The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
ὅτι μὲν οὔκ εἰμι τῶν τῇ πόλει πολλάκις ἠνω-
κληκότων, ὦ ἄνδρες Ἀντιοχεῖς, οὐδὲ γέγονεν ὑμῖν εἰς
τήνδε τὴν ἡμέραν οὔτε μικρὸν οὔτε μεῖζον ἐκ τῶν
ἐμῶν λόγων περὶ τοὺς διδασκάλους ἀνάλωμα, πάντες
ἂν ὁμολογήσαιτε· τοῦτο δὲ ἠξίουν ποιεῖν οὐχ ὡς οὐ
τευξόμενος, εἰ καὶ μεγάλα ἐπήγγελλον, ἀλλ’ ὅσῳ προ-
θυμότερον ᾔδειν ψηφιουμένους, τοσούτῳ μᾶλλον ἐμ-
αὐτῷ προσήκειν ἡγούμην εὐλαβεστέρῳ φαίνεσθαι. νῦν
δὲ οὐκέτ᾿ ἐνὸν σιωπᾶν οὐδ’ εἰ σφόδρα βουλοίμην, |
2. Εἰ μὲν οὖν ἢν μοι τοσοῦτος ὄγκος χρημάτων,
ὡς αὑτῷ τε ἀρκεῖν καὶ τὰ τούτων διοικεῖν, πρὸς ἐμαυ̣-
τὸν ἂν διελέχθην ἃ νῦν εἰς ὑμᾶς κομίζω, καὶ λύσας
τοῖς ἑταίροις τὴν ἀπορίαν ἀμφοτέρων ἂν ἕνεκα ἡδό-
μην, τοῦ τε κάλλιστον ἔργον εἰργάσθαι καὶ τοῦ μὴ
φέρειν εἰς μέσον ἀνθρώπων ἔνδειαν ἦς τὴν αἰτίαν,
κἂν σφόδρα φυλάττωμαι, χαλεπὸν τῇ πόλει διαφυγεῖν.
ἐπεὶ δὲ τῶν ὄντων μοι τὸ μέτρον ἴσον ἀφίστησί με
τοῦ τε δεῖσθαι λαμβάνειν τοῦ τε δοῦναι δύνασθαι,
λοιπόν ἐστιν, ὦ ἄνδρες πολῖται, παρ’ ὑμῶν γενέσθαι
τὴν ἴασιν. οὕτω γὰρ ἂν καὶ τῶν κατηγορούντων, εἴ
τινες ἄρα εἰσί, τὰς ἐπιτιμήσεις ἀνέλοιτε. δι’ ὧν γὰρ
βοηθήσετε νῦν, ὅτι καὶ πάλαι τοῦτ’ ἂν ἐποιήσατε μα-
θόντες, ἐπιδείξετε, καὶ τάχα ἄν τις ἀπὸ τῶν ἀγνοη-
σάντων ἐπὶ τοὺς οὐ διδάξαντας μετενέγκαι τὴν μέμψιν.
4. Ἴσως μὲν οὖν κινήσω δάκρυα τούτοις ὑπὲρ ὧν
ἐσπούδακα, ἀνάγκη γὰρ αὐτούς, ἡνίκα ἂν ἐν οἶς εἰσι
κἂν ἀηδὲς ᾖ τι τῶν λεγομένων, φέρειν ἐπὶ τῷ τὸν
λοιπὸν χρόνον ἐν εὐφημίᾳ διάγειν.
εἰ μὲν γὰρ ἢ
’κείνοις ὀνειδίσαι βουλόμενος ἢ ὑμῶν κατηγορῆσαι
τὴν ὑπόθεσιν εἱλόμην, πονηρὸς ἂν ἦν· ἐπεὶ δέ, ὅπως
οἱ μὲν παύσαιντο σπανίζοντες χρημάτων, ὑμεῖς δὲ
ἀμελοῦντες ὧν ἥκιστα χρῆν, ἀμφοτέρων εὐεργέτης εἰ-
κότως ἂν δοκοίην οἶς τε συμβουλεύω καὶ ὑπὲρ ὧν
παρελήλυθα. οὕτω δ’ ἂν μάλιστα προσέχοιτε τοῖς λε-
γομένοις τὸν νοῦν, εἰ μή, ὥσπερ ταῖς τύχαις, οὕτω
καὶ ταῖς γνώμαις ἀξιώσετε διῃρῆσθαι.
