The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
| οὐ τὸ τοῦτον, ὦ πολῖται, πάντα τρόπον RIV 724
ἐξαρπάσαι πειρᾶσθαι τὸν υἱὸν τὸν ἑαυτοῦ θαυμαστὸν
εἶναί μοι δοκεῖ, τὸ δὲ ὑμᾶς τῆς πόλεως νοσούσης τοι-
ούτων καθημένους ἀκροᾶσθαι λόγων. νοῦν μὲν γὰρ
ἦν ἐχόντων ἀνθρώπων καὶ βουλομένων παῦσαι τὸ 10
κακὸν εὐθὺς ὑπακοῦσαι τοῖς παρὰ τοῦ θεοῦ καὶ μηδὲν
παρὰ ταῦτα μήτε λέγειν μήτε ἀκούειν μηδένα· ἐπεὶ δὲ
οὐκ ἂν εἰκότως δοκοίητε παραφρονεῖν;
ἐγὼ δὲ
ἠξίουν μὲν ὑμᾶς ἀπὸ τῶν πρώτων ῥημάτων εὐθὺς
τουτονὶ τὸν μιαρὸν ἐκβαλεῖν καὶ μηδὲν ἐπ’ αὐτῷ
δεηθῆναι ῥήτορος, ἀλλὰ τοῦ δήμου καθαρῶς ποιῆσαι
τὸ ἔργον· ἐπεὶ δὲ οὐκ οἶδ’ ὅπως ἐδόθη τοσοῦτος χρό-
νος τῇ τοῦδε ψευδολογίᾳ καὶ τοῦ διδάξοντος ὑμᾶς περὶ
ὧν μόνων οὐδὲν δεῖ διδαχῆς ἐδεήθητε, παρῆλθον οὐκ
ἐπιτρέψων βελτίω νομισθῆναι τοῦ Πυθίου τὸν μάγον.
3. Τὸ μὲν οὖν ἐξελέγξαι τοῦτον ἀλαζονευόμενον
οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ παντί τῳ ῥᾴδιον, οὕτως οὐ-
δὲν πιθανὸν ἐν οἷς ὑπέσχηται τούτοις ἦν· δύο δέ
ὦ πολῖται, μάλιστα τῆς τοῦ μάγου δημηγορίας ἀνιᾷ,
ἕν μὲν ὅτι πολλοὶ νῦν τῶν πολιτῶν ἐν τοῖς τούτου
μέρος ἀφαιρήσεται.
διὸ καὶ σφόδρα δεῖ τουτονὶ καὶ
μισῆσαι καὶ ζημιῶσαι τηλικαύτης ἡμᾶς ἐν οἶς ἐπαγγέλ-
λεται καὶ φησι δώσειν ἀποστεροῦντα ῥοπῆς, οἶμαι δὲ
καὶ τοὺς τούτῳ συνειπόντας, οἱ τὸν μάγον ὅθεν φι-
λοῦσιν οὐκ ἄδηλον, εἰκότως ἂν τῆς παρ’ ὑμῶν ὀργῆς
τυγχάνειν, εἰ τὰ πρὸς τοῦτον ὄντα τοιοῦτον πρὸ τῶν
τῆς πόλεως τίθενται.
5. Τῶν μὲν οὖν ἄλλων τινὲς ἀποροῦσι καὶ πρὸς
αὑτοὺς ἐζητήκασι πολλάκις, <ἐκ> τίνος ποτὲ ἀρχῆς
πόθεν τὴν αἰτίαν λαβὸν τὸ δεινὸν τοῦτο καὶ ἀφόρη-
’τον νόσημα κενοῖ τὴν πόλιν. καὶ δὴ καὶ πρὸς ἀλλή-
λους ᾐσθόμην τινῶν ἐπ’ ἀγορᾶς στενόντων· τίνος
ταύτην ἀδικήματος δίδομεν δίκην; οὐχὶ καὶ
νεῴ καὶ ἱερὰ καὶ τεμένη καὶ βωμοὶ καὶ πάντα
κατὰ τοὺς παλαιοὺς νόμους πεφύλακται τοῖς
θεοῖς; οὐ θύομεν; οὐ σπένδομεν; οὐ τελοῦμεν;
οὐ πανηγυρίζομεν; οὐ παρ’ αὐτῶν ἐπὶ τὰς μά-
χας ἐρχόμεθα; οὐ μετὰ νίκας ἀναθήματα κομί-
οἱ μὲν ἄλλοι
ταῦτα, ἐγὼ δὲ οὐδεπώποτε θαυμαστὸν ἡγησάμην τὸ
ταῦτα πάσχειν ἃ πάσχομεν οὐχὶ τῶν τρόπων κατεγνω-
λόμενον ζῆν, τὴν πονηρὰν δὲ ταύτην μετιόντα τέχνην
καὶ φάσκοντα μὲν ὑπὲρ τοὺς ἄλλους ἐπίστασθαι τοὺς
θεοὺς καὶ τἀκείνων ἀπόρρητα καὶ τίσι χαίρουσι καὶ
τίσιν ἕλκονται καὶ τί λαβόντες ἀντιδοῖεν ἄν.
ὅλως
δὲ ὁ κατάρατος ἑταῖρον αὑτὸν καὶ φίλον προσαγορεύων
τῶν θεῶν καὶ πᾶν δυσχερὲς δι’ ἐκείνων λύειν ὑπι-
σχνούμενος πολλοὺς οἴκους ἀνατέτραφε μισθῶν αὑτὸν
ταῖς τῶν πολιτῶν ἔχθραις καὶ περὶ τοὺς τάφους κα-
λινδούμενος κἀκεῖθεν ὀλέθρους τοῖς αὐτὸν οὐδὲν ἀδι-
κοῦσιν ἐπάγων ἀνθρώποις, νεκροὺς ἐνοχλῶν καὶ ψυ-
χὰς οὐκ ἐῶν ἐν τοῖς αὑτῶν μένειν ἤθεσι.
