The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
ἐπαινῶν ἠξιωκὼς ἃ τῆς βελτίονος ἦν μοί-
τετυχηκότων, καὶ ἅμα δειχθείην ἂν ἐκ τούτων ἥκιστα
κολακεύων, εἴπερ καὶ ἐν οἷς ἡμάρτηκεν εἰρήσεται. ὃ
τῶν ἄλλων ὅσοι συγγεγράφασιν οὐκ οἶδα ἔγωγέ τινα
πεποιηκότα, ἀλλ’ ὃν ὡς χρηστὸν ἐπῄνεσαν, μένουσιν
ἐπαινοῦντες, κἂν τοὐναντίον ποιεῖν παραινῇ τὰ πράγ-
μάτα, καθάπερ τῶν ἐκείνοις ἔξω τοῦ προσήκοντος
γεγενημένων αὐτοὶ δώσοντες λόγον.
2. Ὡς μὲν οὖν ἢ ἔλαβεν ἢ ἐμέλλησε κατὰ τῶν
μων Ἰκάριος, οὐδ’ οἱ πάνυ μισοῦντες αὐτὸν εἴποιεν
ἄν, οὐδ’ ὡς κάλλει γυναικῶν ἐδούλευσεν οὐδ’ ὡς εἰς
ὕπνον μακρὸν τὰς νύκτας ἀνάλωσε, νόσημα δὲ ἕτερον
καὶ
ταῦτα αὐτὸς πρὸς αὐτὸν ἔφην πολλάκις ἐπιτιμῶν, ὁ
δ’ ἐμειδίασέ τε καὶ οὐκ ἠρνήσατο ὡς ἄν τι χρηστὸν
ποιῶν. διὰ τοῦτο ὕδατι πολλῷ γεφύρας τινὸς πλεῖστα
ἀγούσης εἰς τὴν πόλιν διακοπείσης καὶ τῶν περὶ τὴν
τροφὴν ἡμῶν χεῖρον ἐχόντων ἔφασκον μὲν ἐγὼ τῆς
Λητοΐου ψυχῆς δεῖσθαι τοῦτο τὸ πάθος πολλὰ
αῦτα κατὰ τάχος ἐπηνωρθωκότος, ὁ δ’ ὕβρισέ μοι σιωπῇ
τὴν συμβουλὴν οἰηθεὶς εἶναί μοι τὴν σπουδὴν οὐ τὴν
πόλιν εὖ παθεῖν, ἀλλὰ τὸν ἄνθρωπον. εἰσῄει Θαλλὸς
ὁ ἰατρὸς ὡς αὐτὸν τοῖς ἀπὸ τῆς τέχνης τὰ ἀπὸ τῆς
γνώμης προστιθείς. ἔκλεισεν αὐτῷ τὰς θύρας ἐλέγξας
περὶ
τῶν ἱπποκόμων οἷς περὶ τοὺς ἁμιλλητηρίους ἵππους
ὁ πόνος, διελέχθην ἀληθῆ λέγων, ὡς ὠμὰς κλοπὰς τὰς
παρ’ ἑτέρων τὰς | νῦν κωλύοιεν πρότερον ταῖς
τοῖς ἀπεδίδοσαν μικρόν τι παρ’ ἑκόντων λαβόντες ὅσον
αὐτοῖς εἰς ἄριστον ἀρκέσαι, κλέπτης δὲ ἕτερος οὐκ ἦν
φόβῳ τῷ παρὰ τούτων. ἀλλὰ νῦν, ἔφην, οἱ μὲν
πέπαυνται, καὶ τὸν πεπαυκότα εἶπον καὶ ὅπως καὶ
διότι, μεστὰ δὲ πάντα κακούργων οὐδὲν ἐπι-
σταμένων μέτριον ἐπιτιθεμένων ἡλικίᾳ τῇ
μάλιστα παρακρουσθῆναι ῥᾴστῃ. τὰ δὲ
δία τὸ δέος τὸ τῶν οἰκιῶν ἐπὶ τὸν ποταμὸν
ἄγει, ὁ δὲ ἀποπνίξας ἐπὶ τὴν θάλασσαν.