6. Τί δαί ἐστιν ὅ φημι; μήθ’ ὅτῳ παῖδες οὐκ ἐγέ-
νοντο τὴν ἀρχὴν μήθ’ ὅτῳ πολλοὶ καὶ ἀγαθοὶ γεγο-
νότες τεθνᾶσι μήθ᾿ ὅστις θυγατέρων μόνων πατὴρ
μήθ᾿ ὅτῳ παῖδες οὔπω χρῄζοντες ῥητόρων μήθ’ ὅτῳ
τοῦ δεῖσθαι πεπαυμένοι, μηδεὶς ὑμῶν ἐκ τῶν εἰρη-
μένων αἰτιῶν ἀπολελύσθαι νομιζέτω τῆς περὶ τῶν
προκειμένων φροντίδος, ὡς οὐ μετασχήσων τῆς βλάβης,
εἰ μὴ νικήσει τὸ βέλτιον. νυνὶ γὰρ ὑπὲρ πόλεως
7. Ἓν δὴ προσήκει τοῦτο σκοπεῖν, πότερον
οχείᾳ τῇ καλῇ καὶ μεγάλῃ λυσιτελέστερον τηρεῖν ἐν
τοῖς παροῦσι κακοῖς τοὺς διδασκάλους τῶν λόγων ἢ
μεταστῆσαι τὸ πρᾶγμα. πάντων μὲν γὰρ ὑμῖν ἃ ποιε.ῖ
πόλιν εὐδαίμονα καὶ λαμπρὰν ἐπιμελητέον, μάλιστα
δὲ τοῦ τὴν ἡμετέραν εἰς τὴν παροῦσαν τάξιν προαγα-
γόντος. τοῦτο δέ | ἐστιν, εἰ μὴ ληρῶ, ῥητορεία
λόγου δυνάμεως κρατεῖσθαι. ὥσπερ οὖν οἷς ἐστιν ἀπὸ
τῶν ὅπλων καὶ τοῦ νικᾶν ἐν μάχαις ἡ δύναμις, εἰ
τὴν τῶν ὅπλων ἐργασίαν καταλυομένην περιορῷεν,
ἀδικοῖντ’ ἂν εἰς τὸ κτῆμα καὶ σφᾶς αὐτοὺς ἀπολλύοιεν,
οὕτως οἱ τῷ λέγειν εἰδέναι πλεῖστον ἐπιδεδωκότες, ἂν
μὴ τὸ χρῆμα συνέχωσι τῶν λόγων, ἐνέχοιντ᾿ ἂν αἰτίᾳ.
8. Περὶ μὲν οὖν τῶν ἄλλων ἃ διάκειται τῶν ἐν
τοῖς διδασκαλείοις κακῶς, ἐν ὑστέρῳ ζητεῖν οἰήσομαι
δεῖν], τοῖς δὲ καλουμένοις ῥήτορσιν, εἰσὶ δὲ οὗτοί μοι
τέτταρες ἡγούμενοι τοῖς νέοις ἐπὶ τὴν γνῶσιν τῶν
ἀρχαίων, ἤδη τινὰ ζητεῖν ἄξιον ἐπικουρίαν. ὧν ὅτι
καὶ λόγον καὶ πρόνοιαν ἑκτέον, ἐν βραχέσι δηλώσω.
9. Τούτους γὰρ εἴ τις ἔροιτο· εἰπέ μοι, ὑμεῖς
δὲ Ἀντιοχεῖς καὶ γονεῖς ἐντεῦθεν; ἢ <διὰ>
ναστείαν ἐχθρῶν ἢ προσδοκωμένας δίκας ἐν-
ταῦθα ὑπ᾿ ἀνάγκης καὶ φόβου κεκόμισθε; οὐδὲν
ἐν μικροῖς ἐνομίζομεν βιώσεσθαι πράγμασι
καὶ οὐ πολὺ διοίσειν τῶν ἐν ἀργίᾳ καθημένων,
εἰς δέ γε ταυτηνὶ λαμπραῖς ἐκαλούμεθα καὶ
μεγάλαις ἐλπίσι πολλῶν ἐγγυωμένων
δειγμάτων, ὅσους δεξάμενοι πένητας τῶν
ἐπὶ τῆς ψυχῆς οὐδ᾿ ὁτιοῦν ἔχοντας ταχέως ἀπε-
φήνατε τοὺς μὲν γῆς πολλῆς τε καὶ ἀγαθῆς
δεσπότας, τοὺς δὲ ἀργύρου καὶ χρυσοῦ καὶ
ἆρ’ οὖν
καλόν, ὦ ἄνδρες Ἀντιοχεῖς, ἐλεγχθῆναι τῇ πείρᾳ τὴν
δόξαν καὶ βελτίους ὑμᾶς ὑποληφθῆναι παρὰ τούτοις
ἢ φανῆναι καὶ σὺν χαρᾷ μὲν αὐτοὺς τὸ ἐξ ἀρχῆς ἐλ-
θεῖν, ἀθυμοῦντας δὲ οὐ διαλιπεῖν καὶ πρὸς μὲν τοὺς
οἰκείους οὕς ἀπελίμπανον, τοῦτον σχεῖν εὐπρεπῆ λόγον,
ὡς ἔρχοιντο ζητοῦντες πόρον ἀφ’ οὗ κἀκείνοις ἂν
αὐτοῖς ἐπαρκοῖεν, νῦν δὲ τοσοῦτον ἀπέχειν τοῦ πέμπειν
ἐκείνοις, ὥσθ’ ἥδιστ’ ἂν ἐκεῖθεν, εἴ τις ἐδίδου, λαβεῖν;
μὴ γάρ μοι πρὸς τοὔνομα, εἰ διδάσκαλοι, μηδ’ ὅτι
ῥήτορες μηδ’ ὅτι καθίζουσιν ἐπὶ θρόνων μηδ’ ἀπὸ τοῦ
λοιποῦ σχήματος ἐξαπατᾶσθε, ἀλλὰ παρὰ τοῦ πάντα
τὰ τούτων ἀκριβῶς εἰδότος ἀκούσατε τὴν ἀλήθειαν.
