Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
Ὅτι τό μὴ βάλητε τὸ ἅγιον τοῖς κυσί, μηδὲ τοὺς μαργαρίτας
ὑμῶν ἔμπροσθεν τῶν χοίρων‘ μαργαρίτας μὲν τοῦ Ξένωνος τὰ μυστικώτερα
τῆς θεοσδότου θρησκείας ἐκλαμβάνοντος μαθήματα, χοίρους
δὲ τοὺς ἔτι ἀσεβείᾳ καὶ ἡδοναῖς παντοίαις δίκην χοίρων ἐν βορβόρῳ
καλινδουμένους τούτοις γὰρ εἰρῆσθαι παρὰ Χριστοῦ ἔλεγε μὴ παραβαλεῖν
τὰ θεῖα μαθήματα, διὰ τὸ μὴ δύνασθαι αὐτὰ φέρειν, ἅτε τῇ
ἀσεβείᾳ καὶ ταῖς ἀγρίαις ἡδοναῖς προκατισχημένους) ὁ μέγας Μεθόδιός
φησιν, Εἰ μαργαρίτας τὰ σεμνοπρεπῆ καὶ θεῖα μαθήματα δεῖ
ἐξακούειν, χοίρους δὲ τοὺς ἀσεβείᾳ καὶ ἡδοναῖς συζῶντας, οἷς καὶ
καὶ ἀπόκρυφα τὰ πρὸς εὐσέβειαν καὶ τὴν εἰς Χριστὸν πίστιν
ἀποστολικὰ διεγείροντα κηρύγματα δεῖ εἶναι, ὅρα ὡς οὐδένα λέγεις
τῶν Χριστιανῶν τοῖς τῶν ἀποστόλων κηρύγμασιν ἐξ ἀσεβείας αὐτῶν
τῆς προτέρας ἐπιστρέφει· οὐδὲ γὰρ ἂν πάντως παρέβαλον τὰ κατὰ
τὸν Χριστὸν μυστήρια τοῖς δι' ἀπιστίαν χοίρ·οις ἐοικόσιν.
ἢ οὖν πᾶσι τοῖς Ἕλλησι καὶ τοῖς ἄλλοις ἀπίστοις ταῦτα παρεβλήθη παρὰ τῶν
τοῦ Χριστοῦ μαθητῶν καὶ ἐκηρύχθη, καὶ ἀπὸ τῆς ἀσεβείας μετέβαλεν
αὐτοὺς εἰς τὴν εἰς Χριστὸν πίστιν ὥσπερ οὐν καὶ πιστεύοντες ὁμολογοῦμεν,
καὶ οὐκέτι δύναται νοεῖσθαι τό »μὴ βάλητε τοὺς μαργαρίτας
ὑμῶν ἔμπροσθεν τῶν χοίρων‘, ὡς ἐρρήθη· ἢ τούτου ὡς ἐλέκθη
οὐκ ἄρα δεῖ μαργαρίτας μὲν
τὰ μυστικώτερα τῶν μαθημάτων ἐκλαμβάνειν ἐνταῦθα, χοίρους δὲ
τοὺς ἀσεβεῖς, οὐδὲ τό μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν
τῶν χοίρων‘ εἰς τό »μὴ παραβάλητε τοῖς ἀσεβέσι καὶ ἀπέστοις τὰ
μυστικὰ καὶ τελειοποιὰ τῆς εἰς Χριστὸν πίστεως διδάγματα« παραλαμβάνειν·
ἀλλὰ μαργαρίτας μὲν τὰς ἀρετὰς ἐκδέχεσθαι χρή , αἶς
ὥσπερ πολυτίμοις μαργαρίταις ἡ ψυχὴ καθωραΐζεται, μὴ παραβαλεῖν
δὲ αὐτοὺς τοῖς χοίροις τουτέστι μὴ παραβαλεῖν αὐτὰς τὰς ἀρετάς,
οἷον ἁγνείαν καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἀλήθειαν,
δὴ μὴ παραβαλεῖν ταῖς μαχλώσαις ἡδοναῖς χοίροις γὰρ ἐοίκασιν
ἕνα μὴ τὰς ἀρετὰς αὑται καταφαγοῦσαι χοιρώδη βίον καὶ πολυπαθῆ
τὴν ψυχὴν βιοτεύειν παρασκευάσωσιν.
