενομένων ἱερέων, καὶ ὅρους τῶν πέριξ ἀγρῶν, οἷς τὰ ἀνήκοντα ἑκατέρᾳ ἐπισκοπῇ θυσιαστήρια διορίζεται.

Τῶν οὖν καθ̓ ἡμᾶς ἐπισκόπων τις τῆς Γαζαίων πόλεως, τετελευτηκότος τοῦ προεστῶτος τῆς Μαϊουμιτῶν ἐκκλησίας, ἐσπούδασεν ἀμφοτέρους τοὺς κλήρους ὑφ̓ ἑαυτὸν ποιῆσαι, μὴ θεμιτὸν εἶναι λέγων, μιᾶς πόλεως δύο ἐπισκόπους προεστάναι. Ἀντειπόντων δὲ τῶν Μαϊουμιτῶν, διέγνω ἡ τοῦ ἔθνους σύνοδος, καὶ ἕτερον ἐχειροτόνησεν ἐπίσκοπον: πάντως προσήκειν δοκιμάσασα, τοὺς δἰ εὐσέβειαν δικαίων πόλεως ἀξιωθέντας, διὰ δὲ κρίσιν Ἑλληνιστοῦ βασιλέως ἄλλως πράξαντας, ἐν ἱερωσύναις καὶ τάξει ἐκκλησιῶν μὴ χρῆναι ἀφαιρεῖσθαι τῶν δοθέντων γερῶν. Ἀλλὰ ταῦτα μὲν ὕστερον ὧδε ἀπέβη.

Οἷα κακὰ Καισαρεῦσιν ὁ Ἰουλιανὸς διεπράξατο: καὶ περὶ τῆς παρρησίας Μάρι τοῦ ἐπισκόπου Χαλκηδόνος.

Περὶ δὲ τὸν αὐτὸν χρόνον, καὶ τὴν πρὸς τῷ Ἀργαίῳ Καισάρειαν, μεγάλην καὶ εὐδαίμονα, καὶ μητρόπολιν οὖσαν τοῦ Καππαδοκῶν κλίματος, ἐκ τοῦ καταλόγου τῶν πόλεων ἐξήλειψεν ὁ βασιλεύς: καὶ τῆς ἐπωνυμίας τοῦ Καίσαρος ἀφείλετο, ἧς πάλαι ἔτυχεν ἐπὶ Κλαυδίου Καίσαρος, Μάζακα τὸ πρῶτον ὀνομαζομένη.

Ἐμίσει γὰρ καὶ πρότερον ἐξαίσιον μῖσος τοὺς αὐτῆς οἰκήτορας, ὡς πανδημεὶ χριστιανίζοντας, καὶ πάλαι καθελόντας τοὺς παῤ αὐτοῖς νεὼς, πολιούχου Διὸς, καὶ πατρῴου Ἀπόλλωνος: ἐπεὶ δὲ καὶ τὸ τῆς Τύχης, ὃ μόνον περιελείφθη, αὐτοῦ βασιλεύοντος πρὸς τῶν Χριστιανῶν ἀνετράπη, δεινῶς ἀπηχθάνετο πάσῃ τῇ πόλει, καὶ ἐδυσφόρει.

Καὶ Ἕλληνας μὲν, τοὺς ὄντας εὐαριθμήτους μάλα, ἐμέμφετο, ὡς μὴ ἐπαμύνοντας, καὶ, εἰ παθεῖν ἔδει τι, προθύμως ὑπὲρ τῆς Τύχης ὑπομείναντας.

Πάντα δὲ τὰ κτήματα καὶ τὰ χρήματα τῶν ἐν Καισαρείᾳ καὶ ὑπὸ τοὺς αὐτῆς ὅρους ἐκκλησιῶν, ἐρευνώμενα μετὰ βασάνων, εἰς μέσον φέρεσθαι προσέταξεν: αὐτίκα δὲ τριακοσίας λίτρας χρυσοῦ τῷ ταμιείῳ ἐκτίσαι: κληρικοὺς δὲ πάντας ἐγγραφῆναι τῷ καταλόγῳ τῶν ὑπὸ τὸν ἄρχοντα τοῦ ἔθνους στρατιωτῶν: ὃ δαπανηρὸν εἶναι σφόδρα καὶ ἐπονείδιστον ἐν ταῖς τῶν Ῥωμαίων στρατιαῖς νομίζεται.

Τὸ δὲ πλῆθος τῶν Χριστιανῶν σὺν γυναιξὶ καὶ παισὶν ἀπογράψασθαι, καὶ καθάπερ ἐν ταῖς κώμαις φόρους τελεῖν: ἔνορκον δὲ ἠπείλησεν, ὡς εἰ μὴ τάχος τὰ ἱερὰ ἀνεγείρωσιν, οὐ παύσεται μηνιῶν, καὶ κακοποιῶν τὴν πόλιν: καὶ οὐδὲ τὰς κεφαλὰς συγχωρήσει τοὺς Γαλιλαίους ἔχειν: ὧδε γὰρ ἐπιτωθάζων καλεῖν εἴωθε τοὺς Χριστιανούς.

Ἐξέβη δ̓ ἂν ἴσως εἰς ἔργον ἡ ἀπειλὴ, εἰ μὴ θᾶττον ἐτελεύτησεν. Ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν, οὐκ ἐλεῶν τοὺς Χριστιανοὺς, φιλανθρωπότερος ἐφάνη τῶν πρόσθεν διωξάντων τὴν ἐκκλησίαν: ἀλλ̓ ἐκ τῶν φθασάντων εὑρὼν οὐδὲν ὄφελος εἶναι τιμωριῶν εἰς σύστασιν Ἑλληνισμοῦ: ταύτῃ δὲ μάλιστα τὰ Χριστιανῶν ἠυξῆσθαι, καὶ ἐνδοξότερα γεγενῆσθαι τῇ ἀνδρείᾳ τῶν διὰ τὸ δόγμα

ἀποθανεῖν ἑλομένων. Ὅθεν δόξης αὐτοῖς φθονῶν, οὐ φειδόμενος, πυρὶ μὲν χρῆσθαι, ἢ σιδήρῳ, ἢ τοῖς τοῦ σώματος αἰκισμοῖς, ἢ τῷ καταποντῶσαι καὶ ζῶντας κατορύττειν, ἃ τὸ πρὶν ἐσπουδάζετο, οὐκ ἀναγκαῖον εἶδεν εἰς μετάστασιν γνώμης: λόγῳ δὲ καὶ παραινέσεσι πείθειν ἡγεῖτο τὰ πλήθη εἰς Ἑλληνισμὸν μεταβαλεῖν: καὶ τοῦ σκοποῦ περιέσεσθαι ῥᾳδίως, εἰ βιάσασθαι μὴ ἀξιώσας,

ἐκ παραδόξου φιλάνθρωπός τις εἶναι δόξει περὶ αὐτούς. Λέγεται γοῦν θυομένῳ αὐτῷ ἐν Κωνσταντινουπόλεως Τυχείῳ προσελθόντα Μάριν τὸν Χαλκηδόνος ἐπίσκοπον, ἀσεβῆ τε δημοσίᾳ ὑβρίσαι, καὶ ἄθεον καὶ παραβάτην ἀποκαλέσαι: τὸν δὲ, μόνην αὐτῷ ὀνειδίσαι τὴν τύφλωσιν: ὑπὸ χειραγωγῷ γὰρ ἐληλύθει, γέρων ὢν, καὶ τοὺς ὀφθαλμοὺς ὑποκεχυμένος.

Ἐπεὶ δὲ καὶ ἐπισκώπτων, οἷά περ εἰώθει, εἰς τὸν Χριστὸν βλασφημῶν, Οὐδὲ ὁ Γαλιλαῖός σου Θεὸς, εἶπε, θεραπεύσει σε: ὑπολαβὼν Μάρις, Ἀλλ̓ ἐγὼ χάριν ἔχω τῷ Θεῷ μου τῆς τυφλώσεως, ἔφη, ἵνα μή σε θεάσωμαι τῆς εὐσεβείας ἐκπεπτωκότα. Καὶ ὁ βασιλεὺς μηδὲν ἀποκρινόμενος παρέδραμεν. Ὤιετο γὰρ ταύτῃ μᾶλλον Ἑλληνισμὸν κρατύναι, ἀνεξίκακον καὶ πρᾷον ἀδοκήτως τῷ πλήθει τῶν Χριστιανῶν ἑαυτὸν ἐπιδεικνύς.

Ὅτι ἀνῆκε τοῖς καθειργμένοις Χριστιανοῖς τὴν ἐλευθερίαν, ἵνα μᾶλλον ἡ ἐκκλησία τάρασσοιτο: καὶ ὅσα κακὰ κατὰ Χριστιανῶν ἐπενόει.

Ταῦτα δὲ σπουδάζων, πᾶσι μὲν τοῖς ἐπὶ Κωνσταντίου φυγαδευθεῖσι διὰ θρησκείαν, ἀνῆκε τὴν φυγὴν, καὶ τοῖς δημευθεῖσι νόμῳ τὰ σφέτερα ἀπέδωκε: τοῖς δὲ δήμοις προηγόρευε, μηδένα ἀδικεῖν τῶν Χριστιανῶν μηδὲ ὑβρίζειν, μηδὲ ἄκοντας πρὸς θυσίαν ἕλκειν: τοὺς δὲ ἑκοντὶ τοῖς βωμοῖς προσιόντας, πρότερον ἐξιλεοῦσθαι οὓς Ἕλληνες καλοῦσιν ἀποτροπαίους δαίμονας, καὶ καθαίρεσθαι καθαρσίοις οἷς ἔθος αὐτοῖς.

Κληρικοὺς μέντοι πᾶσαν ἀτέλειαν καὶ τιμὴν καὶ τὰ σιτηρέσια ἀφείλετο Κωνσταντίου: καὶ τοὺς ὑπὲρ αὐτῶν κειμένους νόμους ἀνεῖλε, καὶ τοῖς βουλευτηρίοις ἀπέδωκε. Μέχρι τε παρθένων καὶ χηρῶν, τὰς δἰ ἔνδειαν ἐν τοῖς κλήροις τεταγμένας εἰσπράττεσθαι προσέταξεν ἂ πρὶν παρὰ τοῦ δημοσίου ἐκομίσαντο.

Ἡνίκα γὰρ Κωνσταντῖνος τὰ τῶν ἐκκλησιῶν διέταττε πράγματα, ἐκ τῶν ἑκάστης πόλεως φόρων τὰ ἀρκοῦντα πρὸς παρασκευὴν ἐπιτηδείων ἀπένειμε τοῖς πανταχοῦ κλήροις, καὶ νόμῳ τοῦτο ἐκράτυνεν, ὡς καὶ νῦν κρατεῖ,

ἐξ οὗ τέθνηκεν Ἰουλιανὸς ἐπιμελῶς φυλαττόμενος. Ὠμοτάτην δὲ καὶ χαλεπωτάτην τήνδε γενέσθαι φασὶ τὴν εἴσπραξιν. Μαρτυρεῖ δὲ καὶ τὰ τότε παρὰ τῶν πρακτόρων γενόμενα γραμματεῖα τοῖς εἰσπραχθεῖσιν, εἰς ἀπόδειξιν τῆς ἀναδόσεως ὧν εἰλήφεσαν κατὰ τὸν Κωνσταντίνου νόμον.

Οὐκ ἐν τούτοις δὲ μόνον ἵστατο ἡ τοῦ κρατοῦντος περὶ τὴν θρησκείαν ἀπέχθεια: σπουδῇ δὲ τοῦ πρὸς τὸ δόγμα μίσους, οὐδὲν εἶδος παρέλιπεν εἰς καθαίρεσιν τῆς ἐκκλησίας: χρήματά τε καὶ τὰ ἀναθήματα, καὶ τὰ ἱερὰ σκεύη ἀφαιρούμενος: τούς τε καταβληθέντας νεὼς ἐπὶ τῆς Κωνσταντίνου καὶ Κωνσταντίου ἡγεμονίας βιαζόμενος τοὺς καθελόντας ἀνοικοδομεῖν, ἢ τὰς ὑπὲρ αὐτῶν ἀποτιμήσεις ἐκτιννύειν. Ἐκ δὲ τούτων, μηδέτερον ἐπιτελεῖν δυνάμενοι, προσέτι δὲ καὶ τὴν ἀναζήτησιν τῶν ἱερῶν χρημάτων, ἱερεῖς τε καὶ κληρικοὶ καὶ τῶν ἄλλων Χριστιανῶν πολλοὶ χαλεπῶς ἐβασανίζοντο, καὶ δεσμωτηρίοις ἐνεβάλλοντο.

Ὥστε πανταχόθεν συμβάλλειν ἐστὶν, φόνων μὲν ἕνεκα καὶ περινοίας τῶν εἰς τὸ σῶμα τιμωριῶν, μετριώτερον αὐτὸν γενέσθαι τῶν πρὸ τοῦ διωξάντων τὴν ἐκκλησίαν: ἐν δὲ τοῖς ἄλλοις χαλεπώτερον. Φαίνεται γὰρ ἐν πᾶσιν αὐτὴν κακῶς ποιήσας: πλὴν ὅτι τοὺς ἀλλοτρίαν οἰκεῖν καταδικασθέντας ἱερέας ἐπὶ τῆς Κωνσταντίου βασιλείας μετεκαλέσατο.

Λέγεται δὲ μὴ φειδοῖ τῇ περὶ αὐτοὺς ταῦτα προστάξαι: ἀλλ̓ ὥστε, ἢ ὑπὸ τῆς πρὸς ἀλλήλους ἔριδος ἐμφυλίῳ μάχῃ πολεμεῖσθαι τὴν ἐκκλησίαν, καὶ τῶν οἰκείων διαμαρτεῖν θεσμῶν: ἢ Κωνστάντιον διαβάλλων. Ὤιετο γὰρ σχεδὸν πρὸς πᾶν τὸ ὑπήκοον καὶ τελευτήσαντι τούτῳ μῖσος κατασκευάζειν, τοὺς μὲν Ἑλληνιστὰς ὡς ὁμόφρονας θεραπεύων: τοὺς δὲ διὰ Χριστὸν ἐπ̓ ἐκείνου κακῶς παθόντας, ὡς ἠδικημένους, ἐλεῶν.

Ἀμέλειτοι καὶ τοὺς εὐνούχους, ὡς αὐτῷ καταθυμίους, τῶν βασιλειῶν ἐξέβαλεν. Εὐσέβιον δὲ τὸν μείζονα τῆς βασιλικῆς αὐτῆς θανάτῳ ἐζημίωσε. Καὶ ἰδίᾳ γὰρ αὐτῷ λύπη τις ἦν πρὸς τοῦτον, καθότι Γάλλον τὸν ἀδελφὸν τῇ αὐτοῦ ἐπιβουλῇ ἀνῃρῆσθαι ὑπώπτευεν.

Ἀέτιον δὲ τὸν ἀρχηγὸν τῆς Εὐνομίου αἱρέσεως, ὑπὸ Κωνσταντίου ὑπερορίαν φυγὴν καταδικασθέντα, καὶ ἄλλως ὕποπτον διὰ τὴν πρὸς Γάλλον ὁμιλίαν, εὐμενῶς εὖ μάλα γράψας προσεκαλέσατο πρὸς αὐτὸν,

δημόσια ὑποζύγια δεδωκώς. Ἐκ τοιαύτης δὲ αἰτίας καὶ Ἐλεύσιον τὸν Κυζικου ἐπίσκοπον ὑπὸ βαρυτάτῳ ἐπιτιμίῳ προσέταξε τότε, ταῖς αὐτοῦ δαπάναις ἐν δύο μόνοις μησὶν ἀνοικοδομῆσαι τὴν Ναυατιανῶν ἐκκλησίαν ἣν ἐπὶ Κωνσταντίου καθεῖλεν. Καὶ ἄλλα δὲ πολλὰ ἂν εὕροι τὶς, ἃ διὰ μῖσος τοῦ πρὸ αὐτοῦ ἡγεμονεύσαντος, τὰ μὲν αὐτὸς ἐποίησε, τὰ δὲ ἄλλων ποιούντων ἠνέσχετο.

Ὅτι καὶ Ἀθανάσιος τότε ἐπὶ χρόνοις ἑπτὰ παρὰ παρθένῳ σώφρονι καὶ ὡραίᾳ κρυπτόμενος, ἀνεφάνη, καὶ τῆς Ἀλεξάνδρου ἐπέβη.

Ἐν δὲ τῷ τότε καὶ Ἀθανάσιος τὸν πρὸ τούτου χρόνον λανθάνων ὅπη διέτριβεν, ἀγγελθείσης τῆς Κωνσταντίου τελευτῆς, ἀνεφάνη νύκτωρ ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ. Ἦν δὲ τοῦτο εἰκότως παράδοξον, ἐξαπίνης ὧδε παρὰ τὴν προσδοκίαν συμβάν. Ἡνίκα γὰρ ἐξ ἐπιβουλῆς τῶν Γεωργίου ἐπιτηδείων, προστάξαντος τοῦ βασιλέως, σπουδάσας αὐτὸν συλλαβέσθαι ὁ τῶν ἐν Αἰγύπτῳ ταγμάτων ἡγεμὼν ἀπέτυχεν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, διαφυγὼν μέχρι τῆς παρούσης ἡγεμονίας,

παρά τινα παρθένον ἱερὰν ἐν Ἀλεξανδρείᾳ ἐκρύπτετο. Ἣν ἐπὶ τοσούτῳ κάλλει τὰς τότε γυναῖκας ὑπερβάλλεσθαι παρειλήφαμεν, ὡς θαῦμα μὲν αὐτὴν εἶναι τοῖς ὁρῶσι: φευκτέαν δὲ τοῖς ἐπιείκειαν καὶ σωφροσύνην ἐπαγγελλομένοις, ἵνα μή τινα ψόγον ἐξ ὑπονοίας αὐτοῖς προστρίψηται. Ἦν γὰρ καὶ ἐν ἀκμῇ τῆς ὥρας, σεμνή τε καὶ σώφρων εἰς ἄγαν: ἣ μηδὲ τῆς φύσεως συλλαμβανούσης, διακοσμεῖν εἴωθε τὸ σῶμα εἰς εὐπρέπειαν κάλλους.

Ἦ γὰρ ἀληθὲς εἰπεῖν, οὐχ, ὥς τισι δοκεῖ, ὁποῖα τὰ σώματα, τοιαύτην εἶναι τὴν ψυχήν: ἀλλ̓ ἐν τοῖς τῆς ψυχῆς ἐπιτηδεύμασιν ἀπεικονίζεσθαι τὸ τοῦ σώματος ἦθος: καὶ τὸν αὐτὸν, ὅπως ἂν τύχῃ ἐπιτηδεύων, τοιοῦτον καὶ διαφαίνεσθαι, καθ̓ ὃν ἂν ἐπιτηδεύει καιρόν: καὶ τούτῳ μὲν τῷ λόγῳ εἴ τις ἀκριβῶς ἐξετάσειεν,

οὐδεὶς οἶμαι ἀντερεῖ. Ἀθανάσιον δὲ λόγος, κατὰ θείαν ὄψιν ὡδὶ ὑποθεμένην αὐτῷ σωθήσεσθαι, πρὸς ταύτην τὴν παρθένον καταφυγεῖν. Καί μοι δοκεῖ πρὸς τὴν ἀπόβασιν ὁρῶντι, οὐκ ἀθεεὶ ταῦτα οἰκονομηθῆναι: ἀλλ̓ ὥστε καὶ τοὺς Ἀθανασίου ἐπιτηδείους μὴ ἔχειν πράγματα, εἴ τις αὐτοὺς πολυπραγμονεῖν περὶ αὐτοῦ ἐπεχείρησεν, ἢ ὀμνύναι ἐβιάσατο: καὶ αὐτὸν διαλαθεῖν παρὰ ταύτῃ κρυπτόμενον, ἣ τῷ μὲν κάλλει οὐ συνεχώρει ὑπονοεῖσθαι ἐνθάδε διάγειν τὸν ἱερέα.

Δἰ ἀνδρείαν δὲ αὐτὸν ὑπεδέξατο, καὶ διὰ φρόνησιν ἀπέσωσεν: ἐπὶ τοσοῦτον πιστοτάτη φύλαξ καὶ διάκονος σπουδαία γενομένη, ὡς πόδας αὐτοῦ νίπτειν, καὶ τὰ περὶ τροφὴν καὶ τ̓ ἄλλα πάντα, καὶ ὅσα φύσις ὑπομένειν βιάζεται ἐν ταῖς κατεπειγούσαις χρείαις, μόνην αὐτὴν διακονεῖσθαι: προσέτι δὲ καὶ βίβλους ὧν ἐδεῖτο, παῤ ἄλλων κομίζειν. Καὶ ἐπὶ πολλῷ χρόνῳ τούτων γενομένων, μηδένα τῶν κατοικούντων τὴν Ἀλεξανδρέων πόλιν μαθεῖν.

Περὶ τῆς ἀναιρέσεως καὶ τοῦ θριάμβου Γεωργίου τοῦ Ἀλεξανδρείας, διὰ τὰ ἐν τῷ Μιθρίῳ συμβάντα: καὶ οἷα ἔγραψεν Ἰουλιανὸς περὶ τῆς τοιαύτης ὑποθέσεως.

Ὁ μὲν οὖν Ἀθανάσιος ὧδε διασωθεὶς, καὶ ἀπροσδοκήτως ἐν τῇ ἐκκλησίᾳ φανεὶς, οὐδ̓ ὅθεν προῆλθεν ἐγινώσκετο: περιχαρὴς δὲ γενόμενος ὁ τῶν Ἀλεξανδρέων λαὸς, τὰς ἐκκλησίας αὐτῷ παρέδωκεν. Ἐκβληθέντες δὲ οἱ τὰ Ἀρείου φρονοῦντες, ἐν ἰδιωτῶν οἰκίαις καθ̓ ἑαυτοὺς ἐκκλησίαζον, Λούκιον ἀντὶ Γεωργίου τῆς αὐτῶν αἱρέσεως ἐπίσκοπον προβαλλόμενοι.

Γεώργιος δὲ ἔτυχεν ἤδη ἀναιρεθείς: ἅμα γὰρ δημοσίᾳ δῆλον ἐποίησαν οἱ ἄρχοντες τετελευτηκέναι Κωνστάντιον, αὐτοκράτορα δὲ Ἰουλιανὸν εἶναι, ἐστασίασε τὸ Ἑλληνικὸν πλῆθος τῶν Ἀλεξανδρέων: κεκραγότες τε καὶ λοιδορούμενοι ὥρμησαν ἐπ̓ αὐτὸν, ὡς παραχρῆμα ἀναιρήσοντες: ἀνακοπέντες δὲ τῆς παραυτίκα ὁρμῆς,

τότε μὲν αὐτὸν ἐν δεσμοῖς εἶχον. Οὐκ εἰς μακρὰν δὲ καταδραμόντες ἕωθεν εἰς τὸ δεσμωτήριον, ἀναιροῦσιν αὐτόν: καὶ καμήλῳ ἐπιθέντες, διημερεύσαντές τε ἐν ταῖς κατ̓ αὐτοῦ ὕβρεσι, περὶ δείλην ὀψίαν πυρὶ παρέδωκαν.

Οὐκ ἀγνοῶ δὲ, ὡς οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως, τάδε λέγουσι παθεῖν τὸν Γεώργιον πρὸς τῶν τοῦ Ἀθανασίου σπουδαστῶν. Ἐγὼ δὲ τῶν Ἑλληνιστῶν ἡγοῦμαι μᾶλλον εἶναι τὸ δρᾶμα: λογιζόμενος ὡς μείζους οὗτοι καὶ πλείους ἀφορμὰς μίσους πρὸς αὐτὸν εἶχον, καὶ μάλιστα τὴν περὶ τὰ ξόανα καὶ τοὺς ναοὺς ὕβριν, καὶ τὴν τῶν θυσιῶν καὶ πατρίων κώλυσιν. Ἐπέτεινε δὲ τὴν πρὸς αὐτὸν ἀπέχθειαν καὶ ἡ ἐν τοῖς βασιλείοις δύναμις: καὶ οἷα φιλεῖ δῆμος πρὸς τοὺς ἐν δυνάμει πάσχειν, οὐκ ἀνεκτὸν ἡγοῦντο.

Πρὸς δὲ τούτοις καὶ τοιόνδε τότε συνέβη περὶ τὸ καλούμενον παῤ αὐτοῖς Μίθριον: τοῦτον γαρ τὸν τόπον ἔρημον πάλαι γενόμενον, ἐδωρήσατο Κωνστάντιος τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ.

Γεωργίου δὲ εἰς ἐπισκευὴν εὐκτηρίου οἴκου ἀνακαθαίροντος, ἄδυτον ἀνεφάνη: ἐν ᾧ ξόανα μὲν ἴσως καὶ ὄργανα τινὰ εὑρέθη τῶν ἐνθάδε τότε μυούντων ἢ τελουμένων, ἃ τοῖς ὁρῶσι γέλοιά τε καὶ ξένα ἐδόκει. Δημοσίᾳ δὲ ταῦτα προθέντες οἱ Χριστιανοὶ, ἐπόμπευον ἐπιτωθάζοντες τοῖς Ἑλληνισταῖς.

Οἱ δὲ, πλῆθος εἰς ταυτὸ συλλεγέντες, ἐπῆλθον τοῖς Χριστιανοῖς: οἱ μὲν ξίφεσιν ἢ λίθοις: οἱ δὲ ἑτέρῳ τῳ ὡς ἔτυχεν ὁπλισάμενοι: καὶ πολλοὺς ἀνελόντες, τοὺς δὲ καὶ σταυρώσαντες ἐφ̓ ὕβρει τῆς θρησκείας, τραυματίας τοὺς πλείστους κατέστησαν. Ἐκ δὲ τούτου, Χριστιανοὶ μὲν τὸ ἀρχθὲν ἔργον ἀτελὲς ἐγκατέλιπον: οἱ δὲ Ἑλληνισταὶ,

ἐπιλαβούσης τῆς Ἰουλιανοῦ βασιλείας, τὸν Γεώργιον ἀνεῖλον. Μαρτυρεῖ δὲ καὶ βασιλεὺς αὐτὸς τοῦθ̓ οὕτως ἔχειν. Ὅπερ οὐκ ἂν ὡμολόγησεν, εἰ μὴ ὑπὸ τῆς ἀληθείας ἐβιάσθη: ἤθελε γὰρ, οἶμαι, Χριστιανοὺς οἱουσδήποτε, ἢ Ἕλληνας εἶναι τοὺς Γεωργίου φονέας. Ἀλλ̓ ὅμως οὐκ ἀπεκρύψατο: φαίνεται γοῦν ἐν τῇ περὶ τούτου πρὸς Ἀλεξανδρέας ἐπιστολῇ δόξας χαλεπαίνειν.

Μέχρι δὲ γραμμάτων μόνον ἐμέμψατο, καὶ τὴν τιμωρίαν συνεχώρησεν: αἰδοῖ, φησὶ, τῇ πρὸς Σάραπιν τὸν αὐτῶν πολιοῦχον, καὶ Ἀλέξανδρον τὸν οἰκιστὴν, καὶ Ἰουλιανὸν τὸν αὐτοῦ θεῖον, ὃς πρὸ τούτου Αἰγύπτου καὶ τῆς Ἀλεξανδρείας αὐτῆς ἦρξεν: ἀνὴρ ἐς τὰ μάλιστα Ἑλληνισμῷ χαίρων, καὶ τοὺς Χριστιανοὺς ὑπερφυῶς μισῶν, ὡς τό γε κατ̓ αὐτὸν, ὑπεναντίον τῆς τοῦ κρατοῦντος γνώμης, καὶ μέχρις αἵματος κακῶς παθεῖν τοὺς Χριστιανούς.

Περὶ Θεοδώρου τοῦ σκευοφύλακος Ἀντιοχείας: καὶ ὡς τῶν σκευῶν χάριν Ἰουλιανὸς ὁ θεῖος τοῦ παραβάτου σκωληκόβρωτος ἐγένετο.

Λέγεται γοῦν σπουδάζοντος αὐτοῦ τότε ἀφελέσθαι, καὶ εἰς τοὺς βασιλέως καταθέσθαι θησαυροὺς, πλεῖστα ὄντα καὶ τιμιώτατα τὰ ἀναθήματα τῆς Ἀντιοχέων ἐκκλησίας, καὶ τοὺς εὐκτηρίους τόπους ἀποκλεῖσαι, φυγεῖν μὲν πάντας τοὺς κληρικούς: μόνον δὲ Θεοδώριτον τὸν πρεσβύτερον μὴ ὑποχωρῆσαι τῆς πόλεως: ὃν ὡς φύλακα τῶν κειμηλίων, τὴν τούτων γνῶσιν καταμηνύσαι δυνάμενον, συλλαβὼν, δεινῶς ᾐκίσατο: καὶ τὸ τελευταῖον ἀναιρεθῆναι ξίφει προσέταξε, παρὰ πᾶσαν βάσανον ἀνδρείως ἀποκρινάμενον, καὶ ἐν ταῖς ὑπὲρ τοῦ δόγματος ὁμολογίαις ηὐδοκιμηκότα.

Ἐπεὶ δὲ τὰ ἱερὰ σκεύη ἐληΐσατο, περιστρέψας αὐτὰ κατὰ τοῦ ἐδάφους, ἐπετώθασε: καὶ βλασφημήσας ὅσα γὲ ἠβούλετο τὸν Χριστὸν, ἐκάθισεν ἐπ̓ αὐτῶν, καὶ τὴν ὕβριν ἐπηύξησεν. Αὐτίκα δὲ τὸ αἰδοῖον καὶ τοὺς ἀμφὶ τοῦτο ἀναγκαίους πόρους διεφθάρη: κατασαπεῖσαί τε αἱ τῇδε σάρκες, εἰς σκώληκας μετέβαλον,

καὶ τὸ πάθος ἐκράτει τῆς τῶν ἰατρῶν τέχνης. Καὶ μέντοι τῇ πρὸς βασιλέα αἰδοῖ καὶ δέει, διὰ παντοδαπῶν φαρμάκων πείρας ἐληλύθεισαν: πολυτίμους τε καὶ πλείονας ὄρνεις θύοντες, τὰ τούτων λίπη τὰ διεφθορότα μόρια ἐπέπλαττον, καὶ εἰς τὴν ἐπιφάνειαν ἐξεκαλοῦντο τοὺς σκώληκας. Ἀλλ̓ οὐδὲν ἤνυον: ἐν βάθει γὰρ κατακρυπτόμενοι, πρὸς τὰς ζώσας σάρκας εἷρπον, καὶ ἕως ὅτου αὐτὸν ἀνεῖλον, οὐ διέλιπον κείροντες.

Ἐδόκει δὲ κατὰ θεομηνίαν τοιαύτῃ χρήσασθαι συμφορᾷ, καθότι καὶ ὁ τῶν βασιλικῶν ταμιείων φύλαξ, καὶ ἄλλοι τινὲς τῶν ἐν τοῖς βασιλείοις ἄρχειν ἐπιτετραμμένων, νεανιευσάμενοι κατὰ τῆς ἐκκλησίας, παραδόξως καὶ ἐλεεινῶς τὸν βίον κατέλυσαν, ὡς ὑπὸ θείας ὀργῆς καταδικασθέντες.

Περὶ τοῦ μαρτυρίου τῶν ἁγίων, Εὐσεβίου, Νεστάβου, καὶ Ζήνωνος, ἐν Γάζῃ τῇ πόλει.

Ἐπεὶ δὲ εἰς τοῦτο προήχθην λόγου, καὶ τὴν Γεωργίου καὶ Θεοδωρίτου ἀναίρεσιν διεξῆλθον, καιρὸν ἔχειν δοκῶ ποιήσασθαι μνήμην Εὐσεβίου καὶ Νεστάβου καὶ Ζήνωνος τῶν ἀδελφῶν: οὓς κατὰ τοῦτο μισῶν ὁ τῶν Γαζαίων δῆμος, οἴκοι κρυπτομένους συνελάβοντο, καὶ δεσμωτηρίῳ τὰ πρῶτα παρέδοσαν,

καὶ ἐμαστίγωσαν. Ἔπειτα συνελθόντες εἰς θέατρον, πλεῖστα αὐτῶν κατεβόησαν, ὡς κακουργησάντων τὰ ἱερὰ, καὶ ἐπὶ καθαιρέσει καὶ ὕβρει τοῦ Ἑλληνισμοῦ τῷ παρελθόντι χρόνῳ ἀποχρησαμένων. Ἐν δὲ τῷ κεκραγέναι καὶ παροτρύνειν ἀλλήλους εἰς τὸν κατ̓ αὐτῶν φόνον, ἐνεπλήσθησαν θυμοῦ.

Καὶ παρακελευσάμενοι ἑαυτοῖς, οἷά γε δῆμος στασιάζων εἴωθε, κατέδραμον εἰς τὸ δεσμωτήριον: καὶ ἐξαγαγόντες αὐτοὺς, ὠμότατα διεχρήσαντο: πῆ μὲν πρηνεῖς, πῆ δὲ ὑπτίους ἕλκοντες, καὶ τῷ ἐδάφει προσρηγνύντες: καὶ εἰ ἔτυχον παίοντες, οἱ μὲν λίθοις, οἱ δὲ ξύλοις, ἄλλοι δὲ ἄλλοις τισὶ τοῖς ἐπιτυχοῦσιν.

Ἐπυθόμην δ̓ αὖ ὡς καὶ γυναῖκες ἐκ τῶν ἱστῶν ἐξιοῦσαι, ταῖς κερκίσιν αὐτοὺς κατεκέντουν: καὶ τῶν ἐπ̓ ἀγορᾶς μαγείρων, οἱ μὲν, ὕδατι θερμῷ καχλάζοντας τοὺς λέβητας ἐξαρπάζοντες τῶν χυτροπόδων, κατέχεον: οἱ δὲ τοῖς ὀβελίσκοις διέπειρον.

Ἐπεὶ δὲ αὐτοὺς διεσπάραξαν, καὶ τὰς κεφαλὰς ἔθλασαν, ὡς καὶ τὸν ἐγκέφαλον χαμαὶ ῥεῖν, ἤγαγον πρὸ τοῦ ἄστεος, ᾗ τὰ ἀποθνήσκοντα τῶν ἀλόγων ζώων ῥίπτειν εἰώθεσαν: καὶ πῦρ ἀνάψαντες, ἔκαυσαν αὐτῶν τὰ σώματα: καὶ τὰ περιλειφθέντα τῶν ὀστέων, ὅσα μὴ τὸ πῦρ ἐδαπάνησε, τοῖς ἐρριμμένοις αὐτόθι καμήλων τε καὶ ὄνων ὀστέοις ἀνέμιξαν,

ὥστε μὴ ῥᾳδίαν αὐτῶν εἶναι τὴν εὕρεσιν. Ἔλαθέ γε μὴν οὐκ ἐπὶ πολύ: γυνὴ γάρ τις Χριστιανὴ οὐκ ἀπὸ Γάζης οὖσα, ἀλλ̓ ἐνθάδε τὴν οἴκησιν ἔχουσα, κατὰ θείαν σύνταξιν ἀνελέξατο ταῦτα νύκτωρ: καὶ ἐμβαλοῦσα χύτρᾳ, Ζήνωνι τῷ αὐτῶν ἀνεψιῷ φυλάττειν ἔδωκεν. Ὧδε γὰρ ἐν τοῖς ὀνείροις ἔχρησεν ὁ Θεὸς, καὶ τὸν ἄνδρα τῇ γυναικὶ κατεμήνυσεν, ᾗ διάγοι: καὶ πρὶν ἰδεῖν ἐπέδειξε, καθότι ἄγνωστος ἦν αὐτῇ, καὶ προσφάτως τοῦ διωγμοῦ κεκινημένου, ἐκρύπτετο.

Ἐπεὶ καὶ αὐτὸς τότε μικροῦ συλληφθεὶς παρὰ τῶν Γαζαίων ἀνῃρέθη: ἀσχολουμένου δὲ τοῦ πλήθους περὶ τὸν φόνον τῶν αὐτοῦ ἀνεψιῶν, καιρὸν εὑρὼν ἔφυγεν εἰς Ἀνθηδόνα πόλιν ἐπὶ θάλασσαν, ἀφεστῶσαν Γάζης ὡς εἰς σταδίους εἴκοσι, παραπλησίως δὲ τηνικαῦτα τῷ Ἑλληνισμῷ χαίρουσαν, καὶ περὶ τὴν θεραπείαν τῶν ξοάνων ἐπτοημένην.

Καταμηνυθεὶς δὲ ἐνταῦθα ὡς Χριστιανὸς, δεινῶς κατὰ νώτου ῥάβδοις ἐμαστιγώθη παρὰ τῶν Ἀνθηδονίων, καὶ τῆς πόλεως ἐξηλάθη: καὶ εἰς τὸ τῶν Γαζαίων ἐπίνειον ἐλθὼν, ἔλαθεν ἐκεῖσε κρυπτόμενος.

Ἔνθα δὴ περιτυχὸν αὐτῷ τὸ γύναιον, τὰ λείψανα δέδωκεν: ὁ δὲ, τέως μὲν οἴκοι ταῦτα ἐφύλαττεν: ἐπεὶ δὲ τὴν αὐτόθι ἐκκλησίαν ἔλαχεν ἐπισκοπεῖν, συνέβη δὲ τοῦτο ἐπὶ τῆς Θεοδοσίου βασιλείας, εὐκτήριον ἐδείματο οἶκον πρὸ τοῦ ἄστεος, καὶ θυσιαστήριον ἐν αὐτῷ ἐπήξατο, καὶ τὰ ὀστᾶ τῶν μαρτύρων ἀπέθετο, πλησίον Νέστορος τοῦ ὁμολογητοῦ: ὃς τῷ βίῳ περιοῦσι τοῖς αὐτοῦ ἀνεψιοῖς συνῆν: καὶ συλληφθεὶς ἅμα αὐτοῖς παρὰ τοῦ δήμου, δεσμῶν καὶ μαστίγων ἐκοινώνησεν.

Ἐν δὲ τῷ ἕλκεσθαι, καλὸν ἔχοντα τὸ σῶμα ἰδόντες οἱ ἕλκοντες, ἠλέησαν: καὶ πρὸ τῶν πυλῶν, ἔτι μὲν ἐμπνέοντα, ἀποθανεῖν δὲ προσδοκώμενον ἔρριψαν: ἀνελόμενοι δέ τινες πρὸς Ζήνωνα διεκόμισαν: παῤ ᾧ τὰ ἕλκη καὶ τὰς πληγὰς ἔτι θεραπευόμενος, ἐτελεύτησε.

Γαζαῖοι δὲ τὸ μέγεθος ἀναλογιζόμενοι τοῦ οἰκείου τολμήματος, περιδεεῖς ἦσαν, μὴ οὐκ ἀνέξεται ὁ βασιλεὺς ἀτιμωρήτους σφᾶς καταλιπεῖν: ἤδη γὰρ καὶ φημή τις διεφοίτα, ὡς χαλεπῶς φέρει, καὶ ἀποδεκατοῦν τὸ πλῆθος σπουδάζει.

Ἦν δὲ ταῦτα ψεῦδος, καὶ θρύλλος μόνον, ὡς εἰκὸς, δημώδης, ὑπὸ τῆς δειλίας τοῦ συνειδέναι ἃ πεπράχασιν ἐν τοῖς πολλοῖς περιφερόμενος. Ἐπειδὴ οὐδὲ τοῦτο δὴ τὸ πρὸς Ἀλεξανδρέας γεγονὸς ἐπὶ Γεωργίου, οὐδὲ ἐν γράμμασιν ἐμέμψατο τοῖς Γαζαίοις.

Ἀλλὰ καὶ τὸν ἡγούμενον τότε τοῦ ἔθνους τὴν ἀρχὴν ἀφείλετο, καὶ ἐν ὑπονοίᾳ εἶχε: καὶ ἀγώγιμον ποιήσας, τὸ μὴ θανάτου καταψηφίσασθαι, φιλανθρωπίαν ἐλογίσατο: ἐπῃτιᾶτο δὲ αὐτὸν, καθότι τινὰς τῶν Γαζαίων, οἳ τῆς στάσεως καὶ τῶν φόνων ἄρξαι ἐλέγοντο, συλλαβόμενος ἐν δεσμοῖς εἶχεν, ὡς κατὰ νόμους εὐθύνας ὑφέξοντας: Τί γὰρ, φησὶν, ἔδει αὐτοὺς ἀπάγεσθαι, εἰ Γαλιλαίους ὀλίγους, ἀνθ̓ ὧν πολλὰ εἰς αὐτοὺς καὶ τοὺς θεοὺς ἠδίκησαν, ἠμύναντο; Καὶ τὰ μὲν ὧδε ἐλέγετο.

Περὶ τοῦ ἁγίου Ἱλαρίωνος, καὶ τῶν ἐν Ἡλίου πόλει παρθένων, ὑπὸ συῶν ἀναιρεθεισῶν, καὶ περὶ τοῦ ξένου μαρτυρίου Μάρκου τοῦ Ἀρεθουσίων ἐπισκόπου.

Ἐν τούτῳ δὲ καὶ Ἱλαρίων μοναχὸς ἐπιζητούμενος παρὰ τῶν Γαζαίων, ἔφυγεν εἰς Σικελίαν. Ἔνθα δὴ ξύλα συλλέγων ἐκ τῶν ἐρήμων ὀρῶν, καὶ ἐπὶ τῶν ὤμων φέρων, ἐν τῇ πόλει διεπώλει: καὶ ὅσον ἀποζῆν, τούτῳ τῷ τρόπῳ τὴν καθημέραν τροφὴν ἐπορίζετο.

Καταμηνυθεὶς δὲ ὅστις εἴη καὶ οἷος ὑπὸ δαιμονῶντος ἀνδρὸς τῶν ἐπισήμων, τοῦ δαιμονᾷν αὐτὸν ἀπαλλάξας, ἦλθεν εἰς Δαλματίαν. Μέγιστά τε καὶ παράδοξα σὺν θείᾳ δυνάμει κἀνταῦθα κατορθώσας, ὡς καὶ τὴν θάλασσαν εὐχῇ στῆσαι ἐξ ὑπονοστήσεως ἐπικλύσαι τὴν ξηρὰν κατατρέχουσαν,

πάλιν ἔνθεν ἀνεχώρησεν. Οὐ γὰρ καταθύμιον ἦν αὐτῷ, διατρίβειν παρὰ τοῖς ἐπαινοῦσιν: ἀλλ̓ ἐν τῷ τοὺς τόπους ἀμείβειν, ἐσπούδασεν ἄδηλος εἶναι, καὶ τὴν κρατοῦσαν περὶ αὐτοῦ δόξαν διαλύειν ταῖς συχναῖς μετοικήσεσι.

Τὸ δὴ τελευταῖον παραπλέων τὸν Κύπρον, κατῇρεν εἰς Πάφον. Προτραπείς τε παρὰ τοῦ τότε Κυπρίων ἐπισκόπου, ἠγάπησε τὴν ἐνθάδε διατριβὴν, καὶ περὶ Χάρβυριν, χωρίον οὕτως ἐπονομαζόμενον, ἐφιλοσόφει. Τοῦ μὲν οὖν μὴ μαρτυρῆσαι τὸν ἄνδρα τοῦτον, αἴτιον ἡ φυγή: ἔφυγε δὲ, καθότι πρόσταγμά ἐστιν ἱερὸν, μὴ περιμένειν τοὺς διώκοντας: εἰ δὲ ληφθεῖεν διωκόμενοι, ἀνδρείους γενέσθαι, καὶ κρείττους τῆς τῶν διωκόντων ἀνάγκης.

Οὐ παρὰ μόνοις δὲ Γαζαίοις καὶ Ἀλεξανδρεῦσι τὰ εἰρημένα κατὰ τῶν Χριστιανῶν ἐτολμήθη: φαίνονται δὲ τούτους ὠμότητος ὑπερβολῇ νενικηκότες, οἱ τὴν πρὸς τῷ Λιβάνῳ Ἡλιούπολιν, καὶ τὴν Ἀρέθουσαν τῆς Συρίας οἰκοῦντες.

Οἱ μὲν γὰρ, ἄπιστον δὲ καὶ λέγειν, εἰ μή τινες τῶν κατ̓ ἐκεῖνο καιροῦ γεγονότων ἀνήγγειλαν, παρθένους ἱερὰς ἀήθεις ὁρᾶσθαι παρὰ πλήθους, δημοσίᾳ γυμνὰς ἐσθῆτος ἵστασθαι κατηνάγκασαν, εἰς κοινὸν τῶν βουλομένων θέατρόν τε καὶ ὕβριν: ἐμπαροινήσαντες δὲ πρότερον ᾗ ἐδόκει, τὸ τελευταῖον ἀνέκειρον αὐτάς: καὶ διχῆ ἀνατεμόντες, ἐπὶ τὴν βρῶσιν τῶν ἐγκάτων προσεκαλοῦντο τοὺς χοίρους, συνήθει τούτοις τροφῇ ἐπιπολῆς τὰ σπλάγχνα καλύψαντες, ὥστε μὴ ῥᾳδίως τοὺς ὗς διακρίνειν, ἀλλ̓ ἐξ ἀνάγκης τῆς συνήθους τροφῆς ὀρεγομένους, καὶ τὰ ἀνδρόμεα κρέα σπαράττειν.

Ὡς δὲ συμβάλλω, εἰς τοσαύτην ὠμότητα κατὰ τῶν ἱερῶν παρθένων προήγαγε τοὺς Ἡλιουπολίτας, τὸ κωλυθῆναι, καθὸ πάτριον ἦν αὐτοῖς πρότερον, ἐκπορνεύεσθαι παρὰ τοῦ προστυχόντος τὰς ἐνθάδε παρθένους, πρὶν τοῖς μνηστῆρσι συνελθεῖν εἰς γάμον. Ὁ γὰρ Κωνσταντῖνος καθελὼν τὸν ἐν Ἡλιουπόλει τῆς Ἀφροδίτης νεὼν, τότε πρῶτον παῤ αὐτοῖς ἐκκλησίαν ἐδείματο,

καὶ νόμῳ διεκώλυσε τὰς συνήθεις ἐπιτελεῖν πορνείας. Ἀρεθούσιοι δὲ Μάρκον τὸν γενόμενον αὐτῶν ἐπίσκοπον, γηραλέον ὄντα, πολιᾷ τε καὶ βίῳ αἰδέσιμον, ἐλεεινῶς διεχρήσαντο. Τοῦτον δὲ καὶ πρότερον ἐν ὀργῇ εἶχον: προθυμότερον γὰρ ἢ κατὰ πειθὼ, Κωνσταντίου βασιλεύοντος, τοὺς Ἑλληνιστὰς εἰς Χριστιανισμὸν ἐπανῆγε, καὶ τὸν παῤ αὐτοῖς σεμνότατον καὶ πολυτελέστατον ναὸν καθεῖλεν.

Ἐπεὶ δὲ μετέπεσεν εἰς Ἰουλιανὸν ἡ ἀρχὴ, κεκινημένον ἐπ̓ αὐτὸν τὸν δῆμον ὁρῶν, ἅμα δὲ καὶ κατὰ πρόσταγμα βασιλέως καταδικασθεὶς, ἢ τὴν ἀποτίμησιν τοῦ ναοῦ ἐκτίσαι, ἢ τοῦτον ἀνοικοδομῆσαι: λογισάμενος ὡς ἀδύνατον ἑκάτερον, Χριστιανῷ δὲ ἄλλως ἀθέμιτον τὸ δεύτερον, μήτι γὲ δὴ ἱερεῖ, ἔφυγε τὰ πρῶτα.

Μαθὼν δὲ δἰ αὐτὸν κινδυνεύειν πολλοὺς, ἑλκυσμάτων τε καὶ δικαστηρίων καὶ τῶν ἐν τούτοις πειρᾶσθαι δεινῶν, ἐπανῆλθεν ἀπὸ τῆς φυγῆς, καὶ ἐθελοντὴς ὅ τι βούλοιντο αὐτὸν δρᾷν τῷ πλήθει προσήγαγεν.

Οἱ δὲ, ἐξ ὧν ἔδει πλέον ἐπαινεῖν αὐτὸν ὡς φιλοσόφῳ πρέπουσαν πρᾶξιν ἐπιδειξάμενον, ὑπερπεφρονῆσθαι νομίσαντες, πᾶς ὁ δῆμος ἐπ̓ αὐτὸν ἐχώρησε: καὶ διὰ τῶν ἀγυιῶν εἷλκον, ὠθοῦντες καὶ τίλλοντες, καὶ ᾗ ἔτυχε τῶν μελῶν, ἕκαστος παίοντες: ἐσπουδάζετο δὲ τὸ δρᾶμα ἀνδράσι καὶ γυναιξὶ, καὶ πάσῃ ἡλικίᾳ, μετὰ προθυμίας καὶ ὀργῆς: ὡς καὶ σπαρτίοις λεπτοῖς τὰ ὦτα αὐτοῦ διατεμεῖν: παῖδες δὲ εἰς διδασκάλους φοιτῶντες, παίγνιον ἐποιοῦντο τὸ πρᾶγμα: καὶ μετεωρίζοντες αὐτὸν, καὶ πρὸς ἑαυτὸν κυλίοντες, ἀντέπεμπόν τε καὶ ἀνεδέχοντο ταῖς γραφίσι, καὶ ἀφειδῶς κατεκέντουν.

Ἐπεὶ δὲ ἅπαν τὸ σῶμα τραυματίας ἐγένετο, ἔτι δὲ ὅμως ἐνέπνεε, μέλιτι καὶ γάρῳ ἀλείψαντες αὐτὸν, καὶ σαργάνῃ ἐμβαλόντες, πλέγμα δὲ τοῦτο ὁλόσχοινον, εἰς ὕψος ᾖραν. Ἡνίκα δὴ λέγεται, σφηκῶν καὶ μελισσῶν ἐφιπταμένων αὐτῷ καὶ τὰς σάρκας κατεσθιουσῶν, πρὸς τοὺς Ἀρεθουσίους εἰπεῖν, ὡς αὐτὸς ὑψηλὸς εἴη: τοὺς δὲ ταπεινοὺς ὁρᾷ καὶ χαμαὶ ἐρχομένους, καὶ κατὰ τοῦτο ἑαυτῷ τε κἀκείνοις συμβάλλειν ἔσεσθαι τὰ μετὰ ταῦτα.

Λόγος δὲ τὸν τότε ὕπαρχον, Ἑλληνιστὴν μὲν ἐς τὰ μάλιστα ὄντα, γενναῖον δὲ τὸ ἦθος, ὡς καὶ εἰσέτι νῦν τὴν περὶ αὐτοῦ δόξαν κρατεῖν, θαυμάσαντα Μάρκον τῆς ἐγκρατείας, παρρησιάσασθαι πρὸς τὸν βασιλέα, καὶ μέμψασθαι, ὡς εἰκότως αἰσχύνην ὀφλισκάνουσι, κεκρατημένοι παῤ ἑνὸς γέροντος, πρὸς τοσαύτας βασάνους ἀνδρείως ἀντιταξαμένου: καὶ κινδυνεύειν αὐτοὺς γελοίους εἶναι:

ἐνδοξοτέρους δὲ οὓς ταῦτα δρῶσιν. Ὁ μὲν οὖν μακάριος, ἐπὶ τοσοῦτον γενναίως πρὸς τὸν Ἀρεθουσίων θυμὸν καὶ τὰς πολλὰς βασάνους ἀντέσχεν, ὡς καὶ πρὸς αὐτῶν ἐπαινεθῆναι τῶν Ἑλληνιστῶν.

Περὶ Μακεδονίου, Θεοδούλου, Γρατιανοῦ, Βουσίριδος, Βασιλείου καὶ Εὐψυχίου, τῶν ἐν ἐκείνοις τοῖς χρόνοις μαρτυρησάντων.

Ἐν δὲ τῷ τότε, καὶ Μακεδόνιος, Θεόδουλός τε καὶ Τατιανὸς οἱ Φρύγες, ἀνδρείως ἐμαρτύρησαν. Ἐπεὶ γὰρ ἐν Μίσῳ, πόλις δὲ ἥδε Φρυγῶν, τὸν ἐνθάδε νεὼν ἠνέῳξε, καὶ ὑπὸ χρόνων ῥυποῦντα ἐξεκάθῃρεν ὁ τοῦ ἔθνους ἡγούμενος,

νύκτωρ ἐπεισελθόντες, τὰ ἀγάλματα συνέτριψαν. Ὡς αἰτίων δὲ τούτων συλληφθέντων ἄλλων καὶ τιμωρεῖσθαι μελλόντων, σφᾶς αὐτοὺς κατεμήνυσαν.

Ἐξὸν δὲ εἴ γε θύειν ἠνέσχοντο, μηδὲν παθεῖν, ὡς ἐν τούτῳ μόνῳ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἡμαρτημένων ὁ ἄρχων οὐκ ἔπειθε, πολλοῖς αὐτοὺς ᾐκίσατο τρόποις: τελευταῖον δὲ ἐσχάραις ἐπιθεὶς, πῦρ ὑφῆψεν: οἱ δὲ, καιόμενοι, Εἰ κρεῶν ὀπτῶν, ἔφασαν, ἐπιθυμεῖς, ὦ Ἀμάχιε, τοῦτο γὰρ ὄνομα ἦν τῷ ἄρχοντι, καὶ ἐπὶ τὰς ἑτέρας πλευρὰς πρὸς τὸ πῦρ ἡμᾶς στρέψον, ἵνα μή σοι γευομένῳ ἡμίοπτοι γενόμενοι ἀηδεῖς φαινώμεθα. Καὶ οἱ μὲν ὧδε γενναίως διαγενόμενοι,

ἐν ταῖς τιμωρίαις τὸν βίον ἀπέθεντο. Φασὶ δὲ καὶ Βούσιριν ἐν Ἀγκύρᾳ τῆς Γαλατίας λαμπρὰν καὶ ἀνδρειοτάτην ὁμολογίαν ὑπομεῖναι διὰ τὴν θρησκείαν. Ὃν τῆς αἱρέσεως ὄντα τότε τῶν καλουμένων Ἐγκρατιτῶν, συλλαβὼν ὁ τοῦ ἔθνους ἄρχων, ὡς νεανιευσάμενον κατὰ τῶν Ἑλληνιστῶν αἰκίζεσθαι ἠβούλετο. Καὶ δημοσίᾳ προαγαγὼν πρὸς τὸ βασανιστήριον ξύλον,

αἰωρεῖσθαι προσέταττεν. Ὁ δὲ Βούσιρις ἀνασχὼν τὼ χεῖρε πρὸς τὴν κεφαλὴν, ἐγύμνωσε τὰς πλευράς: καὶ μὴ μάτην χρῆναι πονεῖν τοὺς δημίους πρὸς τὸν ἄρχοντα ἔφη, ἀνάγοντας αὐτὸν ἐπὶ τὸ ξύλον, καὶ πάλιν κατάγοντας: ἑτοίμως γὰρ καὶ δίχα τούτου ἐφ̓ ὅσον βούλεται, παρέξειν τὰς πλευρὰς τοῖς βασανισταῖς.

Θαυμάσας δὲ τὴν ὑπόσχεσιν ὁ ἄρχων, μᾶλλον τῇ πείρᾳ κατεπλάγη. Αἰκιζόμενος γὰρ ταῖς ὄνυξι τὰς πλευρὰς μέχρις ὅτε τῷ ἄρχοντι ἐδόκει, διεκαρτέρησε τὼ χεῖρε ἀνέχων, καὶ τὰς πληγὰς προθύμως δεχόμενος. Ἐν δεσμοῖς δὲ μετὰ ταῦτα γενόμενος, ἀνείθη οὐκ εἰς μακρὰν ἀγγελθέντος ἀνῃρῆσθαι Ἰουλιανόν: καὶ μέχρι τῆς Θεοδοσίου βασιλείας ἐπεβίω: καὶ πρὸς τὴν καθόλου ἐκκλησίαν μετέθετο, καταγνοὺς τῆς προτέρας αἱρέσεως.

Λόγος δὲ κατὰ τοῦτον τὸν χρόνον μαρτυρίᾳ τὸν βίον μετελθεῖν Βασίλειον πρεσβύτερον τῆς ἐν Ἀγκύρᾳ ἐκκλησίας, καὶ Εὐψύχιον Καισαρέα Καππαδόκην τῶν εὐπατριδῶν, ἔναγχος γαμετὴν

ἀγόμενον, καὶ οἷον ἔτι νυμφίον ὄντα. Συμβάλλω δὲ, τὸν μὲν Εὐψύχιον ἀναιρεθῆναι διὰ τὸν ναὸν τῆς Τύχης, ἐφ̓ ᾧ τότε καθαιρεθέντι, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, κοινῇ πάντες Καισαρεῖς τῆς τοῦ βασιλέως ὀργῆς ἐπειράθησαν: οἱ δὲ τῆς καθαιρέσεως αὐτουργοὶ, δίκην ἔδοσαν: οἱ μὲν θάνατον, οἱ δὲ τὴν πατρίδα φεύγειν καταδικασθέντες.

Ὁ δὲ Βασίλειος περὶ τὸ δόγμα σπουδαῖος γεγονὼς, ἐφ̓ ὅσον μὲν ἦρχε Κωνστάντιος, τοῖς τὰ Ἀρείου φρονοῦσιν ἀντέπραττε: καὶ διὰ τοῦτο ψήφῳ τῶν ἀμφὶ τὸν Εὐδόξιον ἐκωλύθη ἐκκλησιάζειν.

Ἐπεὶ δὲ Ἰουλιανὸς μόνος τὴν ἀρχὴν διεῖπεν, ὁ Βασίλειος περιϊὼν τοὺς Χριστιανοὺς δημοσίᾳ καὶ περιφανῶς προὐτρέπετο, τῶν οἰκείων ἔχεσθαι δογμάτων, καὶ μὴ τοῖς Ἑλλήνων θύμασι καὶ σπονδαῖς μιαίνεσθαι: ἀντ̓ οὐδενὸς δὲ ἡγεῖσθαι τὰς γινομένας εἰς αὐτοὺς παρὰ τοῦ βασιλέως τιμὰς, προσκαίρους ταύτας ἀποφαίνων ἐπὶ μισθῷ διηνεκοῦς ἀπωλείας.

Ταῦτα σπουδάζων, ἐν ὑπονοίᾳ τε καὶ μίσει παρὰ τοῖς Ἑλληνισταῖς ὢν, δημοσίᾳ θύοντας ἰδὼν ἔστη: καὶ μέγα ἀνοιμώξας, ηὔξατο μηδένα Χριστιανὸν τῆς τοιαύτης πειραθῆναι πλάνης. Ἐκ τούτου δὲ συλληφθεὶς, παρεδόθη τῷ ἡγουμένῳ τοῦ ἔθνους: καὶ πολλὰς βασάνους ὑπομείνας,

παρὰ πάντα τὸν ἀγῶνα ἀνδρείως τὴν μαρτυρίαν διήνυσε. Καὶ τὰ μὲν ὧδε, εἰ καὶ παρὰ γνώμην τῷ βασιλεῖ ἀπέβη, οὐκ ἀγεννεῖς, οὐδὲ ὀλίγους μάρτυρας, καὶ ἐπὶ τῆς αὐτοῦ ἡγεμονίας ἀπέδειξε γεγενῆσθαι: σαφηνείας δὲ χάριν συναγαγὼν πάντας ὁμοῦ διεξῆλθον, εἰ καὶ διάφορος ἦν ὁ καιρὸς τῆς ἑκάστου μαρτυρίας.

Περὶ Λουκίφερος καὶ Εὐσεβίου, τῶν δυτικῶν ἐπισκόπων: καὶ ὡς Εὐσέβιος, σὺν Ἀθανασίῳ τῷ μεγάλῳ καὶ λοιποῖς ἐπισκόποις ἐν Ἀλεξανδρείᾳ σύνοδον συνεκρότησαν, κυρώσαντες τὴν ἐν Νικαίᾳ πίστιν, καὶ ὁμοφυὲς Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον ὁρισάμενοι, καὶ περὶ οὐσίας καὶ ὑποστάσεως ἐθέσπισαν.

Μετὰ δὲ τὴν Ἀθανασίου κάθοδον, Λουκίφερ ὁ Καράλλων τῆς Σαρδονίας ἐπίσκοπος, καὶ Εὐσέβιος ὁ Βερκέλλων τῶν ἐν Ἰταλίᾳ Λιγύων, ἐκ τῶν ἄνω Θηβῶν ἐπανῆλθον. Ἐνθάδε γὰρ ἐπὶ Κωνσταντίου διηνεκῶς φεύγειν προσετάχθησαν. Ἐπὶ διορθώσει τε τῶν ἐκκλησιαστικῶν πραγμάτων κοινῇ συνθήκῃ Εὐσέβιος μὲν ἧκεν εἰς Ἀλεξάνδρειαν, ὅπως σὺν Ἀθανασίῳ σύνοδον ἀθροίσῃ ἐπὶ βεβαιώσει τῶν ἐν Νικαίᾳ δοξάντων.

Λουκίφερ δὲ διάκονον τῷ Εὐσεβίῳ συναποστείλας, ὃς ἀντ̓ αὐτοῦ παρέστη τῇ συνόδῳ, παραγενόμενος εἰς Ἀντιόχειαν, ἐν ταραχαῖς τὴν ἐνθάδε ἐκκλησίαν κατέλαβεν: ἐσχίζετο μὲν γὰρ τοῖς ἀπὸ τῆς Ἀρείου αἱρέσεως, ὧν ἡγεῖτο Εὐζώϊος: διεφέροντο δὲ, ὡς πρόσθεν εἴρηται, καὶ πρὸς τοὺς σφίσιν ὁμοδόξους οἱ Μελετίου σπουδασταί: μήπω δὲ τούτου ἀπὸ τῆς φυγῆς ἐπανελθόντος, ἐχειροτόνησε Παυλῖνον ἐπίσκοπον.

Ἐν τούτῳ δὲ πολλῶν πόλεων ἐπίσκοποι συνελθόντες εἰς Ἀλεξάνδρειαν ἅμα Ἀθανασίῳ καὶ Εὐσεβίῳ, τὰ δεδογμένα ἐν Νικαίᾳ κρατύνουσιν. Ὁμοούσιόν τε τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ ἅγιον Πνεῦμα ὡμολόγησαν, καὶ τριάδα ὠνόμασαν: οὐ μόνῳ τε σώματι, ἀλλὰ καὶ ψυχῇ τέλειον χρῆναι δοξάζειν ἄνθρωπον, ὃν ὁ Θεὸς λόγος ἀνέλαβεν, εἰσηγήσαντο, καθὰ καὶ τοῖς πάλαι ἐκκλησιαστικοῖς φιλοσόφοις ἐδόκει.

Ἐπεὶ δὲ ἡ περὶ τῆς οὐσίας καὶ ὑποστάσεως ζήτησις τὰς ἐκκλησίας ἐτάραττε, καὶ συχναὶ περὶ τούτων ἔριδες καὶ διαλέξεις ἦσαν, εὖ μάλα σοφῶς μοι δοκοῦσιν ὁρίσαι, μὴ ἐξ ἀρχῆς εὐθὺς ἐπὶ Θεοῦ τούτοις χρῆσθαι τοῖς ὀνόμασι, πλὴν ἡνίκα τις τὴν Σαβελλίου δόξαν ἐκβάλλειν πειρῷτο: ἵνα μὴ ἀπορίᾳ ὀνομάτων ταυτὸν δόξῃ τις τρισὶ προσηγορίαις καλεῖν, ἀλλ̓ ἕκαστον ἰδίᾳ νοοῖτο τριχῆ.

Καὶ τὰ μὲν ὧδε τοῖς τότε ἐν Ἀλεξανδρείᾳ συνελθοῦσιν ἔδοξεν. Ἀπολογούμενος δὲ ἐν τούτοις Ἀθανάσιος περὶ τῆς αὐτοῦ φυγῆς διεξῆλθε τὸν λόγον ὃν περὶ τούτου ἔγραψε.

Περὶ τῶν ἐν Ἀντιοχείᾳ ἀρχιερέων, Παυλίνου καὶ Μελετίου: καὶ ὡς Εὐσέβιος καὶ Λουκίφερ πρὸς ἀλλήλους διηνέχθησαν: καὶ ὡς Εὐσέβιος καὶ Ἱλάριος τὴν ἐν Νικαίᾳ πίστιν ἐκρότουν.

Καὶ διαλυθείσης τῆς σύνοδου, παραγενόμενος Εὐσέβιος εἰς Ἀντιόχειαν εὗρεν ἐν διχονοίᾳ τὸν λαόν. Οἱ γὰρ Μελετίῳ χαίροντες εἰς ταυτὸν συνιέναι Παυλίνῳ

οὐκ ἠνείχοντο, ἀλλ̓ ἰδίᾳ ἐκκλησίαζον. Χαλεπῶς δὲ ἐνεγκὼν, ὅτι μὴ δέον παρὰ τὴν πάντων συναίνεσιν ἡ χειροτονία ἐγεγόνει, οὐδὲν ἐς τὸ φανερὸν ἐμέμψατο, Λουκίφερα τιμῶν. Οὐδετέρῳ δὲ μέρει κοινωνήσας, ὑπέσχετο τὰ λυποῦντα ἑκατέρους ἐν συνόδῳ διορθώσειν.

Ἐν ᾧ δὲ τὸ πλῆθος πρὸς ὁμόνοιαν συνάπτειν ἐσπούδαζεν, ἐπανελθὼν Μελέτιος ἐκ τῆς ὑπερορίας, κεχωρισμένους εὑρὼν τοὺς τὰ αὐτῷ φρονοῦντας, ἰδίᾳ σὺν τούτοις ἔξω τῆς πόλεως ἐκκλησίαζεν: ὁ δὲ Παυλῖνος, ἔνδον μετὰ τῶν οἰκείων: πρᾷον γὰρ, ὑπό τε βίου καὶ γήρως αἰδοῖον ὄντα, τιμῶν Εὐζώϊος ὁ τῆς Ἀρείου αἱρέσεως προεστὼς, οὔτε ἐξέβαλε, καὶ μίαν αὐτῷ ἐκκλησίαν ἀπένειμεν.

Εὐσέβιος δὲ ἀποτυχὼν τῆς σπουδῆς ἐξεδήμησεν Ἀντιοχείας. Ὑβρισμένος δὲ παῤ αὐτοῦ Λουκίφερ, ὅτι μὴ τὴν Παυλίνου χειροτονίαν ἐδέξατο, ἐχαλέπαινέ τε, καὶ κοινωνεῖν αὐτῷ διεφέρετο: καὶ ὡς ἐξ ἔριδος, τὰ δόξαντα τῇ συνόδῳ ἐν Ἀλεξανδρείᾳ διαβάλλειν ἐπεχείρει. Ὃ δὴ πρόφασις ἐγένετο τῆς αἱρέσεως τῶν ἀπ̓ αὐτοῦ καλουμένων Λουκιφεριανῶν.

Οἱ γὰρ ἐπὶ τούτοις αὐτῷ συναχθόμενοι, σφᾶς τῆς ἐκκλησίας ἀπέσχισαν. Αὐτὸς δὲ καίπερ ὑπὸ τῆς λύπης κρατούμενος, ἐπειδὴ διὰ τοῦ διακόνου ὃν Εὐσεβίῳ συναπέστειλεν, ὡμολόγησεν ἐμμεῖναι τοῖς ἐν Ἀλεξανδρείᾳ παρὰ τῆς συνόδου πραχθεῖσιν,

ὁμοφρονῶν τῇ καθόλου ἐκκλησίᾳ, εἰς Σαρδονίαν ἀφίκετο. Εὐσέβιος δὲ κατὰ τὴν ἕω περιϊὼν, τοὺς ἠμεληκότας τῆς πίστεως ἐπηνωρθοῦτο, καὶ ᾗ χρὴ φρονεῖν ἐδίδασκεν: ἔπειτα σπουδάζων, καὶ Ἰλλυριοὺς διῆλθε, καὶ εἰς Ἰταλίαν ἧκεν.

Ἔνθα δὴ ταῦτα προκατωρθωκότα κατέλαβεν Ἱλάριον, ὃς Πυκτάβων, πόλις δὲ ἥδε Ἀκοιτανίας, ἐπίσκοπος ἦν: ἔτυχε γὰρ πρότερος ἐκ τῆς ὑπερορίας ἐπανελθὼν, Ἰταλούς τε καὶ Γάλλους διδάξας, ποῖα μὲν χρὴ τῶν δογμάτων προσίεσθαι, ποῖα δὲ φεύγειν: καὶ γὰρ δὴ καὶ ἐλλόγιμος τῇ Ῥωμαίων γλώττῃ ἐγένετο, καὶ λόγους ἀξιοχρέους, ὡς εἴρηται, συνέγραψεν, ἀπομαχομένους τοῖς Ἀρείου δόγμασιν. Ὧδὲ μὲν Ἱλάριος οὗτος καὶ Εὐσέβιος, ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου συνεκρότουν.

Ὅπως οἱ ἀμφὶ Μακεδόνιον τοῖς περὶ Ἀκάκιον Ἀρειανοῖς διεφέροντο, καὶ τί ἦσαν ἀπολογούμενοι.

Ἐν τούτῳ δὲ οἱ ἀμφὶ Μακεδόνιον, ὧν ἦν Ἐλεύσιος, καὶ Εὐστάθιος, καὶ Σωφρόνιος, ἤδη εἰς τὸ προφανὲς Μακεδονιανοὶ καλεῖσθαι ἀρξάμενοι, ὡς εἰς ἴδιον διακριθέντες σύστημα, ἀδείας τετυχηκότες τῇ Κωνσταντίου τελευτῇ, συγκαλέσαντες τοὺς ἐν Σελευκείᾳ ὁμόφρονας αὐτοῖς γενομένους, συνόδους τινὰς ἐποιήσαντο.

Καὶ τοὺς ἀμφὶ Ἀκάκιον, τήν τε βεβαιωθεῖσαν ἐν Ἀριμίνῳ πίστιν ἀπεκήρυξαν: τῇ δὲ ἐν Ἀντιοχείᾳ ἐκτεθείσῃ, ὕστερον δὲ ἐν Σελευκείᾳ πρὸς αὐτῶν κυρωθείσῃ, ἐπεψηφίσαντο. Ἐγκαλούμενοι δὲ τί δήποτε πρὸς τοὺς ἀμφὶ Ἀκάκιον διαφέρονται, πρότερον αὐτοῖς ὡς ὁμοδόξοις κοινωνοῦντες,

τάδε διὰ Σωφρονίου τοῦ Παφλαγόνος ἀπεκρίναντο: ὡς οἱ κατὰ τὴν δύσιν τὸ ὁμοούσιον ἐδόξαζον: Ἀέτιος δὲ ἐν τῇ ἕῳ τὸ κατ̓ οὐσίαν ἀνόμοιον: καὶ οἱ μὲν ἀτάκτως τὰς ἰδιαζούσας ὑποστάσεις Πατρὸς καὶ Υἱοῦ συνέπλεκον εἰς ἑνότητα τῷ τοῦ ὁμοουσίου ὀνόματι: ὁ δὲ σφόδρα τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φύσεως διΐστα τὴν οἰκειότητα: σφᾶς δὲ εὐσεβεῖν, ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν καθ̓ ὑπόστασιν λέγοντας, καὶ μέσην ἀμφοῖν ταύτην τὴν ὁδὸν ἐπιλέξασθαι, ἑκατέρων πρὸς ἄκρον τοῦ ἐναντίου χωρησάντων. Καὶ οἱ μὲν ὧδε ἀπολογεῖσθαι τοῖς μεμφομένοις ἐπειρῶντο.

Ὡς ἐξόριστος πάλιν ἐγένετο Ἀθανάσιος: καὶ περὶ Ἐλευσίου τοῦ Κυζίκου, καὶ Τίτου τοῦ Βόστρων ἐπισκόπου: καὶ μνεία τῶν τοῦ συγγραφέως προγόνων.

Ὁ δὲ βασιλεὺς, πυθόμενος ἐκκλησιάζειν Ἀθανάσιον ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, καὶ ἀδεῶς διδάσκειν τὰ πλήθη, καὶ πολλοὺς Ἑλλήνων πείθειν εἰς Χριστιανισμὸν μετατίθεσθαι, προσέταξεν αὐτὸν ἐξιέναι τῆς Ἀλεξανδρείας.

Μένοντι δὲ ἐν ταύτῃ, μεγίστας προηγόρευε ζημίας: πρόφασιν ἐγκλημάτων ποιησάμενος, ὡς παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων φεύγειν καταδικασθεὶς, μὴ ἐπιτραπεὶς ἀντελάβετο τοῦ θρόνου τῆς ἐπισκοπῆς: μηδὲ γὰρ συγχωρῆσαι αὐτὸν εἰς τὰς ἐκκλησίας κάθοδον τοῖς παρὰ Κωνσταντίου

φυγαδευθεῖσιν, ἀλλ̓ εἰς πατρίδας μόνον. Διὰ τοῦτο δὲ τὸ βασιλέως πρόσταγμα μέλλων φεύγειν, δεδακρυμένην ἰδὼν ἀμφ̓ αὐτὸν τὴν τῶν Χριστιανῶν πληθὺν, Θαρρεῖτε, ἔφη: νεφύδριον γάρ ἐστι, καὶ θᾶττον παρελεύσεται: ἔφη: νεφύδριον γάρ ἐστι, καὶ θᾶττον παρελεύσεται: καὶ τοῦτο εἰπὼν συνετάξατο: καὶ τοῖς σπουδαιοτέροις τῶν φίλων τὴν ἐκκλησίαν παραθέμενος,

ἐξῆλθε τῆς Ἀλεξανδρέων πόλεως. Ἐν τούτῳ δὲ Κυζικηνῶν πρεσβευσαμένων πρὸς βασιλέα περὶ οἰκείων πραγμάτων, καὶ τῆς ἐπανορθώσεως τῶν Ἑλληνικῶν ναῶν, ἐπαινέσας αὐτοὺς τῆς περὶ τὰ ἱερὰ προνοίας,

πάντα παρέσχεν ὧνπερ ἐδέησε. Καὶ Ἐλεύσιον δὲ τὸν παῤ αὐτοῖς ἐπίσκοπον τῆς πόλεως εἷρξεν, ὡς λυμῃνάμενον τοῖς ναοῖς, καὶ τοῖς τεμένεσιν ἐνυβρίσαντα, καὶ χηροτροφεῖα κατασκευάσαντα, καὶ παρθενῶνας ἱερῶν παρθένων συστησάμενον,

καὶ τοὺς Ἑλληνιστὰς πείθοντα τῶν πατρίων ἀμελεῖν. Ἀπηγόρευσε δὲ καὶ τοῖς σὺν αὐτῷ ξένοις Χριστιανοῖς, μὴ ἐπιβαίνειν Κυζίκῳ: αἰτίαν ἐπαγαγὼν, ὡς εἰκὸς, αὐτοὺς τῆς θρησκείας ἕνεκα στασιάσαι: συναιρομένων αὐτοῖς καὶ παραπλησίως περὶ τὸ θεῖον φρονούντων τῶν ἀπὸ τῆς πόλεως Χριστιανῶν, καὶ τῶν δημοσίων ἐριουργῶν καὶ τῶν τεχνιτῶν τοῦ νομίσματος.

Οἳ πλῆθος ὄντες, καὶ εἰς δύο τάγματα πολυάνθρωπα διακεκριμένοι, ἐκ προστάγματος τῶν πρὶν βασιλέων, ἅμα γυναιξὶ καὶ οἰκείοις ἀνὰ τὴν Κύζικον διέτριβον, ἔτους ἑκάστου ῥητὴν ἀποφορὰν τῷ δημοσίῳ κατατιθέντες, οἱ μὲν στρατιωτικῶν χλαμύδων: οἱ δὲ, νεουργῶν νομισμάτων.

Ἐπεὶ γὰρ ἐκ παντὸς τρόπου δέδοκτο αὐτῷ συστῆσαι τὸν Ἑλληνισμὸν, βιάζεσθαι μὲν ἢ τιμωρεῖσθαι τοὺς δήμους μὴ θέλοντας θύειν ἀβουλίας νενόμικεν. Σχολῇ γὰρ ἂν τοσούτων καθ̓ ἑκάστην πόλιν οἱ ἄρχοντες τὸν ἀριθμὸν μόνον ἀπεγράψαντο: οὐ μὴν οὐδὲ συνιέναι καὶ κατὰ γνώμην εὔχεσθαι διεκώλυεν. Ἤιδει γὰρ ὡς οὐκ ἀνάγκῃ ποτὲ κατορθωθείη τὰ προαιρέσεως ἑκουσίας εἰς σύστασιν δεόμενα.

Τοὺς δὲ κληρικοὺς καὶ τοὺς προεστῶτας τῶν ἐκκλησιῶν ἀπελαύνειν τῶν πόλεων ἔσπευδε: τὸ μὲν ἀληθὲς εἰπεῖν, τῇ τούτων ἀπουσίᾳ πραγματευόμενος διαλῦσαι τῶν λαῶν τὰς συνόδους: ὥστε μήτε τοὺς ἐκκλησιάζοντας, μήτε τοὺς διδάσκοντας ἔχειν, μήτε μυστηρίων μεταλαμβάνειν, καὶ τῷ πολλῷ χρόνῳ ἐμπεσεῖν εἰς λήθην τῆς οἰκείας θρησκείας. Σκεπτόμενος δὲ ὡς οἱ κληρικοὶ εἰς διάστασιν τὰ πλήθη ἄγουσιν.

Οὕτως οὖν οὔτε στάσεως γενομένης, οὔτε γίνεσθαι προσδοκωμένης,

ἐξιέναι Κυζίκου τὸν Ἐλεύσιον καὶ τοὺς σὺν αὐτῷ προσέταξε. Βοστρηνοὺς δὲ δημοσίῳ κηρύγματι προὐτρέψατο διῶξαι τῆς αὐτῶν πόλεως Τῖτον τὸν τότε τῆς ἐνθάδε ἐκκλησίας ἐπίσκοπον. Ὡς γὰρ ἠπείλησεν αὐτὸν καὶ τοὺς κληρικοὺς ἐν αἰτίᾳ ποιήσειν εἰ στασιάσαι τὸ πλῆθος, βιβλίον πρὸς βασιλέα διεπέμψατο Τῖτος, καὶ διεμαρτύρατο ἐφάμιλλον μὲν εἶναι τῷ Ἑλληνικῷ πλήθει τὸ Χριστιανικόν: ἠρεμεῖν δὲ τοῦτο, καὶ ταῖς αὐτοῦ παραινέσεσιν ἀγόμενον μηδὲν στασιῶδες ἐννοεῖν.

Ἐκ τοιούτων δὲ ῥημάτων εἰς ἔχθραν καταστῆσαι τῷ δημοσίῳ τὸν Τῖτον κατασκευάζων, γράφων Βοστρηνοῖς διέβαλλεν αὐτὸν, ὡς κατήγορον τοῦ πλήθους γεγενημένον, οἷα δὴ μὴ ἀπὸ γνώμης οἰκείας, διὰ δὲ τὰς αὐτοῦ παραινέσεις μὴ στασιάζοντας: καὶ ὡς δυσμενῆ ἀπελαύνειν αὐτὸν τῆς πόλεως ἀνεκίνει τὸν δῆμον.

Τοιαῦτα δὲ πολλὰ καὶ ἀλλαχόσε συμβῆναι εἰκός: τὰ μὲν, κατὰ πρόσταγμα τοῦ βασιλέως: τὰ δὲ, ἐξ ὀργῆς καὶ προπετείας δήμων: ἐφ̓ οἷς καὶ οὕτως τῷ κρατοῦντι τὴν αἰτίαν τις ἀναθήσει τῶν γεγενημένων: οὐ γὰρ ὑπῆγε τοῖς νόμοις τοὺς ὧδε παρανομοῦντας: ἀλλὰ μίσει τῷ πρὸς τὴν θρησκείαν, μέμφεσθαι λόγοις δοκῶν, ἔργοις προὐτρέπετο τοὺς τὰ τοιαῦτα δρῶντας: ὅθεν καὶ μὴ διώκοντος αὐτοῦ κατὰ πόλεις καὶ κώμας ἔφευγον οἱ Χριστιανοί.

Ταύτης δὲ τῆς φυγῆς μετέσχον πολλοὶ τῶν ἐμῶν προγόνων, καὶ ὁ ἐμὸς πάππος. Καθότι πατρὸς Ἕλληνος ὢν, αὐτός τε πανοικὶ καὶ οἱ ἀπὸ τοῦ γένους Ἀλαφίωνος, Χριστιανοὶ πρῶτοι ἐγένοντο ἐν Βηθελίᾳ κώμῃ Γαζαίᾳ, πολυανθρώπῳ τε οὔσῃ, καὶ ἱερὰ ἐχούσῃ ἀρχαιότητι καὶ κατασκευῇ σεμνὰ τοῖς κατοικοῦσι: καὶ μάλιστα τὸ πάνθεον, ὡς ἐπὶ ἀκροπόλεως πόλεως χειροποιήτου τινὸς λόφου κείμενον, καὶ πανταχόθεν πάσης τῆς κώμης ὑπερέχον. Συμβάλλω δὲ τὸ χωρίον ἔνθεν λαχεῖν τὴν προσηγορίαν, καὶ ἐκ τῆς Σύρων φωνῆς εἰς τὴν Ἑλλήνων ἑρμηνευόμενον θεῶν οἰκητήριον ὀνομάζεσθαι,

διὰ τὸν τοῦ πανθέου ναίον. Λέγεται δὲ Χριστιανισμοῦ αἴτιος γενέσθαι τοῖς τούτων οἴκοις Ἱλαρίων ὁ μοναχός: δαιμονῶντος γὰρ Ἀλαφίωνος τούτου, ἐπὶ πολὺ τινὲς Ἕλληνες καὶ Ἰουδαῖοι, ἐπῳδαῖς καὶ περιεργιαις τισὶ χρησάμενοι, οὐδὲν ἤνυον: ὁ δὲ, μόνον τὸ τοῦ Χριστοῦ ὄνομα ἐπιβοησάμενος, τὸ δαιμόνιον ἀπήλασεν, εἰς τὴν Χριστιανῶν μετεβάλετο θρησκείαν.

Διέπρεπε δὲ ὁ μὲν ἐμὸς πάππος ἐν ταῖς ἐξηγήσεσι τῶν ἱερῶν γραφῶν, εὐφυής τε ὢν, καὶ οἷος γνῶναι δὴ, καὶ κατὰ λόγον μετρίως ἠγμένος, ὡς καὶ ἀριθμητικῆς μὴ εἶναι ἄμοιρος. Ὅθεν κεχαρισμένος εἰς ἄγαν ἐτύγχανε τοῖς ἀνὰ τὴν Ἀσκάλωνα καὶ Γάζαν, καὶ τοῖς πέριξ Χριστιανοῖς: ὡς ἀναγκαῖος τῇ θρησκείᾳ, καὶ τὰ ἀμφίβολα τῶν ἱερῶν γραφῶν εὐμαρῶς διαλύων.

Τῶν δὲ ἀπὸ τοῦ ἑτέρου γένους, σχολῇ γ̓ ἄν τις τὴν ἀρετὴν διηγήσαιτο: πρῶτοι γὰρ οὗτοι ἐνθάδε ἐκκλησίας καὶ μοναστήρια συνεστήσαντο, καὶ σεμνότητι καὶ φιλοφροσύνῃ ξένων καὶ δεομένων συνεκόσμησαν. Ἐκ ταύτης δὲ τῆς γενεᾶς, μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν ἄνδρες ἀγαθοὶ, οἷς ἤδη πρεσβύταις νέος ὢν, συνεγενόμην. Ἀλλὰ τῶν μὲν ὕστερον ἐπιμνησθῆναι δεῖ.

Περὶ τῆς σπουδῆς ἣν εἶχε συστῆσαι τὸν Ἑλληνισμὸν, ἀχρειῶσαι δὲ τὰ ἡμέτερα: καὶ ἐπιστολὴ ἥν τινι τῶν Ἑλληνιστῶν ἀρχιερέων ἀπέστειλεν.

Ὁ δὲ βασιλεὺς πάλαι σπουδάζων τὸν Ἑλληνισμὸν κρατεῖν κατὰ πᾶσαν τὴν ὑπήκοον, χαλεπῶς ἔφερε, παρευδοκιμούμενον ὁρῶν ὑπὸ τοῦ Χριστιανισμοῦ. Ναοὶ μὲν γὰρ ἀνεῴγεισαν, καὶ θυσίαι, καὶ Ἑλλήνων πάτριοι ἑορταὶ τῶν πόλεων κατὰ γνώμην αὐτῷ προχωρεῖν ἐδόκουν: ἠνιᾶτο δὲ λογιζόμενος, ὡς εἰ γυμνωθείη ταῦτα τῆς αὐτοῦ σπουδῆς, ταχεῖαν ἕξει τὴν μεταβολήν: οὐχ ἥκιστα δὲ ἤχθετο, καὶ πολλῶν ἱερέων χριστιανίζειν ἀκούων τὰς γαμετὰς καὶ τοὺς παῖδας καὶ τοὺς οἰκέτας.

Ὑπολαβὼν δὲ τὸν Χριστιανισμὸν τὴν σύστασιν ἔχειν ἐκ τοῦ βίου καὶ τῆς πολιτείας τῶν αὐτὸν μετιόντων, διενοεῖτο πανταχοῦ τοὺς Ἑλληνικοὺς ναοὺς τῇ παρασκευῇ καὶ τῇ τάξει τῆς Χριστιανῶν θρησκείας διακοσμεῖν: βήμασί τε, καὶ προεδρίαις, καὶ Ἑλληνικῶν δογμάτων καὶ παραινέσεων διδασκάλοις τε καὶ ἀναγνώσταις, ὡρῶν τε ῥητῶν καὶ ἡμερῶν τεταγμέναις εὐχαῖς, φροντιστηρίοις τε ἀνδρῶν καὶ γυναικῶν φιλοσοφεῖν ἐγνωκότων, καὶ καταγωγίοις ξένων καὶ πτωχῶν, καὶ τῇ ἄλλῃ τῇ περὶ τοὺς δεομένους φιλανθρωπίᾳ, τὸ Ἑλληνικὸν δόγμα

σεμνύναι. Ἑκουσίων τε καὶ ἀκουσίων ἁμαρτημάτων κατὰ τὴν τῶν Χριστιανῶν παράδοσιν ἐκ μεταμελείας σύμμετρον τάξαι σωφρονισμόν. Οὐχ ἥκιστα δὲ ζηλῶσαι λέγεται τὰ συνθήματα τῶν ἐπισκοπικῶν γραμμάτων, οἷς ἔθος ἀμοιβαδὸν τοὺς ξένους ὅποι δήποτε διϊόντας, καὶ παῤ οἷς ἂν ἀφίκωνται, πάντως κατάγεσθαι καὶ θεραπείας ἀξιοῦσθαι, οἷά γε γνωρίμους καὶ φιλτάτους, διὰ τὴν τοῦ συμβόλου μαρτυρίαν.

Ταῦτα διανοούμενος, ἐσπούδαζε τοὺς Ἑλληνιστὰς προσεθίζειν τοῖς τῶν Χριστιανῶν ἐπιτηδεύμασιν. Ἀλλ̓ ἐπειδὴ τοῖς πολλοῖς ἴσως ἀπίθανον εἶναι τοῦτο δοκεῖ, οὐκ ἄλλοθεν ἢ ἀπ̓ αὐτῶν τῶν τοῦ βασιλέως ῥημάτων παρέξομαι τὴν τῶν εἰρημένων ἀπόδειξιν. Γράφει γὰρ ὧδε.

Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας ἐπιστολὴ Ἰουλιανοῦ βασιλέως. Ἑλληνισμὸς οὔπω πράττει κατὰ λόγον, ἡμῶν ἕνεκα τῶν μετιόντων αὐτόν. Τὰ γὰρ τῶν Θεῶν, λαμπρὰ καὶ μεγάλα, κρείττονα πάσης μὲν εὐχῆς, πάσης δὲ ἐλπίδος: ἵλεως δὲ ἔστω τοῖς λόγοις ἡμῶν Ἀδράστεια: τὴν γὰρ ἐν ὀλίγῳ τοσαύτην καὶ τηλικαύτην μεταβολὴν, οὐδὲ εὔξασθαι τὶς ὀλίγῳ πρότερον ἐτόλμα.

Τί οὗν ἡμεῖς οἰόμεθα ταῦτα ἀρκεῖν; οὐδὲ ἀποβλέπομεν, ὃ μάλιστα τὴν ἀθεότητα συνηύξησεν, ἡ περὶ τοὺς ξένους φιλανθρωπία, καὶ ἡ περὶ τὰς ταφὰς τῶν νεκρῶν προμήθεια, καὶ ἡ πεπλασμένη σεμνότης κατὰ τὸν βίον.

Ὧν ἕκαστον οἴομαι χρῆναι παῤ ἡμῶν ἀληθῶς ἐπιτηδεύεσθαι. Καὶ οὐκ ἀπόχρη τό σε μόνον εἶναι τοιοῦτον, ἀλλὰ πάντας ἁπαξαπλῶς οἳ περὶ τὴν Γαλατίαν εἰσὶν ἱερεῖς. Οὓς ἢ δυσώπησον, ἢ πεῖσον εἶναι σπουδαίους, ἢ τῆς ἱερατικῆς λειτουργίας ἀπόστησον, εἰ μὴ προσέρχοιντο μετὰ γυναικῶν καὶ παίδων καὶ θεραπόντων τοῖς θεοῖς, ἀλλὰ ἀνέχοιντο τῶν οἰκετῶν, ἢ υἱέων, ἢ τῶν Γαλιλαίων γαμετῶν, ἀσεβούντων μὲν εἰς τοὺς Θεοὺς, ἀθεότητα δὲ θεοσεβείας προτιμώντων.

Ἔπειτα παραίνεσον ἱερέα, μήτε θεάτρῳ παραβάλλειν, μήτε ἐν καπηλείῳ πίνειν, ἢ τέχνης τινὸς καὶ ἐργασίας αἰσχρᾶς καὶ ἐπονειδίστου προΐστασθαι: καὶ τοὺς μὲν πειθομένους τίμα: τοὺς δὲ ἀπειθοῦντας ἐξώθει.

Ξενοδοχεῖα καθ̓ ἑκάστην πόλιν κατάστησον πυκνὰ, ἵν̓ ἀπολαύσωσιν οἱ ξένοι τῆς παῤ ἡμῶν φιλανθρωπίας, οὐ τῶν ἡμετέρων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων, ὅστις ἂν δεηθῇ χρημάτων.

Ὅθεν δὲ εὐπορήσεις, ἐπινενόηταί μοι τέως. Ἑκάστου γὰρ ἐνιαυτοῦ τρισμυρίους μοδίους κατὰ πᾶσαν τὴν Γαλατίαν ἐκέλευσα δοθῆναι σίτου, καὶ ἑξακισμυρίους οἴνου ξέστας: ὧν τὸ πέμπτον μὲν εἰς τοὺς πένητας, τοὺς τοῖς ἱερεῦσιν ὑπηρετουμένους, ἀναλίσκεσθαι φημὶ χρῆναι: τὰ δὲ ἄλλα τοῖς ξένοις καὶ τοῖς μεταιτοῦσιν ἐπινέμεσθαι παῤ ἡμῶν.

Αἰσχρὸν γὰρ, εἰ τῶν μὲν Ἰουδαίων οὐδεὶς μεταιτεῖ: τρέφουσι δὲ οἱ δυσσεβεῖς Γαλιλαῖοι πρὸς τοῖς ἑαυτῶν, καὶ τοὺς ἡμετέρους: οἱ δὲ ἡμέτεροι, τῆς παῤ ἡμῶν ἐπικουρίας ἐνδεεῖς φαίνονται.

Δίδασκε δὲ καὶ συνεισφέρειν τοὺς Ἑλληνιστὰς εἰς τὰς τοιαύτας λειτουργίας, καὶ τὰς Ἑλληνικὰς κώμας ἀπάρχεσθαι τοῖς θεοῖς τῶν καρπῶν: καὶ τοὺς Ἑλληνικοὺς ταῖς τοιαύταις εὐποιΐαις προέθιζε, διδάσκων αὐτοὺς ὡς τοῦτο πάλαι ἦν ἡμέτερον ἔργον. Ὅμηρος γοῦν αὐτὸ πεποίηκεν Εὔμαιον λέγοντα, Ξεῖν̓, οὔ μοι θέμις ἔστ̓, οὔτ̓ εἰ κακίων σέθεν ἔλθοι, Ξεῖνον ἀτιμάσαι: πρὸς γὰρ Διός εἰσιν ἅπαντες Ξεῖνοί τε πτωχοί τε: δόσις δ̓ ὀλίγη τε φίλη τε. Μηδὲ τὰ παῤ ἡμῖν ἀγαθὰ παραζηλοῦν ἄλλοις συγχωροῦντες, αὐτοὶ τῇ ῥαθυμίᾳ καταισχύνοιμεν, μᾶλλον δὲ καταπροώμεθα τὴν εἰς τοὺς Θεοὺς εὐλάβειαν.

Εἰ ταῦτα πυθοίμην ἐγώ σε πράττοντα, μεστὸς εὐφροσύνης. ἔσομαι. Τοὺς ἡγεμόνας ὀλιγάκις ἐπὶ τῆς οἰκίας ὅρα: τὰ πλεῖστα δὲ αὐτοῖς ἐπίστελλε. Εἰσιοῦσι δὲ εἰς τὴν πόλιν, ὑπαντάτω μηδεὶς αὐτοῖς ἱερέων: ἀλλ̓ ὅταν εἰς τὰ ἱερὰ φοιτῶσι τῶν θεῶν, εἴσω τῶν προθύρων. Ἡγείσθω δὲ μηδεὶς αὐτῶν εἴσω στρατιώτης:

ἑπέσθω δὲ ὁ βουλόμενος: ἅμα γὰρ εἰς τὸν οὐδὸν ἦλθε τοῦ τεμένους, καὶ γέγονεν ἰδιώτης. Ἄρχεις γὰρ αὐτὸς, ὡς οἶσθα, τῶν ἔνδον, ἐπεὶ καὶ ὁ θεῖος ταῦτα ἀπαιτεῖ θεσμός. Καὶ οἱ μὲν πειθόμενοι, κατὰ ἀλήθειαν εἰσὶ θεοσεβεῖς: οἱ δὲ ἀντεχόμενοι τοῦ τύφου, δοξοκόποι εἰσὶ καὶ κενόδοξοι.

Τῇ Πισσινοῦντι βοηθεῖν ἕτοιμός εἰμι, εἰ τὴν μητέρα τῶν θεῶν ἵλεω καταστήσουσιν ἑαυτοῖς. Ἀμελοῦντες δὲ αὐτῆς, οὐκ ἄμεμπτοι μόνον, ἀλλὰ πικρὸν εἰπεῖν, μὴ καὶ τῆς παῤ ἡμῶν ἀπολαύσωσι δυσμενείας. Οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν, ἢ ἐλεαίρειν Ἄνδρας, οἳ καὶ θεοῖσιν ἀπέχθονται ἀθανάτοισιν. Πεῖθε τοίνυν αὐτοὺς, εἰ τῆς παῤ ἐμοῦ κηδεμονίας ἀντέχονται, πανδημεὶ τῆς μητρὸς τῶν θεῶν ἱκέτας γενέσθαι.

Ὅτι ἵνα μὴ τυραννικὸς δόξῃ, τεχνηέντως μετήρχετο τοὺς Χριστιανούς: καὶ περὶ τῆς καθαιρέσεως τοῦ σταυρικοῦ σημείου: καὶ ὡς θῦσαι τὸ στρατιωτικὸν ἀκουσίως πεποίηκε.

Ὁ μὲν δὴ βασιλεὺς τοιάδε ποιῶν καὶ γράφων, ἡγεῖτο ῥᾳδίως τοὺς ἀρχομένους ἑκόντας μεταθήσειν τοῦ δόγματος. Καὶ πάντα σπουδάζων ἐπὶ καθαιρέσει τῆς τῶν Χριστιανῶν θρησκείας, οὔτε πείθειν παντελῶς οἷός τε ἦν, περιφανῶς τε βιάζεσθαι ᾐσχύνετο, μὴ τυραννικὸς εἶναι δόξῃ. Οὐ μὴν καθυφῆκε τῆς προθυμίας, ἀλλὰ πάντα ἐμηχανᾶτο, πρὸς Ἑλληνισμὸν τὸ ὑπήκοον, μᾶλλον δὲ τὸ στρατιωτικὸν, τὸ μὲν, δἰ ἑαυτοῦ,

τὸ δὲ, διὰ τῶν ἀρχόντων ἐπαγόμενος. Ἀτεχνῶς δὲ διὰ πάντων Ἑλληνίζειν προσεθίζων, μεταποιεῖν ἔγνωκεν εἰς τὸ πρότερον σχῆμα, τὸ κορυφαῖον τῶν Ῥωμαϊκῶν συνθημάτων, ὅπερ Κωνσταντῖνος κατὰ θεῖον πρόσταγμα, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, εἰς σταυροῦ σύμβολον μετετύπωσεν.

Ἐν δὲ ταῖς δημοσίαις εἰκόσιν ἐπιμελὲς ἐποιεῖτο παραγράφειν αὐτῷ, Δία μὲν, οἷά γε ἐκ τοῦ οὐρανοῦ προφαινόμενον, καὶ στέφανον καὶ ἁλουργίδα τὰ σύμβολα τῆς βασιλείας παρέχοντα: Ἄρεα δὲ καὶ τὸν Ἑρμῆν εἰς αὐτὸν βλέποντας,

καὶ καθάπερ τῷ ὀφθαλμῷ ἐπιμαρτυροῦντας ὡς ἀγαθὸς εἴη περὶ λόγους καὶ πολεμικός. Ἐκέλευσε δὲ ταῦτα καὶ ὅσα ἄλλα πρὸς Ἑλληνικὸν ὁρᾷ σέβας, παραμίγνυσθαι ταῖς εἰκόσιν: ὥστε προφάσει τῆς εἰς βασιλέα νενομισμένης τιμῆς, λεληθότως προσκυνεῖν τοῖς συγγεγραμμένοις.

Ἀποχρώμενός τε τοῖς ἀρχαίοις ἔθεσι, πάσῃ περινοίᾳ ἐσπούδαζε κλέπτειν τῶν ὑπηκόων τὴν προαίρεσιν: ἐνενόει γὰρ ὡς εἰ πείσειεν, ἑτοιμότερον οἷς ἂν θέλῃ τὸ λοιπὸν ἐπιχειρήσειεν: εἰ δὲ ἀπειθοῦντας εὕροι, συγγνώμης ἐκτὸς κολάσειν,

ὡς περὶ τὰ ἔθη Ῥωμαίων νεωτερίζοντας, καὶ εἰς πολιτείαν καὶ βασιλέα ἐξαμαρτάνοντας. Ὀλίγοι μὲν οὖν, οἳ καὶ δίκην εἰσεπράχθησαν, συνῆκαν τὸν λόγον, καὶ ὡς ἔθος ἦν, οὐκ ἠνείχοντο προσκυνεῖν: τὸ δὲ πλῆθος, οἷα φιλεῖ, ὑπ̓ ἀγνοίας ἢ γνώμης ἀπεριέργου, νόμῳ ἁπλῶς παλαιῷ ἡγοῦντο πείθεσθαι, καὶ ἁπλούστερον ταῖς εἰκόσι προσῄεσαν. Βασιλεῖ δὲ πλέον

οὐδὲν ἠνύετο. Καὶ ταύτης τῆς τέχνης εἰς πεῖραν προελθούσης, οὐ μὴν ἐνεδίδου, ἀλλὰ πάντα ἐπινοῶν διετέλει, ὡς ἂν προσάγοι τοὺς ἀρχομένους παραπλησίως αὐτῷ θρησκεύειν. Οἷον δὲ καὶ τότε ἐμηχανήσατο, οὐκ ἀπᾴδει τοῦ εἰρημένου: περιφανέστερον μέντοι τοῦ προτέρου καὶ βιαιότερον ἐπεχειρήθη, καὶ πρόφασις ἀνδρείας οὐκ ὀλίγοις ἐγένετο τῶν ἐν τοῖς βασιλείοις στρατευομένων.

Ἐπεὶ γὰρ καιρὸς παρῆν βασιλέα δωρεῖσθαι τοῖς στρατιώταις, γίνεται δὲ τοῦτο ὡς ἐπίπαν ἐν ταῖς Ῥωμαίων ἱερομηνίαις, καὶ βασιλέων καὶ βασιλίδων πόλεων ἐν γενεθλίοις ἡμέραις, λογισάμενος ὡς ἁπλοῦν φύσει καὶ εὔηθές ἐστι τὸ στρατιωτικὸν, καὶ ὑπὸ συνήθους πλεονεξίας ῥαδίως ἡττᾶται χρημάτων. Τῶν δὲ ἐπὶ ταύτην παριόντων, ἕκαστον οἱ τῷ βασιλεῖ παρεστῶτες ἐκέλευον θυμιᾷν.

Προὔκειτο γὰρ πλησίον λίβανος καὶ πῦρ, ὡς δὴ τοῦτο πάλαι Ῥωμαίοις νενομισμένον. Ἐνταῦθα οἱ μὲν ἀδεῶς τὴν ἀνδρείαν ἐπεδείξαντο, καὶ οὔτε θυμιάσαι, οὔτε δῶρον παρὰ τοῦ βασιλέως λαβεῖν ἠνέσχοντο: οἱ δὲ, προσχήματι νόμου καὶ ἀρχαιότητος, οὐδὲ εἰς νοῦν ἔλαβον ὃ ἡμάρτανον: οἱ δὲ, τῷ φαινομένῳ κέρδει δελεασθέντες, ἢ δέει καὶ θορύβῳ προκατειλημμένοι ἐκ τῆς παραυτίκα ἀναφανθείσης σκηνῆς, εἰ καὶ συνῆκαν ἑλληνίζοντες, τὸ μὴ τοῦτο παθεῖν οὐ διέφυγον.

Τῶν δ̓ αὖ ἀγνοίᾳ περιπεσόντων ταύτῃ τῇ ἁμαρτίᾳ, λέγονταί τινες τάδε, ὡς εἱστιῶντο φιλοφρονούμενοι, οἷά γε ἐν τοῖς πότοις γίνεσθαι φιλεῖ, καὶ προπίνοντες ἀλλήλοις, Χριστὸν ἐπονομάσαι ταῖς κύλιξιν. Ὑπολαβόντα δέ τινα τῶν δαιτυμόνων, Θαυμαστὸν, ἔφη, ὑπομένετε Χριστὸν ἐπικαλούμενοι, ὃν πρὸ βραχέως ἠρνήσασθε, ἡνίκα τὸ δῶρον παρὰ τοῦ βασιλέως δεξάμενοι τῷ πυρὶ τὸν λιβανωτὸν ἐπιτεθείκατε.

Ἅμα δὲ τοῦτο ἤκουσαν καὶ συνῆκαν ὅπερ εἰργάσαντο, αὐτίκα ἀναπηδήσαντες δημοσίᾳ ἔθεον, βοῶντες καὶ δεδακρυμένοι, καὶ Θεὸν αὐτὸν καὶ πάντας ἀνθρώπους μαρτυρόμενοι Χριστιανοὺς εἶναι σφᾶς καὶ διαμεῖναι: ἐν ἀγνοίᾳ δὲ τοῦ γεγονότος, εἴγε ὅλως εἰπεῖν ἐστὶ, μόνην ἑλληνίσαι τὴν χεῖρα, μὴ συμπραξάσης τῆς διανοίας.

Ἐπεὶ δὲ ὡς βασιλέα ἦλθον, προσρίψαντες ὃν δεδώκει χρυσὸν, εὖ μάλα ἀνδρείως τὸ οἰκεῖον δῶρον ἀπολαβεῖν ᾔτουν, αὐτοὺς δὲ ἀνελεῖν: μὴ μεταμεληθήσεσθαι γὰρ, εἰ ὑπὲρ ὧν προνοίας ἐκτὸς ἥμαρτεν ἡ δεξιὰ τῷ παντὶ σώματι δίκην δοῖεν διὰ Χριστόν. Ὁ δὲ βασιλεὺς καίπερ χαλεπῶς ἐνεγκὼν, κτεῖναι μὲν αὐτοὺς ἐφυλάξατο, μὴ μαρτυρίας γερῶν ἀξιωθεῖεν: ἀφελόμενος δὲ τῆς στρατείας, ἐξεώσατο τῶν βασιλείων.

Ὡς Ἰουλιανὸς ἐκώλυε Χριστιανοὺς καὶ ἀγορῶν, καὶ τοῦ μετέρχεσθαι τὴν Ἑλληνικὴν παιδείαν: καὶ περὶ Βασιλείου τοῦ μεγάλου, Γρηγορίου τοῦ Θεολόγου, καὶ Ἀπολιναρίου, ἀνθισταμένων αὐτῷ, καὶ μεταβαλλόντων τὰ θεῖα πρὸς τὴν Ἑλληνικὴν φράσιν: καὶ μᾶλλον Ἀπολινάριος, καὶ Γρηγόριος ὁ Ναζιανζηνός: ὁ μὲν ῥητορικῶς λίαν γράφων: ὁ δὲ ἡρωΐζων, καὶ πάντα ποιητὴν μιμούμενος.

Ταύτης δὲ τῆς γνώμης καὶ περὶ πάντας τοὺς Χριστιανοὺς ὑπῆρχεν, ἀφορμῆς λαβόμενος: ὅπουγε καὶ μηδὲν ἐγκαλεῖν ἔχων, παραιτουμένους θύειν ἰσοπολιτείας ἐφθόνει καὶ συλλόγων καὶ ἀγορῶν μετέχειν: καὶ τοῦ δικάζειν ἢ ἄρχειν ἢ ἀξιωμάτων κοινωνεῖν οὐ μετεδίδου: οὐ μὴν οὐδὲ τοὺς αὐτῶν παῖδας ξυνεχώρει ἐκδιδάσκεσθαι τοὺς παῤ Ἕλλησι ποιητὰς καὶ συγγραφέας,

οὐδὲ τοῖς τούτων διδασκάλοις φοιτᾷν. Ἐλύπει γὰρ αὐτὸν οὐ μετρίως Ἀπολινάριος ὁ Σύρος, πρὸς παντοδαπὴν εἴδησιν καὶ λόγων ἰδέαν παρεσκευασμένος: Βασίλειός τε καὶ Γρηγόριος οἱ Καππαδόκαι, παρευδοκιμοῦντες τοὺς τότε ῥήτορας: ἀλλοί τε ἐπὶ τούτοις πλεῖστοι ἐλλόγιμοι, ὧν οἱ μὲν ἐζήλουν τὰ ἐν Νικαίᾳ δόξαντα: οἱ δὲ ἐκ τῆς Ἀρείου ὥρμηντο αἱρέσεως.

Ἐντεῦθεν οὖν μόνον δημιουργεῖσθαι τὸ πεῖθον οἰόμενος, οὐ συνεχώρει τοῖς Χριστιανοῖς ἐν τοῖς τῶν Ἑλλήνων ἀσκεῖσθαι μαθήμασιν. Ἡνίκα δὴ Ἀπολινάριος οὗτος εἰς καιρὸν τῇ πολυμαθίᾳ καὶ τῇ φύσει χρησάμενος, ἀντὶ μὲν τῆς Ὁμήρου ποιήσεως ἐν ἔπεσιν ἡρῴοις τὴν Ἑβραϊκὴν ἀρχαιολογίαν συνεγράψατο μέχρι τῆς τοῦ Σαοὺλ βασιλείας, καὶ εἰς εἰκοσιτέσσαρα μέρη τὴν πᾶσαν πραγματείαν διεῖλεν, ἑκάστῳ τόμῳ προσηγορίαν θέμενος ὁμώνυμον τοῖς παῤ Ἕλλησι στοιχείοις κατὰ τὸν τούτων ἀριθμὸν καὶ τὴν τάξιν.

Ἐπραγματεύσατο δὲ καὶ τοῖς Μενάνδρου δράμασιν εἰκασμένας κωμῳδίας. Καὶ τὴν Εὐριπίδου τραγῳδίαν, καὶ τὴν Πινδάρου λύραν ἐμιμήσατο. Καὶ ἁπλῶς εἰπεῖν, ἐκ τῶν θείων γραφῶν τὰς ὑποθέσεις λαβὼν τῶν ἐγκυκλίων καλουμένων μαθημάτων, ἐν ὀλίγῳ χρόνῳ ἐπενόησεν ἰσαρίθμους καὶ ἰσοδυνάμους πραγματείας, ἤθει τε καὶ φράσει καὶ χαρακτῆρι καὶ οἰκονομίᾳ ὁμοίᾳ τοῖς παῤ Ἕλλησιν ἐν τούτοις ἐυδοκιμήσασιν.

Ὥστε εἰ μὴ τὴν ἀρχαιότητα ἐτίμων οἱ ἄνθρωποι, καὶ τὰ συνήθη φίλα ἐνόμιζον, ἐπίσης, οἶμαι, τοῖς παλαιοῖς τὴν Ἀπολιναρίου σπουδὴν ἐπῄνουν, καὶ ἐδιδάσκοντο ταύτην, πλέον αὐτοῦ τὴν εὐφυΐαν θαυμάζοντες, ὅσῳ γὲ τῶν μὲν ἀρχαίων ἕκαστος περὶ ἓν μόνον ἐσπούδασεν: ὁ δὲ, τὰ πάντα ἐπιτηδεύσας, ἐν κατεπειγούσῃ χρείᾳ τὴν ἑκάστου ἀρετὴν ἀπεμάξατο.

Οὐκ ἀγεννὴς δὲ καὶ πρὸς αὐτὸν τὸν βασιλέα, ἤτοι τοὺς παῤ Ἕλλησι φιλοσόφους, ἐστὶν αὐτοῦ λόγος, ὃν ὑπὲρ ἀληθείας ἐπέγραψεν: ἐν ᾧ καὶ δίχα τῆς τῶν ἱερῶν λόγων μαρτυρίας, ἔδειξεν αὐτοὺς ἀποβουκοληθέντας τοῦ δέοντος περὶ Θεοῦ φρονεῖν.

Τάδε γὰρ ἐπιτωθάζων ὁ βασιλεὺς, τοῖς τότε διαπρέπουσιν ἐπισκόποις ἐπέστειλεν, Ἀνέγνων, ἔγνων, κατέγνων: τοὺς δὲ, πρὸς ταῦτα ἀντιγράψαι, Ἀνέγνως, ἀλλ̓ οὐκ ἔγνως: εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως.

Εἰσὶ δὲ οἳ Βασιλείῳ τῷ προστάτῃ τῆς Καππαδοκῶν ἐκκλησίας ταύτην τὴν ἐπιστολὴν ἀνατιθέασι: καὶ οὐκ ἀπεικός: ἀλλ̓ εἴτε αὐτοῦ, εἴτε ἄλλου ταῦτα ἐστὶν, ἄγασθαι δικαιον ἀνδρείας καὶ παιδεύσεως τὸν γράψαντα.

Περὶ τοῦ λόγου τοῦ Ἰουλιανοῦ, ὃν ἐπέγραψε μισοπώγωνα: καὶ περὶ τῆς ἐν Ἀντιοχείᾳ Δάφνης: καὶ ἔκφρασις αὐτοῦ: καὶ περὶ τῆς μετακομιδῆς τῶν λειψάνων Βαβύλα τοῦ ἱερμάρτυρος.

Ὁ δὲ βασιλεὺς Πέρσαις ἐπιστρατεῦσαι σπουδάζων, ἧκεν εἰς Ἀντιόχειαν τὴν Σύρων: ἐκβοήσαντος δὲ τοῦ πλήθους, ὡς πολλὰ μέν ἐστι τὰ ἐπιτήδεια, πολλοῦ δὲ πωλοῖτο: ὑπὸ φιλοτιμίας, οἶμαι, τὸν δῆμον ἐπαγόμενος, ἐπὶ ἥττονι ἢ ἔδει τιμήματι τὰ ἐπ̓ ἀγορᾶς ὤνια πωλεῖσθαι προσέταξεν.

Ἐκφυγόντων δὲ τῶν καπήλων, τὰ μὲν ἐπιτήδεια ἐπέλιπεν. Ἀντιοχεῖς δὲ δεινὸν τοῦτο ποιούμενοι, τὸν βασιλέα ὕβριζον, καὶ εἰς τὸν πώγωνα αὐτοῦ ὡς βαθὺς εἴη ἐπέσκωπτον, καὶ εἰς τὸ νόμισμα, ὅτι ταύρου εἶχεν εἰκόνα.

