Text encoded in accordance with the latest EpiDoc standards
ΘΗΣΕΥΣ μὲν ἦν Αἴθρας καὶ Ποσειδῶνος, βασιλεὺς δὲ Ἀθηναίων. γήμας δὲ μίαν
τῶν Ἀμαζονίδων Ἱππολύτην Ἱππόλυτον ἐγέννησε,
κάλλει τε καὶ
σωφροσύνῃ διαφέροντα. ἐπεὶ δὲ ἡ συνοικοῦσα τὸν βίον μετήλλαξεν,
ἐπεισηγάγετο Κρητικὴν γυναῖκα, τὴν Μίνω τοῦ Κρητῶν βασιλέως θυγατέρα
Φαίδραν. ὁ δὲ Θησεὺς Πάλλαντα, ἕνα τῶν συγγενῶν, φονεύσας, φεύγει εἰς
Τροιζῆνα μετὰ τῆς γυναικός, οὗ συνέβαινε τὸν Ἱππόλυτον παρὰ Πιτθεῖ
τρέφεσθαι. θεασαμένη δὲ
τὸν νεανίσκον ἡ Φαίδρα εἰς
ἐπιθυμίαν ὤλισθεν, οὐκ ἀκόλαστος οὖσα, πληροῦσα δὲ Ἀφροδίτης μῆνιν, ἣ
τὸν Ἱππόλυτον διὰ σωφροσύνην ἀνελεῖν κρίνασα τὴν Φαίδραν εἰς τὸν
Ἱππολύτου ἔρωτα παρώρμησε,
καὶ καθελεῖν
σπεύδων τὴν ἀπηγχονισμένην εὗρεν αὐτῇ προσηρτημένην δέλτον, δἰ ἧς
Ἱππολύτου φθορὰν κατηγόρει καὶ ἐπιβουλήν. πιστεύσας δὲ τοῖς γεγραμμένοις
τὸν μὲν Ἱππόλυτον ἐπέταξε φεύγειν. αὐτὸς δὲ τῷ Ποσειδῶνι ἀρὰς ἔθετο, ὧν
ἐπακούσας ὁ θεὸς τὸν Ἱππόλυτον διέφθειρεν. Ἄρτεμις δὲ τῶν γεγενημένων
ἕκαστον διασαφήσασα
Θησεῖ τὴν μὲν Φαίδραν οὐ κατεμέμψατο,
τοῦτον δὲ παρεμυθήσατο υἱοῦ καὶ γυναικὸς στερηθέντα, τῷ δὲ Ἱππολύτῳ
τιμὰς ἔφη γῆς ἐγκαταστήσασθαι.
Ἡ σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Τροιζῆνι. ἐδιδάχθη ἐπὶ Ἐπαμείνονος
τὸ δὲ δρᾶμα
τῶν πρώτων.
1. ΠΟΛΛΗ μὲν ἐν βροτοῖσι: μεγάλη, δυνατὴ, ἔνδοξος, θαυμαστή. Ὅμηρος
“πολλὸς γάρ τις ἔκειτο παρῄορος.” πάσαις ταῖς ἀπὸ Ἡλίου ἐγκότως
διάκειται ἡ Ἀφροδίτη διὰ τὸν ἔλεγχον τῆς μοιχείας
τοῦ Ἄρεος.
ἡ διάνοια ἐμφαντικώτερον καὶ ῥητορικώτερον πέφρασται, ἐκ τοῦ ἐναντίου τὸ
ἐναντίον παραλαμβάνουσα.
πολλή: ἰσχυρὰ, μεγάλη. Fl. 2. ἀνώνυμος: ἄδοξος. A.
2. οὐρανοῦ τʼ ἔσω: ὅ ἐστι παρὰ θεοῖς καὶ ἐν τῷ οὐρανῷ. A.B.
3. ὅσοι] ἐκείνοις. B. rec.
ὅσοι τε πόντου: ἐπὶ τὸ μέγιστον ηὔξησε τὸ κατηγόρημα τοῦ
γάμων ἤθελεν, οὐδὲν ἧττον ἔδει πάλιν αὐτὸν σέβειν τὴν δαίμονα.
προεστῶσαν τῶν ἀγαθῶν ἐπιθυμιῶν. πάντες γὰρ οἱ φιλόσοφοι τιμῶσι τὴν
θεὸν, πρὸς τὸ μὴ πρὸς ταύτην ἁμαρτάνοντες τὰ ἐναντία τῆς γνώμης
δυστυχεῖν. τερμόνων τʼ Ἀτλαντικῶν: παρὰ τὸ Ἀτλαντικὸν πέλαγος ἤκουσαν.
ἔνιοι δὲ τὰ Γάδειρα, ἔνθα ἐστὶν ὅρος ὁ Ἄτλας, ὅπερ
ἐστὶ
δυτικόν. ὁ δὲ πόντος ἀνατολικός.
τερμόνων: εἰς τὰ ἔσχατα· ἵνα καὶ τοῖς στοιχείοις Ἀφροδίτην γινώσκεσθαι λέγῃ δἰ ὧν φύεται. οἷον καὶ τὰ ἔσω τοῦ πόντου φυόμενα Ἀφροδίτην οἶδε τῇ φύσει. ἢ τοὺς ἐν τοῖς πέρασι τῶν στοιχείων τούτων οἰκοῦντας θηριώδεις ἀνθρώπους λέγει, ὃ καὶ βέλτιον. B.M.I.
