The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
Προθεωρία.
οὔτε ὁ πατὴρ μισόπαις καὶ ὁ παῖς περὶ R IV 654 τὸν πατέρα χρηστός. ὁ γὰρ
παῖς τοσοῦτον ὑπεραλγήσας τοῦ πατρὸς φαίνεται ὧς μήτε τῶν ὄντων
φείσασθαι
ῥίον τῷ παιδὶ γίνεται τοῦ περὶ τὸν πατέρα πόθου. ὅθεν
ὁ πατὴρ οὐ μετ’ ἀληθείας τὴν ἀποκήρυξιν ἀπερ- γάζεται. ἤδει γάρ, κἂν εἰ
πάνυ φιλάργυρον αὐτὸν ὑπο- λάβοις, ὧς ἀνασώσει πάλιν περιὼν τὸ
τάλαντον.
τί οὖν αὐτῷ τὰ τῆς ἀποκηρύξεως βούλεται; ἐπανόρθωσίς
ἐστι
τοῦ παιδὸς εἰσύστερον καὶ ἔνα μὴ μεγάλας τὰς ἐπαγγελίας ποιῆται. τοῦτο
γὰρ μάλιστα φιλαργύρων ἅπτεται καὶ λυπεῖν δοκεῖ. καὶ ἅμα εἰς τὸν ἑαυτοῦ
τᾶι τοὺς παῖδας. τραχύτερος δὲ διὰ τὸ ἦθος γίνεται.
σκοπὸς δὲ αὐτῷ πρόδηλος ἐπανελθεῖν οἴκαδε τὸ τά- λαντον.
οὕτω μὲν ἀμφοτέροις τὰ τῶν λόγων κεράν- νυται. τοσαύτην ῥοπὴν τὸ ζήτημα
νέμει. εἰ δὲ τὸν ἁρμόζοντα τῷ φιλαργύρῳ λόγον ἀποδεδώκαμεν καὶ
πανταχοῦ τὸ ἦθος ἐν τῷ ζητήματι σεσώκαμεν, σκοπεῖν
ὑμέτερον.
ἦν ἄρα, ὡς ἔοικεν, ἐπιτυχεῖν ὑγείας, ὦ δικά- ζοντες, παντὸς ὧς εἰπεῖν
θανάτου χαλεπωτέρας, ὅπερ μοι συμβέβηκε τὰ νῦν διὰ τὸν χρηστὸν υἱὸν
τουτονὶ τὴν ἀμείνω νόσον ἀντὶ κακῆς ὑγείας ἀλλάξασθαι. οὐ
μὴν ἀλλ’, ἐπεὶ τῷ πλείονι τέθνηκα λογισμῷ καὶ δοκῶ μὲν περιεῖναι,
οἴχομαι δὲ τῷ τοῦ ταλάντου πόθῳ, παρ’ ὑμᾶς ἀπήντηκα ἀπελάσασθαι τοῦτον
τῆς οἰκίας ἐθέλων, καθάπερ οὗτος ἐμοῦ τὸ τάλαντον. καὶ δέομαι, τὴν χάριν
ἐπινεύσατε, ἵνα μὴ πρὸς λύπῃ ζημίαν <λάβω>
ἔνα μὴ καὶ
ταύτην δυστυχήσω τὴν ἐπήρειαν τουτονὶ τρέφειν ἀναγκαζόμενος.
ὁ μὲν οὖν θεὸς ἀπὸ τῶν ἡμετέρων πλούσιος, ἐγὼ δὲ καινότερα δυστυχῶν περι-
ορῶμαι πρὸ τελευτῆς κληρονομούμενος. ὃν γὰρ εἶχον κλῆρον περιών, τοῦτον
ὧς τεθνηκὼς ἀπολώλεκα τῷ τῆς
εὐχῆς τρόπῳ. ἐπειδὴ δὲ τούτων
αἴτιος οὗτος, ἀκουσάτω μετὰ παρρησίας <μου λέγοντος> | ὡς οὐκ ἔστι
μοι
οἶ μὲν οὖν ἄλλοι πάντες ὅσοι τὴν οἰκουμένην οἰκοῦσιν ἄνθρωποι ἀπὸ τῶν
κρειττόνων τὴν εὐτυχίαν ἔχουσι καὶ δέονται τῶν θεῶν τὴν ἀμείνω
τύχην ἐλπίζοντες, ἐγὼ δὲ ὁ δείλαιος καὶ τῶν ἐμαυτοῦ δι’ αὐτοὺς
ἀπεστέρημαι· γεγένημαι γὰρ ἀντὶ πλουσίου πένης. ἤδη τὴν ὑγείαν μέμφομαι
καὶ ποθῶ τὴν νόσον. ἐν ἐκείνῃ μὲν γὰρ εὐδαίμων ἦν, νῦν δὲ δὴ νοσεῖν
ἄρχομαι. οὐδὲν γάρ μοι τῶν κατὰ τὴν οἰκίαν σώζεται.
4. οὐ μὴν ἀλλ’ ἐπεὶ τὰ χείρω δυστυχεῖν ἄρχομαι δυσ- καταμαχήτῳ νόσῳ πενίᾳ μαχόμενος, υἱὸς δέ μοι μόνος φιλοπάτωρ λείπεται, τοῦτον ἀπελάσων ἀπήντηκα, ἔνα μοι μὴ βαρυτέραν ποιῇ τὴν πενίαν φαινόμενος. μόλις γὰρ ἂν ἐμαυτῷ πρὸς τὸ παρὸν ἀρκέσω.
εἰ μὲν οὖν
ἐβούλετό τι χρηστόν, τάχ’ ἂν τὴν ἀποκήρυξιν
προὔ- λαβεν. οὐ γὰρ τῶν τυχόντων ἐμέ τε καὶ αὑτὸν σεσύ- ληκε. τίς γὰρ
μείζων ἀνθρώποις ζημία χρημάτων; ἐπειδὴ δὲ δυσχεραίνειν ἄρχεται τὴν
ἀποκήρυξιν καὶ τὴν ὑγείαν ἡμῖν προβάλλεται, μικρὸν ἄνωθεν ἀκού-
6. Ἐμοὶ βίος ἦν εὐδαίμων, (5 ἄνδρες, οὐκ εἰκῆ δαπανώμενος, ἀλλὰ ταῖς καθ’
ἡμέραν ἐπινοίαις αὐξα- νόμενος. διὰ ταῦτα καὶ τὴν ἀπὸ τοῦ γάμου
πολιορκίαν
ὑπέμεινα καὶ γυναῖκα ἠγαγόμην οὐχ ὥρᾳ κάλλους
περί- βλεπτον, ἀλλ’ εὖ κτημάτων ἔχουσαν. τί γὰρ ἀπὸ τοῦ κάλλους
ἀνθρώποις ὄφελος; οὐ γὰρ οἶδεν ὁ κλῆρος ἐκ τούτων αὔξεσθαι. διὰ ταῦτα
γοῦν ἐπειθόμην γα- μεῖν, οὐχ ἔνα μοι πονηρὸς γένοιτο παῖς, ἀλλ’ ἵνα τοῖς
τοῦ πατρὸς ἀκολουθήσῃ τρόποις συνευπορῶν |
πόσας οἴεσθέ με παρῃτῆσθαι γυναῖκας; τῷ δεῖνι, φησί, θυγάτηρ ἐστὶ κάλλει
καὶ γένει περίβλεπτος. τί οὖν ἐμοὶ τοῦ γένους αὐτῆς ἢ ἢ τῆς τοῦ κάλλους
ὥρας μέλει;
ἄλλος ἄλλην πάλιν ἐθαύμαζε καλὴν μέν, ἀλλ’ οὐκ
εὔπορον. τότε μὲν οὐδὲ ἀκούειν ἐδόκουν τοῦ λέγοντος.
καὶ τίς ποθεν ἀνεφαίνετο τῶν πάνυ γνωρίμων ἐμοὶ γυναικὸς μνήμην
ποιούμενος καὶ πάνυ γε, ὧς ἔφη, λαμπρᾶς. οὐκ ἐπείσθην οὐδὲ ἀπέβλεψα. ὁ
δὲ πάλιν
λους, ἀλλὰ κτημάτων ἐραστής. εὐπορεῖ; κέκτη- ται
πλείονα; οἰκέτας ἔχει μισθοφορεῖν δυνα- μένους; τοῦτο ἔστιν ὃ ποθοῦμεν
κάλλος ἡμεῖς.
9. μόλις δ’ οὖν τοιαύτης τυχεῖν ἠδυνήθημεν. οὔπω τὴν γυναῖκα θεασάμενος
ἦν καὶ πολὺ ἤδη τάλαντον
ἔφθαρτο. μικροῦ καὶ τοῦτον
ἠρνησάμην τὸν γάμον. πανταχόθεν γὰρ ἡμᾶς διηνώχλουν ἄλλος ἄλλο τι λαμ-
βάνειν ἐθέλοντες. οἱ μὲν γὰρ ᾀσμάτων μισθὸν ἀπῄτουν, οἱ δὲ τὸν ὑμέναιον,
φασίν, ἐκροτήσαμεν. οὐ γὰρ ἤρκει μόνον αὐτοῖς ἡ μέθη.
τὸ δὲ πάντων χαλε-
πώτατον, τὰ τῶν ὀψοποιῶν καὶ οἰνοχόων
δράματα. τί, φησίν, ἄνθρωπε, τί δαπανήσομεν; τί τῶν ἀπὸ γῆς καὶ θαλάττης
οἴσομεν; φέρειν γάρ, ἔφην, τι καὶ τῶν πρὸς τρυφὴν οἶδεν ἡ θάλαττα ἧς
μηδὲ τὸ ὕδωρ χρηστόν;
πάλιν οἱ τῶν λαμπτή-
ρων ἐπιμελούμενοι πόσας, οἴεσθε, δᾷδας
ἀπώλεσαν;
φλόγα ὡς καὶ πυρκαιὰς | αὐτὰς μιμεῖσθαι τῷ
ἐμοὶ δὲ τὸ πολὺ τοῦ φωτὸς νὺξ ἦν. σκότος γὰρ ἀντεδίδου τῶν λαμπτήρων τὸ
πλῆθος. τότε μὲν οὖν ἐμαυτὸν ἐβουλόμην ἐπιδοῦναι τῷ πυρί, ἔν ἀντὶ τοῦ
ἐλαίου
τῷ λύχνῳ γένωμαι, ἐπέσχον δέ με τῶν περιεστηκότων οἶ
φίλοι ἤδη τούτων ἀπαλλαγήσεσθαι λέγοντες. καὶ ἅμα τὴν προῖκα τῆς
γυναικὸς κατέλεγον. ἐγὼ δὲ τὰ μὲν ἡδόμενος, τὰ δὲ ἀνιώμενος ἐκαρτέρουν.
τὰ μὲν γὰρ ἀπὸ τῆς προικὸς ἔμελλεν ἀγαθά, τὰ δὲ τῆς ζημίας ἐν
ὀφθαλμοῖς ἦν. τότε τοίνυν οἱ μὲν εἰς κύκλον ἐχόρευον, οἱ δὲ
ἐνετρύφων, οἱ δὲ τὸν ἄκρατον ἐνεφοροῦντο. ἐγὼ δὲ ὁ κακοδαίμων
περιεσκόπουν ἅπαντα, οὐδεὶς δὲ ἦν τῶν παρόντων φιλάνθρωπος, ἀλλὰ πᾶς
πανταχόθεν ἐλυμαίνετο, καὶ ὁ τυχὼν ἀπλῶς.
πολλὰ μὲν οὖν
τῷ νομοθέτῃ κατηρασάμην τοῦ γάμου. οὐ γὰρ
πανή-
γὰρ ἀφῆκας τὴν κόρην τοῖς βουλομένοις εἰς θέαν, ἢν τῷ γεγαμηκότι μόνον
ὁρᾶν ἦν θέμις. νυνὶ δὲ πρὶν ἢ πλησιάσαι τῷ λαχόντι πολλοὶ ταύτην
περιεργάζονται. ἀλλ’ οὔπω τοῦτο δει- νόν, νυνὶ δέ, εἰ μὴ πάντα τῷ
γαμοῦντι διαφθα-
ρήσεται, οὐκ ἔσται νυμφίος.
14. Τότε μὲν οὖν ἀπηλλαττόμην πολλὰ τοῖς θεοῖς εὐξάμενος, ἐπεὶ δὲ καὶ ὁ
φιλοπάτωρ οὗτος ἐγένετο παῖς, ὧς εἴθε μήποτε, ὑπεκθεῖναι τοῦτον εὐθὺς
ἐβου- λόμην ἐννοῶν τὸ δαπανηρὸν τῶν τόκων καὶ τὴν ἀνα-
τροφὴν ἐνθυμούμενος. ἔτι γὰρ τῆς γυναικὸς ὠδινούσης καὶ οὔπω τεκούσης
ὁλόκληρον, ἀλλ’ ἔτι κινδύνου προσδοκωμένου συνῄεσαν μὲν πανταχόθεν οἱ τῷ
γένει προσήκοντες, ἑορτὴν δὲ τὸν τόκον ἑαυτοῖς ἐψηφίζοντο
τῶν ἦν, ἀλλ’ ἤδη καὶ τὰ τῶν γειτόνων πανταχόθεν
λογισάμενος δ’ ἐκ τῆς γυναικὸς εἶναι τὴν πρόφασιν τῷ μὴ τὰς ὠδῖνας ἠρέμα
καρτερεῖν, ἀλλὰ βοᾶν καὶ κεκραγέναι, τὸ μὲν πρῶτον παρεκάλουν αὐτὴν
τίκτειν ἡσυχῆ, ὧς δὲ μεῖζον παρακλήσεως ὁ τό- κος ἴσχυε καὶ καρτερεῖν
οὐκ ἦν τῷ γυναίῳ, ἐπέσχον
προσδραμὼν τὸ στόμα.
ἐπειδὴ δέ ποτε καὶ τὸ βρέφος ἐξέθορε, τοσοῦτον οἱ παρόντες ὠλόλυξαν ὥστε
με φοβηθέντα τὸν θόρυβον ὑπ’ ἐκπλήξεως ἐμβεβρον- τῆσθαι. οἱ δὲ
ἀπεκάλουν μακάριον καὶ τὸ βρέφος ἄμα ἐδείκνυον. ἐγὼ δέ, τί ταῦτα; ἔφην,
ἐμοὶ μόνῳ παι-
δίον ἐστίν; οὐκ ἔξιτε; οὐ φθαρήσεσθε;
ποσάκις τὸν ἐμὸν οἶκον διολέσετε; οὐ μικροῦ γαμοῦντα πρῴην διεσπάσατε;
πάλιν ἥκετε; εἰ δὲ καὶ ἕτε- ρόν μοι παιδίον ἔσται, πάλιν ὁ παρ’ ὑμῶν μοι
γενήσεται πόλεμος;
ἐγὼ μὲν ταῦτα λέγων δυσ-
ωπεῖν ἐνόμιζον, οἱ δὲ καὶ θύειν
τοῖς θεοῖς παρεκε- λεύοντο. καὶ τὸ βρέφος ἁρπάσας θύειν ἐσπούδαζον,
ἀφῆκε δέ με οὐδεὶς ταῦρον ἢ κάπρον προσάγειν ἀνα-
εἰς ἐρημίαν θείημεν; ἡ δ’ οὐκ εὖ φρονοῦσα μετέ-
πειθε, κοινωνὸς ἔσται σου γὰρ τῆς ἐπιθυμίας καί σου δυνήσεται τῶν ἰχνῶν
ἐχόμενος αὐξῆσαι τὸν κλῆρον.
18. Ἐπὶ ταύταις αὐτόν, ὦ ἄνδρες, ταῖς ἐλπίσιν
ἐτρέφομεν
πολλὰς ὑπομείναντες πρότερον δαπάνας. πό-
του διεξῄειν παιδοτριβῶν ἐπὶ τοὐμὸν ἦθος αὐτόν, ἐξ ὧν ἄν
τις γενήσεται κατ’ ἀλέγων πλούσιος.
ἀρρω- στήσας δ’ ἔναγχος καὶ νόσῳ τινὶ χρησάμενος, τίς γὰρ ἀνθρώπων νόσου
κρείττων ἢ συμφορᾶς; ἄλλος
τί δεῖ τὰ πολλὰ λέγειν; θεῶν δωρεὰν τὴν νόσον ὑπελάμβανον. ἐβόων κατ’
ἐμαυτὸν πολλάκις· εὐδαι- μονέστεροι τῶν ὑγιαινόντων οἶ κάμνοντες. οἱ
μὲν γὰρ ταῖς ἀγοραῖς παραβάλλουσιν, ὠνοῦν- ται πλέονα, ἐγὼ δὲ οἴκοι μένω
οὐδὲν ὑπ’ οὐδε-
νὸς ἐνοχλούμενος, ὀλίγα προσομιλῶν μόνον
τοῖς δεομένοις χρυσίου. μίαν εἶχον φιλονεικίαν ἀεὶ ἐπιθεῖναί τι πλέον
ἐφιλονείκουν] τῷ τόκῳ.
ἐν- τεῦθεν οἱ προσιόντες λυπεῖσθαι μάτην πως ἐδόκουν ἐμοὶ ἀγνοοῦντες τὸ
ἐκ τούτου κέρδος ἡμῖν. ἐφθέγγετό
τί ταῦτα, |
ἔφην, ὦ παῖ; τί τὴν ἐκείνων ἡμῖν ἀπάτην ἀπει-
λεῖς ἡμᾶς σώζειν ἐθέλων; οὐδὲν τῆς ἐκείνων ἡμεῖς δεόμεθα τέχνης.