Τὸν γὰρ κόσμον ἐπίσης τῶν ὑπτίων ταύρων ὑπ̓ αὐτῷ ἡγεμόνι ἀνατετράφθαι ἐπετώθαζον. Ὁ δὲ, τὰ πρῶτα ὀργισθεὶς, ἠπείλει Ἀντιοχέας κακῶς ποιήσειν: καὶ εἰς Ταρσὸν μετοικίζεσθαι παρεσκευάζετο. Ὑπερφυῶς δὲ τοῦ θυμοῦ μεταβαλλόμενος, λόγοις μόνοις τὴν ὕβριν ἠμύνατο: κάλλιστον καὶ μάλα ἀστεῖον λόγον, ὃν μισοπώγωνα ἐπέγραψε, κατὰ Ἀντιοχέων διεξελθών.

Χριστιανοῖς δὲ κἀνταῦθα ὁμοίως ἐχρῆτο, καὶ τὸ Ἑλληνικὸν κρατύνειν ἐσπούδαζεν. Οἷα γοῦν τότε συνέβη περὶ τὴν θήκην Βαβύλα τοῦ μάρτυρος,

καὶ τῷ ἐν Δάφνῃ ναῷ τοῦ Ἀπόλλωνος, ἄξιον ἀφηγήσασθαι. Ἄρχομαι δὲ ἐντεῦθεν. Δάφνη, τὸ ἐπίσημον τῆς Ἀντιοχείας προάστειον, κομᾷ μὲν ἄλσει κυπαρίσσων πολλῶν: ποικίλλεται δὲ καὶ τοῖς ἄλλοις φυτοῖς ἀναμὶξ ταῖς κυπαρίσσοις. Ὑπὸ δὲ τοῖς δένδρεσιν, ἀμοιβαδὸν τῶν ὡρῶν εὐώδη καὶ παντοδαπὰ εἴδη ἀνθῶν ἡ γῆ φέρει. Ὀροφὴ δέ τις μᾶλλον ἢ σκιὰ πανταχοῦ τὸν χῶρον περίκειται, τῇ πυκνότητι τῶν κλάδων καὶ τῶν φύλλων μὴ συγχωροῦσα τὴν ἀκτῖνα τῷ ἐδάφει ἐμβάλλειν: ἡδύς τε καὶ λίαν ἐπέραστός ἐστιν, ἀφθονίᾳ τε καὶ κάλλει ὑδάτων, καὶ ὡρῶν εὐκρασίᾳ, καὶ προσηνῶν ἀνέμων πνοαῖς.

Ἐνταῦθα δὲ παῖδες Ἑλλήνων μυθεύουσι, Δάφνην τὴν Λάδωνος τοῦ παταμοῦ, ἐξ Ἀρκαδίας φεύγουσαν Ἀπόλλωνα τὸν ἐραστὴν, εἰς ὁμώνυμον φυτὸν αὐτὴν μεταβαλεῖν: τὸν δὲ, μηδὲ οὕτως ἀπαλλαγέντα τοῦ πάθους, στεφανωθῆναι τοῖς κλάδοις τῆς ἐρωμένης, καὶ δένδρον οὖσαν περιπτύξασθαι, καὶ τῇ προσεδρίᾳ τὰ μάλιστα τιμῆσαι τὸ χωρίον, εἴπερ τὶ ἄλλο κεχαρισμένον αὐτῷ.

Τοιούτῳ δὲ ὄντι τῷ προαστείῳ τῇ Δάφνῃ, ἐπιβαίνειν τοῖς ἐπιεικέσιν αἰσχρὸν ἐνομίζετο. Ἥ τε γὰρ θέσις καὶ ἡ φύσις τοῦ χωρίου πρὸς ῥαστώνην ἐπιτηδεία, καὶ ἡ ὑπόθεσις τοῦ μύθου ἐρωτική τις οὖσα, μικρᾶς λαβομένη ἀφορμῆς διπλοῦν ἀπετέλει

τὸ πάθος τοῖς διεφθαρμένοις νέοις. Εἰς παραίτησιν γὰρ προϊσχόμενοι τὰ μυθευόμενα, χαλεπῶς ἐξεκαίοντο, καὶ ἀνέδην εἰς ἀκολάστους πράξεις ἐχώρουν, οὐ σωφρονεῖν δυνάμενοι, οὔτε σώφρονας κατὰ ταὐτὸν ὁρᾷν ἀνεχόμενοι. Ὧι γὰρ ἡ διατριβὴ ἐκτὸς ἐρωμένης ἐν Δάφνῃ ἐτύγχανεν,

ἠλίθιός τε καὶ ἄχαρις ἐδόκει: καὶ ὥσπερ τὶ ἄγος ἢ ἀποτρόπαιος, φευκτέος ἦν. Καὶ ἄλλως δὲ σεβάσμιος καὶ περὶ πολλοῦ τοῖς Ἑλληνισταῖς ὁ χῶρος οὗτος ἐτύγχανεν: ἦν γὰρ ἐνθάδε Δαφναίου Ἀπόλλωνος περικαλλὲς ἄγαλμα, καὶ νεὼς μεγαλοφυῶς τὲ καὶ φιλοτίμως ἐξειργασμένος: ὃν λόγος οἰκοδομῆσαι Σέλευκον τὸν Ἀντιόχου πατέρα,

ᾧ ἐπώνυμόν ἐστιν ἡ Ἀντιοχέων πόλις. Ἐπιστεύετο δὲ παρὰ τοῖς τάδε πρεσβεύουσι, ῥεῖν αὐτόθι καὶ ὕδωρ μαντικὸν ἀπὸ Κασταλίας τῆς πηγῆς, ὁμοίως τῆς ἐν Δελφοῖς ἐνεργείας τε καὶ προσηγορίας λαχούσης. Ἀμέλειτοι καὶ Ἀδριανῷ ἔτι ἰδιωτεύοντι, τὰ περὶ τῆς βασιλείας αὐχοῦσιν ἐνθάδε προμηνυθῆναι.

Φασὶ γὰρ αὐτὸν φύλλον Δάφνης ἐμβάψαντα τῇ πηγῇ, ἀρύσασθαι τὴν τῶν ἐσομένων γνῶσιν, ἐγγράφως ἐπὶ τοῦ φύλλου δηλωθεῖσαν. Παρελθόντα δὲ εἰς τὴν ἡγεμονίαν καταχῶσαι τὴν πηγὴν, ὥστε μὴ ἐξεῖναι καὶ ἄλλοις προμανθάνειν τὸ μέλλον.

Ἀλλὰ ταῦτα μὲν οἷς τούτων μέλει, ἀκριβῶς μυθολογούντων: ἐπεὶ δὲ Γάλλος ὁ Ἰουλιανοῦ ἀδελφὸς Καῖσαρ καταστὰς παρὰ Κωνσταντίου, ἐν Ἀντιοχείᾳ διῆγε, Χριστιανὸς ὢν καὶ ἐς τὰ μάλιστα πρεσβεύων τοὺς ὑπὲρ τοῦ δόγματος μεμαρτυρηκότας, ἔγνωκεν Ἑλληνικῆς δεισιδαιμονίας καὶ ὕβρεως ἀκολάστων ἀνθρώπων τοῦτον ἐκκαθᾶραι τὸν χῶρον.

Ὑπολαβὼν δὲ ῥᾳδίως περιέσεσθαι, εἰ εὐκτήριον ἐνθάδε ἀντικαταστήσειεν οἶκον, μετέθηκεν εἰς Δάφνην τὴν λάρνακα τοῦ Βαβύλα τοῦ μάρτυρος: ὃς εὖ μάλα λαμπρῶς ἐπετρόπευσε τὴν Ἀντιοχέων ἐκκλησίαν, καὶ ἐμαρτύρησεν.

Ἐξ ἐκείνου δὲ λόγος, μὴ χρησμῳδῆσαι συνήθως τὸ δαιμόνιον: ἐδόκει δὲ τὰ μὲν πρῶτα τοῦτο παθεῖν, ὡς θυσιῶν ἀμοιροῦν καὶ θεραπείας ἧς πρότερον ἠξίωτο: ἔδειξε δὲ τὰ μετὰ ταῦτα, ὡς ἐκ γειτόνων γενόμενος ὁ μάρτυς, οὐ συνεχώρει τοῦτο ποιεῖν.

Καὶ γὰρ Ἰουλιανοῦ μόνου κρατοῦντος τῆς Ῥωμαίων οἰκουμένης, σπονδῶν καὶ κνίσσης καὶ ἀφθονίας θυμάτων μετέχων, οὐδὲν ἧττον ἠρέμει: καὶ τὸ τελευταῖον χρήσας, ἤλεγξε καὶ αὐτὸς τῆς προτέρας σιωπῆς τὴν αἰτίαν.

Ἐπειδὴ γὰρ ἐβεβούλευτο ὁ βασιλεὺς περὶ ὧν οἱ ἐδόκει πειραθῆναι τοῦ ἐνθάδε μαντείου, παραγενόμενος εἰς τὸ ἱερὸν, ἀναθήμασι καὶ θυσίαις φιλοτίμως ἐτίμα τὸ δαιμόνιον, καὶ ἐδεῖτο περὶ ὧν ἐσπούδαζε μὴ ἀμελεῖν. Ὁ δὲ, περιφανῶς μὲν ὡδὶ οὐκ ἐδήλωσε μὴ δύνασθαι χρησμῳδεῖν διὰ Βαβύλαν τὸν μάρτυρα γειτνιῶντα τῇ θήκῃ: νεκρῶν δὲ, ἔφη, ἀνάπλεών ἐστι τὸ χωρίον, καὶ κατὰ τοῦτο κωλύεσθαι προϊέναι τοὺς χρησμούς.

Πολλῶν δὲ καὶ ἄλλων κειμένων ἐν Δάφνῃ νεκρῶν, συμβαλὼν ὁ βασιλεὺς τὸν μάρτυρα μόνον ἐμποδὼν γίνεσθαι τοῖς χρησμοῖς, προσέταξε μετακινηθῆναι τὴν θήκην. Συνελθόντες οἱ Χριστιανοὶ, ἕλκυσαν τὴν θήκην ἐπὶ τὴν πόλιν ὡσεὶ στάδια τεσσαράκοντα,

οὗ νῦν ὁ μάρτυς κεῖται, δεδωκὼς ἀπ̓ αὐτοῦ τὴν προσηγορίαν τῷ τόπῳ. Φασὶ δὲ τότε ἄνδρας καὶ γυναῖκας, καὶ νέους καὶ παρθένους, γέροντάς τε καὶ παῖδας οἳ τὴν σορὸν εἷλκον, παρακελευομένους ἀλλήλοις, παρὰ πᾶσαν τὴν ὁδὸν διατελέσαι ψάλλοντας: πρόφασιν μὲν τῇ ὠδῇ τοὺς ἱδρῶτας ἐπικουφίζοντας: τὸ δ̓ ἀληθὲς, ὑπὸ ζήλου καὶ προθυμίας κινουμένους, τῷ μὴ τὴν αὐτὴν γνώμην ἔχειν αὐτοῖς τὸν κρατοῦντα περὶ τὸ θεῖον.

Ἐξῆρχον δὲ τῶν ψαλμῶν τοῖς ἄλλοις, οἱ τούτους ἀκριβοῦντες, καὶ ξυνεπήχει τὸ πλῆθος ἐν συμφωνίᾳ: καὶ ταύτην τὴν ῥῆσιν ἐπῇδεν: Ἠσχύνθησαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι τοῖς εἰδώλοις.

Ὅτι χάριν τῆς μετακομιδῆς ταύτης, πολλοὺς τῶν Χριστιανῶν ἐκάκωσε: καὶ περὶ τοῦ ἁγίου Θεοδώρου τοῦ ὁμολογητοῦ: καὶ ὅτι πῦρ οὐρανόθεν πεσὸν, τὸν ἐν Δάφνῃ ναὸν ἀνέπρησε τοῦ Ἀπόλλωνος.

Ἐκ τούτου δὲ κινηθεὶς πρὸς ὀργὴν ὁ βασιλεὺς ὡς ὑβρισμένος, τιμωρεῖσθαι τοὺς Χριστιανοὺς ἐβεβούλευτο. Σαλούστιος δὲ ὁ τὴν ὕπαρχον ἐξουσίαν ἐπιτετραμμένος, καίπερ Ἕλλην ὑπάρχων, οὐκ ἐπῄνεσε τὴν βουλήν: ἀντιτείνειν δὲ μὴ ἔχων, τὸ βασιλέως ἐπίταγμα εἰς ἔργον ἦγε.

Καὶ τῇ ὑστεραίᾳ πολλοὺς συνελάμβανεν ἐκ τῶν Χριστιανῶν, καὶ δεσμίους ἐποίησεν: ἕνα δέ τινα νεανίαν πρῶτον προαγαγὼν, Θεόδωρος δ̓ ὄνομα αὐτῷ, τῷ βασανιστηρίῳ ξύλῳ προσῆψεν. Ὁ δὲ, ἐπὶ πολὺ τοῖς ὄνυξι πληττόμενος, οὐχ ἡττήθη τῶν βασάνων, οὐδὲ τὸν ὕπαρχον ἐλιπάρησεν: ἀλλ̓ ἀνώδυνον ἑαυτὸν φαίνεσθαι παρασχόμενος, ὡς θεατὴς τῶν ἐπ̓ αὐτῷ γινομένων, καρτερικῶς τὰς πληγὰς ἐδέχετο: αὖθίς τε τὸν αὐτὸν μελωδῶν ψαλμὸν, ὃν καὶ τῇ προτεραίᾳ, μὴ μέλειν αὐτῷ τούτων ἐφ̓ οἷς ἐκρίνετο, τοῖς ἔργοις ἐπέδειξε.

Καταπλαγεὶς δὲ τὴν ἔνστασιν τοῦ νεανίου ὁ ὕπαρχος, ἐλθὼν παρὰ τὸν βασιλέα εἶπε τὰ γενόμενα, καὶ εἰ μὴ θᾶττον παύσαιτο τῆς ἐπιχειρήσεως, σφᾶς αὐτοὺς καταγελάστους ἔσεσθαι, τοὺς δὲ Χριστιανοὺς ἐνδοξοτέρους ποιήσειν. Ἄμεινον δὲ τοῦτο δόξαν, οἱ συλληφθέντες ἀφείθησαν τῶν δεσμῶν.

Λέγεται δὲ, πυνθανομένων μετὰ ταῦτα τινῶν εἴπερ αἴσθησιν τῶν βασάνων ἐκείνων ἐλάμβανεν, εἰπεῖν τὸν Θεόδωρον, ὡς πάντως μὲν ἀνώδυνος οὐκ ἦν, παρεστὼς δέ τις αὐτῷ νεανίας, κατέπαυε τὰς ἀλγηδόνας, ὑφάσματι λεπτοτάτῳ τοὺς ἱδρῶτας ἀπομάττων, καὶ ὕδωρ ἐπιχέων ψυχρότατον, ᾧ τὰς φλεγμονὰς ἔπαυε, καὶ τῶν πόνων ἀνέψυχε. Δοκεῖ δέ μοι οὐκ ἀνθρώπου μόνου, εἰ καὶ μάλα γενναῖος ἦν, μὴ καὶ θείᾳ ῥοπῇ ἐπικουρουμένου, τοσοῦτον ὑπεριδεῖν τοῦ σώματος.

Ὁ μὲν δὴ μάρτυς Βαβύλας ἐκ τῆς εἰρημένης αἰτίας κατῳκίσθη ἐν Δάφνῃ, καὶ πάλιν μετετέθη: οὐκ εἰς μακρὰν δὲ τούτου γενομένου, ἀπροόπτως ἐμπεσὸν πῦρ τῷ νεῷ τοῦ Δαφναίου Ἀπόλλωνος, πᾶσαν τὴν ὀροφὴν καὶ αὐτὸ τὸ ἄγαλμα κατέφλεξε: γυμνοὺς δὲ μόνους τοὺς τοίχους καὶ τοὺς περιβόλους εἴασε, καὶ τοὺς κίονας οἳ τὰ προπύλαια καὶ τὸν ὀπισθόδομον ἀνεῖχον. Ἐδόκει δὲ τοῖς μὲν Χριστιανοῖς, κατὰ αἴτησιν τοῦ μάρτυρος θεήλατον ἐμπεσεῖν τῷ δαίμονι πῦρ: οἱ δὲ Ἕλληνες ἐλογοποίουν Χριστιανῶν εἶναι τὸ δρᾶμα.

Ταύτης δὲ τῆς ὑπονοίας κρατούσης, ἄγεται εἰς δικαστήριον ὁ τοῦ Ἀπόλλωνος ἱερεὺς ὡς φανερώσων τὸν τολμήσαντα τὸν ἐμπρησμόν: δεσμώτης τε γενόμενος, καὶ πολλὰς ὑπομείνας πληγὰς, χαλεπῶς τε αἰκισθεὶς, οὐδένα κατεμήνυσεν: ᾧ δὴ μάλιστα ἰσχυρίζοντο οἱ Χριστιανοὶ, μὴ κατ̓ ἐπιβουλὴν ἀνθρωπίνην,

ἀλλὰ κατὰ θείαν μῆνιν ἐνσκῆψαι τῷ νεῷ οὐράνιον πῦρ. Καὶ τὰ μὲν ὧδε ἔσχεν: ὡς οἶμαι δὲ ἐκ τῶν συμβάντων ἐν τῇ Δάφνῃ διὰ τὸν μάρτυρα Βαβύλαν, πυθόμενος ὁ βασιλεὺς ἐπὶ τιμῇ μαρτύρων εὐκτηρίους οἴκους εἶναι πλησίον τοῦ ναοῦ Διδυμαίου Ἀπόλλωνος, ὃς πρὸ τῆς Μιλήτου ἐστὶν, ἔγραψε τῷ ἡγεμόνι Καρίας, εἰ μὲν ὄροφόν τε καὶ τράπεζαν ἱερὰν ἔχουσι, πυρὶ καταφλέξαι: εἰ δὲ ἡμίεργά ἐστι τὰ οἰκοδομήματα, ἐκ βάθρων ἀνασκάψαι.

Περὶ τοῦ ἀγάλματος τοῦ Χριστοῦ, τοῦ ἐν Πανεάδι, ὃ καταβαλὼν Ἰουλιανὸς καὶ ἀχρειώσας, τὸ ἑαυτοῦ ἄγαλμα ἕστησε: καὶ ὡς ἐφθάρη τοῦτο, βληθὲν κεραυνῷ: καὶ περὶ τῆς εἰς Ἐμμαοῦς πηγῆς, ἔνθα ὁ Χριστὸς τοὺς πόδας ἔνιψε: καὶ περὶ τῆς Περσίδος τοῦ δένδρου, ὃ ἐν Αἰγύπτῳ Χριστὸν προσεκύνησε, καὶ τῶν δἰ αὐτὸ τελουμένων θαυμάτων.

Ἐμοὶ δὲ τῶν ἐπὶ Ἰουλιανοῦ συμβάντων κἀκεῖνο ῥητέον, σημεῖον μὲν τῆς τοῦ Χριστοῦ δυνάμεως, τεκμήριον δὲ τῆς εἰς τὸν κρατοῦντα θεομηνίας. Ἐπεὶ γὰρ ἔγνω ἐν Καισαρείᾳ τῆς Φιλίππου, Φοίνισσα δὲ αὕτη πόλις, ἣν Πανεάδα ὀνομάζουσιν, ἐπίσημον εἶναι Χριστοῦ ἄγαλμα, ὃ τοῦ πάθους ἀπαλλαγεῖσα ἀνέθηκεν ἡ αἱμορροοῦσα, καθελὼν τοῦτο, ἴδιον ἀντέστησε.

Βίαιον δὲ πῦρ ἐξ οὐρανοῦ πεσὸν, τὰ περὶ τὸ στῆθος τοῦ ἀνδριάντος διέτεμε, καὶ τὴν κεφαλὴν σὺν τῷ αὐχένι κατέβαλε, καὶ ἐπὶ πρόσωπον ἐνέπηξεν ᾗ τὸ διερρωγὸς τοῦ στέρνου ἐστί: καὶ τὸ ἐξ ἐκείνου εἰσέτι νῦν τοιοῦτος ἕστηκε, τῆς κεραυνίας αἰθάλης πλήρης.

Τὸν δὲ τοῦ Χριστοῦ ἀνδριάντα, τότε μὲν οἱ Ἑλληνισταὶ σύροντες κατέαξαν: μετὰ δὲ ταῦτα οἱ Χριστιανοὶ συλλέξαντες, ἐν τῇ ἐκκλησίᾳ ἀπέθεντο, ἔνθα καὶ νῦν φυλάττεται. Ἀπὸ δὲ τῆς βάσεως ἐφ̓ ᾗ ἵστατο ὁ ἀνδριὰς οὗτος, ὡς ἱστορεῖ Εὐσέβιος, παντοίων παθῶν καὶ νοσημάτων ἀλεξίκακον φάρμακον βοτάνη τις ἔφυεν, ἧς τὸ εἶδος οὐδεὶς ἔγνω τῶν ἐν τῇ καθ̓ ἡμᾶς ἰατρῶν ἢ ἐμπείρων.

Ἐμοὶ δὲ δοκεῖ μηδὲν εἶναι θαῦμα, τοῦ Θεοῦ τοῖς ἀνθρώποις ἐπιδημήσαντος, καὶ τὰς εὐεργεσίας συμβῆναι ξένας. Ἐπεὶ καὶ ἄλλα πλεῖστα παράδοξα κατὰ πόλεις καὶ κώμας, ὡς εἰκὸς, μόνοις ἠκρίβωται τοῖς ἐπιχωρίοις, ἐκ τῆς ἀρχῆθεν παραδόσεως ἐγνωσμένα:

καὶ ὡς ἀληθὲς τοῦτο, αὐτίκα ἐπιδείξω ἐντεῦθεν. Πόλις ἐστὶν ἐν Παλαιστίνῃ ἡ νῦν καλουμένη Νικόπολις. Ταύτην δὲ ἔτι κώμην οὖσαν οἶδεν ἡ θεία τῶν εὐαγγελίων βίβλος, καὶ Ἐμμαοῦς προσαγορεύει. Ῥωμαῖοι δὲ μετὰ τὴν ἅλωσιν Ἱεροσολύμων καὶ τὴν κατὰ τῶν Ἰουδαίων νίκην, Νικόπολιν ἀνηγόρευσαν: ἐκ δὲ τοῦ συμβάντος οὕτως ὠνόμασαν.

Πρὸ ταύτης τῆς πόλεως, παρὰ τὴν τριοδίαν, ἔνθα συμβαδίζων ὁ Χριστὸς τοῖς περὶ Κλεόπαν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, συνετάττετο ὡς ἐπὶ ἑτέραν κώμην σπεύδων, πηγή τις ἐστὶ σωτήριος, ἐν ᾗ τὰ πάθη ἀπολούονται ἄνθρωποί τε καὶ τὰ ἄλλα ζῶα διαφόροις νόσοις κάμνοντα.

Λέγεται γὰρ ἐξ ὁδοιπορίας ποθὲν ἐπὶ τὴν πηγὴν ἐλθόντα τὸν Χριστὸν ἅμα τοῖς μαθηταῖς, ἐνθάδε τοὺς πόδας ἀπονίψασθαι, καὶ τὸ ἐξ ἐκείνου ἀλεξίκακον παθημάτων γενέσθαι τὸ ὕδωρ.

Καὶ δένδρου δὲ τῆς καλουμένης Περσίδος ἐν Ἑρμουπόλει τῆς Θηβαΐδος φασὶ πολλῶν ἀπελάσαι τὰς νόσους, κάρφος ἢ φύλλον ἢ τοῦ φλοιοῦ μικρόν τι τοῖς κάμνουσι προσαπτόμενον.

Λέγεται γὰρ παῤ Αἰγυπτίοις, ἡνίκα διὰ τὸν Ἡρώδην ἔφυγεν ὁ Ἰωσὴφ, παραλαβὼν τὸν Χριστὸν καὶ Μαρίαν τὴν ἁγίαν θεοτόκον, ἐλθεῖν εἰς τὴν Ἑρμούπολιν: ἅμα δὲ εἰσιόντι παρὰ τὴν πύλην, μὴ ἐνεγκὸν τοῦτο τὸ δένδρον μέγιστον ὂν τοῦ Χριστοῦ τὴν ἐπιδημίαν, ἐπὶ τὸ ἔδαφος κλῖναι καὶ προσκυνῆσαι.

Καὶ ταῦτα μὲν περὶ τούτου τοῦ φυτοῦ παρὰ πολλῶν ἀκούσας, εἶπον: ἡγοῦμαι δὲ ἢ σημεῖον τοῦτο γενέσθαι τῆς ἐν τῇ πολεῖ τοῦ Θεοῦ παρουσίας: ἢ ὡς εἰκὸς, Ἑλληνικῷ νόμῳ διὰ μέγεθος καὶ κάλλος θρησκευόμενον τὸ δένδρον παρὰ τῶν ἐνοικούντων, ἐσείσθη, τοῦ θεραπευομένου δἰ αὐτοῦ δαίμονος φρίξαντος τὸν τῶν τοιούτων καθαιρέτην ἐπιφανέντα: αὐτομάτως σεισθῆναι καὶ πάντα τὰ ξόανα τῶν Αἰγυπτίων ἐπιδημήσαντος τότε αὐτοῖς τοῦ Χριστοῦ κατὰ τὴν Ἡσαΐου προφητείαν.

Ἀπελαθέντος δὲ τοῦ δαίμονος, εἰς μαρτυρίαν τοῦ συμβεβηκότος ἔμεινε τὸ φυτὸν, τοὺς πίστει χρωμένους ἰώμενον. Καὶ τούτων μὲν Αἰγύπτιοι καὶ Παλαιστινοὶ, τοῦ παῤ αὐτοῖς ὄντος ἕκαστοι μάρτυρες.

Ὅτι κατὰ Χριστιανῶν πνέων, καὶ Ἰουδαίοις ἀνῆκε τὸν ἐν Ἱεροσολύμοις νεὼν ἀνιστᾷν: ὦν σπουδῇ πάσῃ ἐπιβαλλομένων χεῖρα, πῦρ ἀναθοροῦν πολλοὺς παραπώλεσε. Καὶ περὶ τῶν τότε φανέντων σταυρικῶν σημείων ἐν τοῖς ἱματίοις τῶν περὶ τὸ ἔργον διαπονουμένων.

Ὁ δὲ βασιλεὺς εἰ καὶ Χριστιανοὺς ἐμίσει καὶ χαλεπῶς πρὸς αὐτοὺς εἶχεν, ἀλλ̓ οὖν Ἰουδαίοις εὔνους ἦν καὶ πρᾷος: καὶ πατριάρχαις καὶ ἀρχηγοῖς αὐτῶν καὶ αὐτῷ δὲ τῷ πλήθει ἔγραψεν, εὔχεσθαι ὑπὲρ

αὐτοῦ, καὶ τῆς αὐτοῦ βασιλείας. Ἐποίει δὲ τοῦτο οὐ τὴν θρησκείαν, ὡς εἰκάζω, ἐπαινῶν: ᾔδει γὰρ μητέρα ταύτην, ὡς εἰπεῖν, τοῦ Χριστιανῶν δόγματος, καὶ προφήταις καὶ πατριάρχαις τοῖς αὐτοῖς χρωμένην: ἀλλ̓ ὅτι μίσους ἀσπόνδως πρὸς αὐτοὺς εἶχον οἱ Ἰουδαῖοι: καὶ τῇ πρὸς τούτους θεραπείᾳ λυπεῖν ἐσπούδαζεν οἷς ἀπηχθάνετο.

Ἴσως δὲ καὶ πρὸς Ἑλληνισμὸν καὶ θυσίας ἑτοιμοτέρως αὐτοὺς ἐπάγεσθαι ᾤετο, πρὸς ῥητὸν μόνον ἐκδεχομένους τὰς ἱερὰς βίβλους, οὐ πρὸς θεωρίαν, ὡς οἱ Χριστιανοὶ, καὶ αὐτῶν Ἑβραίων οἱ σοφώτεροι. Ἔδειξε δὲ ταύτην ἔχων τὴν γνώμην, οἷς ἐπεχείρησεν.

Μετακαλεσάμενος γὰρ τοὺς ἐξάρχους τοῦ ἔθνους, προὐτρέψατο ἀκούειν Μωσέως νόμων, καὶ πατρίων ἐθῶν ὑπομιμνήσκων. Τῶν δὲ φησάντων, κατερριμένου τοῦ ἐν Ἱεροσολύμοις ναοῦ, μὴ θεμιτὸν μηδὲ πάτριον εἶναι ἐκπεπτωκόσι τῆς μητροπόλεως ἑτέρωθι τοῦτο ποιεῖν, χρήματα δοὺς κοινὰ ἐκέλευσεν ἀνεγεῖραι τὸν ναὸν, καὶ τοῖς προγόνοις ἐπίσης θρησκεύειν, τὸν παλαιὸν τρόπον θύοντας.

Οἱ μὲν οὖν μὴ λαβόντες εἰς νοῦν, ὡς οὐκ ἐνεχώρει κατὰ τὰς ἱερὰς προφητείας τοῦτο γενέσθαι, σπουδῇ τοῦ ἔργου εἴχοντο. Καὶ τοὺς ἐπιστήμονας τῶν τεκτόνων ἀγείραντες, τὰς ὕλας παρεσκευάζοντο, καὶ τὸν χῶρον ἐκάθαιρον. Σὺν τοσαύτῃ τε προθυμίᾳ περὶ ταῦτα ἐπόνουν, ὡς καὶ τὰς αὐτῶν γυναῖκας τὸν χοῦν τοῖς κόλποις ἐκφέρειν, δέραιά τε καὶ πάντα τὸν ἄλλον γυναικεῖον κόσμον συνεισφέρειν ἑτοίμως τῇ δαπάνῃ

τοῦ ἔργου. Πάντα δὲ τὰ ἄλλα δεύτερα ἦν τοῦ πονουμένου, βασιλεῖ καὶ τοῖς ἄλλοις Ἕλλησι, καὶ πᾶσιν Ἰουδαίοις: οἱ μὲν γὰρ, οὔτε Ἰουδαίοις εὐνοοῦντες ἐκοινώνουν αὐτοῖς τῆς σπουδῆς, ὑπολαβόντες δὲ δύνασθαι κατορθοῦν τὸ ἐγχείρημα, καὶ ψευδεῖς ἀπελέγξαι τοῦ Χριστοῦ τὰς προρρήσεις: οἱ δὲ, ἅμα τοῦτο διενοοῦντο,

καὶ καιρὸν ἔχειν ᾤοντο ἀναστῆσαι τὸ ἱερόν. Ἐπεὶ δὲ τῆς προτέρας οἰκοδομίας τὰ λείψανα καθεῖλον, ἀνέσκαψαν, καὶ τὸ ἔδαφος ἐξεκάθῃραν, λέγεται τῆς ἐπιούσης καθ̓ ἣν πρῶτον θεμέλιον ἤμελλον ὑποτίθεσθαι, σεισμὸν γενέσθαι μέγαν: ὑπὸ δὲ κλόνου τῆς γῆς ἐκ βάθρων ἀναδοθῆναι τοὺς λίθους: Ἰουδαίων δ̓ ἀπολέσθαι οἳ τὸ ἔργον ἐπετρόπευον, καὶ ἐπὶ θέᾳ τούτου παρεγένοντο.

Αἵ τε γὰρ πλησίον τοῦ ἱεροῦ οἰκίαι τε καὶ δημόσιαι στοαὶ ἐν αἷς κατέλυον, ἀθρόον κατερρύησαν. Καὶ οἱ πλείους ἐγκαταληφθέντες, οἱ μὲν αὐτίκα ἀπώλοντο: οἱ δὲ, ἡμιθνῆτες εὑρέθησαν, καὶ πεπηρωμένοι ἢ τὰς χεῖρας ἢ τὰ σκέλη: ἄλλοι δὲ,

περὶ ἄλλα μέρη τοῦ σώματος ἐδυστύχησαν. Ὡς δὲ σείων ἔληξεν ὁ Θεὸς, αὖθις ἐπειρῶντο τοῦ ἔργου οἱ περιλειφθέντες, οἷά γε ἀπαραιτήτου τυγχάνοντος διὰ τὸ τοῦ βασιλέως πρόσταγμα, καὶ αὐτοῖς κατὰ νοῦν ὄντος.

Φιλεῖ γάρ πως ἡ ἀνθρωπίνη φύσις ἐν τοῖς καθ̓ ἡδονὴν πρὸς τὸ ἀσύμφορον ῥέπειν, καὶ τοῦτο μόνον συνοίσειν οἴεσθαι ὃ κατορθοῦν βούλεται: ἀτεχνῶς τε ὑπὸ τῆς ἐντεῦθεν ἀπάτης κεκρατημένη, οὔτε προμηθείᾳ τινὶ τὸ συμφέρον ἰδεῖν δύναται, οὔτε πείρᾳ κινδύνων σωφρονιζομένη πρὸς τὸ δέον ἀνανήφει: ὁποῖον καὶ τοῖς Ἰουδαίοις τότε συμβεβηκέναι ἡγοῦμαι.

Ἱκανοῦ γὰρ ὄντος τοῦ προτέρου κωλύματος, καὶ φανερῶς ἐπιδείξαντος ὡς χαλεπαίνει τὸ θεῖον ἐπὶ τῷ γινομένῳ, πάλιν ἀνήνυτα ἐσπούδαζον. Λόγος οὖν ἅμα τε τὸ δεύτερον ἐνεχείρουν τῷ ἔργῳ, καὶ πῦρ ἐξαίφνης ἐκ τῶν θεμελίων τοῦ ἱεροῦ ἀνέθορε, καὶ πολλοὺς ἀνήλωσε: καὶ τοῦτο πρὸς πάντων ἀδεῶς λέγεταί τε καὶ πιστεύεται, καὶ παῤ οὐδενὸς ἀμφιβάλλεται: πλὴν ὅτι οἱ μὲν φασὶν, ὅτι βιαζομένους αὐτοὺς εἰς τὸ ἱερὸν προϊέναι, φλὸξ ἀπαντήσασα, τὸ εἰρημένον εἰργάσατο: οἱ δὲ, ἅμα ἤρξαντο τὸν χοῦν ἐκφορεῖν. Ἀλλ̓ εἴτε τοῦτο τὶς, εἴτε τὸ πρότερον δέξαιτο, ἑκάτερον εἰς θαῦμα παραπλήσιον.

Ἐπὶ τούτῳ δὲ καὶ ἄλλο ξυνηνέχθη, τοῦ προτέρου σαφέστερόν τε καὶ παραδοξότερον. Αὐτομάτως γὰρ πάντων ἡ ἐσθὴς τῷ σημείῳ τοῦ σταυροῦ κατεσημάνθη: καὶ τρόπον τινὰ ἄστρασι πεποικιλμένα τὰ ἐσθήματα εἶχον, ὡς ἀπὸ ἱστουργικῆς περινοίας κατεστιγμένα.

Ἐκ τούτου δὲ, τοῖς μὲν αὐτίκα ἐκρίθη Θεὸν εἶναι τὸν Χριστὸν, καὶ μὴ ἀρεσθῆναι τῇ ἀνανεώσει τοῦ ναοῦ: οἱ δὲ, οὐκ εἰς μακρὰν προσέθεντο τῇ ἐκκλησίᾳ καὶ ἐμυήθησαν, καὶ ὕμνοις καὶ ἱκεσίαις ὑπὲρ τῶν τετολμημένων αὐτοῖς, τὸν Χριστὸν ἱλάσκοντο.

Ταῦτα ὅτῳ πιστὰ οὐ καταφαίνεται, πιστούσθωσαν οἱ παρὰ τῶν θεασαμένων ἀκηκοότες ἔτι τῷ βίῳ περιόντες: πιστούσθωσαν δὲ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, ἡμιτελὲς τὸ ἔργον καταλιπόντες: μᾶλλον δὲ, οὐδὲ ἄρξασθαι τοῦ ἔργου δυνηθέντες.

περὶ τῆς εἰς Πέρσας ἐκστρατείας Ἰουλιανοῦ, καὶ ὡς ἡττήθη, καὶ κακῶς ἐξέρρηξε τὴν ψυχὴν. Καὶ οἷα Λιβάνιος γράφει περὶ τοῦ ἀνελόντος αὐτόν.

ὍΣΑ μὲν δὴ ἐν τῇ Ἰουλιανοῦ βασιλείᾳ συγκυρῆσαι ταῖς ἐκκλησίαις ἔγνων, ἐν τοῖς πρόσθεν δεδήλωται. Ἅμα δὲ ἦρι ἀρχομένῳ δόξαν αὐτῷ ἐπιστρατεῦσαι Πέρσαις, ἐν τάχει διέβη τὸν Εὐφράτην ποταμόν: παραδραμών τε τὴν Ἔδεσαν, διὰ μῖσος ἴσως τῶν ἐνοικούντων, ἐπεὶ ἀρχῆθεν πανδημεὶ χριστιανίζειν ἔλαχεν ἥδε ἡ πόλις, ἦκεν εἰς Κάρρας: ἔνθα δὴ Διὸς ἱερὸν εὑρὼν, ἔθυσε καὶ ηὔξατο.

Τὸ δὲ ἀπὸ τούτου, ἐκ τῶν ἑπομένων στρατευμάτων ἀμφὶ δισμυρίους ὁπλίτας ἐπὶ Τίγρητα ποταμὸν ἔπεμψε, φυλακῆς ἕνεκα τῶν τόπων, καὶ εἰς καιρὸν αὐτῷ παρεσομένους, ἡνίκα καλέσοι: Ἀρσακίῳ δὲ τῷ Ἀρμενίων ἡγουμένῳ συμμαχοῦντι Ῥωμαίοις, ἔγραψε συμμίξαι περὶ τὴν πολεμίαν.

Ἀπαυθαδειασάμενός τε πέρα τοῦ μετρίου ἐν τῇ ἐπιστολῇ, καὶ αὐτὸν μὲν ἐξάρας ὡς ἐπιτήδειον πρὸς ἡγεμονίαν, καὶ φίλον οἷς ἐνόμιζε θεοῖς, Κωνσταντίῳ τε ὃν διεδέξατο, ὡς ἀνάνδρῳ καὶ ἀσεβεῖ λοιδορησάμενος, ὑβριστικῶς μάλα ἠπείλησεν αὐτῷ: καὶ ἐπεὶ Χριστιανὸν ὄντα ἐπυνθάνετο, ἐπιτείνων τὴν ὕβριν, ἢ βλασφημεῖν ἃ μὴ θέμις σπουδάζων εἰς τὸν χριστὸν, τοῦτο γὰρ εἰώθει παῤ ἕκαστα τολμᾷν, ἀπεκόμπασεν: ὑποδηλῶν ὡς οὐκ ἐπαμύνοι ὃν ἡγεῖται Θεὸν ὀλιγωροῦντι τῶν προστεταγμένων.

Ἐπεὶ δὲ ταῦτα καλῶς ἔχειν ἐνόμισε, παραλαβὼν τὴν Ῥωμαίων στρατιὰν, ἧγε διὰ τῆς Ἀσσυρίων. Καὶ πόλεις τινὰς καὶ φρούρια, τὰ μὲν προδοσίᾳ, τὰ δὲ πολέμῳ εἷλεν, ἀπερισκέπτως τε εἰς τὸ πρόσθεν ἤει, μηδὲν τῶν κατόπιν προνοῶν, καὶ ὅτι γε δεήσει τὴν αὐτὴν πάλιν ἐπανελθεῖν. Ἀλλ̓ ὅπερ ᾕρει, δεινῶς ἐπόρθει: ταμιεῖα τε καὶ τ̓ ἄλλα, τὰ μὲν κατέσκαπτε:

τὰ δ̓ ἐπίμπρα. Πορευόμενος δὲ παρὰ τὸν Εὐφράτην, οὐ πόρρωθεν ἀφίκετο Κτησιφῶντος. Πόλις δὲ αὕτη μεγάλη, καὶ τὰ Περσῶν βασίλεια νῦν ἀντὶ Βαβυλῶνος ἔχουσα: ῥεῖ δὲ αὐτῆς οὐκ ἀπὸ πολλοῦ ὁ Τίγρης: ὡς δὲ ταῖς ναυσὶν οὐκ ἐχώρει διὰ τὴν μέσην γῆν τῷ Κτησιφῶντι προσελθεῖν, ἀλλ̓ ἐπ̓ ἀνάγκης ἐφαίνετο, ἢ τὴν πόλιν παριέναι, ἢ τῶν πλοίων καταφρονεῖν, ἀνακρίνας τινὰς τῶν αἰχμαλώτων, εὗρε διώρυγα ναυσίπορον ἀναχωσθεῖσαν τῷ χρόνῳ: καὶ διατεμὼν τὸ διεῖργον, εἵλκυσε τὸν Εὐφράτην ἐπὶ τὸν Τίγρητα.

Ταύτῃ τε τῷ στρατῷ παραπλεούσας ἔχων τὰς ναῦς, ἐπὶ τὴν πόλιν ἐχώρει. Σὺν πολλῇ δὲ παρασκευῇ ἱππέων καὶ ὁπλιτῶν καὶ ἐλεφάντων τῶν Περσῶν φανέντων ἐπὶ τῆς ὄχθης τοῦ Τίγρητος, ἰδὼν ἐν πολεμίᾳ γῇ μέσον δύο μεγίστων ποταμῶν πολιορκουμένην αὐτῷ τὴν στρατιὰν, καὶ λιμῷ διαφθαρῆναι κινδυνεύουσαν, ἤν τε μένοιεν αὐτόθι, ἤν τε τὴν αὐτὴν ὁδὸν ὑποστρέφοιεν, τῶν πόλεων καὶ τῶν κωμῶν δἰ ὧν ἦλθον κατηρειμμένων, καὶ τὰ ἐπιτήδεια μὴ ἐχουσῶν, κέλησιν ἆθλα προθεὶς,

ἐπὶ θέαν ἱπποδρομίας τοὺς στρατιώτας ἐκάθισεν. Ἐν τούτῳ δὲ τοὺς προεστῶτας τῶν πλοίων ἐκέλευσεν ἀποβαλεῖν τὰ φορτία καὶ τὸ σιτηρέσιον τῆς στρατιᾶς, ὅπως ἐν κινδύνῳ σφᾶς ἰδόντες οἱ στρατιῶται, ὡς ἐπυθόμην, ἀπορίᾳ τῶν ἐπιτηδείων εἰς θράσος τράπωνται, καὶ προθυμότερον τοῖς πολεμίοις μαχέσωνται. Συγκαλέσας δὲ τοὺς στρατηγοὺς ὁ βασιλεὺς καὶ τοὺς ταξιάρχας μετὰ τὸ δεῖπνον, ἐνεβίβασε τοὺς στρατιώτας εἰς τὰς ναῦς. Οἱ δὲ, ἐκ νυκτὶ τὸν Τίγρητα πλεύσαντες,

ἤδη πρὸς ταῖς πέραν ὄχθαις ἦσαν καὶ ἐξέβαινον. Τῶν δὲ Περσῶν, οἱ μὲν αἰσθόμενοι ἠμύνοντο, καὶ ἀλλήλοις παρεκελεύοντο: τοῖς δὲ ἔτι καθεύδουσιν, ἐπέστησαν οἱ Ῥωμαῖοι. Καὶ ἡμέρας ἐπιγενομένης, εἰς μάχην καθίσταντο: πολλούς τε ἀποβαλόντες καὶ κτείναντες, διέβησαν εἰς τὸν ποταμόν: καὶ τότε μὲν πρὸ τῆς Κτησιφῶντος ἐστρατοπεδεύοντο.

Δόξαν δὲ τῷ βασιλεῖ μηκέτι περαιτέρω χωρεῖν, ἀλλ̓ εἰς τὴν ἀρχομένην ἐπανελθεῖν, τὰς ναῦς ἐμπρήσαντες, ὡς διὰ τὴν φυλακὴν τούτων πολλῶν ἀπομάχων ὄντων, τὴν ἐπάνοδον ἐποιοῦντο, ἐν ἀριστερᾷ Τίγρητα τὸν ποταμὸν ἔχοντες. Ἡγουμένων δὲ τῶν αἰχμαλώτων, τὰ μὲν πρῶτα ἀπήλαυον χώρας εὐφόρου καὶ πάντα ἐπιτήδεια ἐχούσης.

Μετὰ δὲ ταῦτα, πρεσβύτης τὶς ἑλόμενος ἀποθανεῖν ὑπὲρ τῆς πάντων Περσῶν ἐλευθερίας, ἐπίτηδες ἁλῶναι φανεὶς, ὡς ἄκων συλληφθεὶς, ἄγεται παρὰ τὸν ἡγούμενον: ἀνακριθείς τε περὶ τῆς ὁδοῦ, καὶ δόξας ἀληθῆ λέγειν, ἔπεισεν ἵν̓ αὐτῷ ἕπωνται,

τὴν ταχίστην τοῖς Ῥωμαίων ὅροις ἐπιστήσειν τὴν στρατιάν. Μόνον δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν χαλεπὴν ἔσεσθαι τὴν πορείαν: καὶ χρῆναι τούτων σιτία φέρεσθαι, τῆς γῆς ἐρήμου οὔσης. Ὑπαχθείς τε ὁ βασιλεὺς τοῦ σοφοῦ πρεσβύτου τοῖς λόγοις, ἐδοκίμασε ταύτῃ πορευτέον.

Ἐπεὶ δὲ προσωτέρω χωροῦντες, καὶ μετὰ τρεῖς ἡμέρας ἐνέβαλον τόποις, ὁ μὲν γέρων ὁ αἰχμάλωτος βασανιζόμενος, ὡμολόγησεν ὑπὲρ τῶν οἰκείων αὐτομολῆσαι πρὸς θάνατον, καὶ ἕτοιμος εἶναι πάντα προθύμως ὑπομένειν. Ἀλυούσης δὲ τῆς στρατιᾶς, τῷ τε μήκει τῆς ὁδοῦ, καὶ τῇ ἐνδείᾳ τῶν ἐπιτηδείων, ἤδη τεταλαιπωρηκόσι Περσικὴ παράταξις ἐπέθετο.

Καρτερᾶς δὲ μάχης συστάσης, ἐξαπίνης βίαιος ἀνακινηθεὶς ἄνεμος, τὸν οὐρανὸν καὶ τὸν ἥλιον τοῖς νέφεσιν ἐκάλυψε: τῷ δὲ ἀέρι τὴν κόνιν ἀνέμιξε: σκότους δὲ καὶ πολλῆς ἀχλύος οὔσης, παραδραμών τις ἱππεὺς φέρει ἐπὶ τὸν βασιλέα τὸ δόρυ, καὶ παίει καιρίαν: καὶ τοῦ ἵππου καταβαλὼν, ὅστις ἦν ἀπῆλθε λαθών: λέγουσι δὲ οἱ μὲν, Πέρσην:

οἱ δὲ, Σαρακηνὸν εἶναι τοῦτον. Εἰσὶ δὲ οἳ Ῥωμαῖον στρατιώτην εἶναι τοῦτον ἰσχυρίζονται, καὶ ἐπενηνοχέναι αὐτῷ τὴν πληγὴν, ἀγανακτήσαντα καθότι ἀβουλίᾳ καὶ θρασύτητι τοσούτοις περιέβαλε κινδύνοις τὴν στρατιάν. Λιβάνιος δὲ ὁ Σύρος σοφιστὴς, τὰ μάλιστα συνήθης καὶ φίλος αὐτῷ γεγονὼς, τάδε περὶ τοῦ κτείναντος αὐτὸν γράφει.

Τὶς οὖν ὁ κτείνας, ποθεῖ τις ἀκοῦσαι. Τοὔνομα μὲν οὐκ οἶδα: τοῦ δὲ μὴ πολέμιον εἶναι τὸν κτείναντα, σημεῖον ἐναργὲς, τὸ μηδένα πολέμιον ἐπὶ τῇ πληγῇ τετιμῆσθαι. Καίτοι διὰ κηρύκων ὁ Πέρσης ἐκάλει πρὸς γέρας τὸν ἀπεκτονότα, καὶ μεγάλων ὑπῆρχε τῷ φανέντι τυχεῖν. Ἀλλ̓ ὅμως οὐδ̓ ἔρωτι γερῶν ἠλαζονεύσατο. Καὶ πολλή γε τοῖς πολεμίοις ἡ χάρις, ὅτι ὧν οὐκ ἔδρασαν, οὐ προσέθεντο τὴν δόξαν, ἀλλ̓ ἔδοσαν ἡμῖν παῤ ἡμῖν αὐτοῖς τὸν σφαγέα ζητεῖν.

Οἷς γὰρ οὐκ ἐλυσιτέλει ζῶν, οὗτοι δὲ ἦσαν οἱ ζῶντες οὐ κατὰ τοὺς νόμους, πάλαι τε ἐπεβούλευον, καὶ τότε δυνηθέντες εἰργάσαντο: τῆς τε ἄλλης ἀδικίας ἀναγκαζούσης, οὐκ ἐχούσης ἐπὶ τῆς ἐκείνου βασιλείας ἐξουσίαν: καὶ μάλιστά γε τοῦ τιμᾶσθαι τοὺς θεοὺς, οὗ τοὐναντίον ἐζήτουν.

Ὅτι κατὰ θεομηνίαν ἀνῃρέθη: καὶ περὶ τῶν ὁράσεων, ἃς ἄνδρες τινὲς περὶ τῆς τελευτῆς αὐτοῦ ἐθεάσαντο, καὶ περὶ τῆς ἀποκρίσεως τοῦ υἱοῦ τοῦ τέκτονος: καὶ ὅτι τὸ αἷμα Ἰουλιανὸς τῷ Χριστῷ ἀνέπεμπε: καὶ ὅσα κακὰ δημοσίᾳ τῇ Ῥωμαίων ἐπεγένετο δἰ αὐτόν.

Καὶ ὁ μὲν Λιβάνιος ὧδέ πη γράφων, Χριστιανὸν ἔσεσθαι ὑποδηλοῖ Ἰουλιανοῦ τὸν σφαγέα: ἴσως δὲ καὶ ἀληθές. Οὐ γὰρ ἀπεικός τινα τῶν τότε στρατευομένων εἰς νοῦν λαβεῖν, ὡς Ἕλληνες καὶ πάντες ἄνθρωποι μέχρι νῦν τοὺς πάλαι τυραννοκτόνους ἐπαινοῦσιν, ὡς ὑπὲρ τῆς πάντων ἐλευθερίας ἑλομένους ἀποθανεῖν, καὶ πολίταις ἢ συγγενέσιν ἢ φίλοις προθύμως ἐπαμύνοντας.

Σχολῇ γε ἄν τις καὶ αὐτῷ μέμψαιτο, διὰ Θεὸν καὶ θρησκείαν ἣν ἐπῄνεσεν ἀνδρείῳ γενομένῳ. Ἐγὼ δὲ, ὅστις μὲν τῇ σφαγῇ ταύτῃ διηκονήσατο, πλὴν τῶν εἰρημένων οὐδὲν ἀκριβῶ. Ὡς δὲ συμφωνοῦντες οἱ λέγοντες ἰσχυρίζονται, ἀψευδὴς λόγος εἰς ἡμᾶς ἦλθε, κατὰ θεομηνίαν αὐτὸν ἀναιρεθῆναι:

καὶ τούτου ἀπόδειξις, θεία ὄψις, ἢν τινὰ τῶν ἐπιτηδείων αὐτῷ ἰδεῖν ἐπυθόμην. Λέγεται γὰρ, ἐπειδὴ πρὸς αὐτὸν ἐν Πέρσαις ὄντα ἠπείγετο, ἔν τινι χωρίῳ καταλῦσαι τῆς λεωφόρου, καὶ ἀπορίᾳ οἰκήματος, ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ καθευδῆσαι: καὶ ὕπαρ ἢ ὄναρ ἰδεῖν, ὡς εἰς ταυτὸν συνελθόντες πολλοὶ τῶν ἀποστόλων καὶ τῶν προφητῶν ἀπωδύροντο τὴν εἰς τὰς ἐκκλησίας τοῦ κρατοῦντος ὕβριν, καὶ ὅ τι χρὴ ποιεῖν ἐβουλεύοντο.

Ἐπὶ πολὺ δὲ περὶ τούτου διαλογιζομένων καὶ ὥσπερ διαπορουμένων, ἀναστάντες ἐκ μέσων δύο, θαρρεῖν τοῖς ἄλλοις παρεκελεύσαντο: καὶ ὡς ἐπὶ καθαιρέσει τῆς Ἰουλιανοῦ ἀρχῆς ὁρμῶντες,

σπουδῇ τὸν σύλλογον κατέλιπον. Ὁ δὲ ἄνθρωπος ὃς τῶν παραδόξων τούτων ἐγεγόνει θεατὴς, τῆς μὲν ὁδοιπορίας ὠλιγώρει λοιπόν: ὀρρωδῶν δὲ πῆ ἄρα ἐκβήσεται τὸ τέλος τῆς τοιαύτης ὄψεως, πάλιν ἐνθάδε καθεύδων, τὸν αὐτὸν ἰδεῖν σύλλογον, ἐξαπίνης τε ὡς ἀπὸ ὁδοῦ εἰσεληλυθότας οἳ τῇ προτεραίᾳ νυκτὶ ἐπεστράτευσαν Ἰουλιανῷ, καὶ ἀναγγεῖλαι τοῖς ἄλλοις ἀνῃρῆσθαι τοῦτον.

Κατ̓ ἐκείνην δὲ τὴν ἡμέραν καὶ Δίδυμος ὁ ἐκκλησιαστικὸς φιλόσοφος ἐν Ἀλεξανδρείᾳ διατρίβων, οἷά γε τοῦ βασιλέως εἰς τὴν θρησκείαν διασφαλέντος, περίλυπος ὢν, διά τε αὐτὸν ὡς πεπλανημένον, καὶ διὰ τὴν καταφρόνησιν τῶν ἐκκλησιῶν, ἐνήστευέ τε, καὶ τὸν Θεὸν περὶ τούτου ἱκέτευεν.

Ὑπὸ δὲ τῆς μερίμνης, οὐδὲ τῆς νυκτὸς ἐπιγενομένης μεταλαβὼν τροφῆς, ἐπὶ θρόνου καθεζόμενος, εἰς ὕπνον ἠνέχθη: καὶ ὡς ἐν ἐκστάσει γεγονὼς, ἔδοξεν ὁρᾷν ἵππους λευκοὺς ἐν τῷ ἀέρι διατρέχοντας: τοὺς δὲ ἐπ̓ αὐτῶν ὀχουμένους κηρύττειν, Ἀγγείλατε Διδύμῳ, σήμερον περὶ τήνδε τὴν ὥραν Ἰουλιανὸν ἀνῃρῆσθαι: καὶ Ἀθανασίῳ τῷ ἐπισκόπῳ τοῦτο μηνυσάτω: καὶ ἀναστὰς ἐσθιέτω.

Καὶ ἃ μὲν τεθέανται ὅ τε Ἰουλιανοῦ οἰκεῖος, καὶ ὁ φιλόσοφος, ὧδε γενέσθαι ἐπυθόμην. Καὶ οὐδέτερος ἐν οἷς τεθέατο τῆς ἀληθείας διήμαρτεν, ὡς ἐμηνύθη ὕστερον. Ὧι δὲ ταῦτα οὐκ ἀρκεῖ εἰς ἀπόδειξιν τοῦ θεόθεν αὐτὸν ἀναιρεθῆναι, ὡς ταῖς ἐκκλησίαις αὐτοῦ λυμαινόμενον, καὶ τὴν προφητείαν εἰς νοῦν λαβέτω ἣν ἐκκλησιαστικὸς ἀνὴρ προηγόρευσε.

Μέλλοντος γὰρ αὐτοῦ ἐπὶ Πέρσας στρατεύειν, καὶ μετὰ τὸν πόλεμον κακῶς ποιήσειν τὰς ἐκκλησίας ἐπαπειλοῦντος, καὶ ἐπιτωθάζοντος ὡς οὐδὲν αὐτοῖς ἐπαμύνειν δυνήσεται ὁ τοῦ τέκτονος υἱὸς, ὡδὶ λέγων ἀπεφῄνατο: Οὗτος δὲ ὁ τοῦ τέκτονος υἱὸς θήκην αὐτῷ ξυλίνην πρὸς θάνατον κατασκευάζει.

Οὐ μὴν ἀλλὰ καὶ αὐτὸς μετὰ τὴν πληγὴν ἀμωσγέπως συνῆκεν ὅθεν ἐβλάβη, καὶ τὸ αἴτιον τῆς συμφορᾶς οὐ παντελῶς ἠγνόησε. Λέγεται γὰρ ὅτε ἐτρώθη, αἷμα ἐκ τῆς ὠτειλῆς ἀρυσάμενος, εἰς τὸν αἰθέρα ἀκοντίσαι, οἷά γε πρὸς φαινόμενον τὸν Χριστὸν ἀφορῶν,

καὶ τῆς ἰδίας σφαγῆς αὐτὸν ἐπαιτιώμενος. Οἱ δὲ φασὶν, ὡς πρὸς τὸν ἥλιον ἀγανακτῶν, ὅτι Πέρσαις ἐπήμυνεν, ἢ αὐτὸν οὐ διέσωσεν, ἔφορος ὢν τῆς αὐτοῦ γενέσεως κατά τινα τοιαύτην ἀστρονομικὴν ἱστορίαν, τῇ χειρὶ τὸ αἷμα ἐπιδείξας, εἰς τὸν ἀέρα ἠκόντισεν.

Εἰ δὲ ἀληθῶς μέλλων τελευτᾷν, οἷά περ εἰώθει συμβαίνειν τῆς ψυχῆς ἤδη χωριζομένης τοῦ σώματος, καὶ θειότερα ἢ κατὰ ἄνθρωπον θεωρεῖν τῆς ψυχῆς δυναμένης, τὸν Χριστὸν ἐθεάσατο, οὐκ ἔχω λέγειν: οὐ γὰρ πολλῶν ὅδε ὁ λόγος: οὔτε δὲ ὡς ψεῦδος ἐκβαλεῖν θαρρῶ, ἐπεὶ οὐκ ἀπεικὸς καὶ τῶνδε θαυμαστότερα συμβῆναι, εἰς ἐπίδειξιν τοῦ μὴ ἀνθρωπείᾳ σπουδῇ συστῆναι τὴν ἐπώνυμον Χριστοῦ θρησκείαν.

Ἀμέλειτοι παρὰ πάντα τὸν χρόνον ταυτησὶ τῆς βασιλείας ἀγανακτῶν ὁ Θεὸς ἐφαίνετο: καὶ παντοδαπαῖς συμφοραῖς ἐν πολλοῖς ἔθνεσιν ἐπέτριψε τὴν Ῥωμαίων ὑπήκοον. Τῆς τε γὰρ γῆς συνεχῶς ὑπὸ χαλεπωτάτων σεισμῶν τινασσομένης, καὶ τῶν οἰκημάτων ἐρειπομένων, οὐκ ἀσφαλὲς ἦν οἴκοι οὔτε αἰθρίους διατρίβειν.

Συμβάλλω δὲ ἐξ ὧν ἐπυθόμην, ἢ βασιλεύοντος αὐτοῦ, ἢ κατὰ τὸ δεύτερον σχῆμα τῆς βασιλείας ὄντος, καὶ τὸ συμβὰν τοῖς πρὸς Αἴγυπτον Ἀλεξανδρεῦσι γέγονε πάθος: ἡνίκα δὴ ἡ θάλασσα ὑπονοστήσασα, αὖθις ἐξ ἐπιδρομῆς τοὺς ἰδίους ὅρους παρήμειψε, καὶ μέχρι πολλοῦ τὴν ξηρὰν κατέκλυσεν: ὡς καὶ ἐπὶ τῶν κεράμων, ἀποχωρήσαντος τοῦ ὕδατος, θαλάττια εὑρεθῆναι σκάφη.

Ἀμέλειτοι τὴν ἡμέραν καθ̓ ἣν τάδε συνέβη, ἣν γενέσια τοῦ σεισμοῦ προσαγορεύουσιν, εἰσέτι καὶ νῦν Ἀλεξανδρεῖς ἐτησίαν ἑορτὴν ἄγουσι: λύχνους τε πλείστους ἀνὰ πᾶσαν τὴν πόλιν καίοντες, καὶ χαριστηρίους λιτὰς τῷ Θεῷ προσφέροντες, λαμπρῶς μάλα καὶ εὐλαβῶς ταύτην ἐπιτελοῦσιν.

Οὐ μὴν ἀλλὰ καὶ αὐχμοὶ ἐπιτείναντες, πάντας τοὺς καρποὺς καὶ τὸν ἀέρα ἐπὶ ταύτης τῆς βασιλείας ἐλυμῄναντο: ἐντεῦθεν σπάνει τῶν ἐπιτηδείων, ἐπὶ τὰς τῶν ἀλόγων ζώων τροφὰς τοὺς ἀνθρώπους ἤλαυνεν ὁ λιμός. Ἐπακολουθῶν δὲ καὶ ὁ λοιμὸς ἰδίας ἐπῆγε νόσους, καὶ τὰ σώματα διέφθειρε. Τὰ μὲν δὴ κατὰ Ἰουλιανὸν ὧδε ἔσχε.

Περὶ τῆς βασιλείας Ἰοβιανοῦ, καὶ ὅσα ἔννομα παρελθὼν εἰς τὴν ἀρχὴν διεπράξατο.

Μετὰ δὲ τοῦτον, κοινῇ συνθήκῃ τοῦ στρατοπέδου παραλαμβάνει τὴν βασιλείαν Ἰοβιανός. Ἡνίκα δὴ ἐν τῇ πολεμίᾳ αὐτοκράτορα χειροτονούντων αὐτὸν τῶν στρατευμάτων, αὐτὸς Χριστιανὸν αὐτὸν εἶναι λέγων, παρῃτεῖτο τὴν ἡγεμονίαν, καὶ τὰ σύμβολα τῆς βασιλείας οὐ προσίετο, εἰσότε δὴ καὶ ἡ στρατιὰ μαθοῦσα τῆς παραιτήσεως τὴν αἰτίαν, Χριστιανοὺς εἶναι σφᾶς ἐκέκραγον.

Ἐν κινδύνῳ δὲ καὶ ταραχῇ τῶν πραγμάτων ὄντων ἐκ τῆς Ἰουλιανοῦ στρατηγίας, καμνούσης τε τῆς στρατιᾶς ἐνδείᾳ τῶν ἐπιτηδείων, ἀναγκαῖον εἶδεν εἰς συμβάσεις ἐλθεῖν, παραδούς τινα Πέρσαις τῶν προτέρων Ῥωμαίοις ὑποτελῶν.

Τῇ δὲ πείρᾳ μαθὼν, ὑπὸ θεομηνίας τοῦ πρὸ αὐτοῦ βασιλεύσαντος κακῶς παθεῖν ὑπήκοον, μηδὲν μελλήσας, ἔγραψε τοῖς ἡγουμένοις τῶν ἐθνῶν ἀδεῶς ἐν ταῖς ἐκκλησίαις ἀθροίζεσθαι, καὶ τὸ θεῖον ἐπιμελῶς θεραπεύειν, καὶ μόνην εἶναι σέβας τοῖς ἀρχομένοις τὴν τῶν Χριστιανῶν πίστιν.

Ἀπέδωκε δὲ καὶ ταῖς ἐκκλησίαις καὶ τοῖς κλήροις τὰς ἀτελείας, χήραις τε καὶ παρθένοις, καὶ εἴ τι πρότερον ἐπ̓ ὠφελείᾳ καὶ τιμῇ τῆς θρησκείας δωρηθὲν, ἢ νομοθετηθὲν ἐτύγχανεν ὑπὸ Κωνσταντίνου καὶ τῶν αὐτοῦ παίδων, ὕστερον δὲ ἐπὶ Ἰουλιανοῦ ἀφῃρέθη.

Προσεφώνησε δὲ καὶ Σεκούνδῳ τῷ τότε τὴν ὕπαρχον ἐξουσίαν διέποντι, γενικὴν νομοθεσίαν, εἰς κεφαλὴν τιμωρεῖσθαι παρακελευομένην τὸν ἱερὰν παρθένον μνᾶσθαι πρὸς γάμον πειρώμενον, ἢ καὶ ἀκολάστως μόνον προσβλέποντα, μήτι γὲ διαρπάζειν ἐπιχειροῦντα.

Ἔθετο δὲ τοῦτον τὸν νόμον, καθότι μοχθηροί τινες ἄνδρες ἐπὶ τῆς ἡγεμονίας Ἰουλιανοῦ, ἔτυχον τοιούτων παρθένων γάμους ἐπιτελέσαντες, καὶ ἀνάγκῃ ἢ καὶ πειθοῖ προσφθαρέντες, οἷά γε φιλεῖ, τῆς αἰσχρᾶς ἐπιθυμίας ταῦτα τολμᾷν ἀκινδύνως ὑποθεμένης, δυσπραγούσης τῆς θρησκείας.

Ὅτι πάλιν τὰ τῶν ἐκκλησιῶν ἀνεκινοῦντο, καὶ περὶ τῆς ἔν Ἀντιοχείᾳ συνόδου, ἥτις τὴν ἐν Νικαίᾳ πίστιν ἐκύρωσε: καὶ ὅσα ἡ τοιαύτη σύνοδος τῷ βασιλεῖ Ἰοβιανῷ ἔγραψε.

Αἱ δὲ περὶ τῶν δογμάτων ζητήσεις τε καὶ διαλέξεις πάλιν ἀνεκινοῦντο τοῖς προεστῶσι τῶν ἐκκλησιῶν. Ἰουλιανοῦ γὰρ βασιλεύοντος, ὡς παντελῶς τοῦ Χριστιανισμοῦ κινδυνεύοντος, ἡσυχίαν ἦγον: κοινῇ δὲ πάντες τὸν Θεὸν ἱκέτευον, ἵλεων αὐτοῖς γενέσθαι.

Οὕτω πῆ τοῖς ἀνθρώποις φίλον, παῤ ἑτέρων μὲν ἀδικουμένοις, πρὸς τὸ ὁμόφυλον ὁμονοεῖν: ἀπηλλαγμένοις δὲ αὐτοῖς τῶν ἔξωθεν κακῶν, πρὸς σφᾶς αὐτοὺς στασιάζειν. Ἀλλ̓ ὅσαις μὲν πολιτείαις καὶ ἔθνεσι τοῦτο συνέβη, οὐ τοῦ παρόντος καιροῦ καταλέγειν ἐστί.

Περὶ δὲ τοῦτον τὸν χρόνον, Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος, καὶ Σιλβανὸς ὁ Ταρσοῦ, καὶ Σωφρόνιος ὁ Πομπηϊουπόλεως, καὶ οἱ σὺν αὐτοῖς, τὴν τῶν ἀνομοίων καλουμένων αἵρεσιν ἀποστρεφόμενοι, τὸ δὲ ὁμοιοούσιον ὄνομα ἀντὶ τοῦ ὁμοουσίου δεχόμενοι, βιβλίον τῷ βασιλεῖ διεπέμψαντο: χάριν ἔχειν τῷ Θεῷ ὁμολογοῦντες, ὅτι αὐτὸν προεστήσατο τῆς Ῥωμαίων ἀρχῆς.

Ἐζήτουν δὲ ἢ τὰ ἐν Ἀριμίνῳ πεπραγμένα καὶ Σελευκείᾳ κύρια μένειν, καὶ τὰ σπουδῇ καὶ δυνάμει τινῶν γενόμενα ἀργεῖν: ἢ τοῦ σχίσματος τοῦ πρὸ τῶν συνόδων ταῖς ἐκκλησίαις μένοντος, συγχωρηθῆναι τοὺς πανταχῆ ἐπισκόπους, αὐτοὺς καθ̓ ἑαυτοὺς ὅποι βούλονται συνελθεῖν, μηδενὸς ἄλλου κοινωνοῦντος: μὴ προχωρεῖν δὲ κατὰ σκοπὸν τὰ ἐπιχειρούμενα τοῖς ἐν μέρει τι βουλομένοις πράττειν ἢ ἀπατᾷν, ὡς ἐπὶ Κωνσταντίου τοῦ βασιλέως.

Ἐδήλουν δὲ μὴ παραγενέσθαι σφᾶς εἰς τὸ στρατόπεδον, ὥστε μὴ ὀχληροὺς εἶναι δοκεῖν: εἰ δὲ ἐπιτραπεῖεν, ἀσμένως τοῦτο ποιήσειν, ὑποζυγίοις ἰδίοις καὶ δαπάνῃ χρωμένους. Καὶ οἱ μὲν τοιάδε Ἰοβιανῷ τῷ βασιλεῖ ἔγραψαν.

Ἐν τούτῳ δὲ συνόδου γενομένης ἐν Ἀντιοχείᾳ τῆς Συρίας, βεβαιοῦται τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἡ πίστις, καὶ κρατεῖ, ὥστε ἀναμφηρίτως τὸν Υἱὸν τῷ Πατρὶ δοξάζειν ὁμοούσιον. Ἐκοινώνησαν δὲ ταύτης τῆς συνόδου Μελέτιος, ὃς τότε αὐτῆς τῆς Ἀντιοχείας τὴν ἐκκλησίαν ἐπετρόπευε, καὶ Εὐσέβιος ὁ Σαμοσάτων, καὶ Πελάγιος ὁ Λαοδικείας τῆς Σύρων,

καὶ Ἀκάκιος ὁ Καισαρείας τῆς Παλαιστίνης, καὶ Εἰρηνίων ὁ Γαζαῖος, καὶ Ἀθανάσιος ὁ Ἀγκύρας. Ταῦτα δὲ πράξαντες, ἐδήλωσαν τῷ βασιλεῖ τὰ δόξαντα, γράψαντες ὧδε. Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ ἡμῶν δεσπότῃ Ἰοβιανῷ, νικητῇ Αὐγούστῳ, ἡ τῶν ἐν Ἀντιοχείᾳ συνελθόντων ἐπισκόπων ἐκ διαφόρων ἐπαρχιῶν σύνοδος. Τὴν ἐκκλησιαστικὴν εἰρήνην τε καὶ ὁμόνοιαν, ὅτι σοῦ καὶ πρώτη πρεσβεύειν ἐσπούδακεν ἡ εὐσέβεια, εὖ ἴσμεν καὶ αὐτοὶ, θεοφιλέστατε βασιλεῦ. Ὅτι δὲ κεφάλαιον τῆς τοιαύτης ἑνότητος, τῆς ἀληθοῦς καὶ ὀρθοδόξου πίστεως καλῶς ὑπείληφας τὸν χαρακτῆρα, οὐδὲ τοῦτο ἀγνοοῦμεν.

Ἵνα τοίνυν μὴ μετὰ τῶν παραχαρασσόντων τὰ δόγματα τῆς ἀληθείας τετάχθαι νομιζώμεθα, ἀναφέρομεν τῇ σῇ εὐλαβείᾳ, ὅτι τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ πάλαι πρότερον συγκροτηθείσης τὴν πίστιν, καὶ ἀποδεχόμεθα,

καὶ κατέχομεν. Ὁπότε καὶ τὸ δοκοῦν ἐν αὐτῇ τισὶ ξένον ὄνομα, τὸ τοῦ ὁμοουσίου φαμὲν, ἀσφαλοῦς τετύχηκε παρὰ τοῖς πατράσιν ἑρμηνείας, σημαινούσης ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱὸς ἐγεννήθη, καὶ ὅτι ὅμοιος κατ̓ οὐσίαν τῷ Πατρί: οὔτε δὲ ὡς πάθους τινὸς περὶ τὴν ἄρρητον γέννησιν ἐπινοουμένου, οὔτε κατά τινα χρῆσιν Ἑλληνικὴν λαμβάνεται τὸ ὄνομα τῆς οὐσίας: εἰς ἀνατροπὴν δὲ τοῦ ἐξ οὐκ ὄντων περὶ τοῦ Υἱοῦ ἀσεβῶς τολμηθέντος Ἀρείῳ.

Ὅπερ καὶ οἱ νῦν ἐπιφοιτήσαντες ἀνόμοιοι, ἔτι θρασύτερον καὶ τολμηρότερον, ἐπὶ λύμῃ τῆς ἐκκλησιαστικῆς ὁμονοίας ἀναισχύντως παρρησιάζονται. Συνετάξαμεν δὲ τῇδε ἡμῶν τῇ ἀναφορᾷ καὶ τὸ ἀντίγραφον τῆς αὐτῆς πίστεως, τῆς ἐν Νικαίᾳ ὑπὸ τῶν συγκροτηθέντων ἐπισκόπων τεθείσης, ἥντινα καὶ ἀγαπῶμεν.

Καὶ τὰ μὲν ὧδε ἐψηφίσαντο οἱ τότε τῇ Ἀντιοχείᾳ ἐνδημοῦντες ἱερεῖς, αὐτοῖς ῥητοῖς τὴν παρὰ τῶν ἐν Νικαίᾳ συνελθόντων ἐκτεθεῖσαν πίστιν, τῇ ἰδίᾳ γραφῇ ὑποτάξαντες.

Περὶ τοῦ μεγάλου Ἀθανασίου, ὡς διαφερόντως ἠγαπήθη τῷ βασιλεῖ, καὶ τῶν ἐν Αἰγύπτῳ ἐκκλησιῶν ἐκράτησε: καὶ περὶ τοῦ ὁράματος τοῦ μεγάλου Ἀντωνίου.

Ἐν τούτῳ δὲ καὶ Ἀθανάσιος ὁ τὸν Ἀλεξανδρέων θρόνον ἐπιτροπεύων, ὀλίγοις τῶν ἐπιτηδείων κοινωνησάμενος, ἀναγκαῖον ᾠήθη τὸν βασιλέα Χριστιανὸν ὄντα ἰδεῖν: καὶ παραγενόμενος εἰς Ἀντιόχειαν, περὶ ὧν ἐδεῖτο τὸν κρατοῦντα διδάσκει. Οἱ δὲ φασὶν, ὅτι αὐτὸς ὁ βασιλεὺς τὸν ἄνδρα μετεκαλέσατο, τὰ πρακτέα περὶ τὴν θρησκείαν καὶ τὴν ὀρθὴν δόξαν εἰσηγησόμενον.

Διαθείς τε τὰ τῆς ἐκκλησίας, ὡς οἷόν τε ἦν, ἐφρόντιζε τῆς ἐπανόδου. Εὐζώϊος δὲ ὁ ἐν Ἀντιοχείᾳ ἐπίσκοπος τῆς Ἀρειανικῆς αἱρέσεως, ἐσπούδαζε προεστάναι τῆς αὐτῆς δόξης ἐν Ἀλεξανδρείᾳ Προβάτιον εὐνοῦχον: εἰσηγησαμένων τε τοῦτο τῶν ἀμφὶ τὸν Εὐζώϊον, Λούκιός τις Ἀλεξανδρεὺς τὸ γένος,

πρεσβύτερος τῶν παρὰ Γεωργίου χειροτονηθέντων, πρόσεισι τῷ βασιλεῖ. Καὶ βλασφημήσας Ἀθανάσιον ὡς ἐν τῷ χρόνῳ τῆς ἐπισκοπῆς ἀεὶ γραφὰς ὑπομείναντα, καὶ πολλάκις ὑπερορίαν οἰκεῖν καταδικασθέντα παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων, διχονοίας τε περὶ τὸ θεῖον καὶ ταραχῆς αἴτιον γενόμενον, ἐδεῖτο ἕτερον ἀντ̓ αὐτοῦ τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπισκοπεῖν.

Ὁ δὲ βασιλεὺς, ᾔδει γὰρ τὰς Ἀθανασίῳ τότε συμβάσας ἐπιβουλὰς, οὐκ ἔθετο ταῖς κατ̓ αὐτοῦ διαβολαῖς: ἀλλὰ Λούκιον μὲν σὺν ἀπειλῇ ἡσυχίαν ἄγειν ἐπιτάττει: Προβάτιον δὲ, καὶ τοὺς ἀμφ̓ αὐτὸν εὐνούχους, ὡς αἰτίους τῶν τοιούτων θορύβων, σωφρονισθῆναι προσέταξε: τὸν δὲ Ἀθανάσιον ἐκ τῆς τότε συνουσίας τὰ μάλιστα φίλον αὐτῷ γενόμενον, ἀπέστειλεν εἰς Αἴγυπτον, ᾗ ἄριστα αὐτῷ δοκοίη τὰς ἐκκλησίας καὶ τοὺς λαοὺς ἄγειν κελεύσας. Λέγεται γὰρ εἰς ἄγαν αὐτὸν ἧς εἶχεν ἀρετῆς ἐπαινέσαι, βίου τε ἕνεκα καὶ φρονήσεως, καὶ λόγων.

Ὧδε μὲν τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἡ πίστις, τὸν ἐν μέσῳ χρόνον πολεμηθεῖσα, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, αὖθις ἐπὶ τῆς παρούσης ἡγεμονίας ὑπερέσχεν. Οὐκ εἰς μακρὰν δὲ τῆς ὁμοίας ἔμελλε πειρᾶσθαι ταραχῆς. Ὡς ἔοικε γὰρ, οὐκ ἐπὶ μόνοις τοῖς ἐπὶ Κωνσταντίου τῇ ἐκκλησίᾳ συμβᾶσι, πέρας εἶχεν ἡ τοῦ Ἀντωνίου τοῦ μοναχοῦ πρόρρησις:

ἀλλ̓ ἐλείπετο ἔτι καὶ τὰ μετὰ ταῦτα, ἐπὶ Οὐάλεντος γενόμενα. Λέγεται γὰρ πρὶν κρατῆσαι τῶν ἐκκλησιῶν τοὺς ἀπὸ τῆς Ἀρείου αἱρέσεως, ἐπὶ τῆς Κωνσταντίου βασιλείας ὄναρ ἰδεῖν Ἀντώνιον, ἡμιόνους τὸ θυσιαστήριον λακτίζοντας, καὶ τὴν ἱερὰν τράπεζαν ἀνατρέποντας: καὶ αὐτίκα προειπεῖν, ὡς ὑπὸ νόθων καὶ ἐπιμίκτων δογμάτων καταλήψεται τὴν ἐκκλησίαν ταραχὴ, καὶ ἑτεροδόξων ἐπανάστασις. Ἀλλὰ ταῦτα μὲν ἀψευδῶς τεθεάσθαι τε καὶ εἰρῆσθαι, ἀπέδειξε τὰ πρὸ τοῦ καὶ μετὰ ταῦτα γεγενημένα.

Θάνατος Ἰοβιανοῦ, καὶ περὶ τοῦ βίου καὶ τῆς εἰς Θεὸν παρρησίας Οὐαλεντινιανοῦ: καὶ ὅπως εἰς βασιλείαν προεβλήθη, καὶ τὸν ἀδελφὸν Οὐάλεντα συμβασιλεύειν αὐτῷ εἵλετο: καὶ περὶ τῆς διαφορᾶς ἀμφοτέρων.

Ὁ δὲ Ἰοβιανὸς ἀμφὶ ὀκτὼ μῆνας ἐν τῇ βασιλείᾳ διαγενόμενος, ἀπιὼν ἐπὶ τὴν Κωνσταντινούπολιν, ἐξαπίνης ἐν Δαδαστάνοις χωρίῳ τῆς Βιθυνίας καθ̓ ὁδὸν ἐτελεύτησεν: ἢ ἀφειδέστερον, ὥς τινες λέγουσι, δειπνήσας: ἢ ὑπὸ τῆς ὀδμῆς τοῦ οἰκήματος ἐν ᾧ ἐκάθευδεν, ἀσβέστῳ προσφάτως ἐγχρισθέντος: ἐπιγενέσθαι γὰρ ἰκμάδα, καὶ νοτισθῆναι τοὺς τοίχους ἀμέτρως, πολλῶν ἀνθράκων αὐτόθι καιομένων, ὡς ἐν ὥρᾳ χειμῶνος διὰ τὴν ἀλέαν.

Ἐπεὶ δὲ εἰς Νίκαιαν τῆς Βιθυνίας ἀφίκετο ἡ στρατιὰ, ἀναγορεύουσι βασιλέα Οὐαλεντινιανὸν, ἄνδρα ἀγαθὸν καὶ τῆς ἡγεμονίας

ἄξιον. Ἔτυχε δὲ τότε παρὼν ἀπὸ τῆς ὑπερορίας φυγῆς. Λέγεται γὰρ, ὡς ἡνίκα Ἰουλιανὸς ἐκράτει Ῥωμαίων, συνταγματάρχην αὐτὸν ὄντα τοῦ καταλόγου τῶν καλουμένων Ἰοβιανῶν, τῆς στρατείας ἀπεώσατο, καὶ ἀϊδίῳ φυγῇ ἐζημίωσε. Πρόφασιν μὲν ὡς οὐ δεόντως ἔταξε τοὺς ὑπ̓ αὐτὸν στρατιώτας πρὸς τοὺς πολεμίους:

τὸ δ̓ ἀληθὲς, ἐντεῦθεν. Ἔτι διάγων Ἰουλιανὸς ἐν τοῖς πρὸς δύσιν Γαλάταις, ἧκεν εἴς τινα ναὸν θύσων: συνῆν δὲ αὐτῷ καὶ Οὐαλεντινιανός: ἔθος γὰρ παλαιὸν Ῥωμαίοις τὸν ἡγούμενον τῶν Ἰοβιανῶν καὶ Ἑρκουλιανῶν, τάγματα δὲ ταῦτα τῶν ἐν λόγῳ στρατιωτῶν, τὸ μὲν ἀφ̓ Ἡρακλέους, τὸ δὲ ἀπὸ Διὸς λαχόντα τὴν προσηγορίαν, κατὰ νώτου ἐγγὺς ἀεὶ φύλακας ἕπεσθαι τῷ βασιλεῖ.

Ἐπεὶ δὲ ἔμελλεν ὑπεραμείβειν τοῦ ναοῦ τὸν οὐδὸν, θαλλούς τινας διαβρόχους κατέχων ὁ ἱερεὺς, νόμῳ Ἑλληνικῷ περιέρραινε τοὺς εἰσιόντας: ἐκπεσούσης δὲ σταγόνος ἐπὶ τὴν αὐτοῦ ἐσθῆτα, χαλεπῶς ἤνεγκεν Οὐαλεντινιανός: ἦν γὰρ Χριστιανός: καὶ τῷ ῥαίνοντι ἐλοιδορήσατο: φασὶ δὲ καὶ τοῦ βασιλέως ὁρῶντος, αὐτίκα περιτεμεῖν καὶ ἀπορρίψαι σὺν αὐτῇ τῇ ψεκάδι, ὅσον ἐβράχη τῆς ἐσθῆτος.

Τὸ δὲ ἐξ ἐκείνου μηνιῶν ὁ Ἰουλιανὸς, οὐ πολλῷ ὕστερον κατεδίκασεν αὐτὸν τὴν Μελιτινὴν τῆς Ἀρμενίας διηνεκῶς οἰκεῖν, αἰτίαν σκηψάμενος τὴν περὶ τοὺς ὑπ̓ αὐτὸν στρατιώτας ῥαστώνην: οὐ γὰρ ἐβούλετο δόξαι, διὰ τὴν θρησκείαν κακῶς αὐτὸν ποιεῖν, ἵνα μὴ μάρτυρος ἢ ὁμολογητοῦ γερῶν ἀξιωθείη: καθότι ταύτης ἕνεκα τῆς αἰτίας, καὶ τῶν ἄλλων ἐφείσατο Χριστιανῶν, ὁρῶν αὐτοὺς εὔκλειαν, καὶ σύστασιν τοῦ δόγματος τοῖς κινδύνοις ποριζομένους, ὡς ἐν τοῖς πρόσθεν εἴρηται.

Ἐπεὶ δὲ ὁ Ἰοβιανὸς ἐπετράπη τὴν Ῥωμαίων ἡγεμονίαν, μετακληθεὶς ἀπὸ τῆς φυγῆς εἰς Νίκαιαν, συμβὰν ἐκεῖνον τελευτῆσαι, βουλευσαμένων τοῦ στρατοπέδου καὶ τῶν τότε τὰς μεγάλας ἀρχὰς ἐχόντων, ψήφῳ πάντων αἱρεῖται βασιλεύειν Οὐαλεντινιανός.

Ὡς δὲ τὰ σύμβολα τῆς ἀρχῆς ἐδέξατο, κεκραγότων τῶν στρατιωτῶν κοινωνὸν αὐτῷ τῆς βασιλείας ἕτερον ποιήσασθαι, Τὸ μὲν ἑλέσθαι μὲ, φησὶν, ἄρχειν ὑμῶν, ὦ ἄνδρες στρατιῶται, ἐν ὑμῖν ἦν: ἐπεὶ δὲ εἵλεσθε, ὃν νῦν αἰτεῖτε οὐκ ἐν ὑμῖν ἀλλ̓ ἐν ἐμοί: καὶ χρὴ τοὺς μὲν ἀρχομένους ὑμᾶς ἡσυχίαν ἄγειν:

ἐμὲ δὲ ὡς βασιλέα, τὰ πρακτέα σκοπεῖν. Καὶ τότε μὲν ταῦτα προσφωνήσας, οὐκ εἶξε τοῖς στρατιώταις: μετ̓ οὐ πολὺ δὲ παραγενόμενος εἰς Κωνσταντινούπολιν, ἀνεκήρυξε βασιλέα τὸν ἀδελφόν: καὶ τῆς ὑπηκόου τὰ μὲν πρὸς ἥλιον ἀνίσχοντα, παρέδωκεν αὐτῷ, τὰ δὲ ἀπὸ Ἰλλυριῶν ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν, καὶ πᾶσαν τὴν ἀντικρὺ ἤπειρον μέχρις ἐσχάτων Λιβύων, ὑφ̓ ἑαυτὸν ἔταξεν.

Ἄμφω δὲ Χριστιανὼ τὴν θρησκείαν ἐγενέσθην: διαφόρω δὲ τὴν δόξαν καὶ τὸν τρόπον. Οὐάλης μὲν γὰρ, Εὐδοξίῳ τῷ ἐπισκόπῳ μυσταγωγῷ χρησάμενος ἡνίκα ἐβαπτίσθη, τὴν Ἀρείου πίστιν ἐζήλου: καὶ δεινὸν ἡγεῖτο, μὴ βιάζεσθαι πάντας ὁμοδόξους αὐτῷ ποιεῖν. Οὐαλεντινιανὸς δὲ, τὰ αὐτὰ φρονῶν τοῖς ἐν Νικαίᾳ συνελθοῦσι, τούτους μὲν ὠφέλει: τοῖς δὲ ἑτέρως δοξάζουσιν, οὐδὲν ἠνώχλει.

Ὅτι καὶ πάλιν τὰ τῶν ἐκκλησιῶν ἀνεκινοῦντο: καὶ σύνοδος ἐν Λαμψάκῳ γίνεται: καὶ ὡς οἱ περὶ Εὐδόξιον Ἀρειανοὶ κρατοῦσι, καὶ τοὺς ὀρθὰ φρονοῦντας τῶν ἐκκλησιῶν ἀπελαύνουσιν, ἐν οἶς καὶ τὸν Ἀντιοχείας Μελέτιον.

Ἐπεὶ δὲ Κωνσταντινουπόλεως ἐξεδήμησεν ἐπὶ τὴν Ῥώμην διὰ Θρᾴκης πορευόμενος, τηνικαῦτα οἱ περὶ Ἑλλήσποντον καὶ Βιθυνίαν ἐπίσκοποι, καὶ ὅσοι ἄλλοι ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν λέγειν ἠξίουν, προβάλλονται πρεσβεύειν ὑπὲρ αὐτῶν Ὑπατιανὸν τὸν Ἡρακλείας τῆς Περίνθου ἐπίσκοπον: ὥστε ἐπιτραπῆναι συνελθεῖν ἐπὶ διορθώσει τοῦ δόγματος.

Προσελθόντος δὲ αὐτοῦ, καὶ τὰ παρὰ τῶν ἐπισκόπων διδάξαντος, ὑπολαβὼν Οὐαλεντινιανὸς, Ἐμοὶ μὲν, ἔφη, μετὰ λαοῦ τεταγμένῳ, οὐ θέμις τοιαῦτα πολυπραγμονεῖν: οἱ δὲ ἱερεῖς οἷς τούτου μέλει, καθ̓ ἑαυτοὺς ὅπη βούλονται συνίτωσαν.

Τοιαῦτα δὲ τοῦ βασιλέως ἀποκριναμένου πρὸς τὴν Ὑπατιανοῦ πρεσβείαν, συνιᾶσιν εἰς Λάμψακον. Καὶ δύο μῆνας βουλευσάμενοι, τελευτῶντες ἐψηφίσαντο, ἄκυρα εἶναι τὰ ἐν Κωνσταντινουπόλει πεπραγμένα σπουδῇ τῶν ἀμφὶ τὸν Εὐδόξιον καὶ Ἀκάκιον.

Ἀργεῖν δὲ καὶ τὴν ἔκθεσιν τῆς πίστεως, ἣν ὡς δυτικῶν ἐπισκόπων οὖσαν προκομίσαντες, ὑπογράψαι τινὰς παρεσκεύασαν, ἐπὶ ὑποσχέσει ἀποκηρύξεως τοῦ ἀνομοίου κατ̓ οὐσίαν, ὃ διεψεύσαντο: κρατεῖν δὲ τὸ ὅμοιον δοξάζειν τὸν Υἱὸν τῷ Πατρὶ κατ̓ οὐσίαν: εἶναι γὰρ τοῦ ὁμοίου τὴν προσθήκην ἀναγκαίαν διὰ τὴν σημασίαν τῶν ὑποστάσεων.

Πίστιν δὲ πολιτεύεσθαι κατὰ πᾶσαν ἐκκλησίαν, τὴν ἐν Σελευκείᾳ ὁμολογηθεῖσαν, ἐκτεθεῖσαν δὲ ἐπὶ τῇ ἀφιερώσει τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας: τοὺς δὲ καθαιρεθέντας παρὰ τῶν ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱὸν λεγόντων,

τοὺς ἰδίους ἀπολαμβάνειν θρόνους, ὡς παρανόμως ἐκβεβλημένους τῶν ἐκκλησίων. Εἰ δέ τις αὐτῶν κατηγορεῖν βούλεται, ἐκ τοῦ ἴσου κινδύνου τοῦτο ποιεῖν: δικαστὰς δὲ εἶναι τοὺς ὀρθῶς δοξάζοντας ἐν τῷ ἔθνει ἐπισκόπους, καὶ ἐκ τῶν πέλας ἐπαρχιῶν,

συνιόντας ἐν τῇ ἐκκλησίᾳ ἔνθα οἱ μάρτυρές εἰσι τῶν ἑκάστῳ βεβιωμένων. Ταῦτα ὁρίσαντες, ἐπειδὴ τοὺς περὶ Εὐδόξιον κεκλήκασι, καὶ μετανοίας αὐτοῖς μετέδωκαν, οἱ δὲ οὐχ ὑπήκουον, τὰ δόξαντα ταῖς πανταχοῦ ἐκκλησίαις ἐδήλωσαν.

Λογισάμενοι δὲ ὡς εἰκὸς, Εὐδόξιον τῆς οἰκείας μερίδος ποιῆσαι τὰ βασίλεια, καὶ διαβαλεῖν αὐτοὺς, ἔγνωσαν φθάσαι, καὶ τὰ πεπραγμένα ἐν Λαμψάκῳ μηνύσαι. Ὃ δὴ καὶ ἐποίουν, ἐπανιόντι Οὐάλεντι τῷ βασιλεῖ ἐκ Θρᾴκης ἐν Ἡρακλείᾳ περιτυχόντες: ἀποδημοῦντι γὰρ τῷ ἀδελφῷ εἰς τὴν πρεσβυτέραν Ῥώμην,

μέχρι τινὸς συνῆλθεν. Εὐδοξίῳ δὲ τὰ πρὸς βασιλέα καὶ τοὺς ἀμφ̓ αὐτὸν ἤδη κατὰ γνώμην διῳκεῖτο. Προσελθοῦσιν οὖν τοῖς ἐκ Λαμψάκου πρεσβευταῖς παρεκελεύσατο μὴ διαφέρεσθαι πρὸς Εὐδόξιον. Ἐπεὶ δὲ ἀντεῖπον, καὶ τὴν ἐν Κωνσταντινουπόλει γενομένην ἀπάτην, καὶ τὰ βεβουλευμένα κατὰ τῶν ἐν Σελευκείᾳ δεδογμένων Εὐδοξίῳ ἐμέμφοντο, κινηθεὶς πρὸς ὀργὴν, τοὺς μὲν ὑπερορίαν οἰκεῖν προσέταξε: τὰς δὲ ἐκκλησίας παραδίδοσθαι τοῖς ἀμφὶ τὸν Εὐδόξιον.

Ἐν τούτῳ δὲ τὴν Συρίαν κατέλαβεν. Ὑφωρᾶτο γὰρ, μὴ πῶς οἱ Πέρσαι τὰς ἐπὶ Ἰοβιανοῦ γενομένας τριακονταετεῖς σπονδὰς λύσωσι. Τῶν δὲ μηδὲν νεωτεριζόντων, ἐν Ἀντιοχείᾳ διέτριβεν: ἡνίκα δὴ Μελετίου μὲν τοῦ ἐπισκόπου ὑπερορίαν φυγὴν κατεδίκασε: Παυλίνον δὲ τὸν βίον αἰδεσθεὶς, ἐφείσατο: τοὺς δὲ Εὐζωΐῳ μὴ κοινωνοῦντας τῶν ἐκκλησιῶν ἀπήλαυνεν, εἰς χρήματά τε ἐζημίου καὶ ᾐκίζετο καὶ ἄλλως ἐπέτριβε.

Περὶ τῆς ἀποστασίας Προκοπίου, καὶ παραδόξου τελευτῆς: ἔτι δὲ καὶ περὶ Ἐλευσίου τοῦ Κυζίκου, καὶ Εὐνομίου τοῦ αἱρετικοῦ: καὶ ὅπως τὸν Ἐλεύσιον διεδέξατο.

Γέγονε δ̓ ἂν τότε, ὡς συμβαλεῖν ἐστὶ, καὶ τούτων δεινότερα, εἰ μὴ ὁ κατὰ Προκόπιον ἐπέλαβε πόλεμος. Τυραννήσας γὰρ ἐν Κωνσταντινουπόλει, καὶ πολλὴν ἐν βραχεῖ χρόνῳ στρατιὰν ἀθροίσας,

ἠπείγετο κατὰ Οὐάλεντος. Ὁ δὲ, ἐκ τῆς Συρίας ἐλάσας, συμβάλλει αὐτῷ περὶ Νακόλειαν τῆς Φρυγίας πόλιν: προδοσίᾳ τε Ἀγέλωνος καὶ Γωμαρίου τῶν αὐτοῦ στρατηγῶν, ζωγρήσας, αὐτόν τε καὶ τοὺς προδότας ἐλεεινῶς ἀνεῖλε.

Τοὺς μὲν γὰρ λέγεται, καίπερ εὐνοεῖν αὐτοῖς ὀμόσας, πρίοσι διχῆ διελεῖν. Προκοπίου δὲ δύο δένδροις οὐκ ἀπὸ πολλοῦ διεστῶσι κατακαμφθεῖσι πρὸς γῆν, ἑκάτερον ἑκατέρῳ φυτῷ προσῆψε σκέλος, καὶ ἀφῆκεν ἀνεγείρεσθαι: τὰ δὲ, πρὸς τὴν συνήθη στάσιν

ἀνορθωθέντα, διέσπασε τὸν ἄνθρωπον. Ἐπεὶ δὲ τέλος ἔσχεν ὁ πόλεμος, ἧκεν εἰς Νίκαιαν: ἐν ἡσυχίᾳ τε γεγονὼς, αὖθις ἐτάραττε τοὺς οὐχ ὁμοίως αὐτῷ περὶ τὸ θεῖον δοξάζοντας. Ὑπερφυῶς δὲ ἐχαλέπαινε κατὰ τῶν ἐν Λαμψάκῳ συνελθόντων, καθότι καὶ τοὺς τὰ Ἀρείου φρονοῦντας ἐπισκόπους, καὶ τὴν ἐν Ἀριμίνῳ περὶ τῆς πίστεως ἐκτεθεῖσαν γραφὴν ἀπεκήρυξαν.

Οὕτω δὲ ἔχων ὀργῆς, ἄγει ἐκ τῆς Κυζίκου Ἐλεύσιον: καὶ ὁμοδόξων αὐτῷ ἐπισκόπων σύλλογον καθίσας, ἐβιάζετο κοινωνεῖν αὐτοῖς τῆς πίστεως. Ὁ δὲ, τὰ πρῶτα ἀνδρείως ἀντέτεινεν: ὑπερορίαν δὲ φυγὴν καὶ τῆς οὐσίας ἀφαίρεσιν δείσας, ταῦτα γὰρ ἠπείλει μὴ πειθομένῳ, τὸ προσταχθὲν ἐποίησε.

Καὶ εὐθὺς μετεμελεῖτο: ἐπανελθών τε εἰς Κύζικον, δημοσίᾳ τὴν ἁμαρτίαν ἐπὶ τῆς ἐκκλησίας ἐξήγγειλε, καὶ ἕτερον ἐπίσκοπον χειροτονεῖν παρεκελεύετο: ἑαυτὸν γὰρ ἱερᾶσθαι μὴ προσήκειν ἔτι, ὡς οἰκείου δόγματος προδότην γενόμενον. Κυζικηνοὶ δὲ, αἰδοῖ τῆς τοῦ ἀνδρὸς πολιτείας εὔνοι τὰ μάλιστα αὐτῷ τυγχάνοντες,

ἕτερον ἔχειν ἐπίσκοπον οὐχ εἵλοντο. Ἐπεὶ δὲ ταῦτα Εὐδόξιος ἔγνω ὁ ἐν Κωνσταντινουπόλει τῆς Ἀρείου δόξης προεστὼς, χειροτονεῖ Εὐνόμιον τῆς Κυζίκου ἐπίσκοπον: ᾤετο γὰρ αὐτὸν δεινὸν ὄντα λέγειν, τινὶ πειθοῖ ῥᾳδίως πρὸς τὸ οἰκεῖον δόγμα τοὺς Κυζικηνοὺς ἐφελκύσασθαι.

Ὡς δὲ εἰς Κύζικον παρεγένετο προστάγματι βασιλέως, Ἐλευσίου ἐξελαθέντος, τὰς ἐνθάδε ἐκκλησίας κατέσχεν. Οἱ δὲ Ἐλευσίῳ πειθόμενοι, εὐκτήριον οἶκον ἔξω κατασκευάσαντες, πρὸ τῆς πόλεως ἐκκλησίαζον. Εὐνομίου μὲν οὖν πέρι, καὶ τῆς ὁμωνύμου τούτων αἱρέσεως, μικρὸν ὕστερον ἐρῶ.

Ὅτι κακῶς τότε ἔπασχον οἱ τὴν ἐν Νικαίᾳ πίστιν πρεσβεύοντες: καὶ περὶ Ἀγελίου τοῦ τῶν Ναυατιανῶν ἀρχομένου.

Παραπλησίων δὲ κακῶν ἐπειρῶντο οἱ ἐν Κωνσταντινουπόλει πρεσβεύοντες τὸ δόγμα τῶν ἐν Νικαίᾳ συνελθόντων. Σὺν αὐτοῖς δὲ καὶ οἱ τὰ Ναυάτου φρονοῦντες: καὶ πάντας μὲν ἐλαύνεσθαι τῆς πόλεως, Ναυατιανῶν δὲ καὶ τὰς ἐκκλησίας ἀποκλείεσθαι προσέταξεν ὁ βασιλεύς: τῶν δὲ ἄλλων οὐκ εἶχεν ὅτι ἀποκλείσειεν:

ἤδη γὰρ πρότερον ἐπὶ τῆς Κωνσταντίου βασιλείας ἀφῄρηντο. Οὐ μὴν ἀλλὰ καὶ Ἀγέλιον τότε εἰς ὑπερορίαν φυγὴν κατεδίκασεν: ὃς ἐκ τῶν Κωνσταντίου χρόνων ἡγεῖτο ἐν Κωνσταντινουπόλει τῆς Ναυατιανῶν ἐκκλησίας. Ἐλέγετο δὲ ὅτι μάλιστα θαυμασίως πολιτεύεσθαι κατὰ τοὺς ἐκκλησιαστικοὺς νόμους: ὁ δὲ βίος ἦν αὐτῷ, τοῦτο δὴ τὸ προὖχον ἐν φιλοσοφίᾳ, κτήσεως χρημάτων ἐλεύθερος: καὶ ἡ ἀγωγὴ ἐδείκνυ: ἑνί τε γὰρ χιτωνίῳ ἐχρῆτο, καὶ δίχα ὑποδημάτων ἀεὶ ἐβάδιζεν: οὐ πολλῷ δὲ ὕστερον αὐτὸς μετεκλήθη,

καὶ τὰς ὑπ̓ αὐτὸν ἐκκλησίας ἀπέλαβε, καὶ ἀδεῶς ἐκκλησίαζεν. Αἴτιος δὲ τούτων Μαρκιανός τις: ὃς ἐπὶ βίῳ καὶ λόγοις θαυμαζόμενος, πάλαι μὲν ἐν τοῖς βασιλείοις ἐστρατεύετο: τότε δὲ πρεσβύτερος ὢν τῆς Ναυατιανῶν αἱρέσεως, γραμματικοὺς λόγους ἐξεδίδασκε τὰς βασιλέως θυγατέρας, Ἀναστασίαν τε καὶ Καρῶσαν: ὧν εἰσέτι νῦν ἐπώνυμα λουτρὰ κατὰ τὴν Κωνσταντινούπολίν ἐστί: διὰ γὰρ τὴν πρὸς αὐτὸν αἰδῶ καὶ χάριν, μόνοις Ναυατιανοῖς τὰ εἰρημένα ὑπῆρξε.

Περὶ Οὐαλεντινιανοῦ τοῦ νέου, καὶ Γρατιανοῦ: καὶ περὶ τοῦ κατὰ Οὐάλεντα διωγμοῦ: καὶ ὅτι οἱ τὸ ὁμοούσιον δοξάζοντες, ὑπὸ τῶν Ἀρειανῶν καὶ Μακεδονιανῶν ἐλαυνόμενοι, πρὸς τὴν Ῥώμην διαπρεσβεύονται.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, ὁμώνυμος τῷ βασιλεῖ Οὐαλεντινιανῷ γίνεται παῖς κατὰ τὴν δύσιν: οὐ πολλῷ δὲ ὕστερον, καὶ Γρατιανὸς ὃν πρὸ τῆς ἀρχῆς εἶχε,

καθίστατο βασιλεύς. Ἐν τούτῳ δὲ, καίπερ παρὰ τὸ εἰωθὸς χαλάζης ἐμφεροῦς λίθοις ἐν πολλοῖς τόποις καταρραγείσης, καὶ μεγίστων σεισμῶν ἄλλαις τε πόλεσι, καὶ Νικαίᾳ τῇ Βιθυνῶν εἰς ἄγαν λυμῃναμένων, οὐκ ἐπαύσαντο Οὐάλης τε ὁ βασιλεὺς καὶ Εὐδόξιος ὁ ἐπίσκοπος, τοὺς ἑτέρως αὐτοῖς δοξάζοντας Χριστιανοὺς ἐκδιώκοντες. Καὶ πρὸς μὲν τοὺς ὁμοδόξους τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν, ἐδόκει πως αὐτοῖς κατωρθῶσθαι τὸ σπουδαζόμενον. Ἐν γὰρ τῷ πλείονι τῆς ὑπὸ Οὐάλεντος ἀρχομένης, καὶ μάλιστα ἀνά τε Θρᾴκην καὶ Βιθυνίαν καὶ Ἑλλήσποντον, καὶ ἔτι τούτων προσωτέρω, οὔτε ἐκκλησίας, οὔτε ἱερέας εἶχον.

Πρὸς δὲ τοὺς τὰ Μακεδονίου φρονοῦντας, πολυπλασίους αὐτῶν ὄντας κατὰ τόδε τὸ κλίμα, ἐχαλέπαινον: καὶ τραπέντες ἐπ̓ αὐτοὺς, οὐ μετρίως ἐδίωκον. Οἱ δὲ, δέει τῶν ἐπικειμένων κακῶν, διαπρεσβευόμενοι πρὸς ἀλλήλους κατὰ πόλεις ἄμεινον ἐδοκίμασαν ἐπὶ Οὐαλεντινιανὸν καὶ τὸν Ῥωμαίων ἐπίσκοπον καταφυγεῖν, κἀκείνοις μᾶλλον ἢ Εὐδοξίῳ καὶ Οὐάλεντι καὶ τοῖς ἀμφ̓ αὐτοὺς κοινωνεῖν τῆς πίστεως.

Καὶ ἐπεὶ τάδε καλῶς ἔχειν ἔδοξεν, αἱροῦνται ἐπὶ τούτοις τρεῖς ἐξ αὐτῶν, Εὐστάθιόν τε τὸν ἐκ Σεβαστείας ἐπίσκοπον, καὶ Σιλβανὸν τὸν Ταρσοῦ, καὶ Θεόφιλον τὸν Κασταβάλων, καὶ πρὸς Οὐαλεντινιανὸν τὸν βασιλέα πέμπουσι, γράψαντες Λιβερίῳ τῷ Ῥωμαίων ἐπισκόπῳ καὶ τοῖς ἀνὰ τὴν δύσιν ἱερεῦσιν, οἷα δὴ πίστιν δόκιμον καὶ βεβαίαν ἀπὸ τῶν ἀποστόλων ἔχουσι καὶ πρὸ τῶν ἄλλων προνοεῖν τῆς θρησκείας ὀφείλουσι, παντὶ σθένει συλλαβέσθαι τοῖς αὐτῶν πρέσβεσι, καὶ σὺν αὐτοῖς περὶ τῶν πρακτέων βουλεύσασθαι, ἕως ἂν δοκιμάσωσι διορθῶσαι τὰ τῆς ἐκκλησίας πράγματα.

Καὶ οἱ μὲν, εἰς Ἰταλίαν ἀφικόμενοι, ἔγνωσαν τὸν βασιλέα ἐν Γαλατίᾳ διάγειν, τοῖς παρακειμένοις τῇδε βαρβάροις μαχόμενον. Ἀπόρου δὲ φανείσης αὐτοῖς τῆς ἐπὶ Γαλάτας ὁδοῦ διὰ τὸν πόλεμον, ἔδωκαν Λιβερίῳ τὰ γράμματα.

Κοινωσάμενοί τε περὶ ὧν ἐπρεσβεύοντο, καταγινώσκουσιν Ἀρείου, καὶ τῶν ὁμοίως αὐτῷ φρονούντων καὶ διδασκόντων̔. Ἀποκηρύττουσι δὲ καὶ πᾶσαν αἵρεσιν ἐναντιουμένην τῇ πίστει τῆς ἐν Νικαίᾳ συνόδου: καὶ τὸ ὁμοούσιον ὄνομα δέχονται,

ὡς τῷ ὁμοίῳ κατ̓ οὐσίαν τὰ αὐτὰ σημαῖνον. Ὡς δὲ τούτων ἔγγραφον ὁμολογίαν αὐτῶν ἔλαβε Λιβέριος, ἐκοινώνησεν αὐτοῖς: καὶ τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις ἔγραψε, τῆς ὁμονοίας καὶ τῆς περὶ τὸ δόγμα συμφωνίας ἐπαινῶν: καὶ τὰ πρὸς τοὺς πρέσβεις πεπραγμένα ἐμήνυσεν. Ἦν δὲ τῶν ἀμφὶ τὸν Εὐστάθιον, ἡ ὁμολογία ἥδε.

Ὁμολογία Εὐσταθίου, Σιλβανοῦ, Θεοφίλου, τῶν ἀπὸ Μακεδονίας, πρὸς Λιβέριον τὸν Ῥώμης ἐπίσκοπον.

Κυρίῳ ἀδελφῷ, καὶ συλλειτουργῷ Λιβερίῳ, Εὐστάθιος, Σιλβανὸς, Θεόφιλος, ἐν Κυρίῳ χαίρειν. Διὰ τὰς τῶν αἱρετικῶν μανιώδεις ὑπονοίας, οἳ οὐ παύονται ταῖς καθολικαῖς ἐκκλησίαις σκάνδαλα ἐπισπείρειν, τούτου χάριν πᾶσαν ἀφορμὴν αὐτῶν ἀναιροῦντες, ὁμολογοῦμεν τὴν σύνοδον τὴν γενομένην ἐν Λαμψάκῳ, καὶ Σμύρνῃ, καὶ ἐν ἑτέροις διαφόροις τόποις τῶν ὀρθοδόξων ἐπισκόπων:

ἧς συνόδου πρεσβείαν ποιούμενοι, πρὸς τὴν χρηστότητά σου καὶ πάντας τοὺς Ἰταλοὺς καὶ Δυτικοὺς ἐπισκόπους γράμματα κομίζομεν, τὴν πίστιν τὴν καθολικὴν κρατεῖν καὶ φυλάσσειν, ἥτις ἐν τῇ ἁγίᾳ Νικαέων συνόδῳ ἐπὶ τοῦ μακαρίου Κωνσταντίνου ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων πατέρων βεβαιωθεῖσα, ἀκεραίᾳ καὶ ἀσαλεύτῳ τῇ καταστάσει ἕως νῦν καὶ διηνεκῶς μένει, ἐν ᾗ τὸ ὁμοούσιον ἁγίως καὶ εὐσεβῶς κεῖται, ὑπεναντίως τῆς Ἀρείου διαστροφῆς:

ὁμοίως καὶ ἡμᾶς μετὰ τῶν προειρημένων τὴν αὐτὴν πίστιν κεκρατηκέναι τε καὶ κρατεῖν, καὶ ἄχρι τέλους φυλάσσειν, ἰδίᾳ χειρὶ ὁμολογοῦμεν: κατακρίνοντες Ἄρειον καὶ τὴν ἀσεβῆ διδαχὴν αὐτοῦ σὺν τοῖς μαθηταῖς αὐτοῦ, καὶ πᾶσαν αἵρεσιν Πατροπασιανοῦ, Μαρκίωνος, Φωτινοῦ, Μαρκέλλου, καὶ Παύλου τοῦ Σαμοσατέως, καὶ τούτων τὴν διδαχὴν καὶ πάντας τοὺς ὁμόφρονας αὐτῶν: καὶ πάσας δὲ τὰς αἱρέσεις τὰς ἐναντιουμένας τῇ προειρημένῃ ἁγίᾳ πίστει, ἥτις εὐσεβῶς ἐξετέθη ὑπὸ τῶν ἁγίων πατέρων ἐν Νικαίᾳ, ἀναθεματίζομεν: ἀναθεματίζοντες Ἄρειον ἐξαιρέτως, καὶ τὰ ἐν τῇ Ἀριμίνῳ συνόδῳ, ὅσα ὑπεναντίως ταύτης τῆς προειρημένης πίστεως τῆς ἁγίας συνόδου Νικαέων ἐπράχθη: οἷς δόλῳ καὶ ἐπιορκίᾳ ὑποπεισθέντες ἐν Κωνσταντινουπόλει κομισθεῖσιν ἀπὸ Νίκης τῆς Θρᾴκης, ὑπεγράψαμεν.

Ταῦτα ὁμολογήσαντες, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν αὐτοῖς ῥητοῖς τῇ οἰκείᾳ ὁμολογίᾳ συνῆψαν: καὶ περὶ τῶν πραχθέντων γράμματα Λιβερίου λαβόντες, ἔπλευσαν εἰς Σικελίαν.

Περὶ τῆς ἐν Σικελίᾳ συνόδου, καὶ τῆς ἐν Τυάνοις, καὶ περὶ τῆς ἐν Κιλικίᾳ προσδοκωμένης ἔσεσθαι, ἣν διελυσεν Οὐάλης: καὶ περὶ τοῦ τότε διωγμοῦ, καὶ ὡς Ἀθανάσιος ὁ μέγας πάλιν φυγὼν. ἀπεκρύβη: καὶ ὡς πάλιν γράμμασιν Οὐάλεντος ἀνεφάνη, καὶ τὰς κατ̓ Αἴγυπτον ἐκκλησίας διεῖπεν.