5. τοὺς μὲν σέβοντας: τὸ ἑξῆς τῆς διανοίας· προαποδειχθέντος τοῦ μεγάλην
μέ τινα καὶ ἐπιστήμονα εἶναι παῤ ἀνθρώποις, τοιαύτη τίς εἰμι τὴν φύσιν
ὡς τοὺς μὲν σέβοντας τιμᾶν, τοὺς δὲ ἀποσειομένους τὴν εἰς ἐμὲ εὐσέβειαν
καταβάλλειν. ἀντὶ τοῦ πολλή τις οὖσα τοὺς μὲν τιμῶντας σέβω, τοὺς μὴ
τιμῶντας σφάλλω. πρεσβεύω δὲ
τὸ ὑπερτιμῶ. οὕτως Ἀττικοί·
πρεσβεύειν γὰρ τὸ τιμᾶν.
6. σφάλλω: βλάπτω. A.B.I. ἐκ μεταφορᾶς τῶν ἐμποδιζομένων.
7. ἔνεστι γὰρ δή: ἔνεστι καὶ ἐν τοῖς θεοῖς τὸ χαίρειν ταῖς τιμαῖς, ὡς ἐπὶ τῶν ἀνθρώπων. καὶ διὰ τούτου καὶ ἔδειξεν ὅτι προπμολόγηται τοῦτο παρὰ πᾶσιν ἀνθρώποις.
9. δείξω δὲ μύθων: ἔξεστι μὲν τοῦτο καὶ ἐπὶ τῶν καθόλου προειρημένων νοημάτων λαβεῖν, ἐξαιρέτως δὲ ἐπὶ τοῦ τοὺς μὲν σέβοντας τιμῶ, τοὺς δὲ βλασφημοῦντάς με σφάλλω.
τοῦτο δύναται καὶ ἐπὶ πάντων λαμβάνεσθαι τῶν προειρημένων, δύναται δὲ καὶ ἐπὶ τοῦ παρόντος. M.
10. Ἀμαζόνος τόκος: ὅτε γὰρ μετὰ Ἡρακλέους ὁ Θησεὺς ταῖς Ἀμαζόσιν ἐπολέμησε διὰ τὸν ζωκτῆρα, καὶ Ἀντιόπην ἔλαβεν αἰχμάλωτον καὶ ἤγαγεν εἰς τὴν Ἑλλάδα, καὶ συμμιγεὶς αὐτῇ ἐποίησεν υἱὸν ὁμώνυμον τῇ Ἱππολύτῃ.
Ἀμαζόνος: τῆς Ἀντιόπης. A.B. rec.
11. ἁγνοῦ Πιτθέως: ἁγνὸν τὸν Πιτθέα, ὡς καὶ ἐν Μηδείᾳ “παῖς, ὡς λέγουσι,
Πέλοπος εὐσεβέστατος.” παρὰ Πιτθεῖ τῷ πατρὶ τῆς
ἐπαιδεύετο, ὥς
φησι Καλλίμαχος.
13. πεφυκέναι: ὑπάρχειν.
14. ἀναίνεται δὲ λέκτρα: καὶ τί, φασὶν, ἐλύπει αὐτὴν τὸ τῆς φιλοσοφίας;
καὶ λεκτέον ὅτι ὡς αὐτὴν ἀτιμάζων ἐδόκει καὶ τοῦτο ποιεῖν, ὡς καὶ αὐτῇ
μὴ ποιῶν τὰ τερπνὰ, ἀγνοῶν ὅτι καὶ σωφροσύνης
ἔρωτας αὐτὴ
ἀποστέλλει, ὡς καὶ ἐν διηγήσει λέγει. Ἄλλως. καὶ τί, φασὶν, ἐλύπει αὐτὴν
τοῦτο; ἀλλ᾿ οὕτως αὐτὸ εἶπεν, ὡς ἐκείνου πρὸς κνησμονὴν αὐτῆς τοῦτο
ποιοῦντος.
17. χλωρὰν δ᾿ ἀν᾿ ὕλην: κατὰ τὴν χλωρὴν ὕλην. A.
18. ἐξαίρει: ἐκ μέσου αἴρει, ἀφανίζει. A.B.I. ἐξαίρει: διώκει. B.
ἀντὶ τοῦ θηρᾶται, ἐκβάλλει. Fl. 2. χθονός: ἀπό. B. rec.
19. προσπεσὼν ὁμιλίας: ἐντυχών. A.B.I. εὐτυχήσας τῆς ἐπιμιξίας τῆς δαίμονος πλέον ἢ ὡς δεῖ ἀξιοῦσθαι ἄνθρωπον φιλίας θεοῦ. οἷον μεῖζόν τι τῆς ἀνθρωπίνης ὁμιλίας ἐντυχὼν τῆς Ἀρτέμιδος.
προσπεσών: γράφεται τυχών. Fl. 2. ἐπιτυχὼν τῆς Ἀρτέμιδος
τῆς
τιμῆς. Fl. 15.
20. τούτοισι: ταῖς τιμαῖς τῆς Ἀρτέμιδος. A.B.M. ἕνεκεν τούτων αὐτῷ οὐ φθονῶ. B. τί γάρ με δεῖ: οὐ δεῖ γάρ με φθονεῖν. A.B.I.
23. πάλαι προκόψασα: ἀρχαϊσμός ἐστι τοῦτο, οὐ σολοικισμός. B. rec. I. τὰ
πολλὰ δὲ πάλαι προκόψασ᾿ οὐ πόνου: τοῦτο ἐσολοίκισεν.
οὕτως
γὰρ ἔδει εἰπεῖν, τὰ πολλὰ δὲ πάλαι προκόψασα οὐ πόνου πολλοῦ χρείαν ἔχω.
