Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License
Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
1.* (Anth. Gr. ex editione Fr. Iacobsii IV, 3.) Αγαθίου Σχολαστικοῦ Ἀσιανοῦ Μυριναίου συλλογὴ γέων ἐπιγραμμάτων ἐκτεθεῖσα έν Κωνσταντίνου πόλει πρὸς Θεόδωρον Δεκουρίωνα τὸν Κοσμᾶ εἴρηται δὲ τὰ προοίμια μετὰ τὰς συνεχεῖς ἀκροάσεις τὰς κατ’ ἐκεῖνο καιροῦ γενομένας.
Οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους
ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας,
ἔτι που τὰ σιτία προσκορως ἐρυγγάνειν·
κὼ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι.
λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων
πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας,
περιφρονεῖν πείθουσι τῶν εἰθισμένων.
τί δὲ νῦν ποιήσομεν; τὰ προὐξειργασμένα
οὕτως ἐάσω συντετῆχθαι κείμενα
ἡ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ
παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν;
καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται;
τίς δ’ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου,
εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα;
ἀλλ’ ἐστιν ἐλπὶς εὐμενῶς τῶν δρωμένων
ὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως.
ἔθος γὰρ ὑμῖν τῇ προθυμίᾳ μόνῃ,
τῇ τῶν καλούντων, ἐμμετρεῖν τὰ σιτία·
καὶ πρός γε τοῦτο δεῖπνον ἠρανισμένον
ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων.
ἐξ ὧν τρυφῶσι, καὶ παραλαβὼν γνησίως
ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι.
τοῦτο δέ τις αὐτῶι προσφόρως, δείκνυς ἐμὲ,
ἴσως ἐρεῖ πρὸς ἄλλον, ἀρτίως ἐμοῦ
μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν,
οὗτος παρέθηκε τὴν ὑπ’ ἐμοῦ μεμαγμένην.
ταυτὶ μὲν οὖν ἐρεῖ τις, οἴδα, τῶν σοφῶν,
τῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνος
εἶναι τοσαύτης πανδαισίας.
θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος
καὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς
ξένος τις εἶναι τῶν ὑπ’ ἐμοῦ συνηγμένων.
ἀλλ’ ἐξ ἑκάστου σμικρὸν ἐξάγω μέρος,
ὅσον ἀπογεῦσαι. τῶν δὲ λοιπῶν εἰ θέλοι
τυχεῖν τις ἁπάντων, καὶ μετασχεῖν εἰς κόρον,
ἴστω γε ταῦτα κατ’ ἀγορὰν ζητητέα.
Κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασιν,
ἐκ τοῦ βασιλέως τοὺς προλόγους ποιήσομαι·
ἅπαντα γάρ μοι δεξιῶς προβήσεται.
καί μοι μεγίστων πραγμάτων ὑμνουμένων
εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους.
Μή τις ὑπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου
βάρβαρος ἐς βασιλῆα βιημάχον ὄμμα τανύσσῃ,
μηδ’ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην
ὄρθιον ἀθρήσειεν· ἐποκλάζουσα δὲ γαίῃ,
καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων,
Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις.
Ἑσπερίη θεράπαινα, σὺ δ’ ἐς κρηπῖδα Γαδείρων,
καὶ παρὰ πορθμὸν Ἴβηρα, καὶ Ὠκεανίτιδα Θούλην,
ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων
κράατα μετρήσασα τεῇ κρυφθέντα κονίη,
θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην.
Καυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ,
ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ
σύννομον Ἀδριάδεσσιν ἀναπλέξασα χορείην
Φάσιάς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη,
καὶ καμάτους μέλψειε πολυσκήπτρου βασιλῆος,
μόχθον ἀποῤῥίψασα γιγαντείου τοκετοῖο.
μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἄργος,
ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου
οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων,
εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον βῶλον
κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν, ἢ διὰ τέχνης
οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα
παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην.
ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος
Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις.
οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ’ ἐνὶ πόντῳ
Ὑρκανίου κόλποιο, καὶ ἐς βυθὸν Αἰθιοπῆα
Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ.
ἀλλ’ ἴθι νῦν ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων,
Αὐσόνιε, σκίρτησον, ὁδοίπορε, Μασσαγέτην δὲ
ἀμφιθέων ἀγκῶνα, καὶ ἄξενα τέμπεα Σούσων
Ἰνδῴης ἐπίβηθι κατοργάδος· ἐν δὲ κελεύθοις
εἴποτε διψήσειας, ἀρύεο δοῦλον Ὕδασπιν·
ναὶ μὴν κὼ κυανωπὸν, ὑπὲρ δύσιν ἄτρομος ἕρπων
κύρβιας Ἀλκείδαο μετέρχεο θαρσαλέως δὲ
ἴχνιον ἀμπαύσειας ἐπὶ Ψαμάθοισιν Ἰβήρων,
ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης,
δίζυγος ἠπείροιο συναντήσασα κεραίη
ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης.
ἐσχατιὴν δὲ Λιβυσσᾶν ἐπιστείβων Νασαμώνων
ἔρχεο, καὶ παρὰ Σύρτιν, ὅπη νοτίῃσι θυέλλαις
ἐς κλίσιν ἀντίπρῳρον ἀνακλασθεῖσα Βορῆος,
καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ ῥηγμῖνι ἁλίπλῳ
ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει.
οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης,
ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις βασιλῆος,
ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον
κοιρανίη· Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων
ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην.
τουνεκεν, ὁππότε πάπα φίλης πέπληθε γαλήνης,
πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων,
ὄσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς,
ὡς προτέροις μακάρεσσιν ἀνειμένα· καί γὰρ ἐῴκει
Ἀλλὰ πάλιν μετ᾿ ἐκεῖνα παλαίτερον εὖχος ὅσσαπερ ἥ γραφίδεσσι χαράξαμεν, ἢν τινι χώρῳ, εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.
Καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου ὅσσα θέμις τύμβοισι· τάπερ θεὸς ἐν μὲν ἀοιδῇ ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκοι.
Ὄσσα δὲ καἰ βιότοιο πολυσπερέεσσι κελεύθοις
γράψαμεν, ἀσταθέος δὲ τύχης σφαλεροῖσι ταλάντοις,
Ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου,
ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς
γράψαμεν· ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρῃ
εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην,
2.* (Ibid.)
Tοῦ αὐτοῦ Ἀγαθίου. Στῆλαι καὶ γραφίδες καὶ κύρβιες, εὐφροσύνης μὲν
αἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης·
ψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεται· ἡ δ᾿ ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει,
κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη. οὕτως οὔτε Πλατῶν βρενθύεται, οὔτ’ ἄρ’ Ὅμηρος,
χρώμασιν ἢ στήλαις, ἀλλὰ μόνῃ σοφίη. ὄλβιοι ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων,
ἀλλ᾿ οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει.
ΕΠΙΓΡ ΑΜΜΑΤΑ ΧΡΙΣΤΙΑΝΙΚΑ.
3.* (I, 34.)
Εἰς εἰκόνα τοῦ ἀρχαγγέλου ἐν Πλάτῃ. Ασκοπον ἀγγελίαρχον, ἀσώματον εἴδει· μορφῆς,
ἀ μέγα τολμήεις, κηρὸς ἀπεπλάσατο· ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσων
θυμὸν ἀπιθύνει κρείσσονι φαντασίῃ· οὐκέτι δ᾿ ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλ᾿ ἐν ἑαυτῷ
τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει· ομματα δ᾿ ὀτρύνουσι βαθὺν νόον· οἶδε δὲ τέχνη
χρώμασι πορθμεῦσαι τὴν φρενὸς ἱκεσίην.
4.* (I, 35.)
Εἰς τὸν αὐτὸν ἐν τῷ Σωσθενίῷ. Καρικὸς Αἰμιλιανὸς, Ἰωάννης τε σὺν αὐτῶ,
Ῥουφῖνος Φαρίης, Ἀγαθίης Ἀσίης, τέτρατον, ἀγγελίαρχε, νόμων λυκάβαντα λαχόντες,
ἄνθεσιν εἰς σὲ, μάκαρ, τὴν σφετέρην γραφίδα, αἰτοῦντες τὸν ἔπειτα καλὸν χρόνον· ἀλλὰ φανείης
ἐλπίδας ἰθύνων ἐσσομένου βιότου.
5.* (I, 36.)
Εἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίου καὶ δὶς ἀνθυπάτου, έν ᾗ γέγραπται παρὰ τοῦ ἀρχαγγέλου δεχόμενος τὰς ἀξίας ἐν Ἐφέσῳ.
Ἵλαθι μορφωθεὶς, ἀρχάγγελε· σὴ γὰρ
ἄσκοπος· ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε. ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου
καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων
χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν.
ΕΠΙΓΡ ΑΜΜΑΤΑ ΕΡΩΤΙΚΑ.
6. (V, 216.)
Εἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσῃς θυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης.
ἀλλά τι καὶ φρονέοις στεγανώτερον, ὅσσον ἐρύσσαι ὀφρύας, ὅσσον ἰδεῖν βλέμματι φειδομένῳ.
ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζειν,
καὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων.
κεῖνος δ’ έστιν ἄριστος ἐρωτικὸς ὃς τάδε μίξει, οἶκτον ἔχων ὀλίγῃ ξυνὸν ἀγηνορίῃ.
7. (V, 218.)
Τὸν σοβαρὸν Πολέμωνα, τὸν ἐν θυμέλῃσι Μενάνδρου κείραντα Γλυκερὰς τῆς ἀλόχου πλοκάμους,
ὁπλότερος πολέμων μιμήσατο, καὶ τὰ Ῥοδάνθης βόστρυχα παντόλμοις χερσὶν ἐληίσατο,
καὶ τραγικοῖς ἀχέεσσι τὸ κωμικὸν ἔργον ἀμείψας
μάστιξεν ῥαδινῆς ἅψεα θηλυτέρης.
