The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
ἡγοῦμαι προσήκειν οὐ τοῖς πενθοῦσι μόνον
ἢ παῖδας ἢ γυναῖκας ἢ γονέας ἤ τινας ἄλλους λόγους
ποιεῖν ἔχοντας παραμυθίαν, ἀλλὰ καὶ οἷς ἀπ’ ἄλλων
τινῶν αἰ λῦπαι. εἰ γὰρ δὴ τοῖς λυπουμένοις βοηθη-
τέον, καὶ τούτοις κἀκείνοις ἄξιον, ὥσπερ αὖ καὶ τοὺς
ἰατροὺς ὁρῶμεν ἅπασι τραύμασιν ἀπὸ φαρμάκων ἀμύ-
νοντας. ἐγὼ δὲ οἶδα καὶ μείζους λύπας ἐξ ἑτέρων
ἐγγενομένας τισὶν ἢ θανάτων, ὥστ’ ἔκ γε τῶν δικαίων
ἢ μᾶλλον ἐκείνων παραμυθητέον τούτους ἢ οὐχ ἧττόν
ἐγὼ τοίνυν σὲ κατιδών,
Ἀντίοχε, λύπῃ μεγάλῃ κατειλημμένον καὶ πολλῷ πόνῳ
κατέχοντα σαυτὸν τὸ μὴ δακρύειν διὰ τὸ Μιξίδημον
τῷ δεῖνι μὲν διδασκάλῳ συμμαχεῖν, τοῖς σοῖς δὲ ἐναν-
τιοῦσθαι, ταυτηνί σοι προσοίσω τὴν παραμυθίαν, ἤν
πως ἄρα πεισθῇς, ὅτι σοὶ μὲν τὸ πολεμεῖσθαι κέρδος,
ἐκείνῳ δὲ ἡ συμμαχία ζημία.
3. Τίς οὖν τῶν ἁπάντων οὐκ οἶδεν, ὅτι τὸ μὲν
ἀγαθοὺς φίλους | ἔχειν ἀγαθὸν τοῖς ἔχουσι, τὸ δὲ
κακὸν εἶναι τὸν ἔχοντα. αὐτίκα οἱ τοῖς ὀρχησταῖς
ὑπᾴδοντες οὗτοι μετὰ γυναικῶν δή τινων οὐδὲν αὐ-
τῶν ἐκείνων τῶν γυναικῶν διαφέροντες ἥδιστα μὲν
ἂν σοὶ φίλοι καὶ εἶεν καὶ δοκοῖεν καὶ συνεῖεν καὶ
συσσιτοῖεν καὶ παραπέμποιεν ὅποι ποτὲ ἴοις, ἀλλὰ σύ
γε τοῦτο καὶ φύγοις ἂν καὶ φοβηθείης καὶ οὐδ’ ἂν
μετὰ μυρίων δέξαιο ταλάντων.
καὶ νῦν τοίνυν μὴ
τοῦτο σκόπει μόνον, ὅτι τὰ τοῦ δεῖνος Μιξίδημος
ᾕρηται μηδ’ ὅτι πολλὰς οἰκίας ἐπιὼν παρὰ γυναιξὶ
χήραις εὐλογεῖ τὸν ἄνθρωπον, ἀλλὰ καὶ τίς ὢν ὁ
Μιξίδημος ταῦτα ποιεῖ. οὕτω γὰρ ἂν εὔξαιο τοῖς
θεοῖς καὶ προστιθέναι τοῖς νῦν αὐτὸν καὶ πλείους
καὶ μείζους περὶ ἐκείνου ποιεῖσθαι τοὺς ἐπαίνους. ὁρῶ
δὲ οὐδὲ αὐτὸν ἐκεῖνον πάνυ τι χαίροντα τοῖς παρὰ
εἰ δ’ οὖν καὶ
μέγα τι τοῦτο ποιοῖτο, μὴ σύ γε τούτῳ ταράττου μηδ’
οἴου παρὰ τοῦτο χεῖρον ἕξειν σοι τὰ πράγματα. Μιξί-
δημος γὰρ οὑτοσὶ τοῦ μὲν εἶναι κακὸς ἐκ παιδὸς ἤρ-
ξατο, χρηστὸς δὲ οὐδαμοῦ γενόμενος οὐδὲ ὀλίγας
ρας μετὰ τῆς ἐσχάτης κακίας εἰς γῆρας ἧκεν. ἔσχε
μὲν ἀπὸ τοῦ σώματος πρόσοδον ἐν Αἰγύπτῳ καλῶν
αὐτὸς ἐφ’ ἑαυτὸν τοὺς δοῦναι δυναμένους, ἔσχε δὲ ἐν
Παλαιστίνῃ, καὶ πρὸς τοῦτο οὐκ ἦν τὸ γένειον κώλυμα.
