Ars rhetorica Cassius Longinus Leonard Spengel Harvard College Library Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) 2015 - 2017 Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg2178.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2018 Harvard College Library United States Rhetores Graeci Leonard Spengel Cassius Longinus Teubner Leipzig 1853 1 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΛΟΓΓΙΝΟΥ ΤΕΧΝΗ ΡΗΤΟΡΙΚΗ.

καὶ ἡ τῶν πιθανῶν ἰδέα καὶ προσαγωγὸς τοῦ δικαστοῦ. (710) Ald. 522 Walt. οὐ γὰρ μικρόν ἐστιν εἰπεῖν, ἀδελφός εἰμι, πατήρ εἰμι καὶ υἱός εἰμι· ταῦτα γὰρ πρός τι, καὶ γείτων καὶ ἐχθρὸς ἦν, καὶ οὐχ ὅμοιος, καὶ κρείττων ἦν, καὶ ἀδυνατώτερος καὶ νεώτερος καὶ εὐνούστερος καὶ τραχύτερος, ἢ καὶ πρεσβύτερος, καὶ προσφιλέστερος, καὶ πλουσιώτερός τι εἰπεῖν, καὶ κακουργότερος, καὶ τἆλλα ἐκ τούτων εὔδηλα, πολλὰ δʼ ἂν εἴη.

Ἔτι τοίνυν καὶ τὸ καὶ χωρία καὶ πραγμάτων ὑποδοχάς. γίνονται δὲ κἀν τούτοις τὰ δίκαια, καὶ παρὰ τὰ χωρία τὸ ἄδικον οὐκ ἐχρῆν ἐνταῦθα ἀποκτεῖναι, καὶ ἑτέρωθι δεινὸν τὸ πραχθὲν καὶ ἐν τούτῳ τῷ χωρίῳ γενόμενον· οἷον ἐν ἐκκλησίᾳ, ἐν τῷ ἱερῷ, κατὰ τὴν ἐμὴν οἰκίαν· ἔστι δὲ ὅτε καὶ τὸ ἐν ἐρημίᾳ δεινότερον, καὶ τὸ ἐν ὄρει χαλεπώτερον. Ἀθήνησιν, ἐν Λακεδαίμονι, παρὰ βαρβάροις, ἐν νηΐ, ἂν τύχῃ, ἐπ᾿ ἄλλου χωρίου. καὶ λοιπὸν εἰδείης ἂν ἀπὸ τῶν τόπων ἐννοίας παρατίθεσθαι δικαίας εἰς τὸ προκείμενον καὶ ψυχαγωγούσας.

Ὁ χρόνος δὲ διαιρούμενος οὐδὲ ἀριθμῆσαι ῥᾴδιον ὅσα σοι συντελεῖ· τὸ γὰρ κατὰ χρόνον πότερα νῦν οὐκ ἐχρῆν, ἀλλὰ πέρυσι καὶ προπέρυσιν, ὅτε ἔδωκεν ὁ νόμος, γράφεσθαι, καὶ μετὰ τοῦτο ἔξεστι. χρόνον δὲ ὁρίζω καὶ τὴν ἑορτήν, Διονύσια, Παναθήναια, πόλεμον, εἰρήνην, ἡλικίαν νεωτέρου καὶ πρεσβυτέρου, συμπόσιον, νύκτα σκοτεινήν, ἐπισέληνον, χειμῶνα, ἑτέραν ὥραν· καὶ ὁ καιρὸς ἐν χρόνου μοίρᾳ, καὶ τὸ πρότερον καὶ τὸ νῦν καὶ τὸ μέλλον.

553

Ἀλλὰ καὶ τὸ ἔχειν οὐ σμικρόν ἐστιν ἐν τούτοις, ὅτι ξίφος εἶχεν, ὑποδήματα εἶχε, χρυσίον, ἐσθῆτα, ἀσπίδα, δόρυ, πάντα ὅσα σκεύη κέκληται.

(711)

Τὸ δὲ κεῖσθαι σχῆμα μὲν δηλοῖ, ῥᾴδιον δὲ καὶ ἀπὸ τούτου συλλέγειν ἀφορμὰς τῶν λόγων· δευρὶ τὴν χεῖρα, ἀλλʼ οὐ δευρὶ μετήνεγκεν, οὕτως ἥσθητο, οὕτως ἐνεώρα μοι, ὀρθὸς ἦν, καὶ προσεκεκύφει τῇ γῇ· πλάγιοι ἦσαν καὶ τὰ γυμνὰ ἐδείκνυσαν, ὥστε βάλλεσθαι· πλαγίους τοὺς ἵππους εἶχον, ὥστε μὴ ἀμύνεσθαι ἀπέστραπτο, οὐκ ἄρα προσέσχεν· κατὰ νώτου με εἶχεν ὕπτιος ἦν, πῶς οὖν ἑώρα; ταῦτα οὖν λογιζόμενος καὶ τὰ ὅμοια τούτοις δόξεις τι λέγειν περὶ τοῦ πράγματος καὶ πίστεις παρέχεσθαι τῆς ἀληθείας.

Τὸ δὲ ποιεῖν σἴτιόν ἐστιν ἄνευ γὰρ αἰτίας οὐδὲν ἄν ποτε γένοιτο· διαιροῦμεν δὲ τὰς αἰτίας, ἑκών, ἐξ ἀνάγκης, διʼ αἰσχροκέρδειαν, δι᾿  ἀηδίαν, τῇ χειρὶ ἐποίησε, τοῖν ποδοῖν, τῷ ὀφθαλμῷ, τῇ κεφαλῇ, ξίφει, δόρατι, βέλει, κακίᾳ, ἀπλότητι, τῷ αὐτομάτῳ.

Τὸ δὲ πάσχειν τοῦτο πολλαχῆ διαιροῦμεν, ὅτι πέπονθας εἰς τὸ σῶμα, εἰς τὴν ψυχήν, εἰς τὰ ἐκτός, εἰς δόξαν, εἰς χρήματα, εἰς πάντα. παθεῖν οὐκ ἐδύνατο, ἔστιν οἷον παθεῖν, ἔστιν οἷον μὴ παθεῖν, καὶ γὰρ ἀπαθῆ τινά ἐστι. λάμβανε οὖν τὰ ἐναντία κἀν τῷ πάσχειν εἰς ἀφορμὰς λόγων τῶν πρὸς ζήτησιν συντεινόντων.

554

Ἑτέρα διαίρεσις ἥδε λόγους ἐνδίδωσιν ἡ κατὰ τὰς αἰσθήσεις γινομένη· καὶ γὰρ ἀπὸ τούτων μέθοδος εὑρέσεως γίνεται, καὶ πραγματεύου τὰς πίστεις λαμβάνειν ἀναλογιζόμενος, ὧν εἶδες ὁμοίων ἢ ἀνομοίων τῷ ζητουμένῳ, καὶ προσεικάζων τὰς δόξας ἀναλόγως ὧν ἤκουσας. τὰ γὰρ παραδείγματα καὶ τὰ ἐνθυμήματα ἐξ ὧν ἠκούσαμεν ἔρχεται, ἢ ὦν ἐπάθομεν ἢ ὧν ἐποιήσαμεν ἁπτόμενοι γευόμενοι πᾶσαν αἴσθησιν αἰσθανόμενοι.

Πρὸς τούτοις ἕτερον εἶδος διαιρέσεως τόδε ἀνυστικώτατον εἰς εὕρεσιν, τὰ συμβεβηκότα καὶ τὰ συνυπάρχοντα τοῖς προσώποις τε καὶ πράγμασι διαβλέπειν, τύχας, τέχνας, ἡλικίας, γένη, πλούτους, τρόπους, ἤθη, δόξας, ἀδοξίας, πράξεις, ἀργίας, καὶ ὅσα ἄλλα πρὸς τούτοις ὑπάρχει ἑκάστῳ· ἔτι τῶν πραγμάτων τρόπους, κοιωνίας, ἐρημίας, καταμονὰς σὺν ἑτέροις, τίνι ὅμοια, τίνι ἀνόμοια, τίνι τὰ αὐτὰ τίνα ὄντα, ἐν τίσιν ὄντα, πόθεν ἀρχόμενα, παυόμενα, τίνας ἔχοντα τὰς αἰτίας, τίνας ἀνάγκας, φανερὰς καὶ ἀφανεῖς αἰτίας, καὶ ὅσα ἂν αὐτὸς εὕροις. πάντα μέντοι εἰς ταῦτα ἀνενεχθήσεται· ὑπαρχέτω δὲ καὶ τούτοις ἥ τε τῶν τελικῶν κεφαλαίων θέσις ἐπὶ τῷ ζητήματι, καὶ τὸ ἐφαρμόζειν τὰ τελικὰ καὶ γενικὰ καὶ τυπώδη τοῖς εἰδικωτάτοις καὶ ἐμπεριεχομένοις τοῖς ἀμφισβητουμένοις πράγμασι. ταῦτα γὰρ πρὸς ἄλληλα διαιρούμενα τὰ γένη καὶ εἴδη τῶν ζητημάτων, καὶ τὰ ἐν ὀργάνων μοίρᾳ καθεστηκότα, καὶ ὀργάνων αἱ καλούμεναι πίστεις καὶ τόποι πίστεων καὶ ἀφορμαὶ πολλὴν ἀφθονίαν ἐγείρουσι λόγων.

