Apotelesmatica Manetho Astrologus Hermann Koechly Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg2583.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Apotelesmaticorum qui feruntur libri VI accedunt Dorothei et Annubionis fragmenta astrologica Hermann Koechly Manetho Astrologus Leipzig Teubner 1858 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
ΒΙΒΛΙΟΝ Β. Α.

Ἐν τῷ βʹ τούτῳ βιβλίῳ διέξεισιν,

Α. Περὶ τῆς θέσεως τῶν ἐν τῇ σφαίρᾳ κύκλων φαινομένων τε καὶ ἀφανῶν καὶ ἄξονος καὶ ὁρίζοντος καὶ τῆς ἐν τοῖς κύκλοις τῶν ἄστρων τε καὶ ἀστέρων θέσεως καὶ τῶν λοξῶν κύκλων.

Β. Τί ἕκαστος τῶν ἑπτὰ πλανητῶν ἐν ἰδίῳ, καὶ τί ἐν ἀλλοτρίῳ οἴκῳ φαινόμενος ἀποτελεῖ.

Γ. Τίς ἑκάστου τῶν ἑπτὰ πλανητῶν ἐν τῇ ἀνατολῇ, καὶ τίς ἐν τῇ δύσει δύναμις.

Δ. Περὶ τῆς φάσεως τῶν ζʹ πλανητῶν, καὶ τί μὲν ἕκαστος αὐτῶν τῷ ἡλίῳ συνὼν ἀποτελεῖ, καὶ τί διαμετρῶν, τί δὲ τῇ σελήνῃ καθʼ ἑκάστην τῶν δύο φάσεων.

Πάντοτε μὲν κόσμοιο κατʼ αἰθέρα κοιρανέοντες Ἠέλιος Μήνη τε διηνεκὲς ὦκα φέρονται. ἄστρα δʼ ἄρʼ ἤλιθα μυρίʼ ἀν’ οὐρανῷ ἐστήρικται μαρμαίροντ’ ἐπὶ νυκτί, τὰ μὲν σελάεσσιν ἀφαυροῖς αἰθύσσοντʼ, ὥσθʼ ὅσσον ὑπʼ ὄμμασιν αὐγάζεσθαι, πολλοὶ δʼ αὖτʼ αἴγλῃσι φαεινόμενοι βλοσυρῇσιν ἀστέρες, ὡς καὶ φέγγος ἐπὶ χθονὸς ἡμερίοισιν φαίνειν, εὖτ’ ἀσέληνον ἔχῃ δρόμον ἀμβροσίη νύξ· καὶ μὴν δὴ τάδε πάντα διʼ αἰθέρος αἰὲν ἄρηρεν ἀπλανέʼ ἐν χώρῃ, τῇ δὴ τὰ πρῶτα δέδασται, ἐλκόμεν ἀντολίηθεν ἐφʼ ἑσπερίην δύσιν αἰεί, παῦῤ ὑπὸ δεικήλων τεράτων τετυπωμένα μορφαῖς, αὕτως δὲ πλέονα σποράδην πεφορημένʼ ὕπερθεν. πέντε δʼ ἄῤ ἀστέρες οἶοι ἀγαυότατοι διὰ κύκλου Ζωδιακοῦ πλάζονται ἀμειβόμενοι κατὰ κόσμον καὶ δείκηλʼ, οὓς φῦλα βροτῶν ὀνόμηναν ἀλήτας, τῶν μὲν δὴ μετόπισθε φίλῃ μεμνήσομʼ ἀοιδῇ. Μακρὸς δʼ αὖ διὰ μέσου ἐλήλαται οὐρανοῦ ἄξων, ἀστεμφὴς, ὅσσοισιν ὁρωμένῳ ἀπροτίοπτος, ὅς περὶ πᾶν γαίης τε καὶ ἀτρυγέτου διὰ πόντου ὦκα διηνεκέως δινεύμενος οὐκ ἀπολήγει. Τοῦ δὲ δύω πόλοι εἰσὶ καταντιπέρην ἀσάλευτοι, ὃς μὲν ἐπὶ κρυεροῦ Βορέω πνοιῇσιν ἀρηρὼς καὶ κεφαλῆς ἀγχοῦ βαιῆς κυνοσουρίδος Ἄρκτου, ἄλλος δʼ ἐν διερῷ Νότῳ ἵσταται· ἀλλʼ ὃ μὲν ὑψοῦ κεῖται ὑπερχθόνιος, Νότιος δʼ ἀίδηλος ὑπ’ αἶαν. Κύκλοι δʼ οὖ πολλοὶ καὶ ἀπείριτοι οὐρανοῦ εἴσω δινεῦνται, τοὺς αὐτὸς ἀεὶ σφαίρης στροφάλιγγι τεύχει ἑλισσομένων ἄστρων κατʼ ἀπείριτον οἶμον. τῶν δέ τε πάντων εἰσὶ πανέξοχοι ἐννέα κύκλοι, δοιοὶ μὲν προτίοπτοι ἰδʼ ὀφθαλμοῖσιν ὁρητοί, οἱ δʼ ἄλλοι μήτι μερόπων πραπίσιν τε νοητοί. ἑπτʼ ἀιδεῖς μὲν ἔασιν ἰδʼ ἐν φρεσὶ μοῦνον ὁρητοί, ἀλλήλοις δὲ παραβλήδην στρωφώμενοι αἰεί· ὃς μὲν γὰρ πρῶτος πόλου δινεύμενος ὑψοῦ, ὅντε Βόρ ειον φῶτες ἐπίκλησιν καλέουσιν· τὸν δὲ μέτα τροπικὸς θ έρεος πυριλαμπέος ὥρης γίνεται· τείνονται μεσάτοιο, διʼ οὗ θοὸν ἅρμα τιταίνων ἴσην Ἠέλιος τεύχει νύκτʼ ἄμβροτον ἠοῖ· τῷ δʼ ἔπι χειμ ἐρίοιο τροπῆς κύκλος ἐστήρικται· ἑξείης δʼ ἐπὶ τῷ Νότιος πέλει, οὗ ῥά τε βαιὴν φράζεο μοῖραν ὕπερθε,τὸ γὰρ πλέον ἔσθʼ ὑπὸ γαῖαν τοὺς δὲ μέσους τέμνουσι δύω κύκλοι ἄξονος αὐτοῦ ἄκρης ἀρχόμενοι κορυφῆς· αὐτοί γε μὲν ἄμφω ἀλλήλους ἄχρις Νοτίου τέμνουσι πόλοιο, ὃς μὲν ἐνὶ θνητοῖσι καλούμενος ὀρθὸν Ὁρίζων, ὃς δὲ Μεσημβρινὸς ὑψοῦ ἄκρης κυρτούμενος αἴθρης. ἀμφότεροι δʼ ἄρα τοίγε πόλων ἔντοσθεν ἐόντες ἐντὸς ἐέργουσιν δίνην περικείμενοι ἄστρων. οἵδε μὲν ἐν πραπίδεσσιν ἀριφραδέες τελέθουσιν γνώσασθαι κύκλοι. τοὺς δʼαὐθʼ ἑτέρους καὶ ὑπʼὅσσοις δερκόμεθʼ, εὖτ’ ἂν γαῖαν ἐπιτρέχῃ ἀμβροσίη νύξ, τὸν μὲν ἴσον χροιῇ λευκῷ φαίνοντα γάλακτι, τὸν δʼ ὑπὸ δεικήλοισι δυώδεκα παμφαίνοντα Ζω δισκόν· λοξοὶ δʼ ἐπαμοιβαδὶς ἐζώσαντο οὐρανὸν ἀμφότεροι δίχα τέμνοντές σφεας αὐτούς. ἑπτὰ δʼἄρ’, ὥσπερ πρόσθεν ἀείσαμεν,εἰσὶν ἄιστοι καὶ μοῦνον πυκινῇσιν ἐνὶ φρεσὶν ἑστηῶτες, οὕνεκεν οὐ ζώων μορφαῖς ὁλκοῖς τε φαεινοῖς οὐδὲ μὲν οὐ χροιῇσι διάκριτοι εἰσορόωνται, ἀλλʼ αὕτως δίνῃσιν ὀιόμεθά σφεας ἄστρων κυκλοῦσθαι, τάπερ αὐτὸς ἀτειρὴς αἰὲν ἀγινεῖ οὐρανὸς ἐν στροφάλιγγι περὶ χθόνα δῖαν ἐλίσσων. ἦ γὰρ δὴ τὸν μέν τε Βορήιον ἀστέρεςἌρκτου μείζονος, ἣν Ἑλίκην ἐλάται νηῶν ὀνόμηναν, ἀμφιχαράσσονται ῥοίζῳ στρωφώμενοι αἰεί, οἵτε οἱ ἀκροτάτοισι φαείνονται περὶ ποσσίν· ἄντυξ δʼ οὖ κύκλοιο μέσην διὰ χεῖρα Βοώτου τέμνει ὑπʼ ἀγκῶνος σκαιοῦ, κεφαλῆς τε Δράκοντος ἀκροτάτης ψαύει, στέρνον θʼ ὕπο Κηφέος εἶσιν καὶ κλεινῆς ἀλόχοιο παραὶ ποσὶ Κασσιεπείης. κύκλος δʼ, ὅστε τρέπει θ έρεος πυριλαμπέος ὥρην, ἀστέρι δινεύοντι περιγράφεται κατʼ Ὄλυμπον Καρκίνου ὀγδοάτης μοίρης ἔπι παμφαίνοντι· κεῖται δὲ τμήγων μέσσον διὰ Καρκίνον αὐτόν, ξανθήν τʼ αὐχενίην χαίτην χαροποῖο Λέοντος, σπεῖράν τε πρώτην Ὄφιος, βριαροῦ τʼ Ὀφιούχου ὤμους, Ὄρνιθός τε δέρην τανυσιπτερύγοιο, καὶ πόδας Ἱππείους, χειρός τʼ ἀγκῶνα βορείου Ἀνδρομέδης, καρπόν τε χερὸς λαιὴν δέ τε κνήμην Περσέος, ὑστάτιόν τε ποδὸς θέναρ Ἡνιόχοιο, καὶ βριαρῶν Διδύμων δύο σὺν χείρεσσι κάρηνα. αὐτὰρ ἰσημ ἐρινόν τις ἑῷ φράσσαιτʼ ἐνὶ θυμῷ ἀστέρος ἐκ μεσάτοιο χαρασσόμενον Κριοῖο, κεῖθεν δʼ αὖ παραμειβόμενον Ταύρου πόδας ἄκρους, καὶ καλὴν ζώνην θηροκτόνου Ὠρίωνος, Ὕδρης θʼ ὁλκὸν ἀπειρεσίης, Κρητῆρά τε μέσσον, ἐξῆς δʼ ἀκροτάτου στολμοῦ ψαύοντ’ ἐρατεινῆς Παρθένου, ἰοβόλου τε διὲκ χηλῆς περόωντα Σκορπίου, ἰγνύας τε διακρίνοντʼ Ὀφιούχου, καὶ χαίτης ἄκρης ἐπαφώμενον ὠκέος Ἵππου, μέσσον τʼ ἀμφοτέροισιν ἐν Ἰχθύσι δινεύοντα. χειμερίου δὲ τροπῆς κύκλον θοοῦ Αἰγοκερῆος σκέπτεο πὰρ μέσσοιο διεκπερόωντʼ ἐπὶ γοῦνα ἀμφότερ Ὑδροχόου, καὶ Κήτεος εἰναλίοιο οὐρήν, ἠδὲ Λαγωοῦ ἀπὸ στέρνων ἐπὶ μέσσα νισσόμενον, πρώτους τε πόδας Κυνός, ἠδὲ καὶ Ἀργοῦς ποντοπόρου τέμνοντα διʼ αἰθέρος ἄκρα κόρυμβα, Κενταύρου τʼ ὤμους νοτίους, κέντρον τʼ ὀλοοῖο Σκορπίου, ἠδὲ βιὸν στέρνων μέτα Τξευτῆρος. τὸν δʼ ἄρα δὴ νότιον, μεθʼ ὃν οὐκέτι φέγγος ὁρᾶται ἄστρων ἀνθρώποις, οἳ δὴ χθόνα τήνδε νέμονται, ὁπλῇσιν Κένταυρος ὑπὸ σφετέρῃσι χαράσσει, πηδάλιόν τε νεός, τὴν ἀκροτάτῃσι τεμοῦσα Πηλίου ἐν κορυφαῖς Παλλὰς θέτʼ ἀν ἀστράσιν Ἀργώ. οἱ δὲ δύω, τοίπερ τε πόλῳ διαπειραίνονται, ἀστεμφεῖς ἑστᾶσι καὶ ἀκλινέες περὶ κόσμον, πάντων δεικήλων αἰεὶ ἐπαφώμενοι ὁλκοῦ· ὃς μὲν γάρ θʼὑψοῦ θοοῦ οὐρανοῦ ἐστήρικται ἠῴην οἶμον καὶ δείελον Ἠελίοιο κρίνων καὶ θνητοῖσιν ἄγῶν βαιὴν λύσιν ἔργων· ὃς δὲ περιστρέφεται πύματον πόντον τε καὶ αἶαν φαίνων ἀντολίας, δύσιάς θʼ ὑπὸ βένθεσι κεύθων, ὅς ῥά θʼ Ὁρίζων κύκλος ὑπ’ ἀνθρώπωνπεφάτισται, οὕνεκα μηκίστην ὄσσων ἐπιτέμνει ὀπωπήν. ὁλκὸς δʼ αὖτε Γαλαξίεω βαιῇ μὲν ὁρᾶται λαμπετόων μοίρῃ, τὸ δέ οἱ πλέον ἐστὶν ἀμαυρόν· γυροῦται δʼ ὑψοῦ μὲν ἐπὶ πνοιαῖς Βορέαο ἐν θρόνῳ ἑζομένης γούνων ἄχρι Κασσιεπείης, πὰρ κεφαλὴν Κηφῆος· ὁ δʼ Ὄρνιθος πτερὰ τέμνει, Αἰητοῦ τε μέσον, καὶ Τόξων ἄγχι κορώνης ἀκρότατον νεῦρον, θηρὸς φονίοιό τε κέντρον, ἠδὲ Θυτήριον ἄκρον ἰδ’ ὁπλὰς Κενταύροιο τέσσαρας· ἐκ δʼ ἄρα κεῖθεν ἀνέρχεται ἐκ Βορέαο ἄψορρος διὰ Νηὸς ἀμειβόμενος κατὰ πρύμνην, καὶ κνήμας Διδύμων, κορυφῆς θʼ ὕπερ Ὠρίωνος, καὶ γόναθʼ Ἡνιόχου, γουνός τʼ ἔπι γοργοφόνοιο δεξιτεροῦ Περσῆος, ὃ δὴ τέταθʼ ὥστε θέοντος. Ζω δισκὸς δʼ, ὅσπερ τε κατʼ οὐρανὸν ἔπλετο πάντων εὐτροχάλων κύκλων μάλʼ ἀγαυότατος καὶ ὁρητός, δώδεχ’ ὑπ εἰδώλοισι κεκασμένος εἶσι διʼ αἴθρης· ἀμφὶ δʼ ἄρ αὐτὸν κεῖται ὑπʼ ἀστράσι παμφαίνοντα Κριὸς καὶ Ταῦρος, Δίδυμοι δʼ ἐπὶ τῷδε, μετ’ αὐτοὺς Καρκίνος ἠδὲ Λέων, στάχυάς τʼ ἐν χερσὶ φέρουσα Παρθένος ἀνθρώπων γενεὴν ποθέουσα παλαιῶν, Χηλαί θʼ, ἃς καὶ δὴ μετεφήμισαν ἀνέρες ἱροὶ καὶ Ζυγὸν ἐκλήισσαν, ἐπεὶτετάνυνθʼ ἑκάτερθεν οἷαί περ πλάστιγγες ἐπὶ ζυγοῦ ἑλκομένοιο, Σκορπίος ἐστὶ δʼ ἔπειτα, βίη τʼ ἔπι Τξευτῆρος, καὶ δὲ καὶ Αἰγόκερως, μεθʼ ὃν Ὑδροχόος τε καὶ χθῦς.— Οἴκοις μὲν δὴ πάντες ἑοῖς παρεόντες ἄριστοι ἀστέρες ἐν γενέθλῃ, ἐπεὶ ἐσθλοδόται μὲν ἀρείω καὶ πλέον’ ἐσθλὰ διδοῦσι, κακοὶ δέ τε μείονα λυγρά. τῷ μάλα χρὴ σκέπτεσθʼ, ὁπόσοι σφετέροισι δόμοισιν ἠὲ καὶ εἰν ὁρίοισιν ἑοῖς βεβαῶτες ὁρῶνται· εἰ μὲν γὰρ πλέονες, πολὺ φέρτερον, εἰ δέ τε παῦροι, μειότερον κῦδος βιότῳ καὶ πρῆξιν ὄπασσαν. Ἀλλὰ καὶ ἀλλήλων ὅσ ἀμειβόμενοι κλυτοφεγγεῖς οἴκοις ἐκτελέουσι, μάλα χρειὼ καταλέξαι. Φαίνων μέν τε Διὸς ζώοις μεγακύδεος ἄνδρας τεύχει, καὶ βασιλεῦσιν ἰδʼ αὖθ’ ἑτάροισιν ἀνάκτων ἐς φιλίην ζεύγνυσι, καὶ αὐτοὺς πολλάκι δασμῶν πρήκτορας ἐξανέφηνεν ἐυπρήσσοντας ἄναξιν, χρήματά τʼ ἐν χερσὶν δῶκεν βασιλήια νωμᾶν· πολλάκι δʼ ἀλλοτρίων τέκνων πατέρας καλέεσθαι δῶκεν, ἢ ἐκθεμένοις παῖδας σφετέρους πάλι δῶκεν. Ζεὺς δὲ Κρόνοιο τόποις παρεὼν βίοτον μὲν ὀπάζει εὐκτεάνους τε τίθησιν, ἀτὰρ πολυγηθέος ὄλβου φειδωλούς, μηδ’ ὅσσον ἑῶν κτεάνων ὀρέγοντας, ἠπεδανὸν στέρνοισι νόον καὶ ἄναλκιν ἔχοντας, ἀμφὶ ἕθεν πολὺ μεῖον ἢ ὧν πέλας ὦσι φρονοῦντας, ἐν δʼ ἔργοις πρήξει θʼ ἑτέροις ὑποπεπτηῶτας· ὅσσα δέ τʼ ἐκτελέουσιν, ἀποκρύπτει κλέος ἐσθλὸν πολλάκις ἀλλοτρίων, | οἳ καί σφισιν αἴσχεʼ ἔδωκαν. ἐν δʼ Ἄρεως ὁρίοισιν ἢ ἐν ζώοισι βεβηκὼς Φαίνων νωχελέας τε καὶ ἀδρανέας μάλα ῥέζει, δειλοὺς πανταρβεῖς τε, φρεσὶν καταπεπτηῶτας, αὐχμηρούς, ἐὸν ἦτορ ἀεὶ βλάπτοντας ἀνίαις. ἀλλʼ Ἄρης οἴκοισι Κρόνου πολιοῖο βεβηκὼς πανθαρσεῖς τεύχει καὶ πρήξεσι τολμήεντας, πρὸς δʼ ἔτι θαρσαλέους τε καὶ εὐτόλμους καὶ ἀτρέστους, πρῆξιν παντοίην τε καὶ ἔργα τελοῦντας ἀμόχθως, οἷσί τʼ ἐφορμήσωσιν ἀεὶ τέκμωρ ἐπάγοντας· φθείρει δὲ κλῆρον πατρώιον, ἠδὲ συναίμους πρεσβυτέρους πάντας κρυερῷζόφῳ ἀμφικαλύπτει. Ἀφρογενοῦς δὲ Κρόνος παρεών οἴκοις τάδε ποιεῖ· πρεσβυτέραις ζεύγνυσιν ἰδὲ δμωῇσιν ἀκιδναῖς, ἢ ξυνὴν δήμοισι κύπριν μισθοῦ παρεχούσαις· πρὸς δʼ ἔτι δυσγαμίην καὶ δυστεκνίην μάλʼ ὀπάζει, στείραις ἠδʼ ἀτόκοισι συνάπτων δυσκλέα λέκτρα· δηθάκι καὶ χείρεσσιν ἑαῖς ἀλόχους ἐδάιξαν ζήλῳ ἀλαστήσαντες ἐπʼ αἴσχεσιν, οἷς τελέουσιν. Ἀφρογενὴς δὲ Κρόνοιο δόμοις λεχέων ὀλετῆρας ἀλλοτρίων ἔρρεξε, καὶ ἀσπέρμους θέτο τέκνων, οὐ μάλα κηδομένους μάχλου ἕνεκεν φιλότητος οὔτε φίλων σφετέρων, οὐδʼ οὖ πατέρων ἀλέγοντας· ἢ γὰρ δὴ κεδνῶν ἑτάρων γάμον αἰσχύνουσιν, ἢ καὶ μητρυιῇσιν ἑαῖς ἢ παλλακίδεσσιν σφωιτέρου γενετῆρος ὁμὸν λέχος εἰσανέβησαν. ἐν δʼ ἄρα χρυσοφαοῦς Ἑρμοῦ ζώοισι βεβηκὼς Φαίνων ὀξείας μερόπων ἤμβλυνεν ἀκουάς, ἢ λαλιῆς ἤμερσε φίλης καὶ γλῶσσαν ἔδησεν, δεινοὺς δʼ ἐν πραπίδεσσι καὶ οὐλοὰ μητιόωντας κρυπταδίως τεύχει, σφέτερον νόον οὔτινι θνητῶν φαίνοντας, δακετῶν φονιώτερον ἰὸν ἔχοντας, καὶ δὲ καὶ ἀρρήτων μύστας τελετῶν, μακάρων τε ὄργια γιγνώσκοντας, ὅσ’ ἐν βίβλοις ἐχαράχθη κρυπταῖς, ἃς οὐ πᾶσι βροτοῖς θέμις ἐν φρεσὶν ἴδμεν ταύτης δʼ οὐκ ἂν ὄναιντοδαημοσύνης· τάδε γάρσφιν ἀντʼ ἀγαθῶν καὶ λυγρὰ καὶ ἀντία γίνεται αἰεί. ταῦτα δὲ καὶ Στίλβων ῥέζει Κρόνου ἐν μεγάροισιν· ἀλλʼ ἄρα τοῖς ἦδος πέλεται σφετέρων ἀπὸ μόχθων· τεύχει δʼ οὐ μοῦνον βίβλων ἐπιίστορας ἱρῶν, παννυχίδων τελετῶν θʼ ἡγήτορας, ἀλλὰ καὶ ἐσθλούς μάντιας, ἀστρονόμους καὶ ὁνειροπόλους, προπάροιθεν ἑζομένους θυσιῶν, μακάρων ἄπο θέqφατα θνητοῖς φαίνοντας, πτηνῶν τε ποτῆς ἄπο θεσπίζοντας, πρήξεσι δʼ ἐν βιότου ἑτέροις ὑποπεπτηῶτας. ὅσσοις δʼ οὖ Φαέθων Ἄρεως οἴκοισι βέβηκεν, τρισμάκαρες στρατιῶν ἡγήτορες, ἔν τε βροτοῖσιν τιόμενοι πολίων ἡγήτορες ἢ βασιλῆες. ὣς δʼ αὔτως καὶ Θοῦρος ἐπὴν Δί ὸς ἐς δόμον ἔλθῃ, δωρεῖται κῦδος καὶ ἀπειρέσιον κράτος ἀνδρῶν· τεύχει καὶ νηῶν ἡδʼ ἱππήων πρυλέων τε ἡγεμόνας βασιλεῦσιν ἀρηρότας, οἳ κατὰ μῶλον ἀνθρώπους κτείνοντας ἑῇ ὀπὶ καὶ μεμαῶτας εὖ δεδάασιν· εἰ δʼ ἄρα μὴ κέντρῳ πέλεται μηδʼ ἐς τόσον εἴη ὕψος, ἀειρόμενοι πάντων σφετέρων ὕπερ αὐτοὶ τάττονται, κἢν δμῶες ἀεικέλιοι τελέθωσιν. ἐν δʼ ἄρα Κυπρογενοῦς ζώοις Ζεὺς ὄλβον ὀπάζει παντοῖον, κτεάνων τε δόμους πίμπλησι βροτοῖσιν, αὐτοὺς δʼ αὖθʼ ἑτάρους ἢ καὶ συνέδρους βασιλήων θηητοὺς λαοῖσι καὶ ἐν πολίεσσιν ἀγητοὺς τεύχει, καὶ μακάρων ἱερεῖς σηκῶν τε προέδρους, τιμαῖς κυδαλίμους ἡδʼ ἐξαίτοις γεράεσσιν, πρήξιος ἐκ πάσης συναθροίζοντας πολὺν ὄλβον, δήμου θʼ ἡγητῆρας, οἳ εὖ χείλεσσιν ἑοῖσιν φθέγγοντʼ εἰν ἱεροῖσιν ἀκουόμενοι ὑπὸ λαῶν, ζευγνυμένουςτʼἀνδρῶν μεγάλων φιλότητι γυναικῶν, ὧν ἄπο κυδήεντες ἰδʼ ὄλβιοι ἐξεγένοντο. καὶ Κυθέρη Διὸς οἴκῳ ἢ εἰν ὁρίοισι φανεῖσα εὐκλέας ἐν πολίεσσι καὶ ἐν δήμοισι τίθησιν· κοσμεῖ καὶ μίτρῃσι πέπλοισί τε πορφυρέοισιν, στέμμασί τε χρυσοῦ, τοὺς δʼ οὖ γεράεσσʼ ἐρατοῖσιν· ἠδὲ γάμους δῶκεν φιλίους, καὶ λέκτρα γυναικῶν ὤπασεν εὐθαλάμων, λέκτροις δέ τε δῶκε γυναικῶν εὐόλβων ἐν ἑῇσιν ἔμεν πολίεσσιν ἀρίστοις, κτήματά θʼ ἕξουσιν κλεινὸν βίοτόν τε καὶ οἴκους· προσφιλέας δʼ ἔρδει καὶ τιμήεντας ἅπασιν, πειθοῖ καὶ χαρίτεσσιτετιμένον ἦτορ ἔχοντας· ἠὲ καὶ ἄνδρας ἔτευξε γυναικείοισιν ἐπ᾿ ἔργοις, ἐξ ὧν χρήματα πολλὰ καὶ εὐφροσύνην πόρεν ἐσθλήν δηθάκι δʼ οὖθ’ ὑποτάσσει ὑπʼ ἀσχολίῃσι τυράννων ἢ μεγάλων ἀνδρῶν, οἷσι κράτος ἶσον ἄναξιν. Ζεὺς δʼ ἄρʼ ἐν Ἑρμείαο τόποις πολύολβον ἔθηκεν, εὐκλέʼ ἐπιφροσύνης ἕνεκεν, βασιλήιον ὄλβον νωμῶντʼ ἐν χείρεσσι, καὶ ἐκ πολίων ἐθνέων τε χρήματα καὶ δασμούς συναγειρόμενον βασιλεῦσιν, ἐν δʼ ἔργων πρήξει μέγʼ ὑπείροχον, ἐν δʼ ἄρα τοῖσιν κεκλόμενον, μέγα δʼ αὖτε νόῳ φρονέοντα, καὶ ἐσθλὴν κτῆσιν ἀπʼ ἀσχολίης βιότου φορέοντα πτρὸς οἴκους. ἔμπαλι δʼ Ἑρμείης δόμῳ εὐφεγγοῦς Φαέθοντος παιδείης πραπίδεσσι σοφῆς παιδεύματʼ ἔχοντας, παίδων θʼ ἡγητῆρας ἢ αὐτῶν θῆκεν ἀνάκτων, ἢ δίφρῳ ἑζομένους, ὅθι τʼ ἀργύρου ἐστὶν ἀμοιβή, ἠὲ νόμων θεσμῶν τʼ ἐπιίστορας, ὧν ἕνε αἰεὶ πειθὼ ὁμῶς κῦδός τε κατὰ πτόλιας μέγʼ ἔχουσιν, ῥητῆρας μύθων τε καὶ εἰν ἀγορῇσιν ἀρίστους νείκεα τʼ ἰθύνειν καὶ τειρομένοισιν ἀρήγειν, ἔν τε δικασπολίῃσιν ἐριδμαίνοντας ἔπεσσιν, ὧν ἄπο πλοῦτον ἀπειρέσιον καὶ χρήματʼ ἄγειραν· ἄλλοι δʼ αὖτε πέλονται ἀπαγγελέες βασιλήων, πίστιν τʼ ἀμφὶ δίκῃσι θεμιστοπόλων ἀπʼ ἀνάκτων ἴσχουσιν, κείνοις σφετέρῳ νόῳ ἰθύνοντες. ἐν δʼ ἄρα τοι Παφίης Ἄρης οἴκοισι βεβηκὼς ἀλλοτρίων λεχέων κρυπτοὺς λυμάντορας ἔρδει, δώροις ἡδὲ δόλοισιν ὀπιπεύοντας ἑταίρων εὐνέτιδας πηῶν τε, καὶ αἴσχεα μακρὰ τελοῦντας· ἀλλʼ ἄρα κἀκείνων βιότοις ὀλέθρους ἐπάγουσιν, καὶ ἑὰς κεδνὰς ἀλόχους ὀλέκουσι χέρεσσιν, δύσγαμα νυμφεύοντες ἀπʼ ἀλλοτρίων ὑμεναίων. ζώοις δʼ οὖ Πυρόεντος ἐπεμβεβαυῖα Κυθήρη δυσγαμίην τεύχει τε καὶ ἐκ λεχέων μάλʼ ἀνίας· ἢ γὰρ ἄγοντʼ ἀλόχους, ὧν ἄργυρον ὦνον ἔδωκαν, δμωίδας, αἵτʼ αὐτούς μάχλοις ἔργοισιν ἔπεισαν, ἠὲ πολυμνήστῃσι συνευνῶσιν φιλότητας αἰεὶ κλεπτομέναις, ὧν εἵνεκα δηριόωσιν· οὐ γὰρ ταὶ τίουσʼ οὐδʼ αὖ φιλέουσι συνεύνους· τῷ δὴ καὶ κρίσιας καὶ νείκεα πολλάκις ἔσχον σύν σφετέραις ἀλόχοισι, καὶ ἀλλήλους ἀθέριξαν καὶ αὐτῶν εἵνεκα δηθὰ ἐν συνοχῇσι γένοντο καὶ ἀπλήτοις ἀχέεσσιν, ἠδὲ γυναικείης κεφαλῆς χάριν εἰργμὸν ἔνεικαν· ἢν δὲ γυναικὸς ἔῃ γενέθλη, μάλʼ ἀγήνορα τεύχει καὶ γαῦρον, βουλῇσιν ἑαῖς πίσυνον καὶ ἄκαμπτον, τάς τʼ ἄλλας ἄνδρεσσιν ἴσας κάμνουσαν ἀνίας· πάγχυ δʼ ἄρʼ ἐς φιλότητα δύην, τοκετῶν ἐποχήν τε ὀτλήσει, καὶ δηθὰ λυγρῇ περὶ γαστρὶ μογήσει, ἤτοι πρὶν γονίμης ὥρης βρέφεʼ ὠμοτοκοῦσα, ἠὲ νεκρῶν ἐν γαστρὶ μέλη τέμνουσʼ ἄπο τέκνων. ναὶ μὴν καὶ Πυρόεις οἴκοις θοοῦ Ἐρμάωνος οὐλοὰ μηδομένους στέρνων ἔντοσθεν ἔθηκεν, ἄγριά τʼ ἐν πραπίσιν βουλεύματα ποικίλλοντας, πρὸς δὲ κακοφροσύνῃσιν ἀεὶ μερόπεσσι συνόντας, ὡς δὴ καί τʼ ἄλλοις ὑποφήτορας ἔμμεν ἀνιῶν· καὶ δὲ δικορραφίης δεδαηκότες εἰν ἀγορῇσιν καὶ κρίσιας θαμινὰς καὶ νείκεα πυκνὰ ἑκόντες ἴσχουσιν, φήμη δὲ κακὴ περιδέδρομεν αὐτοὺς καί τε δικῶν μέγα πλῆθος, ὅ δὴ μάλʼ ἀχρήμονας ἔρδει· πολλοὶ καὶ παίδων τῶνδʼ ἡγητῆρες ἔασιν· πρὸς δʼ ἔτι καὶ ψεύστας, ἀθέους, ἀθεμίστια ἔργα μηδομένους, κλῶπας, ληίστορας, ἀνδροφονῆας, ὅρκων οὐδʼ ὅσσον τι νόῳ κρυερῷ ἀλέγοντας. ταῦτα δὲ καὶ Στίλβων Ἄρεως ἐν δώμασιν ἔρδει, πλαστογράφους τεύχων, λυμάντορας, ἠπεροπευτάς, ἀλλοτρίου πλούτοιο λιλαιομένους κτεάνων τε· πολλάκι καὶ κτεάνων πίστεις, ὧνπέρ τις ἔδωκεν λάθρῃ παρθέμενος, κακομητίῃ ἠρνήσαντο, πολλάκι χρήματα παῦρα διδοῦσιν, ἃ πολλῶν χρεῖος ἐτύχθη· πρὸς δʼ ἔτι φαρμακίης ὀλοῆς ἐπιίστορας ἔρδει· ὧν ἕνεκεν πάντων καὶ ὑπʼ ἴδρισιν ἶφι μάχεσθαι λάσθαις κερτομίαις τε κατὰ πτόλιας σοβέονται. ἐν δʼ Ἑρμοῦ ζώοισι φιλομμειδὴς Ἀφροδίτη θῆκε προϊσταμένους μεγάλων βιότοιο γυναικῶν, κείνων δʼ εἵνεκα δηθὰ κρίσεις καὶ νείκεʼ ἔχοντας, οἷς ἔπι κῦδος ἔθηκεν ἔδ’ εὐκλέα πολλάκι νίκην· οἱ δὲ θεῆς ἱεροῖο προφήτορες εὐκτεάνοιο γίνονται, τιμὰς ἰδʼ ἀπʼ αὐτοῦ πλοῦτον ἔχοντες· τεύχει δʼ ἐν τούτοισι τόποις καλὴ Κυθέρεια αἰόλʼ ὑπὸ χροιῇ ποικίλματα δαιδάλλοντας παντοίοις ζώοισιν ἐοικότα, τοὺς μὲν ἐφʼ ἰστῶν κερκίσιν ἠδὲ χερῶν τεχνήμασιν ἀμφί τε πέπλοις, τοὺς δὲ καὶ ἐν γραφίοις μελιηδέος ἄνθεσι κηροῦ δεικνύντας πάντων μορφὰς θηρῶν τε καὶ ἀνδρῶν, ἄλλους δʼ ἐν πετάλοις στεφανώματα ποικίλλοντας, οὓς δὲ καὶ ἀνθοβάφους ἀλίων ἄπο θήκατο κόχλων, εὐόδμων τε μύρων τεῦξεν τεχνήτορας ἄνδρας. Ἑρμῆς δʼ αὖτʼ οἴκοισι φανεὶς καλῆς Κυθερείης προσφιλέας θῆκεν καὶ τιομένους μάλα πᾶσιν, μορφῇ θʼ ἱμερόεντας ἰδʼ αἱμύλα κωτίλλοντας, παντοίης μούσης τʼ ἐπιίστορας· ἢ γὰρ ἀοιδούς εὐκλέας, ἢ κιθάρης ὑποφήτορας ἐξετέλεσσεν, ἠὲ μελῶν μολπῆς εὐρύθμου τεύκτορας ἄνδρας, ἠὲ πολυτρήτοις λιγέως μέλποντας ἐν αὐλοῖς· ἄλλους ὀρχηθμοῦ βητάρμονας ἴδριας ἔρδει· παιδευτὰς δʼ ἄλλων τοίων ἔργων ἀνέφηνεν, ἐξ ὧν ὄλβον ἐυκτέανον κῦδός τʼ ἐνὶ δήμοις ἄρνυνται, χαρίτεσσι κεκασμένοι εὐεπίῃ τε· πρήξεσι δʼ ἐν βιότου πάντες μακάριστοι ἔασιν, οἷσί τʼ ἐπιθύνωσʼ ἔργοις, πάντʼ ἐκτελέουσιν ᾖσιν ἐπιφροσύνῃσιν ἀμόχθως, ὥς κʼ ἐθέλωσιν. — ἐν δὲ Λέοντι, δόμῳ πανδερκέος Ἠελίοιο, Φαίνων μὲν μεγάλους τε καὶ ἐκ πατέρων ἀριδήλων τεύχει, καί τʼ ὄλβῳ βιότου ἅμα κῦδος ὀπάζει, ἀλλὰ κακῷ θανάτῳ ὀλέσει πάντως γενετῆρα, ἢ βίῃ ἢ φθορίμων ὑγρῶν πλήθεσσι χαλέψας. δεικήλῳ δʼ ἐν τῷδε Διὸς πολυφεγγέος ἀστὴρ ὥστʼ οἴκῳ σφετέρῳ χαίρει, ἐπεί ἐστι τρίγωνον αὐτοῦ, ὡς καὶ πρόσθεν ἀείσαμεν, Ἠελίου τε, καὶ μεγάλους βασιλῆας ἢ ἴσους κοιρανέουσιν, ἤ που τῶν ἑτάρους τεύχει, λαοῖσιν ἀγητούς· πάντας δʼ ἀφνειοὺς καὶ τιμήεντας ἔθηκεν. αὐτὰρ Ἄρης ἐπὶ τῷδε πατρώια πάντʼ ἐκέδασσεν, καὶ σίνος ὀφθαλμῶν δῶκεν, βιότου δʼ ἄρα πρῆξιν πολλὴν ἀμφὶ πυρὸς πολιοῦ τʼ ἄπο δῶκε σιδήρου, τοῖς δʼ ἔργοις σκληρὰς καὶ ἀπηνέας ὤπασε τέχνας· αἰεὶ δʼ ἔν τε Λέοντι καὶ ἐν Μήνης δόμῳ ὀφθεὶς ὠκυμόρους τεύχει, τούς δʼ ἡμιβίους ἐναρίζει. Ἀφρογενὴς δὲ Λέοντι βεβηκυῖʼ οὐ μάλα χαίρει· δυσγαμίην τεύχει, ποτὲ δʼ αὖτʼ ἀλόχοιο διείργει. ἀλλʼ Ἑρμῆς πινυτούς τε καὶ ἐν μύθοισι φερίστους ἔρδει, καὶ βιότῳ προφανεῖς καὶ ἀγακλέας ἄνδρας. — ἐν δʼ οἴκῳ Μσήνης Φαίνων μητρὸς βίον αἰεὶ φθείρει Ἠελίοιο βολὰς καὶ φέγγος ὁρώσης, αὐτούς δʼ ἐν νούσοις δολιχαῖς ἄταις τʼ ἐδάμασσεν, ἠὲ μελαγχολίῃσι καὶ ἄλγεσι κρυπτομένοισιν, ἄχρι κεν ἵζηνται μακάρων ἱεροῖς παρὰ βωμοῖς. γήθει δʼ οὖ Φαέθων ἐν Καρκίνῳ, οὕνεκεν αὐτοῦ ὑψοῦται, πλεόνων τε γονὴν τέκνων μάλʼ ὀπάζει, καὶ βίον ἐν μεγάροισι καὶ εὐκλέα φῆμιν ἀπάντῃ δῶκεν, καὶ φιλίην μεγάλων καὶ κέρδεα νωμᾶν. Ἄρης δʼ ἐν Μήνης οἴκοις μεγαθαρσέας ἔρδει καὶ μάλʼ ἀγηνορίῃσι πεποιθότας, οὐκ ἀλέγοντας οὔτε τι κινδύνων ἰδʼ ὁμοκλῆς, οὔτε φόβοιο· τῷ καὶ σφάλλονται θαμινὰ σφετέροισιν ἐπʼ ἔργοις· ἄλλοι δʼ οὖ τέχνης ἐπιίστορες ἐξεγένοντο· πάντες δʼ ἀλγεινοῖσι περιπταίουσι σίνεσσιν, τῶν πλεόνων δὲ βίῃ θάνατος καὶ μοῖρα τελεῖται. οὐδὲ μὲν οὐδὲ Κύπρις γήθει Μήνης ἐνὶ οἴκῳ· μάχλους γὰρ τεύχει καὶ τερπομένους φιλότητι, ἄλλα τʼ ἐπʼ ἀλλοίοις κακά τʼ αἴσχεα πολλὰ τελοῦντας· καὶ δʼ ἑτέροις τροπικοῖς ζώοις πάντεσσι τάδʼ ἔρδει. χρυσοφαὴς δʼ Ἑρμῆς ἐν Καρκίνῳ αἰθροπολεύων ὀξεῖς ἐν πραπίδεσσι, νοήμονας, ἄλλοτε δʼ ἄλλῃ βουλῇ τερπομένους μήτʼ ἔμπεδα μητιόωντας ῥέζει, καὶ μύθοις ἀγαθοὺς ἔργοις τε φερίστους. — Ἠέλιος δʼ αὐτὸς μὲν ὑπὲρ χαροποῖο Λέοντος εὐκλέας ἐν βιότῳ καὶ ὑπείροχον εὖχος ἔχοντας ῥέζει· κέντρου δʼ αὖτε τυχών βασιλῆας ἔτευξεν, ἢν ἐσθλῶν κοσμῆται ὑπʼ ἄστρων μαρτυρίῃσιν. ὣς δʼ αὔτως καὶ Μήνη ἐὸν δόμον ἀμφιβεβῶσα πρήξιας ἀνθρώποις ἀγαθὰς καὶ κῦδος ὀπάζει· ἢν δὲ μεσουρανέῃ νυκτός, βασιλῆας ἔθηκεν. οἱ δʼ ἄρ᾿ ἀμειβόμενοι ζῶʼ ἀλλήλων κατὰ κύκλον, ζώοις δʼ ἐμβεβαῶτες ἐπʼ ἀλλήλων κατὰ κύκλον, Μήνῃ μὲν Τιτάν, Μήνη δὲ γέγηθε Λέοντι. τοῖα μὲν ἀλλήλων οἴκοις ὁρίοις τε παρόντες τεύχουσ’ ἄλλα τε πολλὰ πολυτλήτοις μερόπεσσιν. Αὐτὰρ ἀληθείην πᾶσαν βροτέου βιότοιο σύγκρασις διέκριν᾿, ἐπιμαρτυρίαι τε φαεινῶν ἄστρων ἀλλήλοις χώροις θʼ, ὑπὲρ ὧν γεγάασιν· ὅσσα δʼ ἄμ Ἠελίῳ δρῶσιν παρεόντες, ἀείσω. πάντες μὲν χαίρουσιν ἐπʼ ἀντολίῃσιν ἐόντες, ὡς ἐν ἑοῖσιν ἕκαστος ἀγαλλόμενος βασιλείοις, καί ῥά τʼ ἐπ ἀντολίης μὲν ἰόντες ἅτʼ ἐς νεότητα, θνητοῖς πάντα τελοῦσιν ἄγαν κρατεροὶ παρεόντες· ἑσπερίοισι δὲ βαρδύτεροι προίασι χρόνοισιν δείελοι αὐγῇσιν σφαλεραῖς ὑποπεπτηῶτες, ἀδρανέες τε πέλονται ἑὸν σθένος ἀμβλύνοντες. Φαίνων μὲν δὴ πρῶτα σύν Ἠελίῳ κατὰ πάντων ζωιδίων πλήθει ξυνῶν ἀγαθῶν τε κακῶν τε, κρείσσων μέν τε κατ᾿ ἦμαρ ἐών, βλάπτων δʼ ἐνὶ νυκτί· τεύχει γὰρ πατέρας μὲν ἀγακλειτοὺς καὶ ἐπόλβους, μητέρα δʼ ὠκύμορον θανάτῳ διέκρινε τοκῆος, αὐτῶν δὲ κτῆσιν μινύθει οἶκόν τε πατρῷον, ἀλλʼ οὐχ ὡς πενιχροὺς πάμπαν καὶ ἀχρήμονας εἶναι. καὶ Φαέθων μετὰ τῆνος πατρώια πάντα φθείρει, παντοίαις τε βλάβαις ἄταις τʼ ἐπέδησεν· πολλάκι καὶ ξείνης γαίης ἔπι πήματʼ ἔδωκεν, ἠῷος μὲν μείον᾿, ἐφʼ ἐ σπερίῃσι δὲ δεινά. Ἄρης δʼ Ἠελίῳ συνιών πατράσιν μὲν ἀνίας, γεινομένοις δʼ αὐτοῖς θόρυβον καὶ πήματʼ ἔδωκεν· τοὺς δʼ ἄρα καὶ πάτρης γλυκερῆς θῆκεν μετανάστας· ἠ ματίῃ γενέθλῃ δʼ ὀλοώτατος ἔπλετο πάντων, ἥσσων δʼ ἑσπέριος γεγαὼς ἀδρανέστερα ῥέζει. Ἀφρογενὴς δὲ συνοῦσʼ Ὑπερίονι γεινομένοισιν δυσγαμίην παρέχει καὶ δύσκλειαν περὶ λέκτρα· ἤτοι γὰρ πενιχραῖς ἢ δούλαις ἢ καὶ ἀνάγνοις, ἢ καὶ πρεσβυτέρῃσι συνέζευξεν μάλʼ ἀεικῶς, ἢ ἔτι καὶ πιναροῖσιν ἐφεζομέναις στεγέεσσιν. Ἑρμῆς δʼ Ἠελίῳ ξυνὴν βαίνων κατʼ ἀταρπὸν ἤμερσεν σοφίης καὶ παιδείης μάλα πάσης· ἑζομένους δʼ ὤπασσε βίους μάλα δʼ ἡῴῃσιν ἀνάσσων 434 ἀνέρας ἀφνειοὺς | ποίησε πόλει παναγήτους 433 πρῆξίν θ᾿ ἥσσονα δῶκ᾿, ἐν πρήξεΐ τʼ ἔμμεν ὑπ᾿ ἄλλοις. Τόσσα μὲν Ἠελίῳ μούνῳ ξυνῇ παρεόντες ῥέζουσ᾿, ἶσα δὲ τοῖσι καὶ ἀντίον Ἠελίοιο φαινόμενοι. Μήνη δʼ ἃ σὺν αὐτοῖσιν παρεοῦσα ῥέζει ἐν δισσῇσιν ἀπορροίαις συναφαῖς τε θνητοῖς ἐν μογερῷ βιότῳ, καὶ νῦν ἐνέποιμι. ἀστέρι μὲν Φαἰνοντος ἐπερχομένη συναφῇσιν, αὐγαῖς αὐξομένη κρείσσων, περὶ μητέρα δʼ αἰνούς ψυχμοὺς ἠδὲ νόσους παρέχει, σίνεσίν τε προσάπτει, αὐτούς δʼ ἀπροκόπους καὶ δειμαλέους περὶ πρῆξιν ἐνσινέας τε τίθησιν. ἀπορρείουσα δὲ τούτου, ἢν μὲν Ζηνὶ συνάπτῃ ἢ ἁβροκόμῳ Κυθερείῃ, ἐσθλὴ καὶ δώτειρα βίου πλούτοιό τε πολλοῦ, πυροφόρων δʼ ἀγρῶνκτῆσιν κρατερῶν τε μελάθρων δῶκεν, καὶ κῦδος φήμην τʼ ἀγαθὴν παρὰ δήμοις, καὶ φιλίην ἀνδρῶν, ἧσπερ χρῄζουσιν, ἑταίρων· ἢν δʼ Ἑρμῇ, πινυτούς τε καὶ εὔφρονας ἐξετέλεσσεν. ἢν δὲ Κρόνον προλιποῦσα κενὸν δρόμον ἐξανύῃσιν, ἢ καὶ Ἄρῃ μετέπειτα συνάπτῃ, πάγχυ κακίστη· αὐχμηροὺς τεύχει γὰρ ἀναγκαίου βιότοιο, οἵτʼ ἔργοις κενεοῖς καμάτοισί τε μοχθίζοντες οὔποτε λιμηρὴν πενίην ἐδύνανθʼ ὑπαλύξαι, πρὸς δʼ ἔτι καὶ ζωῆς τέκμωρ λυγρὸν ἐξανύοντας, πολλάκι δʼ ὠκυμόρους τε καὶ ἐν νεότητι θανόντας· οἱ δὲ καὶ εὐτροχάλοις δειρὴν σφίγγουσι βρόχοισιν. ἢν δʼ ἀπὸ μὲν Κυθέρης ἢ καὶ Ζηνὸς πολυφεγγοῦς ἢ καὶ ἀφʼ Ἑρμάωνος ἀπορρέῃ, ἔμπαλι δʼ ἐξῆς ἢ Κρόνῳ ἢ Πυρόεντι συνάπτῃ, δεινὴ ἐτύχθη· οἴκων γὰρ φθείρει κτῆσιν βιότῳ προϊοῦσιν, καὶ χαλεπὴν πενίην γήρως ἐπὶ λυγροῦ ὀπάζει. φαύλη καὶ κερόεσσα συνάπτουσ’ Ἄρεϊ Μήνη· κλῆρον γάρ τε δόμων πατρώιον ἐξαπόλεσσεν καὶ μητρῷον ὁμοῦ, ποτὲ δʼ αὖ καὶ μητέρας αὐτάς· γεινομένους δʼ αὐτούς μεγαληγορίῃσι χανόντας ῥέζει παντόλμους τε θρασεῖς τ᾿, ἐπὶ τοῖσι βιαίους, ἀστεμφεῖς, ὠμοὺς καὶ ἀπηνέα ἔργα τελοῦντας, τοὔνεκα καὶ πταίοντας ἐν ἔργμασιν, ὁππόσʼ ἕλωνται· καὶ δὲ δέσιν θνητοῖσι πόρεν κείνῳ συνιοῦσα. ἶσα δὲ καὶ συνιούσῃ ἀπορρείουσʼ ἀπὸ Θούρου. εἰ δέ τ᾿ ἀπορρείῃ μὲν ἀπʼ Ἄρεος, εἶτα κυνάπτῃ κυδίστῳ Κρονίδῃ, πολυόλβους τῆμος ἔτευξεν καὶ μακαριστοτάτους, πρήξεις τʼ ἀγαθὰς τελέοντας. ταῦτα δὲ καὶ Κυθέρῃ συναφὴν τεύχουσ’ ἀπ᾿ Ἄρηος ῥέζει· πρὸς δʼ Ἑρμῆν, βουλαῖς μύθοισί τ᾿ ἀρίστους, αἰὲν ὑπὲρ θνητούς πυκιναῖς πραπίδεσσι νοοῦντας. τοῖα δὲ καὶ διάμετρος ἀεὶ πέντʼ ἀστράσι τεύχει. Ἠελίῳ δʼ οἴῳ συναφὴν τεύχουσα Σελήνη ἔκπτωσίν τε τίθησι βίου, καὶ κήδεʼ ὀπάζει. ἢν δʼ ἀποχαζομένη Ὑπερίονος εἶτα συνάπτῃ ἐσθλοδόταις, ἀγαθὴ καὶ ὑπείροχα ἔργα φέρουσα μείζονα καί τʼ ἀρίδηλʼ ἀγάθʼ ἀνθρώποις ἀνέφηνεν. αἰεὶ δʼ ἐν γενέθλῃσι κενοδρομέουσα Σελήνη πλαζομένους βιότους καὶ ἄλην ξείνης ἐπὶ γαίης ῥέζει, λιτοτέρους τε βίῳ καὶ πολλὰ μογεῦντας. χρὴ δʼ αἰεὶ γενέθλης πρότερον νεοφεγ γέα Μήνην καὶ δʼ ἔτι πληροσέληνον ἐνὶ πραπίδεσσιν ὁρᾶσθαι, ὅππῃ τάσδε δύω φάσιας παρεοῦσα τέλεσσεν, ἢ καὶ συντροχάουσ᾿, ἐπεὶ ἐσθλοδόταις μὲν ἀρίστη πρώτας ἀκτῖνας ξυνουμένη ἠέ τε πλήρεις, σύν χαλεποῖσι δʼ ἐοῦσα πανεικέλιον μένος ἴσχει κείνοισιν, λυγροῦ τε βίου πλήρωσε γενέθλην. ἔξοχα δʼ αὖ κακὰ πάντοτʼ ἐπὶ θνητοῖσι κυλίνδει ἐν φάσεσιν πάσῃσιν, ἐν αἷς Πυρόεντι συνάψῃ· κἢν ἐπὶ συνδέσμου βαίνῃ, μανίῃσι προσάπτει, ἢ σπασμοὺς νοῦσόν θʼ ἱερὴν καὶ ἀναλθέας ἄτας. ἄντα δʼ ἄρ᾿ Ἠελίου χαίρει τροχάουσα Σελήνη, πλήρει ἐπεὶ κύκλῳ τότʼ ἀγάλλεται αὐγάζουσα, καί τε κλέους ὄλβου τε παραιτίη ἐστὶ βροτοῖσιν.
ΒΙΒΛΙΟΝ Γ. B.