τοσοῦτον τοίνυν ἀγαθὸν ἀνανεούμενος τῇ πόλει
ψυχρῶν ἤκουον ῥημάτων, ὅτι ἀλλ’ αἰσχρὸν κλέ-
πτας ποιεῖν. ὁ δὲ τὸ μὲν ῥῆμα ἐφοβεῖτο, τὸ
δος δὲ οὐκ ἐλογίζετο, ἀλλ’ ἐτήρησε | βλάβην
δεῖσαι τὰς ἐγγὺς παιδιᾶς κλοπὰς ἐφ’ αἷς τις ἤδη καὶ
ἐγέλασεν; εἴ σοι θεῶν τις ἔλεγε πιεζομένῳ χαλεπω-
τάτῃ νόσῳ, ὅτι ταύτην ἑτέρᾳ αὐτὸς ἐκβαλεῖ κουφοτάτῃ
6. Ἕτερον τοίνυν ἀκούσατε. τοῦ λιμοῦ τὴν πόλιν
ἡμῖν πτωχῶν ἐμπεπληκότος, ὧν οἱ μὲν ἐκ τῶν ἀγρῶν
ἀνέστησαν οὐκ οὔσης αὐτοῖς οὐδὲ πόας ἔν γε χειμῶνι,
οἱ δὲ πόλεις τὰς αὑτῶν καταλελοίπεσαν, καὶ βοηθείας
αὐτοῖς τινος ἐκ τοῦ δικαστηρίου παρὰ τῆς Εὐμολπίου
φιλανθρωπίας εὑρημένης παρακαλούμενος ὑπ’ ἐμοῦ
πρὸς τὰ αὐτὰ δεινὸν εἶναι λέγοντος, εἰ τῆς ἐλάττονος
ἀρχῆς ἡ μείζων ἐν τοιούτῳ καιρῷ φανεῖται χείρων,
τοιαῦτα ἀκούων τὴν θαυμαστὴν ἐκείνην ἀπόκρισιν
ἐποιήσατο ὁ γενναῖος ποιητής· μισεῖσθαι γὰρ ὑπὸ τῶν
θεῶν ἅπαντας ἔφη τοὺς τοιούτους.
οὐκοῦν φι-
λεῖσθαι φήσεις ὑπὸ τῶν θεῶν τοὺς πλουτοῦντας
τας; ἐν δέ γε τούτοις εἰσὶν οἳ τε καταποντισταὶ καὶ
οἱ κατὰ γῆν ἐκείνοις ἐοικότες οἱ ὧν ἂν ἀποσφάξωσι
τὰ χρήματα ἔχουσι. καὶ ὅλως τοὺς ἀδικωτέρους εὑρή-
σομεν εὐπορωτέρους. οὐδὲν οὖν ἕτερον λέγεις ἢ ὅτι
καὶ μὴν ὅτι μὲν αἱ πόλεις εἰς τὸν
ἀριθμὸν ἐζημίωνται τῶν σωμάτων διὰ τὸν λιμόν τε
καὶ λοιμόν, παντί που δῆλον, εἰ δ’ ἀπόλλυνται μίσει
θεῶν, ἐπιχαίροις ἂν αὐτοῖς εἰκότως. χαίρειν οὖν
λογεῖς ἐν τῇ ζημίᾳ τῶν πόλεων;
9. Οὐκ οἶδα δέ, ὅ τι ποιῶν ἄνθρωπος χρηστὸς ἂν
παρὰ σοὶ νομισθείη, εἰ τὰς μὲν διαβολὰς ἡγήσῃ πι-
στάς, τοὺς δὲ ἐπαίνους ὑποπτεύσεις. πρὸς τί δὴ βλέ-
πων τοῦτο λέγω; παῖδα τοῦτον Εὐπλόϊος καλεῖ καὶ
πατέρα οὗτος ἐκεῖνον. ἧκεν Εὐπλοΐου ποτὲ
βουλόμενα τιμῶν Χαρίδημον πάνυ τυγχάνειν καὶ ἐν
οἷς ἔξεστιν, εἶναί τι πλέον αὐτῷ. ταῦτα οὗτος λαβὼν
τὰ γράμματα καὶ τῶν πρότερον γενομένων ἀφεῖλεν,
ὥστε μᾶλλον ἢ πρόσθεν αὐτὸν ἠγνόει νομίζων ἠδικῆ-
σθαι τοῖς γράμμασιν. ᾤετο γὰρ παρὰ τοῦδε ἥκειν
ἐκεῖνα καὶ οὐ τοῦ πέμψαντος εἶναι μᾶλλον ἢ | τοῦ
ἐγὼ τοίνυν οὐκ ἐπέστελλον
ἀποθανούμενος, εἰ παρακύψειε μόνον, πᾶν ἔφη πρό-
τερον ὑπομενεῖν ἢ τοῦτο. καίτοι εἰ μὲν ὃ πεποίηκας
ἐπ’ Ἀντιόχου, καλόν, κοινὸν ἔδει τοῦτ’ εἶναι· εἰ δὲ
τοὐναντίον, πῶς οὐκ εἰσελθὼν ἐκάθητο πολὺ βελτίων
ὢν τὸν τρόπον τῶν ἐν στρατηγίαις γεγενημένων καὶ
χείρων ἡμῶν οὐδὲν τῶν ἐν τῷ διδάσκειν τοὺς νέους;
ἀλλ’ οἶμαι τὰ μὲν παρ’ ἐμοῦ καὶ τοῦ ἰατροῦ δεινῶς
ὕποπτα, τὰ δὲ τῶν διακόνων ἀνύποπτα, κἂν ὁ στρα-
τιώτης εἴπῃ τι, τὸ ἔργον προστίθης. διὰ τοῦτ’ ἀρτο-
πόποι καθ’ ἑκάστην ἡμέραν ἐν πληγαῖς. ὁ γὰρ οὐ
θεραπεύσας πολλοῖς χρήμασι Φερένικον περὶ τὸν σταθ-
μὸν ἀδικεῖ, καὶ τὸ συμβὰν ἐφ’ ἑνὸς ἄρτου, πολλὰ δ’
ἂν τοῦτο ποιήσειεν, ἐφ’ ἅπαντας τέταται, καὶ νικᾶν
δεῖ τοῦ Φερενέκου τὸ ῥῆμα. οἱ δὲ ἐμὲ τὸν πεπεικότα
αὐτοὺς κατελθεῖν ἀπὸ τῶν ὀρῶν ἐν αἰτίαις ἔχουσιν.