συνεχῶς δὲ τούτῳ τῷ σχήματι χρῆται ὁ Εὐριπίδης. ἦν δὲ ὥσπερ ὑγιέστερον
οὕτως εἰπεῖν, τὰ πολλὰ δὲ πάλαι προκεκοφυίης ἔτι οὐ πολλοῦ με πόνου δεῖ·
ἢ οὕτως, τὰ πολλὰ δὲ ἤδη προκόψασα οὐκέτι πολὺν ἔχω πόνον. προκόψασα δὲ
ἀντὶ τοῦ
προκατασκευάσασα, ἐπαυξήσασα τὴν ἐπίνοιαν· ὥσπερ
ἂν εἴ τις εἴποι προοικονομήσασα ὀλίγου χρείαν ἔχω πόνου. γέγονε δὲ ὁ
σολοικισμὸς πρὸς τὸ ἀκατάλληλον τῆς πτώσεως. ὃ δὲ λέγει τοιοῦτόν ἐστι·
προανυσάσῃ μοι τὰ πρὸς τὸν ἔρωτα τοιῷδε τρόπῳ ὀλίγα λείπεται πρὸς τὴν
τιμωρίαν.
προκόψασ᾿: ἔδει εἶναι προκόψασαν ἢ προκοψάσῃ. συνεχῶς δὲ κέχρηται τῷ τοιούτῳ σχηματισμῷ. M. Flor. 6. 15. προευτρεπίσασα, οἰκονομήσασα. A. προκοπιάσασα. Fl.
24. ἐλθόντα γάρ νιν: ἐν τῇ Ἀττικῇ ἔτι οὖσα ἡ Φαίδρα, πρὶν μετοικῆσαι εἰς
Τροιζῆνα, ἰδοῦσα τὸν Ἱππόλυτον ἐξελθόντα ἐπὶ μύησιν
τῶν
Ἐλευσινίων ἤρα. καὶ ἐκ τῆς συνεχοῦς θέας δυνατὸν νοῆσαι τὸν ἔρωτα ὅτι
πολὺς ἦν, ὡς ἐξ αἰφνιδίου θέας τηλικοῦτον ἰσχῦσαι.
25. σεμνῶν ἐς ὄψιν: μεγάλων, σεπτῶν. ἔοικε δὲ λέγειν τὴν Ἐλευσινίων. ὄψιν δὲ λέγει τὴν θέαν, τέλη δὲ τὴν τελετήν.
ἐς ὄψιν: ἐπὶ τὸ ἰδεῖν τὰ μυστήρια. B.
26. Πανδίονος γῆν: εἰς τὴν Ἀττικήν. A.B.M.
27. κατέσχετο: κατεσχέθη ὑπὸ τοῦ ἔρωτος. A.B.M.
29. καὶ πρὶν μὲν ἐλθεῖν: τὸ ἐξαίρετον τοῦ ἔρωτος δηλοῖ, ὅτι καὶ πρὸ τοῦ ἐλθεῖν εἰς Τροιζῆνα οὕτως ἤρα ὡς καὶ Ἀφροδίτης ἱερὸν ἱδρύσασθαι ἐν τῇ Ἀττικῇ, ἐξιλεουμένη τὸν Ἔρωτα, καὶ μὴ παρόντος ἐρῶσα τοῦ Ἱππολύτου ἐπ᾿ αὐτῷ ἱδρύσασθαι ἱερόν λέγει.
Τροιζηνίαν: ὅτι ἡ Τροιζὴν τὸ τέλος ἐστὶ τῆς Πελοποννήσου. ἀντικειμένη τῇ
Ἀττικῇ καὶ τῷ Γλαυκωπίῳ ὄρει τῆς Ἀττικῆς. τὸ Σούνιον. οἱ δὲ Ἀττικῶς
λεγόμενον ἐπὶ Τροιζῆνος λαμβάνουσιν, ἐπειδὴ καὶ ἐν αὐτῇ ὑφέστηκε τὰ
πράγματα. βέλτιον δὲ ἐπακολουθοῦντα τοῖς προτέροις πρὸς τὸν Ἀττικὸν
Πανδίονα αὐτὴν καὶ τἄλλα
ὡς προειρημένα αὐτὸ λαμβάνειν.
30. πέτραν παῤ αὐτήν: ἐπὶ πέτρας τινὸς ἐν τῇ Ἀττικῇ, ἀφ᾿ ἧς ἦν
ἀποβλέπεσθαι τὴν Τροιζῆνα, Ἀφροδίτης ναὸν ἱδρύσασθαι τὴν Φαίδραν φασίν.
ἐκάλεσε δὲ Ἀφροδίτην ἐφ᾿ Ἱππολύτῳ, ἣν καὶ Ἱππολυτίαν καλοῦσι. κατόψιον
οὖν ἀντὶ τοῦ κατὰ τὸ ἀντικείμενον.
πάντα τὰ
ὑποκείμενα. πέτραν δὲ Παλλάδος τὸ Γλαυκώπιον ὅρος.
κατόψιον: ὑψηλὸν, ἔμπροσθεν. A. τὸν κατοπτευτήριον. Flor. 2.
31. ἐγκαθίσατο: ἔκτισεν. B.I. ἐνιδρύσατο. M. Fl. 15.
32. ἐρῶσ᾿ ἔρωτα: ἔρως τοῦ Ἱππολύτου ἐπ᾿ αὐτῷ. A.B. ἔκδηλον:
μὴ παρόντα. B. M. ἄδηλον. B.
33. τὸ λοιπόν: εἰς τὸ μετὰ ταῦτα. ἱδρῦσθαι θεάν: ἱδρύσασθαι ἱερὸν ἔλεγε.
πέτραν δὲ Παλλάδος φησὶ τὸ ἐν τῇ Ἀττικῇ Γλαυκώπιον, οὗ Καλλίμαχος ἐν
Ἑκάλῃ μέμνηται. περὶ δὲ τὸ ἱερὸν Γλαυκώπιον καλεῖσθαι ἀπὸ τοῦ ἐπωνύμου.
A.B.M. Fl. 15. ἐν γὰρ τῇ ἀκροπόλει ἱδρύσατο Ἀφροδίτης
ναὸν ἐπὶ κακῷ Ἱππολύτου. I.
34. Κεκροπίαν: τὴν Ἀττικήν. B.I. Κεκροπίδα: τὴν Ἀττικὴν, ἤγουν τὰς Ἀθήνας. A.
