The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
καὶ ἡ γυνὴ φιλόπολις καὶ ὁ δῆμος φιλε- R IV 798
λευθέριος. ἡ μὲν ἄρτι τοὺς νόμους ἀπέδωκεν, ὁ δ’
ὑπὸ νόμοις αὖθις ποιεῖται τὰ πράγματα. μάχονται δὲ 10
ἄρα, ὥσπερ καὶ γνῶμαι γνώμαις καὶ ψηφίσματα ψη-
φίσμασιν, οὕτω καὶ νόμοι νόμοις. κατὰ περίστασιν
ἐκκεκόψεται, τῷ δ’ ὑπὲρ τῆς τυραννοκτόνου λέγοντι
καὶ τῶν ἐκείνης παίδων, ἔν ἡ τυραννοκτόνος οὐ παν-
τελῶς ἄμισθον ἔχῃ τὸ τρόπαιον.
ἔοικε δὲ τὸ ζήτημα
τοῦτο τῷ προειλημμένῳ. οἱ γὰρ δικασταὶ πρὸς τῆς
ἐξαιτουμένης τοὺς παῖδας τὴν πολιτείαν ἀπέλαβον, ἐφ’
ᾧ καὶ δυσχερῶς ἄν τισι μὴ τὰ φίλτατα ἀποδοῦναι
αὐτῇ ψηφίσασθαι δόξαιεν. ἀλλ’ οὗτοι καὶ τὸ τοῦ τυ-
ράννου τοῦ πατρὸς μῖσος ἀντιταλαντευέτωσαν καὶ παρ-
ευθὺ τὸ προειλημμένον τοῦ ζητήματος ἰσοστατοῦν
ἐλεγχθήσεται. δύο γὰρ οὗτοι καὶ δύο πάθη ἀντικεί-
μένα, πατὴρ καὶ μήτηρ, τυραννοκτόνος καὶ τύραννος,
ὀργή τε καὶ ἔλεος, καὶ νόμοι ἐπίσης καὶ ἄμφω δημοτι-
κοὶ καὶ πολίταις μισοτυράννοις ἀνυσιμώτατοι.
ἐπὶ
μὲν γὰρ τοῦ προειλημμένου ἐκείνου ὅπερ ὁ τεχνικὸς
τις ἦν πρὸ τὸν ἄνδρα, κοινὸν δὲ τὸ ἀπὸ τῆς τυραν-
νοκτονίας ὄφελος καὶ τὸ πλέον εἶχεν ἐκεῖσε ὡς ἀπὸ
εἰ μὲν οὖν ἐφεῖτο γυναῖκα ἐπὶ βήματος
λέγειν, οἶκτος ἂν ἦν τὸ πᾶν τοῦ λόγου καὶ δάκρυα·
νῦν δ’ ἐπειδὴ ἄλλος ἀντ’ αὐτῆς κατέχει τὸ βῆμα, ἐν
οἶς μὲν τὰ τῆς μητρὸς παθαίνεται τὸ πάθος ἐνδείξε-
ται, ἐν οἶς δὲ ἄλλως ἀγωνίζεται δριμύξεται τὰ ἐναγώ-
νια.
ἕξει δέ τινα καὶ μετρίαν τοῦ τυράννου κατα-
φορὰν ὁ λόγος καὶ τοσοῦτον ὁπόσον αὐτῷ χρησιμεύσει
πρὸς τὸ τῆς γυναικὸς ἀποσεμνῦναι τὴν τόλμαν μετὰ
πολλῆς ἔτι τῆς ἐκπλήξεως καὶ τοῦ θαύματος. εἶτε
γὰρ οὐκ ἀγανακτεῖν σκήψεται κατὰ τοῦ τυράννου,
ὕποπτος ἔσται καὶ τῇ πόλει διαβληθήσεται ὡς ὑπὲρ
τοῦ τυράννου ταῦτα σπουδάζων, οὐχὶ τῆς τυραννοκτό-
νου, εἴτε δ’ οὖν πάνυ καταφέροιτο τοῦ τυράννου, μὴ
καὶ κατὰ τῶν ἐκείνου παίδων δοκοίη ἄντικρυς παρο-
ξύνειν τὸν δῆμον, οὗπερ τοὐναντίον ἅπαν προὔθετο.
τὸ δὲ τὰ τῆς τυραννίδος πάντα ἐκτραγῳδεῖν περιττόν,
Ἡ μελέτη.
1. Ἔδει μέν, ὦ ἄνδρες, τὴν οὕτω διὰ τοὺς νόμους
προδεδωκυῖαν τὰ φίλτατα καὶ διπλῆν ἀριστείαν ὑπὲρ
τῆς πόλεως ἀνῃρημένην οἷς τε τὸ θῆλυ τοῦ γένους
ὑπὲρ τῶν νόμων ἀπήλεγξε καὶ μετὰ τυραννοῦντος
ἀνδρὸς καὶ μείζω τύραννον ἄλλον, τὴν φύσιν, ἐτρέ-
ψατο μήτε νῦν ἐπὶ βῆμα καὶ δικαστὰς ἄγεσθαι μήθ’
ὑπὸ νόμοις παθεῖν κινδυνεύειν τὰ ἔσχατα, οὓς αὐ-
τὴ πεπτωκότας ἤδη ταῖς ἑαυτῆς χερσὶν ἀνεσώσατο,
ἀλλ’ οἷς τὸ λέγειν ἡμῖν ἐπ’ ἐκκλησίας ἀπέδωκε, τού-
τοις πρὸ τῶν ἄλλων αὐτὴν τῆς δημοκρατίας ἀπόνασθαι·
ἐπεὶ δ’ οὐκ οἶδ’ ὅπως ἡ μὲν ἐπὶ καλῷ τῷ τῆς πόλεως
οὐδὲν ὅ τι τῶν παρ’ ἑαυτῆς ἀπέλιπεν, ὑμεῖς δ’ ὁ δῆ-
μος ἔτι περὶ τὴν δωρεὰν μέλλετε καὶ κάθησθε κρί-
νοντες τὴν ὑφ’ ἧς τὸ κρίνειν ἐλεύθερον ἔχετε, καὶ
τῶν νῦν μὲν πολλὰ ληρούντων τούτων, τὸ πρὸ τοῦ
δὲ κατεπτηχότων ἀκούειν ἀνέχεσθε, ὀλίγα δὲ φροντί-
ζετε τῆς θαυμασίας ταυτησὶ γυναικὸς καὶ ἣν οὐδὲ γυ-
ναῖκα λέγειν δίκαιον, ἀλλ’ ἀριστέα καὶ τυραννοκτόνον
2. εἰ μὲν οὖν ἑώρων τὸ τοὺς εὖ δράσαντας μὴ καλῶς
ἀντιδρᾶν πρὸς εὐδοξίαν μέλλον ἡμῖν ἀποτελευτῆσαι,
τάχ’ ἂν πρὸς τοῖς ἄλλοις ἐγιγνόμην κἀγὼ καὶ ταχέως
ἄν τις εἶδεν ἐμὲ τὸν νῦν ὑπερμαχοῦντα τότε τοὐναν-
τίον ἅπαν ἀπομαχόμενον πρὸς τὴν δωρεάν· νῦν δ’,
οὐ γὰρ οἶδα πῶς ἄν τις τῶν ἀπάντων δίκαιον τοῦτο
νομίσειε καὶ μὴ μᾶλλον πρὸς ἀδοξίαν οὐ τὴν τυχοῦ-
σαν περιιστάμενον, ἥκω τήν τε πόλιν καὶ ὑμᾶς τηλι-
καύτης δυσφημίας ἀπαλλάξαι σπουδάζων καὶ τῇ γεν-
ναίᾳ ταύτῃ τὰς ἀμοιβὰς ἐν οὕτως ἀναγκαίοις ἀποδώ-
σῶν καιροῖς καὶ ὑμᾶς τοῦτ’ αὐτὸ πείσειν τὰ δυνατὰ
πειρασόμενος.
δεῖ γάρ, ὡς ἐπὶ τοιούτοις οἶμαι, κὰ-
μὲ τὴν εὐεργεσίαν ὁμολογεῖν κοινὴν οὕτω καταβληθεῖ-
σαν καὶ πάνδημον καὶ ὑμᾶς τοὺς εὖ παθόντας οὐκ
ἀποκνεῖν τὴν προσήκουσαν ἀντικαταβαλέσθαι χάριν.
ὧς νῦν τῷ μὲν δοκεῖν ἐγὼ τῇ γυναικὶ τοὺς παῖδας
εἰς δωρεὰν ἐξαιτοῦμαι καὶ γράφω τοῦτο τὸ ψήφισμα
καὶ γίνομαι δημηγόρος οὐκ ἀγεννὴς παρ’ ἧς καὶ τὸ
κατήνεγκεν, ὁ δὲ τύραννος ἔπιπτεν, ἡ δὲ πόλις μετὰ
καὶ τῶν νόμων ἀνώρθωται.
