Excerpta Cassius Longinus Leonard Spengel Harvard College Library Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) 2015 - 2017 Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg2178.tlg002.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2018 Harvard College Library United States Rhetores Graeci Leonard Spengel Cassius Longinus Teubner Leipzig 1853 1 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
EK ΤΩΝ ΛΟΓΓΙΝΟΥ.

1. Ὅτι χρὴ πεφεισμένως χρῆσθαι ταῖς τροπαῖς καὶ μετὰ τέχνης, μὴ παραλείπειν δὲ παντελῶς· οὕτως πρὸς πολλὰ χρήσιμον ὂν τὸ τοιοῦτον εἶδος. καὶ γὰρ καὶ Λυσίας οὕτως πεποίηκεν.

2. Ὅτι ὁ Ἀριστοτέλης τοὺς πάντα μεταφέροντας αἰνίγματα γράφειν ἔλεγεν. διὸ λέγει Λογγῖνος σπανίως κεχρῆσθαι καὶ τούτῳ τῷ εἴδει.

3. Ὅτι τροπὴ ἐκ τοῦ πανούργου καὶ ἐξάλλαξις οὐδεμία ἦν ἐν τοῖς ἀρχαίοις, ἀλλὰ καὶ τὰ τοῦ νοῦ σχήματα ὀψέ ποτε εἰς τοὺς δικανικοὺς λόγους παρεισῆλθεν· ἡ πλείων γὰρ αὐτοῖς σπουδὴ περὶ τὴν λέξιν καὶ τὸν ταύτης κόσμον ἦν καὶ τὴν συνθήκην καὶ ἁρμονίαν.

4. Ὅτι δεῖ σκέπτεσθαι τὴν δύναμιν τῶν κεφαλαίων, καὶ τὴν τῶν ἀντιθέσεων διαφοράν, καὶ μήτε ἀπὸ τῶν ἀσθενῶν ἄρχεσθαι μήτε τελευτᾶν εἰς ταῦτα, ἀλλὰ μιμεῖσθαι τὴν ἐν τοῖς πολέμοις τακτικὴν εἰς μέσον τοὺς χείρους λοχίζουσαν. τοῦτο δὲ καὶ ἐπὶ συνουσίαις ἄριστον, οὐ μόνον ἐν συγγραφῇ. πρὸς γὰρ τὰ ἀσθενῆ ῥᾳδίως ἀντιλέγουσιν, ὥσπερ οἱ εἰς τοὺς ψιλοὺς τῶν πολεμίων ἐμβαλόντες, ἀλλʼ οὐκ εἰς τοὺς ὁπλίτας.

5. Ὅτι Δημοσθένης δεινότατος ὢν ἐν ταῖς ἀντιθέσεσιν οὐκ ἀεὶ τῇ τέχνῃ ἐμμένει, ἀλλʼ αὐτὸς γίνεται τέχνη πολλάκις. ὡσαύτως καὶ Ἀριστείδης.

6. Ὅτι τὸ παραγράφεσθαι ἐπὶ τῶν λαμπρῶν προσώπων ἄτοπόν φησι· καθαιρετικὸν γάρ ἐστιν ἀξιώματος, καὶ ὑποψίαν ἐμποιεῖ.

7. Ὅτι χρὴ ἐν ταῖς συνθήκαις τῶν κώλων εὐπρεπῆ εἶναι τὴν λέξιν καὶ τὴν συνθήκην οὐκ ἀνάρμοστον, ὡς ἂν παίωνας εἶναι καὶ ἡρῴους τοὺς πλείστους, ἐξ ὧν εὔογκος ἡ ἑρμηνεία γίνεται καὶ σεμνή· παραδείγματα δὲ τὰ Πλάτωνος καὶ Δημοσθένους· οὗτοι γὰρ ἄριστοι γνώμονες τῶν τοιούτων.

8. Ὅτι ἐν τοῖς ἀδόξοις καὶ φέρουσιν αἰσχύνην τῷ ἀπολογουμένῳ κάλλιστος ὁ διʼ εἰκασίας τρόπος, οἱονεὶ πορνείας κατηγορηθεὶς μὴ παρὰ ἕκαστον πειρῶ ἀπολογεῖσθαι καὶ λύειν εὐτελὲς γὰρ καὶ καθαιροῦν τὸ ἀξίωμα, κἂν τὰ μάλιστα πολλοὺς ἔχῃς ἐλέγχους τοῦ συκοφαντήματος. παράδειγμα τῆς μεθόδου ταύτης τοιόνδε ἔχε· βλασφημηθεὶς γάρ τις ὑπό τινος, ὡς ἐπὶ τοῖς αἰσχίστοις συνεγένετο βασιλεῖ, διʼ εἰκασίας ἀπελογήσατο· κἀκεῖνος πρὸς τὰ βελτίω προὔτρεπε συνών, καὶ αὐτὸς οὐχ ἡπτόμην τῶν μοχθηρῶν ἐπιτηδευμάτων. ἐφυλάξατο ἐνταῦθα τὸ ἄδοξον τῆς ἀπολογίας.

9. Ὅτι ὁ πρῶτος ἄριστα πρὸς τὴν πεζὴν λέξιν τὸν Ὁμηρικὸν ὄγκον μετενεγκὼν Πλάτων ἐστίν.

