Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
This pointer pattern extracts fragments and paragraphs
This pointer pattern extracts books
This pointer pattern extracts sections
1.
Λίγυρες, ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς·
Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα· ἀπὸ Λιγύρου ποταμοῦ.
2. Δερτών. πόλις Λιγύρων. Ἀρτεμίδωρος ἐν Ἐπιτομῆ τῶν ια΄· « Τὴν καλουμένην Δερτῶνα πόλιν. Τὸ ἐθνικὸν Δερτώνιος, ὡς Ἀντρώνιος.
3. Μαστραμέλη, πόλις καὶ λίμνη τῆς Κελτικῆς. Ἀρτεμίδωρος ἐν τῷ Ἐπιτομῇ τῶν ἕνδεκα.
4.
Τῆς γὰρ Ναρβωνησίας τὸν περίπλουν ἐν τῇ ἐπιτομῇ τῆς
Ἀρτεμιδώρου γεωγραφίας ἤτοι περίπλου σαφῶς διεξήλθομεν, εἰ καὶ ὁ
προειρημένος
Ἀρτεμίδωρος τὴν διαίρεσιν τῶν ἐν
5.
Νάρβων, ἐμπόριον καὶ πόλις κελτική
6. Μαλάκη, πόλις Ἰβηρίας. Μαρκιανὸς ἐν β΄ τῶν Ἐπιτομῶν Ἀρτεμιδώρου.
7.
Οἱ δὲ κατὰ Γάδειρα τὴν νῆσον (τὰς φ. Ἡρακλείους στήλας εἶναί
φασιν), ὥσπερ καὶ Ἀρτεμίδωρος
ὁ γεωγράφος.
8. Σολκοί, πόλις ἐν Σαρδοῖ, ὡς Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ· « ἀπὸ δὲ Καράλεως ἐπὶ Σολκούς ».
9. Τέγεστρα, οὐδετέρως, πόλις Ἰλλυρίας πρὸς τῇ Ἀκυληίᾳ,
Ἐπιτομῇ τῶν ἕνδεκα
Τέργεστρον αὐτὴν καὶ κώμην οἶδεν « Ἀπὸ Τεργέστρου κώμης καὶ τοῦ μυχοῦ
ἐπὶ τὸν Ἀδρίαν στάδιοι εκε΄. »
10. Φλάνων, πόλις καὶ λιμὴν περὶ τὴν Ἄψυρτον νῆσον. Ἀρτεμίδωρος ἐν
Ἐπιτομῇ τῶν ια΄. « Μετὰ
δὲ τὴν Ἄλωον λιμήν ἐστι Φλάνων καὶ
πόλις Φλάνων, καὶ πᾶς ὁ κόλπος οὗτος Φλανωνικὸς καλεῖται. »
11. Ἀψυρτίδες, νῆσοι πρὸς τῷ Ἀδρίᾳ, ἀπὸ Ἀψύρτου παιδὸς Αἰήτου ἐν μιᾷ
δολοφονηθέντος ὑπὸ τῆς ἀδελφῆς Μηδείας. Οἱ νησιῶται Ἀψυρτεῖς καὶ
Ἄψυρτοι.
(Ἔστι καὶ τόπος ἐν τῷ Εὐξείνῳ πόντῳ Ἄψαρος,
Ἄψυρτος πρότερον λεγόμες.) Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ καὶ πόλιν
12. Κώθων, νῆσος οὐ πόρρω Κυθήρων. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Τὸ
ἐθνικὸν Κωθώνιος,
ὡς Σιδώνιος.
13. Λῶς, νῆσος περὶ Θετταλίαν, ὡς Κῶς. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Λῷος ὁ νησιώτης.
14. Ἀσταί, ἔθνος Θρᾴκης. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ
τῶν
ἕνδεκα.
15. Φίλιποι, πόλις Μακεδονίας, οἱ πρότερον Κρηνίδες. Ἀρτεμίδωρος ἐν
Ἐπιτομῇ τῶν ἕνδεκα· « Καὶ πόλις Φίλιπποι τὸ παλαιὸν Κρηνίδες. Τοῖς δὲ
Κρηνίταις πολεμουμένοις ὑπὸ Θρακῶν βοηθήσας ὁ Φίλιππος
Φιλίππους ὠνόμασεν. » Ἔνθεν ἦν Ἄδραστος ὁ περιπατητικὸς φιλόσοφος,
Ἀριστοτέλους μαθη τής.
16. Ξοῦχις, πόλις Λιβύης. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ
τῶν ἕνδεκα.
Τὸ ἐθνικὸν Ξουχίτης.
17. Λαοδαμάντεια, νῆσος ἐν Λιβύῃ. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα.
Ἐκαλεῖτο δὲ
18. Δῶρος, πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ· « Μετὰ δὲ ἡ πάλαι Δῶρος· νῦν δὲ
Δῶρα καλεῖται. »
εἶτα ἔνι Δῶρα, ἐπὶ χερσονησοειδοῦς τόπου κείμενον πολισμάτιον,
ἐρχομένου τοῦ ὄρους τοῦ Καρμήλου. Καὶ ἐν θ΄ Γεωγραφουμένων τὸ αὐτό.
19. Πάλτος. πόλις Συρίας. Ἀρτεμίδωρος ἐν
Ἐπιτομῇ.
20. Κρύα, πόλις Λυκίας. Ἀρτεμίδωρος ἐν Ἐπιτομῆς πρώτῳ. τὸ ἐθνικὸν Κρυεύς· « Εἰσὶ δὲ καὶ νῆσοι Κρυέων, Κάρυσις καὶ Ἄλινα.»
21. Θεμισώνιον, χωρίον Φρυγίας. Ἀρτεμίδωρος
ἐν Ἐπιτομῇ.
22.
Περὶ τῆς Κασπίας θαλάσσης ἱστορεῖ Ἀρτεμίδωρος
ἐν τῇ Ἐπιτομῇ τῶν Γεωγραφουμένων. Ἔστο δὲ πλησίον τοῦ ὠκεανοῦ· ᾗ
παράκειται
ἔθνος ὠνομασμένον Κάσπιον, ὅμορον δὲ
Πέρσαις.