The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
Ὡς δὲ βαρύς, ὡς δὲ ἐπαχθής, εἴρηταί τισι
περὶ ἡμῶν. ὁ δ’ ἀπαγγέλλων Ἀνδρόμαχος ἦν ὀμνύς,
ἐπιστεύετο δ’ ἂν καὶ οὐκ ὀμνύων καλός τε ὢν κἀγα-
θὸς καὶ ἡμῖν ἑταῖρος καὶ οὐχ ἡδέως τὰ τοιαῦτα ἀκού-
σας· οὕτω πλεῖστον ἀπεῖχε τοῦ | τὰ οὐκ εἰρημένα πλά-
2. Καὶ πρῶτον μὲν ἐκεῖνο θαυμάσαι τις ἂν
δικαίως, πῶς εἰς τὸν παρελθόντα χρόνον οὕτως ὄντα
μακρὸν οὐκ ἦλθε ταυτὶ τὰ ἐγκλήματα. ἕτερα μὲν γὰρ
εἴρηται πολλὰ ψευδῆ μὲν καὶ αὐτὰ καὶ παρὰ ἀνθρώ-
πων ἐχθρῶν, οἷς αἰσχύνεσθαί τε ὕστερον συνέβη καὶ
μόνον οὐκ εἰς γόνυ κατενεχθεῖσιν ἱκετεύειν συγγνώμην
ἔχειν αὐτοῖς μωράνασι, καὶ ἔσχον, τουτὶ δὲ νῦν εἰσῆλ-
θεν ἀναμεῖναν ἕβδομον καὶ ἑξηκοστὸν ἔτος.
οὐ γὰρ
δὴ ἔστιν εἰπεῖν, ὡς λεγόμενον ἐλάνθανεν, ὥσπερ οὐδὲ
τἄλλα. τῆς τε γὰρ τῶν λεγόντων ἀσελγείας ἦν μὴ
κρύπτειν, εὖνοί τε ἡμῖν πολλοί, παρ’ ὧν ἂν ἐπυνθα-
| τὶ οὖν; χρὴ νομίζειν, ὅτι νεώτερος μὲν
ὤν ἠπιστάμην σωφρονεῖν, προιούσης δὲ τῆς ἡλικίας
διεφθάρην; ἀλλὰ τοὐναντίον εἰκὸς ἦν, λῆξαί με νῦν,
εἰ καὶ πρότερον ἐπαχθὴς ἦν. δεινὸς γὰρ παιδεύειν
καὶ ἐπανορθοῦν ὁ χρόνος.
ἀλλ’, οἶμαι, τοιοῦτόν ἐστιν·
ἅπαντα τἄλλα διεξεληλυθότες, καθ’ ἕκαστον αὐτῶν ἐρυ-
θριάσαντες, ἐπειδὴ σιγᾶν οὐ δύνανται, φροντίσαντες
οὐδέν, εἰ μηδὲν ἐροῦσι πιθανόν, ἐπὶ τοῦτο ἐξηνέχθη-
σὰν, ὅπως αὐτοῖς φεύγουσι τὰς ἐμὰς συνουσίας εἴη
λόγος.
6. Βαρὺς ἐγώ; τί οὖν ἔστιν ἀκούειν τῶν ἐπὶ τῶν
ἐργαστηρίων, ὁπότε παρίοιμι, λεγόντων; οὐχ ὁ μέ-
χεῖρας, εἰ καὶ μὴ σφόδρα φιλοῦσιν αὐτόν, ἔχοντες δ’
οὐδὲν ἔλαττον ἀπέρχονται.
ποῦ τοίνυν ὁ βαρύς;
ἐν τοῖς πρὸς τοὺς ἄρχοντας; ἀλλ’ ἴσασιν ἅπαντες, οἷ
τε εἰσιὼν καθιζάνω παρὸν ἔς τι κάλλιον, καὶ μεθ’ ὧν
ἀπαντῶ καὶ προπέμπω, καὶ τίνων ἀποσχιζόμενος, ὧν
ἑλκόντων με παρ’ | ἑαυτοὺς πολλάκις οὐδὲν μᾶλλον
καὶ τί ταῦτα λέγω, λέγειν
ἔχων τὸ γραμματεῖον ἐκεῖνο, ὃ διεωσάμην, ὅπως μὴ
σεμνότερος γεγενῆσθαι δόξαιμι; καίτοι γε ὑπῆρχε λα-
βόντι δεινὰ πάσχειν λέγειν οὐχὶ βαδιζόντων παρ’ ἐμὲ
τῶν τὰς ἀρχὰς ἐχόντων καὶ θορύβου γε ἐμπιπλάναι
τὰς τῶν ἀρχόντων καταγωγάς, ὁπότε παρ’ αὐτοὺς ἐρ-
χοίμην. ἀλλ’ οὐδέτερον ἐβουλήθην οὐδέ γε ἡγησάμην
μέγα οὐδὲ ταῖς διὰ τὸν τρόπον μου τιμαῖς | ἠξίωσα
ἠθέ-
λησεν Ἀρχέλαος ὁ γέρων ἐλθεῖν ὡς ἐμέ, διεκώλυσα·
Δομνίκος μετ’ ἐκεῖνον, καὶ τοῦτο ἐκώλυσα προαισθό-
ὑπ’ αἰσχύνης ἔβλεπον, ἔργῳ δῆλον ποιῶν, ὅτι τῇ τιμῇ
βαρυνοίμην.
10. Ἀλλὰ βαρύς εἰμι τοῦ γένους μεμνημένος.
