Declamatio 48 Libanius Richard Foerster University of Leipzig European Social Fund Saxony Gregory Crane Gregory R. Crane Editor-in-Chief, Perseus Digital Library Digital Divide Data Corrected and encoded the text Matt Munson Project Manager (University of Leipzig) Annette Geßner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Greta Franzini Project Manager (University of Leipzig), 2013-2014 Frederik Baumgardt Technical Manager (University of Leipzig), 2013-2015 Simona Stoyanova Project Manager (University of Leipzig), 2015 Project Assistant (University of Leipzig), 2013-2014 University of Leipzig tlg2200.tlg00548.opp-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 University of Leipzig Germany Richardus Foerster Richard Foerster Libanius Declamationes XXXI-LI B.G. Teubner Leipzig 1913 7 Internet Archive

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Latin German Greek
XLVIII Δύο τις ἔχων παῖδας τὸν ἕτερον ἀπεκήρυξεν. ὁ ἐπὶ τῆς οἰκίας ἀριστεύσας ᾔτησεν εἰς τὸ γέρας τὸν ἀδελφὸν ἀναληφθῆναι. ἀντειπόντος τοῦ πατρὸς οὐκ ἔπεισεν. ἀξιοῖ καὶ αὐτὸς ἀποκηρύτ- τεσθαι. RIV 687

οὐχ ὑπὲρ τῶν πρῴην καὶ αὖθις ἀνέστην δεησόμενος ὑμῶν τε, ὦ πολῖται, καὶ τοῦ πατρὸς οὐδ’ αἰτήσων ἐκείνην τὴν δωρεὰν ἢν πρὸ τῆς ὑμετέρας γνώσεως καλήν τε ἡγούμην εἶναι καὶ πρέπουσαν ὑμῖν τε δοῦναι καὶ ἐμοὶ λαβεῖν καὶ συγχωρῆσαι τῷ πατρί. καὶ γὰρ ἂν ἄτοπος εἴην, εἰ ἃ τοῖς πρώτοις λόγοις οὐκ ἠδυνήθην ὑμᾶς ὡς ἐστὶ δίκαια διδάξαι, περὶ τούτων εἶχόν τινας ἐλπίδας ὡς, εἰ πάλιν ἀκροάσαισθε, τάχ’ ἂν ἐνδοίητε.

ἀλλ’ ἐπεὶ τὰ πάντων εἴρηταί μοι δει- L = Codex Laurentianus LVII 27 Ρ = Parisinus gr. 3018 Ath = Athous Laurae Athanasii Ω 123 Mos = Mosquensis bibliothecae synodalis 489 Β = Barberinus II 41 (Vaticanus Barber. 220) 6 πραγματική Ρ 1 Προθεωρία ante Δύο Ferr, Μελέτη πραγματική. Mor Re delevi | τίς libri edd 6 ἡ μελέτη ante Οὐχ L rubr | Ἡ μελέτη πραγματική. Ferr, Φιλάδελφος ἀξιοῖ ἀποκηρύττεσθαι Mor Re delevi | πρώην libri edd 11 ἆτ’ ὀπὸν εἴη Ath Ferr et γρ in marg Mor 12 ἔστι LP Ferr 13 ἀκροάσαισθε scripsi coll p. 613, 19 ἀκροάσοισθε libri edd νότατα καὶ τόλμημα τετόλμηκα πάμμεγα τῶν πρὸς τὸν παῖδα διαλλαγῶν τῷ πατρὶ μνησθείς, συγγνώμης μὲν οὐκ ἂν ἀξιώσαιμι τυχεῖν οὐχ ὧς προσῆκον ὄν ἀπαραι- τήτους εἶναι πανταχοῦ καὶ πικρούς, ἀλλ’ ἐμοῦ πρὸς τὸ τιμωρεῖσθαι μᾶλλον ἢ τὸ συγγινώσκειν ὁρῶντος. διόπερ ἀνέστην ἐν χάριτος αἰτήσων μέρει τὸ δοῦναι δίκην ὧν πρότερον ᾔτηκα. τὸν γὰρ ἐν τῷ βουληθῆναι λῦσαι τἀδελφῷ τὴν συμφορὰν πατέρα λυπήσαντα δί- καιον ἐκείνῳ κοινωνῆσαι τῆς συμφορᾶς.

3. Ἒστι μὲν οὖν δῆλον ὡς καὶ μηδὲν ἐμοῦ τοιοῦ- τον | παρ’ ὑμῶν αἰτοῦντος, ἀλλὰ τῶν καινῶν RIV 688 μὲν τούτων ἀφισταμένου, τῶν δὲ ἐν ἔθει δωρεῶν μεμνημένου ταχέως ἂν ὁ πατὴρ ἔδωκε τὴν χάριν ἐκ- βαλών με τῆς οἰκίας. οἱ γὰρ εὔνοιαν μὲν ὑποκρινά- μενοι πρὸς τοῦτον, τὰ δὲ τῶν ἐχθίστων ἐπιδεδειγμένοι καὶ προφάσεσιν οὐ μεγάλαις ἐκπολεμώσαντες τὸν ἄν- θρωπον τοῖς ἀναγκαίοις τίνες ἔσονται τοιαύτην ἔχον- τες ἀφορμήν, εἰ οὓς ὁ πατὴρ ἐλαύνει, τούτους αὐτὸς ἀγάγοι καὶ πάλιν οἴκαδε;

οὐ μὴν ἀλλ’ εἰ καὶ παρὰ τῶν ἐχθρῶν ἡμῖν ῥᾴδιον ἀποκηρύξεως τυχεῖν, παρ’ ὑμῶν βέλτιόν πως τοῦτο γενέσθαι. ἐκείνως μὲν γὰρ ὁ πατὴρ ἕξει τὴν αἰτίαν ἀντὶ τῶν παροξυνάντων, τὰ γὰρ 2 μνησθεὶς τῷ πατρὶ Ath ὂν] ἂν Ath 5 συγγιγνώσκειν L 15 ἐχθρῶν Β sed ρῶν in ras m 2 18 εἰ inserui e Β et Laur. LVII 23 sed in hoc in marg manu correctoris antiqui om LPAthMos edd sed „locum hunc non intelligo. Sine dubio deest aliquid. Sententia haec ferme postulat. ποία τις αὕτη ἡ ἀφορμή; πατὴρ οὓς ἔδει ἐλαύνειν, τούτους αὐτὸς“ Re | αὐτὸς Ferr in lac 5 fere litt om Β αὐτοὺς LPAthMos et γρ in marg Mor 19 ἀγάγοι scripsi e Laur. LVII 23 sed οἱ in ras, in lac 8 fere litt om Β ἀγαγὼν LPAthMos edd ἀνάγει coni Mor Not. f. VII | καὶ πάλιν inserui ex AthMosB om LP edd 21 πως in lac 5 litt om Β πω AthMos πολλῶ Laur. LVII 23 sed ολλ in ras ἐν ἀπορρήτῳ κατασκευάσματα τοῖς πολλοῖς ἄδηλα, οὕ- τω δέ, ὡς νῦν ἀξιῶ, τῆς οἰκίας ἐκπεσὼν τὸν μὲν ἐλευθερῶ μέμψεως, αὐτὸς δὲ τὴν αἰτίαν οἴσομαι. εἰ δ’ ἀναγκαῖον ἢ τούτῳ τι γενέσθαι δυσχερὲς ἢ ἐμοί, με- τριώτερον ἐπ’ ἐμὲ τοῦτο ἐλθεῖν ἢ τὸν πατέρα ἐν αἰ- σχύνῃ ποιῆσαι.

ἕνεκα μὲν οὖν τοῦ δικαίαν τε καὶ εὔλογον εἶναι τὴν παροῦσαν αἴτησιν θαρρῶ μὴ ἀτυ- χῆσαι, δύο δὲ ἐλαττώματα δέδοικα, τὴν ἡλικίαν τὴν ἐμαυτοῦ καὶ τὴν τοῦ λέγειν ἀπειρίαν. τοῖς μὲν γὰρ ἢ εἰς γῆρας ἥκουσιν ἢ τὸν περὶ τὸ βῆμα βίον εὐθὺς ἐξ ἀρχῆς ᾑρημένοις, τοῖς μὲν ὁ χρόνος δίδωσι πολλὰ εἰ- δέναι, τοῖς δὲ ἡ μελέτη τὰς περὶ τὸ λέγειν τέχνας· ἐγὼ δέ εἰμι μὲν τηλικοῦτος ἡλίκον ὁρᾶτε, βεβίωκα δὲ ἐν ὅπλοις, ὥστε ὅσον μοι τοῦ σώζειν τὴν πατρίδα δύ- νᾶσθαι περίεστι, τοσοῦτον τοῦ λέγειν ἱκανῶς ἀπολέ- λειμμαι.

ἀλλ’ εἰ μὲν τῶν οὐχ ἡδέων τι τῷ πατρὶ καὶ νῦν ἐπήγγελλον καὶ τὸ λυπηρότατον τοῦτο ῥῆμα ἐκείνῳ ἐφθεγγόμην τὸ τῶν διαλλαγῶν, εἰκότως ἂν εὐθὺς ἀναστὰς ἐπεστόμιζέ με πολλῶν πλεονεκτημάτων εἰς τὸ κρατεῖν εὐπορῶν· ἐπεὶ δὲ οἷς ἤδη πεποίηκε προστίθημι παραπλήσια καὶ ταῖς ἐπιθυμίαις συναγωνί- RIV 689 ζομαι | τοῦ πατρός, οὐκ οἶδα ἀνθ’ ὅτου μοι δι- καίως ἀντείποι καὶ φιλονεικίᾳ χρήσαιτο πρὸς τὸν αὑ- τοῦ ζηλωτήν.

7. Ἵνα δέ, ὦ δικασταί, μή με οἴησθε τὰ μὲν πρὸς 1 ἀπορήτῳ L | οὕτως Ath 4 τι post δυσχερὲς repet Ath 5 ἐμοὶ Mos 8 δὲ] γὰρ Β 9 ἢ om Ath 15 ἀπολέ- λυμαι Mos 16 τί Β 17 ἐπήγγελλον scripsi e PAthB ἐπήγγελον LMos edd 18 ἐκεῖνο Β | διαλλαγῶν om Mos 19 εὐθύς scripsi auctore Re αὖθις libri edd 23 αὐτοῦ L PAthMos edd 25 (??) Ath | οἴησθε scripsi ut coni Re οἴ- εσθε PAthMosB edd οἴεσθ(??)ι L τοὺς πολεμίους ἀγαθὸν γεγενημένον, τὰ δὲ πρὸς τὸν πατέρα οὐ τοιοῦτον μηδὲ τοὺς λόγους τοὺς ἄρτι ῥηθέν- τας εἰς ἀναίδειαν ἤ τινα ἄλλην κακίαν ἀναφέρητε, μικρὸν ἀκούσατέ μου, πρὸς θεῶν, ἀπολογουμένου. πιστεύω γὰρ ὑμῖν δόξειν ἢ μηδὲν ἠδικηκέναι ἢ ἄκων ἡμαρτηκέναι.

ὧς γὰρ ἐγενόμεθα, ὦ δικασταί, τῷ πατρὶ καὶ ἤδη ἦμεν οἷοι δέχεσθαι παιδεύματα, ἄμφω μὲν ἔπεμπεν εἰς παιδοτρίβου, ἄμφω δὲ εἰς διδασκάλου τῶν τακτικῶν ἠσπάζετό τε ὁμοίως ἀναστρέφοντας καὶ ὅλως ἴσον ἔνεμε φιλίας ἑκατέρῳ. παρὰ πάντα δὴ τὸν χρόνον, εἴπω τι τῶν χρηστῶν, ὦ πάτερ, εἰς τὸν ἀδελ- φὸν καὶ οὐ ποιήση τὸν ἔπαινον ἔγκλημα; πάντα δὴ τὸν χρόνον τοῦτον οὐδὲ ἓν εἶδον ἐν ἐκείνῳ, μὰ τοὺς θεούς, τῶν αἰσχύνῃ περιβαλλόντων νέον, οὐκ ἔρωτας μανικούς, οὐ πληγὰς ὑπὲρ ἑταίρας, ἀλλ’ ἴσα ἐβαδίζο- μὲν, ταὐτὰ ἐφρονοῦμεν, τοῖς αὐτοῖς ἐχαίρομεν, ἀπὸ τῶν αὐτῶν ἐφεύγομεν.