35. μίασμα φεύγων: τοὺς Παλλαντίδας ὑπὸ Θησέως ἀνῃρῆσθαι
ἐπεξέλθωσι τοῖς Ἀθηναίοις καὶ ὁ Πάλλας συμβάλῃ, ἐξ ἐφόδου προσπεσόντες
λάβωσι τὴν πόλιν. ἀνὴρ δέ τις, ὃς ἐκηρύκευε τῷ Πάλλαντι, ἀπαγγέλλει τῷ
Θησεῖ τὸ γενόμενον. ὁ δὲ προσπεσὼν εὐθὺς μετὰ τῶν ἡλικιωτῶν αὐτοὺς
ἀναιρεῖ. ἡ δὲ ἱστορία οὕτως ἔχει. Νῖσος καὶ Πάλλας καὶ Αἰγεὺς τρεῖς
ἀδελφοὶ ἐκ Πανδίονος γεγόνασι,
καὶ ὁ μὲν Νῖσος τὰ Μέγαρα
ᾤκει, Αἰγεὺς δὲ καὶ Πάλλας δήμων τινῶν ἦρχον, τῆς Ἀττικῆς οὔπω
συνῳκισμένης εἰς ἕν. λόγος οὖν τὸν Θησέα, ἀνεψιὸν ὄντα τῶν Παλλαντιδῶν
παίδων, ἕνα αὐτὸν ἀντιποιούμενον τῆς βασιλείας ἀνελεῖν. οἱ δὲ οὕτως
ἱστόρησαν. φασὶ γὰρ τοὺς Παλλαντίδας παῖδας ἀνελεῖν τὸν Θησέα λοχῶντας,
ἵνα
εἰσπέσωσι τῇ πόλει, ὅταν ὁ πατὴρ αὐτῶν Πάλλας ἐγγὺς
γένηται. ὁ δὲ Θησεῖ μηνύσας τὴν ἔφοδον αὐτῶν ἀνὴρ ἦν, ὃς ἐκηρύκευε τῷ
Πάλλαντι. ὡς οὖν βοηθῶν τῷ Πάλλαντι τοὺς παῖδας αὐτοῦ καταλύοντας
ἀνεῖλεν ὁ Θησεύς. ἐπειδὴ δὲ νόμος ἦν τοὺς ἐμφύλιον καὶ συγγενικὸν φόνον
ποιήσαντας ἑκουσίᾳ φυγῇ ζημιοῦσθαι τὸ μίασμα, ἔξορον αὑτὸν
Παλλαντιδῶν: Πάλλας πολύπαις ὢν ὡς ἄπαιδα τὸν Αἰγέα κατέπόνει
ἕως ἡβήσας ὁ Θησεὺς ἠμύνατο τοὺς Παλλαντίδας. βαλὼν γὰρ ἐν κυνηγίῳ κατὰ
συὸς τινὰ τῶν Πάλλαντος παίδων ἀνεῖλεν. A.B.I.
36. καὶ τήνδε σὺν δάμαρτι: εἰς τὴν Ἀττικὴν ἦλθε πλεύσας· οἱ γὰρ ἐφ᾿ αἵματι φεύγοντες ἐνιαυτὸν ποιοῦσιν ἔξωθεν τῆς πατρίδος.
ναυστολεῖ: μεθίσταται τῆς γῆς.
37. αἰνέσας: εὐαρεστήσας καὶ συγκατατιθέμενος. A.B.I.
41. δεῖ πεσεῖν: ἀνενέργητον γενέσθαι. B. rec. I.
42. πρᾶγμα: ἀντὶ τοῦ τὸν ἔρωτα. B.I. κἀκφανήσεται: τὸ πρᾶγμα δηλονότι. B. rec. Fl.
45. ἄναξ Ποσειδῶν: Αἴθρᾳ γὰρ συνελθὼν Ποσειδῶν ἐποίησε τὸν Θησέα. τοὺς δὲ εἰς ἀπαλλαγὴν τῶν κακῶν γενομένους ἀνθρώπους θεῶν παῖδας ὠνόμαζον, ὧν καὶ ὁ Θησεὺς εἷς ἐστίν. A.B.M. Fl. 6.
ὤπασεν: παρέσχεν ἢ ἐδωρήσατο. M. παρεῖχεν, ἐχαρίσατο. B.
46. μάταιον: ἀντιστροφή. B.
ἐς τρίς: μίαν μὲν ᾐτήσατο ἀνελθεῖν ἐξ Ἅιδου, δευτέραν ἐκ λαβυρίνθου, τρίτην τοῦ Ἱππολύτου. A.B.M. Fl. 6. 15.
47. ἡ δ᾿ εὐκλεὴς μέν: ἐγῶ μὲν φιλῶ αὐτήν. B. Μίνωος γάρ ἐστι θυγάτηρ,
Θησέως δὲ γυνή. ἢ ὅτι ἐρῶσα καρτερεῖ. διὰ τὸ Θησέως μὲν εἶναι γυνὴ,
Μίνωος δὲ θυγάτηρ, εὐκλεής ἐστι. τὸ δὲ ἀπόλλυται ἀντὶ τοῦ ἀπολεῖται,
καίκερ οὖσα εὐκλεής. τὸ δὲ αἴτιον, ὅτι πάσαις ταῖς ἀφ᾿ Ἡλίου γενομέναις
ἐμήνισεν Ἀφροδίτη διὰ τὴν
μηνυθεῖσαν αὐτῆς ὑφ᾿ Ἡλίου
μοιχείαν. τὴν γοῦν Πασιφάην οὐ μόνον τοῦ ταύρου, ἀλλὰ καὶ τοῦ Μίνωος
ἐρασθῆναί φασιν, ὡς ἱστορεῖ Σωσικράτης. εἰκότως δὲ ἡ Ἀφροδίτη τὴν παῤ
ἀμφοῖν εἰσπράττεται τιμωρίαν, παρὰ μὲν Φαίδρας, ὅτι ἀφ᾿ Ἡλίου, παῤ
Ἱππολύτου δὲ, ὅτι τὰ περὶ αὐτὴν οὐκ εἶχεν ἐν τιμῇ ἀπαξιῶν τὴν πρὸς τὰς
γυναῖκας
ὁμιλίαν.