Ἐν τῷ γ΄ βιβλίῳ φησίν·

Α. Τί ἀποτελεῖ ἕκαστος τῶν ἑπτὰ πλανητῶν ὡρονομῶν ἐν ἰδίῳ οἴκῳ καὶ ἐν παντὶ τῶν ἄλλων τριῶν κέντρων μόνος εὑρισκόμενος ἐν ἰδίῳ μέντοι οἴκῳ.

Β. Τί ἀποτελεῖ, ἡνίκα ἑνὸς ὡρονομοῦντος ἕτερος ἐπὶ τοῦ δυτικοῦ κέντρου μόνος θεωροῖτο, καὶ τὸ τῶν ἀνθρώπων ἀποτέλεσμα ἀπαραλλάκτως εὑρισκόμενον, κἂν ἐπὶ τοῦ μεσουρανήματος καὶ ἀντιμεσουρανήματος εὑρεθῶσιν, ἑαυτοὺς ἀναμετροῦντες εἷς μὲν ἄνω, εἶς δὲ κάτω ὤν.

Γ. Τί ἀποτελοῦσιν οἱ συμμαρτυροῦντες ἀλλήλοις, ἢ καὶ συσχηματιζόμενοι, ἢ καὶ ἐπιβλέποντες ἑαυτούς.

Δ. Τί ἀποτελεῖται Ἡλίου καὶ Σελήνης ἑαυτοῖς συσχηματιζομένων, τοῦ μὲν ἐν ἀρσενικοῖς προσφόρως τῇ οἰκείᾳ φύσει, τῆς δὲ ἐν ζώοις θήλεσιν εὑρισκομένης, ἢ τὸ ἀνάπαλιν, ἢ καὶ ἀμφοτέρων ἐν ἄρρεσιν, καὶ ἀμφοτέρων ἐν θήλεσιν, καὶ τί μὲν ἐπὶ ἀνδρός, τί δὲ ἐπὶ γυναικὸς ταῦτα ἀποτελεῖ.

Ε. Περὶ χρόνων ζωῆς, καὶ πῶς μὲν τούτους ἐφοδευτέον δι᾿ ἡμέρας, πῶς δὲ νυκτός· καὶ πότε μὲν ἀπὸ τῶνδε, πότε δὲ ἀφ᾿ ἑτέρων τούτους παραληπτέον.

Ὅσσα μὲν ἀλλήλων οἴκοις τελέουσι βροτοῖσιν. ἀστέρες, Ἠελίῳ τε πυριπλήθοντι συνόντες, ὁππόσα καὶ κεραῆς συναφαῖς τεύχουσι Σελήνης, ἐν προτέραις σελίδεσσι μάλʼ ἀτρεκέως κατέλεξα. νῦν δʼ ἐπιμαρτυρίας αὐτῶν καὶ σχήματα πάντα, ἀλλήλων θʼ ὅσα δρῶσιν ὑπ’ ἀκτίνεσσιν ἐόντες, καὶ κέντροις πισύρεσσιν ἐπεμβεβαῶτες, ἀείσω. Πρῶτα μὲν οὖν Φαίνων ὑπὲρ ὡρονόμοιο βεβηκώς ἤτοι πρωτοτόκους καὶ πρωτοτρόφους ἀνέφηνεν, ἢ καὶ ἀδελφειοὺς προτέρους διόλεσσεν ἅπαντας, τέκνων δʼ αὖτʼ ὀλετὴρ πέλεται, βίοτόν τε χαλέπτει ἀλλοτρίοις οἴκοισιν ἐών· εὖτʼ ἂν δʼ ἐν ἐοῖσιν ὡρονομῇ, ζώοις δʼ ἰδίοις ἐπιτέρπεται αἰεί, Αἰγόκερῳ τε καὶ Ὑδροχόῳ βλοσυρῷ τε Λέοντι καὶ Χηλαῖς Κριῷ τε, τότʼ ἀνέρες ἐξεγένοντο κύδιστοι, γενεῇ τε γεγηθότες, εὐκλέι πλούτῳ τιμαῖς καὶ γεράεσσιν ἀγαλλόμενοι βασιλήων. ψυχρὸν δʼ ἐς λίβα νισσόμενος δῦνον περὶ κέντρον μακροβίους, γήραι λιπαρῷ θαλέθοντας ἔθηκεν, εὐκτεάνους, μόχθοισιν ἰαινομένους σφετέροισιν. εἰ δὲ μεσουρανέοι, πατρώια πάντʼ ἐκέδασσεν, δηθάκι δʼ οὐδʼ ὅσσον κλήρου παρὰ πατρὸς ἔνειμεν, πρήξεις δʼ ἀπροκόπους καὶ νωχελέας μάλα τεύχει, ἔργα δὲ καὶ τέχνας χειρῶν ἐξαίνυται ἀνδρῶν ψυχῶν θʼ, ἥντινα πρῆξιν ἐνὶ στέρνοισιν ἕλωνται, δυστεκνίην δʼ ὤπασσε, κασιγνήτων τʼ ἀπάμερσεν. ὀρφανίην δʼ ὑπόγειος ἐὼν ἀπὸ πατρὸς ἔτευξεν πάμπαν νηπιάχοις, κλῆρόν τʼ ἔρραισεν ἀίστως, ὃν θνήσκων ἔλιπεν γενέτης, αὐτοὶ δʼ ὑπὸ νούσου κάμνουσʼ, ἔν τε κρύει πυρετῷ τʼ αἴθωνι μογεῦσιν, ἐν δʼ ἀγορῇ κρίσιας καὶ νείκεα δηρὸν ὄπασσεν. Ζεὺς δʼ ὥρην ἐφέπωνἐρικυδέας ἂνδρας ἔθηκεν ἐν δήμοις, πάτρῃσί τʼ ἐνὶ σφετέρῃσιν ἀγητούς, πρὸς δʼ ἔτι καὶ πρήξει μεγαλαυχέας, ἐν βιότῳ τε ἀφνειούς, βασιλεῦσι φίλους μάλα τιμήεντας. ταὐτὰ δέ τʼ ἐκτελέσει μέσον οὐρανὸν ἀμφιπολεύων· κοσμεῖ καὶ μίτρῃσι πέπλοισί τε πορφυρέοισιν, τερπωλῆς τεύχων λαῶν ἡγήτορας ἄνδρας. δύνων δʼ εὐκτεάνους, ὀλοὸς δὲ τέκνοισιν ἐτύχθη· θάπτει γὰρ κεδνάς τʼ ἀλόχους παῖδάς τʼ ἀλεγεινούς· ἐν τροπικοῖς δʼ εἴωθε τελεῖν καὶ πάμπαν ἀτέκνους κηδεστῶν βιότου, καί τʼ ἐσθλὰ κακοῖσιν ἔμιξεν· κτῆσιν μὲν γὰρ ἔδωκε, τέκνων δʼ ἐπὶ κήδεσι λυπεῖ. δεινὸς δʼ ἀντιμεσουρανέων πέλετʼἀνθρώποισιν· πάντων γάρ τε βροτοὺς ἰδίων κτεάνων ἀπάμερσεν, εὐόλβους δὲ πάρος κενεοὺς οἴκους ἀπέφηνεν· ἔξοχα δʼ εἴ γε σὺν Ἠελίῳ τόδε κέντρον ὁδεύοι· ἐσχατίῃ γενέθλῃ βίοτον καὶ κῦδος ὀπάζει. Ἄρης δʼ ἀντολίηθεν ἀνερχόμενος μεγατόλμους, θαρσαλέους ῥέζει, ποτὲ δʼ οὖ πραπίσινμάλα δεινούς. δύνων δʼ αὖτʼ ἄλγεσσι βροτοὺς ἄταις τε προσάπτει, σύλησέν τʼ ὄλβον, βιότου τʼ ἀνέφηνʼ ἐπιδευεῖς. ἐν δʼ ἄρʼ ὑποχθ ὀνίῳ κέντρῳ σύνεσίν τε χαλέπτει, αἰεί τʼ ἐν θορύβοισι καὶ ἐν σινέεσσι τίθησιν, τραύματα δʼ αἰὲν ἔδωκεν, ἰδὲ σπασμοῖσι χαλέπτει, κινδύνους τʼ ἐπάγει θαμέας, βιότοιό θʼ ἅμ’ ἔρδει αὐχμηρούς, τέκνων δὲ γονῆς ἢ πάμπαν ἄμερσεν, ἢἕνα τηλύγετόν περ ἐνὶ μεγάροισιν ἔδωκεν· δεινὸς δʼ ἀμφὶ γάμους· ἢ γὰρ θαμὰ λέκτρα διείργει, ἢ λώβην τιν’ ἀεικελίην ἀκάχησε γυναικός. ὕψι δʼ ἐπεμβεβαὼς μέσον οὐρανὸν ἄλλοτε μέν τε τέχνας δῶκε βροτοῖσι βαναύσους ἔργα βίοιο· ὁππότε δʼ εὐεργῶν ἐπιμαρτυρίῃσι σὺν ἄστρων δέρκηθʼ, ἡγεμόνας θῆκε φρουρούς τε τυράννων, εὔθηκτον φορέοντας ἑὸν περὶ σῶμα σίδηρον, ἐν πόλεσιν δήμοισί τʼ ἀριπρεπέας πολιούχους· ἐξαπίνης δʼ ἔσφηλεν ἐς οὐρανὸν αἰπὺν ἀείρας δειλαίους φῶτας ποτὶ Τάρταρον ἠερόεντα· ἤτοι γὰρ φυγάδας φιλίης ἐξήλασε πάτρης, ἢ ζωῆς ἀπάμερσε φίλης κρυόεντι σιδήρῳ, ἢ πόμα φαρμακόεν πιέειν κατένευσεν ἐν οἴκοις. ὡρονομοῦσα δʼ ἀεὶ Κυθέρηκαλοὺςμὲνἰδέσθαι ῥέζει, καὶ χαρίεντας ἰδʼ ἱμερόεντας ἔπεσσιν, ἀφνειοὺς βιότῳ καὶ ἀγακλέας ᾗ ἐνὶ πάτρῃ, κυδαίνει δὲ τεκοῦσαν ἄγαν τʼ ἀρίδηλον ἔθηκεν. καὶ δὲ μεσουρανέουσα τάδʼ ἔρδει, πρὸς δὲ καὶ ἔρνοις τρισμάκαρας τεύχει, τοῖς δʼ αὖτʼ ἀλόχων γάμον ἐσθλῶν ὤπασεν, ἐν δὲ δόμοις κλεινὸν βίον ἠέξησεν· καὶ δὲ γυναικείοισιν ἐπ ἔργοις δηθάκις ἄνδρας ἵδρυσʼ, ᾧ καὶ χρήματ’ ἰδὲ κτῆσιν πόρεν ὄλβου. ἀστασίας δʼ ὑπόγειος ἐὼν λεχέων ἐτέλεσσεν, ἠδὲ γάμων ταραχὰς καὶ χηροσύνας, ποτὲ μέν τε ἐν ξείνῃ ποσίων, ποτὲ δʼ αὖ μεγάροισιν ἐόντων. καὶ δʼ ἔτι καὶ δύνουσα κακὴ περὶ λέκτρα γυναικῶν· ἢ γὰρ ἀποζεύγνυσι συνεύνων, ἢ πολυκοίνους δῶκ’ ἀλόχους, ὧν δὴ θάμʼ ἐπασχάλλουσιν ἐφʼ ὕβρει· καὶ δʼ αὐτοὺς φήμῃσι κακαῖς νεότητος ἐν ὥραις ἀμφέβαλεν, μάχλους τʼ ἐς ἀεικέα θήκατο κύπριν, ἀλλοτρίων τε μέλαθρον ὀπιπεύουσι γυναικῶν. Ἑρμης δʼ ἀντέλλων μὲν ἐφʼ ὥρης εὐκλέας ἄνδρας καὶ πολλῆς σοφίης ἐπιίστορας ἐξετέλεσσεν· πολλάκι καὶ προδαῆναι ἐνὶ πραπίδεσσι βροτοῖσιν πείρατα μελλόντων δωρήσατο, καί θʼ ἑτέροισιν θεσπίζειν φήμῃσιν ὀνείρασί θʼ, ἅ σφισιν αὐτοὶ ὀρφναίην κατὰ νύκτα βαθὺ κνώσσοντες ἴδωνται. ἐν δὲ μεσουρανίῳ θνητοῖς ἔργ’ ὤπασε κέντρῳ· ρῳ· ἤτοι γὰρ σοφίης βίοτον καλάμοιό τε γραπτῶν πρῆξιν ἔδωκ, ἢ παισὶν ὑφηγητῆρας ἔφηνεν παιδείης, τοὺς δʼ αὖτὲ τραπέζης ἀργυραμοιβοῦ εἷσεν ὕπερ, πολέσιν δὲ τέχνας ἡρμόσσατο χειρός. ἢν δʼ ὑπόγειος ἔῃ, πινυτὸν νόον ἐξετέλεσσεν, θῆκεν καὶ σοφίης δεδαηκότας, ἐν βιότῳ δὲ αἰὲν ὑπʼ ἀλλήκτῃσι μεληδόσι μητιόωντας. δύνων δʼ ἐν μύθοισι καὶ ἐν πραπίδεσσιν ἀρίὅτους, καὶ πλούτῳ γηθεῦντας ἀεὶ φήμαις τʼ ἀγαθῇσιν. εὖτʼ ἂν δʼ ὠκεανοῖο λελουμένος ἀντέλλῃσιν Τιτάν, ἐν δʼ ὥρῃ κείνῃ βροτὸς ἐς φάος ἔλθῃ, πατρὸς ἀριγνώτου γεγαὼς τότε φύσεται ἀνήρ, τιμήεις δέ τʼ ἄγαν καὶ ὑπείροχός ἐστʼ ἐνὶ πάτρῃ πλούτῳ καὶ κτεάτεσσιν ὑπέρτατος ἐν μερόπεσσιν· πολλάκι καὶ βασιλῆες ἐν ὥρῃ τῇδʼ ἐγένοντο. δύνων δʼ Ἠέλιος λαμπροὺς βιότῳ καὶ ἐπόλβους τεύχει, καὶ πραπίδων μάλʼ ἀριφραδέων ἐπινοίῃ ἐνὶ πάτρῃ. Τιτὰνδʼἐν γενέθλῃ μέσον οὐρανὸν ἀμφιπολεύων, ἢν μὲν ὑπʼ ἀκτίνεσσ’ ἀ ἀγαθῶν καὶ μαρτυρίῃσιν κοσμῆται, μεγάλους τε καὶ εὐκλέα ἔργα τελοῦντας, φαύλῃσιν δʼ αὐγαῖς ὀλοῶν βεβολημένος ἄστρων ἀκτεάνους τεύχει, λυγραῖς πενίῃσι μογεῦντας. ἢν δʼ ὑπόγειον ἔχῃ κέντρον, μινύθει πατρὸς ὄλβον. καὶ δὲ Σεληναίη ὑπὲρ ὡρονόμοιο βεβῶσα μητέρα κυδαίνει. δύνουσα δὲ τηλόθι πάτρης ἀλλοτρίην κατὰ γαῖαν ἀλωομένους θαμὰ πλάζει. ἐν δὲ με σου ρανίῳ νυκτὸς μὲν ἀρίστη ἐτύχθη, ἤματι δʼ αὖῦʼ ἥσσων· εἰ δʼ ἐσ θ λοδόται μιν ὁρῷεν, εὐκλείην πρήξεις τʼ ἀγαθὰς μερόπων ἐτέλεσσεν. ἐν δʼ ἄρʼ ὑποχθονίῳ κέντρῳ ἀ γαθ οὺς μὲν ὁρῶσα ἀστέρας ἐσθλὴ ἔφυ δώτειρά τε κευθομένοιο πλούτου, ἀτὰρ χα λεποὺς ἐπιμάρτυρας εὖτ’ ἂν ἴδῃσιν, κρυπταδίοισι σίνεσσι καὶ ἄλγεσι φῶτα χαλέπτει· πολλάκι καὶ πτώσεις ὀρόφων κατὰ κρατὸς ἐφῆκεν. μοῦνοιμὲν κέντροισι τάδʼ ἐμβεβαῶτες ἔφηναν. Ἀλλήλους δʼ ὁρόωντες ὑπὲρ κέντρων κάτέναντα ὡρονόμ ου μὲν ὕπερ Φσίνων, Φαέθων δέ τε δύνων ὁπλοτέροισι κασιγνήτοις θάνατον τελέουσιν, πρὸς δʼ ἔτι γεινομένοισι χρόνους νεότητος ἀνιγρούς, ὑστάτιον δὲ χρόνον λιπαρὸν καὶ γῆρας ἐν ὄλβῳ. ἔμπαλι δʼ ἐν τούτοις κατεναντίον ὡρονομοῦντος Ζην ὸς καὶ πολιοῖο Κρόνου δύνοντος ἔναντα, πρεσβυτέροις μὲν πότμος ἀδελφειοῖσι τελεῖται, εὐδαίμων δὲ φανεὶς πρόσθεν βροτὸς ὕστατα κάμνει. εὖτ’ ἂν δʼ ἀντέλλῃ Φσίνων, Πυρόεις δέ τε δύν ῃ, πενθαλέοισιν ἑὴν ἄλοχον τύμβοισι καλύψας χῆρον δηναιὸν κλαύσει κατὰ δώματα λέκτρον· τήνδε καὶ ἐν τροπικοῖς ζώοις θαμὰ τλήσετʼ ἀνίην. εἰ δʼ ἄρʼ ἀνερχομένου Ἄρεος Φαἴνων πάλι δύνῃ, δυστυχίην μάλα γεινομένοις φαίνουσι κατʼ οἶκον. δ υνούσης Παφίης δʼ ὁπότʼ ἂν Κρόνος ὡρονομ ήσ ῃ, οὐ μόνον αἰνόγαμοι καὶ δυσκλέες εἵνεχ’ ὁμεύνων, ἀλλʼ ἔτι καὶ πατέρες παίδων ἐς πάμπαν ἄπαιδες γίνονται· στείρας γὰρ ἢ ὠμοτόκους παρακοίτις ἐς θαλάμους εἴρυσσαν, ἰδ’ αἴσχεα πολλὰ τελούσας· εἰ δὲ καὶ ἐν τρο πικοῖσιν ἔοι ζώοις κατέναντα, οὐχὶ μόνον πιναραῖς ἀλόχοις γάμον ἐζεύξαντο, ἀλλʼ αὐτοὶ πρήξεις κυθέρης ἀγάπησαν ἀθέσμους. εἴκελα δʼ ἀντέλλουσα πάλιν τούτοις Κυθέρεια, πρὸς δύσιν ἐρχομένοιο Κρόνου χαλεποῦ μάλʼ ἐόντος, μάχλοις πρεσβυτέραις ἢ καὶ δούλῃσι συνάπτει. εἰ δʼ Ἑρμῆς δύνῃσι Κρόνου βεβαῶτος ἐφʼ ὥρῃ πένθεα γεινομένοισι τελεῖ δειλοῖς ἐπὶ τέκνοις. ἔμπαλι δʼ εἰ Στίλβων μὲν ἀνέρχοιτ’, αὐτὰρ ὁ δύνοι, νείκεα καὶ κρίσιας γραπτῶν χάριν ἠὲ μάλʼ αἰνῶν ἔργων ἴσχουσιν, θωὴν δʼ ἐπὶ τοῖσιν ἔτλησαν. Zηνὸς δʼ ὡρονομοῦντος, ἐπὴν Ἄρης πάλι δύν ῃ, οὐχ ὁμαλὸν βίοτον δῶκαν· ποτὲ μὲν γὰρ ἄειραν ὑψοῦ, κυδαλίμους τε καὶ ἀφνειοὺς μάλʼ ἔθηκαν, ἄλλοτε δʼ ἔσφηλαν κτεάνων τʼ ἄπο πάμπαν ἄμερσαν, καὶ καμάτους βιότοιο χάριν μόχθους τʼ ἐπάγουσιν. ταῦτα δέ, κἢν δύνῃσι, πάλιν Ζ εὺς ὡρονομοῦντος Ἄρεος ἐξετέλεσσεν ἐπὶ πλέον, οὕνεκα τῆμος δάκρυα καὶ στοναχὰς φθιμένοις ὤπασσ’ ἐπὶ τέκνοις, καὶ δʼ ἀλόχοις ἥρμοσσεν ἀεικελίαις, τέκν’ ἀπʼ ἄλλων ἤδη θρεψαμέναις, ἃ στέρξουσ αὐτοὶ ἀνάγκῃ· πάντας δʼ αὖτε κασιγνήτους φιλίης ἀπὸ πάτρης ἄλλον ἐπ’ ἀλλοίης τηλοῦ γαίης ἐκέδασσεν· μόχθων δʼ ἐς γῆρας προτέρων ἀνάπαυσιν ἔδωκεν. ἐκ περάτης δʼ ἀνιὼν Φαέθων κατέναντα Κυθήρης ἐς δύσιν ἐρχομένης πολυόλβους τρισμάκαράς τε ῥέζει, καὶ μεγάλων ἀλόχων ἥρμοσσε γάμοισιν, ῥηιδίαις δʼ ἐς κύπριν ἰδὲ ξυναῖς φιλότησιν· κτῆσιν δʼ αὖτʼ ἰδίην τοκέων ἄπʼ ἄμετρον ἔδωκεν. μαρμαίρουσα δʼ ἀπʼ ἀντολίης ἐρατὴ Κυ θέρεια δυόμ ενόν τʼ ἐσορῶσα πυρίγληνον Φαέθοντα ὄλβον κυδήεντα καὶ εὐκλέα φῆμιν ὄπασσεν, καὶ γάμου ἱμερόεντος ἐυφροσύνῃσιν ἰαίνει· τῆμος γὰρ σεμναί τʼ ἄλοχοι τίουσί τʼ ἀκοίτας. ἐξ ὥρης δʼ ἐσορῶν Ζεὺς Ἑρμείην κατέναντα κοσμεῖ μὲν πλούτῳ μύθοισί τε καὶ σοφίῃσιν, ἀσχολίην δʼ ὤπασσ’ ἀφένευς βασιληίου ἀμφίς, πολίων κλήρους καὶ κτήσιας ἀμφιέποντας. ὣς δʼ αὔτως Ἑρμης ὥρης ὕπερ ὁλκὸν ἀμείβων τεύχει ἐπʼ ὠκεανοῖο δύσιν Φαέθοντος ἰόντος εὐόλβους ἔργοις τε καὶ εὐκτεάνοισι τραπέζαις παίδων θʼ ἡγητῆρας ἢ αὐτῶν θῆκεν ἀνάκτων. ὥρῃ δʼ ἐμβεβαὼς Πυρόεις δυτικῷ παρεούσης Ἀφρογενοῦς κέντρῳ φθορέας λέκτρων ἀνέφηνεν ἀλλοτρίων, ἀλόχους δέ τʼὀπιπεύσαντες ἄγονται ἐξ εὐνῆς ἑτέρων· αἱ δʼ αὐτοὺς οὔτι τίουσιν, ἀλλὰ πόθοιο κορεσσάμεναι μάχλου τε κυθήρης αὖθις ἐπʼ ἄλλα μέλαθρα καὶ ἄλλους ἦλθον ὁμεύνους, πολλάκι δʼ αὐτοχερὶ σφετέρων ποσίων ἐδάμησαν· ζώοις δʼ ἐν τροπικοῖσι χερείονα τῶνδε τελοῦσιν. ταῦτα δὲ καὶ Παφίη τεύχει πάλιν ὡρονομοῦσα, εὖτʼ ἂν Ἄρης δύνῃ, πλέοσιν δʼ ἔτι καὶ συνοχῇσιν εἱρκτῇσίν τʼ ἐπέδησε γυναικείης ἕνεκʼ ἄτης· ὅσσα δʼ ἐπεκτήσαντο νέοι, τάδ’ ὄλεσσαν ἅπαντα ἐς γῆρας, πενίῃ δὲ κακῇ ἄλληκτα μογεῦσιν. εὖτ’ ἂν δʼ Ἑρμείης μὲν ἐπείγητʼ ἐς δύσιν ἐλθεῖν, ἐν δʼ ὥρῃ Θοῦρος φλογὶ μαρμαίρῃ κατέναντα, ὀξεῖς ἔν τε νόῳ καὶ μήδεσι θῆκεν ἀγητούς,  ἐσθλούς δʼ ἐν σοφίῃσιν, ἰδὲ δρηστῆρας ἐν ἔργοις. Ἑρμοῦ δʼ ἀντέλλοντος ἐπὴν Ἄρης πάλι δύνῃ, δεινὸν σχῆμα τέτυκται, ἐπεὶ βιότῳ μὲν ἀνίας, ἐν δʼ ἀγορῇ κρίσιας, θωήν θʼ ἅμα νείκεσι πολλοῖς ἴσχουσι γραπτῶν ἕνεκεν· Μήνην δʼ ἐσορῶντες καὶ δὲ καὶ Ἠλιον μερόπων τεύχουσι φονῆας, αἰεὶ δʼ ἔκπτωσιν βιότου τεύχουσι πρὸς οἴκους. ταῦτα δὲ καὶ δοιοῖς ἑτέροις τεύχουσιν ἐόντες ἀστέρες ἐν κέντροισιν, ὅσʼ αὐτίκα δὴ κατέλεξα. ὅσσα δὲ καὶ βασιλῆες ἀγακλειτοὶ τελέουσιν Ἠέλιος Μήνη τε, τάδʼ αὐτίκα νῦν καταλέξω. ἢν ἀνίῃ περάτης Τιτάν, δύνῃ δὲ Σελήνη, ὃ μὲν ὕψι μέσον τέμνῃ πόλον, ἣ δʼ ὑπόγειον κέντρον ἔχῃ, μάλα φῶτας ἀριγνώτους καὶ ἀγητοὺς ῥέζουσιν, ποτὲ δʼ αὖ μεγάλους βασιλῆας ἔτευξαν, ἠὲ πάτρης προὔχοντας, ἢ ἐν δήμοισιν ἀρίστους. ὥς δὲ καὶ ἢν τάδε κέντρα μεταλλάξαντες ἔχωσιν. Ἤδη καὶ σύγκρασιν ἀείσω μαρτυρίας τε, ἠδʼ ὅσʼ ἐπαντέλλοντες ἢ ἀλλήλους ὁρόωντες ἀστέρες ἔρδουσιν· τὰ γὰρ ἀτρεκίην μάλα φαίνει. πάντα μὲν οὖν οὐκ ἄν τις ἑῷ φράσσαιτʼ ἐνὶ θυμῷ, οὐδʼ ἐνέποι· τὰ γὰρ ἄσπετʼ ἀπείριτά τʼ ἐστὶ κατʼ αἴθρην σχήματ᾿ ἀμειβόντων ἄστρων πολύπλαγκτα κέλευθα· ὅσσα δʼ ἐπιλέξωσι θεοί, τάδ᾿ ἐγὼ σάφα λέξω. Ζηνὶ συνών Κρόνος αἰπὺς ἢ εἰσορόων τετρά· γωνος, ἢ ὅγε καὶ διάμετρος ἀπὸ πλευρῆς τε τριγώνου, δωρεῖται φιλίην βασιλήιον ἢ καὶ ἄναξιν εἰκελίων ἀνδρῶν, αὐτοὺς δʼ ἄρα φῆμιν ἀρίστην ἴσχοντας τεύχει, κοσμεῖ δʼ ὑπ᾿ ἀπείρονι πλούτῳ καὶ μελάθροις ληίοις τε βαθυκλήροισί τʼ ἀρούραις, λείαις παντοίαις τ’, ἀγέλαις δμωσίν τʼ ἀναρίθμοις· δῶκε καὶ εἰναλίην κτῆσιν νηῶν πολυφόρτων, καὶ πρήξεις ἀγαθάς, καὶ δʼ αὖ μέγα κῦδος ἐπʼ ἔργοις, καὶ λιπαρὸν γῆρας μέχρις ὑστατίου θανάτοιο. ἀλλʼ Ἄρης τετράγων ος ἢ ἀντιπέρηθεν ἀθρήσας ψυχρότατον Κρόνον ὄντα κακὸς κακοῦ ἀντίον ἑστὼς ἢ καὶ ὁ ὁμοῦβαίνων, δεινάς τʼ ἄτας ἐπιβάλλει, καὶ πενίην δυσάλυκτον ἄγει δειλοῖσι βροτοῖσιν, ἔξοχα δʼ εἴ γε σὺν Ἠελίῳ βεβαῶτες ὁρῷντο· τῆμος γὰρ πτωχοὶ πανδήμιοι ἰνδάλλονται ὀθνείῃσι θύρῃσιν ἐφεστηῶτες ἀνάγκῃ, ἢ καὶ ἐφημερίης δαίτης χάριν αἰνὰ μογεῦντες, ἄλληκτον καμάτοισιν ὀιζυροῖς φθινύθοντες. εἰ μὴ δʼ εὐεργῶντις ὁρῴη σχήματα ταῦτα, καὶ πότμῳ στυγερῷ ζωῆς ἐπὶ τέρμαθʼ ἵκοντο· ἤτοι ναυφθορίῃ γάρ, ἢ ἐν πελάγεσσιν ἐόντες ἢ ποταμῷ στυγερῷ, ζωῆς χάριν αἰνὰ μογεῦντες κύμασιν ἐρραίσθησαν, ἢ ἐν πολέμῳ κρυόεντι ὑπὸ ληιστῆρσιν ἢ ἐν χάρμῃ δορίληπτοι πέρνανται σφιγχθέντες ἀεικελίοις ὑπὸ δεσμοῖς, δηθάκι καὶ θήρεσσιν ἕλωρ καὶ κύρμα γένοντο, ἢ πότʼ ἐν ἠερίοισιν ἄφνω κρημνοῖσιν ὄλοντο, ἢ βρόχον αἰπὺν ἀνῆψαν, ἢ ἐν πτώσει θαλάμοιο ὀστέα συνθλιφθέντες ἀίστως θυμὸν ὄλεσσαν. ὣς δὲ καὶ ἡμερίοις τὰ τελείεται, ἢν ὀλοῇσιν καὶ Μήν ην σφετέρῃσιν ὑπʼ ἀκτίνεσσι βάλωσιν. εἰ δʼ ἄρα τοι γενέθλῃ μὲν ἀρήγοιεν κλυτοὶ ἄλλοι ἀστέρες, οἵ δʼ ἄρα τοι μὴ φαίνοντες φορέοιντο, νείκεα καὶ κρίσιας θαμινὰς ἐπάγουσι βροτοῖσιν· ἢν δʼ ἀ γαθὸς κέντροιο κρατῇ, ὀλο ὸς δʼ ἀπόκεντρος, σχήματι συμφώνῳ καμάτων ἀπέλυσαν ἀπʼ αἰνῶν. πρηϋτέρας δὲ τρίγωνοι ἀεὶ τελέουσιν ἀνίας. Ἠέλιον δʼ ἐπιδερκόμενος τοίῃσιν ὑπʼ αὐγαῖς ἢ καὶ νυκτιπόλον Φαίνων λιποφεγγέα Μήνην ἐκ τοκέων δμώων αὐτοὺς ἔρδει θεράποντας· πολλάκι δʼ ὀφθαλμοῖσι σίνος λιποφεγγὲς ἔτευξεν, καὶ γονέας νούσοις ψυχμῷ καὶ βηχὶ χαλέπτει. Ἀφρογενεῖ δὲ συν ὼν Φαίνων ἡδʼ ἀντιπέρηθεν πρεσβυτέρας στείρας τʼ ἀλόχους καὶ ἀεικέας αἰνῶς δῶκεν. καὶ τετράγωνος ἀεὶ χαλεπὸς κυθερείῃ· δεινοὺς γάρ τε γάμους καὶ ἐυφροσύνης ἄτερ ἔρδει. λυγρὰ δʼ ἄρʼ ἥσσον ἔδωκε τριγώνοις φέγγεσι λεύσσων. σχήμασι δʼ οὔποτε τοῖσι δεδορκὼς Ἀφρογένειαν παρθενικὴν ἐπέτρεψεν ἅγειν ἐς δώματα νύμφην· δηθάκι δʼ ἀσπέρμους αὐτούς καὶ ἄπαιδας ἔτευξεν. ἢν δʼ ἄρα καὶ Πυρόεντʼ ἐπιμάρτυρα τοῖσδʼ ἐσαθρήσῃ, ἢ ὅγε καὶ Μήνην, εὐνούχους πάμπαν ἔθηκεν. Ἑρμείῃ δὲ συνὼν Φαίνων γλώσσης βλάβος ἔρδει, καὶ λαλιῆς ἐπέδησʼ, ἤν περ μὴ φοίνιος Ἄρης σύμφωνος κατιδὼν λύσῃ κακοεργέα λώβην. καὶ δὲ δίκας τετράγωνος ἐὼν κρίσιάς τʼ ἐπιπέμπει, καὶ πιναρὴν λασίην τε βροτοῖς ἐπεθρέψατο χαίτην. τὼς δʼ ἄρα καὶ διάμετροι. ἀτὰρ χαίρουσι τρίγωνοι, σχήμασι δʼ ἐν τούτοισιν ἀεὶ φιλομάντιας ἄνδρας καὶ βίβλων κρυφίμων μάλʼ ἐφιεμένους τελέουσιν. Ζεὺς δʼ Ἄρεϊ ξυνὴν μὲν ἰών ὁδὸν ἠὲ τρίγωνον ἡγεμόνας ῥέζει στρατιῆς νηῶν τε καὶ ἵππων καὶ πεζῶν, ποτὲ δʼ αὖ μεγάλους βασιλῆας ἔτευξεν, ἠὲ πάτρης προὔχοντας, ἢ ἐν δήμοισιν ἀρίστους. εἰ δʼ ἄρα μὴ πάμπαν μοίρης ἀγαθῆς τετύχοιεν, ἀλλʼ ἀστὴρ ἑτέρωθι νεμεσσήσῃ κακοεργός, ἢ καὶ ἀποκλίνωσιν ὑπ᾿ αὐγὰς Ἠελίοιο, σὺν τοίοις ἄνδρεσσιν ἀεὶ στρωφῶνται, ὑπʼ αὐτοῖς στεργόμενοι φιλίῃσιν, ὑπείροχον εὖχος ἔχοντες· πάντες δʼ εὐκτέανοι καὶ ἀπείριτον ὄλβον ἔχουσιν. μείονα δʼ ἐσθλὰ διδοῦσιν, ἐπὴν τετράγωνοι ἔωσιν. πάγχυ δʼ ἀνωμαλίην βιότου διάμετροι ἐόντες ἀνθρώποις τεύχουσ’, ὁτὲ μὲν πενίην, ὁτὲ δʼ ὄλβον πυκνὸν ἀμειβόμενοι, αἰεί γε μὲν ἄρκιʼ ἔνειμαν. σὺν Διὶ δʼ Ἀφρογένεια βίῳ χαίροντας ἀμόχθως εὐπρήκτους τε τίθησιν, ἐυφροσύναις τε γάμοιο τερπομένους· τοὺς γάρ τε φίλαι τίουσιν ὅμευνοι, ἐκ δʼ ἄρα λιτοτέρων πολυόλβους αὐταὶ ἔθηκαν· καὶ δὲ καὶ εὐτεκνίη σφιν ἐνὶ μεγάροισιν ὀπηδεῖ. καὶ δʼ ἄλλαις πρὸς Ζῆνʼ ἐπιμ αρτυρίῃσι τάδʼ ἔρδει. ἐσθλὸς καὶ Στίλβοντι συνὼν μεγάλου Διὸς ἀστήρ, σχήμασί τʼ ἐν πόντε σσιν ὁρῶν θοὸν Ἑρμάωνα· τρισμάκαρας τεύχει γάρ, ἀεὶ βασιλήιον ὄλβον νωμῶντας, χρυσόν τʼ ἐθνέων ἄπο δασμολογοῦντας, κεκ λομένους τʼ  ἐπὶτοῖσιν, ἀκουομένους θʼ ὑπὸπολλῶν· οἱ δέ τʼ ἀριγνώτων ἀνδρῶν πλοῦτον διέπουσιν, οἱ δʼ ἄρʼ ἀπʼ ἐμπορίης ἐσθλῆς βίοτον συνάγειραν, κέρδεα δὲ σφετέρων καμάτων ἅλις ἐκτήσαντο, ἄλλοι δʼ οὖ κόσμων ἐπιίστορες ἢ διὰ γραπτῶν ἰδμοσύνης ἐρίτιμοι ἀγακληεῖς τʼ ἐγένοντο, οἱ δʼ ἄρα καὶ παίδων ἡγήτορες, ἐν σοφίῃ τε πολλὸν ἀριπρεπέες μύθων ὑποφήτορες ἐσθλῶν. εἰ δʼ ἄρα τούσδε Κ ρόνος μαλεραῖς ἀκτῖσιν ἀθρήσῃ, πρήξεσιν ἐν τοίῃσιν ὑποδρήσσοντας ἔθηκεν. εἰ δʼ Ἄρης συνίῃσιν ὁμοῦ καλῇ Κυ θερείῃ, ὑβρισταὶ λεχέων τε καὶ ἀλλοτρίων ὑμεναίων γίνονται, ἀναφανδὰ μάλʼ ἐκτόλμως τάδε δρῶντες· καὶ δὲ σύνευνοι τῶνδε πολυκλινέες τελέθουσιν, ῥηιδίως φιλότηθʼ ἑτέροις κυθέρης ὀρέγουσαι. εἴκελα καὶ δʼ ἄλλαις ἐπιμαρτυ ρίαις τελέουσιν. εἰ δὲ καὶ Ἑρμείης ἐρατὸς σύν τοῖσδε φανείη, τῶν ἕνεκεν κρίσιές τε μάχαι τʼ ἀγορῇσι πέλονται· οἱ δ καὶ αἴσχρ ἔτλησαν ἐν ἀλλοτρίοισι δόμοισιν ληφθέντες, φήμη δὲ κακὴ περιδέδρομεν αἰεί. ἢν δʼ Ἑρμῇ τετράγωνος ἢ ἀντίος ἢ κατὰ χώρην τ ὴν αὐτ ὴν Θοῦρος τροχάῃ, μάλα λυγρὸς ἐτύχθη· νείκεα γὰρ γραπτῶν ἕνεκεν κρίσιάς τ ἐπιπέμπει, καὶ δόμον ἐξαπίνης κενεὸν βιότου ἀνέφηνεν· δηθάκι καὶ δεσμοὺς ἐπάγουσ’ ὀλοοῖσιν ἐπʼ ἔργοις. ἀλλὰ τρίγωνοι ἐόντες ἐχέφρονας ἐκτελέουσιν καὶ πυκιναῖς πραπίδεσσιν ἐναίσιμα μητιόωντας. φαιδρὸς δʼ Ἑρμείης καὶ πασιφαὴς Ἀφροδίτη ξυνὴν ἐξανύοντες ὁδὸν μάλʼ ἄριστοι ἔασιν· ὄλβον μὲν πρώτιστα δόσαν, μετέπειτα δὲ μύθων πειθὼ καὶ φιλίην ἀγαθὴν τιμὴν τʼ ἐνὶ δήμοις· πρὸς δʼ ἔτι παντοίης μούσης ἐπιίστορας ἄνδρας τεύχουσιν, μολπῇσί τʼ ἀγαλλομένους καὶ ἀοιδῇ. εἰ δέ κε λεύσσωσιν Μήνην καὶ Ζῆνα φέριστον, καὶ στέφεσιν κύδηναν, ἀγακληεῖς τʼ ἐνὶ λαοῖς ἐξαίτοις γεράεσσιν ἀέθλων εἵνεκ’ ἔθηκαν. εἰ δʼ ἔτι καὶ Πυρόεις τούτοις ἐπιμάρτυρος εἴη, γίνονται σταδίοισι παλαισμοσύνῃσί τʼ ἄριστοι, πυγμαχίῃσί τʼ ἀγασθενέες πληγῇσί τε χειρῶν, καὶ θαμιναῖς νίκῃσιν ἀγάλλονται κατʼ ἀγῶνας. καλὴ καὶ Μήνη καὶ πανδερκὴς Ὑπερίων ἀλλήλους ὁρόωντες ἐναντίοι ἢ τετράγωνοι, ἔξοχα δʼ αὖτε τρίγωνοι, ἐπεὶ τόδε πάμπαν ἄριστον σχῆμα πέλει φαύλοις τε καὶ ἐσθλοῖς ἀστράσι πᾶσιν. εἰ δὲ καί, οἷς ἐπέοικεν, ἐνὶ ζώοισι φανείη ἄμφω φάεα καλά, τὸ δʼ αὖ πολύ φέρτατόν ἐστιν. πάντων μὲν γὰρ ἄριστον ἐνὶ ζώοισι παρεῖναι ἄρσεσι μὲν Τιτῆνʼ, ἐν θηλυτέροισι δὲ Μήνην· προσφιλέες γὰρ ἀεὶ καὶ μείλιχοι ἐξεγένοντο, ἔργα τε ῥηιδίως καὶ πρήξιας ἐξετέλεσσαν. εἰ δέ τʼ ἐν ἀρσενικοῖς ἄμφω κλυτὰ φέγγεʼ ὁρῷτο, ὠμούς, ἀστεμφεῖς, ἡδ’ ἀτρέπτους ἐσίδοιο γεινομένους, οὐδʼ ὅσσον ὑπείκοντας νόῳ ἄλλοις. ὅσσοι δʼ οὖ Μήνην μὲν ἐν ἄρσενι, θηλυτέρῳ δὲ ἴσχουσʼ Ἠέλιον, τοῖσιν δʼ ἄρα πρήξιες ἔργων ἄλλως ἐξανύονται ἢ ὡς φρεσὶν ᾗσι μενοίνων· αὐτοὶ δʼ ἀπρόκοποι, πάμπαν τʼ ἐπαρίστεροι ἄνδρες. θήλεσι δʼ ἐν ζώοις ἄμφω κλυτὰ φῶτα φανέντα δειλούς, πανταρβεῖς, ἑτέροις ὑποπεπτηῶτας θηλύτεροι πραπίσιν, βιότῳ δʼ ἔνι πάμπαν ἄπρηκτοι, ἀλλοτρίης γαίης καὶ ἀλητύος ἰμείροντες. ἀλλὰ τόδʼ ἔμπαλιν ἐσθλὸν ἔφυ κεδνῇσι γνναιξίν· πρηεῖαι γάρ τʼ εἰσὶ νόῳ, ποσίεσσί θʼ ἐοῖσιν εἴκουσιν μάλα πειθόμεναι, στυγέουσί τε νεῖκος. εἰ δʼ ἐπὶ θηλυτέρ ῃ γενέθλῃ δύο φῶτα φανείη ἄρ σεσιν ἐν ζώοις, ἡ δʼ αὖ μάλʼ ἀγήνορι θυμῷ δεινή τε κρυερή τε πέλει πραπίδεσσί τʼ ἄκαμπτος. ὁππότε δʼ οὖν σελάων τοίοις ζώοισιν ἐπόντων καὶ Θοῦρος πυρόεις καὶ καλλίκομος Κυθέρεια ἄρσεσι δεικήλοισιν ἐπεμβεβαῶτες ὁρῷντο, καὶ ζῶον πρὸς τοῖς ἄρσεν πέλοι ὡρονόμοιο, ἧς φύσιος λήγουσι, παρὰ λεχέεσσι  γυναικῶν κλινόμεναι φιλότητι, τάτ’ ἀνέρες ἐκτελέουσιν. ἔμπαλι θηλυτέροισι δʼ ὅτʼ ἀνέρες ἐν ζώοισιν ἴσχωσʼ Ἠέλιον καὶ νυκτεροφεγγέα Μήνην, θῆλυ δὲ καὶ ζῶον κατέχῃ Κυλλήνιος Ἑρμ ῆς, πάσχουσ’ αἴσχεα πολλὰ γυναικῶν ἔργα τελοῦντες· δηθάκι καὶ σπορίμης αἰδοῦς ἀπὸ μήδεʼ ἔκειραν. τὼς μὲν ἄρʼ αἰνὰ πέλει φύσιος βροτέης κατέναντα φῶτʼ ἐνὶ δεικήλοισιν ἑὸν δρόμον ἐξανύοντα. Ἀλλʼ ἐπεὶ οὖν μοι θυμὸς ἐνὶ προτέροισιν ἀεῖσαι μήσατ’ ἀναγκαῖον χρεῖος, σάφα νῦν καταλέξω, ὁππόθεν ἐν γενέθλῃσι χρεὼν ζω ῆς χρόνου ἀρχὴν ἀνθρώποις φράζεσθʼ ἡδʼ ἔμπαλιν, ὁππόθι λήγει. οὐ μὲν δὴ πάντεσσιν ὁμῶς μερόπεσσιν ἔοικεν οἴης ἐκ χώρης ἐτέων λάζυσθαι ἀριθμόν· ἄλλη γάρ θʼ ἑτέρῃ γενέθλῃ ἄφεσις συνάρηρεν. ὅσσοις μὲν Τιτὰν ἠοῖ ἔνι γεινομένοισιν κέντρῳ ἐπεμ βεβαὼς ἰνδάλλεται, ἐξ ἄρα κείνου μοίρης ἄρχεσθαι βιότου χρόνον ἐξαριθμοῦντας· νυκτερινῇ γενέθλῃ δὲ Σεληναίης ἀπὸ μοίρης. ὁππότε δʼ ἂν κέντρων ἐκτὸς δύο φῶτ’ ἀποκλινθῇ, ἡδʼ ἄρʼ ἐπὶ μοίρῃσι κατωφερέεσσι πόλοιο νίσσηται προθέοντα, τότʼ ἀ στέρος ἄρχεο κείνου, ὅς ῥά τε δεσπόζει γενέθλης μέγα τε κράτος ἴσχει. εἰ δʼ ἄρα κἀκεῖνον λεύσσοις κλινθέντʼ ἀπὸ κέντρου, ἐξ ὥρης τότʼ ἔπειτα χρόνων ἄφεσιν σύ γε φράζου. ζωῆς δʼ αὖτʼ ἀρχὴν εὖτ’ ἂν διζήμενος εὕρῃς,  δεικήλων σκέπτοιο χρόνους, ὁπόσοις περάτηθεν ἀντέλλει, κείνων τε περὶ μοιρῶν δεδάασθαι· τὼς γὰρ πλειώνων ἀριθμὸν μοίρῃσι φράσαιο, ὅσσους Μοῖρ’ ἐπέδησε βροτῶν μογεροῦ βιότοιο. ἐν δὲ μέσαις μοίρ ῃσι ν, ἐφʼ αἷς ζωὴ νέμετʼ ἀνδρῶν, ἐνδυκέως σκέπτοιο, μὴ ἀκτὶς ἢ τετράγω νος ἠὲ κατ ἀντιπέρην ὀλοοῦ Κρόνου ἢ Πυρόεντος, ἢ οὖ τοίγε συναντόμ ενοι ζωὴν διέκερσαν. νυκτὶ δὲ γεινομένους καὶ παμφεγγὴς Ὑπερίων δηθάκις ἀκτίνεσσιν ἑαῖς πνοιῆς ἀπάμερσεν. πᾶσαν δʼ αὖτʼ ἄφεσιν πλευρὴ τετράγωνος ὁρίζει· μήκιστον γὰρ τοῦτο βροτῶν τέλος εὔαδε Μοίραις.
ΒΙΒΛΙΟΝ Ϛ. Γ.

