Text encoded in accordance with the latest EpiDoc standards
ῬΗΣΟΣ παῖς μὲν ἦν Στρυμόνος τοῦ ποταμοῦ καὶ Τερψιχόρης,
Μουσῶν μιᾶς, Θρᾳκῶν δὲ ἡγούμενος εἰς Ἴλιον παραγίνεται νυκτὸς,
στρατευομένων Τρώων παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων. τοῦτον Ὀδυσσεὺς καὶ
Διομήδης κατάσκοποι ὄντες ἀναιροῦσιν, Ἀθηνᾶς αὐτοῖς ὑποθεμένης· μέγαν
γὰρ ἔσεσθαι κίνδυνον ἐκ τούτου. Τερψιχόρη δὲ ἐπιφανεῖσα τὸ τοῦ παιδὸς
σῶμα ἀφείλετο. ὡς ἐν παρόδῳ δὲ διαλαμβάνει
καὶ περὶ τοῦ
φόνου τοῦ Δόλωνος. Ἡ σκηνὴ τοῦ δράματος ἐν Τροίᾳ. ὁ χορὸς συνέστηκεν ἐκ
φυλάκων Τρωϊκῶν, οἳ καὶ προλογίζουσι. περιέχει δὲ τὴν νυκτεγερσίαν.
Ἕκτωρ τοῖς Ἕλλησιν ἐπικοιτῶν ἀκούσας αὐτοὺς πῦρ καίειν
Δόλωνα
μὲν ἀνῃρηκότες, ἐπὶ δὲ τὴν Ἕκτορος κατηντηκότες σκηνὴν πάλιν ὑπέστρεψαν
οὐχ εὑρόντες τὸν στρατηγόν. σὓς Ἀθηνᾶ ἐπιφανεῖσα κατέσχεν καὶ τὸν μὲν
Ἕκτορα ἐκέλευσε μὴ ζητεῖν, Ῥῆσον δὲ ἀναιρεῖν ἐπέταξε· τὸν γὰρ ἐκ τούτου
κίνδυνον μείζονα ἔσεσθαι τοῖς Ἕλλησιν, ἐὰν βιώσῃ. τούτους δὲ ἐπιφανεὶς
Ἀλέξανδρος
πολεμίων
παρουσίαν. ἐξαπατηθεὶς δὲ ὑπὸ Ἀθηνᾶς, ὡς δῆθεν ὑπὸ Ἀφροδίτης, ἄπρακτος
ὑπέστρεψεν. οἱ δὲ περὶ Διομήδην φονεύσαντες Ῥῆσον ἐχωρίσθησαν, καὶ ἡ
συμφορὰ τῶν ἀνῃρημένων καθʼ ὅλον ἦλθε τὸ στράτευμα. παραγενομένου δὲ
Ἕκτορος, ἵνα αὐτὸς περιγίνηται τῶν πεπραγμένων, τετρωμένος ὁ τοῦ Ῥήσου
ἐπιμελητὴς
διʼ αὐτοῦ φησιν Ἕκτορος τὸν φόνον γεγενῆσθαι.
τοῦ δὲ Ἕκτορος ἀπολογουμένου τὴν ἀλήθειαν αὐτοῖς ἐμήνυσεν ἡ τοῦ Ῥήσου
μήτηρ ἡ Μοῦσα νεκρὸν κομίζουσα τὸ σῶμα. κατοδυρομένη δὲ καὶ τὸν
ἐπιπλακέντα αὐτῇ Στρυμόνα διὰ τὸ τοῦ παιδὸς πένθος καὶ τὸν ἐξ ἐκείνου
γεγενημένον Ῥῆσον οὐδʼ Ἀχιλλεῖ φησιν ἀδάκρυτον ἔσεσθαι τὴν στρατείαν,
τῷ κοινῷ τῶν ἐπιφανῶν θανάτῳ τὴν ἰδίαν παραμυθουμένη
λύπην.
ὁ γοῦν Δικαίαρχος ἐκτιθεὶς τὴν ὑπόθεσιν τοῦ Ῥήσου γράφει
κατὰ λέξιν οὕτως
διεσκευακότες εἶεν αὐτόν. ἔχει δὲ οὕτως·
1. ΒΑΘΙ πρὸς εὐνάς: βᾶθι ἀντὶ τοῦ βῶμεν. βᾶθι πρὸς εὐνὰς, ὡς πλησίον γενόμενοι τῶν κοιτῶν τοῦτό φασιν.—οἱ φύλακες ἐν χοροῦ σχήματι παρακελεύονται ἑαυτοῖς.
2. τὶς ὑπασπιστῶν: ὁ ὑπασπιστὴς ἴδιον ὄνομα, σύνεγγυς παρασπίζων τοῦ βασιλέως· ὁ γὰρ τευχοφόρος κοινὸς παντὸς ὁπλίτου.
5. οἳ τετράμοιρον: ὅτι οἱ ἀρχαῖοι εἰς τρεῖς φυλακὰς νέμουσι τὴν νύκτα.