Ἐπειδὴ δὲ εἴρηται καὶ περὶ τούτων ἀποχρώντως τε καὶ μετρίως, μνημονευτέον ἐστὶ τῶν ἐπιλόγων, ὧν ἡ μὲν δύναμις καὶ τὸ ἔργον ἀναμνῆσαι τὰ εἰρημένα ταῖς ἐπανόδοις, αὐξῆσαί τε τὸ ὁμολογηθὲν εἴτε κρεῖττον εἴτε 555 καὶ χεῖρον τοῖς μερισμοῖς καὶ τῇ παραθέσει τῶν ὁμοίων καὶ τῶν ἐναντίων ὅταν γὰρ ἀποδειχθῇ τι πρᾶγμα, οὕτω τὸ πρᾶγμα αὔξεται. χρηστέον δὲ τοῖς ἐπιλόγοις ὥσπερ καὶ τοῖς προοιμίοις πολλαχῆ· καὶ γὰρ ἐν τοῖς καθʼ ἕκαστον ἀποδεικνυμένοις τὸ εἶδος αὐτῶν χρήσιμον, καὶ πρὸς τῷ τέλει τοῦ λόγου δραστήριον καὶ καταπρακτικόν, τόν τε δικαστὴν παροξύνει δοῦναι ψῆφον ἣν βούλεται, ἢ τοὐναντίον ὡς ὁ φεύγων παραιτεῖται. αὔξει δὲ μάλιστα ἡ αἰτία καὶ τὸ τέλος, ἐὰν ἐξετάσῃς τὰ συμβαίνοντα ἐξ ἑκά`στου καὶ τὰς ἀρχὰς τῶν πραγμάτων· αὐτὸ γὰρ ἕκαστον κατὰ μόνας μικρόν, ἕτερον δὲ ἐξ ἑτέρου δεικνύων, ὡς ἀποβαίνειν πέφυκεν, αὐξήσεις καὶ τὰ μὴ γενόμενα, γενέσθαι δὲ ὅμως δυνάμενα τῷ πράγματι προστιθείς. δῆλον δὲ ὅτι καὶ καθαιρεῖται τοῦ πράγματος τὸ μέγεθος καὶ (712) ἡ ἀξία τῷ ἐναντίῳ, ὅταν ἐλέγχῃς τὴν αὔξησιν τοῦ κατηγοροῦντος καὶ τοὺς λόγους καὶ τὰ παλαίσματα τῆς τέχνης, ἀφαιρῶν μὲν αὐτοῦ τὰ μὴ γενόμενα, μόνα δὲ τηρῶν τὰ πεπραγμένα, καὶ ταῦτα ἐλαττῶν τοῖς σμικροτέροις ἀπείκαζε καὶ δείκνυε, ὅτι οὕτως ἂν πᾶν παντὶ ὅμοιον γένοιτο καὶ τὸ σμικρότατον τῷ μεγίστῳ, εἴ τις τὰ μὴ συμβάντα διεξίοι, καὶ λογίζοιτο ὡς γεγονότα, καὶ τῶν αὐτῶν τιμημάτων καὶ κολάσεων πάντα δεήσεται· τοῦτο δὲ τῶν ἀδικωτάτων, μίαν τιμωρίαν εἶναι πᾶσι τοῖς ἀδικήμασι. τοιαῦτα πρὸς τὴν αὔξησιν λεκτέον, καὶ διὰ τούτων τὸ πρᾶγμα σμικρότατον ποιεῖν ἐπιχειρητέον, ἐξ ὧν τὴν ὀργὴν τῶν δικαζόντων τιθασσεύοντες ἐκλύσομεν. αἱ δὲ 556 ἀφορμαὶ αἱ τῶν πίστεων τοῖς ἐπιλόγοις ἐκ τῆς αὐτῆς διαιρέσεως ἧς διῃρήκαμεν, (καὶ ὅτι μὲν) μέγα ἐστὶν ἢ μικρὸν καὶ φαῦλον τὸ πρᾶγμα τοῦτο κατασκευάζειν ἐν τοῖς ἐπιλόγοις εἰώθαμεν, τὸ δὲ εἰ γεγένηται ἢ μή, δεῖται ἑτέρων ἀποδείξεων καὶ τῆς πρώτης ψήφου τὸ τοιοῦτον καὶ τοῦ πρώτου λόγου.

ΠΕΡΙ ΟΙΚΟΝΟΜΙΑΣ.

Περὶ δὲ τῆς οἰκονομίας καὶ διοικήσεως προοιμίων καὶ διηγήσεων καὶ πίστεων καὶ ἐπιλόγων ἀναγκαῖον προειπεῖν τοσοῦτον, ὅτι τοῖς μὲν προοιμίοις πλείοσιν ἐν τοῖς μεγάλοις πράγμασι καὶ διαβεβλημένοις χρηστέον ἐὰν δὲ ὑπὲρ μικρῶν καὶ φαύλων ὁ λόγος , μικρὸν ἔστω τὸ προοίμιον. χρηστέον δὲ τοῖς προοιμίοις καὶ πρὸ τῶν. παραδόξων ἐπιχειρημάτων, καὶ πρὸ παντὸς τοῦ μέλλοντος δόξειν οὕτω πως ἔχειν, κἀν ταῖς ἀρχαῖς κὰν ταῖς τελευταῖς τῶν κατασκευαζομένων, ὡς ἄν ἀφορίζῃς καὶ διαρθροῖς τὰ εἰρημένα, καὶ τὸν λόγον ἀναλαμβάνῃς μερίζων ταῖς τῶν προοιμίων ἐμβολαῖς τὰ ζητούμενα· πιθανώτατον γὰρ τοῦτο καὶ ῥητορικώτατον τὸ γένος τῶν λόγων ὃ κέκληται προοίμιον, ἡ παρασκευὴ καὶ θεραπεία τῶν ἀκροωμένων. ὅτῳ δὲ ἂν λόγῳ μὴ προσῇ ταῦτα, στέρεται τῆς πιθανότητος ἀναισθησίαν ἐνδεικνύμενος τοῦ λέγοντος καὶ πολλὴν ἀμαθίαν, εἰ μήτε ὧν πάσχουσιν οἱ ἀκούοντες μήτε ὧν αὐτὸς λέγει πραγμάτων κριτὴς γίνεται διʼ ὧν αἱ τῶν προοιμίων ἔννοιαι παρίστανται πραϋνόντων, ἐπαγγελλομένων ἐπαγωγήν, συγγνώμην ἡμῖν αἰτουμένων, προτυπουμένων τὰ μέλλοντα καὶ προκαθισταμένων τὴν ἀκρόασιν ἐξ ὧν ἂν ὑπείπωμεν.

Ἀλλὰ καὶ περὶ διηγήσεως λεκτέον, ὅτι καὶ διὰ πλειόνων καὶ ἐλαχίστων εἴποις ἄν τὴν δήλωσιν τῶν πραγμάτων, 557 ἄν μὲν πολλὰ πράγματα, διὰ πολλῶν, ἂν δὲ ὀλίγα, διʼ ἐλαχίστων. ἐπεκδιδάξεις γὰρ εἰς προτάσεις ἄγων καὶ πολλὰς διηγήσεις τὰς ἐπὶ μέρους κατʼ εἶδος ὀνομάζων ἐν τοῖς προοιμίοις ὄ μέλλεις ἀποδεικνύειν καὶ διηγεῖσθαι εἰ γὰρ πάντα ἅμα ἀθρόως ἐρεῖς, ταράξεις τε καὶ ταραχθήσῃ.

Ἐν δὲ τοῖς κεφαλαίοις τοῖς τῶν πίστεων καὶ τοῖς εἴδεσι τούτων πρῶτα θήσεις καὶ τελευταῖα τὰ πάντων κράτιστα, καὶ ἐξελέγξεις τὰ τῶν ἀντιδίκων, τὰ σαθρὰ καὶ ἀσθενῆ τῶν εἰρημένων ὑπʼ ἐκείνων προτάττων, καὶ ὅσα ῥᾳδίως λῦσαι δυνήσῃ, προτενεῖς δὲ οὐχ ὁμοίως ἐκείνοις, ἀλλʼ οἷόν τε μάλιστα εὐεπιχείρητον εἶναί σοι· εἰ γὰρ ἀπὸ τῶν ἰσχυροτάτων ἄρχοιο τῶν ἐχθρῶν ὄντων ἀλύτων, ἢ τὰ σμικρότατα σαυτοῦ προτάττοις, διαβεβλήσῃ πρὸς τοὺς ἀκούοντας, νήφοντος τοῦ δικαστοῦ καταρχὰς καὶ μέγιστα, καὶ σαφῶς ἀκοῦσαι θέλοντος.

Ἡ δὲ φύσις τῶν ἐπιλόγων ἀντιστρόφως τοῖς προοιμίοις ἔχουσα εὑρίσκεται. τὰ γὰρ αὐτὰ καὶ προοιμιαζομένοις πολλάκις καὶ προτρέπουσι τοὺς δικαστὰς πρέπει κατὰ τὸ σχῆμα τῶν ἐπιλόγων διενήνοχε δὲ ὅμως τῷ μέτρῳ. πλείω γὰρ ὡς τὸ πολὺ ἐπὶ τῶν ἐπιλόγων ἐγχωρεῖ πρὸς τοὺς δικαστὰς εἰπεῖν ἢ διὰ τῆς ἀρχῆς καὶ τῆς παρασκευῆς. καὶ καταρχὰς μὲν ἐπαγγελίαν ἔχει καὶ μερισμὸν τῶν κεφαλαίων τὸ προοίμιον· καὶ τὴν μὲν ἐπαγγελίαν ἔχει τῆς ἀποδείξεως, τὸν δὲ μερισμὸν εὐμαθείας ἕνεκατῷ δὲ ἐπιλόγῳ τοιοῦτον μὲν οὐδέν, αὔξησις δὲ καὶ ἀνάμνησις (713) τῶν ἤδη λεχθέντων καὶ τῆς ὑποθέσεως τῆς ἐκ τῶν προοιμίων συντετελεσμένης.