οὕτω δὲ ἡμῖν <τῶν> α οἴκου φερομένων καὶ παράδειγμα ὄντων εὐδαιμονίας Φθόνος ἐμβαλὼν ἀνέτρεψε πάντα ἐξ ὧν ἐζηλούμεθα ἀναφαίνονται γὰρ ἄνθρωποί τινες ἄμεινον ἐμοῦ τοῦ 8 Plat. Alc. I p. 109 D; Prot. p. 326 C. Chor. p. 109, 5 B 2 μὴ δὲ LPAth Ferr 6 ἐγεννώμεθα Β | ω Ath 7 οἷον Mor 10 punctum posui colon Laur. LVII 23 comma Ath om reliqui libri edd 11 comma posui e LP punctum Ath ΜοsΒ edd | τί AthMosB edd 12 signum interrogationis posui comma L Ferr punctum PAthMosB colon Mor Re 13 εἶδον scripsi e Β cum lacobsio Anth. Pal. III 595 εἶδεν LP Re οἶδεν AthMos Ferr Mor qui ἴσ. οἷδ’ in marg | ἐν om Β 14 ἐν ante αἰσχύνη Mos | νέον Mos sed ο corr νέων Ath Ferr Mor 15 ἶσα Ath 17 αὐτῶν reposui e libris cum lacobsio Lect 136 αἰσχρῶν edd sed γρ αὐτῶν in marg Mor | τῶν τοῦ οἴκου φερομένων scripsi cum lacobsio Lect τοῦ οἴκου φερομένου libri edd sed „malim τῶν οἴκοι φερομένων“ Re 19 Φθόνος scripsi φθόνος libri edd cf. p. 623,17 συζῶντος τὸν ἀδελφὸν εἰδότες, οἷ τὰς τοῦ πρεσβύτου παρατηροῦντες ὀργάς, ὧς εἰώθατε πρὸς ἀλλήλους ἐν ταῖς συνουσίαις αἰτιᾶσθαι τοὺς υἱεῖς, κἂν εἰς μικρό- τατα ἁμαρτάνωσιν ἃ οἱ βέλτιστοι τῶν ὁμιλούντων κου- φότητα ἀποφαίνουσι καὶ κοινὰ τῆς ἡλικίας καὶ τοῖς οὐ RIV 690 λίαν δυσκόλοις | εὔφορα, ἀλλ’ οὐχ οἱ τοῦτον φι- λεῖν λέγοντες, ἀλλὰ μεγαλύνοντες ἀεὶ τὸ παραπῖπτον καὶ τὸν σπινθῆρα ἐγείροντες τοσούτου πολέμου τὴν οἰκίαν ἐπλήρωσαν καὶ οὕτω σφόδρα τὸν πατέρα ἐξώργισαν ὥστε ἐπιλαβόμενος εἷλκε τὸν υἱὸν ὅν ἐγέννησεν, ὃν ἔθρεψεν, ᾧ τὴν δεκάτην ἐποίησε, καὶ εἰσῆγεν εἰς τὸ δικαστήριον καὶ ἐκάλει πονηρόν.

ὁ δὲ ἐκπεπληγ- μένος τῷ τε ἀπροσδοκήτῳ καὶ ταῖς αἰτίαις καὶ τῇ τοῦ πατρὸς βοῇ καὶ τοῖς περιεστηκόσιν ἐσίγα μέχρι τοῦ μηδὲν εἰπεῖν ὑπὲρ αὑτοῦ τὸν πατέρα αἰδούμενος καὶ μᾶλλον εἵλετο προδοῦναι τὰ τοῦ ἀγῶνος δίκαια ἢ ὡς συκοφαντοῖτο φθέγξασθαι. μετὰ ταῦτα οὑτοσὶ μὲν ἀπῄει τὴν καλὴν νίκην νενικηκώς, ὁ δὲ ἀδελφὸς εἰς τὰ τῆς πενίας κακά. ἐγὼ δὲ ἀμφοτέρους ὀδυρόμενος, τὸν μὲν ὧν ἐπεπόνθει, τὸν δὲ ὧν ἐξηπάτητο, ἐποιού- μην, ὦ δικασταί, τοὺς ὀδυρμοὺς λανθάνων, ἐφοβούμην γὰρ μὴ τὰ δάκρυα γένηται εἰς ἀποκήρυξιν ἀφορμή.

11. τοῦτο μὲν οὖν ἡ τῆς πόλεως ἐκώλυεν Ἀγαθὴ Τύχη παρασκευάζουσα δι’ ἐμοῦ τοῖς ἐναντίοις τὴν ἧτταν καὶ ταῦτα ἐν οἶς νῦν εἰσιν, ἐγὼ δὲ τῆς μὲν τῶν πολι- 10 cf. ad p. 605,15 1 οἳ delendum censet Re sed anacoluthia apparet 3 εἰς] „malim ὡς“ Re 6 εὔφωρα Β | ἀλλ’ οὐχ οἱ τοῦτον in lac 8 litt om Β | οὐχ οἱ scripsi e PAth ut coni Re οὐχὶ LMos edd | φι- λεῖν λέγοντες] φιλοῦντες Ath 9 τὸν πατέρα om Ath 11 ἀν- ἐθρεψεν Β 13 ταῖς om Β 15 αὐτοῦ Ath 17 μεταταῦτα LP | οὑτουσὶ L 23 ἡ om Ath τικῶν μελέτης οὐκ ἠμέλουν, πενθῶν δέ, ὦ ἄνδρες, διετέλουν καὶ τοὺς ἡλικιώτας ἐν τοῖς γυμνασίοις αἰ- σχυνόμενος, οἱ τῆς συμφορᾶς τὸν ἀδελφὸν ἐλεοῦντες οὐκ ἔστιν ὅτε οὐ καθήπτοντό μου περιιστάμενοι κύκλῳ· σὺ δὲ οὐδὲ εἰσιὼν οἴκαδε καὶ συνεστιώμενος τῷ πατρὶ καὶ λόγου μεταλαμβάνων οὐκ ἔπαυσας τὴν ὀργήν; οὐκ ἐπράυνας τὸν θυμόν; οὐκ ἀνεῖ- λες τὰς ὑποψίας; οὐχ ἱκέτευσας; οὐκ ἐδάκρυσας; ὅρα μὴ δόξῃς ἐπαινεῖν τὰ πεπραγμένα τὸν κλῆ- ρον πρὸ τῆς φύσεως ἄγων, μᾶλλον δὲ ἤδη τι καὶ συνεξεργάσασθαι.

καίτοι μέμνησαι, ὦ πά- τερ, ὁσάκις σοι πρὸς τὰ γόνατα πεσόντα με καὶ δεό- μενον λῆξαι τῆς ὀργῆς ἀπεκρούσω καὶ ἀπειλησάμενος ἐκβάλλειν τοὺς οἰκέτας ἐκέλευσας. οἶ γὰρ διαβάλλοντες ἐξ αὐτῶν τῶν ἀτυχημάτων | τἀδελφοῦ πιθανώ- RIV 691 τεροι καὶ τὰ μηδαμοῦ λεχθέντα πλάττοντες ἔφερον εἰς ὦτα τούτῳ καταστῆναι τὴν ψυχὴν οὐκ ἐῶντες. τί οὖν ἦν λοιπόν; ἀλγεῖν μὲν τοῖς πεπραγμένοις, ἡσυχάζειν δὲ ἀνάγκη, καλεῖν δὲ τοὺς θεοὺς διαλλακτάς.

ἐν τούτῳ δὲ ἡμῶν ὄντων ἀγγέλλεται πολεμίων εἰσβολή. καὶ οἱ δῆμοι διηρπάζοντο καὶ τὸ δεινὸν προσῄει τῷ τείχει καὶ δρόμος καὶ φόβος καὶ ταραχὴ πάντα κατ- εῖχεν, ἁρπάσαντας δὲ τὰ ὅπλα θέειν ἴδει καὶ τὰ σώματα ὑπὲρ τῆς πατρίδος εἰσφέρειν.

ἐγὼ μὲν οὖν τήν τε τῶν στρατηγῶν ἐπιστήμην καὶ τὰς κοινὰς προθυμίας καὶ πρὸ τούτων γε τὴν τῆς Τύχης ῥοπὴν τῶν τε ἡμῖν ὑπαρξάντων ἀγαθῶν καὶ τῆς τῶν ἐναντίων αἰτιῶμαι 1 παθῶν L παθὼν Ferr 2 γυμνασί Ath 4 προιστά- μενοι Ath 5 οὐδὲ om Ath 9 ἐπαινεῖν τὰ πεπραγμένα om Ath 10 ἄγων] ἄγειν ὅρα μὴ δόξης ἐπαινεῖν τὰ πεπραγμένα Ath 11 συνεξεργάσασθαι Ρ sed σὺν in ras m 2 16 μηδαμοῦ λεχθέντα reposui e libris λεχθέντα μηδαμοῦ edd | πράττοντες Ath 21 προῄει Ath 26 τῆς om Ath | ἡμῖν scripsi ὑμῖν libri edd πληγῆς, οἶ δέ, ὧς ὁρᾶτε, πάντες ἐμοὶ λογίζονται τὴν τροπὴν καὶ πρὸς τοὺς οἰκείους ἕκαστος οἴκοι τἀμὰ διηγεῖται καὶ τὴν ἀγορὰν ἐμπεπλήκασι τῶν ὑπὲρ ἐμοῦ λόγων καὶ νῦν ἥκουσι συνησθησόμενοι τῇ τιμῇ.

ἐμοὶ δ’, ἕως μὲν ἤλπιζον ῥύσεσθαι τὸν ἀδελφὸν τῶν κα- κῶν, καλὸν ἦν ἴσως ἡ τῶν τετολμημένων διήγησις, ὡς ἔτι μὲν ἐξιὼν ἔγεμον θυμοῦ καὶ τῷ μέλλειν ἠχθόμην, ἰδὼν δὲ τοὺς ἐναντίους δίκην σκηπτοῦ ἐνέπιπτον τὴν μὲν τοῦ πείσεσθαί τι φροντίδα ἀφείς, τὴν δὲ ἀπὸ τοῦ δρᾶσαι δόξαν ἰδών, καὶ ὧς ἔρρηξα τὴν φάλαγγα, καὶ τὸ ξίφος συνεχῶς ἐνεργόν, καὶ τὸ μὲν ἠλαύνετο, τὸ δὲ ἐζωγρεῖτο, μεστὸν δὲ τὸ πεδίον νεκρῶν καὶ φυγῆς, τοῖς δὲ στρατιώταις ἀντὶ λόγων ἐκ τῶν ἐμῶν ἔργων ἡ παράκλησις.

ταῦτα, ὦ δικασταί, καὶ δρῶν ἔχαι- ρον καὶ διηγούμενος εὐφραινόμην, ἕως ἡγούμην αὐτὰ RIV 692 σεμνά τε εἶναι καὶ οὐχ ἡττᾶσθαι λόγων, νῦν | δὲ τοσοῦτον ἂν εἴποιμι μόνον ὧς ἐμοὶ μάλιστα οἱ πολέ- μιοι τῶν πολιτῶν καταρῶνται.