Ὅμηρος
αὐτοῦ εἰρημένα
δὲ τοῖς Λυκίοις
φησὶν ἐπιβάλλειν τὴν φυλακὴν, ὥστε οἱ τετάρτην μοῖραν φρουροῦντες ἐν
ἀρχῇ φασιν
φησι
ἦν ἡ φυλακή: ἄμεινον οὖν νοεῖν ὅτι Παιόνων ὁ Κόροιβος
ἦρχεν, οἵτινες τὴν πρώτην φυλακὴν ἔσχον καὶ παραδεδώκασι τὴν δευτέραν
τοῖς Κίλιξιν, ἐξ ὧν ἐπιφέρουσιν οἱ Τρῶες “Μυσοὶ δʼ ἡμᾶς,” δῆλον ὅτι οἱ
Μυσοὶ τὴν τρίτην φυλακὴν εἶχον, μεθʼ οὓς οἱ Τρῶες τὴν τετάρτην. διό
φασιν
Παῤ Ὁμήρῳ
8. λῦσον βλεφάρων: ἀντὶ τοῦ διυπνίσθητι. γοργωπὸν δὲ τὴν φοβερὰν καὶ καταπληκτικήν.
28. ἢ τὸν Εὐρώπας: παῤ Ὁμήρῳ πρὸς ὄρεσιν Εὐρώπης εἶναι τὸν Σαρπηδόνα. ὁ
δὲ Ἡσίοδος Εὐρώπης μέν φησιν αὐτὸν, ὡς Ἑλλάνικος, εἰσὶ δὲ οἳ Λυκάστου
καὶ Ἴδης τῆς Κορύβαντος γενεαλογοῦσι
μετὰ καὶ Μίνωος καὶ
Ῥαδαμάνθυος, καθάπερ Σωκράτης ἐν τοῖς Ἀργολικοῖς. ἔχει δὲ ὁ λόγος τὸ
ἕτερον εἶναι Σαρπηδόνα τὸν ἐπὶ τὴν Ἴλιον στρατεύσαντα καὶ ἄλλον τινὰ
Θρᾷκα, ἀφʼ οὗ Σαρπηδονίαν πέτραν φασὶν ὠνομάσθαι. διττὰς δὲ τὰς Εὐρώπας
ἀναγράφουσιν ἔνιοι· μίαν μὲν Ὠκεανίδα, ἀφʼ ἧς καὶ τὸ ἓν μέρος τῆς
οἰκουμένης
κληθῆναι, καθάπερ Ἀπίων ἐν τοῖς περὶ ἐπωνύμων
καὶ Ἀριστοτέλης ἐν πρώτῳ τῆς Θεογονίας, ἑτέραν δὲ Φοίνικος ἔνιοι καὶ
Ἀγήνορος, ὡς καὶ Εὐριπίδης καὶ ἄλλοι ἱστοροῦσιν, ἦς τοὺς περὶ τὸν Μίνω
γενέσθαι φασίν. ἔνιοι δέ εἰσιν οἳ καὶ παρὰ τὴν αὐτὴν ὠνομάσθαι τὴν
ἤπειρον, καθάπερ καὶ Καλλίμαχος, Ζηνόδοτος δὲ ἐξ αὐτοῦ. εἰσὶ δὲ οἱ καὶ
τρίτην ἀναγράψαντες, καθάπερ Ἡγήσιππος ἐν τοῖς
Παλληνιακοῖς γράφων οὕτως “Κάδμος σὺν τῇ μητρὶ τῆς Εὐρώπης Τηλεφάῃ ἐπῄει
ἄνεμον Εὐρώπη
κέκληται.”
33. κερόδετα: τὰ κερουλκὰ, τὰ ὑπὸ κεράτων δεδεμένα. Fl. 2.
36. ἀλλʼ ἡ Κρονίου Πανός: τὸν Πᾶνα οἱ μὲν Πηνελόπης φασὶ Καλλιστοῦς καὶ
δύο παῖδας γενομένους, ἀφʼ ἧς ὄρος Κυλλήνης, ἄλλοι δὲ Ἀπόλλωνος καὶ
Πηνελόπης, ὡς καὶ Εὐφορίων, ὃν ἔθρεψαν
νύμφαι· διὸ καὶ
νυμφαγν
μὲν Διὸς. ὃν
καὶ δίδυμον, τὸν δὲ Κρόνου. περὶ δὲ τῶν αἰφνιδίων φόβων ταραχὴν ἀνῆψαν
Πανὶ διὰ τοὺς ἤχους τοὺς ἐν τοῖς ὄρεσι γενομένους, ἔνθα ὁ Πὰν ἅμα ταῖς
νύμφαις συρίζει, ὡς καὶ Ὀδυσσεύς·
ἀγρίων· ἦχοι δὲ
μιμητικοὶ γίνονται τούτων. ὅθεν πολλάκις τινὲς τὰ μὲν σώματα τῶν
φωνούντων οὐχ ὁρῶντες, αὐτὴν δὲ μόνην τὴν προσπίπτουσαν φωνὴν, φασὶ Πᾶνα
σὺν ταῖς νύμφαις ἐν τοῖς ἄντροις μετ᾿ αὐλῶν καὶ συρίγγων φωνεῖν.”
41. χ πυραίθει στρατὸς Ἀργόλας: τὸ χ ὅτι συνθέτως ἀναγνωστέον
καὶ ὅτι οὐκ ἔστιν Εὐριπίδου ὁ στίχος.
43. διιπετῆ δὲ νεῶν: τὰ δὲ ναύσταθμα ὡς διιπετῆ ἐστι τοῖς πυρσοῖς. ὃ δὲ
λέγει τοιοῦτόν ἐστιν· αἱ τῶν νεῶν ἐπαύλεις
52. εἰς καιρὸν ἦλθες: ἀκολούθως καὶ εὐκαίρως ἦλθες, εἰ καὶ φόβον
ἀγγέλλεις.
55. σαίνει μʼ ἔννυχος: εὐθυμεῖν με ποιεῖ ἡ τῶν Ἑλλήνων φρυκτωρία. φρυκτωρία δὲ ἡ λαμπὰς ἢ λαμπαδηφορία καὶ δᾳδουχία.