ζηλομανὲς τὸ κόλασμα· τί γὰρ τόσον ἤλιτε κούρη, εἰ με κατοικτείρειν ἤθελε τειρόμενον;
σχέτλιος, ἀμφοτέρους δὲ διέτμαγε, μέχρι καὶ αὐτοί
βλέμματος ἐνστήσας αἴθοπα βασκανίην.
ἀλλ’ ἔμπης τελέθει μισούμενος· αὐτὰρ ἔγωγε δύσκολος, οὐχ ὁρόων τὴν περικειρομένην.
8. (V, 220.)
Εἰ καὶ νὺν πολιή σε κατεύνασε, καὶ τὸ θαλυκρὸν κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης,
ὤφελες, ὦ Κλεόβουλε, πόθους νεότητος ἐπιγνοὺς, νῦν καὶ ἐποικτείρειν ὁπλοτέρων ὀδύνας,
μηδ’ ἐπὶ τοῖς ξυνοῖς κοτέειν μέγα, μηδὲ κομάων
τὴν ῥαδινὴν κούρην πάμπαν ἀπαγλαίσαι.
ἀντίπατρος τῇ παιδὶ πάρος μεμέλησο ταλαίνῃ, καὶ νῦν ἐξαπίνης ἀντίπαλος γέγονας.
9. (V, 222.)
Εἰς Ἀριάδνην
Εἴ ποτε μὲν κιθάρης ἐπαφήσατο πλῆκτρον ἐλοῦσα κούρη, Τερψιχόρης ἀντεμέλιζε μίτοις·
εἰ ποτε δὲ τραγικῷ ῥοιζήματι ῥήξατο φωνὴν, αὐτῆς Μελπομένης βόμβον ἀπεπλάσατο·
εἰ δὲ καὶ ἀγλαίης κρίσις ἵστατο, μᾶλλον ἂν αὐτὴ
Κύπρις ἐνικήθη, κἂν ἐδίκαζε Πάρις.
σιγῇ ἐφ’ ἡμείων, ἵνα μὴ Διόνυσος ἀκούσας τῶν Ἀριαδνείων ζῆλον ἔχοι λεχέων.
10. (V, 237.)
πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι· εὖτε δ’ ἐπέλθῃ ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος,
ἀμφιπεριτρύζουσι χελιδόνες, ἐς δέ με δάκρυ βάλλουσιν, γλυκερὸν κῶμα παρωσάμεναι.
ὄμματα δὲ σταλάοντα φυλάσσεται· ἡ δὲ Ῥοδάνθης
αὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται.
ὦ φθονερᾶι παύσασθε λαλητρίδες· οὐ γὰρ ἔγωγε τὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμην.
ἀλλ’ Ἴτυλον κλαίοιτε κατ’ οὔρεα, καὶ γοάοιτε
εἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι,
βαιὸν ἶνα κνώσσοιμεν· ἴσως δέ τις ἤξει ὄνειρος, ὅς με Ῥοδανθείοις πήχεσιν ἀμφιβάλοι.
11. (V, 261.)
Εἰμὶ μὲν οὐ φιλόοινος· ὅταν δ’ ἐθέλῃς με μεθύσσαι, πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι.
εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφειν εὐμαρὲς, οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον·
πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα,
καὶ μοι ἀπαγγέλλει τὴν χάριν ἣν ἔλαβεν.
12. (V, 263.)
Μήποτε λύχνε μύκητα φέροις, μηδ’ ὄμβρον ἐγείροις, μὴ τὸν ἐμὸν παύσῃς νυμφίον ἐρχόμενον.
αἰεὶ σὺ φθονέεις τῇ Κύπριδι, κὼ γὰρ ὅθ’ Ἥρω ἥρμοσε Λειάνδρῳ... θυμὲ, τὸ λοιπὸν ἔα.
Ἡφαίστου τελέθεις, καἰ πείθομαι, ὅττι χαλέπτων
Κύπριδα, θωπεύεις δεσποτικὴν ὀδύνην.
13. (V, 267.)
ἁ Τί στενάχεις; βφιλέω. ατίνα; βπαρθένον· ἁ ἦ ῥά γε καλήν,. β καλὴν ἡμετέροις ὄμμασι φαινομένην.
ἁ ποῦ δέ μιν εἰσενόησας; βἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν ξυνῇ κεκλιμένην ἔδρακον ἐν στιβάδι.
ἁ ἐλπίζεις δὲ τυχεῖν; βναὶ ναὶ φίλος· ἀμφαδίην δὲ
οὐ ζητῶ φιλίην, ἀλλ’ ὑποκλεπτομένην.
ἆτόν νόμιμον μᾶλλον φεύγεις γάμον· ἀτρεκὲς ἔγνων ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον.
βἔγνως. αοὐ φιλέεις, ἐψεύσαο· πῶς δύναται γὰρ ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη;
14.* (V, 269.)
Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην, τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος.
εἷλκε δέ μ’ ἡ φιλέουσα· πάλιν δ’ ἐγὼ, οἶά τέ τις φὼρ, χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν,
ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον
καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας.
ὀχθήσας δ’ ἄρ’ ἔειπον· ἐμοὶ τάχα καὶ τὸ ὡς τὸ φιλεῖν χαλεπὸν, δισσὰ κολαζομένῳ.
15. (V, 273.)
Ἡ πάρος ἀγλαίῃσι μετάρσιος, ἡ πλοκαμῖδας σειομένη πλεκτὰς, καὶ σοβαρευομένη,
ἥ μεγαλαυχήσασα καθ’ ἡμετέρης μελεδώνης, γήραι ῥικνώδης τὴν πρὶν ἀφῆκε χάριν.
μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται,
χείλεα βαμβαίνει φθέγματι γηραλέῳ.
τὴν πολιὴν καλέω Νέμεσιν Πόθου, ὅττι δικάζει ἔννομα, ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη.
16.* (V, 276.)
Σοι τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω, χρυσεοπηνήτῳ λαμπόμενον γραφίδι.
βάλλε δὲ σοῖς πλοκάμοισιν· ἐφεσσαμένη δ’ ὑπὲρ ὤμων στήθει παλλεύκῳ τήνδε δὸς ἀμπεχόνην.
ναὶ ναὶ στήθει· μᾶλλον, ὅπως ἐπιμάζιον εἴη
ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον.
καὶ τόδε μὶν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν λεύσσοις, καὶ τεκέων εὔσταχυν ἀνθοσύνην,
ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην, καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.
17. (V, 278.)
Αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες τήξουσιν κενεὴν ἀχθόμενοι κραδίην,
ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ. μήτε τυχήσω, μήτ’ ἐπολισθήσω μείζοσιν ἀμπλακίαις.
ἄρκια θηλυτέρων ἀλιτήματα, κεῖνα κομίσσω,
καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ.
18.* (V, 280.)
Ἦ ῥά γε καὶ Φίλιννα, φέρεις πόθον, ἦ ῥα καὶ αὐτὴ κάμνεις, αὐαλέοις ὄμμασι τηκομένη;
ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲ φροντίδος οὔτε λόγος γίγνεται, οὔτ’ ἀριθμός;
εὑρήσεις τάχ’ ὅμοια, τεὴν δ’, ἀμέγαρτε, παρειὴν
ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην.
Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος· έν δέ τι καλὸν ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας.
19. (V, 282.)
Ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν,
ἀλλ’ ἔτι μαρμαίρουσι παρηίδες, ὄμμα δὲ θέλγειν οὐ λάθε· τῶν δ’ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη.
μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν· ἐνθάδε δ’ ἔγνων
ὅττι φύσιν νικᾷν ὁ χρόνος οὐ δύναται.
20.* (V, 285.)
Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην,
καὶ κείνῳ φιλέεσκεν· ἐγὼ δέ τις ὡς ὀχετηγὸς ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ,
αὐερύων τὸ φίλημα· περὶ ζωστῆρα δὲ κούρης
μάστακι ποππύζων, τηλόθεν ἀντεφίλουν.
ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις· ἡ γλυκερὴ γὰρ ζώνη πορθμὸς ἴην χείλεος ἀμφοτέρου.
21 (V, 287.)
Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθὼ, πείραζον κραδίην πλάσματι κερδαλέῳ·
βήσομαι ἐς ξείνην τινά που χθόνα· μίμνε δὲ κούρη ἀρτίπος, ἡμετέρου μνῆστιν ἔχουσα πόθου.
ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο, καὶ τὸ πρόσωπον
πλῆξε, καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης,
καὶ με μένειν ἱκέτευσεν. ἐγὼ δέ τις ὡς βραδυπειθὴς ὄμματι θρυπτομένῳ συγκατένευσα μένειν.
ὄλβιος ἐς πόθον εἰμι· τὸ γὰρ μενέαινον ἀνύσσαι πάντων, εἰς μεγάλην τοῦτο δέδωκα χάριν.
22.* (V, 289.)
Ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθους μοίρης ἀμβολίην πολλάκι δεξαμένη,
ἄγριον ἦτορ ἔχει, καὶ θέλγεται οὔτ’ ἐπὶ χρυσῷ, οὔτε ζωροτέρῳ μείζονι κισσυβίῳ.
τὴν κούρην δ’ αἰεὶ περιδέρκεται· εἰ δὲ ποτ’ αὐτὴν
ἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην,
ἇ μέγα τολμήεσσα, ῥαπίσμασιν ἀμφὶ πλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην.
εἰ δ’ ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο, Περσεφόνεια, οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος.
ἔστω δ’ ἀμφοτέροισι μία τῆς δὲ γεραιῆς ῥύεο τὴν κούρην, πρίν τι κακὸν παθέειν.
23. (V, 292.)
Ἀγαθίου πέραν τῖς πόλεως διάγοντος διὰ τὰ λύσιμα τῶν νόμων, ὑπομνηστικὸν πεμφθὲν πρὸς Παῦλον
Σιλεντιάριον.
Ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν·
ἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοις ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων·
καἰ λιγυρὸν βομβεῦσιν ἀκανθίδες· ἡ δ’ ὀλολυγὼν
τρύζει, τρηχαλέαις ἐνδιάουσα βάτοις.
ἀλλὰ τι μοι τῶν ἦδος, ἔπει σέο μῦθον ἀκούειν ἤθελον, ἢ κιθάρης κρούσματα Δηλιάδος;
καί μοι δισσὸς ἔρως περικίδναται. εἰσοράαν γὰρ καὶ σὲ μάκαρ ποθέω, καὶ γλυκερὴν Δάμαλιν,
ἧς με περισμύχουσι μεληδόνες· ἀλλά με θεσμοὶ εἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος.
24.* (v, 294.)
Ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρη δόχμιον ἐν λέκτρῳ νῶτον ἐρεισαμένη.
προβλὴς ὡς τις ἔπαλξις ἀνέμβατος· οἷα δὲ πύργος ἔσκεπε τὴν κούρην ἁπλοὶς ἐκταδίη.
καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου
κεῖτο χαλικρήτῳ νάματι βριθομένη.
ἔμπης οὐ μ’ ἐφόβησαν· ἐπεὶ στρεπτῆρα θυρέτρου Χέρσιν ἀδουπήτοις βαιὸν ἀειράμενος
φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης ἔσβεσα, καὶ διαδὺς λέχριος ἐν θαλάμῳ
τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον· ἦκα δὲ λέκτρου νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος,
ὠρθούμην κατὰ βαιὸν, ὅπη βατὸν ἔπλετο τεῖχος ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος,
μαζοὺς μὲν κρατέεσκον ὑπεθρύφθην δὲ προσώπῳ
μάστακα πιαίνων χείλεος εὐαφίῃ.
ἦν δ’ ἄρα μοι τὰ λάφυρα καλὸν στόμα, καὶ τὸ φίλημα σύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης.
οὔπω δ’ ἐξαλάπαξα φίλης πύργωμα κορείης· ἀλλ’ ἔτ’ ἀδηρίτῳ σφίγγεται ἀμβολίῃ.
ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα, ναὶ τάχα πορθήσω τείχεα παρθενίης,
οὐ δ’ ἔτι με σχήσουσιν ἐπάλξιες ἢν δὲ τυχήσω, στέμματα σοι πλέξω, Κύπρι τροπαιοφόρε.
25.* (V, 296.)
Ἐξότε τηλεφίλου πλαταγήματος ἠχέτα βόμβος γαστέρα μαντῴου μάξατο κισσυβίου,
ἔγνων, ὡς φιλέεις με· τὸ δ’ ἀτρεκὲς αὐτίκα πείσεις εὐνῆς ἡμετέρης πάννυχος ἁπτομένη.
τοῦτό σε γὰρ δείξει παναληθέα· τοὺς δὲ μεθυστὰς
καλλείψω λατάγων παίγμασι τερπομένους.
26. (V, 297.)
Ἠϊθέοις οὐκ ἐστι τόσος πόνος, ὁππόσος ἡμῖν ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις.
τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες, οἶς τὰ μερίμνης ἄλγεα μυθεῦνται φθέγματι θαρσαλέῳ·
παίγνιά τ’ ἀμφιέπουσι παρήγορα, καὶ κατ’ ἀγυιὰς
πλάζονται γραφίδων χρώμασι ῥεμβόμενοι.
ἡμῖν δ’ οὐδὲ φάος λεύσσειν θέμις, ἀλλὰ μελάθροις κρυπτόμεθα, ζοφεραῖς φροντίσι τηκόμεναι.
27. (V, 299.)
„Μηδὲν ἄγαν” σοφὸς εἶπεν· ἐγὼ δέ τις ὡς ὡς καλὸς, ἠέρθην ταῖς μεγαλοφροσύναις,
καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο χεῖσθαι τῆς κούρης, τῆς τάχα κερδαλέης.
ἡ δ’ ὑπερηέρθη, σοβαρήν θ’ ὑπερέσχεθεν ὀφρὺν,
ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη.
καὶ νῦν ὁ βλοσυρωπὸς, ὁ χάλκεος, ὁ βραδυπειθὴς, ὁ πρὶν ἀερσιπότης, ἤριπον εζαπινης·
πάντα δ’ ἔναλλα γένοντο· πεσὼν δ’ ἐπὶ γούνασι κούρης ἴαχον· „ίλήκοις, ἤλιτεν 1) νεότης.”
28. (V, 302.)
Ποίην τις πρὸς ἔρωτας ἴοι τρίβον; ἐν μὲν ἀγυιαῖς μαχλάδος οἰμώζεις χρυσομανεῖ σπατάλῃ.
εἰ δ’ ἔπι παρθενικῆς πελάσοις λέχος, ἐς γάμον ἥξεις ἔννομον, ἢ ποινὰς τὰς περὶ τῶν φθορέων.
κουριδίαις οἱ γυναιξὶν ἀτερπέα Κύπριν ἐγείρειν
τις κεν ὑποτλαίη, πρὸς χρέος ἑλκόμενος,
μοίχια λέκτρα κάκιστα καὶ ἔκτοθέν εἰσιν ἐρώτων ὦν μέτα παιδομανὴς κείσθω ἀλιτροσύνη.
χήρη δ’, ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστὴν, καὶ πάντα φρονέει δήνεα μαχλοσύνης·
ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσα δέχνυται ἀστόργου κέντρα παλιμβολίης,
καὶ στυγέει τὸ τελεσθέν· ἔχουσα δὲ λείψανον αἰδοῦς, ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀμβολίας.
ἢν δὲ μιγῇς ἰδίῃ θεραπαινίδι, τλῆθι καὶ αὐτὸς
δοῦλος ἐναλλάγδην δμωίδι γιγνόμενος·
εἰ δὲ καὶ ὀθνείῃ, τότε σοι νόμος αἶσχος ἀνάψει, ὕβριν ἀνιχνεύων δώματος ἀλλοτρίου.
πάντ’ ἄρα Διογένης ἔφυγεν τάδε, τὸν δ’ ἤειδεν παλάμῃ, Λαΐδος οὐ χατέων.
ΕΠΙΓΡΑΜΜΑΤΑ ΑΝΑΘΗΜΑΤΙΚΑ.
29. (VI, 32.)
Δικραίρῳ δικέρωτα, δασυκνάμῳ δασυχαίταν, ἴξαλον εὐσκάρθμῳ, λόχμιον ὑλοβάτᾳ,
Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆς κνακὸν ὑπηνήταν τονδ’ ἀνέθηκε τράγον.
30. (VI, 41.)
Χαλκὸν ἀροτρητὴν, κλασιβώλακα, νειοτομῆα, καὶ τὴν ταυροδέτιν βύρσαν ὑπαυχενίην,
καὶ βούπληκτρον ἄκαιναν, ἐχετλήεντα τε γόμφον Δῃοῖ Καλλιμένης ἄνθετο γειοπόνος,
τμήξας εὐαρότου ῥάχιν ὀργάδος· εἰ δ’ ἐπινεύσεις
τὸν στάχυν ἀμῆσαι, καὶ δρεπάνην κομίσω.
31. (VI, 59.)
Τῇ Παφίῃ στεφάνους, τῇ Παλλάδι τὴν πλοκαμῖδα, Ἀρτέμιδι ζώνην ἄνθετο Καλλιρόη.
εὕρετο γὰρ μνηστῆρα τὸν ἤθελε, καὶ λάχεν ἥβην σώφρονα, καὶ τεκέων ἄρσεν ἔτικτε γένος.
32. (VI, 72.)
Εἰδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης βακχιάδος, πουλὺν βότρυν ἀμεργόμενον.
ἀγρονόμῳ δ’ ἀγόρευσα, καὶ ἔδρακεν· ἀπροιδὴς δὲ ἐγκέφαλον πλήξας ἐξεκύλισε λίθῳ.
εἶπε δὲ καὶ χαίρων ὁ γεωπόνος· ἆ τάχα Βάκχῳ λοιβῆς καὶ θυέων μικτὸν ἔδωκα γέρας.
33. (VI, 74.)
Βασσαρὶς Εὐρυνόμη σκοπελοδρόμος, ἥ ποτε ταύρων πολλὰ τανυκραίρων στέρνα χαραξαμένη,
ἥ μέγα καγχάζουσα λεοντοφόνοις ἐπὶ νίκαις, παίγνιον ἀτλήτου θηρὸς ἔχουσα κάρη,
ἱλήκοις Διόνυσε, τεῆς ἀμέλησα χορείης,
Κύπριδι βακχεύειν μᾶλλον ἐπειγομένη.
θῆκα δέ σοι τάδε ῥόπτρα· παραῤῥίψασα δὲ κισσὸν χεῖρα περισφίγξω χρυσοδέτῳ σπατάλῃ.
34. (VI, 76.)
Σὸς πόσις Ἀγχίσης, τοῦ εἵνεκα πολλάκι, Κύπρι, τὸ πρὶν ἐς Ἰδαίην ἔτρεχες ἠϊόνα,
νῦν μόλις εὗρε μέλαιναν ἀπὸ κροτάφων τρίχα κόψαι, θῆκε δὲ σοι προτέρης λείψανον ἡλικίης.
ἀλλὰ θεὰ, δύνασαι γὰρ, ἢ ἡβητῆρά με τεῦξον,
ἢ καὶ τὴν πολιὴν ὡς νεότητα δέχου.
35. (VI, 79.)
Ἄσπορα, Πὰν λοφιῆτα, τάδε Στρατόνικος ἀφοτρεὺς ἀντ’ εὐεργεσίης ἄνθετο σοὶ τεμένη.
„βόσκε δ’’’ ἔφη „χαίρων τὰ σὰ ποιμνία, καὶ σέο χώρην δέρκεο, τὴν χαλκῷ μηκέτι τεμνομένην.
αἴσιον εὑρήσεις τὸ ἐπαύλιον· ἐνθάδε γάρ σοι
Ἠχὼ τερπομένη καὶ γόμον ἐκτελέσει.’’