12. Εἰμὶ | δὲ καὶ παρὰ τοῖς πολιτευομένοις ἐν
μέμψεσιν ἑνὸς ἐπὶ τῆς λαμπροτάτης νουμηνίας φιλη-
καὶ
τί δεῖ περὶ τὰ ἐλάττω διατρίβειν ἔχοντα πληγὰς
πολιτευομένου πόνον ἰατροῖς παρασχούσας, ὥστ’ αὐτοὺς·
μηδ’ ὅτι βιώσοιτο τὰ πρῶτα δύνασθαι λέγειν; ἀνὴρ
γάρ τις διὰ τὰ τῶν ἁρμάτων <ὢν> ἐν πενίᾳ καὶ
τουργηκὼς πρότερον καὶ λειτουργῶν ἐπαίετο | τὸ
δὲ τοῦ νῦν τεθέντος, δίκην οὐχ ὧν αὐτὸς ἠδίκει δι-
δούς, ἀλλ’ ὧν τινες λούμενοι Κόκκου τοὔνομα ἐν εὐ-
φημίαις εἶχον. πῶς οὖν οὐκ ἄδικον τῆς μὲν ὀργῆς
ἐκείνους αἰτίους εἶναι, τῶν δ’ ἀπὸ ταύτης Ἑρμείαν
ἀπολαῦσαι; καίτοι τοῦτό γε οὐδὲ Κόκκῳ τῷ πλεῖστα
τετολμηκότι τετολμημένον ἴσμεν, ἀλλ’ εἰ καὶ τὰ ἄλλα
ἐμαίνετο, τοῦτό γε ἐσωφρόνει καὶ πληγαῖς τὴν βουλὴν
οὐχ ὕβριζε.
14. Βούλει σοι καὶ τὴν καλὴν φυλακὴν εἴπω, τοὺς
ἐν ταῖς πύλαις στρατιώτας, οἷς τὸ μὲν πρόσχημα κω-
ἀμελήσαντες γὰρ ὧν ἔδει πράττειν, ᾧ τὰ αὑτῶν αὐξή-
σουσιν ἐποίουν. σὺ δ’ εἴτ’ εἰδὼς ταῦτα οὐκ ἠγανά-
κτεις εἴτ’ ἠγνόεις, ἠδίκεις· τὸ μὲν γὰρ ἀμελείας, τὸ δὲ
προδοσίας.
15. Τίς δ’ ἂν αὐτῷ λόγος εἴη καὶ περὶ τῶν κακῶν
ἃ κοινὰ τῶν τε ἐν τῇ πόλει τῶν τε ἐν τοῖς ἀγροῖς
ἐστι; λέγω τὰ περὶ τὸν χοῦν ὃν ἐκφέρειν ἀλλοτρίοις
ἔδωκεν ὄνοις δέον οἰκείοις ἀναγκάζειν. ὡς μὲν οὖν
βαρὺ τὸ πρᾶγμα, δηλοῖ τὰ δάκρυα τῶν ἐπὶ τοῦτο ἑλ-
μαρτυρεῖ. ἄρτι γὰρ ἥκων ἡμῖν καὶ πολὺ τοῦτο εὑρὼν
ἔπαυσεν εὐθὺς τὰ τοιαῦτα φορτία τὰ μέγιστα τούτῳ
τὴν ἀγορὰν ὠφελῶν.
