Periplus Maris Exteri Marcianus of Heraclea Karl Müller Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg4003.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Geographi Graeci Minores Karl Müller Marcianus of Heraclea Ambroise-Firmin Didot Paris 1855 1 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

This pointer pattern extracts paragraphs, including numbered fragments

This pointer pattern extracts sections, including fragment sections

This pointer pattern extracts books

Greek Latin German created the file
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ. ΥΠΟΘΕΣΙΣ. Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ Μαρκιανοῦ περίπλῳ τῷ τοῦ ἑῴου καὶ μεσημβρινοῦ ὠκεανοῦ. Προοίμιον. Τῶν δεξιῶν μερῶν τοῦ τε Ἀραβέου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ τοῦ Ἰνδκοῦ πελάγους περίπλους. Τῶν ἀριστερῶν μερῶν τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ τοῦ Ἰνδικοῦ πελάγους περίπλους. Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει· Τοῦ Ἀραβίου κόλπου καὶ τῶν ἀριστερῶν μερῶν τῶν παρὰ τὴν Ἐὐδαίμονα Ἀραβίαν περίπλους. Σουσιανῆς περίπλους. Περσίδος περίπλους. Καρμανίας περίπλους. Γεδρωσίας περίπλους. Ἰωδεκῆς τῆς ἐντὸς Γάγγου ποταμοῦ καὶ τῶν ἐν αὐτῇ κόλπων καὶ νήσων περίπλους. Τακροβάνης νήσου περίπλους. Τοῦ Γαγγητικοῦ κόλπου περίπλους. Ἰνδικῆς τῆς ἐκτὸς Γάγγου ποτοαμοῦ καὶ τῶν ἐν αὐτῇ κόλπων περίπλους. Σινῶν καὶ τῶν ἐν αὐτοῖς κόλπων περίπλους. Τοῦ Θτριώδους κόλπου περίπλους. Τοῦ τῶν Σινῶν κόλπου περίπλους. Ἀνακεφαλαίωσις τῶν προειρημένων ἀπάντων διαστημάτων.
ΠΡΟΟΙΜΙΟΝ.

Τῆς μὲν ἐντὸς τῶν Ἡρακλείων στηλῶν κειμένης θαλάσσης, ἣν ὁ περιέχων τὴν γῆν ὠκεανὸς πρὸς ἑσπέρας ἐπιτελεῖ, κατὰ τὸν καλούμενον Ἡράκλειον πορθμὸν τὴν εἰσροὴν ποιούμενος Ἀρτεμίδωρος ὁ Ἐφέσιος γεωγράφος ἐν τοῖς ἕνδεκα τῆς γεωγραφίας βιβλίοις τὸν περίπλουν, ὡς ἂν ἦν μάλιστα δυνατὸν, συνέγραψεν, ἡμεῖς δὲ τῶν βιβλίων τούτων τὰς περιττὰς τοῦ μνημονευθέντος ἀνδρὸς παρεκβάσεις, προσέτι δὲ βαρβάρων Αἰθιοπικὰς πόλεις ἀφέντες, ἐν ἐπιτομῇ σαφέστατα μετʼ ἀκριβοῦς τῶν ἐφευρεθέντων προσθήκης τὸν περίπλουν ἐποιησάμεθα, ὡς μηδὲν ἐνδεῖν πρὸς τελειοτάτην σαφήνειαν τοῖς περὶ τοῦτο τὸ μέρος τῆς γεωγραφίας σπουδάζουσι. Τῶν δὲ ὠκεανῶν ἑκατέρων τοῦ τε ἑῴου καὶ τοῦ ἑσπερίου (ὧν τὴν εἴδησιν, ἐς ὅσον ἐφικτὸν ἀνθρώποις, ἡ τῶν πολλῶν σπουδὴ καὶ φιλομαθία σαφῆ κατέστησεν) ἐκ τῆς γεωγραφίας τοῦ θειοτάτου καὶ σοφωτάτου Πτολομαίου ἔκ τε τῆς Πρωταγόρου τῶν σταδίων ἀναμετρήσεως, ἣν τοῖς οἰκείοις τῆς γεωγραφίας βιβλίοις προστέθεικεν, ἔτι μὴν καὶ ἑτέρων πλείστων ἀρχαίων ἀνδρῶν, τὸν περίπλουν ἀναγράψαι προειλόμεθα ἐν βιβλίοις δυσὶ, τὸν μὲν ἑῷον καὶ μεσημβρινὸν ὠκεανὸν ἐν τῷ προτέρῳ βιβλίῳ, τὸν δʼ ἑσπέριον καὶ τὸν ἀρκτῷον ἐν τῷ δευτέρῳ, ἅμα ταῖς ἐν αὐτοῖς κειμέναις μεγίσταις νήσοις, τῇ τε Ταπροβάνῃ καλουμένῃ, τῇ Παλαισιμούνδου λεγομένῃ πρότερον, καὶ ταῖς Πρεττανικαῖς ἀμφοτέραις νήσοις· ὧν τὴν μὲν πρώτην κατὰ τὸ μεσαίτατον τοῦ Ἰνδικοῦ πελάγους κεῖσθαι συνέστηκε, τὰς δʼ ἑτέρας δύο ἐν τῷ ἀρκτῴῳ ὠκεανῷ.

2. Εἰδὼς δὲ καὶ ἑτέρους τῶν παλαιῶν περὶ τὴν τοιαύτην σπουδάσαντας ὑπόθεσιν, καὶ τοὺς μὲν μερικάς τινας ποιησαμένους τὰς διηγήσεις, τοὺς δὲ καὶ πλειόνων ἁψαμένους τόπων· πολλὴν ἐθέμην φροντίδα, μηδενὸς τούτων ὀφθῆναι δεύτερος, τὴν ἀκρίβειαν τῶν ῥηθησομένων τῆς ἡμετέρας περὶ τοῦτοσπουδῆς ἐναργὲς ἐλπίσας ἔσεσθαι γνῴρισμα. Τούτου δὴ χάριν καὶ τὴν αἰτίαν τῆς γινομένης περὶ τὴν ἀναμέτρησιν τῶν σταδίων διαφωνίας ᾠήθην δεῖν παραστῆσαι τοῖς ἐντευξομένοις τῆς γὰρ τοιαύτης ὑποθέσεως τὸ ἀκριβές οὐκ ἐν ταῖς θέσεσι τῶν τόπων μόνον καὶ πόλεων καὶ νήσων καὶ λιμένων ἐχούσης, ἀλλὰ πρό γε πάντων ἐν τοῖς σταδίοις καὶ ταῖς τῶν χωρίων διαμετρήσεσιν, ἀκόλουθον οἶμαι λόγον ἐρεῖν, καὶ τοῖς βουλομένοις κατὰ φύσιν σκοπεῖν τὴν ἐν τῷ περίπλῳ τῆς θαλάττης ἀναμέτρησιν ἀληθῆ φανησόμενον, καίτοιγε τῶν περὶ τούτων σπουδασάντων οὐδενὸς ἐπισημηναμένου τοῦτο, ἀλλʼ ὥσπερ σχοινίῳ διαμεμετρημένης τῆς θαλάττης, οὕτω τὸν ἀριθμὸν τῶν σταδίων ἀπαγγειλάντων. Φημὶ δὴ οὐκ ἐν ἅπασι τοῖς τῆς θαλάττης μέρεσι ῥᾴδιον εἶναι τὸν τῶν σταδίων ἀριθμὸν πρὸς τὸ ἀκριβέστατον ἀνευρεῖν· ἀλλʼ εἰ μὲν ᾐών τις εὐθεῖα τυγχάνει, μήτε κοιλότητας μήτε ἐξοχὰς ἔχουσα, τοῦ παρὰ ταύτην γινομένου πλοῦ τὴν ἀναμέτρησιν ὡς ἐπίπαν ῥᾳδίαν εἶναι τῶν δὲ κόλπων καὶ τῶν ἀκρωτηρίων ἤτοι χερρονήσων τὸν περίπλουν οὐ δυνατὸν ἀκριβῆ παραστῆσαι. Οὐ γὰρ καθʼ ὡμολογημένων τόπων, ὥσπερ ἐπὶ τῆς γῆς διὰ τῶν λεωφόρων τὴν ὁδοιπορίαν ποιοῦνται, οὕτω κἀπὶ τῆς θαλάσσης τὸν πλοῦν ἀνύουσιν. Ὑποκείσθω γὰρ λόγου χάριν κόλπος κατὰ τὸν αἰγιαλὸν αὐτὸν ἐν περιγραφῇ σταδίων ρ΄ ὑπάρχων· τοῦτον εἰ μέν τις πλησίον καὶ παῤ αὐτήν τὴν ᾐόνα περιπλέοι, ἐλάττονας μέν εὑρήσει σταδίους τοῦ κατ᾿ αὐτὸν τὸν αἰγιαλὸν βαδίζοντος, τῆς δὲ ἀληθείας οὐ πολὺ διαμαρτήσει· εἰ δέ τις ἐνδοτέρω περιπλεύσειε τὸν αὐτὸν κόλπον, ἥττονας τοῦ παρὰ τὸν αἰγιαλὸν πλεύσαντος εὑρήσει σταδίους, καὶ τοῦτο τοσαυτάκις ἂν εὕροι, ὁσάκις ἂν εἰς βραχύτερον περιάγοι τοῦ περίπλου τὸν κύκλον. Ὥσπερ γὰρ ἐπὶ τῶν περιφερειῶν εἴ τις μετὰ τὴν ἔξωθεν γραμμὴν ἑτέραν ἔνδοθεν περιγράψειε περιφέρειαν τὰ αὑτὰ πέρατα ἔχουσαν, καὶ πάλιν ἄλλην καὶ μετ᾿ ἐκείνην ἑτέραν, ἡ δευτέρα περιφέρεια ἐλάττων εὁρεθήσεται τῆς προτέρας, καὶ πάλιν ἡ τρίτη τῆς δευτέρας, ὁμοίως καὶ ἡ τετάρτη τῆς τρίτης, καὶ ἀκολούθως οὕτω γινόμεναι δεικνύοιντο ἂν, εἴ τις ἐφεξῆς τοῦτο ποιοή· οὕτω καὶ ἐπὶ τῶν κόλπων, καθαπερ ἔν τινι περιγραφῇ περιφερειῶν, ἔξεστι τοῖς περιπλέουσι καὶ διὰ πλειόνων σταδίων ποιεῖσθαι τὸν πλοῦν, καὶ διʼ ἐλαττόνων. Τοῦτο δὲ καὶ ἐκ τῶν διάπλων σαφές ἂν κατασταίη. Εἰ γάρ τις μή περιπλεῖν ἐθέλοι τὸν κόλπον, ἀλλὰ διαπλεῖν ἐπ᾿ εὐθείας, βραχύτατος ἂν ὁ διάπλους ὀφθείη, ὥστ᾿ εἰκότως ἐπὶ τῆ τῶν περιπλεόντων κεῖσθαι γνώμη τὸν ἀριθμὸν τῶν σταδίων ἐν τοῖς κόλποις καὶ τοῖς ἀκρωτηρίοις. Διὰ δὴ τοῦτο συμβαίνει τοὺς μέν ἄλλως ἀναμετρῆσαι, τοὺς δὲ ἑτέρως. Ἄξιον οὖν συγγνώμης τὸ περὶ τὸν ἀριθμὸν τῶν σταδίων εὁρισκόμενον πταῖσμα, πλὴν εἰ μή που παρὰ πολὺ τοῦτο γίνοιτο, ἐπεὶ καὶ ἀλλως παρὰ πᾶσιν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς παλαιοῖς, ὅσοι περίπλους γεγράφασιν, ἐπὶ πασῶν τῶν θαλαττῶν τὸν τῶν σταδίων ἀριθμὸν οὐκ ἔν τις εὕροι συνᾴδοντα. Τῆς δὲ τοιαύτης διαφωνίας τὰς αἰτίας μακρὸν ἂν εἴν λέγειν. Οὕτω δὲ τούτων ἐχόντων, ἐθνῶν μὲν καὶ πόλεων παραθαλαττίων καὶ ἐπινείων

3. τὴν ἑσπέραν εἰσέχει ἀπὸ τοῦ καλουμένου Ἀτλαντικοῦ πελάγους τὴν εἰσροὴν ἔχουσα, καὶ ἐπὶ πολὺ χωρεῖ εἴσω τῆς γῆς, ὡς πρὸς τὰς ἀνατολὰς μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ὅς ἐστιν ἐν τῷ Κιλικίῳ ἔθνει. Ἐστι δʼ ὁ εἴσπλους αὐτῆς στενώτατος κατὰ τὰς λεγομένας Ἡρακλέους στήλας ἤτοι τὸν Ἡράκλειον πορθμὸν, σταδίων ὑπάρχων π΄, καὶ τοῦτό ἐστι τοῦ κόλπουτούτου ἤτοι τῆς θαλάττης τὸ στόμα· ἑτέρωθεν γὰρ οὐκ ἄν τις ἐκπλεύσειεν ἀπὸ τῆς ἔσω θαλάσσης εἰς τὸν ὠκεανὸν πλὴν διὰ τοῦ εἰρημένου Ἡρακλείου πορθμοῦ. Ἐκτείνεται δὲ ἡ καθʼ ἡμᾶς αὕτη θάλασσα καὶ μέχρι τῆς Αἰγύπτου, ἥτις ὑπόκειται τῇ μεσημβρίᾳ, ὡς ἀντικεῖσθαι τῷ Ἀραβίῳ κόλπῳ τὸ καθʼ ἡμᾶς καλούμενον Αἰγύπτιον πέλαγος, καὶ γίνεσθαι μέγαν ἰσθμὸν τὴν μεταξὺ γῆν τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς καθʼ ἡμᾶς κατὰ τοῦτο τὸ μέρος θαλάσσης. Τὸν μὲν οὖν περίπλουν τῆς θαλάττης ταύτης διὰ τῆς ἐπιτομῆς τῶν ια΄ βιβλίων Ἀρτεμιδώρου τοῦ γεωγράφου σαφῆ κατεστήσαμεν, ὡς προείρηται τῶν δὲ ἔξω θαλασσῶν ἤτοι ὠκεανῶν ἑῴου καὶ ἑσπερίου, οἰχεῖον ὑποστάντες πόνον, τὸν περίπλουν ἀναγράψαι προειλόμεθα.

4. Ἐρατοσθένης μὲν ὁ Κυρηναῖος τὴν μεγίστην περιφέρειαν τῆς (ἐγνωσμένη ἁπάσς γῆς εἶναι λέγει σταδίοως M. κε΄ καὶ θσ. Οὕτω δὲ καὶ Διονύσιος ὁ τοῦ Διογένους ἀναμεμέτρηκεν. Πτολομαῖος δὲ ὁ θειότατος, τῇ μὲν πείρᾳ καὶ ἀληθεῖ παιδεύσει πρεσβύτερος, τοῖς δὲ χρόνοις Ἐρατοσθένους νεώτερος, σταδίων M. ιη΄ τὴν γῆν ἀπέδειξεν εἶναι, καὶ τοῦ μὲν πλάτους εἶναι τῆς γῆς συνέστηκεν π΄ μοίρας μεσημβρινὰς, τοῦ δὲ μήκους ρπ΄ Ἐν τούτῳ δὲ τῷ μέτρῳ περιέχεται ἡ οἰκουμένη εἶς τρεῖς διαιρεθεῖσα τομὰς ἠπείρων, εἴς τε Ἀσίαν καὶ Λιβύην καὶ Εὐρώπην, ὥσπερ ἅπασιν ἔγνωσται. Τὴν μὲν οὖν Εὐρώπην ἀπὸ τῆς Λιβύης διορίζει τὸ κατὰ Γάδειρα στόμα τοῦ ὠκεανοῦ, ὅπερ Ἡράκλειον καλοῦσι πορθμὸν, διʼ οὗ τὴν εἰσροήν τὸν ὠκεανὸν εἰς τὴν ἡμετέρακ ποιεῖσθαι θάλασσαν προείπομεν καὶ πάλιν ὁ Τάναῖς ποταμὸς( ὅστις) τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας ὁμοίως κατὰ τὸ ἀρκτῷον διορίζει μέρος, εἰς τὴν Μαιῶτιν ἐκβάλλων λίμνην, ἥτις εἰς τὸν Πόντον ἐξίησι τὸν καλούμενον Εὔξεινον. Τὴν δὲ Λιβύην σὺν τῇ Ἀσίᾳ διορίζει ἀπὸ μὲν τῆς Εὐρώπης ὁ προειρημένος Ἡράκλειος πορθμὸς, ἀπὸ δὲ τῆς Ἀσίας τὸ καλούμενον Κανωβκὸν τοῦ Νείλου στόμα· τὴν δὲ Ἀσίαν πρὸς μὲν τὴν Εὐρώπην διορίζει ὁ προειρημένος Τάναϊς ποταμὸς, πρὸς δὲ τὴν Λιβύην τὸ πορρηθὲν Κανωβικὸν τοῦ Νείλου στόμα, καθὰ προειρήκαμεν. Ἡ τοίνυν καθʼ ἡμᾶς θάλασσα καὶ συνάπτουσα τῷ δυτικῷ ὠκεανῷ διὰ τοῦ Ἡρακλείου πορθμοῦ, περιγράφει τὰς τρεῖς ἠπείρους τόνδε τὸν τρόπον.

5. Τῆς μὲν Εὐρώπης, περιπλεομένων τῶν κατʼ αὐτὴν κόλπων ἐν τῇ καθʼ ἡμᾶς θαλάσσῃ, ἡ παράλιος χώρα τὴν ἀρχὴν ἔχει ἀπὸ τοῦ Τανάϊδος ποταμοῦ καὶ καταλήγει ἐπὶ τὸν Ἡράκλειον πορθμὸν καὶ τὰ Γάδειρα τὴν νῆσον· καὶ ἔστιν ὁ σύμπας αὐτῆς περίπλους σταδίων M. Ϛ΄ καὶ θ. Τῆς δὲ Λιβύης ἀπὸ Τίγγεως πόλεως μέχρι τοῦ Κανωβικοῦ τοῦ Νείλου στόματος ὁ παράπλους ἐστὶ σταδίων M. γ καὶ σπ΄, Τῆς δὲ Ἀσίας σὺν τῇ Αἰγύπτῳ ἀπὸ τοῦ Κανωβικοῦ τοῦ Νείλου στόματος μέχρι τοῦ ποταμοῦ τοῦ Τανάϊδος ὁ παράπλους ἐστὶ σταδίων M. δ΄ καὶ ρκ΄. Ἡ τοίνυν σύμπασα χώρα παράλιος τῆς θαλάσσης τῆς καθʼ ἡμᾶς ἐστιν, ἥ τε τῆς Εὐρώπης καὶ τῆς Λιβύης καὶ τῆς Ἀσίας, σταδίων M. τγ΄ ου΄.

6. Ἔστι δὲ πρώτη μὲν τῶν ἠπείρων μεγέθους ἕνεκεν ἡ Ἀσία, δευτέρα δὲ ἡ Λιβύη, τρίτη δὲ ἡ Εὐρώπη. Τῶν δὲ τριῶν θαλασσῶν τῷ μεγέθει τυγχάνει πρώτη μὲν ἡ κατὰ τὸ Ἰνδικὸν πέλαγος· δευτέρα δὲ ἡ καθʼ ἡμᾶς ἡ μεταξὺ Λιβύης καὶ Εὐρώπης, ἀρχομένη μὲν ἀπὸ Γαδείρων ἤτοι τοῦ Ἡρακλείου πορθμοῦ, διήκουσα δὲ μέχρι τῆς Ἀσίας τρίτη δὲ ἡ Ὑρκανία. Μέγεθος δέ τῆς οἰκουμένης, τὸ μὲν ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ἀναμεμέτρηται σταδίων M. ζ΄, ηφμε΄· τοῦτο δέ ἐστι τὸ ἀπὸ Γάγγου ποταμοῦ ἐκβολῶν, τοῦ ἐν Ἰνδοῖς ἀνατολικωτάτου ποταμοῦ, ἐπὶ τὸ δυτικώτατον τῆς ὅλης οἰκουμένης ἀκρωτήριον, ὃ καλεῖται μὲν Ἱερὸν ἄκρον, τῆς δὲ Ἰβηρίας ἐστὶ τῶν Λυσιτανῶν ἔθνους. Τοῦτο δὲ Γαδείρων ἤτοι τῶν Ἡρακλέους στηλῶν δυτικώτερον τυγχάνει ὡς σταδίους γ. Τοῦ δὲ πλάτους ἡ εὐθεῖα, ᾗ πλατυτάτη τυγχάνει οὖσα, ἀναμεμέτρηται M. δ΄, γ ξ΄· τοῦτο δέ ἐστι τὸ ἀπὸ μεσημβρίας ἐπὶ τοὺς ἄρκτους, οἷον ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης μέχρι Θούλης τῆς νήσου.

