The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
Οὔθ’ ὑμᾶς ἄν τις αἰτιάσαιτο τὸν εἰωθότα ἀπαι-
τοῦντας λόγον, ὦ δόξης ἐπιθυμοῦντες ὑμεῖς, ἐμοί τε
τὴν σιωπὴν ἔχειν ἡγοῦμαι λόγον· ὂν ἀκούσαντες συγ-
γνώσεσθε μὲν ἐμοί, κατὰ δὲ τῶν παρεσχηκότων τὴν
ἀνάγκην οὐκ ἄδηλον ὅτι καλέσετε τῶν θεῶν οἶς ἐστὶ
μάλιστα κεχαρισμένον καὶ ποιεῖσθαι λόγους καὶ λἐγε-
σθαι.
θαυμάζω δέ, εἰ μὴ πρὸς ὑμᾶς αὐτοὺς ἐλο-
γίσασθε, τί τὸ κεκινηκὸς τουτονὶ τὸν νόμον, καὶ πά-
λιν, εἰ μὴ λογισάμενοι τοῦτ’ αὐτὸ κατείδετε, καὶ πάλιν,
εἰ μὴ κατιδόντες ἀντὶ τοῦ τὴν ἡσυχίαν ἄγειν ἢ μά-
χεσθαί γε τοῖς τούτων αἰτίοις ἐτολμήσατε λόγου μνη-
μονεῦσαι πρὸς ἐμέ.
εἰ δ’ οὖν οὔτε ἐζητήσατε οὔτε
εὑρήκατε, λανθάνει δὲ ὑμᾶς τὰ παρὰ τῶν εἰς ἡμᾶς
ἀδίκων, οὐδ’ ὑμῖν ἔνι διαφυγεῖν τὸ μὴ ταῦτα ἀδικεῖν,
μοσύνης τοῦτ’ ἂν εἴη μᾶλλον ἢ περὶ ἡμᾶς ἀμελείας.
4. Διαλέξομαι τοίνυν ὑμῖν ὡς οὐδὲν τούτων ᾐσθη- μἐνοις, ὃ τίς ἂν πιστεύσειεν;
Εἰ μὲν οὖν ἀργίᾳ καὶ ῥᾳθυμίᾳ σιωπῶν ἠλεγχόμην,. ᾐσχυνόμην ἂν κακοῦ τινος ἀνδραπόδου νόσημα τοῦτο 10 ἡγούμενος, ᾧ τὸ κεῖσθαι καὶ ἢ μηδὲν ἢ μικρὰ κινεῖ- σθαι ἑορτῶν ἡ μεγίστη.
νῦν δὲ τίς οὐκ οἶδεν, ὡς ἐν αἰτίαις μέν εἰμι παρὰ τοῖς φίλοις ἐπὶ τοῖς ἐν γήρᾳ πόνοις, τὸ ἀεί τι πλάττειν καὶ συντιθέναι λόγον λιτος ἥδιον ἄγων, καὶ τῆς περὶ τὰ ἄρθρα νόσου τοῦτ’ 15 ἔστι τὸ δεινότατον, ὅτι κωλύει γράφειν. τίνος οὖν εἵνεκα πολλοῖς λόγοις ἔχων πληροῦν τὸν νόμον οὐκ ἐβουλήθην, ἀλλ’ οἱ μὲν εἰδίν, ἐγὼ δὲ οὐ δεικνύω;
6. Ἴσως μέ τις ὀίεται τὴν περὶ τὰς ἀμοιβὰς ἐρεῖν
ἀδικίαν. ἱκανὸν μὲν καὶ τοῦτο πρὸς ὀργὴν ἄνθρωπον 20
ἀγαγεῖν καὶ ποιῆσαι σιωπᾶν, νέος χρήματα Ι παρὰ R 198
τοῦ πατρὸς λαμβάνων, ὡς τῷ σοφιστῇ κομιῶν, ὧν τὰ
ἀξιοῖ νομίζεσθαι τὴν εἴσοδον αὑτοῦ.