4. Οἶδα μὲν οὖν τοὺς πολλοὺς ἀγανακτοῦντας καὶ
μέγα τι ποιουμένους δεινόν, εἰ τυράννου πεπτωκότος
πατρὸς οἱ παῖδες ἔτι γοῦν περισώζοιντο, ἐγὼ δὲ τού-
των μὲν μὲν ἀλγούντων οὐχὶ θαυμάζω, τὸ γὰρ ἐπὶ με-
γίστοις τοὺς τεκόντας μισεῖν καὶ μέχρι τῶν παίδων
τὴν ἀπέχθειαν παρεκτείνει, τοῦτο δὲ καὶ πάλαι τοῦ
κατηγόρου ξυμβαλεῖν οὐκ ἔχω, εἰ τῶν μὲν τοῦ πατρὸς
κακῶν εἰσέτι που μέμνηται καὶ δεῖν ἐπὶ τούτοις καὶ
τοὺς παῖδας εὐθύνειν ἀπισχυρίζεται, τῶν δὲ τῆς τε-
κούσης καλῶν καὶ ὅπως ἐκείνη τὴν πόλιν ὑπὸ τυράννῳ
κειμένην ἀνώρθωσε, ταῦτα δὲ οὐδ᾿ εἰς νοῦν τὸ παρά-
παν ὁ βέλτιστος οὗτος βάλλεται.
καίτοι γε ποῦ δί-
τοὺς παῖδας μισεῖν ὡς ἀποκτιννύναι, τῶν δὲ τῆς μη-
τρὸς ἀγαθῶν οὕνεκα μὴ τοὺς αὐτοὺς πόλεως ἧν
οὐδ᾿ ὑπὸ τοῖς αὐτοῖς ἀρχῆθεν ἐτρεφόμην νόμοις καὶ
τῆς αὐτῆς μετεῖχον πολιτείας ἧσπερ καὶ τούτων ἕκα-
στος, ἢ καὶ τῆς αὐτῆς ὢν μόνος αὐτὸς τῶν ἐκ τῆς τυ-
καὶ τότε περιόντος ἐκείνου καὶ τυραννοῦντος ἠχθόμην
καὶ πεπτωκότος τὴν μὲν ἀπεκτονυῖαν οὐ μικρὰ τοῦ
γενναίου τούτου λήματος ἄγαμαι, τῷ δ’ ἐφυβρίζειν
καὶ κειμένῳ πρὸς τοῦ μίσους ἐξάγομαι, δέδοικα μὴ
ἐγὼ μὲν ὑπὲρ τῆς τὴν τυραννίδα καθελούσης ταῦτα
καὶ λέγω καὶ γράφω, τὰ δὲ τοῦ κατηγόρου, ἀλλὰ μὴ
βαρέως φέρῃ πεπτωκότος ὑπὸ γυναικὶ τοῦ τυράννου
καὶ διὰ ταῦτα λυπεῖν ἐθέλῃ τὴν τυραννοκτόνον καὶ
τῶν παίδων προσαποστερῶν.
6. Βούλομαι δ’ ὑμᾶς, ὦ ἄνδρες, ἀναμνῆσαι μικρὸν 15
ἐν οἵοις τε καὶ ὅσοις ἡ πόλις ἦν τοῖς κακοῖς, ἐπεὶ καὶ
τοῦτο τῷ κατηγόρῳ δοκοῦν καὶ μετὰ τὴν τῶν ἔργων
τυραννίδα τοῖς λόγοις οὐχ ἥκιστα καταβάλλεσθαι, καὶ
ἢ τίς τῶν ἀπάν-
των οὐκ οἶδεν ὅπως ἦμεν ἐπ’ εὐνομίᾳ τὰ πρῶτα καὶ νό-
μοις καὶ οὐδὲν ἦν ὅ τι μὴ καὶ πρὸς δημοκρατίαν ἐπολι-
τεύετο παρ’ ἡμῖν, ἀλλ’ εἶχε πάντα τὸν προσήκοντα κόσμον,
ὁ δῆμος, ἡ βουλή, τὸ βῆμα, τὰ τῶν νομοφυλακούντων, τὰ
τῶν στρατηγούντων καὶ ὅσα τοῦ τῶν ὁπλιτῶν καταλόγου
καὶ ὅσα τοῦ τῶν ἱππέων κόσμου καὶ τῶν ἄλλως ἐν
ὅπλοις ἐχόντων; καὶ τὰς μὲν τῶν ἀστυγειτόνων πόλεων
εἰς ὁμαιχμίαν συνῆγε τὸ δημοκρατικὸν τοῦτο σχῆμα
τῆς πολιτείας καὶ τὸ πάντα ὑπὸ νόμοις εἶναι παρ’
ἡμῖν, τὰς δ’ οὐ μετρίως ἐφόβει τὸ μηδὲν ὅ τι καὶ
νοσοῦν τῶν ἐν τῇ πόλει ξυνορᾶν.
ἀλλ’ ἐπὶ τούτοις
ὄντων ἡμῶν οὐκ οἶδ’ ὁπόθεν εἰσέπεσεν ἡ θεοῖς ἐχθρὰ
καὶ νόμοις ὀφθαλμὸν τῇ τε πόλει καὶ ἡμῖν ἐπέβαλε
βάσκανον καί τινα τούτων τῶν τὰ πάντα τολμώντων
πλουσίων νεωτέροις ἐπιτολμᾶν ἀνέπεισε πράγμασι καὶ
πρὸς τὸν τῆς κακοδαίμονος τυραννίδος ὑπεξέκαυσεν
ἔρωτα.
ὁ δὲ μηδὲν μελλήσας καὶ μηδὲ μικρόν τι
θῶν ἁπάντων κρατεῖν, τοῖς δὲ νόμοις μετὰ καὶ τῶν
ἄλλων ὑποκύπτειν δημοκρατούμενος.
τί γοῦν; ὁρᾷ
τὸν πλοῦτον, λογίζεται τὸ πολὺ τῆς τόλμης, συλλογί-
ζεται τὴν δαπάνην καὶ παραυτίκα τοὺς πονηροτάτους
τῶν πολιτῶν ὑποδύεται καὶ ῥᾷον οὕτω τοὺς πολλοὺς
ἐξαπατήσας, τοὺς μὲν ὑποσχέσεσι κλέψας, τοὺς δὲ χρή-
μασι διαφθείρας, ἐπ’ αὐτὴν ὥρμησε τὴν ἀκρόπολιν
καὶ τὰ μὲν ἀφύλακτα τοῦ χωρίου καταλαβὼν ἄτε δὴ
πρὸ πολλοῦ τὴν ἔφοδον καιροφυλακήσας, εἰ δέ τί που
καὶ τοῦ στρατιωτικοῦ παραφυλαττόμενον ὑπολέλειπτο,
τούτων δὲ τοὺς μὲν ὑπὸ τοῦ τῶν δορυφόρων πλήθους
σὺν οὐδενὶ πόνῳ διωσάμενος, τοῖς δὲ καὶ νυκτὸς ἐξ
ἀφανοῦς ἐπιθέμενος τὴν ὅλην εὐθὺς εἶχεν ἀκρόπολιν.