ἐμοὶ δὲ ὑπῆρχε μὲν πλὴν ὀλίγων κομιδῆ λέγειν πρὸς
ἅπαντας, ὡς ἕνεκα γένους οὐδ᾿ ἀντιβλέπειν ἔχοιεν ἂν
πρὸς ἐμέ, εἶπον δὲ οὐδεπώποτε οὐδὲ ἐπήρθην ταῖς εἰκόσιν
αὐτῶν οὐδὲ ταῖς λειτουργίαις, ἀλλ’ ἀρκεῖν ἡγησάμην
τὸ ταῦτα ἡμῖν συνειδέναι τὴν πόλιν, τοῖς δ’ ἄλλοις
ὡς οὐδὲν φαυλοτέροις εἰς γένους λόγον ὁμιλῶν
τελῶ.
πάππου δὲ καὶ ἐπιπάππου μνησθῆναι μὲν
ὁμολογῶ καί πολλάκις, μνησθῆναι δὲ οὐκ ἐπὶ τούτοις,
ἀλλ’ ὅτι τῷ μὲν καὶ μαντικὴ γένοιτο τέχνη πρὸς ἐτἐ-
ροις ἀγαθοῖς, παρ’ ἦς προμάθοι τὸ βιαίως αὐτῷ τοὺς
ἣν ἦλθε μὲν εἰς Ἀπάμειαν αὐτός, ἤγαγε δὲ πολ-
λοῖς χρήμασι σοφιστοῦ σθένος, ἀπέφηνε δὲ θαυμαστοὺς
12. Ἐν τοίνυν τῇ νεότητι διεφύγομεν ἃ μὴ πάνυ
ῥᾴδιον, καὶ τούτου μάρτυρες πρὸς τοῖς πάντα ἐπιστα-
μένοις θεοῖς εἰσί μοι τῶν ἡλικιωτῶν οἱ ζῶντες ἔτι,
νῦν μὲν σαπροί, τότε δὲ ἠνθοῦμεν. ἠνώχλησα οὖν
ἐγὼ τῇ μνήμη τῆς σωφροσύνης; εἶπον ἄξιος εἶναι διὰ
τοῦτο τιμῶν; ἢ οὓς ἐξῆν μάρτυρας καλεῖν, ἐκάλεσα;
εἰ δὲ μὴ τοῦτο, τῶν περὶ τοὺς λόγους ἐμνημόνευσα
πόνων ἢ τῶν ἐνταῦθα ἢ τῶν ἑτέρωθι; ἢ ὡς ἀγόμενος
Ἀθήνησιν ὑπὸ τῆς ἀρχῆς ἐπὶ τὸν θρόνον ἔφυγον;
των οὐκ οὔσης ἀνάγκης ἐμνημόνευσα, λαμπρύνων
λως ἐμαυτόν; οὐκ ἔστι, παρακλήσεως δὲ εἵνεκα τοῖς
νέοις πολλάκις· ᾧ τοὔνομα τοῦτο ὁ βαρὺς ἥκιστα ἂν
προσήκοι.
14. Ἀλλὰ τοὺς παρ’ ἑτέρων λόγους ὄντας ἢ
σπουδαίους ἢ οὐ τοιούτους ἐκβάλλω ταῖς εἰς
ἐμαυτὸν εὐφημίαις· ἐγὼ τὸν δεῖνα σοφιστὴν ἐνί-
φόβον κατέστησα, καλούμενος ὑπὸ τῆς ἐν ἑκα-
τέρᾳ βουλῆς;
οὐχ ἑτέρων ταῦτα ἀπαγγελλόντων
μεμαθήκατε; εἰ δ’ οὐκ ἀπήγγελλον, ἠγνοεῖτ’ ἂν ἕνεκά γ
ἐμοῦ τὰς νίκας. ἐπεὶ καὶ περὶ τῶν εἰκόνων καὶ ὧν ὑπὲρ
καίτοι τοιούτου γε οἷονπερ οἵδε φασὶν ἀνθρώπου τί ποτ’ ἦν; πάντα τόπον καὶ καιρὸν ἐμπι- πλάναι τῶν τοιούτων ῥημάτων καὶ ἡμέρας γε ἑκάστης, τοτὲ πρὸ μεσημβρίας, τοτὲ μετ’ ἐκείνην.
17. Καὶ μὴν καὶ ὅστις γε εὖ ποιήσας πολλάκις
μνημονεύει τῆς χάριτος, βαρύς, εἴπερ ἐγγὺς μὲν τοῦτο
τοῦ ὀνειδίζειν, λυπηρὸν δὲ ἐκεῖνο. σκοπῶμεν τοίνυν,
εἰ μὴ εὖ πεποίηκα τὴν ἐμαυτοῦ, δεσμὸν μὲν ἰσχυρὸν
ἀπορρήξας, ᾧ με κατέδησε βασιλέως ψῆφος οὗ πάντες
Ἀλλ᾿ ἡ βάδισις φορτική. ποία, πλὴν εἰ τὴν
παρὰ τοῦ νοσήματος λέγοι τις; ἀλλὰ τὸ βλέμμα, ἀλλ’
αἱ ὀφρύες, ἀλλ᾿ ἡ φωνή. οὐ τὸν ἐπίχαρίν με καλεῖν
εἰώθατε; ταῦτ’ οὖν οἷόν τε τὰ ὀνόματα συνελθεῖν,
ὥστε τὸν αὐτὸν τοῦτό τε καὶ βαρὺν ἐν δίκῃ καλεῖσθαι;
εἰσὶ τοίνυν τινές, οἳ τῷ τὸν γέλωτα καθάπαξ φυ-
γεῖν ταύτην ἠνέγκαντο τὴν προσηγορίαν. πότ’ οὖν ἢ
διεκώλυσα γελῶντας ἢ νέφος ἐπήγαγον εὐφροσύνῃ;
ποσάκις δὲ αὐτὸς ἡγεμὼν ἐγενόμην γέλωτος ἐν οἷς
ἐξῆν; ἐπεὶ σπουδῆς γε καὶ προνοίας πραγμάτων ἐπι-
στρεφούσης πρὸς ἑαυτὴν πονηρὸν ἂν ἦν γελᾶν τε αὐτὸν
καὶ γελᾶν ἑτέρους ποιεῖν.