μαγγανείαι καὶ φλήνα- φοι. καὶ λόγῳ τὴν ὑγείαν, οὐ τῇ τέχνῃ πιστοῦν-
τᾶι. μισθὸς ἐπὶ τούτοις πολύς. ἂν ἐπ’ ὀλίγον μελλήσῃ
τις, οὐ διαφεύγει τὸν ἐκ τῆς ἀπειλῆς θάνατον. φθάνουσι γὰρ τὴν μοῖραν τῇ
τέχνῃ. ἐμοὶ παντὸς ἰατροῦ ἀμείνων ἡ νόσος. ταύτῃ μᾶλλον πεπίστευκα. αὕτη
με ἀναστήσει ταχὺ
τῷ τῆς ἐνδείας λογισμῷ. ὁρᾷς ὡς τὸ
τάλαντον αὔξεται, ὡς οὐδαμοῦ δαπανᾶται; τὸ τάλαντον ἀκέραιον ἡμῖν διὰ
τὴν νόσον τετήρηται.
ἔλε- γον, ἔπειθον. καὶ τῶν μὲν Ἀσκληπιαδῶν ὑπερεώρα, ἐλάλει δὲ
παρακαθήμενος, τί τὸν Ἀσκληπιόν, ὦ
πάτερ, καταλελοίπαμεν;
πολλοὺς πολλάκις ὁ θεὸς οὗτος ἀνέστησεν. ἐδόκει τί μοι λέγειν, νὴ
καὶ πρὸς αὐτὸν ἔλεγον· νῦν ἡμῖν τὸν ἰατρὸν ἀποδέδωκας, ὦ παῖ, νῦν τὸν
ἰασόμενον εὕρη- κας. αὐτόματοι πρὸς εὐποιίαν οἱ θεοί, παρακα-
λούμενοι δὲ βελτίονες. οὐδὲν τῶν ἀνθρωπίνων ἐπιζητοῦσιν. οὐ πλοῦτος
αὐτοῖς προσφιλής, οὐ κέρδος ἕτερον. μόνην τὴν εὐποιίαν ἔχουσιν. ἐν ταύτῃ
πλουτοῦσιν οἱ θεοί. ἴθι γοῦν ἡμῖν αἰ- τήσων ὑγείαν, ὦ παῖ. εὐχὴν εὖξαι
τὴν πρέπου-
’σαν. πρόσθες τῇ τῆς ὑγείας εὐχῇ πλοῦτον πο-
λὺν καὶ τὴν ἀπὸ τοῦ κέρδους εὐδαιμονίαν τῇ μετὰ τῆς ὑγείας καὶ χρήστας
εὐγνώμονας, μᾶλ- λον δὲ τοῦτο μόνον, εἰ δοκεῖ, πρόσευξαι, τό- κους
πλέονας. ἀπὸ γὰρ τούτων ἡ σωτηρία, μᾶλ-
λον δέ, τοῦτό μοι
ζωή, τοῦτο φῶς. ἂν δ’ ἄρω τὸ τάλαντον μετὰ τῆς ὑγείας, ἄμεινον.
οὕτω μὲν καὶ φρονεῖν καὶ λαλεῖν ὑπελάμβανον, ὁ δὲ |
τρείαν εὑρόμενος.
26. Ὡς δ’ οὖν πάντα καθ’ ἡμῶν εὐξάμενος ἐπανῄει, ἐγὼ δ’ ἤδη τῆς ὑγείας,
μᾶλλον δὲ τῆς πενίας ἠρχόμην, ἐλάνθανον γὰρ κατ’ ἐμαυτοῦ τούτῳ τὴν εὐχὴν
ἐπι- τρέπων, ὧς δ’ οὖν ἄμεινον ἐδόκουν ἔχειν, προσελθὼν
οὗτος ἔφη· τί μὴ τοὺς ἱερέας εὐγνωμονοῦμεν, ὦ πάτερ; τί μὴ τὸ τάλαντον
οἱ προφῆται λαμβά- νουσιν; ὁρᾷς ὡς τὴν ὑγείαν ἀπείληφας. γενώ- μεθα καὶ
ἡμεῖς περὶ τὸν θεὸν εὐγνώμονες. οὕτω γὰρ συνεθέμην.
μικροῦ μὲν οὖν παρ’ αὐ-
τοὺς τοὺς λόγους διαρραγεὶς ᾠχόμην
καὶ τὴν ψυχὴν ἐπαφῆκα τοῖς τούτου ῥήμασι καὶ εἴθε γε, ὦ πάντες θεοί, πρὸ
τῆς τοῦ ταλάντου καταβολῆς ἐκείμην. μεῖζον γὰρ ἂν εὐτυχῶν ἀπωλλύμην.
ἐκέρδησά γε ἂν τῇ τε- λευτῇ τὴν ἀπὸ τῆς εὐχῆς ζημίαν. ὅμως δ’ οὖν
ἀνενεγ-
κὼν καὶ μόλις ἐν ἐμαυτῷ γενόμενος τί ἄρα, ἔφην, g)
ηὐξάμην ἐγὼ οὐδ’ ὑπεσχόμην τῷ
θεῷ οὐδὲ πρὸς τὴν ὑγείαν αὐτὸν παρεκάλεσα, ἀλλ’ ἁπλῶς κατ’ ἐμαυτὸν
ἐκείμην τῷ τῆς ἐνδείας ὑγιάνας τρόπῳ.
Ἐγὼ μὲν οὕτω πως ἀποσείεσθαι τοὺς ἱερέας ἐδόκουν διὰ τῶν πρὸς τοῦτον
ῥημάτων, οἱ δὲ ἰταμώ-
τερον ἐχώρουν. καί πού τις αὐτῶν
ἀνεβόησεν· ἱερό- συλε καὶ μαστιγία, οὐ καταβαλεῖς τὰ τοῦ θεοῦ; οὐκ
ἀποδώσεις τὸ τάλαντον; | πλέον, πλέον, ὦ ἄν-
περιπτυσσόμενος, μόλις ἀριθμῶν, ὀκνῶν ἀποδοῦναι. τὸ σκότος μετὰ τὴν
καταβολὴν ἑώρων. νὺξ ἦν ἐν ἡμέρᾳ μοι μέση. ὁ γὰρ τοῦ ταλάντου ζόφος
ἐνίκα τὸ φῶς τοῦ ἡλίου.
εἰ μὲν οὗν ταῦτα παρ’ αὐτὴν ἐπυθό- μην τὴν νόσον, τάχ’ ἂν ἀποκαρτερήσας
ᾠχόμην.
ἄνθρωπος ὑπ’ ἀγρυπνίαις πολλαῖς, φροντίσιν ἀπείροις
καὶ πόνοις πλείοσι καὶ μερίμναις καὶ μόχθοις καὶ
30. Οὐ γὰρ ἐπὶ κύβους οὐδὲ μέθην ἀνηλωκέναι τί φησιν. οἶδα. οὐ γέγονας
περὶ κύβους ἐκμανής, οὐ περὶ μέθην ἠσχόλησαι, οὐ πρὸς ἑταίρας βλέπεις.
ἀγαπᾷς τῶν αἰσχρῶν οὐδὲ ἔν. μισεῖς εὐωχίας, οὐ πλησιάζεις κώμοις. εἴθε
μοι μηδὲ περὶ τοὺς θεοὺς
ἐμεμήνεις. οὐκ ἂν δυστυχὴς
ἐγενόμην ὁ δείλαιος, οὐκ ἂν τὴν πενίαν ταύτην ἐστέναξα.
πόσον δέ σοι καὶ πρὸς εὐωχίαν ἤρκεσεν; ὀλίγον ἀπὸ τοῦ τα- λάντου μέρος,
τὸ δὲ λοιπὸν ἦν ἡμῖν ἐλεύθερον. οἶδα πολλοὺς περὶ μέθην ὀλίγα
ἀνηλωκότας. πολλοῖς ἤδη
καὶ κύβος ἤνεγκε κέρδος. πόσοι δὲ
δι’ εὐωχίαν εὐτυ- χέστεροι; εἴθε μοι τούτων τις ἐγένου. τάχα ἂν ηὔξητο
τὸ διὰ σέ μοι λελῃστευμένον τάλαντον. οὐδὲν ἂν τού- των ὠδυρόμην. νυνὶ
δέ μοι τὸ πᾶν ἀπόλωλε. καὶ ἐπι-
32. Μὴ οὖν ὧς οὐδὲν εἰς μέθην ἀνήλωταί σοι, ταῦτα νῦν πρόφερε. οὐδὲ γὰρ
περὶ τούτου δικάσειν οὗτοι συνεληλύθασιν, οὐδὲ τοῦτο ἔστιν ὅ ἐγκαλοῦμεν
ἡμεῖς, ἀλλ’ ἢ δεῖξον ὅτι μοι τὰ κατὰ | τὸν οἶκον
τὰς πρότερον.
οὐδεὶς οὕτω πατραλοίας εὕρηται. οὐ γὰρ εἰς τὸ σῶμα τὴν πληγὴν ἐδεξάμην,
εἰς αὐτὴν τὴν καρδίαν τὸ βέλος ἔχω. τοὺς μὲν γὰρ ἄλλους ὅσοι τῶν παίδων
ἐπάταξαν κατ’ ἐκεῖνον τὸν χρόνον ἐλύπουν καθ’ ὃν ἐτόλμων, ἐγὼ δὲ
τοσαυτάκις βάλλομαι ὁσάκις
ἐνθυμηθῶ τὸ τάλαντον.
εἶτ’ ἔτι μνημονεύεις κύ- βων ἢ μέθης ἢ τρυφῆς οὕτω τὸν πατέρα διαθείς;
ἐγὼ μὲν γὰρ ἤδη καὶ τεθνηκέναι δοκῶ, καὶ γὰρ ὑπὸ τῆς ἀνίας οἴχομαι,
ὑμεῖς δὲ ταὐτὰ τούτῳ εἰ νῦν ἀποδέξεσθε, βαρύτεροί μοι τῆς ζημίας
γενήσεσθε. ὑφ’ ὑμῶν γὰρ
μᾶλλον ἢ τούτου κείσομαι.
35. Ναί, φησίν, ὑπὲρ γὰρ σοῦ τοῦτο πεποίηκα. τῆς γὰρ παρὰ τοῦ θεοῦ
σωτηρίας μόνης ἐχρή- ζομεν. τί οὖν; οὐκ ἦσαν εὐχῆς ἕτεροι τρόποι; οὐκ
ἦν λιβανωτὸς ἄφθονος; χαίρουσι καὶ δάφναις οἱ θεοὶ
καὶ
θαλλοῖς ἐλαίας. πολλάκις ἤδη τινὲς τῶν παλαιῶν καὶ δρυῶν κόμαις
ἀπήρχοντο. πολλοὶ καὶ στεφάνοις τὸν θεὸν γεραίρουσιν, ὕμνοις ἕτεροι.
τούτων οὐδὲν ἐνενόησας οὐδὲ θαλλοὺς ἐνεθυμήθης καὶ στέμματα.
36. μέχρις ἀλεκτρυόνος τὴν εὐχὴν στῆσαι ἔδει. βαρὺ
μὲν γὰρ
καὶ φορτικὸν καὶ τοῦτο. πλὴν οἶσα ἂν ἀνε- κτῶς. εἰ γὰρ μὴ τὸ τάλαντον
ὅλον, μέρος δὲ τῆς οὐσίας ἀνέθηκας, οὐκ ἂν ἀπεκήρυξα. σὺ δ’ οὐδὲ τὰς
γραφὰς ἐνενόησας. μετὰ τὴν νόσον πολλάκις ἄνθρωποι τῆς
σὺ δέ μοι παριδὼν ἅπαντα ἐπ’ ἐκεῖνο τρέπῃ ὡς, εἰ μὴ διὰ
τὸν
Ἀσκληπιόν, ᾠχόμην. εἶτ’ οὐκ ἦν ἀποθανεῖν ἄμει- νον ἢ ζῆν ἐν τούτῳ τῷ
σχήματι; μὴ γὰρ εὐηργέτημαί τι; σεσύλημαι. μὴ γὰρ ὑγεία μοι ταῦτα καὶ
βίος; αὐ- τὸς ὧς εἰπεῖν ἐν ὀφθαλμοῖς ὁ θάνατος. νυνὶ δὲ τὴν μὲν ὑγείαν
μοι λέγεις, τὴν πενίαν δὲ σιωπᾷς. καὶ τὸ
φυγεῖν μὲν τὴν
νόσον προφέρεις, τὸ δὲ μεῖζον κρύ- πτεις δυστύχημα.
οὐκ ἀνέχομαι ζῆν ἐλεούμενος, μισῶ τὴν ὑγείαν πενόμενος. τί μοι τὸ μεῖζον
ἀφεὶς καταλέγειν δυστύχημα μικρὸν εὐποιίας προφέρεις ὄνο- μα, μᾶλλον δέ,
κινεῖς πρὸς ἀγανάκτησιν; τίς ἰᾶται
συλῶν τὸν κάμνοντα; τίς
εὖ ποιεῖσθαι βούλεται μεί- ζονα τῆς δωρεᾶς ἀδικούμενος; ἀπόδος ἡμῖν τὸ
τάλαν- τον καὶ τὴν ὑγείαν οὐ μέμφομαι.
εἰ δὲ ἐπὶ τούτοις ὁ Ἀσκληπιὸς ἀγανακτεῖ, αὐτό μοι μόνον ἀποδιδοὺς τὸ
τάλαντον φερέτω καὶ μετὰ τοῦ πλούτου τὴν νόσον.
ἕτοιμος
ἀναλαμβάνειν μετὰ τοῦ ταλάντου τὸν κίνδυνον, καὶ πρόσθοιτό τι πλέον, εἰ
βούλοιτο, τῇ νόσῳ, μόνον
εἶτ’, ὦ κατάρατε καὶ ὑπὲρ τὸ δέον φιλότιμε, ἐγὼ μόνος ἐδυστύχουν ἀφόρητα,
ἔνα μοι δυστυχέστερον τῆς νόσου τὴν ὑγείαν ἀντέδωκας; πόσους ἐκ
χαλεπωτέρων οἶδα σωθέντας;
πόσοι δὲ ἤδη τελευτῆς ἐγγὺς
γενόμενοι πάλιν προσω- μίλησαν τῷ βίῳ; ἆρα τούτους ἡμῖν πάντας ὁ Ἀσκλη-
πιὸς ἀνέστησε;
πόθεν οὖν τῷ πλήθει τῶν ἰατρῶν στενοχωρούμεθα; τί δὲ μάτην οὗτοι κατὰ τὴν
πόλιν στρέφονται; πόθεν δὲ πλουτεῖν νομίζουσιν; ἢ πόθεν
τὸ
κέρδος αὐτοῖς; οὐκ ἀφ’ ὧν παραμυθοῦνται τοὺς
42. Ἀλλ’ ἐπὶ μεγάλοις, φησίν, ὁ Ἀσκληπιὸς ἰᾶται καὶ δεῖ μεγάλας τἀς
ἐπαγγελίας ἐπ’ αὐτῷ
ποιεῖσθαι. τοῦτο νῦν πρῶτον ἀκήκοα. ἐγὼ
μὲν γὰρ αὐτὸν καὶ παρέχειν ἑτέροις ὑπελάμβανον. οὐκοῦν οὐ- δὲν ἡμῶν οἱ
θεοὶ βελτίους. εἶτα καὶ πόσον ἐχρῆν ἐπ- αγγείλασθαι; μὴ γὰρ ἀθανασίαν
ἡμῖν δεδώρηται; μὴ γὰρ συνῆψέ με φυγόντα τὴν νόσον τοῖς κρείττοσι; πά-
λῖν ἡμῖν ὁ θάνατος ἐλπίζεται. προσδοκῶ καὶ δευτέραν
νόσον ἄνθρωπος ὤν. οὐκοῦν πάλιν καὶ ἐφ’ ἑτέρῳ δεῖ στένειν ταλάντῳ;
εἰ δ’ ἐπιλείψει με ταῖς νόσοις τὰ τάλαντα, πόθεν ἡ σωτηρία λοιπόν; ἢ καὶ
τὰς ἀπὸ
πολέμους ἀναδέ-
χονταί τινες ὑπὲρ ἑτέρων <καὶ> α
παρατάττονται ἔνα δραχμὴν κομίσωνται. τί δὲ οἶ τὴν θάλατταν πλέ- οντες;
οὐ μικροῦ κέρδους ἕνεκεν μεγάλους ἀναμετροῦν- ται κινδύνους; εἰσὶ δὲ οἳ
καὶ τροφῆς ἕνεκα μόνης, ἔνα τὴν ἀπὸ τῆς γαστρὸς ἀνάγκην παραμυθήσωνται,
ἐπαφῆκαν αὑτοὺς ἀλλοτρίοις ἐγκλήμασιν. ἀλλὰ τί ταῦ- τα;
μάτην γὰρ νῦν φθέγγομαι πρὸς ἄνδρα οὐδὲν ἕτε- ρον τῶν κατὰ τὸν βίον ἣ
τὴν ἀπὸ τῆς φιλοτιμίας μανίαν ἐπιστάμενον.
45. Ἀλλ’ ἔτι σοι, φησί, περίεστι χρήματα καὶ
μετὰ τὸ
τάλαντον. εἶτα τί σοι τούτων μέλει; ἢ ποῖος οὗτος ἀπολογίας τρόπος; ἢ
δάκνει σε τὸ λειπό-
μάτα πέφυκεν.
