Oratio 49 Libanius Richard Foerster University of Leipzig European Social Fund Saxony Gregory Crane Gregory R. Crane Editor-in-Chief, Perseus Digital Library Digital Divide Data Corrected and encoded the text Matt Munson Project Manager (University of Leipzig) Annette Geßner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Greta Franzini Project Manager (University of Leipzig), 2013-2014 Frederik Baumgardt Technical Manager (University of Leipzig), 2013-2015 Simona Stoyanova Project Manager (University of Leipzig), 2015 Project Assistant (University of Leipzig), 2013-2014 University of Leipzig tlg2200.tlg00449.opp-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 University of Leipzig Germany Richardus Foerster Richard Foerster Libanius Orationes XXVI-L B.G. Teubner Leipzig 1906 3 Internet Archive

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Latin Greek German
XLIX. ΠPOΣ ΤΟΝ ΣΙΔΕΑ ΥΠΕP ΤΩΝ ΒΟΤΛΩΝ. R II 570

τὸ μὲν σόν, ὦ βασιλεῦ, μέρος καὶ τοῦ μετὰ σὲ τοῖς ἄλλοις ἄρχουσιν ἐφεστηκότος, ἐπανήκουσιν εἰς τὰ πρόσθεν αἱ βουλαὶ καὶ τὸν αὑτῶν ἀριθμὸν ἔχουσι, παρὰ δὲ τῶν ἐν αὐτῷ τῷ βουλεύειν κεκώλυται τοῦτο πρὸς ἔργον ἐλθεῖν, ὥστε σὲ μὲν δικαίως ἂν ἅπαντες ἐπαινοῖμεν καὶ τὸν ὕπαρχον, ἐκείνους δὲ καὶ μισοῖμεν καὶ κακοὺς ἡγοίμεθα καὶ διδόντας δίκην ἡδέως ἂν ἴδοιμεν. εἰ γὰρ δὴ τοῦτο γένοιτο, τάχ’ ἂν ἡ τιμωρία παύσειε τὰ νῦν ἐναντιούμενα τῇ παρὰ σοῦ ταῖς βου- C = codex Chisianus Α = Monacensis gr. 483 (Augustanus) Ρ = Palatinus gr. 282 Ι = Marcianus append. XCI 2 Β = Barberinus II 41 Μ = Marcianus gr. 437 4 cf. p. 428,4 5 cf. p, 429, 17 sq.; 430,13 6 cf. p. 430, 17sq. 8 Tatianum cf. p. 425 not. 1 1 (??) ante πρὸς AC sed in hoc ξγ΄ in marg in ras m2 ὑπὲρ τῶν βουλῶν Μ edd om reliqui libri κδ in marg rubr Β 4 ἐς I 5 τῶν CAP sed in hoc ῶ in ὸ corr m2 | αὑτῶν Ρ sed ῾e’ corr m2 αὐτὸν ΙΜ Bong | ἀριθμῶν C 8 ἐπαινοῖμεν citat Plan fol. 104r λαὶς βοηθείᾳ. τούτων οὖν εἵνεκα καὶ τοῦ μαθεῖν ἅπαντας, ὡς τοῖς σοὶ δοκοῦσιν εὐθὺς ἀκολουθεῖν ἄξιον, ὀργῇ τῇ προσηκούσῃ φαίνου χρώμενος κατὰ τῶν οὐκ ἀξιούντων ἄρχεσθαι. ὡς δ’ ἂν γένοιτό σοι σαφὲς τὸ ’κείνων κακούργημα, μικρὸν ἄνωθεν ἀρξάμενος διηγή- σομαι.

2. Ἤνθουν αἰ βουλαὶ πάλαι ταῖς πόλεσιν ἁπάσαις, καὶ ἦν ἥ τε γῆ τῶν βουλευόντων καὶ τῶν γε οἰκιῶν αἰ βελτίους καὶ χρήματα ἦν ἑκάστῳ καὶ παρ’ ἀλλήλων ἐγάμουν καὶ ἦν εὔδαιμον τὸ βουλῆς μετασχεῖν. οὕτω τοίνυν ἐχούσας αὐτὰς παραλαβών τις βασιλεὺς χείρους ἐποίησεν | ἄλλοις τε οὐκ ὀλίγοις καὶ τῇ γε ὑφ’ R II 571 αὑτοῦ πεποιημένῃ πόλει. τεθνεῶτος τοίνυν αὐτοῦ τὸν πόλεμον ἤδη πεφυτευκότος τὸν Περσικὸν τὰ περὶ τὸν πόλεμον τοῦτον πράγματα ταῖς βουλαῖς ἐλυμήνατο καθ’ ἕκαστον αὐτὰς ἔτος ἐπὶ τὸ χεῖρον ἄγοντα τῶν ἐπὶ τὸν Τίγρητα πεμπομένων βουλευτῶν ταῖς ἐκεῖ βλάβαις τὰ πατρῷα πωλούντων. οἱ δ’ οὐκ οἶδ’ ὁπόθεν ἥκοντες ἐωνοῦντο ῥᾳδίως γεωργοῦντες τὰ βασίλεια.

τοῦτ’ εὔξατο λῦσαι τὸ κακὸν Ἰουλιανὸς ὁ βασιλεύς, τοῦτ’ ἔλυσε δυνηθείς, οἷς ἦν κτήματα καθ’ ἑκάστην πόλιν ἐγγράφων πλὴν κομιδῆ τινων ὀλίγων. τῆς οὖν ἐκείνου τελευτῆς ἐπὶ ταὐτὰ πάλιν τὰς βουλὰς ἀπενεγ- 5 cf. p. 309, 9 8 cf. p. 132, 12; t. Ι 250,3 sq. 11 Constan- tinus cf. p. 318, 5; 429,20 14 cf. Exc. Vales. 6, 35; Oros. VII 28 16 cf. p. 430, 1 sq. 20 cf. p. 436, 12 sq.; 437,3 sq. 1 εἵνεκα reposui e libris ἕνεκα edd 4 σοι om Β 5 ’κείνων Ρ sed ’ eras, ΒΜ κείνων reliqui libri sed κ et ν in ras Α, edd 13 ἑαυτοῦ Re 15 ἐλυμήναντο ΙΒΜ Bong 18 οἴ P sed add m2, ΒΜ Bong 20 λύσαι Ι cf. p. 380, 17 23 ταὐτὰ Bong ταῦτα libri sed in ταὐτὰ corr Ρ2 κούσης, μᾶλλον δὲ εἰς πολὺ φαυλότερα καὶ πολλῆς ἀπὸ τῶν βουλευτηρίων ἐφ’ ἑτέρους βίους γιγνομένης τῆς φυγῆς καὶ τῶν πόλεων τεταπεινωμένων τῷ τῶν βουλῶν σχήματι τῶν ἄλλων ἀκολουθούντων ἤλγησας μὲν ἀξίως τοῦ πράγματος, ὦ βασιλεῦ, καὶ τὸν Κυνή— R II 572 γιον ἔτ’ ἐπὶ τῶν δεήσεων τεταγμένον ᾠήθης | ἐκ- πέμψαι δεῖν τοῦτο μόνον ἔργον ἔξοντά τε καὶ ἰασό- μενον, πρὶν δὲ ἢ τοῦτο πραχθῆναι, γενόμενον ὕπαρχον ἐκέλευες μέχρι τοῦ Νείλου χωρεῖν ἔχοντα καὶ τοῦτο ἐν προνοίᾳ μηδένα ἀφιέναι παρὰ τὸ ἐν ἀρχῇ γεγενῆ- σθαι. ὁ δὲ χείρων τῆς προσδοκίας φανεὶς καὶ μεγάλα μὲν ἀπειλήσας, δείξας δὲ ἃ κἂν αἰσχυνθείη τις εἰπεῖν, ἁπτόμενος μὲν ἐν τῇ πορείᾳ τοῦ πράγματος, ἐν δὲ ματαίοις θορύβοις ἱστάμενος, οὕτω μὲν εἶδε τὸν Νεῖλον, οὕτω δὲ πάλιν τὸν Βόσπορον, φρονῶν μὲν ὡς δὴ τι πεποιηκώς, πεποιηκὼς δὲ οὐδέν.

