Τὸ τοῦ βιβλίου προοίμιον.
Εὐσέβιος ὁ Παμφίλου ἐν ὅλοις δέκα βιβλίοις τὴν ἐκκλησιαστικὴν ἱστορίαν
ἐκθέμενος, κατέπαυσεν εἰς τοὺς χρόνους τοῦ βασιλέως Κωνσταντίνου, ἐν οἷς
καὶ ὁ παρὰ τοῦ Διοκλητιανοῦ κατὰ Χριστιανῶν γενόμενος διωγμὸς
ἀπεπαύσατο. Γράφων δὲ ὁ αὐτὸς εἰς τὸν βίον Κωνσταντίνου, τῶν κατ̓ Ἄρειον
μερικῶς μνήμην πεποίηται, τῶν ἐπαίνων τοῦ βασιλέως, καὶ τῆς πανηγυρικῆς
ὑψηγορίας
Τίνα τρόπον ὁ βασιλεὺς Κωνσταντῖνος ἐπὶ τὸ Χριστιανίζειν ἐλήλυθεν.
Ἡνίκα Διοκλητιανὸς, καὶ Μαξιμιανὸς ὁ ἐπικληθεὶς Ἡρκούλιος, Ἐν τούτῳ
νίκα.
Τοῦτο φανὲν τὸ σημεῖον τὸν βασιλέα ἐξέπληττεν: αὐτός τε
τοῖς οἰκείοις σχεδὸν ἀπιστῶν ὀφθαλμοῖς, ἠρώτα καὶ τοὺς παρόντας, εἰ καὶ
αὐτοὶ τῆς αὐτῆς ἀπολαύουσιν ὄψεως. Τῶν δὲ συμφωνησάντων, ἀνερρώννυτο
Πῶς Κωνσταντίνου τὰ Χριστιανῶν αὔξοντος, Λικίννιος ὁ συμβασιλεύων αὐτῷ Χριστιανοὺς ἐδίωκεν.
Ἀλλὰ Κωνσταντῖνος μὲν ὁ βασιλεὺς, τὰ τοῦ Χριστοῦ φρονῶν, πάντα ὡς
Χριστιανὸς ἔπραττεν, ἀνεγείρων τὰς ἐκκλησίας, καὶ πολυτελέσι τιμῶν
ἀναθήμασιν: ἔτι δὲ καὶ τοὺς Ἑλλήνων ναοὺς κλείων καὶ καθαιρῶν, καὶ
δημοσιεύων τὰ ἐν αὐτοῖς ἀγάλματα: Λικίννιος δὲ ὁ συμβασιλεύων αὐτῷ, τὰς
Ἑλληνικὰς ἔχων δόξας, ἐμίσει Χριστιανούς. Καὶ διωγμὸν μὲν προφανῆ, φόβῳ
τοῦ βασιλέως Κωνσταντίνου, κινεῖν ὑπεστέλλετο: λεληθότως δὲ πολλοὺς
Ὅτι πόλεμος μεταξὺ Κωνσταντίνου καὶ Λικιννίου διὰ Χριστιανοὺς ἐγένετο.
Ἐκ δὲ τούτου, πρὸς ἀπέχθειαν μεγίστην τὸν βασιλέα Κωνσταντῖνον ἐκίνησεν:
ἦσάν τε πολέμιοι, διακοπείσης αὐτοῖς τῆς ἐπιπλάστου φιλίας. Οὐκ εἰς
μακράν τε εἰς τὸ πολεμεῖν ἀλλήλους ἐτράπησαν. Καὶ πολλῶν γενομένων
συμβολῶν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, τέλος πρὸς Χρυσόπολιν τῆς
Βιθυνίας, ἐπίνειον δὲ τοῦτο τῆς Χαλκηδόνος ἐστὶν, ἡττηθεὶς ἐξέδωκεν
ἑαυτόν. Ζῶντα οὖν συλλαβὼν φιλανθρωπεύεται: καὶ κτείνει μὲν οὐδαμῶς,
οἰκεῖν δὲ τὴν Θεσσαλονικὴν προσέταξεν ἡσυχάζοντα. Ὁ δὲ πρὸς ὀλίγον
ἡσυχάσας, ὕστερον βαρβάρους τινὰς συναγαγὼν, ἀναμαχέσασθαι τὴν ἧτταν
ἐσπούδαζεν. Τοῦτο γνοὺς ὁ βασιλεὺς, ἀναιρεθῆναι αὐτὸν
Περὶ τῆς Ἀρείου πρὸς Ἀλέξανδρον τὸν ἐπίσκοπον φιλονεικίας.
Μετὰ Πέτρον τὸν γενόμενον ἐπίσκοπον Ἀλεξανδρείας, τὸν καὶ ἐπὶ
Διοκλητιανοῦ μαρτυρήσαντα, διαδέχεται τὴν ἐπισκοπὴν Ἀχιλλᾶς: μετὰ δὲ
Ἀχιλλᾶν, Ἀλέξανδρος ἐπὶ τῆς μνημονευθείσης εἰρήνης: καὶ ἀδεέστερον
διάγων, τὴν ἐκκλησίαν συνεκρότει: καί ποτε παρόντων εἰ ὁ Πατὴρ ἐγέννησε τὸν Υἱὸν,
ἀρχὴν ὑπάρξεως ἔχει ὁ γεννηθείς: καὶ ἐκ τούτου δῆλον, ὅτι ἦν ὅτε οὐκ
ἦν ὁ Υἱός: ἀκολουθεῖ τε ἐξ ἀνάγκης, ἐξ οὐκ ὄντων ἔχειν αὐτὸν τὴν
ὑπόστασιν.
Ὡς ἐκ τῆς φιλονεικίας ἀρχὴν διαιρέσεως ἡ ἐκκλησία ἔλαβε: καὶ ὡς Ἀλέξανδρος ὁ Ἀλεξανδρείας καθεῖλεν Ἄρειον, καὶ τοὺς περὶ αὐτόν.
Ταῦτα τῷ καινοπρεπεῖ: λόγῳ συλλογισάμενος, ἀναρριπίζει τοὺς πολλοὺς πρὸς
τὸ ζήτημα. Καὶ ἀνάπτεται ἀπὸ σμικροῦ σπινθῆρος μέγα πῦρ. Ἀρξάμενόν τε τὸ
κακὸν ἀπὸ τῆς Ἀλεξανδρέων ἐκκλησίας, διέτρεχε τὴν σύμπασαν Αἴγυπτόν τε
καὶ Λιβύην, καὶ τὴν ἄνω Θηβαΐδα: ἤδη δὲ καὶ τὰς λοιπὰς ἐπενέμετο
ἐπαρχίας τε καὶ πόλεις. Συνελαμβάνοντο τῇ Ἀρείου δόξῃ πολλοὶ μὲν καὶ
ἄλλοι, μάλιστα δὲ Εὐσέβιος αὐτῆς ἀντείχετο, οὐχ ὁ Καισαρεὺς, ἀλλ̓ ὁ
πρότερον μὲν τῆς Βηρυτίων ἐκκλησίας ἐπίσκοπος, τότε δὲ τῆς ἐν Βιθυνίᾳ
τηρεῖν τὸν σύνδεσμον τῆς ὁμονοίας καὶ
εἰρήνης,
ἀκόλουθόν εἴτε πάσχει,
εἴτε χαίρει ἓν μέλος, ἢ συμπάσχωμεν, ἢ συγχαίρωμεν ἀλλήλοις.
Ἐν
τῇ ἡμετέρᾳ τοίνυν παροικίᾳ, ἐξῆλθον νῦν ἄνδρες παράνομοι καὶ
Χριστομάχοι, Οὐκ ἀεὶ ὁ θεὸς Πατὴρ ἦν, ἀλλ̓ ἦν ὅτε ὁ Θεὸς Πατὴρ οὐκ ἦν: οὐκ ἀεὶ
ἦν ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ̓ ἐξ οὐκ ὄντων γέγονεν. Ὁ γὰρ ὢν Θεὸς τὸν μὴ
ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε: διὸ καὶ ἦν ποτὲ ὅτε οὐκ ἦν. Κτίσμα
γάρ ἐστι καὶ ποίημα ὁ Υἱός. Οὔτε δὲ ὅμοιος κατ̓ οὐσίαν τῷ Πατρί
ἐστιν, οὔτε ἀληθινὸς καὶ φύσει τοῦ Πατρὸς Λόγος ἐστὶν, οὔτε ἀληθινὴ
Σοφία αὐτοῦ ἐστί: ἀλλ̓ εἷς μὲν τῶν ποιημάτων καὶ γενητῶν ἐστί:
καταχρηστικῶς δὲ λόγος καὶ σοφία, γενόμενος καὶ αὐτὸς δὲ τῷ ἰδίῳ τοῦ
Θεοῦ Λόγῳ, καὶ τῇ ἐν τῷ θεῷ Σοφίᾳ, ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν
πεποίηκεν ὁ Θεός: διὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοιωτὸς τὴν φύσιν, ὡς
καὶ πάντα τὰ λογικά: ξένος τε καὶ ἀλλότριος, καὶ ἀπεσχοινισμένος
ἐστὶν ὁ Λόγος τῆς τοῦ Θεοῦ οὐσίας. Καὶ
Ἠρώτησε γοῦν τις αὐτοὺς, εἰ δύναται ὁ τοῦ
Θεοῦ Λόγος τραπῆναι ὡς ὁ διάβολος ἐτράπη: καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν,
Ναὶ δύναται: τρεπτῆς γὰρ φύσεως ἐστὶ, γενητὸς καὶ τρεπτὸς
ὑπάρχων.
Ταῦτα λέγοντας τοὺς περὶ Ἄρειον, καὶ ἐπὶ τούτοις
ἀναισχυντοῦντας, αὐτούς τε καὶ τοὺς συνακολουθήσαντας αὐτοῖς, ἡμεῖς μὲν
μετὰ τῶν κατ̓ Αἴγυπτον ἐπισκόπων καὶ τὰς Λιβύας, ἐγγὺς ἑκατὸν ὄντων,
συνελθόντες ἀνεθεματίσαμεν. Οἱ δὲ περὶ Εὐσέβιον προσεδέξαντο,
σπουδάζοντες συγκαταμίξαι τὸ ψεῦδος τῇ ἀληθείᾳ, καὶ τῇ εὐσεβείᾳ τὴν
ἀσέβειαν. Ἀλλ̓ οὐκ ἰσχύσουσι, νικᾷ γὰρ ἡ ἀλήθεια: κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συμφώνησις Χριστῷ πρὸς
Τίς γὰρ ἤκουσε πώποτε
τοιαῦτα; ἢ τίς νῦν ἀκούων οὐ ξενίζεται, Ἐν ἀρχῇ ἦν ὁ
Λόγος,
οὐ καταγινώσκει Ἠν ποτὲ ὅτε οὐκ ἦν
; ἢ τίς ἀκούων ἐν τῷ εὐαγγελίῳ, Ὁ
μονογενὴς Υἱὸς,
καὶ, Δἰ αὐτοῦ ἐγένετο τὰ πάντα,
οὐ
μισήσει τούτους φθεγγομένους, ὅτι εἶς ἐστὶ τῶν ποιημάτων ὁ Υἱός; Πῶς δὲ
δύναται εἷς εἶναι τῶν δἰ αὐτοῦ γενομένων; ἢ πῶς μονογενὴς, ὁ τοῖς πᾶσι
κατ̓ ἐκείνους συναριθμούμενος; πῶς δὲ ἐξ οὐκ ὄντων ἂν εἴη, τοῦ Πατρὸς
λέγοντος, Ἐξηρεύξατο ἡ καρδία
καὶ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου
ἐγέννησα σέ
; ἢ πῶς ἀνόμοιος τῇ οὐσίᾳ τοῦ Πατρὸς, ὁ ὢν εἰκὼν
τελεία καὶ ἀπαύγασμα
τοῦ Πατρὸς, Ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα
; Πῶς
δὲ εἰ Λόγος καὶ Σοφία ἐστὶ τοῦ Θεοῦ ὁ Υἱὸς, ἦν ποτὲ ὅτε οὐκ ἦν; ἵσον γὰρ
ἐστὶν αὐτοὺς λέγειν, ἄλογον καὶ ἄσοφον ποτὲ τὸν Θεόν. Πῶς δὲ τρεπτὸς ἢ
ἀλλοιωτὸς, ὁ λέγων δἰ ἑαυτοῦ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν
ἐμοί:
καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν:
Ἴδετέ με
ὅτι ἐγὼ εἰμὶ, καὶ οὐκ ἠλλοίωμαι
; Εἰ δὲ καὶ ἐπ̓ αὐτόν τις τὸν
Πατέρα τὸ ῥητὸν δύναται ἀναφέρειν, ἀλλὰ ἁρμοδιώτερον ἂν εἴη περὶ τοῦ
Λόγου νῦν λεγόμενον, ὅτι καὶ γενομένος ἄνθρωπος οὐκ ἠλλοίωται, ἀλλ̓ ὡς ὁ
Ἀπόστολος, Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ
Τί δὲ ἄρα εἰπεῖν αὐτοὺς
ἔπεισεν, ὅτι δἰ ἡμᾶς γέγονε, καίτοι τοῦ Παύλου γράφοντος, Δἰ ὃν τὰ
πάντα,
καὶ δἰ οὗ τὰ πάντα
; Περὶ Καθὼς γινώσκει με ὁ Πατὴρ, κᾀγὼ γινώσκω
Εἰ μὲν οὖν ἐκ μέρους γινώσκει ὁ Πατὴρ τὸν Υἱὸν,
δῆλον ὅτι καὶ ὁ Υἱὸς ἐκ μέρους γινώσκει τὸν Πατέρα. Εἰ δὲ τοῦτο λέγειν
οὐ θέμις, οἶδε, δὲ τελείως ὁ Πατὴρ τὸν Υἱὸν, δῆλον ὅτι καθὼς γινώσκει ὁ
Πατὴρ τὸν ἑαυτοῦ Λόγον, οὕτω καὶ ὁ Λόγος γινώσκει τὸν ἑαυτοῦ Πατέρα, οὗ
καὶ ἔστι Λόγος. Καὶ ταῦτα λέγοντες, καὶ ἀναπτύσσοντες τὰς θείας γραφὰς,
πολλάκις ἀνετρέψαμεν αὐτούς. Καὶ πάλιν ὡς χαμαιλέοντες μετεβάλλοντο,
φιλονεικοῦντες εἰς ἑαυτοὺς ἐφελκύσαι τὸ γεγραμμένον, Ὅτ̓ ἂν ἔλθῃ ὁ
ἀσεβὴς εἰς βάθη
Πολλαὶ γοῦν αἱρέσεις πρὸ αὐτῶν γεγόνασιν, αἵτινες
πλέον τοῦ δέοντος τολμήσασαι, πεπτώκασιν εἰς ἀφροσύνην: οὗτοι δὲ διὰ
πάντων αὐτῶν τῶν ῥημάτων, ἐπιχειρήσαντες ταῖς ἀναιρέσεσι τῆς τοῦ Λόγου
θεότητος, ἐδικαίωσαν ἐξ ἑαυτῶν ἐκείνας, ὡς ἐγγύτεροι τοῦ Ἀντιχρίστου
γενόμενοι. Διὸ καὶ ἀπεκηρύχθησαν ἀπὸ τῆς ἐκκλησίας, καὶ ἀνεθεματίσθησαν.
Λυπούμεθα μὲν οὖν ἐπὶ τῇ ἀπωλείᾳ τούτων, καὶ μάλιστα ὅτι μαθόντες ποτὲ
καὶ αὐτοὶ τὰ τῆς ἐκκλησίας, νῦν ἀπεπήδησαν. Οὐ ξενιζόμεθα δέ: τοῦτο γὰρ
καὶ Ὑμέναιος καὶ Φιλητὸς πεπόνθασι: καὶ πρὸ αὐτῶν Ἰούδας. Βλέπετε μή τις
ὑμᾶς πλανήσῃ: πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, Ἐγὼ
εἰμὶ, καὶ ὁ καιρὸς ἤγγικε: καὶ πολλοὺς πλανήσουσι:
Ὁ δὲ
Παῦλος μαθὼν ταῦτα παρὰ τοῦ Σωτῆρος, ἔγραψεν, Ὅτι ἐν ὑστέροις καιροῖς
ἀποστήσονταί τινες τῆς πίστεως τῆς ὑγιαινούσης, προσέχοντες πνεύμασι
πλάνοις, καὶ διδασκαλίαις δαιμονίων, ἀποστρεφομένων τὴν
ἀλήθειαν.
Τοῦ τοίνυν Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διά
τε αὑτοῦ παραγγέλλοντος, καὶ διὰ τοῦ Ἀποστόλου σημαίνοντος περὶ τῶν
τοιούτων, ἀκολούθως ἡμεῖς αὐτήκοοι τῆς ἀσεβείας αὐτῶν γενόμενοι,
ἀνεθεματίσαμεν, καθὰ προείπομεν, τοὺς τοιούτους, ἀποδείξαντες αὐτοὺς
ἀλλοτρίους τῆς καθολικῆς ἐκκλησίας τε καὶ πίστεως. Ἐδηλώσαμεν δὲ καὶ τῇ
ὑμετέρᾳ θεοσεβείᾳ, ἀγαπητοὶ καὶ τιμιώτατοι συλλειτουργοὶ, ἵνα μήτε τινας
ἐξ αὐτῶν, εἰ προπετεύσαιντο καὶ πρὸς ὑμᾶς ἐλθεῖν, μὴ προσδέξησθε, μήτε
Εὐσεβίῳ, ἢ ἑτέρῳ τινὶ γράφοντι περὶ αὐτῶν πεισθῆτε. Πρέπει γὰρ ὑμᾶς ὡς
Χριστιανοὺς ὄντας, πάντας τοὺς κατὰ Χριστοῦ λέγοντάς τε καὶ φρονοῦντας,
ὡς Θεομάχους καὶ φθορέας τῶν ψυχῶν
Ὡς ὁ βασιλεὺς Κωνσταντῖνος λυπηθεὶς ἐπὶ τῇ ταραχῇ τῶν ἐκκλησίων, ἔπεμψεν Ὅσιον τὸν Ἱσπανὸν εἰς Ἀλεξάνδρειαν, εἰς ὁμόνοιαν παρακαλῶν τὸν ἐπίσκοπον καὶ τὸν Ἄρειον.
Ταῦτα δὲ πυθόμενος ὁ βασιλεὺς, καὶ τὴν ψυχὴν ὑπεραλγήσας, συμφοράν τε
οἰκείαν εἶναι τὸ πρᾶγμα ἡγησάμενος, παραχρῆμα τὸ ἀναφθὲν κακὸν
κατασβέσαι σπουδάζων, γράμματα πρὸς Ἀλέξανδρον καὶ Ἄρειον πέμπει, δἰ
ἀνδρὸς ἀξιοπίστου, ᾧ ὄνομα μὲν ἦν Ὅσιος, μιᾶς δὲ τῶν ἐν τῇ Ἱσπανίᾳ
πόλεων, ὄνομα Κουδρούβης, ὑπῆρχεν ἐπίσκοπος: πάνυ τε αὐτὸν ἠγάπα καὶ διὰ
τιμῆς ἦγεν ὁ βασιλεύς. Ὧν γραμμάτων μέρος ἐνταῦθα κεῖσθαι οὐκ ἄκαιρον
ἡγοῦμαι. Ἡ
Περὶ τῆς γεγενημένης Συνόδου ἐν Νικαίᾳ τῆς Βιθυνίας, καὶ περὶ τῆς ἐκεῖ ἐκτεθείσης πίστεως.
Τοιαῦτα μὲν οὖν θαυμαστὰ καὶ σοφίας μεστὰ παρῄνει ἡ τοῦ βασιλέως
ἐπιστολή: τὸ δὲ κακὸν ἐπικρατέστερον ἦν καὶ τῆς τοῦ βασιλέως σπουδῆς,
καὶ ἀξιοπιστίας τοῦ διακονησαμένου τοῖς γράμμασιν: οὔτε γὰρ Ἀλέξανδρος,
οὔτε Ἄρειος ὑπὸ τῶν γραφέντων ἐμαλάσσοντο. Ἀλλά τις ἦν ἄκριτος καὶ παρὰ
τοῖς λαοῖς ἔρις καὶ ταραχή: προϋπῆρχε δὲ καὶ ἄλλη τις προτέρα νόσος
τοπικὴ, τὰς ἐκκλησίας ταράττουσα, ἡ διαφωνία τῆς τοῦ Πάσχα ἑορτῆς, ἥτις
περὶ τὰ τῆς ἑῴας μέρη μόνον ἐγένετο: τῶν μὲν Ἰουδαϊκώτερον ἑορτὴν ποιεῖν
ἐσπουδακότων, τῶν δὲ μιμουμένων σύμπαντας τοὺς κατὰ τὴν οἰκουμένην
Χριστιανούς. Διαφωνοῦντες δὲ οὕτω περὶ ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν ἄνδρας
εὐλαβεῖς,
ἐν Πάρθοι
καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες Μεσοποταμίαν, Ἰουδαίαν
τε καὶ Καππαδοκίαν, Πόντον τε καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ
Παμφυλίαν, Αἴγυπτον, καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, οἵ τε
ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ Προσήλυτοι, Κρῆτες καὶ
Ἄραβες.
Πλὴν ὅσον ἐκείνοις μὲν ὑστέρει, τὸ μὴ ἐκ Θεοῦ λειτουργῶν
συνεστάναι τοὺς πάντας: ἐπὶ δὲ τῆς παρούσης χορείας, ἐπισκόπων μὲν
πληθὺς τριακοσίων ἀριθμὸν ὑπερακοντίζουσα ἦν: ἑπομένων δὲ τούτοις
πρεσβυτέρων καὶ διακόνων, ἀκολούθων τε πλείστων ὅσων ἑτέρων, οὐδὲ ἦν
ἀριθμός. Τῶν δὲ τοῦ Θεοῦ λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ, οἱ δὲ
βίου στερρότητι καὶ καρτερίας ὑπομονῇ, οἱ δὲ τῷ μέσῳ τρόπῳ
κατεκοσμοῦντο. Ἦσαν δὲ τούτων οἱ μὲν χρόνου μήκει τετιμημένοι, οἱ δὲ
νεότητι καὶ ψυχῆς ἀκμῇ διαλάμποντες, οἱ δὲ ἄρτι παρελθόντες ἐπὶ τὸν τῆς
λειτουργίας δρόμον. οἷς δὴ πᾶσι βασιλεὺς ἐφ̓ ἑκάστης ἡμέρας τὰ σιτηρέσια
δαψιλῶς χορηγεῖσθαι διετάξατο. ὡς ἄρα ὁ Χριστὸς,
καὶ οἱ Ἀπόστολοι, οὐ διαλεκτικὴν ἡμῖν παρέδοσαν τέχνην, οὐδὲ κενὴν
ἀπάτην, ἀλλὰ γυμνὴν γνώμην, πίστει καὶ καλοῖς ἔργοις
φυλαττομένην.
Ταῦτα εἰπόντος, οἱ μὲν παρόντες πάντες ἐθαύμασαν
καὶ ἀπεδέξαντο: οἱ δὲ διαλεκτικοὶ εὐγνωμονέστερον ποιοῦντες ἡσύχασαν,
τὸν ἁπλοῦν λόγον τῆς ἀληθείας ἀκούσαντες. Τότε μὲν οὖν οὕτως ὁ ἐκ τῆς
διαλεκτικῆς γινόμενος θόρυβος κατεστάλη, τῇ δὲ ἑξῆς, πάντες ἅμα οἱ
ἐπίσκοποι εἰς ἕνα τόπον συνήρχοντο. Παρῄει δὲ καὶ ὁ βασιλεὺς μετ̓
αὐτούς: καὶ ἐπεὶ παρῆλθεν, εἰς μέσους ἔστη: καὶ οὐ πρότερον καθίζειν
ᾑρεῖτο, πρὶν ἂν οἱ ἐπίσκοποι ἐπινεύσειαν. Τοσαύτη τις εὐλάβεια καὶ αἰδῶς
τῶν ἀνδρῶν τὸν βασιλέα κατεῖχεν. Ἐπεὶ δὲ καὶ ἡ πρέπουσα τῷ καιρῷ ἡσυχία
ἐγένετο, ἤρξατο ὁ βασιλεὺς αὐτόθεν ἐκ τῆς καθέδρας παραινετικοῖς πρὸς
αὐτοὺς χρῆσθαι λόγοις, πρὸς συμφωνίαν καὶ ὁμόνοιαν προτρέπων αὐτούς: καὶ
τὴν μὲν ἑκάστου ἰδιάζουσαν λύπην πρὸς τὸν πλησίον, παραχωρεῖν
συνεβούλευε: καὶ γὰρ ἀντεγκαλοῦντες ἦσαν ἀλλήλοις οἱ πλείονες: πολλοί τε
ἐξ αὐτῶν βιβλία δεήσεων τῷ βασιλεῖ τῇ προτεραίᾳ ἦσαν ὀρέξαντες. Ἐπὶ δὲ
τὸ προκείμενον, διὸ καὶ συνεληλύθεισαν, χωρεῖν παρακαλέσας, τὰ βιβλία
καυθῆναι ἐκέλευσεν, ἐπειπὼν Κελεύει Χριστὸς
ἀφιέναι τῷ ἀδελφῷ τὸν ἀφέσεως τυχεῖν ἐπειγόμενον.
Τότε οὖν τοὺς
περὶ ὁμονοίας καὶ εἰρήνης λόγους εἰς πλάτος διεξελθὼν, αὖθις περὶ τῶν
δογμάτων ἐπιμελέστερον ἐπισκέψασθαι τῇ αὐτῶν γνώμῃ ἐπέτρεψεν. Οἷα δὲ καὶ
περὶ τούτων ἐν τῷ αὐτῷ τρίτῳ βιβλίῳ τῶν εἰς τὸν βίον Κωνσταντίνου ὁ
αὐτός φησιν Εὐσέβιος, ἐπακοῦσαι καλόν: ἔστι δὲ ταῦτα. Πλείστων δὴ τῶν
ὑφ̓ ἑκατέρῳ τάγματι προτεινομένων, πολλῆς τε ἀμφιλογίας ἦν ποτὲ ὅτε οὐκ ἦν,
καὶ πρὶν γεννηθῆναι οὐκ ἦν,
καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο,
ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν, ἢ
τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ,
ἀναθεματίζει ἡ ἁγία
καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Ταύτην τὴν πίστιν τριακόσιοι μὲν πρὸς
τοῖς δεκαοκτὼ ἔγνωσάν τε καὶ ἔστερξαν: καὶ, ὡς φησὶν ὁ Εὐσέβιος,
ὁμοφωνήσαντες καὶ ὁμοδοξήσαντες ἔγραφον: πέντε δὲ μόνοι οὐ προσεδέξαντο,
τῆς λέξεως τοῦ ὁμοουσίου ἐπιλαβόμενοι, Εὐσέβιός τε ὁ Νικομηδείας
ἐπίσκοπος, καὶ Θέογνις Νικαίας, Μάρις Χαλκηδόνος, Θεωνᾶς Μαρμαρικῆς,
Σεκοῦνδος Πτολεμαΐδος. Ἐπεὶ γὰρ ἔφασαν ὁμοούσιον εἶναι, ὃ ἔκ τινος
ἐστὶν, ἢ κατὰ μερισμὸν, ἢ κατὰ ῥεῦσιν, ἢ κατὰ προβολήν: κατὰ προβολὴν
μὲν, ὡς ἐκ ῥιζῶν βλάστημα: κατὰ δὲ ῥεῦσιν, ὡς οἱ πατρικοὶ παῖδες: κατὰ
μερισμὸν δὲ, ὡς βώλου χρυσίδες δύο ἢ τρεῖς: κατ̓ οὐδὲν δὲ τούτων ἔστιν ὁ
Υἱός: διὰ τοῦτο οὐ συγκατατίθεσθαι τῇ πίστει ἔλεγον: πολλὰ οὖν τὴν λέξιν
τοῦ ὁμοουσίου σκώψαντες, τῇ καθαιρέσει Ἀρείου ὑπογράψαι οὐκ ἠβουλήθησαν.
Διόπερ ἡ σύνοδος Ἄρειον μὲν καὶ τοὺς ὁμοδόξους αὐτοῦ ἀνεθεμάτισεν
ἅπαντας, προσθέντες μήτε ἐπιβαίνειν τῆς Ἀλεξανδρείας αὐτόν: βασιλέως δὲ
πρόσταγμα, καὶ αὐτὸν καὶ τοὺς περὶ Εὐσέβιον καὶ Θέογνιν, εἰς ἐξορίαν
ἀπέστειλεν. Εὐσέβιος μὲν οὖν καὶ Θέογνις μικρὸν ὕστερον μετὰ τὴν ἐξορίαν
βιβλίον ὁμοουσίου
συνέθεντο, ὡς προϊόντες δηλώσομεν: τότε δὲ ἐν τῇ συνόδῳ, Εὐσέβιος ὁ τὴν
Παμφίλου προσωνυμίαν ἔχων, καὶ τῆς ἐν Παλαιστίνῃ Καισαρείας τὴν
ἐπισκοπὴν κεκληρωμένος, μικρὸν ἐπιστήσας, καὶ διασκεψάμενος εἰ δεῖ
προσδέξασθαι τὸν ὅρον τῆς πίστεως, οὕτως ἅμα τοῖς πολλοῖς πᾶσι συνῄνεσέν
τε καὶ συνυπέγραψεν: και τῷ ὑπ̓ αὐτὸν λαῷ ἔγγραφον τὸν ὅρον τῆς πίστεως
διεπέμψατο, τὴν τοῦ ὁμοουσίου
λέξιν ἑρμηνεύσας, ἵνα μηδὲ ὅλως τις
ὑπόνοιαν ἀνθ̓ ὧν ἐπέστησεν ἔχῃ περὶ αὐτοῦ. Ἔστι δὲ αὐτὰ τοῦ Εὐσεβίου τὰ
γραφέντα, κατὰ λέξιν τάδε. Τὰ περὶ τῆς ἐκκλησιαστικῆς πίστεως
πραγματευθέντα κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν
εἰκὸς μὲν καὶ ὑμᾶς, ἀγαπητοὶ, μεμαθηκέναι, τῆς φήμης προτρέχειν εἰωθυίας
τὸν περὶ τῶν πραττομένων ἀκριβῆ λόγον. Ἀλλ̓ ἵνα μὴ ἐκ μόνης τοιαύτης
ἀκοῆς τὰ τῆς ἀληθείας ἑτεροίως ὑμῖν ἀπαγγέλληται, ἀναγκαίως διεπεμψάμεθα
ὑμῖν πρῶτον μὲν τὴν ὑφ̓ ἡμῶν προτεθεῖσαν περὶ τῆς πίστεως γραφὴν, ἔπειτα
τὴν δευτέραν, ἣν ταῖς ἡμετέραις φωναῖς προσθήκας ἐπιβαλόντες ἐκδεδώκασι.
Τὸ μὲν οὖν παῤ ἡμῶν γράμμα, ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως
ἀναγνωσθὲν, εὖ τε ἔχειν καὶ δοκίμως ἀποφανθὲν, τοῦτον ἔχει τὸν τρόπον:
Καθὼς παρελάβομεν παρὰ τῶν πρὸ ἡμῶν ἐπισκόπων, καὶ ἐν τῇ
κατηχήσει, καὶ ὅτε τὸ λουτρὸν ἐλαμβάνομεν, καὶ καθὼς ἀπὸ τῶν θείων
γραφῶν μεμαθήκαμεν, καὶ ὡς ἐν τῷ πρεσβυτερίῳ, καὶ ἐν αὐτῇ τῇ
ἐπισκοπῇ ἐπιστεύσαμέν τε καὶ ἐδιδάσκομεν, οὕτω καὶ νῦν πιστεύοντες,
τὴν ἡμετέραν πίστιν ὑμῖν προσαναφέρομεν. Ἔστι δὲ αὕτη:
ΤΟ ΜΑΘΗΜΑ. Πιστεύομεν εἰς ἕνα Θεὸν
Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν: καὶ εἰς ἕνα
Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς
μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός: Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ
φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ: γεννηθέντα, οὐ ποιηθέντα:
ὁμοούσιον τῷ Πατρί: δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ, καὶ τὰ
ἐν τῇ γῇ: τὸν δἰ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν
κατελθόντα, καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ
τρίτῃ ἡμέρᾳ: ἀνελθόντα εἰς τοὺς οὐρανούς: ἐρχόμενον κρῖναι ζῶντας καὶ
νεκρούς. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. Τοὺς δὲ λέγοντας, Πιστεύομεν
εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, τὸν τῶν ἁπάντων ὁρατῶν τε καὶ
ἀοράτων ποιητήν: καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν τοῦ Θεοῦ
Λόγον, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, ζωὴν ἐκ ζωῆς, Υἱὸν μονογενῆ,
πρωτότοκον πάσης κτίσεως, πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ
Περὶ ὧν καὶ διαβεβαιούμεθα οὕτως ἔχειν, καὶ οὕτω φρονεῖν, καὶ
πάλαι οὕτως ἐσχηκέναι, καὶ μέχρι θανάτου οὕτω σχήσειν, καὶ ἐν αὐτῇ
ἐνίστασθαι τῇ πίστει, ἀναθεματίζοντες πᾶσαν αἵρεσιν ἄθεον: ταῦτα ἀπὸ
καρδίας καὶ ψυχῆς Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,
βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα
ὁμοουσίου.
Ὃ καὶ αὐτὸς ἡρμήνευσε
λέγων, ὅτι μὴ κατὰ τὰ τῶν σωμάτων πάθη λέγοι τὸ ὁμοούσιον,
οὔτε οὖν κατὰ διαίρεσιν, οὔτε κατά τινα ἀποτομὴν ἐκ τοῦ πατρὸς
ὑποστῆναι: μήτε γὰρ δύνασθαι τὴν ἄϋλον καὶ νοερὰν καὶ ἀσώματον φύσιν
σωματικόν τι πάθος ὑφίστασθαι: θείοις δὲ καὶ ἀπορρήτοις ῥήμασι
προσήκει τὰ τοιαῦτα νοεῖν. Καὶ ὁ μὲν σοφώτατος καὶ εὐσεβὴς ἡμῶν
βασιλεὺς τοιάδε ἐφιλοσόφει: οἱ δὲ, προφάσει τοῦ ὁμοουσίου,
τήνδε τὴν γραφὴν πεποιήκασι.ἦν ποτὲ ὅτε
οὐκ ἦν,
ἢ οὐκ ἦν πρὶν γεννηθῆναι,
ἢ ἐξ οὐκ ὄντων
ἐγένετο,
ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ
κτιστὸν, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ,
τούτους
ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ τοῦ Θεοῦ ἐκκλησία. Καὶ δὴ ταύτης
τῆς γραφῆς ὑπ̓ αὐτῶν ὑπαγορευθείσης, ὅπως εἴρηται αὐτοῖς τὸ ἐκ τῆς
οὐσίας τοῦ Πατρὸς,
καὶ τὸ τῷ Πατρὶ ὁμοούσιον,
οὐκ
ἀνεξέταστον αὐτοῖς καταλιμπάνομεν. Ἐπερωτήσεις τοιγαροῦν καὶ ἀποκρίσεις
ἐντεῦθεν ἀνεκινοῦντο, ἐβασάνιζέν τε ὁ λόγος τὴν διάνοιαν τῶν εἰρημένων:
καὶ δὴ καὶ τὸ ἐκ τῆς οὐσίας
ὡμολόγητο πρὸς αὐτῶν, δηλωτικὸν εἶναι
τοῦ ἐκ μὲν τοῦ Πατρὸς εἶναι, οὐ μὴν ὡς μέρος ὑπάρχειν τοῦ Πατρός: ταύτῃ
δὲ καὶ ἡμῖν ἐδόκει καλῶς ἔχειν συγκατατίθεσθαι τῇ διανοίᾳ, τῆς εὐσεβοῦς
διδασκαλίας ὑπαγορευούσης ἐκ τοῦ Πατρὸς εἶναι τὸν υἱὸν, οὐ μὴν μέρος τῆς
οὐσίας αὐτοῦ ὁμοουσίου
παραιτούμενοι, τοῦ τῆς
εἰρήνης σκοποῦ πρὸ ὀφθαλμῶν ἡμῖν κειμένου, καὶ τοῦ μὴ τῆς ὀρθῆς ἐκπεσεῖν
διανοίας. Κατὰ τὰ αὐτὰ δὲ, καὶ τὸ γεννηθέντα καὶ οὐ ποιηθέντα
κατεδεξάμεθα, ἐπειδὴ τὸ ποιηθὲν κοινὸν ἔφασκον εἶναι πρόσρημα τῶν λοιπῶν
κτισμάτων, τῶν διὰ τοῦ Υἱοῦ γενομένων, ὧν οὐδὲν ὅμοιον ἔχειν τὸν Υἱόν:
διὸ δὴ μὴ εἶναι αὐτὸν ποίημα, τοῖς δἰ αὐτοῦ γενομένοις ὅμοιον:
κρείττονος δὲ ἢ κατὰ πᾶν ποίημα τυγχάνειν οὐσίας, ἣν ἐκ τοῦ Πατρὸς
γεγεννῆσθαι διδάσκει τὰ θεῖα λόγια, τοῦ τρόπου τῆς γεννήσεως ἀνεκφράστου
καὶ ἀνεπιλογίστου πάσῃ γενητῇ φύσει τυγχάνοντος. Οὕτω δὲ καὶ τὸ
ὁμοούσιον εἶναι τοῦ Πατρὸς
τὸν Υἱὸν ἐξεταζόμενος ὁ λόγος
συνίστησιν, οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον, οὐδὲ τοῖς θνητοῖς ζῴοις
παραπλησίως: οὔτε γὰρ κατὰ διαίρεσιν τῆς οὐσίας, οὔτε κατὰ ἀποτομὴν, ἢ
ἀλλοίωσιν τῆς τοῦ Πατρὸς οὐσίας τε καὶ δυνάμεως: τούτων γὰρ πάντων
ἀλλοτρίαν εἶναι τὴν ἀγέννητον φύσιν τοῦ Πατρός: παραστατικὸν δὲ εἶναι
τῷ Πατρὶ τὸ ὁμοούσιον,
τὸ μηδεμίαν ἐμφέρειαν πρὸς τὰ γενητὰ
κτίσματα τὸν Υἱὸν τοῦ Θεοῦ ἐμφαίνειν: μόνῳ δὲ τῷ Πατρὶ τῷ γεγεννηκότι
κατὰ πάντα τρόπον ἀφωμοιῶσθαι, καὶ μὴ εἶναι ἐξ ἑτέρας τὲ ὑποστάσεως καὶ
οὐσίας, ἀλλ̓ ἐκ τοῦ Πατρός. Ὧι καὶ αὐτῷ τοῦτον ἑρμηνευθέντι τὸν τρόπον,
καλῶς ἔχειν ἐφάνη συγκαταθέσθαι: ἐπεὶ καὶ τῶν παλαιῶν τινὰς λογίους καὶ
ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν, ἐπὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ
θεολογίας τῷ τοῦ ὁμοουσίου
συγχρησαμένους ὀνόματι. Ταῦτα μὲν οὖν
περὶ τῆς ἐκτεθείσης εἰρήσθω πίστεως, ᾗ συνεφωνήσαμεν οἱ πάντες οὐκ
ἀνεξετάστως, ἀλλὰ κατὰ τὰς ἀποδοθείσας διανοίας, ἐπ̓ αὐτοῦ τοῦ
θεοφιλεστάτου βασιλέως ἐξετασθείσας, καὶ τοῖς εἰρημένοις λογισμοῖς
συνομολογηθείσας: καὶ τὸν ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς
αὐτῶν ἐκτεθέντα, ἄλυπον εἶναι ἡγησάμεθα, διὰ τὸ ἀπείργειν ἀγράφοις
χρήσασθαι φωναῖς: διὸ σχεδὸν ἡ πᾶσα γέγονε σύγχυσίς τε καὶ ἀκαταστασία
τῶν ἐκκλησιῶν. Μηδεμιᾶς γοῦν θεοπνεύστου γραφῆς τῷ ἐξ οὐκ ὄντων,
καὶ τῷ ἦν ποτὲ ὅτε οὐκ ἦν,
καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις
κεχρημένης, οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν: ᾧ καὶ αὐτῷ
καλῶς δόξαντι συνεθέμεθα, ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ, τούτοις
εἰώθαμεν χρῆσθαι τοῖς ῥήμασι. . . . . Ταῦτα ὑμῖν
Ἐπιστολὴ τῆς συνόδου, περὶ ὧν ὥρισεν ἡ σύνοδος: καὶ ὡς καθῃρέθη Ἄρειος, καὶ οἱ ὁμοφρονοῦντες αὐτῷ.
Τῇ ἁγίᾳ Θεοῦ χάριτι, καὶ μεγάλῃ Ἀλεξανδρέων ἐκκλησίᾳ, καὶ τοῖς κατ̓
Αἴγυπτον, καὶ Λιβύην καὶ Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς, οἱ ἐν Νικαίᾳ
συναχθέντες, καὶ τὴν μεγάλην καὶ ἁγίαν σύνοδον συγκροτήσαντες ἐπίσκοποι;
ἐν Κυρίῳ χαίρειν. Ἐπειδὴ τῆς τοῦ Θεοῦ χάριτος, καὶ τοῦ θεοφιλεστάτου
βασιλέως Κωνσταντίνου συναγαγόντος ἡμᾶς ἐκ διαφόρων πόλεών τε καὶ
ἐπαρχιῶν, μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἅπαντος
ἀναγκαῖον ἐφάνη, παρὰ τῆς ἱερᾶς συνόδου καὶ πρὸς ὑμᾶς ἐπιστεῖλαι
γράμματα: ἵν̓ εἰδέναι ἔχοιτε τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ
ἔδοξε καὶ ἐκρατύνθη. Πρῶτον μὲν οὖν ἐξ ἁπάντων ἐξητάσθη τὰ κατὰ τὴν
ἀσέβειαν καὶ τὴν παρανομίαν Ἀρείου καὶ τῶν σὺν αὐτῷ ἐπὶ παρουσίᾳ τοῦ
θεοφιλεστάτου βασιλέως Κωνσταντίνου: καὶ παμψηφεὶ ἔδοξεν ἀναθεματισθῆναι
τὴν ἀσεβῆ αὐτοῦ δόξαν, καὶ τὰ ῥήματα καὶ τὰ ὀνόματα τὰ βλάσφημα, οἷς
ἐκέχρητο βλασφημῶν, τὸν Υἱὸν τοῦ Θεοῦ λέγων ἐξ οὐκ ὄντων,
καὶ
εἶναι ποτὲ ὅτε οὐκ ἦν,
καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς
δεκτικὸν τὸν Υἱὸν τοῦ Θεοῦ λέγοντος, καὶ κτίσμα καὶ ποίημα ὀνομάζοντος,
ἅπαντα ταῦτα ἀνεθεμάτισεν ἡ ἁγία σύνοδος, οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς
δόξης ἢ ἀπονοίας, καὶ τῶν βλασφήμων ῥημάτων, ἀνασχομένη. Καὶ τὰ μὲν κατ̓
ἐκεῖνον οἵου τέλους τετύχηκε, πάντως ἢ ἀκηκόατε ἢ ἀκούσεσθε, ἵνα μὴ
δόξωμεν ἐπεμβαίνειν ἀνδρὶ δἰ οἰκείαν ἁμαρτίαν ἄξια τὰ ἐπίχειρα
κομισαμένῳ. Τοσοῦτον δὲ ἴσχυσε αὐτοῦ ἡ ἀσέβεια, ὡς καὶ παραπολέσαι
Θεωνᾶν ἀπὸ Μαρμαρικῆς, καὶ Σεκοῦνδον ἀπὸ Πτολεμαΐδος: τῶν γὰρ αὐτῶν
κἀκεῖνοι τετυχήκασιν. Ἀλλ̓ ἐπειδὴ ἡ τοῦ Θεοῦ χάρις τῆς μὲν κακοδοξίας
ἐκείνης καὶ ἀσεβείας καὶ τῆς βλασφημίας, καὶ τῶν προσώπων τῶν
τολμησάντων διάστασιν καὶ διαίρεσιν ποιήσασθαι τοῦ εἰρηνευομένου ἄνωθεν
λαοῦ, ἠλευθέρωσεν ἡμᾶς, ἐλείπετο δὲ τὸ κατὰ τὴν προπέτειαν Μελιτίου, καὶ
τῶν ὑπ̓ αὐτοῦ χειροτονηθέντων: καὶ περὶ τούτου τοῦ μέρους ἃ ἔδοξε τῇ
συνόδῳ, ἐμφανίζομεν ὑμῖν, ἀγαπητοὶ ἀδελφοί. Ἔδοξεν οὖν Μελίτιον μὲν,
φιλανθρωπότερον κινηθείσης τῆς συνόδου,—κατὰ γὰρ τὸν ἀκριβῆ λόγον
οὐδεμιᾶς συγγνώμης ἄξιος ἦν,— μένειν ἐν τῇ πόλει ἑαυτοῦ, καὶ μηδεμίαν
ἐξουσίαν ἔχειν αὐτὸν μήτε χειροθετεῖν, μήτε προχειρίζεσθαι, μήτε ἐν χώρᾳ
μήτε ἐν πόλει ἑτέρᾳ φαίνεσθαι ταύτης τῆς προφάσεως ἕνεκα: ψιλὸν δὲ τὸ
ὄνομα τῆς τιμῆς κεκτῆσθα. Τοὺς δὲ ὑπ̓ αὐτοῦ κατασταθέντας, μυστικωτέρᾳ
χειροτονίᾳ βεβαιαθέντας γνώμην Θεοῦ
τὴν πάντων τῶν
ἐκεῖ συνελθόντων γνώμην καλεῖ, καὶ Πνεύματι ἁγίῳ τῶν τοσούτων καὶ
τηλικούτων ἐπισκόπων τὴν ὁμοφωνίαν γενέσθαι οὐκ ἀπιστεῖ. Σαβῖνος δὲ, ὁ
τῆς Μακεδονίου αἱρέσεως προεστὼς, τούτοις μὲν ἑκὼν οὐ προσέχει: ἀλλ̓
ἰδιώτας, καὶ μὴ ἔχειν γνῶσιν,
τοὺς ἐκεῖ συνελθόντας φησὶν,
κινδυνεύων καὶ αὐτὸν τὸν Καισαρέα Εὐσέβιον ἐπὶ ἀγνωσίᾳ διαβάλλειν: καὶ
οὐκ ἐνθυμεῖται ὡς, εἰ καὶ ἰδιῶται ἦσαν οἱ τῆς συνόδου, κατελάμποντο δὲ
ὑπὸ τοῦ Θεοῦ, καὶ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος, οὐδαμῶς ἀστοχῆσαι τῆς
ἀληθείας ἐδύναντο. Ἐπάκουσον γοῦν, οἶα καὶ δἰ ἑτέρας ἐπιστολῆς ὁ
βασιλεὺς, κατά τε Ἀρείου καὶ τῶν ὁμοδόξων αὐτοῦ νομοθετήσας, τοῖς
πανταχοῦ ἐπισκόποις τε καὶ λαοῖς διεπέμψἁ??ʼο. Ἄλλη ἐπιστολὴ
Κωνσταντίνου. Νικητὴς Κωνσταντῖνος, μέγιστος, Σεβαστὸς, ἐπισκόποις καὶ
λαοῖς. Τοὺς πονηροὺς καὶ ἀσεβεῖς μιμησάμενος Ἄρειος, δίκαιός ἐστι τὴν
αὐτὴν ἐκείνοις ὑπέχειν ἀτιμίαν. Ὥσπερ τοίνυν Πορφύριος ὁ τῆς θεοσεβείας
ἐχθρὸς, συντάγματα παράνομα κατὰ τῆς θρησκείας συστησάμενος, ἄξιον
εὕρετο μισθὸν, καὶ τοιοῦτον ὥστε ἐπονείδιστον μὲν αὐτὸν πρὸς τὸν ἑξῆς
γενέσθαι χρόνον καὶ πλείστης ἀναπλησθῆναι κακοδοξίας, ἀφανισθῆναι δὲ τὰ
ἀσεβῆ αὐτοῦ συγγράμματα: οὕτω καὶ νῦν ἔδοξεν Ἄρειόν τε καὶ τοὺς Ἀρείου
ὁμογνώμονας Πορφυριανοὺς μὲν καλεῖσθαι, ἵν̓ ὧν τοὺς τρόπους μεμίμηνται,
τούτων ἔχωσι καὶ τὴν προσηγορίαν. Πρὸς δὲ τούτοις, καὶ εἴ τι σύγγραμμα
ὑπὸ Ἀρείου
Ὅτι καὶ τὸν Ναυατιανῶν ἐπίσκοπον Ἀκέσιον κεκλήκει εἰς τὴν σύνοδον ὁ βασιλεύς.
Κινεῖ δέ με ἡ τοῦ βασιλέως σπουδὴ καὶ ἑτέρου πράγματος μνήμην ποιήσασθαι
τῆς αὐτοῦ γνώμης, ὅπως ἐφρόντιζε τῆς εἰρήνης. Οὐδὲν καινὸν,
ἔφη, ὦ βασιλεῦ, ἡ σύνοδος
ὥρισεν: οὕτω γὰρ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐκ τῶν ἀποστολικῶν χρόνων
παρείληφα καὶ τὸν ὅρον τῆς πίστεως καὶ τὸν χρόνον τῆς τοῦ Πάσχα
ἑορτῆς.
Ἐπανερομένου οὖν τοῦ βασιλέως, Διὰ τί οὖν τῆς
κοινωνίας
ἐκεῖνος τὰ
ἐπὶ Δεκίου γενόμενα κατὰ τὸν διωγμὸν ἐδίδασκε: καὶ τὴν ἀκρίβειαν τοῦ
αὐστηροῦ κανόνος ἔλεγεν, ὡς ἄρα οὐ χρὴ τοὺς μετὰ τὸ βάπτισμα ἡμαρτηκότας
ἁμαρτίαν, ἣν πρὸς
καλοῦσιν αἱ
θεῖαι γραφαὶ, τῆς κοινωνίας τῶν θείων μυστηρίων ἀξιοῦσθαι: ἀλλ̓ ἐπὶ
μετάνοιαν μὲν αὐτοὺς προτρέπειν, ἐλπίδα δὲ τῆς ἀφέσεως μὴ παρὰ τῶν
ἱερέων, ἀλλὰ παρὰ τοῦ Θεοῦ ἐκδέχεσθαι, τοῦ δυναμένου καὶ ἐξουσίαν
ἔχοντος συγχωρεῖν ἁμαρτήματα. Ταῦτα εἰπόντος τοῦ Ἀκεσίου, ἐπειπεῖν τὸν
βασιλέα, Θὲς, ὦ Ἀκέσιε, κλίμακα, καὶ μόνος ἀνάβηθι εἰς τὸν
οὐρανόν.
Τούτων οὔτε ὁ Παμφίλου Εὐσέβιος, οὔτε ἄλλος τις
ἐμνημόνευσε πώποτε: ἐγὼ δὲ παρὰ ἀνδρὸς ἤκουσα οὐδαμῶς ψευδομένου, ὃς
παλαιός τε ἦν σφόδρα, καὶ ὡς ἱστορήσας τὰ κατὰ τὴν σύνοδον ἔλεγεν. Ὅθεν
καὶ τεκμαίρομαι τοῦτο πεπονθέναι τοὺς σιωπῇ ταῦτα παραπεμψαμένους, ὃ
πολλοὶ τῶν ἱστορίας συγγραψαμένων πεπόνθασιν: ἐκεῖνοι γὰρ πολλὰ
παραλείπουσιν, ἢ προσπάσχοντές τισιν, ἢ προσώποις χαριζόμενοι. Τὰ μὲν
οὖν Ἀκεσίου τοσαῦτα.
Περὶ Παφνουτίου τοῦ ἐπισκόπου.
Ἐπεὶ δὲ Παφνουτίου καὶ Σπυρίδωνος ποιήσασθαι μνήμην ἀνωτέρω τίμιον εἶναι τὸν
γάμον αὐτὸν καὶ τὴν κοίτην ἀμίαντον
παρὰ τῷ Θεῷ λέγων, μὴ τῇ
ὑπερβολῇ τῆς ἀκριβείας μᾶλλον τὴν ἐκκλησίαν προσβλάψωσιν: οὐ γὰρ πάντας
δύνασθαι φέρειν τῆς ἀπαθείας τὴν ἄσκησιν, οὐδὲ ἴσως φυλαχθήσεσθαι τὴν
σωφροσύνην τῆς ἑκάστου γαμετῆς: σωφροσύνην
δὲ ἐκάλει καὶ τῆς
νομίμου γυναικὸς τὴν συνέλευσιν: ἀρκεῖσθαι τε τὸν φθάσαντα κλήρου τυχεῖν
μηκέτι ἐπὶ γάμον ἔρχεσθαι, κατὰ τὴν τῆς ἐκκλησίας ἀρχαίαν παράδοσιν, μὴ
μὴν ἀποζεύγνυσθαι ταύτης, ἣν ἅπαξ ἤδη πρότερον λαϊκὸς ὢν ἠγάγετο. Καὶ
ταῦτ̓ ἔλεγεν ἄπειρος ὢν γάμου, καὶ ἁπλῶς εἰπεῖν, γυναικός: ἐκ παιδὸς γὰρ
ἐν ἀσκητηρίῳ ἀνετέθραπτο, καὶ ἐπὶ σωφροσύνῃ, εἰ καί τις ἄλλος,
περιβόητος ὤν. Πείθεται πᾶς ὁ τῶν ἱερωμένων σύλλογος τοῖς Παφνουτίου
λόγοις. Διὸ καὶ τὴν περὶ τούτου ζήτησιν ἀπεσίγησαν, τῇ γνώμῃ τῶν
βουλομένων ἀπέχεσθαι τῆς ὁμιλίας τῶν γαμετῶν καταλείψαντες. Καὶ τοσαῦτα
μὲν περὶ Παφνουτίου.
Περὶ Σπυρίδωνος τοῦ Κυπρίων ἐπισκόπου.
Περὶ δὲ Σπυρίδωνος, τοσαύτη τῷ ποιμένι προσῆν ὁσιότης, ὡς καὶ ἀξιωθῆναι
αὐτὸν καὶ ἀνθρώπων ποιμένα γενέσθαι: ὃς μιᾶς τῶν ἐν Κύπρῳ πόλεων ὀνόματι
Τριμιθοῦντος τὴν ἐπισκοπὴν ἐκεκλήρωτο, διὰ δὲ ἀτυφίαν πολλὴν ἐχόμενος
τῆς ἐπισκοπῆς ἐποίμαινε καὶ τὰ πρόβατα. Πολλὰ μὲν οὖν τὰ περὶ αὐτοῦ
λεγόμενα: ἑνὸς δὲ ἢ δύο ἐπιμνησθήσομαι, ἵνα μὴ ἔξω τοῦ προκειμένου δόξω
πλανᾶσθαι. Μεσούσης ποτὲ τῆς νυκτὸς, κλέπται ταῖς ἐπαύλεσι τῶν προβάτων
λαθραίως ἐπελθόντες ἀφαιρεῖσθαι τῶν προβάτων ἐσπούδαζον. Ὁ Θεὸς δὲ ἄρα ὁ
τὸν ποιμένα σώζων ἔσωζε καὶ τὰ πρόβατα. Οἱ γὰρ κλέπται ἀοράτῳ δυνάμει
παρὰ ταῖς ἵνα μὴ,
φησὶ,
μάτην ἠγρυπνηκότες φανείητε.
Ἓν μὲν δὴ τοῦτο τῶν περὶ
Σπυρίδωνος θαυμάτων. Ἕτερον δὲ τοιοῦτο: ἦν αὐτῷ θυγάτηρ παρθένος, τῆς
τοῦ πατρὸς εὐλαβείας μετέχουσα, τοὔνομα Εἰρήνη. Ταύτῃ γνώριμός τις
πολύτιμον παρέθετο κόσμιον: ἡ δὲ ἀσφαλέστερον ποιοῦσα, γῇ τὴν
παρακαταθήκην ἔκρυψε: μετ̓ οὐ πολὺ δὲ τὸν βίον ἀπέλιπεν. Ἥκει μετὰ
χρόνον ὁ παραθέμενος: μὴ εὑρών τε τὴν παρθένον, ἐμπλέκεται τῷ πατρὶ, νῦν
μὲν ἐγκαλῶν, ἔστιν δὲ ὅτε καὶ παρακαλῶν. Ἐπεὶ δὲ συμφορὰν ἐποιεῖτο τὴν
τοῦ παραθεμένου ζημίαν ὁ γέρων, ἐλθὼν ἐπὶ τὸ μνῆμα τῆς θυγατρὸς,
ἐπεκαλεῖτο τὸν Θεὸν, πρὸ καιροῦ δεῖξαι αὐτῷ τὴν ἐπαγγελλομένην
ἀνάστασιν: καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτε. Ζῶσα γὰρ αὖθις ἡ παρθένος,
φαίνεται τῷ πατρὶ, καὶ τὸν τόπον σημάνασα, ἔνθα τὸ κόσμιον ἀπεκέκρυπτο,
αὖθις ἀπεχώρει. Τοιοῦτοι ἄνδρες ἐν τοῖς χρόνοις τοῦ βασιλέως
Κωνσταντίνου κατὰ τὰς ἐκκλησίας ἐξέλαμπον. Ταῦτα δὲ ἐγὼ καὶ ἀκοῇ παρὰ
πολλῶν Κυπρίων παρέλαβον, καὶ συντάγματι Ῥουφίνου τινος πρεσβυτέρου
ἐνέτυχον, Ῥωμαϊκῇ λέξει συγγεγραμμένῳ, ἀφ̓ ὧν ταῦτα καὶ ἕτερα τινὰ τῶν
μετ̓ οὐ πολὺ ῥηθησομένων συνήγαγον.
Περὶ Εὐτυχιανοῦ τοῦ μοναχοῦ.
Ἤκουσα δὲ ἐγὼ καὶ περὶ Εὐτυχιανοῦ, θεοφιλοῦς ἀνδρὸς κατὰ τοὺς αὐτοὺς
χρόνους ἀκμάσαντος: ὃς καὶ αὐτὸς τῆς ἐκκλησίας τῶν Ναυατιανῶν τυγχάνων,
παραπλήσια ἔργα ποιῶν ἐθαυμάζετο. Τίς τε ὁ περὶ τούτου διηγησάμενος, ἐρῶ
μετὰ ἀκριβείας, καὶ οὐκ ἀποκρύψομαι, κἂν δόξω τισιν ἀπεχθάνεσθαι.
Αὐξάνων τις τῆς Ναυατιανῶν ἐκκλησίας πρεσβύτερος μακροβιώτατος γέγονεν:
ὃς καὶ τῇ ἐν Νικαίᾳ συνόδῳ, κομιδῇ νήπιος ὢν, ἅμα τῷ Ἀκεσίῳ παρέβαλλε,
καὶ τὰ κατὰ Ἀκέσιον ἐμοὶ διηγήσατο. Οὗτος ἐξ ἐκείνων τῶν χρόνων ἄχρι τῆς
βασιλείας τοῦ νέου Θεοδοσίου ἐξέτεινε, καὶ νεωτέρῳ μοι σφόδρα τυγχάνοντι
τὰ περὶ Εὐτυχιανοῦ διηγήσατο, οἰκείους
καλεῖ
ὁ βασιλεὺς, τυραννικά τιν̔??ʼ πράττειν ὑποπτευθεὶς, φυγῇ ἐχρήσατο. Ὁ
βασιλεὺς δὲ ἐκέλευσ̔??ʼ ἀπειλῇ ἀναιρεῖσθαι αὐτὸν, ἔνθα ἂν εὑρίσκοιτο. Ὃς
περὶ τὃ??ʼ Βιθυνὸν Ὄλυμπον εὑρεθεὶς, βαρυτάτοις καὶ χαλεποῖς σιδήροις
ἑ̓??ʼ εἱρκτῇ κατεκέκλειστο περὶ τὰ μέρη τοῦ Ὀλύμπου, ἔνθα ἦν κ̔??ʼ ὁ
Εὐτυχιανὸς, τὸν μονήρη βίον ἀσκῶν, πολλῶν τε τὰ σώματα κ̔??ʼ τὰς ψυχὰς
ἐθεράπευεν: συνῆν δὲ αὐτῷ καὶ ὁ μακροβιώτατ̔??ʼ Αὐξάνων, νέος ὢν πάνυ,
καὶ τὰ τοῦ μοναχικοῦ βίου ὑπ̓ αὑ̓??ʼ παιδευόμενος. Παρὰ τοῦτον τὸν
Εὐτυχιανὸν ἧκον πολλοὶ, παῥ??ʼ καλοῦντες ῥύεσθαι τὸν δέσμιον βασιλεῖ
παρακλήσεις προσφέροντ̔??ʼ Καὶ γὰρ ἐληλύθει εἰς τὰς ἀκοὰς τοῦ βασιλέως
τὰ παρὰ τοῦ Εὐτυχἱ??ʼ νοῦ γινόμενα θαύματα. Ὁ δὲ ἑτοίμως ὑπέσχετο παρὰ
τὸν βασιλ̔??ʼ πορεύεσθαι. Ἐπεὶ δὲ ὁ δεσμώτης ἐκ τῶν δεσμῶν ἀνήκεστα
ἔπασχ̔??ʼ οἱ παρακαλοῦντες ὑπὲρ αὐτοῦ φθάνειν ἔλεγον καὶ τὴν παρὰ
βασ̔??ʼ λέως τιμωρίαν καὶ τὰς ὑπὲρ αὐτοῦ παρακλήσεις τὸν ἐκ τῶν δεσμ̔??ʼ
ἐπικείμενον θάνατον. Εὐτυχιανὸς δὲ πέμψας παρακαλεῖ τὁ??ʼ δεσμοφύλακας
ἀνεῖναι τὸν ἄνθρωπον. Τῶν δὲ λεγόντων κίνδυν̔??ʼ φέρειν αὐτοῖς τὴν
ἄνεσιν τοῦ δεσμώτου, αὐτὸς δἰ ἑαυτοῦ ἅμα ʽ??ʼ Αὐξάνοντι πρὸς τὸ
δεσμωτήριον παραγίνεται. Ἐκείνων δὲ ʽ??ʼ βουλομένων ἀνοίγειν τὴν
εἱρκτὴν, ἡ προσοῦσα χάρις Εὐτυχἱ??ʼ φανερωτέρα ἐγίνετο: αὐτόματοι γὰρ αἱ
πύλαι τοῦ δεσμωτηῥ??ʼ ἠνοίγοντο, τῶν δεσμοφυλάκων τὰς κλεῖς ἐχόντων παῤ
ἑαυτ̔??ʼ Εἰσελθόντος δὲ τοῦ Εὐτυχιανοῦ ἅμα τῷ Αὐξάνοντι, καὶ πολλ̔??ʼ
τοῖς τότε παροῦσιν ἐκπλήξεως γενομένης, αὐτόματοι οἱ δεσμοὶ ʽ??ʼ
δεσμώτην ἀπέλιπον. Μετὰ ταῦτα ἐπὶ τὸ πάλαι μὲν Βυζάντἱ??ʼ ὕστερον δὲ
Κωνσταντινούπολιν, ἅμα τῷ Αὐξάνοντι παρεγένἑ??ʼ Δεχθείς τε εἰς τὰς
βασιλικὰς αὐλὰς τοῦ θανάτου ἐρρύσατο ʽ??ʼ ἄνθρωπον. Ἑτοίμως γὰρ ὁ
βασιλεὺς τιμῶν τὸν ἄνδρα κατένἑ??ʼ πρὸς τὴν αἴτησιν. Τοῦτο μὲν οὖν
ὕστερον ἐγένετο. Τότε δὲ ἐν τῇ συνόδῳ ἐπίσκοποι καὶ ἄλλα τινὰ
ἐγγράψαντες, ἃ κανὅ??ʼ ὀνομάζειν εἰώθασιν, αὖθις κατὰ πόλιν τὴν ἑαυτῶν
ἀνεχώρἡ??ʼ Φιλομαθὲς δὲ εἶναι νομίζω καὶ τὰ ὀνόματα τῶν ἐν Νικαίᾳ
συν̔??ʼ θόντων ἐπισκόπων, ἃ εὑρεῖν ἐδυνήθημεν, καὶ ἦς ἕκαστος ἐπαρχ̔??ʼ
τε καὶ πόλεως ἦν, καὶ τὸν χρόνον ἐν ᾧ συνῆλθον, παραθέσ̔??ʼ Ὅσιος ἐπίσκοπος Κουδρούβης Ἱσπανίας. οὕτως πιστεύω ʽ??ʼς
προγέγραπται: Ῥώμης Βίτων καὶ Βικεντῖνος πρεσβύτεροι: ʽ??ʼἰγύπτου
Ἀλέξανδρος: Ἀντιοχείας τῆς μεγάλης Εὐστάθιος: Ἱερὁ??ʼολύμων
Μακάριος: Ἁρποκρατίων Κύνων:ʼ καὶ τῶν λοιπῶν: ὧν ʽ??ʼ πλῆρες τὰ
ὀνόματα κεῖται ἐν τῷ
Συνοδικῷ
Ἀθανασίου τοῦ ʽ??ʼΑλεξανδρείας
ἐπισκόπου. Καὶ ὁ χρόνος δὲ τῆς συνόδου, ὡς ἐν
ʽ??ʼ Εὐσέβιος ὁ Νικομηδείας καὶ Θέογνις ὁ Νικαίας ἐξορισθέντες διὰ τὸ συμφρονῆσαι Ἀρείῳ, ὕστερον βιβλίον μετανοίας διαπεμψάμενοι, καὶ συνθέμενοι τῇ ἐκθέσει τῆς πίστεως, τοὺς ἑαυτῶν ἀπέλαβον θρόνους.
Εὐσέβιος δὲ καὶ Θέογνις, βιβλίον μετανοίας τοῖς κορυφαίοις ʽ??ʼ ἐπισκόπων
ἀποστείλαντες, ἀνεκλήθησάν τε τῆς ἐξορίας ἐκ ʽ??ʼσιλικοῦ προστάγματος,
καὶ τὰς ἐκκλησίας ἑαυτῶν ἀπέλαβον: ʽ??ʼὺς εἰς τόπον ἑαυτῶν
χειροτονηθέντας ἐξωθήσαντες, Ἀμφίωνα ʽ??ʼν Εὐσέβιος, Χρῆστον δὲ Θέογνις.
Οὗ βιβλίον τὸ ἀντίγραφον ʽ??ʼτι τόδε. ʽ??ʼΗδη μὲν οὖν καταψηφισθέντες
πρὸ κρίσεως παρὰ τῆς εὐλαβείας ὑμῶν, ʽ??ʼἡσυχίᾳ φέρειν τὰ κεκριμένα παρὰ
τῆς ἁγίας ὑμῶν ἐπικρίσεως ὀφείλομεν. ʽ??ʼλ̓ ἐπειδὴ ἄτοπον καθ̓ ἑαυτῶν
δοῦναι τῶν συκοφαντῶν τὴν ἀπόδειξιν τῇ ʽ??ʼπῇ, τούτου ἕνεκα ἀναφέρομεν
ὡς ἡμεῖς καὶ τῇ πίστει συνεδράμομεν, καὶ ʽ??ʼ ἔννοιαν ἐξετάσαντες ἐπὶ τῷ
ὁμοουσίῳ ὅλοι ἐγενόμεθα τῆς εἰρήνης, οἱ ʽ??ʼαμοῦ τῇ αἱρέσει
ἐξακολουθήσαντες. Ὑπομνήσαντες δὲ ἐπὶ ἀσφαλείᾳ ʽ??ʼ ἐκκλησιῶν ὅσα τὸν
λογισμὸν ἡμῶν ὑπέτρεχε, καὶ πληροφορήσαντες τοὺς ʽ??ʼἡμῶν πεισθῆναι
ὀφείλοντας, ὑπεσημῃνάμεθα τῇ πίστει: τῷ δὲ ἀναθεμἁ??ʼμῷ οὐχ ὑπεγράψαμεν,
οὐχ ὡς τῆς πίστεως κατηγοροῦντες, ἀλλ̓ ὡς ʽ??ʼστοῦντες τοιοῦτον εἶναι
τὸν κατηγορηθέντα, ἐκ τῶν ἰδίᾳ πρὸς ἡμᾶς παῤ ʽ??ʼοῦ διά τε ἐπιστολῶν καὶ
τῶν εἰς πρόσωπον διαλέξεων πεπληροφορημένοι ʽ??ʼτοιοῦτον εἶναι. Εἰ δὲ
ἐπείσθη ἡ ἁγία ὑμῶν σύνοδος, οὐκ ἀντιτείνοντες, ʽ??ʼὰ συντιθέμενοι τοῖς
παῤ ὑμῖν κεκριμένοις, καὶ διὰ τούτου τοῦ γράμματος ʽ??ʼροφοροῦμεν τὴν
συγκατάθεσιν: οὐ τὴν ἐξορίαν βαρέως φέροντες, ἀλλὰ ὑπόνοιαν τῆς αἱρέσεως
ἀποδυόμενοι. Εἰ γὰρ καταξιώσητε νῦν γοῦν
Ὅτι μετὰ τὴν σύνοδον, Ἀλεξάνδρου τελευτήσαντος, Ἀθανάσιος καθίσταται τῆς Ἀλεξανδρέων πόλεως ἐπίσκοπος.
Μετὰ ταῦτα δὲ εὐθέως Ἀλεξάνδρου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρείας
τελευτήσαντος, προΐσταται τῆς ἐκκλησίας Ἀθανάσιος. Τοῦτον φησὶν ὁ
Ῥουφῖνος κομιδῇ νήπιον ὄντα, παίζειν σὺν ἑτέροις ἡλικιώταις ἱερὸν
παίγνιον. Τοῦτο δὲ ἦν μίμησις ἱερωσύνης καὶ τοῦ καταλόγου τῶν ἱερωμένων
ἀνδρῶν. Ἐν δὴ οὖν τῷ παιγνίῳ τούτῳ Ἀθανάσιος μὲν τῆς ἐπισκοπῆς
ἐκεκλήρωτο τὸν θρόνον: τῶν δὲ ἄλλων νέων ἕκαστος ἢ πρεσβύτερον ἢ
διάκονον ἐμιμεῖτο. Ταῦτα ἔπαιζον οἱ παῖδες κατὰ τὴν ἡμέραν, ἐν ᾗ τοῦ
μάρτυρος καὶ ἐπισκόπου Πέτρου ἐπετελεῖτο μνήμη. Τότε δὴ καὶ Ἀλέξανδρος ὁ
τῆς Ἀλεξανδρείας ἐπίσκοπος διαβαίνων, ὁρᾷ τὸ γιγνόμενον παίγνιον: καὶ
μεταπεμψάμενος τοὺς παῖδας, ἐπύθετο παῤ αὐτῶν τὸν ἐν τῷ παιγνίῳ
κληρωθέντα τόπον ἑκάστῳ, προμηνύεσθαί τι διὰ τοῦ γεγονότος ἡγησάμενος.
Ἐκέλευσέν τε ἐν τῇ ἐκκλησίᾳ ἄγεσθαι τοὺς παῖδας, καὶ παιδείας
μεταλαμβάνειν, ἐξαιρέτως δὲ τὸν Ἀθανάσιον: εἶτα ἐν τελείᾳ γενόμενον
ἡλικίᾳ καὶ διάκονον χειροτονήσας, ἦλἑ??ʼ
Ὡς βασιλεὺς Κωνσταντῖνος τὸ πάλαι Βυζάντιον αὐξήσας, Κωνσταντίνου πόλιν ἐπωνόμασεν.
Ὁ βασιλεὺς δὲ μετὰ τὴν σύνοδον ἐν εὐφροσύνῃ διῆγεν: ἐπιτελέσας οὖν
δημοτελῆ τῆς εἰκοσαετηρίδος αὐτοῦ ἑορτὴν, εὐθέως περὶ Κωνσταντινούπολιν
μετονομάσας, χρηματίζειν δευτέραν
Ῥώμην
νόμῳ ἐκύρωσεν: ὃς νόμος ἐν λιθίνῃ γέγραπται στήλῃ, καὶ
δημοσίᾳ ἐν τῷ καλουμένῳ στρατηγίῳ πλησίον τοῦ ἑαυτοῦ ἐφίππου παρέθηκε.
Καὶ ἐν ταύτῃ τῇ πόλει, δύο μὲν οἰκοδομήσας ἐκκλησίας, μίαν ἐπωνόμασεν
Εἰρήνην, ἑτέραν δὲ τὴν τῶν Ἀποστόλων ἐπώνυμον. Καὶ οὐ μόνον, ὡς ἔφην,
ηὔξει τὰ τῶν Χριστιανῶν, ἀλλὰ καὶ τὰ τῶν Ἑλλήνων καθῄρει. Τὰ γοῦν
ἀγάλματα κόσμον τῇ Κωνσταντίνου πόλει προὐτίθει δημοσίᾳ, καὶ τοὺς
Δελφικοὺς τρίποδας ἐν τῷ ἱπποδρομίῳ δημοσιεύσας προὔθηκε. Ταῦτα μὲν οὖν
δόξει περιττὰ λέγεσθαι νῦν: ὁρᾶται γὰρ πρότερον ἢ ἀκούεται. Τότε δὲ ὅμως
μεγίστην ἐπίδοσιν ἔλαβε τὰ τοῦ Χριστιανισμοῦ: καὶ γὰρ ἐν τοῖς καιροῖς
τοῦ βασιλέως Κωνσταντίνου, καὶ ἄλλα πλεῖστα ἡ τοῦ Θεοῦ
Ὡς τοῦ βασιλέως μήτηρ Ἑλένη, ἐπὶ τὰ Ἱεροσόλυμα παραγενομένη, τὸν σταυρὸν τοῦ Χριστοῦ ἀναζητήσασα εὗρε, καὶ ἐκκλησίαν ἀνῳκοδόμησεν.
Ἡ τοῦ βασιλέως μήτηρ Ἑλένη, ἧς ἐπ̓ ὀνόματι τὴν ποτὲ κώμην Δρεπάνην πόλιν
ποιήσας ὁ βασιλεὺς Ἑλενούπολιν ἐπωνόμασε, ὡς ὀπωροφυλάκιον
κατὰ τὸν προφήτην
εὑροῦσα, τὸ τοῦ Χριστοῦ μνῆμα, ἔνθα ταφεὶς ἀνέστη, σπουδαίως ἐζήτει: καὶ
δυσχερῶς μὲν, σὺν Θεῷ δὲ εὑρίσκει. Τίς δὲ ἡ αἰτία τῆς δυσχερείας, διὰ
βραχέων ἐρῶ: ὅτι οἱ μὲν τὰ τοῦ Χριστοῦ φρονοῦντες μετὰ τὸν καιρὸν τοῦ
πάθους ἐτίμων τὸ μνῆμα: οἱ δὲ φεύγοντες τὰ τοῦ Χριστοῦ, χώσαντες τὸν
τόπον, Ἀφροδίτης κατ̓ αὐτοῦ ναὸν κατασκευάσαντες ἐπέστησαν ἄγαλμα, μὴ
ποιοῦντες μνήμην τοῦ τόπου. Τοῦτο μὲν οὖν πάλαι προὐχώρει. Τῇ δὲ μητρὶ
τοῦ βασιλέως φανερὸν τοῦτο ἐγένετο. Καθελοῦσα οὖν τὸ ξόανον, καὶ τὸν
τόπον ἐκχώσασα καὶ καθαρὸν ἐργασαμένη, τρεῖς εὑρίσκει σταυροὺς ἐν τῷ
μνήματι: ἕνα μὲν τὸν μακαριστὸν, ἐν ᾧ Χριστὸς ἐξετανύσθη: τοὺς δὲ
ἑτέρους, ἐν οἷς οἱ συσταυρωθέντες δύο λῃσταὶ τεθνήκεσαν. Σὺν αὐτοῖς δὲ
εὕρητο καὶ ἡ τοῦ Πιλάτου σανὶς, ἐν ᾖ βασιλέα τῶν Ἰουδαίων τὸν
σταυρωθέντα Χριστὸν προσγράφων, ἐν διαφόροις γράμμασι ἐκήρυττεν. Ἐπεὶ δὲ
ἀμφίβολος ἦν ὁ σταυρὸς ὁ ζητούμενος, οὐχ ἡ τυχοῦσα λύπη κατεῖχε τὴν τοῦ
βασιλέως μητέρα. Οὐκ εἰς μακρὰν δὲ παύει τὰ τῆς λύπης ὁ τῶν Ἱεροσολύμων
ἐπίσκοπος, ᾧ ὄνομα ἦν Μακάριος: λύει δὲ πίστει τὸ ἀμφίβολον: σημεῖον γὰρ
ᾔτει παρὰ τοῦ Θεοῦ, καὶ ἐλάμβανε. Τὸ δὲ σημεῖον ἦν τοιοῦτο: γυνή τις τῶν
ἐγχωρίων, νόσῳ χρονίᾳ ληφθεῖσα, πρὸς αὐτῷ λοιπὸν τῷ θανάτῳ ἐγένετο.
Προσάγεσθαι οὖν τῇ ἀποθνησκούσῃ τῶν σταυρῶν ἕκαστον ὁ ἐπίσκοπος
παρεσκεύασε, πιστεύσας ἀναρρωσθῆναι τὴν γυναῖκα ἁψαμένην τοῦ τιμίου
σταυροῦ: καὶ τῆς ἐλπίδος οὐκ ἥμαρτε: προσενεχθέντων γὰρ τῶν μὴ κυρίων
δύο σταυρῶν, ἔμενεν οὐδὲν ἦττον ἡ γυνὴ ἀποθνήσκουσα. Ὡς δὲ ὁ τρίτος ὁ
γνήσιος προσηνέχθη, ἡ ἀποθνήσκουσα εὐθὺς ἀνερρώσθη, καὶ ἐν τοῖς
ὑγιαίνουσιν ἦν. Τοῦτον μὲν οὖν τὸν τρόπον τὸ τοῦ σταυροῦ ξύλον ηὕρηται.
Ἡ δὲ τοῦ βασιλέως μήτηρ οἶκον μὲν εὐκτήριον ἐν τῷ τοῦ μνήματος τόπῳ
πολυτελῆ κατεσκεύασεν, Ἱερουσαλήμ τε νέαν
ἐπωνόμασεν,
ἀντιπρόσωπον τῇ παλαιᾷ ἐκείνῃ καὶ καταλελειμμένῃ ποιήσασα. Τοῦ δὲ
σταυροῦ μέρος μέν τι θήκῃ ἀργυρᾷ περικλείσασα, μνημόσυνον τοῖς ἱστορεῖν
βουλομένοις αὐτόθι κατέλιπε: τὸ δὲ ἕτερον μέρος ἀποστέλλει τῷ βασιλεῖ.
Ὅπερ δεξάμενος, καὶ πιστεύσας τελείως σωθήσεσθαι τὴν πόλιν ἔνθα ἂν
ἐκεῖνο φυλάττηται, τῷ ἑαυτοῦ ἀνδριάντι κατέκρυψεν, ὃς ἐν τῇ
Ὡς καὶ ὁ βασιλεὺς Κωνσταντῖνος τὰ μὲν Ἑλλήνων καθῄρει, πολλὰς δὲ ἐκκλησίας ἐν διαφόροις τόποις ἵδρυσεν.
Καὶ μετὰ ταῦτα δὲ ὁ βασιλεὺς ἐπιμελέστερος ὢν περὶ τὰ Χριστιανῶν
ἀπεστράφη τὰς Ἑλληνικὰς θρησκείας. Καὶ παύει μὲν τὰ μονομάχια: εἰκόνας
δὲ τὰς ἰδίας ἐν τοῖς ναοῖς ἐναπέθετο. Λεγόντων δὲ τῶν Ἑλλήνων, ὡς ἄρα ὁ
Σάραπις εἴη ὁ τὸν Νεῖλον ἀνάγων ἐπὶ ἀρδείᾳ τῆς Αἰγύπτου, τῷ τὸν πῆχυν
εἰς τὸν ναὸν τοῦ Σαράπιδος κομίζεσθαι, αὐτὸς εἰς τὴν ἐκκλησίαν τὸν πῆχυν
Ἀλεξανδρέων μετατιθέναι ἐκέλευσε. Τῶν δὲ φημιζόντων, ὡς οὐκ ἀναβήσεται ὁ
Νεῖλος ὀργῇ τοῦ Σαράπιδος, ἥτε ἄνοδος τοῦ ποταμοῦ τῷ τε ἑξῆς ἔτει καὶ
εἰς τὸ μετὰ ταῦτα ἐγένετό τε καὶ γίνεται: ἔργῳ τε δείκνυται ὡς οὐ διὰ
θρησκείαν, ἀλλὰ διὰ τοὺς ὅρους τῆς προνοίας, ἡ τοῦ Νείλου ἀνάβασις
γίνεται. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους
Τίνα τρόπον ἐπὶ τῶν χρόνων Κωνσταντίνου τὰ ἐνδοτέρω ἔθνη τῶν Ἰνδῶν ἐχριστιάνισαν.
Αὖθις οὖν μνημονευτέον καὶ ὅπως ἐπὶ τῶν καιρῶν τοῦ βασιλέως ὁ
Χριστιανισμὸς ἐπλατύνετο: τηνικαῦτα γὰρ Ἰνδῶν τε τῶν ἐνδοτέρω καὶ Ἰβήρων
τὰ ἔθνη πρὸς τὸ Χριστιανίζειν ἐλάμβανε τὴν ἀρχήν. Τίνος δὲ ἕνεκεν τῇ
προσθήκῃ τῶν ἐνδοτέρω ἐχρησάμην, διὰ βραχέων ἐρῶ. Ἡνίκα οἱ ἀπόστολοι
κλήρῳ τὴν εἰς τὰ ἔθνη πορείαν ἐποιοῦντο, Θωμᾶς μὲν τὴν Πάρθων ἀποστολὴν
ὑπεδέχετο, Ματθαῖος δὲ τὴν Αἰθιοπίαν, Βαρθολομαῖος δὲ ἐκληροῦτο τὴν
συνημμένην ταύτῃ Ἰνδίαν: τὴν μέντοι ἐνδοτέρω Ἰνδίαν, ᾖ προσοικεῖ
βαρβάρων ἔθνη πολλὰ, διαφόροις χρώμενα γλώσσαις, οὐδέ πω πρὸ τῶν
Κωνσταντίνου χρόνων ὁ τοῦ Χριστιανισμοῦ λόγος ἐφώτιζε. Τίς δὲ ἡ αἰτία
τοῦ καὶ αὐτοὺς Χριστιανίσαι, νῦν ἔρχομαι καταλέξων. Μερόπιός τις
φιλόσοφος, τῷ γένει Τύριος, ἱστορῆσαι τὴν Ἰνδῶν χώραν ἔσπευσεν,
ἁμιλλησάμενος πρὸς τὸν φιλόσοφον Μητρόδωρον, ὃς πρὸ αὐτοῦ τὴν Ἰνδῶν
χώραν ἱστόρησεν. Παραλαβὼν οὖν δύο
Τίνα τρόπον Ἴβηρες ἐχριστιάνισαν.
Καιρὸς δὲ ἤδη λέγειν, ὅπως καὶ Ἴβηρες ὑπὸ τὸν αὐτὸν χρόνον ἐχριστιάνισαν.
Γυνή τις, βίον σεμνὸν καὶ σώφρονα μετερχομένη, θείᾳ τινὶ προνοίᾳ ὑπ̓
Ἰβήρων αἰχμάλωτος γίνεται. Ἴβηρες δὲ οὗτοι προσοικοῦσι μὲν τὸν Εὔξεινον
πόντον, ἄποικοι δὲ εἰσὶν Ἰβήρων τῶν ἐν Ἱσπανίᾳ. Ἡ γυνὴ τοίνυν ἡ
αἰχμάλωτος ἐν μέσοις οὖσα τοῖς βαρβάροις ἐφιλοσόφει: σὺν γὰρ τῇ πολλῇ
τῆς σωφροσύνης ἀσκήσει, νηστείᾳ τε βαθυτάτῃ καὶ συντόνοις προσέκειτο
ταῖς εὐχαῖς: τοῦτο δὲ ὁρῶντες οἱ βάρβαροι τὸν ξενισμὸν τοῦ πραττομένου
ἐθαύμαζον. Συμβαίνει δὴ τὸν τοῦ βασιλέως παῖδα νήπιον ὄντα ἀρρωστίᾳ
περιπεσεῖν: καὶ ἔθει τινὶ ἐγχωρίῳ, παρὰ τὰς ἄλλας γυναῖκας ἡ τοῦ
βασιλέως γυνὴ ἔπεμπε τὸν παῖδα θεραπευθησόμενον, εἴπου τι βοήθημα πρὸς
τὴν νόσον ἐκ πείρας ἐπίστανται. Ὡς δὲ περιαχθεὶς ὁ παῖς ὑπὸ τῆς τροφοῦ,
παῤοὐδεμιᾶς τῶν γυναικῶν θεραπείας ἐτύγχανε, τέλος ἄγεται πρὸς τὴν
αἰχμάλωτον. Ἡ δὲ, ἐπὶ παρουσίᾳ πολλῶν γυναικῶν, ὑλικὸν μὲν βοήθημα
προσέφερεν οὐδέν: οὐδὲ γὰρ ἠπίστατο: δεξαμένη δὲ τὸν παῖδα, καὶ εἰς τὸ
ἐκ τριχῶν ὑφασμένον αὐτῇ στρωμάτιον ἀνακλίνασα, λόγον εἶπεν ἁπλοῦν: Ὁ
Χριστὸς,
φησὶν, ὁ πολλοὺς ἰασάμενος, καὶ τοῦτο τὸ βρέφος
ἰάσεται.
Ἐπευξαμένης τε ἐπὶ τῷ λόγῳ τούτῳ, καὶ ἐπικαλεσαμένης
Θεὸν, παραχρῆμα ὁ παῖς ἀνερρώννυτο, καὶ εἶχεν ἐξ ἐκείνου καλῶς: φήμη τε
ἐντεῦθεν τὰς τῶν βαρβάρων γυναῖκας καὶ αὐτὴν τὴν τοῦ βασιλέως διέτρεχε:
καὶ φανερωτέρα ἡ αἰχμάλωτος ἐγίνετο. Μετ̓ οὐ πολὺ δὲ καὶ ἡ τοῦ βασιλέως
γυνὴ ἀρρωστίᾳ περιπεσοῦσα τὴν αἰχμάλωτον γυναῖκα μετεπέμπετο. Τῆς δὲ
παραιτησαμένης μετριαζούσης τε ἐν τοῖς ἤθεσιν, αὐτὴ φέρεται παῤ αὐτήν:
ποιεῖ δὲ ἡ αἰχμάλωτος ἃ καὶ ἐπὶ τοῦ παιδὸς πεποιήκει πρότερον: παραχρῆμα
Οὐκ ἐμὸν,
ἔφη, τὸ ἔργον, ἀλλὰ Χριστοῦ, ὃς Υἱός ἐστι τοῦ
Θεοῦ, τοῦ τὸν κόσμον ποιήσαντος:
τοῦτόν τε ἐπικαλεῖσθαι παρῄνει,
καὶ ἀληθῆ γνωρίζειν Θεόν. Θαυμάσας δὲ ὁ βασιλεὺς τῶν Ἰβήρων τὴν ἐκ τῆς
νόσου εἰς ὑγιείαν ταχυτῆτα, πυθόμενός τε τίς εἴη ὁ θεραπεύσας, δώροις
ἠμείβετο τὴν αἰχμάλωτον. Ἡ δὲ οὐκ ἔφη δεῖσθαι πλούτου: ἔχειν γὰρ πλοῦτον
τὴν εὐσέβειαν, καὶ δέχεσθαι μέγα δῶρον, εἰ ἐπιγνώσειε τὸν Θεὸν, τὸν ὑπ̓
αὐτῆς γινωσκόμενον. Ταῦτα εἰποῦσα, τὰ δῶρα ἀντέπεμπεν: ὁ δὲ βασιλεὺς τὸν
μὲν λόγον ἐταμιεύσατο. Μεθ̓ἡμέραν δὲ ἐξελθόντι αὐτῷ εἰς θήραν, συμβαίνει
τοιοῦτό τι. Τὰς κορυφὰς τῶν ὀρέων καὶ τὰς νάπας ἔνθα ἐθήρα κατέχεεν
ὁμίχλη σκότος τε πολύ. καὶ ἦν ἄπορος μὲν ἡ θήρα, ἀδιεξίτητος δὲ ἡ ὁδός:
ἐν ἀμηχανίᾳ δὲ γενόμενος πολὺ τοὺς θεοὺς ἐπεκαλεῖτο οὓς ἔσεβεν. Ὡς δὲ
οὐδὲν ἤνυε πλέον, τέλος εἰς ἔννοιαν τῆς αἰχμαλώτου λαμβάνει τὸν Θεὸν,
καὶ τοῦτον καλεῖ βοηθόν: καὶ ἅμα γε εὔχετο, καὶ τὸ ἐκ τῆς ὁμίχλης
διελύετο σκότος. Θαυμάζων δὲ τὸ γενόμενον, χαίρων ἐπὶ τὰ οἰκεῖα
ἀνεχώρει, καὶ τὸ συμβεβηκὸς διηγεῖτο τῇ γυναικί. Καὶ τὴν αἰχμάλωτον
εὐθὺς μεταπέμπεται, καὶ τίς εἴη ὃν σέβει Θεὸν ἐπυνθάνετο: ἡ δὲ εἰς
πρόσωπον ἐλθοῦσα, κήρυκα τοῦ Χριστοῦ τὸν τῶν Ἰβήρων βασιλέα ἐποίησε
γενέσθαι. Πιστεύσας γὰρ τῷ Χριστῷ διὰ τῆς εὐσεβοῦς γυναικὸς, πάντας τοὺς
ὑπ̓αὐτὸν Ἰβήρας συγκαλεῖ: καὶ τὰ συμβάντα περί τε τῆς θεραπείας τῆς
γυναικὸς καὶ τοῦ παιδίου, οὐ μὴν ἀλλὰ καὶ τὰ κατὰ τὴν θήραν ἐκθέμενος,
παρῄνει σέβεσθαι τὸν τῆς αἰχμαλώτου Θεόν. Ἐγένοντο οὖν ἀμφότεροι κήρυκες
τοῦ Χριστοῦ: ὁ μὲν βασιλεὺς τοῖς ἀνδράσιν, ἡ δὲ γυνὴ ταῖς γυναιξί: μαθὼν
δὲ παρὰ τῆς αἰχμαλώτου τὸ σχῆμα τῶν παρὰ Ῥωμαίοις ἐκκλησιῶν, εὐκτήριον
οἶκον ἐκέλευσε γενέσθαι: εὐθύς τε τὰ πρὸς οἰκοδομὴν προσέταξεν
εὐτρεπίζεσθαι. Καὶ ὁ οἶκος ἠγείρετο. Ἐπεὶ δὲ καὶ τοὺς στύλους ἀνορθοῦν
ἐπειρῶντο, οἰκονομεῖ τι πρὸς πίστιν τοὺς ἐνοικοῦντας ἡ τοῦ Θεοῦ ἕλκουσα
πρόνοια. Εἷς γὰρ τῶν στύλων ἀκίνητος ἔμενε: καὶ οὐδεμία εὑρίσκετο μηχανὴ
δυναμένη κινῆσαι αὐτὸν, ἀλλὰ τὰ μὲν καλώδια διερρήγνυτο, τὰ δὲ
μηχανήματα κατεάγνυτο: ἀπεγνωκότες οὗν οἱ ἐργαζόμενοι ἀπεχώρουν. Τότε
δείκνυται τῆς αἰχμαλώτου ἡ πίστις: νυκτὸς γὰρ μηδενὸς ἐγνωκότος
καταλαμβάνει τὸν τόπον, καὶ διανυκτερεύει τῇ εὐχῇ σχολάζουσα.
Περὶ Ἀντωνίου τοῦ μοναχοῦ.
Ὁποῖος δὲ ἦν ἐπὶ τῶν αὐτῶν χρόνων καὶ ὁ μοναχὸς Ἀντώνιος ἐν τῇ ἐρήμῳ τῆς Αἰγύπτου, ὃς φανερῶς τοῖς δαίμοσιν ἀντεπάλαιεν, ἐφευρίσκων τε ἁπλῶς τὰς τέχνας αὐτῶν καὶ τοὺς ἄθλους, καὶ ὅπως πολλὰ ἐποίει τεράστια, περιττὸν λέγειν ἡμᾶς: ἔφθασε γὰρ Ἀθανάσιος ὁ Ἀλεξανδρείας ἐπίσκοπος, μονόβιβλον εἰς τὸν αὐτοῦ βίον ἐκθέμενος. Τοιούτων ἀγαθῶν εὐφορία κατὰ ταὐτὸν ὑπὸ τοὺς χρόνους Κωνσταντίνου τοῦ βασιλέως ἐγένετο.
Περὶ Μάνετος τοῦ ἀρχηγοῦ τῆς αἱρέσεως τῶν Μανιχαίων, καὶ ὅθεν ἦν τὴν ἀρχήν.