τοσοῦτον δὲ ἀπέχω
ταύτης τῆς αἰτίας, ὥστ’ οὐδὲ πρὸς τοὺς φοιτῶντας
τοιοῦτος γεγένημαι, ἀλλ’ ἡδονήν τινα τὴν ἀπὸ τῆς
ἡμερότητος καταμιγνύω τῷ πράγματι, δι’ ἣν οὐδὲν δέο-
μαὶ πληγῶν ἑκόντων ἅπαντα ποιούντων, ἑτέρους δὲ
ἴσμεν μυρίας ῥάβδους ἀνηλωκότας, οἳ οὔτε τοσοῦτον
ἐδυνήθησαν οὔτ’ ἐκλήθησαν ὃ νῦν ἐγώ.
21. Τί δ’; ἐν ταῖς ἀρρωστίαις ἔστιν εἰπεῖν, ὡς τοὺς
μὲν ἄλλους δι᾿ ἑκάστης ἡμέρας ἠξίουν παρ’ ἐμὲ βαδί-
ζειν, τοὺς δὲ καὶ νυκτός, ἐνίους δὲ μηδ’ ἀπαλλάττε-
σθαι τῆς κλίνης, αὐτὸς δὲ ταύτην ἐλλείπων τὴν φορὰν
εἰκός τι ποιεῖν ἐνόμιζον; τοῖς μὲν τὰρ πρέπειν τὴν
λειτουργίαν, ἐμαυτῷ δὲ τὴν περὶ ταῦτα ἀτέλειαν.
καὶ μὴν πάλαι μὲν ἑωρώμην θέων ἐπὶ τὰς θύρας
ἂν ἱκανὴν ἔχειν ἀπολογίαν ἡγησάμενος τό τ’ ἐν τοῖς
ποσὶ κακὸν τό τε γῆρας ταύτης αὑτὸν ἀφῆκε τῆς τα-
λαιπωρίας; ἀλλ’ οὔτε τοῖς οὐκ ἐπισκεψαμένοις με κά-
μνοντα τοῦτο πώποτε ἐμεμψάμην αὐτός τε καὶ παρὰ
δύναμιν πολλάκις ἧκον ἐπισκεψόμενος.
23. Τί λοιπόν; ἐν ταῖς ἐπιδείξεσιν εἰμὶ βαρύς, τὸν
μὲν ἀεὶ γιγνόμενον κρότον, κἂν ᾖ πολύς, ὡς ἐλάττω
τοῦ δέοντος αἰτιώμενος, ταῖς δ’ εἰωθυίαις φωναῖς προσ-
τιθέναι καινὰς ἀξιῶν, τὰς δὲ εὐφημίας, ὥσπερ λίθι-
νος, δεχόμενος καὶ οὔτε ὀφθαλμοῖς οὔτε χειρὶ τοὺς
ἐπαινέτας οὔτε μειδιάματι τιμῶν;
ἐγὼ δὲ αὐτοὺς
οἶδα καὶ ῥήμασιν ἐπισχών, δεόμενος μὴ οὕτω λίαν
κόπτειν αὑτοὺς μηδ᾿ ἐν οἷς ἐμὲ κοσμοῦσι ταλαιπωρεῖν.
ἃ δ’ ἠγανάκτησα πολλάκις ὑπὲρ Πλάτωνος καὶ Δημο-
25. Αὐτὸ τοίνυν τὸ πλῆθος τῶν ἐπιδείξεων, ἐπειδή τινας ᾐσθόμην δυσχεραίνοντας, ᾤμην δέ γε αὐτοῖς ὁ ἠλίθιος χαρίζεσθαι τῇ πυκνότητι, κατέλυσα καὶ ὅ πρό- τερον ἐν πλείοσι, ταῦτ’ ἐν τοῖς φοιτῶσι δεικνύω. οὕτω πάνυ δέδοικα <καὶ> τὸ δοκεῖν εἶναι βαρύς.
26. Νὴ Δί’, ἀλλὰ τούτων μὲν οὐδὲν οὐδεὶς αἰτιᾶ-
ται, ἐκεῖνο δὲ τὸ τὰ πάλαι μὲν ὄντα ποθεῖν τε καὶ
ἐπαινεῖν, τῶν παρόντων δὲ κατηγορεῖν, καὶ τότε μὲν
φάσκειν εὐδαίμονας εἶναι τὰς πόλεις, νυνὶ δὲ δυστυ-
χεῖν, καὶ τοῦτον ἀεί τε καὶ πανταχοῦ καὶ καθ’ ἡμέραν
λέγεσθαί μοι τὸν λόγον.
εἰσὶ δὲ οἱ ταῦτα μεμφό-
μενοι καὶ οἱ τοῖς λόγοις ἀνιώμενοι τούτοις, οἶς τὰ
παρόντα συνήνεγκεν· οἷς δ’ ἐλυμήνατο, τῶν ἐπαινούν-
των. γεγόνασι δὲ οὗτοι μὲν ἐξ ἐνδόξων ἄδοξοι καὶ
ἐξ εὐπόρων ἄποροι, ἐκεῖνοι δὲ τοὐναντίον ἐν δόξῃ καὶ
πλούτῳ καὶ δυνάμει, ὧν τοσοῦτον ἀπεῖχον ταῖς ἐλπί-
σιν, ὅσονπερ τοῦ πτήσεσθαι.