τούτων γὰρ τοῖς μὲν οὐκ ἔστιν οἰκίδιον, ἀλλ’ οἰκοῦσιν
ἐν ἀλλοτρίοις, ὥσπερ οἱ νευρορράφοι, ὅστις δὲ ἐπρί-
ατο, τὸ δάνεισμα | οὔπω διέλυσεν, ὥστ’ ἐν μεί-
τᾶι δὲ τῷ μὲν τρεῖς, τῷ δὲ δύο, τῷ δὲ οὐδὲ τοσοῦτοι,
παροινοῦντες καὶ ὑβρίζοντες εἰς τοὺς δεσπότας διὰ
τὸ μὴ μετὰ πολλῶν δουλεύειν, ὡς οἱ μὲν οὐκ ἐδου-
λώσαντο πολλάκις, οἱ δὲ ἀναξίως αὑτῶν. εἶθ’ ὁ μέν,
καὶ πρότερον μὲν οἱ τὰ αὐτὰ
τούτοις διδάσκοντες πρὸς τὰ ἀργυροκοπεῖα προσῄεσαν
ἐκδώσοντες σκεύη καὶ τὰ πολλὰ διελέγοντο τοῖς ἐκεῖνα
δημιουργοῦσιν ἢ μεμφόμενοι τὸ ποιηθὲν ἢ παραδει-
κνύντες τι κάλλιον ἢ τάχος ἐπαινοῦντες ἢ μέλλοντας
ἐπισπέρχοντες, τούτοις δὲ οἱ πολλοὶ τῶν λόγων, καί
μοι μηδεὶς ἀπιστείτω, πρὸς ἀρτοπόπους οὐ σῖτον αὐ-
τοῖς ὀφείλοντας οὐδὲ ἀργύριον ἀπαιτουμένους, ἀλλ’
οἷς αὐτοὶ σῖτον ὀφείλοντες ἀεὶ μὲν ἀποδώσειν λέγου-
σιν, ἀεὶ δὲ προσλαβεῖν δέονται καὶ δυοῖν τοῖν ἐναν-
τίοιν πολιορκοῦνται τοὺς αὐτοὺς ἠναγκασμένοι καὶ
φεύγειν καὶ διώκειν. ὡς μὲν γὰρ ὀφείλοντες φεύ-
γουσιν, ὡς δὲ χρῄζοντες διώκουσι καὶ διότι μὲν οὐκ
ἀπέδοσαν αἰσχύνονται, τῆς γαστρὸς δὲ ἐπειγούσης ἀν-
τοιγαροῦν λήγον-
τες τῆς συνουσίας οὐχ, ὥσπερ εἰκός, ἐκ πόνων ἐπὶ
ῥᾳστώνην εὐθὺς ἀποπηδῶσιν, ἀλλ’ ἐλινύουσι καὶ προσ-
διατρίβουσιν, ὡς ἂν ἀκριβεστέραν οἴκοι τῶν κακῶν
αἴσθησιν ἕξοντες. εἶτα συγκαθήμενοι πρὸς ἀλλήλους
τὰ αὑτῶν ὀδύρονται, ὁ δὲ ὡς δεινοτάτων τῶν αὑτοῦ
μνησθεὶς ἀκούει χαλεπωτέρων.
14. Μέσος δὲ τῶν τοιούτων ἐγὼ καταδυόμενος δι-
χόθεν, τοῦτο μὲν ὡς πολίτης ὑμέτερος, τοῦτο δὲ ὡς
κορυφαῖος τοῦ χοροῦ, καὶ δικαίως ἂν ἀμφοτέρων ἕνεκα
χεῖρα ὀρέξας τὸν μὲν οὖν ἄλλον χρόνον ἐν τῷ τοῖς 15
γιγνομένοις ἀλγεῖν ἱστάμην, ἔπειτα <δὲ> τοῦτο μὲν
πολλαὶ
μὲν οὖν ἠγορεύοντο γνῶμαι, καλλίστην δὲ ἁπασῶι
καὶ δυνατὰ ζητοῦσαν ἡγησάμην ἣν νῦν ἀποφανοῦμαι
δεηθεὶς ὑμῶν ἄνευ θορύβου τῶν λογισμῶν ἀκοῦσαι.
νυνὶ γάρ ὑμᾶς οὐκ ἀργύριον ἀξιώσαιμ’ ἂν εἰσενεγκεῖν
οὐδὲ πυροὺς οὐδὲ οἶνον ἐκ τῶν ὑμετέρων αὐτῶν
μάτων, οὐ γὰρ ἀγνοῶ τὰς γιγνομένας ὑμῖν καθ’ ἑκά-
στῆν ἡμέραν ὑπὲρ τοῦ κοινοῦ δαπάνας. ἀλλὰ τί δὴ
ποιοῦντες σώσετε τοὺς ἀνθρώπους τῇ πόλει ;
16. Γεωργεῖτε τοὺς ἀγροὺς τῆς πόλεως σχεδὸν
<ἅπαντας> οἱ βουλεύοντες ὑμεῖς, ὃ τῇ μὲν
άζει φοιτᾶν ἐντελῆ τὴν πρόσοδον, ἄνευ δὲ κέρδους
15 οὐδὲ τοὺς πονοῦντας ἀφίησι. τούτων δὴ τῶν ἀγρῶν
τοὺς μὲν εἶναι συμβαίνει μεγάλους, τοὺς δὲ κομιδῆ
μικρούς, καὶ τοὺς μὲν εἰς τοὺς βουλεύοντας μεμερί-
σθαι κατὰ τὸν ὀρθῶς καὶ δικαίως ἔχοντα νόμον, τοὺς
δ’ εἰς ἑτέρους τινὰς ἔξω τοῦ λειτουργεῖν ἑστῶτας, οἷς
τοὺς μὲν οὖν μείζους ὑμετέρους εἶναι
δεῖ τῶν ἀναλισκόντων καὶ χορηγούντων καὶ πολλαῖς
δαπάναις, ταῖς μὲν ἐγκυκλίοις, ταῖς δὲ καιναῖς
κουόντων. ἐκ δὲ τῶν ἐλαττόνων δότε τοῖς ῥήτορσιν
ἀναπνεῦσαι καὶ ποιήσατε τὰς ψυχὰς αὐτοῖς ὑψηλὰς
τῶν οὐ λειτουργούντων ἀξιωτέρους τούσδε νομίσαντες,
οὓς εἴ τις φαίη λειτουργεῖν, ἴσως οὐκ ἂν ἁμάρτοι, ἢ
μέρους τῶν ὄντων ὑμῖν, εἰ τοῦθ’ ἥδιον, | ἀπο-
καὶ λεπτὴν ἕξουσι τὴν ἐπικουρίαν, ἀλλὰ του γε
δενὸς τὸ μικρὸν ἄμεινον.