δαίνειν οὐκ ἔληξεν, ἀλλ’ ἦν αὐτῷ διχόθεν μισθοφορεῖν,
τὰ μὲν ἄνωθεν, τὰ δὲ κάτωθεν τῶν στρατιωτῶν τοὺς
μὲν δεχομένῳ, τοὺς δὲ καὶ βιαζομένῳ. καὶ λέγων μὲν
οὐδενὸς ἦν βελτίων, τὸ δύνασθαι δὲ ἑτέρου μᾶλλον
ἦν ἐξ ὧν ἔφην αὐτῷ.
ἀρχὰς τοίνυν ὅπως μὲν ἔλα-
βεν, ἀφίημι· λαβὼν δὲ οὐδ’ ὑπ’ αὐτοῦ τοῦ σχήματος
ἐδυνήθη σωφρονεῖν, ἀλλ’ ὁ μὲν κῆρυξ καὶ στρατεία
καὶ ζώνη καὶ ξίφος καὶ τὸ δικάζειν ὑπῆρχεν, ὁ δὲ
οὐδὲ ἐν τούτοις ἀνὴρ ἐδυνήθη γενέσθαι, ἀλλ’ ἦν
νος ὁ φοιτῶν καὶ συνδικῶν, συγχέων τὰ τῆς Ἀφρο-
δίτης νόμιμα, τεχθεὶς μὲν ἀνήρ, τούτῳ δὲ προσθεὶς
θάτερον, καὶ πολλοὺς μὲν καταισχύνας, πλείοσι δὲ
ὑποσχὼν ἑαυτόν.
7. Ἀλγεῖς οὖν, εἴ σοι τοιοῦτός ἐστι πολέμιος; ἀλ-
γεῖν μὲν οὖν ἐχρῆν, εἴ σοι φίλος ἦν ἄνθρωπος ὃς
ἄνευ τῶν εἰρημένων ἐν τῷ ψεύδεσθαι καὶ ἐπιορκεῖν
καὶ τοὺς αὐτοὺς θεοὺς τιμᾶν τε καὶ ὑβρίζειν ἅπαντα
διεξῆλθε τὸν χρόνον τοὺς αὐτοὺς τήμερον μὲν εἶναι
μεγάλους λέγων, αὔριον δὲ οὐδέν, ἐπὶ ψυχρὰς
σεις καταφεύγων, ὡς δὴ οὐχ ἑκὼν ἀσεβῶν. ὁ δὲ πᾶν
ἂν ἐπὶ κολακείᾳ δράσειεν. ἐπειδὴ γὰρ ζητεῖ μὲν δύ-
νασθαι, τοῦτο δὲ ἐκ τῶν δικαίων οὐκ ἔχει, τῷ πάντα
τρόπον κολακεύειν πειρᾶταί τις εἶναι.
τὰ χρήματα
δὲ ταῦτα καὶ | τὰ κτήματα μή σε ἐκπληττέτω μηδὲ
ὑπομεῖναι. μεμίσθωκε δὲ αὑτὸν γυναιξὶ πολλῶν δε-
σποίναις ἀνδραπόδων, ὧν ἕκαστον ἐκβάλλει τῆς αὐτοῦ
τάξεως αὐτὸς ἀνθ’ ἑκάστου γιγνόμενος. ἀρκεῖ δὲ
δὲν τῶν διδομένων, ἀλλ’ ἔτι προσαιτεῖ, δεῖται λαβεῖν
χειρῶν ἁπτόμενος καὶ ποδῶν, ὀμνὺς ὀφείλειν οὐκ ὀφεί-
λῶν, δανειστῶν ὠμότητα τὴν οὐκ οὖσαν τραγῳδῶν.
