Declamatio 16 Libanius Richard Foerster University of Leipzig European Social Fund Saxony Gregory Crane Gregory R. Crane Editor-in-Chief, Perseus Digital Library Digital Divide Data Corrected and encoded the text Matt Munson Project Manager (University of Leipzig) Annette Geßner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Greta Franzini Project Manager (University of Leipzig), 2013-2014 Frederik Baumgardt Technical Manager (University of Leipzig), 2013-2015 Simona Stoyanova Project Manager (University of Leipzig), 2015 Project Assistant (University of Leipzig), 2013-2014 University of Leipzig tlg2200.tlg00516.opp-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 University of Leipzig Germany Richardus Foerster Richard Foerster Libanius Declamationes XIII-XXXX B.G. Teubner Leipzig 1911 6 Internet Archive

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Latin German Greek
Εἰς τὸ ἐναντίον Ἀριστοφῶν. H. IX 29

πολλῶν ἀγώνων μοι παρ’ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, γεγενημένων ἐν ἅπασι μετὰ τοῦ δικαίου νενικηκὼς πολλὰς ἐλπίδας ἔχω καὶ τήμερον διὰ τοὺς θεοὺς ὁμοίου πειράσεσθαι τοῦ δικαστηρίου καὶ περι- έσεσθαι τοῦ πάντας μὲν ἐνοχλοῦντος τοὺς εὐδοκιμοῦν- τας φθόνου, μάλιστα δέ, ὅτι καὶ μέγιστα δοκῶ κατορ- θοῦν, ἐμέ. ὑφ’ οὗ καὶ Κέφαλος οὗτος προαχθείς, οὐ γὰρ οὕτως ἐστὶν εὐήθης ὥστε παρ’ οἷς οὐδ’ ὁποίας ἐστὶν ἔγνωσται γῆς ὡς ἄριστος οἴεσθαι τεύξεσθαι δωρεᾶς, βασκαίνων δὲ τῆς τιμῆς ἐφέστηκέ μοι τελευ- ταῖος, ἐπεὶ μηδεμίαν αἰτίαν ἔχει λοιπήν, τῆς δωρεᾶς συκοφάντης.

9 Schol. ad Aesch. Ctes. § 194. cf. p. 110. Herm. XII 222 1 Εἰς τὸ ἐναντίον Ἀριστοφῶν scripsi λιβανίου: (rubr.) (om Ma) Καλοῦ βίου γέρας εἷναι, καὶ (om Ma) ἀμφισβητοῦσι πρὸς ἀλλήλους κέφαλος καὶ ἀριστοφῶν MaP cf. p. 115, 1 2 Πολλῶν — 13 συκοφάντης citat Io. Doxap ad Hermog. de inv. Ι 1 p. 68,5 W (Cramer Anecd. Ox. t. IV p. 161 cf. supra p. 112) 4 ἔχων Doxap 5 πειράσασθαι Doxap 6 τοῦ πάντας μὲν] μὲν τοῦ πάν- τας μὲν Doxap | ἐνοχλοῦντας Ρ 7 φθόνου om Ma | δέ om Doxap | ὅτι scripsi ὅσω Ρ Doxap om Ma 8 φθόνου post οὖ Doxap | οὑτοσὶ Hertlein | ὁρμηθεὶς Doxap 9 ἐστὶν] ἂν Ρ sed νυν suprascr m 2 10 ἄριστος Ma sed ἴ’ in ras m 2 | τεύ- ξεται Doxap 11 τὲ Doxap | τελευταῖον olim conieci 12 ἐπειδὴ Doxap | μηδεμίαν αἰτίαν ἔχει λοιπήν scripsi auctore Hertlino μηδεμιᾶς δὲ μιᾶς Doxap) αἰτίας ἔχει λοιπῆς MaP Doxap

2. Ἐν μὲν οὖν τοῖς προτέροις ἀγῶσιν, ὦ ἄνδρες Ἀθηναῖοι, μέρος ἕκαστον ἐξητάσθη τῶν ἐμοὶ βεβιωμέ- νων καὶ πανταχοῦ δόξας ἀγαθὸς σὺν ἐπαίνῳ παρε- πεμπόμην ἐκ τῶν δικαστηρίων· τήμερον δὲ τοῦ παντὸς ἐξέτασιν διδοὺς ἀξιῶ φυλάξαι μὲν ὑμᾶς τὴν ὑμετέραν ψῆφον, ἢν ὧς περὶ καλοῦ κἀγαθοῦ πολλάκις ἠνέγκατε, μὴ περιβαλεῖν δέ με οἵᾳ μηδ’ ἂν ἁλόντα τιμωρίᾳ νενικηκότα, εἰ κριθήσομαι χείρων τοῦ μηδὲ κριθέντος ὅπως ζῇ καὶ πεπολίτευται.

3. Ὅτι μὲν οὖν <οὐκ> ἄκριτος οὐδ’ ἀνεξέταστος οὐδεὶς ἂν εὕροιτο τιμὴν οὐδεμίαν, ἔργῳ μαρτυρεῖ Κέφαλος αὐτός, ἥκει γοῦν εἰς τὴν περὶ αὑτοῦ κρίσιν, θαυμαστὸν δὲ ὅπως τοὺς ἐν τοῖς δικαστηρίοις ἀγῶνας ἐν δικαστηρίῳ λοιδορεῖ καὶ δεῖται μὲν τῆς ὑμετέρας ψήφου νῦν, ὧς μόνην οὖσαν ἀρετῆς βεβαίωσιν, τῷ δὲ πολλὰς ἔχοντι μηδεμιᾶς τυχὼν ἀνταγωνίζεται. οὐκ αἰτιῶμαι δὲ Κέφαλον τῆς ἀντιλογίας, μικροῦ δὲ καὶ χάριν ἔχω, διότι μοι παρέσχηκε μηδὲ τὴν δωρεὰν ἀκρίτως μηδὲ ὡς ἐξ αὐτομάτου τύχης, ἀλλὰ καὶ τοῦτο δι’ ἀγῶνος λαβεῖν.

τούτου μὲν <οὖν> ἠκούσατε φορτικῶς αὑτὸν ἐγκωμιάζοντος, ὃ κἂν ἑτέρου λέγοντος ἠρυθρίασέ τις | ὅτῳ γέ τι χρηστὸν ὄντως πρόσεστιν· H. IX 30 3 Luc. somn. 15 14 cf. p. 116,3 sq. 20 cf. p. 118, 1 sq; 143, 7 sq. 1 ἐν in ras Ma 2 | προτέροις scripsi auctore Hertlino πρώ- τοις MaP 3 ἀπεπεμπόμην olim scripsi 5 ὑστέραν Ρ 7 μὴ δ’ MaP 8 μὴ δὲ MaP 9 πεπολίτευται Ma sed τᾶι in ras m 2 10 οὐκ inserui auctore Gasda om MaP 11 μη- δεμίαν Ma 12 αὐτοῦ scripsi coll p. 153, 12 τούτου MaP 15 καὶ ante βεβαίωσιν Ma 17 καὶ om Ma 18 et 19 μὴ δὲ MaP 19 ἀκρίτῳ olim conieci cum Hertlino coll Dem. or. XVII § 3 p. 212,22 | ταύτην olim scripsi at cf. p. 121,6 20 οὖν inserui auctore Gasda om MaP ἐγὼ δὲ οὐκ ἐμαυτῷ μάρτυρι χρήσομαι τῆς ἐμῆς ἀρετῆς, οὐδὲ γὰρ οἱ νόμοι αὑτῷ μαρτυρεῖν δεδώκασιν, ἀλλ’ ὑμῖν ἅπασι καὶ τοῖς ἄλλοις Ἀθηναίοις, ὧν οὐκ ἔστιν ὅστις οὐκ ἐψηφίσατο χρηστὸν εἶναι πολίτην ἐμέ. καὶ τούτῳ μὲν οὐδεὶς πάρεστιν οὐδ’ ἀνώμοτος μάρτυς, ἐμοὶ δὲ πολλοὶ πολλάκις ἔνορκοι δικασταί.

εἰ μὲν οὖν τὸ μὴ κεκρίσθαι ποτὲ δωρεᾶς ἄξιόν ἐστι, πολλοὶ καὶ τῶν ἰδιωτῶν ἀντιποιήσονται τοῦ γέρως, οὓς οὐδ’ ἴσασιν οἱ συκοφάνται· εἰ δὲ τοῖς μὲν τὸ καθ’ ἑαυτοὺς ἀσφαλὲς ᾑρημένοις ἱκανὸν τὸ τῆς ἀπραγμοσύνης ἀκίν- δυνόν ἐστι γέρας, ἀξιοῖ δὲ καὶ] Κέφαλος ὡς ῥήτωρ καὶ τὰ κοινὰ πράττων διὰ βίου, ταῦτα γὰρ ἠκούετε αὐτοῦ σεμνολογουμένου, ι τὴν δωρεὰν ἐνέγκασθαι, μὲν ἀπράγμονα οὐδὲ αὐτός, ὧς ἔοικεν, ι ἐπαινεῖ οὐδ’ εἴλετο, λανθάνει δ’ ὅσῳ τῶν ἰδιωτῶν αὑτὸν ἀποφαίνει δοκιμώτερον, εἰ καὶ κατὰ μικρὸν τῶν ἐν τῇ πολιτείᾳ κινδύνων ἥψατο, τοσοῦτον αὑτοῦ <προτιμῶν> τὸν> πολιτευόμενον οὐδὲ παυσάμενον, ἀλλ’ μενον ἐν τοῖς μεγίστοις ἀγῶσιν.

6. Ἒστι μὲν οὖν καὶ κατὰ τοῦτον οὐκ ἀπραγμο- σύνης, ἀλλὰ πολιτείας ἡ κρίσις, οἶμαι δὲ θαυμάζειν ἐνίους, τί δή ποτε τῆς αὐτῆς πόλεως προεστηκότες, ὁ 2 Dem. p. 1131, 20 10 Dem. p. 295, 16 | Simon. fr. 66 Β4 12 cf. p. 118,15; 125, 19 sq.; 143, 13 sq. 2 αὐτῷ Ma 5 (??)νώμοτος Ρ ἀν(??)μα(??)τος sed ὁ supra ἃκ m 2 9 εἰ in ras Ma 2 ἑ ex ὁ corr) | τὸ om Ma 10 εἰρημέ- νοις Ρ 11 ἐστὶ scripsi cum Gasda εἷναι MaP quod delen- dum censet Hertlinus | καὶ cancellavi 16 καὶ] δὲ Ma | κατα- μικρὸν Ρ 17 τοσοῦτον Ρ sed in τοσούτω corr m 2 | ἀυ Ma αὐτοῦ Ρ sed in τὸν αὐτοῦ corr m 2 | προτιμῶν τὸν inserui om MaP | πολιτευόμενον scripsi coll p. 118,16; 136,6 παλίντονον MaP olim διατεινάμενον scripsi 22 ὁ ex εἰ corr Ma2 μὲν οὐδέπω καὶ τήμερον εἰς κίνδυνον ἐλήλυθεν οὐ- δένα, ἐμοὶ δὲ ἄλλοτε ἅλιος ἐφέστηκε κατήγορος. ὅσον δὲ τὸ μέσον τῆς τύχης, τούτου δὴ καὶ πρώτου τὴν αἰτίαν ὑμῖν συστήσω ἥτις ἐστὶ σαφῶς, ἔνα μὴ ὅτι βελτίω, ἀλλὰ μῆρε εὐτυχέστερον ἐμοῦ τοῦτον ἡγήσησθε.

7. Ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρα ἂν καὶ αὐτὸς ἠγάμην ἂν αὐτὸν ἀρετῆς μὲν οὐδεμιᾶς, εὐτυχίας δὲ θαυμαστῆς, εἰ τὰ αὐτὰ πράττων ἐμοὶ καὶ συντόνως ὁμοίως ἐχόμενος τῆς πολιτείας ἐμοῦ κεκριμένου πολ- λάκις οὐδενὸς τετυχήκει κατηγόρου· νῦν δὲ οὔθ’ οὗτος, ὧσπερ ἀλαζονεύεται, τῷ καθαρῶς καὶ ἀναιτίως πράττειν τὰ πολιτικὰ ταύτῃ διαπέφευγε τοὺς συκοφάντας, οϊ καὶ πάντων ἥδιστα τοὺς ἀθῴους καὶ οἷς οὐδ’ ὁτιοῦν ὕπεστιν ἔγκλμα, τούτους διώκουσιν, οὔτ’ αὐτὸς ὑπο- νοίας | ἀδίκου γινόμενος ἐγγύς, ὧς οὗτος διέβαλλέ H. IX 31 με, πολλοὺς ἀντιδίκους ἐπισπῶμαι. πόθεν; οὐ γὰρ ἂν ἐν πᾶσιν ἀπεδεικνύμην τοῖς ἀγῶσι καθαρεύων παντὸς αἰσχροῦ.

τίς οὖν ἡ τοσαύτη διαφορά; τὴν μὲν ἄχρι τοῦ βήματος ὁδὸν κοινὴν ἄμφω πεπορεύμεθα, τὴν δὲ διὰ τῶν πραγμάτων ἄλλην ἄλλος τέτραπται. Κέφαλος μὲν ἀφοσιούμενος τὴν πολιτείαν ἄχρι τοῦ ῥήτωρ εἶναι δοκεῖν, εἰ μέν τι μέγα καὶ ἀτέκμαρτον ἔχον τοῦ τέλους 11 cf. p. 125, 21 sq. 15 cf. p. 120,11; 130, 4 sq.; 141,10 19 cf. p. 118, 18 3 πρῶτον olim conieci at cf. p. 151,17 5 μὴ δὲ Ma Ρ 7 ἠγάμην scripsi auctore Cobeto ἡγοίμην MaP 10 τετυχήκει scripsi τετχηκε MaP 11 τῷ — 12 πολι- τικὰ delenda censet Gasda 13 ἀθῴους MaP 14 ἔνεστιν Ma 15 γενόμενος olim scripsi 16 et 18 signa interro- gationis posui colon MaP 17 καθαρεύων scripsi cum Hertlino coll p. 169, 9 καθαρεύειν MaP 22 ἔχων p ἔχει Hertlein | τὴν κρίσιν τοῦ τέλους Ma τὴν κρίσιν καὶ περὶ οὗ δεῖ τὸν ῥήτορα ἐγγυητὴν γε- νέσθαι τῆς τύχης, καὶ τὸ τοῦ μέλλοντος ἄδηλον, <πρὸς> ταῦτα μέν, ὧς οὐδ’ ἂν εἶς τῶν ἰδιωτῶν, οὗτος ὑμῖν ἄφωνος κάθηται· ὅταν δὲ ἱερῶν πέρι χρηματίζηται καὶ περὶ τοῦ τὰς ὁδοὺς ἐπισκευάσαι· καὶ κονιᾶν τὰς ἐπάλξεις, τὰ πάρεργα καὶ μικρά, ῥήτωρ πρῶτος ὑπα- κούει τῷ κήρυκι. ζητεῖ γὰρ λόγους, οὐχ οἱ δημοσίᾳ τι λαμπρὸν καὶ μέγα παρασκευάσουσιν, ἀλλὰ τοὺς ἀκιν- δύνους ἑαυτῷ.

περὶ πολέμου σκέψις ἐστίν· ὅτι μὲν χρὴ πολεμεῖν οὐδεὶς ἤκουσεν αὐτοῦ ῥᾳδίως, ἐπαινέσας δὲ τοὺς προγόνους καὶ τὰ τρόπαια ἀριθμήσας κατέβη πάλιν. πολλὰ δὲ καὶ πρὸς χάριν λέγει, θεωρικῶν δια- νομὰς καὶ τοιαῦτα. πολιτεύεται ἐνέχυρον τῆς ἀσφα- λείας ἔχων τὴν ἡδονὴν τῶν ἀκροωμένων. ἀφ’ ὧν αὐτὸς μὲν ἀθάνατος ἕνεκα τῆς παρ’ ὑμῖν ἀσφαλείας, ὁ δῆμος δὲ οὐ δύναμιν, οὐ τιμήν, οὐ δόξαν ἐκαρπώ- σατο.