Γενομένης δὲ κακεῖσε συνόδου, καὶ τὰ αὐτὰ ψηφισαμένων τῶν τῇδε ἐπισκόπων,

ἐπεὶ τάδε ἔπραξαν, ἐπανῆλθον. Κατ̓ ἐκεῖνον δὲ τὸν καιρὸν σύνοδον ἀγόντων ἐν Τυάνοις Εὐσεβίου τοῦ ἐπισκόπου τῆς Καππαδοκῶν Καισαρείας, Ἀθανασίου τε τοῦ Ἀγκύρας, καὶ Πελαγίου τοῦ Λαοδικείας, Ζήνωνός τε τοῦ Τυρίου, καὶ Παύλου τοῦ Ἐμέσης, Ὀτρέως τε τοῦ Μελιτηνῆς, καὶ Γρηγορίου τοῦ Ναζιανζοῦ, καὶ πολλῶν ἄλλων, οἳ τὸ ὁμοούσιον πρεσβεύειν ἐψηφίσαντο ἐν Ἀντιοχείᾳ ἐπὶ τῆς Ἰοβιανοῦ βασιλείας, ἀναγινώσκεται τὰ Λιβερίου καὶ τῶν ἀνὰ τὴν δύσιν γράμματα.

Περιχαρεὶς τε ἐπὶ τούτοις γενόμενοι, ἔγραψαν πάσαις ταῖς ἐκκλησίαις, ἐντυχεῖν τοῖς ψηφίσμασι τῶν ἀνὰ τὴν Ἀσίαν ἐπισκόπων, καὶ τοῖς Λιβερίου γράμμασι καὶ Ἰταλῶν, καὶ Ἄφρων, καὶ Γαλατῶν τῶν πρὸς δύσιν, καὶ Σικελῶν: ἐκόμισαν γὰρ καὶ τούτων γράμματα οἱ ἐκ Λαμψάκου πρέσβεις: καὶ ἀναλογίσασθαι τὸν πάντων ἀριθμόν: πολλῷ γὰρ τῷ πλήθει τὴν ἐν Ἀριμίνῳ σύνοδον ἐνίκων: καὶ ὁμοφρονας αὐτοῖς γενέσθαι καὶ κοινωνούς: καὶ ὅτι ταύτης εἰσὶ τῆς γνώμης, διὰ γραφῆς οἰκείας δηλῶσαι:

συνελθεῖν δὲ εἰς Ταρσὸν τῆς Κιλικίας ἔτι ἦρος ὄντος, εἰς ῥητὴν ἡμέραν ἣν ὥρισαν. Καὶ οἱ μὲν, ὧδε ἀλλήλους συνιέναι προετρέποντο. Ἤδη δὲ συνίστασθαι μελλούσης τῆς ἐν Ταρσῷ συνόδου, συνελθόντες ἐν Καρίᾳ τῆς Ἀσίας ἀμφὶ τριάκοντα τέσσαρες τῶν Ἀσιανῶν ἐπισκόπων, τὴν μὲν ἐπὶ τῇ ὁμονοίᾳ τῶν ἐκκλησιῶν σπουδὴν ἐπῄνουν: παρῃτοῦντο δὲ τὸ τοῦ ὁμοουσίου ὄνομα: καὶ τὴν ἐν Ἀντιοχείᾳ καὶ Σελευκείᾳ ἐκτεθεῖσαν πίστιν χρῆναι κρατεῖν ἰσχυρίζοντο, ὡς καὶ Λουκιανοῦ τοῦ μάρτυρος οὖσαν, καὶ μετὰ κινδύνων καὶ πολλῶν ἱδρώτων παρὰ τῶν πρὸ αὐτῶν δοκιμασθεῖσαν.

Ὁ δὲ βασιλεὺς Εὐδοξίου σπουδῇ, τὴν ἐν Κιλικίᾳ προσδοκωμένην διέλυσε σύνοδον, γράψας περὶ τούτου καὶ ἀπειλὰς ἐπιθείς. Ἐν μέρει δὲ τοῖς ἄρχουσι τῶν ἐθνῶν ἀπελαύνειν τῶν ἐκκλησιῶν προσέταξε τοὺς ἐπὶ Κωνσταντίνου καθαιρεθέντας ἐπισκόπους, αὖθις δὲ τὴν ἱερωσύνην ἀναλαβόντας ἐπὶ τῆς Ἰουλιανοῦ βασιλείας.

Ἐκ ταύτης δὲ τῆς προστάξεως καὶ ταῖς ἀνὰ τὴν Αἴγυπτον ἀρχαῖς σπουδὴ γέγονεν, ἀφελέσθαι τῶν αὐτόθι ἐκκλησιῶν Ἀθανάσιον, καὶ τῆς πόλεως ἀπελάσαι. Οὐ τὸ τυχὸν γὰρ ἐπιτίμιον ἐνέκειτο τῷ βασιλείῳ γράμματι, εἰ μὴ ταῦτα γένοιτο, πάντων ἐπίσης ἀρχόντων τε καὶ τῶν ὑπ̓ αὐτοὺς στρατιωτῶν, καὶ βουλευτηρίων, ἔκτισιν πολλῶν χρημάτων καταδικάζον, καὶ σώματος αἰκισμοὺς ἀπειλούμενον.

Συνελθὸν δὲ τὸ πλῆθος τῶν Χριστιανῶν, ἐζήτουν τὸν ὕπαρχον ἀπερισκέπτως μὴ ἀπελαύνειν τὸν ἐπίσκοπον: ἀκριβέστερον δὲ σκοπεῖν τὸν ὅρον τῶν βασιλείων γραμμάτων, ὡς κατ̓ ἐκείνων μόνων κρατοῦντα τῶν ἐπὶ Ἰουλιανοῦ κατελθόντων μετὰ τὴν ἐπὶ Κωνσταντίου φυγήν.

Τὸν δὲ Ἀθανάσιον ἔλεγον, φυγεῖν μὲν ἐπὶ Κωνσταντίου, μετακληθῆναι δὲ παῤ αὐτοῦ καὶ τὴν ἐπισκοπὴν ἀπολαβεῖν: Ἰουλιανὸν δὲ πάντας καταγαγόντα, μόνον αὐτὸν διῶξαι: πάλιν δ̓ αὖ Ἰοβιανὸν αὐτὸν μετακαλέσασθαι.

Ταῦτα λέγοντες, οὐκ ἔπειθον. Ἀντεῖχον δὲ ὅμως, καὶ βιάζεσθαι οὐ συνεχώρουν. Πανταχόθεν δὲ τοῦ δήμου συρρέοντος, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἀνὰ τὴν πόλιν ὄντων, καὶ στάσεως προσδοκωμένης, ἐμήνυσεν ὁ ὕπαρχος βασιλεῖ τὰ γενόμενα,

συγχωρήσας αὐτὸν ἐν τῇ πόλει διάγειν. Ἤδη δὲ πολλῶν διαγενομένων ἡμερῶν, καὶ τῆς κινηθείσης στάσεως πεπαῦσθαι δοκούσης, ἑσπέρας λαθὼν Ἀθανάσιος ἐξῆλθε τῆς πόλεως, καὶ εἴς τι χωρίον ἐκρύπτετο.

Ἀωρὶ δὲ τῆς αὐτῆς νυκτὸς ὁ ὕπαρχος Αἰγύπτου, καὶ ὁ τῶν τῇδε στρατευμάτων ἡγεμὼν, κατέλαβον τὴν ἐκκλησίαν, ἐν ᾗ τὸ καταγώγιον εἶχε: πανταχοῦ τε καὶ εἰς τὰς ὑπερῴους οἰκήσεις ἀναζητήσαντες αὐτὸν, ὑπεχώρουν διαμαρτόντες τῆς βουλῆς: ᾤοντο γὰρ λοιπὸν τοῦ πλήθους ἐπιλελησμένου τῆς προτέρας κινήσεως, εἰ ἐπίθοιντο πάντων πρὸς ὕπνον τετραμμένων, ῥᾳδίως τὴν βασιλέως πρόσταξιν ἐπιτελέσειν,

καὶ τὴν πόλιν ἀστασίαστον φυλάξειν. Θαῦμα δὲ πάντας εἰκότως εἶχεν, Ἀθανασίου μὴ εὑρεθέντος. Εἴτε γὰρ θείας δυνάμεως προειπούσης ὑπανεχώρησεν, εἴτε τινῶν ἀναγγειλάντων, ἀμφότερα εἰς ταὐτὸν τελεῖ. Καὶ προμηθείας ἢ κατὰ ἄνθρωπον ἐδόκει, εἰς ἀναγκαῖον ὧδε καιρὸν προμαθεῖν τὴν ἐπιβουλὴν καὶ φυλάξασθαι. Ἕτεροι δέ φασιν, ὡς τὴν τοῦ πλήθους παράλογον κίνησιν προορῶν, δείσας τε μὴ τῶν ἐντεῦθεν συμβησομένων δεινῶν αἴτιος εἶναι δόξει, πάντα τοῦτον τὸν χρόνον ἐν πατρῴῳ μνήματι διέτριβε.

Καὶ ὁ μὲν ὧδε διαφυγὼν ἐλάνθανεν. Οὐ πολλῷ δὲ ὕστερον ἔγραψεν ὁ βασιλεὺς, αὐτὸν ἐπανελθεῖν καὶ τὴν ἐκκλησίαν ἔχειν. Τεκμαίρομαι δὲ Οὐάλεντα παρὰ σκοπὸν ἐπὶ ταύτην τὴν γραφὴν ἐλθεῖν, ἢ τὴν κρατοῦσαν περὶ Ἀθανασίου δόξαν λογιζόμενον, καὶ ὅτι τούτου χάριν εἰκὸς ἦν μέμψασθαι Οὐαλεντινιανὸν, ἐπειδὴ τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δόγμα ἐπρέσβευσεν: ἢ τῶν ἐπαινούντων αὐτὸν πολλῶν ὄντων, τὴν κίνησιν ὑπορώμενον, μή τι νεωτερίσωσιν ἐπὶ

βλάβῃ τῶν κοινῶν πραγμάτων. Οἶμαι δὲ, ὡς εἰκὸς, καὶ τοὺς προεστῶτας τῆς Αρείου αἱρέσεως μὴ λίαν ἐπιθέσθαι τῇ περὶ τούτου σπουδῇ: λογισαμένους, ὡς τῆς πόλεως ἐκβληθεὶς αὖθις ὀχλήσει τοῖς βασιλεῦσι, καὶ ἀφορμὴν ἐντεῦθεν ἕξει τῆς πρὸς αὐτοὺς ὁμιλίας, καὶ μεταπείσει Οὐάλεντα: Οὐαλεντινιανὸν δὲ καὶ εἰς ὀργὴν κινήσει, ὡς ὁμόφρονα. Μάλιστα γὰρ περιδεεῖς ἦσαν ἐκ τῶν ἐπὶ Κωνσταντίου συμβάντων, πεπειραμένοι τῆς αὐτοῦ ἀρετῆς.

Ἐπὶ τοσοῦτον γὰρ καὶ τότε τῆς τῶν ἐναντίων ἐκράτησεν ἐπιβουλῆς, ὡς ἀσμένως αὐτῷ παραχωρῆσαι τῶν ἀνὰ τὴν Αἴγυπτον ἐκκλησιῶν, καὶ ἐπὶ τούτῳ μόλις εἶξαι Κωνσταντίου γράμμασιν, ἐκ τῆς Ἰταλίας ἐπανελθεῖν. Τὸ μὲν οὖν αἴτιον, καθότι Ἀθανάσιος ἐπίσης τοῖς ἄλλοις οὐκ ἀφῃρέθη τῆς ἐκκλησίας, τοῦτο εἰκάζω εἶναι.

Τοῖς δὲ λοιποῖς μονονουχὶ διωγμὸς συνέβη, Ἑλληνικῷ παραπλήσιος: φυγαί τε γὰρ ὑπερόριοι ἐσπουδάζοντο τῶν τὰ αὐτὰ φρονεῖν ἀναινομένων: καὶ εὐκτήριοι οἶκοι, τῶν μὲν ἀφῃροῦντο, τοῖς δὲ παρεδίδοντο: ἡ δὲ Αἴγυπτος τέως τούτων ἀπείρατος ἦν, ἔτι Ἀθανασίου τῷ βίῳ περιόντος.

Ὡς μετὰ Εὐδόξιον Δημόφιλος Ἀρειανὸς Κωνσταντινουπόλεως γίνεται: τὸ δὲ εὐσεβὲς. Εὐάγριον προχειρίζονται: καὶ περὶ τοῦ γενομένου ἐντεῦθεν διωγμοῦ.

Τῷ δὲ βασιλεῖ Οὐάλεντι τὴν παῤ Ὀρρόντην Ἀντιόχειαν καταλαβεῖν ἐδόκει. Ἐχομένου δὲ αὐτοῦ τῆς ὁδοῦ, τελευτᾷ τὸν βίον Εὐδόξιος, ἐπὶ ἕνδεκα ἐνιαυτοῖς κρατήσας τῶν ἐν τῇ Κωνσταντινουπόλει ἐκκλησιῶν. Ἐπιτρέπεται δὲ ταύτας Δημόφιλος, χειροτονηθεὶς εἰς τὴν αὐτοῦ διαδοχὴν παρὰ τῶν τὰ Ἀρείου φρονούντων.

Οἱ δὲ τοῦ δόγματος τῆς ἐν Νικαίᾳ συνόδου, νομίσαντες εἰς καιρὸν αὐτοῖς τάδε συμβεβηκέναι, ψηφζονται Εὐάγριόν τινα ἐπισκοπεῖν αὐτῶν. Χειροτονεῖ δὲ τοῦτον Εὐστάθιος, ὃς τὴν Ἀντιοχέων τῶν Σύρων διεῖπεν ἐκκλησίαν. Μετακληθεὶς γὰρ ὑπὸ Ἰοβιανοῦ ἐκ τῆς ὑπερορίας φυγῆς, λάθρα τότε ἐν Κωνσταντινουπόλει διέτριβε, τοὺς ὁμοδόξους αὐτῷ διδάσκων,

καὶ προτρέπων ἐπὶ τῆς αὐτῆς μένειν περὶ τὸ θεῖον γνώμης. Ἐντεῦθεν οἱ μὲν ἀπὸ τῆς Ἀρείου αἱρέσεως πρὸς στάσιν ἀνακινηθέντες, χαλεπῶς ἐδίωκον τοὺς σπουδαστὰς τῆς Εὐαγρίου χειροτονίας. Ὁ δὲ βασιλεὺς ταῦτα γνοὺς, ἐν Νικομηδείᾳ τέως τὴν ὁδὸν ἐπέσχε: δείσας δὲ περὶ τῆς πόλεως μή τι πάθῃ ὑπὸ στάσεως, σύνοιδε πέμψαι στρατιώτας εἰς Κωνσταντινούπολιν,

οὓς ἱκανοὺς ἐνόμισεν εἰς τοῦτο. Εὐστάθιον δὲ συλληφθέντα, προσέταξεν ἐν Βιζύῃ πόλει τῆς Θρᾴκης διάγειν, καὶ Εὐάγριον ἑτέρωθι ἀπάγεσθαι. Καὶ τὰ μὲν ὧδε ἔσχε.

Περὶ τῶν πρεσβέων τῶν εὐσεβῶν ὀγδοήκοντα, οὓς Οὐάλης σὺν πλοίῳ μέσης θαλάσσης κατέκαυσεν ἐν Νικομηδείᾳ.

Θρασύτεροι δὲ, ὡς φιλεῖ συμβαίνειν τοῖς εὐτυχοῦσιν, οἱ τὰ Ἀρείου φρονοῦντες γενόμενοι, οὐκ ἀνεκτὰ ἐπεβούλευον τοῖς ἀπὸ τῆς ἐναντίας δόξης. Οἱ δὲ, εἴς τε τὸ σῶμα ὑβριζόμενοι, ἄρχουσί τε καὶ δεσμωτηρίοις παραδιδόμενοι, καὶ τὰς οὐσίας κατ̓ ὀλίγον δαπανώμενοι ταῖς ἐνθένδε συχνῶς συμβαινούσαις ζημίαις, ἔγνωσαν δεηθῆναι τοῦ βασιλέως, ὅπως τινὰ τῶν δεινῶν εὕροιεν ἀπαλλαγήν.

Καὶ ἐκκλησιαστικοὺς ὀγδοήκοντα ἄνδρας ἐπὶ τοῦτο εἵλοντο, ὧν ἡγοῦντο Οὐρβασὸς καὶ Θεόδωρος καὶ Μενέδημος. Ὡς δὲ εἰς Νικομήδειαν ἀφίκοντο, βιβλίον ἐπέδωκαν τὰ κατ̓ αὐτοὺς ἐγράψαντες. Ὁ δὲ, σφόδρα θυμωθεὶς, ὅσον ὠργίσθη οὐκ ἐγένετο δῆλος: λάθρα δὲ ὑπάρχῳ προσέταξε συλλαβεῖν αὐτοὺς καὶ ἀνελεῖν.

Ὁ δὲ ὕπαρχος δείσας μὴ στασιάσῃ τὸ πλῆθος, τοσούτων εὐλαβῶν ἀνδρῶν καὶ μηδὲν ἠδικηκότων παραλόγως ἀναιρουμένων, πλάττεται καταδικάζειν αὐτῶν ὑπερορίαν φυγήν. Ὡς ἐπὶ τοῦτο δὲ πέμπων αὐτοὺς, εἰς πλοῖον ἐνεβίβασεν, οὐκ ἀγεννῶς τάδε παθεῖν ὑπομένοντας.

Ἐπεὶ δὲ πλέοντες κατὰ μέσον τοῦ Ἀστακίου καλουμένου κόλπου ἐγένοντο, οἱ μὲν ναῦται πυρὶ τὸ σκάφος ὑφάψαντες, ὡς ἦν αὐτοῖς προστεταγμένον, ὑπεχώρουν εἰς τὸ ἐφόλκιον μεταπηδήσαντες. Ἡ δὲ ναῦς ὑπὸ ἐπιφόρου ἀνέμου ἐλαυνομένη, ἄχρι Δακιβίζης, χωρίον δὲ τοῦτο τῆς παραλίου Βιθυνίας, διήρκεσε πρὸς τὸν ἔκπλουν: ἅμα δὲ τῇ γῇ προσέσχε, καὶ διελύθη, σὺν αὐτοῖς ἀνδράσι καταφλεγεῖσα.

Περὶ τῆς διαφορᾶς Εὐσεβίου τοῦ Καισαρείας, καὶ Βασιλείου τοῦ μεγάλου. καὶ ὡς ἐντεῦθεν οἱ Ἀρειανοὶ θάρσος λαβόντες, τῇ Καισαρέων ἐπιφοιτῶσι, καὶ ἀποκρούονται.

Οὐάλης δὲ καταλιπὼν τὴν Νικομήδειαν, ἐπὶ τὴν Ἀντιόχειαν τὴν ὁδὸν ἐποιεῖτο. Ἐν τούτῳ δὲ, Καππαδόκαις ἐνδημήσας, ὅπερ εἰώθει ποιεῖν, ἐσπούδαζε κακοῦν τοὺς ὀρθόφρονας, καὶ τὰς ἐνθάδε ἐκκλησίας παραδιδόναι τοῖς τὰ Ἀρείου φρονοῦσι. Ῥᾳδίως τε τοῦτο κατορθώσειν ᾤετο, ἐκ τοῦ ἐκ διαφορᾶς τινὸς εἰς λύπην καταστῆναι Βασίλειον Εὐσεβίῳ τῷ τότε ἐπιτροπεύοντι τὴν Καισαρέων ἐκκλησίαν: διὸ καὶ πρὸς τὸν Πόντον ὑπεχώρησε, καὶ τοῖς ἐνθάδε φιλοσοφοῦσι μοναχοῖς συνῆν.

Τὸ δὲ πλῆθος, καὶ μάλιστα οἱ κράτιστοι καὶ σοφώτεροι, ἐν ὑπονοίᾳ τὸν Εὐσέβιον εἶχον: καὶ ὡς φυγῆς αἴτιον γενόμενον ἀνδρὸς εὐδοκιμωτάτου ἐν τῷ βιοῦν καὶ λέγειν, ἀπολιπεῖν αὐτὸν ἐβουλεύοντο, καὶ καθ̓ ἑαυτοὺς ἐκκλησιάζειν.

Ἀλλ̓ ὁ μὲν, ἵνα μὴ καὶ τὸ καθ̓ ἑαυτὸν ἐπιτρίψῃ τὴν ἐκκλησίαν, οὐκ ἐνδεᾶ θορύβων διὰ τῆς ἐπαναστάσεις τῶν ἑτεροδόξων, ἐν τοῖς περὶ τὸν Πόντον φροντιστηρίοις ἡσυχίαν ἦγε. Βασιλέα δὲ καὶ τοὺς ἀμφ̓ αὐτὸν ἐπισκόπους, ἀεὶ γὰρ αὐτῷ συνῆσαν τῆς Ἀρείου αἱρέσεως, προθυμοτέρους εἰς τὴν ἐπιχείρησιν ἐποίει ἡ Βασιλείου ἀπουσία,

καὶ τὸ περὶ Εὐσέβιον τοῦ λαοῦ μῖσος. Ἀπέβη δὲ παρὰ γνώμην αὐτοῖς. Ἅμα γὰρ ἠγγέλθησαν ἐπὶ Καππαδοκίαν ἐλαύνειν, καταλιπὼν τὸν Πόντον Βασίλειος, ἐθελοντὴς εἰς Καισάρειαν ἧκε: καὶ Εὐσεβίῳ σπεισάμενος, εὔνους ἦν: τῇ δὲ ἐκκλησίᾳ εἰς καιρὸν τοῖς λόγοις ἐπήμυνεν. Ὁ δὲ Οὐάλης ἀποτυχὼν τῆς σπουδῆς, ἄπρακτος ἅμα τοῖς σὺν αὐτῷ ἐπισκόποις ἀπεχώρησε τότε.

Ὡς μετὰ Εὐσέβιον Βασίλειος τὴν Καππαδοκῶν ἐπετράπη, καὶ περὶ τῆς πρὸς Οὐάλεντα παρρησίας αὐτοῦ.

Μετὰ χρόνον δὲ πάλιν εἰς Καππαδοκίαν ἐλθὼν, καταλαμβάνει Βασίλειον τὰς τῇδε ἐκκλησίας ἐπιτραπέντα μετὰ τὴν Εὐσεβίου τελευτήν. Βουλευσάμενος δὲ αὐτὸν ἐξελάσαι,

οὐχ ἑκὼν ἀπέσχετο τῆς ἐπιβουλῆς. Ἅμα γὰρ τῇ ἐπιχειρήσει λέγεται τῆς ἐχομένης νυκτὸς τὴν αὐτοῦ γαμετὴν περιπεσεῖν δείμασι, καὶ Γαλάτην, τὸν υἱὸν ὃν μόνον εἶχε, ταχείᾳ νόσῳ ἀποθανεῖν. Ἐδόκει δὲ πᾶσι, τιμωρὸν γενόμενον τὸν Θεὸν τῶν κατὰ Βασιλείου βεβουλευμένων, ἐπὶ κακώσει τῶν τεκόντων,

ἀπολέσαι τὸν παῖδα. Ταῦτα δὲ καὶ Οὐάλης ὑπελάμβανεν. Ἀμέλει ἀποθανόντος μὲν τοῦ υἱέος, οὐκέτι αὐτὸν ἠνώχλησεν: ἐν ᾧ δὲ περιῆν, καὶ κακῶς ἔχων ἔμελλε τελευτᾷν,

πέπομφε πρὸς αὐτὸν ἀντιβολῶν ὑπὲρ αὐτοῦ τοῦ κάμνοντος εὔξασθαι. Ἅμα γὰρ ἀφίκετο εἰς Καισάρειαν, μετακαλεσάμενος ὁ ὕπαρχος τὸν Βασίλειον, ἐκέλευσε τὰ βασιλέως φρονεῖν: ἀπειθοῦντι δὲ, ἠπειλησε θάνατον. Τὸν δὲ φάναι, πολλοῦ ἄξιον ἔσεσθαι αὐτῷ, καὶ μεγίστην δώσειν χάριν, ὡς ἐν τάχει τῶν δεσμῶν τοῦ σώματος ἀπαλλάξειεν.

Ἐπεὶ δὲ τὴν τότε ἡμέραν καὶ τὴν ἑξῆς νύκτα ἐκέλευσεν αὐτὸν ὁ ὕπαρχος βουλεύεσθαι, καὶ μὴ ἀπερισκέπτως εἰς προῦπτον ἁλέσθαι κίνδυνον, εἰς δὲ τὴν ὑστεραίαν παρεῖναι, καὶ τὴν ἑαυτοῦ γνώμην δήλην ποιεῖν, Ἐμοὶ μὲν, ἔφη, οὐ δεῖ βουλῆς: αὐτὸς γὰρ ἔσομαι καὶ τῇ ὑστεραίᾳ: κτίσμα γὰρ ὢν, οὐκ ἀνέξομαι τὸν ὅμοιον προσκυνεῖν καὶ Θεὸν ὁμολογεῖν, οὐδὲ κοινωνὸς σοί τε καὶ βασιλεῖ τῆς θρησκείας εἶναι.

Εἰ γὰρ καὶ λίαν ἐπίσημοι τυγχάνετε, καὶ οὐκ ὀλίγης ἡγεῖσθε τῆς οἰκουμένης μοίρας, οὐ παρὰ τοῦτο τοῖς ἀνθρώποις χαριστέον, ὀλιγωρῆσαι δὲ τῆς εἰς τὸ θεῖον πίστεως, ἣν οὐκ ἄν ποτε προδοίην, οὔτε δήμευσιν οὐσίας, οὔτε ὑπερορίαν φυγὴν, οὔτε θάνατον καταδικασθείς. Ἐπεὶ τούτων οὐδέν με ἀνιᾷν δυνήσεται: εἴγε οὐσίαν μὲν οὐκ ἔχω, ῥάκη τε καὶ βιβλία ὀλίγα: οἰκῶ δὲ τὴν γῆν, ὡς ἀεὶ παροδεύων: σῶμα δὲ δἰ ἀσθένειαν, μετὰ τὴν πρώτην πληγὴν, αἰσθήσεως καὶ βασάνων κρεῖττον.

Τοιαῦτα Βασιλείου παρρησιασαμένου, θαυμάσας τοῦ ἀνδρὸς τὴν ἀρετὴν ὁ ὕπαρχος ἀνήγγειλε τῷ βασιλεῖ. Ὁ δὲ, ἐπιτελουμένης τῆς τῶν Θεοφανίων ἑορτῆς, σὺν τοῖς ἄρχουσι καὶ δορυφόροις εἰς τὴν ἐκκλησίαν παραγενόμενος, δῶρά τε τῇ ἱερᾷ τραπέζῃ προσήνεγκεν, καὶ εἰς λόγους αὐτῷ ἦλθε, καὶ σοφίας, καὶ τοῦ περὶ τὸ ἱερᾶσθαι καὶ ἐκκλησιάζειν κόσμου τε καὶ εὐταξίας ἐπῄνεσεν.

Ἐκράτει δὲ ὅμως οὐκ εἰς μακρὰν ἐκ διαβολῆς τῶν ἐναντίων, ὑπερορίαν αὐτὸν οἰκεῖν. Καὶ ἡ νὺξ παρῆν, καθ̓ ἣν ἐδόκει τοῦτο γίνεσθαι: ἐξαπίνης δὲ πυρετὸς ἐπιλαβὼν τοῦ βασιλέως τὸν υἱὸν, εἰς ἀθρόαν καὶ σφαλερὰν νόσον κατέβαλε.

Καὶ ὁ πατὴρ κατὰ τοῦ ἐδάφους ἐρρίπτετο, ἔτι ζῶντα τὸν παῖδα πενθῶν: ἀμηχανῶν δὲ καὶ πανταχόθεν σῶον αὐτὸν σπουδάζων ἔχειν, ἐπιτρέπει τοῖς οἰκείοις μετακαλέσασθαι Βασίλειον εἰς ἐπίσκεψιν τοῦ κειμένου: ἔναγχος γὰρ ὑβρισμένῳ ᾐδεῖτο αὐτὸς περὶ τούτου κελεύειν. Ἅμα δὲ παρῆν, καὶ ὁ παῖς ῥᾷον ἔσχεν, ὡς πολλοὺς τότε ἰσχυρίζεσθαι, ὡς οὐκ ἂν ἀπολώλει, εἰ μὴ καὶ ἑτεροδόξους ἅμα Βασιλείῳ συνεκάλεσεν,

ὑπὲρ τοῦ παιδὸς εὐξομένους. Λόγος δὲ καὶ τὸν ὕπαρχον νόσῳ τότε περιπεσεῖν: ἀντιβολοῦντα δὲ καὶ παραιτούμενον αὐτὸν ὑγιᾶ γενέσθαι. Ἀλλὰ ταῦτα μὲν οὐ θαυμαστὰ ἴσως δόξειεν ἐπὶ Βασιλείῳ σκοπούμενα, ἀνδρὶ φιλοσοφωτάτῳ τε καὶ λόγοις ὑπερφυῶς εὐδοκιμήσαντι.

Περὶ τῆς συμμαχίας Βασιλείου καὶ Γρηγορίου τοῦ θεολόγου: καὶ ὡς ἄκροι γενόμενοι ἐπὶ σοφίᾳ, τοῦ ἐν Νικαίᾳ δόγματος ὑπερίσταντο.

Σύγχρονοι δὲ ὄντες αὐτός τε καὶ Γρηγόριος, ὁμόζηλοι ταῖς ἀρεταῖς, ὡς εἰπεῖν, ἐγνωρίζοντο. Ἄμφω μὲν γὰρ νέοι ὄντες, Ἱμερίῳ καὶ Προαιρεσίῳ, τοῖς τότε δοκιμωτάτοις σοφισταῖς ἐν Ἀθήναις ἐφοίτησαν: μετὰ ταῦτα δὲ, ἐν Ἀντιοχείᾳ Λιβανίῳ τῷ Σύρῳ: σοφιστεύειν δὲ καὶ δίκας ἀγορεύειν ὑπεριδόντες, φιλοσοφεῖν ἔγνωσαν κατὰ τὸν τῆς ἐκκλησίας νόμον.

Ἐπί τινα δὲ χρόνον τοῖς μαθήμασι τῶν παῤ Ἕλλησι φιλοσόφων ἐνδιατρίψαντες, καὶ τὰς ἐξηγήσεις τῶν ἱερῶν λόγων ἐξακριβώσαντες ἐκ τῶν Ὠριγένους, καὶ τῶν πρὸ αὐτοῦ καὶ μετ̓ ἐκεῖνον ἐν ταῖς ἑρμηνείαις τῶν ἱερῶν βίβλων εὐδοκιμησάντων, μέγα ὄφελος κατὰ τὸν παρόντα καιρὸν ἐγένοντο τοῖς ὁμοδόξοις τῶν ἐν Νικαίᾳ συνελθόντων.

Ἑκάτερος γὰρ ἀνδρείως συνίστατο τούτῳ τῷ δόγματι πρὸς τοὺς τὰ Ἀρείου φρονοῦντας: καὶ διήλεγχεν ὡς μήτε τὰ ἄλλα ὀρθῶς φρονοῦντας, μήτε τὰς Ὠριγένους δόξας, αἷς μάλιστα ἐπηρείδοντο.

Κοινῇ δὲ συνθήκῃ, ἢ κλήρῳ, ὡς πρός τινων ἐπυθόμην, τοὺς κινδύνους ἐμερίσαντο. Καὶ Βασίλειος μὲν, τὰς πρὸς τὸν Πόντον περιϊὼν πόλεις, συνοικίας τε μοναχῶν πολλὰς ἐκεῖσε κατεστήσατο, καὶ τὰ πλήθη διδάσκων, ὁμοίως αὐτῷ φρονεῖν ἔπειθε.

Γρηγόριος δὲ, Ναζιανζοῦ πόλεως μικρᾶς ἐπισκοπεῖν μετὰ τὸν αὐτοῦ πατέρα λαχὼν, ἀλλαχῆ τε τούτου χάριν καὶ μάλιστα τῇ Κωνσταντινουπόλει συνεχῶς ἐπεδήμει. Οὐ πολλῷ δὲ ὕστερον τοῦ τῇδε λαοῦ προστατεῖν ἐπετράπη ψήφῳ πολλῶν ἱερέων: μήτε γὰρ ἐπισκόπου μήτε ἐκκλησίας οὔσης ἐνθάδε, ἐκινδύνευε μηκέτι εἶναι λοιπὸν ἐν Κωνσταντινουπόλει τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου.

Περὶ τοῦ γενομένου ἐν τῇ πρὸς Ὀρρόντην Ἀντιοχείᾳ διωγμοῦ: καὶ περὶ τοῦ ἐν Ἐδέσῃ εὐκτηρίου τοῦ ἀποστόλου Θωμᾶ, καὶ περὶ τῆς ἐκεῖσε συνάξεως, καὶ ὁμολογίας τῶν Ἐδεσηνῶν.

Ἐπεὶ δὲ εἰς Ἀντιόχειαν παρεγένετο ὁ βασιλεὺς, παντελῶς ἐξήλασε τῶν ἐκκλησιῶν τῶν τῇδε, ἀνά τε τὰς πέριξ πόλεις, τοὺς ὁμοίως φρονοῦντας τοῖς ἐν Νικαίᾳ συνελθοῦσι, καὶ παντοδαπαῖς ἐπέτριβεν αὐτοὺς τιμωρίαις: ὡς καί τινας ἰσχυρίζεσθαι, πολλοὺς αὐτῶν ἀνελεῖν ἄλλοις τε τρόποις,

καὶ εἰς τὸν Ὀρρόντην ποταμὸν ἐμβάλλεσθαι προστάξαντα. Μαθὼν δὲ ἐν Ἐδέσῃ εὐκτήριον ἐπιφανὲς εἶναι Θωμᾶ τού ἀποστόλου ἐπώνυμον, ἦλθε τοῦτο ἱστορῆσαι. Ἀφαιρεθέντων δὲ κἀνταῦθα τῶν εὐκτηρίων οἴκων, θεασάμενος ἐν πεδίῳ πρὸ τοῦ ἄστεος συνηγμένους τοὺς ἀπὸ τῆς καθόλου ἐκκλησίας, λέγεται τὸν καθόλου ὕπαρχον λοιδορήσασθαι, καὶ πὺξ κατὰ τῆς σιαγόνος πλῆξαι, ὡς παρὰ τὴν αὐτοῦ πρόσταξιν συγχωρήσαντα γενέσθαι

τοιαύτας συνόδους. Ὁ δὲ Μόδεστος, τοῦτο γὰρ ὄνομα τῷ ὑπάρχῳ ἦν, καίπερ ἑτερόδοξος ὢν, λάθρα τοῖς Ἐδεσηνοῖς ἐμήνυσε, φυλάξασθαι τὴν ὑστεραίαν μὴ συνελθεῖν εἰς τὸν εἰωθότα τόπον εὐξομένους: εἶναι γὰρ αὐτῷ προστεταγμένον παρὰ τοῦ βασιλέως, τιμωρεῖσθαι τοὺς ἁλισκομένους. Καὶ ὁ μὲν ταῦτα ἠπείλει, ἢ ὀλίγους, ἢ μηδένα προνοῶν κινδυνεῦσαι, καὶ αὐτὸν παραιτεῖσθαι σπουδάζων πρὸς τὴν τοῦ κρατοῦντος ὀργήν.

Οἱ δὲ Ἐδεσηνοὶ, παῤ οὐδὲν ποιησάμενοι τὴν ἀπειλὴν, σπουδαιότερον ἢ προτοῦ, συνέρρεον ἕωθεν, καὶ τὸν εἰωθότα τόπον ἐπλήρουν. Ὁ δὲ Μόδεστος, ἀγγελθέντος τούτου, οὐκ εἶχεν ὅ, τι καὶ ποιήσειεν, ἀμηχανῶν δὲ τοῖς παροῦσιν, ὅμως ἐπὶ τὸ πεδίον ᾔει.

Γυνὴ δέ τις παιδάριον ἕλκουσα, καὶ τὸ φᾶρος εἰκῆ ἐπισυρομένη παρὰ τὸν πρέποντα γυναικὶ κόσμον, ὡς ἐπί τι σπουδαῖον ἐπειγομένη, τὴν ἡγουμένην τοῦ ὑπάρχου στρατιωτικὴν στίχα διέτεμεν. Ἰδὼν δὲ Μόδεστος, προσέταξεν αὐτὴν συλληφθῆναι. Καὶ προσκαλεσάμενος, ἀπῄτει λέγειν τοῦ δρόμου τὴν αἰτίαν.

Τῆς δὲ εἰπούσης, ἵνα θᾶττον καταλάβοι τὸ πεδίον ἔνθα συνιᾶσιν οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας, Μόνη οὖν, ἔφη Μόδεστος, οὐκ ἔγνως αὐτίκα μέλλειν ἐκεῖσε τὸν ὕπαρχον ἰέναι, καὶ οὓς ἂν εὕροι, πάντας ἀναιρήσειν; Ναίχι ἀκήκοα, φησί, καὶ διὰ τοῦτο μάλιστα δρόμου δεῖ μοι, ἵνα μὴ τοῦ καιροῦ κατόπιν γένωμαι, καὶ ἁμάρτω τῆς περὶ Θεοῦ μαρτυρίας. Ἀτὰρ, τί γε τοῦτο τὸ παιδίον μεθ̓ ἑαυτῆς ἄγεις, ἤρετο ὁ ὕπαρχος: Ὡς ἄν γε καὶ αὐτὸ, ἔφη, τοῦ κοινοῦ πάθους μετάσχῃ, καὶ τῶν ἴσων ἀξιωθείη.

Θαυμάσας δὲ ὁ Μόδεστος τὴν γυναῖκα τῆς ἀνδρείας, ἀνέστρεψεν εἰς τὰ βασίλεια. Καὶ κοινωσάμενος τῷ κρατοῦντι περὶ αὐτῆς, ἔπεισε μὴ χρῆναι τὸ δόξαν ἐπιτελεῖν, αἰσχρὸν τοῦτο καὶ ἀσύμφορον ἐπιδείξας. Ἡ μὲν δὴ τῶν Ἐδεσηνῶν πόλις, πανδημεὶ τὸν εἰρημένον τρόπον ὑπὲρ τοῦ δόγματος ὡμολόγησεν.

Τελευτὴ τοῦ μεγάλου Ἀθανασίου, καὶ Λουκίου τοῦ Ἀρειονόφρονος ἄνοδος εἰς τὸν θρόνον, καὶ ὅσα κακὰ τὰς ἐν Αἰγύπτῳ ἐκκλησίας κατέλαβε: καὶ ὡς Πέτρος ὁ μετὰ Ἀθανάσιον, διαδρὰς εἰς Ῥώμην διέβη.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, ἐτελεύτησεν Ἀθανάσιος ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπίσκοπος, ἀμφὶ τεσσαράκοντα καὶ ἓξ ἐνιαυτοὺς τὴν ἀρχιερωσύνην ἀνύσας.

Τῶν δὲ τὰ Ἀρείου φρονούντων ἐν τάχει τὴν αὐτοῦ τελευτὴν δηλωσάντων, οὐκ εἰς μακρὰν Εὐζώϊος παραγενόμενος, ὃς ἐν Ἀντιοχείᾳ τῆς Ἀρείου αἱρέσεως προΐστατο, σὺν αὐτῷ δὲ καὶ Μάγνος ὁ τῶν θησαυρῶν ταμίας παρὰ τοῦ βασιλέως ἀποσταλεὶς, Πέτρον μὲν ᾧ τὴν ἐπισκοπὴν ἐπετρεψεν Ἀθανάσιος, συλλαβόμενοι καθεῖρξαν: Λουκίῳ δὲ τὴν Ἀλεξανδρέων

ἐκκλησίαν παρέδωκαν. Ἐντεῦθεν δὲ, παρὰ τοὺς ἀλλαχόσε χαλεπώτερον συνέβη διατεθῆναι τοὺς ἐν Αἰγύπτῳ: συμφοραί τε συμφοραῖς ἐπιγινόμεναι, τοὺς ἀπὸ τῆς καθόλου ἐκκλησίας ἐπίεζον. Ἅμα γὰρ τῇ Ἀλεξανδρέων ἐνεδήμησε, καὶ τὰς ἐκκλησίας κατασχεῖν ἐπεχείρησεν.

Ἀντιπεσόντος δὲ τοῦ πλήθους, στάσεως αἰτία τοῖς κληρικοῖς ἐπλάκη καὶ ταῖς ἱεραῖς παρθένοις: ὡς πολεμίων δὲ καταδραμόντων τὴν πόλιν, οἱ μὲν ἔφυγον: οἱ δὲ, διωκόμενοι κατελαμβάνοντο, καὶ δεσμῶται ἐφρουροῦντο: καὶ ἀπὸ τοῦ δεσμωτηρίου προαγόμενοι, ἐτιμωροῦντο, οἱ μὲν, ὄνυξι καὶ βοείαις αἰκιζόμενοι: οἱ δὲ, ὑπὸ λαμπάσι πυρὸς φλεγόμενοι. Παράδοξον δὲ ἦν, ταῖς τιμωρίαις ἐπιβιῶναι: ἀποθανεῖν δὲ πρὸ τῆς τούτων πείρας,

ἢ ὑπερορίαν οἰκεῖν καταδικασθῆναι, ζηλωτὸν ἐνομίζετο. Καὶ τὰ μὲν ὧδε ἐγίνετο. Πέτρος δὲ ὁ ἐπίσκοπος, διαδρὰς ἀπὸ τοῦ δεσμωτηρίου, ὡς πρὸς ὁμόδοξον τὸν Ῥωμαίων ἐπίσκοπον, νηὸς ἐπιτυχὼν, ἀνέπλευσεν. Οἱ δὲ Ἀρείου, καίπερ οὐ πολλοὶ ὄντες, τῶν ἐκκλησιῶν ἐκράτησαν.

Ἐν αὐτῷ δὲ καὶ βασιλέως ἐπηκολούθησε πρόσταγμα, τῶν ὁμοδόξων τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν Ἀλεξανδρείας τε καὶ αὐτῆς Αἰγύπτου ἀπελαῦνον ὅσους ἐκέλευε Λούκιος: ὧδε γὰρ ἦν προστεταγμένον τῷ ἡγουμένῳ τοῦ ἔθνους. Εὐζώϊος δὲ κατωρθωμένων ὦν ἐσπούδαζεν, ἐπὶ τὴν Ἀντιόχειαν ἀνέστρεψεν.

Περὶ τοῦ διωγμοῦ τῶν ἐν Αἰγύπτῳ μοναχῶν, καὶ τῶν μαθητῶν τοῦ ἁγίου Ἀντωνίου: ὡς διὰ τὸ ὀρθὸν δόγμα ἔν τινι νησιδίῳ περιωρίσθησαν, καὶ τῶν θαυμάτων ἃ διεπράττοντο.

Ὁ δὲ Λούκιος παραλαβὼν τὸν ἡγεμόνα τῶν ἐν Αἰγύπτῳ στρατιωτῶν, σὺν πλήθει ἐπεστράτευσε τοῖς ἐν ταῖς ἐρήμοις μοναχοῖς. Ὤιετο γὰρ ἴσως εἰ διενοχλήσειεν αὐτοὺς ἡσυχίας ἐρῶντας, πειθηνίους ἕξειν, καὶ ταύτῃ μάλιστα τοὺς ἐν ταῖς πόλεσι Χριστιανοὺς πρὸς αὐτὸν μεταστήσειν:

καθότι πολλοὶ καὶ θεσπέσιοι ἄνδρες προΐσταντο τότε τῶν αὐτόθι μοναστηρίων, καὶ πάντες τὴν Ἀρείου δόξαν ἀπεστρέφοντο: τῇ δὲ τούτων μαρτυρίᾳ καὶ τὸ πλῆθος ἑπόμενον, ὁμοίως ἐφρόνει: διαλέγεσθαι μὲν καὶ περὶ δογμάτων ἀδολεσχεῖν οὔτε θέλον, οὔτε ἐπιστάμενον: παῤ ἐκείνοις δὲ πειθόμενον εἶναι τὴν ἀλήθειαν, οἳ τοῖς ἔργοις τὴν ἀρετὴν ἐπεδείκνυντο:

ὁποίους τότε τῶν Αἰγυπτίων ἀσκητῶν ἡγεμόνας γενέσθαι ἀκούομεν, τοὺς δύο Μακαρίους, οὓς ἐν τοῖς πρόσθεν ἔγνωμεν: καὶ Πάμβω, καὶ Ἠρακλείδην, καὶ λοιποὺς Ἀντωνίου μαθητάς.

Λογισάμενος οὖν Λούκιος, ὡς οὐκ ἐγγενήσεται τοῖς Ἀρείου βεβαίως κρατῆσαι τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, εἰ μὴ τοὺς μοναχοὺς τούτους ὁμόφρονας σφίσιν ἀποδείξειεν, ἐπεχείρει βιάζεσθαι:

πείθειν γὰρ οὐκ ἠδύνατο. Διημάρτανε δὲ καὶ οὕτως τοῦ σκοποῦ. Εἰ καὶ ἀποθανεῖν δέοι, παρεσκευασμένων αὐτῶν, καὶ τοὺς αὐχένας ἑτοίμως ὑποβαλλόντων τοῖς ξίφεσιν, ἢ τῶν ἐν Νικαίᾳ δοξάντων ὑπεριδεῖν. Λέγεται δὲ τότε προσδοκωμένων αὐτοῖς ἐπιθήσεσθαι τῶν στρατιωτῶν, διακομισθῆναι τινὰ πρὸς αὐτοὺς ἐκ πολλοῦ τὰ ἄρθρα ἀπεσκληκότα, καὶ ἐπὶ ποδῶν στῆναι μὴ δυνάμενον. Ἐπεὶ δὲ ἐλαίῳ τοῦτον ἔχρισαν, παρεκελεύσαντο, ἐπ̓ ὀνόματι Χριστοῦ, ὃν Λούκιος διώκει, ἐξανίστασθαι, καὶ οἴκαδε ἀπιέναι: ἐξαπίνης δὲ ὑγιὴς γενόμενος ὁ ἄνθρωπος, ἀναφανδὸν ἀπέδειξε παραπλήσια χρῆναι δοξάζειν τούτοις, οἷς καὶ Θεὸς αὐτὸς ἀλήθειαν ἐπεψηφίσατο, κατηγορουμένου Λουκίου, καὶ καλούντων ἐπακούσας καὶ τὸν κάμνοντα ἰασάμενος.

Ἀλλ̓ οὐ παρὰ τοῦτο μετεμελήθησαν οἱ τούτοις τοῖς μοναχοῖς ἐπιβουλεύοντες: εἰσότε δὴ νύκτωρ αὐτοὺς συλλαβόμενοι, διήγαγου εἰς Αἰγυπτίαν τινὰ νῆσον ὑπὸ λιμνῶν κυκλουμένην. Ὤικουν δὲ ταύτην ἄνδρες ἀμύητοι τοῦ Χριστιανῶν δόγματος, καὶ δεισιδαίμονες: καθότι καὶ παλαιοτάτου ναοῦ παῤ αὐτοῖς ὄντος, πολὺ τούτου σέβας εἶχον.

Ὡς δὲ κατῆραν ἐνταῦθα, φασὶν ἅμα τῇ ἐπιβάσει τῶν ἀνδρῶν, δαίμονι κρατηθεῖσαν τὴν θυγατέρα τοῦ ἱερέως εἰς ἀπάντησιν αὐτοῖς ἐλθεῖν: θεούσης δὲ καὶ βοώσης τῆς κόρης, καταπλαγέντες οἱ τῇδε ἄνθρωποι τῷ αἰφνιδίῳ καὶ παραδόξῳ τοῦ πράγματος, εἵποντο.

Ὡς δὲ πρὸς τῇ νηῒ ἐγένετο, ἣ τοὺς ἱεροὺς πρεσβύτας ἔφερε, ποτνιωμένη καὶ εἰς γῆν κυλινδουμένη ἱκέτευε καὶ μέγα ἀνέκραγε: Τί δὴ καὶ πρὸς ἡμᾶς ἥκετε, ὦ τοῦ μεγάλου θεοῦ θεράποντες; νησίον γὰρ τοῦτο παλαιὸν ἡμῖν ἐστὶν οἰκητήριον: ὀχλοῦμεν δὲ οὐδενί: πᾶσι δὲ τοῖς ἀνθρώποις ἀγνῶτες, αὐτόθι λανθάνομεν, ταύταις ταῖς λίμναις περικεκλεισμένοι πάντοθεν: εἰ δὲ τοῦτο φίλον ὑμῖν, δέχεσθε τὸ ἡμέτερον κτῆμα,

καὶ οἰκεῖον ποιήσατε: ἡμεῖς δὲ ὑπείκομεν. Καὶ ἡ μὲν τοιαύτας ἠφίει φωνάς: ἐπιτιμησάντων δὲ τῷ δαιμονίῳ τῶν ἀμφὶ Μακάριον, ἡ παῖς ἐσωφρόνησεν: ἐντεῦθεν δὲ ὁ ταύτης πατὴρ σὺν τοῖς οἰκείοις, καὶ ἡ νῆσος πανδημεὶ εἰς Χριστιανισμὸν μετέβαλλε: καὶ ἀμελλητὶ καθελόντες τὸν παῤ αὐτοῖς ναὸν, εἰς ἐκκλησίαν μετεσκεύασαν.

Ταῦτα δὲ τοῖς ἐν Ἀλεξανδρείᾳ ἀγγελλόμενα, οὐ μετρίως ἐλύπει τὸν Λούκιον: ἐκινδύνευε γὰρ καὶ παρὰ τῶν ἰδίων μισεῖσθαι, ὡς οὐκ ἀνθρώποις, ἀλλὰ αὐτῷ τῷ Θεῷ πόλεμον προφανῆ καταγγέλλων: αὐτίκα τε λάθρα τοὺς ἀμφὶ Μακάριον ἐπὶ τὰ ἴδια ἤθη καὶ τὴν ἔρημον ἐπανελθεῖν προσέταξεν.

Ὁ μὲν οὖν Λούκιος ὧδε τὴν Αἴγυπτον ἐδόνει. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, οὐ μόνῳ Διδύμῳ τῷ φιλοσόφῳ κατ̓ ἐκεῖνο καιροῦ ἀκμάζοντι, ἀλλὰ καὶ ἄλλοις ἐλλογίμοις διέπρεπεν: ὧν εἰς τὴν ἀρετὴν ἀποβλέπουσα καὶ τῶν αὐτόθι μοναχῶν, ἐναντίως εἶχε τοὺς ἀμφὶ Λούκιον. Παρευδοκίμει δὲ τοὺς Ἀρείου πολλῷ τοῖς πλήθεσι, καὶ διωκομένη ἡ κατ̓ Αἴγυπτον ἐκκλησία.

Κατάλογος τῶν τόπων, ἔνθα τὸ δόγμα τῶν ἐν Νικαίᾳ ἐπρεσβεύετο: καὶ περὶ τῆς τῶν Σκυθῶν πίστεως, καὶ περὶ Βρετανίωνος τοῦ ἡγουμένου τοῦ ἔθνους.

Τοῦτο δὲ τότε συνέβαινε καὶ παρὰ Ὀσροηνοῖς: οὐ μὴν ἀλλὰ καὶ Καππαδόκαις, οἷά γε ξυνωρίδα τινὰ θείαν καὶ λογιωτάτην λαχοῦσι, Βασίλειον τὸν Καισαρείας τῆς παῤ αὐτοῖς ἐπίσκοπον, καὶ Γρηγόριον τὸν Ναζιανζοῦ. Συρία δὲ καὶ τὰ πέριξ ἔθνη, καὶ μάλιστα ἡ τῶν Ἀντιοχέων πόλις, ἐν ἀταξίαις καὶ ταραχαῖς ἦσαν, πλειόνων μὲν ὄντων τῶν τὰ Ἀρείου φρονούντων, καὶ τὰς ἐκκλησίας ἐχόντων.

Οὐκ ὀλίγων δὲ ὄντων καὶ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, οὓς Εὐσταθιανοὺς καὶ Παυλιανοὺς ὠνόμαζον, ὧν ἡγεῖτο Παυλῖνός τε καὶ Μελέτιος, ὡς ἐν τοῖς πρόσθεν ἔγνωμεν: διὰ δὲ τούτους, ἡ Ἀντιοχέων ἐκκλησία πᾶσα κινδυνεύσασα γενέσθαι τῆς Ἀρείου αἱρέσεως, μόλις ὑπερέσχεν ἐναντίον τῆς βασιλέως σπουδῆς, καὶ τῶν ἀμφ̓ αὐτὸν δυναμένων. Ὡς ἔοικε γὰρ, εἰ συνέβη ἀνδρείους τὰς ἐκκλησίας ἰθύνειν, οὐ μετεβάλοντο τῆς προτέρας δόξης τὰ πλήθη.

Ἀμέλειτοι καὶ Σκύθας λόγος διὰ τοιαύτην αἰτίαν ἐπὶ τῆς αὐτῆς μεῖναι πίστεως. Τοῦτο δὲ τὸ ἔθνος, πολλὰς μὲν ἔχει καὶ πόλεις καὶ κώμας, καὶ φρούρια: μητρόπολις δέ ἐστι Τόμις, πόλις μεγάλη καὶ εὐδαίμων, παράλιος ἐξ εὐωνύμων εἰσπλέοντι τὸν Εὔξεινον καλούμενον πόντον. Εἰσέτι δὲ καὶ νῦν ἔθος παλαιὸν ἐνθάδε κρατεῖ, τοῦ παντὸς ἔθνους ἕνα τὰς ἐκκλησίας ἐπισκοπεῖν: κατὰ δὴ τὸν παρόντα καιρὸν, ἐπετρόπευε τούτων Βρεττανίων:

καὶ Οὐάλης ὁ βασιλεὺς ἦκεν εἰς Τόμιν. Ἐπεὶ δὲ εἰς τὴν ἐκκλησίαν ἀφίκετο, καὶ ὡς εἰώθει ἔπειθεν αὐτὸν κοινωνεῖν τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως, ἀνδρείως μάλα πρὸς τὸν κρατοῦντα παρρησιασάμενος περὶ τοῦ δόγματος τῶν ἐν Νικαίᾳ συνελθόντων, κατέλιπεν αὐτὸν, καὶ εἰς ἑτέραν ἦλθεν ἐκκλησίαν: καὶ ὁ λαὸς ἐπηκολούθησε.

Σχεδὸν δὲ πᾶσα ἡ πόλις συνεληλύθεισαν, βασιλέα τε ὀψόμενοι, καὶ νεώτερον ἔσεσθαί τι προσδοκήσαντες: ἀπολειφθεὶς δὲ Οὐάλης σὺν τοῖς ἀμφ̓ αὐτὸν, χαλεπῶς ἤνεγκε τὴν ὕβριν: καὶ συλληφθέντα Βρεττανίωνα, εἰς ὑπερορίαν ἄγεσθαι προσέταξε.

Καὶ οὐκ εἰς μακρὰν αὖθις ἐπανάγεσθαι ἐπέτρεψε. Χαλεπαίνοντας γὰρ οἶμαι πρὸς τὴν φυγὴν τοῦ ἐπισκόπου ἰδὼν τοὺς Σκύθας, ἐδεδίει μή τι νεωτερίσωσιν, ἀνδρείους τε ἐπιστάμενος, καὶ τῇ θέσει τῶν τόπων ἀναγκαίους τῇ Ῥωμαίων οἰκουμένῃ, καὶ τῶν κατὰ τόδε τὸ κλίμα βαρβάρων προβεβλημένους. Βρεττανίων μὲν οὖν ὧδε κρείττων ἀνεφάνη τῆς τοῦ κρατοῦντος σπουδῆς: ἀνὴρ τά τε ἄλλα ἀγαθὸς, καὶ ἐπὶ ἀρετῇ βίου ἐπίσημος, ὡς καὶ αὐτοὶ Σκῦθαι μαρτυροῦσιν.

Ὡς ἐπίπαν δὲ πᾶς κλῆρος ἐπειράθη διὰ ταῦτα τῆς τοῦ βασιλέως ὀργῆς, πλὴν τῶν πρὸς ἑσπέραν τῆς ἀρχομένης τῶν ἐκκλησιῶν: καθότι τῶν ἐπέκεινα Ῥωμαίων ἦρχεν Οὐαλεντινιανὸς, ἐπαινέτης τε ὢν τοῦ δόγματος τῆς ἐν Νικαίᾳ συνόδου, καὶ εὐλαβῶς εἰς ἄγαν περὶ τὸ θεῖον ἔχων: ὡς μήτε ἐπιτάττειν τοῖς ἱερεῦσι μηδὲν, μήτε ἄλλως αἱρεῖσθαι νεωτερίζειν ἐπὶ χείρονι ἢ ἀμείνονι δοκοῦντι παρὰ τοὺς τῆς ἐκκλησίας θεσμούς: τάδε γὰρ κρείττω τῆς αὐτοῦ δοκιμασίας ἡγεῖτο, καίπερ βασιλεὺς ἄριστος γεγονὼς, καὶ ἱκανὸς ἄρχειν διὰ τῶν πραγμάτων φανείς.

Ὅτι κατ̓ ἐκεῖνο καιροῦ κινηθέντος τοῦ περὶ τοῦ ἁγίου πνεύματος λόγου, ἐκυρώθη ὁμοούσιον λέγεσθαι πατρί τε καὶ υἱῷ.

Ἐν τούτῳ δὲ πάλιν, ἤδη μὲν πρότερον ἀρξαμένη νῦν δὲ πλέον ἐπιδοῦσα, ζήτησις ἦν, εἰ καὶ τὸ ἅγιον Πνεῦμα Πατρί τε καὶ Υἱῷ ὁμοούσιον δοξάζειν προσῆκεν. Ἐριστικαί τε περὶ τούτου πολλαὶ διαλέξεις οὐχ ἧττον ἢ πρότερον περὶ τοῦ Θεοῦ Λόγου συνέβησαν.

Κατὰ τοῦτο δὲ ἀλλήλοις συνεφέροντο οἵ τε ἀνόμοιον καὶ ὁμοιοούσιον τὸν υἱὸν εἶναι λέγοντες: ἀμφότεροι γὰρ διακονικὸν, καὶ τρίτον τῇ τάξει καὶ τῇ τιμῇ, καὶ τῇ οὐσίᾳ ἀλλοῖον τὸ Πνεῦμα ἰσχυρίζοντο: ὅσοι δὲ ὁμοούσιον τῷ Πατρὶ τὸν υἱὸν ἐδόξαζον,

τὰ αὐτὰ καὶ περὶ τοῦ Πνεύματος ἐφρόνουν. Οὐκ ἀγεννῶς δὲ τούτῳ τῷ λόγῳ συνίσταντο, ἐν μὲν τῇ Συρίᾳ Ἀπολινάριος ὁ Λαοδικεύς: ἐν Αἰγύπτῳ δὲ Ἀθανάσιος ὁ ἐπίσκοπος: παρὰ δὲ Καππαδόκαις καὶ ταῖς ἀνὰ τὸν Πόντον ἐκκλησίαις, Βασίλειος καὶ Γρηγόριος.

Ἀνακινουμένης δὲ τῆς τοιαύτης ζητήσεως, καὶ ὡς εἰκὸς ταῖς φιλονεικίαις ὁσημέραι πλέον ἐπιδιδούσης, μαθὼν ὁ Ῥώμης ἐπίσκοπος, ἔγραψε ταῖς ἀνὰ τὴν ἕω ἐκκλησίαις, σὺν τοῖς ἀπὸ τῆς δύσεως ἱερεῦσι, Τριάδα ὁμοούσιον καὶ ὁμόδοξον πρεσβεύειν. Τούτου δὲ γενομένου, ὡς ἐπικεκριμένοις ἅπαξ παρὰ τῆς Ῥωμαίων ἐκκλησίας, ἡσυχίαν ἦγον ἕκαστοι, καὶ τέλος ἔχειν ἔδοξεν ἡ τοιαύτη ζήτησις.

Περὶ τελευτῆς Λιβερίου Ῥώμης, καὶ Δαμάσου καὶ Συρικίου τῶν μετ̓ αὐτόν: καὶ ὡς ἐν ἑσπέρᾳ, πᾶσα τὸὀ ρθὸν ἐδόξαζε, πλὴν Μεδιολάνων, καὶ Αὐξεντίου τοῦ ταύτης ἀρχιερέως: καὶ περὶ τῆς ἐν Ῥώμῃ συνόδου, ἥτις καθεῖλεν Αὐξέντιον, καὶ τοῦ ὅρου ὃν ἔγραψε.

Περὶ δὲ τοῦτον τὸν χρόνον Λιβερίου τελευτήσαντος, ἐπιτρέπεται Δάμασος τὸν Ῥωμαίων θρόνον. Ὑπόψηφος δὲ ὢν τῇ χειροτονίᾳ καὶ Οὐρσίκιός τις διάκονος, ἀποτυχὼν οὐκ ἤνεγκε: λάθρα δὲ ὑπό τινων ἀσήμων ἐπισκόπων χειροτονηθεὶς,

διασπᾶν τὸν λαὸν ἐσπούδαζε, καὶ καθ̓ ἑαυτὸν ἐκκλησιάζειν. Μερισθέντος δὲ τοῦ πλήθους, οἱ μὲν τοῦτον, οἱ δὲ Δάμασον ἐπίσκοπον ἠξίουν: καὶ πολλὴ τὸν δῆμον, ὡς εἰκὸς, ἔρις εἶχε καὶ στάσις, ὡς μέχρι καὶ τραυμάτων καὶ φόνων τὸ κακὸν προελθεῖν, εἰσότε δὴ ὁ τῆς Ῥώμης ὕπαρχος πολλοὺς τοῦ δήμου καὶ τοῦ κλήρου τιμωρίαις ὑπολαβὼν, ἔπαυσε τὴν Οὐρσικίου ἐπιχείρησιν.

Δογμάτων δὲ πέρι, καθὰ πρότερον, οὔτε Ῥωμαῖοι διεφέροντο, οὔτε ἕτεροι τῶν ἀνὰ τὴν δύσιν: ἀλλὰ πάντες τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπῄνουν, καὶ Τριάδα ἰσότιμόν τε καὶ ἰσοδύναμον ἐδόξαζον.

Πλὴν τῶν ἀμφὶ τὸν Αὐξέντιον: ὃς προεστὼς τότε τῆς ἐν Μεδιολάνοις ἐκκλησίας, ἅμα τισὶν ἐπεχείρει νεωτερίζειν, καὶ παρὰ τὴν κοινὴν συνθήκην τῶν πρὸς δύσιν ἱερέων, τὸ Ἀρείου δόγμα κρατύνειν, καὶ τὰ ἴσα φρονεῖν τοῖς ἀνόμοιον τὸν Υἱὸν καὶ τὸ Πνεῦμα δοξάζουσι κατὰ τὴν ὕστερον ἐπιγενομένην ζήτησιν.

Καταμηνυσάντων δὲ τῶν ἀπὸ τῆς Γαλλίας καὶ Βενετίας, καὶ παῤ ἑτέρων τινων ταῦτα σπουδάζεσθαι παῤ αὐτοῖς, οὐ πολλῷ ὕστερον συνελθόντες εἰς Ῥώμην ἐπίσκοποι πολλῶν ἐθνῶν, ἐψηφίσαντο τῆς αὐτῶν κοινωνίας ἀλλότριον εἶναι Αὐξέντιον, καὶ τοὺς ὁμοίως αὐτῷ δοξάζοντας: βεβαίαν δὲ μένειν τὴν παραδοθεῖσαν πίστιν παρὰ τῆς ἐν Νικαίᾳ συνόδου: τῶν ἐν Ἀριμίνῳ δοξάντων ὑπεναντίων ταύτης, ἀκύρων ὄντων, ὡς μήτε τοῦ Ῥωμαίων ἐπισκόπου, μήτε τῶν ἄλλων συνθεμένων αὐτοῖς: καὶ ὡς πολλῶν τῶν αὐτόθι συνελθόντων ἀπαρεσθέντων τοῖς τότε παῤ αὐτῶν δεδογμένοις.

Ταῦτα δὲ οὕτω γενέσθαι καὶ δόξαι, μαρτυρεῖ καὶ ἡ ἐπιστολὴ Δαμάσου τοῦ Ῥωμαίων ἐπισκόπου, καὶ τῶν ἅμα αὐτῷ τότε συνελθόντων, πρὸς τοὺς Ἰλλυριῶν ἐπισκόπους γραφεῖσα. Ἔχει δὲ ὧδε.

Οἱ ἐπίσκοποι οἱ ἐπὶ τῆς Ῥωμαίων εἰς τὸ ἱερὸν συνέδριον συνελθόντες, τοῖς ἐν τῷ Ἰλλυρικῷ καθεστῶσιν ἐπισκόποις, Δάμασος, καὶ Οὐαλέριος, καὶ οἱ λοιποὶ, τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἐν Κυρίῳ χαίρειν.

Πιστεύομεν τὴν ἁγίαν πίστιν ἡμῶν, τὴν ἐν τῇ διδασκαλίᾳ τῶν ἀποστόλων θεμελιωθεῖσαν, ταύτην κατέχειν, καὶ ταύτην τῷ λαῷ ὑφηγεῖσθαι: ἥτις ἀπὸ τῶν ὁρισθέντων παρὰ τῶν πατέρων, οὐδενὶ λόγῳ διαφωνεῖ. Οὐδὲ γὰρ ἄλλως ἁρμόζει διανοεῖσθαι τοὺς τοῦ Θεοῦ ἱερεῖς, ὑφ̓ ὧν

δίκαιόν ἐστι τοὺς σοφοὺς παιδεύεσθαι. Ἀλλὰ δἰ ἀναφορᾶς τῶν ἐν Γαλλίᾳ καὶ Βενετίᾳ ἀδελφῶν, ἔγνωμέν τινας αἵρεσιν σπουδάζειν. Ὅπερ κακὸν οὐ μόνον παραφυλάττεσθαι ὀφείλουσιν οἱ ἐπίσκοποι, ἀλλὰ καὶ ὅσα ἀπειρίᾳ τινῶν ἢ ἁπλότητι οἰκείαις ἑρμηνείαις ἀνθίσταντο: ἀπὸ οὖν τῶν διαφόρους διδασκαλίας διανοουμένων μὴ παρολισθαίνειν, ἀλλὰ μᾶλλον τῶν πατέρων ἡμῶν κατέχειν τὴν γνώμην, ὁσάκις ἂν διαφόροις βουλαῖς περιφέρωνται. Τοιγαροῦν Αὐξέντιον τὸν Μεδιολάνων ἐξαιρέτως ἐν τούτῳ τῷ πράγματι κατακεκρίσθαι προγέγραπται.

Δίκαιον οὖν ἐστὶ, πάντας τοὺς ἐν τῷ Ῥωμαίων κόσμῳ διδασκάλους ὁμοφρονεῖν, καὶ μὴ διαφόροις διδασκαλίαις τὴν πίστιν μιαίνειν: καὶ γὰρ ἡνίκα πρῶτον ἡ κακία τῶν αἱρετικῶν ἀκμάζειν ἤρξατο, ὡς καὶ νῦν μάλιστα, ὅπερ ἀπείη, τῶν Ἀρειανῶν ἡ βλασφημία, οἱ πατέρες ἡμῶν τριακόσιοι δέκα καὶ ὀκτὼ ἐπίλεκτοι, ἐν Νικαίᾳ γενομένου σκέμματος, τοῦτο τὸ τεῖχος ὑπεναντίον τῶν ὅπλων τοῦ διαβόλου ὥρισαν, καὶ ταύτῃ τῇ ἀντιδότῳ τὰ θανάσιμα φάρμακα ἀπεώσαντο: ὥστε τὸν Πατέρα καὶ τὸν Υἱὸν, μιᾶς θεότητος, μιᾶς ἀρετῆς, καὶ ἑνὸς χρήματος πιστεύεσθαι: χρὴ δὲ τῆς αὐτῆς ὑποστάσεως καὶ τὸ Πνεῦμα τὸ ἅγιον πιστεύειν. Τὸν δὲ ἄλλως φρονοῦντα, ἀλλότριον εἶναι τῆς ἡμετέρας κοινωνίας ἐκρίναμεν.

Ὅνπερ σωτηριώδη ὅρον, καὶ τὴν προσκυνητὴν σκέψιν τινὲς μιάναι ἠθέλησαν. Ἀλλὰ ἐν αὐτῇ τῇ ἀρχῇ, ἀπ̓ αὐτῶν τούτων οἵ τινες τοῦτο ἐν Ἀριμίνῳ ἀνανεώσασθαι, ἢ ψηλαφῆσαι ἠναγκάζοντο, μέχρι τούτου διωρθώθη ὡς ὁμολογεῖν αὐτοὺς ἑτέρᾳ τινι διαλέξει ὑφηρπᾶσθαι, ὅτι οὐκ ἐνενόησαν τῇ τῶν πατέρων γνώμῃ τῇ ἐν Νικαίᾳ ἀρεσάσῃ ἐναντίον εἶναι.

Οὐδὲ γὰρ πρόκριμά τι ἠδυνήθη γενέσθαι ἀπὸ τοῦ ἀριθμοῦ τῶν ἐν Ἀριμίνῳ συναχθέντων, ὁπότε συνέστηκε, μήτε τοῦ Ῥωμαίων ἐπισκόπου, οὗ πρὸ πάντων ἔδει τὴν γνώμην ἐκδέξασθαι, οὔτε Βικεντίου, ὃς ἐπὶ τοσούτοις ἔτεσι τὴν ἐπισκοπὴν ἀσπίλως ἐφύλαξεν, οὔτε τῶν ἄλλων τοῖς τοιούτοις συγκαταθεμένων: ὁπότε μάλιστα, καθὼς προειρήκαμεν, αὐτοὶ οὗτοι οἵ τινες κατὰ συσκευὴν ὑποκλίνεσθαι ἔδοξαν, οὗτοι καλλίονι γνώμῃ χρησάμενοι, ἀπαρέσκειν αὐτοῖς ταῦτα ἐμαρτύραντο.

Συνορᾷ οὖν ἡ ὑμετέρα καθαρότης, ταύτην μόνην τὴν πίστιν, ἣ ἐν Νικαίᾳ κατὰ τὴν αὐθεντίαν τῶν ἀποστόλων ἐθεμελιώθη, διηνεκεῖ βεβαιότητι καθεκτέον εἶναι, καὶ μεθ̓ ἡμῶν τοὺς ἀνατολικοὺς οἵ τινες ἑαυτοὺς τῆς καθολικῆς εἶναι ἐπιγινώσκουσι, τοὺς δὲ δυτικοὺς

καυχᾶσθαι. Πιστεύομεν δὲ οὐκ εἰς μακρὰν τοὺς ἄλλα νοοῦντας, αὐτῇ τῇ ἐπιχειρήσει ἀπὸ τῆς ἡμετέρας κοινωνίας χωρισθήσεσθαι αὐτῶν τὸ τοῦ ἐπισκόπου ὄνομα: ὥστε τοὺς λαοὺς αὐτῶν τῆς πλάνης ἐλευθερωθέντας, ἀναπνεῦσαι. Οὐδενὶ γὰρ τρόπῳ διορθῶσαι δυνήσονται τὴν πλάνην τῶν ὄχλων, ὁπότε αὐτοὶ ὑπὸ τῆς πλάνης κατέχονται.

Συμφωνείτω οὖν μετὰ πάντων τῶν τοῦ Θεοῦ ἱερέων, καὶ τῆς ὑμετέρας τιμιότητος ἡ γνώμη, ἐν ᾗ ὑμᾶς ἁγίους καὶ βεβαίους πιστεύομεν. Ὅτι δὲ οὕτως ἡμεῖς μεθ̓ ὑμῶν πιστεύειν ὀφείλομεν, τοῖς ἀμοιβαίοις τῆς ὑμετέρας ἀγάπης ἐπιδείξασθαι.

Περὶ τοῦ ἁγίου Ἀμβροσίου, ὅπως εἰς ἀρχιερέα προεβλήθη, καὶ εὐσεβεῖν τοὺς λαοὺς ἀνέπεισεν: ἔτι δὲ καὶ περὶ τῶν ἐν Φρυγίᾳ Ναυατιανῶν, καὶ τοῦ Πάσχα.

Οἱ μὲν οὖν πρὸς δύσιν ἱερεῖς ὧδε φθάσαντες τοὺς παῤ αὐτοῖς νεωτερίζοντας, ἐπιμελῶς ἐφύλαττον τὴν ἀρχῆθεν παραδοθεῖσαν αὐτοῖς πίστιν: ὡς κομιδῆ ὀλίγους ἐνθάδε ἑτεροδόξους γενέσθαι, καὶ σχεδὸν μόνους τοὺς ἀμφὶ τὸν Αὐξέντιον.

Οὐκ εἰς μακρὰν δὲ καὶ οὗτος ἐκποδὼν ἐγένετο: τελευτήσαντος δὲ αὐτοῦ, ἐστασίαζε τὸ πλῆθος, οὐ τὸν αὐτὸν αἱρούμενοι τὴν Μεδιολάνων ἐκκλησίαν ἐπισκοπεῖν: καὶ ἡ πόλις ἐκινδύνευεν. Ἕκαστοι γὰρ ἀποτυχόντες, ἠπείλουν ποιεῖν ἃ φιλεῖ γίνεσθαι ἐν ταῖς τοιαύταις ταραχαῖς. Δείσας δὲ τὴν τοῦ δήμου κίνησιν Ἀμβρόσιος, ὁ τότε τοῦ ἔθνους ἡγούμενος, ἐλθὼν εἰς τὴν ἐκκλησίαν, συνεβούλευε παύεσθαι τῆς ἔριδος,

νόμων ὑπομιμνήσκων, ὁμονοίας τε καὶ τῶν ἀπὸ τῆς εἰρήνης ἀγαθῶν. Οὔπω δὲ αὐτοῦ παυσαμένου περὶ τούτων δημηγορεῖν, ἐξαπίνης πάντες ἀφέμενοι τῆς πρὸς ἀλλήλους ὀργῆς, ἐπ̓ αὐτὸν τὸν σύμβουλον τῆς ὁμονοίας ἄγουσι τὴν τῆς ἐπισκοπῆς ψῆφον: καὶ βαπτίζεσθαι παρεκελεύοντο: ἔτι γὰρ ἀμύητος ἦν: καὶ τὴν ἱερωσύνην παραλαμβάνειν

ἐδέοντο. Ἐπεὶ δὲ ὁ μὲν παρῃτεῖτο, καὶ ἀνεβάλλετο, καὶ ἀτεχνῶς τὸ πρᾶγμα ἀπέφευγεν, ὁ δὲ δῆμος ἐπέκειτο, καὶ τῆς ἔριδος οὐκ ἄλλως ἀνήσειν ἰσχυρίζετο, μηνύεται τάδε ταῖς ἐν τοῖς βασιλείοις ἀρχαῖς. Ἅμα δὲ τῇ περὶ τούτων ἀγγελίᾳ, λέγεται Οὐαλεντινιανὸς ὁ βασιλεὺς εὔξασθαι, καὶ φάναι χάριν ὁμολογεῖν τῷ Θεῷ, ὡς ἱερᾶσθαι ἐπιλεγομένῳ, οὓς αὐτὸς ἄρχειν προβάλλεται. Μαθὼν δὲ τὴν τοῦ πλήθους ἔνστασιν, καὶ τὴν Ἀμβροσίου παραίτησιν, συνέβαλεν ἐπὶ ὁμονοίᾳ τῆς ἐν Μεδιολάνῳ ἐκκλησίας ταῦτα βραβεύειν τὸν Θεόν: καὶ τὴν ταχίστην αὐτὸν χειροτονεῖσθαι προσέταξεν.

Ἅμα δὲ ἐμυήθη καὶ τὴν χειροτονίαν παρέλαβεν, ὁμοφρονεῖν πέπεικε περὶ τὰ θεῖα τὴν ὑπ̓ αὐτὸν ἐκκλησίαν, ἐπὶ πολλῷ χρόνῳ διχονοίᾳ καμοῦσαν ἐκ τῆς προστασίας Αὐξεντίου. Ἀλλ̓ οἷος μὲν Ἀμβρόσιος οὗτος μετὰ τὴν χειροτονίαν ἐγένετο, καὶ ὡς ἀνδρείως καὶ μάλα θείως τὴν ἱερωσύνην διήνυσεν, ἐν τοῖς ἑξῆς κατὰ χώραν λελέξεται.

Περὶ δὲ τοῦτον τὸν χρόνον οἱ ἀμφὶ τὴν Φρυγίαν Ναυατιανοὶ, παρὰ τὸ πρότερον εἰωθὸς, ἤρξαντο μετὰ τῶν Ἰουδαίων τὴν τοῦ Πάσχα ἑορτὴν ἐπιτελεῖν. Ναυάτος μὲν γὰρ ὃς ἀρχηγὸς ἐγένετο τῆς αἱρέσεως, τοὺς μεταμελουμένους ἐπὶ τοῖς ἁμαρτήμασιν εἰς κοινωνίαν οὐ προσίετο: καὶ τοῦτο μόνον ἐκαινοτόμει: παραπλησίως δὲ τῇ Ῥωμαίων ἐκκλησίᾳ μετὰ τὴν ἐαρινὴν ἰσημερίαν διετέλεσεν αὐτός τε καὶ οἱ μετ̓ αὐτὸν ταύτην ἄγοντες τὴν ἑορτήν.

Εἰσότε δὴ ἐπὶ ταύτης τῆς ἡγεμονίας, τινὲς τῶν ἀνὰ τὴν Φρυγίαν Ναυατιανῶν ἐπισκόπων συνελθόντες ἐν Παζουκώμῃ, χωρίον δὲ αὕτη Φρυγῶν, ὅθεν Σαγγαρίου τοῦ ποταμοῦ αἱ πηγαὶ ῥέουσι: ὡς οὐδὲ ταύτῃ κοινωνεῖν ἀξιοῦντες τοῖς ἑτέρως αὐτοῖς δοξάζουσιν, ἴδιον ἔθεντο νόμον: ὥστε τὴν τῶν Ἀζύμων ἐπιτηρεῖν ἑορτὴν,

καὶ σὺν τοῖς Ἰουδαίοις τὸ Πάσχα ἐπιτελεῖν. Οὐκ ἐκοινώνει δὲ ταύτῃ τῇ συνόδῳ, οὔτε Ἀγέλιος ὁ τῶν ἐν Κωνσταντινουπόλει Ναυατιανῶν ἐπίσκοπος, οὔτε ὁ Νικαίας, ἢ ὁ Νικομηδείας, ἢ ὁ Κοτυαείου: πόλις δὲ αὕτη Φρυγίας οὐκ ἄσημος: οὓς δὴ κυρίους καὶ κολοφῶνας, ὡς εἰπεῖν, οἱ Ναυατιανοὶ νομίζουσι τῶν περὶ τὴν οἰκείαν αἵρεσιν καὶ τὰς αὐτῶν ἐκκλησίας πραττομένων.

Ἐκ ταύτης δὲ τῆς αἰτίας, ὅπως καὶ οὗτοι εἰς διαφορὰν κατέστησαν, καὶ σφᾶς αὐτοὺς διατεμόντες χωρὶς ἐκκλησίαζον, κατὰ καιρὸν ἐρῶ.

Περὶ τῶν Ἀπολιναρίων, τοῦ πατρὸς καὶ υἱοῦ: καὶ τοῦ πρεσβυτέρου Βιταλιανοῦ: καὶ ἐκ ποίας αἱρέσεως κινηθέντες, εἰς αἱρέσεις ἐξέκλιναν.

Ἐν τούτῳ δὲ εἰς τὸ προφανὲς προΐστατο Ἀπολινάριος τῆς ἀπ̓ αὐτοῦ ὀνομαζομένης αἱρέσεως: καὶ πολλοὺς ἀποτεμὼν τῆς ἐκκλησίας, καθ̓ ἑαυτὸν συνῆγε. Συνελάβετο δὲ αὐτῷ πρὸς τὴν τοῦ οἰκείου δόγματος σύστασιν καὶ Βιτάλιος, πρεσβύτερος Ἀντιοχεὺς τῶν ὑπὸ Μελίτιον ἱερωμένων: ἀνὴρ, εἰ καί τις ἄλλος, ἐκ τοῦ βίου καὶ τῆς πολιτείας ἐπιφανὴς, καὶ περὶ τοὺς ὑπ̓ αὐτὸν ἀγομένους σπουδαῖος, καὶ τούτου χάριν τῷ λαῷ σεβάσμιος.

Μετ̓ οὐ πολὺ γὰρ ἀποσχίσας ἑαυτὸν τῆς Μελιτίου κοινωνίας, Ἀπολιναρίῳ προσέθετο: καὶ τῶν τὰ αὐτὰ δοξαζόντων ἐπὶ τῆς Ἀντιοχέων ἡγεῖτο: αἰδοῖ τῆς αὐτοῦ πολιτείας πλῆθος οὐκ ὀλίγον πειθόμενον ἔχων, οἳ καὶ ἀπ̓ αὐτοῦ τὴν προσηγορίαν ἔλαχον, Βιταλιανοὶ παρὰ Ἀντιοχεῦσιν εἰς ἔτι νῦν ὀνομαζόμενοι.

Λέγεται δὲ τοῦτο παθεῖν ὑπὸ λύπης, ὡς ὑπεροφθεὶς παρὰ Φλαβιανοῦ, ὃς ὕστερον ἐπετράπη τὸν Ἀντιοχέων θρόνον, συμπρεσβυτέρου τότε ὄντος αὐτῷ, κωλυθεὶς συνήθως ἰδεῖν τὸν ἐπίσκοπον: παρευδοκιμεῖσθαι γὰρ νομίσας, ἀνθρώπινον ὑπέστη:

καὶ πρὸς Ἀπολινάριον ἐλθὼν, ἐκοινώνησε, καὶ φίλον αὐτὸν εἶχεν. Ἐκ τούτου δὲ καὶ ἐν ἄλλαις πόλεσι χωρὶς ἐκκλησίαζον ὑπὸ ἐπισκόποις ἰδίοις, καὶ θεσμοῖς ἐχρῶντο ἀλλοτρίοις τῆς καθολικῆς ἐκκλησίας, παρὰ τὰς νενομισμένας ἱερὰς ᾠδὰς ἔμμετρά τινα μελύδρια ψάλλοντες,

παῤ αὐτοῦ Ἀπολιναρίου εὑρημένα. Πρὸς γὰρ τῇ ἄλλῃ παιδεύσει καὶ ποιητικὸς ὢν, καὶ παντοδαπῶν μέτρων εἰδήμων, καὶ τοῖς ἐντεῦθεν ἡδύσμασι τοὺς πολλοὺς ἔπειθεν αὐτῷ προσέχειν. Ἄνδρες τε παρὰ τοὺς πότους καὶ ἐν ἔργοις, καὶ γυναῖκες παρὰ τοὺς ἱστοὺς τὰ αὐτοῦ μέλη ἔψαλλον. Σπουδῆς γὰρ καὶ ἀνέσεως, καὶ ἑορτῶν, καὶ τῶν ἄλλων, πρὸς τὸν ἑκάστου καιρὸν εἰδύλλια αὐτῷ πεπόνητο,

πάντα εἰς εὐλογίαν Θεοῦ τείνοντα. Μαθὼν οὖν ταύτην τὴν αἵρεσιν εἰς πολλοὺς ἕρπειν πρῶτος Δάμασος ὁ Ῥωμαίων ἐπίσκοπος, καὶ Πέτρος ὁ Ἀλεξανδρείας, συνόδου γενομένης ἐν Ῥώμῃ, ἀλλοτρίαν τῆς

καθόλου ἐκκλησίας ἐψηφίσαντο. Λέγεται δὲ καὶ Ἀπολινάριος ὁμοίως ὑπὸ μικροψυχίας νεωτερίσαι περὶ τὸ δόγμα, ἐξ αἰτίας τοιᾶσδε. Ἡνίκα γὰρ Ἀθανάσιος ὁ τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύσας, μετὰ τὴν ἐπὶ Κωνσταντίου φυγὴν προσετάχθη ἐπανελθεῖν εἰς Αἴγυπτον, διοδεύοντι τὴν Λαοδίκειαν, συνήθης αὐτῷ ἐγένετο καὶ εἰς τὰ μάλιστα φίλος.

Ἀπωμότου δὲ οὔσης τῆς πρὸς αὐτὸν κοινωνίας τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως, ὧν ἦν καὶ Γεώργιος ὁ ἐνθάδε ἐπίσκοπος, ὑβριστικῶς ἐκβάλλεται τῆς ἐκκλησίας, ὡς παρὰ κανόνας καὶ τοὺς τῶν ἱερέων νόμους Ἀθανασίῳ συγγενόμενος. Ἐπῃτιᾶτο δὲ αὐτὸν διὰ ταῦτα, καὶ εὐθύνας παλαιῶν ἁμαρτημάτων μεταμελείᾳ λελυμένων,

ὠνείδιζεν. Ἔτι γὰρ Θεοδότου τοῦ πρὸ αὐτοῦ τὴν Λαοδικέων ἐκκλησίαν ἰθύναντος, κατ̓ ἐκεῖνο καιροῦ διαπρέπων Ἐπιφάνιος ὁ σοφιστὴς, ὕμνον εἰς τὸν Διόνυσον παρῄει: διδασκάλῳ δὲ αὐτῷ χρώμενος Ἀπολινάριος, ἔτι γὰρ νέος ἦν, παρεγένετο τῇ ἀκροάσει σὺν τῷ πατρί: ὁμώνυμος δὲ ἦν αὐτῷ, γραμματικὸς οὐκ ἄσημος.

Ἐπεὶ δὲ τοῦ λόγου ἀρχόμενος Ἐπιφάνιος, ὡς ἔθος τοῖς τοιάδε ἐπιδεικνυμένοις λέγειν, τοὺς ἀμυήτους καὶ βεβήλους ἐξιέναι θύραζε ἐκέλευεν: οὔτε δὲ Ἀπολινάριος ὁ νέος, οὔτε ὁ πρεσβύτης, οὔτε ἕτερός τις τῶν παρόντων Χριστιανῶν τῆς ἀκροάσεως ἀπεχώρησε.

Μαθὼν ταῦτα Θεόδοτος ὁ ἐπίσκοπος, χαλεπῶς ἤνεγκε: καὶ τοῖς μὲν ἄλλοις ἐν λαῷ τεταγμένοις μετρίως ἐγκαλέσας, συγγνώμην ἔνειμεν: Ἀπολιναρίω δὲ ἄμφω τὴν ἁμαρτίαν δημοσίᾳ ἐλέγξας, τῆς ἐκκλησίας ἀφώρισεν: ἤστην γὰρ κληρικὼ, ὁ μὲν πατὴρ, πρεσβύτερος: ὁ δὲ παῖς, ἀναγνώστης ἔτι τῶν ἱερῶν γραφῶν. Χρόνου δέ τινος διαγενομένου, ἐν δάκρυσι καὶ νηστείαις ἐπαξίως τῆς ἁμαρτίας μεταμεληθέντας,

προσίεται πάλιν Θεόδοτος. Ὡς δὲ τὴν αὐτὴν ἐπισκοπὴν ἔλαχε Γεώργιος, καὶ ἡ πρὸς Ἀθανάσιον συνουσία γέγονεν Ἀπολιναρίῳ ὡς εἴρηται, ἀκοινώνητον αὐτὸν ἀποφαίνει, καὶ τῆς ἐκκλησίας ἀλλότριον. Ὁ δὲ λέγεται μὲν πολλάκις αὐτοῦ δεηθῆναι τὴν κοινωνίαν ἀπολαβεῖν.

Ὡς δὲ οὐκ ἔπειθε, λύπῃ κρατηθεὶς ἐτάραξε τὴν ἐκκλησίαν, καὶ δογμάτων καινότητι τὴν εἰρημένην αἵρεσιν εἰσήγαγεν: ὅπερ ἠδύνατο, τέχνῃ φημὶ λόγων τὸν ἐχθρὸν ἀμυνόμενος: καὶ διελέγχων ὡς ἐν διδασκαλίᾳ ἱερῶν δογμάτων οὐ τοιοῦτος ὢν, τὸν ἀμείνω καθεῖλεν. Οὕτω πη αἱ ἴδιαι ἔχθραι τῶν κατὰ καιροὺς κληρικῶν, τὰ μέγιστα τὴν ἐκκλησίαν ἔβλαψαν, καὶ τὴν θρησκείαν εἰς πολλὰς αἱρέσεις κατέτεμον.

Τεκμήριον δὲ τοῦτο: εἰ γὰρ ὁμοίως Θεοδότῳ καὶ Γεώργιος μεταμεληθέντα Ἀπολινάριον ἐδέξατο, οὐκ ἂν, οἶμαι, ἡ ἀπ̓ αὐτοῦ καλουμένη αἵρεσις ἦν. Ἡ γὰρ ἀνθρωπεία φύσις, ὑπερφρονουμένη μὲν ἀπαυθαδιάζεται, καὶ εἰς φιλονεικίαν καὶ νεωτερισμοὺς καθίσταται: ἀπολαύουσα δὲ τῶν ἴσων, μετριάζειν καὶ ἐπὶ τῶν αὐτῶν μένειν φιλεῖ.

Περὶ Εὐνομίου καὶ τοῦ διδασκάλου αὐτοῦ Ἀετίου: καὶ τὰ κατ̓ αὐτοὺς, καὶ τί ἐδογμάτιζον, καὶ ὅτι πρῶτοι οὗτοι μίαν κατάδυσιν ἐπὶ τοῦ βαπτίσματος ἐπενόησαν.

Ἀμφὶ δὲ τοῦτον τὸν χρόνον Εὐνόμιος, ὃς ἀντὶ Ἐλευσίου τὴν ἐν Κυζίκῳ ἐκκλησίαν κατεῖχε, τῆς Ἀρείου αἱρέσεως προϊστάμενος, ἑτέραν παρὰ ταύτην εἰσηγήσατο:

ἣν οἱ μὲν ἀπ̓ αὐτοῦ ὀνομάζουσιν, οἱ δὲ τὴν τῶν Ἀνομοίων καλοῦσι. Φασὶ δέ τινες, πρῶτον τοῦτον Εὐνόμιον τολμῆσαι εἰσηγήσασθαι, ἐν μιᾷ καταδύσει χρῆναι ἐπιτελεῖν τὴν θείαν βάπτισιν, καὶ παραχαράξαι τὴν ἀπὸ τῶν ἀποστόλων εἰσέτι νῦν ἐν πᾶσι φυλαττομένην παράδοσιν. Καὶ ὡς ἐπίπαν, ἑτέραν τινὰ τῆς αὐτοῦ ἐκκλησίας ἐξευρεῖν ἀγωγὴν, σεμνότητι καὶ ἀκριβείᾳ πλείονι τὴν καινότητα περιπέττουσαν.

Ἐγένετο δὲ καὶ τεχνίτης λόγων, καὶ ἐριστικὸς, καὶ συλλογισμοῖς χαίρων: τοιούτους δὲ τοὺς πολλοὺς τῶν τὰ αὐτοῦ φρονούντων ἔστιν ἰδεῖν. Οὐ μᾶλλον γὰρ ἐπαινοῦσι βίον ἀγαθὸν ἢ τρόπον, ἢ τὸν περὶ τοὺς δεομένους ἔλεον, εἰ μὴ τὰ αὐτὰ δοξάζοιεν, ὅσον εἴ τις ἐριστικῶς διαλέγοιτο, καὶ κρατεῖν δοκοίη συλλογιζόμενος: ὁ τοιοῦτος γὰρ εὐσεβὴς παρὰ πάντας νομίζεται.

Ὡς ἄλλοις δοκεῖ, τἀληθέστερον, οἶμαι, λέγουσιν, ὡς Θεοφρόνιος ὁ Καππαδόκης, καὶ Εὐτύχιος, σπουδασταὶ ταύτης τῆς αἱρέσεως, ἀποτεμόντες σφᾶς ἐπὶ τῆς ἐχομένης βασιλείας, περί τε ἄλλα τῶν Εὐνομίῳ δοξάντων, καὶ περὶ τὴν θείαν βάπτισιν ἐνεωτέρισαν: οὐκ εἰς Τριάδα,

ἀλλὰ εἰς τὸν τοῦ Χριστοῦ θάνατον βαπτίζεσθαι εἰσηγησάμενοι. Εὐνόμιον μέντοι μηδὲν περὶ τούτου καινοτομῆσαι, ἀλλ̓ ἐξ ἀρχῆς τοῦτον τὰ Ἀρείου φρονῆσαι, καὶ οὕτω διαμεῖναι: ἐπίσκοπον δὲ Κυζίκου γενόμενον, κατηγορηθῆναι ὑπὸ τῶν ὑπ̓ αὐτὸν κληρικῶν, ὡς νεωτέρων δογμάτων εἰσηγητήν.

Τηνικαῦτα δὲ Εὐδόξιον τὸν ἡγούμενον ἐν Κωνσταντινουπόλει τῆς Ἀρείου αἱρέσεως, μετακαλεσάμενον αὐτὸν, ἐπιτρέψαι τῷ λαῷ προσομιλῆσαι περὶ τοῦ δόγματος: μὴ καταγνόντα δὲ μηδὲν, προτρέψασθαι μὲν εἰς Κύζικον ἐπανελθεῖν: τὸν δὲ φῆσαι, μὴ αἱρεῖσθαι λοιπὸν τοῖς ἐν ὑπονοίᾳ αὐτῷ γενομένοις συνεῖναι: καὶ πρόφασιν ταύτην τοῦ χωρισμοῦ ποιήσασθαι.

Τὸ δὲ ἀληθὲς, ὅτι Ἀέτιον τὸν αὐτοῦ διδάσκαλον οὐ προσεδέξαντο: ἐφ̓ ἑαυτοῦ δὲ διαμεῖναι, μηδὲν τῆς προτέρας δόξης παραλλάξαντα. Ταῦτα οἱ μὲν, ὧδε: οἱ δὲ, ἑτέρως λέγουσιν. Ἀλλ̓ εἴτε Εὐνόμιος, εἴτε ἄλλοι τινὲς, περὶ τὴν παράδοσιν τοῦ βαπτίσματος ταῦτα ἐνεωτέρισαν, ἐμοὶ δοκεῖ, μόνοι κατὰ τὸν αὐτὸν λόγον κινδυνεύουσιν, ἄμοιροι τῆς θείας βαπτίσεως τὸν βίον καταλιπεῖν.

Εἰ γὰρ κατὰ τὸ νενομισμένον ἐξ ἀρχῆς βαπτισθέντες, πρότερον αὐτοὶ ἑαυτοὺς ἀναβαπτίζειν οὐκ ἠδύναντο, ἢ τὸ μὴ συμβὰν ἐπὶ αὐτῶν τὴν ἀρχὴν εἰσηγοῦντο. Καὶ ὃ μήτε αὐτοὶ ἦσαν μήτε δἰ ἄλλων ἐγένοντο, τοῦτο ἑτέρους ἐποίουν: καὶ ἐξ ἀνυποστάτου τινὸς ἀρχῆς καὶ ἰδίας καταλήψεως τοῦτο τὸ δόγμα συστησάμενοι, ἃ μὴ αὐτοὶ παρειλήφασιν, ἄλλοις παραδεδώκασιν.

Ὅπερ εὔηθες ἐστί. Συνωμολόγηται γὰρ καὶ παῤ αὐτῶν, τοὺς ἀμυήτους μὴ δύνασθαι ἄλλους βαπτίζειν: ὁ δὲ τῷ τρόπῳ τῆς αὐτῶν παραδόσεως μὴ βαπτισθεὶς, ἀβάπτιστος αὐτοῖς εἶναι δοκεῖ, ὡς μὴ δεόντως μυηθείς: καὶ μαρτυροῦσιν αὐτοὶ, οὓς ἂν δύνωνται πείθειν τὰ αὐτῶν φρονεῖν, ἀναβαπτίζοντες, εἰ καὶ ἔφθασαν μυηθῆναι κατὰ τὴν παράδοσιν τῆς καθόλου ἐκκλησίας.

Ἐθορύβει μὲν οὖν οὐ μετρίως καὶ ταῦτα τὴν θρησκείαν: καὶ τοῖς θέλουσι χριστιανίζειν, ἐμπόδιον ἐγένετο τὸ διάφορον τῶν ἐπιγενομένων δογμάτων. Ἑκάστοτε γὰρ καρτεραὶ διαλέξεις ἐγίνοντο, καὶ ὡς ἐν ἀρχομέναις αἱρέσεσιν ἤκμαζον, οὐ τοὺς τυχόντας σπουδῇ καὶ λόγων δυνάμει καθηγητὰς ἔχουσαι: ὡς δὲ συμβάλλειν ἐστὶ, μικροῦ τῆς καθόλου ἐκκλησίας εἰς τὴν αὐτῶν δόξαν τοὺς πλείους παρέσυραν, εἰ μὴ τοὺς ἀμφὶ Βασίλειον καὶ Γρηγόριον τοὺς Καππαδόκας,

ἀντιπάλους εὗρον. Καὶ ἡ Θεοδοσίου βασιλεία οὐκ εἰς μακρὰν ἐπιγενομένη, τὴν ἐπιχείρησιν ἔστησε, καὶ αὐτοὺς τοὺς ἀρχηγοὺς τῶν αἱρέσεων ἐκ τοῦ συχνοτέρου τῆς ἀρχομένης εἰς ἐρημοτέρους τόπους ἐχώρισεν.

Ὥστε δὲ μὴ παντελῶς ἡμᾶς ἀγνοεῖν τὸ δόγμα τῆς ἑκατέρου αἱρέσεως, ἰστέον ὡς τῆς κατ̓ Εὐνόμιον δόξης πρῶτος Ἀέτιος ὁ Σύρος εὑρετὴς ἐγένετο, ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱὸν, κτιστόν τε καὶ ἐξ οὐκ ὄντων γεγονέναι, μετὰ Ἄρειον ἀποφῃνάμενος.

Καὶ οἱ τάδε φρονοῦντες, Ἀετιανοὶ τὸ πρὶν ὠνομάζοντο. Ἐπεὶ δὲ, ὡς ἐν τῇ Κωνσταντίου βασιλείᾳ εἴρηται, τῶν μὲν, ὁμοούσιον: τῶν δὲ, ὁμοιούσιον τῷ Πατρὶ τὸν Υἱὸν δοξαζόντων, ὅμοιον τότε ἔδοξε λέγειν τοῖς τότε κρατοῦσι κατὰ τὴν ἐν Ἀριμίνῳ σύνοδον, Ἀέτιος μὲν κατεδικάσθη φεύγειν, ὡς εἰς Θεὸν βλασφημῶν: ἡ δὲ ὑπ̓ αὐτοῦ συστᾶσα αἵρεσις, τρόπον τινὰ τὸν ἐν μέσῳ διελύθη χρόνον: οὔτε ἄλλου τοῦ τῶν ἐν λόγῳ, οὔτε Εὐνομίου εἰς τὸ φανερὸν ἐπὶ ταύτῃ παρρησιάζεσθαι τολμῶντος.

Ὡς δὲ τὴν Κυζικηνῶν ἐκκλησίαν ἀντὶ Ἐλευσίου παρείληφεν, οὐκέτι παντελῶς ἠρεμεῖν ἠνείχετο: καὶ ἐν πλήθει διαλεγόμενος, αὖθις τὴν Ἀετίου δόξαν εἰς μέσον ἤγαγεν. Οἷα δὲ φιλεῖ πολλάκις, ἐπιλαθόμενοι οἱ ἄνθρωποι τοῦ πρώτως ταύτην εὑρόντος τὴν αἵρεσιν, Εὐνομίῳ τοὺς ὧδε φρονοῦντας ἐπωνόμασαν, καθότι μετὰ Ἀέτιον τοῦτο τὸ δόγμα ἀνενέωσε, καὶ τολμηρότερον ἐπεξειργάσατο τοῦ τὴν ἀρχὴν παραδόντος.

Περὶ Ἀπολιναρίου, καὶ Εὐνομίου, οἷα ὁ θεόλογος Γρηγόριος ἐν τῇ πρὸς Νεκτάριον γράφει ἐπιστολῇ: καὶ ὅτι ἀπὸ τῆς φιλοσοφίας τῶν τότε βιούντων μοναχῶν τὰ τῆς αὐτῶν ἐσβέσθη αἱρέσεως: πᾶσαν γὰρ τὴν ἕω σχεδὸν ἡ αἵρεσις τῶν δύο τούτων διέλαβε.

Εὐνόμιον μὲν οὖν τὰ αὐτὰ φρονεῖν Ἀετίῳ, συνομολογεῖν δέον: καὶ γὰρ δὴ καὶ αὐτὸς Εὐνόμιος Ἀέτιον διδάσκαλον αὐχεῖ, καὶ μαρτυρεῖ τοῦτο πολλάκις ἐν ἰδίοις γράμμασι παρρησιαζόμενος. Ἀπολινάριον δὲ ἐπαιτιώμενος Γρηγόριος ὁ Ναζιανζὸν ἐπισκοπήσας, ἐν ἐπιστολῇ που τάδε γράφει πρὸς Νεκτάριον τὸν ἡγησάμενον τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας.

Τὸ δὲ ἐγκόλπιον ἡμῶν κακὸν Εὐνόμιος, οὐκέτι ἀγαπᾷ τὸ ὁπωσοῦν εἶναι: ἀλλ̓ εἰ μὴ πάντας τῇ αὐτοῦ ἀπωλείᾳ συνεφελκύσαιτο, ζημίαν κρίνει. Καὶ ταῦτα μὲν φορητά. Τὸ δὲ πάντων χαλεπώτατον ἐν ταῖς ἐκκλησιαστικαῖς συμφοραῖς, ἡ τῶν Ἀπολιναριστῶν ἐστὶ παρρησία.

Οὓς οὐκ οἶδα πῶς παρεῖδέ σου ἡ ὁσιότης, πορισαμένους ἑαυτοῖς τὴν τοῦ συνάγειν ὁμοτίμως ἡμῖν παρρησίαν. Πάντως μὲν οὗν διὰ πάντων κατὰ Θεοῦ χάριν τὰ θεῖα πεπαιδευμένος μυστήρια, οὐ μόνον τὴν τοῦ Θεοῦ λόγου συνηγορίαν ἐπίστασαι, ἀλλὰ κἀκεῖνα ὅσα παρὰ τῶν αἱρετικῶν κατὰ τῆς ὑγιαινούσης ἐπινενόηται πίστεως: πλὴν παρὰ τῆς βραχύτητος ἡμῶν οὐκ ἄκαιρον ἴσως ἀκοῦσαί σου τὴν σεμνοπρέπειαν, ὅτι μοι πυκτίον γέγονεν ἐν χερσὶ τοῦ Ἀπολιναρίου, ἐν ᾧ τὰ κατασκευαζόμενα πᾶσαν αἱρετικὴν κακίαν παρέρχεται.

Διαβεβαιοῦται γὰρ μὴ ἐπίκτητον εἶναι τὴν σάρκα κατ̓ οἰκονομίαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ προσληφθεῖσαν ἐπὶ μεταστοιχειώσει τῆς φύσεως ἡμῶν, ἀλλ̓ ἐξ ἀρχῆς ἐν τῷ υἱῷ τὴν σαρκώδη ἐκείνην φύσιν εἶναι. καὶ κακῶς ἐκλαβὼν εὐαγγελικήν τινα ῥῆσιν, εἰς μαρτυρίαν τῆς τοιαύτης ἀτοπίας προβάλλεται, λέγων: οὐδεὶς ἀναβέβηκεν εἰς τὴν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ υἱὸς τοῦ ἀνθρώπου: ὡς καὶ πρὶν κατελθεῖν αὐτὸν, υἱὸν ἀνθρώπου εἶναι, καὶ κατελθεῖν ἰδίαν ἐπαγόμενον σάρκα ἐκείνην,

ἣν ἐν τῷ οὐρανῷ ἔχων ἐτύγχανε, προαιώνιόν τε καὶ συνουσιωμένην. Λέγει γὰρ πάλιν ἀποστολικήν τινα ῥῆσιν, ὅτι ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ: εἶτα κατασκευάζει τὸν ἄνθρωπον ἐκεῖνον τὸν ἄνωθεν ἥκοντα, νοῦν μὴ ἔχειν: ἀλλὰ τὴν θεότητα τοῦ μονογενοῦς, τὴν τοῦ νοῦ φύσιν ἀναπληρώσασαν, μέρος γενέσθαι τοῦ ἀνθρωπίνου συγκρίματος τὸ τριτημόριον: ψυχῆς τε καὶ σώματος κατὰ τὸ ἀνθρώπινον περὶ αὐτὸν ὄντων, νοῦ δὲ μὴ ὄντος, ἀλλὰ τοῦ Θεοῦ λόγου τὸν ἐκείνου τόπον ἀναπληροῦντος.

Καὶ οὔπω τοῦτο δεινὸν θέαμα: ἀλλὰ τὸ πάντων χαλεπώτατον, ὅτι αὐτὸν τὸν μονογενῆ Θεὸν, τὸν κριτὴν τῶν ὄντων, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν καθαιρέτην τοῦ θανάτου, θνητὸν εἶναι κατασκευάζει: καὶ ἐν τῇ ἰδίᾳ αὐτοῦ θεότητι πάθος δέξασθαι, καὶ ἐν τῇ τριημέρῳ ἐκείνῃ νεκρώσει τοῦ σώματος, καὶ τὴν θεότητα συναπονεκρωθῆναι τῷ σώματι: καὶ οὕτω παρὰ τοῦ Πατρὸς πάλιν ἀπὸ τοῦ θανάτου διαναστῆναι. Τὰ δὲ ἄλλα ὅσα προστίθησι ταῖς τοιαύταις ἀτοπίαις, μακρὸν ἂν εἴη διεξιέναι.

Οἷα μὲν οὖν καὶ ὅπως περὶ Θεοῦ δοξάζουσιν Ἀπολινάριός τε καὶ Εὐνόμιος, ἐκ τῶν εἰρημένων ὅτῳ μέλει σκοπείτω. Εἰ δὲ περὶ μάθησιν ἀκριβῆ τῶν τοιούτων πονεῖν ἔγνωκεν, ἐκ τῶν γεγραμμένων, ἢ αὐτοῖς, ἢ ἑτέροις περὶ αὐτῶν, ἐπιζητείτω τὰ πλείω: ἐπεὶ ἐμοὶ οὔτε συνιέναι τὰ τοιαῦτα, οὔτε μεταφράζειν εὐπετές.

Ὡς ἔοικε δὲ, πρὸς ταῖς εἰρημέναις αἰτίαις, τὸ μὴ κρατῆσαι τάδε τὰ δόγματα καὶ εἰς πολλοὺς προελθεῖν, μάλιστα τοῖς τότε μοναχοῖς λογιστέον: ἀπρὶξ γὰρ εἴχοντο τῶν ἐν Νικαίᾳ δογμάτων οἵτε ἐν Συρίᾳ καὶ Καππαδοκίᾳ καὶ πέριξ τούτων φιλοσοφοῦντες.

Ἡ μὲν γὰρ ἕως, ἀπὸ Κιλίκων ἀρξαμένη μέχρι Φοινίκων, ἐκινδύνευσε γενέσθαι τῆς Ἀπολιναρίου αἱρέσεως: Εὐνομίου δὲ ἀπὸ Κιλίκων, καὶ Ταύρου τοῦ ὄρους, καὶ μέχρι τοῦ Ἑλλησπόντου καὶ τῆς Κωνσταντινουπόλεως. Ῥᾳδίως γὰρ ἑκάτερος παῤ οἷς διέτριβε, καὶ τοὺς πέλας, τὰ αὐτοῦ φρονεῖν ἔπειθε.

Παραπλήσιον δέ πως τοῖς ἐπὶ Ἀρείου, καὶ ἐπὶ τούτοις συμβέβηκε: τὸ γὰρ τῇδε πλῆθος τοὺς δηλωθέντας μοναχοὺς τῆς ἀρετῆς τῶν ἔργων ἐκθαυμάζον, ὀρθῶς αὐτοὺς δοξάζειν ἐπίστευε: καὶ τοὺς ἄλλως φρονοῦντας, οἷά γε μὴ καθαρεύοντας, νόθων δογμάτων ἀπεστρέφοντο: ὥσπερ Αἰγύπτιοι τοῖς παῤ αὐτοῖς μοναχοῖς ἑπόμενοι, ἐναντίως εἶχον πρὸς τοὺς Ἀρείου.

Περὶ τῶν κατὰ τοὺς καιροὺς ἐκείνους ἀκμασάντων ἁγίων ἀνδρῶν ἐν Αἰγύπτῳ, Ἰωάννου, Ὤρ, Ἀμὼν, Βήνου, Θεωνᾶ, Κόπρου, Ἑλλῆ, Ἠλία, Ἀπελλοῦ, Ἰσιδώρου, Σεραπίωνος, Διοσκόρου, καὶ Εὐλογίου.

Εἰς καιρὸν δέ μοι δοκεῖ, ἐπιμνησθέντα τῶν τότε ἐν Χριστιανισμῷ φιλοσοφούντων, ὅσους ἂν δυναίμην διεξελθεῖν. Πλείστη γὰρ κατ̓ ἐκεῖνο καιροῦ φορὰ θεοφιλῶν ἀνδρῶν ἐπήνθει. Διέπρεπε δὲ κατὰ τούτους ὧν ἴσμεν ἐν Αἰγύπτῳ Ἰωάννης, ᾧ τὸ μέλλον καὶ ἄλλοις ἄδηλον ὁ Θεὸς ἐδήλωσεν, οὐχ ἧττον ἢ τοῖς πάλαι προφήταις: καὶ δῶρον ἔδωκεν ἰᾶσθαι τοὺς ἀνιάτοις πάθεσι καὶ νόσοις κάμνοντας.

Καὶ Ὢρ, ὃς ἐκ νέου διέτριβεν ἐν ἐρήμοις, ἀεὶ τὸ θεῖον ὑμνῶν. Ἐτρέφετο δὲ βοτάναις καὶ ῥίζαις τισίν: ὕδωρ δὲ ἔπινεν εἴ πη εὗρεν. Ἐπεὶ δὲ γέρων ἦν, κατὰ θείαν πρόσταξιν μετοικισθεὶς εἰς Θηβαΐδα, πλείστων ἡγεῖτο μοναστηρίων, οὐδ̓ αὐτὸς θείων πράξεων ἀμοιρῶν. Μόνον γὰρ εὐχόμενος, νόσους καὶ δαίμονας ἤλαυνε. Καὶ γράμματα μὴ μαθὼν, οὐκ ἐδεῖτο βιβλίων εἰς ἀνάμνησιν: ἀλλὰ πᾶν ὅπερ ἔλαβεν εἰς νοῦν, κρεῖττον λήθης ἐτύγχανε.

Περὶ δὲ τοῦτο τὸ κλίμα, ἐφιλοσόφει καὶ Ἀμμὼν, ὁ τῶν καλουμένων Ταβεννησιωτῶν ἡγούμενος, ἀμφὶ τρισχιλίους μαθητὰς ἔχων: καὶ Βῆνος δὲ καὶ Θεωνᾶς μοναχικῶν ἡγοῦντο ταγμάτων, καὶ θείας προγνώσεως καὶ προφητείας ἔμπλεω. Λέγεται δὲ καὶ Θεωνᾶν μὲν ἵστορα ὄντα τῆς Αἰγυπτίων καὶ Ἑλλήνων καὶ Ῥωμαίων παιδεύσεως, ἐπὶ τριάκοντα ἔτεσι σιωπὴν ἀσκῆσαι. Βῆνον δὲ, παῤ οὐδενὸς θεαθῆναι ὀργιζόμενον, ἢ ὀμνύοντα, ἢ ψευδόμενον, ἢ εἰκαῖον, ἢ θρασὺν, ἢ ὠλιγωρημένον εἰπόντα λόγον.

Περὶ τοῦτον τὸν χρόνον, ἐγένετο Κόπρης τε καὶ Ἑλλῆς, καὶ Ἠλίας. Φασὶ δὲ Κόπρη μὲν δωρηθῆναι θεόθεν ἰάσεις παθῶν, καὶ νοσημάτων ποικίλων, καὶ δαιμόνων κρατεῖν.

Ἑλλῆν δὲ παιδευόμενον ἐκ νέου τὴν μοναχικὴν ἀγωγὴν, πλεῖστα παραδοξοποιεῖν: ὡς καὶ πῦρ ἐν τῷ κόλπῳ κομίζειν, καὶ μὴ καίειν τὴν ἐσθῆτα. καὶ τούτῳ παροτρύνειν τοὺς συμμονάζοντας, ὡς τῇ ἀγαθῇ πολιτείᾳ καὶ τῆς ἐπιδείξεως τῶν παραδόξων ἑπομένης.