οὐκοῦν τοῖς μὲν εὖ
καλῶσιν, οὐ προσδιορίζουσι μικρόν τι προστιθέντες
τὸ σφίσιν· οὐ γὰρ ἅπασί γε ἐγὼ βαρύς, ἀλλ’ οἷς τὰ
κακὰ τῶν πολλῶν ἀγαθά. πᾶσι μὲν οὖν ὢν βαρὺς
ᾐσχυνόμην ἂν τοῖς λεγομένοις, εἰ δὲ τοῖς οὕτως εὐτυ-
χηκόσι, σεμνύνομαι·
οὓς ἡδέως ἂν ἐροίμην, πό-
τέρα με ψεύδεσθαί φασι τοῖς ἐπαίνοις τουτοισὶ καὶ
τοῖς ψόγοις ἢ οὔ. εἰ μὲν γὰρ ψεύδεσθαι, δειξάτωσαν,
ὡς οὐκ ἀμείνω ταῖς πόλεσι τὰ πρόσθεν· εἰ δ’ ἀληθεύ-
ειν, τί χαλεπαίνουσι; τί δ’ οὐχὶ τὴν ἀλήθειαν βαρεῖαν
καλοῦσιν, ἀλλὰ τὸν ἑπόμενον ἐκείνῃ βαρύν; οὐ γὰρ ὁ
ἐμὸς λόγος τὰ πράγματα πεποίηκεν, ἀλλ’ ὑπὸ τῶν
μάτων οἱ λόγοι τοιοῦτοι γεγένηνται.
εἶπον, ὅτι
πάλαι πολλαὶ θυσίαι καὶ μεστὰ τῶν θυόντων τὰ ἱερὰ
καὶ θαλίαι καὶ αὐλοὶ καὶ ᾠδαὶ καὶ στέφανοι καὶ πλοῦ-
τος ἐν ἑκάστῳ κοινή τις οὗτος τοῖς δεομένοις ἐπικου-
ῥία. τί οὖν ἐψευσάμην; καὶ νῦν τοὺς νεὼς ἴδοι τις
ἂν τοιούτους; μᾶλλον δέ, ἴδοι τις ἂν πενίαν ἑτέρωθι
τοσαύτην;
εἰσὶ μὲν οἳ ὡς ἥδιστ’ ἂν θεοὺς ἀναθήμασι
τιμήσαιεν, ἴσασι δ᾿, ὡς εἰ κομίσαιεν ἐκεῖσε, ταῦτα ἑτέρων
ἐστίν, ὅπου γε καὶ τὴν πολλὴν ἑκάστου τῶν θεῶν γῆν
εἶπον, ὅτι τοῖς περὶ τὴν γῆν πονοῦσιν ἦν καὶ κιβώτια πάλαι καὶ ἐσθὴς καὶ στατῆρες καὶ μετὰ προικὸς οἱ γάμοι. νῦν δὲ διὰ πολλῶν μὲν ἐρήμων ἥξεις 4 ἀγρῶν, οὓς τὸ πιέζεσθαι | ταῖς εἰσπράξεσιν ἐκένωσε R 182 προστεθέντος ἑτέρου κακοῦ μείζονος, τῶν τὰ ἄντρα σφῶν αὐτῶν ἐμπεπληκότων, τῶν μέχρι τῶν ἱματίων σωφρόνων. ὅσοι δὲ καὶ μένουσιν ἐν ἀγροῖς, οὐδὲν δέονται κλείειν θύρας· οὐδεὶς γὰρ φόβος ἀπὸ λῃστῶν τῷ γε οὐδὲν ἔχοντι.
33. Ἀλλὰ τὰς βουλὰς ἐρεῖς. ἀλλ’ εἰ καὶ μηδὲν ἄλλο διέκειτο κακῶς, τοῦτό γ’ ἂν ἔπειθε μόνον λέγειν οἷά- περ λέγω. ἀντὶ μὲν ἑξακοσίων τῶν τότε οὐδὲ ἑξή- κοντα νῦν. ἐξήκοντα εἶπον; οὐδὲ μὲν οὖν ἒξ παρ’ ἐνίοις.
ἀλλ’ εἰσὶ τῶν πόλεων, ἐν αἷς ὁ αὐτὸς
εἰσπράττει, λούει καὶ πόλιν λούει. τί τοῦτό ἐστι τὸ
αἴνιγμα; λούει τε τῇ χορηγίᾳ τῶν ξύλων καὶ τὸν ἀμ-
φορίσκον λαβὼν βαλανεὺς ὁ λειτουργῶν γίγνεται. εἶθ’
ὁ μὲν θερμόν, ὁ δὲ ψυχρὸν ὕδωρ ἐζήτησε, τῷ δέ, οὐκ
ἔνι γὰρ μερισθῆναι, τὴν θατέρου φέρειν ὀργὴν ἀνάγκη.
ἀλλ᾿ οὐ παρ’ | ἡμῖν ταῦτα. μηδέ γε, ὦ Ζεῦ,
γένοιτο, ἀλλ᾿ οὐ τοῦτο δεῖ σκοπεῖν, οὗ ταῦτα οὐκ
ἔστιν, ἀλλ’ ὅτι, οὗ ταῦτα ἔστιν, ἔνι. καὶ μὴν αἷς μὲν
τῶν βουλῶν ἡ γῆ πονηρά, τῷ μεγέθει τῶν φορτίων
ἀπολώλασιν οὐδενὸς τῆς τοιαύτης ἐρῶντος γῆς οὐδὲ
ὠνουμένου, παρ’ οἷς δὲ βελτίων, ἀντὶ τῶν κεκληρο-
νομηκότων ἔχουσι τοὺς πρίασθαι δυναμένους δεσπό-
τας. εἶθ’ οἱ μὲν πολιτευόμενοι ταπεινοὶ καὶ ὀλίγοι καὶ
οὐ πένητες μόνον, ἀλλ’ ἤδη καὶ πτωχοί, οἱ δ’ οὐκ οἶδ’
ὁπόθεν εἰσπεσόντες, θέντες τιμήν, τὸ γὰρ ἀληθὲς εἰρή-
σεται, τρυφῶσιν ἐν τοῖς ἐκείνων, οἱ μὲν οἰκίας, οἱ δὲ
ἀγρούς, οἱ δὲ ἀμφότερα κεκτημένοι.