ΠΕΡΙ ΛΕΞΕΩΣ. 558

Οὐκ ἐλάχιστον δὲ μέρος τῆς μεθόδου τῆς κατὰ τὴν ῥητορικὴν τέχνην τὸ τῆς λέξεώς ἐστι· τὰ γὰρ ἐνθυμήματα καὶ πάντα τὰ μέρη τοῦ λόγου φαίνεται τοιαῦτα τοῖς ἀκούουσιν, ὁποῖά ποτʼ ἂν εἴη τὰ τῶν λέξεων. φῶς γὰρ ὥσπερ τῶν νοημάτων τε καὶ ἐπιχειρημάτων ὁ τοιοῦτος λόγος, ἀποσαφῶν τοῖς δικασταῖς τὴν πιθανότητα τῆς πίστεως· οὐ τοίνυν ἀμελητέον αὐτῶν, ἀλλʼ ὡς ἔνι μάλιστα φυλακτέον παραδείγμασι χρωμένους τοῖς ἄριστα τῶν ῥητόρων τούτῳ τῷ μέρει χρησαμένοις, καὶ περικαλλῶς τε καὶ ποικίλως τὴν ἐξαγγελίαν ἠσκημένοις· πλέον γὰρ οὐδʼ ὁτιοῦν ἔσται τῆς ἀγχινοίας καὶ τῆς ὀξύτητος τῆς ἐπὶ τῇ κρίσει καὶ διαιρέσει καὶ περισκέψει τῆς γνώμης καὶ τῶν καθʼ ἕκαστον λογισμῶν, εἰ μὴ συνθεῖναι τῇ βελτίστῃλέξει τὰ νοήματα, καὶ ῥυθμοῖς χρήσῃ πρεπωδεστάτοις ἐκλέξει τε καὶ θέσει τῶν ὀνομάτων καὶ πλήθει ῥημάτων. πολλὰ γὰρ τὰ κηλοῦντα τὸν ἀκροατὴν ἄνευ τῆς διανοίας καὶ τῆς πραγματικῆς κατασκευῆς καὶ τῆς ἠθικῆς πιθανότητος· τὸ γὰρ μουσικὸν καὶ εὔτακτον τῆς ἑρμηνεύσεως ἔμφυτον ἅπασι καὶ τοῖς ἀγελαίοις ζῴοις, οὔτι γε πολιτικῷ τε καὶ λογικῷ καὶ τάξεως αἴσθησιν εἰληφότι. εἰ τοίνυν τὸ μουσικόν τε καὶ ἐναρμόνιον καὶ ῥυθμικὸν 559 ξύμμετρόν τε καὶ ξυμμελὲς ἐξεργάσαιο καὶ διαπονήσαις εἰς τὸ ἀκριβέστατον, τῶν μὲν ἀφαιρῶν μέρη, τοῖς δὲ προσάπτων, ἐν καιρῷ καὶ χρείᾳ καὶ καλλονῇ διαμετρῶν τὸ δέον, ἔσται σοι πιθανώτατος ὁ λόγος καὶ ῥητορικώτατος, οἵα τε ἡ παρʼ Ὁμήρῳ ποίησις μὴ παρὰ φαῦλον ἡγησαμένῳ μηδὲ ἐν εὐτελεῖ, ἀναγνωστέον ἐν εὐτελεῖ ἑκάτερον γὰρ αὐτῶν ἔχει λόγον εὐπρεπῆ· τὸ τοιοῦτον, καὶ παρʼ Ἀρχιλόχῳ τῷ Παρίῳ. καὶ γὰρ οὗτος ἤσκηται· ἔτι δὲ καὶ τὸ τῶν τραγῳδοποιῶν φῦλον καὶ τὸ τῶν κωμῳδῶν, μελοποιῶν τε καὶ τῶν τοιούτων, τό τε τῶν σοφιστῶν, ὅπου μηδὲ τοῖς φιλοσοφοῦσιν ὑπερεώραται καὶ παρημέληται· τῷ μὲν γὰρ Πλάτωνι καὶ τῷ Ξενοφῶντι Αἰσχίνῃ τε καὶ Ἀντισθένει περιττῶς διαπεπόνηται καὶ ἱκανῶς ἠκρίβωται. τῶν δὲ ῥητόρων τῷ κορυφαίῳ ταύτην εἶναι συμβέβηκε τὴν ἀρετήν, καὶ παρὰ τοῦτο κρατεῖν ἂν δοκοίη τῶν ἑτέρων τῶν ἐκ ταὐτοῦ γένους.

Τὸ δὲ ἔργον αὐτῆς σαφῶς τε καὶ καθαρῶς διελθεῖν γνωρίμως τε καὶ γνωστῶς τοῖς ἀκούουσι, καὶ παρὰ τοῦτο μηδὲν ἐλλιπεῖν τῆς σεμνότητος, ἀλλὰ δοκεῖν μὲν κατὰ τὰ αὐτὰ τοῖς πολλοῖς συντιθέναι τὰ μόρια καὶ τὰ σημαίνοντα τὰ πράγματα τῆς διανοίας σύμβολα, συγκεκρᾶσθαι δὲ τῷ γνωστῷ καὶ τὸ ξένον, ἔτι δὲ τὸ καινόν τε καὶ περικαλλὲς τῆς ἀφηγήσεως· δεῖ γὰρ δύο τούτους ποιήσασθαι 560 σκοπούς, τὴν δήλωσιν τοῦ πράγματος καὶ τὸ μεθʼ ἡδονῆς δηλοῦν. οὐ γὰρ ψυχαγωγήσεις μὴ γοητεύων μετά τινος χάριτος καὶ ἡδονῆς μεταβολῇ τε καὶ ποικιλίᾳ τῶν ὀνομάτων εἰ δὲ ὑπερβαίνοις ἀκαίρως ἀπαρτῶν τὸν λόγον μιᾶς λέξεως καὶ μετατιθεὶς τὴν ἀκολουθίαν, πρὸς ὀργὴν ἥξεις καὶ πρὸς ἀχθηδόνα, καὶ ἀμφίβολον τὴν λέξιν καὶ μεγάλας ἐλλείψεις ἔχουσαν, κἂν ὑπὲρ τὸν καιρὸν ἡ περίοδος περιγράφηται, καὶ τούς ὅρους μείζονας τοῦ μέτρου λαμβάνειν. πεφύλαξο δὲ τοῖς λίαν ἀρχαίοις καὶ ξένοις τῶν ὀνομάτων καταμιαίνειν τὸ σῶμα τῆς λέξεως καὶ τὴν ὑφὴν τῆς παρασκευῆς. οὐκ ἀχρεῖον δὲ οὐδὲ τῶν Ἰσοκράτους παραγγελμάτων ἐντρέπεσθαι, μὴ τραχύνειν τὸν λόγον τῇ παραθέσει καὶ συμπλοκῇ τῶν καλουμένων φωνηέντων, ἃ τὴν κρᾶσιν οὐκ ἀνέχεται καὶ τὸν λόγον 561 οὐχ ὁμοίως συνυφαίνειν ἔοικεν, οὔτε λείως τε καὶ ἀπταίστως εἰς τὴν ἀκοὴν παρίησιν, ἀλλʼ ἐπιλαμβάνεται τοῦ πνεύμονος καὶ ἐπίσχει τὸ πνεῦμα τῆς φωνῆς. τῆς δʼ εὐρυθμίας τὸ γνώρισμα δῆλον τῷ συνειθισμένῳ τὸ τῶν εὐρύθμων καὶ ἀποτετορνευμένων καὶ στρογγύλων ἀποδέχεσῦαι λόγων, καὶ τετριμμένῳ τὰ ὦτα πρὸς τὴν σύνθεσιν τῶν τε σεμνῶν καὶ ἀρχαίων λόγων, ὧν κατέλεξα (714) τοὺς εὑρετὰς καὶ πρώτους φήναντας τὰ παραδείγματα τῆς καλλιλογίας. ἴδοις δʼ ἂν αὐτοὺς προσέχων τὴν γνώμην παρὰ μέρη διῃρημένους τὴν κατὰ τὴν εὐφωνίαν ἐπιμέλειαν. ἢ γὰρ προσέθεσάν τι μόριον τῷ κοινῷ καὶ ἁπλῶς καὶ ἀργῶς λεγομένῳ καὶ κατὰ τοὺς πολλοὺς καὶ ἰδιώτας τῷ δημοσιεύοντι λόγῳ καὶ παρὰ πᾶσι λεγομένῳ· τὸ γὰρ παίζεις παντὸς εἰπεῖν καὶ τοῦ προστυχόντος, παίζεις δὲ ἔχων τινὰ ἴδιον τύπον φωνῆς καὶ διαλέκτου παρίστησι· πολλὰ δέ ἐστι τῶν προστιθεμένων ἐκ περιουσίας, καὶ πάντα σχεδὸν τὰ μέρη τοῦ λόγου μέχρι καὶ γραμμάτων· ἐπιβάλλουσι δὲ καὶ δύο μέρη πολλάκις καὶ πλείονα. καὶ περὶ τούτων τηρητέον ἔστι σοι καὶ φυλακτέον τῆς φωνῆς τὸν τύπον· σαυτοῦ γὰρ οὐ θήσεις οὐδὲ εἰσοίσεις ἴδιον νόμον, ὧν δεῖ προσνέμειν· οὐ γὰρ ἐφʼ ἡμῖν ὁ νόμος τῶν λόγων, ἀλλʼ ἡμεῖς ἐπὶ τῷ νόμῳ. ἢ κατὰ ἀφαίρεσιν ἐν ἀρχῇ τε καὶ ἐπιμελείᾳ ἐπιβάλλεται. καὶ 562 ποικίλον τι καὶ περιττῶς ἔχον φαίνεται, καθάπερ ὅταν λέγω, καὶ χαλκοῦν μὲν ἔστησαν τόνδε, καὶ σίτησιν ἔδοσαν, καὶ τῆς γῆς τεμόντες, καὶ τὰ πρὸς ἡμὰς οὕτως ἔχουσι. λείπειν δʼ ἀξιοῦσι προθέσεις, συνδέσμους, ἅπαντα τὰ μέρη, καὶ σύνδυο τῶν μερῶν τοῦ λόγου.

