The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
ἐπ' αἰτίᾳ μὲν οὐδαμῶς παρ’ ὑμῖν ἐκρίθην,
οὕτως ὥστε μηδὲ συκοφάντῃ παρασχεῖν αἰτίας πρό-
φασιν ἢ μέμψεως, τὴν ἐπ’ ἀρετῇ δὲ ταύτην κρίσιν οὐκ
ἂν ἀπαξιώσαιμι ὡς ὑπαιτίου μὲν ἀγωνίζεσθαι περὶ
τιμωρίας, ὥσπερ Ἀριστοφῶν, ἀγαθοῦ δὲ περὶ δωρεᾶς,
ὡς ἐγώ.
ἔστι μὲν οὖν ἐπιεικῶς, ὦ ἄνδρες Ἀθη-
ναίοι, τὸ αὐτὸ καὶ σεμνολόγημά μοι πρὸς ὅλον τὸν
βίον καὶ ἐναντίωμα πρὸς τὴν παροῦσαν κρίσιν, Ἀρι-
ἀπείρως ἔχω, οὑτοσὶ δὲ μονονοὺ καθ’ ἑκάστην ἡμέραν
κρινόμενος ἐγγεγύμνασται τοῖς δικαστηρίοις. ἔστι δέ, εἰ
μὲν δικανικῆς δεινότητος ἡ τιμή, κρείττων ὁ τὰς με-
γίστας δοκούσας αἰτίας διακρούσασθαι δυνηθείς, εἰ δ’,
ὧς ὁ νόμος φησί, καλοῦ βίου, ὁ μηδ’ ἐν ὑπονοίᾳ πο-
νηρᾷ γεγονὼς ἐν ὅλῳ τῷ βίῳ.
τούτῳ μὲν οὖν εἰ καί
τις ὠφείλετο παρ’ ὑμῶν χάρις, ὡς ἔγωγε οὐκ οἶδα
ἀνθ’ ὅτου, οὐδὲ γὰρ αὐτὸς ὧς εὖ τι τὸν δῆμον πε-
ποιηκώς, ἀλλ’ ὅτι μὴ κακῶς ὑπὸ τοῦ δήμου πέπονθε,
τούτῳ σεμνύνεται, πλὴν εἰ καί τι χρήσιμος ὑμῖν γέ-
γόνε, τὴν ἱκανὴν ἔχει. ὁσάκις αὐτὸν κινδυνεύοντα περὶ
τῆς ἐπιτιμίας ἢ τῆς πατρίδος, ἔστι δ’ ὅτε καὶ τοῦ
βίου διεσώσατε, ὥστε καὶ πρὸς ὀφείλων ὑμῖν ἀναφαί-
νεται. ὁ δ’ ἐν οὐδενὶ δεηθεὶς ἀγῶνι τῆς ὑμετέρας
εὐνοίας καὶ φιλανθρωπίας εἰκότως ἄν, ὅτε πρῶτον
αἰτῶ, τύχοιμι. ὄντος δὲ καὶ μόνου ἀκούετε τοῦ μὲν
οὐ μὴν ἀλλ’ οἱ μὲν τὸ τέλος ἀγνοοῦντες, αὐτὸ
δὲ τοῦτο τὸν μὲν πολλάκις, τὸν δὲ μηδ’ ἅπαξ κε-
κρίσθαι μαθόντες, τὴν ἑκατέρου δὲ προαίρεσιν οὐκ
εἰδότες οἰηθεῖεν ’ίσως ἂν τὸν μὲν ἐξεταζόμενον ἐν πολι-
τείᾳ καὶ πολλοῖς ἐμπλεκόμενον | πράγμασι διὰ τοῦτο
ἐπισπώμενος φθόνον ἀφ’ ὧν εὐδοκιμεῖ καὶ δι’ ὅσων
νῦν Ἀριστοφῶν σκήπτεται κρίνεται· περὶ ἐμοῦ δὲ τὴν
ἐναντίαν ἔχοι τις ἂν δόξαν, ἰδιωτεύων γάρ, ὡς εἰκός,
ἀποδεδρακὼς ἐκ μέσου λέληθε τοὺς συκοφάντας ἐν
ἀφανείᾳ βίου, καὶ τὸν μὲν φιλοκίνδυνον ἔσθ’ ὅτε
καὶ χρήσιμον ἂν ἡγήσαιτο τῷ μήτε λέγειν ἃ δεῖ μήτε
γράφειν ὀκνεῖν, ἐμὲ δὲ βίου μὲν εἷναι νικηφόρον
ἀμέμπτως εἰς τοῦτο ἐζηκότα, ἀσύμβολον δὲ τοῖς κοι-
νοῖς. καὶ γὰρ οὕτως ἔχει· οὔτε καθ’ αὐτὸν βιοῦντα
καὶ μὴ προσαπτόμενον πολιτείας ἀναίτιον διαγενέσθαι
μέγα οὔτε πολιτευόμενον αἰτίας πολλὰς ἐκφυγεῖν ἄξιον
τιμωρίας, ἀλλ’ οὐδὲ τιμῆς.
5. Τί οὖν καὶ δυσέφικτον καὶ ἄλλως ἄξιον
προσκρούων, ὡς εἰκός, ἐν τῇ πολιτείᾳ πᾶσι, τισὶ
φθονούμενος ἐφ’ οἷς ἐπαινεῖται βίον ἀκίνδυνον ἐν
ἐπικινδύνῳ προαιρέσει φυλάττει μόνος καὶ κρίνει μὲν
οὓς ἂν ἀδικοῦντας λάβῃ, μηδεὶς δὲ τούτου μηδὲν
ἀντικατηγορεῖ, οὗτος ὁ μέγας δημαγωγός, οὗτος ὁ
κρείττων ἐλπίδος, ᾧ συγχωροῦσι καὶ ἰδίᾳ καὶ δη-
μοσίᾳ πάντες ἄνθρωποι πολιτεύεσθαι καλῶς κοινῇ
μὲν πειθόμενοι, κατ’ ἄνδρα δὲ μὴ γραφόμενοι, τούτῳ
μαρτυροῦσιν ἀφ’ ἑνὸς στόματος ᾧ σιωπῶσιν, εὖνοι,
κακόνοι, πᾶς ὁ δῆμος, οἱ ῥήτορες, οἱ συκοφάνται.
εἰμὶ τοίνυν οὗτος ὑμῖν ἐγώ. οὐδὲ γὰρ οὗτος μέν,
ὥς φησιν, ἐπειδὴ πεπολίτευται, κρινόμενος οὐ παύεται,
ἐγὼ δὲ τῷ φεύγειν τὰ κοινὰ καὶ τὴν δίκην ἐκπέφευγα.
μίαν τὴν πρώτην ὁδὸν τραπόμενοι τὴν εὐθὺ τοῦ βου-
λευτηρίου καὶ τῆς πνυκὸς ἀντίτεχνοι καὶ τῶν αὐτῶν
ἀνταγωνισταὶ ἐν τοῖς ὁμοίοις ἀνόμοιοι διεφάνημεν,
ἥπερ σαφεστάτη διάγνωσις. τὰ μὲν οὖν καθ’ ἕκαστον
τῶν πολιτευμάτων μακροῦ λόγου, τὸ κεφάλαιον δὲ
περὶ οὗ τά νῦν ἡ κρίσις, πολλὰς γνώμας εἶπεν Ἀρι-
ἐπανήλθομεν πεπρεσβευκότες. ἠγόμην εἰς τὸ πρυτα-
νεῖον, οὗτος εἰς τὸ δικαστήριον. ἔλαβε τὰ τοῦ πολέμου
κατὰ τὴν ἑκατέρου πρόνοιαν τέλος. ἐστεφανούμην, οὑ-
τος εἰς τὸ δεσμωτήριον εἵλκετο. ταὐτὰ παρὰ πᾶσαν
πολιτείαν. τῷ μὲν ἀβίωτος ὁ καλὸς οὗτος βίος ἀεὶ περὶ
αὑτοῦ τρέμοντι, λαγὼ βίον ζῶντι, ἐγὼ δὲ οὐ γνώμην
ὑποσιωπήσας, οὐ πρεσβείαν ἐξομοσάμενος, οὔτ’ ἐν τῷ
κελεῦσαί τι τῶν ἐπιπόνων οὔτ’ ἐν τῶ κωλύσαι τὰ
πρὸς ἡδονὴν οὐδὲ λαβὴν ἐνέδωκα τούτοις οἷσπερ Ἀρι-
στοφῶν οἶδεν ἐπὶ πάσης προφάσεως συκοφαντούμενος.