7. Τῶν δὲ μεγίστων κόλπων πρῶτος μέν ἐστιν ὁ Γαγγητικὸζ, δεύτερος δὲ ὁ Περσικὸς, τρίτος δὲ ὁ καλούμενος οὕτω Μέγας, τέταρτος δὲ ὁ Ἀράβιος, πέμπτος δὲ ὁ Αἰθιοπικὸς, ἕκτος δὲ ὁ τοῦ Πόντου, ἕβδομος δὲ ὁ τοῦ αἰγαίου πελάγους, ὄγδοος δὲ ὁ τῆς Μαιώτιδος λίμνης, ἔννατος δὲ ὁ Ἀδρίας ἤτοι Ἰόνιος κόλπος, δέκα. τος δὲ ὁ τῆς Προποντίδος.

8. Τῶν δὲ μεγίστων νήσων ἢ χερσονήσων, καὶ τῆς πρώτης τάξεως, πρώτη μέν ἦ Ταπροβάνη νῆσος ἡ Παλαισιμούνδου καλουμένη πρότερον, νῦν δὲ Σαλική· δευτέρα δὲ τῶν Πρεττανικῶν ἡ Ἀλβίων, τρίτη δὲ ἡ Χρυσῆ χερσόνησος, τετάρτη δὲ τῶν Πρεττανικῶν ἡ Ἰουερνία, πέμπτη δὲ ἡ Πελοπόννησος, ἕκτη δὲ Σικελία, ἑβδόμη δὲ ἡ Σαρδὼ, ὀγκόη δὲ Κύρνος, ἐννάτη Κρήτη, δεκάτη Κύπρος. Καὶ ταῦτα μέν ἐπὶ τοσοῦτον· ἐπὶ δέ τὰ προκείμενα μεταβησόμεθα.

9. Ἀρξόμεθα δὲ τοῦ περίπλου, καθὰ προειρήκαμεν, ἀπὸ τοῦ Ἀραβίου κόλπου καὶ τοῦ μυχοῦ αὐτοῦ, τοῦ καλουμένου Αἰλανίτου, ἔνθα μάλιστά ἐστιν, ὡς προείρηται, καὶ τὸ στενώτατον τῆς ἠπείρου, καὶ διεῖργον τὸ μὴ συνάψαι τὴν καθʼ ἡμᾶς θάλασσαν τῷ Ἀραβίῳ μυχῷ. Οὗιος δὲ ὁ μυχὸς γειτνιῶν τυγχάνει τῇ τε Αἰγύπτῳ καὶ τῆ Πετραίᾳ καλουμένῃ Ἀραβίᾳ, ἥτις τῇ λεγομένῃ Ἰουδαίᾳ συνάπτει, ἧς Παλαιστίνη τὸ ἔθνος ἐστὶ πρὸς τῇ καθʼ ἡμᾶς κείμενον θαλάσσῃ. Ἔστι γὰρ ἀπὸ Γάζης τῆς ἐν Παλαιστίνῃ πόλεως ἐπὶ τὸν μυχὸν τοῦ Ἀραβίου κόλπου, (καὶ) τὸν προειρημένον Ἀΐλαν, πεζῇ πρὸς τὴν μεσημβρίαν τῆς πορείας γινομένης, στάδια α σ ξ΄.

10. Τῶν μὲν οὖν ἀριστερῶν τῆς Ἀσίας μερῶν, τουτέστι τῆς τε Ἀραβίας τῆς Εὐδαίμονος καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ μετʼ ἐκείνην τοῦ Περσικοῦ κόλπου καὶ τοῦ Ἰνδικοῦ πελάγους παντὸς ἄχρι τοῦ Σινῶν (τοῦ) ἔθνους καὶ τοῦ πέρατος τῆς ἐγνωσμένης γῆς τὸν ἀκριβέστατον ποιησόμεθα περίπλουν καὶ τὴν τῶν σταδίων ἀναμέτρησιν. Τῶν δὲ δεξιῶν τῶν τῆς Λιβύης μερῶν μέχρι τοῦ καλουμένου Πράσου ἀκρωτηρίου καὶ τῆς Μενουθιάδος νήσου τὰς μέν προσηγορίας τῶν πόλεων καὶ τῶν ἐπινείων δηλώσομεν, ἔτι μὴν τῶν θαλασσῶν καὶ τῶν κόλπων καὶ τῶν ἀκρωτηρίων, καὶ τῶν νήσων τὰς ὀνομασίας σημανοῦμεν· διὰ μακροῦ δὲ τοῖς διαστήμασι τὸν ἀριθμὸν τῶν σταδίων προσθήσομεν. Τούτων μὲν γὰρ τῶν δεξιῶν μερῶν ἐπιδρομή ἐστιν ἃ τῆς ἀναμετρήσεως πεποιήμεθα σαφῆ, μιᾶς ἕνεκα τῆς θέσεως τῆς τε γῆς καὶ τῆς θαλάσσης, ἥνπερ ἔχει πρὸς τὰς ἀντιπέρα τῆς Ἀσίας χώρας, τουτέστι τῶν τε Ἀράβων καὶ τῶν Ἰνδῶν καὶ τῶν ἄλλων ἐθνῶν· τῶν δὲ ἀριστερῶν μερῶν μετὰ τῆς προειρημένης ἐπαγγελίας τὸν περίπλουν σπουδῇ ἐποιησάμεθα.

ΤΩΝ ΔΕΞΙΩΝ ΜΕΡΩΝ ΤΟΥ ΤΕ ΑΡΑΒΙΟΥ ΚΟΛΠΟΥ ΚΑΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΑΣΣΗΣ ΚΑΙ ΤΟΥ ΙΝΛΙΚΟΥ ΠΕΛΛΓΟΥΣ ΠΕΡΙΠΛΟΥΣ.

11. Ἡ τοίνυν θέσις καὶ περιγραφή τῶν δεξιῶν τῆς Λιβύης μερῶν τοῦτον ἔχει τὸν τρόπον (χρὴ γὰρ πρὸ τῶν κατὰ μέρος τὰς καθόλου προσηγορίας καὶ τὴν θέσιν δηλῶσαι τῶν τόπων)· πλέοντι γὰρ τὸν Ἀραβικὸν κόλπον ὡς πρὸς μεσημβρίαν, μετρίως πρὸς τὴν ἕω παρεπιστρέφοντι, καὶ δεξιὰν ἔχοντι τὴν ἤπειρον πρώτη μέν ἐστιν ἡ Αἴγυπτος, μέρει τινὶ γειτνιῶσα τῷ κόλπῳ (τούτῳ δὲ παροικοῦσιν Ἀραβαιγύπτιοι Ἰχθυοφάγοι)· μετὰ δὲ ταύτην ἡ Τρωγλοδυτικὴ ἐπὶ πλεῖστον ἐκτεινομένη· παρήκει γὰρ παρά τε αὐτὸν τὸν Ἀράβιον κόλπον καὶ παρὰ τὴν Ἐρωθρὰν θάλασσαν· μετὰ δὲ τὸ στόμα τοῦ Ἀραβίου κόλπου ἑξῆς ἐστιν ἡ Ἐρυθρὰ θάλασσα. Περιπλέοντι τοίνυν ταύτην καὶ ὁμοίως ἐν δεξιᾷ τὴν γῆν ἔχοντι ἐκδέχεται μὲν ὁ Αὐαλίτης κόλπος ἐν τοῖς δεξιοῖς μέρεσι τῆς Ἐρυθρᾶς τυγχάνων θαλάσσης, παροικοῦσι δὲ τούτῳ οἵ τε προειρημένοι Τρωγλοδύται καὶ οἱ Αὐαλῖται καὶ προσέτιγε οἱ Μόσσυλοι τὰ ἔθνη.

12. Ἐκπλεύσαντι δὲ τὸν κόλπον καὶ τὴν Ἐρυθρὰν θάλασσαν, ἠρέμα πως μετὰ τὸν κόλπον κατὰ τὸ ἀκρωτήριον στενουμένην, ἐκδέχεται τὸ Ἰνδικὸν πέλαγος ἀναπεπταμένον ἐπὶ πολὺ καὶ τῷ μὲν μήκει διῆκον πρὸς τὴν ἕω καὶ τὰς ἀνατολὰς τοῦ ἡλίου μέχρι Σινῶν τοῦ ἔθνους, ὅπερ ἐπὶ τέλει τῆς οἰκουμένης τυγχάνει κείμενον κατὰ τὴν πρὸς ταῖς ἀνατολαῖς ἄγνωστον γῆν, τῷ δὲ πλάτει πρὸς μεσημβρίαν ἀναχεόμενον ἐπὶ πλεῖστον. μέχρι τῆς ἑτέρας ἀγνώστου γῆς τῆς κατὰ τὴν μεσημβρίαν ὑπαρχούσης, καθʼ ἣν καὶ ἡ Πρασώδης καλουμένη διατείνει θάλασσα παρʼ ὅλην τὴν μεσημβρινὴν ἄγνωστον γῆν μέχρι τῆς ἕω, τοῦ μὲν Ἰνδικοῦ πελάγους ὑπάρχουσα, ταύτην δὲ διὰ τὴν χροιὰν λαχοῦσα τὴν προσηγορίαν.

13. Μετὰ τὴν Ἐρυθρὰν τοίνυν θάλασσαν κάμψαντι πρὸς τὴν μεσημβρίαν καὶ ὁμοίως ἐν δεξιᾷ τὴν γῆν ἔχοντι, τό τε ὄρος ὁ Ἐλέφας τυγχάνει κείμενον καὶ ἡ Ἀρωματοφόρος χώρα· μεθʼ ἣν ἐκδέχεται τὸ ἔθνος τὸ λεγόμενον Βαρβαρικὸν καὶ τὸ Βαρβαρικὸν καλούμενον πέλαγος, ἐν ᾧ κόλποι τε πλείους εἰσὶ καὶ οἱ δρόμοι τῆς καλουμένης Ἀζανίας. Καὶ πρῶτος μὲν τῶν ἐπισήμων κόλπος ἐστὶν ἐν αὐτῷ ὁ καλούμενος Ἀπόκοπα, εἶδʼ ἑξῆς μικρὸς Αἰγιαλὸς καὶ μέγας, μεθʼ οὓς ἕτερος κόλπος μέγας μέχρι τοῦ Ῥαπτοῦ ἀκρωτηρίου. Μετὰ δὲ ταῦτα ἡ λεγομένη Βραχεῖα θάλασσα καὶ ὁ περὶ αὐτὴν μέγιστος κόλπος, ὅνπερ οἰκοῦσι βάρβαροι Ἀνθρωποφάγοι. Ἐν δὲ τῷ τέλει τοῦ κόλπου κεῖται τὸ μέγιστον ἀκρωτήριον, ὃ καλεῖται Πράσον ἄκρον, καὶ ἡ Μενουθιὰς νῆσος οὐ πόρρω τοῦ ἀκρωτηρίου τυγχάνουσα.

14. Καὶ ἡ μὲν ὅλη θέσις καὶ περιγραφὴ τῶν δεξιῶν μερῶν τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ προσέτιγε τοῦ Ἰνδικοῦ πελάγους τοῦ πρὸς τὴν μεσημβρίαν ἀποκλίνοντος, τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτω πως ἔχει· Λείπει τὰ κατὰ μέρος.

ΑΠΟΣΠΑΣΜΑΤΑ.

Ἀστάρτη, νῆσος ἐν Αἰθιοπίᾳ. Μαρκιανὸς ἐν Περίπλῳ πρώτῳ· « Ἐντεῦθεν ἄρχεται Αἰθιοπία ἡ ὑπέρ Αἴγυπτον· ἀπὸ δὲ Βαζίου ἄκρου ἐκδέχεται Πριόνωτον ὄρος· κατὰ δὲ τοῦτο νῆσος Ἀστάρτη·

Ἀσπίς, πόλις Λιβύης, ὡς Φίλων· ἔστι καὶ ἀκρωτήριον Αἰθιοπίας τῆς κατʼ Αἴγυπτον, ὡς Μαρκιανὸς πρώτῃ Περιόδων.

Γυψηίς, νῆσος Αἰθιοπίας, ὡς Μαρκιανὸς ἐν Περίπλῶν α΄.

Μόσυλον, ἀκρωτήριον καὶ ἐμπόριον Αἰθιοπίας. Μαρκιανὸς ἐν πρώτῳ Περιόδου.

Ἄρωμα, πόλις Αἰθιόπων, ὡς Μαρκιανός.

Μυρίκη, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.

Ἀπόκοπα, οὐδετέρως, κόλπος ἐν τῷ Βαρβαρικῷ μυχῷ. Μαρκιανὸς ἐν Περίπλῳ.

ΤΩΝ ΑΡΙΣΤΕΡΩΝ ΜΕΡΩΝ ΤΟΥ ΤΕ ΑΡΑΒΙΟΥ ΚΟΛΠΟΥ ΚΑΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΛΣΣΗΣ ΚΑΙ ΤΟΥ ΙΝΔΙΚΟΥ ΠΕΛΑΓΟΥΣ ΠΑΝΤΟΣ ΠΕΡΙΠΛΟΥΣ.

15. Τῶν δὲ ἀριστερῶν τῆς Ἀσίας μερῶν ἡ τῆς ἠπείρου καὶ τῶν θαλασσῶν θέσις τοῦτόν πως διάκειται τὸν τρόπον. Χρὴ γὰρ κἀνταῦθα πρὸ τῶν κατὰ μέρος ὀνο μασιῶν τὰς καθόλου δηλῶσαι προσηγορίας, καὶ τὴν θέσιν σημῆναι τῶν τόπων. Πλέοντι τοίνυν τὸν Ἀράβιον κόλπον καὶ ἀριστερὰν ἔχοντι τὴν ἤπειρον πρώτη μέν ἐστιν ἡ καλουμένη Εὐδαίμων Ἀραβία παρὰ ὅλον τὸν Ἀράβιον διήκουσα κόλπον μέχρι τοῦ προρρηθέντος Ἀραβίου πορθμοῦ. Μετὰ δὲ τὰ στενὰ τοῦ Ἀραβίου κόλπου ἐκδέχεται ἡ Ἐρυθρὰ θάλασσα, ἣν περιπλέοντι καὶ τὴν ἥπειρον ἀριστερὰν ἔχοντι, τὸ προρρηθὲν ἔτι τῶν Ἀράβων ἔθνος ἐκδέχεται παρὰ πᾶσαν ταύτην παροικοῦν τὴν ἤπειρον. Ἐν τούτῳ δὲ τῷ μέρει τῆς θαλάσσης καὶ τὸ τῶν Ὁμηριτῶν ἔθνος τυγχάνει τῆς τῶν Ἀράβων ὑπάρχον γῆς, μέχρι τῆς ἀρχῆς τοῦ Ἰνδκοῦ διῆκον πελάγους. Μετὰ δὲ τὴν Ἐρυθρὰν θάλασσαν ἑξῆς ἐστι τὸ Ἰνδικὸν πέλαγος. Περιπλέοντι τοίνυν καὶ τούτου τὰ ἀριστερὰ μέρη τὰ πρὸς τὴν Ἀράβων γῆν ἀναπεπταμένα μέχρι τοῦ στόματος τοῦ Περσικοῦ κόλπου, ἐκδέχεται ὅ τε Σύαγρος τὸ ὄρος καὶ ὁ Σαχαλίτης κόλπος μέγιστος ὢν καὶ διήκων ἄχρι τοῦ στόματος τοῦ κόλπου τοῦ Περσικοῦ. Εἰσπλεύσαντι δὲ εἰς τὸν Περσικὸν κόλπον καὶ περιπλέοντι τοῦτον, ἀριστερὰν δὲ τὴν ἤπειρον ἔχοντι μέχρι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ , ἐν αὐτῷ ἔτι τῷ Περσικῷ κόλπῳ ἡ Σουσιανὴ τὸ ἔθνος ἐκδέχεται οὐ μὴν ἀλλὰ καὶ ἡ Περσὶς μετὰ τὴν Σουσιανὴν κειμένη τυγχάνει, μεθʼ ἣν Καρμανίας τὸ πλεῖστον μέρος ἄχρι τῶν στενῶν τοῦ αὐτοῦ Περσικοῦ κόλπου. Ἀντίκειται δὲ ὁ Περσικὸς κόλπος τῇ Κασπίᾳ θαλάσσῃ τῇ καὶ Ὑρκανίᾳ λεγομένῃ, καὶ στενώσας τὴν μεταξὺ γῆν ποιεῖ μέγαν ἰσθμὸν τῆς Ἀσίας.

16. Ἐκπλεύσαντι δὲ τὸν κόλπον καὶ πρὸς τὴν ἕω τὸν πλοῦν ποιουμένῳ ἀριστεράν τε ὁμοίως τὴν ἤπειρον ἔχοντι, ἐκδέχεται πάλιν τὸ Ἰνδικὸν πέλαγος, ᾧ τὸ λειπόμενον τῆς Καρμανίας ἔθνος παροικεῖ. Καὶ μετὰ τοῦτο τὸ τῆς Γεδρωσίας ἔθνος κείμενον τυγχάνει ἑξῆς δὲ τούτων ἐστὶν ἡ Ἰνδικὴ ἡ ἐντὸς Γάγγου ποταμοῦ κειμένη, ἧς κατὰ τὸ μεσαίτατον τῆς ἠπείρου νῆσος καταντικρὺ κεῖται μεγίστη Ταπροβάνη καλουμένη. Μετὰ δὲ ταύτην ἡ ἑτέρα ἐστὶν Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου ποταμοῦ, ὅρου τυγχάνοντος ἑκατέρων τῶν Ἰνδικῶν γαιῶν. Ἐν δὲ τῇ ἐκτὸς Γάγγου Ἰνδικῇ ἡ Χρυσῆ καλουμένη χερσόνησός ἐστι μεθʼ ἣν ὁ καλούμενος Μέγας κόλπος· οὗ κατὰ τὸ μεσαίτατον οἱ ὅροι τῆς ἐκτὸς Γάγγου Ἰνδικῆς καὶ τῶν Σινῶν εἰσιν. Εἶθʼ ἑξῆς τὸ τῶν Σινῶν ἐστιν ἔθνος, καὶ ἡ τούτων μητρόπολις, ἥτις Θῖναι προσαγορεύεται, ὅριον τῆς ἐγνωσμένης γῆς καὶ ἀγνώστου τυγχάνουσα.

17. Καὶ ἡ μὲν ὅλη τῶν τόπων θέσις καὶ περιγραφή τῶν ἀριστερῶν τῆς Ἀσίας μερῶν, τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ προσέτιγε τοῦ Περσικοῦ κόλπου καὶ τοῦ Ἰνδικοῦ πελάγους παντὸς, τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτω πως ἔχει.

ΤΟΥ ΑΡΛΒΙΟΥ ΚΟΛΠΟΥ ΤΩΝ ΑΡΙΣΙΕΡΩΝ ΜΕΡΩΝ ΤΩΝ ΠΑΡΑ ΤΗΝ ΕΥΔΛΙΜΟΝΑ ΑΡΑΒΙΑΝ ΠΕΡΙΠΛΟΥΣ.

17a. Ἡ Εὐδαίμων Ἀραβία περιορίζεται ἀπὸ μὲν ἄρκτων ταῖς πλευραῖς τῆς τε Πετραίας Ἀραβίας καὶ ἔτι τῆς Ἐρήμου Ἀραβίαι καὶ τῷ νοτίῳ μέρει τοῦ Περσικοῦ κόλπου μέχρι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ, ἀπὸ δὲ ἀνατολῶν μέρει τε τοῦ Περσικοῦ κόλπου καὶ μέρει τῆς Ἰνδικῆς θαλάσσης, ἀπὸ δὲ μεσημβρίας τῇ Ἐρυθρᾷ θαλέσσῃ, ἀπὸ δὲ δύσεως τῷ Ἀραβίῳ κόλπῳ. Τὴν δὲ θέσιν τοιαύτην τινὰ ἔχει. Προπέπτωκε πρὸς τὴν μεσημβρίαν εἰς τὴν Ἐρυθρὰν θέλασσαν καὶ τὸ Ἰνδικὸν πέλαγος ἐπὶ κλεῖστον, καὶ ὥσπερ χερ σόνησος μεγίστη πλατυτάτῳ ἰσθμῷ προσεχομένη περιρρεῖται τῇ θαλάσσῃ. Ἐξ ἑκατέρων δὲ αὐτῆς τοῦ ἰσθμοῦ τῶν μερῶν κόλποι δύο παραβέβληνται, καὶ τούτων ὁ μὲν ἐκ τῶν πρὸς τὴν ἑσπέραν μερῶν Ἀράβιος καλεῖται κόλπος ὁ προειρημένος, ὁ δὲ πρὸς τὴν ἕω νενευκὼς Περσικὸς κόλπος ὀνομάζεται τὰ δὲ μετξὺ πάντα ἀπὸ Ἀραβίου μυχοῦ μέχρι τοῦ προειρημένου Περσικοῦ κόλπου, καθʼ ὃ μέρος τὰς ἐκβολὰς δ Τίγρις ποιεῖται ποταμὸς, περιπλεῖται, χερσονησοειδὴς, ὡς προείρηται, τυγχάνουσα. Ἔθνη δὲ πλεῖστα καὶ μέγιστα ἐν αὐτῇ ἔχει, ὧν τὰ προσεχῆ τῇ θαλάσσῃ κατὰ τὸν περίπλουν δηλωθήσεται. Τὰ δὲ περὶ τὸν αὐχένα τῆς Εὐδαίμονος Ἀραβίας μετὰ τὴν Πετραίαν καὶ τὴν Ἔρημον Ἀραβίαν κατέχουσιν οἱ καλούμενοι Σαρακηνοὶ, πλείονας μὲν ἔχοντες προσηγορίας, πολλὴν δὲ διακατέχοντες ἔρημον γῆν. Γειτνιῶσι γοῦν οὗτοι τῇ Πετραίᾳ Ἀραβία καὶ τῆ Ἐρήμῳ Ἀραβία καὶ τῇ Παλαιστίνῃ καὶ τῇ Περσίδι καὶ ἀκολύθως τῇ προειρημένῃ Εὐδαίμονι Ἀραβίᾳ.Λείπει τὰ κατὰ μέρος

ΑΠΟΣΠΑΣΜΑΤΑ.