Τὸ δʼ αὖ τῆς ἀλληγορίας κοσμεῖ τὸν λόγον ἐν τῷ μεταβάλλειν τοὔνομα καὶ διʼ ἑτέρου καινοτέρου τὸ αὐτὸ σημαίνειν· τὸ γὰρ πεπατημένον καὶ πεπλυμένον καὶ μυριόλεκτον πρὸς κόρον ἄγει, καθάπερ τῶν σιτίων καὶ ὅσα πρὸς τὴν ὄψιν ἢ τὴν ἄλλην αἴσθησιν τὰ κοινὰ καὶ τὰ συνήθη καταφρονεῖται, καὶ τῆς αἰσθήσεως, καὶ τοῦ κατὰ τὴν αἴσθησιν πνεύματος οὐκ ἐπιστρέφει τὴν ἀντίληψιν. δεῦ δὲ ἐκ τῆς ἀκοῆς τὸν δικαστὴν λίχνοις τε καὶ ἡδείαις ὥσπερ καρυκείαις καὶ ὀψοποιΐαις, σκευασίαις τε καὶ προαγωγαῖς ἐπισπᾶσθαι καὶ προσάγεσθαι, ποιεῖσθαι δὲ τοῦτο χρὴ τοῖς θεραπευτικοῖς τε καὶ κολακευτικοῖς ὀνόμασι· ταῦτα γάρ ἐστι τῆς πειθοῦς φάρμακα, θήρατρα χαρίτων καὶ μουσικῆς τῆς ἐπὶ τὸ πείθειν ἠσκημένης. οὐ γὰρ ὅμοιον, οὐδὲ κατὰ μικρὸν ἀνόμοιον τὸ ἀηδὲς ἀγλευκὲς “εἰπεῖν, ,, ἀτερπές“ τε καὶ ,,οὐκ ἐν χάριτι,· καὶ τὸ καλὸν ,,περικαλλὲς εἰπεῖν, καὶ τὸ λίαν ,,μάλα 563 ἀνυτικῶς, “ ὡς καὶ ,κομιδή· ποτε καὶ ἀντὶ τοῦ καλῶς ὑπέρευγε· τό τε ἄτοπον „ὑπερφυές, “ καὶ τὸ δεινὸν „σχέτλιον, “καὶ τὸ ὅπου „ἵνα“ καὶ „ᾗ, ὡς ᾗ διεβαίνομεν πρὸς τὸ τῆς Ἀγρίας διαβαίνομεν,· τό τε παραιτήσασθαι ,,παρέσθαι,“ καὶ „ἀντιβολῆσαι“ δὲ τὸ δεηθῆναι, καὶ τὸ ἀπλῶς „ἐν βραχεῖ “ καὶ „ἁμηγέπη“ τὸ μετρίως.

Πιστέων δʼ ἐστὶ τῶν κομιδῆ ξένων καὶ τὴν γνῶσιν ἐν αὑτοῖς οὐκ ἐχόντων, οὐ μὴν ἐκείνων γε τῶν περὶ τὴν πτῶσιν κεκαινοτομημένων, ἢ τὰς ἐγκλίσεις τῶν ῥημάτων, ἢ τὰς διαθέσεις ἢ τὰς μεταλλάξεις τὰς περὶ τοὺς χρόνους, ἢ τὰ πνεύματα καὶ τοὺς τόνους. τοιγάρτοι λεκτέον ἀφείλετό με,  “καὶ „χάριν τὴν σήν. “καὶ „θαυμάζω σοῦ “καὶ „καταφρονῶ σε “καὶ „ἐθάρρει τούτους. “ καὶ „οὐδέν σε δεῖ τοῦ ἐπιτηδεύματος.“ καὶ „ὁτιὴ τί, “ καὶ ,,αὐτὴ καὶ εἴσεισι. “καὶ ,,εἶεν, μακάριοι ἐκεῖνοι· “καὶ „ὡς εἰδεῖεν οἱ θεοί “ καὶ ἀνύσας ἱκανῶς, καὶ ἀφθόνως τοῦ πνεύματος ἐνδόντας· καὶ ψεύδοντ’ ἀλλʼ οὐ τοσούτου 564 πνεύματος, οἷον ἥκιστα, καὶ τὰ τοιαῦτα ὅσα καὶ ἐν χρείᾳ, οἷα „ταὐτόν, κατʼ ἀρχάς, ἔμπαλιν·“ οἱ δὲ χρόνοι καὶ οὗτοι διαφέρουσι, Θεμιστοκλέα καὶ ψιμύθιον καὶ κώμυθα. τί δʼ, οὐχὶ καὶ οἱ τόνοι; καὶ ὡσαύτως καὶ λίαν οἰκείαν δευτέραν ἀπὸ τοῦ τέλους· καὶ παραλείπω μύρια, τί γάρ με δεῖ πάντα λέγειν δείγματος ὅσον δεόμενον; ὃ δʼ ἴσως ἀναγκαῖον· ἐκλέλειπται γὰρ τὸ παράδειγμα τὸ περὶ τοὺς ἀριθμοὺς οἷον „καὶ οὔπω εἶχον διὰ πάσης τὰ καταστρώματα. “καὶ „εἰπέ μοι· ταῦτα δʼ ἂν λέγωσι. “ καὶ „αἱ ἅμαξαι, ἵνα ἀντὶ τείχους ᾖ, “καὶ „τὴν Φιλίππου ῥώμην διεξιέναι, ὅτι μοι δοκεῖ πάνθʼ ὅσα ἂν εἴποι τις ὑπὲρ τούτων, “καὶ ἐπὶ θάτερα τὰ γνωριμώτατα „ὑμεῖς δὲ ὁ δῆμος. “πολιτεύω δὲ καὶ ἐπολίτευον καὶ μεταπέμπω καὶ διενόουν, καὶ ποιοῦμαι καὶ προωρώμην καὶ ἱππάζο μαι (715) καὶ ὁρῶμαι παρὰ τὸ κοινὸν εἴρηται πασχόντων ὥςπερ οὐχὶ ποιούντων. ἔτι δὲ καὶ πρὸς τούτοις ἡ μετάθεσις τῶν λεγομένων, ὅταν τῆς συνήθους χώρας ἐκπέσῃ καὶ τῇ πεπατημένῃ κόσμον περιάπτῃ, ὡς ἐὰν λέγωμεν, ,,οὐδὲν διʼ ἄλλο.  “καὶ ,,τούτου περὶ ἑνός “καὶ ,,τοῦ Διὸς τῷ νεῷ, “καὶ „ἄλλο τι ἤ, “καὶ „τάχα ἴσως, “καὶ „ὑστέρα τοίνυν δεκάτη·“ πολλὰ δὲ καὶ ἄλλα εὑρήματα, δείγματος δὲ εἵνεκα ταυτὶ παρεθέμην· ἄκαιρον γὰρ εἰ πάντα λέξεται καὶ περὶ πάντων ἐπέξειμι μηδὲν παριείς. ἡ γὰρ ἐκβολὴ τοῦ λόγου γένοιτʼ ἂν ἀσύμμετρος πολλῶν ἐπῶν εἰς τοῦτο τὸ μέρος καὶ συγγραμμάτων πλειόνων εἰ ἐθελήσειας δοθῆναι δυναμένων. ἀλλʼ ἐμοὶ προκείμενόν ἐστι καὶ σκοπός τις οὗτος καὶ κανών, ὑπόμνημα ποιῆσαι τῆς τέχνης, ὡς ἔνι μάλιστα ἐν βραχυτάτοις, τοῖς συγγεγονόσι καὶ πολλάκις καὶ συνεχῶς περὶ αὐτῶν ἀκηκοόσι, καὶ τοῖς βιβλίοις οὐκ ἀνασκήτως οὐδʼ ἄν ἀμελετήτως τηρεῖν ἔχουσιν, ὧν τὴν μέθοδον ἐν τύποις κατετάξαμεν· εἰ δέ τις καὶ μὴ πλησιάσας μηδὲ τῶν πλειόνων ἀκούσας ὑπʼ εὐφυΐας τε καὶ συνέσεως, δεξιότητός τε τῆς γνώμης εἰς ἐπίσκεψιν ἥξει κατὰ τὰ προειρημένα τῆς τέχνης, δύναιτʼ ἂν ἀφʼ αὐτοῦ τὸ ἀκόλουθον περαίνειν, καθάπερ ἐμβὰς ἴχνεσί τισι καί πως ὁδοῦ λαμβανόμενος.

Τὸ κόμμα δὲ περιόδου μέρος ἄν εἴη τὸ ἐλάχιστον. οἶον ,πολλάκις ἐθαύμασα, τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν οἱ γραψάμενοι Σωκράτην, ὡς ἄξιος εἴη θανάτου τῇ πόλει τῶν γὰρ κώλων τὰ μὲν βραχύτερα τούτου, 566 τὰ δὲ μείζω ὑπάρχει ὄντα. ὥσπερ ἀμέλει καὶ τῶν περιόδων αἰ μὲν μείζους, αἱ δὲ ἐλάττους, καὶ τῶν περικοπῶν ὡσαύτως. τοῦ γὰρ λόγου μέγεθος λαμβάνοντος καὶ τὰ μέρη τοῦ λόγου συνεπαύξεται. ἔστιν οὖν τὸ μὲν κόμμα ἐκ δυοῖν λέξεων ἢ τριῶν, τὸ δὲ κῶλον διπλάσιον ἢ κατὰ τοῦτο, καθάπερ διττῶν ἄρθρων μετέχον. ὠνόμασται γὰρ ἐκ μεταφορᾶς τῶν ἐν τοῖς ζῴοις κώλων· ἡ δὲ περικοπὴ ἐκ δύο κώλων καὶ τριῶν ἐστι κατὰ λόγον τῶν εἰρημένων μερῶν καὶ αὐτὴ συντιθεμένη· ὥσπερ γὰρ τῶν ποδῶν οἱ μὲν ἁπλοῖ τυγχάνουσιν ὄντες, οἱ δὲ διπλοῖ συντιθέμενοι ἐκ τούτων, οὕτω καὶ τῶν κομμάτων καὶ τῶν κώλων καὶ τῶν περικοπῶν τὰ μὲν μῆκος ἔχει σύνθετον, τὰ δὲ ἐπιτετμημένον. μικρᾶς μὲν περιόδου κῶλα μικραὶ καὶ περικοπαί, μεγάλης δὲ μεγάλαι.