4. Κἀκείνῳ μὲν ἄν τις ἐγκαλέσειε ῥᾳθυμίαν, περὶ δὲ τῶν βουλευτῶν τί τις ἂν φήσειε τῶν ὀλίγων οὐ βουληθέντων γενέσθαι πλειόνων; τί γὰρ ἦν δὴ τῶν τοῦτο βουλομένων; ἱκετεῦσαι, δακρύσαι, δεηθῆναι, πεσεῖν εἰς γόνυ, βοῆσαι τὰ τῶν ἀδικουμένων, αὐτοῦ R II 573 μένειν εἰπεῖν, εἰ μή τις ἕλκων ἐκβάλοι. | τούτων 5 cf. p. 425 not. 1 8 cf. p. 179, 9; t, III 104, 9 R; CIL III 19 20 sq. cf. p. 431, 3 sq. 1 πολλοῖς C 5 σχήματος C | ὦ inserui e Β om reliqui libri edd | τῶν CI 7 γε Bong 10 ἀφιέντα C ἀφιέντ cum ras 1 litt post τ A sed α supra τ et ν αι supra α scr. m. rec. | ἐναργῆ Ρ sed ’ supra α eras 11 ὁ δὲ—16 οὐδέν citat Plan l. l. 12 τίς Plan 13 ἁπτόμενος — 15 Βόσπορον om Plan 14 εἶδεν Α 18 τις Ι | καὶ ante φήσειε A sed punctis del, Re delevi 20 δακρῦσαι CAP sed in hoc ~ in ras m2, edd fortasse recte sed cf. ad t. II 355, 17 22 ἐκβά(??)οι Β οὐδὲν παρὰ τῶν ὀλίγων, ἀλλ’ ἐκλήθη τις, καὶ ῥήτωρ ἐγγὺς καὶ ῥήματα οὐ πολλά, καὶ ἡ ἄφεσις εἵπετο καὶ οἵδε ἄφωνοι.

ἔτι τοίνυν πολλοὺς μὲν πρὸ τοῦδε τοῦ καιροῦ παρεῖσαν συναγωνιζομένους, πολλοὺς δὲ μετὰ τοῦτον πόσων, ὦ βασιλεῦ, παρ’ ὑμῶν ἀφικνου- μένων γραμμάτων ἁπάσας ἀναιρούντων τοῖς ἀδίκως φεύγουσι | τὰς καταφυγάς. τὰ μέν γέ φησιν· R II 574 ἦρξας καὶ διὰ τοῦτ’ οὐκ ἀξιοῖς λειτουργεῖν; οὐκοῦν αὐτὸς μὲν κάθευδε, διὰ δὲ τοῦ παιδὸς τὰ προήκοντα ποίει. ἀλλ’ οὐκ εἶ πατὴρ ἢ θυγατέρων μόνων; ἄνδρα τινὰ πείσας ὑπελ- θεῖν τοὔνομα καὶ τὸ ἔργον πάλιν αὐτὸς κάθευδε τοσοῦτον μόνον τῇ πόλει παρέχων, ἀναλίσκων. ταῦτ’ εστιν ἐν πολλαῖς ἐπιστολαῖς καὶ τούτων γε ἐν ἑτέραις ἕτερα καλλίω μείζω τὴν ἀπόδειξιν ἔχοντα τῆς σπουδῆς ᾗ περὶ τὰς βουλὰς κέχρησαι.

ταυτὶ δὲ λέγει τί; εἰ καὶ διὰ πολλῶν ἀρχῶν ἀφῖξαι καὶ κήρυκες ἡγοῦντό σου καὶ ῥαβδοῦχοι καὶ μαστι- γοφόροι καὶ ἡμεροδρόμοι καὶ στρατιῶταί τινες καί τροφὴ γέγονεν ἐκ τοῦ βασιλέως οἴκου, ἥξεις ὅμως οἶ σε καθίστησιν ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ οἱ τούτων γονεῖς. κἄν ε ἴπῃς τὰς ἀρχάς, οὐδὲν ὠφελοῦσαν βοήθειαν κέκληκας.

καὶ τά μὲν παρ’ ὑμῶν τοιαῦτα, τὰ δὲ τούτων ἀντὶ τοῦ πέμπειν μὲν τοὺς στεφανώσοντας τὴν οὕτω τῶν βουλῶν ἐπιμελουμένην κεφαλήν, ἔχεσθαι δὲ εὐθὺς τῶν 1 τίς ΙΒ 2 ἅφεσις Μ sed ἔφεσις in marg m. rec., in ras Β 3 οἶδε ΑΡ sed in hoc ~ in ΄ corr ras, Ι | „post μὲν aut subaudiendum aut potius addendum καιρούς“ Re Anim per- peram 7 γε, φησὶν, ἦρξας Re | διατοῦτ᾿ ΡΙΒΜ | τοῦτο Re 11 μόνον Β 18 σοι Ρ sed σ ex o corr et οι in ras m4 25 τοὺς e τοῦ corr I3 26 δ’ Re ἀποδεδομένων, μὴ συγχωρεῖν δὲ τοῖς ἄρχουσι μέλλειν, μηδ’ ἀναβολαῖς χαρίζεσθαι τοῖς ὑπὸ τῶν γραμμάτων τεθηραμένοις, ἀλλ’ ἀναγκάζειν ἐμμένειν τοῖς ὑφ’ ὑμῶν δικαίως κεκριμένοις καὶ φόβους ἐφιστάναι τῇ περὶ ταῦτα νωθείᾳ, ἀντὶ δὴ τοῦ ταῦτα ποιεῖν καὶ ἔτι πλείω R II 575 τοὺς μὲν εἴων ζῆν ἐν οἷσπερ | ἔζων, πρὸς δὲ τοὺς οὐδὲν οὔτε μεῖζον οὔτε ἔλαττον ἐφθέγξαντο μεγάλας εἰς τὸ παρρησιάζεσθαι τὰς ἀφορμὰς ἔχοντες. ἀλλ’ ὧν οὐ γιγνομένων παρ’ ὑμῶν ἐσχετλίαζον ἄν, ταῦτ’ ἔχειν ἐξὸν οὐκ ἐβουλήθησαν, ἀλλ’ οὐ διδόντων μὲν δεινὰ πάσχειν ἔλεγον, διδόντων δὲ οὐκ ἐχρή- σαντο, ἀλλ’ ὧν χρῄζειν ἔλεγον, ταῦτ’ εἰς χεῖρας ἰόντα ἀπεώθουν.