Ὅτι ὁ Ὠριγένης ὃν Κένταυρον καλεῖ, ἔλεγε συναΐδιον εἶναι
τῷ μόνῳ σοφῷ καὶ ἀπροσδεεῖ θεῷ τὸ πᾶν. ἔφασκε γάρ, Εἰ οὐκ
δημιουργὸς ἄνευ δημιουργημάτων ἢ ποιητὴς ἄνευ ποιημάτων , οὐδὲ
παντοκράτωρ ἄνευ τῶν κρατουμένων τὸν γὰρ δημιουργὸν διὰ τὰ
δημιουργήματα ἀνάγκη καὶ τὸν ποιητὴν διὰ τὰ ποιήματα καὶ τὸν
παντοκράτορα διὰ τὰ κρατούμενα λέγεσθαι), ἀνάγκη ἐξ ἀρχῆς αὐτὰ
ὑπὸ τοῦ θεοῦ γεγενῆσθαι, καὶ μὴ εἶναι χρόνον ὅτε οὐκ ἠν ταῦτα. εἰ
γὰρ ἦν χρόνος ὅτε οὐκ ἦν τὰ ποιήματα, ἐπεὶ τῶν ποιημάτων μὴ
ὄντων οὐδὲ ποιητής ἐστιν, ὅρα οἷον ἀσεβὲς ἀκολουθεῖ.
ἀλλὰ καὶ
ἀλλοιοῦσθαι καὶ μεταβάλλειν τὸν ἄτρεπτον καὶ ἀναλλοίωτον συμβή-
σεται θεόν. εἰ γὰρ ὕστερον πεποίηκε τὸ πᾶν, πᾶν, δῆλον ἀπὸ τοῦ
μὴ ποιεῖν εἰς τὸ ποιεῖν μετέβαλε. τοῦτο δὲ ἄτοπον μετὰ τῶν προειρημένων.
οὐκ ἄρα δυνατὸν λέγειν, μὴ εἶναι ἄναρχον καὶ συναΐδιον
τῶ θεῶ τὸ πᾶν.
Πρὸς ὅν φησι δι' ἑτέρου προσώπου ὁ ἅγιος ἐρωτῶν, γε σοφίας καὶ δόξης καὶ συλλήβδην πάσης ἀρετῆς ἀρχὴν καὶ οὐσιωδῶς, ἀλλὰ μὴ ἐπικτήτως ἡγῇ τὸν θεόν;
Ὁ δέ, Ναί.
Τί δὲ πρὸς τούτοις; οὐχὶ τέλειος πάντῃ δι’ ἑαυτὸν καὶ ἀπροσδεής;
Ἀληθῆ.
Ἀμήχανον γὰρ τὸ ἀπροσδεὲς δι' ἕτερον εἶναί τι ἀπροσδεές; Ἀμήχανον.
Πᾶν γὰρ τὸ δι' ἕτερον πλῆρες ὂν καὶ ἀτελὲς λεκτέον;
Ἀνάγκη.
Τὸ γὰρ αὐτὸ δι' ἑαυτὸ ἑαυτοῦ πλήρωμα ὄν καὶ αὐτὸ ἐν ἑαυτῷ μένον, τέλειον εἶναι τοῦτο μόνον δοξαστέον;
Ἀληθέστατα λέγεις.
Τὸ δὲ μήτε αὐτὸ δι’ ἑαυτὸ μήτε αὐτὸ ἑαυτοῦ πλήρωμα ὂν φαίης ἂν ἀπροσδεές;
Ούδαμῶς.
Οὐκ ἄρα ὁ θεὸς τέλειος διά τι νομισθήσεται · ὃ γὰρ διά τι τέλειόν ἐστιν, αὐτὸ καθ’ ἑαυτὸ ἀτελὲς ἀνάγκη τυγχάνειν.
Ἀνάγκη.
Οὐκοῦν καὶ ὁ θεὸς αὐτὸς δι' ἑαυτὸν τέλειος, ἀλλ’ οὐ δέ ἕτερον λογισθήσεται;
Ὀρθότατα.
Ἕτερον θεὸς κόσμου, καὶ ἕτερον κόσμος θεοῦ;
Παντελῶς.