10. Ὅτι πολλάκις ἐνδείᾳ φύσεως καὶ οἱ ἐπιστήμονες κατὰ τὴν ἐργασίαν ἀποτυγχάνουσιν.

11. Ὅτι Θεόφραστος ἓξ τρόπους αὐξήσεως παραδέδωκεν· τὰ μὲν γὰρ ἐκ τῶν πραγμάτων λέγει ἔχειν τὴν αὔξησιν, τὰ δὲ ἐκ τῶν ἀποβαινόντων, τὰ δὲ ἐξ ἀντιπαραβολῆς καὶ κρίσεως, τὰ δὲ ἐκ τῶν καιρῶν καὶ τοῦ πάθους φαίνεται μεγάλα. οἱ δὲ νέοι ῥήτορες καὶ ἐκ τῆς αἰτίας φασὶν ἔχειν τὸ μέγεθος μεγάλην ῥοπήν.

12. Ὅτι τὴν πλεονάσασαν περὶ τὴν Ἀσίαν ἔκλυσιν ἀνεκτήσατο Ἀριστείδης· συνεχῶς γάρ ἐστι καὶῥέων καὶ πιθανός.

13. Ὅτι ἠθικὸς λόγος γίνεται κατὰ διάνοιαν, ὅταν χρηστὴν ἔχῃ προαίρεσιν καὶ πρὸς τὰ βελτίω ῥέπουσαν.

14. Ὅτι ἄριστοι λόγοι καὶ μιμήσεως ἄξιοι οἱ μὴ ἔχοντες ἐνὸς χαρακτῆρα, ἀλλὰ διαφόρων.

15. Ὅτι τὰ κεφάλαια τῆς δημηγορίας τέτταρα λέγει εἶναι, ὅσαπερ καὶ καθάπαξ εἴωθεν ἐμπίπτειν εἰς τὰς συμβουλάς, τὸ δίκαιον τὸ συμφέρον τὸ δυνατὸν τὸ ἔνδοξον, ταῦτα δʼ ἄριστα τὸν Θουκυδίδην φησὶ φυλάξαι.

16. Ὅτι αἱ γνωμολογίαι ἄρισται ἐπὶ τῇ κατασκευῇ. οὐ δεῖ δὲ κατακόρως ταύταις κεχρῆσθαι.

17. Ὅτι τὸν κατὰ Μειδίου λόγον ἐπιφορικόν φησιν εἶναι, εἰλῆφθαι δὲ ἑκ τῆς ποιότητος τοῦ προσώπου.

18. Ὅτι τέχνης ἐστὶ μᾶλλον τὸ ποῖα δεῖ προτάττειν, καὶ ποῖα ἐπιζευγνύειν.

19. Ὅτι ὑπόστασιν καλοῦσιν τὸ ἔμφασιν ἔχον καὶ πάθους τινὸς ἐνδεικτικόν, καθάπερ τὸ Δημοσθενικόν· ,,οὕτως ὠργίσθη καὶ παρωξύνθη“. καὶ ἄλλως· ,,ὅσῳ πλείοσιν οὗτος ἠνόχληκεν“.

20. Ὅτι δεῖ τὰ προοίμια ἐν μὲν τοῖς συμβουλευτικοῖς ἑκ τῶν κεφαλαίων, ἐν δὲ τοῖς δικανικοῖς ἑκ τῶν ὑπολήψεων,  ἐν δὲ τοῖς πανηγυρικοῖς ἐκ τῆς ὅλης σχέσεως τοῦ λόγου λαμβάνειν.

21. Ὅτι χρὴ τὸν παραμυθούμενον μὴ μετὰ σοφιστικῆς τρανότητος, ἀλλὰ μετὰ συμπεπονθυίας λέγειν ἁπλότητος· οὐ γὰρ ῥητορικῶς ἀλλὰ θεραπευτικῶς ἔξεστι λέγειν.

22. Ὅτι πραγματικὴ σύνταξίς ἐστιν ἡ πρὸς τὸ σημαινόμενον τὴν ἀναφορὰν ἔχουσα, ἀλλʼ οὐ πρὸς τοὺς χαρακτῆρας τῶν ὀνομάτων ἤγουν τῶν λέξεων, ὡς τὸ „ἀπενέοντο ἡ πληθὺς ἐπὶ νῆας Ἀχὰιῶν“. καὶ τὸ ,,ὑμεῖς δʼ ὁ δῆμος“. καὶ ,,ἅπασα ἡ Ἑλλὰς ἐσιδηροφόρουν“.

23. Ὅτι ἐπὶ δεινῷ λόγῳ οὐ χρὴ τοῖς γυμνοῖς χρῆσθαι τῶν ὀνομάτων, ἀλλὰ τοῖς διʼ ἐμφάσεως τὸ βούλημα σημαίνουσιν.

24. Ὅτι ῥητορικῆς ἔργον τὰ μὲν σμικρὰ μεγάλως λέγειν, τὰ δὲ μεγάλα σμικρῶς, καὶ τὰ μὲν καινὰ παλαιῶς, τὰ δὲ παλαιὰ καινῶς.