Menippi periplus maris interni (epitome Marciani) Marcianus of Heraclea Karl Müller Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg4003.tlg002.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Geographi Graeci Minores Karl Müller Marcianus of Heraclea Ambroise-Firmin Didot Paris 1855 1 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

This pointer pattern extracts paragraphs and numbered fragments

This pointer pattern extracts sections

This pointer pattern extracts books

Greek Latin German created the file
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΝΟΝΤΟΥ ΕΠΙΤΟΜΗ ΤΟΥ ΤΗΣ ΕΝΤΟΣ ΘΑΛΑΣΣΗΣ ΠΕΡΙΠΟΛΟΥ, ΟΝ ΕΓΡΑΨΕΝ ΕΝ ΤΡΙΣΙ ΒΙΒΑΙΟΙΣ ΜΕΝΙΠΠΟΣ ΠΕΡΓΑΜΗΝΟΣ.
ΤΠΟΘΕΣΙΣ. Τάδε ἔνεστιν ἐν τῷ πρώτω τῆς Ἐπιτομῆς βιθλίῳ· Προοίμιον. Πὁντου Εὐξείνου ἑκατέρων τῶν ἠπείρων, τῶν τε παρὰ τὴν Ἀσίαν τῶν τε παρὰ τὴν Εὐρώπην τόπων περἱπλους. Τὰ δὲ κατἀ μέρος οὕτως ἔχει· Τῶν ἐν τῇ Ἀσίᾳ μερῶν τοῦ Πόντου περίπλους. Βιθυνίας περίπλους ἀπὸ τοῦ Ἱεροῦ Διὸς Οὐρίου. Παφλαγονίας περίπλους. Πόντων τῶν δῦο περίπλους. Τῶν ἐν τῇ Εὐρώπη μερῶν τοῦ Πὁντου περίπλους. Τοῦ Θρακίου Βοσκορου καὶ τῆς Προποντίδος καὶ τοῦ Ἑλλησποντου ἑκατέρων τῶν ἠπείρωνπερίπλους. Τὰ δὲ κατὰ μέρος σὕτως ἔχεα· Τῶν ἐν τῇ Ἀσίᾳ μερῶν κερίπλους ἀπὸ τοῦ Ἱεροῦ Διὸς Οὐρίου. Τῶν ἐν τῇ Εὐρώπη μερῶν περίπλους Τάδε ἔνεστιν ἐν τῷ δευτ έρῳ τῆς Ἐπιτομῆς βιβλίῳ. Tῶν λειπομένων τῆς Εὑρώπης μερῶν περίπλους ἀπὸ τοῦ Ἑλλησπόντου μέχςρι τοῦ Ἡρακλείου πορθμοῦ καὶ Γαδείρων τῆς νήσου. Τὰ δὲ κατὰ μέρος οὔτως ἔχει· Τάδε ἔνεστιν ἐν τῷ τρίτῳ τῆς Ἐπιτομῆς βιβλίῳ· Λιβύης περίπλους ἀπὀ τοὺ Ἡραλ΄ είου πορθμοῦ. Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει· Ἀσίας περίπλους ἀπὸ τῶν τῆς Λιβύης ὅρων μέχρι τοῦπρορηθἐντος Ἑλησπόντου. Τὰ δὲ κατὰ μέρος οὔτως ἔχει· πὸ Κάννων ἤτοι Αἰγαίας μέχρι Ἀδραμφπτίου παράπλους. Πόλεων κατά γῆν διαστήματα. Ἀπὸ Ἀδραμυτίου μέχρι Λεκτοῦ παράπλους. Τρωάδος μέχρι Σιγείου περίπλους.
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ. ΠΡΟΟΙΜΙΟΝ Mαρκιανὸς τῷ ἑταίρῳ Ἀμριθαλίῳ εὖ πράττειν.

