The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
ὑβρισθέντι φίλῳ καὶ κωλυθέντι τυχεῖν ὧν
εἰκότως ἂν ἐτετυχήκει πρὸ πολλῶν τῶν μετεχόντων,
ἥκω βοηθήσων, ὦ βασιλεῦ, τό τε τῆς φιλίας δίκαιον
αἰδούμενος καὶ ἅμα μὴ σύ μου τῆς σιωπῆς καταγνῷς
φοβούμενος. ἐλογίζου γὰρ ἄν, τίς ἂν εἴην πρὸς τοὺς
ἄλλους ἐγὼ τὸν τρόπον ὁ περὶ τὸν τοιοῦτον ὀλιγωρίᾳ
κεχρημένος.
ὡς μὲν οὖν οὐκ ἴσον εἷς ἀνὴρ ἐν τῷ
ἀγανακτοῦν εἰ μὴ δόξει βέλτιον εἶναι τοῦ
ματος, αὐτός τε ἐπίσταμαι καὶ τῶν ἄλλων οὐδεὶς ἀγνοεῖ·
ἀλλ’ εἰ μὲν ἄλλος βασιλεὺς ἔμελλε τῶν τε λόγων ἀκού-
σεσθαι καὶ τὸ δίκαιον ἐξετάσειν, ἔδεισα ἂν μὴ τοῦ τῆς
ἐλπίδας ἔχω τὸν αὐτὸν καὶ νῦν ἔσεσθαι τὸν δικαστὴν
κἂν λάβῃ τὸ συνέδριον ἠδικηκός, οὐκ ὀκνήσειν αὐτὸ
τοῦτο εἰπεῖν, ὡς ἠδίκηκε.
3. Μικρὸν δὲ ἄνωθεν, ἵν’ εἰδῇς, ὡς εὐλόγως τε ἐγὼ
φίλον τὸν Θαλάσσιον ἐποιησάμην τούτοις τε οὐδεμίαν
ἐπιεικῆ πρόφασιν ἔχει τὸ πεπραγμένον.
| Ἐμὲ λόγων ἔσχεν ἐξ ἀρχῆς ἔρως, ὦ βασιλεῦ,
ὡς κα τῶν πατρῴων ἐκπεσεῖν, δόξας τε ποιεῖν λόγους
οὐ φαύλους εἰχόμην δεινῶς τοῦ πράγματος ἔχων
λακα τῶν δεικνυμένων ἡμῖν Μάξιμον. τελευτήσαντος
δὲ ἐκείνου καὶ τῶν λόγων ζητούντων τὸν ἀντ’ ἐκείνου
δίδωσιν ἡ Τύχη τὸν ἠδικημένον ὑπὸ τοῦ συνεδρίου
τουτονὶ Θαλάσσιον πολὺ βελτίω τοῖς ὅλοις ἐκείνου τοῦ
μισθὸς
δὲ αὐτῷ τούτων τὸ ζῆν ἐν τούτοις καὶ πᾶσαν ἡμῖν
ἐπίστασθαι τὴν πόλιν, ὡς ἐπὶ τούτων διατρίβοι· τοῦ
τὰ δὲ τοῦτο ποιοῦντα πολλά.
ἀλλ’, ὅπερ ἔφην,
δῶρον ὤν μοι τῆς Τύχης Θαλάσσιος καὶ τὸν ἀπὸ τῆς
Μαξίμου τελευτῆς λύσας φόβον τοὺς φθονοῦντας τοῖς
τῶν πέλας ἀγαθοῖς ἐφ’ ἑαυτὸν ἐκίνει διὰ τὸ πειρᾶσθαι
δυσκολιῶν ἀπαλλάττειν μοι τὸν βίον. καὶ παρα-
καλοῦντες ἀλλήλους ἐφλυάρουν καὶ πρὸς τοὺς εὐχερε-
στέρους τῶν ἀρχόντων ἔλεγον κακώς δῆλοί τε ἦσαν, εἰ
δυνηθεῖεν, καὶ ποιήσοντες, ἑκάτερον ἀδίκως.
ἐνταῦθα
δὴ παραινεῖ τις τῶν δοκούντων νοῦν ἔχειν ἕνα αὐτὸν
φάντας ἀσθενεστέρους καταστῆσαι. γραφὴν μὲν γὰρ
δικαίαν οὐκ ἐφοβούμεθα, τὸ δ’ ὑπάρχειν τισὶ ῥᾳδίως
ἐπηρεάζειν οἷς ἐκεῖνο οὐκ ἔνι. χρῆται δὴ τῷ περὶ
ταῦτα νόμῳ Θαλάσσιος, καθ’ ὃν γράμματα τῆς σῆς
δεξιᾶς λαβὼν ταῦτ’ εἰς τὴν βουλὴν εἰσέπεμψε τῶν παρ᾿
ἐκείνης τευξόμενα. ἀναπηδήσας οὖν εὐθὺς Ὀπτάτος,
7. Καὶ τί δεινόν, ὦ ὀπτᾶτε; ἐλευθέρα μὲν αὐτῷ
μήτηρ, ἐλεύθερος δὲ ὁ πατήρ, τροφὴ δὲ ἐν πλούτῳ
μὲν οὔ, ἐν τάξει δέ. νῦν δὲ δὴ καὶ οὐσία τῶν θεῶν
βουλομένων, ἣν οὔτε ἐν κύβοις οὔτε ἐν πότοις οὔτε
ἐν λαγνείᾳ πεποίηκεν ἐλάττω, ἀλλ’ εὖ ποιῶν τοὺς δεο-
μένους τῶν φίλων καὶ τοὺς πονοῦντας αὐτῷ περὶ τὰ
παρὰ τῆς γῆς ἀνέχων διατετέλεκεν εἶναί τε νομίζων
θεοὺς καὶ τἀν τῇ γῇ καθορᾶν, ὡς εἰκὸς τὸν ταῦτα
πεπεισμένον, διάγει. γάμῳ τε ἐρρῶσθαι φράσας καὶ
πᾶσιν ἀφροδισίοις παῖδα μὲν | ἔχειν ἐν ἐμοὶ νο-
ἵπποι δὲ καὶ
ἅρματα καὶ σκηνὴ καὶ ἡνίοχοι καὶ πάντα ταῦτα ἀπέρ-
ριπται, καὶ λοιδορεῖ μὲν οὐδένα τῶν τούτοις
των, αὑτῷ δὲ ἕτερα προσήκειν ἡγεῖται. μαχόμενον δὲ
οὐδεὶς αὐτὸν πώποτε εἶδεν ὑπὲρ ἀργυρίου καὶ χρυσίου
οὐδ’ ἄγχοντα τραπεζίτας οὐδὲ θηρῶντα φεύγοντας οὐδὲ
τοὺς ὑπ’ ἐκείνοις παῖδας οὐδὲ ἀδικοῦντας παίοντα.