17. Σκοπεῖτε τοίνυν τίς ποτε ἐγενόμην ἐπὶ τῇ νίκῃ καί μου δοκιμάσατε τῇ δωρεᾷ τὸν τρόπον. ὡς γὰρ ἀπέδομεν ὑποσπόνδους τοὺς νεκροὺς καὶ τὸ τρόπαιον εἱστήκει καὶ περίβλεπτος ἦν καὶ ἐπῃνούμην καὶ ἐκρο- τούμην, προσιόντες μοι δημόται καὶ φυλέται καὶ συμ- φοιτηταὶ καὶ πάντες ὅσοι συνῄδεσάν μοι τὴν λύπην ἣν εἰς τὸν ἀτυχοῦντα εἶχον ἀδελφὸν νῦν, ἔλεγον, ἃ πάλαι ἐπόθεις ἥκει. νῦν καιρὸς ἀμῦναι τἀδελ- φῷ τὴν συμφορὰν καὶ τῷ μὲν ἀποδοῦναι τὴν 5 δὲ ὧς Ath | ῥύσεσθαι scripsi auctore Cobeto Coll 299 coll t. VI 100, 21; t. IV 887, 8 R λύσεσθαι libri edd 10 δρά- σαι libri edd 12 τὸ om Ath 15 εὐφραινόμενος Mos 16 „malim τῶν λόγων“ Re 26 ἀμύναι LPMosB edd οἰκίαν, τὸν πατέρα δὲ τῆς ἐπὶ τῇ πικρᾷ κρίσει δόξης ἀπαλλάξαι.

εἰκὸς δὲ αὐτὸν αἰσχυνθέν- τα σου τὴν ἀρετὴν ἡμερώτερόν πως κἀκείνῳ γενέσθαι. σὺ δὲ καὶ πρὸς τὸν δῆμον εἰπεῖν καὶ δι’ ἐκείνου πρᾶξαι τὰς σπονδὰς καὶ μετὰ τῶν ἄλλων ἃ λαμβάνειν νόμος καὶ τοῦτο ἐπαγγεῖ- λαι. πάντως δὲ πολλοῦ πᾶσιν ἄξιος εἶ καὶ τὸ δικαίως αἰτεῖν ἀπὸ τῆς ἀνδραγαθίας ἔστι σοι.

ἐκκλησία τοίνυν μετὰ ταῦτα καὶ καλούμενος παρ- ῄειν ἄνθρωπος ἐπ’ ἀριστείᾳ κατηφής, ἀφῃρεῖτο γὰρ τὴν ἐπὶ τοῖς κατορθώμασι φαιδρότητα τὸ τῆς οἰκίας ἀτύχημα, μνησθεὶς δὲ τῆς μάχης καὶ φήσας οὐχ ὑμᾶς ἐμοὶ δεῖν ἔχειν χάριν, ἀλλ’ ἐμαυτὸν· τοῖς παραταξαμέ- νοις θεοῖς ὅμως, ἔφην, ἐπειδήπερ αἰτεῖν κελεύετε, τὰ συνήθη μέν, ὦ πάτερ, καὶ δι’ ὧν τοῖς λαμβά- νοῦσιν εὐπορία τε καὶ τὸ λαμπροὺς εἶναι περι- γίγνεται, οἷον πλέθρα γῆς πεφυτευμένης ἢ τά- λαντα ἀργυρίου ἢ σίτησιν ἐν πρυτανείῳ ἢ χαλ- κῆν εἰκόνα, τούτων μέν, ἔφην, τῶν λαμπρῶν οὔ- πω πράττομεν ἀξίως, ἀλλά μοι δότε δωρεάν.

20. καὶ κρατηθεὶς δάκρυσιν ἐσίγησα, κελευόντων δὲ ὑμῶν λέγειν καὶ θαρρεῖν, ὧς οὐδὲν <ὂν> α ὅ τι οὐ σετε εἶπον τὴν | Ἐριννὺν τῆς οἰκίας ἣ τὰ συμ- RIV 693 πεφυκότα διέσπασε, τὴν συμφορὰν τἀδελφοῦ, τὴν ὀρ- γὴν τοῦ πατρός, ὧς ἀκούομεν κακῶς, ὡς τραγῳδού- 17 cf. ad p. 449,13 4 σὲ Β 5 πράξαι LPMosB edd 7 πάντων Mor 8 ἐστί AthMosB Mor Re 11 τὴν om L Ferr 14 ἐπειδὴ περὶ Ath 16 περιγίνεται Mos edd 22 ὄν inserui om libri edd 1 δώσεται L 23 Ἐριννῦν LPMosB edd 25 ὡς ἀκού- ομεν κακῶς om Mor Re qui adnotat: „quae vocabula nescio an scholium sint verbi τραγῳδούμεθα“ μέθᾳ πανταχοῦ, καὶ τελευτῶν ἀντ’ εἰκόνος ἐπήγγελλον τοσοῦτον, ἰδεῖν οἴκοι τὸν ἀδελφόν. ἐν ᾧ πάντες ἀνεθο- ρυβήσατε τὸ τῆς αἰτήσεως ἦθος ἄμεινον τῆς ἀριστείας ἡγούμενοι.

καὶ ἦν ἔνθεν μὲν ἀκούειν ἀποκαλούν- τῶν τὸν χρηστόν, ἑτέρωθεν δὲ τὸν βέλτιστον, παντα- χόθεν δὲ ἁπλῶς ἔν γέ τι ῥῆμα πρὸς εὐφημίαν φέρον. ἀλλά τοι, ὦ δικασταί, τὸ θαῦμα μέχρι τῆς σιγῆς τοῦ πατρός, ὧς δὲ διῆρε τὸ στόμα καὶ ἐφθέγξατό τι καὶ συνήγαγε τὸ πρόσωπον, πάντα διέφθαρτο, καὶ τὰ καλὰ τέως φαῦλα ἐπεφήνει καὶ ὑμεῖς μετεβέβλησθε καὶ αὐ- τὸς παραπαίειν ἐδόκουν καὶ δι’ ὧν εὐδοκίμουν, ἐπὶ τούτοις αἰτίας εἶχον.

τοσοῦτον, ὦ δικασταί, προσ- ηγορία πατρὸς εἰς ἀγῶνα πλεονέκτημα. πάντα φροῦδα ἐκεῖνα τὰ μεγάλα καὶ θαυμαστά, ὁ κηδεμὼν τῆς οἰκίας, ὁ φοβερὸς τοῖς ἐχθροῖς, ὁ τῆς πόλεως σωτήρ, ὁ φύλαξ τῶν γενῶν, ὁ τοῦ τείχους χρησιμώτερος, ὁ δοὺς ἀντὶ τοῦ πεφρικέναι εὐθυμεῖν, τὰ δ’ ἐπινίκια καταγέλαστα καὶ μικρὰ καὶ φλήναφος.

ἐπειδὴ τοίνυν ὑμῖν τε ἠνώχληκα καὶ τὸν πατέρα λελύπηκα καὶ λόγους ἀφεῖκα σιγῆς ἀξίους, εὕρηκα, ὦ δικασταί, ἑτέραν δωρεὰν δι’ ἧς ἐλπίζω τὸν πρεσβύτην εὐφρανεῖν. ἢν γὰρ οὐκ ἡδυ- νήθην λῦσαι τἀδελφῷ συμφοράν, ταύτης κοινωνεῖν ἀξιῶ καὶ τῆς οἰκίας μετ’ ἐκείνου στέρεσθαι.

RIV 694

24. Τιμωρία | τοῦτ’, οὐ δωρεά, φήσει τις καὶ τὰς τιμὰς αἷς ἀμείβεσθε τῶν ἀριστέων τοὺς κινδύ- 8 Dem. fals. leg. § 112 p. 375, 14 2 ἂν ἐθορυβήσατε ΜοsΒ 6 ἀπλῶς om Ath 13 παντα- χοῦ Ferr Mor | φροῦδα scripsi γοῦν libri edd sed γοῦν φροῦδα coni Re 17 πεφριγμένον Ferr | τά τ’ Β 19 ἀφεῖκα scripsi cum Cobeto Coll 299 ἀφῆκα libri edd 21 τὸν πρεσβύτην in ras P 2 22 λύσαι LPAthMos edd | τἀδελφῷ scripsi coll p. 613,8; 618,26; 624,11; 632,23; 633,11 et ad p. 598, 9 τῷ ἀδελφῷ libri edd 24 τίς AthB edd νοῦς ἐξαριθμήσει μανίας εἶναι λέγων φυγόντα ταῦτα ἑκόντα ἐμβαίνειν εἰς τοσοῦτον κακόν. ἐγὼ δέ, εἰ μὲν ἡ σφοδρὰ λύπη τὸν λογισμὸν ἐξίστησιν, ὁμολογῶ μαί- νεσθαι πρὸς τοσοῦτον ἐπιθυμίας ἥκων. τίς γὰρ ἡ γέ- γονεν ἢ νῦν ἐστιν ἀθλιώτερος ἐμοῦ;

καὶ τὰ μὲν ἄλλα ἐῶ, τουτὶ δὲ αὐτὸ τὸ παρὸν πόσης δυστυχίας; ὁ μὲν δῆμος ἐν θυσίαις καὶ χαραῖς καὶ γυναῖκες καὶ παῖδες καὶ δοῦλοι τῆς ἀδείας εἰς ἡδονὴν ἀπολαύουσι, μόνος δὲ ὁ τούτων αἴτιος ἐν οἰμωγαῖς, ἐν θρήνοις τῷ φεύγειν τὴν πατρῴαν ἑστίαν. καὶ τῶν μὲν νενικηκό- τῶν εἰμὶ πολίτης, στένω δὲ μετὰ τῶν ἡττημένων. καὶ τοῖς μὲν ἄλλοις τὸ στεφανηφορεῖν ἀπὸ τῆς ἐμῆς προθυ- μίας, ἐμοὶ δὲ ἀντὶ τούτου παρὰ τοῦ δήμου τὸ δακρύ- ειν. καὶ τῇ μὲν πόλει λῦσαι τοὺς φόβους ἴσχυσα, τῷ δὲ ἀδελφῷ λῦσαι τὴν ἀποκήρυξιν οὐκ ἔσχον, ἀλλ’ ὧν ἐν προσθήκῃ τεύξεσθαι προσεδόκων οὐδ’ αὐτὰ καθ’ αὑτὰ λαβεῖν δεδύνημαι. καὶ τὸ δεινότατον, κατῄσχυνα τὴν νίκην αἰτήσει πονηρᾷ καὶ σεσωκὼς τοὺς νόμους εἰς ὠμὴν καὶ παράνομον ὑπήχθην δωρεάν.

μὴ τοί- νυν θαυμάσῃς εἰ τοσαύτῃ συνόδῳ κακῶν ἐκβέβλημαι τῶν λογισμῶν καὶ τοῖς μὲν ἀλγῶν, τοῖς δὲ αἰσχυνό- μενος οὐ πάνυ σωφρονῶ. ἀλλ’ εἰ καὶ λίαν τις οὐκ ἐπ’ ἐμαυτοῦ με εἶναι νομίζει, τοσοῦτόν γε ἔχω καθ- ορᾶν ὧς τὰ μὲν λαμπρύνοντα ἄνθρωπον οἶ μὲν εὖ πράττοντες δέχονται καὶ τὸ μὲν πρόσφορον οἷς καιρὸς 16 cf. ad p. 501, 14 1 ταῦτα om Ath 2 εἰ] ἡ L εἰ ἡ Ferr 4 ἀθυμίας Ath 5 καὶ om Ath 14 λύσαι Ath 15 λύσαι PAthMosB edd 19 δωρεᾶν Ath 21 τὸν λογισμὸν Mos | αἰσχυνόμενον Ath 22 τίς PAth edd 23 ἐν Cobet Misc. 146 at cf. ad p. 271,16 κομίζονται καὶ μέμψις ἄπεστιν, εἰ δέ τις δυσκολίᾳ κεχρημένος καὶ τοὺς οἰκείους ὁρῶν ἐν τοῖς χαλεπωτά- τοις βοηθεῖν ἀδυνατῶν μέμνηται τιμῆς καὶ λαμπρότη- τος ἀντιποιεῖται, τοῦτον καὶ μισοῦμεν καὶ μεμφόμεθα καὶ θεοῖς ἐχθρὸν ἡγούμεθα. τὸ γὰρ ἄκαιρον ἐν αἰτίᾳ πανταχοῦ.