καὶ τὸ μὲν
τῆς βουλῆς ἀξίωμα οὐδαμοῦ, σοβοῦσι δὲ οἱ ξένοι καὶ
γαμοῦσιν, ἡμεῖς δὲ ὁρῶμεν καὶ συνδειπνοῦμεν καὶ συν-
εὐχόμεθα γῆρας, βουλεύοντι δὲ οὐδεὶς ἂν δοίη κόρην·
οὐχ οὕτω μισεῖ τὴν ἑαυτοῦ. μηνὸς ἂν δέοι τῷ γε δι᾿
ἀκριβείας εἰπεῖν β·ουλομένῳ τὰς τῶν ἐν ταῖς βουλαῖς
συμφοράς.
37. Οἶδα καὶ ὑπὲρ τῶν στρατιωτῶν, ὥσπερ ὑπὲρ
τῶν βουλευόντων, στενάξας οὐδὲ τούτων ἴσως ἀδίκως,
πεινώντων καὶ ῥιγούντων καὶ οὐδ’ ὀβολὸν ἐχόντων
διὰ τὴν τῶν λοχαγῶν καὶ στρατηγῶν δικαιοσύνην, οἳ
τοὺς μὲν ἀθλιωτάτους ποιοῦσιν, αὑτοὺς δὲ πλουσιω-
τάτους. πεινῶσι δὲ καὶ οἱ τῶν ἰππέων ἵπποι, ὁ δὲ
καὶ καλὸν μὲν ἐμέσαι καὶ μεθυ-
σθῆναι καὶ συνάψαι τούτοις εὐιὺς ἐδωδὴν ἑτέραν καὶ
πόσιν, αἰσχρὸν δὲ αἱ μελέται καὶ τὸ ἐν τῷ πεδίῳ πρέ-
πουσι πόνοις αὑτὸν γυμνάσαι. τοιγαροῦν ἐν ταῖς μά-
χαις ἀρκεῖ βοῆσαι τοῖς πολεμίοις, καὶ οἱ μὲν ᾤχοντο
ἀπιόντες, ὁ δὲ μένων πεισόμενος ἔμεινε. καὶ περιδε-
εῖς μὲν αὐτοῖς αἰ ψυχαί, σκιῶν δὲ οὐ πολὺ διαφέροντα
τὰ σώματα.
πικρὰ δὲ καὶ ἡ γῆ τοῖς ποσὶν ὑπο-
δημάτων ἀπορίᾳ· δεῖ γὰρ δὴ καὶ εἰς γύναιον ἀναλί-
σκειν καὶ παῖδας, ἔστι δὲ ἑκάτερον ἑκάστῳ καὶ οὔτε
τοὺς γάμους κωλύουσιν οὔθ’ ἥ τις ἂν γένοιτο τροφὴ
καὶ ταῖς τικτούσαις καὶ τοῖς τικτομένοις, σκοποῦσι.
τεμνομένου τοίνυν εἰς τοσαύτας τομὰς τοῦ σίτου τῷ
στρατιώτῃ πόθεν ἐκείνῳ κόρος; ἡ δὲ ἀπὸ τούτου βλάβη
ζημία τῷ πολέμῳ καθίσταται.
ἀλλ’ οὐκ ἐν ἐκεί-
νοις τοῖς καιροῖς οὓς ἐπαινῶ, ταῦτα ἦν, ἀλλ’ εὐδοξίας
μὲν ἀντὶ χρημάτων ἤρων οἱ ἡγούμενοι, τὰ δὲ τῶν
στρατιωτῶν οὐδεὶς ἦν ὁ ἀφαιρησόμενος. οἱ δ’ αὐτοὶ
καὶ ἰσχυροὶ καὶ ἀνδρεῖοι καὶ τεχνῖται πολέμων καὶ οὐκ
ἄγειν.
εἰ δὲ δεῖ καὶ περὶ τῶν τὰ ἔθνη
των ἀρχόντων εἰπεῖν, ἦρχον μὲν οἱ βέλτιστοι κριθέν-
τες, τούτων δὲ οἱ μὲν ἐμμείναντες τῷ τρόπῳ κατεγή-
ρων ἐν τοῖς θρόνοις, οἱ δὲ ἐκπεσόντες ἑαυτῶν ἀπέ-
θνησκον, καὶ οὐκ ἦν παραίτησις. τοῦτ’ οὖν ἐποίει τοὺς
νόμους κρατεῖν.
ἀλλὰ νῦν τρέχει μὲν ἐπὶ τὴν
ἀρχὴν ὁ πρίασθαι δυνηθείς, μεταστρέφεται δὲ περι-
σκοπῶν, μὴ οὐ πολλοὺς ἀπέχει σταδίους ὁ διαδεξόμε-
νος. ὁμολογεῖ δὲ εὐθύς, ὡς ἧκε ληψόμενος, καὶ τοῦτο
τῆς ἀρχῆς τὸ προοίμιον, ἐν δὲ τοῖς ἁπάντων ὀφθαλμοῖς
τὰ πρότερον ἐν σκότει γιγνόμενα τολμᾶται, κἂν ἐξέλθῃ
τῆς ἀρχῆς, μικρόν τι τοῦ παντὸς ἐξεμέσας τὸ πλέον
κατέπεψε. βαρὺς οὖν ὁ τὰ μὲν μισῶν, τὰ δὲ θαυμάζων;
43. Εἶεν· εἰ δὲ δὴ καὶ τἄλλα με πάντα φίλον
ἐποίει τοῖς παροῦσιν, οὐκ ἄν με καὶ μόνα τὰ περὶ
τοὺς λόγους εἰκότως ἐξεπολέμωσεν; οἳ πάλαι μὲν
ἤστραπτον, νῦν δ’ εἰσὶ σκοτεινοί, καὶ πάλαι μὲν
ἀλλ’ οἱ μὲν ἐοικέναι δοκοῦσι πέτραις,
εἰς ἃς ὁ σπείρων μαίνεται προσαπολλὺς τὴν σποράν.