οὐ μόνον δὲ τὸν δῆμον ταύτῃ ὑπέρχεται, ἀλλὰ καὶ τοὺς ῥήτορας αὐτοὺς θεραπεύων διαγίνεται, κἂν δοκῇ τοῖς μὲν ταῦτα, τοῖς δὲ τἀναντία, οὐδετέροις ἀντιλέγει σαφῶς, ἐπαμφοτερίζων δὲ τάττεται διὰ μέ- σου καὶ φίλος ἀμφοτέροις μένει. τὰς γνώμας οὐχ, 1 cf. p. 144, 17 4 Dem. 01. III 18; cor. § 198; Mid. § 202 sq. 6 cf. p. 118,2 10 aliter Hellen. Oxyrh. II 2 (p. 172,8 Meyer) 16 Dem. p. 142, 25 20 Thuc. VIII 85, 2 2 ἐν ᾦ post καὶ excidisse videtur | πρὸς ταῦτα scripsi auc- tore Cobeto ταῦτα MaP τότε Hertlein, τηνικαῦτα olim conieci 3 ὑμῖν scripsi e Ma ἡμῖν Ρ 4 χρηματίζητε Cobet 6 ἀκούει Ma 7 λόγος Ρ | τὶ MaP 9 αὐτῷ Ma 10 πο- λεμεῖν scripsi auctore Cobeto ποιεῖν MaP 12 πάλιν delen- dum censet Cobetus | θεωρικῶν scripsi θεωρικὰς MaP 15 αὐ- τὸς scripsi auctore Spengelio οὕτος MaP 17 ταύτῃ scripsi ταῦτα MaP 19 τοις(2) Ρ 20 δὲ τάττεται scripsi δέ τὰ δὲ καὶ MaP αἱρεῖται τὰ Hertlein | διαμέσου Ρ 21 μένει. τἀς γνώμας scripsi μένει ταῖς γνώμαις· MaP ὥσπερ ἡμῶν ἕκαστος, ἐν πινακίῳ γεγραμμένος οἴκοθεν, λόγους δὲ προκαθίησιν ἐκ πολλοῦ, κἂν μὲν ἀντιλέγῃ μηδείς, ἔγραψεν· ἢν δὲ καὶ σμικρὸν ὑποκρούσῃ τις, · καὶ προίδηται γραφήν, ῥίψας τὸ ψήφισμα φεύγων οἴχεται. κλέπτουσι τὰ κοινά τινες. εἰ μὲν ῥήτωρ οἷος ἀντεγκαλεῖν, οὐχ ὁρᾷ, ἐπὶ δὲ τοὺς ἰδιώτας καὶ ὑφ’ ὧν οὐ δέος μὴ κριθῇ δεινός ἐστιν.

11. Ὅτι μὲν οὖν οὗτος ἀνέγκλητός ἐστι καὶ νῦν ἔτι μένει, μεμαθήκατε· ἐγὼ δὲ νομίζω ἔνα βίον ἐξ ἀρχῆς ἕκαστον ἑλέσθαι | προσήκειν τινά, οἷον H. IX 32 ἄτολμος εἶ καὶ τὸ σαυτοῦ σκοπεῖς· ἀπλῶς ἡσυχίαν ἄγε. οὐχ ὑπομένεις ἀργὸς οὐδ’ ἀσύμβολος εἶναι τῇ πόλει οὐδὲ βούλει ζῆν ἀφανῶς ἐν τῷ σκότῳ κατορωρυγ- μένος· καὶ τὰ σφαλερὰ τῆς πολιτείας ὑπόμενε καὶ μὴ φεῦγε τοὺς κινδύνους ἢ μηδὲ τὰς τιμὰς δίωκε.

ταῦτα καὶ ἐμαυτῷ παραγγείλας, ἡγησάμην γὰρ οὐ τοῖς γονεῦσι γενέσθαι μόνον, ἀλλὰ καὶ πρώτη τῇ πατρίδι, οὐκ ἐξ ἡμισείας πολιτεύομαι τῷ κατ’ ἐμαυτὸν ἀδεεῖ κρίνων τὰ λεκτέα καὶ τὰ μή, ἀλλ’ ὅλον ἐμαυτὸν 2 Thuc. I 58, 1 4 Dem. p. 63, 11 18 cf. Dem. fals. leg. p. 430, 8 cum nota Blassii p. CXXXI 2 ἀντιλέξῃ olim conieci 3 καὶ inserui e Ma om Ρ 4 προίδηται scripsi coll Dem. 1. 1. προειδῆται Ρ προειδῆτε Ma 5 κοινά τινες scripsi cum Cobeto καινά. τίνες MaP 6 ὀρῶ Ρ I ἐπὶ scripsi ὅτι MaP | ἀφ’ Ma 7 οὐ δέος scripsi οὐδὲ ὁ cum lacuna 1 litt post ὁ Ρ οὐ δέδιε Ma 9 ἐξαρχῆς Ρ 10 προσήκειν. τίνα; Gasda 11 τοσαυτοῦ Ρ 12 ἀσύμ- βολος scripsi ἀσύμβουλος MaP 13 οὐδὲ βούλει scripsi cum Gasda βούλει οὐδὲ Ma βούλει; οὐδὲ Ρ βούλει olim delendum censui cum Hertlino | τῷ delendum? | κατωρυγμἐνος Ρ cf. t. ΙΙΙ 383, 3; IV 362, 14; t. IV 199, 12; 206, 20 R 15 μὴ δὲ MaP | τιμωρίας Ma 17 καὶ del Ma 18 ἐξ scripsi ἐφ’ MaP ἐφ’ ἡμισείᾳ olim scripsi coll Dem. 1. 1. | τ(??) Ρ 19 ἀδεεῖ Ρ τὰ(2) scripsi τά Ma om Ρ ἐπέδωκα τοῖς κοινοῖς καὶ ἀναπεπταμένῃ πρὸς ἃ δεῖ τῇ παρρησίᾳ χρῶμαι οὐδένα κίνδυνον ἴδιον ὑπολογιζό- μενος οὔτε εἴ τις ἐφ’ οἷς ὑφαιρεῖσθαι τὰ κοινὰ κω- λύεται μνησικακήσει μοί ποτε καὶ γράψεταί με οὔτε εἰ δωροδοκῶν κᾆτ’ ἐλεγχόμενος ἀντεγκαλεῖ οὔτε εἰ γρά- φων ἐξόδους καὶ ναυτικοὺς ἀποστόλους εἶτα λυπήσω τοὺς μὲν πλουσίους εἰσφέροντας καὶ τριηραρχοῦντας, τοὺς δὲ πολλοὺς στρατευομένους οὔτε εἰ ταῖς τοῦ δήμου παντὸς ἐπιθυμίαις ἀντιστήσομαι, καὶ γὰρ τοῦτο συμβούλου, ἀλλὰ τῇ μὲν πόλει χρήματα, δόξαν, ἡγε- μονίαν κτώμενος, ἐμαυτῷ δὲ κατηγόρους, ἀφ’ ἧς ἡμέ- ρας ἀνέβην ἐπὶ τὸ βῆμα, τὴν περὶ τὰς Ἑλληνικὰς πράξεις ἑλόμενος πολιτείαν, ὑπεύθυνον ἐμαυτὸν διδοὺς τῷ τοῦ πολέμου τέλει, τῇ τύχῃ, τῷ καιρῷ, τοῖς βουλο- μένοις.

διὰ ταῦτα αἰτίας ἐπ’ ἐμὲ πλάττουσιν, οἱ μὲν ἐφ’ οἷς ἀντεῖπον ἀμυνόμενοι, οἱ δ’ ἐφ’ αἷς παρ’ ὑμῶν ἔχω τιμαῖς ἀχθόμενοι. καὶ οὐ μέμφομαι τοῖς συ- κοφάνταις, συναύξεται γὰρ ἅπασι τοῖς μεγάλοις ὁ φθόνος. κἂν πάντα τις ποιῇ, τούς γε οὐδένα βουλο- μένους αὑτῶν ἀμείνω δοκεῖν οὐ διαφεύξεται· τὸ μὲν γὰρ κακονοίᾳ τὰς γραφὰς ἐνστήσασθαι μισῶ δικαίως, τοῦ δὲ ἀποβάντος ὀλίγου δέω καὶ χάριν αὐτοῖς εἰδέ- ναι, ὅτι μοι τὴν ἀρετὴν οὐκ ἀνέλεγκτον οὐδὲ ἀμφισ- 2 Plat. apol. p. 28 B 13 cf. Dem. cor. p. 291,19 19 Dem. fals. leg. p. 412, 12 3 ἐφ’ scripsi ἐν MaP 4 μνησικακήσει μοί scripsi μνη- σικακήσαιμί MaP sed in hoc οἱ supra ι(3) m 2 | γράψεταί scripsi γράψαιμι MaP sed in hoc τὸ supra μί’ m 2 γράψεται Cobet 5 κᾆτ’ ἐλεγχόμενος scripsi καὶ κατελεγχόμενος MaP | οὔτε Ma αὐτὸς olim scripsi 16 διαταῦτα MaP 16 οἶδ’ Ρ Ι οἶς Ρ 19 τίς MaP | τούς γε scripsi τούς τε Ρ τούτους Ma 20 αὐτῶν Ma βητήσιμον οὐδὲ τῷ μὲν οὕτως, τῷ δὲ ἐκείνως ὑπολαβεῖν ἀπολελοίπασι, πάσας δὲ βασάνους προσαγαγόντες H. IX 33 ἀναμάρτητον καὶ τοὐναντίον ἢ ἐζήτουν ἀποδεδείχασιν οὐκ ἐν τοῖς πολιτικοῖς, οὐκ ἐν τοῖς ἰδίοις ἐξελέγξαι δυνηθέντες, ἀλλ’ ἡττηθέντες ἐν ἅπασι τῆς ἀληθείας. καὶ οὔτε ῥήτορος δεινότης οὔτε συκοφάντου θράσος, οὐ ψευδολογία μάρτυρος, οὐ δικαστοῦ φόβος, οὐ cpf)- μ- λογοποιούμεναι κρείττους ἐγένοντο τῆς ἐμῆς πολι- τείας, κέκριμαι δὲ ἐν πᾶσιν ἀεὶ καλῶς βεβιωκέναι.

οὐκοῦν ἐγὼ μὲν ἀνωμολόγημαι φανεραῖς γνώσεσι πάντων (xcovy δικαστηρίων ἀγαθὸς εἶναι πολίτης, Κέ- φαλος δὲ μίαν οὐκ ἔχει παρασχέσθαι περὶ αὑτοῦ κρί- σιν. ὅ καὶ θαυμάζω εἰ δὶς μὲν περὶ τῶν αὐτῶν οὐκ ἔσονται δίκαι, περὶ ἐμοῦ δὲ κρίσεων ὅσων οὐδ’ ἂν εἴποι τις γεγενημένων ἔτι λόγου δεῖσθε, καὶ νόμῳ μὲν ἀπείπατε δίκας ἀναδίκους ποιεῖν πλὴν τῶν ἐπὶ τοσαυτάκις περὶ ἐμοῦ διέγνωσται, οὐ βεβαιώσετε, καὶ τὸ πάντων ἀτοπώτατον, ὅν οὐκ ἴστε, τοῦτον ἐμοῦ βελ- τίω κρινεῖτε, οὗ τὸν τρόπον ἀεὶ καὶ καθ’ ἕκαστον ἐπιτήδευμα σαφῶς μεμαθήκατε. τίς γὰρ τούτῳ ψῆφος ἠνέχθη ποτέ; οὐκ ἂν εἰπεῖν ἔχοι ὅς ἀκρίτῳ δόξῃ πε- 8 Dem. p. 69, 17 10 Dem. cor. p. 254, 10 13 Dem. Lept. p. 502, 2 16 Plat. leg. Π p. 937 D. Andoc. myst. § 88. Meier-Schoemann-Lipsius, Att. Process p. 973 sq. 1 τῳ(1 et 2) Ρ 2 ἀπολελοίπασι scripsi e Ma καταλε- λοίπασι Ρ Ι πάντας Ma 4 οὐδ’(2) coni Gasda 7 φόβος scripsi e Ma sed όβος in ras m* φθόνος Ρ 9 πᾶσιν scripsi πάσαις MaP 10 ἀνωμολόγημαι. καὶ φανεραῖς Ma 11 τῶν inserui om MaP 12 αὐτοῦ Ρ 17 τῶν inserui om ΜΗΡ 20 κρινεῖτε scripsi κρίνετε MaP \ οὐχ ante οὖ MaP delevi cum Hertlino et Cobetu 21 τούτῳ ψῆφος scripsi e Ma ψῆφος τούτω Ρ πιστευκὼς εἰς τουτὶ τὸ δικαστήριον πρῶτον ἥκει καὶ νῦν οὐδεμίαν τῶν βεβιωμένων ἐξέτασιν διδούς, ἀλλ’ ὅτι μὴ κέκριται τούτῳ μόνῳ τεθαρρηκώς.

καὶ πῶς ἀρετῆς δόξειεν ἂν εἶναι κρίσις ἡ μηδ’ ὁποία κρίσις. οὐδὲν γοῦν ἕτερον αὐτοῦ παρὰ πάντα τὸν λόγον ἠκούετε ἔξω τοῦ λαμπροῦ σεμνολογήματος· οὐ κέκρι- μαί ποτε, οὐκ ἐξήτασμαι. βεβίωκα ἀνέγκλητος. οὐκ ἴστε με. ἐγὼ δὲ τοὺς ἐναντίους <ἂν> παρά γε τοῦ φάσκοντος ἀξίου τιμῆς εἶναι λόγους· ἀεὶ παρ’ ὑμῖν δεδοκίμασμαι. πᾶσάν μου πεῖραν εἰλήφατε. οὐδὲν λαθραῖον οὐδὲ κρυφαῖον τῶν ἐμῶν. ἐν ἅπασι νενίκηκα τοῖς δικαστηρίοις. συνίσασί μοι τὴν ἀρετὴν οἱ δικάσαντες, οἱ μαρ- τυρήσαντες, οἱ κρινομένῳ παρεστηκότες. ταῦτ’ ἦν <τοῦ> τῷ συνειδότι πεπιστευκότος, τοὺς κατηγορήσοντας, οὐκ ἀποδιδράσκειν εἰς τὸ ἀφανές. H. IX 34 κριθέντα μὲν | γὰρ οὐχ οἷόν τε τὸν μὴ χρηστὸν λαθεῖν, μὴ κριθῆναι δὲ πολλοῖς καὶ τῶν ἀδικούντων ἐγένετο. καὶ σὺ μὲν ἄδηλον εἰ κριθεὶς ἐσώθης ἄν, ἐγὼ δὲ πείρᾳ δέδειγμαι καθαρὸς ὧν ᾐτίαμαι. κἀγὼ μὲν ἐν φωτὶ πολλῷ, τὰ δὲ σὰ σκοτεινά, ἀμάρτυρα, ὁποῖαπερ ἂν αὐτὸς ταῦτα βούλῃ λέγειν οἷς ἔλεγχος οὐδεὶς ἔπεστιν.

οὐδὲν οὖν ἄλλ’ ἢ δόξαν ἄπιστον ἀληθείας ἐξητασμένης, ἀπειρίαν πείρας, ἀμαθίαν ἐπιστήμης, 2 οὐδὲ μίαν Ma 4 ἡ μηδ’ scripsi e Ma ἡμῶν δ’ Ρ sed οὐ supra ἡμῶν m 2 8 ἂν inserui om MaP 11 κρυφαῖον scripsi coll p. 177, 9 κρυφιμαῖον MaP 14 κρινομένῳ scripsi κρινομένου MaP | περιεστηκότες Ma | ταῦτα Ma 15 τοῦ inserui om MaP | προκαλεῖσθαι scripsi auctore Cobeto προσκαλεῖσθαι MaP 16 κατηγορήσαοντας Ρ | τἀφανές olim conieci 18 οὐκ ante ἀδικούντων del Ma 22 ταῦτα scripsi αὐτὰ MaP | βούλει Ma 23 ἀλλ’ Ρ ἄγνοιαν γνώσεως, ἐκεῖνα τούτων ἐπίπροσθεν τίθησιν, ὅταν ἑαυτὸν πρὸ ἐμοῦ τιθῇ. τὰ μὲν γὰρ ἐμὰ ἴστε, τὰ τούτου δὲ εἰκάζετε. μάντεων μὲν οὖν τὰ ἀφανῆ στο- χάζεσθαι, δικαστῶν δὲ ἀφ’ ὧν ἴσασι τὴν ψῆφον τί- θεσθαι. ὅμοιον εἰ καὶ ψήφισμα ἄκριτον πρὸ τοῦ κε- κυρωμένου καὶ νόμον ἄκυρον πρὸ τοῦ ψήφῳ κειμένου, εἰ καὶ βίον ἄγνωστον τοῦ δεδοκιμασμένου προτιμήσετε.