Οὐκ ἄρα τέλειον φατέον καὶ δημιουργὸν καὶ παντοκράτορα διὰ κόσμον τὸν θεόν;
Οὔ.
Ὅπως δι’ ἑαυτόν, ἀλλὰ μὴ διὰ κόσμον, καὶ ταῦτα τρεπτόν, αὐτὸς
καθ’ ἐαυτὸν τέλειος εὑρίσκοιτο.
Προσηκόντως.
Τί δέ; τὸν πλούσιον διὰ τὸν πλοῦτον λεκτέον πλούσιον; Ὀρθῶς.
Καὶ τὸν σοφὸν κατὰ μετοχὴν τῆς οὐσιώδους σοφίας, οὐκ αὐτὸν
σοφίαν ὄντα, σοφὸν προσαγορευτέον;
Ναί.
Τί δέ; καὶ τὸν θεόν, ἕτερον ὄντα κόσμου, διὰ κόσμον ταύτῃ πλούσιον καὶ εὐεργέτην καὶ δημιουργὸν κλητέον;
Ἄπαγε, οὐδαμῶς.
Οὐκοῦν αὐτὸς ἑαυτοῦ πλοῦτος καὶ δι' ἑαυτὸν πλούσιος καὶ δυωατὸς τυγχάνει;
Ἐοικεν.
Ἦν ἄρα καὶ πρὸ κόσμου πάντῃ ἀπροσδεὴς ὢν καὶ πατὴρ καὶ παντοκράτωρ καὶ δημιουργός, ὅπως αὐτὸς δι᾿ ἑαυτόν ἀλλὰ μὴ ετερον ταυτα ῃ;
Ἀνάγκη.
Εἰ γὰρ διὰ κόσμον καὶ οὐχὶ δι᾿ ἑαυτόν, ἕτερος ὢν κόσμου, παντοκράτωρ τοκράτωρ γνωρίζοιτο συγγνώμῃ ὁ θεός ἀναγκάζομαι γὰρ τοῦτο εἰπεῖν), αὐτὸς καθ᾿ ἑαυτὸν ἀτελὴς ἔσται καὶ προσδεὴς τούτων, ἃ παντοκράτωρ καὶ δημιουργός ἐστιν.
῾Υπερφυῶς.
Οὖκ ἄρα ἀποδεκτέον ταύτην τὴν ὀλέθριον ἁμαρτίαν τῶν λεγόντων παντοκράτορα εἶναι καὶ δημιουργὸν διὰ τὰ κρατούμενα καὶ δημιουργούμενα τρεπτά, ἀλλ’ οὐ δι᾿ ἑαυτὸν εἶναι τὸν θεόν.
Ὅρα δὲ καὶ ὧδε. εἰ ὕστερον, ἔφης, πεποίηται ὁ κόσμος, πρότερον ὤν, μεταβάλλειν ἀνάγκη τὸν ἀπαθῆ καὶ ἀναλλοίωτον θεόν·
τὸν γὰρ ποιοῦντα πρότερον μηδέν, ὕστερον δέ, ἀπὸ τοῦ μὴ ποιεῖν εἰς τὸ Ποιεῖν μεταβάλλειν καὶ ἀλλοιοῦσθαι ἀνάγκη.
Ἔλεγον γάρ.
Πέπαυται δὲ τοῦ ποιεῖν ποτε τὸν κόσμον ὁ θεός, ἢ οὔ;
Πέπαυται.
Οὔπω γὰρ ἦν τετελειωμένος ἄν.
Ἀληθές.
Εἰ οὐν τὸ ποιεῖν ἐκ τοῦ μὴ ποιεῖν ἀλλοίωσιν τοῦ θεοῦ καταψηφίζεται, οὐχὶ καὶ τὸ μὴ ποιεῖν ἐκ τοῦ ποιεῖν;
Ἀνάγκη.
Ἠλλοιῶσθαι δὲ αὐτὸν φαίης μὴ ποιοῦντα σήμερον παρ' ὃ ὅτε ἐποίει;
Οὐδαμῶς.
Οὐδ' ἄρα ὅτ’ ἐποίει τὸν κόσμον, ἠλλοιῶσθαι αὐτὸν ἀνάγκη παρ
ὃ ἠν ὅτε οὐκ ἐποίει· καὶ οὔτε ἀνάγκη συνυπάρχειν αὐτῷ τὸ πᾶν δεῖν
λέγειν διὰ τὸ μὴ ἀναγκάζεσθαι λέγειν ἠλλοιῶσθαι, οὔτε συναΐδιον
δι᾿ αὐτὸ τοῦτο.