Ἐν ᾧ φησιν·

Α. Περὶ τροφῆς καὶ ἀτροφίας παίδων.

Β. Περὶ γάμου.

Γ. Περὶ τέκνων γονῆς

Δ. Περὶ στείρων καὶ ἀσπέρμων.

Ε. Περὶ πλήθους τέκνων ἢ καὶ ὀλιγοπαιδίας.

ϛ. Περὶ τοῦ ποίας τέχνας ἢ ποίας πράξεις μετελεύσεται ὁ τεχθείς.

Ζ. Περὶ σίνους.

Η. Περὶ κτήσεως.

Θ. Περὶ δουλείας τύχης.

Ἐλθέ μοι, ὡς προτέρην λιγέως ἥρμοσσας ἀοιδήν, Μοῦσα φίλη, καὶ Φοῖβε καὶ Ἑρμῆ χρυσοπέδιλε, καὶ νῦν ἱμερόεν τέκμωρ θείητʼ ἐπὶ μολπῇ· αὐτὰρ ἐγὼ θυμὸν καίπερ καμάτῳ μογέοντα ὀτρυνέω, μέχρις ἄν κ᾿ ἐπὶ πείρατα νίσσομαι οἴμης· πᾶν γὰρ ἀεικέλιον, τῷ μὴ τέλος ἐσθλὸν ὀπηδεῖ. βίβλῳ δʼ ἐν πυμάτῃ τάδε μοι κατανεύσατʼ ἀεῖσαι, ἀμφὶ τροφῆς βρεφέων ἠδʼ ἀτροφίης ἀλεγεινῆς, ὅσσα τʼ ἐπειγόμενοι Μοίρης ὕπο χερσὶν ἑῇσιν αὐτοὶ ἐπʼ οὐλόμενον πότμον ῥίψαντο γονῆες, ἀμφὶ γάμων τʼ ἐρατῶν καὶ ἀδελφειῶν ἐνέποιτε καὶ τέκνων γενεῆς, σινέεσσί τε τοῖσιν ἕκαστος ἀνθρώπων μεμόρηται ὑπʼ ἀστράσι κινυμένοισιν, καὶ τέχνας μέλποιτʼ ἰδὲ πρήξιας, ἔργα θʼ ὁποῖα ἀστέρες ἀνθρώποισι δυηπαθέεσσι νέμουσιν, ἡδʼ ὡς σφαλλόμενοι πολυχρήμονος ἐκ βιότοιο ἀνέρες ἐν πενίῃ τε καὶ ἄλγεσιμοχθίζουσιν, καὶ δμώων ὅππως τις ἐπιφράσσαιτο γενέθλην. Κείνοις μὲν δὴ πρῶτα τροφ ῆς ἐμέγηρε βρέφεσσιν Αἶσα κακή, τοῖσπέρ τʼ ἀπὸ γαστέρος ὀρνυμένοισιν Ἄρης καὶ Φαίνων ὑπὲρ ὡρονόμοιο βεβῶτες λεύσσουσʼ ἐς δύσιν ἑλκομένην ἐριφεγγέα Μήνην, μήτε Σεληναίην μήτʼ οὖν ὥρην καθορώντων Φωσφ όρου ἢ Ζηνός· τοὶ γὰρ βίου εἰσὶ δοτῆρες. ὣς δʼ αὕτως ἀτροφεῖς καὶ ὅσοις ἔπι γεινομένοισιν ὡρονόμον διέπει Φαίνων, δῦνον δέ τε κέντρον Ἄρης, μήθʼ ὥρης ζῶον μήτʼ οὖν φάος ἁγνὸν Μήνης δερκομένου ληνὸς φυσιζόῳ αἴγλῃ. καὶ δὲ καί, ὁππότʼ ἂν ἠύκερων Πυρόεις διάμετρος ἀκτῖσιν Μήνην καθορᾷ, Φαίνων δὲ Σελήνῃ δεξιτερὴν ἱστῆται ἐπὶ πλευρὴν τετράγωνος ἀντολίην ἀπέχων τηλοῦ Ὑπερίονος αἴγλης, δὴ τότʼ ἀπʼ ὠδίνων καὶ γαστέρος ἐκπροθορόντες αὐτίκ ἄρ’ οἰωνοῖσιν ἕλωρ καὶ θηρσὶ γένοντο. ἤν δὲ Σεληναίη μὲν ἐφʼ ὡρονόμῳ ἐπιτέλλῃ, ἐν προτέρῳ δʼ ὥρης ζῴῳ Φαίνων προθέῃσιν, δαίμονα τόντε κακὸν πρότεροι φῶτες καλέσαντο, Ἄρης δʼ αὖτʼ ἐφέπηθʼ ὥρης κατόπισθε διώκων, μήτʼ οὖν Ἀφρογενοῦς μήτʼ εὐφεγγοῦς Φαέθοντος δερκομένων δείκηλον, ἐφʼ ᾧ Μήνη καθορᾶται, δὴ τόθʼ ὑπʼ ὠδίνεσσι βρέφη θλιφθέντʼ ὀλοῇσιν νηδύος ἐξέλκουσι διαμελεϊστὶ ταμόντες. εἰ δʼ ἄρα καὶ δίχα κέντρου ἔοι ζώοισιν ἐπʼ ἄλλοις τὼς Μήνη κερόεσσα, τόσον τεχθὲν χρόνον ἠῶ ἀθρήσει, μέχρις ἄν κε Σεληναίη ἀφίκηται. εἰ δʼ ἄρ’ ὑπὲρ κέντροιο Σεληναίη βεβαυῖα τὴν αὐτὴν ἐπέχῃ μοῖραν πολεμοκλόνῳ Ἄρῃ, ἢ ζῶον κατὰ ταὐτὸν ἢ ἀντιπέρηθεν ἰόντι, αὐτίκα δὴ πρώτῃσιν ὑπʼ ὠδίνεσσιν ὄλισθον μητέρος ἄγχι ποδοῖιν ἐπʼ ὀξέα κεκληγυίης. ἢν δὲ γονῆς ἀ γα θ οὶ τελέθωσʼ ἐπιμάρτυροι ὥρῃ, ἔκθετον ἐκ μεγάρου τοκέων βρέφος εὐθὺς ἐτύχθη· κἢν μὲν Ζεὺς Μήνην σφετέραις ἀκτῖσιν ἀθρήσῃ, ἀνήρ, ὅς μιν ἀνείλεθʼ, ἐὸν ποιήσατο παῖδα, ἢ ἑτέρῳ δῶκεν τεκέων τητωμένῳ ἀνδρί, ὅς θέμενος μεγάροις ἶσον γονίμοισι τίεσκεν. ἢν δʼ ὀλοὸς Φαίνων λεύσσῃ περιφεγγέα Μήνην, ῥιφθὲν ἀπὸ λεχέων, ἑτέρου δʼ ὑπὸ χείρεσι θρεφθὲν ἀτμενίης δούλειον ὑπὸ ζυγὸν αἴνʼ ἀνέτλησεν. καὶ δὲ Κρόνου περάτηθεν ἀθρειομένου ὑπὲρ ὥρης δαίμονι δʼ ἐν λυγρῷ Μήνης προπάροιθεν ἐούσης, καὶ κέντρου Τιτῆνος ἀποκλινέος τελέθοντος, ζωὴν μέν τʼ ἴσχουσʼ, ἀτὰρ ἔκθετοι ἐκ πατρὸς σἴκων. ὁππότε δʼ οὖ Μήνης μὲν ἔχῃ συναφὴν Κρόνος αἰνός, ἀντιπέρην δʼ αὐτοῦ Πυρόεις αὐγῇσι βάλῃσιν, μηδʼ ὅσσον Μήνην ἐπιδερκομένου Φαέθ θντος, ῥιφθέντες χώρης τηλοῦ κατʼ ἐρημάδος οἰκτρῶς δουλοσύνης θρεφθέντες ὀιζυρῆς ἀνέχονται. εἰ δὲ καθʼ ὡρονόμου μὲν ἔοι βεβαυῖα Σελήνη, τῇ δʼ ἄρʼ ἐπαντέλλῃ Ζεὺς ἑσπόμενος κατόπισθεν, Μήνην δʼ ἀκτῖσιν Φαίνων κατεναντία λεύσσῃ, καὶ Πυρ όεις ἑτέρωθεν ἄνω κέντρον καθορῴη, ἐς τόσσον ῥιφθὲν μίμνει χρόνον, εἰσόκε Μήνη ἐκπροφυγοῦσʼ ὀλοῶν αὐγὰς Φαέθοντι συνάψῃ. ὥρης δʼ οὖ Τιτῆνος ὑπὲρ βροτέης τροχάοντος αἰνοῦ τʼ ἐς δύσιν ἑλκομένου κατέναντα Κρόνοιο, καὶ δὲ Σεληναίης μετʼ ἀριγνώτου Φαέθοντος δείκηλον κατὰ ταὐτὸ καὶ οὐκ ἰσόμοιρα θεούσης, ἐξόπιθεν δʼ Ἄρεος σπομένου συναφήν τε Σελήνης δεχνυμένου, βρέφος ἐς τόσσον πατρώιον οἶκον μίμνει, μέχρι κε Μήνη ἐπʼ Ἄρεα θοῦρον ἵκηται. εἰ δὲ δύω σελάων κέντρων ὕπερ ἑστηώτων, Ἠελίου μὲν ἐφʼ ὡρονόμῳ, δυτικῷ δὲ Σελήνης, ἢ κείνης μὲν ἐφʼ ὥρῃ, ἀτὰρ τῆνος ἔναντα, τῷ μὲν δὴ Φαίνων, τῇ δʼ οὖ Πυρόεις συνέπηται, ἢ τῶν μὲν τροχάῃ τις ὁμοῦ ἑτέρῳ, ὁ δὲ κέντρῳ ἄλλῳ ἐπεμβεβαὼς λεύσσῃ κείνους ἀνιόντας, ᾗσιν ὑπαὶ παλάμαις τεχθὲν ῥίπτουσι τοκῆες. ἤν δʼ Ἄρης περάτηθεν ἀνέρχητ’, αὐτὰρ ἐπʼ αὐτῷ Φαίνω ν, ἢ ἑτέροισιν ὅγ οὖ κέντροισιν ἕπηται, Μήνη δʼ ἔκτοσθεν κέντρων σὺν Ζηνὶ φέρηται, βαιὸν δὴ τότε χάρμα βροτοῖς τεύχει περὶ τέκνων· τόσσον γὰρ λεύσσει τεχθὲν χρόνον ἄμβροτον ἠῶ, Μήνη μέχρι θέουσα παραΐξῃ Φαέθοντα. ναὶ μὴν καὶ σέλας Ἠελίου Μήνην τε καὶ ὥρην ὁππότʼ ἂν ἐκ θλο δ όται μὲν ἀποστρεφθέντες ἴωσιν, οἱ δʼ ὀλοοὶ λεύσσωσι, τότ’ ἔκθετα τέκνα γονῆες ῥίπτουσʼ ἐς βαθύ κῦμα βορήν τʼ ἔμεν οἰωνοῖσιν. ἔμπαλι δʼ ἀρητοὶ παῖδες τοκέεσσι γένοντο εὐτραφέες θʼ, ὁπόσοισιν ἀπʼ ὠδίνων προθοροῦσιν ἀστέρες ἐσ θ λοδόται ζωῆς δωτῆρες ἔασιν, ἤτοι ὑπὲρ κέντρων καὶ ὁμοῦ Μήν ῃ βεβαῶτες, ἢ σελάεσσ’ ἐπιδερκόμενοι Μήνην τε καὶ ὥρην, ἢ κέντρων κατόπισθεν ἐπʼ ἀμφοτέρῃσιν ἐόντων Φαίνοντος καὶ Ἄρηος, ἀπόστροφον ἀκτίνεσσιν βαινόντων σελάων τε καὶ ὥρης, ἠέ θʼ ἑοῖσιν σύμφωνον δρόμον ἐν ζώοις φίλιόν τʼ ἀνυόντων. παισὶν δʼ αὖ πᾶσιν, τοῖσιν ζωὴν πόρε Μοῖρα, ἀμφὶ τροφῆς μαζοῦ καὶ νηπιέης ἀλεγεινῆς ζῶ ον σημαίνει, τό κε δὴ Μήνης πέλας εἴη, ᾧ ἔνι δὴ κείνη τριτάτην ἐπινίσσεται ἠῶ. Τόσσα μὲν ἀμφὶ τροφῆς παί δων, πολέων ἄπο βαιά, ἥεισ’· ἐξείης δὲ γάμου πέρι νῦν ἐνέποιμι, ἀστέρες οἷον ἕκαστος ἀεὶ φαίνουσι κελεύθοις. εὖτʼ ἂν γεινομένοιο βροτοῦ Μήνη μὲν ἐπείη αἰπυτάτῳ κέντρῳ, Κυθέρη δʼ ὑπόγειος ὁρῆται, τῆμος ὁμογνήτοις γενεῆς τʼ ἄγχιστα συνεύνοις ζεύγνυνται, πολέσιν δʼ ὁμογάστριοι ἐς λέχος ἦλθον νύμφαι. τοῦτο δὲ δρῶσι, καὶ ὁπόταν Ἀφρογενείῃ Ἑρμείῃ τε θοῷ ξυνὴν ὁδὸν ἐξανύωσιν ἀκτῖσι σφετέραις, Φαίνων δʼ ἐπιμάρτυρος εἴη. ἢν δὲ πέλῃ ἰσόμοιρος ἀριγνώτῳ Φαέθοντι, δείκηλον κατὰ ταὐτὸν ἴῃ, γάμος ἔπλετο τῆμος παρθενικῆς. ἶσον δὲ καὶ εἰ Ζεὺς μαρτυρίῃσιν Ἑρ μείην λεύσσῃ πλευρὴν ἰσόμοιρον ὁδεύων. Ἀφρογενὴς δὲ μεσουρανίου κλίνασʼ ἀπὸ κέντρου καὶ δισσοῖς σελάεσσιν ἀπόστροφον οἶμον ἰοῦσα ἀστασίας τεύχει ταραχήν τε γάμοις μετʼ ἀνίης. Φαίνων δʼ Ἑρμ είῃ τε συνὼν βλοσυρῇ τε Κυθήρῃ ἤτοι ἐπ’ οὐτιδαναῖς ἢ ἀνάξια μαχλοσύνῃσιν ἔργα μετερχομέναις ζυγίοις ἡρμόσσατο λέκτροις, πάμπαν θʼ ἡλικίῃσι νέαις ἢ πάγχυ γεραιαῖς. ἐσθλὴν δʼ οὖ φιλότητα γάμου πίστιν τε γυναικῶν ἀχράντοιο λέχους δῶκεν καλὴ Κυθέρεια, εὖτ’ ἂν ἀπʼ ἀκτίνων Ἄρεος πολιοῦ τε Κρόνοιο μίμνῃ ἀπήμαντος, κείνων φλογέῃσιν ὑπʼ αὐγαῖς ἀλλήλους ἐπιδερκομένων, αὐτὴ δʼ ἀγανῇσιν δέρκηται κερόεσσαν ὑπ’ ἀκτίνεσσι Σελήνην. ὁππότε δʼ Ἑρμείης τε καὶ Ἄρης καὶ Κυθέρεια μέσσου ὑπὲρ κέντρου ξυνὰς ἀνύωσι κελεύθους, τοῖσιν δʼ αὖτ ὀλοὸς Φαίνων μετόπισθεν ἕπηται νωθρὸν ἐπαντέλλων ἢ καὶ κατέναντα δοκεύων, ἐξ ἕδρης πιναροῖο τέγους ξυνῆς τʼ ἀπὸ δήμου εὐνῆς ἀνστήσαντες ἄγοντʼ ἐς δώματα νύμφας, κἶσα πολυμνήστῃσιν ἀεὶ τίουσʼ ἀλόχοισιν. ἤν δὲ δύω μὲν φῶτα μέσου κλίνωσ’ ἀπʼ Ὀλύμπου, πάντες δʼ ἀστέρες ἄλλοι ὑποχθόνιοι φορέωνται ἔκτοσθεν κέντρων, τῆμος ξείνης ἀπὸ γαίης ἄξεται ἀλλοτρίων φωτῶν ἀγνῶτα θύγατρα, καὶ πάτρης ἂπο τηλοῦ ὁμῶς κείνῃ βιοτεύσει. οἷς δʼ ἄη ὕπερθ’ ὥρης χαλεπῷ ἐν δαίμονι καλὴ Ἀφρογενὴς φαίνῃ, τὴν δʼ οὖ Κρόνος ἢ τετράγωνος ἠὲ καταντιπέρην λεύσσῃ, κἤν λέκτρα πόρωσιν θηλυτέροις δʼ εὖτ’ ἄν Κύπρις κεραή τε Σελήνη ζώοισιν λάμπωσʼ, ἤτοι δυτικοῦ κατὰ κέντρου, ἢ καὶ ὑποχθονίου, ἢ καὶ δύο κέντρ’ ἐφέπωσιν, μουνὰξ δʼ ἀμφότεροι κατεναντία τῇσιν ὁρῶνται, τῇ μὲν Ἄρης, τῇ δʼ αὖτε Κρόνος, τόθ’ ἑαῖς πανάθεσμοι θυγατράσιν πατέρες ξυνὸν λέχος εἰσανέβησαν. ναὶ μὴν καὶ Κρόνου εὖτ’ ἂν ἐν οἴκοισιν Κυθέρεια φαίνηται σύν Ζηνί, Κρόνου κατόπισθεν ἰόντος, δεχνυμένης αὐτοῦ συναφὴν καλῆς Ἀφροδίτης, Κύπριδι μαρτυρίην Ἄρεως ἑτέρωθι φέροντος, Μήνην δʼ ἀμφότεροι Θοῦρος Φαίνων θʼ ὁρόωνται, δὴ τότʼ ἀπʼ ὠδίνων ὁπόσοι φάος ἔδρακον ἠοῦς, μοῖραν ἀνέπλησαν πολυπενθέος Οἰδιπόδαο· τοῖσι δʼ ἄρα στυγεροὺς Ποιναὶ μέλπουσʼ ὑμεναίους νερτέριαι, χείρεσσιν ἀναψάμεναι πυρὶ πεύκας· μητράσι γὰρ σφετέραις φιλοτήσιον ἐς λέχος ἦλθον. εἰ δὲ γυναικείη γενέθλη πέλοι, ἐς πατρὸς εὐνὴν κλίνονται. τὼς δʼ αὖτὲ καὶ ἢν κλήροιο γάμοιο Φαίνων δεσπόζων ἤτοι κατὰ κέντρον ἐφʼ ὥρης, ἢ ὅγε φαίνηται δύνων ὥρης κατέναντα, λάθρῃ παρθενίης ζώνην λύσαντο τοκεῦσιν ἠὲ κασιγνήτοις σφετέροις πατέρων τε τέκεσσιν. ἤν δʼ ὑπογείῳ Ἄρης ἢ καὶ δυτικῷ ἐνὶ κέντρῳ δέρκηται βεβαὼς κλήρου γάμου αὐτὸς ἀνάσσων, αἵδε βίῃ δμώεσσιν ἢ οὐτιδανοῖς ὑπὸ φωσὶν δμηθεῖσαι θολερῶς ὥρης ἄνθος διόλεσσαν. ἤν δʼ Ἑρμῆς κέντροισιν ἐπείη, τοῖσιν ἔλεξα, καὶ γάμου αὐτὸς ἑοῖσιν ἐνὶ ζώοισιν ἀνάσσων, κρυπταδίως δολεροῖσιν ὀπιπευθεῖσαι ἔπεσσιν καὶ πυκιναῖς ἀπάτῃσιν ἑὴν φρένα φηλωθεῖσαι ἐξαπίνης ἐγένοντο λάθρῃ πρὸ γάμοιο γυναῖκες. εἰ δʼ ἄρα σὺν Στίλβοντι καὶ Ἄρης κέντρῳ ἐπείη, τῆς ἕνεκεν κρίσιές τε δίκαι τʼ ἀγορῇσι πέλονται. Ζεὺς δὲ καὶ Ἑρμείης μέσσον κατὰ κέντρον ἐόντες σὺν Παφίῃ, ζεύξαντες ὁμηθείῃσι γυναικῶν ἀλλοτρίων μετέπειτα γάμους ἀναφανδὰ τελοῦσιν, ἀλλʼ ὑπὸ μαχλοσύνης καὶ τῶν λέχος αὖθι λίποντο. εἰ δὲ μεσουράνιον κατέχῃ Φαέθων μετʼ Ἄρηος ἤτοι γάρ τʼ αὐτοὶ τόθʼ ὁμεύνους ἥρπασαν ἄλλων, ἢ κείνων ἀλόχους ἕτεροι βίῃ εἴρυσαν αὐτῶν. αἰπυτάτῳ δʼ ἐπὶ κέντρῳ ἐυστέφανος Κυθέρεια Τιτῆνος μέτα δερκομένη πατέρων ὀλοῇσιν παλλακίσιν συνέμιξʼ ἢ μητρυιῇσιν ἑῇσιν. εἰ δέ κ᾿ Ἄρης τούτοισιν ὁμοῦ πέλῃ, ἄχρι γάμοιο ζευχθέντες κείνῃσιν ἄφνω πάλιν αὐτοὶ ἔλειφθεν. Ἄρης δʼ ἡνίκα μέσσον ἀν᾿ οὐρανὸν ἀμφιπολεύῃ, ὡρονόμον δʼ ἐπέχῃ Φαέθων, Τιτὰν δέ τε δύνῃ, τῆμος ἄρ ἁρπαγίμους νύμφας ἐς δώματʼ ἄγονται. εἰ δὲ μεσουράνιον μὲν ἔχῃ Μήνη βλοσυρῶπις, Κύπρις δʼ αὖθ᾿ ὑπόγειον ἴσαις μοίραις βεβαυῖα, αὐτοκασιγνήτων σφετέρων συνέασιν ὁμεύνοις. ἀνδρὸς γεινομένου δʼ ὁπότʼ ἂν Τιτάν τε καὶ Ἄρης καὶ Κύπρις Στίλβων τε μίαν κατʼ ἀταρπὸν ἴωσιν, εἵνεκα κλεπτοσύνης εὐνῆς λαθρίης τε κυθήρης ἐν συνοχῇσι γένονθʼ, οἱ δʼ αὖ καὶ δεσμὸν ἔτλησαν, αὐτοί τε μάχλοι τε καὶ ἐς φιλότητʼ ἀκόρεστοι, ἔκ τʼ ἀλόχων λώβας τε καὶ ὕβριας αἰὲν ἔχοντες, ὡς καὶ ἑοῖο γάμου λωβήτορας αὐτοὶ ἐς οἴκους δέχνυνται ξενίῃ σκοτίης ἕνεκεν φιλότητος. εἰ δʼ ἀνδρὸς γενέθλην ἠδʼ αὖ κείνοιο συνεύνου σκεψάμενος κατίδοις ἄμφω ζώοιν ἔνι Μήνην, αἰὲν ὁμοφροσύνῃσινἰαίνοντʼ ἀμφὶ γάμοισιν. δαίμονι δʼ ἢν χαλεπῷ κείνης Μήνη πέλῃ ἀνδρί, αἰὲν ἀτασθαλίῃσι γυνὴ ἀθερίζει ἀκοίτην οὐδὲν ὀπιζομένη λεχέων θεσμῶν τε γάμοιο. ταὐτὰ δʼ ἄρʼ ἐκ ποσίων τελέθει δειλῇσι γυναιξίν, εὖτε Σεληναίη ἀλόχοις ἐν δαίμονι λυγρῷ ἀνδρῶν φαίνηται· δίχα γὰρ νόον αἰὲν ἔχουσιν. Ἀλλὰ γὰρ οὔτις πάντα δυνήσεται, ὅσσα γάμοιο σήματα φαίνουσιν θοοὶ ἀστέρες, ἐξονομῆναι· τῷ καὶ ἐγώ τρέψω ἑτέρην κατʼ ἀταρπὸν ἀοιδὴν ἀμφὶ τέκνων γενεῆς ἐνέπων, ἥντ’ ἀστέρες αἰεὶ ἀνθρώποισι νέμουσιν ἀλημοσύνῃσιν ἑῇσιν. ὅσσοι δὴ χθονίῳ τε καὶ αἰπυτάτῳ περὶ κέντρῳ ἀστέρας εὐερ γοὺς φῶτες βεβαῶτας ἔχουσιν, οἵδε τέκνων τόσσων πατέρες βιότῳ τελέθουσιν, ὁππόσοι ἐν τοῖσι ζώοις καθύπερθεν ὁρῶνται, ἢ κέντροις τούτοισι φέρουσ ἐπιμάρτυρον αἴγλην. παῖδας δʼ ἑσ θλοδόται κέντρων καὶ ὄπισθ’ ἐπιόντες δῶκαν ἀεὶ δισσούς, εὖτ’ ἂν ζώοισι δισώμοις φαίνωνται. Τιτὰν δὲ καὶ Ἄρης εὖτ’ ἂν ἐπῶσιν τούτοισιν κέντροις, τεκέων ἄπο πάμπαν ἄμερσαν, ἔξοχα δʼ εἴ κ’ ἀγαθοί σφιν ἀμάρτυροι ἀστέρες εἶεν. ὣς δʼ αὕτως κατόπισθε μεσουρανίῳ δεικήλῳ ἠέ θʼ ὑποχθονίῳ Φἰαίνων καὶ Ἄρης ἐπιόντες δυστεκνίην ἢ πάμπαν ἀπαιδίην ἐπέκλωσαν. ἀλλʼ Ἄρης σὺν Μήνῃ ἰδʼ Ἀφρογενεῖ πάλι φαίνων δῶκε τέκνων γενεήν· Ἐρμῇ δʼ ἅμα νόσφισε παίδων. ἤν δὲ Κύπρις μὲν ἔῃ ζώῳ Κρόνου, αὐτὰρ ὅγʼ οἴκῳ ἔμπαλι Κυπρογενοῦς, παίδων γενεὴν τότʼ ἀφαιρεῖ. εἰ δʼ ἔτι καὶ Πυρόεις Παφίην ἀκτῖσιν ὁρῴη, ὠμοτόκοις ὠδῖσι γονὴν ἔρραισαν σπασαν. εἰ δὲ μεσουρανίῳ ζώῳ κενεῷ γεγαῶτι Τιτὰν καὶ Πυρόεις ἄμφω κατόπισθεν ἕπωνται, χῆρον ἀεὶ τεύχουσι δόμον γλυκερῶν ἀπὸ τέκνων. ὅσσαι δὲ Στίλβοντι καὶ Ἠελίῳ ἅμα Μήνην ἐν ζώῳ ἴσχουσι μεσουρανέοντι δισώμῳ, νηδύος εἴσω σπέρμα γονῆς διδύμοιο λάβοντο. εἰ δὲ δυσὶν σελάεσσιν ὁμοῦ πάλιν ἀστέρες εἶεν καλοί, ἰδʼ ἐν ζώοις δισσοῖς παρεόντες ὁρῷντο, καὶ δὲ καὶ ὡρονόμος ζώῳ φαίνοιτο δισώμῳ, τῆμος ἀδελφειοὶ παιδὸς δίδυμοι προγένοντο. εἰ δὲ πολυσπέρμοισιν ὁμοῦ ζώοισιν ἐπεῖεν ἀστέρες ἐσθλοδόται, παίδων πληθύν χαρίσαντο. οἱ δ ὀλοοί, κἢν δῶσι γονὴν τεκέων μερόπεσσιν, ἢ πάλιν ἂψ ἀφέλοντʼ ἢ ἀνάρσια θέντο τοκεῦσιν. Ἀμφί γε μὴν τεκέων γενεῆς ἄλις· ἦ γὰρ ἐχέφρων ἀνὴρ καί κʼ ἀπὸ τῶνδε, τὰ δὴ λίπον, ὦκα φράσαιτο· ἐξῆς δʼ ἡμετέρῃσιν ἀοιδῇσιν καταλέξω, ὅσσους ἱμερτῆς παίδων φύτλης ἀπάμερ σαν ἀστέρες, ἡδʼ ὅσσας ἀτόκους τεύχουσι γυναῖκας. ὁππότʼ ἂν ἐν ζώοισι Κρόνου καλὴ Κυθέρεια φαίνηται, αὐτὸς δὲ Κρόνος διάμετρος ὁρῆται, νωθροὺς ἐς φιλότητα καὶ ἀσπέρμους μάλα τεύχει. καὶ δʼ ὁπότʼ ἄν Φαίνων τε καὶ Ἄρης Ἀφρογενείης οἶκον ἐπέρχωνται, Κύπριδος τετραγώνου ἐούσης ἢ τοὺς ἀντιπέρηθεν ἑαῖς ἀκτῖσιν ὁρώσης, εὐνοῦχοι τελέθουσι γονῆς ἐς πάμπαν ἄμοιροι. ὣς δʼ αὔτως, κἤν Κύπρις ἐνὶ Κρόνου οἴκῳ ὁδεύῃ, σὺν δὲ Κρόνῳ Πυρόεις κείνης δόμον ἀμφιπολεύῃ, Ἑρμῆς δὲ ζῶον κατέχῃ Κρόνου ἠδέ τʼ Ἄρηος, εὔνιδες οἱ μάλα τοι τεκέων ἄγονοί τε πέλονται. ναὶ μὴν καὶ Στίλβων εὖτ’ ἂν μεσάτῳ περὶ κέντρῼ στείχῃ, τῷ δʼ ὀλοὸς Φαίνων κατένανθʼ ὑπόγειος, ἀλλήλαις δʼ αὖ Μήνη ἰδʼ Ἀφρογενὴς τετράγωνοι, καὶ τὴν μὲν Φαίνων, Μήνην δέ τʼ Ἄρης δεκατεύῃ, γείνοντʼ ἠὲ γονῆς τητώμενοι, ἠὲ δίμορφοι ἄλλα μὲν Ἑρμείῃ, τὰ δʼ ἐοικότες Ἀφρογενείῃ. εἰ δὲ Σεληναίη μὲν ἐνὶ Στίλβοντος ὅροισιν, ἄρσενι δʼ ἐν ζώῳ Κύπρις πέλοι ἐν Κρόνου οἴκῳ, μηδʼ ὅσον ἀμφοτέρας Ζηνὸς καταδερκομένοιο, στείρας ἠδʼ ἀτόκους τῆμος θήκαντο γυναῖκας. ὁππότε δʼ οὖ Φαίνωνμὲν ὑπὲρ κέντρουμεσάτοιο ἱστῆται, τῷ δʼ αὖτε καταντιπέρην Ἀφροδίτη, ἤτοι ἀπείρητοι τεκέων ἐπὶ πάγχυ γένοντο, ἢ φθείρουσι γονὰς ἀπὸ γαστέρος ὠμοτοκοῦσαι. εἰ δʼ ἐσθλὸς Φαέθων τοῖσίν γʼ ἐπιμάρτυρος εἴη, ψευδέσιν ὠδίνεσσι λάθρῃ παίδων ἐγένοντο μητέρες ἀλλοτρίων καὶ ὑποβλήδην ἐτέκοντο. εἰ δʼ ἄρα καὶ Πυρόεις μαλεραῖς ἀκτῖσιν ὁρῴη, πάντʼ ἀναφανδὰ πέλει, τάγε δὴ λάθρῃ ἐξετέλεσσαν. εἰ δʼ ἀγαθῶν ἄστρων παναπόστροφον οἶμον ἰόντων ἀνδρὸς ἔοι γενέθλη, τότʼ ἀεικέα ἔργα τελοῦσιν· κέρσαντες γὰρ ἀχρεῖον ἑοῦ ἀπὸ σώματος αἰδῶ καὶ κυσὶ μήδεα δόντες ἑκοντὴν ὠμὰ δάσασθαι, λιτοὶ ἀγείροντες γαῖαν κατὰ πᾶσαν ἀλῶνται. ὅσσαις δʼ αὖτε γυναιξὶν Ἄρης Φαέθων τʼ ἐπὶ κέντρῳ αἰπυτάτῳ βεβάωσι, Κυθήρης ἐν Κρόνου οἴκῳ φαινομένης, αὐτοῦ τε Κρόνου ζώῳ ἐν ἐκείνης δερκομένου αέθοντα μεσουρανέοντα καὶ Ἄρην, τῇσιν Μοῖρ’ ὀλοὴ τέκνων στάχυν οὔποτ’ ἔνειμεν. Τόσσʼ εἰπὼν ἀτέκνων τε καὶ ἀσπέρμων περὶ φωτῶν, ἄλλα δὲ μαντιπόλοισιν ἐπιφράσσασθαι ἐάσας, αὐτίκʼ ἀδελφειῶν λέξω πῶς ἄν κε φράσαιο πληθύν, ὁπόσοι τε μιῆς ἀπὸ γαστρὸς ἔασιν ἔκ τʼ οἴων πατέρων, ὅσσους τʼ ἐπιμὶξ ἐτέκοντο μητέρες ἀλλοίοισι παρ’ ἀνδράσιν εὐνηθεῖσαι. ἐν θυμῷ δὴ πρῶτα χρεὼ φράζεσθαι ἀριθμόν, ὅσσοι ἐφʼ ὡρονόμου ζώῳ τριτάτῳ καθορῶνται,. ἠὲ μεσουρανέοντι πόσοι βεβάασιν ὕπερθεν ἀστέρες, ἢ σφετέραις ἐπιμάρτυροί εἰσι βολῇσιν. ὁππότε δʼ ἐξ ὥρης τριτάτου τʼ ἀπὸ δεικήλοιο ὁπότʼ ἐκ κέντροιο τόδε σκέψασθαι ἄρειον, οὐκ ἔλαθεν σοφὸν ἅνδρα καὶ ἴδμονα μαντοσυνάων. ὣς δʼ αὕτως σκέψαιο καὶ ὅσσοις ἀστράσι Μήνη συμφέρετʼ, ὅσσοισι μέχρις φάσιος συνέμιξεν· τόσσους γὰρ γνωτοὺς Μοῖρα θνητοῖσιν ὀπάζει. εἰ δʼ ἄρα μή τινι Μήνη ὁμοῦ θέοι ἠὲ συνάπτοι, τόσσοι ἀπʼ ἀλλοίων μικτοὶ τελέθουσι τοκήων. ἐν δὲ δισώμοις ὅσσοι ὁμοῦ Μήν ῃ φορέονται, ἢ συναφὴν δείκνυντʼ, ἤ μαρτυρίῃσιν ὁρῶσιν, δισσοὺς οἵγε κασιγνήτους θνητοῖσι νέμουσιν. εἰ δʼ ἐθέλοις δεδαῆσθαι, ἀπαὶ πατέρων μὲν ὁπόσμητρῴης δʼ ἀπὸ γαστρὸς ὅσοι γεγάασιν ὅμαιμοι, ὃς μὲν γὰρ φαίνει πατρὸς γόνον, ἡ δʼ ἄρα μητρός. εἰ δʼ ἄρʼ ἄχρις φάσιος μὴ δή τινι φωτὶ συνάπτοι παμφεγγὴς Μήνη, ζώῳ δέ τʼ ὄπισθεν ἰόντι ἢ Κρόνος ἢ Πυρόεις ἐπιμάρτυροι ἰνδάλλωνται, ἢ παύρους θῆκαν γνωτούς, ἢ καὶ σπαναδέλφους. ταῦτα δὲ ῥέζουσιν καὶ ὅτʼ ἂν μεσάτου κατὰ κέντρου ξυνὰ θέωσʼ ἢ ὄπισθεν ἐπαντέλλοντες ὁρῶνται, κἤν ἐκτὸς κέντροιο, κασιγνήτους ὀλέκουσιν. καὶ δὲ καὶ ὡρονομῶν Φαίνων, ὁπόσοι προγέγοντο φωτὸς ἀδελφειοί, πάντας ζωῆς ἀπάμερσεν. Πολλὰ μὲν οὖν τις τοῖσιν ἐοικότα σήματʼ ἀνεύροι εἵνεκ ἀδελφειῶν· τέχνας δʼ ἐγὼ αὐτίκα λέξω ἔργα θ’ ὁποῖα νέμουσιν ὀιζυροῖσι βροτοῖσιν. Φαίνων ὡρονομῶν, Ἑρμοῦ δύνοντος ἔναντα καὶ Μήνης μεσάτοιο φαεινούσης κατὰ κέντρου, δεικήλων ξεστῶν καὶ ἐπʼ ἀνθηραῖς λιθάκεσσιν σφρηγίδων γλυφέας τεύχει, τοὺς δʼ αὖτʼ ἐπὶ χαλκῷ ἢ χρυσῷ δαιδάλματʼ ἢ ἀργύρῳ ἐκτελέοντας εἰκέλια ζώοισιν ὑπὸ γλαφυρῇσι τορείαις, ο καὶ ἐπὶ σφετέρῃσι