48. τὸ γὰρ τῆσδ᾿ οὐ προτιμήσω: οὐ τὸ ταύτης κακὸν ἔμπροσθεν θήσομαι, τὸ
μὴ τιμωρήσασθαι τοὺς ἐχθροὺς, ἀντὶ τοῦ οὐ φροντίσασα τῆς ἀπωλείας αὐτῆς
τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ δίκην ὕστερον θήσομαι. Ἄλλως.
οὐκ ἂν προτιμήσαιμι τὴν ταύτης
ἀπώλειαν, καὶ τὸ μὴ
τιμωρήσασθαι τοὺς ἐμοὺς ἐχθροὺς ἐν ὑστέρῳ θήσομαι.
53. βήσομαι δόμων: γράφεται τόπων. B.I.
54. ὀπισθόπους: ὁ ἑπόμενος χορός.
55. κῶμος: χορὸς ἢ ὕμνος. B.M.I.
λέλακεν: βοᾷ, ὑμνεῖ. B.I.
56. οὐ γὰρ οἶδ᾿ ἀνεῳγμένας πύλας: οὐκ ἐπίσταται, φησὶν, ὅτι
ἕτοιμος αὐτῷ ὁ θάνατός ἐστιν.
58. ἕπεσθ᾿ ᾄδοντες: τὸ ἄγαλμα τῆς Ἀρτέμιδος οἱ μὲν δικτάμνῳ, οἱ δὲ σελίνῳ, οἱ δὲ λωτῷ στέφεσθαί φασι. A.B.M.I. δικταμνόν φασιν ἐν Κρήτῃ μόνῃ· τοῦτο δὲ καὶ ὠκυτόκιον εἶναι, διὸ καὶ ταῖς δυστοκούσαις δίδοσθαι χάριν τοῦ ταχέως τίκτειν. B.I.
ἕπεσθ᾿ ᾄδοντες: τοῦτο ἔνιοι μὲν τὸν Ἱππόλυτόν φασιν ᾄδειν. ἄμεινον δὲ
τοὺς ἑπομένους τῷ Ἱππολύτῳ ἀπὸ τῶν κυνηγεσίων ταῦτα λέγειν. ἕτεροι δέ
εἰσι τοῦ χοροῦ, καθάπερ ἐν τῷ Ἀλεξάνδρῳ ποιμένες. ἐνταῦθα μὲν οὖν
δύναται προαποχρήσασθαι τοῖς ἀπὸ τοῦ χοροῦ, ἐκεῖ δὲ συνεστῶτος τοῦ χοροῦ
ἐπεισάγει τοῦτο τὸ ἄθροισμα, ὡς καὶ ἐν τῇ
Ἀντιόπῃ δύο
χοροὺς εἰσάγει, τόν τε Θηβαίων γερόντων διόλου καὶ τὸν μετὰ Θήβης ἢ
Δίρκης. ὥστε βέλτιστον ἐπιγράφειν “Χορὸς νεανιῶν τῶν συγκυνηγῶν
Ἱππολύτου,” ὅπου γε καὶ αὐτὸς προστάττει
γυναικῶν ἐστιν.
60. ᾇ μελόμεσθα: ᾗ μέλομεν κυνηγετικὴν ἀσκοῦντες. A.B.M.
66. καλλίστα: καλλίστη οὖσα ὑπὲρ πάσας τὰς παρθένους. B.
68. εὐπατέρειαν: τὴν καλλίστην τοῦ πατρὸς Διὸς αὐλήν.
69. οἶκον: λέγω. B. rec.
73. σοὶ τόνδε πλεκτόν: πρὸς τόν χειροποίητον στέφανον, ὃν ἔφερε τῷ ξοάνῳ.
τινὲς μέντοι καὶ τοῦτο ἐπὶ τῆς αὐτῆς ἀλληγορίας ἀκούουσι, λέγοντες τὸν
ὕμνον κόσμον εἰρῆσθαι αὐτῆς. τοῦτον ἂν λέγοι τὸν ὕμνον δεικτικῶς πρὸς τὸ
εἰρημένον “πότνια.ʼ Ἄλλως. διαβεβόηται τοῦτο τὸ ζήτημα. καὶ οἱ μὲν
ὑπέλαβον τὸν Ἱππόλυτον στέφειν
τὴν Ἄρτεμιν ἀνθίνῳ στεφάνῳ·
ὁ δὲ Φιλόχορος τὴν ἐν Ἄγραις Ἄρτεμιν τῷ μὲν λόγῳ στέφεσθαί φησιν, ἐφ᾿
ἑαυτοῦ δὲ τὸν Ἱππόλυτον ταῦτα λέγειν, ὅτι ἐμαυτὸν σοὶ ἀνατίθημι, ὦ θεὰ,
στέφανον, τουτέστι κόσμον ἀνθηρότατον· κόσμον γὰρ εἶναι τῇ παρθένῳ τὸ
μετὰ τοῦ σωφρονεστάτου τῶν νέων διημερεύειν. ἄλλοι δὲ μηδὲν αἰνίττεσθαι
τὸν ποιητήν
τῇ Ἀρτέμιδι ὕμνον στέφανον λέγειν. καὶ γὰρ δὴ παράλογον εἶναι καὶ πολλὴν
ἀτοπίαν ἔχον, καὶ δοκεῖν ἄνθιμον λειμῶνα εἶναι, ὅθεν ἐδρέφθη τὰ ἄνθη,
καὶ τοιοῦτον, εἰς ὃν οἱ εἰσιόντες ἐξετάζονται πότερον διδακτὴν ἔχουσι
τὴν σωφροσύνην ἢ ἐκ φύσεως, καὶ κατάρδεσθαι αὐτόν. Φιλόχορος δέ φησι τῷ
μὲν ξοάνῳ πλεκτὸν στέφανον προσφέρειν,
τῇ δὲ θεῷ τὸν ὕμνον.