καὶ πολ-
λοὶ δὴ τοὺς αὐτοῖς προσκεκρουκότας ἀπώλεσαν δι’
ἐπεὶ καὶ αὐτὸς νῦν οἶδα μὲν ἃ πείσομαι, τὴν κοινὴν
δὲ σωτηρίαν πρὸ τῆς ἐμαυτοῦ τιθέμενος ἀνέστην. τῷ
δὲ οὐ τοῦτο συνηγωνίζετο μόνον, ἀλλὰ καὶ οἱ τὰς
καλὰς αὐτῷ ταύτας ὀφείλοντες χάριτας πᾶν ἦσαν ἔτοι-
μοι καὶ ποιεῖν καὶ πάσχειν ὑπὲρ αὐτοῦ. ὁρᾶτε δὲ ὧς
καὶ νῦν οὐδὲν ὀκνοῦσι.
9. Ταῦτα ὁρῶντες οἱ θεοὶ καὶ μισοῦντες καὶ τοὺς
τούτῳ περιπεσόντας ἐλεοῦντες τὴν ὀργὴν ἐπὶ πάντας
ἀφῆκαν, ὃ πολλαχοῦ γεγένηται πολλάκις. τοῦτο δὲ ἄρα
οὐδὲ τοὺς γενναίους ποιητὰς ἐλάνθανεν, ἀλλ’ εἰδότες
ᾄδουσι·
πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς
ἀπηύρα.
τοῦτο πόλεσι διέστησε γῆν, τοῦτο θάλατταν ἐπήνεγκε,
τοῦτ’ ὄμβρον ἔξω τοῦ μετρίου, τοῦτο λιμόν, τοῦθ’ 20
ὅπερ | ἡμῖν.
ἀλλὰ παρ’ ὧν τὸ τραῦμα, παρὰ RIV 727
τούτων καὶ ἡ βοήθεια ἐπειδὴ γὰρ πολλοὶ μὲν ἐτεθνή-
κεσαν ἤδη, τὰ δὲ τῶν ἰατρῶν ἦν οὐδέν, εἴδομεν οἷ
μὲν τοῦ μαντείου, κρείττων δὲ εὖ ποιῶν ὁ θεὸς τῆς
ἐμῆς ἐλπίδος γίνεται καὶ ἀναιρεῖ δὴ σαφῆ καὶ ἁπλᾶ
καὶ οὐχ οἶα τὰ πολλὰ Δέλφικά τοῖς μὲν τοῦτο, τοῖς
δ’ ἐκεῖνο παρέχοντα νομίζειν, ἀλλ’ εἶπε διαρρήδην, εἰ
παῖς ἑνός του τῶν πολιτῶν ὑπὸ τοῦ δήμου τυθείη,
στήσεσθαι τὸ κακόν.
ταῦτα ἀκούσαντες ἀνέστρεφον
οἱ θεωροὶ θέοντες νύκτα καὶ ἡμέραν ὁμοίως ἐπειγό-
μενοι καὶ ἡμεῖς ἐκαθήμεθα τρέμοντες, τί ποτ’ ἄρα
ἥξουσι φέροντες. ὡς δὲ ᾐσθόμεθα προσιόντας, πολλοὶ
πρὸ τῶν τειχῶν περιχυθέντες ἠρωτῶμεν, εἴ τι τοιοῦ-
’τον ἦλθον ἀκούσαντες, ὃ δίδωσιν ἀναπνεῦσαι τῇ πό-
λει, χρηστὰ δὲ αὐτῶν ὑπισχνουμένων οὐκ ᾠόμεθα δεῖν
μέλλειν, ἀλλ’ ἐπὶ τὴν ἐκκλησίαν δρόμος καὶ ὁ γραμμα-
τεὺς εὐθὺς ἀνεγίνωσκε τὸν χρησμόν.
ἐνταῦθα ψή-
φισμα μὲν οὐκ ἐδόκει δεῖν γράφειν ὅτι τὸν <δεῖνα
τὸν> τοῦ δεῖνος, οὐ γὰρ ἦν, οἶμαι, δημοκρατίᾳ πρέπον,
κλῆρον δὲ ὁ καιρὸς ἐκάλει καὶ τὸ ἴσον οὕτως ἐσώζετο.
τῶν πατέρων δὲ παρόντων καὶ τῶν ὀνομάτων ἃ τοῖς
τούτων ἦν παισὶν ἐν τοῖς κλήροις κειμένων καὶ τῶν
ἐφεξῆς πραττομένων ἔλαχεν ὁ τοῦ πολλὰ καὶ δεινὰ
τούτου δεδρακότος υἱός. καὶ ἐπηκολούθησεν, ὡς ἴστε,
κρότος, ὅτι δὴ δυοῖν ἐμέλλομεν ἀπαλλάξεσθαι κακῶν,
λοιμοῦ τε καὶ πονηροῦ σπέρματος.
τὸ μὲν οὖν δί-
γαιον ἦν εὐθὺς τεθύσθαι τὸ ἱερεῖον | καὶ τὴν
γιγνομένης φιλοτιμίας, εἰ δ’ οὐχ οἷόν τε τοῦτό γε],
προσποιεῖσθαί γε· ὁ δὲ αἴρεται μὲν πρὸς τὸν θεὸν
πόλεμον, καταφρονεῖ δὲ ὑμῶν, οἶς δὲ λέγει τὴν νόσον
ἐκτείνει καὶ μὴ προσέχετε τῷ Πυθίῳ, φησίν, ἀλλ’
ἐμοί. παύσω γὰρ τὸν λοιμὸν ἐγώ. καὶ τί δεῖ τὸν
παῖδα θύειν; καὶ ὁ μὲν γόης ταῦτα, ὑμεῖς δὲ ἀνέ-
χεσθε.