καὶ νῦν μὲν ὧς ἐκ νόμου δοκιμάσαι δέον ἀπαι- τεῖτε τοὺς ἀμφοτέρων βίους, τὸν δὲ μὴ κριθέντα προ- κρινεῖτε τοῦ πολλάκις; καὶ πῶς ἂν ἔχοι καλῶς μίαν ψῆφον ἐναντίαν τοσαύταις ἐνεγκεῖν καὶ τοῦτον μὲν ἰσχύσαι τὸ νῦν, ἄν, ὃ μὴ γένοιτο, πείσας κρατήσῃ, ἐμοὶ δὲ οὐδὲν ὄφελος αἱ μυρίαι νῖκαι; εἰ δὲ ἐν ἑτέρᾳ πόλει κρινόμενος παρεσχόμην γνώσεις ἐν ὅσαις ἐπιει- κής, οὕτως γὰρ ἴσως ἀνεπίφθονον εἰπεῖν, ἔδοξα, οὐκ ἂν ἐνίκων, ὅπουπερ ἂν ἦν ἡ κρίσις; ἕτεροι μὲν οὖν ὑμῖν ἀκολουθοῦντες ἀμείνω ἂν τὸν ὑφ’ ὑμῶν ἐπαινε- θέντα τοῦ μηδ’ εἰς ἐξέτασιν ἐλθόντος ἐψηφίσαντο, ὑμεῖς δὲ τοῖς ὑφ’ ὑμῶν ἐγνωσμένοις ἀπιστήσετε; καὶ τὸν δεῖνα μὲν δημότην ἢ φυλέτην εἰ παρεστησάμην μάρτυρα τοῦ τρόπου, κατ’ ἐκεῖνον ἄν, εἰ μή τις αὐτῷ 1 Enr. Suppl. 514 3 cf. p. 144, 17. Eur. fr. 973 N 2 15 Dem. p. 107, 24 1 ἐκεῖνα τούτων glossematis nomine delendum censet Hert- linus 2 τιθῇ scripsi τέμῃ MaP κρίνη olim scripsi 3 δ’ Ma | μάντεων scripsi auctore Cobeto θεῶν MaP 4 δυνατῶν Ma 5 et 7 εἴτε Hertlein 5 πρὸς Ma 8 νόμου scripsi auctore Gasda λόγου MaP 9 πρόκρινε ἴτε scripsi προκρίνετε MaP 12 ἰσχῦσαι olim 8cripsi at cf ad t. II 11, 5 | τονῦν MaP | πείσας κρατήση scripsi auctore Cobeto πείσῃ κρατῆσαι MaP 15 ἂν ἐπίφθονον Ρ 16 ὅπουπερ scripsi ὅποιπερ Ρ ὅπηπερ Ma ὅτου πέρι Heine 18 μὴ δ’ MaP ψευδομαρτυριῶν ἐπέσκηψεν, ἐκρίνατε, πάντων δὲ μαρ- τυρούντων μοι τῶν δ’ δικαστηρίων, ἐν οἷς αὐτοὶ δικά- ζοντες ἐκρίνατε, ἕτερα γνώσεσθε; ποῖον γὰρ οὐ συνη- γόρει μοι συνέδριον; οὐχ ἡ βουλὴ τῶν πεντακοσίων; οὐκ Ἄρειος πάγος; οὐχ ἡλιαία; οὐχ ὅ τι ἂν εἴποι τις;

18. Καίτοι φησὶν οὐ περὶ δωρεᾶς, ἀλλὰ περὶ τι- μωρίας κριθῆναί με καὶ περὶ τοῦ μὴ πονηρόν, ἀλλ’ οὐ περὶ <τοῦ> χρηστὸν εἷναι δοκεῖν. ἐγὼ δὲ εἰ μὲν δωρεᾶς ἄντικρυς οὑτωσὶ παρ’ ὑμῖν ἠγωνισάμην, ἐστε- H. IX 35 φανούμην ἂν εὐθὺς ὑπὸ τοῦ πρώτου | δικαστηρίου, καὶ πλείονος ἐξετάσεως οὐκ ἔδει· νῦν δὲ εἰ καὶ μὴ καθ’ ἑκάστην ἀγαθὸς δέδειγμαι κρίσιν, ἀλλ’ ὅμως οὐ κακός, ἀθρόαι γνώσεις ἀρετῆς εἰσιν. διὰ τί; ὅτι μίαν μέν τις ἐκφυγὼν αἰτίαν οὔπω δῆλον εἰ καὶ τὰ ἄλλα τοιοῦτός ἐστιν. οἷον ὁ δίκαιος εἰς χρήματα τάχα ἂν ἄλλως ὑβριστὴς φανείη. ὁ μέτριος ἐνταῦθα καὶ πλησίον τῶν νόμων ἴσως πονηρὸς ἐν τῇ ξένῃ. πρεσβεύει μέν τις ἀδωροδοκήτως, τὰ ἄλλα δὲ μισθοῦ πολιτεύεται. τὰ κοινά τις χρηστός, ἰδίᾳ δὲ οὐχ ὅμοιος. οὔκουν ἀξιόχρεως ἄφεσις ἐγκλήματος ἑνὸς τῆς ὅλης ἀρετῆς πίστις εἶναι τῷ τὸν αὐτὸν τὸν μὲν οὐ δοκεῖν ἀδικεῖν, ἕτερον δέ τινα. εἰ δέ τις διὰ πάντων κέκριται τῶν ἐπιτηδευμάτων καὶ 1 cf. p. 162.21. Aesch. Tim. p. 18,27. Dem. adv. Aphob. p. 846, 29. Plat. Theaet. p. 145 C 6 cf. p. 120, 1; 121, 9 18 Dem. cor. p. 310,22 20 Dem. p. 36,5; 1427,2 3 συνηγόρει scripsi auctore Spengelio συνηγορεῖ MaP 5 ὅτι scripsi ὅτι MaP 7 ἀλλ’ om Ma 8 τοῦ inserui om MaP 9 παρ’ ὑμῖν inserui e Ma om Ρ 10 ὑπὸ scripsi ἀπὸ MaP 12 καθsκάστην Ρ | ὅμως οὐ κακός scripsi ὅσω ὅσον Ma) σὺ κακοῖς MaP 13 κρίσεις Ma | διατί Ρ | μίαν μέν Ma sed ’ν μέν in ras m 2 14 τἆλλα Ma 17 εἰ ante πρεσβεύει MaP delevi auctoribus Hertlino et Cobeto καὶ coni Gasda 18 τἄλλα Ma 19 δ’ Ma | ὁμοίως? Gasda 20 ἐστὶ Gasda 21 τὸ μὲν et τι Gasda μήτε ἐν τοῖς ἰδίοις μήτε ἐν οἷς πεπολίτευται δέδεικται πονηρός, οὐκ Ἀθήνησιν, οὐκ ἐπὶ τῆς ξένης, οὐχ ἑκών, <οὐκ ἄκων>, οὐχ ὑπὸ προνοίας, οὐκ ἐκ ὁτιοῦν ὑπαίτιος ἐλήλεγκται, πάντα ἄριστος. τὸ γὰρ ἐν μέρει καὶ καθ’ ἕκαστον ἀναίτιον εἰς ἓν ἀρετῆς κεφά- ’λαιον ἀθροίζεται. οὐδὲ γάρ ἐστιν ἄλλη τις ἀνδραγαθία πλὴν τὸ κακίας πάσης ἐκτὸς εἷναι. εἰ μὲν γάρ ἐστιν ἐν θεοῖς ἀρετή τις ἑτέρα τελειοτέρα, θεὸς οἶδεν· ἀνθρώπου δὲ αὕτη μία ἀναμάρτητον ἐν ἅπασι δειχθῆ- ναι τὸν βέον.

19. Ὁρᾶτε δὲ οὕτως καὶ καθ’ ἕκαστον ἐξετάζοντες. τίνα δίκαιον ἡγεῖσθε; ὅστις οὐδὲν ἀδικεῖ, φήσετε. τίνα δὲ ἔμφρονα; ’τον οὐδὲν ἀγνοοῦντα τῶν προσηκόντων εἰδέναι· σώφρονα δέ, εἴ τις ὕβρεως καὶ ἀσελγείας ἀπήλλακται. καὶ μὴν καὶ ἀνδρεῖος ὁ μὴ δειλός, ἔνθα τόλμης καιρός ἐστι. καὶ πάσας ἑνὶ λόγῳ τὰς ἀνθρω- πίνας ἀρετὰς αὐτοῦ καμπτούσας ἰδεῖν ἔστιν ἄχρι τοῦ τῶν ἐναντίων ἀφεστηκέναι. φρόνησις μὲν ἀνοίας φυγή, δικαιοσύνη δὲ ἀδίκου φυλακὴ τρόπου, δειλίας δὲ τή- ρησις εὐψυχία, καὶ σωφροσύνη τὸ κρείττω τῶν ἡδονῶν εἶναι. καὶ πάντα ἀγαθὸς ὁ μηδὲν κακός.

μάθοι δ’ 3 Her. VIII 87, 2 3 οὐκ ἄκων inserui om MaP | ὑπὸ προνοίας scripsi e Ma ὑπονοίας Ρ ὐπ’ ἀνοίας olim scripsi | οὐδ’ scripsi οὐθ’ MaP 4 πάντα scripsi coll 1. 21 πάντα πάντων Ma πάντων πάντων Ρ πάντως olim conieci 5 καθέκαστον Ρ 6 τίς Ma 8 τελεωτέρα Ma 9 δειχθῆναι scripsi e Ma δεικνύναι Ρ 10 τὸν βίον scripsi τὸν βιόν Ρ om Ma 11 καθέκαστον MaP 17 τοῦ om Ρ 19 τήρησις εὐψυχία, καὶ σωφροσύνη scripsi τήρησις εὐψυχία δὲ (om Ma) καὶ σωφροσύνη MaP 21 μάθοις δ’ ἂν ἐναργῶς Ma ἄν τις ἐναργῶς ἐπὶ τῶν ἀνδρῶν, οἱ τὰς ἀρίστας ἐπω- νυμίας ἐκτήσαντο τοῖς ἐπιτηδεύμασι. τί τὸν Ἀριστείδην εἶπον δίκαιον εἰς πάντας ἀνθρώπους; οὐχ ὅτι χρήματα H. IX 36 οἴκοθεν | ἀνήλισκεν εἰς τὴν πόλιν, οὐδὲ γὰρ ἐκέ- κτητο, ἀλλ’ ὅτι τῶν κοινῶν οὐδενὸς ἥψατο, πρὸς δι- καιοσύνης δόξαν ἤρκεσεν αὐτῷ. φήμην συνέσεως περι- έθηκε Θεμιστοκλεῖ τὸ μηδὲν ἀγνοῆσαι τῶν ἀναγκαίων. ἀνδρεῖος ὁ Μιλτιάδης, οὐ γὰρ ἔδεισε τοὺς βαρβάρους. ὁ Περικλῆς πιστός, οὐ γὰρ ὑπεῖχε τὴν χεῖρα τοῖς λήμμασιν. ὁ Σόλων θαυμαστός,] ὅτι οὐδεὶς αὐτοῦ πονηρὸς ἠλέγχθη νόμος, σοφώτατος ὠνομάσθη νομοθέτης.

τούτων ἕκαστος, ὦ ἄνδρες Ἀθηναῖοι, κἂν ἔτι πλείους εἴποι τις ἀγαθούς, ἐφ’ οἷς οὐχ ἥμαρτεν ἔδοξε κατωρθωκέναι. καὶ δικαίως. τῆς γὰρ θνητῆς φύσεως ἐπὶ τὰ χείρω φερομένης ὅστις αὑτὸν ἀνέσχεν ἀπὸ τῶν ἐμφύτων ἁμαρτημάτων, τέλειος τὴν ἀρετήν ἐστιν, ἣν ἡ θνητὴ χωρεῖ δύναμις. οὐδ’ ἔστιν ὅπως ἂν ἄμεινον οἰκηθείη πόλις ἢ μηδενὸς ἁμαρτάνοντος έν αὐτῇ. τοῦτο τέλος εἰς καλοκἀγαθίαν ἑκάστῳ, τοῦτο αὔταρκες εἰς εὐδαι- μονίαν τῇ πόλει.

κἀμοὶ προσεῖναι τὰ βελτίω τῷ μὴ τὰ χείρω διέγνωσται, φρόνησιν μέν, ὁσάκις τὰ κράτιστα παρῃνέθη μοι, τὸ τοῦ Θεμιστοκλέους καλὸν καθ’ αὑτό, δικαιοσύνην δέ, ὅτι μηδὲ ἄκρᾳ τῇ χειρὶ 8 cf. p. 126, 3 9 Dem. p. 421, 18. Men. com. IV 159 M (= III p. 88 fr. 309 K) 15 plut. garr. p. 514 A; quaest. conv. III p. 649 C 17 Isocr. or. XII p. 261 b 3 εἶπον scripsi εἶπεν ἂν MaP | signum interrogationis posui cum Gasda colon Ma comma Ρ 5 πρὸς P 6 συν- έσεως Ma sed σεως in ras m 2 9 ἄμισθος Gasda 10 θαυ- μαστός cancellavi ut ortum e lectione varia verbi sequentis ὠνο- μάσθη τελευταῖος coni Hertlein | μηδεὶς Ma | ἠλέγχθη scripsi e Ma cum Cobeto ἐλέχθη P 12 εἴπῃ Ma 13 ἐφ’ scripsi ἐν MaP 14 μὴ ante δικαίως del Ma 19 ἑκάστων Ma 22 παρῃνέθη μοι scripsi παραινέσαιμι MaP 23 μὴ δὲ MaP τῶν δημοσίων ἔθιγον, δι’ ὅ καὶ μόνον Ἀριστείδης ἐτιμᾶτο, σωφροσύνην δέ, ὁσάκις ὕβρεως αἰτιαθέντα ἀφήκατε. ἀνδρείαν δὲ καὶ Κέφαλός μοι μαρτυρεῖ φιλο- κίνδυνον ὀνομάζων πολλάκις, εἴπερ ἐστὶν ἀνδρὸς εὐψύ- χου τὸ κοινῇ καλὸν ἀντὶ τοῦ καθ’ αὑτὸν ἀσφαλοῦς ζητεῖν, τὴν ἀρετὴν ὁμοίως τὴν Μιλτιάδου πάλιν. καὶ οὔτε δώρων εἶλέ τις ἐμὲ μᾶλλον ἢ τὸν ἄδωρον Περι- κλέα οὔτε νόμον ἤλεγξεν οὐκ ὀρθῶς εἰσενηνεγμένον οὐ μᾶλλον ἢ <τοὺς> τοῦ Σόλωνος. ὧν οὖν ἐκείνων ἑκάστῳ δόξαν ἀρετῆς ἀθάνατον ἐκτήσατο, οὐδὲ σύμπαντα ἐμοὶ μαρτυρίαν δώσει τοῦ καλῶς βεβιωκέναι;

Οὐκ ἀγαθὸς γὰρ ἔδοξας. ἀλλ’ οὐ κακός. ἀγνοεῖς ὅτι καὶ τὰς ἄλλας εἴτε τέχνας εἴτε δυνάμεις οὐχ ἑτέρωθεν εἰ κατορθοῦσιν εὕροι τις ἂν ἢ ἐκ τοῦ μηδὲν ἁμαρτάνειν; οὗτος καὶ μάντις ἄριστος, ὅστις οὐ ψεύδεται, καὶ τοξότης ἐπίσκοπος, ὅστις οὐχ ἁμαρτάνει τοῦ σκοποῦ, καὶ κυβερνήτης ὁ μηδὲν ἔξω τῆς τέχνης δρῶν. τοῦ δὲ ῥήτορος οὐχ ὁμοία κρίσις; s νόμιμος ὁ μὴ ἐν τοῖς πολιτεύμασιν. ἐγὼ δὲ καὶ πάσας τὰς παρα- νόμων ἐκπέφευγα | γραφάς. ἀδωροδόκητος ὁ μὴ H. IX 37 6 cf. p. 126, 2 7 cf. p. 126, 3 16 Himer. ecl. 14, 4 1 ἔθιγον scripsi θιγεῖν MaP | διὸ Ma sed e δι’ ὃ corr, Ρ 2 σωφροσύνην scripsi σώφρονα MaP 4 εἴπερ scripsi ὅπερ MaP 6 num Μιλτιάδου. πάλιν καὶ? 9 τοὺς inserui auctore Gasda om MaP | ὧν — 11 βεβιωκέναι citat prae- missis verbis οἷόν ἐστιν ἐκεῖνο παρὰ Λιβανίῳ Io Doxap ad Hermog. de inv. IV 1 στρογγύλως) cod. Barocc. gr. 175 fol. 175 9 ἕκαστον om Doxap 10 ἑκάστη Doxap | ἤνεγκεν Doxap 11 μαρτυρίαν δώσει scripsi e Doxap μαρτυρία δόξει Ma Ρ 14 εἰ inserui e Ma om Ρ | κατορθούσας olim scripsi Γυρὴ Ma 15 μάρτυς Ma 16 ἐπίσκοπος delevit Cobetus at cf. Himer 1. 1. 17 μηδ’ Gasda | τῆς <αὑτοῦ> τέχνης? | scripsi auctore Cobeto ὁρῶν MaP 20 παρανόμων scripsi τῶν νόμων MaP λαβών, ὡς ἐκρίθην ἐγώ. τί δὲ τὰ ἀληθῆ λέγειν; οὐ τὰ μὴ ψευδῆ; πότε οὖν ἥλων ἀπατήσας; καὶ περὶ πάν- των ἀπλῶς ἄμα τῶν αἰσχρῶν κρίσεων ἀφεῖμαι καὶ τῶν καλῶν ἠξίωμαι καὶ τῶν δικαίων, ἀνάξιος αἰτίας, ἄξιος ἐπαίνου καὶ δωρεᾶς. δεινὸν γάρ, εἰ μὲν ἁλοὺς ἅπαξ τῆς ἐπιτιμίας ἂν ἢ τῆς πατρίδος ἢ τῆς ψυχῆς ἐστερήθην, τοσαῦτα δὲ νενικηκὼς οὐδ’ ἅπαξ τιμηθή- σομαι.