καί ποτε γυνή τις τῶν εὐγενῶν ἥπτετο μὲν ἀρίστου
μόλις τοῦτο ποιοῦσα καὶ τοῦτο ἐν θεραπαίναις μόναις,
ὁ δ’ ὅσῳπερ εἶχε τάχει διὰ τῶν κλιμάκων ἀναβὰς
ἠξίου τῶν λημμάτων. ὁ δ’ ὑπέσχετο μὲν οὐκ ἐνοχλή-
σεῖν, παρῆν δὲ αὖθις ἅμα ἡμέρᾳ, καὶ πόλιν ἡ κεφαλὴ
καὶ πάλιν αἱ χεῖρες καὶ πάλιν τὰ γόνατα. καὶ ἢν οὐκ
ἀπορία συμμάχων. αἱ γὰρ δὴ θεράπαιναι συνέπρατ-
τον ἐχόμεναι δι’ ὧν αὖ καὶ εἴχοντο. καὶ ἐνταῦθα
μὲν τοιοῦτος, παρὰ δὲ ἑτέραις γυναιξὶ βελτίων, ἀλλ᾿
εἰς ὅσας οἰκίας παρέδυ, πολλαὶ δὲ αὗται, πανταχοῦ
μὲν πολλαὶ διακονίαι, πανταχοῦ δὲ αἰτήσεις πανταχοῦ
δὲ λήψεις, οὐδαμοῦ δὲ κόρος.
ὁ δὲ καὶ ἀγροίκοις
ὁ κακοδαίμων δουλεύει πρᾶγμα ἐφ’ ἑαυτὸν μεταθείς,
ὃ πρότερον τοὺς τῆς ἀρχῆς ὑπηρέτας ἀνεῖχεν, ὅθεν
αὐτῶ πολὺς μὲν ὁ σῖτος, πολλαὶ δὲ αἰ κριθαὶ, πολλὰ
δὲ πάντα. καὶ γὰρ δὴ καὶ αἰ γυναῖκες τῶν γεωργῶν
τούτω τὰ τῶν γυναικῶν ποιοῦσιν, ὃ ποιεῖ Μιξιδήμῳ
τὰς τραπέζας τὰς μεγάλας.
ὁ δ’ οὐκ αἰσχύνεται
τὴν πενίαν τῶν δι’ αὐτὸν εἰς ταῦτα ἡκόντων ἀλλ᾿ ἐκ
τῶν ἀγρῶν ἐπιστολαὶ φοιτῶσι τὸ καὶ τὸ κελεύουσαι,
ροις ἀνθρώποις ἐπισείων, εἰ μὴ πάντα πείθοιντο, τὰς
παρ’ ἑαυτοῦ βλάβας.
12. Ἐξεῦρε τοίνυν ὁ ἀνὴρ καὶ γεωργίαν ἑτέραν
ἀδικωτέραν, δικαστὰς καὶ δικαστήρια καὶ δίκας. διδοὺς
γὰρ αὑτὸν τῶν δικαζομένων τοῖς οὐδὲν ὑγιὲς λέγουσι
νῦν μὲν ἐν κατηγορίαις, νῦν δὲ ἐν ἀπολογίαις, εἰσπη-
δῶν εἰς τὰς κρίσεις οὐχ ὅπερ ἐστὶ δίκαιον, ἀλλ’ ὅπερ
αὐτῷ κερδαλέον, τοῦτ’ ἰσχυρὸν πειρᾶται ποιεῖν καὶ ἢ
δεηθεὶς ἤνυσεν ἢ καὶ κατηνάγκασεν ἀπειλῶν ἐρεῖν
κακῶς· πάντως δὲ εἶναι κύριος δόξης χείρονός τε καὶ
βελτίονος. καὶ τούτοις οἱ μὲν καταπλαγέντες ἡττή-
θησαν, οἱ δ’ ἀντισχόντες εἰς λοιδορίας ἧκον.
ταῦτα
τοῦτον ἄγει πρὸς τὰ δικαστήρια, ταῦτα εἰσάγει, ταῦτα
ἐξάγει. καὶ δεινὸν οὐδέν. ἢν ἑκάστης ἡμέρας δεκάκις
ἐκατέρων γένηται. | ὁ δ’ οἶδε καὶ νύκτωρ ἐνοχλεῖν
σὰς τι παρὰ τοῦδε πρότερον εἶτ’ ἐπὶ τὸν θρόνον ἴοι.
ἀπὸ δὲ ἑκάστου τούτων ἀργύριον, χρυσίον, ἐσθὴς,
ἀνδράποδον, ἵππος, ὁπόσα γαστρὶ χαρίζεται.