καρποὶ δ’ ἑτέρωθεν ἀπὸ τῆς Ἰταλῶν φωνῆς, ὦ δέσποινα
πολλοὶ δὲ πολλοῖς οὐσίας ἐκ
συνηγοριῶν σεσωκότες ἐκπηδήσαντες ἐκ τῶν
ρίων ὁπλῖται γεγένηνται, οὐ τῆς ἐκ τῶν χειρῶν δόξης
ἐπιθυμοῦντες, ἀλλ’ εἰδότες, ὅτι δόρυ ἑλοῦσιν εὐθὺς
ὑπάρξει γαμεῖν καὶ τὰ τῆς γυναικὸς ἐσθίειν, πολεμίου
δὲ ἐπελθόντος ἐν ἀκμῇ μάχης ῥᾷστον ἀντὶ τῶν χειρῶν
χρήσασθαι τοῖς ποσίν, ὡς οὐκ ἐσομένων εὐθυνῶν.
τῶν τοίνυν καλουμένων σημείων τρεψαμένων μὲν τὸν
Ἑρμῆν, | τρεψαμένων δὲ τὰς Μούσας, τὴν δ’ οὖσαν
σώντων ἀγανακτεῖ τις, εἰ τῆς τέχνης ἀχρήστου μοι
γεγενημένης ἀλγῶ;
47. Ἀλλ᾿ οὐχ ὑπὲρ ταύτης, φησί, μόνον άλ-
γεῖς, ἀλλ’ ὅλως ἐπιλαμβάνῃ μὲν τῶν νῦν,
ὑμνεῖς δὲ τὰ πρότερα καὶ περιεργάζῃ. τίνα, ὦ
βέλτιστοι, παραβαίνων νόμον, τίνας ὑπερπηδῶν ὄρους
τῇ περὶ ταῦτα λύπῃ ; πῶς ἀδίκημα γίγνεται τὸ τοῖς
πράττουσι κακῶς συνάχθεσθαι; ἐγὼ μὲν γὰρ χρηστό-
τητος εἶναι νομίζω τὸ μὴ μόνον ὑπὲρ τῶν οἰκείων
ἀνιᾶσθαι κακῶν, ἀλλὰ κἀν τοῖς ἑτέρῳ συμβαίνουσι
ταὐτὸ ποιεῖν.
καὶ οἶδα πολλοὺς οὐ μόνον τοὺς
καθ’ αὑτούς, εἰ ἀτυχοῖεν, ἐλεοῦντας, ἀλλὰ κἀν ταῖς τῶν
τραγῳδιῶν ἀναγνώσεσι δάκρυα κατὰ τῶν βιβλίων ἀφιέν-
τὰς. πῶς οὖν οὐχὶ καὶ τούτους κακίζετε;
ῥᾴδιόν
γέ τοι πρὸς αὐτοὺς λέγειν· τί δὲ ὑμῖν μέλει τῶν
Νιόβης τέκνων, ἢ ε ἴ τις Κάδμου θυγάτηρ τὸν
αὑτῆς ἀπέκτεινε; Λάϊος δὲ ὑμῖν πατήρ; Οἰδί-
πους δὲ ἀδελφός; Ἑκάβη δὲ μήτηρ; Κρέων δὲ
ὁ Κορίνθιος θεῖος; Γλαυκὴ δὲ ἀνεψιά; πρῴην
Ἱππόλυτον τὸν Εὐριπίδου θρήνων οὐκ ἠξίωσα τοσού-
των, ὅσωνπερ ἄν, εἰ παρῆν καὶ ἑώρων τὸ πάθος; τί
ὑμεῖς δέ, ὦ πρὸς Διός, νέων
ἐκφερομένων καὶ πατέρων ἀκολουθούντων συνεκφέρον-
τες οὐ θρηνεῖτε, καὶ ταῦτα οὐδεμιᾶς ἀναγκαζούσης
συγγενείας; τοὺς ἐπιτιμῶντας οὖν εἰκότως ἂν ἔχοιτε.
καὶ μὴν ἐν εὐεργέταις οἷς ταῦτα εἰσενηνόχατε γονεῦσιν
ἠρίθμησθε.