ἐξ ἀκηράτου δὲ, τῆς ἀδόλου καὶ ἀφθάρτου διανοίας. Ἄλλως. ἐπιεικῶς οἱ
ποιηταὶ τὰς μὲν ἰδίας φύσεις λειμῶσιν, ἢ ποταμοῖς, ἢ μελίσσαις
εἰκάζουσι, τὴν δὲ ποίησιν στεφάνοις, διὰ μὲν τῶν ἀνθέων τὸ ποικίλον καὶ
τὸ κάλλος αὐτῆς παριστῶντες, διὰ δὲ τῶν ποταμῶν τὴν πληθὺν καὶ τὴν εἰς
τὸ ποιεῖν
ὁρμὴν, διὰ δὲ τῶν μελισσῶν τὸ μελιχρὸν, διὰ δὲ
τῶν στεφάνων τὸν κόσμον τῶν ὑμνουμένων. ταῦτα δὴ πάντα συνελὼν ὁ ποιητὴς
ἐφαίδρυνε τῆς ἀλληγορίας τὸν τρόπον. τὸ δὲ “ἐξ ἀκηράτου λειμῶνος,”
ἐπειδὴ δεῖ πάντως τὸν μετιόντα μουσικὴν καθαράν τε καὶ ἀκήρατον ἔχειν
τὴν ψυχὴν πάντοτε καὶ ἄχραντον ἀπὸ κακοῦ, καὶ μάλιστα τῆς
αἰδοῦς μεμοιραμένην. διὰ γάρ τοι τὸ αἰδέσιμον καὶ παρθένους ὑποτίθενται
τὰς Μούσας, γονιμωτάτας οὔσας.
Ἄλλως. καθόλου μέν ἐστι τῆς διανοίας καὶ στέφανον αὐτὸν προσφέροντα, ἅτε
δὴ σοφόν· τῷ μὲν ξοάνῳ ἄρα τὸν χειροποίητον στέφανον προσφέρει, τῇ δὲ
θεῷ τὸν ὕμνον. πλεκτὸν τοίνυν στέφανον λέγει τὸν ὕμνον, δίκην πλοκῆς
συντεθέντας τοὺς λόγους ἀποτελεῖν τὸν
ὕμνον. ἀκήρατον δὲ
λειμῶνα ἀλληγορεῖ τὸν ἐξ ἀνθέων πεπλεγμένον στέφανον τῇ παρθένῳ καὶ
ἄδολον ἔννοιαν, ἐν ᾧ λειμῶνι οὐδὲ ποιμὴν ἄξιον νενόμικε τὰ πρόβατα
ἄγειν. τὰ γοῦν ἄνθη τούτου τοῦ λειμῶνος σοφίας εἶναι καὶ ἀρετῆς
ἀποτελέσματα. ἀλλὰ μὴν οὐδὲ σίδηρος εἰς τμῆσιν ἦλθε τοῦ λειμῶνος καὶ
αὐτοῦ τὰ ἄνθη περιέκειρε. σίδηρον δ᾿
ἂν λέγοι ἤτοι τὴν
πανοῦργον φιλοπραγμονίαν τε καὶ κακουργίαν, ἢ τὴν τῶν αἰσχρῶν ἡδονῶν
φθορὰν, ἵνα αὐτοῦ τὸ παρθένιον καὶ ἄδολον δηλοῖ. βοτὰ δὲ λέγει τὰ
ποίμνια, μέλισσαν δὲ ἀλληγορικῶς αὐτὴν τὴν ψυχήν· καθαρώτατον γάρ τι
ζῶον ἡ μέλισσα· ἔνθεν τὰς ἱερείας μελίσσας καλοῦσιν οἱ ποιηταί. ἐαρινὴν
δὲ αὐτὴν εἶπεν, ἤτοι ὅτι ἡ
μέλισσα ἥδεται τῷ ἔαρι διὰ τὰ
ἄνθη, ἢ ὅτι αἱ καθαραὶ ψυχαὶ ἀεὶ ἐν ἀνθήσει εἰσί. τὸ γὰρ ἔαρ ἀνθέων
γεννητικόν.
73. ἐξ ἀκηράτου λειμῶνος: ἐκ καθαρᾶς καρδίας. B. Fl. 15. καρδίας. M.
75. ἔνθ᾿ οὔτε: ἄμουσοι γὰρ καὶ αἰσχροπρεπεῖς οἱ ποιμένες. A.
B.M. Fl. 15 ποιμήν: τὸ λογιστικὸν. B. φέρβειν βοτά: τρέφειν τὰ ποίμνια.
B.M. Fl. 15.
76. ἀκήρατον: παραμόνιμον. A.B.M.
77. μέλισσα: ψυχή. M. καὶ ψυχὴ ἀθάνατος καὶ ἀεὶ θάλλουσα· αἱ γὰρ ἀκήρατοι ψυχαὶ ἀνθοῦσιν ἀεί. A. ἡ ἁγνότης, καθαρότης, ψυχή. B. ἠρινόν: τὸν καθαρόν. B.