ἐντεῦθεν φυλακὴν ἐφίστα τῷ σώματι καὶ δορυφό-
pous ἔτρεφε τοὺς τὰ ἄτοπα ἐκεῖνα ὑπηρετήσοντας. ἐν-
ταῦθα τί μὲν οὐκ ἀπῆν τῶν καλῶν; τί δὲ οὐ παρῆν
τῶν κακῶν; ἀπὸ τῶν νόμων ἄρχεται τῆς ἐξουσίας ἡ
μιαρὰ κεφαλή, τούτους γὰρ καὶ πρὸ τῶν ἄλλων ἐκείνῳ
ὕβρεις δὲ
παίδων καὶ γυναικῶν ἁρπαγὰς καὶ πολιτῶν ἀδίκους
σφαγὰς καὶ χρημάτων ἀφαιρέσεις καὶ τῆς θρεψαμένης
ἐκπτώσεις καὶ τἄλλα ὅσα μὲν ἐκεῖνος ἐτόλμα τυραν-
νῶν, ἡμεῖς δ’ ἐφέρομεν τυραννούμενοι, τί ἄν τις ἐμ
τραγῳδοίη; ὧν γὰρ ἡ πεῖρα οὐ πρὸ πολλοῦ, ταῦτά
μοι καὶ λέγειν περίεργον. ταῦτα δὲ πάντα καθ’ ἡμῶν
ὁ κακοδαίμων ἐκεῖνος κρύφα σκευωρούμενος διεπράτ-
τετο οὐδὲν εἰδυίας, οὐ μὰ Δία, τῆς γυναικός. οἷς γὰρ
ὡς οὖν ὁ μὲν ἀσελγῶς οὕτω τοῖς νόμοις ἐφύ-
βριζε, τοῖς δὲ πάσχουσιν ἡμῖν οὐδ’ αὐτὸ τὸ θρηνεῖν
ἔξω κινδύνων ἐλείπετο, πολλοὺς πολλάκις αὕτη λόγους
ὑπὲρ ἡμῶν ἐφθέγξατο, πολλὰς δημηγορίας ὑπὲρ τῆς
ἐνεγκαμένης μετὰ καὶ δακρύων τοῦ τυραννοῦντος κατέ-
χεεν. ἀλλὰ τί μή, πρὸς θεῶν, οἱ πρὸς τοῖς λόγοις
ἐκεῖσε τυχόντες τῷ δήμῳ τὴν τυραννοκτόνον βουλὴν
ἐκείνην ἐξαγγέλλετε, ὅπως νῦν μὲν ἱκέτευε, νῦν δ’
ὑπὲρ τῶν νόμων ἐφθέγγετο τὸ ἀπὸ θεῶν προβαλλο-
ὧς
δὲ καὶ δεύτεροι καὶ τρίτοι κατεγελῶντο λόγοι καὶ ἡ
μὲν ἐπ’ ἀνηνύτοις ἔλεγεν, ὁ δ’ ἐπὶ κακῷ τοῦ δήμου
τυραννῶν οὐκ ἔληγε, κατὰ τοὺς τῶν Ἀσκληπιαδῶν
σοφωτέρους τῆς ἐπῳδῆς καταγνοῦσα καὶ τῶν φαρμά-
κων ἐπὶ τοὺς καυτῆρας καὶ τὴν τομὴν ἀπιδεῖν ἔγνω
καὶ τέμνειν ἐπιχειρεῖ τὸ μέγα τραῦμα, τὸν τύραννον,
ἔνα μὴ καὶ τὸ πᾶν τοῦ τῆς πόλεως σώματος ξυνοιχή-
σεται.
ἐνταῦθα μάχη τις ἦν φιλελευθερίου γνώμης
καὶ φύσεως. ἡ μὲν τὴν χεῖρα ὧς κατὰ τυράννου ὥπλι-
ζεν, ἡ δ’ ὡς κατ’ ἀνδρὸς ὁπλιζομένην τῆς ὁρμῆς
ὑπανέκοπτεν. ἐντεῦθεν εἷλκεν ἡ τόλμα, ἐκεῖθεν κατέ-
κλα τὸ γένος. ἦρε τὸ ξίφος, αὖθις ἀπέρριψεν. αὖθις
ἀνείλετο, καὶ αὖθις τὸ ξίφος τῆς χειρὸς ἀπέρρευσε.
καὶ πολλάκις ἑκάτερον καὶ μετὰ δακρύων ἕκαστον.
16. ὧς οὖν ὀψέ ποτε ὅλη γέγονε τοῦ τῆς πόλεως κα-
λοῦ καὶ συμφέρειν αὑτὴν μᾶλλον ἐπ’ οἴκου στένειν ἢ
τὸν ὅλον δῆμον ἐπ’ ἀγορᾶς ἀλγεῖν ἔκρινε, καὶ τὸ τοῦ
συμμαχίαν ἵεται καὶ ἃ τοῖς λόγοις οὐκ ἴσχυσε πρό-
τερον, ταῦτα τῷ ξίφει κατορθώσειν ἐπίστευσε.
καὶ
ἡμῶν μὲν οὐδεὶς τοῦτο τῶν μισούντων ἐτόλμησε, τῶν
ὑβριζομένων, τῶν ἀδικουμένων, τῶν κακῶς παρ’ ὅλην
οὐ τῶν στρατηγῶν, οὐ τῶν ὁπλιτῶν. καὶ τί λέγω τοὺς
ἄλλους; ἀλλ’ οἵ γε τῶν τῆς πόλεως οὗτοι
φάσκοντες εἶναι, οἱ νῦν ἐπὶ βήματος ῥέοντες, οἶ νῦν
πολλὰ θρασυνόμενοι, ἔχεις τινὰ τούτων εἰπεῖν εἰς
τοῦτο τόλμης ἐλθόντα ὁ γενναῖος καὶ νῦν τοὺς νόμους
ἐξακριβούμενος; ἀλλ’ οὐδὲ τούτων οὐδεὶς πρὸς τοσοῦτο
τόλμης ἐλθεῖν ἐθάρρησεν.
ἡ γενναία δὲ αὕτη καὶ
μόνον τὸ σῶμα γυνή, τὴν δὲ ψυχὴν ἀνδρώδης, τῷ
ὄντι δὲ μᾶλλον καὶ τὴν χεῖρα καὶ τὴν ψυχὴν ἐλευθέ-
ριος ἐγχειρίδιον ὑπὸ μάλης λαβοῦσα καὶ τὸ δωμάτιον
εἰσελθοῦσα, οὗπερ ἐτρύφα καθ’ ἡμῶν ἐκεῖνος, καὶ τοὺς
μὲν ὀφθαλμοὺς εἰς τὴν τοῦ τυράννου σφαγὴν μετὰ
καὶ τῆς χειρὸς ἀποτείνουσα, τῇ δὲ γνώμῃ πρὸς ὑμᾶς
ἀφορῶσα, τὸν δῆμον, καὶ τῇ πρὸς τὸν ἄνδρα στοργῇ
καὶ
μιᾷ πληγῇ τὸν μὲν εἰς τοὔδαφος μετὰ καὶ τῆς ὅλης
τυραννίδος κατέβαλε, τοὺς δὲ νόμους πεπτωκότας ἀν-
έστησε καὶ τὸν πολλοὺς ἀνελόντα μόνη μετὰ καὶ τοῦ
ξίφους κατεστρατήγησε καὶ δι’ ἑνὸς φόνου τὰ κάλλιστα
τῶν πώποτε τροπαίων ἀνείλετο. καὶ μιᾷ χειρὶ τρεῖς
καθεῖλε τυράννους, στοργὴν ἐξ αἵματος, ἀνανδρίαν ἐκ
γένους, καὶ τὸ τελευταῖον, μέγαν, φοβερὸν ὁπλίτην,
ἄνδρα τύραννον.
20. Καὶ διὰ τοιαύτης παραδόξου σφαγῆς τὰ πάντα
πᾶσιν ἀποδεδωκυῖα ἴα μίαν αὐτὴ καὶ ταύτην χάριν αἰτεῖ-
ται δικαίαν. ὁποία τις αὕτη; οὐ πλέθρα γῆς, οὐκ ἀπὸ
πρυτανείου σίτησις, οὐκ ἄλλο τῶν πρὸς κέρδος οὐδέν,
ἀλλ’ ἢν ἂν φρονοῦντες θαυμάσαιεν ἄνθρωποι κἂν
ὑμεῖς ἀκούσητε, τὸν τῆς φύσεως, οἶμαι, θεσμὸν αἰ-
δεσθήσεσθε.
γονὴ παίδων αὐτῇ περίεστι καὶ
τὴν γλῶτταν ὑποψελλίζοντες καὶ μήπω φθάσαντες τῆς
τοῦ πατρὸς ὠμότητος γεύσασθαι, ἀλλ’ ἔτι καὶ τοῦθ’
ὅπερ ἐστὶ τυραννὶς οὐκ εἰδότες οὔθ’ ὧς ὁ τούτων
πατὴρ τύραννος. τὸν οὖν τεκόντα ὧς ἀδικοῦντα πρὸς
22. Ἀλλ’ ἐνταῦθά μοι προσεπιπηδῶσι τῷ λόγῳ καὶ
τὴν τυραννίδα ποιεῖσθαι σκηπτόμενοι καὶ τὸν τοῦτο
λέγοντα νόμον ὡς ἐπὶ τούτοις προβάλλονται. ἐγὼ δὲ
οἶδα μὲν τὸ γράμμα, οἶδα δ’ ἐφ’ οἷς ἄρα καὶ γέγρα-
πται. ἀποκτιννύναι τοὺς τῶν τυραννούντων παῖδας ὁ
νόμος βούλεται μέν, ἀλλ’ ὁπόταν μετὰ τῶν τεκόντων
ἀδικοῖεν τὴν πόλιν, ἀλλ’ ὁπόταν τὰ τῶν πατέρων μι-
μοῖντο καὶ τὰ τυραννούντων κακουργεῖν ἐπιχειροῖεν
τούς τε νόμους μετασκευάζοντες καὶ τοὺς τῆς πολι-
τείας θεσμοὺς διαγράφοντες, καὶ ὅλως ὅταν ἡ πόλις
εἰς κακόν τι καὶ τούτων ἀπόναιτο, τότε καὶ παῖδες
τύραννοι μετὰ πατρὸς τυραννοῦντος πιπτέτωσαν. οἶς
γὰρ μετεῖχον τοῦ πονηρεύματος εἰκότως καὶ τοῦ πε-
σεῖν συμμεθέξουσιν.