καὶ τοὺς κατηγόρους μὲν ἐτιμωρήσασθε ὡς συκοφάντας, ὧν τοῖς μὲν χρημάτων προσετιμήσατε, τοὺς δὲ καὶ ἀτίμους ἀπεπέμψατε· ὧν δὲ τοῖς ἡττη- θεῖσιν αἱ ζημίαι γεγόνασι καθ’ ἑκάστην κρίσιν, οὐδὲ τὸ κέρδος εἰς δόξαν τῷ πάσας νενικηκότι; οὐ γὰρ οὐδ’ ἐκείνοις ἤρκεσε τῆς νίκης ἀποτυχεῖν, ἀλλὰ καὶ προσεζημιώθησαν, οὐδὲ ἐμοὶ τὸ τὰς δέκας ἀποφυγεῖν, εἰ μὴ καὶ γέρας ἀντίρροπον οἶς ἡττηθεὶς ἂν ἔπαθον λήψομαι. ὥσπερ γὰρ τῶν ἁμαρτανομένων αἶ ζημίαι, <οὕτω> καὶ κατορθουμένων εἰσὶν αἱ τιμαί.

εἰ δὲ μὲν ὡς οὐκ ἔδει πεπολιτεῦσθαι κριθεῖσι τὰς ἐσχάτας τιμωρίας ἐπιθήσετε, τῷ δὲ καλῶς τὰ κοινὰ πράττειν ἐγνωσμένῳ μόνον ἐν χάριτος μέρει τὸ μὴ κολασθῆναι δώσετε, ἧς ἀξιοῖ με Κέφαλος δωρεᾶς, ὁρᾶτε μή ποτε ἔρημον τὸ βῆμα τῶν ἐθελόντων ἃ χρὴ λέγειν ἀποδεί- ξητε· ὅ δ’ οὐκ ἔστιν, ἄν τις μὴ τῆς ἐπιτιμίας ἀδίκως 6 cf. ad p. 116, 16 14 Plat. Gorg. p. 516 D. Isocr. p. 9 b 1 λέγειν inserui e Ma om Ρ 2 ἀπατήσας scripsi ἀπα- τηθεὶς MaP ἀπάτης Cobet 5 ἀλοῦς scripsi ἥλων MaP 7 οὐχ Ma | τιμηθήσομαι scripsi τιμήσομαι MaP 9 τοῖς scripsi τὸν Ma τῶν Ρ 10 τοὺς Ρ | ὧς Gasda at cf. 1. 16 11 καθεκάστην Ρ 12 οὐ cscripsi e Ma οὐδὲ Ρ 17 οὕτω inserui om MaP 22 ἐθελόντων scripsi ἐλευθέρων MaP | ἀποδείξητε scripsi ἀποδείξετε MaP 23 ὃ scripsi τό MaP | ἔστιν, ἂν scripsi e Ma ἔστι κἂν Ρ ἢ τοῦ ζῆν ὅλως ἐκπέσῃ, τοῦτο γέρας δικαίας πολιτείας; οὐδ’ ἐγγύς. ὥσπερ γὰρ οὐδ’ εἰ πονηρὸς ἠλέγχθην, ἱκανὸν ἂν ἦν εἰς λόγον ζημίας τὸ μὴ τυχεῖν δωρεᾶς, οὕτως οὐδὲ χρηστῷ φανέντι τὸ μὴ τιμωρίας ἀρκεῖ.

εἰ μὲν οὖν οὗτος αὐτὸς περὶ ἀρετῆς κεκριμένος καὶ ψῆφον εἰληφὼς ὧς φιλόπολις καὶ δικαιότατος ἀν- θρώπων καὶ σωφροσύνῃ διαφέρων ἐκάκιζέ μου τὰς ἀφέσεις ὧς ἀποφυγὰς ὀνειδίζων, εἰκότως ἀμείνων ἂν ἔφασκεν εἶναι τοῦ μὴ πονηροῦ κριθέντος, ἀγαθὸς γνωσθεὶς δηλαδή· εἰ δ’ ἐγὼ μὲν <μεγάλας> εὐθύνας ὑπέσχηκα τῶν βεβιωμένων, οὗτος δὲ οὐδὲ μικράν, ἐμοὶ μέν, εἰ μηδὲν ἄλλο, τό γε μηδὲν ἠδικηκέναι δέδοται· σὺ δ᾿ οὐχ ὅπως ἀγαθὸς ὤν, ἀλλ’ οὐδ’ ὡς οὐκ εἶ πο- νηρὸς ἔγνωσαι. τί οὖν τὰ σοφά σοι ταῦτα· οὐ κέκρι- σαι δίκαιος, ὅτι μὴ κλέπτης, οὐδ’ ὅτι μὴ παρα- νομεῖς, ἔννομος; σὺ δὲ οὐδὲ τὴν τοῦ μὴ | παρα- H. IX 38 νομῆσαι ψῆφον εἴληφας οὐδὲ ἄλλο τῶν ἀδίκων οὐδὲν ἀφεῖσαι μὴ πεποιηκέναι. εἰ δὲ καὶ τοῦ κριθῆναι σαφῶς ἀγαθὸν τὸ μὴ πονηρὸν ἡττᾶται, τοῦ γε μὴ κάκιστον ἐγνῶσθαι τὸ μηδ’ ἀγαθὸν δόξαι πόσῳ σεμνότερόν ἐστιν;

27. Ὁ δὲ καὶ ὠνείδιζέ μοι τὸ πλῆθος τῶν ἐγκλη- μάτων. τοῦτο γὰρ λοιπὸν ἦν καὶ Κεφάλου πειραθῆναί με κατηγοροῦντος. οὗτος δὲ μᾶλλόν ἐστι τῶν ἡττημέ- 2 cf. ad p. 141,3 8 Plat. Phaed. p. 107 C 14 p. 121,2 3 ἱκανὸν — δωρεᾶς inserui e Ma om Ρ 7 σωφροσύνῃ scripsi δικαιοσύνη MaP 8 ἀποφυγὰς ὀνειδίζων scripsi ὀνειδίζων ἀποφυγάς MaP 10 μεγάλας inserui om MaP 12 μηδὲν scripsi e Ma μὴ δ’ Ρ | τό γε scripsi τό. τε MaP 13 ὧς οὐκ εἷ scripsi ὡσεὶ MaP 15 κλέπτεις Ma cf. p. 121, 3 20 μὴ δ’ MaP 23 καὶ delendum censet Hert- linus 24 ἡττημένων scripsi ἡττωμένων MaP νῶν συκοφάντης. ὡς ὁ μὲν αἰτίας οὐκ οὖσ’ ἃς συμφο- ρήσαντες καὶ ὀνειδῶν ὀνόματα κατηγόρουν, πρᾶγμα εἰωθός· οὑτοσὶ δὲ τὰ σεμνολογήματά μου διέβαλλεν, ὧς ἐλαττώματα. οὐχ αἶ γραφαί, Κέφαλε, τἀδικήματα ποιοῦσιν εἷναι, ἀλλὰ τὰ μὲν ὄντα εἰς φῶς ἄγουσι, τὰ δ’ οὐ γεγενημένα μᾶλλον ὡς οὐ γεγένηται βεβαιοῦσι, τὴν ἄδικον δὲ βλασφημίαν εἰς τοὺς εἰπόντας αὐτοὺς τρέπουσι. τὰ ψευδῆ γὰρ ὀνείδη τοῖς εἰποῦσιν, οὐ τοῖς οὐδὲν ἀδικοῦσιν ὀνείδη γίγνεται, καθάπερ βέλος ἰσχυροτέρῳ προσπεσὸν εἰς τὸν ἀφέντα πάλιν ἀναστρέ- φει καὶ πολλάκις ἔτρωσεν αὐτὸν τὸν βαλόντα.

οὐκ- οῦν οὐ τὸ κριθῆναι πολλάκις ὄνειδος, ἀλλὰ τὸ μηδ’ ἅπαξ ἐν ἀγῶσιν ἁλῶναι τοσούτοις ἔπαινος, καὶ τὰ πρὸ τῆς κρίσεως αἰσχρὰ τῶν ὀνομάτων, κλοπὴ καὶ δωρο- δοκία καὶ τὰ τοιαῦτα, τῷ μηδενὶ τούτων ἐνόχῳ φα- νέντι πρὸς εὐφημίαν περιίσταται, καὶ συμβαίνει τοὺς κατηγόρους ἐπαινέτας ἀναφαίνεσθαι καὶ μὴ βουλομέ- νους ὧν κατηγόρησαν <μέν> ἐξελέγξαι δὲ οὐχ οἶοί ἐγένοντο. αὐτοὶ γὰρ ἐπέδειξαν ἀγαθοὺς <οὓς> ἠδυνήθησαν θέλοντες ἐλέγξαι πονηρούς. καὶ οἷς οὐδὲ ψευδομαρτυριῶν ἄν τις ἐπισκῆψαι δύναιτο, τούτοις ἄκοντες οἱ ἐχθροὶ ἀρετὴν μαρτυροῦσι. καὶ παράπαν 1 Dem. p. 152, 6 | Dem. cor. p. 230, 6 21 cf. ad p. 156, 1 22 cf. p. 138, 8 1 ὧς scripsi ὥστε MaP | οὔτοι olim scripsi | οὐκ οὔσας scripsi e Ma cum Spengelio et Cobeto ἀκούσας Ρ δοκούσας olim conieci 3 οὑτοσὶ scripsi e Ma οὗτος Ρ | μου scripsi e Ma μοι Ρ 4 ἐλάττον Ma 5 εἷναι om Ma 6 δὲ Ma | μᾶλλον om Πα 9 γίνεται Ρ 10 ἀναστρέφει scripsi e Ma cum Cobeto ἀνατρέφει Ρ 12 μὴ δ’ MaP 13 τοσούτοις scripsi τοσοῦτος MaP 18 μέν inserui auctore Cobeto om MaP 19 οὓς inserui ante οὐκ cum Hertlino et Cobeto om MaP 22 μαρτυροῦσιν ἀρετὴν Ma εἰπεῖν, ᾠκοδόμηται τὰ δικαστήρια τοῖς πονηροῖς μὲν ἐναλίσκεσθαι, τοῖς δὲ ἀγαθοῖς ἐνεπιδείκνυσθαι. ὅπου γὰρ τῆς κακίας, ἐκεῖ καὶ τῆς ἀρετῆς ἡ κρίσις, ὡς τὸ αὐτὸ θέατρον ἀμουσίας τε καὶ μουσικῆς. καὶ τῶν ἐναντίων οἱ αὐτοὶ κάθηνται κριταί. μιᾶς γὰρ ἄμφω τέχνης εἰδέναι, καὶ οἱ δικασταὶ μίαν ἔχοντες ἐμπειρίαν ἀγαθοῦ καὶ πονηροῦ βίου οὓς μὲν ἂν φλαύρους ὑπο- νοήσωσι, ζημίαν ἐπιβάλλουσι τούτοις, τοὺς δὲ νικῶν- τας ἐπὶ τὰς τιμὰς προπέμπουσι, τοὺς δὲ οὐκ ἐξετα- σθέντας οὔτε κολάζουσιν οὔτε τιμῶσιν.

οὕτω δὲ καὶ τοῖς | νόμοις ἅπασι δοκεῖ μηδένα ἐᾶν ἄκριτον. καὶ H. IX 39 πρῶτον μὲν περὶ τοῦ γένους εἰς κρίσιν ἅπαντας τοὺς πολίτας ἄγουσι, καὶ οὓς οὐδεὶς ξενίας ἐγράψατο, κατὰ δήμους ποιοῦντες ἀγορὰς καὶ διαψηφίσεις, ὅστις ἀστὸς ἢ παρέγγραπτος. καὶ τὴν δοκιμασίαν ταύτην ὑπομέ- νοῦσι, κἂν εὐπατριδῶν τις ᾖ κἂν Ἐτεοβουτάδης κἂν Εὐμολπίδης κἂν ἐστρατηγηκώς. τῆς μὲν οὖν κοινῆς πολιτείας ἄνευ διαψηφίσεων οὐδενὶ μέτεστι, δωρεὰν δὲ τὴν μεγίστην οἴσεται οὐ διαψηφισθεὶς εἰ γνήσιός ἐστι τοῦ τῆς ἀρετῆς ὀνόματος ἢ νόθος καὶ ὑποβολι- μαῖος ἐν ἀλλοτρίᾳ δόξῃ πολιτεύεται;

ἔπειτα κλήρῳ τὰς ἀρχὰς ἱστάντες, ὡς δημοτικὸν ὂν τὸ τῆς ἴσης ἐλ- πίδος, οὐ μόνον τῇ τοῦ κλήρου τύχῃ τὴν αἵρεσιν τούτων ἐπιτρέπουσιν, ἀλλὰ καὶ δικαστήριον καθίζουσι 14 Aeschin. Ctes. p. 57,37 15 Aeschin. fals. leg. p. 51,42 19 sq. Luc. Pisc. 46 4 τε scripsi γε MaP 6 εἰ καὶ ante εἰδέναι Ma 8 ἐπέβαλον Ma 14 ἀστὸς scripsi αὐτὸς MaP 15 ἢ in ἡ corr Ρ 16 εἴη P 19 δὲ scripsi e Ma καὶ P | διαψηφισθεὶς scripsi διαψηφισθὲν MaP sed in hoc εἰς supra ὲν m 2 | γνήσιός scripsi e Ma cum Cobeto γνήσιον Ρ sed ὃς supra ὂν m 2, et olim scripsi 24 καθίζουσιν Ma καὶ ψῆφον διδόασι περὶ τῆς ἀξίας, κἂν ἀνεπιτήδειος ᾖ πλέον οὐδὲν αὐτῷ τῆς εὐκληρίας, λαχὼν δὲ ἰδιώτης ἄπεισι. τὸν μὲν οὖν μυρρίνης στέφανον οὐδεὶς ἀδο- κίμαστος οὐδὲ ἄνευ ψήφου δικαστηρίου περιθήσεται, τὸν δὲ τῆς ἀρετῆς οὕτω προχείρως τῷ μὴ δοκιμασθέντι πρὸ τοῦ κεκριμένου δώσετε;

πάλιν ἄλλους τελοῦν- τες ἄρχοντας οὓς χειροτονητοὺς καλοῦμεν, στρατηγούς, ἱππάρχους, ταξιάρχους, εἴλοντο μὲν αὐτοὺς ἐν ἀρχαιρε- σίαις, οἷον Ἀριστείδην Ἀθηναῖοι, πληροῦται δὲ καὶ τούτοις δικαστήριον, εἰ δικαίως εἰσὶ κεχειροτονημένοι. οἶς οὔτε <χήρυγμα οὔτε> στέφανος στρατεῖαι, πόνοι, κίνδυνοι, ἀλλὰ κἂν κατορθώσωσιν, ὀψέ ποτε αἰ τιμαί. ὅπου δὲ τοὺς στρατηγούς, οὓς αὐτὰ τὰ πράγματα κρίνει, ψήφῳ δοκιμάζετε, τῷ ῥήτορι τὴν δωρεὰν ἀλογὶ χειροτονήσετε;

οὐ τοίνυν οὐδ’ ὅταν τὰ μέγιστα καταπράξωσιν οἱ χειροτονηθέντες ὑπὸ τοῦ δήμου, τῆς δωρεᾶς τυγχάνουσι, πρὶν <ἂν> εὐθύνας ὑπόσχωσι τῷ τὸν νόμον ἄντικρυς ἀπειρηκέ- ναι τὸν ὑπεύθυνον μὴ στεφανοῦν. ὑμεῖς μὲν <οὖν> οἴεσθε τοὺς ταμίας μὲν ἢ τειχοποιοὺς ἄρχοντας εἶναι, καὶ πρὶν ἢ λόγον δοῦναι οὐκ ἐξεῖναι στεφανοῦν· ἡμᾶς 4 Eur. Med. 984. 7 Dem. or. 13 § 19 | Arist. rep. Ath. 61 19 Dem. cor. p. 243, 26 20 Dem. p. 243, 26 τῶν στεφάνων 3 τον et στέφανον Ρ 4 περιθήσεται scripsi auctore Co- beto πειραθήσεται MaP 5 τὸν δὲ scripsi e Ma cum Cobeto τοὺς τὲ P 8 ἀρχαιρεσίαις Ma sed ἑ in ras m 2 9 οἷον Ἀριστείδην pro insiticiis habet Heinius | κληροῦται Hertlein at cf. Mus. Rhen. 30, 284 sq. 11 κήρυγμα οὔτε inserui coll p. 122,6; 180,11 om MaP 12 ἄλλα, Heine 13 αιτιμαί Ma 15 ἀλογιστὶ olim conieci ἀλόγως Hertlein 16 ταμέγιστα Ρ 17 τυγχάνουσιν Ρ | ἂν inserui om MaP cf. t. V 34, 19 19 οὖν inserui om MaP 21 ημεῖς δὲ τοὺς ῥήτορας οὐκ ἐν ἀρχῇ τῇ μεγίστῃ θήσεθε; οἷς πρῶτον μὲν τοὺς ἰδιώτας, | ὧς τοῖς ἄρχουσιν, ἀντο- "H. IX 40 νομάζετε. εἶτ’ ἐκεῖνοι μὲν ἐπέτειοι, διὰ βίου δὲ ἡμεῖς. καὶ οἱ μὲν ὑφ’ ὑμῶν κληθέντες, ἡμεῖς δὲ αὐτεπάγ- γελτοι. κἀκεῖνοι μὲν ἄλλος ἄλλου μέρους, ὁ στρατηγὸς τῶν ὅπλων, ὁ ταμίας τῶν χρημάτων, ὁ τειχοποιὸς τοῦ κύκλου, ὁ δημαγωγὸς δὲ οὐκ ἔστιν ὅτου τὴν ἐπιμέ- λειαν οὐ πεπίστευται. κἀκείνοις αὐτὸς ἐπιτέτακται, αὐτὸς ἐξετάζει τοὺς ταμίας, αὐτὸς ἐκπέμπει τοὺς στρα- τηγούς, ἄρχει τῶν ἀρχόντων ἁπάντων μόνος. τοὺς μὲν οὖν ἔν τινι χρόνῳ καὶ τοὺς κατὰ μέρη προνοουμέ- νους ἀνευθύνους οὐ στεφανώσετε, τοὺς ἀιδίους δὲ τιμήσετε; καὶ παρ’ οὗ μὲν εὐθύνας καθ’ ἕκαστον εἰλήφατε, ἀστεφάνωτον ἐάσετε, τὴν τιμὴν δὲ τῷ παν- τὸς εὐθύνας ὀφείλοντι τοῦ βίου δώσετε;