Καί μοι φαθὶ καὶ ὧδε. γενητὸν τὸ μὴ γενέσεως ἔχον ἀρχὴν φαίης ἄν;
Οὐ δῆτα· εἰ γὰρ μὴ ὑποπίπτει γενέσεως ἀρχῇ, ἐξ ἀνάγκης ἀγένητόν
ἐστιν.
Εἰ δὲ γέγονεν, ὑπὸ αἰτίου τινὸς δίδως αὐτὸ γεγονέναι· πάντῃ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν;
Ἀδύνατον.
Κόσμον δὴ οὖν, καὶ ὅσα ἐν αὐτῷ μῶν ἄλλου τινὸς ἢ θεοῦ δημιουργοῦντος φήσομεν γεγονέναι ὕστερον, πρότερον οὐκ ὄντα;
Δῆλον ὅτι θεοῦ.
Ἀδύνατον γὰρ τὸ γενέσεως ἀρχῇ περιορισθὲν συναπέραντον εἶναι τῷ ἀπεράντῳ;
Ἁδύνατον.
Πάλιν δὴ οὖν, ὠ Κένταυρε, ἐξ ἀρχῆς διαλεγώμεθα. θείᾳ ἐπιστήμῃ τὰ ὄντα φατὲ γεγονέναι, ἢ οὔ;
Ὦ βάλε, λέξουσιν, οὐδαμῶς.
Ἀλλ᾿ ἀπὸ τῶν στοικείων ἢ ὕλης ἢ στηριγμάτων, ἢ ὅπως
ταῦτα βούλεσθε ὀνομάζειν οὐδὲν γὰρ διαφέρει)· τούτων ἀγενήτως
προϋφεστηκότων καὶ πλημμελῶς φερομένων ὁ θεὸς διακρίνας
τὰ πάντα, ὥσπερ ἀγαθὸς ζωγράφος ἀπὸ πολλῶν χρωμάτων
μίαν τεχνησάμενος ἰδέαν;
Οὐδὲ τοῦτο. πάντως γὰρ ἀποφεύξονται ὁμολογῆσαι καθ᾿ ἑαυτῶν, ἵνα μὴ τῆς διακρίσεως καὶ τῆς μεταμορφώσεως τὴν ὕλην συγχωροῦντες
ἀρχὴν ἐσχηκυῖαν, ἀναγκασθῶσι τῷ λόγῳ κατὰ πάντα τὸν
θεὸν ἠρκθαι τοῦ διοικεῖν λέγειν καὶ κατακοσμεῖν τὴν πρότερον ἄμορφον
οὐσαν ὕλην.
φέρε γάρ, ἐπειδὴ σὺν τῷ θεῷ φάναι) ἐνταῦθα τοῦ λόγου γεγόναμεν, ἤτω τις ἀνδριάς, ἑστὼς ἐπὶ βάσεως, καλός· οὗ οἱ θεώμενοι τὴν εὔρυθμον καλλονὴν διαφερέσθωσαν πρὸς ἀλλήλους, πῇ μὲν γενητόν, πῇ δὲ καὶ ἀγένητον πειρώμενοι λέγειν.