18. Ὄννη, ἐμπόριον τῆς Εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν Περίπλῳ. Σιδηνοί, ἔθνος παρακείμενον τῇ Ἐρυθρᾷ θαλάσσῃ, ὡς Μαρκιανὸς ἐν Περίπλῳ.

Ζαδράμη, βασίλειον τῶν Κιναιδοκολπιτῶν. Εἰσὶ δὲ ἔθνος τῆς Εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς· « Ζαδραμιτῶν (καὶ) Κιναιδοκολπιτῶν. » Τὸ ἐθνικὸν Ζαδραμαῖος.

Κασσανῖται, ἔθνος ἐν τῇ παραλία τῆς Ἐρυθρᾶς θαλάσσης. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς « Ἐντεῦθεν ἐκδέχεται τὸ τῶν Κασσανιτῶν ἔθνος.

Μινναῖοι, ἔθνος ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θαλάσσης. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.

Ὁμηρῖται, ἔθνος Αἰθιόπων. Μαρκιανὸς ἐν Περίπλῳ α΄.

Χαδραμωτῖται, ἔθνος περὶ τὸν Ἰνδικὸν κόλπον, τῷ Πρίονι παροικοῦντες ποταμῷ, ὥς φησι Μαρκιανὸς ἐν τῷ Περίπλῳ αὐτοῦ.

Ἀσκῖται, ἔθνος παροικοῦν τὸν Ἰωδικὸν καὶ ἐπὶ ἀσκῶν πλέον, ὡς Μαρκιανὸς ἐν τῶ Περίπλῳ αὐτοῦ· « Παροικεῖαὐτὸν ἔθνος καὶ αὐτὸ καλούμενον Σαχαλιτῶν· ἔτι μὴν καὶ Ἀσκιτῶν ἕτερον ἔθνος ἐπὶ ἀσκῶν πλέον», Ἔστιν οὖν παρὰ τὸν ἀσκὸν Ἀσκίτης, ὡς παρὰ τὸν ἀστὸν ἀστίτης, μέσος μεσίτης. μέσος μεσίτης.

Ἰστριανα΄, πόλις παρὰ τὴν Περσικήν θάλασσαν, ὡς Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.

Mἁλιάδα, πόλις Περσική. Μαρκιανὸςέν Περίπλῳ τοῦ Περσικοῦ κόλπου.

Ἀδαρούπολις, πόλις Περσική, ὡς Μαρκιανὸς ἐν Περίπλῳ τοῦ Περσικοῦ κόλπου.

Κορομάνη, πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαρκιανὸς ἐν Περίπλῳ αὐτοῦ.

Μεσανίτης κόλπος. Μαρκιανὸς ἐν Περίπλῳ τῆς Περσικῆς θαλάσσης.

Λαδισακίτης (?) κόλπος ἐν τῆ Περσικῇ θαλάσσῃ. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.

Κτησιφῶν, πόλις Ἀσσυρίας. Μαρκιανὸς ἐν Περίπλῳ.

19. Ἔστι δὲ τῆς Εὐδαίμονος Ἀραβίας τὸ μέν μῆκος σταδίων α αψ΄, τὸ δὲ πλάτος σταδίων ηων΄. Ἔχει ι,φoo, δὲ ἔθνη ἤτοι σατραπείας νδ΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας ρξδ΄, ὄρη ἐπίσημα ιε΄, ποταμοὺς ἐπισήμους δ΄, λιμένας ἐπισήμους Ϛ΄, κόλπους ἐπισήμους ε΄, αἰγιαλοὺς μεγάλους δύο, νήσους ἐπισήμους τὰς ἐν τῷ β, περίπλῳ εἰρημένας λε΄. Οἰ πάντες ἀπὸ τοῦ Ἀσαβῶν ἀκρωτηρίου μέχρι τοῦ Μαισανίτου κόλπου τοῦ παρ τὴν Εὐδαίμονα Ἀραβίαν τυγχάνοντος στάδιοι ερμ΄. Οἱ δέ σύμπαντες ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ τοῦ ἐν τῷ Ἀραβίῳ κόλπῳ μέχρι τοῦ Μαισανίτου κόλπου καὶ τοῦ πρὸς τῇ Ἐρήμῳ πέρατος τοῦ Περσικοῦ κόλπου καὶ ἔτι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ τοῦ περίπλου παντὸς τῆς παραλίας τῆς τῶν Εὐδαιμόνων Ἀράβων γῆς εἰσι στάδιοι γ, ηρν΄.

ΣΟΥΣΙΑΝΗΣ ΠΕΡΙΠΑΟΥΣ.

20. Ἡ Σουσιανὴ κεῖται μὲν ἐν τῷ Περσικῷ κόλπῳ· περιορίζεται δὲ ἀπὸ μὲν ἄρκτων τῇ Ἀσσυρίᾳ, ἀπὸ δὲ δύσεως τῇ προειρημένῃ Βαβυλωνίᾳ παρὰ τὸ τοῦ Τίγριδος ποταμοῦ μέρος τὸ μέχρι θαλάσσης, ἀπὸ δὲ ἀνατολῆς νῇ Περσίδι, ἀπὸ δὲ μεσημβρίας τῷ Περσικῷ κόλπῳ ἀπὸ τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ μέχρι τῶν ἐκβολῶν τῶν εἰς τὸν Περσικὸν κόλπον τοῦ Ὀροάτιος ποταμοῦ. Καὶ ἡ μὲν ὅλη τῆς χώρας περιγραφὴ τοιαύτη· ὁ δὲ κατὰ μέρος παράπλους οὕτω πως ἔχε.

21. Ἀπὸ τοῦ ἀνατολικοῦ στόματος τοῦ Τίγριδος ποταμοῦ ἐπὶ Χάρακα Πασίνου στάδιοι π΄. Κατὰ τοῦτο τὸ μέρος νῆσος κεῖται Ἀπφάνα λεγομένη· ταύτην δέ τινες τῷ περίπλῳ τῆς Εὐδαίμονος Ἀραβίας προσνέμουσιν, ἐν ταῖς λε΄ νήσοις ἀριθμοῦντες. Ἀπὸ δὲ τοῦ Χάρακος Πασίνου ἐπὶ Μωγαίου ποταμοῦ ἐκβολὰς στάδιοι ψ΄ . Ἀπὸ δὲ Μωγαίου ποταμοῦ ἐπὶ Πηλώδη κόλπον λεγόμενον στάδιοι υ΄. Παροικοῦσι δὲ τὸν κόλπον τοῦτον καὶ τοὺς περὶ αὐτὸν τόπους Ἐλυμαῖοι, τῆς Σουσιανῆς ὄντες χώρας. Κατὰ δὲ τὸν κόλπον τοῦτον νῆσος κεῖται, Ταξίανα λεγομένη. Ἀπὸ δὲ τοῦ κόλπου ἐτὶ τὰς τοῦ Εὐλαίου ποταμοῦ ἐκβολὰς στάδιοι χ??. Κατὰ τοῦτον τὸν ποταμὸν ἐν τῇ μεσογείᾳ πόλις κεῖται τῆς Σουσιανῆς μητρόπολις τὰ Σοῦσα. Ἀπὸ δὲ τοῦ Εὐλαίου ποταμοῦ εἰς Τέναγος ἀμμῶδες στάδιοι ρι΄. Ἀπὸ δὲ Τενάγους ἀμμώδους ἐπὶ τὰς τοῦ Ὀροάτιος ποταμοῦ ἐκβολὰς στάδιοι αυν΄.

22. Ἔστι δὲ τῆς Σουσιανῆς τὸ μὲν μῆκος στάδιοι γφ, τὸ δὲ πλάτος στάδιοι βιν΄. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας Ϛ΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας ιζ΄, ποταμοὺς ἐπισήμους δ΄ , Πηλώδη κόλπον, Τέναγος ἀμμῶδες, Ἡρακλέους στήλας. Οἱ πάντες ἀπὸ τοῦ στόματος τοῦ Τίγριδος ποταμοῦ μέχρι τῶν ἐκβολῶν τοῦ Ὀροάτιος ποταμοῦ τοῦ παράπλου τῆς Σουσιανῆς χώρας στάδιοι γυλ΄.

ΠΕΡΣΙΔΟΣ ΠΑΡΑΠΑΟΥΣ.

23. Ἡ Περσὶς κεῖται μὲν καὶ αὐτὴ ἐν τῷ Περσικῷ κόλπῳ, περιορίζεται δὲ ἀπὸ μὲν ἄρκτων τῇ Μηδίᾳ, ἀπὸ δὲ δύσεως τῇ προειρημένῃ Σουσιανῇ, ἀπὸ δὲ ἀνατολῶν τῇ Καρμανία, ἀπὸ δὲ μεσημβρίας τῷ Περσικῷ κόλπῳ, ἀπὸ τοῦ Ὀροάτιος ἀρξαμένη ποταμοῦ, μέχρι τῶν ἐκβολῶν Βαγράδα τοῦ ποταμοῦ. Καὶ ἡ μὲν ὅλν τῆς χώρας περιγραφή τοιαύτη· ὁ δὲ κατὰ μέρος περίπλους τοῦτον ἔχει τὸν τρόπον.

24. Ἀπὸ τῶν ἐκβολῶν τοῦ Ὀροάτιος ποταμοῦ ἐπὶ ἄκραν Ταόκην λεγομένην στάδιοι φ΄. Ἀπὸ δὲ ἄκρας Ταόκης ἐπὶ Ῥογομάνιος ποταμοῦ ἐκβολὰς στάδιοι ψ΄. Ἐν δὲ τῷ παράπλῳ νῆσος κεῖται Σῶφθα καλουμένη. Ἀπὸ δὲ Ῥογομάνιος ποταμοῦ εἰς Χερσόνησον στάδιοι φ΄. Ἐνταῦθα παράκειται νῆσος Ἀλεξάνδρου καλουμένη. Ἀπὸ δὲ τῆς Χερσονήσου εἰς Βρισοάνα ποταμοῦ ἐκβολὰς στάδιοι χν΄. Ἀπὸ δὲ τοῦ Βρισοάνα ποταμοῦ εἰς Αὐσίνζα στέδιοι χ΄. Ἀπὸ δὲ Αὐσίνζων εἰς Βαγρέδα ποταμοῦ ἐκβολὰς στάδια υν΄. Ἐνταῦθα τῆς Περσίδος τοὺς ὅρους ἀποτελευτᾶν προειρήκαμεν.

25. Ἔστι δὲ τῆς Περσίδος τὸ μὲν μῆκος στάδιοι δ, τὸ δὲ πλάτος αυ΄. Ἔχει δὲ ἔθνη ἢ σατραπείας, ι΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας λβ΄, ποταμοὺς ἐπισήμους γ΄, ἀκρωτήριον ἐπίσημον α΄, χερσόνησον ἐπίσημον α΄, νήσους ἐπισήμους β΄. Οἱ πάντες ἀπὸ τοῦ Ὀροάτιος μέχρι τῶν τοῦ Βαγράδα ποταμοῦ ἐκβολῶν τοῦ παράπλου τῆς τῶν Περσῶν χώρας στάδιοι γυ΄.

ΚΑΡΜΑΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.

26. Ἡ Καρμανία μέρει μέν τινι κατὰ τὸν Περσικὸν κεῖται κόλπον, μέρει δὲ παρὰ τὸ Ἰνδικὸν πέλαγος τὸ μετὰ τὸν κόλπον τὸν Περσικόν. Περιορίζεται δὲ ἀπὸ μέν ἄρκτων τῆ ἐρήμῳ Καρμανίᾳ, ἀπὸ δὲ δύσεως τῇ προρρηθείσῃ Περσίδι καὶ τῶ προειρημένῳ Βαγράδᾳ ποταμῷ καὶ ἔτι τῷ λειπομένῳ μέρει τοῦ Περσικοῦ κόλπου, (διὰ τὸ πρὸς δύσιν δρᾶν αὐτὸν) καλουμένῳ Καρμανικῷ· ἀπὸ δὲ ἀνατολῶν Γεδρωσίᾳ τῷ ἔθνει παρὰ τὰ Παρσικὰ ὄρη· ἀπὸ δὲ μεσημβρίας μετὰ τὰ στενὰ τοῦ Περσικοῦ κόλπου τῷ Ἰωδικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη τῆς χώρας περιγραφὴ τοιαύτη· ὁ δὲ κατὰ μέρος περίπλους οὕτως ἔχει.

27. Ἀπὸ τῶν ἐκβολῶν τοῦ εἰρημένου Βαγράδα ποταμοῦ ἐπὶ Δάρα ποταμὸν στάδιοι τ΄. Ἐνταῦθα παροικοῦσι Καμηλοβοσκοὶ, τῆς Καρμανίας χώρας ὄντες. Ἀπὸ δὲ τοῦ Δάρα ποταμοῦ ἐπὶ Κάθραπος ποταμοῦ ἐκβολὰς στάδιοι φ΄. Ἀπὸ δὲ τοῦ Κάθραπος ποταμοῦ ἐπὶ Κορίου ποταμοῦ ἐκβολὰς στάδιοι ψ΄. Κατὰ τούτους τοὺς τόπους νῆσος κεῖται Ἀγηδάνα καλουμένη, ἐν ᾗ μίλτος πολλὴ γίνεται. Ἀπὸ δὲ τοῦ Κορίου ποταμοῦ εἰς Ἀχιδάνα ποταμοῦ ἐκβολὰς στάδιοι υ΄. Ἀπὸ δὲ Ἀχιδάνα ποταμοῦ ἐπὶ Ἀνδάνιος ποταμοῦ ἐκβολάς στάδιοι φ΄. Παράκειται δὲ τοῖς τόποις τούτοις νῆσος Ὀοράχθα. Ἀπὸ δὲ τοῦ Ἀνδάνιος ποταμοῦ ἐπὶ Σαγάνου ποταμοῦ ἐκβολὰς στάδιοι υ΄. Ἀπὸ δὲ Σαγάνου ποταμοῦ ἐκβολῶν εἰς Ἄρμουζαν πόλιν στάδιοι σ΄. Ἀπὸ δὲ Ἀρμούζης ἐπὶ Ἀρμόζων ἀκρωτήριον λεγόμενον στάδιοι ω΄. Ἀπὸ δὲ τοῦ Ἀρμόζων ἀκρωτηρίου ἐπὶ Καρπέλλαν ἀκρωτήριον στάδιοι ψν΄. Ἐνταῦθα παράκειται τὸ προρρηθὲν στρογγύλον ὄρος τὸ Σεμιράμιδος, ᾧπερ ἀντικεῖσθαι ἔφαμεν κατὰ τὴν Εὐδαίμονα Ἀραβίαν τὸ Ἀσαβῶν ὄρος τε καὶ ἀκρωτήριον, ἅπερ ἑκάτερα ὄρη τε καὶ ἀκρωτήρια τὰ στενὰ ποιεῖ τοῦ Περσικοῦ κόλπου. Οἱ πάντες ἀπὸ τοῦ Βαγράδα ποταμοῦ μέχρι τοῦ στρογγύλου ὄρους καὶ Καρπέλλης ἄκρας τοῦ περίπλου τῆς Καρμανίας τοῦ παρὰ τὸν Περσικὸν κόλπον τυγχάνοντος στάδιοι δσν΄. Οἱ δὲ σύμπαντες τοῦ περίπλου παντὸς τοῦ Περσικοῦ κόλπου ἀπὸ τοῦ Ἀσαβῶν ὄρους καὶ τοῦ Ἀσαβῶν ἀκρωτηρίου μέχρι τοῦ Σεμιράμιδος στρογγύλου ὄρους καὶ Καρπέλλης ἀκρωτηρίου στάδιοι αα ςψζ΄.

28. Μετὰ δὲ τὴν Κάρπελλαν ἄκραν ἐκδέχεται τὸ Ἰνδικὸν πέλαγος πρὸς ἀνατολὰς ἐκτεινόμενον: ᾧ τὸ λειπόμενον μέρος τῆς Καρμανίας παρήκει μέχρι Μουσαρναίων γῆς. Ἐκδέχεται τοίνυν μετὰ τὴν ἄκραν τήν Κάρπελλαν μέγιστος κόλπος ὁ καλούμενος Παράγων, διήκων μέχρι τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Ἀλαμβατῆρ, καὶ τῆς νήσου τῆι καλουμένης Ζίβης. Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει. Ἀπὸ Καρπέλλης ἄκρας εἰς Κανθάτιν πόλιν στάδιοι α. Ἐνταῦθα παροικοῦσιν οἱ καλούμενοι Πασαργάδαι, τοῦ Καρμανῶν ὄντες γένους. Ἀπὸ δέ Κανθάτιδος πόλεως εἰς Ἄγρισαν πόλιν στάδιοι σν΄. Ἀπὸ δὲ Ἀγρίσης πόλεως ἐπὶ Ὄμμανα ἐμπόριον τῶν ἐπισήμων στάδιοι χ΄. Ἀπὸ δὲ Ὀμμάνων ἐπὶ Ῥόγανα στάδιοι ρν΄. Ἀπὸ δὲ Ῥογάνων εἰς Σαλάρου ποταμοῦ ἐκβολὰς στάδιοι ρν΄. Ἀπὸ δὲ Σαλάρου ποταμοῦ ἐπὶ Πασίδα στάδιοι σ΄. Ἀπὸ δὲ Πασίδος εἰς Σαμυδάκην πόλιν στάδιοι σ΄. Ἐνταῦθα παροικοῦσι Χελωνοφάγοι, τῆς Καρμανίας καὶ αὐτοὶ τυγχάνοντες. Ἀπὸ δὲ Σαμμυδάκης πόλεως ἐπὶ σαμυδδάκου ποταμοῦ ἐκβολὰς στάδιοι φ΄. Ἀπὸ δὲ Σαμυδάκου ποταμοῦ εἰς Τησὰ πόλιν στάδιοι υ΄. Ἀπὸ δὲ Τησὰ πόλεως εἰς Ὑδριάκου ποταμοῦ ἐκβολὰς στάδιοι σ΄. Ἀπὸ δὲ τοῦ Ὑδριάκου ποταμοῦ ἐκβολῶν ἐπὶ Βαγίαν ἄκραν στάδιοι υ΄. Ἀπὸ δὲ Παγίας ἄκρας εἰς Κύϊζα λιμένα στάδιοι σν΄. Ἀπὸ δὲ Κυΐζων λιμένος εἰς Ἀλαμβατὴρ ἀκρωτήριον στάδιοι υ΄. Κατὰ ταῦτα τὰ μέρη κεῖται νῆσος πελαγία Πόλα καλουμένη. Παράκειται δὲ τῷ Ἀλαμβατὴρ ἀκρωτηρίῳ νῆσος καλουμένη Ζίβη. Ἐνταῦθα τελευτᾶν τὸν κόλπον τὸν καλούμενον Παράγοντα προειρήκαμεν. Ἔστι δὲ ὁ πᾶς περίπλους αὐτοῦ ἀπὸ Καρπέλλης ἄκρας εἰς Ἀλαμβατὴρ ἀκρωτήριον σταδίων δψ΄.

29. Ἀπὸ δὲ τοῦ Ἀλαμβατὴρ ἀκρωτηρίου εἰς Δερενόβιλλαν στάδιοι σν΄. Ἐνταῦθα παράκειται νῆσος Κάρμινα καλουμένη. Ἀπὸ δὲ Δερενοβίλλης εἰς Κώφαντα λιμένα στάδιοι σν΄. Ἀπὸ δὲ Κώφαντος λιμένος εἰς Ζοράμβου ποταμοῦ ἐκβολὰς στάδιοι σ΄. Ἀπὸ δὲ το Ζοράμβου ποταμοῦ εἰς Βάδαρα στάδιοι σν΄. Ἀπὸ δὲ Βαδάρων εἰς Μουσάρνα πόλιν στάδιοι τ΄.