Ἀλλὰ μεταξὺ τοῦ χρηστοῦ σίτου εἴωθε καὶ ζιζάνια φύεσθαι: τῶν Μυστηρίων,
ἕτερον δὲ, τὸ
Εὐαγγέλιον:
καὶ τὸν Θησαυρὸν
τρίτον, καὶ τὰ
Κεφάλαια
τέταρτον. Τελετὰς δέ τινας ποιεῖν σχηματιζόμενος,
ἐδισκεύθη ὑπὸ πνεύματος, καὶ οὕτως ἀπώλετο. Γυνὴ δέ τις, παῤ ᾗ κατέλυεν,
ἔθαψεν αὐτόν: καὶ τὰ ἐκείνου χρήματα κατασχοῦσα, παιδάριον ὠνήσατο, περὶ
ἑπτὰ ἔτη τὴν ἡλικίαν, ὀνόματι Κούβρικον: τοῦτον ἐλευθερώσασα, καὶ
γράμματα ἐκδιδάξασα, μετὰ χρόνον ἐτελεύτησε, πάντα αὐτῷ τὰ χρήματα τοῦ
Τερεβίνθου καταλείψασα, καὶ τὰ βιβλία ἅπερ ἦν συντάξας ἐκεῖνος, ὑπὸ
Σκυθιανῷ παιδευόμενος. Ταῦτα λαβὼν ὁ ἀπελεύθερος Κούβρικος, καὶ ἐπὶ τὰ
Περσῶν μέρη χωρήσας, μετονομάζει μέν ἑαυτὸν Μάνην: τὰ δὲ τοῦ Βούδδα ἤτοι
Τερεβίνθου βιβλία, ὡς οἰκεῖα, τοῖς ὑπ̓αὐτοῦ πλανηθεῖσιν ἐξέδωκεν. Αἱ τῶν
βίβλων τοίνυν ὑποθέσεις Χριστιανίζουσι μὲν τῇ φωνῇ, τοῖς δὲ δόγμασιν
Ἑλληνίζουσι: καὶ γὰρ πολλοὺς θεοὺς σέβειν ὁ Μανιχαῖος προτρέπεται ἄθεος
ὢν, καὶ τὸν ἥλιον προσκυνεῖν διδάσκει: καὶ εἱμαρμένην εἰσάγει, καὶ τὸ
ἐφ̓ ἡμῖν ἀναιρεῖ: καὶ μετενσωμάτωσιν δογματίζει, φανερῶς Ἐμπεδοκλέους
καὶ Πυθαγόρου καὶ Αἰγυπτίων ταῖς δόξαις ἀκολουθήσας: καὶ τὸν Χριστὸν ἐν
σαρκὶ
Ὡς Εὐσέβιος ὁ Νικομηδείας καὶ Θέογνις ὁ Νικαίας ἀναθαρσήσαντες σπουδὴν πεποίηνται παρατρέψαι τὴν ἐν Νικαίᾳ πίστιν, διὰ τὸ σκευωρήσασθαι Ἀθανάσιον.
Οἱ περὶ Εὐσέβιον καὶ Θέογνιν τῆς ἐξορίας ἐπανελθόντες τὰς μὲν ἐκκλησίας
κατέλαβον, ἐξωθήσαντες, ὡς ἔφην, τοὺς χειροτονηθέντας εἰς τὸν τόπον
αὐτῶν: παρρησίαν τε οὐ τὴν τυχοῦσαν ἐκτήσαντο παρὰ τῷ βασιλεῖ, ὃς πάνυ
διὰ τιμῆς ἦγεν αὐτοὺς, ὡς ἀπὸ κακοδοξίας εἰς τὴν ὀρθοδοξίαν
ἐπιστρέψαντας. Οἱ δὲ, τῇ δοθείσῃ παρρησίᾳ καταχρησάμενοι, μείζονα τῆς
προλαβούσης ταραχὴν τῇ οἰκουμένῃ ἐκίνησαν, διχόθεν ὁρμώμενοι, ἔκ τε τῆς
προκατασχούσης αὐτοὺς Ἀρειανῆς δόξης, καὶ ἐκ τῆς πρὸς Ἀθανάσιον
ἀπεχθείας: ἐπειδὴ αὐτοῖς ἐκεῖνος ἐν τῇ συνόδῳ γενναίως περὶ τῶν
ζητουμένων δογμάτων ἀντέπεσεν. Πρῶτον μὲν τὴν Ἀθανασίου χειροτονίαν
διέβαλλον, καὶ ὡς ἀναξίου πρὸς τὴν ἐπισκοπὴν, καὶ μὴ ὡς ὑπὸ ἀξιοπίστων
γεγενημένου: ἐπεὶ δὲ ἐκεῖνος κρείττων τῆς διαβολῆς ἐδείκνυτο, ʽἐγκρατὴς
γὰρ τῆς Ἀλεξανδρέων ἐκκλησίας γενόμενος, διαπύρως ὑπὲρ τῆς ἐν νικαίᾳ
πίστεως ἠγωνίζετὀ, τότε δὴ οἱ περὶ Εὐσέβιον σπουδὴν ἐτίθεντο, Ἀθανάσιον
μὲν σκευωρήσασθαι, Ἄρειον δὲ καταγαγεῖν εἰς τὴν Ἀλεξάνδρειαν: οὕτω γὰρ
μόνως δυνήσεσθαι τὴν τοῦ ὁμοουσίου
πίστιν ἐκβαλεῖν, παρεισάγειν
δὲ τὴν Ἀρειανίζουσαν. Ἔγραφεν οὖν Εὐσέβιος Ἀθανασίῳ, δέχεσθαι Ἄρειον καὶ
τοὺς ἀμφ̓ αὐτόν: καὶ γράφων μὲν παρεκάλει, ἔξωθεν δὲ διηπείλει. Ἐπεὶ δὲ
Ἀθανάσιος οὐδενὶ τρόπῳ ἐπείθετο, κατασκευάζει πεισθῆναι τὸν βασιλέα,
δέξασθαι μὲν εἰς πρόσωπον τὸν Ἄρειον, καὶ κάθοδον αὐτῷ εἰς τὴν
Ἀλεξάνδρειαν παρασχεῖν: καὶ ταῦτα μὲν ὅπως ἐξίσχυσε κατεργάσασθαι, κατὰ
χώραν ἐρῶ. Πρὸ τούτων δὲ ἑτέρα ταῖς ἐκκλησίαις ἐπιγίνεται ταραχή: καὶ
γὰρ πάλιν τὴν εἰρήνην οἱ οἰκεῖοι τῆς ἐκκλησίας ἐτάραττον. Εὐσέβιος μὲν
οὖν ὁ Παμφίλου φησὶν, εὐθὺς μετὰ τὴν σύνοδον πρὸς ἑαυτὴν στασιάζειν τὴν
Αἴγυπτον, τὴν αἰτίαν μὴ προστιθείς: ἐξ ὧν καὶ διγλώσσου δόξαν ἐκτήσατο,
ὅτι τὰς αἰτίας λέγειν ἐκκλίνων, μὴ συνευδοκεῖν τοῖς ἐν Νικαίᾳ συνέθετο:
ὡς δὲ ἡμεῖς ἐκ διαφόρων ἐπιστολῶν εὑρήκαμεν, ἃς μετὰ τὴν συνόδον οἱ
ἐπίσκοποι πρὸς ἀλλήλους ἔγραφον, ἡ τοῦ ὁμοουσίου
λέξις τινὰς
διετάραττε: περὶ ἣν κατατριβόμενοι καὶ ἀκριβολογούμενοι ὁμοουσίου
τὴν
λέξιν ἐκκλίνοντες, τὴν Σαβελλίου καὶ Μοντανοῦ δόξαν εἰσηγεῖσθαι τοὺς
αὐτὴν προσδεχομένους ἐνόμιζον: καὶ διὰ τοῦτο βλασφήμους ἐκάλουν, ὡς
ἀναιροῦντας τὴν ὕπαρξιν τοῦ Υἱοῦ τοῦ Θεοῦ: οἱ δὲ πάλιν τῷ
ὁμοουσίῳ
προσκείμενοι, πολυθεΐαν εἰσάγειν τοὺς ἑτέρους
νομίζοντες, ὡς Ἑλληνισμὸν εἰσάγοντας ἐξετρέποντο. Καὶ Εὐστάθιος μὲν ὁ
Ἀντιοχείας ἐπίσκοπος διασύρει τὸν Παμφίλου Εὐσέβιον, ὡς τὴν ἐν Νικαίᾳ
πίστιν παραχαράττοντα: Εὐσέβιος δὲ τὴν μὲν ἐν Νικαίᾳ πίστιν οὔ φησι
παραβαίνειν, διαβάλλει δὲ Εὐστάθιον, ὡς τὴν Σαβελλίου δόξαν εἰσάγοντα:
διὰ ταῦτα ἕκαστοι ὡς κατὰ ἀντιπάλων τοὺς λόγους συνέγραφον: ἀμφότεροί τε
λέγοντες ἐνυπόστατόν τε καὶ ἐνυπάρχοντα τὸν Υἱὸν εἶναι τοῦ Θεοῦ, ἕνα τε
Θεὸν ἐν τρισὶν ὑποστάσεσιν εἶναι ὁμολογοῦντες, ἀλλήλοις, οὐκ οἶδ̓ ὅπως,
συμφωνῆσαι οὐκ ἴσχυον: καὶ διὰ ταῦτα ἡσυχάζειν οὐδενὶ τρόπῳ ἠνείχοντο.
Περὶ τῆς γενομένης συνόδου ἐν Ἀντιοχείᾳ, ἣ καθεῖλεν Εὐστάθιον τὸν Ἀντιοχείας ἐπίσκοπον: ἐφ̓ ᾧ στάσεως γενομένης, μικροῦ ἀνετράπη ἡ πόλις.
Σύνοδον οὖν ἐν Ἀντιοχείᾳ ποιήσαντες, καθαιροῦσιν Εὐστάθιον, ὡς τὰ
Σαβελλίου μᾶλλον φρονοῦντα, ἢ ἅπερ ἡ ἐν Νικαίᾳ σύνοδος ἐδογμάτισεν: ὡς
μὲν οὖν τινες φασὶν, δἰ ἄλλας οὐκ ἀγαθὰς αἰτίας: φανερῶς γὰρ οὐκ
εἰρήκασι. Τοῦτο δὲ ἐπὶ πάντων εἰώθασι τῶν καθαιρουμένων ποιεῖν οἱ
ἐπίσκοποι, κατηγοροῦντες μὲν καὶ ἀσεβεῖν λέγοντες, τὰς δὲ αἰτίας τῆς
ἀσεβείας οὐ προστιθέντες. Ὅτι μέντοι ὡς Σαβελλίζοντα καθεῖλον Εὐστάθιον,
Κύρου τοῦ Βεροίας ἐπισκόπου κατηγοροῦντος αὐτοῦ, Γεώργιος ὁ Λαοδικείας
τῆς ἐν Συρίᾳ ἐπίσκοπος, ὁμοούσιον,
ἐν τῷ ἐγκωμίῳ τῷ εἰς Εὐσέβιον τὸν
Ἐμισηνὸν ἔγραψεν [εἰρηκέναι]. Καὶ περὶ μὲν τοῦ Ἐμισηνοῦ Εὐσεβίου κατὰ
χώραν ἐροῦμεν. Γεώργιος δὲ περὶ Εὐσταθίου γράφει: φάσκων γὰρ Εὐστάθιον
ὑπὸ τοῦ Κύρου κατηγορεῖσθαι ὡς Σαβελλίζοντα, αὖθις τὸν Κῦρον ἐπὶ τοῖς
αὐτοῖς ἁλόντα καθῃρῆσθαι φησί. Καὶ πῶς οἷόν τε, Κῦρον τὰ Σαβελλίου
φρονοῦντα κατηγορεῖν Εὐσταθίου ὡς Σαβελλίζοντος; Ἔοικεν οὖν
Περὶ τοῦ πρεσβυτέρου τοῦ σπουδάσαντος ἀνακληθῆναι Ἄρειον.
Ἦν ἀδελφὴ τῷ βασιλεῖ Κωνσταντίνῳ, τοὔνομα Κωνσταντία: γυνὴ δὲ ἐγεγόνει
Λικιννίου, τοῦ πρότερον μὲν συμβασιλεύσαντος αὐτῷ Κωνσταντίνῳ, μετὰ
ταῦτα δὲ τυραννήσαντος, καὶ διὰ τοῦτο ἀναιρεθέντος. Ταύτῃ πρεσβύτερός
τις τῷ Ἀρειανῶν προσκείμενος δόγματι γνώριμος ἦν, καὶ ἐν τοῖς οἰκείοις
ἐτάττετο. Ὑποβαλόντος οὖν Εὐσεβίου καὶ τῶν σὺν αὐτῷ, λόγους περὶ Ἀρείου
πρὸς τὴν γυναῖκα παρέσπειρεν, ἠδικῆσθαι φάσκων αὐτὸν ὑπὸ τῆς συνόδου,
καὶ μὴ φρονεῖν ὡς περὶ αὐτοῦ λόγος κατέχει. Ταῦτα ἀκούσασα ἡ εἰ
Ἄρειος,
ἔφη, συντίθεται τῇ συνόδῳ, καὶ εἰ τὰ ἐκείνης φρονεῖ,
δέξομαί τε αὐτὸν εἰς πρόσωπον, καὶ σὺν τιμῇ ἐκπέμψω ἐπὶ τὴν
Ἀλεξάνδρειαν.
Ταῦτα ἔλεγε, καὶ αὐτίκα πρὸς αὐτὸν ἔγραφε τάδε.
Νικητὴς Κωνσταντῖνος μέγιστος σεβαστὸς Ἀρείῳ. Πάλαι μὲν ἐδηλώθη τῇ
στερρότητί σου, ὅπως ἂν εἰς τὸ ἐμὸν στρατόπεδον ἀφίκοιο, ἵνα τῆς
ἡμετέρας θέας ἀπολαῦσαι δυνηθείης. Θαυμάζομεν δὲ σφόδρα, μὴ παραχρῆμα
τοῦτο πεποιηκότα. Διόπερ νῦν ἐπιβὰς ὀχήματος δημοσίου εἰς τὸ ἡμέτερον
στρατόπεδον ἀφικέσθαι ἐπείχθητι: ὅπως ἂν τῆς παῤ ἡμῶν εὐμενείας τε καὶ
ἐπιμελείας τυχὼν, ἐπὶ τὴν πατρίδα ἀφικέσθαι δυνηθῇς. Ὁ Θεός σε
διαφυλάττοι, ἀγαπητέ. Ἐδόθη τῇ πρὸ πέντε καλανδῶν Δεκεμβρίων. Καὶ αὕτη
μὲν ἡ πρὸς Ἄρειον τοῦ βασιλέως ἐπιστολή. Θαυμάσαι δέ μοι ἔπεισι τὴν
σπουδὴν καὶ τὸν ζῆλον, ὃν εἶχεν ὁ βασιλεὺς περὶ τὴν θεοσέβειαν: φαίνεται
γὰρ διὰ τῆς ἐπιστολῆς, ὡς πλειστάκις αὐτὸν ἐπὶ μετάνοιαν προτρεψάμενος,
ἀφ̓ ὧν μέμφεται ὅτι πολλάκις αὐτοῦ γράψαντος, μὴ ταχέως Ἄρειος ἐπανῆλθεν
εἰς τὴν ἀλήθειαν. Ἄρειος μὲν οὖν δεξάμενος τοῦ βασιλέως τὰ γράμματα,
μετ̓ οὐ πολὺ παρῆν ἐπὶ τὴν Κωνσταντινούπολιν: συμπαρῆν δὲ αὐτῷ καὶ
Εὐζώϊος, ὃν καθεῖλεν Ἀλέξανδρος ὄντα διάκονον, ὅτε καθῄρει τοὺς
Ὡς Ἄρειος ἀνακληθεὶς, βιβλίον μετανοίας δοὺς τῷ βασιλεῖ, τὴν ἐν Νικαίᾳ πίστιν ὑπεκρίνατο.
Οἱ δὲ βιβλίον συντάξαντες, τῷ βασιλεῖ προσκομίζουσι, τοῦτον ἔχον τὸν
τρόπον. Τῷ εὐλαβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν βασιλεῖ Κωνσταντίνῳ
Ἄρειος καὶ Εὐζώϊος: καθὼς προσέταξεν ἡ θεοφιλής σου εὐσέβεια, δέσποτα
βασιλεῦ, ἐκτιθέμεθα τὴν ἑαυτῶν πίστιν, καὶ ἐγγράφως ὁμολογοῦμεν ἐπὶ
Θεοῦ, οὕτως πιστεύεις καὶ αὐτοὶ καὶ οἱ σὺν ἡμῖν, ὡς ὑποτέτακται.
Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα: καὶ εἰς Κύριον Ἰησοῦν
Χριστὸν τὸν Υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ πρὸ πάντων τῶν αἰώνων γεγεννημένον
Θεὸν Λόγον, δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ
τῆς γῆς: τὸν κατελθόντα, καὶ σαρκωθέντα, καὶ παθόντα, καὶ ἀναστάντα,
ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ
νεκρούς: καὶ εἰς τὸ Ἅγιον Πνεῦμα, καὶ εἰς σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν
τοῦ μέλλοντος αἰῶνος, καὶ εἰς βασιλείαν οὐρανῶν, καὶ εἰς μίαν καθολικὴν
ἐκκλησίαν τοῦ Θεοῦ, τὴν ἀπὸ περάτων ἕως περάτων. Ταύτην δὲ τὴν πίστιν
παρειλήφαμεν ἐκ τῶν ἁγίων Πορευθέντες μαθητεύσατε
πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ
καὶ τοῦ Ἁγίου Πνεύματος.
Εἰ δὲ μὴ ταῦτα οὕτως πιστεύομεν καὶ
ἀποδεχόμεθα ἀληθῶς, Πατέρα, Υἱὸν, καὶ Πνεῦμα Ἅγιον, ὡς πᾶσα ἡ καθολικὴ
ἐκκλησία καὶ αἱ γραφαὶ διδάσκουσιν, αἷς κατὰ πάντα πιστεύομεν, κριτὴς
ἡμῶν ἐστὶν ὁ Θεὸς καὶ νῦν καὶ ἐν τῇ μελλούσῃ κρίσει. Διὸ παρακαλοῦμέν
σου τὴν θεοσέβειαν, θεοφιλέστατε βασιλεῦ, ἐκκλησιαστικοὺς ἡμᾶς ὄντας,
καὶ τὴν πίστιν καὶ τὸ φρόνημα τῆς ἐκκλησίας καὶ τῶν ἁγίων γραφῶν
ἔχοντας, ἑνοῦσθαι ἡμᾶς διὰ τῆς εἰρηνοποιοῦ σοῦ καὶ θεοσεβοῦς εὐσεβείας,
τῇ μητρὶ ἡμῶν, τῇ ἐκκλησίᾳ δηλαδὴ, περιῃρημένων τῶν ζητημάτων καὶ
περισσολογιῶν: ἵνα καὶ ἡμεῖς καὶ ἡ ἐκκλησία εἰρηνεύσαντες μετ̓ ἀλλήλων
τὰς συνήθεις εὐχὰς, ὑπὲρ τῆς εἰρηνικῆς σου βασιλείας καὶ παντὸς τοῦ
γένους σου, κοινῇ πάντες ποιησώμεθα.
Ὡς Ἀρείου εἰς τὴν Ἀλεξάνδρειαν γνώμῃ τοῦ βασιλέως κατελθόντος, καὶ μὴ δεχθέντος ὑπὸ Ἀθανασίου, οἱ περὶ Εὐσέβιον διαφόρους κατὰ Ἀθανασίου διαβολὰς πρὸς τὸν βασιλέα πεποίηνται.
Οὕτω μὲν οὖν Ἄρειος τὸν βασιλέα πείσας, ἐχώρει ἐπὶ τὴν Ἀλεξάνδρειαν. Οὐ
μέντοι γε κρείσσων ἡ κατασκευὴ τῆς σιωπωμένης
Ὡς διὰ τὰς κατηγορίας τὰς κατὰ Ἀθανασίου σύνοδον ἐπισκόπων ἐν τῇ Τύρῳ ὁ βασιλεὺς γενέσθαι παρεσκεύασεν.
Σύνοδον ἐπισκόπων ἐκήρυξε γενέσθαι ἐπὶ τῇ καθιερώσει τοῦ
Περὶ Ἀρσενίου καὶ τῆς κεκόφθαι λεγομένης αὐτοῦ χειρός.
τίνες εἶεν οἱ γινώσκοντες τὸν Ἀρσένιον;
πολλῶν
δὲ εἰπόντων γινώσκειν αὐτὸν, εἰσάγεσθαι ποιεῖ τὸν Ἀρσένιον, ἔνδον τοῦ
ἱματίου τὰς χεῖρας αὐτοῦ ἔχοντα. Εἶτα αὖθις ἐρωτᾷ: Οὗτος ἐστὶν ὁ τὴν
χεῖρα ἀπολωλεκώς;
οἱ δὲ ἐπὶ μὲν τῷ παραδόξῳ κατεπλάγησαν, πλὴν
τῶν εἰδότων ὅθεν ἡ χεὶρ ἡ κοπεῖσα: οἱ δὲ λοιποὶ ἀληθῶς ᾤοντο λείπειν τῷ
Ἀρσενίῳ τὴν χεῖρα, καὶ προσεδόκων ἐξ ἑτέρας ὑποθέσεως ἀπολογεῖσθαι τὸν
Ἀθανάσιον. Ὁ δὲ, ἀνελίξας τὸ ἱμάτιον τοῦ Ἀρσενίου καθ̓ ἕτερον τῶν μερῶν
δείκνυσι τοῦ ἀνθρώπου τὴν χεῖρα. Πάλιν δὲ νομιζόντων τινῶν τῆς ἑτέρας
ἐστερῆσθαι αὐτὸν, μικρὸν παρελκύσας ἀμφιβόλους αὐτοὺς κατέστησεν. Εἶτα
μὴ μελλήσας, καὶ τὸ ἕτερον ἀνελίξας μέρος, καὶ τὴν ἑτέραν τοῦ Ἀρσενίου
χεῖρα ἐπέδειξεν: οὕτω τε εἶπε πρὸς τοὺς παρόντας: Ἀρσένιος μὲν, ὡς
ὁρᾶτε, τὰς δύο
Ὡς Ἀθανασίου ἐπὶ τῇ κατηγορίᾳ ἀθῴου εὑρεθέντος, οἱ κατήγοροι φυγῇ ἐχρήσαντο.
Τούτων οὕτως ἐπὶ Ἀρσενίῳ πραχθέντων, ἐν ἀμηχανίᾳ μὲν οἱ ῥάψαντες τὸν δόλον κατέστησαν: Ἀχαὰβ δὲ, ὁ καὶ Ἰωάννης, ὁ κατήγορος, τοῦ δικαστηρίου διαδὺς ἐν τῷ θορύβῳ διέφυγε. Καὶ οὕτω μὲν ταύτην τὴν κατηγορίαν Ἀθανάσιος ἀπεδύσατο μηδεμιᾷ χρησάμενος παραγραφῇ, ἐθάρρει γὰρ, ὡς καταπλήξει τοὺς συκοφάντας καὶ μόνη τοῦ Ἀρσενίου ἡ ζωή.
Ὅτι τὰς ἐπὶ τῇ δευτέρᾳ κατηγορίᾳ ἀπολογίας Ἀθανασίου μὴ καταδεξαμένων τῶν ἐπισκόπων, Ἀθανάσιος πρὸς τὸν βασιλέα ἀνέδραμεν.
Ἐπὶ δὲ ταῖς κατὰ Μακαρίου συκοφαντίαις ταῖς νομικαῖς ἐχρήσατο
παραγραφαῖς: καὶ πρῶτον μὲν τοὺς περὶ Εὐσέβιον ὡς ἐχθροὺς παρεγράφετο,
φάσκων μὴ δεῖν ἐπὶ ἀντιδίκων κρίνεσθαι: ἔπειτα δὲ καὶ δείκνυσθαι, εἰ ὁ
κατήγορος Ἰσχύρας ἀληθῶς πρεσβυτέρου ἔχει ἀξίαν: οὕτω γὰρ καὶ ἐν τῇ
κατηγορίᾳ ἐγέγραπτο. Ἐπεὶ δὲ τούτων οὐδένα λόγον οἱ κριταὶ προσεδέξαντο,
εἰσήχθη μὲν ἡ κατὰ Μακαρίου δίκη: ἀτονησάντων δὲ τῶν κατηγόρων,
ὑπέρθεσιν ἐλάμβανεν ἡ ἀκρόασις, ἐφ̓ ᾧ παραγενέσθαι εἰς τὸν Μαρεώτην
τινὰς, ἵνα ἐπὶ τῶν τόπων ζητηθῇ τὰ ἀμφίβολα. Ὡς δὲ Ἀθανάσιος πεμπομένους
σκευωρίαν εἶναι καὶ δόλον τὰ γινόμενα: οὐδὲ γὰρ
δίκαιον εἶναι Μακάριον μὲν τὸν πρεσβύτερον ἐν δεσμοῖς εἶναι, τὸν δὲ
κατήγορον ἅμα τοῖς ἐχθροῖς δικασταῖς εἶναι, ἐφ̓ ᾧ τε ἐκ μονομεροῦς
πρᾶξιν ὑπομνημάτων ποιήσασθαι.
Ταῦτα βοῶντος τοῦ Ἀθανασίου, καὶ
διαμαρτυρομένου τό τε κοινὸν τῆς συνόδου, καὶ τὸν ἀπὸ ὑπατικῶν
Διονύσιον, ὡς οὐδεὶς αὐτοῦ λόγον ἐποιεῖτο, διαλαθὼν ἀνεχώρησεν. Οἱ μὲν
οὖν ἀποσταλέντες εἰς τὸν Μαρεώτην ἐκ μονομεροῦς ὑπομνήματα ποιήσαντες,
ὡς ἀληθῶς γενομένων ἃ ὁ κατήγορος ἔλεγεν, εἶχον.
Ὅτι Ἀθανασίου ἀναχωρήσαντος οἱ τῆς συνόδου καθαίρεσιν αὐτοῦ ἐψηφίσαντο.
Ὅπως ἡ σύνοδος ἀπὸ τῆς Τύρου ἐπὶ τὰ Ἱεροσόλυμα παραγέγονε, καὶ τὰ ἐγκαίνια ποιησαμένη τῆς νέας Ἱερουσαλὴμ, τοὺς περὶ Ἄρειον εἰς κοινωνίαν ἐδέξαντο.
Παρῆν δὲ εὐθὺς γράμματα τοῦ βασιλέως σημαίνοντα ἐπὶ τὴν νέαν
Ἱερουσαλὴμ
σπεύδειν τὴν σύνοδον: εὐθύς τε, ὡς εἶχον, ἐκ τῆς
Τύρου σπουδαίως ἐπὶ τὰ Ἱεροσόλυμα ἐπορεύοντο: πάνδημον δὲ ποιήσαντες
ἑορτὴν ἐπὶ τῇ καθιερώσει τῶν τόπων, Ἄρειον μὲν καὶ τοὺς περὶ αὐτὸν
ἐδέξαντο, τοῖς βασιλέως γράμμασι πειθαρχεῖν λέγοντες, δἰ ὧν δεδηλώκει
αὐτοῖς πεπεῖσθαι περὶ τῆς πίστεως
Ὅτι ὁ βασιλεὺς τὴν σύνοδον ἐκάλει πρὸς ἑαυτὸν δἰ ἐπιστολῆς, ἵν̓ ἐπὶ ἑαυτοῦ τὰ κατὰ Ἀθανάσιον ἀκριβῶς ἐξετασθῇ.
Νικητὴς Κωνσταντῖνος, μέγιστος, σεβαστὸς, τοῖς ἐν Τύρῳ συνελθοῦσιν
Ὅτι τῆς συνόδου μὴ ἐλθούσης παρὰ τὸν βασιλέα, οἱ περὶ Εὐσέβιον διέβαλλον Ἀθανάσιον ὡς ἀπειλήσαντα ἀποστρέφειν τὸν σῖτον τὸν ἐκ τῆς Ἀλεξανδρείας τῇ Κωνσταντίνου πόλει χορηγούμενον: ἐφ̓ οἷς κινηθεὶς ὁ βασιλεὺς εἰς ἐξορίαν ἐξέπεμψε τὸν Ἀθανάσιον κελεύσας τὰς Γαλλίας οἰκεῖν.
Ταῦτα τὰ γράμματα εἰς ἀγῶνα τοὺς ἐν τῇ συνόδῳ κατέστησε: καθὸ οἱ μὲν
πλείους ἐπὶ τὰς ἑαυτῶν ἐχώρησαν πόλεις. Οἱ δὲ περὶ Εὐσέβιον καὶ Θέογνιν
καὶ Μάριν, Πατρόφιλόν τε καὶ Οὐρσάκιον καὶ Οὐαλέντα εἰς τὴν
Κωνσταντινούπολιν ἐλθόντες οὐκέτι περὶ ποτηρίου κατεαγότος, ἢ τραπέζης,
ἢ Ἀρσενίου ἀναιρεθέντος
Περὶ Μαρκέλλου τοῦ Ἀγκύρας καὶ Ἀστερίου τοῦ σοφιστοῦ.
Οἱ δὲ ἐν Κωνσταντινουπόλει συναχθέντες ἐπίσκοποι καὶ Μάρκελλον τὸν
Ἀγκύρας τῆς ἐν τῇ μικρᾷ Γαλατίᾳ καθεῖλον δἰ αἰτίαν τοιαύτην. Ἀστέριός
τις ἐν Καππαδοκίᾳ σοφιστικὴν μετιὼν, τὴν δύναμιν
εἶναι
Ὅπως Ἄρειος μετὰ τὴν Ἀθανασίου ἐξορίαν ἐκ τῆς Ἀλεξανδρείας ὑπὸ τοῦ βασιλέως μεταπεμφθεὶς ταραχὰς ἐκίνησεν Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ Κωνσταντίνου πόλεως.
Τριακοστὸν δὲ ἔτος τῆς βασιλείας Κωνσταντίνου τούτων γινομένων ἐπληροῦτο:
καὶ Ἄρειος σὺν τοῖς περὶ αὐτὸν καταλαβὼν τὴν Ἀλεξάνδρειαν αὖθις ὅλην
ἐτάραττε, τοῦ Ἀλεξανδρέων λαοῦ δυσφοροῦντος ἐπί τε τῇ Ἀρείου καθόδῳ καὶ
τῶν ἀμφ̓ αὐτὸν, καὶ ὅτι ὁ ἐπίσκοπος αὐτῶν Ἀθανάσιος εἰς ἐξορίαν
ἀπέσταλτο. Ὡς δὲ ὁ Εἰ μὲν ἀληθὴς ἡ Ἀρείου δόξα,
ἑαυτὸν τὴν ὡρισμένην ἡμέραν τῇ συζητήσει μὴ ὄψεσθαι: εἰ δὲ ἣν αὐτὸς
ἔχει
Περὶ τοῦ θανάτου Ἀρείου.
Τοιαῦτα μὲν οὖν Ἀλέξανδρος ηὔχετο. Ὁ βασιλεὺς δὲ ἀπόπειραν Ἀρείου
ποιήσασθαι βουληθεὶς, ἐπὶ τὰ βασίλεια αὐτὸν μεταπέμπεται, ἠρώτα τε εἰ
τοῖς ὅροις στοιχεῖ τῆς ἐν Νικαίᾳ συνόδου. Ὁ δὲ ἑτοίμως μηδὲν μελλήσας
ἐπ̓ αὐτοῦ ὑπέγραφε τὰ περὶ τῆς πίστεως ὁρισθέντα σοφισάμενος. Καὶ ὁ μὲν
βασιλεὺς θαυμάσας καὶ ὅρκον ἐπέφερεν. Ὁ δὲ καὶ τοῦτο σοφιζόμενος ἐποίει:
τίνα δὲ τρόπον ἐτεχνάζετο γράφων, ὡς ἤκουσα, ἔστι ταῦτα. Καταγράψας,
φησὶν, ὁ Ἄρειος ἐν χάρτῃ ἣν εἶχε δόξαν, ὑπὸ μάλης ἔφερεν: ὤμνυ τε ἀληθῶς
οὕτω φρονεῖν ὡς καὶ γεγραφηκὼς εἴη. Τοῦτο μὲν οὖν οὕτω γεγενῆσθαι, ἀκοῇ
γράψας ἔχω: ὅτι μέντοι καὶ ὅρκον ἐπέθηκε τοῖς γραφεῖσιν, ἐκ τῶν
ἐπιστολῶν τοῦ βασιλέως ἀνελεξάμην. Πιστεύσας δὲ ὁ βασιλεὺς δεχθῆναι
αὐτὸν ὑπὸ τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως Ἀλεξάνδρου εἰς κοινωνίαν
ἐκέλευσεν. Σαββάτου δὲ ἦν τότε ἡμέρα, καὶ τῇ ἑξῆς προσεδόκα συνάγεσθαι.
Δίκη δὲ ἐπηκολούθει τοῖς Ἀρείου τολμήμασιν. Ὡς γὰρ ἐξῆλθε τῆς βασιλικῆς
αὐλῆς, ἐδορυφορεῖτο μὲν ὑπὸ τῶν περὶ Εὐσέβιον διὰ μέσης τότε τῆς πόλεως,
περίοπτός τε ἦν: καὶ ἐπεὶ ἐγένετο πλησίον τῆς ἐπιλεγομένης ἀγορᾶς
Κωνσταντίνου, ἔνθα ὁ πορφυροῦς ἵδρυται κίων, φόβος ἔκ τινος συνειδότος
κατεῖχε τὸν Ἄρειον: σύν τε τῷ φόβῳ τῆς γαστρὸς ἐκινεῖτο χαύνωσις:
ἐρόμενός τε εἰ ἀφεδρών που πλησίον, μαθών τε εἶναι ὄπισθεν τῆς ἀγορᾶς
Κωνσταντίνου, ἐκεῖσε ἐβάδιζεν. Λαμβάνει οὖν λιποθυμία τὸν ἄνθρωπον: καὶ
ἅμα τοῖς διαχωρήμασιν ἡ ἕδρα τότε παραυτίκα παρεκπίπτει, καὶ αἵματος
πλῆθος ἐπηκολούθει, καὶ τὰ λεπτὰ τῶν ἐντέρων, συνέτρεχε δὲ αἷμα αὐτῷ
σπληνί τε καὶ ἥπατι: αὐτίκα οὖν ἐτεθνήκει. Ὁ δὲ ἀφεδρὼν ἄχρι νῦν ἐν τῇ
Κωνσταντινουπόλει δείκνυται, ὡς ἔφην, ὄπισθεν τῆς ἀγορᾶς Κωνσταντίνου
καὶ τοῦ ἐν τῇ στοᾷ μακέλλου, πάντων τε τῶν παριόντων ἐγειρόντων δάκτυλον
κατ̓ αὐτοῦ, ἀειμνημόνευτον τοῦ θανάτου τὸν τρόπον ἀπεργαζόμενος. Τούτου
γενομένου φόβος καὶ ἀγωνία κατεῖχε τοὺς περὶ τὸν Νικομηδέα Εὐσέβιον:
διέτρεχέ τε ἡ φήμη δἰ ὅλης τῆς πόλεως, ὡς δὲ εἰπεῖν, καὶ τῆς συμπάσης
Ὡς ὁ βασιλεὺς ἀρρωστίᾳ περιπεσὼν τέλει τοῦ βίου ἐχρήσατο.
Περὶ τῆς κηδείας τοῦ βασιλέως Κωνσταντίνου.
Τὸ δὲ σῶμα τοῦ βασιλέως οἱ ἐπιτήδειοι χρυσῇ ἐνθέμενοι λάρνακι ἐπὶ τὴν
Κωνσταντινούπολιν διεκόμισαν: ἀπέθεντό τε ἐν τοῖς
Προοίμιον, δἰ ἢν αἰτίαν τὸ πρῶτον καὶ τὸ δεύτερον βιβλίον ἄνωθεν ἐλέχθη.
Ῥουφῖνος, ὁ τῇ Ῥωμαίων γλώττῃ τὴν ἐκκλησιαστικὴν ἱστορἵ??ʼ συντάξας, περὶ
τοὺς χρόνους ἐπλανήσθη. Τὰ γὰρ κατὰ Ἀθανάσ̔??ʼ νομίζει μετὰ τὴν τελευτὴν
τοῦ βασιλέως Κωνσταντίνου γεγενῆσθ̔??ʼ ἀγνοεῖ δὲ καὶ τὴν ἐν Γαλλίαις
γενομένην αὐτοῦ ἐξορίαν καὶ ἕτεῥ??ʼ πλείονα. Ἡμεῖς οὖν πρότερον Ῥουφίνῳ
ἀκολουθήσαντες τὸ πῥ??ʼ τον καὶ τὸ δεύτερον τῆς ἱστορίας βιβλίον ᾗ
ἐκείνῳ ἐδόκει σὑ??ʼ εγράψαμεν. Ἀπὸ δὲ τοῦ τρίτου ἄχρι τοῦ ἑβδόμου
βιβλίου τὰ μὲν παρὰ Ῥουφίνου λαβόντες, τὰ δὲ ἐκ διαφόρων συναγαγόντες,
τινα δὲ καὶ παρὰ τῶν ἔτι ζώντων ἀκούσαντες ἐπληρώσαμεν. Ὕστερον μέντοι
συντυχόντες Ἀθανασίου συντάγμασιν, ἐν οἷς τὰ καθ̓ ἑαυτὃ??ʼ ὀδύρεται πάθη
καὶ ὅπως διὰ τὴν διαβολὴν τῶν περὶ Εὐσέβιον ἐξωρίσθη, ἔγνωμεν δεῖν
πιστεύειν μᾶλλον τῷ πεπονθότι καὶ τοἷ??ʼ γινομένων τῶν πραγμάτων
παροῦσιν, ἢ τοῖς καταστοχασαμένὁ??ʼ αὐτῶν καὶ διὰ τοῦτο πλανηθεῖσιν. Ἔτι
μὴν καὶ ἐπιστολῶν τὧ??ʼ τότε διαφόρων ἐπιτετυχηκότες, ὡς οἷόν τε τὴν
ἀλήθειαν ἀνιχνεὕ??ʼ σαμεν. Διὸ ἠναγκάσθημεν τὸ πρῶτον καὶ τὸ δεύτερον
βιβλίὁ??ʼ ἄνωθεν ὑπαγορεύσαι, συγχρώμενοι καὶ ἐν οἷς ὁ Ῥουφῖνος οὐκ
ἑ̓??ʼ πίπτει τοῦ ἀληθοῦς. Οὐ μὴν ἀλλὰ καὶ τοῦτο ἰστέον, ὅτι οὐ πἁ??ʼ
εθήκαμεν ἐν τῇ πρώτῃ ὑπαγορεύσει τὸ καθαιρετικὸν Ἀρείου οὑ̓́??ʼ μὴν τὰς
βασιλέως ἐπιστολὰς, ἀλλὰ τὰ γυμνὰ μόνον πράγματ̔??ʼ ὑπὲρ τοῦ μὴ
πολυστίχου γενομένης τῆς ἱστορίας ὀκνηροὺς τὁ??ʼ ἀναγινώσκοντας
ἀπεργάσασθαι. Ἐπεὶ δὲ πρὸς σὴν χάριν, ὦ ἱἑ??ʼ τοῦ Θεοῦ ἄνθρωπε Θεόδωρε,
καὶ τοῦτο ἔδει ποιῆσαι, ὥστε ʽ??ʼ ἀγνοεῖν καὶ ὅσα αὐταῖς λέξεσιν οἱ
βασιλεῖς ἐπέστειλαν, ἢ κἁ??ʼ διαφόρους συνόδους οἱ ἐπίσκοποι τὴν πίστιν
καταβραχὺ μεταπὁ??ʼ οῦντες ἐξέδωκαν, διὰ τοῦτο ὅσα ἀναγκαῖα ἡγησάμεθα ἐν
τῇδε ʽ??ʼ
ʽ??ʼς οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον αὖθις τὸ Ἀρείου σπουδάσαντες εἰσαγαγεῖν δόγμα ταραχὰς ταῖς ἐκκλησίαις ἐκίνησαν.
ʽ?ʽ?ʼοῦ βασιλέως Κωνσταντίνου τελευτήσαντος, οἱ περὶ Εὐσέβιον ʽ??ʼ
Νικομηδέα καὶ Θέογνιν Νικαίας ἐπίσκοπον, καιροῦ δεδράχθαι ʽ??ʼαίρου
νομίσαντες, ἀγῶνα ἔθεντο τὴν τοῦ ὁμοουσίου
πίστιν ʽ??ʼαλεῖν,
ἀντεισάγειν δὲ τὴν Ἀρειανίζουσαν. Περιέσεσθαι δὲ ʽ??ʼτου οὐκ ἂν
δύναιντο, εἰ μὴ ὑπονοστήσῃ Ἀθανάσιος. Ταῦτα
Ὅπως Ἀθανάσιος Κωνσταντίνου τοῦ νεωτέρου γράμμασι θαρρήσας τὴν Ἀλεξάνδρειαν κατέλαβεν.
Ὡς τελευτήσαντος Εὐσεβίου τοῦ Παμφίλου Ἀκάκιος τὴν ἐπισκοπὴν Καισαρείας διεδέξατο.
Ἐν δὲ τῷδε τῷ χρόνῳ τελευτήσαντος Εὐσεβίου, ὃς τῆς ἐν Παλαιστίνῃ
Καισαρείας ἐπίσκοπος ἦν καὶ τὴν Παμφίλου προσωνυμίαν ἐκέκτητο, Ἀκάκιος
μαθητὴς αὐτοῦ τὴν ἐπισκοπὴν διαδέχεται:
Περὶ τῆς Κωνσταντίνου τοῦ νεωτέρου τελευτῆς.
Μετ̓ οὐ πολὺ δὲ ὁ τοῦ βασιλέως Κωνσταντίου ἀδελφὸς ὃς ἦν ὁμώνυμος τῷ
πατρὶ, ὁ νέος Κωνσταντῖνος, ἐπιὼν τοῖς μέρεσι τοῦ νέου ἀδελφοῦ
Κώνσταντος, συμβαλών τε τοῖς στρατιώταις αὐτοῦ, ἀναιρεῖται
Ὡς Ἀλέξανδρος ὁ Κωνσταντίνου πόλεως ἐπίσκοπος τελευτῶν ὑπόψηφον πεποίηκε Παῦλον καὶ Μακεδόνιον.
Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον κατὰ τὴν Κωνσταντινούπολιν ἑτέρα ταῖς
προτέραις ἐπισυμπλέκεται ταραχὴ ἐξ αἰτίας τοιαύτης. Ἀλέξανδρος ὁ κατὰ
τήνδε τὴν πόλιν τῶν ἐκκλησιῶν προεστὼς, ὁ τὴν πρὸς Ἄρειον μάχην
ἀγωνισάμενος, τὸν ἐνθάδε βίον ἀπέλειπεν, εἰκοσιτρία μὲν ἔτη κατὰ τὴν
ἐπισκοπὴν διατρίψας, ἐνενήκοντα καὶ ὀκτὼ δὲ ἔτη τὰ πάντα βιοὺς, οὐδένα
εἰς τὸν αὐτοῦ τόπον χειροτονήσας. Ἐνετείλατο δὲ τοῖς καθήκουσιν ἑλέσθαι
δυοῖν τὸν ὁμοούσιον,
τῶν
Ἀρειανιζόντων διακρινομένων καὶ ὁσημέραι διαπληκτιζομένων περὶ τοῦ
δόγματος, ἐπἑ??ʼ δὲ ἐκεῖνος τετελευτήκει, ἀμφήριστος ἡ τοῦ λαοῦ μάχη
καθίστατο: διὸ οἱ μὲν τοῦ ὁμοουσίου
τὴν πίστιν φυλάττοντες Παῦλον
εἰς τὴν ἐπισκοπὴν προχειρίζονται, οἱ δὲ Ἀρειανίζοντες Μακεδόνιον
ἔσπευδον. Καὶ ἐν μὲν τῇ τῆς Εἰρήνης ἐπωνύμῳ ἐκκλησίᾳ καὶ ἐχομένῃ τῆς νῦν
μεγάλης καὶ Σοφίας ὀνομαζομένης χειροτονεῖται Παῦλος, ἐφ̓ οὗ καὶ μᾶλλον
ἡ τοῦ ἀπελθόντος ψῆφος ἐδόκει κρατεῖν.
Ὡς ὁ βασιλεὺς Κωνστάντιος Παῦλον τὸν προσβληθέντα ἐπίσκοπον ἐκβάλλει: Εὐσεβίῳ δὲ ἐκ τῆς Νικομηδείας μεταπεμφθέντι τὴν ἐπισκοπὴν Κωνσταντίνου πόλεως ἐνεχείρισεν.
Μετ̓ οὐ πολὺ δὲ ἐπιστὰς ὁ βασιλεὺς τῇ Κωνσταντινουπόλει πρὸς ὀργὴν
ἐκκάεται ἐπὶ τῇ γενομένῃ χειροτονίᾳ. Καὶ καθιστὰς
Ὡς Εὐσέβιος ἑτέραν σύνοδον ποιησάμενος ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἑτέραν ἔκθεσιν πίστεως ὑπαγορευθῆναι ἐποίησε.
Εὐσέβιος δὲ οὐδενὶ τρόπῳ ἡσυχάζειν ἐβούλετο, ἀλλὰ, τὸ τοῦ λόγου, πάντα
λίθον ἐκίνει,
ὅπως ἂν ὃ προέθετο κατεργάσηται. Κατασκευάζει οὖν
σύνοδον ἐν Ἀντιοχείᾳ τῆς Συρίας γενέσθαι, προφάσει μὲν τῶν ἐγκαινίων τῆς
ἐκκλησίας, ἣν ὁ πατὴρ μὲν τῶν ὁμοουσίου
πίστεως. Ἐν ταύτῃ δὲ τῇ συνόδῳ συνῆλθον ἐκ διαφόρων
πόλεων ἐπίσκοποι ἐνενήκοντα. Μάξιμος μέντοι ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος,
ὃς Μακάριον διεδέξατο, οὐ παρεγένετο ἐν αὐτῇ, ἐπιλογισάμενος ὡς εἴη
συναρπαγεὶς καὶ τῇ καθαιρέσει ὑπογράψας Ἀθανασίου. Ἀλλὰ μὴν οὐδὲ Ἰούλιος
παρῆν ὁ τῆς μεγίστης Ῥώμης ἐπίσκοπος: οὐδὲ μὴν εἰς τὸν τόπον αὐτοῦ
ἀπεστάλκει τινα: καίτοι κανόνος ἐκκλησιαστικοῦ
Περὶ Εὐσεβίου τοῦ Ἐμισηνοῦ.
Ἐπὶ τούτοις τότε τῆς διαβολῆς γενομένης, προχειρίζονται τῆς Ἀλεξανδρείας
ἐπίσκοπον, πρῶτον μὲν Εὐσέβιον τὸν ἐπικληθέντα Ἐμισηνόν. Τίς δὲ οὗτος ἦν
διδάσκει Γεώργιος ὁ Λαοδικείας, ὃς τότε παρῆν ἐν τῇ συνόδῳ. Φἡ??ʼ εἰς
αὐτὸν πεπονημένῳ βιβλίῳ, ὡς εἴη Εὐσέβιος ἐκ τῶν ʽ??ʼων τῆς ἐν
Μεσοποταμίᾳ Ἐδέσης καταγόμενος: ἐκ νέας τε ἡλικίας τὰ ἱερὰ μαθὼν
γράμματα. Εἶτα τὰ Ἑλλήνων παιδευθεὶς παρὰ τῷ τηνικαῦτα τῇ Ἐδέσῃ
ἐπιδημήσαντι παιδευτῇ, τέλος ὑπὸ Πατροφίλου καὶ Εὐσεβίου τὰ
Ὡς οἱ ἐν Ἀντιοχείᾳ συνελθόντες ἐπίσκοποι, διὰ τὸ παραιτήσασθαι τὴν Ἀλεξάνδρειαν Εὐσέβιον τὸν Ἐμισηνὸν, Γρηγόριον χειροτονήσαντες τὴν τῆς ἐν Νικαίᾳ πίστεως φράσιν μετεποίησαν.
Τότε δὲ τοῦ Εὐσεβίου ἐν τῇ Ἀντιοχείᾳ προβληθέντος καὶ δεδοικότος τὴν εἰς
Ἀλεξάνδρειαν ἄφιξιν, προχειρίζονται Γρηγόριον εἰς τὴν Ἀλεξανδρείας
ἐπισκοπήν. Καὶ τοῦτο κατεργασάμενοι μεταποιοῦσι τὴν πίστιν, οὐδὲν μὲν
τῶν ἐν Νικαίᾳ μεμψάμενοι, τὸ δὲ ἀληθὲς, ἐπὶ καθαιρέσει καὶ παρατροπῇ τῆς
ὁμοουσίου
πίστεως διὰ τοῦ συνεχεῖς ποιεῖσθαι συνόδους καὶ
ἄλλοτε ἄλλως ὑπαγορεύειν τὸν ὅρον τῆς πίστεως, ὥστε κατὰ βραχὺ εἰς τὴν
Ἀρειανὴν δόξαν παρατρέψωσι. Ταῦτα μὲν οὖν ὅπως ἐγένετο, προϊόντος τοῦ
λόγου δηλώσομεν. Ἡ δὲ ὑπαγορευθεῖσα περὶ τῆς πίστεως ἐπιστολὴ ἔστιν ἥδε:
πρωτότοκον πάσης
κτίσεως,
τὸν ὄντα ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Λόγον Θεὸν, κατὰ τὸ
εἰρημένον ἐν τῷ εὐαγγελίῳ, καὶ Θεὸς ἦν ὁ
δἰ οὗ τὰ πάντα ἐγένετο,
καὶ ἐν ᾧ τὰ πάντα
συνέστηκε,
τὸν ἐπ̓ ἀρχηγὸν τῆς ζωῆς,
ὥς φησι, Ὅτι καταβέβηκα
τὸν παθόντα
ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα ὑπὲρ ἡμῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς
οὐρανοὺς, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ πάλιν ἐρχόμενον μετὰ
δόξης καὶ δυνάμεως, κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ Πορευθέντες
μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ
Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος:
δηλονότι Πατρὸς
ἀληθῶς ὄντος Πατρὸς, καὶ Υἱοῦ ἀληθῶς Υἱοῦ ὄντος, καὶ Πνεύματος Ἁγίου
ἀληθῶς ὄντος Πνεύματος Ἁγίου: τῶν ὀνομάτων οὐχ ἁπλῶς οὐδὲ ἀργῶν
κειμένων, ἀλλὰ σημαινόντων ἀκριβῶς τὴν ἰδίαν ἑκάστου τῶν ὀνομαζομένων
ὑπόστασίν τε καὶ τάξιν καὶ δόξαν: ὡς εἶναι τῇ μὲν ὑποστάσει τρία, τῇ δὲ
συμφωνίᾳ ἕν. Ταύτην οὖν ἔχοντες τὴν πίστιν, ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ
Χριστοῦ, πᾶσαν αἱρετικὴν ἀναθεματίζομεν κακοδοξίαν. Καὶ εἴ τις παρὰ τὴν
ὑγιῆ τῶν γραφῶν ὀρθὴν πίστιν διδάσκει λέγων, ἢ καιρὸν ἢ αἰῶνα εἶναι ἢ
γεγονέναι, πρὸ τοῦ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Καὶ εἴ τις λέγει τὸν
Υἱὸν κτίσμα ὡς ἓν τῶν κτισμάτων, ἢ γέννημα ὡς ἓν τῶν γεννημάτων, καὶ μὴ
ὡς αἱ θεῖαι γραφαὶ παραδεδώκασι τῶν προειρημένων ἕκαστα, ἢ εἴ τις ἄλλο
διδάσκει ἢ εὐαγγελίζεται παῤ ὃ παρελάβομεν, ἀνάθεμα ἔστω. Ἡμεῖς γὰρ πᾶσι
τοῖς ἐκ τῶν θείων γραφῶν παραδεδομένοις ὑπό τε τῶν προφητῶν καὶ
ἀποστόλων ἀληθινῶς τε καὶ ἐμφανῶς καὶ πιστεύομεν καὶ ἀκολουθοῦμεν.
Τοιαῦται μὲν αἱ τῶν ἐν Ἀντιοχείᾳ τότε συνελθόντων περὶ τῆς πίστεως
ἐκθέσεις ἐγένοντο: αἷς καὶ Γρηγόριος, μήπω τῆς Ἀλεξανδρείας ἐπιβὰς, ὡς
ἐπίσκοπος αὐτῆς καθυπέγραψε. Καὶ ἡ μὲν ἐκεῖ τότε γενομένη σύνοδος ταῦτα
πράξασα καὶ ἄλλα τινα νομοθετήσασα διελύθη. Ἐν δὲ τῷδε τῷ χρόνῳ καὶ τὰ
δημόσια πράγματα συνέβη ταράσσεσθαι: ἔθνος, οἳ Φράγκοι καλοῦνται, τοῖς
περὶ Γαλλίαν κατέτρεχον Ῥωμαίοις. Ἐν ταὐτῷ δὲ καὶ σεισμοὶ μέγιστοι ἐν τῇ
ἑῴᾳ ἐγένοντο: μάλιστα δὲ ἡ Ἀντιόχεια ἐπὶ ἐνιαυτὸν ὅλον ἐσείετο.
Ὡς Γρηγορίου μετὰ χειρὸς στρατιωτικῆς εἰς Ἀλεξάνδρειαν κατελθόντος Ἀθανάσιος ἔφυγεν.
Τούτων γινομένων καὶ Γρηγόριον κατήγαγον ἐν Ἀλεξανδρείᾳ Συριανός τε ὁ
στρατηγὸς, καὶ οἱ σὺν αὐτῷ ὁπλῖται στρατιῶται ἀριθμὸς ὄντες
πεντακισχίλιοι. Συνελαμβάνοντο δὲ αὐτοῖς καὶ οἱ ἐκεῖ τὰ Ἀρείου
φρονοῦντες. Ὅπως δὲ Ἀθανάσιος τῆς ἐκκλησίας
Ὡς Εὐσεβίου τελευτήσαντος ὁ ἐν Κωνσταντινουπόλει λαὸς Παῦλον αὖθις ἐνεθρόνισε: καὶ ὡς οἱ Ἀρειανοὶ Μακεδόνιον προεβάλλοντο.
Ἀλλ̓ οὐκ ἔφθασε μαθεῖν Εὐσέβιος τὰ παρὰ Ἰουλίου περὶ Ἀθανασίου κριθέντα:
μικρὸν γὰρ μετὰ τὴν σύνοδον ἐπιβιοὺς ἐτελεύτησε. Διόπερ καὶ ὁ ἐν
Κωνσταντινουπόλει λαὸς αὖθις εἰς τὴν ἐκκλησίαν τὸν Παῦλον εἰσάγουσι.
Κατὰ ταὐτὸν δὲ καὶ οἱ Ἀρειανίζοντες ἐν τῇ λεγομένῃ ἐπὶ Παῦλον ἐκκλησίᾳ
χειροτονοῦσι τὸν Μακεδόνιον. Καὶ τοῦτο δὲ ἐποίησαν οἱ πρώην Εὐσεβίῳ τῷ
πάντα κυκῶντι συμπράττοντες, τότε δὴ τὴν αὐθεντίαν διαδεξάμενοι: εἰσὶ δὲ
οὗτοι Θέογνις Νικαίας, Μάρις Χαλκηδόνος, Θεόδωρος Ἡρακλείας τῆς ἐν
Θρᾴκῃ, Οὐρσάκιος Σιγγιδόνος τῆς ἄνω Μυσίας, Οὐάλης Μουρσῶν τῆς ἄνω
Παννονίας. Οὐρσάκιος μὲν οὖν καὶ Οὐάλης ὕστερον μεταγνόντες, βιβλίον
μετανοίας τῷ ἐπισκόπῳ Ἰουλίῳ ὁμοουσίῳ
τε δόξῃ συντιθέμενοι
ἐκοινώνησαν. Τότε δὲ διαπύρως τὴν Ἀρειανὴν συγκροτοῦντες θρησκείαν οὐ
τοὺς τυχόντας κατὰ τῶν ἐκκλησιῶν πολέμους ἐτύρευσαν, ὧν εἷς ἦν ὁ διὰ
Μακεδονίου ἐν τῇ Κωνσταντινουπόλει γενόμενος. Ὑπὸ γὰρ τοῦδε τοῦ ἐμφυλίου
τῶν Χριστιανῶν πολέμου συνεχεῖς ἐγίνοντο κατὰ
Περὶ τῆς Ἑρμογένους τοῦ στρατηλάτου ἀναιρέσεως, καὶ ὅπως πάλιν διὰ τοῦτο ἐξεώθη ὁ Παῦλος τῆς ἐκκλησίας.
Ἦλθε δὲ τὰ γινόμενα εἰς ἀκοὰς Κωνσταντίου τοῦ βασιλέως κατὰ τὴν
Ἀντιόχειαν διατρίβοντος. Ἐντέλλεται οὖν Ἑρμογένει τῷ στρατηλάτῃ, ἐπὶ τὰ
Θρᾴκια πεμπομένῳ μέρη, ὁδοῦ πάρεργον ποιῆσαι, καὶ ἐξωθῆσαι τῆς ἐκκλησίας
τὸν Παῦλον. Ὃς καταλαβὼν τὴν Κωνσταντινούπολιν, ὅλην διετάραξε
βιαζόμενος ἐκβαλεῖν τὸν ἐπίσκοπον: στάσις γὰρ εὐθὺς ἐκ τοῦ δήμου
παρηκολούθει, καὶ ἕτοιμοι ἦσαν ἀμύνεσθαι. Ὡς δὲ ἐπέκειτο ὁ Ἑρμογένης διὰ
στρατιωτικῆς χειρὸς ἀπελάσαι τὸν Παῦλον, παροξυνθὲν τότε τὸ πλῆθος, οἷα
ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, ἀλογωτέρας ἐποιεῖτο κατ̓ αὐτοῦ τὰς
ὁρμάς: καὶ ἐμπίπρησι μὲν αὐτοῦ τὴν οἰκίαν, αὐτὸν δὲ
Ὅτι οἱ Ἀρειανοὶ Γρηγόριον τῆς Ἀλεξανδρείας μεταστήσαντες Γεώργιον ἀνταπέστειλαν.
Ἐν δὲ τῷδε καὶ οἱ Ἀρειανίζοντες μεθιστῶσιν ἐκ τῆς Ἀλεξανδρείας Γρηγόριον
ὡς μισούμενον ἐν ταὐτῷ δὲ καὶ διὰ τὸν τῆς
Ὡς Ἀθανάσιος καὶ Παῦλος εἰς τὴν Ῥώμην παραγενόμενοι καὶ γράμμασιν ὀχυρωθέντες τοῦ ἐπισκόπου Ἰουλίου κατέλαβον αὖθις τοὺς ἰδίους θρόνους.
Ἀθανάσιος μέντοι ὀψέποτε διαβῆναι ἐπὶ τὴν Ἰταλίαν ἐξίσχυσε. Τῶν δὲ
ἑσπερίων τηνικαῦτα μερῶν Κώνστας ὁ νεώτερος τῶν Κωνσταντίνου παίδων
μόνος ἐκράτει, Κωνσταντίνου τοῦ ἀδελφοῦ αὐτοῦ ὑπὸ τῶν στρατιωτῶν
ἀναιρεθέντος, καθὰ καὶ ἤδη φθάσαντες προείπομεν. Κατ̓ αὐτὸ δὲ καὶ Παῦλος
ὁ τῆς Κωνσταντινουπόλεως, καὶ Ἀσκληπᾶς Γάζης, καὶ Μάρκελλος Ἀγκύρας τῆς
μικρᾶς Γαλατίας, καὶ Λούκιος Ἀδριανουπόλεως, ἄλλος δἰ ἄλλο
κατηγορηθέντες καὶ τῶν ἐκκλησιῶν ἐξελαθέντες, ἐν τῇ βασιλευούσῃ Ῥώμῃ
εὑρίσκονται. Γνωρίζουσιν οὖν τῷ ἐπισκόπῳ Ῥώμης Ἰουλίῳ τὰ καθ̓ ἑαυτούς: ὁ
δὲ, ἅτε προνόμια τῆς ἐν Ῥώμῃ ἐκκλησίας ἐχούσης, παρρησιαστικοῖς
γράμμασιν ὠχύρωσεν αὐτοὺς, καὶ ἐπὶ τὴν ἀνατολὴν ἀποστέλλει τὸν οἰκεῖον
ἑκάστῳ τόπον ἀποδιδοὺς, καὶ καθαπτόμενος τῶν προπετῶς καθελόντων αὐτούς.
Οἱ δὲ ἀναζεύξαντες ἐκ τῆς Ῥώμης, καὶ τοῖς τύποις τοῦ ἐπισκόπου Ἰουλίου
θαρροῦντες, τάς τε ἑαυτῶν ἐκκλησίας καταλαμβάνουσι, καὶ τὰς ἐπιστολὰς
πρὸς οὓς ἐγράφησαν διαπέμπονται. Οἱ δὲ δεξάμενοι ὕβριν ἐποιοῦντο τὴν
ἐπίπληξιν: καὶ σύνοδον ἐν τῇ Ἀντιοχείᾳ κηρύξαντες, συνελθόντες ἐν αὐτῇ
γνώμῃ κοινῇ σφοδρότερον δἰ ἐπιστολῆς ἀντεγκαλοῦσι τῷ Ἰουλίῳ, δηλοῦντες
μὴ δεῖν κανονίζεσθαι παῤ αὐτοῦ, εἰ βούλοιντο ἐξελαύνειν τινας τῶν
ἐκκλησιῶν: μηδὲ γὰρ αὐτοὺς ἀντειπεῖν, ὅτε Ναύατον τῆς ἐκκλησίας ἤλαυνον.
Ταῦτα μὲν οἱ τῆς ἑῴας ἐπίσκοποι τῷ ἐπισκόπῳ Ῥώμης Ἰουλίῳ διεπέμποντο.
Ἐπειδὴ δὲ Ἀθανασίου εἰς τὴν Ἀλεξάνδρειαν εἰσιόντος, ὠθισμὸς τῶν ὑπὸ
Γεωργίου τοῦ Ἀρειανοῦ ἐγένετο, ἐκ δὲ τούτου φασὶ ταραχὰς καὶ διαφθορὰς
ἀνθρώπων γεγονέναι, οἵ τε Ἀρειανίζοντες τὴν βλασφημίαν καὶ τὰ ἐκ τούτων
ἐγκλήματα ἐπὶ Ἀθανάσιον ὡς αἴτιον ἀναφέρουσι, βραχέα περὶ τούτων
λεκτέον. Τὰς μὲν γὰρ ἀληθεῖς αἰτίας ὁ Θεὸς οἶδεν, ὁ αὐτῆς τῆς ἀληθείας
κριτής. Ὅτι δὲ ταῦτα κατὰ τὸ πλεῖστον εἴωθε ὁμοούσιον
φρονούντων εἰργάσαντο, ἢ ὅσαι δἰ Ἀθανάσιον
γενόμεναι σύνοδοι ἀπωδύραντο, ἢ ὅσα αὐτὸς ὁ αἱρεσιάρχης Μακεδόνιος κατὰ
πασῶν τῶν ἐκκλησιῶν διεπράξατο, ἡσυχίαν ἦγεν ἂν, ἢ φθεγγόμενος εὔφημα ἂν
πρὸ τούτων ἐφθέγγετο. Νῦν δὲ ταῦτα πάντα ἀποσιγήσας, ἐκεῖνα διαβάλλει:
ἀλλ̓ οὐδ̓ ὅλως τοῦ αἱρεσιάρχου μνήμην πεποίηται, πάντως που τὰ τῆς
δραματουργίας αὐτοῦ τολμήματα καλύπτειν βουλόμενος. Καὶ τὸ δὴ
θαυμαστότερον, οὓς πέφευγεν Ἀρειανοὺς οὐκ εἶπε κακῶς: ᾧ δὲ ἠκολούθησε
Μακεδονίῳ τούτου καὶ τὴν χειροτονίαν ἀπέκρυψεν. Εἰ γὰρ αὐτῆς ἐμέμνητο,
ἐμέμνητο ἂν πάντως καὶ τῶν ἀδικημάτων αὐτοῦ, ὡς τὰ ἐπ̓ αὐτῆς γενόμενα
δείκνυσι. Τοσαῦτα μὲν περὶ τούτου.
Ὡς ὁ βασιλεὺς παρεσκεύασε διὰ Φιλίππου τοῦ ἐπάρχου ἐξωσθῆναι τὸν Παῦλον καὶ εἰς ἐξορίαν πεμφθῆναι, Μακεδόνιον δὲ ἐνθρονισθῆναι.
Ὁ μέντοι βασιλεὺς Κωνστάντιος ἐν Ἀντιοχείᾳ διάγων, πυθόμενος πάλιν τὸν
Παῦλον ἀπειληφέναι τὸν θρόνον, δἰ ὀργῆς ἐτίθετο τὸ γιγνόμενον. Πρόσταγμα
οὖν ἔγγραφον ἀποστέλλει τῷ ἐπάρχῳ Φιλίππῳ, ὡς μείζονα μὲν τῶν ἄλλων
ἀρχόντων τὴν ἐξουσίαν κεκληρωμένῳ, δευτέρῳ δὲ μετὰ βασιλέα χρηματίζοντι,
ὅπως ἂν τὸν μὲν Παῦλον τῆς ἐκκλησίας ἐκβάλλῃ, ἀντεισάγῃ δὲ εἰς αὐτὴν
Μακεδόνιον. Ὁ οὖν ἔπαρχος Φίλιππος, εὐλαβηθεὶς τὴν ἀπὸ τοῦ πλήθους
στάσιν, τέχνῃ μετῆλθε τὸν Παῦλον: καὶ κρύπτει μὲν παῤ ἑαυτῷ τὴν τοῦ
βασιλέως βουλήν: πλασάμενος δὲ δημοσίων πραγμάτων ποιεῖσθαι φροντίδα,
πρόεισιν εἰς τὸ λουτρὸν τὸ δημόσιον ᾧ ἐπώνυμον Ζεύξιππος: κᾀκεῖθεν
μεταπέμπεται μετὰ τιμῆς δῆθεν τὸν Παῦλον, ὡς ἀναγκαῖον ἐλθεῖν παῤ αὐτόν.
Καὶ ἦλθεν: ἐπεὶ δὲ ἐκεῖνος ἦλθε μεταπεμφθεὶς, ἐπεδείκνυεν εὐθὺς ὁ
ἔπαρχος τοῦ βασιλέως τὸ πρόσταγμα. Καὶ ὁ μὲν ἐπίσκοπος εὐγνωμόνως ἔφερε
τὴν ἄκριτον καταδίκην. Ὁ δὲ, δείσας τοὺς περιεστηκότας καὶ τοῦ ὁμοουσίου
πίστεως καὶ οἱ τοῦ Ἀρειανοῦ δόγματος, ἕκαστοι καταλαμβάνειν τὴν
ἐκκλησίαν σπουδάζοντες. Ἐπεὶ δὲ ὁ ἔπαρχος ἅμα τῷ Μακεδονίῳ πλησίον τῆς
ἐκκλησίας ἐγένετο, τότε δὴ ἄλογος φόβος καταλαμβάνει τὰ πλήθη, ἀλλὰ γὰρ
καὶ τοὺς στρατιώτας αὐτούς. Ἐπεὶ γὰρ οἱ παρόντες ὄχλος ἦσαν πολὺς,
πάροδος δὲ τῷ ἐπάρχῳ κατάγοντι τὸν Μακεδόνιον οὐδεμία ἐγίνετο, ὠθισμὸς
παρὰ τῶν στρατιωτῶν ἐτολμᾶτο βίαιος. Ἐπεὶ δὲ συνωθούμενον τὸ πλῆθος διὰ
τὴν στενοχωρίαν ὑποχωρεῖν οὐχ οἶόν τε ἦν, ἀνθίστασθαι τοὺς ὄχλους οἱ
στρατιῶται νομίζοντες καὶ ἑκόντας κωλύειν τὴν πάροδον, γυμνοῖς τοῖς
ξίφεσιν ὡς ἀντεπιόντες ἐκέχρηντο, καὶ δὴ καὶ τοῦ ἔργου εἴχοντο. Ἀπέθανον
οὖν, ὡς λέγεται, περὶ τοὺς τρισχιλίους ἑκατὸν πεντήκοντα: οἱ μὲν ὑπὸ τῶν
στρατιωτῶν σφαγέντες, οἱ δὲ ὑπὸ τοῦ πλήθους φθαρέντες. Ἐπὶ τοῖς
τοιούτοις δὴ τοῖς κατορθώμασιν ὁ Μακεδόνιος, ὡς οὐδὲν φαῦλον πεπραχὼς,
ἀλλὰ καθαρὸς καὶ ἀθῷος τῶν γενομένων τυγχάνων, ὑπὸ τοῦ ἐπάρχου μᾶλλον ἢ
ὑπὸ ἐκκλησιαστικοῦ κανόνος ἐνθρονίζεται. Οὕτως μὲν οὖν Μακεδόνιος καὶ οἱ
Ἀρειανοὶ διὰ τοσούτων φόνων τῆς ἐκκλησίας ἐκράτησαν. Κατὰ δὲ τὸν καιρὸν
τοῦτον καὶ ὁ βασιλεὺς τὴν μεγάλην ἐκκλησίαν ἔκτιζεν, ἥτις Σοφία
μὲν προσαγορεύεται νῦν: συνῆπται δὲ τῇ ἐπωνύμῳ Εἰρήνῃ, ἣν ὁ πατὴρ τοῦ
βασιλέως μικρὰν οὖσαν τὸ πρότερον εἰς κάλλος καὶ μέγεθος
Ὡς Ἀθανάσιος φοβηθεὶς τὰς τοῦ βασιλέως ἀπειλὰς ἐπὶ τὴν Ῥώμην ἀνέδραμεν.
Ἐν τούτῳ δὲ τῷ καιρῷ, καὶ ἑτέρα διαβολὴ κατὰ Ἀθανασίου παρὰ τῶν
Ἀρειανιζόντων συρράπτεται, πρόφασιν ἐφευρόντων τοιαύτην. Τῇ Ἀλεξανδρέων
ἐκκλησίᾳ σιτηρέσιον ἤδη πρότερον δεδώρητο ὁ τῶν Αὐγούστων πατὴρ εἰς
διατροφὴν τῶν πτωχῶν. Τοῦτο ἔφασαν ἐξαργυρίζειν τὸν Ἀθανάσιον καὶ εἰς
οἰκεῖον ἀποφέρεσθαι κέρδος. Πιστεύσας οὖν ὁ βασιλεὺς θάνατον αὐτῷ τὴν
ζημίαν ἠπείλησεν. Ὁ δὲ προαισθόμενος τῆς βασιλέως ἀπειλῆς χρήται φυγῇ
καὶ ἦν ἀφανής. Τότε δὴ καὶ Ἰούλιος ὁ τῆς Ῥώμης ἐπίσκοπος γνοὺς τὰ παρὰ
τῶν Ἀρειανιζόντων κατὰ Ἀθανασίου γινόμενα, δεξάμενος δὲ καὶ τὰ Εὐσεβίου
τοῦ τετελευτηκότος γράμματα, καλεῖ πρὸς ἑαυτὸν τὸν Ἀθανάσιον, πυθόμενος
τὸν τόπον ἔνθα κέκρυπται. Φθάνει δὲ ἐν ταὐτῷ καὶ τὰ γράμματα, ἅπερ οἱ ἐν
Ἀντιοχείᾳ πρότερον συναχθέντες ἀπεστάλκεισαν. Ἐπέμπετο δὲ καὶ ἕτερα
γράμματα πρὸς αὐτὸν παρὰ τῶν ἐν Αἰγύπτῳ ἐπισκόπων, διδάσκοντα ψευδῆ
εἶναι τὰ κατὰ Ἀθανασίου λεγόμενα. Οὕτως ἐναντίων πεμπομένων τῶν
γραμμάτων, ὁ Ἰούλιος τοῖς ἐν Ἀντιοχείᾳ συναχθεῖσιν ἀντιγράφων ἐμέμψατο,
πρῶτον μὲν οὖν τὸ ἐπαχθὲς τῆς αὐτῶν ἐπιστολῆς, ἔπειτα παρὰ κανόνας
ποιοῦντας, διότι εἰς τὴν Συναγωγῇ τῶν συνόδων
οὐκ ἔθηκεν: καίτοι
τὴν παρὰ τῶν ἐν Ἀντιοχείᾳ πρὸς Ἰούλιον οὐ παρέλειπε. Τοῦτο δὲ σύνηθες
αὐτῷ ὁμοούσιον,
ταύτας σπουδαίως παρατίθεται,
τὰς δὲ ἐναντίας ἑκὼν ὑπερβαίνει. Τοσαῦτα μὲν περὶ τούτων. Μετ̓ οὐ πολὺ
δὲ καὶ Παῦλος ἐκ τῆς Θεσσαλονίκης ὑποκρινόμενος εἰς τὴν Κόρινθον
ἀπαίρειν, ἐπὶ τὴν Ἰταλίαν ἀφίκετο. Ἄμφω οὖν τὰ καθ̓ ἑαυτοὺς γνώριμα
καθιστῶσι τῷ ἐκεῖ βασιλεῖ.
Ως ὁ τῶν ἑσπερίων βασιλεὺς ἐζήτησε παρὰ τοῦ ἀδελφοῦ πεμφθῆναι τοὺς λόγον δώσοντας περὶ Ἀθανασίου καὶ Παύλου: καὶ ὅτι ἑτέραν οἱ πεμφθέντες ὑπηγόρευσαν ἔκθεσιν πίστεως.
Ὁ δὲ τῶν ἑσπερίων μερῶν βασιλεὺς γνοὺς τὰ κατ̓ αὐτοὺς ἰδιοπαθεῖ: καὶ πρὸς
τὸν ἀδελφὸν γράμματα διαπέμπεται, δηλῶν τρεῖς ἐπισκόπους πεμφθῆναι παῤ
αὐτὸν τοὺς λόγον δώσοντας τῆς Παύλου καὶ Ἀθανασίου καθαιρέσεως. Καὶ
πέμπονται Νάρκισσος ὁ Κίλιξ, καὶ Θεόδωρος ὁ Θρᾷξ, καὶ Μάρις Χαλκηδόνος,
καὶ Μάρκος ὁ Σύρος: οἵ τινες παραγενόμενοι τοῖς μὲν περὶ Ἀθανάσιον
οὐδαμῶς εἰς λόγους ἐλθεῖν κατεδέξαντο: τὴν δὲ ἐν Ἀντιοχείᾳ ἐκτεθεῖσαν
πίστιν ἀποκρυψάμενοι, ἑτέραν δὲ συγκαττύσαντες ἐπιδεδώκασι τῷ βασιλεῖ
Κώνσταντι ἐν τούτοις οὖσαν τοῖς ῥήμασιν: Ἄλλη ἔκθεσις. ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς
ὀνομάζεται.
Καὶ εἰς τὸν
Περὶ τῆς μακροστίχου ἐκθέσεως.
Τριετοῦς δὲ ἐν τῷ μέσῳ διαδραμόντος χρόνου, αὖθις οἱ ἀνατολικοὶ ἐπίσκοποι
συνέδριον ποιησάμενοι, καὶ ἑτέραν πίστιν συντάξαντες, τοῖς ἐν Ἰταλίᾳ
ἀποστέλλουσι δἰ Εὐδοξίου τοῦ τότε ἐπισκόπου Γερμανικείας καὶ Μαρτυρίου
καὶ Μακεδονίου, ὃς Μοψουεστίας τῆς ἐν Κιλικίᾳ ἐπίσκοπος ἦν. Ἡ δὲ πίστις
διὰ μακροτέρων γραφεῖσα, προσθήκας τε πλείστας παρὰ τὰ προλαβόντα
περιέχουσα, ἐν τούτοις ἐξετέθη τοῖς ῥήμασι: ἦν
ποτε ὅτε οὖκ ἦν
ἐξ ἀγράφων ἐπισφαλῶς λέγοντας, χρονικὸν διάστημα
προενθυμητέον αὐτοῦ, ἀλλ̓ ἢ μόνον τὸν ἀχρόνως αὐτὸν γεγεννηκότα Θεόν:
καὶ χρόνοι γὰρ καὶ αἰῶνες γεγόνασι δἰ αὐτοῦ. Οὔτε μὴν συνάναρχον, οὔτε
συναγέννητον τὸν Υἱὸν τῷ Πατρὶ εἶναι, νομιστέον: συνανάρχου γὰρ καὶ
συναγεννήτου οὐδεὶς κυρίως πατὴρ ἢ υἱὸς λεχθήσεται: ἀλλὰ τὸν μὲν Πατέρα
μόνον ἄναρχον ὄντα καὶ ἀνέφικτον γεγεννηκέναι ἀνεφίκτως καὶ πᾶσιν
ἀκαταλήπτως οἴδαμεν: τὸν δὲ Υἱὸν γεγεννῆσθαι πρὸ τῶν αἰώνων, καὶ μηκέτι
ὁμοίως τῷ Πατρὶ ἀγέννητον εἶναι καὶ αὐτὸν, ἀλλ̓ ἀρχὴν ἔχειν τὸν
γεννήσαντα Πατέρα: κεφαλὴ γὰρ Χριστοῦ, ὁ Θεός.
Οὔτε μὴν τρία
ὁμολογοῦντες ποιήσωμεν ἄνθρωπον κατ̓ εἰκόνα
ἡμετέραν καὶ καθ̓ ὁμοίωσιν:
ὃς καὶ τοῖς πατράσιν αὐτοπροσώπως
ὤφθη δεδωκὼς τὸν νόμον, καὶ λαλήσας διὰ τῶν προφητῶν, καὶ τὰ τελευταῖα
ἐνανθρωπήσας, καὶ τὸν ἑαυτοῦ Πατέρα πᾶσιν ἀνθρώποις φανερώσας, καὶ
βασιλεύων εἰς τοὺς ἀτελευτήτους αἰῶνας, οὐδὲν γὰρ πρόσφατον ὁ Χριστὸς
προσείληφεν ἀξίωμα: ἀλλ̓ ἄνωθεν τέλειον αὐτὸν, καὶ τῷ Πατρὶ κατὰ πάντα
ὅμοιον πεπιστεύκαμεν. Καὶ τοὺς λέγοντας δὲ τὸν αὐτὸν εἶναι Πατέρα καὶ
Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καθ̓ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματός τε καὶ προσώπου
τὰ τρία ὀνόματα ἀσεβῶς ἐκλαμβάνοντας, εἰκότως ἀποκηρύσσομεν τῆς
ἐκκλησίας, ὅτι τὸν ἀχώρητον καὶ ἀπαθῆ Πατέρα χωρητὸν ἄμα καὶ παθητὸν διὰ
τῆς ἐνανθρωπήσεως ὑποτίθενται. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν
αὐτοῦ εἰς ἔργα αὐτοῦ,
οὐχ ὁμοίως αὐτὸν τοῖς δἰ αὐτοῦ γενομένοις
κτίσμασιν ἣ ποιήμασι γεγενῆσθαι νοοῦμεν. Ἀσεβὲς γὰρ, καὶ τῆς
ἐκκλησιαστικῆς πίστεως ἀλλότριον, τὸ τὸν κτίστην τοῖς δἰ αὐτοῦ
ἐκτισμένοις δημιουργήμασι παραβάλλειν, καὶ τὸν αὐτὸν τῆς γενέσεως τοῖς
ἀλλοτρίοις τρόπον ʽ??ʼχειν καὶ αὐτὸν νομίζειν. Μόνον γὰρ καὶ μόνως τὸν
μονογενῆ Υἱὸν γνησίως τε καὶ ἀληθῶς διδάσκουσιν ἡμᾶς αἰ θεῖαι γραφαὶ
γεγεννῆσθαι: ἀλλ̓ οὐδὲ τὸν Υἱὸν καθ̓ ἑαυτὸν εἶναι ζῆν τε καὶ ὑπάρχειν
ὁμοίως τῷ Πατρὶ λέγοντες, διὰ
Περὶ τῆς ἐν Σαρδικῇ συνόδου.
Ταῦτα οἱ κατὰ τὰ ἑσπέρια μέρη ἐπίσκοποι διὰ τὸ ἀλλογλώσσους εἶναι καὶ διὰ
τὸ μὴ συνιέναι οὐ προσεδέχοντο, ἀρκεῖν τὴν ἐν Νικαίᾳ πίστιν λέγοντες,
καὶ μηδὲν περαιτέρω περιεργάζεσθαι. Ἐπεὶ οὖν πάλιν γράψαντος τοῦ
βασιλέως, ὥστε ἀποδοθῆναι Παύλῳ καὶ Ἀθανασίῳ τοὺς οἰκείους τόπους, οὐδὲν
πλέον ἠνύετο—στάσις γὰρ μεταξὺ τοῦ πλήθους ἐγίνετο συνεχὴσ—σύνοδον ἄλλην
παρακαλοῦσι γενέσθαι οἱ περὶ Παῦλον καὶ Ἀθανάσιον, ὥστε καὶ τὰ κατ̓
αὐτοὺς καὶ τὰ τῆς πίστεως ἐπὶ οἰκουμενικῆς συνόδου πέρας λαβεῖν,
διδάσκοντες ἐπὶ καταλύσει τῆς πίστεως τὰς καθαιρέσεις γίνεσθαι.
Κηρύσσεται οὖν αὖθις οἰκουμενικὴ σύνοδος ὡς ἐπὶ τὴν Σαρδικὴν— πόλις δὲ
αὕτη Ἰλλυριῶν—γνώμῃ τῶν δυεῖν βασιλέων, τοῦ μὲν διὰ γραμμάτων
αἰτήσαντος, τοῦ δὲ τῆς ἑῴας ἑτοίμως ὑπακούσαντος. Ἑνδέκατον ἔτος ἦν ἀπὸ
τῆς τελευτῆς τοῦ πατρὸς τῶν δύο Αὐγούστων, ὁμοούσιον
ἀναθεματίζουσι, τὴν δὲ τοῦ ἀνομοίου
δόξαν
ἐπιστολὰς συγγράψαντες πανταχοῦ διαπέμπονται. Οἱ δὲ ἐν Σαρδικῇ πρῶτον
μὲν τούτων ἐρήμην κατεψηφίσαντο, ἔπειτα τοὺς κατηγόρους Ἀθανασίου τῆς
ἀξίας ἀφείλοντο, τὸν ὅρον τε τῆς πίστεως τῆς ἐν Νικαίᾳ κρατύναντες, καὶ
τὸ ἀνόμοιον
ἐκβαλόντες, ὁμοούσιον
φανερώτερον ἐκδιδόασι: καὶ ἐγγράψαντές τε καὶ αὐτοὶ
πανταχοῦ διαπέμπονται. Γνώμῃ μὲν οὖν ἑκάτεροι τοιάδε δικαίως πεποιηκέναι
νομίσαντες, οἱ μὲν ἀνατολικοὶ, ὅτι τοὺς ὑπ̓ αὐτῶν καθαιρεθέντας οἱ
ἑσπέριοι προσεδέξαντο: οἱ δὲ ἑσπέριοι, ὅτι πρὸ διαγνώσεως οἱ καθελόντες
ἀπέφυγον, καὶ ὅτι αὐτοὶ μὲν τὴν ἐν Νικαίᾳ πίστιν ἐφύλαττον, ἐκεῖνοι δὲ
παραχαράττειν ἐτόλμησαν. Ἀποδιδόασιν οὖν τὸν τόπον τοῖς περὶ Παῦλον καὶ
Ἀθανάσιον: ἔτι μὴν καὶ Μαρκέλλῳ τῷ Ἀγκύρας, τῆς πρὸς τῇ πρὸς Μάρκελλον
ἐπέγραψε: καὶ τίθησι μὲν τὰ ῥήματα Μαρκέλλου,
Ἀπολογία ὑπὲρ Εὐσεβίου τοῦ Παμφίλου.
Ἐπειδὴ δέ τινες ἐπεχείρησαν καὶ αὐτὸν λοιδορῆσαι, φημὶ δὴ τὸν Παμφίλου
Εὐσέβιον, ὡς Ἀρειανίζοντα ἐν οἶς λόγοις ἐξέδωκε, μικρὰ καὶ περὶ αὐτοῦ
εἰπεῖν οὐκ ἄκαιρον ἡγοῦμαι. Πρῶτον μὲν γὰρ τῇ ἐν Νικαίᾳ συνόδῳ τὸ
ὁμοούσιον
ὁριζούσῃ καὶ παρῆν καὶ συνέθετο: λέγει δὲ καὶ αὐτὸς
ἐν τῷ τρίτῳ βιβλίῳ τῷ εἰς τὸν βίον Κωνσταντίνου κατὰ λέξιν ταῦτα: Πάντας
δὲ ὁ βασιλεὺς εἰς ὁμόνοιαν ἐλαύνων, εἰς ὅτε ὁμογνώμονας καὶ διὰ Χριστοῦ.
Πρὸς ὃν ἀποκρινούμεθα, ὅτι τῇ λέξει ταύτῃ πολλάκις καὶ οἱ τῆς ἐκκλησίας
ἐχρήσαντο, καὶ ταῖς ἄλλαις ταῖς μηνυούσαις τὴν οἰκονομίαν τῆς
ἀνθρωπότητος τοῦ Σωτῆρος ἡμῶν. Καὶ πρό γε ἁπάντων τούτων ὁ ἀπόστολος
ταῖς λέξεσι δημιουργὸς,
ἀλλ̓ οὐ πατὴρ γένοιτ̓ ἂν τοῦ πρὸς αὐτοῦ
δημιουργουμένου: τοῦ δὲ ἐξ αὐτοῦ φύντος υἱοῦ οὐκ ἂν δημιουργὸς
λεχθείη. Καὶ δὴ καὶ ὁ τῶν ὅλων Θεὸς τοῦ μὲν Υἱοῦ Πατὴρ, τοῦ δὲ κόσμου
κτίστης ἂν εἰκότως καὶ ποιητὴς λέγοιτο. Εἰ δὲ ἅπαξ που τῆς γραφῆς
εὑρίσκοι τις Κύριος ἔκτισέ
με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,
τὸν νοῦν ἐπισκοπεῖν χρὴ τοῦ
λόγου, ὃν μικρὸν ὕστερον ἐκθήσομαι, ἀλλὰ μὴ κατὰ Μάρκελλον ἐκ μιᾶς
λέξεως τὸ κυριώτατον τῆς ἐκκλησίας παρασαλεύειν δόγμα. Τοιαῦτα μὲν καὶ
ἕτερα πλείονα ὁ Παμφίλου Εὐσέβιος ἐν τῷ πρώτῳ λόγῳ τῷ πρὸς Μάρκελλον
φησίν. Καὶ ἐν τρίτῳ δὲ ὁ αὐτὸς, διδάσκων πῶς δεῖ τὸ κτίσμα τὴν λέξιν
ἐκδέχεσθαι, τοιάδε φησίν: Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,
λελέχθαι. Εἰ δὲ λέγει ἐκτίσθαι ἑαυτὸν, οὐχ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ
εἶναι παρελθὼν ταῦτα ἂν εἴποι, οὐδ̓ ὡς τοῖς λοιποῖς κτίσμασι καὶ αὐτὸς
ἐκ τοῦ μὴ ὄντος ὁμοίως γεγονὼς, ὅ τινες οὐκ ὀρθῶς ὑπειλήφασιν: ἀλλ̓ ὡς
ὑφεστὼς μὲν καὶ ζῶν, προών τε καὶ προϋπάρχων τῆς τοῦ παντὸς κόσμου
συστάσεως, ἄρχειν δὲ τῶν ὅλων ὑπὸ τοῦ Κυρίου τοῦ ἑαυτοῦ Πατρὸς
κατατεταγμένος: τοῦ ἔκτισεν
ἐνταῦθα ἀντὶ τοῦ κατέταξεν
ἢ
κατέστησεν
εἰρημένου. Διαρρήδην οὖν τοὺς ἐν ἀνθρώποις
ἄρχοντας καὶ ἡγεμόνας κτίσιν
ὠνόμασεν ὁ εἰπὼν ἀπόστολος, Ὑποτάγητε οὖν πάσῃ
ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε
ἡγεμόσιν, ὡς δἰ αὐτοῦ
Καὶ ὁ εἰπὼν δὲ προφήτης, Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου
Ἰσραήλ: διότι ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ
ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ:
. . . . τὸ
κτίζων
οὐκ ἐκ τοῦ γεγονότος ἐξ ἀνυπαρξίας παρείληφεν: οὐ γὰρ
τότε ἔκτισεν ὁ Θεὸς τὸ πνεῦμα, Οὐδὲν γὰρ πρόσφατον ὑπὸ
τὸν ἥλιον:
ἀλλ̓ ἦν μὲν καὶ προϋπῆρχεν, ἀπεστέλλετο δὲ καθ̓ ὃν
καιρὸν Ἐγένετο ἦχος ἐκ τοῦ
ἐπληρώθησαν δὲ Πνεύματος Αγίου.
Καὶ οὕτως εἰς πάντας ἀνθρώπους τὸν Χριστὸν τοῦ Θεοῦ κατήγγειλαν
ἀκολούθως τῇ προφητείᾳ φησάσῃ, Διότι ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων
πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ,
τοῦ
κτίζων
ἀντὶ τοῦ καταπέμπων
ἢ κατατάσσων
εἰρημένου, τῆς δὲ βροντῆς καθ̓ ἕτερον τρόπον τὸ εὐαγγελικὸν κήρυγμα
δηλούσης. Καὶ ὁ λέγων δὲ, Καρδίαν καθαρὰν
οὐχ ὡς μὴ ἔχων καρδίαν
τοῦτο ἔλεγε, καθαρὰν δὲ αὐτῷ τὴν διάνοιαν ἀποτελεσθῆναι ηὔχετο. Οὕτως
εἴρηται καὶ, Ἵνα τοὺς δύο
ἀντὶ τοῦ συναγάγῃ.
Ὅρα μήποτε τοιοῦτόν
ἐστι καὶ τὸ, Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν
κτισθέντα:
Εἴ τις οὖν ἐν Χριστῷ, καινὴ
κτίσις:
καὶ ὅσα ἄλλα εὕροι τις ἂν Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,
τὸ
ἔκτισεν
ἀντὶ τοῦ κατέστησεν
ἢ κατέταξε.
Τοιαῦτα
μὲν ὁ Εὐσέβιος ἐν τοῖς πρὸς Μάρκελλον διέξεισιν: ἡμεῖς δὲ αὐτὰ
παρεθέμεθα διὰ τοὺς μάτην ἐρεσχελοῦντας καὶ βλασφημεῖν τὸν ἄνδρα
ἐπιχειρήσαντας. Οὔτε γὰρ ἔχουσι δεῖξαι ὅτι Εὐσέβιος ἀρχὴν τῆς ὑπάρξεως
δίδωσι τῷ Υἱῷ τοῦ Θεοῦ, κὰν ταῖς τῆς οἰκονομίας λέξεσιν ἐν τοῖς βιβλίοις
εὑρίσκουσιν αὐτὸν καταχρώμενον: μάλιστα δὲ ὅτι ζηλωτὴς καὶ θαυμαστὴς τῶν
Ὠριγένους βιβλίων ἐστὶν, ἐν οἶς πανταχοῦ τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς
γεννηθέντα εὑρίσκουσιν οἱ τῶν Ὠριγένους βιβλίων τὸ βάθος κατανοῆσαι
δυνάμενοι. Καὶ ταῦτα μὲν ἐν παρεκβάσει διὰ τοὺς λοιδορεῖν ἐπιχειρήσαντας
τὸν Εὐσέβιον εἴρηται.
Ὡς τῆς ἐν Σαρδικῇ συνόδου ἀποδούσης τοὺς θρόνους Ἀθανασίῳ καὶ Παύλῳ, καὶ τοῦ βασιλέως τῆς ἑῴας μὴ δεχομένου, πόλεμον ὁ τῶν ἑσπερίων ἠπείλησε βασιλεύς.
Οἱ μέντοι ἐν Σαρδικῇ συνελθόντες καὶ ἐν Φιλιππουπόλει τῆς Θρᾴκης
ἰδιάζοντα συνέδρια ποιησάμενοι, τὰ δοκοῦντα αὐτοῖς ἑκάτεροι πράξαντες,
κατὰ πόλεις τὰς ἑαυτῶν ἀνεχώρησαν. Διεσπᾶτο οὖν τῆς ἀνατολῆς ἡ δύσις:
καὶ ἦν ὅρος τῆς κοινωνίας αὐτοῖς τὸ ὄρος τὸ λεγόμενον Τισοῦκις, ὅπερ
ἐστὶν Ἰλλυριῶν τε καὶ Θρᾳκῶν: καὶ ἕως μὲν τοῦ ὄρους τούτου ἀδιάφορος ἦν
ἡ κοινωνία, διαφόρου τυγχανούσης τῆς πίστεως: περαιτέρω δὲ ἀλλήλοις οὐκ
Ὡς φοβηθεὶς ὁ Κωνστάντιος τὰς ἀπειλὰς τοῦ ἀδελφοῦ δἰ ἐπιστολῶν ἐκάλεσε τὸν Ἀθανάσιον, καὶ εἰς τὴν Ἀλεξάνδρειαν ἔπεμψε.