Οἱ τοῖς συγγράμμασι τῶν παλαιῶν ἀβασανίστως ἐντυγχάνοντες ἢ μὴ διαγινώσκειν ἐπιστάμενοι λόγου τε ἀρετὴν καὶ νοημάτων ἀκολουθίαν, πολλὴν παρέσχον, ὡς ἔοικεν, ἄδειαν τοῖς συγγράφειν ἀπλῶς καὶ ὡς ἔτυχε βουλομένοις. Τοὺς μὲν οὖν ἄλλους ἑτέροις ἐξετάζειν καταλιμπάνω, οἳ τῆς ἡμετέρας κρίσεως διʼ ἀκριβῆ παίδευσιν πλέον τοῦτο ποιεῖν ἐπίστανται οἱ δὲ τοὺς περίπλους προχείρως γράψαντες, καὶ τοὺς ἐντυγχάνοντας πείθειν ἐθέλοντες, τόπων τε προσηγορίας καὶ σταδίων ἀριθμὸν διεξιόντες, καὶ ταῦτα ἐπὶ χωρίων ἢ ἐθνῶν βαρβάρων, ὧν οὐδὲ τὰς προσηγορίας εἰπεῖν δύναιτο ἄν τις, αὐτόν μοι δοκοῦσι τὸν Βεργαῖον Ἀντιφάνη νενικηκέναι τῷ ψεύδει. Ὅσοι μὲν γὰρ μερικάς τινας ἐποιήσαντο περίπλων διηγήσεις, ὧν καὶ τὰ χωρία σαφῶς ἐγίνωσκοω, καὶ τὴν ἀναμέτρησιν τῆς θαλάττης οὐκ ἠγνόουν, καὶ πόλεις καὶ λιμένας καὶ τὰ διαστήματα τούτων καταμαθόντες, οὗτοι δοκοῦσιν ἢ πάντα ἤ τά γε πλεῖστα μετὰ τῆς ἐνδεχομένης ἀληθείας ἐγγεγραφέναι ὅσοι δὲ ἢ τοῖς ἀπαγγείλασιν ἅπερ οὐκ ἐθεάσαντο πιστεύσαντες, ἢ τοῖς συγγράψασιν ἅπερ ἀκριβῶς οὐκ ἔγνωσαν ἀκολουθήσαντες, ἐκλογάς τινας περίπλων τῆς οἰκουμένης ἐποιήσαντο, οὗτοι δῆλον ὡς οὐχ ἑαυτοὺς μόνους ἠπάτησαν, ἀλλὰ καὶ τοὺς πεισθέντας τοῖς ὑπʼ αὐτῶν συγγραφεῖσι.

2. Γράφω δὲ ταῦτα πολλοῖς μὲν ἐντυχὼν περίπλοις, πολὺν δὲ περὶ τὴν τούτων εἴδησιν ἀναλώσας χρόνον. Χρὴ τοίνυν ὅσοι παιδεύσεως ἐντὸς κατέστησαν, τούτων ἐξετάζειν τὰς τοιαύτας φιλομαθίας ὡς μήτε προχείρως πιστεύειν τοῖς λεγομένοις, μήτε ἄπιστον τήν οἰκείανγνώμην ἔμπροσθεν τῆς ἐκείνων φροντίδος ποιουμένους. Τούτους δὴ ἀκριβέστερον ἐπισκοπήσομεν. Οἱ γὰρ δὴ δοκοῦντες ταῦτα μετὰ λόγων ἐξητακέναι, Τιμοσθένης ὁ Ῥόδιός ἐστιν, ἀρχικυβερνήτης τοῦ δευτέρου Πτολεμαίου γεγονὼς, καὶ μετʼ ἐκεῖνον Ἐρατοσθένης, ὃν Βῆτα ἐκάλεσαν οἱ τοῦ Μουσείου προστάντες, πρὸς δὲ τούτοις Πυθέας τε ὁ Μασσαλιώτης καὶ Ἰσίδωρος ὁ Χαρακηνὸς καὶ Σώσανδρος ὁ κυβερνήτης, τὰ κατὰ τὴν Ἰνδικὴν γράψας, Σιμμέας τε ὁ τῆς οἰκουμένης ἐνθεὶς τὸν περίπλουν· ἔτι μὴν Ἀπελλᾶς ὁ Κυρηναῖος καὶ Εὐθυμένης ὁ Μασσαλιώτης καὶ Φιλέας ὁ Ἀθηναῖος καὶ Ἀνδροσθένης ὁ Θάσιος καὶ Κλέων ὁ Σικελιώτης, Εὔδοξός τε ὁ 'Ρόδιος καὶ Ἄννων ὁ Καρχηδόνιος, οἱ μὲν μερῶν τινων, οἱ δὲ τῆς ἐντὸς πάσης θαλάττης, οἱ δὲ τῆς ἐκτὸς περίπλουν ἀναγράψαντες· οὐ μὴν ἀλλὰ καὶ Σκύλαξ ὁ Καρυανδεὺς καὶ Βωτθαῖος· οὗτοι δὲ ἑκάτεροι διὰ τῶν ἡμερησίων πλῶν, οὐ διὰ τῶν σταδίων τὰ διαστήματα τῆς θαλάσσης ἐδήλωσαν. Καὶ ἕτεροι δὲ πλείους εἰσὶν, οὓς περιττὸν οἶμαι καταριθμεῖν.