καὶ νῦν οὐκ ἐᾷ τούτων εἶναι καιρὸν ὁ δυστυχῶν ἀδελφός, ὁ ἀντειρηκὼς πατήρ, ὁ πεισθεὶς ἐκείνῳ δῆμος. ἀλλ’ ἐπ’ ἀγορᾶς με βούλει στῆναι χαλ- κοῦν οὐδὲ φανῆναι τἀδελφοῦ τολμῶντος ἐπ’ ἀγορᾶς; ἀλλ’ ἐν πρυτανείῳ σιτεῖσθαι τῆς οἴκοι τραπέζης ἐστε- RIV 695 ρημένου τούτου; ἀλλὰ τάλαντα | λαβεῖν προσαι- τοῦντος ἐκείνου; ἀλλὰ κηρύγματος τυχεῖν ἀποκεκηρυγ- μένου τούτου; μή, πρὸς Δῖός, μή με ποιήσῃς περὶ τὴν φύσιν πονηρὸν μηδ’ ἐπιδείξῃς ὀλίγωρον τῶν ἐκείνης νόμων οἳ τοῖς οἰκείοις ταὐτά τε χαίρειν καὶ ταὐτὰ λυπεῖσθαι διώρισαν. συγγενείας δὲ ἀπάσης ἀδελφὸς ἐντιμότατον.

φέρε, εἰ δὲ ἐτεθνήκει νεωστὶ καὶ κατειλήφει τὴν τελευτὴν ἡ νίκη καὶ περὶ δωρεᾶς ὁ δῆμος καθῆστο, ἆρ’ ἄν με δοκεῖς δέξασθαι ταυτὶ τὰ σεμνά, τὸν στέφανον, τὴν εἰκόνα, τἄλλα, ἀλλ’ οὐκ ἂν ἐν χάριτος μέρει τὸ λαβεῖν τινα χρόνον εἰς τὸ πένθος αἰτῆσαι; νῦν τοίνυν οὐ τέθνηκε μέν, ὅ δὲ πολλῷ θα- νάτου βαρύτερον, ἄτιμος περιέρχεται, μᾶλλον δὲ κρύ- πτεται. τί οὖν ὁ καιρὸς ἐπαγγέλλειν παραινεῖ; μετέχειν αὐτῷ τῆς ἀτιμίας καὶ μὴ τρυφᾶν ἐν ἀκαιρίαις ἀδελ- φῶν.

δωρεὰ δὲ πᾶσα τῇ τοῦ λαμβάνοντος ἡδονῇ κρίνεται, τὸ δὲ λυπηρόν, κἂν ἄλλως ᾖ τῶν καλῶν, εἰς τιμωρίαν τελεῖ. αὐτίκα τίς οὐκ ἂν εὔξαιτο στεφάνου 16 Her. III 119. Soph. Ant. 911 sq. 14 μὴ δ’ libri edd 15 τε om Ath 16 διώρισε Β 17 τεθνήκει Mos 19 δοκεῖς scripsi δοκῆς libri edd 22 τοίνυν om Re | ὃ] οὐ Mos 27 ἂν Ferr τυχεῖν ἐπ’ εὐνοίᾳ τῇ πρὸς τὸν δῆμον; ἀλλ’ ἐὰν τὸν ἐν πένθει καθήμενον ἀναστήσας ἄγῃς εἰς ἐκκλησίαν ὡς ἀναρρήσει κοσμήσων, ἐκόλασας τῇ τιμῇ. καὶ τοὺς τυράννους διὰ τοῦτο δυσχεραίνομεν ὅτι πολλάκις τὸν περὶ ταῦτα συνταράττουσι θεσμόν.

πενθῶ δὴ καὶ αὐτὸς ἀδελφὸν ἐξεληλαμένον καὶ τὸν στέφανον ἀπάγει τῆς κεφαλῆς ἡ Τύχη. εἰ γὰρ τῶν ἑταίρων τις, οὓς ἡ κοινωνία τῶν ἀσκημάτων εἰς εὔνοιαν συνδεῖ, τοιούτῳ περιπεπτώκει κακῷ, μετρίως ἂν ὑμῖν ἐνέγκαι δοκῶ τὴν τοῦ γνωρίμου συμφορὰν ἢ προσελθεῖν τοῖς ἀρι- στείας καρποῖς ἐν ταῖς τῶν συνήθων κακοπραγίαις; ὑπὲρ οὗ δὲ νῦν ἱκέτευον, ἀδελφός ἐστιν, ὦ πάτερ. τοῦτο δίκαιον ἔν. συμφοιτητής. τουτὶ δεύτερον. αἰδού- μενός με διὰ τέλους. τουτὶ τρίτον. οὐ γὰρ ἐρῶ θρα- σύν, ὦ πάτερ, ὃν ἔγνων ἐπιεικῆ.

τὸ μὲν οὖν ἄμει- νον ἦν τοῦτον τῆς ἐμῆς μεταλαμβάνειν εὐπραξίας· ἐπεὶ δὲ ἀντέκρουσεν ὁ Φθόνος, δεύτερόν μοι κέρδος αὐτὸ τὸ τῶν τούτου μετασχεῖν | κακῶν. ἄλλα RIV 696 ἄλλος, ὦ δικασταί, τῶν ἠριστευκότων θαυμάζει τε καὶ λαβεῖν ἐπιθυμεῖ, ὁ μὲν αἰχμάλωτον ἐν ὥρᾳ οὖσαν, ὁ δὲ ἐξ αὐτῶν τῶν λαφύρων χρυσόν, ὁ δὲ κτήματα καὶ γεωργίας, ὁ δ’ ἀφ’ ὧν δόξα μᾶλλον ἢ κέρδος. ἐπεθύ- μουν καὶ αὐτὸς ἰδεῖν δι’ ὑμῶν ἐν εἰρήνῃ τὸ γένος. ἔδοξα ληρεῖν, ἥττημαι λόγων. ἐπ’ ἄλλην εἶμι δωρεὰν πρέπουσαν τῷ ἐκείνης ἡμαρτηκότι.

20 Il. α 111 sq. 4 διατοῦτο L 7 ἑτερων L | τίς PAthMosB edd 9 ἡμῖν Mor 10 τῆς ante ἀριστείας Ath 13 συμφοιτητὰς L | αἰδοῦ Mos 14 μοι Β 15 οὖν om Mos 17 Φθόνος scripsi φθόνος libri edd cf. p. 615, 19 18 αὐτὸ τὸ om Ath | τοιού- των Ferr Mor sed in hoc γρ τούτου in marg 21 τῶν om Ath 22 ὅδ’ libri edd 24 λέγων Ath | εἰμὶ LPMos

32. Καὶ μηδεὶς οἰέσθω με τὴν ταλαιπωρίαν ἀγνοεῖν, ἢ τὸν ἐκπεσόντα τῆς οἰκίας δέχεται, τὸν λιμόν, τὴν ἀλουσίαν, τὴν ἀγρυπνίαν, ταπεινότητα, κατήφειαν, ἐσθη- μάτων ἀπορίαν, θρῆνον συνεχῆ. τούτων γὰρ ἐγγὺς ὁ διδάσκαλος καὶ πάντα ἀκριβῶς οἶδα τὰ τῶν εἰς ταῦτα ἡκόντων καὶ οὐδὲν δεῖ με παρὰ σοῦ μαθεῖν ὡς εἰς τὸ βάραθρον μετριώτερον ἐμπεσεῖν ἢ ταύτην ὑπομεῖναι τὴν τύχην. οἴκοθεν ἔχω τὸν παιδευτήν. εἰ δὲ ἠγνόουν τὰ τῆς ἐκβολῆς δεινὰ καὶ οὐ μᾶλλον ἑτέρου τὸ πρᾶγ- μὰ ἐξηπιστάμην, οὐκ ἂν πάντων τὸ μέγιστον ἐποιού- μην ἀποδοῦναι τἀδελφῷ τὴν οἰκίαν.

σὺ δέ με ὧς ἐπ’ ἀγαθόν τι τὴν ἀποκήρυξιν ἐπείγεσθαι νομίζεις, τὸ δὲ οὐχ οὕτως ἔχει. πόθεν; ἀλλ’ οἶδα μὲν ἅπαν τὸ δεινόν, ἐπιθυμῶ δὲ ὅμως τῆς συμφορᾶς. καί μοι δότε τὴν χάριν ταύτην, ἐπειδὴ τὴν προτέραν ἐκωλύθητε. ὁρᾶτε, ὦ δικασταί, τοὺς ἐπὶ τοῖς μεγίστοις ἀτυχήμασι ζῆν οὐκ ἀξιοῦντας. οὗτοι μὲν τὸν θάνατον ὧς ἐστὶ δεινὸν οὐκ ἀγνοοῦσιν, εἰσὶ γὰρ τῶν ὑπὲρ σωτηρίας εὐξαμένων πολλάκις, ὅμως δὲ ὀρέγονται τελευτᾶν καὶ τὸν μὲν ἐναντιούμενον ἐχθρόν, τὸν δὲ ἐντιθέντα τὸ ξίφος εὐεργέτην ἡγοῦνται. ταῖς γὰρ τῶν δεομένων ὁτουοῦν ἐπιθυμίαις ὁ συμπράττων φίλος.

καὶ νῦν ἐγὼ τῇ μὲν λύπῃ πρὸς τὴν τῶν ἀτόπων ἐπιθυμίαν ἥκω, τοῖς δὲ ἐνταῦθα βοηθοῦσιν ἀείμνηστον εἴσομαι τὴν χάριν. εἰ δέ τις ὕστερον ἐπὶ τὸ γέρας ἀφίκοιτο μέμψις, ἐμὸν τοῦτο ἔστω τοῦ βουληθέντος λαβεῖν, ἀλλ’ RIV 697 οὐ τῶν δεδωκότων, οἱ τὴν ἡδονὴν τοῦ τὴν | δω- ρεὰν αἰτοῦντος ἐθεράπευσαν πλέον ἢ τὴν ζημίαν ἐσκό- 1 με scripsi ex AthMosB ut coni Re μοι LP edd | τὴν inserui auctore Re om libri edd 10 τὸ om Β 11 οὐ Β 17 ἔστι libri edd πησαν.

ἤδη τινὰς εἶδον ἐπ’ ἀρρωστήμασιν ἀδελ- φῶν ἑκόντας ἑαυτοὺς ἀποκλείσαντας σιτίων καὶ καθ’ ὅσον ἐξῆν κοινωνήσαντας τῶν δυσχερῶν καὶ δόξαν ἀπὸ τούτου τὴν βελτίστην λαβόντας, μᾶλλον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὴν χείρω διαφυγόντας. ὁ γὰρ εἰς τὸ γένος μὴ χρηστὸς τίς ἂν εἴη περὶ τὸν δῆμον καὶ τὴν πόλιν; τοῦτό μοι καὶ νῦν ἡ δωρεὰ βούλεται δεῖ- ξαι πᾶσιν ἀνθρώποις ὧς οὐκ ἀμελῶ χρηστὸς ὢν οὐδὲ φοβεῖν ἔμαθον πολεμίους μόνον, ἀλλὰ καὶ συναλγεῖν ἀδελφοῖς ἠτυχηκόσιν.

εἰ τοίνυν καὶ λῃσταὶ κεκρα- τηκότες ἡμῶν τὸν μὲν ἐν πέδαις εἶχον, ἐμὲ δὲ ἐποι- οῦντο σύσσιτον, καὶ τὸν μὲν ἐπίεζον, ἐμοὶ δὲ παρεῖχον τρυφᾶν, καὶ τῷ μὲν πᾶσαν ἀηδίαν προσῆγον, ἐμοὶ δὲ ἅπασαν ἡδονὴν ἐπόριζον, ἐδεήθην ἂν αὐτῶν μή με τιμωρεῖσθαι τοῖς τερπνοῖς μηδὲ ἐν τῷ θεραπεύειν ἀνιᾶν, ἀλλ’ εἰ κἀκεῖνον λυποῦσι, καὶ ἐμὲ δῆσαι καὶ δοῦναι δωρεὰν τὴν κοινωνίαν τῶν ἀλγεινῶν.