ὅμοιοί γέ εἰσι παρὰ μικρὸν ἡμῶν οἱ βίοι;
7. Δεινὸς δὲ ὢν ἐξ ἔθους τὰ δικανικὰ σοφίζεται
τοιόνδε τι· κέκριμαι πολλάκις καὶ νενίκηκα, Κέ-
φαλος δὲ οὐδ’ ἅπαξ. εἶτα τοῦτον τοῦ δεδοκι-
μασμένου προτιμήσετε; ὥσπερ εἰ περὶ τῆς ἐν πρυ-
τανείῳ σιτήσεως ἀγωνισάμενος ἐν τοῖς πολλοῖς δικα-
ἐμοῦ δόξαι. καὶ πολλάκις εἰ κριθεὶς ὐπ’ ἐμοῦ πολλάκις
ἐξέφυγε, χρηστὸν μὲν οὐδ’ ἂν οὕτως αὑτὸν ἐδείκνυε,
συκοφάντην δ’ ἐμέ.
εἰ δὲ οὔτε πρὸς τὸν αὐτὸν
οὔτε περὶ τῶν αὐτῶν, μὴ προσαγέτω πρὸς τὸν ἀρετῆς
ἀγῶνα τὰ τῆς κακίας ἐγκλήματα, εἰ μὴ μόνος τὰ κάλ-
λιστα τοῖς αἰσχίστοις κτήσεται, ὃς τοσοῦτον ἀπέχει
τοῦ διὰ τὰς πονηρὰς ὑπονοίας, ἔστω γὰρ ὑπονοίας,
γέρας ἂν δικαίως λαβεῖν, ὥστ’ εἰ καὶ δωρεᾶς ἄξιον ἄλλο
παρείχετο, διὰ τοῦτ’ ἂν εἰκότως ἐκωλύετο, ὅτι πλείω
τῶν σεμνολογημάτων ἔχει τὰ ἐγκλήματα. διὸ μή τοι γε
τοῦ κεκρίσθαι πολλάκις αὐτόν, μηδ’ ἂν ἑτέρου χρηστοῦ
τοῖς ἑαυτοῦ κακοῖς ἐσεμνύνετο.
κινήσας οὖν καὶ
τοῦτον, εἴ τις, αὐτὸς τὸν ἀγῶνα φιλοκινδύνως καὶ νῦν
κτῆσις ἦν θατέρου. πολὺ καὶ τὸ πᾶν μεθόριον τῶν
ἐπὶ τἀναντία διεστηκότων. μὴ μίγνυε τὰ ἄμικτα μηδὲ
τὴν ἄφεσιν τῶν κακίστων μαρτυρίαν τίθεσο τῶν βελ-
τίστων ἐπιτηδευμάτων.
εἰ γοῦν ὁ τιμωρίας ἀπο-
λυθεὶς δωρεᾶς τεύξεται, καὶ τήμερον ὁ τῆς τιμῆς ἀπο-
τυχὼν θανάτῳ ζημιωθήσεται. εἰ δὲ καὶ τὸ μόνον ἀμ-
φισβητῆσαι γέρως τοῦ μηδ’ ἐνάμιλλον γενέσθαι σεμνό-
τερόν ἐστι, καὶ τὸ δίκην ἐκφυγεῖν ἐντιμότερον τοῦ
μηδ’ αἰτιαθῆναι. ὥσπερ οὖν οὐχ ὅστις οὐκ ἄξιος
δωρεᾶς, διὰ τοῦτο κολάσεως, οὕτως οὐδ’ ὅστις οὐ
κολάσεως, διὰ τοῦτο δωρεᾶς. ὧς τῷ γε τοιούτῳ τὸ
δίκην ἢν ἐκινδύνευσε μὴ δοῦναι μεγάλη δωρεά. ἐπίτι-
μος εἶ, τὴν ψυχὴν ἔχεις, ἥλιον ὁρᾷς. αὗται τῆς ἀφέ-
σεως αἱ τιμαί. ἢ γὰρ οὐκ αἰσχρὸν τὸν αὐτὸν ἄνδρα
ἐν τῇ αὐτῇ πόλει χθὲς μὲν καὶ πρῴην καὶ πάλαι καὶ
ἀεὶ δωροδοκίας, προδοσίας ἤ τινος τῶν δεινοτάτων
εὐθύνας ὑπέχειν, τήμερον δ’ ἐπ’ ἀρετῇ στεφανοῦσθαι,
καὶ τοὺς αὐτοὺς ἀκροατὰς εἶναι τότε μὲν τῆς κατη-
γορίας, νῦν δὲ τῆς ἀναρρήσεως; ποῖον γὰρ δικαστήριον
ταχοῦ.
ταῦτα τῆς σῆς ἀρετῆς τὰ ὀνόματα, ταῦτα
ἔχεις κηρύγματα. οὐδέποτε εἰρήνην ἄγει οὐδ’ ἀνοχάς.
ἀναγκάζει μονονοὺ κἀν ταῖς ἱερομηνίαις καθῆσθαι
ἄλλῃ δίκῃ φυλάττουσιν. ἀναβολὴ τιμωρίας, οὐκ ἀπαλ-
λαγὴ τὸ γιγνόμενόν ἐστιν. ἡ μὲν οὐκ ἔχει πω τέλος, ἡ δ’
ἤρξατο. τὴν μὲν κατεγκέκληται, τὴν δὲ παραγράφεται.
τὴν μὲν ὑπόμνυται, τὴν δ’ ἀγωνίζεται. μίαν οἶδεν
ὁδόν, εἰς δικαστήριον ἐκ δικαστηρίου. πρὶν ἐπινίκια
θῦσαι περὶ τῆς ἀκρίτου γραφῆς εὔχεται. δέχεται κα-
κὸν ἐκ κακοῦ, καὶ τῆς παρελθούσης σωτηρίας οὐδεμία
αἴσθησις ὑπὸ τοῦ προσιόντος φόβου. τάχα καὶ νῦν ἐν
γραφαῖς ἐστιν, οὐ γὰρ ἐγὼ πολυπραγμονῶ τὰ τούτου
κακά, ζηλωτὴς δὲ τοῦ καθ’ ἡμέραν ἐπικινδύνου βίου.
ἐγὼ μὲν ᾐδέσθην ἂν τοσαυτάκις ἐπαινούμενος
ὁσάκις κατηγορούμενος οὗτος ἀγάλλεται. πάντας ἂν
προσεδόκησα μᾶλλον ἢ τοῦτον ἀνταγωνιστὰς τοὺς
ἅπαξ ἢ δὶς ἐν ὑποψίᾳ πονηρᾷ γενομένους, σὺ δὲ οὐκ
φέσθω με ὁ βουλόμενος· αἴτιός μοι δωρεᾶς
ἔσται.