3. Μετὰ δὴ τούτων τοὺς πλείστους Ἀρτεμίδωρος ὁ Ἐφέσιος γεωγράφος καὶ Στράβων, γεωγραφίαν ὁμοῦ καὶ περίπλουν συντεθεικότες, Μένιππός τε ὁ Περγαμηνὸς διάπλους γράψας, ἀκριβέστεροι δοκοῦσι πάντων τῶν προειρημένων τυγχάνειν. Περὶ ὧν διελθεῖν ἀναγκαῖον, ὡς ἂν μηδὲν ἀγνοήσαιεν οἱ περὶ τοῦτο τὸ μέρος τῆς γεωγραφίας σπουδάζοντες. Τιμοσθένης μὲν γὰρ, ἔτι τῶν πλείστων τῆς θαλάσσης ἀγνοουμένων μερῶν, τῶ Ῥωμαίους μηδέπω πολέμῳ κεκρατηκέναι τούτων, περὶ λιμένων συγγράψας βιβλία, οὐ πᾶσιν ἀκριβῶς ἐπεξῆλθε τοῖς ἔθνεσι τοῖς τῇ καθʼ ἡμᾶς παροικοῦσι θαλάττῃ. Ἀμέλει τῆς μὲν Εὐρώπης τὸ Τυρρηνικὸν πέλαγος ἀτελῶς περιέπλευσε, τὰ δὲ περὶ τὸν Ἡράκλειον πορθμὸν οὔτε τῆς καθʼ ἡμᾶς οὕτε τῆς ἔξω θαλάττης ἴσχυσε γνῶναι. Ταὐτὰ δὲ καὶ κατὰ τὴν Λιβύην πέπονθεν, ἀπὸ τῆς Καρχηδόνος πάντος τοὺς ἐπέκεινα περὶ τὸν Ἡράκλειον πορθμὸν περί τε τὴν ἔξω θάλασσαν ἀγνοήσας τόπους. Τούτων δὲ τῶν ι΄ βιβλίων ἐπιτομὴν ἐν ἐνὶ πεποίηται βιβλίῳ· εἶτʼ ἐν ἑτέρῳ πάλιν ἑωὶ τῶν καλουμένων σταδιασμῶν ἐπιδρομήν τινα συνέγραψεν. Ἐν ἅπασι δὲ τούτοις οὐδὲν τέλειον οὐδὲ σαφὲς ἀπαγγεῖλαι δεδύνηται. Ἐρατοσθένης δὲ ὁ Κυρηναῖος, οὐκ οἶδα τί παθὼν, τὸ Τιμοσθένους μετέγραψε βιβλίον, βραχέα τινὰ προσθεὶς, ὡς μηδὲ τοῦ προοιμίου τοῦ μνημονευθέντος ἀποσχέσθαι, ἀλλʼ αὐταῖς λέξεσι κἀκεῖνο τοῦ οἰκείου προθεῖναι συγγράμματος. Ὅμοια δὲ τούτοις καὶ οἱ ἄλλοι πεπόνθασιν, ἀσαφεῖς καὶ πεπλανημένας τὰς ἐκδόσεις ποιησάμενοι. Ἀρτεμίδωρος δὲ ὁ Ἐφέσιος γεωγράφος κατὰ τὴν ἑκατοστὴν ἑξακοστὴν ἐννάτην Ὀλυμπιάδα γεγονὼς, τὸ δὲ πλεῖστον μέρος τῆς ἐντὸς καὶ καθʼ ἡμᾶς τυγχανούσης θαλάττης ἐκπεριπλεύσας, θεασάμενος δὲ καὶ τὴν νῆσον τὰ Γάδειρα καὶ μέρη τινὰ τῆς ἐκτὸς θαλάττης, ἢν ὠκεανὸν καλοῦσι, τῆς μὲν ἀκριβοῦς γεωγραφίας λείπεται, τὸν δὲ περίπλουν τῆς ἐντὸς Ἡρακλείου πορθμοῦ θαλάσσης καὶ τήν ἀναμέτρησιν ταύτης μετὰ τῆς προσηκούσης ἐπιμελείας ἐν ἕνδεκα διεξῆλδε βιβλίοις, ὡς σαφέστατον καὶ ἀκριβέστατον περίπλουν τῆς καθʼ ἡμᾶς ἀναγράψαι θαλάττης. Μένιππος δὲ ὁ Περγαμηνὸς, ὃε καὶ αὐτὸς τῆς ἐντὸς θαλάττης περίπλουν ἐν τρισὶν ἤθροισε βιβλίοις, ἱστορικήν τινα καὶ γεωγραφικὴν ἐποιήσατο τὴν ἐπαγγελίαν.