νῦν, ὦ κατάρατε, ταῦτα λέγεις καὶ τολμᾷς
ὁμολογεῖν ὧς ἔχων βοηθεῖν οὐκ ἐβούλου; οὐκοῦν οὐχ
ὁ παῖς διὰ τοῦτο ζῆν ἄξιος, ἀλλ’ οὗτος προστυθῆναι
τῷ παιδὶ καὶ τὸν μὲν ὑπηρετῆσαι τῷ χρησμῷ δίκαιον,
τὸν δὲ δοῦναι δίκην, ὅστις ὁρῶν τὴν πόλιν οὕτως
15. Ἀλλὰ τοῦτο μὲν οὐκ ἄξιον ἐγκαλεῖν, οὔτε γὰρ
τότε τοσοῦτον οὔτε νῦν ἰσχύει, διακρούεται δὲ καὶ
παράγειν ἐπιχειρεῖ καὶ ἔστι πανταχοῦ πονηρός. ὃς
πρῶτον μὲν ὑμᾶς οὐκ ἐᾷ τοῖς ἐγνωσμένοις ἐμμένειν.
φέρε γάρ, τί τότε βουλευομένοις ὑμῖν ὑπὲρ βοηθείας
ἔδοξεν; οὐ τοὺς μὲν ἀνθρώπους ἅπαντας χαίρειν ἐᾶν
ὡς ἂν ἐλάττονας τοῦ πράγματος, ἐπὶ δὲ τὴν ἀπάσης
κρείττω συμφορᾶς ἐπικουρίαν καταφεύγειν, τὸν θεὸν
τὸν ἐν Δελφοῖς;
καὶ οὐκ ἂν φαίην ὅτι πολλοὶ
περὶ τούτων ἐγένοντο λόγοι παρ’ ὑμῖν. ἀλλ’ εἶπε μὲν
ὁ δεῖνα διὰ βραχέων, ἀντεῖπε δὲ οὐδείς, ἐχειροτόνησε
δὲ ὁ δῆμος. ᾑρέθησαν οἶ θεωροί, ἦλθον ἐκεῖσε, ἐχρή-
σαντο τῷ μαντείῳ, τί παύσει τὴν νόσον; ἤκουσαν, ἐπ-
ανῆλθον, ἀπήγγειλαν· ἔξεστι μὴ νοσεῖν. νῦν οὖν
λύσομεν τὰ δεδογμένα καὶ οὐκ αἰσχυνούμεθα τὰς με-
ταβολὰς αἳ μέγιστα ὀνείδη καὶ ἀνδρὶ καὶ πόλει φέρου-
σιν; οὐ γὰρ ἔστιν ἀνοίας αἰτίαν ἐν τοῖς τοιούτοις
διαφυγεῖν, οὐ γὰρ οἶόν τε τοῦ δέοντος ἐν ἀμφοτέροις
θαυμάζω δὲ εἰ τοὺς
μὲν τυράννους μισοῦμεν, ὅτι τὸν δῆμον ἀσθενῆ ποι-
κτοῦμεν.
τί λέγεις; μάτην οὖν συλλεγόμεθα καὶ
ῥητόρων ἀκούομεν καὶ τὰ λεγόμενα δοκιμάζομεν καὶ
χειροτονοῦμεν καὶ κύριον ποιοῦντες τὸ δοκοῦν εὖ
ἔχειν ἀπερχόμεθα; νῦν δὲ πρᾴως οἴσομεν ἀναιρουμέ-
νης τῆς γνώμης καθ’ ἣν ἔδοξεν ἀντιστῆσαι τῷ λοιμῷ
τὸ μαντεῖον;
καὶ εἰ μὲν πρὶν ἀπᾶραι τοὺς θεω-
ροὺς ἐπεχείρει τοῦτο ὅ νυνὶ ποιεῖ, καὶ οὕτως ἂν ὕβρις
ἦν καὶ οὐκ ἂν βελτίους ἐνομίσθησαν τῶν ἐκεῖθεν ἐλ-
πίδων οἱ παρὰ τούτου λόγοι· ἡκόντων δὲ ἐκεῖσε καὶ
δεηθέντων καὶ ὧν ᾔτησαν τετυχηκότων πάντων τού-
τῶν καταγελάσαντες τὸ τοῦ μάγου θαυμασόμεθα; καὶ
εἰ μὲν ἐπ’ ἄλλον τις ἡμᾶς ἦγε θεόν, οὐδὲ τοῦτ’ ἂν
ἦν καθαρὸν αἰτίας, ἀλλ’ ἧττον μὲν τοῦ νῦν ἁμαρτα-
νομένου, τοὺς μεμφομένους δὲ εἶχεν ἄν· νῦν δὲ ἐπ’
ἄνθρωπον ἰόντες μετὰ τὸν θεὸν οὐδὲν ἀδικήσομεν;
20. καὶ μὴν οὐδὲ τοῦτ’ ἔστιν εἰπεῖν ὡς ἐπὶ μαντεῖον
τύραννοι βαρβάρων ἔγνωσαν καὶ ὧν εἶχον τὰ κάλλιστα
φέροντες ἀνέθηκαν, τοῦτο τὰς πολλὰς τῶν Ἑλληνίδων
πόλεων ᾤκισε, τοῦτο τῷ γένει τῶν Ἑλλήνων ἐν ταῖς
μεγίσταις δυσκολίαις ἤρκεσε.