εἰ μὲν οὖν ἔχεις τι καὶ τού-
των εἰπεῖν, ὦ κατήγορε, οἷς ὁ ξύμπας δῆμος ἢ καὶ
τῶν καθέκαστά τις μόνος ὑφ’ οὕτως ἀτελοῦς ἡλικίας
τυχὸν περιύβρισται, ἡκέτω μὲν ὁ παθὼν καὶ δεικνύτω
24. εἰ γὰρ διττὸν τρόπον ὑπεύθυνοι γίνονται ἄνθρω-
ποι, ἤ πρὸς πέρας τὸ κακοὶ γενέσθαι φιλονεικήσαντες
καὶ τοῖς ἔργοις τὸ τῆς γνώμης ἀπελέγξαντες ἄδικον ἤ
μήπω μὲν ἐγχειρήσαντες, δῆλοι δ’ ἄλλως ὄντες εἰς
τοῦτο γνώμης ἥξοντες, εἰ μὴ μετὰ τῆς ἐπιβουλῆς φθά-
σεῖ καὶ τὸ σῶμα θᾶττον ἀποκόψας ὁ δῆμος, τούτων
δὲ τὸ μὲν οὐδεὶς ἔχει δεικνύναι, τὸ δ’ αὐτὸς ὁ χρόνος
οὐ μαρτυρεῖ, οὐκ οἶδα ἀντὶ τίνος οἱ παῖδες ἀδικεῖν
δικαίως δόξαιεν.
ἢ μόνοι τῶν ἀπάντων μηδέν τι
πονηρευσάμενοι τὰ τῶν πονηρευσαμένων ὑποίσουσι;
πρῶτα λέγε μοι τὸ πονήρευμα καὶ τότε τὸν δήμιον
ὅπλιζε. ἆρ’ οὖν τινα τῶν πολιτῶν χρήμασιν ἐζημίωσαν
ἢ τοῦτο μὲν οὔ, φυγάδα δὲ τῆς πατρίδος ἐξήλασαν;
ἤ καὶ τοῦτο μὲν τῆς κακουργίας οὐκ ἔχεις εἰπεῖν,
ὀφρὺν δέ τινα κατὰ τῶν δημοτῶν ἀκόλαστον καὶ ὕβριν
κολάζεσθαι πέφευγε.
τοῦτο οἶδε μὲν ὁ νομοθέτης,
οἶδε δὲ καὶ ἡ γενναία μήτηρ αὕτη τῶν παίδων. καὶ
ἅτε μηδέν τι τύραννον τετολμηκότων ἡ μήτηρ μετὰ
καὶ τῶν νόμων ἐφείσατο. καὶ νῦν οὐχ ὡς ἐκείνου τοῦ
πεσόντος παῖδας, ἀλλ’ ὡς αὑτῆς ἐξαιτεῖται τὸν δῆμον,
ᾧ μηδὲν αἰτησαμένῳ μηδὲ πρὸ τοῦ λιπαρήσαντι αὐθ-
αίρετος τὴν δημοκρατίαν ἀπεχαρίσατο.
οἶμαι δ’
ὅτι κἂν εἰ μὴ τοῖς νόμοις ἐδέδοκτο, ἀλλὰ τῷ γε δήμῳ
πρὸς αἰσχύνης ἂν ἦν τὸ μὴ δοῦναι νόμον ἔνα τῇ πάν-
τας ἀποδεδωκυίᾳ τοὺς νόμους καὶ ταῦτα ὡς οὔποτ’
ἄν τις οὐδ’ ὄναρ ἤλπισεν. ἀλλ’ οὐδ’ ἄν, <εἰ>
τοὺς παῖδας ἁρπαζομένους ὁρῶσα ἔφερεν, ὁ δὲ δῆ-
μος οὐκ ᾤκτειρεν, ἀλλ’ ἐπέτρεπε τὴν σφαγήν, οὐδ’
οὕτως ἂν εἶχε καλῶς ὑμῖν, οἷς τὸ μηδὲν ἔξω δίκης
πράττειν ἢ λέγειν ἡ πᾶσα σπουδή, ἄτεκνον ἐπιδεῖν
ἀνασχέσθαι τὴν δι’ ὑμᾶς ἀπεκτονυῖαν τὸν ἄνδρα καὶ
χηρείαν ἐξουσίας προτιμησαμένην παρανόμου διὰ πολι-
τείαν ἔννομον καὶ βῆμα ἐλεύθερον.
ἐπεὶ δὲ νῦν
τοῦτο καὶ τῷ νόμῳ δοκοῦν καὶ ὁ νομοθέτης οὑτωσί
πως ἀπὸ τοῦ γράμματος διαρρήδην βοᾷ ὡς αἰτείτω
μὲν ὁ τυραννίδα καθελὼν ὅ τι καὶ βούλοιτο, ἡ
οὐδένα τρόπον, οὐδεμίαν
ὁδὸν εἰς ἀντίχαριν τοῖς τυραννοκτονοῦσιν ὁ νομοθέ-
τῆς ἀπέκλεισεν, ἀλλ’ αὐτόνομον ἀφῆκε τὴν αἴτησιν
καὶ τὴν ἀντιμισθίαν τῇ βουλήσει τῶν αἰτουμένων
ἀντιμετρεῖ. αἰτείτω, φησίν, ὁ τύραννον ἀνελὼν
ἀγρούς, σῖτον, ἀτέλειαν, χρήματα, κτήματα,
ξύμπαν ὅ τι καὶ θέλει. παρὰ τοῦ δήμου λήψε-
τᾶι, ὅ τι καὶ παρ’ ἐμοῦ πρότερον τοῖς νόμοις
τὴν πολιτείαν κοσμήσαντος. εἰ γὰρ ἐστενοχωρη-
μένην ἔγραφε τὴν ἀντίδοσιν, πάντως ἂν ξυναποστε-
νώσας καὶ τοὺς τυραννοκτονήσοντας ἔλαθεν. ὅθεν κοι-
νῆς δεῆσαν τῆς τυραννοκτονίας κοινὰς καὶ τὰς δωρεὰς
ἐπιφιλοτιμεῖται.
ἀποκτεινέτω, φησί, τὸν τύ-
ραννον καὶ παῖς καὶ γυνὴ καὶ πατὴρ 〈καὶ μή-
τηρ〉 καὶ φίλοι καὶ δυσμενεῖς καὶ αὐτόχθονες
καὶ | ἐπήλυδες. πάνδημον ἴστω τὸ τρόπαιον,
εἰ δὲ σὺ
νῦν ἄνω καὶ κάτω στρέφων τὰς συλλαβὰς πείσεις τὸν
δῆμον οὐχ οὕτω φρονεῖν ὡς ἐκεῖνος ἀρχῆθεν ὡρίσατο,
ὅρα μὴ πολλοὺς διαγράφειν ἐπιχειρῇς τοῦ καλλίστου
τῶν τυραννοκτόνων κύκλου καὶ τὰ τῶν τυράννων
καθιστᾷς βεβαιότερα τούτοις οἷς καταβάλλειν μᾶλλον
ἐνόμισας.
32. Σύ μοι προφέρεις τὸν τύραννον καὶ τὰ ἐκ τῆς
τυραννίδος κακὰ καὶ ἕτερ’ ἄττα ὁπόσα ἐκεῖθεν ὑπὸ
πονηρῷ τῷ σπέρματι πονηρότερον ἀνεφύετο, ἐγὼ δέ
σοι τὴν τυραννοκτόνον, τὴν βουλήν, τὸ ξίφος, τὴν
χεῖρα, τἄλλα ὁπόσα τῶν ἀγαθῶν ἐντεῦθεν περιχορεύει
τὴν πόλιν.
μᾶλλον μὲν οὖν αὐτὸς ὁ κατήγορος οἷς
τὰ τῆς τυραννίδος ἐκτραγῳδεῖς, τούτοις τὰ τῆς τυραν-
νοκτονίας ἐπαύξειν δοκεῖς. οὕτω τοῖς αὐτὸς αὑτοῦ
περιτρεπόμενος λέληθας καὶ περιιστὰς εἰς τἀναντία
τὴν βούλησιν. εἰ γὰρ οὕτως ἐκεῖνος ἦν τυραννικόν τι
χρῆμα καὶ θεοῖς ἀπεχθόμενον καὶ τηλικαῦτα μὲν εἰς
αὐτοὺς νόμους ἡμάρτανε, τηλικαῦτα δὲ περὶ τὸν δῆμον
λομένη τὸν τύραννον τοῦτο τῇ πόλει καὶ τοῖς νόμοις
ἀπέδωκε;
34. Λέγε μοι, πρὸς νόμων αὐτῶν, τὰ τόθ’ ὑπὸ
τοῦ τυράννου κατὰ νόμων ἐξειργασμένα καὶ ποιοῦ τὰ
ἐκείνου δυσσεβήματα τῶν τῆς ἀπεκτονυίας ἀνδραγαθη-
μάτων κατάλογον, ἐγὼ δέ σοι προσεπιθήσω καὶ τὸν
τρόπον ὅπως ὁ τύραννος ἔκειτο.