4. Ἐγὼ τοίνυν πάντων τῶν μνημονευθέντων προκρίνας Ἀρτεμίδωρον τὸν Ἐφέσιον, ἐπιτομὴν τῶν ἕνὅεκα βιβλίων τοῦ μνημονευθέντος ἐποιησάμην, προσθεὶς καὶ ἐξ ἑτέρων παλαιῶν τὰ ἐλλείποντα, καὶ τὴν διαίρεσιν τῶν ια' βιβλίων φυλάξας, ὡς μετρίαν μὲν γεωγραφίαν, τελειότατον δὲ περίπλουν ἀπεργάσασθαι. Θεασάμενος δὲ τοὺς πλείστους τῶν παλαιῶν ἢ μηδʼ ὅλως ἢ ἐπʼ ὀλίγον τῆς ἔξω θαλάσσης μνήμην ποιησαμένους, καὶ ταύτην ἀμυδρὰν καὶ τῆς ἀληθείας ἀπᾴδουσαν, ἰδίαν ἐμαυτοῦ φροντίδα θέμενος τοῦ ὠκεανοῦ τοῦ ἕῴου τε καὶ μεσημβρινοῦ παντὸς ἐκατέρων τῶν ἠπείρων τῆς τε Λιβύης καὶ τῆς Ἀσίας, ἀπὸ τοῦ Ἀραβίου κόλπου μέχρι τῶν Σινῶν τοῦ ἔθνους, οὐ μὴν ἀλλὰ καὶ τοῦ ἑσπερίου τε καὶ ἀρκτῴου ὠκεανοῦ τῶν τε τῆς Εὐρώπης τῶν τε τῆς Λιβύης μερῶν τὸν περίπλουν ἐν δυσὶ βιβλίοις συνέγραψα. Καταμαθὼν δὲ καὶ Μένιππον μετρίαν μέν τινα τοῖς ἐντυγχάνουσιν ἐκ τῶν οἰκείων βιβλίων παρεχόμτνον εἴδησιν, μὴ πᾶσι δὲ ἀκριβῶς ἐπεξελθόντα, τὰ ἐλλείποντα πλεῖστα ὄντα προσθεὶς, καὶ προσέτιγε τὴν περὶ τοὺς τό πους καὶ τὰς διαιρέσεις τῶν ἐθνῶν σαφήνειαν, ἥτις τὸ τέλειον τῆς γνώσεως τοῖς ἐντυγχάνουσι παρέχειν εἴωθε, τὴν ἔκδοσιν τῶν τριῶν βιβλίων ἐποιησάμην, οὐκ ἀφελόμενος τῆς προσηγορίας τὸν πατέρα τούτων, οὐδὲ εἰς ἐμαυτὸν μεταστήσας τοὺς ἀλλοτρίους πόνους, ὥσπερ οὐδὲ τοῦ πᾶσι πεφροντισμένως ἐπεξελθόντος Ἀρτεμιδώρου, ἀλλὰ τὰς μὲν ἐκείνων προσηγορίας ἐπιγράψας τοῖς βιβλίοις, ὡς ἂν μηδὲν εἰς τοὺς λογίους ἁμαρτάνειν δοκοίην θεοὺς, τὰς δὲ τούτων ἐπιτομὰς καὶ διορθώσεις τῶν ἐμαυτοῦ ποιησάμενος πόνων ἐναργὲς γνώρισμα, ὥστε τοὺς ἐντυγχάνοντας μηδὲν μήτε τῶν παρʼ ἐκείνων συγγραφέντων, μήτε τῶν παρʼ ἡμῶν προστεθέντων ἢ διορθώσεως ἐπιμελοῦς ἀξιωθέντων ἀγνοῆσαι.

5. Περὶ δὲ τῆς διαφωνίας τῶν σταδίων εἴρηται μέν μοι καὶ ἐν τῷ προτέρῳ βιβλίῳ, ἐν ᾧ τὸν περίπλουν τοῦ ἑῴου παντὸς ὠκεανοῦ πεποίημαι· κωλύει δὲ οὐδὲν καὶ νῦν ἐπὶ κεφαλαίων διεξελθεῖν. Πάντες, ὡς εἰπεῖν, ὅσοι περίπλους ἔγραψαν, περὶ μὲν τὰς πόλεις καὶ τὰ χωρία καὶ λιμένας καὶ νήσους ἢ οὐδὲν ὅλως ἢ βραχέα τινὰ καὶ ῥᾳδίας τῆς διορθώσεως ἀξιωθῆναι δυνάμενα διεφώνησαν περὶ δὲ τὸν ἀριθμὸν τῶν σταδίων ταῶν αὐτῶν πόλεων καὶ νήσων καὶ λιμένων πολλήν τινα διαφορὰν ἐποιήσαντο. Τῶν μὲν οὖν κόλπων καὶ τῶν ἀκρωτηρίων ἡ διαφωνία σαφής· οἱ μὲν γὰρ πλησίον τῆς ἠπείρου τοὺς κόλπους καὶ τὰ ἀκρωτήρια περιέπλευσαν, οἱ δὲ πορρωτέρω, καὶ διὰ τοῦτο ἢ πλέονας ἢ ἐλάττονας περιέπλευσαν σταδίους τοῦ δὲ ἐκ’ εὐθείας γινομένου πλοῦ οὐκ ἄν τις ῥᾶδίως εἴποι τὰς αἰτίας, εἰ μὴ ἄρα τῷ τάχει τοῦ σκάφους ἢ τῷ βράδει ἀναθῆναι τὸ πταῖσμα βουληθείη. Ὡμολογημένον γὰρ τοδθʼ ὅτι ἑπτακοσίους οὐριοδρομοῦσα ναῦς διὰ μιᾶς ἀνύει (τῆς) ἡμέρας, εὕροι δέ τις ἂν καὶ ἐννακοσίους σταδίους διαδραμοῦσαν ναῦν ἐκ τῆς τοῦ κατασκευάσαντος τέχνης τὸ τάχος προσλαβοῦσαν, καὶ ἑτέραν μόλις πεντακοσίους διανύσασαν, διὰ τὴν ἐναντίαν τῆς τέχνης αἰτίαν. Ἀλλʼ ὅμως συγγνώμης ἀξιοῦν χρὴ τὰ τοιαῦτα πταίσματα. Οὐ γὰρ ἐν ἠπείρῳ χωρίων τινῶν τὴν διαμέτρησιν ἐποιήσαντο, ἀλλʼ ἐν ὕδατι καὶ πελάγεσιν ἐκ τῆς συνηθείας πλέον ἢ ἐξ ἑτέρας τινὸς ἐπιτεχνήσεως τὸν ἀριθμὸν τῶν σταδίων εὑρόντες.