58. σύρδην: ὁμοῦ, ἄρδην.
68. θυοσκόων: τῶν μάντεων τῶν ἐκ τῶν θυμάτων τὸ μέλλον
σκοπούντων.
84. ἀπλοῦς: σύντομος. Gl. τὸ ἑξῆς, ἀπλοῦς μῦθος, ἐπʼ ἐχθροῖς ὁπλίζειν χέρα.
105. εἴθ᾿ ἦσθʼ ἀνὴρ εὔβουλος: ἔμπαλιν ὁ Σοφοκλῆς φησιν εἴθʼ ἦσθα σώφρων ἔργα τοῖς λόγοις ἴσα.
109. ἐξήρθης: ἀνεπτερώθης, ἠγέρθης. τὸ ἐξῆς· ὅστις πυρὸς λαμπτῆρας κλύων ἐξήρθης Ἀχαιοὺς φεύγειν καὶ ἐξῆλθες ἐπὶ τὸ στρατεῦσαι.
158. ἐπώνυμος μὲν κάρτα: ἐτυμολογεῖ τὸ ὄνομα.
165. τάξαι δὲ μισθόν: γελοῖον τὸ οἴεσθαι ὅτι βασιλείαν
αἰτήσει.
177. ἀποινᾶσθαι θέλεις: ἄποινα λέγεται τὰ λύτρα. Ὅμηρος “ἔλυσεν ἀποίνων.” τίνα οὖν, φησὶ, τῶν Ἀχαιῶν λύτρα λαβὼν βούλει ἀπολῦσαι;
185. ἀφθίτων γὰρ: παῤ Ὁμήρου ἔλαβε τὴν ἱστορίαν. φησὶ
γὰρ
“ἀθάνατοί τε γάρ εἰσιν.”
207. σαγή: ἡ σαγὴ ὀξυτόνως. Ἡρωδιανός.
210. βάσιν τε χερσί: ἀπίθανον τετραποδίζειν αὐτὸν ὡς τοὺς λύκους· οὐδὲ γὰρ Ὅμηρος διὰ τοῦτο τὴν λυκείαν αὐτῷ περιτίθησιν.
219. σωθήσομαί τε: τὸ ἑξῆς, σωθήσομαι καὶ κτανὼν Ὀδυσσέως ἢ Διομήδους κεφαλὴν ἥξω ἄγων.
224. Θυμβραῖε καὶ Δάλιε: ἀπὸ τῶν Τρωϊκῶν χωρῶν τὰ ὀνόματα.
240. τάς: ὅτι θηλυκῶς. Ὅμηρος “Ξάνθον καὶ Βαλίον καὶ Ποσειδάων
ἔποῤ αὐτούς.” διὸ τὸ χ.
245. τὸ ἑξῆς τοῦ νοῦ· ὄντως σπανία τῶν ἀγαθῶν γίνεται, ὅταν ὡς ἐν πελάγει τὸ τῆς καταδύσεως δυσήλιον ᾖ καὶ ζοφῶδες καὶ σαλεύῃ πόλις.
247. ἔστι Φρυγῶν τις: ἐπεὶ κεκωμῴδηνται οἱ Φρύγες ὡς δειλοὶ,
φησὶν ὅτι οὐ δεῖ παντελῶς ἀποδοκιμάζειν τοὺς Φρύγας· ἔστι γὰρ ἐν αὐτοῖς
θράσος καὶ ἰσχὺς, ὡς ἔδειξεν ὁ Δόλων.
248. ἔνι δὲ θράσος ἐν αἰχμᾷ: τῆς “ἔσχατος Μυσῶν” παροιμίας μέμνηται
Φιλήμων ἐν Σικελικῷ
Δήμων γοῦν ἐξηγούμενος περὶ αὐτῆς φησιν ὡς ὕστερον τῶν
Τρωϊκῶν λοιμοῦ καὶ φθορᾶς καρποῦ περιεληλυθυίας τὴν Ἑλλάδα μαντευομένοις
περὶ τῶν παρόντων χρῆσαι τὴν Πυθίαν τηνικαῦτα παῦλαν αὐτοῖς
οὗ
χρωμένου ποῦ δέοι πλεῖν, (κατὰ γὰρ εὐλάβειαν καὶ δὶς καὶ τρὶς περὶ τῶν
αὐτῶν ἐπανέρχεσθαι), ὑπὸ τοῦ θεοῦ δοθῆναι χρησμὸν, ἐπὶ τὸν ἔσχατον Μυσῶν
πλεῖν. κατολιγωρήσαντας δὲ πολλῶν συνηθροισμένων τοῦ χρησμοῦ ἀφίστασθαι
καὶ τὸν Κομήτην καταλιπεῖν, μικρὸν πεφροντικέναι λέγοντας αὐτοῦ τε καὶ
τοῦ Μυσῶν ἐσχάτου. κατὰ
τὴν ἐχομένην γενεὰν
ἐλθεῖν ἐπὶ τὸν
ἔσχατον Μυσῶν. ἀφικόμενον δὲ εἰς τὴν Τευθρανίαν, νέμεσθαι γὰρ τὰ χωρία
ταῦτα Μυσοὺς, ἐπιτυχεῖν τῇ μητρί.