Σωκράτης δὲ παρώξυνε καὶ μηδὲν ἀδικῶν
τοὺς δικαστάς, ὅτι τῆς ἐν πρυτανείῳ σιτήσεως ἑαυτῷ
καταπαίζων ἐτιμήσατο. καὶ οὐκ ἀπεικάσαι Σωκράτει
βουλόμενος αὐτὸν εἶπον, πόθεν; ἀλλὰ τὴν αὐθάδειαν
ὀργῆς ἀξίαν δεικνύς, ἐπεὶ τίς οὐκ <ἂν> εὔξαιτο
φάντῃ περιπεσεῖν, εἰ τὴν τοῦ κατηγόρου κακίαν οἰκείαν
ἀρετὴν θήσεται; τί δὲ κωλύσει καὶ τοὺς ἀνδραποδιστὰς
ἀπαχθέντας καὶ τοὺς ἱεροσύλους, ἢν ἀφεθῶσιν, εἰς τὸ
πρυτανεῖον καλεῖν ἐκ τοῦ δεσμωτηρίου;
πᾶσι γὰρ
ὁδοποιεῖ καὶ νόμον καινὸν τίθησιν ἄξιον καὶ τοῦτον
γραφῆς παρὰ μίαν ψῆφον ἀποθνήσκειν ἢ στεφανοῦ-
σθαι τοὺς κριθέντας. καὶ ποῦ τοιοῦτός ἐστι νόμος; ἐν
Ι Λοκροῖς ἐν βρόχῳ νομοθετοῦσιν οἱ ῥήτορες. καί-
ἐὰν κρατήσῃ χάριν, οἱ δὲ τοῖς ἐξελκύσασιν ἐκ τοῦ κιν-
δύνου τὴν κεφαλὴν οὐ περιάπτουσι στέφανον μετὰ τὸν
βρόχον, στέργει δὲ ὅτι ζῶν ἄπεισι. καὶ οἶ παρ’ ἡμῖν
κατηγορήσαντες, δύο κεκάρπωσαι, καὶ τὸ μηδὲν αὐτὸς
παθεῖν καὶ τὸ τοὺς ἐχθροὺς ἐπιδεῖν· εἰ δ’ ἀπηλλάγη-
σαν ἀζήμιοι, ὅρα μὴ οὐ συκοφαντίαν αὐτῶν οἱ δικα-
σταὶ κατέγνωσαν, ἀλλὰ σοὶ τὰς αἰτίας μετεστρέψαντο.
καὶ πῶς ἂν ἔχοι λόγον, <ἐν> οἷς τοῖς ἡττᾶσθαι
σιν οὐ δ’ ἡτισοῦν γέγονε βλάβη, σὲ δωρεὰν κομίσασθαι
πρὸς τῷ νενικηκέναι;
15. Ἀγνοεῖς, ὦ σύμβουλε τοῦ δήμου, ὅτι καὶ μικρὸν
αἰδοῦς μετέχοντι αἱρετώτερον μίαν ἐνθάδε ἁλῶναι δί-
κην ἢ πολλὰς ἐκφυγεῖν, καὶ καταδικασθῆναι διὰ
μικρὰ τοῦ περὶ τηλικούτων ὑπονοηθῆναι; σὺ μὲν ταῖς
καθ’ ἡμέραν Καδμείαις νίκαις γαυριᾷς, ἐγὼ δὲ καὶ]
προσκυνῶ τὴν Ἀδράστειαν· ἀντίθες γὰρ δὴ τὸν ἐμὸν
τὸν ἀνεξέταστον βίον. οὐ μεῖζον, οὐ μικρότερον ἔσχον
ἔγκλημα. ἀρετῆς δὲ αὐτὸ τὸ μὴ κριθῆναι κρίσις, τὸ
καθαρεύειν ψόγου, τὸ μηδ’ ἐγγὺς ὑπονοίας ἀδίκου
γενέσθαι ποτὲ καὶ ταῦτα στρεφόμενον ἐν τοῖς πολι-
μάλιστα μὲν γὰρ οὐδὲ τῶν ἰδιωτῶν
οὐδεὶς ἀδοκίμαστος, οὐδ’ ἂν μὴ κριθῇ, πολλοὶ δὲ καὶ
τοὺς λανθάνοντας ἀνερευνῶσιν, εἰ καὶ μὴ λάβοιεν ἐν
ἐκκλησίᾳ, τἄλλα διαιτήματα ἀκριβῶς φυλάττοντες, πό-
θὲν ἑκάστῳ βίος, τίσι συζῇ, μετὰ τίνων βαδίζει. μέγα
δικαστήριον ἡ πόλις πᾶσι τῶν καθ’ ἡμέραν ἐπιτηδευ-
μάτων. ὅταν δὲ καὶ τὰ δημόσια πράττων τις ἀνέγκλη-
τος καὶ ἄληπτος ᾖ, μείζονα βάσανον ταύτης ἀναμενεῖτε;
καὶ εἰ μὲν ἔτος τουτὶ δεύτερον ἢ τρίτον, ἀφ’ οὗ προσ-
ελήλυθα τῷ βήματι, οὐκ ἀξιόπιστος ὁ χρόνος οὗτος οὐδὲ
βεβαιωτής· εἰ | δὲ ἀφ’ ἧς ἡμέρας ἐδοκιμάσθην εἰς
οἶς ἐκωλύθησαν ὑπ’ ἐμοῦ λελυπημένοι, οἱ δὲ πρὸ
ἐμοῦ τετάχθαι θέλοντες, οἱ δὲ φθονοῦντεςι ἀλλ’ οὐδὲ
σκιὰν εὑρίσκουσιν ἐγκλήματος, ἆρά γε ἀδοκίμαστος εἶναί
σοι δοκῶ;
οὐκ ἂν ἐφρόνουν μέγα μὴ κριθείς, εἰ
τῶν ἰδιωτευόντων τις ἦν, οὐδὲ γὰρ στρατιώτης ἔξω
βέλους μείνας οὐ θαυμαστὸν εἰ μὴ τέτρωται· εἰ δ’
ὁμόσε τοῖς δεινοῖς ἰὼν ὑποτιθεὶς τὸν ἴδιον κίνδυνον
δήμου θορύβῳ, συκοφάντου φθόνῳ, τύχης καιρῷ
ἄτρωτός εἰμι ταῖς διαβολαῖς οὐχ ἧττον ἢ τὸν Αἴαντα
μους· ἐμὲ δέ, καὶ μή μοι φθόνος ἀπαντήσαι μηδείς,
οὐκ ἐχθρὸς εἰς ἀγῶνα κατέστησεν, οὐ νόμος, οὐ φθό-
νος, οὐ συκοφάντης, οὐ λογογράφος οὐ φήμη πλὴν ἡ
καλλίστη περὶ ἐμέ. ἄχραντος αἰσχρῷ λόγῳ καὶ κρείτ-
των τοῦ τοῖς εὐδοκιμοῦσιν ἀκολουθοῦντος φθόνου.
γὰρ ἐτόλμησε τὴν ἐναντίαν φωνὴν ἀφεῖναι; τίς διᾶραι
τὸ στόμα πολλῶν μὲν ὑπ’ ἐμοῦ ψηφισμάτων εἰσενη-
νεγμένων, οὐκ ὀλίγων δὲ χρημάτων διῳκημένων; πόσοι
νόμοι; πρεσβεῖαι πόσαι; ἔργων ἐπιστάτης, νεωρίων
ἐπιμελητής, οὐδὲν ὅ μὴ μόνος.
ἐγὼ μέν, εἰ τοῦτό
σοι δοκεῖ σεμνὸν εἶναι τὸ κεκρίσθαι <πολλάκις,
αὐτὸς πολλάκις κεκρίσθαι> λέγω τρόπον οὐχ ὅν
δοκοῦντες ἀδικεῖν, ἄπαγε, ἀλλ’ ὅν οἱ χρηστοί. πολλά
μου τὰ δικαστήρια. οἱ βουλευταί, ἐν τούτοις νικῶ τοῖς
προβουλεύμασιν. ἡ πνύξ, ὅπου πείθω τοὺς ἐκκλησιά-
ζοντας. ἐν δὲ τοῖς δικαστηρίοις αὐτοῖς οὐχ εἷλον ἕτε-
ροι. τὸ <δὲ> μέγιστον ἐν αὐτοῖς τοῖς πράγμασιν,
μήτε πρὸς ἔχθραν μήτε πρὸς χάριν κρίνει τοὺς ῥήτο-
τὰ δ’ ἐμοὶ πεπολιτευμένα τοιαῦτα, οἷα
μηδ’ ἂν ὁ Μῶμος μωμήσαιτό | φασιν. εἰ δὲ δεῖ με
παρανόμων μέν, ἐφ’ οἷς γράψαντά με οὐδεὶς ἐγράψατο,
παραπρεσβείας δέ, ἐφ’ οἷς πρεσβεύσας πολλάκις οὐκ
ᾐτίαμαι, καὶ καθ’ ἕκαστον ἔγκλημα, ἴν ὡς τάχιστα
τῆς δυσφημίας ἀπαλλαγῶ ταύτης, ὅτι γε μηδ’ ἐναντίως
μηδὲν ἐκρίνατε. ὥστ’ ἐφ’ ᾧ μὲν οὗτος ἐπαίρεται, κἀγὼ
φανερώτερον ἀφεῖμαι παντὸς ἐγκλήματος, τὸ δὲ τοῦ
Κεφάλου καλὸν οὐκ ἂν οὗτος εἰπεῖν ἔχοι.