αἰδοῦς δὲ ὅτι πλείστης ἠξίωται μὲν ὑπὸ τῶν παι-
δευομένων νέων, ἠξίωται δὲ ὑπὸ τῶν ἐν τοῖς δικαστη-
ρίοις τῷ ῥητορεύειν χρωμένων. ἔστι δὲ αἰδέσιμος μὲν
τῇ ἡμετέρᾳ βουλῇ, τοιοῦτος δὲ <καὶ> τοῖς δι’ ἃς ἦρξαν
γνοίης ἂν ῥᾳδίως, <ὦ> βασιλεῦ, διὰ ποίων δὲ πραγ-
μάτων κτήσαιτ’ ἄν τις τὴν προσηγορίαν, οὐκ ἀγνοεῖς.
10. Τοῦτον οὖν οὐκ εισιόντα ἑκόντα χρῆν ἀπε-
λαύνειν, ἀλλὰ καὶ μὴ βουλόμενον εἰσάγειν οἴεσθαί τε
μᾶλλον ἢ κοσμεῖσθαι καὶ μείζους ποιεῖν ἢ γίγνεσθαι.
ἐνθυμοῦ γάρ, οἷον ἂν ἦν, ὦ βασιλεῦ, τὸ συνέδριον,
οὐκ εἰς χρημάτων λέγω λόγον, ἀλλ’ εἰς τρόπων, εἰ
τούτῳ πάντες ἐῴκεσαν. ἴσμεν δὲ καὶ τὴν Σπάρτην
θαυμαζομένην ὑπὸ τῶν ἐν πλούτῳ πόλεων αὐτὴν δη-
μοσίᾳ πενομένην πειθομένην τῷ θεῷ. εἶναι μὲν οὖν
τοὺς ἐν τῇ βουλῇ Θαλασσίου πάντας εὐπορωτέρους
ὁμολογῶ, εἶναι δέ τινα τοῦδε δικαιότερον οὔ φημι.
11. Τὸν δὴ τοιοῦτον Ὀπτάτος ἀπεώθει, τίς ὢν
αὐτός; τίνος ἀμείνων; τίνος οὐ χείρων; τί καλὸν ἔχων
εἰπεῖν ὑπὲρ αὑτοῦ; ὅς ἡνίκα μὲν ἐμάνθανε γράμματα,
μίσει τῷ τούτων ἀποδρὰς εἴς τινα καταφυγὼν αἱμασιὰν
ἔκειτο καὶ οὐκ ἐζητεῖτο τοῖς θεοῖς τῶν γονέων εἰδότων
χάριν τοῖς αὐτὸν ἐκβαλοῦσιν. ἡ τροφὸς δὲ ἐθρήνει
μέν, ἐθρήνει δὲ τὸ μὴ θρηνεῖσθαι παρὰ τοῖν τοκέοιν
ὁ δ’ ὁρῶν ἀδελφὸν
πρεσβύτερον ἀγαπώμενον διὰ τὴν περὶ πάντα τὰ προσ-
ἥκοντα προθυμίαν καὶ θεραπευομένους εὐχαῖς ὑπὲρ
αὐτοῦ τοὺς θεοὺς παῖς ἔτ’ ὢν ἐτόλμησε μάγοις δια-
λεχθῆναι καὶ τἀδελφοῦ τὸν θάνατον αἰτῆσαι παρ’ |
αὐτοῦ τοῦ θανάτου τὸν μισθὸν αὐτοῖς ἥξειν λέγων
ὀρθῶν. ἁλοὺς δὲ τοιαῦτα ἐπιβουλεύων τὸν ἐπιβου-
λευθέντα βοηθὸν λαβὼν τῇ φύσει ταύτην ἐκείνου
δόντος τὴν χάριν ἀφείθη. καὶ μικρὸν ὕστερον, οἷα τὰ
τῆς τύχης, ἀπῆλθον ὅ τε σώσας τὸν ἀποκτεῖναι βουλη-
θέντα καὶ οἱ γονεῖς.
θάψας δὲ οὗτος ἀδακρυτὶ
τοὺς γονεῖς καὶ γενόμενος τῆς οὐσίας κύριος καὶ παι-
δείαν φυγὼν καὶ πονηροτάτοις συζῶν κἀντεῦθεν κτη-
σάμενος τὸ μηδὲν αἰσχύνεσθαι προσπίπτων ἀνθρώποις
πρεσβυτέροις καὶ μεμαθηκόσιν ἐρυθριᾶν καὶ νομίζουσιν
αἰσχρὸν τὰς πρὸς τοῦτον μάχας τὸν οὐδέν, οὐκ ἔργον
ἐξ ἀγορᾶς, οὐ ῥῆμα ἀπαίδευτον, οὐ τὴν ἐν τοῖς
λοις ἀσχημοσύνην ὀκνοῦντα, βορβοροτάραξιν ἀτεχνῶς,
ταῦτα τοίνυν ἐφόδια λαβὼν εἰς ἀναίδειαν τοὺς πολλοὺς
καταστρεψάμενος δι’ ὕβρεων γίγνεται φοβερός. καὶ
14. Πολλοῦ γὰρ ἄξιος ἐγένετο, τοῖς
κουμένων προδιδομένων, τῆς δ’ ἀγορᾶς ἀπηνθηκυίας,
τοῦ δήμου δὲ ἠμελημένου, λόγων δὲ πεφευγότων.
πῶς δ’ οὐκ ἔμελλον μετὰ Πτολεμαῖον τοιαῦτα
ἠδικημένον; ὃν ἀποσπάσας ἐξ αὐτῶν τῶν ἀγαλμάτων
ὑφ’ ὧν τοῖς ὀφθαλμοῖς ἔζη δι’ εὐχῶν καὶ σπονδῶν καὶ
θυσιῶν καὶ βιβλίων πορευόμενος ἦν τε ἤδη γηραιὸς
ταῦτα αὐτῷ τὰ καλὰ τοῦ χρόνου συνειδότος, ἀλλ’ ὅμως
τοῦτον ἥρπασεν ἐξ ἱερῶν, ἐπὶ δικαστήριον μετέθηκεν,
ἀνεκρέμασε, χερσὶ βαρείαις ἔδραμε διὰ πλευρῶν τὴν
τῶν οὐδαμοῦ πεπραγμένων ζητῶν ὁμολογίαν, μόνον
οὐ πίνων τοῦ αἵματος οὐδὲ τὰς πολιὰς αἰδούμενος.