ἂν ταύτης, ὦ ἄνδρες
πολῖται, τύχωσι τῆς βοηθείας, οἱ μὲν εἰς τροφήν, οἱ
νέοι δὲ εἰς λόγους ἔσονται κεκερδακότες. ὥσπερ γὰρ
ἥτις ὄμβρων ἀπολαύει χώρα γενναίους καὶ πολλοὺς
ἀποδίδωσι τοὺς καρπούς, οἱ δὲ αὐχμοὶ ταῖς γοναῖς
ἐναντιοῦσθαι πεφύκασιν, οὕτω τοῖς παιδεύουσιν ἡ μὲν
ὑπὲρ τῶν ἀναγκαίων φροντὶς ἀποφράττει τὴν γλῶτ-
ταν, ἡ δὲ τῶν ἐπιτηδείων ἀφθονία προκαλεῖται πηγάς.
οὐκοῦν ὧν δώσετε μείζω λήψεσθε καὶ διὰ σίτου βρα-
χέος ἀνθεῖν παρασκευάσετε τὸν λειμῶνα τῶν λόγων;
19. Τί δαί; φήσει τις, οὐχὶ τὰς συντάξεις οὗ-
ἄρχοντας, πρὸς τοὺς ὑπηρέτας, πρὸς <τοὺς>
πρὸς τὸν ἀεὶ σοβοῦντα, ὧν ἀνάγκη προκυλινδεῖσθαι
ῥήμασι καὶ σχήμασιν ἀλλοτρίοις ἐλευθέρων κολακεύ-
οντα τοὺς αὑτοῦ χείρονας. ἃ τοῖς σεμνοτέροις,
εἶναι προσήκει τὸν διδάσκαλον, παντός, οἶμαι, λιμοῦ
βαρύτερα.
ἀλλ’ ἐῶ τοῦτο. ἀλλὰ τό γε μέτρον
τῶν συντάξεων ἃς ἀποχρῆν ἔνιοι φήσουσιν, ἐγὼ μὲν
αἰσχυνοίμην ἂν εἰπεῖν, οὕτως εἰσὶ μεγάλαι καὶ τοῦ
σύνταξις ἢ οὔ; καὶ μάλα. τί δαί; ἀγρὸν οὐκ ἐκαρ-
ποῦτο τῆς πόλεως κάλλιστόν τε καὶ πολυοινότατον ἐν
δεξιᾷ χωροῦντι πρὸς Δάφνην παρ’ αὐτὸν τὸν ποταμόν;
καὶ οὐδεἰς ἀνεβόησεν· ὦ Ἡράκλεις, ἄνθρωπος
τος δυοῖν εἴδεσι λημμάτων ἐκκαρποῦται τὴν
πόλιν, ἀλλ' ὡς πάντ’ ἐλάττω τοῦ δέοντος δώσοντες,
εἰ καὶ πολλάκις τοσαῦτα δοῖεν, οὕτως ἐφρόνουν.
21. Δεξιώτερος γὰρ τούτων ἐκεῖνος. ἃ βού-
λομαι λέγεις. ἀλλ’ οὐ διὰ τοῦτο τούτους ἀμελεῖσθαι
δίκαιον, εἴ τι πλέον ἦν παρ’ ἐκείνῳ κατὰ τοὺς λόγους,
οὐδέ γε τοὺς ζῶντας τῆς τοῦ τετελευτηκότος ἀρετῆς
ὑπέχειν δίκην. εἰ μὲν γὰρ οὐ λυσιτελεῖν τούσδε τοῖς
νέοις ὑπείληφέ τις, ἀπιέναι κελευέτω καὶ ζητείτω βελ-
τίους· εἰ δ’ ἀγαθοὺς εἶναι παιδεύειν ὁμολογεῖ, μὴ
χρήσθω μὲν ὡς ἐπισταμένοις, ὡς δὲ ἀχρήστους ἀτιμα-
ζέτω. εἰ δὲ μή, δόξουσιν οἱ τοῦτο πεπονθότες
ἀγρῶν περὶ ὧν λέγω πλείω ποιεῖσθαι λόγον ἢ τῶν
υἱέων. εἰ γὰρ τῶν μὲν ὡς φαύλοις οὐ μεταδώσουσιν
ἡγούμενοι τὸ πρᾶγμα δεινόν, τοὺς δὲ τούτοις παιδεύειν
παραδώσουσιν ὡς οὐκ ἐν μεγάλῳ κινδυνεύσοντες, πῶς
οὐχ ὡμολογήκασι δευτέρους ἄγειν τοὺς παῖδας τῶν
χρημάτων νῦν δοκιμάζειν ἀξιοῦντες τοὺς ῥήτορας ἐν
τῇ περὶ τοῦ δοῦναι βουλῇ παρέντες βασανίζειν ἐν τῇ
σκέψει τῇ περὶ τῶν υἱέων;
22. Ὅλως δὲ ἐν τῷ περὶ τῆς τροφῆς λόγῳ τοῦτο
δεῖ σκοπεῖν, πότερον σύμμετρον τὸ δοθὲν ἢ τῆς χρείας
ἔλαττον, κἂν μὲν ἀποχρῶν φαίνηται, μὴ προσέχειν |
τῷ πείθοντι περὶ τοῦ πλείονος, ἂν δὲ συχνῷ τῳ
ἀλλ’ εἰ πάντως δεῖ τούτοις ἐλάττω
τὰ παρ’ ὑμῶν εἶναι καὶ τῶν παρανόμων ἒν τι τοῖς
αὐτοῖς ἐκείνῳ τρέφεσθαι, καὶ οὕτως ἐν ἐλάττοσιν ἔσον-
ται. τήν γέ τοι σύνταξιν ἑνὸς ἀνδρὸς ἐκείνου τέττα-
ρες ὄντες νενέμηνται, ὥστε κἂν τοὺς ἀγροὺς ὑπάρξῃ
λαβεῖν, τῶν γε περὶ τὴν σύνταξιν ἐν ταὐτῷ μενόντων
οὔπω τά τούτων εἰς ἴσον τοῖς ἐκείνου καθίσταται.