78. αἰδὼς δὲ ποταμίαισι: ἡ αἰδὼς, φησὶ, τοῦτον τὸν λειμῶνα
γεωργεῖ, καὶ αὐτὸν τοῖς ὕδασι τοῖς ποταμίοις κηπεύει καὶ ποτίζει καὶ
γεωργεῖ. τοῦτο δὲ λέγει, ἐπεὶ πλεῖστον μέρος τῆς σωφροσύνης ἡ αἰδὼς
ἔλαχε, καὶ τοῖς ἀγαθοῖς ἀνδράσι καὶ σοφοῖς ἕνεστι τὸ αἰδημονικόν. ὅσοις
οὖν μηδὲν διδακτὸν καὶ ἐκ βίας φύσεως ἔγνωσται, ἀλλὰ φύσει τὴν
σωφροσύνην ἐγνώκασι, τούτοις ἐκ τούτου τοῦ
λειμῶνος μόνοις
δρέπεσθαι καὶ καρποῦσθαι δέδοται τοιαύτης ψυχῆς καὶ σοφίας ἀπολαύειν.
Ἄλλως. ταῦτα οὐκ ἔστιν ἐπινοῆσαι, εἰ κυρίως τις βούλεται ἐπὶ τῶν
κηπευμάτων ἐκδέχεσθαι τὸν λόγον. ἀλληγορεῖται οὖν τὰ προκείμενα. οἱ γὰρ
ποιηταὶ ἐπιεικῶς τὰς ἰδίας φύσεις μελίσσαις καὶ ποταμοῖς καὶ λειμῶσι
προσομοιοῦσιν, αὐτὴν
δὲ τὴν ποίησιν στεφάνοις, διὰ μὲν τῶν
ἀνθέων τὸ ποικίλον καὶ τὸ κάλλος αὐτῆς παριστάντες, διὰ δὲ τῶν ποταμῶν
τὸ πλῆθος καὶ τὴν ἐπὶ τὸ ποιεῖν ὁρμὴν, διὰ δὲ τῶν μελισσῶν τὸ ἐπιμελὲς
καὶ τὸ συντεταγμένον, ἅμα καὶ τὸ τῶν ποιημάτων μελιχρὸν, τοὺς στεφάνους
ἕνεκα τοῦ λαμπρύνεσθαι δἰ αὐτῶν τοὺς ἐπαινουμένους. ταῦτα δὲ
πάντα συλλαβὼν ὁ Εὐριπίδης ἐφαίδρυνε τὴν ἀλληγορίαν, δἰ ἧς τὸν εἰς
τὴν Ἄρτεμιν ὕμνον ἐβουλήθη παραστῆσαι, τῶν ἄλλων ποιητῶν σποράδην τοῖς
τρόποις χρησαμένων. τὸ δὲ ἐξ ἀκηράτου λειμῶνος δρέπεσθαι διὰ τὸ δεῖν τὴν
ποιητικὴν ψυχὴν καθαράν τε καὶ ἀκήαἰδὼς
κηπεύει: ποτίζει. A. ἀνατρέφει M. τρέφει. Fl. 15.
79. ὅσοις διδακτὸν μηδέν: διδακτόν ἐστι τὸ μὴ ἐκ φύσεως πλεονέκτημα, ἀλλ᾿ ἐκ συνεχοῦς μελέτης ἀνυόμενον. καὶ οἱ φιλόσοφοι διδακτὰ μὲν τὰ πονηρὰ καλοῦσι, φυσικὰ δὲ τὰ ἀγαθά. διδακτὸν οὖν τὸ ἐκ βίας τῆς φύσεως μάθημα, ἢ συνεχεῖ ἐγνωσμένον μελέτῃ. τὰ γοῦν ἑξῆς ἐπινοίᾳ καλὰ καὶ πάλιν καλά εἰσιν.
80. εἴληχεν: ἔλαχεν M.
ὅμως: ὁμοίως. B.
81. δρέπεσθαι: γρ. ἕπεσθαι. B. Fl. 15. καρποῦσθαι. M. συνάγειν. A.
83. ἀνάδημα δέξαι: ἀντὶ τοῦ ἀπὸ καλοῦ καὶ δικαίου δέξαι σιέφανον.
A.B. Fl. 15.
85. σοὶ καὶ ξύνειμι: τὸ ἑξῆς, σοὶ δὲ σύνειμι καὶ λόγοις ἀμείβομαι καὶ μόνῳ βροτῶν τοῦτό ἐστιν ἐμοὶ γέρας. M.
87. τέλος δὲ κάμψαιμ᾿: τὸ δὲ τέλος τοῦ βίου ἀναλύσαιμι, ὥσπερ καὶ
ἠρξάμην, ἐν σωφροσύνῃ διατελέσας. Fl. 15. κάμψαιμι:
παύσαιμι. Fl. 2.
88. ἄναξ: σῶτερ. A.B.M. ἀπὸ τοῦ ἔχειν τὴν ἄνω ἀξίαν. BI.
ἄναξ ἐπὶ τοῦ
Ἱππολύτου, τὸ δὲ δεσπότας ἐπὶ θεῶν. εἰκὸς γὰρ καὶ αὐτὸν μέλλοντα περὶ
τῆς θεοῦ συμβουλεύειν πάσης ἀνθρωπίνης φύσεως ὑπερτιθέναι τὸ
κρεῖττον.
Ἄλλως. ὡς τῆς ἄναξ προσηγορίας θεοῖς ἁρμοζούσης. δύναται δὲ καὶ οὕτως
ἀκούεσθαι, ὡς τοῦ πρεσβύτου τὸν μὲν Ἱππόλυτον ἄνακτα
λέγοντος, τοὺς δὲ θεοὺς δεσπότας, καίπερ εἰκὸς μέλλοντα συμβουλεύειν
αὐτὸν περὶ τοῦ μὴ ὑπερφρονεῖν τὴν Ἀφροδίτην, οὕτω καὶ ἄρξασθαι
σεμνύνοντα τὸ θεῖον καὶ ὑπερτιθέντα τῆς ἀνθρωπίνης φύσεως. B. Fl. 6.