Ταῦτα γνοὺς ὁ τῆς ἑῴας βασιλεὺς εἰς ἀγωνίαν οὐ τὴν τυχοῦσαν κατέστη:
μεταπεμψάμενός τε εὐθὺς πλείστους τῶν ἀνατολικῶν ἐπισκόπων, τήν τε
αἵρεσιν τοῦ ἀδελφοῦ προὐτίθει, καὶ περὶ τοῦ πρακτέου διεπυνθάνετο. Οἱ δὲ
κρεῖσσον ἔφασαν τῶν ἐκκλησιῶν παραχωρῆσαι τοῖς περὶ Ἀθανάσιον, ἢ
ἐμφύλιον ἀναδέξασθαι πόλεμον. Ὅθεν ἐπ̓ ἀνάγκῃ καταστὰς ὁ βασιλεὺς ἐκάλει
πρὸς ἑαυτὸν τοὺς περὶ Ἀθανάσιον. Καὶ τέως μὲν παραχρῆμα τὸν Παῦλον, μετὰ
δυεῖν ἐπισκόπων καὶ τῆς ἄλλης τιμῆς, γράμμασί τε πάλιν τοῖς οἰκείοις ὁ
τῶν ἑσπερίων βασιλεὺς, ἔτι τε καὶ τοῖς ἀπὸ τῆς συνόδου, κατοχυρώσας,
ἀποστέλλει ἐπὶ τὴν Κωνσταντινούπολιν. Τοῦ δὲ Ἀθανασίου ἔτι
ὑποστελλομένου καὶ ἀμφιβάλλοντος ἐλθεῖν πρὸς αὐτὸν—ηὐλαβεῖτο γὰρ τὰς τῶν
συκοφαντῶν σκευωρίασ—ὁ βασιλεὺς τῆς ἑῴας αὐτὸν οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ
δὶς καὶ τρὶς ἐκάλει παῤ ἑαυτόν: ὡς τὰ παῤ αὐτοῦ γράμματα δεικνύει, ἅπερ
ἐκ τῆς Ῥωμαϊκῆς μεταβληθέντα γλώσσης τοῦτον ἔχει τὸν τρόπον: ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ
ἤκουσε,
διὰ τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ, δἰ οὗ τῷ παντοκράτορι Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν
αἰώνων, ἀμήν. Ἐρρῶσθαι ὑμᾶς εὔχομαι, ἀγαπητοὶ ἀδελφοί. Τούτοις
πεπιστευκὼς τοῖς γράμμασιν Ἀθανάσιος ἐπὶ τὴν ἀνατολὴν παρεγένετο.
Κωνστάντιος δὲ ὁ βασιλεὺς οὐκ ἀπεχθῶς μὲν τότε ἀπεδέξατο, σοφίζεσθαι δὲ
αὐτὸν ἐπεχείρει ἐκ κατασκευῆς τῶν Τὸν μὲν θρόνον τὸν σαυτοῦ ψήφῳ
τῆς συνόδου καὶ ἡμετέρᾳ συναινέσει ἀπείληφας: ἐπειδὴ δὲ εἰσὶν ἐν τῇ
Ἀλεξανδρείᾳ τινες τοῦ λαοῦ διακρινόμενοι τὴν πρός σε κοινωνίαν, μίαν
ἐν τῇ πόλει ἐκκλησίαν ἔασον ἔχειν αὐτούς.
Πρὸς τὴν πρότασιν
ταύτην Ἀθανάσιος γοργῶς ὑπαπήντησε καὶ φησὶ, Ὦ βασιλεῦ, ἐπ̓ ἐξουσίας
μὲν ἔχεις κελεύειν τε καὶ πράττειν ὅσα ἂν θέλῃς: χάριν δὲ καὶ αὐτὸς
αἰτῶ, καὶ δέομαι, δός μοι.
Τοῦ δὲ βασιλέως δώσειν ἑτοίμως
ἐπαγγειλαμένου, εὐθὺς ἐπήγαγεν Ἀθανάσιος, τὴν αὐτὴν ἀξιῶν χάριν λαβεῖν,
ἣν ὁ βασιλεὺς ἐπεζήτει λαβεῖν. Μίαν γὰρ καὶ αὐτὸς ἐκκλησίαν ἀπονεμηθῆναι
ἠξίου καθ̓ ἑκάστην πόλιν τοῖς διακρινομένοις πρὸς τὴν τῶν Ἀρειανιζόντων
κοινωνίαν. Τὴν Ἀθανασίου τοίνυν γνώμην
Ὡς Ἀθανάσιος ἐπὶ τὴν Ἀλεξάνδρειαν διὰ τῶν Ἱεροσολύμων παριὼν ὑπὸ Μαξίμου εἰς κοινωνίαν ἀνεδέχθη, καὶ σύνοδον ἐπισκόπων τὰ ἐν Νικαίᾳ κυροῦσαν συνήγαγεν.
Ταῖς τοιαύταις ἐπιστολαῖς ὀχυρωθεὶς Ἀθανάσιος ὁ ἐπίσκοπος, διὰ τῆς Συρίας
ὁρμήσας τῆς Παλαιστίνης ἐπέβη: καταλαβών τε τὰ Ἱεροσόλυμα, καὶ τῷ
ἐπισκόπῳ Μαξίμῳ καταφανῆ ποιήσας τά τε ὑπὸ τῆς ἐν Σαρδικῇ συνόδου
γνωσθέντα, καὶ ὡς ὁ βασιλεὺς Κωνστάντιος τῇ ἐκείνων κρίσει ἐγένετο
σύμψηφος, παρασκευάζει σύνοδον τῶν ἐκεῖ ἐπισκόπων γενέσθαι. Μάξιμός τε
μηδὲν μελλήσας μετεπέμπετό τινας τῶν ἀπὸ Συρίας καὶ Παλαιστίνης
ἐπισκόπων: καὶ καθίσας συνέδριον, ἀποδίδωσι καὶ αὐτὸς τὴν κοινωνίαν
ὁμοουσίῳ
συνέθεντο, καὶ γράμματα
πρὸς Ἀθανάσιον διαπεμψάμενοι κοινωνεῖν αὐτῷ τοῦ λοιποῦ ὡμολόγησαν. Οὕτω
μὲν οὖν τότε Οὐρσάκιος καὶ Οὐάλης, τοῖς ἐπὶ Ἀθανασίῳ γεγονόσιν
ἡττηθέντες, ὡς ἔφην, τῷ ὁμοουσίῳ
συνέθεντο. Ἀθανάσιος δὲ διὰ τοῦ
Πηλουσίου ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐπορεύετο: κατὰ πόλεις τε παριὼν
ἐδίδασκε, τοὺς μὲν Ἀρειανίζοντας ἐκτρέπεσθαι, ἀσπάζεσθαι δὲ τοὺς τὸ
ὁμοούσιον
ὁμολογοῦντας. Ἔν τισι δὲ τῶν ἐκκλησίων καὶ
χειροτονίας ἐποίει: καὶ τοῦτο γέγονεν ἀρχὴ ἑτέρας μέμψεως κατ̓ αὐτοῦ,
ὅτι ἐν ταῖς ἄλλων παροικίαις χειροτονεῖν ἐπεχείρει. Τὰ μὲν οὖν κατὰ
Ἀθανάσιον οὕτως τότε προέβαινεν.
Περὶ τῶν τυράννων Μαγνεντίου καὶ Βετρανίωνος.
Ἐν τούτῳ δὲ τὰ δημόσια οὐχ ἡ τυχοῦσα ταραχὴ διεδέχετο: περὶ ἦς ὅσα
κεφαλαιώδη παραδραμεῖν οὐκ ἀναγκαῖον ἀναλαβόντες, βραχὺ λέξομεν. Ὅτι τοῦ
κτίστου τῆς Κωνσταντινουπόλεως τελευτήσαντος, οἱ τρεῖς αὐτοῦ παῖδες τὴν
βασιλείαν αὐτοῦ διεδέξαντο, ὡς ὁμοουσίου
λέξιν περὶ τὰς ἐκκλησίας πόλεμος ἦν. Ἐν
τούτοις καθεστώτων τῶν πραγμάτων, Μαγνέντιος περὶ τὰ ἑσπέρια
Ὡς τοῦ βασιλέως τῶν ἑσπερίων τελευτήσαντος αὖθις τῶν ἰδίων ἐξεβλήθησαν τόπων Παῦλος καὶ Ἀθανάσιος: καὶ ὡς Παῦλος μὲν εἰς ἐξορίαν ἀγόμενος ἀνῃρέθη: Ἀθανάσιος δὲ ἀπέδρα.
Τούτων δὲ πάντων τῶν κακῶν σύρροια ἐν βραχεῖ γέγονε
Ὡς Μακεδόνιος τοῦ θρόνου ἐπιλαβόμενος πολλὰ κακὰ τοὺς μὴ φρονοῦντας τὰ αὐτοῦ πεποίηκε.
Τότε δὲ καὶ ἐν Κωνσταντινουπόλει Μακεδόνιος τῶν ἐκκλησιῶν ἐγκρατὴς
γίνεται, Παύλου ἐκποδὼν γενομένου καθ̓ ὃν εἴρηται τρόπον: παρρησίαν τε
παρὰ βασιλεῖ μεγίστην κτησάμενος, Χριστιανικὸν ἐκίνησε πόλεμον, οὐχ
ἥττονα ἢ ὑπὸ τὸν αὐτὸν χρόνον ἐποίουν οἱ τύραννοι: πείσας τε τὸν βασιλέα
συλλαμβάνεσθαι αὐτῷ πορθοῦντι τὰς ἐκκλησίας, παρασκευάζει νόμῳ κυροῦσθαι
ὅσα κακῶς πράττειν ἐβούλετο. Καὶ τὸ ἐντεῦθεν κατὰ πόλεις μὲν νόμος
προὐτίθετο, στρατιωτικὴ δὲ χεὶρ ὑπουργεῖν κεκέλευστο τοῖς τοῦ βασιλέως
θεσπίσμασιν: ἐξωθοῦντό τε οἱ φρονοῦντες τὸ ὁμοούσιον
οὐκ ἐκ τῶν
ἐκκλησιῶν μόνον, ἀλλ̓ ἤδη καὶ ἐκ τῶν πόλεων. Καὶ τὸ μὲν πρότερον περὶ τὸ
ἐξωθεῖν μόνον ἐσχόλαζον: προβαίνοντος δὲ τοῦ κακοῦ, ἐπὶ τὸ ἀναγκάζειν
συγκοινωνεῖν αὐτοῖς ἐτρέποντο, μικρὰ τῶν ἐκκλησιῶν φροντίσαντες. Ἦν δὲ ἡ
ἀνάγκη οὐ μείων ἧς πρότερον
Περὶ τῶν γεγονότων ἐν τῇ Ἀλεξανδρείᾳ ὑπὸ Γεωργίου τοῦ Ἀρειανοῦ, ἐκ τῆς Ἀθανασίου διηγήσεως.
Οἷα δὲ τῇ Ἀλεξανδρείᾳ Γεώργιος ὑπὸ τὸν αὐτὸν χρόνον εἰργάζετο, τῆς φωνῆς
Ἀθανασίου τοῦ πεπονθότος καὶ παρόντος τοῖς γινομένοις ἐπάκουσον. Ἐν γὰρ
τῷ ἀπολογητικῷ περὶ τῆς φυγῆς
ἑαυτοῦ λόγῳ κατὰ λέξιν περὶ τῶν
ἐκεῖ γεγενημένων φησί:
Περὶ Φωτεινοῦ τοῦ αἱρεσιάρχου.
Τότε δὴ καὶ Φωτεινὸς ὁ τῆς ἐκεῖ ἐκκλησίας προεστηκὼς τὸ παρευρεθὲν αὐτῷ
δόγμα φανερώτερον ἐξεθρύλει. Διὸ ταραχῆς ἐκ τούτου γενομένης, ὁ βασιλεὺς
σύνοδον ἐπισκόπων ἐν τῷ Σιρμίῳ γένεσθαι ἐκέλευσε. Συνῆλθον οὖν ἐκεῖ τῶν
μὲν ἀνατολικῶν Μάρκος ὁ Ἀρεθούσιος, Γεώργιός τε ὁ Ἀλεξανδρείας, ὃν οἱ
Ἀρειανίζοντες ἔπεμψαν ἀποκινήσαντες Γρηγόριον, ὥς μοι πρότερον εἴρηται,
Βασίλειός τε ὁ ἐκβληθέντος Μαρκέλλου τῆς ἐν Ἀγκύρᾳ προεστὼς ἐκκλησίας,
Παγκράτιος Πηλουσίου, Ὑπατιανὸς Ἡρακλείας. Τῶν δὲ δυτικῶν, Οὐάλης
Μουρσῶν, καὶ ὁ περιβόητος τοῖς τότε ἀνθρώποις Ὅσιος, ὁ τῆς ἐν Ἱσπανίᾳ
Κουδρούβης ἐπίσκοπος, ἄκων παρῆν. Οὗτοι μετὰ τὴν ὑπατείαν Σεργίου καὶ
Περὶ τῶν ἐν τῷ Σιρμίῳ ἐκτεθεισῶν πίστεων παρουσίᾳ τοῦ βασιλέως Κωνσταντίου.
Ὥσπερ γὰρ καταγινώσκοντες τῶν πάλαι αὐτοῖς περὶ τῆς πίστεως δεδογμένων,
αὖθις ἑτέρας περὶ τῆς πίστεως ἐνομοθέτουν ἐκθέσεις: μίαν μὲν ἣν Μάρκος ὁ
Ἀρεθούσιος ὑπηγόρευσεν Ἑλλάδι γλώσσῃ: ἄλλας δὲ τῇ Ῥωμαίων φωνῇ, σύμφωνον
οὐκ ἐχούσας οὔτε τὴν λέξιν οὔτε τὴν σύνθεσιν, οὔτε πρὸς ἑαυτὰς οὔτε μὴν
πρὸς τὴν Ἑλληνικὴν ἣν ὁ Ἀρεθούσιος ὑπηγόρευσε. Τὴν μὲν οὖν μίαν τῶν
Ῥωμαϊκῶν ἐκθέσεων τῇ ὑπὸ Μάρκου συντεθείσῃ συζεύξας ἐνταῦθα ὑποτάξω: τὴν
δὲ δευτέραν, ἣν ὕστερον ἐν Σιρμίῳ ἀνέγνωσαν, τῷ οἰκείῳ τάξομεν τόπῳ, ὅτε
τὰ ἐν Ἀριμήνῳ γενόμενα ἐκτιθέμεθα. Ἰστέον δὲ ὅτι ἀμφότεραι εἰς Ἑλλάδα
μετεβλήθησαν γλῶτταν. Ἔστι δὲ ἡ ὑπὸ Μάρκου ὑπαγορευθεῖσα τῆς πίστεως
ἔκθεσις ἥδε. ἐξ οὐκ ὄντων
τὸν Υἱὸν ἢ ἐξ ἑτέρας ὑποστάσεως,
καὶ
μὴ ἐκ τοῦ Θεοῦ, καὶ ὅτι ἦν χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν,
ἀλλοτρίους
οἶδεν ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία. Πάλιν οὖν ἐροῦμεν, εἴ τις τὸν Πατέρα
καὶ τὸν Υἱὸν δύο λέγει Θεοὺς, ἀνάθεμα ἔστω: καὶ εἴ τις, λέγων Θεὸν τὸν
Χριστὸν πρὸ αἰώνων Υἱὸν τοῦ Θεοῦ, ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων
δημιουργίαν μὴ ὁμολογοίη, ἀνάθεμα ἔστω. Εἴ τις τὸν ἀγέννητον, ἢ μέρος
αὐτοῦ, ἐκ Μαρίας λέγειν γεγεννῆσθαι τολμᾷ, ἀνάθεμα Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ
ἔστι Θεὸς,
τὸ ἐπ̓ ἀναιρέσει εἰδώλων καὶ τῶν μὴ ὄντων Θεῶν
εἰρημένον, ἐπ̓ ἀναιρέσει τοῦ μονογενοῦς πρὸ τῶν αἰώνων Θεοῦ Ἰουδαϊκῶς
ἐκλαμβάνοι, Ὁ Λόγος
σὰρξ ἐγένετο,
ἀκούων, τὸν Λόγον εἰς σάρκα μεταβεβλῆσθαι νομίζοι,
ἢ τροπὴν ὑπομεμενηκότα ἀνειληφέναι τὴν σάρκα, ἀνάθεμα ἔστω. Εἴ τις, τὸν
μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐσταυρωμένον ἀκούων, φθορὰν ἢ πάθος ἢ τροπὴν ἢ
μείωσιν ἢ ἀναίρεσιν Ποιήσωμεν ἄνθρωπον,
μὴ τὸν Πατέρα πρὸς
τὸν Υἱὸν λέγειν, ἀλλὰ αὐτὸν πρὸς ἑαυτὸν λέγοι τὸν Θεὸν εἰρηκέναι,
ἀνάθεμα ἔστω. Εἴ τις μὴ τὸν Υἱὸν λέγοι τῷ Ἀβραὰμ ἑωρᾶσθαι, ἀλλὰ τὸν
ἀγέννητον Θεὸν, ἢ μέρος αὐτοῦ, ἀνάθεμα ἔστω. Εἴ τις τῷ Ἰακὼβ μὴ τὸν Υἱὸν
ὡς ἄνθρωπον πεπαλαικέναι, ἀλλὰ τὸν ἀγέννητον Θεὸν, ἢ μέρος Ἔβρεξε
Κύριος παρὰ Κυρίου,
μὴ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκλαμβάνοι,
ἀλλ̓ αὐτὸν παῤ ἑαυτοῦ λέγοι βεβρεχέναι, ἀνάθεμα ἔστω: ἔβρεξε γὰρ Κύριος
ὁ Υἱὸς, παρὰ Κυρίου τοῦ Πατρός. Εἴ τις ἀκούων Κύριον τὸν Πατέρα, καὶ τὸν
Υἱὸν Κύριον, καὶ Κύριον τὸν Πατέρα καὶ τὸν Υἱὸν εἴποι, καὶ Κύριος ἐκ
Κυρίου
λέγων, δύο λέγοι Θεοὺς, ἀνάθεμα ἔστω. Οὐ γὰρ συντάσσομεν
τὸν Υἱὸν τῷ Πατρὶ, παρὰ Κυρίου
αὐθεντοῦντος, δηλαδὴ τοῦ Πατρός.
Οὔτε κάθηται ἐκ δεξιῶν ἀφ̓ ἑαυτοῦ, ἀλλ̓ ἀκούει Κάθου ἐκ δεξιῶν μου
[ἀνάθεμα ἔστω]. Εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα ἓν
πρόσωπον λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ Πνεῦμα τὸ Ἅγιον Παράκλητον
λέγων, τὸν ἀγέννητον λέγοι Θεὸν, ἀνάθεμα ἔστω. Εἴ τις, ὡς ἐδίδαξεν ἡμᾶς,
μὴ ἄλλον λέγει τὸν Παράκλητον Καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν ὁ Πατὴρ ὃν ἐγὼ
ἐρωτήσω,
ἀνάθεμα ἔστω. Εἴ τις τὸ Πνεῦμα μέρος λέγοι τοῦ Πατρὸς ἢ
τοῦ Υἱοῦ, ἀνάθεμα ἔστω. Εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον
Πνεῦμα τρεῖς λέγοι Θεοὺς, ἀνάθεμα ἔστω. Εἴ τις βουλήσει τοῦ Θεοῦ, ὡς ἓν
τῶν κτισμάτων, γεγονέναι λέγοι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Εἴ τις
μὴ θελήσαντος τοῦ Πατρὸς γεγεννῆσθαι τὸν Υἱὸν λέγοι, κεφαλὴ δὲ ἐστὶ τοῦ Χριστοῦ ὁ Θεός:
οὕτω γὰρ εἰς
μίαν Blasphemia.
]Πορεύομαι
Διὰ τοῦτο καὶ πάντων Θεός ἐστι, καθὼς καὶ ὁ ἀπόστολος
ἐδίδαξεν, Ἢ Ἰουδαίων
καὶ τὰ μὲν λοιπὰ πάντα συμφωνεῖ, καὶ
οὐδεμίαν ἀμφιβολίαν ἔχει. Ἐπεὶ δὲ πολλούς τινας κινεῖ περὶ τῆς λεγομένης
Ῥωμαϊστὶ μὲν σουβεσταντίας,
Ἑλληνιστὶ δὲ λεγομένης οὐσίας,
τουτέστιν ἵνα ἀκριβέστερον γνωσθῇ τὸ ὁμοούσιον,
ἤτοι λεγόμενον
ὁμοιούσιον,
οὐ χρή τινα τούτων παντελῶς μνήμην γενέσθαι, οὐδὲ
περὶ τούτων ἐξηγεῖσθαι τῇ ἐκκλησίᾳ διὰ ταύτην τὴν αἰτίαν καὶ διὰ τοῦτον
τὸν λογισμὸν, ὅτι ἐν ταῖς θείαις γραφαῖς οὐ γέγραπται περὶ τούτων, καὶ
ὅτι ταῦτα ὑπὲρ τὴν τῶν ἀνθρώπων γνῶσιν καὶ τὸν ἀνθρώπινον νοῦν ἐστίν:
καὶ ὅτι οὐδεὶς δύναται τὴν γενεὰν τοῦ Υἱοῦ διηγήσασθαι, καθὼς γέγραπται,
Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;
Ὁ ἐμὲ πέμψας Πατὴρ μείζων μου
ἐστί.
Καὶ τοῦτο δὲ καθολικὸν Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς
εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος:
ἀκέραιος δὲ καὶ τέλειος ἐστὶν ὁ ἀριθμὸς τῆς Τριάδος. Ὁ δὲ Παράκλητος, τὸ
Πνεῦμα τὸ Ἅγιον δἰ Υἱοῦ ἀποσταλὲν, ἦλθε κατὰ τὴν ἐπαγγελίαν, ἵνα τοὺς
ἀποστόλους καὶ πάντας τοὺς πιστεύοντας ἁγιάσῃ καὶ ἀναδιδάξῃ. Τούτοις τὸν
Φωτεινὸν καὶ μετὰ καθαίρεσιν συνθέσθαι καὶ συνυπογράψαι συμπείθειν
ἐπειρῶντο, ἐπαγγειλάμενοι ἀποδώσειν αὐτῷ τὴν ἐπισκοπὴν ἐὰν ἐκ μετανοίας
ἀναθεματίσῃ μὲν τὸ παρευρεθὲν αὐτῷ δόγμα, συνθῆται δὲ τῇ αὐτῶν γνώμῃ. Ὁ
δὲ τὴν μὲν πρότασιν οὐκ ἐδέξατο, προεκαλεῖτο δὲ αὐτοὺς εἰς διάλεξιν.
Ὁρισθείσης δὲ ἡμέρας γνώμῃ καὶ τοῦ βασιλέως συνῆλθον οἵτε παρόντες
ἐπίσκοποι καὶ τῶν συγκλητικῶν οὐκ ὀλίγοι, οὓς ἐκέλευσε παρεῖναι τῇ
διαλέξει ὁ βασιλεύς. Ἐφ̓ ὧν ἀντικατέστη τῷ Φωτεινῷ Βασίλειος ὁ τῆς ἐν
Ἀγκύρᾳ τότε προεστὼς ἐκκλησίας, ὀξυγράφων τε τὰς φωνὰς αὐτῶν γραφόντων.
Μεγίστη δὲ μάχη μεταξὺ τῶν παῤ ἑκατέρου λόγων ἐγένετο: ἐν οἷς ὁ Φωτεινὸς
ἡττηθεὶς κατεκρίθη, ἐν φυγῇ τε διάγων τοῦ λοιποῦ λόγους συνέγραψεν
ἀμφοτέραις γλώσσαις, ἐπεὶ μηδὲ τῆς Ῥωμαϊκῆς ἦν ἄμοιρος. Ἔγραφε δὲ κατὰ
πασῶν αἱρέσεων, τὸ οἰκεῖον μόνον δόγμα παρατιθέμενος. Περὶ μὲν οὖν
Φωτεινοῦ τοσαῦτα εἰρήσθω. Ἰστέον μέντοι ὅτι οἱ ἐν Σιρμίῳ συνελθόντες
ἐπίσκοποι μετέγνωσαν ἐπὶ τῇ Ῥωμαϊκῇ τῆς πίστεως ἐκδόσει: πολλὰ γὰρ μετὰ
τὴν ἔκδοσιν ἐναντία ἔχειν αὐτοῖς κατεφαίνετο. Διὸ σπουδὴν ἐτίθεντο παρὰ
τῶν ἐγγραψαμένων ἀναλαμβάνειν αὐτήν. Ἐπειδὴ δὲ πολλοὶ ἀπέκρυπτον, ὁ
βασιλεὺς διατάγμασιν ἐκέλευσε ζητεῖσθαι τὴν ἔκδοσιν, τιμωρίαν ἀπειλήσας
εἴ τις φωραθείη κρύπτων αὐτήν. Ἀλλ̓ οὐδ̓ αἱ ἀπειλαὶ τὴν ἅπαξ ἐκδοθεῖσαν
ἀφανίσαι δεδύνηνται τῷ φθάσαι εἰς πλείονας ἐμπεσεῖν. Τοσαῦτα μὲν περὶ
τούτου λέλεχθω.
Περὶ Ὁσίου τοῦ Κουδρούβης ἐπισκόπου.
Ἐπειδὴ δὲ περὶ Ὁσίου τοῦ Ἱσπανοῦ μνήμην ὡς ἀκουσίως παρόντος πεποιήμεθα,
βραχέα καὶ περὶ τούτου λεκτέον. Μικρὸν γὰρ ἔμπροσθεν οὗτος ἐκ συσκευῆς
τῶν Ἀρειανιζόντων εἰς ἐξορίαν ἀπέσταλτο: τότε δὲ σπουδῇ τῶν ἐν τῷ Σιρμίῳ
συνελθόντων ὁ βασιλεὺς αὐτὸν μετεπέμψατο, βουλόμενος ἢ πειθοῖ ἢ ἀνάγκῃ
τοῖς παροῦσιν ὁμοφωνῆσαι. Τούτου γὰρ γενομένου, μέγιστον ἐδόκει
μαρτύριον ὑπάρχειν τῆς ἐκείνων πίστεως. Διὰ ταῦτα οὖν, ὡς ἔφην, ἐξ
ἀνάγκης ἄκων παρῆν. Ἐπεὶ δὲ αὐτὸς παρῃτεῖτο συντίθεσθαι, πληγάς τε καὶ
στρεβλώσεις τῷ πρεσβύτῃ προσέφερον: διὸ
Περὶ τῆς ἥττης Μαγνεντίου τοῦ τυράννου.
Μαγνέντιος μὲν οὖν τὴν βασιλεύουσαν Ῥώμην καταλαβὼν πολλοὺς μὲν τῆς
συγκλήτου βουλῆς ἀνῄρει, πολλοὺς δὲ καὶ τοῦ δήμου ἀπώλλυεν: ὡς δὲ οἱ
στρατηγοὶ Κωνσταντίου τὴν Ῥωμαϊκὴν δύναμιν συγκροτήσαντες ἐπ̓ αὐτὸν
ἐχώρουν, ἀναχωρήσας τῆς Ῥώμης τὰς Γαλλίας κατέλαβεν. Ἔνθα συμβολαὶ
συνεχεῖς ἐγίνοντο: καὶ ποτὲ μὲν τοῦτο τὸ μέρος, ποτὲ δὲ θάτερον ἐκράτει.
Τέλος δὲ περὶ Μούρσαν—φρούριον δὲ τοῦτο τῶν Γαλλιῶν—ὁ Μαγνέντιος
ἡττηθεὶς συνεκλείσθη. Ἐν ᾧ φρουρίῳ λέγεται τοιόνδε θαῦμα συμβῆναι. Ὁ
Μαγνέντιος, ὑπὸ τῆς ἥττης καταπεπτωκότας τοὺς ἑαυτοῦ στρατιώτας
ἀναρρῶσαι σπουδάζων, ὑψηλοῦ βήματος ἐπέβη. Οἱ δὲ τὴν συνήθη τοῖς
βασιλεῦσιν εὐφημίαν ἐπιβοῆσαι βουλόμενοι, παρὰ γνώμην ἐπὶ τὸν
Κωνστάντιον ταύτην μεταφέρουσιν: οὐ γὰρ Μαγνέντιον,
ἀλλὰ
Κωνστάντιον Αὔγουστον
κοινῇ πάντες ἐβόησαν. Τοῦτο σύμβολον
καθ̓ ἑαυτοῦ ὁ Μαγνέντιος ἡγησάμενος, ἐκ τοῦ φρουρίου εὐθὺς ἀπανίσταται
φυγῇ ἐπὶ τὰ περαιτέρω τῆς Γαλλίας χωρῶν. Ἐπέκειντο δὲ οἱ τοῦ Κωνσταντίου
στρατηγοὶ διώκοντες:
Περὶ τῶν ἐν Διοκαισαρείᾳ τῆς Παλαιστίνης Ἰουδαίων.
Ἐπισυνήχθη δὲ τοῖς γινομένοις καὶ περὶ τὴν ἀνατολὴν ἕτερος ἐγχώριος πόλεμος. Οἱ γὰρ ἐν Διοκαισαρείᾳ τῆς Παλαιστίνης Ἰουδαῖοι κατὰ Ῥωμαίων ὅπλα ἀντῇραν, καὶ περὶ τοὺς τόπους ἐκείνους κατέτρεχον. Ἀλλὰ τούτους μὲν Γάλλος, ὁ καὶ Κωνστάντιος, ὃν Καίσαρα καταστήσας ὁ βασιλεὺς εἰς τὴν ἑῴαν ἐξαπέστειλεν, δύναμιν ἀποστείλας κατηγωνίσατο: καὶ τὴν πόλιν αὐτῶν Διοκαισάρειαν εἰς ἔδαφος κατενεχθῆναι ἐκέλευσεν.
Περὶ Γάλλου τοῦ Καίσαρος.
Ταῦτά τε πράξας ὁ Γάλλος τὴν εὐτυχίαν οὐκ ἤνεγκεν: ἀλλ̓ εὐθὺς νεωτερίζειν
κατὰ τοῦ προχειρισαμένου αὐτὸν ἐπεχείρησεν, τυραννεῖν τε καὶ αὐτὸς
ἐβούλετο: ὥστε οὐκ εἰς μακρὰν ὁ σκοπὸς αὐτοῦ ὑπὸ Κωνσταντίου κατάφωρος
ἐγένετο. Δομετιανὸν γὰρ τὸν τότε ἔπαρχον τῆς ἑῴας, καὶ Μάγνον κυαίστωρα,
αὐθεντήσας ἀνεῖλε,
Περὶ Ἀετίου τοῦ Σύρου τοῦ διδασκάλου Εὐνομίου.
Ἐν δὲ Ἀντιοχείᾳ τῆς Συρίας ἕτερος ἐπεφύη αἱρεσιάρχης Ἀέτιος, ὁ ἐπικληθεὶς
Ἄθεος.
Οὗτος τὰ αὐτὰ μὲν ἐφρόνει Ἀρείῳ, καὶ τὴν αὐτὴν
συνεκρότει δόξαν: πρὸς δὲ Ἀρειανίζοντας διεκρίνετο, διότι Ἄρειον εἰς
κοινωνίαν ἐδέξαντο. Ἄρειος γὰρ, ὡς πρότερον ἔφην, Κατηγορίαις
Ἀριστοτέλους
πιστεύων: βιβλίον δὲ οὕτως ἐστὶν ἐπιγεγραμμένον ὁ Ἄθεος.
Ἀλλ̓ εἰ καὶ τὰ αὐτὰ τοῖς
Ἀρειανίζουσιν ἔλεγεν, ὅμως ὑπὸ τῶν οἰκείων, οὐ δυναμένων συνιέναι τὸ
περισκελὲς τῶν συλλογισμῶν, ὡς αἱρετικὸς ὁ ὁμόφρων αὐτοῖς ἐνομίζετο. Καὶ
διὰ τοῦτο ἐξελαθεὶς τῆς αὐτῶν ἐκκλησίας, ἔδοξεν αὐτὸς μὴ βούλεσθαι
κοινωνεῖν αὐτοῖς. Καὶ νῦν εἰσὶν ἐξ ἐκείνου οἱ τότε μὲν Ἀετιανοὶ, νῦν δὲ
Εὐνομιανοὶ προσαγορευόμενοι: χρόνῳ γὰρ ὕστερον Εὐνόμιος, ταχυγράφος ὢν
ἐκείνου, καὶ ὑπ̓ αὐτῷ παιδευθεὶς τὴν αἱρετικὴν λέξιν, τοῦ στίφους τούτου
Περὶ τῆς ἐν Μεδιολάνῳ συνόδου.
δόλον ὑπομένειν καὶ ἀπάτην διὰ τῶν γινομένων
τὸν Χριστιανισμόν. Οὐ γὰρ ἀληθῆ τὴν κατὰ Ἀθανασίου μέμψιν ἔλεγον
εἶναι, ἀλλ̓ ἐπὶ παρατροπῇ τῆς πίστεως ταῦτα αὐτοὺς ἐπινοεῖν.
Τοιαῦτα κεκραγότων, διαλύεται μὲν τότε τῶν ἐπισκόπων ὁ σύλλογος.
Περὶ τῆς ἐν Ἀριμίνῳ συνόδου, καὶ περὶ τῆς ἐκεῖσε ἐκτεθείσης πίστεως.
Γνοὺς δὲ ὁ βασιλεὺς, τοὺς μὲν ἐκποδὼν δἰ ἐξορίας ποιεῖ: οἰκουμενικὴν δὲ
σύνοδον συγκροτεῖν ἐβούλετο, ὅπως ἂν πάντας τοὺς τῆς ἀνατολῆς ἐπισκόπους
εἰς τὴν δύσιν ἑλκύσας, ὁμοδόξους, εἰ δύναιτο, τοὺς πάντας ποιήσειεν. Ὡς
δὲ αὐτῷ ταῦτα σκεπτομένῳ χαλεπὰ τὰ τῆς ὁδοῦ κατεφαίνετο, διμερῆ γενέσθαι
τὴν σύνοδον αὐτοῖς προσέταξεν, ἐν Ἀριμίνῳ μὲν τῆς Ἰταλίας τοὺς τότε
παρόντας συνελθεῖν ἐπιτρέψας: τοὺς δὲ ἐν ἀνατολῇ διὰ γραμμάτων ἐν
Νικομηδείᾳ τῆς Βιθυνίας ἀπαντῆσαι ἐκέλευσε. Ταῦτα μὲν ὁ βασιλεὺς σκοπῷ
τῆς ὀμοφωνίας ἐκέλευσεν: οὐ μὴν αὐτῷ ὁ σκοπὸς χρηστὴν ἔσχεν ἔκβασιν:
οὐδετέρα γὰρ τῶν συνόδων ἑαυτῇ συνεφώνησεν, ἀλλ̓ ἑκατέρα διῃρέθη. Οὔτε
γὰρ οἱ ἐν Ἀριμίνῳ συνελθόντες ὁμοφωνῆσαι δεδύνηνται: καὶ οἱ τῆς ἀνατολῆς
συνελθόντες ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας ἕτερον σχίσμα εἰργάσαντο. Ὅπως μὲν
οὖν ἕκαστα τούτων ἐγένετο προϊόντες δηλώσομεν, πρότερον περὶ Εὐδοξίου
μικρὰ μνημονεύσαντες. Περὶ γὰρ τόνδε τὸν χρόνον Λεοντίου τελευτήσαντος,
ὃς τὸν αἱρετικὸν Ἀέτιον εἰς τὴν διακονίαν προβέβλητο, Εὐδόξιος
Γερμανικείας ἐπίσκοπος ὢν—Συρίας δὲ καὶ ἥδε ἡ πόλισ—κατὰ τὴν Ῥώμην τότε
παρὼν ἐπείγεσθαι σκέπτεται. Καὶ τῷ βασιλεῖ δολίως διαλέγεται, ὡς
χρῃζούσης τῆς Γερμανικέων πόλεως παραμυθίας καὶ φυλακῆς, συγχωρηθῆναι
αὐτῷ ταχεῖαν ἐπάνοδον. Οὐδὲν δὲ ὁ βασιλεὺς προειδόμενος ἀφίησιν αὐτόν: ὁ
δὲ τοὺς τοῦ κοιτῶνος κρατοῦντας ἔχων συνεργοὺς, τὴν Ἀντιοχείας ὁμοουσίῳ
συνθέμενοι διὰ τοῦ ἐπιδοθέντος βιβλίου τῷ ἐπισκόπῳ πυλωροὶ ᾅδου ἰδόντες ἔφριξαν,
Ἀπέρχομαι πρὸς τὸν Πατέρα μου, καὶ παρακαλέσω τὸν
Πατέρα μου, καὶ
Τὸ δὲ ὄνομα τῆς
οὐσίας,
διὰ τὸ ἁπλούστερον ὑπὸ τῶν πατέρων τεθεῖσθαι,
ἀγνοούμενον δὲ ὑπὸ τῶν λαῶν, σκάνδαλον φέρειν, διὰ τὸ μήτε τὰς γραφὰς
τοῦτο περιέχειν, ἤρεσε τοῦτο περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν μνήμην
οὐσίας
ἐπὶ Θεοῦ εἶναι τοῦ λοιποῦ, διὰ τὸ τὰς θείας γραφὰς
μηδαμοῦ περὶ Πατρὸς καὶ Υἱοῦ οὐσίας μεμνῆσθαι. Ὅμοιον δὲ λέγομεν τὸν
Υἱὸν τῷ Πατρὶ κατὰ πάντα, ὡς αἱ ἅγιαι γραφαὶ λέγουσίν τε καὶ
διδάσκουσιν. Τούτων ἀναγνωσθέντων, διαναστάντες οἶς ταῦτα οὐκ ἤρεσκεν
ἔφασαν, Οὐ δεόμενοι πίστεως ἐνταῦθα συνεληλύθαμεν: ὑγιῆ γὰρ
φυλάττομεν, ἣν ἐξ ἀρχῆς παρειλήφαμεν: ἀλλ̓ ἵνα, εἴ τις περὶ ταύτην
καινοτομία γένοιτο, ταύτην κωλύσωμεν. Εἰ οὖν τὰ ἀναγνωσθέντα μηδὲν
καινοτομεῖ, φανερῶς ἤδη τὴν Ἀρειανὴν αἵρεσιν ἀναθεματίσατε, καθ̓ ὃν
τρόπον καὶ τὰς ἄλλας αἱρέσεις ὁ παλαιὸς κανὼν τῆς ἐκκλησίας ὡς
βλασφήμους ἐξέβαλεν. Ὅτι γὰρ τὸ βλάσφημον Ἀρείου δόγμα τοὺς θορύβους
τῆς ἐκκλησίας καὶ τὰς ἄχρι νῦν γινομένας, ἐκίνησε ταραχὰς, τοῦτο τῇ
οἰκουμένῃ δῆλον καθέστηκεν.
Αὕτη ἡ πρότασις, ἡ ὑπὸ τῶν περὶ
Οὐρσάκιον καὶ Οὐάλεντα, Γερμάνιόν τε καὶ Αὐξέντιον καὶ Δημόφιλον καὶ
Γάϊον μὴ δεχθεῖσα, τελέως τὴν ἐκκλησίαν διέσπασεν. Οὗτοι μὲν γὰρ τοῖς
τότε κατὰ τὴν ἐν Ἀριμίνῳ ἀναγνωσθεῖσι προσέθεντο: οἱ δὲ τὴν ἐν Νικαίᾳ
πίστιν αὖθις ἐκύρωσαν, κατεγέλασαν δὲ καὶ τῆς προγραφῆς τῶν
ἀναγνωσθέντων: μάλιστα δὲ Ἀθανάσιος, δἰ ὧν πρὸς τοὺς ἑαυτοῦ γνωρίμους
ἐπιστέλλων τοιάδε κατὰ λέξιν φησίν. Τί γὰρ ἔλειπε διδασκαλίας εἰς
εὐσέβειαν τῇ καθολικῇ ἐκκλησίᾳ, ἵνα νῦν δεσπότην
ἑαυτῶν ὀνομάζουσι Κωνστάντιον: αὐτὸς γὰρ
ἦν ὁ τὴν δυναστείαν τῆς ἀσεβείας αὐτοῖς παρέχων. Καὶ αἰώνιον δὲ αὐτὸν
βασιλέα εἰρήκασιν οἱ τὸν Υἱὸν ἀΐδιον ἀρνούμενοι: οὕτως εἰσὶ πρὸς
ἀσέβειαν Χριστομάχοι. Ἀλλ̓ ἴσως ἐστὶν αὐτοῖς πρόφασις τῆς ὑπατείας ἡ τῶν
ἁγίων προφητῶν χρονογραφία. Ἀλλὰ κἂν τοῦτο τολμήσωσιν εἰπεῖν, πολὺ τὴν
ἀμαθίαν ἑαυτῶν ἐξαγγέλλουσιν. Αἱ μὲν γὰρ τῶν ἁγίων προφητεῖαι χρόνων
ἔχουσι μνήμην: καὶ Ἡσαΐας μὲν καὶ ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου
γεγόνασιν:
Ἰερεμίας δὲ ἐν ἡμέραις Ἰωσίου: Ἰεζεκιὴλ δὲ καὶ Δανιὴλ ἐπὶ Κύρου καὶ
Δαρείου. Καὶ ἄλλοι ἐν ἄλλοις χρόνοις ἐπροφήτευσαν, οὐ τῆς θεοσεβείας
ἀρχὴν καταβαλλόμενοι: ἦν γὰρ καὶ πρὸ αὐτῶν καὶ ἀεὶ καὶ πρὸ καταβολῆς
κόσμου: ταύτην ἡμῖν ὁ Θεὸς ἐν Χριστῷ προητοίμασεν: οὐδὲ τῆς αὐτῶν
πίστεως τοὺς χρόνους ἐσήμαινον: ἦσαν γὰρ καὶ πρὸ τούτων τῶν χρόνων αὐτοὶ
πιστοί: ἀλλὰ τῆς δἰ αὐτῶν ἀπαγγελίας ἦσαν οἱ χρόνοι. Ἡ δὲ ἀπαγγελία
προηγουμένως μὲν περὶ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν: ἐπακολούθημα δὲ
περὶ τῶν ἐσομένων τῷ Ἰσραὴλ καὶ τοῖς ἔθνεσι: καὶ ἦσαν οἱ χρόνοι
σημαινόμενοι οὐκ ἀρχὴ πίστεως, καθὰ προεῖπον, ἀλλ̓ αὐτῶν τῶν προφητῶν,
καθ̓ οὓς αὐτοὶ γενόμενοι τοιαῦτα προεφήτευον. Οὗτοι δὲ οἱ νῦν σοφοὶ οὐχ
ἱστορίας ἐξηγούμενοι, οὐδὲ τὰ μέλλοντα προλέγοντες, ἀλλὰ γράψαντες,
Ἐξετέθη ἡ πίστις ἡ καθολικὴ,
εὐθὺς προσέθηκαν καὶ τὴν
ὑπατείαν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν. Ὥσπερ οἱ ἅγιοι τῶν ἱστοριῶν καὶ
τῆς ἑαυτῶν διακονίας τοὺς χρόνους ἔγραφον, οὕτως οὗτοι τῆς ἑαυτῶν
πίστεως τὸν χρόνον σημαίνουσι. Καὶ εἴθε περὶ τῆς ἑαυτῶν ἔγραφον—νῦν γὰρ
ἤρξαντο— καὶ μὴ ὡς περὶ τῆς καθολικῆς ἐπεχείρουν: οὐ γὰρ ἔγραψαν,
οὕτω πιστεύομεν,
ἀλλ̓ ὅτι ἐξετέθη ἡ καθολικὴ πίστις.
Τὸ μὲν οὖν τολμηρὸν τῆς προαιρέσεως ἐλέγχει τὴν ἀμαθίαν αὐτῶν: τὸ δὲ
καινὸν ἐπινόημα τῆς γραφῆς ἴσον ἐστὶ τῆς Ἀρειανῆς αἱρέσεως. Οὕτω γὰρ
γράψαντες ἐδίδαξαν, πότε μὲν ἤρξαντο πιστεύειν αὐτοί: ἀπὸ δὲ τοῦ νῦν
βούλονται τὴν πίστιν αὐτῶν καταγγέλλεσθαι. ἐξετέθη νῦν ἡ πίστις,
ἔδειξαν ὅτι νεώτερον τὸ τῆς αἱρέσεως
αὐτῶν ἐστὶ φρόνημα, καὶ οὐκ ἦν πρότερον. Εἰ δὲ προστιθέασι τῆς
καθολικῆς,
ἔλαθον ἑαυτοὺς πεσόντες εἰς τὴν παρανομίαν τῶν ἀπὸ
Φρυγίας: ὥστε καὶ αὐτοὺς κατ̓ ἐκείνους εἰπεῖν, ἡμῖν πρῶτον
ἀπεκαλύφθη, καὶ ἀφ̓ ἡμῶν ἡ πίστις ἄρχεται τῶν Χριστιανῶν:
καὶ
ὥσπερ ἐκεῖνοι Μαξίμιλλαν καὶ Μοντανὸν, οὕτως οὗτοι ἀντὶ τοῦ Χριστοῦ
δεσπότην Κωνστάντιον ἐπιγράφονται. Εἰ δὲ
Περὶ τῆς Μακεδονίου ὠμότητος, καὶ περὶ τῶν δἰ αὐτοῦ γεγονότων ταραχῶν.
Οἱ τοῦ Ἀρειανοῦ μέρους ἐπίσκοποι μεῖζον ἐκ τῶν βασιλικῶν προσταγμάτων
προσελάμβανον θράσος: καὶ ὅπως τὴν μὲν σύνοδον παρεσκευάζοντο
συγκροτεῖν, μικρὸν ὕστερον λέξω: τὰ δὲ πρὸ τῆς συνόδου ὑπ̓ αὐτῶν
γενόμενα πρότερον ἐπιδράμωμεν. Ἀκάκιος μὲν γὰρ καὶ Πατρόφιλος Μάξιμον
τὸν Ἱεροσολύμων ἐξωθήσαντες, ὁμοούσιον.
Συνηλαύνοντο οὖν καὶ οὗτοι τὰ ἀνήκεστα
πάσχοντες: καὶ φεύγει μὲν αὐτῶν ὁ ἐπίσκοπος, ὁμοούσιον
φρονούντων τὰς ἐκκλησίας ἐκέλευον.
Ἕλκει δὴ τὸ θέσπισμα καὶ ἡ βία κατὰ τῆσδε τῆς ἐκκλησίας, καὶ ἤπειγον οἱ
προστεταγμένοι τοῦτο ποιεῖν. Θαυμάσαι οὖν μοι ἔπεισι τόν τε Ναυατιανῶν
λαὸν, ὁπόσον εἶχον ζῆλον καὶ σπουδὴν περὶ τὴν ἑαυτῶν ἐκκλησίαν, καὶ τὴν
εὔνοιαν ἣν εἶχον περὶ αὐτοὺς οἱ τότε μὲν τῆς ἐκκλησίας ὑπὸ τῶν Ἀρειανῶν
ἐκβληθέντες, νῦν δὲ ἐν εἰρήνῃ τὰς ἐκκλησίας κατέχοντες. Ὡς δὲ ἤπειγον
καθαιρεῖσθαι καὶ τήνδε τὴν ἐκκλησίαν οἷς τοῦτο προσετέτακτο, συνήγοντο
πλεῖστος ὅμιλος ἀνθρώπων Ναυατιανῶν τε καί τινες τῶν ὁμοφρονούντων
αὐτοῖς: καὶ καθελόντες τὴν ἐκκλησίαν αὐτῶν εἰς ἄλλον τόπον μετέθεσαν. Ὁ
δὲ τόπος οὗτος ἀντιπέραθεν μὲν κεῖται τῆς πόλεως: Συκαὶ δὲ ὀνομάζονται,
καὶ ἐστὶ τρισκαιδέκατον τῆς Κωνσταντινουπόλεως κλίμα. Ταχεῖα δὲ ἐγένετο
ἡ τῆς ἐκκλησίας μετάθεσις, λαοῦ πολλοῦ σὺν προθυμίᾳ μεγίστῃ μεταφερόντων
αὐτήν. Ὁ μὲν γάρ τις ἔφερε κέραμον, ὁ δὲ λίθον, ἕτερος δὲ ξύλον: καὶ
ἄλλος ἄλλο λαμβάνων, ἐπὶ τὰς Συκὰς ἀπεκόμιζεν. Συνεπελαμβάνοντο δὲ καὶ
γυναῖκες καὶ ἡ μικρὰ ἡλικία, εὐχὴν ἡγούμενοι πληροῦν καὶ μέγα κέρδος
λαμβάνειν, τῶν ἀφιερωθέντων τῷ Θεῷ φύλακες ἀκέραιοι γενέσθαι ἠξιωμένοι.
Οὕτως μὲν οὖν τότε ἡ τῶν Ναυατιανῶν ἐκκλησία εἰς τὰς Συκὰς μετενήνεκτο:
χρόνῳ δὲ ὕστερον μετὰ τὴν τελευτὴν Κωνσταντίου, ὁ βασιλεὺς Ἰουλιανὸς τόν
τε τόπον ἀποδοθῆναι ἐκέλευσε καὶ ἀνοικοδομεῖν ἐπέτρεψεν. Αὖθίς τε ὁ λαὸς
τὸν αὐτὸν τρόπον ἀντιμετενεγκόντες τὰς ὕλας, τὴν ἐκκλησίαν εἰς τὸν ἐξ
ἀρχῆς ᾠκοδόμησαν τόπον: καὶ βελτιώσαντες, Ἀναστασίαν
καλεῖσθαι
φερωνύμως ἠξίωσαν. Ἡ μὲν οὖν ἐκκλησία ὕστερον, ὡς ἔφην, ἐπὶ Ἰουλιανοῦ
ἀνέστη: τότε δὲ ἄμφω οἵ τε τῆς ἐκκλησίας καὶ οἱ Ναυατιανοὶ ὁμοίως
ἠλαύνοντο. Διὸ καὶ οἱ τῆς ἐκκλησίας ἐβδελύττοντο ἐν τοῖς μὴ δεῖν τοῦ βασιλέως τὰ ὀστᾶ μεταφέρεσθαι, ἴσον γὰρ εἶναι
τὸ ἀνορύττεσθαι.
Διῃροῦντό τε εὐθὺς οἱ λαοὶ εἰς δύο τμήματα: καὶ
οἱ μὲν μηδὲν βλάπτεσθαι τὸ μεταφέρεσθαι τὸν νεκρὸν ἔφασκον: οἱ δὲ
ἀνόσιον ἔλεγον τὸ γιγνόμενον. Συνήρχοντό τε καὶ οἱ τοῦ ὁμοουσίου
φρονήματος, τῷ γιγνομένῳ ἀντέχοντες. Ὁ δὲ Μακεδόνιος μικρὰ τῶν αὐτῷ
ἀντιλεγόντων φροντίσας, μεταφέρει τὸ σῶμα τοῦ βασιλέως εἰς τὴν
ἐκκλησίαν, ἐν ᾗ τὸ σῶμα τοῦ μάρτυρος Ἀκακίου ἀπόκειται. Τούτου
γενομένου, συνδρομὴ τῶν διχονοούντων τοῦ πλήθους εἰς ἐκείνην τὴν
ἐκκλησίαν σύντονος γίνεται. Ἀνθίσταντό τε ἀλλήλοις τὰ μέρη, καὶ μὴ
μελλήσαντες χερσὶν ἠμύναντο, καὶ γίνεται φόνος ἀνθρώπων πολύς: ὥστε τὴν
αὐλὴν τῆς ἐκκλησίας ἐκείνης αἵματος πλήρη γενέσθαι, καὶ τὸ ἐν αὐτῇ φρεὰρ
ὑπερβλύσαι τοῦ αἵματος, ἐκρεῖν δὲ τοῦτο καὶ εἰς τὴν ἐχομένην στοὰν ἄχρι
τῆς πλατείας αὐτῆς. Τοῦτο τὸ ἀτύχημα πυθόμενος ὁ βασιλεὺς ὀργίζεται κατὰ
τοῦ Μακεδονίου, καὶ διὰ τοὺς ἀπολωλότας, καὶ ὅτι τοῦ πατρὸς αὐτοῦ τὸ
σῶμα παρακινῆσαι παρὰ τὴν αὐτοῦ γνώμην ἐτόλμησε. Καταλιπὼν οὖν τῶν
ἑσπερίων μερῶν φροντίζειν τὸν Καίσαρα Ἰουλιανὸν, αὐτὸς ἐπὶ τὴν ἑῴαν
ἐπορεύετο. Ὅπως μὲν οὖν Μακεδόνιος μικρὸν ὕστερον καθῃρέθη, βραχεῖαν
ἀντὶ τηλικούτων κακῶν ταύτην δεδωκὼς δίκην, ὀλίγον ὕστερον λέξω.
Περὶ τῆς ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας συνόδου.
Περὶ δὲ τῆς ἑτέρας συνόδου, ἣν ἀντίμιμον τῆς ἐν Ἀριμίνῳ συνόδου κατὰ τὴν
ἀνατολὴν γενέσθαι τὸ βασιλέως ἐκέλευε πρόσταγμα, νῦν διηγήσομαι.
Ἐδέδοκτο πρότερον ἐν Νικομηδείᾳ τῆς Βιθυνίας τοὺς ἐπισκόπους συνάγεσθαι:
ἐνέκοψε δὲ αὐτῶν τὴν ἐκεῖσε συνέλευσιν σεισμὸς ἐπιγενόμενος μέγιστος,
ἀφ̓ οὗ συνέβη τὴν Νικομηδέων πόλιν πεσεῖν. Τοῦτο δὲ γέγονεν ὑπατευόντων
Τατιανοῦ Τραχεῖαν
συνεληλύθασι. ὁμοουσίου
λέξιν ἐμέμφοντο. Πολλὰ οὖν ἄχρι δείλης ὀψίας
πρὸς ἀλλήλους φιλονεικούντων, τέλος Σιλβανὸς τῆς Ταρσοῦ προεστὼς
ἐκκλησίας μέγα ἀνέκραγε, λέγων μὴ χρῆναι καινὴν ὑπαγορεύειν πίστεως
ἔκδοσιν, ἀλλὰ τὴν ἤδη πρότερον ἐν Ἀντιοχείᾳ τοῖς ἐγκαινίοις
ὑπαγορευθεῖσαν ὀφείλειν κρατεῖν.
Τούτου λεχθέντος, οἱ μὲν περὶ
Ἀκάκιον ὑπεξῆλθον: οἱ δὲ τοῦ ἑτέρου μέρους προεκόμισαν τὴν ἐν Ἀντιοχείᾳ
πίστιν, καὶ ἀναγνόντες διέλυσαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸν σύλλογον. Τῇ δὲ
ἑξῆς εἰς τὸν ἐν Σελευκείᾳ εὐκτήριον συνελθόντες οἶκον, καὶ τὰς θύρας
ἀποκλείσαντες, τὴν ἀναγνωσθεῖσαν πίστιν ὑπογράφοντες ἐκύρουν. Ὑπέγραφον
δὲ ὑπὲρ ἀπολειφθέντων τινῶν παρόντες ἀναγνῶσται καὶ διάκονοι, δἰ ὧν
στέρξειν τὸν ὅρον οἱ ἀπολειφθέντες ὡμολόγησαν.
Ὅτι ἐν τῇ κατὰ Σελεύκειαν συνόδῳ Ἀκάκιος ὁ Καισαρείας ἄλλην ὑπηγόρευσεν ἔκθεσιν πίστεως.
Ἀκάκιος δὲ καὶ οἱ τοῦ μέρους αὐτοῦ τὰ γινόμενα διεμέμφοντο, διότι τὴν
ἐκκλησίαν ἀποκλείσαντες καθυπέγραφον: τὰ γὰρ ἐν παραβύστῳ,
φησὶ,
γινόμενα ἀδόκιμα καὶ ὑποψίας ἐντός.
Ταῦτα ἔλεγε, βουλόμενος
ἑτέραν ἔκδοσιν πίστεως ἀντεισενεγκεῖν, ἔχων εὐτρεπισμένην, ἣν ἀνεγνώκει
μὲν τοῖς ἄρχουσι Λαυρικίῳ καὶ Λεωνᾷ, μόνην δὲ αὐτὴν κρατήσειν ἐσπούδαζε.
Τούτων μὲν οὖν πλέον οὐδὲν κατὰ τὴν δευτέραν ἡμέραν ἐγίνετο: κατὰ δὲ τὴν
τρίτην ὁ Λεωνᾶς αὖθις τὰ μέρη συναγαγεῖν ἐσπούδαζε: καθ̓ ἣν οὐκ
ἀπελείφθη καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως, οὐδὲ μὴν ὁ Ἀγκύρας
Βασίλειος. Ἐπεὶ οὖν ἀμφότεροι εἰς ταὐτὸ μέρος συνεληλύθεισαν, αὖθις οἱ
περὶ Ἀκάκιον ἀπαντᾷν οὐκ ἐβούλοντο, φάσκοντες δεῖν πρότερον
ἐκβάλλεσθαι τοῦ συλλόγου τούς τε ἤδη πρότερον καθαιρεθέντας, καὶ
τοὺς ἐν τῷ παρόντι κατηγορουμένους.
ὁμοούσιον
καὶ τὸ ὁμοιούσιον
ἐν τοῖς
παρελθοῦσι χρόνοις καὶ μέχρι νῦν, ἀλλὰ καὶ ἀρτίως λέγεται καινοτομεῖσθαι
ὑπό τινων τὸ ἀνόμοιον
Υἱοῦ πρὸς Πατέρα, τούτου χάριν τὸ μὲν
ὁμοούσιον
καὶ τὸ ὁμοιούσιον
ἐκβάλλομεν, ὡς ἀλλότριον
τῶν γραφῶν, τὸ δὲ ἀνόμοιον
ἀναθεματίζομεν: καὶ πάντας ὅσοι
τοιοῦτοι τυγχάνουσιν, ἀλλοτρίους ἡγούμεθα τῆς ἐκκλησίας. Τὸ δὲ
ὅμοιον
τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα σαφῶς ὁμολογοῦμεν, κατὰ τὸν
ἀπόστολον τὸν λέγοντα περὶ τοῦ Υἱοῦ, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ
ἀοράτου.
Ὁμολογοῦμεν δὲ καὶ πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα
παντοκράτορα, ποιητὴν οὐρανῶν καὶ γῆς, ὁρατῶν καὶ ἀοράτων. Πιστεύομεν δὲ
καὶ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ
γεννηθέντα ἀπαθῶς πρὸ πάντων τῶν αἰώνων, θεὸν Λόγον ἐκ θεοῦ μονογενῆ,
φῶς, ζωὴν, ἀλήθειαν, σοφίαν: δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς
οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα. Τοῦτον πιστεύομεν
ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν ἁμαρτίας, σάρκα ἀνειληφέναι ἐκ
τῆς ἁγίας παρθένου Εἰ
τὸ καθ̓ ἑκάστην ἡμέραν ἰδίαν ἐκτίθεσθαι βούλησιν
Ταῦτα μὲν ὁ Σωφρόνιος ἔφησεν: ἐγὼ δέ φημι, ὡς εἰ ἐξ ἀρχῆς τοιαῦτα περὶ
τῆς ἐν Νικαίᾳ πίστεως οἵ τε πρὸ αὐτῶν καὶ οἱ μετ̓ ἐκείνους διενοήθησαν,
πέπαυτο ἂν πᾶσα φιλόνεικος ζήτησις, καὶ οὐκ ἂν τῶν ἐκκλησιῶν ἄλογος
ἐκράτησε ταραχή. Ἀλλ̓ ὅπως μὲν ἔχει ταῦτα, κρινάτωσαν οἱ κατανοεῖν
δυνάμενοι: τότε δὲ πολλὰ πρὸς ἀλλήλους περί τε τούτου καὶ τῶν
κατηγορουμένων εἰπόντες καὶ ἀκούσαντες διελύθησαν. Τῇ δὲ τετάρτῃ αὖθις
ἡμέρᾳ συνῆλθον ἅπαντες εἰς ταὐτὸ, καὶ αὖθις ἀνεκίνουν μετὰ ἐρεσχελίας
τοὺς λόγους: ἐν οἷς Ἀκάκιος τοιάνδε κατὰ λέξιν εἰσηγήσατο γνώμην: πίστεως
ὑπάρχει ἔκθεσις,
ἐπιλείψει ἡμᾶς ἡ τῆς ἀληθείας ἀκρίβεια.Εἰ
ἅπαξ ἡ ἐν Νικαίᾳ πίστις μετεποιήθη καὶ μετὰ ταῦτα πολλάκις, οὐδὲν
κωλύει καὶ νῦν ἑτέραν ὑπαγορευθῆναι πίστιν.
Πρὸς ταῦτα Ἐλεύσιος
ὁ Κυζίκου τοίαδε εἶπεν: Ἡ σύνοδος συνεκροτήθη ἐπὶ τοῦ παρόντος, οὐχ
ἵνα μάθῃ ἃ μὴ μεμάθηκεν, οὔθ̓ ἵνα πίστιν δέξηται ἣν μὴ κέκτηται:
ἀλλὰ τῇ τῶν πατέρων πίστει στοιχοῦσα ταύτης μέχρι ζωῆς καὶ θανάτου
οὐκ ἐξίσταται.
Τοιούτοις καὶ ὁ Ἐλεύσιος πρὸς τὴν Ἀκακίου γνώμην
ἀπήντησε, πίστιν πατέρων
τὴν ἐν Ἀντιοχείᾳ ἐκτεθεῖσαν πίστιν
καλῶν. Ἀπαντήσει δ̓ ἄν τις καὶ πρὸς τοῦτον: Πῶς τοὺς ἐν Ἀντιοχείᾳ
συνελθόντας
Ταῦτα μὲν οὖν
ἀντιθήσει τις πρὸς τὰ ὑπὸ Ἐλευσίου λεχθέντα: τότε δὲ αὖθις ἐπὶ ἑτέραν
ἐχώρησαν ζήτησιν. Ἐπεὶ γὰρ καὶ οἱ περὶ Ἀκάκιον ἐν τῇ ἀναγνωσθείσῃ πίστει
πατέρας
ὀνομάζεις, Ἐλεύσιε, τοὺς καὶ ἐκείνων
πατέρας ἀρνούμενος; οἱ γὰρ ἐν Νικαίᾳ συνελθόντες καὶ τὸ
ὁμοούσιον
τῇ πίστει συμφωνήσαντες κυριώτερον πατέρες
λέγοιντο, τῷ καὶ προαναβεβηκέναι τοῖς χρόνοις,
καὶ ὅτι οἱ ἐν Ἀντιοχείᾳ γενόμενοι ὑπ̓ ἐκείνων εἰς τὴν ἱερωσύνην
προβέβληντο. Εἰ δὲ οἱ ἐν Ἀντιοχείᾳ τοὺς ἰδίους πατέρας ἠθέτησαν,
λελήθασιν ἑαυτοὺς οἱ μετὰ ταῦτα τοῖς πατραλοίαις ἑπόμενοι. Πῶς δὲ
καὶ ὧν ἐκεῖνοι τὴν πίστιν ὡς ἀδόκιμον ἠθέτησαν, τὴν χειροτονίαν ὡς
δοκίμην ἐδέξαντο; εἰ δὲ ἐκεῖνοι οὐκ εἶχον τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ διὰ
τῆς χειροτονίας ἐπέρχεται, οὐδὲ οὗτοι τὴν ἱερωσύνην ἔλαβον: πῶς γὰρ
ἐλάμβανον παρὰ τῶν οὐκ ἐχόντων τὸ διδόμενον;ὅμοιον
ἔφασαν τὸν Υἱὸν τῷ Πατρὶ,
διεπυνθάνοντο
ἀλλήλων, κατὰ τί ὅμοιος ἐστὶν ὁ Υἱὸς τῷ Πατρί: καὶ οἱ μὲν περὶ Ἀκάκιον
ἔλεγον, κατὰ τὴν βούλησιν μόνον, οὐ μὴν κατὰ τὴν οὐσίαν ὅμοιον τῷ
Πατρὶ εἶναι τὸν Υἱόν.
Οἱ δὲ ἄλλοι σύμπαντες καὶ κατὰ τὴν
οὐσίαν
ἀπεφῄναντο. Περὶ τούτου δὲ τοῦ ζητήματος φιλονεικοῦντες
ἐνδιημέρευον, καὶ τὸν Ἀκάκιον ἐξήλεγχον, ὡς εἴη ἐν τοῖς λόγοις αὐτοῦ,
οὓς συγγράψας ἐξέδωκεν, ὅμοιον κατὰ πάντα
εἰπὼν τὸν Υἱὸν τῷ
Πατρί. Καὶ πῶς νῦν,
ἔφασαν, ἀρνῇ τὴν κατ̓ οὐσίαν τοῦ Υἱοῦ πρὸς
τὸν Πατέρα ὁμοιότητα;
Ὁ δὲ, Ἀπὸ συγγραμμάτων,
ἔφη,
οὔτε νέος τις οὔτε ἀρχαῖος ἐκρίθη.
Πολλὰ δὲ πρὸς ἀλλήλους
περὶ τοῦ ζητήματος τούτου ἀκριβολογουμένων καὶ μηδαμῶς συμφωνούντων, ὁ
Λεωνᾶς ἀναστὰς διέλυσε τὸν σύλλογον: καὶ τοῦτο τέλος ἔσχεν ἡ ἐν
Σελευκείᾳ γενομένη σύνοδος. Τῇ γὰρ ἑξῆς παρακαλούμενος οὐκέτι εἰς ταὐτὸν
συνελθεῖν αὐτοῖς ἠθέλησε, φήσας ἀπεστάλθαι παρὰ τοῦ βασιλέως ἐπὶ τῷ
παρεῖναι τῇ συνόδῳ ὁμοφωνούσῃ: ἐπειδὴ δέ τινες διέστησαν, οὐ
δύναμαι,
ἔφη, παραγενέσθαι: ἀπέλθετε οὖν, καὶ ἐν τῇ ἐκκλησίᾳ
φλυαρεῖτε.
Τούτου γενομένου, οἱ περὶ Ἀκάκιον ἕρμαιον ἡγησάμενοι
οὐδὲ αὐτοὶ ἀπαντῆσαι ἠθέλησαν. Οἱ δὲ τοῦ ἄλλου μέρους διακριθέντες, καὶ
συνελθόντες κατὰ τὴν ἐκκλησίαν, ἐκάλουν τοὺς περὶ Ἀκάκιον ἐπὶ τῷ κρῖναι
τὰ κατὰ Κύριλλον τὸν ἐπίσκοπον Ἱεροσολύμων. Ἰστέον γὰρ ὅτι Κύριλλος ἤδη
πρότερον κατηγόρητο: καὶ διὰ τί μὲν, οὐκ ἔχω φράσαι: καθῃρέθη δὲ, ὅτι
πολλάκις ἐπὶ τὸ κριθῆναι καλούμενος ἐφεξῆς δύο ἐνιαυτῶν διέφυγε τὰς
κατηγορίας εὐλαβούμενος. Καθαιρεθεὶς δ̓ οὖν ὅμως ἐκκλήτου βιβλίον τοῖς
καθελοῦσι διαπεμψάμενος,
Ὡς τοῦ βασιλέως ἐπανελθόντος ἐκ τῶν ἑσπερίων μερῶν, οἱ περὶ Ἀκάκιον ἐν τῇ Κωνσταντίνου πόλει συναχθέντες τὴν ἐν Ἀριμίνῳ πίστιν ἐκύρωσαν προσθέντες αὐτῇ τινα.
Καὶ γὰρ παρῆν ἀπὸ τῶν ἑσπερίων μερῶν ἀναστρέψας ὁ βασιλεύς: καὶ τότε τὸν
ἔπαρχον τῆς Κωνσταντινουπόλεως κατέστησεν, τὸ Πνεῦμα
τῆς ἀληθείας:
ὅπερ αὐτοῖς ἔπεμψεν, ὅτε ἀνελήφθη εἰς τοὺς
οὐρανούς. Τὸ δὲ ὄνομα τῆς οὐσίας,
ὅπερ ἁπλούστερον ὑπὸ τῶν
πατέρων ἐτέθη, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε, διότι μηδὲ αἱ
γραφαὶ τοῦτο περιέχουσιν, ἤρεσε περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν ὑπόστασις
περὶ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος
ὀνομάζεσθαι. Ὅμοιον δὲ λέγομεν τὸν Υἱὸν τῷ Πατρὶ, ὡς λέγουσιν αἱ θεῖαι
γραφαὶ καὶ διδάσκουσι. Πᾶσαι δὲ αἱρέσεις, οἵ τε ἤδη πρότερον
κατεκρίθησαν, καὶ αἴ τινες ἐὰν καινότεραι γένωνται, ἐναντίαι τυγχάνουσαι
τῆς ἐκτεθείσης ταύτης γραφῆς, ἀνάθεμα ἔστωσαν. Ταῦτα μὲν ἐν
Κωνσταντινουπόλει τότε ἀνεγνώσθησαν: ἡμεῖς δὲ τὸν λαβύρινθον τῶν
ἐκθέσεων ὀψέ ποτε διανύσαντες, τὴν ἀπαρίθμησιν αὐτῶν συναγάγωμεν. Μετὰ
γὰρ τὴν ἐν Νικαίᾳ πίστιν, ὕστερον ἐν Ἀντιοχείᾳ τοῖς ἐγκαινίοις δισσὰς
ἐκθέσεις ὑπηγόρευσαν. μήτε οὐσίαν, μήτε ὑπόστασιν
ἐπὶ Θεοῦ λέγειν.
Ταύτῃ καὶ Οὐλφίλας ὁ τῶν Γότθων ἐπίσκοπος τότε
πρῶτον συνέθετο: τὸν γὰρ ἔμπροσθεν χρόνον τὴν ἐν Νικαίᾳ πίστιν ἠσπάζετο,
ἑπόμενος Θεοφίλῳ, ὃς τῶν Γότθων ἐπίσκοπος ὢν τῇ ἐν Νικαίᾳ συνόδῳ παρὼν
καθυπέγραψε. Τοσαῦτα μὲν περὶ τούτων εἰρήσθω.
Ὡς καθαιρεθέντος Μακεδονίου, Εὐδόξιος τὴν ἐπισκοπὴν Κωνσταντίνου πόλεως κατέσχεν.
Οἱ δὲ περὶ Ἀκάκιον καὶ Εὐδόξιον ἐν τῇ Κωνσταντινουπόλει περὶ τὸ
ἀντικαθαιρεῖν καὶ αὐτοὶ τινὰς τοῦ ἑτέρου μέρους ἀγῶνα ἐτίθεντο. Ἰστέον
δὲ ὅτι οὐδέτεροι διὰ θρησκείαν, ἀλλὰ δἰ ἑτέρας προφάσεις, τὰς
καθαιρέσεις πεποίηνται: διακρινόμενοι γὰρ περὶ πίστεως, ἐν τῷ καθαιρεῖν
ἀλλήλους τὴν ἀλλήλων πίστιν οὐ διεμέμφοντο. Συγχρώμενοι δὲ οἱ περὶ
Ἀκάκιον τῇ τοῦ βασιλέως ὀργῇ, ἣν κατά τε τῶν ἄλλων, καὶ μάλιστα κατὰ
Μακεδονίου, φυλάττων ἐκτελέσαι ἐσπούδαζεν, καθαιροῦσι, πρῶτον μὲν
Μακεδόνιον, καὶ ὡς αἴτιον πολλῶν φόνων γενόμενον, καὶ ὅτι διάκονον ἐπὶ
πορνείᾳ ἁλόντα ἐδέξατο εἰς κοινωνίαν: Ἐλεύσιον δὲ τὸν Κυζίκου, διότι
Ἡράκλειόν
Περὶ Εὐσταθίου τοῦ Σεβαστείας ἐπισκόπου.
Εὐστάθιος δὲ ὁ τῆς ἐν Ἀρμενίᾳ Σεβαστείας οὔτε εἰς ἀπολογίαν ἐδέχθη, διότι
ὑπὸ Εὐλαλίου τοῦ ἰδίου πατρὸς καὶ ἐπισκόπου Καισαρείας τῆς ἐν Καππαδοκίᾳ
ἤδη πρότερον καθῄρητο, ἐπειδὴ ἀνάρμοστον τῇ ἱερωσύνῃ στολὴν ἠμφίεστο.
Ἰστέον δὲ ὅτι εἰς τόπον Εὐσταθίου Μελέτιος κατέστη ἐπίσκοπος, περὶ οὗ
μικρὸν ὕστερον ἐροῦμεν. Εὐστάθιος μέντοι καὶ μετὰ ταῦτα ἐν τῇ δἰ αὐτὸν
γενομένῃ ἐν Γάγγραις τῆς Παφλαγονίας συνόδῳ κατεκρίθη, διότι μετὰ τὸ
καθαιρεθῆναι αὐτὸν ἐν τῇ κατὰ Καισάρειαν συνόδῳ πολλὰ παρὰ Γαμεῖν
γὰρ ἐκώλυε, καὶ βρωμάτων ἀπέχεσθαι
ἐδογμάτιζεν: καὶ διὰ τούτων
πολλοὺς μὲν γεγαμηκότας τοῦ συνοικεσίου ἐχώριζε, καὶ τὰς ἐκκλησίας
ἐκτρεπομένους ἐπ̓ οἰκίας τὴν κοινωνίαν ποιεῖσθαι ἀνέπειθε. Δούλους τε
προσχήματι θεοσεβείας τῶν δεσποτῶν ἀπέσπα. Αὐτός τε φιλοσόφου σχῆμα
φορῶν, καὶ τοὺς: ἀκολουθοῦντας αὐτῷ ξένῃ στολῇ χρῆσθαι ἐποίει, καὶ τὰς
γυναῖκας κείρεσθαι παρεσκεύαζεν. Καὶ τὰς μὲν ὡρισμένας νηστείας
ἐκτρέπεσθαι, τὰς Κυριακὰς δὲ νηστεύειν ἐδίδασκεν: ἐν οἴκοις τε
γεγαμηκότων εὐχὰς ἐκώλυε γενέσθαι: καὶ πρεσβυτέρου γυναῖκα ἔχοντος, ἣν
νόμῳ λαϊκὸς ὢν ἠγάγετο, τὴν εὐλογίαν καὶ τὴν κοινωνίαν ὡς μῦσος
ἐκκλίνειν ἐκέλευε. Καὶ ἄλλα πλεῖστα παραπλήσια τούτοις ποιοῦντος αὐτοῦ
καὶ διδάσκοντος, σύνοδος, ὡς ἔφην, ἐν Γάγγραις τῆς Παφλαγονίας
συναχθεῖσα αὐτόν τε καθεῖλε, καὶ τὰ δόγματα αὐτοῦ ἀνεθεμάτισε. Σοφία
ἐνεκαινίσθη, ἐν Ὁ Πατὴρ ἀσεβὴς, ὁ Υἱὸς εὐσεβής.
Μηδὲν,
ἔφη, ταράττεσθε πρὸς τὸ λεχθὲν ὑπ̓ ἐμοῦ: ὁ γὰρ
Πατὴρ ἀσεβὴς, ὅτι οὐδένα σέβει: ὁ δὲ Υἱὸς εὐσεβὴς, ὅτι σέβει τὸν
Πατέρα.
Τοιαῦτα δὲ τοῦ Εὐδοξίου εἰπόντος, ὁ μὲν θόρυβος
κατεστάλη, γέλως δὲ ἀντὶ θορύβου κατεῖχε πολὺς τὴν ἐκκλησίαν: καὶ μένει
τὸ λεχθὲν ἄχρι δεῦρο γελώμενον. Τοιαῦτα γὰρ δὴ οἱ αἱρεσιάρχαι
σοφιζόμενοι, καὶ περὶ τοιαύτας ἀσχολούμενοι λέξεις, τὴν ἐκκλησίαν
διέσπασαν. Τοῦτο μὲν οὖν τοιοῦτο τέλος καὶ ἡ ἐν Κωνσταντινουπόλει
γενομένη σύνοδος ἔσχεν.
Περὶ Μελετίου τοῦ Ἀντιοχείας ἐπισκόπου.
Ἤδη δὲ λοιπὸν καὶ τὰ περὶ Μελετίου λεκτέον. Οὗτος γὰρ, ὡς μικρὸν
ἔμπροσθεν εἶπον, τῆς Ἀρμενίων Σεβαστείας ἐπίσκοπος προεβλήθη, Εὐσταθίου
καθαιρεθέντος: ἐκ δὲ Σεβαστείας εἰς Βέροιαν τῆς Συρίας μετηνέχθη.
Γενόμενος δὲ ἐν τῇ κατὰ Σελεύκειαν συνόδῳ, ὁμοούσιον.
Ταῦτα πυθόμενος ὁ βασιλεὺς τὸν μὲν
ἐξόριστον γενέσθαι ἐκέλευσεν: Εὐζώϊον δὲ, τὸν ἤδη πρότερον ἅμα Ἀρείῳ
καθαιρεθέντα, τῆς Ἀντιοχείας ἐπίσκοπον προχειρισθῆναι πεποίηκεν. Ὅσοι δὲ
τὴν πρὸς Μελέτιον διάθεσιν ἔσωζον, καταλιπόντες τὸ Ἀρειανικὸν ἄθροισμα,
κατ̓ ἰδίαν τὰς συναγωγὰς ἐποιήσαντο: τῶν τὸ ὁμοούσιον
ἐξ ἀρχῆς
φρονούντων μὴ θελησάντων αὐτοῖς κοινωνεῖν, διότι ἐκ τῆς Ἀρειανῆς ψήφου
τὴν χειροτονίαν Μελέτιος εἶχε λαβὼν, καὶ ὅτι ἀκολουθήσαντες αὐτῷ ὑπ̓
ἐκείνων βαπτισθέντες ἐτύγχανον. Τοῦτον μὲν οὖν τὸν τρόπον καὶ ἡ ἐν
Ἀντιοχείᾳ ἐκκλησία εἰς ἕτερον ὁμόδοξον διετέθη μέρος. Ὁ μέντοι βασιλεὺς,
πυθόμενος κινεῖσθαι πάλιν κατὰ Ῥωμαίων τὰ Περσῶν ἔθνη, ταχέως ἐπὶ τὸν
Ἀντιόχειαν ὥρμησεν.
Περὶ τῆς Μακεδονίου αἱρέσεως.
Μακεδόνιος δὲ τῆς Κωνσταντινουπόλεως ἐκβληθεὶς, καὶ μὴ φέρων τὴν
καταδίκην, ἡσυχάζειν οὐδαμῶς ἠνείχετο: ἀλλὰ ἀποκλίνει μὲν πρὸς τοὺς τοῦ
ἑτέρου μέρους, οἳ ἐν τῇ Σελευκείᾳ καθεῖλον τοὺς περὶ Ἀκάκιον:
διεπρεσβεύετο δὲ πρός τε Σωφρόνιον καὶ Ἐλεύσιον, ἀντέχεσθαι μὲν τῆς
πρότερον ἐν Ἀντιοχείᾳ ἐκτεθείσης πίστεως, μετὰ ταῦτα δὲ ἐν Σελευκείᾳ
βεβαιωθείσης, καὶ παρασήμῳ ὀνόματι ὁμοιούσιον
τὴν πίστιν
ἐπιφημισθῆναι παρῄνεσε. Συνέρρεον οὖν πρὸς αὐτὸν πολλοὶ τῶν γνωρίμων
αὐτῷ, οἳ νῦν Μακεδονιανοὶ
χρηματίζουσιν ἐξ αὐτοῦ: ὅσοι τε ἐν τῇ
κατὰ Σελεύκειαν συνόδῳ τοῖς περὶ Ἀκάκιον διεκρίθησαν, φανερῶς τὸ
ὁμοιούσιον
ἐδογμάτισαν, τὸ πρότερον ἤδη μὲν οὐκ ἐκτρανοῦντες
αὐτό. Φήμη δέ τις παρὰ τοῖς πολλοῖς ἐκράτει, ὡς οὐκ εἴη Μακεδονίου τοῦτο
εὕρεμα, Μαραθωνίου Μαραθωνιανοὺς
καλοῦσιν αὐτούς. Τούτοις δὴ προσφεύγει καὶ Εὐστάθιος, ὁ τῆς Σεβαστείας
ἐκβληθεὶς διὰ πρόφασιν ἣν μικρῷ πρότερον εἴρηκα. Ὡς δὲ ὁ Μακεδόνιος τὸ
Ἄγιον Πνεῦμα συναναλαβεῖν εἰς τὴν θεολογίαν τῆς Τριάδος ἐξέκλινε, τότε
δὴ καὶ Εὐστάθιος, Ἐγὼ,
ἔφη, οὔτε Θεὸν ὀνομάζειν τὸ Πνεῦμα τὸ
Ἅγιον αἱροῦμαι, οὔτε κτίσμα καλεῖν τολμήσαιμι.
Διὰ ταύτην δὲ τὴν
αἰτίαν καὶ Πνευματομάχους
ἀποκαλοῦσιν αὐτοὺς οἱ τὸ
ὁμοούσιον
φρονοῦντες. Ὅπως μὲν οὖν οἱ περὶ Μακεδόνιον εἰς τὸν
Ἑλλήσποντον πλεονάζουσι, κατὰ χώραν ἐρῶ. ὅμοιον
εἰρήκασι τὸν Υἱὸν τῷ Πατρί. Τῇ οὖν
ἑξῆς ὑπατείᾳ, ἥτις ἐστὶ Ταύρου καὶ Φλωρεντίου, ὁμοίου
λέξιν ἐκ τῆς ἐκδοθείσης πίστεως ἐν τῇ Ἀριμήνῳ καὶ ἐν
Κωνσταντινουπόλει: οὐκέτι ἐπικρύπτοντες, ἀλλὰ κατὰ πάντα ἀνόμοιος
ὁ Υἱὸς τῷ Πατρὶ, οὐ
ἐξ οὐκ ὄντων τε αὐτὸν, ὡς
Ἄρειος ἔλεγε, καὶ αὐτοὶ γενέσθαι ἀπεφῄναντο. Συνελαμβάνοντο δὲ ταύτῃ τῇ
δόξῃ οἱ ἐν Ἀντιοχείᾳ τότε τὰ Ἀετίου φρονοῦντες: διόπερ, μετὰ τοῦ ἔχειν
τὴν Ἀρειανὴν προσωνυμίαν, ἔτι καὶ Ἀνόμοιοι
καὶ Ἐξουκόντιοι
ἐκλήθησαν ὑπὸ τῶν ἐν Ἀντιοχείᾳ φρονούντων μὲν τὸ ὁμοούσιον,
διῃρημένων δὲ τότε διὰ τὴν ἐπὶ Μελετίῳ γενομένην αἰτίαν, ὥς μοι καὶ
πρότερον εἴρηται. Ἐρωτηθέντες δ̓ οὖν ὅμως παῤ ἐκείνων, διὰ τί, ἐν τῇ
ἐκθέσει τῆς ἑαυτῶν πίστεως Θεὸν ἐκ Θεοῦ
τὸν Υἱὸν εἰπόντες,
ἀνόμοιόν τε καὶ ἐξ οὐκ ὄντων τολμῶσιν ὀνομάζειν, τοιοῖσδε σοφίσμασιν
ἐπεχείρουν τὴν ἀντίθεσιν ἀποδύεσθαι: ὅτι οὕτως,
φησὶν, εἴρηται
τὸ
Τούτου δὲ τοῦ σοφίσματος ἀρχηγὸς ἦν Γεώργιος ὁ Λαοδικείας
ἐπίσκοπος: ὅστις ἀνάγωγος ὢν τῶν τοιούτων λόγων, ἠγνόησεν ὅπως τὰ
τοιαῦτα τοῦ ἀποστόλου ἰδιώματα τοῖς ἀνωτέρω χρόνοις Ὠριγένης ἐκ Θεοῦ,
ὡς εἴρηται παρὰ τῷ ἀποστόλῳ, Τὰ δὲ πάντα ἐκ
τοῦ
ἓν οὖν τῶν πάντων, καὶ
ὁ Υἱός ἐστιν ἐκ τοῦ Θεοῦ: καὶ διὰ τοῦτο πρόσκειται ἐν ταῖς ἐκδόσεσι
τὸ κατὰ τὰς γραφάς.
Περὶ τῶν Ἀπολιναριστῶν καὶ τῆς αἱρέσεως αὐτῶν.
Ἐν Λαοδικείᾳ τῆς Συρίας δύο ἦσαν ἄνδρες ὁμώνυμοι, πατήρ τε καὶ παῖς:
ἑκατέρῳ γὰρ ἦν ὄνομα Ἀπολινάριος: ὧν ὁ μὲν πατὴρ τοῦ πρεσβυτερίου κατὰ
τὴν ἐκκλησίαν ἠξιοῦτο, ὁ δὲ παῖς τὴν τοῦ ἀναγνώστου τάξιν εἶχεν.
Ἀμφότεροι δὲ ἦσαν Ἑλληνικῶν λόγων διδάσκαλοι: γραμματικῶν μὲν ὁ πατὴρ,
ῥητορικῶν δὲ ὁ υἱός. Ὁ μὲν οὖν πατὴρ Ἀλεξανδρεὺς ὢν τὸ γένος, πρότερον
δὲ ἐν τῇ Βηρυτῷ διδάξας, εἶτα μεταστὰς εἰς Λαοδίκειαν καὶ γήμας ἐκεῖ,
ἴσχει τὸν υἱὸν Ἀπολινάριον. Ἄμφω δὲ ὅμως τότε συνήκμαζον Ἐπιφανίῳ τῷ
σοφιστῇ, καὶ γνήσιοι ὄντες φίλοι συνεκρότουν αὐτόν. Δείσας δὲ Θεόδοτος ὁ
τῆς Λαοδικείας ἐπίσκοπος μὴ τῇ συνεχεῖ τἀνδρὸς ὁμιλίᾳ πρὸς τὸν
Ἑλληνισμὸν ἀποκλίνωσι, διεκώλυε φοιτᾷν παῤ αὐτόν: οἱ δὲ, μικρὰ τοῦ
ἐπισκόπου φροντίσαντες, τὴν τοῦ Ἐπιφανίου φιλίαν ἠσπάζοντο. Μετὰ ταῦτα
Γεώργιος ὁ Θεοδότου διάδοχος σπεύσας ἀποστῆσαι αὐτοὺς, καὶ μηδενὶ τρόπῳ
πεῖσαι δυνηθεὶς, ἄμφω τῆς κοινωνίας ἐζημίωσεν. Ὕβριν τε ἡγεῖται ὁ παῖς
Ἀπολινάριος τὰ γενόμενα, καὶ τῇ ἐννοίᾳ τοῦ σοφιστικοῦ λόγου θαρρῶν
καινοτομεῖ καὶ αὐτὸς αἵρεσιν, ἣ νῦν ἐπιπολάζει, τοὔνομα τοῦ εὑρόντος
εὔχουσα. Φασὶ δέ τινες διενεχθῆναι αὐτοὺς πρὸς Γεώργιον οὐ τοσοῦτον διὰ
τὴν προειρημένην αἰτίαν, ἀλλ̓ ὅτι ἑώρων αὐτὸν ἀλλόκοτα δογματίζοντα, καὶ
νῦν μὲν ὅμοιον
ὁμολογοῦντα
Περὶ τῆς Κωνσταντίου τοῦ βασιλέως τελευτῆς.
Τοῦ μέντοι βασιλέως Κωνσταντίου ἐν Ἀντιοχείᾳ διάγοντος, ὁ Καῖσαρ
Ἰουλιανὸς ἐν ταῖς Γαλλίαις πολλοῖς βαρβάροις συμπλέκει: καὶ νικήσας,
πᾶσι μὲν τοῖς στρατευομένοις ἐπέραστος διὰ τοῦτο γεγονὼς, ὑπ̓ αὐτῶν
ἀναγορεύεται βασιλεύς. Τούτου διαγγελθέντος, ὁ βασιλεὺς Κωνστάντιος εἰς
ἀγῶνα κατέστη: βαπτισθεὶς δὲ ὑπὸ Εὐζωΐου, ἐπὶ τὸν πρὸς αὐτὸν ἐχώρει
πόλεμον. Γενόμενος δὲ μεταξὺ Καππαδοκίας καὶ Κιλικίας, ἐν Μοψουκρήναις
ἐτελεύτα τὸν βίον, ὑπὸ φροντίδος ἀποπληξίᾳ ληφθεὶς, ἐν ὑπατείᾳ Ταύρου
Περὶ Ἰουλιανοῦ καὶ γένους αὐτοῦ καὶ παιδεύσεως, καὶ ὅπως ἐπὶ τὴν βασιλείαν παρελθὼν ἐπὶ τὸ ἑλληνίζειν ἀπέκλινεν.
Ὁ μὲν βασιλεὺς Κωνστάντιος ἐν μεθορίοις τῆς Κιλικίας περὶ τρίτην τοῦ
Νοεμβρίου μηνὸς, ὑπατευόντων Ταύρου καὶ Φλωρεντίου, ἐτελεύτα τὸν βίον.
Ἰουλιανὸς δὲ ἐπὶ τῶν αὐτῶν ὑπάτων, περὶ τὴν ἑνδεκάτην τοῦ ἑξῆς μηνὸς
Δεκεμβρίου, ἐκ τῶν ἑσπερίων μερῶν ἐλάσας, εἰς τὴν Κωνσταντινούπολιν
εἰσελήλυθε, καὶ ἐν αὐτῇ αὐτοκράτωρ ἀποδείκνυται. Ἐπεὶ δὲ περὶ Ἰουλιανοῦ
τοῦ βασιλέως, ἐλλογίμου ἀνδρὸς, ὀλίγα διεξελθεῖν πρόκειται, μηδεὶς τῶν
αὐτῷ γνωρίμων ἐπιζητείτω κόμπον φράσεως, ὡς δέον τὸν περὶ τοῦ τοιούτου
λόγον μὴ ἀπολείπεσθαι, περὶ οὗ ὁ λόγος. Χριστιανικῆς δ̓ οὔσης τῆς
ἱστορίας, διὰ σαφήνειαν ταπεινὸς καὶ χαμαίζηλος φιλοσόφου
σπουδή. Θεὸς
δὲ, ὁ τῶν ἰδίων βουλημάτων κριτὴς, τὸν ἕτερον τῶν ἀνταγωνιστῶν δίχα τῆς
τῶν ἄλλων ζημίας ἔπαυσε τῆς ὁρμῆς. Γενομένου γὰρ Ἰουλιανοῦ περὶ τὰ
Θρᾳκῶν ἔθνη, ἀπηγγέλθη τεθνηκέναι Κωνστάντιον: καὶ οὕτω τὸν ἐμφύλιον
πόλεμον τότε διέφυγεν ἡ Ῥωμαίων ἀρχή. Καταλαβὼν δὲ Ἰουλιανὸς τὴν
Κωνσταντινούπολιν, εὐθὺς ἐσκόπει τίνα τρόπον οἰκειώσεται τὰ πλήθη, καὶ
τὴν ἀπ̓ αὐτῶν εὔνοιαν ἐπισπάσεται. Τέχνῃ οὖν χρῆται τοιαύτῃ: εὖ ἠπίστατο
Κωνστάντιον ὑπὸ ὅλων τῶν λαῶν τῶν τὸ ὁμοούσιον
φρονούντων
μισούμενον, ἐφ̓ οἶς τε τῶν ἐκκλησιῶν ἠλαύνοντο, καὶ ὅτι τοὺς αὐτοῖς
καθήκοντας ἐπισκόπους δημεύσας ἐξώρισεν. Ἐγίνωσκέ τε σαφῶς τοὺς
Ἑλληνίζοντας ἀνιωμένους, ἐφ̓ οἶς θύειν ἐκωλύοντο: ἐπιθυμεῖν τε καιροῦ
δράξασθαι, ἐν ᾧ καὶ τὰ ἱερὰ ἀνοιγήσεται, καὶ ἐξέσται αὐτοῖς θυσίας
ἀναφέρειν τοῖς ἀγάλμασιν. Οὕτω μὲν οὖν ἑκατέρους ἰδίᾳ λυπουμένους πρὸς
τὸν ἀπελθόντα κουρεὺς δὲ,
ἔφη, εἶς πολλοῖς ἀρκέσειε.
Τοὺς μὲν
οὖν διὰ ταύτας τὰς αἰτίας ἐξέβαλε. Τῶν μέντοι ὑπογραφέων τοὺς πλείστους
τῇ ἐξ ἀρχῆς παραδοὺς τύχῃ, τοῖς λοιποῖς αὐτῶν μισθὸν ὑπογραφέως ἐκέλευσε
δίδοσθαι. Περιεῖλε δὲ καὶ τὸν δημόσιον τῶν χρειῶν Καίσαρας.
Ἐκ τοῦ
τοιούτου ἤθους κινούμενος καὶ τοὺς κατὰ Χριστιανῶν
λόγους
συνέγραψε. Τὸ μὲν γὰρ μαγείρους καὶ κουρεῖς ἐκβαλεῖν φιλοσόφου ἔργον, οὐ
μὴν βασιλέως: τὸ δὲ διασύρειν ἢ σκώπτειν οὐκέτι φιλοσόφου, ἀλλὰ μὴν οὐδὲ
βασιλέως. Ἀμφότεροι γὰρ πᾶσαν λοιδορίαν καὶ βασκανίαν ὑπερβεβήκασι.