ὁρᾷς τῆς ἀδικίας τὸ μέγεθος; μέχρι τελευτῆς ἔχω τὴν βλάβην. ἐγὼ δ’ εἰς
τοσοῦτον ἤδη προέρχομαι ὧς μηδὲ τῶν θεῶν αὐτῶν ἀπέχεσθαι. εἰ γὰρ αὐτοῖς
ὁ πλοῦτος περισπούδαστον καὶ διὰ τοῦτον
εὐδαίμονες εἶναί
τινες νομίζονται, πόσῳ μᾶλλον ἡμᾶς προσήκει δάκνεσθαι καὶ μισεῖν τοὺς
κἂν πρὸς ὀλί- γον τι βλάπτοντας;
πόσα τεμένη κατὰ τὴν πόλιν ὑπάρχειν οἴεσθε ἢ πόσα τῶν θεῶν ἱερά; πολλά.
τί οὖν; ποῦ συντρέχουσιν ἅπαντες ἐν νόσῳ; ποῦ δὲ
μᾶλλον
παρεῖναι τοὺς θεοὺς ὑπολαμβάνουσιν; ὅπου πλείονα καὶ τὰ ἀναθήματα
βλέπουσιν. ἐν μὲν γὰρ τοῖς ἄλλοις οἴκοις ἔνθα μηδέν ἐστιν ἰδεῖν πλού-
του σύμβολον οὐδένα τῶν θεῶν χρηματίζειν πειθό-
κεκτημένοις αὐτὸν εὐδαιμονίαν χαρίζεται.
φέρε γάρ, εἰ <δίκην> α ἦσαν δύο πρὸς ἀλλήλους ἔχοντες τινες ἢ
ῥήτορες καὶ ὁ μὲν ἄγαν ἦν πένης, ὁ δὲ πλού- σιος, τίς ἀπῆλθε τὸ πλέον
ἔχων; τίνι δὲ πλέονες μαρ- τυρεῖν ἐθέλουσι; ποῦ δὲ οἱ πάντες
προστρέχουσι; τίνα
δὲ μᾶλλον ἐπαινοῦσι λέγοντα; μετὰ τίνος
δὲ τὸ δί- καιον φαίνεται; ὁ μὲν εὐκτήμων νενίκηκε κρίσιν πολ- λάκις
ἄδικον, ἀπῆλθε δὲ μετὰ τῆς δίκης ὁ | πέ-
μετὰ τῶν
χρημάτων καὶ τὴν παρρησίαν ἀπολώλεκα.
49. Ἀλλ’, ὦ Δήλιε καὶ Παιὰν Ἄπολλον, ἤδη γὰρ καὶ κατὰ σοῦ λέγειν ἄρχομαι,
τί φιλοκερδῆ τῷ γέ- νει τὸν Ἀσκληπιὸν ἔφηνας; οὐδὲν τοῦ πατρὸς μεμί-
50. Ἀλλὰ μάτην γάρ, ὡς ἔοικεν, ὀδύρομαι ταῦτα, ἔνα καὶ τὸν παρὰ τῶν
ἱερέων ὀφλήσω γέλωτα τούτου με τὰ πάντα λυμηναμένου. ὅθεν ἀφ’ ἡμῶν
βαδιζέτω. ἀλλότριός ἐστι τοῦ γένους, κατ’ οὐδὲν ἐμοὶ παραπλή- σιος.
οὐδὲν τῶν τοῦ πατρὸς μιμεῖται. ὅν ἀγαπῶ βίον
μεμίσηκε.
μὴ γὰρ ἐγώ σε νῦν ἀπείργω; ταύτην ἤνεγκεν Ἀσκληπιός σοι τὴν ψῆφον.
ἐκεῖνός σε τῶν ἡμετέρων ἐκβέβληκεν. ἐκείνῳ δικάζου, ἐκεῖνον γράφου.
μηδὲν καθ’ ἡμῶν ἀγανάκτει. <ὑπὸ> α σοῦ, ὦ παῖ, ἐκβέβλημαι, πρῶτος
ἠδίκημαι. βάδιζε τοιγαροῦν παρὰ
τὸν Ἀσκληπιόν, εἰ δοκεῖ.
ἐκεῖνός σοι τοῦ λοιποῦ πατήρ. ὂν ἀγαπᾷς, τοῦτον ὅρα. οὐ λείψει σοι παρ’
αὐτῷ τρο-
1. Εἰκός, ὦ ἄνδρες, τοὺς πλείους τῶν ἔξωθεν
ἑστηκότων καὶ οἷς
οὐδὲν ὅλως τοῦ παρόντος ἀγῶνος μέτεστι, μάλιστα δὲ πάντων οἶς καὶ παίδων
πατράσιν ὑπῆρξε γενέσθαι οὐκ ἀποστῆναι τοῦ μὴ σφοδρῶς ἐγ- κεῖσθαι ταῖς
κατ’ ἐμοῦ λοιδορίαις καὶ τὰ δεινότατα
προφέρειν ἐμοί, οὐ
μόνον ὅτι οὐκ ἔφερον ἡσυχῆ τὴν ἀποκήρυξιν δέξασθαι ἀγαπήσας πᾶν ὅ τι
περὶ ἐμοῦ ἔδοξε τῷ γεγεννηκότι, ἀλλ’ ὅτι καὶ εἰς δικαστήριον ἀπήντησα
καὶ ἐπεκαλεσάμην τοὺς νόμους καὶ ᾑρετισά- μην εἰς ἀγῶνα λόγων ἐλθεῖν τῷ
πατρί.
καὶ γὰρ οἱ
χρηστοὶ πατέρες βούλονται τοῖς σφῶν τέκνοις πρὸς
αὑτοὺς ἄδειαν εἷναι οὐμενοῦν οὐδ’ ὅσην πρὸς δεσπό- τας τοῖς δούλοις,
εἴπερ ἐκείνοις μέν, τοῖς ἀργυρωνή- τοις λέγω, ὅταν οἱ κύριοι μὴ μέτρια
δρῶσιν αὐτούς, ἔστι καὶ δίκην ἐπιβοήσασθαι καὶ καταφυγεῖν πρὸς τὸ
πλὴν
ἐπειδήπερ ἐλαφρόν ἐστι τοὺς ἐκτὸς συμφορῶν τοὺς
δυστυχοῦντας καὶ σωφρονίζειν καὶ νουθετεῖν καὶ ἅπερ χρὴ δεῖξαι, καὶ πᾶς
τις ἤδη διδάσκαλος ἀρετῆς, ὅσα γ’ ἐκ τῶν λόγων, τί καινὸν εἰ δή τινες
τῶν ἐμῶν κακῶν μηδὲν αἰσθανόμενοι ἢ καὶ ὅλως ἀγνοοῦντες
ὅσον τὸ πάσχειν ἀδίκως εἰς ἔκστασιν τῶν δεόντων, συνίστανται κατ’ ἐμοῦ
προσθέμενοι τῷ πατρὶ καὶ τὴν ἀποκήρυξιν ἐπισπεύδουσιν; ἀπειρία γὰρ
πραγμάτων πολλοὺς πολλάκις σφάλλεσθαι ποιεῖ τοῦ καθήκοντος.
ὧν γε δὴ χάριν καὶ ὑμεῖς αὐτοὺς μετὰ τῆς σφῶν
ἀπειρίας πολλὰ
χαίρειν εἰπόντες τὸ νόμιμον ὑμῖν ἀρ- χῆθεν καὶ σύνηθες τὸν ἀεὶ χρόνον
κἀνταῦθα δει- κνύναι οἴεσθε δεῖν, ὥστ’ ἀκούειν μὲν εὐμενῶς ἑκατέρων τῶν
λόγων, φαίνεσθαι δὲ πρὸ τῆς ψήφου χαλεπαίνον- τας εἴτε χαριζομένους τῶν
ἀγωνιζομένων μηδέποτε
μηδενί.
εἰ δὲ καὶ νῦν πρώτως παῖς παρ’ ὑμῖν ἀγω- νίζεται πρὸς πατέρα καὶ οὔποτε
τῶν ἄνωθεν ἡμερῶν, μὴ θαυμάσητε μηδαμῶς. καινοτομεῖ γὰρ ὁ χρόνος ἀεὶ καὶ
νῦν μὲν δείκνυσι ταῦτα, νῦν δὲ ταῦτα, καὶ μετ’ ὀλίγον ἕτερα, καὶ μετ’
ἐκεῖν’ ἄλλα, καὶ οὕτω διὰ
παντὸς κρύπτων μὲν ἀεὶ τὰ
φανέντα, ἄγων δ’ εἰς μέ- σον ἀντὶ τῶν ἀπιόντων ἕτερα. οὐκοῦν οὐ πόρρω
τῆς
καὶ χρή γε ὑμᾶς μὴ περὶ τούτου, εἴτε πρόσφατον εἴτε καὶ πάλαι ἠργμένον τὸ
πρᾶγμα, σκοπεῖν, τί γὰρ τῷ τοῦ δικαίου λόγῳ τοῦτό γε διαφέρει; ἀλλ’
ἀκριβῶς διασκεψαμένους, ἐπὰν
κἀμοῦ λέγοντος ἀκροάσησθε,
πότερα δίκαιά γε καρτερῶ ταῦτα ἢ μὴ δίκαια ἐλαυνόμενος τῶν πατρῴων,
διδά- σκειν ἐμέ· τοῦτο γάρ, εἴπερ ἄλλο τι, προσῆκον ὑμῖν τοῖς
δικάζουσι.
χωρὶς δὲ τούτου οὐ δυσμεναίνων ἐγὼ τῷ πατρὶ καὶ ἀντεπεξιέναι σκοπούμενος
ἀντιλέγειν
ἐπιχειρῶ, ἀλλ’ ὥσπερ ἐκεῖνος δικαίαν ἐθέλων
εἷναι τὴν ἀποκήρυξιν ὑμῖν τοῦ πράγματος ἐχρήσατο δι- κασταῖς εἰς μέσους
τὰς αἰτίας προθεὶς καὶ τῷ λόγῳ ἐπάρας εἰς δύναμιν, οὕτω δεῖν οἶμαι κἀμὲ
ποιῆσαι, στῆναι κατὰ τῶν ἐγκλημάτων καὶ ἀποσκευάσασθαι
πειραθῆναι, κἄν τι λέγειν δόξω, τῶν δικαίων ἐννόμως τυχεῖν, ἂν δὲ
κρατήσῃ τὰ τοῦ πατρός, στέρξαι τε τὴν
ὅτι δὲ καὶ ἄκων εἶναι εἰς τοὺς παρόντας λόγους κατέστην ἐγώ, οὐδεὶς
ἀντερεῖ.
τὸ γὰρ ἠδικῆσθαι δόξαι ὧς οὐδεὶς οὐδέπω τῶν ἄλλων
καὶ εὐεργέτου μὲν ἔργα ἔχειν δεικνύναι, ἀντὶ δὲ τού- των ἀκούειν ἄμα καὶ
πάσχειν τὰ τῶν ἐπιβούλων καὶ λυμεώνων βίᾳ συνωθεῖ πρὸς τὸ βῆμα καὶ
πείθει ἀποσκευασάμενον τὴν αἰδῶ ἢν εἶχον ἐκ νέου πρὸς
τὸν
πατέρα ὁμόσε τοῖς λόγοις ἰέναι. ταύτῃ τοι, κἄν τι λελέξεται δόξαν ἔχον
κατὰ τοῦ γεγεννηκότος εἰρῆσθαι, συγγνώμην αἰτῶ καὶ πρὸς τοῦ πατρὸς καὶ
πρὸς ὑμῶν καὶ πρὸς τῶν ἄλλων ἀπάντων, ὧς οὔτι ἑκόντος ἐμοῦ
πλὴν ἐπειδὴ κἀμοὶ λέγειν ἐφεῖται καὶ καιρὸς ἤδη τοῦ ἀγῶ- νος γενέσθαι,
εὐξαίμην ἂν ἡδέως πρὸς ἄλλον τινά, μὴ πρὸς τοῦτον, εἶναί μοι τὴν
διαφοράν, ἦ γὰρ ἂν ἦν
χρήσασθαι τοῖς ἐμαυτοῦ ἀδεῶς, νυνὶ δ’
ἀνάγκη τῆς δυνάμεως ἑκόντα καθυφιέναι καὶ φείδεσθαι τῶν λό- γων, ὧν
εἰρημένων, ὡς ἐμαυτὸν πείθω, ῥᾳδίως ἂν ὑπῆρξε κρατῆσαι καὶ οὐ τὸ
πλεῖστον τῶν ψήφων, τὰς πάσας δὲ ῥᾳδίως ἀπολαβεῖν. συμβήσεται δ’ ἔμοιγε
τοῦτον ἐνδιδόναι τὸν τρόπον καὶ τῆς ἰσχύος ὑπο- χαλᾶν,
ἐπειδήπερ νίκην ἣν ἄν τις φέροι κατὰ πατρὸς ἥττης ἀπάσης χαλεπωτέραν
ἔγωγε τίθεμαι καὶ ἀνε- κτότερον ἡττώμενον μετ’ αἰσχύνης ἀπιέναι τῶν ὧδε
ἢ δικαιότερον πεφηνότα τοῖς λόγοις τοῦ τεκόντος ὑπερ-
τερῆσαι.
καὶ ὥσπερ, εἴ τις καθ’ ἑαυτοῦ ἔκ τινος ἀνάγκης ἐποιεῖτο τοὺς λόγους,
εἰκὸς ἦν τὰ μείζω παρα- τρέχειν καὶ τῶν ἐπικαίρων φείδεσθαι, οὕτω κἀγὼ
λέ- γειν μὲν προάγομαι, ἀμελεῖν δ’ ὅμως ἐξεπίτηδες ἀναγ- κάζομαι τοῦ
συμφέροντος ἐμαυτῷ, ἐπεὶ πατὴρ μὲν
οὗτος, κἂν μυριάκις τῆς
οἰκίας ἐλαύνῃ, κἂν διώκῃ πέρα Γαδείρων, υἱὸς δ’ ἐγώ, καὶ ὁ δεσμὸς τῆς
φύσεως κρατεῖ παρ’ ἡμῖν ἔτι, καὶ ἀλλήλων ἐχόμεθα καὶ συν- δούμεθα καὶ
ἀλλήλων ἐσμέν, καὶ οὐκ ἔσθ’ ὅπως θατέ- ρου παθόντος μὴ καὶ πρὸς θάτερον
διαβαίνει τὸ ἄλγος,
ὡς ἔστι κἀπὶ τοῦ ἑνὸς καὶ ταὐτοῦ
σώματος συμβαῖνον ὁρᾶν· κἀκεῖσε γὰρ ἓν ὁποιονοῦν εἰ πάσχον ἐστί, συμ-
κατηγορίας ἵλεω τυχεῖν τοῦ πατρός, ἐγὼ μὲν
ἤδη λέ- γειν ἀπάρχομαι, ὑμέτερον δ’ ἂν εἴη κἀνταῦθα προσέ- χειν τὸν
νοῦν.
11. Ὡς μὲν οὖν ἄνωθεν ἡμῖν ἔσχε τὰ πράγματα, κἀγὼ δὲ πειθήνιον ἐκ παιδὸς
ἔτι παρέσχον ἐμαυτὸν
τῷ πατρὶ πάντα μὲν μεθαρμοζόμενος πρὸς
αὐτόν, ἐναν- τιούμενος δὲ οὔκουν οὐδ’ ὅσον αὐτὸς ἑαυτῷ, ἀφ’ ὧν καὶ
εἴπερ τις ἕτερος τῷ ἰδίῳ πατρὶ φίλος παῖς ἐγὼ τῷ ἐμαυτοῦ ἐκεκλήμην καὶ
γέγονα μεγάλης μὲν τῆς κηδεμονίας ἀπολαύων ἀεὶ καὶ κρείττονος ἢ ἐρεῖν
τινα
δύνασθαι, μειζόνων δὲ καὶ τῶν εὐχῶν, ἃς ὑπὲρ ἐμοῦ
μᾶλλον ἢ τῆς ἰδίας ηὔχετο κεφαλῆς ὁ πατὴρ εἰς ἱερὰ καθημέραν βαδίζων,
οὐδὲν δέω λέγειν, ἑνὸς μὲν δὴ χάριν, τοῦ μὴ προιόντα τὸν λόγον εἰς μῆκος
ὑμᾶς ἀποκναισθῆναι ποιῆσαι τῷ πλήθει, ἑτέρου δ’, ὅτι καὶ
ὁ
πατήρ, ὅταν ἔρρει τὸ κατ’ αὐτὸν ὕδωρ, φθάσας εἴρηκεν ἱκανῶς, εὖ γε ποιῶν
καὶ ἀξίως αὑτοῦ μὴ τῆς πρὸς ἐμὲ χάριν διαφορᾶς τῇ ἀληθείᾳ
λελυμασμένος.
12. καὶ ὑμεῖς δὲ ἀκηκοότες ἐστὲ καὶ φήσετ’ ἂν εἰδέναι καλῶς, ὥστε καὶ
περιττὸν ἂν εἴη δεύτερον αὖθις περὶ
τῶν αὐτῶν ἐν εἰδόσι
πειρᾶσθαι διδάσκειν· ἃ δὲ τέως ἐστίν, ὧν ἕνεκεν τὸ πᾶν ἡμῖν ἀνετράπη,
καὶ ὁ μὲν πατὴρ οὐ πατήρ, ἀλλά τις δυσμενὴς καὶ τῶν ἑαυτοῦ
13. Νοσῆσαι μὲν δὴ κατὰ νόμον τῆς ἀνθρώπων
φύσεως καὶ τόνδε
συνηνέχθη πολλάκις, τὸν ἐμὸν λέγω πατέρα. πλὴν τὰς πολλὰς ἐκείνας εἰ καὶ
χαλεπῶς διε- τίθετο κατὰ μίαν νοσῶν, ἀλλ’ οὐ τοσοῦτον ὥστε καὶ κίνδυνον
ἐντεῦθεν ὑποπτευθῆναι συμβῆναι, ἀλλ’ ἦν ἐλπίζειν ἔτι καὶ σωτηρίας
τυγχάνειν καὶ ἀνακτηθῆναι
δύνασθαι, καὶ ἐτύγχανέ γε ταύτης
καὶ ἀνεκτᾶτο μεθύ- στερον· ἐν δὲ τοῖς τελευταίοις τούτοις τοσοῦτον
ὑπερ- έβαλε τὸ δεινὸν καὶ πάσης ὑψηλότερον βοηθείας ἐδό- κει ὡς μηδ’
ἐν ὀνείροις ἐλπίσαι χρηστότερα, μήτοι γε καθ’ ὕπαρ εἰπεῖν. ταύτῃ τοι καὶ
ἔλεγον μὲν ἰατροί,
ἔλεγον δὲ καὶ πάντες ἄλλοι ἕκαστος
φιλοσοφοῦντες περὶ τῶν παρόντων ὡς ἔτυχεν, ὅπερ συμβαίνειν ἐν τοῖς
τοιούτοις φιλεῖ, πλὴν καὶ οὗτοι κἀκεῖνοι τὰ χείρω περὶ αὐτοῦ.