8. Καὶ παράδοξον μὲν τὸ ῥηθέν, ἔχει δὲ οὐκ ἄλλως ὁ λόγος, ἀλλ’ ὅμοιον ποιοῦσιν, ὥσπερ ἂν εἴ τις πένης αἰτήσας παρὰ τοῦ Δῖός θησαυρόν, ἔπειτα γῆν ὀρύττων εὑρὼν φεύγοι τὸ δῶρον. τί δὴ τὸ τούτων αἴτιον; ἐν τοῖς ὀλίγοις τούτοις εἰσίν, ὦ βασιλεῦ, μεγάλαι τινὲς δυνάμεις, αἳ τοὺς ἀσθενεστέρους ἄγουσι καὶ φέρουσι τούτοις τἀκείνων προστιθεῖσαι, τά τε ἐκ τοῦ πολι- τεύεσθαι κέρδη τὰ τούτων αὔξει. κἀν τοῖς ἀμελου- μένοις ἃ δικαίως ἂν ἐτύγχανε προνοίας, ἐκ τοῦ μὴ πολλοὺς εἶναι τοὺς βουλεύοντας τοῖς οὖσιν ἡ παραί- τησις. καὶ πολὺς καθ’ ἑκάστην ἡμέραν ὁ θρῆνος· 2 μὴ δ’ libri | ἀναβολὰς Re 3 ὑφ’ Ι sed ν in ras m3 | ὑμῶν Μ sed υ in ras m2 ἡμῶν ΙΒ 4 δικαίως scripsi δικαίοις libri edd 6 τοὺς Ρ 7 μεῖζον e μείζων corr I3 | οὔτ᾿ Re 9 ἀλλ᾿ — 17 δῶρον citat Plan l. l. 9 ὑμῶν Μ sed υ in ras m3 ἡμῶν Β ἡμῖν Plan 10 ἐβουλήθησαν scripsi ἠβουλήθησαν libri edd 12 χρήζειν ΡΙ Plan | ἰόντ᾿ Plan 17 φεύγει C 18 μεγάλαι P sed με in ras m2 20 τἀκείνων scripsi e Ρ sed ’ eras, Β τὰ κείνων reliqui libri edd ὁρᾷς τοὺς ἑστηκότας ἡμᾶς τοὺς εὐαριθμήτους τοὺς ἀντὶ τῶν χιλίων καὶ διακοσίων δώδεκα; τοῦτ’ ἔστιν ἡ βουλή. ταῦτα μόνα τὰ πρὸς αῦτα πράγματα ἀγόμενα σώματα. δι’ ἡμῶν τἀν τῇ πόλει, | δι’ ἡμῶν τἀν τοῖς ἀγροῖς, R II 576 δι᾿ ἡμῶν τὰ μείζω, δι’ ἡμῶν τὰ ἐλάττω, δι’ ἡμῶν τὰ κουφότερα, δι’ ἡμῶν τὰ βαρύτερα. διὰ τοῦτο τῶν αὐτῶν ὀνομάτων ἀκούεις.

ταύτην τὴν ὀλόφυρσιν τὰ δικαστήρια δέχεται συγ- γνώμην μὲν φέροντα τοῖς ὀλιγωρουμένοις, συγγνώμην δὲ φέροντα τοῖς κακουργουμένοις. βουλόμενοι δὴ της τε ἀπολαύειν τῆς ἀποστροφῆς καὶ ἐν μόνοις σφίσιν ἵστασθαι τὰ λήμματα δεδίασι μή τι τῶν ἀρχαίων αἰ βουλαὶ κομίσωνται, καὶ τὸ τὰς βουλὰς ἀναστῆναι παρ’ ὑμῶν ζητοῦντες, ὅπως ἀεὶ κείσονται πράττουσι, μᾶλλον δὲ τὸ μὲν προσποιοῦνται ζητεῖν, τὸ δ’ ὄντως ἐθέλουσι.

δεῖ τοῖς λουσομένοις πυρός. ἔξεστιν ἐλθεῖν ἐπὶ τὸν δεῖνα καὶ τὸν δεῖνα, οἱ δὲ οὐκ ἐθέλουσι. δεῖ τοῦ θρέψοντος ἵππους ἡδονὴν παρέξοντας δρόμοις. εἰσὶν ὧν ἄν τις λαβόμενος ἀναθείη τὴν λειτουργίαν, οἱ δ’ αὐτοὺς γυμνῇ τῇ κεφαλῇ προσεῖπον. εἶτα τοῦ τος καιροῦ κατηγοροῦσιν ὡς τὰς βουλὰς καταδύσαντος αὐτοὶ καταδύσαντες καὶ καταποντίσαντες καὶ κεκωλυ- κότες αὐτὰς ἀναβιῶναι. σὺ μὲν γὰρ τοῦτο ἐβουλήθης, 2 cf. p. 450 not. 2 9 Thuc. I 143,5; II 51,3 12 cf, p. 412, 13 20 cf. t. II 96,20 21 cf. t. III 212, 4 R; Plat. Phaedr. 243 Β. Greg. Cypr. prov. Leid. Ι 81 cum nota Leutschii 3 τοῦτ ἔστιν e τουτέστι corr P2 ταῦτ’ Re | τοσαῦτα scripsi τοιαῦτα libri edd 4 δι’ — 5 πόλει om Bong inserenda coni Re Anim 10 τοῖς om Ι 16 το (1) Ρ | τὸ δ᾿ —ἐθέλουσι om B | δὲ Re 20 οἳ Α οἵ P sed ΄ in ras m2, ΙΒ 21 „malim αὑτοὺς“ Re 22 καταδύσαντες Α 23 καταδύντες C R II 677 οὗτοι δὲ τοὐναντίον.

τὸν οὖν | πονηρὸν ταῖς βουλαῖς καιρὸν πεποιήκασιν, ὥστ’ εἴ τινα δεῖ δοκεῖν ἐχθρὸν εἶναι τῶν βουλῶν, τοὺς τοσοῦτον αὐτῶν φυ- λάττοντας ὅσον αὐτοῖς τηρήσει τὸ κερδαίνειν, νομι- στέον. οἳ προδεδώκασι μὲν τὰς αὑτῶν ἐν τῷ τὰς βουλάς, προδεδώκασι δὲ τὰς ὑφ’ ὑμῶν εὑρημένας ταῖς βουλαῖς ὠφελείας. οἱ δὲ πατρίδας κακοῦντες πῶς οὐκ ἂν καὶ γονέας; οἱ δὲ ἐκείνους τίνος φείσαιντ’ ἄν; τίς γὰρ ἂν εἴη τοῖς γε τοιούτοις φίλος; οἱ δ’ ὑπὲρ χρη- μάτων τοιοῦτοι ποίων μὲν ἀπόσχοιντ’ ἂν ἀναθημάτων; ποίων δ’ ἂν τάφων; τίνι δ’ ἂν συνήθει συνοδοιποροῦν- τες ἔχοντί γε χρυσίον οὐκ ἂν εἴπερ ἐξείη, κτείναντες ἀφέλοιντο;

12. Καὶ τοῦτο, ὦ βασιλεῦ, κοινὸν τὸ κακόν, ἐάν τε Παλτὸν εἴπῃς ἐάν τε Ἀλεξάνδρειαν τὴν δεικνῦσαν τὸν Ἀλεξάνδρου νεκρὸν ἐάν τε Βαλανέας ἐάν τε τὴν ἡμε- τέραν. μέτρῳ μὲν γὰρ διαφέρουσιν, ἡ δ’ αὐτὴ ταχοῦ νόσος.