καὶ οὐ νῦν πρῶτον ἡ
πείρας πολλῆς καὶ μαρτυρίας κοινῆς ἄνθρωπος θεοῖς
ἐχθρὸς ἀξιοῖ φανῆναι σεμνότερος. οὐ τοίνυν οὐδ’ ὁ
τρόπος τῆς ἰάσεως καινός, ἀλλ’ ἤδη καὶ ἑτέροις δι’
ἴσων λέλυνται συμφοραί. καὶ οὐκ ἀφανεῖς γε αἰ θυ-
σίαι, ἀλλὰ κἂν οἱ παῖδες εἴποιεν ταῦτα καὶ διηγή-
σαιντο τοὺς θύσαντας, ἃς, τοὺς τεθυμένους ὑπὲρ ὧν τέ-
θυνται. τί τοίνυν ἐστὶ τὸ πεῖθον ἀντὶ τοῦ θεοῦ καὶ
τῶν παρ’ ἐκείνου τὸν μάγον ποιήσασθαι;
22. Οὕτω μὲν οὖν, εἰ καὶ σφόδρα πάντα εἷκε τῇ
τοῦδε τέχνῃ, τῶν ἀτοπωτάτων ἦν ἂν καταγνῶναι μὲν
μανίαν τῶν ἄρτι δεδογμένων, ἀτιμάσαι δὲ θεὸν τὸν
οὐκ ἀτιμάσαντα τὴν πόλιν. ὧς δὲ καὶ ψεύδεται καὶ
φενακίζει καὶ ὧν πλεῖστον ἀπολείπεται, ταῦτα ἐπαγ-
γέλλεται, γνῶναι ῥᾴδιον. ὅτῳ γὰρ ὑμῶν, ὦ πολῖται,
πιστὸν ὅτι οὗτος πολίτης ὢν καὶ τοσαύτην ὁρῶν φθο-
ρὰν καὶ. κίνδυνον ὧς μηδένα ἡμῶν λειφθήσεσθαι, καὶ
τὸν περὶ τὰς ταφὰς νόμον κεκινημένον τῷ πλήθει
τῶν νεκρῶν κατέσχεν ἂν καὶ οὐκ ἐξέφηνεν αὑτόν,
ἀλλὰ προήκατο καιρὸν παρασχόντα αὐτῷ σωτῆρα κληθῆ-
ναι τῆς πόλεως; διὰ τί γάρ, ὦ τοῖς θεοῖς ἐρίζων τή-
μερον, οὐκ ἐπεδείξω τὴν δύναμιν ταύτην; πότερον οὐκ
εἶχε τὸ πρᾶγμα δόξαν; οὐδὲ ἔστιν εἰπεῖν ὅσην. ἀλλ’
οὐχ ὑπῆρχε βουλομένῳ κερδαίνειν; καὶ τίνος ἂν ὧν
ἂν ἐπήγγελλες ἠτύχησας;
τῶν μὲν ἄλλων εὐεργε-
τῶν ἕκαστος | ἔν τι λαβὼν ἐγένετο ζηλωτός, σοὶ
πόλεως σαυτὸν σαυτῷ μὲν τοσούτων ἀγαθῶν, τῇ δὲ
σωτηρίας φθονῶν ἐξὸν μετὰ τῆς πόλεως τηλικαῦτα
κερδαίνειν; τίς οὕτως ἀλλόκοτος ὅστις ἂν ταῦτα ἀντὶ
τοῦ ζητεῖν φύγοι; τίς οὐκ ἂν ηὔξατο ταῦτα δυνηθεὶς
ἀποθανεῖν εἰδὼς οἵων ἐφ’ οἴοις ἔργοις ἐπιγραμμάτων
τεύξεται; σοὶ δὲ καὶ ζῶντι τούτων ἂν ὑπῆρχεν ἀπο-
λαύειν.
καὶ μὴν ὅ γε λοιμοῦ δυνατώτερος οὗτος
ἂν γένοιτο καὶ λιμοῦ. καὶ λιμοὺς τοίνυν ἂν ἐλελύκει
πόλεσιν ὄμβρον καλῶν τε τὸν οὐ φαινόμενον καὶ τὸν
πλεονάζοντα σωφρονίζων καὶ τὰς Ὥρας πείθων μηδὲν
τὴν γῆν ἀδικεῖν. καὶ μὴν ὅτῳ γε πρὸς ταῦτα δύναμις,
οὗτος ἂν ῥᾳδίως καὶ πολεμίους τρέψαιτο μηδὲν δεηθεὶς
ὅπλων καὶ ἵππων καὶ στρατηγῶν. πόσα τοίνυν ἔστησας
καίτοι καὶ ταῦτ’ ἄν,
εἴπερ ἦν σοι δύναμις, ἐπέπρακτο. οὐ γὰρ δὴ τοὺς
ἀριστεύοντας μᾶλλον ἂν ἐβούλου μακαρίζειν ἢ αὐτὸς
εἶναι τῶν στεφανουμένων καὶ μᾶλλόν γε ἢ κατ’ ἐκεί-
νους ἐπαινουμένων, ὅσῳπερ ἀψοφητὶ καὶ χωρὶς πραγ-
μάτων τοὺς πολεμίους ἤλαυνες ἄν. ἐγὼ τοῦτον εἶδον
πολλάκις ὑπὲρ ἀργυρίου διαλεγόμενον τοῖς ἐμπόροις
καὶ νῦν μὲν αἰτοῦντα, νῦν δὲ τοῦ λαβεῖν εἰδότα χάριν.