τούτων δὲ πεπραγμένων, ὦ βασιλεῦ, πάντες μὲν
συνήχθοντο τοῖς ἀνῃρημένοις νόμοις, οἷς δ’ ἐν λόγοις
ὁ | βίος, καθ’ οὓς ἄν τις τῆς θείας ἅψαιτο φιλο-
ἐντὸς ἐκείνων ἁλοίη. καὶ οἱ τὰς δαιμονίους τε καὶ
μακαρίους ποιούσας μαθήσεις παραδιδόντες, ᾧ μάλιστα
νικᾷ τὰς ἄλλας ἡ Ἀλεξάνδρου πόλις, ᾤχοντο συγκαλυ-
πτόμενοι ταῦτα τοῦ παραδείγματος πείθοντος, καὶ οἱ
νέοι τοὺς ἡγεμόνας ἐπόθουν.
17. Καίτοι καὶ εἰ τοῖς ἄλλοις αὐτὴν βελτίω πε-
ποιηκὼς ἐν τούτῳ μόνον λελύμαντο, δίκην σοί τε καὶ
ἐκείνῃ μεγίστην ὤφειλεν ἄν, νῦν δὲ διὰ πάντων
τεινε τὴν βλάβην. τοιγαροῦν ἐξεδέξατο τὴν ἀρχὴν
φρουρά τε καὶ τὸ μηδέ, ὡς ἐβούλετο, ποιεῖσθαι τὴν
ὁδόν, ἀλλ’ ἐν τοῖς τὸ σῶμα παρειληφόσι τοῦτο κεῖσθαι
καὶ πρὸς τὴν ἐκείνων βούλησιν καἰ βαδίζειν καὶ μένειν
καὶ ἐσθίειν καὶ μὴ καὶ καθεύδειν καὶ μή. ταυτὶ γὰρ
ἑώρων καὶ αὐτὸς καὶ ὅ τι εἶχον ἐβοήθουν διὰ τῶν
ἐλθὼν
τοίνυν εἰς τὴν μεγάλην πόλιν καὶ πανταχόθεν ἄξιος
οἷς ἄλλων κατεψεύσατο, συμμάχων ὅμως εὐπόρησε τῶν
Κλεάρχῳ μὲν ἐχθρῶς ἐχόντων, εἰδότων δὲ ὅτι τοῦτον
ἐκεῖνος βούλοιτ’ ἂν ἀπολέσθαι. ἐσώζετ’ οὖν τῇ τινων
δυνάμει ὁ τεθνάναι μὲν δίκαιος ὤν, ζῶν δέ, ὅπως
ἀνιῷτο Κλέαρχος.
διαφυγὼν τοίνυν ἐγγὺς ὂν τὸ
ξίφος ἁπάντων αὐτὸν οἰομένων εἴσω τε θυρῶν βιώσε-
σθαι καὶ σχήσειν ἡσυχίαν καὶ λήξειν τῆς κατὰ τῶν
κρειττόνων παροινίας αὐτῷ τῷ παρ’ ἐλπίδα σεσῶσθαι
μιαρώτερος ἦν. καὶ τῶν ἐν τῇ βουλῇ τοὺς ἀρίστους
ὑλακτῶν ἠγάλλετο νομίζων ἐντεῦθεν γοῦν ἔσεσθαι
περιφανὴς δικαίας οὐκ οὔσης ἀφορμῆς, οἶόν τι τὸ τοῦ
Θερσίτου περὶ Τροίαν ἦν.
20. Τί οὖν ἐστιν ὅ φημι; ὅτι τούτου τὴν βουλὴν
ἐλευθεροῦν ἐχρῆν, ἀλλ’ οὐ δούλην ποιεῖν. οὐ γὰρ οἶδ’
ὅπως ἄν τις ἄλλως προσείποι τὸ νυνὶ γιγνόμενον.
ὅταν γὰρ τὸ τούτῳ δοκοῦν παρ’ ἐκείνῃ νόμος ᾖ, πῶς
οὐ τοιοῦτόν ἐστι; νῦν δ’ ὢν κάκιστος καὶ κορυφαῖος
εἶναί τε βούλεται καὶ φησὶ καὶ τοὺς συγχωροῦντας
ἔχει καὶ σοβεῖ καὶ ἀπειλεῖ καὶ διαμέμφεται καὶ τὸν
21. Καὶ μαχαιρῶν | δή τινων ἐμέμνητο κἀκ
οὐδ’ ἔμαθε τὴν τέχνην, οὐδ’ εἶχεν, ἀλλ’ οὐδὲ ὁ πατὴρ
οὐδέτερον. οἰκέται δὲ ἦσαν αὐτῷ ταῦτα ἐπιστάμενοί,
καθάπερ Δημοσθένει τῷ Δημοσθένους πατρί. καὶ
οὐδὲν ἐκώλυσε τὸν υἱὸν Δημοσθένους τὸν Δημοσθένη
τὸ εἶναι τοιούτους αὐτοῖς οἰκέτας οὔτε προστῆναι τῶν
Ἑλληνικῶν πράξεων οὔτε ῥύσασθαι πόλεις οὔτε ἀντι-
τάξασθαι πρὸς τὴν Φιλίππου καὶ ῥώμην καὶ τύχην
οὔτ᾿ αἴτιον γενέσθαι τῇ πόλει στεφάνων καὶ κηρυγ-
μάτων ἀπολαῦσαι. εἶχον δὲ οὐ δεσπότας τῶν ἐν ταῖς
τέχναις Ἀθηναίων τινὰς μόνον λέγειν, ἀλλὰ καὶ αὖ
τοὺς ἀπὸ τεχνῶν ἥκοντας ἰσχύσαντας.
22. Ἀλλ᾿ ἀφῶμεν, εἰ δοκεῖ, τὸν Ἀθηναίων δῆμον
καὶ τὴν πνύκα καὶ τὸ βῆμα καὶ τὸν Σόλωνα, τὰ νῦν
δὲ ἐξεταζέσθω. τολμήσαι τις ἂν οὖν εἰπεῖν, ὡς ἅπαν
τὸ συνέδριον εὐγενεῖς ἐκ τετραγονίας καὶ ἔτ’ ἀνωτέρω
προγόνων ἀρξάντων καὶ πεπρεσβευκότων καὶ λελειτουρ-
εἰς αὐτὴν χαριζομένου τῷ πλάττοντι τὴν βουλὴν διέλιπε
τε οὐδεπώποτε τὸ προστιθέμενον ἔχον τι καὶ τοιοῦτον.
καὶ οὐ μέμφομαι· πολλάκις γὰρ τοῦτ’ ἐκείνου βέλτιον.