καὶ σὺ
μὲν τὸν δεῖνα διάβολον καὶ τὸν δεῖνα φιλαέτἴον, ἐγὼ
δὲ συκοφαντίαν αὐτὴν ἐνίκησα, ᾧ μηδ’ ἀντιβλέψαι τῶν
ταύτην τὴν τέχνην ἐχόντων ἐτόλμησέ τις. πολλῷ δὲ
τῷ περιόντι νικῶ τούτους ὧν σὺ δι’ ἀγῶνος κρα-
τεῖς. τοῦτο καὶ στρατιώτου βέβαιον κράτος, ᾧ μηδ’ εἰς
χεῖρας ἐλθεῖν ὑπομένουσι, καὶ ἀθλητῇ καθαρωτάτη
καὶ ἀπροφάσιστος ἡ νίκη, ᾧ μηδεὶς ἀθλητῶν ἀνταπο-
δύεται τῷ φανερῷ τῆς ὑπεροχῆς καὶ πρὸ τῆς πείρας
παρακεχωρηκότες. ὁ μὲν γὰρ ὧς ὅμοιος ἢ χείρων κατα-
φρονηθεές, εἰ καὶ περιγένοιτο, τύχη μᾶλλον ἢ ῥώμῃ
τίς ἂν οὖν ἢ στρατιώτην κωλύσαι τρόπαιον στῆσαι
ἀμαχεὶ καὶ μόνον τῷ φόβῳ τρεψάμενον τοὺς πολεμίους
ἢ τοῖς ἀκονιτὶ νικῶσιν ἀθληταῖς τοῦ στεφάνου φθο-
νοῖ; οὐκ ἀνταγώνιστος οὐδ’ ἐγὼ στεφανώσομαι ἀπο-
σκεδάσας τῷ τοῦ συνειδότος χρηστῷ πάντας ἄμα τοὺς
βασκάνους, ἀπορράψας τῶν κακοηθῶν τὰ στόματα, τὰς
κακηγόρους γλώσσας ἀποστρέψας, χαλινώσας ἀπόρους
συκοφαντίας καὶ ψευδεῖς αἰτίας;
πότε ἡ πόλις
ἀδηρίτως ἄρχει τῆς Ἑλλάδος; οὐχ ὅταν παραχωρήσωσι
πάντες αὐτῇ τῶν πρωτείων ἑκόντες; οἱ πολλοὶ δὲ καὶ
πρὸς πολλοὺς ἀγῶνες καὶ τὰ παρὰ τῶν Ἑλλήνων ἐγ-
κλήματα Δεκέλειαν ἐπετείχισε, καθεῖλε τὰ τείχη. διόπερ
οὐ φιλαπεχθημόνως οὐδ’ ἀπερισκέπτως, ἀσφαλῶς δὲ καὶ
ἀναιτίως ἐν τοῖς Ἕλλησι πεπολίτευται πρώτη γε πρὸς
23. Ἀλλὰ καὶ νυνὶ τήμερον, εἴ σοι μηδεὶς ἀντεποι-
εῖτο τῆς τιμῆς, οὐκ ἂν εὐθὺς λαβὼν ἀπηλλάττου, ἐπεὶ
δὲ τὸν ἀντεξεταζόμενον εὕρηκας, κινδυνεύεις πρὸς τῷ
μὴ τυχεῖν καὶ κακίων νομισθεὶς ἀπελθεῖν. μικροῦ γε
<λόγου> τοῦ μετὰ κινδύνου τὸν ἀναμφισβήτητον εἰς
ἀρετὴν κρατεῖν. ἐπεὶ δὲ φιλόνεικος εἶ, φέρε, <τῷ>
στικῷ νόμῳ χρήσωμαι. κελεύει δὲ τί; τὰς πλείους κρατεῖν.
καὶ νῦν ὅτῳ πλεῖσται γενήσονται, τὸ γέρας λήψεται.
οὐκοῦν ἐμὲ μὲν πάντες Ἀθηναῖοί φασι πολιτεύε-
σθαι καλῶς. οὐδεὶς οὐδὲ κρίσεως ἄξιον ἡγήσατο, σοῦ δὲ
πολλοὶ κατέγνωσαν, ὦ μέγα φρονῶν τῷ μὴ κατεγνῶ-
σθαι. πρῶτον μὲν οἱ κατήγοροι. κἂν ἀθροίσῃ τις αὐ-
τοὺς μόνους, ἱκανοὶ πληρῶσαι τὴν ἡλιαίαν εἰσί. τοσ-
οῦτοι κατεμαρτύρησάν σου καὶ φανερᾷ γε τῇ ψήφῳ
κατεψηφίσαντο. δεύτερον οἶ καταμαρτυρήσαντες, ἄλλο
πλήρωμα δικαστηρίου. οὐ τοίνυν οὐδ’ οἱ τῆς ψήφου
25. Ὃ δὲ πάλαι μὲν σκοπῶ, ὀκνῶν δὲ εἰπεῖν ἀναγκά-
ζομαι, ὅτι τὰς μὲν σὰς νίκας οὐκ ἀνυπόπτους ὁρῶ καὶ
πολλῶν ἀκούω λεγόντων· μόνος Ἀριστοφῶν ἀεὶ
φεύγει. οὐδεὶς ἰδὼν ἀδικοῦντα τοῦτον ἐγρά-
ψατο; οὕτως εὐκαταφρόνητος αὐτοῖς ὁ ῥήτωρ;
οὐδ’ ἐξ ὧν τοὺς προτέρους εἶδον ἡττημένους,
ηὐλαβήθησαν; οὐκ ἔστιν. οὐκ ἂν ἐτόλμησαν, εἰ
μή τι συνῄδεσαν. πῶς οὖν ἀποφεύγει πάντας;
δεινός ἐστι, πιθαυός, εὐσκώμμων, εἰς γέλωτα
μετατρέπει τὰς αἰτίας, ἐκλύει τὸν θυμὸν τοῦ
δικαστηρίου, στρατηγοὺς ἀναβιβάζεται παραι-
τουμένους, τὴν γυναῖκα εἰσκαλεῖ <καὶ>
ἱκετεύειν ἐξ ἔθους. τούτοις τὸ δοῦναι δίκην ὧν
ἀδικεῖ διακρούεται. τοιαῦτα θρυλοῦσιν, οὐκ ἀληθῆ
μὲν ἴσως, ὑπονοοῦσι δέ, ἐπειδὰν ἐν τῇ πάντων δόξῃ
προηλωκὼς ᾖ, καὶ νῦν μὲν οὐ διαφεύξεται προ-
κατεγνωσμένος. εἶτα παρὰ τὰς ἁπάντων ἐλπίδας
ἐκφεύγει.
ἃ δὲ καὶ χείρω περὶ αὐτοῦ λέγουσιν,
οὐκ ἂν εἴποιμι, τοὺς μὲν κατὰ συνθήκας εἰσιέναι καὶ
πεπρακέναι τὴν κρίσιν καὶ κατηγορεῖν ἐνδόσιμα καὶ
ἱκανὰ μὴ τυχεῖν δωρεᾶς.