ὁ δὲ δεινόν τε τὸ πρᾶγμα
ἡγούμενος καὶ τῇ πόλει βλαβερὸν καὶ φάσκων ὑπὲρ
τῶν τὰ τοιαῦτα κεχαρισμένων αἰσχύνεσθαι καὶ μηδ’
ἄρχοντας καλεῖσθαι δεῖν εἰπὼν αὐτὸς ἦν ὁ ταῦτα χα-
ριζόμενος. καὶ εἰ μὲν θέρους, ἴσος ἂν ἦν ἐκείνοις, εἰ
δὲ καὶ χειμῶνος, ἀδικώτερος πηλοῦ τοῦ χοῦ τοῦ μὲν
17. βλέψον δέ, εἰ βούλει, καὶ πρὸς ἑτέραν μετα-
βολήν, καθ’ ἣν ὁ τά τε ἄριστα καὶ τὸ πίνειν φεύγων
οὗτος, ἐν ᾧ καὶ τοὺς δυνατωτάτους λυπεῖν ἔδει, παν-
ταχοῖ καλούμενος ἧκεν οὐκ ἐξετάζων, τίς αὐτόν ἐστιν
ὁ καλῶν, ἀλλὰ πᾶς ἄξιος ἦν, ὅστις ἔχοι μνησθῆναι
τάξεως. ὥσθ’ οἱ τοῦτ’ ἐγκαλοῦντες | ἑτέροις οὐκέθ’
18. Καλὴ μὲν οὖν οὐδὲ αὕτη γε ἡ χάρις, πολλῷ
δὲ ἣν ἐρῶ φαυλοτέρα. ποῦ γὰρ νῦν ὁ φαλακρὸς τέ-
τακται; ἐν τοῖς ὑπὸ σέ. ποῦ δ’ αὐτὸν ὁ νόμος ἔταττεν;
ἐν τοῖς ὑπὸ τὸν Εὐμόλπιον, δίκαια ποιῶν ὁ νόμος
ἐπανάγων τὸν ἀποδράντα. πῶς οὖν τοῦτο ἐγένετο; τῷ
νόμῳ μὲν πειθόμενος ἀποδεδώκεις <ἂν> αὐτόν,
δὲ αὐτὸν ἐν ᾧπερ ἦν ἐᾶν ὧν οἶσθα δίδως τὴν χάριν
ὁ ὑπὲρ τῶν νόμων ἥκων καὶ οὐκ ἂν ἀνασχόμενος
ούτων λόγων. γενόμενος δὲ ἐκεῖνος ταῖς ἐπαγγελίαις
αὐτῷ καταπράξαντες φαιδροὶ φαιδρὸν ὁρῶσιν.
19. Οἶμαι τοίνυν τοὺς αὐτοὺς ἀνθρώπους ἀφ’
ὁμοίων λόγων καὶ τὰ περὶ τἀργύριον τὸ μικρὸν δεδυ-
νῆσθαι, ὃ ἐθηράθη μὲν ὑπὸ τοῦ βελτίστου Κλεινίου
ἐπὶ Καρχηδόνος, ἐποίει δὲ ἀσθενεστέραν ἡμῖν τὴν
πόλιν, ἐποίησε δ᾿ ἄν ἰσχυροτέραν ἀποδοθέν τε καὶ
ἀναβάν. ἀεὶ μὲν οὖν τὴν ἐπιοῦσαν ἡμέραν τοῦτο
ἕξειν ἐνομίζομεν, τἀργύριον δὲ ἡ πόλις οὐδὲ νῦν κε-
κόμισται.
τὰ δὲ ἐντεῦθεν κέρδη τοῦ φάσκοντος
μὲν Σελευκείᾳ βοηθεῖν, ἃ δ’ οἶδεν ὀνήσοντα
δονίους ποιοῦντος τί οἴει ταῦτα Ἀντιοχέας ἀγνοεῖν ἢ
μὴ χαλεπαίνειν εἰδότας ἢ δεῖσθαι μάντεων εἰς τὸ μα-
θεῖν τοὺς ταύτην εἰληφότας τὴν χάριν, ἣ σοὶ μὲν
ψόγον ἐνήνοχεν, οὐ γὰρ ἄλλο γε οὐδέν, δεῖ γὰρ τἀ-
λήθη λέγειν, ἐκείνοις δὲ καὶ λῆμμα πρὸς ὃ πάντα
κεχηνότες τὸν χρόνον οὐ δεδοίκασι;
σὺ δ’ ἄμεινον
ἐβουλεύου τὰς πρώτας τῶν ἡμερῶν, ὅτ’ ἀπήλαυνες μὲν
τὸν τοῦ παρέδρου πατέρα, ἐβουλεύου δὲ ὅπως αὐτὸν
ἐκβάλῃς τὸν πάρεδρον ὡς πλειόνων ἢ προσῆκε γραμ-
μάτων εἰσιόντων τε καὶ ἐξιόντων τῶν μὲν παρ’ ἐκεί-
οὐ τολμῆσαι δὲ διὰ δή τινα φόβον.