33. Καίτοι εἰ μὲν μηδὲν ἄξιον λόγου διῴκηκας, οὐ θαυμαστὸν εἰ μηδὲ κατηγόρῳ λόγον παρέσχηκας, οὐδὲ γὰρ ἐπὶ μικροῖς εἰσιν αἱ τοῦ βίου δωρεαί· εἰ δέ, ὡς φῄς, μεγάλα καὶ πολλά, πρὸ τοῦ τούτων ἀποδοῦναι λόγον πῶς ἐπ’ αὐτοῖς δωρεὰν αἰτεῖς; νὴ Δία, οὐδὲν γὰρ εἴρηται περὶ τῶν ῥητόρων αὐτῶν τῷ Σό- λωνι. καὶ τίνας οὕτως ὑπευθύνους καθίστησι καὶ μο- 7 Isocr. or. 18 p. 379 e 1 θήσεσθε scripsi cum Gasda τίθεσθε MaP 2 πρῶτον scripsi πρῶτα MaP | ἀντονομάζετε scripsi auctoribus Hertlino Spengelio Cobeto ἂν ὀνομάζετε Ma ἂν ὀνομάζητε Ρ 3 ἐπέ- τειοι scripsi auctore Cobeto ἐπαίτιοι Ρ ὑπαίτιοι Ma | δια- βίου Ma | δὲ scripsi τὲ Ρ τε Ma 4 ἡμῶν Ρ 5 ἄλλ(??) Ρ 10 ἐρχόντων Ρ | καὶ ante τούς del Ma 11 οὖν om Ma | τὴν Ρ | καταμέρη Ρ 12 διὰ βίου olim scripsi 13 καθ- ἐκαστον MaP 14 ἐάσαετε Ρ 16 οὐδὲν Ma 17 μὴ δὲ MaP 19 φὴς Ma φῆς Ρ | τοῦ om Ρ 21 αὐτῶν scripsi cum Hertlino αὐτῷ Ma αὐτῶ Ρ 22 οὕτος οὐχ olim scripsi νονοὺ καθ’ ἑκάστην ἡμέραν ἀπολογίζεσθαι βούλεται περὶ τῶν πεπολιτευμένων;

ἔγνωκάς τινα γνώμην εἰσφέρειν. προβούλευε, φησίν, εἰς τοὺς πεντακοσίους, πρώτη γὰρ αὕτη κρίσις. τὴν βουλὴν πέπεικας. εἰς τὸν δῆμον ἴθι, δευτέρα γὰρ ἡ διαχειροτονία. κἂν τοὺς πολλοὺς ἔχῃς ὁμογνώμονας, οὔπω νενίκηκας. ἐφέσιμος λοιπὸν εἰς τὸ δικαστήριον ἡ διάγνωσις. τριῶν οὖν ὄντων συνεδρίων, βουλῆς, δήμου, δικαστηρίου, ἀκρι- βέστατον ὡμολόγηται τὸ δικαστήριον. εἰκότως. ἡ βουλὴ μέν γε καὶ ὁ δῆμος ἀνώμοτοι τὴν ψῆφον φέρουσι, τὸ δικαστήριον δὲ σὺν ὅρκῳ καὶ ἀρᾷ τῇ μεγίστῃ. καὶ οἱ μὲν βοῇ τὰ πολλὰ κρίνουσι πρὸς ὀργὴν φανερὰν καὶ χάριν, οἶ δὲ κρύβδην τὸ δόξαν τίθενται. θόρυβος ἐν τοῖς ἄλλοις ἰσχύει συλλόγοις· ἐνταῦθα πρὸς ὕδωρ οἱ H. IX 41 λόγοι. καὶ τί | τὰ ἄλλα; τῇ βουλῇ μὲν οὐκ ἔξεστιν οὐδὲ τῷ δήμῳ λῦσαι γνῶσιν δικαστηρίου, τῷ δικαστη- ρίῳ δὲ ἀμφοῖν ἅμα.

οὕτω δὲ κρατοῦντος ἀκριβείᾳ πολὺ τοῦ δικαστηρίου ἐγὼ μὲν διὰ πάντων ἐλήλυθα τῶν συνεδρίων, καὶ γὰρ τὴν βουλὴν οὐχ ἧττον πέ- πεικα Κεφάλου, καὶ ὁ δῆμος ἐπεχειροτόνησεν ἅμα καὶ πλείω ψηφίσματα, καὶ τὸ τρίτον δὴ πάλαισμα, γραφεὶς παρανόμων ἐπὶ πάσαις ταῖς γνώμαις ὑμᾶς ἔπεισα τοὺς τῶν ὅλων κυρίους· τούτῳ δὲ ἀτελὴς ἡ πολιτεία <ἐν> τῷ κυριωτάτῳ μέρει. τῆς ἐξετάσεως γὰρ ἀπάσης τέλος ἡ 3 Luc. Prom. 12 11 Andoc. myst. ’ξ 31. cf. M. Fraenkel Herm. XIII 452 sq. 1 καθεκάστην MaP 2 τινα scripsi e Ma cum Hertlino τινας Ρ τινος Gasda 3 post εἰσφέρειν et 4 πέπεικας punc- tum posui, signum interrogationis MaP 4 γὰρ scripsi γε MaP 5 δευτέραν Ρ | διαχειροτονία scripsi e Ma διὰ χειρο- τονίας Ρ 9 εἰκότως. om Ma 12 ἀρχὴν ὀργὴν 16 γνωμην Ρ 23 <ἐν> inserui om MaP ψῆφος ἡ τοῦ δικαστηρίου.

σὺ δὲ καὶ μέγα φρονεῖς σωθεὶς ἐρημίᾳ κατηγόρων, οὐ πίστει δικαιωμάτων, τοσοῦτον ἐμοῦ λειπόμενος ὅσον τοῦ δι’ ἀντιλογίας νενικηκότος ὁ ἐρήμην ἐνηνεγμένος. ὁ μὲν γὰρ οὐδενὸς φανέντος τοῦ κατηγορήσοντος ἀθῷος μένει, ἐγὼ δὲ καὶ τοὺς παρόντας ἤλεγξα συκοφάντας.

καὶ τὰς πλείους μὲν ψήφους ὁ νόμος κελεύει νικᾶν, ὅν αὐτὸς ἄρτι παρείχετο, αὐτὸς δὲ μηδεμιᾶς τυχὼν ψήφου φιλο- νεικεῖ τῷ πάσας παρειληφότι καὶ πλείους σχεδὸν τῶν οἰκούντων τὴν πόλιν, εἴγε καὶ δὶς οἱ αὐτοὶ περὶ ἐμοῦ καὶ τρὶς ἐψηφίσαντο. ἐγὼ μὲν οὖν εἰ καὶ ἴσας πρὸς ἴσας <τὰς μὲν> ἐνίκων, τὰς δὲ ἐνικώμην, ἀντίπαλος τᾷ μήτε ἡττημένῳ μήτε νενικηκότι ἴσως τῆς ἐπ’ ἄμφω μετασχὼν τύχης πρὸς τὸν οὐδετέρας πεπειραμένον· νῦν δὲ τὸ μὲν οὐδέποτε ἡττῆσθαι [καὶ] ἐμοὶ περίεστι, τούτῳ δὲ ὅπερ ἐμοὶ πολλάκις οὐδ’ ἅπαξ ὑπῆρξε, τὸ νενικηκέναι. οὐδὲ γὰρ αἰτιαθῆναί φησι. τοῦτο μὲν δὴ καὶ τῶν ἰδιωτῶν πολλοῖς ἄν τις ἴδοι συμβεβηκός. αὐτίκα οἱ κατὰ δήμους οἰκοῦντες οὐδὲ εἶδον ἔνιοι τὸ δικαστήριον καὶ οὐ κατίασιν ἐκ τῶν ἀγρῶν αἰτήσοντες γέρας τοῦ λαθραίου βίου. γραφὰς δὲ ὀλίγας φυγὼν πάσας ἀπέφυγέ τις, ὅς οὐδ’ ἐν μέρει τὰ μὲν ἐνίκα, τὰ δὲ ἡττᾶτο;

8 cf. p. 129, 12 12 Thuc. II 61, 3 19 cf. t. III 267, 11 21 sq. cf. Arist. nub. 167 cum nota Kockii 1 ἡ inserui e Ma om Ρ 3 ἀντιλογίας Ρ sed ἃς in ου corr ἀντιλογίαν Ma 4 ὁ inserui om MaP | ἐπῃνημένος Gasda 5 ἀθῷος MaP | κατηγορήσοντος scripsi κατηγορήσαν- τος MaP 9 παρειληφότι scripsi προειληφότι MaP 12 τἀς μὲν inserui om MaP | τας P 13 μήτε (1) scripsi μὴ δὲ MaP 14 οὐδ’ ἑτέρας Ma 15 ἡ(??)ῆσθαι Ma | καὶ cancellavi ἐμοὶ καὶ olim scripsi κἀμοὶ Hertlein ἐμοὶ καὶ olim scripsi 16 οὐχ Ma 22 ἀπέφυγέ τις scripsi ἀπέφυγε τίς MaP ἀπέφυγε τίς; Heine | οὐδ’ scripsi οὐκ MaP 24 τὰ Ρ

38. Εἰ δέ γε τῶν ἐξαιρέτων καὶ ἃ πρὸς ἄλλους οὐκ ἔστι κοινὰ τὰς δωρεὰς εἶναί φησιν, ἡ τούτου μὲν ἀπραγ- H. IX 42 μοσύνη τοῖς πλείοσιν ὑπάρχει καὶ πᾶσιν | ὀλίγου δεῖν, τὸ δ’ ἐμὸν καλὸν οὐκ οἶδα ὅτῳ πλὴν ἐμοῦ.

ἔτι τοίνυν ὅ μὲν οὗτος αὐχεῖ, τὸ ἀναίτιον ἐμοὶ μᾶλλον ἢ τούτῳ πρόσεστιν. ὁ μὲν γὰρ ἐκφυγὼν τὰ ἐγκλήματα εἰς ἴσον τῷ μηδὲ κατηγορηθέντι τὴν ἀρχὴν ἐπανέρχεται. καὶ καθαρῶς οὗτος ἀναίτιος ὅστις ἠλευθέ- ρωται τῶν αἰτιῶν ὑπὸ τοῦ δικαστηρίου, τὸν δὲ οὐ κατηγορηθέντα ἄκριτον, οὐκ ἀναίτιον εἴποι τις ἂν οὐδ’ ἀνεύθυνον, ἀλλ’ ὑπεύθυνον ἐπὶ παντὸς βίου. ὅπου γ’ οὖν, ἐφ’ ᾧ μὲν οὗτος ἀγάλλεται, τὸ δοκεῖν αἰτίας ἀπάσης ἐκτὸς εἶναι, τούτῳ μὲν ἄδηλον εἰ καί τινος αἰτίας ὑπούσης οὐ τετύχηκε κατηγόρου, ἐμοὶ δὲ κρίσεσι πολλαῖς κεκύρωται, τὸ δὲ κριθέντα ἐκφυγεῖν τούτῳ μὲν οὐκ ἔστιν εἰπεῖν οὐδ’ ἅπαξ, ἐμοὶ δὲ καὶ πολλάκις, ᾧ δὴ τὸ συναμφότερον, οὐχ ᾧ θάτερον ὑπάρχει, τούτῳ προσήκει κρατεῖν.

καὶ πότερον εὔξασθαι ἂν εἵλου μᾶλλον κρίνεσθαι καθ’ ἑκάστην ἡμέραν ἢ ἐν ἀδείᾳ δικῶν εἶναι; ἔστι δὲ τοῦτο μὲν εὐτυχία τὸ τοὺς συκοφάντας λαθεῖν οὐκ εἰς δόξαν οὐδὲ τιμῆς λόγον, πολλοῦ γε καὶ δεῖ, <εἰς> δὲ καὶ ῥᾳθυμίαν καὶ τὸ μὴ δεῖσαι, αἱ δωρεαὶ δὲ τῶν 1 cf. p. 134, 15 5 cf. t. V 546, 15 sq. 1 ἀλλήλους Ma πολλοὺς? cf. p. 134, 15 5 ὁ Ρ | οὕτως Ρ 7 ἶσον MaP | μὴ δὲ MaP 8 καθαρῶς δ᾿ olim scripsi ὅστις scripsi εἴτις MaP 9 ἀπὸ Ρ 12 ὅπου γ’ scripsi ὁπόταν MaP | οὕτως? | τὸ scripsi auctore Grasda MaP 14 ἅπας ὑπούσης Ρ εἰπούσης Ma 19 μᾶλλον scripsi κάλ- λιον εἷναι MaP | καθεκάστην Ρ 22 εἰς inserui auctore Hert- lino om MaP 23 δὲ(1)] γε Ρ ἐπιπόνων εἰσίν, οὐ μετὰ ῥᾳστώνης βίου, καὶ κινδύνων καὶ φόβου παραμυθία τοῖς ἐκφεύγουσιν, ἐπεὶ καὶ τοὺς πολεμικοὺς κινδύνους πρὶν γενέσθαι μὲν ἅπας τις ἂν ἀπεύξαιτο, γενομένων δὲ τιμῶνται οἱ κατορθοῦντες, καὶ τὰ πολλὰ φευκτὰ μὲν πρὸ τῆς πείρας διὰ τὴν ἄδηλον τύχην, ζηλωτὰ δέ, ὅταν κρατήσῃ τοῦ τέλους.

καὶ τὰς ἐν ὑμῖν κρίσεις ὑπομεῖναι μὲν οὐδεὶς ἂν ἐθελή- σειεν οὐκ εἰδὼς εἰ διαφεύξεται· εἰ δὲ θεῶν τις ἐγ- γυήσαιτο τὴν νίκην, τίς οὐκ ἂν εὔξαιτο δεῖξαι χρηστὸς ὤν; πλὴν εἰ σύνοιδεν αὑτῷ τοιαῦτά τις ὥστε μόνην σωτηρίαν τὸ μὴ κριθῆναι δοκεῖν, ἐπεὶ τοῖς ἀδικοῦσι μὲν ἀγαθὸν ἀνελέγκτοις μένειν, τοῖς δὲ χρηστοῖς ἀτύχημα τὸ λανθάνειν, καὶ θαρροῦσιν οἱ μὲν τῷ συνειδότι καὶ ταῖς ἀποδείξεσιν, οἱ δὲ κακοῦργοι τῷ λανθάνειν.

42. Ἃ τοίνυν κακοήθως ὑπελάμβανεν ὡς ἐξαπα- ἐξαπατηθέντας ὑπ’ ἐμοῦ τοὺς δικαστάς, οὐκ ἐμοῦ τὴν κατη- γορίαν ἐποιεῖτο, ὑμᾶς δὲ διέβαλλεν, εἰ μὲν ἄκοντας ἐξα- πατηθῆναί φησιν, ὡς ἀνοήτους, εἰ | δὲ βουλομένους H. IX 43 χαρίζεσθαι ἀδίκως, <ὡς> ἐπιόρκους. οὐδὲν ὅ μὴ τῶν κακίστων ἁπλῶς αὐτοῦ λέγοντος ἠκούσατε. εἶτα παρὰ μὲν τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις ἄριστοι δικάζειν καὶ νομοθετεῖν πρὸ τοῦ πεπίστευσθε, Κέφαλος δὲ παρα- νοίας αἱρεῖ τὰ δικαστήρια, ἐν οἷς οὔτε διώκων ἡττηθεὶς 16 cf. p. 130, 21 24 Aesch. Ctes. p. 76, 41 | Dem. p. 642, 5 1 οὐ] καὶ Ma | βίου scripsi βίων MaP 3 τὶς MaP 5 τὰ delendum censet Hertlinus 11 ἐπεὶ scripsi ἔτι MaP 20 Χαρίζεσθαι ἀδίκως, scripsi χαρίζεσθαι, ἀδίκους Ma Ρ χαρίζεσθαι ἀδίκως Cobet 21 καὶ ante λέγοντος MaP delevi ante οὐδὲν collocandum censet Gasda 22 ἄριστα olim scripsi 23 πρὸ τοῦ scripsi τούτου MaP sed in hoc τοῦτο suprascr m 2 | πεπίστευσθε scripsi πεπίστευθε Ma πε- πίστευτε Ρ οὔτε φεύγων ἁλοὺς οὐδεὶς ᾐτιάσατο τὰ ἐγνωσμένα. καὶ οἱ μὲν ἑλεῖν οὐ δυνηθέντες σιωπῶσιν, οὗτος δὲ ὑπὲρ ὧν ἕτεροι γραψάμενοί με ἡττῶντο ἀγανακτεῖ. καί, ὡς ἔοικε, θεοὶ μὲν ἡττηθέντες ἔστερξαν αὐτίκα τὰς ψήφους, Κεφάλῳ δὲ μόνῳ δοκεῖτε τὰ δίκαια μὴ δι- αιρεῖν ἀκριβῶς, κἂν μὴ δῶτε τὴν δωρεὰν ἐκ δικαστη- ρίου, φησὶν ὑμᾶς δικάζειν κακῶς.