251. ὃς ἐμὰν συμμαχίαν: ὁ τὴν συμμαχίαν ἀτίζων, ὅ ἐστιν εὐτελίζων, πρὸς
Μυσῶν, φησὶν, ἐστὶν ἢ ὡς εἰπεῖν ἔσχατος καὶ οὐδενὸς
λόγου
ἄξιος, οἷον Μυσός ἐστιν ὁ ἀτιμάζων ἡμᾶς, ὁ ἀδόκιμος παρὰ
260. κακόγαμβρον: οὐκ ἀκριβῶς εἴρηκεν. οὐ γὰρ Ἀγαμέμνων τῇ Ἑλένῃ γαμβρός.
274. δόρη βαστάζομεν: ἀπὸ γενικῆς τῆς δόρεος καὶ δόρεα καὶ δόρη, ὡς βέλεα βέλη.
282. ὀργάδας: ὀργάδες κυρίως οἱ ἱεροὶ τῶν θεῶν τόποι. Flor. 1. 2.
294. πρὶν δὴ διʼ ὤτων: πρὶν ἠκούσαμεν αὐτῶν τὴν βαρβαρικὴν.
φωνὴν καὶ ἔγνωμεν ὅτι βάρβαροι ἦσαν.
303. πλάστιξ αὐχένα ζυγηφόρον: τινὲς τὸν ζυγόν φασι· περὶ δὲ τὸ μέσαβον συνέδησε τὸν αὐχένα τῶν ἵππων.
306. ἔλαμπε Γοργὼν δʼ ὡς: ὡς ἡ Γοργὼν ἐπεκτύπει τοῖς μετώποις τοῖς
ἱππικοῖς προσδεδεμένη μετὰ κωδώνων, ψόφον
ἀπὸτελοῦσα.
311. πολλὰ πελταστῶν τέλη: πέλτη ἀσπίς ἐστιν ἴτυν οὐκ ἔχουσα, καθάπερ
φησὶν Ἀριστοτέλης ἐν Θεσσαλῶν πολιτείᾳ γράφων οὕτως “διελὼν δὲ τὴν πόλιν
Ἀλεύας ἔταξε καὶ τὸν κλῆρον παρέχειν ἑκάστους, ἱππέας μὲν τεσσαράκοντα,
ὁπλίτας δὲ ὀγδοήκοντα.
ήκοντα. ἦν δὲ ἡ πέλτη ἀσπὶς ἴτυν οὐκ
ἔχουσα οὐδʼ ἐπίχαλκος, αἰγὸς
318. ἕρπει κατάντης: κατῆι
322. ἡνίκʼ ἐξώστης Ἄρης: ἀπὸ μεταφορᾶς τῶν ἀνέμων τῶν
ἐξωθούντων τὰ σκάφη· λέγει δὲ οὕτως τὸ βίαιον. τινὲς δὲ ἐξώστης ἀντὶ τοῦ
πρὸ τοῦ ἄστεος καθήμενος.
329. σύ τʼ εὖ παραινεῖς: ἐπεὶ καλῶς παρῄνεσεν ὁ ἄγγελος τὸν Ῥῆσον εἰς συμμαχίαν δέχεσθαι, λοιπὸν ἥξει.
342. Ἀδράστεια μέν: ἰδικῶς τὴν Ἀδράστειαν Διός φησι παῖδα,
ἄλλων τροφὸν τοῦ Διὸς φασκόντων. ἔστι δὲ καὶ ἐν τῇ Καρία Ἀδραστείας
πεδίον ἀπὸ Ἀδράστου τοῦ βασιλέως, ἀφʼ οὗ καὶ ὁ δαίμων. ἄλλοι δὲ
Μελισσέως μὲν τοῦ Κρητὸς, ἀδελφὴν Κυνοσούρας, Διὸς τροφόν. Καλλίμαχος
“σὲ δʼ ἐκοίμισεν Ἀδρήστεια λίκνῳ ἐνὶ χρυσέῳ.” ἔνιοι ἑτέραν μὲν
Ἀδράστειάν φασιν, ἑτέραν δὲ Νέμεσιν· οἱ
μὲν Ὠκεανοῦ φασιν
εἶναι θυγατέρα, οἱ δὲ Διὸς καὶ Δήμητρος, γεννηθῆναι δὲ ἐν Ῥαμνοῦντι τῆς
Ἀττικῆς. —μὴ φθονήσειεν ἡ Ἀδράστεια ἐπὶ τοῖς λεχθεῖσι περὶ τοῦ Ἕκτορος ἢ
ἐπὶ τοῖς μέλλουσι λεχθῆναι, ὃ καὶ ἄμεινον.
347. ἥκεις ὦ ποταμοῦ παῖ: οὐκ εἴρηκε τίνος Μουσῶν ὁ Ῥῆσος
εἴη παῖς. Κλειοῦς μέντοι λέγουσιν αὐτὸν εἶναι, καθάπερ Μαρσύας ὁ
νεώτερος ἐν τοῖς Μακεδονικοῖς
δὲ
Καλλιόπη ποίησιν εὗρε ποιημάτων, καὶ συνοικήσασα Οἰάγρῳ γεννᾷ Ὀρφέα, τὸν
πάντων μέγιστον ἀνθρώπων ἐν τῇ κιθαρῳδικῇ τέχνῃ γενόμενον, πρὸς δὲ καὶ
τῆς ἐγκυκλίου μαθήσεως συγκρεματικώτατον· ὀγδόη δʼ Εὐτέρπη, ἢ τὴν κατʼ
αὐλοῦ εὗρεν εὐέπειαν, συνοικήσασα Στρυμόνι ἐντεκνοῖ Ῥῆσον, ὃς ὑπὸ
Ὀδυσσέως καὶ Διομήδους ἀναιρεῖται.”