30. Ἔστι δὲ τῆς Καρμανίας τὸ μὲν μῆκος στάδιοι ζ, τὸ δὲ πλάτος αφ΄. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ι΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας κγ΄, ὄρη ἐπίσημα γ΄, ποταμοὺς ἐπισήμους ι΄, ἀκρωτήρια ἐπίσημα γ΄, λιμένας ἐπισήμους ε΄. Οἱ πάντες ἀπὸ τοῦ Καρπέλλης ἀκρωτηρίου μέχρι Μουσάρνων πόλεως τοῦ περίπλου τῆς Καρμανίας τῆς παρὰ τὸ Ἰνδικὸν πέλαγος στάδιοι ε??ν΄, Οἱ δὲ σύμπαντες ἀπὸ τοῦ Βαγράδα ποταμοῦ rum ὅρβo. μέχρι Μουσάρνων πόλεως τοῦ περίπλου πάσης τῆς τῶν Καρμανῶν παραλίας στάδιοι ασ΄.

ΓΕΔΡΩΣΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.

31. Ἡ Γεδρωσία περιορίζεται ἀπὸ μὲν ἄρκτων τῇ Δραγγιανῇ καὶ τῇ Ἀραχωσίᾳ, ἀπὸ δὲ δύσεως τῇ προειρημένῃ Καρμανίᾳ μέχρι θαλάσσης, ἀπὸ δὲ ἀνατολῶν τῷ τῆς Ἰνδικῆι μέρει τῷ παρὰ τὸν Ἰνδὸν ποταμὸν μέχρι τοῦ πρὸς τῇ μνημονευθείσῃ Ἀραχωσία ὁρίου, ἀπὸ δὲ μεσημβρίας τῷ Ἰνδικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη περγραφὴ τοιαύτη, τὰ δὲ κατὰ μέρος οὕτως ἔχει.

32. Ἀπὸ Μουσάρνων πόλεως εἰς Ἀρτάβιος ποταμοῦ ἐκβολὰς στάδιοι ατ΄. Ἀναπλεύσαντος δὲ τῷ ποταμῷ πόλις ἐν δεξιᾷ κατὰ τὸν ἀνάπλουν κεῖται Ἄρβις καλουμένη· καὶ ἔτι ἀνώτερον ὁμοίως ἐν δεξιᾷ τοῦ ποταμοῦ, πόλις Παρσὶς ἡ μητρόπολις τῆς Γεδρωσίας. Ἀπὸ δέ τοῦ Ἀρτάβιος ποταμοῦ εἰς Ῥάπραυα πόλιν στάδιοι φν΄. Ἀπὸ δὲ τῆς Ῥάπραυα πόλεως ἐπὶ Γυναικῶν λιμένα στάδιοι φ΄. Ἐνταῦθα κεῖνται αἱ τῶν Ἀραβιτῶν κῶμαι. Ἀπὸ δὲ Γυναικῶν λιμένος εἰς Κοίαμβα στάδιοι υ΄. Ἀπὸ δὲ Κοιάμβων εἰς Ῥίζανα στάδιοι α΄. Ἐντεῦθεν ἄρχεται ἡ Παταληνὴ χώρα, ἧς τὸ πλεῖστον ὁ Ἰνδὸς ποταμὸς τοῖς στόμασιν ἐμπεριείληφε· καὶ οὐτὴν δὲ τήν μητρόπολιν καλουμένην Πάταλα μετὰ τὸ γ΄ στόμα τοῦ Ἰνδοῦ ποταμοῦ ὥσπερ νῆσον κεῖσθαι συμβέβηκε, καὶ ἑτέρας πόλεις πλείστας.

33. Ἐστι δὲ τῆς Γεδρωσίας τὸ μὲν μῆκος σταδίων Ϛι΄, τὸ δὲ πλάτος σταδίων εσν΄. ἔχει δὲ ἔθνη ἤτοι σατραπείας η΄, πόλεις δέ ἐπισήμους καὶ κώμας ιβ΄, ὄρος μέγιστον α΄, ποταμὸν μέγαν α΄, λιμένα ἐπίσημον α΄, νήσους ἐπισήμους θ΄. Οἱ πάντες ἀπὸ Μουσάρνων πόλεως εἰς Ῥίζανα τῆς τῶν Γεδρωσίων παραλίας στάδιοι γων΄.

ΙΝΚΙΚΒΣ ΤΗΣuι ΕΝΤΟΣ ΓΑΙΤΟΥ ΠΟΤΑΜΟΤ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗΙ ΚΟΑΠΩΝ ΚΑΙ ΝΗΣΩΝ ΠΕΡΙΠΣΟΥΣ.

34. Ἡ ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικὴ περιορίζεται ἐπὸ μὲν ἄρκτων τῷ Ἰμάῳ ὄρει παρὰ τοὺς ὑπερκειμένους αὐτοῦ Σογδιανοὺς καὶ Σάκας, ἀπὸ δὲ δύσεως πρὸς μέν τῆ θαλάσσῃ τῇ προειρημένῃ Γεδρωσίᾳ, κατὰ δὲ τὴν μεσόγειον τῇ Ἀραχωσίᾳ καὶ ἀνωτέρω τοῖς Παροπανισάδαις, ἀπὸ δὲ ἀνατολῶν τῶ Γάγγῃ ποταμῷ, ἀπὸ δὲ μεσημβρίας τῶ Ἰνδικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη περγραφή τοιαύτη· τὰ δὲ κατὰ μέρος οὕτως ἔχει· Λείπει τὰ κατὰ μέρος Ὁ δὲ πᾶς περίπλους ἀπὸ τοῦ Ναυστάθμου λιμένος μέχρι τοῦ Κῶρυ ἀκρωτηρίου τοῦ μέρους τοῦ προειρημένου τῆς ἐντὸς Γάγγου Ἰωδικῆς σταδίων β αψκε΄.

ΤΛΠΡΟΒΑΝΗΣ ΝΗΣΟΥ ΠΕΡΙΠΛΟΥΣ.

35. Τῷ ἀκρωτηρίῳ τῆς Ἰωδικῆς τῷ καλουμένῳ Κῶρυ ἀντίκειται τὸ τῆς Ταπροβάνης νήσου ἀκρωτήριον καλούμενον Βόρειον. Ἡ δὲ Ταπροβάνη νῆσος πρότερον μὲν ἐκαλεῖτο Παλαισιμούνδου, νῦν δὲ Σαλική. Τοῦτο δὲ τὸ ἀκρωτήριον τῆς νήσου τὸ ἀντικείμενον τῶ Κῶρυ, ὅπερ ἔφαμεν καλεῖσθαι Βόρειον ἄκρον, ἀπέχει ἀπὸ μέν τοῦ ἀνατολικοῦ ὁρίζοντος σταδίους β Ϛυξ΄, ἀπὸ δὲ τοῦ δυτικοῦ ὁρίζοντος σταδίους Ϛ καὶ αχκϚ΄, ἀπὸ δέ μεσημβρίας καὶ ἰσημερίας ὡς πρὸς ἄρκτους σταδίους Ϛτν΄. Λείπει τὰ κατὰ μέρος

ΑΠΟΣΠΑΣΜΑ.

Μάργανα, πόλις τῆς Ἰνδικῆς. Μαρκιανὸς ἐν Περίπλῳ. Ἔστι καὶ Μαργάναι πληθυντικῶς.

36. Μετὰ δὲ τὸ Βόρειον τοίνυν ἀκρωτήριον ἡ ὅλη περιγραφή καὶ ὁ περίπλους τῆς Ταπροβάνης νήσου τὸν τρόπον ἔχει τοῦτον· κατὰ μέν διάμετρον τῷ μήκει στὰ διοι θφ΄, τῷ δὲ πλάτει στάδιοι ζφ΄. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ιγ΄, πόλεις δὲ ἐπισήμους καὶ ἐμπόρια κβ΄, ὄρη ἐπίσημα β΄, ποταμοὺς ἐπισήμους ε΄, ἀκρωτήρια ἐπίσημα ή, λιμένας ἐπισήμους δ΄, κόλπους μεγάλους β΄, αἰγιαλὸν μέγαν α΄. Οἱ πάντες τοῦ περίπλου τῆς Ταπροβάνης νήσου στάδιοι β Ϛιπε΄. Καὶ περὶ μέν τῆς Ταπροβάνης νήσου τοσαῦτα εἰρήσθω. Πάλιν δὲ ἐπανήξομεν ἐπὶ τὸν παράπλουν τῆς ἐντὸς Γάγγου Ἰνδικῆς. Λείπει τὰ κατὰ μέρος

ΤΟΥ ΓΑΓΤΗΤΙΚΟΥ ΚΟΑΠΟΥ ΠΕΡΙΠΑΟΥΣ.

37. Ἀπὸ τοῦ Ἀφετηρίου τούτου ἐκδέχεται ὁ Γαγγητικὸς καλούμενος κόλπος μέγιστος ὢν σφόδρα, οὗ κατὰ τὸν μυχὸν ὁ Γάγγης ἐξίησι ποταμὸς, πέντε στόμασι τὴν ἐκβολὴν ποιούμενος, ὃν ἔφαμεν ὅριον εἶναι τῆς ἐντὸς Γάγγου Ἰνδικῆς καὶ τῆς ἐκτός.

38. Ἔστι δὲ τῆς ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικῆς τὸ μὲν μῆκος, ᾗ μακροτάτη τυγχάνει, ἀπὸ τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ λεγομένου Ἀντιβολὴ ἕως τοῦ Ναυστάθμου λιμένος, τοῦ ἐν τῷ Κάνθι κόλπῳ, σταδίων α ησ??΄· τὸ δὲ πλάτος, ἀπὸ τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Ἀφετηρίου ἕως τῶν πηγῶν τοῦ Γάγγου ποταμοῦ, σταδίων α γ. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας νδ΄, πόλεις δὲ καὶ κώμας καὶ ἐμπόρια ἐπίσημα σις΄, ὄρη ἐπίσημα Ϛ΄, ποταμοὺς ἐπισήμους κγ΄, ἀκρωτήρια ἐπίσημα β΄, λιμένα ἐπίσημον α΄, κόλπους ἐπισήμους ε΄, στόματα ἐπίσημα ποταμῶν ιβ΄, ἀφετήριον ἐπίσημον α΄, συμβολὰς ποταμῶν ἐπισήμων ι΄, νήσους ἐπισήμους θ΄.

39. Οἱ πάντες ἀπὸ τοῦ Ἀφετηρίου μέχρι τοῦ πέμπτου ὅς. στόματος τοῦ Γάγγου ποταμοῦ τοῦ καλουμένου Ἀντιβολὴ τοῦ περίπλου τοῦ μέρους τοῦ Γαγγητικοῦ κόλπου στάδιοι ??χξ΄. Οἱ δὲ σύμπαντες ἀπὸ τοῦ Ναυστάθμου λιμένος ἕως τοῦ πέμπτου στόματος τοῦ Γάγγουυ ποταμοῦ, ὃ καλεῖται Ἀντιβολὴ, τοῦ περίπλου παντὸς τῆς ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικῆς στάδιοι γ ε χ ?? ε΄.

ΙΝΔΙΚΗΣ ΤΗΣ ΕΚΤΟΣ ΓΑΓΓΟΥ ΠΤΑΜΟΥ ΤΩΝ ΕΝ ΑΥΤΗι ΚΟΛΠΩΝ ΠΕΡΙΠΛΟΥΣ.

40. Ἡ Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου ποταμοῦ περιορίζεται ἀπὸ μὲν ἄρκτων τοῖς μέρεσι τῆς Σκυθίας καὶ τῆς Σηρικῆς, ἀπὸ δὲ δύσεως αὐτῷ τῷ Γάγγῃ ποταμῷ, ἀπὸ δὲ ἀνατολῶν τοῖς Σίναις μέχρι τοῦ καλουμένου Μεγάλου κόλπου καὶ αὐτῷ τῷ κόλπῳ, ἀπὸ δὲ μεσημβρίας τῷ τε Ἰνδικῷ πελάγει καὶ μέρει τῆς Πρασώδους θαλάσσης, ἥτις ἀπὸ τῆς Μενουθιάδος νήσου ἀρξαμένη διατείνει κατὰ παράλληλον γραμμὴν μέχρι τῶν ἀντικειμένων μερῶν τῷ Μεγάλῳ κόλπῳ, καθὰ προειρήκαμεν.Λείπει τὰ κατὰ μέρος.

41. Ἔστι δὲ τῆς ἐκτὸς Γάγγου ποταμοῦ Ἰνδικῆς τὸ μὲν μῆκος, ἧ μακροτάτη τυγχάνει, σταδίων α αχν΄· τὸ δὲ πλάτος, ᾗ πλατυτάτη ἐστὶ, σταδίων α θ. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ν΄, πόλεις δὲ καὶ κώμας ἐπισήμους καὶ ἐμπόρια ξζ΄, ὄρη ἐπίσημα ιη΄, ἀκρωτήρια ἐπίσημα ε΄, λιμένας ἐπισήμους γ΄, κόλπον μέγιστον α΄, νήσους ἐπισήμους λ΄.

42. Οἱ πάντες ἀπὸ τοῦ Μεγάλου ἀκρωτηρίου μέχρι τοῦ πρὸς Σίνος ὁρίου τοῦ περίπλου τοῦ μέρους τοῦ Μεγάλου κόλπου τοῦ παρὰ τὴν ἐκτὸς Γάγγου Ἰνδικὴν τυγχάνοντος στάδιοι α βφν΄. Οἱ δὲ σύμπαντες ἀπὸ τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ, καλεῖται Ἀντιβολή, μέχρι τῶν πρὸς τοὺς Σίνας τὸ ἔθνος ὅρων τοῦ περίπλου παντὸς τῆς παραλίας τῆς ἐκτὸς Γάγγου Ἰνδικῆς στάδιοι δ ετν΄.

ΣΙΝΩΝ ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΟΙΣ ΚΟΑΠΩΝ ΠΕΡΙΠΣΟΣ.

43. Τὸ τῶν Σινῶν ἔθνος περιορίζεται ἀπὸ μέν ἄρκτων μέρει τῆς Σηρικῆς, ἀπὸ δὲ δύσεως τῆ ἐκτὸς Γάγγου ποταμοῦ Ἰωδικῇ κατὰ τὸ προειρημένον ἐν τῷ Μεγάλῳ κόλπῳ ὅριον, ἀπὸ δὲ ἀνατολῶν ἀγνώστῳ γῆ, ἀπὸ δὲ μεσημβρίας τῇ τε μεσημβρινῇ θαλάττῃ καὶ τῆ μεσημβρινῇ ἀγνώστῳ γῆ. Καὶ ἡ μὲν ὅλη περιγραφή τοῦτον ἔχει τὸν τρόπον· τὰ δέ κατὰ μέρος οὕτως ἔχει·Λείπει τὰ κατὰ μέρος.

44. Ἐντεῦθεν ἄρχονται παροικεῖν μέχρι τῆς μεσημβρινῆς ἀγνώστου γῆς Ἰχθυοφάγοι Σῖναι. Δύο γὰρ ἀγνώστους ὑπονοεῖν χρή γᾶς, τήν τε παρὰ τήν ἀνατολὴν διήκουσαν, ᾗ παροικεῖν εἰρήκαμεν τοὺς Σίνας, καὶ τὴν παρὰ τήν μεσημβρίαν, ἥτις διήκει παρὰ πᾶσαν τὴν Ἰνδικὴν θάλασσαν ἤτοι τὴν Πρασώδη καλουμένην, μέρος οὗσαν τῆς Ἰνδικῆς θαλάσσης, ὥστε συνάπτουσαν ἑκατέρας τὰς ἀγνώστους γᾶς καθάπερ τινὰ γωνίαν ἀποΣινῶν ἥ τε τῶν Σηρῶν χώρα καὶ ἡ μητρόπολις αὐτῶν. Τὰ δὲ ἀνατολικώτερα τούτων ἄγνωστός ἐστι γῆ, λίμνα, ἔχουσα ἑλώδεις, ἐν αἷς κάλαμοι μεγάλοι φύονται, καὶ συνεχεῖς οὕτως, ὥστε ἐχομένους αὐτῶν ποιεῖσθαι τὰς διαπεραιώσεις.

ΤΟΥ ΘΗΡΙΩΛΟΥΣ ΚΟΛΠΟΥ ΠΕΡΙΠΛΟΥΣ.

45. Πλέοντι τοίνυν μετὰ τὸν Μέγαν κόλπον καὶ τὸ ἑό. Νότιον ἄκρον ὡς πρὸς τήν μεσημβρίαν καὶ ἀριστερὰν ἔχοντι τήν τε τῶν Σινῶν γῆν καὶ τήν ἀνατολήν, ἐκδὲχεται κόλπος Θηριώδης καλούμενος, διήκων μέχρι τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Σατύρων ἄκρου. Οἱ πάντες ἀπὸ τοῦ Νοτίου ἄκρου μέχρι τοῦ τῶν Σατύρων ἀκρωτηρίου τοῦ περίπλου τοῦ Θηριώδους κόλπου στάδιοι αφγ΄.

ΤΟΥ ΤΩΝ ΣΙΝΩΝ ΚΟΛΠΟΥ ΠΕΡΙΠΛΟΥΣ.

46. Ἀπὸ δὲ τοῦ ἄκρου τῶν Σατύρων ἐκδέχεται κόλπος μέγιστος, καλούμενος Σινῶν κόλπος. Παρήκει δὲ οὗτος μέχρι τῆς μεσημβρινῆς ἀγνώστου γῆς, ᾗ συνάπτει τὴν τῆς ἀνατολῆς ἄγνωστον γῆν, ᾗπερ εἰρήκαμεν παροικεῖν τοὺς Σίνας. Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου τοίνυν τῶν Σατύρων ἐπὶ Κοττιάριος ποταμοῦ ἐκβολὰς, ὅστις ἐξίησιν ἐν τῷ τῶν Σινῶν κόλπῳ, στάδιοι ασν΄. Ἀπὸ δὲ τοῦ Κοττιάριος ποταμοῦ ἐκδέχεται Καττίγαρα, ὅρμος μὲν Σινῶν ὑπάρχων, ὅριον δὲ τῆς ἐγνωσμένης καὶ οἰκουμένης γῆς τῶν πρὸς τῇ μεσημβρίᾳ μερῶν. Τῶν δὲ σταδίων τοῦ περίπλου τούτου τὸν ἀριθμὸν οὐ ῥᾴδιον ἀναγράψαι. ἔσται δὲ μηδενὶ ἄλλῳ εὐμαρὲς τὸν ἐχόμενον περίπλουν τὸν μετὰ τὸν Σινῶν ὅρμον δηλῶσαι σαφῶς ἢ θείῳ τινὶ γνώστῃ, μήτε τὰ πρὸς τῇ μεσημβρίᾳ παρὰ τὴν ἄγνωστον διήκοντα γῆν σαφῆ καταστῆναι τοῖς ἀνθρώποις, μήτε τὴν παρὰ τὴν ἑῴαν μετὰ τοὺς Σίνας ἄγνωστον γῆν.

47. Ἔστι δὲ τῶν Σινῶν τὸ μὲν μῆκος τὸ μέγιστον σταδίων γ· τὸ δὲ πλάτος τὸ μέγιστον σταδίων α ζσν΄. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ε΄, πόλεις δὲ καὶ κώμας ἐπισήμους ζ΄, ὄρος ἐπίσημον α΄, ποταμοὺς ἐπισήμους δ΄, κόλπους ἐπισήμους (τόν τε Θηριώδη καὶ τὸν τῶν Σινῶν) β΄, ἀκρωτήρια ἐπίσημα β΄. Ὁμοῦ πόλεις κα κῶμαι τῆς ἀνατολικῆς γῆς φξ΄.

48. Οἱ πάντες ἀπὸ τοῦ ἐν τῷ Μεγάλῳ κόλπῳ τῶν Σινῶν ὁρέου τοῦ ὄντος πρὸς τῇ Ἰνδικῇ τῇ ἐκτὸς Γάγγου ποταμοῦ ἐπὶ Κοττιάριος ποταμοῦ ἐκβολὰς τοῦ περίπλου παντὸς τῆς τῶν Σινῶν παραλίας στάδιοι α βχν΄.

ΑΝΑΚΕΦΑΛΛΙΩΣΙΣ ΤΩΝ ΠΡΟΕΙΠΗΜΕΝΩΝ ΑΠΑΝΤΩΝ ΔΙΑΣΤΗΜΑΤΩΝ.