Βασιλεῖ μὲν γὰρ ἐξέστω φιλοσοφεῖν, ὅσα πρὸς σωφροσύνην ὁρᾷ: φιλόσοφος
δὲ, εἰ πάντα τῶν βασιλέων μιμήσοιτο, διαπεσεῖται τοῦ σκοποῦ. Περὶ μὲν δὴ
Ἰουλιανοῦ τοῦ βασιλέως γένους τε αὐτοῦ καὶ παιδεύσεως καὶ ἤθους, καὶ
ὅπως ἐπὶ τὴν βασιλείαν παρῆλθεν, τοσαῦτα ὡς ἐν ἐπιδρομῇ εἰρήσθω.
Περὶ τῆς ἐν Ἀλεξανδρείᾳ γενομένης στάσεως, καὶ ὅπως Γεώργιος ἀνῃρέθη.
Αὖθις δὲ τῶν περὶ τὰς ἐκκλησίας ὑπὸ τὸν αὐτὸν γενομένων χρόνον μνήμην
ποιούμεθα. Κατὰ τὴν μεγάλην Ἀλεξάνδρου πόλιν συνέβη ταραχὴν γενέσθαι ἐξ
αἰτίας τοιάσδε. Τόπος ἦν τῇ πόλει ἐκ παλαιῶν τῶν χρόνων ἔρημος καὶ
ἠμελημένος, συρφετοῦ τε γέμων πολλοῦ, ἐν ᾧ οἱ Ἕλληνες τὸ παλαιὸν τῷ
Μίθρᾳ τελετὰς
Ὡς ὁ βασιλεὺς ἐπὶ τῇ Γεωργίου χαλεπῄνας ἀναιρέσει δἰ ἐπιστολῆς τῶν Ἀλεξανδρέων καθήψατο.
Ἐπὶ μὲν οὖν τῇ Γεωργίου ἀναιρέσει χαλεπῄνας ὁ βασιλεὺς, δἰ ἐπιστολῆς τοῦ
Ἀλεξανδρέων δήμου καθήψατο. Λόγος δὲ διεδόθη, ὡς ταῦτα εἰς Γεώργιον
ἔδρασαν οἱ δἰ Ἀθανάσιον ἀπεχθῶς ἔχοντες πρὸς αὐτόν. Ἐγὼ δὲ ἡγοῦμαι μὲν
καὶ τοὺς μισοῦντας ἐν ταῖς στάσεσι συνεπιτίθεσθαι τοῖς ἀδικοῦσιν: ἡ
μέντοι τοῦ βασιλέως ἐπιστολὴ τῷ δήμῳ μᾶλλον ἢ Χριστιανοῖς ἐγκαλεῖ. Καὶ
φαίνεται δὲ Γεώργιος καὶ πρότερον καὶ μετὰ ταῦτα βαρὺς γεγονὼς καὶ
ὀχληρὸς τοῖς πᾶσι: καὶ διὰ τοῦτο ἐξεκαύθη εἰς φιλονεικίαν τὰ πλήθη. Ὅτι
δὲ τῷ δήμῳ μᾶλλον ἐγκαλεῖ, αὐτῆς ἐπάκουε τῆς ἐπιστολῆς: Γεώργιος ἄξιος ἦν τοῦ τοιαῦτα παθεῖν:
καὶ τούτων ἴσως ἐγὼ φαίην ἂν χείρονα καὶ πικρότερα: καὶ δἰ ὑμᾶς, ἐρεῖτε:
σύμφημι καὶ αὐτός: παῤ ὑμῶν δὲ εἰ λέγοιτο τοῦτο, οὐκέτι συγχωρῶ: νόμοι
γὰρ ὑμῖν εἰσὶν, οὓς χρὴ τιμᾶσθαι μάλιστα μὲν ὑπὸ πάντων ἰδίᾳ καὶ
στέργεσθαι. Πλὴν ἐπειδὴ συμβαίνει τῶν καθ̓ ἕκαστόν τινας παρανομεῖν,
ἀλλὰ τὰ κοινὰ γοῦν εὐνομεῖσθαι χρὴ, καὶ πειθαρχεῖν τοῖς νόμοις ὑμᾶς, καὶ
μὴ παραβαίνειν ὅσαπερ ἐξ ἀρχῆς ἐνομίσθη καλῶς. Εὐτύχημα γέγονεν ὑμῖν,
ἄνδρες Ἀλεξανδρεῖς, ἐπ̓ ἐμοῦ πλημμελῆσαι τοιοῦτό τι ὑμᾶς, ὃς αἰδοῖ τῇ
πρὸς τὸν θεὸν, καὶ διὰ τὸν πάππον τὸν ἐμὸν καὶ ὁμώνυμον, ὃς ἦρξεν αὐτῆς
τε Αἰγύπτου, καὶ τῆς ὑμετέρας πόλεως, ἀδελφικὴν ὑμῖν εὔνοιαν ἀποσώζω. Τὸ
γὰρ τῆς ἐξουσίας ἀκαταφρόνητον, καὶ τὸ ἀπηνέστερον καὶ καθαρὸν τῆς
ἀρχῆς, οὔποτε ἂν δήμου περιίδοιεν τόλμημα, μὴ, καθάπερ νόσημα χαλεπὸν,
πικροτέρῳ διακαθᾶραι φαρμάκῳ. Προσφέρω δὲ ἐγὼ ὑμῖν, δἰ ἅσπερ ἔναγχος
ἔφην αἰτίας, τὸ προσηνέστατον, παραίνεσιν καὶ λόγους. Ὑφ̓ ὧν εὖ οἶδ̓ ὅτι
πείσεσθε μᾶλλον, εἴπερ ἐστὲ, καθάπερ ἀκούω, τό τε ἀρχαῖον Ἕλληνες, καὶ
τὰ νῦν ἔτι τῆς εὐγενείας ἐκείνης ὕπεστιν ὑμῖν ἀξιόλογος καὶ γενναῖος ἐν
τῇ διανοίᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ὁ χαρακτήρ. Προτεθήτω τοῖς ἐμοῖς
πολίταις Ἀλεξανδρεῦσιν. Τοιαῦτα μὲν οὖν ὁ βασιλεύς.
Ὡς Γεωργίου ἀναιρεθέντος, Ἀθανάσιος κατελθὼν εἰς τὴν ἐκκλησίαν τῆς Ἀλεξανδρείας ἐγκρατὴς ἐγένετο.
Οὐκ εἰς μακρὰν δὲ ἐκ τῆς φυγῆς κατελθόντα Ἀθανάσιον ἀσμένως ὁ τῶν Ἀλεξανδρέων λαὸς ἐδέξατο: ἐξώθησαν τότε ἐκ τῶν ἐκκλησιῶν τοὺς τοῦ Ἀρειανοῦ δόγματος, παραδιδόασι δὲ Ἀθανασίῳ τοὺς εὐκτηρίους τόπους. Οἱ δὲ Ἀρειανίζοντες ἐν οἰκίσκοις ἀσήμοις συναγόμενοι εἰς τόπον Γεωργίου Λούκιον προχειρίζονται. Ἐν τοιαύτῃ μὲν δὴ καταστάσει τὰ κατὰ τὴν Ἀλεξάνδρειαν ἦν.
Περὶ Λουκίφερος καὶ Εὐσεβίου.
Ἐν δὲ δὴ τῷδε τῷ χρόνῳ Λούκιφερ καὶ Εὐσέβιος προστάγματι τοῦ βασιλέως τῆς ἐξορίας ἀνακέκληντο: Λούκιφερ μὲν Καράλων ἐπίσκοπος, ἥ ἐστι πόλις Σαρδανίας, Εὐσέβιος δὲ Βρεκέλλων: πόλις δὲ αὕτη τῶν ἐν Ἰταλίᾳ Λιγύων, ὥς μοι καὶ πρότερον εἴρηται. Ἄμφω οὖν τῶν ἄνω Θηβῶν τῆς ἐξορίας ἐπανϊόντες, συμβουλὴν ἐποιοῦντο, τίνα τρόπον τὸν τῆς ἐκκλησίας κανόνα διαφθειρόμενον μὴ παρίδωσιν.
Ὡς Λούκιφερ ἐν Ἀντιοχείᾳ γενόμενος Παυλῖνον ἐχειροτόνησεν.
Ἐδόκει οὖν, Λουκίφερα μὲν ἐπὶ τὴν Συρίας Ἀντιόχειαν παραγενέσθαι,
Εὐσέβιον δὲ ἐπ̓ Ἀλεξάνδρειαν: ὅπως ἂν σύνοδον ἅμα Ἀθανασίῳ ἀθροίσαντες
τὰ τῆς ἐκκλησίας κρατύνωσι δόγματα. Λούκιφερ μὲν οὖν διάκονον εἰς τὸν
αὐτοῦ τόπον ἀποστέλλει, δἰ οὗ στέρξειν ὡμολόγει τὰ ὑπὸ τῆς συνόδου
τυπούμενα. Αὐτὸς δὲ ἐπὶ τὴν Ἀντιόχειαν χωρήσας, εὑρίσκει τεταραγμένην
τὴν ἐκκλησίαν: ἐδιχονόει γὰρ τὰ πλήθη πρὸς ἑαυτά. Οὐ γὰρ μόνον ἡ Ἀρειανὴ
αἵρεσις ὑπὸ Εὐζωΐου τυγχάνουσα τὴν ἐκκλησίαν ἐχώριζεν: ἀλλὰ
Ὡς Εὐσέβιος ἑνωθεὶς Ἀθανασίῳ σύνοδον ἐπισκόπων πεποιήκασιν ἐν Ἀλεξανδρείᾳ, τρανῶς τὴν Τριάδα ὁμοούσιον ἀνακηρύξαντες.
Εὐσέβιος δὲ καταλαβὼν τὴν Ἀλεξάνδρειαν, σπουδαιότερον ἅμα Ἀθανασίῳ
συνεκρότει τὴν σύνοδον: συνῆλθόν τε ἐκ διαφόρων πόλεων ἐπίσκοποι, καὶ
περὶ πλείστων καὶ ἀναγκαιοτάτων λόγους ἐγύμνασαν. Ἔνθα καὶ τὸ Ἅγιον
Πνεῦμα θεολογήσαντες τῇ ὁμοουσίῳ Τριάδι συνανελαμβάνοντο: καὶ τὸν
ἐνανθρωπήσαντα οὐ μόνον ἔνσαρκον, ἀλλὰ καὶ ἐμψυχωμένον ἀπεφῄναντο, ᾗ καὶ
πάλαι τοῖς ἐκκλησιαστικοῖς ἀνδράσιν ἐδόκει. Οὐ γὰρ νεαράν τινα θρησκείαν
ἐπινοήσαντες εἰς τὴν ἐκκλησίαν εἰσήγαγον, ἀλλ̓ ἅπερ ἐξ ἀρχῆς καὶ ἡ
ἐκκλησιαστικὴ παράδοσις ἔλεγε, καὶ ἀποδεικτικῶς παρὰ τοῖς Χριστιανῶν
σοφοῖς ἐφιλοσοφεῖτο. Οὕτω γὰρ πάντες οἱ παλαιότεροι περὶ τούτου λόγου
γυμνάσαντες ἔγγραφον ἡμῖν κατέλιπον. Καὶ γὰρ Εἰρηναῖός τε καὶ Κλήμης,
Ἀπολινάριός τε ὁ οὐσίας
καὶ ὑποστάσεως.
Ὅσιος γὰρ ὁ Κοδρούβης τῆς ἐν Ἱσπανίᾳ ἐπίσκοπος, οὐσίας καὶ ὑποστάσεως
πεποίηται ζήτησιν, ἥτις καὶ αὐτὴ
ἑτέρας ἐρεσχελίας ὑπόθεσις γέγονεν. Ἀλλὰ τότε μὲν ἡ ἐν Νικαίᾳ
ἐπιγενομένη σύνοδος τὴν περὶ τούτου ζήτησιν οὐδὲ λόγου ἠξίωσεν: ἐπεὶ δὲ
μετὰ ταῦτά τινες περὶ τούτου ἐρεσχελεῖν ἤθελον, διὰ τοῦτο ἐν ταύτῃ τῇ
συνόδῳ περὶ οὐσίας τε καὶ ὑποστάσεως
τάδε ἀπεφῄναντο. Οὐκ ἐπὶ
Θεοῦ δεῖν ἔφασαν ταύταις χρῆσθαι ταῖς λέξεσιν: οὐσίαν
μὲν γὰρ
μηδὲ ὠνομάσθαι ὑπὸ ὑποστάσεως
ὀνόματι καταχρήσασθαι τὸν ἀπόστολον τῇ τῶν
δογμάτων ἀνάγκῃ. Καθ̓ ἕτερον δὲ λόγον προσπαραλαμβάνειν τὰς λέξεις
ἐδογμάτισαν, ὅτ̓ ἂν τὴν Σαβελλίου δόξαν ἐκβάλλωσιν, ἵνα μὴ στενώσει τῶν
λέξεων ὡς ἓν πρᾶγμα τριώνυμον νομίζωμεν, ἀλλ̓ ἕκαστον τῶν ὀνομαζομένων
ὑποστάσει
θεολογοῖτο. Ταῦτα μὲν τότε ἡ σύνοδος: ἃ δὲ ἡμεῖς περὶ οὐσίας καὶ
ὑποστάσεως
ἴσμεν οὐδὲν κωλύει διὰ βραχέων εἰπεῖν. Οἱ τὴν
Ἐλληνικὴν παῤ Ἕλλησι σοφίαν ἐκθέμενοι τὴν μὲν οὐσίαν
πολλαχῶς
ὡρίσαντο: ὑποστάσεως
δὲ οὐδ̓ ἡντιναοῦν μνήμην πεποίηνται.
Εἰρηναῖος δὲ ὁ γραμματικὸς, ἐν τῷ κατὰ στοιχεῖον Ἀττικιστῇ,
καὶ
βάρβαρον
ἀποκαλεῖ τὴν λέξιν: μηδὲ γὰρ παρά τισι τῶν παλαιῶν
εἰρῆσθαι. Εἰ δέ που καὶ ηὕρηται, μὴ ταῦτα σημαίνειν, ἐφ̓ ὧν νῦν
παραλαμβάνεται: παρὰ μὲν γὰρ Σοφοκλεῖ ἐν Φοίνικι ἐνέδραν σημαίνειν τὴν
ὑπόστασιν:
παρὰ δὲ Μενάνδρῳ τὰ καρυκεύματα, ὡς εἴτις λέγοι
τὴν ἐν τῷ πίθῳ τοῦ οἴνου τρύγα ὑπόστασιν.
Ἰστέον μέντοι ὅτι εἰ
καὶ οἱ παλαιοὶ φιλόσοφοι τὴν λέξιν παρέλιπον, ἀλλ̓ ὅμως οἱ νεώτεροι τῶν
φιλοσόφων συνεχῶς ἀντὶ τῆς οὐσίας,
τῇ λέξει τῆς ὑποστάσεως
ἀπεχρήσαντο. Οὐσίας
δὲ τὸν ὅρον, ὡς ἔφαμεν, διαφόρως
ἀποδεδώκασιν: εἰ δὲ ὅρῳ ἡ οὐσία
περιλαμβάνεται, πῶς ἐπὶ Θεοῦ τοῦ
μὴ δυναμένου περιληφθῆναι, κυρίως τῇ Μοναχικῷ
προπετῶς μὲν καὶ
ἀπερισκέπτως θεολογεῖν ἀποσυμβουλεύει: ὁρίζεσθαι δὲ, ὡς ἁπλοῦν, τὸ θεῖον
πάντη ἀπαγορεύει: τῶν γὰρ συνθέτων εἶναι τοὺς ὅρους φησίν. Ὁ δὲ αὐτὸς
καὶ ταῦτα κατὰ λέξιν διδὰσκει: Πᾶσα πρότασις,
φησὶν, ἢ γένος
ἔχει κατηγορούμενον, ἢ εἶδος, ἢ διαφορὰν, ἢ ἴδιον, ἢ συμβεβηκὸς, ἢ
τὸ ἐκ τούτων συγκείμενον: οὐδὲν δὲ ἐπὶ τῆς ἁγίας Τριάδος τῶν
εἰρημένων ἐστι λαβεῖν: σιωπῇ
Ταῦτα μὲν οὖν ὁ Εὐάγριος, περὶ οὗ
Ἐκ τοῦ ἀπολογητικοῦ Ἀθανασίου περὶ τῆς ἑαυτοῦ φυγῆς.
Ἀθανάσιος δὲ καὶ τὸν περὶ τῆς φυγῆς
ἀπολογητικὸν λόγον πάλαι
πεπονημένον αὐτῷ ἐπὶ τῶν παρόντων τότε διεξῆλθεν. Οὗ μέρη τὰ χρήσιμα καὶ
ἐπωφελῆ ἐνταῦθα προσγράφων, τὸν ὅλον λόγον πολύστιχον ὄντα ζητεῖν καὶ
ἀναγινώσκειν τοῖς φιλοπόνοις ἀνῆκα. Ἰδοῦ ταῦτα τῶν ἀσεβῶν τὰ τολμήματα:
ταῦτα δρῶντες, καὶ μὴ ἐντραπέντες δειλίαν
ὀνειδίζοντες, ἀγνοοῦντες ὅτι καὶ τοῦτο γογγύζοντες
εἰς ἑαυτοὺς ἐπιστρέφουσι μᾶλλον τὴν μέμψιν. Εἰ γὰρ φαῦλον τὸ φεύγειν,
πολλῷ χεῖρον τὸ διώκειν. Ὁ μὲν γὰρ, ἵνα μὴ ἀποθάνῃ, κρύπτεται: ὁ δὲ
διώκει ζητῶν ἀποκτεῖναι. Καὶ τὸ μὲν φεύγειν
γέγραπται: ὁ δὲ ζητῶν
ἀναιρῆσαι παραβαίνει πᾶς γὰρ κατώδυνος καὶ ὑπόχρεως
ἐν σαργάνῃ κεχάλασται, καὶ ἐξέφυγε τοῦ ζητοῦντος τὰς
χεῖρας.
Τῆς τοίνυν γραφῆς τοιαῦτα λεγούσης περὶ τῶν ἁγίων, ποίαν
ἄρα πρόφασιν τῆς ἑαυτῶν προπετείας ἐξευρεῖν δυνήσονται; Ἄν τε γὰρ
δειλίαν
ὀνειδίσωσι, κατ̓ αὐτῶν ὡς μαινομένων τὸ τόλμημα: κᾅν
τε ὡς παρὰ τὸ βούλημα τοῦ Θεοῦ ποιοῦντας αὐτοὺς διαβάλλουσιν, οὐκ
εἰδότες εἰσὶ παντελῶς τὰς γραφάς. Ἐν μὲν γὰρ τῷ νόμῳ πρόσταξις ἦν,
ἐκταγῆναι καὶ πόλεις φυγαδευτηρίους,
ὑπὲρ τοῦ τοὺς ζητουμένους εἰς θάνατον ὅπως δήποτε
δύνασθαι διασώζεσθαι. Ἐπὶ δὲ συντελείᾳ τῶν αἰώνων παραγενόμενος αὐτὸς ὁ
τῷ Μωϋσεῖ λαλήσας Λόγος τοῦ Πατρὸς πάλιν ἐντολὴν ταύτην δίδωσι,
Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐκ τῆς
πόλεως ταύτης, φεύγετε εἰς τὴν
Καὶ μετ̓ ὀλίγα φησὶν, Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς
ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ, ʽὁ
ἀναγινώσκων νοείτὠ, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη: ὁ
ἐπὶ τοῦ δώματος μὴ καταβήτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ: ὁ ἐν τῷ
ἀγρῷ μὴ ἐπιστρεψάτω ἆραι τὰ ἱμάτια αὐτοῦ.
Ταῦτα γὰρ εἰδότες οἱ
ἅγιοι τοιαύτην εἶχον τῆς πολιτείας ἀγωγήν: ἃ γὰρ νῦν προσέταξεν ὁ
Κύριος, ταῦτα καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας ἐν τοῖς ἁγίοις ἐλάλει. Καὶ
ἔστιν οὗτος ὅρος ἀνθρώποις εἰς τελειότητα φέρων, ὅ δ̓ ἄν ὁ Θεὸς
προστάξῃ, τοῦτο ποιεῖν. Διὰ τοῦτο καὶ αὐτὸς ὁ Λόγος, δἰ ἡμᾶς γενόμενος
ἄνθρωπος, κατηξίωσε ζητούμενος κρυβῆναι,
καὶ πάλιν διωκόμενος φεύγειν, καὶ τὴν ἐπιβουλὴν
ἐκκλῖναι. Ἔπρεπε γὰρ αὐτὸν, ὡς ἐκ τοῦ πεινῆν καὶ διψῆν, καὶ τοῦτο
παθεῖν, Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα
αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον: μέλλει γὰρ Ἡρώδης ζητεῖν τὴν ψυχὴν
τοῦ παιδίου.
Καὶ ἀποθανόντος δὲ Ἡρώδου, φαίνεται δἰ Ἀρχέλαον τὸν
υἱὸν αὐτοῦ ἀναχωρῶν εἰς οἱ μὲν
Φαρισαῖοι ἐξελθόντες συμβούλιον ἐποίουν κατ̓ αὐτοῦ,
Καὶ γὰρ καὶ ὅτε τὸν Λάζαρον ἤγειρεν ἐκ
νεκρῶν, ἀπ̓ ἐκείνης,
φησὶ, τῆς ἡμέρας
Εἶτα λέγοντος τοῦ Σωτῆρος,
Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι,
διελθὼν
διὰ μέσου αὐτῶν
Ἆρα ταῦτα
βλέποντες, μᾶλλον δὲ κατανοοῦντες, ἐπεὶ ἐπορεύετο
καὶ παρῆγεν οὕτως.μὴ βλέπουσι
γενέσθαι
πυρίκαυστοι,
ὅτι ἐναντία οἱ μαθηταὶ τὸ σῶμα ἔθαψαν, ἀκούσας ὁ Ἰησοῦς
Ὁ μὲν οὖν Κύριος ἐποίει ταῦτα, καὶ
οὕτως ἐδίδασκεν. Εἵθε δὲ οὗτοι κᾂν οὕτως αἰσχυνθῶσι, καὶ μέχρι τῶν
ἀνθρώπων στήσωσιν ἑαυτῶν τὴν προπέτειαν, καὶ μὴ πλέον μανέντες
ἐγκαλέσωσι καὶ τῷ Σωτῆρι δειλίαν,
ἅπαξ κατ̓ αὐτοῦ βλασφημεῖν
μελετήσαντες. Ἀλλ̓ οὔτε μαινομένων αὐτῶν τις ἀνέξεται: μᾶλλον δὲ καὶ τὰ
εὐαγγέλια μὴ νοοῦντες ἐλεγχθήσονται. Ἔστι γὰρ ἡ πρόφασις τῆς τοιαύτης
ἀναχωρήσεως καὶ φυγῆς εὔλογος καὶ ἀληθής: ἣν ἐπὶ μὲν τοῦ Σωτῆρος οἱ
εὐαγγελισταὶ κειμένην ἀπεμνημόνευσαν: δεῖ δὲ ἡμᾶς ἐκ τούτου ἐπὶ πάντων
τῶν ἁγίων τὴν αὐτὴν λογίζεσθαι. Ἅ γὰρ ἐπὶ τοῦ Σωτῆρος ἀνθρωπίνως
γέγραπται, ταῦτα τῷ κοινῷ γένει τῶν ἀνθρώπων ἀναφέρεσθαι προσήκει. Τὰ
γὰρ ἡμῶν ἐκεῖνος ἀνεδέξατο, καὶ τὰ τῆς ἡμετέρας ἀσθενείας Ἐζήτουν οὖν αὐτὸν πιάσαι,
καὶ οὐδεὶς ἐπέβαλεν ἐπ̓ αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα
αὐτοῦ.
Καὶ γὰρ καὶ πρὸ τοῦ ταύτην ἐλθεῖν, ἔλεγεν αὐτὸς τῇ μὲν
μητρὶ, Οὔπω ἦλθεν ἡ ὥρα μοῦ:
τοῖς δὲ χρηματίσασιν ἀδελφοῖς αὐτοῦ,
Ὁ ἐμὸς
Πάλιν τε ἐλθόντος τοῦ καιροῦ, ἔλεγε τοῖς μαθηταῖς, Καθεύδετε λοιπὸν
καὶ ἀναπαύεσθε: ἰδοῦ γὰρ, ἤγγικεν ἡ ὥρα, καὶ ὁ υἱὸς τοῦ
. . . . Οὔτε δὲ πρὸ τοῦ τὸν χρόνον ἐλθεῖν ἤφιεν
ἑαυτὸν κρατεῖσθαι, οὔτε τοῦ
Ὡς μετὰ τὴν ἐν Ἀλεξανδρείᾳ τῶν τὸ ὁμοούσιον πρεσβευσάντων σύνοδον Εὐσέβιος εἰς Ἀντιόχειαν ὑποστρέψας, καὶ τοὺς ὁμοδόξους διῃρημένους εὑρὼν διὰ τὴν Παυλίνου χειροτονίαν, καὶ τούτους ἑνῶσαι μὴ δυνηθεὶς, ὑπανεχώρησεν.
Εὐσέβιος δὲ ὁ Βρεκέλλων ἐπίσκοπος εὐθὺς μετὰ τὴν σύνοδον ἐκ τῆς
Ἀλεξανδρείας ἐπὶ τὴν Ἀντιόχειαν ὥρμησεν. Εὑρών τε Παυλῖνον μὲν ὑπὸ
Λουκίφερος χειροτονηθέντα, τὰ δὲ πλήθη διεστηκότα, —οἱ γὰρ Μελιτίῳ
ἀκολουθήσαντες ἰδίᾳ συνήγοντο,—ταραχθεὶς ὅτι τῇ γενομένῃ χειροτονίᾳ μὴ
πάντες συνῄνουν, κατέγνω μὲν καθ̓ ἑαυτὸν τοῦ γενομένου, τῇ δὲ πρὸς
Λουκίφερα αἰδοῖ σιωπήσας ἀνεχώρησεν, ἐπαγγειλάμενος ἐν συνεδρίῳ
ἐπισκόπων τὰ γενόμενα διορθώσασθαι. Καὶ μετὰ ταῦτα πολλὴν σπουδὴν
θέμενος ἑνῶσαι τοὺς διεστῶτας οὐκ ἴσχυσεν. Ἔφθασε δὲ Μελίτιος τῆς
ἐξορίας ἐπανελθών: καὶ εὑρὼν ἰδίᾳ συναγομένους τοὺς συνελθόντας αὐτῷ,
τούτων προΐστατο: ἀλλὰ τῶν μὲν ἐκκλησιῶν ἐκράτει Εὐζώϊος ὁ τῆς Ἀρειανῆς
προεστὼς θρησκείας. Παυλῖνός τε μίαν τῶν μικρῶν ἔνδον τῆς πόλεως
ἐκκλησιῶν εἶχεν, ἧς αὐτὸν Εὐζώϊος αἰδοῖ τῇ πρὸς αὐτὸν οὐκ ἐξέβαλε:
Μελίτιος δὲ ἔξω τῶν πυλῶν τῆς πόλεως τὰς συναγωγὰς ἐποιεῖτο. Τότε μὲν δὴ
οὕτω τῆς Ἀντιοχείας Εὐσέβιος ἀνεχώρησε. Λούκιφερ δὲ πυθόμενος μὴ
δέχεσθαι ὑπὸ Εὐσεβίου τὴν χειροτονίαν αὐτοῦ, ὕβριν ἡγεῖτο, καὶ δεινῶς
ἠγανάκτει: διεκρίνετο οὖν κοινωνεῖν Εὐσεβίῳ: καὶ τὰ τῇ συνόδῳ ἀρέσαντα
ἀποδοκιμάζειν
Περὶ Ἱλαρίου τοῦ Πυκτάβων ἐπισκόπου.
Ἐφθάκει δὲ καὶ Ἱλάριος, ὁ Πυκτάβων ἐπίσκοπος, ʽπόλις δὲ αὕτη δευτέρας
Ἀκυτανίασ̓, προκαταβεβλημένος τὰ τῆς ὁμοδόξου πίστεως δόγματα τοῖς τε ἐν
Ἰταλίᾳ καὶ Γαλλίᾳ ἐπισκόποις: καὶ γὰρ πρότερος τῆς ἐξορίας ἐπανιὼν
κατειλήφει τοὺς τόπους. Ἄμφω μὲν οὖν γενναίως τῇ πίστει συνηγωνίσαντο.
Ἱλάριος δὲ καὶ ἐλλόγιμος ὁμοουσίου
παρέδωκε δόγματα: δἰ ὧν ἱκανῶς
μὲν τούτῳ συνέστη, δυνατῶς δὲ καὶ τῶν Ὑμεῖς,
φησὶ, οἱ Μακεδονιανοὶ χρηματίζοντες, εἰ ἕτερα
φρονεῖτε τοῖς περὶ Ἀκάκιον, πῶς αὐτοῖς ἄχρι νῦν ὡς ὁμοδόξοις
ἐκοινωνεῖτε;
πρὸς ταύτην τὴν πεῦσιν ἀπεκρίναντο διὰ Σωφρονίου
τοῦ Πομπηϊουπόλεως τῆς ἐν Παφλαγονίᾳ ἐπισκόπου τάδε: Οἱ κατὰ τὴν δύσιν,
φησὶν, ἐνόσουν τὸ ὁμοούσιον:
Ἀέτιος δὲ ἐν τῇ κατ̓ οὐσίαν
ἀνόμοιον:
καὶ ἦν ἔκνομα ἀμφότερα. Οἱ μὲν γὰρ ἀτάκτως τὰς
ἰδιαζούσας ὑποστάσεις Πατρὸς καὶ Υἱοῦ συνέπλεκον εἰς ἑνότητα, τῷ τοῦ
ὁμοουσίου
ὀνόματι, χορδῇ κακίας, δεσμούμενοι. Ὁ δὲ καὶ σφόδρα
τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φύσεως διίστα τὴν οἰκειότητα τῷ τοῦ
ἀνομοίου κατ̓ οὐσίαν
ὀνόματι. Ἀμφοτέρων δὲ εἰς πολλὴν τῶν
ἐναντίων πιπτόντων ἀκρότητα, ἡ μέση ἀμφοῖν ὁδὸς ἱκανῶς ἡμῖν ἐφάνη τὴν
τῆς ἀληθείας ἔχειν εὐσέβειαν, ὅμοιον λέγουσα τὸν Υἱὸν τῷ Πατρὶ καθ̓
ὑπόστασιν.
Τοιαῦτα μὲν οὖν οἱ Μακεδονιανοὶ πρὸς τὴν πεῦσιν διὰ
Σωφρονίου συναγωγῇ τῶν συνοδικῶν
φησί. ἀνομοίου
ἀρχηγὸν, καὶ μὴ τοὺς περὶ
Ἀκάκιον, φαίνονται σοφιζόμενοι τὴν ἀλήθειαν, δοκοῦντες ἐν μέρει τοὺς
Ἀρειανοὺς ἐκκλίνειν, ἐν μέρει δὲ τοὺς φρονοῦντας τὸ ὁμοούσιον.
Ἐλέγχονται δὲ διὰ τῆς ἰδίας φωνῆς, ὅτι ἀμφοτέρων καινοτομοῦντες
ἐξέδυσαν. Τοσαῦτα δὴ καὶ περὶ τούτων λελέχθω.
Ὡς ὁ βασιλεὺς Ἰουλιανὸς χρήματα τοὺς Χριστιανοὺς εἰσεπράττετο.
Περὶ Μάρι τοῦ ἐπισκόπου Χαλκηδόνος.
ἀσεβῆ
καλῶν, τὸν ἀποστάτην,
τὸν ἄθεον.
Ὁ δὲ λόγοις τὰς ὕβρεις
ἠμύνετο, τυφλὸν
καλέσας. Καὶ οὐκ ἂν,
φησὶν, οὐδὲ ὁ
Γαλιλαῖός σου Θεὸς θεραπεύσειε σέ.
Γαλιλαῖον
γὰρ εἰώθει ὁ Ἰουλιανὸς καλεῖν τὸν Χριστὸν, καὶ τοὺς
Χριστιανοὺς Γαλιλαίους.
Ὁ δὲ δὴ Μάρις παρρησιαίτερον πρὸς τὸν
βασιλέα ἀπήντησεν: Εὐχαριστῶ,
φησὶ, τῷ Θεῷ τυφλώσαντί με, ἵνα
μὴ ἴδω τὸ πρόσωπόν σου οὕτως ἐκπεπτωκὸς πρὸς τὴν ἀσέβειαν.
διωγμὸν
δὲ λέγω, τὸ ὁπωσοῦν
ταράττειν τοὺς ἡσυχάζοντας. Ἐτάραττε δὲ ὧδε: νόμῳ ἐκέλευε Χριστιανοὺς
παιδεύσεως μὴ μετέχειν: ἵνα μὴ,
φησὶν, ἀκονώμενοι τὴν γλῶτταν
ἑτοίμως πρὸς τοὺς διαλεκτικοὺς τῶν Ἑλλήνων ἀπαντῶσιν.
Περὶ τῆς ταραχῆς ἣν ἐποίησαν οἱ Ἕλληνες κατὰ τῶν Χριστιανῶν.
Ἐκέλευε δὲ μηδὲ κατὰ τὰ βασίλεια στρατεύεσθαι τοὺς μὴ βουλομένους
Πατήσατέ με,
ἐβόα, τὸ ἅλας τὸ
ἀναίσθητον.
Τοιοῦτος φιλοσοφεῖν
λεγόντων ἐγίνετο: καὶ
Περὶ τῆς Ἀθανασίου φυγῆς.
Ὁ δὲ φεύγει πάλιν, εἰπὼν τοῖς γνωρίμοις, Ὑποσταλῶμεν μικρὸν, ὦ φίλοι:
νεφύδριον γάρ ἐστι, καὶ παρέρχεται.
Ταῦτα εἰπὼν, εὐθὺς ὡς εἶχε,
πλοίῳ διὰ τοῦ Νείλου εἰς τὴν Αἴγυπτον ἔφυγεν: ἐδίωκον δὲ κατόπιν οἱ
συλλαβεῖν αὐτὸν σπεύδοντες. Ἐπειδὴ δὲ οὐ πόρρωθεν εἶναι ἐπύθετο τοὺς
διώκοντας, οἱ μὲν συνόντες ὡς ἐπὶ τὴν ἔρημον αὖθις φεύγειν ἐκέλευον: ὁ
δὲ σοφῇ γνώμῃ χρησάμενος διέφυγε τοὺς διώκοντας. Τοῖς γὰρ διώκουσιν
ἐξυποστρέψαντας ἀπαντᾶν συνεβούλευε, καὶ τοῦτο ᾗ τάχος ἐγίνετο: ἐπεὶ δὲ
πλησίον ποῦ Ἀθανάσιον τεθέανται.
Οἱ δὲ ἐγγὺς αὐτοῦ που εἶναἰ ἐμήνυον,
καὶ εἰ ἐπισπεύσειεν, οὐκ εἰς μακρὰν αὐτὸν καταλήψεσθαι
ἔλεγον. Καὶ οὕτως οἱ μὲν παρατραπέντες συντόνως μάτην ἐδίωκον: ὁ δὲ
διαφυγὼν τὴν Ἀλεξάνδρειαν λαθραίως κατέλαβε. Καὶ ἐκεῖ λανθάνων διῆγεν,
ἕως οὗ ὁ Ὑμέτερόν ἐστιν,
ἔλεγεν αὐτοῖς,
πάσχοντας κακῶς ὑπομένειν: τοῦτο γὰρ τοῦ ὑμετέρου Θεοῦ
παράγγελμα.
Περὶ τῶν ἐν Μηρῷ τῇ πόλει τῆς Φρυγίας ἐπὶ Ἰουλιανοῦ μαρτυρησάντων.
Ἐν γοῦν Μηρῷ πόλει τῆς ἐπαρχίας τῆς Φρυγίας ἄρχων ἦν Εἰ ἐπεθύμησας ὀπτῶν, ὦ Ἀμάχιε, κρεῶν
ἀπογεύσασθαι, στρέψον ἡμᾶς καὶ εἰς τὰς ἑτέρας πλευρὰς, ἵνα μὴ εἰς
Τοῦτον μὲν
οὖν τὸν τρόπον οὗτοι τὸν βίον ἐτέλεσαν.
Ὡς τοῦ βασιλέως κωλύσαντος τοὺς Χριστιανοὺς Ἑλληνικὴν παίδευσιν μανθάνειν, οἱ Ἀπολινάριοι εἰς τὸ ἐπιγράφειν λόγους ὡρμήθησαν.
Πῶς φῂς προνοίᾳ Θεοῦ ταῦτα γενέσθαι;
τὴν μὲν γὰρ τοῦ βασιλέως ταχεῖαν τελευτὴν λυσιτελῆσαι τῷ
Χριστιανισμῷ δῆλον ἐστί: τὸ δὲ παρερρίφθαι τὰ τῶν Ἀπολιναρίων
Χριστιανικὰ ποιήματα, καὶ πάλιν τοὺς Χριστιανοὺς τὴν Ἑλλήνων
μανθάνειν παιδείαν, οὐκέτι τοῦτο λυσιτελεῖν τῷ Χριστιανισμῷ: πρὸς
βλάβης γὰρ εἶναι τὴν Ἑλληνικὴν παιδείαν πολυθεΐαν διδάσκουσαν.
Πρὸς ταῦτα οὖν τὰ ὑποπίπτοντα ἡμῖν ὡς οἶόν τε λέξομεν. Ἡ Ἑλληνικὴ
παίδευσις οὔτε παρὰ τοῦ Χριστοῦ, οὔτε παρὰ τῶν αὐτοῦ μαθητῶν, ἢ ὡς
θεόπνευστος ἐδέχθη, ἢ τὸ ἀποκρυπτόμενον ἀπὸ τῶν
κατὰ Χριστὸν μυστήριον.
Καὶ τοῦθ̓ οὕτως
ἔχειν, ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ ἀπόστολος δείκνυσι, Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾽
οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν
ἀδικίᾳ κατεχόντων: διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν
αὐτοῖς: ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε: τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως
κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις
καὶ θειότης εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι, γνόντες τὸν
Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν.
Διὰ τούτων φαίνονται γνῶσιν μὲν
ἀληθείας ἔχοντες, ἣν ὁ Θεὸς αὐτοῖς ἐφανέρωσεν, ἔνοχοι δὲ γίνονται, διότι
γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν. Οὐκοῦν τὸ μὴ κωλύσαι τὰ Ἑλλήνων
μανθάνειν, τῇ γνώμῃ τῶν βουλομένων Γίνεσθε τραπεζίται δόκιμοι
ὥστε τὰ πάντα
δοκιμάζειν, τὸ καλὸν κατέχοντας:
προσέχειν δὲ, μή τις ὑμᾶς ἔσται συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης.
Τοῦτο δὲ οὐκ ἂν πεισόμεθα, εἰ μὴ ὅπλα τῶν πολεμίων κτησαίμεθα, καὶ ἐν τῷ
κτᾶσθαι μὴ τὰ τῶν πολεμίων φρονῶμεν, ἀλλὰ τὸ μὲν κακὸν ἐκτρεπόμεθα, τὸ
δὲ καλὸν καὶ τὴν ἀλήθειαν ἔχοντες, πάντα προσλαμβάνομεν δοκιμάζοντες: τὸ
γὰρ καλὸν, ἔνθα ἂν ᾖ, ἴδιον τῆς ἀληθείας ἐστίν. Εἰ δέ τις ἡμᾶς βιαίως
ταῦτα λέγειν νομίζει, σκοπησάτω ὅτι ὁ ἀπόστολος οὐ μόνον οὐ κωλύει
μανθάνειν Ἑλληνικὴν παίδευσιν, ἀλλὰ γὰρ φαίνεται καὶ αὐτὸς μὴ ἀμελήσας
αὐτῆς, ἕνεκεν τοῦ γνῶναι πολλὰ τῶν εἰρημένων τοῖς Κρῆτες ἀεὶ
ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαὶ,
εἰ μὴ τοὺς Ἐπιμενίδου τοῦ
Κρητὸς, Τοῦ γὰρ καὶ γένος ἐσμὲν,
εἰ μὴ τὰ
Φαινόμενα
τοῦ ἀστρονόμου Ἀράτου Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαὶ,
δείκνυσι μὴ ἀνήκοον τῶν Εὐριπίδου δραμάτων τυγχάνοντα. Καὶ τί δεῖ περὶ
τούτων μηκύνειν τὸν λόγον; καὶ ἀνέκαθεν, ὡς ἔκ τινος μὴ κεκωλυμένης
συνηθείας, οἱ κατὰ τὰς ἐκκλησίας διδάσκαλοι δείκνυνται ἄχρι γήρως τὰ
Ἑλλήνων ἀσκούμενοι: τοῦτο μὲν, εὐγλωττίας χάριν καὶ γυμνασίας τοῦ νοῦ:
τοῦτο δὲ, καὶ πρὸς τὴν αὐτῶν ἐκείνων κατάγνωσιν, περὶ ὧν ἀπεσφάλησαν.
Ταῦτα μὲν οὖν ἕνεκεν τῶν Ἀπολιναρίων ὡς οἶόν τε εἰρήσθω.
Ὡς ὁ βασιλεὺς εἰς Πέρσας μέλλων ἐλαύνειν καὶ ἐν Ἀντιοχείᾳ γενόμενος, ὑπ̓ αὐτῶν σκωφθεὶς τὸν Μισοπώγωνα λόγον προσεφώνησε.
Ὁ μέντοι βασιλεὺς, πλεῖστα ἐκ τῶν Χριστιανῶν κομισάμενος χρήματα, ἐπὶ
Πέρσας τε τὴν σπουδὴν ποιούμενος, τὴν ἐν Συρίᾳ καταλαμβάνει Ἀντιόχειαν.
Ἐν ᾗ γενόμενος, τὸ προσόν τε αὐτῷ φιλότιμον καὶ Ἀντιοχεῦσιν ἐπιδεῖξαι
βουλόμενος, τὰς τιμὰς τῶν ὠνίων πλέον ἢ ἔδει εἰς ἔλαττον κατεβίβασε, μὴ
στοχασάμενος τοῦ καιροῦ, μηδὲ λογισάμενος ὡς παρουσία πολυπληθίας
στρατοπέδου τοῖς τε ἐπαρχιώταις ἐξ ἀνάγκης ζημία γίνεται, καὶ τὴν
ἀφθονίαν ἐκκόπτει τῶν πόλεων. Διόπερ οἱ μεταβολεῖς καὶ οἱ τῶν ὠνίων
κάπηλοι, μὴ ἐνεγκόντες τὴν ἐκ τοῦ βασιλικοῦ προστάγματος ζημίαν, τῆς
ἐμπορίας τότε ἀπέσχοντο. Ἐκ δὲ τοῦτο τὰ ὤνια ἀπελείπετο: κείρειν τε
ἔλεγον τοῦτον καὶ σχοινία πλέκειν ἐξ αὐτοῦ: τὸ νόμισμά τε αὐτοῦ
ταῦρον ἔχειν, καὶ τὸν κόσμον ἀνατετράφθαι.
Ὢν γὰρ δὴ ὁ βασιλεὺς
πολὺ δεισιδαίμων, ταύρους τε συνεχῶς θύων πρὸς τοῖς βωμοῖς τῶν εἰδώλων,
βωμὸν καὶ ταῦρον ἐντυπωθῆναι κεκελεύκει τῷ ἑαυτοῦ νομίσματι. Ἐκ τούτων
δὴ τῶν σκωμμάτων εἰς ὀργὴν ἐκπεσὼν ὁ βασιλεὺς διηπείλει πᾶν ποιῆσαι
κακὸν τῇ Ἀντιοχέων πόλει: καὶ ἐπὶ Ταρσὸν τῆς Κιλικίας ἐξυποστρέφει: ἐκεῖ
τε τὰ ἐπιτήδεια κελεύσας εὐτρεπισθῆναι, ἀπαίρειν ἐσπούδαζεν. Ὅθεν
ὑπόθεσιν ἔσχεν ὁ σοφιστὴς Λιβάνιος γράψαι τόν τε πρεσβευτικὸν ὑπὲρ
Ἀντιοχέων,
καὶ τὸν πρὸς Ἀντιοχεῖς
περὶ τῆς τοῦ βασιλέως
ὀργῆς. Ἀλλὰ τούτους μὲν τοὺς λόγους φασὶ γράψαντα τὸν σοφιστὴν μηκέτι
εἰς πολλοὺς εἰρηκέναι. Ὁ βασιλεὺς δὲ ἀφέμενος ἔργοις τοὺς ὑβρικότας
ἀμύνασθαι, τῷ ἀντισκῶψαι τὴν ὀργὴν διελύσατο: τὸν γὰρ πεπονημένον αὐτῷ
Ἀντιοχικὸν ἤτοι Μισοπώγωνα λόγον
διεξελθὼν, στίγματα διηνεκῆ
τῇ Ἀντιοχέων πόλει κατέλιπεν. Περὶ μὲν δὴ τούτων τοσαῦτα εἰρήσθω:
λεκτέον δὲ καὶ οἶα τοῖς ἐν Ἀντιοχείᾳ Χριστιανοῖς ὁ βασιλεὺς τότε
πεποιήκει.
Ὡς τοῦ βασιλέως χρησμὸν θελήσαντος λαβεῖν, τὸ Δαιμόνιον οὐκ ἀπεκρίνατο εὐλαβηθὲν Βαβυλᾶν τὸν μάρτυρα.
Τὰ γὰρ κατὰ τὴν Ἀντιόχειαν ἱερὰ τῶν Ἑλλήνων ἀνοιγῆναι κελεύσας, χρησμὸν
λαβεῖν παρὰ τοῦ ἐν Δάφνῃ Ἀπόλλωνος ἔσπευδεν. Ὡς δὲ ὁ ἐνοικῶν τῷ ἱερῷ
δαίμων τὸν γείτονα δεδοικὼς, λέγω δὴ Βαβυλᾶν τὸν μάρτυρα, οὐκ
ἀπεκρίνατο,—πλησίον γὰρ ἦν ἡ σορὸς
Περὶ τῆς τοῦ βασιλέως ὀργῆς, καὶ περὶ Θεοδώρου τοῦ ὁμολογητοῦ.
Τότε δὴ καὶ τὸ κρυπτόμενον ἦθος τοῦ βασιλέως ἐξηλέγχετο: οὐ γὰρ ἔτι
κατεῖχεν ἑαυτὸν ὁ πρώην φιλοσοφεῖν ἐπαγγελλόμενος. Ἀλλ̓ ἐκ τῶν
ὀνειδιστικῶν ὕμνων εὐέμπτωτος ἦν εἰς ὀργὴν, ἕτοιμός τε ἦν ταῦτα ποιεῖν
τοῖς Χριστιανοῖς, οἶα οἱ περὶ Διοκλητιανὸν πρότερον πεποιήκεισαν. Ἐπεὶ
δὲ ἡ κατὰ Περσῶν σπουδὴ οὐ παρεῖχε τῇ προθέσει καιρὸν, κελεύει Σαλουστίῳ
τῷ ἐπάρχῳ συλλαβεῖν ἐπὶ τὸ κολάσαι τοὺς μάλιστα σπουδαίους τῶν ψαλμῳδῶν.
Ὁ δὲ ἔπαρχος, καίτοι Ἕλλην ὢν τὴν θρησκείαν, τὸ μὲν ἐπίταγμα ἡδέως οὐκ
ἐδέξατο: ἀντιλέγειν δὲ οὐκ ἔχων, συλλαμβάνει μὲν πολλοὺς τῶν Χριστιανῶν,
καί τινας δεσμωτήριον οἰκεῖν προσέταξεν. Ἕνα δὲ νεανίσκον, ὀνόματι
Θεόδωρον, αὐτῷ παρὰ τῶν Ἑλληνιζόντων προσαχθέντα, βασάνοις καὶ διαφόροις
κολαστηρίοις ὑπέβαλεν, καταξανθῆναι κατὰ παντὸς κελεύσας τοῦ σώματος:
καὶ αὐτὸν τότε ἠφίει τῶν βασάνων, ὅτε μηκέτι ζήσεσθαι ᾤετο. Ἀλλὰ Θεὸς ἦν
ὁ σώζων τὸν ἄνδρα: ἐπεβίω γὰρ χρόνον μετ̓ ἐκείνην τὴν ὁμολογίαν
Αὐτόν με ὄψεσθε
μετ̓ οὐ πολὺ, καὶ οὐδέν μοι δεήσει πρεσβείας.
Ὡς καὶ Ἰουδαίους ὁ βασιλεὺς ἐπὶ τὸ θύειν προετρέψατο, καὶ περὶ τῆς τῶν Ἱεροσολύμων τελείας ἀνατροπῆς.
Καὶ κατ̓ ἄλλον δὲ τρόπον ὁ βασιλεὺς τοὺς Χριστιανοὺς βλάπτειν σπουδάζων
τὴν οἰκείαν δεισιδαιμονίαν ἐξήλεγχε. Φιλοθύτης λίθος ἐπὶ
εἰς τὸν
ναὸν, ἀλλὰ τὸ τοῦ Σωτῆρος λόγιον πληρωθήσεται. Ταῦτα ἔλεγεν ὁ ἐπίσκοπος.
Καὶ διὰ τῆς νυκτὸς σεισμὸς μέγας ἐπιγενόμενος ἀνέβρασσε τοὺς λίθους τῶν
πάλαι θεμελίων τοῦ ναοῦ, καὶ πάντας διέσπειρε σὺν τοῖς παρακειμένοις
οἰκήμασι. Δέος δὲ ἐκ τοῦ γενομένου Ἰουδαίους κατέλαβε: καὶ φήμη ἐπὶ τὸν
τόπον ἦγε καὶ τοὺς πόρρω διάγοντας. Παρόντων οὖν σφόδρα πολλῶν, ἕτερον
τεράστιον ἐπιγίνεται. Πῦρ γὰρ ἐξ οὐρανοῦ κατασκῆψαν πάντα τὰ τῶν
οἰκοδόμων ἐργαλεῖα διέφθειρεν. Ἦν γοῦν ἰδεῖν ὑπὸ τῆς φλογὸς ἀπολλυμένας
τὰς σφύρας, τὰς γλαρίδας, τοὺς πρίονας, τοὺς πελέκεις, τὰ σκέπαρνα,
πάντα ἁπλῶς ὅσα πρὸς τὸ ἔργον ἐπιτήδεια εἶχον οἱ ἐργαζόμενοι. Ἐπενέμετο
μὲν οὖν ταῦτα τὸ πῦρ δἰ ὅλης τῆς ἡμέρας. Ἰουδαῖοι δὲ ἐν μεγίστῳ φόβῳ
γενόμενοι καὶ ἄκοντες ὡμολόγουν τὸν Χριστὸν, Θεὸν λέγοντες. Οὐκ ἐποίουν
δὲ αὐτοῦ τὸ θέλημα, ἀλλ̓ ἔμενον τῇ τοῦ Ἰουδαϊσμοῦ προλήψει κρατούμενοι.
Οὐδὲ γὰρ τὸ τρίτον θαῦμα τὸ ὕστερον ἐπιγενόμενον εἰς πίστιν τῆς ἀληθείας
ἦγεν αὐτούς: καὶ γὰρ τῇ ἐχομένῃ νυκτὶ σφραγῖδες σταυροῦ ἀκτινοειδεῖς
τοῖς ἱματίοις αὐτῶν ἐντετυπωμέναι ἐφάνησαν: ἃς ἡμέρας ἐπιγενομένης
ἰδόντες, ἀποπλύνειν Πεπώρωντο
οὖν κατὰ τὸν ἀπόστολον, καὶ τὸ
ἀγαθὸν ἐν χερσὶν ἔχοντες, ἔρριπτον. Οὕτω μὲν οὖν ὁ ναὸς τότε ἀντὶ τοῦ
οἰκοδομηθῆναι εἰς τέλεον ἀνατέτραπτο.
Περὶ τῆς εἰς Περσίδα τοῦ βασιλέως ἀφίξεως, καὶ περὶ τῆς ἀναιρέσεως αὐτοῦ.
Ὁ δὲ βασιλεὺς εἰς τὴν τῶν Περσῶν ἐνέβαλεν μικρὸν πρὸ τοῦ ἔαρος, πυθόμενος
ἀσθενέστατα καὶ ἀνανδρότατα εἶναι χειμῶνος τὰ ἔθνη Περσῶν. Κρυμὸν γὰρ μὴ
φέροντες, ἀπόμαχοι μένουσι κατὰ τόνδε τὸν χρόνον: ἀλλ̓ οὐδὲ
χεῖρα,
τὸ τοῦ λόγου, βάλλοι ἂν τότε ἔξω τοῦ φάρους Μῆδος
ἀνήρ.
Ῥωμαίους δ̓ εἰδὼς καὶ χειμῶνος ἀγωνίζεσθαι δυναμένους,
ἐπαφῆκε τῇ χώρᾳ τὸν στρατόν. Πολλὰς οὖν χώρας καὶ κώμας καὶ φρούρια
πορθήσαντες ἤδη καὶ τὰς πόλεις ἐλάμβανον. Περιστοιχίσας δὲ Κτησιφῶντα
τὴν μεγάλην πόλιν, τοσοῦτον ἐπολιόρκει τὸν βασιλέα, ὥστε ἐκεῖνον
πρεσβείαις χρήσασθαι συχναῖς, ἱκετεύειν τε ζημιωθῆναι μέρος τι τῆς αὐτοῦ
πατρίδος, εἰ καταλύσας τὸν πόλεμον ἀποχωρήσῃ. Ὁ δὲ οὐκ ἔπαθε τὴν ψυχὴν,
οὐδὲ τοὺς ἱκετεύοντας ἠλέησεν: ἀλλ̓ οὐδὲ τὸ τοῦ λόγου κατὰ νοῦν ἔλαβεν,
ὡς ἄρα νικᾶν μὲν καλὸν, ὑπερνικᾶν δὲ ἐπίφθονον.
Πεπιστευκὼς δὲ
μαντείαις τισιν ἃς αὐτῷ συμπαρὼν ὁ φιλόσοφος Μάξιμος ὑπετίθετο, καὶ
ὀνειροπολήσας τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος δόξαν λαβεῖν, ἢ καὶ μᾶλλον
ὑπερβαίνειν, τὰς ἱκεσίας Περσῶν ἀπεκρούσατο. Καὶ ἐνόμιζε κατὰ τὴν
Πυθαγόρου καὶ Πλάτωνος δόξαν ἐκ μετενσωματώσεως τὴν Ἀλεξάνδρου ἔχειν
ψυχὴν, μᾶλλον δὲ αὐτὸς εἶναι Ἀλέξανδρος ἐν ἑτέρῳ σώματι. Αὕτη ἡ οἴησις
αὐτὸν ἐξηπάτησε, καὶ παρεσκεύασε τότε τὴν ἱκεσίαν τοῦ Πέρσου μὴ
παραδέξασθαι. Διόπερ ἐκεῖνος γνοὺς ἀνήνυτα αὐτῷ τὰ τῆς πρεσβείας
γενόμενα, εἰς ἀνάγκην καθίσταται: καὶ τῇ ἐχομένῃ μετὰ τὴν πρεσβείαν
ἡμέρᾳ πᾶσαν ἣν εἶχε δύναμιν ἀντιτάττει τῷ Ῥωμαίῳ στρατῷ. Διεμέμφοντο μὲν
οὖν τὸν βασιλέα Ῥωμαῖοι, διότι μὴ ἐπικερδῶς ὑφῆκε τῆς μάχης: ὅμως δὲ
τοῖς παροῦσιν ἀντεπράττοντο: καὶ αὖθις τοὺς πολεμίους τρέπουσιν εἰς
φυγήν. Ὁ δὲ βασιλεὺς παρῆν ἱππότης μὲν, καὶ ἐπερρώννυε τὸν στρατὸν,
ἄοπλος δὲ, τῇ τῆς εὐτυχίας ἐλπίδι μόνῃ θαρρῶν.
Περὶ τῆς ἀναγορεύσεως Ἰοβιανοῦ.
Οἱ δὲ στρατιῶται ἐν μεγίστῃ περιστάσει γενόμενοι, μηδὲν ὑπερθέμενοι, τῇ
ἑξῆς ἡμέρᾳ ἀναδεικνύουσι βασιλέα Ἰοβιανὸν, ἄνδρα γενναῖον καὶ εὐγενῆ:
ὅστις χιλίαρχος ὢν ἡνίκα Ἰουλιανὸς αἵρεσιν τοῖς στρατευομένοις νόμῳ
προὐτίθει, ἢ θύειν ἢ ἀποστρατεύεσθαι, μᾶλλον τὴν ζώνην ἀποθέσθαι
προῃρεῖτο ἢ ἐκτελεῖν ἀσεβοῦς βασιλέως ἐπίταγμα. Ἀλλὰ Ἰουλιανὸς μὲν τῇ
ἀνάγκῃ τοῦ ἐπικειμένου πολέμου ἐν τοῖς στρατηγοῦσιν εἶχε τὸν ἄνδρα. Τότε
δὲ αἱρεθεὶς εἰς τὸ βασιλεῦσαι παρῃτεῖτο: βίᾳ τε ἑλκόμενος ὑπὸ τῶν
στρατιωτῶν, ἐβόα, μὴ βούλεσθαι
λέγων βασιλεύειν ἀνθρώπων
Ἑλληνίζειν προαιρουμένων, αὐτὸς ὢν Χριστιανός.
Ὡς οὖν φωνὴ κοινῇ
πάντων ἐγίνετο, ὁμολογοῦσα καὶ αὐτοὺς εἶναι Χριστιανοὺς, Ἰουλιανὸν
ἤτοι ἐπιτάφιον
ἐπέγραψεν. Ἐν ᾧ λόγῳ πάντα
σχεδὸν τὰ κατ̓ αὐτὸν ἐγκωμιαστικῶς διεξῆλθε: μνημονεύσας καὶ τῶν βιβλίων
ὧν κατὰ Χριστιανῶν
Ἰουλιανὸς συνέθηκε, καὶ ὡς εἴη ἐν αὐτοῖς
γέλωτα καὶ φλήναφον
ἀποδείξας τὰς Χριστιανῶν βίβλους. Εἰ μὲν
οὖν τὰ ἄλλα τοῦ βασιλέως ὁ σοφιστὴς ἐνεγκωμίαζεν, ἡσύχως ἂν ἐπὶ τὰ
ἐχόμενα τῆς ἱστορίας ἐβάδιζον. Ἐπειδὴ δὲ ὡς δεινὸς ῥήτωρ, τῇ μνήμῃ τῶν
Ἰουλιανοῦ βιβλίων τοῦ Χριστιανισμοῦ καθάπτεται, διὰ τοῦτο εἰπεῖν καὶ
ἡμεῖς ὀλίγα περὶ τούτων προαιρούμεθα, πρότερον θέντες αὐτοῦ τὰ ῥήματα.
Πρὸς Λιβάνιον τὸν σοφιστὴν ἀντιλογία περὶ Ἰουλιανοῦ.
ἐπιθέσθαι
ταῖς βίβλοις, τοῦ χειμῶνος τὰς νύκτας
ἐκτείνοντος. Τὸ δὲ ἐπιθέσθαι
σημαίνει, ὅτι ἔργον ἔθετο ψόγον
γράψαι, ὡς ἔθος τοῖς σοφισταῖς ποιεῖν ἐν τῇ τῶν νέων εἰσαγωγῇ: πάλαι μὲν
γὰρ τὰς βίβλους ἐπίστατο, τότε δὲ ἐπέθετο. Καὶ μάχῃ μακρᾷ σχολάσας οὐχ,
ὡς φησὶ Λιβάνιος, ἐλέγχων ἰσχύϊ, ἀλλὰ ἀσθενείᾳ τοῦ ἀληθοῦς τὰ καλῶς
ἑαυτοῖς Τύριον
καλεῖ
γέροντα,
ἄμφω φιλοσκῶπται ἦσαν, ὑπὸ τῶν οἰκείων λόγων
ἐλέγχονται. Πορφύριος μὲν γὰρ τοῦ κορυφαιοτάτου τῶν φιλοσόφων Σωκράτους
τὸν βίον διέσυρεν ἐν τῇ γεγραμμένῃ αὐτῷ Φιλοσόφῳ Ἱστορίᾳ.
Καὶ
τοιαῦτα περὶ αὐτοῦ γράψας κατέλειπεν, οἷα ἂν μήτε Μέλιτος, μήτε Ἄνυτος,
οἱ γραψάμενοι Σωκράτην, εἰπεῖν ἐπεχείρησαν: Σωκράτους, φημὶ, τοῦ παῤ
Ἕλλησι θαυμαζομένου ἐπί τε σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις
ἀρεταῖς: ὃν Πλάτων ὁ θαυμαστὸς παῤ αὐτοῖς φιλόσοφος, καὶ Ξενοφῶν, καὶ ὁ
ἄλλος τῶν φιλοσόφων θίασος, οὐ μόνον ὡς θεοφιλῆ τιμῶσιν, ἀλλὰ δὴ καὶ
ὑπὲρ ἄνθρωπον φρονεῖν νενομίκασιν. Ἰουλιανὸς δὲ τὸν πατέρα
ζηλῶν,
τὸ ἴδιον πάθος εἰς τοὺς Καίσαρας ἤλεγξε, πάντας μωμησάμενος τοὺς πρὸ
αὐτοῦ βασιλεῖς, καὶ οὐδὲ τοῦ φιλοσόφου Μάρκου φεισάμενος. Καὶ ὅτι μὲν
φιλοσκῶπται ἄμφω, ἐξ ἑαυτῶν τὸν ἔλεγχον ἔχουσι: καὶ οὐ δεῖ μοι πολλῶν ἢ
δεινῶν λόγων, ἀλλὰ ἀπόχρη ταῦτα εἰς παράστασιν τοῦ ἤθους αὐτῶν. Ἐγὼ μὲν
οὖν ταῦτα ἐκ τῶν ἑκατέρων λόγων περὶ ἤθους αὐτῶν τεκμαιρόμενος ταῦτα
γράφω. Οἷα δὲ περὶ Ἰουλιανοῦ ὁ Ναζιανζηνὸς Γρηγόριος εἴρηκε, τῶν αὐτοῦ
λόγων ἐπάκουε: φησὶ γὰρ ἐν τῷ δευτέρῳ λόγῳ πρὸς Ἕλληνας κατὰ λέξιν τάδε:
Ταῦτα τοῖς μὲν ἄλλοις ἡ πεῖρα παρέστησε, καὶ ἡ δυναστεία προσλαβοῦσα
μάντις ἄριστος ὅστις εἰκάζει καλῶς.
Οὐδενὸς γὰρ ἐδόκει μοι σημεῖον εἶναι χρηστοῦ αὐχὴν ἀπαγὴς, ὦμοι
παλλόμενοι καὶ ἀνακοπτόμενοι, ὀφθαλμὸς σοβούμενος καὶ περιφερόμενος καὶ
μανικὸν βλέπων, πόδες ἀστατοῦντες καὶ μετοκλάζοντες, μυκτὴρ ὕβριν πνέων
καὶ περιφρόνησιν, προσώπου σχηματισμοὶ καταγέλαστοι, τὸ αὐτὸ φρονοῦντες
γέλωτες ἀκρατεῖς καὶ βρασματώδεις, νεύσεις καὶ ἀνανεύσεις σὺν οὐδενὶ
λόγῳ, λόγος ἱστάμενος καὶ κοπτόμενος πνεύματι, ἐρωτήσεις ἄτακτοι καὶ
ἀσύνετοι, ἀποκρίσεις οὐδὲν τούτων ἀμείνους, ἀλλήλαις ἐπεμβαίνουσαι, καὶ
οὐκ εὐσταθεῖς, οὐδὲ τάξει προϊοῦσαι παιδεύσεως. Τί ἂν τὰ καθ̓ ἕκαστον
γράφοιμι; τοιοῦτον πρὸ τῶν ἔργων ἐθεασάμην, οἷον καὶ ἐπὶ τῶν ἔργων
ἐγνώρισα: καὶ εἴ μοι παρῆσάν τινες τῶν τηνικαῦτα συνόντων καὶ
ἀκουσάντων, οὐ χαλεπῶς ἂν ἐμαρτύρησαν, οἷς ἐπειδὴ ταῦτα ἐθεασάμην, εὐθὺς
ἐφθεγξάμην, Οἷον κακὸν ἡ Ῥωμαίων τρέφει.
Καὶ προαγορεύσας, καὶ
γενέσθαι ψευδόμαντις ἐμαυτῷ κατηυξάμην: κρεῖσσον γὰρ ἢ τοιούτων
πλησθῆναι τὴν οἰκουμένην κακῶν, καὶ τοιοῦτον ἀναφανῆναι τέρας, οἷον οὔπω
πρότερον: πολλῶν μὲν ἐπικλυσμῶν θρυλουμένων, πολλῶν δὲ ἐμπρησμῶν καὶ
βρασμῶν γῆς καὶ χασμάτων, ἔτι δὲ καὶ ἀνδρῶν ἀπάνθρωποι καὶ θηριώδεις
ἀλλοκότων τε καὶ συνθέτων φύσεις καινοτομηθεῖσαι. Ταύτῃ τοι καὶ τέλος
ἄξιον ἠνέγκατο τῆς ἀπονοίας. Τοιαῦτα μὲν Γρηγόριος περὶ Ἰουλιανοῦ
διεξῆλθεν. Ὅτι δὲ καὶ κατὰ Χριστιανῶν λόγους πολλοὺς ἀναλώσαντες τὴν
ἀλήθειαν ἐπεχείρησαν βιάσασθαί, τινα μὲν τῶν ἱερῶν γραμμάτων
παρατρέψαντες, τὰ δὲ ἐγκαταλέξαντες, πάντα δὲ πρὸς τὸν οἰκεῖον
ἐκλαβόντες σκοπὸν, πολλοὶ μὲν πρὸς αὐτοὺς ἀπαντήσαντες ἔδειξαν,
ἀνατρέψαντές τε καὶ ἐξελέγξαντες αὐτῶν τὰ σοφίσματα. Πρὸ δὲ ἁπάντων
Ὠριγένης, καὶ πολλῷ τῶν Ἰουλιανοῦ χρόνων ἀνώτερος ὢν, τὰ δοκοῦντα
ταράττειν τοὺς ἐντυγχάνοντας ταῖς ἱεραῖς βίβλοις ἀνθυπενεγκὼν ἑαυτῷ καὶ
ἑρμηνεύσας, τὰς τῶν ἀγνωμονούντων σοφιστικὰς εὑρεσιλογίας ἀπέκλεισεν.
Οἷς εἰ μὴ παρέργως ἐντετυχήκασιν Ἰουλιανὸς καὶ Πορφύριος, εὐγνωμόνως τε
αὐτὰ ἐδέξαντο, πάντως ἂν εἰς ἕτερά τινα τοὺς λόγους ἔτρεψαν, μόρφωσιν
τῆς ἀληθείας ἔχοντας, ἐκεῖθεν δῆλον τὸν ἐκ Παλαιστίνης,
φησὶν,
ἄνθρωπον Θεόν τε καὶ Θεοῦ παῖδα
ἐκλελῆσθαί μοι δοκεῖ, ὅπως αὐτὸς ἐπὶ τέλει τοῦ αὐτοῦ λόγου τὸν Ἰουλιανὸν
ἀπεθέωσε. Τὸν γὰρ πρῶτον,
φησὶ, ἄγγελον τῆς τελευτῆς μικροῦ
κατέλευσαν, ὡς θεοῦ καταψευδόμενον.
Εἶτα πρόσω μικρὸν ὑποβὰς,
Ὦ δαιμόνων μὲν,
φησὶ, τρόφιμε, δαιμόνων δὲ μαθητὰ,
δαιμόνων δὲ παρεδρευτά.
Εἰ καὶ αὐτὸς ἄλλως ἐνόει, ἀλλ̓ οὖν γε
τὴν ὁμωνυμίαν τοῦ χείρονος μὴ ἐκκλίνας ταῦτ̓ ἔδοξε λέγειν, ἃ καὶ οἱ
Χριστιανοὶ ὀνειδίζοντες λέγουσιν. Εἰ οὖν ἐπαίνων ἐφρόντιζεν, ἔδει φυγεῖν
τὴν ὁμωνυμίαν, ὥσπερ ἔφυγε καὶ ἑτέραν λέξιν, δἰ ἣν λοιδορηθεὶς τῶν
ἑαυτοῦ λόγων ἐξέκοψεν. Ὅπως μὲν οὖν ὁ κατὰ Χριστὸν ἄνθρωπος θεολογεῖται,
καὶ ὅπως τὸ μὲν φανερὸν ἄνθρωπος ἦν, τὸ δὲ ἀφανὲς Θεὸς, ὅπως τε ἀληθῆ
ἄμφω ἐστὶ, Χριστιανῶν μὲν οἱ θεῖοι λόγοι ἐπίστανται. Ἕλληνες δὲ πρὸ τοῦ
πιστεῦσαι συνιέναι ἐὰν μὴ πιστεύσητε, οὐδ̓ οὐ μὴ συνῆτε.
Διὸ οὐκ
αἰσχύνονται πολλοὺς ἀνθρώπους ἀποθεώσαντες: καὶ εἴθε γε κἂν χρηστοὺς τὸν
τρόπον, ἢ δικαίους, ἢ σώφρονας: ἀλλὰ ἀνάγνους, ἀδίκους, μέθῃ
δεδουλωμένους, Ἡρακλέας φημὶ καὶ Διονύσους καὶ Ἀσκληπιούς: καθ̓ ὧν
συνεχῶς ἐν τοῖς αὐτοῦ λόγοις ὀμνύων Λιβάνιος οὐκ αἰσχύνεται: ὧν τοὺς
ἀρρενικοὺς καὶ θηλυκοὺς ἔρωτας εἰ ἀπαριθμησαίμην, μακρὸς ἡμῖν ἔσται ὁ
τῆς παρεκβάσεως λόγος. Ἀρκέσει δὲ τοῖς ταῦτα γνῶναι ἐθέλουσιν ὁ
Ἀριστοτέλους Πέπλος,
καὶ ὁ Διονύσου Στέφανος,
καὶ Ῥηγίνου
ὁ Πολυμνήμων,
καὶ τῶν ποιητῶν τὸ πλῆθος: οἳ περὶ αὐτῶν γράψαντες
γέλωτα ὄντως καὶ φλήναφον
γέλωτα καὶ
οὐκ ὀνομάζει Λιβάνιος: καίτοι καὶ τοὺς
χρησμοὺς καὶ τὸ μονόβιβλον, ὃ Ἀδρίας εἰς τὸν Ἀλεξάνδρου βίον ἐπέγραψεν,
Ἵλεως γὰρ,
φησὶν, ὁ Τύριος εἴη,
προκρίνοντος αὐτοῦ τὰ τοῦ
Ὡς οἱ πανταχόθεν ἐπίσκοποι προσέδραμον Ἰοβιανῷ, ἐλπίζοντες ἕκαστος αὐτῶν εἰς τὴν ἑαυτῶν πίστιν τοῦτον ἐπισπάσασθαι.
Τοῦ δὲ βασιλέως Ἰοβιανοῦ ἀπὸ τῆς Περσίδος ἀναχωρήσαντος, αὖθις ἀνεκινεῖτο
τὰ τῶν ἐκκλησιῶν: οἵ τε προεστῶτες τῶν ἐκκλησιῶν προτρέχειν ἐσπούδαζον,
προσδοκῶντες ἕκαστος τῇ ἑαυτῶν πίστει προσθήσεσθαι τὸν βασιλέα. Ὁ δὲ ἐξ
ἀρχῆς μὲν τῇ ὁμοουσίῳ
πίστει προσέκειτο: τοῦτο δὲ πᾶσιν εἰρηκὼς
προέκρινε. Καὶ ἀναρρώννυσι μὲν διὰ γραμμάτων τὸν τῆς Ἀλεξανδρείας
ἐπίσκοπον Ἀθανάσιον, ὃς εὐθὺς μετὰ τὴν τελευτὴν Ἰουλιανοῦ τῆς ἐκκλησίας
τῶν Ἀλεξανδρέων ἐγκρατὴς ἐγένετο, τότε δὲ παρρησιαίτερος ἐκ τῶν
γραμμάτων γενόμενος, καὶ τοῦ πανταχόθεν δέους ἀπήλλακτο. Ἀνεκάλει δὲ ὁ
βασιλεὺς τοὺς ὑπὸ Κωνσταντίου μὲν ἐξορισθέντας ἐπισκόπους, ὑπὸ Ἰουλιανοῦ
δὲ ἀνακληθῆναι μὴ
Ὡς οἱ τὰ Μακεδονίου φρονοῦντες καὶ οἱ περὶ Ἀκάκιον ἐν Ἀντιοχείᾳ συνελθόντες τὴν ἐν Νικαίᾳ πίστιν ἐκύρωσαν.
Τὰ μέντοι Χριστιανῶν οὐχ ἡσύχαζεν: οἱ γὰρ προεστῶτες τῶν θρησκειῶν
προσελεύσεις ἐποίουν τῷ βασιλεῖ, τὴν παῤ αὐτοῦ κατὰ τῶν νομιζομένων
αὐτοῖς ἀντιπάλων παρρησίαν ὑπάρχειν νομίζοντες. Καὶ πρῶτοι μὲν οἱ
Μακεδονιανοὶ
χρηματίσαντες βιβλίον προσφέρουσιν, ἀξιοῦντες
ἐξωθεῖσθαι μὲν τῶν ἐκκλησιῶν τοὺς τὸ ἀνόμοιον
δογματίζοντας,
ἑαυτοὺς δὲ ἀντεισάγεσθαι. Ἦσαν δὲ οἱ τὸ βιβλίον τῶν δεήσεων ἐπιδόντες,
Βασίλειος ὁ Ἀγκύρας, Σιλβανὸς Ταρσοῦ, Σωφρόνιος Πομπηϊουπόλεως,
Πασίνικος Ζήνων, Λεόντιος Κομάνων, Καλλικράτης Κλαυδιουπόλεως, Θεόφιλος
Κασταβάλων. Τούτων δεξάμενος τὸ βιβλίον ὁ βασιλεὺς ἀναποκρίτους αὐτοὺς
ἀπέπεμψε, μόνον δὲ τοῦτο ἐφθέγξατο: Ἐγὼ,
ἔφη, φιλονεικίαν
μισῶ, τοὺς δὲ τῇ ὁμονοίᾳ προστρέχοντας ἀγαπῶ καὶ τιμῶ.
Ταῦτα εἰς
τὰς ἀκοὰς τῶν ἄλλων διαδοθέντα τὸν τόνον τῶν φιλονεικεῖν αἱρουμένων
ἐχαύνωσε: καὶ τοῦτο κατὰ σκοπὸν τοῦ βασιλέως ἐγίνετο. Καὶ γὰρ δὴ
τηνικαῦτα καὶ ὁ τῶν περὶ Ἀκάκιον φιλόνεικος τρόπος ἠλέγχετο, καὶ ὡς
εἴησαν ἀεὶ πρὸς τοὺς κρατοῦντας ἀποκλίνοντες, φανερῶς ἐπέδειξαν.
Συνελθόντες γὰρ ἐν Ἀντιοχείᾳ τῆς Συρίας εἰς λόγους ἔρχονται Μελιτίῳ, ὃς
μικρὸν ἔμπροσθεν αὐτῶν χωρισθεὶς τῷ ὁμοουσίῳ
προσέθετο. Τοῦτο δὲ
ἐποίησαν, ἐπειδὴ τιμώμενον ὑπὸ τοῦ βασιλέως ἑώρων ἐκεῖ τότε διάγοντος.
Κοινῇ οὖν γνώμῃ βιβλίον συντάξαντες καθομολογοῦσι τὸ ὁμοούσιον,
καὶ τὴν ἐν Νικαίᾳ πίστιν κυρώσαντες τῷ βασιλεῖ προσκομίζουσιν. Ἔστι δὲ
τὸ βιβλίον ἐν τοῖσδε: Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν
Ἰοβιανῷ νικητῇ Αὐγούστῳ, ἡ τῶν ἐν Ἀντιοχείᾳ παρόντων ἐπισκόπων ἐκ
διαφόρων ἐπαρχιῶν σύνοδος. Τὴν ἐκκλησιαστικὴν εἰρήνην τε καὶ ὁμόνοιαν
ὅτι σοῦ καὶ πρώτη πρεσβεύειν ὁμοουσίου
φαμὲν, ἀσφαλοῦς τετύχηκε ἐξ οὐκ ὄντων,
περὶ τοῦ
Χριστοῦ ἀσεβῶς τολμηθέντος παρὰ τοῦ Ἀρείου, ὅπερ καὶ οἱ νῦν
ἐπιφοιτήσαντες ἀνόμοιοι
ἔτι θρασύτερον καὶ τολμηρότερον Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα
παντοκράτορα:
καὶ τὰ λοιπὰ τοῦ μαθήματος, πλήρης. Μελίτιος
ἐπίσκοπος Ἀντιοχείας ἔδωκα μηδενὶ ὀχληρὸς τῶν ὁπωσοῦν
πιστευόντων ἔσεσθαι, ἀγαπήσειν δὲ καὶ ὑπερτιμήσειν τοὺς ἀρχὴν τῇ
ἑνώσει τῆς ἐκκλησίας παρέξοντας.
Ταῦτα δὲ οὕτως αὐτὸν πρᾶξαι καὶ
Θεμίστιος φησὶν ὁ φιλόσοφος: ὑπατικὸν γὰρ λόγον
εἰς αὐτὸν
διελθὼν, θαυμάζει τὸν βασιλέα, ὡς τὸ ἐφεῖναι θρησκεύειν ὡς ἕκαστοι
βούλονται νικήσαντα τῶν ἐλέγχεσθαι αὐτοὺς ἁλουργίδα, οὐ Θεὸν, θεραπεύοντας, μηδέν τε
Περὶ τῆς τελευτῆς Ἰοβιανοῦ τοῦ βασιλέως.
Οὕτω μὲν οὖν ὁ βασιλεὺς τότε τὴν ὁρμὴν τῶν ἐρεσχελεῖν προαιρουμένων
ἐπέσχεν: ᾗ τάχος δὲ τῆς Ἀντιοχείας ἀναχωρήσας, τὴν Ταρσόν τε καταλαβὼν
τῆς Κιλικίας, ἐκεῖ τὸ Ἰουλιανοῦ σῶμα ἔθαψε. Καὶ πάντα ἐπὶ τῇ κηδείᾳ τὰ
νόμιμα πληρώσας, ὕπατός τε ἀναγορεύεται, καὶ αὖθις ἐπὶ τὴν
Κωνσταντινούπολιν διαβαίνειν σπουδάζων, ἐν χωρίῳ τινὶ παραγίνεται, ᾧ
προσωνυμία Δαδάστανα: μεθόριον δέ ἐστι τοῦτο Γαλατίας καὶ Βιθυνίας. Ἔνθα
καὶ Θεμίστιος ὁ φιλόσοφος μετὰ τῶν ἄλλων συγκλητικῶν ἀπαντήσας, τὸν
ὑπατικὸν ἐπ̓ αὐτοῦ διεξῆλθε λόγον, ὃν ὕστερον καὶ ἐν Κωνσταντινουπόλει
ἐπὶ τοῦ πλήθους ἐπεδείξατο. Ἀλλ̓ εὐτυχῶς τὰ Ῥωμαίων ἔπραξεν ἂν τά τε
δημόσια καὶ τὰ τῶν ἐκκλησιῶν, οὕτως ἀγαθοῦ βασιλέως εὐτυχήσαντα, εἰ μὴ
αἰφνίδιος ἐπιγενόμενος θάνατος τὸν τοιοῦτον ἄνδρα τῶν πραγμάτων
ἀφείλετο. Ἐν γὰρ τῷ προρρηθέντι χωρίῳ, χειμῶνος ὥρᾳ, τῷ τῆς ἐμφράξεως
νοσήματι
Ὅτι Ἰοβιανοῦ τελευτήσαντος, Οὐαλεντινιανὸν ἀναγορεύουσιν, ὃς δὴ κοινωνὸν τῆς βασιλείας λαμβάνει τὸν ἀδελφὸν Οὐάλεντα: καὶ ὅτι Οὐαλεντινιανὸς μὲν ἦν ὀρθόδοξος, Οὐάλης δὲ Ἀρειανός.
Τοῦ δὴ βασιλέως Ἰοβιανοῦ Δαδαστάνοις, ὡς ἔφημεν, τελευτήσαντος τῇ ἑαυτοῦ
ὑπατείᾳ καὶ Βαρωνιανοῦ τοῦ υἱοῦ αὐτοῦ, τῇ ἑπτακαιδεκάτῃ ὁμοουσίου
πίστεως
Ἀθανάσιος, τῆς δὲ Ἀρειανιζούσης Λούκιος, ὃν μετὰ Γεώργιον κατέστησαν οἱ
Ἀρειανίζοντες. Τῶν δὲ κατὰ τὴν Ἀντιόχειαν Ἀρειανῶν ἡγεῖτο Εὐζώϊος:
διῄρηντο δὲ καὶ οἱ τοῦ ὁμοουσίου:
τῶν μὲν γὰρ Παυλῖνος, τῶν δὲ
Μελίτιος προειστήκεισαν. Τῶν δὲ περὶ τὰ Ἱεροσόλυμα Κύριλλος αὖθις
ἐκράτει. Ἐν δὲ Κωνσταντινουπόλει Εὐδόξιος μὲν τῶν ἐκκλησιῶν ἐκράτει, τὴν
Ἀρείου δόξαν διδάσκων: οἱ δὲ τοῦ ὁμοουσίου
φρονήματος ἐν μικρῷ
οἰκίσκῳ τὰς συναγωγὰς ἐποιοῦντο ἔνδον τῆς πόλεως. Τῆς δὲ Μακεδονιανῆς
θρησκείας ἔτι κατὰ τὰς πόλεις ἐκράτουν τῶν εὐκτηρίων οἴκων οἱ ἐν
Σελευκείᾳ διακριθέντες τοῖς περὶ Ἀκάκιον. Ἐν τοιαύτῃ μὲν δὴ καταστάσει
τὰ τῶν ἐκκλησιῶν ἦν.
Ὅτι Οὐαλεντινιανοῦ ἐπὶ τὰ ἑσπέρια μέρη γενομένου, Οὐάλης ἐν Κωνσταντινουπόλει προσελθόντων Μακεδονιανῶν καὶ αἰτούντων σύνοδον γενέσθαι, ἐπένευσε: καὶ ὅτι τοὺς τοῦ ὁμοουσίου ἐπολέμει.
Τῶν δὲ βασιλέων, Οὐαλεντινιανὸς μὲν τὰ ἑσπέρια μέρη ταχέως κατέλαβεν:
εἷλκε γὰρ αὐτὸν ἡ τῶν ἐκεῖ πραγμάτων φροντίς: Οὐάλεντι δὲ μικρὸν κατὰ
τὴν Κωνσταντινούπολιν ἐπιμείναντι προσέρχονται πλεῖστοι τῶν ἐπισκόπων
τῆς Μακεδονιανῶν θρησκείας, ἐξαιτοῦσίν τε ἄλλην γενέσθαι σύνοδον ἐπὶ
διορθώσει τῆς πίστεως. Ὁ δὲ βασιλεὺς, νομίσας συναινέσαι αὐτοὺς τοῖς
περὶ Ἀκάκιον καὶ Εὐδόξιον, γενέσθαι ἐπέτρεψε. Καὶ οὗτοι μὲν συγκροτεῖν
σύνοδον ἐν τῇ Λαμψάκῳ ἔσπευδον. Οὐάλης δὲ ᾗ τάχος ἐπὶ τὴν Συρίας
Ἀντιόχειαν ὥρμησεν, ὑφορώμενος μὴ οἱ Πέρσαι τὰς γενομένας ἐπὶ ὁμοούσιον
φρονούντων ἄσπονδον ἤγειρε
πόλεμον: καὶ Παυλῖνον μὲν τὸν ἐπίσκοπον δἰ ὑπερβάλλουσαν τοῦ ἀνδρὸς
εὐλάβειαν οὐδὲν κακὸν ἐποίησεν, Μελίτιον δὲ ἐξορίᾳ ἐζημίωσε: τοὺς δὲ
ἄλλους, ὅσοι μὴ ἐβούλοντο Εὐζωΐῳ κοινωνεῖν, τῶν μὲν ἐκκλησίων τῶν ἐν
Ἀντιοχείᾳ ἐξήλαυνεν, ζημίαις δὲ καὶ τιμωρίαις διαφόροις ὑπέβαλλεν.
Λέγεται δὲ, ὅτι καὶ πολλοὺς εἰς τὸν παρακείμενον ποταμὸν Ὀρρόντην
ἀπέπνιξεν.
Ὅτι Οὐάλεντος κακῶς ποιοῦντος ἐν τῇ ἀνατολῇ τοὺς τὸ ὁμοούσιον φρονοῦντας, ἐν τῇ Κωνσταντινουπόλει τύραννος ἀνέστη Προκόπιος: ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ σεισμὸς ἐπιγενόμενος καὶ θαλάσσης ἐπίκλυσις τὰς πολλὰς τῶν πόλεων ἔβλαψε.
Ταῦτα δὲ αὐτοῦ κατὰ τὴν Συρίαν ποιοῦντος, ἐπανίστατο ἐκ τῆς
Κωνσταντινουπόλεως τύραννος, Προκόπιος ὄνομα αὐτῷ: ὃς πολλὴν συγκροτήσας
ἐν βραχεῖ χρόνῳ δύναμιν, ὁρμᾷν κατὰ τοῦ βασιλέως ἐσπούδαζεν. Τοῦτο
ἀπαγγελθὲν εἰς ἀγωνίαν μεγίστην τὸν βασιλέα κατέστησεν, ἥτις αὐτοῦ καὶ
τὴν κατὰ τῶν διωκομένων ὁρμὴν πρὸς ὀλίγον ἐπέσχεν. Ὡς δὲ ἐκ τοῦ πολέμου
ταραχὴ τέως ὠδίνετο, σεισμὸς ἐπιγενόμενος πολλὰς τῶν πόλεων ἔβλαψεν. Ἥ
τε θάλασσα τοὺς οἰκείους ὅρους ἐνήλλαξεν: ἔν τισι μὲν γὰρ τόποις
τοσοῦτον ἐπέκλυσεν, ὡς τοὺς πρώην βασίμους τόπους πλεῖσθαι: ἑτέρων δὲ
τόπων τοσοῦτον ἀπέστη, ὡς ἐν ξηρᾷ εὑρεθῆναι. Καὶ
Ὅτι θορύβου ὄντος ἐν τοῖς δημοσίοις καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς, οἱ τὴν σύνοδον ἐν τῇ Λαμψάκῳ συγκροτήσαντες Μακεδονιανοὶ τὴν μὲν ἐν Ἀντιοχείᾳ πίστιν αὖθις κρατύναντες, τὴν ἐν Ἀριμίνῳ ἀνεθεμάτισαν, καὶ αὖθις τὴν Ἀκακίου καὶ Εὐδοξίου καθαίρεσιν βεβαιοῦσιν.
Τούτων δὴ γενομένων, οὐδέτερα ἡσύχαζεν οὔτε τὰ δημόσια πράγματα οὔτε μὴν
τὰ τῶν ἐκκλησιῶν. Οἱ μὲν οὖν παρὰ τοῦ βασιλέως τὴν σύνοδον συγκροτηθῆναι
αἰτήσαντες ἐν τῇ Λαμψάκῳ συνῆλθον, ἐν ὑπατείᾳ τῇ αὐτῇ: τοῦτο δὲ ἦν
ἕβδομον ἔτος ἀπὸ τῆς ἐν Σελευκείᾳ
Ὅτι συμβολῆς γενομένης περὶ πόλιν τῆς Φρυγίας, τοῦ τε βασιλέως καὶ τοῦ τυράννου Προκοπίου, προδοσίᾳ τῶν στρατηγῶν ἑλῶν τὸν τύραννον αὐτόν τε καὶ αὐτοὺς ξέναις τιμωρίαις ὑποβαλὼν ἀνεῖλεν.
Ὅτι μετὰ τὴν τοῦ τυράννου ἀναίρεσιν, πάλιν ὁ βασιλεὺς ἠνάγκαζε τοὺς τῆς συνόδου ἀρειανίσαι καὶ πάντας Χριστιανούς.
Ὁ δὲ βασιλεὺς εὐτυχῶς τότε πράξας αὖθις κατὰ τῶν Χριστιανιζόντων θορύβους
ἐκίνει, πᾶσαν θρησκείαν Ἀρειανίζειν βουλόμενος. Μάλιστα δὲ αὐτὸν εἰς
ὀργὴν ἦγεν ἡ κατὰ τὴν Λάμψακον γενομένη σύνοδος, οὐ μόνον ὅτι τοὺς
Ἀρειανίζοντας ἀπεκήρυξεν ἐπισκόπους, ἀλλ̓ ὅτι καὶ τὴν ἐν Ἀριμίνῳ τῆς
πίστεως ἀνεθεμάτισεν ἔκθεσιν. Γενόμενος οὖν ἐν Νικομηδείᾳ τῆς Βιθυνίας,
μεταπέμπεται παῤ ἐαυτὸν Ἐλεύσιον τὸν Κυζίκου ἐπίσκοπον: οὗτος δὲ τῇ
Μακεδονίου δόξῃ προσέκειτο μᾶλλον, ὥς μοι καὶ πρότερον εἴρηται. Καθίσας
Ὅτι Εὐνόμιος Κυζίκου γέγονεν ἐπίσκοπος Ἐλεύσιον τὸν Μακεδονιανὸν ἐκβαλών: καὶ περὶ τοῦ πόθεν ὥρμητο, καὶ ὅτι Ἀετίου τοῦ ἀθέου ὑπογραφεὺς ὢν τὰ ἐκείνου ἐζήλωσεν.
Ταῦτα ἀκούσας ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος προβάλλεται πρὸς τὴν
ἐπισκοπὴν τῆς Κυζίκου Εὐνόμιον, ὡς δυνάμενον δεινότητι λόγων πρὸς ἑαυτὸν
ἑλκύσαι τὰ πλήθη. Κατελθόντος δὲ τοῦ Εὐνομίου, πρόσταγμα τοῦ βασιλέως
ἐκέλευσεν ἐξωθεῖσθαι μὲν τὸν Ἐλεύσιον, ἐνθρονίζεσθαι δὲ τὸν Εὐνόμιον.
Καὶ δὴ τούτου γενομένου, οἱ περὶ τὸν Ἐλεύσιον ἔξω τῆς πόλεως εὐκτήριον
οἶκον κατασκευάσαντες, τὰς συναγωγὰς ἐποιήσαντο. Καὶ περὶ μὲν Ἐλευσίου
τοσαῦτα εἰρήσθω: περὶ δὲ Εὐνομίου ἐκεῖνα λεκτέον.
Περὶ τοῦ εὑρεθέντος χρησμοῦ ἐν λίθῳ γεγλυμμένῳ: ὅτε τὸ Χαλκηδόνος τεῖχος ἐλύετο κατ̓ ὀργὴν τοῦ βασιλέως Οὐάλεντος.
Ο μέντοι βασιλεὺς Χαλκηδόνος, τῆς κατ̓ ἀντικρὺ Βυζαντίου πόλεως, τὰ τείχη
λύειν προσέταττεν. Ὀμωμόκει γὰρ τοῦτο ποιήσειν, Δαψιλὲς ὕδωρ.
Ἐφ̓ ᾧ
ἑορτὴν ἱλαρὰν ἦγεν ἡ πόλις: καὶ τοῦτο εἶναι τὸ λεγόμενον τῷ χρησμῷ, τὸ,
χορείην Τερπόμεναι στήσονται ἐϋστεφέας κατ̓ ἀγυιάς. Ἀλλὰ τὰ μὲν κατὰ τὸν
χρησμὸν μικρὸν ὕστερον ἐγένετο: τότε δὲ λυομένου, Κωνσταντινουπολῖται
παρεκάλουν τὸν βασιλέα παῦσαι τὴν τοῦ τείχους κατάλυσιν. Συμπαρεκάλουν
δὲ καὶ οἱ ἐκ Βιθυνίας παρόντες ἐν τῇ Κωνσταντινουπόλει Νικομηδεῖς τε καὶ
οἱ ἐνοικοῦντες
Ὡς ὁ βασιλεὺς Οὐάλης καὶ Ναυατιανοὺς ὁμοίως τοῖς ὀρθοδόξοις τὸ ὁμοούσιον φρονοῦντας ἤλαυνεν.
Ὁ μέντοι βασιλεὺς τοῦ διώκειν τοὺς τοῦ ὁμοουσίου
φρονήματος οὐκ
ἐπαύετο, ἀλλ̓ ἐξήλαυνε μὲν αὐτοὺς τῆς Κωνσταντινουπόλεως:
Ὡς ὁ βασιλεὺς Οὐαλεντινιανὸς ὁμώνυμον παῖδα γεγέννηκεν, Γρατιανοῦ πρὸ τῆς βασιλείας αὐτοῦ γεγεννημένου.
Ὀλίγον δὲ ὕστερον τοῦδε τοῦ πολέμου κατὰ τὴν αὐτὴν ὑπατείαν Οὐαλεντινιανῷ τῷ βασιλεῖ ἐν τοῖς ἑσπερίοις μέρεσιν ἐτέχθη υἱὸς ὁμώνυμος αὐτῷ: Γρατιανὸς γὰρ ἤδη πρότερον πρὸ τῆς βασιλείας αὐτῷ γεγέννητο.