τῷ πένητι δὲ καὶ συγγνώμη καὶ μέμψις· τὸ μὲν γὰρ μὴ διδόναι τοῦ μὴ δύνασθαι, τὸ δὲ συντεταγμένους τοῖς ἑτέροις μετ’ ἐκείνων ὑβρίζειν ποῦ φορητόν;
εἰδὶ δὲ οἳ καὶ
λον ἐκείνων παροινοῦσιν, ὡς ἐν τούτῳ κρύψοντες τὸ
μηδὲν τεθεικέναι, εἶτ’ ἐκείνοις ὑποπεπτωκότες τὸν μὲν
χρόνον εἰς τὴν καλὴν ταύτην κολακείαν ἀναλίσκουσιν,
ἀπελθόντες δὲ οἱ μὲν αὐτῶν οὐδὲ ἴσασι τὸν σοφιστήν,
οἱ δ’ ὅ,τι καὶ δύναιντο, ποιοῦσι κακῶς.
9. Ἄλλος μὲν οὖν ἂν καὶ ταύτην ἐποιήσατο Ι τοῦ
μὴ λέγειν αἰτίαν, οὐκ ὀκνῶν βοᾶν, ὡς ἀμύνοιτο τοὺς
τοιούτους τῷ μὴ πάντα παρέχειν· ἐμοὶ δέ, πάλαι γὰρ
ἐθάς εἰμι τοῦ μὴ λαμβάνειν, ἴσως μὲν ἀμφοτέρους
ζημιῶν, τόν τε οὐ διδόντα τόν τε οὐ λαμβάνοντα, πα-
λαιὸν δ’ οὖν τοῦτό γε καὶ ταύτῃ συγκεχωρημένον. τὰ
μὲν οὖν περὶ ἀργύριον οὐκ αἴτια τοῦ μὴ τὰς τῇδε
συνουσίας κατακλυσθῆναι λόγῳ.
10. Τί οὖν, εἰ μὴ ταῦτα; οὐχ ὁρῶ τοὺς νέους ἅπαν- τας ἐρῶντας τῶν ἐπιδείξεων οὐδὲ εἰδότας, ὅ τι ἐστὶ τὸ ἡμέτερον. καὶ τούτου λαμπρὰν ἐποιήσαντο τὴν ἀπό- δειξιν ἦρί τε καὶ χειμῶνος κἀν τοῖς ἐν ἑκατέρῳ λό- γοις.
σκοπεῖτε δέ· καλεῖν κελεύω τοὺς νέους ἐπ’
ἀκρόασιν. δραμὼν ὁ παῖς τοῦτο ποιεῖ. οἱ δ’ οὐ
μοῦνται τὸν ἐκείνου δρόμον, ὅν ἔδει τῷ παρ’ αὑτῶν
καὶ νικᾶν, ἀλλ’ οἱ μὲν ἐν ταῖς ᾠδαῖς μένουσιν, ἃς
ἴσασιν ἅπαντες, οἱ δ’ ἐν φλυαρίαις, οἱ δ’ ἐν γέλωσι,
τῆς δὲ ἐν τούτοις βραδυτῆτος παρὰ τῶν ὁρώντων
κατηγορουμένης εἴ ποτε καὶ γνοῖεν εἰδελθεῖν, κατὰ τὰς
νύμφας βαδίζουσιν ἤ, τό γε ἀληθέστερον, κατὰ τοὺς
ἐπὶ τῶν κάλων ἰόντας, πρίν τε εἴσω θυρῶν εἶναι καὶ
εἰσελθόντες, ὥστ’ εἶναι τοῖς Ι καθημένοις ἀγανακτεῖν
καὶ τοιαῦτα
μὲν τὰ πρὸ τοῦ λόγου, λεγομένου δὲ ἤδη καὶ δεικνυ-
μένου πολλὰ μὲν νεύματα πρὸς ἀλλήλους ὑπὲρ
χων καὶ μίμων καὶ ἵππων καὶ ὀρχηστῶν, πολλὰ δὲ
ὑπὲρ μάχης ἢ γενομένης ἢ μελλούσης.
ἔτι τοίνυν
οἱ μὲν ἑστᾶσι, λιθίνοις ἐοικότες, καρπῷ καρπὸν ἐπι-
βάλλοντες, οἱ δ’ ἑκατέρᾳ χειρὶ τὰς ῥῖνας ἐνοχλοῦσιν,
οἱ δὲ κάθηνται τοσούτων ὄντων τῶν κινούντων, οἱ
τὰ δ’ αὖ νεανικώτερα,
τὸν γνήσιον τῷ νόθῳ βλάψαι κρότον καὶ βοὴν χωλύ-
σαι προελθεῖν καὶ διὰ τοῦ θεάτρου πορευθῆναι παν-
τὸς ἀφέλκοντα τῶν λόγων ὁπόσους οἷόν τε, νῦν μὲν
ἀγγελίαις ἐψευσμέναις, νῦν δ’ ἐπὶ λουτρὸν κλήσει τὸ
πρὸ ἀρίστου, δαπανῶνται γὰρ δὴ καὶ τὰ τοιαῦτά τινες.