οὐκ
ἤκουσας, Ἀντίοχε, κεκραγότων τινῶν ἀρχόντων, ὡς, εἰ
μή τις ἐκκόψειε τουτονὶ τὸν ὄλεθρον, οὐκ ἔστιν ἀρχῇ
πολὺς οἶνος, τοῦτο τὰ τῶν ὁρνίθων γένη. διὰ τοῦτο
τῶν συναριστώντων τε αὐτοῖς εἶναι βούλεται καθ’
ἡμέραν καὶ ὅπως γε εἴη ποιεῖ. εἶτα τὰς κατὰ τῶν οὐ
πάντα αὐτῷ πειθομένων δικαστῶν ἀναμίγνυσι διαβο-
Λὰς πίνων ὁμοῦ καὶ συκοφαντῶν. διὰ τοιούτων ὁδῶν
χρηματίζεται. αὗται τὸν κατάπτυστον αἰ τέχναι τῆς
παλαιᾶς πενίας ἐξείλκυσαν.
τῆς αὐτῆς δέ, Οἶμαι,
τέχνης ἢ καὶ ἔτ’ αἰσχίονος ὁ τοῦ δεῖνος κλῆρος. ὧν
γὰρ ἐν σκότῳ μετ’ ἀλλήλων ἔπραξαν πάντα ἀλλήλοις
καὶ διδόντες καὶ λαμβάνοντες, τούτων καρπὸς ὁ κλῆ-
ρος. καὶ ἐκληρονόμει μητρὸς οὔσης, ἀδελφῆς οὔσης,
παίδων ἐκείνης. ὧν ὅτε τὴν ἀδελφὴν ἐγάμει, τεῖχος |
τοῦτον μὲν πρὸς ἐκεῖνον λέγων κακῶς, ἐκεῖνον δὲ
πρὸς τοῦτον καὶ νῦν μὲν τοῦτον ἐπ’ ἐκεῖνον ἀκονῶν,
νῦν δὲ ἐκεῖνον ἐπὶ τοῦτον, φιλῶν μὲν οὐδέτερον, θα-
τἐρῳ δὲ αὑτὸν ἀεὶ προστιθείς, ἰσχυροτέραν τὴν αὑτοῦ
κόψας ἐκεῖνον.
16. Τί οὖν ἐβούλου φίλον ἔχειν τὸν τοιοῦτον,
Ἀντίοχε,. καὶ συλλήπτορα; καὶ τί μεῖζον ἄν τις εἶπε
περὶ σοῦ κακὸν ἢ ὅτι Ἀντίοχος ἐκεῖνος ἐν Μιξι-
δήμου τῷ τρόπῳ τὰς ὑπὲρ τῶν αὑτοῦ πραγμά-
τῶν ἐλπίδας ἔχει; οὐκοῦν εἰκότως ἂν τοῖς θεοῖς
ἔχοις χάριν μισῶν τε καὶ μισούμενος καὶ κέρδος ἡγοῖο
τὰς βλάβας ταύτας δὴ τὰς περὶ τοὺς μαθητάς; ὑπὸ
γὰρ δὴ τῶν κακῶν κακῶς ἀκούειν ἄμεινον ἢ
ναντίον.
17. Ὡς δὲ κακὸς ὁ Μιξίδημος, μάθοις ἂν κἀκεῖθεν,
εἰ μὴ ἄρα προεπίστασαι. ἦν τις ἐκ Κύπρου τῇδε νέος
λευκὸς καὶ καλός, οἰκίας εὐδαίμονος, παρὰ τούτῳ τισὶν
οἰκήμασι χρώμενος διὰ δεήσεων, τῶν τούτου πρὸς τὸν
ἐκείνου πάππον καὶ ἅμα ὑποσχέσεων λέγοντος ἀντὶ
τῆς πατρῴας οἰκίας αὐτῷ τὴν αὑτοῦ γενήσεσθαι καὶ
ζητήσειν οὐδὲν | ὅ μὴ σχήσειν εὐθέως. ταῦτα δὲ
μικρῷ, τῆς δὲ πολλαχοῦ τῆς οἰκίας. ἔχων γὰρ αὐτὸν
ἕτερον.
18. Ταῦτα λογιζόμενος, Ἀντίοχε, προσκύνει τὴν
Τύχην ἀντὶ τῆς τοῦδε δυσμενείας. οὐδὲ γὰρ ταῦτα
ἔστι μόνα, ἀλλ’ ἔνι μοι διελθεῖν ἕτερα νεανικώτερα
τῶν εἰρημένων. τὸν γὰρ αὖ περὶ τοῦ Φρύνωνος λό-
γον οὐκ ἐᾷ Μιξίδημος ἀπιστεῖσθαι λαβὼν ἐπὶ τῷ
παιδὶ νῦν, ὥσπερ ἐκεῖνος πάλαι, καὶ τὴν ἐπὶ τῷ πε-
πραγμένῳ πεπλασμένην ὀργὴν σπονδαῖς τοιαύταις
καταπαύσας, ὡς ἀμφοτέρους χαίρειν ἔχειν, τὸν μὲν τῷ
τὸν κίνδυνον διαφυγεῖν, τὸν δὲ τῷ μισθῷ.