Ἡ δὲ περίοδος ἐνθύμημά πώς ἐστιν ἀπηγγελμένον, ῥυθμοῖς εὐτάκτοις κώλοις τε καὶ περικοπαῖς, κατʼ ἀλλήλας συμμέτροις. καὶ αὐτὴ δὲ ἡ περίοδος κέκληται ἐκ μεταφορᾶς ἤτοι τῶν ἀγώνων τῆς περιόδου, οἳ τῷ ἱκνουμένῳ χρόνῳ ἐπιτελούμενοι τὸ ἴσον ἀεὶ ἀφεστᾶσιν ἀλλήλων, ἢ ἀπὸ τῶν χορευόντων περὶ τοὺς βωμοὺς καὶ τὴν περίμετρον τοῦ βωμοῦ καὶ τὸν κύκλον περιλαμβανόντων ἀπὸ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον καθισταμένων, ἕως ἂν πληρώσαντες τύχωσι τοῦ κύκλου τὴν χορείαν. τῶν δὲ περιόδων καὶ τὰς ἀσυμμέτρους τοῖς μέρεσι 567 περιόδους ὁμοίως καλεῖν εἰώθαμεν, τῆς κατὰ τὸ ἐνθύμημα διανοίας ἐκτετελεσμένης· ὅσα δὲ σχήματα τῶν ἐννοιῶν ὠνόμασται, οἷον προδιόρθωσις, ἐπιδιόρθωσις, ἀποσιώπησις, παράλειψις, εἰρωνεία, ἠθοποιΐα, ἅπαντα ταῦτα οὔ μοι δοκεῖ δικαίως σχήματα καλεῖσθαι, ἀλλʼ ἔννοιαι καὶ ἐνθυμήματα καὶ λογισμοὶ τοῦ πιθανοῦ χάριν καὶ πίστεων εἴδη τὰ μὲν γὰρ προοιμίων ἔχει δύναμιν, προδιόρθωσίς τε καὶ ἐπιδιόρθωσις, ἡ δὲ παράλειψις τὸ ἀξιόπιστον ἐνδείκνυται, καὶ μέρη ἄν εἴη τῆς παθητικῆς τε καὶ ἠθικῆς ἀποδείξεως τῇ τῆς ὑποκρίσεως ἀρετῇ πρέποντα, ὅθεν ἤδη καὶ περὶ ταύτης λεκτέον, οἷόν τέ ἐστι καὶ τίς ἡ δύναμις αὐτῆς.

ΠΚΡ ΥΠΟΙΡΙΣΕΩΣ.

Ὑπόκρισίς ἐστι μίμησις τῶν κατʼ ἀλήθειαν ἑκάστῳ παρισταμένων ἠθῶν καὶ παθῶν καὶ διάθεσις σώματός τε καὶ τόνου φωνῆς πρόσφορος τοῖς ὑποκειμένοις πράγμασι. δύναται δὲ μέγιστον εἰς πίστιν, καὶ τὸν ἀκροατὴν ἄγειν ἐπίσταται λαμβάνουσα ταῖς ἐπιβουλαῖς τε καὶ (716) γοητείαις, παραγωγαῖς τε καὶ παρακρούσεσιν. ἡ μὲν γὰρ πίστις τε καὶ ἀπόδειξις καὶ μετ’ ἀνάγκης ἄγει, ἡ δʼ ὑπόκρισις ἀπάτῃ δελεάζουσα καθέλκει τὴν γνώμην τοῦ κριτοῦ πρὸς τὸ δοκοῦν τῷ λέγοντι, διόπερ εἰκότως ὁ Δημοσθένης αὐτὴν ἔντιμον ἦγε, καὶ πολλὰ κατὰ τῆς δυνάμεως ταύτης εἴρηκεν ἐγκώμια, τρὶς μὲν περὶ αὐτῆς 568 ἐρωτηθείς, τριπλᾶ δὲ αὐτῇ δοὺς τὰ νικητήρια καὶ ποιήσας πρώτην τε καὶ δευτέραν καὶ τρίτην. εἰ γὰρ στερήσεται λόγος τὰ ἄλλα πάντα ἔχων πλεονεκτήματα καὶ πρὸς τὸ πείθειν ἱκανῶς συγκεκροτημένος ταῖς ἀποδείξεσι καὶ σαφῶς τε καὶ καθαρῶς τῇ λέξει διακείμενος, τοῦ κατὰ τὴν ὑπόκρισιν πλάσματος, οὐκ ἄν ἔχοι πρακτικῶς παρὰ τῶν δικαστῶν. φαίνεται γὰρ ἀμυδρός τε καὶ ἀσθενὴς καὶ ἀχάριστος, ἀτερπής τε καὶ ἀγλευκής, καὶ τὸν δικαστὴν ἐνοχλῶν, ἐλαύνων μᾶλλον ἢ καὶ τὴν ψῆφον παρακαλῶν. ἄσκει δὲ αὐτὸ θεώμενος τοὺς ἐν τοῖς ἀληθινοῖς πράγμασιν ὁτιοῦν λέγοντας καὶ μετὰ τοῦ πάσχειν τριβομένους καὶ διατεινομένους ἐν τῷ διαλέγεσθαι, ἢ τοὐναντίον ἀνιεμένους καὶ πραϋνομένους καὶ πράξεως μετρίως μεταλαμβάνοντας. διαπλάττει γὰρ αὐτοὺς καὶ σχήματός πως μετέχειν ποιεῖ καὶ τόνου φωνῆς αὐτὰ τὰ πράγματα. πεπονθὼς γὰρ οὗτος αὐτὸς αὐτῷ κατὰ τὴν ἀλήθειαν οὕτω τῷ τέχνην συνισταμένῳ καὶ βουλομένῳ τὸ δέον μαθεῖν ὑποκρίνεται. δυνήσῃ δὲ καὶ παρὰ τῶν τῆς τραγῳδίας ὑποκριτῶν καὶ κωμῳδίας τῶν ἀρίστων, παρʼ ὅσον ποιεῖ τὴν εὔνοιαν ἢ τὴν ἀηδίαν ἑκάτερον οὐτων τό τε ἐν ὑποκρίσει καὶ ἄνευ ταύτης, καταμανθάνειν. ὡς δὲ ἐν τύποις περιλαβεῖν, θυμουμένῳ μὲν ἐπίτροχον ποιεῖσθαι τὸν λόγον συμφέρει καὶ πρέπει, καὶ τὴν φωνὴν ὀξεῖαν ἔχειν καὶ τὸ φθέγμα ἁπλούστερον, καθισταμένῳ δὲ τὰς ἀρχὰς πρᾷον τὸ φθέγμα ποιητέον καὶ ἐπιεικές, ἐπὶ τὸν ὄχλον δέ πως καὶ δεητικὸν καὶ τοιοῦτον οἷον παρακαλοῦντος καὶ ἐν χρείᾳκαθεστηκότος καὶ εὐλαβείας ἢ αἰδοῦς μετέχοντος. αἱ δὲ πίστεις τοῦ πνεύματος τὸν ῥυθμὸν ὑπαλλαττέτωσαν, καὶ τὸ τῶν ἐνθυμημάτων εἶδος ἐπιστρεφῆ ποιείτω τὸν λόγον, καὶ τὸ σχῆμα τοῦ σώματος μετὰ τῆς χειρὸς σύντονον καὶ 569 δριμὺ βλέπειν ἄμεινον καὶ βλέποντα πρὸς τούς δικαστάς, καὶ συναποκλινόμενον αὐτὸν ταῖς τῆς πειθοῦς μεταβολαῖς. εἰ δέ τι ἀποδείξαις, καὶ καιρὸν ἄγοντα μάθοις τὸν δικαστὴν τοῖς ἐλέγχοις καὶ παραδεδεγμένον τὴν πιθανότητα τῆς ἀποδείξεως, σχετλιάζειν ἡ φύσις παρακαλεῖ καὶ καταπλήττειν τὸν ἀντίδικον τῷ πεπλασμένῳ τούτῳ φθέγματι, οἰκείῳ τῶν εὑρηκότων ὄντι τὴν ἀλήθειαν. ἐπικλάζειν γοῦν φιλοῦσι καὶ θέλγουσι καὶ αἱ κύνες τῇ τῶν ἰχνῶν εὑρέσει καὶ περιχαρείᾳ δηλοῦσιν ἔχειν ἐγγὺς τὸ πάλαι ζητούμενον· ἐπαίρεται δὲ καὶ μικρὸς παῖς οὗ γλίχεται τυχών. ταῦτα δὲ μὴ παρέργως βούλου θεωρεῖν, ἀλλὰ συλλέγειν εἰς τὸν ἑαυτοῦ λόγον, ἴδιον εἶδος πίστεων διʼ ἀπάτης εὐαγώγου πεπορισμένον ἀσυλλογίστῳ πάθει τοῦ πρὸς ταῦτα πειρωμένου. οἰκτιζόμενον δὲ δεῖ μεταξὺ λόγου τε καὶ ᾠδῆς τὸν ἦχον ποιήσασθαι, οὔτε γὰρ διαλεγόμενός ἐστιν· ἀναπείθει γὰρ οἶκτος ἐξᾴδειν, ὅθεν ἀρχαὶ μουσικῆς χαρμονή τε καὶ λύπη, τοῦ φθέγματος ἐπεγειρομένου πρὸς τὴν μεταβολὴν τῆς λέξεως· οὔτε δὴ ἔοικεν, ἀλλὰ πίπτει μεταξὺ τούτων. δρόμος δὲ οὐ πρέπων ἐν τῷ τοιούτῳ μέρει, πλὴν εἰ τοὺς ἐπιλόγους δεήσειεν οὐ κατʼ οἶκτον, ἀλλὰ κατὰ τὸ θυμοειδὲς διατίθεσθαι.