24. Ὡς μὲν οὖν οὐδὲν καινὸν εἰσηγοῦμαι μεμνη-
μένος ἀγρῶν, ὁ πρὸ τούτων εἰληφώς καὶ γεωργήσας
μάρτυς ἐστίν, οἶμαι δ’ εἰ καὶ μήπω πρότερον δεδομέ-
νην ἐξεύρισκον τοῖς παιδεύουσι βοήθειαν, οὐκ ἂν
παρὰ τοῦτο δικαίως μὴ πείσας ἀπελθεῖν. οὐ γὰρ τὴν
καινότητα τῶν εἰσηγήσεων, ἀλλὰ τὴν αἰσχύνην φυλάτ-
τεσθαι προσήκει τοὺς βουλευομένους ὀρθῶς. ἄτοπον
γὰρ τῶν μὲν κρατούντων τὰ δοκοῦντα χείρω λύεσθαι
καὶ τὴν φύσιν τοῦ πράγματος ἰσχυροτέραν εἶναι τοῦ
χρόνου, κατὰ δὲ τῶν οὔπω νενικηκότων ἰσχύειν τὸ
μὴ τῶν εἰωθότων εἶναι τὰ λεγόμενα.
25. Καίτοι τινὲς ἐπὶ τῶν ἐργαστηρίων καθήμενοι
περὶ τῆς τῶν διδασκάλων εὐπορίας διαλέγονται τῶν
τε νέων κατάλογον ποιούμενοι καὶ σταθμὸν ἐπὶ δα-
οἱ γὰρ ἐκ τοῦ παιδεύειν πεπλουτηκότες ἐν τοῖς ἔμ-
προσθεν χρόνοις δόξαν πεποιήκασιν ὡς τῆς τέχνης
μάλιστα παρεχούσης ἐνεργάσασθαι χρήματα. τὸ μὲν οὖν
δίκαιον ἦν ἀεὶ τὸ πρᾶγμα οὕτως ἔχειν, ἔχει δὲ οὐχ
οὕτως. ἀλλὰ μετέπεσε, καὶ ὅθεν, ἴστε μὲν ὅσοι τοῖς
ἡμετέροις παρηκολουθήκατε, τῶν δὲ ἀγνοούντων ἕνεκα
φράσω.
26. Τῶν τεχνῶν ὁπόσαι μὲν τιμῶνται παρὰ τῶν
βασιλευόντων, καὶ τοὺς μεμαθηκότας εἰς δύναμιν
ἄγουσιν ὁμοῦ καὶ τοῖς διδάσκουσιν εὐδαιμονίαν αὗται
φέρουσι καὶ ὁ μισθὸς ὡς ὑπὲρ μεγάλων μέγας· ὅταν
δὲ ὑπὸ τοῦ δυναστεύοντος ἐπιτήδευμα καταφρονηθῇ,
κἂν χρηστὸν ᾖ τῇ φύσει, τὴν δόξαν ἀπολώλεκε, τῆς
δόξης δὲ περιαιρεθείσης καὶ ὁ μισθὸς συνανῄρηται,
μᾶλλον δὲ κἂν μὴ σύμπας ἀπόληται, μικρὸς ἀντὶ με-
γάλου γίγνεται.
πότερ’ οὖν ὑμῖν δοκεῖ μέγα δύ-
νασθαι ῥητορικὴ καὶ πλεῖστον ἐν βασιλείοις ἰσχύειν
καὶ τὰς ἀρχὰς ἁπάσας οἱ λέγειν ἐπιστάμενοι λαμβά-
ἔξω καὶ λόγου καὶ ἀριθμοῦ κείμενοι; οὐδεὶς
τως οὔτε ἄπειρος τῶν καιρῶν οὔτε φιλονεικίᾳ χαίρων,
ὅστις ἂν εἰπεῖν τολμήσαι τὸ μὴ εἰς ἔσχατον ἀτιμίας
ἐκπεσεῖν τὴν τέχνην.