κατ’ ἐμοῦ δὲ οὔτ’ ἄλλο
τι τῶν μὴ καλῶν οὔτε τούτων οὐδὲν ἄν τις ἔχοι λέ-
γειν οὔθ’ ὡς ἐξαπατῶ τοὺς δικαστάς, ὅσγε σιγῶν
πράττω, οὔθ’ ὡς ὠνοῦμαι τοὺς μὴ κατηγορήσοντας. εἰ
μὲν γὰρ ἦν, ὥσπερ ἐν συμμορίᾳ, ῥητὸς ἀριθμὸς τοῖς
κατηγορεῖν ἐγχειροῦσιν, ἐνῆν <ἂν> πριάμενον
ἀδικεῖν ἐπ’ ἐξουσίας· εἰ δὲ πᾶσι πάντας ἔξεστιν εἰσαγ-
γέλλειν, γράφεσθαι, φαίνειν, εἰσάγειν, οὐ δήπου πάν-
τας ἐωνησάμην Ἀθηναίους. ὁπόσους γὰρ ἂν ἔπεισα
τὴν ἡσυχίαν ἄγειν, πλείους ὑπελείποντ’ ἂν οἱ κατη-
γορήσοντες. καὶ εἰ μὲν γραψάμενοί μέ τινες εἴασαν
καταβαλόντες, παρῆν ἂν ὑπιδέσθαι τοῖς κακοήθεσι·
διελύσαντο, ἀπέδοντο, νῦν δὲ πῶς ἂν ἔπεισα τοὺς
μὴ φανέντας;
28. Καὶ εἰ μὲν φιλαιτίους εἶναι φὴς τοὺς ἐν τῇ
πόλει καὶ διὰ τοῦτο κεκρίσθαι πολλάκις, μεῖζον τοὐ-
μὸν καλὸν ποιεῖς, εἰ καὶ παρὰ τοιούτοις ἔμεινα ἀναί-
τιος· εἰ δὲ παρορᾶν τοὺς ἀδικοῦντάς σοι δοκοῦσιν,
χρηστότητος καὶ τοὺς ἀπράγμονας φιλοκινδύνους πεποι-
ἐγὼ δὲ ὅτι πρᾴους εὐτυχῶ τοὺς πολίτας· εἰ δὲ κατὰ
τοὺς αὐτοὺς νόμους ἐπὶ τῆς αὐτῆς ἀγορᾶς οὐ τῶν
αὐτῶν ὑμῶν πεπειράμεθα, οὐχ ἡ τῶν πολιτῶν φύσις
αἰτία, πρὸς ἀμφοτέρους γὰρ ἂν] ἦν μία, ὁ δ’ ἡμέτερος
τρόπος διενηνοχὼς οὐδὲ ὑμᾶς ὁμοίους ἑκατέρῳ συν-
ἔστησεν.
29. Σὺ μὲν οὖν λόγῳ πλάττε τοὺς πολίτας ὁποίους
ἐθέλεις, εἴτε πρὸς κατηγορίαν ὀξυρρόπους εἴτε μελλη-
τάς, πρὸς ἐμοῦ γὰρ ἀμφότερα, εἰ μὲν ἀοργήτους, ὅτι
καὶ τούτους παρώξυνας, εἰ δὲ δυσαρέστους καὶ πικρούς,
ὅτι καὶ τοιούτοις ἤρεσα· ἐμοὶ δ’ ὁποῖοι δοκεῖτε καὶ
πάντες ἄνθρωποι μαρτυρήσουσιν, οὐκ ὀκνήσω μετὰ
παρρησίας εἰπεῖν. ὑμεῖς ἄχρι μὲν τοῦ ῥᾳδίως ὑττον-
ῆσαι καὶ ἀναίτιον αἰτιάσασθαι δόξαιτ’ ἂν ἀπαραίτητοι,
βαίνει. ἰδίᾳ μὲν γὰρ ἕκαστος ἢ πικρὸς ἢ βάσκανος ἤ
τι τῶν ἀνθρωπίνων ἄλλο, ἀθροισθέντες δὲ εἰς ταὐτὸν
ἀποθέμενοι τὸ καθ’ ἕκαστον ἦθος τὸ κοινὸν Ἀθηναῖοι
γεγόνατε καὶ μετὰ τοῦ συμβόλου καὶ τῆς βακτηρίας
τὴν ἔμφυτον τῇ πόλει φιλανθρωπίαν ἀπειλήφατε.
ἐν οὖν τοιούτοις ἀνδράσιν ἐγκαλέσαι μὲν καὶ τοῖς
μηδὲν ἀδικοῦσι ῥᾴδιον, ἐλεῆσαι δὲ καὶ τοὺς ἁμαρτά-
νοντας. ἃ γὰρ ἔδεισαν οἱ κρινόμενοι μὴ πάθωσιν, ὡς
παθόντας ἀφίετε σωφρονιστὴν ἱκανὸν τὸν φόβον ἡγού-
μενοι. τὸ οὖν μηδὲ εἰς αἰτίαν ἐλθεῖν, οὐ τὸ κριθέντα
σωθῆναι παρὰ τουτοισὶ μέγα. ἐν Λακεδαίμονι μὲν γὰρ
καὶ ὅπου βραδεῖς μὲν αἰτιάσασθαί εἰσι πολίτην, χαλε-
ποὶ δὲ κρίνοντες, κατηγορίαν ἐκφυγεῖν ῥᾷον ἢ ἀθῷον
ἀφεῖσθαι· Ἀθήνησι δὲ παρ’ οἷς ἀμύθητοι μὲν αἱ κρί-
σεις, εὐαρίθμητοι δὲ αἱ τιμωρίαι, αἱ πολλαὶ μὲν ἀφ-
ἐσεῖς τῆς ὑμετέρας χρηστότητος, οὐ <τῆς> τοῦ
31. Ὃ δὲ πρὸς τούτοις ἄν τις εἴποι δικαίως, τὸ
μὲν κριθέντας σωθῆναι μυρίοις ὑπῆρξεν ἐπὶ τοῦ προ-
τέρου χρόνου παρ’ ὑμῖν, καὶ οἷς οὐκ ἄν τις ᾡήθη.
Οἰδίπουν ἀφήκατε ἀποκτείναντα τὸν πατέρα, Ὀρέστην
ἑκόντα τὴν μητέρα. μετὰ τοιούτων Ἀριστοφῶν σώζεται.
καίτοι δωρεὰν οὐκ ᾔτησαν, οὐδ’ ὁ τοῦ Ἀγαμέμνονος
θεὰς νενικηκώς. καὶ οὐδ’ ἂν ἀριθμήσαι τις, ὅσους
ἐλεήσαντες οὐ καθαροὺς ὄντας ἐσώσατε. καὶ θεὸν τὸν
Ἔλεον μόνοι διὰ ταῦτα νομίζετε. τὸ δὲ μὴ κριθῆναι
πολιτευόμενον οὐκ ἄν τις ὅτῳ γέγονε πρὸ ἐμοῦ παρά-
σχοῖτο. τίμια δ’ οὐχ ὅσα κοινὰ πρὸς πολλούς, ἀλλ’ ἃ
τοῖς τιμωμένοις αὐτοῖς ἐστιν ἐξαίρετα ὥσπερ ἡ τιμή.
32. Ὡς δέ μοι δοκεῖτε τὸ διαφέρον τοῖν βίοιν
ἐναργέστατα ἰδεῖν ἐφ’ ὑμῶν αὐτῶν ἐξετάζοντες, ἄριστα
γὰρ ἕκαστος τὰ οἰκεῖα βουλεύεται, ἐρῶ πρὸς ὑμᾶς.