13. Καίτοι φήσουσι λέγεσθαι τοῖς ἄρχουσι κατά- λόγον τῶν ἀποδράντων καὶ τῶν ἀτελεῖς αὑτοὺς πολλοῖς τρόποις πεποιηκότων. ἔστι δὲ τὸ μὲν οὐκ ἐκείνων, ἀλλὰ τῶν τε ἀρχόντων καὶ τῶν ἐπὶ τοῖς τοιούτοις R II 578 γράμμασι, τῶν Ι μὲν ἀπειλαῖς οὐδένα κρύπτειν ἐώντων, τῶν δὲ φόβῳ πάντα εἰς μέσον ἀγόντων. οἱ γενναῖοι δὲ οἵδε τοῦ πράγματος εἰς κρίσιν ἥκοντος 1 τί οὖν ΒΜ Bong 3 ταῖς βουλαῖς Β 4 αὐτοὺς Ι 5 αὐτῶν Ι 8 εἰ Μ Βong 9 ἂν εἴη scripsi ἄν τι libri Bong ἂν ᾗ Re 10 ἀπέχοιντ᾿ Re 11 τίνι — 13 ἀφέλοιντο citat Plan l. l. 12 ἤνπερ Ρ sed ην in ras m2 | ἐξείη scripsi ἐξῆ libri Plan edd 15 πάλτην εἴποις Ι 16 ἀλέξανδρον ΙΒ 19 γράφεσθαι? 20 αὐτοὺς Ι 21 το Ρ | οὐκ om Ι 23 et 24 των Ρ 25 οἶδε Ρ sed ΄ in ras m3 οἷδε Α νῦν μὲν σιωπῇ, νῦν δὲ τῷ μηδὲν ἰσχυρὸν εἰπεῖν ἐθε- λῆσαι τοῖς ἀδικοῦσι τὴν βουλὴν συνέπραξαν μαλακῶς συνηγωνισμένοι, ὡς μηδὲν ὀνειράτων τὸ πρᾶγμα φέρειν. σπείραντες δὲ τοιαύτας χάριτας ἐν τοῖς δικα- στηρίοις ἀπελθόντες ἀμῶσι τῆς προδοσίας τοὺς μισθοὺς δεχόμενοι λέγοντες πρὸς τοὺς διαφυγόντας, ὡς ἄριστα προὔδοσαν. οἱ δ’ εἰσὶν ἐν τοῖς πρὸ τοῦ τῇ μὲν αὑτοῦ γαστρὶ χαριζόμενος ἕκαστος, βεβαιοτέραν δὲ ἔχων τὴν ἀτέλειαν τῇ κρίσει.

γνοίης δ’ ἄν, ὡς ἀληθῆ λέγω, διὰ τῶν τριῶν τῶν ἐκ μὲν ἑκατὸν τῇ βουλῇ δεδο μένων, ἐφ’ ᾧ τίς τῶν εὖ φρονούντων οὐκ ἠγανάκτησε, τρεῖς ἐκ τοσούτων; τὸ βουλεύειν δὲ καὶ τούτων διὰ τούτους ἀποσεισαμένων, τῶν τούτοις βοηθούντων | ἐν πλούτῳ παῖδας οὐ κεκτημένων καὶ διὰ τοῦτο R II 579 χάριτας τοιαύτας δυναμένων λαμβάνειν. εἶτα τίς αὐτῶν ἄρξων καὶ ἦν εὖ ποιῶν χαλεπὸς τοῖς ἀφεικόσιν ἐν οἶς ἀφεῖντο τῶν ἀφέντων τὴν ἀδικίαν ἰδών.

τὴν γὰρ τῶν ἀμυνούντων αὐτοῖς δύναμιν ἄξιον, φησίν, ὑφορᾶσθαι. ἀλλ’ εἰ τοῦτ’ ἔστιν ἀληθές, οὐκ ἔστιν αὐτοῖς ἐκεῖνο λέγειν, ὡς ὑπ’ αὐτῶν τὰ τῶν κλεπτόντων ἑαυτοὺς ὀνόματα τοῖς ἄρχουσι φανερὰ καθίσταται. εἰ γὰρ οὐκ ἀδεές, οἱ κηδόμενοι τούτων οὐδ’ ἂν τοῖς ὀνό- μασιν ἐλύπουν οὓς ἐφοβοῦντο. οὐ γὰρ μᾶλλον ἐν τοῖς 1 μηδενὶ ΙΜ Bong 2 μαλακῶς αὐτὴ συνηγωνισμένοι coni Re 6 διηγούμενοι Re Anim | λέγοντες scripsi γελῶντες libri edd 7 οἵ Α Ρ sed ΄ m4, ΙΒΜ Bong | δὲ Re | αὐτοῦ Ι 10 τῶν bis om Bong | ἐκ om Β 11 ἠγανάκτησεν ὁρῶν τρεῖς Ρ sed ν ὁρῶν suprascr. m2, Β 14 διατοῦτο ΡΙΒΜ 15 λαμ- βάνειν] διδόναι Re Anim | locus labem contraxit τίς αὐτοῖς ἦν ὁ ἄρχων; ἦν (εὖ ποιῶν) χαλεπὸς coni Re Anim (quod deleto ἦν (1) probaverim), εἶτα καθήπτετό τις αὐτῶν ἄρχων in ed 17 ἀφεῖντο scripsi auctore Re (sed ἐν οἷς non est in iis qui sed in eo quod) ἀφεῖτο libri edd 22 ἀδαὲς Ι 28 οὓς scripsi auctore Re οἷς libri edd R II 580 δευτέροις ἐχαρίζοντο τοῖς συμμάχοις ἢ διὰ τοῦ | σπέρματος ἐλύπουν. οὕτως ὅταν αὑτῶν τὸ τῶν μάτων ποιῶσιν, ἐξαπατῶσιν. ἀλλὰ μήν, ὅταν ὡς ἔδεισαν λέγωσι τὴν τῶν ταῦτα οὐ βουλομένων ἰσχύν, ὁμολο- γοῦσιν εἶναι περὶ τὴν αὑτῶν κακοί. οὐ γὰρ τὸ μὴ ἠδικηκέναι ταύτῃ δεικνύουσι, τὴν δ’ αἰτίαν ἀφ’ ἦς ἠδικήκασι λέγουσιν.