τέχναις μέγα κῦδος ἄροντο. εὖτ’ ἂν δʼ ὡρονομῇ Φαίνων, ζώων δʼ ἀνὰ μέσσον Ἑρμείης ἐφέπῃ, τῷ δὲ Ζεὺς μάρτυρος εἴη, ῥητῆρας μύθων ἀγαθούς σοφίῃ τε μάλʼ αἰεὶ εὐπρεπέας τελέουσι καὶ ἡγητῆρας ἀρίστους παιδείης· τῶν δʼ αὖτε καὶ ἀλλοδαπῆς ἄπο πολλοὶ εἰσαΐουσι νέοι, ποτὲ δʼ αὐτῶν παῖδες ἀνάκτων, ὧν ἄπο χρήματα πολλὰ κλέος τʼ ἄσβεστον ἕλοντο. ἐν δʼ ὥρῃ Στίλβων βεβαώς, δύνοντι δὲ Μήνη ἀφνειοὺς γλυκερῷ τε μέγα βρίθοντας ἐν ὄλβῳ· δυομένοισι δὲ φωσὶ χρεῶν νωμήτορας ἄνδρας, οὕς δὲ καὶ ἀλλοτρίων κτεάνων ἰθύντορας ἔρξαν· καὶ δὲ καὶ ἐν τροπικοῖς μὲν ἑῆς πάτρης διέποντας χρήματʼ ἰδὲ ξυνὸν πλοῦτον· στερεοῖσι δʼ ἐπόντες ἑζομένους, ὅθι τʼ αἰὲν ἀμείβεται ἀργύρου αἴγλη. εἰδώλοις δʼ ἐν ὑγροῖσι Κρόνον καὶ φοίνιον Ἀρην ξυνὴν ἐξανύοντας ὁδὸν Τιτὰν ὅτε λεύσσῃ, πλωτῆρας νηῶν τε κυβερνητῆρας ἀρίστους τεύχει, Ζῆνα δʼ ὁρῶν, καί τʼ ἀπταίστους ἐνὶ πάτρῃ. χρυσοφαὴς δʼ Ἑρμῆς καὶ παμφαίνουσʼ Ἀφροδίτη ὁππότʼ ἂν ἀλλήλων οἴκοις φαίνωνται ἐπόντες ἢ καὶ ἐναλλάγδην ὁρίων μοίρῃσι βεβῶτες, μολπῇσιν γλυκερῇσι μεμηλότας ἄνδρας ἔτευξαν, ἢ λιγυρῆς κιθάρης ἐπιίστορας ἠδὲ καὶ αὐλῶν. ταῦτα δʼ ἄρʼ ἐκτελέουσι, καὶ ἤν ξυνὴν ἀνύωσιν οἶμον, τοῦ μὲν ἐπόντος ὅροις, τῆς δʼ αὖτε κατʼ οἶκον. μεσσοτάτῳ δʼ εὖτ’ ἂν κέντρῳ Θοῦρός τε καὶ Ἑρμῆς ἕσπωνται κατόπισθε, παλαίστρης ἔργʼ ἐφέποντας ἢ σθεναροὺς ῥοπάλοις τε γεγηθότας ἐξετέλεσσαν. εὖτʼ ἄν δʼ ὡρονομῇ Κυθ έρη, Φαέθων δέ τε δύνῃ, ὑψιφαὴς δὲ Κρόνος κέντρῳ φαίνηθʼ ὑπογείῳ, θεσπιστὰς θεόληπτα μεμηνότας αἰὲν ἔθηκαν. ταὐτὰ δʼ ἄρʼ ἐκτελέουσιν ὁμοῦ Κύπρις τε καὶ Ἄρης κέντρῳ ὕπερθʼ ὥρης ἢ καὶ δύνοντι βεβῶτες. ἐς λίβα δερκόμενος Πυρόεις, ἰαίνων δʼ ὑπόγειος. ἢν περ μὴ Φαέθοντος ὑπʼ ἀκτίνεσσιν ὁρῶνται, δηναιὸν μόχθοισιν ὑπʼ ἀλγεινοῖς μογέοντας τεύχουσʼ, ἀχθοφόρων ζώων βίοτον τελέοντας. ἐν δέ τʼ ἰσημεριναῖς χηλαῖς Στίλβων ἰδὲ Κριῷ αἰπυτάτῳ κέντρῳ βεβαὼς ὀλοῷ σὺν Ἄρηι ἐν χοάνοις χρυσόν τε καὶ ἄργυρον αἰγλήεντα τήκοντας ῥέζει καὶ ἀμοιβαίοιο χαράκτας σήματος· εἰ δέ κε τοῖσι καὶ Ἐέλιος συνέπηται, ἀσσοτέρας μαλεροῖο πυρὸς τέχνας μογέουσιν, χαλκὸν μαλθάσσοντες ἰδʼ ἠερόεντα μόλυβδον, ἄκμοσί τʼ ἐξέλκοντες ἔτι ζείοντα σίδηρον. εἰ δʼ ἄρα καὶ Φαίνων τοῖσιν συμμάρτυρος εἴη, ἔνδον ἐφεζομένους παίδων ἡγήτορας ἔρδει. αὐτὸν δʼ εἴ κε Κρόνον Ζεὺς ἔμπαλιν ἀθρήσειεν, ἤν καὶ ἄμʼ Ἑρμείῃ τε καὶ ἄλλοις Κύπρις ὁρῆται, ἐξ ἔργων τοίων πλοῦτον καὶ κτῆσιν ἄροντο. εἰ δʼ ἄρʼ ὑπὲρ κέντρου Μήνη Στίλβοντι συνάπτοι, ἤν περ ἅμʼ Ἑρμείῃ καὶ καλλίκομος Κυθέρεια φαίνηται, καὶ Ζηνὸς ὑπʼ ἀκτίνεσσιν ὁρῷτο, ὄργανα δαιδάλλοντας ἰδʼ αἰόλα μηχανόωντας ἄλλα τε θαυματόεντʼ ἔργʼ οὐκ ἐπιεικτὰ βροτοῖσιν τεύχοντας ῥέζει, καί σφιν κλέος ἐσθλὸν ὀπηδεῖ πρήξιος ἐκ τοίης φιλίη τʼ ἀγανῶν βασιλήων. τοίην δʼ ἢν συναφὴν Μήνης Φαίνων τε καὶ Ἄρης δέρκωντʼ, ἐσθλοδόται δέ τʼ ἀπόστροφοι ἰνδάλλωνται, ποιμένας ἀγρονόμους τε βοῶν ἀγέλας ἐλάοντας, ἵππων τʼ ὠκυπόδων σημάντορας, ἠὲ συφορβούς, οὓς δʼ ἄρα πενθαλέων τύμβων θῆκαν πυλαωρούς. ὁππότε δʼ αὖ κέντρῳ μεσάτῳ Θοῦρος μὲν ἐπείη, Φαίνων δʼ ἕσπηται, τῆμος μάλα μοχθίζοοντες ἀνέρες ἐξεγένοντο, πικρὴν ὀτλεῦντες ὀιζύν. ὁπποίην δὲ δύην βιότου κείνων λάχʼ ἕκαστος, ζώ διά τοι κρίνει, τοῖς ἀστέρες ἐμβεβάασιν· ἐν μὲν τετρ απόδεσσʼ ἐχυρῶν δωμήτορας οἴκων λαοτόμους τʼ ἔρδουσιν ὑπὲρ νώτων φορέοντας ἄχθεα καὶ λᾶας βριαρούς, ποτὲ δʼ ἐκτελέουσιν ἔργων τεκτοσύνης στάθμης τʼ ἐπιίστορας ἄνδρας· ἐν δʼ ἄρα χερσαίοισι λιθοξόοι ἐξεγένοντο ἠδέ τʼ ἀγάλματα καλὰ τέχναις τεύχοντες ἑῇσιν δαίδαλά τʼ ἐκτελέοντες ἀπὸ πριστοῦ ἐλέφαντος· ζώοις δʼ ἐν πανύγροισι λοετροχόοι, ὀχετηγοί, εἰνοδίην κόπρον τε καὶ ὄνθον δηθὰ φέροντες, κοσμῆται κήπων ἄντλοις ὕδωρ φορέοντες· εἰ δὲ μεσουρανίῳ κέντρῳ Ζεὺς μάρτυρος εἴη τετραπόδων ζώων κείνων ὀδὸν ἐξανυόντων, ἠὲ Κύπρις, ἑτέροις ἔργα πρήσσουσιν ὕπερθεν αὐτοὶ ἐφεστηῶτες ἐυκτέανοι τελέθουσιν. ταῦτα δʼ ἄρʼ ἀμφιέπουσι καὶ ἢν κλίνωσʼ ἀπὸ κέντρων ἀστέρες, ἀλλ’ ἐν ὅροις Μήνη Φαίνοντι συνάπτοι. Τιτὰν δʼ οὖ Πυρόεις τε δεδορκότες Ἀφρογένειαν ἱστουργοὺς τεύχουσιν ἐυννήτοισι μίτοισιν φάρεά θʼ ὑφανόωντας, ἢ οὖ ῥυπόεντα πλυνοῖσιν εἵματα καλλύνοντας, ἢ ἰσχαλέαις βελόνῃσιν ῥωγαλέους πέπλους ἀσκηθέας ἐκτελέοντας. ἢν δὲ Κρόν ον Στίλβων ἐσίδῃ σὺθ Ζηνὶ βεβῶτα, ἀθανάτων ζακόρους σηκῶν θʼ ἀγίων ἱερῆας τεύχει, μαντοσύνας ζαθέης φαίνοντας ἀπʼ ὀμφῆς. σὺν δʼ Ἄρηι Κύπρις καὶ ἅμʼ Ἡελίῳ παρεοῦσα αἰθροβάτας τεύχει, σχοίνοις τρίβον ἐξανύοντας. ἤν δὲ καὶ Ἑρμείης τοῖσιν συμμάρτυρος εἴη, ἄχθεα θαυματὰ χερσὶ καὶ ὤμοισιν φορέοντας ἱπταμένους γυίοις ἐναλίγκιον ὀρνίθεσσιν, πιλναμένους τε νέφεσσιν ἐπʼ ἠνεμόεντι πετεύρῳ. ἐν δʼ ἄρα δεικήλῳ βροτοειδέι σύν Πυρόεντι Ἑρμείης βεβαὼς παίδων πρηκτῆρας ἔθηκεν αἰὲν ἀλωομένους ξείνης ἐπὶ πείρασι; γαίης, πόντον τʼ ἐξανύοντας ἐπʼ ἐμπορίαις θαμινῇσιν, ἢ παίδων φύλακας φρουρούς θʼ ἥβης ἐρατεινῆς. ἢν δʼ αὐτοὺς Κρόνος αἰνὸς ἐπὶ ζώου πτερόεντος δέρκητʼ, ἠὲ καὶ αὐτοὶ ἐνὶ πτερόεντι πέλωνται, ἰχθυβόλους τεύχουσʼ ἀλίων δεδαηκότας ἔργων, ὀρνίθων τε θοῶν θηρήτορας ἠὲ τιθηνούς, οὓς δὲ καὶ ὠμοβόρων θηρήτορας ἠὲ τιθηνούς, δαμναμένους τιθασοῖσιν ὑπʼ ἤθεσι πρηΰνοντας. εἰ δὲ μέσον κέντρον Πυρόεις Φαίνων τʼ ἐφέποιε, μοίραις δʼ, ἅς κε θέωσʼ αὐτοί, ἑτέροιο τύχοιεν, μηδέ τις εὐεργῶν κείνων χῶρον καθορῴη, τέχνῃσιν μυσαραῖς λυγρὸν βίον ἐξανύουσιν· ἤτοι γὰρ νέκυας βλαβερῇ πνείοντας ὑπʼ ὀδμῇ γαστέρας ἀμπτύξαντες ἰδʼ ἔγκατα πάντʼ ἀφύσαντες χρίουσιν κέδρου κυαναυγέος ἔνδοθι πίσσῃ, ἢ τοίγʼ εὐχανδεῖ χαλκῷ κοίλοις τε λέβησιν πυθομένοις μέλδουσιν ἅμ ἰχθύσιν οὐλοὸν ἅλμην. ἦμος δʼ Ἑρμείαο δόμοις καλὴ Κυθέρεια σύν τʼ αὐτῷ Στίλβοντι φαείνητʼ, ἠέ θʼ ὅροισιν ἀλλήλων βεβαῶτες ἐναλλάγδην φορέοιντο, θείῃσιν σοφίῃσι κεκασμένοι ἐξεγένοντο ἀνέρες· ἢ γὰρ μέτραμακρῆς χθονὸς ἐξεδάησαν ᾗσιν ἐπιφροσύνῃσιν, ἢ ἀρθέντες πραπίδεσσιν ἀθανάτων ἔργων φύσιος πέρι μητιόωσιν. εἰ δʼ ἄρα καὶ Φαίνων τούσδʼ ἀκτίνεσσιν ὁρῴη, μάντιες ἀστρονόμοι τʼ οἰωνοπόλοι τʼ ἐγένοντο ἐκ σπλάγχνων τε βροτοῖς θυέων τʼ ἄπο θεσπίζοντες, ἢ μάγοι ἀρρήτοισι θεοὺς καλέοντες ἀοιδαῖς. εἰ δʼ Ἑρμῆς μὲν ὅροις Ζηνὸς πέλοι, ἔμπαλι δʼ Ἑρμοῦ κεῖνος, ἰδ’ ἀλλήλους φιλίαις ἀκτῖσιν ὁρῷεν, παίδων ἡγητῆρας ἀγακληεῖς τʼ ἐτέλεσσαν ῥητῆρας μύθων σοφίῃσί τε πάμπαν ἀρίστους. ὣς δὲ καί, ἢν ὥρης μὲν ἔχῃ κέντρον σοφὸς Ἑρμῆς, αὐτὰρ ἐπαντέλλῃ Παφίη, τοίους ἀνέφηναν, πρὸς δʼ ἔτι καὶ πάσης τέχνης ἄρχοντας ἐν ἔργοις, ὄργανα θέσκελʼ ἑαῖς πολυμηχανίῃσι τελοῦντας. Zηνὸς δʼ ἐν καθύγρῳ ζώῳ βροτῷ ὡρονομοῦντος ἤν Φαίνων ἐφέπηται, ἁλίπλαγκτόν περ ἔθηκαν ἐμπορίῃ νηός θʼ ἡγήτορα ποντοπόροιο. εἰ δʼ Ἑρμῆν λεύσειε Κρόνος σφετέροις ἐν ὅροισιν αὐτὸς ἐὼν ἢ ζῶον ἔχων ἑόν, ἐξετέλεσσαν γειοπόνους, ξείνοισι γεγηθότας οὐκ ἰδίοισιν μούνοισιν, μισθοῦ δὲ καὶ ἄλλων κλῆρον ἔχοντας. ξυνὴν δʼ ἐξανύοντες ὁδὸν Φαίνων Κυθέρη τε καὶ Θοῦρος θείῃσιν ἐπιπνοιῇσι μογεῦντας θῆκαν καὶ μανίῃ μακάρων ἄπο φοιβάζοντας. ἀλλήλωνδʼ ἐπιβάντες ὅροις Φαίνων Πυρόειςτε δείκηλον κατὰ ταὐτὸν ἢ ἀντιπέρην βεβαῶτες θήκας τεκταίνοντας ἀποφθιμένοισι βροτοῖσιν ἠὲ πυραῖς μαλερῇσι νεκροὺς αἴθοντας ἔτευξαν, ἢ θρηνοῦντας ἀεὶ κεραοῖς ἐπιτύμβιον αὐλοῖς. εἰ δʼ Ἑρμῆς τούτοις ἐπιμάρτυρος ἠὲ κατʼ αὐτὸ ζῶον ἔοι, κλῶπας, ληίστορας, ἀνδροφονῆας, ἢ ναύταις ὀλοαῖς ὑπʼ ἰωκαῖς κῆρας ἄγοντας ῥέζει, ἀτὰρ θανάτοιο τέλος τετληότας αἰνόν, πρίν τε θανεῖν κρυερῇσι δαἴζομένους ὀδύνῃσιν. ὁππότε δʼ αὖτʼ οἴκους μοιρῶν θʼ ὅριʼ ἀλλάξωσιν ἀλλήλων Κύπρις τε καὶ εὐφεγγὴς θοὸς Ἑρμῆς, αὐλῶν ἢ κιθάρης ἢ ἀοιδῆς εὐρύθμοιο ἠὲ καὶ ὀρχηθμοῦ βητάρμονας ἴδριας ὄντας θήκαντ, ἢ χλεύῃσι λάλοις μάχλοις τʼ ἐπέεσσιν τέρποντας, τραγικῆς τε βαρυβρόμου ἵστορας οἴμης, αἰὲν ἐπʼ εὐρυχόροισιν ἀλωομένους θυμέλῃσιν. εἰ δέθʼ ὅροις Ἑρμοῦ Τιτάν, αὐτός θʼ ἅμʼ ἐκείνῳ Ἑρμείης φαίνηται, ἀεθλητῆρας ἔτευξεν. κἢν μὲν δὴ τούτοισι συνῇ καλὴ Κυθέρεια, κυδάλιμοι νίκῃσι πολυστεφέες τʼ ἐγένοντο· εἰ δὲ Κρόνος κατέναντʼ ἐπιμάρτυρος ἢ τετράγωνος ἠὲ συνὼν φαίνηται, ἐπὶ χθόνα πᾶσαν ἀλῶνται ἀστεφέες ψαφαροῖς τε μάτην σταδίοισι μογεῦντες. ὡρονόμον δʼ ἀκτῖσιν ἑαῖς λεύσσουσα Κυθήρη ἐκ πυρὸς ἢ πολιοῖο τέχνας ὤπασσε σιδήρου. ἢν δʼ Ἑρμῇ χῶρον καθʼ ἑὸν βεβαῶτι συνάπτῃ ἢ σύμφωνος ὁρῆται ὑπὸ Στίλβοντι Σελήνη, αἰόλα δαιδάλλοντας ἑαῖς χείρεσσιν ἔφηναν ἐκ πριστοῦ ἐλέφαντος ἢ ἐκ Λύγδοιο φαεινῆς εὐτήκτου τʼ ἀπὸ κηροῦ ἐυξεσταῖς σανίδεσσιν μορφὰς μιμηλῇσι χαρασσομένους γραφίδεσσιν. μέσσῳ δʼ ἐν κέντρῳ Θοῦρος σφετέροιο κατʼ οἴκου Ἑρμῇ ὁμοτροχάων τέχνας ὤπασσε βαναύσους. εὖτε Σεληναίη δὲ μεσουρανίου ἀπὸ κέντρου κλίνῃ, ἀτὰρ Φαίνων τε καὶ Ἄρης κέντρῳ ἐπῶσιν, τῆμος ὅσοι φῦσαν, νεκυοστόλοι ἐξεγένοντο, ἡ φρουροὶ νεκύων τύμβοις ἔνι ναιετάοντες. εἰ δὲ γυναικὸς ἔῃ γενέθλη, τοῖσιν δὲ συνείη Ἀφρογενής, τεγέεσσιν ἐφήμεναι αἴσχεα δρῶσιν. ὁππότε δʼ ὡρονομῇ Στίλ βων ζῶον κατὰ θῆλυ, δεικήλῳ δʼ ἐνὶ θηλυτέρῳ καὶ Μήνη ἐπείη, ὡρονόμῳ δὲ Κρόνος τε καὶ Ἄρης ὁππότε.  κέντρῳ αἰπυτάτῳ ἐφέπωνται, ὀιζυροὶ γεγάασιν φῶτες· Δινδυμίῃ γὰρ ἀγείροντες κατὰ δήμους καὶ πόλιας πλάζονται ὁμοῦ ῥόπτροις τε καὶ αὐλοῖς, χερσὶν ἑαῖς κόψαντες ἄφνω τεκνοσπόρον αἰδῶ. Ἀλλὰ γὰρ οὔτις θνητὸς ἐὼν πάσας κε δύναιτο πρήξιας ἢ τέχνας εἰπεῖν, ὅσσας μερόπεσσιν ἀστέρες ἐν σφετέροισιν ἐμοιρήσαντο δρόμοισιν. ἐξείης δʼ ἄρʼ ἔπειτα σίνη περὶ σώματα θνητοῖς ὁππόσʼ ἐπεκλώσαντο καὶ ὁπποίας κατʼ ἀταρπούς, ἐξερέω μάλα παῦρʼ, ἐπεὶ οὔτινα φῶτʼ ἐνὶ τόσσοις ἀσκηθῆ καὶ ἄνουσον ἄχρις θανάτοιό κʼ ἐφεύροις. εὖτʼ ἂν δὴ ζώῳ Πυρόεις ἐπιόντι βεβηκὼς ἀμφοτέροις σελάεσσιν ὁμοῦ βεβαῶσιν ἕπηται, ὀφθαλμῶν σέλας ἀμφοτέρων ἢμερσε βροτοῖσιν· ἤν δὲ Σεληναίῃ μούνῃ τῆμος σέλας ἁγνὸν ληγούσῃ, ἑτέροιο φάος κανθοῖο σινώσει· τοῦτο δὲ καὶ δυνούσῃ ἐπερχόμενος πάθος ἔρδει. ἢν δύνοντα δʼ Ἄρην κατίδῃ Κρόνος ἠὲ καὶ Ἑρμὴς, ἢ μανίην ἢ νοῦσον ὀρίνουσιν βροτῷ ἱρήν. ὣς δὲ καί, ἢν Φαέθων δύνῃ, ὥρην δʼ ἐφέπωσιν Ἑρμῆς καὶ Πυρόεις, μανίην πραπίδων τελέουσιν. ναὶ μὴν καὶ Τιτνῆνος ἀνερχομένου ἅμα Μήν ῃ ἐκ περάτης δύνοντες ὁμοῦ Φαίων τε καὶ Ἄρης λυσσήρεις πινυτοῦ τε νόου παραπλῆγας ἔτευξαν. εἴκελα κἤν Πυρόεντος ὁμοῦ Μήνῃ ὑπὲρ ὥρης τελλομένου ἕτερον Φαέθων δύνῃ κατὰ κέντρον. Ἑρμῆς δʼ ὡρονομῶν σύν τε Κρόνῳ ἀντιπέρηθεν δύνοντος Ζηνὸς πραπίδων νόον ἠμάλδυνεν, ἂφρονά τʼ ἐξετέλεσσʼ ἀποφώλια μητιόωντα. Μήνης δʼ ἐν φθινύθοντι φάει πρόδυσιν κατὰ πάντα Ἠελίου μέτα παμφεγγοῦς, ἑτέρων δʼ ἐπιόντων δυομένῳ κέντρῳ, μάλα δὴ φράζεσθαι ἄνωγα· οἱ μὲν γάρ τʼ ὀλοοὶ κῆρας καὶ δείματʼ ἄγουσιν εἰδώλων τε βροτοῖς ἰνδάλματα δαίμοσιν ἶσα, καὶ ζαθέαις ὀμφῇσι κλειζομένους ἀνέφηναν. ὣς δὲ καί, ἢν Φαέθων Ἄρην δύνοντα διώκῃ ἐξόπιθʼ ἑσπόμενος, λύσσαν μανίας τʼ ἐπιβάλλει. ὁππότε δʼ ὡρονομῇ μὲν Ἄρης, δύνῃ δὲ Σελήνη ἀμφί τε κυρτωθεῖσα φανῇ Φαίνο ντος ὅροισιν, τῆμος ἄρʼ αἴσχιστοι φύντες θνητοὶ περὶ μορφὴν ὀξέα δινωτοὺς στέρνοις φορέουσιν ἔπʼ ὤμους. σὺν δὲ Κρόν ῳ βαίνουσαν ἐπὴν Κυθέρειαν ἀθρήσῃ Ἄρης ἢ τετράγωνος ἢ ἀντιπέρηθε βεβηκώς, μήδεʼ ἀποτμήγοντες ἐφημέρου εἵνεκα φορβῆς ἀλλοτρίῃσι θύρῃσιν ἐφεστηῶτες ἀλῆται γείνονται, πενίην αἰεὶ συνοπηδὸν ἔχοντες. σὺν Πα φί ῃ δὲ Σεληναίην λεύσσων κλυτὸς Ἄρης ἂνδρας μὲν μάχλους καὶ ὀπιπευτῆρας ἔτευξεν, θηλυτέρας δὲ λέχος μισθοῦ δήμοις παρεχούσας. ὁππότε δʼ ἀλλήλων ὁρίοις Κύπρις τε καὶ Ἄρης φαίνωνται ξυνὸν ζώων δρόμον ἐξανύοντες, ζωροπότας, κώμοισι γεγηθότας, ἔν τε μέθῃσιν ὃν βίοτον τελέοντας, ἐπʼ ἀλλοτρίαις δὲ γυναιξὶν κρυπταδίαις τʼ εὐνῇσι μεμηνότας ἄνδρας ἔτευξαν. εἰ δὲ Κρόνος τοῖσιν μάρτυς πέλοι, αἴσχεσιν αἰνοῖς ἀμφέβαλεν· τοῖσιν γὰρ ἀεὶ κύπρις στομάτεσσιν εὖτ’ ἂν δʼ Ἠελίῳ συνίῃ κερόεσσα Σελήνη ἀμφοτέρων μέσσοιο φαεινομένου Πυρόεντος, τοῖσι δʼ ὁμοῦ βεβαῶσι Κρόνος τετράγωνος ὁρῆται, τῆμος ἐνὶ στέρνοισι χολὴ ζείουσα μέλαινα ἀνθρώποις παρέπλαγξε νόον, λύσσαν τʼ ἐπορίνει. δύνοντες Τιτὰν δὲ καὶ ὦκα θέουσα Σελήνη ἢ ξηρῶν νούσων θανάτου τέλος ἠὲ καθύγρων, λυσσήρεις δὲ τελοῦσι, φρενοβλαβίην τʼ ἐπάγουσιν. ἢν δʼ ἐπὶ συνδέσμου Μήνη θέῃ Ἄρεος ἄντα ἢ τετραγώνου ἐόντος, ἀνιηρῷ τότε φῶτες οἴστρῳ ἐπ’ εἰδώλοις κενεοῖς νόον ἐπτοίηθεν. εἰ δὲ Σεληναίης Πυρόεις καθυπέρτερος εἴη, ἢ ὅγε δὺς ὑπʼ ἐκείνῃ ἔῃ, συνοχῇσιν ἔδησεν. εὖτε δὲ καὶ Φαίνων Μήνῃ ἐπιμάρτυρος εἴη, ὑστάτιον θανάτοιο βίῃ τέλος ἐξανύουσιν. ἔξοχα δʼ αὖτε σινοῦσι βροτοὺς πληγῇσι σιδήρου νούσοις ἱερῇσιν Ἄρει Μήνη συνιοῦσα τέτρασιν ἐν κέντροισι καὶ ἀντιόωσʼ ἐπὶ κέντροις. εἰ δέ τε καὶ Φαίνων ὀλοὴν ἀκτῖνα βάλῃσιν, ἄχθεσιν ἢ λάεσσι δόμων τʼ ὀροφῇσιν ἔθλιψεν. εἰ δέ τʼ ἀπʼ ἀκτίνων Ἄρεος φεύγουσα Σελήνη Βαίνοντι κρυόεντι συνάπτοι δερκομένοιο Στίλβοντος, δειναῖς νεύρων νούσοισι χαλέπτει. ἀργαλέοις δὲ σίνεσσι βροτοὶ κάμνουσι, καὶ Ἄρης ὁππότε δύνῃσιν, Μήνης σὺν τῷ κατιούσης καὶ Κρόνου αἰπυτάτοιο γονῆς ὥρην ἐφέποντος. εἰ δέ τε Μήνην μὲν Φαίνων, Τιτῆνα δὲ Θοῦρος λεύσσειεν κατέναντʼ ἢ μαρτυρέοι τετράγωνος, ὄσσοις ἀμφοτέροισι βροτῷ σίνος ἐκτελέουσιν. εὖτ’ ἂν δʼ ὥρης μὲν Πυρόεις κατόπισθεν ἕπηται, φῶτα δʼ ἄρʼ ἀλλήλοισι φαείνηται διάμετρα ἢ τετράγωνα, σίνεσσι δυσαλθήτοις μογέουσιν, ὡς καὶ ἐπεσβολίῃσι θεοὺς στοβέειν ἐπὶ νούσῳ. ἀλλʼ εἰ μὲν Ζεὺς τοῖσι φίλος καὶ μάρτυρος εἴη, κινδύνων ῥύεταί τε καὶ ἐκ καμάτων ἐσάωσεν· ἀντία δὲ Ζηνὸς λεύσσων Κρόνος ἄλγεα τεύχει ἕξειν δυσπονίην τε, σίνη δὲ χερείονα δῶκεν. Τόσσα μὲν ἀμφὶ νόσων, ἐπὶ δʼ εἴκελα τοῖσι δύναιτʼ ἂν φράζεσθαι μάλα πολλὰ νόῳ πεπνυμένος ἀνήρ· λέξω δʼ αὖ μετέπειθʼ, ὡς ἐκ κτεάνων τεκαὶ ὄλβου Αἶσα κακὴ κρυερὴν πενίην ἐπὶ φῶτας ἀγινεῖ. κλήρων ἐξελάουσι βροτοὺς Φαίνων Πυρόεις τε, ὃς μὲν πρόσθεν ἰὼν Ὑπερίονος, ὃς δέ τʼ ὄπισθεν. ταῦτα δὲ καὶ μεσάτου ῥέζει κλίνας ἀπὸ κέντρου ἀστήρ, οὗγε δόμος κεδνὸς τόδε κέντρον ἐτύχθη. ναὶ μὴν καὶ Πυρόεις βεβαὼς ζώῳ βιότοιο ἐξόπιθʼ ὡρονόμοιο πατρώια πάντʼ ἐκέδασσεν· ἔξοχα δʼ εἴ κ’ αὐτῷ συνέῃ κερόεσσα Σελήνη. τώς δʼ ἀστὴρ παρεὼν ῥέζει σφετέροιο κατʼ οἴκου, ἐς λίβʼ ὅτ ἄν δυτικῷ κέντρῳ κατόπισθʼ ἐπιδύνῃ· καὶ δʼ ἄρα καὶ κλήροιο τύχης μεδέων ἀπάμερσεν ὄλβον, ὅτʼ αὐτὸς ἔοι κέντρου βαίνων προπάροιθεν. πρὸς δὲ μεσουρανέοντες ὁμοῦ Φαίνων τε καὶ Ἄργς κλῆ'ον ἢ οὐκ ὤπασσαν ἢ οὖ δόντες γʼ ἀπάμερσαν· ὣς δὲ καὶ εἰ τόδε κέντρον ἀπὸ πλευρῆς τετραγώνου ἢ διάμετροι ὁρῷεν, ἄφνω ἀπενόσφισαν ὄλβον. ἐν πενίῃ δὲ μογεῦσι καὶ ὅσσοις φ ῶτα δύʼ ὥρην μὴ λεύσσῃ, πάμπαν δέ τʼ ἀπόστροφον οἶμον ὁδεύῃ. εἰ δʼ ἄρα δὴ Μήνην δεκατεύωσʼ ἀστέρες ἄμφω Ἄρεος ἠδὲ Κρόνοιο, Διὸς δέ τʼ ἀπόστροφος ἀστὴρ εἴη, ὀιζυροὶ καὶ ἀχρήμονες ἐξεγένοντο· ἔξοχα δʼ εἰ καὶ ζῶον ἐπαντέλλον μετόπισθεν Μήνης εκ Ζηνὸς κενεὸν καὶ ἀμάρτυρον εἴη· δευόμενοι βιότου γὰρ ἀγείρουσιν κατὰ ἄστυ. εἰ δὲ Διὸς μὲν ὁρῷτο, μέσου Ὑοερίονος, αἴγλη, κέντρον δʼ ἀμφὶς ἔχωσι τόδε Κρόνος ἠδὲ καὶ Ἀρης, ὃο μὲν ὑπερτέλλων, Ἄρης δέ τʼ ὄπισθε διώκων, ὄλβου καὶ κτεάνων οἶκον πλήθοντα κένωσαν. ἢν δὲ μεσουράνιον κέντρον κενεὸν Διὸς εἴη, οἱ δʼ ὀλοοὶ ἑκάτερθε φαείνωσιν, τότε θνητοὶ οὐ μόνον ἐν κρυερῆς πενίης κάμνουσιν ἀνίαις, ἀλλὰ καὶ ἐν δεσμοῖς θανάτου τέλος ἐξανύουσιν. ἦμος δʼ ἂν Πυρόεντος ἀπορρείουσα Σελήνη ὥρῃ ἐφέσπηται, συναφῇ Φαίνοντι συνοῦσα, κέντρον δʼ αὖτε μεσουράνιον ψαέθων Φιέπῃσιν, τερφθέντες πλούτῳ γλυκερῷ μετόπισθε πένονται, οἱ δὲ καὶ ἐν συνοχῇσι καὶ ἐν δεσμοῖς ἐγένοντο. εἰ δέ κʼ ἐναλλάξαντες ὅρους ἢ ζῶα θέωσιν ἀλλήλων Πυρόεις τε καὶ Ἑρμῆς χρυσοπέδιλος, σὺν Διὶ δʼ Ἠέλιος κέντρον κατέχων ὑπόγειον, ἐκ προτέρου βιότου κτεάνων τʼ ἄφαρ ἐξεκύλισαν, θωάς τʼ ἀλλοτρίων τέχναις ἄτας τʼ ἐπάγουσιν. εἰ δὲ μεσουρανέοντα Κρόνον καλὴ Κυθέρεια ἤ Φαέθων, πατρῷα βροτὸς μάλα πάντʼ ἀπολέσσας αὖθις ἀπʼ ἀλλοτρίων κτεατίσσεται ἄρκιον ὄλβον. ἢν δʼ Ἄρης διάμετρος ἔῃ, κἢν ἄσπετος εἴη, ἐς κρυερὴν πενίην πάλιν ἵξεται, ἢν πρὶν ἔλειπεν. ἢν δὲ καὶ Ἠελίῳ Μήνη συνέῃ κατὰ κέντρου ἐκ Κυθέρης ἢ ληνὸς ἀμάρτυρος, ἀλγινόεσσα πάγχυ πέλει γενέθλη προτέρου τητωμένη ὄλβου. Παῦρα μὲν ἐκ πολέων ἀμφὶς πενίης τάδε λυγρῆς ἤεισʼ· αὐτὰρ νῦν δμώων γενέθλης πέρι λέξω πῶς κε διακρίνειεν ἀνὴρ τάδε θέσφατα εἰδώς. εὖτε Σεληναίης καὶ Κύπριδος ἀστέρες αἰνοὶ Φαίνων καὶ Πυρόεις ἀμφοῖν καθυπέρτεροι εἶεν, δμῶες καὶ δμώων τοκέων τοίγʼ ἐξεγένοντο. εἰ δʼ Ἀφροδίτην μὲν Φαίνων καὶ Ἄρης καθορῷεν, Μήνῃ δʼ οὖ Φαέθων τε Κρόνος τʼ ἐπιμάρτυροι εἶεν, δουλοσύνην προφυγόντες ἐλεύθερον ἦμαρ ἴδοιεν. ἦμος δʼ Ἠέλιον Φαίνοντά τε πυρφόρος Ἄρης, Κύπριν δʼ αὖτε Κρόνος κρυεραῖς ἀκτῖσιν ὁρῴη, ἐκ δμώων γεγαῶτας ἑοῖς ἰσοῦσιν ἄναξιν. εἰ δὲ Κρόνῳ μὲν ἰδʼ Ἠελίῳ μάρτυς πέλοι Ἄρης, Ζεὺς δὲ Σεληναίῃ τε καὶ Ἀφρογενεῖ, θεράποντος πατρὸς ὁ φὺς ἔσεται, μήτηρ δέ τʼ ἐλευθέρη αὐτῷ. ὁππότε δʼ οὖ κερόεσσα Σεληναίη ὑπόγειον ἢ δυτικὸν κέντρον διέπῃ, τετραγώνου ἐόντος ἠὲ καταντιπέρην ὀλοοῦ Κρόνου, αὐτὰρ Ἄρηος ἀστὴρ σὺν Παρί ῃ ἢ καὶ διάμετρος ὁρῷτο ἢ τετράγωνος ἔοι, μητρὸς πέλει ἀμφιπόλοιο. εἰ δὲ Κρόνος κέντροιο λαχὼν Μήνην ἐσορῴη ἢ Τιτῆνʼ, ἕτερον δὲ φάος Πυρόεις καθορῆται, δμώων ἀμφοτέρων τοκέων φράσσαιο γεγῶτα. καὶ δὲ καὶ ὁππότʼ ἂν ἐν κέντρῳ Μήνη μὲν ἐπείη, ἄλλῳ δʼ αὖτε Κρόνος κέντρῳ κατόπισθεν ἕποιτο, νυκτιφαὴς δὲ Σεληναίη Πυρόεντι συνάπτοι, δουλοσύνης ζυγὸν αἰὲν ἐπʼ αὐχέσιν οἷσι φέρουσιν. εἰ δὲ μεσουρανέοι Φαέθων, Μήνη δέ τʼ ἀπʼ αὐτοῦ ἅρμʼ ἐλάοι, κατόπισθε δʼ ἐπαντέλλοντι συνάπτοι, ἄστρων οὐλομένων ἑτέρων μαλερῇσιν ὑπʼ αὐγαῖς δερκομένου ἑτέροιο, γονὴν δούλειον ἔτευξαν. ὁππότε δʼ ἂν κέντρων ἐρατὴ κλινθεῖσα Σελήνη εὐεργῶν μηδʼ ὅσσον ἔχῃ ἐπιμάρτυρον ἄστρων, οἱ δʼ ὀλοοὶ Φαίνων τε καὶ Ἄρης ἠὲ καθʼ ὥρης· ἐμβεβαῶτες ὁρῶνται ἢ ὡρονόμῳ τετράγωνοι ἠὲ τρίγωνοι ἔωσιν, ἐλευθερίης τότε θνητοὶ παυσάμενοι δούλειον ὑπὸ ζυγὸν ἄφνω ἄγονται. δμῶες δʼ αὖτʼ ἐγένοντο, καὶ ὁππότε φάεα δοῖο Μήνης καὶ Τιτῆνος ἀποκλίνωσʼ ἀπὸ κέντρου, συναφὴν τεύχωσʼ ὀλοεργέσιν ἀστράσιν οἵδε, μὴ Διὸς οὖ λεύσσοντος ἢ ἁβροκόμοιο Κυθήρης. εὖτ’ ἂν δʼ ὡρονόμῳ Φαίνων Κύπρις τʼ ἰσόμοιροι ἐμβεβαῶτες ὁρῶνται, ἀεὶ θεράποντας ἔθηκαν οὐχ ἑνός, ἄλλοτε δʼ ἄλλῳ ὑποδρήσσοντας ἄνακτι, δηθάκι καὶ σφετέρου πιπρησκομένους ὑπὸ πατρός. εἰ δὲ καὶ Ἠέλιος τοῖσίν γʼ ἐπιμάρτυρος εἴη, καὶ δεσμοὺς ὀτλεῦσι κακῇ ὑπὸ δαίμονος ἄτῃ. Ἄστρων μὲν δὴ τοῖα καὶ ὁππόσα τοῖσιν ἔοικεν σχήματα δυσγενέων δμώων τεύχει λυγρὰ φῦλα. Αὐτὰρ ἐγὼ μάλα μὲν πυκιναῖς πραπίσιν δεδάηκα γαστέρος ἐκπροφέρωσι μογοστόκοι Εἰλείθυιαι. ἀλλʼ οὔ κʼ ἀσφαλέως τις ἀείδοι τήνδε γʼ ἀοιδήν· μαντοσύνῃ γὰρ τοίῃ ἀεὶ χόλος ἐκ βασιλήων ἕσπεται, ὅντε χρεὼ σοφὸν ἀνέρα τῇδʼ ἀλεεῖναι· τῷ δὴ τόνδε γε μῦθον ἔχων ἂρρητον ἐάσω. Αὐτὰρ νειατίην ἐλάων περὶ νύσσαν ἀοιδὴν ἤδη χἠμετέρης γενέθλης μεμνήσομαι ἄστρων, ἧχι πέλε, ζώοισί τʼ ἐν οἷς ὥρη πέλʼ ἐκείνη, τῇ μʼ ἀπὸ γαστρὸς ἔφηνε πολύλλιτος Εἰλείθυια, ὄφρα καὶ ὑστατίοισιν ἐπʼ αἰώνεσσι δαέντες πείθωνται, τάτ’ ἐμοὶ δωρήσατο Μοῖρα δεδάσθαι ἄστρων ἰδμοσύνην τε καὶ ἱμερόεσσαν ἀοιδήν. Ἠέλιος μὲν ἔην Διδύμοις, τῷ δʼ οὖθ’ ἅμα καλὴ Κύπρις καὶ Φαέθων ἐρατὸς καὶ χρύσεος Ἑρμῆς Ὑδροχόῳ δὲ Σεληναίη Φαίνων τε καθʼ ὥρης, πουλυπόδῃ δʼ Ἄρης ἐν Καρκίνῳ, ἀμφὶ δὲ μέσσον οὐρανὸν ἐστρωφᾶτο βέλος Κένταυρος ἀνέλκων· τὼς μὲν ἐμὴν γενέθλην Μοῖραι διετεκμήραντο. Αὐτὰρ ἐγὼ Μούσῃσι καὶ αἰθερίοισιν ἅμʼ ἄστροις εὐξάμενος λιγύν ὕμνον ἐμὴν καταπαύσω ἀοιδήν· ἀστέρες εὐφεγγεῖς, Διὸς αἰγιόχου τε θύγατρες, ἵλατε καὶ κλέος αἰὲν ἐμῇ πορσύνετʼ ἀοιδῇ.