τοιγαροῦν
ἐνέπλησας μὲν ἀνθρώπων τὸν στενωπὸν τοῦ πατρὸς
τὸν ἔρημον, ὃν δὲ τὸ κηπίον ἔτρεφε λαχάνοις μόνοις,
τούτῳ πανταχόθεν τὸ τρυφᾶν. τῶν δώρων δὲ τὰ μὲν
ἀμοιβὴν ἔχει, τὰ δὲ παράκλησιν. οἱ γείτονες δὲ ὁρῶν-
τες θαυμάζουσιν. | ὁ δὲ πωλεῖ τὰς εἰς Φοινίκην
οὗτος καὶ τὸ
καινὸν δὴ τοῦτ’ ἔδειξε. Κάλλιππον δοκοῦντα ἄρχοντι
νοῦν τε ἔχειν καὶ νήφειν καὶ δύνασθαί τι τῶν τῆς
πόλεως ἐπανορθοῦν τὸν ὑπὸ τῆς ὑπωρείας πίνοντα
ἔωθεν πολλῶν ὁρώντων, ἔπειτα ὀρχούμενον, ἔπειτα
πίνοντα, πάλιν δὲ ὀρχούμενον, τὸν εἰ πόρνας διαλ-
λάξειε μαχομένας μέγα ποιούμενον, οὗτός ἐστιν ὁ πεί-
σας, οὗτος ὁ ἐξαπατήσας.
σὺ δὲ ἀκούσας, ὡς
προσέθηκε τοῖς πατρῴοις χρήμασιν, αὐτά γε
ἐκεῖνα διέσωσεν; ἤκουσας ἂν πάντα πεπραμένα,
πάντα ἀνηλωμένα, πάντα δι’ αἰδοίων τε καὶ γαστρὸς
οἰχόμενα. μὴ γὰρ δὴ τῶν ὡς κατελειτούργησε τὴν
οὐσίαν λεγόντων ἀνέχου. οὗτος γάρ ἐστιν ὁ καὶ τῇ
τοῦ βασιλέως φιλανθρωπίᾳ κακῶς χρησάμενος ἐπὶ τῆς
αὐτῆς ἡμέρας κομισάμενός τε καὶ ἀποδόμενος τοὺς
ἀγροὺς καὶ μικροῦ τὴν τιμὴν ἅπασαν αὐτοῦ καταφαγών.
τὸν οὖν αὑτὸν γυμνώ-
σαντα ὧν παρειλήφει καὶ πολλὰ μὲν δεδανεισμένον,
μικρὰ δὲ ἀποδεδωκότα, τῶν δ’ ἀγοραίων πολλοῖς αἴτιον
θανάτου γενόμενον τὰς τιμὰς ὧν ἤσθιε δώσειν μὲν
αὐτοῖς ὑπισχνούμενον, δόντα δὲ οὐδέποτε, ὃ δὴ καὶ
τελευτῆς ἐπιθυμῆσαι τοὺς ἀνθρώπους κατηνάγκασε,
τοῦτον οὖν κύριον ποιεῖς τοσούτων ἐθνῶν καὶ οὐ
δέδοικας μὴ τοῦτο πύθηται βασιλεύς, ὅτι ἐπὶ Καλ-
σὺ μὲν οὖν ἀνεπείσθης ἀγαθὸν εἶναι τὸν
κακόν, ἃ δ’ εἶπον ξένοι τινὲς πρῴην ἥκοντες, δεῖ σε
μαθεῖν. λεγομένων γὰρ παρ’ ἐμοῦ περὶ σοῦ λόγων
βελτιόνων, ὅπερ εἰώθειν ποιεῖν, ἀλλ’ ἡμεῖς, ἔφασαν,
ἐσμὲν δὲ ἀστυγείτονες, σὲ μὲν αἰδούμεθα, τοὺς
ἐπαίνους δέ σοι τούτους ἐξαλείφει Κάλλιππος.
οὐ γὰρ ἂν κακὸς ὢν ἤρεσκεν ἀγαθῷ, εἴπερ ἦν
ἀγαθὸς Ἰκάριος. ὡς δὲ ἐκεῖνος κακός, ἔδειξαν
αἵ τε καθ᾿ ἡμέραν πληγαὶ καὶ τὸ πλῆθος τούτων
καὶ τὸ μέγεθος καὶ τὸ διὰ πάντων.
καίτοι μέ-
ρος | γε παρὰ σοῦ τὸ τῶν ἀρτοπόπνω παρειλήφει,
λεύων ἐν γράμμασι τοὺς καπήλους ἐλάττονος ἕκαστον ἢ
ἦσάν γε ἐωνημένοι πωλεῖν, ὃ μανίαν ἄμεινον ἢ μωρίαν
προσειπεῖν. καίτοι εἴ τις αὐτὸν ἔροιτο· τοῦ χάριν
τὸν ἄλλον χρόνον οἴκοι κρυπτόμενος νῦν ἀξιοῖς
ἀστράπτειν, ὁπότ᾿ εἰ καὶ πρότερον τοῦτ᾿ ἔδρας,
ἦν σοι καιρὸς πεπαῦσθαι; τί ἂν ἀποκρίναιτο ἢ
ὅτι τότε μὲν τὸν πιστεύσοντα οὐκ εἶχε, νῦν δὲ εὗρε.