Περὶ τῆς κατενεχθείσης οὐρανόθεν ἐξαισίου χαλάζης, καὶ περὶ τῶν ἐν Βιθυνίᾳ καὶ Ἑλλησπόντῳ σεισμῶν.
Τῇ δὲ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Λουπικίνου καὶ Ἰοβιανοῦ, χειροπληθὴς
Ὡς οἱ τὰ Μακεδονίου φρονοῦντες διὰ τὴν τοῦ βασιλέως περὶ αὐτοὺς βίαν στενοχωρούμενοι πρὸς Λιβέριον τὸν Ῥώμης διαπρεσβευσάμενοι τῷ ὁμοουσίῳ ἐγγράφως προσέθεντο.
Τῶν δὲ φρονούντων τὸ ὁμοούσιον
σφοδρῶς τότε συνελαθέντων, αὖθις οἱ
διώκοντες κατὰ τῶν Μακεδονιανῶν ἐχώρουν. Οἱ δὲ φόβῳ μᾶλλον καὶ βίᾳ
στενοχωρούμενοι κατὰ πόλεις διεπρεσβεύοντο πρὸς ἀλλήλους: δηλοῦντες,
δεῖν ἐξ ἀνάγκης καταφεύγειν ἐπί τε τὸν ἀδελφὸν τοῦ βασιλέως, καὶ ἐπὶ
Λιβέριον τὸν Ῥώμης ἐπίσκοπον, ἀσπάζεσθαί τε τὴν ἐκείνων πίστιν μᾶλλον ἢ
κοινωνεῖν τοῖς περὶ ὁμοουσίου
πίστιν. Οὗτοι γράμματα τῶν ἐν Σελευκείᾳ
διακριθέντων ἐπικομιζόμενοι τὴν παλαιὰν Ῥώμην κατέλαβον: καὶ τῷ βασιλεῖ
μὲν οὐκ ἐντυγχάνουσι: περὶ τὰς Γαλλίας γὰρ ἠσχολεῖτο, Σαυρομάτας ἐκεῖ
πολεμῶν: Λιβερίῳ δὲ τὰς ἐπιστολὰς ἐγχειρίζουσιν. Ὁ δὲ αὐτοὺς
προσδέξασθαι οὐδαμῶς ἐβούλετο: τῆς γὰρ Ἀρειανῶν μοίρας εἶναι, καὶ μὴ
δύνασθαι δεχθῆναι ὑπὸ τῆς ἐκκλησίας ἔλεγεν, ὡς τὴν ἐν Νικαίᾳ πίστιν
ἀθετήσαντες. Οἱ δὲ ἀπεκρίναντο, ἐκ μεταμελείας ἐπεγνώκεναι τὴν ἀλήθειαν,
καὶ ἠρνῆσθαι μὲν ἤδη πρότερον τὴν τῶν ἀνομοίων
πίστιν,
ὅμοιόν
τε ὡμολογηκέναι κατὰ πάντα τὸν Υἱὸν τῷ Πατρί:
μηδέν τε διαφέρειν τοῦ ὁμοουσίου
τὸ ὅμοιον.
Ταῦτα λέγοντας
Λιβέριος ἔγγραφον τὴν ὁμολογίαν τῆς γνώμης ἀπῄτησεν: οἱ δὲ αὐτῷ βιβλίον
ὤρεξαν, ἐν ᾧ καὶ τὰ ῥήματα τῆς κατὰ Νίκαιαν ἐκδοθείσης πίστεως
προσεγέγραπτο. Τὰς μὲν οὖν ἐπιστολὰς, ἃς ἀπὸ Σμύρνης τῆς ἐν Ἀσίᾳ, καὶ
ἀπὸ Πισιδίας, Ἰσαυρίας τε καὶ Παμφυλίας καὶ Λυκίας, συνόδους ποιησάμενοι
ἔγραψαν, ἐνταῦθα διὰ τὸ μῆκος οὐ προσέγραψα. Τὸ μέντοι βιβλίον, ὃ οἱ
περὶ Εὐστάθιον πρέσβεις Λιβερίῳ ἐπέδοσάν, ἐστι τόδε: Κυρίῳ ἀδελφῷ καὶ
συλλειτουργῷ Λιβερίῳ Εὐστάθιος, Θεόφιλος, Σιλβανὸς ἐν Κυρίῳ χαίρειν. Διὰ
τὰς τῶν αἰρετικῶν μανιώδεις ὑπονοίας, οἳ οὐ παύονται ταῖς καθολικαῖς
ἐκκλησίαις σκάνδαλα ἐπιφέροντες, τούτου χάριν πᾶσαν ἀφορμὴν αὐτῶν
ἀναιροῦντες, ὁμοούσιον
ἁγίως καὶ εὐσεβῶς κεῖται ὑπεναντίως
τῆς Ἀρείου διαστροφῆς. Ὁμοίως καὶ ἡμᾶς μετὰ τῶν προειρημένων τὴν αὐτὴν
πίστιν κεκρατηκέναι τε καὶ κρατεῖν καὶ ἄχρι τέλους φυλάσσειν ἰδίᾳ χειρὶ
ὁμολογοῦμεν, κατακρίνοντες Ἄρειον, καὶ τὴν ἀσεβῆ διδαχὴν αὐτοῦ, σὺν τοῖς
μαθηταῖς αὐτοῦ, καὶ τοὺς ὁμόφρονας αὐτοῦ, καὶ πᾶσαν αἵρεσιν Σαβελλίου,
Πατροπασσιανοὺς, Μαρκιωνιστὰς, Φωτιανοὺς, Μαρκελλιανοὺς, καὶ Παύλου τοῦ
Σαμοσατέως, καὶ τούτων τὴν διδαχὴν, καὶ πάντας τοὺς ὁμόφρονας αὐτῶν, καὶ
πάσας τὰς αἱρέσεις τὰς ἐναντιουμένας τῇ προειρημένῃ ἁγίᾳ πίστει, ἥτις
εὐσεβῶς καὶ καθολικῶς ὑπὸ τῶν ἁγίων ἐξετέθη πατέρων ἐν Νικαίᾳ:
ἀναθεματίζοντες ἐξαιρέτως καὶ τὴν ἐν Ἀριμίνῳ συνόδῳ ἀναγνωσθεῖσαν
ἔκθεσιν, ὡς ὑπεναντίως τῆς προειρημένης ταύτης πίστεως τῆς ἁγίας συνόδου
τῆς ἐν Νικαίᾳ πραχθεῖσαν: οἷς δόλῳ καὶ Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα
Ἐγὼ δὲ
Εὐστάθιος ἐπίσκοπος πόλεως Σεβαστείας, καὶ Θεόφιλος, καὶ Σιλβανὸς,
πρέσβεις συνόδων Λαμψάκου, Σμύρνης, καὶ τῶν λοιπῶν, ταύτην τὴν ὁμολογίαν
χερσὶν ἡμῶν καὶ οἰκείαις προαιρέσεσιν ἐγράψαμεν. Εἰ δέ τις μετὰ τὴν
ἐκτεθεῖσαν παῤ ἡμῶν πίστιν, καθ̓ ἡμῶν ἤτοι τῶν ἀποστειλάντων ἡμᾶς
ἔγκλημά τι προσενεγκεῖν θελήσει, μετὰ γραμμάτων τῆς σῆς ἁγιοσύνης, πρὸς
οὒς ἐὰν δοκιμάσῃ ἡ σὴ ἁγιότης ὀρθοδόξους ἐπισκόπους ἔρχεσθαι, καὶ ἐπ̓
ἦν ποτὲ ὅτε οὐκ ἦν,
καὶ
πρὶν γεννηθῆναι οὐκ ἦν,
καὶ ὅτι ἐξ οὐκ ὄντων
ἐγένετο,
ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας
φάσκοντας
εἶναι, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ,
τούτους
ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία τοῦ Θεοῦ.ὑποστάσει
καὶ τῷ ὀνόματι τοῦ ὁμοουσίου
περιεχομένη, ὥσπερ ἔρυμα ὀχυρὸν καὶ
ἄμαχον, πάσας τὰς προσβολὰς καὶ τὰς κακομηχανίας τῆς Ἀρείου κενοδοξίας
καθαιρεῖ τε καὶ ἀποτρέπεται. Τοιγαροῦν πάντων τῶν κατὰ τὴν δύσιν
ἐπισκόπων τῶν εἰς τὸ Ἀρίμινον συνελθόντων, ὁπότε τούτους ἡ κακοήθεια τῶν
Ἀρειανῶν συνεκρότησεν, ὅπως ἢ διὰ πειθοῦς τινὸς, ἢ ἵνα ἀληθέστερον εἴπω,
κοσμικῆς δυναστείας, τοῦθ̓ ὅπερ ἀσφαλέστατον ἦν ἐν τῇ πίστει κείμενον
ἀνέλοιεν, ἢ πλαγίως ἀρνήσωνται, οὐδὲν τούτων ὠφέλησεν ἡ πανουργία. Καὶ
γὰρ σχεδὸν πάντες ἐκεῖνοι οἱ ἐν τῇ Ἀριμίνῳ γενόμενοι, καὶ δελεασθέντες ἢ
ὑπαχθέντες τότε, νῦν ἀναφρονήσαντες καὶ ἀναθεματίσαντες τὴν ἔκθεσιν τῶν
ἐν Ἀριμίνῳ συνελθόντων, καὶ ὑπογράψαντες τῇ καθολικῇ καὶ ἀποστολικῇ
πίστει τῇ κατὰ Νίκαιαν θεσπισθείσῃ, οἱ καὶ ἡμῖν κοινωνήσαντες,
ἐκθυμότερον κατὰ τοῦ Ἀρείου δόγματος καὶ κατὰ τῶν αὐτοῦ μαθητῶν
χαλεπαίνουσιν. Οὗτινος πράγματος τὸν ἔλεγχον καὶ αὐτοὶ οἱ πρέσβεις τῆς
ὑμετέρας ἀγάπης ἐπιγνόντες, ὑμᾶς αὐτοὺς τῇ οἰκείᾳ ὑπογραφῇ συνέζευξαν,
ἀναθεματίζοντες Ἄρειον καὶ τὰ ἐν Ἀριμίνῳ πραχθέντα κατὰ τῆς πίστεως τῆς
ἐν Νικαίᾳ θεσπισθείσης, οἷς καὶ ὑμεῖς αὐτοὶ δελεασθέντες δἰ ὁρκωμοσιῶν
ὑπεγράψατε. Ὅθεν ἀκόλουθον ἡμῖν ἐφάνη γράψαι πρὸς τὴν ὑμετέραν ἀγάπην,
καὶ βοηθῆσαι τοῖς δίκαια αἰτουμένοις: μάλιστα ὅτε διὰ τῆς ὁμολογίας τῶν
ὑμετέρων πρεσβειῶν ἀναφρονήσαντας τοὺς ἀνατολικοὺς συμφωνεῖν πρὸς τοὺς
ὀρθοδόξους τῶν δυτικῶν ἐπέγνωμεν. Καὶ δηλοῦμεν ὅπως εἰδέναι ἔχοιτε, τὰς
ἐν τῇ Ἀριμίνῳ βλασφημίας καὶ ὑπὸ τῶν δοξασάντων τότε κατὰ συναρπαγὴν
ὁμοουσίου
πίστιν ὁμολογήσαντες, καὶ τὴν ἐν
Νικαίᾳ πίστιν κυρώσαντες, ὁμόψηφά τε ὁμοουσίου
πίστεως, προτρεπόμενοι συνελθεῖν ὁμοθυμαδὸν εἰς
Ταρσὸν τῆς Κιλικίας, ἐπὶ τῷ κυρῶσαι τὴν ἐν Νικαίᾳ πίστιν, καὶ λῦσαι
πᾶσαν μετὰ ταῦτα γεγενημένην ἐρεσχελίαν. Καὶ δὴ ἴσως ἂν ταῦτα ἐγεγόνει,
εἰ μὴ ὁ μέγιστον τότε δυνάμενος παρὰ βασιλεῖ διεκώλυσε, λέγω δὴ Εὐδόξιος
ὁ τῆς Ἀρειανῆς προεστὼς θρησκείας: ὃς καὶ πλείω διὰ τὴν κηρυχθεῖσαν
σύνοδον ἐξαφθεὶς, μείζονα κακὰ τούτους εἰργάσατο. Ὅτι μὲν οὖν
Μακεδονιανοὶ δἰ ὧν ἔπεμψαν πρεσβευτῶν κοινωνήσαντες συναγωγῇ τῶν συνοδικῶν
ὡμολόγησεν.
Ὅπως Εὐνόμιος Εὐδοξίου κεχώριστο διὰ τὸ προσκεῖσθαι αὐτὸν Ἀετίῳ, καὶ ὅτι σπουδῇ Εὐδοξίου ταραχῆς ἐν Ἀλεξανδρείᾳ γενομένης, Ἀθανάσιος πάλιν φεύγει: καὶ ὅτι τοῦ λαοῦ διὰ τοῦτο στασιάσαντος, ὁ βασιλεὺς δείσας, διὰ γραμμάτων τε τοὺς ἐν Ἀλεξανδρείᾳ παρακαλέσας, αὖθις τὸν Ἀθανάσιον κρατεῖν ἀδεῶς τὴν ἐκκλησίαν ἐκέλευσε.
Περὶ δὲ τούσδε τοὺς χρόνους Εὐνόμιος Εὐδοξίου χωρισθεὶς κατ̓ ἰδίαν τὰς
συναγωγὰς ἐποιήσατο, ὅτι πολλάκις αὐτοῦ παρακαλοῦντος δεχθῆναι τὸν
καθηγητὴν ἑαυτοῦ Ἀέτιον, Εὐδόξιος οὐχ ὑπήκουσε. Τοῦτο δὲ οὐχ ἑκὼν
ἐποίησεν: οὐ γὰρ τὴν Ἀετίου δόξαν ἠθέτει, τὴν αὐτὴν οὖσαν τῇ ἑαυτοῦ:
ἀλλ̓ ὅτι πάντες οἱ ὁμόφρονες ὡς ἑτερόδοξον περιΐσταντο: αὕτη ἡ αἰτία τοῦ
Εὐδοξίου τὸν Εὐνόμιον χωρισθῆναι πεποίηκε. Ταῦτα μὲν ἐν
Κωνσταντινουπόλει τοῦτον τὸν τρόπον ἐγένετο: κατὰ δὲ τὴν Ἀλεξάνδρειαν
πρόσταγμα ἐπάρχων σπουδῇ Εὐδοξίου πεμφθὲν τὴν ἐκκλησίαν ἐτάραξεν.
Ἀθανάσιος δὲ τὴν ἐκ τοῦ πλήθους ἄλογον ὁρμὴν ὑφορώμενος, δεδοικώς τε μὴ
τῶν γενησομένων ἀτόπων αὐτὸς τὴν αἰτίαν λάβῃ, τέσσαρας ὅλους μῆνας ἐν
μνημείῳ πατρῴῳ ἀπέκρυπτεν ἑαυτόν. Ἐπειδὴ δὲ διὰ τὴν αὐτοῦ ἀπουσίαν ὁ
λαὸς πόθῳ τῷ πρὸς αὐτὸν ἐστασίαζε, μαθὼν ὁ βασιλεὺς στυγνάζειν διὰ τοῦτο
τὴν Ἀλεξάνδρειαν, διὰ γραμμάτων ἐσήμανεν, ἀδεῶς κρατεῖν τῶν ἐκκλησιῶν
Ἀθανάσιον. Καὶ τοῦτ̓ ἦν αἴτιον τοῦ μὴ ταραχθῆναι τὴν Ἀλεξανδρέων
ἐκκλησίαν, ἕως τῆς Ἀθανασίου τελευτῆς. Ὅτι μὲν οὖν μετὰ τὴν
Ὡς Εὐδοξίου ἐν Κωνσταντινουπόλει τελευτήσαντος, οἱ μὲν Ἀρειανοὶ Δημόφιλον, οἱ ὀρθόδοξοι δὲ Εὐάγριον, δἰ Εὐσταθίου τοῦ Ἀντιοχείας ἐχειροτόνησαν.
Τοιγαροῦν ὁ βασιλεὺς Οὐάλης, πάλιν ἐπὶ τὴν Ἀντιόχειαν σπεύδων, ἀπῇρεν ἀπὸ
τῆς Κωνσταντινουπόλεως: καὶ γενόμενος ἐν Νικομηδείᾳ πόλει τῆς Βιθυνίας,
ἐπεσχέθη κατ̓ αὐτὴν δἰ αἰτίαν τοιαύτην. Εὐδόξιος οὗτος ὁ τῆς Ἀρειανῆς
ἐκκλησίας ἐπίσκοπος εὐθὺς μετὰ τὴν τοῦ βασιλέως ἔξοδον τέλει τοῦ βίου
ἐχρήσατο, ἐν ὑπατείᾳ Οὐαλεντινιανοῦ τὸ τρίτον καὶ Οὐάλεντος τὸ τρίτον,
δεκάενα ὁμοουσίου
τῆς ἑαυτῶν πίστεως Εὐάγριόν τινα προεβάλλοντο: καὶ
χειροτονεῖ τοῦτον Εὐστάθιος, ὁ πάλαι ποτὲ ἐπίσκοπος Ἀντιοχείας γεγονώς.
ὁμοουσίου
πίστεως: καὶ κατ̓ αὐτὴν λανθάνων διέτριβεν.
Ὡς τοῦ βασιλέως Εὐάγριον καὶ Εὐστάθιον ἐξορίσαντος, οἱ τὰ Ἀρείου φρονοῦντες σφόδρα τοὺς τὸ ὁμοούσιον κρατοῦντας ἐκάκουν.
Τούτου δὲ γενομένου, αὖθις ἐξ ἑτέρας ἀρχῆς ἀνεκίνουν οἱ Ἀρειανοὶ τὸν
διωγμὸν κατ̓ αὐτῶν. Εἰς γνῶσιν οὖν τοῦ βασιλέως ταχέως ἔρχεται τὰ
γινόμενα: εὐλαβούμενός τε μή τις ἐκ τῆς παρατριβῆς τῶν ὄχλων γενομένη
στάσις ἀνατρέψῃ τὴν πόλιν, στρατιωτικὴν χεῖρα ἐκ τῆς Νικομηδείας εἰς τὴν
Κωνσταντινούπολιν ἔπεμψεν: ἐκέλευσέν τε ἐν ταὐτῷ συλληφθέντας τὸν
χειροτονήσαντα καὶ τὸν χειροτονηθέντα ἄλλον ἀλλαχοῦ περιορίζεσθαι.
Εὐστάθιος μὲν οὖν ἐν Βιζύῃ τῆς Θρᾴκης πόλει περιωρίζετο: Εὐάγριος δὲ εἰς
ἄλλον τόπον ἀπήχθη. Τούτων οὕτω καταπραχθέντων, πλέον οἱ Ἀρειανίζοντες
καταθρασυνόμενοι τοὺς τῆς ἐκκλησίας κατέβλαπτον: τύπτοντες,
καθυβρίζοντες, κατακλείστους δεσμωτηρίοις ποιοῦντες,
Περὶ τῶν ἐν τῷ πλοίῳ κατακαέντων ἁγίων πρεσβυτέρων, καὶ περὶ τοῦ διὰ ταῦτα κατὰ μῆνιν Θεοῦ ἐν τῇ Φρυγίᾳ γεγονότος λιμοῦ.
Ὡς γὰρ ἐπιλεχθέντες ἄνδρες εὐλαβεῖς τοῦ ἐκκλησιαστικοῦ τυγχάνοντες
τάγματος, τὸν ἀριθμὸν ὄντες ὀγδοήκοντα, ὧν ἡγοῦντο Οὐρβανὸς, Θεόδωρος,
Μενέδημος, εἰς τὴν Νικομήδειαν παρεγένοντο, καὶ ἱκεσίας ὤρεγον τῷ
βασιλεῖ, ἀναδιδάσκοντες τὴν βίαν καὶ ὅσα ὑπέμενον, περιοργὴς γενόμενος ὁ
βασιλεὺς τοσοῦτον ἐπέκρυψε τῆς ὀργῆς, ὅσον λαθραίως Μοδέστῳ τῷ ἐπάρχῳ
κελεῦσαι συλλαβεῖν καὶ θανάτῳ ζημιῶσαι τοὺς ἄνδρας. Ὁ δὲ τρόπος τοῦ
θανάτου ξένος τις ἦν: διὸ καὶ μνήμῃ παραδοθήσεται. Δεδιὼς ὁ ὕπαρχος, μὴ
στάσιν ὑπὸ τοῦ πλήθους ἄλογον ὑπομείνῃ ἐν τῷ φανερῷ φονεύων
Ὡς ὁ βασιλεὺς ἐν Ἀντιοχείᾳ γενόμενος πάλιν τοὺς τὸ ὁμοούσιον φρονοῦντας ἐδίωκε.
Οὐάλης δὲ ὁ βασιλεὺς μικρὰ τῶν ἐκ τοῦ λιμοῦ γενομένων φροντίσας ἐπὶ τὴν
Συρίας Ἀντιόχειαν παραγίνεται: διατρίβων τε κατ̓ αὐτὴν ἐπόρθει τοὺς μὴ
Ἀρειανίζοντας. Τέλεον γὰρ ἐξελάσας τοὺς τὸ ὁμοούσιον
φρονοῦντας
τῶν ἐκκλησιῶν σχεδὸν τῶν ἀνατολικῶν πόλεων, οὐκ ἠρκεῖτο τούτῳ, ἀλλὰ καὶ
διαφόροις κολαστηρίοις ὑπέβαλλεν. Ἀπώλλυεν δὲ πολλῷ πλείους τῶν
πρότερον, διαφόροις μὲν θανάτοις παραδιδοὺς, ἐξαιρέτως δὲ τῷ ποταμῷ.
Περὶ τῶν ἐν Ἐδέσῃ γενομένων, τῆς τε τοῦ ὑπάρχου ὕβρεως, καὶ περὶ τῆς τῶν πολιτῶν πίστεως καὶ παρρησίας, καὶ τῆς θεοφιλοῦς γυναικός.
Λεκτέον δὲ οἷα καὶ ἐν Ἐδέσῃ τῆς Μεσοποταμίας ἐγίνετο. Ἐν δὲ τῇδε τῇ πόλει
Θωμᾶ τοῦ ἀποστόλου μαρτύριόν ἐστι λαμπρὸν καὶ περιφανὲς, συνεχεῖς τε ἐν
αὐτῷ συνάξεις ἐπιτελοῦνται διὰ τὴν τοῦ τόπου ἁγιότητα. Τοῦτο ἱστορῆσαι ὁ
βασιλεὺς Οὐάλης θελήσας, καὶ μαθὼν πᾶν τῆς αὐτοῦ ἀπεχθεῖς αἱρέσεως εἶναι
τῶν συνερχομένων Ὦ
ἡ δὲ, Ἔνθα,
φησὶ,
καὶ οἱ ἄλλοι συντρέχουσι.
Ὁ δὲ, Οὐκ ἀκήκοας,
ἔφη,
ὅτι ὁ ὕπαρχος μέλλει πάντας ἀναιρεῖν οὓς ἂν εὑρίσκῃ;
Καὶ ἡ
γυνὴ, Ἤκουσα,
ἔφη, καὶ διὰ τοῦτο σπεύδω, ὥστε ἐκεῖ
εὑρεθῆναι.
Καὶ ποῦ τοῦτο τὸ μικρὸν ἕλκεις παιδίον;
φήσαντος τοῦ ὑπάρχου, ἡ
γυνὴ φησὶν, Ὥστε καὶ αὐτὸ μαρτυρίου καταξιωθῆναι.
Ταῦτα ὡς
ἤκουσεν ὁ ἀνὴρ, ἐτεκμῄρατο τῶν συνερχομένων τὴν ἀπόνοιαν: καὶ εὐθὺς
παραγενόμενος πρὸς τὸν βασιλέα ἐδίδασκεν αὐτὸν, ὡς εἴησαν πάντες ἕτοιμοι
ὑπὲρ τῆς αὐτῶν ἀποθνήσκειν πίστεως: καὶ ἄλογον εἶναι εἰπὼν, τοσούτους ἐν
βραχεῖ χρόνῳ ἀνελεῖν, παρέπεισε τὸν βασιλέα παύσασθαι τῆς ὀργῆς. Τοῦτον
τὸν τρόπον Ἐδεσηνοὶ τὸ μὴ καταπολεμηθῆναι ὑπὸ τοῦ οἰκείου βασιλέως
ἐξέφυγον.
Ὡς βασιλεὺς Οὐάλης πολλοὺς ἀνεῖλε στοιχεῖον Θῆτα ἔχοντας ἐν τῇ καταρχῇ τοῦ ὀνόματος, ἔκ τινος νεκυομαντείας τοῦτο φημισθείσης.
Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ δαίμων τις ἀλάστωρ τῇ τοῦ βασιλέως ὠμότητι
ἀπεχρήσατο: ἀνέπεισε γάρ τινας περιεργαζομένους, τίς μετὰ Οὐάλεντα
βασιλεύσειεν, νεκυομαντείαν ποιήσασθαι. Οἷστισι μαγικῇ τινὶ μαγγανείᾳ
χρωμένοις ἀνεῖλεν ὁ δαίμων οὐ φανερὰ, ἀλλὰ συνήθως λοξά: δείξας τέσσαρα
γράμματα,
Περὶ τῆς Ἀθανασίου τελευτῆς, καὶ Πέτρου προαγωγῆς.
Ἰστέον δὲ, ὅτι ἕως περιῆν Ἀθανάσιος ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, ἔκ τινος
Θεοῦ προνοίας ὑπερέθετο ταράξαι τὴν Ἀλεξάνδρειαν καὶ τὴν Αἴγυπτον ὁ
βασιλεὺς, πυνθανόμενος πλεῖστον εἶναι κατ̓ αὐτὴν τὸ πλῆθος τῶν
προσκειμένων Ἀθανασίῳ, καὶ ἐκ τούτου ὑφορώμενος, μήποτε, γενομένης κατὰ
τὴν Ἀλεξάνδρειαν στάσεως, φύσει τὸ δημῶδες ἔνθερμον ὂν προσβλάψῃ τὰ
δημόσια πράγματα.
Ὡς Ἀθανασίου τελευτήσαντος, οἱ Ἀρειανοὶ προστάξει τοῦ βασιλέως Οὐάλεντος Λουκίῳ τῷ ὑπ̓ αὐτῶν πρότερον χειροτονηθέντι τὰς ἐν Ἀλεξανδρείᾳ παραδόντες ἐκκλησίας τὸν Πέτρον φυλακῇ παρέδοσαν.
Εὐθὺς οὖν ἀνεθάρρουν οἱ Ἀρειανίζοντες, τῇ τοῦ βασιλέως αὐχοῦντες
θρησκείᾳ: καὶ μηδὲν μελλήσαντες γνωρίζουσι βασιλεῖ κατὰ τὴν Ἀντιόχειαν
τότε διάγοντι. Τότε δὴ καὶ Εὐζώϊος ὁ ἐν Ἀντιοχείᾳ τῆς Ἀρειανῆς προεστὼς
θρησκείας ἁρπάζει τὸ εὐεπιχείρητον τοῦ καιροῦ: κατασκευάζει τε αὐτὸς
κατελθεῖν εἰς τὴν Ἀλεξάνδρειαν, ἐπὶ τῷ παραδοῦναι Λουκίῳ τῷ Ἀρειανῷ τὰς
ἐκεῖ ἐκκλησίας. Ταῦτ̓ ἐδόκει καὶ βασιλεῖ: καὶ ᾗ τάχος σὺν δυνάμει
βασιλικῇ παρῆν ἐπὶ τὴν Ἀλεξάνδρειαν: καὶ γὰρ Μάγνος ὁ ἐπὶ τῶν βασιλικῶν
θησαυρῶν συγκατῆλθεν αὐτῷ. Καὶ βασιλέως πρόσταγμα Παλλαδίῳ τῷ
Ἀλεξανδρείας ἐπάρχῳ ἐγέγραπτο, καὶ στρατιωτικὴ χεὶρ ὑπουργεῖν
προσετέτακτο: διὸ τὸν μὲν Πέτρον συλλαβόντες, κατάκλειστον πεποιήκασι:
τοὺς δὲ ἄλλους κληρικοὺς ἄλλον ἀλλαχῇ διασπείραντες, τὸν Λούκιον
ἐνθρονίζουσιν.
Ὅτι πολλῶν κακῶν γενομένων εἰς τὸν Λουκίου ἐνθρονισμὸν, Σαβῖνος ὁ Μακεδονιανὸς οὐδενὸς ἐμνημόνευσε: Πέτρος δὲ συγγράφων ἐμνήσθη, ὃς καὶ διαφυγὼν πρὸς Δάμασον τὸν Ῥώμης ἀπεσώθη: οἱ δὲ Ἀρειανοὶ καὶ Λούκιος πολλὰ κακὰ τοῖς ἐν ἐρήμῳ ἁγίοις μονάζουσιν ἐνεδείξαντο.
Οἷα μὲν οὖν κακὰ ἐπὶ τῆς εἰσόδου Λουκίου γεγένηται, ἢ ὅσα κατὰ τῶν
ἐξωθηθέντων ἔν τε δικαστηρίοις καὶ ἐκτὸς δικαστηρίων ἐπράχθη, ὅπως τε οἱ
μὲν βασάνοις ποικίλαις ὑπεβλήθησαν, οἱ δὲ καὶ μετὰ τὰς βασάνους
ἐξωρίσθησαν, Σαβῖνος μὲν οὐδ̓ ἡντιναοῦν πεποίηται μνήμην: Ἀρειανίζων γὰρ
τὸ ἥμισυ, κρύπτει τὰ τῶν φίλων ἀδικήματα. Πέτρος δέ τοι γράμμασιν
οἰκείοις, ἃ μετὰ τὴν ἐκ τῶν δεσμῶν φυγὴν ταῖς πανταχοῦ ἐκκλησίαις
διεπέμψατο, φανερὰ τοῖς πᾶσι κατέστησεν. Οὗτος μὲν οὖν διαδράσαι τῆς
εἱρκτῆς ἰσχύσας, πρὸς Δάμασον τὸν ἐπίσκοπον Ῥώμης ἀνέδραμε. Πάλιν δὲ οἱ
Ἀρειανοὶ, καὶ ὀλίγοι τυγχάνοντες, τῶν κατὰ τὴν Ἀλεξάνδρειαν ἐκκλησιῶν
ὅμως ἐκράτησαν. Οὐ πολὺς δὲ ἐν μέσῳ χρόνος ἐγίνετο, καὶ βασιλέως ἐκέλευε
πρόσταγμα, τῆς τε Ἀλεξανδρείας καὶ πανταχόθεν τῆς Αἰγύπτου ἐλαύνεσθαι
τοὺς φρονοῦντας τὸ ὁμοούσιον.
Ἐπετέτακτο δὲ καὶ ὁ ἄρχων σὺν πολλῷ
πλήθει στρατιωτῶν διώκειν πανταχόθεν ὅσους ἐκέλευσε Λούκιος. Ἔσκυλαν δὲ
τηνικαῦτα καὶ ἐτάραξαν καὶ δεινῶς κατεπολέμησαν τὰ ἐν τῇ ἐρήμῳ
μοναστήρια: ἐπελθόντες γὰρ ἔνοπλοι γυμνοῖς ἀνδράσι καὶ οὐδὲ τὴν χεῖρα
αὐτὴν ἐκτείνειν πρὸς πληγὴν αἱρουμένοις, οὕτως ἐλεεινῶς ἐξεπόρθησαν, ὡς
εἶναι λόγου κρείσσονα τὰ κατ̓ αὐτῶν πάθη γενόμενα.
Κατάλογος τῶν ἐν τῇ ἐρήμῳ ἁγίων μοναχῶν.
Ἐπειδὴ δὲ τῶν ἐν Αἰγύπτῳ μοναστηρίων μνήμην ἐποιησάμην, οὐδὲν κωλύει περὶ
αὐτῶν βραχέα διεξελθεῖν. Τὰ ἐν Αἰγύπτῳ ἀσκητήρια ἴσως μὲν ἐκ μακρῶν τῶν
χρόνων ἔλαβε τὴν ἀρχήν: ἐπλατύνθη μέντοι καὶ ἐπὶ μεῖζον προέκοψεν ἐξ
ἀνδρὸς θεοφιλοῦς, ᾧ ὄνομα ἦν Ἀμμοῦν. Οὗτος νέος ὢν παρῃτεῖτο τὸν γάμον:
ὡς δέ τινες τῶν προσηκόντων παρῄνουν μὴ καθυβρίζειν τὸν γάμον, ἀλλὰ
γυναῖκα ἄγεσθαι, πείθεται μὲν καὶ ἔρχεται ἐπὶ γάμον. Εὐθὺς δὲ ἀπὸ τῆς
παστάδος παραλαβὼν τὴν παρθένον, καὶ ἀγαγὼν ἐπὶ ἓν,
ἐν Χριστῷ.
Οὐ
πολλοῦ δὲ παραδραμόντος καιροῦ, ἡ νεόνυμφος καὶ ἀμόλυντος τοιάδε πρὸς
τὸν Ἀμμοῦν ἔλεξεν: Οὐ πρέπον,
ἔφη, ἀσκοῦντί σοι σωφροσύνην,
ὁρᾷν ἐν τοσούτῳ οἰκήματι θήλειαν: διὸ εἰ δοκεῖ, ἕκαστος ἰδίᾳ τὴν
ἄσκησιν ποιησώμεθα.
Αὗται πάλιν αἱ συνθῆκαι ἤρεσκον ἀμφοτέροις:
καὶ χωρισθέντες ἀπ̓ ἀπ̓ ἀλλήλων, οὕτως τὸ λοιπὸν τοῦ βίου διήνυσαν,
ἀπεχόμενοι οἴνου τε καὶ ἐλαίου, μόνον τε ξηρὸν ἄρτον, καὶ αὐτὸν ποτὲ μὲν
ὑπὲρ μίαν ἡμέραν, ποτὲ δὲ ὑπὲρ δύο, ἔστι δὲ καὶ ὑπὲρ πλείους ἐσθίοντες.
Τούτου τοῦ Ἀμμοῦν τὴν ψυχὴν μετὰ θάνατον ἀναλαμβανομένην ὑπὸ ἀγγέλων ὁ
κατ̓ αὐτὸν βιώσας Ἀντώνιος ἐθεάσατο, ὥς φησιν ἐν τῷ βίῳ αὐτοῦ ὁ τῆς
Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος. ὁ
νέος ἀφορισθεὶς καταφρονητὴς γίνεται, ὁ δὲ προκόψας τῆς ἐκ τοῦ
ἀφορισμοῦ ὀδύνης ταχεῖαν λαμβάνει τὴν αἴσθησιν.
Πίωρ περιπατῶν
ἤσθιεν: πυθομένου δέ τινος, Διὰ τί οὕτως ἐσθίεις;
Οὐ βούλομαι,
ἔφη, ὡς ἔργῳ τῷ βρώματι χρήσασθαι, ἀλλ̓ ὡς
παρέργῳ.
Πρὸς ἄλλον δὲ περὶ τοῦ αὐτοῦ ἐρωτήσαντα ἀπεκρίνατο:
Ἵνα μηδὲ ἐν τῷ ἐσθίειν,
φησὶν, ἡδονῆς σωματικῆς αἰσθάνοιτο
ἡ ψυχή.
Ἰσίδωρος ἔλεγε τεσσαρακοστὸν ἔτος ἔχειν, ἀφ̓ οὗ
αἰσθάνεσθαι μὲν τῆς κατὰ διάνοιαν ἁμαρτίας, μηδέ ποτε δὲ συγκατατίθεσθαι
μήτε ἐπιθυμίᾳ μήτε θυμῷ. Παμβὼς δὲ ἀγράμματος ὢν προσῆλθέ τινι ἐπὶ τῷ
Εἶπα, φυλάξω
τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου,
δευτέρου
ἀκοῦσαι μὴ ἀνεχόμενος ἀνεχώρησεν: ἀρκεῖσθαι
φήσας τούτῳ τῷ ἑνὶ
στίχῳ, ἐὰν δυνηθῶ ἔργῳ αὐτὸν ἐκμαθεῖν.
Ἐγκαλέσαντος δὲ τοῦ
παραδεδωκότος τὸν στίχον, διὰ τί ἑξαμηνιαίου παραδραμόντος χρόνου μὴ
ἑωράκει αὐτὸν,
ἀπεκρίνατο, Ὅτι τοῦ ψαλμοῦ τὸν στίχον οὔπω τῷ
ἔργῳ ἐξέμαθον.
Μετὰ ταῦτα δὲ πολλοὺς ἐπιβιοὺς χρόνους, πρός τινα
τῶν γνωρίμων ἐρωτήσαντα εἰ τὸν στίχον ἐξέμαθεν,
Ἐν ὅλοις,
ἔφη, ἐννεακαίδεκα ἔτεσι μόλις αὐτὸν πράττειν
ἐξέμαθον.
Ὁ αὐτὸς, δεδωκότος τινος χρυσίον εἰς διατροφὴν τῶν
πτωχῶν, καὶ εἰπόντος, Ἀρίθμησον ὃ δέδωκα,
ἔφη, ἀριθμοῦ οὐ
χρῄζειν, ἀλλ̓ ὑγιοῦς διαθέσεως.
Οὗτος ὁ Παμβὼς, Ἀθανασίου τοῦ
ἐπισκόπου παρακαλέσαντος, κατῆλθεν ἐκ τῆς ἐρήμου εἰς τὴν Ἀλεξάνδρειαν.
Ἰδὼν δὲ ἐκεῖ γυναῖκα θεατρικὴν, σύνδακρυς ἐγένετο: τῶν δὲ παρόντων
πυθομένων διὰ τί ἐδάκρυσε,
Δύο,
ἔφη, ἐκίνησεν: ἓν μὲν, ἡ ἐκείνης ἀπώλεια: ἕτερον δὲ, ὅτι
ἐγὼ οὐ τηλικαύτην ἔχω σπουδὴν πρὸς τὸ ἀρέσαι τῷ Θεῷ, ὅσην αὕτη ἵνα
ἀρέσῃ ἀνθρώποις αἰσχροῖς.
Ἄλλος δέ τις ἔλεγεν, ὅτι ὁ μοναχὸς
εἰ μὴ ἐργάζοιτο, ἐπίσης τῷ πλεονέκτῃ κρίνεται.
Πιτ̔??ʼροῦς πολλά
τινα φυσικὰ θεωρήματα ἠπίστατο: καὶ Μοναχὸς, ἢ περὶ πρακτικῆς,
ἐπιγέγραπται: τὸ δὲ,
Γνωστικὸς,
κεφάλαια δὲ αὐτοῦ πεντήκοντα: τὸ δὲ, Ἀντιρρητικὸς
ἀπὸ τῶν θείων γραφῶν πρὸς τοὺς πειράζοντας δαίμονας,
ἐν ὀκτὼ
διῃρημένον μέρεσι κατὰ τὸν ἀριθμὸν τῶν ὀκτὼ λογισμῶν. Καὶ ἑξακόσια
προγνωστικὰ προβλήματα:
ἔτι μὴν καὶ στιχηρὰ δύο, ἓν πρὸς
τοὺς ἐν τοῖς κοινοβίοις ἢ ἐν συνοδίαις μοναχοὺς,
καὶ ἓν πρὸς
τὴν παρθένον:
ἅτινα ὅπως ἐστὶ θαυμαστὰ, οἱ ἐντυγχάνοντες
εἴσονται. Εὔκαιρον δὲ, ὡς ἡγοῦμαι, μικρὰ τῶν αὐτῷ μνημονευθέντων περὶ
τῶν μοναχῶν τούτοις συνάψαι: φησὶ γὰρ κατὰ λέξιν τάδε: Ἀναγκαῖον καὶ τὰς
ὁδοὺς τῶν προοδευσάντων μοναχῶν ὀρθῶς διερωτᾷν, τὴν ξηροτέραν καὶ μὴ ἀνώμαλον δίαιταν, ἀγάπῃ
συζευχθεῖσαν, θᾶττον διάγειν τὸν μοναχὸν εἰς τὸν τῆς ἀπαθείας
λιμένα.
Ὁ δὲ αὐτὸς ταρασσόμενόν τινα νύκτωρ τῶν ἀδελφῶν τῶν
φασμάτων ἀπήλλαξεν, ἀσθενοῦσι μετὰ νηστείας ὑπηρετῆσαι προστάξας: Οὐδενὶ γὰρ οὕτως,
ἐρωτηθεὶς ἔφησεν, ὡς ἐλέῳ τὰ τοιαῦτα
κατασβέννυται πάθη.
Τῷ δικαίῳ Ἀντωνίῳ προσῆλθέν τις τῶν τότε
σοφῶν, καὶ, Πῶς δαικαρτερεῖς,
εἶπεν, ὦ πάτερ, τῆς ἐκ τῶν
βιβλίων παραμυθίας ἐστερημένος;
Τὸ ἐμὸν βιβλίον,
ἕφη ὁ Ἀντώνιος, ὦ φιλόσοφε, ἡ φύσις τῶν
γεγονότων ἐστι: καὶ πάρεστιν, ὅτε βούλομαι, τοὺς λόγους ἀναγινώσκειν
τοὺς τοῦ Θεοῦ.
σκεῦος τῆς ἐκλογῆς,
ὁ
Αἰγύπτιος γέρων Μακάριος, Τί δή ποτε μνησικακοῦντες μὲν τοῖς
ἀνθρώποις τὴν μνημονευτικὴν δύναμιν τῆς ψυχῆς ἀφανίζομεν, δαίμοσι δὲ
μνησικακοῦντες ἀβλαβεῖς διαμένομεν;
Κἀμοῦ πρὸς τὴν ἀπόκρισιν
ἀπορήσαντος, καὶ παρακαλοῦντος τὸν λόγον μαθεῖν, Διότι,
φησὶν
ἐκεῖνος, τὸ μὲν πρότερον πάθος παρὰ φύσιν, τὸ δὲ δεύτερον κατὰ φύσιν
ἐστὶ τοῦ θυμοῦ.
Παρέβαλλον κατ̓ αὐτὴν τὴν σταθηρὰν μεσημβρίαν τῷ
ἁγίῳ πατρὶ Μακαρίῳ, καὶ λίαν ὑπὸ τῆς δίψης φλεγόμενος, ᾔτουν ὕδωρ πιεῖν.
Ὁ δέ φησιν, Ἀρκέσθητι τῇ σκιᾷ: πολλοὶ γὰρ ὁδοιποροῦντες νῦν, ἢ καὶ
πλέοντες, καὶ ταύτης ἐστέρηνται.
Εἶτα λόγους μου πρὸς αὐτὸν περὶ
ἐγκρατείας γυμνάζοντος, Θάρσει,
φησὶν, ὦ τέκνον: ἐν ὅλοις
εἴκοσιν ἔτεσιν, οὔτε ἄρτου οὔτε ὕδατος οὔτε ὕπνου κόρον εἴληφα. Τὸν
μὲν γὰρ
Ἐμηνύθη τινι τῶν μοναχῶν θάνατος
τοῦ πατρός: ὁ δὲ πρὸς τὸν ἀπαγγείλαντα, Παῦσαι,
φησὶ,
βλασφημῶν: ὁ γὰρ ἐμὸς Πατὴρ ἀθάνατός ἐστιν.
Ἐκέκτητό τις τῶν
ἀδελφῶν εὐαγγέλιον μόνον: καὶ τοῦτο πωλήσας, ἔδωκεν εἰς τροφὴν τοῖς
πεινῶσιν, Αὐτὸν γὰρ,
φησὶ, τὸν λόγον πεπώληκα τὸν λέγοντα, Πώλησόν
σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς.
Ἔστι δέ τις περὶ τὴν
Ἀλεξάνδρειαν νῆσος κατ̓ αὐτὸ τὸ βόρειον πέραν τῆς λίμνης κειμένη τῆς
καλουμένης Μαρίας: προσοικεῖ δὲ αὐτῇ μοναχὸς τῆς Παρεμβολῆς τῶν
γνωστικῶν ὁ δοκιμώτατος, ὅστις ἀπεφῄνατο πάντα τὰ πραττόμενα ὑπὸ τῶν
μοναχῶν πράττεσθαι δἰ αἰτίας πέντε, διὰ Θεὸν, διὰ φύσιν, διὰ ἔθος,
δἰ ἀνάγκην, διὰ ἔργον χειρῶν.
Ὁ δὲ αὐτὸς ἔλεγε πάλιν μίαν μὲν
εἶναι τῇ φύσει τὴν ἀρετὴν, εἰδοποιεῖσθαι δὲ αὐτὴν ἐν ταῖς δυνάμεσι
τῆς ψυχῆς: καὶ γὰρ καὶ τὸ φῶς τὸ ἡλιακὸν ἀσχημάτιστον μὲν, φησὶν,
ἐστὶ, ταῖς δὲ δἰ ὦν εἰσβάλλει θυρίσι σχηματίζεσθαι πέφυκεν.
Ἄλλος δέ τις τῶν μοναχῶν, Διὰ τοῦτο περιαιρῶ τὰς ἡδονὰς,
εἶπεν,
ἴνα τὰς τοῦ θυμοῦ περικόψω προφάσεις: οἶδα γὰρ αὐτὸν ἀεὶ
μαχόμενον ὑπὲρ τῶν ἡδονῶν, καὶ ἐκταράσσοντά μου τὸν νοῦν, καὶ τὴν
γνῶσιν ἀποδιώκοντα.
Ἔλεγε δέ τις τῶν γερόντων, ὅτι ἡ ἀγάπη
παραθήκας βρωμάτων ἢ χρημάτων τηρεῖν οὐκ ἐπίσταται.
Ὁ δὲ αὐτὸς,
Οὐκ οἶδα,
φησὶν, εἰς ταὐτὸ δὶς ὑπὸ δαιμόνων ἀπατηθείς.
Ταῦτα μὲν ὁ Εὐάγριος ἐν τῷ ἐπιγραφομένῳ αὐτοῦ Πρακτικῷ
κατὰ λέξιν
ἀπεμνημόνευσεν: ἐν δὲ τῷ Γνωστικῷ
αὐτοῦ τοιαῦτά φησι: φρονήσεως μὲν ἔργον ἔλεγεν εἶναι, τὸ θεωρεῖν τὰς νοερὰς καὶ ἁγίας
δυνάμεις δίχα τῶν λόγων: τούτους γὰρ ὑπὸ τῆς σοφίας δηλοῦσθαι
παραδέδωκεν: ἀνδρείας δὲ, τὸ ἐγκαρτερεῖν τοῖς ἀληθέσι καὶ
πολεμούμενον, καὶ μὴ ἐμβατεύειν εἰς τὰ μὴ ὄντα: τὸ δὲ παρὰ τοῦ
πρώτου γεωργοῦ δέχεσθαι σπέρμα, καὶ ἀπωθεῖσθαι τὸν ἐπισπορέα, τῆς
σωφροσύνης ἴδιον ἀπεκρίνατο εἶναι: δικαιοσύνης δὲ πάλιν, τὸ κατ̓
ἀξίαν ἑκάστου λόγον ἀποδιδόναι, τὰ μὲν σκοτεινῶς ἀπαγγέλλουσαν, τὰ
δὲ δἰ αἰνιγμάτων σημαίνουσαν, τινα δὲ καὶ φανεροῦσαν πρὸς ὠφέλειαν
τῶν ἁπλουστέρων.
Τῆς ἀληθείας στύλος ὁ Καππαδόκης Βασίλειος,
Τὴν μὲν ἀπ̓ ἀνθρώπων, φησὶν, ἐπισυμβαίνουσαν γνῶσιν προσεχὴς
μελέτη καὶ γυμνασία κρείσσονα ποιεῖ: τὴν δὲ ἐκ Θεοῦ χάριτος
ἐγγινομένην δικαιοσύνη καὶ ἀοργησία καὶ ἔλεος. Καὶ τὴν μὲν προτέραν
δυνατὸν καὶ τοὺς ἐμπαθεῖς ὑποδέξασθαι: τῆς δὲ δευτέρας οἱ ἀπαθεῖς
μόνοι εἰσὶ δεκτικοὶ, οἳ καὶ παρὰ τὸν καιρὸν τῆς προσευχῆς τὸ οἰκεῖον
φέγγος τοῦ νοῦ περιλάμπον αὐτοὺς θεωροῦσι.
Τῶν Αἰγυπτίων ὁ ἄγιος
φωστὴρ Ἀθανάσιος, Τὴν τράπεζαν,
φησὶ, Μωϋσῆς εἰς τὸ βόρειον
μέρος στῆσαι προστάσσεται: γινωσκέτωσαν οἱ γνωστικοὶ, τίς
Ἔλεγε δὲ ὁ τῆς Θμουϊτῶν ἐκκλησίας ἄγγελος Σαραπίων
ὅτι ὁ νοῦς μὲν πεποκὼς πνευματικὴν γνῶσιν τελείως καθαίρεται: ἀγάπη
δὲ τὰ φλεγμαίνοντα μόρια τοῦ θυμοῦ θεραπεύει: πονηρὰς δὲ ἐπιθυμίας
ἐπιρρεούσας ἵστησιν ἐγκράτεια.
Τοὺς περὶ προνοίας καὶ κρίσεως κατὰ σαυτὸν ἀεὶ γύμναζε λόγους,
φησὶν ὁ μέγας καὶ γνωστικὸς διδάσκαλος Δίδυμος, καὶ τούτων τὰς ὕλας
διὰ μνήμης φέρειν πειράθητι: ἅπαντες γὰρ σχεδὸν ἐν τούτοις
προσπταίουσι. Καὶ τοὺς μὲν περὶ κρίσεως λόγους ἐν τῇ διαφορᾷ τῶν
σωμάτων καὶ κατὰ τὸν κόσμον εὑρήσεις: τοὺς δὲ περὶ προνοίας ἐν τοῖς
τρόποις τοῖς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπὶ τὴν ἀρετὴν ἢ ἐπὶ τὴν γνῶσιν
ἡμᾶς ἐπανάγουσι.
Τοσαῦτα μὲν ἐκ τῶν Εὐαγρίου ἐνταῦθα παρεθέμεθα.
Ἐγένετο δὲ καὶ ἄλλος ἀνὴρ θαυμάσιος ἐν τοῖς μοναχοῖς, ᾧ ὄνομα Ἀμμώνιος,
ὅστις οὕτως ἦν ἀπερίεργος, ὥστε ἐν τῇ Ῥώμῃ ἅμα Ἀθανασίῳ γενόμενος μηδὲν
ἑλέσθαι ἱστορῆσαι τῶν ἔργων τῆς πόλεως, μόνον δὲ ἰδεῖν τὸ Πέτρου καὶ
Παύλου μαρτύριον. Οὗτος ὁ Ἀμμώνιος εἰς ἐπισκοπὴν ἑλκόμενος καὶ διαφυγὼν,
τὸ δεξιὸν οὖς αὐτοῦ ἐξέκοψεν, ὅπως ἂν τῷ ἀσχήμῳ τοῦ σώματος τὴν
χειροτονίαν ἐκφύγῃ. Ἐπειδὴ δὲ χρόνῳ ὕστερον καὶ Εὐάγριος ὑπὸ Θεοφίλου
τοῦ ἐπισκόπου Ἀλεξανδρείας κακῶς εἴη πράξας
ἐκκόψας τὴν ἀκοήν: καὶ ἔνοχος εἶναι Θεοῦ τοῦτο ποίησας.
Ὁ δὲ
Ἀμμώνιος πρὸς αὐτὸν, Ἀλλὰ σὺ,
ἔφη, Εὐάγριε, οὐκ οἴει δώσειν
δίκην τὴν γλῶσσαν ἀποτεμὼν, διὰ φιλαυτίαν τῇ δοθείσῃ χάριτι μὴ
χρησάμενος;
Ἐγένοντο μὲν οὖν κατὰ τὸν αὐτὸν χρόνον ἐν τοῖς
μοναστηρίοις καὶ ἄλλοι πλεῖστοι ἄνδρες θαυμαστοὶ καὶ θεοφιλεῖς, ὧν ἐν τῇ
προκειμένῃ συγγραφῇ μνημονεύειν μακρὸν ἂν εἴη: ἄλλως τε καὶ ἐκβαίνειν
τοῦ προκειμένου ἀνάγκη, εἰ βουλοίμεθα καθ̓ ἕκαστον τῶν ἀνδρῶν τοὺς
βίους, καὶ ὅσα ἐποίησαν θαύματα διὰ τὴν προσοῦσαν αὐτοῖς ἁγιότητα,
λέγειν. Εἰ δέ τις βούλοιτο τὰ περὶ αὐτῶν μανθάνειν, ὧν τε ἐποίησαν, ὧν
τε ἔπραξαν, καὶ ὧν πρὸς ὠφέλειαν τῶν ἀκουσάντων ἐφθέγξαντο,
Περὶ τῶν ἐξορισθέντων ἁγίων μοναχῶν, ὅπως ὁ Θεὸς ταῖς αὐτῶν θαυματοποιΐαις πάντας πρὸς ἑαυτὸν ἐφειλκύσατο.
Τοῦ τοίνυν βασιλέως Οὐάλεντος νόμῳ κελεύσαντος διώκεσθαι τούς τ̓ ἐν
Ἀλεξανδρείᾳ καὶ τοὺς κατ̓ Αἴγυπτον, πάντα ἐπορθεῖτο καὶ ἀνετρέπετο: τῶν
μὲν ἑλκομένων εἰς δικαστήρια, τῶν δὲ βαλλομένων εἰς δεσμωτήρια, ἄλλων τε
ἄλλως στρεβλουμένων. Διάφοροι γὰρ τιμωρίαι κατὰ τῶν ἡσυχάζειν φιλούντων
ἐγίνοντο. Ἐπεὶ δὲ ταῦτα ἐν τῇ Ἀλεξανδρείᾳ ᾗ ἐδόκει Λουκίῳ ἐπέπρακτο,
Εὐζώϊος ἐπὶ τὴν Ἀντιόχειαν αὖθις ὑπέστρεψεν: οἱ δὲ εὐθὺς ἐπὶ τὰ τῆς
Αἰγύπτου μαστίγων πεῖραν
καὶ ταῦτα, μαρτυρηθέντες ὑπό τε τῆς πίστεως καὶ
τῶν ἔργων καὶ τῶν ἰαμάτων, ὅσα ἐν ταῖς χερσὶν αὐτῶν ἡ τοῦ χριστοῦ χάρις
εἰργάζετο. Ἀλλ̓ ὡς ἔοικεν, ἡ τοῦ Θεοῦ πρόνοια ταῦτα παθεῖν τοὺς ἄνδρας
συνεχώρησεν, κρεῖττόν
ἵνα δἰ ὧν αὐτοὶ κακῶς ἔπασχον, ἕτεροι τὴν ἐν Θεῷ σωτηρίαν εὕρωσιν: καὶ
τοῦτο ἡ ἀπόβασις ἔδειξεν. Ὡς οὖν οἱ θαυμάσιοι ἐκεῖνοι ἄνδρες κρείττονες
τῆς ἐπιφερομένης ἀνάγκης ἐγίνοντο, ἀποκνήσας ὁ Λούκιος γνώμην δίδωσι τῷ
ἡγουμένῳ τοῦ στρατιωτικοῦ τάγματος, ὑποβάλλειν ἐξορίᾳ τοὺς πατέρας τῶν
μοναχῶν: αὐτοὶ δὲ ἦσαν ὁ Αἰγύπτιος Μακάριος καὶ ὁ Ἀλεξανδρεὺς, ὁ τούτου
ἐπώνυμος. Ἐξωρίζοντο οὖν οἱ ἄνδρες εἰς νῆσόν τινα, ἥτις οὐδένα τῶν
Χριστιανῶν εἶχεν οἰκήτορα: κατ̓ αὐτήν τε τὴν νῆσον ἐτύγχανεν ὂν ἱερὸν,
καὶ ἱερεὺς ἐν αὐτῷ, ὃν πάντες οἱ ἐκεῖ ἶσα θεῷ ἔσεβον. Γενομένων δὲ τῶν
θεοφιλῶν ἀνδρῶν ἐν τῇ νήσῳ, πάντα μὲν τὰ ἐκεῖ δαιμόνια ἐν θορύβῳ καὶ
φόβῳ ἐγίνοντο. Συνέβαινε δὲ κατ̓ αὐτὸ καὶ τοιοῦτό τι πρᾶγμα γενέσθαι: ἡ
τοῦ ἱερέως θυγάτηρ ἄφνω ὑπὸ δαίμονος κάτοχος γενομένη ἐξεμάνη, καὶ πάντα
ἀνέτρεπεν: ἀκατάσχετός τε ἦν, καὶ οὐδενὶ τρόπῳ ἡσυχάσαι ἠδύνατο: ἀλλ̓
ἐβόα μεγάλα, καὶ πρὸς τοὺς θεοφιλεῖς ἐκείνους ἄνδρας, Τί,
φησὶν,
ἤλθετε καὶ ἐντεῦθεν ἐξελάσαι ἡμᾶς;
Πάλιν οὖν οἱ ἄνδρες ἐκεῖ
τὸ ἴδιον ἔργον, ὅ ἐκ Θεοῦ χάριτος εἰλήφασιν, ἐπεδείκνυντο: ἐξελάσαντες
γὰρ τὸν δαίμονα τῆς παρθένου, καὶ ὑγιῆ αὐτὴν τῷ πατρὶ παραδόντες, εἰς
πίστιν τοῦ Χριστιανισμοῦ ἤγαγον τόν τε ἱερέα καὶ πάντας τοὺς ἐκεῖ
ἐνοικοῦντας ἐν τῇ νήσῳ. Εὐθὺς οὖν τὰ μὲν ἀγάλματα ἐξέβαλον: τὸ δὲ σχῆμα
τοῦ ναοῦ εἰς ἐκκλησίας τύπον μεταποιήσαντες, ἐβαπτίζοντό τε καὶ πάντα τὰ
τοῦ Χριστιανισμοῦ ὁμοουσίου
πίστιν οἱ θαυμάσιοι ἐκεῖνοι
ἄνδρες αὐτοί τε δοκιμώτεροι ἐγίνοντο, καὶ ἄλλους ἔσωζον, καὶ τὴν πίστιν
βεβαιοτέραν εἰργάζοντο.
Περὶ Διδύμου τοῦ τυφλοῦ.
ʽΥπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ἕτερον ἄνδρα πιστὸν ἀνέδειξεν ὁ Θεὸς, δἰ
αὐτοῦ μαρτυρηθῆναι δικαιώσας τὴν πίστιν. Δίδυμος γὰρ, ἀνὴρ θαυμαστὸς καὶ
ἐλλόγιμος, κατὰ τὸν αὐτὸν ἤνθησε χρόνον, πάσῃ διαπρέψας παιδεύσει: οὗτος
κομιδῇ νέος ὢν, καὶ τὰ πρῶτα τῶν γραμμάτων στοιχεῖα μαθὼν, τῷ τῆς
ὀφθαλμίας περιέπεσε πάθει, καὶ κακῶς διατεθεὶς τὸ ὁρατικὸν ἀπέβαλεν. Ὁ
Θεὸς δὲ αὐτῷ ἀντὶ τῶν αἰσθητῶν ὀφθαλμῶν παρέσχε τοὺς νοητούς: ἃ γὰρ δἰ
ὀφθαλμῶν παιδευθῆναι οὐκ ἴσχυσε, ταῦτα δἰ ἀκοῆς ἐξεμάνθανε. Ἐκ παιδὸς
γὰρ ὢν εὐφυὴς, καὶ ψυχῆς λαχὼν ἀγαθῆς, ἐνίκα τοὺς περὶ Τριάδος
τρία βιβλία: ἑρμηνεῦσαι δὲ καὶ τὰ περὶ
Ἀρχῶν̓ Ὠριγένους, ὑπομνήματά τε ἐκδοὺς εἰς αὐτὰ, δἰ ὧν συνίστησιν ὡς εἴη
μηδὲ
γὰρ αὐτοὺς δύνασθαι,
φησὶν, ἑλεῖν τὴν τοῦ ἀνδρὸς σύνεσιν.
Εἴ τις οὖν τὴν πολυμαθίαν καὶ τὸ διάπυρον τῆς ψυχῆς Διδύμου γνῶναι
προῄρηται, ἐντυχὼν τοῖς πεπονημένοις αὐτῷ βιβλίοις μαθήσεται. Τούτῳ
Μηδὲν, ὦ Δίδυμε, ταραττέτω σε ἡ τῶν
αἰσθητῶν ὀφθαλμῶν ἀποβολή: τοιοῦτοι γάρ σοι λείπουσιν ὀφθαλμοὶ,
Ταῦτα μὲν ἤδη
πρότερον παρὰ τοῦ θεοφιλοῦς Ἀντωνίου πρὸς Δίδυμον εἴρητο: τότε δὲ
μέγιστος συνήγορος τῆς οἰκείας πίστεως ἐφαίνετο Δίδυμος, πρὸς τοὺς
Ἀρειανοὺς ἀπαντῶν, καὶ τὰ σοφίσματα ἀναλύων αὐτῶν, καὶ τοὺς κιβδήλους
καὶ δολεροὺς αὐτῶν λόγους ἐξελέγχων.
Περὶ Βασιλείου Καισαρείας, καὶ Γρηγορίου Ναζιανζοῦ.
Ἀλλὰ Δίδυμον μὲν τοῖς ἐν Ἀλεξανδρείᾳ Ἀρειανίζουσιν ἡ τοῦ Θεοῦ ἀντέταξε
πρόνοια: ἐν δὲ ταῖς ἄλλαις πόλεσιν, Βασίλειόν τε τὸν Καισαρέα καὶ
Γρηγόριον τὸν Ναζιανζηνόν: περὶ ὧν βραχέα εἰπεῖν εὔκαιρον ἡγοῦμαι. Ἤρκει
μὲν γὰρ ἡ παρὰ πᾶσι σωζομένη τῶν ἀνδρῶν μνήμη, καὶ ἡ ἐκ τῶν γεγραμμένων
αὐτοῖς βιβλίων μάθησις, παραθέσθαι τὴν ἑκατέρου εὔκλειαν: ἐπεὶ δὲ κατ̓
ἐκεῖνο καιροῦ τὰ πολλὰ ταῖς ἐκκλησίαις αὐτοὶ συνεβάλλοντο, καὶ ὡς
ἐμπύρευμα τῆς πίστεως ἐφυλάχθησαν, ἀπαιτεῖ ἡ ὑπόθεσις μάλιστα τούτων
μνήμην ποιήσασθαι. Βασιλείου τοίνυν καὶ Γρηγορίου εἴ τις βούλοιτο
σύγκρισιν ποιήσασθαι, διεξιέναι τε τὸν ἑκάστου βίον καὶ τρόπον, καὶ τὰς
προσούσας αὐτοῖς ἀρετὰς, ἀμφιβάλλοι ἂν ἕτερον τοῦ ἑτέρου προκρῖναι. Ἄμφω
γὰρ ἦσαν ἀλλήλοις ἐφάμιλλοι κατά τε τὴν ὀρθὴν πολιτείαν, καὶ κατὰ τὰς
παιδεύσεις, τήν τε Ἑλληνικήν φημι, καὶ τὴν τῶν ἱερῶν γραμμάτων. Νέοι γὰρ
δὴ ὄντες τοῦ χάριν μὴ τὴν πίστιν τοῦ βασιλέως ἀσπάζεται,
ὁ Βασίλειος
σὺν παρρησίᾳ πολλῇ τῇ μὲν τοῦ βασιλέως θρησκείᾳ ἐμέμφετο, τῇ δὲ τοῦ
ὁμοουσίου
πίστει συνίστατο. Ἐπεὶ δὲ ὁ ὕπαρχος θάνατον αὐτῷ
διηπείλησεν, Εἴθε,
ἔφη ὁ Βασίλειος, γένοιτό μοι διὰ τὴν
ἀλήθειαν ἀπαλλαγῆναι τῶν δεσμῶν τοῦ σώματος.
Τοῦ δὲ ὑπάρχου
πάλιν ἐπισκέψασθαι
εἰπόντος, λέγεται εἰπεῖν τὸν Βασίλειον,
Ἐγὼ καὶ σήμερον καὶ αὔριον ὁ αὐτὸς εἰμί: ὄφελόν συ ἑαυτὸν μὴ
ἐνήλλαττες.
Τότε μὲν οὖν κατ̓ ἐκείνην τὴν ἡμέραν φρουρούμενος
διετέλει Βασίλειος. Οὐκ εἰς μακρὰν δὲ συνέβη νήπιον υἱὸν τοῦ Οὐάλεντος,
ᾧ ὄνομα ἦν Γαλάτης, ἀρρωστῆσαι ἰσχυρῶς, ὥστε ἀπογνωσθῆναι ὑπὸ τῶν Εἰ ἀληθῆ τὰ σὰ δόγματα, εὔξαι
ἵνα μου ὁ υἱὸς μὴ ἀποθάνῃ.
Ὁ δὲ, Εἰ πιστεύσειας,
ἔφη,
ὦ βασιλεῦ, καθάπερ ἐγὼ, καὶ ἡ ἐκκλησία ἑνωθῇ, ζήσεται τὸ
παιδίον.
Του δὲ μὴ συνθεμένου, Οὐκοῦν,
ἔφη ὁ Βασίλειος,
περὶ τοῦ παιδίου τὸ θέλημα γενήσεται τοῦ Θεοῦ.
Ταῦτα εἰπόντα
τὸν Βασίλειον ἀφεθῆναι ἐκέλευσε: τὸ μέντοι παιδίον μετ̓ οὐ πολὺ
ἐτελεύτησε. Τοσαῦτα περὶ τῶν ἀνδρῶν τούτων ὡς ἐν ἐπιτομῇ εἰρήσθω: βιβλία
δὲ ἑκάτερος αὐτῶν πολλὰ καὶ θαυμαστὰ συνέγραψαν καὶ ἐξέδωκαν: ἀφ̓ ὧν
τινα ὁ Ῥουφῖνος εἰς τὴν Ῥωμαίων γλῶσσαν μεταβεβληκέναι φησίν. Ἐγένοντο
δὲ ἀδελφοὶ Βασιλείου Πέτρος καὶ Γρηγόριος: ἀλλὰ Πέτρος μὲν τὸν μονήρη
βίον Βασιλείου ἐζήλωσε, Γρηγόριος δὲ τὸ διδασκαλικὸν τοῦ λόγου: ὃς καὶ
τὴν πονηθεῖσαν Βασιλείῳ Ἑξαήμερον,
ἅτε δὴ καταλειφθεῖσαν,
προσανεπλήρωσε
Περὶ Γρηγορίου τοῦ Θαυματουργοῦ.
Ἐπειδὴ δέ τινες ἐκ τῆς ὁμωνυμίας πλανῶνται καὶ ἐκ τῶν ἐπιγραφομένων
Γρηγορίου βιβλίων, δεῖ εἰδέναι ὅτι ἄλλος ἐστὶν ὁ Ποντικὸς Γρηγόριος,
ὅστις ἐκ τῆς ἐν Πόντῳ Νεοκαισαρείας ὁρμώμενος ἀρχαιότερος τούτων ἐστί:
μαθητὴς γὰρ Ὠριγένους ἐγένετο.
Περὶ Ναυάτου καὶ τῶν ἐξ αὐτοῦ Ναυατιανῶν: καὶ ὡς μετέθεσαν οἱ κατὰ τὴν Φρυγίαν ἐξ αὐτῶν οἰκοῦντες τὴν τοῦ Πάσχα ἑορτὴν ὁμοίως τοῖς Ἰουδαίοις.
Κατὰ δὲ τὸν χρόνον τόνδε καὶ Ναυατιανῶν οἱ περὶ Φρυγίαν οἰκοῦντες τὴν
ἑορτὴν τοῦ Πάσχα μετέθεσαν: πῶς δὲ τοῦτο ἐγένετο λέξω, πρότερον εἰπὼν
ὅτου χάριν ἐπικρατεῖ περὶ τὰ Φρυγῶν καὶ Παφλαγόνων ἔθνη ὁ ἀκριβὴς τῆς
ἐκκλησίας αὐτῶν κανών. Ναυάτος πρεσβύτερος ὢν τῆς ἐν Ῥώμῃ ἐκκλησίας
διεκρίθη, ἐπειδὴ Κορνήλιος ὁ ἐπίσκοπος τοὺς ἐπιθύσαντας πιστοὺς ἐν τῷ
διωγμῷ, ὃν ὁ βασιλεὺς Δέκιος κατὰ τῆς ἐκκλησίας ἐκίνησεν, εἰς κοινωνίαν
μὴ δέχεσθαι τοὺς ἐπιτεθυκότας εἰς τὰ μυστήρια: ἀλλὰ
προτρέπειν μὲν αὐτοὺς εἰς μετάνοιαν, τὴν δὲ συγχώρησιν ἐπιτρέπειν
Θεῷ, τῷ δυναμένῳ καὶ ἐξουσίαν ἔχοντι συγχωρεῖν ἁμαρτήματα.
Τοιαύτας ἐπιστολὰς οἱ κατ̓ ἐπαρχίας δεχόμενοι, πρὸς τὰ οἰκεῖα ἤθη
ἐποιοῦντο τῶν δηλουμένων τὰς κρίσεις. Ὡς γὰρ ἐκεῖνος ἐδήλου μὴ δεῖν
ἀξιοῦσθαι τῶν μυστηρίων εἰς θάνατον ἁμαρτίαν
πεποιηκότας, τοῖς μὲν ἐδόκει πικρὰ
καὶ ἀπηνὴς εἶναι τοῦ τοιούτου κανόνος ἡ ἔκθεσις, οἱ δὲ ὡς δίκαιον τὸν
κανόνα καὶ ὀρθοῦντα τὴν πολιτείαν ἐδέχοντο.
Περὶ Δαμάσου τοῦ Ῥώμης καὶ Οὐρσίνου, ὅπως δἰ αὐτοὺς ταραχῆς καὶ στάσεως ἐν Ῥώμῃ γενομένης, φόνος πολὺς ἐπηκολούθησεν.
Ὡς τοῦ Μεδιολάνων ἐπισκόπου Αὐξεντίου τελευτήσαντος, καὶ στάσεως ἐπὶ τῇ ἐκλογῇ τοῦ μέλλοντος χειροτονηθῆναι γενομένης, Ἀμβρόσιὸς ὁ τοῦ ἔθνους ἔπαρχος, τὴν στάσιν μετὰ στρατιωτικῆς χειρὸς καταπαύων, ψήφῳ κοινῇ, καὶ αὐτοῦ τοῦ βασιλέως Οὐαλεντινιανοῦ συναινέσαντος, πάντων προεκρίθη τῆς ἐκκλησίας πρόεδρος.
Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ ἕτερον μνήμης ἄξιον ἐν τῇ Μεδιολάνῳ συνέβη
γενέσθαι: τελευτήσαντος γὰρ τοῦ ἐν αὐτῇ ἐπισκόπου Ἀμβρόσιον ἄξιον εἶναι τῆς ἐπισκοπῆς,
αὐτόν τε χειροτονεῖσθαι
πάντες ἠξίουν: οὕτω γὰρ μόνως ἕνωσίν τε ἕξειν τὸν λαὸν, καὶ στέρξειν
τὴν περὶ τὴν πίστιν ὁμόνοιαν.
Ἐπεὶ δὲ ἔκ τινος θείου ἡ ὁμοφωνία
τοῦ λαοῦ γενέσθαι τοῖς παροῦσιν ἐπισκόποις ἐφαίνετο, μηδὲν ὑπερθέμενοι
συλλαμβάνουσι τὸν Ἀμβρόσιον: καὶ βαπτίσαντες,—κατηχούμενος γὰρ ἦν,—
εὐθὺς πρὸς τὴν τῆς ἐπισκοπῆς ἱερωσύνην προχειρίζεσθαι ἔμελλον. Ἐπεὶ δὲ
Ἀμβρόσιος τὸ μὲν βάπτισμα ἡδέως ἐδέξατο, πολὺς δὲ ἦν τὴν ἱερωσύνην
παραιτούμενος, γνωρίζουσι τῷ βασιλεῖ Οὐαλεντινιανῷ τὰ γενόμενα. Ὁ δὲ
βασιλεὺς θαυμάσας τὴν τοῦ λαοῦ ὁμόνοιαν, Θεοῦ τε ἔργον εἶναι γνοὺς τὸ
γενόμενον, ἐδήλου τοῖς ἐπισκόποις, ὑπουργεῖν τῷ Θεῷ κελεύοντι
χειροτονεῖν: Θεοῦ γὰρ μᾶλλον, ἢ ἀνθρώπων εἶναι τὴν ψῆφον τὴν ἐπ̓
αὐτῷ.
Τοῦτον τὸν τρόπον καταστάντος Ἀμβροσίου, οἱ ἐν Μεδιολάνῳ
πρότερον διεστῶτες δἰ αὐτὸν τότε ἡνώθησαν.
Περὶ τῆς τελευτῆς Οὐαλεντινιανοῦ.
Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς, Σαυροματῶν ἐπεξελθόντων τῇ Ῥωμαίων ἀρχῇ, ἐπ̓
αὐτοὺς ἐχώρει μετὰ πλείστης παρασκευῆς. Ταύτην οὐκ ἤνεγκαν τὴν
παρασκευὴν ἀκούσαντες οἱ βάρβαροι: ἀλλὰ πρεσβευσάμενοι πρὸς αὐτὸν
ᾐτοῦντο ἐπὶ συνθήκαις εἰρήνης τυχεῖν. Τῶν πρέσβεων δὲ εἰσελθόντων καὶ
φανέντων οὐκ ἀξιοπρεπῶν, εἰ
τοιοῦτοι Σαυρομάται πάντες εἰσίν.
Ἀποκριναμένων δὲ τῶν πρέσβεων
τοὺς ἀρίστους Σαυροματῶν ἥκειν πρὸς αὐτὸν, πληροῦται θυμοῦ
Οὐαλεντινιανὸς, καὶ μέγα βοῶν ἔλεγε, κακῶς πράττειν τὴν Ῥωμαίων ἀρχὴν περιελθοῦσαν εἰς αὐτὸν, ὅπου τοιοῦτο
βαρβάρων γένος εὐτελὲς οὐκ ἀγαπᾷ παῤ ἑαυτῷ μένειν σωζόμενον, ἀλλ̓
ὅπλα αἱρεῖται, καὶ Ῥωμαίων ὅρους πατεῖ, καὶ εἰς πόλεμον
θρασύνεται.
Καὶ τοσοῦτον ἐν τῇ βοῇ διασπαράξας ἔτυχεν ἑαυτὸν,
ὥστε πᾶσαν μὲν ἀναστομωθῆναι φλέβα, πᾶσάν τε ἀρτηρίαν διαρραγῆναι. Καὶ
οὕτως αἵματος ἐκδοθέντος, τελευτᾷ
Περὶ Θεμιστίου τοῦ φιλοσόφου καὶ ὡς ἐκ τοῦ προσφωνητικοῦ αὐτοῦ λόγου δυσωπηθεὶς Οὐάλης μίκρον τι τὸν κατὰ Χριστιανῶν ἐμετρίασε θάνατον.
Οὐάλης δὲ ἐν τῇ Ἀντιοχείᾳ διάγων ἀπὸ μὲν τῶν ἔξω πολέμων τέως ἡσύχαζε:
πανταχόθεν γὰρ οἱ βάρβαροι κατὰ τὰς οἰκείας ἔμενον χώρας. Δεινῶς δὲ
ἐπολέμει τοὺς φρονοῦντας τὸ ὁμοούσιον,
καὶ καθ̓ ἑκάστην μείζονας
τὰς τιμωρίας ἐφεύρισκεν κατ̓ αὐτῶν, ἕως αὐτοῦ τὴν πολλὴν ἀπήνειαν ὁ
φιλόσοφος Θεμίστιος προσφωνητικῷ λόγῳ
εἰργάσατο: ἐν ᾧ, μὴ δεῖν
ξενίζεσθαι ἐπὶ τῇ διαφωνίᾳ τῶν Χριστιανικῶν δογμάτων παραινεῖ τῷ
βασιλεῖ: μικρὰν γὰρ εἶναι τὴν αὐτῶν διαφωνίαν, ὡς πρὸς τὸ πλῆθος καὶ
τὴν σύγχυσιν τῶν παῤ Ἕλλησι δογμάτων: εἶναι γὰρ ὑπὲρ τὰ τριακόσια
δόγματα. Καὶ πρὸς τὸ δόξαν ἐξ ἀνάγκης καὶ τὴν διαφωνίαν εἶναι
πολλήν: βούλεσθαί τε οὕτως τὸν Θεὸν διαφόρως δοξάζεσθαι, ἵνα ἕκαστος
πλέον αὐτοῦ τὴν μεγαλειότητα φοβοῖτο, ἐκ τοῦ μὴ πρόχειρον ἔχειν τὴν
γνῶσιν αὐτοῦ.
Ταῦτα καὶ τὰ τοιαῦτα τοῦ φιλοσόφου προσφωνήσαντος,
πρᾳότερος ὁ βασιλεὺς ἐγίνετο: οὐ μὴν τελέως ὑφίει τῆς ὀργῆς, ἀλλὰ ἀντὶ
θανάτου ἐξορίαν ἐπετίθει τὴν ζημίαν τοῖς ἱερωμένοις ἀνδράσιν, ἕως
ἀπέπαυσεν αὐτοῦ καὶ ταύτην τὴν ὁρμὴν ἐπιγενόμενον πρᾶγμα τοιόνδε.
Ὅπως οἱ Γότθοι κατὰ Οὐάλεντα ἐχριστιάνισαν.
Οἱ πέραν τοῦ Ἴστρου βάρβαροι οἱ καλούμενοι Γότθοι, ἐμφύλιον πρὸς ἑαυτοὺς
κινήσαντες πόλεμον εἰς δύο μέρη ἐτμήθησαν: ὧν τοῦ πρόσφατον Θεὸν
τὸν Υἱὸν τοῦ Θεοῦ δογματίσας. Οἱ
δὲ βάρβαροι ἁπλότητι τὸν Χριστιανισμὸν δεξάμενοι, ὑπὲρ τῆς εἰς Χριστὸν
πίστεως τῆς ἐνταῦθα ζωῆς κατεφρόνησαν. Ταῦτα μὲν περὶ τῶν
Χριστιανιζόντων.
Ὡς οἱ Γότθοι ὑφ̓ ἑτέρων βαρβάρων καταπολεμηθέντες τῇ τῶν Ῥωμαίων χώρᾳ προσέφυγον, καὶ ὑπὸ τοῦ βασιλέως προσεδέχθησαν: ὅπερ αἴτιον ἀπωλείας καὶ τῆς Ῥωμαίων ἀρχῆς καὶ αὐτοῦ τοῦ βασιλέως κατέστη.
Οὐκ εἰς μακρὰν δὲ οἱ βάρβαροι φιλίαν πρὸς ἀλλήλους σπεισάμενοι, αὖθις ὑφ̓
ἑτέρων βαρβάρων γειτνιαζόντων αὐτοῖς, τῶν καλουμένων Οὕννων,
καταπολεμηθέντες, καὶ τῆς ἰδίας ἐξελαθέντες χώρας, εἰς τὴν Ῥωμαίων γῆν
καταφεύγουσι, δουλεύειν τῷ βασιλεῖ συντιθέμενοι, καὶ τοῦτο πράττειν ὅπερ
ἂν ὁ Ῥωμαίων προστάξειε βασιλεύς. Ταῦτα εἰς γνῶσιν ἥκει τοῦ Οὐάλεντος:
καὶ μηδὲν
Ὡς ὁ βασιλεὺς τῇ φροντίδι τοῦ πρὸς Γότθους πολέμου τὸν κατὰ Χριστιανῶν πόλεμον ἀνῆκεν.
Οἱ γὰρ βάρβαροι τὴν Θρᾴκην κατειληφότες, ἐν ἀδείᾳ τὴν Ῥωμαίων καρπούμενοι
χώραν, τὴν εὐτυχίαν οὐκ ἤνεγκαν: ἀλλὰ κατὰ τῶν εὐεργετησάντων χωροῦσι,
καὶ πάντα τὰ περὶ Θρᾴκην ἀνέτρεπον. Ταῦτα οὕτως ἐπιγενόμενα, εἰς γνῶσιν
ἐλθόντα τοῦ Οὐάλεντος, τοῦ εἰς ἐξορίαν πέμπειν τοὺς φρονοῦντας τὸ
ὁμοούσιον
ἀφίστατο. Ἐν θορύβῳ γὰρ γενόμενος, εὐθὺς ἐκ τῆς
Ἀντιοχείας ἐπὶ τὴν Κωνσταντινούπολιν ἦλθε: διὸ καὶ ὁ κατ̓ αὐτὴν
Χριστιανικὸς ἐλώφησε πόλεμος. Τότε δὴ καὶ Εὐζώϊος ὁ τῆς Ἀρειανῆς
θρησκείας ἐν Ἀντιοχείᾳ προεστὼς τέλει τοῦ βίου ἐχρήσατο, κατὰ τὴν
ὑπατείαν Οὐάλεντος τὸ πέμπτον, καὶ Οὐαλεντινιανοῦ νέου τὸ
Ὡς καὶ Σαρακηνοὶ τηνικαῦτα τῇ πίστει Χριστοῦ προσέθεντο, Μαυΐας γυναικὸς αὐτῶν ἀρχούσης, Μωσῆν τινὰ θεοσεβῆ καὶ πιστὸν μονάζοντα λαβόντες ἐπίσκοπον.
Ἀναχωρήσαντος δὲ τῆς Ἀντιοχείας τοῦ βασιλέως, Σαρακηνοὶ οἱ πρώην
ὑπόσπονδοι, τότε Ῥωμαίων ἀπέστησαν, στρατηγούμενοι ὑπὸ Μαυΐας γυναικὸς,
τοῦ ἀνδρὸς αὐτῆς τελευτήσαντος. Πάντα οὖν τὰ ὑπὸ τὴν ἀνατολὴν ὑπὸ τῶν
Σαρακηνῶν κατὰ τὸν αὐτὸν ἐπορθεῖτο χρόνον: ἀλλά τις Θεοῦ πρόνοια τὰ
Σαρακηνῶν κατέστειλε Ἐγὼ μὲν ἐμαυτὸν ἡγοῦμαι τῆς ἱερωσύνης
ἀνάξιον: εἰ δὲ λυσιτελεῖ τοῦτο τοῖς δημοσίοις πράγμασιν, οὐκ
ἐπιθήσει μοι χεῖρα Λούκιος: πεπλήρωται γὰρ αὐτοῦ αἱμάτων ἡ
δεξιά.
Τοῦ δὲ Λουκίου λέγοντος, μὴ δεῖν ὑβρίζειν, ἀλλὰ
πρότερον μανθάνειν παῤ αὐτοῦ τῆς θρησκείας τὰ δόγματα:
ὁ Μωϋσῆς,
Ἀλλ̓ οὐ δογμάτων λόγος,
ἔφη, νῦν ζητεῖται: ἀλλ̓ αἱ πράξεις
σου αἱ κατὰ τῶν ἀδελφῶν γενόμεναι ἐξελέγχουσιν ὡς οὐ Χριστιανικὰ
ἔχεις δόγματα. Ὁ γὰρ Χριστιανὸς
Ταῦτα καὶ τὰ τοιαῦτα λέγοντα τὸν Μωϋσῆν ἀπῆγον οἱ ἐπιτήδειοι πρὸς τὸ
ὄρος, ὅπως ἂν τὴν χειροτονίαν παρὰ τῶν εἰς ἐξορίαν τυγχανόντων δέξηται.
Οὕτως οὖν τότε τοῦ Μωϋσέως χειροτονηθέντος, ὁ Σαρακηνῶν ἐσβέσθη πόλεμος:
εἶχέ τε τοῦ λοιποῦ ἡ Μαυΐα πρὸς Ῥωμαίους εἰρήνην, ὡς καὶ θυγατέρα αὐτῆς
τῷ στρατηλάτῃ κατεγγυῆσαι Βίκτορι. Ταῦτα περὶ Σαρακηνῶν. δοῦλον γὰρ Κυρίου οὐ δεῖ
μάχεσθαι.
Σοῦ δὲ τὰ ἔργα βοᾷ διὰ τῶν πεμφθέντων εἰς ἐξορίαν
καὶ θηρίοις παραβληθέντων καὶ πυρὶ παραδοθέντων: μείζονα δὲ ἔχει τὴν
ἀπόδειξιν τὰ τοῖς ὀφθαλμοῖς ὁρώμενα ἢ ταῖς ἀκοαῖς λαμβανόμενα.
Ὡς ἀναχωρήσαντος Οὐάλεντος ἀπὸ Ἀντιοχείας, οἱ ἐν τῇ ἀνατολῇ θαρσήσαντες ὀρθόδοξοι, καὶ μάλιστα ἐν Ἀλεξανδρείᾳ, τὸν Λούκιον ἐκβαλόντες αὖθις τῷ Πέτρῳ τὰς ἐκκλησίας παραδεδώκασι, γράμμασι Δαμάσου τοῦ Ῥώμης ἐπισκόπου κατωχυρωμένῳ.
Κατὰ δὲ τὸν καιρὸν τοῦτον τοῦ βασιλέως Οὐάλεντος ἐκ τῆς Ἀντιοχείας
ἀναχωρήσαντος, ἀνερρώννυντο οἱ πανταχοῦ ἐλαυνόμενοι, ὁμοουσίου
πίστιν καὶ τὴν τοῦ Πέτρου κατάστασιν, ἀναθαρρήσας ὁ
λαὸς τὸν μὲν Λούκιον ἐξελαύνουσιν, ἀντεισάγουσι δὲ τὸν Πέτρον. Ἀλλὰ
Λούκιος μὲν ὡς εἶχεν ἐπὶ τὴν Κωνσταντινούπολιν ἔπλεεν: Πέτρος δὲ ὀλίγον
ἐπιβιοὺς χρόνον τελευτᾷ, διάδοχον καταλιπὼν Τιμόθεον ἀδελφὸν ἑαυτοῦ.
Ὡς ὁ βασιλεὺς ὑποστρέψας ἐν τῇ Κωνσταντινουπόλει καὶ ὑπὸ τοῦ δήμου διὰ τοὺς Γότθους κατονειδισθεὶς ἐξελαύνει τῆς πόλεως κατὰ βαρβάρων: καὶ συμβαλὼν αὐτοῖς ἐν Ἀδριανουπόλει τῆς Μακεδονίας ὑπ̓ αὐτῶν ἀναιρεῖται, ζήσας μὲν ἔτη πεντήκοντα, βασιλεύσας δὲ ἔτη ἓξ πρὸς τοῖς δέκα.
Ὁ δὲ βασιλεὺς Οὐάλης περὶ τὴν τριακάδα τοῦ Μαΐου μηνὸς, ἐν τῇ ἕκτῃ ἑαυτοῦ
ὑπατείᾳ καὶ Οὐαλεντινιανοῦ τοῦ νέου τὸ δεύτερον, ὡς ἐπαγαγόντος τοὺς πολεμίους, καὶ ὅτι μὴ ἀντεπεξῆγεν εὐθὺς, ἀλλὰ
παρεῖλκε τὸν πρὸς τοὺς βαρβάρους πόλεμον.
Καὶ δὴ ἱπποδρομίας
ἐπιτελουμένης, πάντες ἐκ συμφωνίας κατεβόων τοῦ βασιλέως ὡς περιορῶντος
τὰ πράγματα: ἔκραζον οὖν συντόνως, Δὸς ὅπλα καὶ πολεμοῦμεν ἡμεῖς.
Ταῦτα βοώντων, ἐξάπτεται πρὸς ὀργὴν ὁ βασιλεύς: καὶ ὑπερβαίνει περὶ τὴν
ἑνδεκάτην τοῦ Ἰουνίου μηνὸς, δίκην ἀπὸ Κωνσταντινουπολιτῶν λήψεσθαι, ὦν
τότε ὑβρίζειν αὐτὸν ἐδόκουν, καὶ ὑπὲρ ὧν ἤδη πρότερον τῇ τυραννίδι
Προκοπίου προσέθεντο: ἔρημόν τε καταστήσειν τὴν πόλιν, καὶ ἄροτρον
εἰπὼν βαλεῖν κατ̓ αὐτὴν,
ἐπὶ τοὺς βαρβάρους ἐχώρει. Καὶ ὠθεῖ μὲν
αὐτοὺς πόρρω τῆς πόλεως: ἐδίωκε δὲ ἄχρι τῆς ἐν Θρᾴκῃ Ἀδριανουπόλεως, ἣ
ἐν τοῖς ὁρίοις τῆς Μακεδονίας ἐστίν. Ἐκεῖ τε συμβαλὼν τοῖς βαρβάροις,
ἀπέθανε τῇ ἐννάτῃ τοῦ Αὐγούστου μηνὸς, ἐν τῇ αὐτῇ
Πρὶν ἀρξώμεθα τῆς ἱστορίας τοῦ πέμπτου βιβλίου, φαμὲν πρὸς τοὺς
μέλλοντας ἐντυγχάνειν τῇδε τῇ ὑποθέσει μὴ μέμψασθαι ἡμῖν, ὅτι προθέμενοι
ἐκκλησιαστικὴν ἱστορίαν συγγράψασθαι ἐπιμίγνυμεν αὐτῇ καὶ τοὺς κατὰ
καιρὸν γενομένους πολέμους, ὅσων τὴν ἱστορίαν μετὰ τῆς ἀληθείας
ἐδυνήθημεν γνῶναι. Τοῦτο γὰρ πολλῶν ἕνεκα ποιοῦμεν: τοῦ εἰς γνῶσιν ἄγειν
τὰ γινόμενα: ἀλλὰ γὰρ καὶ τοῦ τοὺς ἐντυγχάνοντας μὴ προσκορεῖς γενέσθαι,
ἐκ τοῦ σχολάζειν τῇ φιλονεικίᾳ τῶν ἐπισκόπων, καὶ οἷς κατ̓ ἀλλήλων
ἐτύρευσαν: πρὸ δὲ τούτων, ἵνα γνωσθῇ ὅπως, τῶν δημοσίων ταραττομένων, ὡς
ἔκ τινος συμπαθείας καὶ τὰ τῶν ἐκκλησιῶν ἐταράττετο. Εἰ γάρ τις
παρατηρήσει, συνακμάσαντα εὑρήσει τά τε δημόσια κακὰ, καὶ τὰ τῶν
ἐκκλησιῶν δυσχερῆ: ἢ γὰρ κατὰ ταὐτὸ κινηθέντα εὑρήσει, ἢ ἐπακολουθοῦντα
ἀλλήλοις: καὶ ποτὲ μὲν τὰ τῶν ἐκκλησιῶν ἡγούμενα, εἶτα αὖθις
ἐπακολουθοῦντα τὰ δημόσια: ποτὲ δὲ τοὔμπαλιν. Ὥστε μὲ τὴν διαδοχὴν
τούτων μὴ ἔκ τινος συντυχίας δύνασθαι νομίζειν, ἀλλ̓ ἐκ τῶν ἡμετέρων
πλημμελημάτων λαμβάνειν τὰς ἀρχάς: τιμωρίας δὲ ἕνεκεν ἐπιφέρεσθαι τὰ
κακὰ, εἴγε κατὰ τὸν ἀπόστολον, τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί
Διὰ ταύτην δὴ τὴν αἰτίαν, τῇ ἐκκλησιαστικῇ
ἱστορίᾳ καί τινα τῶν δημοσίων πραγμάτων ἐπισυμπλέκομεν. Τὰ μὲν γὰρ ἐπὶ
Κωνσταντίνου περὶ τοὺς πολέμους γενόμενα διὰ χρόνου μῆκος εὑρεῖν οὐκ
ἰσχύσαμεν. Τῶν δὲ μετὰ ταῦτα, ὅσα παρὰ τῶν ἔτι ζώντων ἐμάθομεν, ἐν
ἐπιδρομῇ ποιούμεθα μνήμην. Συνεχῶς δὲ καὶ τοὺς βασιλεῖς τῇ ἱστορίᾳ
περιλαμβάνομεν, διότι ἀφ̓ οὗ Χριστιανίζειν ἤρξαντο, τὰ τῆς ἐκκλησίας
πράγματα ἤρτητο ἐξ αὐτῶν, καὶ αἱ μέγισται σύνοδοι
Ὡς μετὰ τὸν θάνατον Οὐάλεντος, τῶν Γότθων ἐπελθόντων κατὰ Κωνσταντινουπόλεως, ὁ δῆμος αὐτῆς ἀντεπεξήει συμμάχους τοὺς Σαρακηνοὺς ἔχων τοὺς ὑπὸ Μαυΐας ταττομένους.