50. Καὶ τὸν μὲν ὅλον περίπλουν καὶ περιγραφήν τῆς παραθλασσίου χώρας τοῦ τῆς Ἀσίας μέρους, τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ ἔτι τοῦ Περσικοῦ κόλπου καὶ τοῦ Ἰνδικοῦ πελάγους, τοῦτον ἔχειν τὸν τρόπον συμβέβηκε· τὸ δὲ σύμπαν ἐστὶ διάστημα, τῶν κόλπων ἀπάντων περιπλεομένων ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ ἕως Κοττιάριος ποταμοῦ ἐκβολῶν τοῦ ἐν τῶ κόλπῳ Σινῶν τυγχάνοντος, σταδίων ͵͵͵ι ͵͵ε ͵γσϟε΄. Τὰ δὲ κατὰ μέρος τῆς παραλίας τῶν ἀριστερῶν μερῶν ἔχει τὸν τρόπον τοῦτον.

51. Ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ, ὅθεν τὴν ἀρχὴν ἐποιησάμεθα τοῦ περίπλου τῶν τῆς Ἀσίας ἀριστερῶν μερῶν, μέχρι τῶν στενῶν τοῦ Ἀραβίου κόλπου στάδιοι α αχο΄. Ἀπὸ δὲ τῶν στενῶν τοῦ Ἀραβίου κόλπου τοῦ περίπλου τῆς τε Ἐρυθρᾶς θαλάσσης καὶ μέρους τοῦ Ἰνδικοῦ πελάγους στάδιοι β αφλ΄. Ἀπὸ δὲ τοῦ στόματος τοῦ Περσικοῦ κόλπου μέχρι τοῦ αὐτοῦ πάλιν στόματος, τοῦ περίπλου παντὸς τοῦ Περσικοῦ κόλπου στάδιοι ͵͵α Ϛψϟ΄. Ἀπὸ δὲ τοῦ Περσικοῦ κόλπου μέχρι τῶν ὅρων τῆς τῶν Καρμανῶν παραλίας στάδιοι επν΄. Ἀπὸ δὲ τῶν προειρημένων τῆς Καρμανίας δρῶν μέχρι Ῥίζανα πόλεως τῆς τῶν Γεδρωσίων παραλίας στάδιοι γων΄. Ἀπὸ δὲ τῶν προρρηθέντων ὅρων τῆς Γεδρωσίας καὶ ἔτι τοῦ πρώτου καὶ δυσμικωτάτου στόματος τοῦ Ἰνδοῦ ποταμοῦ τοῦ λεγομένου Σάγαπα, μέχρι τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ, ὃ καλεῖται Ἀντιβολὴ, τῆς παραλίας τῆς ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικῆς στάδιοι ͵͵γ͵εχϟε΄. Ἀπὸ δὲ τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ, ὃ καλεῖται Ἀντιβολὴ, μέχρι τῶν ὅρων τῶν πρὸς τοὺς Σίνας, οἵτινες ἐν τῷ μεσαιτάτῳ τοῦ καλουμένου Μεγάλου κόλπου τυγχάνουσι, τῆς ἐκτὸς Γάγγου ποταμοῦ Ἰνδικῆς στάδιοι δ ετν΄. Ἀπὸ δὲ τοῦ ἐν τῷ Μεγάλῳ κόλπῳ τῶν Σινῶν ὁρίου ἐπὶ Κοττιάριος ποταμοῦ ἐκβολὰς τῆς τῶν Σινῶν παραλίας στάδιοι α βχν΄. Οἱ πάντες ἀθροίζονται τοῦ προειρημένου περίπλου παντὸς τῶν ἀριστερῶν τῆς Ἀσίας μερῶν ἀπὸ τοῦ λανίτου μυχοῦ μέχρι τοῦ Σινῶν ἔθνους καὶ τῶν ἐκβολῶν τοῦ Κοττιάριος ποταμοῦ στάδιοι ε γσζε΄.

52. Τέλος τοίνυν ἐνθάδε τοῦ πρώτου βιβλίου ποιησόμεθα, παντὸς μὲν τοῦ Ἀραβίου κόλπου, πάσης δὲ τῆς Ἐρυθρᾶς θαλάσσης, οὐ μὴν ἀλλὰ καὶ τοῦ Ἰνδικοῦ πελάγους τῶν τε δεξιῶν μερῶν, ἔτι μὴν καὶ τῶν ἀριστερῶν, ὅσα τῆ τῶν ἀνθρώπων ἐπιμελείᾳ καὶ φιλομαθεία γέγονεν ἐφικτὰ, μέχρι τῆς ἀγνώστου γῆς καθʼ ἑκατέρας τὰς ἠπείρους, τῆς τε ἑῴας καὶ τῆς μεσημβρινῆς, τὸν περίπλουν ἀναγράψαντες. Ἀρξόμεθα δὲ τοῦ κατὰ τὸν δυτικὸν ὠκεανὸν περίπλου· τοῦτο γὰρ ἐν ἀρχῇ τοῦ βιβλίου πράξειν ὑπεσχόμεθα.

Μαρκιανοῦ Ἡρακλεώτου τοῦ Πόντου Περίπλους τῆς ἔξω θαλάσσης ἑῴου καὶ ἑσπερίου, καὶ τῶν ἐν αὐτῇ μεγίστων νήσων. Τῶν εἰς β΄ τὸ α΄.
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. Τάδε ἔνεστιν ἐν τῷ θ’ Μαρκιανοῦ περίπλῳ ἑῴου καὶ ἐσπεῥίου ὠκεανοῦ. Προοίμιον. Ἰβτρίας τῆς καὶ Ἱσπανίας τῶν παρὰ τὸν δλφτικὸν καὶ ἀρκτῷον ὡκεανὸναὐτῆςμερῶνπερίπλους. Τὰδὲ κατά μέρος οῦτως ἔχει. Παιτπκῆς τῶν ἀπὸ τῆς Κάλπης μερῶν μέχρι τῶν τῆς Λουσιτανιας δρῶν περίπλους. Aουσιτανιας περίπλους. Ταρφακωνησίας περίπλους. Τῆς καλουμένης Κελτογαλατίας περίπλους. Τὰ δὲ κατὰ μέρος οῦτως ἔχει. Ἀκυτανίας περίπλους. Aουγδουνησίας περίπλους. Bελγικῆς σὺν Εερμανίᾳ τῇ ἄνω καἰ τῇ ) κάτω περίπλους. Γερμανίας τῆςμεγάλης περίπλους. Σαρματίας τῆς ἐν Εὐρώπη περίπλους. Περὶ τῶν Βρεττανικῶν νήσων. Ἰουερνίας νήσου Πρεττανικῆς περίπλους. Ἀλβίωνος νήσου Πρεττανικῆς περίπλους. Τῶν κατὰ τήν Λιβύην μερῶν τῶν παρὰ τὸν δυτικὸν καὶ μεσημβρινὸν ὠκεανὸν μέχρι τῆς Αἰθιοπίας περίπλους. Τὰ δὲ κατὰ μέρος οὔτως ἔχει. Μαυριτανίας Τιγγιτανῆς περίπλους. Λιβύης τῆς ἐντὸς περίπλους. Περὶ τῶν ἀπὸ Ῥώμης πρὸς τὰς ἀπισήμους τῆς οἰκουμένης πόλεις διαστάσεων.
ΠΡΟΟΙΜΙΟΝ.

Τὸ δεύτερον βιβλίον περιέξει τὸν ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ περίπλουν πάντα, τὸν παρὰ τῶ δυτικῷ τε καὶ ἀρκτῴῳ ὠκεανῷ μέχρι τῶν βορειοτάτων, καὶ ἔτι γε τῶν μεσημβρινῶν μερῶν, ἕως τῆς ἠγνοημένης ἑκατέρων τῶν ἠπείρων γῆς. Ἔσται δὲ οὗτος τῶν μὲν διξιῶν μερῶν παρὰ τὴν Ἰβηρίαν, ἥτις καὶ Ἱσπανία καλεῖται, τῶν παρὰ τὸν ὠκεανὸν κειμένων αὐτῆς τόπων, καὶ ἔτι παρὰ τὴν Ἀκυτανίαν καὶ τὴν Λουγδουνησίαν καὶ Βελγικὴν Γερμανίαν τε τὴν μεγάλην μέχρι τῆς ἐν τῇ Εὐρώπῃ Σαρματίας, μεθʼ ἣν ἡ πρὸς τοῖς ἄρκτοις ἄγνωστος ἐκδέχεται γῆ· πρὸς δὲ τούτοις καὶ τῶν δύο νήσων τῶν ἐν τῷ ἀρκτῴῳ κειμένων ὠκεανῷ, ἃς κοινῶς μὲν Πρεττανικὰς καλοῦσι, λέγεται δὲ αὐτῶν ἡ μὲν Ἰουερνία, ἡ δὲ Ἀλβίων, τῶν δὲ ἀριστερῶν μερῶν παρὰ τὴν Λιβύην καὶ τὸν ὠκεανὸν τὸν δυτικὸν καὶ μεσημβρινὸν, καὶ τῶν προσεχῶν τούτοις τόπων μέχρι τοῦ λεγομένου Ὑποδρόμου Αἰθιοπικοῦ, ἔνθα τὸν πρὸς τὴν μεσημβρίαν ἀναχεόμενον ὠκεανὸν τέλος ἔχειν συνέστηκε, τῆς ἀγνώστου λοιπὸν ἐκδεχομένης γῆς.

2. Τῆς μὲν γὰρ ἐντὸς Ἡρακλείων στηλῶν ἀπάσης θαλάσσης, ὥσπερ καὶ προειρήκαμεν, ἀκριβῆ τὸν περίπλουν (ὥς γε οἰόμεθα) πεποιήμεθα ἐν ταῖς ἐπιτομαῖς τῶν ἕνδεκα βιβλίων Ἀρτεμιδώρου τοῦ Ἐφεσίου γεωγράφου, ὃν νομίζομεν τῆς καθʼ ἡμᾶς θαλάσσης ἐπιμελέστατον ἐν τοῖς τῆς γεωγραφίας τὸν περίπλουν πεποιῆσθαι· τῆς δὲ ἔξω θαλάσσης, ἥτις ὠκεανὸς παρὰ τῶν πλείστων καλεῖται, εἰ καὶ μετρίως τινῶν μερῶν ὁ προειρημένος ἐμνημόνευσεν Ἀρτεμίδωρος, ἀλλʼ ὅμως τὸν ἀκριβέστατον ταύτης περίπλουν ἐκ τῆς τοῦ θειοτάτου Πτολομαίου γεωγραφίας καὶ προσέτιγε τοῦ Πρωταγόρου καὶ ἑτέρων παλαιῶν ἀνδρῶν ἐξελόντες, τοῦ μὲν Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐκατέρων τῶν ἠπείρων καὶ ἔτι γε τοῦ Ἰνδικοῦ πελάγους παντὸς μέχρι τῆς ἑῴας καὶ τῆς ἀγνώστου γῆς μετὰ τῆς ἐνδεχομένης ἀκολουθίας ἐν τῷ προτέρῳ βιβλίῳ διεξήλθομεν· νυνὶ δὲ τὰ περὶ τὸν ἑσπέριον ὠκεανὸν ἐπελευσόμεθα.

3. Ἀρχήν τοίνυν ποιησόμεθα τοῦ περίπλου τῆς ἔξω θαλάσσης ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ. Οὗιος δὲ ὁ πορθμὸς διορίζει τὰς ἠπείρους ἑκατέρας, τήν τε Ἰβηρίαν, ἣν καὶ Ἱσπανίαν προσαγορεύουσι, μέρος τῆς Εὐρώπης ὑπάρχουσαν, καὶ τὴν καταντικρὺ ταύτης κειμένην Λιβύην. Ἐκπλέοντι γὰρ τὸν Ἡράκλειον πορθμὸν καὶ πρὸς τὸν ὠκεανὸν ἐπειγομένῳ, ἐν δεξιᾷ μὲν τῆς Ἱσπανίας ἐστὶν ἡ Βαιτικὴ τὸ ἔθνος, ἐν ἀριστερᾷ δὲ εἰσὶ τῆς Λιβύης αἱ Μαυριτανίαι καλούμεναι. Τὸ δὲ μεταξὺ τούτων κατὰ τὴν ἐντὸς θάλασσαν πέλαγος καλεῖται Ἰβηρικὸν (μέσον δὲ τῶν εἰρημένων ἐθνῶν κείμενον). Διεκπλεύσαντι δὲ τὸν Ἡράκλειον πορθμὸν καὶ τὸν ναὸν τῆς Ἥρας (οὗτος δὲ ἐν δεξιᾷ κατὰ τὸν ἔκπλουν τοῦ πορθμοῦ κεῖται) ἐκδέχεται μὲν ὁ ὠκεανὸς, ὰναπεπταμένος ἐφ ἑκατέρας τὰς ἠπείρους, τής τε Ἰβηρίαν καὶ τὴν Λιβύην, καὶ ἔτι γε πρὸς τὰς δυσμὰς εἰς μέγεθος ἀπέραντον καὶ ἄγνωστον ἐκτεινόμενος.

4. Πρώτη δὲ ἡ νῆσος ἐν δεξιᾷ τὰ Γάδειρα κειμένη τυγχάνει, ἔνθα τὰς Ἡρακλείους στήλας εἶναι συνέστηκεν. Οἱ μὲν γὰρ κατὰ Κάλπην τὸ ὄρος, ὅπερ ἐνδοτέρω τῶν Ἡρακλείων στενῶν κεῖται, τὰς στήλας εἶναί φασιν· οἱ δὲ κατὰ Γάδειρα τὴν νῆσον, ὥσπερ καὶ Ἀρτεμίδωρος ὁ γεωγράφος· κωλύει δὲ οὐδὲν ἀπὸ τῆς Κάλπης τοῦ ὄρους, ἣν οἱ πλεῖστοι στήλην Ἡρακλέους εἶναι βούλονται, τὸν περίπλουν τῆς Ἰβηρίας ποιήσασθαι. Ἔστι δὲ τῆς μὲν Βαιτικῆς καλουμένης ἐπᾶρχίας ἡ Κάλπη, τέλος δὲ τοῦ ἔθνους τούτου καὶ ὅριον ὁ Ἄνας ποταμὸς ὑπάρχει, κατὰ τὸν ἑσπέριον ὠκεανὸν τὰς ἐκβολὰς ποιούμενος, μεθʼ ὃν τὰ ἐχόμενα τῆς Ἱσπανίας ἔθνη κατὰ τὴν ἔξω θάλασσαν καὶ τὸν ὠκεανὸν κείμενα τυγχάνει. Ἔσται τοίνυν ὁ περίπλους τήν ἀρχὴν ἔχων ἀπὸ τῆς ἐν Ἰβηρία Κάλπης καὶ τούτου τοῦ μέρους τῆς βαιτικῆς πα ἐπαρχίας.

5. ἐκειδὴ δὲ πολλοὶ τῶν ταῦτα τὰ μέρη περιπλευσάντων περὶ τὸν τῶν σταδίων ἀριθμὸν διεσφάλησαν, καίτοιγε τὰς αἰτίας ἡμεῖς τῆς τοιαύτης πλάνης ἐν τῷ προτέρῳ βιβλίῳ διεξήλθομεν· ὅμως ἕνεκεν ἀκριβείας μείζονος διπλοῦν ὡς ἐπίπαν τὸν ἀριθμὸν τῶν σταδίων προσγράψαι προειλόμεθα, τό τε μή πλεῖον καὶ τὸ μὴ ἔλαττον κατὰ γραμμήν ὑποτείνουσαν προστιθέντες, ἅστε τὸ μεταξὺ τῶν ἀριθμῶν ἐκατέρων ὥσπερ ὅρον τινὰ τῆς ἀληθείας κεῖσθαι τοῖς τὴν ἀκρίβειαν ἐπιζητοῦσι. Τοῦτο γὰρ σαφῶς καὶ Πρωταγόρας ἐν τῇ γεωγραφία ποιήσας δοκεῖ τὴν περὶ τοὺς σταδίους πλάνην ἐκπεφευγέναι.

ΙΒΗΡΙΑΣ ΤΗΣ ΚΑΙ ΙΣΠΑΝΙΛΣ ΠΕΡΙΠΛΟΥΣ ΤΩΝ ΠΑΡΑ ΤΟΝ ΩΚΕΛΝΟΝ ΑΥΤΗΣ ΜΕΡΩΝ.

6. Ἡ Ἰβηρία ἥτις καὶ Ἱσπανία καλεῖται, ἄρχεται μὲν ἀπὸ τῶν Πυρηναίων δρῶν, διήκει δὲ ἰπὶ πλιῖστον, ὑφʼ ἑκατέρων τῶν θαλασσῶν περιεχομένη, τοῦ τε ὠκεανοῦ τοῦ ἀρκτῴου καὶ δυτικοῦ καὶ τῆς καθʼ ἡμᾶς θαλάσσης. ʼἩ δὲ Πuρήνη τὸ ὄρος ἀπὸ τῆς καθʼ ἡμᾶς dρξαμένη θαλάσσης διατείνει μέχρι τοῦ ἀρκτῴου ὠκεανοῦ. Καὶ τὸ μὲν ἓν πέρας τοῦ ὄρους εἰς τὴν ἡμετέραν ἔκκειται θάλασσαν, τὸ δὲ ἕτερον πέρας αὐτοῦ πρὸς τὰς ἄρκτους καὶ τὸν ἀρκτῷον ὠκεανὸν προβέβληται. Διαζεύγνυσι δὲ καὶ διαιρεῖ τὴν Ἰβηρίαν πρὸς τὴν ἐχομένην Κελτογαλατίαν, ὡς δοκεῖν εἶναι τὴν Ἰβηρίαν μεγίστην χερσόνησον κατὰ τὸν αὐχένα τῇ Πυρήνῃ προσεχομένην. Κυρτοῦται δέ πως τὸ ὄρος ὡς ἐπὶ τὴν Ἱσπανίαν.

7. Πρότερον μὲν οὖν ἡ Ἰβηρία διήρητο ὑπὸ Ῥωμαίων εἰς ἐπαρχίας δύο, νυνὶ δὲ εἰς τρεῖς, εἰς Ἱσπανίαν Βαιτικὴν καὶ εἰς Ἱσπανίαν Λουσιτανίαν καὶ Ἱσπανίαν Ταρρακωνησίαν. Τῆς μὲν Βαιτικῆς τὸ πλεῖστον πρὸ τῆς καθʼ ἡμᾶς κεῖται θαλάσσης τῶν Ἡρακλείων ἐντὸς στηλῶν, μέρος δέ τι παρὰ τὸν δυτικὸν ὠκεανόν. Τῶν δὲ λειπομένων ἐθνῶν δύο ἡ μὲν Λουσιτανία πᾶσα κατὰ τὸν δυτικὸν ὠκεανὸν τυγχάνει κειμένη, ἡ δὲ Ταρρακωνησία μέρει μὲν πλείστῳ τῷ ἀρκτῴῳ ὠκεανῷ πρόσκειται, μέρει δέ τινι καὶ τῇ καθʼ ἡμᾶς θαλάσσῃ, ἐφ’ ἑκατέρας ἐκ τῆς μεσημβρίας διήκουσα τὰς θαλάσσας μέχρι τῶν Πυρηναίων ὀρῶν. Γράψομεν τοίνυν τὸν περίπλουν τῶν παρὰ τὸν ὠκεανὸν τῆς Ἰβηρίας μερῶν· τοῦτο γὰρ ποιήσειν δπεσχόμεθα.

ΒΑΙΤΙΚΗΣ ΠΕΡΙΠΛΟΥΣ ΤΩΝ ΑΠΟ ΤΗΣ ΚΑΛΠΗΣ ΜΕΡΩΝ ΜΕΧΡΙ ΤΩΝ ΤΗΣ ΛΟΥΣΙΤΑΝΙΛΣ ΟΡΩΝ.

8. Ἡ Βαιτικὴ Ἱσπανία περιορίζεται ἀπὸ μὲν ἄρκτων καὶ δυσμῶν Λουσιτανίᾳ καὶ μέρει τῆς Ταρρακωνησίας ἐπαρχίας, ἀπὸ δὲ ἀνατολῶν τῷ καλουμένῳ Βαλεαρικῷ πελάγει ( τοῦτο δὲ συνῆπται τῇ Ἰβηρικῇ θαλάσσῃ, ἀπὸ δὲ μεσημβρίας κατὰ μὲν τὴν ἐκτὸς θάλασσαν καὶ τὸν Ἡράκλειον πορθμὸν τῷ δυτικῷ ὠκεανῷ, κατὰ δὲ, τὴν ἐντὸς θάλασφαν τῷ Ἰβηρικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοιαύτη, ὁ δὲ κατὰ μέρος περίπλους τοῦτον ἔχει τὸν τρόπον.