23. Εἰ δέ με δεῖ καὶ ὀνομαστὶ μεμνῆσθαί τινων,
περὶ μὲν τῶν νῦν ἄλλος ἂν ἴσως ἄμεινον εἴποι, τοῦ
παρόντος γὰρ οἶμαι καὶ τὸ ταῦτα εἰδέναι, τῶν
τέρων δὲ μεστὴ γῆ καὶ θάλαττα καὶ λέξω βεβοημένα
καὶ ἃ μαθεῖν οὐδεὶς δέοιτ’ ἂν διὰ τὸ ἐπίστασθαι.
Τυχαμένης ὁ τῶν ἔργων ἐπιστάτης ὁ Κρὴς χαλκοτύπου
παῖς ἦν. καίτοι τίς οὐκ οἶδεν, ὅσος ἦν Τυχαμένης
ἐν τῷ συνεδρίῳ; Ἀβλάβιος ἀπὸ τῆς αὐτῆς νήσου τὰ
πρῶτα ὑπηρετῶν τοῖς ὑπηρέταις τοῦ τῆς Κρήτης
χοντος, οὗτος ἀνήχθη μὲν ἐκεῖθεν καὶ πλέων ὑπὲρ
ὀβολῶν ηὔχετο τοῖς ἐν τῇ θαλάττῃ θεοῖς, ἐλθὼν δὲ
ἐκράτει τοῦ κρατοῦντος καὶ ὁπότ’ εἰς τὸ βουλευτήριον
εἰσίοι, θεὸς ἐν ἀνθρώποις ἦν.
τέ δαὶ Φίλιππος;
τί δαὶ Δατιανός; οὐ τοῦ μὲν ὁ πατὴρ ἐχόρδευεν, ὁ δὲ
ἧττον ἢ Μίδας, δυστυχεῖς δὲ καλῶν τοὺς φιλαργύρους.
οὕτος ἐν πλυνοῖς τὸν αὑτοῦ πατέρα καταλιπών, ἦν δὲ
τῶν ἐν Φρυγίᾳ κναφέων ἄριστος, τοῦ συνεδρίου μετα-
σχὼν ἦρξε μὲν Φοινίκης, ἦρξε δὲ Ἰωνίας καὶ οὐδεὶς
ἀναστάς, ὦ Ἡράκλεις, εἶπε, κναφεῖον ἡμῖν ἐπεισ-
ἔρχεται. πῶς οὖν οὐ κρεῖττον ἀνῃρῆσθαι τὴν
βουλήν;
25. Καὶ τούτοις ἅπασιν οὓς κατέλεξα τὸ συνέδριον
ἀνέῳξεν οὐδὲν ἕτερον ἢ τούτων δὴ τῶν σημείων ἡ
τέχνη. τῷ δὲ τοῦτό τε ὑπάρχει καὶ τὸ διὰ τῆς πρὸς
ἡμᾶς ὁμιλίας καὶ παιδείας τρόπον τινὰ γεγεῦσθαι.
τῶν γοῦν ἐπιδεικνυμένων πολλοὶ πολλοὺς ᾔσθοντο
βουλομένους τὸν ἄνδρα ἐν ἐπαινέταις λαβεῖν, ὡς ἂν
ἐπιστάμενον μορφὰς λόγων ἀμείνους τε καὶ χείρους
βουλῇ, κραυγῇ καὶ θορύβοις νικᾷς καὶ τοῖς ἀπὸ τῶν
κύβων μαθήμασιν.
αὐτὸς τοίνυν οὗτος τίνων
ἐστίν; ἆρά γε τῶν τὴν Ῥώμην κτισάντων ἢ τῶν τοὺς
νόμους θέντων ἢ τῶν ὑπηκόους κτησαμένων ἢ τῶν
τὸ κτηθὲν φυλαξάντων; οὐ μὰ Δία, ἀλλ’ ἦν τις
Ὀπτάτος γραμμάτων διδάσκαλος, ὃς καὶ Λικιννίῳ τὸν
παῖδα ταῦτα ἐδίδασκεν ἀπὸ δυοῖν ἄρτοιν καὶ τῆς ἄλλης
τροφῆς ἣ τούτοις συνέζευκται. καί ποτε πορείας
μένης εἰς Παφλαγονίαν αὐτῷ καταλύει μὲν παρά τινι
καπήλῳ θυγατέρα τρέφοντι καλήν, ἣ καὶ ἐκίρνη,
παθὼν δέ τι πρὸς τὴν ὥραν ἠξίου γαμεῖν καὶ πείσας
εἶχεν. αὐτοῦ μὲν οὖν τοῦ Λικιννίου κρατοῦντος οὐδὲν
ἦν αὐτῷ πλέον διὰ τῆς γυναικός, τῶν ἐκείνου δὲ ἡκόν-
των εἰς ἕτερον μέγας τε εὐθὺς καὶ λαμπρὸς καὶ
δαίμων καὶ ὕπατος ὁ τὴν γυναῖκα ἔχων. καὶ ἔδει δὴ
ποὺς μετὰ τῶν ὀρνίθων πέτεσθαι.
τῇ γυναικὶ δὲ
ἄρα ἤστην ἀδελφὼ δύο χρηστὼ μέν, τὸ γὰρ ἀληθὲς
γονὼς οὗτος οὐκ ἠξίωσεν οὗπέρ ἐστιν, εἶναι, ἀλλ’ ἀντὶ
μετρίου κύων. ἦν δέ γε, οἶμαι, πολὺ βέλτιον τοῖς
αὑτοῦ παρέχειν πολλοῖς λέγειν, ὅτι ὄντως οὗτος
ἐκείνου.
28. Ἵνα δὲ καὶ ὅθεν ταῦτα ἐπράχθη, μάθῃς καὶ
μηδὲ τῷ δοκεῖν τῇ βουλῇ βοηθεῖν σεμνύνηται, μικρά
τινα καὶ περὶ τούτου δίειμι.
Σαβινιανός τίς ἐστι μαστροπὸς νέων καλῶν ὑπὸ
τοῦ χρόνου πρὸς τοῦτο μετενεχθείς, | ἕως δὲ ἀγἐ-
πολλαῖς πόλεσι ταῦτα ὑπηρετηκὼς οὐδενὶ τοσαῦτα ἔκα-
μεν ὁπόσα Ὀπτάτῳ τούτῳ ἀθλίους μὲν ποιῶν πατέρας,
ἀθλίους δὲ παῖδας, ἀθλίας δὲ μητέρας.