ὅπου γὰρ οἱ πολλοὺς περὶ
τὴν κτῆσιν τῶν λόγων ὑπομείναντες πόνους οἱ μὲν
ὅλως ἐπὶ τὸ γράφειν εἰς τάχος τοὺς αὑτῶν υἱεῖς
ψαν ἀμελήσαντες τοῦ τῆς διανοίας κάλλους, οἱ δ’
φοῖν ὁμοίως ἐφρόντισαν, του μὲν ὡς ὄντος καλοῦ, τοῦ
δὲ ὡς εὐδοκιμοῦντος, τίς ἔτ’ ἂν ἀπόδειξιν μείζω ζη-
τοίη τῆς κατὰ τῶν λόγων ὕβρεως; ἔστιν οὖν, εἰπέ μοι,
τὸ μὲν πρᾶγμα τῶν ἀνωφελῶν νομίζεσθαι, τοὺς δὲ
του πράγματος διδασκάλους πολλοὺς ἔχειν τοὺς θαυ-
μασομένους; καὶ τίς εἶδεν ἱερῶν κατασκαπτομένων
ἱερέας ἐντίμους; τίς ναυπηγὸν ἐν μεσογείᾳ πλουτοῦντα;
29. Μιᾷ μὲν αἰτίᾳ ταύτῃ τὸν μισθόν, ὦ ἄνδρες
πολῖται, συνέβη τοῖς ἀνθρώποις τούτοις ἀπολωλέναι,
ἑτέρα δὲ αὐτὸν οὐκ ἀφῆκεν ὥσπερ πρότερον χωρεῖν
πολλῷ βιαιοτέρα. τῶν γὰρ οἴκων τῶν ἀπὸ παλαιοῦ
λαμπρῶν ὧν ἦν καὶ τὸ παιδεύεσθαι καὶ τὸ διδόναι,
πτωχεύειν ὁ καιρὸς οὐκ ὀλίγους ἀναγκάσας λαβεῖν
μὲν τῶν λόγων οὐκ ἐκώλυσεν, εἰς δὲ μισθοῦ δόσιν
ἀδυνάτους ἐποίησε. πάντως δὲ οὐδεὶς ἀγνοεῖ τοὺς
μὲν ἐξ ἐνδόξων γενομένους τὰ αὑτῶν πεπρακότας,
τοὺς δὲ ἐξ ἀνωνύμων τὰ ’κείνων ἐωνημένους.
τῆς
οὖν περὶ ἕκαστον οἶκον ἀτυχίας κεκοινώνηκεν ὁ διδά-
σκαλος. ὥσπερ γάρ, εἴπερ ἐπλούτουν, ἀπέλαυεν ἄν,
οὕτως ἀπορούντων ἀνάγκη προῖκα συνεῖναι. | εἰ
ἀληθῶς εὑρήσει· σημεῖον δὲ ποιούμενος τὸν τούτων
ἀριθμὸν τῆς ἐκείνων περιουσίας οὐκ ὀρθῶς κρίνει.
καὶ τὶ δεῖ περὶ τούτων εἰκάζειν ἐξὸν ἐπ’ αὐτὴν
ἐλθόντα τὴν ἐξέτασιν καθαρόν, ὡς ἔχει, τὸ πρᾶγμα
μαθεῖν; εἰσελθὼν γὰρ ὁ νομίζων τὰ παρὰ τῶν νέων
μεγάλα καθίσας αὑτὸν παρὰ τὸν θρόνον καλῶν
στον πυνθανέσθω, τίς ὁ παρ’ αὐτοῦ μισθός. οἶμαι
γὰρ πλὴν ὀλίγων κομιδῆ τοὺς ἄλλους, εἰ γνοῖεν ἐφ’
ᾧ καλοῦνται, φεύγοντας ὅποιπερ ἂν ἐξῇ καταδύεσθαι
ἀλλὰ γὰρ οὐκ ἄξιον διὰ πάσης ἀκριβείας ἐλθεῖν.
τῶν γὰρ ἐνόντων εἰπεῖν ἄμεινον ἀφελεῖν ἢ λυπῆσαι
τοὺς ἡδέως μὲν ἂν δόντας, τύχῃ δὲ κεκωλυμένους.
τοσοῦτον δ’ ἂν ἰσχυρισαίμην, ὡς ὀλίγων τῶν ἐκεῖθεν
ὄντων παρὰ τῆς πόλεως ἀξιῶ τι φανῆναι καὶ μὴ πι-
στοτέρους τοὺς πόρρωθεν μαντευομένους ἐμοῦ τοῦ
συζῶντος περὶ τοῦ ποῖα τὰ τῶν ῥητόρων ἐστὶ νομι-
σθῆναι.
καὶ μὴν κἀκεῖνό γ’ ἂν ἡδέως ἐροίμην·
ἔστιν ὅστις πώποτ᾿ ἤλπισε τοὺς εἰς τάχος τού-
τους διδάσκοντας γράφειν ὄψεσθαι χρυσὸν
ἀπὸ τῆς αὑτῶν τέχνης ἢ βέλτιον πράξειν τῶν
σκυτοτόμων καὶ τεκτόνων; οὐδείς. ἀλλ’ ὄμως εὐ-
34. Καὶ διὰ τί, φήσει τις, ὑπὲρ μὲν τούτων
ἀλγεῖς καὶ λέγεις, τοῖς δ’ ἄλλοις παιδευταῖς οὐ
συναγορεύεις; ὅτι τὰ τούτων ἀκριβέστερον ἐπίστα-
πενίας ἐν πλείοσιν αὐτῶν τῶν οὕτω πραττόντων οὐ
βουλομένων ἴσως ἂν εἶχεν αἰτίαν.