Ἠλίας δὲ, τότε μὲν οὐ πόρρω τῆς Ἀντινόου πόλεως ἐφιλοσόφει, ἀμφὶ τοὺς ἑκατὸν καὶ δέκα ἄγων ἐνιαυτούς. Πρὸ τούτου δὲ ἔλεγεν ἐπὶ ἑβδομήκοντα ἔτεσι μόνος ἐρημίαν οἰκῆσαι: ἐπὶ τοσοῦτον δὲ γηραλέος γεγονὼς,

διετέλεσε νηστεύων καὶ ἀνδρείως πολιτευόμενος. Ἐπὶ τούτοις καὶ Ἀπελλῆς τηνικάδε διέπρεπε περὶ Ἄχωριν, ἐν τοῖς κατ̓ Αἴγυπτον μοναστηρίοις πλεῖστα θαυματουργῶν. Ὅν ποτε χαλκεύοντα, τοῦτο γὰρ ἐπετήδευε, νύκτωρ φάσμα δαίμονος, ὡς γυνὴ εὐπρεπὴς, εἰς σωφροσύνην ἐπείρα. Ὁ δὲ, σίδηρον ὃν εἰργάζετο ἐκ τοῦ πυρὸς ἐξερύσας, κατέφλεξε τοῦ δαιμονίου τὸ πρόσωπον: τὸ δὲ, τετριγὸς καὶ ὀλοφυρόμενον ἀπέδρασεν.

Ἐπιφανέστατοι δὲ τότε πατέρες μοναχῶν ἦσαν, Ἰσίδωρός τε καὶ Σεραπίων, καὶ Διόσκορος. Ἀλλ̓ Ἰσίδωρος μὲν, πανταχόθεν περιφράξας τὸ μοναστήριον, ἐπεμελεῖτο μηδένα τῶν ἔνδον θύραζε ἐξιέναι, καὶ πάντα τὰ ἐπιτήδεια ἔχειν.

Σεραπίων δὲ, περὶ τὸν Ἀρσενοΐτην διέτριβεν, ἀμφὶ τοὺς μυρίους ὑφ̓ ἑαυτὸν ἔχων. Πάντας δὲ ἦγεν ἐξ οἰκείων ἱδρώτων τὰ ἐπιτήδεια πορίζεσθαι, καὶ ἄλλοις δεομένοις χορηγεῖν: ὥρᾳ δὲ θέρους ἐπὶ μισθῷ ἀμῶντες, ἀρκοῦντα αὐτοῖς σῖτον ἀπετίθεντο, καὶ ἄλλοις μοναχοῖς μετεδίδουν.

Διοσκόρῳ δὲ οὐ πλείους ἑκατὸν ἐφοίτων. Πρεσβύτερος δὲ ὢν, ἐν τῷ ἱερᾶσθαι διὰ πάσης ἀκριβείας ἐχώρει: βασανίζων καὶ ἐπιμελῶς ἀνακρίνων τοὺς προσιόντας τοῖς μυστηρίοις, ὥστε αὐτοὺς προκεκαθάρθαι τὸν νοῦν, καὶ μὴ συνειδέναι τὶ πεπραχέναι δεινόν.

Ἀκριβέστερος δὲ τότε ἐγένετο περὶ τὴν μετάδοσιν τῶν θείων μυστηρίων καὶ Εὐλόγιος πρεσβύτερος: ὅν φασιν ἱερωμένον, πρόγνωσιν ἐσχηκέναι τῆς τῶν προσιόντων ἐννοίας ἐπὶ τοσοῦτον, ὡς καὶ τὰ ἡμαρτημένα σαφῶς διελέγχειν, καὶ τὰ κατὰ νοῦν ἑκάστῳ κρυπτόμενα ἐφορᾷν: τοὺς οὖν κακῶς πεπραχότας, ἢ περί τινος φαύλου βουλευσαμένους, τέως εἷργε τοῦ θυσιαστηρίου, δήλην ποιήσας τὴν ἁμαρτίαν: μεταμελείᾳ δὲ καθαρθέντας, πάλιν προσίετο.

Περὶ τῶν ἐν Θηβαΐδι μοναχῶν, Ἀπολλὼ, Δωροθέου, Πιάμμωνος, Ἰωάννου, Μάρκου, Μακαρίου, Ἀπολλωδόρου, Μωσέως, Παύλου τοῦ ἐν Φέρμῃ, Παχὼν, Στεφάνου, καὶ Πίωρ.

Κατὰ τούτους δὲ καὶ Ἀπολλὼς ἐν Θηβαΐδι διέτριβεν: ὃς ἡβᾷν ἀρχόμενος, ἐφιλοσόφησεν: ἐπὶ τεσσαράκοντα δὲ ἔτη τὴν ἔρημον οἰκήσας, σπήλαιον ὑπὸ τὸ ὄρος πλησίον τῆς οἰκουμένης, τοῦ Θεοῦ χρήσαντος, κατέλαβεν. Ὑπὸ δὲ πλήθους θαυματουργιῶν, ἐν ὀλίγῳ ἐπίσημος ἐγένετο, καὶ ἡγεμὼν πλείστων μοναχῶν: ἦν γὰρ καὶ ταῖς διδασκαλίαις εἰς ὠφέλειαν ἐπαγωγός.

Ἀλλ̓ οἵᾳ μὲν ἀγωγῇ ἐχρῆτο, καὶ ἡλίκων ἦν θείων καὶ παραδόξων πραγμάτων ποιητὴς, ἱστορεῖ Τιμόθεος ὁ τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύσας: εὖ μάλα αὐτοῦ, καὶ πολλῶν ὧν ἐπεμνήσθην, καὶ ἄλλων δοκίμων μοναχῶν τοὺς βίους διεξελθών.

Ἐν δὲ τῷ τότε, πολλοὶ καὶ ἀγαθοὶ σπουδαίως ἐφιλοσόφουν ἀνὰ τὴν Ἀλεξάνδρειαν, ἀμφὶ δισχίλιοι ὄντες: ὧν οἱ μὲν, ἐν τοῖς καλουμένοις ἐρημικοῖς ᾤκουν: οἱ δὲ, περὶ τὸν Μαρεώτην καὶ τοὺς ἐκ γειτόνων Λίβυας.

Ὑπερφυῶς δὲ ἐν τούτοις διέπρεπε Δωρόθεος, Θηβαῖος τὸ γένος. Ὧι βίος ἦν, ἐν ἡμέρᾳ μὲν, ἀπὸ τῆς πέλας θαλάσσης λίθους συλλέγειν, καὶ ἔτους ἑκάστου οἰκίδιον κατασκευάζειν, καὶ διδόναι τοῖς μὴ δυναμένοις ἑαυτοῖς οἰκοδομεῖν: νύκτωρ δὲ εἰς αὐτοῦ διατροφὴν ἐκ φοινίκων φύλλων σειρὰς πλέκων, σπυρίδας εἰργάζετο.

Τροφὴ δὲ ἦν αὐτῷ ἄρτου οὐγγίαι ἓξ, καὶ λεπτῶν λαχάνων δέμα, καὶ ὕδωρ πότον. Ἐκ νέου δὲ οὕτως ἀσκήσας, οὐ διέλιπε καὶ γέρων ὤν: οὐδέ ποτε ὡράθη ἐπὶ ῥιπὸς ἢ κλίνης καθευδήσας, ἢ τοὺς πόδας ἐκτείνας ἀνέσει, ἢ ἑκὼν ὕπνῳ ἑαυτὸν ἐκδούς: πλὴν ὅσον ἐργαζόμενος ἢ ἐσθίων, βιασθεὶς ὑπὸ τῆς φύσεως, ἔμυσε τοὺς ὀφθαλμούς: ὡς πολλάκις νυστάζοντος ἐν τῷ ἐσθίειν, ἐκπεσεῖν τοῦ στόματος τὴν τροφήν.

Ποτὲ γοῦν εἰς ἄκρον κρατηθεὶς τῷ ὕπνῳ, ἔλαθεν ἐπὶ τοῦ ῥιπὸς πεσών: καὶ περίλυπος ἐπὶ τούτῳ γεγονὼς, ἠρέμα ἔφη, Εἰ τοὺς ἀγγέλους πείσεις καθεύδειν, πείσεις καὶ τὸν σπουδαῖον: ὑπεδήλου δὲ ἑαυτὸν, πρὸς τὸν ὕπνον ἴσως ἀποτεινόμενος, ἢ τὸν δαίμονα τὸν ἐμποδὼν γενόμενον ταῖς σπουδαίαις πράξεσιν. Ὧδε δὲ αὐτῷ μοχθοῦντι προσελθών τις ἔφη: Τί τὸ σῶμα τὸ σὸν ἀποκτείνεις τοσοῦτον;

Ὅτι με ἀποκτείνει, ἀπεκρίνατο. Καὶ Πιάμμων δὲ καὶ Ἰωάννης τηνικαῦτα περὶ Διολκὸν τῆς Αἰγύπτου, ἐπισημοτάτων προΐσταντο μοναστηρίων. Ἐπιμελέστατά τε καὶ μάλα σεμνῶς πρεσβύτεροι ὄντες, τὴν ἱερατείαν μετῄεσαν. Λέγεται δέ ποτε τὸν Πιάμμωνα ἱερωμένον, θεάσασθαι περὶ τὴν ἱερὰν τράπεζαν θεῖον ἄγγελον ἑστῶτα, καὶ τῶν μοναχῶν τοὺς παρόντας ἐγγράφειν βίβλῳ τινί:

τοὺς δὲ ἀπόντας ἀπαλείφειν. Ἰωάννῃ δὲ τοσαύτην ἐδωρήσατο δύναμιν ὁ Θεὸς κατὰ παθῶν καὶ νοσημάτων, ὡς πολλοὺς ἰάσασθαι ποδαλγοὺς, καὶ τὰ ἄρθρα διαλελυμένους.

Ἐν τούτῳ δὲ καὶ Βενιαμὶν γηραλέος εὖ μάλα λαμπρῶς ἀνὰ τὴν Σκῆτιν ἐφιλοσόφει, δῶρον ἔχων παρὰ Θεοῦ δίχα φαρμάκων ἐπαφῇ μόνῃ χειρὸς, ἢ ἐλαίῳ ᾧ ἐπηύχετο, πάσης ἀπαλλάσσειν νόσου τοὺς κάμνοντας. Τὸν δὴ τοιοῦτον λόγος ὑδέρῳ περιπεσόντα, τοσοῦτον οἰδῆσαι τὸ σῶμα, ὡς μὴ δυνηθῆναι διὰ τῶν θυρῶν τοῦ οἰκήματος ἐν ᾧ διῆγεν ἐκκομισθῆναι, εἰ μὴ σὺν ταῖς θύραις καὶ τὰς παραστάδας καθεῖλον.

Ἐν δὲ τῷ νοσεῖν, ἐν κλίνῃ κεῖσθαι μὴ δυνάμενος, ἀμφὶ τοὺς ὀκτὼ μῆνας ἐπὶ δίφρου πλατυτάτου ἐκαθίζετο, συνήθως τοὺς κάμνοντας ἰώμενος, αὐτὸς μηδὲν δυσφορῶν ὅτι μὴ τῆς ἐχούσης αὐτὸν νόσου ἀπηλλάττετο: μᾶλλον μὲν οὖν καὶ τοὺς ὁρῶντας παρεμυθεῖτο, καὶ ἐλιπάρει τὸν Θεὸν ἱκετεύειν ὑπὲρ τῆς αὐτοῦ ψυχῆς: σώματος δὲ αὐτῷ μηδὲν μέλειν:

ἐπεὶ καὶ εὐεκτοῦν, οὐδέν με ὤνησεν, ἔφη, καὶ κακῶς πάσχον, οὐκ ἔβλαψε. Κατ̓ ἐκεῖνο δὲ καιροῦ ἐν Σκήτει διέτριβε Μάρκος τε ὁ ἀοίδιμος, καὶ Μακάριος ὁ νέος, καὶ Ἀπολλώνιος, καὶ Μωσῆς ὁ Αἰθίοψ. Φασὶ δὲ Μάρκον μὲν, καὶ ἐν τῷ νέῳ τῆς ἡλικίας εἰς ἄγαν πρᾷον καὶ σώφρονα, καὶ μνήμονα ἱερῶν γραφῶν γενέσθαι: θεοφιλῆ δὲ ἐπὶ τοσοῦτον, ὡς ἰσχυρίζεσθαι Μακάριον τὸν αὐτὸν, πρεσβύτερον ὄντα τῶν Κελλίων, μηδὲ πώποτε παῤ αὐτοῦ λαβεῖν ἃ θέμις ἱερεῦσι διδόναι τοῖς μεμυημένοις περὶ τὴν ἱερὰν τράπεζαν: ἄγγελος δὲ αὐτῷ ἐδίδου, οὗ τὴν χεῖρα μέχρι τοῦ καρποῦ μόνου ἔλεγε θεωρεῖν.

Μακαρίῳ δὲ ἐδόθη χάρις ὑπὸ Θεοῦ, ὑπερφρονεῖν τῶν δαιμόνων. Ἐγένετο δὲ αὐτῷ τὴν ἀρχὴν πρόφασις τῆς φιλοσοφίας, ἀκούσιος φόνος. Ἔτι γὰρ βούπαις ὢν, πρόβατα ἔνεμε περὶ τὴν Μαρείαν λίμνην, καὶ παίζων, τινὰ τῶν ὁμηλίκων ἀνεῖλε: δείσας τε δοῦναι δίκην, ἔφυγεν εἰς τὴν ἐρημίαν.

Αἴθριος δὲ ἐπὶ τρία ἔτη μετὰ ταῦτα διάγων, αὐτόθι οἰκίδιον μικρὸν ἑαυτῷ κατεσκεύασεν, ἐν ᾧ εἴκοσι καὶ πέντε ἔτη διέτριψεν. Ἔλεγον δὲ οἵ γε αὐτοῦ ἀκηκόεισαν, ὡς πολλὴν ὡμολόγει χάριν τῇ συμφορᾷ, καὶ σωτήριον ἀπεκάλει τὸν ἀκούσιον φόνον, φιλοσοφίας καὶ μακαρίου βίου αἴτιον αὐτῷ γεγενημένον.

Ἀπολλώνιος δὲ, τὸν ἄλλον χρόνον ἐμπορίαν μετιὼν, ἤδη πρὸς γῆρας ἐλαύνων, ἐπὶ τὴν Σκῆτιν ἦλθε. Λογισάμενος δὲ ὡς οὔτε γράφειν, οὔτε ἄλλην τινὰ τέχνην μαθεῖν οἷός τε ἐστι διὰ τὴν ἡλικίαν, παντοδαπῶν φαρμάκων εἴδη καὶ ἐδεσμάτων ἐπιτηδείων τοῖς κάμνουσιν, ἐξ οἰκείων χρημάτων ὠνούμενος, ἀνὰ ἑκάστην θύραν μοναστικὴν περιῄει μέχρις ἐννάτης ὥρας, ἐφορῶν τοὺς νοσοῦντας. Ἐπιτηδείαν δὲ ταύτην αὐτῷ τὴν ἄσκησιν εὑρὼν, ὧδε ἐπολιτεύσατο. Μέλλων δὲ τελευτᾷν, ἄλλῳ παραδοὺς ἃ εἶχεν, ἐνετείλατο τὰ αὐτὰ ποιεῖν.

Μωσῆς δὲ δοῦλος ὢν, διὰ μοχθηρίαν ἐξηλάθη τῆς οἰκίας τοῦ κεκτημένου: καὶ εἰς λῃστείας τραπεὶς, λῃστρικοῦ τάγματος ἡγεῖτο. Πολλοὺς δὲ κακουργήσας, καὶ πολλοὺς φόνους τολμήσας, ἐκ περιπετείας τινὸς τὸν μοναδικὸν μετῆλθε βίον, καὶ ἀθρόον εἰς ἀρετὴν φιλοσοφίας ἐπέδωκεν.

Ἐπεὶ γοῦν ἐκ τῆς προτέρας διαίτης εὐεξίᾳ ζέων, καὶ πρὸς φαντασίας ἡδονῶν κινούμενος, μυρίαις ἀσκήσεσι τὸ σῶμα κατέτηξε: πῆ μὲν δίχα ὄψου ὀλίγῳ ἄρτῳ ἀρκούμενος: πῆ δὲ πλεῖστον ἔργον ἀνύων, καὶ πεντηκοστὸν εὐχόμενος: πῆ δὲ ἐπὶ ἓξ ἔτεσιν ὁλόκληρον ἑκάστην νύκτα ἑστὼς προσηύχετο, μήτε γόνυ κλίνων, μήτε τοὺς ὀφθαλμοὺς μύων εἰς ὕπνον.

Ἄλλοτε δὲ νύκτωρ περιϊὼν τὰς οἰκήσεις τῶν μοναχῶν, λάθρα τὴν ἑκάστου ὑδρίαν ἐπλήρου ὕδατος: ἦν δὲ τοῦτο λίαν ἐργῶδες: τῶν μὲν γὰρ, σταδίοις δέκα: τῶν δὲ, εἴκοσι: τῶν δὲ, καὶ τριάκοντα καὶ πλέον διειστήκει ὁ τόπος ὅθεν ὑδρεύοντο. Διέμεινε δὲ ἐπὶ πολὺ τὴν προτέραν ἰσχὺν ἔχων, καίπερ ταῖς πολλαῖς ἀσκήσεσι καθελεῖν ταύτην σπουδάζων,

καὶ τὸ σῶμα ταῖς ταλαιπωρίαις πιέζων. Λέγεται γοῦν ποτὲ λῃστὰς καταδραμόντας τὸν τόπον ἐν ᾧ μόνος ἐφιλοσόφει, συλλαβέσθαι πάντας καὶ δῆσαι, καὶ τέσσαρας ὄντας τοῖς ὤμοις ἐπιθεῖναι, καὶ εἰς τὴν ἐκκλησίαν ἀγαγεῖν, καὶ συμμονάζουσιν ἐπιτρέψαι τὰ περὶ αὐτῶν, ὡς μὴ θεμιτὸν αὐτῷ ἔτι μηδένα κακῶς ποιεῖν.

Φασὶ γὰρ ἀπὸ κακίας εἰς ἀρετὴν μηδενὶ τοσαύτην ὑπάρξαι μεταβολήν: ὥστε ἄκρου μὲν ἐπιψαῦσαι μοναστικῆς φιλοσοφίας: ἐξαίσιον δὲ φόβον τοῖς δαίμοσιν ἐμποιῆσαι, καὶ πρεσβύτερον γενέσθαι τῶν ἐν Σκήτει μοναχῶν. Ὁ μὲν οὖν τοιοῦτος ὢν,

πολλοὺς ἀρίστους μαθητὰς καταλιπὼν, ἀμφὶ τὰ ἑβδομήκοντα καὶ πέντε ἔτη γεγονὼς ἐτελεύτησεν. Ἐπὶ ταύτης δὲ τῆς βασιλείας ἐγένετο Παῦλος καὶ Παχὼν, Στέφανός τε καὶ Μωσῆς, ἄμφω Λίβυες, καὶ Πίωρ ὁ Αἰγύπτιος. Ὤικουν δὲ, Παῦλος μὲν ἐν Φέρμῃ: ὄρος δὲ τοῦτο ἐν Σκήτει, οὐ μείους πεντακοσίων ἀσκητὰς ἔχον. Εἰργάζετο δὲ οὐδὲν,

οὐδὲ ἐλάμβανέ τι παρά του, πλὴν ὅσον ἤσθιεν. Ηὔχετο δὲ μόνον, ὥσπερ φόρον τινὰ τριακοσίας εὐχὰς ἑκάστης ἡμέρας ἀποδιδοὺς τῷ Θεῷ: ἵνα δὲ μὴ λαθὼν διαμάρτῃ τοῦ ἀριθμοῦ, τριακοσίας ψηφίδας τῷ κόλπῳ ἐμβάλλων, καθ̓ ἑκάστην εὐχὴν ψηφίδα ἐκρίπτει: ἀναλωθέντων δὲ τῶν λίθων, δῆλον ἐγένετο τὰς ἰσαρίθμους τοῖς λίθοις εὐχὰς πεπληρῶσθαι.

Καὶ Παχὼν δὲ τότε ἐν Σκήτει διέπρεπεν. Ὃν ἐκ νέου μέχρι γήρως πολιτευσάμενον, οὔτε σῶμα εὖ ἔχον, οὔτε πάθος ψυχῆς, οὔτε δαίμων, ἄνανδρον ἐφώρασε περὶ τὴν ἐγκράτειαν, ὧν δεῖ κρατεῖν

τὸν φιλόσοφον. Στέφανος δὲ περὶ τὸν Μαρεώτην τὴν οἴκησιν εἶχεν, οὐκ ἄποθεν τῆς Μαρμαρικῆς. Δἰ ἀκριβοῦς δὲ καὶ τελειοτάτης χωρήσας ἀσκήσεως, ἐπὶ ἑξήκοντα ἔτεσιν, εὐδοκιμώτατος ἐγένετο μοναχὸς, καὶ Ἀντωνίῳ τῷ μεγάλῳ γνώριμος. Ἐγένετο δὲ πρᾷος, καὶ σοφὸς εἰς ἄγαν, καὶ ἐν ταῖς ὁμιλίαις ἡδὺς καὶ ὠφέλιμος, καὶ ἱκανὸς τὰς τῶν λυπουμένων ψυχὰς κηλεῖν,

καὶ ἐπὶ τὸ εὔθυμον μεταβάλλειν, εἰ καὶ ἀναγκαίαις λύπαις προκατειλημμένοι ἐτύγχανον. Τοιοῦτος δὲ ἦν καὶ περὶ τὰς οἰκείας συμφοράς. Ἀμέλει χαλεποῦ καὶ ἀνιάτου πάθους ἐνσκήψαντος αὐτῷ, τὰ διεφθαρμένα μέλη τοῖς ἰατροῖς τέμνειν παραδοὺς, εἰργάζετο ταῖς χερσὶ φύλλα φοινίκων πλέκων. Καὶ τοῖς παροῦσι συνεβούλευε μὴ δυσφορεῖν ἐπὶ τοῖς αὐτοῦ πάθεσι, μηδὲ ἄλλο τὶ διανοεῖσθαι, πλὴν ὅτι πρὸς τέλος χρηστὸν πάντως, ἃ ποιεῖ ὁ Θεὸς, ἐκβαίνει: καὶ αὐτῷ συνοίσειν τοιούτων πειραθῆναι παθῶν: καὶ ὑπὲρ ἁμαρτημάτων ἴσως, ὧν ἕνεκεν ἄμεινον ἐνθάδε διδόναι δίκην, ἢ μετὰ τὴν βιοτὴν ταύτην.

Μωσῆς δὲ πρᾳότητι καὶ ἀγάπῃ ὑπερφυῶς εὐδοκιμηκέναι παραδέδοται,

καὶ ἰάσεσι παθῶν εὐχῇ κατορθουμέναις. Ὁ δὲ Πίωρ ἐκ νέου φιλοσοφεῖν ἐγνωκὼς, ἡνίκα διὰ τοῦτο τοῦ πατρῴου οἴκου ἐξῆλθε, συνέθετο τῷ Θεῷ, τοῦ λοιποῦ μηδένα τῶν οἰκείων ὄψεσθαι: μετὰ δὲ πεντήκοντα ἔτη, ἐπύθετο αὐτὸν ἡ ἀδελφὴ ζῆν: ὑπὸ δὲ χαρᾶς ἀμέτρου τῆς παραλόγου μηνύσεως καταπλαγεῖσα,

ἠρεμεῖν οὐκ ἠδύνατο, εἰ μὴ θεάσαιτο τὸν ἀδελφόν. Ὀλοφυρομένην δὲ καὶ ἀντιβολοῦσαν ἐν γήρᾳ ἐλεήσας ὁ παῤ αὐτοῖς ἐπίσκοπος, ἔγραψε τοῖς ἡγουμένοις τῶν ἐν ἐρήμῳ μοναχῶν, ἐκπέμψαι τὸν Πίωρ. Ἀπιέναι δὲ προσταχθεὶς, οὐκ ἔχων ἀντειπεῖν, οὐ γὰρ θέμις Αἰγυπτίοις μοναχοῖς, οἶμαι δὲ καὶ τοῖς ἄλλοις, ἀπειθεῖν τοῖς ἐπιταττομένοις, παραλαβών τινα, ἀφίκετο εἰς τὴν πατρίδα: καὶ στὰς πρὸ τῆς πατρῴας οἰκίας, ἐμήνυσεν ἐληλυθέναι.

Ἐπεὶ δὲ ψοφεῖν τὴν θύραν ᾔσθετο, μύσας τοὺς ὀφθαλμοὺς, ὀνομαστὶ τὴν ἀδελφὴν προσειπὼν, Ἐγὼ, ἔφη, Πίωρ ὁ σὸς ἀδελφός: ἀλλὰ ὅσον βούλει, κατανόει. Ἡ μὲν οὖν ἡσθεῖσα, χάριν ὡμολόγει τῷ Θεῷ: ὁ δὲ παρὰ τὴν θύραν εὐξάμενος,

ἀνέστρεψεν εἰς τὸν τόπον ἐν ᾧ ᾤκει. Ἔνθα δὴ φρέαρ ὀρύξας; πικρὸν εὗρε τὸ ὕδωρ: καὶ μέχρι τελευτῆς ὑπέμεινε τούτῳ κεχρημένος. Ὁ δὲ μετὰ ταῦτα χρόνος τὸ ὑπερβάλλον ἀπέδειξε τῆς αὐτοῦ ἐγκρατείας: ἐπεὶ γὰρ ἐτελεύτησε, πολλῶν σπουδασάντων ἐν τῷ αὐτῷ τόπῳ φιλοσοφεῖν, οὐδεὶς ὑπέστη. Ἐγὼ δὲ ὡς ἐμαυτὸν πείθω, εἰ μὴ καὶ τούτῳ τῷ τρόπῳ φιλοσοφεῖν ἔγνωκεν, οὐ χαλεπὸν ἦν αὐτῷ εὐξαμένῳ μεταβαλεῖν τὸ ὕδωρ εἰς γεῦσιν γλυκεῖαν: ὅπουγε καὶ μὴ ὂν παντάπασιν ἀναβλύσαι ἐποίησεν.

Ἀμέλειτοι λέγεται ποτὲ τὸ φρέαρ ὀρύσσοντας τοὺς ἀμφὶ Μωσέα, μήτε τῆς προσδοκωμένης φλεβὸς, μήτε τινὸς βάθους τὸ ὕδωρ ἀναδιδόντος, μέλλειν τὸ ἔργον ἀπαγορεύειν. Ἐπιστάντα δὲ αὐτοῖς περὶ μέσην ἡμέραν τὸν Πίωρ, καὶ πρότερον ἀσπασάμενον, ὀνειδίσαι δυσπιστίαν καὶ μικροψυχίαν: κατελθόντα δὲ εἰς τὴν τάφρον εὔξασθαι, καὶ ὄρυγι τρίτον πλῆξαι τὴν γῆν: παραχρῆμα δὲ ἀναβλύσαι τὸ ὕδωρ, καὶ τὴν τάφρον πληρῶσαι. Ἐπεὶ δὲ εὐξάμενος ἀπῄει, δεομένων τῶν ἀμφὶ Μωσέα γεύσασθαι παῤ αὐτοῖς, οὐκ ἠνέσχετο, φήσας μὴ ἐπὶ τούτῳ ἀπεστάλθαι, ἠνύσθαι δὲ ἐφ̓ ᾧ ἦλθε.

Περὶ τῶν ἐν Σκήτει μοναχῶν, Ὠριγένους, Διδύμου, Κρονίωνος. Ὀρσισίου, Πουτουβάτου, Ἀρσίωνος, Ἀμμὼν, Εὐσεβίου καὶ Διοσκόρου τῶν ἀδελφῶν, καὶ μακρῶν λεγομένων, καὶ Εὐαγρίου τοῦ φιλοσόφου.

Ἐν τούτῳ δὲ εἰσέτι διέπρεπον ἐν τοῖς Σκήτεως μοναστηρίοις, γηραλέος μὲν, Ὠριγένης ἐκ τῶν μαθητῶν Ἀντωνίου τοῦ μεγάλου περιλελειμμένος: καὶ Δίδυμος, καὶ Κρονίων, ἀμφὶ τοὺς ἑκατὸν καὶ δέκα ἐνιαυτοὺς γεγονώς: καὶ ὁ μέγας Ἀρσίσιος, καὶ Πουτουβάστης, καὶ Ἀρσίων, καὶ Σεραπίων, οἳ καὶ αὐτοὶ σύγχρονοι Ἀντωνίου ἐγένοντο.

Καταγεγηρακότες δὲ ἐν τῷ φιλοσοφεῖν, προΐσταντο τότε τῶν τῇδε μοναστηρίων. Τῶν δ̓ αὖ νέαν καὶ μέσην ἡλικίαν ἀγόντων, πολλοὶ καλοί τε καὶ ἀγαθοὶ σὺν αὐτοῖς ἐγνωρίζοντο: καὶ Ἀμμώνιος καὶ Εὐσέβιος καὶ Διόσκορος: οὓς ἀδελφοὺς ἀλλήλοις ὄντας, μακροὺς ἐκ τῆς ἡλικίας ὠνόμαζον.

Λέγεται δὲ τοῦτον τὸν Ἀμμώνιον εἰς ἄκρον φιλοσοφίας προελθεῖν, ἡδονῆς τε καὶ ῥαστώνης ἀνδρείως κρατῆσαι, καὶ φιλολόγον εἰς ἄγαν γενέσθαι: ὡς τοὺς Ὠριγένους καὶ Διδύμου καὶ τῶν ἄλλων ἐκκλησιαστικῶν λόγους διεξελθεῖν. Ἐκ νέου μέχρι τελευτῆς πλὴν ἄρτου, μηδενὸς γεύσασθαι ἐν πυρὶ γενομένου.

Μέλλων δὲ ποτὲ πρὸς χειροτονίαν ἐπισκοπῆς συλλαμβάνεσθαι, ὡς ἀντιβολῶν οὐκ ἔπεισεν ἀπιέναι τοὺς ἐπ̓ αὐτὸν ἐληλυθότας, ἀποτεμὼν τὸ οὖς, Ἄπιτε, ἔφη: λοιπὸν γὰρ οὐδὲ ἑκόντα με ὁ ἱερατικὸς νόμος συγχωρεῖ χειροτονεῖσθαι. Ἄρτιον γὰρ χρῆναι τὸν ἱερέα καθίστασθαι.

Ἀναχωρήσαντες δὲ, ἐπεὶ τάδε ἔγνωσαν Ἰουδαίοις φυλακτέα, τῇ δὲ ἐκκλησίᾳ σώματος μηδὲν μέλειν, ἢν μόνον ἄρτιος ᾖ τοῖς τρόποις ὁ ἱερεὺς, αὖθις ἀνέστρεψαν ὡς συλληψόμενοι τὸν ἄνδρα. Ὁ δὲ, ἦ μὴν καὶ τὴν γλῶσσαν ἐκτεμεῖν διωμόσατο, εἰ βιάσασθαι πειραθεῖεν. Δείσαντες οὖν τὴν ἀπειλὴν, ἀπεχώρουν. Αὐτός τε ἐντεῦθεν Ἀμμώνιος ὁ Παρώτης ὠνομάζετο.

Τῷ δὲ μετ̓ οὐ πολὺ ἐπὶ τῆς ἐχομένης βασιλείας, συνῆν Εὐάγριος σοφὸς, ἐλλόγιμος ἀνὴρ, νοῆσαί τε καὶ φράσαι δεινὸς, καὶ ἐπίβολος διακρῖναι τοὺς πρὸς ἀρετὴν καὶ κακίαν ἄγοντας λογισμούς: καὶ ἱκανὸς ὑποθέσθαι, ᾗ χρὴ τοὺς μὲν ἐπιτηδεύειν, τοὺς δὲ φυλάξασθαι. Ἀλλ̓ οἷος μὲν περὶ λόγους ἦν, ἐπιδείξουσιν αἱ γραφαὶ ἃς κατέλιπεν.

Ἐλέγετο δὲ καὶ τὸ ἦθος μέτριος, τύφου τε καὶ ὑπεροψίας τοσοῦτον κρατεῖν, ὡς μήτε δικαίως ἐπαινούμενος ὀγκοῦσθαι τοῖς κρότοις,

μήτε ἀδίκως λοιδορούμενος, ἀγανακτεῖν ἐπὶ ταῖς ὕβρεσιν. Ἐγένετο δὲ τῷ μὲν γένει, Ἰβήρων πολίτης πρὸς τῷ καλουμένῳ Εὐξείνῳ πόντῳ: ἐφιλοσόφησε δὲ καὶ ἐπαιδεύθη ὑπὸ Γρηγορίῳ τῷ ἐπισκόπῳ Ναζιανζοῦ τοὺς ἱεροὺς λόγους: ἡνίκα δὲ ἐπετρόπευε τὴν ἐν Κωνσταντινουπόλει ἐκκλησίαν,

ἀρχιδιάκονον αὐτὸν εἶχεν. Ἀστεῖον δὴ ὄντα τῇ ὄψει καὶ περὶ τὴν ἐσθῆτα φιλόκαλον, μαθών τις τῶν ἐν τέλει ζηλότυπος γνώριμον εἶναι τῇ γαμετῇ, θάνατον αὐτῷ ἐμηχανᾶτο: εἰς ἔργον δὲ προβήσεσθαι μελλούσης τῆς ἐπιβουλῆς, καθεύδοντι αὐτῷ φοβεράν τινα καὶ σωτήριον ὀνείρατος ὄψιν ἐπιπέμπει τὸ θεῖον: ἔδοξε γὰρ ὡς ἐπὶ ἐγκλήματι συλληφθεὶς, σιδήρῳ δεδέσθαι πόδας καὶ χεῖρας.

Μέλλοντί τε αὐτῷ εἰς δικαστήριον ἄγεσθαι καὶ τιμωρίαν ὑπέχειν προσελθών τις ὑπέδειξε τὴν ἱερὰν τῶν εὐαγγελίων βίβλον: καὶ ὑπισχνεῖτο, εἰ τῆς πόλεως ἐξέλθοι, τῶν δεσμῶν αὐτὸν ἀπαλλάξειν, καὶ ὅτι τοῦτο ποιήσει, ὅρκον ἀπῄτει.

Ὁ δὲ τῆς βίβλου ἐφαψάμενος, ἦ μὴν ὧδε πράξειν ἐπωμόσατο: διαφεθείς τε τῶν δεσμῶν, αὐτίκα ἐξηγέρθη: καὶ τῷ θείῳ ὀνείρῳ πεισθεὶς, διέφυγε τὸν κίνδυνον: εἰς νοῦν τε λαβὼν χρῆναι μετιέναι τὸν ἀσκητικὸν βίον, ἐξεδήμησεν ἐκ Κωνσταντινουπόλεως εἰς Ἱεροσόλυμα. Καὶ μετὰ χρόνον τινὰ παραγενόμενος ἐπὶ θέαν τῶν ἐν Σκήτει φιλοσοφούντων, ἠσμένισε τὴν ἐνθάδε διατριβήν.

Περὶ τῶν ἐν τῇ Νιτρίᾳ, καὶ τῶν καλουμένων κελλίων μοναστηρίων: καὶ περὶ τῆς μονῆς τῶν Ῥινοκούρων. Περὶ Μέλανος, Διονυσίου, καὶ Σόλωνος.

Καλοῦσι δὲ τὸν χῶρον τοῦτον, Νιτρίαν: καθότι κώμη τίς ἐστιν ὅμορος, ἐν ᾗ τὸ νίτρον συλλέγουσιν. Οὐ τὸ τυχὸν δὲ πλῆθος ἐνταῦθα ἐφιλοσόφει: ἀλλὰ μοναστήρια ἦν ἀμφὶ πεντήκοντα, ἀλλήλοις ἐχόμενα: τὰ μὲν συνοικιῶν: τὰ δὲ καθ̓ ἑαυτοὺς οἰκούντων.

Ἐντεῦθεν δὲ ὡς ἐπὶ τὴν ἔνδον ἔρημον ἡκόντων, ἕτερός ἐστι τόπος, σχεδὸν ἑβδομήκοντα σταδίοις διεστὼς, ὄνομα Κελλία. Ἐν τούτῳ δὲ σποράδην ἐστὶ μοναχικὰ οἰκήματα πολλὰ, καθὸ καὶ τοιαύτης ἔλαχε προσηγορίας. Κεχώρισται δὲ τοσοῦτον ἀλλήλων, ὡς τοὺς αὐτόθι κατοικοῦντας σφᾶς αὐτοὺς μὴ καθορᾷν ἢ ἐπαΐειν.

Συνιᾶσι δὲ πάντες εἰς ταυτὸν ἅμα καὶ ἐκκλησιάζουσι τῇ πρώτῃ καὶ τελευταίᾳ ἡμέρᾳ τῆς ἑβδομάδος. Ἢν δέ τις μὴ παραγένηται, δῆλος ἐστὶν ἄκων ἀπολειφθεὶς, ἢ πάθει τινὶ ἢ νόσῳ πεπεδημένος: καὶ ἐπὶ θέαν αὐτοῦ καὶ θεραπείαν, οὐκ εὐθὺς πάντες ἀπιᾶσιν, ἀλλ̓ ἐν διαφόροις καιροῖς ἕκαστος, ἐπιφερόμενος ὅπερ ἔχει πρὸς νόσον ἁρμόδιον.

Ἐκτὸς δὲ τοιαύτης αἰτίας, οὐχ ὁμιλοῦσιν ἀλλήλοις, εἰ μὴ λόγων ἕνεκεν εἰς γνῶσιν Θεοῦ τεινόντων ἢ ὠφέλειαν ψυχῆς ἔλθοι τὶς μαθησόμενος παρὰ τὸν φράσαι δυνάμενον. Οἰκοῦσι δὲ ἐν τοῖς κελλίοις, ὅσοι τῆς φιλοσοφίας εἰς ἄκρον ἐληλύθασι,

καὶ σφᾶς ἄγειν δύνανται καὶ μόνοι διατρίβειν, δἰ ἡσυχίαν χωρισθέντες τῶν ἄλλων. Τάδε μὲν ἡμῖν ὡς ἐν βραχεῖ περὶ Σκήτεως εἰρήσθω, καὶ τῶν ἐνθάδε φιλοσοφούντων. Εἰ γὰρ τὸ καθέκαστον τῆς αὐτῶν ἀγωγῆς διεξελθεῖν πειραθείην, μηκυνομένην ἴσως τὴν γραφὴν μωμήσαιτό τις. Ἰδίαν γὰρ συστησάμενοι πολιτείαν, ἔργα καὶ ἤθη καὶ γυμνάσια καὶ δίαιταν καὶ καιρὸν ἑκάστῃ ἡλικίᾳ κατὰ τὸ εἰκὸς διένειμαν.

Καὶ Ῥινοκουροῦρα δὲ, οὐκ ἐπεισάκτοις, ἀλλ̓ οἴκοθεν ἀνδράσιν ἀγαθοῖς ἐξ ἐκείνου διέπρεπεν. Ὧν δὲ ἐνθάδε φιλοσοφεῖν ἐπυθόμην ἀρίστους ἔγνων, τόν τε Μέλανα τὸν κατ̓ ἐκεῖνο καιροῦ τὴν ἐκκλησίαν ἐπιτροπεύοντα: καὶ Διονύσιον, ὃς πρὸς Βορέαν τῆς πόλεως τὸ φροντιστήριον εἶχε: καὶ Σόλωνα τὸν Μέλανος ἀδελφὸν, καὶ τῆς ἐπισκοπῆς διάδοχον.

Λέγεται δὲ, ἡνίκα προστέτακτο τοὺς κατὰ πόλιν ἱερέας ἐναντίως Ἀρείῳ φρονοῦντας ἀπελαύνεσθαι, καταλαβεῖν Μέλανα τοὺς ἐπ̓ αὐτὸν ἐλθόντας τοὺς λύχνους τῆς ἐκκλησίας παρασκευάζοντα, οἷά γε ὑπηρέτην ἔσχατον,

ἐπίρρυπον τῷ ἱματίῳ ὑπὸ τοῦ ἐλαίου τὴν ζώνην ἔχοντα, καὶ τὰς θρυαλλίδας ἐπιφερόμενον. Ἐρωτηθέντα δὲ περὶ τοῦ ἐπισκόπου εἰπεῖν, ὡς ἐνθάδε ἐστὶ, καὶ μηνύσω τοῦτον. Αὐτίκα δὲ τοὺς ἄνδρας οἷά γε ἐξ ὁδοῦ κεκμηκότας, εἰς τὸ ἐπισκοπικὸν καταγώγιον ὁδηγῆσαι,

καὶ τράπεζαν παραθεῖναι, καὶ ἐκ τῶν ὄντων ἑστιᾶσαι. Μετὰ δὲ τὴν ἑστίασιν, νιψάμενον τὰς χεῖρας, διηκονεῖτο γὰρ τοῖς ἑστιωμένοις, ἑαυτὸν προσαγγεῖλαι. Τοὺς δὲ τὸν ἄνδρα θαυμάσαντας, ὁμολογῆσαι μὲν ἐφ̓ ᾧ ἐληλύθεισαν: αἰδοῖ δὲ τῇ πρὸς αὐτὸν, ἐξουσίαν δοῦναι φυγῆς. Τὸν δὲ φάναι, ὡς οὐκ ἂν προοίμην ταὐτὰ τοῖς ὁμοδόξοις ἱερεῦσιν ὑπομεῖναι, ἀλλ̓ ἑκοντὶ ἑλέσθαι εἰς τὴν ὑπερορίαν ἐλθεῖν. Πᾶσαν δὲ, οἷαγε ἐκ νέου φιλοσοφήσας, μοναχικὴν ἀρετὴν

ἐξησκεῖτο. Ὁ δὲ Σόλων ἀπὸ ἐμπόρου εἰς μοναχὸν μεταβαλὼν, οὐδὲ αὐτὸς ὀλίγον ἀπώνατο τῆς ἐνθένδε ὠφελείας. Ὑπὸ διδασκάλῳ γὰρ τῷ ἀδελφῷ καὶ τοῖς τῇδε φιλοσοφοῦσιν ἐπιμελῶς παιδευθεὶς καὶ περὶ τὸ θεῖον ὅτι μάλιστα προθύμως ἐσπούδαζε, καὶ πρὸς τοὺς πέλας ἀγαθὸς ἐτύγχανεν.

Ἡ μὲν Ῥινοκουρούρων ἐκκλησία, τοιούτων ἐξ ἀρχῆς ἡγουμένων ἐπιτυχοῦσα, οὐ διέλιπεν ἐξ ἐκείνου μέχρι καὶ εἰς ἡμᾶς καὶ ἔτι νῦν τοῖς ἐκείνων χρωμένη θεσμοῖς, καὶ ἀγαθοὺς ἄνδρας φέρουσα. Κοινὴ δέ ἐστι τοῖς αὐτόθι κληρικοῖς οἴκησίς τε καὶ τράπεζα, καὶ τ̓ ἄλλα πάντα.

Περὶ τῶν ἐν Παλαιστίνῃ μοναχῶν, Ἡσυχᾶ, Ἐπιφανίου τοῦ ὕστερον γενομένου Κύπρου, Ἀμμωνίου, καὶ Σιλβανοῦ.

Οὐ μὴν ἀλλὰ καὶ Παλαιστίνη μοναχῶν ἀνδρῶν διατριβαῖς ἤνθει. Οἵτε γὰρ πλείους ὧν ἐν τῇ Κωνσταντίου βασιλείᾳ ἀπηριθμησάμην, ἔτι ἦσαν ταύτην τὴν ἐπιστήμην σεμνύνοντες: οἱ δὲ, ταῖς αὐτῶν συνουσίαις εἰς ἄκρον ἀρετῆς ἐπέδοσαν, καὶ εἰς εὔκλειαν μείζονα τοῖς ἐνθάδε φροντιστηρίοις προσετέθησαν.

Ὧν ἦν Ἡσυχᾶς ὁ Ἱλαρίωνος ἑταῖρος, καὶ Ἐπιφάνιος ὁ ὕστερον γενόμενος Σαλαμῖνος τῆς Κύπρου ἐπίσκοπος. Ἐφιλοσόφησε δὲ Ἡσυχᾶς μὲν, οὗ καὶ ὁ διδάσκαλος.

Ἐπιφάνιος δὲ, ἀμφὶ Βησανδούκην κώμην ὅθεν ἦν, νομοῦ Ἐλευθεροπόλεως. Ἐκ νέου δὲ ὑπὸ μοναχοῖς ἀρίστοις παιδευθεὶς, καὶ τούτου χάριν ἐν Αἰγύπτῳ πλεῖστον διατρίψας χρόνον, ἐπισημότατος ἐν μοναστικῇ φιλοσοφίᾳ γέγονε παρά τε Αἰγυπτίοις καὶ Παλαιστινοῖς: μετὰ δὲ ταῦτα καὶ Κυπρίοις, παῤ οἷς ᾑρέθη τῆς μητροπόλεως τῆς νήσου ἐπισκοπεῖν.

Ὅθεν οἶμαι μᾶλλον κατὰ πᾶσαν, ὡς εἰπεῖν, τὴν ὑφήλιον, ἀοιδιμώτατός ἐστιν. Ὡς ἐν ὁμίλῳ γὰρ καὶ πόλει μεγάλῃ καὶ παραλίῳ ἱερωμένος, καὶ μεθ̓ ὅσης ἀρετῆς εἶχε πολιτικοῖς ἐμβαλὼν πράγμασιν, ἀστικοῖς καὶ ξένοις παντοδαποῖς γνώριμος ἐν ὀλίγῳ ἐγένετο: τοῖς μὲν,

θεασαμένοις καὶ πεῖραν λαβοῦσι τῆς αὐτοῦ πολιλείας: τοῖς δὲ, παρὰ τούτων πυθομένοις. Πρὸ δὲ τῆς ἐν Κύπρῳ ἐπιδημίας, ἔτι ἐν Παλαιστίνῃ διέτριβεν ἐπὶ τῆς παρούσης ἡγεμονίας. Ἡνίκα δὴ ἐν τοῖς τότε φροντιστηρίοις εὖ μάλα διαπρέπων Σαλαμίνης τε καὶ Φύσκων, καὶ Μαλαχίων καὶ Κρισπίων ἀδελφοί: ἐφιλοσόφουν δὲ ἀμφὶ Βηθελέαν κώμην τοῦ νομοῦ Γάζης. Καὶ γὰρ δὴ καὶ εὐπατρίδαι τῶν ἔνθεν ἦσαν.

Διδασκάλου δὲ ταύτης τῆς φιλοσοφίας ἔτυχον Ἱλαρίωνος, ἀφ̓ οὗ λέγεται ποτὲ τούτων ἅμα οἴκοι ἀπιόντων, ἐκ μέσου ἁρπαγῆναί πως τὸν Μαλαχίωνα, καὶ ἀφανῆ γενέσθαι: ἐξαπίνης δὲ πάλιν ἀναφανῆναι, τὴν αὐτὴν ὁδὸν βαδίζοντα τοῖς ἀδελφοῖς: μετ̓ οὐ πολὺ δὲ ἀποβιῶναι: νέον μὲν ἔτι ὄντα, τῶν γεγηρακότων δὲ ἐν φιλοσοφίᾳ κατ̓ ἀρετὴν βίου καὶ θεοφίλειαν οὐ λειπόμενον.

Καὶ Ἀμμώνιος δὲ ὡσεὶ δέκα σταδίοις διεστὼς, ᾤκει ἀμφὶ Χαφαρχοβρὰν κώμην Γαζαίαν, ἀφ̓ ἧς τὸ γένος εἶχεν:

ἀνὴρ ἀκριβῶς ὅτι μάλιστα καὶ ἀνδρείως ἐν τῇ ἀσκήσει διαγενόμενος. Σιλβανὸς δὲ, ὃν διὰ τὴν ἄγαν ἀρετὴν ὑπὸ ἀγγέλων ὑπηρετούμενον θεαθῆναι λόγος, Παλαιστινὸς ὢν, ἔτι οἶμαι κατὰ τὴν Αἴγυπτον ἐφιλοσόφει τότε: ἔπειτα δὲ ἐν τῷ ὄρει Σινὰ χρόνον τινὰ διατρίψας, ὕστερον τὴν ἐν Γεράροις ἐν τῷ χειμάρρῳ μεγίστην τε καὶ ἐπισημοτάτην πλείστων ἀγαθῶν ἀνδρῶν συνοικίαν συνεστήσατο: ἧς μετ̓ αὐτὸν ἡγήσατο Ζαχαρίας ὁ θεσπέσιος.

Περὶ τῶν ἐν Συρίᾳ μοναχῶν, Βατθαίου, Εὐσεβίου, Βαργῆ, Ἁλᾶ, Ἀββῶ, Λαζάρου, Ἀβδάλεως, Ζήνωνος, Ἡλιοδώρου, Εὐσεβίου τοῦ ἐν Κάραις, καὶ Πρωτογένους, καὶ Ἀώνου.

Ἐντεῦθεν δὲ ἐπὶ Συρίαν καὶ Πέρσας τοὺς Σύρων ὁμόρους ἰτέον: οἳ δὴ πρὸς πλῆθος ἐπέδωκαν, τοῖς ἐν Αἰγύπτῳ φιλοσοφοῦσιν ἁμιλλώμενοι. Διέπρεπον δὲ μάλιστα τότε, παρὰ μὲν Νισιβηνοῖς ἀμφὶ τὸ Σιγόρων καλούμενον ὄρος, Βατθαῖος καὶ Εὐσέβιος καὶ Βαργῆς καὶ Ἁλᾶς καὶ Ἀββῶς, Λάζαρός τε ὁ γεγονὼς ἐπίσκοπος, καὶ Ἀβδάλεως καὶ Ζήνων καὶ Ἡλιόδωρος ὁ γέρων.

Τούτους δὲ καὶ βοσκοὺς ἀπεκάλουν, ἔναγχος τῆς τοιαύτης φιλοσοφίας ἄρξαντας. Ὀνομάζουσι δὲ ὧδε αὐτοὺς, καθότι οὔτε οἰκήματα ἔχουσιν, οὔτε ἄρτον οὔτε ὄψον ἐσθίουσιν, οὔτε οἶνον πίνουσιν: ἐν δὲ τοῖς ὄρεσι διατρίβοντες, ἀεὶ τὸν Θεὸν εὐλογοῦσιν ἐν εὐχαῖς καὶ ὕμνοις κατὰ θεσμὸν τῆς ἐκκλησίας. Τροφῆς δὲ ἡνίκα γένηται καιρὸς, καθάπερ νεμόμενοι, ἅρπην ἔχων ἕκαστος, ἀνὰ τὸ ὄρος περιϊόντες, τὰς βοτάνας σιτίζονται.

Καὶ οἱ μὲν ὧδε ἐφιλοσόφουν. Ἐν Κάραις δὲ Εὐσέβιος, ὃς ἐν τῷ ἐθελοντὴς καθεῖρχθαι ἐφιλοσόφει: καὶ Πρωτογένης, ὃς τὴν αὐτόθι ἐκκλησίαν ἐπετρόπευσε μετὰ Βῖτον τὸν τότε ἐπίσκοπον: Βῖτον ἐκεῖνον τὸν ἀοίδιμον, ὃν φασὶ βασιλέα Κωνσταντῖνον πρώτως θεασάμενον, ὁμολογῆσαι ὡς πάλαι πολλάκις ἐν ἐπιφανείαις τὸν ἄνδρα τοῦτον ὁ Θεὸς αὐτῷ ἐπέδειξε, καὶ παρεκελεύσατο, ὅ τι λέγοι, πειθαρχεῖν αὐτῷ.

Καὶ Ἀώνης δὲ ἐν Φαδανᾷ τὸ φροντιστήριον εἶχε: τόπος δὲ οὗτος, οὗ Ἰακὼβ ὁ τοῦ Ἀβραὰμ ἔκγονος ἐκ Παλαιστίνης ἐπιστὰς, ἔτι παρθένῳ συνήπτετο τῇ μετὰ ταῦτα γαμετῇ: ἐκκυλίσας τε τοῦ ἐνθάδε φρέατος τὸν λίθον, πρῶτον αὐτῆς τὸ ποίμνιον ἐπότισε. Φασὶ δὲ τοῦτον Ἀώνην, τῆς ἐκτὸς πάντων ἀνθρώπων καὶ ἀκριβοῦς φιλοσοφίας ἄρξασθαι παρὰ Σύροις, ὥσπερ Ἀντώνιον παῤ Αἰγυπτίοις.

Περὶ τῶν ἐν Αἰδέσῃ μοναχῶν, Ἰουλιανοῦ, Ἐφραὶμ τοῦ Σύρου, Βάρας καὶ Εὐλογίου. Ἔτι δὲ καὶ περὶ τῶν ἐν κοίλῃ Συρίᾳ, Οὐαλεντίνου, Θεοδώρου, Μερῶσα, Βάσσου, Βασσωνίου, Παύλου. Καὶ περὶ τῶν ἐν Γαλατίᾳ καὶ Καππαδοκίᾳ, καὶ ἀλλαχοῦ ἁγίων ἀνδρῶν: καὶ τίνος χάριν μακρόβιοι οἱ πρώην ἅγιοι ἐγίνοντο.

Τούτῳ δὲ συνοίκω ἤστην, Γαδδανᾶς τε καὶ Ἄζιζος, πρὸς ὁμοίαν ἀρετὴν ἁμιλλωμένω. Ἀνὰ δὲ τὴν ἐκ γειτόνων Ἔδεσαν, καὶ πέριξ ταύτης, εὐδοκιμώτατοι φιλόσοφοι τατὰ τοῦτον τὸν χρόνον ἦσαν, Ἰουλιανὸς καὶ Ἐφραὶμ ὁ Σύρος συγγραφεὺς, οἱ ἐν τῇ Κωνσταντίου βασιλείᾳ δηλωθέντες: Βάρσης τε καὶ Εὐλόγιος, οἳ καὶ ἐπισκόπω ἄμφω ὕστερον ἐγενέσθην, οὐ πόλεως τινὸς, ἀλλὰ τιμῆς ἕνεκεν, ἀντ̓ ἀμοιβῆς ὥσπερ τῶν αὐτοῖς πεπολιτευμένων, χειροτονηθέντες ἐν τοῖς ἰδίοις μοναστηρίοις. Ὃν τρόπον καὶ Λάζαρος ὁ δηλωθείς.

Οἵδε μὲν τῶν τότε φιλοσοφούντων ἐπισήμως ἀνά τε Σύρους καὶ Πέρσας τοὺς ἐκ γειτόνων αὐτοῖς εἰς γνῶσιν ἐμὴν ἦλθον. Πολιτεια δὲ κοινὴ πᾶσιν, ὡς εἰπεῖν, ἦν: ψυχῆς μὲν ὅτι μάλιστα ἐπιμελεῖσθαι, καὶ ἕτοιμον ἐθίζειν πρὸς ἀπαλλαγὴν τῶν ἐνθάδε, ἐν εὐχαῖς τε καὶ νηστείαις, καὶ θείοις ὕμνοις: καὶ περὶ ταῦτα τὸν πολὺν ἀναλίσκειν βίον: χρημάτων δὲ καὶ τῆς περὶ τὰ πολιτικὰ πράγματα ἀσχολίας,

σώματός τε ῥαστώνης ἢ ἐπιμελείας παντελῶς ἀμελεῖν. Ἔνιοι δὲ ἐπὶ τοσοῦτον ἐγκρατείας ἦλθον, ὡς Βατθαίου μὲν ὑπὸ τῆς ἄγαν ἐγκρατείας καὶ ἀσιτίας, σκώληκας ἐκ τῶν ὀδόντων ἕρπειν: Ἀλᾶν δὲ ἐπὶ ὀγδοήκοντα ἐνιαυτοὺς, ἄρτου μὴ γεύσασθαι: τὸν δὲ Ἡλιόδωρον ἀΰπνους τὰς πολλὰς διακαρτερῆσαι νύκτας, ἑβδομάδας ἡμερῶν ἐν νηστείαις ἐπισυνάψαντα.

Συρία δὲ, ἥτε κοίλη καλουμένη, καὶ ἡ ὑπὲρ ταύτην, πλὴν Ἀντιοχείας, βράδιον εἰς Χριστιανισμὸν μετέβαλον. Οὐ μὴν οὐδὲ αὕτη φιλοσόφων ἐκκλησιαστικῶν ἄμοιρος ἦν: ταύτῃ γὲ μᾶλλον ἀνδρείων ὄντων τε καὶ φαινομένων, ὅσῳ γὲ καὶ πρὸς τῶν οἰκούντων τὴν χώραν ἐμισοῦντο καὶ ἐπεβουλεύοντο: καὶ γενναίως ἀντεῖχον, οὐκ ἀμυνόμενοι, οὐδὲ δίκην λαμβάνοντες, ἀλλὰ προθύμως τὰς παρὰ τῶν Ἑλλήνων ὕβρεις τε καὶ πληγὰς ὑπομένοντες.

Οἵους γενέσθαι ἐπυθόμην Οὐαλεντῖνον, ὃν οἱ μὲν ἐξ Ἐμέσης, οἱ δὲ ἐξ Ἀρεθούσης τὸ γένος ἔχειν ἔφασαν: καὶ τὸν ὁμώνυμον τὸν αὐτοῦ, καὶ Θεόδωρον: ἄμφω δὲ ἀπὸ Τιττῶν τοῦ Ἀπαμέων νομοῦ ἤστην. Καὶ Μαρώσαν τὸν ἐκ Νεχείλων, καὶ Βάσσον, καὶ Βασσώνην, καὶ Παῦλον, ὃς ἀπὸ Τελμισοῦ τῆς κώμης ἐγένετο: πολλοὺς δὲ ἐν πολλοῖς τόποις συνοικίσας, καὶ ὃν χρὴ τρόπον συναγαγὼν εἰς τὸ φιλοσοφεῖν εἰδέναι, τὸ τελευταῖον εἰς τὸ Ἰουγάτον καλούμενον χωρίον μεγίστην τε καὶ ἐπισημοτάτην συνοικίαν μοναχῶν κατεστήσατο.

Ἔνθα δὴ καὶ ἐτελεύτησε, καὶ τὸν τάφον ἔχει, μακροβιώτατος γεγονώς: ὡς μέχρι καὶ εἰς ἡμᾶς ἐπιβιῶναι, εὐδοκίμως καὶ θείως φιλοσοφήσας. Καὶ τῶν ἄλλων δὲ τῶν δηλωθέντων μοναχῶν, σχεδὸν πάντες πολὺν διεγένοντο χρόνον. Καί μοι φαίνεται, μακροβίους τοὺς ἄνδρας ὁ Θεὸς ἐποίησεν,

εἰς ἐπίδοσιν τὴν θρησκείαν ἄγων. Σύρους τε γὰρ ὡς ἐπίπαν, καὶ Περσῶν καὶ Σαρακηνῶν πλείστους, πρὸς τὸ οἰκεῖον ἐπηγάγοντο σέβας, καὶ ἑλληνίζειν ἔπαυσαν. Μοναχικῆς τε φιλοσοφίας ἐνθάδε ἄρξαντες, πολλοὺς ὁμοίους ἀπέφησαν. Καὶ Γαλάτας δὲ καὶ Καππαδόκας, καὶ τοὺς τούτων ὁμόρους, συμβάλλω πολλοὺς μὲν καὶ ἄλλους ἐσχηκέναι τότε ἐκκλησιαστικοὺς φιλοσόφους, οἷά γε πάλαι τὸ δόγμα σπουδαίως πρεσβεύοντας.

Κατὰ συνοικίας δὲ ἐν πόλεσιν ἢ κώμαις οἱ πλείους ᾤκουν. Οὔτε γὰρ παραδόσει τῶν προγεγενημένων εἰθίσθησαν: οὔτε ὑπὸ χαλεπότητος χειμῶνος, φύσει τοῦ τῇδε χώρου ἑκάστοτε συμβαίνοντος, δυνατὸν ἴσως κατεφαίνετο ἐν ἐρημίαις διατρίβειν.

Εὐδοκιμώτατοι δὲ ὧν ἐπυθόμην ἐγένοντο ἐνθάδε μοναχοὶ, Λεόντιος, ὁ τὴν ἐν Ἀγκύρᾳ ἐκκλησίαν ὕστερον ἐπιτροπεύσας: καὶ Πραπίδιος, ὃς ἤδη γηραλεος ὢν, πολλὰς ἐπεσκόπει κώμας. Προέστη δὲ καὶ Βασιλειάδος, ὃ πτωχῶν ἐστὶν ἐπισημότατον καταγώγιον, ὑπὸ Βασιλείου τοῦ Καισαρείας ἐπισκόπου κατασκευασθὲν, ἀφ̓ οὗ τὴν προσηγορίαν τὴν ἀρχὴν ἔλαβε, καὶ εἰς ἔτι νῦν ἔχει.

Περὶ τοῦ ξυλίνου τρίποδος, καὶ τῆς τοῦ βασιλέως διαδοχῆς, τῆς τῶν στοιχείων εἰδήσεως, καὶ περὶ τοῦ φόνου τῶν φιλοσόφων, καὶ περὶ ἀστρονομίας.

Ἀλλὰ τὰ μὲν ἀφηγησάμην, ἐφ̓ ὅσον μοι μαθεῖν ἐξεγένετο, περὶ τῶν τότε ἐκκλησιαστικῶν φιλοσόφων. Τῶν δ̓ αὖ Ἑλληνιστῶν, μικροῦ πάντες κατ̓ ἐκεῖνο καιροῦ διεφθάρησαν.

Τινὲς γὰρ οἳ τῶν ἄλλων ἐν φιλοσοφίᾳ προέχειν ἐνομίζοντο, πρὸς τὴν ἐπίδοσιν τοῦ Χριστιανισμοῦ δυσφοροῦντες, ἐβουλεύσαντο προμαθεῖν τὸν ἐφεξῆς Οὐάλεντι Ῥωμαίων ἡγησόμενον, μαντείαις τε παντοδαπαῖς περὶ τούτου ἐχρήσαντο.

Καὶ τελευτῶντες, τρίποδα ξύλινον ἐκ δάφνης κατεσκευάσαντο, καὶ ἐπικλήσεσι καὶ λόγοις οἷς εἰώθεισαν, ἐτέλεσαν: ὥστε συλλογῇ γραμμάτων, καθ̓ ἕκαστον στοιχεῖον ὑπὸ μηχανῆς τοῦ τρίποδος καὶ τῆς μαντείας σημαινομένων, ἀναφανῆναι τὸ ὄνομα τοῦ ἐσομένου βασιλέως.

Κεχῃνόσι δὲ αὐτοῖς εἰς Θεόδωρον, ἄνδρα τῶν ἐν τοῖς βασιλείοις ἐπισήμως στρατευομένων, Ἑλληνιστὴν καὶ ἐλλόγιμον, μέχρι τοῦ δέλτα ἐπὶ τῆς τούτου προσηγορίας ἐλθοῦσα τῶν στοιχείων ἡ

σύνταξις, ἠπάτησε τοὺς φιλοσόφους. Καὶ ὅσον οὔπω Θεόδωρον βασιλεύσειν προσεδόκων. Καταμηνυθείσης δὲ τῆς ἐπιχειρήσεως, ὡς εἰς σωτηρίαν ἐπιβουλευθεὶς Οὐάλης οὐκ ἀνεκτὸς ἦν χαλεπαίνων.

Ἐκ τούτου δὲ συλληφθέντες Θεόδωρός τε, καὶ οἱ τρίποδος τεχνῖται, οἱ μὲν πυρὶ, οἱ δὲ ξίφει ἀπολέσθαι προσετάχθησαν. Παραπλησίως δὲ διὰ τὴν αὐτὴν αἰτίαν διεφθάρησαν καὶ οἱ ἀνὰ πᾶσαν τὴν ἀρχομένην λαμπρῶς φιλοσοφοῦντες.

Ἀσχέτου δὲ τῆς τοῦ βασιλέως ὀργῆς οὔσης, καὶ εἰς μὴ φιλοσόφους, ἐσθῆτι δὲ τῇ ἐκείνων χρωμένους, ὁ φόνος ἐχώρει: ὡς μηδὲ τοὺς ἄλλα ἐπιτηδεύοντας, κροκωτοῖς ἢ τριβωνίοις ἀμφιέννυσθαι δἰ ὑπόνοιαν κινδύνου καὶ δέος: ὡς ἂν μὴ δόξωσι περὶ

μαντείας καὶ τελετὰς ἐσχολακέναι. Οὐχ ἥκιστα δὲ παρὰ τοῖς εὖ φρονοῦσι δίκαιον οἶμαι καταμέμφεσθαι, βασιλέα τε τῆς ἐπὶ τοσοῦτον ὀργῆς καὶ ὠμότητος, καὶ τοὺς φιλοσόφους προπετείας καὶ τῆς ἀφιλοσόφου ἐπιχειρήσεως.

Ὁ μὲν γὰρ δὴ τοῦτο τὸ λίαν εὔηθες ὑπολαβὼν, ἀναιρήσειν τὸν μετ̓ αὐτὸν βασιλεύσοντα, οὔτε τῶν μαντευσαμένων ἐφείσατο, οὔτε περὶ οὗ ἐμαντεύσαντο: ὡς δὲ φασὶν, οὔτε τῶν ὁμωνύμων αὐτῷ, οἵ τινες ἦσαν ἐπίσημοι τότε, τῆς αὐτῆς προσηγορίας ἢ καὶ ὁμοίας, ἀπὸ τοῦ θ ἀρχομένης

μέχρι τοῦ δ. Οἱ δὲ, ὥσπερ ἐν αὐτοῖς ὂν βασιλέα καθαιρεῖν καὶ πάλιν ἐγείρειν, ἐπὶ τοῦτο προήχθησαν. Καὶ μέντοι εἰ τοῖς ἅπαξ δεδογμένοις ἐν τῇ τῶν ἄστρων φορᾷ τὰ τοιαῦτα λογιστέον, ἐχρῆν τὸν ἐσόμενον, ὅς τις ἦν, περιμένειν. Εἰ δὲ Θεοῦ βουλῆς τὸ ἔργον, τί πολυπραγμονεῖν ἔδει; οὐ γὰρ δήπου ἐκ προγνώσεως ἢ σπουδῆς ἀνθρωπείας, ἔνεστιν ἐπίστασθαι τὸ Θεῷ δοκοῦν. Οὔτε εἴπερ ἐξῆν, καλῶς εἶχεν οἴεσθαι ἀνθρώπους ὄντας,

εἰ καὶ πάντων σοφωτάτους, ἄμεινον Θεοῦ βουλεύεσθαι. Εἰ δὲ ἁπλῶς ὑπὸ προθυμίας τῆς περὶ τὸ μέλλον εἰδήσεως, ἐπὶ τοσοῦτον ἀκρίτως ἔσχον, ὡς εἰς ἕτοιμον ἁλέσθαι κίνδυνον, καὶ νόμους ὑπεριδεῖν πάλαι τεθέντας ἐν Ῥωμαίοις, καὶ ἡνίκα ἑλληνίζειν τε καὶ θύειν ἀκίνδυνον ἦν, οὐ τὰ αὐτὰ ἐφρόνουν Σωκράτει: ὃς ἐξὸν σώζεσθαι, καὶ ταῦτα ἀδίκως κώνειον μέλλων πίνειν, αἰδοῖ νόμων καθ̓ οὓς ἐγένετο καὶ ἐτράφη, καίπερ δυνάμενος, οὐκ ἀπέφυγε τὸ δεσμωτήριον.

Περὶ τῆς των Σαυροματῶν ἐκστρατείας, καὶ περὶ τοῦ θανάτου Οὐαλεντινιανοῦ ἐν Γαλλίᾳ: καὶ ἀναγόρευσις τοῦ νέου Οὐαλεντινιανοῦ: καὶ περὶ τοῦ διωγμοῦ τῶν ἱερέων, καὶ περὶ τοῦ λόγου τοῦ φιλοσόφου Θεμιστίου, δἰ ὃν φιλανθρωπότερος πρὸς αὐτοῦ διαφερομένους διετέθη.

Ἀλλὰ ταῦτα μὲν ᾗπερ ἂν δοκῇ ἑκάστῳ, σκοπείτω τε καὶ λεγέτω. Καταδραμόντων δὲ Σαυροματῶν χωρία τινὰ τῆς πρὸς δύσιν ἀρχομένης,

ἐπεστράτευσε τούτοις Οὐαλεντινιανός. Οἱ δὲ, τῆς στρατιᾶς τὸ πλῆθος καὶ τὴν παρασκευὴν ἀκούσαντες, πρέσβεις πέμψαντες εἰρήνην ᾔτουν. Ἰδὼν δὲ τούτους, εἰ τοιοῦτοι Σαυρομάται πάντες εἰσὶν ἐπυνθάνετο. Τῶν δὲ τοὺς κρείττους παρεῖναι καὶ πρεσβεύεσθαι φησάντων,

ἐμπίπλαται ὀργῆς. Καὶ μέγα κεκραγὼς, ἦ δεινὰ τοὺς ὑπηκόους ὑπομένειν ἔφη, καὶ τὴν Ῥωμαίων δυσπραγεῖν ἀρχὴν εἰς αὐτὸν περιστᾶσαν, εἰ Σαυρομάται, βαρβαρον ἔθνος ὧν ἄριστοι οὗτοι, οὐκ ἀγαπῶσιν ἐφ̓ ἑαυτῶν μένοντες ζῆν, ἀλλ̓ ἐπιβῆναι τῆς ὑπ̓ αὐτοῦ ἀρχομένης ἐθάρρησαν, καὶ πολεμεῖν ὅλως πρὸς Ῥωμαίους φαντάζονται.

Ἐπὶ πολὺ δὲ χαλεπαίνοντος, καὶ τοιάδε βοῶντος, ὑπὸ ἀμέτρου διατάσεως σπαραχθέντων αὐτῷ τῶν ἔνδον, φλὲψ ἅμα καὶ ἀρτηρία ἐρράγη: καὶ ἀναδοθέντος αἵματος, ἐν φρουρίῳ τινὶ τῆς Γαλλίας ἐτελεύτησε τὸν βίον: ἔτη μὲν ἀμφὶ τὰ πεντήκοντα καὶ τέσσαρα γεγονώς: τρισκαίδεκα δὲ ἐν τῇ βασιλείᾳ εὖ μάλα καὶ λίαν ἐπισήμως διαγενόμενος.

Ἕκτῃ δὲ ἡμέρᾳ τῆς τελευτῆς αὐτοῦ, ἀναγορεύεται βασιλεὺς ὑπὸ τῶν στρατιωτῶν ὁ νεώτερος καὶ ὁμώνυμος αὐτοῦ παῖς. Οὐκ εἰς μακρὰν δὲ ἐπεψηφίσαντο τῇ αὐτοῦ χειροτονίᾳ, Οὐάλης τε καὶ Γρατιανὸς ὁ αὐτοῦ ἀδελφὸς, εἰ καὶ τὴν ἀρχὴν ἐχαλέπαινον, ὡς τῶν στρατιωτῶν πρὶν αὐτοὺς ἐπιτρέψαι, τὰ σύμβολα τῆς ἀρχῆς αὐτῷ περιθέντων.

Ἐν τούτῳ δὲ Οὐάλης ἐν Ἀντιοχείᾳ τῆς Συρίας διάγων, ἔτι μᾶλλον ἐπεδίδου τοῖς ἑτέρως αὐτῷ περὶ τὸ θεῖον δοξάζουσιν ἀπεχθανόμενος, καὶ χαλεπῶς τούτους ἐπέτριβε, καὶ ἤλαυνεν. Ὅτε δὴ λόγον αὐτῷ προσφωνῶν Θεμίστιος ὁ φιλόσοφος, παρῄνει μὴ χρῆναι θαυμάζειν τὴν διαφωνίαν τῶν ἐκκλησιαστικῶν δογμάτων,

μετριωτέραν καὶ μείω τῶν παῤ Ἕλλησιν οὖσαν. Πολυπλασίους γὰρ εἶναι τὰς παῤ αὐτοῖς δόξας: καὶ ὡς ἐν πλήθει δογμάτων, ἀνάγκῃ τὴν περὶ ταῦτα διαφορὰν πλείους ἔριδας καὶ διαλέξεις ποιεῖν. Ἐπεὶ καὶ τῷ Θεῷ ἴσως μὴ ῥᾳδίως γινώσκεσθαι φίλον, καὶ διαφόρως δοξάζεσθαι, ὅπως ἕκαστος μᾶλλον φοβοῖτο, ἀκαταλήπτου οὔσης τῆς ἀκριβοῦς αὐτοῦ γνώσεως, ἀναλογιζόμενος τὸν ὅσον ἐφικέσθαι νομίζει πηλίκος τε καὶ οἷός ἐστιν.

Περὶ τῶν πέραν Ἴστρου βαρβάρων, ὡς ὑπὸ τῶν Οὔνων ἐξελαθέντες, Ῥωμαίοις προσεχώρησαν: καὶ ὡς Χριστιανοὶ ἐγένοντο: καὶ περὶ Οὐλφίλα, καὶ Ἀθαναρίχου, καὶ μεταξὺ τούτων συμβάντα, καὶ ὅθεν τὸν Ἀρειανισμὸν εἰσεδέξαντο.

Ἐκ δὴ τοιούτων Θεμιστίου λόγων, φιλανθρωπότερόν πως διατεθεὶς ὁ βασιλεὺς, οὐ χαλεπῶς οὕτως ὡς πρότερον τὰς τιμωρίας ἐπῆγεν. Οὐ μὴν τελείως ἐφείδετο τῆς κατὰ τῶν ἱερωμένων ὀργῆς, εἰ μὴ κοινῶν πραγμάτων ἐπιγενόμεναι φροντίδες,

οὐκέτι τοιάδε συνεχώρουν σπουδάζειν. Γότθοι γὰρ οἳ δὴ πέραν Ἴστρου ποταμοῦ τὸ πρὶν ᾤκουν, καὶ τῶν ἄλλων βαρβάρων ἐκράτουν, ἐξελαθέντες παρὰ τῶν καλουμένων Οὔννων, εἰς τοὺς Ῥωμαίων ὅρους ἐπεραιώθησαν.

Τοῦτο γὰρ τὸ ἔθνος, ὡς φασὶν, ἄγνωστον ἦν προτοῦ Θρᾳξὶ τοῖς παρὰ τὸν Ἴστρον, καὶ Γότθοις αὐτοῖς: ἐλάνθανον δὲ προσοικοῦντες ἀλλήλοις, καθότι λίμνης μεγίστης ἐν μέσῳ κειμένης, ἕκαστοι τέλος ξηρᾶς ᾤοντο εἶναι τὴν καθ̓ αὑτοὺς οἰκουμένην: μετὰ τοῦτο δὲ, θάλασσαν καὶ ὕδωρ ἀπέραντον. Συμβὰν δὲ βοῦν οἰστροπλῆγα διαδραμεῖν τὴν λίμνην, ἐπηκολούθησε βουκόλος: καὶ τὴν ἀντιπέραν γῆν θεασάμενος, ἤγγειλε τοῖς ὁμοφύλοις.

Ἄλλοι δὲ λέγουσιν, ὡς ἔλαφος διαφυγοῦσα, τισὶ τῶν Οὔννων θηρῶσιν ἐπέδειξε τήνδε τὴν ὁδὸν, ἐξ ἐπιπολῆς καλυπτομένην τοῖς ὕδασι: τοὺς δὲ, τότε μὲν ὑποστρέψαι, θαυμάσαντας τὴν χώραν, ἀέρι μετριώτερον, καὶ γεωργίᾳ ἥμερον ἔχουσαν: καὶ τῷ κρατοῦντι τοῦ ἔθνους ἀγγεῖλαι ἃ ἐθεάσαντο.

Δἰ ὀλίγων δὲ τὰ πρῶτα καταστῆναι εἰς πεῖραν τοῖς Γότθοις. Μετὰ δὲ ταῦτα, πανσυδεὶ ἐπιστρατεῦσαι, καὶ μάχῃ κρατῆσαι, καὶ πᾶσαν τὴν αὐτῶν γῆν κατασχεῖν. Τοὺς δὲ διωκομένους, εἰς τὴν Ῥωμαίων περαιωθῆναι: καὶ τὸν ποταμὸν διαβάντας, πρέσβεις πέμψαι πρὸς βασιλέα, συμμάχους τοῦ λοιποῦ ἔσεσθαι σφᾶς ὑπισχνουμένους, καὶ δεομένους συγχωρεῖν αὐτοῖς ᾗ βούλεται κατοικεῖν.

Ταύτης δὲ τῆς πρεσβείας ἄρξαι Οὐλφίλαν, τὸν τοῦ ἔθνους ἐπίσκοπον: κατὰ γνώμην δὲ αὐτοῖς προχωρησάσης, ἐπιτραπῆναι ἀνὰ τὴν Θρᾴκην οἰκεῖν. Οὐ πολλῷ δὲ ὕστερον πρὸς σφᾶς αὐτοὺς στασιάσαντας, διχῆ διαιρεθῆναι. Ἡγεῖτο δὲ, τῶν μὲν Ἀθανάριχος: τῶν δὲ Φριτιγέρνης: ἐπεὶ δὲ πρὸς ἀλλήλους ἐπολέμησαν, κακῶς πράξας ἐν τῇ μάχῃ Φριτιγέρνης, ἐδεῖτο Ῥωμαίων βοηθεῖν αὐτῷ.

Τοῦ δὲ βασιλέως ἐπιτρέψαντος βοηθεῖν καὶ συμμαχεῖν αὐτῷ τοὺς ἐν Θρᾴκῃ στρατιώτας, αὖθις συμβαλὼν ἐνίκησε, καὶ τοὺς ἀμφὶ Ἀθανάριχον εἰς φυγὴν ἔτρεψεν. Ὥσπερ δὲ χάριν ἀποδιδοὺς Οὐάλεντι, καὶ διὰ πάντων φίλος εἶναι πιστούμενος, ἐκοινώνησε τῆς αὐτοῦ θρησκείας: καὶ τοὺς πειθομένους

αὐτῷ βαρβάρους ἔπειθεν ὧδε φρονεῖν. Οὐ τοῦτο δὲ μόνον οἶμαι αἴτιον γέγονεν, εἰσέτι νῦν πᾶν τὸ φῦλον προστεθῆναι τοῖς τὰ Ἀρείου δοξάζουσιν. Ἀλλὰ γὰρ καὶ Οὐλφίλας ὁ παῤ αὐτοῖς τότε ἱερωμένος, τὰ μὲν πρῶτα οὐδὲν διεφέρετο πρὸς τὴν καθόλου ἐκκλησίαν: ἐπὶ δὲ τῆς Κωνσταντίου βασιλείας, ἀπερισκέπτως οἶμαι μετασχὼν τοῖς ἀμφὶ Εὐδόξιον καὶ Ἀκάκιον τῆς ἐν Κωνσταντινουπόλει συνόδου, διέμεινε κοινωνῶν τοῖς ἱεροῦσι τῶν ἐν Νικαίᾳ συνελθόντων.

Ὡς δὲ εἰς Κωνσταντινούπολιν ἀφίκετο, λέγεται διαλεχθέντων αὐτῷ περὶ τοῦ δόγματος τῶν προεστώτων τῆς Ἀρειανῆς αἱρέσεως, καὶ τὴν πρεσβείαν αὐτῷ συμπράξειν πρὸς βασιλέα ὑποσχομένων, εἰ ὁμοίως αὐτοῖς δοξάζοι, βιασθεὶς ὑπὸ τῆς χρείας, ἢ καὶ ἀληθῶς νομίσας ἄμεινον οὕτω περὶ Θεοῦ φρονεῖν, τοῖς Ἀρείου κοινωνῆσαι, καὶ αὐτὸν καὶ τὸ πᾶν φῦλον ἀποτεμεῖν τῆς καθόλου ἐκκλησίας.

Ὑπὸ διδασκάλῳ γὰρ αὐτῷ παιδευθέντες οἱ Γότθοι τὰ πρὸς εὐσέβειαν, καὶ δἰ αὐτοῦ μετασχόντες πολιτείας ἡμερωτέρας, πάντα ῥᾳδίως αὐτῷ ἐπείθοντο: πεπεισμένοι μηδὲν εἶναι φαῦλον τῶν παῤ αὐτοῦ λεγομένων ἢ πραττομένων: ἅπαντα δὲ συντελεῖν εἰς χρήσιμον τοῖς ζηλοῦσιν.

Οὐ μὴν ἀλλὰ καὶ πλείστην δέδωκε πεῖραν τῆς αὐτοῦ ἀρετῆς: μυρίους μὲν ὑπομείνας κινδύνους ὑπὲρ τοῦ δόγματος, ἔτι τῶν εἰρημένων βαρβάρων Ἑλληνικῶς θρησκευόντων. Πρῶτος δὲ γραμμάτων εὑρετὴς αὐτοῖς ἐγένετο, καὶ εἰς τὴν οἰκείαν φωνὴν μετέφρασε τὰς ἱερὰς βίβλους. Καθότι μὲν οὖν ὡς ἐπίπαν οἱ παρὰ τὸν Ἴστρον βάρβαροι τὰ Ἀρείου φρονοῦσι, πρόφασις ἥδε.

Κατ̓ ἐκεῖνο δὲ καιροῦ, πλῆθος τῶν ὑπὸ τὸν Φριτιγέρνην διὰ Χριστὸν μαρτυροῦντες ἀνῃρέθησαν. Ὁ γὰρ Ἀθανάριχος, καὶ τοὺς ὑπ̓ αὐτῷ τεταγμένους, Οὐλφιλα πείθοντος, χριστιανίζειν ἀγανακτῶν, ὡς τῆς πατρῴας θρησκείας καινοτομουμένης, πολλοὺς πολλαῖς τιμωρίαις ὑπέβαλε. Καὶ τοὺς μὲν εἰς εὐθύνας ἀγαγὼν, παρρησιασαμένους ἀνδρείως ὑπὲρ τοῦ δόγματος, τοὺς δὲ μηδὲ λόγου μεταδοὺς, ἀνεῖλε.

Λέγεται γὰρ ὥς τι ξόανον ἐφ̓ ἁρμαμάξης ἑστὼς, οἵ γε τοῦτο ποιεῖν ὑπὸ Ἀθαναρίχου προσετάχθησαν, καθ̓ ἑκάστην σκηνὴν περιάγοντες τῶν χριστιανίζειν καταγγελλομένην, ἐκέλευον τοῦτο προσκυνεῖν, καὶ θύειν. Τῶν δὲ παραιτουμένων, σὺν αὐτοῖς ἀνθρώποις τὰς σκηνὰς ἐνεπίμπρων.

Περιπαθέστερον δὲ τότε καὶ ἕτερον συμβῆναι πάθος ἐπυθόμην. Ἀπειρηκότες γὰρ πολλοὶ τῇ βίᾳ τῶν θύειν ἀναγκαζόντων, ἄνδρες τε καὶ γυναῖκες, ὦν αἱ μὲν παιδάρια ἐπήγοντο: αἱ δὲ ἀρτίτοκα βρέφη ὑπὸ τοὺς μαζοὺς ἔτρεφον, ἐπὶ τὴν σκηνὴν τῆς ἐνθάδε ἐκκλησίας κατέφυγον: προσαψάντων δὲ πῦρ τῶν Ἑλληνιστῶν,

ἅπαντες διεφθάρησαν. Οὐκ εἰς μακρὰν δὲ οἱ Γότθοι πρὸς ἀλλήλους ὡμονόησαν: καὶ εἰς ἀπόνοιαν ἐπαρθέντες, τοὺς Θρᾷκας ἐκακούργουν, καὶ τὰς αὐτῶν πόλεις καὶ κώμας ἐδῄουν. Πυθόμενος δὲ Οὐάλης,

τῇ πείρᾳ μεμάθηκεν ὅσον ἥμαρτεν. Οἰηθεὶς γὰρ αὐτῷ τε καὶ τοῖς ἀρχομένοις χρησίμους ἔσεσθαι τοὺς Γότθους, φοβεροὺς δὲ τοῖς ἐναντίοις, ὡς ἐν ὅπλοις ἀεὶ παρεσκευασμένους, τῶν Ῥωμαϊκῶν ταγμάτων ἠμέλει. Καὶ ἀντὶ τῶν εἰωθότων εἰς στρατείαν ἐπιλέγεσθαι ἐκ τῶν ὑπὸ Ῥωμαίους πόλεων τε καὶ κωμῶν, χρυσίον εἰσεπράττετο.

Σφαλεὶς δὲ τῆς ἐλπίδος, καταλιπὼν τὴν Ἀντιόχειαν, σπουδῇ εἰς τὴν Κωνσταντινούπολιν ἀφίκετο. Ἡνίκα δὴ ὁ κατὰ τῶν ἑτέρως αὐτῷ χριστιανιζόντων διωγμὸς ἀνακωχὴν ἔσχεν. Εὐζωΐου δὲ τελευτήσαντος, προβληθεὶς εἰς τὴν αὐτοῦ ἀρχὴν Δωρόθεος, τῶν τὰ Ἀρείου φρονούντων προΐστατο.

Περὶ Μανίας τῆς τῶν Σαρακηνῶν φυλάρχου, καὶ ὡς διαλυθεισῶν τῶν μετὰ Ῥωμαίων σπονδῶν, Μωσῆς ὁ ἐπίσκοπος αὐτῶν παρὰ Χριστιανῶν χειροτονηθεὶς, αὐτὰς ἀνενέωσε. Καὶ διήγησις περὶ τῶν Ἰσμαηλίτων καὶ τῶν Σαρακηνῶν, καὶ τῶν τούτοις θεῶν: καὶ ὡς διὰ Ζοκόμου τοῦ αὐτῶν φυλάρχου χριστιανίζειν ἤρξαντο.

Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον, τελευτήσαντος τοῦ Σαρακηνῶν βασιλέως: αἱ πρὸς τοὺς Ῥωμαίους σπονδαὶ ἐλύθησαν. Μανία δὲ ἡ τούτου γαμετὴ, τὴν ἡγεμονίαν τοῦ ἔθνους ἐπιτροπεύουσα, ἐδῄου τὰς Φοινίκων καὶ Παλαιστινῶν πόλεις, μέχρι καὶ Αἰγυπτίων,

ἐξ εὐωνύμων ἀναπλέοντι τὸν Νεῖλον, τὸ Ἀράβιον καλούμενον κλίμα οἰκούντων. Ἦν δὲ οὐχ οἷος νομίζεσθαι ῥᾴδιος ὁ πόλεμος, ὡς παρὰ γυναικὸς παρασκευαζόμενος. Καρτερὰν γὰρ καὶ δυσκαταγώνιστον φασὶ γενέσθαι Ῥωμαίοις ταύτην τὴν μάχην: ὡς καὶ τὸν ἡγεμόνα τῶν ἐν Φοινίκῃ στρατιωτῶν, εἰς συμμαχίαν ἐπικαλέσασθαι τὸν στρατηγὸν πάσης τῆς ἀνὰ τὴν ἕω ἱππικῆς τε καὶ πεζῆς στρατιᾶς. Τὸν δὲ, γελάσαι μὲν τὴν κλῆσιν, καὶ ἀπόμαχον ποιῆσαι τὸν καλέσαντα.

Παραταξάμενον δὲ πρὸς Μανίαν ἀντιστρατηγοῦσαν, τραπῆναι, καὶ μόλις διασωθῆναι παρὰ τοῦ ἡγεμόνος τῶν Παλαιστινῶν καὶ Φοινίκων στρατιωτῶν. Ὡς γὰρ εἶδεν αὐτὸν κινδυνεύοντα, μένειν ἐκτὸς τῆς μάχης κατὰ τὴν αὐτοῦ πρόσταξιν εὔηθες ἐνόμισε: προσδραμών τε ὑπήντησε τοῖς βαρβάροις,

καὶ τῷ μὲν καιρὸν ἔδωκεν ἀσφαλεστέρας φυγῆς. Αὐτὸς δὲ ὑπαναχωρῶν, ἐν τῷ φεύγειν ἐτόξευε, καὶ τοὺς πολεμίους ἐπικειμένους ἀπεκρούετο τοῖς τοξεύμασι. Ταῦτα δὲ πολλοὶ τῶν τῇδε προσοικούντων, εἰσέτι νῦν ἀπομνημονεύουσι: παρὰ δὲ Σαρακηνοῖς, ἐν ᾠδαῖς ἐστίν.

Ἐπιβαροῦντος δὲ τοῦ πολέμου, ἀναγκαῖον ἐδόκει περὶ εἰρήνης πρεσβεύσασθαι πρὸς Μανίαν. Τὴν δὲ λόγος, τοῖς περὶ τούτου πρεσβεύσασιν ἄντικρυς ἀπειπεῖν τὰς πρὸς Ῥωμαίους σπονδὰς, εἰ μὴ τοῖς ὑπ̓ αὐτὴν ἀρχομένοις ἐπίσκοπος χειροτονηθείη Μωσῆς τις, ἐν τῇ πέλας ἐρήμῳ τηνικάδε φιλοσοφῶν: ἀνὴρ ἀπὸ βίου ἀρετῆς, σημείων τε θείων καὶ παραδόξων ἐπίσημος.

Ἐπιτραπέντες δὲ παρὰ βασιλέως οἱ τάδε μηνύσαντες τῶν στρατιωτῶν ἡγεμόνες, συλλαμβάνουσι τὸν Μωσῆν, καὶ παρὰ τὸν Λούκιον ἄγουσιν. Ὁ δὲ, παρόντων ἀρχόντων καὶ τοῦ συνελθόντος πλήθους, Ἐπίσχες, ἔφη: οὐχ οἷός τε γάρ εἰμι φέρειν ἀρχιερέως ὄνομα καὶ τιμὴν ἀξίως: εἰ δ̓ ἄρα καὶ ἐπὶ ἀναξίῳ ὄντι μοὶ τοῦτο ἐπινεύοι Θεὸς, μαρτύρομαι τὸν οὐρανοῦ καὶ γῆς δημιουργὸν, ὡς τὰς σὰς οὐκ ἐπιβαλεῖς μοὶ χεῖρας,

αἵματι καὶ λύθρῳ πεφυρμένας ἁγίων ἀνδρῶν. Ὑπολαβὼν δὲ Λούκιος, Εἰ μὲν ἔτι, φησὶν, ἀγνοεῖς τὴν ἐμὴν πίστιν, οὐ δίκαια ποιεῖς, πρὶν μαθεῖν ἀποστρεφόμενος:

εἰ δὲ διαβαλλόντων τινῶν, ἄγε δὴ καὶ νῦν ἄκουσον παῤ ἐμοῦ, καὶ κριτὴς γενοῦ τῶν λεγομένων. Ἀλλ̓ ἔμοιγε, ἔφη Μωσῆς, λίαν σαφὴς φαίνεται ἡ σὴ πίστις: καὶ μαρτυροῦσιν ὁποία τις ἐστὶ, ἐπίσκοποί τε, καὶ πρεσβύτεροι, καὶ διάκονοι, ἐν ὑπερορίαις φυγαῖς καὶ μετάλλοις ταλαιπωρούμενοι: ταῦτα οὖν περὶ Θεοῦ νομίζεις τὰ γνωρίσματα, ἃ παντελῶς ἐστὶν ἀλλότρια Χριστοῦ καὶ τῶν ὀρθῶς περὶ Θεοῦ δοξαζόντων.

Ἐπεὶ δὲ τοιαῦτα λέγων ἐπώμνυτο, μήτε Λουκίου χειροτονοῦντος ὑποδέχεσθαι τὴν ἱερωσύνην, παραιτησάμενοι Λούκιον οἱ Ῥωμαίων ἄρχοντες, ἄγουσι Μωσῆν πρὸς τοὺς ἐν φυγῇ ὄντας ἐπισκόπους. Παῤ ὧν χειροτονηθεὶς, ὡς τοὺς Σαρακηνοὺς ἦλθε: καὶ διαλλάξας αὐτοὺς Ῥωμαίοις, αὐτόθι διῆγεν ἱερεωμένος, καὶ πολλοὺς χριστιανίσαι παρεσκεύασε,

κομιδῆ ὀλίγους εὑρὼν τοῦ δόγματος μετασχόντας. Τουτὶ γὰρ τὸ φῦλον ἀπὸ Ἰσμαὴλ τοῦ Ἀβραὰμ παιδὸς τὴν ἀρχὴν λαβὸν καὶ τὴν προσηγορίαν εἶχε, καὶ Ἰσμαηλίτας αὐτοὺς οἱ ἀρχαῖοι ἀπὸ τοῦ προπάτορος ὠνόμασαν. Ἀποτριβόμενοι δὲ τοῦ νόθου τὸν ἔλεγχον, καὶ τῆς Ἄγαρ τῆς Ἰσμαὴλ μητρὸς τὴν δυσγένειαν, δούλη γὰρ ἦν, Σαρακηνοὺς σφᾶς ὠνόμασαν, ὡς ἀπὸ Σάρρας τῆς Ἀβραὰμ γαμετῆς καταγομένους.

Τοιοῦτον δὲ τὸ γένος ἕλκοντες, ἅπαντες μὲν ὁμοίως Ἑβραίοις περιτέμνονται, καὶ ὑείων κρεῶν ἀπέχονται, καὶ ἄλλα πολλὰ τῶν παῤ αὐτοῖς ἐθῶν φυλάττουσι. Τὸ δὲ μὴ πάντα ἐπίσης αὐτοῖς πολιτεύεσθαι, χρόνῳ λογιστέον, ἢ ταῖς ἐπιμιξίαις τῶν πέριξ ἐθνῶν. Μωσῆς τε γὰρ πολλοῖς ὕστερον χρόνοις γενόμενος, μόνοις τοῖς ἐξ

Αἰγύπτου ἐξελθοῦσιν ἐνομοθέτησε. Καὶ οἱ προσοικοῦντες αὐτοῖς ὡς ἄγαν δεισιδαίμονες ὄντες, ὡς εἰκὸς διέφθειραν τὴν Ἰσμαὴλ πατρῴαν ἀγωγὴν, καθ̓ ἣν μόνην ἐπολιτεύοντο οἱ πάλαι Ἑβραῖοι πρὸ τῆς τοῦ Μωσέως νομοθεσίας, ἀγράφοις ἔθεσι κεχρημένοι. Ἀμέλει τὰ αὐτὰ δαιμόνια τοῖς ὁμόροις ἔσεβον, καὶ παραπλησίως αὐτὰ τιμῶντες καὶ ὀνομάζοντες, ἐν τῇ πρὸς τοὺς πέλας ὁμοιότητι τῆς θρησκείας, τὸ αἴτιον ἐδείκνυον τῆς παραποιήσεως τῶν πατρίων νόμων.

Οἷα δὲ φιλεῖ, χρόνος πολὺς ἐπιγενόμενος τὰ μὲν λήθῃ παρέδωκε: τὰ δὲ πρεσβεύεσθαι παῤ αὐτοῖς ἐποίησε. Μετὰ δὲ ταῦτά τινες αὐτῶν συγγενόμενοι Ἰουδαίοις, ἔμαθον ἀφ̓ ὧν ἐγένοντο: καὶ ἐπὶ τὸ συγγενὲς ἐπανῆλθον, καὶ τοῖς Ἑβραίοις ἔθεσι καὶ νόμοις προσέθεντο. Ἐξ ἐκείνου τε πολλοὶ παῤ αὐτοῖς εἰσέτι καὶ νῦν Ἰουδαϊκῶς ζῶσιν.

Οὐ πρὸ πολλοῦ δὲ τῆς παρούσης βασιλείας, καὶ χριστιανίζειν ἤρξαντο. Μετέσχον δὲ τῆς ἐν Χριστῷ πίστεως, ταῖς συνουσίαις τῶν προσοικούντων αὐτοῖς ἱερέων καὶ μοναχῶν, οἳ ἐν ταῖς πέλας ἐρημίαις ἐφιλοσόφουν, εὖ βιοῦντες καὶ θαυματουργοῦντες. Λέγεται δὲ τότε καὶ φυλὴν ὅλην εἰς Χριστιανισμὸν μεταβαλεῖν,

Ζοκόμου τοῦ ταύτης φυλάρχου ἐξ αἰτίας τοιάσδε βαπτισθέντος. Ἄπαις ὢν, κατὰ κλέος ἀνδρὸς μοναχοῦ ἦλθεν αὐτῷ συντευξόμενος, καὶ τὴν συμφορὰν ἀπωδύρετο: περὶ πολλοῦ γάρ ἐστι παιδοποιΐα Σαρακηνοῖς, οἶμαι δὲ καὶ πᾶσι βαρβάροις: ὁ δὲ, θαρρεῖν παρακελευσάμενος, ηὔξατο, καὶ ἀπέπεμψεν, ἕξειν αὐτὸν υἱὸν ὑποσχόμενος, εἰ πιστεύσειεν εἰς Χριστόν. Ἐπεὶ δὲ Θεὸς ἔργῳ τὴν ὑπόσχεσιν ἐβεβαίωσε, καὶ ἐτέχθη αὐτῷ παῖς, αὐτός τε Ζόκομος ἐμυήθη,

καὶ τοὺς ὑπ̓ αὐτὸν ἐπὶ τοῦτο ἤγαγεν. Ἐξ ἐκείνου τε ταύτην τὴν φυλὴν γενέσθαι φασὶν εὐδαίμονα καὶ πολυάνθρωπον, Πέρσαις τε καὶ τοῖς ἄλλοις Σαρακηνοῖς φοβεράν. Ὃν μὲν δὴ τρόπον Σαρακηνοὶ τὴν ἀρχὴν εἰς Χριστιανισμὸν μετέβαλον, καὶ οἷα περὶ τοῦ πρώτου παῤ αὐτοῖς ἐπισκοπήσαντος παρειλήφαμεν, ὧδε ἔχει.

Ὅτι ἐπανελθὼν Πέτρος ἐκ Ῥώμης, τὰς τῆς Αἰγύπτου ἐκκλησίας κατέσχε, Λουκίου ἀναχωρήσαντος: καὶ περὶ τῆς κατὰ Σκυθῶν ἐκστρατείας εἰς δύσιν Οὐάλεντος.

Οἱ δὲ κατὰ πόλιν τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου ζηλοῦντες πάλιν ἀνεθάρρουν, καὶ μάλιστα οἱ κατ̓ Αἴγυπτον Ἀλεξανδρεῖς. Ἐπανελθόντι δὲ τότε Πέτρῳ ἀπὸ τῆς Ῥώμης, μετὰ γραμμάτων Δαμάσου τά τε ἐν Νικαίᾳ δόξαντα καὶ τὴν αὐτοῦ χειροτονίαν κυρούντων, παρέδωκαν τὰς ἐκκλησίας. Ὁ δὲ Λούκιος ἐξελαθεὶς ἐπὶ τὴν Κωνσταντινούπολιν ἀπέπλευσεν.

Οὐάλης δὲ ὁ βασιλεὺς, ὡς εἰκὸς, ἐν φροντίσι γενόμενος, ἐπεξιέναι τούτοις σχολὴν οὐκ ἦγεν: ἅμα γὰρ ἧκεν εἰς τὴν Κωνσταντινούπολιν, ἐν ὑπονοίᾳ πολλῇ καὶ μίσει ἐγένετο παρὰ τῷ δήμῳ. Οἱ γὰρ βάρβαροι τὴν Θρᾴκην δῃώσαντες, καὶ μέχρι τῶν προαστείων ἤδη προελθόντες, καὶ αὐτοῖς τείχεσι μηδενὸς κωλύοντος προσβάλλειν

ἐπεχείρουν. Ἐπὶ τούτοις δὲ χαλεπῶς ἡ πόλις ἔφερε: καὶ τὸν βασιλέα, ὅτι μὴ ἀντεξῄει ἀλλ̓ ἀνεβάλλετο πολεμεῖν, ἐν αἰτίᾳ ἐποιοῦντο: καὶ ἐλογοποίουν, ὡς αὐτὸς τοὺς πολεμίους ἐπάγοιτο. Τελευτῶντες δὲ, καὶ ἐν ἱπποδρομίᾳ θεώμενοι, εἰς τὸ φανερὸν αὐτοῦ κατεβόων, ὡς τὰ κοινὰ πράγματα περιορῶντος, καὶ ὅπλα ᾔτουν, ὡς αὐτοὶ πολεμήσοντες.

Ὁ δὲ Οὐάλης ὑβρισθεὶς, ἐπεστράτευσε τοῖς βαρβάροις: ἠπείλησε δὲ ἢν ὑποστρέψῃ, τιμωρήσειν αὐτῷ, τῶν τε ὕβρεων τοῦ δήμου, καὶ ὅτι πρότερον Προκοπίῳ τῷ τυράννῳ προσέθεντο.

Περὶ τοῦ ἁγίου Ἰσαακίου μοναχοῦ, τοῦ προφητεύσαντος διὰ Οὐάλεντα: καὶ ὡς φεύγων Οὐάλης, ἐν ἀχυρῶνι εἰσελθὼν κατεκαύθη, καὶ οὕτως ἀπέρρηξε τὴν ψυχήν.

Ἐξελθόντι δὲ αὐτῷ τῆς Κωνσταντινουπόλεως, προσελθὼν Ἰσαάκιος ἀνὴρ μοναχὸς, τά τε ἄλλα ἀγαθὸς, καὶ διὰ τὸ θεῖον κινδύνων καταφρονῶν: Ἀπόδος, ἔφη, ὦ βασιλεῦ, τοῖς ὀρθῶς δοξάζουσι, καὶ τὴν παράδοσιν φυλάττουσι τῶν ἐν Νικαίᾳ συνεληλυθότων, τὰς ἀφαιρεθείσας ἐκκλησίας, καὶ νικήσεις τὸν πόλεμον. Ὀργισθεὶς δὲ ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν συλληφθῆναι καὶ δέσμιον φυλάττεσθαι, ἄχρις ἐπανελθὼν δίκην εἰσπράξηται τοῦ τολήματος. Ὁ δὲ ὑπολαβὼν, Ἀλλ̓ οὐχ ὑποστρέψῃς, ἔφη, μὴ ἀποδοὺς τὰς ἐκκλησίας.

Καὶ ἀπέβη οὕτως. Ἐπεὶ γὰρ ἅμα τῷ στρατῷ ἐπεξῆλθεν, οἱ μὲν Γότθοι διωκόμενοι ὑπεχώρουν. Ὁ δὲ ἀπιὼν, ἤδη παραμείψας τὴν Θρᾴκην ἧκεν εἰς τὴν Ἀνδριανούπολιν. Οὐκ ἀπὸ πολλοῦ τε γενόμενος τοῖς βαρβάροις, ἐν ἀσφαλεῖ χώρῳ στρατοπεδευομένοις, θᾶττον ἢ ἔδει συμβάλλει, μὴ προδιαθεὶς ᾗ χρὴ καὶ ὅπῃ τάξαι τὴν στρατιάν.

Διασπασθείσης δὲ αὐτῷ τῆς ἵππου, καὶ τοῦ ὁπλιτικοῦ τραπέντος, διωκόμενος ὑπὸ τῶν πολεμίων, εἴς τι δωμάτιον ἢ πύργον, ὀλίγοις ἅμα συνεπομένοις αὐτῷ, ἐν τῷ φεύγειν ἀποβὰς τοῦ ἵππου, εἰσέδυ καὶ ἔλαθεν. Οἱ δὲ βάρβαροι ἔθεον ἐπ̓ αὐτὸν ὡς αἱρήσοντες: καὶ ἐπὶ τὸ πρόσω ἰέμενοι, παρέτρεχον: οὐ γὰρ ὑπενόουν αὐτὸν ἐκεῖσε κρύπτεσθαι.

Τῶν δ̓ αὖ σὺν αὐτῷ τινὲς, ἤδη τῶν πλειόνων βαρβάρων ὑπερβαλόντων τὸν τῇδε χῶρον, ὀλίγων δὲ κατόπιν ὄντων, ἐκ τοῦ ὀρόφου τοὺς παριόντας ἐτόξευον: οἱ δὲ ἐπὶ τούτῳ ἀνέκραγον, Ἐνθάδε Οὐάλης ἐστίν. Ἀκούσαντες δὲ οἱ προστυχόντες πλησίον, ἔμπροσθέν τε καὶ ὄπισθεν βοῇ τοῖς μετ̓ αὐτοὺς ἐδήλουν ὃ ἤκουον: ὡς ἐν βραχεῖ καὶ τοὺς πορρωτέρω πολεμίους ἀκοῦσαι, καὶ διὰ τάχους εἰς αὐτὸν πάντας συνελθεῖν.

Περιλαβόντες δὲ κύκλῳ τὸ δωμάτιον, καὶ πλείστην ὕλην περὶ τοῦτο συλλέξαντες, πῦρ ἐνέβαλον: αὐτίκα δὲ ἡ φλὸξ ὑπὸ ἐπιφόρου πνεύματος ὧδε συμβὰν ἐλαυνομένη, τὴν ὕλην διῆλθεν. Ἅμα δὲ καὶ τὰ ἀποκείμενα ἐν τῷ δωματίῳ τοῦ πυρὸς μετέσχε, καὶ αὐτὸν τὸν βασιλέα καὶ τοὺς ἀμφ̓ αὐτὸν συγκατέκαυσεν. Ἐτελεύτησε δὲ γεγονὼς ἀμφὶ τὰ πεντήκοντα ἔτη: τρισκαίδεκα δὲ σὺν τῷ ἀδελφῷ βασιλεύσας, καὶ μετ̓ ἐκεῖνον τρία.

ὡς ὑπὸ τῶν βαρβάρων κατεπειγομένων Ῥωμαίων, Μαβία συμμαχίαν πέμπει: καί τινες ἀπὸ τοῦ δήμου τὴν νίκην ἐργάζονται: καὶ ὡς Γρατιανὸς ἐκέλευσε πιστεύειν ὡς βούλεται ἕκαστος.

ΟΥΑΛΕΝΤΙ μὲν ὧδε θανεῖν ξυνηνέχθη. Οἱ δὲ βάρβαροι ἐπαρθέντες ἐπὶ τῇ νίκῃ, πᾶσαν τὴν Θρᾴκην ἐδῄουν: καὶ τελευτῶντες, τὰ προάστεια Κωνσταντινουπόλεως κατέτρεχον. Κινδυνεύουσι δὲ τότε τοῖς πράγμασι μέγα γεγόνασιν ὄφελος, ἐκ μὲν τῶν ὑποσπόνδων Σαρακηνῶν ὀλίγοι παρὰ Μανίας ἀποσταλέντες,

πλεῖστοι δὲ ἀπὸ τοῦ δήμου. Ῥητὸν γὰρ ἐκ τοῦ δημοσίου μισθὸν χορηγούσης αὐτοῖς Δομνίκης τῆς Οὐάλεντος γαμετῆς, ὡς ἔτυχεν ἕκαστος ὀπλιζόμενος, ἀντεπεξῄεσαν, καὶ τοὺς πολεμίους ἀμυνόμενοι,

πόρρω τῆς πόλεως ἀπεδίωκον. Γρατιανὸς δὲ ἅμα τῷ ἀδελφῷ πᾶσαν τὴν Ῥωμαίων ἀρχὴν διέπων, οὐκ ἐπαινέσας τὸν θεῖον τῆς γνώμης, ἣν περὶ τοὺς ἑτέρως αὐτῷ δοξάζοντας διετέλεσεν ἔχων, πᾶσι τοῖς ἐπ̓ ἐκείνου διὰ τὴν θρησκείαν φεύγειν καταδικασθεῖσι, τὴν κάθοδον ἀπέδωκε: καὶ νόμον ἔθετο, μετὰ ἀδείας ἑκάστους θρησκεύειν ὡς βούλονται, καὶ ἐκκλησιάζειν, πλὴν Μανιχαίων καὶ τῶν τὰ Φωτεινοῦ καὶ Εὐνομίου φρονούντων.

Ὅτι Γρατιανὸς τὸν ἐξ Ἱσπανίας Θεοδόσιον συμβασιλεύειν ἑαυτῷ εἵλετο: καὶ ὡς ἡ ἕως, πλὴν Ἱεροσολύμων, ὑπὸ Ἀρειανῶν εἴχετο: καὶ περὶ τῆς ἐν Ἀντιοχείᾳ συνόδου, καὶ τῆς τότε περὶ προεδρίας τῶν ἐκκλησιῶν καταστάσεως.

Λογισάμενος δὲ, ὡς τῶν ἀμφὶ τὸν Ἴστρον βαρβάρων Ἰλλυριοὺς καὶ Θρᾷκας ἐνοχλούντων προσῆκεν ἐπαμύνειν: ἀναγκαῖον δὲ καὶ τοῖς πρὸς ἑσπέραν ἀρχομένοις παρεῖναι, καὶ μάλιστα Ἀλαμανῶν τοὺς ἐνθάδε Γαλάτας κακουργούντων, κοινωνὸν ἐποιήσατο τῆς ἀρχῆς ἐν τῷ Σιρμίῳ Θεοδόσιον, γένους τῶν ἀμφὶ τὸ Πυρηναῖον ὄρος Ἰβήρων, εὐπατρίδην τε, καὶ ἄριστα πολλάκις ἐν πολέμοις διαγενόμενον: ὡς καὶ πρὸ τῆς βασιλείας ἐν ταῖς τῶν ὑπηκόων γνώμαις ἐπιτήδειον αὐτὸν δόξαι πρὸς ἡγεμονίαν.

Ἐν τούτῳ δὲ πλὴν Ἱεροσολύμων, ἔτι τῶν ἀνὰ τὴν ἕω ἐκκλησιῶν οἱ τὰ Ἀρείου φρονοῦντες ἐκράτουν. Μακεδονιανοὶ δὲ, καὶ μάλιστα οἱ ἐν Κωνσταντινουπόλει, μετὰ τὰς πρὸς Λιβέριον συνθήκας, οὐ μέγα τὶ διεφέροντο πρὸς τοὺς ἐπαινοῦντας τὸ δόγμα τῶν ἐν Νικαίᾳ συνελθόντων: ὡς ὁμοδόξοις δὲ, κατὰ πόλεις ἐπεμίγνυντο καὶ ἐκοινώνουν ἀλλήλοις.

Μετὰ δὲ τὸν τεθέντα παρὰ Γρατιανοῦ νόμον, ἀδείας λαβόμενοί τινες τῶν ἐπισκόπων ταύτης τῆς αἱρέσεως, κατέλαβον τὰς ἐκκλησίας, ὧν ἐπὶ Οὐάλεντος ἀφῄρηντο. Καὶ συνελθόντες ἐν Ἀντιοχείᾳ τῆς Καρίας, ἐψηφίσαντο μὴ δεῖν ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν ὀνομάζειν,

ἀλλ̓ ὁμοιοούσιον, ὡς πρόσθεν. Ἐκ τούτου δὲ, οἱ μὲν διακριθέντες, ἰδίᾳ ἐκκλησίαζον: οἱ δὲ τῶν ταῦτα ψηφισαμένων ἐναντιότητα καὶ φιλονεικίαν καταγνόντες, ἀπέστησαν αὐτῶν, καὶ βεβαιότερον ὡμοφρόνουν τοῖς κατὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου θρησκεύουσιν.

Ἐκ δὲ τῶν τότε κατὰ τὸν Γρατιανοῦ νόμον ἐπανελθόντων ἐπισκόπων ἀπὸ τῆς συμβάσης αὐτοῖς φυγῆς ἐπὶ τῆς Οὐάλεντος βασιλείας, οἱ μὲν, προεδρίας οὐδὲν ἐφρόντισαν: ἀλλὰ τὴν ὁμόνοιαν τῶν λαῶν προτιμήσαντες, μὴ καταλιπεῖν σφᾶς ἐδεήθησαν τῶν ἀπὸ τῆς Ἀρείου αἱρέσεως, μηδὲ διχονοίᾳ κατατέμνειν τὴν ἐκκλησίαν, ἣν παρὰ Θεοῦ καὶ ἀποστόλων μίαν παραδοθεῖσαν, φιλονεικίαι καὶ φιλοπροεδρίαι εἰς πολλὰς κατεμέρισαν.