6. Διήρηκε δὲ ὁ Μένιππος τὸν περίπλουν τῶν τριῶν ἠπείρων, Ἀσίας τε καὶ Εὐρώπης καὶ Λιβύης, τὸν τρόπον τοῦτον· τὸν Ἑλλήσποντον καὶ Προποντίδα ἅμα τῷ Θρᾳκίῳ Βοσπόρῳ καὶ προσέτιγε τὸν Εὔξεινον Πόντον ἑκατέρων τῶν ἠπείρων, τῆς τε Ἀσίας καὶ τῆς Εὐρώπης, ἀφελὼν ἰδίᾳ περιέπλευσε, πρότερον μὲν τὸν Πόντον, μετʼ ἐκεῖνον δὲ τὸν Θρᾴκιον Βόσπορον καὶ τὴν Προποντίδα ἅμα τῷ Ἑλλησπόντῳ, ἀπὸ τοῦ ἱροῦ τοῦ καλουμένου Διὸς Οὐρίου, ὅπερ ἐπ’ αὐτοῦ κεῖται τοῦ στόματος τοῦ Πόντου, τοῦ περίπλου τὴν ἀρχὴν ἑκατέρων τῶν ἠπείρων ποιησάμενος. Μετὰ δὲ ταῦτα ἀπὸ τῶν λειπομένων τῆς Εὐρώπης μερῶν ἀρξάμενος, περιπλεῖ πᾶσαν αὐτὴν μέχρι τοῦ Ἡρακλείου πορθμοῦ καὶ τῶν Γαδείρων τῆς νήσου. Εἶθ’ οὕτως εἰς τὴν ἀντιπέραν διαβὰς γῆν κατὰ τὸν Ἡράκλειον πορθμὸν, τοῦτʼ ἔστιν εἰς τὴς Λιβύην, ταύτην τε αὐτὴν περιπλεῖ, καὶ συνάπτει ταύτῃ τὸν τῆς Ἀσίας περίπλουν μέχρι τοῦ προρρηθέντος Ἑλλησπόντου. Καὶ ἡ μὲν ὅλη τάξις τοῦ περίπλου τοῦτον ἔχει τὸν τρόπον, τὰ δὲ κατὰ μέρος ἑξῆσ ἐκβήσεται, σαφεστάρας, ταθμ ττχίβτα τπγς δθιρδώσεως.

<lb n="35"/>ΠΟΝΤΟΥ ΕΥΞΕΙΝΟΥ ΠΕΡΙΠΛΟΥΣ. ἑκατέρων τῶν ἠπείρων, τῶν τε παρὰ τήν Ἀσίαν τῶν τε παρὰ τήν Εὐρώπην τόπων. Τὰ δὲ κατὰ μέρος οῦτως ἔχει· ΤΩΝ ΕΝ ΤΗΙ ΑΣΙΑΙ ΜΕΡΩΝ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ.

7. Κατὰ τὸν Θράκιον ἐόσπορον καὶ τὸ στόμα τοῦ Εὐξείνου Πόντου ἐν τοῖς δεξιοῖς τῆς Ἀσίας μέρεσιν, ἔπερ ἐστὶ τοῦ Βιθυνῶν ἔθνους, κεῖται χωρίον Ἱερὸν καλούμενον, ἐν ὡ νεώς ἐστι Διὸς Οὐρίου προσαγορευόμενος. Τοῦτο δὲ τὸ χωρέον ἀφετήριόν ἐστι τῶν εἰς τὸν Πόντον πλεόντων. Εἰσπλεύσαντι δὲ εἰς τὸν Πόντον, δεξιὰν τὴν Ἀσίαν ἔχοντι καὶ περιπλέοντι τὸ λειπόμενον μέρος τοῦ Βιθωνῶν ἔθνους, τὸ πρὸς τῷ Πόντῳ κείμενον, ὁ περίπλους οὕτως ἔχει.

ΒΙΘΥΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.