οἷς καὶ Ἀπολλόδωρος
ἐπηκολούθησε γράφων οὕτως “τὰς μὲν Μούσας οἱ μὲν πλεῖστοι παρθένους
παραδεδώκασι· γράφεται δὲ εἶναι Οὐρανίας μὲν Λίνον, Καλλιόπης δὲ Ὀρφέα,
Μελπομένης δὲ Θάμυριν, Εὐτέρπης δὲ Ῥῆσον, Τερψιχόρης δὲ Σειρῆνας,
Κλειοῦς δὲ Ὑμέναιον, τῶν δὲ λοιπῶν Θαλείας Παλαίφατον, ἐκ δὲ Πολυμνίας
Τριπτόλεμον·
Ἐρατὼ δὲ ἐρασθῆναι μὲν Ὑακίνθου, τελευτήσαντος
δὲ αὐτοῦ μηδένα μηδʼ υἱὸν γενέσθαι αὐτῶν.”
351. μελῳδοῦ Μούσας: τὸ ὄνομα τῆς Μούσης οὐκ εἴρηκε, φησὶ δὲ ὅτι
διαβαίνουσαν διὰ τοῦ Στρυμόνος ὁ ποταμὸς ἔγκυον ἐποίησε. μήποτε δὲ ἐπ
356. βαλιαῖσιν: οὐ κυρίως νῦν τῇ λέξει κέχρηται, λευκὰς γὰρ εἶχεν, ὡς καὶ ἀνωτέρω αὐτὰς ἔφη. δύναται δὲ ἀντὶ τοῦ ταχείαις.
360. ἆρά ποτʼ αὗθις: ἆρά ποτε, φησὶν, ὑποστρεψάντων τῶν Ἑλλήνων ἡμεῖς
μετὰ εὐφροσύνης διάξομεν καὶ διʼ ὅλης ἡμέρας ἄξει καὶ τελέσει ἡ πόλις
τοὺς ἐν τοῖς συμποσίοις χοροὺς ταῖς τῶν κυλίκων
φιλονεικίαις. λέγει δὲ τὰς προπόσεις ἀπὸ τῆς συνεκδοχῆς· οἰνοπλανήτοις
δὲ ταῖς διὰ τοῦ οἴνου παραγούσαις τὸν νοῦν.
364. ὑποδεξίαις: ὑποδεκτικαῖς, ἀπὸ τοῦ κύλικος. λέγει δὲ τὰς προπόσεις ἀπὸ τῆς συνεκδοχῆς. ἁμίλλαις: φιλονεικίαις κυλίκων, οἷον πόσεων. οἰνοπλανήτοις ταῖς διὰ τοῦ οἴνου παραγούσαις τὸν νοῦν.
372. δοχμίαν: πλαγίαν μετεωρίζων τὴν πέλτην παρὰ τὴν σχιστὴν αὐτῆς περιφέρειαν.
πεδαίρων: κουφίζων, ἐκ τοῦ πέδου αἴρων.
373. σχιστὰν παῤ ἄντυγα ὃ σχιστὴν λέγει παρόσον οἱ πυρριχίζοντες
διαβαίνουσιν, ἢ ὅτι ἡ πέλτη τετράγωνός ἐστιν ἐξοχὰς
ἔχουσα.
379. φίλτατον ἄχθος οἴσει: ἡδὺ γὰρ αὐτῇ τοὺς πολεμίους παθεῖν.
381. ταῦτα πρὸς τὸν Ῥῆσον ἀποστρέψαντες λέγουσιν “ω μέγα βασιλεῦ,” ὁρῶντες δὲ αὐτόν.
τὸ ἑξῆς, καλὸν ἰδεῖν χρυσοκόσμητον.
384. κωδωνοκρότους: ἐν γὰρ τοῖς πόρπαξιν εἶχον κώδωνας.
393. παῖ τῆς μελῳδοῦ μητέρος: οἱ μὲν Κλειοῦς, οἱ δὲ Εὐτέρπης. Ὅμηρος δὲ
Ἠϊνέως φησίν
397. τοὐπὶ σʼ: κατὰ τὸ σὸν μέρος.
405. Ἕλλησιν ἡμᾶς: ὅσον ἦν ἐπὶ σοὶ προδέδωκας ἡμᾶς καὶ εἴασας. λείπει ἡ κατά, κατὰ τὸ σὸν μέρος.
417. ψυχρὰν ἄησιν: τὸν χειμῶνα. τοῦ εἶναι αὐτοὺς εὔνους ἡμῖν ἀπόδειξίς ἐστι τὸ κεῖσθαι αὐτοὺς ἐν τῇ πόλει καὶ ταφῆναι.
419. ἄμυστιν: οἱ μὲν ποτηρίου εἶδος ἐπιτηδειότητα ἔχον πρὸς τὰς ἀμυστὶ
πόσεις, ὡς ἐν Αὔγῃ
427. μέλλοντι νόστον: ὅτι νόστον ἀπλῶς τὴν ὁδὸν καὶ τὸν πλοῦν ἡ ἔφη. καὶ γὰρ ἔπλευσε καὶ ἐπέζευσεν, ὡς ἑξῆς ἐρεῖ, οὐ μόνον τὴν εἰς τὴν πατρίδα ὑποστροφήν.