Ἐτυραννεῖτο μὲν ἡ πόλις, σὺ δ’ ὁ νῦν λαμπρὸς
τὴν γλῶτταν ἡσύχαζες, ὁ δὲ δῆμος δουλοκρατούμενος
οὐκ εἶχεν ὅ τι καὶ χρήσαιτο. δορυφόρους πολλοὺς
ἐπὶ κακῷ τῷ τῆς πόλεως ἔτρεφε, πολλῷ δὲ πλείους
ἐπὶ τῆς ἀκροπόλεως φυλακὴν περιίστα τῷ σώματι.
πάντων οὖν ἐπὶ τούτοις δεδιότων καὶ κατεπτηχό-
των καὶ πάσης ἐπιλελοιπυίας μηχανῆς καὶ μηδεμιᾶς
χρηστοτέρας ὑπούσης ἐλπίδος εἶδε τὸ | κακὸν ὁπό-
ἀτυχίας τὸν δῆμον, ἐμίσησε τῆς ἀπονοίας τὸν ἄνδρα
καὶ τὸ ἐντεῦθεν ἔργοις τὸ μισεῖν ἐβεβαίωσε. λαμβάνει
καὶ νῦν πολλοὶ
περιεστᾶσι τὸν νεκρὸν καὶ οὐ πάντες τῆς αὐτῆς πό-
λεως, ἀλλ’ οἱ μὲν τῆς ἡμετέρας, οἱ δ’ ἐξ ἀστυγειτό-
νων ὄντες, οἱ δ’ ἄλλος ἀλλαχόθεν. καὶ πᾶσι θαυ-
μαστόν τι χρῆμα δοκεῖ καὶ πέρα θαύματος, ἄνθρωπος
ὁπλίτης, τύραννος, ἀνὴρ ὑπὸ γυναικὸς τὴν ὅλην κατα-
βεβλημένος ἰσχὺν καὶ οὐδὲ ταύτης δυσμενοῦς ᾗ τυχὸν
ἐκεῖνος ἐφυβρίζων ἐτρύφα, ἀλλ’ ἥν, ὅτε νόμοις ὑπέ-
κυπτε, κατὰ νόμους ἠγάγετο καὶ μετὰ τὴν τῆς δημο-
κρατίας ἀπόστασιν εἶχεν, ἐφύλαττεν, ἔστεργε.
καί
τις οὐκ εἰδὼς παρά του τῶν εἰδότων πυνθάνεται ὅτι
τοῦτον μέν τοι πονηρὸν ὄντα καὶ τύραννον ὧς μὲν
πολλὴν φρουρὰν σώματος ἔχοντα, ὡς δὲ πλείους
δορυφόρους κατὰ τῶν νόμων τρέφοντα γυνή τις μιᾷ
πληγῇ κατήνεγκε καὶ τὴν πολλὴν ἐκείνην δορυφορίαν
ἀπήλεγξεν, ἡ δὲ οὕτω τοι φιλόπολις ἦν ὡς ἔχειν τὸ
μὲν σῶμα μετὰ τοῦ τυράννου, τὴν δὲ ψυχὴν μετὰ τοῦ
δήμου, καὶ μέγα τι δυναμένη καὶ μείζω τῶν νόμων
μοις αὐτόβουλος γίνεται.
οἱ δὴ ταῦτα λαχόντες
καὶ οὕτω κείμενον τὸν τύραννον ἐκπεπληγμένοι νῦν
μὲν τῆς εὐμοιρίας τὴν πόλιν ἄγανται καὶ τὴν ἀπὸ γυ-
ναικῶν τόλμαν καὶ τῆς εἰς ἄνδρας ἡκούσης ἀνδρείας
οὐκ ἀγεννὲς τίθενται ξύμβολον καὶ τοῦ μηδὲν ἂν ἐθέ-
λειν ἔξω νόμων πεπολιτεῦσθαι, εἰ δὲ καὶ πύθοιντο
τὴν μὲν ὧς αἰτοίη τοὺς παῖδας, ἡμᾶς δ’ ὧς οὐκ ἐπι-
νεύομεν καὶ σμικρολογοῦμεν περὶ τὴν τὰ μεγάλα δε-
δωκυῖαν ἡμῖν, δέδοικα μὴ τὴν μὲν οὐδὲν ἧττον καὶ
πάλιν | θαυμάσονται καὶ γενναίαν ὑπολήψονται,
ὑμᾶς, ἀλλ’ οὐκ οἶδ’ ὅ τι καὶ φαίην, μὰ τοὺς θεούς, εἰ
μὴ μετὰ τῆς νῦν ἀγνωμοσύνης καὶ τὴν ἐντεῦθεν ἀδο-
ξίαν εὖ ποιοῦντες προσαναιρήσετε.
40. Παῖδες τυραννοῦντος ἀνδρὸς μετὰ καὶ
βούλημα. τίνα τούτων κρατεῖν δικαιότερον; πρὸς τῆς
Δίκης αὐτῆς, ὦ ἄνδρες, σκέψασθε.
αὐτίκα ὁ
ἐμὸς νόμος μετὰ τοῦ δικαίου πολύ τι καὶ τοῦ ξυμφέ-
ροντος ἀποφέρεται, τὰ δὲ γράμματα ταῦτα, τοὐναντίον
ἅπαν, ἀδικοῦσι τὰ καίρια. σκοπητέον γὰρ τίνος ἀνέ-
καθὲν τοῖς τε νόμοις καὶ τῷ γεγραφότι τοὺς νόμους
ἐμέλησεν. οὐχ ἵνα τὰ μὲν τοῦ δήμου σώζοιτο, τὰ δὲ
τῶν τυραννούντων βαλλόμενα πίπτοιεν;
οὐκοῦν
ὁ μὲν τοὺς παῖδας ἀναιρῶν νόμος ἐπ’ ἀδήλῳ τῆς τύχης
ὠφελεῖν τι τὴν πόλιν ἔδοξεν, οὐ γὰρ ἂν εὐθὺς ὅσοι
τυράννων παῖδες καὶ τύραννοι γίγνοιντο, καὶ τὸ δο-
κεῖν ὠφελεῖν ἐσάπαξ, οὐ πολλάκις ἀπεκληρώσατο. κὰν
μὴ νῦν ὁ τοὺς παῖδας ἀναιρῶν νόμος οὗτος φθάσῃ
παρ’ ὑμῶν ἀναιρούμενος, ὁρᾶτε μὴ τοῦ λοιποῦ μετὰ
τῶν πατέρων καὶ τοὺς παῖδας οὐχ ἕξετε.