Τοῦ δὴ βασιλέως Οὐάλεντος ἄδηλον ἐσχηκότος τὴν τελευτὴν, οἱ βάρβαροι
πάλιν ἕως τῶν τειχῶν τῆς Κωνσταντινουπόλεως ἐλθόντες τὰ περὶ αὐτὴν
ἐπόρθουν προάστεια. Ἐφ̓ οἷς ὁ δῆμος ἀγανακτῶν δἰ ἑαυτῶν τοῖς βαρβάροις
ἀντεπεξῄεσαν, ἕκαστος τὸ παρατυγχάνον ἀντὶ ὅπλου λαμβάνοντες. Ἐδίδου δὲ
τοῖς ἐξιοῦσιν εἰς τὸν πόλεμον ἡ τοῦ βασιλέως γυνὴ Δομνίκα μισθὸν ἐκ τοῦ
βασιλικοῦ ταμείου, καθὰ καὶ τοῖς στρατιώταις ἐνενόμιστο. Ἐπεβοήθουν δὲ
αὐτοῖς ὀλίγοι Σαρακηνοὶ ὑπόσπονδοι, παρὰ Μαυΐας
Ὡς Γρατιανὸς ὁ βασιλεὺς τοὺς ὀρθοδόξους ἐπισκόπους ἐκ τῶν ἐξοριῶν ἀνακαλεσάμενος τοὺς αἱρετικοὺς τῶν ἐκκλησιῶν ἐξεδίωξε, καὶ κοινωνὸν τῆς βασιλείας Θεοδόσιον προσελάβετο.
Γρατιανὸς δὲ ἅμα τῷ νέῳ Οὐαλεντινιανῷ τῆς βασιλείας ἐγκρατὴς γενόμενος,
καταγνούς τε τοῦ θείου Οὐάλεντος τῆς περὶ τοὺς Χριστιανοὺς ὠμότητος,
τοὺς μὲν ὑπ̓ ἐκείνου ἐξορισθέντας ἀνεκάλει: νόμῳ τε ἐθέσπισε, μετὰ
ἀδείας ἑκάστην τῶν θρησκειῶν ἀδιορίστως ἐν τοῖς εὐκτηρίοις συνάγεσθαι:
μόνους δὲ τῶν ἐκκλησιῶν εἴργειν Εὐνομιανοὺς, Φωτινιανοὺς, καὶ
Μανιχαίους. Συνεωρακὼς δὲ κάμνουσαν τὴν Ῥωμαίων ἀρχὴν, καὶ τὰ βαρβάρων
ἐπικρατοῦντα, καὶ ὅτι δεῖται τὰ δημόσια γενναίου ἀνδρὸς, κοινωνὸν
προσλαμβάνει τῆς βασιλείας Θεοδόσιον, ἄνδρα ἐκ τῶν εὐπατριδῶν τῆς
Ἱσπανίας καταγόμενον, πολλά τε κατὰ τοὺς πολέμους ἀγωνισάμενον, καὶ διὰ
τοῦτο ἄξιον τῆς βασιλείας ἤδη πάλαι καὶ πρὸ τῆς Γρατιανοῦ
Τίνες ἐπίσκοποι τῶν μεγάλων ἐκκλησιῶν τηνικαῦτα τὴν προστασίαν εἶχον.
Κατὰ δὲ τὸν χρόνον τοῦτον, τῆς μὲν ἐν Ῥώμῃ ἐκκλησίας Δάμασος προΐστατο
διαδεδεγμένος Λιβέριον: τῆς δὲ Ἱεροσολύμων ἔτι Κύριλλος ἐκράτει: ἡ δὲ ἐν
Ἀντιοχείᾳ, ὡς ἔφημεν, τριχῆ διῄρητο. Τῶν μὲν γὰρ ἐκκλησιῶν Δωρόθεος ὁ
Ἀρειανὸς μετὰ Εὐζώϊον ἐγκρατὴς ἐγένετο: τῶν δὲ ἄλλων οἱ μὲν ὑπὸ Παυλίνῳ,
οἱ δὲ ὑπὸ Μελιτίῳ τῆς ἐξορίας ἀνακληθέντι ἐτάττοντο. Καὶ τῶν κατὰ
Ἀλεξάνδρειαν δὲ, Ἀρειανῶν μὲν Λούκιος καὶ ἐν φυγῇ διάγων: τῆς δὲ
ὁμοουσίου
πίστεως Τιμόθεος μετὰ Πέτρον προΐστατο. Ἐν δὲ
Κωνσταντινουπόλει τῶν μὲν ἐκκλησιῶν Δημόφιλος ἦν ἐγκρατὴς, ὁ μετὰ
Εὐδόξιον τῆς Ἀρειανῆς προεστὼς θρησκείας: οἱ δὲ τοῦτον ἐκτρεπόμενοι καθ̓
ἑαυτοὺς τὰς συναγωγὰς ἐποιοῦντο.
Ὡς Μακεδονιανοὶ οἱ πρότερον πρὸς τὸν Ῥώμης Δάμασον περὶ τοῦ ὁμοουσίου διαπρεσβευσάμενοι αὖθις τῇ προτέρᾳ πλάνῃ ὑπήχθησαν.
Μακεδονιανοὶ δὲ μετὰ τὴν πρὸς Λιβέριον πρεσβείαν ἀδιάφορον ἕως τινὸς
χρόνου τὴν κοινωνίαν ἐποιοῦντο, κατὰ τὰς ἐκκλησίας τὰς ἐν ἑκάστῃ πόλει
ἀλλήλοις ἐπιμιγνύμενοι αὐτοί τε καὶ οἱ ἐξ ἀρχῆς τὸν ὅρον τῆς ἐν Νικαίᾳ
στέρξαντες πίστεως. Ἐπειδὴ δὲ ὁ Γρατιανοῦ τοῦ βασιλέως νόμος ἄδειαν ταῖς
θρησκείαις παρεῖχε, διακριθῆναι πάλιν ἐσπούδασαν. Συναχθέντες δὲ ἐν
Ἀντιοχείᾳ τῆς Συρίας αὖθις ἐδογμάτισαν ἐκτρέπεσθαι τὴν τοῦ
ὁμοουσίου
φωνὴν, καὶ τοῖς ἀσπαζομένοις τὴν ἐν Νικαίᾳ πίστιν
μηδαμῶς ἐπιμίγνυσθαι. Ἀλλ̓ οὐκ ἀπώναντο τοῦ ἐπιχειρήματος: καταγνόντες
γὰρ αὐτῶν οἱ πλείους, ὡς ἄλλοτε ἄλλα δογματιζόντων, ἀπέστησάν τε αὐτῶν
καὶ τοῖς τὸ ὁμοούσιον
φρονοῦσι βεβαίως ἡνώθησαν.
Περὶ τῶν ἐν Ἀντιοχείᾳ διὰ Παυλῖνον καὶ Μελίτιον τηνικαῦτα συμβάντων.
Τότε δὴ καὶ τὰ κατὰ Ἀντιόχειαν τὴν ἐν Συρίᾳ διὰ Μελίτιον παρὰ κανόνας εἶναι σύνθρονον λαβεῖν τὸν ὑπὸ
Ἀρειανῶν χειροτονηθέντα,
ἐκβιάζεται ὁ λαός: καὶ ἐν μιᾷ τῶν πρὸ
τῆς πόλεως ἐκκλησιῶν παρασκευάζουσιν ἐνθρονισθῆναι αὐτόν. Τούτου
γενομένου, πολλὴ φιλονεικία κεκίνητο: μετὰ δὲ ταῦτα εἰς ὁμόνοιαν ἦλθον
οἱ λαοὶ ἐπὶ τοιαύταις συνθήκαις. Συναγαγόντες τοὺς ὑποψήφους εἰς
ἐπισκοπὴν, εὑρίσκουσι τοὺς πάντας τὸν ἀριθμὸν ἓξ, ἐν οἶς ἦν καὶ
Φλαβιανός: ὅρκῳ τε τούτους ἠσφαλίσαντο, τὸ μηδένα παρελθεῖν εἰς τὴν
ἐπισκοπὴν, ἑνὸς τῶν ἐπισκόπων προτελευτήσαντος, ἀλλὰ συγχωρεῖν τὸν
ὑπολειφθέντα κατέχειν τοῦ προαπελθόντος τὸν θρόνον. Οὕτω δοθέντων τῶν
ὅρκων, ὁ λαὸς εἶχεν ὁμόνοιαν καὶ οὐκέτι πρὸς ἀλλήλους διεκρίνοντο: οἱ δὲ
Λουκίφερος διὰ τοῦτο διεκρίθησαν, ὅτι Μελίτιος ὑπὸ τῶν Ἀρειανῶν
χειροτονηθεὶς εἰς τὴν ἐπισκοπὴν ἐδέχθη. Ἐν τοιαύτῃ καταστάσει τῶν ἐν
Ἀντιοχείᾳ καθεστώτων, ἐδέησε τὸν Μελίτιον ἐλθεῖν ἐπὶ τὴν
Κωνσταντινούπολιν.
Ὡς Γρηγόριος ὁ Ναζιανζοῦ κοινῷ δόγματι τῶν ὀρθοδόξων τὴν προστασίαν τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας ἀναδέδεκται, καθ̓ ὃν καιρὸν καὶ Θεοδόσιος ὁ βασιλεὺς μετὰ τὴν κατὰ τῶν βαρβάρων νίκην ἐν Θεσσαλονίκῃ νοσήσας ὑπὸ Ἀσχολίου τοῦ ἐπισκόπου βαπτίζεται.
Ὅτε κοινῷ δόγματι πολλῶν ἐπισκόπων Γρηγόριος ἀπὸ τῆς Ναζιανζοῦ πρὸς τὴν
Κωνσταντινουπόλεως ἐπισκοπὴν μετετίθετο. Τοῦτο μὲν οὕτως ἐγένετο. Ὑπὸ δὲ
τὸν αὐτὸν χρόνον οἱ βασιλεῖς Γρατιανὸς καὶ Θεοδόσιος κατὰ βαρβάρων
ᾔραντο νίκας: καὶ Γρατιανὸς ὁμοουσίου
πίστει προσκείμενος. Τὸ δὲ βαπτισθῆναι διὰ τὴν
ἀρρωστίαν σπεύσας, ἐπιζητήσας τε τὸν Θεσσαλονικέων ἐπίσκοπον, ἠρώτησε
πρότερον ποίαν πίστιν ἠσπάζετο. Τοῦ δὲ εἰπόντος, ὡς οὐ παρῆλθεν ἡ
Ἀρειανῶν δόξα κατὰ τὰ Ἰλλυριῶν ἔθνη, οὐδὲ ἴσχυσε συναρπάσαι ἡ παῤ
ἐκείνου γεγενημένη καινοτομία
ὁ βασιλεὺς ἀσμενέστατα ὑπὸ Ἀσχολίου
τοῦ ἐπισκόπου βαπτίζεται. Ἀναρρωσθεὶς οὖν ἐκ τῆς νόσου μετ̓ οὐ πολλὰς
τὰς ἡμέρας ἐπὶ τὴν Κωνσταντινούπολιν ἔρχεται, περὶ τὴν τετάρτην καὶ
εἰκάδα τοῦ Νοεμβρίου μηνὸς, ἐν ὑπατείᾳ Γρατιανοῦ τὸ πέμπτον καὶ αὐτοῦ
Ὡς Γρηγορίου εἰσελθόντος ἐν Κωνσταντινουπόλει, καί τινων ἐπισκόπων ἐπὶ τούτῳ διαγογγυσάντων, αὐτὸς τῆς ἐκκλησίας τὴν προστασίαν παρῃτήσατο: ὁ δὲ βασιλεὺς τῷ Ἀρειανῷ ἐπισκόπῳ Δημοφίλῳ δηλοῖ ἢ προσθέσθαι τῷ ὁμοουσίῳ ἢ τῆς πόλεως ἐξιέναι: ὅπερ μᾶλλον ἐποίησεν.
Τότε δὲ Γρηγόριος ὁ Ναζιανζοῦ μετατεθεὶς ἔιδον τῆς πόλεως ἐν μικρῷ
εὐκτηρίῳ τὰς συναγωγὰς ἐποιεῖτο: ᾧτινι ὕστερον οἱ βασιλεῖς μέγιστον
οἶκον εὐκτήριον προσσυνάψαντες Ἀναστασίαν
ὠνόμασαν. Γρηγόριος μὲν
οὖν, ἀνὴρ ἐλλόγιμος καὶ εὐλαβείᾳ τοὺς καθ̓ ἑαυτὸν ὑπερβάλλων, γνοὺς
διαγογγύζοντάς τινας, ὡς εἴη ὑπερόριος, ἀσμένως τὴν τοῦ βασιλέως
παρουσίαν δεξάμενος τὴν ἐν Κωνσταντινουπόλει διαγωγὴν παρῃτήσατο. Ὁ
μέντοι βασιλεὺς ἐν τοιαύτῃ καταστάσει τὴν ἐκκλησίαν εὑρὼν, φροντίδα
ἐτίθετο, ὅπως οὖν εἰρήνην ποιήσας ὁμόνοιαν κατεργάσηται, καὶ τὰς
ἐκκλησίας αὐξήσειε. Δηλοῖ οὖν εὐθὺς τῷ Δημοφίλῳ, ὃς τῆς Ἀρειανῆς
θρησκείας προειστήκει, εἰ βούλοιτο πιστεύειν τῇ κατὰ Νίκαιαν συνόδῳ,
ἑνοῦν τε τὸν λαὸν καὶ τὴν εἰρήνην ἀσπάζεσθαι. Τοῦ δὲ φυγόντος τὴν
πρότασιν: Οὐκοῦν,
ἔφη ὁ βασιλεὺς, εἰ τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν
φεύγεις, φεύγειν σε καὶ τῶν εὐκτηρίων τόπων κελεύω.
Ταῦτα
ἀκούσας ὁ Δημόφιλος, καὶ λογισάμενος ὡς χαλεπὸν πρὸς κρείσσονας
ἀντιπίπτειν, συγκαλεσάμενος ἐν τῇ ἐκκλησίᾳ τὰ πλήθη, ἐν μέσοις τε
Ἀδελφοὶ,
φησὶν,
ἐν τῷ εὐαγγελίῳ:
Ταῦτα εἶπε, καὶ ἐξῆλθεν:
οὐχ ὡς τὸ τοῦ εὐαγγελίου λόγιον ἔχει τὴν θεωρίαν εἰδὼς, ἐκ τῆς τοῦ
κόσμου διαγωγῆς τούτους φεύγοντας ζητεῖν τὴν ἄνω Ἱερουσαλήμ. Ἀλλ̓ ἔξω
τῶν πυλῶν τῆς πόλεως τὰς συναγωγὰς τοῦ λοιποῦ ἐποιήσατο. Ἐὰν ὑμᾶς διώκωσιν ἐκ τῆς πόλεως ταύτης,
φεύγετε εἰς τὴν ἄλλην:
ἐπεὶ τοίνυν ὁ ὁμοουσίου
πίστεως τὰς ἐκκλησίας.
Περὶ τῶν ρ
Μηδὲν δὲ ὁ βασιλεὺς ὑπερθέμενος, σύνοδον ἐπισκόπων τῆς αὐτοῦ πίστεως
συγκαλεῖ, ἐπὶ τῷ κρατύναι τὴν ἐν Νικαίᾳ πίστιν καὶ χειροτονῆσαι τῇ
Κωνσταντινουπόλει ἐπίσκοπον. Ἐλπίσας δὲ δύνασθαι καὶ τοὺς ἀπὸ Μακεδονίου
ἑνῶσαι τοῖς ἑαυτοῦ, καὶ τοὺς ἐκείνης τῆς αἱρέσεως προεστῶτας ἐκάλεσε.
Συνῆλθον οὖν τῆς μὲν ὁμοουσίου
πίστεως, ἐκ μὲν Ἀλεξανδρείας
Τιμόθεος: ἐκ δὲ Ἱεροσολύμων Κύριλλος, τότε ἐκ μεταμελείας τῷ
ὁμοουσίῳ
προσκείμενος. Μελίτιος δὲ ἐξ Ἀντιοχείας πάλαι παρῆν,
ὅτε διὰ τὴν Γρηγορίου κατάστασιν μετεστάλη: καὶ ἐκ Θεσσαλονίκης
Ἀσχόλιος, καὶ ἄλλοι πολλοί: πάντες δὲ ἦσαν ἑκατὸν πεντήκοντα. Τοῦ δὲ
Μακεδονιανῶν μέρους ἡγεῖτο μὲν Ἐλεύσιος ὁ Κυζίκου, καὶ Μαρκιανὸς
Λαμψάκου: ὁμοουσίῳ
συντίθεσθαι. Ταῦτα ἀποκρινάμενοι ἀπηλλάγησαν τῆς
Κωνσταντινουπόλεως: ἔγραφον δὲ τοῖς κατὰ πόλεις παρεγγυῶντες, μηδαμῶς
ὁμονοῆσαι εἰς τὴν πίστιν τῆς ἐν Νικαίᾳ συνόδου. Οἱ δὲ τοῦ ἑτέρου μέρους
ἐπιμείναντες περὶ χειροτονίας ἐπισκόπου βουλὴν ἐτίθεντο: Γρηγόριος γὰρ,
ὡς μικρὸν ἔμπροσθεν ἔφην, παραιτησάμενος ἐπὶ τὴν Ναζιανζὸν ἀπαίρειν
ἐστέλλετο. Ἦν δέ τις Νεκτάριος ὄνομα, συγκλητικοῦ μὲν γένους, ἐπιεικὴς
δὲ τὸν τρόπον, δἰ ὅλου θαυμαζόμενος, καίτοι τὴν τοῦ πραίτωρος χειρίζων
ἀρχήν: ὃς ἁρπασθεὶς ὑπὸ τοῦ λαοῦ εἰς τὴν ἐπισκοπὴν προεβλήθη, τῶν τότε
παρόντων ἑκατὸν πεντήκοντα ἐπισκόπων χειροτονησάντων αὐτόν. Τότε δὴ καὶ
ὅρον ἐκφέρουσιν, ὥστε τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον τὰ πρεσβεῖα
Ὡς ὁ βασιλεὺς Θεοδόσιος Παύλου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου τὸ σῶμα σὺν τιμῇ μετεκόμισεν ἀπὸ τῆς ἐξορίας: ὅτε καὶ ὁ τῆς Ἀντιοχέων Μελίτιος τέλει τοῦ βίου ἐχρήσατο.
Ὁ δὲ βασιλεὺς τὸ σῶμα Παύλου τοῦ ἐπισκόπου ἐκ τῆς Ἀγκύρας τότε μετέφερεν:
ὃν Φίλιππος ὁ τῶν βασιλείων ἔπαρχος διὰ Μακεδόνιον εἰς ἐξορίαν πέμψας ἐν
Κουκουσσῷ τῆς Ἀρμενίας ἀποπνιγῆναι
Ὡς τοῦ βασιλέως σύνοδον πασῶν τῶν αἱρέσεων γενέσθαι παρακελευσαμένου, ὅτε καὶ Ἀρκάδιος ὁ υἱὸς αὐτοῦ Αὔγουστος ἀνηγορεύθη, οἱ μὲν Ναυατιανοὶ μόνοι κατὰ τὴν πίστιν ὁμοφρονοῦντες τοῖς τοῦ ὁμοουσίου ἔνδον τῆς πόλεως συνάγειν ἐπετράπησαν: οἱ δὲ λοιποὶ τῶν αἱρετικῶν ἀπηλάθησαν.
Ἐγίνοντο δὲ ταραχαὶ καὶ κατὰ τὰς ἄλλας πόλεις, ἐξωθουμένων τῶν
Ἀρειανιζόντων ἐκ τῶν εὐκτηρίων τόπων. Ἐφ̓ ᾧ θαυμάσαι ἔπεισι τὴν τοῦ
βασιλέως γνώμην: οὐ γὰρ ἠνέσχετο ὅσον τὸ ἐπ̓ δεῖν
γυμνασθῆναι τὸ χωρίζον τὰς ἐκκλησίας ζήτημα, τήν τε διαφωνίαν
ἐκποδὼν ποιήσαντας, ὁμοφωνίαν ταῖς ἐκκλησίαις ἐργάσασθαι.
Τοῦτο
ἀκούσας ὁ Νεκτάριος ἐν φροντίσιν ἦν: καὶ μεταστειλάμενος τὸν τηνικαῦτα
τῶν Ναυατιανῶν ἐπίσκοπον Ἀγέλιον, ὡς κατὰ τὴν πίστιν ὁμόφρονα, φανερὰν
αὐτῷ τὴν τοῦ βασιλέως καθίστησι γνώμην. Ὁ δὲ τὰ μὲν ἄλλα ἦν εὐλαβὴς,
σὑ??ʼτῆναι δὲ λόγοις περὶ τοῦ δόγματος οὐκ ἰσχύων, ἀναγνώστην ὑπ̓ αὐτῷ
Σισίννιον ὄνομα πρὸς τὸ διαλεχθῆναι προεβάλλετο. Σισίννιος δὲ ἀνὴρ
ἐλλόγιμος καὶ πραγμάτων ἔμπειρος, ἀκριβῶς τε εἰδὼς τὰς τῶν ἱερῶν
γραμμάτων ἑρμηνείας καὶ τὰ φιλόσοφα δόγματα, συνεῖδεν ὡς αἱ διαλέξεις οὐ
μόνον οὐχ ἑνοῦσι τὰ σχίσματα, ἀλλὰ γὰρ καὶ φιλονεικοτέρας τὰς αἱρέσεις
μᾶλλον ἀπεργάζονται: καὶ διὰ τοῦτο τοιάνδε τινὰ συμβουλὴν τῷ Νεκταρίῳ
ὑπέθετο. Εὖ ἐπιστάμενος ὡς οἱ παλαιοὶ ἀρχὴν ὑπάρξεως τῷ Υἱῷ τοῦ Θεοῦ
δοῦναι ἀπέφυγον, κατειλήφεισαν γὰρ αὐτὸν συναΐδιον τῷ Πατρὶ, συμβουλεύει
φυγεῖν μὲν τὰς διαλεκτικὰς μάχας, μάρτυρας δὲ καλέσειν τὰς ἐκδόσεις τῶν
παλαιῶν: καὶ πεῦσιν παρὰ τοῦ βασιλέως τοῖς αἱρεσιάρχαις προσάγεσθαι,
‘πότερον λόγον ποτε ποιοῦνται τῶν πρὸ τῆς διαιρέσεως ἐν τῇ ἐκκλησίᾳ
προσαρμοσάντων διδασκάλων, ἢ ὡς ἀλλοτρίους εἰ
λόγον ἔχουσι καὶ δέχονται τὰ τῶν πρὸ τῆς διαιρέσεως τῆς ἐκκλησίας
διδασκάλων.
Τῶν δὲ οὐκ ἀρνησαμένων, ἀλλὰ καὶ πάνυ τιμᾷν αὐτοὺς
ὡς καθηγητὰς εἰπόντων, αὖθις ἐδήλου ὁ βασιλεὺς, εἰ τούτοις στοιχοῦσιν
ἀξιοπίστοις μάρτυσι τοῦ Χριστιανικοῦ δόγματος.
Ταῦτα ἀκούσαντες
οἱ τῶν θρησκειῶν προεστῶτες καὶ οἱ παῤ ἑκάστοις αὐτῶν διαλεκτικοὶ,—καὶ
γὰρ ἦσαν πολλοὶ παῤ αὐτῶν ηὐτρεπισμένοι πρὸς τὸν ἀγῶνα τῆς
διαλέξεως,—οὐκ εἶχον ὅτι ποιήσουσιν. Ἐνέπεσε γὰρ εἰς ἑκάστους διαφωνία,
τῶν μὲν λεγόντων καλὴν εἶναι τὴν τοῦ βασιλέως πρότασιν,
τῶν δὲ
μὴ συμφέρουσαν τῷ σκοπῷ τῷ αὐτῶν.
Ἄλλοι γὰρ ἄλλως εἶχον περὶ
τὰ βιβλία τῶν παλαιῶν, καὶ οὐκέτι ἀλλήλοις συνέπνεον: ἐδιχονόουν τε οὐ
μόνον πρὸς τὰς ἄλλας τῶν θρησκειῶν, ἀλλ̓ ἤδη καὶ εἰς ἑαυτοὺς, οἱ τῆς
μιᾶς ὄντες ὁμοουσίου
προεστῶτες πίστεως,
Ἀρειανῶν δὲ Δημόφιλος, Εὐνομιανῶν δὲ αὐτὸς Εὐνόμιος, τῶν δὲ τὰ
Μακεδονίου φρονούντων, Ἐλεύσιος ὁ Κυζίκου. Ὁ δὲ βασιλεὺς δέχεται μὲν
τοὺς συνεληλυθότας: καὶ τὸ παῤ ἑκάστου δόγμα ἔγγραφον λαβὼν, καθ̓ ἑαυτόν
τε γενόμενος, ηὔξατο ἐκτενῶς συνεργῆσαι αὐτῷ τὸν Θεὸν πρὸς τὴν τῆς
ἀληθείας ἐπιλογήν. Εἶτα ἕκαστον τῶν γεγραμμένων δογμάτων ἀναγνοὺς, ὁμοουσίου
ἐπαινέσας ἐδέξατο.
Αὕτη πρόφασις γέγονε τοῦ τοὺς Ναυατιανοὺς πάλιν εὖ πράξαντας ἔνδον τῶν
πόλεων τὰς συναγωγὰς ποιεῖσθαι. Ὁ γὰρ βασιλεὺς θαυμάσας αὐτῶν τὴν περὶ
τοὺς οἰκείους κατὰ τὴν πίστιν ὁμόνοιαν, νόμῳ ἐκέλευε τῶν μὲν οἰκείων
κρατεῖν ἀδεῶς εὐκτηρίων τόπων: ἔχειν δὲ καὶ προνόμια τὰς ἐκκλησίας
αὐτῶν, ἅπερ καὶ οἱ τῆς αὐτοῦ πίστεως ἔχουσιν. Οἱ δὲ προεστῶτες τῶν ἄλλων
θρησκειῶν ἐκ τῆς πρὸς ἑαυτοὺς διαφωνίας ἐν καταγνώσει παρὰ τοῖς ὑφ̓
ἑαυτοῖς λαοῖς ἐγεγόνεισαν, ἀμηχανίᾳ τε καὶ λύπῃ κατασχεθέντες ἀνεχώρουν.
Καὶ γράμμασι τοὺς οἰκείους παρεμυθοῦντο παραινοῦντες, μὴ ἄχθεσθαι ἐφ̓
οἶς πολλοὶ καταλιπόντες αὐτοὺς, τῷ ὁμοουσίῳ
προσέθεντο:
πολλοὺς γὰρ εἶναι τοὺς κλητοὺς, ὀλίγους δὲ τοὺς ἐκλεκτούς:
ὁμοουσίου
πίστεως τῶν λυπηρῶν τελέως ἦσαν ἐλεύθεροι: τὰ γὰρ κατὰ Ἀντιόχειαν τοὺς
τῇ συνόδῳ παρόντας διέκρινεν. Αἰγύπτιοι μὲν γὰρ καὶ οἱ ἐξ Ἀραβίας καὶ
Κύπρου πάλιν συμπράττοντες, τὸν Φλαβιανὸν ἐξωθεῖσθαι τῆς Ἀντιοχείας
ἔλεγον. Οἱ δὲ ἐκ Παλαιστίνης Φοινίκης τε καὶ Συρίας ὑπὲρ Φλαβιανοῦ
συνεστήκεσαν: τοῦτο μὲν οἶον τέλος ἐδέξατο, κατὰ χώραν ἐρῶ.
Περὶ Μαξίμου τοῦ τυράννου, ὅπως τὸν Γρατιανὸν ἀνεῖλε δόλῳ: ὅτε καὶ τῆς κατὰ Ἀμβροσίου τοῦ ἐπισκόπου Μεδιολάνων ἐπιβουλῆς, διὰ τὸ πρὸς Μάξιμον δέος, Ἰουστίνα ἡ μήτηρ Οὐαλεντινιανοῦ τοῦ μικροῦ, ἄκουσα ἀπέσχετο.
Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους, καθ̓ οὓς ἐν Κωνσταντινουπόλει τὰ τῶν συνόδων
ἐγίνετο, τάδε περὶ τὰ ἑσπέρια μέρη ἐγένετο. Μάξιμος ἐκ τῶν περὶ τὰς
Βρεττανίας μερῶν ἐπανέστη τῇ Ῥωμαίων ἀρχῇ, καὶ κάμνοντι Γρατιανῷ εἰς τὸν
κατὰ Ἀλαμανῶν πόλεμον ἐπιτίθεται. Ἐν δὲ τῇ Ἰταλίᾳ κομιδῆ νέου
τυγχάνοντος Οὐαλεντινιανοῦ, τὴν τῶν πραγμάτων εἶχε φροντίδα Πρόβος ἀπὸ
ὑπάτων τὴν ὑπάρχων τότε χειρίζων ἀρχήν. Ἰουστίνα δὲ ἡ τοῦ βασιλέως
Οὐαλεντινιανοῦ μήτηρ, τὰ Ἀρειανῶν φρονοῦσα, ζῶντος μὲν τοῦ ἀνδρὸς, οὐδὲν
εἶχε βλάπτειν τοὺς φρονοῦντας τὸ ὁμοούσιον:
ἐπειδὴ δὲ κομιδῆ νέος
ἦν ὁ υἱὸς, καταλαμβάνουσα τὴν Μεδιολάνων ταραχὰς μεγίστας
Ὡς ὁ βασιλεὺς Θεοδόσιος κατὰ Μαξίμου δύναμιν μεγίστην εὐτρεπίσας, καθ̓ ὃν καιρὸν Ὁνώριος αὐτῷ ἐκ Πλακίλλης ἐτέχθη, Ἀρκάδιον μὲν ἐν Κωνσταντινουπόλει κατέλιπεν: αὐτὸς δὲ ἐν Μεδιολάνῳ τῷ τυράννῳ προσέμιξεν.
Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐν φροντίδι μεγάλῃ καθίστατο, δύναμίν τε μεγίστην
κατὰ τοῦ τυράννου ηὐτρέπιζεν, εὐλαβούμενος μὴ καὶ τῷ νέῳ Οὐαλεντινιανῷ ὁ
τύραννος φόνον βουλεύσειε. Κατὰ ταὐτὸ δὲ καὶ πρεσβεία Περσῶν παρῆν,
εἰρήνην παρὰ τοῦ βασιλέως αἰτοῦσα. Τότε δὴ καὶ προσγίνεται τῷ βασιλεῖ
υἱὸς Ὁνώριος
Περὶ τῆς γενομένης ἐν Κωνσταντινουπόλει ταραχῆς ὑπὸ Ἀρειανῶν.
Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καθ̓ ὃν ὁ βασιλεὺς τῷ πολέμῳ ἐσχόλαζεν, καὶ οἱ ἐν
Κωνσταντινουπόλει Ἀρειανοὶ ταραχὴν κεκινήκασι δἰ ἐπινοίας τοιάσδε.
Φιλοῦσιν οἱ ἄνθρωποι λόγους πλάττειν περὶ ὧν οὐκ ἐπίστανται: εἰ δὲ καί
ποτε προφάσεως ἐπιλάβονται, μείζονας ὁ τύραννος ἐπικρατέστερος εἴη τῆς βασιλέως
δυνάμεως: καὶ ὅτι τόσοι καὶ τόσοι κατὰ τὴν μάχην πεπτώκασι: καὶ ὅτι
ὁ βασιλεὺς ὅσον οὐδέπω τῷ τυράννῳ ὑποχείριος γίνεται.
Τότε δὲ
καὶ οἱ Ἀρειανίζοντες ἐκ πάθους κινούμενοι,—σφόδρα γὰρ ἠνιῶντο, ὅτι τῶν
ἔνδον ἐκκλησιῶν ἐκράτουν οἱ παῤ αὐτῶν πρότερον διωκόμενοι,—τὰς φήμας
πολλαπλασίους εἰργάζοντο. Ἐπεὶ δὲ ἕτερά τινα τῶν λεγομένων αὐτοὺς τοὺς
πεπλακότας αὐτὰ εἰς πίστιν ἦγεν, οὐχ ὡς πεπλασμένων, ἀλλ̓
Περὶ τῆς νίκης τοῦ βασιλέως Θεοδοσίου, καὶ τῆς ἥττης τοῦ τυράννου.
Τοῦ δὲ βασιλέως ἐπιόντος τῷ τυράννῳ, πυνθανόμενοι τὴν παρασκευὴν οἱ ὑπὸ
Μαξίμῳ ταττόμενοι οὐδὲ τὴν ἐκ τῆς φήμης προσβολὴν ἐνεγκεῖν ἐδυνήθησαν:
ἀλλὰ καταπτήξαντες δέσμιον αὐτῷ τὸν τύραννον ἐνεχείρισαν: ὃς ἀνῃρέθη ἐν
τῇ αὐτῇ ὑπατείᾳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ Αὐγούστου μηνός. Ἀνδραγάθιος δὲ ὁ
τοῦ βασιλέως Γρατιανοῦ φονεὺς τῆς ἥττης αἰσθόμενος, εἰς τὸν παρακείμενον
ποταμὸν ῥίψας ἑαυτὸν ἀπεπνίγη. Τότε οὖν οἱ βασιλεῖς νικηφόροι ἐπὶ τὴν
Ῥώμην ἐχώρουν: ἦν δὲ καὶ ὁ υἱὸς Ὁνώριος σὺν αὐτοῖς, κομιδὴ νέος ὤν: μετὰ
γὰρ τὴν κατὰ Μαξίμου νίκην μεταπέμπεται αὐτὸν ὁ πατὴρ ἐκ τῆς
Κωνσταντινουπόλεως. Ἦσαν οὖν ἐν τῇ Ῥώμῃ ἐπινικίους ἑορτὰς ἐπιτελοῦντες:
ὅτε καὶ τὴν ἑαυτοῦ ἀγαθότητα ἐπὶ Συμμάχου τοῦ ἀπὸ ὑπάτων ὁ βασιλεὺς
Θεοδόσιος ἐπεδείξατο. Οὗτος γὰρ ὁ Σύμμαχος πρῶτος μὲν ἦν τῆς ἐν Ῥώμῃ
συγκλήτου: ἐθαυμάζετο δὲ ἐπὶ παιδεύσει λόγων Ῥωμαϊκῶν: καὶ γὰρ αὐτῷ
πολλοὶ λόγοι συγγεγραμμένοι τῇ Ῥωμαίων γλώσσῃ τυγχάνουσι. Βασιλικὸν οὖν
λόγον εἰς Μάξιμον ἔτι περιόντα γεγραφὼς καὶ διεξελθὼν, τῷ τῆς
καθοσιώσεως ἐγκλήματι ἔνοχος ὕστερον γέγονεν: διὰ τοῦτο δὴ δεδιὼς τὸν
θάνατον τῇ ἐκκλησίᾳ προσέφυγεν. Ὁ δὲ βασιλεὺς οὕτως ἦν περὶ τὸν
Χριστιανισμὸν εὐλαβὴς, ὡς μὴ μόνον τοὺς τῆς αὐτοῦ πίστεως ἱερεῖς
ὑπερτιμᾶν, ἀλλὰ γὰρ καὶ Ναυατιανοὺς τὸ ὁμοούσιον
φρονοῦντας
ἀσμένως προσεδέχετο. Λεοντίῳ γοῦν ἐπισκόπῳ τῆς ἐν Ῥώμῃ τῶν Ναυατιανῶν
ἐκκλησίας παρακαλοῦντι χάριν διδοὺς, τὸν Σύμμαχον ἀπέλυσε τοῦ
ἐγκλήματος. Συγγνώμης οὖν ἀξιωθεὶς ὁ Σύμμαχος τὸν ἀπολογητικὸν λόγον εἰς
τὸν αὐτοκράτορα Θεοδόσιον ἔγραψεν. Ὁ μὲν δὴ πόλεμος κατ̓ ἀρχὰς μεγίστην
ἀπειλὴν ἐσχηκὼς, τελευτῶν ταχεῖαν ἔσχε τὴν κρίσιν.
Περὶ Φλαβιανοῦ τοῦ Ἀντιοχείας.
Περὶ δὲ τὸν αὐτὸν χρόνον περὶ τὴν Συρίας Ἀντιόχειαν τάδε ἐγένετο.
Παυλίνου τελευτήσαντος, ὁ ὑπ̓ αὐτῷ λαὸς τὸν Φλαβιανὸν ἐξετρέπετο: καὶ
διὰ τοῦτο παρασκευάζει χειροτονηθῆναι τοῦ οἰκείου μέρους Εὐάγριον. Τοῦ
δὲ οὐ πολὺν ἐπιβιώσαντος χρόνον, ἕτερος εἰς τὸν τόπον αὐτοῦ οὐκέτι
καθίσταται, Φλαβιανοῦ τοῦτο κατασκευάσαντος. Ὅσοι δὲ τὸν Φλαβιανὸν διὰ
τὴν παράβασιν ἀπεστρέφοντο τῶν ὅρκων, κατ̓ ἰδίαν τὰς συναγωγὰς
ἐποιοῦντο. Φλαβιανὸς δὲ, τὸ τοῦ λόγου, πάντα λίθον ἐκίνει,
ὑφ̓
αὑτῷ καὶ τούτους ποιήσασθαι: ὅπερ καὶ μικρὸν ὕστερον ἐξίσχυσε
κατεργάσασθαι, τὴν ὀργὴν θεραπεύσας Θεοφίλου τότε τοῦ τῆς Ἀλεξανδρείας
ἐπισκόπου, δἰ οὗ καὶ κατήλλαξε Δάμασον τὸν τῆς Ῥώμης ἐπίσκοπον.
Ἀμφότεροι γὰρ πρὸς Φλαβιανὸν ἐχαλέπαινον οὐ μόνον διὰ τὸ ἐπιορκηκέναι,
ἀλλ̓ ὅτι καὶ αἰτίαν παρεῖχε τοῦ χωρίζεσθαι τοὺς ὁμόφρονας. Θεραπευθεὶς
οὖν τὴν ὀργὴν Θεόφιλος, πέμψας τε Ἰσίδωρον πρεσβύτερον, καταλλάσσει
λυπούμενον Δάμασον, λυσιτελεῖν εἰπὼν δἰ ὁμόνοιαν τοῦ λαοῦ παριδεῖν τὸ
φθάσαν Φλαβιανοῦ πλημμέλημα. Οὕτως τε τῷ Φλαβιανῷ τῆς κοινωνίας
ἀποδοθείσης, ὁ ἐν Ἀντιοχείᾳ λαὸς κατὰ βραχὺ προϊόντος τοῦ χρόνου τὴν
ὁμόνοιαν ἔστερξαν. Τὰ μὲν δὴ κατὰ Ἀντιόχειαν τοιοῦτον ἔσχε τὸ τέλος: οἱ
γὰρ κατ̓ αὐτὴν Ἀρειανοὶ τῶν ἐκκλησιῶν ἐξωθηθέντες ἐν προαστείοις τῆς
πόλεως τὰς συναγωγὰς ἐποιήσαντο. Ἐν τοσούτῳ δὲ καὶ Κύριλλον τὸν τῶν
Ἱεροσολύμων ἐπίσκοπον τελευτήσαντα Ἰωάννης διαδέχεται.
Περὶ τῆς ἐν Ἀλεξανδρείᾳ καθαιρέσεως τῶν εἰδωλικῶν ναῶν καὶ τῆς διὰ ταῦτα συμβουλῆς Ἑλλήνων καὶ Χριστιανῶν.
Κατὰ δὲ τὸν χρόνον τόνδε καὶ ἐν τῇ Ἀλεξανδρείᾳ τοιοῦτο πάθος ἐγένετο. Τῇ
τοῦ ἐπισκόπου Θεοφίλου σπουδῇ βασιλέως ἐκέλευε πρόσταγμα λύεσθαι τοὺς ἐν
Ἀλεξανδρείᾳ τῶν Ἑλλήνων ναοὺς, καὶ τοῦτο γίνεσθαι τῇ Θεοφίλου φροντίδι.
Ταύτης τῆς ἐξουσίας δραξάμενος ὁ Θεόφιλος, παντοῖος ἐγένετο καθυβρίσαι
τὰ τῶν Ἑλλήνων μυστήρια: καὶ ἀνακαθαίρει μὲν τὸ Μιθρεῖον, καταστρέφει
ἵνα,
φησὶ, χρόνου προϊόντος μὴ
ἀρνήσωνται οἱ Ἕλληνες τοιούτους προσκεκυνηκέναι θεούς.
Ἐπὶ τούτῳ
πάνυ ἀνιώμενον οἶδα Ἀμμώνιον τὸν γραμματικὸν, ὃς ἔλεγε, δεινὰ
πεπονθέναι τὴν Ἑλλήνων θρησκείαν: ὅτι μὴ καὶ ὁ εἷς ἀνδριὰς ἐχωνεύθη,
ἀλλ̓ ἐπὶ γέλωτι τῆς Ἑλλήνων θρησκείας φυλάττηται.
Ἑλλάδιος δὲ
παρὰ τισιν ηὔχει, ὡς ἐννέα εἴη ἄνδρας ἐν τῇ συμπληγάδι φονεύσας. Τὰ μὲν
οὖν κατὰ τὴν Ἀλεξάνδρειαν τότε τοιαῦτα ἐγένετο.
Περὶ τῶν εὑρεθέντων ἐν τῷ τοῦ Σαράπιδος ναῷ γραμμάτων ἱερογλυφικῶν.
Ἐν δὲ τῷ ναῷ τοῦ Σαράπιδος λυομένου καὶ γυμνουμένου ηὕρητο γράμματα
ἐγκεχαραγμένα τοῖς λίθοις τῷ καλουμένῳ ἱερογλυφικῷ ζωὴν ἐπερχομένην.
Τοῦτο
πλεῖον οἱ Χριστιανοὶ εἰς τὴν οἰκείαν θρησκείαν ἁρπάσαντες,
ἀλαζονικώτερον διετέθησαν. Ὡς δὲ καὶ δἰ ἑτέρων γραμμάτων ἱερογλυφικῶν
ἐδηλοῦτο, τέλος ἕξειν τὸ τοῦ Σαράπιδος ἱερὸν, ὅτε σταυροειδὴς φανῇ
χαρακτὴρ,
τοῦτο γὰρ εἶναι τὴν ἐπερχομένην ζωὴν, πολλῷ πλείους
προσήρχοντο τῷ Χριστιανισμῷ, καὶ τὰς ἁμαρτίας ἐξομολογούμενοι
ἐβαπτίζοντο. Τὰ μὲν οὖν ἐπὶ τῷ σταυροειδεῖ χαρακτῆρι γενόμενα τοιαῦτα
ἀκήκοα: ἐγὼ δὲ οὔ φημι τοὺς Αἰγυπτίων ἱερεῖς τὰ περὶ τοῦ Χριστοῦ
προγινώσκοντας ἀποτυπῶσαι τὸ σταυροειδὲς γράμμα. Εἰ γὰρ τὸ περὶ τῆς εἰς
τὸν κόσμον καθόδου μυστήριον ἦν ἀποκεκρυμμένον
ὥς φησιν ὁ
ἀπόστολος, καὶ ἔλαθε τὸν ἄρχοντα τῆς πονηρίας διάβολον, πολλῷ μᾶλλον
τοὺς ὑπηρέτας αὐτοῦ ἱερεῖς Αἰγυπτίων τοῦτο διέφυγεν. Ἀλλ̓ ἡ πρόνοια
παρεσκεύασε τοῦτο γενέσθαι ἐπὶ τῇ τοῦ γράμματος ζητήσει, ὅπερ καὶ ἐν τῷ
ἀποστόλῳ Παύλῳ ἐπέδειξε πρότερον. Καὶ γὰρ ἐκεῖνος ὑπὸ τοῦ θείου
Πνεύματος σοφὸς γεγονὼς, τῇ ὁμοίᾳ μεθόδῳ πρὸς Ἀθηναίους χρησάμενος,
πολλοὺς εἰς τὴν πίστιν προσήγαγεν, ὅτε τὰ ἐπὶ τῷ βωμῷ γεγραμμένα
ἀναγνοὺς τῷ ἰδίῳ λόγῳ
Ὡς ὁ βασιλεὺς Θεοδόσιος ἐν τῇ Ῥώμῃ γεγονὼς πολλὰ τὴν πόλιν ὠφέλησε, περιελὼν τά τε ἐν τοῖς Μαγκηπείοις λῃστήρια καὶ τὰ ἐν τοῖς πορνείοις ἄτοπα τῶν σείστρων.
Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐπ̓ ὀλίγον κατὰ τὴν Ἰταλίαν διατρίψας, μέγιστα
τὴν Ῥωμαίων ὤνησε πόλιν: τὰ μὲν τῷ δοῦναι, τὰ δὲ τῷ περιελεῖν. Καὶ γὰρ
πολλὰ ἐφιλοτιμήσατο: καὶ περιεῖλε διττὴν αἰσχύνην τῆς πόλεως: μίαν μὲν
τήνδε. Ἦσαν ἐξ ἀρχαίου κατὰ τὴν μεγίστην Ῥώμην οἶκοι παμμεγέθεις, ἐν οἷς
ὁ τῇ πόλει χορηγούμενος ἄρτος ἐγίνετο: οἵ τε προϊστάμενοι τούτων, οἳ
μάγκιπες
τῇ Ῥωμαίων γλώσσῃ καλοῦνται, προϊόντος τοῦ χρόνου
λῃστήρια τοὺς οἴκους πεποίηνται. Ὡς γὰρ ἦσαν οἱ τῶν οἴκων μυλῶνες κατὰ
βάθους τὴν θέσιν ἔχοντες, κατὰ τὸ πλευρὸν ἑκάστου οἰκήματος καπηλεῖα
κατασκευάσαντες, πόρνας τε ἐν αὐτοῖς προστησάμενοι, δἰ αὐτῶν ἐλοχῶντο
πολλούς: τοὺς μὲν τῇ χρείᾳ τῆς τροφῆς εἰσιόντας, τοὺς δὲ καὶ δἰ ἀκρασίαν
αἰσχρᾶς ἡδονῆς. Ἐκ γάρ τινος μηχανῆς ἐκ τοῦ καπηλείου εἰς τὸν μυλῶνα
ἐνέπιπτον: καὶ τοῦτο ἔπασχον μάλιστα οἱ ξένοι τῇ Ῥώμῃ ἐπιδημοῦντες.
Ἠναγκάζοντό τε οἱ ἁλόντες ἐν τοῖς μυλῶσιν ἐργάζεσθαι: πολλοί τε
κατεγήρασαν ἐν αὐτοῖς μὴ συγχωρηθέντες ὑπεξελθεῖν, τοῖς τε οἰκείοις
ἑαυτῶν τοῦ τεθνηκέναι δόξαν παρεσχηκότες. Ἐν τῇ παγίδι ταύτῃ τῶν
στρατιωτῶν τις τοῦ βασιλέως Θεοδοσίου ἐνέπεσεν: ἐπεὶ δὲ ὁ στρατιώτης
κατάκλειστος τῷ μυλῶνι γενόμενος ἐξελθεῖν οὐκ ἠφίετο, σπασάμενος ἣν εἶχε
παραξιφίδα, τοὺς κωλύοντας διεχρήσατο: οἱ δὲ φόβῳ τῶν γινομένων τὸν
στρατιώτην ἀπέλυσαν. Γνοὺς ταῦτα ὁ βασιλεὺς τοὺς μάγκιπας μὲν
ἐτιμωρήσατο, τοὺς δὲ λῃστοδόχους οἴκους ἐκείνους καταστραφῆναι ἐκέλευσε.
Μίαν μὲν δὴ τοιαύτην αἰσχύνην ὁ βασιλεὺς περιεῖλε τῆς βασιλευούσης
πόλεως: ἑτέραν δὲ τοιαύτην: εἰ ἥλω ἐπὶ μοιχείᾳ γυνὴ, οὐ διορθώσει, ἀλλὰ
προσθήκῃ τῆς ἁμαρτίας ἐτιμωροῦντο τὴν πταίσασαν. Ἐν γὰρ πορνείῳ στενῷ
κατάκλειστον ποιήσαντες ἀναιδῶς ἐποίουν πορνεύεσθαι: κώδωνάς τε σείεσθαι
κατὰ τὸν καιρὸν τῆς ἀκαθάρτου πράξεως ἐποίουν, ὅπως ἂν μὴ λανθάνῃ τοὺς
παριόντας τὸ γινόμενον: ἀλλ̓ ἐκ τοῦ ἤχου τῶν σειομένων κωδώνων ἡ
ἐφύβριστος τιμωρία τοῖς πᾶσιν ἐγνωρίζετο. Ταῦτα οὐκ ἤνεγκεν σεῖστρα,
οὕτω γὰρ ὠνομάζετο τὰ τοιαῦτα πορνεῖα: τοῖς ἄλλοις
ὑποπίπτειν νόμοις τὰς ἁλούσας ἐπὶ μοιχείᾳ κελεύσας. Τοιούτων μὲν δὴ
φαυλοτάτων καὶ ἐφυβρίστων δύο πραγμάτων ὁ βασιλεὺς Θεοδόσιος τὴν Ῥωμαίων
πόλιν ἐλευθέραν πεποίηκε. Καταστησάμενος δὲ καλῶς καὶ τὰ ἄλλα πράγματα,
καταλείπει μὲν ἐν τῇ Ῥώμῃ Οὐαλεντινιανὸν βασιλεύοντα. Αὐτὸς δὲ ἅμα τῷ
υἱῷ Ὁνωρίῳ ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπορεύθη, εἰς αὐτήν τε εἰσέρχεται
ἐν ὑπατείᾳ Τατιανοῦ καὶ Συμμάχου, τῇ δεκάτῃ τοῦ
Περὶ τῶν ἐπὶ τῆς μετανοίας πρεσβυτέρων. ὅπως τηνικαῦτα περιῃρέθησαν.
Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον ἔδοξε καὶ τοὺς ἐπὶ τῆς μετανοίας περιελεῖν.
πρεσβυτέρους τῶν ἐκκλησιῶν δἰ αἰτίαν τοιαύτην. Ἀφ̓ οὖ Ναυατιανοὶ τῆς
ἐκκλησίας διεκρίθησαν, τοῖς ἐπταικόσιν ἐν τῷ ἐπὶ Δεκίου διωγμῷ
κοινωνῆσαι μὴ θελήσαντες, οἱ ἐπίσκοποι τῷ ὁμοουσίου
φρονήματος, καὶ οἱ τούτοις κατὰ τὴν πίστιν
ὁμόφρονες Ναυατιανοὶ, τὸν ἐπὶ τῆς μετανοίας πρεσβύτερον παρῃτήσαντο.
Ναυατιανοὶ μὲν γὰρ οὐδὲ τὴν ἀρχὴν τὴν προσθήκην ταύτην ἐδέξαντο: οἱ δὲ
νῦν τῶν ἐκκλησιῶν κρατοῦντες ἕως πολλοῦ φυλάξαντες, ἐπὶ Νεκταρίου τοῦ
ἐπισκόπου μετέθεσαν, τοιούτου τινὸς ἐπὶ τὴν ἐκκλησίαν συμβάντος. Γυνή
τις τῶν εὐγενῶν προσῆλθεν τῷ ἐπὶ τῆς μετανοίας πρεσβυτέρῳ: καὶ κατὰ
μέρος ἐξομολογεῖται τὰς ἁμαρτίας, ἃς ἐπεπράχει μετὰ τὸ βάπτισμα. Ὁ δὲ
πρεσβύτερος παρήγγειλε τῇ γυναικὶ νηστεύειν καὶ συνεχῶς εὔχεσθαι, ἵνα
σὺν τῇ ὁμολογίᾳ καὶ ἔργον τι δεικνύειν ἔχῃ τῆς μετανοίας ἄξιον. Ἡ δὲ
γυνὴ προβαίνουσα καὶ ἄλλο πταῖσμα ἑαυτῆς κατηγόρει: ἔλεγε γὰρ, ὡς εἴη
συγκαθευδήσας αὐτῇ τῆς ἐκκλησίας διάκονος. Τοῦτο ἐλεγχθὲν τὸν μὲν
διάκονον τῆς ἐκκλησίας ἐκπεσεῖν παρεσκεύασε: ταραχὴ δὲ κατέσχε τὰ πλήθη:
ἠγανάκτουν γὰρ οὐ μόνον Ἡ συμβουλή σου, ὦ πρεσβύτερε, εἰ
συνήνεγκεν τῇ ἐκκλησίᾳ, ἢ εἰ μὴ, Θεὸς ἂν εἰδείη: ὁρῶ δὲ ὅτι πρόφασιν
παρέσχε τοῦ μὴ ἐλέγχειν ἀλλήλων τὰ ἁμαρτήματα, μηδὲ φυλάττειν τὸ τοῦ
ἀποστόλου παράγγελμα τὸ
Περὶ μὲν οὖν τούτων αὐτάρκως εἰρήσθω. Μηδὲ
συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ
καὶ ἐλέγχετε.
Ὡς καὶ ἐν Ἀρειανοῖς, καὶ τοῖς ἄλλοις αἱρετικοῖς, σχίσματα πολλὰ γεγόνασιν.
Ἄξιον δὲ ἡγοῦμαι μὴ ἀμνημόνευτα καταλιπεῖν καὶ τὰ παρὰ τοῖς ἄλλοις
γενόμενα, φημὶ δὴ Ἀρειανοῖς, καὶ Ναυατιανοῖς, καὶ τοῖς ἀπὸ Μακεδονίου
καὶ Εὐνομίου τὰς προσωνυμίας εἰληφόσιν. Ἡ γὰρ ἐκκλησία διαιρεθεῖσα, ἐπὶ
τῇ ἅπαξ γενομένῃ διαιρέσει οὐχ ἵστατο: ἀλλὰ στραφέντες καθ̓ ἑαυτῶν πάλιν
ἐχώρουν: καὶ μικρᾶς καὶ εὐτελοῦς προφάσεως λαβόμενοι ἀλλήλων
διεχωρίζοντο. Ὅπως μὲν οὖν, καὶ πότε, καὶ δἰ ἃς αἰτίας ἕκαστοι καὶ εἰς
ἑαυτοὺς διαιρέσεις πεποίηντο, προϊόντος τοῦ λόγου δηλώσομεν. Τοῦτο δὲ
ἰστέον, ὡς ὁ βασιλεὺς Θεοδόσιος οὐδένα τούτων ἐδίωκε, πλὴν ὅτι τὸν
Εὐνόμιον ἐν Κωνσταντινουπόλει ἐπὶ οἰκίας συνάγοντα, καὶ τοὺς
συγγραφέντας αὐτῷ λόγους ἐπιδεικνύμενον, ὡς ταῖς διδασκαλίαις πολλοὺς
λυμαινόμενον, εἰς ἐξορίαν πεμφθῆναι ἐκέλευσε. Τῶν μέντοι ἄλλων οὐδένα
οὔτε ἔσκυλεν, οὔτε αὐτῷ κοινωνῆσαι ἠνάγκαζεν: ἀλλ̓ ἑκάστους συνεχώρει
κατὰ τοὺς ἰδίους τόπους συνάγεσθαι, καὶ δοξάζειν τὰ τοῦ Χριστιανισμοῦ,
ὡς καταλαβεῖν ἕκαστοι
Ὡς καὶ Ναυατιανοὶ καθ̓ ἑαυτοὺς ἐστασίασαν.
Τῆς ἐν Κωνσταντινουπόλει τῶν Ναυατιανῶν ἐκκλησίας ἐπὶ ἔτη Μαρκιανὸν μὲν,
φησὶν, ἔχετε μετ̓ ἐμέ: μετὰ δὲ Μαρκιανὸν, Σισίννιον.
Ταῦτα
προειπὼν, καὶ μικρὸν ἐπιβιοὺς χρόνον ἐτελεύτησε. Μαρκιανοῦ τοίνυν
ἐπισκόπου τῶν Ναυατιανῶν καθεστῶτος, διῃρέθη καὶ ἡ αὐτῶν ἐκκλησία, ἐξ
αἰτίας τοιαύτης. Σαββάτιος ἀπὸ Ἰουδαίων Χριστιανίσας, ὑπὸ Μαρκιανοῦ πρὸς
τὴν τοῦ πρεσβυτέρου προβληθεὶς ἀξίαν, οὐδὲν ἧττον τῇ Ἰουδαϊκῇ προλήψει
δουλεύειν ἐσπούδαζε: σὺν δὲ τούτῳ καὶ τῆς ἐπισκοπῆς ὠρέγετο δράξασθαι.
Προσλαβὼν οὖν τῆς ἐπιθυμίας ἑαυτοῦ συνίστορας δύο πρεσβυτέρους
Θεόκτιστον καὶ Μακάριον, τὴν καινοτομηθεῖσαν ἐπὶ τῆς βασιλείας Οὐάλεντος
τοῦ Πάσχα ἑορτὴν ἐν Πάζῳ κώμῃ τῆς Φρυγίας, ὥς μοι καὶ πρότερον εἴρηται,
διεκδικεῖν λυπεῖσθαι
λέγων πρός τινας: ὑπονοεῖν γὰρ αὐτοὺς μὴ ἀξίους
εἶναι τῆς τῶν μυστηρίων κοινωνίας:
προϊὼν δὲ καὶ φανερὸς ἐγίνετο
κατ̓ ἰδίαν συνάγειν βουλόμενος. βέλτιον ἦν ἐπ
ἀκάνθαις τεθεικέναι τὰς χεῖρας τὰς ἑαυτοῦ, ἢ
ὅτε τοὺς περὶ Σαββάτιον εἰς τὸ πρεσβυτέριον προεβάλετο.’ Παρασκευάζει δὲ
σύνοδον Ναυατιανῶν ἀδιάφορον:
φήσαντες, μὴ
ἀξιόλογον εἶναι αἰτίαν πρὸς χωρισμὸν τῆς ἐκκλησίας τὴν διαφωνίαν τῆς
ἑορτῆς: μηδὲ μὴν τοὺς ἐν Πάζῳ συναχθέντας πρόκριμα τῷ καθολικῷ
κανόνι γενέσθαι: καὶ γὰρ τοὺς ἀρχαίους καὶ τοὺς ἐγγὺς τῶν ἀποστόλων,
διαφωνοῦντας περὶ ταύτης τῆς ἑορτῆς, κοινωνεῖν τε ἀλλήλοις, καὶ
μηδαμῶς διαφέρεσθαι. Ἄλλως τε καὶ τοὺς ἐν τῇ βασιλευούσῃ Ῥώμῃ
Ναυατιανοὺς μηδέποτε ἠκολουθηκέναι Ἰουδαίοις: ἀλλὰ ποιοῦντας ἀεὶ
μετ̓ ἰσημερίαν τὸ Πάσχα, μὴ διακρίνεσθαι πρὸς τοὺς οἰκείους τῆς
πίστεως, τοὺς μὴ τὸν αὐτὸν τρόπον αὐτοῖς ἐπιτελοῦντας τὴν τοῦ Πάσχα
ἑορτήν.
Ταῦτα καὶ τοιαῦτα πολλὰ λογισάμενοι ὁρίζουσι τὸν
ἀδιάφορον, ὡς ἔφην, περὶ τοῦ Πάσχα κανόνα: ἐφ̓ ᾧ τε ἕκαστον μὲν κατὰ τὴν
συνήθειαν ἣν ἐκ προλήψεως ἔχει, ποιεῖν τὸ Πάσχα εἰ βούλοιτο: μὴ
διαφέρεσθαι δὲ πρὸς τὴν κοινωνίαν, ἀλλὰ τοὺς διαφόρως ἑορτάζοντας εἶναι
πάλιν ἐν ὁμονοίᾳ τῆς ἐκκλησίας. Τοῦ ὅρου τοίνυν τούτου περὶ τῆς ἑορτῆς
τοῦ Πάσχα παῤ αὐτῶν τότε βεβαιωθέντος, ὁ Σαββάτιος τοῖς ὅρκοις δεθεὶς,
εἴποτε διαπεφωνημένη ἐγένετο ἡ τοῦ Πάσχα ἑορτὴ, αὐτὸς καθ̓ ἑαυτὸν
προλαμβάνων ἐνήστευε, καὶ νυκτερεύων τὴν νενομισμένην τοῦ σαββάτου
ἡμέραν ἐπετέλει τοῦ Πάσχα: καὶ πάλιν τῇ ἑξῆς ἅμα πᾶσι κατὰ τὴν ἐκκλησίαν
συνήγετο, καὶ τῶν μυστηρίων μετελάμβανεν: ἐποίει τε τοῦτο ἐπὶ ἔτη πολλά:
καὶ διὰ τοῦτο λανθάνειν τοὺς πολλοὺς οὐκ ἠδύνατο. Διὸ καί τινες
Περὶ τῶν δοξάντων τῷ συγγραφεῖ διαφωνιῶν κατά τινας τόπους περὶ τοῦ Πάσχα καὶ βαπτισμάτων καὶ νηστειῶν καὶ γάμων καὶ συνάξεων καὶ λοιπῶν ἐκκλησιαστικῶν παρατηρήσεων.
Ὃ δὲ ἡμῖν ὑποπίπτει περὶ τοῦ Πάσχα, οὐκ ἄκαιρον, ὡς ἡγοῦμαι, διὰ βραχέων
εἰπεῖν: οὔ μοι δοκοῦσιν οὔτε οἱ πάλαι περὶ τῆς ἑορτῆς ταύτης εὐλόγως
πεφιλονεικηκέναι, οὔτε οἱ νῦν Ἰουδαίοις ἐσπουδακότες ἀκολουθεῖν. Οὐ γὰρ
εἰς νοῦν ἐβάλοντο, ὅτι τοῦ Ἰουδαϊσμοῦ μετατιθεμένου εἰς Χριστιανισμὸν,
τὰ ἀκριβῆ καὶ τυπικὰ τοῦ Μωσαϊκοῦ νόμου ἐπαύσατο: καὶ τοῦτο αὐτόθεν τὴν
οἰκείαν ἔχει ἀπόδειξιν. Ἰουδαΐζειν γὰρ Χριστιανοῖς οὐδὲ εἷς τοῦ Χριστοῦ
νόμος ἐπέτρεψεν: ἐκ τοῦ ἐναντίου δὲ ὁ ἀπόστολος καὶ ἐκώλυσεν, οὐ μόνον
τὴν περιτομὴν ἐκβάλλων, ἀλλὰ καὶ περὶ ἑορτῶν μὴ διακρίνεσθαι παραινῶν.
Διὸ Γαλάταις γράφων φησί: Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν
νόμον οὐκ ἀκούετε; ἐπ̓ ἐλευθερίᾳ
δὲ κεκλῆσθαι
τοὺς προσεληλυθότας παρατηρεῖσθαι ἡμέρας καὶ μῆνας
Ἀλλὰ καὶ ἐν τῇ πρὸς
Κολοσσαεῖς μεγάλῃ φησὶ τῇ ζυγὸν δουλείας
Τεσσαρακοστὴν
αὐτὴν
ὀνομάζοντες. Ἄλλοι δὲ παρὰ τούτους, οἱ πρὸ ἑπτὰ τῆς ἑορτῆς ἑβδομάδων τῆς
νηστείας ἀρχόμενοι, καὶ τρεῖς μόνας πενθημέρους ἐκ διαλειμμάτων
νηστεύοντες, οὐδὲν ἧττον καὶ αὐτοὶ Τεσσαρακοστὴν
τὸν χρόνον
τοῦτον καλοῦσι. Καὶ θαυμάσαι μοι ἔπεισι, πῶς οὗτοι περὶ τὸν ἀριθμὸν τῶν
ἡμερῶν διαφωνοῦντες Τεσσαρακοστὴν
αὐτὴν ὀνομάζουσι: καὶ ἄλλος
ἄλλον λόγον τῆς ὀνομασίας εὑρεσιλογοῦντες ἀποδιδόασιν. Ἔστι δὲ εὑρεῖν οὐ
μόνον περὶ τὸν ἀριθμὸν τῶν νηστείων διαφωνοῦντας, ἀλλὰ καὶ τὴν ἀποχὴν
τῶν ἐδεσμάτων οὐχ ὁμοίαν ποιουμένους: οἱ μὲν γὰρ πάντῃ ἐμψύχων
ἀπέχονται, οἱ δὲ τῶν ἐμψύχων ἰχθῦς μόνους μεταλαμβάνουσι. Τινὲς δὲ σὺν
τοῖς ἰχθύσι καὶ τῶν πτηνῶν ἀπογεύονται, ἐξ ὕδατος καὶ αὐτὰ κατὰ τὸν
Μωϋσέα γεγενῆσθαι λέγοντες. Οἱ δὲ καὶ ἀκροδρύων καὶ ὠῶν ἀπέχονται: τινὲς
δὲ καὶ ξηροῦ ἄρτου μόνου μεταλαμβάνουσιν: ἄλλοι δὲ οὐδὲ τούτου. Ἕτεροι
δὲ ἄχρις ἐννάτης ὥρας νηστεύοντες παρασκευῇ
γραφαί τε ἀναγινώσκονται, καὶ οἱ διδάσκαλοι ταύτας ἑρμηνεύουσι, πάντα τε
τὰ συνάξεως γίνεται, δίχα τῆς τῶν μυστηρίων τελετῆς. Καὶ τοῦτο ἐστὶν ἐν
Ἀλεξανδρείᾳ ἔθος ἀρχαῖον: καὶ γὰρ Ὠριγένης τὰ πολλὰ ἐν ταύταις ταῖς
ἡμέραις φαίνεται ἐπὶ τῆς ἐκκλησίας διδάξας. Ὅς τις σοφὸς ὢν διδάσκαλος,
καὶ κατιδὼν ὅτι τὸ ἀδύνατον τοῦ νόμου
Αἰθιοπικὰ
προσηγόρευσε: φυλάσσεται δὲ τοῦτο τὸ ἔθος
ἐν Θεσσαλονίκῃ καὶ αὐτῇ Μακεδονίᾳ καὶ Ἑλλάδι. Καὶ ἄλλο δὲ ἔθος ἐν
Θεσσαλίᾳ οἶδα γινόμενον: ἐν ταῖς ἡμέραις τοῦ Πάσχα μόνον βαπτίζουσι: διὸ
σφόδρα πλὴν ὀλίγων οἱ λοιποὶ μὴ βαπτισθέντες ἀποθνήσκουσιν. Ἐν Ἀντιοχείᾳ
δὲ τῆς Συρίας ἡ ἐκκλησία ἀντίστροφον ἔχει τὴν θέσιν: οὐ γὰρ πρὸς
ἀνατολὰς τὸ θυσιαστήριον, ἀλλὰ πρὸς δύσιν ὁρᾷ. Ἐν Ἑλλάδι δὲ καὶ
Ἱεροσολύμοις καὶ Θεσσαλίᾳ τὰς ἐν ταῖς λυχναψίαις εὐχὰς παραπλησίως τοῖς
ἐν Κωνσταντινουπόλει Ναυατιανοῖς ποιοῦνται. Ὁμοίως δὲ καὶ ἐν Καισαρείᾳ
τῆς Καππαδοκίας καὶ ἐν Κύπρῳ, ἐν ἡμέρᾳ σαββάτου καὶ Κυριακῆς ἀεὶ περὶ
ἑσπέραν μετὰ τῆς λυχναψίας οἱ πρεσβύτεροι καὶ ἔδοξε τῷ Ἁγίῳ Πνεύματι, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν
βάρος πλὴν τῶν ἐπάναγκες
ὀφειλόντων φυλάττεσθαι. Τινὲς δὲ τούτων
ἀμελήσαντες ἀδιάφορον μὲν πᾶσαν πορνείαν ἡγοῦνται, περὶ δὲ ἡμερῶν ἑορτῆς
ὡς περὶ ψυχῆς ἀγωνίζονται: ἀντιστρέψαντες μὲν τὰ τοῦ Θεοῦ παραγγέλματα,
καὶ νομοθετοῦντες ἑαυτοῖς, παῤ οὐδὲν δὲ τὴν τῶν ἀποστόλων νομοθεσίαν
τιθέμενοι: λανθάνοντες ἑαυτοὺς, ὅτι ἐναντία οἷς τῷ Θεῷ ἔδοξε πράττουσι.
Δυνατὸν μὲν οὖν τὸν περὶ τοῦ Πάσχα λόγον ἔτι πλέον ἐκτεῖναι, καὶ δεῖξαι
ὡς οὐδὲ Ἰουδαῖοι τῶν περὶ τοῦ Πάσχα χρόνων τὴν ἀκρίβειαν ἢ τύπον
φυλάττουσιν: ὅπως τε Σαμαρεῖς, ἀπόσχισμα ὄντες Ἰουδαίων, ἀεὶ μετ̓
ἰσημερίαν τὴν ἑορτὴν ταύτην ἐπιτελοῦσιν. Ἀλλὰ ἡ τοιαύτη ὑπόθεσις
ἰδιαζούσης χρῄζει καὶ μακροτέρας ἐκθέσεως: ἐκεῖνο δὲ μόνον φημὶ, ὅτι οἱ
φιλοῦντες Ἰουδαίοις ἀκολουθεῖν, καὶ περὶ τοὺς τύπους ἀκριβολογούμενοι,
οὐδενὶ τρόπῳ τούτων ἐκπίπτειν ὀφείλουσιν. Εἰ γὰρ ὅλως ἀκριβολογεῖσθαι
προῄρηνται, οὐκ ὀφείλουσιν ἡμέρας μόνον καὶ μῆνας παρατηρεῖν, ἀλλὰ καὶ
τὰ ἄλλα ὅσα ὁ Χριστὸς ὑπὸ νόμον γενόμενος
Ἰουδαϊκῶς ἔπραττεν, ἢ
ὑπέμεινεν
Περὶ τῶν ἐν Κωνσταντινουπόλει Ἀρειανῶν, τῶν καὶ Ψαθυριανῶν μετονομασθέντων.
Γίγνονται δὲ καὶ ἐν Ἀρειανοῖς διαιρέσεις δἰ αἰτίαν τοιαύτην: αἱ καθ̓
ἑκάστην παῤ αὐτοῖς ἐριστικαὶ ζητήσεις εἰς ἄτοπά τινα τοὺς λόγους αὐτῶν
προήγαγον. Ἐπεὶ γὰρ ἐν τῇ ἐκκλησίᾳ πεπίστευται ὁ Θεὸς Πατὴρ εἶναι Υἱοῦ
τοῦ Λόγου, ζήτημα ἐνέπεσεν εἰς αὐτοὺς, εἰ δύναται καὶ πρὸ τοῦ ὑποστῆναι
τὸν Υἱὸν ὁ Θεὸς καλεῖσθαι Πατήρ
; Ἐπεὶ γὰρ τὸν τοῦ Θεοῦ Λόγον οὐκ
ἐκ Πατρὸς γεννᾶσθαι, ἀλλ̓ ἐξ οὐκ ὄντων
ὑποστῆναι ἐδόξαζον, περὶ
τὸ πρῶτον καὶ ἀνωτάτω κεφάλαιον σφαλέντες εἰκότως περὶ ψιλοῦ ὀνόματος
εἰς ἄτοπον φιλονεικίαν ἐξέπεσον. Δωρόθεος μὲν οὖν, ἐκ τῆς Ἀντιοχείας ὑπ̓
αὐτῶν μετασταλεὶς, ἔλεγε μὴ δύνασθαι Πατέρα εἶναι ἢ καλεῖσθαι, μὴ
ὑφεστῶτος Υἱοῦ. Μαρῖνος δὲ, ὃν ἐκ Ψαθυριανοὶ,
ὅτι Θεόκτιστός τις ψαθυροπώλης, Σύρος τὸ γένος,
διαπύρως τῷ λόγῳ τῷδε συνίστατο. Ἐπηκολούθησε δὲ αὐτοῖς καὶ Σεληνᾶς ὁ
τῶν Γότθων ἐπίσκοπος, ἀνὴρ ἐπίμικτον ἔχων τὸ γένος: Γότθος μὲν ἦν ἐκ
πατρὸς, Φρὺξ δὲ κατὰ μητέρα: καὶ διὰ τοῦτο ἀμφοτέραις ταῖς διαλέκτοις
ἑτοίμως κατὰ τὴν ἐκκλησίαν ἐδίδασκε. Καὶ οὗτοι δὲ μικρὸν ὕστερον
διῃρέθησαν, Μαρίνου πρὸς Ἀγάπιον διενεχθέντος, ὃν αὐτὸς εἰς ἐπισκοπὴν
τῆς Ἐφέσου προεβέβλητο. Οὗτοι δὲ οὐ περὶ θρησκείας, ἀλλὰ περὶ προεδρίας
μικροψυχήσαντες ἐπολέμουν ἀλλήλοις, τῶν Γότθων προσθεμένων τῷ Ἀγαπίῳ.
Διὸ πολλοὶ τῶν ὑπ̓ αὐτοῖς κληρικῶν, μισήσαντες τὴν ἐκ κενοδοξίας
τεχθεῖσαν μάχην αὐτοῖς, ἀποστάντες αὐτῶν τῇ ὁμοουσίῳ
πίστει
προσέθεντο. Ἀρειανοὶ μὲν δὴ ἐπὶ τριακονταπέντε ἔτη χωρισθέντες ἀλλήλων,
ὕστερον ἐπὶ τῆς βασιλείας τοῦ νέου Θεοδοσίου, κατὰ τὴν ὑπατείαν τοῦ
στρατηλάτου Πλῖνθα, τῆς Ψαθυριανῶν ὄντος αἱρέσεως, πεισθέντες τῆς
φιλονεικίας
Ὡς καὶ Εὐνομιανοὶ πρὸς ἑαυτοὺς ἐστασίασαν, διαφόρους προσωνυμίας ἐκ τῶν προεστώτων κτησάμενοι.
Ἀλλὰ μὴν, οὐδὲ οἱ ἀπὸ Εὐνομίου ἀδιαίρετοι μεμενήκασιν: αὐτὸς μὲν γὰρ
Εὐνόμιος ἤδη πρότερον Εὐδοξίου τοῦ χειροτονήσαντος αὐτὸν ἐπίσκοπον
Κυζίκου κεχώριστο, πρόφασιν λαβὼν, ὅτι Ἀέτιὁ??ʼ Κατηγορίας
καὶ τὸ περὶ ἑρμηνείας
νοήσας,
συντάξας βιβλία περὶ τῆς γυμνασίας τοῦ νοῦ
ἐπέγραψε. Προσοχθίσας
δὲ τοῖς ἑαυτοῦ ὁμοθρήσκοις, ὡς ἀποστατήσας αὐτῶν ἐκβέβληται: καὶ
παρασυνάξας αὐτοῖς, ἀφ̓ ἑαυτοῦ ἐπώνυμον αἵρεσιν καταλέλοιπε. Καὶ ἐν τῇ
Κωνσταντινουπόλει δὲ Εὐτύχιός τις ἐκ ψυχροῦ ζητήματος ἐχωρίσθη τῶν
Εὐνομιανῶν, καὶ νῦν τὰς συνάξεις κατ̓ ἰδίαν ποιεῖται. Ὀνομάζονται οὖν οἱ
μὲν Θεοφρονίῳ ἀκολουθήσαντες Εὐνομιοθεοφρονιανοί: οἱ δὲ Εὐτυχίῳ
Εὐνομιοευτυχιανοί. Ὁποῖα δὲ ψυχρὰ ῥημάτιά ἐστι περὶ ὧν διαφέρονται,
παραδοῦναι τῇ ἱστορίᾳ οὐκ ἄξιον εἶναι κέκρικα, ἵνα μὴ εἰς ἕτερα ἀποκλίνω
τὸν λόγον: πλὴν ὅτι τὸ βάπτισμα παρεχάραξαν: οὐ γὰρ εἰς τὴν Τριάδα, ἀλλ̓
εἰς τὸν τοῦ Χριστοῦ βαπτίζουσι θάνατον. Γέγονε δὲ ἐπὶ χρόνον τινὰ καὶ ἐν
Μακεδονιανοῖς διχόνοια, Εὐτροπίου μὲν πρεσβυτέρου ἰδίᾳ συνάγοντος,
Καρτερίου δὲ μὴ συναινοῦντος αὐτῷ. Ἴσως δ̓ ἂν καὶ ἄλλαι τινες εἶεν
θρησκεῖαι ἐκ τούτων γινόμεναι ἐν ταῖς ἄλλαις τῶν πόλεων. Ἐγὼ δὲ ἐν τῇ
Κωνσταντινουπόλει τὰς διατριβὰς ποιούμενος, ἐν ᾗ ἐτέχθην τε καὶ
ἀνετράφην, τὰ ἐν αὐτῇ γενόμενα πλατύτερον διηγοῦμαι: ὅτι τινα τούτων καὶ
αὐτοψίᾳ ἱστόρησα, καὶ ὅτι λαμπρότερα τὰ ἐν αὐτῇ γενόμενα, καὶ ἄξια
μνήμης καθέστηκε: ταῦτα μὲν οὖν οὐ κατὰ τὸν αὐτὸν χρόνον, ἀλλὰ κατὰ
διαφόρους συνέβη γενέσθαι καιρούς. Εἰ δέ σοι φίλον ὀνόματα διαφόρων
μανθάνειν αἱρέσεων, τῷ ἐπιγραφομένῳ Ἀγκυρωτῷ
Περὶ τῆς τυραννίδος Εὐγενίου, καὶ τῆς Οὐαλεντινιανοῦ τοῦ μικροῦ ἀναιρέσεως, καὶ τῆς Θεοδοσίου τοῦ βασιλέως κατὰ τοῦ τυράννου νίκης.
Κατὰ τὰ ἑσπέρια μέρη γραμματικός τις ὀνόματι Εὐγένιος, Ῥωμαϊκοὺς παιδεύων
λόγους, ἀφεὶς τὰ παιδευτήρια ἐν τοῖς βασιλείοις ἐστρατεύετο, καὶ
ἀντιγραφεὺς τοῦ βασιλέως καθίσταται Διὰ δὲ
Ὡς μετὰ τὴν νίκην ὁ βασιλεὺς ἀρρωστήσας τὸν υἱὸν Ὁνώριον ἐν Μεδιολάνῳ μετεκαλέσατο: καὶ μικρὸν δόξας τῆς νόσου ῥαΐσαι ἱπποδρομίαν τελεσάμενος κατ̓ αὐτὴν τὴν ἡμέραν ἐτελεύτησεν.
Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐκ τοῦ πολεμικοῦ μόχθου κακῶς διετέθη τὸ σῶμα:
προσδοκήσας δὲ ἐκ τῆς ἐπιγενομένης ἀρρωστίας τέλος ἔχειν αὐτῷ τὰ τῆς
ζωῆς, μείζονα τῆς τελευτῆς περὶ τῶν δημοσίων πραγμάτων εἶχε φροντίδα,
λογιζόμενος ὅσα καταλαμβάνει κακὰ τοὺς ἀνθρώπους, βασιλέως
τελευτήσαντος. Μεταπέμπεται οὖν ᾗ τάχος τὸν υἱὸν Ὁνώριον ἐκ τῆς
Κωνσταντινουπόλεως, καταστῆσαι τὰ ἑσπέρια μέρη βουλόμενος. Φθάσαντος δὲ
τοῦ υἱοῦ ἐν τῇ Μεδιολάνῳ, ἀνερρώσθη τῆς νόσου, ἱπποδρομίας τε ἐπινικίους
ἐπιτελεῖ: καὶ πρὸ ἀρίστου μὲν ἔρρωτο, τὰς ἱπποδρομίας θεώμενος: μετὰ δὲ
τὸν ἄριστον ἐξαίφνης διετέθη κακῶς. Καὶ εἰς μὲν τὴν θέαν προελθεῖν οὐκ
ἴσχυσεν: τὸν δὲ υἱὸν τὴν ἱπποδρομίαν ἐπιτελέσαι κελεύσας, νυκτὸς
ἐπιγενομένης ἐτελεύτησεν, ἐν ὑπατείᾳ
Τὸ μὲν ἐπίταγμά σου, ὦ ἱερὲ τοῦ Θεοῦ ἄνθρωπε Θεόδωρε, ἐν πέντε τοῖς
προλαβοῦσι βιβλίοις διεπονησάμεθα, ὡς οἷόν τε τὴν ἀπὸ τῶν Κωνσταντίνου
χρόνων ἐκκλησιαστικὴν ἱστορίαν συγγράψαντες. Ἴσθι δὲ ἡμᾶς μὴ
ἐσπουδακέναι περὶ τὴν φράσιν, ἐννοήσαντας ὡς εἰ σπουδάσαιμεν καλλιλεξίᾳ
χρήσασθαι, ἴσως μὲν καὶ ἀποπεσούμεθα τοῦ σκοποῦ. Εἰ δὲ καὶ ἐπιτευξόμεθα,
οὐ τοιαῦτα πάντως δυνησόμεθα γράφειν, οἷα τοῖς παλαιοῖς συγγραφεῦσιν
εἴρηται, δἰ ὧν αὔξειν τε καὶ χείρονα ποιεῖν νομίζοιτο ἄν τις τὰ
πράγματα. Ἔπειτα δὲ καὶ οὐδαμῶς οἰκοδομήσει τοὺς πολλοὺς καὶ ἰδιώτας ὁ
λόγος, οἳ τὰ πράγματα βούλονται μόνον εἰδέναι, οὐ τὴν λέξιν ὡς καλῶς
συγκειμένην θαυμάσαι. Ἵνα μὴ οὖν ἀμφοτέροις ἀνόνητος ἡ πραγματεία
γένηται, τοῖς μὲν εὐπαιδεύτοις, ὅτι μὴ ἀξία τῇ παλαιᾷ φράσει
συγκρίνεσθαι, τοῖς δὲ ἰδιώταις, ὅτι μὴ δύνανται ἐφικέσθαι τῶν πραγμάτων
καλυπτομένων ὑπὸ τῆς κομψείας τοῦ λόγου, τὴν σαφεστέραν μὲν δοκοῦσαν,
ταπεινοτέραν δὲ φράσιν ἐπιτηδεύσαμεν. Ἀρχόμενοι δὲ ὅμως τοῦ ἕκτου
βιβλίου ἐκεῖνο προλέγομεν, ὅτι τῶν ἐπὶ τῆς ἡμετέρας ἡλικίας γενομένων
ἁπτόμενοι δεδοίκαμεν ἤδη, μὴ οὐκ ἀρέσκοντα τοῖς πολλοῖς δόξωμεν γράφειν:
ἢ ὅτι κατὰ τὴν παροιμίαν, τὸ ἀληθές ἐστι πικρὸν,
ὅτι μὴ σὺν
ἐγκωμίῳ τὰ ὀνόματα ὧν φιλοῦσι παραλαμβάνομεν: ἢ ὅτι μὴ τὰς πράξεις αὐτῶν
μεγαλύνομεν. Καὶ οἱ μὲν τῶν ἐκκλησιῶν ζηλωταὶ καταγνώσονται, ὅτι μὴ τοὺς
ἐπισκόπους λέγομεν θεοφιλεστάτους
ἢ ἁγιωτάτους,
ἢ τὰ
τοιαῦτα. Ἄλλοι δὲ καὶ φιλοπραγμονήσουσιν ἔσθ̓ ὅτε, ὅτι μὴ τοὺς βασιλεῖς
θειοτάτους
καὶ δεσπότας,
καὶ ὅσα χρηματίζειν εἰώθασιν,
ὀνομάζομεν. Ἐγὼ δὲ καὶ ἐκ τῶν τοῖς
Ὡς τοῦ βασιλέως Θεοδοσίου τελευτήσαντος, τῶν υἱῶν αὐτοῦ διανειμαμένων τὴν βασιλείαν, καὶ τοῦ στρατοῦ μετ̓ ὀλίγον ἀπὸ τῆς Ἰταλίας ἐλθόντος, τοῦ τε Ἀρκαδίου αὐτοῖς ὑπαντήσαντος, Ῥουφῖνος ὁ ὑπάρχων πρὸς τοῖς ποσὶ τοῦ βασιλέως ὑπ̓ αὐτῶν ἀναιρεῖται.
Τοῦ δὴ βασιλέως Θεοδοσίου τελευτήσαντος ἐν ὑπατείᾳ Ὀλυβρίου καὶ Προβίνου,
τῇ ἑπτακαιδεκάτῃ τοῦ Ἰαννουαρίου μηνὸς, οἱ αὐτοῦ υἱοὶ τὴν Ῥωμαίων ἀρχὴν
διαδέχονται: καὶ Ἀρκάδιος μὲν τῶν ἑῴων, Ὁνώριος δὲ τῶν ἑσπερίων εἶχε τὸ
κράτος. Τῶν ἐκκλησιῶν δὲ κατὰ τούσδε τοὺς χρόνους προειστήκεισαν ἐν μὲν
τῇ βασιλευούσῃ Ῥώμῃ Δάμασος: ἐν δὲ Ἀλεξανδρείᾳ Θεόφιλος: τῶν δὲ περὶ τὰ
Ἱεροσόλυμα Ἰωάννης ἐκράτει: Φλαβιανὸς δὲ τὴν Ἀντιοχέων εἶχε: κατὰ δὲ τὴν
νέαν Ῥώμην Κωνσταντινούπολιν
Περὶ τῆς τελευτῆς Νεκταρίου, καὶ τῆς Ἰωάννου χειροτονίας.
Ὀλίγου δὲ διελθόντος χρόνου, καὶ Νεκτάριος ὁ τῆς Κωνσταντινουπόλεως
ἐπίσκοπος ἐτελεύτησεν ἐν ὑπατείᾳ Καισαρίου καὶ Ἀττικοῦ ἐπιλογὴν ἔχειν, ἢ
χειροτονεῖν Ἰωάννην, ἢ τὰς κατ̓ αὐτοῦ κατηγορίας εἰς ἔλεγχον
ἄγεσθαι:
ταῦτα φοβηθεὶς ὁ Θεόφιλος τὸν Ἰωάννην ἐχειροτόνησε.
Χειροτονηθεὶς οὖν πρὸς τὴν τῆς ἐπισκοπῆς ἱερωσύνην ἐνθρονίζεται τῇ
εἰκάδι ἕκτῃ τοῦ Φεβρουαρίου
Περὶ γένους καὶ ἀγωγῆς καὶ βίου Ἰωάννου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου.
Ἰωάννης Ἀντιοχεὺς μὲν ἦν τῆς Κοίλης Συρίας, υἱὸς δὲ Σεκούνδου καὶ μητρὸς
Ἀνθούσης, ἐξ εὐπατριδῶν τῶν ἐκεῖ: μαθητὴς δὲ ἐγένετο Λιβανίου τοῦ
σοφιστοῦ, καὶ ἀκροατὴς Ἀνδραγαθίου τοῦ φιλοσόφου. Μέλλων δὲ ἐπὶ
δικανικὴν ὁρμᾷν, καὶ συνιδὼν τὸν ἐν τοῖς δικαστηρίοις μοχθηρὸν καὶ
ἄδικον βίον, ἐπὶ τὸν ἡσύχιον μᾶλλον ἐτρέπετο: καὶ τοῦτο ἐποίησε ζηλώσας
Εὐάγριον, ὃς καὶ αὐτὸς φοιτῶν παρὰ τοῖς αὐτοῖς διδασκάλοις τὸν ἡσύχιον
πάλαι βίον μετήρχετο. Εὐθύς τε καὶ μεταθεὶς τὸ σχῆμα καὶ βάδισμα, τοῖς
ἀναγνώσμασι τῶν ἱερῶν γραμμάτων προσεῖχε τὸν νοῦν, καὶ συνεχεῖς ἐποιεῖτο
τὰς ἐπὶ τὴν ἐκκλησίαν σπουδάς. Πείθει δὲ καὶ Θεόδωρον καὶ Μάξιμον,
συμφοιτητὰς αὐτῷ ὄντας παρὰ τῷ σοφιστῇ Λιβανίῳ, καταλιπεῖν μὲν τὸν
χρηματιστικὸν βίον, μετιέναι δὲ τὸν λιτόν. Ὧν Θεόδωρος μὲν ὕστερον
Μοψουεστίας τῆς ἐν Κιλικίᾳ πόλεως ἐπίσκοπος γέγονε: Μάξιμος δὲ
Σελευκείας τῆς ἐν Ἰσαυρίᾳ. Τηνικαῦτα οὖν οὗτοι σπουδαῖοι περὶ τὴν ἀρετὴν
γενόμενοι, μαθητεύουσιν εἰς τὰ ἀσκητικὰ Διοδώρῳ καὶ Καρτερίῳ, οἵ τινες
τότε μὲν κατὰ Ἰουδαίων
λόγον συνέταξεν. Μετ̓ οὐ πολὺ δὲ καὶ τῆς τοῦ
διακόνου ἀξίας παρὰ Μελετίου τυχὼν τοὺς περὶ ἱερωσύνης
λόγους
συνέταξεν, καὶ τοὺς πρὸς Σταγείριον:
ἔτι μὴν καὶ τοὺς περὶ
ἀκαταλήπτου,
καὶ τοὺς περὶ τῶν συνεισάκτων.
Μετὰ ταῦτα δὲ
Μελετίου ἐν Κωνσταντινουπόλει τελευτήσαντος, —ἐκεῖ γὰρ παραγεγόνει διὰ
τὴν Γρηγορίου τοῦ Ναζιανζηνοῦ κατάστασιν,—ἀναχωρήσας Ἰωάννης τῶν
Μελετιανῶν, καὶ μήτε Παυλίνῳ συγκοινωνῶν, ἐπὶ τρεῖς ὅλους ἐνιαυτοὺς
ἡσύχως διῆγεν. Ὕστερον δὲ Παυλίνου τελευτήσαντος, ὑπὸ Εὐαγρίου τοῦ
διαδεξαμένου Παυλῖνον χειροτονεῖται πρεσβύτερος. Αὕτη μὲν ἡ Ἰωάννου πρὸ
τῆς ἐπισκοπῆς, ὡς συντόμως εἰπεῖν, διαγωγή. Ἦν δὲ ἄνθρωπος, ὥς φασι, διὰ
ζῆλον σωφροσύνης πικρότερος, καὶ πλέον,
ὡς ἔφη τις τῶν
οἰκειοτάτων αὐτῷ ἐκ νέας ἡλικίας, θυμῷ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο:
καὶ διὰ μὲν ὀρθότητα βίου οὐκ ἀσφαλὴς πρὸς τὰ μελλόντα, δἰ ἁπλότητα δὲ
εὐχερής: ἐλευθεροστομίᾳ τε πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρως ἐκέχρητο: καὶ
ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν ὠφελῆσαι τὰ τῶν ἀκουόντων ἤθη, ἐν δὲ ταῖς
συντυχίαις ἀλαζονικὸς τοῖς ἀγνοοῦσιν αὐτὸν ἐνομίζετο.
Περὶ Σαραπίωνος τοῦ διακόνου, καὶ ὅπως δἰ αὐτὸν ὁ ἐπίσκοπος ἐχθρὸς τῷ κλήρῳ κατέστη καὶ πολέμιος.
Τοιοῦτος ὢν τὸ ἦθος, καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς, μείζονι ἢ ἐχρῆν τῇ
ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο, διορθοῦν τοὺς βίους τῶν ὑφ̓ αὑτῷ
κληρικῶν, ὡς ᾤετο, προαιρούμενος. Εὐθὺς οὖν ἐν ἀρχῇ φανεὶς τοῖς τῆς
ἐκκλησίας τραχὺς, ὑπ̓αὐτῶν ἐμισεῖτο: πολλοί τε πρὸς αὐτὸν ἀπηχθάνοντο,
καὶ ὡς ὀργίλον ἐξέκλινον: ἐνῆγε δὲ αὐτὸν πρὸς τὸ πᾶσι προσκρούειν
Σαραπίων, διάκονος ὑπ̓αὐτῷ ταττόμενος. Καί ποτε παρόντων τῶν κληρικῶν,
μεγάλῃ τῇ φωνῇ Οὔποτε, ὦ ἐπίσκοπε, τούτων κρατῆσαι δυνήσῃ, εἰ μὴ μιᾷ
ῥάβδῳ πάντας ἐλαύνοις.
Τοῦτο λεχθὲν τὸ κατὰ τοῦ ἐπισκόπου μῖσος
ἐξήγειρεν. Ὁ δὲ ἐπίσκοπος οὐκ εἰς μακρὰν πολλοὺς τῆς ἐκκλησίας ἄλλον δἰ
ἄλλην αἰτίαν ἐξέβαλλεν: οἱ δὲ, οἷα φιλεῖ γίνεσθαι ἐν ταῖς τοιαύταις τῶν
κρατούντων ὁρμαῖς, φατρίας συνίστασαν κατ̓ αὐτοῦ, καὶ διαβολαῖς πρὸς τὸν
δῆμον ἐκέχρηντο. Εἰς πίστιν δὲ ἦγεν τοὺς ἀκούοντας τὰ λεγόμενα τὸ μὴ
βούλεσθαι τὸν ἐπίσκοπον συνεσθίειν τινὶ, μηδὲ καλούμενον ἐφ̓ἑστίαν
παραγίνεσθαι: ἐξ οὗ καὶ μάλιστα ἡ μείζων ἐκράτησε διαβολὴ κατ̓ αὐτοῦ.