430. ἔνθʼ αἱματηρός: ὡς πέμμα ξηρανθὲν τὸ αἷμα τοῦ φόνου. ἀκύρως δὲ
κέχρηται τῷ πέλανος, ἄμεινον δὲ ἑτέρωθι εἶπεν ἀφρώδη
πέλανον διὰ τὴν λευκότητα. οὕτως γὰρ ἔλεγον πελάνους τὰ πόπανα ἀπὸ τοῦ
πεπλατύνθαι, ἢ ἀπὸ τῆς παιπάλης· ἀπὸ γὰρ τοῦ λεπτοτάτου κατασκευάζονται·
καὶ Ὅμηρος τὸ λευκᾶναι παλῦναι “ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας.”
αἱματηρὸς πέλανος ὡς πέμμα ξηρανθὲν τὸ αἷμα τοῦ φόνου.
Fl. 1. 2.
440. φυσήματα: πνεύματα. Fl. 2.
442. πορπήμασιν: ἐνδύμασιν. Fl. 2.
446. κυβεύων: ἀνωμάλως διατιθέμενος, ἐκ μεταφορᾶς τῆς κύβης. Fl.
469. ἀποινάσαιο: εἰσπράξαιο, τιμωρήσαιο.
474. εἰ τοῦ παρόντος: πολλὰ ἂν εὐχαριστήσαιμι τοῖς θεοῖς, εἰ τοῦ παρόντος ἀπαλλαγεὶς κακοῦ τὴν παλαιὰν λάβοιμι κατάστασιν.
480. οὐ τούσδʼ ἀριστέας: ἐν ἐρωτήσει τοῦτο προενεκτέον· οὐχ οὗτοί εἰσιν οἱ ἄριστοι τῶν Ἑλλήνων οἱ ἐνταῦθα ἐλθόντες;
481. κοὐ μεμφόμεσθά γʼ: καὶ οὐκ ἐκφαυλίζομεν αὐτοὺς, ἀλλὰ πάντα κινοῦμεν
πρὸς τὸ ἀποστῆσαι αὐτοὺς, ὅμως ἐλαύνομεν αὐτοὺς καὶ πολεμοῦμεν. ἡ δὲ
καλὴ ἐξήγησις αὕτη· καὶ οὐκ ἐκφαυλίζομεν
αὐτοὺς, ἀλλὰ πάνυ
κάμνομεν καὶ ἄγαν ἐμφορούμεθα τοῦ κόπου μαχόμενοι αὐτοῖς· καὶ Ὅμηρος
482. οὐκοῦν κτανόντες: εἰ οὖν τοὺς ἀρίστους αὐτῶν ἀναιρήσομεν,
πάντα διεπραξάμεθα· ῥᾴδιον γὰρ καὶ τὸ Ἄργος πορθῆσαι τούτων
ἀπολλυμένων.
483. ἀρκεῖν ἔοικεν: ἀντὶ τοῦ παραιτῇ τὸ παθεῖν, δρᾶσαι δὲ οὔ. ἀντὶ τοῦ
ἡδέως εἶχες καὶ τοῦ πρᾶξαι, εἰ μὴ ηὐλαβοῦ τὸ παθεῖν. πρὸς ὃν Ἕκτωρ “ναὶ”
φησὶ “παραιτοῦμαι τὸ παθεῖν, πολλῆς γὰρ
ἄρχω τυραννίδος,”
οἷον τὰ ἐνταῦθα ἀρκεῖ μοι. Ἄλλως. οἷον τὸ παθεῖν παραιτῇ, πρᾶξαι δέ τι
οὐ παραιτῇ.
485. ἀλλʼ εἴτε λαιόν: ἐν οἵῳ, φησὶ, βούλει μέρει τῆς παρατάξεως ἔξεστί σοι τὰς πέλτας, τουτέστιν τοὺς σοὺς ὑπηκόους, στῆσαι.
494. ἀλλὰ μηνίων: μηνίων. τινές φασιν ὅτι οὐ δύναται ὑφʼ ἓν εἶναι μηνίων
ἀντὶ τοῦ ὀργιζόμενος, ἐπεὶ τὰ εἰς ω καθαρὸν λήγοντα ὑπὲρ δύο συλλαβὰς
ἐκτείνει τὸ ἰῶτα. ἔστι δὲ παῤ Ὁμήρῳ συστολὴ αὐτοῦ·
499. κρότημʼ Ὀδυσσεύς: οἷον συγκρότημα, μηχάνημα καὶ ἱκανῶς τὸ φρόνημα θρασύς.
502. κλέψας ἄγαλμα: παρὰ τοὺς χρόνους· ὕστερον γὰρ τούτων τὸ Παλλάδιον ἔκλεψε· μέμνηται δὲ αὐτοῦ Ὅμηρος θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν.
508. Θυμβραῖον ἀμφὶ βωμόν: παρὰ τὴν ἱστορίαν. ὁ γοῦν Διονυσόδωρος
ἐν τοῖς παρὰ τοῖς τραγῳδοῖς ἡμαρτημένοις φησὶν οὕτως “ὁ δὲ
Εὐριπίδης τὸ τοῦ Ἀπόλλωνος ἄλσος τοῦ Θυμβραίου στάδια πεντήκοντα ἀπέχον
τῆς πόλεως πλησίον τῶν πυλῶν εἶναί φησι.” δύναται δὲ καὶ στίζεσθαι εἰς
τὸ βωμόν, ἢ ἄστεος πέλας. οὐδὲν γὰρ τὸ κωλῦον.