Ταύτης δὲ τῆς σπουδῆς ἐγένετο καὶ Εὐλάλιος ὁ ἐν Ἀμασείᾳ τῇ πρὸς τῷ Πόντῳ ἐπίσκοπος: λέγεται γοῦν μετὰ τὴν ἐπάνοδον εὑρεῖν ἕτερον προϊστάμενον τῆς αὐτοῦ ἐκκλησίας τῶν Ἀρείου ἐπισκόπων: εἶναι δὲ τοὺς πειθομένους αὐτῷ ἐν τῇ πόλει οὐδ̓ ὅλους πεντήκοντα: προνοούμενον δὲ τῆς πάντων ἑνώσεως, ἀντιβολῆσαι τοῦτον πρωτεύειν, καὶ κοινῇ τὴν ἐκκλησίαν ἰθύνειν, ἄθλον ἐπὶ τῇ ὁμονοίᾳ τὴν προεδρίαν ἔχοντα. Ἀλλ̓ ὁ μὲν μὴ πεισθεὶς, οὐκ εἰς μακρὰν ἔμελλεν οὐδὲ ὧν εἶχεν ὀλίγων ἡγήσεσθαι, προσθεμένων τοῖς ἄλλοις.

Περὶ τῶν κατὰ τὸν ἅγιον Μελέτιον καὶ Παυλῖνον τῶν Ἀντιοχείας ἐπισκόπων, καὶ περὶ τῶν γενομένων ὅρκων διὰ τὸν ἐπισκοπικὸν θρόνον.

Ἐν δὲ τῷ τότε καὶ Μελετίου κατὰ τοῦτον τὸν νόμον ἐπανελθόντος εἰς Ἀντιόχειαν τῆς Συρίας, δεινή τις τῷ λαῷ φιλονεικία συνέβη. Παυλίνου γὰρ ἔτι περιόντος, οὗ τὴν εὐλάβειαν, ὡς ἔγνωμεν, αἰδεσθεὶς Οὐάλης ὁ βασιλεὺς, καταδικάσαι φυγὴν οὐκ ἐτόλμησεν, οἱ μὲν, σύνθρονον αὐτοῦ γενέσθαι Μελέτιον

ἠξίουν. Ἀντιλεγόντων δὲ τῶν τὰ Παυλίνου φρονούντων, καὶ τὴν Μελετίου χειροτονίαν διαβαλλόντων, ὡς ὑπὸ Ἀρειανῶν ἐπισκόπων γεγενημένην, βίᾳ τὸ σπουδαζόμενον εἰς ἔργον ἦγον οἱ Μελετίου ἐπαινέται.

Πλῆθος γὰρ οὐ τὸ τυχὸν ὄντες, ἐν μιᾷ τῶν πρὸ τῆς πόλεως ἐκκλησιῶν εἰς τὸν ἐπισκοπικὸν θρόνον ἀνεβίβασαν αὐτόν. Ἑκατέρωθεν δὲ τοῦ λαοῦ χαλεπαίνοντος, καὶ στάσεως προσδοκωμένης, θαυμαστή τις ἐκράτησε βουλὴ, πρὸς ὁμόνοιαν αὐτοὺς ἄγουσα.

Συνεδόκει γὰρ ὅρκους λαβεῖν παρὰ τῶν ἐπισκοπεῖν τὸν ἐνθάδε θρόνον ἐπιτηδείων εἶναι νομιζομένων, ἢ προσδοκωμένων: ὧν ἦσαν ἕτεροι πέντε, καὶ Φλαβιανὸς, ὡς οὔτε σπουδάσουσι, οὔτε χειροτονίας ἐπ̓ αὐτοῖς γεγενημένης ἀνέξονται ἐπισκοπεῖν, ἐς ὅσον Παυλῖνος ἢ Μελέτιος τῷ βίῳ περιῶσι: συγχωρεῖν δὲ θατέρου τελευτήσαντος τὸν ἕτερον μόνον τὴν ἐπισκοπὴν ἔχειν.

Κατὰ ταῦτα δὲ δοθέντων τῶν ὅρκων, σχεδὸν τὸ πᾶν ὡμονόει πλῆθος. Ὀλίγοι δὲ τῶν Λουκίφερος ἔτι διεφέροντο, ὡς ὑπὸ ἑτεροδόξων Μελετίου χειροτονηθέντος. Ἐπεὶ δὲ τάδε ὧδε γέγονε,

Μελέτιος μὲν ἧκεν εἰς Κωνσταντινούπολιν. Ἡνίκα καὶ ἄλλοις πολλοῖς ἐπισκόποις κατὰ ταυτὸ γενομένοις, ἔδοξεν ἀναγκαῖον εἶναι ἐκ τῆς Ναζιανζοῦ μεταθεῖναι Γρηγόριον, καὶ ἐπιτρέψαι αὐτῷ τὴν ἐνθάδε ἐπισκοπήν.

Περὶ τῆς ἀρχῆς Θεοδοσίου τοῦ μεγάλου, καὶ ὡς παρὰ Ἀσχολίου Θεσσαλονίκης τὸ θεῖον ἐμυήθη βάπτισμα: καὶ οἷα ἔγραψε τοῖς μὴ κατὰ τὸν ὅρον τῆς ἐν Νικαίᾳ συνόδου πρεσβεύουσι.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, Γρατιανὸς μὲν ἔτι τῶν πρὸς ἑσπέραν Γαλατῶν ὑπὸ Ἀλαμανῶν ταραττομένων, ἐπὶ τὴν πατρῴαν ἀνέστρεψε μοῖραν: ἣν αὐτῷ τε καὶ τῷ ἀδελφῷ διοικεῖν κατέλιπεν, Ἰλλυριοὺς καὶ τὰ πρὸς ἥλιον ἀνίσχοντα τῆς ἀρχῆς Θεοδοσίῳ ἐπιτρέψας.

Κατωρθοῦτο δὲ κατὰ γνώμην αὐτῷ τὰ πρὸς τούτους: Θεοδοσίῳ δὲ τὰ πρὸς τοὺς ἀμφὶ τὸν Ἴστρον βαρβάρους. Ἐπεὶ δὲ τῶν μὲν μάχῃ ἐπεκράτησε, τοὺς δὲ, φίλους ἔχειν Ῥωμαίους ἀντιβολοῦντας, ὁμήρους λαβὼν ὑπὸ σπονδὰς ἐδέξατο, ἧκεν εἰς Θεσσαλονίκην.

Νόσῳ δὲ περιπεσὼν ἐνταῦθα, μυσταγωγοῦντος αὐτὸν Ἀσχολίου τοῦ τῇδε ἐπισκόπου, ἐμυήθη, καὶ ῥᾷον ἔσχεν. Ἐκ προγόνων γὰρ χριστιανίζων κατὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου ἥσθη τότε Ἀσχολίῳ ὧδε δοξάζοντι, καὶ ἔργῳ ἀγαθῷ, καὶ συλλήβδην, ὡς εἰπεῖν, πρὸς πᾶσαν ἱερωσύνης ἀρετὴν συντεταγμένῳ, ἥσθη δὲ καὶ Ἰλλυριοῖς ἅπασι μὴ μετασχοῦσι τῆς Ἀρείου δόξης.

Πυνθανόμενος δὲ περὶ τῶν ἄλλων ἐθνῶν, μέχρι μὲν Μακεδόνων ἔγνω τὰς ἐκκλησίας ὁμονοεῖν, καὶ πάντας ἐπίσης τῷ Πατρὶ τὸν Θεὸν Λόγον καὶ τὸ ἅγιον Πνεῦμα σέβειν: ἐντεῦθεν δὲ τὰ πρὸς ἕω στασιάζειν, ὡς καὶ τοὺς λαοὺς εἰς διαφόρους αἱρέσεις μεμερίσθαι, καὶ μάλιστα ἀνὰ τὴν Κωνσταντινούπολιν.

Λογισάμενος δὲ ἄμεινον εἶναι, προαγορεῦσαι τοῖς ὑπηκόοις ἣν ἔχει περὶ τὸ θεῖον δόξαν, ὥστε μὴ βιάζεσθαι δοκεῖν, ἀθρόον ἐπιτάττοντα παρὰ νόμον θρησκεύειν, νόμον ἐκ Θεσσαλονίκης προσεφώνησε τῷ δήμῳ Κωνσταντινουπόλεως: συνεῖδε γὰρ ἐνθένδε, ὡς ἀπό τινος ἀκροπόλεως τῆς πάσης ὑπηκόου, καὶ ταῖς ἄλλαις πόλεσι δήλην ἔσεσθαι ἐν τάχει τὴν γραφήν.

Ἐδήλου δὲ διὰ ταύτης, βούλεσθαι πάντας τοὺς ἀρχομένους θρησκεύειν ὡς ἐξ ἀρχῆς Ῥωμαίοις παρέδωκε Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων, ἐφύλαττον δὲ τότε Δάμασος ὁ Ῥώμης ἐπίσκοπος, καὶ Πέτρος ὁ Ἀλεξανδρείας: μόνων τε τῶν ἰσότιμον Τριάδα θείαν θρησκευόντων καθολικὴν τὴν ἐκκλησίαν ὀνομάζεσθαι: τοὺς δὲ παρὰ ταῦτα δοξάζοντας, αἱρετικοὺς προσαγορεύεσθαι, καὶ ἀσήμους εἶναι, καὶ τιμωρίαν προσδέχεσθαι.

Περὶ Γρηγορίου τοῦ Θεολόγου, καὶ ὅτι αὐτῷ τὰς ἐκκλησίας παραδέδωκε Θεοδόσιος, ἐξελάσας Δημόφιλον, καὶ τοὺς μὴ ὁμοούσιον τῷ Πατρὶ δοξάζοντας τὸν Υἱόν.

Ταῦτα νομοθετήσας, οὐ πολλῷ ὕστερον ἧκεν εἰς Κωνσταντινούπολιν. Ἐκράτουν δὲ τῶν ἐκκλησιῶν ἔτι οἱ τὰ Ἀρείου φρονοῦντες, ὧν ἡγεῖτο Δημόφιλος: Γρηγόριος δὲ ὁ ἐκ Ναζιανζοῦ προΐστατο τῶν ὁμοούσιον Τριάδα δοξαζόντων: ἐκκλησίαζε δὲ ἐν οἰκίσκῳ μικρῷ, παῤ ὁμοδόξων αὐτῷ τε καὶ τοῖς ὁμοίως θρησκεύουσιν εἰς εὐκτήριον οἶκον κατασκευασθέντι.

Μετὰ δὲ ταῦτα περιφανὴς τῶν ἐν τῇ πόλει νεὼς γέγονεν οὗτος, καὶ ἔστιν, οὐ μόνον οἰκοδομημάτων κάλλει τε καὶ μεγέθει, ἀλλὰ καὶ ἐναργῶν θεοφανειῶν ὠφελείαις. Προφαινομένη γὰρ ἐνθάδε θεία δύναμις, ὕπαρ τε καὶ ἐν ὀνείρασι, πολλοῖς πολλάκις νόσοις καὶ περιπετείαις πραγμάτων κάμνουσιν ἐπήμυνε: πεπίστευται δὲ ταύτην τὴν Θεοῦ μητέρα Μαρίαν τὴν

ἁγίαν παρθένον εἶναι: ταύτῃ γὰρ ἐπιφαίνεται. Ἀναστασίαν δὲ ταύτην τὴν ἐκκλησίαν ὀνομάζουσιν, ὡς μὲν ᾠόμην, καθότι τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου πεπτωκὸς ἤδη ἐν Κωνσταντινουπόλει καὶ τεθνηκὸς,

ὡς εἰπεῖν, διὰ τὴν δύναμιν τῶν ἑτεροδόξων, ἐνθάδε ἀνέστη καὶ ἀνεβίω διὰ τῶν Γρηγορίου λόγων. Ὡς δὲ τινῶν ἀληθῆ λέγειν ἰσχυριζομένων ἀκήκοα, ἐκκλησιάζοντος τοῦ λαοῦ, γυνὴ ἐγκύμων ἀπὸ τῆς ὑπερῴου στοᾶς καταπεσοῦσα, ἐνθάδε τέθνηκε: κοινῆς δὲ παρὰ πάντων εὐχῆς ἐπ̓ αὐτῇ γενομένης ἀνέζησε, καὶ σὺν τῷ βρέφει ἐσώθη: ὡς ἐπὶ παραδόξῳ δὲ θεόθεν συμβάντι, ταύτην ἔλαχε τὴν προσηγορίαν ἐξ ἐκείνου ὁ τόπος. Καὶ περὶ μὲν τούτου τοιοῦτος εἰσέτι νῦν φέρεται λόγος.

Ὁ δὲ βασιλεὺς πέμψας πρὸς Δημόφιλον, ἐκέλευσεν αὐτὸν κατὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου θρησκεύειν, καὶ τὸν λαὸν εἰς ὁμόνοιαν ἄγειν, ἢ τῶν ἐκκλησιῶν ὑποχωρεῖν. Ὁ δὲ, τὸ πλῆθος συγκαλέσας, τὴν βασιλέως ἐδήλωσε γνώμην: καὶ εἰς τὴν ὑστεραίαν πρὸ τῶν τειχῶν ἐκκλησιάζειν προηγόρευσεν: ἐπεὶ θεῖος, ἔφη, ἐπιτάττει νόμος, Ἐὰν ὑμᾶς διώκωσιν ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἄλλην.

Τοιάδε προσειπὼν, ἐξ ἐκείνου πρὸ τῆς πόλεως ἐκκλησίαζε: σὺν αὐτῷ δὲ καὶ Λούκιος, ὁ πάλαι πρὸς τῶν Ἀρείου τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπιτραπείς: ἐξελαθεὶς γὰρ, ὡς εἴρηται, φυγὰς εἰς Κωνσταντινούπολιν ἐλθὼν, ἐνθάδε διέτριβεν.

Ἀπολιπόντων δὲ τὴν ἐκκλησίαν τῶν ἀμφὶ Δημόφιλον, εἰσελθὼν ὁ βασιλεὺς ηὔξατο. Καὶ τὸ ἐξ ἐκείνου, τοὺς εὐκτηρίους οἴκους κατέσχον οἱ Τριάδα ὁμοούσιον πρεσβεύοντες. Ἔτος δὲ τοῦτο ἦν ἐν ᾧ Γρατιανὸς τὸ πέμπτον, καὶ Θεοδόσιος τὸ πρῶτον ὑπάτευον: τεσσαρακοστὸν δὲ, ἀφ̓ οὗ τῶν ἐκκλησιῶν ἐκράτησαν οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως.

Περὶ τῶν Ἀρειανῶν καὶ ἔτι καὶ τοῦ Εὐνομίου ἀκμάζοντος: καὶ περὶ τῆς εἰς βασιλέα παρρησίας τοῦ ἁγίου Ἀμφιλοχίου.

Ἔτι δὲ οὗτοι, πλῆθος ὄντες ἐκ τῆς Κωνσταντίου καὶ Οὐάλεντος ῥοπῆς, ἀδεέστερον συνιόντες, περὶ Θεοῦ καὶ οὐσίας αὐτοῦ δημοσίᾳ διελέγοντο: καὶ ἀποπειρᾶσθαι τοῦ βασιλέως ἔπειθον τοὺς ὁμόφρονας αὐτοῖς ἐν τοῖς βασιλείοις. Ἡγοῦντο γὰρ ἐπιτεύξεσθαι τῆς ἐπιχειρήσεως, τὰ ἐπὶ Κωνσταντίου συμβάντα σκοποῦντες.

Τοῦτο δὲ αὐτὸ καὶ τοῖς ἀπὸ τῆς καθολικῆς ἐκκλησίας φροντίδα καὶ φόβον ἐκίνει. Οὐχ ἥκιστα δὲ περιδεεῖς ἦσαν, λογιζόμενοι τὴν ἐν ταῖς διαλέξεσιν Εὐνομίου δεινότητα. Οὐ πρὸ πολλοῦ γὰρ οὗτος δἰ ἣν ἔσχεν ἐν Κυζίκῳ διαφορὰν ἐπὶ τῆς Οὐάλεντος βασιλείας πρὸς τοὺς αὐτοῦ κληρικοὺς, ἀποσχίσας τῶν Ἀρείου καθ̓ ἑαυτὸν διῆγεν ἐν Βιθυνίᾳ, πέραν Κωνσταντινουπόλεως: καὶ πλῆθος ἐπεραιοῦτο πρὸς αὐτόν: οἱ δὲ καὶ ἄλλοθεν συνῄεσαν: οἱ μὲν,

ἀποπειρώμενοι: οἱ δὲ, ὧν λέγει ἀκουσόμενοι. Φήμη δὲ τούτων καὶ εἰς βασιλέα ἦλθε, καὶ συγγενέσθαι αὐτῷ ἕτοιμος ἦν: ἀλλ̓ ἡ βασιλὶς Πλακίλλα ἐπέσχε, σπουδῇ ἀντιβολοῦσα: πιστοτάτη γὰρ οὖσα φύλαξ τοῦ δόγματος τῆς ἐν Νικαίᾳ συνόδου, ἔδεισε μὴ, ὡς εἰκὸς,

ἐν διαλέξει παραπεισθεὶς ὁ ἀνὴρ, μεταβάλοι εἰς τὴν αὐτοῦ δόξαν. Ἔτι δὲ ἐφ̓ ἑκάτερα τῆς περὶ ταῦτα σπουδῆς ἀκμαζούσης, λέγεται, τῶν ἐνδημούντων ἐπισκόπων τῇ Κωνσταντινουπόλει παραγενομένων εἰς τὰ βασίλεια, οἷά γε εἰκὸς, ἀσπάσασθαι τὸν κρατοῦντα, ὡς συνῆν αὐτοῖς πρεσβύτης τις, ἀσήμου πόλεως ἱερεὺς, ἁπλοῦς καὶ πραγμάτων ἀτριβὴς, περὶ δὲ τὰ

θεῖα νοῦν ἔχων. Οἱ μὲν οὖν ἄλλοι γυμνῶς μάλα καὶ εὐσεβῶς τὸν βασιλέα ἠσπάσαντο: ὁμοίως δὲ τοῦτον προσεῖπε καὶ ὁ πρεσβύτης ἱερεύς: τῷ δὲ τοῦ βασιλέως παιδὶ συγκαθεζομένῳ τῷ πατρὶ, τὴν ἴσην οὐκ ἀπένειμε τιμήν: ἀλλὰ προσελθὼν, οἷάγε νηπίῳ, Χαῖρε τέκνον, ἔφη, τῷ δακτύλῳ σαίνων: κινηθεὶς δὲ πρὸς ὀργὴν ὁ βασιλεὺς, καὶ ὡς ἐπὶ ὑβρισμένῳ τῷ παιδὶ χαλεπαίνων,

ὅτι μὴ τῆς ὁμοίας ἠξίωτο τιμῆς, ἐκβάλλεσθαι τὸν πρεσβύτην ὑβριστικῶς ἐκέλευσεν. Ὁ δὲ ὠστιζόμενος, ἐπιστραφεὶς εἶπεν: Οὕτω δὴ νόμισον, ὦ βασιλεῦ, καὶ τὸν οὐράνιον Πατέρα ἀγανακτεῖν πρὸς τοὺς ἀνομοίως τὸν Ὑ??ʼὸν τιμῶντας, καὶ ἥττονα τολμῶντας ἀποκαλεῖν τοῦ γεννήσαντος. Ἀγασθεὶς δὲ ἐπὶ τῷ εἰρημένῳ ὁ βασιλεὺς, μετεκαλέσατο τὸν ἱερέα, καὶ συγγνώμην ᾔτει, καὶ ἀληθῶς εἰρηκέναι συνωμολόγει.

Καὶ ἀσφαλέστερος γενόμενος, οὐ προσίετο τοὺς παρὰ τοῦτο δοξάζοντας. Καὶ τὰς ἐπ̓ ἀγορᾶς ἔριδας καὶ συνόδους ἀπηγόρευσε: καὶ διαλέγεσθαι τὸν αὐτὸν τρόπον περὶ οὐσίας καὶ φύσεως Θεοῦ οὐκ ἀκίνδυνον ἐποιεῖτο, νόμον θέμενος περὶ τούτου καὶ τιμωρίαν ὁρίσας.

Περὶ τῆς δευτέρας ἁγίας οἰκουμενικῆς συνόδου, ὅθεν καὶ διὰ ποίαν αἰτίαν συνέστη. Καὶ περὶ τῆς παραιτήσεως Γρηγορίου τοῦ Θεολόγου.

Ἐν τάχει τε καὶ σύνοδον ἐπισκόπων ὁμοδόξων αὐτῷ συνεκάλεσε, βεβαιότητός τε ἕνεκα τῶν ἐν Νικαίᾳ δοξάντων,

καὶ χειροτονίας τοῦ μέλλοντος ἐπισκοπεῖν τὸν Κωνσταντινουπόλεως θρόνον. Ὑπολαβὼν δὲ δύνασθαι συνάψαι τῇ καθόλου ἐκκλησίᾳ τοὺς καλουμένους Μακεδονιανοὺς, ὡς μὴ περὶ μέγα τι διαφερομένους ἐν τῇ κατὰ τὸ δόγμα ζητήσει, συνεκάλεσε καὶ τούτους. Συνῆλθον οὖν, ἐκ μὲν τῶν ὁμοούσιον τὴν Τριάδα δοξαζόντων, ἀμφὶ ἑκατὸν καὶ πεντήκοντα: τῶν δὲ ἀπὸ τῆς Μακεδονίου αἱρέσεως, ἓξ καὶ τριάκοντα, ὧν οἱ πλείους ἐτύγχανον ἐκ τῶν περὶ τὸν Ἑλλήσποντον πόλεων.

Ἡγοῦντο δὲ τούτων Ἐλεύσιος ὁ Κυζίκου, καὶ Μαρκιανὸς ὁ Λαμψάκου: τῶν δὲ ἄλλων Τιμόθεος, ὁ τῶν Ἀλεξανδρέων διέπων θρόνον, οὐ πρὸ πολλοῦ τετελευτηκότα Πέτρον, ἀδελφὸν ὄντα αὐτοῦ, διαδεξάμενος: καὶ Μελέτιος ὁ Ἀντιοχείας ἐπίσκοπος, ἤδη πρῴην εἰς Κωνσταντινούπολιν διὰ τὴν Γρηγορίου κατάστασιν ἀφικόμενος: καὶ Κύριλλος ὁ Ἱεροσολύμων, μεταμεληθεὶς τότε, ὅτι πρότερον τὰ Μακεδονίου ἐφρόνει.

Σὺν τούτοις δὲ ἦσαν, Ἀσχόλιός τε ὁ Θεσσαλονίκης, καὶ Διόδωρος ὁ Ταρσοῦ, καὶ Ἀκάκιος ὁ Βεροίας: οἳ δὴ πάντες ἐπαινέται τυγχάνοντες τῆς ἐν Νικαίᾳ βεβαιωθείσης γραφῆς, ἐδέοντο σφίσιν ὁμογνώμονας γενέσθαι τοὺς ἀμφὶ Ἐλεύσιον, ἀναμιμνήσκοντες ὧν τε πρὸς Λιβέριον ἐπρεσβεύσαντο καὶ ὡμολόγησαν διὰ Εὐσταθίου,

καὶ Σιλβανοῦ, καὶ Θεοφίλου, ὡς εἴρηται. Ἀλλὰ οἱ μὲν, μήποτε ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν δοξάζειν ἀναφανδὸν εἰπόντες, εἰ καὶ ἐναντία ταῖς πρὸς Λιβέριον ὁμολογίαις ἐροῦσιν, ἀπεδήμησαν: καὶ τοῖς κατὰ πόλιν ὁμοφρονοῦσιν ἔγραψαν, μὴ συνθέσθαι τοῖς ἐν Νικαίᾳ δεδογμένοις.

Οἱ δὲ ἐν Κωνσταντινουπόλει προσμείναντες, ἐβουλεύσαντο τίνι δέοι ἐπιτρέψαι τὴν ἐνθάδε καθέδραν. Λέγεται γὰρ, τὸν βασιλέα μὲν θαυμάζοντα βίου καὶ τῶν λόγων Γρηγόριον, ἄξιον ψηφίσασθαι ταύτης τῆς ἐπισκοπῆς: συναινέσαι δὲ καὶ τοὺς πλείους τῆς συνόδου, αἰδοῖ τῆς αὐτοῦ ἀρετῆς: τὸν δὲ, τὰ μὲν πρῶτα ἑλέσθαι προστατεῖν τῆς Κωνσταντινουπόλεως ἐκκλησίας: αἰσθόμενον δέ τινας ἀντερεῖν,

καὶ μάλιστα τοὺς ἐξ Αἰγύπτου, παραιτήσασθαι. Καί μοι τόνδε σοφώτατον ἄνδρα πάντων ἕνεκεν, οὐχ ἥκιστα δὲ τοῦ παρόντος θαυμάζεσθαι: οὔτε γὰρ ὑπὸ εὐγλωττίας ἐνεπλήσθη τύφου, οὔτε ὑπὸ κενῆς δόξης εἰς ἐπιθυμίαν ἦλθεν ἡγεῖσθαι τῆς ἐκκλησίας,

ἣν παρέλαβε μηκέτι εἶναι κινδυνεύουσαν. Ἀπαιτοῦσι δὲ τοῖς ἐπισκόποις τὴν παρακαταθήκην ἀπέδωκεν, οὐ τοὺς πολλοὺς ἱδρῶτας μεμψάμενος, ἢ τοὺς κινδύνους οὓς ὑπέστη πρὸς τὰς αἱρέσεις ζυγομαχῶν: καίτοιγε τὸ λυποῦν οὐδὲν ἦν, μηδενὸς ὄντος, μένειν αὐτὸν Κωνσταντινουπόλεως ἐπίσκοπον: ἤδη γὰρ καὶ Ναζιανζοῦ ἕτερος ἐπίσκοπος κεχειροτόνητο. Ἀλλ̓ ὅμως ἡ σύνοδος, καὶ τοὺς πατρίους νόμους καὶ τὴν ἐκκλησιαστικὴν τάξιν φυλάττουσα, ὃ δέδωκε, παῤ ἑκόντος ἀπείληφε,

μηδὲν αἰδεσθεῖσα τῶν τοῦ ἀνδρὸς πλεονεκτημάτων. Ὡς ἐπὶ μεγίστῳ δὲ πεφροντισμένης βουλῆς τῷ βασιλεῖ καὶ τοῖς ἱερεῦσιν οὔσης, παρεγγυωμένου τε τοῦ κρατοῦντος ἀκριβῆ ποιήσασθαι βάσανον, ὅπως ὅτι μάλιστα καλός τε καὶ ἀγαθὸς εὑρεθείη, ᾧ δεήσει πιστεῦσαι τῆς μεγίστης καὶ βασιλευούσης πόλεως τὴν ἀρχιερωσύνην, οὐ τὴν αὐτὴν γνώμην εἶχεν ἡ σύνοδος: ἕκαστοι δέ τινα τῶν αὐτοῖς ἐπιτηδείων ἠξίουν χειροτονεῖν.

Περὶ τῆς προχειρίσεως Νεκταρίου εἰς τὸν Κωνσταντινουπόλεως θρόνον, καὶ ὅθεν ἦν, καὶ οἷος τὸν τρόπον.

Ἐν τούτῳ δὲ Νεκτάριός τις Ταρσεὺς τῆς Κιλικίας, τοῦ λαμπροτάτου τάγματος τῆς συγκλήτου, ἐν Κωνσταντινουπόλει διέτριβεν. Ἤδη δὲ παρεσκευασμένος εἰς τὴν πατρίδα ἀπιέναι, παραγίνεται πρὸς Διόδωρον τὸν Ταρσοῦ ἐπίσκοπον, εἴγε βούλοιτο γράφειν ἐπιστολὰς κομισόμενος.

Ἔτυχε δὲ τότε διανοούμενος καθ̓ ἑαυτὸν ὁ Διόδωρος, τίνα χρὴ προβαλέσθαι εἰς τὴν σπουδαζομένην χειροτονίαν. Καὶ ἰδὼν εἰς Νεκτάριον, ἄξιον εἶναι τῆς ἐπισκοπῆς ἐνόμισε: καὶ κατὰ νοῦν εὐθὺς αὐτῷ προσετέθη, πολιάν τ̓ ἀνδρὸς καὶ εἶδος ἱεροπρεπὲς καὶ τὸ προσηνὲς τῶν τρόπων λογισάμενος.

Καὶ ὡς ἐπ̓ ἄλλο τι ἀγαγὼν αὐτὸν παρὰ τὸν Ἀντιοχείας ἐπίσκοπον, ἐπῄνει, καὶ σπουδάζειν αὐτῷ παρεκάλει. Ὁ δὲ, ἐπὶ μεμεριμνημένῳ πράγματι, πολλῶν ἐπισημοτάτων ἀνδρῶν ὑποψήφων ὄντων, ἐγέλασε τὴν Διοδώρου ψῆφον: ὅμως δὲ πρὸς ἑαυτὸν καλέσας Νεκτάριον, περιμένειν βραχύν τινα χρόνον ἐκέλευσεν.

Οὐκ εἰς μακρὰν δὲ προστάξαντος τοῦ βασιλέως τοῖς ἱερεῦσιν, ἐγγράψαι χάρτῃ τὰς προσηγορίας ὧν ἕκαστοι δοκιμάζουσιν εἰς τὴν χειροτονίαν ἀξίων, ἑαυτῷ δὲ φυλάξαντος ἐκ πάντων τοῦ ἑνὸς τὴν αἵρεσιν, ἄλλοι μὲν ἄλλους ἐνέγραψαν, ὁ δὲ τῆς Ἀντιοχέων ἐκκλησίας ἡγούμενος, ἐγγράφει μὲν οὓς ἐβούλετο: ἔσχατον δὲ πάντων προστίθησι Νεκτάριον διὰ τὴν πρὸς Διόδωρον χάριν.

Ἀναγνοὺς δὲ ὁ βασιλεὺς τῶν ἐγγραφέντων τὸν κατάλογον, ἔστη ἐπὶ Νεκταρίῳ. Καὶ σύννους γενόμενος, σχολῇ καθ̓ ἑαυτὸν ἐβουλεύετο, τὸν δάκτυλον ἐπιθεὶς τῇ τελευταίᾳ γραφῇ. Καὶ ἀναδραμὼν εἰς τὴν ἀρχὴν, αὖθις πάντας ἐπανῆλθε, καὶ Νεκτάριον αἱρεῖται.

Θαῦμα δὲ πᾶσιν ἐγένετο: καὶ ἐπυνθάνοντο ὅστις εἴη Νεκτάριος οὗτος, καὶ ποδαπὸς τὸ ἐπιτήδευμα, καὶ πόθεν. Μαθόντες δὲ μηδὲ μυστηρίων μετεσχηκέναι τὸν ἄνδρα, ἔτι μᾶλλον ἐθαύμαζον τὸ παράδοξον τῆς τοῦ βασιλέως κρίσεως. Ἠγνόει δὲ τοῦτο, οἶμαι, καὶ Διόδωρος: οὐ γὰρ ἂν ἐθάρρησεν εἰδὼς, ἔτι ἀμυήτῳ δοῦναι ψῆφον ἱερωσύνης: ἀλλ̓ οἷα εἰκὸς, νομίσας πολιὸν ὄντα μὴ καὶ πάλαι μεμυῆσθαι.

Οὐκ ἀθεεὶ δὲ ταῦτα συνέβαινεν: ἐπεὶ καὶ βασιλεὺς ἀμύητον αὐτὸν εἶναι μαθὼν, ἐπὶ τῆς αὐτῆς ἔμεινε γνώμης, πολλῶν ἱερέων ἀντιτεινόντων. Ἐπεὶ δὲ πάντες εἶξαν, καὶ τῇ ψήφῳ τοῦ κρατοῦντος συνέβησαν, ἐμυήθη. Καὶ τὴν μυστικὴν ἐσθῆτα ἔτι ἠμφιεσμένος, κοινῇ ψήφῳ τῆς συνόδου ἀναγορεύεται Κωνσταντινουπόλεως ἐπίσκοπος.

Ταῦτα δὲ οὕτω γενέσθαι πολλοῖς πεπίστευται, τοῦ Θεοῦ χρηματίσαντος τῷ βασιλεῖ: οὐκ ἀκριβῶ δὲ τοῦτο, πότερον ἀληθὲς, ἤ οὔ: πείθομαί γε μὴν, οὐκ ἐκτὸς θείας ῥοπῆς ἐπιτελεσθῆναι τὸ συμβὰν, καὶ εἰς τὸ παράδοξον τῆς χειροτονίας ἀφορῶν, καὶ ἐκ τῶν μετὰ ταῦτα σκοπῶν, ὡς ἐπὶ πρᾳότατον καὶ ἀγαθὸν καὶ καλὸν ταυτηνὶ τὴν ἱερωσύνην ὁ Θεὸς ἤγαγε. Καὶ τὰ μὲν ἀμφὶ τὴν Νεκταρίου χειροτονίαν ὧδε ἔσχεν, ὡς ἐπυθόμην.

Περὶ ὦν ἡ δευτέρα οἰκουμενικὴ ἐθέσπισε σύνοδος: καὶ περὶ Μαξίμου τοῦ Κυνικοῦ φιλοσόφου.

Μετὰ δὲ ταῦτα συνελθόντες αὐτός τε Νεκτάριος καὶ οἱ ἄλλοι ἱερεῖς, ἐψηφίσαντο τῆς ἐν Νικαίᾳ συνόδου κυρίαν μένειν τὴν πίστιν, καὶ πᾶσαν αἵρεσιν ἀποκεκηρύχθαι: διοικεῖσθαι δὲ τὰς πανταχοῦ ἐκκλησίας κατὰ τοὺς πάλαι κανόνας: καὶ τοὺς ἐπισκόπους ἐπὶ τῶν ἰδίων μένειν ἐκκλησιῶν, καὶ μὴ εἰκῆ ταῖς ὑπερορίαις ἐπιβαίνειν, μήτε ἀκλήτοις χειροτονίαις μηδὲν αὐτοῖς προσηκούσαις σφᾶς ἐπιβάλλειν, καθὸ πρότερον, ὡς ἔτυχε διωκομένης τῆς καθόλου ἐκκλησίας,

πολλάκις συνέβη. Τὰ δὲ παῤ ἑκάστην συμβαίνοντα, τὴν τοῦ ἔθνους σύνοδον, ὡς ἂν ἄριστα φανείη, διοικεῖν τε καὶ πράττειν. Μετὰ δὲ τὸν Ῥώμης, τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον τὰ πρεσβεῖα ἔχειν, ὡς νέας Ῥώμης τὸν θρόνον ἐπιτροπεύοντα.

Ἤδη γὰρ οὐ μόνον εἶχε ταύτην τὴν προσηγορίαν ἡ πόλις, καὶ γερουσίᾳ καὶ τάγμασι δήμων καὶ ἀρχαῖς ὁμοίως ἐχρῆτο: ἀλλὰ καὶ τὰ συμβόλαια κατὰ τὰ νόμιμα τῶν ἐν Ἰταλίᾳ Ῥωμαίων ἐκρίνετο, καὶ τὰ δίκαια

καὶ τὰ γέρα περὶ πάντα ἑκατέρᾳ ἰσάζετο. Μάξιμον δὲ μήτε γεγενῆσθαι ἢ εἶναι ἐπίσκοπον, μήτε κληρικοὺς, τοὺς παῤ αὐτοῦ χειροτονηθέντας: καὶ τὰ ἐπ̓ αὐτῷ ἢ παῤ αὐτοῦ πεπραγμένα, ἄκυρα ἐψηφίσαντο. Τοῦτον γὰρ Ἀλεξανδρέα τὸ γένος ὄντα, Κυνικόν τε φιλόσοφον τὸ ἐπιτήδευμα, σπουδαῖον δὲ περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, κλέψαντες τὴν χειροτονίαν, ἐπίσκοπον Κωνσταντινουπόλεως κατέστησαν οἱ τότε ἐξ Αἰγύπτου συνεληλυθότες.

Καὶ τὰ μὲν ὧδε τῇ συνόδῳ ἔδοξε: καὶ ὁ βασιλεὺς ἐπεψηφίσατο: καὶ νόμον ἔθετο, κυρίαν εἶναι τὴν πίστιν τῶν ἐν Νικαίᾳ συνεληλυθότων: παραδοθῆναί τε τὰς πανταχοῦ ἐκκλησίας τοῖς ἐν ὑποστάσει τριῶν προσώπων ἰσοτίμων καὶ ἰσοδυνάμων μίαν καὶ τὴν αὐτὴν ὁμολογοῦσι θεότητα, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος:

τούτους δὲ εἶναι τοὺς κοινωνοῦντας Νεκταρίῳ ἐν Κωνσταντινουπόλει: ἐν Αἰγύπτῳ δὲ Τιμοθέῳ τῷ ἐπισκόπῳ Ἀλεξανδρείας: ἐν δὲ ταῖς ἀνὰ τὴν ἕω ἐκκλησίαις, Διοδώρῳ τῷ Ταρσοῦ, καὶ Πελαγίῳ τῷ ἐπισκόπῳ Λαοδικείας τῆς Σύρων: παρὰ δὲ Ἀσιανοῖς Ἀμφιλοχίῳ τῷ προϊσταμένῳ τῆς ἐν Ἰκονίῳ ἐκκλησίας: ἐν δὲ ταῖς παρὰ τὸν Πόντον πόλεσιν, ἀπὸ Βιθυνῶν μέχρις Ἀρμενίων, Ἑλλαδίῳ τῷ Καισαρείας τῆς Καππαδοκῶν ἐκκλησίας ἐπισκόπῳ, καὶ Γρηγορίῳ τῷ Νύσης, καὶ Ὀτρηΐνῳ τῷ Μελιτίνης: ἐν δὲ ταῖς περὶ Θρᾴκην καὶ Σκυθίαν πόλεσι, Τερεντίῳ τῷ Τομέων,

καὶ Μαρτυρίῳ τῷ Μαρκιανουπόλεως. Τούτους γὰρ καὶ βασιλεὺς αὐτὸς ἐπῄνεσεν ἰδὼν καὶ συγγενόμενος: καὶ δόξα ἀγαθὴ περὶ αὐτῶν ἐκράτει, ὡς τὰς ἐκκλησίας εὐσεβῶς ἀγόντων. Ἐπεὶ δὲ τάδε ἐγένετο, καὶ ἡ σύνοδος τέλος ἔσχεν, οἱ μὲν ἄλλοι ἕκαστος οἴκαδε ἐπανῆλθον.

Περὶ Μαρτυρίου τοῦ Κίλικος, καὶ περὶ τῆς ἀνακομιδῆς τῶν λειψάνων τῶν ἁγίων Παύλου τοῦ ὁμολογητοῦ, καὶ Μελετίου Ἀντιοχείας.

Νεκτάριος δὲ, ὑπὸ διδασκάλῳ Κυριακῷ τῷ ἐπισκόπῳ Ἀδάνων, τὴν ἱερατικὴν τάξιν ἐμάνθανε: τοῦτον γὰρ αὐτῷ συγγενέσθαι ἐπί τινα χρόνον, ᾔτησε Διόδωρον τὸν Ταρσέων ἐπίσκοπον. Προὐτρέψατο δὲ καὶ πολλοὺς ἄλλους Κίλικας αὐτῷ συνεῖναι, καὶ Μαρτύριον, ὃν ἐπιτήδειον ἰατρὸν ἔχων καὶ συνίστορα τῶν ἐν νεότητι ἡμαρτημένων αὐτῷ, διάκονον χειροτονεῖν ἐβουλεύετο.

Οὐ μὴν ἠνέσχετο Μαρτύριος, ἀνάξιον αὐτὸν εἶναι θείας διακονίας ἰσχυριζόμενος, καὶ τῶν αὐτῷ βεβιωμένων αὐτὸν Νεκτάριον μάρτυρα ποιούμενος. Καὶ ὁ Νεκτάριος, Ἢ οὐκ ἐγὼ, ἔφη, ὁ νῦν ἱερεὺς, ἀμελέστερόν σου πολλῷ τὸν προτοῦ διετέθην βίον, ὡς καὶ αὐτὸς μαρτυρεῖς, πολλάκις διακονησάμενος ταῖς πολλαῖς ἐμαῖς ἀκολασίαις;

Ὁ δὲ, Ἀλλὰ σὺ, ὦ μακάριε, ὑπολαβὼν ἔφη, ἔναγχος βαπτισθεὶς κεκάθαρσαι, καὶ ἐπὶ τούτῳ ἱερωσύνης ἠξίωσαι: ἀμφότερα δὲ καθάρσια ἁμαρτημάτων τὸ θεῖον ἐνομοθέτησε: καί μοι δοκῶ, οὐδὲν διαφέρεις τῶν ἀρτιτόκων βρεφῶν: ἐγὼ δὲ πάλαι τῆς θείας βαπτίσεως μετασχὼν, τῇ αὐτῇ διετέλεσα βιοτῇ χρώμενος. Καὶ ὁ μὲν τοιάδε λέγων, οὐχ ὑπέστη τὴν χειροτονίαν. Ἐγὼ δὲ καὶ τῆς παραιτήσεως ἐπαινῶ τὸν ἄνδρα, καὶ διὰ τοῦτο μέρος ἐποιησάμην αὐτὸν ταύτης τῆς γραφῆς.

Ὁ δὲ βασιλεὺς μαθὼν τὰ συμβάντα Παύλῳ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ γενομένῳ, μετεκόμισεν αὐτοῦ τὸ σῶμα, καὶ ἐν τῇ ἐκκλησίᾳ ἔθαψεν, ἣν ᾠκοδόμησε Μακεδόνιος ὁ ἐπιβουλεύσας αὐτῷ: εἰσέτι τε νῦν ἐπωνυμός ἐστιν αὐτῷ, μέγιστος ὢν καὶ ἐπισημότατος ὁ ναὸς οὗτος. Ὃ καὶ πολλοὺς ἀγνοοῦντας τὴν ἀλήθειαν, ὑπονοεῖν ποιεῖ Παῦλον τὸν ἀπόστολον ἐνθάδε κεῖσθαι,

μάλιστα δὲ καὶ τὰς γυναῖκας, καὶ τοῦ δήμου τοὺς πλείους. Περὶ δὲ τοῦτον τὸν χρόνον, καὶ τὸ Μελετίου λείψανον ἐκομίσθη εἰς Ἀντιόχειαν, καὶ παρὰ τὴν θήκην Βαβύλα τοῦ μάρτυρος ἐτάφη. Λέγεται δὲ διὰ πάσης τῆς λεωφόρου κατὰ βασιλέως πρόσταγμα, ἐντὸς τειχῶν εἰς τὰς πόλεις εἰσδεχθῆναι, παρὰ τὸ νενομισμένον Ῥωμαίοις: ἀμοιβαδόν τε ὑπὸ ψαλμῳδίαις ταῖς ἐν ἑκάστῳ τόπῳ τιμώμενον, ἕως Ἀντιοχείας διακομισθῆναι.

Περὶ τῆς χειροτονίας Φλαβιανοῦ τοῦ ἐπισκόπου Ἀντιοχείας, καὶ τῶν ἐπὶ ταύτῃ συμβάντων διὰ τὸν ὅρκον.

Καὶ Μελέτιος μὲν τοιᾶσδε ἠξιώθη ταφῆς. Χειροτονεῖται δὲ ἀντ̓ αὐτοῦ Φλαβιανὸς παρὰ τοὺς δοθέντας ὅρκους: ἔτι γὰρ Παυλῖνος τῷ βίῳ περιῆν. Ἐκ τούτου δὲ μεγίστη πάλιν ταραχὴ τὴν Ἀντιοχέων ἐκκλησίαν ἐπέλαβε: καὶ πλεῖστοι σφᾶς ἀπέσχισαν τῆς πρὸς Φλαβιανὸν κοινωνίας, καὶ ὑπὸ Παυλίνῳ ἰδίᾳ ἐκκλησίαζον.

Διεφέροντο δὲ τούτου χάριν πρὸς ἀλλήλους καὶ αὐτοὶ οἱ ἱερεῖς. Καὶ Αἰγύπτιοι μὲν καὶ Ἀράβιοι καὶ Κύπριοι ὡς ἐπὶ ἠδικημένῳ Παυλίνῳ ἠγανάκτουν. Σύροι δὲ καὶ Παλαιστινοὶ καὶ Φοίνικες, Ἀρμενίων τε καὶ Καππαδοκῶν καὶ Γαλατῶν καὶ τῶν πρὸς τῷ Πόντῳ οἱ πλείους, τὰ Φλαβιανοῦ ἐφρόνουν.

Οὐχ ἥκιστα δὲ ἐχαλέπαινεν ὁ Ῥωμαίων ἐπίσκοπος, καὶ πάντες οἱ πρὸς ἑσπέραν ἱερεῖς. Καὶ Παυλίνῳ μὲν ὡς ἐπισκόπῳ Ἀντιοχείας τὰς συνήθεις ἔγραφον ἐπιστολὰς, ἃς συνοδικὰς καλοῦσι: πρὸς δὲ Φλαβιανὸν σιωπὴν ἦγον: καὶ τοὺς ἀμφὶ Διόδωρον τὸν Ταρσοῦ, καὶ Ἀκάκιον τὸν Βεροίας, τοὺς αὐτὸν χειροτονήσαντας,

ἐν αἰτίᾳ ἐποιοῦντο, καὶ ἀκοινωνήτους εἶχον. Ὥστε δὲ τὰ περὶ τούτων διαγνῶναι, ἔγραψαν αὐτοί τε καὶ Γρατιανὸς ὁ βασιλεὺς, συγκαλοῦντες εἰς τὴν δύσιν τοὺς ἀπὸ τῆς ἀνατολῆς ἐπισκόπους.

Ὅτι ἐβουλεύσατο Θεοδόσιος πάσας τὰς αἱρέσεις ἑνῶσαι: καὶ περὶ Ἀγελίου καὶ Σισινίου, τῶν Ναυατιανῶν, τί εἰσηγήσαντο: καὶ ὡς συνόδου πάλιν γενομένης, μόνους τοὺς τὸ ὁμοούσιον δοξάζοντας ὁ βασιλεὺς ἀπεδέξατο: τοὺς δὲ ἄλλως φρονοῦντας, τῶν ἐκκλησιῶν ἀπήλασε.

Κατὰ δὲ τοῦτον τὸν χρόνον, τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας καταλαμβανόντων τοὺς εὐκτηρίους οἴκους, πλεῖσται πολλαχῆ τῆς ὑπηκόου ταραχαὶ συνέβησαν, τῶν ἀπὸ τῆς Ἀρείου αἱρέσεως ἀνθισταμένων. Θεοδόσιος δὲ ὁ βασιλεὺς, ὀλίγον τῆς προτέρας συνόδου διαλιπὼν χρόνον, αὖθις τοὺς προεστῶτας τῶν ἀκμαζουσῶν τότε αἱρέσεων συνεκάλεσεν,

ἢ πεισθησομένους, ἢ πείσοντας περὶ ὧν διεφέροντο. Ὑπέλαβε γὰρ πάντας ὁμοδόξους ποιῆσαι, εἰ κοινὴν αὐτοῖς διάλεξιν προθείη περὶ τῶν ἀμφιβόλων τοῦ δόγματος. Ἐπεὶ δὲ συνῆλθον: ἔτος δὲ τοῦτο ἦν, ἐν ᾧ Μεροβαύδης τὸ δεύτερον καὶ Σατορνῖνος ὑπάτευον, ἡνίκα δὴ συμβασιλεύειν αὐτῷ τὸν υἱὸν Ἀρκάδιον ἀνηγόρευσε: μετακαλεσάμενος Νεκτάριον, ἐκοινώσατο περὶ τῆς ἐσομένης συνόδου, καὶ τὰ ποιοῦντα τὰς αἱρέσεις ζητήματα εἰς διάλεξιν ἄγειν ἐκέλευσεν: ὅπως μία τῶν εἰς Χριστὸν πιστευόντων ἐκκλησία γένοιτο,

καὶ δόγμα καθ̓ ὃ θρησκεύειν δεῖ, σύμφωνον. Καθ̓ ἑαυτὸν δὲ Νεκτάριος ἐν φροντίσι γενόμενος, ὡς ὁμόφρονι περὶ τὴν πίστιν, δήλην ἐποίησε τὴν βασιλέως γνώμην Ἀγελίῳ, τῷ προϊσταμένῳ τῆς Ναυατιανῶν ἐκκλησίας.

Ὁ δὲ, τὴν ἀρετὴν τοῦ βίου διὰ τῶν ἔργων φέρων, κομψότητος δὲ καὶ τερθρείας λόγων ἀτριβὴς, προεβάλετο ἀντ̓ αὐτοῦ τὸ πρακτέον ἰδεῖν, διαλεχθῆναί τε εἰ δεήσειεν, ἄνδρα τῶν ὑπ̓ αὐτὸν ἀναγνωστῶν τότε, Σισίνιον ὀνόματι, ὃς καὶ ὕστερον ἐπετράπη τὴν αὐτὴν ἐπισκοπήν: ἱκανὸν νοῆσαί τε καὶ φράσαι, καὶ τὰς ἐξηγήσεις τῶν ἱερῶν βίβλων ἀκριβῶς ἐπιστάμενον: καὶ πολυμαθῆ τῶν ἱστορημένων ὑπὸ τῶν παῤ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ φιλοσοφησάντων.

Ὃς δὴ καὶ τότε δόξας ἄριστα λέγειν, συνεβούλευσεν ἀποφυγεῖν τὰς πρὸς τοὺς ἑτεροδόξους διαλέξεις, ὡς ἔριδος καὶ μάχης αἰτίους: πυνθάνεσθαι δὲ αὐτῶν, εἰ προσίενται τοὺς πρὸ τῆς διαιρέσεως τῆς ἐκκλησίας καθηγητὰς καὶ διδασκάλους τῶν ἱερῶν λόγων γενομένους:

Εἰ μὲν γὰρ τούτων, ἔφη, τὰς μαρτυρίας ἀποβάλωσιν, ὑπὸ τῶν οἰκείων ἐξελαθήσονται: εἰ δὲ ἱκανοὺς εἰς ἀπόδειξιν τῶν ἀμφιβόλων ἡγήσονται, προΐσχεσθαι δεῖ τὰς αὐτῶν βίβλους. Εὖ γὰρ ᾔδει, ὡς οἱ παλαιοὶ συναΐδιον τῷ Πατρὶ τὸν Υἱὸν εὑρόντες,

οὐκ ἐτόλμησαν εἰπεῖν ἔκ τινος ἀρχῆς τὴν γένεσιν αὐτὸν ἔχειν. Ἐπεὶ δὲ τάδε καλῶς ἔχειν καὶ Νεκταρίῳ συνεδόκει, μαθὼν δὲ καὶ βασιλεὺς ἐπῄνεσε τὴν βουλὴν, ἀπεπειρᾶτο τῶν ἀπὸ τῶν ἄλλων αἱρέσεων, ὅπως ἔχουσι γνώμης περὶ τὰς τῶν παλαιοτέρων ἐξηγήσεις. Τῶν δὲ μάλα θαυμασάντων, ἀναφανδὸν ἐδήλωσεν, εἰ ἐπὶ τοῖς εἰρημένοις αὐτοῖς καταπαύσουσι τὰς ζητήσεις, καὶ ἀξιοχρέους ἡγοῦνται μάρτυρας τοῦ δόγματος.

Διχονοίας δὲ καὶ περὶ τοῦτο συμβάσης τοῖς προεστῶσι τῶν αἱρέσεων: οὐ ταυτὰ γὰρ ἕκαστοι περὶ τὰς τῶν ἀρχαιοτέρων ἐφρόνουν βίβλους: ἔγνω ὁ βασιλεὺς, ὡς διαλέξεσι μόναις οἰκείων λόγων πεποιθότες παρῃτοῦντὁ τὴν πρότασιν: καὶ τῆς γνώμης αὐτοὺς μεμψάμενος, ἐκέλευσεν ἑκάστην αἵρεσιν γραφὴν αὐτῷ διδόναι τοῦ οἰκείου δόγματος.

Ἐπεὶ δὲ ἡμέρα παρῆν, καθ̓ ἣν ὥριστο τοῦτο ποιεῖν, συνῆλθον εἰς τὰ βασίλεια, ὑπὲρ μὲν τῶν ὁμοούσιον Τριάδα δοξαζόντων, Νεκτάριος καὶ Ἀγέλιος: ὑπὲρ δὲ τῆς Ἀρείου αἱρέσεως, Δημόφιλος ταύτης προεστώς: τῆς δὲ Εὐνομίου, αὐτὸς Εὐνόμιος: Ἐλεύσιος δὲ ὁ Κυζίκου ἐπίσκοπος, ὑπὲρ τῶν καλουμένων Μακεδονιανῶν. Δεξάμενος δὲ τὴν ἑκάστου γραφὴν, μόνην τὴν ὁμοούσιον Τριάδα εἰσηγουμένην ἐπῄνεσε: τὰς δὲ ἄλλας, ὡς ἐναντίας διέρρηξε.

Καὶ Ναυατιανοῖς μὲν οὐδὲν ἐντεῦθεν παρὰ γνώμην ἀπέβη: ὁμοίως γὰρ τῇ καθόλου ἐκκλησίᾳ τὰ περὶ Θεοῦ δοξάζουσιν. Οἱ δὲ ἄλλοι πρὸς τοὺς αὐτῶν ἱερέας ἐχαλέπαινον, ὡς ἀμαθῶς σφίσιν ἐναντίους ἐπὶ τοῦ κρατοῦντος γενομένους: πολλοὶ δὲ καὶ καταγνόντες, πρὸς τὴν ἐπαινεθεῖσαν μετέθεντο.

Ὁ δὲ βασιλεὺς νομοθετῶν, ἐκέλευσε τοὺς ἑτεροδόξους μήτε ἐκκλησιάζειν, μήτε περὶ πίστεως διδάσκειν, μήτε ἐπισκόπους ἢ ἄλλους χειροτονεῖν: καὶ τοὺς μὲν, πόλεων καὶ ἀγρῶν ἐλαύνεσθαι: τοὺς δὲ, ἀτίμους εἶναι, καὶ πολιτείας ὁμοίως μὴ μετέχειν τοῖς ἄλλοις.

Καὶ χαλεπὰς τοῖς νόμοις ἐπέγραφἑ τιμωρίας. Ἀλλ̓ οὐκ ἐπεξῄει: οὐ γὰρ τιμωρεῖσθαι, ἀλλ̓ εἰς δέος καθιστᾷν τοὺς ὑπηκόους ἐσπούδαζεν, ὅπως ὁμόφρονες αὐτῷ γένοιντο περὶ τὸ θεῖον: ἐπεὶ καὶ τοὺς ἑκοντὶ μετατιθεμένους ἐπῄνει.

Περὶ Μαξίμου τοῦ τυράννου, καὶ περὶ τῶν μεταξὺ τῆς βασιλείας Ἰουστίνου καὶ τοῦ ἁγίου Ἀμβροσίου, καὶ ὡς δόλῳ ἀνῃρέθη ὁ βασιλεὺς Γρατιανός: καὶ Οὐαλεντινιανὸς μετὰ τῆς μητρὸς εἰς Θεοδόσιον ἐν Θεσσαλονίκῃ κατέφυγε.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον ἠσχολημένῳ Γρατιανῷ εἰς τὸν πρὸς Ἀλαμανοὺς πόλεμον, ἐπανέστη Μάξιμος ἐκ τῆς Βρετανίας, καὶ ὑφ̓ ἑαυτὸν τὴν Ῥωμαίων ἀρχὴν ποιήσασθαι ἐσπούδαζεν. Ἐν Ἰταλίᾳ δὲ τότε διέτριβεν Οὐαλεντινιανὸς, ἔτι νέος ὤν: ἐπετέτραπτο δὲ τῶν τῇδε πραγμάτων τὴν διοίκησιν ὕπαρχος ὢν Πρόβος, ὑπατικὸς ἀνήρ.

Ἡνίκα δὴ Ἰουστίνα ἡ τοῦ βασιλέως μήτηρ, τὰ Ἀρείου φρονοῦσα, πράγματα παρεῖχεν Ἀμβροσίῳ ἐπισκόπῳ Μεδιολάνων, καὶ τὰς ἐκκλησίας ἐτάραττεν, ἐπιχειροῦσα νεωτερίζειν κατὰ τῶν ἐν Νικαίᾳ δοξάντων, καὶ περὶ πολλοῦ ποιουμένη κρατεῖν τὴν πίστιν τῶν ἐν Ἀριμίνῳ συνεληλυθότων.

Ἐπεὶ δὲ τὸ ἐναντίον ἐσπούδασεν Ἀμβρόσιος, χαλεπῄνασα διαβάλλει αὐτὸν πρὸς τὸν υἱὸν, ὡς ὑβρισμένη. Ὑπολαβὼν δὲ Οὐαλεντινιανὸς ἀληθεῖς εἶναι τὰς διαβολὰς, ἅτε δὴ μητρὶ τιμωρῶν, στρατιωτῶν πλῆθος ἐπιπέμπει τῇ ἐκκλησίᾳ.

Οἱ δὲ, τῷ ναῷ προσβαλόντες, βίᾳ τῶν θυρῶν ἐντὸς ἐγένοντο, καὶ τὸν Ἀμβρόσιον εἷλκον αὐθωρὸν, εἰς τὴν ὑπερορίαν ἄξοντες. Περιχυθέντες δὲ αὐτῷ τὸ πλῆθος τῆς ἐκκλησίας, ἀντέσχον τοῖς στρατιώταις: καὶ πρότερον ἔγνωσαν ἀποθανεῖν,

ἢ τὸν ἱερέα ὑπεριδεῖν. Ἐκ τούτου τε εἰς μείζονα ὀργὴν Ἰουστίνα ἐξήφθη, καὶ νόμῳ κρατύναι τὴν ἐγχείρησιν ἐβουλεύετο. Μετακαλεσαμένη τοίνυν Μενίβολον τὸν ἐπὶ τοῖς γραμματεῦσι τῶν θεσμῶν τότε τεταγμένον, ἐκέλευε τὴν ταχίστην τιθέναι νόμον ἐπὶ βεβαιώσει τῆς ἐν Ἀριμίνῳ ἀναγνωσθείσης πίστεως.

Ὑποπαραιτούμενον δὲ τὴν πρᾶξιν, ἦν γὰρ τῆς καθόλου ἐκκλησίας, προὐτρέπετο μείζονος τιμῆς ἐπαγγελίαις δελεάζουσα. Ἀλλ̓ οὐκ ἔπεισε, περιελὼν δὲ τὴν ζώνην Μενίβολος, πρὸ τῶν ποδῶν τῆς βασιλίδος ἔρριψε, μήτε τῆς οὔσης τιμῆς, μήτε μείζονος μεταποιεῖσθαι φήσας ἐπὶ μισθῷ ἀσεβείας.

Ἐπεὶ οὖν ἐνέστη μή ποτε τοῦτο διαπράξασθαι, ἕτεροι διηκονήσαντο πρὸς τὴν θέσιν τοῦ τοιούτου νόμου. Παρεκελεύετο δὲ ἀδεῶς συνιέναι τοὺς ὁμοίως δοξάζοντας τοῖς ἐν Ἀριμίνῳ, καὶ μετὰ ταῦτα ἐν Κωνσταντινουπόλει συνεληλυθόσι: τοὺς δὲ ἐμποδὼν γενομένους, ἢ ἐναντίᾳ τῷ νόμῳ βασιλέως θεομένους, θανάτῳ ζημιοῦσθαι.

Ταῦτα σπουδαζούσης τῆς τοῦ βασιλέως μητρὸς, καὶ τὸν νόμον εἰς ἔργον ἄγειν κατεπειγούσης, ἀγγέλλεται δόλῳ Ἀνδραγαθίου ὃς στρατηγὸς ἦν Μαξίμου, Γρατιανὸν ἀνῃρῆσθαι. Ἐφ̓ ἁρμαμάξης γὰρ βασιλικῆς ὀχούμενος, ἀπεκρύβη: καὶ ὡς τοῦ βασιλέως εἴη γαμετὴ τοῖς ἡγουμένοις ἀγγέλλειν ἐκέλευεν.

Ἀπερισκέπτως δὲ Γρατιανὸς τὸν τῇδε ποταμὸν διαβὰς, ὡς ἔναγχος γήμας, καὶ νέος ὢν, καὶ ἐρωτικῶς πρὸς τὴν γυναῖκα διατεθεὶς, ὑπὸ προθυμίας τοῦ θεάσασθαι αὐτὴν μηδὲν προϊδόμενος, εἰς τὰς Ἀνδραγαθίου ἐνέπεσε χεῖρας. Καὶ συλληφθεὶς, οὐκ εἰς μακρὰν ἀνῃρέθη, ἔτη μὲν ἀμφὶ τὰ εἰκοσιτέσσαρα γεγονὼς, δέκα δὲ καὶ πέντε βασιλεύσας. Ὡς ἐπιγενομένης δὲ τοσαύτης συμφορᾶς, ἐπαύσατο Ἰουστίνα τῆς κατὰ Ἀμβροσίου ὀργῆς.

Ἐν τούτῳ δὲ Μάξιμος πλείστην ἀγείρας στρατιὰν Βρετανῶν ἀνδρῶν, καὶ τῶν ὁμόρων Γαλατῶν, καὶ Κελτῶν, καὶ τῶν τῇδε ἐθνῶν, ἐπὶ τὴν Ἰταλίαν ᾔει: πρόφασιν μὲν ὡς οὐκ ἀνεξόμενος νεώτερόν τι γενέσθαι περὶ τὴν πάτριον πίστιν, καὶ τὴν ἐκκλησιαστικὴν τάξιν: τὸ δὲ ἀληθὲς, τυράννου δόξης ἑαυτὸν καθαίρων: πρὸς δὲ τὴν βασιλείαν βλέπων, καὶ πραγματευόμενος, εἴ πη ἄρα δύναιτο δόξαι νόμῳ, οὐ βίᾳ, τὴν ἀρχὴν Ῥωμαίων ἑαυτῷ περιποιεῖν.

Οὐαλεντινιανὸς δὲ ὑπὸ τοῦ καιροῦ βιασθεὶς, ἐδέξατο τὰ σύμβολα τῆς αὐτοῦ βασιλείας. Δείσας δὲ μή τι πάθοι, φεύγων ἐξ Ἰταλίας, εἰς Θεσσαλονίκην ἧκε: σὺν αὐτῷ δὲ καὶ ἡ μήτηρ, καὶ Πρόβος ὁ ὕπαρχος.

Περὶ τῆς γενέσεως Ὁνωρίου. Καὶ ὅτι τῇ Κωνσταντίνου λιπὼν Ἀρκάδιον εἰς Ἰταλίαν ἔρχεται. Καὶ περὶ τῆς διαδοχῆς τῶν Ναυατιανῶν, καὶ τῶν ἄλλων πατριαρχῶν: καὶ περὶ τοῦ θράσους τῶν Ἀρειανῶν. Καὶ ὡς ἀνελὼν τὸν τύραννον Θεοδόσιος, μεγαλοπρεπῆ θρίαμβον ἐν Ῥώμῃ ποιεῖ.

Ἐν τούτῳ δὲ, παρασκευαζομένῳ Θεοδοσίῳ εἰς τὸν πρὸς Μάξιμον πόλεμον, γίνεται παῖς Ὁνώριος. Ὡς δὲ αὐτῷ τὰ περὶ τὴν στρατιὰν ηὐτρέπιστο, καταλιπὼν ἐν Κωνσταντινουπόλει βασιλεύοντα Ἀρκάδιον τὸν υἱὸν, καταλαμβάνει ἐν Θεσσαλονίκῃ Οὐαλεντινιανόν. Καὶ τοὺς μὲν ἀποσταλέντας παρὰ Μαξίμου πρέσβεις, οὔτε ἀπέπεμπεν εἰς τὸ προφανὲς, οὔτε προσίετο:

ἀναλαβὼν δὲ τοὺς στρατιώτας ἐπὶ τὴν Ἰταλίαν ἐχώρει. Περὶ δὲ τοῦτον τὸν χρόνον μέλλων τελευτᾷν Ἀγέλιος ὁ ἐν Κωνσταντινουπόλει τῶν Ναυατιανῶν ἐπίσκοπος, ἐψηφίσατο ἀντ̓ αὐτοῦ Σισίνιον πρεσβύτερον τῶν ὑπ̓ αὐτόν. Μεμφομένου δὲ τοῦ πλήθους ὅτι μὴ Μαρκιανὸν ἐπὶ εὐλαβείᾳ ἐπίσημον, ῥᾷον ἔχειν δόξας, ἐχειροτόνησε Μαρκιανόν: καὶ τῷ λαῷ ἐν τῇ ἐκκλησίᾳ προσεφώνησε, Κατ̓ ἐμὲ, λέγων, Μαρκιανὸν ἔχετε:

μετὰ δὲ τοῦτον, Σισίνιον. Καὶ ὁ μὲν τάδε εἰπὼν, οὐκ εἰς μακρὰν ἐτελεύτησεν, ἐπὶ τεσσαράκοντα ἔτεσιν εὐδοκίμως τῆς οἰκείας αἱρέσεως προστάς: εἰσὶ δὲ οἳ καὶ ὁμολογητὴν ἰσχυρίζονται τοῦτον τὸν ἄνδρα ἐν Ἑλληνικοῖς καιροῖς γενέσθαι.

Οὐ πολλῷ δὲ ὕστερον, Τιμοθέου καὶ Κυρίλλου τὸν βίον μεταλλαξάντων, διαδέχεται τὸν Ἀλεξανδρέων θρόνον Θεόφιλος: τῶν δὲ Ἱεροσολύμων, Ἰωάννης. Ἐπὶ δὲ τῆς Κωνσταντινουπόλεως, καὶ Δημόφιλος ὁ τῆς Ἀρείου αἱρέσεως ἡγούμενος ἐτελεύτησε: Μαρῖνος δέ τις ἐκ Θρᾴκης μετακληθεὶς ἐπιτρέπεται τὴν αὐτοῦ διαδοχήν:

ὡς ἐπιτηδειότερος δὲ Δωρόθεος ἐκ τῆς παρὰ Σύροις Ἀντιοχείας ἐλθὼν, προΐστατο τῆς αἱρέσεως. Ἐν τούτῳ δὲ Θεοδοσίου εἰς Ἰταλίαν ἀφικομένου, φῆμαι περὶ τοῦ πολέμου πρὸς τὸ ἑκάστῳ δοκοῦν ἐκράτουν: παρὰ δὲ τοῖς Ἀρειανοῖς, ὡς πολλῶν ἐν τῇ μάχῃ πεσόντων ὑπὸ τὸν τύραννον ὁ βασιλεὺς ἐγένετο. Καὶ ὡς ἐπὶ γενομένοις ἤδη οἷς ἐλογοποίουν, ἐθάρρησαν: καὶ καταδραμόντες Νεκταρίου τοῦ ἐπισκόπου τὴν οἰκιαν ἐνέπρησαν, χαλεπαίνοντες, ὅτι τῶν ἐκκλησιῶν ἐκράτει.

Τῷ δὲ βασιλεῖ τὰ περὶ τὸν πόλεμον κατὰ γνώμην ἀπέβη. Οἱ γὰρ ὑπὸ Μαξίμῳ στρατιῶται, ἢ φόβῳ τῆς ἐπ̓ αὐτοὺς παρασκευῆς, ἢ προδοσίᾳ, συλλαβόμενοι τὸν τύραννον ἀνεῖλον. Ἀνδραγάθιος δὲ ὁ Γρατιανὸν ἀνελὼν, ὡς τάδε ἔγνω, σὺν αὐτοῖς ὅπλοις εἰς ποταμὸν παραρρέοντα ἥλατο, καὶ διεφθάρη.

Τοῦ δὲ πολέμου τοῦτον διαλυθέντος τὸν τρόπον, ἔπειτα εἰκότα Γρατιανῷ τιμωρήσας, ἧκεν εἰς Ῥώμην καὶ ἐπινίκιον πομπὴν ἅμα Οὐαλεντινιανῷ ἐπετέλεσε, καὶ τὰ περὶ τῆς ἐν Ἰταλίᾳ ἐκκλησίας εὖ διέθηκε. Συνέβη γὰρ καὶ Ἰουστίναν ἀποθανεῖν.

Ὅτι περὶ Φλαβιανοῦ, καὶ Εὐαγρίου τῶν Ἀντιοχέων: καὶ περὶ τῶν εἰς Ἀλεξανδρείαν γενομένων ἐπὶ καθαιρέσει τοῦ ἱεροῦ Διονύσου: καὶ περὶ τοῦ Σεραπίου, καὶ τῶν καταστραφέντων ἄλλων εἰδωλικῶν νεῶν.

Ἐν δὲ τῷ τότε Παυλίνου ἐν Ἀντιοχείᾳ τελευτήσαντος, διέμειναν οἱ ὑπ̓ αὐτῷ ἐκκλησιάζοντες, ὡς παραβάντα τοὺς ἐπὶ Μελετίου δοθέντας ὅρκους ἀποστρεφόμενοι Φλαβιανὸν, καίπερ οὐδὲν περὶ τὸ δόγμα διαφερόμενοι: καθίσταται δὲ αὐτῶν ἐπίσκοπος Εὐάγριος. Τοῦ δὲ βραχύν τινα χρόνον ἐπιβιώσαντος, οὐκέτι ταύτην τὴν διαδοχὴν ἕτερος ἐπλήρωσε, Φλαβιανοῦ ἀντιπράττοντος: ἰδίᾳ δὲ ἐκκλησίαζον ὅσοι τὴν πρὸς αὐτὸν παρῃτοῦντο κοινωνίαν.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον Ἀλεξανδρέων ἐπίσκοπος τὸ παῤ αὐτοῖς Διονύσου ἱερὸν εἰς ἐκκλησίαν μετεσκεύαζε: δῶρον γὰρ εἰλήφει τοῦτο παρὰ τοῦ βασιλέως αἰτήσας. Καθαιρουμένων δὲ τῶν ἐνθάδε ξοάνων, καὶ τῶν ἀδύτων ἀνακαλυπτομένων, ἐπίτηδες σπουδάζων ἐνυβρίσαι τοῖς Ἑλληνικοῖς μυστηρίοις, ἐξεπόμπευε ταῦτα.

Καὶ φαλλοὺς, καὶ εἴ τι ἕτερον ἐν τοῖς ἀδύτοις κεκρυμμένον κατεγέλαστον ἦν ἢ ἐφαίνετο, δημοσίᾳ ἦγεν εἰς ἐπίδειξεν. Πρὸς δὲ τὸ ἀληθὲς καὶ τὸ ἀδόκητον τοῦ συμβάντος καταπλαγέντες οἱ Ἕλληνες, ἠρεμεῖν οὐκ ἠνείχοντο: παρασκευασάμενοι δὲ ἐν ἑαυτοῖς κατέδραμον τοὺς Χριστιανούς. Καὶ τοὺς μὲν κτείναντες, τοὺς δὲ τραυματίας ποιήσαντες, καταλαμβάνουσι τὸ Σεράπιον: ναὸς δὲ οὗτος ἦν κάλλει καὶ μεγέθει ἐμφανέστατος, ἐπὶ γεωλόφου κείμενος.

Ἐντεῦθεν ὡς ἀπ̓ ἄκρας τινὸς ἐξαπιναίως ἐλθόντες, συνέλαβόν τε πολλοὺς Χριστιανῶν, καὶ βασανίζοντες ἠνάγκαζον θύειν. Παραιτουμένους δὲ, τοὺς μὲν ἀνεσκολόπισαν, τῶν δὲ τὰ σκέλη κατέαξαν: ἄλλους δὲ ἄλλως ἀνῄρουν.

Ἐπὶ πολλῷ δὲ χρόνῳ τῆς στάσεως κρατούσης, παραγενόμενοι πρὸς αὐτοὺς οἱ ἄρχοντες νόμων ὑπεμίμνησκον, καὶ παύεσθαι πολέμου παρεκελεύοντο, καὶ τὸ Σεράπιον καταλιμπάνειν. Ἦρχε δὲ τότε τῶν ἐν Αἰγύπτῳ στρατιωτικῶν τάγμάτων Ῥωμανός: Εὐάγριος δὲ ὕπαρχος τῆς Ἀλεξανδρείας ἡγεῖτο. Ὡς δὲ οὐδὲν ἤνυον, ἐμήνυσαν τῷ βασιλεῖ τὰ γενόμενα.

Προθυμοτέρους δὲ τοὺς ἐν τῷ Σεραπίῳ παρεσκεύαζεν εἶναι, τὸ συνειδέναι σφίσιν ἃ τετολμήκασιν: ἔπειτα δὲ καὶ Ὀλύμπιός τις ἐν φιλοσόφου σχήματι συνὼν αὐτοῖς, καὶ πείθων χρῆναι μὴ ἀμελεῖν τῶν πατρίων, ἀλλ̓ εἰ δέοι ὑπὲρ αὐτῶν θνήσκειν: καθαιρουμένων δὲ τῶν ξοάνων, ἀθυμοῦντας ὁρῶν, συνεβούλευε μὴ ἐξίστασθαι τῆς θρησκείας, ὕλην φθαρτὴν καὶ ἰνδάλματα λέγων εἶναι τὰ ἀγάλματα, καὶ διὰ τοῦτο ἀφανισμὸν ὑπομένειν: δυνάμεις δέ τινας ἐνοικῆσαι αὐτοῖς, καὶ εἰς οὐρανὸν ἀποπτῆναι. Καὶ ὁ μὲν, τοιάδε εἰσηγούμενος, καὶ πληθὺν Ἑλλήνων ἔχων περὶ αὐτὸν, ἐν τῷ Σεραπίῳ διέτριβεν.

Ὁ δὲ βασιλεὺς ἀγγελθέντων τῶν γενομένων, τοὺς μὲν ἀναιρεθέντας Χριστιανοὺς ἐμακάριζεν, ὡς μαρτυρίας γερῶν μετασχόντας, καὶ ὑπὲρ τοῦ δόγματος προκινδυνεύσαντας: τοὺς δὲ ἀνελόντας, συγγνώμης τυχεῖν προσέταξεν, ὡς ἂν ῥᾷστα εἰς Χριστιανισμὸν μεταβάλοιεν, τὴν εὐεργεσίαν αἰδούμενοι: καθαιρεθῆναι δὲ τοὺς ἐν Ἀλεξανδρείᾳ ναοὺς, ὡς αἰτίους στάσεως τῷ δήμῳ.

Λέγεται δὲ τῶν περὶ τούτων γραφέντων παρὰ βασιλέως εἰς τὸ κοινὸν ἀναγνωσθέντων, μέγα ἀναβοῆσαι Χριστιανοὺς, καθότι εὐθὺς ἐκ προοιμίων ἐν αἰτίᾳ τοὺς Ἑλληνιστὰς ἐποιεῖτο. Ἐντεῦθεν δὲ εἰς δέος ἐμπεσόντας τοὺς τὸ Σεράπιον φυλάσσοντας, εἰς φυγὴν τραπῆναι: καταλαβόντας δὲ τὸν τόπον τοὺς

Χριστιανοὺς, ἐξ ἐκείνου κατασχεῖν. Ὁ δὲ Ὀλύμπιος, ὡς ἐπυθόμην, οὐ πολλῷ πρότερον, ἀωρὶ τῆς νυκτὸς μεθ̓ ἣν ταῦτα ἐπιγενομενης ἡμέρας συνέβη, ἐπήκουσέ τινος ἐν τῷ Σεραπίῳ Ἀλληλούϊα ψάλλοντος. Ἐπεὶ δὲ τῶν θυρῶν κεκλεισμένων, καὶ ἡσυχίας οὔσης, οὐδένα καθεώρα, φωνῆς δὲ μόνης ἤκουε τὸν αὐτὸν ψαλμὸν μελῳδούσης, ἔγνω τὸ σύμβολον. Καὶ λαθὼν πάντας ἔξεισι τοῦ Σεραπίου, καὶ πλοίου τυχὼν εἰς Ἰταλίαν ἀνήχθη.

Φασὶ δὲ τοῦ ναοῦ τούτου τότε καθαιρουμένου, τινὰ τῶν καλουμένων ἱερογλυφικῶν χαρακτήρων, σταυροῦ σημείῳ ἐμφερεῖς ἐγκεχαραγμένοις τοῖς λίθοις ἀναφανῆναι: παῤ ἐπιστημόνων δὲ τὰ τοιάδε ἑρμηνευθεῖσαν σημᾶναι ταύτην τὴν γραφὴν, ζωὴν ἐπερχομένην: τοῦτο δὲ πρόφασιν Χριστιανισμοῦ πολλοῖς γενέσθαι τῶν Ἑλληνιστῶν, καθότι καὶ γράμματα ἕτερα τοῦτο τὸ ἱερὸν τέλος ἕξειν ἐδήλου, ἡνίκα οὗτος ὁ χαρακτὴρ φανῇ. Τὸ μὲν δὴ Σεράπιον ὧδε ἥλω, καὶ μετ̓ οὐ πολὺ εἰς ἐκκλησίαν μετεσκευάσθη, Ἀρκαδίου τοῦ βασιλέως ἐπώνυμον.

Εἰσέτι δὲ κατὰ πόλεις τινὰς προθύμως ὑπερεμάχοντο τῶν ναῶν οἱ Ἑλληνισταί: παρὰ μὲν Ἁραβίοις, Πετραῖοι, καὶ Ἀρεοπολῖται: παρὰ δὲ Παλαιστινοῖς, Ῥαφιῶται καὶ Γαζαῖοι: παρὰ δὲ Φοίνιξιν,

οἱ τὴν Ἡλιούπολιν οἰκοῦντες. Σύρων δὲ μάλιστα οἱ τοῦ ναοῦ Ἀπαμείας τῆς πρὸς τῷ Ἀξίῳ ποταμῷ οὓς ἐπυθόμην ἐπὶ φυλακῇ τῶν παῤ αὐτοῖς ναῶν, συμμαχίαις χρήσασθαι πολλάκις Γαλιλαίων ἀνδρῶν, καὶ τῶν περὶ τὸν Λίβανον κωμῶν: τὸ δὲ τελευταῖον ἐπὶ τοσοῦτον προελθεῖν τόλμης, ὡς Μάρκελλον τὸν τῇδε ἐπίσκοπον ἀνελεῖν.

Λογισάμενος γὰρ ὡς οὐκ ἄλλως αὐτοῖς ῥᾴδιον μετατεθῆναι τῆς προτέρας θρησκείας, τοὺς ἀνὰ τὴν πόλιν καὶ τὰς κώμας ναοὺς κατεστρέψατο. Πυθόμενος δὲ μέγιστον εἶναι ναὸν ἐν τῷ Αὐλῶνι, κλῖμα δὲ τοῦτο τῆς Ἀπαμέων χώρας, στρατιώτας τινας καὶ μοναμάχους παραλαβὼν,

ἐπὶ τοῦτο ᾔει. Πλησίον δὲ γενόμενος, ἔξω βελῶν περιέμενεν: ἦν γὰρ ποδαλγὸς, καὶ οὔτε μάχεσθαι, οὔτε διώκειν ἢ φεύγειν ἠδύνατο. Ἠσχολημένων δὲ τῶν στρατιωτῶν καὶ μονομάχων περὶ τὸ ἑλεῖν τὸν ναὸν, μαθόντες αὐτὸν τινες τῶν Ἑλληνιστῶν μεμονῶσθαι, καθ̓ ὃ μέρος ἐλεύθερον ἦν μάχης τὸ χωρίον, ἐξῆλθον: ἐξαπίνης τε ἐπιστάντες, συνέλαβον αὐτὸν, καὶ πυρᾷ ἐμβαλόντες ἀνεῖλον.

Καὶ πρὸς τὸ παρὸν ἔλαθον. Ἐπεὶ δὲ τῷ χρόνῳ ἐφωράθησαν, οἱ μὲν Μαρκέλλου παῖδες τιμωρεῖν τῷ πατρὶ ἐσπούδαζον: ἡ δὲ ἀνὰ τὸ ἔθνος σύνοδος διεκώλυσε, μὴ δίκαιον νομίσασα τοιαύτης τελευτῆς τιμωρίαν λαμβάνειν, ἐφ̓ ἧ προσῆκε χάριν ὁμολογεῖν τὸν ὧδε θανόντα, καὶ γένος αὐτοῦ καὶ φίλους, ὡς ὑπὲρ Θεοῦ ἀποθανεῖν ἠξιωμένου: καὶ τὰ μὲν οὕτως ἔσχεν.

Ὅπως καὶ δἰ ἣν αἰτίαν ἀνεπαύθη ὁ ἐν ἐκκλησίᾳ τῶν μετανοούντων πρεσβύτερος: καὶ ἐπεξεργασία περὶ τρόπου μετανοίας.

Ἐν τούτῳ δὲ τὸν ἐπὶ τῶν μετανοούντων τεταγμένον πρεσβύτερον οὐκέτι συνεχώρησεν εἶναι πρῶτος Νεκτάριος, ὁ τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως ἐπιτροπεύων: ἐπηκολούθησαν δὲ σχεδὸν οἱ πανταχοῦ ἐπίσκοποι. Τοῦτο δὲ τί ποτέ ἐστι, ἢ πόθεν ἤρξατο, ἢ κατὰ ποίαν αἰτίαν ἐπαύσατο, ἄλλοι μὲν ἴσως ἄλλως λέγουσιν. Ἐγὼ δὲ ὡς οἶμαι ἀφηγήσομαι.

Ἐπεὶ γὰρ τὸ μὴ παντελῶς ἁμαρτεῖν θειοτέρας ἢ κατὰ ἄνθρωπον ἐδεῖτο φύσεως, μεταμελουμένοις δὲ καὶ πολλάκις ἁμαρτάνουσι συγγνώμην νέμειν ὁ Θεὸς παρεκελεύσατο, ἐν δὲ τῷ παραιτεῖσθαι συνομολογεῖν τὴν ἁμαρτίαν χρεὼν, φορτικὸν, ὡς εἰκὸς, ἐξ ἀρχῆς τοῖς ἱερεῦσιν ἔδοξεν, ὡς ἐν θεάτρῳ ὑπὸ μάρτυρι τῷ πλήθει τῆς ἐκκλησίας, τὰς ἁμαρτίας ἐξαγγέλλειν: πρεσβύτερον δὲ τῶν ἄριστα πολιτευομένων, ἐχέμυθόν τε καὶ ἔμφρονα, ἐπὶ τοῦτο τετάχασιν.

Ὧι δὴ προσιόντες οἱ ἡμαρτηκότες, τὰ βεβιωμένα ὡμολόγουν: ὁ δὲ, πρὸς τὴν ἑκάστου ἁμαρτίαν, ὅ, τι χρὴ ποιῆσαι ἢ ἐκτίσαι ἐπιτίμιον θεὶς,

ἀπέλυε, παρὰ σφῶν αὐτῶν τὴν δίκην εἰσπραξαμένους. Ἀλλὰ Ναυατιανοῖς μὲν, οἷς οὐ λόγος μετανοίας, οὐδὲν τούτου ἐδέησεν: ἐν δὲ ταῖς ἄλλαις αἱρέσεσιν, εἰς ἔτι νῦν τοῦτο κρατεῖ: ἐπιμελῶς δὲ καὶ ἐν ταῖς κατὰ δύσιν ἐκκλησίαις φυλάττεται,

καὶ μάλιστα ἐν τῇ Ῥωμαίων. Ἐνθάδε γὰρ ἔκδηλός ἐστιν ὁ τόπος τῶν ἐν μετανοίᾳ ὄντων: ἑστᾶσι δὲ κατηφεῖς, καὶ οἱονεὶ πενθοῦντες: ἤδη δὲ πληρωθείσης τῆς τοῦ Θεοῦ λειτουργίας, μὴ μετασχόντες ὧν μύσταις θέμις,

σὺν οἰμωγῇ καὶ ὀδυρμῷ πρηνεῖς ἐπὶ γῆς ῥίπτουσι σφᾶς. Ἀντιπρόσωπος δὲ δεδακρυμένος ὁ ἐπίσκοπος προσδραμὼν, ὁμοίως ἐπὶ τοῦ ἐδάφους πίπτει: σὺν ὀλολυγῇ καὶ τὸ πᾶν τῆς ἐκκλησίας πλῆθος δακρύων ἐμπιπλᾶται. Τὸ μετὰ τοῦτο δὲ, πρῶτος ὁ ἐπίσκοπος ἐξανίσταται, καὶ τοὺς κειμένους ἀνίστησι: καὶ ᾗ προσῆκεν ὑπὲρ ἡμαρτηκότων μεταμελουμένων εὐξάμενος, ἀποπέμπει.

Καθ̓ ἑαυτὸν δὲ ἑκοντὶ ταλαιπωρούμενος ἕκαστος, ἢ νηστείαις, ἢ ἀλουσίαις, ἢ ἐδεσμάτων ἀποχῇ, ἢ ἑτέροις οἷς προστέτακται, περιμένει τὸν χρόνον, εἰς ὅσον αὐτῷ τέταχεν ὁ ἐπίσκοπος: τῇ δὲ προθεσμίᾳ, ὥσπερ τι ὄφλημα διαλύσας τὴν τιμωρίαν, τῆς ἁμαρτίας ἀνίεται, καὶ μετὰ τοῦ λαοῦ ἐκκλησιάζει. Τάδε μὲν ἀρχῆθεν οἱ Ῥωμαίων ἱερεῖς ἄχρι καὶ εἰς ἡμᾶς φυλάττουσιν.

Ἐν δὲ τῇ Κωνσταντινουπόλει ἐκκλησίᾳ, ὁ ἐπὶ τῶν μετανοούντων τεταγμένος πρεσβύτερος ἐπολιτεύετο: εἰσότε δὴ γυνή τις τῶν εὐπατριδῶν, ἐπὶ ἁμαρτίαις αἷς προσήγγειλε προσταχθεῖσα παρὰ τούτου τοῦ πρεσβυτέρου νηστεύειν καὶ τὸν Θεὸν ἱκετεύειν, τούτου χάριν ἐν τῇ ἐκκλησίᾳ διατρίβουσα, ἐκπεπορνεῦσθαι παῤ ἀνδρὸς διακόνου κατεμήνυσεν.

Ἐφ̓ ᾧ τὸ πλῆθος μαθὸν ἐχαλέπαινεν ὡς τῆς ἐκκλησίας ὑβρισμένης. Μεγίστη δὲ διαβολὴ τοὺς ἱερωμένους εἶχεν. Ἀπορῶν δὲ ὅτι χρήσαιτο τῷ συμβεβηκότι Νεκτάριος, ἀφείλετο τῆς διακονίας τὸν ἡταιρηκότα. Συμβουλευσάντων δέ τινων συγχωρεῖν ἕκαστον, ὡς ἂν ἑαυτῷ συνειδείη καὶ θαρρεῖν δύναιτο, κοινωνεῖν τῶν μυστηρίων, ἔπαυσε τὸν ἐπὶ τῆς μετανοίας πρεσβύτερον.

Καὶ ἐξ ἐκείνου τοῦτο κρατοῦν διέμεινεν: ἤδη τῆς ἀρχαιότητος, οἶμαι, καὶ τῆς κατ̓ αὐτὴν σεμνότητος καὶ ἀκριβείας, εἰς ἀδιάφορον καὶ ἠμελημένον ἦθος κατὰ μικρὸν διολισθαίνειν ἀρξαμένης: ἐπεὶ πρότερον, ὡς ἡγοῦμαι, μείω τὰ ἁμαρτήματα ἦν, ὑπό τε αἰδοῦς τῶν ἐξαγγελλόντων τὰς σφῶν αὐτῶν πλημμελείας, καὶ ὑπὸ ἀκριβείας τῶν ἐπὶ τούτῳ τεταγμένων κριτῶν.

Ἐκ ταύτης δὲ τῆς αἰτίας συμβάλλω, καὶ Θεοδόσιον τὸν βασιλέα προνοούμενον τῆς τῶν ἐκκλησιῶν εὐκλείας τε καὶ σεμνότητος, νομοθετῆσαι τὰς γυναῖκας, εἰ μὴ παῖδας ἔχοιεν καὶ ὑπὲρ ἑξήκοντα ἔτη γένοιντο, διακονίαν Θεοῦ μὴ ἐπιτρέπεσθαι, κατὰ τὸ ἀποστόλου Παύλου ῥητὸν πρόσταγμα: τὰς δὲ κειρομένας τὰς κεφαλὰς ἀπελαύνεσθαι τῶν ἐκκλησιῶν: τοὺς δὲ ταύτας προσιεμένους ἐπισκόπους ἀφαιρεῖσθαι τῆς ἐπισκοπῆς.

Ως ὑπερόριον Θεοδόσιος ὁ μέγας τὸν Εὐνόμιον ἐποίησε: καὶ περὶ Θεοφρονίου τοῦ διαδόχου αὐτοῦ, καὶ περὶ Εὐτυχίου, καὶ Δωροθέου, καὶ τῶν αἱρέσεων αὐτῶν: καὶ περὶ τῶν λεγομένων Ψαθυριανῶν: καὶ ὡς ἡ τῶν Ἀρειανῶν αἵρεσις εἰς διαφόρους μοίρας διεχωρίσθη, καὶ ὡς οἱ ἐν Κωνσταντινουπόλει μᾶλλον ἡνώθησαν.

Ἀλλὰ ταῦτα μὲν ᾗ ἂν ἑκάστῳ δοκῇ, ταυτὶ σκοπείτω. Ὁ δὲ βασιλεὺς ὑπερορίαν φυγὴν Εὐνομίου τότε κατεδίκασεν. Ἔτι γὰρ ἐν Κωνσταντινουπόλει ἐν προαστείοις διατρίβων, ἢ ἐν οἰκίαις, καθ̓ ἑαυτὸν ἐκκλησίαζε, καὶ τοὺς λόγους, οὓς συνεγράψατο, ἐπεδείκνυτο: καὶ πολλοὺς ἔπειθεν ὁμοίως φρονεῖν: ὡς ἐν ὀλίγῳ πολυάνθρωπον γενέσθαι λαὸν τῆς ἐπωνύμου αὐτῷ αἱρέσεως. Ἀλλ̓ ὁ μὲν οὐ πολλῷ ὕστερον τῆς φυγῆς τελευτήσας, ἔτυχε τῆς ἐν τῇ πατρίδι ταφῆς.

Κώμη δὲ αὕτη Καππαδοκῶν, Δακόρα ἦν δ̓ ὀνομαζομένη, νομοῦ τῆς πρὸς τῷ Ἀργαίῳ Καισαρείας. Θεοφρόνιος δὲ, ὃς ὑπ̓ αὐτῷ διδασκάλῳ τοὺς ὁμοίους ἐπαιδεύθη λόγους, Καππαδόκης δὲ καὶ οὗτος, συνίστατο τοῖς αὐτοῦ δόγμασι. Μετρίως δὲ διὰ τῶν Ἀριστοτέλους μαθημάτων ἐλθὼν, ἐπιτηδείαν πρὸς εἴδησιν τῶν παῤ αὐτοῖς συλλογισμῶν εἰσαγωγὴν κατέλιπεν,

ἣν περὶ γυμνασίας νοῦ ἐπέγραψεν. Εἰς ἀτόπους δὲ διαλέξεις ἐμπεσὼν, ὡς ἐπυθόμην, οὐκ ἠξίωσεν ἐπὶ τῶν αὐτῶν μένειν τῷ διδασκάλῳ λόγων. Πολυπραγμονῶν δὲ, καὶ ἐκ τῶν κειμένων ταῖς ἱεραῖς γραφαῖς ὀνομάτων κατεσκεύαζεν, ὡς τὸ θεῖον προγίνωσκον τὸ μὴ ὂν, γίνωσκον δὲ τὸ ὂν, καὶ τοῦ γεγονότος μεμνημένον, οὐκ ἀεὶ ὡσαύτως ἔχει, πρός τε τὸ μέλλον, καὶ παρὸν, καὶ παρῳχηκὸς μεταβάλλον τὴν γνῶσιν. Ἐκ τοιούτων δὲ δογμάτων οὐδὲ τοῖς Εὐνομίου φορητὸς εἶναι δόξας, ἐκβληθεὶς τῆς αὐτῶν ἐκκλησίας τοὺς ἀπ̓ αὐτοῦ καλουμένους Θεοφρονιανοὺς ἐποίησεν.

Οὐκ εἰς μακρὰν δὲ καὶ Εὐτύχιός τις ἐν Κωνσταντινουπόλει τὰ Εὐνομίου φρονῶν, ἐπώνυμον αὐτῷ κατέλιπεν αἵρεσιν. Ζητουμένου γὰρ εἰ τὴν ἐσχάτην ὥραν γινώσκει ὁ Υἱὸς, καὶ εἰς ἀναίρεσιν τούτου, τῶν εἰρημένων ἐν τοῖς εὐαγγελίοις ὅτι μόνος ὁ Πατὴρ οἶδεν, ἀντικεῖσθαι δοκούντων, ἰσχυρίζετο μηδὲ ταύτης τῆς γνώσεως ἄμοιρον εἶναι τὸν Υἱὸν,

ὡς ἀνενδεῶς λαβόντα πάντα παρὰ τοῦ Πατρός. Μὴ προσιεμένων δὲ τὸν λόγον τῶν τότε προεστώτων τῆς αἱρέσεως, ἑαυτὸν χωρίσας τῆς κοινωνίας, ἀφίκετο πρὸς Εὐνόμιον ἐν τῇ ὑπερορίᾳ ὄντα. Καταλαβόντος δὲ ἤδη διακόνου καὶ ἑτέρων, οἳ ἐκ τῆς Κωνσταντινουπόλεως ἀπεστάλησαν, διαβαλεῖν τε αὐτὸν, καὶ εἰ δεήσοι διαλεξόμενοι, μαθὼν Εὐνόμιος ἐφ̓ ᾧ παρεγένοντο, τοὺς Εὐτυχίου λόγους ἐπῄνεσε.

Καὶ συνηύξατο αὐτῷ, καίπερ οὐ θεμιτὸν ἐν αὐτοῖς συνεύχεσθαι τοῖς ἀλλαχόθι δίχα γραμμάτων ἀφικνουμένοις, ἃ πρὸς σφᾶς αὐτοὺς ὁμοδόξους δηλοῖ διὰ σημείων ἐγγραφομένων ταῖς ἐπιστολαῖς, ἀγνώστων τοῖς ἄλλοις.

Οὐκ εἰς μακρὰν δὲ ταύτης τῆς ζητήσεως Εὐνομίου τελευτήσαντος, οὐ προσίετο τὸν Εὐτύχιον ὁ προεστὼς τῆς ἐν Κωνσταντινουπολει αἱρέσεως, ὑπὸ ζηλοτυπίας ἀπεχθανόμενος, ὅτι μηδὲ κληρικοῦ ὄντος ἐναντίος εἶναι σπουδάζων τοῖς αὐτοῦ λόγοις, οὐχ οἷός τε ἦν διαλύειν τὸ πρόβλημα. Ἐντεῦθέν τε μετὰ τῶν ὁμοίως αὐτῷ φρονούντων, εἰς ἰδίαν αἵρεσιν ἐχωρίσθη Εὐτύχιος.

Τῆς μέντοι περὶ τὴν θείαν βάπτισιν διαφορᾶς αὐτόν τε καὶ Θεοφρόνιον ὁ πολὺς λόγος ἐπαιτιᾶται. Τάδε ἐξ ὧν ἐπυθόμην ἔγραψα, πρὸς σύντομον εἴδησιν τῶν αἰτιῶν, ἀφ̓ ὧν Εὐνομιανοὶ διῃρέθησαν. Ἐπεξελθεῖν δὲ πάντας τοὺς διὰ τοῦτο κινηθέντας λόγους, μακρὸν ἂν εἴη: κᾀμοὶ δὲ οὐ ῥᾴδιον, ἐπεὶ μηδὲ ἐμπείρως ἔχω τῶν τοιούτων διαλέξεων.

Περὶ δὲ τοῦτον τὸν χρόνον καὶ τοῖς ἐν Κωνσταντινουπόλει Ἀρειανοῖς ἀνεφύη ζήτησις, εἰ πρὶν εἶναι τὸν Υἱὸν, ὡς ἐξ οὐκ ὄντων παῤ αὐτοῖς ὁμολογούμενον, δύναιτο καλεῖσθαι Πατὴρ ὁ Θεός. Καὶ Δωρόθεος μὲν, ὃς ἀντὶ Μαρίνου μετακληθεὶς ἐκ τῆς Ἀντιοχείας προΐστατο ταύτης τῆς αἱρέσεως, ὡς πρός τι τοῦ ὀνόματος ὄντος, πρὶν τὸν Υἱὸν ὑποστῆναι μὴ καλεῖσθαι Πατέρα τὸν Θεὸν ἀπεφῄνατο.

Μαρῖνος δὲ τοὐναντίον ἰσχυρίζετο, καὶ μὴ ὑφεστῶτος τοῦ Ὑ??ʼοῦ Πατέρα ἀεὶ εἶναι τὸν Πατέρα ἐδόξαζεν: ἢ οὕτως ἔχων γνώμης, ἢ καθὸ Δωροθέῳ διάφορος ἦν, προκριθέντι προεστάναι τῆς αὐτῶν ἐκκλησίας. Ἐκ ταύτης δὲ τῆς αἰτίας εἰς ἑκάτερον διεκρίθη τὸ πλῆθος.

Δωροθέου δὲ σὺν τοῖς αὐτῷ πειθομένοις ἐφ̓ ὧν κατεῖχεν εὐκτηρίων οἴκων μείναντος, ἑτέρους οἰκοδομήσαντες οἱ ἀμφὶ Μαρῖνον ἰδίᾳ ἐκκλησίαζον. Ἐπωνομάζοντο δὲ Ψαθυριανοὶ ἤτοι τῶν Γότθων: τὸ μὲν ὅτι Θεόκτιστός τις Ψαθυροπώλης, Ποπάνου δὲ τοῦτο τὸ εἶδος, προθύμως ταύτῃ τῇ δόξῃ συνίστατο: Γότθων δὲ, καθότι καὶ Σελίνας ὁ τούτων ἐπίσκοπος ὁμοίως ἐδόξαζεν.

Ἐπακολουθήσαντες δὲ τούτῳ σχεδὸν πάντες βάρβαροι σὺν αὐτοῖς ἐκκλησίαζον. Πειθήνιοι γὰρ ἐς τὰ μάλιστα τῷ Σελίνῳ ἐτύγχανον, ὑπογραφεῖ τε γενομένῳ καὶ διαδόχῳ Οὐλφίλα τοῦ παῤ αὐτοῖς ἐπισκοπήσαντος, καὶ ἐπὶ ἐκκλησίας ἱκανῷ διδάσκειν, οὐ μόνον κατὰ τὴν πάτριον αὐτῶν φωνὴν, ἀλλὰ γὰρ καὶ τὴν Ἑλλήνων.

Οὐ πολλῷ δὲ ὕστερον διαφορᾶς περὶ προεδρίας γενομένης Μαρίνῳ πρὸς Ἀγάπιον, ὃν ἐπίσκοπον τῶν ἐν Ἐφέσῳ ὁμοδόξων ἐχειροτόνησε, διακριθέντες ἀλλήλων μονονουχὶ πρὸς σφᾶς ἐπολέμουν, ἐπαμυνόντων Ἀγαπίῳ τῶν Γότθων Ἐκ ταύτης δὲ τῆς αἰτίας λέγεται πολλοὺς τῶν ἐνθάδε κληρικῶν, μεμφομένους τὴν τῶν ἡγουμένων φιλοτιμίαν, τῇ καθόλου ἐκκλησίᾳ κοινωνῆσαι.

Ὧδε μὲν Ἀρειανοὶ τὴν ἀρχὴν ἐχωρίσθησαν, καὶ εἰσέτι νῦν ἐν αἷς εἰσὶ πόλεσιν ἰδίᾳ ἐκκλησιάζουσι: τοὺς δὲ ἐν Κωνσταντινουπόλει, ἐπὶ τριάκοντα καὶ πέντε ἔτεσι διενεχθέντας πρὸς σφᾶς, εἰς ὁμόνοιαν ὕστερον συνῆψεν ὁμόδοξος ὢν αὐτοῖς Πλινθᾶς, ἀνὴρ ὑπατικὸς, ἵππου τε καὶ πεζῆς στρατιᾶς ἡγεμὼν, δυνατώτατος τότε ἐν τοῖς βασιλείοις γεγονώς. Καὶ εἰς ταυτὸν συνελθόντες, ἐψηφίσαντο μή ποτε ταύτην τὴν ζήτησιν εἰς διάλεξιν ἄγειν. Καὶ τὰ μὲν ὕστερον ὧδε ἀπέβη.

Ὅτι καὶ Ναυατιανοὶ ἑτέραν αἵρεσιν τῶν Σαββατιανῶν συνεστήσαντο: καὶ περὶ τῆς ἐν Σαγγάρῳ συνόδου: καὶ περὶ τῆς ἑορτῆς τοῦ Πάσχα διεξοδικώτερον διήγησις.

Ἐπὶ δὲ τῆς παρούσης ἡγεμονίας καὶ Ναυατιανοὶ πρὸς σφᾶς διενεχθέντες περὶ τῆς Πασχαλίας ἑορτῆς, ἑτέραν αἵρεσιν τῶν καλουμένων Σαββατιανῶν συνεστήσαντο. Σαββάτιος γὰρ πρεσβύτερος ὑπὸ Μαρκιανοῦ χειροτονηθεὶς, ἅμα Θεοκτίστῳ καὶ Μακαρίῳ τοῖς συμπρεσβυτέροις ἑπόμενος τοῖς ἐν Παζουκώμῃ συνεληλυθόσιν ἐπὶ τῆς Οὐάλεντος βασιλείας, ἠξίουν ἅμα τοῖς Ἰουδαίοις τὴν τοῦ Πάσχα ἑορτὴν ἐπιτελεῖν.

Ἀποστὰς δὲ τῆς ἐκκλησίας, τὰ μὲν πρῶτα, πῆ μὲν ἀσκήσεως ἕνεκα, ἄριστα γὰρ ἐβίου, πῆ δέ τινας ὑπονοεῖν ἀναξίους κοινωνίας μυστηρίων, ἐσκήπτετο. Ὡς δὲ ἐγεγόνει δῆλος νεωτερίζων, ἐμέμφετο μὲν Μαρκιανὸς τὴν ἐπ̓ αὐτῷ χειροτονίαν: ἄμεινόν τε ἦν ἐπὶ ἀκάνθας ἐπιτεθῆναι τὰς χεῖρας ἢ ἐπ̓ αὐτὸν, πολλάκις,

φησὶν, ἀνεβόα. Διατεμνομένην δὲ αὐτῷ τὴν ἐκκλησίαν εἰς ἕτερον πλῆθος ὁρῶν, συνεκάλεσεν ὁμοδόξους ἐπισκόπους εἰς Σάγγαρον: χωρίον δὲ τοῦτο Βιθυνίας, οὐκ ἀπὸ πολλοῦ Ἑλενουπόλεως ἐπὶ τῆς θαλάσσης κείμενον:

ἔνθα δὴ συνελθόντες, μετεκαλέσαντο Σαββάτιον. Ἐπεὶ δὲ τῆς λύπης τὴν αἰτίαν ἀπαιτηθεὶς λέγειν, ἐπῃτιᾶτο τῆς ἑορτῆς τὸ διάφορον, ὑπονοήσαντες ἔρωτι προεδρίας τάδε αὐτὸν σκήπτεσθαι, ὅρκον ἀπῄτησαν ὡς ἐπισκοπὴν οὐκ ἂν ἕλοιτό ποτε. Τοῦ δὲ τάδε ἐνωμότως ὁμολογήσαντος, λογισάμενοι μὴ ἀξιόχρεων εἶναι ταύτην τὴν αἰτίαν εἰς χωρισμὸν κοινωνίας, ἅπαντας μὲν ὁμονοεῖν καὶ ἅμα ἐκκλησιάζειν ἐψηφίσαντο: ἕκαστον δὲ ᾗ ἂν αὐτῷ δοκῇ, ταύτην τὴν ἑορτὴν ἐπιτελεῖν. Καὶ κανόνα περὶ τούτου ἔθεντο, ὃν ἀδιάφορον ἐπωνόμασαν.

Καὶ τὰ μὲν ὧδε ἔδοξε τοῖς ἐν Σαγγάρῳ συνελθοῦσιν. Ἐξ ἐκείνου δὲ Σαββάτιος τοῖς Ἰουδαίοις ἑπόμενος, εἰ μὴ κατὰ ταυτὸν συνηνέχθη πάντας ἄγειν τὴν ἑορτὴν φθάνων ὡς ἔθος ἐνήστευε: καὶ καθ̓ ἑαυτὸν διὰ τῶν νενομισμένων ἐπετέλει τὸ Πάσχα. Τῷ δὲ σαββάτῳ ἀφ̓ ἑσπέρας ἐπὶ τὸν δέοντα καιρὸν ἐν ἀγρυπνίᾳ καὶ ταῖς προσηκούσαις εὐχαῖς διαγινόμενος, τῇ ἑξῆς ἡμέρᾳ κοινῇ πᾶσιν ἐκκλησίαζε καὶ τῶν μυστηρίων μετεῖχε.

Καὶ τὰ μὲν πρῶτα τὸ πλῆθος ἐλάνθανεν: ὡς δὲ τῷ χρόνῳ ἐντεῦθεν ἐπίσημος ἐγένετο, πολλοὺς τοὺς ζηλοῦντας ἔσχε, καὶ μάλιστα Φρύγας καὶ Γαλάτας, οἷς πάτριον ὧδε τὴν ἑορτὴν ταύτην ἐπιτελεῖν. Ὕστερον δὲ εἰς τὸ προφανὲς ἀποστὰς, τῶν αὐτῷ πειθομένων τὴν ἐπισκοπὴν ἀνεδέξατο,

ὡς ἐν καιρῷ λελέξεται. Ἐμοὶ δὲ θαυμάζειν ἔπεισι τοῦδε τοῦ ἀνδρὸς, καὶ τῶν ἑπομένων αὐτῷ, ὅτι τάδε ἐνεωτέρισαν: Ἑβραίων τῶν πάλαι, ὡς ἱστορεῖ Εὐσέβιος, ὑπὸ μάρτυσί τε Φίλωνι καὶ Ἰωσήπῳ καὶ Ἀριστοβούλῳ καὶ ἑτέροις πλείστοις, μετὰ ἐαρινὴν ἰσημερίαν τὰ διαβατήρια θυόντων, ἡλίου τὸ πρῶτον δωδεκατημόριον τμῆμα ὁδεύοντος, ὃ κριὸν Ἕλληνες ὀνομάζουσιν: ἐν διαμέτρῳ δὲ τῆς σελήνης τεσσαρεσκαιδεκαταίας τὴν πορείαν ποιουμένης.

Ἐπεὶ καὶ αὐτοὶ Ναυατιανοὶ οἷς ἀκριβείας μέλει ἰσχυρίζονται, ὡς οὔτε αὐτοῖς, οὔτε τῷ ἀρχηγῷ τῆς αἱρέσεως, τοῦτο πρότερον ἦν ἔθος: ἀλλ̓ ὑπὸ τῶν ἐν Παζουκώμῃ συνεληλυθότων ἐνεωτερίσθη: εἰσέτι τε καὶ νῦν ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ ὁμοδόξους αὐτοῖς σὺν τοῖς ἄλλοις Ῥωμαίοις ἑορτάζειν: οὓς οὔποτε ἄλλως ἑορτάσαι ὁ παρελθὼν χρόνος ἤλεγξε, Πέτρου καὶ Παύλου τῶν ἀποστόλων τῇ παραδόσει χρωμένους.

Προσέτι δὲ καὶ Σαμαρεῖται, οἳ τοῦ Μωσέως νόμου τὰ μάλιστα ζηλωταὶ τυγχάνουσι, πρὶν τὸν νέον τελεσφορεῖσθαι καρπὸν, οὐκ ἀνέχονται ταύτην ἐπιτελεῖν τὴν ἑορτήν: νέων γὰρ, φασὶν, αὐτὴν ἑορτὴν ὁ νόμος καλεῖ: μή ποτε τούτων φανέντων, ἑορτάζειν οὐ θέμις:

ὡς ἐξ ἀνάγκης φθάνειν τὴν ἐν τῷ ἦρι ἰσημερίαν. Τοὺς μὲν Ἰουδαίους περὶ τοῦτο μιμουμένους, θαυμαστὸν ὅτι μὴ τὴν παῤ αὐτοῖς ἀρχαιότητα μᾶλλον ἐπῄνεσαν. Ὡς ἔοικε δὲ, πλὴν τούτων καὶ τῶν ἐπὶ τῆς Ἀσίας καλουμένων τεσσαρεσκαιδεκατιτῶν, ὁμοίως Ῥωμαίοις καὶ Αἰγυπτίοις καὶ οἱ ἀπὸ τῶν ἄλλων αἱρέσεων ταύτην τὴν ἑορτὴν ἄγουσιν: ἀλλ̓ οἱ μὲν, ἐν αὐτῇ τῇ τεσσαρεσκαιδεκαταίᾳ σὺν τοῖς Ἰουδαίοις ἑορτάζουσιν: ὅθεν ὧδε ὀνομάζονται.

Οἱ δὲ Ναυατιανοὶ, τὴν ἀναστάσιμον ἡμέραν ἐπιτελοῦσιν: Ἰουδαίοις δὲ καὶ οὗτοι ἕπονται, καὶ εἰς ταυτὸ τοῖς τεσσαρεσκαιδεκατίταις καταστρέφουσι: πλὴν εἰ μὴ τύχοι τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης ἡ πρώτη τοῦ σαββάτου ἡμέρα συμπεσοῦσα, κατόπιν γίνονται τῶν Ἰουδαίων, ὅσαις ἂν ἡμέραις συμβαίη τὴν ἐρχομένην Κυριακὴν ὑστερίζειν τῆς τεσσαρεσκαιδεκαταίας τῆς σελήνης.

Μοντανισταὶ δὲ, οὓς Πεπουζίτας καὶ Φρύγας ὀνομάζουσι, ξένην τινὰ μέθοδον εἰσαγαγόντες, κατὰ ταύτην τὸ Πάσχα ἄγουσι. Τοῖς μὲν γὰρ ἐπὶ τούτῳ τὸν τῆς σελήνης δρόμον πολυπραγμονοῦσι καταμέμφονται: φασὶ δὲ χρῆναι μόνοις τοῖς ἡλιακοῖς ἕπεσθαι κύκλοις τοὺς ὀρθῶς ταῦτα κανονίζοντας: καὶ μῆνα μὲν ἕκαστον εἶναι ἡμερῶν τριάκοντα ὁρίζουσιν: ἄρχεσθαι δὲ τὴν πρώτην ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας, ἣ ῥηθείη ἂν κατὰ Ῥωμαίους πρὸ ἐννέα καλανδῶν Ἀπριλλίων: ἐπειδὴ, φασὶν, οἱ δύο φωστῆρες τότε ἐγένοντο, οἷς οἱ χρόνοι καὶ οἱ ἐνιαυτοὶ δηλοῦνται.

Καὶ τοῦτο δείκνυται τὸ τὴν σελήνην διὰ ὀκταετηρίδος τῷ ἡλίῳ συνιέναι, καὶ ἀμφοῖν κατὰ ταυτὸν νουμηνίαν συμβαίνειν: καθότι ἡ ὀκταετηρὶς τοῦ σεληνιακοῦ δρόμου πληροῦται ἐννέα καὶ ἐνενήκοντα μησὶν, ἡμέραις δὲ δισχιλίαις ἐννακοσίαις εἴκοσι δύο: ἐν αἷς ὁ ἥλιος τοὺς ὀκτὼ δρόμους ἀνύει, λογιζομένων ἑκάστῳ ἔτει τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν, καὶ προσέτι τετάρτου ἡμέρας μιᾶς.

Ἀπὸ γὰρ τῆς πρὸ ἐννέα καλανδῶν Ἀπριλλίων, ὡς ἀρχῆς οὔσης κτίσεως ἡλίου καὶ πρώτου μηνὸς, ἀναλογίζονται τὴν εἰρημένην ταῖς ἱεραῖς γραφαῖς τεσσαρεσκαιδεκαταίαν: καὶ ταύτην εἶναι λέγουσι τὴν πρὸ ὀκτὼ εἰδῶν Ἀπριλλίων: καθ̓ ἣν ἀεὶ τὸ Πάσχα ἄγουσιν, εἰ συμβαίη καὶ τὴν ἀναστάσιμον αὐτῇ συνδραμεῖν ἡμέραν, ἐπὶ τῇ ἐχομένῃ κυριακῇ ἑορτάζουσι. Γέγραπται γάρ, φησιν, ἀπὸ τεσσαρεσκαιδεκάτης μέχρι εἰκοστῆς πρώτης.

Κατάλογος τοῦ συγγραφέως εἰδήσεως ἄξιος, τῶν παρὰ διαφόροις ἔθνεσι καὶ ἐκκλησίαις ἐθῶν.