36. (VI, 80.)
Δαφνιακῶν βίβλων Ἀγαθίου ἐννεάς εἰμι· ἀλλὰ μ’ ὁ τεκτήνας ἄνθετο σοι, Παφίη.
οὐ γὰρ Πιερίδεσσι τόσον μέλω, ὅσσον Ἔρωτι, οργια τοσσατίων ἀμφιέπουσα πόθων.
αἰτεῖ δ’ ἀντὶ πόνων, ἵνα οἱ διὰ σεῖο παρείη
ἢν τινα μὴ φιλέειν, ἢ ταχὺ πειθομένην.
37. (VI, 167)
Σοὶ, μάκαρ αἰγίκναμε, παράκτιον ἐς περιωπὰν τὸν τράγον, ὠ δισσᾶς ἁγέτα θηροσύνας —
σοὶ γὰρ καστορίδων ὑλακὰ καὶ τρίστομος αἰχμὴ εὔαδε, καὶ ταχινῆς ἔργα λαγωσφαγίης,
δίκτυά τ’ ἐν ῥοθίοις ἁπλούμενα, καὶ καλαμευτὰς
κάμνων, καὶ μογερῶν πεῖσμα σαγηνοβόλων —
ἄνθετο δὲ Κλεόνικος, ἐπεὶ καὶ πόντιον ἄγραν ἄνυε, καὶ πτῶκας πολλάκις ἐξεσόβει.
38. (VI, 172.)
Sine auctoris nomine in cod. Palatino; Agathiae tributum in Anth. Planudea.
Πορφυρὶς ἡ Κνιδίη τὰ στέμματα, καὶ τὸ δίθυρσον τοῦτο τὸ λογχωτὸν, καὶ τὸ περισφύριον,
οἷς ἀνέδην βάκχευεν, ὅτ’ ἐς Διόνυσον ἐφοίτα, κισσωτὴν στέρνοις νεβρίδ’’ ἀναπτομένη,
ἁβροκόμη Διόνυσε, πρὸ παστάδος ᾐώρησεν
ταῦτα τὰ τοῦ κάλλευς κόσμια καὶ μανίης.
ΕΠΙΓΡΑΜΜΑΤΑ ΕΠΙΤΥΜΒΙΑ.
39. (VII, 204.)
Οὐκέτι που τλῆμον, σκοπέλων μετανάστρια πέρδιξι πλεκτὸς λεπταλέαις οἶκος ἔχει σε λύγοις,
οὐδ’ ὑπὸ μαρμαρυγῇ θαλερώπιδος Ἠριγενείης ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων.
σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε· τἄλλα δὲ πάντα
ἥρπασα, καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν.
νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις, ἀλλὰ βαρεῖα, μὴ τὸ τεὸν κείνη λείψανον ἔξερύσῃ.
40. (VII, 205.)
Οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα ζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις.
οὐ σὲ, πέρδιξ, πέρδιξ, φθιμένην ἀγέραστον ἐάσω, ἀλλ’ ἔπι σοι κτενέω τὴν σέθεν ἀντιβίην.
ψυχὴ γὰρ σέο μᾶλλον ὀρίνεται, εἰσόκε ῥέξω ὅσσ’ ἐπ’ Ἀχιλλῆος Πύρρος ἔτευξε τάφῳ.
41. (VII, 220.)
Ἕρπων εἰς Ἐφύρην, τάφον ἔδρακον ἀμφὶ κέλευθον Λαίδος ἀρχαίης, ὡς τὸ χάραγμα λέγει.
δάκρυ δ’ ἐπισπείσας, „χαίροις γύναι· ἐκ γὰρ ἀκουῆς οἰκτείρω οἰκτείρω ἔφην „ἡν πάρος οὐκ ἰδόμην.
ἆ πόσον ἠϊθέων νόον ἤκαχες· ἀλλ’ ἔδε Λήθην
ναίεις, ἀγλαίην έν χθονὶ κατθεμένη.”
42. (VII, 551.)
Λητόϊος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην,
ξυνὰ δὲ καὶ Μοίρης λαχέτην λίνα, καὶ παρὰ θῖνα βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν.
οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην,
ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην.
χαίρετον, ὦ γλυκερὼ καὶ ὁμόφρονε· σήματι δ’ ὑμέων ὤφελεν ἱδρύσθαι βωμὸς Ὁμοφροσύνης.
43. (VII, 552.)
“Ὦ ξένε, τι κλαίεις; β διὰ σὸν μόρον. ἁ οἶσθα τις εἰμι; β οὐ μὰ τόν· ἀλλ’ ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος.
ἐσσι δέ τίς; α Περίκλεια· β γυνὴ τίνος; α ἀνδρὸς ἀρίστου, ῥήτορος ἐξ Ἀσίης, οὔνομα Μεμνονίου.
β πῶς δέ σε βοσπορίη κατέχει κόνις; ἁ εἴρεο Μοῖραν,
ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον.
β Παῖδα λίπες; α τριέτηρον, ὃς ἐν μεγάροισιν ἀλύων ἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα.
β αἴθε καλῶς ζώοι. ἁ ναὶ ναὶ, φίλος, εὔχεο κείνῳ, ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι.
44. (VII, 567.)
Κανδαύλου τόδε σῆμα· Δίχη δ’ ἐμὸν οἶτον ἰδοῦσα οὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη.
ἤθελε γὰρ δισσοῖσιν ὑπ’ ἀνδράσι μηδὲ φανῆναι, ἀλλ’ ἢ τὸν πρὶν ἔχειν, ἢ τὸν ἐπιστάμενον.
ἦν ἄρα Κανδαύλην παθέειν κακόν· οὐ γὰρ ἂν ἔτλη
δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις.
45.* (VII, 568.)
In Anth. Planudea P. 262. HSt. ἄδηλον.
Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων, ἣν μούνην Διδύμῳ πατρὶ Θάλεια τέκεν.
ἆ Μοῖραι, τι τοσοῦτον ἀπηνέες, οὐδ’ ἐπὶ παστοὺς ἠγάγετ’, οὐδ’ ἐρατῆς ἔργα τεκνοσπορίης;
οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ἱμέναιον
μέλλον ἄγειν· στυγεροῦ δ’ εἰς Ἀχέροντος ἔβην.
ἀλλὰ θεοὶ λίτομαι, μητρός γε γόους πατέρος παύσατε, τηκομένων εἵνεκ’ ἐμεῦ φθιμένης.
46. (VII, 569.)
Ναὶ λίτομαι, παροδῖτα, φίλῳ κατάλεξον ἀκοίτῃ, εὖτ’ ἂν ἐμὴν ἐμὴν λεύσῃς πατρίδα Θεσσαλίην·
κάτθανε σὴ παράκοιτις, ἔχει δέ μιν ἐν χθονὶ τύμβος, αἲ αἰ, βοσπορίης ἐγγύθεν ἠιόνος·
ἀλλά μοι αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο, ὄφρ’ ἀναμιμνήσκῃ τῆς ποτε κουριδίης.
47. (VII, 572.)
Οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνὴρ, λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου·
ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε, τοὺς δὲ κακούργους ἔσκεπεν, ἀλλήλοις εἰσέτι μισγομένους.
ξυνὴ δ’ ἀμφοτέρους κατέχει παγίς· εἰν ἑνὶ δ’ ἄμφω
κεῖνται, συζυγίης οὐκέτι παυόμενοι.
48. (VII, 574.)
Θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκῳ· Μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους·
ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων, οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης.
οἰκτρὰ δ’ ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροι
κείμενον, οὖ θιάσου κόσμον ὀδυρόμενοι.
ἡ δὲ κόμην τίλλουσα γόῳ πληκτίζετο μήτηρ, αἲ αἲ, τῶν λαγόνων μόχθον ἐπισταμένη.
ἔμπης ὄλβιος οὗτος, ὃς ἐν νεότητι μαρανθεὶς ἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην.
49.* (VII, 578.)
Τὸν κρατερὸν Πανοπῆα, τὸν ἀγρευτῆρα λεόντων, τὸν λασιοστέρνων κέντορα παρδαλίων,
τύμβος ἔχει· γλαφυρῆς γὰρ ἀπὸ χθονὸς ἔκτανε σκορπίος, οὐτήσας ταρσὸν ὀρεσσιβάτην.
αἰγανέη δὲ τάλαινα, σίγυνά τε πὰρ χθονὶ κεῖται,
αἲ αἰ, θαρσαλέων παιγνία δορκαλίδων.
50. (VII, 583.)
Ἄβαλε μηδ’ ἐγένοντο γάμοι, μὴ νυμφία λέκτρα, οὐ γὰρ ἂν ὠδίνων ἐξεφάνη πρόφασις.
νῦν δ’ ἡ μὲν τριτάλαινα γυνὴ τίκτουσα κάθηται, γαστρὶ δὲ δυσκόλπῳ νεκρὸν ἔνεστι τέκος·
τρισσὴ δ’ ἀμφιλύκη δρόμον ἤνυσεν, ἐξότε μίμνει
τὸ βρέφος ἀπρήκτοις ἐλπίσι τικτόμενον.
κούφη σοὶ τελέθει γαστὴρ, τέκος, ἀντὶ κονίης· αὑτὴ γάρ σε φέρει, καὶ χθονὸς οὐ χατέεις.
51. (VII, 589.)
Μηδὲν ἀπαγγείλειας ἐς Ἀντιόχειαν, ὁδῖτα, μὴ πάλιν οἰμώξῃ χεύματα Κασταλίης.
οὕνεκεν ἐξαπίνης Εὐστόργιος ἔλλιπε μοῦσαν, θεσμῶν τ’ Αὐσονίων ἐλπίδα μαψιδίην,
ἑβδόματον δέκατόν τε λαχὼν ἔτος· ἐς δὲ κονίην
ἠμείφθη κενεὴν εὔσταχυς ἡλικίη.
χαἰ τὸν μὲν κατέχει χθόνιος τάφος, ἀντὶ δ’ ἐκείνου οὔνομα καὶ γραφίδων χρώματα δερκόμεθα.