509. κακῷ δὲ μερμέρῳ: μήποτε πρὸς τὸ χεῖρον μετέστραπται ἀπὸ τοῦ
Τερμέρου, ἵνʼ ᾖ παρὰ τὴν παροιμίαν “Τερμέρια κακά,” ὑπὲρ ὧν Φίλιππος ἐν
τῷ περὶ Καρῶν συγγράμματί φησιν οὕτως· Τέρμερον καὶ Λύκον Λέλεγας
γενέσθαι θηριώδεις τὴν φύσιν. τοῦτον δὲ τὸν Τέρμερον πόλιν οἰκίσαι, ἣν
δὴ ἀπʼ αὐτοῦ Τέρμερον ὠνομάσθαι. τούτους
521. ξύνθημα δʼ ἡμῖν Φοῖβος: σημεῖον τοῦ μὴ ξένους καὶ πολεμίους εἶναι δίδωσιν αὐτῷ τὸ ὄνομα λέγειν τοῦ Φοίβου.
προταινί: Παρμενίσκος τὴν προταινί λέξιν Βοιωτικήν φησι καὶ
μετʼ οὐδεμιᾶς πίστεως. σημαίνει δὲ τὸ ἔμπροσθεν.
529. τοῦ σκορπίου. Gl.
πρῶτα δύεται σημεῖα: Κράτης ἀγνοεῖν φησι τὸν Εὐριπίδην τὴν περὶ τὰ
μετέωρα θεωρίαν διὰ τὸ νέον ἔτι εἶναι ὅτε τὸν Ῥῆσον ἐδίδασκε. μὴ γὰρ
δύνασθαι Πλειάδων καταδυομένων τὸν ἀετὸν μεσουρανεῖν.
ὑπὸ
γῆν γάρ ἐστι τότε ὁ αἰγόκερως, ἐφʼ οὗ ὁ ἀετὸς ἵδρυται. καὶ ἔτι Πλειάδων
δυομένων ὑπὲρ μὲν γῆς εἰσὶ ζῴδια τάδε, ταῦρος, δίδυμοι, καρκίνος, λέων,
παρθένος, ζυγός· ὑπὸ γῆν δὲ τάδε, σκορπίος, τοξότης, αἰγόκερως,
ὑδροχόος, ἰχθῦς, κριός. καὶ ταῦτα μὲν ὁ Κράτης. ἔοικε δὲ ὑπὸ τῆς φράσεως
ἀμφιβόλου οὔσης ἐξηπατῆσθαι· τὰ
γὰρ πρῶτα σημεῖα καὶ τὰς
Πλειάδας ᾠήθη καταδύεσθαι λέγειν τὸν Εὐριπίδην. τὸ δὲ οὐχ οὕτως ἔχει,
ἀλλὰ τὰ μὲν πρῶτα σημεῖα τῆς φυλακῆς φησι δύεσθαι, τὰς δὲ Πλειάδας
ἀνατέλλειν. πῶς γὰρ ἐπὶ καταδυομένων αἰθερίας εἶπεν αὐτάς; ὥστε τριχόθεν
τὸν καιρὸν ὑπὸ τῶν φυλάκων δηλοῦσθαι, ἀπὸ τῆς δύσεως, ἀνατολῆς καὶ
μεσουρανήματος.
ὁ μὲν οὖν Παρμενίσκος πρῶτα σημεῖά φησι
λέγεσθαι τὰς τοῦ σκορπίου πρώτας μοίρας διὰ τὸ ὑπὸ τῶν ἀρχαίων οὕτως
αὐτὰς λέγεσθαι καὶ ὅτι ταύταις ὁ Βοώτης ἅμα ἄρχεται καταδύεσθαι.
Κλεόστρατον γοῦν τὸν Τενέδιον ἀρχαῖον οὕτως·
εἰς
τὸν ὑπερορίζοντα ἀνιούσας. καὶ τοῦτο εἶναι τὸ “καὶ ἑπτάποροι Πληϊάδες,”
οἷον ὡς τὸν ὡς πρὸς ἡμᾶς οὐρανὸν ἀφικνούμεναι. ταῦτα δὲ καταστησάμενος,
ὁμολογεῖ, φησὶ, τοῖς Εὐριπίδου τὰ φαινόμενα. τὰ μὲν πρῶτα σημεῖα τῆς
ὥρας εἰς δύσιν κεχώρηκεν, ἡ δὲ Πλειὰς ἀνατέλλει, ὁ δὲ ἀετὸς πρὸς τὸ
μέσον κεχώρηκε. λοιπὸν
οὖν τῆς φυλακῆς ὁ καιρός· “ἔγρεσθε,
τί μέλλετε.” ἑπτάπορον δὲ τὴν Πλειάδα, ὅτι ἐξ ἑπτὰ ἀστέρων σύγκεινται αἱ
Πλειάδες. ἀετὸς δὲ ὁ τὸ ἧπαρ τοῦ Προμηθέως ἐσθίων, ὧς φασί τινες. Ἄλλως.
τῶν περὶ τὸν Μενεκράτη ἐν διδύμοις τὸν ἥλιον λεγόντων, ἐν ᾧ τὰ τῆς
καταστάσεως τῶν φαινομένων ὅπως εἶχε πρόκειται. εἰσὶ δὲ οἵ φασι
περὶ τὰς ἐσχάτας μοίρας τοῦ καρκίνου εἶναι τότε τὸν ἥλιον.
οὐ γὰρ ἂν μόνως τὴν σελήνην πρὸς ἀνατολὴν ἔσεσθαι συνάγουσιν οὕτως ὃ
βούλονται. εἰ μὲν γὰρ πάλαι τὴν σελήνην ὡς ἐν τρισὶν ἡμέραις τοῦτον (γρ.