Ταῦτα ἱκανῶς ἐχέτω, τὰ δʼ ἄλλα ἐκ τούτων ὁ μαθὼν λήψεται, καὶ οὐκ ἄν ὅ γε εὐφυὴς ἀπόρως ἔχοι τῶν τούτοις ἑπομένων, ποιητικός τε ὢν καὶ ἐξεργαστικὸς καὶ ἀπὸ βραχείας ἀφορμῆς ἐπὶ πολὺ τείνων τὴν διάνοιαν, καὶ ἐφʼ ὅσον προσήκει τῷ μέλλοντι τελέῳ γενέσθαι ῥήτορι.

(717) ΠΕΡΙ ΜΝΗΜΗΣ. 570

Μνήμης δὲ ὅτι οὐδέν ἐστι σπουδαιότερον ἀνθρώποις ὡς ἔπος εἰπεῖν, τίς ἄν ἀντιλέξειε νοῦν ἔχων; οἱ δὲ καὶ τὴν λήθην ἐπαινοῦσιν, ὡς Εὐριπίδης ὧ πότνια λήθη τῶν κακῶν, ὀνομάζων ἐγὼ δὲ λήθην μὲν καὶ ἔξοδον μνήμης ἢ τι οὐδὲν ἐπωφελεῖν κρίνω, τὰ δὲ μέγιστα καὶ κυριώτατα βλάπτειν τοῦ βίου καὶ παραιρεῖσθαι καὶ στερεῖν τῆς εὐδαιμονίας· τὸ γὰρ εὐμισητότατον τῶν ἁμαρτημάτων τε καὶ ἀδικημάτων, τὴν ἀχαριστίαν, ἐπιλειπούσης τῆς τοῦ μνημονεύειν δυνάμεως συμβαίνουσαν εὑρήσομεν· ὁ δὲ μεμνημένος τὴν χάριν οὔτε ἄδικος οὔτε ἀχάριστος· νόμων γε μὴν ἐπιλαθομένους καὶ τῶν σωφρονιζόντων ἡμᾶς δογμάτων, ἀναγκαῖόν ἐστι φαύλους τε καὶ μοχθηροὺς καὶ ἀναιδεῖς γενέσθαι, πᾶσά τε ἄνοια καὶ ψυχῆς ἀμαθία διὰ λήθην ἐμπίπτει. ὁ δὲ ἄκρως μνημονευτικός τε καὶ μνήμων διαφερόντως σοφός· ὅθεν καὶ τοῦτο ὀρθῶς ἐστιν εἰρημένον, οὐ μνημονεύω μὴ λίαν ἡ μὲν τοῦ σοφοῦ, καὶ σοφὸς ὁ πολλὰ εἰδὼς φύσει. τῶν δὲ τῆς ψυχῆς ἀρετῶν, εὐμαθείας, ἀγχινοίας, συνέσεως, μνήμης, μεγαλοπρεπείας, εὐεπείας, τὸ ζηλοῦν δύνασθαι καὶ ἀκριβῶς ἀπομιμεῖσθαι καὶ ἀπομάττεσθαι τοὺς τύπους τῶν λόγων, οὓς ἄν τις ἐπιδείξειε καὶ θαυμάσειε, καὶ τὸ τοῖς διδασκάλοις παραπλησίως τε καὶ ὅτι ἐγγυτάτω 571 λέγειν, ταῦτα ξύμπαντα μιᾶς ἔχεται φύσεώς τε καὶ δεινότητος καὶ πλεονεξίας τῆς ἐκ τοῦ μνημονεύειν ἑτοίμως ἔχειν. ἡ γὰρ κρᾶσις τῆς ψυχῆς σύμμετρος οὖσα καὶ δικαία κατὰ τὴν ἁρμονίαν τῶν δυνάμεων, καὶ οἷον κηρὸς εἰργασμένος εὔπλαστος μὲν καὶ εὐάγωγος καὶ μὴ σκληρὸς μηδʼ ἀντίτυπος μηδὲ ἀτέραμνος, μηδὲ αὖ μαλακός τε καὶ διαρρέων, ὡς συγχεῖσθαι τοὺς τύποὺς καὶ ἐξιτήλους γίνεσθαι συμπιπτόντων τῶν χαρακτήρων καὶ τῶν γραμμάτων, ἀναλαμβάνει καθάπερ ἐκμαγεῖον καὶ διατυποῦται ῥᾳδίως ὑπὸ τῶν φαντασμάτων τορνευόμενός τε καὶ γραφόμενος, ἐναργέσιν ὥσπερ καὶ κοίλοις γράμμασι καὶ νεοχαράκτοις σημείοις τῆς ἐπιστήμης. πάντα γὰρ πᾶσιν εἰκάζων ὁ ἀγχίνους καὶ ταχέως ἐπιβάλλων διὰ τῆς ζητήσεως ἀπεμνημόνευσε καὶ ἔμαθεν ἐξευρεῖν τῆς ἀπορίας τὴν μηχανὴν καὶ συνεῖδε τὸ δέον. διόπερ μοι δοκεῖ καὶ ὁ Πλάτων τὰς μαθήσεις ἀναμνήσεις λέγειν. οὐδὲν γὰρ ἄλλο ἢ ὥσπερ ἀναμιμνησκόμενοι περὶ ὧν δοκοῦμεν μὴ μεμαθηκέναι μηδὲ ἐγνωκέναι καταλαμβάνομεν τὸ ζητούμενον· πῶς δʼ ἂν ἠβούλετό τις ζητεῖν, ἄτε συνειδὼς αὐτῷ μὴ μαθών, εἰ μὴ προσεδόκα μνήμῃ τινὶ ταῦτα ἀνευρήσειν. ἡ δὲ εὕρεσις ἄρα τοῦτό ἐστι, πείρας ἀνάμνησις, καὶ ἀφʼ ὧν ἔπαθέ τις καὶ ᾔσθετο συλλογισμὸς καὶ ὁμοίου καὶ ἀναλόγου ἢ μείζονος ἢ μικροτέρου παράθεσις. ἃ γὰρ αἱ αἰσθήσεις προὔλαβον καὶ ἡ 572 ψυχὴ παρὰ τῶν αἰσθήσεων ἔλαβε, ταῦτα μεμυκότα κεῖται καὶ ἠρεμοῦντα καὶ σχολάζοντα τοῖς νωθροῖς καὶ λήθης γέμουσιν, ὥσπερ ἐν διφθέραις εὐρῶτος ἢ πηλοῦ μεμιασμέναις καὶ ἐπαληλιμμέναις, τοῖς δὲ εὐφυεστέροις καὶ γονιμωτέροις καὶ αὐτῷ τούτῳ γνωμονικωτέροις, καθάπερ ἐν χαλκοῖς γραμματείοις σηπεδόνος κεχωρισμένοις καὶ διὰ χρόνον γιγνομένης ἐπηρείας, εἰς τὴν σωτηρίαγ τῶν τύπων ἀμίαντα καὶ ἄχραντα διὰ τέλους σώζεται. μνήμη μὲν γάρ ἐστι σωτηρία φαντασιῶν, καὶ αἰσθήσεως παρελθούσης παρουσία, καὶ κτῆσις πρὸς τὸ πρόχειρον τῆς χρήσεως. ἡ δὲ ἀνάμνησις ἐπιβολὴ φαντασίας παρελθούσης, ὡς παροιχομένης. ἔστι δέ τι καὶ μεταξὺ τοῦ εἰδέναι τε καὶ μή, ὃ δεῖται ὑπομνήσεως. καὶ ἔστιν ὑπόμνησις ὡς ἐξιούσης τῆς ἐπιστήμης ἀνανέωσις καὶ ἀνάληψις, ὧν προείμεθα λήθης χάριν. καὶ τῶν μὲν γνῶσις, τῶν δὲ ἀνάληψις εἰς τὸ ὁλόκληρον τῆς ἐπιστήμης. ὁ δὲ ἐπιλανθανόμενος τῶν ἐσκεμμένων ἰδιώτης ἄχρηστος, καὶ πάντα κληθεὶς δικαιότερον ἢ ῥήτωρ. ὅπου γε καὶ Δημοσθένην τῆς μνήμης ἐπιλειπούσης ἐπιλελοίπει καὶ ἡ δύναμις τῶν λόγων, καὶ συνόλως ἡ τέχνη· τῆς γὰρ μνήμης ἐκπλαγείσης ὑπὸ τοῦ δέους πᾶσα τέχνη(718) φροῦδος, φησὶν ὁ Θουκυδίδης· φόβος γὰρ μνήμην ἐκπλήσσει, λέγει που, καὶ ὀρθῶς λέγει. γένοιο δʼ ἄν μνήμων διαίτης τρόπῳ σώφρονι καὶ φύσεως εὐτυχίᾳ καὶ θεῶν ἐπιπνοίᾳ καὶ φιλομαθίᾳ ἰδίᾳ καὶ φιλονεικίᾳ 573 τοῦ μεμνῆσθαι θέλειν. κινδυνεύει τε πᾶς φιλομαθής, κἂν ἐλλείπῃ τῆς μνήμης, μελέτῃ διὰ τέχνης πόθου δημιουργοῦ καὶ φροντίδος ἐξεργάζεσθαι τὸ μνημονεύειν πόθος μὲν γὰρ ἀρχὴ φροντίδος. μέριμνα δὲ καὶ φροντὶς ἐκδεξαμένη τοῦ πόθου τὴν καταβολὴν καὶ τῆς ἐπιθυμίας τὴν γένεσιν ἐρρωμένην οὖσαν, ὃ δὴ ἔρως κέκληται, συνιστᾷ τῆς μνημοσύνης τὴν οὐσίαν. αἰσθανομένη γὰρ ἡ ψυχὴ τοῦ καλοῦ μαθήματός τε καὶ θεάματος, ἢ τοὐναντίον τοῦ χείρονός τε καὶ χαλεπωτέρου, προσέσχε τὸν νοῦν, καὶ δεινὴν ἔλαβεν ὠδῖνα τοῦ πράγματος, ὥστε καὶ παραμένειν μέχρι παντὸς ἐθέλειν. ἐξ ὧν ἡ φροντὶς εἰσεγείρεται, σφύζοντος καὶ σφαδάζοντος καὶ πηδῶντος ἐν αὐτῇ τοῦ τῆς φαντασίας μέρους. ὁ δὲ ῥάθυμος ἀμβλύς τε καὶ νωθρὸς καὶ βραδύς, μόλις τε ᾔσθετο τοῦ γεγονότος,  καὶ μετὰ τὴν αἴσθησιν ἐγκατέλιπεν, εἰ μή τις αὐτὸν ἐπεγείρειεν θεῶν, ἢ ἑαυτὸν τοσοῦτον εὔφλεκτον καὶ εὐαίσθητον ἐξεργάσαιτο καὶ τρίβοι τοὺς τύπους ταῖς τῆς ἀναμνήσεως καὶ μελέτης καὶ μερίμνης ἐπιβολαῖς. τὸ γὰρ πολλάκις ἐθέλειν ἀκούειν καὶ λέγειν ὧν ἤκουσεν ἢ κατέλαβε διʼ ἑτέρας ἡστινοσοῦν αἰσθήσεως, τοῦτο ἀπεργάσεται τὸ μεμνῆσθαι κινουμένης ἀεὶ καὶ βάθος λαμβανούσης διὰ τὴς κινήσεως τῆς ἐναπομορχθείσης φαντασίας εἰς τὴν τῆς ψυχῆς ὑποδοχήν. ὡς γὰρ τὰ τρίμματα τῶν ἁμαξιτῶν κοιλαίνεται καὶ βάθος ἴσχει ταῖς πολλαῖς καὶ συνεχέσι καὶ καταγινομέναις τῶν τροχῶν ἐπιβολαῖς, οὕτω καὶ κατὰ τὴν ψυχήν τι συμβαίνει. τὸ δʼ εἰς ἅπαξ 574 καὶ πρῶτον καὶ μέχρι τινὸς καὶ ἕως τούτου λίαν ἐπιπολαίους ποιεῖ τοὺς τύπους. οὕτω μὲν οὖν μνήμης περιέσῃ, καὶ εἰ μὴ τύχοις φύσει μετειληφώς.