τοῦτο
τοίνυν τὸ ἔργον αὐτὸν καὶ διὰ τῆς ἡμετέρας ἤγαγε
καὶ τολμήσας εἰσελθεῖν εἰς τὴν τῶν παιδευομένων
ἀγέλην πεῖραν προσάγων τισὶ καὶ χωρίζων τῶν ἄλλων
καὶ πρὸς κίονί τινι λαλῶν καὶ τι καὶ θρασύτερον ποιῶν
ὀφθεὶς ἀπηλαύνετο σωφρονεῖν δεῖν ἀκούσας ἢ εἰ μὴ
δύναιτο, παρ’ ἄλλους ἐλθόντα θηρᾶν. ἠπόρησε μὲν
οὖν οὐδὲ παρ’ ἡμῖν τῶν συνοργιουμένων, ἐλθὼν δὲ
διετέλει δὴ ζητῶν, ὅτῳ δὴ] τὸν ἄνθρωπον ἀμυνεῖται
τρόπῳ καὶ λαβὼν καιρὸν ἠμύνατο τῶν τε καλῶν ἐκεί-
30. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, μάρτυρας οἷς οὐκ ἂν
ἀπιστήσαις, παρέξομαι τοὺς μὲν τῶν πρὸ τῆς ὕβρεως,
τοὺς δὲ τῶν ἐπ’ ἐκείνῃ ῥημάτων, τοὺς μὲν εἰδότας τὸ
γενησόμενον, τοὺς δὲ τὴν ἐπὶ τοῖς πεπραγμένοις ἡδονήν.
ποῖος γὰρ Ἕκτωρ ἀποκτείνας Πάτροκλον ἢ ποῖος Ἀχιλ-
λεὺς Ἕκτορα τηλικοῦτον ἐφρόνησεν, ἡλίκον ὁ μαστροπὸς
οὗτος, ὂν τὸ τῆς χαρᾶς ὑπερβάλλον λέγειν ἃ σιωπᾶν
ἐχρῆν ἐξῆγε. γελῶν γοῦν καὶ πηδῶν καὶ τοὺς μάλιστα
αὐτῷ συνήθεις περιβάλλων καὶ φιλῶν, ἐμὸν τοῦτο,
ἐβόα· τὸ γὰρ δι’ ἐμὲ πραχθὲν ἐμὸν εἰκότως ἂν
καὶ δοκοῖ καὶ λέγοιτο.
τίνος οὖν ἡ βουλὴ
τούτῳ χάριν ἂν ἔχοι τῶν ἐφ’ ἡμᾶς Ὀπτάτῳ πρόφασιν
32. Κύων, φησίν, εἰμὶ τῆς βουλῆς. πῶς οὖν οὐ δάκνεις οὓς ἄξιον; οὗτοι δ’ ἂν εἶεν οἱ κακοὶ. κακίας δὲ εἴδη μυρία. μυρία. ἐν οἷς οὐδεὶς ἂν θείη δεσποτείαν ἀνδραπόδων εἰδότων ἐργάζεσθαι ξίφη, δι’ ὧν ἐστι καὶ σώζειν τὴν αὑτῶν καὶ προστιθέναι τοῖς οὖσι.
33. Καὶ πρὸς μὲν ὀπτᾶτον ταῦτα· Πρόκλον δὲ
ἐβουλόμην μὲν καὶ νῦν ἐπαινεῖν, ὑβρίσαντα δὲ καὶ
αὐτὸν καὶ ἐμὲ μειζόνως | καὶ σφοδρότερον, οὐδ’ εἰ
κραυγῇ τινων καὶ ταραχῇ καὶ συστάσει κρίνειν τὰς
δίκας, ἀλλ’ ἀπὸ τῆς ἀληθείας, ἀπέκλινέ τε εὐθὺς ἐπὶ
ταῦτα καὶ μέρος ὁ δικαστὴς ἐγένετο τῶν ἐπηρεαζόντων
οὐκ ἐθελήσας ἀκούειν τῶν νόμων οἱ τὸν οἴσοντα τὴν
ψῆφον ἴσον ἀμφοτέροις καθίζουσιν.
εἶπεν Ὀπτά-
τό μὴ χρῆναι Θαλάσσιον ἐγγράφεσθαι καὶ προσέθηκε
λοιδορίας. ἀνάμεινον τὸν τῶν ὑπὲρ ἐκείνου λεξόντων
λόγον, μᾶλλον δὲ αὐτὸς οὗτος γενοῦ τὸ ταῖς αἰτίαις
οὐδέν, ὁ δ’ ἔνοχόν τε εἶναι θανάτῳ καὶ αὑτῷ |
καὶ τίς ταῦτα τόπος ἢ χρόνος οἶδεν, ὦ Πρόκλε;
ποῖον ἔθνος; τίς πόλις; τίς οἶκος; τίς ἀνήρ; τίς παῖς;
τίς γέρων; τίς γυνή; τίς δοῦλος; τίς ἐλεύθερος; καὶ
μὴν ἔδει μὲν ἡγήσασθαι τῆς τιμωρίας γραφήν, ἡ δ’
οὐκ ἂν ἦν μὴ ὄντος τοῦ γραφομένου. ποῦ τοίνυν ἡ
γραφή; τίς δ’ ὁ ταύτην ἀπενεγκών; ποῖος μὲν φόβος
ἐποίησε τὸν δρασμόν; τίς δὲ κατήγορος τὸν φόβον;
ποῖον δὲ πάθος τὴν αἰτίαν; τίς τίνα διὰ τοῦτον ἐπέν-
θησε; τίνι τί τῶν πραγμάτων χεῖρον ἔσχε; τίς τὶ διὰ
τοῦτον προσδοκήσας χαλεπὸν εἰς δικαστήριον ἤγαγεν;
ἔχεις ἐν τῇ σιγῇ τὴν ὁμολογίαν, ὦ βασιλεῦ, τοῦ
κόμπον εἶναι ῥήματα τοῦδε μόλις δέ μευ ἔκφυγεν
ποίαν; τὴν πότε. τὴν ποῦ γεγενημένην; οὐ συνῆν μοι
πάντα τὸν χρόνον ἄνθρωπος, νύκτα καὶ ἡμέραν; οὐ
θόντος δὲ εἴσω πρὸς ταῖς κιγκλίσιν ἐκάθητο καὶ ἦν
ἡμῶν τοῦτο μόνον ἐν μέσῳ. σὺ δ’ ἔχων τοὺς πάντα
μηνύοντας τοσούτους ὥστε ἀλλήλους καταπατεῖν, καὶ
ποῦ καθῆστο Θαλάσσιος, εἰδὼς οὔτε ἠγανάκτησας οὔτε
ἐλάβου, ἀλλ’ | οὐδὲ ἠπείλησας ποιήσειν ἃ μὴ πε-
μετὰ ταῦτα τοίνυν σὺ μὲν ἐνταῦθα
ἦσθα καὶ ἠσθένεις, ὁ δὲ ἐν Σαμοσάτοις καὶ τοῖς ἀγροῖς
ὧν ἡ τῶν τρόπων ἀρετὴ δεσπότην αὐτὸν ἐποίησε.