εἰ μὲν οὖν ἅπαξ ἢ δὶς ἐξέφυγον τά ἐγκλήματα, ὑπενόησέ τις <ἂν> ὑπῆλθον, ὡς ἐφενάκισα, ὡς ἐλέῳ κατέλαβον τοὺς δι- καστάς· εἰ δέ, ὁσαχοῦ κέκριμαι, πανταχοῦ καὶ ἑκαστα- χοῦ νικῶ, καθαρὰ τῆς ἀρετῆς ἡ κρίσις. εἰς μὲν ἅπαξ καὶ παρ’ ἕνα καιρὸν ἰσχυρὸν ἀπάτη καὶ τέχνη, ὁ χρόνος δὲ φωρᾷ τὴν ἀλήθειαν. καὶ οὐδ’ ἂν οἱ πάν- των ἀνοητότατοι δὶς περὶ τὸν αὐτόν, οὐχ ὅπως Ἀθη- ναίοι, σφαλῆναι δύναιντ’ ἄν, ἐμοὶ δὲ καὶ φιλονεικό- τερον προσεφέροντο τῷ πολλάκις ἤδη κεκρατηκέναι, οἱ κατήγοροι μὲν ἀναμάχεσθαι πειρώμενοι καὶ μόνος λέγοντες ἡμᾶς οὗτος ἀεὶ διαφεύξεται; οἱ δικασταὶ δὲ παρατεταγμένοι πρὸς τοὺς λόγους τοὺς ἐμοὺς καὶ μέχρι τίνος τοῦτον ἀφήσομεν; ἀλλ’ οὐδὲ σκιὰν εὗρον αἰτίας εἰς ἐμέ.

πάνυ γοῦν εὐμε- ταχείριστοι πρὸς ἀπάτην Ἀθηναῖοι. Μιλτιάδου μὲν οὐκ ἐφείσασθε τοῦ τὴν ἐν Μαραθῶνι μάχην νενικη- κότος ἀνδρὸς <καὶ> δουλείας Μηδικῆς τὴν 4 cf. p. 134,11 10 Dem. p. 682,12 11 cf. p. 173,8; t. IV 133, 4 22 cf. p. 126, 2 4 ὅσοι Hertlein at cf. p. 134, 11 7 ἡμᾶς Ρ 8 ἂν in- serui om MaP 13 δὲ φωρᾷ scripsi auctore Cobeto δ’ ἐφορᾷ MaP 15 δὲ] μὲν γὰρ Ma 16 καὶ ante οἱ MaP delevi cum Hertlino 20 λέγοντες post καὶ olim inserui, ex- pellendum censuit Hertlinus cf. p. 123,5; 172,17 24 καὶ in- serui om ΜαΡ λύσαντος. ἐδήσατε χεῖρας ἐκείνας ἃς ἐξέτεινε μετὰ τῶν παραγγελμάτων καὶ πόδας ὑπὲρ τῶν Ἀθηναίων δραμόντας, καὶ πρότερον ἐν τοῖς δεσμοῖς ἀπέθανε πρὶν λύσεως ἔτυχε.

καὶ Θεμιστοκλῆς ἔφυγεν εἰς Πέρσας ἢν ὁδὸν ἐξήλασε βασιλέα. καὶ Λακεδαιμονίους μὲν ἐξη- πάτησε τοὺς δεινούς, καὶ πάντας ἀνθρώπους παρήγαγε ῥᾳδίως· πρὸς δὲ | τὸ δικαστήριον οὐδὲν ἔργον H. IX 44 αὐτῷ τῆς συνέσεως ἴσχυσεν. οὐκ ἔτυχε συγγνώμης οὐ μετ’ Εὔβοιαν Περικλῆς, οὐ μετὰ Ναύπακτον Φορμίων, οὐ μετὰ Λέσβον Πάχης, οὐ μετὰ Ἀργινούσας οἱ δέκα, ὧν ἐπὶ μιᾶς ἡμέρας θάνατον κατεψηφίσασθε. οὐ Σω- κράτης παρήγαγε τῷ λόγῳ τοὺς δικάζοντας, οὐ Θρασύ- βουλος ὁ ἀποδοὺς τὴν δημοκρατίαν καὶ τὰ δικαστή- ρια, οὐ τὰ τελευταῖα, Καλλίστρατος, ὅν ὑπερβάλλοντα δεινότητι τοὺς ῥήτορας αὐτοῖς λόγοις φυγάδα ἀπεστεί- λατε. ὧν καὶ Κέφαλος ἐνίων ἐμέμνητο, ὥσπερ οὐχ ὑπὲρ ἐμοῦ σεμνολογούμενος.

εἶτα τοῖς ἀρίστοις μέν, καθ’ ὅν ἦν χρόνον αὐτῶν ἕκαστος, εἰ καὶ ἥμαρτον, ἐκ μεταβολῆς ἰσχυροτέραν ἐποιεῖσθε τὴν ὀργὴν τὴν ἐπὶ τοῖς καινοῖς ἐγκλήμασι τῆς μνήμης τῶν προκατωρθωạένων, καὶ τούτους οὐ ναυμαχίας λέγον- τας οὐ πεζομαχίας, οὐ τρόπαια δεικνύντας ἐσώσατε, καὶ 2 cf. t. V 515, 17 3 cf. t. V 104, 4 4 cf. t. V 72, 2 sq.; 104, 5 9 Thuc. | 114 | Thuc. II 102 10 cf. Thuc. III 27 sq. | t. V 134, 2 13 cf. p. 126, 3 14 Dem. p. 436, 13. 742, 23. cf. Herm. IX 70 16 cf. p. 126, 2 sq. 1 ἐδήσατε Ma sed ἑ in ras m 2 | τὰς ante χεῖρας inseren- dum censet Hertlinus 2 παραγγελμάτων scripsi ἀπαγγελμk- των MaP | πόδας <τοὺς> 3 ἀπέθανεν Ma 6 scripsi περιήγαγε MaP 8 ἴσυσεν delendum censet παρήγαγε 10 ἀργιννούσας MaP 13 ’ξ ἀποδοὺς scripsi cum Hertlino et Cobeto ὁ δοὺς Ma ὀδοὺς Ρ 20 καινοῖς scripsi κοινοῖς Ma Ρ 22 οὐ(2)] καὶ Ma | δεικνύντες Ρ sed ε (2) in α corr m 2 ταῦτα ἅπαξ ἕκαστον ὑπὸ τῇ ψήφῳ λαβόντες, εἰκότως, οὐ γὰρ ἡμιτελῆ τὴν ἀρετὴν ἀξιοῦτε παρασχέσθαι τοὺς ἐπαινουμένους οὐδὲ τῇ δόξῃ τῆς δικαιοσύνης εἰς ἐξου- σίαν ἀδικίας χρῆσθαι· ἐμοὶ δ’ ἂν τοσαύτας γραφὰς ἐχαρίσασθε; τίνα πειθὼ καὶ σειρῆνα καινὴν ἀνευρόντι ᾗ κατέθελξα δικάζοντας ὑμᾶς μόνος ἐγρηγορότας ἀεί, προνοοῦντας τὰ λεχθησόμενα, πολλὰ καὶ τῶν οὐκ εἰρη- μένων τῇ κατηγορίᾳ κατατιθέντας, οὔτε συνετώτερος ἐγὼ Θεμιστοκλέους οὔτε πιθανώτερος Περικλέους οὔτε σοφώτερος Σωκράτους οὔτε δεινότερος Καλλιστράτου, ὧν ἀπάντων ἐκρατήσατε.

ἐν τοιούτοις ἀνύποπτος ὤφθην δικασταῖς <τοῖς> πάντα ὑπονοοῦσι. μὴ πεῖραν αὐτῶν λάβῃς, οὐ γὰρ ἂν ἐκφύγοις. ἐλεήμονες Ἀθηναῖοι, κἀγώ φημι. πότε; καὶ πρὸς τίνας; ἄν ποτε συμμαχίας δέηται πόλις, ἂν ἱκετεύῃ ξένος, πρὸς ἐκεί- νους θεὸν τὸν Ἔλεον νομίζουσι. κἂν μὲν τῶν πολι- τῶν τινά τις αἰτιάσηται· Κέφαλός ἐστι τῶν κακῶν αἴτιος ἢ Ἀριστοφῶν ἢ ὃν ἂν τῶν ὑπὸ χεῖρα φαίη τις, ὀργίλοι καὶ τραχεῖς· ἐὰν δέ τις τῶν ἔξωθεν ἱκε- τεύσῃ, κἂν Οἰδίπους, κἂν Ὀρέστης, ἐλεοῦσι καὶ σώ- ζουσιν, οὐκ ἀλόγως, ὧς ἐμοὶ δοκεῖ, τοὺς ἀλλοφύλους μέν H. IX 45 | γε μήτε φύντας καλῶς μήτε ἐν ἀρίστῃ πολιτείᾳ πεπαιδευμένους οὐκ ἀξιοῦντες ἀναμαρτήτους εἶναι· εἰ δέ τις Ἀθηναῖος ὢν οὐχ ὑπεραίρει πάντας ἀρετῇ, τῶν 16 cf. p. 134,12 18 Luc. Hermot. § 57 20 cf. p. 134,8 1 ἅπαξ ἕκαστον scripsi e Ma ἕκαστον ἅπαξ Ρ 3 οὐδὲ τῇ scripsi οὐδ’ ἐπὶ MaP sed in hoc οὐδὲ τῆ suprascr m 2 4 χρῆσθε Ρ 5 πειθῶ Ρ 6 μόνον Ρ 8 κατατιθέντας in marg Ma προστιθέντας Cobet et Gasda 12 τοῖς inserui om MaP 13 ἐκφύγῃς Ma 17 λέγων ante Κέφαλος in marg P 2 olim inserui cf. p. 170,20 15 ξένος, πρὸς ἐκείνους scripsi ξένος πρὸς ἐκείνους, MaP 19 τίς(1) Ρ 21 μέντοι Ma οὐκ ἀρίστων ὡς κακίστων καταγινώσκετε, ὅταν ένταυ- θοῖ λάβητε, πρὸς τὴν κοινὴν τῆς πόλεως ἀξίωσιν, οὐ πρὸς τὸ καθ’ αὑτὸν ἀπαιτοῦντες ἑκάστου τοὺς τρό- ΠΟΥς· ἄλλως τε καὶ εἴ τις αὑτὸν ἠξίωσε προστατεῖν Ἀθηναίων, ὧς ἐγώ, πολλὴν ὑπεροχὴν ζητεῖτε παρ’ αὐτοῦ τοῦ καλοῦ.

ἤδη τοίνυν τινὰ καὶ δεηθέντα καὶ παιδία κλαίοντα <εἰσκαλέσαντα> ὧν οὐδὲν ἐμὲ ποιοῦντα, ᾠκτείρατε εἰς ἅπαξ, καὶ οὐκ ἐπὶ τῆς πρώτης ψήφου παροξυνθέντες, καθυφέντες δὲ ἐν τῷ τιμήματι τῆς ὀργῆς ἐπανήκατε· ἐμοὶ δὲ οὐκ ἔστιν ὅτε τοῦ μέτρου τῆς ζημίας εἶτα ἐπεκουφίσατε, ἀλλ’ ὅλως ἀπελύσατε.

49. Οὐ τοίνυν οὐδὲ ῥᾴδιον πολιτείας κρίσιν παρα- γαγεῖν, μᾶλλον δὲ οὐδὲ ἐν δυνατῷ. τὰ μέν γε τῶν ἰδιωτῶν ἀδικήματα ὑπὸ σκότους ὄντα ἐκ τῶν εἰκότων στοχάζεσθε, τὰ δὲ τῶν δημαγωγῶν πολιτεύματα οὐκ ἂν λάθοι τοὺς αὐτοὺς ἐκκλησιάζοντας καὶ δικάζοντας. οἷον, εἰ παρανόμων γραφὴ τὸ κρινόμενόν ἐστι, παραν- εγνώσθησαν οἱ νόμοι. τὰ τοῦ ψηφίσματος ῥήματα εἰ διαφωνίαν τινὰ ἔχει, μεμαθήκατε. εἰ χρημάτων διοί- κησίς ἐστιν, ἐπὶ δακτύλων ἡ κρίσις. τί οὖν ἐνταῦθα 7 cf. ad p. 130, 14 9 cf. t. V 338, 4 11 Eur. El. 72 18 Dem. p. 712, 9. Aeschin. p. 82, 35 21 Her. VI 63 1 κακίστων] ἀρίστων Ma | καταγινώσκετε Ρ 3 ἀπομε- τροῦντες coni Gasda | ἑκάστου Ma sed οὐ in ras m 2 4 αὐτὸν Ma | ἠξίωσε προστατεῖν scripsi coll p. 180, 22 ἐξέταξε προστά- την MaP 6 αὐτοῦ scripsi ἐμοῦ MaP 7 εἰσκαλέσαντα in- serui auctore Hertlino coll p. 130, 14 om MaP | ἑωρᾶτε scripsi ὁρᾶτε MaP 8 εἰσάπαξ MaP cf. p. 170,11 | οὐκ delendum? 11 εἶτα delendum censet Cobetus τι coni Hertlinus 13 πολυτελείας Ma 19 <καὶ> τὰ? | ἢ Ρ sed εἰ suprascr 20 εἰ scripsi τί Ma τί Ρ sed del m 2 παρεύρημα; οὐδεὶς τοὺς κατηγόρους ὑπῃνίττετο καθ- υφιέναι τοὺς ἀγῶνας καὶ τοὺς μάρτυρας τὰ ψευδῆ μαρτυρεῖν καὶ τοὺς δικαστὰς δεκάζεσθαι. οὔτε πρία- σθαι τοσούτους ἱκανός, οὐδ’ εἰ τὰ βασιλέως κεκτήμην, οὔτ’ ἂν ἔλαθον τοιοῦτόν τι κακουργῶν, ὅς καὶ περὶ ὧν οὐκ ἀδικῶ κρίνομαι.

μαρτυρεῖς δέ μοι καὶ σύ. εἰ γὰρ ἤ ψευδομαρτυρίας ἡτοίμαζον ἢ δικαστὰς διέ- φθειρον, εἰσὶ περὶ τούτων ἀπάντων νόμοι καὶ θάνατος ἡ ζημία· σὺ δὲ οὔτε τοιοῦτον οὐδὲν οὔτ’ ἄλλο τι τῶν ἐμῶν ἐγράψω ποτέ. οὕτως οὐδὲ κέκριμαι τὸ κατὰ σέ. εἰ δὲ χρὴ καὶ ὑπονοεῖν τὰ ἀφανῆ, σὲ μᾶλλον <ἂν> H. IX 46 ᾐτιάσατό τις, ὑπιὼν δὲ τοὺς κατηγορήσοντας, εἰσὶ δὲ οὐ πάντες οὐδὲ πολλοί τινες, ὅσοι τοὺς κινδύνους εὐλαβούμενοι πείθονται, ἀλλ’ ὁπόσοι συνίσασι τὰ πο- νηρεύματα, καὶ τοὺς ἀνατεινομένους ἰδίᾳ καθυφεῖναι πείθεις. καὶ πανταχῇ ῥᾷον τὸ μὴ κριθῆναι διαπράξα- σθαι τοῦ πορίσασθαι κριθέντα ἄφεσιν, δεινοὶ γὰρ ὑπιδέσθαι τοὺς κατὰ συνθήκας λόγους, κἂν ἐνδεᾶ τὰ τοῦ διώκοντος ᾗ, τὴν τοῦ κατηγόρου τάξιν οἱ δικά- ζοντες αὐτοὶ λάβοιεν ἂν. καὶ τὸ μηδ’ εἰσελθεῖν ἄν, εἰ 12 cf. t. IV 394, 16 15 cf. t. IV 358, 10 1 παρεύρημα scripsi παρεύρομεν MdP 3 δεκάξεσθαι scripsi δὲ δικάζεσθαι MaP sed in hoc in δεδικάσθαι corr m 2 5 τοιοῦτό Ρ sed post ο(3) ras 1 litt 6 μου Ma 9 οὔτε scripsi οὐδὲ MaP 10 κρίνομαι Ma 11 καὶ ὐπο- νοεῖν scripsi cum Gasda καθυπονοεῖν MaP | ἂν inserui om MaP 12 ὑπιὼν scripsi ὑπὼν Ρ sed in ὑπιόντα corr m 2 εἰπὼν Ma | δὲ scripsi εἴς τε MaP sed in Koc del m 2 | πολιτεύματα κατηγοροῦντας Ma 14 πείθουσιν coni Gasda | (??) Ρ 15 ἀνατεινομένους scripsi e Ma ἀνὰ τὴν πόλιν Ρ sed τὴν πόλιν in lac 6 litt m 2 ἀνακρινουμένους olim scripsi 20 λά- βοιεν ἂν scripsi λάβοιεν Ρ λαβεῖν Ma | μὴ δ’ Ma μηδεὶς Ρ | ἐλθεῖν Ρ παρεῖχον αὑτοὺς φίλους, οὐκ ἐπ’ ἀδήλῳ τῷ μέλλοντι κριθῆναι ἐπραττόμην.