εἰ δ’ οὐδὲν δεινὸν τὸν οὐ προσήκοντα
ἀποθανόντα δακρύειν, πῶς δεινὸν τοὺς ζῶντας ἐν ὁδύ-
ναις, ὃ πολὺ τοῦ θανάτου πικρότερον; εἰ δ’ ἄξιον
ἀθυμεῖν κακώς φερομένης πόλεως, διὰ τί μὴ καὶ
ἔθνους; εἰ δὲ ἑνός, διὰ τί μὴ καὶ πλειόνων;
ἀλλ’
ἐμοὶ μὲν τοὺς συναχθομένους, εἰ καὶ πλεῖστον ἀπέ-
χοιεν τῶν περὶ λόγους, φιλῶ, τοὺς δ’ ἐν ἑτέροις
τας εἰ μὴ τῶν αὐτῶν ἀξιοίην, οὐκ ἀδικήσω; οὐκ ἐσμὲν
Κύπριοι οὐδέ, σὺν Ἀδραστείᾳ δὲ εἰρήσεται, τῷ σεισμῷ
κατενεχθεῖσαν ἐπείδομεν τὴν πόλιν, ἀλλ’ ὅμως οἰμω-
γαὶ | καὶ ὀδυρμοί, καὶ ὦ πόλεις, ποῦ ποτε ἄρ’
τί οὖν αὐτοῖς
μεγάλης ἐκείνης μάχης, ἀλλ’ ὅμως ἀκούσας τῆς συμ-
βολῆς τὸ πέρας τό τε μέτωπον ἔπληξα καὶ τῶν τριχῶν
ἔτιλα καὶ τὰς αἰτίας πρὸς ἐμαυτὸν ἐξήτασα τῶν κακῶν,
ὧν τῆς ὑστεραίας καὶ πρὸς ἄλλους ἐμνήσθην. ἡμάρ-
τανον οὖν τούτοις; καὶ τίς ὁ τοῦτο φήσων;
54. Οὐ βουλεύω μέν, ἀλλ’ ἀφεῖμαι ταῖς περὶ τοὺς
λόγους φροντίσιν, ἄχθεσθαι δὲ ἔξεστί μοι καὶ τῇ τῶν
βουλευόντων πενίᾳ καὶ τῷ τῶν τοῖς ἄρχουσιν
τούντων πλούτῳ, ὧν ἔνιοι πέρυσι κρέα πωλοῦντες, οἱ
δὲ ἄρτους, οἱ δὲ λάχανα ταῖς ἐκείνων οὐσίαις μεγάλοι
γεγένηνται περὶ τιμῆς οὐδὲν διενεχθέντες· τοσοῦτος |
οἱ δὲ καὶ τῷ μεγέθει
τῶν οἰκιῶν λυποῦσι τοὺς γείτονας οὐκ ἐῶντες τῆς
ρας ἀπολαύειν καθαρῶς. εἶτ’ ἐκεῖνοι μὲν οὐδὲν ἀδι-
κεῖν σοι δοκοῦσι τῇ μεταβολῇ καὶ ταῖς τῶν πραγμά-
τῶν διορυχαῖς, εἰ δέ τις ἐπὶ τούτοις οὐ δύναται σιω-
πᾶν, φορτικὸς οὗτός ἐστι καὶ βαρύς;
ἀλλὰ σὺ
μὲν οὓς εὖ ποιεῖν ἐχρῆν, δοῦσαν δὲ τὰ παρ’ αὑτῆς
τοῖς καθάρμασιν.
ἢ καὶ τὸν τῶν ἡνιόχων πλοῦ-
τον ἐπαινεῖν με προσήκει καὶ ὅς ἐστιν ἑτέροις τισὶν
ἐπί τινι γέλωτι καὶ τὸ πρόχειρον εἶναι ζώνης τυχεῖν·
καὶ τὸ τοὺς νεανίσκους ἀναισχυντεῖν, καὶ τὸ τοὺς πα-
τέρας ταῦτα ὁρῶντας ἀνέχεσθαι, καὶ τὸ τῆς μὲν ἡμέρας
τὸ πλέον καθεύδειν, τῆς δὲ νυκτὸς ἐν τῷ μέλλειν
λοῦσθαι δαπανᾶν; ἐν ᾧ δὲ μέλλουσιν, ὅ τι καὶ ὅπου
δρῶσιν, οὐ λέγω.
58. τέτταρες ἦσαν ὑπογραφεῖς ἐκείνῳ, περὶ οὗ
λέγων τι καλὸν οἶδα λυπῶν, καὶ τὰς ἀγγελίας οἱ
ροντες ἑπτακαίδεκα, καὶ ὁ τούτοις ἐφεστηκὼς ἆθλον
εἶχε πολλῶν ἐτῶν τὴν περὶ τὸν χαλκὸν ἀρχήν, οἱ δ’
ἄλλοι | τὰς πόλεις ἐποίουν λαμπράς. τὰ δὲ νῦν,
ῥίων πλείους, ᾧ δὲ μέλει τούτων, ὁπότ’ αὐτῷ δόξειεν,
τούτοις κεντοῦμαι τὴν ψυχήν,
περὶ τούτων οὐ δύναμαι μὴ τὰ δίκαια λέγειν καὶ
ἔχω γε τοὺς ἀποδεχομένους, ὥσπερ ὑμεῖς ἀλλήλους ἐν
τοῖς καλοῖς συμποσίοις, ἐν οἷς πολλὴ μὲν ἡ χιών, πολλὴ
δὲ ὕβρις, αἰσχραὶ δὲ ἅμιλλαι, πονηραὶ δὲ νῖκαι,
ται δὲ ἀντὶ τῶν θεῶν οἱ τῶν κακῶν τῶν παρόντων
αἴτιοι.
60. Τῷ πολλάκις γάρ, φησί, τοῦτο ποιεῖν
βαρὺς εἶ. τὸ πολλάκις δὲ λέγειν ἃ καλῶς ἔχει
γειν, τῷ λέγοντι μέμψιν ἂν] ἐνεγκεῖν δίκαιον; καὶ
πῶς; ἢ γὰρ οὐ λεκτέα, ἃ μὴ χρῆν, ἢ καὶ πολλάκις,
| ὁρᾷς, ὡς τοῖς αὐτοῖς κατὰ τὴν ἡμέ-
ραν ἑκάστην ἀλλήλους προσαγορεύομεν καὶ οὐκ ἐσμὲν
βαρεῖς οὐδὲ λυποῦμεν τοῖς ῥήμασιν, ἀλλ’ ἡδίους ποι-
οῦμεν, ὁ δ’ οὐ προσειπὼν ἠτίμασεν. οἱ δὲ περὶ τὰς
τραπέζας ὑμῖν ᾄδοντες νέοι καὶ ὑφ’ ὧν τοῖς ᾄσμασι
πίνετε, οὐ τοῖς αὐτοῖς ὑμῖν παραπέμπουσι τὰς κύλικας
καί εἰσιν ἡδίους αὐτοῦ τοῦ πόματος; πῶς οὖν ἐκεῖνο
μὲν οὐ βαρύ, τοῦτο δέ; εἰ γὰρ ἐκεῖνο τοῖς πότοις
πρέπει, καὶ τοῦτο ταῖς συμφοραῖς.