καλῶς δὲ αὐτῷ τῶν ἐκεῖ τεθέντων ἧκε δεῦρο πάλιν
νοσοῦντος ἔτι, καὶ οὔτε ἐκεῖνος ἔδειξέ τινα ὑποψίαν
οὔτ’ αὐτὸς ὑπώπτευσας. κἀνταῦθα ἐτίμας με τιμαῖς
ὧν οὐκ ἦσαν μείζονες, τὸν τῷ πονηρῷ γόητι συζῶντα,
καὶ οὐδείς σοι κατ’ αὐτοῦ πρὸς οὐδένα λόγος οὔτε
μείζων οὔτε ἐλάττων. πῶς οὖν φῄς αὐτὸν διαπεφευ-
γἐναι σε, τὸν ἐν τῇ αὐτῇ πόλει, τὸν περὶ τὰς σὰς
θύρας, τὸν οὐ πόρρω τοῦ ζεύγους. καὶ μὴν οὔτ’ ἂν
ἡμεῖς ἠγνοήσαμεν ἃ διανοῇ, τῶν παρὰ σοὶ πιστευο-
38. Ἔδεισα, φησί, τὴν βουλὴν μὴ δόξαιμι τῶν τἀναντία αὐτῇ πραττόντων εἶναι καὶ τῶν αὐτῇ πρεπόντων ὀλιγωρεῖν. ἐγὼ δ᾿ ὡς μὲν οὐδεὶς τούτῳ λόγος οὐδὲ σφόδρα τῆς βουλῆς ὀργιζομένης ἀγανακτοῦντι τῷ μὴ μετὰ τῶν θεῶν οἱκεῖν, ἐάσω·
ἐκεῖνο δὲ ἡδέως ἂν εἰδείην, ὡ βασιλεῦ, τίς ἂν ἦν
αἰτία κατ’ αὐτοῦ τῇ βουλῇ σεσιωπηκότος; ἢ κατὰ ποίαν
ἀνάγκην εἶπεν ἃ νῦν εἴρηκε; τίς δ’ οὐκ ἂν αὐτὸν ὑπέ-
λαβεν ἀγνοεῖν τὸν ἄνθρωπον; τί δ’ αὐτὸν ἐκώλυεν
αὐτὸ τοῦτ’ εἰπεῖν, ὡς ἀγνοεῖ; τίς δ’ ἂν ἐξήλεγχεν
εἰπόντα;
πόσῳ δ’ ἂν ἦν ἐκεῖνο κάλλιον ἐπιστομίσαι
τὸν ὀπτᾶτον ἀνελόντα τὰς βλασφημίας τῇ πρὸς ἡμᾶς
Θαλασσίου φιλίᾳ; εἰ δ’ οὖν καὶ σφόδρα ἐβούλετο
κλος ταὐτὰ φρονῶν Ὀπτάτῳ περὶ τούτου φανῆναι,
ταὐτὰ φθέγξασθαι χρῆν ἐκείνῳ κἀν ταῖς μαχαίραις
στῆναι. ὕβριζε μὲν γὰρ ἂν καὶ οὕτω ψευδόμενος, οὐ
μὴν ὡς νῦν γε. ὑβρίζων δὲ ἐκεῖνον οὐδ’ ἡμῶν ἀπεί-
χετο τῶν περὶ πλείστου τὸν Θαλάσσιον ποιουμένων.
40. | Οἶον ἄνθρωπον εἰς ἀρχὰς ἄγεις, ὦ βασι-
καὶ οὐκ ἂν ἦν πάνυ δεινόν,
εἰ τὴν φωνὴν ἀδικῶν ἐν τοῖς ἄλλοις ἐτίμα τὸ δίκαιον,
ἀλλὰ τίς μὲν λοιμὸς ὅσους οὗτος Φοινίκων ἀπήνεγκ·ε;
τίνος δὲ οὐ λοιμοῦ δεινότερος τῇ Παλαιστίνῃ κατέστη;
ἡ δὲ πλειόνων ἐθνῶν ἀρχὴ ποίων οὐκ ἐγένετο βαρυ-
τἐρα πολέμων; ὢ πόσον αἱμα τὴν γῆν ἔχρωσεν; ὢ πόσα
ξίφη δι’ αὐχένων ἔδραμεν; ὤ πόσοι τάφοι τοῖς ἀρχαίοις
προσετέθησαν; ὢ πληγῶν θανάτους τε ἐργαζομένων
καὶ οὐδὲ νῦν] παυομένων. ὢ πληγῶν ἃς ἐπεῖδεν
Ἥλιος διὰ παντὸς τοῦ τῆς ἡμέρας μέτρου. ὢ φυγῶν.
ὢ δεσμῶν. ὢ παθημάτων τῶν μὲν παρόντων, τῶν δὲ
ἐλπιζομένων, τῶν μὲν πιεζόντων, τῶν δὲ δειματούν-
των. ὢ λόγων ἀτιμίας. ὢ | τιμωμένης ἀμαθίας.
οὐδ’
ἂν εἷς δύναιτο, φησὶν ὁ Δημοσθένης, ἐφικέσθαι
τῶν ἐν ταῖς ἀρχαῖς τούτου κακῶν. διὸ πεπαυ-
μένου μὲν ἑορτάζοντας ἦν ἰδεῖν τοὺς ἀπηλλαγμένους,
ἦρχεν. ὃς ὅταν παρὰ σοῦ τοῦτο οὐκ ἔχῃ, δίδωσιν
αὐτὸς αὑτῷ πλέον ἔχειν ἀξιῶν τῶν ἐν ταῖς ἀρχαῖς
ὄντων. καὶ ταῦτα οἶδε καλώς ἡ Φοινίκη καὶ μαρτυρή-
σειεν ἄν, εἰ θεὸν ἐγγυητὴν ὑπὲρ τοῦ μέλλοντος λάβοι
χρόνου.