Αἵδε μὲν περὶ ταύτης τῆς ἑορτῆς αἱ διαφοραί. Σοφώτατα δέ πως οἶμαι καταλῦσαι τὴν συμβᾶσαν πάλαι περὶ ταύτης φιλονεικίαν, τοὺς ἀμφὶ Βίκτωρα τὸν τότε τῆς Ῥώμης ἐπίσκοπον καὶ Πολύκαρπον τὸν Σμυρναῖον. Ἐπεὶ γὰρ οἱ πρὸς δύσιν ἱερεῖς οὐκ ᾤοντο δεῖν Παύλου καὶ Πέτρου τὴν παράδοσιν ἀτιμάζειν: οἱ δὲ ἐκ τῆς Ἀσίας Ἰωάννῃ τῷ εὐαγγελιστῇ ἀκολουθεῖν ἰσχυρίζοντο: τοῦτο κοινῇ δόξαν, ἕκαστοι ὡς εἰώθεσαν ἑορτάζοντες τῆς πρὸς σφᾶς κοινωνίας οὐκ ἐχωρίσθησαν. Εὔηθες γὰρ καὶ μάλα δικαίως ὑπέλαβον, ἐθῶν ἕνεκεν ἀλλήλων χωρίζεσθαι, περὶ τὰ καίρια τῆς θρησκείας συμφωνοῦντες.

Οὐ γὰρ δὴ τὰς αὐτὰς παραδόσεις περὶ πάντα ὁμοίας, κἂν ὁμόδοξοί εἶεν, ἐν πάσαις ταῖς ἐκκλησίαις εὑρεῖν ἐστίν. Ἀμέλει Σκύθαι πολλαὶ πόλεις ὄντες, ἕνα πάντες ἐπίσκοπον ἔχουσιν: ἐν ἄλλοις δὲ ἔθνεσιν ἐστὶν ὅπη καὶ ἐν κώμαις ἐπίσκοποι ἱεροῦνται, ὡς παρὰ Ἀραβίοις καὶ Κυπρίοις ἔγνων, καὶ παρὰ τοῖς ἐν Φρυγίαις Ναυατιανοῖς, καὶ Μοντανισταῖς.

Διάκονοι δὲ παρὰ Ῥωμαίοις εἰσέτι νῦν οὐ πλείους εἰσὶν ἑπτὰ, καθ̓ ὁμοιότητα τῶν ὑπὸ τῶν ἀποστόλων χειροτονηθέντων, ὧν ἦν Στέφανος ὁ πρῶτος μαρτυρήσας: παρὰ δὲ τοῖς ἄλλοις ἀδιάφορος ὁ τούτων ἀριθμός.

Πάλιν αὖ ἑκάστου ἔτους ἅπαξ ἐν Ῥώμῃ τὸ Ἀλληλούϊα ψάλλουσι, κατὰ τὴν πρώτην ἡμέραν τῆς Πασχαλίου ἑορτῆς, ὡς πολλοῖς Ῥωμαίων ὅρκον εἶναι, τοῦτον τὸν ὕμνον ἀ ξιωθῆναι ἀκοῦσαί τε καὶ ψάλαι.

Οὔτε δὲ ὁ ἐπίσκοπος, οὔτε ἄλλος τις ἐπ̓ ἐκκλησίας ἐνθάδε διδάσκει. Παρὰ δὲ Ἀλεξανδρεῦσι μόνος ὁ τῆς πόλεως ἐπίσκοπος. Φασὶ δὲ τοῦτο οὐ πρότερον εἰωθὸς ἐπιγενέσθαι, ἢ ἀφ̓ οὗ Ἄρειος πρεσβύτερος ὢν, περὶ τοῦ δόγματος διαλεγόμενος ἐνεωτέρισε.

Ξένον δὲ κἀκεῖνο παρὰ Ἀλεξανδρεῦσι τούτοις: ἀναγινωσκομένων γὰρ τῶν εὐαγγελίων, οὐκ ἐπανίσταται ὁ ἐπίσκοπος: ὃ παῤ ἄλλοις οὔτ̓ ἔγνων οὔτ̓ ἀκήκοα. Ταύτην δὲ τὴν ἱερὰν βίβλον ἀναγινώσκει ἐνθάδε μόνος ὁ ἀρχιδιάκονος: παρὰ δὲ ἄλλοις, διάκονοι: ἐν πολλαῖς δὲ ἐκκλησίαις, οἱ ἱερεῖς μόνοι: ἐν δὲ ἐπισήμοις ἡμέραις, ἐπίσκοποι, ὡς ἐν Κωνσταντινουπόλει κατὰ τὴν πρώτην ἡμέραν τῆς ἀναστασίμου ἑορτῆς.

Καὶ τὴν πρὸ ταύτης δὲ καλουμένην τεσσαρακοστὴν, ἐν ᾗ νηστεύει τὸ πλῆθος, οἱ μὲν εἰς ἓξ ἑβδομάδας ἡμερῶν λογίζονται, ὡς Ἰλλυριοὶ καὶ οἱ πρὸς δύσιν, Λιβύη τε πᾶσα καὶ Αἴγυπτος σὺν τοῖς Παλαιστινοῖς: οἱ δὲ, ἑπτὰ, ὡς ἐν Κωνσταντινουπόλει καὶ τοῖς πέριξ ἔθνεσι, μέχρι Φοινίκων: ἄλλοι δὲ, τρεῖς σποράδην ἐν ταῖς ἓξ ἢ ἑπτὰ νηστεύουσιν: οἱ δὲ, ἅμα τρεῖς πρὸ τῆς ἑορτῆς συνάπτουσιν:

οἱ δὲ, δύο, ὡς οἱ τὰ Μοντανοῦ φρονοῦντες. Οὐ μὴν ἀλλὰ καὶ τοῦ ἐκκλησιάζειν οὐχ ὁ αὐτὸς παρὰ πᾶσι καιρὸς ἢ τρόπος. Ἀμέλει οἱ μὲν καὶ τῷ Σαββάτῳ ὁμοίως τῇ μιᾷ σαββάτου ἐκκλησιάζουσιν, ὡς ἐν Κωνσταντινουπόλει, καὶ σχεδὸν πανταχοῦ: ἐν Ῥώμῃ δὲ καὶ Ἀλεξανδρείᾳ, οὐκέτι: παρὰ δὲ Αἰγυπτίοις ἐν πολλαῖς πόλεσι καὶ κώμαις, παρὰ τὸ κοινῇ πᾶσι νενομισμένον, πρὸς ἑσπέραν τῷ Σαββάτῳ συνιόντες, ἠριστηκότες ἤδη, μυστηρίων μετέχουσι.

Καὶ εὐχαῖς δὲ καὶ ψαλμῳδίαις ταῖς αὐταῖς ἢ ἀναγνώσμασι, κατὰ τὸν αὐτὸν καιρὸν, οὐ πάντας κεχρημένους εὑρεῖν ἐστίν. Οὕτω γοῦν τὴν καλουμένην Ἀποκάλυψιν Πέτρου, ὡς νόθον παντελῶς πρὸς τῶν ἀρχαίων δοκιμασθεῖσαν, ἔν τισιν ἐκκλησίαις τῆς Παλαιστίνης εἰσέτι νῦν ἅπαξ ἑκάστου ἔτους ἀναγινωσκομένην ἔγνωμεν, ἐν τῇ ἡμέρᾳ παρασκευῆς, ἣν εὐλαβῶς ἄγαν ὁ λαὸς νηστεύει ἐπὶ ἀναμνήσει τοῦ σωτηρίου πάθους.

Τὴν δὲ νῦν ὡς Ἀποκάλυψιν Παύλου τοῦ ἀποστόλου φερομένην, ἣν οὐδεὶς ἀρχαίων εἶδε, πλεῖστοι μοναχῶν ἐπαινοῦσιν. Ἐπὶ ταύτης δὲ τῆς βασιλείας ἰσχυρίζονταί τινες ταύτην ηὑρῆσθαι τὴν βίβλον. Λέγουσι γὰρ ἐκ θείας ἐπιφανείας ἐν Ταρσῷ τῆς Κιλικίας κατὰ τὴν οἰκίαν Παύλου, μαρμαρίνην λάρνακα ὑπὸ γῆν εὑρεθῆναι, καὶ ἐν αὐτῇ τὴν βίβλον εἶναι.

Ἐρομένῳ δέ μοι περὶ τούτου, ψεῦδος ἔφησεν εἶναι Κίλιξ πρεσβύτερος τῆς ἐν Ταρσῷ ἐκκλησίας: γεγονέναι μὲν γὰρ πολλῶν ἐτῶν καὶ ἡ πολιὰ τὸν ἄνδρα ἐδείκνυεν. Ἔλεγε δὲ μηδὲν τοιοῦτον ἐπίστασθαι παῤ αὐτοῖς συμβάν: θαυμάζειν τε, εἰ μὴ τάδε πρὸς αἱρετικῶν ἀναπέπλασται. Ἀλλὰ περὶ μὲν τούτου τάδε.

Πολλὰ δ̓ ἂν εὕροι τις ἔθη κατὰ πόλεις καὶ κώμας, ἅπερ αἰδοῖ τῶν ἐξ ἀρχῆς παραδεδωκότων, ἢ τῶν τούτους διαδεξαμένων, οὐχ ὅσιον οὐδὲ ἀνεκτὸν ἡγοῦνται παραβαίνειν οἱ τούτοις ἐντραφέντες. Ταυτὸν δὲ τοῦτο πεπονθέναι νομιστέον τοὺς ἀνθρώπους καὶ περὶ ταύτην τὴν ἑορτὴν, ἧς ἕνεκεν εἰς τοὺς περὶ τούτων ἐξήχθη λόγους.

Περὶ τῆς ἐπιδόσεως τοῦ κατ̓ ἡμᾶς δόγματος, καὶ καταλύσεως εἰς τέλος τῶν εἰδωλικῶν νεῶν, καὶ τῆς πλημμύρας τῆς τότε Νείλου τοῦ ποταμοῦ.

Διασπωμένων δὲ, ὡς εἴρηται, τῶν ἀπὸ τῶν ἄλλων αἱρέσεων, ἔτι μᾶλλον ἐπεδίδου ἡ καθόλου ἐκκλησία, προστιθεμένων αὐτῇ πλείστων ἔκ τε τῆς πρὸς σφᾶς τῶν ἑτεροδόξων διχονοίας, καὶ μάλιστα τοῦ Ἑλληνικοῦ πλήθους. Ἐπεὶ γὰρ εἶδεν ὁ βασιλεὺς τὴν συνήθειαν τοῦ παρελθόντος χρόνου ἔτι πρὸς τὸ πατρῷον σέβας καὶ τοὺς θρησκευομένους παῤ αὐτῶν τόπους ἕλκουσαν τὸ ὑπήκοον, ἀρξάμενος βασιλεύειν ἐκώλυσε τούτων ἐπιβαίνειν.

Τελευτῶν δὲ καὶ πολλοὺς καθεῖλεν. Οἱ δὲ, ἀπορίᾳ εὐκτηρίων οἴκων, τῷ χρόνῳ προσειθίσθησαν ταῖς ἐκκλησίαις φοιτᾷν: οὐδὲ γὰρ λάθρα θύειν Ἑλληνικῶς, ἀκίνδυνον ἦν: ἀλλ̓ ἐν ἀφαιρέσει κεφαλῆς καὶ οὐσίας νόμος ἔκειτο κατὰ τῶν ταῦτα τολμώντων τὴν τιμωρίαν κυρῶν. Τηνικαῦτα δὲ φασὶ τὸν Αἰγύπτου ποταμὸν κατόπιν τοῦ καιροῦ γενέσθαι περὶ τὴν πρώτην ἀνάβασιν τῶν ὑδάτων: οἱ δὲ Αἰγύπτιοι ἐχαλέπαινον,

ὅτι μὴ συγχωροῖντο κατὰ τὸν πάτριον νόμον τῷ ποταμῷ θύειν. Ὑπονοήσας δὲ ὁ τοῦ ἔθνους ἡγούμενος εἰς στάσιν αὐτοὺς παρασκευάζεσθαι, τάδε ἐμήνυσε. Μαθὼν δὲ ὁ βασιλεὺς, ἄμεινον ἔφη πρὸς τὸ θεῖον διαμεῖναι πιστὸν, ἢ τὰ Νείλου νάματα καὶ τὴν ἐντεῦθεν εὐετηρίαν προτιμῆσαι τῆς εὐσεβείας: μηδέποτε γὰρ ῥεύσειεν ἐκεῖνος ὁ ποταμὸς, εἴπερ ἀληθῶς οἷός τέ ἐστι γοητείαις ὑπάγεσθαι, καὶ θυσίαις χαίρειν, καὶ αἱμάτων ῥεύσει μιαίνειν τὰς ἐκ τοῦ θείου Παραδείσου ἐπιρροάς.

Οὐκ εἰς μακρὰν δὲ ὁ Νεῖλος πολὺς ἐκχυθεὶς καὶ τοῖς ὑψηλοτέροις ἐπαφῆκε τὰ ῥεύματα. Ἐπεὶ δὲ πρὸς τὸ τελειότατον καὶ σπανίως πληρούμενον μέτρον ἔφθασεν, οὐδὲν δὲ ἧττον ἐκορυφοῦτο τὸ ὕδωρ, εἰς ἐναντίον φόβον περιέστησαν οἱ Αἰγύπτιοι: καὶ δέος ἦν, μὴ καὶ τὴν Ἀλεξάνδρου

πόλιν, καὶ Λιβύης μέρος οὖσαν κατακλύσῃ. Ἡνίκα δὴ λέγεται τοὺς Ἑλληνιστὰς Ἀλεξανδρέων ἀγανακτοῦντας πρὸς τὸ συμβὰν παρὰ γνώμην, ἐπιτωθάσαι καὶ ἐν τοῖς θεάτροις ἀναβοῆσαι, ὡς οἷα γέρων καὶ λῆρος ἐξούρησεν ὁ ποταμός. Ἐκ τούτου δὲ πλεῖστοι Αἰγυπτίων τῆς πατρῴας δεισιδαιμονίας κατέγνωσαν, καὶ εἰς Χριστιανισμὸν μετεβάλοντο. Καὶ τὰ μὲν, ὡς ἐπυθόμην.

Περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ προδρόμου, καὶ ὅσα δἰ αὐτὴνἐγένοντο.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον διεκομίσθη εἰς Κωνσταντινούπολιν ἡ Ἰωάννου τοῦ βαπτιστοῦ κεφαλὴ, ἣν Ἡρωδιὰς ἠτήσατο παρὰ Ἡρώδου τοῦ τετράρχου. Λέγεται δὲ εὑρεθῆναι παρὰ ἀνδράσι μοναχοῖς τῆς Μακεδονίου αἱρέσεως, οἳ τὰ μὲν πρῶτα ἐν Ἱεροσολύμοις διέτριβον, ὕστερον δὲ εἰς Κιλικίαν μετῳκίσθησαν.

Ἐπὶ δὲ τῆς πρὸ ταύτης ἡγεμονίας, Μαρδονίου μηνύσαντος, ὃς τῆς βασιλικῆς οἰκίας μείζων ἦν εὐνοῦχος, προσέταξεν Οὐάλης εἰς Κωνσταντινούπολιν αὐτὴν κομισθῆναι. Καὶ οἱ μὲν ἐπὶ τοῦτο ἀποσταλέντες, ἐπιθέντες ὀχήματι δημοσίῳ ἦγον. Ὡς δὲ εἰς τὸ Παντείχιον ἧκον, χωρίον δὲ τοῦτο Χαλκηδόνος, οὐκέτι προσωτέρω βαδίζειν ἠνείχοντο αἱ τὸ ὄχημα καθέλκουσαι ἡμίονοι: καὶ ταῦτα τῶν ἱπποκόμων ἐπαπειλούντων, καὶ τοῦ ἡνιόχου χαλεπῶς τῇ μάστιγι κεντοῦντος.

Ὡς δὲ οὐδὲν ἤνυον, ἐδόκει δὲ πᾶσι καὶ αὐτῷ τῷ βασιλεῖ παράδοξον εἶναι καὶ θεῖον τὸ πρᾶγμα, ἀπέθεντο ταύτην τὴν ἱερὰν κεφαλὴν ἐν τῇ Κοσιλάου κώμῃ:

ἔτυχε γὰρ ἐκ γειτόνων οὖσα, καὶ Μαρδονίου τούτου κτῆμα. Περὶ δὲ τοῦτον τὸν χρόνον, ἢ τοῦ Θεοῦ, ἢ αὐτοῦ τοῦ προφήτου κινοῦντος, ἧκεν εἰς τήνδε τὴν κώμην Θεοδόσιος ὁ βασιλεύς: βουλομένῳ τε τοῦ Βαπτιστοῦ τὸ λείψανον λαβεῖν, μόνην φασὶν ἀντειπεῖν Ματρώναν: ἣ παρθένος μὲν ἦν ἱερά: εἴπετο δὲ αὐτῷ διάκονος καὶ φύλαξ: ἀνθισταμένην δὲ παντὶ σθένει, βιάσασθαι οὐχ ἡγήσατο δεῖν: ἀντιβολῶν δὲ, ἐδεῖτο συγχωρεῖν.

Ἐπεὶ δὲ μόλις εἶξεν, ἀνήνυτον εἶναι νομίσασα τῷ κρατοῦντι τὴν ἐπιχείρησιν κατὰ τὸ συμβὰν ἐπὶ τῶν Οὐάλεντος χρόνων, περιλαβὼν τῇ ἁλουργίδι τὴν θήκην ἐν ᾗ ἔκειτο, ἔχων ἐπανῆλθε. Καὶ πρὸ τοῦ ἄστεως Κωνσταντινουπόλεως ἔθετο ἐν τῷ καλουμένῳ ἑβδόμῳ: μέγιστον καὶ περικαλλέστατον τῷ Θεῷ ἐνθάδε ναὸν ἐγείρας: πολλὰ δὲ πολλάκις λιπαρήσας Ματρώναν, καὶ κεχαρισμένα ὑποσχόμενος, οὐκ ἔπεισε μεταθέσθαι τῆς δόξης:

ἦν γὰρ τῆς Μακεδονίου αἱρέσεως. Καίτοιγε Βικέντιος πρεσβύτερος, ὁμόδοξος ὢν αὐτῇ, καὶ τὴν σόρον τοῦ προφήτου ἐπίσης θεραπεύων, καὶ περὶ ταύτην ἱερώμενος, ἠκολούθησεν αὐτίκα, καὶ τοῖς ἀπὸ τῆς καθόλου ἐκκλησίας ἐκοινώνησεν: ἀπώμοτον μὲν, ὡς λέγουσιν οἱ τὰ Μακεδονίου φρονοῦντες, ποιησάμενος, μή ποτε μεταθήσεσθαι τῆς αὐτῶν δόξης: τὸ δὲ τελευταῖον εἰς τὸ προφανὲς ὁρίσας, ὡς εἰ ἕλοιτο ὁ Βαπτιστὴς ἀκολουθῆσαι τῷ βασιλεῖ, καὶ αὐτὸν κοινωνήσειν αὐτῷ, μηδὲν διαφερόμενον.

Ἐγένετο δὲ οὗτος Πέρσης τὸ γένος: ἐπὶ δὲ τῆς Κωνσταντίου βασιλείας διωγμοῦ καταλαβόντος τοὺς ἐν Περσίδι Χριστιανοὺς, φεύγων ἅμα Ἀδδᾷ τῷ αὐτοῦ ἀνεψιῷ, εἰς Ῥωμαίους ἦλθεν.

Ἀλλ̓ ὁ μὲν κλήρῳ ἐγκατελέγη, καὶ εἰς πρεσβυτέρου προῆλθεν ἀξίαν. Ἀδδᾶς δὲ γήμας, μέγιστα τὴν ἐκκλησίαν ὠφέλησε, καὶ παῖδα καταλιπὼν Αὐξέντιον, ἄνδρα περὶ τὸ θεῖον πιστότατον, καὶ περὶ φίλους σπουδαῖον, ἐμμελῆ δὲ τὸν βίον, καὶ φιλολόγον, καὶ πολυμαθῆ τῶν Ἕλλησι καὶ τοῖς ἐκκλησιαστικοῖς συγγραφεῦσιν ἱστορημένων: μέτριον δὲ τὸ ἦθος, καίπερ βασιλεῖ καὶ τοῖς ἀμφ̓ αὐτὸν ἐπιτήδειον, καὶ λαμπρᾶς ἐπειλημμένον στρατείας. Ἀλλὰ τοῦδε μὲν πολύς ἐστι λόγος παρά τε εὐδοκιμωτάτοις μοναχοῖς καὶ σπουδαίοις ἀνδράσιν, οἵπερ αὐτοῦ ἐπειράθησαν.

Ἡ δὲ Ματρώνα μέχρι τελευτῆς ἐν τῇ Κοσιλάου κώμῃ διέτριβε: διεβίω δὲ ἱεροπρεπῶς μάλα καὶ σωφρόνως, ἱερῶν παρθένων ἡγουμένη: ὧν εἰσέτι νῦν πολλὰς περιεῖναι ἐπυθόμην, τῆς ὑπὸ Ματρώναν παιδεύσεως ἄξιον φερούσας ἦθος.

Περὶ τῆς δἰ ἀγχόνης τελευτῆς Οὐαλεντινιανοῦ τοῦ νέου βασιλέως ἐν Ῥώμῃ, καὶ περὶ τῆς τυραννίδος Εὐγενίου: καὶ περὶ τῆς προφητείας Ἰωάννου τοῦ ἐν Θηβαΐδι μοναχοῦ.

Καὶ ὁ μὲν Θεοδόσιος, ἐν εἰρήνῃ τὴν πρὸς ἕω ἀρχομένην ἰθύνων, ἐν τούτοις ἐσπούδαζε, καὶ ἐπιμελῶς μάλα τὸ θεῖον ἐθεράπευεν. Ἐν τούτῳ δὲ ἀγγέλλεται Οὐαλεντινιανὸς ὁ βασιλεὺς ἀγχόνῃ ἀπολωλέναι.

Ἐλέγετο δὲ ταύτην αὐτῷ καττύσαι τὴν τελευτὴν διὰ τῶν θαλαμηπόλων εὐνούχων, ἄλλους τέ τινας τῶν εἰς τὰ βασίλεια, καὶ Ἀρβογάστην τὸν ἐπὶ τῶν αὐτοῦ στρατευμάτων τεταγμένον: καθότι πατρώζοντα τὸν νέον εὑρὼν περὶ τὴν ἀρχὴν, καὶ πρὸς πολλὰ τῶν ἐκείνοις δοκούντων χαλεπαίνοντα. Οἱ δὲ αὐτὸν ἡγοῦνται αὐτόχειρα ἑαυτοῦ γενέσθαι, ὡς ἐπιχειροῦντα τισὶν οὐ δέον ἐν τῷ ζέοντι τῆς ἡλικίας, καὶ κωλυόμενον: καὶ τούτου χάριν οὐ καταξιώσαντα ζῆν, ὅτι βασιλεύων μὴ συγχωροῖτο ποιεῖν ἃ βούλεται.

Φασί γε μὴν τοῦτο τὸ μειράκιον εὐγενείᾳ σώματος, καὶ βασιλικῶν τρόπων ἀρετῇ, ὑπερφυῶς δόξαι τῆς ἡγεμονίας ἄξιον, καὶ οἷος μεγαλοψυχίᾳ καὶ δικαιοσύνῃ ὑπερβαλέσθαι τὸν αὐτοῦ πατέρα, εἰ παρῆλθεν εἰς ἄνδρας:

καὶ ὁ μὲν τοιοῦτος ὢν, ὧδε τέθνηκεν. Εὐγένοις δέ τις οὐχ ὑγιῶς διακείμενος περὶ τὸ δόγμα τῶν Χριστιανῶν, ἐπεισπηδᾷ τῇ ἀρχῇ, καὶ τὰ σύμβολα τῆς βασιλείας ἀμφιέννυται. Ὤιετο δὲ τοῦ ἐπιχειρήματος ἀσφαλῶς κρατήσειν, ὑπαγόμενος λόγοις ἀνθρώπων εἰδέναι τὸ μέλλον ὑπισχνουμένων, σφαγίοις τισὶ καὶ ἡπατοσκοπίαις καὶ καταλήψει ἀστέρων.

Ἐσπούδαζον δὲ περὶ ταῦτα ἄλλοι τε πολλοὶ τῶν ἐν τέλει Ῥωμαίων, καὶ Φλαβιανὸς ὁ τότε ὕπαρχος, ἀνὴρ ἐλλόγιμος, καὶ περὶ τὰ πολιτικὰ ἐχέφρων εἶναι δοκῶν: προσέτι δὲ καὶ τὰ μέλλοντα ἀκριβοῦν λογιζόμενος ἐπιστήμῃ παντοδαπῆς μαντείας. Ταύτῃ γὰρ μάλιστα τὸν Εὐγένιον ἔπεισε εἰς πόλεμον παρασκευάσασθαι, μοιρίδιον εἶναι αὐτῷ τὴν βασιλείαν ἰσχυριζόμενος, καὶ νίκην ἐπὶ τῇ μάχῃ συμβήσεσθαι, καὶ μεταβολὴν τῆς Χριστιανῶν θρησκείας.

Καὶ Εὐγένιος μὲν ταύταις ταῖς ἐλπίσι βουκολούμενος, πλείστην ἤγειρε στρατιὰν, καὶ τὰς πρὸς τῇ Ἰταλίᾳ πύλας, ἃς οἱ Ῥωμαῖοι Ἰουλίας Ἄλπεις καλοῦσι, προκαταλαβὼν ἐφρούρει, ὡς ἐν στενῷ μίαν πάροδον ἐχούσας, ἑκατέρωθεν πεφραγμένας ἀπορρῶξι καὶ ὑψηλοτάτοις ὄρεσι.

Θεοδόσιος δὲ διανοούμενος, πῆ ἄρα τὴν ἀπόβασιν ἕξει ὁ πρὸς αὐτὸν πόλεμος, καὶ πότερον ἐπ̓ αὐτὸν χωρεῖν δεῖ ἢ ἐπιόντα περιμένειν, ἔγνωκε περὶ τούτου συμβούλῳ χρήσασθαι Ἰωάννῃ τῷ ἐν Θηβαΐδι μοναχῷ: ὃν ἐν τοῖς πρόσθεν εἴρηται ἐπιφανέστατον τηνικάδε γενέσθαι ἐπὶ γνώσει τῶν ἐσομένων. Καὶ Εὐτρόπιον, ὃς πιστὸς ἦν αὐτῷ τῶν ἐν τοῖς βασιλείοις εὐνούχων, πέπομφεν εἰς Αἴγυπτον, εἰ μὲν δυνατὸν, ἄξοντα αὐτόν:

εἰ δὲ παραιτήσαιτο, τὸ πρακτέον μαθεῖν. Καὶ ὁ μὲν εἰς Ἰωάννην παραγενόμενος, οὐκ ἔπεισε πρὸς τὸν βασιλέα ἐλθεῖν: ἐπανελθὼν δὲ, ἤγγειλεν εἰπεῖν, αὐτὸν νικήσειν τὸν πόλεμον, καὶ καθελόντα τὸν τύραννον, μετὰ τὴν νίκην ἐν Ἰταλίᾳ μεταλλάξαι τὸν βίον. Ἀμφότερα δὲ ἀληθῆ τὸ τέλος ἔδειξεν.

Περὶ τῆς εἰσπράξεως τῶν φόρων, καὶ τῶν καθαιρεθέντων ἐν Ἀντιοχείᾳ βασιλικῶν ἀνδριάντων, καὶ τῆς τοῦ ἀρχιερέως Φλαβιανοῦ πρεσβείας.

Ἐν τούτῳ δὲ διὰ τὴν χρείαν τοῦ πολέμου ἔδοξε τοῖς ἄρχουσιν οἷς τούτου μέλει, πλεόν τι τῶν εἰωθότων φόρων εἰσπράξασθαι τοὺς ὑποτελεῖς. Ἐπὶ τούτῳ δὲ στασιάσας ὁ ἐν Συρίᾳ τῶν Ἀντιοχέων δῆμος, τοὺς τοῦ βασιλέως ἀνδριάντας καθεῖλε, καὶ τῆς αὐτοῦ γαμετῆς: καὶ σχοίνῳ προσάψας εἷλκεν, οἵας εἰκὸς ὑπὸ χαλεπαίνοντος πλήθους ὑβριστικὰς ἀφιεὶς φωνάς.

Ἐπεὶ δὲ πολλοὺς Ἀντιοχέων διαφθεῖραι διενοεῖτο, καὶ πρὸς μόνην τὴν φήμην κατεπλάγη τὸ πλῆθος, καὶ παυσάμενοι μαίνεσθαι μετεμελοῦντο: καὶ ὡς ἐπὶ παροῦσι τοῖς ἀγγελλομένοις κακοῖς ἔστενόν τε καὶ ἐδάκρυον, καὶ τὸν Θεὸν ἱκέτευον πραΰναι τοῦ κρατοῦντος τὴν ὀργὴν, μελῳδίαις τισὶν ὀλοφυρτικῶς πρὸς τὰς λιτὰς κεχρημένοι.

Ἡνίκα δὴ καὶ Φλαβιανὸς ὁ Ἀντιοχέων ἐπίσκοπος, πρεσβευόμενος ὑπὲρ τῶν πολιτῶν, ἔτι τοῦ βασιλέως χαλεπαίνοντος, πέπεικε τοὺς παρὰ τὴν βασιλικὴν τράπεζαν ᾅδειν εἰωθότας νέους, τὰς ἐν ταῖς λιταῖς τῶν Ἀντιοχέων ψαλμῳδίας εἰπεῖν: ἐφ̓ ᾧ λέγεται φιλανθρωπίᾳ διαχυθέντα τὸν βασιλέα, κρατηθῆναι τῷ ἐλέῳ, καὶ αὐτίκα τὴν ὀργὴν ἐκβαλεῖν, καὶ σπείσασθαι πρὸς τὴν πόλιν, δάκρυσι βρέξαντα τὴν φιάλην, ἣν ἔτυχε κατέχων.

Φασὶ δὲ τῆς φθασάσης νυκτὸς μεθ̓ ἣν εὐθὺς ἐπιγενομένης ἡμέρας ἡ στάσις ἐγένετο, φάσμα γυναικὸς θεαθῆναι, μεγέθει ἐξαίσιον καὶ θέᾳ φοβερὸν, μετάρσιόν τε διατρέχον ἀνὰ τὰς ἀγυιὰς τῆς πόλεως, τὸν ἀέρα μαστίζειν ὑπὸ μάστιγι δυσήχῳ, οἵαις εἰς θυμὸν προκαλοῦνται τοὺς θῆρας οἱ περὶ τὰ τοιαῦτα θέατρα πονοῦντες.

Οὕτω τις ἀλάστωρ δαίμων ἐπιβουλῇ τὴν στάσιν ἐκίνησεν: ἐπηκολούθησε δ̓ ἂν καὶ φόνος πολὺς, εἰ μὴ τὴν ὀργὴν κατέπαυσεν ὁ βασιλεὺς, τὴν ἱερατικὴν ὑπὸ εὐσεβείας ἱκεσίαν αἰδεσθείς.

Περὶ τῆς Θεοδοσίου τοῦ βασιλέως κατὰ τοῦ Εὐγενίου νίκης.

Ἐπεὶ δὲ τὰ πρὸς τὸν πόλεμον αὐτῷ ηὐτρέπιστο, ἀναγορεύει βασιλέα Ὁνώριον τὸν νεώτερον υἱόν: Ἀρκάδιον γὰρ ἤδη χειροτονήσας ἦν. Ἄμφω δὲ ἐν Κωνσταντινουπόλει καταλιπὼν, σπουδῇ σὺν ταῖς στρατιαῖς ἀπὸ τῆς ἕω ἐπὶ τὴν πρὸς δύσιν ἀρχομένην ἠπείγετο. Συνείπετο δὲ αὐτῷ καὶ πλῆθος συμμάχων,

τῶν περὶ τὸν Ἴστρον βαρβάρων. Λέγεται δὲ τότε τῆς Κωνσταντινουπόλεως ἐκδημῶν, πρὸς τῷ ἑβδόμῳ μιλίῳ γενόμενος, προσεύξασθαι τῷ Θεῷ ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ, ἣν ἐπὶ τιμῇ Ἰωάννου τοῦ βαπτιστοῦ ἐδείματο: αἰτῆσαί τε αἰσίαν αὑτῷ καὶ τῇ στρατιᾷ καὶ Ῥωμαίοις ἅπασι γενέσθαι τὴν ἔκβασιν τοῦ πολέμου, καὶ σύμμαχον αὐτῷ ἐπικαλέσασθαι τὸν Βαπτιστήν.

Ταῦτα δὲ προσευξάμενος, εἰς Ἰταλίαν ἀφίκετο. Καὶ προσβαλὼν ταῖς Ἄλπεσιν, εἷλε τὰς πρώτας φυλακάς. Παραμείψας δὲ τῆς παρόδου τὸ ἄκρον, ὡς πρὸς τῇ καθόδῳ ἐγένετο, εἶδε τὸ πεδίον πλῆρες ἱππέων καὶ πεζῶν: οὐκ ἄπωθεν δὲ κατὰ νώτου πολλοὺς τῶν πολεμίων ἐν τῇ κορυφῇ τοῦ ὄρους τέως ἠρεμοῦντας.

Ἐπεὶ δὲ οἱ πρῶτοι παρελθόντες συνεμίσγοντο τοῖς ἐν τῷ πεδίῳ, μάχη καρτερὰ καὶ ἀμφήριστος ἐκινήθη. Ἔτι δὲ περιούσης τῆς στρατιᾶς, λογισάμενος, ὅσον ἧκεν εἰς ἀνθρώπων δύναμιν, καὶ βουλομένοις μὴ δυνατὸν σώζεσθαι, ἐπιτιθεμένων τῶν ἀπὸ τοῦ νώτου τὴν ἀκρώρειαν καταλαβόντων, πρηνὴς ἐπὶ τοῦ ἐδάφους πεσὼν, ηὔχετο δακρύων. Καὶ ὁ Θεὸς αὐτίκα ἐπήκουσεν, ὡς τὸ ἀποβὰν ἔδειξε.

Πέμψαντες γάρ τινας, συμμάχους σφᾶς ἔσεσθαι προσήγγειλαν οἱ ἡγεμόνες τῶν περικαθημένων τὴν ἄκραν, εἰ μέλλοιεν ἐν τιμῇ παῤ αὐτῷ εἶναι. Ἐπεὶ δὲ χάρτην καὶ μέλαν ἐπιζητήσας οὐχ εὗρε, δέλτον δὲ λαβὼν ἣν ἔτυχέ τις τῶν παρεστώτων ἔχων, ἐνέγραψεν αὐτοῖς ἐπισήμου καὶ ἁρμοδίου στρατιᾶς τάξιν, ἣν ἕξουσι παῤ αὐτῷ τὴν ὑπόσχεσιν πληροῦντες. Καὶ οἱ μὲν ἐπὶ τούτοις τῷ βασιλεῖ προσεχώρησαν.

Μή πω δὲ θατέρου μέρους κλίναντος, ἀλλ̓ ἔτι τῆς ἐν πεδίῳ μάχης ἑκατέρωθεν ἰσαζούσης, ἀντιπρόσωπος τοῖς ἐναντίοις ἐμβὰς ἄνεμος ἐξαίσιος, καὶ οἷον οὔπω πρότερον ἱστορήσαμεν, διέλυσε τὰς τῶν πολεμίων τάξεις: βέλη δὲ καὶ ἀκόντια κατὰ Ῥωμαίων πεμπόμενα, ὡς ἀντιτύποις προσβάλλοντα, εἰς τὰ τῶν ἀκοντιζόντων περιέστρεφε σώματα: καὶ τὰς ἀσπίδας ἐξαρπάζων τῶν χειρῶν, σὺν φορυτῷ καὶ κονιορτῷ κατ̓ αὐτῶν ἐκύλιε.

Γυμνωθέντες δὲ τῶν ὅπλων, οἱ μὲν πλείους αὐτίκα διεφθάρησαν, οἱ δὲ πρὸς ὀλίγον φυγῇ διασωθέντες μετ̓ οὐ πολὺ ἥλωσαν. Εὐγένιος δὲ, προσδραμὼν τοῖς ποσὶ τοῦ βασιλέως, ἐδεῖτο σώζεσθαι: ἐν ᾧ δὲ ἱκέτευε, πρός του τῶν στρατιωτῶν τὴν κεφαλὴν ἀπετμήθη. Ἀρβογάστης δὲ φεύγων μετὰ τὴν μάχην αὐτόχειρ ἑαυτοῦ γέγονε.

Λέγεται δὲ καθ̓ ὃν καιρὸν οὗτος ὁ πόλεμος συνεκροτεῖτο, ὡς ἐν τῷ νεῷ τοῦ Θεοῦ τῷ ἐν τῷ ἑβδόμῳ, οὗ προσηύξατο ὁ βασιλεὺς ἐξιὼν, δαιμονῶν τις ἀναρπασθεὶς μετάρσιος, τὸν βαπτιστὴν Ἰωάννην ἐλοιδορεῖτο, καὶ ὡς τῆς κεφαλῆς ἀποτμηθέντα ὠνείδιζε, καὶ ἀνεβόα:

Σύ με νικᾷς, καὶ τῇ ἐμῇ στρατιᾷ ἐπιβουλεύεις. Οἱ δὲ περιτυχόντες, ὡς εἰκὸς, πολλῆς οὔσης περὶ τοῦ πολέμου σπουδῆς νεώτερόν τι ἀκούειν καὶ λέγειν, καταπλαγέντες ἀνεγράψαντο τὴν ἡμέραν, καθ̓ ἣν γενέσθαι τὰ περὶ τὸν πόλεμον οὐκ εἰς μακρὰν ἔγνωσαν παρὰ τῶν κοινωνησάντων τῇ μάχῃ. Καὶ τὰ μὲν ὧδε γενέσθαι λόγος.

Περὶ τῆς πρὸς βασιλέα Θεοδόσιον τοῦ ἁγίου Ἀμβροσίου παρρησίας, καὶ τοῦ φόνου τῶν ἐν Θεσσαλονίκῃ: καὶ διήγησις τοῦ ἁγίου τούτου ἑτέρων κατορθωμάτων.

Μετὰ δὲ τὴν Εὐγενίου καθαίρεσιν ἀφικόμενος εἰς Μεδιόλανον ὁ βασιλεὺς, ἧκεν εἰς τὴν ἐκκλησίαν εὐξόμενος. Ὡς δὲ πρὸς ταῖς θύραις ἐγένετο, ὑπήντετο Ἀμβρόσιος ὁ τῆς πόλεως ἐπίσκοπος: καὶ λαβόμενος

τῆς ἁλουργίδος ἐπὶ τοῦ πλήθους, Ἐπίσχες, ἔφη: ἀνδρὶ γὰρ ὑπὸ ἁμαρτίας βεβήλῳ, καὶ τὰς χεῖρας ᾑμαγμένας οὐκ ἐν δίκῃ ἔχοντι, οὐ θεμιτὸν πρὸ μετανοίας τῆς τοῦ ἱεροῦ ἐπιβαίνειν οὐδοῦ, ἢ μυστηρίων θείων κοινωνεῖν. Ὁ δὲ βασιλεὺς θαυμάσας τὸν ἱερέα τῆς παρρησίας, σύννους γεγονὼς ὑπέστρεφεν, ὑπὸ τῆς μετανοίας κεντούμενος.

Ἦν δὲ τῆς ἁμαρτίας πρόφασις τοιάδε: Βουθερίχου τοῦ ἡγουμένου τότε τῶν παῤ Ἰλλυριοῖς στρατιωτῶν ἡνίοχος τὸν οἰνοχόον αἰσχρῶς ἰδὼν, ἐπείρασε: καὶ συλληφθεὶς ἐν φρουρᾷ ἦν. Ἐπισήμου δὲ ἱπποδρομίας ἐπιτελεῖσθαι μελλούσης, ὡς ἀναγκαῖον εἰς τὴν ἀγωνίαν ὁ Θεσσαλονικέων δῆμος ἐζήτει ἀφίεσθαι: ὡς δὲ οὐδὲν ἤνυεν, εἰς χαλεπὴν κατέστη στάσιν:

καὶ τελευτῶν τὸν Βουθερίχαν ἀνεῖλε. Καὶ ἐπεὶ τάδε ἐμηνύθη, εἰς ἄμετρον ὀργὴν ἐμπεσὼν ὁ βασιλεὺς ῥητὸν τῶν προστυγχανόντων ἀριθμὸν ἀναιρεθῆναι προσέταξεν. Ἐντεῦθεν δὲ πολλῶν ἀδίκων ἐνεπλήσθη φόνων ἡ πόλις. Ξένοι τε γὰρ αὐτίκα προσπλεύσαντες,

καὶ ἐξ ὁδοῦ ἀφικόμενοι, ἀδοκήτως ἥλωσαν. Καὶ πάθη ἐλεεινὰ συνέβη, ἐν οἷς καὶ τόδε: ἔμπορος ἀντὶ δύο παίδων αὐτοῦ συλληφθέντων, προσαγαγὼν ἑαυτὸν, ἀποθανεῖν ἐδεῖτο: τοὺς δὲ σώζεσθαι: καὶ μισθὸν τούτου χρυσίον ὅσον εἶχε προΐσχετο τοῖς στρατιώταις. Οἱ δὲ, τὸν ἄνθρωπον τῆς συμφορᾶς ἐλεήσαντες, ἀντὶ ἑνὸς οὗ ἂν ἑλεῖται τῶν υἱέων, τὴν ἱκεσίαν προσίεντο: τοὺς δὲ δύο ἀφιέναι, ὡς ἐπιλείποντος τοῦ ἀριθμοῦ, οὐκ ἀκίνδυνον σφίσιν ἔφασαν.

Εἰς ἀμφοτέρους δὲ βλέπων ὁ πατὴρ, ὀλοφυρόμενός τε καὶ κλαίων, οὐδετέρου τὴν αἵρεσιν ὑπέστη: ἀλλ̓ ἀπορῶν εἰσότε τεθνήκασι διετέλεσεν, ἑκατέρου τῷ φίλτρῳ ἐπίσης νικώμενος. Καὶ οἰκέτην δὲ ἀγαθὸν ἐπυθόμην τότε, ἀντὶ δεσπότου ἀγομένου πρὸς τὴν σφαγὴν ἀναιρεθῆναι προθύμως.

Τοιούτων δὲ καὶ ἑτέρων, ὡς εἰκὸς, συγκυρησάντων κακῶν, ἐπαιτιώμενος Ἀμβρόσιος τὸν βασιλέα, τῆς ἐκκλησίας εἷρξε, καὶ ἀκοινώνητον ἐποίησε. Δημοσίᾳ δὲ καὶ αὐτὸς τὴν ἁμαρτίαν ἐπὶ τῆς ἐκκλησίας ὡμολόγησε: καὶ πάντα τὸν ὁρισθέντα αὐτῷ χρόνον εἰς μετάνοιαν, οἷά γε πενθῶν, βασιλικῷ κόσμῳ οὐκ ἐχρήσατο: καὶ νόμον προσέταξε, τοὺς διακονουμένους τοῖς τοῦ βασιλέως προστάγμασιν, εἰς τριακοστὴν ἡμέραν ἀναβάλλεσθαι τὴν τιμωρίαν τῶν ἐπὶ θανάτῳ καταδεδικασμένων: ὥστε καὶ τὸν ἐν μέσῳ χρόνον μαλάσσειν τὴν τοῦ βασιλέως ὀργὴν, καὶ τοῦ θυμοῦ παρακμάζοντος, ἐλέῳ καὶ μεταμελείᾳ γενέσθαι χώραν.

Ἀμβροσίῳ δὲ τούτῳ πολλὰ μὲν καὶ ἄλλα κατώρθωται ἄξια ἱερωσύνης, ἃ μόνοις ἐπιχωρίοις κατὰ τὸ εἰκὸς ἔγνωσται. Τῶν δ̓ αὖ ἐπισημοτάτων αὐτοῦ ἔργων, καὶ τοῦτο ἐπυθόμην.

Ἔθος ἦν τοὺς βασιλεῖς ἐν τῷ ἱερατείῳ ἐκκλησιάζειν, κατ̓ ἐξοχὴν τῶν ὁρίων τοῦ λαοῦ κεχωρισμένους: κολακείας δὲ ἢ ἀταξίας εἶναι τοῦτο συνιδὼν, τόπον εἶναι βασιλέως ἐν ἐκκλησίᾳ τέταχε, τὸν πρὸ τῶν δρυφάκτων τοῦ ἱερατείου: ὥστε τοῦ μὲν λαοῦ τὸν κρατοῦντα τὴν προεδρίαν ἔχειν: αὐτοῦ δὲ τοὺς ἱερέας προκαθῆσθαι. Ταύτην δὲ τὴν ἀρίστην παράδοσιν ἐπῄνεσε Θεοδόσιος ὁ βασιλεὺς, καὶ οἱ μετὰ ταῦτα ἐκράτυναν: καὶ ἐξ ἐκείνου νυνὶ φυλαττομένην ὁρῶμεν.

Τούτου δὲ τοῦ ἀνδρὸς καὶ τόδε τὸ ἔργον ἀξιομνημόνευτον περιλαβεῖν τῇ γραφῇ, ἀναγκαῖον εἶναί μοι δοκεῖ. Ἕλλην τις τῶν ἐν τέλει, τὸν Γρατιανὸν ἐλοιδόρει, καὶ τοῦ πατρὸς ἀνάξιον ἀπεκάλει: καὶ γραφὴν ἐπὶ τούτοις ὑπομείνας κατεδικάσθη θανεῖν. Ἀγομένου δὲ αὐτοῦ ἐπὶ τιμωρίᾳ, ἧκεν Ἀμβρόσιος εἰς τὰ βασίλεια,

περὶ αὐτοῦ δεησόμενος. Ὑπὸ σπουδῆς δὲ τῶν αὐτῷ ἐπιβουλευόντων ἀσχολουμένου Γρατιανοῦ περὶ θέαν κυνηγίων, οἵας εἰώθασιν οἱ βασιλεῖς ἐπιτελεῖν, τερπωλῆς ἰδίας χάριν, οὐ δημοσίας, μηδενός τε τῶν ἐπὶ ταῖς βασιλικαῖς πύλαις τεταγμένων μηνύοντος, ὡς οὐ καιροῦ ὄντος, ὑπεχώρησεν.

Ἐλθὼν δὲ ἐπὶ τὴν πύλην ᾗ τοὺς θῆρας εἰσῆγον, ἔλαθε: καὶ συνεισελθὼν τοῖς κυνηγοῖς οὐ πρότερον καθυφῆκεν, οὐδὲ Γρατιανοῦ καὶ τῶν ἀμφ̓ αὐτὸν ἀντιβολούντων εἶξεν, εἰ μὴ παραυτίκα σωτήριον ψῆφον τοῦ βασίλέως ἐξέσπασεν, τὸν ἐπὶ θανάτῳ ἀγόμενον ἐλευθεροῦσαν.

Οὐ μὴν ἀλλὰ καὶ περὶ τὴν φυλακὴν τῶν νόμων τῆς ἐκκλησίας, καὶ τὴν ἀγωγὴν τῶν ὑπ̓ αὐτὸν κληρικῶν, σπουδαῖος ἄγαν ἐγένετο. Ἐκ πολλῶν δὲ τῶν αὐτῷ κατωρθωμένων, τάδε μοὶ εἰρήσθω, εἰς ἀπόδειξιν ἧς εἶχε διὰ Θεὸν πρὸς τοὺς κρατοῦντας παρρησίας.

Περὶ τοῦ ἁγίου Δονάτου ἐπισκόπου Εὐροίας, καὶ περὶ Θεοτίμου τοῦ Σκυθῶν ἀρχιερέως.

Κατὰ τοῦτον δὲ πολλοὶ πολλαχοῦ τῆς οἰκουμένης ἐν ἐπισκόποις διέπρεπον, ὡς Δονάτος ὁ Εὐροίας τῆς Ἠπείρου: ᾧ δὴ πολλά τε καὶ ἄλλα τεθαυματουργῆσθαι μαρτυροῦσιν οἱ ἐπιχώριοι, μέγιστα δὲ τὰ περὶ τὴν ἀναίρεσιν τοῦ δράκοντος, ὃς περὶ τὰς καλουμένας Χαμαιγεφύρας παρὰ τὴν λεωφόρον ἐφώλευε, καὶ πρόβατα καὶ αἶγας καὶ βόας, ἵππους τε καὶ ἀνθρώπους ἐξήρπαζεν.

Οὐ γὰρ ξίφος ἢ δόρυ φέρων, οὔδε ἄλλο τὶ βέλος ἔχων, ἐπὶ τουτὶ τὸ θηρίον ἦλθεν. Ἀλλ̓ ὡς ᾔσθετο, καὶ τὴν κεφαλὴν ὡς ἐφορμήσων ἐξανέστησεν, ἀντιπρόσωπον αὐτῷ εἰς σταυροῦ σύμβολον τὸν ἀέρα τῷ δακτύλῳ κατεσήμανε, καὶ ἐπέπτυσε.

Τὸ δὲ, τὸν σίαλον εἰς τὸ στόμα δεξάμενον, αὐτίκα κατέπεσε: καὶ νεκρὸν κείμενον, οὐ μεῖον τῶν παῤ Ἰνδοῖς ἱστορουμένων ἑρπετῶν διεφάνη τὸ μέγεθος: ἀμέλειτοι, ὡς ἐπυθόμην, ὑπὸ ζεύγεσιν ὀκτὼ εἰς τὸ πλησίον πεδίον ἐξελκύσαντες αὐτὸ οἱ ἐπιχώριοι, κατέκαυσαν, ὅπως μὴ διασαπεὶς τὸν ἀέρα λυμανεῖται,

καὶ λοιμώδη νόσον ποιήσῃ. Δονάτῳ δὲ τούτῳ τάφος ἐστὶν ἐπίσημος εὐκτήριος οἶκος ἀπ̓ αὐτοῦ τὴν ἐπωνυμίαν ἔχων: περὶ τοῦτον δὲ πηγὴ ὑδάτων πολλῶν, ἣν οὐ πρότερον οὖσαν εὐξαμένου αὐτοῦ τὸ θεῖον ἀνέδωκεν: ἦν μὲν γὰρ οὗτος ὁ χῶρος παντελῶς

ἄνυδρος. Ἐξ ὁδοιπορίας δέ ποτε ἐνθάδε παραγενόμενος, λέγεται, τῶν ἀμφ̓ αὐτὸν ἀπορίᾳ ὕδατος ταλαιπωρουμένων, τῇ χειρὶ τὴν γῆν λαχήνας εὔξασθαι: ἅμα δὲ τῇ εὐχῇ ἄφθονον ἀναβλύσαι ὕδωρ, καὶ ἐξ ἐκείνου μὴ διαλιπεῖν. Ἀλλὰ τῶνδε μὲν μάρτυρες, οἱ τὴν Ἰσωρίαν οἰκοῦντες κώμην Εὐροίας, καθ̓ ἣν τάδε συνέβη.

Ἐν τούτῳ δὲ Τόμεως καὶ τῆς ἄλλης Σκυθίας τὴν ἐκκλησίαν ἐπετρόπευε Θεότιμος Σκύθης, ἀνὴρ ἐν φιλοσοφίᾳ τραφείς: ὃν ἀγάμενοι τῆς ἀρετῆς οἱ περὶ τὸν Ἴστρον Οὗννοι βάρβαροι, Θεὸν Ῥωμαίων ὠνόμαζον: καὶ γὰρ δὴ καὶ θείων ἐπ̓ αὐτῷ πραγμάτων ἐπειράθησαν.

Λέγεται γοῦν ὡς ὁδεύοντι ποτὲ παρὰ τὴν ἐνθάδε βαρβάρων γῆν, ὑπήντοντο ἐναντίαν τὴν αὐτὴν ὁδὸν ἐπὶ Τόμιν ἐλαύνοντες: ὀλοφυρομένων δὲ τῶν ἀμφ̓ αὐτὸν ὡς αὐτίκα ἀπολουμένων, ἀποβὰς τοῦ ἵππου ηὔξατο: οἱ δὲ βάρβαροι μήτε αὐτὸν μήτε τοὺς ἑπομένους, ἢ τοὺς ἵππους ὧν ἀπέβησαν

θεασάμενοι, παρέδραμον. Ἐπεὶ δὲ πολλάκις ἐπιόντες ἐκακοποίουν τοὺς Σκύθας, φύσει θηριώδεις ὄντας εἰς ἡμερότητα μετέβαλεν, ἑστιῶν τε καὶ δώροις φιλοφρονούμενος. Ἐντεῦθεν δὲ βάρβαρος ἀνὴρ ὑπολαβὼν εὔπορον εἶναι, ἐπεβούλευσεν αὐτὸν ἑλεῖν: καὶ βρόχον παρασκευάσας ἀσπίδι ἐπερειδόμενον, ὥσπερ εἰώθει τοῖς πολεμίοις διαλεγόμενος, ἀνασχὼν τὴν δεξιὰν, ἀκοντίζειν ἐπ̓ αὐτὸν τὸ σχοινίον ἔμελλεν, ὡς πρὸς ἑαυτὸν καὶ τοὺς ὁμοφύλους ἑλκύσων. Ἅμα δὲ τῇ ἐπιχειρήσει, ἀνατεταμένη ἡ χεὶρ πρὸς τὸν ἀέρα διέμεινε: καὶ οὐ πρότερον ὁ βάρβαρος τῶν ἀοράτων ἠφείθη δεσμῶν, εἰ μὴ τῶν ἄλλων ἀντιβολούντων ὑπὲρ αὐτοῦ τὸν Θεὸν ἱκέτευσε Θεότιμος.

Φασὶ δὲ κομήτην αὐτὸν διαμεῖναι καθ̓ ὃ σχῆμα φιλοσοφεῖν ἀρξάμενος ἐπετήδευσε: λιτὸν δὲ τὴν δίαιταν: τροφῆς δὲ, οὐ τὸν αὐτὸν, ἀλλ̓ ἐν τῷ πεινῆν ἢ διψῆν τὸν καιρὸν ὁρίσαι: φιλοσόφου γὰρ ἦν, οἶμαι, καὶ τούτοις πρὸς χρείαν οὐ διὰ ῥαστώνην εἴκειν.

Περὶ τοῦ ἁγίου Ἐπιφανίου τοῦ ἐπισκόπου Κύπρου: καὶ μερική τις τῶν κατ̓ αὐτὸν διήγησις.

Περὶ δὲ τοῦτον τὸν χρόνον καὶ Ἐπιφάνιος τὴν Κυπρίων ἐπεσκόπει μητρόπολιν. Ὃν οὐ μόνον τὰ περὶ τὴν πολιτείαν ἐπίσημον ἐπὶ ἀρεταῖς ἀπέδειξεν, ἀλλὰ καὶ ὅσα παράδοξα ζῶντος αὐτοῦ καὶ μετὰ τελευτὴν, τιμῶν τὸν ἄνδρα ὁ Θεὸς ἐπετέλεσεν. Ἀποθανόντι γὰρ, ὃ μὴ περιόντι ὑπῆρξε, λόγος ἐπὶ τῷ τάφῳ αὐτοῦ εἰσέτι νῦν δαίμονας ἀπελαύνεσθαι, καὶ ἰάσεις τινὰς γίνεσθαι: ἐν ᾧ δὲ ζῶν ἐτύγχανε, πολλὰ θαυμάσια αὐτῷ ἀνατιθέασι.

Τῶν γε μὴν εἰς ἡμᾶς ἐλθόντων, ἐκεῖνο: μεταδοτικὸς ὢν περὶ δεομένους, ἢ ναυαγίοις ἢ ἄλλως δυστυχήσαντας, ἐπειδὴ πάλαι τὴν οὐσίαν ἀνάλωσεν, εἰς δέον ἐσπάθα τοῖς τῆς ἐκκλησίας χρήμασι: πλεῖστα δὲ ἦν: πάντοθεν γὰρ πολλοὶ τὸν πλοῦτον εὐσεβῶς ἀναλίσκειν προθέμενοι, καὶ ζῶντες τῇ ὑπ̓ αὐτὸν ἐκκλησίᾳ παρεῖχον, καὶ τελευτῶντες κατελίμπανον: ἐθάρρουν γὰρ ὡς οἰκονομικὸς καὶ θεοφιλὴς ὢν,

κατὰ γνώμην αὐτοῖς ἀναλώσει τὰ δῶρα. Φασὶ γοῦν ποτὲ ὀλίγων ἔτι λειπομένων χρημάτων, χαλεπῇναι τῆς ἐκκλησίας τὸν οἰκονόμον, καὶ ὡς δαπανὸν αὐτὸν μέμψασθαι: τὸν δὲ, μήδ̓ οὕτως καθυφεῖναι περὶ τοὺς ἐνδεεῖς φιλοτιμούμενον. Ἐπεὶ δὲ πάντα ἀνάλωτο, ἐπιστάς τις τῷ δωματίῳ οὗ διῆγεν ὁ οἰκονόμος, βαλάντιον πολλῶν χρυσῶν νομισμάτων ἔδωκεν. Ὡς δὲ οὔτε ὁ δοὺς ἢ ὁ πεπομφὼς δῆλος ἦν, ἐδόκει δὲ παράδοξον εἰκότως, ἐπὶ δόσει τοσούτων χρημάτων ἄνθρωπον ἄγνωστον ἑαυτὸν παρέχειν,

τότε δὴ πάντες τὸ πρᾶγμα θεῖον εἶναι συνέβαλον. Ἀλλ̓ οἷον ἕτερον περὶ αὐτοῦ λέγεται, καὶ ἀφηγήσασθαι βούλομαι. Πυνθάνομαι τεθαυματουργῆσθαι Γρηγορίῳ τῷ θαυμασίῳ, ὃς πάλαι τὴν Νεοκαισάρειαν ἐπετρόπευσε, καὶ μάλα πείθομαι: ἀλλ̓ οὐ παρὰ τοῦτο ἀπιστέον, ὅμοιον καὶ Ἐπιφανίῳ εἰργᾶσθαι: ἐπεὶ οὐδὲ μόνος Πέτρος ὁ ἀπόστολος ἤγειρε νεκρὸν, ἀλλὰ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς ἐν Ἐφέσῳ, καὶ Φιλίππου θυγατέρες ἐν Ἱεραπόλει: καὶ τὰ αὐτὰ πολλάκις ἐξειργασμένους εὑρεῖν ἐστὶ πολλοὺς τῶν πάλαι καὶ νῦν θεοφιλῶν

ἀνδρῶν. Ἔστι δὲ τοιόνδε, ὃ λέγειν θέλω. Ἐπιτηρήσαντες δύο τινες πτωχοὶ ἐπιόντα τὸν Ἐπιφάνιον, πλέον τι κομίσασθαι πραγματευόμενοι, ὁ μὲν ἐφαπλώσας ἑαυτὸν τῷ ἐδάφει ἔκειτο δῆθεν νεκρός: ὁ δὲ, παρεστὼς ἔκλαιεν, οἷά γε ὁμοῦ συνήθους θάνατον ὀδυρόμενος, καὶ ὅτι μηδὲ θάπτειν αὐτὸν δύναιτο τὴν πενίαν καταμεμφόμενος.

Ὁ δὲ Ἐπιφάνιος ἐν ἀναπαύσει εἶναι τὸν κείμενον ηὔξατο, καὶ τὰ πρὸς τὴν κηδείαν ἐπιτήδεια δεδωκώς, Ἐπιμελοῦ, φησὶ τῷ δακρύοντι, τῆς ταφῆς, καὶ παύου κλαίων, ὦ τέκνον: οὐ γὰρ ἀναστήσεται νῦν: τὸ δὲ ἐπὶ τῷ συμβεβηκότι ἀπαραίτητον καὶ πάντως ἀποκείμενον δεῖ φέρειν γενναίως.

Καὶ ὁ μὲν, τοιάδε εἰπὼν, παρῆλθεν. Ὡς δὲ οὐδεὶς ἐφαίνετο, τῷ ποδὶ κινήσας τὸν κείμενον ὁ ἑστὼς, ἅμα γὲ ἐπαινῶν ὡς μάλα σαφῶς τεθνάναι ἐμιμήσατο, Ἔγειρε σαυτὸν, ἔφη, καὶ τὴν ἡμέραν ἐκ τῶν σῶν πόνων ἐν τρυφῇ διάξωμεν. Ἐπεὶ δὲ ὁμοίως ἔκειτο, καὶ οὐδὲν μᾶλλον οὔτε βοῶντος ἤκουεν, οὔτε παντὶ σθένει κινοῦντος ᾐσθάνετο, δρομαῖος καταλαβὼν τὸν ἱερέα, τὴν σφῶν τέχνην κατεμήνυσε.

Κλαίων τε καὶ τὰς τρίχας τίλλων, ἐδεῖτο τὸν ἑταῖρον ἐξανίστασθαι. Ὁ δὲ Ἐπιφάνιος, μὴ χαλεπῶς φέρειν τὸ συμβὰν παραινέσας ἀπέπεμψε τὸν ἄνθρωπον: οὐ γὰρ ἀνέλυσε τὸ γεγονὸς ὁ Θεός: πάντως, οἶμαι, τοὺς ἀνθρώπους πιστούμενος, ὡς αὐτὸν τὸν πάντα ἀκούοντα καὶ ἐφορῶντα ἐξαπατῶσιν οἱ τοιούτους σφᾶς περὶ τοὺς αὐτοῦ θεράποντας παρέχοντες.

Περὶ Ἀκακίου τοῦ Βεροίας, καὶ περὶ Ζήνωνος, καὶ Αἴαντος, ἐπισήμων ἀνδρῶν καὶ διαβοήτων ἐπ̓ ἀρετῇ.

Ἀλλὰ τὰ μὲν ὧδε ἐπυθόμην. Ἐξ ἐκείνου δὲ καὶ Ἀκάκιος ἐν ἐπισκόποις διέπρεπε, ἤδη πρότερον τὴν ἐν Βεροίᾳ τῆς Συρίας ἐπισκοπὴν ἐπιτραπείς. Τούτου δὲ εἰκὸς μὲν καὶ ἄλλα φέρεσθαι γραφῆς ἄξια: καθὸ τὸν βίον μοναχικῶς ἀσκηθεὶς ἐκ παιδὸς,

ἀκριβῶς ἐπολιτεύσατο. Τεκμήριον δὲ μεγίστης ἔδωκεν ἀρετῆς, παρὰ πάντα τὸν χρόνον τὸ ἐπισκοπικὸν καταγώγιον ἀνεῳγμένον ἔχων: ὡς καὶ τροφῆς ὥρᾳ καὶ ὕπνου ἀδεῶς οἷς ἐδόκει ξένοις τε καὶ ἀστοῖς αὐτὸν ὁρᾷν.

Ἄγαμαι δὲ τοῦτο μάλιστα: ἢ γὰρ οὕτως ἐβίω, ὡς ἀεὶ πεποιθέναι: ἢ πρὸς τὸ ἕτοιμον εἰς κακίαν τῆς φύσεως παρετοιμαζόμενος τουτὶ ἐπενόησεν: ὥστε ἀεὶ φωραθήσεσθαι προσδοκῶν ὑπὸ τῶν ἐξαπίνης εἰσιόντων,

ἐν τῇ συνεχεῖ φυλακῇ μηδὲ ἁμαρτάνειν ὧν δεῖ, ἀλλ̓ ἐν σπουδαίοις εἶναι πράγμασιν. Ἐν δὲ τῷ τότε ἐπισήμω ἤστην καὶ Ζήνων καὶ Αἴας ἀδελφοί: οἳ δὴ τὸ πρὶν ἐφιλοσόφουν, οὐκ ἐν μοναγρίαις, ἀλλ̓ ἐν Γάζῃ πρὸς θάλασσαν, ὅπερ καὶ Μαϊουμᾶν ὀνομάζουσιν. Ἄμφω δὲ πιστοτάτω περὶ τὸ δόγμα ἐγενέσθην, καὶ Θεὸν ὡμολόγησαν ἀνδρείως: ὡς καὶ πολλάκις πρὸς τῶν Ἑλληνιστῶν αἰκισθῆναι χαλεπῶς ἄγαν καὶ ἀπηνῶς.

Λέγεται δὲ Αἴαντα γῆμαι μὲν εὐειδεστάτην γυναῖκα: τρίτον δὲ μόνον αὐτῇ συνελθεῖν ἐν παντὶ τῷ χρόνῳ, καὶ τρεῖς παῖδας ποιῆσαι: τὸ μετὰ ταῦτα δὲ συνουσίας ἕνεκα τοιᾶσδε τῇ γαμετῇ ἀποταξάμενον, μοναχικῶς πεπολιτεῦσθαι: καὶ τῶν υἱέων, δύο μὲν ἐπὶ τὰ θεῖα καὶ τὴν ἀγαμίαν παιδαγωγῆσαι: τὸν ἄλλον δὲ, ἐπὶ γάμον. Ἐπιεικῶς δὲ, καὶ μάλα εὐδοκίμως τὴν τοῦ Βοτωλίου ἐκκλησίαν ἐπετρόπευσε.

Ζήνων δὲ, ἔτι νέος ὢν βίῳ καὶ γάμῳ ἀπαγορεύσας, ἐπιμελέστατος ἐγένετο περὶ τὴν διακονίαν τοῦ Θεοῦ. Φασὶ γοῦν αὐτὸν, μᾶλλον δὲ καὶ ἡμεῖς τεθεάμεθα, ἐπισκοποῦντα τὴν ἐν τῷ Μαϊουμᾶ ἐκκλησίαν, ἤδη γηραλέον καὶ ἀμφὶ τὰ ἑκατὸν ἔτη ὄντα, μηδεπώποτε ἑωθινῶν ἢ ἑσπερινῶν ὕμνων, ἢ ἄλλης λειτουργίας τοῦ Θεοῦ κατόπιν γενόμενον, εἰ μή γε νόσος αὐτὸν

ἐπέσχεν. Ἐν φιλοσοφίᾳ δὲ μοναχικῇ τὸν βίον ἄγων, λινῆν ἐσθῆτα ὕφαινεν ἐπὶ μονήρους ἱστοῦ, ἐντεῦθέν τε τὰ ἐπιτήδεια εἶχε, καὶ ἄλλοις ἐχορήγει: καὶ οὐ διέλιπεν ἄχρι τελευτῆς τὸ αὐτὸ διέπων ἔργον, καίπερ ἀρχαιότητι τῶν ἀνὰ τὸ ἔθνος ἱερέων πρωτεύων, καὶ λαῷ καὶ χρήμασι μεγίστης ἐκκλησίας προεστώς.

Ἀλλὰ τῶνδε μὲν εἰς ἀπόδειξιν τῶν τότε ἱερωμένων ἐμνήσθην, πάντας δὲ διεξελθεῖν ἔργον, ἐπεὶ οἱ πλείους ἀγαθοὶ ἐγένοντο: καὶ τὸ θεῖον ἐμαρτύρει τοῖς αὐτῶν βίοις, ἐπικαλουμένων ἑτοίμως ἐπακοῦον, καὶ πλεῖστα θαυματουργοῦν.

Περὶ τῆς εὑρέσεως τῶν λειψάνων Ἀβακοὺμ καὶ Μιχαίου τῶν προφητῶν: καὶ περὶ τῆς τελευτῆς Θεοδοσίου βασιλέως τοῦ μεγάλου.

Ὑπὸ δὲ τοιούτων ἀγομένη ἡ πανταχοῦ ἐκκλησία, πρὸς ὁμοίαν ἀρετὴν καὶ ζῆλον ἀνῆγε τοὺς λαοὺς καὶ τοὺς κλήρους. Οὐ μόνα δὲ ταῦτα τὴν θρησκείαν ἐσέμνυνεν, ἀλλὰ καὶ Ἀβακοὺμ, μετ̓ οὐ πολὺ δὲ τούτου καὶ Μιχαίας πρωτοπροφητῶν,

περὶ τοῦτον τὸν χρόνον ἀναφανέντες. Ἀμφοῖν δὲ τὰ σώματα, ὡς ἐπυθόμην, κατὰ θείαν ὀνείρατος ὄψιν ἀνεδείχθη Ζεβέννῳ τῷ τότε ἐπισκοποῦντι τὴν Ἐλευθερουπόλεως ἐκκλησίαν. Καὶ γὰρ δὴ καὶ τοὔνομα ταύτης ἤστην Κελὰ, ἡ πρὶν Κείλα ὀνομαζομένη πόλις, καθ̓ ἣν ὁ Ἀβακοὺμ εὑρέθη. Καὶ Βηραθσατία χωρίον ἀμφὶ δέκα στάδια τῆς πόλεως διεστώς: περὶ δὲ τοῦτο ὁ Μιχαίου τάφος ἦν, ὃ μνῆμα πιστῶν, ἀγνοοῦντες ὅ, τι λέγουσιν, οἱ ἐπιχώριοι ἐκάλουν, Νεφσαμεεμανᾶ τῇ

πατρίῳ φωνῇ ὀνομάζοντες. Ἱκανὰ μὲν οὖν καὶ τάδε πρὸς εὔκλειαν τοῦ Χριστιανῶν δόγματος ἐπὶ τῆς παρούσης βασιλείας συνεκύρησε. Μετὰ δὲ τὴν κατὰ Εὐγενίου νίκην, ἔτι ἐν Μεδιολάνῳ διάγων Θεοδόσιος ὁ βασιλεὺς, ἀρρώστως διετέθη: ἐννοηθείς τε ὁμοῦ τὴν τοῦ Ἰωάννου τοῦ μοναχοῦ προφητείαν,

ὑφωρᾶτο τελευτήν. Ἐν τάχει τε τὸν υἱὸν Ὁνώριον ἐκ τῆς Κωνσταντινουπόλεως μετεκαλέσατο, καὶ παραγενόμενον ἰδὼν, ἔδοξε ῥᾷον ἔχειν, ὡς καὶ ἐπὶ θέαν ἱπποδρομίας αὐτὸν προελθεῖν. Ἐξαπίνης δὲ μετὰ τὸ ἄριστον κακῶς διατεθεὶς, ἐκέλευσε τῷ παιδὶ τὴν θέαν ἐπιτελέσαι: τῆς δὲ ἐχομένης νυκτὸς τὸν βίον μετήλλαξεν, Ὀλυβρίου καὶ Προβιανοῦ τῶν ἀδελφῶν ὑπατευόντων.

περὶ τῶν διαδόχων τοῦ μεγάλου Θεοδοσίου: καὶ ὡς ἀνῃρέθη Ῥουφῖνος ὁ ὕπαρχος. Καὶ περὶ τῶν ἀρχιερέων τῶν μεγάλων πόλεων, καὶ τῆς διαφορᾶς τῶν αἱρετικῶν, καὶ περὶ Σισινίου τοῦ Ναυατιανῶν ἐπισκόπου διήγησις.

ὯΔΕ μὲν ἐς τὰ μάλιστα τὴν ἐκκλησίαν αὐξήσας, ἐτελεύτησε Θεοδόσιος, ἀμφὶ τὰ ἑξήκοντα ἔτη γεγονώς: ἐκ τούτων δὲ, δέκα καὶ ἓξ ἐβασίλευσε. Καὶ διαδόχους κατέλιπε τῆς ἀρχῆς, Ἀρκάδιον μὲν τὸν πρεσβύτερον τῶν υἱέων, τῶν πρὸς ἕω ἐθνῶν: Ὁνώριον δὲ τῶν πρὸς ἑσπέραν: ἄμφω δὲ ὁμόφρονες τῷ πατρὶ περὶ τὴν θρησκείαν ἐγενέσθην. Ἡγεῖτο δὲ τότε τῆς Ῥωμαίων ἐκκλησίας μετὰ Δάμασον Σιρίκιος: τῆς δὲ ἐν Κωνσταντινουπόλει Νεκτάριος: Θεόφιλος δὲ τῆς ἐν Ἀλεξανδρείᾳ: καὶ Φλαβιανὸς τῆς Ἀντιοχέων:

καὶ Ἰωάννης τῆς Ἱεροσολύμων. Ἐν τούτῳ δὲ Οὗννοι βάρβαροι Ἀρμενίας καὶ τῆς πρὸς ἕω ἀρχομένης μέρη τινὰ κατέδραμον. Ἐλέγετο δὲ ὡς λάθρα τούτους ἐπηγάγετο ἐπὶ ταραχῇ τῆς βασιλείας Ῥουφῖνος, ὁ τῆς ἀνατολῆς ὕπαρχος, ὕποπτος ὢν καὶ ἄλλως, ὡς τυραννεῖν βούλεται.

Ἀλλ̓ ὁ μὲν ἐπὶ τοιαύτῃ αἰτίᾳ οὐκ εἰς μακρὰν ἀνῃρέθη. Ἅμα γὰρ ἐκ τῆς κατὰ Εὐγενίου μάχης ἐπανῆλθεν ἡ στρατιὰ, καὶ ὁ βασιλεὺς, ὡς ἔθος, πρὸ τῆς Κωνσταντινουπόλεως ὑπήντετο, μηδὲν μελλήσαντες οἱ στρατιῶται τὸν Ῥουφῖνον ἀπέκτειναν.

Ἐγίνετο δὲ καὶ ταῦτα πρόφασις ἔτι μᾶλλον ἐπιδιδόναι τὴν θρησκείαν. Οἵ τε γὰρ κρατοῦντες ὑπὸ εὐσεβείας ἡγοῦτο τῷ οἰκείῳ πατρὶ τὰς κατὰ τῶν τυράννων κατορθοῦσθαι νίκας, καὶ Ῥουφῖνον ἐπίβουλον ὄντα τῆς αὐτῶν ἀρχῆς, ἐκποδὼν οὕτως ἀκονιτὶ γεγενῆσθαι.

Καὶ διὰ τοῦτο τὰ δεδογμένα τοῖς πρὶν βασιλεῦσιν ὑπὲρ τῶν ἐκκλησιῶν, προθυμότερον βέβαια ἐφυλάττοντο, καὶ δωρεὰς ἰδίας προσετίθεσαν. Οἵ τε ὑπήκοοι πρὸς τούτους βλέποντες, Ἕλληνες μὲν, ῥᾳδίως εἰς Χριστιανισμὸν μετέβαλον: αἱρετικοὶ δὲ τῇ καθόλου ἐκκλησίᾳ προσεχώρουν.

Οἱ δὲ ἀπὸ τῆς Ἀρείου καὶ Εὐνομίου αἱρέσεως, καὶ ὅτι πρὸς σφᾶς ἐδιχονόουν διὰ τὰς πρόσθεν εἰρημένας αἰτίας, ἑκάστοτε ἐμειοῦντο. Πολλοὶ γὰρ ἐκ τῆς πρὸς ἀλλήλους ἐναντιότητος, οὐκ ὀρθῶς αὐτοὺς περὶ Θεοῦ δοξάζειν ἐνόμιζον, καὶ πρὸς τοὺς ὁμοδόξους τοῖς κρατοῦσι μετετίθεντο.

Τοὺς δὲ ἐν Κωνσταντινουπόλει τὰ Μακεδονίου φρονοῦντας, ἔβλαπτε κατ̓ ἐκεῖνο καιροῦ μὴ ἔχειν ἐπίσκοπον. Ἀφ̓ οὗ γὰρ ἐπὶ τῆς Κωνσταντίου βασιλείας παρὰ Εὐδόξίου καὶ τῶν ἀμφ̓ αὐτὸν τὰς ἐκκλησίας ἀφῃρέθησαν, ὑπὸ μόνοις πρεσβυτέροις μέχρι τῆς ἐχομένης βασιλείας διεγένοντο.

Ναυατιανοὶ δὲ, εἰ καί τινας τούτων ἐτάραττεν ἡ περὶ τοῦ Πάσχα ζήτησις, ἣν Σαββάτιος ἐνεωτέρισεν, ἀλλ̓ οὖν οἱ πλείους ἐπὶ τῆς αὐτῶν ἐκκλησίας ἠρέμουν. Οὔτε γὰρ τοῖς αὐτοῖς ἐπιτιμίοις ἢ νόμοις, ὁμοίως ταῖς ἄλλαις αἱρέσεσιν ἔνοχοι ἦσαν, ὡς ὁμοούσιον Τριάδα δοξάζοντες. Καὶ τότε βεβαιότερον τῇ ἀρετῇ τῶν ἡγουμένων συνίσταντο πρὸς ὁμόνοιαν.

Μετὰ γὰρ τὴν Ἀγελίου προστασίαν, τῆς Μαρκιανοῦ ἀνδρὸς ἀγαθοῦ τετυχήκασι. Καὶ τούτου δὲ ἔναγχος κατὰ τὸν παρόντα χρόνον τελευτήσαντος, διεδέξατο τὴν αὐτοῦ ἐπισκοπὴν Σισίνιος, ἀνὴρ ἐλλόγιμος ὅτι μάλιστα, καὶ φιλοσόφων δογμάτων καὶ τῶν ἱερῶν λόγων ἐπιστήμων, καὶ πρὸς διαλέξεις ἕτοιμος: ὡς καὶ Εὐνόμιον ἐπὶ ταύταις εὐδοκιμοῦντα, καὶ τοῦτο ἔργον ποιούμενον, πολλάκις παραιτήσασθαι τοὺς πρὸς αὐτὸν διαλόγους.

Ἐγένετο δὲ σώφρων τὸν βίον, ὡς κρείττων εἶναι διαβολῆς: περὶ δὲ τὴν δίαιταν ἁβρὸς καὶ ποικίλος: ὡς τοὺς ἀγνοοῦντας ἀπιστεῖν, εἰ σωφρονεῖν δύναιτο, τοσοῦτον τρυφῶν.

Τὸ δὲ ἦθος ἦν χαρίεις καὶ ἡδὺς ἐν ταῖς συνουσίαις: καὶ διὰ ταῦτα καὶ τοῖς ἐπισκόποις τῆς καθόλου ἐκκλησίας, καὶ τοῖς ἐν ἀρχαῖς καὶ λόγοις καταθύμοις ἦν.

Σκώπτειν τε σὺν χάριτι, καὶ σκωμμάτων ἀνέχεσθαι, καὶ ἑκάτερον ἀπεχθείας ἐκτὸς ὑπομένειν, κομψῶς τε σὺν τάχει πρὸς τὰς ἐρωτήσεις ὑπαντᾷν, εὖ μάλα ἐπιτηδείως ἔχων. Ἐρωτηθεὶς οὖν ὅτου ἕνεκα δεύτερον λούοιτο τῆς ἡμέρας, ἐπίσκοπος ὤν: Ὅτι μὴ τρίτον, ἔφη, φθάνω.

Ἐπεὶ δὲ λευκῇ ἐσθῆτι διετέλει χρώμενος, ἐπέσκωψέ τις αὐτῷ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας: ὁ δὲ πρὸς αὐτὸν, Οὐκοῦν εἰπὲ, ποῦ εἴρηται ἐσθῆτα μέλαιναν χρῆναι ἀμφιέννυσθαι; τοῦ δὲ ἀπορήσαντος, ὑπολαβὼν ἔφη: Σὺ μὲν τοῦτο οὐκ ἂν ἐπιδεῖξαι δυνήσῃ: ἐμοὶ δὲ καὶ Σολομῶν ὁ σοφώτατος, ἔστωσαν σοῦ τὰ ἱμάτια ἀεὶ λευκὰ, παραινεῖ λέγων: καὶ αὐτὸς ὁ Χριστὸς λευχείμων ἐν τοῖς εὐαγγελίοις φαινόμενος, Μωσῆν τε καὶ Ἡλίαν τοιούτους τοῖς ἀποστόλοις ἐπιδεικνύς.

Οὐ μὴν ἀλλὰ κἀκεῖνο τῶν εἰρημένων Σισινίῳ χάριεν οἶμαι. Ἐνεδήμει μὲν τῇ Κωνσταντινουπόλει Λεόντιος, ὁ παρὰ Γαλάταις τῆς Ἀγκύρας ἐπίσκοπος: ἐκκλησίαν δὲ τῶν ἐκεῖσε Ναυατιανῶν ἀφῃρημένος, ἧκε πρὸς αὐτὸν ἀπολαβεῖν ταύτην δεόμενος.

Ἐπεὶ δὲ οὐκ ἀπεδίδου, ἐλοιδόρει δὲ τοὺς Ναυατιανοὺς ὡς οὐκ ἀξίους ἐκκλησιάζειν, μετάνοιαν καὶ τὴν ἐκ Θεοῦ φιλανθρωπίαν ἀναιρεῖν αὐτοὺς λέγων. Ἀλλὰ μὴν, ἔφη Σισίνιος, οὐδεὶς οὕτως ὡς ἐγὼ μετανοεῖ. Ἐρομένου δὲ Λεοντίου τίνα τρόπον: Ὅτι σὲ τεθέαμαι,

ἀπεκρίνατο. Καὶ ἕτερα δὲ πολλὰ αὐτοῦ εὐστόχως εἰρημένα ἀπομνημονεύουσιν. Οὐκ ἀκόμψους τε πολλοὺς αὐτοῦ λόγους φασὶ φέρεσθαι. Ἐπῃνεῖτο δὲ μᾶλλον λέγων, ὡς ἄριστα ὑποκρινόμενος, φωνῇ τε καὶ βλέμματι, καὶ χαριεστάτῳ προσώπῳ τὸν ἀκροατὴν ἑλεῖν ἱκανός. Ἀλλὰ οἷος μὲν ἦν οὗτος ὁ ἀνὴρ, τάδε εἰρήσθω, εἰς ἀπόδειξιν ἧς ἔλαχε φύσεως, ἀγωγῆς τε καὶ βίου.

Περὶ ἀγωγῆς καὶ διαίτης, καὶ πολιτείας καὶ σοφίας, καὶ εἰς τὸν θρόνον παρόδου τοῦ μεγάλου Ἰωάννου τοῦ Χρυσοστόμου: καὶ ὡς ἐμποδὼν αὐτῷ καθίσταται Θεόφιλος ὁ Ἀλεξανδρείας.

Περὶ δὲ τοῦτον τὸν χρόνον Νεκταρίου τελευτήσαντος, καὶ βουλῆς οὔσης τίνα δέοι χειροτονεῖν, ἄλλοι μὲν ἄλλους ἐψηφίζοντο, καὶ οὐ τὰ αὐτὰ πᾶσιν ἐδόκει:

καὶ ὁ χρόνος ἐτρίβετο. Ἦν δέ τις ἐν Ἀντιοχείᾳ τῇ παῤ Ὀρόντῃ πρεσβύτερος, ᾧ ὄνομα Ἰωάννης, γένος τῶν εὐπατριδῶν: ἀγαθὸς τὸν βίον, λέγειν τε καὶ πείθειν δεινὸς, καὶ τοὺς κατ̓ αὐτὸν ὑπερβάλλων ῥήτορας, ὡς καὶ Λιβάνιος ὁ Σύρος σοφιστὴς ἐμαρτύρησεν: ἡνίκα γὰρ ἔμελλε τελευτᾷν, πυνθανομένων τῶν ἐπιτηδείων τίς ἀντ̓ αὐτοῦ ἔσται,

λέγεται Ἰωάννην εἰπεῖν, εἰ μὴ Χριστιανοὶ τοῦτον ἐσύλησαν. Πλείστους δὲ τῶν αὐτοῦ ἀκουόντων ἐπ̓ ἐκκλησίας, εἰς ἀρετὴν ὠφέλησε, καὶ ὁμόφρονας αὐτῷ περὶ τὸ θεῖον ἐποίησε. Θείως γὰρ πολιτευόμενος, τὸν ἐκ τῆς οἰκείας ἀρετῆς ἐνετίθει ζῆλον τοῖς ἀκροαταῖς: καὶ ἐπὶ τοῦτο ῥᾳδίως ὡς οὐ τέχνῃ τινὶ καὶ δυνάμει λόγου βιάζεται παραπλήσια δοξάζειν αὐτῷ: ἀλλ̓ ὡς ἔχει ἀληθείς, εἰλικρινῶς τὰς ἱερὰς ἐξηγεῖτο βίβλους.

Λόγος γὰρ ὑπὸ τῶν ἔργων κοσμούμενος, πίστεως ἄξιος εἰκότως φαίνεται: ἄνευ δὲ τούτων, εἴρωνα καὶ τῶν ἰδίων λόγων κατήγορον ἀποφαίνει τὸν λέγοντα: κἂν σπουδάζῃ διδάσκων. Τῷ δὲ κατ̓ ἀμφότερα εὐδοκιμεῖν προσῆν: ἀγωγῇ μὲν γὰρ βίου σώφρονι, καὶ πολιτείᾳ ἀκριβεῖ ἐχρῆτο:

φράσει δὲ λόγου σαφεῖ μετὰ λαμπρότητος: φύσεώς τε γὰρ εὖ ἔσχε. Διδασκάλους δὲ, τῆς μὲν περὶ τοὺς ῥήτορας ἀσκήσεως, Λιβάνιον: Ἀνδραγάθιον δὲ, τῶν περὶ φιλοσοφίας λόγων. Προσδοκηθεὶς δὲ δίκας ἀγορεύειν, καὶ τοῦτον μετιέναι τὸν βίον,

ἐγνώκει τὰς ἱερὰς ἀσκεῖσθαι βίβλους, καὶ κατὰ θεσμὸν τῆς ἐκκλησίας φιλοσοφεῖν. Ταύτης δὲ τῆς φιλοσοφίας διδασκάλους ἔσχε, τοὺς τότε προεστῶτας τῶν τῇδε περιφανῶν ἀσκητηρίων, Καρτέριόν τε, καὶ Διόδωρον, τὸν ἡγησάμενον τῆς ἐν Ταρσῶ ἐκκλησίας: ὃν ἐπυθόμην ἰδίων συγγραμμάτων πολλὰς καταλιπεῖν βίβλους: περὶ δὲ τὸ ῥητὸν τῶν ἱερῶν λόγων τὰς ἐξηγήσεις ποιήσασθαι, τὰς θεωρίας ἀποφεύγοντα.

Οὐ μόνος δὲ παρὰ τούτοις ἐφοίτα, ἔπεισε δὲ τῆς αὐτῆς γνώμης εἶναι ἑταίρους αὐτοῦ γενομένους ἐκ τῆς Λιβανίου διατριβῆς, Θεόδωρόν τινα καὶ Μάξιμον: ὧν ὁ μὲν, ὕστερον ἐπίσκοπος ἐγένετο Σελευκείας τῆς Ἰσαύρων:

Μομψουεστίας δὲ τῆς Κιλίκων Θεόδωρος, ἀνὴρ καὶ τῶν ἱερῶν βίβλων, καὶ τῆς ἄλλης παιδείας ῥητόρων τε καὶ φιλοσόφων ἱκανὸς ἐπιστήμων.

Ἀλλ̓ οὗτος μὲν ἡνίκα τὴν ἀρχὴν ἐνέτυχε τοῖς θείοις νόμοις, καὶ ἱεροῖς ἀνδράσιν ὡμίλησεν, ἐπῄνεσε ταύτην τὴν ἀγωγὴν, καὶ κατέγνω τῶν ἀστικῶν: οὐ διήρκεσε δὲ τὴν αὐτὴν προθυμίαν ἔχων: μεταμεληθεὶς δὲ, πρὸς τὸν πρότερον βίον εἵλκετο.

Οἷα δὲ εἰκὸς, ἐναντίοις λόγοις κοσμήσας τὸ σπουδαζόμενον ἐκ παλαιῶν ὑποδειγμάτων, ἦν γὰρ πολυΐστωρ, εἰς τὴν πόλιν ἐπανῆλθεν: ἄμεινον, ὡς ἐνόμισε, τοῦτο κρίνας οὗπερ ἐπεθύμει τυχεῖν. Μαθὼν δὲ Ἰωάννης ἐν πράγμασιν αὐτὸν εἶναι, καὶ περὶ γάμον σπουδάζειν, θειοτέραν ἢ κατὰ νοῦν ἀνθρώπου φράσει καὶ νοήμασι συντάξας ἐπιστολὴν,

πρὸς αὐτὸν διεπέμψατο. Ὁ δὲ ταύτῃ ἐντυχὼν, μετεμελήθη: αὖθίς τε τὴν οὐσίαν καταλιπὼν, ἀπειπών τε τῷ γάμῳ, ταῖς Ἰωάννου συμβουλαῖς ἐσώζετο, καὶ πρὸς τὸν φιλόσοφον ἐπανῄει βίον. Ὥστε μοὶ δοκεῖ κἀκ τούτου ῥᾴδιον εἶναι συμβαλεῖν, ὡς δεινή τις ἐπήνθει πειθὼ τοῖς Ἰωάννου λόγοις. Ἐκράτει γὰρ ταύτῃ καὶ τῶν ὁμοίως λέγειν καὶ πείθειν δυναμένων.

Ἐντεῦθεν καὶ τὸ πλῆθος ᾕρει, καὶ μάλιστα καθὸ πολὺς ἦν διελέγχων τοὺς ἁμαρτάνοντας, καὶ ἐπὶ ἐκκλησίας, καὶ πρὸς τοὺς ἀδικοῦντας, ὡς αὐτὸς ἠδικημένος, σὺν παρρησίᾳ ἀγανακτῶν. Τοῦτο δὲ τοῖς μὲν πολλοῖς εἰκότως χάριεν ἐτύγχανε: λυπηρὸν δὲ τοῖς πλουσίοις καὶ δυναμένοις,

παῤ οἷς τὰ πολλὰ τῶν ἁμαρτημάτων ἐστίν. Ἐπίσημος οὖν τοῖς μὲν εἰδόσι, τῇ πείρᾳ, τοῖς δὲ ἀγνοοῦσι, τῇ φήμῃ, ἔκ τε τῶν λόγων καὶ τῶν ἔργων γενόμενος ἀνὰ πᾶσαν τὴν Ῥωμαίων ὑπήκοον, ἔδοξε Κωνσταντινουπόλει ἐπιτήδειος εἶναι τῆς ἐκκλησίας ἐπισκοπεῖν.

Ψηφισαμένων δὲ τοῦτο τοῦ λαοῦ καὶ τοῦ κλήρου, καὶ ὁ βασιλεὺς συνῄνει, καὶ τοὺς ἄξοντας αὐτὸν πέπομφε. Συνεκάλει δὲ καὶ σύνοδον, καὶ τούτῳ σεμνοτέραν τὴν χειροτονίαν δεικνύς.

Οὐκ εἰς μακρὰν δὲ τὰ βασιλέως γράμματα δεξάμενος Ἀστέριος ὁ τῆς ἕω ἡγούμενος, ἐδήλωσεν Ἰωάννῃ παραγενέσθαι πρὸς αὐτὸν, ὡς περί του δεησόμενος: ἐλθόντα δὲ, αὐτίκα εἰς ὄχημα σὺν αὐτῷ ἀνεβίβασε, καὶ σπουδῇ ἐλάσας ἧκεν εἰς Πάγρας,

σταθμὸν οὕτω καλούμενον. Ἐνταῦθα δὲ παραδοὺς αὐτὸν τοῖς ἐκ βασιλέως ἀποσταλεῖσιν, ἀνέστρεψεν. Ἔδοξε δὲ τὰ περὶ τούτου καλῶς διῳκηκέναι, πρὶν Ἀντιοχέας μαθεῖν, χαλεπούς τε περὶ στάσεις, καὶ δήλους ὄντας, ὡς οὔ ποτε ἂν ἑκόντες Ἰωάννου ἀπηλλάγησαν, πρὶν παθεῖν τι ἢ δρᾶσαι.

Ὡς δὲ εἰς Κωνσταντινούπολιν ἀφίκετο, καὶ οἱ κληθέντες ἱερεῖς συνεληλύθεισαν, ἐμποδὼν ἐγένετο τῇ χειροτονίᾳ Θεόφιλος, Ἰσιδώρῳ σπουδάζων: ὃς πρεσβύτερος ἦν τότε τῶν ὑπ̓ αὐτὸν, ἐπίτροπος δὲ τῶν ἐν Ἀλεξανδρείᾳ ξένων καὶ πτωχῶν: ἐκ νέου δὲ ἀνὰ τὴν Σκῆτιν ἄριστα ἐφιλοσόφησεν, ὡς παῤ ἀνδρῶν αὐτῷ συγγενομένων ἐπυθόμην.

Οἱ δὲ φασὶ Θεοφίλῳ τοῦτον γενέσθαι φίλον, ὡς κοινωνὸν καὶ συνίστορα πράγματος ἐπικινδύνου γενόμενον. Λέγουσι γὰρ ὡς ἡνίκα ὁ πρὸς Μάξιμον συνίστατο πόλεμος, δῶρα δοὺς αὐτῷ Θεόφιλος, καὶ γράμματα πρὸς τὸν βασιλέα καὶ τὸν τύραννον, ἐνετείλατο καταλαβεῖν τὴν Ῥώμην, καὶ περιμεῖναι τῆς μάχης τὴν ἀπόβασιν, καὶ τῷ νικήσαντι διδόναι μετὰ τῶν γραμμάτων τὰ δῶρα.

Τὸν δὲ, τάδε ποιήσαντα μὴ διαλαθεῖν, δείσαντά τε, φυγάδα εἰς Ἀλεξάνδρειαν ἐπανελθεῖν: ἐξ ἐκείνου δὲ Θεόφιλον τῶν αὐτῷ πιστοτάτων τὸν ἄνδρα ποιησάμενον, εἰς καιρὸν νομίσαι τῶν ὑπὲρ αὐτοῦ κινδύνων ἀποδοῦναι τὴν ἀμοιβὴν,

εἰ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον αὐτὸν καταστήσειεν. Ἀλλ̓ εἴτε ἐντεῦθεν, εἴτε ὡς ἄνδρα ἀγαθὸν χειροτονεῖν τοῦτον ἠβούλετο Θεόφιλος, τελευταῖον συνῄνεσε τοῖς ἐπὶ Ἰωάννῃ δεδογμένοις: ἀτεχνῶς ταύτῃ τῇ χειροτονίᾳ σπουδάζοντα δείσας Εὐτρόπιον, τὸν τότε προεστῶτα τοῦ βασιλέως οἴκου: ὃν φασὶν ἄντικρυς αὐτῷ ἀπειλῆσαι, ἢ ταυτὰ τοῖς ἄλλοις ἱερεῦσι συμψηφίσασθαι, ἢ τοῖς ἐγκαλεῖν βουλομένοις ἀπολογήσασθαι. Ἔτυχον γὰρ αὐτὸν πολλοὶ τότε παρὰ τῇ συνόδῳ γραψάμενοι.

Ὡς ἐπελθὼν Ἰωάννης ἐπὶ τὴν ἐπισκοπὴν, σφοδρότερον ἥπτετο τῶν πραγμάτων, καὶ τὰς ἁπανταχοῦ ἐκκλησίας ἐπηνώρθου: καὶ ὡς τὸ κατὰ τὸν Φλαβιανὸν πταῖσμα διαπρεσβευσάμενος εἰς Ῥώμην διέλυσε.

Ὁ δὲ Ἰωάννης ἐπὶ τῆς ἐπισκοπῆς γενόμενος, πρότερον διορθοῦσθαι τοὺς βίους τῶν ὑπ̓ αὐτὸν κληρικῶν ἐσπούδαζε: προόδους τε αὐτῶν καὶ δίαιταν καὶ τὴν ἄλλην ἀγωγὴν πολυπραγμονῶν, ἤλεγχέ τε καὶ ἐπέστρεφε: τοὺς δὲ καὶ τῆς ἐκκλησίας ἐξεοῦτο: ἐλεγκτικὸς γὰρ ὢν φύσει, καὶ κατὰ τῶν ἀδικούντων ἐν δίκῃ ἀγανακτῶν, ἔτι μᾶλλον ἐν τῇ ἐπισκοπῇ ἐπέδωκε τούτοις τοῖς παθήμασιν.

Ἡ γὰρ φύσις ἐξουσίας ἐπιλαβομένη, ῥᾳδίως πρὸς ἔλεγχον ἐξῆγε τὴν γλῶσσαν, καὶ τὴν ὀργὴν ἑτοιμότερον κατὰ τῶν ἁμαρτανόντων ἐκίνει. Οὐ μόνον δὲ τὴν ὑπ̓ αὐτὸν ἐκκλησίαν, ἀλλ̓ ὡς ἀγαθὸς καὶ μεγαλόφρων, καὶ τὰς ἁπανταχοῦ ἐπανορθοῦν ἐσπούδαζεν.

Αὐτίκα γοῦν ἐπὶ τὴν ἐπισκοπὴν παρελθὼν, ἔτι τῶν ἀνὰ τὴν Αἴγυπτον καὶ δύσιν ἱερέων πρὸς τοὺς ἐν τῇ ἕῳ διὰ Παυλῖνον διαφερομένων, καὶ κοινῆς τινὸς ἀμιξίας διὰ τοῦτο τὰς ἀνὰ πᾶν τὸ ὑπήκοον ἐκκλησίας κατεχούσης, ἐδεήθη Θεοφίλου συμπρᾶξαι αὐτῷ, καὶ καταλλάξαι Φλαβιανῷ τὸν Ῥωμαίων ἐπίσκοπον: ὧδε δὲ δόξαν, αἱροῦνται ἐπὶ τοῦτο Ἀκάκιος ὁ Βεροίας ἐπίσκοπος, καὶ Ἰσίδωρος, δἰ ὃν Θεόφιλος ἐναντίος ἐγένετο τῇ αὐτοῦ χειροτονίᾳ.

Καὶ παραγενόμενοι εἰς Ῥώμην, ἐπειδὴ κατὰ γνώμην αὐτοῖς ἡ πρεσβεία ἀπέβη, κατέπλευσαν εἰς Αἴγυπτον: ἐντεῦθεν εἰς Συρίαν ἧκεν Ἀκάκιος, Αἰγυπτίων καὶ τῶν πρὸς δύσιν ἱερέων εἰρηναῖα γράμματα τοῖς ἀμφὶ Φλαβιανὸν φέρων. Καὶ αἱ μὲν ἐκκλησίαι ὀψέ ποτε ταύτης τῆς διχονοίας ὧδε ἀπαλλαγεῖσαι,

τὴν πρὸς ἀλλήλας κοινωνίαν ἀπέλαβον. Τὸ δὲ πλῆθος τῶν ἐν Ἀντιοχείᾳ καλουμένων Εὐσταθιανῶν, ἄχρι τινὸς διέμεινεν ἐφ̓ ἑαυτὸ συναγόμενον, καὶ ἐπισκόπου ἐκτός. Ὀλίγον γὰρ χρόνον ἐπιβιώσας, ὡς ἔγνωμεν, ἐτελεύτησεν Εὐάγριος ὁ Παυλῖνον διαδεξάμενος: κατὰ τοῦτο γὰρ, οἶμαι, εὐμαρεῖς ἐγένοντο τοῖς ἐπισκόποις αἱ διαλλαγαὶ, μηδενὸς ἐναντίου ὄντος: ὁ δὲ λαὸς, οἷα δῆμος φιλεῖ, κατ̓ ὀλίγους ἀεὶ προστιθέμενοι τοῖς ὑπὸ Φλαβιανὸν ἐκκλησιάζουσιν, οἱ πλείους τῷ χρόνῳ ἡνώθησαν.

Τὰ κατὰ τὸν βάρβαρον Γότθον Γαϊνᾶν, καὶ τῶν ὑπ̓ αὐτοῦ πραχθέντων δεινῶν.

Ἐν τούτῳ δὲ Γαϊνᾶς ἀνὴρ βάρβαρος, αὐτομολήσας Ῥωμαίοις, ἐξ εὐτελοῦς στρατιώτου παραλόγως εἰς τὴν τῶν στρατηγῶν παρελθὼν τάξιν, ἐπεχείρησε τὴν Ῥωμαίων ἀρχὴν ὑφ̓ ἑαυτὸν ποιεῖν. Ταῦτα δὲ βουλευόμενος, τοὺς ὁμοφύλους αὐτοῦ Γότθους ἐκ τῶν ἰδίων νόμων εἰς Ῥωμαίους μετεπέμψατο, καὶ τοὺς ἐπιτηδείους συνταγματάρχας καὶ χιλιάρχους κατέστησε.

Τιρβιγγίλου δὲ νεωτερίσαντος, ὃς αὐτῷ γένει προσήκων πολυανθρώπου τάγματος ἡγεῖτο τῶν ἐν Φρυγίᾳ στρατιωτῶν, τοῖς μὲν εὖ φρονοῦσι δῆλος ἦν ταῦτα κατασκευάσας: ἀγανακτεῖν δὲ προσποιούμενος πορθουμένων τῶν τῇδε πόλεων, ἐπετράπη ταύταις βοηθεῖν.

Ἐπεὶ δὲ εἰς τὴν Φρυγίαν ἀφίκετο, πλῆθος ἔχων βαρβάρων ὡς εἰς πόλεμον ἀφιγμένος, εἰς τὸ φανερὸν ἐξῆγε τὴν γνώμην, ἣν πρότερον ἔκρυπτε: καὶ πόλεις ἃς ἐτάχθη φυλάττειν, ἐδῄου: ταῖς δὲ ἐπιθήσεσθαι ἔμελλε: παραγενόμενος δὲ εἰς Βιθυνίαν, ἐν τοῖς Χαλκηδόνος ὅροις ἐστρατοπεδεύετο,

καὶ πόλεμον ἠπείλει. Ἐν κινδύνῳ δὲ τῶν πραγμάτων ὄντων, καὶ μάλιστα τῶν ἐν Ἀσίᾳ καὶ ἕῳ πόλεων, ὅσαι τε μεταξὺ τούτων καὶ περὶ τὸν Εὔξεινον πόντον οἰκοῦνται, λογισάμενος ὁ βασιλεὺς σὺν τοῖς ἀμφ̓ αὐτὸν ὡς οὐκ ἀσφαλὲς ἀπαρασκεύους ὄντας εἰς κίνδυνον καθίστασθαι πρὸς ἄνδρας ἤδη τὸ ζῆν ἀπειρηκότας, πέμψας πρὸς Γαϊνᾶν, ἐπήγγειλεν αἰτεῖν ὅ, τι βούλεται: εἶναι γὰρ ἕτοιμος ἐν πᾶσιν αὐτῷ γενέσθαι κεχαρισμένος.

Ὁ δὲ, Σατορνῖνον καὶ Αὐρηλιανὸν ὑπατικοὺς ἄνδρας, ὑπονοῶν ἐναντία φρονεῖν αὐτῷ, ἐξῄτησε: λαβὼν δὲ, ἐφείσατο: καὶ εἰς ταυτὸν τῷ βασιλεῖ συνδραμὼν, εἰς τὸν πρὸ τῆς Χαλκηδόνος εὐκτήριον οἶκον, ἐν ᾧ Εὐφημίας τῆς μάρτυρος ἐστὶν ὁ τάφος, ὅρκους τε λαβὼν καὶ δοὺς περὶ εὐνοίας, ἀπέθετο τὰ ὅπλα, καὶ εἰς Κωνσταντινούπολιν ἐπεραιοῦτο, πεζῶν καὶ ἱππέων τὴν ἡγεμονίαν ἐκ βασιλέως ἔχων.

Παῤ ἀξίαν δὲ δόξας εὖ πράττειν, οὐκ ἤνεγκε σωφρόνως: ἀλλ̓ ἐπεὶ τὸ πρῶτον παράλογον κατὰ γνώμην αὐτῷ ἀπέβη, καὶ τὴν καθόλου ἐκκλησίαν θορυβεῖν ἐπεχείρησεν: ἦν μὲν γὰρ Χριστιανὸς, τῆς τῶν βαρβάρων αἱρέσεως,

οἳ τὰ Ἀρείου φρονοῦσιν. Ἀναπεισθεὶς δὲ παρὰ τῶν ταύτης προεστώτων, ἢ αὐτὸς φιλοτιμούμενος, ᾔτησε τὸν βασιλέα μίαν τῶν ἐν τῇ πόλει ἐκκλησιῶν τοὺς ὁμοδόξους αὐτῷ ἔχειν: μηδὲ γὰρ εἶναι δίκαιον, καὶ ἄλλως ἀπρεπὲς ἐμέμφετο, Ῥωμαίων ὄντα ἑαυτὸν στρατηγὸν, ἔξω τειχῶν παραγενόμενον εὔχεσθαι.

Μαθὼν δὲ τάδε Ἰωάννης, οὐκ ἐφησύχασε. Παραλαβὼν δὲ τοὺς ἐπισκόπους οἵπερ ἔτυχον ἐνδημοῦντες τῇ πόλει, ἧκεν εἰς τὰ βασίλεια. Καὶ τοῦ βασιλέως ἐπακούοντος, αὐτοῦ τε Γαϊνᾶ παρόντος, πολὺν κατέχεε λόγον, πατρίδα τε καὶ φυγὴν ὀνειδίζων, καὶ ὡς τῷ βασιλέως πατρὶ τότε σωθεὶς ὤμοσεν, ἦ μὴν Ῥωμαίοις εὐνοεῖν, αὐτῷ τε καὶ τοῖς αὐτοῦ παισὶ,

καὶ νόμοις, οὓς ἀκύρους ἐπεχείρει ποιεῖν. Καὶ τάδε λέγων, ἐδείκνυ τὸν νόμον ὃν Θεοδόσιος ἔθετο, τοὺς ἑτεροδόξους εἵργων ἔνδον τειχῶν ἐκκλησιάζειν. Ἐκ τούτου δὲ πρὸς τὸν βασιλέα τρέψας τὸν λόγον, ἔπεισε τὸν τεθέντα νόμον κατὰ τῶν ἄλλων αἱρέσεων κύριον φυλάττειν: ἄμεινον εἶναι συμβουλεύων τῆς βασιλείας παραχωρεῖν, ἢ προδότην οἴκου Θεοῦ γενόμενον ἀσεβεῖν.

Καὶ ὁ μὲν ἀνδρείως ὧδε παρρησιασάμενος, οὐδὲν συνεχώρησε νεωτερισθῆναι περὶ τὰς ὑπ̓ αὐτὸν ἐκκλησίας. Ὁ δὲ Γαϊνᾶς ἐπιορκεῖν ἤδη διενοεῖτο, καὶ τὴν πόλιν πορθεῖν. Ἡνίκα δὴ ταύτην τὴν ἐπιβουλὴν προεμήνυσε κομίτης, ἐπὶ τῆς πόλεως φανεὶς μέγιστος, εἰς αὐτὴν σχεδὸν τὴν γῆν διήκων, καὶ οἷος πρότερον οὐ γεγενῆσθαι λέγεται.

Ἐπειρᾶτο δὲ πρότερον τοῖς ἀργυροπωλείοις ἐπιθέσθαι, χρημάτων πλῆθος συλλέγειν ἐντεῦθεν ἐλπίσας: φήμης δὲ γενομένης ὅτι τάδε βεβούλευται, καὶ τῶν ἀργυροπώλων τὸν πρόχειρον πλοῦτον ἀποκρυψαμένων, καὶ τῶν ἐπὶ τῶν τραπεζῶν ἄργυρον οὐκέτι συνήθως δημοσίᾳ προτιθέντων, ἐν νυκτὶ πλῆθος ἐπιπέμψας βαρβάρων, ἐνετείλατο τὰ βασίλεια ἐμπιπρᾷν.

Οἱ δὲ, ἄπρακτοι καὶ κατεπτηχότες ὑπέστρεφον. Ὡς γὰρ πλησίον ἐγένοντο, πλῆθος ὁπλιτῶν ἔδοξαν ὁρᾷν ἐν μεγάλοις σώμασιν: ὑπονοήσαντες δὲ νέηλυν εἶναι στρατιὰν, ἤγγειλαν τῷ Γαϊνᾷ.

Ὁ δὲ, ἠπίστατο γὰρ μὴ πλείους τῶν εἰωθότων τῇ πόλει ἐνδημεῖν στρατιώτας, οὐκ ἠξίου τοῖς λεγομένοις πιστεύειν. Ἐπεὶ δὲ καὶ τῆς ἐχομένης νυκτὸς ἀποσταλέντες ἕτεροι, ταυτὰ τοῖς πρότερον ἤγγειλαν, αὐτὸς ἐλθὼν, αὐτόπτης ἐγένετο τοῦ παραδόξου θεάματος.

Νομίσας τε αὐτοῦ χάριν συνεληλυθέναι τοὺς ἐκ τῶν ἄλλων πόλεων στρατιώτας, νύκτωρ μὲν φρουρεῖν τὴν πόλιν καὶ τὰ βασίλεια, ἐν ἡμέρᾳ δὲ λανθάνειν, σκήπτεται δαιμονᾷν: ὡς εὐξόμενός τε καταλαμβάνει τὴν ἐκκλησίαν, ἢν ἐπὶ τιμῇ Ἰωάννου τοῦ βαπτιστοῦ, ὁ τοῦ βασιλέως πατὴρ ᾠκοδόμησε πρὸς τῷ ἑβδόμῳ.

Τῶν δὲ βαρβάρων, οἱ μὲν, ἔνδον ἔμενον: οἱ δὲ, Γαϊνᾷ συνεξῄεσαν. Λάθρα δὲ συνεξῆγον ὅπλα ἐν γυναικείοις ὀχήμασι καὶ κεράμους βελῶν: ἐπεὶ δὲ ἐφωράθησαν, τοὺς φύλακας τῶν πυλῶν ἀναιροῦσι, πειραθέντας κωλύσαι τὴν τῶν ὅπλων ἐκκομιδήν. Ἐκ τούτου δὲ ταραχῆς καὶ θορύβου ἀνάπλεως ἡ πόλις

ἐγένετο, ὡς αὐτίκα ἁλωσομένη. Ἀγαθὴ δὲ γνώμη ἐκράτει πρὸς τὰ παρόντα δεινά. Ὁ γὰρ βασιλεὺς μηδὲν μελλήσας, τὸν μὲν Γαϊνᾶν πολέμιον ἀνεκήρυξε: τοὺς δὲ περιλειφθέντας ἐν τῇ πόλει βαρβάρους,

ἀναιρεθῆναι προσέταξεν. Ἐπιθέμενοι δὲ τούτοις οἱ στρατιῶται, ἀναιροῦσι τοὺς πλείστους: τὴν δὲ καλουμένην τῶν Γότθων ἐκκλησίαν ἐμπιπρῶσιν: ὡς εἰς συνήθη γὰρ εὐκτήριον οἶκον ἐνθάδε ἠθροισμένοι ἐτύγχανον, οἷς οὐκέτι φυγεῖν ἐξεγένετο, τῶν πυλῶν κεκλεισμένων.

Ταῦτα δὲ μαθὼν ὁ Γαϊνᾶς, διὰ Θρᾴκης ἐλάσας ἧκεν εἰς Χερρόνησον, καὶ τὸν Ἑλλήσποντον περαιοῦσθαι ἐσπούδαζε. Διενοεῖτο γὰρ ὡς εἰ τῆς ἀντιπέραν Ἀσίας κρατήσειε, ῥᾳδίως πάντα τὰ πρὸς ἕω τῆς ἀρχομένης ἔθνη ὑφ̓ ἑαυτὸν ποιήσει. Παῤ ἐλπίδας δὲ αὐτῷ καὶ τάδε ἀπήντα,

θείᾳ ῥοπῇ κἀνταῦθα Ῥωμαίων χρησαμένων. Παρῆν μὲν γὰρ στρατιὰ κατὰ γῆν καὶ θάλατταν, παρὰ βασιλέως ἀπεσταλμένη, ἧς ἡγεῖτο Φλαβίτας, ἀνὴρ βάρβαρος τὸ γένος, ἀγαθὸς δὲ τὸν τρόπον καὶ στρατηγικός. Οἱ δὲ βάρβαροι ναῦς μὴ ἔχοντες, ἐπὶ σχεδιῶν ἐπειρῶντο διεκπλεῖν τὸν Ἑλλήσποντον πρὸς τὴν ἀντικρὺ ἤπειρον. Ἐξαπίνης δὲ πολὺς ἐπιπνεύσας Ζέφυρος τὰς σχεδίας διέλυσε σὺν βίᾳ,

καὶ κατὰ τούτων τὰς Ῥωμαίων ναῦς ἤλαυνε. Τῶν δὲ βαρβάρων, οἱ πλείους μὲν, αὐτοῖς ἵπποις ὑποβρύχιοι ἐγένοντο: οἱ δὲ, ὑπὸ τῶν στρατιωτῶν ἀνῃρέθησαν. Ὁ δὲ Γαϊνᾶς ἅμα ὀλίγοις περισωθεὶς τότε, οὐ πολλῷ ὕστερον ἀνὰ τὴν Θρᾴκην ἀλώμενός τε καὶ φεύγων, ἑτέρᾳ στρατιᾷ περιέπεσε, καὶ σὺν τοῖς ἀμφ̓ αὐτὸν βαρβάροις ἀπώλετο. Τοῦτο τῶν Γαϊνᾶ τολμημάτων, καὶ τοῦ βίου τὸ τέλος.