Καὶ τίνι μὲν σκοπῷ συνεσθίειν οὐδενὶ προῄρητο, σαφῶς οὐδεὶς ἀπαγγεῖλαι
δεδύνηται: οἱ μὲν γὰρ ὑπὲρ αὐτοῦ ἀπολογεῖσθαι βουλόμενοι ἔφασκον ὡς εἴη
ἐμπαθὴς, καὶ δυσφόρως τὰ σιτία προσφέροιτο, καὶ διὰ τοῦτο μόνος ἐσθίει:
ἄλλοι δὲ, ὅτι δἰὑπερβάλλουσαν ἄσκησιν τοῦτο ἐποίει. Ὅπως δὲ ἀληθείας ἂν
εἶχε τὸ γινόμενον, οὐ μικρὰ συνεβάλλετο πρὸς διαβολὴν τοῖς κατηγοροῦσιν
αὐτοῦ. Ὁ μέντοι λαὸς διὰ τοὺς ἐν τῇ ἐκκλησίᾳ λεγομένους ὑπ̓ αὐτοῦ λόγους
σφόδρα συνεκρότει καὶ ἠγάπα τὸν ἄνθρωπον, μικρὰ φροντίζων τῶν κατηγορεῖν
ἐπιχειρούντων αὐτοῦ. Ὁποῖοι δέ εἰσιν οἵ τε ἐκδοθέντες παῤ αὐτοῦ λόγοι
καὶ οἱ λέγοντος αὐτοῦ ὑπὸ τῶν ὀξυγράφων ἐκληφθέντες, ὅπως τε λαμπροὶ,
καὶ τὸ ἐπαγωγὸν ἔχοντες, τί δεῖ νῦν λέγειν, ἐξὸν τοῖς βουλομένοις αὐτοὺς
ἀναλέγεσθαι, καὶ τὴν ἐξ αὐτῶν ὠφέλειαν καρποῦσθαι;
Ὅτι οὐ πρὸς τοὺς ἐν τῷ κλήρῳ μόνον Ἰωάννης ἀλλὰ καὶ πρὸς τοὺς ἐν τέλει διεφέρετο: καὶ περὶ Εὐτροπίου τοῦ εὐνούχου.
Ἕως μὲν οὖν τῷ κλήρῳ μόνῳ προσέκρουεν, ἀσθενὴς ἦν ἡ σκευωρουμένη
κατ̓αὐτοῦ μηχανή: ἐπειδὴ δὲ καὶ πολλοὺς τῶν ἐν τέλει πέρα τοῦ
προσήκοντος ἐξελέγχειν ἐπειρᾶτο, τηνικαῦτα καὶ ὁ κατ̓ αὐτοῦ φθόνος
πλείων ἐξήπτετο. Καὶ πολλὰ μὲν ἐλέγετο κατ̓ αὐτοῦ: τὰ πλεῖστα δὲ λοιπὸν
καὶ πίστιν ἐνεποίει τοῖς ἀκούουσι: προσθήκην δὲ τῇ διαβολῇ ἐποίει ἡ κατὰ
Εὐτροπίου τότε λεχθεῖσα ὑπ̓ αὐτοῦ προσομιλία. Εὐτρόπιος γὰρ εὐνοῦχος,
προεστὼς τοῦ βασιλικοῦ κοιτῶνος, καὶ τὴν τοῦ ὑπάτου ἀξίαν πρῶτος
εὐνούχων παρὰ βασιλέως λαβὼν, ἀμύνασθαί τινας προσφεύγοντας τῇ ἐκκλησίᾳ
Περὶ τῆς τυραννίδος Γαϊνᾶ τοῦ Γότθου, καὶ τῆς ὑπ̓ αὐτοῦ γενομένης ταραχῆς ἐν Κωνσταντινουπόλει, καὶ περὶ τῆς ἀναιρέσεως αὐτοῦ.
Πρᾶγμα δὲ ἄξιον μνήμης ἐπὶ τῶνδε τῶν χρόνων γενόμενον διηγήσομαι, δεικνὺς
ὅπως ἡ τοῦ Θεοῦ πρόνοια τὴν πόλιν καὶ τὰ Ῥωμαίων ἐκ μεγίστου κινδύνου
παραδόξοις βοηθείαις ἐρρύσατο: πάντα λίθον,
τὸ δὴ λεγόμενον, ἐκίνει,
ὅπως ἂν ὑφ̓
ἑαυτῷ τὰ Ῥωμαίων ποιήσειε. Καὶ πᾶν μὲν τὸ Γότθων ἔθνος ἐκ τῆς αὐτοῦ
χώρας μετεπέμψατο: τοὺς δὲ αὐτῷ ἐπιτηδείους τῶν στρατιωτικῶν
Γαϊνίᾳ
τοῦ
Περὶ τοῦ γενομένου σχίσματος μεταξὺ τοῦ Ἀλεξανδρείας Θεοφίλου καὶ τῶν μοναζόντων τῆς ἐρήμου: καὶ ὡς τὰ Ὠριγένους ὁ Θεόφιλος βιβλία ἀνεθεμάτισε.
Ἦν μικρὸν ἔμπροσθεν ζήτησις κινηθεῖσα, πότερον ὁ Θεὸς σῶμα ἐστὶ καὶ
ἀνθρώπου ἔχει σχῆμα, ἢ ἀσώματός ἐστιν καὶ ἀπήλλακται ἀνθρωπίνου τε καὶ
παντὸς, ἁπλῶς εἰπεῖν, σωματικοῦ σχήματος. Ἐκ δὲ τούτου τοῦ ζητήματος
ἔριδες καὶ φιλονεικίαι παρὰ τοῖς πολλοῖς ἐγίνοντο: τῶν μὲν τούτῳ
προστιθεμένων τῷ λόγῳ, τῶν δὲ τῷ ἑτέρῳ συνηγορούντων. Καὶ μάλιστα μὲν
πολλοὶ τῶν ἁπλοϊκῶν ἀσκητῶν σωματικὸν καὶ ἀνθρωπόμορφον τὸν Θεὸν εἶναι
ἐβούλοντο: πλεῖστοι δὲ τούτων καταγινώσκοντες ἀσώματον εἶναι τὸν Θεὸν
ἔλεγον, καὶ πάσης ἐκτὸς εἶναι σωματικῆς μορφῆς ἀπεφῄναντο. Οἷς καὶ
Θεόφιλος συνεφώνει ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, ὡς καὶ ἐπὶ τῆς
ἐκκλησίας ἐπὶ τοῦ λαοῦ καταδραμεῖν μὲν τῶν ἀνθρωπόμορφον λεγόντων τὸ
Θεῖον, ἀσώματον δὲ αὐτὸν δογματίσαι τὸν Θεόν. Ταῦτα μαθόντες οἱ
Αἰγυπτίων ἀσκηταὶ καταλιπόντες τὰ μοναστήρια ἐπὶ τὴν Ἀλεξάνδρειαν
ἔρχονται: καὶ κατεστασίαζον τοῦ Θεοφίλου, κρίναντες ὡς ἀσεβοῦντα, καὶ
ἀνελεῖν βουλόμενοι. Τοῦτο γνοὺς ὁ Θεόφιλος εἰς ἀγῶνα καθίσταται, καὶ
ἐπενόει τέχνην, ὅπως ἂν διαφύγῃ τὸν ἀπειλούμενον θάνατον. Καὶ ὀφθεὶς
αὐτοῖς κολακεἵ??ʼ μετῆλθε τοὺς ἄνδρας, οὕτως εἰπὼν πρὸς αὐτούς: Οὕτως
ὑμᾶς εἶδον, ὡς Θεοῦ πρόσωπον.
Τοῦτο λεχθὲν ἐχαύνωσε τοὺς
μοναχοὺς τῆς ὁρμῆς. Ἀλλ̓ εἰ ἀληθεύεις,
ἔφασαν, ὅτι τὸ τοῦ Θεοῦ πρόσωπόν ἐστιν ὡς καὶ τὸ ἡμέτερον, ἀναθεμάτισον τὰ
Ὠριγένους βιβλία: ἐξ αὐτῶν γάρ τινες διαλεγόμενοι ἐναντιοῦνται τῇ
δόξῃ ἡμῶν: εἰ δὲ μὴ τοῦτο ποιήσεις, τὰ τῶν ἀσεβούντων καὶ θεομάχων
ἐκδέχου παῤ ἡμῶν.
Ἀλλ̓ ἐγὼ,
ἔφη Θεόφιλος, ποιήσω τὰ δεδογμένα ὑμῖν, καὶ μὴ
χαλεπαίνετε πρὸς μέ: καὶ γὰρ ἐγὼ ἀπεχθῶς ἔχω πρὸς τὰ Ὠριγένους
βιβλία, καὶ μέμφομαι τοὺς δεχομένους αὐτά.
Οὕτω μὲν οὖν τότε
τοὺς μοναχοὺς ἀποκρουσάμενος, ἀπεπέμψατο: καὶ ἴσως δ̓ ἂν ἡ περὶ τούτου
ζήτησις ἄχρι τούτου προελθοῦσα ἐπαύσατο, εἰ μὴ ἐπισυνήφθη τούτῳ ἕτερον
πρᾶγμα τοιόνδε τι. Τῶν ἐν Αἰγύπτῳ ἀσκητηρίων προεστήκεισαν τέσσαρες
ἄνδρες εὐλαβεῖς, Διόσκορος, Ἀμμώνιος, Εὐσέβιος, Εὐθύμιος. Οὗτοι
αὐτάδελφοι μὲν ἦσαν: οἱ Μακροὶ
δὲ ἐκ τοῦ σώματος ὠνομάζοντο: ἦσαν
δὲ καὶ βίῳ καὶ λόγῳ ἐκπρέποντες: καὶ διὰ τοῦτο πολὺς ἦν ἐν τῇ
Ἀλεξανδρείᾳ περὶ αὐτῶν λόγος. Θεόφιλός τε ὁ Ἀλεξανδρείας ἐπίσκοπος πάνυ
ἠγάπα καὶ ἐτίμα τοὺς ἄνδρας: διὸ καὶ ἕνα μὲν αὐτῶν τὸν Διόσκορον
ἐπίσκοπον καθιστᾷ Ἑρμουπόλεως, βίᾳ ἑλκύσας: δύο δὲ ἐξ αὐτῶν παρεκάλεσε
συνεῖναι αὐτῷ, καὶ μόλις μὲν ἔπεισεν: ὡς ἐπίσκοπος δὲ ὅμως καὶ
προσηνάγκασεν, καὶ τῇ τῶν κληρικῶν ἀξίᾳ τιμήσας, τὴν οἰκονομίαν τῆς
ἐκκλησίας αὐτοῖς ἐνεχείρισεν. Οἱ δὲ τῇ ἀνάγκῃ μὲν ἔμενον, καλῶς τῇ
οἰκονομίᾳ προσέχοντες: ἠνιῶντο δὲ ὅμως, ὅτι μὴ ἐφιλοσόφουν ὡς ἤθελον, τῇ
ἀσκήσει προσκείμενοι. Ἐπεὶ δὲ προϊόντος τοῦ χρόνου, καὶ προσβλάπτεσθαι
τὴν ψυχὴν ἐνόμιζον, ὁρῶντες τὸν ἐπίσκοπον χρηματιστικόν τε μετερχόμενον
βίον, καὶ πολλὴν σπουδὴν περὶ χρημάτων κτῆσιν τιθέμενον, καὶ διὰ ταῦτα,
τὸ δὴ λεγόμενον, πάντα λίθον κινοῦντα,
παρῃτοῦντό ἰδιώτας δὲ τῷ
λόγῳ,
τοὺς πολλούς δὲ ἀγραμμάτους ὄντας. μὴ δεῖν
πείθεσθαι Διοσκόρῳ μήτε τοῖς ἀδελφοῖς αὐτοῦ, λέγουσιν ἀσώματον τὸν
Θεόν. Ὁ γὰρ Θεὸς, φησὶν, κατὰ τὴν θείαν γραφὴν καὶ ὀφθαλμοὺς ἔχει,
καὶ ὦτα, καὶ χεῖρας, καὶ πόδας, καθὰ καὶ οἱ ἄνθρωποι: οἱ δὲ περὶ
Διόσκορον Ὠριγένει ἀκολουθοῦντες βλάσφημον δόγμα εἰσάγουσιν, ὡς ἄρα
ὁ Θεὸς οὔτε ὀφθαλμοὺς, οὔτε ὦτα, οὔτε πόδας, οὔτε χεῖρας ἔχει.
Τούτῳ τῷ σοφίσματι συναρπάζει τοὺς πλείστους τῶν μοναχῶν: καὶ γίνεται
διάπυρος στάσις ἐν αὐτοῖς. Ὅσοι μὲν οὖν γεγυμνασμένον εἶχον τὸν νοῦν οὐ
συνηρπάγησαν ὑπὸ τοῦ σοφίσματος: ἀλλὰ καὶ τοῖς περὶ Διόσκορον καὶ
Ὠριγένην ἐπείθοντο. Οἱ δὲ ἁπλούστεροι, πλείους τε ὄντες καὶ ζῆλον
ἔχοντες θερμὸν, κατὰ τῶν ἀδελφῶν εὐθέως ἐχώρουν. Ἦν οὖν διαίρεσις ἐν
αὐτοῖς, καὶ ἀλλήλους ὡς ἀσεβοῦντας διέσυρον: καὶ οἱ μὲν Θεοφίλῳ
προσέχοντες Ὠριγενιαστὰς καὶ ἀσεβεῖς
ἐκάλουν τοὺς ἀδελφούς: οἱ δὲ
ἕτεροι Ἀνθρωπομορφιανοὺς
τοὺς ὑπὸ Θεοφίλου ἀναπεισθέντας
ὠνόμαζον. Ἐκ τούτου παρατριβὴ γίνεται οὐ μικρὰ, καὶ ἦν μεταξὺ τῶν
μοναχῶν πόλεμος ἄσπονδος. Θεόφιλος δὲ ὡς ἔγνω προβάντα τὸν σκοπὸν ἅμα
πλήθει καταλαβὼν τὴν Νιτρίαν, ἔνθα εἰσὶ τὰ ἀσκητήρια, ἐξοπλίζει τοὺς
μοναχοὺς κατά τε Διοσκόρου καὶ τῶν αὐτοῦ ἀδελφῶν: οἱ δὲ κινδυνεύσαντες
ἀπολέσθαι μόλις διέφυγον. Ταῦτα κατὰ τὴν Αἴγυπτον γινόμενα ὁ
Κωνσταντινουπόλεως ἐπίσκοπος Ἰωάννης τέως ἠγνόει: ταῖς διδασκαλίαις τε
ἤνθει, καὶ διαβόητος ἐπὶ ταύταις ἦν. Ηὔξησε δὲ πρῶτος καὶ τὰς περὶ τοὺς
νυκτερινοὺς ὕμνους εὐχὰς ἐξ αἰτίας τοιάσδε.
Περὶ τῶν συνάξεων τῶν νυκτερινῶν ὕμνων τῶν Ἀρειανῶν, καὶ τῶν τὸ Ὁμοούσιον πρεσβευόντων, καὶ περὶ τῆς γενομένης ἐν αὐτοῖς συμβολῆς: καὶ ὅτι ἡ τῶν ἀντιφώνων ὑμνῳδίᾳ ἀπὸ Ἰγνατίου τοῦ Θεοφόρου τὴν ἀρχὴν ἔσχεν.
Οἱ Ἀρειανίζοντες, ὥσπερ ἔφημεν, ἔξω τῆς πόλεως τὰς συναγωγὰς ἐποιοῦντο.
Ἡνίκα οὖν ἑκάστης ἑβδομάδος ἑορταὶ κατελάμβανον, φημὶ δὴ τό τε σάββατον
καὶ ἡ Κυριακὴ, ἐν αἷς αἱ συνάξεις κατὰ τὰς ἐκκλησίας εἰώθασι γίνεσθαι,
αὐτοὶ ἐντὸς τῶν τῆς πόλεως πυλῶν περὶ τὰς στοὰς ἀθροιζόμενοι, καὶ ᾠδὰς
ἀντιφώνους πρὸς τὴν Ἀρειανὴν δόξαν συντιθέντες ᾖδον: καὶ τοῦτο ἐποίουν
κατὰ τὸ πλεῖστον μέρος τῆς νυκτός. Ὑπὸ δὲ ὄρθρον τὰ τοιαῦτα ἀντίφωνα
λέγοντες διὰ μέσης τῆς πόλεως ἐξῄεσαν τῶν πυλῶν, καὶ τοὺς τόπους ἔνθα
συνῆγον κατελάμβανον. Ἐπειδὴ δὲ ἐρεθισμοὺς κατὰ τῶν τὸ ὁμοούσιον
φρονούντων λέγοντες οὐκ ἐπαύοντο,—πολλάκις γὰρ καὶ τοιαύτην ᾠδὴν ἔλεγον,
Ποῦ εἰσὶν οἱ λέγοντες τὰ τρία μίαν δύναμιν;
τότε δὴ καὶ
Ἰωάννης εὐλαβηθεὶς, μή τις τῶν ἁπλουστέρων ὑπὸ τῶν τοιούτων ᾠδῶν
ἀφελκυσθῇ τῆς ἐκκλησίας, ἀντιτίθησιν αὐτοῖς τοὺς τοῦ ἰδίου λαοῦ, ὅπως ἂν
καὶ αὐτοὶ ταῖς νυκτεριναῖς ὑμνολογίαις σχολάζοντες ἀμαυρώσωσι μὲν τὴν
ἐκείνων περὶ τούτου σπουδὴν, βεβαίους δὲ τοὺς οἰκείους πρὸς τὴν ἑαυτῶν
πίστιν ἐργάσωνται. Ἀλλ̓ ὁ μὲν σκοπὸς Ἰωάννου ἐδόκει εἶναι χρηστός: σὺν
ταραχῇ δὲ καὶ κινδύνοις τὸ τέλος ἐδέξατο. Ὡς γὰρ λαμπρότεροι οἱ τοῦ
ὁμοουσίου
ὕμνοι ἐν ταῖς νυκτεριναῖς ὑμνολογίαις
ἐδείκνυντο,—ἐπινενόηντο γὰρ παῤ αὐτοῦ σταυροὶ ἀργυροῖ φέροντες φῶτα ἐκ
τῶν κηρίνων λαμπάδων, τῆς βασιλίδος Εὐδοξίας παρεχούσης τὴν εἰς αὐτὰ
δαπάνην,—πλῆθος ὄντες οἱ Ἀρειανίζοντες καὶ ζηλοτυπίᾳ ληφθέντες ἀμύνεσθαί
τε καὶ συμπληγάδας ἐπεχείρουν ποιεῖν. Ἔτι γὰρ ἐκ τῆς παραλαβούσης
δυναστείας ἔνθερμοί τε πρὸς μάχην ἦσαν, καὶ κατεφρόνουν αὐτῶν. Μὴ
μελλήσαντες οὖν ἐν μιᾷ τῶν νυκτῶν συγκρούουσι: καὶ βάλλεται μὲν λίθῳ
κατὰ μετώπου Βρίσων ὁ τῆς βασιλίδος εὐνοῦχος, συγκροτῶν τότε τοὺς
ὑμνῳδούς: ἀπόλλυνται δὲ καί τινες τοῦ λαοῦ ἐξ ἀμφοτέρων τῶν μερῶν. Ἐφ̓
οἷς κινηθεὶς ὁ βασιλεὺς διεκώλυσε τοὺς Ἀρειανοὺς τὰς ὑμνολογίας ἐν τῷ
δημοσίῳ ποιεῖν: καὶ τὰ μὲν
Περὶ τῶν Μακρῶν καλουμένων μοναχῶν, καὶ ὅπως δἰ αὐτοὺς ἄσπονδον ἔχθραν ὁ Θεόφιλος πρὸς Ἰωάννην ἐσχηκὼς καθαιρῆσαι τοῦτον ἐσπούδαζεν.
Οὐκ εἰς μακρὰν δὲ οἱ ἀπὸ τῆς ἐρήμου μοναχοὶ ἐπὶ τὴν Κωνσταντινούπολιν
ἔρχονται ἅμα Διοσκόρῳ καὶ τοῖς αὐτοῦ ἀδελφοῖς. Συνῆν δὲ αὐτοῖς καὶ
Ἰσίδωρος, ὁ πάλαι Θεοφίλῳ τῷ ἐπισκόπῳ φιλαίτατος, τότε δὲ ἀπεχθέστατος
γενόμενος δἰ αἰτίαν τοιάνδε. Πέτρος τις πρωτοπρεσβύτερος ἦν τῆς ἐν
Ἀλεξανδρείᾳ ἐκκλησίας: πρὸς τοῦτον ἀπεχθῶς ἐσχηκὼς ὁ Θεόφιλος τῆς
ἐκκλησίας αὐτὸν ἐκβαλεῖν ἐπενόησε. Καὶ μέμψιν αὐτῷ κατήνεγκεν, ὡς εἴη
τινὰ γυναῖκα Μανιχαῖαν τὴν θρησκείαν εἰς τὰ ἱερὰ μυστήρια προσδεξάμενος,
μὴ πρότερον τῆς Μανιχαϊκῆς αἱρέσεως ἀποστήσας αὐτήν. Ἐπεὶ δὲ ὁ Πέτρος
ἔλεγε καὶ μετατίθεσθαι τῆς θρησκείας τὴν γυναῖκα, καὶ μηδὲ παρὰ γνώμην
Θεοφίλου δεδέχθαι αὐτὴν, ἠγανάκτει ὁ Θεόφιλος, ὡς συκοφαντούμενος: μὴ
γὰρ εἰδέναι τὸ γεγονὸς ἔλεγεν: ὁ οὖν Πέτρος Ἰσίδωρον ἐκάλει μαρτυρῆσαι
αὐτῷ, ὡς οὐκ ἠγνόει τὰ περὶ τῆς γυναικὸς ὁ ἐπίσκοπος. Ἐτύγχανε δὲ κατ̓
αὐτὸν τὸν καιρὸν ἐν τῇ βασιλευούσῃ Ῥώμῃ διάγων ὁ Ἰσίδωρος: ἐπέμπετο γὰρ
παρὰ Θεοφίλου πρὸς Δάμασον τὸν Ῥώμης ἐπίσκοπον, ἐπὶ τῷ καταλλάξαι αὐτὸν
πρὸς Φλαβιανὸν τὸν ἐπίσκοπον Ἀντιοχείας. Διεκρίνοντο γὰρ οἱ Μελετίῳ
προσκείμενοι πρὸς
Ὡς καὶ Ἐπιφάνιος ὁ Κύπρου ταῖς Θεοφίλου ἀπάταις συναπαχθεὶς, τῷ δοκεῖν κατὰ τῶν Ὠριγένους συγγραμμάτων ἐπισκόπων σύνοδον ἐν τῇ Κύπρῳ συναγαγὼν, Ἰωάννῃ διεμέμψατο, χρωμένῳ ταῖς βίβλοις Ὠριγένους.
Σπένδεται δὴ φιλίαν καὶ πρὸς Ἐπιφάνιον τὸν Κωνσταντίας τῆς Κύπρου
ἐπίσκοπον, πρότερον διαφερόμενος πρὸς αὐτόν: ἐμέμφετο γὰρ Ἐπιφανίῳ
Θεόφιλος ὡς μικρὰ φρονοῦντι περὶ Θεοῦ, ὅτι ἀνθρωπόμορφον αὐτὸν εἶναι
ἐνόμιζεν. Οὕτως οὖν Θεόφιλος ἔχων περὶ Θεοῦ, καὶ μεμφόμενος τοῖς
ἀνθρωπόμορφον τὸ Θεῖον νομίζουσι, διὰ τὴν πρὸς ἑτέρους ἀπέχθειαν ἠρνεῖτο
μὲν ἐν τῷ φανερῷ ἃ ἐδόξαζεν: φιλοποιεῖται δὲ τότε τὸν Ἐπιφάνιον
διαφερόμενος πρὸς αὐτὸν, ὡς ἐκ μετανοίας ὁμοφρονήσας κατὰ τὴν περὶ Θεοῦ
δόξαν αὐτῷ. Καὶ παρασκευάζει σύνοδον ποιῆσαι τῶν ἐν Κύπρῳ ἐπισκόπων ἐπὶ
τῷ διαβαλεῖν τὰ Ὠριγένους βιβλία. Ἐπιφάνιος δὲ δἰ ὑπερβάλλουσαν
εὐλάβειαν ἁπλοϊκὸς ὣν τὸν τρόπον ταχέως ὑπήχθη ὑπὸ τῶν Θεοφίλου
γραμμάτων. Καὶ καθίσας συνέδριον τῶν ἐν τῇ νήσῳ ἐπισκόπων ἀπαγορεύει μὲν
τοῦ ἀναγινώσκειν τὰ Ὠριγένους βιβλία, διαπέμπεται δὲ καὶ γράμματα πρὸς
Ἰωάννην,
Περὶ Σεβηριανοῦ καὶ Ἀντιόχου τῶν Σύρων, ὅπως Ἰωάννου ἀπέστησαν, καὶ διὰ τίνας αἰτίας.
Ηὔξησε δὲ τὸ κατὰ Ἰωάννου μῖσος καὶ ἕτερον ἐπισυμβὰν τοιόνδε: δύο
ἐπίσκοποι κατ̓ αὐτὸν ἤνθησαν Σύροι ὄντες τὸ γένος, Σεβηριανὸς καὶ
Ἀντίοχος. Σεβηριανὸς μὲν Γαβάλων, πόλις δὲ αὕτη τῆς Συρίας: Ἀντίοχος δὲ
Πτολεμαΐδος τῆς ἐν Φοινίκῃ ἐκκλησίας προειστήκει. Ἄμφω μὲν οὖν διὰ λόγων
ῥητορικῶν ἤχθησαν: Σεβηριανὸς δὲ δοκῶν πεπαιδεῦσθαι, οὐ πάνυ τῇ φωνῇ τὴν
Ἑλληνικὴν ἐξετράνου γλῶσσαν: ἀλλὰ καὶ Ἑλληνιστὶ φθεγγόμενος Σύρος ἦν τὴν
φωνήν. Ἀντίοχος μὲν οὖν πρότερον ἐκ τῆς Πτολεμαΐδος ἐπὶ τὴν
Κωνσταντινούπολιν ἐλθὼν, κατὰ τὰς ἐκκλησίας ἐπὶ χρόνον τινὰ πεπονημένως
διδάξας, καὶ πολλὰ ἐκ τούτων χρηματισάμενος, ἐπὶ τὴν ἑαυτοῦ ἀνέδραμε.
Σεβηριανὸς δὲ πυθόμενος μετὰ ταῦτα πολλὰ τὸν Ἀντίοχον ἐκ τῆς
Κωνσταντινουπόλεως Εἰ
Σαραπίων Χριστιανὸς ἀποθάνοι, Χριστὸς οὐκ ἐνηνθρώπησε.
Ταύτης
τῆς ἀφορμῆς ὁ Σαραπίων δραξάμενος φανερῶς ἐχθρὸν τὸν Σεβηριανὸν εἰ Σαραπίων Χριστιανὸς ἀποθάνοι:
μόνον δὲ εἰρηκέναι εἰπὼν τὸν
Σεβηριανὸν, ἄρα Χριστὸς οὐκ ἐνηνθρώπησε:
καὶ τοῦ στίφους ἑαυτοῦ
μάρτυρας, ὡς ἐπὶ εἰρημένῳ τούτῳ, παρῆγε. Μὴ μελλήσας οὖν ὁ Ἰωάννης
ἐξελαύνει αὐτὸν τῆς πόλεως: καὶ γνοῦσα ταῦτα ἡ Αὐγοῦστα Εὐδοξία μέμφεται
μὲν τῷ Ἰωάννῃ, παρασκευάζει δὲ ᾗ τάχος καλεῖσθαι τὸν Σεβηριανὸν ἐκ τῆς
ἐν Βιθυνίᾳ Χαλκηδόνος. Καὶ ὁ μὲν ὅσον οὐδέπω παρῆν: Ἰωάννης δὲ τὴν πρὸς
αὐτὸν φιλίαν ἐξέκλινε, καὶ οὐδενὶ παραινοῦντι πειθήνιος ἦν: ὡς καὶ ἡ
βασίλισσα Εὐδοξία ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ τὸν υἱὸν
Θεοδόσιον τὸν νῦν εὐτυχῶς βασιλεύοντα, κομιδῆ τότε νήπιον ὄντα, εἰς
Ὡς καὶ ἐν Κωνσταντινουπόλει εἰσελθὼν ὁ Ἐπιφάνιος συνάξεις καὶ χειροτονίας ἐπετέλει παρὰ γνώμην τοῦ Ἰωάννου, Θεοφίλῳ χαριζόμενος.
Μετ̓ οὐ πολὺ δὲ ἐκ τῆς Κύπρου ὁ ἐπίσκοπος Ἐπιφάνιος ἐπὶ τὴν
Κωνσταντινούπολιν πάλιν ἔρχεται, ταῖς ὑποθήκαις Θεοφίλου πεισθείς:
ἐπικομιζόμενος ἐν ταὐτῷ τὰ καθαιρετικὰ τῶν Ὠριγένους βιβλίων, δἰ ὧν οὐκ
αὐτὸν Ὠριγένην ἀκοινώνητον εἶναι ἀπέφῃνεν, ἀλλὰ τὰ βιβλία μόνον
διέβαλλεν. Προσορμίσας οὖν τῷ ἐπὶ Ἰωάννην μαρτυρίῳ, ʽἀπέχει δὲ τοῦτο
ἑπτὰ σημεῖα τῆς πόλεωσ̓, καὶ ἐξελθὼν τῆς νεὼς, σύναξίν τε ἐπιτελέσας,
καὶ διάκονον χειροτονήσας, αὖθις εἰς τὴν πόλιν εἰσέρχεται. Καὶ τὴν μὲν
προτροπὴν Ἰωάννου ἐξέκλινε Θεοφίλῳ χαριζόμενος, ἐν ἰδιαζούσῃ δὲ καταλύει
μονῇ: καὶ συγκαλῶν τοὺς ἐπιδημοῦντας τῶν ἐπισκόπων, τὰ καθαιρετικὰ τῶν
βιβλίων Ὠριγένους ὑπανεγίνωσκεν: οὐκ ἔχων μέν τι λέγειν πρὸς αὐτὰ,
δοκεῖν δὲ αὐτῷ καὶ Θεοφίλῳ ἐκβαλεῖν αὐτά. Ἐγὼ,
ἔφη, ὦ
Ἐπιφάνιε, οὔτε τὸν πάλαι καλῶς κεκοιμημένον καθυβρίζειν αἱροῦμαι:
οὔτε βλάσφημον ἐπιχειρεῖν πρᾶγμα τολμῶ, ἐκβάλλων ἃ οἱ πρὸ ἡμῶν οὐκ
ἠθέτησαν: ἄλλως τε, μήτε κακὴν εἶναι
Προκομίσας τε βιβλίον Ὠριγένους, ὑπανέγνω, καὶ
ἐδείκνυεν τὰς ἐκκλησιαστικὰς ἐκθέσεις: καὶ μετὰ ταῦτα ἐπῆγε λέγων: Οἱ
ταῦτα ὑβρίσαντες, εἰς τὰ περὶ ὧν οἱ λόγοι ἐξυβρίσαντες ἔλαθον
ἑαυτούς.
Ταῦτα μὲν ὁ ἐπ̓ εὐλαβείᾳ καὶ βίου ὀρθότητι περιβόητος
Θεότιμος πρὸς Ἐπιφάνιον ἀπεκρίνατο.
Οἶα φησὶν ὁ συγγραφεὺς ὑπὲρ Ὠριγένους.
Ἐπειδὴ δὲ οἱ φιλολοίδοροι τοὺς πολλοὺς συνήρπασαν, ὡς βλασφήμῳ μὴ
προσέχειν τῷ Ὠριγένει, μικρὰ διελθεῖν περὶ τούτων οὐκ ἄκαιρον εἶναι
ἡγοῦμαι. Οἱ εὐτελεῖς, καὶ ἀφ̓ ἑαυτῶν μὴ δυνάμενοι φαίνεσθαι, ἐκ τοῦ
ψέγειν τοὺς ἑαυτῶν κρείττονας δείκνυσθαι βούλονται. Τοῦτο πέπονθε πρῶτος
Μεθόδιος, τῆς ἐν Λυκίᾳ πόλεως λεγομένης Ὀλύμπου ἐπίσκοπος: εἶτα
Εὐστάθιος, ὁ τῆς ἐν Ἀντιοχείᾳ πρὸς ὀλίγον ἐκκλησίας προστάς: καὶ μετὰ
ταῦτα Ἀπολινάριος, καὶ τὸ τελευταῖον Θεόφιλος. Αὕτη τῶν κακολόγων
τετρακτὺς, οὐ κατὰ ταὐτὸν ἐλθόντες, τὸν ἄνδρα διέβαλον: ἄλλος γὰρ δἰ
ἄλλο ἐπὶ τὴν κατ̓ αὐτοῦ κατηγορίαν ἐχώρησαν, δεικνύντες
Ξενῶνα.
Ἐγὼ δέ τι καὶ πλέον ἐκ τῆς ἐκείνων αἰτιάσεως
εἰς σύστασιν Ὠριγένους φημί. Οἱ γὰρ κινήσαντες ὅσαπερ ᾤοντο μέμψεως
ἄξια, δἰ ὧν ὡς κακῶς δοξάζοντα περὶ τῆς ἁγίας Τριάδος οὐδ̓ ὅλως
ἐμέμψαντο, δείκνυνται περιφανῶς τὴν ὀρθὴν εὐσέβειαν μαρτυροῦντες αὐτῷ.
Οὗτοι μὲν οὖν διὰ τοῦ μὴ μέμψασθαι μαρτυροῦσιν αὐτῷ: Ἀθανάσιος δὲ, ὁ τῆς
ὁμοουσίου
πίστεως ὑπερασπιστὴς, ἐν τοῖς κατὰ Ἀρειανῶν Ὁ
φησὶ,
καὶ φιλοπονώτατος Ὠριγένης, τάδε περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τῇ
ἡμετέρᾳ δόξῃ μαρτυρεῖ, συναΐδιον αὐτὸν λέγων τῷ Πατρί.
Ἔλαθον
οὖν ἑαυτοὺς οἱ λοιδορήσαντες Ὠριγένην βλασφημήσαντες καὶ τὸν ἐπαινέτην
αὐτοῦ Ἀθανάσιον. Περὶ
Ὡς Ἰωάννης προσκαλεσάμενος τὸν Ἐπιφάνιον μὴ ὑπακούσαντα ἀλλὰ μᾶλλον καὶ ἐν τῇ τῶν ἀποστόλων ἐκκλησίᾳ παρασυνάγοντα, δηλοῖ αὐτῷ μεμφόμενος, ὡς παρὰ κανόνας πολλὰ πράττοντι. Ὅθεν ὁ Ἐπιφάνιος εὐλαβηθεὶς ἀνεχώρησε.
Ἰωάννης οὐκ ἠγανάκτησεν, ἐφ̓ οἶς παρὰ κανόνα ἐν τῇ αὐτοῦ οὐκ
ἔφη οὐδὲ συμμένειν αὐτῷ, οὐδὲ συνεύξεσθαι, ἐὰν μὴ τοὺς περὶ
Διόσκορον ἐξελάσῃ τῆς πόλεως, αὐτὸς δὲ καθυπογράψῃ τοῖς
καθαιρετικοῖς τῶν Ὠριγένους βιβλίων.
Ἰωάννου δὲ ταῦτα ποιεῖν
ὑπερτιθεμένου, καὶ λέγοντος μὴ δεῖν πρὸ καθολικῆς διαγνώσεως προπετές
τι ποιεῖν,
ἐπὶ ἑτέραν βουλὴν οἱ ἀπεχθῶς πρὸς Ἰωάννην ἔχοντες τὸν
Ἐπιφάνιον ἄγουσι. Κατασκευάζουσι γὰρ μελλούσης ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπωνύμῳ
τῶν ἀποστόλων συνάξεως γίνεσθαι προελθεῖν τὸν Ἐπιφάνιον, καὶ ἐπὶ τοῦ
λαοῦ παντὸς διαβαλεῖν μὲν τὰ Ὠριγένους βιβλία, ἀποκηρῦξαι δὲ τοὺς περὶ
Διόσκορον, καὶ διασύραι Ἰωάννην, ὡς καὶ αὐτὸν ἐκείνοις τιθέμενον. Ταῦτα
ἀνηγγέλη Ἐλπίζω σε μὴ ἀποθανεῖν ἐπίσκοπον.
Ἔλπιζε μὴ ἐπιβῆναι
τῆς σαυτοῦ πατρίδος.
Ταῦτα οὐκ ἔχω εἰπεῖν, εἰ ἀληθῆ ἔλεξαν οἱ
ἐμοὶ ἀπαγγείλαντες: ἀμφότεροι δὲ ὅμως ταύτην ἔσχον τὴν ἔκβασιν. Οὔτε γὰρ
Ἐπιφάνιος τῆς Κύπρου ἐπέβη, ἐν γὰρ τῷ πλοίῳ ἀπιὼν ἐτελεύτησεν: καὶ
Ἰωάννης μικρὸν ὕστερον κατηνέχθη τοῦ θρόνου, ὡς προϊόντες δηλώσομεν.
Ὡς μετὰ τὸν ἀπόπλουν Ἐπιφανίου λόγον κατὰ γυναικῶν Ἰωάννης δημηγορήσας, καὶ διὰ τοῦτο, σπουδῇ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης, συνόδου γενομένης ἐν Χαλκηδόνι κατ̓ αὐτοῦ, τῆς ἐκκλησίας ἐξωθεῖται.
Ἀποπλεύσαντος γὰρ τοῦ Ἐπιφανίου, πυνθάνεται παρὰ τινῶν ὁ Ἰωάννης, ὡς ἡ
βασίλισσα Εὐδοξία τὸν Ἐπιφάνιον ἐξώπλισε κατ̓ αὐτοῦ. Καὶ θερμὸς ὢν τὸ
ἦθος καὶ περὶ τὸν λόγον ἕτοιμος, μὴ μελλήσας διέξεισι ψόγον κοινῶς κατὰ
πασῶν γυναικῶν ἐπὶ τοῦ λαοῦ. Ἁρπάζει τὸ πλῆθος τὸν λόγον ὡς αἴνιγμα κατὰ
τῆς βασιλίδος λεχθέν: καὶ ὁ λόγος ἐκληφθεὶς ὑπὸ τῶν κακουργούντων εἰς
γνῶσιν ἄγεται τῶν κρατούντων. Γνοῦσα δὲ ἡ Αὐγοῦστα, πρὸς τὸν βασιλέα τὴν
οἰκείαν ὕβριν ὠδύρατο, αὐτοῦ ὕβριν εἶναι λέγουσα τὴν ἑαυτῆς.
Παρασκευάζει οὖν τὸν Θεόφιλον ταχεῖαν ποιεῖσθαι σύνοδον κατ̓ αὐτοῦ:
συγκατασκευάζει δὲ ταῦτα καὶ Σεβηριανός: ἔτι γὰρ τὴν λύπην ἐφύλαττεν. Οὐ
πολὺς οὖν ἐν μέσῳ χρόνος, καὶ παρῆν Θεόφιλος πολλοὺς ἐκ διαφόρων πόλεων
ἐπισκόπους κινήσας: τοῦτο δὲ καὶ τοῦ βασιλέως ἐκέλευε πρόσταγμα. Μάλιστα
δὲ συνέρρεον, ὅσοι πρὸς Ἰωάννην ἄλλος δἰ ἄλλην αἰτίαν λελύπηντο: παρῆσαν
δὲ καὶ ὅσους τῆς ἐπισκοπῆς ἀπεκίνησε. Πολλοὺς γὰρ ὁ Ἰωάννης καθῃρήκει
τῶν ἐν Ἀσίᾳ ἐπισκόπων, ὅτε διὰ τὴν Ἡρακλείδου χειροτονίαν ἀπεληλύθει ἐπὶ
τὴν Ἔφεσον. Πάντες οὖν συμφωνήσαντες εἰς τὴν Χαλκηδόνα τῆς Βιθυνίας
συνήρχοντο: τότε δὲ ἦν ἐπίσκοπος τῆς Χαλκηδόνος Κυρῖνος ὄνομα, γένει
Αἰγύπτιος: ὅστις πολλὰ πρὸς τοὺς ἐπισκόπους ἔλεγε, τὸν ἀσεβῆ, τὸν
ἀλαζόνα, τὸν ἀγόνατον
ἀποκαλῶν: ἥδοντο μὲν οὖν ἐπὶ τοῖς
λεγομένοις οἱ ἐπίσκοποι. Μαρουθᾶς δὲ Μεσοποταμίας ἐπίσκοπος ἄκων τὸν
πόδα τοῦ Κυρίνου ἐπάτησεν: ὁ δὲ ὀδυνηρῶς ἐκ τούτου δεῖν κρίνεσθαι τὰ κατ
αὐτὸν ἐπὶ μείζονος συνεδρίου.’ Τοῦ βασιλέως δὲ ἐκέλευε πρόσταγμα, ᾗ
τάχος ἐξωθεῖσθαι αὐτὸν, καὶ ἐπ̓ ἐξορίαν ἀπάγεσθαι. Τοῦτο γνοὺς ὁ Ἰωάννης
τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὴν καθαίρεσιν περὶ τὸ μεσημβρινὸν ἑαυτὸν ἐξέδωκε,
λαθὼν τὸ πλῆθος: ἐφυλάττετο γὰρ μή τις ταραχὴ γένηται δἰ αὐτόν: καὶ ὁ
μὲν ἀπήγετο.
Ὡς τοῦ λαοῦ στασιάσαντος διὰ τὴν ἀπαγωγὴν Ἰωάννου, Βρίσων ὁ τῆς βασιλίδος εὐνοῦχος ἀποσταλεὶς πάλιν αὐτὸν ἐπανήγαγεν ἐν Κωνσταντινουπόλει.
Ὁ δὲ λαὸς ἀφόρητα ἐστασίαζεν. Οἷα δὲ ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι,
πολλοὶ τῶν ἀπεχθῶς πρὸς αὐτὸν ἐχόντων ἐπὶ οἶκτον τοῦτο δεῖ κρίσει γενέσθαι, καὶ δεῖν
τοὺς καταψηφισαμένους πάλιν ἀποψηφίσασθαι,
ἐξεκαίετο τὸ πλῆθος,
ἰδεῖν αὐτὸν καθήμενον ἐν τῷ θρόνῳ ποθοῦντες, καὶ πάλιν αὐτοῦ διδάσκοντος
ἀκροᾶσθαι. Ἐξίσχυσεν ὁ λαὸς ταῦτα κατεργάσασθαι: καὶ καθίσας ὁ Ἰωάννης
εἰς τὸν ἐπισκοπικὸν θρόνον συνήθως μὲν τὴν εἰρήνην τῷ λαῷ ἐπηύξατο:
προσαναγκασθεὶς δὲ, καὶ ἐδίδαξε. Τοῦτο πραχθὲν τοῖς ἀπεχθῶς ἔχουσι πρὸς
αὐτὸν ἑτέρας σκευωρίας παρέσχεν ὑπόθεσιν: ἀλλὰ περὶ τούτου μὲν τέως
ἡσύχαζον.
Ὡς δ̔??ʼὰ τὸ βὁ??ʼλεσθτα Θεόφιλ̔??ʼν τὰ ʽ??ʼθ̓ Ἡῥ??ʼκλείδὁ??ʼ ἀπ̔??ʼντος ἐξετάζεσθαι, τοῦ Ἱ̓??ʼννὁ??ʼ ἀντιλέγ̔??ʼντ̔??ʼς, συμπληγάδος γενομέν̔??ʼς, πολλοὶ ἀπώλοντο μετ̔??ʼξὺ τῶν Κ̔??ʼταντιν̔??ʼολ̔??ʼῶν καὶ τῶν Ἀλεξανδρέων: ἐφ̓ οἷς φοβηθεὶς Θεόφιλος καί τινες τῶν ἐπισκὅ??ʼ τῆς πόλεως ἐξεληλ̔??ʼσι.
Πρότερον δὲ τὰ κατὰ τὴν χειροτονίαν Ἡρακλείδου ἀναζητεῖσθαι Θεόφιλος
παρεσκεύαζεν, ὅπως, εἰ δύναιτο, ταύτην γοῦν ἀφορμὴν λάβοι πρὸς τὴν
Ἰωάννου καθαίρεσιν. Ἡρακλείδης μὲν οὖν οὐ παρῆν: ἐκρίνετο δὲ ἀπὼν, ὡς
εἴη τυπτήσας τινὰς ἀδίκως, ἀλύσει τε δήσας, καὶ πομπεῦσαι ποιήσας διὰ
μέσης τῆς Ἐφεσίων πόλεως. Τῶν τοίνυν περὶ Ἰωάννου λεγόντων, μὴ δεῖν κατὰ
ἀπόντων κριτήριον ποιεῖσθαι, οἱ ἐκ τῆς Ἀλεξανδρείας ἐφιλονείκουν, δεῖν
δέχεσθαι τοὺς κατηγοροῦντας Ἡρακλείδου, εἰ καὶ κατηγοροῦσιν ἀπόντος
αὐτοῦ. Στάσις οὖν ἐντεῦθεν καὶ διαπληκτισμὸς μεταξὺ τῶν
Κωνσταντινουπόλεως καὶ τῆς Ἀλεξανδρείας ἐγίνετο σύντονος. Καὶ γενομένης
συμπληγάδος, πολλοὶ μὲν τραύματα ἔλαβον, ὀλίγοι δὲ καὶ ἀπώλοντο. Ταῦτα
εἰδὼς Θεόφιλος εὐθὺς ὡς εἶχεν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἔφυγε: τοῦτο δὲ καὶ
οἱ ἄλλοι ἐποίουν ἐπίσκοποι, πλὴν ὀλίγων οἳ τὰ Ἰωάννου ἠσπάζοντο: καὶ
πάντες εἰς τὰ ἑαυτῶν φυγῇ ἀπεχώρησαν. Τούτων οὕτω γενομένων, ἐν
καταγνώσει μὲν τοῖς πᾶσιν ὁ Θεόφιλος ἦν: ηὔξησε δὲ τὸ κατ̓ αὐτοῦ μῖσος
τὸ αὖθις αὐτὸν μηδὲν ὑποστειλάμενον τὰ Ὠριγένους ἀσκεῖσθαι βιβλία.
Ἐρωτηθεὶς οὖν ὑπό τινος, πῶς ἃ ἀπεκήρυξε,
ταῦτα ἀσπάζεται πάλιν,
ταῦτα ἀπεκρίνατο: Τὰ Ὠριγένους ἔοικε βιβλία λειμῶνι πάντων ἀνθέων: εἴ
τι οὖν ἐν αὐτοῖς ἐφεύρω καλὸν, τοῦτο δρέπομαι: εἰ δέ τι μοι
ἀκανθῶδες φανείη, τοῦτο ὡς κεντοῦν ὑπερβαίνω.
Τοιαῦτα Θεόφιλος
ἀπεκρίνατο, μὴ λογισάμενος τὸ τοῦ σοφοῦ Σολομῶντος, ὅτι λόγοι σοφῶν
ὡς τὰ βούκεντρα,
καὶ οὐκ ὀφείλουσι
Περὶ τῆς ἀργυρᾶς στήλης τῆς Εὐδοξίας, καὶ ὡς διὰ τοῦτο πάλιν Ἰωάννης τῆς ἐκκλησίας ἐξωσθεὶς εἰς ἐξορίαν ἀπήγετο.
Τῆς Αὐγούστης Εὐδοξίας ἀνδριὰς ἀνέστη ἀργυροῦς ἐπὶ κίονος πορφυροῦ,
χλανίδα ἐνδεδυμένος: ἕστηκε δὲ οὗτος ἐπὶ βήματος ὑψηλοῦ, οὔτε ἐγγὺς οὔτε
πόρρω τῆς ἐκκλησίας, ᾗ ἐπώνυμον Σοφία: ἀλλὰ διείργει ἄμφω μέση πλατείας
ὁδός. Ἐπὶ τούτῳ συνήθως δημώδεις ἤγοντο παιδιαί: Ἰωάννης δὲ ὕβριν τὰ
γινόμενα τῆς ἐκκλησίας νομίζων, τὴν συνήθη τε παρρησίαν ἀνακτησάμενος,
πάλιν τὴν ἑαυτοῦ γλῶτταν κατὰ τῶν ταῦτα ποιούντων ἐξώπλιζε. Καὶ δέον
τοὺς κρατοῦντας λόγῳ παρακλητικῷ πείθειν παῦσαι τῆς παιδιᾶς, ὁ δὲ τοῦτο
μὲν οὐκ ἐποίει: καταφορικῇ δὲ τῇ γλώσσῃ χρησάμενος ἔσκωπτε τοὺς γενέσθαι
ταῦτα κελεύσαντας. Ἡ δὲ βασίλισσα πάλιν εἰς ἑαυτὴν εἷλκε τὰ γενόμενα:
καὶ ὕβριν ἑαυτῆς τοὺς ἐκείνου λόγους νομίζουσα, πάλιν παρασκευάζει
σύνοδον ἐπισκόπων συνάγεσθαι κατ̓ αὐτοῦ. Αἰσθόμενος δὲ ὁ Ἰωάννης τὴν
περιβόητον ἐκείνην ἐπὶ τῆς ἐκκλησίας διεξῆλθεν ὁμιλίαν, ἧς ἡ ἀρχή:
Πάλιν Ἡρωδιὰς μαίνεται, πάλιν ταράσσεται, πάλιν ὀρχεῖται, πάλιν
ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου ζητεῖ λαβεῖν.
Τοῦτο πλέον πρὸς
ὀργὴν ἐξῆψε τὴν βασιλίδα. Καὶ μετ̓ οὐ πολὺ παρῆσαν οἱ ἐπίσκοποι,
Λεόντιος ἐπίσκοπος Ἀγκύρας τῆς μικρᾶς Γαλατίας, Ἀμμώνιος Λαοδικείας τῆς
ἐν Πισιδίᾳ, Βρίσων Φιλίππων τῶν ἐν Θρᾴκῃ, Ἀκάκιος Βεροίας τῆς ἐν Συρίᾳ,
καὶ ἄλλοι τινές: παρόντων δὲ τούτων, ἀνεκινοῦντο οἱ πρώην κατήγοροι.
Ἰωάννης μὲν οὖν ἐθάρρει ἐπὶ τούτοις, καὶ ἠξίου ἐπιζητεῖσθαι τὰ
κατηγορούμενα: τῆς δὲ ἑορτῆς τῶν γενεθλίων τοῦ Σωτῆρος ἐπελθούσης, ὁ
βασιλεὺς εἰς τὴν ἐκκλησίαν συνήθως οὐκ ἀπήντα: ἀλλὰ δηλοῖ τῷ Ἰωάννῃ, ὡς
οὐ πρότερον αὐτῷ κοινωνήσει πρὶν ἂν πρότερον ἀποδύσηται τὰ ἐγκλήματα.
Ἐπεὶ δὲ τοῦ Ἰωάννου θαρροῦντος οἱ κατήγοροι δειλότεροι ἐδείκνυντο, οἱ
παρόντες ἐπίσκοποι ἄλλο μὲν ἐρεύνων οὐδέν: μόνον δὲ τοῦτο δεῖν εἰς
κρίσιν ἄγεσθαι ἔλεγον, ὅτι μετὰ τὴν καθαίρεσιν, μὴ ψηφισαμένης τῆς
συνόδου αὐτῷ, εἰς τὸν θρόνον εἰσεπήδησε. Τοῦ δὲ λέγοντος, ὡς
ἑξηκονταπέντε ἐπίσκοποι Ἀλλὰ πλείους, ὦ Ἰωάννη, κατεψηφίσαντό σου ἐν
τῇ συνόδῳ.
Ἐπεὶ δὲ πάλιν ὁ Ἰωάννης τὸν κανόνα τοῦτον οὐ τῆς
αὐτῶν ἐκκλησίας, ἀλλὰ τῶν Ἀρειανῶν εἶναι ἔλεγεν,—οἱ γὰρ ἐν τῇ Ἀντιοχείᾳ
συνελθόντες ἐπὶ τῇ καθαιρέσει τῆς ὁμοουσίου
πίστεως, ἀπεχθείᾳ τῇ
πρὸς Ἀθανάσιον τὸν κανόνα ἐξέδωκαν,—μὴ Ἰωαννῖται
προσηγορεύθησαν. Ἰωάννης δὲ ἐπὶ δύο μῆνας οὐδαμοῦ προέβαινεν, ἕως ὅτου
βασιλέως ἐκέλευε πρόσταγμα εἰς ἐξορίαν ἀπάγεσθαι. Καὶ ὁ μὲν ἀπήγετο τῆς
ἐκκλησίας ἑλκυσθείς: τινὲς δὲ τῶν Ἰωαννιτῶν κατ̓ αὐτὴν τὴν ἡμέραν τὴν
ἐκκλησίαν ἐνέπρησαν. Καιομένης δὲ αὐτῆς, ἄνεμος ἀπηλιώτης πνεύσας καὶ
τὸν οἶκον τῆς συγκλήτου γερουσίας κατέκαυσε. Τοῦτο γέγονε τῇ εἰκάδι τοῦ
Ἰουνίου μηνὸς, ἐν ὑπατείᾳ Ὁνωρίου ἕκτῃ,
Περὶ Ἀρσακίου τοῦ μετὰ Ἰωάννην χειροτονηθέντος καὶ περὶ Κυρίνου τοῦ Χαλκηδόνος.
Ὀλίγων δὲ ἡμερῶν διελθουσῶν, χειροτονεῖται ἐπίσκοπος Κωνσταντινουπόλεως
Ἀρσάκιος: ὃς ἀδελφὸς μὲν ἐγεγόνει Νεκταρίου, τοῦ πρὸ Ἰωάννου τὴν
ἐπισκοπὴν καλῶς δισικήσαντος, γηραιὸς δὲ σφόδρα, ὑπὲρ γὰρ ὀγδοήκοντα ἔτη
ἐτύγχανεν ὤν. Καὶ τούτου δἰ ἀγόνατον
αὐτὸν συνεχῶς
Ὡς μετὰ Ἀρσάκιον Ἀττικὸς τὸν Κωνσταντινουπόλεως θρόνον κατέσχεν.
Ἀρσάκιος δὲ οὐ πολὺν ἐπεβίω τῇ ἐπισκοπῇ χρόνον: τῇ γὰρ
Περὶ τῆς Ἰωάννου ἐν ἐξορίᾳ πρὸς Κύριον ἀναλύσεως.
Ἰωάννης δὲ ἐπὶ τὴν ἐξορίαν ἀπαγόμενος ἐν Κομάνοις τοῦ Εὐξείνου Πόντου
ἐτελεύτησε, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Σεπτεμβρίου μηνὸς, τῇ ἑξῆς ὑπατείᾳ,
ἥτις ἦν Ὁνωρίου τὸ ἕβδομον καὶ Θεοδοσίου Χιλιάκις μετανοήσας εἴσελθε.
Ἐφ̓ ᾗ διδασκαλίᾳ πολλοὶ μὲν τῶν
γνωρίμων αὐτοῦ κατέγνωσαν: μάλιστα δὲ Σισίννιος ὁ τῶν Ναυατιανῶν
ἐπίσκοπος, ὃς καὶ λόγον ὑπεναντίον τοῦ λεχθέντος συνέγραψεν, καὶ
γενναίως αὐτοῦ διὰ τοῦτο κατέδραμεν: ἀλλὰ ταῦτα μὲν ἤδη πρότερον
ἐγεγόνει.
Περὶ Σισιννίου ἐπισκόπου Ναυατιανῶν, οἷα φησὶ προσωμιληκέναι πρὸς Ἰωάννην.
Περὶ δὲ Σισιννίου βραχέα διεξελθεῖν, οὐκ ἄκαιρον εἶναι ἡγοῦμαι. Ἀνὴρ ἦν,
ὡς πολλάκις ἔφην, ἐλλόγιμος, καὶ τὰ φιλόσοφα τοῦ χάριν ἐπίσκοπος ὢν δὶς
λούοιτο τῆς ἡμέρας,
Ἐπειδὴ τρίτον οὐ φθάνει,
ἀπεκρίνατο. Ἄλλοτε δὲ Ἀρσάκιον τὸν
ἐπίσκοπον κατὰ τιμὴν ὁρῶν, ἠρωτήθη ὑπό τινος τῶν περὶ Ἀρσάκιον, διὰ
τί ἀνοίκειον ἐπισκόπῳ ἐσθῆτα φοροίη, καὶ ποῦ γέγραπται λευκὰ τὸν
ἱερωμένον ἀμφιέννυσθαι.
Ὁ δὲ, Σὺ πρότερον,
ἔφη, εἰπὲ
ποῦ γέγραπται μέλαιναν ἐσθῆτα φορεῖν τὸν ἐπίσκοπον.
Τοῦ δὲ
ἐρωτήσαντος ἐν ἀπόρῳ γενομένου πρὸς τὴν ἀντερώτησιν, ἀπήγαγεν ὁ
Σισίννιος: Ἀλλὰ σὺ μὲν οὐκ ἂν,
ἔφη, ‘δεῖξαι δυνήσῃ, ὡς δεῖ τὸν
ἱερωμένον μέλανα ἀμφιέννυσθαι: ἐμοὶ δὲ καὶ ὁ Σολομὼν παρῄνεσε
Ἔστωσάν σοι ἱμάτια λευκά:
καὶ ὁ Σωτὴρ ἐν τοῖς Ηλίαν
λευκοφοροῦντας τοῖς ἀποστόλοις ἔδειξεν.
Ταῦτα δὴ καὶ ἄλλα πολλὰ
ἑτοίμως εἰπὼν τὰ μέγιστα ἐπὶ τῶν παρόντων ἐθαυμάσθη. Λεοντίου δὲ τοῦ
Ἀγκύρας τῆς ἐν τῇ μικρᾷ Γαλατίᾳ ἐπισκόπου Ναυατιανῶν ἐκκλησίαν
ἀφαιρουμένου, καὶ τῇ Κωνσταντινουπόλει ἐπιδημοῦντος, ὁ Σισίννιος ἐλθὼν
παῤ αὐτὸν παρεκάλει ἀποδοῦναι τὴν ἐκκλησίαν. Ὁ δὲ θερμῶς ἀπήντησε καὶ
φησὶ πρὸς αὐτόν: Ὑμεῖς,
φησὶν, οἱ Ναυατιανοὶ οὐκ ὀφείλετε
ἐκκλησίας ἔχειν, τὴν μετάνοιαν ἀναιροῦντες καὶ τὴν φιλανθρωπίαν τοῦ
Θεοῦ ἀποκλείοντες.
Ταῦτα καὶ τὰ τοιαῦτα πλείονα τοῦ Λεοντίου
κακῶς τοὺς Ναυατιανοὺς λέγοντος, ἔφη ὁ Σισίννιος: Καὶ μὴν οὐδεὶς οὕτω
μετανοεῖ ὡς ἐγώ.
Τοῦ δὲ πάλιν ἐπάγοντος, Πῶς μετανοεῖς;
ἔφη ὁ Σισίννιος, Ὅτι σὲ εἶδον,
ἀπεκρίνατο.
Ἰωάννου δέ ποτε τοῦ ἐπισκόπου ἐγκαλοῦντος αὐτῷ, καὶ λέγοντος ὅτι οὐ
δύναται ἡ πόλις δύο ἐπισκόπους ἔχειν,
ὁ Σισίννιος ἔφη, Οὐδὲ
γὰρ ἔχει.
Τοῦ δὲ Ἰωάννου χαλεπῄναντος καὶ φήσαντος, Ὁρᾷς ὅτι
μόνος εἶναι βούλει ἐπίσκοπος,
ὁ Σισίννιος, Οὐ τοῦτο,
ἔφη,
λέγω, ἀλλ̓ ὅτι ἐγὼ παρὰ σοὶ μόνῳ οὐκ εἰμὶ ἐπίσκοπος, ὃς τοῖς
ἄλλοις εἰμί.
Ὁ δὲ Ἰωάννης πρὸς τὸ λεχθὲν ἀγανακτήσας, Ἀλλ̓
ἐγώ σε,
ἔφη, παύσω προσομιλεῖν: αἱρετικὸς γὰρ ὑπάρχεις.
Ἀλλ̓ ἐγὼ,
ἔφη, καὶ μισθοὺς παρέξω, εἴ με τηλικούτου
καμάτου ἀπαλλάξειας.
Διαμαλαχθεὶς δὲ ἐκ τῆς ἀποκρίσεως ὁ
Ἰωάννης, Ἀλλ οὐκ ἄν σε,
ἔφη, παύσω τοῦ προσομιλεῖν ἐγὼ, εἴ σε
ὅλως τὸ
Οὕτω μὲν οὖν ἕτοιμος πρὸς
τὰς ἀποκρίσεις καὶ χαρίεις ἦν ὁ Σισίννιος. Γράφειν δὲ ταῦτα καὶ
ἀπομνημονεύειν τὰ εἰρημένα αὐτῷ, μακρὸν ἂν εἴη: διὸ καὶ δἰ ὀλίγων
ἐπέδειξα οἷος ἦν, ἀρκεῖν ἡγησάμενος. Ἐκεῖνο δέ φημι, ὅτι διὰ παίδευσιν
περιβόητος ἦν: καὶ διὰ ταύτην πάντες ἐφεξῆς οἱ ἐπίσκοποι ἠγάπων τε καὶ
ἐτίμων αὐτόν: οὐ μὴν ἀλλὰ καὶ πάντες οἱ τῆς συγκλήτου περιφανεῖς
ἔστεργόν τε αὐτὸν καὶ ἐθαύμαζον. Καὶ πολλὰ μὲν αὐτῷ βιβλία συγγέγραπται:
λεξιθηρεῖ δὲ ἐν αὐτοῖς, καὶ ποιητικὰς παραμίγνυσι λέξεις: λέγων δὲ
μᾶλλον, ἢ ἀναγινωσκόμενος ἐθαυμάζετο: προσῆν γὰρ αὐτῷ χάρις τῷ τε
προσώπῳ καὶ τῇ φωνῇ, καὶ τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ ὅλῃ κινήσει
τοῦ σώματος. Ἠγαπᾶτο οὖν καὶ διὰ ταῦτα παρὰ πασῶν τε τῶν θρησκειῶν, καὶ
μάλιστα παρὰ τοῦ ἐπισκόπου Ἀττικοῦ. Καὶ τὰ μὲν περὶ Σισιννίου ἐξαρκεῖν
ἡγοῦμαι.
Περὶ τῆς Ἀρκαδίου τοῦ βασιλέως τελευτῆς.
Τελευτᾷ δὲ οὐ πολὺ μετὰ τὴν Ἰωάννου τελευτὴν ὁ βασιλεὺς Ἀρκάδιος, ἀνὴρ
πρᾷος καὶ ἡσύχιος, καὶ πρὸς τῷ τέλει τῆς ζωῆς θεοφιλοῦς δόξαν κτησάμενος
ἐξ αἰτίας τοιᾶσδε. Ἐν τῇ Κωνσταντινουπόλει οἶκος ἐστὶ μέγιστος, Καρύαν
ἔχων ἐπώνυμον: ἔστι γὰρ ἐν τῇ αὐλῇ τοῦ οἴκου δένδρον καροία, ἐφ̓ ἧς
κρεμασθῆναι λόγος τὸν μάρτυρα Ἀκάκιον καὶ τελειωθῆναι: δἰ ἣν αἰτίαν καὶ
οἰκίσκος τῷ δένδρῳ παρῳκοδομήθη εὐκτήριος. Τοῦτον ἱστορῆσαι ὁ βασιλεὺς
Ἀρκάδιος βουληθεὶς, εἰς αὐτὸν παρεγένετο: εὐξάμενός τε αὖθις ἀπεχώρει.
Πάντες δὲ οἱ περιοικοῦντες τὸν εὐκτήριον οἶκον ἐπὶ τῷ θεάσασθαι τὸν
βασιλέα συνέτρεχον. Καὶ οἱ μὲν ἔξω τῆς οἰκίας γενόμενοι προκαταλαβεῖν
τὰς παρόδους ἐσπούδαζον, ἀφ̓ ὧν φανερώτερόν τε τοῦ βασιλέως τὸ πρόσωπον
καὶ τὴν περὶ αὐτὸν δορυφορίαν ἡγοῦντο θεάσασθαι: ἄλλοι δὲ ἐπηκολούθουν,
ἕως ἅπαντες σὺν γυναιξὶ καὶ παιδίοις ἐκτὸς τοῦ οἴκου ἐγένοντο: καὶ μετὰ
τοῦτο εὐθὺς ὁ περικείμενος τῷ εὐκτηρίῳ μέγιστος οἶκος ἅπας κατέπεσεν. Ἐκ
δὴ τούτου βοὴ σὺν θαύματι ἐπηκολούθει, ὡς ἡ τοῦ βασιλέως εὐχὴ τοσούτους
τῆς ἀπωλείας ἐρρύσατο: τοῦτο μὲν οὕτως ἐγένετο. Τὸ παριστάμενον ὑμῖν
καταξιώσατε αὐτοὶ διαλαβόντες καὶ κρίναντες ὁρίσαι, ἐγὼ γὰρ
παραιτοῦμαι τὴν μεταξὺ αὐτῶν διάγνωσιν.
Τούτων λεχθέντων ὑπὸ
Ἰωάννου, καὶ ἀναστάντος αὐτοῦ, ὁμοίως καὶ τὸ κοινὸν τοῦ συνεδρίου
ἀναστὰν κατέλιπεν οὕτω τὰ τῆς δίκης, καταμεμφόμενοι μᾶλλον Σεβηριανὸν
διὰ τὸ μὴ εἶξαι τοῖς ῥηθεῖσι παρὰ τοῦ ἐπισκόπου Ἰωάννου. Τοῦ λοιποῦ δὲ
οὐκέτι εἰς συντυχίαν τὸν Σεβηριανὸν Ἰωάννης ἐδέξατο: ἀλλ̓ εἰς τὴν
πατρίδα τὴν αὐτοῦ ἐκδημεῖν αὐτὸν παρεκελεύετο, δηλώσας αὐτῷ τοιάδε:
Οὐκ ἔστι χρήσιμον,
φησὶ, ὦ Σεβηριανὲ, ἐν τοσούτῳ χρόνῳ τὴν
ἐμπιστευθεῖσάν σοι παροικίαν ἀπρονόητον καὶ ἐκτὸς ἐπισκόπου
τυγχάνειν: διὸ σπεύσας κατάλαβε τὰς ἐκκλησίας σου, καὶ μὴ ἀμέλει τοῦ
χαρίσματος τοῦ ἐν σοί.
Ἤδη δὲ στειλαμένου αὐτοῦ ἐπὶ τὴν
ὁδοιπορίαν, γνοῦσα ταῦτα ἡ Αὐγοῦστα Εὐδοξία μέμφεται μὲν τῷ Ἰωάννῃ:
παρασκευάζει δὲ ᾗ τάχος καλεῖσθαι τὸν Σεβηριανὸν ἐκ τῆς ἐν Βιθυνίᾳ
Χαλκηδόνος. Καὶ ὁ μὲν ὅσον οὐδέπω παρῆν: Ἰωάννης δὲ τὴν πρὸς αὐτὸν
φιλίαν ἐξέκλινε, καὶ οὐδενὸς παρακαλοῦντος ἐπείθετο. Ἕως ἡ βασίλισσα
Ὡς τοῦ βασιλέως Ἀρκαδίου τελευτήσαντος, καὶ καταλιπόντος τὸν υἱὸν Θεοδόσιον ὀκταετῆ, Ἀνθέμιος ὕπαρχος τὴν τῶν ὅλων διοίκησιν ἐποιεῖτο.
Τοῦ δὴ βασιλέως Ἀρκαδίου τελευτήσαντος τῇ πρώτῃ τοῦ Μαίου μηνὸς, ἐν
ὑπατείᾳ Βάσσου καὶ Φιλίππου, Ὁνώριος μὲν ὁ αὐτοῦ ἀδελφὸς τὰ ἑσπέρια
διεῖπε μέρη: ὑπὸ δὲ τῷ υἱῷ τῷ νέῳ Θεοδοσίῳ ὀκταετεῖ τυγχάνοντι τὰ τῆς
ἑῴας ἐτάττετο: Ἀνθεμίου τοῦ ὑπάρχου τὴν διοίκησιν ποιουμένου τῶν ὅλων,
ὃς ἔγγονος μὲν ἦν Φιλίππου τοῦ Παῦλον τὸν ἐπίσκοπον ἐπὶ Κωνσταντίου
ἐκβαλόντος τῆς
Περὶ Ἀττικοῦ τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου, ὁποῖος ἦν τὸ ἦθος.
Τοῦ τοίνυν βασιλέως ὄγδοον ἔτος ἄγοντος, τρίτον ἔτος εἶχεν Ἀττικὸς τοῦτο
ἐν τῇ Κωνσταντινουπόλει διαπρέπων: ἀνὴρ, ὡς τοὺς οἰκείους τῆς πίστεως
συνεκρότει, τοῖς πᾶσι τὰ πάντα ἐγίνετο.
Καὶ πρότερον μὲν ἡνίκα ἐν τῷ
πρεσβυτερίῳ ἐτάττετο, ἐκμαθὼν οὓς καὶ ἐπόνει λόγους ἐπ̓ ἐκκλησίας
ἐδίδασκε: μετὰ δὲ ταῦτα σὺν τῇ φιλοπονίᾳ καὶ παρρησίαν κτησάμενος, ἐξ
αὐτοσχεδίου καὶ πανηγυρικωτέραν τὴν διδασκαλίαν ἐποιεῖτο. Οὐ μὴν
τοιοῦτοι ἦσαν οἱ λόγοι ὡς καὶ παρὰ τῶν ἀκροατῶν σπουδάζεσθαι ἢ γραφῇ
παραδίδοσθαι. Περὶ μὲν οὖν ἤθους αὐτοῦ καὶ τρόπου καὶ παιδεύσεως
ἀποχρώντως εἰρήσθω: ὅσα μέντοι μνήμης ἄξια ἐπὶ τῶν αὐτοῦ χρόνων ἐγένετο,
διηγήσομαι.
Περὶ Θεοδοσίου καὶ Ἀγαπητοῦ τῶν ἐν Συνάδοις ἐπισκοπησάντων.
Ἐν Συνάδῳ πόλει τῆς Πακατιανῆς Φρυγίας, Θεοδόσιός τις ἐπίσκοπος ἦν, ὃς
τοὺς ἐν αὐτῇ αἱρετικοὺς,—πολλοὶ δὲ ἐν αὐτῇ ὄντες ἐτύγχανον τῆς
Μακεδονιανῶν θρησκείας,—συντόνως ἐδίωκεν: ἐξελαύνων αὐτοὺς οὐ μόνον τῆς
πόλεως, ἀλλὰ δὴ καὶ τῶν ἀγρῶν. Καὶ τοῦτο ἐποίει, οὐκ εἰωθὸς διώκειν τῇ
ὀρθοδόξῳ ἐκκλησίᾳ, οὔτε μὴν ζήλῳ τῆς ὀρθῆς πίστεως, ἀλλὰ φιλαργυρίας
πάθει δουλεύων ἐκ τῶν αἱρετικῶν χρήματα συλλέγειν ἐσπούδαζεν. Διὸ πάντα
ἐκίνει κατὰ τῶν τὰ Μακεδονίου φρονούντων, τὰς χεῖρας ἐξοπλίζων τῶν ὑφ̓
αὑτῷ κληρικῶν: καὶ μυρίαις κατ̓ αὐτῶν χρώμενος μηχαναῖς: οὐδὲ τοῦ
δικαστηρίοις αὐτοὺς προσδεσμεῖν ἀπήλλακτο: μάλιστα δὲ τὸν ἐπίσκοπον
αὐτῶν, ᾧ ὄνομα ἦν Ἀγαπητὸς, διαφόρως ἐτάραττεν. Ἐπειδὴ δὲ οἱ τῆς
ἐπαρχίας ἄρχοντες οὐδαμῶς ἐξαρκεῖν αὐτῷ πρὸς τιμωρίαν ἐδόκουν, ἀναδραμὼν
ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπαρχικῶν προσταγμάτων ἐδέετο. Ἐν ὅσῳ οὖν ὁ
Θεοδόσιος ἐν τῇ Κωνσταντινουπόλει διὰ ταῦτα παρεῖλκεν, ὁ Ἀγαπητὸς, ὃν
προεστάναι τῆς Μακεδονίου θρησκείας ἔφην, ἐπὶ ἀγαθὴν ἦλθεν
ὁμοουσίου
πίστιν προσδέξασθαι. Καὶ τοῦτο καταστήσας, εὐθὺς ὡς
εἶχε σὺν πλήθει πολλῷ, μᾶλλον δὲ σὺν παντὶ τῷ λαῷ, ἐπὶ τὴν ἐκκλησίαν ὁμοουσίου
πίστιν διδάσκων, τῶν ὑπὸ Σύναδα ἐκκλησιῶν ἐγκρατὴς
ἐγένετο. Τούτων οὕτω γενομένων, ἐφίσταται μετ̓ οὐ πολὺ Θεοδόσιος, τὴν
ἐπαρχικὴν βοήθειαν ἐπαγόμενος: οὐδέν τε τῶν γενομένων εἰδὼς, ὡς εἶχεν
ἐπὶ τὴν ἐκκλησίαν ἐχώρει: ἐξελαθεὶς δὲ ἐξ αὐτῆς παρὰ πάντων ὁμοῦ, αὖθις
ἐπὶ τὴν Κωνσταντινούπολιν πάλιν ἐπορεύετο. Γενόμενός τε ἐν αὐτῇ ἐπὶ τοῦ
ἐπισκόπου Ἀττικοῦ τὰ καθ̓ ἑαυτὸν ἀπωδύρετο, ὡς παραλόγως εἴη τῆς
ἐπισκοπῆς ἐκβληθείς. Ἀττικὸς δὲ γνοὺς πρᾶγμα λυσιτελῶς ἀποβὰν τῇ
ἐκκλησίᾳ, τὸν μὲν Θεοδόσιον λόγῳ παρεμυθήσατο, πείσας ἀνεξικάκως τὸν
ἡσύχιον βίον ἀσπάζεσθαι, προκρίνειν τε τὰ κοινὰ τῶν ἰδίων διδάξας.
Γράφει τε τῷ Ἀγαπητῷ, ἔχεσθαι τῆς ἐπισκοπῆς μηδὲν ἐκ τῆς Θεοδοσίου λύπης
ἀνιαρὸν ὑφορώμενον.
Περὶ τοῦ ἰαθέντος ἐν τῷ θείῳ βαπτίσματι Ἰουδαίου παραλυτικοῦ ὑπὸ Ἀττικοῦ τοῦ ἐπισκόπου.
Ἓν μὲν οὖν τοῦτο χρηστὸν ἐπὶ τῶν Ἀττικοῦ χρόνων τῇ ἐκκλησίᾳ ὑπῆρξεν: οὔτε
δὲ θαυμάτων ἢ ἰαμάτων ἡ τῶν χρόνων τούτων κατάστασις ἄμοιρος ἦν.
Ἰουδαῖος γάρ τις παραλυτικὸς ὢν ἐκ πολλῶν ἐτῶν ἐπὶ κλίνης κατέκειτο, καὶ
πάσης ἰατρικῆς εἰς αὐτὸν γυμνασθείσης, καὶ πάσης Ἰουδαϊκῆς εὐχῆς οὐδὲν
ἐπ̓ αὐτῷ δυνηθείσης, τέλος προστρέχει τῷ Χριστιανικῷ βαπτίσματι, τούτῳ
μόνῳ ἀληθινῷ ἰατρῷ χρήσασθαι πιστεύσας. Τοῦτο καταφανὲς τῷ ἐπισκόπῳ
Ἀττικῷ ταχέως ἐγίνετο: κατηχήσας οὖν αὐτὸν, καὶ τὴν εἰς Χριστὸν ἐλπίδα
εὐαγγελισάμενος, κομισθῆναι σὺν τῇ κλίνῃ κελεύει ἐπὶ τὸ φωτιστήριον. Ὁ
δὲ παραλυτικὸς Ἰουδαῖος εἰλικρινεῖ πίστει τὸ βάπτισμα δεξάμενος, ἀπὸ τῆς
κολυμβήθρας τοῦ βαπτιστηρίου ἀναληφθεὶς, εὐθὺς ἀπήλλακτο τοῦ νοσήματος,
καὶ τοῦ λοιποῦ ἐν τοῖς ὑγιαίνουσιν ἦν. Ταύτην τὴν θεραπείαν ἡ τοῦ
Χριστοῦ δύναμις καὶ ἐπὶ τοῖς ἡμετέροις καιροῖς δεῖξαι τοῖς ἀνθρώποις
ἠθέλησε: δἰ ἣν Ἕλληνες μὲν πολλοὶ πιστεύσαντες ἐβαπτίσθησαν: Ἰουδαίους
δὲ, καίπερ σημεῖα ζητοῦντας,
οὐδὲ τὰ γινόμενα
Ὅπως Σαββάτιος ὁ ἐξ Ἰουδαίων, Ναυατιανῶν πρεσβύτερος, ἀπέστη τῶν ὁμοδοξούντων αὐτῷ.
Πολλοὶ δὲ παῤ οὐδὲν ταῦτα τιθέμενοι, τῇ αὐτῶν μοχθηρίᾳ ἐσχόλαζον: οὐ γὰρ
μόνον Ἰουδαῖοι τοῖς γινομένοις τεραστίοις ἠπίστουν, ἀλλὰ δὴ καὶ οἱ
φιλοῦντες ἐκείνοις ἀκολουθεῖν ἐφάμιλλα αὐτοῖς Ἦν δὲ ἡ ἑορτὴ ἡ λεγομένη τῶν Ἰουδαίων Πάσχα,
προστίθησι τὰ
μηδαμῶς μήτε γεγραμμένα, μήτε ἀκουσθέντα ποτέ: ἔστι δὲ ταῦτα:
Ἐπικατάρατος,
φησὶν, ὁ ἔξω ἀζύμων τὸ Πάσχα ποιήσας.
Τοῦτο ἀκουσθὲν διεδόθη εἰς τοὺς πολλούς: καὶ συναρπασθέντες οἱ ἀκέραιοι
τῶν παρὰ Ναυατιανοῖς λαϊκῶν πρὸς αὐτὸν ἐχώρουν. Οὐ μὴν ἀπώνατο τοῦ
σοφίσματος: εἰς κακὸν γὰρ τέλος αὐτῷ τὰ τῆς πλαστογραφίας κατέστρεψε.
Μετ̓ οὐ πολὺ γὰρ τὴν ἐκ προλήψεως
Περὶ τῶν προεστώτων τηνικαῦτα τῆς τῶν Ἀρειανῶν δόξης.
Δωρόθεος δὲ ὁ τῆς Ἀρειανῆς προεστὼς θρησκείας, ὃν ἐκ τῆς Ἀντιοχείας ἐπὶ
τὴν Κωνσταντινούπολιν μετενηνέχθαι ὑπὸ τῶν
Ὡς Θεόφιλον τὸν Ἀλεξανδρείας ἐπίσκοπον Κύριλλος διεδέξατο.
Μετ̓ οὐ πολὺ δὲ καὶ Θεόφιλος ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος
Περὶ Μαρουθᾶ τοῦ Μεσοποταμίας ἐπισκόπου, καὶ ὡς δἰ αὐτοῦ ὁ Χριστιανισμὸς ἐν Περσίδι διεπλατύνθη.
Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ τὸν ἐν Περσίδι Χριστιανισμὸν
πλατυνθῆναι συνέβη ἐξ αἰτίας τοιᾶσδε. Μεταξὺ Ῥωμαίων καὶ Περσῶν συνεχεῖς
ἀεὶ πρεσβεῖαι γίνονται: διάφοροι δέ εἰσιν αἰτίαι, δἰ ἃς συνεχῶς παῤ
ἀλλήλους πρεσβεύονται. Χρεία δὴ οὖν καὶ τότε ἤγαγεν, ὥστε Μαρουθᾶν τὸν
Μεσοποταμίας ἐπίσκοπον, ἔξω βάλλεσθαι δεῖν τὸν βασιλέα, ἠσεβηκέναι γὰρ, ὅτι
τὸν τῶν Χριστιανῶν ἱερέα νομίζει θεοφιλῆ.
Ταῦτα ἀκούσας ὁ
Ἰσδιγέρδης, ʽτοῦτο γὰρ ὄνομα τῷ Περσῶν βασιλεῖ,ʼ αἰδούμενος μὲν,
ἀποπέμπεσθαι δ̓ οὖν ὅμως τὸν Μαρουθᾶν ἐβούλετο. Μαρουθᾶς δὲ ἀληθῶς
θεοφιλὴς ἄνθρωπος εὐχαῖς προσέκειτο, δἰ ὧν εὑρίσκει τὸν παρὰ τῶν μάγων
γενόμενον δόλον. Τῷ οὖν βασιλεῖ, Μὴ παίζου,
ἔφη, βασιλεῦ: ἀλλ̓
εἰσελθὼν, ὅτε τῆς φωνῆς ἀκούσεις, ὀρύξας
Πείθεται τῷ Μαρουθᾷ ὁ Περσῶν βασιλεὺς, καὶ αὖθις
εἰσῄει εἰς τὸν οἰκίσκον, ὅπου ἦν τὸ ἄσβεστον πῦρ. Ἐπεὶ δὲ αὖθις ἀκούει
τῆς αὐτῆς φωνῆς, ὀρύττεσθαι τὸν τόπον ἐκέλευσε: καὶ ὁ προπέμπων τὴν
νομισθεῖσαν θεοῦ φωνὴν ἐξηλέγχετο. Περιοργὴς οὖν γενόμενος ὁ βασιλεὺς τὸ
τῶν μάγων γένος ἀπεδεκάτωσε: τούτου γενομένου, εἶπεν τῷ Μαρουθᾷ, ἔνθα ἂν
βούλοιτο, κτίζειν ἐκκλησίας: ἐκ τούτου παρὰ Πέρσαις ὁ Χριστιανισμὸς
ἐπλατύνετο. Τότε μὲν οὖν Μαρουθᾶς ἀποχωρήσας τῶν Περσῶν, αὖθις ἐπὶ τὴν
Κωνσταντινούπολιν ἐπανέρχεται: οὐκ εἰς μακρὰν δὲ πάλιν πρεσβείας ἕνεκεν
ἀντεπέμπετο. Αὖθίς τε οἱ μάγοι σκευωρίας ἐπενοοῦντο, ὅπως ἂν μηδαμῶς τὸν
ἄνδρα προσδέχοιτο ὁ βασιλεύς: ἐπενόησάν τε δυσωδίαν τινὰ κατασκευαστὴν,
ὅθεν ὁ βασιλεὺς εἰώθει προσέρχεσθαι: διαβολῇ τε ἐχρῶντο, ὡς ἄρα ταύτην
οἱ τῷ Χριστιανισμῷ συνόντες εἰργάσαντο. Ὡς δὲ ὁ βασιλεὺς, ἤδη πρότερον
ὑπόπτους ἔχων τοὺς μάγους, σπουδαιότερον ἀνεζήτει τοὺς δράσαντας, αὖθις
ἐξ αὐτῶν ἀνηυρίσκοντο οἱ τῆς κακῆς ὀδμῆς ποιηταί. Διὸ καὶ αὖθις πολλοὺς
αὐτῶν ἐτιμωρήσατο: Μαρουθᾶν δὲ διὰ πλείονος ἦγε τιμῆς. Καὶ ἠγάπα μὲν
Ῥωμαίους, καὶ τὴν πρὸς αὐτοὺς φιλίαν ἠσπάζετο: μικρὸν δὲ ἐδέησε καὶ
Χριστιανίσαι αὐτὸν, πεῖραν δεδωκότος ἑτέραν τοῦ Μαρουθᾶ, σὺν Ἀβλάᾳ τῷ
ἐπισκόπῳ Περσίδος. Ἄμφω γὰρ τὸν ὀχλοῦντα δαίμονα τῷ υἱῷ τοῦ βασιλέως
ἀπήλασαν, νηστείαις καὶ προσευχαῖς σχολάσαντες. Καὶ ὁ Ἰσδιγέρδης μὲν
ἔφθασε τελευτῆσαι, πρὶν τελείως
Οἱ κατὰ τούσδε τοὺς χρόνους ἐν Ἀντιοχείᾳ καὶ Ῥώμῃ ἐπισκοπήσαντες.
Περὶ δὲ τοὺς αὐτοὺς χρόνους κατὰ τὴν Ἀντιόχειαν Φλαβιανοῦ τελευτήσαντος, Πορφύριος τὴν ἐπισκοπὴν διεδέξατο: μετὰ δὴ Πορφύριον αὖθις Ἀλέξανδρος τῆς ἐκεῖσε ἐκκλησίας προέστη. Κατὰ δὲ τὴν Ῥωμαίων, Δάμασον ἐπὶ δεκαοκτὼ ἔτη τῆς ἐπισκοπῆς κρατήσαντα Σιρίκιος διεδέξατο: Σιρικίου δὲ δεκαπέντε ἔτη κρατήσαντος, Ἀναστάσιος ἐπὶ ἔτη τρία τῆς ἐκκλησίας ἐκράτησε: μετὰ δὲ Ἀναστάσιον Ἰνοκέντιος: ὃς πρῶτος τοὺς ἐν Ῥώμῃ Ναυατιανοὺς ἐλαύνειν ἤρξατο, πολλάς τε αὐτῶν ἐκκλησίας ἀφείλετο.
Ὡς κατὰ τόνδε τὸν χρόνον ἡ Ῥώμη ὑπὸ βαρβάροις γέγονεν, Ἀλαρίχου ταύτην πορθήσαντος.
Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ τὴν Ῥώμην ὑπὸ βαρβάρων ἁλῶναι συνέβη.
Ἀλάριχος γάρ τις βάρβαρος, ὑπόσπονδος ὢν Ῥωμαίοις, καὶ τῷ βασιλεῖ
Θεοδοσίῳ εἰς τὸν κατὰ Εὐγενίου τοῦ τυράννου πόλεμον συμμαχήσας, καὶ διὰ
τοῦτο Ῥωμαϊκῇ ἀξίᾳ τιμηθεὶς, οὐκ ἤνεγκε τὴν εὐτυχίαν. Ἀλλὰ βασιλεύειν
μὲν οὐ προείλετο: ἀναχωρήσας δὲ τῆς Κωνσταντινουπόλεως, ἐπὶ τὰ ἑσπέρια
μέρη διέβαινε: γενόμενος δὲ ἐπὶ τὰ Ἰλλυριῶν εὐθὺς πάντα ἀνέτρεπε.
Διαβαίνοντι δὲ αὐτῷ Θεσσαλοὶ ἀντέστησαν περὶ τὰς ἐκβολὰς τοῦ Πηνειοῦ
ποταμοῦ, ὅθεν δἰ ὄρους Πίνδου ἐπὶ Νικόπολιν τῆς Ἠπείρου διαβῆναι ἐστί:
καὶ συμβαλόντες περὶ τρισχιλίους ἀνεῖλον οἱ Θεσσαλοί. Μετὰ δὲ ταῦτα πᾶν
τὸ παραπεσὸν ἀφανίζοντες οἱ σὺν αὐτῷ, τέλος καὶ τὴν Ῥώμην κατέλαβον:
μὴ ἐπιχαίρειν ἐν τηλικούτοις κακοῖς, μηδὲ χαίρειν φόνοις καὶ
αἵμασιν.
Ὁ δὲ, Οὐκ ἐγὼ,
ἔφη, ἐθελοντὴς ἐπὶ τὰ ἐκεῖ
πορεύομαι: ἀλλά τις καθ̓ ἑκάστην ὀχλεῖ μοι βασανίζων, καὶ λέγων,
Τοσαῦτα μὲν καὶ περὶ τούτου. Ἄπιθι, τὴν Ῥωμαίων πόρθησον πόλιν.
Περὶ τῶν ἐν Ῥώμῃ ἐπισκοπησάντων.
Μετὰ δὲ Ἰνοκέντιον Ζώσιμος τῆς ἐν Ῥώμῃ ἐκκλησίας ἐπὶ δύο ἔτη ἐκράτησε:
καὶ μετὰ τοῦτον δὲ Βονιφάτιος ἔτη τρία τῆς ἐκκλησίας προέστη: ὃν
Κελεστῖνος διεδέξατο. Καὶ οὗτος ὁ Κελεστῖνος τὰς ἐν Ῥώμῃ Ναυατιανῶν
ἐκκλησίας ἀφείλετο, καὶ τὸν ἐπίσκοπον αὐτῶν Ῥουστικούλαν κατ̓ οἰκίας ἐν
παραβύστῳ συνάγειν ἠνάγκασεν. Ἄχρι γὰρ τούτου Ναυατιανοὶ μεγάλως ἐπὶ τῆς
Ῥώμης ἤνθησαν, ἐκκλησίας πλείστας ἔχοντες, καὶ λαὸν πολὺν
συναθροίζοντες. Ἀλλ̓ ὁ φθόνος καὶ τούτων ἥψατο, τῆς Ῥωμαίων ἐπισκοπῆς
ὁμοίως τῇ Ἀλεξανδρέων πέρα τῆς ἱερωσύνης ἐπὶ δυναστείαν ἤδη πάλαι
προελθούσης. Καὶ διὰ τοῦτο οὐδὲ τοὺς ὁμοφρονοῦντας οἱ ἐπίσκοποι ἐπ̓
ἀδείας συνάγεσθαι συνεχώρησαν: ἀλλὰ πάντα λαβόντες αὐτῶν, μόνον διὰ τὴν
ὁμοφροσύνην ἐπαινοῦσιν αὐτούς. Οὐ μὴν οἱ ἐν Κωνσταντινουπόλει τοῦτο
πεπόνθασιν: ἀλλὰ μετὰ τοῦ στέργειν αὐτοὺς καὶ ἔνδον πόλεως συνάγειν
εἴασαν, ὡς δὴ πρότερον ἤδη ταῦτα ἱκανῶς ἔφην.
Περὶ Χρυσάνθου τοῦ Ναυατιανῶν ἐν Κωνσταντινουπόλει ἐπισκόπου.
Σισιννίου δὲ τελευτήσαντος, Χρύσανθος καθειλκύσθη εἰς τὴν ἐπισκοπήν: ὃς
υἱὸς μὲν ἦν Μαρκιανοῦ τοῦ γενομένου Ναυατιανῶν
Περὶ τῆς ἐν Ἀλεξανδρείᾳ γενομένης μάχης μεταξὺ Χριστιανῶν καὶ Ἰουδαίων, καὶ τῆς τοῦ ἐπισκόπου Κυρίλλου πρὸς τὸν ὕπαρχον Ὀρέστην διαφορᾶς.
Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ τὸ Ἰουδαίων ἔθνος τῆς Ἀλεξανδρείας
ἐξελαθῆναι ὑπὸ τοῦ ἐπισκόπου Κυρίλλου συνέβη πολιτείαν
ἐν τῷ θεάτρῳ ποιοῦντος,—οὕτω δὲ
ὀνομάζειν εἰώθασιν τὰς δημοτικὰς διατυπώσεις,—παρῆσαν καὶ τοῦ ἐπισκόπου
Κυρίλλου οἱ σπουδασταὶ, τὰς γινομένας παρὰ τοῦ ἐπάρχου διατυπώσεις
γνῶναι βουλόμενοι. Ἦν δὲ ἐν αὐτοῖς τις ἀνὴρ ὀνόματι Ἱέραξ, ὃς γραμμάτων
μὲν τῶν πεζῶν διδάσκαλος ἦν, διάπυρος δὲ ἀκροατὴς τοῦ ἐπισκόπου Κυρίλλου
καθεστὼς, καὶ περὶ τὸ κρότους ἐν ταῖς διδασκαλίαις αὐτοῦ ἐγείρειν ἦν
σπουδαιότατος. Τοῦτον τοίνυν τὸν Ἱέρακα τὸ πλῆθος τῶν Ἰουδαίων ἐν τῷ
θεάτρῳ θεασάμενοι κατεβόων εὐθὺς, ὡς δι
οὐδὲν ἄλλο παραβάλλει τῷ
θεάτρῳ, ἢ ἵνα στάσιν τῷ δήμῳ ἐμβάλοι.’ Ὀρέστης δὲ καὶ πρότερον μὲν
ἐμίσει τὴν δυναστείαν τῶν ἐπισκόπων, ἡ ἐπώνυμος
Ἀλεξάνδρου ἐκκλησία πᾶσα πυρὶ καίοιτο.
Τοῦτο ἀκούσαντες
Χριστιανοὶ ἄλλος ἀλλαχόθεν συνέτρεχεν, ὡς τὴν ἐκκλησίαν περισώσοντες:
οἵτε Ἰουδαῖοι εὐθὺς ἐπετίθεντο καὶ ἀπέσφαττον ἀλλήλων μὲν ἀπεχόμενοι,
δεικνύντες τοὺς δακτυλίους: τοὺς δὲ προσπίπτοντας τῶν Χριστιανῶν
ἀναιροῦντες. Γενομένης δὲ ἡμέρας, οὐκ ἐλάνθανον οἱ τὸ ἄγος ἐργασάμενοι:
ἐφ̓ ᾧ κινηθεὶς ὁ Κύριλλος σὺν πολλῷ πλήθει ἐπὶ τὰς συναγωγὰς τῶν
Ἰουδαίων παραγενόμενος,—οὕτω γὰρ τοὺς εὐκτηρίους αὐτῶν ὀνομάζουσι
τόπους,—τὰς μὲν ἀφαιρεῖται, τοὺς δὲ ἐξελαύνει τῆς πόλεως, καὶ τὰς οὐσίας
αὐτῶν διαρπαγῆναι ὑπὸ τοῦ πλήθους ἀφείς. Οἱ μὲν οὖν Ἰουδαῖοι, ἐκ τῶν
Ἀλεξάνδρου τοῦ Μακεδόνος χρόνων οἰκήσαντες τὴν πόλιν, τότε αὐτῆς γυμνοὶ
ἅπαντες ἀπανέστησαν, καὶ ἄλλοι ἀλλαχοῦ διεσπάρησαν. Ἀδαμάντιος δὲ
ἰατρικῶν λόγων σοφιστὴς, ἐπὶ τὴν Κωνσταντινούπολιν ὁρμήσας, καὶ τῷ
ἐπισκόπῳ προσφυγὼν Ἀττικῷ, ἐπαγγειλάμενός τε Χριστιανίζειν αὖθις ὑστέρῳ
χρόνῳ τὴν Ἀλεξάνδρειαν ᾤκησεν. Ὁ τοίνυν τῆς Ἀλεξανδρέων ἔπαρχος Ὀρέστης
σφόδρα ἐπὶ τῷ γενομένῳ ἐχαλέπῃνε: καὶ πένθος μέγα ἐτίθετο τηλικαύτην
πόλιν οὕτως ἄρδην τοσούτων ἐκκενωθῆναι ἀνθρώπων: διὸ καὶ τὰ γενόμενα
ἀνέφερε βασιλεῖ. Κύριλλος δὲ καὶ αὐτὸς τὰς Ἰουδαίων πλημμελείας
γνωρίμους καθιστῶν βασιλεῖ οὐδὲν ἧττον καὶ περὶ φιλίας πρὸς Ὀρέστην
ἐπρεσβεύετο: τοῦτο γὰρ ὁ λαὸς τῶν Ἀλεξανδρέων αὐτὸν ποιεῖν κατηνάγκαζεν.