43. Ἀρχέτω μὲν οὖν, εἰ βούλει, τῆς δὲ ὕβρεως
δότω δίκην, ἣν ὕβρισε μὲν Θαλάσσιον, ὕβρισε δὲ ἐμὲ
τὴν διὰ τῆς εἰκόνος τιμὴν ἐλέγχων δεικνὺς ἄλλο τι
βουλομένην, ἀλλ’ οὐχ ὅπερ ἔφασκεν. ἐν γὰρ τοῖς δευ-
περὶ τὴν εἰκόνα πεποιηκυίας κατεῖχεν ἂν ὀπτᾶτον, τῇ
δὲ εἰκόνι ταύτης οὐκ οὔσης τῆς αἰτίας ἠκολούθησεν
εἰκότως τοῖς Ὀπτάτου τὰ πολὺ τῶν Ὀπτάτου μείζονα.
ἄνευ δὲ τῶν ἐν τῷ συνεδρίῳ τῶν ψευδῶν οὐδ’
αὐτὸ καθ’ αὑτὸ κρινόμενον, ἡ εἰκών, τιμὴν ἄν τινα
φέροι. ἔστησε μὲν γὰρ ταύτην, ἔστησε δὲ πρὸ ταύτης
ἑτέρας ἑτέρων, ὧν οὐκ ἂν ἴσως ἕτερός τις. εἰ δὲ καὶ
ἐμὲ πεποιημένος ἀρχήν, εἶθ’ ἥκων ἐπ’ ἐκείνας, οὐ σφό-
δρα ἂν ἐτίμα, τίς ἡ τιμὴ μετ’ ἐκείνας ἐπὶ τήνδε ἀφῖ-
χθαι; ἀλλ’ ἔστω τιμὴ σανίς τε καὶ χρώματα· οὐκοῦν
μείζων λόγος πανταχῆ φερόμενος; ἀπειληφὼς τοίνυν
45. Ἔχω τινὰ καὶ τρίτον αἰτιάσασθαι, | βασι-
χρημάτων, ὥστ’ αὐτῷ καὶ χρυσᾶς οἰκίας ἐξεῖναι ποιεῖν
ἁμιλλωμένας πρὸς τὰς ἐκ λίθου, περὶ ἃς καὶ αὐτάς
οὕτω δεδαπάνηται λαμπρῶς, ὥστε μανίαν εἶναι τὸ
πρᾶγμα δοκεῖν. οὗτος τοίνυν τιμαῖς ἁπάσαις παρ’ ἐμοῦ
τιμηθεὶς <μάτην>, καὶ γὰρ ἐν οἷς εἶχεν, εἴπερ ἤθελεν,
ἡμᾶς ποιῆσαι καλῶς, οὐκ ἐποίησε, τῶν ἠδικηκότων
καὶ αὐτὸς γεγένηται δίκας ὀφείλειν τῷ συνεδρίῳ λέγων
τοὺς μαρτυρήσαντας ἄν. καὶ ἐκέλευεν αὐτοὺς εἰς
μέσον ἄγειν καὶ τιμωρεῖσθαι.
τούτων δὲ ὁ μὲν
ὑπ’ ἀνάγκης τινὸς ἤδη διεπεπλεύκει καὶ ἦν ἐν Χαλκη-
δόνι, ὁ δ’ ἦν ἐν τῷ λιμένι ταὐτὸ ποιήσων οὔσης
κης καὶ τούτῳ τινός. | ὁ δὲ δὴ τρίτος ἔνδον ὢν
νόμιζε δὴ κοινόν, ὦ βασιλεῦ, καὶ τῶν ἀπόντων τοῦ-
τον εἶναι τὸν λόγον. λέγουσι τοίνυν οἱ τρεῖς· ὦ
παῖ Γαίσωνος, ὅτι μαρτυροῦμεν ἡμεῖς καλὸν
κἀγαθὸν εἶναι Θαλάσσιον ὁρῶντες ἐν παιδὸς
ὄντα χώρᾳ παρ’ ἀνδρὶ φεύγοντι τοὺς κακούς.
τί τούτους ἀξίους δίκης ποιήσει τοὺς μάρτυρας;
εἰ μὲν οὖν καὶ ἐγὼ κακός, οὐκ εστι λόγος τοῖς μάρ-
τυσιν· εἰ δ’ οὐ τοιοῦτος, πολὺς ἐκείνοις ἐστίν. εἶπον
δ’ ἂν καὶ ταύτης ἀξιοπιστοτέρας ἀποδείξεις ἐκεῖνοι καὶ
διελόμενοι τοὺς ἐπαίνους μακρὰ ἂν ἕκαστος διῆλθε,
τοσαύτην ἀφθονίαν ὁ Θαλασσίου βίος πεποίηκεν εὐφη-
μιῶν. καὶ ἔγωγε ἠξίουν τὸν Γαίσωνος μὴ τὸν ἐχόμε-
νον ἀφεῖναι μάρτυρα, ἀλλὰ τοὺς πεπλευκότας ἐπανά-
γειν μηδὲ ἐκείνην ἡμῖν διδόναι τὴν χάριν, ἀλλὰ ταύτην
καὶ τόν γε Θαλάσσιον καλεῖν καὶ παρόντα δοκιμάζειν
καὶ φαινόμενον μὲν ἀγαθὸν ἐγγράφειν, ἐλεγχόμενον δὲ
φαῦλον ὡς ἐπ’ ἀδικήματι τῷ τῆς βουλῆς ἐπιθυμῆσαι
κολάζειν. νῦν δὲ λοιδορίας ἀνεξετάστους κεκινηκότες ἃ
τῶν μὲν εἰρημένων, τῶν δὲ οὐ πεφηνότων.
48. Εἶτα σοὶ μὲν ἡ σπουδή, βασιλεῦ, πολυάνθρω-
πον ἀπεργάσασθαι τὴν βουλήν, οἱ δὲ οὐκ αἰσθάνονται
τοῦτο ἐμποδίζοντες. οἱ γὰρ ἡδέως ἂν εἰσελθόντες
φόβῳ τῶν ἴσων ἀποτρέπονται· μὴ κεκτῆσθαι μὲν γὰρ
ἐχθρὸν ἀνθρώπῳ τῶν ἀδυνάτων, παρὰ δὲ τῶν
νῶν ἥξειν τι τοιοῦτον ἐλπίζοντες οὐχ ὑποθήσουσι τοῖς
πολεμίοις αὑτοὺς ἐν ὅτῳπερ εἰσί, μένοντες. Θαλάσσιος
δὲ πρὶν ἢ τῆς βουλῆς τυχεῖν, ἐλειτούργει τῇ γνώμῃ
καὶ πρὸς τὴν δαπάνην ἠπείγετο τοὐναντίον τοῖς ἄλλοις
ποιῶν. ὃ γὰρ ἐκείνους ὁρῶμεν πάσῃ τέχνῃ φεύγοντας,
ἀλλ’ Ὀπτάτος, ὦ Ζεῦ βουλαῖε, τοι-
ούτοις ἐδέξατο τὸν ἐραστήν. ὅς, εἰ τὸν μιαρώτατον
ἔχρησεν ὁ θεὸς ἐν κοινῷ τινι θῦσαι κακῷ, πάντως
ἂν ἦν ὁ σφαττόμενος, ἐπεὶ καὶ τὴν ἐσχάτην εἴπερ ἔδει
τιμᾶσθαι κακίαν, ἐστεφανοῦτ’ ἂν οὗτος. ὃς τοῦ μὴ
φιλεῖν σοι τὴν πόλιν μέγα σημεῖον ἐκφέρει τὸ μῖσος
τὸ κατὰ τῆς γυναικός. μισεῖ δὲ αὐτὴν μισούμενος,
μισεῖται δὲ προπηλακίζων τὸν Ὑμέναιον ἀκολασίᾳ καὶ
τῇ μὲν προικὶ πλουτῶν, τῷ πλουτεῖν δὲ κατ’ ἐκείνης
παρ’ ἧς τὸ πλουτεῖν αὐτῷ, χρώμενος.