τίνι οὖν οἴει καταρᾶσθαι τοὺς ἀδικουμένους; ἐγὼ
μὲν οὐκ ἆν εἴποιμι, δῆλον δέ ἐστιν ἅπασι. καὶ γὰρ
οὐδὲ εἷς ἐστιν ὁ Κάλλιππος οὗτος, ἀλλὰ καὶ τῶν οἰ-
κετῶν ἕκαστος, πολλοὶ δὲ οὗτοι. καὶ οὗτοι τοίνυν
Κάλλιπποι οἱ τοὺς παριόντας καλοῦντές τε ἐπὶ τὰ
πωλούμενα καὶ κελεύοντες ἁρπάζειν, ἐξεῖναι γάρ, ὁ δὲ
πωλῶν ἔστηκεν ἐκπεπληγμένος τὼ χεῖρε συμπλέξας
σιγῇ θρηνῶν, ὡς μὴ πάθοι τι δεινότερον.
καὶ τὰ
πλείω τῆς τραγῳδίας ταύτης, τοῦ τήν τε θυγατέρα
ἔχοντος αὐτοῦ καὶ συνόντος καὶ συνημμένου πάντα
ἐστὶ κακουργήματα ἐνδεικνυμένου τοῖς ἀδικουμένοις,
Ῥωμαῖον ἐκεῖνον ἀπ’ αὐτῶν τῶν φασιανῶν ἀρξάμενον;
30. Πάντα ταῦτα, Ἰκάριε, κλοπαὶ ἢ εἰ βούλει γε,
μισθὸς παρὰ μὲν οὔπω πληγέντων τούτου, παρὰ δὲ
τῶν τοῦτο παθόντων τοῦ μὴ χαλεπώτερα. σὲ δὲ
των οὐδὲν εἰς ὀργὴν ἄγει διὰ τοὺς ἐπᾴδοντας, οἳ με-
γάλοι μὲν ἦσαν ἐπὶ τῆς ἀρχῆς Κόκκου, μεγάλοι δὲ
νῦν οὐ ταῦτα ἡμῶν ἐλπισάντων, ἀλλὰ μικροὺς μὲν
λέγωσιν, ἐκβαλλόμενον αὑτοῖς ὁρῶσιν ὑπὸ τοῦ σοῦ
προσώπου τὸν λόγον.
καὶ ταῦτα ἆθλον | Εὐ-
λευομένων οὐδ’ οὐκ ὄντων ἐν τούτοις τινῶν φόβων
τῷ καταναγκάζοντι. τὸ δὲ ἔτι μεῖζον, οὓς ὀφείλειν
ᾤου σοι δίκην ὧν ἑτέρῳ χαριζόμενοι τοῖς σοῖς ἐπε-
βούλευον, τούτους ἐποίησας κυρίους εὐθυνῶν πλου-
τίσαι δυναμένων. πῶς ταῦτα οὐκ ἀποπληξίας, ὅταν
ὁ μὲν κολασθῆναι δίκαιος εὖ πάσχῃ, κακῶς δὲ ᾧ χάρις
ὠφείλετο;
ποῦ δὲ ἐκεῖνο καλὸν παρὰ μὲν Ἁρμοδίου
τοῦ συνδίκου τῆς πόλεως ὑπὲρ τῆς πόλεως γίγνεσθαι
λόγους, ἀκούειν δὲ αὐτὸν μηδέν, ἀλλὰ δοκεῖν ἐκεῖνον
νῆν ἀπαιτῇ τὰ πράγματα; ἐγὼ μὲν γὰρ τὸ πέρα τοῦ |
33. Ἀλλὰ τοὺς λόγους ταῖς τιμαῖς ὠφέληκας.
αἱ τιμαὶ δὲ τὸ πᾶσι τὰ ὦτα τοῖς βουλομένοις παρα-
σχεῖν. καὶ τίς αὕτη τιμὴ τὸ τῶν ἴσων τοὺς οὐκ ἴσους
τυγχάνειν; ὁ γὰρ τῶν αὐτῶν τούς τε χείρους τούς τε
βελτίους ἠξιωκὼς ταῖς οὐ δικαίαις τιμαῖς τὰς δικαίας
ἔβλαψεν. οὐ γὰρ ἔτ’ ἐστὶ τηλικοῦτον τὸ προσηκόντως
δοθέν, ἡλίκον ἂν ἦν, εἰ ἐν τοῖς ἀξίοις ἵστατο.