8. Ἀπὸ Ἱεροῦ Διὸς Οὐρίου εἰς Ῥήβαν ποταμὸν εἰσὶ στάδιοι Ἀπὸ δὲ Ῥήβα ἐπὶ Μέλαιναν ἄκραν στάδιιοι ρν'. Ἀπὸ Μελαίνης ἄκρασ εἰς Ἀρτάνην ποταμὸν καὶ χωρίον στάδια ρν'· ἔχει δὲ καὶ λιμένιον πορθμίοις, παράκειται δὲ καὶ νησίον ὃ σκεπάζει τὸν λιμένα. Ἀπὸ Ἀρτάνου ποταμοῦ εἰς Ψίλλιον ποταμὸν καὶ χωρίον στάδιοι ρμ'. Ἀπὸ Ψιλλίου ποταμοῦ εἰς Κάλπαν λιμένα καὶ ποταμὸν στάδιοι σι'. τοῦτο δὲ τὸ ἐμπόριόν ἐστιν Ἡρακλεωτῶν, καὶ ποταμὸν ἔχει καὶ λιμένα καλόν. Ἀπὸ Κάλπα ποταμοῦ εἰς Θυνιάδα νῆσον στάδιοι ξ'. Ἀπὸ Θυνιάδος νίσου εἰς Σαγγάριον ποταμὸν πλωτὸν στάδιοι σ'. Ἀπὸ Σαγγαρίου ποταμοῦ εἰς Ὕπιον ποταμὸν στάδιοι ρπ'. Ἀπὸ Ὑπίου ποταμοῦ εἰς Δίαν πόλιν στάδιοι ξ'. ἔχει δὲ καὶ ὕφορμον. Ἀπὸ Δίας πόλεως εἰς Ἔλαιον ποταμὸν καὶ ἐμπόριον στάδιοι ?? Ἀπὸ Ἐλαίου ποταμοῦ ἐπὶ τὸν Κάλητα ποταμὸν καὶ ἐμπόριον στάδιοι ρκ΄. Ἀπὸ τοῦ Κάλητος ποταμοῦ εἰς Ἡλάκλειαν πόλιν μεγίστην στάδιοι π΄, Ἀπὸ δὲ τῆς Ἡρακλείας εἰς πόλιν Ἀπολλωνίαν, τὴν ἐν τῆ Εὐρώπῃ ἐν τῷ Θρακῶν ἔθνει καταντικρὺ κειμένην, στάδιοι α. Οἱ πάντες ἀπὸ Ἱεροῦ Διὸς Οὐρίου εἰς πόλιν Ἡράκλειαν εἰσὶ στάδιοι αφλ΄· ἐπ’ εὐθείας δὲ πλέοντι ἀπὸ τοῦ Ἱεροῦ εἰς Ἡράκλειαν πόλιν στάδιοι ασ΄. Ἀπὸ Ἡρακλείας εἰς Ποσείδειον, σάλος ἐνταῦθα, στάδιοι ρι΄. Ἀπὸ τοῦ Ποσειδείου εἰς Ὀξίνην ποταμὸν στάδιοι ??΄. ὅρμμος πορθμίοις. Ἀπὸ τοῦ Ὀξίνου εἰς Σανδαράκην στάδιοι μ΄. ὅρμος πλοίοις. Ἀπὸ Σανδαράκης εἰς Κρηνίδας στάδιοι κ΄. ὅρμος συμμέτροις ναυσίν. Ἀπὸ Κρη· νίδων εἰς Ψύλλαν χωρίον στάδιοι κ΄. Ἀπὸ Ψύλλης χωρίου εἰς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδιοι Ϟ΄. Οὗτος ὁ ποταμὸς ὁρίζει Βιθυνίαν· τὰ δὲ ἐχόμενα Παφλαγονίας ἐστί. Τινὲς δὲ τὸν Παρθένιον ποταμὸν ὅριον Bιβυνῶν καὶ Παφλαγόνων εἶναι βούλονται. Οἱ πάντς, ἀπὸ Ἡρακλείας εἰς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδιοι το΄.

ΠΑΦΑΛΓΟΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.