ΒΙΒΛΙΟΝ Δ. A Οὐρανίων ἄστρων ἀτραπούς, πλάστιγγας Ἀνάγχης, ᾗσιν ἐφημερίων μερόπων γένος ἐκμεμέτρηται, Μοιράων τε κέλευθα βροτήσια, καὶ πλάνα φέγγη ἀπλανέων τʼ αὐγὰς πυριλαμπέας ἐξονομήνω, ζωιδίων τε πόλοιο περίδρομον, ὃς κατὰ γαῖαν αἰθερίην τε κέλευθον ἐν ἡμιτμῆτι πορείῃ πλαγκτὰ διχαζόμενος διέπει θεομήστορα κόσμον ἐξ ἠοῦς ἐπὶ νύκτα καὶ ἀντολίης ἐπὶ δυσμάς. ταῦτα γὰρ ἐξ ἱερῶν ἀδύτων φύσις αἰθερόπλαγκτος ὀρθὰ τεκμαιρομένοισι διώρισεν ἀνδράσιν ἄστρα, οἷς πλαγκτὴ κόσμοιο βροτοκλώστειρα χορείη δόγματος ἐξ ἱεροῖο σαφ πρὸς ἔλεγχον ἰοῦσα, ἐξ οὗ μὲν καὶ ἐς οἷον ἀμείβεται εἶδος ἕκαστον. B Πρῶτα μὲν οὖν Τιτὰν παντὸς Κρόνος αἰθέρος ἄρχει, ἀστήρ, ὃν Φαίνοντα θεοὶ μέροπές τε καλοῦσιν· οὗτος, ἐπὴν οἰκεῖα φανῇ κατὰ δώμαθʼ ἑαυτοῦ γεινομένοις θνητοῖσιν ἐπίσκοπον εἰς βίου ὥρην, εὐκτεάνους δείκνυσι καὶ ὄλβου πλείονος ἄρχειν, εὐτυχέας ζωῇ τε καὶ εἰς τέλος αἰὲν ἀμόχθους· ἔστι δʼ ἐν οἰκείοισι τεταγμένα ταῦτα Κρόνοιο ζωίδιʼ, οἷστε φανεὶς τεύχει πολυχρήμονας ἄνδρας· 'Υδρχόος, ταμίης νεφελώδεος Οὐλύμποιο, Αἰγόκερως, γαίης τε καὶ ὕδατος ἀμφίβιος θήρ, Κριὸς ὅ τʼ οὐρανίου κορυφῆς ὅρος, εἴαρος ἀρχή, καὶ Ζυγὸς αἰγλήεις πρὸς Σκορπίον αἰθερονωμῶν, τετραπόδης τε Λέων, πολυάστερος ἔμπυρος οἶκος· οὗτοι ἀεὶ τεύχουσι βροτοὺς εὐδαίμονας ἔργοις. ἢν δέ τʼ ἀνοικείοισι τόποις κλυτοτέρμονος ὥρης φυομένοις θνητοῖς μέσον οὐρανὸν αἰθερολάμπῃ, ἢ κείνην ὥρην πανεπίσκοπον ἀμφιπολεύῃ, παμβλαβέας ῥέζει τε καὶ ἀκτεάνους καὶ ἀδόξους, ἐνδεέας ζωῆς καὶ ἐφημερίης βιότητος, καὶ πάσης λύμης ἐπιβήτορας οἰκτρομελάθρους τεύχει, καὶ λύπης καὶ ἀλημοσύνης μετέχοντας. Ζεὺς δʼ ἐπὶ γεινομένοισιν ὅτʼ ἂν κυδοσκόπον ὥρην εἰσλεύσσῃ φαέθοντι πυρὸς θερμοῖο σελασμῷ, ἢ μέσον οὐρανίης ἀτραποῦ δρόμῳ ἠέρα τέμνῃ, ἠδὲ κατʼ οἰκείων προφανῇ δεσπόσμασι μοιρῶν, χρυσοστέπτορας ἄνδρας ἢ ἀρχιερῆας ἀυτεῖ ἔσσεσθαι, πολέμῳ τε διιθυντῆρας ἀέθλων, ἠδὲ μεγιστᾶνάς τε καὶ ἀλλοτρίων κτεανισμῶν δεσποσύνους, οἷς τέκνα καὶ ὀλβίστη παράκοιτις εἰς ἀρετὴν νεύουσα πολὺ κλέος ἔσσεται οἴκου. ἡνίκα δʼ ἂν πυρόεις Ἄρεος πυριλαμπέος ἀστὴρ ἐν καθέτῳ κόσμου μέσον οὐρανὸν ἀμφιπολεύῃ, τῆμος ὁ φύς ἔσεται μὲν ἐν ἡγεμόνεσσιν ἄριστος, φρουρητῆρα σίδηρον ἔχων, φυλακάς τε κρατούντων πίστιν τʼ ἀλκήεσσαν· ἐπὴν δʼ εἰς τέρμα βίοιο μοιριδίου θανάτοιο μόλῃ πολυπήμονι πότμῳ, διὰ λαιμοτόμου φάρυγος βίον αἵματι λείψει σφονδυλόεντα τράχηλον ἐς ἰνίον ἀκροτομηθείς, ἤ διὰ φαρμακτοῖο δόλου νοσερὸν τέλος ἕξει. λαμπροφαὴς δʼ ἀστὴρ ὁπότʼ ἂν δύνουσι φαανθῇ ζωιδίοις, ὃν πάντες ἐπεφράσσαντʼ Ἀφροδίτης φωσφόρον, ἐν τούτῳ δὲ γονὰς μερόπων τις ἐνέγκῃ, ἔσσεται ἀλλοτρίων λεχέων πανάθεσμος ἀατήρ, ὀρφνήεις, δολοεργός, ἀνέστιος, αἰσχεόμυθος, παμψέκτωρ, ἀδίδακτος, ἀεὶ δεδιδαγμένος αἰσχροῖς. ἢν δὲ Κύπρις μερόπων ὡροσκόπα φέγγεα λεύσσῃ, αἱμυλίους τεύχει τε καὶ εὐμούσους καὶ ἀμόχθους, ἔκ τε γυναικείων χαρίτων λάμποντας ἐν ὄλβοις· τούτοις θηλειῶν πιστεύεται ὅρκια κρυπτά, οὗτοι προστήσονται ἐν ὀργιάδεσσιν ἑορταῖς, ἔνθα φυγαρσενίης μυστήρια τεύχετʼ ἄπυστα· ἢν δʼ ἐρατὴ μεσόωντα κατʼ οὐρανὸν ἀνδράσιν ὀφθῇ, φράζει τοι βιοτὴν βαθυχρήμονα, χιλιάδας τε ἀρχάς, καὶ δόξης ἀπλέτου κοσμήτορα κόμπον, τοίης δʼ ἐκ τιμῆς πλούτου κυδήνορα κόσμον. στίλβων δʼ Ἑρμείαο φανεὶς ἐπὶ τὴν δύσιν ἀστὴρ γεινομένων βρεφέων ὡροσκόπον ἢ κατὰ μέσσον οὐρανόν, ἔκ τε λόγων τεύχει προκοπήν τινα θνητοῖς, καὶ καλαμογραφίης, καὶ ὅσʼ εἰς μοῦσαν πεπόνηται· τούτῳ δʼ ὁππότʼ Ἄρηος ἔῃ ἰσόμοιρος ἀταρπός, ἢ διαμετρήσῃ φάεσιν φάος ἀντικέλευθον, πλαστογράφους, χειρῶν μιμήτορας ἀλλοτυπώτων παμβλαβέας τεύχει τε καὶ ὠχρήεντας ἰδέσθαι. ἀμφίκερως Μήνη δʼ ὁπότʼ ἄν βιοτέρμονος ὥρης φωτὶ Σεληναίῳ κρατέῃ σκολιωπὰ περῶσα, τῇ δʼ Ἄρης ἰσόμοιρα διʼ αἰθέρος ἀκροπολεύῃ, τηνίκα τοι θεόληπτος ὁ φὺς ἐν σχήματι τοίῳ γίνεται, ἔκπληκτός τε, σεληνάζων τε νόοιο, καὶ μανίης ἀνάμεστος· ἐπὴν κατὰ γῆς δὲ φέρηται, 83 δυστυχίῃ τʼ ἐπίφοιτος ἰδʼ ἐν σινέεσσι πεπληθώς· 82 ἢν δὲ μετʼ ἀντολίην μέσον οὐρανὸν ἀμφιθοάζῃ, παμπλούτους τε τίθησι καὶ ἐντρυφέας καὶ ἐπόλβους, θηλυνόους δὲ τρόποισι καὶ εὐτρέπτους καὶ ἀπρήκτους· δύνοντος δʼ ἄστροιο Σεληναίης ὁ λοχευθεὶς ἔσσεται ἐμπορίης ἐμπείραμος, ἔργα τε πλαγκτὰ ναυκλήρου βιοτήν θʼ αἱρήσεται, ἐν ξενίῃ τε τὸ πλεῖστον ζωῆς τε διευθύνων βιοτεύσει — πουλυπλανὴς γὰρ ἕλιξ Μήνης κερατώπιδος αἰεὶ λοξὰ ταλαντεύουσα — μένει δʼ ἀντλούμενος ὄλβῳ. Ἠελίου δʼ ἀκάμαντος ἐπὴν πυριμάρμαρος ἀστὴρ εἰς μέσον οὐρανίης προφανῇ πυριλαμπέος αἴθρης, ἢ γονίμῃ ὥρῃ πανεπίσκοπα φέγγεα βάλλῃ, Τοξότεω κατὰ χῶρον ἰδʼ εὐστέρνοιο Λέοντος Κριοῦ τʼ εὐκεράοιο, καὶ ἐν Διδύμοισι φαανθείς, ζωιδίοις ἰδίοισιν, ἐς ἡγεμονηίδας ἀρχὰς ἵξεσθαι καὶ σκῆπτρα βροτοῖς βασιλήια φράζει, πλοῦτόν τʼ ὀλβήεντα δόμους τʼ εὐδαίμονας ἔρδει· ἐκτὸς δʼ οἰκ είων μοιρῶν γενέθλῃσιν ἐφεστὼς πλουτοτόκος κτῆσιν μὲν ἄγαν πολυχρήμονα τεύχει καὶ βιοτὴν πλήθουσαν ἀλύπητόν τε δίαιταν, ἀρχὰς δʼ οὐκ ἄξει βασιληίδας οὐδὲ θρονισμούς, ἡσυχίῃ δʼ ἀφανεῖς σκήπτρων δίχα τούσδε φυλάσσει, ἀβλαβέας τʼ, σἴκων τε διευθυντῆρας ἐν ὄλβῳ. C Ὧδε μὲν ἀπλανέων τε πλανητάων τε κέλευθα ῥομβηδὸν περὶ κόσμον ἀματροχιῇ πεφόρηται. Ἄλλα δέ τοι λέξω πάλι σήματα θεῖα γενέθλης. D 1 Ἡνίκʼ ἂν ὡ ράωνπανετίσκοπα φέγγεα Μήνης φυομένοις μερόπεσσιν ἀνʼ οὐρανὸν αὐγάζηται, ἀστὴρ δʼ εἰς δυσμὰς Ἄρεος πυριλαμπέος ἔλθῃ, ἐνσινέας τε τίθησι βροτούς, ἀβίους, ἀμελάθρους, καὶ λιτῆς πενίης χερνήτορας, ἀκτεάνους τε· πολλάκι καὶ θανάτῳ κακομήχανος ὤλεσε δεινῷ. 2Ἤνδέτʼ ἀνοικείοισι τόποις ὡ ροσκόπον Ἄρης φέγγος ἐπιτρέψῃ γονίμην ἐπὶ γαστέρα θνητῶν, χωλόποδας τεύχει τε καὶ ἀσθενέας καὶ ἀώρους, νῶτά τε κυρτιόωντας, ἰδὲ ψευστῆρας ἀθέσμους, καὶ παναγεῖς, ὄλβου τε ποθήτορας ἀλλοτρίοιο· ἢν δʼ ἐπὶ μαρτυρίην Ἄρεως ἐλθοῦοʼ Ἀφροδίτη ὄμμα βάλῃ πανταυγὲς ἐν ἡμερινῇσι λοχείαις, ἐκ πυρὸς αὐχήσουσι τέχνας μέλανός τε σιδήρου, ἄκμοσι ῥαιστοτύποις μεμελημένοι ἠδὲ καμίνοις. 3Ὁππότε δʼ ἂν σκοπιὴν ὡ ροσκόπον ὠδίνεσσιν Ἑρμείας κατάγῃ, τῷ δʼ ᾖ Κυθέρη ἐπίφοιτος, δὴ τότε ῥήτορας ἄνδρας ἰδʼ ἐν σοφίῃσι κρατίστους ἔσσεσθαι δείκνυσι, καὶ ἀστρολόγους θεοφήμους, ἔν τε γεωμετρίῃσι καὶ ἐν τελετῇσιν ἀρίστους, ἔν τε λιθογλυφίῃσι θεῶν νηῶν τε θεμέθλοις. 4Ζεὺς δʼ ὑπερορμαίνων φοράδην ὑπὲρ ἀστέρα πατρὸς ἡνίκʼ ἂν ἐν καθέτῳ κόσμου μέσον ἀμφιπολεύῃ οὐρανὸν ἐν καθύγρῳ ζωιδίῳ, τῆμος δὲ γονὰς μερόπων τις ἐνέγκῃ, ἔσσεται ἐμπορικοῦ πλοίου φορτοστόλος ἴδρις,  ναυκλήρου τέχνας θʼ αἱρήσεται, ἐν χρέεσίν τε ἥμερον ὠνητοῖσι βιώσεται, ἐργασίην τε κοινωνὸν πολλῶν συστήσεται, ἄστατα δʼ αὐτῷ ἐν θαλάμῳ νυμφεῖα γενήσεται ἔν τε γυναιξίν. 5Ἑρμῆς δʼ οἰκείως ὁπότʼ ἂν κατὰ κύκλα φαανθῇ, μαρτυρίη δὲ Κρόνοιο κατʼ αἰθέρα τῷδε πελάζῃ, ῥήτορας ἐμφαίνουσι βροτούς σοφίῃ τε κρατίστους, ἑρμηνεῖς τε τίθησι καὶ ἀστρολόγους τότε θνητούς, χρήματα δʼ ἐν χείρεσσι καὶ ὄλβου πρήξιας οἴσει οὐ μόνον ἀλλοτρίων κτεάνων, ἰδίων δὲ μάλιστα προστῆναι, γαίης τε τεμεῖν καρπὸν περὶ νῶτα. 6ἤν δὲ Σεληναίης ἑλικοδρόμος ἄστατος ἀστὴρ Ἑρμ είαν σύμφωνον ἔχῃ κατὰ κόσμου ἀταρπόν, καὶ μούνη Κυθέρεια συνῇ καλῷ Φαέθ ὄντι, ῥεκτῆρας χρυσοῖο καὶ Ἰνδογενοῦς ἐλέφαντος ἐργοπόνους δείκνυσι, καὶ ἐν πραπίδεσσιν ἀρίστους ἔσσεσθαι, θριγκῶν τε καὶ εὐτοίχων κανονισμῶν κοσμήτας, μάλα τοι πεπονημένα τεχνάζοντας. 7Ἄρης δʼ αἰγλήεις ὅτʼ ἂν αὐγῶν Ἠελίοιο νέρθε φανῇ Μήνης τε,  λοχευομένοισι βροτοῖσιν πήρωσιν στονόεσσαν ἐν ὀφθαλμοῖσι τίθησιν ἔσσεσθαι κενεοῖσι καὶ ἀμβλυόεσσαν ὁμίχλην. 8Ἑρμείας δʼ οἰκεῖα τυχών κατὰ δώμαθʼ ἑαυτοῦ ἰητῆρα τίθησι βροτῶν, Παιώνιον ἄνδρα, εἴσεσθαι μάλα δεινὰ καὶ εἰς πανάκειαν ἑτοῖμα, ἔν τε λογιστονόμοισιν ἀεὶ πολυπρήκτορας ἔργοις. 9Ζεὺς δʼ ὅτʼ ἂν Ἑρμείᾳ προσμάρτυρα φέγγεα βάλλῃ, πουλυπλανεῖς ξενίης φαίνει μερόπεσσι κελεύθους ἵξεσθαι, καὶ λέκτρα γυναικῶν ἥσσονα πολλῷ θηρήσειν παρὰ κῦδος ἀνάξια θηλυμανοῦντας. E Ταῦτα μὲν ὡράων σκεπτήρια· νῦν δέ με χρειὼ ἀκτινη βολίας ὁρίων τʼ αἰθωπὰ κέλευθα δωδεκατημορίων τʼ ἄστρων κυκλόεσσαν ἐνισπεῖν Ζωδιακήν, ἐξ ὧν γενεαὶ τέχναι τε βροτοῖσιν κλωστὴν ἐκπληροῦσι βίου θνητοῖο πορείην. F 1 Πρῶτα μὲν οὖν Στίλβων, φανερὸς θεός, ἡνἴκα καὶ Ζεὺς εἰς ἀκτῖνα βλέπῃ Ἄρεος φαέθοντι σελασμῷ, ἠὲ κατʼ οἰκείων ὁρίων πυριλαμπέος ὀφθῇ Ἄρεος, ἀθλητῆρας ἀελλόποδάς τε προφαίνει στερροτάτους τʼ ἔσσεσθαι, ἰδʼ ἐν νίκαις ἱερῇσιν στέμματα μυριόδοξα καὶ εὐδοκιμοῦντας ἐν ἄθλοις. 2ἄμφω δʼ ἤν τούτοισι Κρόνου προσμάρτυρος ἀστὴρ εἰν ἰδίοις ὁρίοις φαινώπιδα τάξιν ἐπίσχῃ, ἀστεφάνους τεύχει μέν, ἀλειπτῆρας δὲ κρατίστους παιδοτρίβας δείκνυσι διδασκαλίης τε παρέδρους. 3 ἤν δὲ καὶ ἀφρογενοῦς Κύπριδος θοὸν ἀστέρα βάλλῃ ἀκτὶς Ἑρμάωνος, ἐναλλάγδην τε γένωνται εἰς ἰδίων ὁρίων ἄμφω τρίβον αἰθερόπλαγκτον, κωμῳδοὺς λυρικῶν τε μελῶν μελπήτορας ἄνδρας δείκνυσιν, μαχλικῶν τε λόγων θρασυγλωσσέας ᾠδούς, ναβλιστοκτυπέας τε χοροῖς, κιθάρης τε μελουργούς, ὀρχηθμῶν ἴδριάς τε καὶ ἐν θυμέλαις προφέροντας. 4ἡνίκα δʼ ἂν Κρονικοῦ σέλας ἀστέρος Ἄρεος αἴγλην πορφυρέαις ἀκτῖσι καταντίπερʼ αἰγλοβολήσῃ, δισσά τʼ ἐν ἀλλαγμοῖσι φανῇ σελαγίσματα τῶνδε ὧν ὁρίων, τεύχει θρηνήτορας ἄνδρας ἀσέμνους, κεδροχαρεῖς, σορόεργα τέχνης κανονίσματʼ ἔχοντας, νεκροτάφους, κλαυστῆρας ἀποφθιμένων, νεκρονώμας. 5ἤν Πυρόεις δύνῃ Φαίνοντι συνών ἐπίκεντρος, Ἑρμείας δʼ ἰσόμοιρος ἐπʼ ἀμφοτέροισι φαανθῇ, εἰν ὁρίοις καὶ κέντρῳ ἐπὴν ἴσχωσι Σελήνην, ἀνδροφόνους δρῶσιν, ληίστορας, ἐμπεδολώβας, κέρδεος ἐχθροτάτου θηρήτορας, οἳ βασανηδὸν στρεβλὰ κολαζόμενοι σκολοπηίδα μοῖραν ὁρῶσιν πικροτάτοις κέντροισι προσαρτηθέντες ἐν ἥλοις, οἰωνῶν κακὰ δεῖπνα, κυνῶν θʼ ἑλκύσματα δεινά. 6Ζῆνα δʼ ὅτ’ ἂν φαέθοντα βάλῃ λαμπραυγέτις ἀκτὶς Ἑρμείου, μίγδην τε διαλλάξωσιν ὁρισμούς, ῥητορικῆς φαίνουσι τέχνης σοφίης τε κρατίστους ζηλωτὰς σκολιῶν τε λόγων, νεότητά τε λαμπρὴν γραμματικήν τʼ ἄσκησιν ἐνὶ στέρνοισιν ἔχοντας. 7στίλβων δʼ Ἑρμάωνος ὅτʼ ἄν Κυλληνίου ἀστὴρ φωσφόρον ἀκτίνεσσι βάλῃ Κυθερηίδος αἴγλης, τάς τʼ αὐγὰς ἐπέχοντες ἐν οὐρανῷ ἀστερόεντι δωδεκατημορίων σχῶσιν βάσιν εἵλικα, θνητοὺς γαιομέτρας δείκνυσι μαθηματικούς τε φανεῖσθαι, ἀστρολόγους, μαγικούς τε θύτας, ἰδὲ μάντιας ἐσθλούς, οἰωνοσκοπικούς τε, σαφεῖς θʼ ὑδρομάντιας ἔρξεν, οἷς λεκανοσκοπίη πιστεύεται ἢ νεκυϊσμός. 8Κυπρογενὴς δʼ ἀκτῖνας ἐς ἠέρα πυρσοβολοῦσα ἄμμιγα φωτὶ Κρόνου τεύχει μεροπήια ἔργα δοῦλα θεῶν ἱερῶν τε νεωκόρα λυσσομανοῦντα, νοῦν τε σεληνάζοντα προφητάζοντά τε θνητοῖς. Ἠέλιον δʼ ἀκτῖσιν Ἄρης πυριλαμπέσι βάλλων, Μήνης ὁρμώσης μίγα Κύπριδι κοινὰ σὺν αὐτοῖς, θηλυτέρους, γονίμων μηδέων ἀπαμήτορας ἄνδρας γαλλομανεῖς τʼ ἔσσεσθαι ἀγυρτῆράς τε προφαίνει, καὶ πολυπλαγκτοσύνης ἐπιβήτορας οἰκτροκελεύθους δυστυχέας, καμάτου τε κακοῦ διαδέκτορας αἰεί. 10ἢν δὲ Σεληναίην ἑλικάστερον αἰθροβολήσῃ ἀκτῖσι χρυσέῃσι φιλομμειδὴς Ἀφροδίτη, ἢ κοινῶς ἐπὶ ταὐτὸ πόλου διὰ κύκλα περῶσιν δωδεκατημορίοισι, προφήτορας ἱερολάμπρους ἀνέρας ἐμφαίνουσι, καὶ ἐν τελετῇσιν ἀρίστους μυστιπόλους ῥεκτῆρας ἰδʼ ὀργιόωντας ἔσεσθαι. 11Ἄρης δʼ Ἑρμείαν διὰ λαμπάδος ἀντία βάλλων, ἢ δρόμον εἰς ἰσόμοιρον ἰὼν μετὰ τοῦδε σελασμοῦ, σωματοφρουρητῆρας ἰδʼ ἔμπαλι σωματοφόρβους, πλαστογράφους τεύχει τε καὶ ἐν ψευστοῖς προφέροντας, καὶ θεολωβήτας, κακοεργέας, ἀφθιτομίσους καὶ κατονειδιστῆρας ἐν ἀλλοτρίῃσι βλάβῃσιν, ψέκτας ἀνθρώπων διαβλήτορας, οἷς τὸ τεχνασθὲν εἰς ἀπάτην δολόεσσαν ἀληθείης πέλας ἥξει. 12ἡνίκα δʼ ἂν σὺν τοῖσι καὶ Οὐρανίδης Κρόνος ὀφθῇ ζωιδίῳ, βαίνων τε κατʼ αἰθέρα φαίνοπι ῥόμβῳ ἢ κατὰ Τοξότεω βάλλῃ σελάγισμα μέλαθρον, ἠὲ κατʼ ἰχθυόεντα βορειοτάτην τε χορείην, ἔνθα τε Παρθένος ἐστὶ περὶ Πλάστιγγα Λέων τε, ἰχθυοθηρευτάς τε καὶ ἰξοβόλους δολοεργούς, τοξελκεῖς τε τίθησι, καὶ ὀρνίθων τροφοποιούς, θηροδιδασκαλίης τʼ ἐπιβήτορας ἡμεροέσσης, οἷς ἀγρίη γενεὴ τιθασῷ πρηύνετʼ ἀγωγῇ, κτηνῶν δʼ ἀγρονόμων σημάντορας ἐμβασικοίτους· τούτων οὐκ ἀτυχὴς μὲν ἔφυ βίος, ἀλλʼ ἐπίμοχθος. 13αἰπυπλανὴς δὲ Κρόνος Μήνης ἀκτῖσι πελάζων δωδεκατημορίοισιν ἐν ἀλλαγμοῖσιν ἑαυτῶν ἀχθοφόρους ὑδρέας τε καθαρτῆράς τε κελεύθων ἀμφοδικῶν, οἰκτρούς τʼ ἀμαρησκαπτῆρας ἔσεσθαι ἀγγέλλει, λουτρῶν τε καθαρτῆρας βαλανείων, ἔν τε παραγχυσίῃσι μέλη μωλυτὰ καθέψει καὶ πτηνοῖσιν ἄβρωτα καὶ ἀρνοφάγοισι λύκοισιν· πρὸς δʼ ἔτι φύσονται τούτοις καρποσπόροι ἂνδρες, ληνῶν ἀντλητῆρες, ἐν ὕδατι γηράσκοντες, ἀρδευταὶ φορβῆς, λαχανηφόροι, ἡδʼ ἐπίμοχθοι ὀνθολόγοι, γαίης τε μεταλλευταὶ καὶ ὑπουργοὶ δυσπονίης, οἷς λᾶες ἀπʼ οὔρεος ἀκροτομοῦνται, χαλκὸς κασσίτερός τε κελαινόχροος τε σίδηρος, πάντα θʼ ἅτ’ ἐκ γαίης μερόπων ἐπίνοια ματεύει. 14ἢν δʼ ἀκτὶς Κρονικὴκορυφὴν ἐπ’ Ἀρήιον ἔλθῃ, φεγγοβολῶν ὀπτῆρα κακὸς κακόν, αἰγλάζοντες ἔν θʼ ὁρίοις ἰδίοισι δυωδεκατημορίοις τε συμμίγδην ἐπιβῶσι τριγωνίζοντι σελασμῷ, γαστροτόμους, νεκρῶν τε ταριχευτῆρας ἀπηνεῖς ἔσσεσθαι φαίνουσι, κακεμπορίης τε ματευτάς, καὶ μυσαροὺς σηπτοῖσι τεχνάσμασι σηπεύοντας ἔνθα δυσοσμίη τε καὶ οἰκτρότατʼ ἔργα τελεῖται. 15Ἐέλιος δʼ ἀκάμας ὅτʼἂν ἀθρῇ τὸν πυρόεντα ἀστέρʼ Ἐνυαλίοιο, θοαῖς ἀκτῖσι βολαυγῶν, ζωιδίων τετράγωνον ἀνʼ οὐρανόεσσαν ἀταρπὸν ἀμφίκερω Ταύροιο καὶ αἰθοτόκοιο Λέοντος Κριοῦ τʼ εἰαρόεντος ἐπʼ ὠδίνεσσι βροτείαις, ἰσγυρῶν ἔργων τεύχει πονοπαίκτορας ἄνδρας, ὀχλοχαρεῖς, φιλόμοχθα θεατρομανοῦντας, ἴχνεσσιν αἰθροβάτας, πηκτοῖσι πεταυριστῆρας ἐν ἄκροις, αἰθέρι καὶ γαίῃ μεμετρημένα ἔργα τελοῦντας, μιμοβίους, χλεύης τʼ ἐπιβήτορας, ὑβριγέλωτας, ἐν ξείνῃ γήρως ἐπιβήτορας, ὀθνιοτύμβους, ὄρνεα γῆς, πόλιος πάσης ἀπόλιστα γένεθλα, μωρόφρονας, λιτούς, ἀσχήμονας, αἰσχρογέλωτας, κρατοπαλεῖς, ἀχίτωνας, ἀεὶ κορυφῇσι φαλακρούς, ὧν ὁ βίος χλεύῃ τέχνην ἀπεμάξαθʼ ἑτοίμην. 16ἢν δὲ σὺν Ἠελίῳ τε καὶ Ἄρεϊ καὶ Κύπρις ὀφθῇ, σχοινοβάτας τεύχει, καλοβάμονας, ὑψόθεν εἰς γῆν γειτονίῃ θανάτοιο καταρριπτοῦντας ἑαυτούς, ὧν ὁ πόρος μόρος ἐστίν, ἐπὴν εἰς σφάλματα νεύσῃ. 17τούτοις δʼ ἄμμιγα πᾶσι Κρόνου συναλώμενος ἀστὴρ τειχοδόμους τε τίθησι, καὶ εὐτόλμους κεραμουργοὺς πηλαίης πλίνθου τε καὶ εὐτοίχων κανονισμῶν θριγκῶν τʼ εὐθυντῆρας, ἀεὶ καμάτοισι συνήθεις. 