52.* (VII, 592.)
Α Brunckio inter luliani epigrammata editum.
Αὐτὸς ἄναξ νεμέσησε πολυφλοίσβοισι θαλάσσης κύμασιν, ῾Υπατίου σῶμα καλυψαμένοις·
ἤθελε γάρ μιν ἔχειν γέρας ὕστατον, οἷα θανόντα, καὶ μεγαλοφροσύνης κρύψε θάλασσα χάριν.
ἔνθεν, πρηϋνόου κραδίης μέγα δεῖγμα, φαεινὸν
τίμησεν κενεῷ σήματι τῷδε νέκυν.
53. (VII, 593.)
Τὰν πάρος ἀνθήσασαν ἐν ἀγλαίᾳ καὶ ἀοιδᾷ, τὰν πολυκυδίστου μνάμονα θεσμοσύνας,
Εὐγενίαν κρύπτει χθονία κόνις· αἱ δ’ ἐπὶ κείραντο πλοκάμους Μοῦσα, Θέμις, Παφίη.
54. (VII, 596.)
Ἐπὶ Θεοδότῳ τῷ γαμβρῷ, ἐπ᾿ ἐχθρὰ τῆς ἰδίας γαμέτης.
Ναὶ μὰ τὸν ἐν γαίη πύματον δρόμον, οὕτ᾿ ἔμ’ ἔστυγεν, οὔτ’ αὐτὸς Θεόδοτος Εὐγενίης
ἐχθρὸς ἑκὼν γενόμην. ἀλλὰ φθόνος ἠέ τις ἄτη ἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην.
νῦν δ’ ἐπὶ Μινῴην καθαρὴν κρηπῖδα μολόντες,
ἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα.
55. (VII, 602.)
Εὐστάθιε, γλυκερὸν μὲν ἔχεις τύπον· ἀλλά σε κηρὸν δέρκομαι, οὐδ’ ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος
ἔζεται ἐν στομάτεσσι· τεὴ δ’ εὐάνθεμος ἥβη αἲ αἰ, μαψιδίη νῦν χθονός ἐστι κόνις.
πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ,
τετράκις ἓξ μούνους ἔδρακες ἠελίους
οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆρος ὄλβος· πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος
τὴν ἄδικον Μοῖραν καταμέμφεται, οὕνεκα τοίην, ἆμέγα νηλειὴς, ἔσβεσεν ἀγλαΐην.
56. (VII, 612.)
Φεῦ, φεῦ, τὴν δεκάτην Ἑλικωνίδα, τὴν λυραοιδὸν Ῥώμης καὶ Φαρίης, ἥδε κέκευθε κόνις.
ὤλετο φορμίχχων τερετίσματα, λῆξαν ἀοιδᾶι; ὥσπερ Ἰωάννη πάντα συνολλύμενα.
καὶ τάχα θωμὸν ἔθηκαν ἐπάξιον ἐννέα Μοῦσαι,
τύμβον Ἰωάννης ἀνθ᾿ Ἑλικῶνος ἔχειν.
57.* (VII, 614.)
Ἑλλανὶς τριμάκαιρα, καἰ ἁ χαρίεσσα Λάμαξις ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος.
ὅκκα δ’ Ἀθηναίῃσι σὺν ὁλκάσιν ἐνθάδε τὰν Μιτυληναίαν γᾶν ἀλάπαξε Πάχης,
τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως
ἔκτανεν, ὡς τήνας τῇδε βιησόμενος.
τὼ δὲ κατ’ Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην, καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην·
δάμῳ δ’ ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος, μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην.
τοῖα μὲν, ὠ κούρα, πεπονήκατον· ἂψ δ’ ἐπὶ πάτραν ἤκετον, ἐν δ’ αὐτᾷ κεῖσθον ἀποφθιμένα·
εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων εὕδετον, ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας·
ὑμνεῦσιν δ’ εντι πάντες ὁμόφρονας ἡρωίνας,
πάτρας καὶ ποσίων πήματα τισαμένας.
ΕΠΙΓΡΑΜΜΑΤΑ ΕΠΙΔΕΙΚΤΙΚΑ.
58. (IX, 152.)
Ἅδε ποθ’ ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης
ἀμφαδὸν, ἀλλ’ ἵπποιο κακὸν ξύλον. αἴθε δ’ Ἐπειὸς κάτθανε, πρὶν τεῦξαι δουρατέαν παγίδα.
οὐ γὰρ ἂν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ,
οὕτω ἐφ’ ἁμετέροις λάεσιν ἠριπόμαν.
59. (IX, 153.)
Ὡ πόλι, πῆ σέο κεῖνα τὰ τείχεα; πῆ νηοί; πῆ δὲ βοῶν κράατα τεμνομένων;
πῆ Παφίης ἀλάβαστρα, καὶ ἡ πάγχρυσος ἐφεστρίς; πῆ δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης;
πάντα μόθος, χρονίη τε χύσις, καὶ Μοῖρα κραταιὴ
ἥρπασεν, ἀλλοίην ἀμφιβαλοῦσα τύχην·
καί σε τόσον νίκησε βαρὺς φθόνος. ἀλλ’ ἄρα μοῦνον οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται.
60. (IX, 155.)
Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς· οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε τύχη.
εἰ δέ τις ἐξ Ασίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις.
εἰ δὲ θεῶν τεμένη, καὶ τείχεα, καὶ ναετῆρας ζηλήμων δηίων ἐξεκένωσεν ἄρης,
εἰμὶ πάλιν βασίλεια· σὺ δ’, ὦ τέκος, ἄτρομε Ῥώμη, βάλλε γᾶν Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.
61. (IX, 154.)
Ἱλήκοις, πολιοῦχε, σὲ μὶν χρυσαυγέι· νηῷ, ὡς θέμις, ἡ τλήμων Ἴλιος ἠγασάμην.
ἀλλὰ σύ με προλέλοιπας ἑλώριον· ἀντὶ δὲ μήλου πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαίην.
ἄρκιον ἦν θνήσκειν τὸν βουκόλον· εἰ γὰρ ἄθεσμος ἔπλετο, τῆς πάτρης οὐκ ἀλίτημα τόδε.
62. ΙΧ, 204.)
Μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα, πέτρον, ἀκοντιστὴν στήθεος Ἑκτορέου.
εἰμὶ μέλας τρηχύς τε· σὺ δ’ εἴρεο θεῖον Ὅμηρον, πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδῳ,
νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης ἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης·
ἀλλά μέ τις κρύψειεν ὑπὸ χθονός· αἰδέομαι γὰρ παίγνιον οὐτιδανοῖς ἀνδράσι γιγνόμενος.
63. (IX, 442.)
Γριπεύς τις μογέεσκεν ἐπ’ ἰχθύσι· τὸν δ’ ἐσιδοῦσα εὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθῳ,
καί μιν θῆγε σύνευνον. ὁ δ’ ἐκ βιότοιο πενιχροῦ δέξατο παντοίης ὄγκον ἀγηνορίης.
ἡ δὲ Τύχη γελόωσα παρίστατο, καὶ ποτὶ Κύπριν, „οὐ τεὸς οὗτος ἀγὼν, ἀλλ’ ἐμός ἐστιν” ἔφη.
64. (IX, 432.)
Εἰς τὰ λυτὰ Ζήνωνος τοῦ βασιλέως.
Οὐτιδανοὶ μερόπων, εἰ καὶ μέγα ῥέξαμεν ἔργον, οὔτινος εἰς μνήμην δηρὸν ἐπερχόμεθα·
οἱ δ’ ἀγαθοὶ, κἠν μηδὲν, ἀναπνεύσωσι δὲ μοῦνον, ὡς Λίβυς εἶπεν ἀνὴρ, τοῦτ’ ἀδάμαντι
δήποτε γὰρ Ζήνωνα πολισσοῦχον βασιλῆα
παίγνιον ἀφράστων ἐκτελέοντα κύβων,
τοίη ποικιλότευκτος ἕλεν θέσις, εὖτ’ ἀπὸ λευκοῦ, τοῦ καὶ ὀπισθιδίην εἰς ὁδὸν ἐρχομένου.
ἑπτὰ μὲν ἕντος ἔχεν, μίαν εἴνατος· αὐτὰρ ὁ σουμμος δισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτῳ·
ὅς τε πέλει μετὰ σοῦμμον ἔχεν δύο, μουνάδα δ’ ἄλλην ψῆφον τὴν πυμάτην ἀμφιέπεσκε δίβος·
ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτῳ λίπε χώρῳ, καὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτην.
ἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι,
καὶ τρισκαιδεκάτῳ ψῆφος ἔκειτο μία·
δίζυγες Ἀντίγονον διεκόσμεον· ἀλλὰ καὶ αὐτῶ ἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτῳ,
ὀκτωκαιδεκάτω πανομοίιος· εἰσέτι δ’ ἄλλας εἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου.
αὐτὰρ ἄναξ λευκοῖο λαχὼν σημήϊα πεσσοῦ, καὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα,
τριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπ’ ἠθμοῦ πύργου δουρατέου κλίμακι κευθομένῃ,
δοιὰ καὶ ἲξ καὶ πέντε κατήγαγεν· αὐτίκα δ’ ὀκτὼ
ἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας.
τάβλην φεύγετε πάντες, ἐπεὶ καὶ κοίρανος αὐτὸς κείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας.
65. (IX, 619)
Εἰς λουτρὸν έν Βυζαντίῳ ἔχον Ἀφροδίτην λουομένην.
Νῦν ἔγνων, Κυθέρεια, πόθεν νίκησας ἀγῶνα, τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη.
ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας, εὗρες ἐλέγξαι Ἥρην Ἰναχίοις χεύμασι λουσαμένην.
νίκησεν τὸ λοετρόν· ἔοικε δὲ τοῦτο Παλλάς· ἐνικήθην ὕδασιν, οὐ Παφίῃ.”
66. (IX, 63 1.)