τούτων δ’ οὕτως ἐχόντων καὶ λεγο- μένων ὧς διεκείμην αὐτός, τίς ἂν
ἀρκέσει διὰ τέλους
εἰπεῖν; νύκτας μὲν γὰρ δὴ τὰς πάσας, ἔν
ἐντεῦθεν ἄρξωμαι, ἐφ’ ὅσον ἡ νόσος κατεῖχεν, οὐκ ἐπέτρεπον μὲν τοῖς
οἰκέταις ἔχειν περὶ τὸν κάμνοντα καὶ πονεῖν διεγρηγορότας αὐτοὺς καὶ
πᾶσαν ἀποπληροῦντας φρον- τίδα, ἐγὼ δ’ ἐμαυτῷ προσέχειν ἠξίουν ὕπνου τε
μετα-
λαγχάνειν καὶ τὴν ἄλλην αἱρεῖσθαι τοῦ σώματος χρείαν
ἀποπιμπλάναι, ὅπερ ἴσως τοῖς πλείοσιν ἀνθρώπων οὐδὲ πόρρω συγγνώμης
ἔδοξεν ἂν εἷναι τὸ στερρὸν
ἀντ’ ἐμοῦ τῷ πατρὶ γνησιώτερον θεραπευτὴν χρημα-
τίσαι. καὶ νύκτας μὲν οὕτως, τὸν δ’ ἄλλον καιρὸν τῆς ἡμέρας τίνα ποτ’
ἐμαυτὸν παρεῖχον;
ἀλλ’ εἰ μὲν μὴ πρὸς ὕδωρ ἔλεγον μηδ’ ἦν τῷδε τῷ ῥεύματι τοὺς λόγους
παραμετρεῖν, εἴρητο ἂν ἱκανῶς, νυνὶ δ’ οὐ
ῥᾴδιον ἐν οὕτω
βραχεῖ χρόνῳ τὸ πᾶν παραστῆσαι. πλὴν ἔθεον ἄνω καὶ κάτω ἐπικουρίαν
ἁπανταχόθεν ζη- τῶν. ἐπεκαλούμην πάντας ἀνθρώπους ὀρέξατε χεῖρα, λέγων,
ὀρέξατε. ἰατροὺς δ’ ἐφιλοκρίνουν καὶ τοὺς μὲν εἰσῆγον, τοὺς δ’
ἀπεπεμπόμην ἀποδοκιμασθέντας
εἶναι μηδὲν ἐπαρκεῖν ἱκανούς.
στεναγμοὺς δ’ ἐκείνους καὶ οἰμωγὰς ἃς ᾤμωζον συχνάς τε ἀναβοήσεις καὶ
δάκρυα ὅσ’ ἔλειβον ἐλεεινὸς τοῖς πᾶσιν ὁρώμενος ἄλλοι λεγόντων. πολλοὶ
δ’ εἰσὶν οἶ τότε μὲν τεθεαμέ- νοι, νυνὶ δὲ καὶ μαρτυρεῖν ἕτοιμοι, εἴ
τις ἔροιτο, ὡς
οὕτω κάμνοντος τοῦ πατρὸς μᾶλλον πονηρῶς
διεκείμην αὐτός. ὅ δ’ οὖν ἔγωγε πρὸς θαύματος ἔχω καί μοι λογιζομένῳ
ἔκπληξις ἀτεχνῶς, ὅπως οὐκ ἐτεθνήκειν ἐγὼ παραχρῆμα τῆς φύσεως
ἀπαγορευσάσης πρὸς τὴν ὑπερβολήν. καὶ γὰρ οὐχ ὕπνου μόνον, ὧς ἔφθην εἰ-
πών, ἀλλὰ καὶ σιτίων πάντων καὶ πομάτων ἀπεκε-
κλείσμην· καὶ ἢν ἄν τις εἴποι θεραπείαν τοῦ σώματος ἀπεσκευασάμην ὧς
πορρωτάτω πρὸς μὲν τἆλλα ἄμει- νον οὐδὲν νεκροῦ διακείμενος, πρὸς δὲ τὸ
πάθος τὸ τοῦ πατρὸς καὶ σφόδρα εὐαίσθητος ὤν.
ταῦτα δέ
κακὸν ἐπὶ μεῖζον ἐχώρει καὶ ἐκραταιοῦτο τῷ χρόνῳ, καὶ ὁδὸς ἦν ἐπὶ τὸ
χεῖρον ἀεί, ἔστ’ ἂν ἀπιδὼν πρὸς ἕτερ’ αὐτὸς τὴν ἀληθινὴν ἐπορισάμην
βοήθειαν.
γνοὺς Ι γὰρ ἤδη σαφῶς κρεῖττον εἶναι ἢ κατ’ ἀνθρω-
ἀντιλαβόμενος ᾖ χεῖρα προτείνας, οἰχήσεταί μοι ἐξ
ἀνθρώπων αὐτίκα, καὶ τῶν μὲν δεόντως ὀλιγωρήσας ὡς ἀσθενῶν ἐπαρκέσαι τῇ
χρείᾳ, τὰς ἐλπίδας δὲ πάσας τρέψας ἐπὶ τὸ θεῖον πάλαι καὶ νῦν εὖ εἰδὼς
ὧς βου- λομένου γε δρᾶν πάνθ’ ὑπόκειται ῥᾴδια, τί ποιῶ;
ἱκέτης τε θερμὸς γίνομαι τούτου καὶ διὰ τῶν πρὸς τόδε δεήσεων βοηθῶ τῷ
πατρί.
ἔνθα ·πρῶτα μὲν τοῖς τε ἄλλοις, ἔνα βραχέως τῷ λόγῳ χρήσωμαι, καὶ
δάκρυσιν ἐξευμένιζον καὶ στεναγμοῖς καὶ χειρῶν ἀνα- τάσεσιν, ἐπὶ τέλους
δὲ καὶ εὐχὴν εὐξάμην, μεγάλης
εὐγνωμοσύνης πάνυ τοι μέγα
τεκμήριον. ἡ δὲ <ἦν> ἧ μὴν τάλαντον ἀφιερώσειν εὐθὺς τῆς εὐχῆς
τυχόντα καὶ τοῦ μεγάλου τοῦδε κινδύνου ἀνενεγκόντος τοὐμοῦ πατρός. κἀγὼ
μὲν οὕτως εὐξάμην καὶ οὕτω πεπλήρωκα οὐχ ὅπως μοι μέμψεται τῆς εὐχῆς ὁ
πατὴρ ὑγιάνας
εἰς νοῦν εἰληφώς, ἀλλὰ καὶ ἀγαπᾶν μειζόνως
προσθή- σεῖ ταυτηνὶ τὴν πεῖραν τελεωτέρας ἀγάπης πρόφασιν
καὶ γὰρ ἐπειδήπερ ἐγὼ μὲν ἀνεθέμην τὸ τάλαντον, ὁ δὲ θεὸς οὐ τοῦ
ταλάντου, τῆς δ’ εὐγνω-
μοσύνης ἀγαπήσας ὀξύτατ’ ἀντελάβετο,
ἥ τε βοήθεια προφανὴς ἦν καὶ ὁ πατὴρ πρῶτον μὲν ῥᾷον ἔσχε, μετὰ ταῦτα δὲ
ἄμεινον καὶ τὴν ἐξῆς ἔτι μᾶλλον καλῶς, καὶ οὐ μετὰ πολλὰς ὕστερον ὑγιὴς
ὅλος καὶ λαμπρὸς λαμ- πρῶς τῆς κλίνης ἀνέθορεν, ἡμεῖς δ’ ἐν εὐθυμίαις
οὔκ-
οὑν οὐδὲ λεχθῆναι δυναταῖς οὕτω παρ’ ἐλπίδα σῶον
ἐκεῖνον ἀπολαβόντες, πρὸ παντὸς ἔργου καὶ φροντίδος ἑτέρας ἢ τῶν κατ’
οἴκους ἢ τῶν ἐκτὸς ἄγε, φησίν, ὦ καλὲ παῖ, λογιζώμεθα τἀργύριον ὅσον
ἡμῖν δεδαπάνηται νοσοῦντος ἐμοῦ. ἐπ’ ἐμοὶ δὲ πάν-
τὼς οὐκ
ἂν πολλῶν τινων ὡς ἀναλώσας ἔχοις μνησθῆναι ἐν ἐσχάτοις τε ὄντι καὶ
μηδεμίαν ἐξ ἴσου τοῖς ἀψύχοις προσιεμένῳ τροφήν.
καὶ ὁ μὲν οὕτως, ἐγὼ δ’ ἐθαύμαζον καὶ ἐξεπληττόμην, τί ποθ’ ὁ λογισμὸς
οὗτος βούλοιτο, καὶ ὡς πρὸ ἔργου
παντὸς ἑτέρου τοῦτον ζητῶν
ἐστιν ὁ πατήρ. ἀλλ’ ἐν- ταῦθα ἔξεστι καὶ τὸν τρόπον τἀνδρὸς αἰτιάσασθαι
ἔχοντος περὶ ἀριθμοὺς καὶ τὰ τοιαῦτα τὸν σύμπαντα χρόνον, ἔξεστι δὲ καί
τινα δαίμονα, ὅστις μοι βασκή- νας τῆς τύχης τοὺς λογισμοὺς τούτους
ἐνέβαλε τῷ
πατρί. πλὴν τί ἐχρῆν ἕτερον ἐλογιζόμεθα. καὶ
μέχρι μέντοι οὐδὲν ἐμεμνήμην περὶ τοῦ ταλάντου, ἠρέμα τε ἤκουε καὶ πράως
ἠρίθμει εἰς ἔνα τινὰ ἀριθμὸν ἀναβι-
τῆς
ἀπονοίας συγγνώμη, ἀλλ’ ἐταράττετο καὶ ἄλλος ἐξ ἄλλου ἐδόκει οὕτω ταχέως
τοῦ καθεστῶτος μεταβαλών, ὡς οὐκ ἄν ποτε ῥᾳδίως οὐδὲ τὸ σφοδρότατον τῶν
πνευμάτων τὴν θάλασσαν ἐξεκύμηνε.
καὶ ἔνα παρεὶς τὰ ἐν μέσῳ ὅσα τ’ ἔδρασεν ὅσα τ’ ἔλεξε τῷ μὴ βού-
λεσθαι τὴν ἡμῶν αὐτῶν δημοσιεύειν αἰσχύνην ἐπὶ τὸ πέρας
ἔλθω τῶν ἡμετέρων, τέλος ἀπόστειχε, φησίν, ὦ ’γαθέ, τῆς οἰκίας τῆς
ἐμαυτοῦ καὶ πολλῶν οὐσῶν ἃς ἄν τις πορεύεσθαι ἕλοιτο καὶ αὐτὸς ἣν ἂν
ἐθέλῃς πορεύου, ὡς ἂν μεταμάθῃς σω-
φρονέστερον εὔχεσθαι
καὶ μὴ σφόδρα ζηλοῦν καλεῖσθαι φιλότιμος, παῖς δὲ ἄλλου μὲν ἴσως κεκλήσῃ
ἢ ἀγνοοῦντος τὴν σὴν λώβην ἢ σαφῶς μαινομένου, ἐμὸς δὲ οὔκουν οὐδ’ ἐν
προσφθέγ- ματι.
ταῦτ’ εἶπε καὶ ταῦτ’ ἔδρασε διασχὼν οὐδὲ
τὸ βραχύτατον, ἀλλ’
ὧς τάχιστα | τοῖς ῥήμασι
γνώμης καὶ
συγκατασκευάσαι τὴν ἀποκήρυξιν. ὅτι δὲ ταῦτα παρὰ τὴν τοῦ δικαίου φύσιν
καὶ οὐδ’ ἔχει λό-
23. Οὐδέν, πάτερ, δεινὸν σύνοιδα ἐμαυτῷ οὔτε σὲ οὔτε τι τῶν σῶν
εἰργασμένῳ, ὅτι μὴ καὶ μᾶλλον ἐπι- κουρήσας ἐν τοῖς ἀναγκαίοις εἰμί. σὺ
δ’ οὐδὲν τοῦθ’ ἡγῇ οὐδὲ φὴς ὡς καὶ σμικροῦ τινος ἄξιον λογίζεσθαι
πρέπει, ἀποκηρύττεις δ’ ὥς τινα τῶν κακούργων καὶ
ξένον
ποιεῖς τὸν σαυτοῦ ἄνω καὶ κάτω τὸ τάλαντον προβαλλόμενος. καὶ γὰρ ἅπαντα
ῥήματα, ὦ ἄνδρες, εἰς τοῦτ’ αὐτὸ περιστρέφεται. καὶ τί φησι; τάλαντον, ὦ
μιαρέ, οὐ γὰρ ἔτι παῖδα καλεῖν ἀξιοῖ με—τάλαν- τον τῶν ἐμῶν ἀναλώσας
ἔχεις, τάλαντον, ὦ
Ἑρμῆ καὶ Ζεῦ Κτήσιε καὶ εἴ τις θεῶν
ἕτερος χρημάτων καὶ κέρδους προστάτης. εἶτα παῖς μετὰ ταῦτ’ ἐμὸς σὺ
κεκλήσῃ καὶ διάδοχος τῶν ἐμῶν τοσούτου τὴν ἐμὴν περικόψας οὐσίαν;
ὅτι μὲν οὖν σὸν ἦν τἀργύριον κἀγὼ ἀναλώσας
εἰμί, οὐκ ἔστιν
ἀρνήσασθαι, πάτερ. σαφὲς γὰρ τοῦτό γε καὶ ἡμεῖς τοσοῦτον πρὸς πάντας
βοῶμεν ὧς καὶ δοκεῖν ἐμπομπεύειν τῇ πράξει καὶ ὡς ὑπὲρ μεγάλων τινῶν
ἔργων μέγα καὶ αὐτοὺς φρονοῦντας ἐγκαλλω- πίζεσθαι. πλὴν οὐ μέχρι
τούτου δεῖ στῆναι τοῖς λο-
γισμοῖς οὐδ’ ὧς ἀνάλωται μόνον
σκοπεῖν, ἀλλὰ καὶ προσθεῖναι λογιζόμενον, ὑπὲρ τίνος καὶ μεθ’ ἧστινος
οἷον ὅδε τὸν δεῖνα κακῶς εἶπεν. οὐ καθυπάγεται
τιμωρίᾳ,
πρῶτος γὰρ ἤκουσε παρ’ ἐκείνου κακῶς. ἀπέθανε δὲ πάλιν ὅδε πληγεὶς παρὰ
τοῦδε. ἄξιά γε τῶν ἔργων παθών, ἐπίβουλος γὰρ ἦν τῆς οἰκίας καὶ τῶν
τιμιωτάτων αὐτῷ. τὸν δεῖνα ὁ δῆμος ἀπέκτεινε. καλῶς, προδότης γὰρ ἦν καὶ
λαμβάνων κατὰ τῆς πό-
λέως. οὕτως ἀπανταχοῦ ἐξετάζοντας
συμπαραλαμβάνειν καὶ τὰς αἰτίας προσήκει, μεθ’ ὧν ἕκαστα πέπρακται. καὶ
σὺ τοίνυν μεμαθηκὼς ὑπὲρ σοῦ τἀργύριον ἀπιέναι, ὅπως γε ὑγιαίνοις, ἢ
μᾶλλον εἰπεῖν, ὅπως τὸ δεύτερον ζῴης, περὶ γὰρ θανάτου καὶ ζωῆς
ἐξητάζου, οὐχ ὑγείας
καὶ νόσου, σκόπει εἰ μή σοι εἰς δέον
ἀναλῶσθαι δοκεῖ.
26. εἰ μὲν οὖν ἔχει τις ἄλλην παρ’ ἣν αὐτὸς τίθημι πρόφασιν τῶνδε τῶν
ἀναλωμάτων εἰπεῖν, δέον μὴ ταύ- την, ἀλλὰ καὶ μείζω πολλῷ, εἴπερ οἷόν τ’
ἦν, κατα- δίκην ἐπενεγκεῖν· οὐχ εὑρισκομένης δὲ μηδαμῶς αἰτίας
παρὰ τὴν εἰρημένην τί τις ἂν τὸν ἀναίτιον αἰτιῷτο; μάλιστα
μὲν οὖν καὶ πολλῶν ἦν δίκαιος τῶν ἐπαίνων ἀπολαύειν ἀνθ’ ὧν ἔδρασα, εἰ
δὲ μὴ τούτων, τὸ γοῦν μὴ ἀκούειν κακῶς μηδ’ ἐγκαλεῖσθαι ἔδει προσεῖναι.