Ἤδη δὲ καὶ Σιμωνίδης καὶ πλείους μετʼ ἐκεῖνον μνήμης γνώμης ὁδοὺς προὐδίδαξαν, εἰδώλων παράθεσιν καὶ τόπων εἰσηγούμενοι πρὸς τὸ μνημονεύειν ἔχειν ὀνομάτων τε καὶ ῥημάτων· τὸ δέ ἐστιν οὐδὲν ἕτερον ἢ τῶν ὁμοίων πρὸς τὸ δοκοῦν καινὸν παραθεώρησις καὶ συζυγία πρὸς ἄλλο. τὸ γὰρ γνώριμον τοῦ γνωστοῦ τύπος τις καὶ ἴχνος καὶ λαβαὶ καὶ ἀφορμαί, καὶ τοῦτον τὸν τρόπον καὶ τὰς τῶν βαρβάρων φωνὰς συλλαβεῖν ἐστιν ἀντιτιθέντα τῷ γνωρίμῳ τὸ ἀντʼ αὐτοῦ, καὶ τούς τύπους τῶν πραγμάτων καταβλέποντα. ὁ δὲ τόπος τῆς μνήμης εἰς ἀφορμὴν ἔδωκεν, ὅτι μηδὲν ἄνευ τόπου, καὶ τὸ μέρος τοῦ λείποντος καὶ ὄλου. ὥσπερ γὰρ οἱ τὸ ἴχνος ἀνευρόντες κύνες καὶ τὴν χώραν τῶν ἰχνῶν κατὰ πόδας διώκουσι τὸ θηρίον, καὶ μόνον οὐκ ἔχειν ὑπολαμβάνουσιν, οὕτω δὴ καὶ τῷ σπουδάζοντι μνημονεύειν καὶ σώζειν τὰ μαθήματα θέλοντι τὰ μέρη τῶν μαθημάτων ἐστὶ θεωρητέον καὶ τὰ συμβεβηκότα αὐτοῖς, ἵνʼ ὅπου τύχοι προσβαλὼν ἐκεῖθεν αὐτῷ τὸ μνημονεύειν ὑπάρξαι. τοιγαροῦν καὶ τὰ μέτρα μᾶλλον μεμνήμεθα τῶν ἄνευ μέτρου πεποιημένων, ὅτι δὴ τὸ τοῦ ῥυθμοῦ καὶ τῆς εὐταξίας ἀνάλογον μνημονεύοντες καὶ τὰ καθʼ ἕκαστα τῶν ῥημάτων ἀνιχνεύομεν κατὰ πόδας ζητοῦντες τὸ λεῖπον ἐξ ὧν προειλήφαμεν. τὸ δὲ μέγιστον ἐν τούτοις, μελετᾶν ἀεὶ καὶ ἀπιστεῖν ὡς εἰδότι καὶ φοβεῖσθαι μὴ διαρρυέν σε τὸ μάθημα 575 οἰχήσεται. τὸ γὰρ ποιοῦν ἐπιλήσμονας ὑπόληψίς ἐστι τοῦ δοκεῖν εἰδέναι τὸ ἅπαξ ὀφθὲν ἢ λεχθὲν ἢ ἀκουσθέν,  καὶ τὸ προσδοκᾶν ὅτι καὶ εἰς νέωτα καὶ μετὰ χρόνον μοι παραμενεῖ, μή τι γε δὴ τρίτην ὕστερον ἡμέραν ἢ τετάρτην ἢ πέμπτην. ἔχει δὲ οὐχ οὕτως ἀλλʼ οἴχεται καὶ κατὰ μικρὸν διαφθείρεται καὶ δαπανᾶται μὴ μελετώμενον. δεινὴ δὲ πρόφασις λήθης καὶ τὸ γεγράφθαι πού σοι τὰ μαθήματα καὶ ἐπὶ σχολῆς ἔχειν, ἐντυχόντα γνῶναι, καὶ ἀναλαβεῖν τὸ ἐκβεβλημένον. δεῖ δὲ οὐχ οὕτως, ἀλλʼ ἡγεῖσθαι μηδὲν ἐκείνων γεγράφθαι, μηδ᾿ (719) ἐπί σοι καθεστηκέναι διαναγνόντι καὶ ἐπιλεξαμένῳ μαθεῖν οἴου μηδὲ εἰδέναι γράμματα, τό γε ἐπὶ μνήμῃ, καὶ οὕτως ἔσῃ φροντιστὴς περὶ τὰ ἐγνωσμένα, καὶ μελετηρότατος εἰς μαθήματα. ἀμέλει τίς ἂν ἐπιλάθοιτο τοῦ ὀνόματος τῆς μητρὸς ἢ τοῦ πατρὸς ἢ τῆς πατρίδος ἢ τοῦ σφετέρου; δῆλον ὅτι διʼ οὐδὲν ἄλλο, ἢ ὅτι ἡ μελέτη τούτων ἀέναος γίνεται καὶ καθημερινή τε καὶ διὰ τέλους. τίς δέ ἐστιν ὅστις ἐρωμένης ἢ παιδικῶν ἐξελάθετο,  καὶ ὧν οὗτοι λέγουσιν ἢ πράττουσι; κἂν ληροῦντες τύχωσι, καὶ ὁτιοῦν φλυαροῦντες εἴπωσι, τοῦτο φροντίδι βεβαιωσάμενος περιφέρει καὶ μελέτῃ μακρᾷ τῷ πρὸς ἐκείνοις εἶναι τὴν γνώμην καὶ μετʼ ἐκείνων διαιτᾶσθαι. διὸ καὶ σοφούς τε καὶ ποιητικοὺς ὡς εἰκὸς ἀποτελεῖ ἡ μνήμη ὑποτρεφομένη. ἅμα τε γὰρ ἔσπασέ τι τῆς ἐπιθυμίας, καὶ ἐγέννησε τὸ μνημονεύειν ποθῶν ἀπερχόμενον 576 τὸ φανὲν κεχαρισμένον, καὶ σοφώτερος αὐτοῦ γεγενημένος καὶ ποιεῖν εἰς τὰ παιδικὰ ὀρέγεται καὶ γλίχεται τοῦ καλοῦ, καθάπερ τέως μελετηρὸς ὤν, νυνὶ δὲ πτερωθεὶς ὑπὸ μνημοσύνης, κἂν εἰ τύχοι ζωγραφικὸς ὢν ἢ πλαστικός, εἴδωλον ὁμοιότατον ἐκ τῆς μνήμης τῆς περὶ τῶν παιδικῶν συμπλάσεται καὶ διατυπώσει. νυστάζειν γὰρ αὐτὸν οὐκ ἐᾷ καὶ παριέναι τὰ μέρη τοῦ κάλλους ὁ πόθος ἐγκείμενος, οὐδὲ ἀμελῶς θεωρεῖν. οὐδὲ φιλάργυρος τῶν δραχμῶν ἐπιλήσεται τούτων ὧν ἀπέθηκεν εἰς τὸ ταμιεῖον φέρων, διὰ φροντίδος ἔχων ἃ διηρίθμησε καὶ συνήθροισε. φροντίζων δὴ καὶ σὺ περὶ ταῦτα ἃ μανθάνεις, εἰ βούλει μαθεῖν, καὶ μεθ᾿ ἡμέραν καὶ νύκτωρ, οὐκ ἐπιλήσῃ τὸ σύνολον, ἀλλʼ ἕξεις ἐπὶ τὴν χρείαν ἕτοιμα ὑπόγυον, αὐτὰ καὶ πρὸ ὀλίγου τεθεραπευκὼς καὶ περὶ αὐτῶν διειλεγμένος. ἐὰν δὲ ἀνῇς, οἰχήσεται. πτερόεντα γοῦν οἱ ποιηταὶ τὰ ἔπη καὶ τὰ ῥήματα λέγουσιν, ὅτι τοῖς οὐκ ἀπρὶξ ἐχομένοις ἀναστάντα πέτεται. αἰνίττεται δὲ καὶ ὁ κατατετρῆσθαι δοκῶν πίθος, καὶ τὸ ἐν Ἅιδου κόσκινον, ὅτι μηδὲν στέγειν δυνάμεθα τῶν εἰς τὴν ψυχὴν εἰσιόντων, ἀλλʼ ἀπορρυτόν ἐστιν ἄνωθεν, ὥσπερ ἀπορρέοντός τινος ἀεὶ δεῖ τὸ ἐπεισρέον εἶναι. Ἀντιφῶν τε ἐν ταῖς ῥητορικαῖς τέχναις τὸ μὲν τὰ παρόντα ἔφη καὶ ὑπάρχοντα καὶ παρακείμενα αἰσθάνεσθαι κατὰ φύσιν εἶναι ἡμῖν, παρὰ φύσιν δὲ τὸ φυλάττειν αὐτῶν ἐκποδών γενομένων ἐναργῆ τὸν τύπον. ὅθεν ἐπειδὴ παρὰ φύσιν ἐστὶν τὸ μνημονεύειν, ἡ φροντὶς καὶ 577 ἡ ἄσκησις κράτιστον. ἀκροώμενος οὖν τῶν τε ἀποστοματιζόντων ἤτοι τὰ ἐσκεμμένα ἢ τοὺς αὐτοσχεδίους λόγους καὶ τῶν ἀναγνωσμάτων, πρῶτον μὲν τὴν ἰδέαν τοῦ λεγομένου περιλάμβανε, τοῦτο δέ ἐστιν ἡ περιβολὴ τῆς ἐννοίας καὶ ὁ κύκλος καὶ τὸ ἄρθρον τὸ περιγράφον καὶ ἀφορίζον τὰ μέρη τῶν μερῶν, οἷον εἰ μὲν προοίμιον εἴη, τίς ὁ λόγος τε καὶ ἡ ὑπόθεσις τῆς προοιμιακῆς ἐπιχειρήσεως, τοῦ ά, τοῦ β΄, τοῦ γʹ, τῶν ἄλλων ἐφεξῆς, καὶ τὸ διὰ τί εἴληπται λάμβανε. δεσμὸς γάρ ἐστι τῆς μνήμης σοι καὶ φυλακτήριον καὶ τὸ τοιοῦτον εἶδος λαβόντι. τὸ γὰρ διὰ τί τὸ κῦρος τῆς ἐπιστήμης καὶ τέχνης. ὡσαύτως γε μὴν καὶ περὶ τῆς διηγήσεως δηλώσεως οὔσης, εἴτε ἄνωθεν ἐξαρχῆς εἴτε καὶ πόθεν ἤρξατο καὶ τίνος χάριν, καὶ ταῦτα ἐπίκρινε. ὅταν δὲ ἅπτηται τῶν πίστεων, ἡγομένων τε καὶ ἀναγκαίων διάκρισιν ποιοῦ, καὶ τί τὸ κεφάλαιον τὸ ἰδικώτατόν ἐστιν αὐτῶν, καὶ πρὸς τί βλέπων λέγει καὶ πραγματεύεται. τὰ γὰρ καθʼ ἕκαστον τῶν ἐπιχειρημάτων ἐκ τούτων σοι παραστήσεται, μικροῦ δέω λέγειν ὅτι καὶ αὐτὰ τὰ ῥήματα ὅταν δʼ ἐκβοήσῃ τι καλὸν καὶ καίριον καὶ περιττὸν καὶ συνέσεως ἀξίας ἐχόμενον, διότι τοιοῦτόν ἐστιν οὐκ ἀχρεῖον λαβεῖν εἰς ἀπομνημόνευσιν. ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τῶν ἐπιλόγων ἢ γὰρ αὔξει τὸ πρᾶγμα ἢ μὴ ταῖς ἐπανόδοις συστρέψας ἐν βραχεῖ διδάσκειν οἴεται δεῖν τὰ διὰ πολλῶν ἠνυσμένα. μαρτύριον δὲ πρὸς τοῖς εἰρημένοις οὐκ ἐλάχιστόν ἐστι τῆς μνήμης τὸ ἔργον ἡμέτερον εἶναι καὶ ἐφʼ ἡμῖν (720) τὸ τοὺς διαλυομένους, ὅταν καὶ ἀπαλλαττώμεθα ἀπʼ 578 ἀλλήλων παραπέμποντες ἢ προπεμπόμενοι, κελεύειν ἀλλήλων μεμνῆσθαι ἀπελθόντας· τοῦτο γὰρ σημαίνει τὸ ῥῆμα, ὅτι εἰ βουληθείημεν μὴ ἀμελεῖν τοῦ μεριμνᾶν, καὶ ἄποθεν ἀλλήλων μνημονεύοιμεν ἄν. τὰ δὲ ἐγκλήματα καὶ τὸ ἐπιτιμᾶν τοῖς μὴ μεμνημένοις οὐ σαφῶς εἰς τοῦτο φέρει τὸ δέον ἐπιμέλειαν ἔχειν μνημοσύνης καὶ τοῦ ἄποθεν ὄντος; ὅσα γοῦν οὐκ ἐφʼ ἡμῖν, ταῦτα οὐκ ἄν εἴη δίκαιον ἐπιτιμᾶν, οὐκ ἀμορφίαν, οὐ πήρωσιν, οὐδὲν τῶν ἄλλων ὅσαπερ οὐκ ἐφʼ ἡμῖν.