18ἢν δʼ ἰσόμοιρα κέλευθα Κυθηριὰς Ἄρεϊ βαίνῃ, ἠὲ τρίγωνος ἐοῦσα κατʼ ἔμβασιν ἢ τετράγωνος, ἢ διαμετρήσῃ φάος ἄπλετον ἀστέρι κείνῳ, ἄμφω δʼ αὖτε τὸν αὐτὸν ἄμα θρώσκωσι τυχόντες δωδεκατημορίων ἑλικὸν δρόμον αἰθροδόνητον, τηνίκα τοὺς τεχθέντας ἀναγγέλλουσιν ἔσεσθαι ζωροπότας οἴνου, μεθυχάρμονας, εἰλαπινουργούς, δαιτυμόνας θιάσοισιν ἀεικώμους, ἀκολάστους, ἤματα νύκτας ἄγοντας ὕπνῳ μετακοσμηθέντα· πρὸς τούτοις δʼ ἔτι πουλὺ κακώτερα βλαστήσουσιν, πλαστοκόμαι, νομίμων λεχέων κλεπτῆρες ἄθεσμοι, μοιχευταὶ μυρόεντες ἀεί, νεομορφοτύπωτοι, μάστροπά τʼ ἔργα πελοῦντες, ἀεὶ κακίῃσι γυναικῶν σύμβουλοι, δόλιοι, κακομήστορες, αἰσχροδιδάκται, ἴδμονες ὧν ἄλοχοι θαλάμους πωλοῦσι συνεύνων. 19ὁππότε δʼ ἄν τούτοισι Κρόνου βλαβεραυγέος ἀστὴρ συννεύῃ κατὰ χῶρον ἀνοικείοισι κελεύθοις, παμπαθέας, στομάτεσσιν ὀπυιομένους, γονοπώτας, μήδεα μασθὸν ἔχοντας, ἀναστροφίῃ τʼ ἐφυβρίστους ἐκφαίνει φύσεσθαι, ἑταιροτρόφους τε γόητας, πορνοσύνης ἀκρατοῦς σημάντορας, αἰσχεοκερδεῖς, ἔχθιστον μυσαρὸν μεμαχλευμένον ἦτορ ἔχοντας, παμψέκτους, ἀπόφωλα βίου μυσαρωπὰ γένεθλα. 20φαινούσαις δʼ ἀκτῖσιν ὅτʼ ἂν Κρόνος εἰς Ἀφροδίτην λαμπάζῃ, σελάεσσι φλογὸς βαρυβάμοκος ὁλκῷ, Ἄρης δʼ αἰθαλόεις παρέῃ σὺν τοῖσι διωγμοῖς, βυρσοτόμους τεύχει, δοροεργέας, ἔν τε καθέδραις σκυτείῃ τέχνῃ μεμελημένα δαιδάλλοντας, θηλυλάλους, ῥώπου τε γυναικῶν ἴδριας αἰεί, τεκτοσύνης τʼ ἄρχοντας, ἰδ’ ἐν ναυπηγέσι τέχναις καγκανέης ὕλης πελεκήτορας εὐξυλοεργούς, λαοτόμους τε πέτρης σκληρώδεος, ἐγρεσιοίκους, ἠδὲ λιθοψώκτῳ καμάτῳ βίον ἰθύνοντας. 21τούτοις δʼ Ἑρμάων ἐπὶ τέρμονας ἡνίκʼ ἂν ἔλθῃ οἰκείως, εὔσχημον ἔχων φάος Ἄρεος ἄστρῳ, πρηκτῆρας δείκνυσι τελωνητάς τε βιαίους φύσεσθαι, δεινούς τε χρεάρπαγας ἐργολάβους τε, ἔνθεν ἐπήρειαί τε καὶ ἐκδύσιες τελέθουσιν, ψευδοκατηγορίαι τε κατηγορίης τε τεχνασμοί. 22μαρμαρυγὴν δʼ ἀκτῖνος ὅτʼἂν σελαηφόρος Ἑρμῆς ἀμφὶ Σεληναίης σκολιὸν λαβύρινθον ὀρίνῃ, ἠὲ πέλῃ κατὰ ταὐτὸν ἐπʼ αὐταῖς λαμπάσι Μήνης δωδεκατημορίων, ἀντώπια φάγγεα κόσμου, ἀγραυλοὺς δείκνυσι κυνηγητῆρας ἔσεσθαι ἄρκυσι καὶ σταλίκεσσιν ἐυσταθέεσσι μέλοντας, αἰθροτόκου τε γονῆς ἐπιβήτορας ἰξευτῆρας,ʼ ἐνδεέας τε τίθησι τροφῆς κάμνοντας ἐπʼ ἔργοις· ἢν δὲ καὶ οἰκείων ὁρίων ψαύσωσιν ἅμʼ ἄμφω, ὑλογράφους ἄνδρας, κηραγγέας, ὁλκαδοχρίστας, ζωοτύπους, μακάρων ἀποπλάστορας, εἰκονομόρφους θήσονται, μεθόδῳ τε λινοστολίης προφέροντας, πευκῆέν τε λίπασμα συνασκοῦντας σὺν ἐλαίῳ, μόχθον πισσήεντα πονήσοντας παλάμῃσιν. G 23Ἀκτὶς δʼ αἰγλήεσσα Σεληναίης Ἀφροδίτην φωτὶ νέῳ βάλλουσα καὶ Ἄρεϊμαρτυρέουσα, ἀλλοτρίων θαλάμων φαίνει ληίστορας ἄνδρας ἔσσεσθαι, μοιχευτὰ λέχη μελάθροισιν ἔχοντας· θἢλυ δʼ ἐὸν τὸ πεφυκὸς ἐν ἤματι τοῦδε σελασμοῦ πάγκοινον κέρδος θηρήσεται ἀνδράσι μιχθέν, ἔκ τε χαμαιτυπίης ἕξει βίον εὔπορον αἰεί. 24Ἑρμείου δʼ ἀκτῖνες ἐπὴν Κρόνον ἀκροβολῶσιν, 55 Ἄρεά τʼ ἐγρεκύδοιμον ἐπὴν ἐφορῶσʼ ἐπὶ τούτῳ, ὃς δὲ Διωναίης Κύπριδος θοὸν ἀστέρα βάλλῃ, τηνίκα δὴ μαχλάδας τεύχει παντοῖα μιγείσας, καὶ πόρνας, τριβάδας τʼ ἀνδρόστροφα ἔργα τελούσας. 25ἢν δʼ ἰσόμοιρα φανῇ Κυθερηιὰς Ἑρμάωνι, ἄνδρεσσι ξείνοισι καὶ ἀλλοδαποῖσι μιγεῖσαι δεσποτίδες μεγάλων τε βίων μελάθρων τε φανοῦνται. 26τὸν συνετὸν κατιδών διὰ τετράδος ὅβριμος Ἄρης οὐκ ἀγαθὸν τελέσει, βλαβερὸν δʼ ἐπὶ πᾶσιν ὀρίνει, σκυλμοὺς ὑπνοφανεῖς, φαντάσματά τʼ ἡδʼ ἐπαγωγάς· καὶ διεγείρονται νεκύων θάμβησιν ἔχοντες. H 27Αἰθαλόεις δʼ ἀστὴρ Ἄρεως ἀκτῖσι Σελήνην φεγγοβολῶν ἰσόμοιρa κατʼ Οὐλύμποιο κέλευθα ἀκροτάτοις κέντροισι, πρὸς ἐκθεσίην ἀτίθηνον θηλυτέρων βρεφέων τε καὶ ἀρσενικῶν βίον ἕλκει· οὐ μὴν εἰς θάνατόν γε πορεύσεται ἔκθεσις ἥδε, ἀρνυμέναις δὲ γυναιξὶ τροφοῖς θʼ ὑποβάλλετʼ ὀθνείαις· κἢν μὲν ἐπισκοπέῃ γενέθλην Κρόνος, εἰς ζυγὸν ἥξει λατρείης πονόεντα· Διὸς δʼ ἐπιδερκομένοιο, ἦμαρ ἐλευθερίης ἕξει ποιητὸς ὀθνείων, συληθεὶς γονέων, οὐ γνήσιος ἐν μεγάροισιν, σὺν δὲ διωνυμίῃ τε καὶ ἐν διποληίδι φήμῃ ζήσεται ἀλλοτρίων γονέων, οὐχ ὧνπερ ἔβλαστεν, χρήμασι καὶ στοργαῖς καὶ παιδοσύνῃσιν ὀθνείων. 28αὐτὰρ ἐπήν γε Κρόνος Μήνῃ ἰσόμοιρος ὑπάρχῃ, ἢ διάμετρα φανῇ πλαγκτῷ κόσμοιο πορείῃ πάμπαν ἐς ἐκθεσίην βρεφέων γένος ἔσσυτʼ ἐκείνων, ὧν γένεσις πρὸς μητρὸς ἐλέγχεται ἀνδράσι δούλη, ἐκ γενέτου δὲ πέφυκεν ἐλεύθερα δεσποσυνάων. 29ἢν δὲ Κύ πριςτούτοις προσμαρτυρέουσα γένηται, ἥσσονες ἐκ πατέρων μητρὸς θαλέθουσι λοχείαις. 30ἦμος δʼ Ἑρμείας Ζηνὸς φαέεσσʼ ἰσόμοιρον ὁρμήσῃ, τῆμος μὲν ὁ φυόμενος θηητῶν σεμνοτάτων γονέων ὀφθήσεται, οὗ πατρὶ μήτηρ παρθένος εἰς θαλάμους ζευχθήσεται ἀνδρὸς ἄπειρος, 31 — — — — — — ἔσσεται ἐν γενέθλῃσι φάος σπανάδελφον ἐσαθρῶν. 32σχῆμα δʼ Ἄρευς ἐπὶ τοῖσιν ὅτʼ ἄν πυριμάρμαρος ἀστὴρ Κύπριδι συννεύσῃ, ἔτι καὶ Κρόνου εἰσορόωντος, ἢ μετὰ χηρείην μήτηρ πατρὶ τοῦδε συνήξει, ἢ διὰ μοιχοσύνην δολοεργέα νυμφευθεῖσα. I 33Ἠέλιος δὲ Κρόνοιο καὶ Ἄρεος ἀστέρας ἀθρῶν ἀκτινηβολίῃσι φαεσφόρου Οὐλύμποιο, ναυσιβάτας φαίνει καὶ ἐν ὕδασι νήκτορας ἄνδρας ἔσσεσθαι, σκαφέων τε κυβερνητῆρας ἀύπνους, πρωτάρχας τε νεῶν, οἳ πολλάκι ναυφθορίῃσιν χείματος ὀρνυμένου βίοτον λείψουσι διʼ ἅλμης, νηχόμενοι Μοίραις βαιὸν χρόνον ἐν πελάγεσσιν. K 34Παμφαίνων δʼ ἀστὴρ ὁπότʼ ἂν πολιοῖο Κρόνοιο Ἠελίου σελάεσσιν ἀνʼ οὐρανὸν ᾖ ἰσόμοιρος, τηνίκα φυομένων βρεφέων γεννήτορα πρῶτον μητέρος εἰς Ἀίδην πέμψει νεκυοστόλος Αἶσα, κτήματά τʼ ἐξολέσει πατρώια καὶ πολὺν ὄλβον· καὶ δὲ κασιγνήτων θανάτους ὁρόωσι προόντων, πλοῦτον δʼ ἐκ θανάτων πολλῶν μέγαν αὐξήσουσιν. 35ἢν δὲ Σεληναίης ἀκτὶς ἰσόμοιρα πελάζῃ φωτὶ Κρόνου, μάρτυς δʼ ἐπὶ σήματι τῷδε γένηται καὶ Πυρόεις, μήτηρ προτέρη πατρὸς ἵξετʼ ἐς Ἅιθην, ἠὲ μογοστοκίῃ δεδαιγμένη, ἢ διὰ νούσου ἀμβλωσμοῦ θʼ, ἃ γυναιξὶ φύσις κρύφιμιʼ ἄλγε’ ἔδωκεν. 36Ζεὺς δʼ ὅτʼ ἂν Ἑρμείαντε καὶ ἱμερτὴν Ἀφροδίτην ἀκτῖσιν φαέθουσι βάλῃ λαμπραυγέσι κόσμου, αὐτοκασιγνήτας ῥέζει κείνοισι βροτοῖσιν νύμφας συγγενικάς τε, λοχεύονται δʼ ἀπὸ τούτων ἄνδρες παιδείης ἡγήτορες, ἔν τε καθέδραις γραμματικαῖς δήμοιο βίον διαποιμαίνοντες. L 37Ἠέλιος δʼ ἀκάμας ὁπότʼ ἂν Κύπριν Ἄρεϊ κοινῶς ἀκτινηβολίῃσι πυριβλήτοισι καταθρῇ, γνάπτορας εὐσήμων πέπλων, καὶ τεύκτορας αὐτῶν ἱστοπόνους ἔσσεσθαι, ἰδὲ σμητῆρας ἀρίστους πρηκτῆράς τʼ ἀγεληδὸν ἀλωομένους διὰ παντός. 38Ἑρμάων δʼ ὁπότʼ ἂν Δία καὶ Κρόνον ἀγκυλομήτην ἀκτῖσι στίλβουσι φλογὸς λαμπτῆρσι πελάζῃ, νηοπόλους ἱερῆας, ἰδὲ ζακόρους θεοσέπτους, γραμματέας, τεμενῶν τε προφήτορας ἂνδρας ἀυτεῖ μυστιπόλους, ἱερῶν τε προϊσταμένους στεφανηδὸν ἔσσεσθαι σηκῶν τε νεωκορίῃσι μέλοντας. 39ὁππότε δʼ ἂν Κυθέρειαν ἐν ἀκτίνεσσι βολαυγῇ, Ἄρεά τʼ οὖ πυρόεντα βραδὺς Κρόνος, οἱ τότε φύντες γειοπόνοι ζήσουσι φυτοσπορίας ἀγαπῶντες ὀθνείης χώρης τε καὶ οἰκείης διὰ παντός· λήψονται δὲ λέχη δίχα γράμματος, οὐχὶ νόμοισιν, ἐκ μετεωροσύνης δὲ συναντήσαντες ὁμεύνοις. 40Κύπριν δʼ ἀφρογένειαν ἑλιξοπόρον τε Σελήνην πυρσοβόλοις ἀκτῖσι βαλὼν τευχεσφόρος Ἄρης μηχανικοὺς τεύχει τε καὶ ὀργανοπήκτορας ἄνδρας, τεκτοσύνης τʼ ἄρχοντας, ἰδ’ αὐτοδίδακτα τέχνῃσιν θαύματα δαιδάλλοντας, ἐν ἀλκήεντί τε θυμῷ ἐργοπόνους παλάμῃσι καὶ ἁδροτάτους καὶ ἀρίστους ἀχθοφόρους, καμάτων τε πόνους εἰς τέρψιν ἄγοντας. 41τούτοις δʼ Ἑρμείας φαύλοις ἐν σχήμασιν ὀφθεὶς μυθολόγους τεύχει τε καὶ αἰσχεορήμονας ἄνδρας, μωρολόγους, χλεύης θʼ ἡγήτορας, ὑβριγέλωτας, ἔν τʼ ἀρεταλογίῃ μυθεύματα ποικίλʼ ἔχοντας, ψηφάων παίκτας τε καὶ ἐξ ὄχλοιο πορισμῶν βομβηδὸν ζώοντας, ἀλήμονας ἧς χθονὸς αἰεί. M 42Ἢν δὲ Κύπρις Μήνη τε σὺν Ἠελίῳ τε καὶ Ἑρνῇ μάρτυρες ἀλλήλων μέσον οὐρανὸν ἀμφιπολῶσιν, ἡδʼ ἐν ζωιδίοισι διμορφώτοισι πέλωνται, Ἰχθύσιν ἢ Διδύμοισι συνωρίζουσι κατʼ αἴθρην, Τοξότεω κατὰ κύκλον ἢ ἐς σταχυηφόρον ἁγνὴν Παρθενικήν, τῆμος διδυματόκα φύσεται ἀνδρῶν σώματα καὶ τριδύμων παίδων θαυμαστὰ γένεθλα· κἢν μὲν Ζληνὶ Κύπρις κατὰ φῶς ἰσόμοιρον ἐνεχθῇ, ἄρσενες ἔσσονται δισσοὶ γένει, ἄμμιγα δʼ αὐτοῖς κούρη ἀπʼ ὠδίνων τεχθήσεται ἐσχατόωσα· Οὐρανίδου δὲ Κρόνοιο θεωροσύνην ἐπέχοντος, θηλυγενὴς διδύμων ἔσται τόκος ἄρσενος ἐκτός· ἐν κακοδαιμοσύνῃ δʼ Ἄρεος κατεναντία Μήνης μαρμαρυγὰς φαίνοντος, ὁ τικτόμενος τότε θνητῶν σῶμα περισσομελὴς τεχθήσεται, ἔκμετρα γυῖα πὰρ φύσιν ἡμερίην δεικνὺς μερόπεσσιν ἀθρῆσαι. N 43Ὁππότε δʼ εἰν ἀγαθοῖσι τόποις στείχωσι κατʼ αἴθρην Ἄρης πυρσοτόκος θʼ εἱλιξόπορός τε Σελήνη, τεύχουσιν σοβαροὺς πολυίστορας ἄνδρας ὑπουργούς, ἡγεμόνων φιλίῃσι γεγηθότας, ἀμφὶ δὲ μισθῷ πουλυπλανεῖς ξενίῃσιν ἀρήια λήματʼ ἔχοντας, καὶ πάσης στρατιῆς ἐπιβήτορας ἐν προκοπῇσιν. 44ἢν δὲ Κρόνου βλαβεραυγὲς ἐς Ἄρεα φέγγος ἀθρήσῃ, δισσὰ δʼ ἐναντιόωντα φανῇ σελαγίσματα τῶνδε, τῆμος ὅσοις γενεὴ μεροπήιος ἄρχεται ἀνδρῶν, ἐν κακοδαιμοσύνῃ καματώδεϊ πᾶσα βιώσει, νουσομελεῖς τεύχουσα βροτούς, ὀδύνῃσι συνήθεις, κινδύνων βλαβερῶν τε δυσεκφεύκτων τε παρέδρους. 45Μήνη δʼ ἀμφίκερως σκολιόδρομος ἡνίκʼ ἂν ὀφθῇ Ἄρεος εἰς τετράγωνα πόλου λοξεύματα βᾶσα, ἢν δʼ ἐπὶ δυομένῳ κατὰ γῆς ἀπὸ τέρμονος αἴθρης Στίλβων ἀμφʼ αὐτοῖς ἢ καὶ διάμετρος ὁραθῇ ζωιδίῳ κόσμοιο, κακοὺς ληίστορας ἄνδρας ἐκφύσει, θυρέτρων ἐπανοίκτορας ὀθνειάων, κλεπτῆρας φαύλους, νυκτοπλανέας τε λαθραίους· οὗτοι φωρηθέντες ἐν ἀλλοτρίοισι μελάθροις I 313 εἰς συνοχὰς ἥξουσι σιδηρήεντά τε δεσμά, εἱρκτὰς δʼ οἰκήσουσι φυλασσόμενοι ἁλυσηδόν, ἔν τε βιαιοτάτῳ θανάτῳ βίον ἐκλείψουσιν, ἢ φονίοις ξίφεσιν δεδαϊγμένοι ἢ πελέκεσσιν, ἢ βρόχον ἀλγινόεντα διʼ αὐχένος ἐκδήσαντες πνεῦμα λυγρὸν λείψουσι πικρῆς Μοίρης ὑπʼ ἀνάγκῃ. O 46Κύπρις δʼ ἀφρογένεια βροτῶν ὡροσκόπα φέγγη δερκομένη, θήσει μὲν ἐν εἰλαπίναις φιλομούσους, ἡδυπότας, θιάσων κωμάστορας, ἔκ τε γυναικῶν ὀθνείων στοργῇσι κεκασμένα φίλτρα φέροντας, μοιχείας τ᾿ ἀγαπῶντας, ἑν αἷς ὕβρις, οὐ κύπρις ἄρχει. 47Ζεὺς δʼ ὁπότʼ ἂν φαέθων ὡροσκόπον ὄμμα τιταίνῃ, εὐμόρφους τε τίθησι καὶ εὐτυχέας καὶ ἐπόλβους, ἔν τʼ ἀρχαῖς πλειστῇσι πάτρης τὰ βέβαια φρονοῦντας. 48τούτῳ δʼ εὖτʼ ἂν Ἄρης μίγδηνἰκέλῃσι πορείαις σχηματίσῃ κατὰ κόσμον, ἰχνοβλαβέας, φθινοκώλους, νευρονόσους, ποδαγρούς, ἀχθήμονας ἄνδρας ἀυτεῖ ἔσσεσθαι, κατὰ μικρὰ νεκρούμενα δάκτυλʼ ἔχοντας. 49θηλυγενεῖς δὲ γυναῖκες, ἐπὴν Κρόνος ὡρονομήσῃ, φύσονται λαμπραί, βαθυχρήμονες, ὀλβομέλαθροι, ἀξιοπιστοσύνῃ μεμελημέναι, ἀλλὰ πρὸς ἄνδρας παγκοίνως ζήσουσιν ἐπίψογα, νύκτας ἄγουσαι ἀλλοτρίοις θαλάμοις, κέρδει βίον ἰθύνουσαι. P 50Ἠέλιος δʼ ἀκάμας, πυρόεν σέλας, ἡνίκʼ ἂν ἔλθῃ ἀρσενικοῖς ζώοισι κατʼ αἰθέρος ἠερόπλαγκτον ζωφορίην, θήλεια δʼ ἔχῃ νεολαμπέα Μήνην, τῆμος ὅσοι φύσονται, ἐν ἀνθρώποισι κράτιστοι ἄνδρες, ἀριστοπονῆες, ἐλεύθερα λήματʼ ἔχοντες, εὔσημοι γενεήν, ἀγαθοὶ φύσιν, ἀξιόμορφοι, δοξοφόροι, πάτρης κηδέστορες ἰθυδίκαιοι. 51ἢν δέ τʼ ἐναλλάξωσι, Σεληναίη μὲν ἐπʼ ἄρσεν, Ἠέλιος δʼ ἐπὶ θῆλυ πολυζώοισιν ἐν ἄστροις, νωχελέες τε πέλουσι, καὶ ἄπρηκτοι καὶ ἄτολμοι, πηρώσει ψυχῆς νενεφωμένα βουλεύοντες. 52αὐτὰρ ἐπὴν εἰς θῆλυ καταντήσωσιν ἰόντες ἀμφότεροι, Μήνης τετελεσμένα τερμοδρομούσης, πουλυπλανεῖς, ξενῖης, ἐπιβήτορας ἄνδρας ἔσεσθαι αὐδῶσιν, χαίροντας ἀεὶ μεταβλήμασι χώρης, καὶ πόλιος σπουδαῖα πρὸς ὀθνείους φορέοντας ἤθεα, καὶ τιμῇ μεμετρημένα πράγματʼ ἔχοντας, εἰς ἰδίην δὲ πάτρην ψογερὸν βίον ἰθύνοντας, οἰκείων ἔργων ἐπιλήσμονας, οὐχὶ θυραίων. 53ὁππότε δʼ ἀρσενικοῖς δισσοὶ μίγα φεγγοβολῶσιν ζωιδίοις κατὰ χῶρον ἀνάστερον, οἱ τότʼ ἔσονται τολμηροί, θρασύθυμα μεμηνότες, ἐχθροὶ ἑταίρων, πιστοτάτης φιλίης λυμάντορες, ἀκριτόβουλοι, οὐ μίαν εἰς ἀτραπὸν βιότου δρόμον ἐκνεύοντες, ἄλλοτε δʼ ἀλλοίην ζωὴν εὔτρεπτον ἔχοντες, πρήξιας ἀλλάσσοντες ἀεὶ μεθόδους τε πορισμῶν, ἐκ δʼ ἐνύδρων μόχθων τε καὶ ἐκ παράλοιο διαίτης δώματα ποιμαίνουσι καὶ ἐκ λιμένων τελέοντες, δημοσίων τελέων ἐμπείραμον ἦθος ἔχοντες. 54Μήνης δʼ ελίῳ σύνοδον κατὰ κόσμον ἐχούσης ζωιδίῳ δύνοντι, βροτῶν γένος ἔσσετʼ ἀμυδρόν, ἢ καὶ λυσσαλέῃ μανίῃ δεδαμασμένον αἰεί, φαρμακτόν, νοσόθυμον, ἀεὶ θανάτοιο πάρεδρον· πᾶσα βροτῶν ψυχὴ γάρ, ἐπὴν τάγε κοινὰ βίοιο μὴ φρονέῃ κατὰ θυμὸν ἀναισθήτῳ τε παλαίῃ δυσκρασίῃ, προτέθνηκε, καὶ ἢν φάος ὄμμασιλεύσσῃ· ψυχὴ γὰρ μερόπων ἀμαθὴς νεκύεσσιν ὁμοίη. 55ἢν δὲ Σεληναίη κατέχῃ πάμμηνα κέλευθα σύνδεσμόν τε Κρόνοιο, σεληνιόωντα φανείη φῦλα βροτῶν τάδε πάμπαν, ἰδ᾿ εἰδώλοισιν ὅμοια, καὶ κραδίῃ θεόληπτα, καὶ ἀκρατέοντι λογισμῷ ἔνσοφα, πάντα δʼ ἄβουλα κατʼ ἀνθρώπους προλέγοντα φοιβητοῖς μύθοισιν ἀποφθεγκτήρια κρυπτὰ ἐσσομένων ἔργων τε βίου ζωῆς τε κελεύθων. 56ἢν δὲ καὶ αἰθαλόεις ἀστὴρ σὺν τοῖσι φανείη Ἄρεος ἐν κύκλοισι θοοῦ δινήματι κόσμου, φάσμασι δαιμονίοισι συναντήσουσιν ἐκεῖνοι, ψυχῇ δερκόμενοι νεκροειδῆ, νερτερόμορφα, ἔν τε καταγγελίῃσι θεῶν μηνύμασί τʼ αἰεὶ ὀξύφοβοι λυπρὸν βιότου τέλος ἀθρήσουσιν, εἰδώλων στονόεντα τύπον διὰ παντὸς ὁρῶντες, ὧν πλάστειρα θέα πικροῦ θαμβήματος ἄρχει. Q 57Ἄρεϊ δυομένῳ μέσον οὐρανὸν ἢν Κρόνος ἔλθῃ, ἔσται μισέλλην γενέθλῃ, τιμήν τε θεοῖσιν οὐχὶ νέμων, ἄνομός τε φρεσίν, πλήθοντι λογισμῷ ἀλλόφρων, δύσμικτος, ἀμετροεπής, ἀτράπεζος, αὐτόνομος, κακόθυμος, ἀθεσμοφάγος, δολοεργός, ὀθνείων κτεάνων ἐπιθύμιος, ὃν διὰ παντὸς δῆμοι μισήσουσι διʼ ἀφροσύνην ἀλόγιστον. 58 Μήνης ἐρχομένης μέσον οὐρανὸν ἐν γενέθλῃσιν, Ἑρμείας δύνων τε καὶ ὡρονομῶν Κρόνος ἄνδρας εὐξοάνους παλάμῃσιν ἀγαλμοτυπεῖς, θεοπλάστας, χαλκοτύποις τέχνῃσι κολοσσοπόνους παναρίστους 59Ζεὺς δʼ ὑψοῦ φοράδην νέον ἀστέρα φεγγοβολήσας, ὥρην Ἠελίου βιοτοσκόπον αὐγάζοντος, ἐκφαίνει γενεῆς βασιληίδος ἄνδρας ἔσεσθαι κοινωνοὺς μετόχους τε, καὶ ἐκ σοφίης κλέος ἕξειν, ῥητορικοῖς τε λόγοισι μέγʼ εὐτυχίης μετέχοντας ὄλβον καὶ βιοτὴν εὐδαίμονα καρπώσεσθαι. 60Ἑρμης δʼ εἰς ὥρην μεροποσπόρον ἡνίκʼ ἢν ἔλθῃ, δυνούσης Μήνης ὑπὸ λοίσθια τέρματα γαίης, ἀνέρες ἔσσονται βαθυχρήμονες, ἔν τε τραπέζαις πιστόφρονες πόλιος ταμιεύτορες, ἔν τε τοκισμοῖς καὶ χρείαις ζήσουσι βίον πολὺν ὀλβονομοῦντες. 61ἢν δὲ Κύπρις κατὰ γῆς ἕλκῃ δρόμον ἀστερόεντα, καὶ Κρόνος οὐρανίην ἀτραπὸν μεσοδερκέα βαίνῃ, στείρας τοι δείξει καὶ ἀτέκμονας ἀνδράσι νύμφας ἀσπορίῃ τε τόκοιο λέχη λιπόπαιδα φερούσας. 62Ζηνὸς δʼ αἰθροπλανὴς ἐπὶ τούτοις μάρτυρος ἀστὴρ δερχθείς, ἀλλοτρίων τέκνων ὑπόβλητα γένεθλα ἀνδράσιν ἠδὲ γυναιξὶν ὑπὸ στοργῇσι θυραίους 63ἢν δʼ ἰσόμοιρος Ἄρης κατὰ σήματα τοιάδε λάμψῃ, φύσονται μάχλοι, διδυμόστροφοι, ἀρσενομίκται, μεμφόμενοι φύσεως ὀρθὴν ὁδόν, ἔν τε πόλεσσιν ἀλλοτρίαις ζήσουσιν ἀλώμενοι αἰσχεόφημοι. 64ὁππότε δʼ ἂν γενέθλην ἐφέπῃ Κρόνος ὡρονομεύων, ἐν κακοδαιμοσύνῃ δὲ Σεληναίης φάος ὀφθῇ, Ἠελίου δʼ ἀκτῖνες ἀποκλίνωσιν Ὀυλύμπου, ἐκθεσίην ἕξουσι, τραφήσονται δʼ ὑπʼ ὀθνείων. R 65Ἡνίκα δʼ ἂν Κυθέρη ἐσαθρῇ τεκνοσπόρον ὥρην φυομένων, συνέῃ δὲ Κρόνος τʼ Ἄρης τε σὺν αὐτῷ φέγγεϊ λαμπομένω κακοεργέι, τῆμος ἔσονται ἐξ ἀπελευθερίης βασιληίδος ἡμισύδουλοι. 66ἢν δʼ ἰσόμοιρα Κρόνοιο σελάσματα Κύπριδος ὀφθῇ, πανδούλους τε τίθησιν ὁμόζυγα λατρεύοντας, οἰκέτιδος γενεῆς τε πεφυκότας ἐκ γενετήρων· οὗτοι δεσποσύνων τε πικρὰς ἕξουσιν ἀνάγκας, ἐξ ἑτέρων τε δόμων ἑτέροις πάλι δουλεύσουσιν, ἑπτάκι κυρείαις καὶ πεντάκι καινισθέντες,. εἰς γῆρας δʼ ἥξουσιν ἀνασσόμενοι διὰ παντός. 67Ἠελίου δʼ ἀκτῖνες ἀνοικείως ἐπὶ τούσδε νεύουσαι δεσμούς τε κατηγορίας τε φοροῦσιν ἀνδράσιν οἰκονόμοισι, καὶ ἔμπαλιν ἔκλυσιν ἄτης, κινδύνων κρυερῶν τε καὶ ἀλγεινῶν εἱρκτάων. 68ταὐτὸ πάθος κείνοισι καὶ ἄρξεται, ἢν ἀπολήγῃ — — — — — — S 69Ἀντιμεσουρανέων δʼ ὁπότʼ ἂν Κρόνος Ἀρεῖ λάμψῃ, θηροβόρου θανάτου φωσὶν κλωθῶα βαρεῖαν ὧν σάρκας δαΐσονται ὀρέστεροι ἠὲ λέοντες, σύες ἀργιόδοντες, ἢ αἱματοπώτιδες ἄρκτοι· σχήμασι δʼ ἐν τούτοις ὁ γεγὼς καὶ πτώσιας οἴκων ταρβείτω, καὶ σφάλματʼ ἀφʼ ὑψηλοῖο μελάθρου. Πάντα γὰρ ἀνθρώποισι πέλει κατὰ Μοῖραν ἄφυκτον· ὡς μὲν ζωιδίων κύκλιος πόρος αἰθέρα τέμνει, μιγνυμένων στοιχηδὸν ἀφισταμένων τʼ εἰδώλων, οὕτω καὶ μερόπων γενεὴ καματηδὸν ἀλᾶται, ἢ βίον ἢ θάνατον διζημένη οὐρανόπλαγκτον. Ταῦτά τοι οὐρανίων ἄστρων στοιχεῖα τέτυκται, οἷς ὁ πάλαι καὶ ὁ νῦν καὶ ἐπὼν χρόνος ἐκμεμέτρηται ἐκμέτροις αἰῶσι, καὶ εἰς αἰῶνας ὀπηδεῖ.