νυνὶ δὲ σὺ πάντ’ ἀφεὶς ἀποκηρύττεις ἐμὲ καὶ ταῦτα
μηδαμόθεν
τοῦ δικαίου ὁρμώμενος. οὐ γὰρ ἀσωτίᾳ προσκείμενος οὐδ’ ἡδοναῖς δουλεύων
οὐδ’ ὀρέξεις ἀπο- πιμπλὰς ἐμαυτοῦ, οὐ συμπόσιον συγκροτῶν οὐδὲ συν-
27. εἶτα μετὰ τῶν κακούργων ἡγήσῃ τὸν οὕτως ἐν τοῖς καλοῖς διαπρέψαντα;
καὶ πῶς οὐ ποιῶν δόξεις ταὐτὸν τοῖς, ἀλλ’ οὐκ ἔχω τίσιν εἰπεῖν πλὴν τοῖς
ὑπ’ ἀναισθησίας καὶ ἀδικίαν καὶ δικαιοσύνην κολάζουσι καὶ σωφροσύνην
ἀπ·οστρεφομένοις καὶ ἀκρασίαν καὶ
τὴν αὐτὴν οὐ περὶ τῶν
αὐτῶν ἔχουσι δόξαν; εἰ δ’ ἄσεμνος ὁ λόγος καὶ ἥκιστα προσήκων εἰρῆσθαι
πρὸς σέ, κἀγὼ μὲν ὁμολογῶ, πλὴν σαυτῷ μέμφεσθαι καὶ τοῖς σοῖς ἔργοις
νόμιζε δεῖν, ἅ γε καὶ τοὺς ἐμοὺς λό- γους εὑρίσκεται. εἰ γὰρ μὴ τὸν
εὐεργέτην κακῶς λέγων
ἠξίους τοῖς δυσμενέσιν ἐγκαταλέγειν,
οὐκ ἂν παρε- βιάσθην μέχρι τοιούτου προελθεῖν παραδείγματος. τί δέ, κἂν
ἐγὼ μὴ λέγω, κἂν ἄλλος τις τῶν ἀπάντων, οὐκ οἴει καὶ τούτους ὀρθῆς
γνώμης ὄντας κυρίους σιγῇ καθ’ ἑαυτοὺς παραπλήσια τοῖς εἰρημένοις λογί-
ζεσθαι περὶ σοῦ;
βούλει λέγων ἄριστα καὶ πράττων φανῆναι. ἡγείσθω σοι λογισμὸς πρὸ πάντων
ἔργων καὶ λόγων, καὶ μέμψεως χώραν δώσεις μηδέποτε μηδενί. ὁποῖον ἐχρῆν
κἀν τοῖς λόγοις τούτοις φυλάττειν τοῖς κατ’ ἐμοῦ, πρῶτα μὲν
ἀναλογίσασθαι πρὸς ἑαυτόν,
ποῦ ποτε τῶν δεινῶν ἦσθα, ἢ μὴ
δυνάμενον οἴκοθεν συνιδεῖν, ἐρέσθαι τοὺς ἄλλους καὶ παρ’ αὐτῶν δι-
δαχθῆναι ὧς ἐκινδύνευες μηκέτ’ εἶναι, κεῖσθαι μετὰ τῶν ἐν Ἅιδου,
ἀπολιπεῖν οὐ μόνον τὰ φίλα ταυτὶ χρή- ματα, ἀλλὰ καὶ εἴ τι χάριεν σὺν
αὐτοῖς τὸν ἀνθρώπι-
Ἀλλ’ ἴσως τὸ μέν σοι μέγεθος τοῦ κινδύ- νου οὐκ ἄγνωστον εἶναι φής, ἀλλὰ
σαφῶς οἶδας καὶ τοῦ διδάξοντος οὐ προσδέῃ, ἀμφιβάλλεις δὲ περὶ τῆς
σωτηρίας καὶ ὅστις σοι ταύτης ὑπῆρξε παραίτιος. οὐκ αὐτόματός σοι,
πάτερ, ἐγένετο οὐδ’ ἔκ τινος τύχης, ὡς
ἂν οἰηθείης, ἀλλὰ
θεὸς μὲν τὰ πρῶτα ἀντιλαβόμενος ἔσωσε, μετὰ δὲ ταῦτα καὶ ὅσον εἰς
ἀνθρώπους ἧκεν, ἐγώ. καὶ τίνι γὰρ ἑτέρῳ ἀντ’ ἐμοῦ τοῦτο προσῆκεν; ἔσωσα
δέ σε, ὥσπερ τοὺς εἰς θάνατον ἀπαγομένους οἱ τῶν ἀνθρώπων
φιλανθρωπότεροι, ταλάντου ἐξωνησά-
μένος καὶ τὰ σῶστρα
καταβαλόμενος τῆς ζωῆς. ἐρρυ- σάμην πολλῇ τῇ σπουδῇ. τί δὲ οὐκ ἔμελλον
δοὺς τὰ σά, ὅπου γε κἀκ τῶν ἰδίων ὑπὲρ φίλου κινδυνεύοντος μὴ τοῦτο
δρᾶσαι λίαν ἀπάνθρωπον, ὥσπερ αὖ δικαίας γνώ- μης τεκμήριον καὶ
ἀνθρωπίνης ὄντως τὸ ταῖς ἀνάγκαις
τῶν φίλων ὑπηρετεῖν; καὶ
μὴν οὐκ ἐξ ἴσου πατέρας τε καὶ φίλους τιθέμεθα οὐδὲ τῶν αὐτῶν ἀξιοῦμεν,
ἀλλὰ τοῖς μὲν τὰ δέοντα χαριζόμεθα, πατράσι δὲ καὶ κατ’ ἀνάγκην
δουλούμεθα τοσούτῳ μᾶλλον πρὸς αὐ- τοὺς βλέποντες, ὅσῳ τὸν τῆς φύσεως
δεσμὸν τοῦ κατὰ
προαίρεσιν μᾶλλον ἄρρηκτον ἴσμεν καὶ
ἰσχυρότερον.
30. καὶ τί δὴ λέγω τοῦτο ὡς μέγα τι καὶ σφόδρα ὂν πρὸς ἡμῶν τὸ δεῖν
φίλους ὄντας πάντα τρόπον ὑπὲρ
τοὺς μὲν φιλανθρωπίας ἕνεκα καὶ τοῦ μὴ δεῖν
ἀνθρώ- πους ὄντας ἄνθρωπον παριδεῖν ἀπολλύμενον, κἂν μὴ προσήκων ᾖ
γένει, κἂν ἐξ ἐσχάτων βαρβάρων, τοῦτο δὲ μόνον ἄνθρωπος, τοὺς δὲ καὶ
φιλοτιμίας ἕνεκεν, ἀμφοτέρους δὲ πάντως τοῦ περὶ ἐλάττονος ἅπαντα
πλοῦτον ἡγεῖσθαι τῆς ἀνθρώπων ζωῆς;
τοῦτον τοίνυν τὸν τρόπον τῶν ἀνθρωπίνων πάντων ἐχόντων καὶ μεγάλου τοῦ
τῆς φιλανθρωπίας νόμου κηρυττο- μένου ἀπανταχοῦ ἔδει μόνους ἀνυποτάκτους
εἶναι ἡμᾶς καὶ τὰ μὲν χρήματα περιέπειν, σοῦ δ’ ἀμελεῖν οὑτωσὶ
φερομένου; καὶ τίς ἄν με τῶν μικρῶν ἢ τῶν μειζόνων
συγγνώμης ἠξίωσε, μᾶλλον δέ, τίς ἂν ἀπέστη τοῦ μὴ κακῶς λέγειν τὸν
προδότην τοῦ γένους, τὸν ἀγνώμονα, τὸν τῆς φύσεως ἀλιτήριον, ὅς κινδυ-
νεύοντος τοῦ πατρὸς καὶ ἀργυρίου συχνοῦ οἴ-
κοι κειμένου
δέον πάντα προιέναι ὑπὲρ τῆς ζωῆς, ὁ δὲ οὐδ’ οἶα κἂν οἶ δυσμενέστατοι
ἔδρα- σεν, οὐκ ἐπεστράφη νοσοῦντος, οὐκ ἐπεκού- ρησεν ἐκ τῶν δυνατῶν,
οὐδὲν συνόλως ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἐπραγματεύσατο;
32. Πῶς δὲ οὐχὶ σὺ πρὸ τῶν ἄλλων ἐπήνεγκάς μοι τὰ χαλεπώτατα; εἰ γὰρ νυνὶ
σωθεὶς δι’ ἐμοῦ, λε- γέσθω γάρ, οὐκ ἀνίης αἰτιώμενος καὶ τοῖς ἐπιβούλοις
συντάττων, τί ἂν ἔδρας μὴ τοιαύτην γνοὺς εἰσενη- νεγμένην τὴν
προθυμίαν; ἐπῄνεις; οὐκ ἔνι δέχεσθαι
γωρηκότος
διερεθίζειν, καὶ ὅσῳ θατέρῳ τῶν ἐναν- τίων εἰς τὸ εἶναι συμβάλλειν
ἴσμεν, τοσούτῳ καὶ θα- τέρῳ εἰς τὸ μὴ εἶναι γινώσκομεν. οἷον τί δὴ λέγω;
φίλος ἔστι σοι. περιεφρόνησας ἐκεῖνον καὶ παρεῖδες, ὁ δὲ ᾔσθετο. ἐλυπήθη
πρῶτον. εἶτ’ ἐχαλέπηνε καὶ
πρὸς ὀργὴν ἀνήφθη. ἀλλ’ οὐ
περιεφρόνησας, ἐπεστράφης δὲ πλέον τῆς συνηθείας. ὁ δὲ μᾶλλον ἠγάπησε
καὶ τοῖς σοῖς ἐπαίνοις προσέθηκε.
διὰ ταῦτα οὐκ ᾤμην ὀλιγωρῆσαι οὐδ’ εἰπεῖν ἐν ἐμαυτῷ· κάμνει καὶ τί τοῦτο
καινόν; καμνέτω. ἄνθρωπός ἐστι καὶ τὸ
πάθος ἀνθρώπινον.
οἶδε τὴν νόσον τὸ γένος. καὶ οὐ ξένον τοῦτο τῇ φύσει οὐδὲ προσφάτως
ἐπιδημῆσαν τῷ βίῳ. οὕτω καὶ τοὐμοῦ πατρὸς ὁ πατὴρ καὶ ὁ ἐκείνου πατὴρ
κἀγὼ καὶ πάντες ἄνθρωποι πορευσόμεθα. ἀλλὰ τὰ τοιαῦτα λογί-
ζεσθαι παντὶ μᾶλλον οἰηθεὶς πρέπειν ἤπερ ἐμοὶ καὶ ἄμα ἢν τὰ συγγενῆ τῶν
ἀλόγων ζώων πρὸς ἄλληλα στοργὴν ἐπιδείκνυται ἡμετέραν νουθεσίαν
ὑπειληφὼς καὶ πρὸς τὸ συγγενὲς ἀστοργότερον ἐκείνων διατεθῆ- ναι μὴ
ἐνεγκών, ἦ γὰρ ἂν ἦμεν εἰς ὄνειδος τῷ ἀνθρω-
πίνῳ φύλῳ
παντὶ ὡς καὶ τῶν ἀλόγων αὐτῶν ἀλο- γώτεροι, οὐκ ἀνῆκα οὐδ’ ἐνέδων τῇ
προθυμίᾳ τοῦ μὴ πάντα μετιόντα πολλῇ τῇ σπουδῇ πᾶσαν πεῖραν εἰσ-
34. σὺ δ’ ἀντὶ τούτων πάντων δέον μετὰ τῆς ψυχῆς
ἀγαπᾶν
χαλεπαίνεις ἐμοὶ καὶ βαρέως διάκεισαι ὡς οὐδ’ ἂν πρός τινα τῶν ἐχθρῶν.
καὶ οὐκ ἄν μοι δοκεῖς ὀργίλως οὕτω ποτὲ οὔτε πολεμίῳ προσβλέψαι οὔτε
Ιοργόνος ἰδεῖν κεφαλὴν ἀηδῶς, ὡς νῦν ὁρᾷς πρὸς τὸν φίλτατον καὶ ὅτι μὴ
θᾶττον μακράν σου καὶ τῆς πό-
λεῖος γίνομαι, ἀφόρητον ἡγῇ
καὶ θανάτου μακρῷ χαλεπώτερον. καίτοι τότ’ ἐχρῆν δεικνύναι ταύτην τὴν
ἰταμότητα, καὶ ἦν ἄν κατὰ λόγον προβαῖνον τὸ πρᾶγμα. πότε δὲ λέγεις; ὅτε
εἰ σὺ μὲν ἔκαμνες, ἐγὼ δὲ οὐκ ἐπεστρεφόμην, ἐκινδύνευες, ἐγὼ δ’
ἐλογιζόμην ὁπόσα
μοι αὐτίκα μάλα καταλελείψεται χρήματα,
ἐγγὺς ἦσθα θανάτου, ἐγὼ δὲ ἀφροντίστως παρέτρεχον οὐδὲν οὐ- δαμῶς τῆς
ὀφειλομένης εὐνοίας παρέχων τεκμήριον· νῦν δὲ οὐδαμῶς, εἴπερ οἶδας
εὐεργεσίαν καὶ κακουρ- γίαν τιθέναι χωρὶς καὶ τἀναντία μὴ λέγειν εἷναι
ταυ-
τόν, ἀμέλειαν καὶ σπουδήν, περιφρόνησιν καὶ φρον-
τίδα, καὶ ὅλως εἰπεῖν κακίαν καὶ ἀρετήν, ἀλλ’ ἀνὰ μέ- ρος τὸν ἴδιον
ἀπονέμεις ἑκάστῳ λόγον, ὥσπερ δήπου καὶ πάντας ἀνθρώπους οἶς καὶ
ὁποσονοῦν μέτεστι γνώμης ὀρθῆς ἴσμεν ποιοῦντας περὶ τῶν πλεῖστον
διεστηκότων ἀλλήλων πραγμάτων πλεῖστον διεστηκυίας καὶ τὰς
γνώμας αὐτοὺς ἔχοντας.
35. Εἶτ’ ἐρεῖς αὖθις ὧς εἰς χρήματα ἐξημίωκα καὶ μικρὸν ἐκ μεγάλου τὸν
σὸν πλοῦτον πεποίηκα; ἀλλ’ ἐρήσομαί σε, καὶ ὅπως μοι μὴ καὶ δεύτερον
εἰς ἔλαττον τὰ σὰ
περιέστησα; ἵππους ὠνού- μενος, ἱπποτροφίᾳ προσκείμενος, ἀσωτεύων,
κωμάζων, παρασίτους τρέφων, κόλακας ἐπαγό- μενος; ἀλλ’ οὐδεὶς
ἀποκρίνεται. ἐγὼ δὲ καὶ αὐτὸς ποιήσομαι τὸν ἀπόλογον, ὦ πάτερ, καὶ μάλα
γε ἀληθῆ.
οὐδὲν ἄλλο γε κατὰ νοῦν στρέφων οὐδὲ πραγματευό-
μενος ἢ ὅπως δεσπότης εἴης καὶ αὖθις τῶν σῶν καὶ τὴν Κυρείαν ἔχοις, ὡς
κὰν τοῖς ἄνω καιροῖς.
ταῦτα ἔστιν ὑπὲρ ὧν εὐξάμην καὶ τὸ τάλαντον ἀφιέρωσα, οὐχ ὧς ἐπάξων
ζημίαν, ἀλλ’ ὡς τὸ τελεώτατον ἀπάντων κερ-
δῶν προξενήσων
οὐδ’ ὡς λυπήσων σὲ τὸν πατέρα, ἀλλ’ ὧς μεγίστης αἴτιος εὐφροσύνης
ὑπάρξων, εἴπερ τὸ ὑγιῶς ζῆν μέγιστον εἰς εὐφροσύνης ὑπόθεσιν. ἢ τίς ἄν
σε, πάτερ, ἐπὶ τούτῳ δυσχερᾶναι ᾠήθη καὶ τοσ- οῦτον ὡς καὶ παρ’ ἐμοῦ
δίκην ἐθέλειν λαμβάνειν, ᾧ
βουλομένῳ σοι τὰ δίκαια δρᾶν οὐκ
ἂν εἶχες ῥᾳδίως τὰ εἰκότα εὐχαριστεῖν;
εἰ δὲ μὴ τοσοῦτος ἐκ νό- σου ἢ τοιούτου τινὸς πάθους ἠπειλεῖτό σοι
κίνδυνος, πολεμίους δὲ συνέβη λαβόντας ἔκ τινος τύχης, οἶα πολλὰ κατ’
ἀνθρώπους συμβαίνει, εἰς δουλείαν ἀπά-
γειν, ἆρ’ οὖν ἠξίους
ἐμὲ ἐλεύθερον μὲν περιόντα, χρημάτων δὲ κύριον ὑπάρχοντα καὶ πλοῦτον
περιβε- βλημένον μακρὸν μηδὲν ὑπὲρ σοῦ καὶ τῆς σῆς ἐλευθε- ρίας μηδ’
ὀβολὸν προιέναι δέει τοῦ μὴ ἐλαττῶσαι
βοῶντα· μνήσθητι, ὢ καλὲ παῖ, πρώτης γεννή- σεως, τῆς
εἰς τόδε τὸ φῶς παραγωγῆς, ἀνατροφῆς, σπλάγχνων πατρός, πόνων οὓς ὑπὲρ
σοῦ κατε- βαλόμην πολλούς. πρόες τὰ πάντα. τίμησον τὴν φύσιν. καλή σοι
φιλοτιμία κἀν τοῖς νῦν οὖσιν
ἀνθρώποις κἀν τοῖς μετὰ ταῦτα,
ἂν ἀφειδήσας χρημάτων ἀνακομίσῃς σαυτῷ τὸν πατέρα. ἐγώ, παῖ, τὰ κατ’
οἴκους ἐπορισάμην καὶ δι’ ἐμὲ ἀπι- όντα ἀνασωθεὶς ἀνασώσομαι. ἔτι γὰρ
πονεῖν δύναμαι καὶ τῆς τέχνης ὡς δεῖ συλλέγειν οὐκ
ἐπιλέλησμαι.