τίς γὰρ
ἂν οὕτω φιλοκίνδυνος ἄνθρωπος εὖ ἔχων νοῦ καὶ
φρενῶν ὧς τηλικούτοις μὲν ἐπιτολμᾶν πράγμασι καὶ
ὑπὸ μέσα τὰ τῶν δορυφόρων ὠθεῖσθαι ξίφη καὶ τὸν
τοὺς δὴ τοὺς μετὰ τὸ πεσεῖν τὸν τύραννον γενναίους
καὶ ὑπὲρ τὸ δέον μισοτυράννους;
ὑπὸ μὲν οὖν
τοῦ σοῦ τούτου γράμματος καὶ δὴ τοσαῦτα μὲν ἡ πό-
λις καὶ οὕτω σμικρὰ τυχὸν ὠφελήσεται, πολλῷ δὲ
πλείω τοῦ δοκοῦντος κέρδους ὑποστήσεται τὴν ζημίαν,
ὁ δὲ ἐμὸς νόμος φυλαττόμενος μὲν τήν τε πόλιν φυλά-
ξει τούς τε τυραννοῦντας <ἐν> δέει τοῦ πεσεῖν ὑφ’
καὶ τύχοι τηρήσει, | ἀναιρούμενος δὲ μετὰ τῶν
τὸ γὰρ τοῦτον
μὴ παρ’ ἡμῖν ἑστάναι πολιτευόμενον ἴσον καὶ τὸ δο-
ρυφορεῖν τοῖς τυράννοις τὰ σώματα. ὧς νῦν μὲν ἐγ-
γύθεν οἶ σφαγεῖς ἐφεστᾶσι καὶ πάντες ὑποπτεύουσι
τύραννοι, μήπου τινὰ καὶ τῶν ἀδοκήτων τοῖς ῥήμασι
τούτοις ὁ νομοθέτης ἐπάρας ἐπὶ τὸ τυραννοκτονεῖν
ὥπλισεν· εἰ δὲ τὸ ἀπὸ τοῦδε τὸ γράμμα τοῦτο τῆς
λοιπῆς νομοθεσίας ἀποξέσαι τολμήσει τις, οὗτος, εὖ
46. Χωρὶς δὲ τούτων, εἰ καὶ μηδὲν οὗτος ὁ νόμος
ὠφελήσειν ἔμελλε συντηρούμενος, ἀλλά γε τὸ πρὸς
τρόπου τοῦτον μὲν εἶναι τῇ πόλει, τὸν ἕτερον δὲ
σκαιὸν καὶ ὠμὸν τὴν γνώμην μέγα τί μοι πρὸς πειθὼ
καταφαίνεται τοῦτον μὲν σώζεσθαι, τὸν δ’ ἔχειν προσ-
ἥκειν τὰ δεύτερα. ὁρᾶτε γὰρ ὅπως ὁ μὲν ἤπιός ἐστι
καὶ νόμων ἀπάντων φιλανθρωπότατος καὶ τῇ μητρὶ
τοὺς παῖδας ἀντιχαρίζεται, δι’ ἧς αἰ λοιπαὶ τῶν μη-
τέρων οὐκ ἐφ’ ὕβρει τὰ τέκνα τρέφουσι, καὶ τὴν χεῖρα
παρασαλεύειν οὐ βούλεται, δι’ ἧς ὁ τοὺς νόμους παρα-
σαλεύσας οἴχεται τύραννος, ἅτερος δὲ τὸ ξίφος ἐπιθή-
γει, τὸν δήμιον ἐφοπλίζει καὶ θύειν τοὺς παῖδας ἐπι-
χειρεῖ, παῖδας νηπίους, ἁπαλὸν κλαυθμυρίζοντας καὶ
μέσης ἀφαρπάζειν ἐθέλει μητρικῆς ἀγκάλης ἣ μέσων
τῶν τυράννου χειρῶν ἀφαρπάσασα τῇ πόλει τὴν ἐλευ-
ἔπειτα ποῦ δίκαιον καὶ τῆς
ὑμῶν φιλανθρωπίας ἄξιον ὑμᾶς μὲν χαίρειν ἐφ’ οἷς ὁ
κατάρατος πέπτωκε, τὴν δὲ τὸ χαίρειν ὑμῖν ὰποδεδω-
κυῖαν ἐπὶ στυγνοτέρας καθῆσθαι τῆς τύχης, καὶ
μὲν ταῦτα δὴ τὰ τῶν εὐθυμουμένων ἐν δημοθοινίαις
ἄγειν καὶ ἱεροῖς ἐπιβωμίοις καὶ θεῶν ἑορταῖς, ταυτηνὶ
δὲ δυσθύμως ἔχειν καὶ τὰ μὲν ἀλγεῖν, τὰ δ’ ὑμᾶς ὡς
ἀγνώμονας αἰτιᾶσθαι;
48. Εἰ δή τις ἐπὶ τοιούτοις ὅ τι δὴ τὸ αἴτιον
πύθοιτο, ἡ δὲ φαίη μέν, ὅπως δι’ ὑμᾶς ἠφείδησε τοῦ
ἀνδρὸς καὶ πέρα γυναικείας ἠνδρίσατο φύσεως, εἶθ’
ὧς ᾐτήσατο μὲν αὐτὴ τοὺς | παῖδας, ὑμεῖς δ’ οὐκ
τίνας ἂν ἐπὶ τούτοις ἐκεῖνον ἀφεῖναι δοκεῖτε τὰς
φωνάς;
49. Διὰ ταύτην οὖν, φησί, νόμον εὖ ἔχοντα
λάψε τῆς ψυχῆς.
καὶ παῖδας τυράννου πατρὸς
ἐφ’ ἑτέρᾳ τυραννίδι διαφυλάξομεν; τί δ’ αὐτίκα
τυραννήσουσι; τί δ’ αὐτίκα περιεργάσονται τὴν ἀκρό-
πολιν; πόσοι δημοτικῶν παῖδες κατὰ δημοκρατίας ὡπλί-
σαντο, πόσοι χρηστῶν πατέρων ὄντ’ ἐς αὐτοὶ τοὺς τρό-
ποὺς πεφήνασι χείριστοι. εἰ δὲ τοῦτο δίδως, καὶ θά-
τερον προσεπέδωκας, ὡς ἔσονται καὶ τυράννου πατρὸς
παῖδες δημοτικώτεροι.
μή μοι τὸν νόμον ἐς τὸ
παντελὲς ἀφαίρει τοῦ πολιτεύεσθαι. ἀλλ’ ὁπη-
νίκα μήτηρ αἰτεῖται τοὺς παῖδας, περίσωζε καὶ καινόν
τινα τρόπον καὶ γυναῖκας κατ’ ἀνδρῶν τυράννων
ὅπλιζε. τοῦτο ἐκείνους μὲν φοβήσει, τὰς δ’ οὐ τὰ μέ-
τρια πρὸς τὴν τόλμαν ἐφέλξεται, εἰ καὶ τούτων πεπτω-
κότων ἀλλ’ οὐ τούς γε παῖδας προσαπολέσουσιν. εἰ δ’
οὐ μήτηρ, οὐ πατήρ, οὐκ ἄλλος τις τῶν ἐκ γένους,
τὸ τηνικαῦτα τὸ πᾶν τῆς ἰσχύος ὁ νόμος ἐχέτω
Ἡδέως δ’ ἂν ἐροίμην, ὦ ἄνδρες, τουτονὶ τὸν
τοὺς νόμους κομψόν, ὅτου χάριν οἱ παῖδες ταυτηνὶ
δώσουσι τὴν δίκην. εἰ μὲν ὧν παρανομοῦντες ἔπρατ-
’τον, αὐτὸς ἔλεγχε καὶ τὸ παθεῖν ὑπολείπεται· εἰ δ’
ὧς πατρὸς ἐκφύντες τυράννου, διὰ τί μὴ μᾶλλον ὡς
τυραννοκτόνου μητρὸς δικαιότερον περισώζοιντο;
ἴα
μοι τὸν τύραννον, ἐπὶ τὴν τυραννοκτόνον μετάβηθι
καὶ πρὸς ταύτην ἀφορῶν τὸν νόμον τουτονὶ τὸν σὸν
ὑπανάγνωθι δήμιον καὶ γνοίης ἂν ὡς ἐπὶ κενοῖς
ἐνταῦθά σοι τὸ ξίφος προβάλλεται. εἰ μὲν οὖν τῶν
τοῦ πατρὸς κακῶν εἰσέτι που καὶ νῦν μεμνημένος
ἐπὶ τοὺς παῖδας ἄγεις τὴν τιμωρίαν, ὅρα καὶ τὰ τῆς
μητρὸς ἀριστεύματα καὶ τὸ πολὺ τοῦ θυμοῦ |
οὐ φυλάττεις τὸ εὔγνωμον, μηδ’ ὧν ὁ πατὴρ ἐτόλμα
κακῶς ἐπὶ τοὺς παῖδας τὴν αἰτίαν μετάφερε.
εἰ
δὲ δεῖ τι καὶ δριμύτερον εἰπεῖν πρὸς ἀλήθειαν, πόθεν
οὗτ’ οἱ τυράννου πατρὸς οἱ μηδ’ αὐτὸ τοῦτ’ εἰδότες,
ὅ τι καὶ τύραννος; οὔποτε κακὸν οὐδὲν αὐτόματον ἡ
φύσις ἐνέσπειρεν, ἀλλ’ ἔστι τά γε πλείω τῶν τοιῶνδε
καὶ ὥσπερ ἐπ’
ἐκείνων, ὑγιεινὸς μὲν εἰ τύχοι πατήρ, ὑγιεινὸν σῶμα
προσεπέφυσε τῷ παιδὶ καὶ καλὸς ἕτερος αὖθις ἐμόρ-
φωσε ὄψιν ἐς κάλλος, νοσερὸς δὲ τοὐναντίον ἤ
καὶ δυσπρόσωπος τοιαύτην ἐνέθηκε τὴν φύσιν ἢ τὴν
μορφὴν ἐτυπώσατο, οὕτω δὴ κἀνταῦθα γνώμην ἀγαθὴν
σοφός τις παιδαγωγήσας ἐνέφυσε καί τις, κἂν μὴ τὸ
καλὸν εἶχε πάτριον, ἀλλ’ ὑφ’ ἑτέρου μαθὼν ἐπησκή-
σατο.