οἶδα δὲ ἔγωγε
στῆσον τὴν λύμην τὴν
περὶ ἕκαστον καὶ στήσεις μοι τοὺς περὶ αὐτῆς λόγους.
εἰ δὲ ἐκείνη χωρεῖ, τί μοι τὴν γλῶτταν ἀποφράττεις;
αὐτὰ γάρ με κινεῖ τὰ πράγματα πρὸς τὰ ῥήματα· σὺ
δ’ ὅμοιόν τι ποιεῖς, ὥσπερ ἂν εἴ τις ἰατρὸς οὐκ ἔχων
ἕλκος ἰάσασθαι τὸν ὀδυνώμενον ἐκέλευε μὴ στένειν.
ἀπόδος τὴν παλαιὰν ἰσχύν τε καὶ ὥραν ταῖς πό-
λεσι, καὶ τῆς παλινῳδίας ἀκούσῃ. κατάστησον εἰς τὴν
ἔμπροσθεν τάξιν τοὺς λόγους, καὶ τότ’ αὐτοὺς ἀπαίτει
τοῦ καιροῦ τὴν εὐλογίαν. εἰ δὲ ἡ νόσος βαδίζει καὶ
τὸ κακὸν ἀεὶ <μεῖζον> γίγνεται καὶ μικρὰ | τὰ πρὸ
ἀτιμότερα τὰ κρείττω, τί με τὴν φθορὰν ἀναγκάζεις
ἐγκωμιάζειν;
65. Μάλιστα μὲν οὖν τὰ τῆς οἰκουμένης ἁπάσης
ἐμαυτοῦ νενόμικα, βελτίω τε καὶ χείρω, καὶ γίγνομαι
τοιοῦτος, οἷον ἄν με ποιῶσιν αἱ ἐκείνης τύχαι, μισεῖσθαι
δὲ ὁ φιλῶν τὴν οἰκουμένην οὐκ ἄξιος.
εἰ δ’ οὖν
οἷς οὐκ ἐξαρκεῖ
τὰ ἡμέτερα ἔχειν, ἀλλὰ κἂν αἰτιάσηταί τις τὴν Τύ-
χην, θυμοῦνται, καὶ βαρὺς ὁ μεμψάμενος· τὸ γὰρ εἰς
τοῦθ’ ὑμᾶς ἥκειν παρρησίας, ὄντας οἷοίπερ ἐστέ, πῶς
οὐ πάνδεινον;
εἰ δὲ γεωργὸς ὢν ἀεὶ σπείρων οὐδὲν
κομιζόμενος κατεβόων τῶν ἐτῶν τῶν τὸ μὲν λαβόντων,
τὸ δὲ οὐ δεδωκότων, ὀχληρὸς ἂν ἦν τοῖς ταῦτα καθ’
ἕκαστον ἔτος ἀκούουσι; καὶ πῶς ἐνῆν μὴ θρηνεῖν ἐν
αὐχμοῖς καὶ ἐπομβρίαις καὶ νοσήμασιν ἄλλοις καὶ τῇ
περὶ τὴν σπορὰν αὐτὴν ζημίᾳ;
ἀλλὰ μητρὸς μὲν
τηκομένης μήκεσι νόσων ἔδει κλάειν, πατρίδος δέ, ἣ
καὶ πρὸ τῆς μητρὸς ἂν εἴη, κακῶς διακειμένης ἑορτά-
ζειν ἐχρῆν; ᾔδειν ἀρέσκοντα ποιῶν τοῖς λαχοῦσιν αὐτὴν
δαίμοσι, τοῦτο δὲ ἠπιστάμην δίκαιον ὄν. δίκαια τοίνυν
ποιῶν οὐκ ἠδίκουν.
70. Ἓν μὲν τοῦτο τοσοῦτον ἔπειθε λέγειν, ἕτερον
δὲ οὐκ ἔλαττον· ἤλπιζον δράσειν τι τὸν λόγον καὶ
ἰάσεσθαι καὶ ἐπανορθώσειν | ἑτέρων πρὸς ἑτέρους
δεδυστύχηται δέ μοι καὶ τοῦτο τὸ μάτην με ταῦτα
ἐλπίσαι. περὶ παντὸς γὰρ μᾶλλον διαλέγονται τοῖς
βασιλεῦσιν οἶς τούτου μέτεστιν ἢ τῶν τηλικούτων, καὶ
τὰ συμφέροντα ὑπερβάντες ἀφ’ ὧν χαριοῦνται λέγουσι.
καὶ τί δεῖ τοῖς ἄλλοις ἐπιτιμᾶν; οὐδ’ αὐτόν ἐκί-
νησα τὸν ὕπαρχον εἰς φροντίδα τῶν βουλῶν εἰπών,
ὃ τίνα οὐκ ἂν ἐπεσπάσατο;) ὅτι τὸ γένος τοῦτο
λείψει παίδων βουλευταῖς οὐκ ἐσομένων, γάμων αὐτοῖς
οὐ γιγνομένων, τοῦ βουλεύειν κακῶν εἶναι δοκοῦντος
ἐσχάτου.
ὁ δ’ ἐλέγχειν μὲν οὐκ εἶχέ μοι τὸν
γον, εἰπὼν δὲ κακῶς τρεῖς ἢ τέτταρας τῶν πολιτευο-
μένων σὺν ὀργῇ μεγάλῃ πᾶν ὃ προσῆκεν ᾤετο πεπλη-
ρωκέναι καὶ τῷ τρυφᾶν πάλιν αὑτὸν ἔδωκε.
74. Τί οὖν λοιπόν; εὔχεσθαι τοῖς θεοῖς χεῖρα ὀρέ-
ξαι καὶ τοῖς ἱεροῖς καὶ τοῖς γεωργοῖς καὶ ταῖς βουλαῖς
καὶ τῇ τῶν Ἑλλήνων φωνῇ καὶ τὰ μὲν οὐ δικαίως