Εἰς τὰ θερμὰ τὰ Ἀγαμεμνόνια έν Σμύρνη.
Χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολόντες τῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης.
ἔλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις, βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι.
ἔνθεν ἀε·ξήθην ὀροφηφόρος· ἀντὶ δὲ τίμης
τὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην.
67. (IX, 641.)
Εἰς γέφυραν τοῦ Σαγγαρίου.
Καἰ σὺ μεθ᾿ Ἑσπερίην ὑψαύχενα, καὶ ἔθνεα, καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην,
Σαγγάριε, κρατερῇσι ῥοὰς ἀψῖσι πεδηθεὶς, αὐτὸς ἐδουλώθης κοιρανικῇ παλάμῃ.
ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς,
κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ.
68. (IX, 642.)
Εἰς σωτήρια έν Μυρίνῃ ἐκ προαστείῳ.
Πᾶν τὸ βροτῶν σπατάλημα καὶ ἡ πολύολβος ἐδωδὴ ἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν.
οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες, αἵ τ’ ὑπὲρ ἴγδιν τρίψιες, ἥ τε τόση βρωματομιξαπάτη,
γίγνεται ἐνθάδε κόπρος· ἀποσσεύει δ’ ἄρα γαστὴρ
ὁππόσα πειναλέη δέξατο λαυκανίη.
ὀψὲ δὲ γιγνώσκει τις, ὅτ’ ἄφρονα μῆτιν ἀείρων χρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο.
69. (IX, 643.)
Εἰς τὸ αὐτό.
Τι στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τι δὲ παρὰ οἰμώζεις, μελέων πάγχυ βαρυνομένων;
ἐς τι δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις, ἐκθλίψαι δοκέων μάστακος ἐργασίην;
μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶ
μὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης,
ἀλλ’ ἐπὶ μὲν στιβάδος φρονέεις μέγα, καὶ στόμα τέρπεις βρώμασιν, εὐτυχίην κεῖνα λογιζόμενος·
ἐνθάδε δ’ ἀσχάλλεις· μούνη δ’ ἀλιτήματα λαιμοῦ ἡ γαστὴρ τίνει πολλάκι τυπτομένη.
70. (IX, 644.)
Εἰς τὸ αὐτο.
Εὖγε μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶ μίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενιης·
λιτὰ δέ σοι κὼ δεῖπνα, καὶ ἐν ξυλόχοισι καθεύδεις, ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην.
ἔμπης ἀρτίπος ἐσσι, κω ἐνθάδε βαιὰ καθεσθεὶς
αὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην.
οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν, οὐδέ τι μηροὺς τύπτεις, αὐτομάτως φόρτον ἀπωσάμενος.
τλήμονες οἱ πλουτοῦντες, ἰδ’ οἱ κείνοισι συνόντες, οἶς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη.
71. (IX, 653.)
Εἰς οἶκον κείμενον ἐν ὕψει έν Βυζαντίῳ.
„Τῆς ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν” ἔννεπεν Ἀσκραῖος, δῶμα τόδε προλέγων,
κλίμακα γὰρ ταναὴν περόων κεκαφηότι ταρσῷ, ἱδρῶτι πλαδαρὴν ἀμφεδίηνα κόμην·
ὑψόθι δ᾿ εἰσενόησα θαλασσαίην περιωπήν.
ναὶ τάχα τῆς Ἀρετῆς πιστότατος θάλαμος.
72. (IX, 662.)
Χῶρος ἐγὼ τοπρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι, πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος·
ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκων νηδὺς ἐπεγδούπει λύματα χευομένη.
ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίας,
θῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον.
73. (IX, 665.)
Εἶξον ἐμοὶ Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντου κείμενον, ἀγραύλου κάλλος ἐρημοσύνης.
ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες, αἵ τ’ ἐνὶ πόντῳ Νηρείδες ξυνὴν θέντο συνηλυσίην.
ἀμφ’ ἐμὲ γὰρ μάρναντο· δίκασσε δὲ Κυανοχαίτης,
καί με παρ’ ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον.
74.* ΙΧ, 677.)
Τεῦξε με πολλὰ καμὼν Μουσώνιος, οἶκον ἀγητὸν τηλίκον, ἀρκτῴοις ἄσθμασι βαλλόμενον.
ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης, ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει.
καὶ ῥ’ ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν· ἡ δὲ περισσὴ
τέρψις ἔπι ξείνοις ἀνδράσιν ἐκκέχυμαι.
75.* (IX, 766.)
Anth. Plan. p. 377. HSt. ἄδηλον
Εἰς κωνωπεῶνα.
πλέγμασι μὶν σκοπός ἐστι περισφίγξαι πετεηνῶν ἔθνεα, καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους·
αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι, οὐδὲ καλύπτω ἔνδοθεν, ἀλλ’ εἴργω μᾶλλον ἐπειγομένους.
οὐδέ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ
ἡμετέρης διαδὺς πλέγμα λινοστασίης.
Ὀρνεαὶ που σώζω· μερόπεσσι δὲ λέκτρα φυλάσσω. ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος;
76.* (IX, 767.)
Anth. Plan. p. 377. HSt. ἄδηλον; a Brunckio Paulo Silentiario tributum.
Εἰς τάβλαν.
Ἑξόμενος μὲν τῇδε παρ’ εὐλάϊγγι τραπέζῃ παιγνία κινήσεις τερπνὰ βολοκτυπίης.
μήτε δὲ νικήσας μεγαλίζεο, μήτ’ ἀπολειφθεὶς ἄχνυσο, τὴν ὀλίγην μεμφόμενος βολίδα.
καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός·
καὶ κύβος ἀγγέλλει βένθος ἐχεφροσύνης.
77.* (IX, 768.)
Pauli Silentiarii apud Brunckium.
Εἰς τὸ αὐτό.
Παιγνία μὲν τάδε πάντα· Τύχης δ’ ἐτερότροπος ὁρμὴ ταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν.
καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις, νῦν μὲν ὑπερβάλλων, νῦν δ’ ἀπολειπόμενος.
αἰνέομεν δὴ κεῖνον, ὃς ἐν χύβῳ τε κύβῳ τε
χάρματι καὶ λύπη μέτρον ἐφηρμόσατο.
78.* (IX, 769.)
Pauli Silentiarii apud Brunckium.
Εἰς τὸ αὐτό.
Τοῖς μὲν πρηυνόοις τάδε παίγνια· τοῖς δ’ ἀκολάστοις λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος.
ἀλλὰ σὺ μὴ λέξῃς τι θεημάχον ὕστατος ἕρπων, μηδ’ ἀναροιβδήσῃς ῥινοβόλῳ πατάγῳ.
δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι, μήτε τι παίζειν
ἐν σπουδῇ. καιρῷ δ’ ἴσθι νέμειν τὸ πρέπον,
ΕΠΙΓΡΑΜΜΑΤΑ ΠΡΟΤΡΕΠΤΙΚΑ.
79. (X, ,4.)
Εὔδια μὲν πόντος πορφύρεται· οὐ γὰρ ἀήτης κύματα λευκαίνει φρικὶ χαρασσόμενα.
οὐκέτι δὲ σπιλάδεσσι περικλασθεῖσα θάλασσα ἔμπαλιν ἀντωπὸς πρὸς βάθος εἰσάγεται.
οἱ ζέφυροι πνείουσιν· ἐπιτρύζει δὲ χελιδὼν
κάρφεσι κολλητὸν πη·ξαμένη θάλαμον.
θάρσει ναυτιλίης ἐμπείραμε, κἂν παρὰ Σύρτιν, κἂν παρὰ Σικελικὴν ποντοπορῇς κροκάλην.
μοῦνον ἐνορμίταο παραὶ βωμοῖσι Πριήπου ἢ σκάρον, ἢ βῶκας φλέξον ἐρευθομένους.
80. (X, 64.)
Ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶ πῆ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες;
νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ᾤχεο· τοῖς πρότερον δὲ οἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη.
πολλὴ σοι, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχ’ ὁμοίως
πάντας ἀεὶ παίζεις, κεἰσέτι τερπόμεθα.
81. (X, 66.)
Εὖτέ τις ἐκ πενίης πλούτου τύχοι, ἠδὲ καὶ ἀρχῆς, οὐκέτι γιγνώσκει τις πέλε τὸ πρότερον.
τήν ποτε γὰρ φιλίην ἀπαναίνεται. ἀφρονέων δὲ,
τέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης.
ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος οὐκ ἐθέλεις δὲ, αἰτίσσας ἀκόλους, νῦν ἑτέροις παρέχειν.
πάντα, φίλος, μερόπεσσι παρέρχεται· εἰ δ’ ἀπιθήσεις, ἔμπαλιν αἰτίζων, μάρτυρα σαυτὸν ἔχοις.
82. (X, 68)
Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον· εἰ δ’ ἄρ’ ἀνάγκη, ἀρσενικὴ φιλότης μήποτέ σε κλονέοι.
θηλυτέρας φιλέειν ὀλίγον κακὸν, οὕνεκα κείναις Κυπριδίους ὀάρους πότνα δέδωκε φύσις.
δέρκεο τῶν ἀλόγων ζώων γένος· ἦ γὰρ ἐκείνων
οὐδὲν ἀτιμάζει θέσμια συζυγίης.
ἄρσενι γὰρ θήλεια συνάπτεται. οἱ δ’ ἀλεγεινοὶ ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον.
83. (X, 69.)
Τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα, τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας;
μοῦνον ἅπαξ θνητοῖς παραγίγνεται, οὐδέ ποτ’ αὐτὸν εἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον.
αἱ δὲ νόσοι πολλαὶ καὶ ποικίλαι, ἄλλοτ’ ἐπ’ ἄλλων
ἐρχόμεναι θνητῶν, καὶ μεταβαλλόμεναι.
ΕΠΙΓΡ ΑΜΜΑΤΑ ΣΚΩΠΤΙΚΑ.
84. (XI, 57.)