ΠΕΡΙ ΤΩΝ ΤΕΛΙΚΩΝ.

Ὅτι τὰ τελικὰ καλούμενα κεφάλαια, περὶ ὧν ἡ σκέψις,  σύμπασιν ἐν τοῖς τρισὶν εἴδεσι τῶν λόγων ζητεῖσθαι δύναται. αἰ μὲν γὰρ συμβουλαὶ διττῶς διανέμονται καὶ ταύτης τῆς τιμῆς τυγχάνουσι· καὶ φέρε εἴπωμεν συμβουλίαν. κατατρέχοντος τοῦ Φιλίππου συνεχῶς τὴν Χερρόνησον γράφει Δημοσθένης διορύξαι τὸν ἰσθμὸν αὐτῆς λέξεις γὰρ οὕτω. παράνομα ταύτʼ ἐστιν, ὦ Δημόσθενες, ἂ γράφεις· καινὰ γὰρ καὶ ἄτοπα καὶ παρὰ τὸν τῆς φύσεως νόμον καὶ μὴ δόξαντα τοῖς προγόνοις μηδὲ τῷ θεῷ Διΐ, καὶ γὰρ ἂν ἔθηκε νῆσον, εἴπερ  ἠβούλετο. ἀλλʼ εἰ καὶ παράνομα, συμφέροντα μέντοι πρακτέα· τὰ γὰρ καινὰ ἐὰν σώζῃ τὴν Χερρόνησον, πῶς οὐκ ἀναγκαῖα; τὰ δʼ ἀναγκαῖα πῶς ἐν Χερρονήσῳ καὶ τὴν ὑπὲρ αὐτῶν δαπάνην ὑποστῆναι; οὐ βοηθεῖν, 579 ἐν ᾧ τὸ πρέπον κατασκευάσεις· ἢ καὶ ἑτέρῳ τρόπῳ βοηθεῖν οἷόν τέ ἐστιν αὐτοῖς, ὅτι χαλεπὸν πορίσασθαι δύναμιν, οὐδὲ δυνατὸν τὴν ἐκείνῳ παραταξαμένην· εἰ οὔτε ῥᾴδιον, οὔτε εὔπορον, οὔτε δυνατὸν ὅλως διορύξαι τὴν Χερρόνησον· δεῖ γὰρ ἀμυθήτων χρημάτων, καὶ διχῆ δαπανᾶν εἰς τοὺς προαγωνιζομένους καὶ εἴργοντας τὴν Φιλίππου δύναμιν ἀπὸ τῶν ἐργαζομένων καὶ τῶν διασκαπτόντων, καὶ εἰς αὐτοὺς τοὺς ὀρύττοντας καὶ μεταλλεύοντας τὸ χωρίον, οὐκ ὀλίγους οὐδʼ εὐαριθμήτους. ὁ δὲ χρόνος ὅσος; εἰ δὲ καὶ πέτρᾳ ἐπιτύχοιεν δυσκατεργάστῳ καὶ ἀντιτύπῳ; εἰ δὲ χαλεπήνειεν καὶ τὸ δαιμόνιον, ὡς βίαιόν τι ποιούντων ἡμῶν καὶ ἀθέμιτον, καὶ παρὰ τοὺς νόμους τῶν θεῶν; ἐν ᾧ ὅτι πανταχόθεν οὔτε ἀσύμφορον, οὔτε ὁλόκληρον ἐργῶδες τὸ ἐγχείρημα, ἀλλὰ καὶ ὀλίγα ἀρκέσει χρήματα· κἂν εἰ πολλὰ εἰσάπαξ ἀναλώσωμεν, τὸν δὲ ἅπαντα ἐν ἀσφαλεῖ τὰς πόλεις ἕξομεν καὶ ὀχυρῷ, ἐν ᾧ ὅτι ἐν θαλάττῃ πάντων ἀνθρώπων ἀμείνους ἐσμέν, καὶ ὅσα ἐν ταῖς νήσοις ἔχομεν, ἄληπτα ταῦτα καὶ ἀχείρωτα ἄλλοις. καρπωσόμεθα οὖν καὶ Χλερρόνησον, ὡς Λῆμνον, ὡς Σκῦρον.