καὶ νῦν, ὦ πάτερ, τὰς αὐτὰς ἀφίημι πρὸς σὲ φωνάς· ἐκ- βέβληκας τὸν ἀδελφόν, ἐμὲ δὲ οὔπω. δέδωκας ἐκεῖνον πενίᾳ, διάγω δὲ ἐγὼ ἐν ἀφθόνοις. εἴ σοι τὰ πρὸς ἐκεῖνον ἄσπονδα, ἐπάφες κἀμὲ τῷ πολέμῳ. μὴ κωλύσῃς τὸν δῆμον δοῦναι δωρεὰν δι’ ἧς ἐπιδειχθήσομαι τι- μῶν τὴν φύσιν.

38. Ἀλλὰ πονηρός φησιν ἐκεῖνος ἐγένετο καὶ ταῦτα παθεῖν ἄξιος. ἐγὼ δέ, εἰ μὲν ἐπιληψόμενος τῆς ἐκβολῆς ἀνέστην καὶ τοιούτοις ἐχρώμην λόγοις. ἄνδρες πολῖται, συκοφαντία μοι τὸν ἀδελφὸν 20 cf. p. 601, 20 2 καθόσον Ath 6 μοι Β 10 εἴ τοι Ath 14 μή με Ρ sed με in ras m 2 μήτε L Ferr 15 μὴ δὲ LP Ferr 16 λυποῦντα Ath 17 κοινωνίαν Ρ sed αν in ras m 2 25 εἰ] οὐ Ath 27 πολίται libri edd ἀπολώλεκε. δίκην δέδωκεν ὧν οὐκ ἠδίκηκεν. ὀξύθυμός ἐστιν ὁ πατήρ. ἀναμαρτήτους ἀξιοῖ τοὺς υἱεῖς εἶναι, πρᾶγμα ἀμήχανον. καὶ κραυγὴ καὶ θόρυβος ἐπεσκότισε τοῖς δικαίοις. δυστυ- χῆς μὲν ὁ νεανίσκος, πονηρὸς δὲ οὐδαμῶς, ὅλως εἰ πρὸς ἀπολογίαν ἔτεινεν ἡ παροῦσά μοι σπουδή, καὶ τότε τὸ κατηγορεῖν οὐκ ἂν ἦν ἔξω καιροῦ· εἰ δὲ τὰς μὲν αἰτίας ἐῶ μένειν, τὸ δὲ μετ’ ἐκείνου πράττειν κακῶς ἥδιον τίθεμαι τοῦ μὴ μόνος ἀπολαύειν τῶν ἀγαθῶν, τίς ἔτι χρεία τῶν ἐγκλημάτων;

ἔδειξας, ὦ πάτερ, τὴν πονηρίαν. ἔπεισας δῆμον φιλάνθρωπον RIV 698 ἀτιμάσαι τὸν Ἔλεον. οὐχ οὕτως | ἐγὼ ἀνόητος ὡς ἀπολογίαν ἔτι ζητεῖν τῆς τοσαύτης ἀρτίως κατ- εγνωσμένης. τί γὰρ οὐκ εἶπον ὧν ἐνῆν; οὐχ ὡς ἡ νεό- τῆς ῥᾷστον ὑπαχθῆναι καὶ ἁμαρτεῖν τοὺς τῷ χρόνῳ μὴ κτωμένους τὴν σύνεσιν; οὐχ ὡς τὸ μηδὲν πλημ- μελεῖν ἐν τοῖς θεοῖς ὥρισται; οὐκ εἶπον ἃ παρ’ ὑμῶν ἀκήκοα πολλάκις, ὅτι τοῦ νόμου φόβος ἐστὶ τὸ βού- λημα καὶ τοὺς νέους δεδοικέναι μὲν ἀξιοῖ τὴν ἐκβολὴν ἐπὶ τῷ σωφρονεῖν, ἀπελαύνεσθαι δὲ οὐκ ἔστι καὶ περι- νοστεῖν ἀοίκους οὔσης οἰκίας ἐφ’ ἁμαρτήμασι φαύλοις; εἰ γὰρ δὴ μεγάλα, τί οὐκ ἀπέκτεινε;

καὶ μὴν καὶ τὸν πατέρα ἠρόμη·ν εἰ τὴν νεότητα ἀναμαρτήτως πεπόρευται, οὐκ ἔχοντος δὲ εἰπεῖν ἠξίουν τὸν αὐτοῦ undefined σ’ 4 ἐπεσκότησε Ath ἐπεσκότιζε L 6 comma post σπουδή posui, post κατηγορεῖν quod habent libri edd delevi 7 καὶ om Β | τὸ om Mos 9 μὴ om Β 12 Ἔλεον scripsi ἔλεον libri edd cf. p. 631, 23 13 „fort. τῆς τοσούτοις“ Re 14 οὐχ ὡς Bcripsi coU 1. 16 ut coni Re ὧς οὐχ οὐχὶ (οὐχὶ α Ath) libri edd ἡ om Ath 16 πλημελεῖν LP Ferr 20 οὐκ ἔστι scripsi οὐκ ἔτι LPB Ferr οὐκέτι AthMos Mor Re 22 εἰ] ,,malim ἐπὶ“ Re I μεγάλα scripsi μεγάλης LP Ferr et γρ in marg Mor μεγάλοις AthMosB Mor Re 23 εἰς L Ferr | ἀναμάρτητος Ath Mos sed in hoc τήτως suprascr 24 αὐτοῦ libri edd πατέρα εἰς ἡμᾶς μιμεῖσθαι, λέγων δὲ ταῦτα ἐρραψῴ- δουν ὀνόματι πατρὸς κατακλυζόμενος.

τί οὖν φημι; δεῖν μήτ’ ἐμοὶ συγχωρεῖν ἀπολογίας μεμνῆσθαι τῷ γε ἡττημένῳ μήτε τούτῳ βλασφημίας τῷ νενικηκότι. πέ- παυται γὰρ ἀμφοῖν ἡ χρεία τῇ χειροτονίᾳ καὶ τῷ βού- λεσθαί με νῦν ἐκπεσεῖν τὸ πεπονηρεῦσθαι τὸν ἀδελφὸν οὐδὲν κοινωνεῖ.

42. Καὶ μὴν ὅσῳπερ ἂν ἐκεῖνον τῷ λόγῳ κατα- σκευάζῃ μιαρόν, τοσούτῳ προνοητέον αὐτῷ τῆς ἐμῆς ἀρετῆς, ὅπως μὴ παντελῶς δυστυχὴς ῇ πατήρ, ἀλλά τὸν μὲν πονηρόν, τὸν δὲ οὐ τοιοῦτον ἔχη. ἂν μὲν τοί- νυν ἐκπέσω καὶ λάβῃ με κοινωνὸν ἑκόντα τῆς ταλαι- πωρίας ἀδελφός, χρηστός, δίκαιος, τὴν φύσιν αἰδού- μενος, πάνθ’ ὅσα κάλλιστα ἀκούσομαι καὶ δι’ ἐμοῦ σὺ ζηλωτὸς ὁ γονεύς· ἂν δέ, ὃ μὴ γένοιτο μηδὲ ἔστω, τὸ κατ’ ἐμαυτὸν προελόμενος ὑπερβῶ τὸ ἐκείνου, πονηρός, ὠμός, ἀσεβής, οὐ θεοὺς εἰδώς, οὐ νέμεσιν, πάντα τὰ χείριστα ἀκούσομαι καὶ δι’ ἐμοῦ πάλιν ἐν ὀνείδεσιν ὁ πατήρ.

μὴ τοίνυν ἀνάσχῃ | διπλῆν ὀδύνην RIV 699 ἐπὶ σὲ βαδίζουσαν, ἀλλὰ ἀποκήρυξιν ἀποκηρύξει παρα- μύθησαι τῇ παρούσῃ τὴν προτέραν, τῇ παρ’ ἐμοῦ τὴν παρὰ σοῦ. ἡ μὲν γὰρ σημεῖον ἦν πονηρίας σοῦ παι- δός, ἡ δὲ καλοκαγαθίας σοῦ παιδός.

μετριώτερον 1 cf. ad t. II 113,2 5 ἀμφοῖν om Β 8 κατασκευάζῃ reposui e libris κατα- σκευάζει Ferr Mor κατασκευάζειν Re 9 τοσοῦτον Ath 15 ζηλωτὴσ Ath | μὴ δὲ LP Ferr μὴ δὲ Ath | ἔσται Ath 16 προελόμενος scripsi auctore lacobsio Lect προειδόμενος libri edd sed „malim προϊδόμενος“ Re | τὸ ’κείνου Ath 17 τὰ om Ath 20 ἐπὶ σὲ scripsi auctore Re ἐπὶ σοὶ LPMosB edd ἐπιπεσεῖν Ath δεῖ σε νομίσαι τὰ περὶ τοὺς υἱεῖς ἐξ ἡμισείας ἀσχημο- νεῖν ἢ τελέως ὄψει μεστὴν αὐτίκα τὴν πόλιν τοιούτων ῥημάτων· πάνυ γε. οὐ γὰρ πάντα ἀγαθὸς ἀρι- στεύς, ὃς τοὺς μὲν πολεμίους τῆς χώρας ἐξ- ἔβαλε, τὸν δὲ ἀδελφὸν οὐκ ἐπανήγαγεν οἴκαδε. εὐτυχίαν ἥρπασεν ἐν τοῖς ὅπλοις, οὐκ ἀρετὴν ἐπεδείξατο. εἰ δὲ ἀρετὴν ἤσκει, πάντως ἂν ἐπ- έθηκε τῷ τροπαίῳ τὴν περὶ τὸ γένος ἐπανόρ- θωσιν.

45. Ἡ δὲ αἴτησις, ὦ πάτερ, καὶ τὸ ἡττᾶσθαι δοκεῖν μικρὸν ἔχει τὸν ψόγον; ῥᾴδιον γὰρ εὑρεῖν καὶ κατ’ ἐκείνης λόγον· πλάσμα ἦν ἡ δωρεὰ καὶ τέχνη, ῥήματα φιλάνθρωπα, γνώμη δὲ οὐ τοιαύτη. σχῆμα εὐπρεπές, οὐκ ἀληθείας ἔργον. ἐξεχλεύ- ασε τὸν ταλαίπωρον ἀδελφόν, ἀλλ’ οὐκ ἐξεί- λετο τῶν κακῶν. ἤνεγκεν αὐτῷ τὴν δυστυχίαν εἰς μέσον, ἀνελεῖν δὲ οὐκ ἐζήτησεν. ἀφωσιώ- σατο πρὸς τοὺς πολλούς, εἰρωνεύσατο, πράττει δὲ ὅπως ἀθάνατον ἑστήξει τὸ μῖσος. οὐ γὰρ αὐτὸς καὶ τὰ πρῶτα συνεσκεύασεν; οὐ γὰρ ἐκ τῆς τούτου κακοηθείας ὁ ἀδελφὸς ἐλήλαται καὶ διαβολαῖς ἡ φύσις ἠδίκηται;

εἰ δὲ ἄλλοθέν ποθεν ταῦτα προσεπεπτώκει καὶ οὐκ ἠρέσκετο τῇ συμφορᾷ, ταχέως ἂν ἔλυσε τὸ δεινὸν ἱκε- 1 cf. p. 535, 5; t. VI 477, 13. Aristid. in reg. I p. 108, 3. Dind. (i II 260,12 Keil.); Chor. tyrann. p. 69,19 Boiss. 14 Poll. VI 199. Hesych. s. v. ἐκγελιώσαιμι 17 cf. t. IV 239, 21 1 νομίσαι om Ath 5 οἴκαδε οὐκ ἐπανήγαγεν Ath 6 γὰρ post εὐτυχίαν L edd delevi 11 ῥᾴδιον γὰρ Mor sed γρ ἢ ῥᾴδιον in marg 16 τὴν] τε L Ferr 19 ὅπ(??) L 28 συνεπεπτώκει Β | ἤρεσκε Ath τείαις, ἀντιβολίαις, δεήσεσεν, ὀδυρμοῖς, δά- κρυσιν, ἀεὶ παρών, συνών, συνδιαιτώμενος. μέγα δ’ ἂν ἴσχυσε πρὸς διαλλαγὰς καὶ τὸ παρὰ πότον στενάξαντα ἀνακαλέσαι τὸν ἀδελφόν. ἀλλ’ οὐκ ἐποίησε τούτων οὐδὲν ἢ πάντως ἂν μετ- ἐστήσατο τὸν γονέα τῆς ὀργῆς. οὐ γὰρ δὴ τῶν θηρίων ἀγριώτερος ἂν ἦν οὐδὲ πλέον τὸν υἱὸν ἢ τοὺς πολεμίους μισῶν, οἷς πολλάκις μεθ’ ἡμῶν ἐσπείσατο σὺν ὅπλοις ἐπελθοῦσιν, Ἥλιε, καὶ πολὺ τῶν πολιτῶν ἀναλωκόσι καὶ σπεύ- δοῦσι κατασκάψαι τὴν | πόλιν.