καίτοι τί χρῆν τοῖς πλουσίοις ἐνοχλεῖν ἐξὸν εἶναι τῶν
δοῦναι δυναμένων;
διὰ τί | γὰρ μὴ πάντας
τῇ γῇ κρύπτεται τῆς σῆς οἰκίας ἐποίησεν; ὅτι, φησίν,
ἄλλος ἄλλο τι μεμελέτηκεν, ἐγὼ δὲ τοῦτο οὐ
κακῶς ἐπίσταμαι. τὸ δὲ μὴ προσελθεῖν ὑμῖν
μηδὲ ἐπαγγείλασθαι πρότερον διὰ τουτουσὶ
τοὺς φθονοῦντας καὶ διαβάλλοντας τὴν τέχνην
γεγένηται, νῦν δὲ εἰς ἀνάγκην ἀφῖγμαι.
ἐγὼ
δὲ ὅτι μὲν καὶ δι’ ἐκείνων ἂν ἦλθεν ὁ λοιμοὺς σβεν-
τας ἐλέγξειν; πῶς δ’ ἂν οὐ μᾶλλον ἀπέπνιξας τοὺς
τὴν σὴν βασκαίνοντας δύναμιν, εἰ ταύτην ἔδειξας ἐπὶ
τῷ τῆς πόλεως ἀγαθῷ κεκτημένος; ἐγὼ πρῶτος ἀναστὰς
ἐκάλουν ἂν ἐκείνους λοιμοὺς καὶ τῆς πόλεως ἐχθροὺς
καὶ τιμωρίαν ἀπῄτουν. ἀλλ’ οὐ τὸν φθόνον ἐδεδίεις.
πόθεν; ἀλλ’ ᾔδεις οὐδὲν ὄν παρὰ σαυτῷ τοσοῦτον.
διὰ τοῦτ’ ἐπῄνεις ἡμᾶς παρὰ τὸν θεὸν βαδίζοντας.
28. Μὴ ὅσα φασὶν οὗτοι δύνασθαι, πάντα τούτοις,
ὦ πολῖται, δυνατὰ νομίζετε, ἀλλὰ τὰ μέν, τὰ δ’ οὔ,
καὶ τὰ μὲν σφόδρα, τὰ δ’ ἥκιστα. τοῖς γὰρ οἷος οὗτός
ἐστιν ἀνελεῖν μὲν συμφορὰν οὐκ ἔστι, ῥάψαι δὲ καὶ
κατασκευάσαι. διὰ τοῦτο τῶν μισουμένων μᾶλλόν εἰσιν
ἢ τῶν τιμῶν ἀξιουμένων. εὐδαίμονα μὲν γὰρ ἐποίησαν
οὐδένα, πολλοὺς δὲ ἀθλίους.
πόθεν δὴ τοῦτο τοι-
οῦτόν ἐστι; τῶν δαιμόνων οἶ μὲν χείρους καὶ κακῶς
ποιεῖν πεφυκότες τέρπονταί τε τοῖς ὑπὸ τούτων δρω-
τες, οὗτος μὲν οἶδε καλῶς, ἐγὼ δὲ οὐ μεμάθηκα μηδὲ
μάθοιμι. ταῦτα δ’ οὖν ἐστι τὰ τῆς τούτων συμμορίας
καὶ τοῦτο ἔργον τῆς καλῆς ταύτης τέχνης.
τῶν
μὲν οὖν πονηρῶν δαιμόνων αὑτὸν καλείτω φίλον, οὐ-
δὲν ἀντιλέγω, παρ’ ὧν δὲ τὰ χρηστὰ τοῖς ἀνθρώποις
καὶ αἱ τῶν κακῶν ἀπαλλαγαί, τούτοις οὗτος ἐχθρὸς
ἀπ’ αὐτῆς τῆς πρὸς τοὺς ἑτέρους φιλίας. οὐ γὰρ οἷόν
τε τὸν αὐτὸν παρ’ ἀμφοτέροις δύνασθαι, ἀλλ’ ὅστις
τι δι’ ἐκείνων ἔβλαψεν, οὗτος τοῦ δύνασθαί τι καὶ
διὰ τούτων ὠφελεῖν αὑτὸν ἀπεστέρησε. βλάπτουσι δὲ
ἕνα ἄνδρα καὶ δύο, κἂν τὰ μέγιστα δυνηθῶσιν, οἶκον
ὅλον καὶ πόλιν. τῷ μὲν εἶναι κακοὶ καὶ μὴ διδόναι
δίκην ζημιοῦσι, τῇ τέχνῃ δὲ καὶ τοῖς φαρμάκοις οὐδέν.
31. Καὶ τί δεῖ πόρρωθεν τὴν τούτου περὶ τὰς
εὐεργεσίας ἀδυναμίαν ἐλέγχειν ἔχοντα ἐκ τῶν νῦν
τοῦτο ποιεῖν; ἄνθρωπος κλῆρον παρατρέψαι μὴ δυ-
ἐδόκησας; ποῦ τοίνυν ὁ θαυμάσιος μάγος;
ἐῶ
τἄλλα, ἀλλ’ ἔχομαί σου τοῦ παιδὸς νῦν ἐγὼ καὶ οἶδε
πάντες καὶ θύειν μέλλομεν. νίκησον ἡμᾶς, ῥῦσαι τὸ
σῶμα, τῶν χειρῶν ἐξάρπασον ἴ’ ἀφάνισον τὸ μειράκιον
νεφέλῃ, ποίησον ἡμᾶς δοκεῖν ἔχειν αὐτὸν οὐκ ἔχοντας.