51. Ὁ τοίνυν σοφὸς οἴεταί τι εὑρηκέναι πυνθανόμε- νος, εἴτε βασκάνους ὑμᾶς καὶ πικροὺς εἴτε ἀνοή- τους καὶ ῥᾳθύμους ὑπολαμβάνω, καὶ τοιούτῳ ὑπά- γῶν ἐνθυμήματι· εἰ μὲν εὐπαραγώγους καὶ εὐή- θεις, οὐ θαυμαστὸν εἰ παρὰ τοιούτοις ἐνίκη- σας· εἰ δὲ χαλεποὺς καὶ δυσοργήτους, οὐδ’ ὑπὸ τοιούτων, φησίν, ᾐτιάθην. ἐγὼ δὲ τούτων μὲν οὐδἐ- τερον καθ’ ὑμῶν ὑπολήψομαι, μαινοίμην γὰρ ἄν, ὡς δὲ τἀληθὲς ἔχει, φράσω.

ὅτι μὲν οὖν περιπίπτεις τῷ σαυ- τοῦ σοφίσματι, εὔδηλον τοῦθ’ ἅπασι, κἂν ἀντέρωμαί σε κἀγώ, δικαίως ἐρωτήσω· πότερά σοι παρορᾶν Ἀθη- ναῖοι τοὺς ἀδικοῦντας δοκοῦσιν ἢ ἐλέγχειν; καὶ εἰ μὲν παρορᾶν, διὰ τοῦτο ἄρα οὐκ ἐγράψαντό σε· εἰ δὲ καταφωρᾶν ἀκριβῶς, οὐκοῦν καὶ παρὰ τοιούτοις ἀφείθην ἐγώ. ταῦτα μὲν οὖν ἐάσω διὰ τὴν ἴσην ἀντιλογίαν, ὅ δὲ οὐδ’ ἡντιναοῦν ἀμφισβή- τησιν ἔχει, τοῦτ’ ἐρῶ.

εἰ μὲν ἄμφω κριθέντες ἐν τοῖς αὐτοῖς δικασταῖς, σὺ μὲν ἀφείθης, ἐγὼ δὲ ἤλων, εἰκότως ἂν παρετίθης, ὡς καὶ σὺ τοὺς χαλεποὺς ἐκ- πέφευγας καὶ παρὰ τοῖς δυσοργήτοις κατεδικάσθην 3 cf. p. 132, 16 sq. 5 cf. t. II 171, 10 3 οἴεταί scripsi coll p. 119, 17 ὥς MaP 5 ὑπολαμβάνω scripsi auctore Cobeto ὑπολαμβάνων MaP 6 εὐήθεις scripsi θείους MaP 11 οὖν inserui e Ma om Ρ 12 ἅπασιν Ma 13 ἐγὼ Πα 15 διατοῦτο Ρ 16 ἐκφωρᾶν MaP 17 διὰ om Ma 21 παρετίθης scripsi παρατίθης MaP παρετίθεις coni Hertlinus secundum Cobetum Mnem. IX 372 sq. 22 δυσοργήτοις scripsi coll 1. 8 ἀοργήτοις Ma ἀργή- τοις Ρ ἐγώ· εἰ δὲ ἐγὼ μὲν ἐπῄνημαι, σὺ δὲ οὐ κέκρισαι, οὔτε σοὶ μαρτύριον ἀρετῆς ἱκανὸν ἡ τῶν δικαστηρίων ἀκρίβεια, παρ’ οἶς οὐδ’ ἐξητάσθης ὅλως, κἀμοὶ σημεῖον ἀνδραγαθίας ἐκφεύγοντι καὶ τούτους. τοῦ μὲν γὰρ οὐδὲ κριθέντος οὐδ’ ἂν οἱ χαλεπώτατοι καταψηφίσαιντο, τοῦ δὲ ἀδικοῦντος ἐλεγχομένου καὶ οἶ πρᾳότατοι. οὔκ- H. IX 47 οὑν τὸ μὴ κατηγορηθέντα μὴ καταδικασθῆναι μέγα, τὸ δὲ πάσας αἰτίας ἔχοντα μηδεμιᾶς ἐντὸς ὀφθῆναι, καὶ γὰρ οὕτως ἔχει. λαθεῖν μὲν καὶ ἀδικοῦντα ῥᾴδιον ἐν τοσαύτῃ πόλει καὶ εἰ σφόδρα ἀκριβῶς φυλάττουσιν, ἐναποκρυπτομένου τῷ τοῦ κοινοῦ μεγέθει τοῦ καθ’ ἕκαστον τρόπου, καθάπερ ἐν τοῖς μεγάλοις πελάγεσιν οἶ καταποντισταί, οὐ γὰρ Κύθνος ἢ Σίφνος ταῦτα, ὅπου δι’ ὀλιγανθρωπίαν ἀλλήλους ἴσασιν; ὁ δὲ ἅπαξ ἐλθὼν εἰς κρίσιν οὐκ ἂν ἀφεθείη μὴ σαφῶς ὧς οὐδὲν ἀδικεῖ δείξας.

54. Ὁ δὲ καὶ τοὺς νοσοῦντας μὲν πολλάκις, ἰα- τρευομένους δὲ χείρους τῶν ἀνόσων ἀπεφαίνετο· τίς δ’ οὔ φησιν; ἀλλ’ οὐ πρὸς λόγον σοι τὸ παράδειγμα. διὰ τ·ί; ὅτι εἰ μὲν αἶ κρίσεις ἦσαν νόσοι ψυχῆς, ὑγι- εινότερος ὁ μὴ κριθεὶς <ἂν ἦν> τοῦ φυγόντος· νοσήματα μὲν αἱ κακίαι τῶν ἀνθρώπων εἰσίν, ἰατρεῖα 13 cf. t. III 26,17; IV 394,9 13 Dem. p. 176,10 17 cf. p. 138, 3 sq. Plat. Gorg. p. 478 D 3 κἀμοὶ scripsi καί μοι MaP 5 καταψηφίσαιντο scripsi auctore Gasda κατεψηφίσαντο MaP 6 οὐκοῦν Spengel 10 καὶ εἰ scripsi e Ma καὶ Ρ εἰ καὶ olim scripsi 11 τοῦ κοινοῦ scripsi κοινῶ MaP | καθέκαστον Ρ 14 πάντες ante ἀλλήλους inserendum coni Cobetus 17 ἰατρευομένους scripsi coll p. 138,9 et Plat. Gorg. 1. 1. ἰωμένους MaP 20 διατί MaP 21 ἂν ἢν inserui om MaP 22 ἰατρεῖα scripsi cum Gasda ut p. 138, 14 ἰατρεῖαι MaP δέ, ὡς καὶ σὺ φῄς, τούτων τὰ δικαστήρια, εἰ μὲν ἐνεῖδόν τινα ἐν ἐμοὶ πονηρίαν, πάντως ἂν ἰάσαντο δι’ ἀτιμίας ἢ φυγῆς, ὡς καύσεως ἢ τομῆς· εἰ δ’ ὧς ὁλόκληρον καὶ μὴ δεόμενον φαρμάκου τοιοῦτον, οἷος εἰσῆλθον, ἀπεπέμψαντο, ἐγὼ μὲν διὰ πείρας ὑγιεινὸς ἐφάνην τοῖς ἰατροῖς· σὺ δὲ οὐκ ἀπέδυσάς ποτε τὸν βίον τοῖς δικασταῖς οὐδὲ γυμνὴν τὴν ψυχὴν ἔδειξας, συγκαλύπτων δὲ σαυτὸν καὶ περιστέλλων, ὡς οἶ τὰς κρυφαίας νόσους <νοσοῦντες> ἴσως ὕπουλος ὢν νεις.

οὐ τοίνυν μόνον αἶ τοῦ σώματος εὐεξίαι τῶν ἀνεξετάστων αἶ κεκριμέναι κρείττους, ὁ αὐτὸς δ’ ἐπὶ πάντων λόγος· οὐδὲν τιμιώτερον ὅ μὴ συνεξητάσθη τοῦ οὐκ εἰκῆ δοκιμαστοῦ. οὐδὲ χρυσὸς ἀβασάνιστος ἐντιμότερος τοῦ πυρὶ κριθέντος οὐδὲ παρὰ τοῖς βαρ- βάροις, ἀλλὰ χρυσὸς μὲν ἐν πυρί, ἀνθρώπου δὲ τρόπος ἐν δικαστηρίῳ βασανίζεται. τοῦτο δοκίμιον ἐφ’ ἑκά- στου, ἄλλως τε καὶ ῥήτορος. ἐξ οὗπερ ἐγὼ μὲν ἀκήρα- τος ἐξέβην ἀεί, σὺ δὲ οὐδὲ δόκιμος εἷ· οὐδὲ νόμισμα νόμιμον, ὁ μὴ πολλάκις ἔστρεψαν <οἱ> ὥσπερ οὑμὸς | βίος ἄνω καὶ κάτω στρεφόμενος H. XII 218 1 cf. p. 138, 14 9 Plat. leg. IX p. 853 D 14 Plat. rep. III p. 414 A; VI p. 503 A 19 [Plat.] de virt. p. 378 E 20 Dem. p. 543,29. Plat. Lach. p. 196 B 1 φής Ma φῆς Ρ 2 ἐνεῖδόν scripsi ἀνεῖδον MaP 4 τοιοῦτον scripsi τοιούτου MaP | οἷον Ma 6 ἀπέδυσας scripsi auctore Cobeto ἀπέδυσαι MaP sed in hoc in ἀποδέ- δῦσαι corr m 2 9 νοσοῦντες scripsi auctore Gasda om MaP 12 συνεξητάσθη scripsi συνεξετάσει Ρ σὺν ἐξετάσει Ma 13 οὐκ εἰκῆ δοκιμαστοῦ scripsi εἰκῆ καὶ ἀδοκιμάστου Ma εἰκῆ καὶ ἀδοκίμου Ρ 13 et 18 οὐδὲ scripsi οὔτε ΜαΡ 19 οἱ inserui om MaP 20 voce οὑμὸς desinit Ρ fol 313 v cuius in margine inferiore custodum loco verba καὶ κάτω scripta sunt quae sequuntur usque ad p. 184, 8 τὸ ἀνάδημα desunt uno folio amisso | καὶ bis Ma μετὰ τῶν ψήφων ἀριθμούμενος καθαρὸν ἠχεῖ πανταχοῦ, τὸν δὲ σὸν οὐδ’ εἴ τις ὑπόχαλκος ἢ κίβδηλός ἐστιν οὐκ ἄν τις ἰσχυρίσαιτο.

προέλθω δέ, εἰ βούλει, καὶ ἐπὶ τὰ μείζω παραδείγματα. αὕτη καὶ τείχους ἰσχύς, οὐχ ᾧ μηδεὶς προσήγαγε πολέμιος, ἀλλ’ ὃ πολλὰς καὶ στρατιωτῶν καὶ μηχανημάτων προσβολὰς ἀπεκρού- σατο, ὥσπερ οὑμὸς βίος πανταχόθεν προσαγόντων τῶν ὑπορυττόντων διαβολαῖς καὶ κακοηθείαις ἐστὶν ὀρθός. καὶ πλόιμος οὐκ ἐν γαλήνῃ δείκνυται. σὺ μὲν οὖν ἀπείρατος κινδύνου πολιτικοῦ καταστὰς ἄπλους, ἐγὼ δὲ πολλοὺς συκοφαντῶν ὑπέμεινα πολέμους καὶ κινδύ- νους καὶ ῥήτορας κατ’ ἐμοῦ πνέοντας ἤνεγκα.

τὰ δὲ ζῷα πῶς δοκιμάζεται; τίς ἵππον ὠνεῖται μὴ πολλοὺς ἐλάσας δρόμους οὐκ ἐν ἱππασίμοις καὶ λείοις μόνον ἀλλὰ καὶ ἐν τοῖς ἀποκρότοις καὶ πρὸς τὰ σιμὰ καὶ κατὰ πρανοῦς; αὕτη γὰρ ἵππων κρίσις. τοὺς δὲ κομιδῆ πώλους ἄγοντες εἰς τὴν ἀγορὰν πλήθουσαν καὶ τοὺς θορύβους μέσους εἰ φοβεροὶ δοκιμάζετε. οὐκ ἤχθη Κέφαλος εἰς τὴν ἀγορὰν ἐπὶ πείρᾳ βίου οὐδ’ ἤκουσε θόρυβον δικαστηρίου, ἐγὼ δὲ πολλοὺς περὶ ἐμαυτοῦ δραμὼν δρόμους ἐνίκων ἅπαντας.

εἰ δὲ τὸ μὴ 2 Const. Man. chron. 5333 16 cf. t. IV 815, 18 R; I 504,17 1 ἀριθμουμένων olim conieci | καθαρὸν scripsi auctore Hertlino καθαρὸς Ma 2 τι coni Gasda 3 εἰ delendum censet Hertlinus, in ἔτι mutandum Buecheler signum interro- gationis post παραδείγματα ponentes 5 ᾧ scripsi auctore Hertlino ὃ Ma 7 τῶν inserui cum Buechelero om Ma 9 post δείκνυται enuntiationem affirmativam excidisse coni- cio cum Gasda 13 ἵππον scripsi cum Hertlino ἵππος Ma ἵππους Buecheler 15 ἀλλὰ καὶ ἐν scripsi cum Buechelero et Hertlino ἀλλ’ εἰ καὶ μὴ Ma κριθὲν προκρίνει τοῦ πεφυλοκρινημένου στεφάνου, ἆρα καὶ στρατηγὸν χαλκοῦν ἂν ἔστησεν οὐκ ἐνδύντα θώ- ρακα καὶ οὐδ’ ἰδόντα τοὺς πολεμίους; οὐδὲ Μιλτιάδης οὐδενὸς ἄξιος διὰ τὰς μάχας οὐδὲ Θεμιστοκλῆς ὁ περὶ τῶν Ἀθηνῶν ἀναρρίψας καὶ παραδοὺς ἀσταθμήτῳ στοιχείῳ τοῦ πολέμου τὴν κρίσιν οὐδὲ Θρασύβουλος ὁ Φυλὴν καταλαβὼν τετταράκοντα τοῖς πρώτοις;

ἔστη- σα κἀγὼ τρόπαια τῶν συκοφαντῶν ἐν ἅπασι τοῖς δι- καστηρίοις. πολλαχόθεν βαλλόμενος ἐγκλήμασιν ὧς ἀλη- θῶς αὐτὸς ὤφθην ἄτρωτος, ὧς οὔτε ὁ Αἴας, ᾧ σαυτὸν εἴκαζες, οὔτε ὁ Ἀχιλλεὺς | οὔτε ὁ Καινεὺς οὔτε εἴ H. XII 219 τις ἄλλη <τραυμάτων> κρείττων γενέσθαι λέγεται φύσις. ὡς ἐγὼ συκοφάντου καὶ διὰ παντὸς ἰόντος φθόνου ἐστράτευμαι πάντα νικῶν. μέγα φρονεῖς, εἰ μὴ τέ- τρωσαι· τίς γὰρ ἐπὶ σὲ συκοφάντης ἀφῆκεν ἔγκλημα; ἄγε καὶ ἀθλητὰς εἰς τὸ πρυτανεῖον τοὺς οὐκ ἀποδύν- τας εἰς στάδιόν ποτε, καὶ τίς ἀνέξεται; ποῖος Γλαῦκος 1 cf. t. II 180, 14; V 216, 12. Arist. rep. Ath. 21, 2 5 cf. p. 144, 9 | Dem. p. 383, 5 7 Xen. Hell. II 4, 2. Corn. Nep. Thras. 2,1 cum nota Nipperdeii. Aristid. t. I 271,12; 822, 8 D 10 cf. p. 125,24 11 Themist. or. 23 p. 284 a. Apostol. prov. IV 19 16 cf. t. 1 145, 3. Arist. Ach. 627 1 προκρίνει scripsi auctore Buechelero προκρίνεις Ma | πεφυλοκρινημένου scripsi cum Buechelero πεφυλλοκρινημένου Ma πεφιλοκρινημένου Gasda | στεφάνου pro glossemate habet Gasda 2 ἂν ἔστησεν scripsi cum Buechelero ἀνέστησεν Ma 3 καὶ cancellandum censet Gasda 4 ὁ ante Θεμιστοκλῆς Ma delevi cum Hertlino 10 post ἄτρωτος comm aposui, colon Ma 11 ὁ(1) inserui om Ma | οὔτε(3) scripsi οὐδὲ Ma 12 τραυμάτων inserui om Ma | τοῦ θνητοῦ Hertlein 13 τοῦ post καὶ Ma delevi καίτοι Radermacher Philol. LVII 227 14 ἐστράτευμαι πάντα νικῶν scripsi coll. p. 182, 5 ἐστράτευτε τὰ δανικἀ Ma ἐστρατευμένος νενίκηκα olim scripsi ἐστράτευται παντονίκης Buecheler ἐστράτευται. τάλαν, ἢ καὶ Radermacher 17 ὁποῖος Gasda membrum quale: omnes tamen probabunt, si adduxeris tales excidisse coniciens ὁ Καρύστιος ἢ Πολυδάμας ὁ Σἀοτουσαῖος, οἳ πολλοῦ καμάτου καὶ ἱδρῶτος τοὺς στεφάνους ἐωνημένοι χαλκοῖ ἑστᾶσιν; οὐ γὰρ δεῖ πολιτείας ἀγωνιστὴν ἰδιώτῃ καὶ θεατὴν ἀθλητῇ παραβάλλειν.