ἔνι δὲ καὶ τοῖς δειλοῖς ὧν οἱ μὲν λείπουσι τὰς τάξεις, οἱ δ’ οὐδὲ μετέχουσιν τῶν, τοιαῦτα κρινομένοις λέγειν· δειλὸν γάρ με ἡ μήτηρ ἔτεκε καὶ τὰ ὅπλα λαβεῖν οὐκ ἐδυνήθην. ὁ δὲ τοῦτο μὲν πεποιηκέναι φήσει καὶ συμπαρατάξα- σθαι, τὸ δ’ ἔργον καὶ τὰ ἀπὸ τῆς μάχης οὐκ ἐνεγκεῖν. ἀπορήσει δ’ οὐδ’ ὅστις ἱερῶν χρημάτων οὐδ’ ὅστις ἅπτεται τάφων, αἰτίας ἀφ’ ἦς ἐπὶ ταῦτα ἧκεν, ἀλλ’ ὀδυροῦνται τὴν πενίαν, ὥσπερ αὖ καὶ ὁ προδότης. ἀλλ’ οὐδεὶς τοῖς τοιούτοις σώζεται, τὴν δίκην δὲ χων εἴσεται μόνην οὖσαν σωτηρίαν ἐν τῷ τῆς αἰτίας ἐλέγχῳ.

17. Καὶ νῦν μή μοί τις λεγέτω τὸν φόβον, ἀλλ’ εἰ μὴ προεῖται τὴν βουλὴν μηδὲ κακὸν ἑαυτὸν ἐπέδειξε. καὶ γὰρ εἴ τινα λυπήσειν ἔμελλε καί τινος πειράσεσθαι δυσχεροῦς, τό γε πρὸς τὴν ἐνεγκοῦσαν δίκαιον πρό- τερον ἔδει πεποιῆσθαι καὶ τῆς ψυχῆς αὐτῆς. καὶ πολλοὶ πολλάκις εἰδότες τὸν συμβησόμενόν σφισιν εἰ μάχοιντο θάνατον ὅμως μάχονται καὶ μυρίοις θνή- σκοντες τραύμασι μετὰ τοῦ χαίρειν ἀπέρχονται. σὺ δὲ 2 αὑτῶν Bong αὐτῶν libri 5 αὐτῶν Ι 8 οἳ (2) Α οἵ P sed ΄ add m2, Β | δὲ Re | οὐ Β 10 ἔτεκεν ΑΙ | ἐδυνή- θην reposui e CAP ἠδυνήθην reliqui libri edd 12 δὲ Ι Re 13 ἀπορήσει scripsi ἀπορήσειε libri edd 14 ἀλλὰ Ι 17 τὴν σωτηρίαν Re 20 μὴ δὲ ΑΡΙΒΜ 25 θανάτους C | καὶ — 26 ἀπέρχονται praemisso κείμενον in marg Μ ποίαν αἰχμὴν ἢ ποῖον βέλος ἢ <τίνα> σφενδόνην τίνα δείσας ἀσπίδα τὴν τοῦ δικαίου τάξιν ἔλιπες; οὐ μέμψεως ἦν ὁ φόβος | καὶ ῥημάτων ὀλίγων; δῶμεν R II 581 δ’ ὅτι καὶ θανάτου, τί οὖν; οὐ κέρδος ὁ τοιοῦτος θάνατος; ἢ σύ γε οὐκ οἶσθα τοὺς λαμπροὺς ἐκείνους θανάτους τοὺς ὑπὲρ τῶν πατρίδων;

18. Καὶ ταῦτα εἶπον ὡς κίνδυνον ἐνεγκούσης ἂν τῆς τοῦ δικαίου φυλακῆς. τὸ δὲ οὐχ οὕτως ἂν ἔσχεν. οὐδὲ γὰρ οὑμὸς πάππος τὸν Ἀργύριον τῆς βουλῆς εἶναι ποιῶν νέον τε ὄντα καὶ ξένον καὶ μικρὰ κεκτημένον ἔπαθέ τι κακόν, πρᾶγμα ποιῶν λυπηρὸν μὲν τῷ τότε ἄρχοντι, λυπηρὸν δὲ τῷ τότε σοφιστῇ τὴν πόλιν ἀπὸ νευμάτων ἄγοντι, ἀλλ’ ὅμως οὔτε αἰτούντων χάριν εἶξεν οὔτε ἀπειλούντων ἔπτηξεν, ἀλλ’ ὁ μὲν ἐλειτούρ- γει, τῷ δ’ οὐδὲν δεινὸν οὐδαμόθεν ἦν.

εἶεν. ἀλλ’ ἐκεῖνο μὲν ἀρχαῖον, ἀλλ’ οὑτοσὶ Δητόïος, ἡνίκα ἐβούλευε, φαίη δ’ ἄν τις αὐτὸν καὶ νῦν διὰ τοῦ παιδός, οὐ τρεῖς ἀποδράντας αὖθις βουλευτὰς ἀπέφηνε, λόχων ἡγησαμένους ἀνθρώπους καὶ στρατιώταις ἐπιτάξαντας καὶ μετ’ ἐκείνων τὸ πολὺ τῆς γῆς ἐπελθόντας καιροῖς καλοῦσιν ὑπακούοντας; καίτοι ταῦτα ποιῶν ᾔδει κινή- σων ἐφ’ ἑαυτὸν στρατηγὸν δοῦλον ὀργῆς καὶ μεστὸν φορᾶς. ἀλλ’ ὅμως ἐκεῖνος ἔχων τοὺς ἄλλους τευομένους κακῶς καὶ γράμματα τὰ ’κείνων τῷ μὴ καὶ 5 cf. p. 442, 6 9 cf. t. Ι 81, 9 sq. | cf. p. 146, 7 12 Zenobio cf. ad p. 134,14; 119 not. 1 16 cf. p, 448,15; 146,10 1 τίνα inserui 4 οὐ in marg Α | ὁ om Bong 7 ὡς] οὐ ΙΒ 8 ἂν om Bong 9 οὐδ’ οὐ C 15 δὲ Re | εἶεν om Α sed εἶ ἔν in marg m2 18 λόχων Ρ sed χ in ras m3 19 ἀνθρώποις Βong | ἐπιτεύξαντας Ι 20 ἐκεῖνον Ι 21 ἤδη Ι 24 τἀκείνων Ρ sed ’ eras τἀκείνων ΙΒΜ Bong τὰ κείνων Re τά τοῦδε προσλαβεῖν εἶχεν οὐδέν. καίτοι διὰ πότου | R II 582 καὶ τραπέζης αὐτὸν ἐκλύσειν ἤλπιζε. καὶ ἅμα προπίνων αὐτῷ φιλοτησίαν καὶ τὸ βιβλίον ᾔτει τὴν προσθήκην, ὁ δ’ ἔπιε μέν, δοῦναι δὲ ὅ μὴ καλὸν οὐκ ἠνέσχετο καὶ διετέλεσε μισούμενος μέν, παθὼν δὲ οὐδέν.

οὐ τοίνυν οὐδὲ νῦν φόβῳ ταῦτα συγκεχώρηται οὐδὲ τῷ νομίζειν, εἰ μὴ βλάψαιεν τὰς βουλάς, ἀπολεῖ- σθαι, ἀλλ’ ᾔδεσαν αὑτοῖς ἰδίᾳ συνοῖσον τὸ τὰς βουλὰς ἔχειν ὡς ἔχουσιν.