ἐροίμὴν
γὰρ σφᾶς, Δι’ ἣν αἰτίαν ἀγένητον αὐτόν φατε; πότερον διὰ τὸν
τεχνίτην, ὅπως μηδαμῶς ἀργήσας τῆς δημιουργίας νομίζοιτο, ἢ δι’
ἑαυτόν; ἂν μὲν γὰρ διὰ τὸν τεχνίτην, πῶς ἀγένητος ὢν πρὸς τοῦ
τεχνίτου δημιουργεῖται; εἰ γὰρ ὅλως ἐν ἐνδείᾳ τῆς τέχνης καθέστηκε
χαλκουργούμενος πρὸς τὸ σχεῖν ὁποῖον ὁ δημιουργὸς ἐθέλοι καρακτῆρα,
ποίῳ τρόπῳ ἀγένγτος ἔσται πάσχων τε καὶ δρώμενος; εἰ δὲ
αὖ δι’ ἑαυτὸν τέλειος καὶ ἀγένητος λέγοιτο μὴ δεῖσθαι τῆς τέχνης ὁ
εἰ δ’ οὐδὲ τοῦτον ἴσως ἐθελήσαντες προσήκασθαι τὸν λόγον πικρότερον ἀποκρινοῦνται, τὸ μὲν βρέτας ἀγένητον οὐκ εἶναι λέγοντες,
γενητὸν δὲ εἶναι ἀεὶ γενέσεως ἀρχὴν οὐκ ἔχον, ὅπως ἀνάρχως λέγοιτο
κρατεῖν τοῦ τεχνάσματος ὁ τεχνίτης, Οὐκοῦν, ὦ οὗτοι, λέξομεν αὐτοῖς,
εἰ μὴ χρόνος μήτε αἰὼν εὑρίσκοιτο ἐπάνω, ὅτε οὐκ ἦν τέλειος ὁ
ἀνδριάς, τί παρέσχεν αὐτῷ ὁ τεχνίτας ἢ τί ἐνήργησεν εἰς αὐτόν, φατέ.
εἰ γὰρ ὁ αὐτὸς ἀνενδεὴς ὢν καὶ οὐκ ἔχων ἀρχὴν γενέσεως τυγχάνει, ταύτῃ μᾶλλον καθ᾿ ὑμᾶς ὁ δημιουργὸς οὐδέποτε δημιουργήσας
δημιουργῶν εὑρεθήσεται, καὶ πάλιν εἰς αὐτὸ ἔοικεν ὁ λόγος περιδεδραμηκέναι,
αύτοματισμὸν ὁμολογεῖν. ἐὰν γὰρ κἂν τὸ ἀκαριαίτατον
> ἀνδριάντα κινῆσαι ὁ δημιουργὸς λεχθῇ, ἀρχῇ ὑποπεσεῖται, καθ
ἣν πρότερον αὐτὸν ἄκοσμον καὶ ἀκίνητον ὄντα ἤρξατο κινεῖν καὶ
κοσμεῖν. οὔκουν καὶ ἠν καὶ ἔσται διηνεκῶς ὁ αὐτὸς ἀεὶ κόσμος·
ἀπεικαστέον γὰρ τῷ μὲν θεῷ τὸν τεχνίτην, τὸν δὲ ἀνδριάντα τῷ
κόσμῳ.
πῇ δὴ οὐν, ὠ ἠλίθιοι, οἴεσθε τὴν κτίσιν συναπέραντον οὐσαν τῷ δημιουργῷ μὴ δεῖσθαι τοῦ δημιουργοῦ; τὸ γὰρ συναπέραντον,
μηδαμῶς ἀρχὴν γενέσεως ἔχον, καὶ συναγένγτον καὶ ἰσοδύναμον ἀνάγκη
τυγχάνειν. τὸ δὲ ἀγένητον, αὐτοτελὲς καὶ ἄτρεπτον φανθέν, καὶ
ἀπροσδεὲς καὶ ἄφθορον ἔσται· καὶ εἰ τοῦτο οὕτως ἔχει, οὐκέτι ὁ
κόσμος τρεπτὸς καθ’ ὑμᾶς.
Ὅτι ἐκκλησία παρὰ τὸ ἐκκεκλικέναι τὰς ἡδονὰς λέγεσθαί φησιν.
Ὅτι φησὶν ὁ ἅγιος, Δύο δὲ δυνάμεις ἐν τοῖς προωμολογημένοις
ἔφαμεν εἶναι ποιητικάς, τὴν ἐξ οὐκ ὄντων γυμνῷ τῷ βουλήματι
χωρὶς μελλησμοῦ ἅμα τῷ θελῆσαι αὐτουργοῦσαν ὃ βούλεται ποιεῖν·
τυγχάνει δὲ ὁ πατήρ· θατέραν δὲ κατακοσμοῦσαν καὶ ποικίλλουσαν
κατὰ μίμησιν τῆς προτέρας τὰ ἤδη γεγονότα· ἔστι δὲ ὁ υἱός, ἡ πανταδύναμος
καὶ κραταιὰ χεὶρ τοῦ πατρός, ἐν ᾗ μετὰ τὸ ποιῆσαι
ὕλην ἐξ οὐκ ὄντων κατακοσμεῖ.