τὰ προεκκείμενα) οἱ φύλακες εὐήθεις ἱκανῶς ἔσονται. εὔλογον γὰρ
540. Κίλικας Παίων: οἱ μὲν τοὺς Κίλικας καὶ τοὺς Παίονας τοὺς αὐτοὺς
ἤκουσαν. Ἀρίσταρχος δὲ Κόροιβον Παιόνων ἡγεμόνα
541. Μυσοὶ δʼ ἡμᾶς: ὡς Μυσῶν διαδεχομένων Κίλικας. Κίλικες γὰρ μετὰ Παίονας, εἶτα Μυσοὶ, εἶτα Τρῶες, εἶτα πέμπτοι Λύκιοι.
547. κοίτας φονίας: διὰ τὰ τολμηθέντα ἐπὶ τῷ Ἰτύλῳ· λείπει δὲ τὸ ὡς, ὡς ἐπὶ τοῦ Σιμόεντος ὑμνεῖ τὴν μίξιν, ἀίω. γράφεται καὶ θρηνεῖ καὶ ἔξωθεν λαμβάνεται ἡ ἐπί καὶ τὸ ὡς, ὡς ἐπὶ τοῦ Σιμόεντος ἑζομένη θρηνεῖ τὰς φονίας κοίτας ἡ ἀηδών.
550. μελοποιὸς ἀηδονίς: λέγεται γὰρ ἡ Πρόκνη μετὰ τὸ κρεανομεῖσθαι
Ἴτυν τὸν υἱὸν διὰ τὴν λύπην μεταβληθῆναι εἰς ὄρνιν· καὶ ἡ
μὲν Πρόκνη εἰς ἀηδόνα μετεβλήθη, ὡς καὶ ἡ Φιλομήλα εἰς χελιδόνα.
674. σκηπτοῦ πιόντος: πρὸς τὰ ναύσταθμα αἰφνιδίου κεραυνοῦ σφοδροῦ ἐπελθόντος.
675. ἔα ἔα: ὁ χορὸς λέγει αἴσθησιν λαβὼν τῶν γεγονότων.
631. ἀλλὰ συμμάχους: ἀλλὰ δεινὸν, φησὶ, τοὺς συμμάχους ταράττειν νυκτὸς οὔσης.
711. ὕπαφρον] ὕπαφρος ὁ μὴ φανερὸς, ἐκ μεταφορᾶς τῶν ὑπʼ ἀφρὸν νηχομένων,
ἢ τῶν ὑφάλων πετρῶν αἷς ἐπανθεῖ ἀφρός· ἢ ὁ
καταπληκτικὸς, ὁ
μανικός. Fl. 2.
715. βίον δʼ ἐπαιτῶν: τροφὴν αἰτῶν.
716. ψαφαρόχρουν: τὸ χ ὅτι φαλακρὸν αὐτόν φησιν.
724. δυσοίζων: βλασφημῶν ἢ ὀργιζόμενος καὶ λοιδορῶν.
741. διόπων στρατιᾶς: τῶν φροντιστῶν καὶ ἐπιστατῶν.
766. πλῆκτρα: αἱ μάστιγες.
769. φαύλως: ἀπλῶς, ὡς ἔτυχεν.
785. αἱ δʼ ἔρεγχον: ἐκ τῶν μυκτήρων ποιὸν ἦχον ἀπετέλουν.
789. μυχθισμὸν νεκρῶν: ποιὸν ἦχον καὶ στεναγμὸν μετὰ πνοῆς γενόμενον.
790. τὸ ἑξῆς, θερμὸς δὲ κρουνὸς αἵματος νέου δεσπότου παρὰ σφαγαῖς δυσθνήσκοντος βάλλει με.
817. μαράγνα] οὕτως παροξύνει ὁ Ἡρωδιανὸς ἐν τῇ καθόλου.
δηλοῖ δὲ τὴν μάστιγα. ἤτοι μαστίγων πλήγμασιν, ἢ τῷ καρατομηθῆναι. Fl.
2.
825. ἔβριξα: βρίξαι κυρίως τὸ μετὰ βορὰν ὀλίγον κοιμηθῆναι. Fl.2.
852. τίς δʼ ἂν χαμεύνας: τὸ ἑξῆς, τίς ἂν κατʼ εὐφρόνην τῶν πολεμίων μολὼν Ῥήσου χαμεύνας ἐξεῦρενς;
855. ᾖσαν: ᾔδεισαν, ἐγίνωσκον.
859. ἐν σοὶ δʼ ἂν ἀρχοίμεσθα: ἀρχὴν ἔχομεν τοῦ κακολογεῖσθαι πρῶτον ὑπὸ σοῦ, ἢ σὺ ἡμᾶς πρῶτον ἤρξω κακηγορεῖν.
873. αὐθεντῶν: τῶν Τρώων· αὐτοὺς γὰρ ἐδόκει τοῦ Ῥήσου φονεῖς γενέσθαι. Fl. 2.
895. ἰαλέμῳ αὐθιγενεῖ: τῷ εὐθὺς γενομένῳ θρήνῳ. Gl. καὶ Ἀσκληπιάδης ἐν
τοῖς τραγῳδουμένοις πλείους τῆς Καλλιόπης λέγει παῖδας ἐν τουτ...
Καλλιόπῃ γὰρ τὸν Ἀπόλλωνα μιχθέντα γεννῆσαι Λίνον τὸν πρεσβύτατον καὶ
τρεῖς μετʼ ἐκεῖνον, Ὑμέναιον, Ἰάλεμον, Ὀρφέα· τῷ δὲ νεωτάτῳ τὴν μὲν
ἐπιθυμίαν