τι χρήσῃ;
33. Τίνα δὴ παρεχόμενος τοῦ παύσειν τὸν λοιμὸν
ἀπόδειξιν ἀξιοῖς ᾧ θαρροῦμεν ἀφέντας οἶς οὐκ ἔνι
πιστεύειν ἀναμένειν; ὅτι, φησίν, εἰ μὴ σφόδρα ἐπε-
πείσμην ἀρκέσειν πρὸς τὸ ἔργον, οὐκ ἂν ἐπηγ-
γελλόμην. τί γὰρ ὄφελος αὖθις ἐπὶ τὴν σφαγὴν
ἀγομένου τοῦ παιδός;
ἓν τοῦτο πρῶτον, ὦ
μάγε, τὸ μὴ τήμερον αὐτὸν ἀποθνήσκειν. σὺ δ’, ὡς
εἰκός, αἰτήσεις καὶ τὴν ἐπιοῦσαν ἡμέραν καὶ τρίτην
καὶ τετάρτην καὶ δέκα καὶ δὶς τοσαύτας φάσκων τῶν
εἰς τὴν ἴασιν φερόντων τοῦ μὲν εὐπορεῖν, τοῦ δ’ οὔ-
πω, μεῖζον δὲ ἐκεῖνο τὸ μήπω φαινόμενον δύνασθαι.
ἓν μὲν τοῦτο οὐ μικρὸν
τούτῳ κέρδος, ἕτερον δὲ μεῖζον ἢ οὐδὲν ἔλαττον τὸ
πολλοὺς ἐν ταῖς ἡμέραις ταύταις πρὸ τοῦ λαχόντος
τῶν πολιτῶν ἀπελθεῖν. ἡγεῖται γὰρ καὶ τῷ παιδὶ καὶ
αὑτῷ τοῦτό γε οὐ φαύλην παραμυθίαν οἴσειν καὶ ἃ
δράσει μὴ λυόμενος ὁ λοιμός, κουφιεῖν αὑτῷ νομίζει
τὴν συμφοράν.
τί δ’, ἂν εἰπὼν ἀνάγκην εἶναι
νύκτωρ περιελθεῖν τὴν χώραν καὶ παρεῖναι δεῖν τῶν
μὲν ἄλλων οὐδένα, τὸν υἱὸν δὲ μόνον, ὅν καὶ μόνον
οἷόν τε τῶν τοιούτων κοινωνεῖν, τούτων I δὲ
υἱὸν αὐτῷ, τὴν τῆς πόλεως ἀσφάλειαν, ἔπειτα ἀπιὼν
οἴχηται παρὰ τοὺς οὐχ ἡδέως πρὸς ἡμᾶς ἔχοντας, τί
χρησόμεθα; εἰπέ μοι. ἐπ’ ἄλλον ἥξομεν; καὶ τίς ἀνέ-
ξεται; ἀλλ’ εὑρήσομεν;
ἂν οὖν χαλεπαίνων ὁ θεὸς
μάταιον τὸ πρᾶγμα ποιῇ, πέμψομεν, νὴ Δία, παρ’ αὐ-
γεγενημένοι λόγων ἠκούετε μετὰ χρησμούς. τί
οὖν εἰρωνεύεσθε καὶ ἀνθρώπους ἔχοντες ἡμῶν
ἀμείνους οὐ δι’ ἐκείνων ἀπαλλάττεσθε τῶν
δυσχερῶν; τί οὖν τότε ποιήσομεν; αἰτιασόμεθα, νὴ
Δία, τοὺς τούτῳ βεβοηθηκότας καὶ ὧς οὐκ ἐχρῆν
ὑπαχθῆναι δακρύοντος ἐροῦμεν. ἀλλ’ οὐδὲν ἧττον ἀπο-
λούμεθα.
πῶς οὖν οὐ πολλῆς δυστυχίας διὰ τῶν
τοῦ μάγου λόγων τῆς τε φαινομένης λύσεως ἐκπεσεῖν
καὶ μηδεμίαν ἀντὶ ταύτης ὕστερον ἔχειν; καὶ οὐκ ἐν-
ταῦθα ἔστηκε τὸ δεινόν, ἀλλ’ οὐδ’ ἐπ’ ἄλλην ἀκαιρίαν
καλούμενος <ὁ θεὸς> ἔτι βοηθῶν συλλήψεται. διὰ
ἕν ἀνθρώπους εὐσεβεῖς ἐξέληται κινδύνων; καλόν γε
εὐσεβείας τὰ παρόντα τεκμήριον. οὕτως ἡμῖν εἰσάπαξ
καθίστησι δυσμενῆ τὸν Πύθιον τὸ τούτῳ πεισθῆναι
τήμερον, καὶ δέος ἐστὶν οὐ μικρὸν μὴ καὶ ἄλλο τι τῷ
λοιμῷ προσγένηται καὶ τοῦτ’ ἀνίατον τῇ πόλει τῆς ἐκ
Δελφῶν ἡμῖν ἀποκεκομμένης ἐλπίδος.