οὔτ᾿ οὖν ὑμῖν, ὦ κακοὶ νέοι, κέρδος οὐδέν, ὥσπερ
οὐδὲ τοῖς ἀποῦσιν, οὔτε τῷ λέγοντι τό γε ἐφ’ ὑμᾶς
ἧκον, ὅταν ὅς μόνος ἐστὶ μισθὸς ἐπιδείξεων, τοῦτον
οὐκ ἔχῃ.
15. Καὶ οὐκ ἄν με φαίη τις συκοφαντεῖν καὶ νῦν
αἰτίαν οὐκ οὖσαν ἐπιφέρειν· εὐθὺς γὰρ ἂν ἐν αὐτοῖς
τοῖς πραττομένοις ὀργῇ χρήσασθαι καὶ λόγοις ὀργιζο-
μένου κατὰ τῶν ἀδικούντων. ἴστε γὰρ δὴ πολλάκις
τοῦτό μοι πεπραγμένον καὶ ὡς ἐκέλευσα βοήσας οὐκ
τὴν δεξιὰν ἐκρίψαι· εἰ δὲ μὴ γεγένηται, τῶν δεηθέν-
των τοῦτο.
16. Τοῦ μὲν οὖν ἁμαρτάνειν ὑμᾶς εἰς ἐμὲ πίστις
ἃ νῦν διῆλθον. τῶν δ’ ἡνίκα ἤκουον οὐκ ἀξιούντων
οὗ τοὐναντίον ἦν ἐπὶ τῶν
πρὸ ὑμῶν ἐνταυθοῖ νεμομένων· ἄλλος ἄλλου του με-
μνημένος ἀπῄει, εἶτα συνελθόντες συναρμόττειν καὶ
ποιεῖν ἐπειρῶντο τὸν λόγον κἀν τοῖς διαφεύνουσι σφᾶς
οὖσιν οὐ πολλοῖς ἠνιῶντο, ἦν τε αὐτοῖς ἒν ἔργον τά
ἑψημένα μέχρι τριῶν ἢ καὶ τεττάρων ἡμερῶν οἴκοι τε
πρὸς τοὺς πατέρας Καὶ πολὺ πλέον ἐνθάδε.
ὑμεῖς
δὲ | ἐπὶ τὰ ᾄσματα πάλιν, ὧν ἄριστα ἀπομνημο- R 202
νεύετε, λήθῃ τὸν Δημοσθένη παραδόντες ὁμοίως ἅ τε
τελευταῖα γέγραπται καὶ ἃ πρῶτα. κἂν κἂν τις
ὑμᾶς, εἰ εἴποιμι καὶ ὅ τι, τὸ μὲν ὡς εἶπον, ἀκούσεται,
ὅ τι δὲ τοῦτό ἐστιν, οὐκ ἔτι.
19. Νὴ Δία, χείρων γὰρ ἐγὼ νῦν, καὶ τὰ νῦν
οὐκ ἴσα τοῖς πρότερον. ἀλλ’ οὐ ταῦτά φασιν οἱ
οὔπω τε γέροντες οὗτοι καὶ γέροντες, οἱ μὲν ἔτ’
ὄντες ἐν τῷ συνδικεῖν, οἱ δὲ δι’ ἐκείνων τῶν ἄθλων
ἐπὶ τοὺς τῶν ἀρχῶν ἥκοντες, οὓς οὐδὲ μικρὸν ἐᾷ
καθῆσθαι τῶν λεγομένων ἕκαστον. ὧν ἔστιν ἀκούειν
βοώντων ὑπ’ ἐμαυτοῦ με νενικῆσθαι· καλῶν γὰρ γὰρ ὄν-
των τῶν προτέρων εἶναί τι πλέον ἐν τοῖς νῦν καὶ τὸ
γῆρας οὐ διακωλύειν.
οὐ τοίνυν ὑμῖν ἔστιν ἐπί
φανῶς καὶ αὐτοὺς ὑβρίζετε διὰ τῆς ὑμετέρας ἐν τῇ
κινήσει τῇ ’κείνων ἡσυχίας. καίτοι χρῆν, εἰ καὶ τυφλοί
τινες ἦτε περὶ τοὺς λόγους, ἀντὶ χειραγωγῶν ἐκείνοις
χρωμένους κοινωνεῖν τῆς βακχείας.