εἰπέ μοι, πρὸς θεῶν, εἰ προθείη τις ὑμῖν αἵρεσιν τὸν
οὐ παύσῃ καταρώμενος ἡμῖν; ἀκούεις ἀποκρινο-
μένων; τὸν μὲν δὴ τούτου βίον τὸν καλὸν τοῖς ἀλεξι-
κάκοις καὶ τοῖς ἀποτροπαίοις ἄφετε καὶ μηδὲ πεῖραν
αὐτοῦ λάβοιτε· ἀντὶ δὲ τούτου τὸν ἐμόν, τὸν εὐδόκι-
μον καὶ φανερὸν οὐδενὸς τῶν πολιτευομένων ἔλαττον,
ἀσφαλῆ δὲ καὶ ἄμεμπτον, ὧς οὐδενὸς ἰδιώτου βίος,
καὶ ψόγου μὲν ἀνήκοον, ἐπαίνων δὲ πλήρη τις οὐκ ἂν
αὑτῷ τε καὶ παισὶ γενέσθαι εὔξαιτο;
ἐπεὶ οὖν τὰ
κάλλιστα μὲν αἰτεῖτε τοὺς θεούς, τἀναντία δὲ μὴ
παθεῖν ἀποτρέπεσθε, τοὺς δὲ παῖδας εἶναι βουλόμενοι
καλοὺς κἀγαθούς, ὧς μὲν Ἀριστοφῶν, ἀπεύχεσθε, συν-
εύχεσθε δ’, ὧς Κέφαλος, βιοῦν, ἐπὶ θεῶν | μαρ-
εὐχήν, ὧς χρὴ δικάσαι, ποιουμένους.
34. Καὶ οὐ μόνοις ὑμῖν ἐξ ὧν περὶ τῶν οἰκείων
ἕκαστος τὰ μὲν ἀποδιοπομπεῖται, τὰ δὲ αὑτῷ γενέσθαι
συνεύχεται, ἀλλὰ καὶ Ἀριστοφῶντι νικῶ κριτῇ. ἀπό-
κριναι γὰρ δεῦρο ἀναστάς μοι. ὅτε παρῄεις τὸ πρῶτον
εἰς τὴν πολιτείαν, πότερα τοῖς θεοῖς εὔχου μηδέποτε
παύσασθαι κρινόμενος ἢ κατορθοῦν ἀκινδύνως; τί δέ;
τοῖς ἀπηντηκόσι χαίρεις ἢ συμφορὰν ὑπείληφας; εἰ
μὲν γὰρ τὰς δεινοτάτας γραφὰς καὶ τοὺς θεοὺς ᾔτεις
καὶ γενομένων χαίρεις, φιλοκινδυνότατος εἶ καὶ κατὰ
τοῦτο μοχθηρός, εἰ σοὶ μόνῳ τὸ κακῶς ἀκούειν ἡδονὴ
καὶ καλινδεῖσθαι περὶ τὰ δικαστήρια, ὅπου καὶ τοὺς
ἐπ’ ἀλλοτρίοις θαμίζοντας πολυπράγμονας ἡγούμεθα·
εἰ δὲ ὁσάκις, ἀεὶ δὲ πρὸ τῶν Ἐπωνύμων ἴδοις ἄν· ὁ
δεῖνα Ἀριστοφῶντα κλοπῆς ἢ προδοσίας. ὀδύρῃ
καὶ <πρὸς> τοὺς ἀπαντῶντας· ἐμὲ μισοῦσιν
πόθεν ἄλλοθεν ἡ γραφή; οὐδ’ ἀναπνεῦσαι δι-
δόασί μοι πάντες. καὶ τί πέρας ἔσται κακοῦ;
Κέφαλος εὐδαίμων. καὶ πρὸς τοὺς δικαστὰς βοᾷς
καὶ τῇ πυκνότητι τοῦ κινδύνου τὸν ἔλεον φαίνῃ κτώ-
μένος, πῶς ἐφ’ οἷς ὡς κακοῖς δυσφορεῖς, ὧς ἀγαθῶν
κἀμὲ μὲν εὐδαιμονίζεις, κρείττω δὲ
οὗ μακαρίζεις τὸν σὸν ἀποφαίνεις βίον ἐφ’ ᾧ λυπῇ.
καὶ τοὺς μὲν κατηγορήσοντας ἥδιστ’ ἂν ἀμύνοιο τοὺς
αἰτίους τοῦ καλοῦ σοι βίου, εἴπερ δύναιο· ὧν δὲ τοὺς
αἰτίους μισεῖς, καλὰ ταῦτα δεῖξαι βιάζῃ; καὶ μήν, εἰ
σοὶ παρὰ τούτων ἐπὶ ταῖς κρίσεσι ταῖς πολλαῖς, καὶ
τοῖς κατηγόροις ὀφείλοιτ’ ἂν παρὰ σοῦ χάρις. ἐκεῖνοι
γὰρ ἀρχηγοὶ τούτου γεγόνασί σοι τἀγαθοῦ. σὺ δέ μοι
μνησικακεῖς ἅπασιν, ἐλαύνεις ὧς ἐχθροὺς καὶ κακῶς
ποιεῖς. οὕτως αἰτίους ἡγῇ τοῦ μεγίστου καλοῦ.
36. Οὐκοῦν τῇ κοινῇ δόξῃ, τοῖς πράγμασι, ταῖς
ὑμετέραις γνώμαις αἷς ἔχετε περὶ ἑκατέρου, τοῖς Ἀρι-
στοφῶντος αὐτοῦ λογισμοῖς, πᾶσιν ἀμείνων οὑμός ἐστι
βίος. ὅλως δὲ τί τοῖς | ἀφεθεῖσίν ἐστι τέλος; οὐκ
ἀνεγκλήτοις; οὐδὲν ἄλλο. Ἀριστοφῶν μὲν οὖν αἰτεῖ
παρ’ ἑτέρων τοῦτο καὶ διαπράττεται χαλεπῶς αὐτὸ
μετὰ πολλοὺς φόβους· ἐγὼ δὲ ἔχω παρ’ ἐμαυτοῦ τὴν
ἄφεσιν καὶ ὅς] εἰμὶ καὶ δοκῶ πᾶσιν εἶναι τοιοῦτος οἷος
οὗτος εἶναι δοκεῖν ἀγωνίζεται. τὸ μετὰ τὴν νίκην
εὐτύχημα τούτῳ προσγιγνόμενον τοῦτ’ ἐμός ἐστι βίος.
εἶθ’ ᾧ βούλεται μὲν ὅμοιος δοκεῖν, ἀδυνατεῖ δέ, καὶ
γὰρ εἰ διαφεύγει τἀς δίκας, οὐ δύναται τὸ μὴ κεκρί-
σθαι λαβεῖν, τούτου βελτίων εἶναί φησιν, ἄνθρωπος
εἰ περὶ τοῦ
πότερος ὑγιεινότερος ἦν ἡ κρίσις, οὐκ ἂν τὸν ἄνοσον
προὔθετε; ἤ τὸν ἐμπίπτοντα μὲν εἰς πολλὰς καὶ παν-
τοίας νόσους, ἀναφέροντα δὲ διὰ τὴν ἰατρείαν καὶ
φαρμάκοις πικροῖς καὶ τομαῖς καὶ πρὶν ἰαθῆναι τὸ
πρῶτον ἑτέρου νοσήματος ἀρχόμενον πάλιν καὶ παρά-
παν εἰπεῖν ἰατρευόμενον διὰ βίου καὶ δυσθανατοῦντα
μέχρι γήρως; Ἄπολλον, ἀμείνων μεντἂν ἦν ἀποθανὼν
ὑπὸ τῆς πρώτης νόσου καταμείνας ἐν αὐτῇ μᾶλλον ἣ
πειρώμενος ἄλλοτε ἄλλου πάθους. σώματος μὲν οὖν
ἕξις ἀρίστη ἡ μὴ χρῄζουσα ἰατροῦ, ψυχῆς δὲ ἡ δικα-
στοῦ μὴ ἐφιεμένη, ἰατρεῖα γὰρ τῶν κατὰ ψυχὴν νοση-
μάτων τὰ δικαστήρια. ἐν οἷς οὗτος ἀεὶ κατατριβόμενος
οὐδὲ κατατεμνόμενός πω τέλεον ἰάθη, ἀλλὰ δοκεῖ, ἐγὼ
δὲ ὁλόκληρος, ὑγιής, ἀπροσδεὴς ἀναγκαίου φαρμάκου.