ταῦτ’ ἂν εἶπες, σαφῶς οἶδα, καὶ ἔτι πλείω ποριμώτερος εἰς λόγους σαυτοῦ
ὑπὸ τῆς ἀνάγκης ἀναφανείς. κἂν μὲν πρόθυμον εἶδες ἐλευθε- ροῦν,
πρόθυμος καὶ αὐτὸς πᾶν ὅ,τι καλὸν ἐπηύξω γενέσθαι μοι, ἂν δ’ ἀμελοῦντα
καὶ πάντα μᾶλλον
σκοπούμενον πράττειν ἢ σοί γε προσέχειν,
ἐπηράσω δι- καίως καὶ θᾶττον τὰς Ἐριννῦς ᾔτησας ἐπιέναι μοι τιμωρούς.
ὅπου δὲ τότε ταῦτ’ ἂν βεβαίως διετέλεις πράττων καὶ λέγων, ἦπου χάριεν
ἂν ἦν μὴ ἐν τοῖς ὁμοίοις τὴν αὐτὴν γνώμην τηρεῖν μηδὲ παραπλήσια
κρίνειν αἱρεῖσθαι)·
ὅτι δ’ ὅμοια οἷς ὑπεθέμην τὰ πεπραγμένα, πολλῇ τινι ῥᾳστώνῃ ἐξέσται σκο-
πεῖν. καὶ γὰρ σὺ μὲν ᾤχου τὴν ἐπὶ θάνατον, ἐγὼ δὲ περιελειπόμην ἐνταῦθα
κτῆσιν ἔχων μυρίαν καὶ χρή-
40. καὶ τί τοῦτο λέγω ὧς λίαν θαυμάσιον, ὅπου γε δεῆσαν καὶ τὴν ζωὴν ὑπὲρ
σοῦ οὐκ ἂν ἀπέσχον τοῦ μὴ τάχιστα δοῦναι, μόνον εἰ σῶς αὐτὸς ἀντ’ ἐμοῦ
ἔμελλες περιεῖναι τῷ βίῳ; ὅθεν καὶ μή μοι χρήματα λογίζου, μὴ
περιουσίαν, μὴ κτῆσιν ἄλλην καὶ κέρδη
παντοῖα καὶ ἡδονὰς
ἐντεῦθεν γεγενημένας. ἀπόχρη μοι συνὼν ὁ πατὴρ ἀντὶ πάντων. μεθ’ οὗ κἂν
δυστυχῶ κἂν ἐσχάτως ταλαιπωρῶ, οὐ μακρὰν εἶναι τῶν εὐδαι- μονούντων
δοκῶ, ὥσπερ αὖ ἀπωρφανισμένος ἐκείνου οὐ πολὺ τῶν ἀθλίως ἐχόντων
διίστασθαι, κἂν τοὺς
Λυδῶν κἂν τοὺς ἀπάντων ἀνθρώπων πλουτῶ
θησαυ- ρούς. οὕτως ἐγὼ τιμᾶν οἶδα γονεῖς καὶ χρῆμα τοῖς τέκνοις ἥγημαι
τούτους πάντων εἶναι χρημάτων ὀφεῖ- λον ἐξῃρημένον.
διὸ οὐδ’ ἐλαττῶσαι δοκῶ μοι τὰ χρήματα, πῶς γὰρ τοσοῦτον προσθεὶς τὸν
πατέρα;
ἀλλὰ δεόντως αὐξῆσαι, ὅτι μηδ’ ἔμποροι τὰ ἑαυτῶν
ἐλαττοῦν οἴονται ἴν, εἰ τύχοι, τῶν τιμιωτάτων ἀργυρίων πολλῶν
κατακτώμενοι. ἤρκεσε γὰρ ἀντὶ τῶν καταβλη- θέντων τὸ ἤδη κτηθέν. κἀμοὶ
δὲ ὁ πατὴρ ἀντὶ πάν- των τῶν ὄντων, κἂν μικρὸν εἴπῃς κἂν μέγα κἂν αὐ-
τὴν προσθῇς τὴν ψυχήν. εἰ δ’ ἠλάττωται τῆς χρείας
σφοδρῶς ἐγκειμένης καὶ ἀπαιτούσης, τί παρὰ τοῦτο δεινόν; οὐ πάντες
ἄνθρωποι διὰ τὴν ἀνάγκην σφῶν καὶ χρήματα καὶ πᾶν ἄλλο πορίζονται; ἢ
τίνος ἄλλου
λιθιδίων καὶ καχλήκων καὶ τῆς ἐκ πεδίου κόνεως διοίσει ἡμῖν;
ἢ τί μᾶλλον ταῦτα μὲν εἰσοικίζομεν πολλῇ τῇ σπουδῇ καὶ ἀσφαλισάμενοι
ἔχομεν, ἐκεῖνα δὲ ῥιπτοῦμεν ἡμῖν ἀχρήστων καὶ ἀνονήτων καὶ τούτων
κἀκείνων ὄντων ὁμοίως; ὃ γὰρ μὴ ταῖς ἀνθρωπίναις
ἀνάγκαις
ὑπηρετεῖν ἔχει, ἐπίσης ἀπόβλητον. καὶ τῶν ὁμοίως ἀχρήστων οὐκ ἔνι δήπου,
εἰ μή τινα λέγεις παραφρονοῦντα, τὸ μὲν ἀποβάλλεσθαι, τὸ δὲ πέρι,
σπουδαστὸν οἴεσθαι.
σὺ δέ μοι, ὅταν σαυτοῦ προ- τιθῇς τὰ χρήματα καὶ ταῦτα μεγάλων
ἐνεστηκότων
κινδύνων καὶ ἀξιοῖς ἡμᾶς μὲν κινδυνεύειν
ἀνέχεσθαι, ταῦτα δ’ ἀθάνατα μένειν, ἦ που συμβουλεῦσαί τῳ οὐκ ἄν ποτε
ἔδοξας μὴ σθένοντι χρήσασθαι τοῖς ποσὶν ὄντων χρημάτων ἵππον πρίασθαι
καὶ ἱπποτροφεῖν ἀνέ- χεσθαι, ὅπως μὴ σφοδρότερον αὐτὸ κάμνον τὸ σῶμα
οἰχήσεται, καὶ τῷ ὑπὸ χειμῶνος πολιορκουμένῳ προσ-
κτήσασθαι καὶ χλαῖναν τοῖς ἱματίοις καὶ τῷ γε τρο- φῆς δεομένῳ ἤ τινος
ἄλλου τῶν ἀναγκαίων χρυσὸν δόντα πορίσασθαι. τοῦτο δὲ τί ποτ’ ἂν ἕτερον
ἔσται ἢ τὴν ἀνθρωπίνην ἀποκλείειν ζωὴν καὶ κελεύειν ἢ
ἀγαπᾶν κατὰ ταὐτὸν τοῖς ἀλόγοις διάγειν καὶ τοῖς αὐτομάτως ἀναδιδομένοις
ἐκ γῆς ἐξαρκεῖσθαι ἢ μὴ βουλομένους πεσόντας ἀπομετρῆσαι τὸν βίον αὐτίκα
μὴ ἐξὸν ἄλλως ἀπολαύειν ζωῆς;
43. Ἀλλ’ ὑποκνίζει τὸ τάλαντον ἀπιόν. τί δέ; εἴπερ αὐτὸς ἀντὶ τοῦ
ταλάντου ἀπῄεις, οὐ πολὺ μᾶλλον ἦν λυπηρόν; τοιγαροῦν ἀντίθες τῇ ζημίᾳ
τὸ κέρδος. εἰς σαυτὸν βλέπε καὶ τὴν σαυτοῦ σωτηρίαν. λέγε πρὸς σαυτὸν
διαλεγόμενος ἡσυχῆ· ἐκινδύνευον μηκέτ’ εἶ-
’ναι, ἀπολέσαι
πάντα, τὸ φῶς τόδε, τοὺς ἀνθρώ- πους, τὰ χρήματα. ἀλλ’ ὁ παῖς ἄριστα
προὐνοή- σατο. ἔδειξεν ἀληθῶς φιλοπάτωρ εἶναι καὶ τῆς ἐμαυτοῦ φύσεως
ὧς μάλιστα προελθὼν ἐβε- βαίωσε τὸ συγγενὲς τῇ σπουδῇ κἀκ τῶν πολλῶν
δοὺς ὀλίγα ἴσχυσε πάλιν τῶν πάντων ἀπολαύειν ποιῆσαι.
καὶ νῦν ἀναβιούς εἰμι. οὕτω γὰρ μά- λιστα προσήκει νομίζειν. ὢ
πραγματείας ἀρί- στης, ὢ τῆς μεγαλοψυχίας τοὐμοῦ παιδός; ὢ τῆς περὶ
ἡμᾶς ἀγάπης. ἀργυρίου τὴν ζωὴν ὠνή-
σατο τοῦ πατρός. καὶ
νῦν ἔχει μὲν αὐτὸς τὸν πατέρα, κἀγὼ δὲ τὸν παῖδα πάλιν. ἀπολαύω καὶ τῶν
χρημάτων τὸ δεύτερον, τῆς οἰκίας, τῶν τε- τραπόδων, τῶνκτημάτων πάντων.
μετὰτοῦ δήμου περιπολεύω, ὁρῶ τὸ βῆμα, τοὺς δικαστάς, τὴν
ἀγοράν, τῆς πολιτείας τὸ σχῆμα. συνεκκλησιάζω, εἰσφέρω ψηφίς μάτα,
εἰσφέρω γνώμας. οὐδὲν ὃ μὴ καὶ αὖθις ἀπείληφα. ἃ δὴ πάντα μὴ ὅτι ἑνός,
ἀλλὰ μυρίων μὴ προτιθέναι ταλάντων, μάλιστα δὲ παντὸς θησαυροῦ, οὐκ οἶδα
τίνος
ἐρῶν ἔργον ἀληθῶς εἰπὼν ἔσομαι.
ταῦτα τοῖς λογισμοῖς οἵ σε κατ’ ἐμοῦ παροξύνουσιν ἀντι- τίθει, καὶ οὐκ
ἀγνοήσεις τὸν φίλτατον. προστίθει δὲ καὶ τοῖς εἰρημένοις, εἰ βούλει·
ἔστω, ὑποκείσθω
χωρὶς
τὰς σφῶν διαδρᾶναι χεῖρας, οὐ δακρύον- τα, οὐκ ὀδυρόμενον, οὐ
παρακαλοῦντα, οὐκ ἄλλο τι ἐλεεινὸν ἐνδεικνύμενον. εἶτα ζῆν αἱ- ρούμενος
ἀποθέμενος ἐκείνοις πρόθυμος ὅσα εἶχον, περινοστῶ ζῶν, ὤνιον τῶν ἐμαυτοῦ
γε-
γονώς. καλὸν τοῦτό γε ἐμπόρευμα δοῦναι μικρὰ καὶ
κερδῆσαι τὰ μείζω, χοῦν ῥίψαι καὶ εἰς ἑαυτὸν ἐπαναγαγεῖν τὴν ψυχήν. ἤ
γὰρ οὐ φλυα- ρία σαφὴς καὶ χρυσὸς καὶ ἄργυρος καὶ πάντα χρήματα πρὸς
ἀνθρώπου ζωὴν ἐξετάσαι;
καὶ
μὴν οὐ πάντ’ ἔχομεν δόντες ἐν τῷ μεγάλῳ τῷ- δε
κινδύνῳ. ἔτι τὰ πλείω παρ’ ἡμῖν εὕροις. ἔτι χρυσὸς ἔνδον πολύς, ἄργυρος
δὲ πλείων. χαλ- κὸν δὲ καὶ σίδηρον τίς ἐξαριθμήσει; βοῶν ἀγἐ- λαι,
ἵππων ἀγέλαι, ποίμνιά τε καὶ θρέμματα
ἡμῖν ἄλλα κατ’ οὐδὲν
τῶν προτέρων ἐλάττω. ὅσον δ’ ἐξ ἡμῶν ἀπῆλθεν εἰς τοὺς κρείττονας, μικρά
τις τοῦ περιττεύοντος ἀφαίρεσις ἦν. καὶ οὐκ ὀδυνηρὸν τοῦτό γε, ὅτι μὴ
καὶ μᾶλλον με γαλῆς παραίτιον εὐφροσύνης ὡς τῶν καλλίστων
ἀντ’ αὐτοῦ προσγεγενημένων ἡμῖν. καὶ ὥσπερ εἴ τῳ περὶ ὀφθαλμοὺς
κινδυνεύοντι καί τινος συμβουλεύοντος ἀφελέσθαι τῶν ἄκρων τριχῶν καὶ
ἀφελομένῳ γε ἡ ῥῶσις συνείπετο, οὐκ ἂν
οὕτω δεῖ, πάτερ, κατὰ νοῦν
στρέφειν μὴ μόνον τὴν τῶν χρημάτων
ἀφαίρεσιν μηδὲ τἀναλώματα θεωρεῖν αὐτὰ καθ’ αὑτά, ἀλλὰ καὶ ἥτις ἐγένετο
πρόφασις ἐξ ἀρχῆς ἀναλίσκειν καὶ ποῖον ἐντεῦθεν τὸ κέρδος συνέβη. εἰ γὰρ
ταῦτα μόνα σκοπεῖν ἀξιοῖς, ὥρα σοι διαβάλλειν οὐ μόνον τοὺς ἰδίως
ὀνομαζομένους
ἐμπόρους ἕτερ’ ἀνθ’ ἑτέρων ἀμειβομένους ἀεί,
ἀλλὰ καὶ κοινῶς τὸν ἀνθρώπινον βίον οὐδαμῶς ἄλλως ὅτι μὴ διὰ τῆς τοῦ
ἀμείβειν ὁδοῦ προιόντα καὶ τοῦ διδό- ναι μὲν ἕκαστον τὰ παρ’ ἑαυτοῦ,
εἰσφέρεσθαι δὲ τὰ παρὰ τῶν ἄλλων.
καί μοι προκεχειρισμένος ἅπαν
ἔργον ἀνθρώπινον σκόπει μοι
σαφῶς, ἂν μή σοι φα- νήσεται ἑτέρου χάριν ποιούμενον, τὰ πάντα δὲ κοινῶς
ὑπέρ τε τοῦ ζῆν ἡμᾶς καὶ καλῶς ζῆν, εἰς ὃ δὴ καὶ τείνει ἐπίνοια πᾶσα καὶ
τέχνη καὶ πόνος ἀνθρώπινος. εἰ δέ σοί τις καὶ ἰατρῶν μνησθήσεται καὶ
κυβερνη-
τῶν τοὺς μὲν τέμνοντας λέγων καὶ κᾴοντας ἔστιν ἃ
τῶν μερῶν βουλομένους γε τὸ λεῖπον τοῦ σώματος σώζειν, τοὺς δ’ ἔστιν ἐν
οἷς κινδύνων πάνθ’ ὅσ’ ἀγώ- γιμα ἀποβαλλομένους ὑπὲρ ἑνὸς τούτου, τῆς
σωτηρίας σφῶν τε αὐτῶν καὶ τῶν ἐμπλεόντων, ἆρα βουλήσῃ
κακῶς καὶ τούτους εἰπεῖν μὴ τὰ ἐνόντα φυλάξαντας, οὓς πάντες ὡς ἔπος
εἰπεῖν ἄνθρωποι ἐπαινοῦσιν ἀν-
φασιν.
οὐκοῦν σχέτλιον ἂν εἴη τούτους μὲν μήτε μέμφεσθαι μήτ’ ἐγκαλεῖν
αἱρεῖσθαι, δῆλον γὰρ ὅτι μηδ’ ἀπ’ ἐναντίας ἀνέξῃ ταῖς πάντων δόξαις
ὁρμᾶσθαι, τὸν δὲ υἱὸν ὑπὲρ πάντας καὶ ἰατροὺς καὶ κυβερνήτας ἐν τοῖς
κατὰ σὲ κινδύνοις φανέντα ἀποκηρύττειν καὶ
ἀπαλλοτριοῦν
σαυτοῦ καὶ τοῦτ’ ἀνθ’ ὧν ἔσωσεν; εἶτ’, ὦ πρὸς θεοῦ, οἴει τινὰ σύμψηφον
ἕξειν τῆσδε τῆς γνώμης; οὐκ οἶμαί τινα ἔγωγε, εἰ μή τις ἐστὶν ἃ κοι- νῶς
πάντες ἴσασιν αὐτὸς ἀγνοῶν.
ἐμοὶ μὲν οὖν δοκεῖ, κἂν εἰ μηδὲν εἶχον ἐκ τοῦ τὰ τοιαῦτα δρᾶσαι
τέλος οὐδὲν ἀπαντῆσαν δεῖξαι χρηστὸν μηδέ τι ἄμει- νον
συμβὰν περὶ σέ, τῆς γοῦν ὀρθῆς γνώμης ἕνεκεν μεθ’ ἧς τὴν σὴν
ἐπραγματευόμην βοήθειαν δεόντως πολλῶν ἀπολαύειν ἐπαίνων, εἴ τις οἶδεν
ἀνθρωπίνως λογίζεσθαι. οὐ γὰρ ἀπὸ τοῦ τέλους πάνθ’ ἀπλῶς δοκι-
μάζουσιν οἴ γε καλῶς διαιτῶντες τοῖς πράγμασι, τὴν δὲ
γνώμην ἣ πρώτως ἐκίνησεν ἐξετάζοντες οὐδὲν περαιτέρω προέρχονται. διὰ τί
ποθ’ οὕτως; ἐπειδὴ προαιρέσεως ἀνθρωπίνης καὶ τῶν ἐφ’ ἡμῖν ὄντων ἡ
γνώμη. ταύτῃ τοι καὶ ὀρθῶς ταύτης ἐχούσης ὡς ὀρθὰ
προῃρημένους δικαιώσει τις ἐπαινεῖν· ἂν δὲ μὴ οὕ- τως, ὑπευθύνους
ἡγήσεται τιμωρίας πονηρά τε στρέ- φοντας καί, ὅσον εἰς ἡμᾶς ἧκε,
διαπεπραγμένους τὰ χείρω. ὁ γὰρ ἔχων ἐκ προαιρέσεως κακουργεῖν τάχιστ’
καλῶς ἠργμένοις
ἐπνηνοχυῖαν τὴν τελευτήν.