εἰ μὲν οὖν ὑπὸ τῷ καταράτῳ ἐκείνῳ τρα-
φέντες εἰς τόδε τῆς ἡλικίας ἀνέδραμον, ἦν ὡς τὰ
πολλὰ τῶν ἐκείνου τυραννικῶν ἀπομαξαμένους ἀπο-
κτείνειν οὐκ ἄλογον· νῦν δ’ ὁ μὲν ἐπ’ ἄλλοις εἶχε τὸ
πολὺ τῆς φροντίδος καὶ τοὺς δορυφόρους τὰ βαρύ-
τάτα κακουργεῖν ἐξεπαίδευε, τούτους δὲ ἡ γενναιοτάτη
πασῶν αὕτη γυναικῶν πρῶτα μὲν ἀνῆκε τῆς γαστρὸς
ὑπὸ μυρίαις ὠδῖσι βαλλομένη, ἔπειτα τεκοῦσα τὴν μι-
σοτύραννον θηλὴν ὑπανέτεινε καὶ τυραννοκτόνου γά-
λακτος ἔγευσε καὶ χερσὶν ἀνείλετο καθελούσαις τὸν
τύραννον, ὥστ’, εἰ δεῖ τι καὶ τῶν τεκόντων φύσει τοὺς
παῖδας ἐναποφέρεσθαι, ταύτης ἂν εἶεν παῖδες καὶ τὸν
τρόπον ὁμοῦ καὶ τὴν γένεσιν κἄν που τυραννοῦντά
διὰ
ταῦτα μόνης ἐγὼ τῆς γενναίας ταύτης τοὺς παῖδας
τίθεμαι. ἀπὸ τούτων τυραννοκτόνους ἕξειν τὴν πόλιν,
οὐ τυράννους μαντεύομαι. ὁρῶ τὴν θρεψαμένην καὶ
χρηστοὺς ἔσεσθαι τοὺς παῖδας στοχάζομαι. ἐντεῦθεν
ἔχεις καὶ σὺ φυλάξαι τὸν τυράννοις ἀγριαίνοντα νό-
μον κἀμοὶ τὸν τοὺς παῖδας χαριζόμενον τῇ μητρὶ μὴ
καταπροέσθαι περίεστιν. οὐκ εἰσὶ τυράννου πατρὸς καὶ
τὸ γράμμα τὸ σὸν ἐκπεφεύγασι. τυραννοκτόνον αὐχοῦσι
μητέρα καὶ τῇ μητρὶ παραψυχὴν | ὁ δῆμος ἀπέ-
τούτους εἰς δωρεὰν αὐτὴ μὲν ᾔτησεν, ἡ δὲ
πόλις ψηφίζεται. δεῖ γὰρ τὴν θρεψαμένην εὐεργετεῖν,
ὅπως ἄρα καὶ δύναιτό τις. εἶτα καὶ δωρεὰν αἰτεῖ ἣ
καὶ τὴν πόλιν οὐ λυπήσει καὶ τὸν αἰτούμενον εὐφρα-
νεῖ. οὔθ’ ὁ τῆς εὐεργεσίας οὔθ’ ὁ τῆς ἀντιδόσεως
ἐστενοχώρηται τρόπος, ἀλλ’ ἐπ’ ἀμφοῖν καὶ δρᾶσαι
καὶ παθεῖν τὸ βούλημα γίγνεται. τί γοῦν δεινόν, ὦ
πρὸς τῆς Δίκης αὐτῆς, εἰ δι’ ἡμᾶς καθελοῦσα τὸν ἄνδρα
τοὺς μηδὲν ἠδικηκότας παῖδας βούλεται περισώζειν;
59. Ἀλλ’ ἐνταῦθα τὸ μὲν αἰτεῖν ὁ κατήγορος δί-
δωσι, τὸν δὲ τρόπον τῆς αἰτήσεως αἰτιᾶται. καινὰ
γάρ φησιν αἰτεῖ καὶ ἃ λαβεῖν ἔξεστιν ὑπερβᾶσα
ἃ μὴ δέδωκε νόμος βιάζεται. ἐγὼ δὲ καινὰ μὲν αἰ-
τουμἐνην οἶδα καὶ αὐτός, ἀλλ’ ἐπὶ καινοῖς τοῖς πε-
πραγμένοις, ἀλλ’ ἐφ’ οἶς οὔπω μέχρι καὶ νῦν ἡ πόλις
ἐκόμπασεν. ἢ γὰρ ἔχεις αὐτὸς παρελθὼν εἰπεῖν μοι
τοῦ καινοῦ τούτου δράματος πολλὰ παραδείγματα ἀπὸ
τῆς ἡμετέρας; ἀλλ’ ἀπὸ τῶν ἀστυγειτόνων; ἀλλ’ ἀπὸ
τῆς Ἑλλάδος; ἀλλ’ ἀπὸ τῆς βαρβάρου;
καίτοι τίς
οὐκ οἶδεν ὡς, ὁπότε τυραννοίη τις, δευτέραν δορυφο-
ρίαν τὴν συνοικοῦσαν αὐχεῖ καὶ πολλῷ μείζω τῆς
ἔξωθεν τῆς τῶν σωματοφυλακούντων, κἂν δορυφόρος
τι πρὸς ὀργὴν ὑπέγρυξεν, ἡ δὲ προεμήνυσε, κἂν δοῦ-
λός τι πρὸς ἐπιβουλὴν ὑπετονθόρισεν, ἡ δὲ προεσή-
μηνε, κἂν ἐγγενής, κἂν πρόσοικος, τῇ δὲ πρὸς τὸ οὖς
ἐνέπεσεν, εὐθὺς ὁ τύραννος ᾔσθετο;
ἀλλὰ τούτων
οὐδὲν ἡ τυραννοκτόνος αὕτη προσήκατο, ἀλλ’ ἅμα τε
τῆς πόλεως τὴν δημοκρατίαν ἐκεῖνος καὶ τοῦτον αὕτη
κακὸν κακῶς τῆς ἀκροπόλεως ὡς ἄγος ἀπέρριψε. και-
λὶς ἔχῃ τὸν οἰκεῖον κόσμον τοῦ πολιτεύματος καὶ μετὰ
τῶν ἄλλων ἐπὶ τοῦ βήματος καὶ σὺ προσυπαναπτύσσῃς
τὰ γράμματα.
ἔπειτα μέντοι καὶ καινὸν οὐδὲν εἰ
παίδων ἀκούσασα μήτηρ οὐδέν τι πρὸ τῶν παίδων
| τίθεται. τοὐναντίον μὲν οὖν, εἰ μήτηρ οὖσα μὴ
εἷτο τὸ πρᾶγμα καί πού τι καὶ ὑπώπτευσε κατὰ τῆς
μητρός. νῦν δ’ ἄμ’ ἀνύποπτος ἡ τυραννοκτόνος αὕτη
καὶ φιλόπολις ἀκριβῶς καὶ τὰ τῆς δωρεᾶς ἀκραιφνῆ.
παῖδας αἰτεῖ μήτηρ οὓς ὤδινεν, οὓς ἀπεγαλάκτισεν,
οὓς ἔθρεψεν, οὓς ἐπαίδευσε καὶ τελευταῖον τοῦτο δὴ
τὸ τῶν ὡς ἀληθῶς μητέρων, ἐφ’ οἷς καὶ μόνοις τὰς
ὅλας ἐλπίδας ἐσάλευε.