ἀλλ’ οὐκ ἐσχή-
οἵους ἐγώ τε καὶ πολλοὶ πολλαχοῦ γῆς
ἑωράκαμεν τοὺς μὲν τῶν ἴσων ἀξιοῦντας τούτους τε
καὶ τοὺς γονεῖς, τοὺς δὲ καὶ μειζόνων τούτους γε,
καὶ ταῦτα <οὐκ> ἀγνοοῦντας τοὺς πατέρας τῷ τε
τομένῳ χαίροντας καὶ ταῦτα ἐν τοῖς σώμασι τῶν υἱέων
ὁρῶντας τεκμήρια τῶν ὑπὲρ ἐκείνων πολέμων, οὐλὰς
ἐν κεφαλαῖς, οὐλὰς ἐν προσώποις, οὐλὰς ἐν χερσίν,
οὐλὰς πολλαχοῦ. καὶ τουτὶ τὸ φίλτρον τὸ πολύ τε
καὶ σφοδρὸν τοῖς οὕτω διατεθεῖσι καὶ συγκατεγήρασε.
τίνα τίς ὑμῶν ὑπὲρ ἐμοῦ τοιαύτην εἰπεῖν ἂν
ἔχοι λειτουργίαν; ποίαν μάχην; ποῖον κίνδυνον; ποίαν
πληγὴν; μᾶλλον δὲ ποῖον ῥῆμα; ποίαν φωνήν; ποίαν
ἀπειλήν; ποῖον βλέμμα;
οἳ τὰς μὲν γνώμας
ὑπὲρ δὲ τῶν ἐμῶν τοσοῦτ’
χετε τοῦ τινα πόνον ὑπενεγκεῖν, ὅσον οὐδ’ ἂν εὔξα-
σθαι. καὶ οὐκ ἀρκεῖ τοῦτο, ἀλλ’ ἤδη καὶ καταρᾶσθε.
πόθεν τοῦτο πέπεισμαι; δύο τοῖς μεγίστοις σημεί- οις, λύπῃ τε τῇ παρὰ τῶν ἐμῶν ἀγαθῶν ἡδονῇ τε τῇ παρὰ τῶν δυσκόλων. ἢ οὐ ταῦτα ποιεῖτε νέων τῶν μὲν προστιθεμένων, τῶν δὲ ἑτέρωσε πλεόντων; διὰ ταῦτ’ ἄρα προσήκει με ἐρεῖν;
27. Πάντες οὖν, φήσει τις, κακόνοι, χρηστὸς
δὲ οὐδεὶς οὐδὲ δίκαιος μαθητής; ναί· ἀλλ’ οἱ |
τοιοῦτοι μὲν εὐαρίθμητοι, τὸ μοχθηρὸν δὲ πολύ. εἰ
ἰδίᾳ τούτοις χαρίσασθαι, πλείστου τοῦτ’ ἂν ἐτιμησά-
28. Ἀλλ’ ἐγὼ δώσω πόλιν ἀφορμὰς εἰς ὅμοια τοῖς
καταράτοις τούτοις, δι’ οὓς ἔναγχος ἐν ἐγκλήμασιν
οὕτω δεινοῖς γέγονα περὶ νέων ἀκοσμέας, ὦ Ζεῦ
ούτους ἀκούων λόγους παρὰ τῶν ὡς μάλιστα
των τῷ τι καθ’ ἡμῶν ἔχειν λέγειν. καὶ εἰ μὲν μετὰ
ἀληθείας αἰτιῶνται, λέγειν οὐκ ἂν δυναίμην, ἔδει μέντοι
τῷ λίαν σωφρονεῖν ἅπαντας μηδὲ σκιὰν εἶναι μέμψεσιν.
29. Ἠν ἀνάγκη μεγάλη ταῖς γενομέναις αἰτίαις ταῖς πυκναῖς ἐπιδείξεσιν, ὅτ’ ἔδει μὲν τὸν φιλάνθρωπον βασιλέα τῶν παρ’ ἡμῶν δικαίων τυχέν, ἔδει δὲ πυθέ- σθαι πατέρας, ὡς ἐν ἔργῳ τε ἡμεῖς καὶ αὖ κατενεχθέν- τες τῷ μεγέθει τῶν κακῶν ἐν ἀφωνίᾳ κείμεθα.