21. Ἒστι τοίνυν αὐτοῖς καὶ τοιοῦτός τις λόγος, ὡς, εἰ καὶ σφόδρα αὐτοὺς βουλεύειν ἀναγκάσουσιν, ἔστι τὸ λῦσον καὶ πάλιν αὐτοῖς δῶσον τὸ μὴ λεύειν, ὥστ’ αὐτοῖς γέλωτα τὴν περὶ τοῦτο εἶναι πραγ- ματείαν. ἔστι δὲ πᾶν τοῦτο ψεῦδος. τὸν γὰρ ἐκ τῶν δικαίων ἃ περὶ τοῦτο ἔστιν εἰλημμένον καὶ κρίσει καὶ ψήφῳ τῆς βουλῆς γεγενημένον καὶ, τὸ ἔτι μεῖζον, τοῖς ὑμετέροις νόμοις τί τὸ λῦσον ἂν εἴη; ἐγὼ μὲν οἶμαι οὐδέν.

εἰ δὲ δεῖ συγχωρῆσαι πάντα ἂν γενέσθαι χρημάτων, τό γε δικαίους εἶναι περὶ τὴν βουλὴν τούτοις γε ἐσώζετ’ ἄν, εἰ δι’ αὐτοὺς ἐγγραφέντες | R II 583 ἑτέρωθεν ἐξηλείφοντο. θήρασον αὐτός, κράτησον, εἰσένεγκε τῇ βουλῇ τὰ ὀφειλόμενα, γενοῦ χρήστης δίκαιος. ἂν δ’ ἀδικῇ τις ἄλλος, τό γε σὸν οὐκ ἐν 3 cf. t. III 105,8; IV 48, 14; 226, 11 R 4 cf. p. 480,15 3 τὴν om Re 4 προθήκην Re | ὃ Α ὅ Ρ sed ΄ add m2, ΙΒΜ | δὲ Re 7 βλέψαιεν Ι 8 αὐτοῖς AP sed in hoc ’ in ῾ corr m2, ΙΜ Bong | συνοῖσον τὸ Re συνοίσοντα libri Bong 11 ἀναγκάζουσιν Bong 12 λῦσον ΙΒ 17 λῦσον Ι 20 τούτοις γε om Α sed in marg add m2. Ρ sed praemisso κείμενον in marg scr m3, ΙΜ Bong | γ’ Re | ἐγγραφέν Ι 21 αὑτοὺς Ι 22 εἰσένεγκαι ΙΒ | βασιλῆ Ι αἰτίᾳ. οὐδὲ γὰρ ἢν τις ἀρρωστῶν δῆλος ᾖ πάντως τεθνήξων, ἀμελεῖται μὲν ὑπὸ τῶν ἰατρῶν, ἀμελεῖται δὲ ὑπὸ τῶν οἰκείων, ἀλλὰ καὶ πόνοι καὶ φροντίδες καὶ ἀγρυπνίαι καὶ φάρμακα, καὶ ὡς μὲν οὐδεμία των ὄνησις, ἔγνωσται, πᾶν δὲ ὅσον ἄξιον πρὸ τοῦ θανάτου πέπρακται.

ὁρῶμεν δέ τοι καὶ τὰς ἀσθε- νεστέρας τῶν πόλεων τειχιζούσας ἑαυτὰς καὶ ταῦτα ἐπισταμένας, ὅτι τῶν μᾶλλον ἰσχυόντων ἐστὶ τὸ πρῶτα τὰ τείχη κατενεγκεῖν. ἆρα διὰ τοῦτο ζῶσιν ἀτείχιστοι; τί δ’ οἱ τῶν ἀφυεστέρων πατέρες οὐχὶ καὶ τούτους ἐν οἷς οὔκ εἰσιν ἐλπίδες, πέμπουσιν εἰς διδασκάλων δώσοντας μὲν χρήματα, ληψομένους δὲ οὐδέν; τί δὴ τὸ πεῖθον; τὸ μὴ βούλεσθαι δοκεῖν ἠμεληκέναι τῶν τῆς φύσεως νόμων μηδὲ παρέχειν λαβὴν τοῖς ἡδέως ἐπιτιμῶσιν, ὅτι ἄρα τὸ σφῶν αὐτῶν οὐκ ἐποίησαν <οὐχ> ὧν ἦσαν κύριοι παρεσχημένοι.

καὶ μὴν τούς γε τῶν οἰκετῶν κλέπτειν μεμαθηκότας μαστιγοῦμεν καὶ ταῦτα εἰδότες, ὡς καὶ ἐν αὐτῷ τῷ τὰς πληγὰς ἰᾶσθαι χρῶνται τῷ τρόπῳ κἀν τοῖς αὐτοῖς αἱ χεῖρες. ὁ δεσπότης δὲ εἰ καὶ μὴ τὸν οἰκέτην μετέβαλεν, ἀλλ’ αὑτόν γε κατέ- στῆσεν ἄμεμπτον ταῖς ἐφ’ ἑκάστῳ πληγαῖς. τί δ’ οἱ τοὺς | ὄνους ὑπὲρ τάχους παίοντες οὐχὶ καὶ τῆς R II 584 βραδυτῆτος μενούσης παίουσιν ὅμως τὸ δοκεῖν ἐλλείπειν τὰ παρ’ αὑτῶν φυλαττόμενοι;

1 πάντων Ι 2 τεθνήξων scripsi ex ΙΒΜ sed in hoc τεθνηξόμενος in marg m. rec. τεθνήσων CAP sed in hoc ξ supra σ scr. m2 τεθνηξόμενος edd | παρὰ Μ Bong 4 μὲν om Ι | οὐδέ μία Α μὴ δεμία Ι 7 αὑτὰς ΙΜ Bong αὐτάς Re 9 διατοῦτο ΡΙΒΜ 10 δέ; Re | τούτους scripsi τούτων libri edd 14 μὴ δὲ ΑΙΒΜ 15 τὸ] τῶν Ι Ι οὐχ inserui 20 αὐτὸν Μ 21 δέ; Re 23; post παίουσιν AP sed in hoc eras,. Ι, Β 24 αὐτῶν CAP sed in hoc ’ in ’ corr m2, Β Re

25. Γίγνου δὴ καὶ αὐτὸς ἡμῖν ὑπὲρ τῆς βουλῆς ἀνήρ, εἰ καὶ τηνάλλως πονήσεις καὶ οἱ τὰ τοιαῦτα μένειν οὐκ ἐάσοντες γενήσοιντο. ἴσως δὲ οὐδὲ την- άλλως ἀκριβεῖ λόγῳ τοῦτο ἔστιν, ὅταν ἐν αὐτῷ τι τῷ πεπονηκέναι κέρδος ᾖ. οἷον δή τι καὶ τοὺς κλύδωνι διαφθειρομένους ἔστιν ἰδεῖν ποιοῦντας. ἴσασι μέν, ὡς ὁ χειμὼν περιέσται τιθεὶς ὑπὸ τῇ θαλάττῃ τὸ πλοῖον καὶ οὐδεμία τέχνη τοῦτ’ ἐξαρπάσαι δυνήσεται, τὸ δ’ ὅ τι δύναιντο βοηθεῖν οὐ προκαταλύουσιν. ἀλλ’ οὐδὲ τὰς μελίττας μέντοι παύει τῆς ἐργασίας τὸ τοῖς πεπονημένοις τοὺς κηφῆνας ἐπιτίθεσθαι, ἀλλ’ οἱ μὲν ἐσθίουσιν, αἱ δὲ ὑφαίνουσιν.