ποι-
ήσομεν γὰρ τῷδε τῷ λόγῳ κοινὸν μὲν ἐν Πίσῃ τὸν
στέφανον τῶν τε νενικηκότων καὶ τῶν ἡττημένων,
κοινὰ δὲ ἐπὶ τροπαίοις τὰ γέρα τῶν τε ἠριστευκότων
τοίνυν ἡδονὴ τοῖς εἰκότως τὰς ἀμοιβὰς λαβοῦσι μετὰ
τῶν οὐκ εἰκότως τοῖς αὐτοῖς κεκοσμημένων; πάνυ γε
οὗτοι τοῦ ταλαιπωρεῖν ἐπιθυμήσουσιν ἐπὶ τοιούτῳ
καρπῷ. οὐκοῦν χείρων μὲν ἐντεῦθεν ὁ ἀθλητής, χεί-
35. Πῶς οὖν αὐτὸς ἡμῖν τῇ περὶ τὰς ἀκροάσεις
ταύτας ἀκολασίᾳ τὸ χρῆμα τῶν λόγων ηὔξηκεν; ἐγὼ
μὲν γὰρ αὐτοὺς εἰς ταπεινὸν ἡγοῦμαι κατενηνέχθαι
παντὸς τοῦ βουλομένου τοῖς αὑτοῦ λήροις ἡμέραν
εὑρισκομένου, σὺ δὲ φιληκοίαν τοῦτο καλεῖς καὶ σπου-
δὴν περὶ λόγους καί μοι φαίνῃ μετὰ τὴν τοῦ Ἀπόλ-
λωνος κιθάραν ἐλθὼν ἐπὶ τὰς τουτωνὶ τῶν ἐν τοῖς
καπηλείοις προσαιτούντων ἀξιῶσαι ἂν καλεῖσθαι φιλό-
μουσος.
εἶτ’ οὐχ ὁρᾷς, ὡς εἰ τοῦτο καλόν σοι,
καλὸν καὶ σκυτοτόμου σε καὶ χαλκέως ἐπὶ δεῖπνον
καλοῦντος ὑπακούειν καὶ ἐλθόντα κατακείμενον δει-
πνεῖν καὶ εἶναι τὸν αὐτὸν ἐφ’ ἁπάσης τραπέζης; ἢ τὸ
μὲν φευξόμεθα | διὰ τὴν τῶν καλούντων τύχην,
ἐφ’ ἑκάστῳ τῶν εἰρηκότων γενόμενον γέλωτα, εἰ οἱ
μὲν ὄντες τοιοῦτοι πρὸς ἐπιδείξεις ἧκον, σὺ δ’ ὑπε-
τίθεις σαυτὸν τοῖς τοιαῦτα φέρουσιν, ὧν ἀπελθών, ὡς
ἀκούω, καὶ αὐτὸς κατεγέλας; καίτοι πολλῷ βέλτιον
ἀπωθεῖν ἐνοχλοῦντας ἢ τοῖς εἰρημένοις ὑβρισμένον
εἶτα τῶν λόγων κατηγορεῖν.
37. Ἔτι τοίνυν τῶν μὲν ἤκουσας, τῶν δὲ οὐκ ἠξί-
ωσας ὄντων οὐδὲν ἐκείνων φαυλοτέρων, ὥστε σοι καὶ
τὸ τῆς ἀνωμαλίας ὄνειδος προσγενέσθαι. πῶς οὖν
ἐν αἰτήσει, καὶ ὅσον ἐγελάσθη, καὶ πολλοὶ πόδες ἐπὶ
τὸν ἄρτι πεπαυμένον οὐκ ἐῶντες ἀναπνεῖν, εἰσπράτ-
ἥκεις τοῖς λόγοις ἐπίκουρος, ὃς καὶ τοὺς σιγᾶν τὸν
ἄλλον εἰδότας χρόνον ἐξέμηνας καὶ ζητεῖν ἔχειν ἃ τέως
οὐκ ἠξίουν, ἐποίησας.
38. Ἔπειτα φὴς πάντ’ εἶναί σοι μικρὰ πρὸς ἐμὲ
καὶ τὸν σαυτοῦ πατέρα ἐν ἐμοὶ νομίζειν ὁρᾶν. τοῦ-
τὸν δὲ οὗτος τὸν πατέρα διὰ νόσου μέγεθος τμηθέντα
φλέβα καὶ τυχεῖν οὐ δυνάμενον ὕπνου πολλῆς χρῄ-
ζοντα παραμυθίας δι’ οὐδενὸς ἐπεσκέψατο τῶν φίλων,
ἀλλ’ οὐδὲ τῶν διακόνων. οὐδ’ αὖ προπεμπόμενος εἶπέ
τοῦ πολλάκις ἐκεῖνα εἰπόντος ἦν. ἀλλ’ ἀπελθὼν εἰς
Φοινίκην ἔπεμψας ἐπιστολὴν ψόγον τῆς ἡμετέρας, ἣ
τὰ μὲν τῶν τοὺς ἁμαρτάνοντας πειρωμένων κατέχειν
ἐποίησε, δῆσαι δὲ οὐκ ἐδυνήθη.