38. Καὶ οὐδὲ τὸν ἅπαξ αἰτιαθέντα θείη τις ἂν ἐξ
ἴσου τῷ μηδὲ ἅπαξ, εἰ καὶ σῶμα νοσῆσαν ἰαθὲν χεῖ
ρον τοῦ μὴ νενοσηκότος, μή τοι γε τούτῳ πρὸς ἐμὲ
λόγος ἐστίν, ὅς κοινὸς πρόκειται σκοπὸς τοῖς γραφο-
μένοις, ᾧ πάντες ἐμμελετῶσιν οἱ ῥήτορες. οὐδεὶς ὅς
οὐχὶ κατὰ τούτου λέγει, καὶ τὰ μειράκια ἐκ τῶν τού-
σιν· οὐδ’ αἰτιάσασθαί μέ τις ἐβουλεύσατο. ἐπῃνούμην·
ἐνεκαλοῦ. ἐστεφανούμην· ἐκινδύνευες. ἐκρίνου· ἐδίκα-
ζον. ἱκέτευες· ἠλέουν. πολλάκις σε κἀγὼ παρῃτησάμην.
39. Τρία τοίνυν πρὸς ταῦτα βιάζεται· ἕν μέν, ὧς
οὐκ ἐκρίθην παρὰ σοῦ, ὥστ’ οὐδὲ κατηγόρημαι "
τὸ κατὰ σέ. ἕτερον δέ, ὡς εὐτυχία τὸ κατηγόρου μὴ
τυχεῖν, οὐδεμία ἀρετή· τρίτον, ὡς αὐτὸς μὲν ἀνειμένῃ
παρρησίᾳ χρώμενος καὶ οὐδὲ κίνδυνον ὑποστελλόμενος
εἰκότως ἐν κρίσεσιν ὢν διατελεῖ, ἐμὲ δὲ εὐλαβέστερον
πολιτεύεσθαι. πρὸς ἕκαστον δὴ τούτων εἰπεῖν ἀνάγκη.
40. Πρὸς μὲν οὖν τὸ οὐκ ἐγράψω με, ὅτι μὲν οὐδὲ
οὗτος ἐμέ, ἴσον πρὸς ἴσον ἂν εἶναι δοκοίη, ἀλλ’ ἐκεῖνό
γε οὐκ ἴσον· ἐμὲ μὲν οὐδ’ ἄλλος οὐδείς, τοῦτον δὲ
πλὴν ἐμοῦ σχεδὸν πάντες. εἰ δὲ σεμνὸν ὑφ’ ἑνὸς μὴ
κριθῆναι, πόσῳ τὸ μηδ’ ὑφ’ ἑνὸς ἐντιμότερόν ἐστι;
41. Πρὸς δὲ τὸ τῆς Τύχης σκοπεῖτε ὧς μετρίως
ἐρῶ. ἐγὼ μὲν παντὸς καλοῦ τὴν Τύχην ὑπολαμβάνω
τοῖς ἀνθρώποις αἰτίαν εἷναι καὶ οὐδ’ ὁτιοῦν κατορ-
νίαν. ὁρῶ δὲ ἅπαντας ἐφ’ οἷς εὐτυχοῦσι τιμωμένους,
καὶ τῶν κατορθουμένων εἰσὶν αἰ τιμαὶ καὶ στρα-
τηγῷ καὶ ῥήτορι, οἱ δυστυχοῦντες δὲ καὶ τῶν δωρεῶν
ἀποτυγχάνουσιν. ἄτοπον οὖν, εἰ τὸν δυστυχεῖν ὁμολο-
γοῦντα ὡς κατορθοῦντα τιμήσετε. οὐ μὴν οὔθ’ οὗτος
ἑκουσίως δυστυχεῖ, ἀλλ’ ἐκ πολυπραγμοσύνης καὶ προ-
πετείας ἐν οἷς πολιτεύεται, οὔτ’ ἐμοὶ τὸ τῆς ἄλλων
καὶ τῆς σῆς αἰτίας ἐκτὸς εἶναι αὐτόματον εὕρημά ἐστιν,
ἐκ προνοίας δέ, εἴπερ τι καὶ ἄλλο, καὶ τῆς τοῦ τί
λεκτέον καὶ μὴ φροντίδος. ἐπισφραγίζεται τὴν ἀσφά-
λείαν τῶν βουλευμάτων ἡ Τύχη.
ἔστι δὲ ταῦτα
τίμια τῶν ἐν ἀνθρώποις, ὅσα καὶ βεβούλευται καλῶς
καὶ τετύχηκε τοῦ κατὰ γνώμην τέλους, τὰ δὲ τῆς βου-
’τον ἕρμαιον ἡγῇ φυλάξασθαι κακοήθειαν ἐχθροῦ, φθό-
νον βασκάνου μὴ μετὸν προνοίας ἀκριβοῦς. πολλοὶ κἀμὲ
παρατηροῦσιν, οἷς ἔθος εἰκῆ ὡς ἀέρος δεδράχθαι κακοῦ,
καὶ εἰ τι σαθρὸν ἀκριβῶς σκοποῦσιν. ὅτι γὰρ μόνος
οὐ κέκριμαι τῶν Ἀθήνησι πεπολιτευμένων, αὐτῇ τῇ
καινότητι φθονοῦσι <καὶ> φιλονεικοῦσι, τίς
τί ποτ’ οὖν οὐχὶ τολμῶσιν;
ἀπαριθμούμενοί μου τὰ πολιτεύματα οὐδὲν ὑπαίτιον
εὑρεῖν ἔχουσιν, οὐδ’ ἐγγύς, οὐδ’ εἰ μὴ ἀληθές, εἰκός
γε πρὸς πίστιν. φέρε ἐκ τῶν ἰδίων τι λάβωμεν ἐπιτη-
δευμάτων. οὐδ’ ἐκ τῶν κατ’ οἶκον οὐδ’ ὁτιοῦν ὧν
ἂν αἰτιῶνται ὁρῶσιν ἐπιτήδειον εἰς μέμψιν. ἄβατος
αὐτοῖς οὑμὸς βίος. διὰ τοῦτο καὶ μὴ βουλόμενοι σιω-
πῶσιν. Ἀριστοφῶν δέ, εἰ καὶ μηδὲν ἀπηρυθριακὼς
ἀδίκημα μηδ’ ἐπ’ αὐτοφώρῳ τετόλμηκεν, ὡς εὐθὺς
ἡλωκέναι, δοκεῖ δι’ ἀπορρήτων ἐπιχειρεῖν τισι καὶ
κακοῦργος εἶναι τῇ τέχνῃ τοῦ λαθεῖν. ὧν ἔστω μέν,
ὦ ἄνδρες Ἀθηναῖοι, μηδὲν ἀληθές, οὐδ’ ἐγὼ βούλομαι,
ἅ δ’ οἱ κατήγοροι λογιζόμενοι θαρροῦσι πεῖσαι καὶ δι’
ὧν εἰς τὸ κατηγορεῖν ὑπάγονται, φράσω.
δῶρα
μὲν Ἀριστοφῶν οὐ δῆλός ἐστιν εἰληφώς, εἴρηκε δὲ
οἷά τις ἂν λαβών. τὰ φώρια μὲν ἐν χεροῖν οὐκ ἔχει
τῆς κλοπῆς, τεκμήρια δ’ ὅμως παρέσχηται. ἄντικρυς
μὲν οὑτωσὶ τοῖς νόμοις οὐκ εἶπεν ὑπεναντία, οὐκ
ἀκόλουθα δέ. ταύταις εἰσάγουσι ταῖς ἐλπίσιν, ὧς οὐ
πόρρω τοῦ πονηρὸν εἶναι δοκεῖν. οὔτε γὰρ <οὕτω>
φιλαίτιος οὐδεὶς ὧς τὸν ἄχραντον πάντη καὶ κατὰ
μηδὲν αἴτιον ἀλόγως συκοφαντεῖν, οὔθ’ οὕτως ἀπράγ-
μων πόλις, ὅπου καὶ τοὺς κατὰ μικρὸν ὑπόπτους
διὰ
τοῦθ’ οἱ αὐτοὶ πρὸς μὲν ἐμέ εἰσιν ἀπράγμονες, ἐπὶ
τοῦτον δὲ φιλαίτιοι, ὡς καὶ τῶν τειχῶν ὅσα μέν
ἐστιν ἁλώσιμα, τούτοις καὶ μηχανὰς προσάγουσιν οἱ
πολέμιοι, τοῖς δὲ ἀναλώτοις οὐδὲ πειρῶνται. οὑτωσὶ μὲν
αὐτῶν ἀπέστησα τῷ πιστῷ τοῦ τρόπου, τοὺς τούτου
δὲ ὑμεῖς ἀπεκρούσασθε κατηγόρους, ὥσπερ τινὲς χρη-
στοὶ σύμμαχοι, ἐπεί, τό γε εἰς τὴν ἑαυτοῦ προαίρεσιν,
πάλαι ἂν ἐξεπεπολιόρκητο.