Ἐπεὶ δὲ τοὺς περὶ φιλίας λόγους Ὀρέστης οὐ προσεδέχετο, τὴν βίβλον τῶν
εὐαγγελίων ὁ Κύριλλος προΐσχετο, διὰ ταύτης γοῦν καταιδέσειν τὸν Ὀρέστην
ἡγούμενος. Ὡς δὲ οὐδὲ τούτῳ τῷ τρόπῳ ὁ Ὀρέστης ἐμαλάσσετο, ἀλλ̓ ἔμενε
μεταξὺ αὐτῶν ἄσπονδος πόλεμος, τάδε ἐπισυνέβη γενέσθαι.
Ὡς οἱ κατὰ τὴν Νιτρίαν μοναχοὶ εἰς Ἀλεξάνδρειαν ὑπὲρ Κυρίλλου κατελθόντες πρὸς τὸν ὕπαρχον Ὀρέστην ἐστασίασαν.
Τῶν ἐν τοῖς ὄρεσι τῆς Νιτρίας μοναχῶν τινες ἔνθερμον ἔχοντες φρόνημα ἀπὸ
Θεοφίλου ἀρξάμενοι, ὅτε αὐτοὺς ἐκεῖνος κατὰ τῶν περὶ Διόσκορον ἀδίκως
ἐξώπλισε, ζῆλόν τε τότε κτησάμενοι προθύμως θύτην καὶ
Ἕλληνα,
καὶ ἄλλα πολλὰ περιύβριζον. Ὁ δὲ ὑποτοπήσας σκευωρίαν
αὐτῷ παρὰ Κυρίλλου γίνεσθαι, ἐβόα Χριστιανός τε εἶναι, καὶ ὑπὸ
Ἀττικοῦ τοῦ ἐπισκόπου ἐν τῇ Κωνσταντινουπόλει βεβαπτίσθαι.
Ὡς δὲ
οὐ προσεῖχον τοῖς λεγομένοις οἱ μοναχοὶ εἷς τις ἐξ αὐτῶν Ἀμμώνιος ὄνομα
λίθῳ βάλλει τὸν Ὀρέστην κατὰ τῆς κεφαλῆς. Καὶ πληροῦται μὲν αἵματι ὅλος
ἐκ τοῦ τραύματος: ὑποχωροῦσι δὲ οἱ ταξεῶται πλὴν ὀλίγων, ἄλλος ἀλλαχοῦ
ἐν τῷ πλήθει διαδύναντες, τὸν ἐκ τῆς βολῆς τῶν λίθων θάνατον
φυλαττόμενοι. Ἐν τοσούτῳ δὲ συνέρρεον οἱ τῶν Ἀλεξανδρέων δῆμοι,
ἀμύνασθαι τοὺς μοναχοὺς ὑπὲρ τοῦ ἐπάρχου προθυμούμενοι: καὶ τοὺς μὲν
ἄλλους πάντας εἰς φυγὴν ἔτρεψαν, τὸν Ἀμμώνιον δὲ συλλαβόντες παρὰ τὸν
ἔπαρχον ἄγουσιν: ὃς δημοσίᾳ κατὰ τοὺς νόμους ἐξετάσει αὐτὸν ὑποβαλὼν ἐπὶ
τοσοῦτον ἐβασάνισεν, ὡς ἀποκτεῖναι. Οὐκ εἰς μακρὰν δὲ καὶ τὰ γενόμενα
γνώριμα τοῖς κρατοῦσι κατέστησεν: οὐ μὴν ἀλλὰ καὶ Κύριλλος τὰ ἐναντία
ἐγνώριζε βασιλεῖ, τοῦ δὲ Ἀμμωνίου τὸ σῶμα ἀναλαβὼν καὶ ἐν μιᾷ τῶν
ἐκκλησιῶν ἀποθέμενος, ὄνομα ἕτερον αὐτῷ ἐπιθεὶς Θαυμάσιον
ἐπεκάλεσε, καὶ μάρτυρα
χρηματίζειν ἐκέλευσεν, ἐγκωμιάζων αὐτοῦ
ἐπ̓ ἐκκλησίας τὸ φρόνημα, ὡς ἀγῶνα ὑπὲρ εὐσεβείας ἀνελομένου. Ἀλλ̓ οἱ
σωφρονοῦντες, καίπερ Χριστιανοὶ ὄντες, οὐκ ἀπεδέχοντο τὴν περὶ τούτου
Κυρίλλου σπουδήν. Ἠπίσταντο γὰρ προπετείας δίκην δεδωκέναι τὸν Ἀμμώνιον,
οὐ μὴν ἀνάγκῃ ἀρνήσεως Χριστοῦ ἐναποθανεῖν ταῖς βασάνοις: διὸ καὶ
Κύριλλος κατὰ βραχὺ τῷ ἡσυχάζειν λήθην τοῦ γινομένου εἰργάσατο. Ἀλλ̓ οὐχ
ἕως τούτου ἔστη τὸ δεινὸν τῆς μεταξὺ Κυρίλλου καὶ Ὀρέστου φιλονεικίας:
ἀπέσβεσε γὰρ ταύτην ἕτερόν τι ἐπισυμβὰν τοῖς φθάσασι παραπλήσιον.
Περὶ Ὑπατίας τῆς φιλοσόφου.
Ἦν τις γυνὴ ἐν τῇ Ἀλεξανδρείᾳ, τοὔνομα Ὑπατία: αὕτη Θέωνος μὲν τοῦ
φιλοσόφου θυγάτηρ ἦν: ἐπὶ τοσοῦτον δὲ προὔβη
Ὡς πάλιν Ἰουδαῖοι πρὸς Χριστιανοὺς πόλεμον συμμίξαντες δίκας ἔτισαν.
Ὀλίγον δὲ μετὰ τόνδε τὸν χρόνον Ἰουδαῖοι πάλιν ἄτοπα κατὰ Χριστιανῶν
πράξαντες δίκην δεδώκασιν. Ἐν Ἰνμεστὰρ, οὕτω καλουμένῳ τόπῳ, ὃς κεῖται
μεταξὺ Χαλκίδος καὶ Ἀντιοχείας τῆς ἐν Συρίᾳ, Ἰουδαῖοι συνήθως ἑαυτοῖς
παίγνια ἐπετέλουν τινά. Καὶ πολλὰ ἐν τῷ παίζειν ἄλογα ποιοῦντες, ὑπὸ
μέθης ἐξαχθέντες, Χριστιανούς τε καὶ αὐτὸν τὸν Χριστὸν ἐν τοῖς παιγνίοις
διέσυρον: γελῶντές τε τὸν σταυρὸν καὶ τοὺς ἐπηλπικότας ἐπὶ τῷ
Ἐσταυρωμένῳ, καὶ τοιοῦτόν τι ἐπενόησαν. Παιδίον Χριστιανὸν συλλαβόμενοι
σταυρῷ προσδήσαντες ἀπεκρέμασαν: καὶ πρῶτον μὲν
Περὶ Παύλου ἐπισκόπου Ναυατιανῶν, καὶ περὶ τοῦ γεγονότος παραδόξου σημείου ὑπ̓ αὐτοῦ μέλλοντος βαπτίζειν τὸν ἀπατεῶνα Ἰουδαῖον.
Κατὰ δὲ τὸν χρόνον τόνδε καὶ ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος Χρύσανθος, ἐπὶ
ἑπτὰ ἔτη τῶν ὑφ̓ αὑτὸν ἐκκλησιῶν προστὰς, ἐτελεύτησεν ἐν ὑπατείᾳ
Μοναξίου καὶ Πλίνθα, ἕκτῃ καὶ εἰκάδι Ἢ
κακουργεῖς,
ἔφη, ὦ ἄνθρωπε, ἢ ἀγνοῶν ἤδη τοῦ βαπτίσματος
ἔτυχες.
Συνδρομῆς οὖν ἐπὶ τῷ τεραστίῳ γενομένης, ἐπέγνω τις τὸν
Ἰουδαῖον, ὃς ᾔδει αὐτὸν ὑπὸ Ἀττικοῦ τοῦ ἐπισκόπου βεβαπτισμένον. Τοῦτο
μὲν οὖν τὸ τεράστιον ἐν ταῖς χερσὶ τοῦ ἐπισκόπου τῶν Ναυατιανῶν Παύλου
ἐγένετο.
Ὡς τοῦ βασιλέως τῶν Περσῶν Ἰσδιγέρδου τελευτήσαντος. αἱ μεταξὺ Ῥωμαίων καὶ Περσῶν σπονδαὶ διελύθησαν, καὶ πόλεμος ἰσχυρὸς γέγονεν, ἡττηθέντων τῶν Περσῶν.
Τοῦ δὴ βασιλέως Περσῶν Ἰσδιγέρδου, ὃς τοὺς ἐκεῖ Χριστιανοὺς οὐδαμῶς
ἐδίωκε, τελευτήσαντος, ὁ υἱὸς αὐτοῦ Βαραράνης ὄνομα, τὴν βασιλείαν
διαδεξάμενος, καὶ ὑπὸ τῶν μάγων ἀναπεισθεὶς, χαλεπῶς τοὺς Χριστιανοὺς
ἤλαυνε, τιμωρίας καὶ στρέβλας Περσικὰς διαφόρους ἐπάγων αὐτοῖς.
Πιεζόμενοι οὖν ὑπὸ τῆς ἀνάγκης οἱ ἐν Πέρσαις Χριστιανοὶ προσφεύγουσι
Ῥωμαίοις, δεόμενοι μὴ παρορᾷν αὐτοὺς φθειρομένους. Ἀττικὸς δὲ ὁ
ἐπίσκοπος ἀσμένως τοὺς ἱκετεύοντας προσδέχεται, παντοῖος δὲ ἦν ὅσα
δυνατὸν ἐπαμύνειν αὐτοῖς, γνώριμά τε τῷ βασιλεῖ Θεοδοσίῳ καθιστᾷ τὰ
γενόμενα. Ἔτυχε δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ ἄλλης ἕνεκα αἰτίας
λυπεῖσθαι Ῥωμαίους πρὸς Πέρσας: ἐπειδὴ Πέρσαι, οὓς παρὰ Ῥωμαίων Ἀπαγγείλατε,
ἔφη,
Ναρσαίῳ,
Πάσῃ δὲ δυνάμει παρασκευάσασθαι τὸν Πέρσην ἐννοῶν ὁ βασιλεὺς, Θεῷ
τὴν ὅλην τοῦ πολέμου ἀναθεὶς ἐλπίδα, μεγίστην προσεξαπέστειλε δύναμιν.
Ὅτι δὲ πιστεύσας ὁ βασιλεὺς εὐθὺς εὕρετο τὴν παῤ αὐτοῦ εὐεργεσίαν,
ἐκεῖθεν γέγονε δῆλον. Τῶν ἐν τῇ Κωνσταντινουπόλει ἐν ἀγωνίᾳ ὄντων, καὶ
ἐν ἀμφιβολίᾳ τῆς ἐκ τοῦ πολέμου τύχης καθεστώτων, ἄγγελοι Θεοῦ περὶ τὴν
Βιθυνίαν τοῖς ἐπὶ τὴν Κωνσταντινούπολιν κατ̓ οἰκείαν χρείαν πορευομένοις
ὀφθέντες ἀπαγγέλλειν ἐκέλευον, θαρρεῖν τε καὶ εὔχεσθαι, καὶ πιστεύειν
Θεῷ ὡς Ῥωμαῖοι νικήσουσιν: αὐτοὶ γὰρ βραβευταὶ τοῦ πολέμου πεπέμφθαι
παρὰ Οὐχ ὅτε σὺ θέλεις πολεμήσουσι Ῥωμαίων βασιλεῖς.
Περὶ Παλλαδίου τοῦ ταχυδρόμου.
Τὰ μέντοι γενόμενα ταχέως τῷ βασιλεῖ Θεοδοσίῳ ἐγνωρίζετο: ὅπως δὲ ὁ
βασιλεὺς τὰ πόρρω γινόμενα ταχέως ἐμάνθανε διηγήσομαι. Οὗτος ὁ ἀνὴρ μεγίστην οὖσαν τὴν Ῥωμαίων ἀρχὴν μικρὰν
ἔδειξε τῇ ταχυτῆτι.
Κατεπλήττετο δὲ καὶ ὁ Περσῶν βασιλεὺς ταῦτα
περὶ τοῦ ἀνδρὸς πυνθανόμενος: ἀλλὰ περὶ μὲν δὴ Παλλαδίου τοσαῦτα
εἰρήσθω.
Ὅπως πάλιν οἱ Πέρσαι κατὰ κράτος ὑπὸ Ῥωμαίων ἡττήθησαν.
Ὁ δὲ βασιλεὺς τῶν Ῥωμαίων ἐν τῇ Κωνσταντινουπόλει διατρίβων, γνούς τε τὴν
ἐναργῶς ἐκ Θεοῦ παρασχεθεῖσαν νίκην, οὕτως ἦν ἀγαθὸς ὡς καὶ εὐτυχῶς
πραξάντων τῶν ὑπ̓ αὐτῷ ὅμως εἰρήνην ἀσπάζεσθαι. Πέμπει οὖν Ἡλίωνα, ἄνδρα
ὃν πάνυ διὰ τιμῆς ἦγεν, εἰρήνην σπείσασθαι πρὸς Πέρσας ἐντειλάμενος.
Γενόμενος δὲ Ἡλίων ἐν Μεσοποταμίᾳ, ἔνθα τὴν τάφρον οἱ Ῥωμαῖοι πρὸς
οἰκείαν φυλακὴν ἐπεποίηντο, πέμπει πρεσβευτὴν περὶ εἰρήνης Μαξιμῖνον,
ἄνδρα ἐλλόγιμον, ὃς τοῦ στρατηγοῦ Ἀρδαβουρίου συγκάθεδρος ἦν. Οὗτος παρὰ
τὸν τῶν Περσῶν βασιλέα γενόμενος, περὶ εἰρήνης πεπέμφθαι ἔλεγεν οὐ παρὰ
τοῦ βασιλέως Ῥωμαίων, ἀλλὰ παρὰ τῶν αὐτοῦ στρατηγῶν, οὔτε γὰρ
γινώσκεσθαι παρὰ τοῦ βασιλέως τόνδε τὸν πόλεμον ἔφασκεν: εὐτελῆ δὲ αὐτῷ
καὶ γνωσθέντα νομίζεσθαι. Τοῦ δὲ Πέρσου ἑτοίμως τὴν πρεσβείαν δέξασθαι
προαιρουμένου, —ἔκαμνε γὰρ αὐτῷ ἡ στρατιὰ ὑπὸ λιμοῦ,—παρελθόντες οἱ
καλούμενοι παῤ αὐτοῖς ἀθάνατοι,
—ἀριθμὸς δὲ ἐστὶν οὗτος μυρίων
γενναίων ἀνδρῶν,—μὴ πρότερον ἔφασαν τὴν εἰρήνην προσδέξασθαι, πρὶν ἂν
αὐτοὶ ἀφυλάκτοις οὖσι νῦν τοῖς Ῥωμαίοις ἐπιθῶνται. Πείθεται ὁ βασιλεὺς,
καὶ τὸν μὲν πρεσβευτὴν συγκλείσας ἐφύλαττεν: ἐκπέμπει δὲ τοὺς ἀθανάτους
ἔνεδραν τοῖς Ῥωμαίοις ποιήσοντας: οἳ καὶ παραγενόμενοι, εἰς δύο τε
τάγματα μερισθέντες, μεσολαβεῖν ἔγνωσαν τῶν Ῥωμαίων μοῖραν τινά. Οἱ ἀθάνατοι
θνητοὶ πάντες ἐδείχθησαν, δίκην εἰσπραξαμένου τοῦ
Χριστοῦ Πέρσας, ἀνθ̓ ὧν πολλοὺς αὐτοῦ τῶν θεραπευτῶν εὐσεβεῖς ἄνδρας
ἀπέκτειναν. Ὁ δὲ βασιλεὺς τῶν Περσῶν γνοὺς τὸ ἀτύχημα, προσποιεῖται μὲν
μὴ εἰδέναι τὰ γενόμενα: δέχεται δὲ τὴν πρεσβείαν, εἰπὼν πρὸς τὸν
πρεσβευτὴν, Οὐ Ῥωμαίοις εἴκων τὴν εἰρήνην ἀσπάζομαι, ἀλλὰ σοὶ χάριν
διδοὺς, ὅτι σε φρονιμώτατον πάντων Ῥωμαίων κατέλαβον.
Οὕτω μὲν
καὶ διὰ τοὺς ἐν Περσίδι γενόμενος Χριστιανοὺς ὁ πόλεμος κατεστάλη,
Οἷα τοῖς τῶν Περσῶν αἰχμαλώτοις Ἀκάκιος Ἀμίδης ἐπίσκοπος πεποίηκε.
Τότε δὴ καὶ Ἀκάκιον τὸν τῆς Ἀμίδης ἐπίσκοπον πρᾶξις ἀγαθὴ περιφανέστερον
πεποίηκε τοῖς πᾶσιν. Ὡς γὰρ οἱ Ῥωμαίων στρατιῶται τοὺς αἰχμαλώτους
Περσῶν, οὓς τὴν Ἀζαζηνὴν πορθήσαντες ἔλαβον, ἀποδοῦναι τῷ Περσῶν βασιλεῖ
κατ̓ οὐδένα τρόπον ἐβούλοντο, λιμῷ τε οἱ αἰχμάλωτοι ἐφθείροντο, περὶ
τοὺς ἑπτακισχιλίους ὄντες τὸν ἀριθμὸν, καὶ ταῦτα οὐ μικρῶς ἐλύπει τὸν
βασιλέα τῶν Περσῶν, τότε ὁ Ἀκάκιος οὐ παρεῖδε ταῦτα γινόμενα: συγκαλέσας
Ὁ Θεὸς ἡμῶν οὔτε δίσκων οὔτε ποτηρίων χρῄζει,
οὔτε γὰρ ἐσθίει, οὔτε πίνει, ἐπεὶ μὴ δὲ προσδεής ἐστιν: ἐπεὶ τοίνυν
πολλὰ κειμήλια χρυσᾶ τε καὶ
Ταῦτα καὶ ἄλλα πλείονα τούτοις παραπλήσια διεξελθὼν,
χωνεύει μὲν τὰ κειμήλια: τιμήματα δὲ τοῖς στρατιώταις ὑπὲρ τῶν
αἰχμαλώτων καταβαλὼν, καὶ διαθρέψας αὐτοὺς, εἶτα δοὺς ἐφόδια, τῷ οἰκείῳ
ἀπέπεμψε βασιλεῖ. Αὕτη ἡ τοῦ θαυμαστοῦ Ἀκακίου πρᾶξις πλέον τὸν Περσῶν
βασιλέα κατέπληττεν, ὅτι ἀμφότερα Ῥωμαῖοι μεμελετήκασι πολέμῳ τε καὶ
εὐεργεσίᾳ νικᾷν. Φασὶν δὲ ὡς καὶ ἐπιθυμήσειεν ὁ Περσῶν βασιλεὺς
Περὶ τῶν προσόντων καλῶν τῷ βασιλεῖ Θεοδοσίῳ τῷ νέῳ.
Ἐγὼ δὲ οὔτε τῷ βασιλεῖ γνωρισθῆναι σπουδάζων, οὔτε λόγων ἐπίδειξιν
ποιήσασθαι βουλόμενος, αὐτὰ ψιλὰ μετὰ τῆς ἀληθείας τὰ προσόντα καλὰ τῷ
βασιλεῖ ἀπομνημονεῦσαι προῄρημαι: ἐπεὶ καὶ τῷ σιγῆσαι αὐτὰ οὕτως ὄντα
χρηστὰ ζημίαν κρίνω μὴ γνωσθέντα Διὰ τί μηδένα τῶν ἀδικούντων θανάτῳ ποτὲ
ἐζημίωσας;
Εἴθε,
φησὶ, δυνατὸν ἦν καὶ τοὺς τελευτήσαντας ἐπαναγαγεῖν εἰς
τὴν ζωήν.
Πρὸς ἄλλον δὲ περὶ τοῦ αὐτοῦ ἐρωτήσαντα, Οὐ
μέγα,
ἔφη, οὐδὲ δυσχερὲς, ἄνθρωπον ὄντα ἀποθανεῖν: ὅτι μηδὲ
Θεῷ μόνῳ τὸν ἅπαξ θανόντα ἐκ μετανοίας ἀνακαλέσασθαι.
Οὕτω δὲ
τοῦτο βεβαίως αὐτῷ κατώρθωτο, ὥστε εἴποτέ τις ἄξια κεφαλικῆς ἐπλημμέλησε
τιμωρίας, οὐδ̓ ἄχρι τῆς πόλεως τῶν πυλῶν τὴν ἐπὶ θανάτῳ ἀπήγετο, καὶ ἡ
ἐκ τῆς φιλανθρωπίας εὐθὺς ἀνάκλησις εἵπετο. Κυνήγια δέ ποτε ἐν τῷ
ἀμφιθεάτρῳ τῆς Κωνσταντινουπόλεως ἐπιτελοῦντος αὐτοῦ, ὁ δῆμος κατεβόα,
δεινῷ θηρίῳ ἕνα τῶν εὐφυῶν παραβόλων μάχεσθαι: ὁ δὲ πρὸς αὐτοὺς, Οὐκ
οἴδατε,
ἔφη, ὅτι ἡμεῖς φιλανθρώπως εἰθίσμεθα θεωρεῖν;
καὶ
τοῦτο εἰπὼν, τοῦ λοιποῦ τὸν δῆμον φιλανθρώπως θεᾶσθαι ἐπαίδευσεν. Οὕτω
δὲ ἦν εὐσεβὴς, ὥστε πάντας μὲν τοὺς τῷ Θεῷ ἱερωμένους τιμᾷν, ἐξαιρέτως
δὲ οὓς ἐπυνθάνετο ἐπ̓ εὐλαβείᾳ πλέον ἐκπρέποντας. Λέγεται δὲ ὅτι τοῦ
Χεβρῶν ἐπισκόπου ἐν Κωνσταντινουπόλει τελευτήσαντος, σάγιον ἐπιζητῆσαι,
καὶ σφόδρα ἐρρυπωμένον περιβαλέσθαι, πιστεύσας μεταλαβεῖν τι ἐκ τῆς τοῦ
τελευτήσαντος ἁγιότητος. Δυσχειμέρου δέ ποτε γενομένου τοῦ ἔτους, τὰ
συνήθη καὶ ὡρισμένα τῶν ἐν τῷ ἱπποδρομίῳ θεαμάτων διὰ τὸν Ἀλλὰ πολλῷ κρεῖσσον,
ἔφη,
καταφρονήσαντας τῆς θέας κοινῇ πάντας λιτανεῦσαι Θεὸν, ὅπως
ἀβλαβεῖς τοῦ ἐπικειμένου χειμῶνος φυλαχθείημεν.
Καὶ οὔπω πᾶν
εἴρητο τὸ ἔπος, καὶ σὺν χαρᾷ μεγίστῃ ἐν τῷ ἱπποδρόμῳ λιτανεύοντες,
ὕμνους ἐκ συμφωνίας πάντες ἀνέπεμπον τῷ Θεῷ: καὶ ὅλη μὲν ἡ πόλις μία
ἐκκλησία ἐγένετο: βασιλεὺς δὲ μέσος ἐξήρχετο τῶν ὕμνων, ἐν ἰδιωτικῷ
σχήματι πορευόμενος. Καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτεν: ὁ ἀὴρ γὰρ εἰς τὸ
εὐδιεινὸν μετεβάλλετο: καὶ ἐκ σιτοδείας ἡ τοῦ Θεοῦ φιλανθρωπία εὐετηρίαν
παρεῖχε τοῖς σύμπασιν. Εἰ δέ ποτε πόλεμος ἐκινεῖτο, κατὰ τὸν Δαβὶδ τῷ
Θεῷ προσέφευγεν, εἰδὼς αὐτὸν τῶν πολέμων εἶναι ταμίαν: καὶ εὐχῇ τούτους
κατώρθου. Αὐτίκα γοῦν ὀλίγον μετὰ τὸν πρὸς Πέρσας πόλεμον τοῦ βασιλέως
Ὁνωρίου τελευτήσαντος, ἐν ὑπατείᾳ Ἀσκληπιοδότου καὶ Μαριανοῦ,
Περὶ Ἰωάννου τοῦ τυραννήσαντος ἐν Ῥώμῃ, μετὰ θάνατον Ὁνωρίου τοῦ βασιλέως: καὶ ὅπως αὐτὸν ὁ Θεὸς ταῖς εὐχαῖς Θεοδοσίου καμφθεὶς χερσὶ τοῦ Ῥωμαϊκοῦ στρατοῦ παραδέδωκε.
Τελευτήσαντος δὴ τοῦ βασιλέως Ὁνωρίου, μαθὼν ὁ αὐτοκράτωρ Θεοδόσιος
κρύπτει μὲν τὸ γενόμενον, καὶ ἄλλοτε ἄλλως τοὺς πολλοὺς ἀπεπλάνα.
Ὑποπέμπει δὲ λαθραίως στρατιώτην εἰς Σαλῶνας ʽπόλις δὲ αὕτη τῆς
Δαλματίασ̓: ἵνα εἰ συμβῇ τι νεωτερισθῆναι περὶ τὰ ἑσπέρια μέρη, μὴ
πόρρωθεν ὦσιν οἱ ἀμυνόμενοι: καὶ τοῦτο οὕτως προευτρεπίσας, τότε
καταφανῆ τὸν θάνατον τοῦ θείου πεποίηκεν. Ἐν τοσούτῳ δὲ Ἰωάννης,
πρωτοστάτης ὢν τῶν βασιλικῶν Δεῦρο μᾶλλον, εἰ δοκεῖ,
ἔφη,
παρέντες τὴν τέρψιν, ἐπὶ τὸν εὐκτήριον οἶκον γενόμενοι
εὐχαριστηρίους εὐχὰς τῷ Θεῷ ἀναπέμψωμεν, ἀνθ̓ ὧν ἡ αὐτοῦ χεὶρ
καθεῖλε τὸν τύραννον.
Ταῦτα εἴρητο: καὶ τὰ μὲν τῆς θέας ἐπέπαυτό
τε καὶ ἠμέλητο: διὰ μέσου δὲ τοῦ ἱπποδρόμου πάντες συμφώνως ἅμα αὐτῷ
εὐχαριστηρίως ψάλλοντες, ἐπὶ τὴν ἐκκλησίαν τοῦ Θεοῦ ἐπορεύοντο: καὶ ὅλη
μὲν ἡ πόλις μία ἐκκλησία ἐγίνετο: ἐν δὲ τῷ εὐκτηρίῳ τόπῳ γενόμενοι ἐκεῖ
διημέρευον.
Ὡς μετὰ τὴν ἀναίρεσιν τοῦ τυράννου Ἰωάννου, Οὐαλεντινιανὸν τὸν Κωνσταντίου καὶ Πλακιδίας τῆς αὐτοῦ θείας ὁ βασιλεὺς Θεοδόσιος βασιλέα τῆς Ῥώμης ἀνέδειξε.
Τοῦ δὲ τυράννου ἀναιρεθέντος, ἔμφροντις ἦν ὁ αὐτοκράτωρ Θεοδόσιος, τίνα τῶν ἑσπερίων μερῶν ἀναδείξειε βασιλέα. Ἦν δὲ ἀνεψιὸς αὐτῷ κομιδῇ νέος, Οὐαλεντινιανὸς ὄνομα, ἐκ Πλακιδίας τῆς αὑτοῦ θείας γενόμενος: ἥτις θυγάτηρ μὲν ἦν Θεοδοσίου τοῦ μεγάλου βασιλέως, Ἀρκαδίου δὲ καὶ Ὁνωρίου τῶν δύο Αὐγούστων ἀδελφή: πατρὸς δὲ ἦν ὁ Οὐαλεντινιανὸς Κωνσταντίου, ὃς ὑπὸ Ὁνωρίου βασιλεὺς ἀναδειχθεὶς, καὶ βραχὺν αὐτῷ χρόνον συμβασιλεύσας, εὐθὺς ἐτελεύτησε. Τοῦτον τὸν ἀνεψιὸν Καίσαρα καταστήσας, ἐπὶ τὰ ἐσπέρια μέρη ἀνέπεμψε, τῇ μητρὶ αὐτοῦ Πλακιδίᾳ τὴν φροντίδα τῶν πραγμάτων ἐπιτρέψας. Σπεύδων δὲ καὶ αὐτὸς καταλαβεῖν τὴν Ἰταλίαν, ὥστε τὸν μὲν ἀνεψιὸν ἀναγορεῦσαι βασιλέα, παρὼν δὲ τῇ αὐτοῦ φρονήσει παιδεῦσαι τοὺς ἐκεῖ μὴ ὑπονεύειν τοῖς τυράννοις ῥᾳδίως, ἄχρι τῆς Θεσσαλονίκης γενόμενος, ὑπ̓ ἀρρωστίας διεκωλύθη. Πέμψας οὖν τὸν βασιλικὸν στέφανον τῷ ἀνεψιῷ διὰ τοῦ πατρικίου Ἡλίωνος, αὐτὸς ἐπὶ τὴν Κωνσταντινούπολιν ἐξυπέστρεψεν. Ἀλλὰ περὶ μὲν τούτων ἐξαρκεῖν ἡγοῦμαι τὴν διήγησιν.
Περὶ τῆς Ἀττικοῦ διοικήσεως τῶν ἐκκλησιῶν, καὶ ὅτι τὸ ὄνομα Ἰωάννου τοῖς διπτύχοις τῆς ἐκκλησίας ἐνέταξε, καὶ ὅτι τὸν ἑαυτοῦ θάνατον προέγνω.
Ἀττικὸς δὲ ὁ ἐπίσκοπος θαυμαστῶς πως τὰ τῶν ἐκκλησιῶν ηὔξησε πράγματα:
φρονήσει μὲν αὐτὰ διοικῶν, ταῖς διδασκαλίαις δὲ τὸν λαὸν ἐπὶ τὴν ἀρετὴν
προτρέπων. Συνιδὼν δὲ διαιρουμένην τὴν ἐκκλησίαν διὰ τὸ τοὺς Ἰωαννίτας
ἔξω αὐτῆς συνάγεσθαι, μνείαν Ἰωάννου ἐν ταῖς εὐχαῖς ἐκέλευσε ποιεῖσθαι,
ὡς καὶ τῶν ἄλλων ἐπισκόπων τῶν κεκοιμημένων εἰώθει γίνεσθαι, διὰ τοῦτο
πολλοὺς ἐπανελθεῖν εἰς τὴν ἐκκλησίαν ἐλπίσας. Οὕτω δὲ ἦν μεταδοτικὸς, ὡς
μὴ μόνον τῶν ἐν ταῖς αὐτοῦ παροικίαις πτωχῶν προνοεῖν, ἀλλὰ καὶ ταῖς
ἀστυγείτοσι τῶν πόλεων χρήματα πέμπειν πρὸς παραμυθίαν Φαρμακέα
καλούμενον, Θεραπείας
ὠνόμασεν, ἵνα μὴ
τὰς συνάξεις ἐκεῖ ποιούμενος δυσφήμῳ ὀνόματι ὀνομάζῃ τὸν τόπον. Καὶ ἄλλο
δὲ προάστειον τῆς Κωνσταντινουπόλεως Ἀργυρόπολιν
ὠνόμασεν ἐξ
αἰτίας τοιαύτης. Χρυσόπολις ἐπίνειον ἀρχαῖον ἐστὶν, ὃ κεῖται μὲν ἐν ἀρχῇ
τοῦ Βοσπόρου: μέμνηνται δὲ αὐτοῦ πολλοὶ τῶν παλαιῶν συγγραφέων, καὶ
Στράβων τε καὶ ὁ Δαμασκηνὸς Νικόλαος, καὶ ὁ ἐν λόγοις τε θαυμαστὸς
Ξενοφῶν ἔν τε τῇ ἕκτῃ τῆς Κύρου Ἀναβάσεως καὶ ἐν Ἀλκιβιάδης ἀποτειχίσας αὐτὴν δεκατευτήριον ἐν αὐτῇ κατέστησε: τὰς
γὰρ δεκάτας οἱ ἀπὸ τοῦ Πόντου πλέοντες ἐν αὐτῇ παρεῖχον.
Κατιδὼν
οὖν ὁ Ἀττικὸς τὸν καταντικρὺ Χρυσοπόλεως τόπον εὐτερπῆ τυγχάνοντα,
πρέπειν
ἔφη τοῦτον Ἀργυρόπολιν ὀνομάζεσθαι,
καὶ ῥηθεὶς
ὁ Οὐκ
οἴδατε,
εἶπεν, ὅσα ἡμῖν διωκομένοις ἐπὶ Κωνσταντίου καὶ
Οὐάλεντος συμπεπόνθασιν; ἄλλως τε,
ἔφη, καὶ μάρτυρες τῆς
πίστεως ἡμῶν καθεστήκασι: πάλαι γὰρ τῆς ἐκκλησίας χωρισθέντες, οὐδὲν
περὶ τὴν πίστιν ἐκαινοτόμησαν.
Ἐν Νικαίᾳ δέ ποτε διὰ χειροτονίαν
ἐπισκόπου γενόμενος, Ἀσκληπιάδην τε τὸν ἐκεῖ Ναυατιανῶν ἐπίσκοπον
γηραιὸν ὄντα ἰδὼν ἠρώτησε, Πόσους ἐνιαυτοὺς ἐπίσκοπος ὢν
τυγχάνεις;
τοῦ δὲ πεντήκοντα
εἰπόντος, Εὐδαίμων,
ἔφη, τυγχάνεις, ὦ ἄνθρωπε, τοσούτου χρόνου
Πρὸς δὲ τὸν αὐτὸν
Ἀσκληπιάδην, καλοῦ ἔργου
Ἐγὼ,
ἔφη, τὸν μὲν Ναύατον ἐπαινῶ: τοὺς
Ναυατιανοὺς δὲ οὐκ ἀποδέχομαι.
Ξενοφωνηθεὶς δὲ ὁ Ἀσκληπιάδης,
Πῶς τοῦτο,
ἔφη, λέγεις, ἐπίσκοπε;
Ἐκεῖνον μὲν,
ἔφη ὁ Ἀττικὸς, ἐπαινῶ, ὅτι τοῖς ἐπιθύσασι
κοινωνῆσαι οὐχ εἵλετο: τοῦτο γὰρ ἂν καὶ αὐτὸς ἐγὼ ἐποίησα: τοὺς δὲ
Ναυατιανοὺς οὐκ ἐπαινῶν, ὅτι περὶ εὐτελῶν πταισμάτων τῆς κοινωνίας
τοὺς λαϊκοὺς ἀποκλείουσι.
Πρὸς ταῦτα ὁ Ἀσκληπιάδης,
Ἐκτὸς,
ἔφη, τοῦ ἐπιθῦσαι, καὶ ἄλλαι πολλαὶ κατὰ τὰς γραφὰς
εἰσὶν
Προέγνω δὲ Ἀττικὸς καὶ τὴν ἑαυτοῦ τελευτήν:
ἀναχωρῶν γοῦν τῆς Νικαίας πρὸς Καλλιόπιον τὸν ἐκεῖ πρεσβύτερον,
ἁμαρτίαι πρὸς θάνατον,
δἰ ἃς ὑμεῖς μὲν Σπεῦδε,
ἔφη, πρὸ φθινοπώρου ἐπὶ τὴν Κωνσταντινούπολιν, εἰ
βούλει με αὖθις ζῶντα θεάσασθαι: εἰ γὰρ βραδύνεις, οὐ καταλήψῃ
μέ.
Καὶ τοῦτο εἰπὼν οὐ διήμαρτεν: ἐν γὰρ τῷ εἰκοστῷ πρώτῳ ἔτει
τῆς ἐπισκοπῆς ἑαυτοῦ, τῇ δεκάτῃ τοῦ Ὀκτωβρίου μηνὸς ἐτελεύτησεν, ἐν
ὑπατείᾳ Θεοδοσίου τὸ ἑνδέκατον
Περὶ Σισιννίου τοῦ μετὰ Ἀττικὸν Κωνσταντινουπόλεως ἐπισκοπήσαντος.
Ἐγένετο δὲ μετὰ τὴν τελευτὴν Ἀττικοῦ πολλὴ φιλονεικία περὶ χειροτονίας
ἐπισκόπου, ἄλλων ἄλλον ζητούντων: τινὲς μὲν γὰρ, φησὶ, Φίλιππον τὸν
πρεσβύτερον ἐζήτουν: τινὲς δὲ Πρόκλον: καὶ οὗτος δὲ πρεσβύτερος ἦν.
Κοινῇ δὲ πᾶς ὁ λαὸς ἐπόθει γίνεσθαι Σισίννιον: ὅς τις πρεσβύτερος μὲν ἦν
καὶ αὐτὸς, ἐν οὐδεμιᾷ δὲ τῶν ἐντὸς τῆς πόλεως ἐκκλησιῶν ἐτέτακτο, ἀλλ̓
ἐν προαστείῳ τῆς Κωνσταντινουπόλεως, ᾧ ἐπώνυμον Ἐλαία, τὴν ἱερωσύνην
ἐκεκλήρωτο: ὅπερ καταντικρὺ μὲν κεῖται τῆς πόλεως, ἐν αὐτῷ δὲ ἐξ ἔθους ἡ
ἀναλήψιμος τοῦ Σωτῆρος ἐπιτελεῖται πάνδημος ἑορτή. Πόθον δὲ εἶχον τοῦ
ἀνδρὸς πάντες οἱ λαϊκοὶ, ὅτι ἐπ̓ εὐλαβείᾳ περιβόητος ὑπὲρ δύναμιν
ἐσπούδαζεν. Κατεκράτησεν οὖν ἡ τῶν λαϊκῶν σπουδή: καὶ χειροτονεῖται
Σισίννιος τῇ εἰκάδι ὀγδόῃ τοῦ Φεβρουαρίου μηνὸς, τῇ ἑξῆς ὑπατείᾳ, ἥτις
Χριστιανικῇ ἱστορίᾳ,
διαβάλλων καὶ τὸν
χειροτονηθέντα καὶ τοὺς χειροτονήσαντας, καὶ πολλῷ πλέον τοὺς λαϊκούς:
τοιαῦτα τε εἶπεν, οἷα οὐκ ἂν ἑλοίμην παραδοῦναι γραφῇ, ἐπεὶ κἀκεῖνον οὐκ
ἀποδέχομαι τῆς προπετείας, τοιαῦτα γραφῇ παραδοῦναι τολμήσαντα: μικρὰ δὲ
περὶ αὐτοῦ εἰπεῖν οὐκ ἄκαιρον εἶναι ἡγοῦμαι.
Περὶ Φιλίππου πρεσβυτέρου τοῦ ἀπὸ Σίδης.
Φίλιππος Σιδίτης μὲν ἦν τὸ γένος: Σίδη δὲ πόλις τῆς Παμφυλίας, ἀφ̓ ἧς
ὥρμητο καὶ Τρώϊλος ὁ σοφιστὴς, οὗ καὶ συγγενῆ ἑαυτὸν εἶναι ἐσεμνύνετο.
Διάκονος δὲ ἦν, ἐπεὶ τὰ πολλὰ τῷ ἐπισκόπῳ Ἰωάννῃ συνῆν: ἐφιλοπόνει δὲ
καὶ περὶ λόγους, καὶ πολλὰ καὶ παντοῖα βιβλία συνῆγε: ζηλώσας δὲ τὸν
Ἀσιανὸν τῶν λόγων χαρακτῆρα, πολλὰ συνέγραφε, τά τε τοῦ βασιλέως
Ἰουλιανοῦ κατὰ Χριστιανῶν
βιβλία ἀνασκευάζων, καὶ Χριστιανικὴν
συνέθηκεν: ἣν ἐν τριάκοντα ἓξ
βιβλίοις διεῖλεν: ἕκαστον δὲ βιβλίον εἶχε τόμους πολλοὺς, ὡς τοὺς πάντας
ἐγγὺς εἶναι χιλίους: ὑπόθεσις δὲ ἑκάστου τόμου ἰσάζει τῷ τόμῳ. Τὴν μὲν
οὖν πραγματείαν ταύτην οὐκ ἐκκλησιαστικὴν
ἱστορίαν, ἀλλὰ
Χριστιανικὴν
ἐπέγραψεν: πολλὰς δὲ συνεισφέρει ὕλας εἰς αὐτὴν,
δεικνύναι βουλόμενος μὴ ἀπείρως ἔχειν ἑαυτὸν τῶν φιλοσόφων παιδευμάτων:
διὸ καὶ συνεχῶς γεωμετρικῶν τε καὶ ἀστρονομικῶν καὶ ἀριθμητικῶν καὶ
μουσικῶν θεωρημάτων ποιεῖται μνήμην, ἐκφράσεις τε λέγων νήσων καὶ ὀρέων
καὶ δένδρων καὶ ἄλλων τινῶν εὐτελῶν. Δἰ ὧν καὶ χαύνην τὴν πραγματείαν
εἰργάσατο: διὸ καὶ, ὡς νομίζω, ἀχρεῖον αὐτὴν καὶ ἰδιώταις καὶ
εὐπαιδεύτοις πεποίηκεν: οἱ ἰδιῶται μὲν γὰρ τὸ κεκομψευμένον τῆς φράσεως
ἰδεῖν οὐκ ἰσχύουσιν, οἱ δὲ εὐπαίδευτοι τῆς ταυτολογίας καταγινώσκουσιν.
Ἀλλ̓ ἕκαστος μὲν περὶ τῶν βιβλίων ὡς ἔχει γνώμης κρινέτω: ἐγὼ δὲ ἐκεῖνό
φημι, ὅτι τοὺς χρόνους τῆς ἱστορίας συγχέει. Μνημονεύσας γὰρ τῶν τοῦ
αὐτοκράτορος Θεοδοσίου χρόνων, αὖθις ἐπὶ τοὺς Ἀθανασίου τοῦ ἐπισκόπου
χρόνους ἀνέδραμεν: καὶ τοῦτο ὡς πλεῖστον ποιεῖ. Καὶ τοσαῦτα μὲν περὶ
Φιλίππου: ὃ δὲ ἐπὶ Σισιννίου γέγονεν, ἀναγκαῖον εἰπεῖν.
Ὡς Πρόκλον Κυζίκου ἐπίσκοπον ὁ Σισίννιος ἐχειροτόνησεν: οἱ δὲ Κυζικηνοὶ τοῦτον οὐ προσεδέξαντο.
Τοῦ Κυζικηνῶν ἐπισκόπου τελευτήσαντος, ὁ Σισίννιος Πρόκλον ἐχειροτόνησε
πρὸς ἐπισκοπὴν τῆς Κυζίκου: μέλλοντος οὖν διάγειν ἐπ̓ αὐτὴν, φθάνουσιν
οἱ Κυζικηνοὶ, καὶ χειροτονοῦσι ἄνδρα ἀσκητικὸν, ᾧ ὄνομα ἦν Δαλμάτιος.
Καὶ τοῦτο ἐποίησαν ἀμελήσαντες τοῦ νόμου τοῦ κελεύοντος, παρὰ γνώμην τοῦ
ἐπισκόπου Κωνσταντινουπόλεως χειροτονίαν ἐπισκόπου μὴ γίνεσθαι: ἠμέλησαν
δὲ τοῦ νόμου τούτου, ὡς Ἀττικῷ μόνῳ εἰς πρόσωπον παρασχεθέντος. Ἔμενεν
οὖν ὁ Πρόκλος οἰκείας μὲν ἐκκλησίας μὴ προεστὼς, ἐν δὲ ταῖς ἐκκλησίαις
τῆς Κωνσταντινουπόλεως κατὰ τὰς διδασκαλίας ἀνθῶν: ἀλλὰ περὶ μὲν τούτου
κατὰ χώραν ἐροῦμεν. Σισίννιος δὲ οὐδὲ δύο ὅλους ἐνιαυτοὺς ἐπιβιοὺς τῇ
ἐπισκοπῇ ἐτελεύτησεν ἐν ὑπατείᾳ
Ὡς μετὰ τὴν τελευτὴν Σισιννίου, Νεστόριον ἐκ τῆς Ἀντιοχείας μεταπεμψάμενοι ἐπίσκοπον Κωνσταντινουπόλεως πεποιήκασιν, ὃς εὐθὺς ἐφωράθη ὁποῖος ἦν.
Μετὰ δὲ τὴν τελευτὴν Σισιννίου ἐδόκει τοῖς κρατοῦσι μηδένα μὲν διὰ τοὺς
κενοσπουδαστὰς ἐκ τῆς ἐκκλησίας εἰς τὴν ἐπισκοπὴν προχειρίζεσθαι: καίτοι
πολλῶν μὲν τὸν Φίλιππον, πολλῶν δὲ τὸν Πρόκλον χειροτονηθῆναι
σπευδόντων. Ἐπήλυδα δὲ ἐκ τῆς Ἀντιοχείας καλεῖν ἐβούλοντο: ἦν γάρ τις
ἐκεῖ Νεστόριος τοὔνομα, τὸ μὲν γένος Γερμανικεύς: εὔφωνος δὲ ἄλλως καὶ
εὔλαλος: διὸ καὶ ὡς προσεπιτήδειον εἰς διδασκαλίαν ἔγνωσαν
μεταπέμπεσθαι. Τριμήνου οὖν διαδραμόντος, ἄγεται ἐκ τῆς Ἀντιοχείας ὁ
Νεστόριος: ὅστις ἐπὶ σωφροσύνῃ μὲν παρὰ τοῖς πλείστοις ἐκηρύττετο:
ὁποῖος δὲ ἦν ἐν τοῖς ἄλλοις τὸ ἦθος, ἀπὸ τῆς πρώτης αὐτοῦ διδασκαλίας
τοὺς εὖ φρονοῦντας οὐκ ἔλαθε. Χειροτονηθεὶς γὰρ τῇ δεκάτῃ τοῦ Ἀπριλλίου
μηνὸς, ἐν ὑπατείᾳ Φίληκος καὶ Ταύρου, εὐθὺς ἐκείνην τὴν περιβόητον ἀφῆκε
φωνὴν, ἐπὶ τοῦ λαοῦ παντὸς πρὸς τὸν βασιλέα τὸν λόγον ποιούμενος. Δός
μοι,
φησὶν, ὦ βασιλεῦ, καθαρὰν τὴν γῆν τῶν αἱρετικῶν, κἀγώ
σοι τὸν οὐρανὸν ἀντιδώσω: συγκάθελέ μοι τοὺς αἱρετικοὺς, κἀγὼ
συγκαθελῶ σοι τοὺς Πέρσας.
Ταῦτα λεχθέντα, εἰ καί τινες τῶν
πολλῶν πρὸς τοὺς αἱρετικοὺς ἀπεχθῶς ἔχοντες ἡδέως ἐδέχοντο, ἀλλ̓ οὖν γε,
ὡς ἔφην, τοὺς εἰδότας ἐκ λόγου γνώμην τεκμῄρασθαι οὐκ ἔλαθεν οὐδὲ τὸ
κοῦφον τῆς διανοίας, οὐδὲ τὸ θυμικὸν ἐν ταὐτῷ καὶ κενόδοξον: ὅτι μηδὲ τὸ
βραχύτατον εἰς ὑπέρθεσιν ἀνασχόμενος εἰς τοιούτους προήχθη λόγους: ἀλλ̓
εἰ δεῖ κατὰ τὴν παροιμίαν εἰπεῖν, μηδὲ τοῦ τῆς πόλεως ὕδατος ἤδη
γευσάμενος
διάπυρος διώκτης ἐδείκνυτο. Πέμπτῃ γε οὖν μετὰ τὴν
χειροτονίαν ἡμέρᾳ εὐκτήριον τῶν Ἀρειανῶν, ἐν ᾧ ἐν παραβύστῳ ηὔχοντο,
καθελεῖν βουλόμενος, εἰς ἀπόνοιαν αὐτοὺς ἤλασεν. Ὁρῶντες γὰρ
καθαιρούμενον τὸν εὐκτήριον Πυρκαϊὰν
δὲ τοῦ λοιποῦ ἀπεκάλουν αὐτὸν
οὐ μόνον οἱ τῶν αἱρέσεων, ἀλλ̓ ἤδη καὶ οἱ οἰκεῖοι τῆς πίστεως: οὐ γὰρ
ἐπαύετο, ἀλλὰ κατὰ τῶν αἱρέσεων τεχναζόμενος, τὸ ἐπ̓ αὐτῷ τὴν πόλιν
ἀνέτρεψε. Καὶ γὰρ Ναυατιανοὺς σκύλλειν ἐπειρᾶτο, ὑποκνιζόμενος ἐφ̓ οἶς ὁ
Ναυατιανῶν ἐπίσκοπος Παῦλος ἐπ̓ εὐλαβείᾳ περιβόητος ἦν: ἀλλ̓ οἱ
κρατοῦντες παραινέσει κατέστελλον αὐτοῦ τὴν ὁρμήν. Ὅσα δὲ περὶ Ἀσίαν,
Λυδίαν τε καὶ Καρίαν κακὰ τοῖς Τεσσαρεσκαιδεκατίταις ἐποίησε, καὶ ὁπόσοι
δἰ αὐτὸν πολλοὶ περὶ Μίλητον καὶ Σάρδεις ἐν τῇ γενομένῃ στάσει ἀπέθανον,
παραλιπεῖν μοι δοκῶ. Ὁποίαν μὲν οὖν καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἄθυρον
αὐτοῦ γλῶσσαν δίκην ἔδωκε, μετ̓ ὀλίγον ἐρῶ.
Τίνα τρόπον ἐπὶ τοῦ νέου Θεοδοσίου Βουργουνζίωνες ἐχριστιάνισαν.
Πρᾶγμα μέντοι περὶ τόνδε τὸν χρόνον ἄξιον μνήμης γενόμενον διηγήσομαι.
Ἔθνος ἐστὶ βάρβαρον πέραν τοῦ ποταμοῦ Ῥήνου ἔχον τὴν οἴκησιν,
Βουργουνζίωνες καλοῦνται: οὗτοι βίον ἀπράγμονα ζῶσιν ἀεί: τέκτονες γὰρ
σχεδὸν πάντες εἰσίν: καὶ ἐκ ταύτης μισθὸν λαμβάνοντες ἀποτρέφονται.
Τούτοις συνεχῶς τὸ ἔθνος τῶν Οὕννων ἐπερχόμενον, ἐλεηλάτει τὴν χώραν
αὐτῶν, καὶ πολλοὺς πολλάκις αὐτῶν ἀνῄρουν: οἱ δὲ ὑπὸ ἀμηχανίας ἀνθρώπῳ
προσφεύγουσιν οὐδενὶ, θεῷ δέ τινι ἐπιτρέψαι ἑαυτοὺς ἐβούλοντο. Κατὰ νοῦν
δὲ λαμβάνοντες ὅτι Ῥωμαίων ὁ Θεὸς ἰσχυρῶς τοῖς φοβουμένοις αὐτὸν βοηθεῖ,
κοινῇ γνώμῃ πάντες ἐπὶ τὸ πιστεῦσαι τῷ Χριστῷ ἐληλύθασιν: γενόμενοί τε
ἐν πόλει μιᾷ τῆς Γαλλίας παρακαλοῦσιν ὑπὸ τοῦ ἐπισκόπου τυχεῖν
Χριστιανικοῦ βαπτίσματος. Ὁ δὲ ἐπὶ ἑπτὰ ἡμέρας παρασκευάσας νηστεῦσαι
αὐτοὺς, καὶ τὴν πίστιν κατηχήσας αὐτοὺς, τῇ ὀγδόῃ ἡμέρᾳ βαπτίσας
ἀπέλυσε. Θαρραλέοι οὖν οὗτοι κατὰ τῶν τυράννων ἐπορεύοντο: καὶ τῆς
ἐλπίδος οὐχ ἥμαρτον. Τοῦ γὰρ βασιλέως τῶν Οὕννων ὑπὸ ἀδηφαγίας
Οἷα πεπόνθασιν ὑπὸ Νεστορίου Μακεδονιανοί.
Νεστόριος μέντοι παρὰ τὸ εἰωθὸς τῇ ἐκκλησίᾳ πράττων καὶ ὁμοουσίου
τῇ πίστει
συνθέμενοι. Ἀλλὰ φιλοίνοις,
ὡς φησὶν ἡ παροιμία, οἶνος οὐ
λείπει, οὐδὲ φιλονείκῳ μάχη:
καὶ Νεστορίῳ τοίνυν φιλονεικοῦντι
ἐξελαύνειν ἄλλους, αὐτὸν ἐξελαθῆναι τῆς ἐκκλησίας συνέπεσεν ἐξ αἰτίας
τοιαύτης.
Περὶ Ἀναστασίου πρεσβυτέρου, δἰ οὗ καὶ Νεστόριος εἰς τὸ δυσσεβεῖν κατηνέχθη.
Συνῆν αὐτῷ Ἀναστάσιος πρεσβύτερος, ἅμα αὐτῷ ἐκ τῆς Ἀντιοχείας σταλείς:
τοῦτον διὰ τιμῆς εἶχε πολλῆς, καὶ ἐν τοῖς πράγμασι συμβούλῳ ἐχρῆτο. Καί
ποτε ἐπ̓ ἐκκλησίας ὁ Ἀναστάσιος διδάσκων ἔφη, Θεοτόκον τὴν Μαρίαν
καλείτω μηδείς: Μαρία γὰρ ἄνθρωπος ἦν: ὑπὸ ἀνθρώπου δὲ Θεὸν τεχθῆναι
ἀδύνατον.
Τοῦτο ἀκουσθὲν πολλοὺς κληρικούς τε καὶ λαϊκοὺς ἐν
ταὐτῷ πάντας ἐτάραξεν: ἦσαν γὰρ πάλαι διδαχθέντες θεολογεῖν τὸν Χριστὸν,
καὶ μηδαμῶς αὐτὸν τῆς οἰκονομίας, ὡς ἄνθρωπον, χωρίζειν ἐκ τῆς θεότητος,
πειθόμενοι τῇ τοῦ ἀποστόλου φωνῇ λεγούσῃ, Εἰ καὶ
καὶ, Διὸ ἀφέντες τὸν περὶ Χριστοῦ λόγον, ἐπὶ τὴν
τελειότητα φερώμεθα.
Θεοτόκος
ἐκβάλλων. Διὸ τῆς περὶ τούτου ζητήσεως παῤ ἄλλοις ἄλλως ἐκδεχθείσης,
διαίρεσις ἐν τῇ ἐκκλησίᾳ ἐγένετο: καὶ ὥσπερ ἐν νυκτομαχίᾳ καθεστῶτες νῦν
μὲν ταῦτα ἔλεγον, νῦν δὲ τὰ ἕτερα: συγκατετίθεντό τε ἐν ταὐτῷ καὶ
ἠρνοῦντο. Νεστόριος δὲ δόξαν παρὰ τοῖς πολλοῖς εἶχεν, ὡς ψιλὸν ἄνθρωπον
λέγων τὸν Κύριον, καὶ ὡς Παύλου τοῦ Σαμοσατέως καὶ Φωτεινοῦ τὸ δόγμα εἰς
τὴν ἐκκλησίαν ἄγων. Ἀλλὰ περὶ μὲν τούτου τοσαύτη ἐκινήθη ζήτησις καὶ
ταραχὴ, ὡς καὶ συνόδου οἰκουμενικῆς δεηθῆναι. Ἐγὼ δὲ ἐντυχὼν τοῖς παρὰ
Νεστορίαυ λόγοις ἐκδοθεῖσιν ἀγνοοῦντα ἐφευρίσκω τὸν ἄνδρα: καὶ μετ̓
ἀληθείας ἐρῶ: οὐδὲ γὰρ οὔτε ἀπεχθανόμενος πρὸς αὐτὸν ὧν εἶχεν
ἐλαττωμάτων ἐμνήσθην, οὔτε χαριζόμενός τισιν ἐλαττονοῦντα ὧν ἐφεῦρον
ἐκθήσομαι. Οὔ μοι δοκεῖ ὁ Νεστόριος οὔτε τὸν Σαμοσατέα Παῦλον ζηλῶν οὔτε
μὴν Φωτεινὸν, μηδ̓ ὅλως ψιλὸν ἄνθρωπον λέγειν τὸν Κύριον: ἀλλὰ τὴν λέξιν
μόνην ὡς τὰ μορμολύκια πεφόβηται. Καὶ τοῦτο πέπονθεν ὑπὸ ἀμαθίας πολλῆς:
φυσικῶς γὰρ εὔλαλος ὢν, πεπαιδεῦσθαι μὲν πᾶν πνεῦμα ὃ λύει τὸν Ἰησοῦν ἀπὸ τοῦ Θεοῦ οὐκ ἔστι.
Ταύτην γὰρ
τὴν διάνοιαν ἐκ τῶν παλαιῶν ἀντιγράφων περιεῖλον οἱ χωρίζειν ἀπὸ τοῦ τῆς
οἰκονομίας ἀνθρώπου βουλόμενοι τὴν θεότητα. Διὸ καὶ οἱ παλαιοὶ ἑρμηνεῖς
αὐτὸ τοῦτο ἐπεσημῄναντο, ὥς τινες εἶεν ῥᾳδιουργήσαντες τὴν ἐπιστολὴν,
λύειν ἀπὸ τοῦ Θεοῦ τὸν ἄνθρωπον θέλοντες: συνανείληπται δὲ ἡ ἀνθρωπότης
τῇ θεότητι: καὶ οὐκέτι εἰσὶ δύο, ἀλλὰ ἕν. Τοῦτο θαρροῦντες οἱ παλαιοὶ
Θεοτόκον
τὴν Μαρίαν λέγειν οὐκ ὤκνησαν: οὕτω γὰρ καὶ ὁ
Παμφίλου Εὐσέβιος μεθ̓ ἡμῶν Θεὸς
δἰ ἡμᾶς ἠνέσχετο: καὶ τόπος
αὐτοῦ τῆς ἐνσάρκου γεννήσεως ὀνομαστὶ παῤ Ἑβραίοις ἡ Βηθλεὲμ ἐκηρύττετο.
Διὸ δὴ καὶ ἡ βασίλισσα Ἑλένη ἡ θεοφιλεστάτη τῆς Θεοτόκου τὴν κύησιν
μνήμασι θαυμασίοις κατεκόσμει, παντοίως τὸ τῇδε ἱερὸν ἄντρον
φαιδρύνουσα. Θεοτόκος
λέγεται πλατέως ἐξήτασε. Φαίνεται τοίνυν ὁ
Νεστόριος ἀγνοήσας τὰς πραγματείας τῶν παλαιῶν: διὸ καθὼς ἔφην, τὴν
λέξιν μόνην περιΐσταται. Ἐπεὶ ὅτι ψιλὸν οὐ λέγει ἄνθρωπον τὸν Χριστὸν,
ὡς Φωτεινὸς ἢ Παῦλος ὁ Σαμοσατεὺς, καὶ αἱ ἐκδοθεῖσαι αὐτοῦ προσομιλίαι
διδάσκουσιν: ὡς οὐδαμοῦ τὴν τοῦ Θεοῦ Λόγου ὑπόστασιν ἀναιρεῖ, ἀλλὰ
πανταχοῦ ἐνυπόστατον αὐτὸν ὁμολογεῖ καὶ ἐνούσιον. Οὐ μὴν ὡς Φωτεινὸς καὶ
ὁ Σαμοσατεὺς ἀναιρεῖ αὐτοῦ τὴν ὕπαρξιν: τοῦτο γὰρ καὶ Μανιχαῖοι καὶ οἱ
ἀπὸ Μοντανοῦ δογματίζειν ἐτόλμησαν. Οὕτω μὲν οὖν τὸν Νεστόριον φρονοῦντα
εὑρίσκω ἐγὼ, ἔκ τε ὧν ἀνέγνων αὐτοῦ λόγων, καὶ ἀφ̓ οὗ οἱ ἐρασταὶ αὐτοῦ
λέγουσιν. Οὐ μικρὰν μέντοι ταραχὴν τῇ οἰκουμένῃ ἡ ψυχρολογία Νεστορίου
ἐκίνησεν.
Περὶ τοῦ γενομένου μύσους ἐν τῷ θυσιαστηρίῳ τῆς μεγάλης ἐκκλησίας ὑπὸ τῶν φυγάδων δούλων.
Καὶ τούτων γενομένων, ἐπισυνέβη μυσαρόν τι πρᾶγμα κατὰ τὴν ἐκκλησίαν γενέσθαι. Οἰκέται γὰρ ἑνὸς τῶν μεγάλα δυναμένων, βάρβαροι ὄντες τὸ γένος, ἀπηνοῦς τοῦ δεσπότου πειρώμενοι, τῇ ἐκκλησίᾳ προσφεύγουσι: καὶ ξιφηροῦντες εἰς τὸ θυσιαστήριον εἰσεπήδησαν: παρακαλούμενοί τε ἐξελθεῖν οὐδενὶ τρόπῳ ἐπείθοντο, ἀλλ̓ ἐμποδὼν ταῖς ἱεραῖς λειτουργίαις ἐγίνοντο. Ἐπί τε ἡμέρας πολλὰς τὰ ξίφη γυμνὰ κατέχοντες, ἕτοιμοι πρὸς τὸ ἀμύνασθαι πάντα τὸν προσιόντα ἐγίνοντο: καὶ δὴ ἕνα τῶν κληρικῶν ἀποσφάξαντες, καὶ ἄλλον τραυματίαν ποιήσαντες, τέλος ἐπικατέσφαξαν ἑαυτούς. Καί τις τῶν παρόντων οὐ καλὸν ἔλεγε σημαίνειν τὸν μολυσμὸν τοῦ ναοῦ, ἐπιλέγων ἀρχαίου τινὸς ποιητοῦ δύο ἰάμβους: Σημεῖα γὰρ τὰ τοιαῦτα γίνεσθαι φιλεῖ, Ὅταν ἐν ναοῖς ἐγκατασκήψῃ μῦσος. Καὶ τῆς δόξης ὁ εἰπὼν οὐ διήμαρτεν: τὴν διαίρεσιν γὰρ, ὡς ἔοικεν, ἐσήμαινε τοῦ λαοῦ, καὶ καθαίρεσιν τοῦ αἰτίου τῆς διαιρέσεως.
Περὶ τῆς ἐν Ἐφέσῳ τὸ πρότερον κατὰ Νεστορίου συναθροισθείσης συνόδου.
Οὐ πολὺς γὰρ ἐν μέσῳ χρόνος, καὶ τοὺς πανταχόθεν ἐπισκόπους πρόσταγμα τοῦ
βασιλέως εἰς τὴν Ἐφεσίων συνιέναι ἐκέλευσεν. Εὐθὺς οὖν μετὰ τὴν τοῦ
Πάσχα ἑορτὴν ὁ Νεστόριος σὺν πολλῇ δυνάμει ὄχλων παρῆν εἰς τὴν Ἔφεσον,
εὑρίσκεί τε πολλοὺς τῶν ἐπισκόπων συνεληλυθότας ἐκεῖ. Ὁ δὲ τῆς
Ἀλεξανδρείας Κύριλλος μικρὸν ὑστερήσας, περὶ τὴν Πεντηκοστὴν ἀπήντησεν:
πέμπτῃ δὲ μετὰ τὴν Πεντηκοστὴν ἡμέρᾳ καὶ Ἰουβενάλιος ὁ τῆς Ἱεροσολύμων
ἐπέστη: Ἰωάννου δὲ τοῦ Ἀντιοχείας βραδύναντος, οἱ παρόντες ἀνεκίνουν τὸ
ζήτημα. Καὶ Κύριλλος ὁ τῆς Ἀλεξανδρείας ἀκροβολισμούς τινας ἐποιεῖτο τῶν
λόγων, Νεστόριον ταράττειν βουλόμενος: καὶ γὰρ ἀπεχθῶς εἶχε πρὸς αὐτόν.
Καὶ δὴ πολλῶν θεολογούντων τὸν Ἰησοῦν, Ἐγὼ,
ἔφη Νεστόριος, τὸν
γενόμενον
καὶ ταῦτα εἰπὼν, μετὰ τῶν
λοιπῶν ἐπισκόπων ἠθροίζετο, οἳ τῇ αὐτοῦ ἠκολούθουν γνώμῃ. Διῃροῦντο οὖν
οἱ παρόντες εἰς δύο τμήματα: οἱ οὖν περὶ Κύριλλον συνέδριον ποιησάμενοι,
ἐκάλεσαν τὸν Νεστόριον: ὁ δὲ οὐχ ὑπήκουσεν, εἰς τὴν παρουσίαν Ἰωάννου
τοῦ Ἀντιοχέως ὑπερτιθέμενος. Οἱ δὲ περὶ Κύριλλον τὰς προσομιλίας
Νεστορίου, ἃς περὶ τοῦ ζητήματος εἰρήκει, πολλάκις ὑπαναγνόντες, ἐξ
αὐτῶν τε κρίναντες εὐτόνως βλασφημήσαντα εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καθεῖλον
αὐτόν. Τούτου γενομένου, οἱ περὶ Νεστόριον ἕτερον καθ̓ ἑαυτοὺς συνέδριον
ποιησάμενοι, καθαιροῦσι Κύριλλον, καὶ σὺν αὐτῷ Μέμνονα τὸν τῆς Ἐφέσου
ἐπίσκοπον. Οὐκ εἰς μακρὰν δὲ καὶ μετὰ ταῦτα ἐπέστη Ἰωάννης ὁ τῆς
Ἀντιοχείας ἐπίσκοπος: καὶ γνοὺς τὰ γενόμενα, ἀπήχθετο πρὸς Κύριλλον,
Θεοτόκον
τὴν Μαρίαν ἐκάλει, λέγων, Λεγέσθω,
φησὶ, καὶ
Ἀλλ̓
οὐδεὶς αὐτὸν ἐκ μετανοίας ταῦτα λέγοντα προσεδέξατο: διὸ καὶ ἄχρι νῦν
καθῃρημένος εἰς ἐξορίαν πεμφθεὶς εἰς τὴν Ὄασιν κατοικεῖ. Ἡ μὲν οὖν τότε
γενομένη σύνοδος τοιοῦτον Θεοτόκος
ἡ Μαρία, καὶ παυσάσθω τὰ λυπηρά.ἀνεθεμάτισαν:
οὕτω γὰρ
οἱ Χριστιανοὶ καλεῖν εἰώθαμεν τὴν κατὰ τοῦ βλασφήμου ψῆφον, ὅταν αὐτὴν
ὥσπερ ἐν στήλῃ ἀναστήσαντες φανερὰν τοῖς ἅπασι καταστήσωμεν.
Ὡς μετὰ τὴν καθαίρεσιν Νεστορίου, τὸν Πρόκλον τινῶν βουλομένων ἐνθρονίσαι, προχειρίζονταί τινες τῶν ἐπισκόπων Μαξιμιανὸν τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον.
Πάλιν περὶ ἐπιλογῆς ἐπισκόπων ζήτησις ἦν: καὶ πολλοὶ μὲν Φίλιππον, οὗ καὶ
ἤδη ἐπεμνήσθημεν, πλείους δὲ τὸν Πρόκλον ἐπελέγοντο. Καὶ ἐκράτησεν ἂν ἡ
Πρόκλου γνώμη, εἰ μή τινες τῶν μεγάλα δυναμένων ἐκώλυσαν, φήσαντες
κανόνα ἐκκλησιαστικὸν κωλύειν τὸν ὀνομασθέντα τινὸς πόλεως ἐπίσκοπον εἰς
ἑτέραν μεταφέρεσθαι πόλιν: τοῦτο λεχθὲν καὶ πιστευθὲν τὸν λαὸν ἡσυχάζειν
ἠνάγκαζεν. Τετραμηνιαίου δὲ διαδραμόντος χρόνου μετὰ τὴν Νεστορίου
καθαίρεσιν, προχειρίζεται πρὸς τὴν ἐπισκοπὴν Μαξιμιανὸς ὄνομα, ἀνὴρ
ἀσκητικὸς μὲν τὸν βίον, ἐν τοῖς πρεσβυτέροις δὲ καὶ αὐτὸς ἐτέτακτο.
Οὗτος ὑπόληψιν εὐλαβείας πάλαι ἐκέκτητο, διότι οἰκείοις ἀναλώμασι
κατεσκευάκει μνήματα, ὥστε ἐν αὐτοῖς τοὺς εὐλαβεῖς τελευτῶντας
κηδεύεσθαι: ἦν δὲ καὶ ἰδιώτης τῷ λόγῳ,
Παραδείγματα δἰ ὧν, ὡς δοκεῖ, κατασκευάζει ὁ συγγραφεὺς ἀκώλυτον εἶναι τὴν ἀπὸ θρόνου εἰς θρόνον μετάθεσιν.
Ἐπειδὴ δέ τινες ἐπιφημίσαντες ἐκκλησιαστικὸν κανόνα ἐκώλυσαν τὸν Πρόκλον
ἐνθρονισθῆναι, ἤδη τῆς Κυζίκου ὀνομασθέντα ἐπίσκοπον, βούλομαι περὶ
τούτου βραχέα εἰπεῖν. Οὔ μοι δοκοῦσιν ἀληθεῦσαι οἱ τότε ταῦτα λέγειν
ἐπιχειρήσαντες, ἀλλ̓ ἢ κατασκευάσασθαι φθόνῳ τῷ πρὸς τὸν Πρόκλον, ἢ
ἀγνοεῖν καὶ τοὺς κανόνας καὶ τὰ πολλάκις χρειωδῶς ἐν ταῖς ἐκκλησίαις
γενόμενα. Εὐσέβιος γοῦν ὁ Παμφίλου ἐν τῇ ἕκτῃ τῆς Ἐκκλησιαστικῆς
Ἱστορίας
Περὶ Σιλβανοῦ τοῦ ἀπὸ Φιλιππουπόλεως εἰς Τρωάδα μετενεχθέντος.
Σιλβανὸς ῥήτωρ μὲν ἐγεγόνει πρότερον Τρωΐλου τοῦ σοφιστοῦ: ἀκριβῶς δὲ
Χριστιανίζειν ἐσπουδακὼς, καὶ τὸν ἀσκητικὸν βίον ἀσκῶν, τρίβωνα φορεῖν
οὐ προῄρητο. Μετὰ ταῦτα δὲ αὐτὸν Οὐκέτι πρόφασιν
ἔχεις,
φησὶ, τοῦ ἀποφυγεῖν ἐκκλησίας φροντίδα, ἡ γὰρ Τρωὰς
κρυμὸν οὐκ ἔχει: ἀλλ̓ ἰδού σοι τόπος εὔκαιρος πρὸς τὴν τοῦ σώματος
ἀσθένειαν ἐκ Θεοῦ εὐτρεπίζεται: μὴ μέλλε οὖν, ἀδελφὲ, ἀλλ̓ ἐπὶ τὴν
Τρωάδα πορεύου.
Μετέστη οὖν ἐκεῖ ὁ Σιλβανός: καὶ θαῦμα ἐν ταῖς
χερσὶν αὐτοῦ γενόμενον διηγήσομαι. Ναῦς ἀχθοφόρος μεγίστη ἡ τοὺς
μεγάλους κομίζουσα κίονας,—πλατὴν
αὐτὴν ὀνομάζουσι,—νεωστὶ
κατεσκεύαστο ἐν τῷ τῆς Τρωάδος αἰγιαλῷ: ταύτην τε ἔδει καθέλκεσθαι εἰς
τὴν θάλασσαν. Πολλῶν τε καλωδίων καὶ πολυπληθίας ἀνδρῶν ἑλκόντων αὐτὴν,
οὐδαμῶς ἐκινεῖτο ἡ ναῦς. Ἐπεὶ δὲ τοῦτο πολλαῖς ἡμέραις ἐγίνετο, ᾠήθησαν
δαιμόνιον κατέχειν τὴν ναῦν: καὶ γενόμενοι παρὰ τὸν ἐπίσκοπον Σιλβανὸν,
παρεκάλουν αὐτὸν εὐχὴν ἐπὶ τοῦ τόπου τελέσαι: οὕτω γὰρ μόνως τὴν ναῦν
καθελκυσθῆναι ἐπίστευσαν. Ὁ δὲ μετριοφρονῶν ἁμαρτωλὸν ἑαυτὸν ἀπεκάλει,
καὶ ἔλεγε τὸ ἔργον δικαίου εἶναί τινος, οὐ μὴν ἑαυτοῦ.
Ἐκλιπαρησάντων
Περὶ τῶν ἐν Κρήτῃ Ἰουδαίων, ὅπως ἐχριστιάνισαν τηνικαῦτα πολλοί.
Περὶ δὲ τὸν χρόνον τοῦτον πολλοὶ τῶν ἐν Κρήτῃ Ἰουδαίων ἐχριστιάνισαν διὰ
πάθος τοιόνδε: ἀπατεών τις Ἰουδαῖος ὑπεκρίνατο εἶναι Μωϋσῆς: πεπέμφθαι
δὲ ἔλεγεν ἐκ τῶν οὐρανῶν, ὅπως ἂν τοὺς τὴν νῆσον οἰκοῦντας Ἰουδαίους
ἐκβάλῃ διὰ τῆς θαλάσσης ἀγαγών: αὐτὸς γὰρ εἶναι ἔλεγεν ὁ καὶ τὸν Ἰσραὴλ
πάλαι διὰ τῆς ἐρυθρᾶς θαλάσσης σώσας. Ἐφ̓ ὅλον οὖν ἐνιαυτὸν περιῄει καθ̓
ἑκάστην τῆς νήσου πόλιν: καὶ τοὺς ἐν αὐταῖς οἰκοῦντας Ἰουδαίους τὰ
τοιαῦτα πιστεύειν ἀνέπειθε. Παρῄνει τε πάντα τὰ χρήματα καὶ τὰ κτήματα
καταλιπεῖν: ἄξειν γὰρ αὐτοὺς διὰ ξηρᾶς τῆς θαλάσσης εἰς τὴν γῆν τῆς
ἐπαγγελίας ὑπισχνεῖτο. Οἱ δὲ ταῖς τοιαύταις ἐλπίσι βουκολούμενοι πάντων
μὲν τῶν ἔργων ἠμέλουν: κατεφρόνουν δὲ καὶ ὧν ἐκέκτηντο, τοῖς ἐπιτυχοῦσιν
ἀφέντες λαμβάνειν αὐτά. Ἐπειδὴ δὲ ἦν ἡμέρα ἣν ὁ ἀπατεὼν Ἰουδαῖος
σήμαινεν, ἡγεῖτο μὲν αὐτὸς, ἠκολούθουν δὲ οἱ σύμπαντες ἅμα γυναιξὶ καὶ
τῇ μικρᾷ ἡλικίᾳ. Ἄγει οὖν αὐτοὺς ἐπί τι ἀκρωτήριον
Περὶ τοῦ γεγονότος ἐμπρησμοῦ ἐν τῇ Ναυατιανῶν ἐκκλησίᾳ.
Μικρὸν δὲ μετὰ τόνδε τὸν χρόνον Παῦλος ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος
θεοφιλοῦς ὄντως ἀνδρὸς δόξαν ἐκτήσατο, καὶ πολλῷ πλεῖον ἧς ἐκέκτητο
πρότερον. Συμβὰν γὰρ ἐμπρησμὸν γενέσθαι χαλεπώτατον, καὶ οἷος οὐδεπώποτε
ἐγεγόνει πρότερον, πολὺ γὰρ μέρος τῆς πόλεως τὸ πῦρ κατηνάλωσεν, ὡς καὶ
τὰ μέγιστα τῶν ὠρείων ἀπολέσθαι, καὶ τὸ δημόσιον, ᾧ ἐπώνυμον ἐστὶν
Ἀχιλλεὺς, τέλος ἐπινεμόμενον τὸ πῦρ καὶ τῇ Ναυατιανῶν ἐκκλησίᾳ τῇ
κειμένῃ πλησίον τοῦ Πελαργοῦ προσέβαλεν. Ἐπεὶ δὲ ὁ ἐπίσκοπος Παῦλος
κινδυνεύουσαν τὴν ἐκκλησίαν ἑώρα, εἰσπηδήσας εἰς τὸ θυσιαστήριον Θεῷ τὰ
κατὰ τὴν ἐκκλησίαν τῆς σωτηρίας ἐπέτρεπε: καὶ οὐ διέλιπεν εὐχόμενος ὑπέρ
τε τῆς πόλεως καὶ τοῦ εὐκτηρίου τόπου. Θεὸς δὲ ἄρα ἐπήκουσε τοῦ ἀνδρὸς,
ὡς τὸ ἔργον ἀπέδειξεν: τὸ γὰρ πῦρ εἰς τὸν εὐκτήριον διὰ πασῶν θυρῶν καὶ
θυρίδων εἰσπεσὸν οὐδὲν ἐλυμῄνατο. Ἀλλὰ πολλὰ μὲν τῶν πέριξ γειτνιαζόντων
ἠφάνιζεν: αὐτὸν δὲ ἦν ἰδεῖν ἐν μέσῳ ὅλῳ πυρὶ νικῶντα αὐτοῦ τὴν
ὑπερβάλλουσαν ἔκκαυσιν. Καὶ τούτου ἐπὶ δύο νυχθήμερα γενομένου,
Ὡς Μαξιμιανὸν ἐπίσκοπον διαδέχεται Πρόκλος.
Μαξιμιανὸς δὲ δύο ἐνιαυτοὺς πρὸς τοῖς πέντε μησὶν ἡσύχως τῆς
Περὶ Πρόκλου ἐπισκόπου, ὁποῖος τις ἦν.
Πρόκλος ἐκ πρώτης ἡλικίας ἀναγνώστης ἐτύγχανεν ὢν, ἐφοίτα τε εἰς
διδασκάλους, καὶ ῥητορικῆς ἐγίνετο ζηλωτής: τελέσας δὲ εἰς ἄνδρα τὰ
πολλὰ παρῆν τῷ ἐπισκόπῳ Ἀττικῷ, ὑπογραφεὺς αὐτοῦ τῶν λόγων γενόμενος.
Προκόψαντα δὲ αὐτὸν καὶ ἐν τῇ τάξει τῆς διακονίας Ἀττικὸς προηγάγετο:
ἀξιωθεὶς δὲ καὶ πρεσβυτερίου, ὡς προεῖπον, ὑπὸ Σισιννίου πρὸς τὴν
Κυζίκου ἐπισκοπὴν προεβλήθη.
Ὅτι πολὺν καταβάλλεται λόγον ὁ συγγραφεὺς περὶ τῆς καλοκαγαθίας τοῦ
Ἐπὶ τούτοις μὲν οὖν καὶ ὁ βασιλεὺς αὐτὸν ἀπεδέχετο: καὶ γὰρ αὐτὸς τοῖς
ἀληθῶς ἱερωμένοις ἐφάμιλλος ἦν, καὶ οὐδαμοῦ τοὺς διώκειν ἐθέλοντας
ἀπεδέχετο. Τολμήσας δ̓ ἂν εἴποιμι, ὅτι τῇ πρᾳότητι καὶ πάντας τοὺς
ἀληθῶς ἱερωμένους ἐνίκα: καθάπερ ἡ βίβλος τῶν Ἀριθμῶν ἐπὶ Μωϋσέως φησὶ,
Καὶ ὁ ἄνθρωπος
τουτέστι καὶ νῦν
εἰπεῖν, ὅτι ὁ βασιλεὺς Θεοδόσιος πρᾳῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους
τοὺς ὄντας ἐπὶ τῆς γῆς. Διὰ ταύτην γὰρ αὐτοῦ τὴν πρᾳότητα καὶ ὁ Θεὸς
τοὺς πολεμίους
Ὁποῖα πεπόνθασιν οἱ βάρβαροι οἱ τῷ τυράννῳ Ἰωάννῃ συμμαχήσαντες.
Μετὰ γὰρ τὴν τοῦ τυράννου ἀναίρεσιν οἱ βάρβαροι, οὓς ἐκεῖνος πρὸς
βοήθειαν κατὰ Ῥωμαίων ἐκάλεσεν, ἕτοιμοι ἦσαν κατατρέχειν τὰ Ῥωμαίων
πράγματα. Ταῦτα ὁ βασιλεὺς πυθόμενος, συνήθως τὴν περὶ τούτων φροντίδα
ἐπέτρεψε τῷ Θεῷ: εὐχαῖς τε σχολάσας οὐκ εἰς μακρὰν ἐξήνυσεν ἃ ἐζήτει
λαβεῖν: οἷα γὰρ δὴ καὶ ἐγένετο τοῖς βαρβάροις καλὸν ἐπακοῦσαι. Θνήσκει
μὲν αὐτῶν ὁ ἔξαρχος, ᾧ ὄνομα ἦν Ῥούγας, βληθεὶς κεραυνῷ: λοιμός τε
ἐπιλαβόμενος τὸ πλεῖστον τῶν ὑπ̓ αὐτῷ ἀνθρώπων διέφθειρε: καὶ οὐ τοῦτο
μόνον ἐξήρκεσεν: ἀλλὰ γὰρ καὶ πῦρ ἐξ οὐρανοῦ κατελθὸν πολλοὺς τῶν
ὑπολειφθέντων ἀνάλωσεν. Καὶ τοῦτο εἰς δέος μέγιστον τοὺς βαρβάρους
κατέστησεν, οὐ τοσοῦτον ὅτι πρὸς ἔθνος γενναῖον τὸ Ῥωμαίων ὅπλα
ἀνταίρειν ἐτόλμησαν, ἀλλ̓ ὅτι πλέον ὑπὸ ἰσχυροῦ Θεοῦ βοηθουμένους
ἐφεύρισκον. Τότε δὴ καὶ ὁ ἐπίσκοπος Πρόκλος ἐκ τοῦ Ἱεζεκιὴλ προφητείαν,
ἐπ̓ ἐκκλησίας διδάσκων, τῇ γενομένῃ ἐκ Θεοῦ σωτηρίᾳ προσαρμόσας ἱκανῶς
ἐθαυμάσθη. Ἡ δὲ προφητεία ἔστιν αὕτη:
Ὡς ὁ βασιλεὺς Οὐαλεντινιανὸς ὁ νέος Εὐδοξίαν ἔγημε τὴν θυγατέρα Θεοδοσίου.
Ἦν αὐτῷ θυγάτηρ ἐκ τῆς γαμετῆς Εὐδοκίας, ὄνομα Εὐδοξία: ταύτην
Οὐαλεντινιανὸς ὁ ἀνεψιὸς, ὁ ὑπ̓ αὐτοῦ τῶν ἑσπερίων μερῶν καταστὰς
βασιλεὺς, ᾔτησε πρὸς γάμον λαβεῖν. Ὡς δὲ ὁ βασιλεὺς ἐπένευσε Θεοδόσιος,
καὶ ἐβουλεύοντο ἐν μεσαιχμίῳ που τοὺς γάμους τελέσαι, ἐδόκει δὲ
μερισαμένους τὴν ὁδὸν ἐν τῇ Θεσσαλονίκῃ τοῦτο ποιῆσαι, μηνύει
Οὐαλεντινιανὸς, μὴ σκύλλεσθαι, αὐτὸς γὰρ ἥξειν εἰς τὴν
Κωνσταντινούπολιν.
Ἀσφαλισάμενος οὖν τὰ ἑσπέρια μέρη αὐτὸς ἐπὶ
τὴν Κωνσταντινούπολιν παραγίνεται τοῦ γάμου χάριν. Οὗ ἐπιτελεσθέντος ἐν
ὑπατείᾳ Ἰσιδώρου
Ὡς ὁ ἐπίσκοπος Πρόκλος πέπεικε τὸν βασιλέα τὸ σῶμα Ἰωάννου μετακομίσαι εἰς Κωνσταντινούπολιν ἀπὸ τῆς ἐξορίας, καὶ ἐν τῇ τῶν ἀποστόλων ἐκκλησίᾳ καταθέσθαι.
Οὐκ εἰς μακρὰν δὲ μετὰ τόνδε τὸν χρόνον καὶ ὁ ἐπίσκοπος Πρόκλος τοὺς
χωριζομένους διὰ τὴν τοῦ ἐπισκόπου Ἰωάννου καθαίρεσιν ἐπανήγαγε,
φρονήσει παραμυθησάμενος τὴν λύπην αὐτῶν: τί δὲ τοῦτο ἦν λεκτέον. Τὸ
σῶμα Ἰωάννου ἐν Κομάνοις τεθαμμένον, βασιλέα πείσας, τριακοστῷ πέμπτῳ
ἔτει μετὰ τὴν καθαίρεσιν, εἰς τὴν Κωνσταντινούπολιν μετεκόμισε. Καὶ μετὰ
πολλῆς τιμῆς δημοσίᾳ πομπεύσας αὐτὸ εἰς τὴν ἐπώνυμον τῶν Ἀποστόλων
ἐκκλησίαν ἀπέθετο. Πεισθέντες οὖν ἐπὶ τούτῳ οἱ δἰ αὐτὸν χωριζόμενοι τῇ
ἐκκλησίᾳ ἡνώθησαν: καὶ γέγονεν τῇ ἑξκαιδεκάτῃ
Περὶ τοῦ θανάτου Παύλου τοῦ Ναυατιανῶν ἐπισκόπου, καὶ τοῦ μετ̓ αὐτὸν χειροτονηθέντος Μαρκιανοῦ.
Ὀλίγον δὲ μετὰ τὴν τοῦ σώματος Ἰωάννου ἀπόθεσιν καὶ Παῦλος ὁ τῆς τῶν
Ναυατιανῶν ἐκκλησίας ἐτελεύτησεν, ἐν ὑπατείᾳ τῇ αὐτῇ, περὶ τὴν μίαν καὶ
εἰκάδα τοῦ Ἰουλίου μηνός. Ὃς τῇ ἑαυτοῦ ἐκκομιδῇ πάσας τὰς διαφόρους
αἱρέσεις τρόπον τινὰ μίαν ἐκκλησίαν εἰργάσατο. Πᾶσαι γὰρ αὐτοῦ τὸ σῶμα
ἄχρι τοῦ μνήματος σὺν ψαλμῳδίαις παρέπεμπον, ἐπείπερ καὶ ζῶν διὰ βίου
ὀρθότητα πάσαις ἐπέραστος ἦν. Ἐπεὶ δὲ Παῦλος ἄξιον μνήμης τελευτᾷν
μέλλων διεπράξατο, χρειῶδες εἶναι ἡγοῦμαι τῇδε τῇ ἱστορίᾳ αὐτὸ
προσθεῖναι, πρὸς ὠφέλειαν τῶν ἐντυγχανόντων αὐτῇ. Ὅτι μὲν γὰρ ἀρρωστῶν
τῇ συνήθει τῆς ἀσκήσεως διαίτῃ ἐχρῆτο, μηδαμῶς παρεκβαίνων αὐτὴν, καὶ ὡς
οὐ διέλιπε τὰς εὐχὰς ἀόκνως ἐκτελῶν, παραλιπεῖν μοι δοκῶ, ἵνα μὴ περὶ
τοῦτο διατρίβων ἀμαυρώσω τὴν ἀξίαν μνήμης, ὡς ἔφην, καὶ ἐπωφελῆ πρᾶξιν
αὐτοῦ. Τίς δέ ἐστιν ἤδη λεκτέον: μέλλων τελευτᾷν, πάντας τοὺς τῶν ὑπ̓
αὐτὸν ἐκκλησιῶν ἱερωμένους μεταπεμψάμενος, Φροντίσατε,
ἔφη,
ἀναδεῖξαί τινα ἐπίσκοπον, ἕως ἔτι ἐν πνέουσιν εἰμί: ἵνα μὴ μετὰ
ταῦτα ταραχὴν αἱ ἐκκλησίαι ὑμῶν ὑπομείνωσι.
Τῶν δὲ λεγόντων,
μὴ αὐτοῖς τὴν περὶ τούτου ψῆφον ἐπιτρέπειν, ἄλλος γὰρ ἄλλο
κριτήριον ἔχοντες οὐδαμῶς τὸν αὐτὸν ὀνομάσαιμεν, ἀλλ̓ αὐτόν σε
ἀναδεικνύναι ὃν βούλει αἱρούμεθα.
Οὐκοῦν,
ἔφη ὁ Παῦλος, ἔγγραφόν μοι τὴν ὁμολογίαν ταύτην
ἐπίδοτε, ὅτι τοῦτον αἱρεῖσθε, ὃν ἂν ἐγὼ αὐτὸς ψηφισαίμην.
Τῶν δὲ
τοῦτο ποιησάντων καὶ ὑπογραψάντων, αὐτὸς ἀνακαθίσας τῆς κλίνης καὶ λαθὼν
τοὺς παρόντας ἐνέγραψεν ὄνομα Μαρκιανοῦ: ὃς ἐν μὲν τῇ τῶν πρεσβυτέρων
τάξει ἐτέτακτο, καὶ ὑπ̓ αὐτῷ τὸν ἀσκητικὸν ἐπαιδεύετο βίον, ἀπεδήμει δὲ
τηνικαῦτα. Εἶτα σφραγίσας αὐτὸς, καὶ τοὺς πρώτους τοῦ πρεσβυτερίου
ἐπισφραγίσαι ποιήσας, παρέθετο τοῦτο τὸ βιβλίον Μάρκῳ, ὅστις Εἰ μὲν θέλει Θεὸς ἔτι με περιεῖναι εἰς τόνδε τὸν
βίον, τήνδε μοι παρακαταθήκην φυλάξας ἀπόδος: εἰ δέ με δοκεῖ αὐτῷ
μεταστῆσαι, ἐν τούτῳ εὑρήσεις τὸν ὑπ̓ ἐμοῦ μετ̓ ἐμὲ ψηφισθέντα
ἐπίσκοπον.
Ταῦτα εἰπὼν ἐτελεύτησε. Τρίτῃ οὖν μετὰ τὴν τελευτὴν
ἡμέρᾳ ἀνελίξαντες τὸ βιβλίον ἐπὶ πλήθους πολλοῦ, καὶ εὑρόντες τὸ
Μαρκιανοῦ ὄνομα, πάντες μὲν ἄξιον εἶναι
ἐβόων: καὶ μὴ μελλήσαντες
ἐξαπέστειλαν τοὺς συλληψομένους αὐτόν. Οἱ δὲ δόλῳ ἀγαθῷ ἐν Τιβερίου
πόλει τῆς Φρυγίας διάγοντα συλλαβόντες ἄγουσι, καὶ περὶ τὴν μίαν καὶ
εἰκάδα τοῦ αὐτοῦ μηνὸς χειροτονηθέντα ἐνθρονίζουσι. Ταῦτα μὲν οὖν ἐπὶ
τοσοῦτον εἰρήσθω.
Ὡς ὁ βασιλεὺς Θεοδόσιος Εὐδοκίαν τὴν ἑαυτοῦ γαμετὴν εἰς τὰ Ἱεροσόλυμα ἐξαπέστειλε.
Ὁ μέντοι βασιλεὺς Θεοδόσιος χαριστηρίους εὐχὰς ἀνθ̓ ὧν εὐηργέτητο προσέφερε τῷ Θεῷ: καὶ ταῦτα ἐποίει ἐξαιρέτοις τιμαῖς γεραίρων τὸν Χριστόν. Καὶ τὴν γαμετὴν Εὐδοκίαν ἐπὶ τὰ Ἱεροσόλυμα ἔπεμπεν: καὶ γὰρ αὐτὴ ταύτην εὐχὴν ἐπιτελέσειν ἐπηγγέλλετο, ἐὰν τὴν θυγατέρα γαμηθεῖσαν ἐπόψηται. Ἀλλὰ αὕτη μὲν καὶ τὰς περὶ Ἱεροσόλυμα ἐκκλησίας καὶ πάσας τὰς ἐν ταῖς ἀνατολικαῖς πόλεσι ποικίλως ἐτίμησεν, ἔν τε τῷ ἀπιέναι καὶ αὖθις ἐπανιοῦσα.
Περὶ Θαλασσίου τοῦ Καισαρείας Καππαδοκίας ἐπισκόπου.
Πρόκλος δὲ ὁ ἐπίσκοπος κατὰ τὸν αὐτὸν τοῦτον χρόνον, περὶ τὴν
ἑπτακαιδεκάτην ὑπατείαν τοῦ βασιλέως, πράγματι θαυμαστῷ