τοῦτο RIV 700 γὰρ ἀνθρώπινον καὶ ἀσφαλὲς τὸ μηδαμοῦ τὸ μέτρον ἐκβαίνειν. κεκράτηκας πολεμίων. σπεῖ- σαι. παῖδα ἐσωφρόνισας ἐκβαλών. ἀναλάμβανε. ὁ δὲ σεμνὸς ἀριστεὺς τῇ μὲν αἰτήσει χρηστὸς ὤφθη, τῷ δ’ ἀτυχήσας μὴ χαλεπῆναι φαῦλος καὶ τὸν ἐφ’ οἷς ἐπήγγειλεν ἔπαινον οἷς οὐ πεί- σας πρᾴως ἤνεγκεν ἐξήλειψεν.

ἀλλὰ τί ἐχρῆν ποιεῖν; φυγεῖν οὕτως ἀνελεῆ πατέρα, μισῆσαι πικρίαν ἄπαυστον, μετατάξασθαι πρὸς τὸν ἀτυ- χοῦντα ἀδελφόν, ἡδίω νομίσαι τὴν μετὰ τού- του πενίαν τῆς τοῦ πατρὸς περιουσίας.

49. Ἵνα δὴ μὴ τοιαύταις ὑποψίαις ἐνέχωμαι, κατ’ ἐμαυτοῦ γράφω τὴν ἐκβολήν. κερδανεῖς δὲ καὶ αὐτός, 03 πάτερ, ἐν τῷ τὸν γράφοντα ἐμὲ ταῦτα εἶναι. τίνα 1 ἀντιβολαῖς Ath 9 ἡμῶν scripsi e libris ὑμῶν edd | ἤδη coni Mor νὴ Δία lacobs Add 119 Lect at cf. ad p. 693, 7 ἡμετέραν praetulerim 10 πολλούς Β | ἀνηλωκόσι AthB 12 τὸ(2) del P 2 16 ἀτυχήσας scripsi e Β ἀτυχήσαντι LP AthMos edd sed „fort. ἀτυχήσαντα“ Re 17 ἐπήγγελλεν LP Mos Ferr | οὐ om Ath 20 ἄψαυστον Β 21 ἡδίων Β 24 δὲ om Β τρόπον ἐγώ σε λελύπηκα μὴ μισῶν τὸν ἀδελφὸν καὶ δίκην ὀφείλων σοι τῆς πρὸς ἐκεῖνον εὐνοίας;

ἤδη καὶ τοὺς ἐκπολεμώσαντάς σε πρὸς ἐκεῖνον ἔτι καὶ νῦν ὁρῶ παρὰ σοὶ δυναμένους. οἶδα τοίνυν ὡς οὗτοι τὴν αὐτὴν προσοίσουσι μηχανὴν καὶ τοσούτῳ ῥᾷον παρά- ξουσιν, ὅσῳ συνείθικας εὐχερῶς ἀποκηρύττειν καὶ τολ- μᾶν ἐν δικαστηρίῳ βοᾶν· ἀλλότριον ὅν γεγέννηκα ποιοῦμαι. οὐκ ἀνθέξεις τοῖς σοφισταῖς τούτοις, ὦ πάτερ, οὐδ’ ἂν σφόδρα ἐθέλῃς τὴν ἀριστείαν αἰδεῖσθαι.

51. βούλει σοι προείπω καὶ τὰ ῥήματα τῶν γοήτων; ἐχθρὸν ἔνδον ἔχων οὐκ ᾔδεις. ἐπὶ σαυτῷ τὸν παῖδα ἔτρεφες. πατραλοίας ἡμῖν ὁ γενναῖος. ταῖν χεροῖν οὐχ ἥψατο, ῥήμασι δὲ ἐρείδων οὐκ ἀνῆκε. πρᾳότερος ἐθέλει· τῶν γερόντων εἶναι δοκεῖν. πορευέσθω παρ’ ἐκεῖνον ὅν περὶ πλεί- ονος ποιεῖται. δότω δίκην τῆς ὕβρεως. δεῖξον ὡς χαλεπαίνεις, ὧς οὐκ εἰκότα ἀκήκοας.

τοι- ούτοις οἰχήσονται εὐθύς <σε>, α οἶδα, λαβόντες τοῖς δεσι καὶ οὐδὲν ἐμποδιεῖ τὸ τρόπαιον, ὁ κρότος, τὸ τῆς RIV 701 ἀριστείας ἀξίωμα τὸ ἐκ τῶν | τοιούτων ἔργων κρείττω αὐτῆς τῆς ἀποκηρύξεως τοῖς νόμοις εἶναι, καὶ 2 ὀφείλειν με σοὶ Ath | ἤδη om Ath „malim οὐχὶ “ Re 3 σε om Ath σοι Β 5 ταράξουσιν Ferr et γρ in marg Mor 7 ἀλλότριος Mor Re 13 τοῖν Ath Mor | ἐρεί- δων scripsi e Ρ sed ι supra εἰ, Β coll Arist. eq. 627 cura la- cobsio Anth. Pal. III 64 Lect ἐρίδων LAthMos edd sed „num ἐρεθίζων an ἐρεσχελῶν?“ Re 14 πραότερος L Ferr 17 χαλεπαίνεις, ὧς om Ferr | εἰκότα scripsi ut coni Mor εἰδότα (ἠδότα α L) libri edd | τοιούτοις Ρ sed γρ τούτοις suprascr, Mor sed γρ τούτοις in utroque in marg τούτοις Β 18 οἰχή- σονται scripsi e PAthB ἠχήσονται LMos edd sed σε κατηχή- σονται coni Re | σε inserui om libri edd | φευδέσι L 19 κρότος scripsi coll p 638, 6; 618, 22 φόνος libri edd sed τῶν <τῶν πολεμίων> ὁ φόνος coni Re 20 τῶν ante ἐκ Ath 21 αὐτῆς τῆς scripsi τῆς αὐτῆς libri edd sed τῆς σεμνῆς (aut καλῆς) coni Re γὰρ τοιοῦτόν τι πέπυσμαι, ὀργὴ γάρ, ἡνίκα ἂν ὑπερ- ζέσῃ, τὸν λογισμὸν παρώσασα φέρεται ῇ ἂν τύχῃ.

Σκόπει τοίνυν ὅπως σε φιλῶ καὶ ταῦτα λυ- ποῦντα. παρέχω σοι τιμωρίαν πράξασθαι διαφεύγοντα τὴν αἰσχύνην. τὸ γὰρ ἐκπεσεῖν με τῆς οἰκίας τοῖς ἐμαυτοῦ λόγοις ἐν μὲν τῷ μὴ μετέχειν τῶν πατρῴων κολάζει, ἐν δὲ τῷ σοῦ σιγῶντος τυχεῖν ἄνευ αἰτίας ὧν ἐπιθυμεῖς δίδωσι.

φέρε, εἴ με ἐβούλου καταποντί- σαι, φθάσας δὲ αὐτὸς ἐμαυτὸν ἐνέβαλον εἰς τὴν θά- λασσαν, οὐκ ἄν σε εὐηργέτουν ἀποπνιγείς τε καὶ σὲ τοῦ μύσους ἀπαλλάξας; εἰ δὲ ἥδιστ’ ἂν ἀπέκτεινας ξίφει, τοῦτο δὲ αὐτὸς αἰσθόμενος εἰς ἐμαυτὸν ὦσα τὸ σιδήριον σοῦ διαμέλλοντος, οὐκ ἂν ἦν σοι κεχαρισμέ- νος τεθνεώς τε καὶ σὲ διατηρήσας καθαρὸν τοῦ φό- νου;

ἀπὸ τῆς αὐτῆς καὶ νῦν γνώμης ἀποκηρύτ- τεσθαι βούλομαι. ἐλθέτω μανίας ἐπ’ ἐμὲ μᾶλλον ἔγ- κλημα ἢ τὸν πατέρα ἀσεβείας· εἰπάτω τις ὡς ὁ νεα- νίσκος παραπαίει μᾶλλον ἤ ὁ πρεσβύτης παραφρονεῖ. λάβε δίκην, ὦ πάτερ, λάβε μεγάλων ἁμαρτημάτων. ἐμνημόνευσα πρὸς σὲ φιλανθρωπίας, ἐμνημόνευσα προσ- ηγορίας ἀδελφοῦ, ἐμεμψάμην ὀργήν, ἐπῄνεσα συγγνώ- μην. ἦν που τῆς δημηγορίας καὶ τὸ τῶν διαλλαγῶν ὄνομα καὶ τὸν Ἔλεον προσεῖπον. ὀφείλω δίκην ἐπιει- κῶν ῥημάτων. ἀποκήρυξον, ἔκβαλε, μὴ μεταβάλῃς τοὺς τρόπους.

1 cf. t. II 129, 9 2 ἦ LP | τύχοι Ath 4 διαφεύγουσαν Β 6 μὲν om Ath 7 σοῦ scripsi auctore Re τοῦ libri edd 10 ἀποπνιγείς τε in marg Ath 15 νῦν om Ferr 23 Ἔλεον scripsi ἔλεον libri edd cf. p. 626, 12 24 μεταβάλῃ Ferr

56. Ἀλλ᾿ ἀσύμφορον, νὴ Δία, τὸν ἀριστέα διάγειν ἐν λύπῃ καὶ διὰ τοῦτο τῆς περὶ τὸν πόλεμον ἀμελεῖν μελέτης καὶ τοῖς ἐχθροῖς πα- ρασκευάζειν ἡδονήν. δῆλον γὰρ ὧς τὰ τούτου δυσχερῆ τοῖς ἐναντίοις ἑορτή. τί φῄς; δέδοικας μὴ πεσὼν εἰς λύπην ἀμελήσω τῶν ὅπλων; νῦν γὰρ ἐν εὐφροσύνῃ μοι τὰ πράγματα καὶ ᾠδαῖς καὶ γέλωτι; τεκμαίρου τὴν ἀθυμίαν, ἄνθρωπε, τῷ προσώπῳ. ταύτῃ συζῶ, διὰ ταύτην ἀπόλωλα. λύπη μοι σύμπας ὁ βίος.