καὶ αὐτὸς τοίνυν, ὦ πάτερ, τὴν ἐμαυτοῦ γνώμην σκοπού- μενος, εἰ μὴ βούλει
συνεξετάσαι καὶ οἶον ἐντεῦθεν τὸ τέλος ἀπήντησε, μὴ δύσνουν ἡγοῦ μηδὲ
ἄχαρι μηδὲν ἐργάσῃ τὸν παῖδα μηδ’ ἐθελήσῃς δίκην λαμβάνειν ὧν
χάριν ἐκτίνειν εἰκὸς ἦν, ἀλλ’ ὡς καὶ τὸν ἄνωθεν χρό- νον, καίτοι
μᾶλλον ἐχρῆν, ὅμως ἀσπάζου καὶ παῖδα λέγε χρηστὸν καὶ φιλοπάτορα καὶ φῶς
βίου καὶ ὅ, τι σοι τοιοῦτον ἐξ ἔθους λέγειν ἐμέ.
51. Ἀλλ’ αἰσθάνομαι, ὦ ἄνδρες δικασταί, τοῦ πα-
τρὸς
ἀφεμένου μὲν σκοπεῖν, εἰ δίκαια λέγων ἢ ἄδικα φαίνομαι, θαυμάζοντος δὲ
ὡς ἐμαυτοῦ γενοίμην λα- λίστερος, ἔπειτα καὶ τούσδε τοὺς ἐγγὺς
ἱσταμένους διδάσκοντος ὡς οὐ δεῖ πιστεύειν ἐμοί. σκῆψις γάρ, φησί, ταῦτα
τῷ μειρακίῳ καὶ προσφάτως ἀνα-
πλασθέντα μυθάρια, ἐπειδήπερ
βουλομένῳ γε ἀληθῶς τῷ πατρὶ βοηθεῖν ἐνῆν καὶ ἄλλως τοῦτό γε μετελθεῖν
καὶ πραγματεύσασθαι τὴν ὑγείαν, ὡς ἂν μάλιστα ἡσθῆναι ἔμελλον καὶ ὁ
ταύτης τετυχηκὼς ἐγὼ οὐχ οὕτω λυμήνασθαι τοῖς ἐμοῖς
καὶ
μέχρι ταλάντου τὴν συμφορὰν παρεκτεῖναι, πρᾶγμα, ὦ ἄνδρες, νὴ τὴν
Ἀλήθειαν, ὅ με καὶ σαφῶς ὑγιαίνοντα ἴσχυσεν ἂν εἰς Ἅιδου καταγα-
καλῶς ἔχει, ἀκούσατ’ ἐπιμελῶς. κἂν δὲ μὴ οὕτως εὕ- ρητε,
ἀπελαθείην αὐτίκα μάλα καὶ τοῦ βήματος τοῦδε κακῶς καὶ τῆς πατρῴας
οἰκίας, τοῦ μὲν ὡς ἡττημένος καὶ μηδὲν ἰσχυρὸν προβαλλόμενος, τῆς δὲ ὡς
ἀξίως καταδεδικασμένος τὴν ἀποκήρυξιν.
πλὴν ἅπερ ἀκοῦ-
’σαι δεῖ πρὸς ἡμῶν τὸν πατέρα, εἰ μὲν ἀληθῶς
λάλος ἐγώ, πάτερ, καὶ νυνὶ μᾶλλον ἢ πρότερον, τῆς ἀνάγκης τοῦτο εἰς ἣν
ἡμᾶς περιέστησας. ὡς γὰρ περὶ τῶν ἐσχά- των τοῦ ἀγῶνος ὑπάρχοντος εἰκὸς
μηδεμίαν φειδὼ τῶν λόγων γίνεσθαι μήτε μὴν ἐκφέρεσθαι κατὰ τὸ ἔθος αὐ-
τοὺς τῆς βίας ὠθούσης λέγειν σφοδρότερον, ἔνα μὴ λέγω
ὡς τοὺς τὰ δίκαια λέγοντας εἰκὸς καὶ πλείω καὶ ἰσχυρό- τερα λέγειν τῶν
ἄλλων ὡς τῆς ἀληθείας πολλαχόθεν μὲν συνισταμένης, πολλὰ δὲ λέγειν καὶ
ὑπὲρ ἑαυτῆς χορηγούσης. ὅτι δὲ οὐδὲ στωμύλος ἐγώ τις καὶ λάλος
καὶ οἷον ἄρτι πρώτως ὑπείληφεν ὁ πατήρ, οἶμαι τοὺς γε
ἄλλους καὶ ὑμᾶς αὐτοὺς μαρτυρήσειν, οἴ με καὶ σιωπῶντα καὶ βουλόμενον
λέγειν μηδὲν παρεκελεύ- σατ’ ἀποκρίνασθαι καὶ τὰς αἰτίας εἰς δύναμιν
λύειν πειρᾶσθαι, ἃς ἐπήγαγεν ὁ πατήρ. καὶ γὰρ οὐχ ὁ εἰς
ἀνάγκην τοῦ λέγειν περιπεσών, εἶτα λέγων εἰς δύνα- μιν δίκαιος τῆς τοῦ
λαλεῖν αἰτίας κληρονομεῖν, ἀλλ’ ὅστις μηδενὸς δήπου μήτε καλοῦντος μήτε
βιάζοντος αὐτὸς χαρίζοιτο τῇ γλώττῃ παρὰ καιρόν. καὶ τοῦτο
εἶεν.
τὴν δὲ ῥῶσιν τοῦ σώματος πῶς ἦν ἑτέρως οἰκονομῆσαι; σὺ
δίδαξον, πρὸς θεοῦ, ἐπειδὴ καὶ σὺ μόνος ἡμῖν δι- δάσκαλος τοῦ πράγματος
λέλειψαι τῶν ἄλλων ἀπάντων ἐληλεγμένων, ἐγὼ δὲ οὔτε τὸν καιρὸν ᾔδειν
ἐκεῖνον οὔτε νῦν ἔχω εἰδέναι, οὗ χάριν οἶμαι καὶ συγγνώμης
δίκαιος ἂν εἶναι, εἴ τι τῶν δεόντων ἀγνοήσας παρέλιπον. καὶ τίνος γὰρ
ἄλλου γε δεῖ, ὅπου μὴ προαίρεσιν, τὴν δ’ ἄγνοιαν ἀφορμὴν ἴσχε τὸ πταῖσμα
συμβῆναι; ἀλλ’ ᾔδεις αὐτός. καὶ τί τοῦτό γε πρὸς ἐμέ, ὅταν μὴ καλέ- σας
εἰρήκεις· ὦ παῖ, βουλομένῳ σοι τὴν νόσον
ἀποσοβῆσαι τὰ καὶ
τὰ ποιητέα ἔσται καὶ τάδε μή; κἂν μὴ αὐτίκα, ὧς ἐκέλευες, ἔδρων, ἀλλ’
ὦλιγώ- ρουν καὶ παρέτρεχον ὅλως ἢ ἐσπούδαζον μὲν περὶ σέ, οὐχ ὡς σὺ δὲ
προσέταξας, οὐ μόνον εἰς τουτονί, ἀλλὰ καὶ εἰς τὸν περὶ ψυχῆς ἀγῶνα
προσῆκεν ἐγκαταστῆσαι.
ἀλλ’ οὐδὲ σοὶ γνώριμον ἦν οὐδὲν πλὴν
τῆς νό- σου. οὐδ’ ἐμοί, πάτερ. ἰατροὶ δ’ ἐρωτώμενοι πάντ’ ἔλεγον πλὴν
ὑγείας. οὕτως ἦν ἁπανταχόθεν ἐνστᾶσα ἡ ἀπορία. πρὸς ταῦτα τί ἐχρῆν οὕτως
ὄντος ἐν ὀφθαλμοῖς τοῦ κινδύνου βλέπειν πρὸς τὰ κιβώτια καὶ τὸν ἐν
αὐτοῖς
ἀντὶ τοῦ γεγεννηκότος περιέπειν χρυσόν; χάριεν ἂν ἦν
καὶ πρέπον τῶν σῶν ὑπὲρ τοῦ παιδὸς πόνων, κα- λῶς δὲ καὶ ἡμῖν ἀπεδόθη ἂν
πρὸς σὲ τὰ τροφεῖα καὶ τῶν ἐλπίδων οὐκ ἔλαττον.
εἴθε γε ἦν, πάτερ, ἀσπί-
μον, ἢ ὡς πορρωτάτω κινδύνου ἐκθεῖναι καὶ] σὲ ἢ καὶ
αὐτὸν αὐτοῦ που πεσόντα καθυπαχθῆναι τῇ περιστά- σει, καὶ ἦν ἂν ἐκεῖνος
θανάτων πάντων λαμπρότερός τε καὶ δικαιότερος. νυνὶ δ’ οὔθ’ οὕτως ἦν
οὔτ’ ἄλλως ὑπὲρ σοῦ ἀγωνίσασθαι. διὸ καὶ παραχρῆμα πρὸς τὸ
θεῖον ἀπεῖδον κἀκεῖθεν ᾔτησα τὴν ἐπικουρίαν. τὸ δ’ ἀξίως ἑαυτοῦ ἐτάχυνε
σπεῦσαν καὶ τὴν ἰσχὺν ὧς ἄριστα ἐπεδείξατο.
ἀνθ’ ὧν μικρὸν μὲν ἡμεῖς ἀπέδομεν μείζονος δεῖγμα εὐγνωμοσύνης, ὀφείλεται
δὲ τὸ πλέον ἀεί, κἂν πᾶσαν δὲ ἀνάθημα τὴν περι-
οὐσίαν
ποιήσωμεν, χρεώστας αὑτοὺς καὶ ἔτι ἡγεῖσθαι προσῆκον. μὴ γοῦν ἀντὶ τοῦ
τιμᾶν ἐθέλειν ἡμέραν Ἐλευθερίου καὶ πανηγυρίζειν Σωτήρια συμφορὰν τὸ
πρᾶγμα ἡγοῦ καὶ πένθους πλήρου τὸν οἶκον. πληρώ- σεις δὲ πάντως
ἀποκηρύττων ἐμέ. ἀλλ’, ὡς ἔοικε, τὸ
περὶ σοῦ πένθος ἐγὼ μὲν
ὁ παῖς κατέπαυσα, σὺ δ’ ἀντεγεῖραι σπεύδεις τὸ τοῦ παιδὸς μηδεμίαν καὶ
ταῦτα ἔχων αἰτίαν ἐπενεγκεῖν ἢ ὅτι τὸ σὸν ὑπὲρ σοῦ καλῶς διῳκήκαμεν.
καὶ μὴν τούτου γε χάριν θαυμάζοι ἄν τις δικαίως, ὅτι καὶ μέγα τὸ γεγονὸς
καὶ ὄντως
θαυμάσιον, παῖδα μὲν ὄντα, πλὴν οὐδὲν ὑπὸ τῆς
ἡλικίας περιτραπέντα μηδὲ βλέψαντα εἰς οἷα τοὺς νέους εἰκός, νοῆσαι μὲν
οὕτω περὶ τοῦ πατρός, ἀνα- λῶσαι δὲ φιλοτιμότατα καὶ κρείττω δεῖξαι
θανάτου. νῦν ἀπιέναι σε πέπρωτο καὶ παράτασις τῶν τῆς ζωῆς
ἀπονέμειν
ἅπασαν ὅση δυνατή.
οὐκοῦν ὑπήκουσα τῷ νόμῳ καὶ τὴν χάριν ἀπέδων οὐ τροφὴν ὀρέξας, οὐκ ἐσθῆτα
δούς, οὐκ ἄλλο τι τῶν μικρῶν κἀκ τοῦ ῥᾴστου ποριζομένων, τὴν δὲ ζωὴν
αὐτήν, τὸ τιμιώτατον ἀνθρώπῳ κτῆμα καὶ τελεώτατον, ὑπὲρ οὗ ἅπας πόνος
αὐτῷ καὶ πᾶσα ἐπίνοια. ὅτι δὲ δι’ ἀναλωμάτων, οὐδὲν
μέγα. οὕτως ἐξῆν. ἄλλως οὐκ ἐνῆν, ἐπεί τοί γε οὔσης καὶ ἄλλης παρὰ
ταύτην πείρας ἑτοιμοτέρας ὥστε τινὰ μετιέναι τὴν σωτηρίαν πῶς ἂν ἐγὼ
παριδὼν τὴν ῥᾴστην ὁδὸν ἔμελλον ἄλλην τραπῆναι καὶ τοσαύτην
ἀφαίρεσιν ποιῆσαι ὧν ἐγὼ μετ’ οὐ πολὺ κληρονόμος χρημάτων; οὐκ εἰκὸς
τοῦτό γε. οὐχ οὕτως ἐγὼ φρενῶν ἐνδεὴς καὶ τῆς σῆς φύσεως ἀπολειπόμενος,
ἀλλ’ ὅ μοι δοκεῖ, ἐρῶ πρὸς ὑμᾶς, 03 ἄνδρες, μηδὲν ἐνδοιάσας.
ὅτι μὲν οὑμὸς πατὴρ αὖθις ζῇ τὸν κίνδυνον ὑπερ-
σχών, σφόδρα
γέγηθεν· ὅτι δὲ μετ’ ἀναλωμάτων, τοῦτ’ αὐτῷ ὑφαιρεῖται τῆς ἡδονῆς. καὶ
πολὺ πλέον, ὥς φησιν, ἡ μετὰ δαπάνης θράττει ζωὴ θανάτου κε- χωρισμένου
τοιούτων. εἶποι δ’ ἄν τις πρὸς τὸν πατέρα ὑπολαβών· ὦ χρηστέ, καὶ τί σοι
τῶν μικρῶν ἢ
τῶν μειζόνων ὅπερ μὴ ἀναλώσαντες μηδὲ πονή-
σαντες μηδέ τι τῶν οἴκοθεν ἀποβαλόντες ἄνδρω- ποι κτώμεθα; ὁρᾷς τοὺς
γεωργοὺς οἱ θέρους καὶ χειμῶνος περὶ τὰς ἀρούρας πονοῦσιν; ὁρᾷς
λοῦ τοῦ
κατ’ αὐτούς, ἐκ δὲ τῶν σοὶ γνωρίμων τὸν λόγον ποιήσωμαι, οἱ πλουτοῦντες
ὑμεῖς ἔχεις εἰπεῖν ὡς πόνων ἄτερ καὶ τοῦ ἀναλῶσαι τοὺς μακροὺς
περιβέβλησθε πλούτους; ἀλλ’ οὐκ ἂν εἴποις. ἢ ἀνάγκη περιφανῶς ἐναντία
φάσκειν
σαυτῷ, καὶ γὰρ ἔφησθά που, ὅταν εἰς τὸ σὸν ἔλεγες,
τὰ χρήματα ταῦτα, οὐχ ὡς ἔτυχεν οὐδ’ ἐκ τοῦ προχείρου, ἀλλὰ πολλῶν τῶν
χρόνων πολλὰ πονήσαντα κτήσασθαι.
καὶ ἀληθῶς γε, πάτερ. καὶ οὐκ ἔσθ’ ὃς οὐ συνθήσεται ὡς τούτου
κρατοῦντος ἁπανταχοῦ τοῦ μηδὲν εἶναι προῖκα λαμ- βάνειν, ἀλλ’
ἀντικαταλλάττειν ἀεὶ ἕτερ’ ἀνθ’ ἑτέρων διδόντας. εἰ δὲ τοῦθ’ ἁπανταχοῦ
κύριον, τί τὰ μικρὰ λογίζῃ ἔχων ἀντ’ ἐκείνων σαυτὸν καὶ ἀφεὶς εὐφραί-
νεσθαι τῆς σωτηρίας ἀσχάλλεις διὰ τὸν ἀπιόντα χρυ-
σὸν
οὐδὲν ὄντα πρὸς ἅπερ ἔχεις κερδάνας;
60. Ναί, φησίν, ἀλλ’ ἐχρῆν κἀμοὶ κοινωσάμε- νον καὶ τὴν ἐμαυτοῦ γνώμην
λαβόντα οὕτω πρὸς τήνδε τὴν πεῖραν χωρῆσαι. νυνὶ δὲ οἴ- κοθεν ἐν τοῖς
ἐμοῖς τὸ τοσοῦτον εἰργασμένος
ἐστίν. ἐχρῆν ἀληθῶς, ὦ πάτερ,
καὶ ἔγωγε κατὰ ταῦτα συντίθεμαι. πλὴν οὐκ ἦν ἄδεια ἀκμάζοντος τοῦ κα-
κοῦ κἀπὶ μικρῶν τινων σαλευούσης σοι τῆς ζωῆς. οὐδ’ ἐφεῖτο προσιοῦσιν
ἡμῖν λόγον περὶ τῆς χρείας
οὐκ ἔδει τότε τοσαύτης ἀωρίας οὔσης προσ- ιέναι καὶ τὸν ἀναισθητοῦντα
κινεῖν, οὐχὶ φωνασκεῖν
ἐπικεκυφότα κατὰ τῶν ὤτων, οὐκ ἄλλως
ἐνοχλεῖν, ἀφ’ οὗ προσδοκᾶν ἦν ἀκοῦσαι μηδ’ ὁτιοῦν. εἰ δὲ καὶ τὰς
αἰσθήσεις ἐρρωμένας ἔχων ἤκουες μὲν ὅ τι λέγοιμι προσελθών, ἐδυσχέραινες
δὲ τὸν λόγον καὶ ἰταμώτερον διετίθεσο, εἰκὸς γὰρ ταῦτα δρώσης πολλάκις
τῆς νό-
σου, τί προσῆκεν ἐμὲ δρᾶν ἐπὶ τούτοις; ἡσυχάσαι
πρὸς τὸ ῥῆμα καὶ μηδὲν τῶν σοὶ δεδογμένων παρακινῆσαι; ἀλλ’ οὐκ ἂν ἴσχε
ταῦθ’ ὁ νόμος ἰατρῶν ἐπαινεῖν, ὅς σώζειν μὲν καὶ προσηνῶς μετιόντας τὰ
πάθη, σώζειν δ’ ἴσθ’ ὅτε καὶ πρὸς ἀνάγκην, εἰ μὴ ἔξεστιν ἄλλως,
διαρρήδην βοᾷ. καὶ θεραπευτὰς δὲ καὶ ἰατροὺς τότε μᾶλλον
θαυμάζομεν ἄνθρωποι, ὅταν καὶ τῶν καμνόν- των ἀποσειομένων τὰ φάρμακα
αὐτοὶ μᾶλλον ἰῶνται. οὓς καὶ παιδευταὶ μιμούμενοι τοὺς διδασκομένους
πρὸς παιδείαν ἀνάγουσι.