ΒΙΒΛΙΟΝ Α. Ε. Χαίροις, Πτολεμαῖε, λαχὼν βασιληίδα τιμὴν γαίης ἡμετέρης, κοσμοτρόφου Αἰγύπτοιο· ἄξιά σοι τάδε δῶρα φέρω βασιληίδος ἀρχῆς, ἄστρων οὐρανίων τε φάσεις ἀπλανῶν τε πλάνων τε, ὅσσα βροτοῖς τελέουσιν ἐπιβλέψαντες ἐν ἀρχαῖς, σπειρομένοις καὶ τικτομένοις δειλοῖσι βροτοῖσιν, Μοιρῶν ἀρρήκτοισι μίτοις θεσμοῖσί τʼ Ἀνάγκης, νύκτας ἄυπνος ἐὼν καὶ ἐν ἤμασι πολλὰ μογήσας, ὅππως σοι βίβλους, ἅσπερ κάμον, ἅσπερ ἔτευξα, τάς σοι ἐγ πέμψω καμάτων σφετέρων μέγʼ ὄνειαρ, ὄφρα κεν, ὅσσαπερ αὐτὸς ἐπιτροχάδην Πετόσιρις εἴρηκεν, τάδε πάντα μάλʼ ἀτρεκέως καταλέξω ῥυθμοῖς ἡρωικοῖσι καὶ ἑξαμέτροις ἐπέεσσιν, ὄφρα μάθῃς, ὅτι πάντα δαήμονες ἀνέρες εἰμέν, οἳ λάχομεν ναίειν ἱερὸν πέδον Αἰγύπτοιο. 1 Ἠέλιον, Μήνην, Κρόνον, Ἄρεα, Ἑρμέα, Ζῆνα, Κύπριδά τʼ εὐπλόκαμον καλὴ λέγε Καλλιόπεια. A 2Ἢν Κρόνος Ἠέλιός τʼ ἄμφω κατίδωσι Κυθήρην, δυσγαμίην παρέχουσι καὶ ἀστασίην ἐπὶ λέκτροις, καὶ δούλαις μίσγουσιν, ἑταιρίσι δʼ ἤθεα φαύλαις αἰσχίστως διδόασι κακῆς ἕνεκεν κυθερείης. Ἄρης καὶ Παφίη κέντρων ὅτʼ ἂν ὦσιν ἄνακτες· μοιχοὺς ἁρπακτῆρας ἀεὶ ῥέζουσι γυναικῶν. Ἑρμείας δʼ ἢν τοῖσιν ἰσόρροπος ἀντήσειεν, τέρπονται παίδων χαλεπῇ ἐπὶ κύπριδι κεῖνοι. A 3Ἠέλιος κέντροισι παρὼν κερόεσσά τε Μήνη, ὃς μὲν ἐν ἀρσενικοῖσι παρών, Μήνη δέ τʼ ἐναλλάξ, γεννῶσιν βασιλῆας ὑπερθύμους τε δυνάστας. ἀμφότεροι φωστῆρες ἐν ἀρσενικοῖσιν ἐόντες θηλυτέρης Κύπριδός τε καὶ ὡρονόμοιο κατιθύ, ἀρσενικοῖς ἔργοισιν ἀναγκάζουσι γυναῖκας τέρπεσθαι, μέγα θαῦμα· γυναιμανέες γὰρ ἐοῦσαι ἀργαλέως γαμέουσιν ἐς ἀργαλέην φιλότητα. C 4Κριὸν ἐποπτεύων Κρονίδης ἐπίκεντρος ὑπάρχων, ἢ καὶ σκόρπειον κυανόχροον οἶκον Ἄρηος, ἐσθλὸς ἔφυ, ῥέζει δὲ καὶ ἀνέρας ἡγεμονῆας. E 5Ἐσθλὸς ἔφυ Κρονίδης, ῥέζει δὲ καὶ ἡγεμονῆας, ἄρχοντάς τʼ ἰδίης πάντοτε πραγματίης. 6Ἑρμείας καὶ Θοῦρος ἐπὴν τετρ άγωνοι ἔωσιν, πολλάκι κινδύνους περὶ σώματος εὑρίσκουσιν· ἢν δʼ ἄρα καὶ δύνωσι, κακίονες οἵδε, μάλιστα Ζηνὸς ἄτερ, μόρον αἰνὸν ὑπʼ ἐμφαίνουσι δυναστῶν. A 7Ἄρης καὶ Παφίη κοινὴν ὁδὸν ἰθύνοντες, Μήνην εὖτ’ ἂν ἴδωσι, λέχος τεύχουσʼ ἀθέμιστον, συγγενικὰς δʼ αὐτοῖσιν ἐφαρμόζουσι γυναῖκας. 45ἢν δὲ Κύπριν καλὴν πολιὸς Κρόνος ἀγκαλίσαιτο, δυσγαμίην καὶ δυστοκίην ῥέζουσι γυναιξίν, οὐδέ τι κουριδίους ἄνδρας κατέχουσʼ ἄχρι γήρως, οὐδὲ τέκνοις γλυκεροῖς ἐπὶ χείλεσι μαζὸν ἔθηκαν· στειρώδεις γὰρ ἔασιν ἀχρήιά τʼ ὠδίνουσιν. A 8Ἀντίον Ἠελίοιο φάσιν λύσασα Σελήνη μὴ Κρόνῳ ἀντήσειε· τίς ἂν τότε φῶς ἐσίδοιτο; δύσμορος, ὃς κακὰ πολλὰ παθὼν Ἀιδόσδε κάτεισιν· χροιὴν μὲν φορέουσιν ἀμετροβίων ἐλεφάντων, ὄγκους δʼ ἀμφὶ δέμας κακοελκέας ἀμφιβαλοῦνται, δάκτυλα σηπόμενοι λιποσαρκέα νηλέι λύθρῳ· ταῦτα δʼ ἄτερ Ζηνός τε καὶ εὐπλοκάμου Κυθερείης ἔσσεται, ὁππότʼ ἐκεῖνοι ἀπόστροφοι ὦσι Σελήνης. 9† Ἑρμῆς ὡρονομῶν Μήνης μέτα καὶ Κυθερείης δύνοντος Κρονίδαο, θεῶν μυστήρια δρῶσιν· μούσης ἅπτονται ἐυρρύθμοιο λύρης τε, ἠὲ πάλην φιλέουσιν ἀμύμονα παγκράτιόν τε. A 10Ἑρμῆς καὶ Κυθέρεια σὺν ἀλλήλοισιν ἐόντες ῥέζουσιν μούσης ἐπιίστορας εὔφρονας ἄνδρας, ἤν πως καὶ κερόεσσαν ὁμοῦ Μήνην ἐσίδωνται, Ἐρμῆς φωσφορέουσαν, ἀτὰρ λιποφεγγέα Κύπρις. A 11Ζεύς, Κρόνος, ἀμφότεροι κέντρων ὅτʼ ἂν ὦσιν ἂνακτες, ἀνθρώποις διδόασι τύχης πολυήρατα δῶρα, καὶ μεγάλους ῥέζουσι, καὶ ἐς βασιληίδας αὐλὰς πολλάκις ἤνεγκαν, τιμήν τε φέρουσι μεγίστην. 70Ἑρμείας Φαέθων τε μεσουρανέοντες ἔθηκαν ἄνδρα μέγα πλούτῳ γαυρούμενον εὐτεκνίῃ τε, καὶ φιλίην παρέχουσι πρὸς ἀνέρας ἡγεμονῆας καὶ δόξῃ μεγάλῃ γαυρούμενον, αἴ κεν ἴδηαι εὐκέραον Μήνην συναφὴν τούτοις ἐπέχουσαν. E 12Πάντοτε μὲν κέντροισιν ἐπὼν κορυθαίολος Ἄρης τὴν πρῆξιν παρέχων τοῖάπερ ἐκτελέει· A 13— — — — — — ἤτοι λαξευτὰς ἢ τέκτονας ἢ λιθοεργούς. Ἠέλιος δʼ ἢν τῷδε συνῇ, πυροεργέας ἄνδρας ῥέζει χαλκοτύπους, ἢ φυσητὰς ὑέλοιο, ἢ βαφέας μογερούς, ἢ κλιβανέας σκοτοεργούς· οὗτοι γὰρ καὶ νυκτὸς ἀγρυπνητῆρες ἐόντες νύκτα μὲν ἐργάζονται, ἐν ἤματι δʼ ὑπνώουσιν. πάντοτε νυκτερινοῖσι μεσουρανέων Κρόνος αἰνὸς ῥέζει κηπουροὺς ἡδʼ ἀργαλέους ὑδραγωγούς, ῥέζει δʼ ὑδροφόρους πολυπήμονας, οἵθ’ ὑπὸ γαίης κευθμῶνας δύνουσιν ἀεικέος εἵνεκα μισθοῦ, ἢ πανύγροισι τόποισι παρήμενοι ἐργάζονται, μήποτε τῶν ἴδιόν τι κτώμενοι ἐκ καμάτων γε. E 14Ἑρμείας διάμετρον ἔχων Κρόνον ἠδὲ Σελήνην ἐμμανέας τεύχει τʼ ἠδὲ φρενοβλαβέας. A 15Ἑρμείας διάμετρον ἔχων Κρόνον ἠδὲ Σελήνην, κεντρωθεὶς δʼ αὐτοῖς κατʼ ἐναντίον ὡρονόμοιο, καὶ φρένας ἠλλοίωσε, παρέπλαγξεν δὲ νόημα· εἰ δὲ ῥοπῆς μὴ μοῖρα τύχῃ, καθέτου δʼ ἀποκλίνῃ, ἐσκότισεν μούνῳ κλεψίφρονι ῥεύματι κείνους· ἔσθʼ ὅτε σωφρονέουσι, καὶ ἔσθʼ ὅτε μαργαίνουσιν. 16Πάντας ἀπʼ Ἠελίοιο φυγεῖν καλόν, ἀλλʼ οὐκ Ἄρην· νικᾶται γὰρ Ἄπρης ὑπὸ αὐγαῖς Ἠελίοιο. E 17Νικᾶται δʼ Ἄρης αὐγῇσιν ὕπʼ Ἠελίοιο, 114 καὶ προτέρην κακίην ἔσβεσεν Ἠέλιος. E 18Αίδεῖται δʼ Ἄρης καθορῶν φάος Ἠελίοιο, οὐδʼ ἔτι τὴν προτέρην ἔσχε κακοφροσύνην. D 19Ζεὺς ῥέζει κρατέοντας ἐλαιορόοιο παλαίστρης, Κύπρις πορφυρέοισιν ἐν εἵμασιν ἀρχιερῆας, καὶ Κρόνος εὐδόξως ἀγορανόμον ἐστεφάνωσεν· Ἄρης δʼ εὐτόλμους στρατιῆς ἡγήτορας ἄνδρας, Ἠέλιος δʼ ὕπατον, Μήνη δέ τοι ἀρχιδικαστήν, Ἑρμῆς κοσμητῆρας ἑῆς ἐποίησε πόληος. A 20Αἰγόκερῳ Κύπρις τε καὶ Ὑδροχόῳ παρεοῦσα σύν τε Κρόνῳ καὶ Ζηνὶ κακὴ κατὰ πάντα τέτυκται, ἢν συναφὴν πρώτοιο λάβῃ πολιοῖο Κρόνοιο, Ἄρεος εἰσβλέψαντος ὁμοῦ Μήνην Παφίην τε σύν τε Κρόνῳ βλαβερῷ· δυστλήμονες ἀνέρες οὗτοι μαινόμενοι βαίνουσιν ἑῆς ἐπὶ λέκτρα τεκούσης· ἢν δʼ ἀκτῖνα λάβωσι πυραυγέος Ἠελίοιο, μητρυιαῖς μίσγοντʼ ἢ παλλακίσιν γενετήρων, οὕνεκα τὴν προτέρην κακίην σβέσεν Ἠελίου ἴς. A 21Μήνη θηλυτέροισιν ἐπεμβαίνουσα τόποισιν ἀντίον Ἠελίοιο, καὶ ὡρονόμοιο τυχοῦσα, ἀνέρα γεννήσει μόνον οὔνομα, πάντα δὲ θῆλυν, πάντα γυναικὸς ἔχοντα καὶ αἴσχεα καὶ φιλότητα. ἢν δὲ μεσουρανέῃ Φαίνων Ἄρης τε κραταιός, καὶ στάχυν ἄρσενα δεινῷ ἀποτμήξειε σιδήρῳ. ἢν δὲ Κύπρις διάμετρον ἔχοι Κρόνον ἠδὲ Σελήνην, Ἄρης δʼ ἢν τετράγωνον ἴδοι καλὴν Ἀφροδίτην, Ἑρμείας δʼ ἄρα κέντρον ἔχοι μέσον, ἠδὲ καὶ αὐτὸς μαρτυρίην τούτῳ κρνερὸς Κρόνος ἀμφιβάλοιτο, εὐνούχους στείρους, οὔτʼ ἄρσενας οὕτε γυναῖκας, ἄχνοας, αἰὲν ἐόντας ἀπειρήτους φιλότητος, ἔσθʼ ὁτὲ δʼ ἑρμαφρόδιτον ὁμώνυμον ἀθανάτοισιν E 22Ἄρης δʼ ἢν τετράγωνον ἴδοι καλὴν Ἀφροδίτην, μαρτυρίην τούτῳ καὶ Κρόνος ἀμφιβάλοι, εὐνούχους στείρους ὁτὲ δʼ ἑρμαφρόδιτον ἔτευξαν δισσάς, ἀχρήστους εἰς ἓν ἔχοντα φύσεις. A 23Υἱὸς δʼ υἱωνός τε Κρόνου Ζεὺς ἠδὲ καὶ Ἑρμῆς ἀμφότεροι βαίνοντες ὁμοῦ καὶ κέντρα λαβόντες, τεύχουσιν ῥητῆρας ἢ ἐκ λόγου ἢ καλάμοιο γραπτῆρας πινυτούς, ἢ καὶ πολυκερδέας ἄνδρας, ἐμπορίην φιλέοντας, ἀεὶ πρηκτῆρας ἐόντας. A 24Μήνη φωσφορέουσα καὶ Ἄρεϊ συμβάλλουσα ἕκτον ἔχοντι τόπον, σίνος ἀνδράσιν αὐτίκα ῥέζει· ἀμφὶ πόδας τέμνονται ὑπʼ ἀνδροφόνοιο σιδήρου, χωλοί, μουνόποδες, ξύλινον προσκείμενοι ἄρθρον, λύπην αἰείμνηστον ἐὸν πόδα παπταίνοντες. B 25Ἆρες Ἄρες, κακοεργὲ καὶ ἀνδράσι καὶ μακάρεσσιν καὶ πόλεσιν καὶ νηυσὶ καὶ ἠέρι καὶ πελάγεσσιν καὶ καρποῖς γαίης τε καὶ εὐρείθροις ποταμοῖσιν· εἵνεκα σεῦ πόλιες μὲν ὑπαὶ πυρὸς ἐμπίμπρανται, καὶ νῆες πελάγεσσιν ἐπιπλώουσαι ὄλοντο, καὶ ποταμοὶ ξηροῖσιν ἀνύδατοι ἐν στομάτεσσιν, δένδρεά τʼ ὠλεσίκαρπα καὶ ἀνέρες αἰνογένεθλοι· οὓς μὲν γὰρ μογερῶς πυρικαέας ὤλεσας ἄνδρας, οὓς δὲ καὶ ὠμοβόροισιν ἕλωρ θήρεσσιν ἔδωκας, ἄλλον δʼ ἀκλειῶς μετέωρον ἀνεσταύρωσας, οὗ τέτατʼἀνδροφόνοις περὶ δούρασιν ἡλοπαγὴς χείρ· νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν αἰγίοχος Ζεύς, οὐδʼ Ἥρη μήτηρ, ἀλλ’ οὔρεα πικρά σʼ ἔτικτεν, E 26 — — — — — — καὶ Λύσσα στυγερὴ καὶ Χάος οὐλόμενον. A 27Εἰ δὲ Κρόνονλείψειε Σεληναίη κατὰ μοῖραν, τεύχει ῥευματικοὺς ἡδ’ ἀσθενέας κατὰ σάρκα, τεύχει δʼ ἀργαλέους ὑδρογάστορας, οἳ καὶ ἔπειτα ὀστέα χαυνωθέντες ἀφʼ ὕδατος οὐλομένοιο ἔγκυον ὠδίνουσιν ἑὸν μόρον ἐντὸς ἔχοντες. Ἄρεα δʼ ἢν λείψασα Σεληναίη φορέοιτο, ἀνέρας ἐκτήκει κρυφίμων ἄπο πολλάκι νούσων, ἥπατος ἢ σπληνὸς τρυχουμένου ἠὲ νεφροῖο, ἢ κραδίην παρέτριψε νοήμονα, μητέρα βουλῆς, πνεύμονά θʼ ἑλκήεντα, κακὴν νόσον ἀνθρώποισιν, οἵπερ δὴ μογέοντες ἀποπτύουσιν ὄλεθρον βηχὸς ἀνιάτοισιν ἐλαυνόμενοι στροφάλιγξιν, λεπταλέοι θυμοῖσι καὶ ἀδρανέες μελέεσσιν πίνοντες καὶ ἔδοντες, ἀειθανὲς ἦτορ ἔχοντες. A 28Ἄρης ἡμερινοῖσι μεσουρανέων τάδε ῥέζει· πρῶτον μὲν γονέων βίον ὥλεσε, καὶ λέχος αὐτῶν χωρίζει θανάτῳ κακῷ ἠὲ διχοστασίῃσιν· αὐτοὺς δʼ ἐν πολλοῖσιν ἐγύμνασε πήμασιν αἰεί, θλίψεσιν οὐλομέναις τε καὶ ἀργαλέαις πενίῃσιν, κινδύνοις, βλαβέεσσι, δανείσμασιν, ἐνδείῃσιν· πολλάκι καὶ θανάτῳ στυγεροῦ θνήσκουσι σιδήρου ἄστεγοι ἠδʼ ἀγύναιοι ἄτεκνοί τʼ ἐν νεότητι. E 29 ἀνέρας ἐκτήκει πολλάκις ἐκ κρυφίμων, πολλάκι δʼ ὠκυμόρους στυγερῷ διόλεσσε σιδήρῳ· Ζεὺς δʼ ἐσιδὼν τούτων ἐσθλὸν ἔθηκε τέλος. C 30Ἄρεα δʼ ἢν κατέχῃ δεινὸν θεὸν αἰθέριος λίψ, πολλῶν αἴτιός ἐστιν ἐν ἀνθρώποισιν ἀνιῶν· λύπας καὶ θορύβους, ἐγκλήματα καὶ σίνος αἰνόν, ἢ πάθος ἢ πέλαγος πλώουσιν, ἑὴν πάτρην προλιπόντες. A 31Ἑρμείας, Παφίη, πολιὸς Κρόνος ἢν μὲν ἔχωσιν τὴν πρῆξιν, ῥέζουσιν ἀμύμονας ἰητῆρας, ἤπια φάρμακʼ ἔχοντας, ἀνώδυνα φαρμάσσοντας· εἰ δὲ Ζεὺς ἐσίδοι, πολυόλβους εὐτυχέας τε, πλούτῳ τιμήεντας, ἀγακλέας ἀνθρώποισιν. A 32Ὅσσαι δʼ ἄν κεν ἔχωσιν ὑπὲκ συνόδοιο φυγοῦσαν Μήνην, φωσφορέουσαν ἔτʼ ἔμπεδον, ὀρνυμένην τε, Ἄρεϊ συμβάλλουσαν ἀνηλέι καὶ Κρόνῳ αἰνῷ, ἔμβρυα μὲν φθείρουσι μινυνθάδιʼ οἷσι χρόνοισιν, μηδὲ βροτῶν μορφὴν ἐγγάστριον αὐξήσαντα, σαρξὶ δὲ θηρείῃσι πανείκελα ῥυστήσασαι ὠμοτόκοις ὠδῖσιν ἐς ἠελίου φέρον αὐγάς· αὐταὶ δʼ ἀμφὶ πόνοισιν ἀνηλέα κωκύουσαι εἰς Ἄιδος κατίασιν ἀνοστήτοιο μέλαθρον· εἰ δὲ Ζεὺς ἐσίδοι, ψυχὴν μάλα πολλὰ παθοῦσαν ἐκσώσει θανάτοιο, κακῶν δʼ οὐκ ἔσσετʼ ἀρωγός. B 33Τίπτε μάτην, ἄνθρωπε, θυηπολέεις μακάρεσσιν; τίπτε μάτην τρισέλικτος ἀνʼ οὐρανὸν ἤλυθε κνῖσα; ἴσχεο· οὐ γὰρ ὄνειαρ ἐν ἀθανάτοιο θυηλαῖς. οὐ γάρ τις δύναται γένεσιν μετατρεψέμεν ἀνδρῶν, ἥθʼ ἅμα νηπιάχοις συγγίγνεται ἀνθρώποισιν, εὐθύ τε Μοιράων εἱλίσσεται ἀμφὶ μίτοισιν, κλώσμασιν ἀρρήκτοισι σιδηρείοισί τʼ ἀτράκτοις. ῥέζε Κρόνῳ καὶ Ἄρηι καὶ Ἕρμῇ καὶ Κυθερείῃ καὶ Διὶ καὶ Μήνῃ τε καὶ Ἠελίῳ βασιλῆι· οὗτοι γὰρ κρατέουσι θεῶν, κρατέουσι καὶ ἀνδρῶν, πόντου καὶ ποταμῶν πάντων ῥοθίων ἀνέμων τε, καὶ γῆς καρποφόροιο καὶ ἠέρος ἀενάοιο. E 34Πλησιφαὴς Κρονίωνι συναντήσασα Σελήνη εὐτυχέας ῥέζει καὶ μακαριστοτάτους· εἰ δὲ λίποι Κρονίωνα φάει πλήθουσα Σελήνη, οὐκέτι τὴν αὐτὴν ἐντὸς ἔχει δύναμιν· ἀλλὰ κακῶν ῥεκτεῖρα πέλει λείπουσα πρὸς αὐτόν· ἔκφρονας, αἰνομόρους ἢ νοσεροὺς τελέσει, ἀμβλύτερόν τʼ ἐτέλεσσεν ἔμεν βίον ἐν καμάτοισιν, A 35Ἄρης καὶ Φαέθων κατεναντίον ἀλλήλοισιν ἄμφω κέντρον ἔχοντες | ἀνωμαλίην βιότοιο 216 ἀνθρώποις ἐπάγουσι, | καὶ ἐκ φιλίης ἐλάσουσιν, 217 καὶ προκοπῆς στερέουσιν, | ἐπεὶ Διὸς ἔπλετο πλοῦτος 218 καὶ δόξαι καὶ σωφροσύναι καὶ πίστιες ἐσθλαί, ἐκ δʼ Ἄρεος πενίη τε κακὴ θόρυβοί τε μάχαι τε, ἐγκλήσεις μεγάλαι, περὶ σώματος ἔσθʼ ὅτʼ ἀγῶνες· οὗτοι δʼ εὔποροί εἰσιν, ἀπʼ εὐπορίης δὲ πένονται· ἢν δὲ μεσουρανέῃ Πυρόεις, τέλος αἰνὸν ἔχουσιν. κέντρον ἔχων Φαέθων Μήνης μέτα καὶ Κυθερείης, ἤν πως φωσφορέουσα Σελήνη τῷδε συνάπτοι, ἄρχοντας μεγάλους, εὐδαίμονας, ἔμφρονας ἄνδρας, ἐνδόξους, στροφίοισι καρήατα κοσμηθέντας, πλούτῳ τιμήεντας, ἀγακλέας ἀνθρώποισιν. A 36Ἀμφότεροι δύνοντες ὁμοῦ Κρόνος ἠδὲ καὶ Ἄρης Μήνης Ἠελίου τε καταντίον ἑστηώτων, ῥέζουσʼ ἐμμανέας, πάσας φρένας ἐξολέσαντες· οἴονται δʼ ὁράαν νεκύων σκιοειδέα μορφήν, οἱ δὲ καὶ εὐφρονέοντες ἀεικέα πήματʼ ἔχοντες πίπτουσιν συνόδοισι Σεληναίης ὑπὸ ῥιπῆς. ἢν δὲ Κρόνου μέσση τε καὶ Ἄρεος ᾖ Ἀφροδίτη, καὶ Μήνην λεύσσωσι καὶ Ἑρμείαν τετράγωνον, δρῶσιν φοιβητὰς ἢ μάντιας, οἵθʼ ἱεροῖσιν ἑζόμενοι ζώουσιν ὀνείρατα μυθίζοντες, οἱ δὲ καὶ ἐν κατοχῇσι θεῶν πεπεδημένοι αἰεὶ δεσμοῖσιν μὲν ἔδησαν ἐὸν δέμας ἀρρήκτοισιν, εἵματα μὲν ῥυπόωντα, τρίχες δʼ οὐρῇσιν ὅμοιαι ἵππων κηροπαγεῖς οὖλαι πληροῦσι κάρηνον· οἱ δὲ καὶ ἀμφιτόμοισι σιδηρείοις πελέκεσσιν ἔνθεα λυσσώοντες ἑὸν δέμας αἱμάσσουσιν. πλησιφαὴς δʼ Ἄρηι συναντήσασα Σελήνη, Ζηνὸς ἄτερ Κύπριδός τε, κακὴ κατὰ πάντα τέτυκται· βλάπτει μὲν βίοτον καὶ πλούσιον ἄνδρα πένητα ῥηιδίως ἔρρεξε, μινυνθάδιόν τε χρόνοισιν ἐξαπίνης ἀπόλεσσε βίῃ κακοεργέι Μοίρης. Ἄρεος ἠδὲ Κρόνοιο μέσην δείμαινε Σελήνην, οὕνεκεν ἀργαλέη πέλεται μογερῇσι τεκούσαις· τρύχει γὰρ ταύτας κρυφίμων ἄπο· πολλάκι δʼ αὐτοὺς ὤλεσεν ἐν θανάτοισι βιαιοτάτοισι βαλοῦσα, ἁψαμένους βρόχον αἰνόν, ἢ ἀραμένους ξίφος ὀξύ, ἢ πυρὶ δαιομένους, ἢ ἐν ὕδασι πολλὰ παθόντας. Ἄρεος ἠδὲ Κρόνοιο μέση Κύπρις οὐ καλοεργός, οὕνεκεν ἀνθρώποισι κακὴ κατὰ λέκτρα τέτυκται· μίσγει γὰρ δούλῃσιν ἑταιρίσιν, ἃς φιλέοντες ζήλῳ ἐλαύνονται κακοεργέι· πολλάκι δʼ οὗτοι ἀνέρες ὀργιόωντες ἀποκτείνουσι γυναῖκας, αἳ μόρον αἰνὸν ἔχουσι κακῆς διὰ φίλτρα κυθήρης. A 37Ζῴδιον ὡρονόμοιο λαχὼν Ζεὺς ἡδʼ Ἀφροδίτη Ἄρηος δύνοντος ἀνηλέος ἠδὲ Κρόνοιο, πλούσιοι ἐν πρώτοισι καὶ ἐν πυμάτοισι πένητες, ἀλλʼ οὐκ ἐκλείπουσι μάχας θορύβους τε δίκας τε, εἰ μή πως Φαέθων πυμάτην περὶ μοῖραν ὁδεύσῃ. εἰ δʼ Ἄρης ὥρην κατέχοι Φαίνωντε σὺν αὐτῷ, δύνῃ δʼ αὖ Φαέθων κατεναντίον ἀμφοτέροισιν, ἐν νεότητι πένητα καὶ ἐς τέλος εὔπορον ἄνδρα ῥέζουσιν, βιότοιο δʼ ἀνώμαλα ἔργα τελοῦσιν. εἰ δὲ Κρόνῳ καὶ Ἄρηι συνῇ κερόεσσα Σελήνη, μοίρης ἐντὸς ἐοῦσα, συνάπτῃ δʼ αὐτίκα τοῖσδε, ἐντὸς ἔχει κακίην Ἄρεός τʼ ἠδὲ Κρόνου αἰνήν, αἰνός τʼ ἀνθρώπων ἔσεται βίος ἡδʼ ἐλεεινός, καὶ πενίη καὶ μοῖρα κακή· καὶ λάτρια ἔργα πείσονται, βίοτόν τε ῥοπῇ λείψουσι πρόμοιροι. F 32Ἡνίκα δʼ ἡ Κερόεσσα μέσον πόλον ἀμφιβεβῶσα νυκτερινοῦ θέματος κατὰ μοῖραν ἰοῦσα φαανθῇ, Ἠέλιος τʼ ἐπίκεντρος ἐν ἀρσενικοῖσι τόποισιν, γεννῶσιν βασιλῆα, θεὸν βροτὸν ἀνθρώποισιν. Ἑρμείας δὲ μεσουρανέων, Τιτὰν δὲ σὺν αὐτῷ αὐτή θʼ ἡ Κερόεσσα καθʼ ὡρονόμοιο τυχοῦσα ἡμερινοῦ θέματος, βασιληίδος ἐστὶ γενέθλη. ταῦτα δέ τοι τελέουσιν, ἐπὴν ἐπίκεντροι ἔωσιν, μηδένα τῶν ὀλοῶν κατεναντίον ἐχθρὸν ἔχοντες. IV 39Ἢν δʼ ἐπὶ μαρτυρίην Ἄρεως ἐλθοῦσʼ Ἀφροδίτη ὄμμα βάλῃ πανταυγὲς ἐν ἡμερινῇσι λοχείαις, ἐκ πυρὸς αὐχήσουσι τέχνας μέλανός τε σιδήρου, ἄκμοσι ῥαιστοτύποις μεμελημένοι ἠδὲ καμίνῳ. Ἑρμῆς δʼ οἰκείοις ὁπότʼ ἂν κατὰ κύκλα φαανθῇ, μαρτυρίη δὲ Κρόνοιο κατʼ αἰθέρα τῷδε πελάζῃ, δὴ τότε ῥήτορας ἄνδρας ἰδʼ ἐν σοφίῃσιν ἀρίστους ἔσσεσθαι δείκνυσι καὶ ἀστρολόγους θεοφήμους. εἰ δὲ Σεληναίης ἑλικώπιδος ἄστατος ἀστὴρ Ἑρμείαν σύμφωνον ἔχοι κατὰ κόσμου ἀταρπόν, καὶ μούνη Κυθέρεια συνῇ καλῷ Φαέθοντι, ῥεκτῆρας χρυσοῖο καὶ Ἰνδογενοῦς ἐλέφαντος ἐργοπόνους ῥέζει καὶ ζωγραφίης μεδέοντας, εὐφυέας θριγκῶν τε καὶ εὐτυχέας κανονισμῶν κοσμήτας, μάλα τοι πεπονημένα τεχνάζοντας. Ζῆνα δʼ ὅτʼ ἂν φαέθοντα βάλῃ λαμπραυγέτις ἀκτὶς Ἑρμείου, μίγδην τε διαλλάξωσιν ὁρισμούς, ῥήτορας ἐμφαίνουσι βροτοὺς σοφίης τε κρατίστους ζηλωτάς, τεύχει τε λόγων νεότητά τε λαμπρὴν γραμματικὴν ἄσκησιν ἐνὶ στέρνοισιν ἔχοντας. 286—289═IV, 121—124.—290sq.═IV, 139sq.—292sq. ═IV, 127sq.—294—300═IV, 146—152.—301sq.═IV, 201sq.—303═IV, 141.—304sq.═IV, 204sq. Μήνης δʼ ἀμφίκερω σκολιὸς δρόμος ἡνίκʼ ἂν ὀφθῇ Ἄρεος ἀκτίνεσσι πόλου λοξεύματα βαίνων, Στίλβων δʼ ἀμφʼ αὐτοῖς ἢ καὶ διάμετρος ὁραθῇ ζωιδίῳ κόσμοιο, κακοὺς ληίστορας ἄνδρας καὶ θυρέτρων δεινοὺς ἐπανοίκτορας ὀθνειάων, κλεπτῆρας φαύλους νυκτοπλανέας τελέουσιν· οὗτοι φωρηθέντες ἐν ἀλλοτρίοισι μελάθροις εἰς συνοχὰς ἥξουσι σιδηρήεντά τε δεσμά, εἱρκτὰς δʼ οἰκήσουσι φυλασσόμενοι ἀλύσεσσιν, ἔν τε βίᾳ θάνατον λείψει κακοεργέι θυμῷ, ἢ σφαγίοις ξίφεσιν δεδαϊγμένοι ἢ πελέκεσσιν, ἢ βρόχον ἀγχονόωντα διʼ αὐχένος ἐνδήσαντες, ἢ διὰ λαιμοτόμου φάρυγος βίον αἵματι λείψει σφονδυλόεντα τράχηλον ἢ ἰνίον ἀκροτομηθείς· πνεῦμά θʼ ἐὸν λείψουσι πικρᾶς Μοίρας ὑπʼ ἀνάγκας. Ἠέλιος δὲ Κρόνοιο καὶ Ἄρεος ἀστέρας ἀθρῶν ἀκτινηβολίῃσι φαεσφόρου Οὐλύμποιο, ναυσιβάτας δείκνυσι καὶ ὕδατος ἵστορας ἄνδρας, πλωτάρχας σκαφέων, οἳ πολλάκι ναυφθορίῃσιν χείματος ὀρνυμένοιο βίον σώζουσι διʼ ἅλμης νηχόμενοι Μοίρῃσιν ὑπὸ τρόμον ἐν πελάγεσσιν. παμφαίνων δʼ ἀστὴρ κυανοχρώτοιο Κρόνοιο Ἠελίου σελάεσσιν ἀνʼ οὐρανὸν ἢν ἰσόμοιρος, τηνίκα φυομέων βρεφέων γεννήτορα πρῶτον μητέρος εἰς Ἀίδην πέμψει νεκυηπόλος Αἶσα, κτήματά τʼ ἐκβάλλει πατρώια καὶ μέγαν ὄλβον, καί τε κασιγνήτων θάνατον ὁρόωσι προόντων, 306—317═IV, 478—489.—318 sq.═ IV, 50 sq. — 320 ═ IV, 490.—321—338═IV, 395—413. κἀκ πολλῶν θανάτων πλοῦτον μέγαν αὐξήσουσιν. ἢν δὲ Σεληναίης ἀκτὶς ἰσόμοιρα πελάζῃ φωτὶ Κρόνου, μάρτυς δʼ ἐπὶ σήματι τῷδε γένηται καὶ Πυρόεις, μήτηρ προτέρη πατρὸς οἴχετʼ ἐς Ἅιην, ἠὲ μογοστοκίῃ δεδαϊγμένη, ἢ ὑπὸ νούσου αἱμηρῇσι γυναιξὶ φύσις κρύφιʼ ἄλγεʼ ἔδωκεν. 40Ἢν Κρόνος ὡρονομῇ, Πυρόεις δύνῃ δὲ κατʼ ἰθύν, αἴλινος ὅστις ἀνήρ γε βιαιότατον μόρον ἕξει. E 41Ἠελίῳ τετράγωνος Ἄρης, Μήννῃ δέ τε Φαίνων, δούλους ποιήσει καὶ γονέων στερέσει. ἢν δʼ ἔτι καὶ Παφίη κατεναντίον Ἄρεος ἔλθῃ, καὶ ταύτην τετράγωνος ἴδοι Κρόνος ὑψόθεν ἑστώς, ἐκ δούλων δούλους τῇδε νόει ξυνέσει. ἢ Φαέθων τετράγωνον ἴδοι Κρόνον ἠὲ τρίγωνον, Ἑρμείας δέ τʼ ἐφʼ ὡρονόμου Μήνη τε σὺν αὐτῷ, εὐτυχὲς ἐσσεῖται τοῦτο θέμʼ ἐκ γενεῆς, δόξῃ καὶ πλούτῳ καὶ φιλίαις μερόπων. καὶ Ζεὺς ὡρονομῶν Πυρόεις θʼ ἅμα καὶ τρίτος Ἑρμῆς Μήνη δʼ ἐκ συνόδοιο Κρόνον φίλον ἀγκαλίσαιτο, εὐπρήκτους ῥέζει καὶ μακαριστοτάτους. C Ἢν δὲ Κρόνος παρόδοισιν ἐπʼ Ἄρηος τόπον ἔλθοι, ψυχρὸς ἐὼν θερμοῖο, μολὼν τόπῳ οὐ καλοεργός, ἔσσεται ἀνθρώποις πολλοῦ κακοῦ αἴτιος οὗτος· λύπας γὰρ στονάχας τε βλάβας τʼ ἄξει μερόπεσσιν. Ἄρης δʼ ἐν παρόδοισι κατοπτεύσας Κρόνον αἰνὸν ἐσθλὸς ἔφυ· κτήσεις δʼ ἀγαθῶν καὶ νῖκος ὀπάζει. Εἴρηται δρόμος οὐράνιος ἀπλανῶν τε πλάνων τε. Λοιπόν μοι Μοῦσαι δότʼ ἀεῖσαι πλείονα τούτων εἰς ἑτέραν βίβλον τῷδε μέτρῳ πρὸς ἔπος.