νῦν
δ’ οὐχ ὁρῶ τὸ ποιοῦν τὴν ἐπίδειξιν. καὶ γὰρ αὖ
κἀκεῖνο. μὴ καλῶν μὲν οὓς εἰώθειν, λυποίην ἂν οὓς |
31. Καίτοι μετὰ τῶν ἐπιεικεστέρων, φαίη τις
ἄν, ᾔτουν κἀκείνων τινὲς τὸν λόγον. οἱ δὲ ᾔτουν
μέν, ᾔτουν δὲ τῇ γλώττῃ μόνον, ἡ γνώμη δὲ οὐ ταῦτα
ἐβούλετο. ἐγὼ δὲ οὐχ οὕτως ἠλίθιος, ὃς μακροῦ χρό-
32. Τίς οὖν ἔσῃ, φησί, περὶ τουτὶ τὸ μέρος,
εἴ σε θεῶν τις ἐφ’ ἕτερον ἔτος ἄξει; εἰ μέν τι
γένοιτο βέλτιον, μέγιστον δὲ ἡ τύχη, τοῖς πράγμασιν
ἕψομαι· εἰ δ’ ἅπερ νυνί, μένει, τοῖς αὐτοῖς δήπου χρή-
σομαι σκοπῶν, ὅπως δι’ ἄλλης ὁδοῦ πλεονεκτεῖν ὑπάρ-
ξει τοῖς σώφροσιν.
33. εἶτα θαυμόσεταί τις, εἰ παρὸν ἀπηλλάχθαι
τοιούτων ὁμιλητῶν, ζῆν ἐν ἀθυμίᾳ κω τοιούτοις αἱροῦ-
μαὶ κακοῖς. ἀλλὰ τί δράσω; τοὺς μὲν ἀπελάσω, ποιήσω
δὲ τὸ περὶ ἐμὲ βραχύ; καὶ πῶς ἂν μᾶλλον ἡσθείη
Πρίαμός τε καὶ οἱ ἐκ τούτου; οἳ τέτανται πρὸς ἐμὲ
βουλόμενοι τοῦτ’ ἰδεῖν, ὀλίγοις ἐφεστηκότα ἐμὲ καὶ
γίγνεται δέ τι καὶ παρὰ τῆς ἐμῆς
φύσεως ἀργότερόν πως εἰς τιμωρίαν ἐχούσης καὶ φέρειν
μᾶλλον ἢ κολάζειν πεπαιδευμένης. τὸ δὲ μέγιστον,
φιλία μέν μοι πρὸς τοὺς τούτων γονέας, φιλία δὲ πρὸς
πόλεις· καὶ δέδοικα δὴ, μὴ τὴν ἐκβολὴν ἀκούσαντες,
ἐκείνη μέν γε κἂν λυθείη, ταύτην δὲ μένειν ἀθά-
νατον ἀνάγκη παρακολουθοῦσαν ἐκ νεότητος εἰς τελευ-
τήν, ἐφ’ ἑκάστης ἡλικίας τὴν παρρησίαν ἀφαιρουμένην·
ἀναίσχυντε, κυνὸς ὄμματ’ ἔχων, οὐ σὺ μέντοι
τῶν περὶ λόγους ἱερῶν ἐξώσθης, ὡς μιαίνων
ταῖς Μούσαις τὸ χωρίον;
φειδόμενος τοίνυν
καὶ πατρὸς καὶ μητρὸς καὶ πόλεων καὶ τῶν ἐσομένων
παίδων, ἐφ’ οὓς ἔδει τὴν ἀτιμίαν διαβαίνειν, τὸ μὲν
οὐκ ἐποίησα, τὸ δὲ ἐμαυτῷ παρῄνεσα, δίκαια παραινῶν,
ὥς γε ἐμαυτὸν πείθω.
37. Ἐστὲ δὲ κύριοι τοῦ μηδὲν ἔτι συμβῆναι τοιοῦ-
τὸν. εἰ γὰρ ἀμείνους γένοισθε, ῥᾴδιον δὲ βουλομένοις,
ὄψεσθε καὶ παρ’ ἡμῶν πάντα ἐκπληρούμενα καὶ
λοῦντά με μᾶλλον ὑμᾶς ἐπὶ τὸν τοιοῦτον λόγον ἢ
παρακαλούμενον.