καὶ σὺ νῦν οὐκ αἰσχύνῃ
καινὸν τοῦτο νομίζων, ὦ πρὸς τῆς Φύσεως αὐτῆς;
ὁρᾷς καὶ τῶν θηρῶν τοὺς ἀγρίους ὅπως τῶν τέκνων
πάντα δεύτερα, ὑπὲρ ὧν καὶ τἄλλα πάντα τεχνάζεται;
64. κἂν ψήφισμα τοιοῦτον ἐπ’ ἐκκλησίας ἤκουσεν ὧς
εἰ μέλλει μὴ τοὺς παῖδας κατὰ γῆς ἐρριμμένους
ἰδεῖν, αὐτὴ τεθνάτω πρότερον, οὐκ ἂν εὐθὺς ἐπὶ
τὸ ξίφος ὥρμησεν; ὅπου δὲ καὶ νομοθέτης ἐφῆκεν αἰ-
τεὶν ὅ τι καὶ θέλοι τις, ἐνταῦθα τί τῶν ἄλλων παρα-
δραμοῦσα τοὺς παῖδας αἰτήσεται;
εἰ δὲ καὶ τῆς
πολιτείας ἔτι παραλελυμένης κρύφα τῆς ἀκροπόλεως
κατιοῦσα τὸν νόμον ἐζήτει τοῦτον ἀνῃρῆσθαι παρ’
ὑμῶν, ἔνα καὶ παρ’ αὐτῆς ὁ τύραννος πεσεῖται, τί
φής; ἆρ’ οὐκ ἂν ἔδωκας; ἆρ’ οὐκ ἂν ὑφήρπασας ὧς
ἕρμαιον τὸν λόγον; εἶθ’ ἃ πρινὴ γενέσθαι παρεῖχες
ἂν ἑτοίμως, ταῦτα ἔχων οὐ δώσεις, ἀλλ’ ἐφέξεις τὴν
66. Ἔτι τοίνυν εἰ μὲν εἰς εὐνὴν ἀνδρὸς ἐλθεῖν
ἤμελλε πάλιν, οὐκ ἂν οὕτω τῆς προτέρας γονῆς ἐξεί-
χετο, ἀλλ’ εἶχεν ἂν ἐλπίδας ἐξ ἑτέρου πατρὸς καὶ πά-
λιν μήτηρ ἀκοῦσαι· ἐπεὶ δὲ τοῦτο μὲν οὐδ’ εἰς νοῦν
ἔλαβε τὴν ἀρχήν, οὐδὲ γὰρ τὴν συνοικίαν αἰτιωμένη
τὰ μεγάλα ἐκεῖνα ἐτόλμα, ἀλλ’ ὧς ἄνδρα μὲν ἔστεργεν,
ἐμίσει δ’ ὡς τύραννον, καὶ δι’ ἡμᾶς, ἀλλ’ οὐκ οἰκεί-
ους | ἔρωτας τὸν πρῶτον ἄνδρα κατέκοπτεν, ἔνα
δι’ ἡμᾶς γενομένην τῷ τὸν τὰ πάντα δυνάμενον σύν-
οικον ἐκ μέσου θέσθαι, νῦν δ’ αὖθις δι’ ἡμῶν αὐ-
τῶν καὶ τῆς τῶν παίδων γονῆς ἀποστερεῖσθαι;
67. Ἀλλὰ δεῖ πάντως καὶ μείζω τιμωρίαν
τὸν τύραννον ὑπέχειν. οὐκοῦν ἐκείνῳ μὲν τοῦ κα-
κῶς ἐθέλειν ἄρχειν τὸ τεθνάναι κάκιον ὑπερβολὴ τι-
κατήγορε, μὴ καὶ δοκοίης οἶς ἀνεῖλε τὸν τύραννον
ἄχθεσθαι καὶ πρὸς ἄμυναν τῆς ἀπεκτονυίας, ἀλλ’ οὐ
πρὸς ὕβριν ἐκείνου ταῦτα τεχνάζεσθαι.
ἱκανῶς
ἀπέδοτο τὰ τροφεῖα τῇ πόλει, ἱκανῶς ὑπὲρ τῆς ἐνεγ-
κούσης ἐφήψατο τοῦ ξίφους. ἐνετρύφα μὲν ὁ τύραννος
ταῖς τῶν ἄλλων συμφοραῖς, ἡ δ’, ἕως ἐξῆν λανθάνειν,
ἐπέστενε. καὶ ταύτῃ μὲν κατὰ πρανοῦς ἔρρει τὰ πράγ-
ματα, δυστυχούντων δ’ ἡμῶν αὐτὴ τὸ τῆς τύχης εὐ-
πετὲς πρὸς ἡδονὴν οὐκ ἐδέχετο.
ἐπὶ τούτοις τολμᾷ
τι καὶ θρασύτερον, μετὰ ξίφους ἐπιπηδᾷ καὶ τοῦ πολ-
λοὺς ἀνελόντος αὐτόχειρ γίνεται καὶ πεσόντι προσεπέ-
λεγε· ταῦτά σοι τῆς καλῆς τἀπίχειρα τυραννί-
δος, τοῦτό σοι τῶν πολλῶν φόνων ἀντίποινον.
ἐξέβης τοὺς ἀνθρωπείους ὅρους τῇ τῶν τρόπων
ὠμότητι. οὐκοῦν κἀγὼ παρόψομαί σου τὸν ζυ-
καὶ τοὺς ἔνδοθεν νόμους οὓς ταῖς ψυχαῖς ἡ
φύσις ἐνέγραψε μετὰ καὶ τῆς σῆς τυραννίδος
τροπώσομαι.
ταῦτα τίς οὐ ζηλώσει, τίς οὐκ εὐ-
δαιμονίσει, τίς οὐ θαυμάσεται; ποῖος δὲ τοιαύτην γυ-
ναῖκα τὸ κεκλῆσθαι μητέρα δικαίως προσαφαιρήσεται;
ἐπὶ γυναικῶν φορᾷ καὶ τὰ τῶν Λακώνων σεμνύνεται,
ἀλλὰ μέχρι τῆς γενναίας ταύτης καὶ φιλοπόλιδος. μέ-
γας Θρασύβουλος, | ἀλλ’ ὅτι μὴ προσήκουσαν
ἀνδρείας ἀπέκτεινε. θαυμαστὸς ὁ Θησεύς, ἀλλ’ ὅτι τὰς
ὁδοὺς τῶν λῃστευόντων ἐκάθηρεν. ἡ δὲ πόλιν ὅλην
ὑπὸ τυράννῳ πεπτωκυῖαν ἀνέστησε καὶ τὸν τοῦ γένους
παρεῖδε θεσμὸν καὶ τὴν ἐκ φύσεως ἀνανδρίαν κατε-
εἰς τοῦτον ἐγώ σε τὸν κατάλογον τίθε-
μαι, μετὰ Θρασυβούλου θαυμάζω, μετὰ Θησέως προσ-
κυνῶ, μεθ’ Ἡρακλέους σέβομαι. ἐκπλήττομαι τοῦ θρά-
σους, ὑπεράγαμαι τῆς τόλμης, κινδυνεύω μηδ’ ἔργα
γυναικὸς ταῦτα νομίζειν, ἀλλά τινος ἐφεστίου δαίμονος.
72. Δεῦρό μοι, ὦ γενναιοτάτη γυναικῶν. ἀνάβαινε
πρὸς τὸ βῆμα τὸ διὰ σὲ νῦν κατὰ νόμους περικρο-
τούμενον, προένεγκαί τι καὶ φθέγματος μεθ’ οὗ τὸν
τύραννον ὑπὲρ τῶν νόμων ἱκέτευες, δεῖξον ᾑμαγμένην
τῷ τοῦ τυράννου λύθρῳ τὴν χεῖρα, καὶ τάχα καταιδέ-
σεις τοὺς ἀντιτείνοντας. ὁρᾷς ὧς σεσίγηκεν ὁ κατή-
γορος, ὁ δὲ δῆμος ἐκάμφθησαν; θάρρει τὴν νικῶσαν.
οὐκ ἀποίσῃ τῶν ἐν λόγοις δεινῶν τοὔλαττον ἡ τοῖς
ἔργοις ἀπενεγκαμένη τὸ μεῖζον.
πρότεινε μετὰ τῆς
χειρὸς τὸ ξίφος ἔτι τοῦ τυραννικοῦ προσαποστάζον
αἵματος. τοῦτό σου τὸ ξίφος ἐγὼ καὶ θεοῖς ἀναθήσο-
μαι. μετὰ τοῦ τῆς Ἀθηνᾶς ἔγχους, μετὰ τοῦ Δῖός
κεραυνοῦ τοῦτό σου τὸ ξίφος τετάξεται. ἔλυσεν ὠμό-
τητα τυραννικὴν οὐ μακρῷ τῆς τῶν Τιτάνων ὕβρεως
λειπομένην, ἀπέσφαξε τύραννον μικροῦ καὶ Γιγάντων
παλαμναιότερον. τάχα που καὶ στήλην σοι λαμπροτέραν
τί
στένεις; τί δακρύεις; τί δὲ τούτους ὑφορᾷ τοὺς πρὶν
περιδεεῖς, τοὺς ὑποτρόμους, τοὺς συνεσταλμένους καὶ
νῦν κομψούς, εὐρυβόας, πολλὰ στωμυλλομένους, πολ-
λοὺς ῥέοντας ἐπ’ ἐκκλησίας; μὴ δέδιθι περὶ τῆς ψή-
φου. ἔχεις τοὺς δικαστὰς ἀφ’ ὧν τοὺς νόμους ἀπέδω-
κας. ἔχεις τὸν δῆμον ἀφ’ ὧν εἰργάσω δεσπότου τυ-
ραννοῦντος ἐλεύθερον.
σώζει σου τοὺς παῖδας τὰ
δάκρυα. διὰ σὲ γὰρ ἡ πόλις οὐκ ἀνδρῶν σφαγάς, οὐ
γυναικῶν ἁρπαγάς, οὐ παίδων | ὕβρεις ὀδύρεται.
76. ἔχεις ἤδη τοὺς παῖδας. καὶ φύλαττέ μοι μέχρι καὶ
τέλους τῆς γνώμης τὸ μισοτύραννον. καὶ λαβοῦσα
παρὰ τοῦ δήμου στέργε, τρέφει νουθέτει, παίδευε,
ται. κἂν ἐκείνου τοῦ πατρὸς εἶναι βουλήσονται παῖδες,
ἔχεις τὸ ξίφος καὶ καλοῦ τυραννοκτόνος καὶ πάλιν.