αἱ δύο
θρήνων ἀφορμαὶ κόραι καὶ κόροι, δι’ οὓς οὐκ Ι
ἐγένετο πλειόνων παίδων πατήρ. ὁρῶν δὲ αὐτὴν
οἰχομένοις πῶς αὐτὴν ἔπαυσέ τε καὶ ἀνέστησεν; οὐ
παραμυθητικούς, μὰ Δί’, ἐπᾴσας λόγους οὐδ’ εἰπὼν
σωφρονήσειν οὐδ’ εἰ μὴ λήξειεν ἐκείνη δακρύων, ἀπο-
κτενεῖν ἑαυτόν, ἀλλ’ ἀκονήσας ξίφος ἐχώρησεν ἐπ’
τήν, τὴν δὲ ὁ φόβος ὤρθωσε. τὸν οὖν τοιαύτην αὑτῷ
ποιοῦντα τὴν οἰκίαν οἴει τῇ βουλῇ τινος αἴτιον ἀγαθοῦ
γενήσεσθαι; ἐγὼ μὲν γὰρ καὶ σκυτοτόμον, ὡς Ὅμηρος
παραινεῖ, συνοικοῦντα τῇ γυναικὶ μᾶλλον ἀρετῆς μετέ-
51. Πῶς οὖν, ἐρεῖ τις, τριῶν ὄντων τῶν
φθεγξαμένων ὅλην καταμέμφῃ τὴν βουλήν; ὅτι
οἱ μὲν ἐφθέγξαντο, οἱ δὲ ἐσιώπησαν, καὶ οἱ μὲν εἶπον
κακῶς, οἱ δ’ οὐκ ἀντεῖπον, καὶ οἱ μὲν ἐβλασφήμησαν,
οἱ δ’ οὐκ ἠγανάκτησαν, καὶ οἱ μὲν ἐπέθεντο, οἱ δ’
ἡσύχασαν, καὶ οἱ μὲν ἐξέωσαν, οἱ δ’ οὐκ ἀντελάβοντο,
καὶ οἱ μὲν τὰ τῶν πολεμούντων ἔδρασαν, οἱ δὲ τὰ
τῶν βοηθούντων οὐκ ἐποίησαν. γίγνετ’ οὖν τὸ τῶν
τριῶν κοινὸν ἁπάντων τῇ σιωπῇ.
καὶ γὰρ ἐν τοῖς
ἐμπρησμοῖς ὁ παρὸν σβεννύειν οὐκ ἐθέλων ἔκαυσε καὶ
ὁ παρὸν κυνὸς ἐξαρπάσαι παιδίον οὐκ ἐξαρπάσας ἔδωκε,
καὶ πόλις πόλει πολεμουμένῃ δυναμένη πέμψαι τὸ
σῶσον οὐ πέμψασα συγκατεδουλώσατο. ἰατρὸς δὲ ἐπι-
τρέψας νοσήματι κρατῆσαι τοῦ νοσοῦντος δύναιτ’ ἄν,
πρὸς Δῖός, διαφυγεῖν αἰτίαν; ὅλως ὅσοις εἰσὶ δυνάμεις
εἰς τὸ κωλύσαι τι δυσχερὲς ἠρεμοῦσαι καὶ περιορῶσαι
τὸ βλάψον, οὐκ ἀνείργουσαι, μετὰ τῶν εἰργασμένων
εἰσίν. ἔγωγέ τοι τοὺς καθημένους Ἀργείους, ἡνίκα ὁ
53. Εἰκότως ἄρα, ὦ βασιλεῦ, παρὰ πάντων ὑβρι-
σθῆναι νομίζομεν, κἄν τις ὀρθῶς ἐξετάζῃ, τιμὴν εὑρή-
σει καὶ τὴν κατηγορίαν. ἐν γὰρ αὐτῷ τῷ λυπεῖσθαι
δείκνυμεν, ὁπόσον τι τὸ συνέδριον νομίζομεν. κατα-
φρονούντων δὲ ἦν, οἶμαι, τὸν Ἱπποκλείδην εἰπόντας
μηδὲν εἰπεῖν ὧν νῦν ἀκήκοας.
54. Παραμύθησαι τοίνυν τὸν ὑβρισμένον, ὦ βασι-
λεῦ, πρᾶγμα ὂν ἐν μελέτῃ σοι καὶ συνηθείᾳ, δι’ ἣν
οὐκ ὀλίγοις μεταβέβληκας ὀδυρμοὺς εἰς ἑορτάς, καὶ
πρὸς τὸ συνέδριον εἰπεῖν, ὡς ἀμείνους ἂν ἦσαν μὴ
τοῦτον τῷ πράγματι τούτῳ κεχρημένοι τὸν τρόπον,
ἀλλ’ ὀρθότερον καὶ δικαιότερον καὶ σωφρονέστερον καὶ
ᾧ ἔμελλον οὐ περιβαλεῖν ἀτιμίᾳ τὸν τῆς βουλῆς ἐραστήν.
ἐκεῖνοι μὲν οὖν ἴσως τὰ αὑτῶν ἰάσονται, σὺ δ’, ὦ
βασιλεῦ, χρῶ θαρρῶν εἰς ἀρχὰς τῇ τοῦδε φύσει, ἐάν
τε τὴν ἔθνους ἐάν τε τὴν πλειόνων ἐθέλῃς παραδοῦναι.
εὑρήσεις γὰρ αὐτὸν ἔν τε τοῖς ἐλάττοσιν ἔν τε τοῖς
μείζοσι τοιοῦτον, ὡς τὸν παρελθόντα χρόνον ἐζημιῶσθαί
σοι τὰ πράγματα νομίζειν.