39. Καὶ μὴν κἀκεῖθεν, ὦ πολῖται, μάθοιτ’ ἂν ὡς
οὐ δεῖ τούτῳ προσέχειν. ἐρωτῶ γὰρ αὐτὸν ἐναντίον
ὑμῶν· παῖδα ἕτερον ἐν παραβύστῳ θύσας νικήσεις τὸν
ἀντίπαλον; τίνα τοῦτον; πόθεν λαβών; τίνος δι-
δόντος, 〈ὅπου γε οὐδένα〉 ὀνομάζει τὰ λόγια;
πόσῳ δὲ δικαιότερον τὸν λαχόντα ἀπελθεῖν;
ἀλλ’
ἑτέρῳ τρόπῳ τὴν θεραπείαν εὑρήσεις; ἀλλ’ ὁ χρησμὸς
τοῦτον εἶναί φησι μόνον. εἰ δὲ ἐνῆσαν πλείους, οὐκ
ἂν ἀπεκρύψατο τὴν ἀφθονίαν τῶν τῆς ἰάσεως ὁδῶν ὁ
θεὸς οὐδ’ ἂν ἐγένετο χείρων τουτωνὶ τῶν ἰατρῶν οἱ
φιλοτιμοῦνται τῷ πολυτρόπων μεμνῆσθαι θεραπειῶν,
ἀλλ’ εἶπεν ἂν ἐξαριθμῶν ὅτι ἢ τὸ ποιήσασιν ἢ τὸ ἤ,
νὴ Δἵ, ἕτερον ἢ πάλιν ἄλλο τι ἢ τοῦτό γε αὐτὸ
νῦν ἀνῃρημένον ὑπάρξει τὸν λοιμὸν διαφυγεῖν. ἀλλ’
ὁρᾶτε ὡς πάντα τἄλλα ἀφεὶς ἐν τούτῳ μόνῳ φησὶν
εἶναι τὴν βοήθειαν τούτους, οἶμαι, θηρεύων ὡς ἂν
καὶ τῆς τοῦ λοιμοῦ γενέσεως ἐκ τούτων οὔσης, τοῦ
μὲν εἰσηγουμένου καὶ προεμβάλλοντος, τοῦ παιδὸς δὲ
ἀκολουθοῦντος καὶ πειρωμένου μιμεῖσθαι.
41. Πῶς οὖν, φησίν, οὐκ ἐμὲ σφάττει; ὅτι δει-
νοτερὸν ἡγεῖταί σοι τῆς σαυτοῦ τελευτῆς τὴν τοῦ
παιδός. βαρύτερον δὲ πᾶσιν ἀνθρώποις ἡ ἐν τῷ περι-
εῖναι λύπη τοῦ θανάτου. διὰ τί οὗν, φησί, μὴ
φέροντες. ταῦτα οὐχ ὁ θεός, ἀλλὰ Δελφῶν οἱ
πάντα ἀργυρίου ποιοῦντες.
διὰ τοῦτο τοὔνομα
μὲν οὐκ εἷπε, τῷ κλήρῳ δὲ ταὐτὸν ἐποίησεν. ἢ σὺ
νομίζεις οὐ τῇ ψήφῳ τοῦ θεοῦ καὶ τῇ γνώμῃ τὰ περὶ
τοὺς κληρουμένους οὕτω γενέσθαι; τί οὖν βιάζῃ καὶ
φιλονεικεῖς καὶ δυσσεβῆ τινα παλαιὸν μιμῇ τοξότην,
ὃν οἱ ποιηταί φασιν ἀντάρασθαι τῷ θεῷ τόξον; καὶ
σὺ νῦν ἀνταγωνίζῃ τῷ μαντείῳ, διαφέρει δὲ τοσοῦτον
ὅσον ὁ μὲν αὐτὸς ἐμαίνετο μόνος, σὺ δὲ καὶ τὸν δῆ-
μον ἀξιοῖς. ἢ ταῦτα, ὦ πολῖται, σωφρονούντων ἀνθρώ-
πων; βουλεύεταί τις περὶ τῶν ἀνῃρημένων δέον προσ-
θεῖναι τὸ ἔργον καὶ κατέχει λοιμὸν ὅν ἔχει λῦσαι καὶ
τὰ ὦτα παραδίδωσι λόγοις ἀνθρώπων ἀκηκοὼς θείων
λογίων καὶ βούλεται ἀπελθὼν οἴκαδε τοὺς αὑτοῦ νο-
καὶ τί πρὸς αὐ-
τοὺς ἐρεῖτε τοὺς ἐν ταῖς κλίναις, τοὺς περὶ τὰ φρέατα,
τοὺς ἐν τῷ κακῷ, τοὺς καομένους; πάντως δὲ ἐπύθον-
το τὰ παρὰ τοῦ θεοῦ καὶ θαυμάζουσιν, ὡς εἰκός, ὅτι
μήπω λέλυνται. τί οὖν ἐρεῖτε πρὸς αὐτοὺς ἔτι νο-
σοῦντας ἢ τὸν μάγον καὶ τὰ παρὰ τοῦ μάγου καὶ ὧς
ἐπαγγέλλεται καὶ ὧς ἴσως τι πράξει; καὶ πῶς οἴσετε
τῶν καμνόντων τὸν ὀδυρμόν; τὸν τοῦ γόητος περὶ
πλείονος ὧν ἐγεννήσατε πεποιῆσθαι δόξετε.