RIV 702

57. ἂν εἰς τὴν ἀγορὰν | ἐμβάλω, τοῖς γνωρίμοις ὑπὲρ τούτου λαλῶν δακρύω. ἂν οἴκαδε εἰσέλθω, τὸ πλήρωμα ὁρῶν ἠκρωτηριασμένον πενθῶ. ἂν εἰς παλαί- στραν ἀφίκωμαι, τὸν ἀδελφὸν ὁρῶν ἀπερριμμένον ὀδύ- ρομαι. ἅπας καιρὸς καὶ τόπος ἀφορμὴ δακρύων, οἰκία, στενωποί, γυμνάσια, σύλλογοι, τράπεζα, ὕπνος. ἤδη γὰρ κἀν τοῖς ὀνείρασιν ἔνδον μὲν ἔχειν αὐτὸν δοκῶν ὑφ’ ἡδονῆς ἐκπηδῶ, μανθάνων δὲ τὴν ἀπάτην ἐν ὀδυρμοῖς ἀναμένω τὴν ἡμέραν. μάρτυρα δὲ ἔχω τῶν πολλῶν δακρύων τὸν ἐπ’ αὐτοῖς πολλάκις ἀγανακτή- σαντα τοῦτον αὐτὸν τὸν πατέρα.

ὥσθ’ ὑπὲρ οὗ τὴν ἀποκήρυξιν δέδοικας μή με εἰς ἀθυμίαν καταστή- σας χείρω ποιήσῃς, τοῦτο καὶ νῦν ἐνοχλεῖ. καὶ γὰρ ἐφ’ αἷς μόναις εἶχον ἐλπίσιν ὧς λύσων τἀδελφῷ τὴν συμφορὰν μάταιοι πεφήνασι καὶ οὐκ ἴσχυσεν ἀριστεία νικῆσαι τὴν ἀποκήρυξιν.

εἶτ’ ἐμοὶ τοῦ λοιποῦ τί τερπνόν; οἴει γὰρ ἐν πλήθει σιτίων καὶ μαλακῇ στρω- 2 διατοῦτο LP 5 φής libri edd 7 signum interro- gationis posui e L punctum reliqui libri edd 10 τὴν in marg P 2 17 μανθάνων scripsi ex AthB μανθάνω LPMos edd 19 ἐπαυτοῖς L 20 τὸν om Ath 23 ἀναλύσων Ath 24 πεφήνασι libri edd 26 τί τοῦ λοιποῦ Μ | τουλοι- ποῦ LP μνῇ καὶ σκεύεσι λαμπροῖς εἶναι τὴν εὐθυμίαν; τὸ δὲ οὐχὶ τοιούτως ἔχει. πόθεν; ἀλλ’ ἐκείνης μὲν ἡγουμένης ἴν τισι καὶ τούτων χάρις, λύπην δὲ ἰσχυρὰν οὐ κου- φίζει τράπεζα πολυτελής, ἀλλ’ αὐτὸ τοὐναντίον, τοῖς φαυλοτέροις οἱ πενθοῦντες χαίρουσι, κἂν εἰς τρυφὴν ἄγῃς, προσεπέτριψας.

μὴ οὖν οἴου μοι τὸν οἶκον τοῦ πατρὸς ἱκανὴν παράκλησιν εἰς ἄσκησιν ἔσεσθαι τοσαύτην βεβλημένῳ καὶ ἐπίρρωσιν τῆς ῥώμης ἐκείνης, <ἀλλὰ> α κατάλυσιν. ἆρ’ ἂν πείσαιμί λέγων ὧς ἔσομαι τῆς οἰκίας ἐκπεσὼν ἤ μένων; νῦν μέν γε κίν- δῦνον ἔχει μοι τὸ συγγενέσθαι τἀδελφῷ καὶ δεξιὰν ἐμ- βαλεῖν καὶ ἐλθεῖν εἰς λόγους. καὶ ὥσπερ οἶ τὰ δεινό- τατα δρῶντες | ἐν τῷ λαθεῖν ἔχουσι τὴν ἀσφά- RIV 703 λείαν, οὕτω καὶ ἡμεῖς μόλις καὶ λάθρα τοῦτο τολμῶ- μεν.

πολλοὶ δὲ οἱ κατάσκοποι, συμπόται, κόλακες, οἰκέται καὶ θέουσιν εὐθὺς παρὰ τοῦτον καὶ παροξύ- νουσιν ἐν οἷς ζημιοῦσι χαριζόμενοι. καὶ τὸ δεῖπνον ἡμῖν ἐντεῦθεν ἐγκλήματα καὶ γραφαὶ καὶ μετὰ ἀπει- λῶν ἡ θοίνη. πάλιν ἕτερος ἐκείνους εὐδοκιμοῦντας ἰδὼν φυλάττει καὶ πονεῖ περὶ τὴν θήραν καὶ πολλάκις ἅ τ’ εἶδεν ἅ τ’ οὐκ εἶδεν ἀπήγγειλεν. ὁ δὲ πατὴρ ἄλ- 1 ἀθυμίαν Ath 2 οὐχὶ τοιούτως scripsi auctore lacobsio App Pors Adv 284 οὐχ ἧττον οὕτως LPAthMos edd οὐχ οὕ- τως Β 3 τούτω Ath 6 οἶνον AthMosB Mor sed in hoc γρ οἶκον in marg et „non omnino improbo alteram lect. οἶκον“ Not f. VII 3 7 ἄσκησιν Ρ sed γρ ἄκεσιν in marg ἄκεσιν Mor sed ἴσ. οἴκησιν in marg 8 „fort. τοσαύτη λύπη βεβλη- μένῳ (vel συμφορᾷ) οὐκ ἐπίρρωσις τῆς ῥώμης ἐκεῖνος, ἀλλὰ κατά- λυσις“ Re | καὶ ἐπίρρωσιν scripsi ἐπίρρωσιν LPAthMos edd καὶ praevia lac 9 litt Β | τῆς ῥώμης ἐκείνης Ρ sed τὴν ῥώμην ἐκείνη in marg | ῥώμης Mor sed γρ ῥύμης in marg 9 ἀλλὰ inserui om libri edd 12 ἐς Β 21 ἄλλος L λῶς μὲν ἡμῖν οὐ πονηρός, ἀπιστεῖν δὲ οὐκ οἶδεν. ὅστις οὖν δέδοικε τὴν ἐσομένην λύπην ὡς βλάβην ἐσο- μένην εἰς τὸν πόλεμον τῇ πόλει, σκοπείτω καὶ τὴν παροῦσαν καὶ τάχα εὑρήσει μείζω.

ἀλλὰ δεινὸν εὐφρᾶναι τοὺς πολεμίους. τὸ γὰρ νῦν πεπραγμέ- νον οὐχ ἱκανὸν εὐφρᾶναι; ἐκκλησίας ἀναστάσης οἱ πολλοὶ δραμοῦνται παρ’ ἐκείνους ἀγγέλλοντες τὴν ἐμὴν ἀτιμίαν. οὐ γὰρ οἴεσθε τὰ ἱερὰ ἀνοίξειν αὐτοὺς καὶ θύσειν ὧς ἐπὶ τροπαίοις καὶ τὴν ἐπὶ τοῖς πεπτωκόσι λύπην κουφιεῖν οἷς περὶ τὴν αἴτησιν ὕβρισμαι;

τί γὰρ ἂν καὶ μεῖζον ζητοῖεν; ἄνθρωπος τὸ θράσος ἐκεί- νοις μεταστήσας εἰς φόβον καὶ πεπονθότας δείξας ἃ δράσειν ἠπείλουν καὶ τοὺς μὲν ἀποσφάξας, τοὺς δὲ δειλοὺς ἀποφήνας καὶ τὴν τῶν ἀλλοτρίων ἐπιθυμίαν εἰς τὴν ὑπὲρ τῶν οἰκείων εὐλάβειαν μεταθεὶς καὶ τοὺς μὲν παίδων, τοὺς δὲ γονέων, πολλὰς δὲ ἀνδρῶν στε- ρήσας, ἄνθρωπος τοῖς ἀπ’ ἐκείνων λαφύροις κοσμήσας τὸ ἄστυ καὶ τοὺς προσιόντας κινδύνους ἀπωσάμενος καὶ διατηρήσας ἱερά, ὅσια, χρήματα, σώματα, τοὺς τά- φους, τὴν πόλιν, τὴν χώραν, καὶ δοὺς ἀντὶ τοῦ τρέ- μειν παιανίζειν καὶ στεφανοῦσθαι καὶ πρῶτος ἐμπεσὼν εἰς μέσους ὁπλίτας καὶ τῆς σωτηρίας ὀλιγωρήσας καὶ τῆς τιμωρίας ἐπιθυμήσας οὗτος ὁ τοσούτων ἀγαθῶν αἴτιος εἰς δωρεὰν ὑπὸ τοῦ δήμου κεκλημένος αἰτήσας 1 οἶδεν scripsi e LPAthB εἶδεν Mos edd 2 δέ- δωκε L 4 μεῖζον Ath 5 et 6 εὐφράναι libri edd 6 ἀνα- στάσης scripsi e PAthB ut coni Re ἀναστάσις L sed η supra ι, Mos Mor sed ἀνάστασις Not f. VII 3, Re ἀναστὰς; Ferr 17 ἀπεκείνων L 19 τοὺς inserui ex AthMosB om LP edd 21 πρῶτος ἐμπεσὼν scripsi auctore lacobsio Add 268 App Pors 329 Lect προσεμπεσὼν libri edd sed προεμπεσὼν coni Re 22 τῆς om Β οὐχ αὑτῷ περιουσίαν οὐδ’ ἃ πολλάκις | τοὺς μὲν RIV 704 λαβόντας ὤνησε, τοὺς δὲ δόντας ἐλύπησεν, ἀλλ’ ἀξι- ώσας εἰς τὸ γέρας υἱεῖ πατέρα συναλλάξαι αἰσχρῶς καὶ ἀτίμως ἐπεστομίσθη καὶ μονονοὺ πατραλοίας ἔδοξε καὶ δίκην ὀφείλειν τοῖς νόμοις.

μικρά γε, οὐ γάρ; εἰς ἡδονὴν ταῦτα τοῖς ἐναντίοις ἢ πάλιν ἐλπίδας οὐκ ἂν ἐμποιήσοντα; μὴ τοίνυν ἃ δεδώκατε ἐκείνοις ἤδη, ταῦτα ὅπως μὴ δώσετε ζητεῖτε μηδ’ οὓς ἐψηφίσασθε παραμυθήσασθαι, τούτοις φθονεῖτε τῆς ἐσομένης ἡδο- νῆς, ἀλλὰ δότε, ὦ ἄνδρες, δότε μοι τὴν δευτέραν χά- ῥὶν, ἐπειδὴ τὴν προτέραν μείζω τῆς ἀριστείας εὐρή- κατε. ἐκβάλετε τῆς πατρῴας οἰκίας, ἐπειδὴ τὸν ἀδελ- φὸν ἐπανάγειν οὐκ ἔσχετε.

τί κατοκνεῖτε; μὴ γὰρ λαβεῖν τι βούλομαι; στέρησις τῶν ὄντων ἐστὶν ἡ χά- ρις. ἀρτίως μέν γε τῷ πατρὶ χαριζόμενοι τὸν ἠριστευ- κότα ἠδικεῖτε, νῦν δὲ ἀμφοτέροις ἀρέσκοντα ψηφιεῖσθε. ποιήσατέ με ἀνέστιον, πρᾶγμα ἥδιστον ἐμοί, τοῦτον ἀπαλλάξατε παιδός, πρᾶγμα σύνηθες τῷ πατρί.