καὶ
ἡ γῆ, μεστὴ δὲ ἡ θάλαττα, καί τινες ἥκοντες ἐξ Ὠκε-
ανοῦ καὶ τῶν ἐκεῖ Γαλατῶν εἰδότες ταῦτα ἧκον. ἔναγ-
χος δέ μοι τῶν ἐν Ἰταλίᾳ τις γενομένων καὶ διατρι-
ψάντων ἐν τῇ βασιλευούσῃ πόλει Ῥωμαίων οὐδένα
ἀγνοεῖν ἀπήγγελλεν, ἀλλ’ ἀπὸ τῆς μεγάλης βουλῆς
ἀρξαμένους μέχρι τῶν ἐν τῷ ποταμῷ τῷ Θύμβριδι
ζώντων ἐξεπίστασθαι τὸν δόντα, τὸν λαβόντα, τὸ δοθὲν
καὶ ὑπὲρ ὅτου.
καὶ ταῦτα οἶδεν οὗτος αὐτὸς καὶ
ὑπὲρ τῆς ἑτέρων σιγῆς.
ὁ δὲ καὶ τρισὶ γυναιξὶν
ὁ γενναῖος συνοικεῖ, ᾗ τε ἔλαβε κατὰ τοὺς νόμους αἷς
τε τοῖν υἱέοιν εἰσήγαγε. καὶ τὴν περὶ τὸ πρᾶγμα
ῥᾳστώνην ὁ κηδεστὴς ποιεῖ, πολλὴ γὰρ ἐξουσία καὶ
συνεῖναι καὶ λαλεῖν καὶ ἅπτεσθαι, κἀν τῷ συγκαθῆ-
σθαι παρὰ τῶν ποδῶν οὐκ ὀλίγα. ὁ μὲν οὖν νεώτερος
| ἥδιστ’ ἂν ἀπελθών ποι πρόφασιν οὐκ ἔχων μέ-
22. Ἄξιον δή σοι στένειν οὐκ ἔχοντι τὴν παρὰ τοῦ
τοιοῦδε ῥοπὴν, ὃς τοιαῦτα ὄντα ἃ διῆλθον ἀπέκρυψε
τῷ ῥηθησομένῳ καινῷ τε ὄντι καὶ οὐκ ἔχοντι
δειγμα. τὰ μὲν γὰρ ἄλλα ἴσως μετ’ ἄλλους ἠδίκηκε
καὶ ἠκολούθησεν, οὐκ ἦρξεν, ὥσπερ ἐν ἐκείνῳ τῷ
Φρύνωνι, τούτου δὲ αὐτὸς ἡγεμών, εἴπερ ἄρα ἕξει
τὸν ἑψόμενον, ὡς ἔγωγε οὐκ οἶμαι. ὃ γὰρ αὖ Φίλιππος
ἦν τῷ παιδὶ τοῦ Φρύνωνος, τοῦτο οὗτος τῷ αὑτοῦ
καὶ ταῦτα τοῦ τῆς γυναικὸς ἀδελφοῦ βοῶντος, τῆς
ἐν υἱεῖ γενέσθαι τοιοῦτον ἤ θυγατρί.
23. Ἐγὼ μὲν τοίνυν ἔδεισα πολλάκις περὶ τῇδε τῇ
πόλει μὴ πᾶσα δῷ δίκην τῆς Μιξιδήμου κακίας, καὶ
τοῦ γε μὴ ἤδη δεδωκέναι χάριν ἔσχον τοῖς θεοῖς. ἐν
ἄλλως θ’ ὅτε λανθάνει μὲν οὐδένα τῶν οἰκούντων
αὐτὴν τὸ ἔργον, ἐκβάλλει δὲ οὐδεὶς οὐδ’ ἀγανακτεῖ
ζῶντος ἐν ᾗ τοιαῦτα ᾔσθη.
24. Σὲ δὲ προσήκει τὴν μὲν παρ’ ἐκείνων μὴ ζη-
τεῖν βοήθειαν ὄντων γε τοιούτων, σαυτῷ δὲ ἀμύνειν.
ἔστι δέ σοι δύναμις. ἔστι γὰρ δὴ καὶ γλῶττα καὶ
δόσις παρὰ Μουσῶν οἵα ἂν παρὰ Μουσῶν γένοιτο.
Ἀρχίλοχον.