Γαστέρα μὲν σεσάλακτο γέρων εὐωδεῖ βακχῶ Οἰνοπίων, ἔμπης δ’ οὐκ ἀπέθηκε δέπας.
ἀλλ’ ἔτι διψώων ἰδίῃ κατεμέμφετο χειρὶ, ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένῃ.
οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδ’ ἀπ’ ἀριθμοῦ
τὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας.
πῖνε, γέρον, καὶ ζῆθι· μάτην δ’ ἄρα θεῖος Ὄμηρος τείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη.
85.* (XI, 64.)
Ἡμεῖς μὶν πατέοντες ἀπείρονα ἄμμιγα βακχευτὴν ῥυθμὸν ἀνεπλέκομεν.
ἤδη δ’ ἄσπετον οἶδμα κατέρρεεν· οἶα δὲ λέμβοι κισσύβια γλυκερῶν νήχεθ’ ὑπὲρ ῥοθίων,
οἱσιν ἀρυσσάμενοι σχέδιον ποτὸν ἤνομεν ἤδη
θερμῶν Νηι·άδων οὐ μάλα δευόμενοι.
ἡ δὲ καλὴ ποτὶ ληνὸν ὑπερκύπτουσα Ροδάνθη μαρμαρυγῇς κάλλους νᾶμα κατηγλάϊσεν.
πόντων δ’ ἐκδεδόνηντο θοαὶ φρένες, οὐδέ τις ἡμέων ἦεν, ὃς οὐ Βάκχῳ δάμνατο καὶ Παφίῃ.
τλήμονες· ἀλλ’ ὁ μὲν εἷρπε παραὶ πόσιν ἄφθονος ἡμῖν· τῆς δ’ ἀρ’ ὑπ’ ἐλπωρῇ μοῦνον ἐπαιζόμεθα.
86.* ΧΙ, 350.)
Εἰς δικολόγον ἀδικοῦντα.
Νήπιε, πῶς σε λέληθε Δίκης ζυγόν; οὐ νοέεις δὲ ἀνδράσιν οὐχ ὁσίοις ψῆφον ὀφειλομένην;
ῥήτρη πιστεύεις πυκινόφρονι, σῇ τε μενοινῇ ποικίλον αὐδῆσαι μῦθον ἐπισταμένῃ.
ἐλπίζειν ἔξεστι· Θέμιν δ’ οὐκ οἶδεν ἀμεῖψαι
τῆς σῆς ἠλεμάτου παιγνία φαντασίης.
87.* (XI, 352.)
In Anth. Plan. p. 68. ἀδέσποτον.
Τὸν σοφὸν ἐν κιθάρῃ, τὸν μουσικὸν Ἀνδροτίωνα εἴρετό τις τοίην κρουματικὴν σοφίην·
„δεξιτερὴν ὑπάτην ὁπότε πλήκτροισι δόνησας, ἡ λαιὴ νήτη πάλλεται αὐτομάτως
λεπτὸν ὑποτρύζουσα, καὶ ἀντίτυπον τερέτισμα
πάσχει, τῆς ἰδίης πλησσομένης ὑπάτης·
ὣστε με θαυμάζειν, πῶς ἄπνοα νεῦρα ἡ φύσις ἀλλήλοις θήκατο συμπαθέα.”
ὃς δὲ τὸν ἐν πλήκτροισιν Ἀριστόξεινον ἀγητὸν ὤμοσε μὴ γνῶναι τήνδε θεημοσύνην·
„ἔστι δ᾿” ἔφη „λύσις ἥδε. τὰ νευρία πάντα ἐς οιος χολάδων αμμιγα τερσομένων.
τοὔνεκέν εἰσιν ἀδελφὰ, καὶ ὡς ξύμφυλα συνηχεῖ, ξυγγενὲς ἀλλήλων φθέγμα μεριζόμενα.
γνήσια γὰρ τάδε πάντα, μιῆς ὅτε γαστρὸς ἐόντα,
καὶ τῶν ἀντιτύπων κληρονομεῖ πατάγων.
καὶ γὰρ δεξιὸν ὄμμα κακούμενον ὄμματι λαιῷ πολλάκι τοὺς ἰδίους ἀντιδίδωσι πόνους.”
88.* (XI, 354.)
Palladae in Anth. Plan. p. 188.
Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα, σκινδαλαμοφράστην αἰπυτάτης σοφίης,
τοῖα περὶ ψυχῆς τις ἀνείρετο· πῶς θέμις εἰπεῖν τὴν ψυχὴν, θνητὴν ἢ πάλιν ἀθάνατον;
σῶμα δὲ δεῖ καλέειν ἢ ασώματον; ἐν δὲ νοητοῖς
τακτέον ἢ ληπτοῖς, ἢ τὸ συναμφότερον;”
αὐτὰρ ὃ τὰς βίβλους ἀνελέξατο τῶν καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους,
καὶ πάρα τῷ Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνοὺς πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην.
εἶτα περιστέλλων τὸ τριβώνιον, εἶτα γενείου ἄκρα καταψήχων, τὴν λύσιν ἐξέφερεν·
„εἴπερ ὅλως ἔστι ψυχῆς φύσις, οὐδὲ γὰρ ἢ θνητὴ πάντως ἐστιν ἢ ἀθάνατος,
στεγνοφυὴς ἢ ἄυλος· ὅταν δ’ Ἀχέροντα περήσῃς,
κεῖθι τὸ νημερτὲς γνώσεαι, ὡς ὁ πότων.
εἰ δ’ ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτην μιμοῦ, καὶ τεγέων σὸν δέμας ἐκχάλασον.
καὶ κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτὸν, μοῦνον ὅπερ ζητεῖς τοῦθ’ ὑπολειπόμενος.”
89.* (XI, 365.)
In Anth. Plan. p. 133. ἄδηλον
Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε μίη, οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου,
ᾔτεε δ’ ἐξερέειν, εἴπερ θέρος αἴσιον αὐτῷ ἔσται, καὶ σταχύων ἄφθονος εὐπορίη.
ὃς δὲ λαβὼν ψηφῖδας, ὑπὲρ πίνακός τε πυκάζων,
δάκτυλά τε γνάμπτων, φθέγξατο Καλλιγένει·
„εἴτερ ἐπομβρηθῇ τὸ ἀρούριον, ὅσσον ἀπόχρη, μηδέ τιν’ ὑλαίην τέξεται ἀνθοσύνην,
μηδὲ πάγος ῥήξῃ τὴν αὔλακα, μηδὲ χαλάζῃ ἄκρον ἀποδρυφθῇ δράγματος ὀρνυμένου,
μηδὲ νεβροὶ κείρωσι τὰ λήι·α, μηδέ τιν’ ἄλλην ἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην,
ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δ’ ἀποκόψεις τοὺς στάχυας· μούνας δείδιθι τὰς ἀκρίδας.”
90.* (XI, 372.)
Lucillii in Anth. Plan. p.158.
Σῶμα φέρων σκιοειδὲς, ἀδερκέι· σύμπνοον αὔρῃ, μὴ ποτε θαρσήσῃς ἄγχι τινὸς πελάσαι,
μή τις ἔσω μυκτῆρος ἀναπνείων σε κομώσῃ, ἄσθματος ἠερίου πολλὸν ἀφαυρότερον.
οὐ σὺ μόρον τρομέεις· τότε γὰρ πάλιν οὐδὲν ἄμειψας
ἔσσεαι ὡσαύτως φάσμα, τόπερ τελέθεις
91.* (XI, 376.)
Ammiani in Anth. Plan. p. 171.
Ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν, ἔγρετό μιν τοίης ἀμφὶ δικασπολίης·
„ἡμετέρη θεράπαινα φύγεν ποτέ· τὴν δέ τις εὑρὼν, ἀλλοτρίην τ’ εἶναι λάτριν ἐπιστάμενος,
ζεῦξεν ἑῷ θεράποντι· τέκεν δ’ ὑπὸ παῖδας ἐκείνῳ
καὶ τινι δουλεύειν εἰσὶ δικαιότεροι;”
ἐς δ’ ὅτε μερμήριξε, καὶ ἔδρακε βίβλον ἑκάστην, εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον·
„ἢ σοὶ, ἢ τῷ ἑλόντι τεὴν θεράπαιναν, ἀνάγκη δουλεύειν κείνους, ὧν χάριν ἐξερέεις
δίζεο δ’ εὐμενέοντα δικασπόλον, αἶψα δ’ ἀποίσεις ψῆφον ἀρειοτέρην, εἴγε δίκαια λέγεις.”
92. (XI, 379.)
Οὔ τις ἀλοιητῆρας ἰδεῖν ·τέτληκεν ὀδόντας ὑμετέρους, ἕνα σοῖς ἐν μεγάροις πελάσῃ·
εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ, ναὶ τάχα δαρδάψεις καὶ φίλον ὃν καλέεις.
ἀλλ’ οὐ σεῖο μέλαθρά με δέξεται· οὐ γὰρ ἔγωγε
βήσομαι ὑμετέρῃ γαστρὶ φυλαξόμενος.
εἰ δέ ποτ’ ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγ’ ἄνυσσεν Λαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας·
ἀλλ’ ἔσομαι πολύτλας τις ἐγὼ πλέον, εἰ σὲ περήσω, Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον.
93. (XI, 382.)
Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο, καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων,
νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθὲν, καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων·
ἦλθε δὲ Καλλίγνωτος ὁ Κώϊος, ὁ πλατυλέσχης,
τῆς παιωνιάδος πληθόμενος σοφίης,
πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὐ τι περισσὸν ἄλλο προαγγέλλων, ἢ τὸ γενησόμενον.
Ἀλκιμένους δ’ ἐδόκευεν ἀνάκλισιν, ἔκ τε προσώπου φράζετο, καὶ παλάμης ψαῦεν ἐπισταμένως.
καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα, πάντ’ ἀναπεμπάζων, οὐχ ἑχὰς Ἰπποκράτους.
καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει σεμνοπροσωπήσας καὶ σοβαρευσάμενος.