ἂν δὲ φειδόμενοί μου μὴ δῶτε τοῦτο, διαβεβλήκατε τὴν προτέραν γνῶσιν. ὑβρικέναι γὰρ ὃν ἴστε χρήσιμον ὁμολογήσετε. ὅσοι πρεσβύται δι’ ἡμᾶς ἄπαιδες οὐ γε- γένησθε, ὅσοι παῖδας νέους ὀρφανοὺς οὐ καταλελοί- πατε, ὅσοι γυναῖκας οὐκ εἴδετε πρὸς ὕβρεις ἑλκομένας, 23 cf. p. 446, 2 sq. 2 δόντας scripsi διδόντας libri edd 4 μόνον οὐ πατραλ- λοίας Μ 5 τε Ath | οὐ γάρ; scripsi auctore Re οὐ γὰρ libri edd 8 μὴ δ’ libri edd | οὓς scripsi ex Ath ut coni Re οἷς LPMosB edd 9 τοῖς ἐσομένοις L 10 δικασταὶ Ath 11 ἐπεὶ δὴ Ath | δευτέραν Β 12 ἐκβάλλετε Β et maluit Re | πατρώας L 14 ἔστιν LPB 19 μου om Ath 20 τὸ ante χρήσιμον Ath | ὑμῖν γεγενημένον post χρήσιμον inserenda coni Re 21 ὡμολογήσατε Ath 23 εἴδατε Mos | ὕβριν Β ὅσοι πλουτεῖτε βεβαίως, ὅσοις ἐφύλαξα κτήματα καὶ οἴκους, ταύτην ἀντίδοτε τὴν χάριν. ἐκβάλετέ με τῆς πατρῴας οἰκίας.

67. Μηδὲν ἐνταῦθα ἀντείπῃς, ὦ πάτερ, μηδὲ κινή- σῇς τὴν σαυτοῦ δεινότητα πάλιν. οὐκέτ’ ἐκεῖνα τὰ πρότερον, λόγοι ὑπὲρ φύσεως καὶ συγγενείας καὶ θεῶν RIV 705 | γενεθλίων καὶ κουροτρόφων καὶ φιλανθρωπίας καὶ συγγνώμης καὶ νεότητος ὀλισθημάτων. ἀλλά μοι παρελθὼν ἀκολούθησον τῷ ψηφίσματι, τήρησον ὅν ἔθου νόμον, φθέγξαι πάλιν τὰ αὐτὰ ῥήματα. νῦν μὲν οὐδενός σοι δεῖ γραμματέως ἀναγνωσομένου τὸν νό- μον, ἀλλ’ ἐπίστασαι τῆς ἀποκηρύξεως τὰς συλλαβάς.

68. μή μου τὴν ἀριστείαν αἰσχυνθῇς μηδὲ τοὺς αἰχμα- λώτους οὓς εἷλον μηδὲ τὸ πλῆθος τῶν νεκρῶν. ἔπει- σὰς καὶ τὸν δῆμον ἃ τέως ἐθαύμαζεν ἀποφαυλίσαι. μόνος οἴκει τὴν οἰκίαν, ἀπαλλάγηθι τῶν ἐμῶν δακρύων. οὐ δύναμαί σοι συνὼν ἀμνημονῆσαι τοῦ κακοδαίμονος ἀδελφοῦ. χρηστόν με, ὦ πάτερ, ἐγέννησας, ἐλεήμονα, φιλοικτίρμονα, πάσχοντά τι πρὸς τὰς τῶν οἰκείων τύχας. ἐγκάλεσον τῇ φύσει. ὁ δεῖνα βίαιος, ἄλλος ὠμός, ἄλλος στερεός, ἐγὼ φιλάνθρωπος. οὐκ ἔστι μάχεσθαι τῇ φύσει.

πολλῶν ὀφείλω σοι χάριτας, γονῆς, τρο- 2 ἐκβάλλετε Β 3 πατρῴας L 4 ἀντείποις AthMos Ferr Mor | μὴ δὲ LP Ferr 6 λόγους Ath 9 διηγήματι Ath 10 γὰρ post μὲν Β 13 et 14 μὴ δὲ LP Ferr 15 καὶ] „malim γὰρ“ Re 16 οἴκοι LPB ὤκει Ferr 17 δύνασθαί L δύνασαί Ferr 19 τι om. Ferr | τῶν om Re 20 ὁ — 22 φύσει om Β 21 στερεός scripsi ἑτέρως libri edd sed „num ἄνερως amore carens? aut deest aliquid. num ἔχων ἑτέ- ρως.“ Re στερρός coni lacobs Add 292 Anth. Pal. III 734 22 πολλῶν — 637, 1 οἰκίαν omissa voce παιδείας ad versus co- moediae Atticae πολλῶν ὀφείλω σοι χάριτας, γονῆς, τροφῆς | ἀμείβομαί σε τῷ φυγεῖν τὴν οἰκίαν revocavit Kockius Com. Att. fr. III p. 478, 371 φῆς, παιδείας. ἀμείβομαί σε τῷ φυγεῖν τὴν οἰκίαν. οἶδα οἷς χαίρεις, ὦ πάτερ. ἐδίδαξάς με τῇ πρῴην ἀπο- κηρύξει τὴν νῦν ἀπολογίαν. ταῦτ’ οὖν αἰτῶ καὶ ταῦθ’ ἡγοῦμαι καλὴν καὶ προσήκουσάν μοι δωρεάν. δεινὸν δὲ οὐδὲν μή σε λαβόντες ἔρημον οἱ συκοφάνται κατα- θέωσι. τῆς μὲν γὰρ οἰκίας ἀφέξομαι, τῆς δὲ εὐνοίας οὐκ ἀποστήσομαι, ἐπειδὴ καὶ ταῦτα ἀπ’ εὐνοίας τῆς πρὸς σὲ λαβεῖν ἀξιῶ.

70. Ὄψει καὶ τοῦτον τὸν πονηρὸν ἀδελφὸν μετ’ ἐμοῦ τῆς σῆς ἀσφαλείας προβεβλημένον. τεκμαίρομαι δὲ τῷ μετὰ τὴν ἀποκήρυξιν χρόνῳ, ᾧ τοσούτῳ πιεζό- μενος οὐδὲν ἀνιαρὸν εἰς τὸν πατέρα ἐφθέγξατο, ἀλλὰ διατελεῖ τὰς | αἰτίας δεχόμενος καὶ μᾶλλον ἐαυ- RIV 706 τὸν συκοφαντῶν καὶ κατηγόρων μεμφόμενος. θαυμάζει δὲ τὸν πατέρα καὶ τῶν προσηκόντων οὐκ ἀποστερεῖ, τὴν δ’ ἑαυτοῦ τύχην κακίζει καὶ σπεύδει γενναίοις ἔργοις ἀνελεῖν τὴν ἀτιμίαν.

ἐγώ σοι τοῦτον ἐπι- δείξω στρατιώτην ἀγαθὸν ταχέως καὶ κληθήσῃ δυοῖν ἀριστέοιν πατήρ. πολλοὶ πολλάκις ἐκ νεότητος ὑπαι- τίου πρὸς τὴν προσήκουσαν ἐκβάντες ἡλικίαν ἐθαυ- μάσθησαν εἰς ἀρετὰς καὶ καθάπερ ἐν δράματι σκευὴν μεταβαλόντες τοὺς τρόπους οἱ μὲν ἐκ δειλῶν ἐφάνησαν ἀνδρεῖοι, οἱ δὲ ἐξ ἀκολάστων σώφρονες, οἱ δὲ ἐκ θρα- σέων ἐπιεικεῖς, οἱ δὲ ἐκ ῥᾳθύμων φιλεργοί, οἱ δὲ ἐξ 1 οἰκείαν Ath 2 χαίροις LP | τῇ πρῴην ἀποκήρυξιν τὴν νῦν ἀπολογίαν scripsi auctore Re τὴν πρώτην ἀποκήρυξιν τῇ νῦν ἀπολογίᾳ libri edd 6 ἀφέξονται Mos 7 ταὐτὰ? ἐπ’ Ath 12 vocibus οὐδὲν ἀ[νιαρὸν] des Ath | εἰς in- serui e libris om edd 13 ἑαυτὸν ἢ τῶν τινα συκοφαν- τῶν coni Re ἑαυτοῦ ἢ συκοφαντῶν lacobs Lect 15 τὸν LP 16 δὲ αὐτοῦ LP 22 δειλῶν scripsi δειλίας libri edd ἀσελγῶν μέτριοι καὶ ἐφ’ οἶς πρότερον ἐκακίζοντο, ταῦτα ἀποβαλόντες εἰς ἀγαθοὺς ἐτέλεσαν καὶ τῆς πό- λεως εὐεργέτας μεγίστους οἷς ὑπὲρ αὐτῆς ἐπεδείξαντο. τὸ γὰρ τῆς ἀριστείας, κἂν παραχρῆμα φαῦλον νομισθῇ, μικρὸν ὕστερον ὁπόσον ἐστὶν ἐγνώσθη.

παραμυθή- σεται τὴν σπάνιν ὁ κρότος, τὴν ἔνδειαν ἡ μνήμη τῆς μάχης, τὴν ἀπορίαν ·ἡ δόξα. οὐχ ἕξομεν οἰκίαν, ἀλλ’ ἐγγὺς τοῦ τροπαίου σκηνώσομεν. τοῦθ’ ἑστία μοι, τοῦ- το καταφυγή, τοῦτο παράκλησις πρὸς τὸ μέλλον. στέρ- ξουσι μὲν οἱ πολέμιοι τὴν ἡσυχίαν, οἶδα ἐγὼ τὴν ἐκείνων πληγήν, εἰ δ’ οὖν, οἷα τὰ ἀνθρώπινα, τὴν ἀρχαίαν ἀναλάβοιεν ἰσχύν, πολλοὺς εὑρήσετε τοὺς ἐμὲ μιμησομένους.

οἷς ἐναντίον ὑμῶν διαλέξομαι· ἄν- δρες οἷς εὐψυχία μὲν εἰς τοὺς κινδύνους, εὔ- νοια δὲ πρὸς τὴν οἰκείαν, καὶ σώματος μὲν ὀλιγωρία, φιλοτιμίας δὲ ἔρως, μηδεὶς ὑμῶν καταγνοὺς ἀχαριστίαν τοῦ δήμου ἄκων μαλα- κιζέσθω μηδὲ εἰς τὴν ἐμὴν ἀφορῶν ἀτιμίαν κατοκνείτω. ταῦτα ἐπ’ ἐμαυτὸν γράφω. εἰς δω- ρεὰν ἡγοῦμαι τὴν συμφοράν. ἐγὼ πενίας ἐπιθυ- RIV 707 μῶ. ἐμὴν τοῦτο | ἡγεῖσθε μανίαν, μὴ τῆς πόλεως ἀγνωμοσύνην. φεύγω τὴν οἰκίαν ἐφ’ ἧς οὐκ ἔσχον δεῖξαι τὸν ἀδελφόν. ὑμεῖς δὲ ἄν- δρες τε γίγνεσθε καὶ μὴ ταράττεσθε τῷ παρα- δείγματι.

74. Πάντα ἐπαινῶ τῆς ἀποκηρύξεως ὡς πλὴν ἑνός· 2 ἀποβάλλοντες L 3 post ἐπεδείξαντο ras 5 fere litt Ρ 4 παρὰ χρῆμα L 13 μιμησομένους scripsi auctore Re μιμησαμένους libri edd 14 ἔννοια LPB Ferr 15 οἰκείαν scripsi auctore Re coll t. V 380, 13; VI 320,2; 367, 16 οἰκίαν libri edd 18 μὴ δὲ L Ferr 23 δὲ scripsi ut coni Re et lacobs Lect τὲ LP τε MosB edd ἡδίους ποιήσει τοὺς πολεμίους. σὺ δέ, εἰ καὶ τοῖς πο- λίταις ὕστερον, πάτερ, ἀπεχθήσῃ, παρὰ τοῖς ἐναντίοις εὐδοκιμήσεις. εὐωχοῦ δὴ καὶ πῖνε μεθ’ ἡδονῆς καὶ τρέφε κληρονόμους ἀντὶ τῶν υἱέων τοὺς κόλακας.

1 cf. t. IV 41, 22; 73,3 1 ποιήσει scripsi auctore Re ποιήσεις libri edd 2 περὶ L Ferr 3 πίνε libri Mor Re cf. t. VI 652, 14