26. Ἔτι τοίνυν οὐκ ἐκείνων ἢ τούτων αἰ λύσεις. ἢν γὰρ δὴ μὴ τούσδε λάβωσι συνεργούς, αἱ ’κείνων συμμαχίαι σκιὰν ἤνεγκαν συμμαχίας. τὸ οὖν τι τὸν Φίλιππον δύνασθαι παρὰ Λασθένους ἐ·στι, παρ’ Εὐθυ- κράτους ἔστι, παρὰ τῶν ἄλλων ὅσοι δούλας τὰς αὑτῶν ἐκείνου κατέστησαν δώροις, οὐχ ὅπλοις πολεμοῦντος. δῶρα δὴ καὶ τούτους ἀδικεῖν ἀναπείθει, καὶ μέχρις ἂν αὐτοῖς ἀζήμιον τοῦτο ᾖ, τρυγῶντες οὐ παύσονται.

12 Try ph. 536 16 cf. t. IV 299, 10; 818, 24; 950, 8 R. Dem. p. 99,22; 425,29 sq.; 451,1. Diod. S. XVI 53 18 cf. Diod. S. XVI 54 2 et 3 τηνάλως CI | πονήσεις Β sed ν ex ι corr m2 5 πεποιηκέναι ΙΒΜ Bong 6 μὲν γάρ coni Re Anim 7 θα- λάσσῃ ΒΜ Bong 8 οὐδὲ μία ΑΡ sed in hoc eras, Ι 9 ὅτι Β 10 παύει μέντι Ι μέντι παύειν Β 11 πεπονη- μένοις Α sed γρ πεποιημένοις in marg πεποιημένοις Ρ | ἐπι- τίθεσθαι Re ἐπιτεθεῖσθαι ΑΡΒΜ Bong ἐπιτεθῆσθαι CI 13 οὐκ om Ι | ἐκείνων <μᾶλλον> at cf. t. Ι 408,9; II 92,1 14 τούσγε ΒΜ Bong | ’κείνων Ρ sed ’ eras κείνων AI κεί C 17 δούλας ΑΡ sed ~ in ΄ corr m2, Ι | αὐτῶν Ι 20 ἀζήμιον αὐτοῖς Ρ | παύσοντες Ι

27. Μάστιγι τοίνυν αὐτοὺς ἀμείνους ἀπόφηνον, ὅπερ αὖ καὶ τὸν Δία πεποιηκέναι φησὶν | Ὅμηρος, R II 585 καὶ ἐπειδὴ μὴ ἑκόντες, ἄκοντες τὰς βουλὰς εὖ ποι- ούντων. ἃς σὺ μὲν ἀνορθοῖς, οἱ δὲ ἐναντιοῦνται περὶ μὲν τοῦ πῶς ἂν ἵππος ἵππου καὶ ἡνίοχος ἡνιόχου καὶ ὀρχηστὴς ὀρχηστοῦ κρατήσειε [καὶ] σκοποῦντες βουλευόμενοι καὶ παντὸς ἁπτόμενοι καὶ λόγον καὶ ἔργου, τὰ δὲ τῶν βουλῶν ἐῶντες κατερρυηκέναι δεδιότες μὴ παύσῃς αὐτὰς ἀτυχούσας, ἐπαινοῦντες πλοῦς βλα- βεροὺς ταῖς ἀθλίαις νεότητα βεβουλευκότων γενῶν ἄγοντας, τοὺς μὲν εἰς Φοινίκην, τοὺς δὲ εἰς Ἰταλίαν, οὐχ ὡς ἐπὶ καλλίω τῶν παρ’ ἡμῖν πεμπόντων ἐκεῖσε τῶν γονέων, ἀλλ’ οὐκ ἀγνοοῦσι μὲν τὴν τούτων εὐ- γένειαν, ἀπαλλαγὴν δὲ βουλῆς ἐν ἐκείνοις ὁρώντων.

ἐφ’ οἷς οὐδεὶς τούτων τὸ ὦ Γῆ καὶ Ἥλιε λέγει οὐδ’ εἴργει καταβαίνοντας εἰς λιμένα οὐδ’ ἃ τὰς βουλὰς ἐλεούντων ἦν λέγει, ἀλλὰ καὶ συγχαίρουσι καὶ συνεύ- χονται καὶ προπέμπουσι. καὶ τοσαῦται μὲν πρεσβείαι, φροντὶς δὲ ἐλαττόνων, τῶν τηλικούτων δὲ οὐδεμία.

29. Καίτοι γε οὐκ ἦν τῆς σῆς ἀνάξιον, ὦ βασιλεῦ, φύσεως θεῖναι νόμον μὴ τοιαῦτα τοὺς τοιούτους μαν- θάνειν, ἀφ’ ὧν αὑτοὺς ἔξω τῶν βουλῶν ποιήσουσιν, ἀλλ’ ἀφ’ ὧν τὴν τῶν προγόνων ὁδὸν ἥξουσιν, οἷς ἦν 2 ΙΙ μ 37; ν 812 5 cf. p. 432, 20 10 cf. p. 283, 4; 438,18; 442, 8; 443, 3 15 cf, p. 311,1; 478,5 16 cf. p. 442,8 1 αὐτοὐς om Ι 5 μὲν οὖν τοῦ Μ Bong 6 καὶ can- cellavi | σκοποῦνται Bong 12 ὡς Ρ sed ’ in ras m2 | ἡμῖν Re ἡμῶν libri Bong 13 μὲν om Ι 14 ὁρῶσιν Re, at ana- coluthia servanda 16 οὐδ’ — 17 λέγει om C 19 οὐδὲ μία A 20 ἀνάξιον τῆς σῆς Β ἄξιον ΒΜ Βονγ 21 μόνον Ι 22 αὐτοὺς ΙΒΜ Bong | τῆς βουλῆς Ι ἀρκοῦν εἰς φιλοτιμίαν ἀπὸ τῆς Ἑλλάδος φωνῆς ταῖς πατρίσι βοηθεῖν. καὶ οὐδὲν δεινὸν ἔπασχε Φασγάνιος ἐκεῖνος δι’ ἑρμηνέων τοῖς ἄρχουσι συγγιγνόμενος οὐδ’ ἰλιγγιῶν ἑωρᾶτο, οὐδ’ οἱ τῶν Ῥωμαίων ἄκροι τῷ μὴ τὴν Ἰταλῶν γλῶτταν εὑρίσκειν παρ’ ἐκείνῳ χεῖρον τῇ πόλει τά πράγματα ἔχειν ἔφασκον, ἀλλ’ οὕτως ἀνεῖχε τὴν βουλὴν καὶ τὴν πόλιν καὶ προιὼν ἐνδοξότερος R II 586 ἐγίγνετο καθ’ ἑκάστην Ι ἡμέραν, ὥστ’ οὐδεὶς τῶν ἀρχόντων οὐχὶ Φασγάνιος μᾶλλον ἢ ὅσπερ ἦν Μέλεν εἶναι. καὶ γάρ τοι μᾶλλον ἐκεῖνοι τοῦτον ἐπανελθόντες ἢ ὅδε ἐκείνους μένων ἐθαύμαζε.

30. Δότωσαν τοίνυν οἶδε δίκην, ὦ βασιλεῦ, τῆς πολλῆς εἰρωνείας καὶ μαθέτωσαν μὴ τὰ αὑτῶν ἀδίκως, τὰ δὲ κοινὰ τῶν πόλεων δικαίως αὔξειν. νῦν μὲν γὰρ ἀσφαλῶς πονηρευόμενοι πολεμοῦσι τοῖς συμφέ- ρουσι τῶν πατρίδων, δόντες δὲ δίκην παύσονται του τὰ τοιαῦτα πωλεῖν.