εἶτα μέντοι
καὶ τὸ μὴ παραδείγμασιν ὑπὲρ ἐκείνων ἐνεῖναι χρῆ-
σθαι παρεῖχεν ὄκνον τῷ λέγοντι. τοῖς μέν γε ῥήτορ-
σιν ἡ Ζηνοβίου συναγωνίζεται γῆ, πρὸ δὲ τῶν ἄλλων
ἑτέρους ἐκ γεωργίας τοιαύτης ὠφελημένους οὐκ ἦν
ἰδεῖν. ἐφοβήθην οὖν μὴ τοῖς ἀντιλέγειν μοι προῃρη-
μένοις ἡ κατ’ ἐκείνων λαβὴ καὶ τὸ ὑπὲρ τούτων κατὰ
βλάψῃ δίκαιον. ἂν οὖν εὕρω μεγαλοψύχους ὑμᾶς ἐπὶ
τοῦ πρώτου λόγου, θαρρήσω καὶ περὶ τοῦ δευτέρου,
καὶ τῶν ἅλως δεομένων θεραπείας περὶ τοὺς λόγους,
πολλὰ γὰρ νοσεῖ, τεύξεται φροντίδος καὶ συμβουλῆς
ἕκαστον. ἡ γὰρ τῶν ἀκουόντων προθυμία πολλὰς
ήσει τὰς εἰσηγήσεις.
36. Καὶ τί, φησιν, ἴδει λόγου καὶ συλλόγου
καὶ τοῦ τρίβειν ἡμέραν ἐξὸν οὑτωσὶ προσελ-
θόντα τῶν πολιτευομένων ἑκάστῳ καὶ δια-
λεχθέντα βραχέσι ῥήμασι ποιῆσαι ταὐτό;
αῦτα ἐρεῖ τις ἄνθρωπος ὅς ἐφ’ ἅπαντας μὲν ἀφίησι
σκώμματα καὶ τέρπειν οἴεται τοὺς συνόντας, ἔστι δὲ
πλέον ἀηδής, ἢ χαρίεις εἶναι νομίζει.
πρῶτον μὲν
δήπου Μουσικῶν ὀργίων. ἔπειτ’ οὐκ οἶδεν, ὡς οὗτος
τῶν παραινέσεων ὁ τρόπος διπλῇ νυνὶ κοσμεῖ τὴν
πόλιν, ὅταν ὅ τε λέγειν δυνάμενος πολίτης ὑμέτερος
ᾖ τοῖς τε εἰργασμένοις λόγοις ὑμεῖς ἥδεσθαι δοκῆτε.
χωρὶς δὲ τούτων καὶ τὰ σφόδρα δίκαια τῶν πραγ-
μάτων οὐκ ἂν ὁμοίως ἰσχύσαι ῥᾳθύμως τε ῥηθέντα
καὶ μετὰ σπουδῆς δηλωθέντα, ἀλλ’ ὁ μὲν ὡς ἔτυχε
μνησθεὶς οὐδὲν εἰς τὸ πεῖσαι τοῦ σιγήσαντος διήνεγκεν,
ὁ δὲ ἐσκεμμένως αὶ τῆς ὑποθέσεως ἀξίως εἰπὼν
ἅπαντα εἰσήνεγκεν.
ἔτι τοίνυν αὐτὸ τὸ πλῆθος
τῶν ἀθροισθησομένων καὶ τὸ παντοδαπὸν ὅμιλον ἐπὶ
τὴν ἀκρόασιν ἥξειν ἤλπιζον ὑμᾶς συμπαρακαλέσειν οὐχ
ἦττον αὐτοῦ τοῦ λέγοντος. ὡς αἱ μὶν ἀμάρτυροι φι-
λοτιμίαι λυποῦσι τοὺς δώσοντας, καὶ ἃ προεῖτ’ ἄν τις
πολλῶν συνειδότων, οὐκ ἔχων τοὺς εἰσομένους κρεῖτ-
τὸν ἡγήσατο μὴ δοῦναι· ἃ δ’ ἂν ἐν πολλῷ τις θεάτρῳ
παρὰ τῶν συμβούλων ἀκούῃ, λογιζόμενος ὡς ἀπειθή-
σας μὲν μὲν μυρίους ἔξει τοὺς κατηγόρους, εἴξας δὲ
πεισθεὶς τοσούτους τοὺς ἐπαινέτας, τὸ μὲν φοβού-
πόσους οἴεσθε νῦν τοὺς μὲν ἐκ Φοινί-
κης, τοὺς δὲ ἐκ Παλαιστίνης, Αἰγυπτίους, Κυπρίους,
Ἀραβίους, Κίλικας, Καππαδόκας, ὅθεν ἂν εἴπῃς, |
ἀκούειν καὶ τηρεῖν, τί μὲν ἐγὼ λέγω, πῶς δὲ
πάντων οὐδενὸς φείδεται, δι’ ὅτου φυλάξειν οἴεται
παρ’ αὑτῇ τὸ χρῆμα τῆς παιδείας.
ἀλλ’ ὁ λαμπρὸς
ἱπποτρόφος, Ἥλιε, καὶ ὁ τοὺς ἀθλητὰς ἐξ ἅπαντος
ἀγείρων μυχοῦ καὶ ὁ θηρίων πλῆθος ὠνούμενος καὶ
τοὺς πρὸς ταῦτα μαχουμένους ἰχνεύων, ὧν ἕκαστον
διασείειν πέφυκε τῶν λειτουργούντων τὰς οὐσίας, νῦν
φιλάργυρος, νῦν γλίσχρος, νῦν φιλοχρήματος, ἐν ᾧ
τὸ μὲν κινδυνευόμενον λόγοι, τὸ δὲ σῶσαι τούτους
δυνάμενον πλέθρα γῆς; μηδαμῶς. ἀλλὰ κἀκεῖνα ὥσπερ
νῦν πραττέσθω καὶ ταῦτα ἐκείνοις προσέστω.