„εἴγε φάρυγξ βομβεῦσα, κὼ ἄγρια τύμματα πλευροῦ,
κω πυρετῷ λήξῃ πνεῦμα δασυνόμενον,
οὐκέτι τεθνήξει πλευρίτιδι, τοῦτο γὰρ ἡμῖν σύμβολον ἐσσομένης ἐστιν ἀπημοσύνης.
θάρσει· τὸν νομικὸν δὲ κάλει, καὶ χρήματα σαυτοῦ εὖ διαθεὶς, βιότου λῆγε μεριμνοτόκου,
καί με τὸν ἰητρὸν, προῤῥήσιος εἵνεκεν ἐσθλῆς, ἐν τριτάτη μοίρη κάλλιπε κληρονόμον.”
ANTHOLOGIAE PLANUDEAE EPIGRAMMATA
QUAE
IN CODICE PALATINO NON REPERlUNTUR.
94. (36.)
Εἰς εἰκόνα τινὸς σοφιστοῦ ἐν Περγάμῳ δοθεῖσαν ἐπὶ πρεσβείᾳ πολιτικὴ.
Τὰς μὲν ὑπὲρ μύθων τε καὶ εὐτροχάλοιο μελίσσης εἰκόνας δηρὸν ὀφειλόμενος
νῦν δ’ ὑπὲρ ἱδρώτων τε καὶ ἀστυόχοιο τῇδέ σε τῇ γραφίδι στήσαμεν, Ἡράκλαμον.
εἰ δ’ ὀλίγον τὸ γέρας, μὴ μέμφεο· τοῖσδε γὰρ ἡμεῖς
αἰεὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀμειβόμεθα.
95. (41.)
Εἰς εἰκόνα ἀνατεθεῖσαν ἐν τοῖς Πλακιδίας ὑπὸ τῶν τοῦ νέου σκρινίου.
Θωμᾶν, παμβασιλῆος ἀμεμφέα κηδεμονῆα, ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοι,
θεσπεσίης ἄγχιστα συνωρίδος, ὄφρα καὶ αὐτῇ εἰκόνι χῶρον ἔχη γείτονα κοιρανίης.
αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρου,
πλοῦτον ἀεξήσας, ἀλλὰ μευ εὐσεβίης.
εὔγνωμον τὸ πόνημα. τι γὰρ γραφὶς οἶδεν ὀπάσσαι, εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην;
96. (59.)
Εἰς Βάκχην ἐν Βυζαντίῳ.
Οὔπω ἐπισταμένην τάχα κίμβαλα χερσὶ Βάκχην αἰδομένην στήσατο λαοτύπος.
οὕτω γὰρ προνένευκεν· ἔοικε δὲ τοῦτο βοώσῃ· „ἔξιτε, καὶ παταγῶ, μηδενὸς ἱσταμένου.”
97. (80.)
Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης, ὠνητὴν φιλίῳ πᾶσι χαριζομένη·
εἰμι δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπ’ ἔρωτος οἰστρηθεὶς Θωμᾶς τῇδ’ ἔθετο γραφίδι,
δεικνὺς ὅσσον ἔχει πόθον ἐν φρεσίν ἶσα γὰρ αὐτῷ
κηρῷ τηκομένῳ τήκεταί οἱ κραδίη.
98. (109.)
εἰς Ἱππόλυτον διαλεγόμενοι τῇ τροφῷ τῆς Φαίδρας.
Ἱππόλυτος τῆς γρηὸς ἐπ’ οὔατι νηλέα μῦθον φθέγγεται· ἀλλ’ ἡμεῖς οὐ δυνάμεσθα κλύειν·
ὅσσον δ’ ἐκ βλεφάροιο μεμηνότος ἐστι νοῆσαι, ὅττι παρεγγυάᾳ μηκέτ’ ἄθεσμα λέγειν.
99. (244.)
Εἰς εἰκόνα Σατύρου πρὸς τῇ ἀκοῇ τὸν αὐλὸν ἔχοντος καὶ ὥσπερ ἀκροωμένου.
Αὐτομάτως, Σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει, ἢ τι παρακλίνας οὖας ἄγεις καλάμῳ;
ἐς δὲ γελῶν σίγησεν· ἴσως δ’ ἂν φθέγξατο μῦθον,
ἀλλ’ ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι.
οὐ γὰρ κηρὸς ἔρυκεν ἑκὼν δ’ ἠσπάζετο σιγὴν, θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίῃ.
100. (331.)
Εἰς εἰκόνα πλουτάρχου.
Σεῖο πολυκλήεντα τύπον στήσαντο, Χερωνεῦ Πλούταρχε, κρατερῶν υἱέες Αὐσονίων·
ὅττι παραλλήλοισι βίοις Ἕλληνας ἀρίστους Ῥώμης εὐπολέμοις ἥρμοσας
ἀλλὰ τεοῦ βιότοιο παράλληλον βιόν ἄλλον
οὐδὲ σὺ γ’ ἂν γράψαις· οὐ γὰρ ὅμοιον ἔχεις.
101. (332.)
Εἰς εἰκόνα Αἰσώπου
Εὐ γε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα, δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίου
ἑπτὰ σοφῶν ἔμπροσθεν, ἔπει κεῖνοι μὶν ἀνάγκην ἔμβαλον, οὐ πειθὼ, φθέγμασι τοῖς σφετέροις·
ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας,
παίζων ἐν σπουδῇ, πείθει ἐχεφρονέειν.
φευκτὸν δ’ ἡ τρηχεῖα παραίνεσις· ἡ Σαμίου δὲ τὸ γλυκὺ τοῦ μύθου καλὴν ἔχει δέλεαρ.
EPIGRAMMATA
QUAE
IN PLANUDEA AGATHIAE, IN ANTHOLOGIA CONSTANTINI CEPHALAE
ALIIS SCRIPTORIBUS TRIBUUNTUR.
102. (V, 241.)
Παύλου Σιλεντιαρίου.
Σώζεο σοὶ μέλλων ἐνέπειν, παλίνορσον ἰωὴν ἂψ ἀνασειράζω, καὶ πάλιν ἄγχι μένω.
σὴν γὰρ ἐγὼ δασπλῆτα διάστασιν, οἶά τε πικρὴν νύκτα καταπτήσσω τὴν Ἀχεροντιάδα.
ἤματι γὰρ σέο φέγγος ὀμοίϊον· ἀλλὰ τὸ μέν που
ἄφθογγον· σὺ δέ μοι καὶ τὸ λάλημα φέρεις
κεῖνο, τὸ Σειρήνων γλυκερώτερον, ᾧ ἔπι πᾶσαι εἰσιν ἐμῆς ψυχῆς ἐλπίδες ἐκκρεμέες.
103.(VI, 87.)
Ἄδηλον.
Ανθετό σοι κορύνην καὶ νεβρίδας ἡμέτερος πὰν, Εὔϊε, καλλείψας σὸν χορὸν ἐκ Παφίης. Ἠχὼ γὰρ φιλέει, καὶ πλάζεται· ἀλλὰ σὺ Βάκχε ἵλαθι τῷ ξυνὴν ἀμφιέποντι τέχνην.
104. (VII, 323.)
Ἀδέσποτον.
Εἷς δύ’ ἀδελφειοὺς ἐπέχει τάφος· ὲν γὰρ ἐπέσχον ἦμαρ καὶ γενεῆς οἱ δύο, καὶ θανάτου.
105. (XI, 402.)
Λουκιανοῦ.
Μηδεὶς μοι ταύτην, Ἐρασίστρατε, τὴν σπατάλην σου, ποιήσειε θεῶν, ᾑ σὺ κατασπαταλᾷς,
ἔσθων ἐκτραπέλως στομάχων κακὰ, χείρονα λιμοῦ, οἶα φάγοιεν ἐμῶν ἀντιδίκων τεκνία.
πεινάσαιμι γὰρ αὖθις ἔτι πλέον, ἢ πρὶν ἐπείνων,
ἢ χορτασθείην τῆς παρὰ σοι σπατάλης.
106. (XI, 377.)
Παλλάδα.
Ὄρνεον ἠσθίομεν κεκλημένοι ἄθλιον ἄνδρες, ἄλλων ὀρνίθων βρώματα γιγνόμενοι.
καὶ τὸν μὲν Τιτυὸν κατὰ γῆς δύο γῦπες ἔδουσιν, ἡμᾶς δὲ ζῶντας τέσσαρες αἰγυπιοί.
107. (XI, 357.)
Τοῦ αὐτοῦ.
ἰὸς καὶ γενετὴρ δῆριν φιλόνεικον ἔθεντο, τις πλέον ἐκδαπανῶν κλῆρον ἅπαντα φάγῃ.
καὶ μετὰ τὴν βρῶσιν τὴν χρηματικὴν μάλα πᾶσαν, ὕστατον ἀλλήλους λοιπὸν ἔχουσι φαγεῖν.
108. (XI, 401.)
Λουκιανὸς.
Ἰητήρ τις ἐμοὶ τὸν ἑὸν φίλον υἱὸν ἔπεμψεν, ὥστε μαθεῖν παρ’ ἐμοὶ ταῦτα τὰ γραμματικά.
ὡς δὲ τὸ „Μῆνιν ἄειδε” καὶ „ἄλγεα μυρί’ ἔθηκεν” ἔγνω, καἰ τὸ τρίτον τοῖς δ’ ἀκόλουθον ἔπος,
πολλὰς δ’ ψυχὰς ψυχὰς ἄϊδι προΐαψεν,”
οὐκέτι μιν πέμπει πρός με μαθησόμενον,
ἀλλά μ’ ἰδὼν ὁ πατὴρ, σοὶ μὲν χάρις” εἷπεν „ἑταῖρε· αὐτὰρ ὁ παῖς παρ’ ἐμοὶ ταῦτα μαθεῖν δύναται.
νὼ γὰρ ἐγὼ πολλὰς ψυχὰς ἄϊδι προϊάπτω, καὶ πρὸς τοῦτ’ οὐδὲν γραμματικοῦ δέομαι.”