πρῴην τις ἤγγειλέ μοι τὸν αὐτὸν ἄνθρωπον ἐν μικρᾷ τινι πόλει τά τ’ ἔνδον καὶ τὰ τῶν τειχῶν ἔξω διοικεῖν καὶ πολλὰς ἔχειν τὰς τάξεις καὶ προσηγορίας εἰσπράττοντα, τοῖς ἑαυτοῦ χρήμασι λοῦσθαι τοῖς ἐκεῖ παρέχοντα, τὸν δ’ αὐτὸν ἀμφορέα λαβόντα βαλανέα γενέσθαι, καὶ τῷ ἄρχοντι θαῦμα τοῦτο ἐνεγκεῖν ὁρῶντι τὸν πολιτευόμενον καὶ 2 cf. t. I 81, 13; 404, 17 et ad p. 215,1 20 sq. cf. t. I 249, 15 sq. 2 πατράσι C | δεινὸν om Μ Bong 3 συγγινόμενος CB 4 (??)λιγγιῶν Α εἰλιγγιῶν Re 5 τῶν Ι 9 φασγάνιος P sed ι in ras m2 Φασγάνιον Bong 11 ἐθαύμαζεν Α 12 οἷδε Α 13 αὐτοῦ C αὐτῶν Ι 14 post δὲ ras 2 litt Ρ 16 πατρί- δων C Re πατρίων erliqui libri Bong | δόντων C 17 τὰ om I | πσώην ΡΙΒΜ Βong | τις Β 18 καὶ τὰ] καὶ τά τε (τ᾿ Ι) libri Bong τᾶι τε Re τε delevi 19 ἵξω τῶν τειχῶν Ι | τὰς] καὶ Ι 23 τοῦτο θαῦμα Ι ταῦτα ἐργαζόμενον. τούτῳ τοίνυν ἐξῆν ἂν ἔχειν νωνοὺς οὐκ ὀλίγους καὶ πρὸς τούτῳ ταυτὶ τἀν τῷ βαλανείῳ διαφυγεῖν, εἰ μὴ κέρδος ἦν αὐτῷ τὸ μεμο- νῶσθαι. νῦν δ’ ὁ μὲν ἄρχων ἐγέλασε, τὸ κακὸν δὲ ἔμεινεν, ἡ πόλις δὲ εἰς κώμης σχῆμα κατέβη. διόπερ ἐπαινεῖν ἔχω τὸν νῦν τοῦτον ὕπαρχον τρεῖς τινας ἀπὸ δικαζόντων <τῶν> θρόνων εἰς βουλὴν μᾶλλον δὲ οὐ τὸ πᾶν ἐπαινῶ. τῇ γὰρ ἀρχῇ τὸ τέλος οὐχ ὡμολόγησεν. οὐδὲ γὰρ τρεῖς ἂν ἑωράκει μόνους τῷ | δικαίῳ συναγωνιζόμενος, ἀλλ’ οὐδὲ ἔστιν R II 587 εἰπεῖν ὅσους.

32. Σὺ τοίνυν ἀνθ’ ἁπάντων γενοῦ ταῖς βουλαῖς, ὦ βασιλεῦ, ταῖς οὐκ ἐλάττονος σπουδῆς ἀξίαις ἢ ὅσης αἱ δυνάμεις. αἰ μέν γε ταῖς πόλεσι τὴν σωτηρίαν φέρουσιν, αἰ δ’ εἶναί τι ποιοῦσι τὸ σωτηρίας ἄξιον. τῶν βουλῶν δὲ ὡς ἐδείκνυον διακειμένων οὐδ’ ὑπὲρ ὅτου καλὸν κινδυνεύειν ἔνι. τοσοῦτον ἐντεῦθεν αἶσχος κατακέχυται τῶν πόλεων τῆς ἐκεῖθεν ἀμορφίας ἐπὶ πᾶν ἀφικνουμένης. ποίησον δὴ πάλιν λαμπρὰ μὲν τὰ θέατρα τῷ πλήθει παρὰ τῶν διδόντων, λαμπρὰς δὲ τῷ αὐτῷ τούτῳ τὰς ἐπιδείξεις τῶν λόγων, ὡς νῦν γε οἱ μὲν οὐδ’ εἰπόντες πορεύονται στένοντες, οἱ δ’ ὅτι εἶπον ἑαυτοῖς ἐπιτιμῶντες, καὶ μήν, ὅ μέγιστόν 6 Tatianum cf. p. 425 not. 1; 452,8 18 Od λ 433 3 ἢ Ι et in marg Μ 4 δὲ Re | ἄρχων in marg P2 | δ’ Re 5 σχῆμα in σχήματα corr A2 σχήματα Ρ 6 νοῦν Bong 7 τῶν inserui post δικαζόντων ex Ι, post ἀπὸ Re om reliqui libri Bong 9 ἐωράκειμεν et 10 συναγωνιζομένους Re Anim 11 sq. ὅσους. σὺ Re ὅσονς οὔ. libri Bong 13 ἀξίους Ι 15 αἳ ΑΡ sed in hoc οἵ suprascr m2 αἵ ΙΒΜ Βong | δὲ Re 22 οἳ (2) Α οἵ P sed in ras m2, ΒΜ Bong | δὲ Re ἐστιν ἁπάντων, τὸ τῆς ῥητορικῆς σθένος, ᾗ καὶ τὸ πραχθῆναι προσῆκον εὑρίσκεται καὶ τὸ πραχθὲν μιάζεται. ταύτῃ τοίνυν μετὰ τῶν βουλῶν ἀπολωλέναι καὶ διεφθάρθαι συμβέβηκεν, ὥσπερ, ἡνίκα ἦσαν μεγά- λᾶι, καὶ ταύτῃ τετιμῆσθαί τε καὶ πολλοὺς ἔχειν τοὺς ἐραστάς.

33. Βουλοίμην δ’ ἄν σοι τὴν βασιλείαν μὴ μόνον στρατείαις κεκοσμῆσθαι καὶ μάχαις καὶ τροπαίοις καὶ νίκαις, ἀλλὰ καὶ τῇ παιδεύσει καὶ τοῖς λόγοις, ὧν ἡ Ἑλλὰς μήτηρ, ἤ, εἰ βούλει γε, ὧν πατέρες οἱ παῖδες τῆς Ἑλλάδος. ὡς οὖν ἐν τῷ ταῖς βουλαῖς βοηθεῖν βοηθήσων καὶ τοῖς νῦν ἀπερριμμένοις βιβλίοις, τῇ κατὰ τούτων οἷς βραχὺ τῶν δικαίων μέλει κολάσει δεῖξον ἄμφω τὴν ἰσχὺν ἀπειληφότα, τά τε βουλευτήρια τά τε διδασκαλεῖα.

13 Dem. p. 212,28 2 τὸ ante προσῆκον inser Ρ | εὑρίσκονται Ι 5 ταύτῃ γε Β 8 στρατείαις scripsi στρατιαῖς CAPI Re στρατιώταις ΒΜ Bong 15 τέλος subscr Α, πρὸς τὸν βασιλέα Ρ