Ὅτι τὸ Ἰὼβ βιβλίον Μωσέως εἶναι ὁ ἅγιός φησιν.
Ὅτι περὶ τοῦ »ἐν ἀρχῇ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν«
ἠν γὰρ ἀκόλουθον καὶ πρεπωδέστερον
πάντα ἃ εἰς γένεσιν ἠλθον εἶναι ταύτης νεώτερα, ἐπεὶ καὶ
δι᾿ αὐτῆς γεγόνασιν. ἐπίστησον γὰρ εἰ μὴ καὶ τό »ἐν ἀρχῇ ἦν
λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν‘ κατὰ τὸν εὐαγγελιστήν »καὶ
θεὸς ἦν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«, εἰ μὴ τούτοις
ὁμαρτεῖ.
τὴν μὲν γὰρ ἀρχήν, ἀφ’ ἦς ἀνεβλάστησεν ὁ ὀρθότατος λόγος,
τὸν πατέρα καὶ ποιητὴν τῶν ὅλων φατέον, ἐν ᾦ ἦν· τῷ δέ
οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν‘ τὸ ἐξουσιαστικὸν τοῦ λόγου, ὃ
εἶχε παρὰ τῷ πατρὶ καὶ πρὸ τοῦ τὸν κόσμον εἰς γένεσιν παρελθεῖν,
ἔοικε σημαίνειν, τὴν τὴν ἀρχὴν εἰπών. οὐκοῦν ἀρχὴ μετὰ τὴν
ἰδίαν ἄναρχον ἀρχήν, τὸν πατέρα, αὐτὸς τῶν ἄλλων γίνεται, δἰ ἡς
ἅπαντα δημιουργεῖται.
Ὅτι Ὠριγένης μετὰ τὸ πολλὰ μυθήσασθαι περὶ τῆς τοῦ
παντὸς ἀïδιότητος ἐπάγει καὶ τοῦτο, Οὔτε οὖν ἀπὸ Ἀδάμ, ὥς φασί
τινες, πρότερον οὐκ ὢν ὁ ἄνθρωπος τότε πρώτως πλασθεὶς εἰς κόσμον
παρῆλθεν, οὔτε αὖ κόσμος πρὸ ἓξ ἡμερῶν τῆς τοῦ Ἀδὰμ γενέσεως
ἤρξατο δημιουργεῖσθαι.
εἰ δὲ φιλοφρονοῖτο διαφέρεσθαι πρὸς ταῦτά τις, πρότερον φρασάτω εἰ μὴ εὐαρίθμητος ἀπὸ τῆς τοῦ κόσμου
γενέσεως κατὰ τὴν Μωσέως βίβλον τοῖς οῦτως αὐτὴν ἐκλαμβανομένοις
ὁ χρόνος ἔσται, τῆς προφητικῆς καὶ ἐνθάδε βοώσης φωνῆς
»ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς
σου ὡς ἡμέρα ἡ χθές, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί«. χιλίων
γὰρ ἐτῶν περιοριζομένων εἰς μίαν ἡμέραν ἐν ὀφθαλμοῖς θεοῦ, ἀπὸ
τῆς τοῦ κόσμου γενέσεως μέχρι καταπαύσεως . . μέχρις ἡμῶν, ὡς οἱ περὶ
ἓξ ἡμέραι συμπεραιοῦνται (ἑξακισχιλιοστὸν
ἓξ ἡμέραι συμπεραιοῦνται (ἑξακισχιλιοστὸν ἄρ' ἔτος φασὶν ἀπὸ Ἀδὰμ εἰς δεῦρο συντείνειν· τῇ γὰρ
ἑβδομάδι τῷ ἑπτακισχιλιοστῷ ἔτει κρίσιν ἀφίξεσθαί φασιν). οὐκοῦν
αἱ πᾶσαι ἡμέραι δέκα καὶ τρεῖς ἀφ’ ἡμῶν ἕως εἰς τὴν ἐν ἀρχῇ, ἐν ᾖ
ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, μετροῦνται. ὧν ὁ θεὸς
καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;« Ταῦτά φησιν ὁ Ὠριγένης σπουδάζων,
καὶ ὅρα οἷα παίζει.