ταῦτά ἐστιν ἡμῶν ἐκα-
τέρῳ ἡ χρηστὴ καὶ πονηρὰ τύχη. πρῶτος γὰρ αὐτὸς
αὑτῷ τις ἀγαθὸς δαίμων ἢ κακὸς ἐν οἷς προαιρεῖται
<κακῶς ἢ> μετρίως. οὕτως ἐγὼ
αὐτὸς ὤν, ἑτέροις ἠγνοημένος κριταῖς. ἀπαλλάττει μοι
κατηγόρους ἡ Τύχη θρασεῖς. τί δὲ τουτωί; οὐ κατὰ
τοὺς νόμους ὅ τι συνοίσει τοῖς ψηφισαμένοις σκοπῶν,
ὅπως δὲ προσελθὼν ἀρέσει καὶ χαριεῖται μὲν οἷς βούλε-
ται, λυπήσει δὲ τοὺς ἰδίους ἐχθρούς, ἐμβαλὼν ἑαυτὸν
47. Καὶ σχεδὸν ὁ λόγος εἰς λογισμὸν προελήλυθε
τὸν τοῦ πῶς ἑκάτερος πολιτεύεται. ἔχει γὰρ οὕτως. εἰς
δύο ταῦτα τῶν πολιτειῶν νενεμημένων, καὶ τῶν μὲν
<δι᾿> εὐλάβειαν περιττὴν τὸν ἡσύχιον βίον
ὥσπερ οἱ πολλοί, τῶν <δὲ> θρασύτητος
πάντα λέγειν καὶ γράφειν ἄνευ τοῦ· τί καλόν, ὡρμη-
μένων, ὥσπερ οὗτος, καὶ τῶν μὲν ἰδιαζόντων οὔτε
ὠφελούντων οὔτε βλαπτόντων, τῶν δέ, ὡς οὗτος,
αὐθαδειαζομένων ἀνατρεπόντων τὰς πόλεις ἐγὼ τὴν
διὰ μέσου τῆς πολιτείας ὁδὸν τραπόμενος οὔθ’ οὕτως
ἄτολμος ὡς ἃ δεῖ μὴ λέγειν, αἰσχρὸν γάρ, οὔθ’
οὕτως ἰταμὸς ὡς ἃ μὴ δεῖ λέγειν, σφαλερὸν γὰρ τοῖς
ὅλοις, δημηγορῶν δὲ αὐτὰ τὰ καίρια καὶ τὴν ἐφ’
ἑκάτερα τῶν προειρημένων ἀμετρίαν ἐκπεφευγώς, τῶν
μὲν τὴν ἀργίαν, τοῦ δὲ τὴν περιεργίαν, αὐτοῦ μοι δο-
κῶ τετυχηκέναι τοῦ καλοῦ, ὃ ἐπὶ τῶν ἀνθρωπίνων ἐπι-
τηδευμάτων ἐν | μέσῳ τῆς τῶν ἐσχάτων ὑπερβολῆς
ὁ δὲ τὴν εὐβουλίαν εὐλάβειαν καλεῖ καὶ
τὸν λογισμὸν ὧς ὄκνον κακίζει καὶ τὴν μὲν ἀπόνοιαν
πνεύματα μηδὲ ναυμαχείτω τοῖς κύμασιν ἐξὸν τὰς
νομίμους ὥρας ἀναμένειν καὶ τὰ δεξιὰ πνεύματα,
σώζει γὰρ οὕτως τήν τε ναῦν καὶ τοὺς ἐν αὐτῇ
πλέοντας, μήτε στρατηγὸς παραβαλλέσθω ῥᾳδίως τῷ
στρατοπέδῳ μηδὲ ἀκαίρως ἀναρριπτείτω περὶ τῶν ὅλων,
ὅπου κρεῖττον ἄνευ μάχης. στρατιώτου μὲν γάρ ἐστι
καὶ τούτου μισθωτοῦ προίεσθαι ῥᾳδίως αὑτόν, στρα-
τηγοῦ δὲ καὶ δημαγωγοῦ τὸ σὺν ἀσφαλείᾳ σκοπεῖν.
τίς ἀπώλεσε τοὺς ἐν Ἀμφιπόλει; τὸ Κλέωνος ἀλό-
γιστον θράσος. τίς τοὺς ἐν Σικελίᾳ; θρασυνόμενος
Ἀλκιβιάδης. εἰ δὲ Νικίᾳ τῷ προορῶντι τὸ μέλλον
ἐπείσθησαν, οὐκ ἂν ταῦτα ἐπέπρακτο. δεῖ γὰρ καὶ
μάντιν εἶναι τὸν ῥήτορα καὶ τοῦ καθ’ αὑτὸν ἀσφαλοῦς
ἐπιμελεῖσθαι· καὶ γὰρ τὸ κοινὸν οὕτω βούλοιτ’ ἂν
ὀρθοῦσθαι, ὅταν τοῦ καθ’ αὑτὸν μέρους φαίνηται
προνοούμενος. οὐκ ἄν, εἰ τοῖς προμηθέσι δημαγωγοῖς
ἐπείθοντο, τοιαύταις γνώμαις ἐχρήσαντο. νῦν δὲ Ὑπέρ-
στρα-
τηγῷ μὲν ἴσως δεῖ καὶ θράσους, ὁ δὲ ῥήτωρ ἐν τῷ
βέλτιον ἑτέρου προβουλεύειν· οὐ γὰρ ἐν τοῖς ὅπλοις,
ἀλλ’ ἐν τοῖς τοῦ συμφέροντος λογισμοῖς ἡ τέχνη. ὁ
δὲ ἀφ’ ὧν κίνδυνον αὐτὸς ἂν ἴχοι μὴ προειδὼς σχολῇ
γ’ ἂν τὸ ὑμῖν ἀσφαλὲς σκέψαιτο. οὕτως εἰ μὲν αὑτῷ
τε κινδύνους ἐπάγεται καὶ μή, κριθείη <ἂν> δι’
ἡ πόλις πᾶσα περὶ σωτηρίας· ἑγὼ δὲ οὔτε ἐμαυτὸν
οὔτε τὸ δημόσιον οὐδαμοῦ | σφήλας τῷ ἀναμαρτή-
Προδείξατε δέ, ποίους τινὰς τοὺς πολιτευομέ-
νους εἶναι βούλεσθε, προμηθεῖς, ἀσφαλεῖς, ἐκλελογισ-
μένους ἃ χρὴ πράττειν, ἢ θρασεῖς, ἀπερισκέπτους, ἐν
αὐτοῖς σχεδιάζοντας τοῖς δημοσίοις. ὧν γὰρ τὰ ἆθλα,
ταῦτα πάντες ἀσκοῦσιν. οὐχ ἱκετεύω περὶ τῆς δωρεᾶς,
ὅπερ οὗτος ἐν τοῖς δικαστηρίοις. ὅπου γὰρ οὐ περὶ
τύχης, ἀλλὰ περὶ τιμῆς ὁ λόγος, οὐκ ἐλέῳ χρὴ τὴν
εὔνοιαν, ἀλλὰ τῷ δικαίῳ πορίζεσθαι. ἓν δὲ εἰπὼν κατα-
βήσομαι· τὴν μὲν τούτου δωρεάν, ἢν ἂν αἰτήσῃ, πάν-
τως ι τις γράψεται, τί οὖν βούλεσθε πράγματα
τὴν δὲ ἐμὴν οὐδείς, ὅτι μηδὲ ἐμέ.