Ὁ δὲ Φλαβίτας λαμπρὸς ἐν ταύτῃ τῇ μάχῃ γενόμενος, χειροτονεῖται ὕπατος. Ἐν δὲ τῷ τότε αὐτοῦ καὶ Βικεντίου ὑπατευόντων, τίκτεται τῷ βασιλεῖ παῖς, τῷ πάππῳ ὁμώνυμος. Ἀρχομένης δὲ τῆς ἑξῆς ὑπατείας, ἀναγορεύεται Σεβαστός.

Ὡς ὑπηγάγετο ὁ Ἰωάννης ταῖς διδασκαλίαις τὰ πλήθη: καὶ περὶ τῆς γυναικὸς Μακεδονιανῆς, δἰ ἣν ὁ ἄρτος εἰς λίθον μετεβλήθη.

Ἰωάννης δὲ ἄριστα τῆς Κωνσταντινουπόλεως ἐκκλησίας ἐπιτροπεύων, πολλοὺς μὲν ἐκ τῶν Ἑλλήνων, πολλοὺς δὲ ἐκ τῶν αἱρέσεων ἐπήγετο. Συνέρρει δὲ πρὸς αὐτὸν ἑκάστοτε πλῆθος, τῶν μὲν, ἐπ̓ ὠφελείᾳ ἀκουσομένων, τῶν δὲ, ἀπόπειραν ληψομένων. Ἅπαντάς τε ᾕρει, καὶ τὰ αὐτὰ δοξάζειν αὐτῷ περὶ τὸ θεῖον ἔπειθε.

Τοσοῦτον δὲ πρὸς αὐτὸν τὸ πλῆθος ἐκεχήνεσαν, καὶ τῶν αὐτοῦ λόγων κόρον οὐκ εἶχον, ὥστε, ἐπεὶ ὠστιζόμενοι καὶ περιθλίβοντες ἀλλήλους ἐκινδύνευον, ἕκαστος προσωτέρω ἰέναι βιαζόμενος ὅπως ἐγγὺς παρεστὼς ἀκριβέστερον αὐτοῦ λέγοντος ἀκούοι, μέσον ἑαυτὸν πᾶσι παρέχων, ἐπὶ τοῦ βήματος τῶν ἀναγνωστῶν καθεζόμενος ἐδίδασκεν.

Ἐν καιρῷ δέ μοι δοκεῖ, τὸ συμβὰν ἐπὶ αὐτοῦ θαῦμα συμπεριλαβεῖν τῇ γραφῇ. Ἀνήρ τις τῆς Μακεδονίου αἱρέσεως, τοιαύτῃ γυναικὶ συνῴκει: περιτυχὼν δὲ αὐτῷ διδάσκοντι ὅπως χρὴ περὶ Θεοῦ δοξάζειν, ἐπαινέτης ἦν τοῦ δόγματος, καὶ τὴν γυναῖκα ὁμοφρονεῖν αὐτῷ παρεκάλει. Ἐπεὶ δὲ τῇ πρὸ τούτου συνηθείᾳ, καὶ ταῖς ὁμιλίαις τῶν γνωρίμων γυναικῶν ἡττᾶτο, καὶ πολλάκις νουθετῶν ὁ ἀνὴρ οὐδὲν ἤνυεν, Εἰ μὴ, φησὶ, κοινωνήσεις μοι τῶν θείων, οὐδὲ τοῦ βίου κοινωνὸς ἔσῃ μοι τοῦ λοιποῦ.

Ἐνταῦθα δὲ ἡ γυνὴ συνθεμένη τοῦτο ποιεῖν, κοινοῦται τινὶ τῶν θεραπαινίδων ἣν ἡγεῖτο πιστὴν, καὶ παραλαμβάνει συνεργὸν ἐς ἀπάτην τοῦ ἀνδρός. Περὶ δὲ τὸν καιρὸν τῶν μυστηρίων: ἴσασι δὲ οἱ μεμυημένοι ὃ λέγω: ἡ μὲν, ὅπερ ἐδέξατο κατέχουσα, ὡς εὐξομένη ἐπέκυψε. Παρεστῶσα δὲ αὐτῇ ἡ θεράπαινα, λάθρα δέδωκεν ὃ μετὰ χεῖρας ἦλθε φέρουσα:

τὸ δὲ πρὸς τοῖς ὀδοῦσι λίθος ἐπήγνυτο. Περιδεὴς δὲ γενομένη ἡ γυνὴ μή τι πάθοι, θεῖον οὕτω πρᾶγμα ἐπ̓ αὐτῇ συμβὰν, δρομαία ἐπὶ τὸν ἐπίσκοπον ἐλθοῦσα, ἑαυτὴν κατεμήνυσε: καὶ τὸν λίθον ἐπέδειξεν, εἰκόνα φέροντα τοῦ δήγματος, ἀγνῶτα δὲ τὴν ὕλην, καὶ παράξενόν τι δεικνύντα χρῶμα: σὺν δάκρυσί τε συγγνώμην αἰτήσασα, ὁμοφρονοῦσα τῷ ἀνδρὶ συνῆν.

Ἀλλὰ τάδε μὲν εἴ τῳ μὴ πιθανὰ δοκεῖ, μάρτυς αὐτὸς ὁ λίθος, εἰσέτι νῦν ἐν τοῖς κειμηλίοις τῆς ἐκκλησίας Κωνσταντινουπόλεως φυλαττόμενος.

Περὶ τῶν ἐν Ἀσίᾳ καὶ Φρυγίᾳ πραχθέντων τῷ Ἰωάννῃ, καὶ περὶ Ἡρακλείδου τοῦ Ἐφέσου, καὶ τοῦ Νικομηδείας Γεροντίοὑ??ʼ.

Ὁ δὲ Ἰωάννης πυθόμενος ὑπὸ ἀναξίων τὰς ἐν Ἀσίᾳ καὶ πέριξ ἐκκλησίας ἐπιτροπεύεσθαι, καὶ τοὺς μὲν, λήμμασι καὶ δωροδοκίαις, τοὺς δὲ, χάριτι ὑπαγομένους τὰς ἱερωσύνας ἀπεμπωλεῖν, ἧκεν εἰς Ἔφεσον: καθελών τε δέκα καὶ τρεῖς ἐπισκόπους, τοὺς μὲν ἐν Λυκίᾳ καὶ Φρυγίᾳ, τοὺς δὲ ἐν αὐτῇ τῇ Ἀσίᾳ, ἑτέρους ἀντ̓ αὐτῶν κατέστησε.

Τῆς δὲ Ἐφεσίων ἐκκλησίας, ἔτυχε γὰρ ὁ τότε ἐνθάδε ἐπισκοπῶν τελευτήσας, Ἡρακλείδην ἄνδρα Κύπριον τὸ γένος, διάκονον τῶν ὑπ̓ αὐτὸν μοναχῶν τῶν ἐκ τῆς Σκήτεως, Εὐαγρίου τοῦ μοναχοῦ μαθητήν. Οὐ μὴν ἀλλὰ καὶ Γερόντιον ἐξεώσατο τῆς Νικομηδέων ἐκκλησίας.

Οὗτος γὰρ ὑπὸ Ἀμβροσίῳ τῷ ἐπισκόπῳ Μεδιολάνων διακονούμενος, οὐκ οἶδ̓ ὅ, τι παθὼν, ἀλλ̓ ἢ τερατευόμενος, ἢ δαιμονίου σπουδῇ καὶ φαντασίαις ὑπαχθεὶς, νύκτωρ ἔφη τισὶν Ὀνοσκελίδα συλλαβόμενος, ξυρίσαι τὴν κεφαλὴν καὶ μυλωνίῳ ἐμβαλεῖν: ὡς ἀνάξια δὲ τοῦ διακόνου Θεοῦ φθεγξάμενον,

ἐκέλευσεν Ἀμβρόσιος τέως καθ̓ ἑαυτὸν εἶναι, καὶ μεταμελείᾳ καθαίρεσθαι. Ὁ δὲ, ἰατρὸς ὢν ἄριστος, καὶ ἀοκνότατος λέγειν καὶ πείθειν, καὶ φίλους περιποιεῖν ἱκανὸς, ὡς ἐπεγγελῶν Ἀμβροσίῳ, ἧκεν εἰς Κωνσταντινούπολιν. Ἐν ὀλίγῳ τε χρόνῳ τινὰς τῶν ἐν τοῖς βασιλείοις δυναμένων ποιεῖται φίλους: καὶ μετ̓ οὐ πολὺ ἐπιτρέπεται τὴν Νικομηδέων ἐπισκοπήν.

Ἐχειροτόνησε δὲ αὐτὸν Ἑλλάδιος ὁ Καισαρέων Καππαδοκῶν ἐπίσκοπος, ἀμειβόμενος καθότι παιδὶ αὐτοῦ πρόξενος λαμπρᾶς στρατιᾶς ἐγένετο ἐν τοῖς βασιλείοις. Μαθὼν δὲ ταῦτα Ἀμβρόσιος, ἔγραψε Νεκταρίῳ τῷ προϊσταμένῳ τῆς ἐκκλησίας Κωνσταντινουπόλεως, ἀφελέσθαι Γεροντίου τὴν ἱερωσύνην, καὶ μὴ περιϊδεῖν αὐτὸν ὑβρισμένον, καὶ τὴν ἐκκλησιαστικὴν τάξιν.

Νεκταρίῳ δὲ, καὶ μάλα τοῦτο σπουδάσαντι, γέγονεν ἀνήνυτον, πανδημεὶ τῶν Νικομηδέων ἀνδρικῶς ἀνθισταμένων. Ὁ δὲ Ἰωάννης καθελὼν αὐτὸν, ἐχειροτόνησε Πανσόφιον: ὃς παιδαγωγὸς ἐγεγόνει τῆς τοῦ βασιλέως γαμετῆς: εὐλαβὴς δὲ, καὶ τὸ ἦθος μέτριός τε καὶ πρᾷος: οὐ μὴν Νικομηδεῦσι καταθύμιος.

Στασιάσαντες γοῦν πολλάκις, κοινῇ τε καὶ πρὸς ἕκαστον ἀπηριθμοῦντο τὰς Γεροντίου εὐεργεσίας, καὶ τὴν ἐκ τῆς ἐπιστήμης ἄφθονον χρείαν, καὶ τὸ περὶ πάντας πλουσίους τε καὶ πένητας ἐπίσης ἄφθονόν τε καὶ ἄοκνον. Τούτοις δὲ καὶ τὰς ἄλλας ἀρετὰς προσετίθουν, οἷά γε εἰκὸς φιλοῦντας.

Καὶ ὡς ἐπὶ σεισμοῖς, ἢ αὐχμοῖς, ἢ ἄλλαις τισὶ θεοσημίαις, περιϊόντες ἐν ταῖς ἀγυιαῖς, ἀνὰ τὴν πατρίδα τὴν ἑαυτῶν καὶ τὴν Κωνσταντινούπολιν, ἔψαλλον, καὶ ἱκέτευον τὸν Θεὸν, ἐπίσκοπον αὐτὸν ἔχειν. Τὸ δὲ τελευταῖον βιασθέντες, τοῦ μὲν, ἀπηλλάγησαν σὺν πένθει καὶ ὀδυρμοῖς: τὸν δὲ μετὰ δέους καὶ μίσους ἐδέξαντο.

Ἐντεῦθεν δὲ οἱ καθαιρεθέντες, καὶ οἱ τούτων ἐπιτήδειοι, ἐπῃτιῶντο Ἰωάννην, ὡς ἀρχηγὸς νεωτερισμοῦ ταῖς ἐκκλησίαις ἐγένετο, καὶ τὰ δίκαια τῶν χειροτονιῶν παρὰ τοὺς πατρίους νόμους ἐκαινοτόμησεν: ὑπὸ δὲ λύπης καὶ τὰ λόγου ἄξια αὐτῷ πεπραγμένα κατὰ τὰς τῶν πολλῶν δόξας διέβαλλον. Ἀμέλειτοι καὶ τὸ ἐπὶ Εὐτροπίου τότε συμβὰν ἐνεμέσων.

Περὶ Εὐτροπίου τοῦ ἀρχιευνούχου, καὶ περὶ τοῦ νόμου ὃν ἔθετο: καὶ ὡς ἀποσπασθεὶς τῆς ἐκκλησίας ἐφονεύθη. Καὶ περὶ τοῦ πρὸς Ἰωάννην γογγυσμοῦ.

Οὗτος γὰρ μείζων ὢν τῶν βασιλέως εὐνούχων, μόνος καὶ πρῶτος ὧν ἴσμεν ἢ ἀκηκόαμεν, ὑπάτου καὶ πατρὸς βασιλέως ἀξίᾳ ἐτιμήθη.

Ἐπεὶ δὲ τῆς παρούσης δυνάμεως οὐκ ἐννοήσας τὸ μέλλον, καὶ τὰς συμβαινούσας ἐν τοῖς ἀνθρωπίνοις πράγμασι μεταβολὰς, ἐπεχείρει τῆς ἐκκλησίας ἀφέλκειν ἱκέτας Θεοῦ, δἰ αὐτὸν ἐνθάδε διατρίβοντας: καὶ μάλιστα Πενταδίαν τὴν τοῦ Τιμασίου γαμετήν: ὃν στρατηγὸν δυνατὸν καὶ φοβερώτατον γενόμενον, εἰς τὴν κατ̓ Αἴγυπτον Ὄασιν ἀϊδίῳ φυγῇ ἐζημίωσε, τυραννίδος ἐπαγαγὼν αἰτίαν: ἀλλ̓ ἐκεῖνος ἢ δίψει πιεζόμενος, ὥς τινος ἐπυθόμην, ἢ δεδιὼς μή τι χεῖρον ὑπομείνῃ, ἐν ταῖς αὐτόθι ψάμμοις ἁλώμενος, εὑρέθη νεκρός.

Εὐτροπίου δὲ σπουδῇ τίθεται νόμος, προστάττων μηδαμῆ μηδένα εἰς ἐκκλησίαν καταφυγεῖν, ἐξελαύνεσθαί τε καὶ τοὺς ἤδη προσπεφευγότας. Οὐκ εἰς μακρὰν δὲ, ὡς εἰς τὴν βασιλέως γαμετὴν ὑβρίσας ἐπιβουλευθεὶς, πρῶτος αὐτὸς παρέβη τὸν νόμον: καὶ ἀποδρὰς ἐκ τῶν βασιλειῶν,

ἱκέτης τὴν ἐκκλησίαν κατέλαβεν. Ἡνίκα δὴ λαμπρόν τινα κατ̓ αὐτοῦ ὑπὸ τὴν ἱερὰν τράπεζαν κειμένου, κατέτεινε λόγον Ἰωάννης: τῶν μὲν ἐν δυνάμει τὴν ὀφρῦν κατασπῶν, τῷ δὲ λαῷ δεικνὺς, ὡς οὐδὲν τῶν ἀνθρωπίνων ἐν ταυτῷ μένειν φιλεῖ. Οἵ γε μὴν ἀπεχθανόμενοι πρὸς αὐτὸν καὶ τοῦτο διέβαλλον, ὡς ἐλεεῖν δέον τὸν περὶ ψυχῆς κινδυνεύοντα, ἤλεγχεν, ἐπεμβαίνων ταῖς αὐτοῦ συμφοραῖς.

Ἀλλ̓ Εὐτρόπιος μὲν, τῆς ἀσεβοῦς ταύτης ἐπιχειρήσεως ἀνέπλησε τὴν δίκην, τὴν κεφαλὴν ἀποτμηθείς.

Καὶ ὁ τεθεὶς νόμος ἄρδην ἐκ τῶν δημοσίων ὑπομνημάτων ἠφανίσθη. Ἡ δὲ ἐκκλησία εὖ μάλα διέπρεπεν, ὡς τοῦ Θεοῦ τιμωροῦ γενομένου ἐν τάχει τῶν κατ̓ αὐτῆς ἀδικημάτων: καὶ ταῖς περὶ τὸ θεῖον θεραπείαις ἐπεδίδου. Προθυμότερόν τε τότε μᾶλλον ὁ Κωνσταντινουπόλεως λαὸς τοῖς ἑωθινοῖς καὶ νυκτερινοῖς ὕμνοις ἐχρῆτο, κατὰ πρόφασιν τοιάνδε.

Περὶ τῶν ἀντιφώνων ᾠδῶν πρὸς Ἀρειανοὺς Ἰωάννου. Καὶ ὡς τῆς διδασκαλίας Ἰωάννου τὰ τῶν ὀρθοδόξων μᾶλλον ἐπεδίδου: ʽ??ʼσχαλλον δὲ οἱ πλουτοῦντες.

Ἐπεὶ γὰρ οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως, ἀφαιρεθέντες τῶν ἐν τῇ Κωνσταντινουπόλει ἐκκλησιῶν ἐπὶ τῆς Θεοδοσίου βασιλείας, πρὸ τῶν τειχῶν ἐκκλησίαζον, νύκτωρ πρότερον ἐν ταῖς δημοσίαις στοαῖς συνελέγοντο, καὶ εἰς συστήματα μεριζόμενοι, κατὰ τὸν τῶν ἀντιφώνων τρόπον ἔψαλλον, ἀκροτελεύτια συντιθέντες πρὸς τὴν αὐτῶν δόξαν πεποιημένα. Ὑπὸ δὲ τὴν ἕω ταῦτα δημοσίᾳ ψάλλοντες, εἰς τοὺς τόπους ἀπῄεσαν,

ἔνθα καὶ ἐκκλησίαζον. Ἐποίουν δὲ ὧδε ἐν ταῖς ἐπισήμοις ἑορταῖς, καὶ τῇ πρώτῃ καὶ τελευταίᾳ τῆς ἑβδομάδος ἡμέρᾳ. Τελευτῶντες δὲ, καὶ πρὸς ἔριν τὰς ᾠδὰς προσετίθεσαν, Ποῦ εἰσὶν οἱ λέγοντες τὰ τρία μίαν δύναμιν, καὶ ἕτερα τοιάδε τοῖς ὕμνοις ἀναμιγνύντες.

Δείσας δὲ Ἰωάννης, μή τινες τούτοις ὑπαχθῶσι τῶν ὑπ̓ αὐτὸν ἐκκλησιαζόντων, ἐπὶ τὸν ἶσον τρόπον τῆς ψαλμῳδίας τὸν αὐτοῦ λαὸν προτρέπει. Ἐν ὀλίγῳ δὲ ἐπισημότεροι γενόμενοι, τοὺς ἀπὸ τῆς ἐναντίας αἱρέσεως ὑπερέβαλλον τῷ πλήθει καὶ τῇ προόδῳ.

Καὶ γὰρ δὴ καὶ σταυρῶν ἀργυρᾶ σημεῖα ὑπὸ κηροῖς ἡμμένοις προηγοῦντο αὐτῶν: καὶ εὐνοῦχος τῆς βασιλέως γαμετῆς ἐπὶ τοῦτο τέτακτο, τὴν περὶ ταῦτα δαπάνην καὶ τοὺς ὕμνους παρασκευάζων. Ἐντεῦθεν δὲ ἢ ζηλοτυπήσαντες οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως, ἢ ἀμυνόμενοι τοῖς ἀπὸ τῆς καθόλου ἐκκλησίας, εἰς μάχην κατέστησαν.

Καὶ κτείνονταί τινες ἑκατέρωθεν. Ὁ δὲ Βρίσων, τοῦτο γὰρ ἦν ὄνομα τῷ βασιλικῷ εὐνούχῳ, λίθῳ κατὰ τοῦ μετώπου βάλλεται. Κινηθεὶς δὲ πρὸς ὀργὴν ὁ βασιλεὺς, ἔπαυσε τῶν ἀπὸ τῆς Ἀρείου αἱρέσεως τὰς τοιαύτας συνόδους. Οἱ δὲ ἀπὸ τῆς καθολικῆς,

ἐξ αἰτίας τοιᾶσδε τὸν εἰρημένον τρόπον ὑμνεῖν ἀρξάμενοι, καὶ εἰσέτι νῦν οὕτω διέμειναν. Ἰωάννης δὲ ἐκ τούτων, καὶ τῶν ἐπ̓ ἐκκλησίας λόγων, πρὸς μὲν τὸν δῆμον ἐπεδίδου τὸ φίλτρον: μῖσος δὲ πρὸς τοὺς δυναμένους καὶ τοὺς κληρικοὺς ἐκ τῆς κατ̓ αὐτῶν παρρησίας. Τοὺς μὲν γὰρ ἀδικοῦντας ὁρῶν, ἤλεγχε: τοὺς δὲ πλούτῳ, καὶ ἀσεβείᾳ, καὶ ἡδοναῖς ἀσέμνοις διεφθαρμένους, ἀνῆγε πρὸς ἀρετήν.

Περὶ Σεραπίωνος τοῦ ἀρχιδιακόνου, καὶ τῆς ἁγίας Ὀλυμπιάδος: καὶ ὡς τινὲς ὑβριστικῶς τῶν λογάδων κατὰ τοῦ Ἰωάννου ἐφέροντο, σκαιὸν καὶ θυμώδη ἀποκαλοῦντες.

Ηὔξησε δὲ αὐτῷ τὴν πρὸς τοὺς κληρικοὺς ἀπέχθειαν Σεραπίων, ὃν ἀρχιδιάκονον αὐτοῦ κατέστησεν: ἀνὴρ Αἰγύπτιος, ταχὺς εἰς ὀργὴν, εἰς ὕβριν ἕτοιμος: οὐχ ἥκιστα δὲ καὶ αἱ πρὸς Ὀλυμπιάδα συμβουλαί. Ταύτην γὰρ ἐκ γένους ἐπισημοτάτην οὖσαν, καίπερ νέαν χήραν γενομένην, εἰς ἄγαν δὲ φιλοσοφοῦσαν κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν, διάκονον ἐχειροτόνησε Νεκτάριος.

Ἰδὼν δὲ αὐτὴν Ἰωάννης τοῖς αἰτοῦσι τὴν οὐσίαν προϊεμένην, καὶ τὰ μὲν ἄλλα ὑπερορῶσαν, μόνα δὲ τὰ θεῖα σπουδάζουσαν, Ἐπαινῶ σου, ἔφη, τὴν προαίρεσιν: ἀλλ̓ οἰκονομικὸν εἶναι δεῖ τὸν κατὰ Θεὸν τῆς ἄκρας ἀρετῆς ἐφιέμενον: σὺ δὲ, πλουτοῦσι πλοῦτον ἐπεισάγουσα, οὐχ̓ ἧττον ἢ εἰς θάλασσαν ἐκχέεις τὰ σά.

Ἢ οὐκ ἐπίστασαι, ὅτι ἑκοῦσα τοῖς δεομένοις διὰ Θεὸν τὴν οὐσίαν ἀνέθηκας: καὶ ὡς ἐπὶ χρήμασι τῆς σῆς δεσποτείας ἐξελθοῦσι διοικεῖν ἐτάχθης, καὶ λόγοις ἔνοχος ἐγένου; ἢν οὖν ἐμοὶ πείθῃ, πρὸς τὴν χρείαν τῶν αἰτούντων τοῦ λοιποῦ μετρήσεις τὴν δόσιν: οὕτω γὰρ πλείους τε εὐεργετήσεις, καὶ ἐλέους καὶ σπουδαιοτάτης κηδεμονίας ἀμοιβῶν τεύξῃ πρὸς Θεοῦ.

Γέγονε δέ τις αὐτῷ διαφορὰ καὶ πρὸς πολλοὺς τῶν μοναχῶν, καὶ μάλιστα τὸν Ἰσαάκιον. Ἠρεμοῦντας μὲν γὰρ ἐν τοῖς αὐτῶν μοναστηρίοις τοὺς ὧδε φιλοσοφοῦντας εἰς ἄγαν ἐπῄνει τε, καὶ ὅπως μὴ ἀδικοῖντο, καὶ τὰ ἐπιτήδεια ἔχοιεν, σφόδρα ἐπεμελεῖτο: ἐξιόντας δὲ θύραζε καὶ κατὰ τὴν πόλιν φαινομένους, ὡς τὴν φιλοσοφίαν ἐνυβρίζοντας, ἐλοιδόρει καὶ ἐπέστρεφεν.

Ἐκ τοιούτων δὴ προφάσεων ἀπηχθάνοντο πρὸς αὐτὸν κληρικοὶ καὶ πολλοὶ τῶν μοναχῶν, καὶ χαλεπὸν καὶ ὀργίλον, σκαιόν τε καὶ ὑπερήφανον ἀπεκάλουν. Ἐπείρουν δὲ διαβάλλειν καὶ πρὸς τὸν δῆμον περὶ τὸν βίον, καὶ τοῦτον πείθειν ὡς ἀληθῆ λέγοιεν, ὅτι μηδενὶ συνήσθιεν, οὔτε ἐπὶ ἑστίασιν καλούμενος ὑπήκουε.

Τούτου δὲ πρόφασιν ἑτέραν λέγειν οὐκ ἔχω, πλὴν ὅτι ἀψευδής τις οἶμαι πυθανομένῳ περὶ τούτου ἔφη, ὡς ὑπὸ ἀσκήσεως τὴν κεφαλὴν καὶ τὸ στόμα τῆς γαστρὸς κακῶς διατεθεὶς, παρῃτεῖτο τὰς ἐν τοῖς ἀρίστοις συνουσίας. Καὶ οἱ μὲν ἐντεῦθεν μάλιστα τὰς μεγίστας ὕφαινον κατ̓ αὐτοῦ διαβολάς.

Περὶ Σευηριανοῦ τοῦ Γαβάλων, καὶ Ἀντιόχου τοῦ Πτολεμάϊδος: καὶ ὅσα μεταξὺ Σεραπίωνος καὶ Σευηριανοῦ γέγονε. Καὶ ὡς διὰ τῆς βασιλίδος τὰ μεταξὺ αὐτῶν διελύθησαν.

Ἐπεγένετο δέ τις αὐτῷ πρόφασις καὶ πρὸς τὴν βασιλέως γαμετὴν, διὰ Σευηριανὸν τὸν ἐκ Γαβάλων τῆς Συρίας ἐπίσκοπον. Οὗτός τε γὰρ καὶ Ἀντίοχος ὁ Πτολεμαΐδος, Φοίνισσα δὲ αὕτη πόλις, κατὰ ταυτὸν ἄμφω ἐγενέσθην, ἐλλογίμω τε καὶ ἐπὶ ἐκκλησίας ἱκανὼ διδάσκειν: ἀλλ̓ ὁ μὲν εὐκόλως καὶ μάλα εὐήχως ἔλεγεν, ὡς καὶ Χρυσόστομος πρός τινων ὀνομάζεσθαι: ὁ δὲ Σευηριανὸς τὴν Σύρων δασύτητα, καίπερ τοῖς νοήμασι καὶ ταῖς μαρτυρίαις τῶν γραφῶν

ἀμείνων εἶναι δοκῶν, ἐπὶ τῆς γλώττης ἔφερεν. Ἐλθὼν δὲ πρότερος Ἀντίοχος εἰς Κωνσταντινούπολιν, ἐπὶ τοῖς λόγοις ἐπῃνέθη: καὶ χρήματα ἀθροίσας, εἰς τὴν αὐτοῦ πόλιν ἐπανῆλθε. Κατὰ ζῆλον δὲ τούτου καὶ Σευηριανὸς ὕστερον ἀφικόμενος, εὔνου τυχὼν Ἰωάννου, πολλάκις ἐπὶ τῆς ἐκκλησίας λέγων ἐθαυμάζετο: καὶ ἐν τιμῇ ἦν, καὶ πολλοῖς τῶν ἐν δυνάμει καὶ αὐτῷ βασιλεῖ καὶ τῇ βασιλίδι γνώριμος ἐγένετο.

Ἡνίκα δὲ Ἰωάννης εἰς τὴν Ἀσίαν ἀπεδήμησε, τὴν ἐκκλησίαν αὐτῷ παρέθετο: κολακείαις γὰρ αὐτὸν περιέποντα, φίλον εἶναι σπουδαῖον ἐνόμισεν. Ὁ δὲ πλέον ἐπεμελεῖτο τοῖς ἀκροαταῖς χαρίζεσθαι, καὶ τὸν λαὸν τοῖς λόγοις ἥδειν. Ἰωάννης δὲ ταῦτα πυθόμενος, ἐζηλοτύπησε μὲν,

ὥς φασι, Σαραπίωνος αὐτὸν ἐπὶ τούτοις παρακινοῦντος. Ἐπεὶ δὲ ἐκ τῆς Ἀσίας ἐπανῆλθεν, ἔτυχέ που παριὼν Σευηριανός: ἰδὼν δὲ αὐτὸν Σαραπίων οὐκ ἐξανέστη, ἐπίτηδες τοῖς παριοῦσιν ἐνδεικνύμενος, ὡς ὑπερφρονεῖ τὸν ἄνδρα. Ὁ δὲ πρὸς τοῦτο χαλεπῄνας ἀνεβόησεν:

Ἑ??ʼ Σαραπίων ἀποθάνοι κληρικὸς, Χριστὸς οὐκ ἐνηνθρώπησεν. Ἐπὶ τούτοις δὲ κατηγορηθεὶς παρὰ Σαραπίωνος, ἐξηλάθη τῆς πόλεως παρὰ Ἰωάννου, ὡς ὑβριστὴς καὶ βλάσφημος εἰς Θεόν. Οἱ μὲν γὰρ ἐπὶ μαρτυρίᾳ τούτων παραχθέντες ἦσαν: οἱ δὲ, τῶν Σαραπίωνος ἐπιτηδείων, ἀποκρυψάμενοι τὰ εἰρημένα πάντα, τουτὶ μόνον εἰρηκέναι ἐμαρτύρησαν, ὡς ἄρα Χριστὸς οὐκ ἐνηνθρώπησεν. Ἰωάννης δὲ καὶ τάδε, καὶ τ̓ ἄλλα ἐπῃτιᾶτο. Οὐδὲ γὰρ εἰ Σαραπίων, ἔφη, κληρικὸς μὴ ἀποθάνοι,

παρὰ τοῦτο Χριστὸς οὐκ ἐνηνθρώπησεν. Ἡ δὲ βασιλέως γαμετὴ ἅμα τε ταῦτα ἐγεγόνει, διὰ τῶν Σευηριανοῦ σπουδαστῶν ἔγνω: καὶ εὐθὺς αὐτὸν ἐκ Χαλκηδόνος μετεκαλέσατο. Ἰωάννης δὲ καίπερ πολλῶν ἀντιβολούντων, παρῃτεῖτο τὴν πρὸς αὐτὸν ὁμιλίαν: εἰσότε δὴ ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ τοῖς αὐτοῦ γόνασιν ἡ βασιλὶς ἐπιθεῖσα Θεοδόσιον τὸν υἱὸν, λιπαροῦσά τε καὶ πολλάκις ὁρκοῦσα, μόλις αὐτὸν εἰς φιλίαν τῷ Σευηριανῷ συνῆψε. Καὶ τὰ μὲν ὧδε ἔγνων.

Περὶ τῆς κατ̓ Αἴγυπτον ζητήσεως, εἰ ἀνθρωπόμορφον τὸ θεῖον: καὶ περὶ Θεοφίλου τοῦ Ἀλεξανδρείας καὶ τῶν Ὠριγένους βίβλων.

Ἐν τούτῳ δὲ, οὐ πολλῷ πρότερον ἀρξαμένη ζήτησις κατὰ τὴν Αἴγυπτον κεκίνητο, εἰ τὸν Θεὸν ἀνθρωπόμορφον δοξάζειν δεῖ. Ταύτης δὲ τῆς γνώμης οἱ πλείους τῶν τῇδε μοναχῶν ἦσαν, ὑπὸ ἁπλότητος ἀβασανίστως τοὺς ἱεροὺς ἐκλαμβάνοντες λόγους, καὶ ὀφθαλμοὺς Θεοῦ καὶ πρόσωπον καὶ χεῖρας, καὶ ὅσα τοιαῦτα προσεθισθέντες ἀκούειν.

Οἱ δὲ τὴν ἐν τοῖς ὀνόμασι κεκρυμμένην διάνοιαν σκοποῦντες, ἐναντίως εἶχον: καὶ τοὺς τάδε λέγοντας, ἄντικρυς βλασφημεῖν εἰς τὸ θεῖον ἔλεγον. Καὶ Θεόφιλος δὲ ταύτης ἔχεσθαι τῆς δόξης ἐν ἐκκλησίᾳ παρεκελεύσατο, καὶ ἐν ἐπιστολῇ ἣν ἐξ ἔθους περὶ τῆς Πασχαλίας ἑορτῆς ἔγραφε, καὶ ἀσώματον χρῆναι νοεῖν τὸν Θεὸν εἰσηγεῖτο,

καὶ ἀνθρώπου σχήματος ἀλλότριον. Ἐπεὶ δὲ τοῦτο δῆλον ἐγένετο τοῖς Αἰγυπτίων μοναχοῖς, ἧκον εἰς Ἀλεξάνδρειαν: καὶ εἰς ἓν ἀθροισθέντες ἐστασίαζον, καὶ ὡς ἀσεβοῦντα τὸν Θεόφιλον ἀνελεῖν ἐβουλεύοντο. Ὁ δὲ παραυτίκα φανεὶς ἔτι στασιάζουσιν, Οὕτως ὑμᾶς, ἔφη, εἶδον ὡς Θεοῦ πρόσωπον. Τὸ δὲ ῥηθὲν ἱκανῶς ἐφύλαξε τοὺς ἄνδρας.

Καὶ τῆς ὀργῆς καθυφέντες, Οὐκοῦν, φασὶν, εἰ τάδε ἀληθῶς δοξάζεις, καὶ τὰς Ὠριγένους ἀποκήρυξον βίβλους, ὡς τῶν ἀσκουμένων ταύτας οὕτω φρονεῖν εἰσηγουμένων. Ἀλλ̓ ἐμοὶ, ἔφη, τοῦτο πάλαι δεδογμένον ἦν, καὶ ποιήσω ὡς ὑμῖν δοκεῖ:

μέμφομαι γὰρ οὐχ ἧττον κἀγὼ τοῖς τὰ Ὠριγένους δοξάζουσι. Καὶ ὁ μὲν, οὕτω βουκολήσας τοὺς ἀδελφοὺς διέλυσε τὴν στάσιν.

Περὶ τῶν τεσσάρων ἀδελφῶν ἀσκητῶν, τῶν μακρῶν λεγομένων, οἷς δἰ ἔχθραν ἐγένετο ὁ Θεόφιλος.

Ἴσως δ̓ ἂν καὶ ἥδε ἡ ζήτησις παντελῶς τότε διελύθη, εἰ μὴ πεπαυμένην ἤδη δἰ ἔχθραν ἰδίαν ἐκίνησε Θεόφιλος, ἐπιβουλεύων Ἀμμωνίῳ καὶ Διοσκόρῳ, Εὐσεβίῳ τε καὶ Εὐθυμίῳ, τοῖς ἐπίκλην μακροῖς: οὓς ἀδελφοὺς ὄντας, εὐδοκίμους γενέσθαι παρὰ τοῖς ἐν Σκήτει φιλοσοφοῦσιν ἐκ τῶν πρόσθεν ἔγνωμεν.

Οὗτοι γὰρ ἦσαν αὐτῷ τὰ μάλιστα τῶν ἐν Αἰγύπτῳ μοναχῶν κεχαρισμένοι, καὶ τὰ πολλὰ συνομίλους καὶ συνοίκους αὐτοὺς ἐποιεῖτο: τὸν δὲ Διόσκορον καὶ τῆς Ἑρμουπόλεως ἐπίσκοπον κατέστησεν. Εἰς μῖσος δὲ αὐτοῖς κατέστη ἐκ τῆς πρὸς Ἰσίδωρον ἔχθρας, ὃν μετὰ Νεκτάριον ἐν Κωνσταντινουπόλει χειροτονεῖν ἐσπούδαζεν.

Οἱ μὲν γάρ φασιν, ὡς γυνή τις ἐκ τῆς Μανιχαίων αἱρέσεως μετέθετο πρὸς τὴν καθόλου ἐκκλησίαν: ὡς ἀπερισκέπτως δὲ ταύτης κοινωνησάσης μυστηρίων πρὶν ἀπαγορεῦσαι τὴν προτέραν αἵρεσιν, ἐπῃτιᾶτο Θεόφιλος τὸν τότε ἀρχιπρεσβύτερον:

ἀπηχθάνετο γὰρ αὐτῷ καὶ ἄλλως. Ὁ δὲ Πέτρος, τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ, καὶ κατὰ τὸν νόμον τῆς ἐκκλησίας, καὶ γνώμῃ Θεοφίλου κεκοινωνηκέναι τὸ γύναιον ἰσχυρίζετο: καὶ μάρτυρα τούτων, Ἰσίδωρον ἔλεγεν.

Ὁ δὲ ἔτυχε μὲν τότε ὡς Ῥώμην ἀποσταλείς: ἐπανελθὼν δὲ ἀληθῆ λέγειν τὸν Πέτρον ἐμαρτύρησεν. Ὡς συκοφαντηθεὶς δὲ Θεόφιλος χαλεπῄνας, ἄμφω τῆς ἐκκλησίας ἐξήλασε. Καὶ οἱ μὲν τάδε λέγουσι.

Τῶν γε μὴν συγγενομένων τούτοις τότε τοῖς μοναχοῖς ἀνδρὸς οἵου πιστεύεσθαι ἐπυθόμην, διττὴν αἰτίαν Θεοφίλῳ γενέσθαι τῆς πρὸς Ἰσίδωρον δυσμενείας: κοινὴν μὲν αὐτῷ τε καὶ Πέτρῳ τῷ πρεσβυτέρῳ, καθότι μαρτυρῆσαι παρῃτήσαντο, ὡς τῆς Θεοφίλου ἀδελφῆς πρός του κληρονόμου γραφείσης: ἰδίαν δὲ, καθὸ χρημάτων αὐτῷ πολλῶν προσφερομένων ὡς ἐπιτρόπῳ πτωχῶν, ἐπιχειροῦντι Θεοφίλῳ τούτων λαμβάνειν, ὡς δεδαπανημένῳ εἰς οἰκοδομὰς ἐκκλησιῶν, οὐκ ἐνεδίδου: ἄμεινον εἶναι λέγων τὰ σώματα τῶν καμνόντων, ἃ ναοὺς Θεοῦ κυριώτερον νοεῖν ἐστὶ, δἰ οὓς καὶ τὰ χρήματα παρείχετο, ταῖς προσηκούσαις θεραπείαις ἀνανεοῦν, ἢ τοίχους οἰκοδομεῖν.

Ἀλλ̓ εἴτε ἐντεῦθεν, εἴτε ἐξ αἰτίας ἑτέρας, ἀφαιρεθεὶς παρὰ Θεοφίλου τῆς κοινωνίας Ἰσίδωρος, ἦλθεν εἰς Σκῆτιν, ὡς πρὸς ἑταίρους τοὺς ἐνθάδε μοναχούς. Παραλαβὼν δέ τινας Ἀμμώνιος παρεγένετο πρὸς Θεόφιλον, καὶ τὴν κοινωνίαν ἀποδοῦναι Ἰσιδώρῳ ἐδεῖτο.

Ὁ δὲ, τότε μὲν προθύμως ὑποσχέσθαι λέγεται. Χρόνου δὲ διαγενομένου, ὡς οὐδὲν αὐτοῖς πλέον ἠνύετο, δῆλος δὲ ἐγεγόνει Θεόφιλος παρακουόμενος, σπουδαιότερόν πως αὐτῷ προσελθόντες, ἀπῄτουν τὴν ὑπόσχεσιν πληροῦν. ὁ δὲ, τινὰ τῶν μοναχῶν ἐν δημοσίᾳ φρουρᾷ ποιεῖ, ὥστε φόβον τοῖς ἄλλοις ἐμβαλεῖν.

Ἥμαρτε δὲ τούτου. Ὁ γὰρ Ἀμμώνιος ἅμα πᾶσι τοῖς σὺν αὐτῷ μοναχοῖς, δόξαντες τοῖς προεστῶσι τῆς φρουρᾶς εἰς μετάδοσιν ἐπιτηδείων τοῖς καθειργμένοις ἐλθεῖν, ἑτοίμως ἔνδον εἰσεδέχθησαν: εἰσελθόντες δὲ, οὐκέτι ἐξιέναι ἠνείχοντο.

Μαθὼν δὲ τάδε Θεόφιλος, ἐδήλου πρὸς ἑαυτὸν καλῶν τοὺς ἄνδρας. Οἱ δὲ, τὰ μὲν πρῶτα, αὐτὸν παραγενόμενον σφᾶς ἐξάγειν ἠξίουν: μηδὲ γὰρ εἶναι δίκαιον δημοσίᾳ ὑβρισμενους, λάθρα τῆς φρουρᾶς ἀνίεσθαι. Ὕστερον δὲ ἐνδόντες, ὡς αὐτὸν ἦλθον: παραιτησαμένους δὲ αὐτοὺς,

ὡς οὐ περαιτέρω λυπήσων, ἀπέπεμψεν. Καθ̓ ἑαυτὸν δὲ ἐδάκνετο, καὶ ἠγανάκτει, καὶ κακῶς ποιεῖν ἐπεβούλευεν. Ἀπορῶν δὲ ὅ, τι δράσειεν αὐτοὺς κακὸν, ἀκτήμονας ὄντας, καὶ πάντων πλὴν φιλοσοφίας ὑπερορῶντας, ἔγνω περὶ τὴν ἡσυχίαν βλάψαι. Καὶ ἐπεὶ ἠπίστατο ἐξ ὧν αὐτῷ συνόντες διελέγοντο, μεμφομένους τοῖς ἀνθρωπόμορφον τὸν Θεὸν δοξάζουσιν, ὡς τὰ Ὠριγένους φρονοῦντας, συνέκρουσε πρὸς τὸ μοναχικὸν πλῆθος, ἄλλως ἔχον δόξης.

Ἐκ τούτου δὲ δεινή τις ἔρις ἐν τοῖς μοναχοῖς ἐκράτει: καὶ τὰς διαλέξεις οὐκ ἐν κόσμῳ πρὸς ἑαυτοὺς ποιούμενοι, πείθειν ἀλλήλους οὐκ ἠξίουν, ἀλλ̓ εἰς ὕβρεις καθίσταντο. Καὶ οἱ μὲν τοὺς ἀσώματον τὸν Θεὸν ὁριζομένους, Ὠριγενιαστὰς ἀπεκάλουν: οἱ δὲ, Ἀνθρωπομορφιανοὺς, τοὺς ἐναντίως φρονοῦντας.

Ως οἱ αὐτοὶ μακροὶ διὰ τὸν ζῆλον Ἰωάννου, αὐτῷ προσχωροῦσι: καὶ ὡς ἐντεῦθεν ἀχθεσθεὶς Θεόφιλος, κατὰ Ἰωάννου ὁπλίζεται.

Αἰσθόμενοι δὲ τῆς ἐπιβουλῆς οἱ περὶ Διόσκορον καὶ Ἀμμώνιον, ἀνεχώρησαν εἰς Ἱεροσόλυμα: κἀκεῖθεν εἰς Σκυθόπολιν ἧκον, ἐπιτηδείαν ἡγησάμενοι τὴν ἐνθάδε οἴκησιν διὰ τοὺς πολλοὺς φοίνικας, ὧν τοῖς φύλλοις ἐχρῶντο πρὸς τὰ εἰωθότα τοῖς μοναχοῖς ἔργα.

Εἵποντο γὰρ αὐτοῖς ἀμφὶ ἄνδρες ὀγδοήκοντα. Ἐν τούτῳ δὲ Θεόφιλος πέμπει τινὰς εἰς Κωνσταντινούπολιν, ἅμα τε κατ̓ αὐτῶν διαβολὰς προπαρασκευάσοντας, καὶ εἰ βασιλέως περί του δέοιντο, ἀντιπράξοντας. Μαθόντες δὲ τάδε οἱ ἀμφὶ τὸν Ἀμμώνιον, ἀπέπλευσαν εἰς Κωνσταντινούπολιν: σὺν αὐτοῖς δὲ καὶ Ἰσίδωρος.

Κοινῇ τε ἐσπούδαζον παρὰ βασιλεῖ κριτῇ καὶ Ἰωάννῃ τῷ ἐπισκόπῳ ἐλέγχεσθαι τὰς κατ̓ αὐτῶν ἐπιβουλάς. Ὤιοντο γὰρ ἐνδίκου παρρησίας αὐτὸν ἐπιμελούμενον δύνασθαι τὰ δίκαια βοηθεῖν αὐτοῖς. Ὁ δὲ προσελθόντας αὐτῷ τοὺς ἄνδρας φιλοφρόνως ἐδέξατο, καὶ ἐν τιμῇ εἶχε, καὶ εὔχεσθαι ἐπὶ ἐκκλησίας οὐ διεκώλυσε: κοινωνεῖν δὲ μυστηρίων αὐτοῖς οὐχ ἡγήσατο, ὡς οὐ θεμιτὸν πρὸ διαγνώσεως

τοῦτο ποιεῖν. Ἔγραψε δὲ Θεοφίλῳ, κοινωνίαν αὐτοῖς ἀποδοῦναι ὡς ὀρθῶς περὶ Θεοῦ δοξάζουσιν: εἰ δὲ δίκῃ δεοι κρίνεσθαι τὰ κατ̓ αὐτοὺς, ἀποστέλλειν ὃν αὐτῷ δοκεῖ δικασόμενον. Ὁ δὲ, οὐδὲν ἀντεδήλωσε: χρόνου δὲ πολλοῦ διαγενομένου, προϊούσῃ τῇ βασιλέως γαμετῇ προσῆλθον οἱ ἀμφὶ Ἀμμώνιον, τὰ κατ̓ αὐτῶν βεβουλευμένα Θεοφίλῳ μεμφόμενοι.

Ἡ δὲ, ἐπιβουλευθέντας αὐτοὺς ᾔσθετο, καὶ τιμῶσα ἔστη: καὶ προκύψασα τοῦ βασιλικοῦ ὀχήματος, ἐπένευσε τῇ κεφαλῇ: καὶ, Εὐλογεῖτε, ἔφη, καὶ εὔχεσθε ὑπὲρ βασιλέως καὶ ἐμοῦ, καὶ τῶν ἡμετέρων παίδων, καὶ τῆς ἀρχῆς: ἐμοὶ δὲ ἐν τάχει μελήσει συνόδου, καὶ τῆς Θεοφίλου ἀφίξεως.

Καὶ ἡ μὲν τάδε ἐσπούδαζε. Ψευδοῦς δὲ φήμης ἐν Ἀλεξανδρείᾳ κρατούσης, ὡς ἐκοινώνησεν Ἰωάννης τοῖς περὶ Διόσκορον, καὶ προθυμεῖται πάντα βοηθεῖν αὐτοῖς, διενοεῖτο Θεόφιλος, εἴπου δύναιτο, καὶ αὐτὸν Ἰωάννην τῆς ἐπισκοπῆς καθελεῖν.

Περὶ τῆς μοχθηρίας Θεοφίλου: καὶ περὶ τοῦ ἁγίου Ἐπιφανίου, ὡς ἐπεδήμησε τῇ Κωνσταντίνου, καὶ στασιάσαι τὸ πλῆθος κατὰ Ἰωάννου παρεσκεύασε.

Ταῦτά τε κατὰ νοῦν κρύπτων, καὶ συσκευάζων, ἔγραφε κατὰ πόλεις τοῖς ἐπισκόποις, τὰ Ὠριγένους βιβλία κατηγορῶν. Λογισάμενος δὲ μέγιστον αὐτῷ συνοίσειν εἰ κοινωνὸν προσλάβοιτο τῶν σπουδαζομένων, Ἐπιφάνιον τὸν Σαλαμῖνος τῆς ἐν Κύπρῳ ἐπίσκοπον, ἄνδρα τῶν κατ̓ αὐτὸν αἰδοῖ βίου ἐπισημότατον,

φίλον ἐποιεῖτο, πρότερον αὐτῷ μεμφόμενος, ὡς ἀνθρωπόμορφον τὸν Θεὸν δοξάζοντι. Ὡς ἐκ μετανοίας δὲ τὴν ὀρθὴν δόξαν ἐπιγνοὺς, ὁμοφρονεῖν αὐτῷ ἔγραφε, καὶ κατὰ τῶν Ὠριγένους βιβλίων ὡς παραιτίου δογμάτων τοιούτων, ἐκίνει διαβολάς. Ἐπιφάνιος δὲ πάλαι ἀποστρεφόμενος τὰ Ὠριγένους συγγράμματα, ῥᾳδίως προσέθετο τῇ Θεοφίλου ἐπιστολῇ.

Καὶ συνελθὼν ἅμα τοῖς ἐν Κύπρῳ ἐπισκόποις, ἀπηγόρευσε τὴν διάγνωσιν τῶν Ὠριγένους λόγων. Καὶ τὰ δεδογμένα αὐτοῖς γράψας ἄλλοις τε καὶ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ, προετρέπετο συνόδους ποιεῖν, καὶ ταῦτα ψηφίζεσθαι.

Συνιδὼν δὲ Θεόφιλος ὡς οὐδείς ἐστι κίνδυνος Ἐπιφανίῳ ἕπεσθαι, πολλοὺς ἐπαινέτας ἔχοντι, καὶ διὰ τὴν ἀρετὴν τοῦ βίου ὅπερ ἃν φρονῇ θαυμάζοντας, παραπλήσια αὐτῷ ἐψηφίσατο σὺν τοῖς ὑπ̓ αὐτὸν ἐπισκόποις. Ὁ δὲ Ἰωάννης, τὴν μὲν ἐπὶ τούτοις σπουδὴν οὐκ ἀξίαν ἡγεῖτο λόγου, καὶ τὰ Ἐπιφανίου καὶ Θεοφίλου γράμματα ἐν δευτέρῳ ἐποιεῖτο.

Οἱ δὲ δυσμενῶς πρὸς αὐτὸν ἔχοντες τῶν ἐν δυνάμει καὶ τῷ κλήρῳ, μαθόντες Θεόφιλον σπουδάζειν αὐτοῦ τὴν καθαίρεσιν, ἐπιμελῶς συνέπραττον: καὶ σύνοδον μεγίστην γενέσθαι ἐν Κωνσταντινουπόλει παρεσκευάζοντο: καὶ Θεόφιλος δὲ ταῦτα γνοὺς, ἔτι μᾶλλον ἠπείγετο: καὶ τοὺς μὲν ἐξ Αἰγύπτου ἐπισκόπους ἐκπλεῦσαι ἐκέλευσε: γράφει δὲ Ἐπιφανίῳ καὶ ἑτέροις τῶν ἀνὰ τὴν ἕω, σπουδῇ συνελθεῖν:

αὐτὸς δὲ πεζος ἐποιεῖτο τὴν πορείαν. Καὶ οὐκ εἰς μακρὰν δὲ πρῶτος Ἐπιφάνιος ἐκπλεύσας τῆς Κύπρου, κατῇρεν εἰς τὸ πρὸ τῆς Κωνσταντινουπόλεως καλούμενον Ἕβδομον. Εὐξάμενος δὲ ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ, ἧκεν εἰς τὴν πόλιν. Ὁ δὲ Ἰωάννης εἰσιόντα αὐτὸν τῇ ὑπαντήσει τοῦ παντὸς κλήρου ἐτίμησεν.

Ἐπιφάνιος δὲ δῆλος ἦν εἴξας ταῖς κατ̓ αὐτοῦ διαβολαῖς: προτραπεὶς γὰρ ἐν οἰκήμασιν ἐκκλησιαστικοῖς καταμένειν, οὐκ ἠνέσχετο. Καὶ Ἰωάννῃ μὲν εἰς ταυτὸν συνελθεῖν ἀπέφυγεν: ἰδίᾳ δὲ συγκαλῶν τοὺς ἐνδημοῦντας ἐν Κωνσταντινουπόλει ἐπισκόπους, ἐπεδείκνυ τὰ ψηφισθέντα κατὰ τῶν Ὠριγένους λόγων.

Καὶ τινὰς ἐπιψηφίσασθαι ἔπεισεν: οἱ δὲ πλείους παρῃτήσαντο. Θεότιμος δὲ ὁ Σκυθίας ἐπίσκοπος, καὶ ἄντικρυς Ἐπιφανίου καθήψατο. Οὔτε γὰρ ἔφη ὅσιον εἶναι, τὸν πάλαι τετελευτηκότα ὑβριζειν: οὔτε βλασφημίας ἐκτὸς, τὴν τῶν παλαιοτέρων διαβάλλειν κρίσιν, καὶ τὰ παῤ ἐκείνων δεδοκιμασμένα ἀθετεῖν. Ἅμα τε λέγων, καὶ βιβλίον τὶ τῶν Ὠριγένους προκομίσας διεξῄει: καὶ χρειώδη ταῖς ἐκκλησίαις τὰ ἀνεγνωσμένα δείξας, Ἄτοπον, ἔφη, ὑπομένουσιν οἱ ταῦτα διαβάλλοντες: κινδυνεύουσι γὰρ ταῦτα ὑβρίζειν, περὶ ὧν οἱ λόγοι.

Ὁ δὲ Ἰωάννης, δἰ αἰδοῦς εἶχεν ἔτι τὸν Ἐπιφάνιον, καὶ παρεκάλει αὐτὸν συνεκκλησιάζειν, καὶ σύνοικον ἔχειν. Ὁ δὲ, οὔτε συνοικεῖν, οὔτε συνεύχεσθαι αὐτῷ ἀντεδήλου, εἰ μὴ καταψηφίσηται τῶν Ὠριγένους λόγων, καὶ Διόσκορον καὶ τοὺς σὺν αὐτῷ ἐξελάσῃ.

Ἐπεὶ δὲ ταῦτα ποιεῖν πρὸ δίκης οὐ δίκαιον ἡγεῖτο καὶ ἀνεβάλλετο, μελλούσης ἐπιτελεῖσθαι συνάξεως ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ, κατεσκεύαζον οἱ Ἰωάννου δυσμενεῖς προελθεῖν Ἐπιφάνιον, καὶ δημοσίᾳ ἀποκηρῦξαι ἐπὶ τοῦ λαοῦ τὰς Ὠριγένους βίβλους, καὶ τοὺς ἀμφὶ τὸν Διόσκορον, ὡς τὰ τούτου φρονοῦντας: ἐν ταυτῷ δὲ καὶ τὸν ἐπίσκοπον τῆς πόλεως διαβαλεῖν, ὡς ἐκείνοις προσκείμενον. Καὶ οἱ μὲν τάδε ἐσπούδαζον:

ᾤοντο γὰρ αὐτὸν οὕτω συγκρούσειν πρὸς τὸ πλῆθος. Τῇ δὲ ἑξῆς ἐπὶ τοῦτο προελθὼν Ἐπιφάνιος, ἐγγὺς ἤδη τῆς ἐκκλησίας ἐτύγχανεν: ἀπαντήσας δὲ αὐτῷ Σαραπίων παρὰ Ἰωάννου ἀποσταλεὶς, ᾔσθετο γὰρ τὰ τῇ προτεραίᾳ βεβουλευμένα, ἐμαρτύρατο μήτε δίκαια ποιεῖν, μήτε αὐτῷ συμφέροντα, εἰ ταραχῆς ἐν τῷ πλήθει ἢ στάσεως κινηθείσης, αὐτὸς κινδυνεύσει, ὡς αἴτιος γεγονώς. Καὶ ὁ μὲν ὧδε ἀνεκόπη τῆς ἐπὶ τοῦτο ὁρμῆς.

Περὶ τοῦ παιδὸς τῆς βασιλίδος, καὶ τοῦ ἁγίου Ἐπιφανίου: καὶ ὡς οἱ μακροὶ πρὸς διάλογον ἦλθον Ἐπιφανίῳ, καὶ ὡς ἀπέπλευσεν εἰς Κύπρον αὖθις: καὶ περὶ Ἐπιφανίου καὶ Ἰωάννου.

Ἐν τούτῳ δὲ συνέβη νοσεῖν τοῦ βασιλέως παιδίον: περιδεὴς δὲ οὖσα ἡ μήτηρ μή τι πάθοι, πέμψασα πρὸς Ἐπιφάνιον, ἐδεῖτο εὔχεσθαι ὑπὲρ αὐτοῦ. Ὁ δὲ, ζήσεσθαι τὸν κάμνοντα ὑπέσχετο, εἰ τοὺς ἀμφὶ Διόσκορον αἱρετικοὺς ὄντας ἀποστραφείη.

Ἡ δὲ βασιλὶς, Τὸ ἐμὸν, ἔφη, παιδίον, εἴγε δοκεῖ τῷ Θεῷ λαμβάνειν, ταύτῃ ἔστω: Κύριος γὰρ ὁ δοὺς, πάλιν ἀφαιρεῖται: αὐτὸς δὲ εἴπερ οἷός τε ᾖς νεκροὺς ἀνεγείρειν, οὐκ ἂν ὁ σὸς ἀρχιδιάκονος τεθνήκει. Ἔτυχε γὰρ οὐ πρὸ πολλοῦ τελευτήσας Κρισπίων, ὃν ἀδελφὸν ὄντα Φούσκωνος καὶ Σαλαμάνου τῶν ἐπὶ Οὐάλεντος δηλωθέντων μοναχῶν, σύνοικον ἔχων, ἀρχιδιάκονον ἑαυτῷ κατέστησεν.

Οἱ δὲ περὶ Ἀμμώνιον, τοῦτο γὰρ αὐτῇ τῇ βασιλίδι ἐδόκει, πρὸς Ἐπιφάνιον ἦλθον. Πυθομένου δὲ αὐτοῦ τίνες εἶεν, ὑπολαβὼν Ἀμμώνιος, Οἱ μακροὶ, ἔφη, ὦ πάτερ: ἀλλ̓ εἰ πώποτε μαθηταῖς ἡμετέροις ἢ συντάγμασιν ἐνέτυχες, ἡδέως ἐμάνθανον. Τοῦ δὲ ἀποφήσαντος, πάλιν ἤρετο: Πόθεν οὖν αἱρετικοὺς εἶναι σφᾶς νενόμικας, μηδένα ἔλεγχον ἔχων τῆς αὐτῶν γνώμης;

Ἀκηκοέναι δὲ Ἐπιφανίου λέγοντος, Ἡμεῖς δὲ, ἔφη, πᾶν τοὐναντίον πεπόνθαμεν: μαθηταῖς γὰρ σοῖς συνετύχομεν πολλάκις καὶ συγγράμμασιν: ὧν ἐκεῖνό γέ ἐστιν ὃ τὴν ἐπιγραφὴν Ἀγκυρωτὸς ἔχον: βουλομένων τε πολλῶν λοιδορεῖσθαι καὶ ὡς αἱρετικὸν διαβάλλειν, ὑπερηγωνιζόμεθα ὡς εἰκὸς πατρὸς, καὶ ὑπεραπελογούμεθα. Οὔκουν ἐχρῆν ἐξ ἀκοῆς ἐρήμην καταδικάζειν, ὧν οὐκ αὐτὸς πεισθεὶς κατέγνως, οὔτε τοιαύτην ἀμοιβὴν τοῖς εὖ λέγουσιν

ἀποδοῦναι. Ὁ δὲ Ἐπιφάνιος, τότε μὲν μετριώτερον προσδιαλεχθεὶς, ἀπέπεμπε τοὺς ἄνδρας. Οὐ πολλῷ δὲ ὕστερον ἀπέπλευσεν εἰς Κύπρον: ἢ τῆς ἐπὶ Κωνσταντινουπόλεως ἀφίξεως καταγνούς: ἢ τοῦ Θεοῦ χρήσαντος, καὶ τὸν αὐτοῦ θάνατον, ὡς εἰκὸς, αὐτῷ προμηνύσαντος: πλέων γὰρ, πρὶν εἰς Κύπρον ἐλθεῖν, ἐτελεύτησε.

Λέγεται γοῦν τοῖς αὐτῷ συνελθοῦσιν ἐπισκόποις ἐπὶ θάλασσαν εἰπεῖν, μέλλων ἐπιβαίνειν τοῦ σκάφους, Ἀφίημι ὑμῖν τὴν πόλιν καὶ τὰ βασίλεια, καὶ τὴν ὑπόκρισιν: ἐγὼ δὲ ἄπειμι: σπεύδω γὰρ, πάνυ σπεύδω.

Κἀκεῖνον δὲ εἰσέτι νῦν πολλῶν ὄντα τὸν λόγον ἐπυθόμην, ὡς Ἐπιφανίῳ μὲν Ἰωάννης τὴν ἐν τῇ θαλάσσῃ τελευτὴν προεμήνυσεν: ὁ δὲ ἐκείνῳ, τῆς ἐπισκοπῆς τὴν καθαίρεσιν. Ἐν ᾧ γὰρ διεφέροντο, ὁ μὲν ἐδήλωσεν Ἰωάννῃ, Ἐλπίζω σὲ μὴ ἀποθανεῖν ἐπίσκοπον. Ὁ δὲ Ἰωάννης ἀντεδήλου: Οὐδὲ ἐγώ σε τῆς σῆς ἐπιβήσεσθαι πόλεως.

Περὶ τῆς εἰς τὴν βασίλισσαν Ἰωάννου διαφοράς: καὶ ὡς ἧκεν ἐξ Αἰγύπτου Θεόφιλος: καὶ περὶ Κυρίνου τοῦ Χαλκηδόνος ἐπισκόπου.

Ἐπεὶ δὲ ἀπέπλευσεν Ἐπιφάνιος, ἐκκλησιάζων Ἰωάννης κοινὸν κατὰ γυναικῶν διεξῆλθε ψόγον: αἰνιγματωδῶς δὲ συγκεῖσθαι τοῦτον κατὰ τῆς τοῦ βασιλέως γαμετῆς τὸ πλῆθος ἐδέχετο. Οἱ δὲ τοῦ ἐπισκόπου δυσμενεῖς, καὶ αὐτὸν τὸν λόγον ἐκλαμβάνοντες τῇ βασιλίδι διεκόμισαν. Ἡ δὲ παρὰ τῷ ἀνδρὶ τὴν ὕβριν ἀπωδύρατο, καὶ Θεόφιλον θᾶττον παρεῖναι, καὶ σύνοδον ποιεῖν κατήπειγε.

Συνέπραττε δὲ καὶ συγκατεσκεύαζε ταῦτα καὶ Σεβηριανὸς ὁ Γαβαλεὺς, οὔπω τῆς προτέρας ἀπαλλαγεὶς λύπης. Ἀλλὰ πότερον οὕτως ὡς ἔτυχεν, ἐπὶ τοῦτον Ἰωάννης προήχθη τὸν λόγον, ἢ ὥς τινες λέγουσιν, ὑπονοήσας ὡς ἡ βασιλὶς ἀνέπεισεν Ἐπιφάνιον ἐπιβουλεύειν αὐτῷ,

ἀκριβῶς οὐκ ἔχω λέγειν. Οὐκ εἰς μακρὰν δὲ καὶ Θεόφιλος παρῆν εἰς Χαλκηδόνα τὴν Βιθυνῶν, καὶ ἄλλοι πολλῶν πόλεων ἐπίσκοποι: οἱ μὲν, ὑπὸ Θεοφίλου προτραπέντες: οἱ δὲ, βασιλέως προστάγματι μετακληθέντες. Σπουδῇ δὲ μάλιστα συνῄεσαν, ὅσοι τε τῶν ἐν Ἀσίᾳ τῆς ἐπισκοπῆς ἀφῄρηντο παρὰ Ἰωάννου, καὶ ὅσοι ἄλλοθεν ἄλλως αὐτῷ ἀπηχθάνοντο. Ἤδη δὲ καὶ ἐξ Αἰγύπτου νῆες ἃς Θεόφιλος περιέμενεν, εἰς Χαλκηδόνα ἀφίκοντο.

Συνελθόντων δὲ πάλιν εἰς ταὐτὸν ἐνθάδε, καὶ βουλευομένων ὅπως αὐτοῖς κατὰ γνώμην προβαίη ἡ κατὰ Ἰωάννου ἐπιχείρησις, Κυρῖνος ὃς ἡγεῖτο τότε τῆς ἐν Χαλκηδόνι ἐκκλησίας, καὶ κατὰ τὸ συγγενὲς ἴσως Θεοφίλῳ χαριζόμενος, ἦν γὰρ Αἰγύπτιος, καὶ ἄλλως διάφορος Ἰωάννῃ τυγχάνων, πλεῖστα αὐτὸν ἐλοιδόρει.

Ταχεῖα δὲ τούτων τῶν ὕβρεων ἔδοξεν αὐτὸν μετιέναι δίκη. Μαρουθᾶς γὰρ ὁ ἐκ Μεσοποταμίας, συνὼν τοῖς ἐπισκόποις, ἄκων αὐτοῦ θάτερον τοῖν ποδοῖν ἐπάτησεν. Ὀδυνηθεὶς δὲ, οὐκέτι σὺν τοῖς ἄλλοις ἱερεῦσιν εἰς Κωνσταντινούπολιν ἐπεραιώθη, καίπερ ἀναγκαῖος εἶναι

δοκῶν πρὸς τὰς κατὰ Ἰωάννου ἐπιβουλάς. Μετὰ ταῦτα δὲ κακῶς διατεθεὶς, πολλάκις ὑπὸ τῶν ἰατρῶν ἀπεπρίσθη τὸ σκέλος: ἐπιγενομένη γὰρ σηπεδὼν τὸ πᾶν ἐπενέμετο σῶμα, ὡς καὶ τὸν ἕτερον πόδα ταὐτὸν ὑπομεῖναι, τῇ μεταδόσει τοῦ πάθους. Ἀλλ̓ ὁ μὲν οὐ πολλῷ ὕστερον ἐν ταῖς ὀδύναις ἐτελεύτα τὸν βίον.

Περὶ τῆς γενομένης συνόδου παρὰ Θεοφίλου, καὶ τῶν κατηγοριῶν Ἰωάννου. ἐν Ῥουφιαναῖς: καὶ ὡς κληθεὶς Ἰωάννης, καὶ μὴ παραγενόμενος, παῤ αὐτοῦ καθῃρέθη.

Περαιωθέντι δὲ Θεοφίλῳ, οὐδεὶς τῶν Κωνσταντινουπόλεως κληρικῶν ὑπήντετο. Δῆλος γὰρ ἦν ἤδη τῷ ἐπισκόπῳ δυσμενής. Τὸ δὲ τῶν Ἀλεξανδρέων ναυτικὸν, οἵπερ ἔτυχον ἐνδημοῦντες, ἔκ τε τῶν ἄλλων πλοίων, καὶ μάλιστα τῶν σιτηγῶν, ὁμοῦ συνελέγησαν,

καὶ προθύμως αὐτὸν εὐφημοῦντες ἐδέξαντο. Παραδραμὼν δὲ τὴν ἐκκλησίαν, εἰς βασιλικὴν οἰκίαν ἦλθεν, ἐν ᾗ καταμένειν αὐτῷ ηὐτρέπιστο. Ἐπεὶ δὲ πολλοὺς ἔγνω Ἰωάννῃ ἀπεχθάνεσθαι, καὶ κατηγορεῖν ἑτοίμους, προδιαθεὶς τὰ ἄλλα ᾗπερ αὐτῷ καλῶς ἔχειν ἐδόκει,

ἧκεν εἰς Δρῦν. Χαλκηδόνος δὲ τοῦτο προάστειον, Ῥουφίνου τοῦ ὑπατικοῦ νῦν ἐπώνυμον, ἐν ᾧ βασίλεια ἐστι, καὶ μεγάλη ἐκκλησία, ἣν αὐτὸς Ῥουφῖνος ἐπὶ τιμῇ Πέτρου καὶ Παύλου τῶν ἀποστόλων ἐδείματο, καὶ ἀποστολεῖον ἐξ αὐτῶν ὠνόμασε: πλησίον δὲ μοναχοὺς συνῴκισεν οἳ τῆς ἐκκλησίας τὸν κλῆρον ἐπλήρουν.

Ἐνταῦθα δὲ συνελθὼν Θεόφιλος ἅμα τοῖς ἄλλοις ἐπισκόποις, περὶ μὲν τῶν Ὠριγένους βιβλίων οὐδὲν ἐπεμνημόνευσε: τοὺς δὲ ἀπὸ Σκήτεως μοναχοὺς εἰς μετάνοιαν ἐκάλει, μήτε μνησικακεῖν, μήτε κακῶς ποιεῖν ὑποσχόμενος. Ἐπιβοώντων δὲ αὐτοῖς συγγνώμην αἰτεῖν τῶν Θεοφίλου σπουδαστῶν, καὶ προσποιουμένων τὴν σύνοδον ἱκετεύειν ὑπὲρ αὐτῶν, ταραχθέντες οἱ μοναχοὶ, καὶ τοῦτο χρῆναι ποιεῖν νομίσαντες, πολλῶν ἐπισκόπων προκαθημένων, τοῦτο δὴ τὸ σύνηθες αὐτοῖς λέγειν κἂν ἀδικῶνται, Συγχώρησον,

ἔφασαν. Θεοφίλου δὲ ἑτοίμως σπεισαμένου, καὶ τὴν κοινωνίαν αὐτοῖς ἀποδόντος, διελύθη τῶν περὶ Σκῆτιν ἀδικημάτων ἡ ἐξέτασις. Ὅπερ οἶμαι οὐκ ἂν συνέβη, εἰ συμπαρῆσαν τοῖς ἄλλοις μοναχοῖς Διόσκορός τε καὶ Ἀμμώνιος. Ὁ μὲν γὰρ ἤδη πρότερον τελευτήσας, ἐτάφη ἐν τῇ Μωκίου τοῦ μάρτυρος ἐπωνύμῳ ἐκκλησίᾳ.

Ἀμμώνιος δὲ ἔναγχος τῆς συνόδου παρασκευαζομένης, ἐμαλακίσθη τὸ σῶμα: περαιωθεὶς δὲ εἰς Δρῦν, χαλεπώτερον ὑπὸ τῆς νόσου διετέθη: καὶ μετ̓ οὐ πολὺ τελευτᾷ τὸν βίον: καὶ. πρὸς τῶν πλησίον μοναχῶν, ἔνθα δὴ κεῖται, λαμπρᾶς ἠξιώθη ταφῆς. Ὁ δὲ Θεόφιλος, ὡς ἐπύθετο, λέγεται δακρύσαι, καὶ εἰς πάντας εἰπεῖν, ὡς οὐδεὶς εἴη τῶν κατ̓ αὐτὸν μοναχὸς, οἷος Ἀμμώνιος, εἰ καὶ αὐτῷ ταραχῆς αἴτιος ἐγένετο.

Προὐχώρει δὲ ὅμως αὐτῷ καὶ τοῦτο κατὰ γνώμην. Ἡ δὲ σύνοδος ἅπαντας συνεκάλεσε τοὺς Κωνσταντινουπόλεως κληρικοὺς, καθαίρεσιν ἀπειλήσασα κατὰ τῶν ἀπειθούντων. Ἐκάλεσε δὲ καὶ Ἰωάννην πρὸς ἀπολογίαν: σὺν αὐτῷ δὲ παρεῖναι προσέταξε Σαραπίωνα, καὶ Τίγριον πρεσβύτερον, καὶ Παῦλον ἀναγνώστην.

Ὁ δὲ Ἰωάννης, ἄλλους τέ τινας τῶν ἐπιτηδείων αὐτῷ κληρικῶν, καὶ Δημήτριον τὸν Πισινοῦντος ἐπίσκοπον πέμψας πρὸς αὐτοὺς ἔλεγε, μὴ ἀποφεύγειν τὴν κρίσιν: ἕτοιμος δὲ εἶναι, εἰ πρότερον μάθοι τοὺς κατηγόρους, καὶ τὴν γραφὴν ἐπισκέψαιτο, ἐπὶ μείζονος ἀπολογεῖσθαι συνόδου: μὴ γὰρ αἱρεῖσθαι ἀνόητόν τι ὑπομένειν, καὶ περιφανῶν ἐχθρῶν ἀνέχεσθαι δικαστῶν.

Ὡς ἀπειθοῦντος δὲ συνόδῳ χαλεπαινόντων αὐτῶν, οἱ μὲν τῶν τάδε ἀγγειλάντων, δείσαντες οὐκέτι ἀνέστρεφον: Δημήτριος δὲ, καὶ ὅσοι τὴν Ἰωάννου προετίμων συνουσίαν, ὡς αὐτὸν ἐπανῆλθον. Κατ̓ αὐτὴν δὲ τὴν ἡμέραν ταχυδρόμος καὶ ταχυγράφος ἐκ τῶν βασιλειῶν παραγενόμενοι, τὸν μὲν κατήπειγον πρὸς τοὺς ἐπισκόπους ἐλθεῖν: τοὺς δὲ, μὴ μέλλειν περὶ τὴν κρίσιν.

Ἐπεὶ δὲ τετράκις κληθεὶς, οἰκουμενικὴν ἐπεκαλεῖτο σύνοδον, οὐδὲν ἕτερον ἐπαιτιώμενοι, πλὴν ὅτι κληθεὶς οὐχ ὑπήκουσε, καθεῖλον αὐτόν.

Ὅτι ἐστασίασε τὸ πλῆθος κατὰ Θεοφίλου καὶ τῆς αὐτοῦ συνόδου, καὶ τοὺς κρατοῦντας ἐλοιδορεῖτο. Ἀνακληθεὶς τοίνυν ὁ Ἰωάννης, πάλιν ἐπὶ τὸν θρόνον ἐγένετο.

Τὸ δὲ πλῆθος, ὡς τάδε ἔγνω ἐν Κωνσταντινουπόλει περὶ δείλην ὀψίαν, πρὸς στάσιν κεκίνητο: καὶ συνδραμόντες ἕωθεν εἰς τὴν ἐκκλησίαν, ἄλλα τε πολλὰ ἀνέκραγον, καὶ ὡς δέοι μείζονα σύνοδον περὶ αὐτοῦ διαλαβεῖν. Κατεπειγόντων τε τῶν ἐκ βασιλέως προστεταγμένων εἰς ὑπερορίαν αὐτὸν ἀπάγειν, οὐ συνεχώρουν.

Ὁ δὲ, δείσας μήτι ἕτερον αὐτῷ ἔγκλημα πλασθῇ, ἢ ὡς βασιλεῖ ἀπειθοῦντι, ἢ τὸν δῆμον ταράττοντι, ἡμέρᾳ τρίτῃ μετὰ τὴν καθαίρεσιν, διασπαρέντος τοῦ πλήθους περὶ μεσημβρίαν λαθὼν ἀπέλιπε τὴν ἐκκλησίαν. Ἤδη δὲ αὐτοῦ ἀπαγομένου, χαλεπῶς ὁ λαὸς ἐστασίαζε, βασιλέα τε καὶ τὴν σύνοδον καὶ μάλιστα Θεόφιλον καὶ Σεβηριανὸν ἐλοιδόρουν: ἄμφω μὲν γὰρ ἀρχηγὼ τῆς ἐπιβουλῆς ἤστην.

Ὁ δὲ Σεβηριανὸς καὶ ἐπὶ ἐκκλησίας τότε διδάσκων, ἐπῄνεσε τὴν Ἰωάννου καθαίρεσιν, ὡς κατὰ ἀλαζόνος, εἰ καὶ μηδὲν ἦν ἕτερον ἔγκλημα γεγενημένον: τὰ μὲν γὰρ ἄλλα, ἔφη, ἁμαρτήματα συγχωρεῖ τοῖς ἀνθρώποις τὸ θεῖον,

ὑπερηφάνοις δὲ ἀντιτάσσεται. Ἐπὶ τούτοις δὲ ἐνεμέσησε τὸ πλῆθος, καὶ τὴν ὀργὴν ἀνενέου, καὶ ἀσχέτως ἐστασίαζε: καὶ οὔτε ἐν ἐκκλησίαις, οὔτε ἐν ἀγοραῖς ἠρεμεῖν ἠνείχετο: ἅμα δὲ ὀλολυγῇ καὶ ὀδυρμοῖς μέχρι καὶ αὐτῶν τῶν βασιλείων προϊόντες, ἐδέοντο περὶ τῆς Ἰωάννου ἀνακλήσεως.

Εἴξασα δὲ ταῖς ἱκεσίαις τοῦ δήμου ἡ βασιλὶς, πείθει τὸν ἄνδρα ἐπινεῦσαι: ἐν τάχει τε Βρίσωνα τὸν ἀμφ̓ αὐτὴν πιστὸν εὐνοῦχον πέμψασα, ἐκ Πρενέτου τῆς Βιθυνίας Ἰωάννην ἐπανήγαγεν, ἀθῷον εἶναι τῶν κατ̓ αὐτοῦ βεβουλευμένων δηλώσασα, καὶ δἰ αἰδοῦς αὐτὸν ἔχειν, ὡς ἱερέα καὶ μυσταγωγὸν τῶν αὐτῆς παίδων.

Ὁ δὲ ἐπανελθὼν, ἐν προαστείῳ αὐτῆς τῆς βασιλίδος περὶ τὸν Ἀνάπλουν διέτριβε: καὶ πρὸ κρίσεως μείζονος συνόδου, ἵν̓ εἴη δῆλον ὡς ἀδίκως ἀφῃρέθη τῆς ἐπισκοπῆς, παρῃτεῖτο τέως τὴν εἰς τὴν πόλιν εἴσοδον. Ἐπεὶ δὲ πάλιν ὁ λαὸς ἠγανάκτει, καὶ τοὺς κρατοῦντας ἐλοιδόρει, βιασθεὶς εἰσῆλθεν.

Ἐν ψαλμῳδίαις δὲ πρὸς τὸ συμβὰν πεποιημέναις ὑπαντήσας ὁ δῆμος: ἔφερον δὲ κηροὺς ἡμμένους οἱ πλείους: ἄγουσιν αὐτὸν ἐπὶ τὴν ἐκκλησίαν. Παραιτούμενόν τε καὶ πολλάκις ἰσχυριζόμενον, χρῆναι πρότερον τοὺς καταψηφισαμένους αὐτοῦ πάλιν ἀποψηφίσασθαι, ὡς ἱερεῦσι θέμις ἠνάγκασαν τὴν εἰρήνην τῷ λαῷ προσειπεῖν, καὶ εἰς τὸν ἐπισκοπικὸν καθίσαι θρόνον. Ἀναγκασθεὶς δὲ, καὶ σχέδιόν τινα διεξῆλθε λόγον.

Ἐκ χαριεστάτης δὲ εἰκόνος τὰς ἀφορμὰς λαβὼν, ὑπεδήλου Θεόφιλον μὲν ἐνυβρίσαι τὴν ὑπ̓ αὐτὸν ἐκκλησίαν ἐπιχειρῆσαι, ὡς τὸν Αἰγυπτίων βασιλέα τὴν Ἀβραὰμ τοῦ πατριάρχου γαμετὴν, ὡς αἱ τῶν Ἑβραίων ἱστοροῦσι βίβλοι: τὸν δὲ λαὸν ὡς εἰκὸς ἐπαινέσας τῆς προθυμίας, καὶ τοὺς κρατοῦντας τῆς περὶ αὐτὸν εὐνοίας, εἰς πολλοὺς κρότους καὶ εὐφημίαν τοῦ βασιλέως καὶ τῆς αὐτοῦ γαμετῆς, τὸ πλῆθος ἐκίνησεν, ὡς καὶ ἡμιτελῆ καταλιπεῖν τὸν λόγον.

Περὶ τῆς δυστροπίας Θεοφίλου, καὶ περὶ τῆς ἔχθρας Αἰγυπτίων, καὶ τῶν Κωνσταντινουπολιτῶν: καὶ περὶ τῆς φυγῆς Θεοφίλου: καὶ Νιλαμβῶνος τοῦ ἀσκητοῦ, καὶ τῆς περὶ Ἰωάννην συνόδου.

Θεόφιλος δὲ ἀπορῶν ὅ τι χρήσαιτο τοῖς παροῦσιν, οὐκ ἐθάρρει, καίπερ προθυμούμενος, εἰς τὸ φανερὸν διαβάλλειν Ἰωάννην, ὡς παρανόμως μετὰ καθαίρεσιν ἱερωμένον. Ἤιδει γὰρ τοῖς κρατοῦσι προσκρούσων, οἳ διὰ τὴν κίνησιν τοῦ δήμου παραιτούμενον ἐπανελθεῖν ἐβιάσαντο.

Τοῖς δὲ Ἡρακλείδου κατηγόροις δικαστήριον κατὰ ἀπόντος προτέθηκεν, οἰηθεὶς ἐντεῦθεν εὐλογωτέραν πως αἰτίαν εὑρήσειν τῆς Ἰωάννου καθαιρέσεως. Ἀντερούντων δὲ τῶν αὐτοῦ ἐπιτηδείων, ὡς οὐ νόμιμον οὐδὲ ἐκκλησιαστικὸν, τὸν ἀπόντα κρίνεσθαι, τῶν δὲ περὶ τὸν Θεόφιλον τἀναντία ἰσχυριζομένων, ἐπιλαβόμενοι τῆς ἔριδος τὸ λοιπὸν τῶν Ἀλεξανδρέων καὶ Αἰγυπτίων πλῆθος, καὶ ὁ Κωνσταντινουπόλεως λαὸς, εἰς ἀλλήλους ἐχώρησαν: ὡς πολλοὺς τραυματίας γενέσθαι, τινὰς δὲ καὶ ἀπολέσθαι.

Δείσαντες δὲ καὶ Σεβηριανὸς καὶ οἱ ἄλλοι ἐπίσκοποι, πλὴν τῶν τὰ Ἰωάννου φρονούντων, φυγῇ τὴν Κωνσταντινούπολιν ἀπέλιπον. Καὶ Θεόφιλος δὲ αὐτίκα μηδὲν ἀναβαλλόμενος, ἤδη τοῦ χειμῶνος ἀρχομένου, φεύγων ἅμα Ἰσαακίῳ τῷ μοναχῷ ἀπέπλευσεν εἰς Ἀλεξάνδρειαν. Ἀπὸ δὲ τοῦ πελάγους ὧδε συμβὰν,

κατῇρεν εἰς Γέρας, πόλιν μικρὰν, ἀμφὶ πεντήκοντα στάδια τοῦ Πηλουσίου ἀφεστῶσαν. Τελευτήσαντος δὲ τότε τοῦ ἐνθάδε ἐπισκόπου, οἱ μὲν πολῖται, ὡς ἐπυθόμην, ἐψηφίσαντο Νιλάμμωνα προστατεῖν τῆς αὐτῶν ἐκκλησίας, ἄνδρα ἀγαθὸν, καὶ μοναστικῆς φιλοσοφίας εἰς ἄκρον ἐλθόντα. Ὤικει δὲ πρὸ τοῦ ἄστεος, ἐν οἰκήματι καθείρξας ἑαυτὸν, καὶ λίθοις τὴν θύραν ἀποφράξας. Ἀποφεύγοντα δὲ τὴν ἱερωσύνην, ἐλθὼν πρὸς αὐτὸν Θεόφιλος, συνεβούλευσε καταδέχεσθαι τὴν παῤ αὐτοῦ χειροτονίαν.

Ὁ δὲ πολλάκις παραιτησάμενος ὡς οὐκ ἔπειθεν, Αὔριον εἴ σοι φίλον, ἔφη, πρᾶξον ὦ πάτερ: ὥστέ με σήμερον τὰ κατ̓ ἐμαυτὸν διαθεῖναι. Ἐπεὶ δὲ τῇ ὑστεραίᾳ κατὰ τὰ συγκείμενα ἦλθε, καὶ τὴν θύραν ἀνοίγειν ἐκέλευσεν, Ἄγε δὴ πρότερον, ὁ Νιλάμμων ἔφη, εὐξώμεθα. Καὶ Θεόφιλος ἐπαινέσας, ηὔξατο:

Νιλάμμων δὲ ἐν τῷ εὔχεσθαι τὴν ἐνθάδε κατέλιπε βιοτήν. Τοῦτο δὲ, τὰ μὲν πρῶτα ἠγνοεῖτο Θεοφίλῳ καὶ τοῖς ἀμφ̓ αὐτὸν ἔξωθεν ἑστῶσιν. Ἀναλωθείσης δὲ λοιπὸν τῆς ἡμέρας, ὡς πολλάκις γεγωνότερον καλούντων οὐχ ὑπήκουε, καταβαλόντες τοὺς πρὸ τῆς θύρας λίθους, εὗρον τὸν ἄνδρα νεκρόν: καὶ περιστείλαντες ᾗ ἔδει, δημοσίας ἠξίωσαν ταφῆς: καὶ εὐκτήριον οἶκον περὶ τὸν αὐτοῦ τάφον ᾠκοδόμησαν οἱ ἐπιχώριοι: καὶ ἐπισημότατα εἰσέτι νῦν τὴν ἡμέραν τῆς αὐτοῦ τελευτῆς ἄγουσιν.

Ὁ μὲν δὴ Νιλάμμων ὧδε τέθνηκεν, εἴ γε θάνατον δεῖ καλεῖν, ὃν ὑπομεῖναι ηὔξατο πρὶν ἐπιτραπῆναι τὴν ἱερωσύνην, ἧς ἀνάξιος εἶναι διὰ μετριότητα τρόπων ἡγεῖτο. Ὁ δὲ Ἰωάννης ἐπανελθὼν εἰς Κωνσταντινούπολιν, ἔτι μᾶλλον κεχαρισμένος τῷ λαῷ ἐφαίνετο.

Συνεληλυθότων δὲ τότε ἐν Κωνσταντινουπόλει ἀμφὶ ἑξήκοντα ἐπισκόπων, ἄκυρά τε τὰ ἐν τῇ Δρυῒ πεπραγμένα, καὶ αὐτὸν ἔχειν τὴν ἐπισκοπὴν ψηφισαμένων, διετέλεσεν ἱερώμενος, καὶ χειροτονῶν, καὶ τ̓ ἄλλα περὶ τὴν ἐκκλησίαν ᾗ θέμις τοῖς προεστῶσι, διέπων. Ἡνίκα καὶ Σαραπίωνα τῆς ἐν Θρᾴκῃ Ἡρακλείας ἐπίσκοπον κατέστησεν.

Περὶ τοῦ ἀνδριάντος τῆς βασιλίδος: καὶ περὶ τῆς Ἰωάννου διδασκαλίας, καὶ τῆς κατ̓ αὐτοῦ πάλιν ἀθροισθείσης συνόδου, καὶ καθαιρέσεως.

Οὐ πολλῷ δὲ ὕστερον, ἀνδριάντος ἀργυροῦ τῆς τοῦ βασιλέως γαμετῆς ἐπὶ πορφυροῦ κίονος ἀνατεθέντος, ὃς καὶ νῦν ἐστὶ πρὸς μεσημβρίαν τῆς ἐκκλησίας, πρὸ τοῦ οἴκου τῆς μεγάλης βουλῆς ἐφ̓ ὑψηλοῦ βήματος, κρότοι τε καὶ δημώδεις θέαι ὀρχηστῶν τε καὶ μίμων ἐνθάδε ἐπετελοῦντο, ὡς ἔθος ἦν τότε ἐπὶ τῇ ἀνακλήσει τῶν βασιλικῶν εἰκόνων.

Ἐφ̓ ὕβρει δὲ τῆς ἐκκλησίας τάδε γεγενῆσθαι, ἐν ὁμιλίᾳ πρὸς τὸν λαὸν ὁ Ἰωάννης διέβαλεν. Ἡ δὲ βασιλὶς, ἔτι προσφάτου οὔσης τῆς μνήμης τῶν προτέρων λυπηρῶν, ὡς ὑβρισμένη πάλιν ἐμπίπλαται θυμοῦ, καὶ σύνοδον αὖθις ἐπιτελεῖσθαι ἐσπούδαζεν. Ὁ δὲ οὐκ ἐνεδίδου: ἀλλ̓ ἔτι σαφέστερον ἐπ̓ ἐκκλησίας λοιδορῶν αὐτὴν,

ἐξέκαυσε πρὸς ὀργήν. Ἡνίκα δὴ τὸν ἀοίδιμον ἐκεῖνον διεξῆλθε λόγον, ἀρξάμενος ὧδε, Πάλιν Ἡρωδιὰς μαίνεται, πάλιν ὀρχεῖται, πάλιν Ἰωάννου τὴν κεφαλὴν ἐπὶ πίνακος σπουδάζει λαβεῖν. Οὐκ εἰς μακρὰν δὲ ἄλλοι τε ἐπίσκοποι παρεγένοντο, καὶ Λεόντιος ὁ Ἀγκύρας, καὶ Ἀκάκιος ὁ Βερροίας. Ἐπιγενομένης δὲ τῆς γενεθλίου ἡμέρας τοῦ Χριστοῦ, ὁ μὲν βασιλεὺς, ὡς εἰώθει, εἰς τὴν ἐκκλησίαν οὐκ ἦλθεν: ἐδήλωσε δὲ Ἰωάννῃ,

μὴ κοινωνεῖν αὐτῷ πρὶν ἀνεύθυνος φανῇ τῶν ἐγκλημάτων. Ἐπεὶ δὲ προθύμως ἀπολογεῖσθαι ἔφη, οἱ κατήγοροι δείσαντες ἐπεξιέναι τοῖς ἐγκλήμασιν οὐκ ἐθάρρουν. Ἐδόκει δὲ τοῖς δικασταῖς, μὴ δέον εἰς δευτέραν χωρεῖν κρίσιν τὸν ὁπωσοῦν καθαιρεθέντα. Καὶ τῶν μὲν ἄλλων οὐδὲν ἐξήταζον: πρὸς τοῦτο δὲ μόνον ἀπολογεῖσθαι τὸν Ἰωάννην ἀπῄτουν, ὅτι καθαιρεθεὶς, πρὶν ἐπιτρέψαι σύνοδον, εἰς τὸν ἐπισκοπικὸν ἐκάθισε θρόνον.

Τοῦ δὲ τὴν ψῆφον τῶν κεκοινωνηκότων αὐτῷ μετὰ τὴν προτέραν σύνοδον προϊσχομένου, ὡς πλειόνων αὐτοῦ καταψηφισαμένων, καὶ διὰ τοῦτο ἱερατικοῦ κανόνος ἀπαγορεύοντος, οὐ προσίεντο τὴν ἀπολογίαν. Ἀλλὰ καθεῖλον αὐτὸν, ἑτεροδόξων ἐνιστάμενον τοῦτον εἶναι νόμον.

Ἐπεὶ γὰρ οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως συκοφαντήσαντες Ἀθανάσιον ἀφείλοντο τὴν Ἀλεξανδρέων ἐκκλησίαν, δέει τῆς τῶν πραγμάτων μεταβολῆς, τάδε ἐνομοθέτησαν, ἀνεξέταστα μένειν τὰ ἐπ̓ αὐτῷ βεβουλευμένα σπουδάζοντες.

Ὅσα κακὰ συνέβη ἐπὶ τῇ ἐκβολῇ Ἰωάννου τῷ πλήθει, καὶ περὶ τῆς κατ̓ αὐτοῦ διὰ ξίφους ἐπιβουλῆς.

Ὁ δὲ Ἰωάννης καθαιρεθεὶς, οὐκέτι ἐκκλησίαζε: ἀλλ̓ ἐν τῷ ἐπισκοπικῷ καταγωγίῳ ἠρέμει. Ἤδη δὲ ληγούσης τῆς τεσσαρακοστῆς, κατ̓ αὐτὴν τὴν ἱερὰν νύκτα, ἐν ᾗ ἡ ἐτήσιος ἑορτὴ ἐπὶ ἀναμνήσει τῆς ἀναστάσεως τοῦ Χριστοῦ ἐπιτελεῖται, ἐξωθοῦνται τῆς ἐκκλησίας οἱ τὰ αὐτοῦ φρονοῦντες, ἐπιθεμένων αὐτοῖς ἔτι μυσταγωγοῦσι στρατιωτῶν, καὶ τῶν αὐτοῦ δυσμενῶν.

Ἀπροόπτου δὲ τούτου συμβάντος, πολὺς περὶ τὸ βαπτιστήριον ἐγένετο θόρυβος, γυναίων μὲν μετ̓ οἰμωγῆς ταραττομένων, παιδίων δὲ κλαιόντων, ἱερέων δὲ καὶ διακόνων τυπτομένων τε, καὶ πρὸς βίαν ὡς εἶχον σχήματος ἐλαυνομένων. Τ̓ ἄλλα δὲ οἷα εἰκὸς ἦν γενέσθαι ἐν ἀταξίᾳ τοσαύτῃ, οἱ μυηθέντες οὐκ ἀγνοοῦσιν: ἐγὼ δὲ ἀναγκαίως σιγήσομαι, μὴ καὶ ἀμύητός τις ἐντύχῃ τῇ γραφῇ.

Αἰσθόμενοι δὲ καὶ τὸ λοιπὸν πλῆθος τὴν ἐπιβουλὴν, τῇ ὑστεραίᾳ καταλιπόντες τὴν ἐκκλησίαν, ἐν δημοσίῳ λουτρῷ πολυχωρήτῳ μάλα, Κωνσταντίου τοῦ βασιλέως ἐπωνύμῳ, τὸ Πάσχα ἐπετέλεσαν, ὑπὸ ἐπισκόποις καὶ πρεσβυτέροις, καὶ λοιποῖς ἄλλοις, οἷς θέμις τὰ περὶ τὴν ἐκκλησίαν διέπειν: οἳ δὴ τῷ λαῷ συνῆσαν, τὰ Ἰωάννου φρονοῦντες.

Ἐλαθέντες δὲ ἔνθεν, συνῆλθον πρὸ τοῦ ἄστεος εἴς τινα χῶρον, ὃν Κωνσταντῖνος ὁ βασιλεὺς μήπω τὴν πόλιν συνοικίσας, εἰς ἱπποδρόμου θέαν ἐκάθῃρε, ξύλοις περιτειχίσας: ἐξ ἐκείνου τε πῆ μὲν ἐνθάδε, πῆ δὲ ἑτέρωθι ᾗ ἐξῆν, ἰδίᾳ ἐκκλησίαζον, καὶ Ἰωαννῖται ὠνομάζοντο.

Περὶ δὲ τοῦτον τὸν χρόνον ἄνθρωπός τις δαιμονῶν ἢ νομιζόμενος, ἐγχειρίδιον ἔχων ὡς ἐπὶ σφαγὴν Ἰωάννου παρεσκευασμένος, οὔπω δὲ ἐπιχειρήσας τῷ πράγματι, φωρᾶται: καὶ ὑπὸ τοῦ πλήθους ὡς ὠνητὸς εἰς τὴν ἐπιβουλὴν συλληφθεὶς, ἄγεται πρὸς τὸν ὕπαρχον. Ἐπισκόπους δέ τινας τῶν ἀμφ̓ αὐτὸν ἀποστείλας Ἰωάννης,

ἐξείλετο τοῦτον πρὶν αἰκισθῆναι. Εἰς ὕστερον δὲ καὶ Ἐλπιδίου πρεσβυτέρου, ὃς προφανὴς ἐχθρὸς διακόνου ἐτύγχανε, δοῦλος δρομαῖος εἰς τὸν ἐπισκοπικὸν οἶκον εἰσβάλλεται. Ἐπιγνοὺς δέ τις αὐτὸν τῶν παρατυχόντων,

ἐπέσχε, τοῦ δρόμου τὴν αἰτίαν πυθόμενος. Ὁ δὲ μηδὲν ἀποκριθεὶς, παραχρῆμα ξιφιδίῳ παίει τὸν ἄνδρα, καὶ μετ̓ ἐκεῖνον ἕτερον ἐπιβοήσαντα τῇ τοῦ πρώτου πληγῇ: νύττει δὲ καὶ τρίτον ἐπὶ τούτοις. Θορυβησάντων δὲ σὺν βοῇ τῶν παρόντων, ὑποστρέψας ἔφυγε. Παρακελευομένων δὲ τῶν διωκόντων τοῖς πόρρωθεν συλλαμβάνεσθαι τὸν φεύγοντα, προσδραμών τις ἐκ βαλανείου λελουμένος ἀναχωρῶν ἐπελάβετο αὐτοῦ, καὶ καιρίαν πληγεὶς ἔκειτο νεκρός.

Ἐπεὶ δὲ κυκλωθεὶς μόλις ὑπὸ τοῦ πλήθους ἐθηρεύθη, ἄγουσιν αὐτὸν εἰς τὰ βασίλεια. Καὶ μαρτυρόμενοι τῶν ἀπεχθανομένων Ἰωάννῃ τὴν ἐπιβουλὴν, καὶ τὸν φονέα καὶ τοὺς ἐπὶ τοῦτο ἀναπείσαντας ἐπεβόων τιμωρίαν δοῦναι. Παραλαβὼν δὲ τοῦτον ὁ ὕπαρχος ὡς ἐπεξιὼν τῇ δίκῃ, διέλυσε τοῦ δήμου τὴν ὀργήν.

Ὡς ἐξηλάθη τοῦ θρόνου ἀδίκως ὁ Ἰωάννης, καὶ περὶ τοῦ γενομένου θορύβου: καὶ περὶ τοῦ πεμφθέντος τῇ ἐκκλησίᾳ θεηλάτου πυρὸς, καὶ περὶ τῆς εἰς Κουκουσὸν αὐτοῦ ἐξορίας.

Ἐξ ἐκείνου δὲ τὸν Ἰωάννην ἐφύλαττον οἱ τοῦ λαοῦ σπουδαιότεροι, νύκτωρ καὶ μεθ̓ ἡμέραν, ἀμοιβαδὸν παρακαθήμενοι τὸν ἐπισκοπικὸν οἶκον. Σύγχυσιν δὲ ἐπαιτιώμενοι τῶν ἐκκλησιαστικῶν νόμων οἱ κατὰ αὐτοῦ συνεληλυθότες ἐπίσκοποι, ἐπὶ σφᾶς αὐτοὺς ἔφασαν δικαιοτάτην οὖσαν ἀναδεδέχθαι τὴν ἐπ̓ αὐτῷ κρίσιν, καὶ τῆς πόλεως αὐτὸν ἐξιέναι ἐκέλευσαν:

ἄλλως γὰρ μηδὲ τὸ πλῆθος ἠρεμήσειν. Παραγενομένου δὲ τοῦ ἀπὸ βασιλέως, καὶ ταῦτα σὺν ἀπειλῇ ποιεῖν προστάξαντος, λαθὼν τοὺς ἀπὸ τοῦ λαοῦ φύλακας ἐξῆλθε: τοσοῦτον μεμφόμενος, ὅτι γέ παρανόμως πρὸς βίαν ἐλαύνεται, μὴ ἀξιωθεὶς κρίσεως, ἧς καὶ ἀνδροφόνοις καὶ γόησι καὶ μοιχοῖς μέτεστιν ἐκ νόμων. Καὶ διὰ μικροῦ σκάφους περαιοῦται αὐτίκα εἰς Βιθυνίαν: ἐκεῖθέν τε παραχρῆμα εἴχετο τῆς ὁδοῦ.

Προϊδόντες δέ τινες τῶν ἐπιβουλευόντων αὐτῷ, ὡς εἰ αἴσθοιτο ὁ λαὸς, ἐπιδιώξει, καὶ πάλιν βιάσεται ἐπανελθεῖν, φθάσαντες ἀποκλείουσι τὰς θύρας τῆς ἐκκλησίας. Ἐπεὶ δὲ οἱ ἀνὰ τὰς ἀγυιὰς ἔγνωσαν, οἱ μὲν δρομαῖοι ἠπείγοντο πρὸς θάλασσαν, ὡς δὴ καταληψόμενοι: οἱ δὲ, περιδεεῖς γενόμενοι, εἰς φυγὴν ἠλαύνοντο, ὡς ἐπὶ τοσούτῳ θορύβῳ καὶ ταραχῇ στάσεως καὶ βασιλέως ὀργῆς προσδοκωμένης.

Οἱ δὲ ἐν τῇ ἐκκλησίᾳ ἔτι μᾶλλον ἔφραττον τὰς ἐξόδους, ἐπὶ ταύτας συρρέοντες καὶ περιωθοῦντες ἀλλήλους. Μόλις δὲ τὰς θύρας ἐπέτασαν σὺν βίᾳ πολλῇ, τῶν μὲν λίθοις κατεαξάντων, τῶν δὲ πρὸς ἑαυτοὺς ἀνθελκόντων, καὶ τὸν κατὰ νώτου ὄχλον εἰς τοὐπίσω ἀπωθουμένων. Ἐν τούτῳ δὲ πῦρ ἐξαπίνης πάντοθεν τὴν ἐκκλησίαν ἐπεβόσκετο: καὶ πᾶσαν διαδραμὸν, ἐνεμήθη καὶ τὸν παρακείμενον αὐτῇ ἐκ μεσημβρίας μέγιστον

οἶκον τῆς συγκλήτου βουλῆς. Τούτου δὲ τὴν αἰτίαν ἀντεπῆγον ἀλλήλοις: οἱ μὲν Ἰωάννῃ ἐπιβουλεύοντες, τοὺς τὰ αὐτοῦ φρονοῦντας ἐπαιτιώμενοι, ὡς χαλεπῄναντας πρὸς τὴν τῆς συνόδου ψῆφον: οἱ δὲ, συκοφαντεῖσθαι ἰσχυριζόμενοι, καὶ τὴν ἐκείνων πρᾶξιν σφίσι περιτρέπειν, ἅμα τῇ ἐκκλησίᾳ καὶ αὐτοὺς πυρπολῆσαι βουλευσαμένων.

Ἀπὸ δείλης δὲ ὀψίας μέχρις ἕω τοῦ πυρὸς περαιτέρω χωροῦντος, καὶ πρὸς τὰς ἔτι συνεστώσας ὕλας ἕρποντος, οἱ μὲν ἐπιδιώξαντες Ἰωάννην εἰς Κουκουσὸν διῆγον τῆς Ἀρμενίας, βασιλέως γράμματι καταδικασθέντα τὴν ἐκεῖσε οἴκησιν.

Οἱ δὲ τοὺς ξυνελθόντας αὐτῷ ἐπισκόπους καὶ κληρικοὺς ἀγαγόντες, ἐν Χαλκηδόνι καθεῖρξαν. Ἄλλοι δὲ περιϊόντες ἀνὰ τὴν πόλιν, τοὺς καταμηνυομένους τὰ αὐτοῦ φρονεῖν, συνελαμβάνοντο καὶ ἐφρούρουν: καὶ ἀναθεματίζειν αὐτὸν ἠνάγκαζον.

Περὶ Ἀρσακίου τοῦ μετὰ Ἱωάννην προχειρισθέντος, καὶ ὅσα κακὰ τοῖς προσκειμένοις Ἰωάννῃ εἰργάσατο: καὶ περὶ τῆς ὁσίας Νικαρέτης.

Οὐ πολλῷ δὲ ὕστερον χειροτονεῖται Κωνσταντινουπόλεως ἐπίσκοπος Ἀρσάκιος, Νεκταρίου τοῦ πρὸ Ἰωάννου ταύτην τὴν ἐπισκοπὴν διανύσαντος ἀδελφός: ἀνὴρ πρᾷος, καὶ περὶ τὸ θεῖον εὐλαβής: ἔβλαψαν δὲ τὴν ἐν τῷ πρεσβυτερίῳ περὶ αὐτοῦ κρατοῦσαν δόξαν κληρικοί τινες, ποιοῦντες μὲν ἅπερ ἐβούλοντο, αὐτῷ δὲ ταῦτα ἀνατιθέντες: διέβαλε δὲ αὐτὸν μάλιστα καὶ τὰ συμβάντα μετὰ ταῦτα περὶ τοὺς Ἰωάννου ἐπαινέτας.

Ἐπεὶ γὰρ αὐτῷ καὶ τοῖς αὐτῷ συνοῦσι κοινωνεῖν ἢ συνεύχεσθαι οὐκέτι ἀνεκτὸν ἡγοῦντο, ἀναμεμιγμένων αὐτοῖς τῶν ἐπιβούλων Ἰωάννου, καθ̓ ἑαυτοὺς δὲ, ὡς εἴρηται, συνιόντες ἐν ταῖς ἐσχατιαῖς τῆς πόλεως ἐκκλησίαζον, κοινοῦται βασιλεῖ περὶ τούτου. Συνηγμένοις δὲ συνταγματάρχης ἅμα στρατιώταις ἐμβαλεῖν ἐπιτραπεὶς, τὸ μὲν πλῆθος παίων ξύλοις καὶ λίθοις, εἰς φυγὴν τρέπει: τοὺς δὲ ἐπισημότερον καὶ προθυμότερον τὰ Ἰωάννου ζηλοῦντας, ἐν φρουρᾷ ποιεῖται.

Ἐνταῦθα δὲ, οἷα συμβαίνειν φιλεῖ, στρατιωτῶν ἐπιτραπέντων νεανιεύεσθαι, γύναια πρὸς βίαν τοῦ κόσμου, τῶν μὲν ὅρμους καὶ ζώνας χρυσᾶς καὶ περιδέραια καὶ στρεπτοὺς ληϊζομένων: τῶν δὲ σὺν αὐτοῖς λοβοῖς ἐξελκόντων τὰ ἐνώτια. Μεγίστης δὲ ταραχῆς καὶ οἰμωγῆς ἀνὰ τὴν πόλιν συμβάσης, οὐδ̓ οὕτως μετέθεντο τοῦ περὶ Ἰωάννην φίλτρου.

Δημοσίᾳ δὲ οὐκέτι συνῄεσαν: πολλοὶ δὲ, οὔτε εἰς ἀγορὰν, οὔτε εἰς βαλανεῖα ἐφοίτων: τισὶ δὲ καὶ τὸ οἴκοι μένειν, οὐκ ἀκίνδυνον ἦν: καὶ φυγὴν ἑαυτοῖς ἐπιτάξαντες, τῆς πόλεως ἐξῆλθον, ἄλλοι τε ἄνδρες σπουδαῖοι, καὶ ἀγαθαὶ γυναῖκες: ὧν ἦν Νικαρέτη ἡ Βιθυνὴ, τῶν παρὰ Νικομηδεῦσιν εὐπατριδῶν ἐπισήμου γένους, ἐπὶ ἀϊδίῳ παρθενίᾳ καὶ ἀρετῇ βίου εὐδοκιμοῦσα.

Ἀτυφοτάτην δὲ ὧν ἴσμεν σπουδαίων γυναικῶν ταύτην ἔγνων, ἤθει τε καὶ λόγῳ καὶ διαίτῃ τεταγμένην, καὶ τὰ θεῖα μέχρι θανάτου τῶν βιωτικῶν προτιμῶσαν: ἀνδρείᾳ τε καὶ φρονήσει πρὸς περιπετείας δυσχερῶν πραγμάτων ἀντισχεῖν ἱκανήν: ὡς μήτε πολλῆς πατρῴας περιουσιας ἀδίκως ἀφαιρεθεῖσαν ἀγανακτεῖν, ἐν ὀλίγοις τε περιλειφθεῖσιν, ὑπὸ ἀρίστης οἰκονομίας, καίπερ εἰς γῆρας προελθοῦσαν, τὰ ἐπιτήδεια σὺν τοῖς οἰκείοις ἔχειν, καὶ ἄλλοις ἀφθόνως χορηγεῖν.

Ὑπὸ φιλανθρώπου δὲ προθυμίας φιλόκαλος οὖσα, καὶ παντοδαπὰ παρεσκεύαζε φάρμακα εἰς πτωχῶν νοσούντων χρείαν: οἷς δὴ πολλοῖς τῶν γνωρίμων πολλάκις ἐπήρκεσε μηδὲν ἀποναμένοις τῶν συνήθων ἰατρῶν. Σὺν θείᾳ γάρ τινι ῥοπῇ, ἅπερ ἐπεχείρει εἰς χρηστὸν ἀπέβαινε τέλος: καὶ συλλήβδην εἰπεῖν, τῶν καθ̓ ἡμᾶς σπουδαίων γυναικῶν ἑτέραν οὐκ ἔγνων, εἰς τοσοῦτον ἤθους τε καὶ σεμνότητος καὶ τῆς ἄλλης ἀρετῆς ἐπιδοῦσαν.

Ἀλλ̓ ἡ μὲν, καίπερ τοιάδε οὖσα, τοὺς πολλοὺς ἐλάνθανεν: ὑπὸ μετριότητος γὰρ τρόπων, καὶ φιλοσοφίας, ἀεὶ λανθάνειν ἐπετήδευεν: ὡς μήτε εἰς ἀξίωμα διακόνου σπουδάσαι προελθεῖν, μήτε προτρεπομένου πολλάκις Ἰωάννου ἑλέσθαι ποτὲ παρθένων ἐκκλησιαστικῶν ἡγεῖσθαι.

Μεγίστου δὲ φόβου πᾶσιν ἐμπεσόντος, ἐπειδὴ δῆλον ἦν μηκέτι στασιάζειν τὸ πλῆθος, δημοσίᾳ προελθὼν ὁ τῆς πόλεως ὕπαρχος, ὡς ἐξετάσων τὰ περὶ τῆς πυρᾶς καὶ τοῦ βουλευτηρίου, πολλοὺς χαλεπῶς ἐτιμωρήσατο: ἕλλην γὰρ ὢν, ὡς ἐπεγγελῶν ταῖς συμφοραῖς τῆς ἐκκλησίας, καὶ πρὸς ἡδονὴν ἔσχε τὸ συμβάν.

Περὶ Εὐτροπίου τοῦ ἀναγνώστου, καὶ τῆς μακαρίας Ὀλυμπιάδος, καὶ περὶ τοῦ πρεσβυτέρου Τιγρίου, οἷα διὰ τὸν ἐπίσκοπον Ἰωάννην ἔπαθον: καὶ περὶ πατριαρχῶν.

Ἐν δὲ τῷ τότε καὶ Εὐτρόπιός τις ἀναγνώστης παραχθεὶς ἐπὶ τῇ καταμηνύσει τῶν ἐμβαλόντων τὸ πῦρ, οὔτε βοείαις οὔτε ξύλοις οὔτε ὄνυξι ξαινόμενος πλευράς τε καὶ παρειὰς, ἐπὶ τούτοις τε καὶ τὸν ὑφαπτόμενον τῷ σώματι πυρσὸν ὑπομείνας, καὶ ταῦτα νέος καὶ ἁπαλόχρως ὢν, οὐδὲν ὡμολόγησεν εἰδέναι.

Μετὰ δὲ τὰς βασάνους, ἐγκλείεται εἰς τὸ δεσμωτήριον: ἔνθα δὴ οὐκ εἰς μακρὰν ἐτελεύτησεν. Ἄξιον δὲ τῇ γραφῇ παραδοῦναι καὶ τὸ συμβὰν ἐπ̓ αὐτῷ ὄναρ. Σισινίῳ γὰρ τῷ ἐπισκόπῳ τῆς τῶν Ναυατιανῶν αἱρέσεως ἤδη καθεύδοντι, ἀνήρ τις κάλλει καὶ μεγέθει περιφανέστατος, παρεστὼς τῷ θυσιαστηρίῳ τῆς αὐτῶν ἐκκλησίας, ἣν εἰς τιμὴν Στεφάνου τοῦ πρωτομάρτυρος ὠκοδόμησεν, ἔδοξεν ἀδημονεῖν ἐπὶ σπάνει ἀγαθῶν ἀνδρῶν, ὡς τούτου χάριν τὴν πᾶσαν πόλιν περιεληλυθὼς, καὶ μηδένα εὑρὼν ἢ μόνον Εὐτρόπιον.

Πρὸς δὲ τὴν ὄψιν καταπλαγεὶς ὁ Σισίνιος, πρός τινα τῶν ὑπ̓ αὐτὸν πιστοτάτων πρεσβυτέρων ὁμολογήσας τὸ ὄναρ, ἐκέλευσεν ἀναζητεῖν τὸν ἄνδρα ὅστις εἴη. Ὁ δὲ, εὐστόχως συμβαλὼν ὡς ἐν τοῖς ἔναγχος ἐπὶ τοῦ ὑπάρχου βασανισθεῖσιν εἰκὸς εἶναι τοιοῦτον, περιϊών τὰ δεσμωτήρια, ἐπυνθάνετο εἴ τις ἐστὶν ἐν αὐτοῖς Εὐτρόπιος. Καὶ εὑρὼν, εἰς λόγους αὐτῷ ἦλθε, καὶ διηγήσατο τοῦ ἐπισκόπου τὸ ὄναρ: καὶ δακρύων εὔχεσθαι ὑπὲρ αὐτοῦ ἐλιπάρει: καὶ τὰ μὲν κατὰ Εὐτρόπιον ὧδε ἔσχεν.