44. Ὁρῶ τοὺς πολλοὺς ὑμῶν, ὦ πολῖται, μελανει-
μονοῦντας, τὸν μὲν ἐπ’ ἀδελφῷ, τὸν δὲ ἐπὶ γυναικί,
τὸν δὲ ἐπὶ τέκνῳ, τὸν δὲ ἐπὶ τούτοις ἅπασι. βούλεσθε
οὖν τούς τε οὔπω θρηνοῦντας ταὐτὰ παθεῖν τοῖς τε
ἤδη πεπληγμένοις προστεθῆναι μείζω; μή, πρὸς τῶν
πολλῶν τάφων, ἀλλ’ ἐλεήσατε μὲν τοὺς ἀσθενοῦντας,
ἐλεήσατε δὲ τοὺς οὔπω. ἥξει γάρ, ἥξει βαδίζον τὸ κα-
κὸν ἐφ’ ἅπαντας, | ἂν μὴ σταθῇ τῷ ξίφει. οὐδὲν
ἔδει δὲ τούτων οὐδενός, εἴπερ ἅ φησι καὶ
ὑπισχνεῖται, ταῦθ’ ὧς ἀληθῶς ἐδύνατο. τί γὰρ ἐκώ-
λυεν, εἰπέ μοι, πρὶν εἰπεῖν τι, πρὶν ὑποσχέσθαι, συν-
ἅψαι τῷ κλήρῳ τὴν ἴασιν καὶ τὸν τῶν λόγων τού-
των καιρὸν τῆς τοῦ λοιμοῦ ποιῆσαι λύσεως, εἶθ’ οὕτω
θύειν κωλύειν ὡς ἂν οὐκέτ’ οὔσης ἀνάγκης;
ἀλλ’
οὐκ ἐνῆν οὕτως ὀξέως, ἀλλὰ διὰ χρόνων. οὐκοῦν
κἂν μέλλῃς οὕτω λύειν, θῶμεν γάρ, εἰ καὶ σφόδρα
τοῦτο ἠλίθιον, οὐκ ἴσα ἀντ’ ἴσων δίδως. ποῦ γὰρ ἴσον
ἤδη παῖδας ὑγιαίνοντας ἰδεῖν ἢ τοῦτ’ αὐτὸ μετὰ πολ-
λοὺς θανάτους λαβεῖν; τὸ δὲ ἀγανακτεῖν οὕτω πολίτην
ἡμέτερον, εἴ τι χρήσιμος ἔσται διὰ τοῦ παιδὸς τῇ πό-
λει, πῶς ἀνεκτόν;
τούτων ἕκαστος, εἰ τὸν υἱὸν
ὑπὸ τοῦ κλήρου κατειλημμένον ἑώρα τὸν ἑαυτοῦ, ἴσως
μὲν οὐδ’ ἂν ἐδάκρυσεν· εἰ δ’ οὖν, ἀλλὰ κἂν ἡδονὴν
ἴσως εἶχέ τινα τῇ λύπη κεκραμένην, εἰ τοιαύτην εἰσφο-
ρὰν εἰσέφερε τῇ πόλει. ὁ δὲ ἀγανακτεῖ καὶ τὴν λει-
τουργίαν οὐ φέρει καὶ λοιδορεῖται τοῖς θεοῖς καὶ μο-
νονοὺ κατασκάπτει τοὺς νεώς. καὶ οἱ μὲν τὰ μέγιστα
ἡμᾶς ἀγαθὰ εἰργασμένοι τὴν ἡσυχίαν ἦγον ἄν, ὁ δὲ
πονηροῖς φαρμάκοις τὸν ἑαυτοῦ κατατρίψας βίον, ὥσπερ
διὰ τί; διὰ τὰ πολλὰ
τρόπαια καὶ τὰ αἰχμάλωτα σώματα καὶ ναῦς καὶ λιμέ-
νας καὶ τόπους; καίτοι κἂν εἰ πάντα ταῦτα ἦν, οὐδ’
ἂν οὕτως εἰκότως ἀπῄτει χάριν τὸ μηκέτ’ εἶναι τὴν
πόλιν. εἰ δὲ μὴ στρατηγοῖς μηδ’ ἀριστεῦσι μηδ’ οἱ
μεγίστων ἡμᾶς ἐξείλοντο κινδύνων ἔδοτ’ ἂν τοιαύτην
| τιμήν, πῶς τῷ γόητι δώσετε;
οὐ φέρεις τὴν
κἀς; ἀλλ’ οἵ γε ἄλλοι πατέρες τοὺς οὕτω τεθνεῶτας
ἔθαπτον σεμνυνόμενοι. καί πού τις καὶ στρατηγὸς τοὺς
αὑτοῦ παῖδας ἀγαγὼν ἐπὶ τὴν μάχην νεκροὺς ἐπαν-
ῆλθε κομίζων καὶ οὔτε τὴν πάλιν οὔθ’ αὑτὸν οὔτ’
ἐκείνους ἐμέμψατο. σὺ δ’ ἂν τοὺς σαυτοῦ παρῄνεις
οἴκοι μένειν καὶ φεύγειν μᾶλλον ἀστρατείας γραφὴν
ἢ τραύματα ὑπομεῖναι. ταχύ γ’ ἂν οὗτος, εἰ μεγαλο-
ψυχίαν πατρὸς ὁ χρησμὸς ἐκάλει, πρὸ τῶν ἄλλων
ἀναπηδήσας ἐπέδωκε τὸν υἱόν, ὅς οὐδὲ τὸν κλῆρον
ἀνέχεται.
50. Εἰ μὲν οὖν μὴ μάγος ἦσθα, παρεμυθούμην
ἄν σε λόγοις οἷς κἂν ἄλλον πατέρα, ὅτι, ὦ φίλτατε,
εἶχε βίος; ἐστεμμένος ἄπεισιν ἄμα σπονδῇ καὶ
εὐχαῖς μέγαν ὑπὲρ ἑαυτοῦ καταλιμπάνων λό-
γον.
ταυτὶ μὲν ἂν καὶ πολλὰ τοιαῦτα διῆλθον, εἰ
μηδὲν τῶν ἄλλων διέφερες, νῦν δὲ ἄκουσον ἅ μοι
δίδωσι λέγειν ἡ σὴ τέχνη· τί δέδοικας, ὦ μάγε; τί
κλαίεις; ἔξεις καὶ μετὰ τὴν σφαγὴν τὸν υἱόν. ὑπακού-
σεταί σοι καλοῦντι, φανεῖται, διαλέξεται, συνδιατρίψει
τὰς νύκτας, ἦ πού σοι καὶ διακονήσει τῶν ἄλλων
προθυμότερον εἰδώλων. μὴ τοίνυν ἄσχαλλε μετὰ τῆς
πόλεως καὶ αὐτὸς ἰδίᾳ κερδαίνων.