39. Καὶ μὴν καὶ ἐν ἐκείνῳ γε σαυτῷ μάχῃ· μισεῖς
μὲν γὰρ τὴν ἡμετέραν ὡς οὐ μισοῦσαν Κόκκον, αὐτὸς
καὶ πεπηγέναι βουλομένου, ὥστ’ οὐκ οἶδ’ ὅ τι ἂν αὐτῷ
πλέον παρὰ τοῦ γεγεννηκότος ὑπῆρχεν, εἰ ὁ τὴν ἀρ- ’
χὴν ἐκδεξάμενος ἐκεῖνος ἦν.
τοιγαροῦν ἄφωνοι
πάντες οἱ τὰς | κατηγορίας ἐν ταῖς χερσὶν ἔχοντες
τοῦ δικαστηρίου τὸ μέτρον. ἀλλ’ ἐνέφραξε τὰ στόματα
τούτοις ὁ τοῦ προσλήψεσθαί τι κακόν, εἰ μὴ σιγῷεν,
φόβος. καὶ τὰ πολλὰ ἐκεῖνα τραύματα διὰ τὸν χρη-
στὸν Ἰκάριον ἔμεινεν ἀθάνατα.
φήσει παρὰ τῶν
ἐν τῷ βασιλείῳ δυνατῶν ταῦτα ἀκηκοέναι. τουτὶ δὲ
λέγων, δι’ οὓς ἠδίκηκε, λέγει, βέλτιον δὲ ἦν ἔχειν αὐ-
τὸν λέγειν, ὡς οὐδὲν ἠδίκηκε. μέλειν μὲν οὖν ἐκεί-
νοις ἐκείνου φαίην ἄν, ἔδει δὲ τὸν ἀκούοντα λέγειν
ἁπλοῦν τινα λόγον, ὅτι τὰ μὴ δίκαια παύσων, ἀλλ’
οὐκ ἰσχυρὰ ποιήσων πέμπομαι. τὸν δ’ ἀκούω
διὰ πάσης ἀδικίας ἀφῖχθαι καί μοι κάλλιον ἰδι-
ωτεύειν ἢ οὕτως ἄρχειν. τί δ᾿ ἂν δεινὸν ἔπα-
θες ἥκων μὲν ἐπὶ τὴν ἀρχήν, λύων δὲ ὅσα ἐξῆν τῶν
ἀλλ’ ὁ τῇ λύπῃ περὶ τῶν εἰς Γερμανὸν ἀπολογού-
μενος ἡμῖν Φοίνικα πολιτευόμενον ἑκόντα ἐν τῷ λει-
τουργεῖν μεμενηκότα μικροῦ νεκρὸν ταῖς πληγαῖς
ἔδειξε. τί ἐγκαλῶν; τὸ μὴ μετ’ ἄλλων ἥκειν. εἰ δὲ
μόνος τοῦτ’ ἐδύνατο ποιεῖν, τῆς δὲ τῶν ἄλλων τὸ
πρᾶγμα πενίας μεῖζον ἦν; εἰ δὲ ἔφευγον τὴν οὐκέτι
πόλιν Ἔμεσαν; εἰ δὲ ἐκρύπτοντο μένοντες; σὺ δὲ πό-
λιν μὲν τοιαύτην καὶ τοσαύτην ἀπολωλυῖαν οὐ δα-
κρύεις οὐδ’ εἰ καὶ μὴ πάντα, μέρος γε ἔν τι τῶν ποτε
παρὰ τοὺς νόμους καὶ προλέγεις ἅπασι· μὴ λειτουρ-
γεῖτε, μὴ πολιτεύεσθε, μὴ βουλεύετε, χωρεῖτε
ἐπὶ ζώνας ἢ μείζονας ἢ ἐλάττονας.
43. Οἴοις δὲ καὶ τὴν Ἀντιόχου πόλιν ἐτίμησας
ῥήμασιν. ὁ μὲν κομίζων τὴν φιλάνθρωπον πρόσρησιν
ὁ πευθὴν Οὐράνιος ἦν, ἤκουε δὲ λέγοντος μάλα ἐντε-
ταμένως, τὰ ῥήματα δὲ ἦν, ὅτι μισοῖ πάντας ἐφεξῆς.
ἀλλὰ κακῶς ἀνάγκη. κακῶς ἄρα ποιεῖς τῶν
μένων τινάς, τὸ δὲ καὶ τίνας ὄντας ἀφείσθω τανῦν.
44. Λέγε τοίνυν καὶ πρὸς τοὺς ἀπαντῶντας ταὐτό,
ὅτι μισοίης τε ἕκαστον καὶ ἡδέως ἂν ἐπύθου τεθνεῶ-
τας ἅπαντας. ἔχοις δ’ ἄν, εἰ βούλοιο, καὶ προστι-
θέναι τοῖς ἀνθρώποις καὶ γῆν καὶ οἰκοδομήματα καὶ
ὑποζύγια καὶ πηγάς, οὕτω γάρ σοι τὸ μῖσος ἔσται
λαμπρότερον, | καὶ πρός γε τοὺς οἰκείους, ὅταν