9. Τῆς Παφλαγονίας τὰ παραθαλάσσια πάντα μέρη πρὸς τῷ Πόντῳ κείμενα τυγχάνει· τῆς δὲ Βιθυνίας τὰ μὲν προειρημένα πρὸς τῷ Πόντῳ, τὰ δὲ τούτου προηγουμενα κατὰ τὸν Θράκιον Βόσπορον καὶ τὸν Ἀστακηνὸν κόλπον καὶ ἔτι τὴν Προποντίδα μέχρι τοῦ Ῥυνδάκου ποταμοῦ. Ἀπὸ Τίου εἰς Ψίλιδα ποταμὸν στάδιοι ξ΄. Ἀπὸ Ψίλιδος εἰς Παρθένιον ποταμὸν στάδιοι ο΄. Ἀπὸ Παρθενίου εἰς Ἄμαστριν πόλιν καὶ ποταμὸν στάδιοι Ϟ΄. Οἱ πάντες ἀπὸ Τίου εἰς Ἄμαστριν στάδιοι σκ΄. Ἀπὸ Ἀμάστριδος εἰς Κρώμναν χωρίον στάδιοι ρν΄. Ἀπὸ Κρώμνης εἰς Κύτωρον χωρίον στάδιοι Ϟ΄· ἐνταῦθα σάλος. Ἀπὸ Κυτώρου εἰς Αἰγιαλὸν στάδιοι ξ΄. Ἀπὸ Αἰγιαλοῦ εἰς Κλίμακα πόλιν στάδιοι ν΄. Ἀπὸ τῆς Κλίμακος εἰς Τιμολάϊον χωρίον στάδιοι ξ΄. Ἀπὸ Τιμολαΐου χωρίου ἐπὶ Κάραμβιν ἀκρωτήριον ὑψηλὸν καὶ μέγα στάδιοι ρ΄. Καταντικρὺ δὲ τῆς Καράμβιδος ἄκρας ἐν τῆ Εὐρώπῃ κεῖται μέγιστον ἀκρωτήριον τὸ καλούμενον Κριοῦ μέτωπον. Ἀπὸ Καράμβιδος ἄκρας εἰς κώμην Καλλιστρατίαν στάδιοι κʼ. Ἀπὸ Καλλιστρατίας εἰς Γάριον τόπον στάδιοι π΄. Ἀπὸ Γαρίου τόπου εἰς πόλιν Ἀβώνου τεῖχος, τὴν νῦν Ἰωνόπολιν λεγομένην, στάδιοι ρκ΄. Ἀπὸ Ἀβώνου τείχους ἐπὶ Αἰγινήτην πολίχνιον καὶ ποταμὸν στάδιοι ρξ΄. Ἀπὸ Αἰγινήτου ἐπὶ Κίνωλιν κώμην καὶ ποταμὸν (ἔχει δὲ καὶ ὕφορμον εἶς τὴν καλουμένην Ἀντικίνωλιν ) στάδιοι ξ΄. Ἀπὸ Κινώλιδος εἰς Στεφάνην κώμην στάδιοι ρν΄· ὅρμος ἐνθάδε. Ἀπὸ Στεφάνης εἰς Ποταμοὺς χωρίον στάδιοι ρκ΄· ἔστι δὲ εἴσπλους εἰς Ποταμοὺς πορθμίοις. Ἀπὸ Ποταμῶν χωρίου εἰς Συριάδα ἄκραν λεπτὴν στάδιοι ρκ΄. Ἀπὸ Συριάδος ἄκρας κόλπος ἐνδέχεται. Εἰσπλεύσαντι δὲ εἰς αὐτὸν εἰς Ἀρμένην κώμην καὶ λιμένα μέγαν εἰσὶ στάδιοι ν΄, Ἐστι δὲ παρὰ τὸν λιμένα ποταμὸς Ὀχοσβάνης ὄνομα. Ἀπὸ Ἀρμένης εἶς Σινώπην πόλιν στάδιοι ν΄. Κεῖται δὲ ἐπὶ τῶν ἄκρων νησίον ὃ καλεῖται Σκόπελος. Ἔχει δὲ διέκπλουν τοῖς ἐλάττοσι πλοίοις, τὰ δὲ μείζονα περιπλεῖν δεῖ, καὶ οὕτω καταίρειν εἰς τὴν πόλιν. Εἰσὶ δὲ τοῖς περιπλέουσι τὴν νῆσον πλείους ἄλλοι στάδιοι μ΄. Ἀπὸ δὲ Καράμβιδος ἄκρας πλέοντι ἐπʼ εὐθείας εἰς Σινώπην στάδιοι ψ΄. Οἱ πάντες ἀπὸ Ἀμάστριδος εἰς Σινώπην στάδιοι αυν΄. Ἀπὸ δὲ Ἡρακλείας εἰς Σινώπην βμ΄. Ἀπὸ δὲ Ἱεροῦ εἰς Σινώπην εἰσὶ στάδιοι γφο΄. Ἀπὸ Σινώπης εἰς Εὔαρχον ποταμὸν στάδιοι π΄· οὗτος ὁ ποταμὸς ἐρίζει Παφλαγονίαν καὶ τὴν ἐχομένην Καππαδοκίαν. Οἱ παλαιοὶ γὰρ τὴν Καππαδοκίαν καθήκειν βούλονται μέχρι τοῦ Εὐξείνοω Πόντου τινὲς δὲ αὐτοὺς Λευκοσύρους ἐκάλεσαν· νυνὶ δὲ μετὰ τὴν Παφλαγονίαν τὰ ἐχόμενα μέχρι τῶν Βαρβαρικῶν ὁρίων ἰδίως Πόντος καλεῖται διῄρηται δὲ εἰς ἐπαρχίας δύο.

ΠΟΝΤΩΝ ΤΩΝ Β΄ ΠΕΡΙΠΛΟΥΣ.