Ἀνδρεία δὲ ἐν ταύταις ταῖς συμφοραῖς ἀνεφάνη καὶ Ὀλυμπιὰς ἡ διάκονος. Ἐπεὶ γὰρ ἐκ ταύτης τῆς αἰτίας εἰς τὸ δικαστήριον παρήχθη, πυθομένου τοῦ ὑπάρχου τί δήποτε τὴν ἐκκλησίαν ἐνέπρησεν, ὑπολαβοῦσα, Οὐχ αὕτη, ἔφη, τοῦ ἐμοῦ βίου ἡ προαίρεσις: πολλὴν γὰρ οὖσαν εἰς ἀνανέωσιν ναῶν Θεοῦ τὴν οὐσίαν ἀνάλωσα. Τοῦ δὲ τὸν αὐτῆς βίον ἐπίστασθαι λέγοντος, Οὐκοῦν εἰς κατηγόρου τάξιν μετάβηθι, ἔφη, καὶ ἕτερος ἡμῖν δικάσει.

Ἀμαρτύρου δὲ τῆς κατηγορίας οὔσης, μὴ ἔχων ὁ ὕπαρχος ὅ, τι δικαίως μέμψαιτο, ἠπιώτερόν πως εἰς ἕτερον μετέβη ἔγκλημα: καὶ ὡς ἐν συμβουλῇ, ἄνοιαν αὐτῇ καὶ ταῖς ἄλλαις γυναιξὶν ἐμέμφετο, ὅτι τὴν πρὸς τὸν ἐπίσκοπον κοινωνίαν ἠρνοῦντο, ἐξὸν μεταμεληθῆναι καὶ πραγμάτων ἀπηλλάχθαι.

Ἀλλ̓ αἱ μὲν, ὑπὸ δέους τάδε τῷ ὑπάρχῳ προστάξαντι εἶξαν: ἡ δὲ Ὀλυμπιὰς, Οὐ δίκαιον, ἔφη, τὴν ἐν τῷ πλήθει ὑπὸ συκοφαντίας ἁλοῦσαν, ἐν δὲ τοῖς δικαστηρίοις ἐπ̓ οὐδενὶ τῶν κατηγορουμένων διελεγχθεῖσαν εἰς ἀπολογίαν ἕλκεσθαι μέμψεων ἀνευθύνων: ἐπίτρεψον οὖν μοι, πρὸς τὴν προτέραν γραφὴν συνηγόρους προστήσασθαι: εἰ γὰρ παρανόμως βιασθείην οἷς μὴ δεῖ κοινωνεῖν, οὐ ποιήσω ἃ μὴ θέμις τοῖς εὐσεβοῦσιν.

Ὁ δὲ, ὡς οὐκ ἔπεισεν αὐτὴν Ἀρσακίῳ κοινωνεῖν, τότε μὲν ἠφίει ὡς συνηγόρους διδάξουσαν: ἐν ἑτέρᾳ δὲ παραγαγὼν, πολλοῦ χρυσίου κατεδίκασεν: ᾤετο γὰρ οὕτως αὐτὴν μεταθήσειν τῆς γνώμης. Ἀλλ̓ ἡ μὲν τῶν χρημάτων ὑπεριδοῦσα, οὐ καθυφῆκε: καὶ καταλιποῦσα τὴν Κωνσταντινούπολιν, ἐν Κυζίκῳ διέτριβεν.

Ἐν δὲ τῷ τότε καιρῷ καὶ Τίγριος πρεσβύτερος τῆς ἐσθῆτος γυμνωθεὶς, καὶ κατὰ νώτου μαστιγωθεὶς, πόδας καὶ χεῖρας δεδεμένος διαταθεὶς, διελύθη τὰ ἄρθρα.

Ἐγένετο δὲ οὗτος βάρβαρος τὸ γένος, οὐκ ἐκ γενετῆς εὐνοῦχος: ἐν οἰκίᾳ δέ τινος τῶν ἐν δυνάμει τὰ πρῶτα δουλεύσας, καὶ ἐπαινεθεὶς παρὰ τοῦ κεκτημένου, μετέσχεν ἐλευθερίας. Εἰς πρεσβυτέρου δὲ ἀξίαν προελθὼν, τῷ χρόνῳ διεφάνη τὸ ἦθος ἐπιεικέστατος, καὶ πρᾷος, καὶ περὶ τοὺς δεομένους καὶ ξένους, εἴ πέρ τις ἄλλος, δεξιώτατος. Καὶ τὰ μὲν ἐν

Κωνσταντινουπόλει τοιάδε ἦν. Ἐν τούτῳ δὲ Σιρικίου τὴν Ῥωμαίων ἐπισκοπὴν δέκα καὶ πέντε διανύσαντος ἔτη, Ἀναστασίου δὲ τρία, μετὰ τοῦτον Ἰνοκέντιος ταύτην ἐπλήρου τὴν διαδοχήν.

Ἐτελεύτησε δὲ καὶ Φλαβιανὸς, μὴ συνθέμενος τῇ Ἰωάννου καθαιρέσει: διαδέχεται δὲ τὴν Ἀντιοχέων ἐκκλησίαν Πορφύριος: καὶ ἐπειδὴ τοῖς κατ̓ αὐτοῦ κεχρημένοις ἐπεψηφίσατο, πολλοὶ τῶν ἐν Συρίᾳ τῆς ἐνθάδε ἐκκλησίας ἐχωρίσθησαν: καθ̓ ἑαυτούς τε τὰς συνόδους ποιούμενοι πραγμάτων καὶ πλείστων δεινῶν ἐπειράθησαν.

Χάριν γὰρ τῆς πρὸς Ἀρσάκιον κοινωνίας, καὶ Πορφύριον τοῦτον καὶ Θεόφιλον τὸν Ἀλεξανδρείας ἐπίσκοπον, σπουδῇ τῶν ἐν τοῖς βασιλείοις δυνατῶν, νόμος ἐτέθη τοὺς ὀρθῶς δοξάζοντας ἐκτὸς τῶν ἐκκλησιῶν μὴ συνιέναι, τοὺς δὲ μὴ κοινωνοῦντας αὐτοῖς, ἐλαύνεσθαι.

Ὅτι τῆς ἐκκλησίας κακῶς ἐχούσης, καὶ τὰ κοσμικὰ κακῶς διέκειντο πράγματα. Καὶ τὰ κατὰ Στελίχωνα τὸν Ὁνωρίου στρατηγόν.

Περὶ δὲ τοῦτον τὸν χρόνον, ὡς ἐπίπαν συνενεχθὲν εὑρεῖν ἐστίν ἐν ταῖς τῶν ἱερέων διχονοίαις, καὶ τὰ κοινὰ θορύβων καὶ ταραχῆς ἐπειράθη. Καὶ Οὗννοι μὲν τὸν Ἴστρον περαιωθέντες, τοὺς Θρᾷκας ἐδῄουν. Οἱ δὲ ἐν Ἰσαυρίᾳ λῃσταὶ εἰς πλῆθος ἀθροισθέντες, μέχρι Καρῶν καὶ Φοινίκων, τὰς ἐν μέσῳ πόλεις καὶ κώμας ἐκακούργουν.

Στελίχων δὲ ὁ Ὁνωρίου στρατηγὸς, ἀνὴρ εἴπέρ τις πώποτε ἐν πολλῇ δυνάμει γεγενημένος, Ῥωμαίων τε καὶ βαρβάρων τοὺς νέους πειθομένους ἔχων, εἰς ἔχθραν καταστὰς τοῖς Ἀρκαδίου ἄρχουσιν, ἐβεβούλευτο πρὸς ἑαυτὰ συγκροῦσαι τὰ βασίλεια.

Καὶ στρατηγοῦ Ῥωμαίων ἀξίωμα παρὰ Ὁνωρίου προξενίσας Ἀλαρίχῳ τῷ ἡγουμένῳ τῶν Γότθων, Ἰλλυριοῖς ἐπανέστησεν: ὕπαρχόν τε αὐτῶν καταστάντα Ἰόβιον προπέμψας, συνέθετο συνδραμεῖσθαι μετὰ τῶν Ῥωμαίων στρατιωτῶν: ὥστε δῆθεν καὶ τοὺς τῇδε ὑπηκόους ὑπὸ τὴν Ὁνωρίου ἡγεμονίαν ποιῆσαι.

Παραλαβὼν δὲ Ἀλάριχος τοὺς ὑπ̓ αὐτὸν ἐκ τῆς πρὸς τῇ Δαλματίᾳ καὶ Παννονίᾳ βαρβάρου γῆς οὗ διῆγεν, ἧκεν εἰς τὰς Ἠπείρους: καὶ συχνὸν ἐνταῦθα προσμείνας χρόνον, ἐπανῆλθεν εἰς Ἰταλίαν. Μέλλων γὰρ ἐκδημεῖν ὡς ὡμολόγησε Στελίχων, Ὁνωρίου γράμμασιν ἐπεσχέθη. Καὶ τὰ μὲν ἐν τούτοις ἦν.

Ἐπιστολαὶ δύο Ἰνοκεντίου Πάπα Ῥώμης, πρὸς τὸν Χρυσόστομον Ἰωάννην, καὶ πρὸς τὸν κλῆρον Κωνσταντινουπόλεως ὑπὲρ Ἰωάννου.

Μαθὼν δὲ Ἰνοκέντιος ὁ Ῥωμαίων ἐπίσκοπος τὰ κατὰ Ἰωάννου πεπραγμένα, ἐχαλέπαινε: καὶ τῶν μὲν κατέγνω: οἰκουμενικὴν δὲ συνόδον συναγεῖραι σπουδάζων, ἔγραψεν Ἰωάννῃ, ἐν μέρει τε τοῖς Κωνσταντινουπόλεως κληρικοῖς. Ἑκατέραν δὲ ἐπιστολὴν ἐκ τῆς Ῥωμαίων φωνῆς εὑρὼν παρεθέμην: ἔχει δὲ ὧδε.

Τῷ ἀγαπητῷ ἀδελφῷ Ἰωάννῃ Ἰνοκέντιος. Εἰ καὶ πάντα δεῖ τὸν ἀναίτιον προσδοκᾷν τὰ χρηστὰ, καὶ παρὰ τοῦ Θεοῦ τὸν ἔλεον αἰτεῖν, ὅμως καὶ παρὰ ἡμῶν τὴν ἀνεξικακίαν συμβουλευόντων, τὰ καθήκοντα γράμματα διὰ Κυριακοῦ τοῦ διακόνου ἐξαπέσταλται: ὥστε μὴ πλέον δυνηθῆναι τὴν ὕβριν ἐν τῷ συντρίβειν τὸ ἀγαθὸν συνειδὸς,

ἐν τῷ ἐλπίζειν. Οὐδὲ γὰρ ὀφείλεις διδαχθῆναι ὁ τοσούτων λαῶν διδάσκαλος καὶ ποιμὴν, τοὺς ἀρίστους ἀεὶ καὶ πολλάκις δοκιμάζεσθαι, εἰ ἐν τῇ ἀκμῇ τῆς ὑπομονῆς παραμένουσι, καὶ οὐδενὶ πόνῳ κακοπαθείας ὑποπίπτουσι. Καὶ ἔστιν ὡς ἀληθῶς βέβαιον πρᾶγμα τὸ συνειδὸς εἰς πάντα τὰ ἀδίκως συμπίπτοντα.

Ἅπερ εἰ μὴ κινήσειέ τις ὑπομένων, τεκμήριον φαύλης ὑπολήψεως ἐκφέρει. Πάντα γὰρ ὑπομένειν ὀφείλει, ὁ τῷ Θεῷ πρῶτον, εἶτα καὶ τῷ ἰδίῳ πεποιθὼς συνειδότι: ὁπότε μάλιστα γυμνάζεσθαι εἰς ὑπομονὴν ὁ καλὸς καὶ ἀγαθὸς δύναται: νικᾶσθαι δὲ οὔ. Ἐπειδήπερ αὐτοῦ τὴν διάνοιαν αἱ θεῖαι γραφαὶ φυλάττουσι.

Καὶ περιττεύουσιν ὑποδείγμασιν αἱ θεῖαι ἀναγνώσεις, ἃς τοῖς λαοῖς παραδιδόαμεν: αἵτινες πάντας σχεδὸν τοὺς ἁγίους καταπεπονῆσθαι διαφόρως καὶ συνεχῶς ἐπιστώσαντο, καὶ δοκιμάζεσθαι καθάπερ ἔν τινι διαγνώσει, οὕτω τε εἰς τὸν στέφανον τῆς ὑπομονῆς ἐληλυθέναι.

Παραμυθείτω τὴν ἀγάπην σου αὐτὸ τὸ συνειδὸς, ἀδελφὲ τιμιώτατε, ὅπερ ἐν ταῖς θλίψεσιν ἔχει τὴν παραμυθείαν τῆς ἀρετῆς. Ἐποπτεύοντος γὰρ τοῦ δεσπότου Χριστοῦ, ἐν τῷ λιμένι τῆς εἰρήνης καθαρισθεῖσα ἡ συνείδησις στήσεται.

Ἰνοκέντιος ἐπίσκοπος πρεσβυτέροις καὶ διακόνοις καὶ παντὶ τῷ κλήρῳ καὶ τῷ λαῷ τῆς Κωνσταντινουπόλεως ἐκκλησίας τοῖς ὑπὸ τὸν ἐπίσκοπον Ἰωάννην, ἀγαπητοῖς

ἀδελφοῖς χαίρειν. Ἐκ τῶν γραμμάτων τῆς ὑμετέρας ἀγάπης, ἅ τινα διὰ Γερμανοῦ τοῦ πρεσβυτέρου καὶ Κασιανοῦ τοῦ διακόνου ἀπεστάλκατε, τὴν σκηνὴν τῶν κακῶν ἣν πρὸ τῶν ὀφθαλμῶν ἐθήκατε, ἐμμερίμνῳ φροντίδι κατέμαθον: ὅσαις τε ἡ πίστις κάμνει ταλαιπωρίαις τε καὶ πόνοις,

ἐπαναληφθείσῃ πολλάκις τῇ ἀναγνώσει κατεῖδον. Ὅπερ πρᾶγμα μόνη ἡ παράκλησις τῆς ὑπομονῆς ἰᾶται. Δώσει γὰρ ἐν τάχει ὁ ἡμέτερος Θεὸς ταῖς τοσαύταις θλίψεσι τέλος, καὶ ταῦτα συνοίσει ὑπενηνοχέναι. Ἀλλὰ γὰρ αὐτὴν τὴν ἀναγκαίαν παράκλησιν, ἐν ἀρχῇ τῆς ἐπιστολῆς τῆς ὑμετέρας ἀγάπης κειμένην, ἐγκωμιάζοντες ὑμῶν τὴν πρόθεσιν ἐπεγνώκαμεν, πολλὰς πρὸς τὸ ὑπομένειν μαρτυρίας περιέχουσαν.

Τὴν γὰρ ἡμετέραν παράκλησιν ἣν ὠφείλομεν ὑμῖν ἐπιστεῖλαι, τοῖς ὑμετέροις γράμμασι προεφθάσατε. Ταύτην γὰρ τοῖς κάμνουσιν ὁ ἡμέτερος δεσπότης ὑπομονὴν παρέχειν εἴωθεν: ἵνα καὶ ἐν ταῖς θλίψεσι τυγχάνοντες, ἑαυτοὺς οἱ τοῦ Χριστοῦ δοῦλοι παραμυθῶνται: ἀναλογιζόμενοι ἐν ἑαυτοῖς καὶ πρότερον γεγενῆσθαι τοῖς ἁγίοις ἅπερ αὐτοὶ πάσχουσι.

Καὶ ἡμεῖς δὲ ἐξ αὐτῶν τῶν ὑμετέρων γραμμάτων δυνάμεθα ὑμῖν προσενέγκαι παράκλησιν. Οὐ γὰρ τοῦ συναλγεῖν ὑμῖν ἐσμὲν ἀλλότριοι, ἐπειδήπερ καὶ ἡμεῖς κολαζόμεθα ἐν ὑμῖν. Τίς γὰρ ἐνέγκαι δυνήσεται τὰ ἐξαμαρτανόμενα ὑπ̓ ἐκείνων, οὕς τινας ἐχρῆν μάλιστα τοῦ γαληνοῦ τῆς εἰρήνης, καὶ αὐτῆς σπουδαστὰς εἶναι τῆς ὁμονοίας; Νῦν ἐξηλλαγμένῳ τρόπῳ ἀπὸ τῆς προεδρίας τῶν ἰδίων ἐκκλησιῶν ἐξωθοῦνται ἀθῷοι ἱερεῖς.

Ὅ δὴ καὶ πρῶτος ὁ ἀδελφὸς ἡμῶν καὶ συλλειτουργὸς Ἰωάννης ὁ ὑμέτερος ἐπίσκοπος ἀδίκως πέπονθε, μηδεμιᾶς τυχὼν ἀκροάσεως. Οὐδὲν ἔγκλημα ἐπιφέρεται, οὐδ̓ εἰσακούεται. Καὶ τίς ἡ ἀπηγορευμένη ἐπίνοια; ἵνα μὴ πρόφασις κρίσεως γένηται, ἢ ζητηθῇ, εἰς τόπους ζώντων ἱερέων ἄλλοι ἀποκαθίστανται, ὡς δυναμένων τῶν ἐκ τοιούτου πλημμελήματος ὁρμωμένων, ὀρθῶς τι ἔχειν ἢ πεπρᾶχθαι ὐπό τινος κριθῆναι.

Οὐδὲ γὰρ πώποτε παρὰ τῶν πατέρων τῶν ἡμετέρων τοιαῦτα τετολμῆσθαι ἐγνώκαμεν: ἀλλὰ μᾶλλον κακωλύσθαι, τῷ μηδενὶ εἰς τόπον ζῶντος χειροτονεῖν ἄλλον δεδόσθαι ἐξουσίαν: οὐ γὰρ χειροτονία ἀδόκιμος τὴν τιμὴν δύναται ἀφελέσθαι τοῦ ἱερέως, ἐπειδήπερ οὐδὲ ἐπίσκοπος δύναται εἶναι ἐκεῖνος, ὃς ἀδίκως ὑποκαθίσταται.

Ὅτι καὶ περὶ τῆς τῶν κανόνων παραφυλακῆς, τούτοις δεῖν ἕπεσθαι γράφομεν, οἵ τινες ἐν Νικαίᾳ εἰσὶν ὡρισμένοι, οἷς μόνοις ὀφείλει ἐξακολουθεῖν ἡ καθολικὴ ἐκκλησία, καὶ τούτους γνωρίζειν.

Εἰ δὲ ἕτεροι ὑπό τινων προφέρονται, οἵ τινες ἀπὸ τῶν κανόνων τῶν ἐν Νικαίᾳ διαφωνοῦσι, καὶ ὑπὸ αἱρετικῶν ἐλέγχονται συντετάχθαι, οὗτοι παρὰ τῶν καθολικῶν ἐπισκόπων ἀποβάλλονται. Τὰ γὰρ ὑπὸ τῶν αἱρετικῶν εὑρεθέντα, ταῦτα οὐκ ἔστι τοῖς καθολικοῖς κανόσι προσάπτειν: ἀεὶ γὰρ διὰ τῶν ἐναντίων καὶ ἀθέσμων τὴν τῶν ἐν Νικαίᾳ μειοῦν βουλὴν ἐθέλουσιν.

Οὐ μόνον οὖν λέγομεν τούτοις μὴ δεῖν ἐξακολουθεῖν, ἀλλὰ μᾶλλον αὐτοὺς μετὰ αἱρετικῶν καὶ σχισματικῶν δογμάτων εἶναι κατακριτέους, καθάπερ καὶ πρότερον γέγονεν ἐν τῇ Σαρδικῇ συνόδῳ ὑπὸ τῶν πρὸ ἡμῶν ἐπισκόπων. Τὰ γὰρ πραχθέντα κατακρίνεσθαι μᾶλλον προσῆκεν, ἢ ἄντικρυς τῶν κανόνων γενόμενα ἔχειν τινὰ βεβαιότητα, ἀδελφοὶ τιμιώτατοι.

Ἀλλὰ τί κατὰ τῶν τοιούτων νῦν ἐν τῷ παρόντι ποιήσομεν; ἀναγκαία ἐστὶ διάγνωσις συνοδικὴ, ἣν καὶ πάλαι ἔφημεν συναθροιστέαν. Μόνη γάρ ἐστιν ἥτις δύναται τὰς κινήσεις τῶν τοιούτων καταστεῖλαι καταιγίδων: ἧς ἵνα τύχωμεν, χρήσιμον τέως ὑπερτίθεσθαι τὴν ἰατρίαν τῇ βουλήσει τοῦ μεγάλου Θεοῦ, καὶ τοῦ Χριστοῦ αὐτοῦ, τοῦ Κυρίου ἡμῶν.

Πάντα ὅσα νῦν τῷ φθόνῳ τοῦ διαβόλου πρὸς τὴν τῶν πιστῶν δοκιμασίαν τετάρακται, πραϋνθήσεται. Οὐδὲν ὀφείλομεν τῇ στερρότητι τῆς πίστεως παρὰ τοῦ Κυρίου ἀπελπίσαι. Καὶ γὰρ ἡμεῖς πολλὰ σκεπτόμεθα, ὃν τρόπον ἡ σύνοδος οἰκουμενικὴ συναχθείη, ὅπως τῇ βουλήσει τοῦ Θεοῦ αἱ ταραχώδεις κινήσεις παύσωνται. Ὑπομείνωμεν οὖν τέως, καὶ τῷ τείχει τῆς ὑπομονῆς ὀχυρούμενοι, ἐλπίσωμεν πάντα τῇ

βοηθείᾳ τοῦ Θεοῦ ἡμῶν ἀποκατασταθῆναι. Πάντα δὲ ὅσα ὑμᾶς ὑφίστασθαι εἰρήκατε, καὶ πρότερον συνδραμόντων εἰς τὴν Ῥώμην τῆς ὑμετέρων συνεπισκόπων, εἰ καὶ τὰ μάλιστα διαφόροις χρόνοις, τουτέστι Δημητρίου, Κυριακοῦ, Εὐλυσίου, καὶ Παλλαδίου, οἵ τινες σύνεισι μεθ̓ ἡμῶν, τελείᾳ ἐρωτήσει μεμαθήκαμεν.

Περὶ τῶν γενομένων διὰ Ἰωάννην δεινῶν, καὶ περὶ τῆς τελευτῆς Εὐδοξίας τῆς βασιλίδος, καὶ Ἀρσακίου: ἔτι δὲ καὶ περὶ Ἀττικοῦ τοῦ πατριάρχου, ὅθεν καὶ οἶος τὸν τρόπον ἦν.

Τάδε μὲν τὰ Ἰνοκεντίου γράμματα: ἐξ ὧν συνιδεῖν ἐστὶν, οἵαν εἶχε περὶ Ἰωάννου γνώμην. Ἐν τούτοις δὲ παμμεγέθης ἐν Κωνσταντινουπόλει καὶ τοῖς προαστείοις χάλαζα κατερράγη: τετάρτῃ τε μετὰ τοῦτο ἡμέρᾳ, ἡ τοῦ βασιλέως γαμετὴ ἐτελεύτησε.

Καὶ τάδε συμβῆναι χαλεπαίνοντος τοῦ Θεοῦ διὰ Ἰωάννην, ὡς τοῖς πολλοῖς ἐδόκει. Καὶ γὰρ δὴ καὶ Κυρῖνος ὁ Χαλκηδόνος ἐπίσκοπος, ὃς αὐτὸν μάλιστα ἐλοιδόρει, οὐ πολλῷ πρότερον ἐκ τῆς συγκυρησάσης αὐτῷ περὶ τὸν πόδα συμφορᾶς, ἑκάτερον σκέλος ὑπὸ τῶν ἰατρῶν ἀποπρισθεὶς, ἐλεεινῶς ἀπεβίω.

Καὶ Ἀρσάκιος δὲ ἐπ̓ ὀλίγον χρόνον τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν ἐπιτροπεύσας, ἐτελεύτησε. Πολλῶν δὲ τὴν αὐτοῦ διαδοχὴν μνωμένων, τετάρτῳ μηνὶ τῆς αὐτοῦ τελευτῆς, χειροτονεῖται Ἀττικὸς, πρεσβύτερος τοῦ Κωνσταντινουπόλεως κλήρου, ἐκ τῶν ἐπιβούλων Ἰωάννου.

Οὗτος μὲν γένος ἦν ἐκ Σεβαστείας τῆς Ἀρμενίας: ἐκ νέου δὲ φιλοσοφεῖν ἐπαιδεύθη ὑπὸ μοναχοῖς τῆς Μακεδονίου αἱρέσεως: οἳ δὴ τότε ἀνὰ τὴν Σεβάστειαν ἐν τῇδε τῇ φιλοσοφίᾳ διέπρεπον, ἐκ τῆς Εὐσταθίου διατριβῆς ὄντες, ὃν ἐπίσκοπον ἐνθάδε καὶ ἡγεμόνα ἀρίστων μοναχῶν γενέσθαι ἐν τοῖς πρόσθεν

ἔγνωμεν. Ἤδη δὲ εἰς ἄνδρας τελῶν πρὸς τὴν καθόλου ἐκκλησίαν μετέθετο: φύσει δὲ μᾶλλον ἢ μαθήσει φρόνιμος ὢν, ἐγένετο τῶν πρακτέων ἐπήβολος, ἐπιβουλεῦσαί τε, καὶ πρὸς ἐπιβουλὰς ἀντισχεῖν ἱκανός:

τὸ δὲ ἦθος ἐπαγωγὸς, ὡς πολλοῖς κεχαρισμένος εἶναι. Μέτριος δὲ πρὸς τοὺς ἐπ̓ ἐκκλησίας λόγους, ὡς μήτε γραφῆς ἀξίους νομίζεσθαι τοῖς ἀκροαταῖς, μήτε παιδείας παντελῶς ἀμοίρους: ἐμμελὴς γὰρ ὢν, εἴ πη καιρὸν ἦγε, τοὺς παῤ Ἕλλησιν εὐδοκιμωτάτους συγγραφέας ἠσκεῖτο: καὶ τῷ δοκεῖν ἰδιώτης εἶναι περὶ τούτων διαλεγόμενος, καὶ τοὺς ἐπιστήμονας πολλάκις ἐλάνθανεν.

Ἐλέγετο δὲ πρὸς μὲν τοὺς ὁμοδόξους σπουδαῖος εἶναι: τοῖς δὲ ἑτεροδόξοις φοβερός: ναὶ ῥᾳδίως μὲν αὐτοῖς ἡνίκα βούλοιτο δέος ἐμποιεῖν: αὖθις δὲ μεταβαλλόμενος, πρᾷος φαίνεσθαι. Καὶ τὸν μὲν τοιόνδε γενέσθαι φασὶν, οἵ γε τὸν ἄνδρα ἔγνωσαν.

Ὁ δὲ Ἰωάννης καὶ φεύγων ἐπισημότερος ἐγένετο: χρημάτων γὰρ ἔχων ἀφθονίαν, ἄλλων τε πολλῶν προσφερόντων καὶ Ὀλυμπιάδος τῆς διακόνου πεμπούσης, πολλοὺς αἰχμαλώτους παρὰ τῶν Ἰσαύρων λῃστῶν ὠνεῖτο, καὶ τοῖς ἰδίοις ἀπεδίδου: πολλοῖς δὲ δεομένοις τὰ ἀναγκαῖα ἐχορήγει: οἷς δὲ οὐδὲν ἔδει χρημάτων τῷ λόγῳ προσήγετο καὶ εἰς ἄγαν κεχαρισμένος ἐτύγχανεν Ἀρμενίοις τε παῤ οἷς ἦν, καὶ τοῖς πλησιοχώροις.

Πλεῖστοι δὲ πρὸς αὐτὸν ἐφοίτων ἀπό τε Ἀντιοχείας, καὶ τῆς ἄλλης Συρίας καὶ Κιλικίας.

Ὡς διὰ σπουδῆς ἦν Ἰνοκεντίῳ τῷ Ῥώμης διὰ συνόδου τὸν Ἰωάννην ἐπαγαγεῖν: καὶ περὶ τῶν πεμφθέντων παῤ αὐτοῦ ἐπὶ ἐξετάσει: καὶ περὶ τῆς τελευτῆς τοῦ Χρυσοστόμου Ἰωάννου.

Ἰνοκέντιος δὲ ὁ Ῥώμης ἐπίσκοπος, καθὰ πρότερον ἔγραψεν, ἐπανελθεῖν αὐτὸν σπουδάζων, σὺν τοῖς ἐκ τῆς ἕω περὶ τούτου πρεσβευομένοις ἐπισκόποις πέπομφεν ἐπισκόπους πέντε, καὶ πρεσβυτέρους δύο τῆς Ῥωμαίων ἐκκλησίας πρὸς Ὁνώριον καὶ Ἀρκάδιον τὸν βασιλέα,

σύνοδον αἰτήσοντας, καὶ καιρὸν ταύτης καὶ τόπον. Οἱ δὲ ἐπὶ Κωνσταντινουπόλεως ἀπεχθανόμενοι Ἰωάννῃ, ὡς ἐπὶ ὕβρει τῆς ἐνταῦθα βασιλείας τούτων γενομένων, διαβολὴν κατεσκεύασαν: καὶ τοὺς μὲν ὡς ὑπερόριον ἀρχὴν ἐνοχλήσαντας, ἀτίμως ἐκπεμφθῆναι παρεσκεύασαν: αὐτὸν δὲ Ἰωάννην ψήφῳ βασιλέως πορρωτέρω μετοικισθῆναι εἰς Πιτυοῦντα κατώρθωσαν: ἐν τάχει τε παραγενόμενοι στρατιῶται,

τοῦτο ἐπετέλουν. φασὶ δὲ αὐτὸν ὑπὸ τούτων ἀγόμενον, καθ̓ ὁδὸν προϊδεῖν τὴν ἡμέραν ἐν ᾗ τελευτᾷν ἔμελλεν, ἐπιφανέντος αὐτῷ Βασιλίσκου τοῦ μάρτυρος ἐν Κωμάνοις τῆς Ἀρμενίας: ἔνθα δὴ μηκέτι πρὸς τὴν ὁδὸν ἀντισχὼν, ἤλγει γὰρ τὴν κεφαλὴν, καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου φέρειν οὐχ οἷός τε ὢν, νόσῳ τὸν βίον μετήλλαξεν.

περὶ τῆς Ἀρκαδίου τελευτῆς, καὶ τῆς τοῦ νέου Θεοδοσίου ἀρχῆς, καὶ περὶ τῶν ἀδελφῶν αὐτοῦ: καὶ περὶ τῆς εὐσεβείας καὶ ἀρετῆς καὶ παρθενίας Πουλχερίας τῆς βασιλίδος, καὶ περὶ τῶν θεοφιλῶν ταύτης ἔργων, καὶ ὡς τὸν βασιλέα πρεπόντως ἀνῆγε.

ΤΑ μὲν δὴ κατὰ Ἰωάννην ὧδε ἔσχε. Μετ̓ οὐ πολὺ δὲ τῆς τούτου τελευτῆς, τρίτον ἔτος ἤδη Ἀττικοῦ διανύοντος τὴν Κωνσταντινουπόλεως ἐπισκοπὴν, Βάσσου καὶ Φιλίππου ὑπατευόντων, τελευτᾷ τὸν βίον Ἀρκάδιος, διάδοχον τῆς ἡγεμονίας Θεοδόσιον τὸν υἱέα καταλιπὼν, ἀρτίως γάλακτι τρέφεσθαι πεπαυμένον:

θυγατέρας δὲ, Πουλχερίαν καὶ Ἀρκαδίαν καὶ Μαρίναν, ἔτι κομιδῆ νέας. Ἧι μοι δοκεῖ μάλιστα τὸν Θεὸν ἐπιδεῖξαι, μόνην εὐσέβειαν ἀρκεῖν πρὸς σωτηρίαν τοῖς βασιλεύουσιν: ἄνευ δὲ ταύτης, μηδὲν εἶναι στρατεύματα καὶ βασιλέως ἰσχὺν, καὶ τὴν ἄλλην παρασκευήν. Ἐπεὶ οὖν εὐσεβέστατον τὸν βασιλέα ἔσεσθαι προεῖδεν ἡ τῶν ὅλων οἰκουρὸς θεία δύναμις, ἐπίτροπον αὐτοῦ καὶ τῆς ἡγεμονίας κατέστησε Πουλχερίαν τὴν ἀδελφήν.

Ἡ δὲ, οὔπω πεντεκαιδέκατον ἔτος ἄγουσα, ὑπὲρ τὴν ἡλικίαν σοφώτατον καὶ θεῖον ἔλαβε νοῦν. Καὶ πρῶτα μὲν τὴν αὐτῆς παρθενίαν τῷ Θεῷ ἀνέθηκε, καὶ τὰς ἀδελφὰς ἐπὶ τὸν αὐτὸν ἐπαιδαγώγησε βίον, ὅπως μὴ ἄλλον ἄνδρα ἐπεισαγάγῃ τοῖς βασιλείοις, καὶ ζήλου καὶ ἐπιβουλῆς πᾶσαν ἀνέλῃ ἀφορμήν.

Ἐπιβεβαιοῦσα δὲ τὰ δόξαντα, καὶ Θεὸν αὐτὸν, καὶ ἱερέας, καὶ πάντα ἀρχόμενον μάρτυρας ποιουμένη τῶν αὐτῇ βεβουλευμένων, ἐκ χρυσοῦ καὶ λίθων τιμίων θαυμάσιόν τι χρῆμα θεαμάτων κάλλιστον, ὑπὲρ τῆς ἰδίας παρθενίας καὶ τῆς τοῦ ἀδελφοῦ ἡγεμονίας, ἱερὰν ἀνέθετο τράπεζαν ἐν τῇ ἐκκλησίᾳ Κωνσταντινουπόλεως: καὶ ἐπὶ τοῦ μετώπου τῆς τραπέζης,

ὡς ἂν πᾶσιν ἔκδηλα ᾖ, τάδε ἐπέγραψεν. Ὑπεισελθοῦσα δὲ τῆς ἡγεμονίας τὴν φροντίδα, ἄριστα καὶ ἐν κόσμῳ πολλῷ τὴν Ῥωμαίων οἰκουμένην διῴκησεν: εὖ βουλευομένη, ὡς ἐν τάχει τὰ πρακτέα ἐπιτελοῦσα καὶ γράφουσα. Ἠκρίβωτο γὰρ λέγειν καὶ γράφειν ὀρθῶς κατὰ τὴν Ῥωμαίων καὶ Ἑλλήνων φωνήν.

Τῶν δὲ πραττομένων τὴν δόκησιν εἰς τὸν ἀδελφὸν ἀνέφερε: καὶ ἐπεμελεῖτο, ὡς ἂν μάλιστα βασιλικῶς ἀναχθείη τοῖς καθ̓ ἡλικίαν παιδευομένοις μαθήμασιν. Ἀλλ̓ ἱππικὴν μὲν καὶ τὴν ἐν τοῖς ὅπλοις καὶ τοῖς λόγοις

ἄσκησιν, παρὰ τῶν ἐπιστημόνων ἐξεδιδάσκετο. Περὶ δὲ τὰς προόδους κόσμιος εἶναι καὶ βασιλικὸς, παρὰ τῆς ἀδελφῆς ἐρρυθμίζετο: ἐσθῆτά τε ᾗ χρὴ περιστελλειν μανθάνων, καὶ τρόπῳ τίνι καθῆσθαι, καὶ βαδίζειν, καὶ γέλωτος κρατεῖν, καὶ πρᾷος καὶ φοβερὸς ἐν καιρῷ εἶναι, καὶ ἁρμοδίως πυνθάνεσθαι τῶν περί του δεομένων.

Οὐχ ἥκιστα δὲ εἰς εὐσέβειαν αὐτὸν ἦγε, συνεχῶς εὔχεσθαι καὶ ταῖς ἐκκλησίαις φοιτᾷν ἐθίζουσα: καὶ ἀναθήμασι καὶ κειμηλίοις τοὺς εὐκτηρίους οἴκους γεραίρειν: καὶ ἐν τιμῇ ἔχειν τοὺς ἱερέας, καὶ ἄλλους ἀγαθοὺς ἄνδρας, καὶ τοὺς νόμῳ Χριστιανῶν φιλοσοφοῦντας.

Οὐ μὴν ἀλλὰ καὶ ὑπὸ νόθων δογμάτων νεωτερίζεσθαι κινδυνευούσης τῆς θρησκείας, σπουδῇ καὶ σοφῶς προὔστη. Καὶ τοῦ μὴ καινὰς αἱρέσεις ἐν τοῖς καθ̓ ἡμᾶς χρόνοις κρατεῖν, μάλιστα αὐτὴν αἰτίαν εὑρήσομεν, ὡς ἐν τοῖς μετὰ ταῦτα εἰσόμεθα.

Δέει δὲ πολλῷ τὸ θεῖον θρησκεύουσα, μακρὸν ἂν εἴη παρὰ τίσι λέγειν, καὶ πόσους εὐκτηρίους οἴκους μεγαλοπρεπῶς ἐτεκτῄνατο: πόσα δὲ καταγώγια λέγειν, καὶ μοναστικὰς συνοικίας συνεστήσατο, διηνεκῆ τάξασα τὴν εἰς ταῦτα δαπάνην, καὶ τὸ σιτηρέσιον τῶν ἐνοικούντων.

Εἴ τῳ δὲ φίλον ἐκ τῶν πραγμάτων πειρᾶσθαι τῆς ἀληθείας, καὶ μὴ τοῖς ἐμοῖς πείθεσθαι λόγοις, μαθήσεται μὴ ψευδῶς, μηδὲ πρὸς χάριν με τάδε συγγράφειν, εἰ παρὰ τῶν ἐπιτροπευόντων τὸν αὐτῆς οἶκον ἀνάγραπτον οὖσαν διέλθοι τῶν τοιούτων γνῶσιν, καὶ παρὰ τῶν γεγραμμένων πύθοιτο, εἰ τῇ γραφῇ συνᾴδει τὰ πράγματα.

Ὧι δὲ μὴ ταῦτα μόνα πρὸς πίστιν ἀρκεῖ, πιστούσθω καὶ Θεὸς αὐτὸς, πάντως ποῦ διὰ τὴν πολιτείαν κεχαρισμένην αὐτὴν ἔχων: ὡς εὐχομένης ἑτοίμως ὑπακούειν, καὶ πολλάκις αὐτῇ περὶ τῶν πρακτέων προφαίνεσθαι. Οὐδὲ γὰρ ἂν φαίην ποτὲ θεοφίλειαν παραγίνεσθαι τοῖς ἀνθρώποις,

ἢν μὴ σφᾶς ἀξίους ταύτης διὰ τῶν ἔργων παρέχωσιν. Ἀλλ̓ ὅσα μὲν τῶν καθ̓ ἕκαστον εἰς ἀπόδειξιν ἧκεν, ἐπιδεικνύντων θεοφιλῆ εἶναι τὴν τοῦ βασιλέως ἀδελφὴν, ἑκὼν παρήσω τέως, μὴ καὶ μωμήσηταί τις ὡς ἕτερα πραγματευόμενος, εἰς ἐγκωμίων νόμον ἐτράπην. Ὃ δέ μοι καὶ κατ̓ αὐτὸν, ἐκκλησιαστικῆς τε ἱστορίας ἴδιον εἶναι δοκεῖ, καὶ θεοφιλείας αὐτῆς περιφανὴς ἔλεγχος, αὐτόθεν ἐρῶ, εἰ καὶ χρόνῳ ὕστερον συνέβη. Ἔχει δὲ ὧδε.

Περὶ τῆς εὑρέσεως τῶν λειψάνων τῶν ἁγίων τεσσαράκοντα μαρτύρων.

Γυνή τις Εὐσεβία τοὔνομα, διάκονος τῆς Μακεδονίου αἱρέσεως, οἴκημα καὶ κῆπον εἶχε πρὸ τοῦ τείχους τῆς Κωνσταντινουπόλεως: καὶ ἱερὰ λείψανα ἐνθάδε ἐφύλαττε τῶν ἐν Σεβαστείᾳ τῆς Ἀρμενίας κατὰ τοὺς Λικινίου χρόνους μαρτυρησάντων τεσσαράκοντα στρατιωτῶν.

Μέλλουσα δὲ τελευτᾷν, κατέλιπε τὸν προειρημένον τόπον μοναχοῖς ὁμοδόξοις, καὶ μεθ̓ ὅρκων αὐτῶν ἐδεήθη ἐκεῖσε ταφῆναι: ὑπὲρ δὲ κεφαλῆς ἐπὶ τῷ ἄκρῳ τὴν αὐτῆς σορὸν ἰδίᾳ ξέσαι, καὶ συγκαταθέσθαι αὐτῇ τῶν μαρτύρων τὰ λείψανα,

καὶ μηδενὶ καταμηνύσαι. Καὶ οἱ μὲν ὧδε ἐποίουν. Ὥστε δὲ τῆς προσηκούσης θεραπείας μεταλαγχάνειν τοὺς μάρτυρας, καὶ τοὺς ἔξωθεν ἀγνοεῖν, κατὰ τὰ συντεθειμένα πρὸς Εὐσεβίαν, εὐκτήριον οἶκον ὑπὸ γῆν ἐτεκτήναντο περὶ τὴν αὐτῆς θήκην: εἰς δὲ τὸ προφανὲς, οἴκημα ὑπεράνω πλίνθοις ὀπταῖς τὸ ἔδαφος ἠμφιεσμένον, καὶ καταβάσιον ἐκ τούτου λανθάνον ἐπὶ τοὺς μάρτυρας.

Μετὰ δὲ ταῦτα Καισάριος ἀνὴρ τῶν τότε ἐν δυνάμει, ὃς καὶ ὑπάτου καὶ ὑπάρχου εἰς ἀξίαν προῆλθε, θανοῦσαν αὐτοῦ τὴν γαμετὴν παρὰ τὴν Εὐσεβίας σορὸν ἔθαψε: τοῦτο γὰρ ἔτι περιούσαις αὐταῖς συνέδοξεν, ὑπερφυῶς κεχαρισμέναις ἀλλήλαις, καὶ περὶ τὸ δόγμα καὶ τὴν θρησκείαν ὁμοφρονούσαις,

Ἐντεῦθεν πρόφασις ἐγένετο Καισαρίῳ κτήσασθαι τοῦτον τὸν τόπον, ὡς ἂν καὶ αὐτὸς πλησίον τῆς γαμετῆς ταφείη. Οἱ δὲ προειρημένοι μοναχοὶ ἀλλαχῆ μετῳκίσθησαν,

μηδὲν περὶ τῶν μαρτύρων ὁμολογήσαντες. Καταπεσόντος δὲ τοῦ οἴκου μετὰ ταῦτα, γῆς τε καὶ φορυτοῦ ἐπιβληθέντος, πᾶς ὁ τῇδε τόπος ἐξωμαλίσθη: καθότι αὐτὸς Καισάριος εἰς τιμὴν Θύρσου τοῦ μάρτυρος, μεγαλοπρεπῆ ναὸν τῷ Θεῷ ἐνθάδε ἀνέστησεν. Ὡς ἔοικε δὲ, ἐπιμελῶς ὧδε ἀφανισθῆναι τὸν προειρημένον τόπον, καὶ τοσοῦτον προελθεῖν χρόνον ὁ Θεὸς ἐβούλετο, παραδοξοτέραν καὶ ἐπιφανεστέραν παρασκευάζων τῶν μαρτύρων τὴν εὕρεσιν, καὶ τῆς εὑρούσης τὴν θεοφίλειαν. Ἦν δὲ τοῦ κρατοῦντος ἡ ἀδελφὴ Πουλχερία ἡ βασιλίς.

Ἐπιφανεὶς γὰρ αὐτῇ τρίτον ὁ θαυμάσιος Θύρσος, τοὺς ὑπὸ γῆν κρυπτομένους ἐμήνυσε, καὶ μετατίθεσθαι πρὸς ἑαυτὸν ἐκέλευσεν: ὥστε τῆς ὁμοίας θέσεως καὶ τιμῆς μετέχειν. Ἅμα δὲ καὶ αὐτοὶ οἱ τεσσαράκοντα χλανίδας ἠμφιεσμένοι λαμπρὰς, καταδήλους αὐτῇ σφᾶς ἐποίησαν.

Ἐδόκει δὲ πίστεως εἶναι κρεῖττον τὸ πρᾶγμα, καὶ παντελῶς ἄπορον. Οὔτε γὰρ οἱ παλαιότεροι τῶν ἐνθάδε κληρικῶν πολλάκις ἐρωτηθέντες, οὔτε ἄλλος οὐδεὶς καταμηνύειν εἶχε τοὺς μάρτυρας. Τὸ δὴ τελευταῖον, πάντων ἀμηχανούντων, Πολυχρονίῳ τινὶ πρεσβυτέρῳ, πάλαι γενομένῳ τῶν Καισαρίου οἰκείων, ἄγει τὸ θεῖον εἰς νοῦν τοὺς ποτὲ τὸν τόπον οἰκήσαντας μοναχούς.

Καὶ παρὰ τοὺς Μακεδονιανῶν κληρικοὺς ἐλθὼν, ἐπυνθάνετο περὶ αὐτῶν. Ἤδη δὲ πάντων τετελευτηκότων, ἕνα μόνον περιόντα εὑρὼν ὡς ἐπὶ μηνύσει τῶν ἐπιζητουμένων μαρτύρων ἔτι πεφυλαγμένον ἐν ζῶσιν, ἐδεῖτο φράζειν, εἴγε ἱερὰ λείψανα εἶδεν ὑπὸ τὸν δηλωθέντα χῶρον κρυπτόμενα.

Ἐπεὶ δὲ διὰ τὰς πρὸς Εὐσεβίαν συνθήκας ἰδὼν αὐτὸν Πολυχρόνιος ὑποπαραιτούμενον, καὶ τὴν θείαν ἐπιφάνειαν ἐδήλωσε, καὶ τῆς βασιλίδος τὰς ὀχλήσεις, καὶ αὐτῶν τὴν ἀμηχανίαν, συνωμολόγησεν ἀληθῆ τὸν Θεὸν ἐπιδεῖξαι τῇ κρατούσῃ: βούπαιδα γὰρ τότε ὄντα, καὶ ὑπὸ γέροντας ἠγουμένους τὴν μοναστικὴν ἐκδιδασκόμενον, ἀκριβῶς ἐπίστασθαι, μάρτυρας κεῖσθαι περὶ τὴν Εὐσεβίας σορόν: μὴ εἰδέναι μέντοι, πότερον ὑπὸ τέμενος, ἢ ἑτέρωθι κατορωρυγμένοι εἰσὶ, τῷ πολὺν παρελθεῖν χρόνον, καὶ τὴν προτέραν ὄψιν τοῦ τόπου εἰς τὸ νῦν φαινόμενον ἀμειφθῆναι.

Καὶ μὴν, ἔφη Πολυχρόνιος, οὐ τὸ αὐτὸ πέπονθα: μέμνημαι γὰρ παρατυχὼν τῇ ταφῇ τῆς Καισαρίου γαμετῆς: καὶ ἀναλογιζόμενος ἐκ τῆς πέλας παρακειμένης λεωφόρου, εἰκάζω αὐτὴν κεῖσθαι παρὰ τὸν ἄμβωνα: βῆμα δὲ τοῦτο τῶν ἀναγνωστῶν. Οὐκοῦν ὑπολαβὼν ὁ μοναχὸς εἶπε: καὶ τῆς Εὐσεβίας σορὸν παρὰ τὴν Καισαρίου γαμετὴν ζητητέον: καθότι καὶ περιοῦσαι τὰ πολλὰ συνῆσαν ἀλλήλαις, καὶ θανοῦσαι συνέθεντο ἅμα τὰς θήκας ἔχειν.

Ἐπεὶ δὲ κατὰ τὰ εἰρημένα ὀρύττειν ἔδει, καὶ τὰ ἱερὰ λείψανα ἀνιχνεύειν,

μαθοῦσα ταῦτα ἡ βασιλὶς, προσέταξεν ἔχεσθαι τοῦ ἔργου. Ἀνορυγέντος τε τοῦ παρὰ τὸν ἄμβωνα χώρου, εὑρέθη ἡ τῆς Καισαρίου γαμετῆς θήκη, καθὼς συνέβαλε Πολυχρόνιος: ὀλίγον δὲ διεστὼς ἐκ πλαγίου κατάστρωμα πλίνθων ὀπτῶν, ἰσόμετρός τε τῇ τούτων περιβολῇ πλὰξ μαρμαρίνη: ὑφ̓ ἣν αὐτῆς Εὐσεβίας ἡ σορὸς ἀπεδείχθη, καὶ τὸ περὶ αὐτὴν εὐκτήριον, ἐπιεικῶς μάλα λευκοπορφύροις μαρμάροις ἠμφιεσμένον: τὸ δὲ ἐπίθεμα τῆς θήκης, ὥσπερ εἰς ἱερὰν ἐξησκεῖτο τράπεζαν. Ἐπ̓ ἄκρου δὲ καθ̓ ὃ οἱ μάρτυρες ἔκειντο, τρύπημα μικρὸν ἀνεφάνη.

Παρεστὼς δέ τις τοῦ βασιλέως οἴκου, ῥάβδον λεπτὴν ἣν ἔτυχε κατέχων, διὰ τοῦ τρυπήματος καθῆκεν: καὶ ἀνιμήσας, τῇ ῥινὶ προσήγαγε, καὶ μύρον εὐωδίας ὠσφράνθη. Ἐκ τούτου γε ἀγαθαὶ ἐλπίδες τοῖς ἐργαζομένοις, καὶ τοῖς ἐφεστῶσιν ἐγένοντο: καὶ σπουδῇ τὴν σορὸν ἀποκαλύψαντες, εὑρίσκουσι τὴν Εὐσεβίαν.

Τὸ δὲ πρὸς κεφαλὴν αὐτῆς ἐξέχον τῆς θήκης, εἰς κιβωτοῦ σχῆμα περιεξεσμένον, ἰδίῳ ἔνδοθεν ἐκαλύπτετο ἐπιθέματι: καὶ ἑκατέρωθεν αὐτῷ πρὸς τὰ χείλη σίδηρος ἐπικείμενος, συνεῖχε μολίβδῳ συμπεπηγώς. Ἐπὶ δὲ μέσου τὸ αὐτὸ τρύπημα πάλιν ἀναφανὲν, ἔτι σαφέστερον ἐδείκνυ ἔνδον ἔχειν τοὺς μάρτυρας.

Ὡς δὲ ταῦτα ἠγγέλθη, συνέδραμον εἰς τὸ μαρτύριον, ἥ τε βασιλὶς καὶ ὁ ἐπίσκοπος: αὐτίκα δὲ διὰ τῶν ἐπιστημόνων περιαιρεθέντων τῶν σιδηρείων δεσμῶν, εὐπετῶς ἐξειλκύσθη τὸ ἐπίθεμα: ὑπὸ δὲ τοῦτο μύρα πολλὰ,

καὶ ἐν τοῖς μύροις ἀλαβαστροθῆκαι ἀργυραῖ δύο εὑρέθησαν, ἐν αἷς τὰ ἱερὰ λείψανα ἔκειντο. Τότε μὲν οὖν ἡ βασιλὶς εὐχαριστήρια ηὔξατο τῷ Θεῷ, τοσαύτης ἐπιφανείας ἀξιωθεῖσα καὶ τῆς εὑρέσεως ἐπιτυχοῦσα τῶν ἱερῶν λειψάνων: μετὰ δὲ ταῦτα, πολυτελεστάτῃ θήκῃ τιμῶσα τοὺς μάρτυρας, παρὰ τὸν θεσπέσιον Θύρσον κατέθετο, δημοτελοῦς ἑορτῆς, ὡς εἰκὸς, καὶ τῆς προσηκούσης τιμῆς καὶ πομπῆς σὺν ψαλμῳδίαις ἐπιτελεσθείσης, ᾗ καὶ αὐτὸς ἐγὼ παρεγενόμην.

Καὶ τὰ μὲν ὧδε γενέσθαι, οἱ παρατυχόντες τῇ ἑορτῇ μαρτυρήσουσι: σχεδὸν γὰρ ἔτι πάντες περίεισι, καθότι πολλῷ ὕστερον συνέβη, Πρόκλου ἐπιτροπεύοντος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν.

Ἔτι περὶ ἀρετῆς καὶ θεοφιλείας τῆς Πουλχερίας, καὶ τῶν αὐτῆς ἀδελφῶν.

Λόγος δὲ καὶ ἐπὶ ἄλλοις πράγμασι πολλάκις τὸν Θεὸν προαναφῆναι τὸ μέλλον τῇ βασιλίδι, καὶ πλεῖστα θεοφίλειαν μαρτυροῦντα συμβῆναι περὶ αὐτὴν καὶ τὰς αὐτῆς ἀδελφάς: ἐπεὶ καὶ αὗται τὸν ἴσον πολιτεύονται τρόπον, περὶ τοὺς ἱερέας, καὶ τοὺς εὐκτηρίους οἴκους σπουδάζουσαι,

καὶ περὶ τοὺς δεομένους ξένους καὶ πτωχοὺς φιλοτιμούμεναι. Τράπεζα καὶ πρόοδος ὡς ἐπίπαν ἡ αὐτὴ πάσαις: κοινῇ τε νύκτωρ καὶ μεθ̓ ἡμέραν τὸν Θεὸν ὑμνοῦσι: καὶ οἷος ἀξιαγάστων γυναικῶν νόμος, ὑφασμάτων καὶ τῶν τοιούτων ἔργων ἐπεμελοῦντο. Ῥᾳστώνην γὰρ καὶ ἀργίαν, καίπερ βασιλεύουσαι, καὶ ἐν τοῖς βασιλείοις τεχθεῖσαι καὶ τραφεῖσαι, παρθενίας ἱερὰς ἣν μετιᾶσιν, ἀναξίαν ἡγήσαντο, καὶ τοῦ οἰκείου βίου ἀφώρισαν.

Διὰ ταῦτα δὲ προφανῶς ἵλεω ὄντος τοῦ θεοῦ, καὶ τοῦ αὐτῶν οἴκου ὑπερμαχοῦντος, τῷ μὲν κρατοῦντι τὰ τῆς ἡλικίας καὶ τῆς ἀρχῆς ἐπεδίδου: πᾶσα δὲ ἐπιβουλὴ, καὶ πόλεμος κατ̓ αὐτοῦ συνιστάμενος, αὐτομάτως: διελύετο.

Περὶ τῶν σπονδῶν τῶν Περσῶν, καὶ περὶ Ὁνωρίου, καὶ Στελίχωνος, καὶ τῶν ἐν Ῥώμῃ καὶ Δαλματίᾳ πραχθέντων.

Τότε γοῦν Πέρσαι μὲν εἰς μάχην κεκινημένοι, ἑκατοντούτεις σπονδὰς πρὸς Ῥωμαίους ἔθεντο. Στελίχων δὲ ὁ τῆς Ὁνωρίου στρατιᾶς ἡγούμενος, ὕποπτος ὢν ὡς Εὐχέριον τὸν υἱέα τὸν ἑαυτοῦ σπουδάζων ἀναγορεῦσαι βασιλέα κατὰ τὴν ἕω, κτίννυται παρὰ τῶν ἐν Ῥαβέννῃ στρατιωτῶν.

Οὗτος δὲ πρότερον, ἔτι περιόντος Ἀρκαδίου, καταστὰς εἰς ἐχθρὰν τοῖς αὐτοῦ ἄρχουσιν, ἐβεβούλευτο παῤ ἑαυτὰ συγκροῦσαι τὰ βασίλεια. Καὶ στρατηγοῦ Ῥωμαίων ἀξίαν προξενήσας Ἀλαρίχῳ τῷ ἡγουμένῳ τῶν Γότθων, προὐτρέψατο καταλαβεῖν τοὺς Ἰλλυριούς.

Καὶ ὕπαρχον αὐτὸν καταστάντα τὸν Ἰόβιον προπέμψας, συνέθετο καὶ αὐτὸς συνδραμεῖσθαι μετὰ τῶν Ῥωμαίων στρατιωτῶν,

ὥστε καὶ τοὺς τῇδε ὑπηκόους ὑπὸ τὴν Ὁνωρίου δῆθεν ἡγεμονίαν ποιῆσαι. Καὶ ὁ μὲν Ἀλάριχος ἐκ τῆς πρὸς τῇ Δαλματίᾳ καὶ Παννονίᾳ γῆς βαρβάρου, οὗ διῆγε, παραλαβὼν τοὺς ὑπ̓ αὐτὸν, ἦγεν εἰς τὰς Ἠπείρους: καὶ συχνὸν ἐνταῦθα προσμείνας χρόνον, ἄπρακτος ἐπανῆλθεν εἰς Ἰταλίαν. Μέλλων γὰρ ἐκδημεῖν κατὰ τὰ συντεθειμένα, Ὁνωρίου γράμμασιν ἐπεσχέθη.

Ἐπεὶ δὲ ἐτελεύτησεν Ἀρκάδιος, ὥρμησε μὲν Ὁνώριος φειδοῖ τῇ περὶ τὸν ἀδελφιδοῦν ἐπανελθεῖν εἰς Κωνσταντινούπολιν, καὶ πιστοὺς ἄρχοντας καταστῆσαι τῆς αὐτοῦ σωτηρίας καὶ βασιλείας. Ἐν τάξει γὰρ υἱέος αὐτὸν ἔχων,

ἐδεδίει μήτι πάθοι διὰ τὸ νέον ἕτοιμος ὢν πρὸς ἐπιβουλήν. Ἤδη δὲ μέλλοντα ἔχεσθαι τῆς ὁδοῦ, πείθει Στελίχων ἐν τῇ Ἰταλίᾳ μένειν τὸν Ὁνώριον, ἀναγκαῖον εἶναι τοῦτο εἰπὼν, καθότι Κωνσταντῖνός τις ἐτύγχανεν ἔναγχος ἐν Ἀρηλάτῳ τυραννήσας. Θάτερον δὲ τῶν σκήπτρων ὃ Λάβωρον Ῥωμαῖοι καλοῦσι, καὶ γράμματα βασιλέως λαβὼν, ἐπιτρέποντα αὐτῷ τὴν εἰς τὴν ἀνατολὴν ἄφιξιν, ἔμελλεν ἐκδημεῖν,

τέσσαρας ἀριθμοὺς στρατιωτῶν παραλαβών. Ἐν τούτῳ δὲ φήμης διαδραμούσης ὡς ἐπιβουλεύει τῷ βασιλεῖ, καὶ ἐπὶ τυραννίδα τοῦ υἱέος παρασκευάζεται, συμπράττοντας ἔχων τοὺς ἐν δυνάμει, στασιάσαντες οἱ στρατιῶται κτείνουσι τὸν Ἰταλίας ὕπαρχον, καὶ τὸν τῶν Γαλατῶν, καὶ τοὺς στρατηγοὺς, καὶ τοὺς ἄλλους τοὺς διέποντας τὰς ἐν τοῖς βασιλείοις ἀρχάς.

Ἀναιρεῖται δὲ καὶ αὐτὸς παρὰ τῶν ἐν Ῥαβέννῃ στρατιωτῶν: ἀνὴρ, εἴπερ τις ἄλλος πώποτε, ἐν πολλῇ δυνάμει γενόμενος, καὶ πάντας, ὡς εἰπεῖν, βαρβάρους τε καὶ Ῥωμαίους πειθομένους ἔχων. Στελίχων μὲν οὖν ὑπονοηθεὶς κακόνους εἶναι τοῖς βασιλείοις, ὧδε ἀπώλετο: κτίννυται δὲ καὶ Εὐχέριος ὁ τούτου υἱός.

Περὶ διαφόρων ἐθνῶν ἐπιστρατευσάντων Ῥωμαίοις, καὶ Θεοῦ προνοίᾳ ἡττηθέντων: ἄλλων δὲ καὶ ὑποσπόνδων γενομένων.

Κατὰ ταυτὸν δὲ συνέβη καὶ Οὕννους στρατοπεδευομένους ἐν Θρᾴκῃ, μήτε πολεμοῦντος αὐτοῦ, μήτε διώκοντος, αἰσχρῶς ὑποστρέψαι, τοὺς πλείους ἀποβαλόντας. Ἐπεὶ γὰρ Οὔλδις, ὁ ἡγούμενος τῶν περὶ τὸν Ἴστρον βαρβάρων, πλείστην ἔχων στρατιὰν ἐπεραιώθη τὸν ποταμὸν, ἐν τοῖς Θρᾳκῶν ὅροις ἐστρατοπεδεύετο.

Καὶ Καστράμαρτις πόλιν τῆς Μυσίας προδοσίᾳ ἑλὼν, ἐντεῦθεν τὴν ἄλλην Θρᾴκην κατέτρεχε, καὶ σπονδὰς θέσθαι πρὸς Ῥωμαίους ὑπ̓ ἀλαζονείας οὐκ ἠνείχετο. Διαλεγομένου δὲ αὐτῷ περὶ εἰρήνης τοῦ ὑπάρχου τῶν Θρᾳκίων στρατευμάτων, ἀνίσχοντα τὸν ἥλιον ἐπιδείξας, οὐ χαλεπὸν αὐτῷ ἔφη, ἢν βούλοιτο,

πᾶσαν ἣν ἐφορᾷ γῆν καταστρέψασθαι. Τερατευομένου δὲ τοιάδε, καὶ δασμὸν ὅσον ἐβούλετο ἐπιτάττοντος, καὶ ἐπὶ τούτοις συντίθεσθαι Ῥωμαίοις εἰρήνην ἔχειν, ἢ πόλεμον περιμένειν: ἀμηχάνου τε τοῦ πράγματος ὄντος, ἐπέδειξεν ὁ Θεὸς ἣν ἔχει προμήθειαν περὶ τὴν παροῦσαν βασιλείαν.

Οὐκ εἰς μακρὰν γὰρ λόγοι πρὸς τοὺς ἀμφὶ τὸν Οὔλδιν οἰκείους καὶ λοχαγοὺς ἐγένοντο περὶ τῆς Ῥωμαίων πολιτείας, καὶ τῆς τοῦ βασιλέως φιλανθρωπίας, ὁποίων τε καὶ ὅσων ἀξιοῖ γερῶν τοὺς ἀρίστους καὶ ἀγαθοὺς ἄνδρας. Οὐκ ἀθεεὶ δὲ τούτων εἰς ἔρωτα καταστάντες, Ῥωμαίοις προσεχώρησαν,

καὶ σὺν αὐτοῖς ἐστρατοπεδεύοντο ἅμα τοῖς ὑπ̓ αὐτοὺς τεταγμένοις. Ὁ δὲ Οὔλδις πρὸς τὸ πέραν τοῦ ποταμοῦ μόλις διεσώθη, πολλοὺς ἀποβαλὼν, ἄρδην δὲ τοὺς καλουμένους Σκιροὺς, ἔθνος δὲ τοῦτο βάρβαρον ἱκανῶς πολυάνθρωπον πρὶν τοιᾷδε περιπεσεῖν συμφορᾷ: ὑστερήσαντες γὰρ ἐν τῇ φυγῇ, οἱ μὲν αὐτῶν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες δέσμιοι πρὸς τὴν Κωνσταντινούπολιν ἐξεπέμφθησαν.

Δόξαν δὲ τοῖς ἄρχουσιν διανεῖμαι τούτους, μή τι πλῆθος ὄντες νεωτερίσωσι: τοὺς μὲν, ἐπ̓ ὀλίγοις τιμήμασι ἀπέδοντο: τοὺς δὲ, πολλοῖς προῖκα δουλεύειν παρέδοσαν, ἐπὶ τῷ μήτε Κωνσταντινουπόλεως, μήτε πάσης Εὐρώπης ἐπιβαίνειν, καὶ τῇ μέσῃ θαλάσσῃ χωρίζεσθαι τὸν ἐγνωσμένον αὐτοῖς τόπον.

Ἐκ τούτων τε πλῆθος ἄπρατον περιλειφθὲν, ἄλλος ἀλλαχῆ διατρίβειν ἐτάχθησαν: πολλοὺς δὲ ἐπὶ τῆς Βιθυνίας τεθέαμαι, πρὸς τῷ καλουμένῳ Ὀλύμπῳ ὄρει, σποράδην οἰκοῦντας, καὶ τοὺς αὐτόθι λόφους καὶ ὑπωρείας γεωργοῦντας.

Περὶ Ἀλαρίχου τοῦ Γότθου, καὶ ὡς τῇ Ῥώμῃ ἐπεισπεσὼν. ἐστενοχώρει ταύτην πολέμῳ.

Τὰ μὲν οὖν πρὸς ἕω τῆς ἀρχομένης πολεμίων ἀπήλλακτο, καὶ σὺν κόσμῳ πολλῷ ἰθύνετο παρὰ τὴν πάντων δόξαν: ἦν γὰρ ἔτι νέος ὁ κρατῶν. Τὰ δὲ πρὸς δύσιν ἐν ἀταξίαις ἦν,

πολλῶν ἐπανισταμένων τυράννων. Ἡνίκα δὴ μετὰ τὴν Στελίχωνος ἀναίρεσιν, Ἀλάριχος ὁ τῶν Γότθων ἡγούμενος, πρεσβευσάμενος περὶ εἰρήνης πρὸς Ὁνώριον, ἀπέτυχε: καὶ καταλαβὼν τὴν Ῥώμην, ἐπολιόρκει, πολλοὺς βαρβάρους ἐπιστήσας Θύμβριδι τῷ ποταμῷ: ὥστε μὴ εἰσκομίζεσθαι τὰ ἐπιτήδεια τοῖς ἐν τῇ πόλει ἀπὸ τοῦ Πόρτου: ὧδε γὰρ ὀνομάζουσι τὸ Ῥωμαῖον ἐπίνειον.

Χρονίας δὲ γενομένης τῆς πολιορκίας, λιμοῦ τε καὶ λοιμοῦ τὴν πόλιν πιέζοντος, δούλων τε πολλῶν, καὶ μάλιστα βαρβάρων τῷ γένει, πρὸς τὸν Ἀλάριχον αὐτομολούντων, ἀναγκαῖον ἐδόκει τοῖς ἑλληνίζουσι τῆς συγκλήτου,

θύειν ἐν τῷ Καπιτωλίῳ καὶ τοῖς ἄλλοις ναοῖς. Θοῦσκοι γάρ τινες ἐπὶ τοῦτο μετακληθέντες παρὰ τοῦ ὑπάρχου τῆς πόλεως, ὑπισχνοῦντο σκηπτοῖς καὶ βρονταῖς ἀπελάσειν τοὺς βαρβάρους: ηὔχουν δὲ τοιοῦτον αὐτοῖς εἰργᾶσθαι καὶ περὶ Λαρνίαν πόλιν τῆς Θουσκίας,

ἣν παριὼν Ἀλάριχος ἐπὶ τὴν Ῥώμην οὐχ εἷλεν. Ἀλλὰ τούτων μὲν οὐδὲν ὄφελος ἔσεσθαι τῇ πόλει, ἡ ἀπόβασις ἔδειξε. Τοῖς γὰρ εὖ φρονοῦσιν, ὑπὸ θεομηνίας κατεφαίνετο ταῦτα συμβαίνειν Ῥωμαίοις, κατὰ ποινὴν ὧν προτοῦ ὑπὸ πολλῆς ῥαστώνης καὶ ἀκολασίας εἰς αὐτοὺς καὶ ξένους ἀδίκως ἥμαρτον.

Λέγεται γοῦν ἀγαθός τις τῶν ἐν Ἰταλίᾳ μοναχῶν, σπεύδοντι ἐπὶ Ῥώμην Ἀλαρίχῳ παραινέσαι, φείσασθαι τῆς πόλεως, μηδὲ τηλικούτων αἴτιον γενέσθαι κακῶν: τὸν δὲ φᾶναι, ὡς οὐχ ἑκὼν τάδε ἐπιχειρεῖ: ἀλλά τις συνεχῶς ἐνοχλῶν αὐτὸν βιάζεται, καὶ ἐπιτάττει τὴν Ῥώμην πορθεῖν: ὃ δὴ τελευτῶν ἐποίησεν.

Ἐν ᾧ δὲ ἐπολιόρκει, πλεῖστα δῶρα λαβὼν, ἐπὶ χρόνον τινὰ πολιορκίαν ἔλυσε, συνθεμένων Ῥωμαίων τὸν βασιλέα πείσειν εἰς εἰρήνην αὐτὸν δέχεσθαι.

Περὶ Ἰνοκεντίου τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου, ὡς διεπρεσβεύσατο πρὸς Ἀλάριχον: καὶ περὶ Ἰοβίου τοῦ Ἰταλίας ὑπάρχου, καὶ περὶ τῆς εἰς βασιλέα πρεσβείας, καὶ ὅσαπερ Ἀλαρίχῳ συνέβη.

Γενομένης δὲ περὶ τούτου πρεσβείας, οἱ τὰ ἐναντία πράττοντες Ἀλαρίχῳ ἐν τοῖς βασιλείοις, ἐνεπόδιζον τῇ εἰρήνῃ. Μετὰ δὲ ταῦτα πρεσβευσαμένου Ἰνοκεντίου τοῦ Ῥωμαίων ἐπισκόπου, μετακληθεὶς Ἀλάριχος γράμμασι τοῦ βασιλέως, ἧκεν εἰς Ἀρίμηνον πόλιν, δέκα καὶ διακοσίοις σταδίοις τῆς Ῥαβέννης ἀφεστῶσαν.

Ἐνταῦθα δὲ σκηνὰς ἔχοντι πρὸ τῶν τειχῶν, εἰς λόγους ἐλθὼν Ἰόβιος τῆς Ἰταλίας ὕπαρχος ὢν, δηλοῖ τῷ βασιλεῖ τὴν Ἀλαρίχου αἴτησιν, καὶ ὡς δέοι δέλτοις αὐτὸν τιμῆσαι στρατηγοῦ δυνάμεως ἑκατέρας.

Ὁ δὲ βασιλεὺς, χρημάτων μὲν καὶ σιτηρεσίων ὧν ᾔτει, ὡς ὑπάρχῳ Ἰοβίῳ τὴν ἐξουσίαν δέδωκεν: ἀξίας δὲ οὔ ποτε μεταδώσειν αὐτῷ ἀντεδήλωσεν. Ἀβούλως δὲ Ἰόβιος ἐν τῇ Ἀλαρίχου σκηνῇ περιμείνας τὸν ἐκ τῶν βασιλείων ἀπεσταλμένον, ἀναγινώσκειν ἐκέλευε παρόντων τῶν βαρβάρων τὰ δόξαντα τῷ βασιλεῖ.

Ἐπὶ δὲ τῇ ἀρνήσει τοῦ ἀξιώματος ὀργισθεὶς Ἀλάριχος ὡς ὑβρισμένος, αὐθωρὸν τῇ σάλπιγγι σημῄνας, ἐπὶ τὴν Ῥώμην ἤλαυνε. Δείσας δὲ ὁ Ἰόβιος μὴ ὑπονοηθῇ τῷ βασιλεῖ Ἀλαρίχῳ σπουδάζειν, ἀβουλοτέρῳ ἢ πρότερον περιπεσὼν, πρὸς τῆς σωτηρίας τοῦ βασιλέως αὐτὸς ὤμοσε, καὶ τοὺς ἄλλους ἄρχοντας παρεσκεύασε, μή ποτε εἰρήνην θέσθαι πρὸς Ἀλάριχον.

Οὐκ εἰς μακρὰν δὲ μεταμεληθεὶς ὁ βάρβαρος, ἐδήλωσε μηδὲν ἀξιωμάτων δεῖσθαι: σύμμαχον δὲ παρέξειν ἑαυτὸν ἐπὶ μετρίᾳ σίτου δόσει, καὶ οἰκήσει τόπων, οὐ πάνυ Ῥωμαίοις ἐσπουδασμένων.

Περὶ τῆς ἀποστασίας Ἀττάλου, καὶ τοῦ στρατηγοῦ Ἡρακλειανοῦ: καὶ ὡς ὕστερον προσπεσὼν Ὁνωρίῳ συγγνώμης ἔτυχε.

Ἐπεὶ δὲ δὶς ἀπέτυχε περὶ τούτου πρεσβευσάμενος διά τινων ἐπισκόπων, ἐλθὼν εἰς Ῥώμην, ἐπολιόρκει τὴν πόλιν: καὶ ἐξ ἑνὸς μέρους τὸν Πόρτον ἑλὼν, βιάζεται Ῥωμαίους βασιλέα ψηφίσασθαι τὸν Ἄτταλον,

ὕπαρχον ὄντα τότε τῆς πόλεως. Ῥωμαίων δὲ προβληθέντων ἐπὶ τὰς ἄλλας ἀρχὰς, χειροτονεῖται Ἀλάριχος στρατηγὸς ἑκατέρας δυνάμεως: Ἀδάουλφος δὲ ὁ τῆς αὐτοῦ γαμετῆς ἀδελφὸς, ἡγεμὼν τῶν ἱππέων δομεστίκων καλουμένων. Συγκαλέσας δὲ τὴν γερουσίαν Ἄτταλος, λόγον διῆλθε μακρὸν καὶ λαμπρῶς μάλα πεπονημένον, ὑπισχνούμενος τὰ πάτρια τῇ συγκλήτῳ φυλάξειν, καὶ τὴν Αἴγυπτον καὶ πᾶσαν τὴν πρὸς ἕω ἀρχομένην, ὑπήκοον Ἰταλοῖς ποιῆσαι.

Καὶ ὁ μὲν ὧδε ἀλαζονευόμενος, οὐδὲ εἰς ἐνιαυτὸν ὁλόκληρον ἤμελλε βασιλεὺς καλεῖσθαι: μάντεσι δέ τισιν ὑπαχθεὶς, ὑπισχνουμένοις ἀμαχητὶ τὴν Ἀφρικὴν καθέξειν, οὔτε Ἀλαρίχῳ ἐπείσθη, μετρίαν δύναμιν εἰσηγησαμένῳ πέμψαι εἰς Χαρχηδόνα ἐπὶ ἀναιρέσει τῶν Ὁνωρίου ἀρχόντων, εἰ ἀντιπαρατάξοιεν αὐτῷ: οὔτε Ἰωάννῃ, ὃν προεστήσατο τῶν ἀμφ̓ αὐτὸν βασιλικῶν τάξεων, φάσκοντι χρῆναι Κώνσταντα τὸν ἐκδημεῖν εἰς Λιβύην παῤ αὐτοῦ τεταγμένον, ὡς παρὰ Ὁνωρίου ἀπεσταλμένον, γράμματι συνήθει ὃ διάταγμα καλοῦσι, παῦσαι τῆς ἀρχῆς Ἡρακλειανὸν, τὸν τηνικάδε τῶν ἐν Ἀφρικῇ στρατιωτῶν ἐπιτετραμμένον τὴν ἡγεμονίαν.

Ἴσως δ̓ ἂν καὶ τοῦτο προυχώρησεν: οὔπω γὰρ δῆλα ἐγεγόνει τοῖς ἐν Λιβύῃ τὰ κατὰ Ἄτταλον. Ἐπεὶ δὲ Κώνστας, τοῦτο τοῖς μάντεσι δόξαν, ἔπλευσεν εἰς Καρχηδόνα, Ἄτταλος δὲ ἐπὶ τοσοῦτον ἐβλάβη τὸν νοῦν, ὡς μηδὲ ἀμφιβάλλειν ἀξιοῦν, ἀλλὰ πεπεῖσθαι τοὺς Ἄφρους ὑπηκόους ἔχειν κατὰ τὴν πρόρρησιν τῶν μάντεων, ἐπιστρατεύει τῇ Ῥαβέννῃ.

Ἅμα δὲ ἠγγέλθη, εἰς Ἀρίμινον ἀφίχθαι μετὰ τῆς Ῥωμαίων στρατιᾶς καὶ τῶν βαρβάρων, γράφει αὐτῷ Ὁνώριος ὡς βασιλεῖ, καὶ πρεσβεύεται διὰ τῶν ἀμφ̓ αὐτὸν τὰς μεγίστας ἀρχὰς λαχόντων, κοινωνὸν ἀγαπῶν ἔχειν τῆς βασιλείας. Ἄτταλος δὲ, τὴν μὲν κοινωνίαν τοῦ κράτους ἀπαρνεῖται: δηλοῖ δὲ Ὁνωρίῳ, νῆσον ἢ τόπον ἑλέσθαι ὃν βούλεται, καὶ καθ̓ ἑαυτὸν διάγειν, πάσης βασιλικῆς θεραπείας ἀξιούμενον.

Εἰς τοῦτο δὲ περιστάντων τῶν πραγμάτων, ὡς εὐπρεπεῖς αὐτὸν ἔχειν ναῦς, ἵν̓ εἰ δεήσειεν ἀποπλεύσῃ πρὸς τὸν ἀδελφιδοῦν, ἀδοκήτως, ἐν ἓξ ἀριθμοῖς ἀμφὶ τετρακισχίλιοι στρατιῶται νύκτωρ τῇ Ῥαβέννῃ προσέπλευσαν ἐκ τῆς ἀνατολῆς: οἷς τὴν φυλακὴν τῶν τειχῶν ἐπέτρεψε, δεδιὼς τῶν ἐπιχωρίων στρατιωτῶν τὸ ἕτοιμον εἰς προδοσίαν.

Ἐν τούτῳ δὲ Ἡρακλειανὸς ἀνελὼν τὸν Κώνσταντα, φύλακας ἐπέστησεν ἐν τοῖς λιμέσι καὶ ταῖς ἀκταῖς τῆς Ἀφρικῆς, καὶ τὰ πλοῖα τῶν ἐμπόρων ἐκώλυσεν εἰς Ῥώμην ἀνάγεσθαι. Λιμοῦ δὲ ἐντεῦθεν καταλαβόντος τοὺς Ῥωμαίους, πρεσβεύονται περὶ τούτου πρὸς Ἄτταλον.

Ὁ δὲ πρὸς τὸ πρακτέον ἀμηχανῶν, ἐπανῆλθεν εἰς Ῥώμην, ὡς μετὰ τῆς συγκλήτου συμβουλευσόμενος. Ἐπικρατήσαντος δὲ τοῦ λιμοῦ ἐπὶ τοσοῦτον, ὡς καστάνοις ἀντὶ σίτου κεχρῆσθαι τὸν δῆμον, ὑπονοηθῆναι δέ τινας καὶ ἀνθρωπίνων ἀπογεύσασθαι κρεῶν, Ἀλάριχος μὲν συνεβούλευε πεντακοσίους βαρβάρους κατὰ Ἡρακλειανοῦ πέμπειν:

τῇ δὲ συγκλήτῳ καὶ Ἀττάλῳ ἐδόκει, μὴ δεῖν πιστευθῆναι βαρβάροις τὴν Ἀφρικήν. Ἐπεὶ δὲ δῆλον ἦν τὸν Θεὸν ἀντιπράττειν τῇ Ἀττάλου βασιλείᾳ, συνιδὼν Ἀλάριχος μάτην πονεῖν ἐπὶ πράγματι οὐκ ἐν αὐτῷ κειμένῳ, συντίθεται περὶ καταλύσεως τῆς αὐτοῦ ἀρχῆς πρὸς Ὁνώριον, ὑποσχέσεις λαβών.

Πάντων τοίνυν συνελθόντων πρὸ τῆς πόλεως, ἀποτίθεται Ἄτταλος τὰ σύμβολα τῆς βασιλείας: συναποτίθενται δὲ τὰς ζώνας καὶ οἱ αὐτοῦ ἄρχοντες, καὶ συγγνώμην ἐπὶ τοῖς συμβεβηκόσι νέμει πᾶσιν Ὁνώριος, ἕκαστον ἔχειν τὴν τιμὴν καὶ τὴν ἀξίαν ἧς προτοῦ μετελάγχανεν.

Ἄτταλος δὲ ἅμα τῷ παιδὶ, Ἀλαρίχῳ συνῆν, οὐκ ἂν οὐκ ἀσφαλὲς τέως ἡγούμενος ἐν Ῥωμαίοις διάγειν.

Περὶ τῆς ταραχῆς, ἣν ἔσχον οἱ Ἕλληνες καὶ οἱ Χριστιανοὶ περὶ Ἀττάλου: καὶ περὶ Σάρου τινὸς ἀνδρείου: καὶ ὡς Ἀλάριχος δόλῳ εἷλε τὴν Ῥώμην, ἄσυλον φυλάξας τὸ τοῦ ἀποστόλου Πέτρου ἱερόν.

Ἐπὶ τούτοις δὲ ὧδε ἀποβεβηκόσιν, οὐ μετρίως ἐδυσφόρουν Ἕλληνές τε καὶ Χριστιανοὶ, οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως. Οἱ μὲν γὰρ, τεκμηράμενοι τῆς Ἀττάλου προαιρέσεως καὶ τῆς προτέρας ἀγωγῆς, εἰς τὸ προφανὲς ἑλληνίσειν αὐτὸν ἡγοῦντο, καὶ τοὺς πατρίους ἀποδιδόναι ναοὺς, καὶ ἑορτὰς καὶ θυσίας: οἱ δὲ, τῶν ἐκκλησιῶν ὡς ἐπὶ Κωνσταντίου καὶ Οὐάλεντος πάλιν κρατήσειν ᾤοντο, εἰ βεβαίως σχοίη τὴν βασιλείαν. Καθότι καὶ βαπτισθεὶς ἦν παρὰ Σιγησαρίου τοῦ ἐπισκόπου τῶν Γότθων,

καὶ καταθύμιος ἐπὶ τούτῳ πᾶσί τε αὐτοῖς καὶ Ἀλαρίχῳ ἐτύγχανεν. Οὐ πολλῷ δὲ ὕστερον Ἀλάριχος καταλαβὼν τὰς Ἄλπεις, χωρίον δὲ τοῦτο ἀμφὶ τὰ ἑξήκοντα στάδια διεστὼς τῆς Ῥαβέννης, εἰς λόγους ἦλθε τῷ βασιλεῖ περὶ τῆς εἰρήνης.

Σάρος δέ τις βάρβαρος τὸ γένος, εἰς ἄκρον τὰ πολέμια ἠσκημένος, ἀμφὶ τριακοσίους μόνους περὶ αὐτὸν ἔχων πάντας εὔνους καὶ ἀρίστους, ὕποπτος ὢν Ἀλαρίχῳ διὰ προτέραν ἔχθραν, ἐλογίσατο μὴ συνοίσειν αὐτῷ τὰς μεταξὺ Ῥωμαίων καὶ Γότθων σπονδάς. Καὶ ἐξαπίνης μετὰ τῶν ἰδίων ἐπανελθὼν, ἀναιρεῖ τινὰς τῶν βαρβάρων.

Ἐκ τούτου δὲ εἰς ὀργὴν καὶ δέος καταστὰς Ἀλάριχος, τὴν αὐτὴν ὁδὸν ἀναστρέφει: καὶ περικαθεσθεὶς τὴν Ῥώμην εἷλε προδοσίᾳ: καὶ τοῖς αὐτοῦ πλήθεσιν ἐπέτρεψεν ἑκάστῳ, ὡς ἂν δύναιτο, τὸ Ῥωμαίων πλοῦτον διαρπάζειν, καὶ πάντας τοὺς οἴκους ληΐζεσθαι: ἄσυλον εἶναι προστάξας αἰδοῖ τῇ πρὸς τὸν ἀπόστολον Πέτρον, τὴν περὶ τὴν αὐτοῦ σορὸν ἐκκλησίαν, μεγάλην τε καὶ πολὺν χῶρον περιέχουσαν.

Τουτὶ δὲ γέγονεν αἴτιον, τοῦ μὴ ἄρδην ἀπολέσθαι τὴν Ῥώμην. Οἱ γὰρ ἐνθάδε διασωθέντες, πολλοὶ δὲ ἦσαν, πάλιν τὴν πόλιν ᾤκισαν.

Περὶ τῆς Ῥωμαίας γυναικὸς, σωφροσύνης ἔργον ἐνδειξαμένης.

Οἷα δὲ εἰκὸς, ὡς ἐν ἁλώσει τοιᾶσδε πόλεως πολλῶν συμβεβηκότων, ὃ τότε μοι ἔδοξεν ἐκκλησιαστικῆς ἱστορίας ἄξιον γεγενῆσθαι ἀναγράψομαι. Δηλοῖ γὰρ ἀνδρὸς βαρβάρου πρᾶξιν εὐσεβῆ, καὶ γυναικὸς Ῥωμαίας ἀνδρείαν ἐπὶ φυλακῇ σωφροσύνης, ἀμφοτέρων δὲ Χριστιανῶν, οὐκ ἀπὸ τῆς αὐτῆς αἱρέσεως: καθότι ὁ μὲν, τὰ Ἀρείου: ἡ δὲ, τῶν ἐν Νικαίᾳ τὴν πίστιν ἐζήλου.

Ταύτην δὲ εὖ μάλα καλὴν ἰδών τις νέος τῶν Ἀλαρίχου στρατιωτῶν, ἡττήθη τοῦ κάλλους, καὶ εἰς συνουσίαν εἷλκεν. Ἀνθέλκουσαν δὲ καὶ βιαζομένην μηδὲν ἀσελγὲς παθεῖν, γυμνώσας τὸ ξίφος, ἠπείλησεν ἀναιρεῖν: καὶ μετὰ φειδοὺς, οἷά γε ἐρωτικῶς διακείμενος, ἐξ ἐπιπολῆς ἔπληξε τὸν τράχηλον.

Πολλῷ δὲ περιρρεομένη τῷ αἵματι, τὸν αὐχένα τῷ ξίφει ὑπέσχεν: αἱρετώτερον ἐν σωφροσύνῃ λογισαμένη ἀποθανεῖν, ἢ ζῆν ἑτέρου πειρασθεῖσαν ἀνδρὸς

μετὰ τὸν νόμῳ συνοικήσαντα. Ἐπεὶ δὲ πάλιν ὁ βάρβαρος καὶ φοβερώτερον ἐπιὼν οὐδὲν πλέον ἤνυε, θαυμάσας αὐτῆς τὴν σωφροσύνην, ἤγαγεν εἰς τὸ Πέτρου ἀποστολεῖον: καὶ παραδοὺς τοῖς φύλαξι τῆς ἐκκλησίας, καὶ χρυσοὺς ἓξ εἰς ἀποτροφὴν αὐτῆς, ἐκέλευσε τῷ ἀνδρὶ φυλάττειν.

Περὶ τῶν ἐν τοῖς χρόνοις ἐκείνοις τυράννων ἐπαναστάντων ἐν δύσει κατὰ Ὁνωρίου, καὶ πάντων ἄρδην ἀναιρεθέντων διὰ τὸ τοῦ βασιλέως θεοφιλές.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, πολλῶν ἀνισταμένων τυράννων ἐν τῇ πρὸς δύσιν ἀρχῇ, οἱ μὲν πρὸς ἀλλήλων πίπτοντες, οἱ δὲ παραδόξως συλλαμβανόμενοι,

οὐ τὴν τυχοῦσαν ἐπεμαρτύρουν Ὁνωρίῳ θεοφίλειαν. Πρῶτον μὲν γὰρ οἱ ἐν Βρεττανίᾳ στασιάσαντες στρατιῶται, ἀναγορεύουσι Μάρκον τύραννον: μετὰ δὲ τοῦτον Γρατιανὸν, ἀνελόντες Μάρκον: ἐπεὶ δὲ καὶ οὗτος οὐ πλέον τεσσάρων μηνῶν διελθόντων ἐφονεύθη παῤ αὐτῶν, πάλιν Κωνσταντῖνον χειροτονοῦσιν: οἰηθέντες καθότι ταύτην εἶχε προσηγορίαν, καὶ βεβαίως αὐτὸν κρατήσειν τῆς βασιλείας.

Ἐκ τοιαύτης γὰρ αἰτίας φαίνονται καὶ τοὺς ἄλλους εἰς τυραννίδα ἐπιλεξάμενοι, Περαιωθεὶς δὲ Κωνσταντῖνος ἀπὸ Βρεττανίας ἐπὶ Βονονίαν πόλιν τῆς Γαλατίας παρὰ θάλασσαν κειμένην, προσηγάγετο τοὺς παρὰ Γαλάταις καὶ Ἀκουϊτανοῖς στρατιώτας: καὶ τοὺς τῇδε ὑπηκόους περιεποίησεν ἑαυτῷ, μέχρι τῶν μεταξὺ Ἰταλίας καὶ Γαλατίας ὅρων, ἃς Κοττίας Ἄλπεις Ῥωμαῖοι καλοῦσι.

Κώνσταντα δὲ τὸν πρεσβύτερον τῶν αὐτοῦ υἱέων, ὃν ὕστερον βασιλέως σχῆμα ἐνέδυσε, Καίσαρα τότε ἀναγορεύσας, πέπομφεν εἰς Σπανίαν: ὁ δὲ, τὸ ἔθνος καταλαβὼν, ἄρχοντας ἰδίους κατέστησε. Καὶ δεσμίους αὐτῷ ἀχθῆναι προσέταξε Δίδυμον καὶ Βερενιανὸν, τοὺς Ὁνωρίου συγγενεῖς: οἳ τὰ πρῶτα διαφερόμενοι πρὸς ἑαυτοὺς, εἰς κίνδυνον καταστάντες ὡμονόησαν: καὶ πλῆθος ἀγροίκων καὶ οἰκετῶν συλλέξαντες, κοινῇ κατὰ τὴν Λυσιτανίαν παρετάξαντο, καὶ πολλοὺς ἀνεῖλον τῶν εἰς σύλληψιν αὐτῶν ἀποσταλέντων παρὰ τοῦ τυράννου στρατιωτῶν

Περὶ Θεοδοσίου καὶ Λαγωδίου: περὶ Οὐανδάλων, καὶ Σουΐβων ἐθνῶν: καὶ περὶ τοῦ θανάτου Ἀλαρίχου. Καὶ περὶ τῆς φυγῆς Κωνσταντίνου καὶ Κώνστα τῶν τυράννων.

Μετὰ δὲ ταῦτα συμμαχίας προστεθείσης τοῖς ἐναντίοις, ἐζωγρήθησαν, καὶ ἅμα ταῖς αὐτῶν γαμεταῖς ἀπήχθησαν, καὶ ὕστερον ἀνῃρέθησαν. Ἐν ἑτέραις δὲ ἐπαρχίαις διατρίβοντες Θεοδοσίωλος καὶ Λαγώδιος οἱ αὐτῶν ἀδελφοὶ, φεύγουσι τὴν πατρίδα: καὶ διασώζονται, Θεοδοσίωλος μὲν, εἰς Ἰταλίαν πρὸς Ὁνώριον τὸν βασιλέα:

Λαγώδιος δὲ, πρὸς Θεοδόσιον εἰς ἀνατολήν. Καὶ ὁ μὲν Κώνστας ταῦτα διαπραξάμενος, ἐπανῆλθε πρὸς τὸν πατέρα, φρουρὰν καταστήσας ἀπὸ τῶν στρατιωτῶν τῆς ἐπὶ τὰς Σπανίας παρόδου: ἣν δεομένοις Σπάνοις κατὰ τὸ ἀρχαῖον ἔθος φυλάττειν,

οὐκ ἐπέτρεψεν. Ὃ καὶ αἴτιον γέγονε μετὰ ταῦτα τῆς ἀπωλείας τῶν τῇδε: καταπεσούσης γὰρ τῆς Κωνσταντίνου δυνάμεως, ἀναλαβόντες ἑαυτοὺς Οὐανδαλοί τε καὶ Σοῦϊβοι καὶ Ἀλανοὶ, ἔθνη βάρβαρα, τῆς παρόδου ἐκράτησαν, καὶ πολλὰ φρούρια καὶ πόλεις τῶν Ἱσπανῶν καὶ Γαλατῶν εἷλον,

καὶ τοὺς ἄρχοντας τοῦ τυράννου. Κωνσταντῖνος δὲ τέως κατὰ γνώμην πράττειν δοκῶν, Κώνσταντα τὸν υἱὸν ἀντὶ Καίσαρος βασιλέα καταστήσας, ἐβουλεύετο τὴν Ἰταλίαν καταλαβεῖν: καὶ παραμείψας τὰς Κοττίας Ἄλπεις, ἧκεν εἰς Λιβερῶνα πόλιν τῆς Λιγουρίας.

Μέλλων δὲ περαιοῦσθαι τὸν Ἠριδανὸν, τὴν αὐτὴν ὁδὸν ἀνέστρεψε, μαθὼν τὸν Ἀλαβίχου θάνατον: ὃν δὴ στρατηγὸν Ὁνωρίου ὄντα, καὶ ὕποπτον ὡς Κωνσταντίνῳ πραγματευόμενον πᾶσαν τὴν πρὸς τὴν δύσιν ἡγεμονίαν, ἀναιρεθῆναι συνέβη τότε, προηγούμενον, ὡς ἔθος, ἐπανιόντος ἐκ προόδου τινὸς τοῦ κρατοῦντος. Ἡνίκα δὴ καὶ ὁ βασιλεὺς αὐτίκα τοῦ ἵππου ἀποβὰς, δημοσίᾳ εὐχαριστήρια τῷ Θεῷ ηὔξατο, ὡς προφανοῦς ἐπιβούλου ἀπαλλαγείς.

Κωνσταντῖνος δὲ φεύγων, τὴν Ἀρήλατον κατέλαβε: κατὰ ταυτὸν δὲ καὶ Κώνστας ὁ αὐτοῦ παῖς φεύγων ἐκ τῆς Ἱσπανίας.

Καταπεσούσης γὰρ τῆς Κωνσταντίνου δυνάμεως, ἀναλαβόντες ἑαυτοὺς Οὐανδαλοί τε καὶ Σοῦϊβοι καὶ Ἀλανοὶ, σπουδῇ τὸ Πυρηναῖον ὄρος κατέλαβον, εὐδαίμονα καὶ πλησιωτάτην τὴν χώραν ἀκούοντες. Παρημεληκότων τε τῶν ἐπιτραπέντων παρὰ Κώνσταντος τὴν φρουρὰν τῆς παρόδου, παρῆλθον εἰς Ἱσπανίαν.

Περὶ Γεροντίου καὶ Μαξίμου, καὶ περὶ τῆς στρατιᾶς Ὁνωρίου, καὶ περὶ τῆς ἁλώσεως Γεροντίου, καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ ὡς ἐφονεύθησαν.

Ἐν τούτῳ δὲ Γερόντιος ὁ τῶν Κωνσταντίνου στρατηγῶν ἄριστος, δυσμενὴς αὐτῷ γέγονεν: ἐπιτήδειόν τε εἰς τυραννίδα Μάξιμον τὸν αὐτοῦ οἰκεῖον νομίσας, βασιλικὴν ἐνέδυσεν ἐσθῆτα, καὶ ἐν Ταρακόνῃ διάγειν εἴασεν. Αὐτὸς δὲ Κωνσταντίνῳ ἐπεστράτευσεν, ἐν παρόδῳ Κώνσταντα τὸν υἱὸν αὐτοῦ ἐν Βιέννῃ ὄντα ἀναιρεθῆναι παρασκευάσας.

Ἐπεὶ δὲ ἔμαθε Κωνσταντῖνος τὰ κατὰ Μάξιμον, Ἐδόβιχον μὲν τὸν αὐτοῦ στρατηγὸν πέραν τοῦ Ῥήνου πέπομφεν, Φράγκων τε καὶ Ἀλαμανῶν συμμαχίαν προτρεψόμενον: Κώνσταντι δὲ τῷ αὐτοῦ παιδὶ, Βιέννης καὶ τῶν τῇδε πόλεων τὴν φυλακὴν ἐπέτρεψε.

Καὶ Γερόντιος μὲν ἐπὶ τὴν Ἀρήλατον ἐλάσας, ἐπολιόρκει τὴν πόλιν. Μετ̓ οὐ πολὺ δὲ στρατιᾶς Ὁνωρίου κατὰ τοῦ τυράννου παραγενομένης, ἧς ἡγεῖτο Κωνστάντιος ὁ τοῦ Οὐαλεντινιανοῦ τοῦ βασιλέως πατὴρ, φεύγει παραχρῆμα μετ̓ ὀλίγων στρατιωτῶν. Οἱ γὰρ πλείους τοῖς ἀμφὶ τὸν Κωνστάντιον προσεχώρησαν.

Οἱ δὲ ἐν Ἱσπανίᾳ στρατιῶται, εὐκαταφρόνητον ἀπὸ τῆς φυγῆς δόξαντα τὸν Γερόντιον, ἐβουλεύσαντο ἀνελεῖν: καὶ φραξάμενοι, νύκτωρ αὐτοῦ τὴν οἰκίαν κατέδραμον. Ὁ δὲ, μεθ̓ ἑνὸς Ἀλανοῦ ἐπιτηδείου, καὶ ὀλίγων οἰκετῶν, ἄνωθεν τοξεύων, ὑπὲρ τοὺς τριακοσίους ἀναιρεῖ στρατιώτας. Ἐπιλειψάντων δὲ τῶν βελῶν,

φεύγουσιν οἱ οἰκέται, καθέντες αὑτοὺς τοῦ οἰκήματος λάθρα. Γερόντιος δὲ τὸν ἶσον τρόπον διασωθῆναι δυνάμενος, οὐχ εἵλετο, κατασχεθεὶς ἔρωτι Νοννιχίας τῆς αὐτοῦ γαμετῆς. Περὶ δὲ τὴν ἕω πῦρ ἐμβαλόντων τῇ οἰκίᾳ τῶν στρατιωτῶν, οὐκ ἔχων λοιπὸν σωτηρίας ἐλπίδα,

ἑκόντος τοῦ συνόντος αὐτῷ Ἀλανοῦ ἀποτέμνει τὴν κεφαλήν: μετὰ δὲ ταῦτα καὶ τῆς ἰδίας γαμετῆς ὀλοφυρομένης, καὶ μετὰ δακρύων προσωθούσης ἑαυτὴν τῷ ξίφει, καὶ πρὶν ὑφ̓ ἑτέροις γενέσθαι, παρὰ τοῦ ἀνδρὸς ἀποθανεῖν αἰτούσης, καὶ τοῦτο δῶρον ὕστατον παῤ αὐτοῦ λαβεῖν ἀντιβολούσης.

Καὶ ἡ μὲν γυνὴ, ἀνδρείᾳ τῆς θρησκείας ἐπαξίως φανεῖσα, ἦν γὰρ Χριστιανὴ, ὧδε τέθνηκε, κρείττονα λήθης τὴν περὶ αὐτῆς μνήμην τῷ χρόνῳ παραδοῦσα. Γερόντιος δὲ τρίτον ἑαυτὸν τῷ ξίφει παίσας, ὡς οὐ καιρίαν λαβὼν ᾔσθετο, σπασάμενος τὸ παρὰ τὸν μηρὸν ξιφίδιον, κατὰ τῆς καρδίας ἤλασε.

Περὶ Κωνσταντίνου καὶ τῆς στρατιᾶς Ὁνωρίου, καὶ Ἐδοβίχου τοῦ στρατηγοῦ: καὶ ἧττα Ἐδοβίχου ὑπὸ Οὐλφίλα τοῦ συστρατηγοῦ Κωνσταντίνου, καὶ φόνος αὐτοῦ.

Κωνσταντῖνος δὲ περικαθημένης τῆς Ὁνωρίου στρατιᾶς, ἔτι πρὸς τὴν πολιορκίαν ἀντεῖχεν, ἀγγελθέντος Ἐδοβίχου μετὰ πλείστης συμμαχίας ἥξειν. Τοῦτο δὲ καὶ τοὺς Ὁνωρίου στρατηγοὺς οὐ μετρίως ἐφόβει: βουλευσαμένων τε αὐτῶν ἀναστρέφειν εἰς Ἰταλίαν, κἀκεῖ πειραθῆναι τοῦ πολέμου, καὶ ἐπειδὴ τοῦτο συνεδόκει, πλησίον ἀγγελθέντος Ἐδοβίχου,

περῶσι Ῥοδανὸν τὸν ποταμόν. Καὶ Κωνστάντιος μὲν ἔχων τοὺς πεζοὺς, ἐπιόντας περιμένει τοὺς πολεμίους: Οὐλφίλας δὲ ὁ Κωνσταντίου συστρατηγὸς, οὐ πόρρωθεν ἀποκρυβεὶς μετὰ τῶν ἱππέων ἐλάνθανεν. Ἐπεὶ δὲ παραμείψαντες οἱ πολέμιοι τοῦ Οὐλφίλα τῇ στρατιᾷ, ἔμελλον εἰς χεῖρας ἰέναι τῶν ἀμφὶ τὸν Κωνστάντιον, σημείου δοθέντος, ἐξαπίνης ἀναφανεὶς Οὐλφίλας, κατὰ νώτου τῶν πολεμίων ἤλαυνεν: αὐτίκα τε τροπῆς γενομένης, οἱ μὲν φεύγουσιν, οἱ δ̓ ἀναιροῦνται, οἱ δὲ πλείους τὰ ὅπλα ἀποθέμενοι συγγνώμην ᾔτησαν, καὶ φειδοῦς ἠξιώθησαν.

Ἐδόβιχος δὲ ἵππου ἐπιβὰς, ἔφυγεν εἰς ἀγρόν τινα πρὸς Ἐκδίκιον τὸν κεκτημένον, πλεῖστα παῤ αὐτοῦ Ἐδοβίχου πρότερον εὐηργετημένον, καὶ φίλον νομιζόμενον. Ὁ δὲ, τὴν αὐτοῦ κεφαλὴν ἀποτεμὼν, προσφέρει τοῖς Ὁνωρίου στρατηγοῖς, ἐπ̓ ἐλπίδι μεγάλων δώρων καὶ τιμῆς.

Κωνστάντιος δὲ, τὴν μὲν κεφαλὴν δεχθῆναι προσέταξε, χάριν ἔχειν Ἐκδικίῳ τὸ δημόσιον εἰπὼν τῆς Οὐλφίλα πράξεως: συνεῖναι δὲ σπουδάζοντα αὐτὸν, ἀναχωρεῖν ἐκέλευσεν, οὐκ ἀγαθὴν ἡγησάμενος κακοῦ ξενοδόχου τὴν συνουσίαν ἔσεσθαι αὐτῷ ἢ τῇ στρατιᾷ. Καὶ ὁ μὲν, φίλου ἀνδρὸς καὶ ξένου ἐν δυσπραγίᾳ διακειμένου ἀνοσιώτατον φόνον τολμήσας, κατὰ κενῆς, τοῦτο δὴ τοῦ λόγου, χανὼν ἀπῆλθε.

Περὶ τῆς ἀποθέσεως τῶν βασιλικῶν σημείων Κωνσταντίνου, καὶ ὡς ἐχειροτονήθη πρεσβύτερος: καὶ θάνατος αὐτοῦ ὕστερον, καὶ τῶν ἄλλων τυράννων τῶν ἐπαναστάντων Ὁνωρίῳ.

Μετὰ δὲ τὴν νίκην ἀντιπεραιωθείσης αὖθις πρὸς τὴν πόλιν τῆς Ὁνωρίου στρατιᾶς, μαθὼν Κωνσταντῖνος ἀναιρεῖσθαι Ἐδόβιχον, αὐτὸς ἐξ ἑαυτοῦ τὴν ἁλουργίδα καὶ τὰ σύμβολα τῆς βασιλείας ἀπέθετο:

καὶ καταλαβὼν τὴν ἐκκλησίαν, χειροτονεῖται πρεσβύτερος. Ὅρκους τε πρότερον λαβόντες οἱ ἔσω τειχῶν, ἀνοιγουσι τὰς πύλας, καὶ φειδοῦς ἀξιοῦνται πάντες. Καὶ τὸ ἐξ ἐκείνου πάλιν τὸ τῇδε ὑπήκοον, εἰς τὴν Ὁνωρίου ἡγεμονίαν ἐπανῆλθε: καὶ τοῖς ὑπ̓ αὐτὸν ἄρχουσιν ἐπείθετο.

Κωνσταντῖνος δὲ ἅμα Ἰουλιανῷ τῷ παιδὶ παραπεμφθεὶς εἰς Ἰταλίαν, πρὶν φθάσαι, κατὰ τὴν ὁδὸν κτίννυται. Οὐ πολλῷ δὲ ὕστερον ἀδοκήτως ἀναιροῦνται Ἰοβιανός τε καὶ Μάξιμος οἱ προειρημένοι τύραννοι, καὶ Σάρος, καὶ ἄλλοι πλεῖστοι ἐπὶ τούτοις, ἐπιβουλεύσαντες τῇ Ὁνωρίου βασιλείᾳ.

Περὶ τῆς τοῦ κρατοῦντος Ὁνωρίου θεοφιλείας, καὶ τῆς τελευτῆς αὐτοῦ, καὶ περὶ τῶν διαδόχων αὐτοῦ, Οὐαλεντινιανοῦ, καὶ Ὁνωρίας τῆς θυγατρός: καὶ περὶ τῆς τότε κοσμικῆς εἰρήνης.

Ταῦτα δὲ καταλέγειν, οὐκ ἐπὶ τοῦ παρόντος καιροῦ: ὅμως δ̓ οὖν ἀναγκαίως ἐμνήσθην, ὡς ἂν ἔχοιμεν εἰδέναι, ἀρκεῖν βασιλεῖ πρὸς φυλακὴν τοῦ κράτους, ἐπιμελῶς τὸ θεῖον πρεσβεύειν,

ὁποῖος καὶ οὑτοσὶ ὁ βασιλεὺς ἐγένετο. Τούτῳ δὲ συνῆν καὶ Γάλλα Πλακιδία, ὁμοπατρία αὐτοῦ ἀδελφὴ, παραπλησίως πολὺν ποιουμένη λόγον τῆς θρησκείας καὶ τῶν ἐκκλησιῶν. Ἄγεται δὲ ταύτην Κωνστάντιος ὁ τὴν Κωνσταντίνου τυραννίδα καθελὼν, ἀνὴρ μαχιμώτατος καὶ στρατηγικός: ὃν ὁ βασιλεὺς γεραίρων, τῇ ἀδελφῇ στεφάνῳ καὶ ἁλουργίδι καὶ τῇ κοινωνίᾳ τοῦ κράτους ἐτίμησεν. Ὀλίγον δὲ χρόνον ἐπιβιώσας ἐτελεύτησεν, Οὐαλεντινιανὸν τὸν Ὁνωρίου διάδοχον καὶ Ὁνωρίαν παῖδας καταλιπών.

Ἐν τούτῳ δὲ, τὰ μὲν πρὸς ἕω τῆς ἀρχομένης πολεμίων ἀπήλλακτο, καὶ σὺν κόσμῳ πολλῷ τὰ τῇδε ἰθύνετο παρὰ τὴν πάντων δόξαν: ἦν γὰρ ἔτι νέος ὁ κρατῶν.

Ἐδόκει δὲ ὁ Θεὸς προφανῶς ἥδεσθαι τῇ παρούσῃ βασιλείᾳ, οὐ μόνον ἐξ ἀπροσδοκήτου τὰ περὶ τοὺς πολέμους ὧδε διατεθεὶς, ἀλλὰ καὶ πολλῶν ἐπὶ εὐσεβείᾳ πάλαι εὐδοκιμηκότων τὰ ἱερὰ σώματα ἀναφαίνων: οἷον δὴ καὶ τότε γενέσθαι συνέβη ἐπὶ Ζαχαρίᾳ τῷ παλαιοτέρῳ προφήτῃ καὶ Στεφάνῳ τῷ διακόνῳ χειροτονηθέντι παρὰ τῶν ἀποστόλων. Ἑκατέρου δὲ τῆς εὑρέσεως παραδόξου καὶ θείας οὔσης, ἀναγκαῖον εἰπεῖν τὸν τρόπον.

Περὶ τῆς εὑρέσεως Ζαχαρίου τοῦ προφήτου, καὶ Στεφάνου τοῦ πρωτομάρτυρος.

Ἄρξομαι δὲ τοῦ προφήτου. Χαφὰρ Ζαχαρία, κώμη ἐστὶν ἐν ὁρίοις Ἐλευθεροπόλεως τῆς Παλαιστίνης. Ἐπετρόπευε δὲ ταύτην Καλήμερός τις ὁμόδουλος τῷ ἀγρῷ: εὔνους μὲν τῷ κεκτημένῳ, χαλεπὸς δὲ καὶ δύσκολος, καὶ περὶ τοὺς ὁμόρους ἀγροίκους ἄδικος.

Τοιούτῳ δὲ ὄντι ὕπαρ ἐπιστὰς ὁ προφήτης, ἑαυτὸν κατεμήνυσε: καὶ κῆπον τινὰ ἐπιδείξας, Ἄγε δὴ ἐνθάδε ὄρυξον δύο πήχεις, ἔφη, ἀναμετρήσας ἀπὸ τῆς αἱμασιᾶς ἐπὶ τὸν κῆπον, παρὰ τὴν ὁδὸν τὴν ἐπὶ Βιθθερέβιν τὴν πόλιν ἄγουσαν: εὑρήσεις δὲ λάρνακα διπλῆν, ξυλίνην τὴν ἔνδον, ἐν μολυβδίνῃ τῇ ἔξωθεν: ἀμφὶ δὲ τὴν λάρνακα, ὑέλινον σκεῦος πλῆρες ὑδάτων, καὶ δύο ὄφεις μεγέθει μετρίους, καὶ πρᾴους καὶ ἀβλαβεῖς, ὡς δοκεῖν χειροήθεις εἶναι.

Κατὰ δὲ τὴν σύνταξιν τοῦ προφήτου παραγενόμενος Καλήμερος ἐπὶ τὸν δηλωθέντα τόπον, σπουδῇ τοῦ ἔργου εἴχετο. Ὑπὸ δὲ τοῖς προειρημένοις συμβόλοις ἀνακαλυφθείσης τῆς ἱερᾶς θήκης, ἀνεφάνη ὁ θεῖος προφήτης, λευκὴν στολὴν ἠμφιεσμένος, οἷά γε οἶμαι καὶ ἱερεὺς ὤν: ὑπὸ δὲ τοὺς πόδας αὐτοῦ ἔξωθεν τῆς λάρνακος, παιδίον ἔκειτο βασιλικῆς ἠξιωμένον ταφῆς: εἶχε μὲν γὰρ,

ἐπὶ μὲν τῆς κεφαλῆς, χρυσοῦν στέφανον, χρυσᾶ δὲ τὰ ὑποδήματα, καὶ τὴν ἐσθῆτα τιμίαν. Ἀπορούντων δὲ τῶν τότε σοφῶν καὶ ἱερέων περὶ τούτου τοῦ παιδίου, τίς τε εἴη καὶ πόθεν, καὶ οὗ χάριν τοιάδε ἠμφίεστο, λέγεται Ζαχαρίαν τὸν ἡγούμενον τῆς ἐν Γεράροις μοναχικῆς συνοικίας, Ἑβραίων παλαιᾷ περιτυχεῖν γραφῇ, οὐ τῶν ἐκκλησιαζομένων. Ἐδήλου δὲ ὡς ἡνίκα Ζαχαρίαν τὸν προφήτην ἀνεῖλεν Ἰωὰς ὁ τῆς Ἰουδαίας βασιλεὺς, οὐκ εἰς μακρὰν περὶ τὸν οἶκον χαλεπῇ ἐχρήσατο συμφορᾷ.

Ἑβδόμῃ γὰρ ἡμέρᾳ τῆς ἀναιρέσεως τοῦ προφήτου, ἐξαπίνης αὐτῷ μάλα κεχαρισμένος ὁ παῖς ἀπολώλει. Συμβαλὼν δὲ κατὰ θεομηνίαν τῷ τοιούτῳ παθήματι περιπεσεῖν, ὑπὸ τοὺς πόδας αὐτοῦ τὸ μειράκιον ἔθαψεν, ἀπολογούμενος ταύτῃ ὑπὲρ ὧν εἰς αὐτὸν ἥμαρτε. Καὶ τὰ μὲν ὧδε ἔγνων.

Ὁ δὲ προφήτης καίπερ πρὸ πλείστων γενεῶν ὑπὸ γῆν κείμενος, σῶος ἀνεφάνη, ἐν χρῷ κεκαρμένος, εὐθύρρις, γενειάδα μετρίως καθειμένην ἔχων, τὴν δὲ κεφαλὴν βραχυτέραν, καὶ τοὺς ὀφθαλμοὺς ὀλίγον ἐν βάθει ταῖς ὀφρύσι καλυπτομένους. Τέλος σὺν τῇ ἁγίᾳ Τριάδι.