9. Ἀπὸ Κάλπης τοῦ ὄρους καὶ στήλης, ἥτιος ἐστὶν ἐν ἀρχῇ τῆς ἐντὸς θαλάσσης, ἐκπλέοντι ἐπὶ τὸν πορθμὸν καὶ τὸν ὠκεανὸν, δεξιὰν τὴν ἤπειρον Ἰβηρίας ἔχοντι, εἰς Καρτηίαν στάδιοι ν΄. Ἐνταῦθα παροικεῖ τὸ ἔθνος τῶν Βαστουλῶν τῶν καλουμένων Ποινῶν. Ἀπὸ δὲ Καρτηίας εἰς Βαρβήσολα στάδιοι ρ΄. Ἀπὸ δὲ Βαρβησόλων εἰς Τρανσδοῦκτα στάδιοι οὐ πλεῖον σ΄, οὐχ ἦττον κατὰ γραμμήν ὑποτείνουσαν σταδίων ρμε΄. Ἀπὸ δὲ Τρανσδούκτων εἰς Μενραλίαν στάδιοι οὐ πλεῖον ριε΄, οὐχ ἧττον σταδίων ρκγ΄. Ἀπὸ δὲ Μεωραλίας εἰς Βελῶνα πόλιν στάδιοι οὐ πλεῖον ρμ΄, οὐχ ἧττον σταδίων ρ΄. Ἐντεῦθεν ἄρχεται τὸ τῶν Τουρδδούλων ἔθνος. Ἀπὸ δὲ Βελῶνος πόλεως εἰς Βελῶνος ποταμοῦ ἐκβολὰς στάδιοι οὐ πλεῖον σε΄, οὐχ ἧττον σταδίων ν΄. Ἀπὸ δὲ Βελῶνος ποταμοῦ ἐκβολῶν ἐπὶ τὸ ἀκρωτήριον, ἐν ᾧ ὁ πορθμὸς καὶ ὁ ναὸς τῆς Ἥρας, στάδιοι σ΄, στάδιοι ρν΄. (Ἐντεῦθεν οἱ στάδιοι μόνοι παρακείσονται, καὶ ὁ μὲν πρότερος ἀριθμὸς τὸ πλεῖστον δηλώσει, ὁ δὲ ἑπόμενος τὸ ἧττον, ὥστε μή καθʼ ἕκαστον προγράφειν τὸ πλἑῖον καὶ ἔλαττον.) Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου ἐν ᾧ ὁ πορθμὸς καὶ ὁ ναὸς τῆς Ἥρας, πλέοντι τὸν ὠκεανὸν ὡς πρὸς τὰς ἄρκτους, καὶ ὁμοίως δεξιὰν μὲν τὴν ἤπειρον ἔχοντι, ἃριστερὰν δέ τὸν δυτικὸν ὠκεανὸν, ἐκδέχεται Μενεσθέως λιμήν. εἰσὶ δ᾿ ἐπ᾿ αὐτὸν στάδιοι σκε΄, στάδιοι ρξ΄. Κατὰ τούτους τοὺς τόπους κεῖται νῆσος ἐν τῆ ἐκτὸς θαλάσσῃ τὰ Γάδειρα, ἐν ᾗ καὶ πόλις ὁμώνυμος Γάδειρα. Ἔστι δὲ ἀπὸ τοῦ ἀκρωτηρίου, ἔνθα ὁ πορθμὸς, ἐπὶ τὰ Γάδειρα τὴν νῆσον στάδιοι σο΄, στάδιοι σμ΄. Ἀπὸ δὲ Μενεσθέως λιμένος εἰς τὴν κατὰ Ἄσταν ἀνάχυσιν στάδιοι σι΄. Ἐντεῦθεν ἄρχονται παροικεῖν Τουρδητανοί. Ἀπὸ δὲ τῆς κατὰ Ἄσταν ἀναχύσεως ἐπὶ τὸ τοῦ Βαίτιος ποταμοῦ ἀνατολικώτερον στόμα στάδιοι τπέ, στάδιοι σπε΄ ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Βαίτιος ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι γτν΄, στάδιοι βυ΄. Ἀπὸ τοῦ ἀνατολικωτέρου στόματος τοῦ Βαίτιος ποταμοῦ ἐπὶ Ὀνόβα Αἰστουρίαν στάδιοι υκ΄, στάδιοι τ΄. Ἀπὸ δὲ Ὀνόβα Αἰστουρίας ἐπὶ τὰς τοῦ Ἄνα ποταμοῦ ἐκβολὰς στάδιοι σι΄, στάδια ρν΄. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Ἄνα ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι βρμε΄, στάδιοι αφν΄. Ἐνταῦθα πέραν ἔχει τῆς Βαιτικῆς Ἱσπανίας τὸ μέρος τὸ παρῆκον παρʼ ἑκατέρας τὰς θαλάσσας, τὰς περὶ τὸν Ἡράκλειον πορθμὸν τυγχανούσας, τήν τε καθʼ ἡμᾶς καὶ τήν ἔξω, τουτέστι τὸν ὠκεανόν.

10. Ἔστι δὲ τῆς Βαιτικῆς πάσης τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ τῶν ἐκβολῶν τοῦ Ἄνα ποταμοῦ, περαιούμενον δὲ ἕως τῶν πηγῶν τοῦ αὐτοῦ Ἄνα ποταμοῦ, ὡς εἶναι τοῦ μήκους κατὰ τὴν μείζονα γραμμὴν σταδίους γψθ΄. Τὸ δὲ πλάτος τῆς Βαιτικῆς ἄρχεται μὲν ἀπὸ τῶν πηγῶν τοῦ αὐτοῦ ποταμοῦ, καταλήγει δὲ πρὸς μεσημβρίαν ὡς ἐπὶ τὸν προειρήμενον ναὸν τῆς Ἥρας ἤτοι Βελῶνα τὴν πόλιν ἢ Πόρτον μάγνον, ὡς εἶναι τοῦ πλάτους τὸ διάστημα κατὰ τήν μείζονα γραμμήν σταδίους αρνη΄. Ἔστι δὲ τῆς Βαιτικῆς ὁ περιορισμὸς τῆς μεσογείας σταδίων Ϛψθ΄, σταδίων ερμ΄. Ἔχει δὲ ἔθνη ε΄, πόλεις ἐπισήμους πε, ὄρη ἐπίσημα γ΄, ποταμοὺς ἐπισήμους ε΄, ἀκρωτήρια ἐπίσημα β΄, λιμένα ἐπίσημον α΄.

11. Οἱ πάντες τοῦ περίπλου τῆς μὲν Βαιτικῆς πάσης ἀθροίζονται στάδιοι οὐ πλεῖον δτμέ, οὐχ ἧττον σταδίων · τοῦ δὲ μέρους τῆς Βαιτικῆς, οὗ καὶ τὸν περίπλουν πεποιήμεθα, ἀπὸ Κάλπης τοῦ ὄρους καὶ στήλης μέχρι τῶν τοῦ Ἄνα ποταμοῦ ἐκβολῶν τῆς παρὰ τὸν ὠκεανὸν αὐτῆς παραλίας, στάδιοι οὐ πλεῖον βτπ΄, οὐχ ἧττον σταδίων ασμε΄.

ΑΟΥΣΙΤΑΝΙΑΣ ΠΕΡΙΠΔΟΥΣ.

12. Ἡ Λουσιτανία τῶν Ἱσπανιῶν περιορίξεται ἀπὸ μέν ἄρκτων τῆ Ταρρακωνησίᾳ Ἱσπανίᾳ παρὰ τὸ δυτικὸν μέρος τοῦ Δορίου ποταμοῦ, ἀπὸ δὲ τῶν ἀνατολῶν τῇ αὐτῇ Ταρρακωνησίᾶ, ἀπὸ δὲ δύσεως τῷ δυτικῷ ὠκεανῷ, ἀπὸ δὲ μεσημβρίας τῆ προειρημένῃ Βαιτικῇ, ἥντινα προσκεῖσθαι εἴπομεν καὶ τῷ δυτικῷ ὠκεανῷ καὶ τῇ καθ᾿ ἡμᾶς θαλάσσῃ. Καὶ ἡ μέν ὅλη περιγραφή τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτως ἔχε.

13. Ἀπὸ τῶν ἐκβολῶν τοῦ προειρημένου Ἄνα ποταμοῦ ἐπὶ Βάλσα στάδιοι τπ΄, στάδιοι , καὶ ταῦτα ἐπὶ τὰ μέρη Τουρδητανοὶ παροικοῦσιν. Ἀπὸ δὲ Βάλσων εἰς Ὀσσόνοβα στάδιοι τμ΄, στάδιοι τ΄. Ἀπὸ δὲ Ὀσσόνοβα ἐπὶ τὸ Ἱερὸν ἀκρωτήριον στάδιοι τξ΄, στάδιοι σξ΄, Τωῦτο ἐπὶ πολὺ (τὸ ἀκρωτήριον) εἰς τὸν ὠκεανὸν ἔκκειται, καὶ ἔστι τῶν σφόδρα ἐπισημοτάτων. Ἀπὸ δὲ τοῦ Ἱεροῦ ἀκρωτηρίου εἰς Καλίποδος ποταμοῦ ἐκβολὰς στάδιοι ατν΄, στάδια ??ον΄. Ἀπὸ δὲ Καλίποδος ποταμοῦ ἐκβολῶν εἰς Σάλακρα στάδιοι σλ΄, στάδιοι σι΄. Ἀπὸ δὲ Σαλάκρων εἰς Καιτοβρὶξ στάδιοι ρε΄, στάδιοι ϟ΄. Ἀπὸ δὲ Καιτοβρὶξ εἰς Βαρβάριον ἄκρον στάδιοι ρζ΄, στάδιοι ρξ΄. Ἀπὸ δὲ Βαρβαρίου ἄκρου εἰς Ὀλιοσίπωνα στάδιοι τπ΄, στάδιοι σν΄. Ἀκὸ δὲ Ὀλιοσίπωνος ἐπὶ τὰς τοῦ Τάγου ποταμοῦ ἐκβολὰς στάδιοι ρνε΄, στάδιοι . Εἰσὶ δὲ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι. Ἀπὸ δὲ τῶν ἐκβολίων τοῦ Τάγου ποταμοῦ ἐπὶ Σελήνης ὄρος, ἄκρον, εἰσὶ στάδιοι ρν΄, στάδιοι ρκ΄. Ἐνταῦθα παράκειται νῆσος Δάνοβρις καλουμένη· εἰσὶ δὲ ἐπʼ αὐτὴν ἀπὸ τοῦ τῆς Σελήνης ἀκρωτηρίου στάδιοι Ϡμ΄, στάδιοι χο΄. Ἀπὸ δὲ τοῦ Ἱεροῦ ἀκρωτηρίου εἰσὶν ἐπ᾿ αὐτὴν στάδιοι σφι΄, στάδιοι αρλ΄. Ἀπὸ δὲ Σελήνης ὄρους ἐπὶ Μόνδα ποταμοῦ ἐκβολὰς στάδιοι ρν΄, στάδιοι ρκ΄. Ἀπὸ δὲ Μόνδα ποταμοῦ εἰς Οὐάκου ποταμοῦ ἐκβολὰς στάδιοι τπ΄, στάδιοι σοε΄. Ἀπὸ δὲ Οὐάκκου ποταμοῦ ἐκδέχονται αἱ τοῦ Δορρίου ποταμοῦ ἐκβολαὶ, καθʼ ἃς τέλος ἔχειν τὴν Λου. σιτανίαν Ἰσπανίαν συνέστηκεν. Ἀπὸ δὲ τῶν ἐκβολῶν υέὸ τοῦ Δορίου ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ σταδίοι ατο΄. Ἀπὸ δὲ τῶν ἐκβολῶν Οὐάκου ἐπὶ τὰς τοῦ Δορίου ποταμοῦ ἐκβολὰς στάδιοι , στάδιοι .

14. Ἔστι δὲ τῆς Λουσιτανίας τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ τῆς δυτικῆς πλευρᾶς καὶ τοῦ Ἱεροῦ ἀκρωτηρίου, περαιούμενον δὲ πρὸς τὰς πηγὰς τοῦ Δορίου ποταμοῦ, ὡς εἶναι διὰ τῆς μεγίστης γραμμῆς τοῦ μήκους σταδίους γτλε΄. Τὸ δὲ πλάτος τῆς Λουσιτανίας ἄρχεται μέν ἀπὸ θαλάσσης κατὰ τὴν ἀρκτῴαν πλευρὰν κατὰ τὰς ἐκβολὰς τοῦ Οὐάκου ποταμοῦ, καταλήγει δὲ ὡς πρὸς μεσημβρίαν εἰς Βάλσα τὴν πόλιν, ὡς εἶναι καὶ τοῦ πλάτους κατὰ τὴν μείζονα γραμμήν σταδίους αψ??γ΄. Ἔστι δὲ ὁ τῆς Λουσιτανίας ὁ τῆς μεσογείας περιορισμὸς σύμπας σταδίων δυ΄, σταδίων δ΄. Ἔχει δὲ ἔθνη δ΄, πόλεις ἐπισήμους νϚ΄, δρῆ ἐπίσημα ε΄, ποταμοὺς ἐπισήμους Ϛ΄, ἀκρωτήρια ἐπίσημα β΄.

15. ἴCἱ πτάντες ἀπὸ τῶν ἐκβολῶν τοῦ Ἄνα ποταμοῦ μέχρι τῶν ἐκβολῶν τοῦ Δορίου ποταμοῦ τοῦ περίπλου τῆς παραλίας Aουσιτανίας τῆς πρὸς τῷ ὠκεανῷ στάδιοι οὐ πλεῖον δρμ, οὐχ ἦττον σταδίων γσξε.

ΤΑΡΡΑΚΩΝΗΣΙΛΣ ΠΕΡΙΠΛΟΥΣ.

16. Ἡ Ταρρακωνησία τῶν Ἱσπανιῶν περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ Κανταβρίῳ ὠκεανῷ ἐστι δὲ οὗτος τῶν ἀρκτῴων μερῶν· ἀπὸ δὲ ἀνατολῶν θερινῶν τῇ Πυρή πάσῃ, ἀπὸ τοῦ Οἰάσσω τῆς Πυρήνης ἀκρωτηρίου μέχρι τοῦ ἑτέρου ἀκρωτηρίου αὐτῆς τοῦ κειμένου κατὰ τὴν ἡμετέραν θάλασσαν, ἐφʼ οὗ ἵδρυται τὸ ἱερὸν τῆς Ἀφροδίτης, ἀπὸ δὲ ἀνατολῶν χειμερινῶν τῷ Βαλιαρικῷ πελάγει· ἀπὸ δὲ μεσημβρίας τῇ τε προειρημένῃ Λουσιτανίᾳ καὶ τῇ Βαιτικῇ τῇ ἐπικειμένῃ τῇ καθʼ ἡμᾶς θαλάσσῃ· ἀπὸ δὲ δύσεως τῷ δυτικῷ ὠκεανῷ. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτως ἔχει.

17. Ἔσιι δὲ τῆς Ταρρακωνησίας τὸ μῆκος ἀρχόμενον μὲν απὸ τῆς δυτικῆς πλευρᾶς ἀπὸ τοῦ Νερίου ἀκρωτηρίου, περαιούμενον δὲ κατὰ τὸ ἀκρωτήριον τῆς Πυρήνης τὸ ἐν τῆ καθʼ ἡμᾶς θαλάσσῃ, ἔνθα τὸ ἱερὸν τῆς Ἀφροδίτης, ὡς εἶναι τῆς ἐπαρχίας τὸ μῆκος κατὰ τὴν διὰ μέσου τομήν σταδίους ζσλ΄, τὸ δὲ πλάτος τῆς Ταρρακωνησίας ἄρχεται μὲν κατὰ τὴν ἀρκτῴαν πλευρὰν ἀπὸ τοῦ Κανταβρίου ὠκεανοῦ καὶ τοῦ Πυρηναίου ὄρους, καταλήγει δὲ ὡς πρὸς μεσημβρίαν εἰς τὰ ἀρκτῷα μέρη τῆς Λουσιτανίας καὶ τῆς Βαιτικῆς καὶ εἰς Οὐρκὴν πόλιν τῆς Βαιτικῆς ὡς εἶναι καὶ τοῦ πλάτους τὸ διάστημα κατὰ τὴν μείζονα γραμμήν σταδίων δσν΄ . Ἔστι δὲ ὁ κατὰ γῆν αὐτῆς περιορισμὸς σταδίων δφ΄, σταδίων γτ΄. Ἔχει δὲ ἔθνη νε΄, πόλεις ἐπισήμους σογ΄, ὄρη ἐπίσημα ε΄, ποταμοὺς ἐπισήμους κγ΄, ἀκρωτήρια ἐπίσημα η΄, λιμένας ἐπισήμους β΄.

18. Καὶ ὁ μὲν τῆς Ταρρακωνησίας περίπλους τῶν πρὸς τῷ ὠκεανῷ κειμένων αὐτῆς μερῶν κατὰ τὴν δυτικὴν καὶ ἀρκτῴαν πλευρὰν εἴρηται· τὸ δὲ λειπόμενον αὐτῆς μέρος παρὰ τὸ Βαλιαρικὸν πέλαγος, ἀρχόμενον μέν ἀπὸ τοῦ Πυρηναίου ὄρους καὶ τοῦ ἀκρωτηρίου αὐτοῦ, ἐφʼ οὗ τὸ ἱερὸν τῆς Ἀφροδίτης ἐγκεῖσθαι προειρήκαμεν, καταλῆγον δὲ εἴς Οὐρκὴν, μεθʼ ἢν ἐκδέχεται ἡ Βαιτικὴ ἐπαρχία, ἧστινος τὰ μέρη τὰ πρὸς τῷ Ἡρακλείῳ πορθμῷ καὶ τῷ δυτικῷ ὠκεανῷ ἐν ἀρχῇ διεξήλθομε, ἐν τῆ ἐπιτομῇ τῆς Ἀρτεμιδώρου γεωγραφίας ἤτοι περίπλου σαφῶς διεξήλλθομεν. Οἱ πάντες ἀπὸ τῶν τοῦ Δορίου ποταμοῦ ἐκβολῶν ἐπὶ τὸ ἀκρωτήριον τῆς Πυρήνης τὸ Οἰάσσω λεγόμενον τοῦ περίπλου τῆς παρὰ τὸν ὠκεανὸν παραλίας τῆς Ταρρακωνησίας εἰσὶ στάδιοι οὐ πλεῖον ατκζ΄, οὐκ ἔλαττον σταδίων ηιβ΄. C8 δὲ σύμπαντες ἀπὸ τοῦ ὄρους Κάλπης τοῦ πρὸς τῷ Ἡρακλείῳ πορθμῷκειμένου μέχρι τοῦ Οἰάσσω ἀκρωτηρίου τῆς Πυρήνης τοῦ περίπλου παντὸς τῆς Ἰβηρίας τῆς παρὰ τὸν ὠκεανὸν κειμένης οὐ πλεῖον σταδίων α Ϛωμε΄, οὐκ ἔλαττον σταδίων α γσπβ΄. Ὁ μὲν οὖν τῆς Ἰβηρίας περίπλους ὁ παρὰ τὸν ὠκεανὸ τὸν δυτικὸν καὶ τὸν ἀρκτῶον τυγχάνων ἀπὸ τῆς Κάλπης τοῦ ὄρους καὶ τοῦ Ἡρακλείου πορθμοῦ μέχρι τῆς Πυρήνης τοῦ ὄρους καὶ τοῦ πέρατος αὐτοῦ τοῦ ἀρκτῴου, τοῦ καλουμένου Οἰάσσω, τοῦτον ἔχει τὸν τρόπον· ἐπὶ δὲ τὰ ἑξῆς χωρήσομεν.

ΚΕΛΤΟΓΑΛΑΤΙΑΣ ΠΕΡΙΠΑΟΥΣ.

19. Ἡ καλουμένη Κελτογαλατία διήκει μέν ἐπὶ πλεῖστον καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν· διῄρηται δὲ εἰς ἐπαρχίας δ΄, Γαλλίαν Ἀκυτανίαν καὶ Γαλλίαν quattuor, Λουγδουνησίαν καὶ Γαλλίαν Βελγικὴν καὶ Γαλλίαν Ναρβωνησίαν. Ἀλλʼ αἱ μέν προειρημέναι τρεῖς ἐπαρχίαι προσοικοῦσι τῷ ὠκεανῷ πρὸς τὰς ἄρκτους ἐστραμμέναι, ἡ δὲ Ναρβωνησία ἐν τῆ καθʼ ἡμᾶς καὶ ἐντὸς κεῖται θαλάσσῃ πρὸς τήν μεσημβρίαν ὁρῶσα. Λέξομεν τοίνυν τὸν περίπλουν, ἀκολούθως ἀπὸ τῆς Ἀκυτανίας ἀρξάμενοι τῶν παρὰ τὸν ὠκεανὸν τὸν ἀρκτῷον τῆς Κελτογαλατίας παροικούντων ἐθνῶν· τοῦτον γὰρ τὸν περίπλουν ἀναγράψειν ὑπεσχόμεθα· τῆς γὰρ βωνησίας τὸν περίπλουν ἐν τῇ ἐπιτομῇ τῆς Ἀρτεμιδώρου γεωγραφίας ἤτοι περίπλου σαφῶς διεξήλθομεν, εἰ καὶ ὁ προειρημένος Ἀρτεμίδωρος τὴν διαίρεσιν τῶν ἐν τῇ Κελτογαλατίᾳ, ὡς καὶ τῶν ἐν τῇ Ἰβηρίᾳ ἐπαρχιῶν οὐκ ἐποιήσατο.

ΑΚΥΤΑΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.

20. Ἡ Ἀκυτανία περιορίζεται ἀπὸ μὲν ἄρκτων μέρει τῆς ἐχομένης Λουγδουνησίας ἐπαρχίας καὶ τῷ μετʼ ἐκείνην ὠκεανῷ ἀρκτῴῳ, ἀπὸ δὲ ἀνατολῶν ὁμοίως μέρει τῆς Λουγδουνησίας κατὰ τὸν Λίγηρα ποταμὸν μέχρι τῶν πηγῶν αὐτοῦ, καὶ μέρει τῆς Ναρβωνησίας μέχρι τοῦ πρὸς τῇ Πυρήνη πέρατος, ἀπὸ δὲ δυσμῶν τῷ Ἀκυτανικῷ ὠκεανῷ, ἀπὸ δὲ μεσημβρίας μέρει τε τῆς Πυρήνης κατὰ τὸ Οἰάσσω ἀκρωτήριον τῷ πρὸς τὸν ὠκεανὸν νενευκότι, καὶ μέρει τῆς Ναρβωνησίας ἐπαρχίας ἀπὸ τῆς κεφαλῆς τοῦ Αίγηρος μέχρι τοῦ εἰρημένου πρὸς τῆ Πυρήνῃ πέρατος. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦ ἔθνους τοιαύτη, τὰ δὲ κατὰ μέρος τῆς παραλίας κατὰ τὸν Ἀκυτανικὸν ὠκεανὸν οὕτως ἔχει.

21. Ἀπὸ τοῦ Οἰάσσω ἀκρωτηρίου τῆς Πυρήνης ἐκδέχονται Ἀτούριος ποταμοῦ ἐκβολαὶ, εἰσὶ δʼ ἐπ᾿ αὐτὰς οὐ πλείω σταδίων ασν΄, οὐχ ἧττον σταδίων ψπε΄. Ἀπὸ δὲ Ἀτούριος ἐκβολῶν εἰς Σιγνάτιος ποταμοῦ ἐκβολὰς στάδιοι φ΄, στάδιοιυν΄. Ἀπὸ δὲ Σιγνάτιος ποταμοῦ ἐκβολῶν εἰς Κουρίαννον ἀκρωτήριον εἰσὶ στάδιοι φ΄, στάδιοι τό, Ἀπὸ δὲ Κουριάννου ἐπὶ Γαρούνα ποταμοῦ ἐκβολὰς μεγέθους ὄντος σταδίωνν΄, στάδιοι χ΄, στάδιοι υλ΄. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Γαρούννα ποταμοῦ εἰσὶν ἐπὶ τὰς πηγὰς αὐτοῦ στάδιοι ??΄, στάδιοι χ΄. Ἀναπλεύσαντι δὲ τῷ Ταρούννᾳ ποταμῷ κεῖται, πόλις τῆς Ἀκυτανίας Βουρδίγαλα. Ἐνταῦθα παροικοῦσι Σάντονες, ὧν πόλις Μεδιολάνιον ἐπὶ θαλάσσῃ κειμένη παρὰ τὸν Γαρούνναν ποταμόν. Ἀπὸ δὲ Γαρούννα ποταμοῦ ἐκβολῶν ἐπὶ Σαντόνων ἄκρον στάδιοι υοε΄, στάδιοι τκε΄. Ἀπὸ δὲ Σαντόνων ἄκρου ἐπὶ Κανεντέλλου ποταμοῦ ἐκβολὰς στάδιοι φξ΄, στάδιοι φν΄. Ἀπὸ δὲ Κανεντέλλου ποταμοῦ ἐκβολῶν ἐπὶ Πικτόνιον ἄκρον στάδιοι σι΄, στάδιοι ρν΄. Ἀπὸ δὲ Πικτονίου ἄκρου ἐπὶ Σικὸρ λιμένα στάδιοι τ΄, στάδιοι σ??΄. Ἀπὸ δὲ Σικὸρ λιμένος ἐπὶ Λίγηρος ποταμοῦ ἐκβολὰς με γίστου τυγχάνοντος καὶ ὄντος μεγέθους σταδίων στάδιοι ρπε΄, στάδιοι ρνε΄. Παροικοῦσι δὲ τῷ ποταμῷ Σαμνῖται τὸ ἔθνος.

22. Ἔστι δὲ τῆς Ἀκυτανίας τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ τῶν τοῦ Ἀτούριος ποταμοῦ ἐκβολῶν, περαιούμενον δὲ εἰς Αὐαρικὸν πόλιν, ὡς εἶναι κατὰ τὴν μεγίστην γραμμὴν σταδίους αυη΄. Τὸ δὲ πλάτος τῆς Ἀκυτανίας ἄρχεται μὲν ἀπὸ τοῦ πρὸς τῇ Πυρήνῃ πέρατος, καταλήγει δὲ μέχρι τῆς πρὸς τὴν μεσημβρίαν ἐπιστροφῆς τοῦ Λίγηρος ποταμοῦ, ὡς γίνεσθαι σταδίους βσν΄, Ἔστι δὲ ὁ τῆς μεσογείας αὐτῆς περιορισμὸς οὐ πλεῖον σταδίων δψο΄, οὐχ ἦττον γτο΄. Ἔχει δὲ ἔθνη ιϚ΄, πόλεις ἐπισήμους ιϚ΄, ποταμοὺς ἐπισήμου ε΄, ἀκρωτήρια ἐπίσημα δ΄, λιμένα ἐπίσημον α΄.

23. Οἱ πάντες ἀπὸ τοῦ Οἰάσσω τοῦ τῆς Πυρήνης ἀκρωτηρίου μέχρι τῶν τοῦ Λίγηρος ποταμοῦ ἐκβολῶν τοῦ περίπλου τῆς παραλίας Ἀκυτανίας εἰσὶν οὐ πλείους σταδίων δω΄, οὐχ ἧττον σταδίων γφκε΄.

ΔΟΥΓΑΟΥΝΗΣΙΑΣ ΠΕΡΙΠΔΟΥΣ.

24. Ἡ Λουγδουνησία Γαλλία περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ Περττανικῷ ὠκεανῷ, ἀπὸ δὲ ἀνατολῶν τῇ Βελγικῇ ἐπαρχίᾳ κατὰ τὸν Σηκοάναν ποταμὸν, ἀπὸ δὲ δυσμῶν τῷ Ἀκυτανικῷ ὠκεανῷ, ἀπὸ δὲ μεσημβρίαι, μέρει τῆς Ναρβωνησίας ἐπαρχίας. Καὶ ἡ μὲν δλν περιγραφή τοῦ ἔθνους τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτως ἔχει. .

25. Τὸ δὲ τῆς Λουγδουνησίας μῆκός ἐστιν ἀπὸ τοῦ Γαβαίου ἀκρωτηρίου ἀρχόμενον καὶ καταλῆγον κατὰ τὴν ἀνατολικήν πλευρὰν, καθʼ ἢν συνῆπται τῇ Βελγικῇ κατὰ τὸν Σηκοάναν ποταμὸν, ὡς εἶναι τοῦ μήκους σταδίους γτοϚ΄. Τὸ δὲ πλάτος τῆς Λουγδουνησίας ἄρχεται μέν ἀπὸ τῆς μεσημβρίας ἀπὸ Καβυλλίνου πόλεως, καταλήγει δὲ εἰς Σηκοάνα ποταμοῦ ἐκβολάς, ὡς εἶναι καὶ τοῦ πλάτους σταδίους γπ΄. Ἔστι δὲ ὁ κατὰ γῆν περίδρομος τῆς ἐπαρχίας σταδίων ξσ?? σταδίων Ϛυκ΄. Ἔχει δὲ ἔθνη κε, πόλεις ἐπισήμους κϚ΄, ὄρος ἐπίσημον α΄, ποταμοὺς ἐπισήμους δ΄, ἀκρωτήριον ἐπίσημον α΄, λιμένας ἐπισήμους γ΄.

26. Οἱ πάντες ἀπὸ τῶν ἐκβολῶν τοῦ Λίγηρος ποταμοῦ μέχρι τῶν ἐκβολῶν τοῦ Σηκοάνα ποταμοῦ τοῦ περίλπου τῆς παραλίας Λουγδουνησίας στάδιοι γτο΄, στάδιοι γξε΄.

ΒΕΛΓΙΚΗΣ ΣΥΝ ΤΕΡΜΑΝΙΑι ΤΗΙ ΑΝΩ ΚΑΙ ΤΗΙ ΚΑΤΩ ΠΕΡΙΠΑΟΓΣ.

27. Ἡ Βελγικὴ σὺν ταῖς δύο Γερμανίαις περιορίζὲται ἀπὸ μὲν ἄρκτων τῷ ἀρκτῴῳ ὠκεανῷ τῷ παρὰ τὴν Πρεττανίαν διήκοντι, ἀπὸ δὲ ἀνατολῶν τῷ Ῥήνῳ ποταμῷ, παρὰ τὴν μεγάλην Γερμανίαν ἕως τῆς κεφαλῆς τοῦ ποταμοῦ, καὶ ἔτι τῷ ἀπὸ τῆς πηγῆς αὐτοῦ ἐπὶ τὰς Ἄλπεις ὄρει, ὃ καλεῖται Ἀδούλας, ἀπὸ δὲ δύσεως τῇ Λουγδουνησίᾳ ἐπαρχίᾳ καὶ τῷ προειρημένῳ Σηκοάνᾳ ποταμῷ, ἀπὸ δὲ μεσημβρίας τῷ λοιπῷ μέρει τῆς Ναρβωνησίας. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦ ἔθνους τοιαύτη τίς ἐστι· τὰ δὲ κατὰ μέρος οὕτως ἔχει·

28. Ἡ γὰρ ἀπὸ μὲν θαλάσσης μέχρι τοῦ Ὀβρίγκα ποταμοῦ καλεῖται Γερμανία ἡ κάτω, ἡ δὲ ἀπὸ τοῦ Ὀβρίγκα ποταμοῦ καλεῖται Γερμανία ἡ ἄνω.

29. Ἔστι δὲ τῆς Βελγικῆς σὺν ταῖς δύο Γερμανίαις τὸ μῆκος ἀπὸ τῶν τοῦ Φρούδιος ποταμοῦ ἐκβολῶν ἀρχόμενον, καὶ περαιούμενον πρὸς ἀνατολὰς τῷ Ῥήνῳ ποταμῷ τῷ παρὰ τὴν μεγάλην Γερμανίαν ἕως τῆς κεφαλῆς τοῦ ποταμοῦ, ὠς εἶναι τοῦ μήκους σταδίους βχπε΄. Τὸ δὲ πλάτος αὐτῆς ἔρχεται μὲν ἀπὸ τοῦ Ἀδούλα ὄρους καὶ τοῦ κοινοῦ πέρατος τῶν Ἄλπεων, καταλήγει δὲ εἰς τὸ δυσμικὸν τοῦ Ῥήνου ποταμοῦ στόμα, ὡς γίνεσθαι τοῦ πλάτους σταδίους δτοε΄. Ἔστι δὲ τῆς Βελγικῆς σὺν ταῖς δύο Γερμανίαις ὁ πᾶς τῆς ἐπαρχίας κατὰ γῆν περιορισμὸς σταδίων α ερξ΄,. σταδίων α βτ΄. Ἔχει δὲ ἡ Βελγικὴ σὸν ταῖς Γερμανίαις ἔθνη κδ΄ , πόλεις ἐπισήμους λη΄, ὄρη ἐπίσημα β΄, ποταμοὺς ἐπισήμους ζ΄, ἀκρωτήριον ἐπίσημον α΄.

30. Οἱ πάντες ἀπὸ τοῦ Σηκοάνα ποταμοῦ μέχρι τοῦ Ῥήνου ποταμοῦ, τουτέστι τοῦ λεγομένου δυσμικοῦ στόματος αὐτοῦ, τοῦ περίπλου παντὸς τῆς Βελγικῆς παραλίας σὺν Γερμανίᾳ τῇ ἄνω καὶ τῇ κάτω εἰσὶν οὐ πλείους σταδίων γων΄, οὐχ ἧττον σταδίων γρπ΄.

ΓΕΡΜΑΝΙΑΣ ΜΕΓΑΛΗΣ ΠΕΡΙΠΑΟΥΣ.

31. Ἡ Γερμανία ἡ μεγάλη περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ καλουμάνῳ Γερμανικῷ ὠκεανῷ, ἀπὸ δὲ ἀνατολῶν τοῖς Σαρματικοῖς ὄρεσι, καὶ μέρει Σαρματίας τῷ μετὰ τὰ ὄρη μέχρι τῆς κεφαλῆς τοῦ Οὐῖστούλα ποταμοῦ καὶ ἔτι αὐτῷ τῷ ποταμῷ, ἀπὸ δὲ μεσημβρίας τοῦ Δανουβίου ποταμοῦ τῷ δυσμικῷ μέρει ( ἔστι δὲ ὁ Δανούβιος ἀρχόμενος μέν μεγέθους α΄, εἶτα β΄, καὶ ἑξῆς μεγέθους γ΄, ἀμείβων καὶ τὸ ὄνομα καὶ Ἴστρος καλούμενος), ἀπὸ δὲ δύσεως τῷ Ῥήνῳ ποταμῷ. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τῆς χώρας οὕτως ἔχει τὰ δὲ κατὰ μέρος λέξομεν.

32. Ἀπὸ τῶν ἐκβολῶν τοῦ Ῥήνου ποταμοῦ, τουτέστιν ἀπὸ τοῦ λεγομένου δυσμικοῦ στόματος αὐτοῦ, εἰς Οὐίδρου ποταμοῦ ἐκβολὰς στάδιοι τπ΄, στάδιοι. Ἀπὸ δὲ Οὐίδρου ποταμοῦ εἰς Μαραρμανὸν λιμένα στάδιοι τέ, στάδιοι σν΄. Ἀπὸ δὲ Μαραρμανοῦ λιμένος εἰς Ἀμασίου ποταμοῦ ἐκβολὰς εἰσὶ στάδιοι χνε΄, στάδιοι υο΄. Ἀπὸ δὲ τῶν τοῦ Ἀμασίου ποταμοῦ ἐκβολῶν εἰς τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι βτν΄, στάδιοι στ΄. Ἀπὸ δὲ Ἀμασίου ποταμοῦ ἐκβολῶν εἰς Οὐῖσούργιος ποταμοῦ ἐκβολὰς στάδιοι φξ??, στiδιcι . Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Οὐϊσούργιος ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι αψπ΄, στάδιοι αχ΄. Ἀπὸ δὲ Οὐϊσούργιος ποταμοῦ εἰς Ἄλβιος ποταμοῦ ἐκβολὰς στάδιοι χκε΄, στάδιοι . ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Ἄλβιος ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι ετό, στάδιοι γτ΄. Κατὰ τοῦτο τὸ μέρος κεῖνται νῆσοι αἱ καλούμεναι Σαξόνων. Εἰσὶ δʼ ἐπʼ αὐτὰς ἀπὸ τῆς ἐκβολῆς τοῦ Ἄλβιος ποταμοῦ στάδιοι ψν΄, στάδιοι .

33. Ἀπὸ δὲ τοῦ Ἄλβιος ποταμοῦ ἐκδέχεται ἡ καλουμένη Κιμβρικὴ χερσόνησος μεγίστη τυγχάνουσα. Καὶ εἰσὶν ἀπὸ τῶν τοῦ Ἄλβιος ποταμοῦ ἐκβολῶν ἐπὶ τὴν πρώτην ἐξοχήν τῆς χερσονήσου τὴν μετὰ τὸν Ἄλβιν πποταμὸν κειμένην στάδιοι φο΄, στάδιοι υ΄. Ἀπὸ δὲ τῆς πρώτης ἐξοχῆς τῆς χερσονήσου ἐπὶ τὴν ἐφεξῆς κειμένην ἐξοχὴν τῆς αὐτῆς χερσονήσου στάδιοι αχ΄, στάδιοι αρ΄. Ἀπὸ δὲ τῆς δευτέρας ἐξοχῆς τῆς χερσονήσου εἰς τὴν ἐφεξῆς καὶ ἀρκτικωτάτην ἐξοχὴν τῆς αὐτῆς χερσονήσου στάδιοι αυν΄, στάδιοι αρν΄. Ἀπὸ δὲ τῆς ἀρκτικωτάτης ἐξοχῆς τῆς χερσονήσου εἰς τήν μετὰ τὴν ἐπιστροφὴν αὐτῆς πρώτην ἐξοχὴν στάδιοι χν΄, στάδιοι φν΄. Ἀπὸ δὲ τῆς μετὰ τὴν ἐπιστροφὴν αὐτῆς πρώτης ἐξοχῆς εἰς τὸ ἀνατολικώτατον αὐτῆς στάδιοι ψκ΄, στάδιοι φκ΄. Ἀπὸ δὲ τοῦ ἀντολικωτάτου αὐτῆς τῆς χερσονήσου ἐπὶ τὴν ὑπὸ ταύτην τὴν ἐξοχὴν αὐτῆς ἐφεξῆς στάδιοι β, στάδιοι σφ΄. Ἀπὸ δὲ τῆς ὑπὸ τὴν ἐξοχὴν αὐτῆς ἐπὶ τήν πρὸς ἀνατολὰς ἐπιστροφὴν αὐτῆς στάδιοι αἴ, στάδιοι ψν΄. Ἐνταῦθα τῆς Κιμβρικῆς χερσονήσου ὁ περίπλους πληροῦται, ἐπὶ πολὺ μὲν διηκούσης εἰς τὸν ὠκεανὸν, πλαγίας δὲ παραβεβλημένης ἐπὶ τὴν ἤπειρον τήν πρὸς τήν ἔω, ὡς ἀποτελεῖν καὶ κόλπον μέγιστον κατὰ τὸν Σύηβον ποταμὸν ἐπὶ τὴν ἐνδοτέρω αὐτοῦ παρεκτεινόμενον. Ἔστι δὲ ὁ πᾶς τῆς χερσονήσου περίπλους σταδίων ην΄, σταδίων εϟο΄.

34. Κατοικεῖ δὲ τὸν μὲν αὐχένα τῆς χερσονήσου τὸ ἔθνος τῶν καλουμένων Ἀξόνων, αὐτὴν δὲ τὴν χερσόνησον ἔθνη πλεῖστα. Ὑπὲρ δὲ τὴν χερσόνησον κεῖνται νῆσοι γ΄ Ἀλοκίαι καλούμεναι· εἰσὶ δʼ ἐπʼ αὐτὰς ἀπὸ τῆς χερσονήσου στάδιοι φν΄, στάδιοι φ΄. Ἀπʼ ἀνατολῶν δὲ τῆς χερσονήσου κεῖνται νῆσοι δ΄ αἱ καλούμεναι Σκανδίαι, τρεῖς μὲν μικραὶ, ὧν εἰς τὴν μέσην ἀπὸ τῆς χερσονήσου εἰσὶ στάδιοι β, στάδιοι αψ΄, μία δὲ μεγίστη καὶ ἀνατολικωτάτη, καλεῖται δὲ ἰδίως καὶ αὐτὴ Σκανδία, κειμένη κατὰ τὰς ἐκβολὰς τοῦ Οὐϊστούλα ποταμοῦ, ἀφʼ ὧν εἰσὶν εἰς αὐτὴν στάδιοι αχ΄, στάδιοι ασ΄. Ἔστι δὲ ὁ πᾶς τῆς Σκανδίας περίπλους σταδίων βφ΄, σταδίων β΄.

35. Ἀπὸ δὲ τῆς πρὸς ἀνατολὰς ἐπιστροφῆς τῆς χερσονήσου ἐπὶ Συήβου ποταμοῦ ἐκβολὰς στάδιοι ασξ΄, στάδιοι. Ἀπὸ δὲ Συήβου ποταμοῦ ἐπὶ Οὐιάδου ποταμοῦ ἐκβολὰς στάδιοι ων΄, στάδιοι . Ἀπὸ δὲ Οὐιάδου ποταμοῦ ἐκβολῶν εἰς Οὐῖστούλα ποταμοῦ ἐκβολὰς εἰσὶ στάδιοι ψ΄, στέδιοι . Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ ποταμοῦ τοῦ Οὐϊστούλα ἐπὶ τὴν κεφαλὴν τοῦ αὐτοῦ ποταμοῦ εἰσὶ στάδιοι β, στάδιοι αων΄.