10. Ἀπὸ Εὐάρχου ποταμοῦ εἰς Κάρουσαν χωρίον στάδιοι ο· ἔχει δὲ καὶ λιμένα τοῖς ἀφʼ ἐσπέρας ἀνέμοις. Ἀπὸ Καρούσς χιωρίου εἰς Ζάγωρον χωρέον στάδιοι ρπς. Ἀπὸ Ζαγώρου χιωρίου εἰς Ζάληκον ποταμὸν καὶ κώμην έλίμενον στάδιοι ρκʼ. Ἀπὸ Ζαλήκου ποταμοῦ εἰς Ἅλυν ποταμὸν πλωτὸν στάδιοι ρκ. Ἀπὸ Ἀλωος ποταμοῦ εἰς λίμνην καὶ τὸν ὑπέρ αὐτῆς σάλον, ὅς καλεῖιαι Καύσταθμος, στάδιοι ρκ. Ἀπὸ Ναυστάθμου εἰς ἑτέραν λίμνην καλουμένην Κωνώπιον ἀλίμενον στᾶ διοι ρκ΄. Ἀπὸ Κωνωπίου εἰς Ἀμισὸν πόλιν στάδιοι ρν΄. Οἱ πάντες ἀπὸ Σινώπης εἰς Ἀμισὸν στάδιοι Τον΄, Ἀπὸ δὲ Ἱεροῦ εἰς Ἀμισὸν εἰσὶ στάδιοι δφκ΄. Ἀπὸ Ἀμισοῦ ἑπὶ τὸν Λύκαστον ποταμὸν στάδιοι κʼ. Ἀπὸ τοῦ Λυ. κάστου εἰς κώμην καὶ ποταμὸν Χαδίσιον στάδιοι ρν Ἀπὸ Χαδισίου ἐπὶ τὸν Ἶριν ποταμὸν στάδιοι ρ.. Λείπει.

ΑΠΟΣΠΑΣΜΑΤΑ.

1. St ephanus B yzantius Ἑρμώνασσα Μένιππος δὲ χωρίον Τραπεζοῦντος ἐν Περίπλῳ τῶν δύο Πόντων· Ἑκαταῖος δὲ καὶ Θεόπομπος πόλιν αὐτήν φασιν.

2. Χαλδία, χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν Περίπλῳ τῶν δύο Πόντων· « τὴν · μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία· » καὶ κατά « Τιβαρνηίην καὶ Χαλδίην καὶ Σαννικήν. »

<lb n="15"/>ΒΟΣΠΟΡΟΥ ΚΑΙ ΠΡΟΠΟΝΤΙΔΟΣ ΠΕΡΙΠΛΟΥΣ. Βιθυνίας περίπλους.

3. Μένιππος ἐν Περίπλῳ Βιθυνίας· « ἀπὸ Ἱεροῦ Διὸς Οὐρίου καὶ τοῦ στόματος τοῦ Πόντου ἀριστερὰν ἔχοντι τὴν ἤπειρον καὶ ἐπιπλέοντι εἰς Χαλκηδόνα τὴν πόλιν εἰσὶ στάδιοι ξ΄. » Μέμνηται ὁ αὐτὸς καὶ τῆς Χαλκίτιδος νήσου. Ἐκλήθη δὲ ἀπὸ Χάλκιδος τοῦ παρακειμένου ποταμοῦ, ὡς οἱ ἱστορικοὶ ἅπαντές φασι.

ΤΩΝ ΛΕΙΠΟΜΕΝΩΝ ΤΗΣ ΕΥΡΩΠΗΣ ΜΕΡΩΝ ΠΕΡΙΠΛΟΥΣ.

4. Nικόπολις, πόλις Ἠπείρου, ὡς Μαρκιανὸς.

5. Σικελία ἡ νῆσος ικανία πρότερον ὠνομάζετο, εἶτα Σικλία ἐκλήθη, ἄς φησι Ἑλλάνικος Ἱερειῶν τῆς ῥᾶς β·· « ἐν δὲ τὺ αὐτῷ χρόνῳ καὶ Aσονες δπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἐξανέστησαν, ἄν ἦρχε Σικελός καὶ διαβάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλουμένην περὶ τὴν Αἴτνην καθιζόμενοι ῷκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν ικελὸς, βασιλείην ἐγκαταστησάμενος καὶ ἐντεῦθεν ὁρμώμενος ὁ Σικελὸς οὗτος πάσης ἡδν τῆς νήσου ταύτης, τότε Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ τούτου, ὃς καὶ ἐν αὐτή ἐβασίλευσε. Καὶ Μένιππος δὲ ταὐτά φησιν. Θουκυδίδης δὲ οὗτωςι « ἐλθόντες εἰς Σικελίαν κτλ.

6. Nέρβῶν, ἐμπόριον καὶ πόλις Κελτική.. Μαρκιανὸς δὲ Nαρβωνησίαν αὐτήν λέγει.