πῶς δὲ καὶ οὐ πᾶς ἀνθρώπων
ἐπήνεγκέ μοι τὰ χαλεπώτατα τὰ
πρὸς σωτηρίαν μὴ ἐθελήσαντι μετιέναι, ὧς ἄρα καὶ κατεφαίνετο δυνατόν,
ἀνδρὸς δὲ γνώμῃ προσέχοντι τοσοῦτον ὑπὸ τῆς νόσου διεφθορότι τοὺς
λογισμούς; οὕτω σοὶ μὲν διὰ τὸ πάθος συνέγνωσαν, ἐμὲ δὲ οὐδεὶς ἀφῆκεν
αἰτίας. διὰ γοῦν
τοῦτο πάνθ’ ὅσ’ εἶχον ἐκίνησα. καὶ πρῶτον
μὲν δὴ ἰατροὺς ἐζήτησα, φάρμακα ὅσ’ ἁπλῶς λυσιτελεῖν ἐνομί- ζετο. εἶτ’
ἀπεδοκιμάσθη ταῦτα κατὰ πᾶσαν πεῖραν
καὶ θεοῖς καὶ ἀνθρώποις. εἶτα καὶ τάλαντον
ἀφιέρωσα. εἰ δὲ καὶ πλεῖον ἔδει προσθεῖναι τὴν σωτηρίαν ἐγγυω- μένου
τινός, προσέθηκα, πάτερ, εὖ ἴσθι, μηδὲν δείσας τὴν σὴν ἀγανάκτησιν.
63. Καὶ τί περὶ ταλάντου μακρολογῶ καὶ χρυσοῦ
καὶ φλυαρίας;
αἰτοῦντος κἀμὲ θῦμα λαβεῖν τοῦ θεοῦ οὐκ ἂν παρῃτησάμην τοῦ μὴ δέξασθαι
τὴν σφαγήν. οὕτως ἐγὼ πρόθυμος τὰ πάντα ῥᾳδίως καὶ δρᾶσαι καὶ παθεῖν
ὑπὲρ σοῦ. καὶ γὰρ ἥγημαι δεῖν εἶναι παῖδας τῶν πατέρων ἕνεκεν
διακαρτερεῖν οὐχ ὅσα ὑπὲρ αὐτῶν
καρτεροῦσι πατέρες, ἀλλὰ
πολλῷ μείζω καὶ ἰσχυρότερα, εἴπερ ἐκείνοις μηδὲν χρεωστοῦσιν ἡμῖν ὅμως
τὰ πάντα τολμᾶται χωρὶς τοῦ γεννῆσαι μηδὲν ὄντας τὴν ἀρχὴν καὶ θρέψαι
καὶ παιδεῦσαι, ἡμῖν δὲ μέγα τὸ ὄφλημα πρὸς αὐτοὺς ἐκεῖθεν πάντ’
εἰληφόσι. καὶ πρέπον γε
μὴ ἐν προαιρέσει κεῖσθαι νομίζειν,
ἐν ἀνάγκη δὲ μᾶλ- λον τὸν ὑπὲρ ἐκείνων ἀγῶνα.
ἀνθ’ ὧν ἠγωνισάμην καὶ αὐτός, ὧς μάλιστα συμφέρειν ᾠήθην, οὐ νῦν πρώτως
φρόνημα τοιοῦτο λαβὼν ὥστε πάντα γίνεσθαι τῷ πατρὶ ἐν καιρῷ, ἀλλὰ μετὰ
τοῦδε πάσας ἡμέρας
ἀναστρεφόμενος. καί γε, πρὸς Ἀσκληπιοῦ,
πάτερ, σύ μοι λέγε καὶ τοῖσδε τὸν ἐμὸν τρόπον, οἷος εὐθὺς ἐξ ἀρχῆς ἦν,
ὡς συνετὸν αὐτίκα παρεῖχον ἐμαυτὸν καὶ πραὺν κἀν τοῖς ἔργοις κἀν ταῖς
ὁμιλίαις, ὅταν ἐτύγ- χανον πρὸς ὑμᾶς φθεγγόμενος τοὺς γονεῖς μήτε τὸ
γῶν
τρόπον μὲν ἀποσειόμενος παιδικόν, μελέτην δ’ ἔχων τὴν παίδευσιν καὶ
ἀνδρικώτερον τὴν γνῶσιν δε- χόμενος, ὧς πάνθ’ ὅσ’ ἐκέλευες ἔδρων καὶ
πρὸς τὸ σὸν ἐσκόπουν καὶ διετιθέμην ἀεὶ μηδὲν ἔχοντος ὑπὲρ μηδενὸς μήτε
τοῦ μυσταγωγοῦ μήτε τοῦ παιδαγωγοῦ,
ἀλλ’ οὐδὲ σοῦ
αἰτιάσασθαι τῶν ἐμῶν ἀεὶ πάσης μέμψεως ὑπερκειμένων.
λέγε δή μοι καὶ τὰ μετὰ ταῦτα, ὧς ἀνδρωθῆναι μὲν ἐγένετο καὶ τὴν ἡλικίαν
ἐκείνην παραδραμεῖν, οὐ μὴν δὲ καὶ τοὺς ἀγαθοὺς τῶν τρόπων
μεθαρμοσθῆναι, ὡς οὐ διέφθειρα τὴν
ἁρμονίαν τὴν ἐξ ἀρχῆς,
οὐ μετέβαλον τῆς πραότητος, οὐ μετέβαλον τῶν ἠθῶν, ἀλλ’ οὐδ’ ἀνήκοος
ἐφάνην καὶ δυσπειθής, παγιώτερος δὲ μᾶλλον ὑπῆρξα τὰ ἐκ νηπίου φυλάξας
καλὰ καὶ τὰ φυσικὰ προτερήματα ἀν- δρικῇ φρονήσει ἐκόσμησα. προστίθει
δὲ κἀκεῖνα, ὧς
ἔχαιρον σωφροσύνη, ὡς ἐβδελυττόμην, εἵ τις
πέρα τοῦ μετρίου χρήσαιτο οἴνῳ, καὶ ταλαίπωρον ἡγούμην, εἴ τις μὴ ἐτίμα
γονεῖς, ἀλγοῦσι μὲν συναλγῶν, εὐφραι- νομένοις δὲ συνευφραινόμενος, ὡς
ἀπεστρεφόμην καὶ κακοδαίμονας ἔλεγον φιλονείκους, λάλους, πλήκτας,
παροίνους, πάντας ὑβριστάς.
66. Ταῦτα, πάτερ, πρὸς τούσδε μαρτύρησον ἐμοὶ καὶ ἄλλοτε ἤδη τοῖς φίλοις
προθεὶς εἰς διήγησιν καὶ
ἡμῖν ὅ τι καλὸν ἐλέγετο ἀφανίσαι τὴν μισανθρωπίαν τούτῳ
ὥσπερ κονίαν ἐπαγαγόντα, ἀλλὰ μὴ μᾶλλον ἐπιδιδόναι καὶ περὶ τὸν πατέρα
ἔτι φανῆναι χρηστὸν οὐκ ἄν, ὧς ἔδει γε, εἴποι ἀνθρώπων οὐδείς. ἢ σχολῇ
γ’ ἂν ἄλλῳ τῳ ἐνδέοντι κατεφάνημεν μὴ τῷ πατρὶ ἐκ
τῶν
δυνατῶν ἐπαρκέσαντες;
τοιγαροῦν καὶ τῆς χρείας ἐνστάσης ἐμνήσθην τῆς τάξεως καὶ τὴν ἀκο-
λουθίαν ἐπεδειξάμην καλὴν ἐπιθήκην τοῖς περὶ ἐμοῦ λόγοις τήνδε τὴν
πρᾶξιν παρεσχηκώς. ἀλλ’ ὧς διετέθην τῳ] τότε καὶ τῷδ’ ἐκινδύνευον
παραπλήσιον, ἄγε κάλει
μοι τοὺς εἰς τὴν οἰκίαν τότε
θαμίζοντας τοῦτο μὲν ἐπισκεψομένους τόνδε, τοῦτο δὲ καὶ τοὺς προσήκοντας
ἡμᾶς παραμυθησομένους, ὡς ἂν αὐτοὶ σαφέστερον εἴπωσιν, οἴ μ’ ἐπειδὴ
οὕτως ἀθλίως ἔχονθ’ ὁρῶντες πολλὰ λήγειν πένθους παρῄνουν, ὦ βέλτιστε,
λέ-
γοντες, σφόδρα γίνῃ τῆς λύπης. τεθνήξῃ, σα- φῶς ἴσθι,
πρὸ τοῦ πατρός. ἀλλ’ οὐχ οὕτως αὐτόχειρα ἑαυτοῦ εἰκὸς χρηματίσαι μὴ τὸν
εἱ- μαρμένον ἀναμείναντα θάνατον. ταῦτ’ ἔλεγον ἐκεῖνοι, ἔπειθον δὲ
οὐδαμῶς.
τοῦτο δ’ ἐμοὶ τί ποτ’
ἄλλο γε ἦν ἢ ζῆν ἐθέλειν μετὰ τοῦ
πατρὸς ἢ μηδὲ ζῆν ἀγαπᾶν; διὰ τοῦτο καὶ οὐδενὸς ἐτόλμησα φεί- σασθαι τῶν
εἰς ἐμέ. καὶ ἐκινδύνευε μὲν ὁ πατήρ, ἐθα- νάτων δ’ ἐγὼ καὶ ἠγάπων
προαρπάσαι τὸν κίνδυνον.
ἐμοὶ πέπρακται, ὦ ἄνδρες δικασταί, καὶ πεπράξεταί γε αὖθις. οὐ γὰρ
ἀφέξομαι λέγειν, εἰ καὶ δεύτερον συνε- νεχθείη, ἀλλὰ μὴ συμβαίη ποτὲ
παραπλήσια τῷ πατρί. οὕτως ἐγὼ ζῆν καὶ ἀναστρέφεσθαι ἔγνωκα καὶ ἀνα-
στραφήσομαί γε τὸν ἐξῆς ἅπαντα χρόνον καὶ οὐκ ἄν,
εἴ τι
γένοιτο, τῆς γνώμης μεθαρμοσθήσομαι.
ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, τί πρὸς ταῦτά φατε; ἠδίκησα τὸν πατέρα τῷ
ταλάντῳ δείξας ἀναβιοῦντα παῖς ὢν αὐτοῦ; οὐκοῦν τὴν φύσιν αἰτιατέον.
ἐκείνη γὰρ μέχρι τούτου προελθεῖν ἐβιάσατο καὶ οὐκ ἐνταῦθα μόνον
λῆξαι, ἀλλὰ καὶ περαιτέρω προβῆναι καὶ παθεῖν πλείω καὶ
δρᾶσαι. ἐμοὶ δὲ συγγνώμη τυραννηθέντι. τί γὰρ ἦν καὶ ποιῆσαι; ἡττήθην
τῆς τοῦ πατρὸς ἀγάπης, ἡτ- τήθην μεμνημένος τῶν ἄνωθεν ἡμερῶν, ὡς
ἔστεργε περιών, ὡς προὐτίθει τῆς οἰκείας ζωῆς, ὧς φιλοτί-
μῶς ἔτρεφε καὶ ἀνῆγε πάντα κινῶν, ὅπως μὴ ὧν ἐποιεῖτο εὐχῶν ἀπολειφθείην
ἐγώ. ὑπὲρ ὧν μὴ χάριν εἰδέναι ἀλλότριον ἐνόμισα ἐμαυτοῦ καὶ ὅλως τῆς
φύ- σεως. διὰ τοῦτο ζῆν ἐπραγματευόμην αὐτόν. καὶ ζῇ γε δι’ ἐμὲ
ἐρρωμένος καὶ τὰ μάλιστα εὐεκτῶν. εἰ δ’ ἀπο-
κηρύττει,
οὐδὲν ἐμοὶ πρᾶγμα. ἀποκηρυττέτω, διωκέτω. μόνον αὐτὸς πόρρω κινδύνου
μενέτω. μὴ περιπιπτέτω τοῖς αὐτοῖς καὶ πάλιν ἀνιαροῖς.
70. Ἀλλὰ δεινὸν τὸ μηδὲν τῶν πατρῴων
λοιποῦ παῖδα, ἥκιστα τοῦτό γε τῇ φύσει λυμαίνεται.
ἄρρηκτος γὰρ ὁ ταύτης δεσμός, καὶ τούτου κρατήσει, κἂν μὴ τελευτὴν εἴπῃς
βίου, οὐδὲν οὐδαμῶς.
εἰ μὲν οὖν ἠδικήσαμεν, ἅλις παρῃτησάμεθα. μακρό- τερα γὰρ λέγειν οὐκ
ἔχομεν· εἰ δ’ οὐκ ἔστιν ἀδίκημα,
διδάσκετε τὸν πατέρα μὴ
σφόδρα δυσχεραίνειν τὸν παῖδα ὦ ’γαθέ, λέγοντες, οὐκ ἠδίκησεν ὁ παῖς,
ἀλλ’ εὐηργέησεν. ἀξίως ἑαυτοῦ διεπράξατο. καλῶς ἠγωνίσατο. ἔγνω τὴν
φύσιν. ᾐδέσθη. ἠλέ- ησεν. οὐκ ἠγνόησε τὸ συγγενές. οὐ παρῆλθεν
ὧν φροντίζειν εἰκός. ταλάντῳ σοι τὴν περιου- σίαν
ἠλάττωσεν, ἀλλ’ εἰς θεοὺς ἀνάλωσεν, ἀλλ’ ὑπὲρ σοῦ. ζηλωτὸς ἕνεκά γε
τούτων ὁ παῖς, εὐ- σεβής. φιλόθεος, μεγίστη φιλοτιμία γονεῦσι καὶ τῆς
σφῶν εὐχῆς ἄξιος. ὡς εἴθε καὶ πάντες οἷς
εἰσι παῖδες οὕτως
ἔσχον ἐγκαλλωπίσασθαι τοῖς ἑαυτῶν. κόσμος ἀληθῶς ἐστι τοῖς προσήκουσι
κατὰ γένος, κόσμος πάσῃ τῇ πόλει, περιλάλητος τοῖς πολίταις, ἀγαθὸν
νέοις παράδειγμα, κοι- νὴ τοῖς ἀκμάζουσι νουθεσία.
πολλοὶ τῶν
παῖδας ἐχόντων πρὸς τοῦτον ὁρᾶν τοὺς ἑαυτῶν
ἀξιώσουσι. πολλοὶ δὲ καὶ τῶν παίδων ζηλωταὶ θελήσουσιν εἶναι. πλὴν
οὐδεὶς προσεγγίσει, οὐδεὶς ἔλθῃ πλησίον. φιλότιμος γὰρ ἐσάγαν ἐστί. καί
τινα μετ’ αὐτοῦ στῆναι οὐκ ἴσθ’
μένου καὶ στέργε καὶ κληρονόμον
κάλει καὶ γηροτρόφον καὶ κηδεμόνα καὶ ζωῆς πρύτανιν καὶ πᾶν ὅ, τι
κάλλιστον ὄνομα.
ταῦθ’ ὑμεῖς πρὸς αὐτόν, ὦ ἄνδρες, εἰ μὴ ἀδικῶν φαίνομαι, καὶ πείσετε,
σαφῶς οἶδα, πατέρα τε ὄντα καὶ τῇ φύσει
δουλεύοντα, κἂν
μυριάκις ἀγανακτῇ κἂν ὀργίζηται. ἡ γὰρ ὑμετέρα ψῆφος ἐνθεῖσα γνῶσιν αὐτῷ
τοῦ δικαίου, λαβοῦσα δὲ καὶ τὴν φύσιν συνέριθον ῥᾳδίως ἔξει κατα- πειθῆ
καὶ καταναγκάσει περιέπειν καὶ αὖθις τὸν παῖδα καὶ στέργειν ὡς καὶ πρὸ
τοῦ τὴν ὀργὴν εἰς ἀγάπην
μεταμειψάμενον.
Sequuntur quattuor declamationes quae contentionem divitis et pauperis argumentum habent.