36. Ἔστι δὲ τῆς Γερμανίας τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ δύσεως καὶ Ἀσκιβουργίου πόλεως, περαιούμενον δὲ εἰς Οὐῖστούλα ποταμοῦ ἐκβολὰς, ὡς εἶναι τὸ πᾶν μῆκος τῆς ἐπαρχίας σταδίων , σταδίων δτν΄. Τὸ δὲ πλάτος αὐτῆς ἔρχεται μὲν ἀπὸ τῆς ἐκτροπῆς τοῦ πρὸς μεσημβρίας ῥέοντος ποταμοῦ, ὃς καλεῖται Ἀρραβὼν, καταλήγει δὲ πρὸς τὰς ἄρκτους κατὰ τὴν ἐπιμηκεστέραν γραμμὴν, τουτέστι κατὰ τὴν Κιμβρικὴν χερσόνησον καὶ τήν ἀρκτικωτάτην αὐτῆς ἐξοχήν· ὡς εἶναι τοῦ πλάτους σταδίους Ϛσν΄. Ἔστι δὲ τῆς μεγάλης Γερμανίας ὁ κατὰ γῆν περιορισμὸς σταδίων α βτ΄, σταδίων α ασν΄. Ἔχει δὲ ἐν αὐτῇ ἔθνη ξη΄, πόλεις ἐπισήμους ??δ΄, ὅρη ἐπίσημα ζ΄, ποταμοὺς ἐπισήμους δ, Κιμβρικὴν χερσόνησον, λιμένα ἐπίσημον, Ὀρκύνιον δρυμὸν, Γαβρήταν ὕλην.

37. Οἱ πάντες ἀπὸ τοῦ Ῥήνου ποταμοῦ, τουτέστιν γφ. ἀπὸ τοῦ καλουμένου δυσμικοῦ στόματος αὐτοῦ μέχρι τῶν ἐκβολῶν τοῦ Οὐῖστούλα ποταμοῦ, τοῦ περίπλου τῆς παραλίας τῆς μεγάλης Γερμανίας στάδιοι α γυ΄, στάδιοι αλ΄.

ΣΛΠΑΜΑΤΙΑΣ ΤΗΣ ΕΝ ΕΥΡΩΠΗΙ ΠΕΡΙΠΑΟΥΣ.

38. Ἡ ἐν τῇ Εὐρώπη Σαρματία περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ τε Σαρματικῷ ὠκεανῷ κατὰ τὸν Οὐενδικὸν κόλπον, καὶ μέρει τῆς ἀγνώστου γῆς, ἀπὸ δὲ ἀνατολῶν τῷ τε ἀπὸ τοῦ Καρκινίτου ποταμοῦ ἰσθμῷ καὶ τῇ Βύκῃ λίμηῃ, καὶ τῷ μέρει τῆς Μαιώτιδος λίμνης μέχρι τοῦ Τανάϊσος ποταμοῦ, καὶ ἐφεξῆς αὐτῷ τῷ Τανάῖδι ποταμῷ, καὶ ἔτι τῷ ἀπὸὸ τῶν πηγῶν τοῦ Ταναῖδος ποταμοῦ ἐπὶ τὴν ἄγνωστον γῆν μεσημβρινῷ ἀπὸ δὲ δυσμῶν τῷ τε Οὐῖστούλᾳ ποταμῷ καὶ τῇ Γερμανίᾳ τῇ μεγάλῃ μετὰ τὰ Σαρματικὰ ὄρη, καὶ αὐτοῖς τοῖς ὄρεσιν· ἀπὸ δὲ μεσημβρίας τοῖς τε Ἰάζυξι τοῖς Μετανάσταις ἀπὸ τοῦ νοτίου τῶν Σαρματικῶν δρῶν πέρατος μέχρι τῆς ἀρχῆς τοῦ Καρπάθου ὄρους, καὶ ἔτι τῇ Δακίᾳ μέχρι τῶν Βορυσθένους τοῦ ποταμοῦ ἐκβολῶν, καὶ τῇ ἀπὸ τούτου τοῦ Εὐξείνου Πόντου παραλίῳ μέχρι τοῦ μυχοῦ τοῦ Καρκινίτου κόλπου. Καὶ ἡ μὲν ὅλη περιγραφή τοιαύτη· τὰ δὲ κατὰ μέρος τῆς Σαρματίας κεφαλαιωδέστερον ἐτάξαμεν, μή προσθέντες τῶν σταδίων τὸν ἀριθμὸν τῷ τὸν ἀκριβῆ περίπλουν τοῦ ἀρκτικοῦ τούτου ὠκεανοῦ σχεδὸν ἄγνωστον τυγχάνειν, πλησιάζοντος μὲν κατὰ τὰς ἄρκτους τῇ ἀγνώστῳ γῇ, ἥτις ὑπέρκειται τῆς Μαιώτιδος λίμνης, μὴ ῥᾳδίως γνωριζομένη τῷ πλείστῳ μέρει τῶν ἀνθρώπων, μάλισθʼ ὅτε καὶ ὁ Πρωταγόρας παραλελοιπέναι τούτων τῶν σταδίων τὸν ἀριθμὸν δοκεῖ. Καὶ ἡ περγραφὴ δὲ τῶν τόπων κατὰ μόνας τὰς ἐκβολὰς τῶν ποταμῶν ῥηθήσεται διὰ τὰς αὐτὰς αἰτίας.

39. Μετὰ τὰς ἐκβολὰς τοῦ Οὐῖστούλα ποταμοῦ ἐκδέχονται Χρόνου τοῦ ποταμοῦ ἐκβολαί· ἀπὸ δὲ Κρόνου τοῦ ποταμοῦ ἑξῆς εἰσὶ Ῥουδῶνος ποταμοῦ ἐκβολαί. Οὗτοι δὲ οἱ ποταμοὶ εἰς τὸν Οὐεν δικὸν κόλπον ἐξίασιν, ὅστις ἀπὸ τοῦ Οὐῖστούλα ποταμοῦ ἄρχεται παρήκων ἐπὶ πλεῖστον. Ἀπὸ δὲ τοῦ Ῥοωδῶνος ποταμοῦ ἑξῆς εἰσὶ Τουρούντου ποταμοῦ ἐκβολαί· ἀπὸ δὲ Τουρούντου ποταμοῦ ἐκδέχεται Χέσυνος ποταμὸς, καὶ αἱ τούτου ἐκβολαί. Μετὰ δὲ τὸν Χέσυνον ποταμὸν ὁ ἄγνωστος καὶ Ὑπερβόρειος ἑξῆς ἐστὶν ὠκεανὸς συνέπτων τῇ Ὑπερβορείῳ καὶ ἀγνώστῳ γῇ. Παροικοῦσι τὸν Χέσυνον ποταμὸν οἱ Ἀγαθουρσοὶ τὸ ἔθνος τῆς ἐν Εὐρώπῃ Σαρματίας ὄντες. Καταφέρονται δὲ ὅ τε Χέσυνος ποταμὸς καὶ ὁ Τουρούντης ἐκ τῶν ὑπερκειμένων ὀρῶν, ἅτινα καλεῖται Ῥίπαια ὄρη, κατὰ τὴν μεσόγειον μεταξὺ τῆς Μαιώτιδος λίμνης καὶ τοῦ Σαρματικοῦ ὠκεανοῦ κείμενα. Ὁ δὲ Ῥούδων ποταμὸς ἐκ τοῦ Ἀλανοῦ ὄρους φέρεται· παροικεῖ δὲ τό τε ὄρος καὶ τὴν χώραν ταύτην ἐπὶ πολὺ διῆκον τὸ τῶν Ἀλανῶν Σαρμάτων ἔθνος, παρʼ οἷς τοῦ Βορυσθένους ποταμοῦ τοῦ εἰς τὸν Πόντον ἐξιόντος αἱ πηγαὶ τυγχάνουσι. Τὴν δὲ περὶ τὸν Βορυσθένην χώραν παροικοῦσι μετὰ τοὺς Ἀλανοὺς οἱ καλούμενοι Χουνοὶ οἱ ἐν τῇ Εὐρώπῃ.

40. Ἔστι δὲ τὸ μῆκος τῆς Σαρματίας σταδίων ζψ΄, τὸ δὲ πλάτοι σταδίων ζχν΄. Ἔχει δὲ ἔκνη νϚ΄, πόλεις ἐπισήμους νγ΄, ὄρη ἐπίσημα θ΄, ποταμοὺς ἐπισήμους δ΄, ἀκρωτήρια ἐπίσημα γ, λιμένας ἐπισήμους γ΄, κόλπους ἐπισήμους δ΄, τόν τε Οὐενδικὸν τὸν εἰρημένο κόλπον καὶ ἄλλου τρεῖς. Τῆς μέν οὖν Εὐρώπης τῶ δεξιῶν μερῶν τὸν περίπλουν, ὥσπερ ὑπεσχόμεθα, μετὰ τῆς προσηκούσης ἐπιμελείας πεποιήμεθα· μεταβησόμεθα δὲ ἐπὶ τὰς Πρεττανικὰς νήσους.

ΠΕΡΙI ΤΩΝ ΠΡΕΤΤΑΝΙΚΩΝ ΝΗΣΩΝ.

41. Αἱ Πρεττανικαὶ νῆσοι δὺο εἰσὶν, ἥ τε καλουμένη Ἀλβίων καὶ ἡ Ἰουερνία. Ἀλλ᾿ ἡ μὲν Ἀλβίων μείζων κατὰ πολὺ τυγχάνει· κεῖται δὲ καταντικρὺ τῆς Κελτογαλατίας, παρά τε τὴν Λουγδουνησίαν καὶ τὴν Βελγικὴν μέχρι τῆς μεγάλης Γερμανίας ἐκτεινομένη. Οὐ γάρ ἐστι συνεστραμμένη, καθάπερ αἱ ἄλλαι νῆσοι, ἀλλʼ ὅσπερ διῃρημένη καὶ διεσπαρμένη, κατὰ πλείστου μέρους διήκει τοῦ ἀρκτῴου ὠκεανοῦ, δύο μάλιστα μακροτάτους ἰσθμοὺς ὥσπερ πόδας τινὰς ἔχουσα· ὧν ὁ μὲν μείζων μέχρι τῆς Κιμβρικῆς Χερσονήσου, ὁ δὲ ἐλάττων μέχρι τῆς Ἀκυτανίας διήκει. Ἡ δὲ ἑτέρανῆσος ἡ Ἰουερνία ὑπέρ αὐτήν κειμένη, δυτικωτέρα δὲ τυγχάνουσα, ἐλάσσων τέ ἐστι τῷ μεγέθει, καὶ τὴν ἴσην ἔχει θέσιν τῆ προειρημένῃ. Ταύτης τοίνυν τῆς προτέρας τὸν περίπλουν ἀναγράψομεν, εἶθ᾿ οὕτως ἐπὶ τὴν μείζονα ἐλευσόμεθα.

ΙΟΥΕΡΝΙΑΣ ΝΗΣΟΥ ΠΡΕΤΤΑΝΙΚΗΣ ΠΕΡΙΠΑΟΥΣ.

42. Ἡ Ἰουερνία νῆσος ἦ Πρεττανικὴ περιορίζεται ἀπὸ μὲν τῶν ἄρκτων τῷ ὑπερκειμένῳ καὶ καλουμένῶ Τπερβορείῳ ὠκεανῶ, ἀπὸ δὲ ἀνατολῶν τῷ ὠκεανῷ τῷ καλουμένῳ Ἰουερνικῷ, ἀπὸ δὲ δυσμῶν τῷ δυτικῷ ὡκεανῷ, ἀπὸ δεμεσημβρίαςτῷ καλουμένῳ Οὐεργιουίῳ ώκεααυ νῦ.Καὶἡ μέν ὅλη θέσις τῆς νήσουτοῦτονέχειτὸντρόποντὰ δὲ κατὰ μέρος οὕτως ἔχει. Stephan. B. Aἰβοῦδαι, νῆσοι πέντε τῆς Πρεττανικῆς, ὡς Μαρκιανὸς ἐν Περίπλῳ.

43. Ἐστι δ τῆς Ἰουερνίας νήσου τῆς Πρεττανικῆς τὸ μέν μῆκος μέγιστον ἀπὸ τοῦ Νοτίου ἀκρωτηρίου ἄρχόμεενον, καὶ καταλῆγον ἐπὶ τὸ ʼοβόγδιον ἄκρον, ὡς εἶναι τῆς νήσου τὸ μῆκος σταδίων βρα. Τὸ δὲ πλάτος ἄρχεται μὲν ἀπὸ τοῦ Ἱεροῦ ἄκρου, περαιοῦται δὲ εἰς τὸ οβόγδιον κρον, ὡς εἰναι τῆς νήσου τὸ πλάτος εο σταδίων αωλδʼ. Τῷ δὲ ἔκρα αὐτῆς ἐπὸ τίῶν ὅριζόντων διέστηκε τὸν τρόπον τοῦτον· τὸ μὲν ἀρκτῷον αὐτῆς ἀκρον ἀπὸ τοῦ ἀρκτῴου ὁρίζοντος σταδίους ,α δονʼ τὸ δὲ δυτικὸν αὐτῆς ἄκρον ἀπὸ τοῦ δυτικοῦ ὁρίζοντος σταδίους , τὸ δὲ νότιον ἄκρον ἀπὸ τῆς ἰσημερίας σταδίους γ ητιζ· τὸ δὲ ἀνατολικὸν ἀπὸ τῆς ἀνατολῆς σταδίους δ τιζ΄. Ἔχει δὲ ἔθνη ιϚ΄, πόλεις ἐπισήμους ια΄, ποταμοὺς ἐπισήμους ιε΄, ἀκρωτήρια ἐπίσημα ε΄, νήσους ἐπισήμους Ϛ΄. Οἱ πάντες τοῦ περίπλου τῆς Ἰουερνίας οὐ πλεῖον σταδίων θπε΄, οὐχ ἧττον σταδίων Ϛωμε΄.

ΑΛΒΙΩΝΟΣ ΝΗΣΟΥ ΠΡΕΤΤΑΝΙΚΗΣ ΠΕΡΙΠΛΟΥΣ.

44. Ἀκολούθως τοίνυν καὶ τῆς Ἀλβίωνος νήσου τὸν ἄη. περίπλουν ἐκθήσομεν. Ἡ Ἀλβίων νῆσος ἡ Πρεττανικὴ περιορίζεται ἀπὸ μὲν ἄρκτων ῷ ὠκεανῷ τῷ καλουμένῳ Δουηκαληδονίῳ, ἀπὸ δὲ ἀνατολῶν τῷ Γερμανικῷ ὠκεανῷ, ἀπὸ δὲ δύσεως τῷ τε Ἰουερνικῷ ὠκεανῷ, μεθʼ ὃν ἡ Ἰουερνία νῆσος, ἔτι μὴν καὶ τῷ Οὐεργιουίῳ ὠκεατῷ ἀπὸ δὲ μεσημβρίας τῷ Πρεττανικῷ ὠκεανῷ καὶ ταῖς προειρημέναις τῆς Γαλλίας ἠπείροις καὶ ἔθνεσι. Καὶ ἡ μὲν ὅλη περγραφὴ τῆς νήσου τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτως ἔχει· St ephanus B yzantius Λινδόνιον, πόλις τῆς Βρεττανία. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.

45. Ἔστι δὲ τῆς Ἀλβίωνος νήσου τῆς Πρεττανικῆς τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ τοῦ δυτικοῦ ὁρίζοντος κατὰ τὸ Δαμνόνιον ἄκρον τὸ καὶ Ὄκριον καλούμενον, περαιούμενον δὲ ἕως Ταρουεδούνου τῆς καὶ Ὀρκάδος καλουμένης ἄκρας, ὡς εἶναι τοῦ μήκους τοῦ μεγίστου σταδίους εσκε΄. Τὸ δὲ πλάτος αὐτῆς ἄρχεται μὲν κατὰ τὸ Δαμνόνιον ἄκρον τὸ καὶ Ὄκριον καλούμενον, καταλήγει δὲ εἰς τὴν τῶν Νεουάντων χερσόνησον καὶ τὸ ὁμώνυμον ἀκρωτήριον, ὡς εἶναι τοῦ πλάτους κατὰ τὴν μεγίστην γραμμὴν σταδίους γπγ΄. Ἔχει δὲ ἐν αὑτῇ ἔθνη λγ΄, πόλεις ἐπισήμους νθ΄, ποταμοὺς ἐπισήμους μ΄, ἀκρωτήρια ἐπίσημα ιδ΄ χερσόνησον ἐπίσημον α΄, κόλπους ἐπισήμους ε΄, λιμένας ἐπισήμους γ΄. Οἱ πάντες τοῦ περίπλου παντὸς τῆς νήσου τῆς Ἀλβίωνος οὐ πλεῖον σταδίων β ηχδ΄, οὐχ ἧττον σταδίων βφκϚ΄.

46. Καὶ ὁ μὲν περίπλους τοῦ δυτικοῦ καὶ ἀρκτῴου ὠκεανοῦ τῶν παρὰ τὴν Εὐρώπηνμερῶν καὶ τῶν ἐν αὐτῶ Πρεττανικῶν νήσων ἐνταῦθα τὸ τέλος ἔχει. Ὥσπερ δὲ ἐν τῶ προτέρῳ βιβλίῳ τῶν μὲν παρὰ τὴν Λιβύην δεξιῶν μερῶν τοῦ Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ τοῦ Ἰνδικοῦ ὐκεανοῦ τοῦ πρὸς τὴν μεσημβρίαν ὁρῶντος τὸν περίπλουν ἐπὶ κεφαλαίων ἐποιησάμεθα, σαφηνείας ἕνεκα διὰ μακροῦ τὸν τῶν σταδίων ἀριθμὸν ἀποδόντες, τῶν δὲ παρὰ τὴν Ἀσίαν ἀριστερῶν ἀπάντων μερῶν μέχρι Σινῶν᾿ τοῦ ἔθνους καὶ τῆς ἀγνώστου γῆς ἀκριβῆ τὸν περίπλουν ἀνεγράψαμεν, τῶν διαστημάτων ἀπάντων τοὺς σταδίους σημάναντες· οὕτω κἀνταῦθα τῶν δεξιῶν μερῶν τοῦ ὠκεανοῦ τοῦ παρὰ τὴν Εὐρώπην ὄντος ἀπὸ τῶν Ἡρακλείων στηλῶν μέχρι τῆς ἀγνώστου γῆς καὶ τοῦ παρʼ αὐτήν περατουμένου Σαρματικοῦ ὠκεανοῦ καὶ προσέτιγε τῶν Πρεττανικῶν νήσων εἰς δύναμιν τὸν περίπλουν πεποιήμεθα, προσθέντες καὶ τὸν τῶν σταδίων ἀριθμόν· τῶν δὲ ἀριστερῶν παρὰ τὴν Λιβύην μερῶν τοῦ δυτικοῦ καὶ μεσημβρινοῦ ὠκκεανοῦ τὰς μέν προσηγορίας τῶν πόλεων καὶ τῶν ἐπινείων δηλώσομεν, ἔτι μήν καὶ τῶν κόλπων καὶ τῶν ἀκρωτηρίων καὶ τῶν νήσων τὰς ὠνομασὶας σημανοῦμεν, διὰ μακροῦ δὲ τοῖς διαστήμασι τὸν ἀριθμὸν τῶν σταδίων προσθήσομεν.

47. St ephanus Mαυριτανίαι δύο, ἡ μὲν Τιγγιτανὴ, ἡ δὲ Καισαρησία, ὡς Μαρκιανὸς ἐν τῷ Περίπλῳ.

48. Τίγγις, πόλις Μαυρουσίας. Ὁ πολίτης ἔδει Τιγγίτης, ὡς Μεμφίτης, Ζελείτης· Μαρκιανὸς δὲ Μαυριτανίαν Τιγγιτανὴν λέγει. Τιγγιτανὸς οὖν τὸ ἐθνικὸν καὶ θηλυκὸν Τιγγιτανή. — « Εἰσὶ δὲ ἀπὸ Τίγγεως στάδιοι ὀγδοήκοντα. »

49. Βάβαι, πόλις Λιβύης. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.

ΠΕΡΙ ΤΩΝ ΑΠΟ ΡΩΜΣ ΠΡΟΣ ΤΑΣ ΕΠΙΣΒΜΟΥΣ ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ ΠΟΛΕΙΣ ΔΙΛΣΤΑΣΕΩΝ.

St ephanus B yzantius Ἄμισα, πόλις Γερμανίας. Μαρκιανὸς ἐν τοῖς ἀπὸ Ῥώμης ἐπὶ τὰς διασήμους πόλεις διαστάσεσιν.