ΒΙΒΛΙΟΝ Ε. Ϛ. Ἐξ ἀδύτων Ἱερῶν βίβλων, βασιλεῦ Πτολεμαῖε, καὶ κρυφίμων στηλῶν, ἃς ἤρατο πάνσοφος Ἑρμῆς σύμβουλον πινυτῆς σοφίης Ἀσκληπιὸν εὑρών, οὐρανίων τʼ ἄστρων ἰδίαις ἐχάραξε προνοίαις ἀντιτύπῳ κηρῷ ἀπομαξάμενος, κεκόμισται ἀνθολόγου μούσης βλύζον δώρημα μελισσῶν, ᾗ διὰ νύκτα μέλαιναν ὑπʼ οὐρανίων χοροῦ ἄστρων μοιραίοισι μίτοισι λάλον τὸ μάθημα καθεῦρον· οὐ γάρ τις τοίης σοφίης ἔτʼ ἐμήσατο κῦδος, ἢ μοῦνος Πετόσιρις, ἐμοὶ πολὺ φίλτατος ἀνήρ· οὐ βαιὸς κάματος δʼ οὗτος, Πτολεμαῖε, πέφυκεν. Ἀνθρώπων γενέσεις, ἃς ἤραρε μυρίος αἰών, ἐκ στομάτων ἱερῶν ὁ σοφώτατος εἶπεν Ὅμηρος χείλεσιν ἀμβροσίοις καὶ νεκταρέῃ διανοίῃ „φύλλα, τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίνεται ὥρη· ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει, ἡ δʼ ἀπολήγει.· „μοῖραν δʼ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακόν, οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.“ „ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;“ μύθοις οὐρανίοισι φέρων παρέθηκʼ ἀγελαῖα, χάλκεα χρυσείοισιν, ἐπεὶ καὶ δόγματα θεῖα οἷα κόχλῳ χρυσὸς περικείμενός ἐσθ’, ὁ δὲ χρυσὸς κοσμεῖται κοχλίδεσσιν ἁλὸς περιπορφυρούσαις. Ἐν πᾶσιν μύθοις καὶ τῇ ἰδίῃ διανοίῃ εἴρηται πραπίδων κάματος εὐσυνθέτῳ ἔργῳ. Ὥρῃ ἀκριβοῦται δὲ βροτοῖσι τὰ δόγματα θεῖα, ἢν δʼ ὥρην ψεύσῃ τι, συνεξώλισθεν ἅπαντα. 1Ἀστέρες ἑπτὰ θεοὶ μὲν ἀνʼ οὐρανοῦ ἠέρα πουλύν, οἳ ζώνας κατέχουσιν ἄνω τὰς ἑπτὰ πόλοιο, αἰῶνός τε γένος καὶ ῥίζα φύσεως πολυμόρφου, ζωδιακοῦ κύκλου σφαίρωμʼ ἄνα καγχαλόωσιν εἰν ἰδίοις ὁρίοις ὑψώμασιν ἠδέ τʼ ἐν οἴκοις· Ζεύς, Ἄρης, Παφίη, Μήνη, Κρόνος, Ἥλιος, Ἑρμῆς. 2 ἐν συνόδῳ, βασιλεῦ, μεγάλους παρέχει βασιλῆας· αὐτίκα δʼ ἐν συνόδῳ Μακεδὼν βασιλεὺς ἐγενήθη, ὅν πινυταῖς πραπίδεσσιν ὁμοῦ σκήπτροις ἀνέδειξαν· καὶ σὺ δέ γʼ ἐν συνόδῳ, ἀλλ’ οὐκ αὐτῇ ἐνὶ ὥρῃ. Ἠέλιος σατράπας μεσσουρανέων ἐπιδείξει, καὶ στρατιῆς Ἄρης ἡγήτορας οἷς ἐνὶ οἴκοις, ἐν δʼ Ἄρεως οἴκοις καὶ Ζεὺς ἀπέφηνε δικαστάς· καὶ τούτων δὲ ἕκαστος, ὅτʼ ἂν ἐπίκεντρα τὰ φῶτα, ἢν δʼ ἀτόνως λεύσειε, συνεξώλισθεν ἅπαντα. 3Ὡς ὅτʼ ἂν ἐν μεγάλοις τοῖς σχήμασικαλὸν ἀθρήσῃ ἀστὴρ ἀργαλέος, ὑπὸ βασκάνῳ ὄμματι θραύει, οὕτως ἀργαλέοις ἀστὴρ καλὸς ὄμματ’ ἐποίσει ἢ τετράγωνος ἐὼν τοῖς σχήμασιν ἢ διάμετρος. 4Ἀντολίην ζητῶν καὶ τὴν φάσιν ἐν συναφῇσιν, νυκτερινὸν δείμαινε Κρόνον καὶ ἑῷον Ἄρηα· ἀρχαὶ γὰρ τούτῳ πάμπαν τελέθουσιν ἀηδεῖς. ὡς πυρὸς αἰθομένου στυγεραὶ φλόγες εἰσὶν ἐν ὕλῃ λάβῤ ἐπιγινομένου καὶ σβέννυται εὐθὺ παῤ ἀκμήν, ἢν δʼ ἐσίδῃ Παφίην, οὐ μαίνεται, ἀλλὰ κενοῦται. τοῦ δὲ Κρόνουτάρβει αἰεὶ κατὰ πάντα τελευτήν· ψυχρὸς γάρ τε πέλει τῇδε Κρόνοιο βολὴ καὶ πήγνυται αἰεὶ ὄψιμος· εἰ δʼ ἄμφω διʼ ἔριν περὶ κέντρον ἔωσιν, ἔνθʼ ἀκαταστασίαι καὶ πῆμʼ ἐπὶ πήματι δεινῷ. ἢν στείχωσι δʼ ὁμοῦ συνόδοις ἢ εἰς ἕνα χῶρον, εὐκρασίῃ χαίρουσι καὶ οὐκέτι δῆριν ἔχουσιν· θερμότατος γὰρ ἐὼν ψυχρῷ ἀνακίρναται Ἄρης, ψυχροτάτη δὲ Κρόνοιο βολὴ ὑποθάλπεται Ἄρει. 5Μειλίχιος Κρονίδης κατὰ πάντα Κρόνῳ συνοδεύων σύν τʼ ἄστροις πᾶσιν, πλὴν Ἠελίου κακοτργοῦ, σὺν κείνῳ γὰρ ἐὼν λύει πατρώιον οἶκον καὶ φυγάδας τεύχει καὶ ἐνὶ ξενίῃσιν ἀλήτας. 6Ἠέλιος Παφίῃ κοινούμενός ἐστι κάκιστος· ζῆλον, δυσγαμίην, ἐγκλήματα, ὕβριν, ἀνάγκην, καὶ ψόγον ἐν λέκτροις, ἀσχήμονά τʼ ἀλλοπρόσαλλον 7Καὶ δύνων Κρονίδης ἢ καὶ ὑπόγειος ὑπάρχων λαμπροτέρας πρήξεις εἰν ἀλλοδαποῖσι τόποισιν, εὐπορίην δηλοῖ τε καὶ ὀψίτυχόν τινα πίστιν. 8Ἢν δʼ ἐσορῇ Στίλβοντʼ Ἄρης ἐπὶ τέρματος αἴης, θησαυροὺς ἐπέδειξε, καὶ ἐκ χθονὸς ὄλβον ἔδωκεν. 9Ἄστοργος θυμοῖσιν ἀεὶ ὀλοώτατος Ἄρης μὴ καθορῶν Κρονίδην, μηδ’ εὐπλόκαμον Κυθέρειαν. 10Οὗτος γὰρ κακός ἐστιν, ὅταν δʼ ἐπίκεντρος ὁδεύων ὄσσ’ ἀνέχων λεύσσῃ καταλαμπομένην Ἀφροδίτην, 11Πᾶς ἀστὴρ πέλετʼ ἠὲ πανήμερος ἠὲ πονηρὸς ἐν γενεῇ· φαῦλος δʼ ὅτε οἱ παλίνορσος ἐπαχθεὶς εἰς ἰδίην χώρην αὐτὸς κατʼ ἐπέμβασιν ἔλθοι. 12Ἀργαλέων ἄστρων δυνατῶς γίγνωσκε τὰ δῶρα. — — —  — — —  13 ἐν δὲ τέκνοισι μόνοις ἀγνώμονές εἰσι δοτῆρες· καὶ διδόασι γονὴν ἰδὲ πένθιμον ὄμμασι δάκρυ. IV. 14Ἄρης καὶ Στίλβων, σύμφωνα τὰ κέντρα λαχόντες, ὑψηλούς, δρήστας, μεγαλόφρονας ἠδὲ βιαίους, πταίοντας τόλμῃ καὶ σφαλλομένους ἐπὶ δόξῃ· ἤτοι γὰρ κολάσει συνελαυνόμενοι βεβάρηνται, ἢ ἀλόγους μέμψεις ὑπενεγκάμενοι πεπάτηνται, ἠὲ πάτρην φεύγουσι διωκόμενοι παῤ ἕκαστα. 90ἢν δὲ Κρόνος τούτῳ τῷ σχήματι μάρτυς ἐπέλθῃ, τὸν δρησμὸν λύσας δόξαν παλίνορσον ἔδωκεν, καὶ χειμῶνι πικρῷ γλυκερὴν ἐπέχευε γαλήνην. 15Ἑρμείας κακότεχνος ὁμοῦ καὶ πυρβόλος Ἄρης, ὄλβῳ γὰρ πίσυνοι καὶ τεύχεσι θωρηχθέντες ἐλπίσιν ἀπλήστοις μεγάλας ἀρχὰς μελετῶσιν· οὐρανίοις δʼ ἄστροις μέγʼ ἀειρόμενοι ἀτῶνται, ἠδʼ ἄστρων ψαύσαντες ἑὴν διὰ πίστιν ἄπιστον οὐρανίῃσι βολαῖς ὡς ἀστέρες ἄφνω ἔλαμψαν, οὐρανίῃσι βολαῖς ὡς ἀστέρες ἦλθον ὑπʼ ὄρφνην. 16Καὶ Παφίη δύνουσα κακή, ὡς λοίγιος Ἄρης· ἀλλʼ ὁ μὲν ἀλγύνει ψυχὴν καὶ σῶμα βρότειον, ἡ Παφίη δὲ πικρὴ καὶ βάσκανός ἐστʼ ἐπὶ λέκτροις. 17Ἑρμῆς καὶ Παφίη ἰδίαις μοίρῃσι ταπεινοὶ ξυρομένους κεφαλὰς μίμους ὄχλοισι γελοίων 18Οὐ καλός ἐστιν Ἄρης καὶ ἐπεμβαίνων Ἀφροδίτῃ· ζήλους γὰρ τεύχει φοβερούς, καὶ φάρμακα δεινά, καὶ κρύφιμα στομάχων ἀλγήματα καὶ νόσον ἄρθρων. 19Ἥμερός ἐστιν Ἄρης ἐπὶ τὸν Δία πάντοτʼ ἄκεντρος. 20 Αὐξιφαὴς δʼ ἀγαθὴ κατὰ πάντα πέφυκε Σελήνη, ἢν φεύγουσα Κρόνον ἐπὶ τὸν Δία πρῶτονἵκηται· καὶ λείπουσα καλή, ὁπότʼ ἂν Παφίῃ συνοδεύῃ· μεῖον δʼ ἢ μεῖζον μεστὴ πρὸς Ἄρηα κακίστη. Πλησιφαὴς Μήνη ἐπὶ τὸν Κρόνον ἐστὶν ἀρίστη· πλοῦτον γὰρ πουλὺν παρέχει, ἀλλ’ οὐκ ἐπὶ δόξῃ. 21Πλησιφαὴς δʼ ἀκτῖσιν ἀπορρείουσα Κρόνοιο ψυχαῖς πλαζομένους, ἐξισταμένους διανοίης, σαρκῶν ἐξ ἰδίων ἀπογευομένους, ἱεροῖσιν θυμῷ μορμύροντας ἐπίψογον εἰς νόσου ὀργήν, βωμολόχους θʼ ἱερεῖς, τιμαῖς θείῃσι προφήτας. 22Ἠέλιον Μήνη ὁπότʼ ἂν συναφῇσι καθεύροι, ἀρχῇσιν πλοῦτον παρέχει πενίην ἐπάγουσα· οὐκ ἰδικὴν γὰρ ἔχει φάσιν ἡ θεός, ἀλλά τινʼ αὐγὴν χείρονʼ ἀπʼ Ἠελίοιο δανείζεται, οὐ μόνιμον φῶς· Μήνη δʼ ὡς σχομένη περ ἀπώλεσεν, ὅσσον ἕλῃσιν, οὕτω καὶ πλούτῳ πενίην ἐπέθηκε φέρουσα, ἀντιτύπῳ νεμέσει ἀποδωκαμένη τὸ δάνειον. 23Σύνδεσμος Μήνης ὀλοώτατός ἐστι βροτοῖσιν· κἢν λύσῃ δὲ φάσιν τὰ τελέσματά γʼ, οὗτος ἔφυσεν πτωχόν, χερνήτην ταλαπείριον ἠδέ τʼ ἀλήτην. 24Ἠελίου κέντροισιν Ἄρης διάμετρος ὑπάρχων τέκνοις καὶ γενέτῃσι μάχας ἡδʼ ἄστατον ὀργήν· καὶ διάμετρος Ἄρης εὑρὼν μοίρῃσι Σελήνην, δεσμά, βρόχους, εἰρκτάς, πολέμους, ἀσχήμονα θωήν· ἢν δʼ ἀπόκεντρος Ἄρης μοιρῶν ἰδίων διάμετρος, μιμηλὰς τέχνας, καμάτους πυρὸς ἠδὲ σιδήρου· καὶ Παφίῃ διάμμετρος Ἄρης οὐ σώφρονα μοιχόν. 25 καμπτομένοις ζώοις ὅτʼ ἂν εὐρήσῃς ποτὲ φῶτα, Ἑρμείαν σκέπτου, | μεθοδεύεται εἰ τό τʼ ἐκεῖνος 139 σχήματι τῆς Παφίης· | θηλυνόμενος γὰρ ἐκεῖνος 138 κοσμεῖτʼ ἀρσενόθηλυς ἐὼν πέπλοισι γυναικῶν, καὶ τούτων χάρισιν δαμνᾷ θυμέλῃσιν ἐραστάς· εἰ δὲ γυναικὸς ἔῃ, πολύκοινον ἔτευξεν ἑταίρην, μουσῳδόν, σοβαρήν, πολλοὺς τήκουσαν ἐραστάς. 26Εἰ δʼ Ἄρην ὑπόγειον ἔχων φαίνοιτό τις ἀνήρ, καὶ σύν τῷδε γένοιτο ἰοβλέφαρος Κυθέρεια, καλοβάτην σχοίνοισί τʼ ἔπʼ ἠερόφοιτον ἔθηκαν, Ἴκαρον αἰθέριον πτερύγων δίχα καὶ δίχα κηροῦ· ἢν δʼ ἐσίδῃ Τιτὰν φαέθων, ἐπὶ γαῖαν ἀφῆκαν. 27Ἢν δʼ εὕρῃς Μήνην αἰεὶ δύνουσαν ἐφʼ ὑγροῖς, πρὸς Κρόνον ἐρχομένην ἢ δύνουσαν τὰ βόρεια, ἂνθρωποι θύνουσαν ὁρῶνται ναυτίλοι ὑγρήν, ὧν ὁδός ἐστιν ὕδωρ, οἱ δʼ ἀστέρες εἰσὶν ὁδηγοί, ἡνίοχοι δʼ ἄνεμοι, καὶ κύματα μακρὰ κέλευθα. ἢν δʼ ἐσίδῃς ζώοις ἐν ὀλισθηροῖσι τὰ κέντρα, Καρκίνῳ, Ὑδροχόῳ ἡδ’ Ἰχθύσι τοῖσιν ἀφώνοις, δύνοντας καθʼ ὕδωρ δεσμευομένους θʼ ὑπὸ μαζῶν 28 κυανέῳ πελάγει δʼ ὑπονήχεται, ἠύτε δελφίν, σφόγγους ἐκ βυθίων πουλυτρήτους ἀνερευνῶν. 28Ἐν δʼ ἰδίοις οὔσης Παφίης ἅμα Ἑρμάωνι, ἢ τρητοῖς καλάμοις ὑπὸ πνεύμασιν ᾆσμα μελῳδεῖ, ἢ νομίῳ σύριγγι φίλην κεφαλὴν ἐπισείει, ἄλλῳ δʼ ἐκ στομάτων κελαδεῖ μυκήματα σάλπιγξ, ᾧ δʼ ᾄσει κίθαρις νευρένδετος ἐν παλάμῃσιν, ἄλλῳ δʼ ἁρμονίην χαλκώματα πληκτὰ παρέξει. ἀλλʼ ὅτʼ ἂν ἡ Παφίη Ἑρμῇ στείχουσα συνοικῇ, Ἑρμείαο τόποισιν ἀγαλλομένη, ἐπὶ χώρῃ αἰόλλειν μορφὰς χρώμασι τῇδέ γʼ ἔδωκεν ἢ πολλοῖσι μίτοις ἢ πλάσμασιν ἤ ποτε κηρῷ. ἢν δʼ ἐπάνω φέρεται μετὰ Ἠελίοιο Σελήνη, ἡνίοχος καμπτῆρα διερχόμενος, φιλονείκως ἱπταμένων πώλων τετράζυγον ἅρμα διώκων, καὶ νύσσῃ σύρδην ἐπινίκιον ἵππον ἐλαύνων. ἢν δὲ Σεληναίη ὕψωμ’ ἀνιοῦσα σὺν Ἑρμῇ αὐξιφαὴς κατίδοι κλυτὸν Ἥλιον Ὠκεανίτην, ἰξῷ χρησαμένην τέχνην καλάμοις τʼ ἀναφαίνει, καὶ ταύτην ἴρηξ ὠκύπτερος οὔ ποτε λείπει. Ἄρεα δʼ εἰ γνοίης ἀκρονύκτιον ὀβριμοεργόν, καὶ σὺν τῷδε Κρόνον τε καὶ Ἑρμείην παρεόντα, ἀράμενοι παλάμαις ὑπὸ τύμπανα φάσγανον ὀξὺ μιμοῦνται δυσαγῆ Κυβελήιον ἔνθεον Ἄττιν. ἢν δʼ Ἄρης ζώοις ἐπὶ φωλεύουσι τὰ κέντρα ξυνὰ Ζηνὶ λαχὼν κατίδῃ Κρόνον ὄνθʼ ὑπόγειον, ῥιζοτόμους τεύχει, παραβαλλομένους, ἐπαοιδούς, ζητοῦντας θάνατον κακοδαίμονα καὶ μόρον αὔτως ἀσπίδος αἰνομανοῦς πλατυαύχενος, ἡδʼ ἄῤ ἐχίδνης διψάδος αἱμοβόρου φοβερὸν θάνατον προκαλοῦντος, Τανταλικῇ κολάσει ὑπὸ γαμφηλῇσιν ὀδοῦσιν ἰὸν ἐρευγομένης ἐπιδίψιον ἄσθματι δεινῷ. εἰ δʼ αὔξουσα τύχῃ μεσσουρανέουσα Σελήνη καὶ διάμετρος Ἄρης σύν τʼ Ἠελίῳ ὑπόγειος, φρυγομένων σαρκῶν ὑποτήκεται ἔμπυρος ἀνήρ. καὶ δύνων Πυρόεις, ὁπότʼ ἂν Κρόνος ὡρονομήσῃ, σαρκοβόροις θηρσὶν παρέχει γεννώμενον ἄνδρα· ἢ γὰρ ὑὸς καπρίοιο ὑπέστη λευκὸν ὀδόντα, ἢ γναμπτοί σφʼ ὄνυχες λαιμὸν διόρυξαν ὄρεσσιν πορδάλιος στικτῆς ἠὲ βλοσυροῖο λέοντος. ἡνίκα δʼ ἡ βασίλεια μέση συνέχοιτο Σελήνη Ἄρεος ἠδὲ Κρόνου συλλαμπομένη ἰσόμοιρος, τῷ μὲν ἔδωκε βρόχον, τῷ δʼ αὖ βυθόν, ᾧ δὲ μελάθρων πολλάκις ἢ πτώσεις ἢ χώματα προσκυλίσασα κληίδων ἀπέρηξε βίῃ συνθλωμένῳ ὀστᾶ. 29Μὴ λαθέτω σε Κρόνος ἰσομοιρήσας Ἀφροδίτῃ, τέκνῳ μὲν τεύχων Πελοπήιον ἠὲ Θυέστην, ἠὲ καὶ εἰς ἄλλην ἀσεβῆ υἱὸν Ἰοκάστην, πολλάκι δὲ προγόνους καὶ μητρυιῇσιν ἔμιξεν, ἠδὲ κασιγνήτοις ἐπάγει ὁμογάστριον εὐνήν. ἐνθάδε μοι, βασιλεῦ, τῷ σχήματι γίγνεο μάρτυς, γνωρίζων γενεῇ τοὺς Ἀρσινόης ὑμεναίους. 30Χαίρειτοι Τιτὰν μὲν ἐπʼ ἀρσενικοῖσι τόποισιν, γήθει αὖ Μήνη πάλι θηλυτέροισιν ἐν οἴκοις. εἰ δʼ ἄμφω τούτους ἐνὶ θηλυτέροισι καθεύροις, εὐνοῦχον σὺ νόει ταλαπείριον ἠὲ κίναιδον, ἱστοῖς, ἠλακάταις μιμούμενον ἔργα γυναικῶν. εἰ δὲ γυναῖκα λάβοις εἰν ἀρσενικοῖσιν ἔχουσαν Μήνην Ἠέλιόν τε, νόει τὸ σχῆμʼ ὅ τι δηλοῖ· ἀνδρῶν ἔργα τέλεσσε γυναιξὶ συνευνάζουσα. 31Νυκτερινὸς δὲ Κρόνος ὁπόταν ὑπόγειος ὑπάρχῃ, καὶ δέ τʼ Ἄρην ἐσίδοις γε μεσουρανέοντα ἄνωθεν, ἁπλώσας παλάμῃσιν ἐπὶ ξύλου ὑψόθι σῶμα οἰωνοῖσι βορὴν ἐπανιπταμένοις ἐπέδειξεν, μοίρης νευροτόμου ἐσφιγμένος ἄκρα σιδήρῳ. 32Τὴν Μήνην σκέπτου, εἰ Τιτῇνος ἐνὶ οἴκῳ, κἢν εὕρῃς τοῦτον φωλευόμενον διάμετρον, καὶ φυγάδας σὺ νόει καὶ ἀτιμήτους διὰ πάντων. 33Αὐξιφαὴς Μήνη θερμὸν διάμετρον Ἄρηα ἢν προφύγῃ, λίην ψυχρήν τʼ ἀκτῖνα Κρόνοιο, Ζεὺς δὲ τρίγωνος ἔῃ ἐν σχήματι τῷδέ γε μάρτυς, τὸν βίον αὐτὸς ἔχων ἢ καὶ καθορῶν διάμετρος, ἡλικίῃ μὲν πρῶτα μέγαν, περιμήκεα θῆκεν, ὀφθαλμοῖσι χαρωπὸν ἰδʼ ὀφρύσιν εὖ ἀραρυίαις, μηχανικὸν σὺ νόει τε πολύτροπον ἢ πολύτλητον, οἶκον μὲν φθείροντα πατρώιον, ἠδέ τʼ ἀλιτρόν, ὃς σκεδάσας ὄλβον πενίην δαπάνῃσι διώκει, τὴν δʼ ἰδίην ἀκμὴν φιλέοντι δίδωσιν ἐραστῇ, τὴν δʼ ἄλλου ὥρην αὐτὸς ποθέων ἀγαπήσει, ζηλώσει δούλην δʼ, ἢ ψάλτριαν, ἢ πολύκοινον, ἐχθροὺς δʼ ἐκπτώσσει, τοῖς κρείττοσιν ἀντιφερίζων, καὶ πάτρης εἴξει, ἡδʼ ἐν ξείνῃ διατρέψει, καὶ πλαστῇσι γραφαῖς ἀπελαύνεται ἄλλοσε γαίης εἰς στεινὸν ζωῆς λύπης μέτα, ταῖς ἐπὶ τέχναις ἀλλοτρίαις τε γραφαῖς ἐπιτέρπεται, ἢ δίχα λύπης εὐτραπέλοισι γραφαῖς τερπνὸν βίοτον διοδεύει. 34Ἠνίκα δʼ ἂν Μήνη Ἑρμῇ στίλβοντι συνάπτῃ, ῥήτορα σημαίνει, καί ῥʼ ἐν μελέτῃσι σοφιστὴν, εὔγραμμον πινυτόν τʼ, ἐν γυμνασίοις τʼ ἴσον Ἑρμῇ. 35Σκορπίος, Αἰγόκερως καὶ Καρκίνος ἠδʼἄῤ οἱ Ἰχοῦς ἐκ φολίδων πολλῶν συγκείμενοί εἰσι τὸ σῶμα, καὶ λεπίδων πολλῶν λεπτῶν θʼ ἅμα καὶ πολυχρώμων· ἐν τούτοισι τυχὼν Πρέσβυς καὶ λοίγιος Ἄρης καὶ Μήνηκεραὴ καὶ γλαυκιόωσα Κυθήρῃ ψώρην καὶ λέπρην, ἀλφούς, λειχῆνας ἔτευξαν. κεντρωθεὶς δʼ Ἄρης ἤν πως φαίνοιτο σὺν Ἐρμῇ Ἡελίου οἱκῳ καθορώμενος, ἐχθρὸς ἐπʼ ἐχθρῷ, ὀφθαλμὸν βλάπτει, εἰ μέν θʼ ἕνα φωσφόρον ἀθροῖ· εἰ δʼ ἄμφω κατίδοιτʼ, ἀλαὸν καὶ πηρὸν ἔθηκεν. 36Εἰ δʼ ἀγαθὸς σωτὴρ φαεσίμβροτος οὐράνιος Ζεὺς αὐξιφαοῦς Μήνης ὑποδέξεται ἱερὸν ὄμμα, ἀρχῇ καὶ πίστει καὶ τιμαῖς ἐστεφάνωσεν, εἵμασι πορφυρέοις τε φέρει κοσμούμενον ἄνδρα. 37Ὁ Κρόνος Ἑρμείαν κατέχων Κριοῦ ἐνὶ οἴκῳ, ἢν Μήνην ἐσίδῃ ὕψωμ’ ἀνιοῦσαν ἑαυτῆς, ὡρονόμου τε κρατῇσι, βραβεὺς τοῦ πνεύματος αὐτός, τραυλὸν ἐνὶ γλώσσῃ, ἀχαρίστατον εἶδος ἔχοντα, ταῖς ἀκοῇσι βαρὺν καὶ τοῖς ποσὶν ἠδὲ καὶ ἄρθροις, ἀστρολόγον πινυτὸν καὶ ῥήτορα καὶ φιλόμουσον, ῥυθμοῖς καὶ μέτρων ποιήμασιν εὔστοχον ἄνδρα, σχήμασιν εὐθαρσῆ καὶ χρώμασιν ἀπρονόητον, πουλύγαμον,τέκνοισιν ἐπώδυνον ἠδὲ πολύτλαν, εὔμουσον, λιγυρόν, φιλοπαίγμονα τῇ διανοίῃ, οὗ πόρος ἐστὶ φύσις, ἡ δʼ αὖ φύσις ἐστὶν ὁ δαίμων, καὶ σοφίῃσι λόγων φυσικῶν βίοτον μεθοδεύων, ζωῆς καὶ μούσης εὐσύνθετον εἰς τὸ νοῆσαι ἀνθολόγοισι τροφαῖς ἠδʼ εἰν ἰδίῃσι μελίσσαις. 38Εὔσφυρος Ἑρμείης ἢν Ζηνὶ μόνῳ συνοδεύῃ, εὔπορος ἀκριβής τε φύσει, κυκλῶν τὸ νόμισμα· σμικρολόγος γὰρ ἐὼν πολλοῖσι τόκοις ἀναβαίνει, φειδωλός, ψηφών τε φιλάργυρος ἠδὲ δανειστής. ἐν δὲ τρίταις χώρῃσιν ἀφʼ ὡρονόμοιο τυχήσας ἀγρευτῆρι λίνῳ ἀνεφέλκεται ἐξ ἁλὸς ἰχθύν. εἰ δʼ Ἄρην ἐσίδοις θυμούμενον ἐκ διαμέτρου, καὶ δολίοισι βρόχοις ὀρεσίτροφα πάντα κυνηγεῖ. 39Ἢν Παφίην εὕρῃς περιπλεξαμένην τὸν Ἄρηα, μοιχοὺς καὶ λάγνους καὶ παντοπαθεῖς ἐποίησεν. 40Ἐν Παφίης οἴκοις ὁ Ζεὺς ἐπίδοξος ὑπάρχει, καί ῥʼ οὕτως παρέχει, ἢν καὶ ἐπίδοξα τὰ φῶτα· IV ἀφνειοί, μεγάλοι, περικαλλέες, ὄμμασι γαῦροι, λευκοί, καὶ ξανθοῖσιν ἐπαντέλλοντες ἰούλοις, εὐπρόσιτοι, γλυκεροί, σοβαροί, χαρίεντες ἀοιδοί, εὔθικτοι, πινυτοί, εὐσχήμονες, ἀρχικυνηγοί, οὐχὶ μόνον ζώων θηρήτορες, ἀλλὰ γυναικῶν, δισσολόγοι, δίγαμοι, δίγονοί θʼ ἅμα καὶ διπολῖται, φαινόμενοι πᾶσιν μακαριζόμενοί τε. καὶ πάτρῃ χαίρουσι, καὶ ἐν ξείνοισι βιοῦσιν· τιμῶνται συνεχῶς ἠδ’ ἐξ ἀλόχων ἀγαπῶνται· αὐχοῦσιν στεφάνοις, φιλίαις γήθουσιν ἀνάκτων· μαρτυρίαις δόξῃσί τʼ ἀγαλλόμενοι σελαγεῦνται, πενθερικοῖς θαλάμοισι διωκόμενοι καθορῶνται, κλοπίμως φθείρουσι λέχη ἰδίων συνεφήβων. κἀν ἄστει φαίνονται, ἰδ’ ἐν στρατιῇσιν ὁρῶνται. 41Ἢν δέτ’ ἔχῃ σύνδεσμον ἐπʼ Ἠέλιόν ποτε Μήνη, ἐκ πενίης πλουτεῖ τε καὶ εἰς πενίην ἀνακάμπτει· δόξαν ἔχει τέχνης Ἑκατησίου εἵνεκα κέρδους, καὶ μαγικῇ συνέσει πέπιθεν τὰ πνεύματα φεύγειν, καὶ κρυφίμαις βίβλοις ἐπαγαλλόμενος περιείργει· πίστεις μὲν παρέχει σοβαραῖς μεγάλῃσι γυναιξίν, ἐκ δὲ τύχης μικρῆς ἐπὶ μείζονα πίστιν ὁδεύει. κἢν εὕρῃ Μήνη μετὰ τὴν λύσιν ἀστέρας ἐσθλούς, σιτοδόται, κτίσται, μὴ φειδόμενοι φιλοτίμως ὄλβον καὶ πλοῦτον καὶ χρήματα χρυσοφορητὰ εἰς βυθόν, εἰς ἀνέμους διαπαιζόμενοι δαπανῶσιν, καιροῖσιν πάμπαν, τὸ πλέον δὲ περισσὰ διδόντες λείπονται πάντων ἐλεούμενοι οὐδὲν ἔχοντες. 42Τὰς αὐτὰς δυνάμεις εἴτʼ ἀνδράσιν εἴτε γυναιξὶν σκεπτόμενος προλέγω, ὥρη δὲ φύσιν διορίζει· ἀλλὰ καὶ ὣς ἐρέω τοῖς σχήμασι καὶ τὰ γυναικῶν. σώφρονας ἡ Παφίη οἴκοις ἰδίοις, μετὰ Ζηνὸς εὐμόρφους, πινυτάς τʼ, ἢν καὶ Στίλβοντα καθεύρῃ· καὶ πόρνας ὁ Κρόνος ἀσχήμονα ἔργα τελούσας, ἐν διθύροις αἰεί τε προϊσταμένας ἀναφανδόν. τετράποσιν ζώοισιν εἰ στείχουσα Σελήνη, εἰ καὶ τὴν ὥρην ἐν τετραπόδεσσι καθεύροις, ἀρρήτοις ἔργοισι μιαίνεται, ἠύτ’ ἐπʼ ἔργοις ἐκ στομάτων αἰσχροῖς διαβαλλομένη κακοφήμως. εἰ δʼ Ἄρης ἠοῦς γε μεσουρανέοιτο, λογίζου, ἦ πολλοῖς μήτηρ ἐπὶ δάκρυσιν ἔστενʼ ἄτεκνος. εἰ δὲ Κρόνος Παφίηνἰδίοις οἴκοισι καθεύροι, κἢν φάσκῃ τίκτειν ἐκ νηδύος, οὔ ποτε τίκτει, ψευδομένη δʼ ὠδῖνας ἀνώδυνός ἐστιν ἄτεκνος, ἀλλοτρίην τε γονὴν ὑποβαλλομένη κακοτέχνως καὶ κλίνασα δέμας στείρα λοχός ἐστʼ ἐπὶ κλίνης, καὶ πλαστὴ μήτηρ ἐσκήψατο τὴν φάσιν ἁγνώς. IV 43Ἄρεα καὶ Παφίην συναφαῖς εὑροῦσα Σελήνη Ἠελίοιο τόποις ἢ καὶ Στίλβοντος ἐν οἴκοις, ἢν διάμετρον ἔχῃ δνοφερὴν ἀκτῖνα Κρόνοιο, ἰσχνὴν καὶ λυπρήν, κακοπρήγμονα καὶ κακόβουλον, αὐστηρήν, προπετῆ, πολυπρήγμονα, βάσκανον αἰεί, εὔκνιστον, πρόλαλον καὶ βληχρὴν καὶ φιλόνεικον, λυσσάδα, ζηλότυπον καὶ ἀγνώμονα καὶ περίεργον, πῆμα λυγρῷ γαμέτῃ συναλιζόμενον κακοῆθες· ἀλλʼ ὑπὸ τῆς Παφίης ἀμβλυνομένη μεταβάλλει.