μὴ
τοι φορητὸν οὐδὲ συγγνώμην ἔχον Καισαρέων Ἀντι-
οχέας ἧττον εἶναι φιλολόγους δόξαι. ἐκεῖνοι σοφιστὴν
ὑμέτερον ἐπαγγελιῶν μεγέθει τὴν ἐλάττω πόλιν τῆς
μείζονος ἔπεισαν ἀνθελέσθαι, καὶ νῦν ἔχει τὰς ὑπο-
σχέσεις.
ἡμεῖς δὲ οὐδὲ μιμησόμεθα ταῦτα ὧν δι-
δασκάλους εἶναι προσῆκε; μή, πρὸς τοῦ Μουσηγέτου
τῶν ἄλλων ὑπὸ τοῦ θεοῦ προκεκρίσθαι.
ζηλῶμεν
δὴ τοὺς προγόνους, ὦ ἄνδρες, καὶ μιμώμεθα καὶ κατέ-
χωμεν τὸν Ἀπόλλω τῇ περὶ λόγους σπουδῇ καὶ
τους ὑπὲρ ὧν παρελήλυθα θεράποντας ἐκείνου καὶ
φίλους οὐκ ἀτιμοτέρους τῶν κύκνων ἡγώμεθα, οἱ
χώραν μὲν ἔχουσιν ἣν ἴστε καὶ προσηγορίᾳ τῇ νῦν
45. Ἄνευ δὲ τῆς τέχνης τί τῶν ἄλλων οὐκ ἂν δι-
καίαν αὐτοῖς παρασκευάσειεν εὔνοιαν; οὐχ ὁ μὲν πλέον
ἢ τριάκοντα ἔτη συνεχῶς ταλαιπωρούμενος ἀψοφητὶ
τὰ λδιπὰ διεβίω μήτε ἐγκαλῶν μήτε ἐγκαλούμενος; ὁ
δὲ τοῖς γνωριμωτάτοις συνοικήσας οὐδὲν οὔτε μικρὸν
οὔτε μεῖζον ἐξελάλησε τῶν ἔνδον οὔτε ἠδίκησε πρε-
σβυτἐραν φιλίαν θεραπεύων δευτέραν. ὁ δὲ δὴ τρίτος
ἀνδρεῖος μέν, οὐδαμοῦ δὲ ἄδικος, τηρῶν τὴν τάξιν
ἀκριβῶς καὶ τῶν πεπιστευκότων προκινδυνεύων. περὶ
δὲ δὴ τοῦ νεωτάτου τί μεῖζον εἴποι τις ἂν ἢ ὅτι πρὶν
ἐκ παίδων ἐξελθεῖν, παίδων ἄρχων οὐδὲ συκοφάντῃ
παρέσχεν αἰτίαν;
46. Οὕτως οὖν καὶ δεινῶν εἰπεῖν καὶ χρηστῶν τὸν
τρόπον οὐκ ἐπιμελήσεσθε οὐδ’ ἃ λαβεῖν αὐτῷ μοι
βουλομένῳ τῶν πάντων οὐδεὶς ἂν ἀντεῖπε, ταῦτα
τοις | ἐμοῦ βουλομένου δώσετε; φέρε γάρ, εἰ
τοίνυν τούτων, ἔφην, δότε μοι τῶν τῆς πόλεως
κτημάτων, ᾗ νόμιμόν ἐστιν, οὕτω τις ἀγνώμων
καὶ θρασὺς καὶ βδελυρός, ὅστις ἀναστὰς καὶ δείξας
αὑτὸν ἐκώλυεν ἄν; οὐκ οἴομαι. ἐμὲ τοίνυν οἴεσθε
τοῖς νῦν λόγοις, ἡσθήσεται τοῖς ἔργοις ὕστερον.
47. Εὔβουλε, σὲ πρῶτον ὁ καιρὸς καλεῖ. Ἀργυ-
ρίου καὶ παῖ καὶ πάτερ, μίμησαι τὸν πρεσβύτερον.
τόν γε μὴν ἐμὸν ἀνεψιὸν αὑτοῦ χρὴ νομίζειν εἶναι
τὴν γνώμην. κινείτω μὲν Ἱλάριον ἡ φιλοσοφία τοῦ
γένους, κινείτω δὲ Λητόϊον ἡ τῆς προσηγορίας αἰτία.
σὺ δὲ ἐν μουσείοις ἔτι τρεφόμενος κἂν ἄκλητος ἀμύ-
νοις, Ἀρσένιε. καὶ τῷ θήσοντι δὲ τὰ Ὀλύμπια δεῖ
μέλειν, ὅπως εἰς τότε τοὺς ἐροῦντας εὕρῃ. καὶ τί δεῖ
τὴν βουλήν, πάντες ἔχετε τοῦ βοηθεῖν λόγοις ἀνάγκην
αὐτὸ τὸ κεκτῆσθαι λόγους.
48. Ὡς οὖν εἰδότος ἐμοῦ καὶ τοὺς ἃ δεῖ ψηφιζο-
μένους ἐπαινεῖν καὶ περὶ τῶν ἐναντιουμένων ἃ προσ-
ήκει γράφειν, ἐξ ὧν τήν τε πόλιν ὀνήσετε καὶ τοῖς
λογίοις χαριεῖσθε θεοῖς, ἕλεσθε.