στάδια τῆς ἀρετῆς τῆς ἐμῆς τὰ δικαστήρια, Ἑλλανοδίκαι δὲ τούτων τῶν Ὀλυμπίων ὑμεῖς, καὶ γὰρ τούτοις τοῖς ἀθληταῖς κάθην- ται δικασταί. τοῦ νικῶντος ὁ στέφανος, οὐχ ὅστις ἀνα- γώνιστος. ἐμὲ εἰς τὸ πρυτανεῖον ὁ νόμος καλεῖ δι- καιότερον ἢ τοὺς Ὀλυμπιάδα καὶ Πυθιάδα νίκην ἀνῃ- ρημένους. οἱ μὲν γὰρ μόνον εἰς δόξαν συναίρονται τῇ πατρίδι, τἀμὰ δὲ κηρύγμάτα ψηφίς μάτα χρηστὰ καὶ νόμοι συμφέροντες, πόροι χρημάτων, ἀπόστολοι, νῖκαι. πόσους ἡ πόλις αὕτη στεφάνους ἐκ τῶν ἐμῶν πολι- τευμάτων ἠνέγκατο. οἱ δεῖνες σωθέντες, οἶ δεῖνες ἐλευθερωθέντες διὰ τὴν ἐμὴν προπέτειαν, ὧς Κε- φάλῳ δοκεῖ.

οὐχ οἱ δειλοὶ καὶ τρέμοντες καὶ λαγὼ βίον ὡς ἀληθῶς ζῶντες τὰ τρόπαια ἱστᾶσιν οὐδὲ τὰ κοινὰ ὀρθοῦσιν οὐδὲ δωρεῶν τυγχάνουσι, καὶ ταῦτα ἐν Ἀθήναις. εἰ μὲν γὰρ Φλιασίοις ἢ Με- γαρεῦσι συνεβούλευον, αὐτός τε οὐδὲν ἂν ἐτόλμων μέγα καὶ τοὺς πολίτας τῇ τύχῃ τὴν γνώμην μετρεῖν ἠξίουν, Ἀθηναίων δέ τις ἀξιωθεὶς προστατεῖν ἐπὶ 1 Dem. p. 331, 2. Luc. pro imag. § 19; Her. § 8 | Lib. t. IV 292, 15 R. Paus. VI 10, 1; 5, 1 2 Paus. VI 10, 1 8 Plat. leg. XII p. 845 C 9 Plat. leg. VII p. 807 C 10 cf. t. V 220, 1 11 cf. p. 122, 6 15 cf. p. 118, 1 17 cf. p. 119, 11 1 ὀ(1) inserui om Ma | σκοτισαῖος Ma sed ι(1) in ὒ corr m 2 | οὐ et 3 καθεστᾶσιν; Buecheler 2 ὠνημένοι Ma | χαλκοῖ ἑστᾶσιν; scripsi καθεστᾶσιν. Ma 10 μόνον scripsi ὅσον Ma 12 νόμοι συμφέροντες scripsi coll. t. II 301,2. Dem. p. 328, 20 νόμοις συμφέροντα Ma sed ὄντα incertum | πόροι scripsi coll t. IV 246,5 R. Dem. p. 328,19 ’π’ cum quatuor litteris quae ne sulfurato quidem liquore adhibito effulserunt 18 τυγχά- νουσιν Ma 22 προστατεῖν scripsi coll p. 173,4 προστάτης Ma ταὐτὸ βῆμα ἀναβαίνων, ἐφ’ οὗ Μιλτιάδης τὴν ἔξοδον ἐδημηγόρει καὶ Θεμιστοκλῆς πανοικησίᾳ πλεῖν ἐπολι- τεύετο καὶ Κίμων οὐ] προῆγεν ἄχρι Παμφυλίας καὶ Περικλῆς τὴν Ἀττικὴν ἐδίδου τοῖς Πελοποννησίοις, τηλικούτων διάδοχος ῥητόρων οὐ κληρονομήσει | H. XII 220 τὸ φρόνημα μετὰ τοῦ βήματος;

ἀλλὰ τί πράξει; ὧς Κέφαλος, εὐλαβηθήσεται τοὺς βασκάνους καὶ τῶν αἰτιῶν τὰς σκιὰς φοβηθήσεται; μιμήσεται τὴν σὴν ἄνανδρον πολιτείαν; οὐκ ἐγώ. περὶ πρωτείων ἀεὶ πολι- τεύομαι. <ὑπὲρ> δόξης <καὶ> ἡγεμονίας οὐδένα κίνδυνον ἐξίσταμαι. διὰ τοῦτ’ ἀεὶ κρίνομαι, οὐ ζητῶ γὰρ ὅ τι λεχθὲν οὐχ ἕξεὰ κατηγορίαν, ἀλλ’ ὅ τι πᾶσαν αὐξήσει τὴν πόλιν καὶ ποιήσει φθονεῖσθαι τὸν μὲν δῆμον παρὰ τοῖς Ἕλλησι, παρὰ δὲ ὑμῖν ἐμέ, οὐ πρὸς ἐμαυτὸν σκοπῶν τὰ λεκτέα καὶ τὰ μή, πρὸς δὲ τὸ κοινὸν τῶν Ἀθηναίων ἀξίωμα.

τοῦτο μέτρον εἶναι χρὴ τῶν πολιτευμάτων, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ οἶ τῶν δραμάτων ὑποκριταὶ συναρμόττονται τοῖς προσώποις καὶ στρατηγὸς καὶ τύραννός τις ἐξαίφνης ἐγένετο, οὕτω καὶ τὸν δημαγωγὸν τὸ τοῦ δήμου πρόσωπον φέρειν δεῖ πρὸς τὸ χρῆσθαι τῇ φωνῇ. ποῖός τις οὖν ὁ δῆμος οὗ τἀς ῥήσεις δεδιδάγμεθα; οὐκ εὐλαβὴς οὐδὲ ἄτολμος οὐδ’ ὅθεν μηδεὶς κίνδυνος ἐπιστήσεται, τούτοις ἐπιχειρῶν. εἰ γάρ, ὡς σὺ παρὰ τούτοις, οὕτως 1 cf. t. IV 245, 29 R 2 Thuc. II s 16; III 57,2 3 p. 217, 14 10 Dem. p. 460, 1; 617, 15 11 cf. p. 142, 19 sq. 1 ἀναβαίνων scripsi διαβαίνων Ma 2 πλὴν Ma sed ἢν in εἰν corr m 2 3 Κίμων scripsi τίμων Ma | οὐ cancellavi | προῆγεν scripsi cum Buechelero et Hertlino προσῆγεν Ma 10 ὑπέρ et καὶ inserui coll Dem. 1. 1. om Ma 11 ζητῶ scripsi ζηλῶ Ma 11 et 12 ὅ τι scripsi ὅτι Πα 16 μέτρον scripsi μέτριον Ma ὁ δῆμος παρὰ τοῖς Ἕλλησιν ἐπολιτεύετο, οὐκ ἂν σε- μνότερος ἦν τῶν Μεγαρέων, ἔτι καὶ νῦν ἂν ὑπ’ Αἰγι- νητῶν ἐκ θαλάττης εἴργετο. νῦν δὲ παραβαλλόμενος καὶ διαποντίους ἀναιρούμενος πολέμους καίτοι μὴ πάντα νικῶν τοῖς κινδύνοις τὸ πρωτεῖον ἐκτήσατο.

πᾶσα γῆ καὶ θάλαττα τοῦ δήμου τὰ δικαστήρια, ἐν οἶς βασιλεῖ μὲν τῶν Περσῶν περὶ τῆς Ἑλλάδος, ὕστερον δὲ καὶ τῆς Ἀσίας ἐδικάζετο, Λακεδαιμονίοις δὲ καὶ τὰ τελευταῖα Θηβαίοις περὶ τῆς ἡγεμονίας. τί- νᾶς ἀντιδίκους οὐκ ἐπεσπάσατο μηδεμίαν κατηγορίαν ἄλογον εὐλαβηθείς; καὶ γὰρ ὁμοίως ἐμοὶ κέκριται πολλάκις ἐν Λακεδαίμονι Κορινθίων κατηγορούντων. ἐν τοῖς Ἕλλησι πᾶσι πάλιν Θηβαίων συκοφαντούντων ἠνέχθη καὶ περὶ τῶν Ἀθηναίων τῆς πόλεως> ψῆφος περὶ ἐμοῦ, καὶ διαφυγοῦσα τὰς αἰτίας τὰς τιμὰς ἀπη- νέγκατο, τὴν αὐτονομίαν, τὰ τείχη, τὴν θάλατταν. καὶ γὰρ τῆς πολεμικῆς δυνάμεως οὐ τὴν πεζικὴν εἴλετο, ᾗ πλέον ὑπάρχει τὸ βέβαιον εἰς ἀσφάλειαν, ἀλλὰ τοὺς ἐν τῇ θαλάττῃ κινδύνους, ὡς τῶν μειζόνων ἐν τῷ κατ- ὀρθοῦν ἀγαθῶν αἰτίους. ὤνιοι γὰρ τῶν κινδύνων εἰσὶν αἱ τιμαὶ καὶ ἀνδρὶ καὶ δήμῳ. H. XII 221

| Τοιαύτης οὖν πόλεως ἐγὼ προεστηκὼς οὐκ ἂν μιμησαίμην τὸ κοινὸν δραστήριον, τὰ δὲ σὰ μελλή- 4 Thuc. 1 141, 2 12 cf. p. 1 sq. 13 Xen. Hell. II 2,19 14 cf. p. 222, 9; t. II 504,1; t. IV 825, 32; 826, 13 R 23 Thuc. H 63 1 οὐκ scripsi οὐδ’ Ma 2 ἦν τῶν scripsi ἢστῶν Ma sed σ’ ex ’ν corr m 2 3 εἴργετο scripsi ἤγετο Ma 4 ἀν- αιρούμενος scripsi auctore Hertlino αἱρούμενος Ma | πολέμους scripsi coll Thuc. 1. 1. πόνους Ma 9 τὰ τελευταῖα Θηβαίοις post ἡγεμονίας Ma transposui 14 Ἀθηνῶν Buecheler „ad hanc πόλιν referri videtur διαφυγοῦσα, quae structura fit κατὰ σύνεσιν, alioqui adiciendum ἡ πόλισ post αἰτίας“ | τῆς πόλεως inserui coll ιι. 11. 23 μιμησαίμην scripsi auctore Hertlino Ma | δραστήριον scripsi coll Thuc. 1. 1. δικαστήριον Ma μάτα; καὶ Νικίας μέν, ὅν ἐπῄνεις σύ, καίτοι πάντα μέλλειν δοκῶν, ἔλεγεν, ἔπραττεν, ἐστρατήγει, παρετάτ- τετο, ἐγὼ δὲ δείσειν ἔμελλον τὰς τῶν συκοφαντούντων μάχας; οὔτ’ ἔμπορος ἢ ναύκληρος ὢν ἐφοβούμην <ἂν> τὸν ψόφον τῶν κυμάτων, οἶς συζῆν ἀναγκαῖον ἦν, οὔτε δημηγόρου δεδιέναι ψόφον ἐγκλημάτων, ἃ φύσει παρα- κολουθεῖ τοῖς λέγουσιν. ἁλῶναί ποτε βέλτιον ὁμόσε χωροῦντα ταῖς αἰτίαις ἢ τοῦτο δεδοικότα μὴ παρρησιά- ζεσθαι.

εἰ δὲ βούλει καὶ τὴν ἀσφάλειαν σκοπεῖν ἐν αὐτοῖς τοῖς κινδύνοις, ὅρα, τίς ἢ πόλεμος οὐκ ἀναγ- καῖος ἠλέγχθη μοι πεπολιτευμένος ἢ στόλος ἄκαιρος ἢ νόμος ἄχρηστος; οὔ φασιν οἱ τὰς ἐμὰς γνώμας ἐπι- ψηφίσαντες.

67. Εἰ δὲ μηδὲν ἁμαρτὼν ἐν αἰτίαις ἐγενόμην, ἐκρίθησαν καὶ θεοί, Ἄρης ἐπὶ Ἁλιρροθίῳ καὶ τὴν νίκην οὐκ ὀνειδίζεται, Εὐμενίδες δὲ καὶ τὴν ἧτταν ἠνέγκαντο ὐπ’ ἀνδρὸς θεαὶ καὶ ὑπ’ Ὀρέστου νενικη- μέναι. πόσας Ἡρακλῆς ἀνδρίας ὑπέσχε κρίσεις δικά- ζοντος Εὐρυσθέως· εἰ δὲ μὴ τοὺς πολλοὺς κινδύνους ἤνυσεν, οὐκ ἂν τὸ τῆς ἀθανασίας ἆθλον ἠνέγκατο. οὐκ ἂν θεὸς ἦν ὁ Διόνυσος μὴ κριθεὶς τῷ πατρῴῳ πυρί. ἀλλ’ οὐδ’ αὐτὸς ἄκριτος βασιλεύει τῶν ὅλων ὁ Ζεύς, πρὸς Τιτᾶνας δὲ διεκρίθη καὶ Γίγαντας. 00 Πο- 1 cf.p.144,15. Plut Nic. 21 11 Aristoph. or. apud Theopom- pum Philipp. XXVII fr. 159 ed. Grenfell et Hunt 12 Aeschin. fals. leg. p. 36,27; Ctes. p. 71,41 15 cf. t. V 418 sq. 17 cf. p. 134, 10 20 cf. t. V 145, 18 21 Eur. Bacch. 8 4 signum interrogationis posui cum Gasda om Ma | ἂν inserui om Πα 6 ψόφον scripsi ψῆφον Ma | ἁ scripsi ὃ Ma 11 μὴ post μοι Ma delevi | ἄκαιρος scripsi ἀκέραιος Ma 12 οὐ scripsi οὐ Ma 17 καὶ delendum censet Gasda 18 κρίσεις in marg Ma 2 21 πατρῴῳ scripsi πρώτω Ma 22 οὐδ’ inserui auctore Hertlino om Ma 23 διεκρίθη scripsi διακρίθη Ma λιὰς Ἀθηνᾶ, παρὰ θεῶν ἐξαίρετον ἔχουσα τὴν Ἀττικήν, οὐδὲ σὺ ταύτην πρὸ δίκης εὗρες τὴν δωρεάν. ἐκάθισεν Ἀθηναῖος καὶ σοὶ δικαστής, μετὰ τὴν Κέκροπος ψῆφον ἐστεφανώθης καὶ σὺ τῷ θαλλῷ.

68. Σεμνύνομαι δὲ κἀγὼ μετ’ Ἄρην κρινόμενος, μετ’ Εὐμενίδας οὐχ ἡττώμενος, μεθ’ Ἡρακλέα δοκιμα- ζόμενος, μετὰ τὸν Δία, μετὰ τὴν Ἀθηνᾶν. ἐν τοῖς Κεκροπίδαις ἕπεταί μοι τὸ ἀνάδημα τοῦ θαλλοῦ τῷ πάντα νικῶντι, τὸ νικητήριον τῆς θεοῦ.

3 cf. t. I 458, 2; II 284, 13 5 cf. t. V 418 sq. 6 cf. p. 134,10; 170,4 5 μετ’ scripsi μετὰ Ma 7 post μετὰ τὸν Δία et μετὰ τὴν Ἀθηνᾶν participia excidisse censet Gasda 8 voce τοῦ rarsus incipit Ρ fol 314

Sequuntur septem declamationes Philippicae.

Quarum agmen ducat