90. καὶ κάρτα γε: καὶ λίαν. B. καὶ πάνυ. B. rec. καὶ
μάλιστα. τὸ δὲ κάρτα κατ᾿ ἐναλλαγὴν λέγεται στοιχείου κράτα, οἷον
κραταιῶς, ὡς ἀπὸ τοῦ σάφα σαφῶς. B.M.I. καὶ κάρτα γ᾿· ἦ γάρ: εἰ γὰρ μὴ
ἀπὸ τῶν ἡττόνων δεχόμεθα λόγους, οὐκ ἐσμὲν σοφοί. B.I. Fl. 15. μὴ
ποιήσαντες τοῦτο μηδὲ δεξάμενοι τὴν ἀγαθὴν συμβουλήν. B.
91. νόμος: τὸ γεγραμμένον διάταγμα, τὸ κρατοῦν καὶ γεγραμμένον· ἔθος δὲ τὸ μὴ γεγραμμένον. B.I.
92. μισεῖν τὸ σεμνόν: σεμνὸν τὸ ὑπερήφανον καὶ τὸ ἐπαχθές.
τὸ σεμνόν: τὸ ὑπερήφανον καὶ σφόδρα τίμιον. M. τὸ ὑπερήφανον. σεμνὸν τὸ ἐπιτηδευτόν. σεμνὸν τὸ οὐχὶ ἁπλοῦν. B. rec. τὸ σοβαρόν. Fl. 15. τὸ ἀλαζονικόν. Fl. 2.
94. σεμνός: ὑπερήφανος. Fl. 15. ἀχθεινός: ἀλαζονικὸς, οὐχὶ λνπηρός. B. λυπηρός. M. Fl. 15.
95. εὐπροσηγόροισιν: τοῖς μετρίοις. B. rec.
96. καὶ κέρδος γε: τῆς προσηγορίας ὁ μόχθος βραχύς· δἰ αὐτῆς γὰρ πρᾶγμα εὑρίσκει. B.M.I. ἐστὶ πολύ. B.
97. ἦ κἀν θεοῖσι: ἆρα οὖν καὶ αὐτὸ τοῖς θεοῖς ὑπονοεῖν χάριν ἔχεις τοῖς συνηγόροις. τὸ εἶναι προσηγόρους. B.
98. εἴπερ: ἐπεί. B. εἴπερ γε θνητοί: ἐπεὶ παρὰ θεῶν ἔλεγον τοὺς νόμους
ἀκηκοέναι οἱ νομοθέται, ὡς Λυκοῦργος μὲν ὑπὸ Ἀπόλλωνος, Μίνως δ᾿ ὑπὸ
Διός. Ὅμηρος “ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής.” Ἄλλως. τοῦτο
εἶπεν, ἐπειδὴ ἐξ ἀρχῆς Ῥαδάμανθυς καὶ Μίνως παρὰ θεῶν τὰ νόμιμα
διδασκόμενοι τοῖς ἀνθρώποις φανερὰ
ταῦτα ἐποίησαν.
99. σεμνήν: τιμίαν. B. σεπτὴν καὶ τιμίαν. Fl. 15. οὐ προσεννέπεις: πῶς οὖν τὴν τιμίαν θεὸν οὐ προσαγορεύεις; M. ὁμιλεῖς. A. οὐ συναγορεύεις. B.I.
100. εὐλαβοῦ: ἀντὶ τοῦ σιώπα, μὴ κατά τι ἁμάρτῃς τοῖς σοῖς ῥήμασιν·
ὑπενόησε γὰρ αὐτὸν τὴν Ἄρτεμιν λέγειν. A.B.M.
στόμα: διὰ τῆς
Ἀφροδίτης. A.B.M.
101. Κύπρις: ἦν γὰρ ἐκεῖ ἄγαλμα τῆς Ἀφροδίτης. B.
102. πρόσωθεν: πόρρωθεν. B. οὕτως καὶ Ἀριστοφάνης “μὰ τοὺς πρόσωθεν.” M. ἁγνὸς ὢν αὐτὴν μακρόθεν ἀσπάζομαι. A. B.M.
103. σεμνή: τιμία. M.
κἀπίσημος: σεβασμία. M. ἔνδοξος. B.M.
104. ἄλλοισιν ἄλλος: ὃ λέγει, τοιοῦτόν ἐστιν· οὐ πάντες τοὺς αὐτοὺς θεοὺς
σέβομεν, οὐδὲ τοὺς αὐτοὺς ἀνθρώπους ἀγαπῶμεν. ἀλλ᾿ ἄλλοι μὲν τόνδε,
ἄλλοι δὲ τόνδε. ὁμοίως δὲ κἀγὼ τὴν Ἄρτεμιν σέβω,
ἄλλοι δὲ
τὴν Ἀφροδίτην. A.B.M.I. διαφόροις, φησὶν, ἀνθρώποις ἄλλος θεῶν καὶ ἄλλος
ἀνθρώπων ἐν φροντίδι ἐστίν. “ἄλλος δ᾿ ἄλλῳ ἔρεζε θεῶν ἀειγενετάων.”
A.M.
105. εὐδαιμονοίης: εἴδε. B. οὕτω φρονῶν περὶ τῶν θεῶν. B.I. μήτε ὑπὲρ τὸ
καθῆκον φρονῶν μήτε ὑπὲρ ἄνθρωπον, ὅ ἐστιν, εἴη σε
τῆς
ἀρετῆς ἔχειν τὸ ἄκρον, μὴ ὑπὲρ ἄνθρωπον φρονοῦντα. Ἄλλως. εἴης εὐδαίμων
τὰ καθήκοντα φρονῶν. λυποῦμαι γὰρ νῦν ὁρῶν σε ἀφρονοῦντα.
νοῦν: ὑπόληψιν ἔχων περὶ τῶν θεῶν. B.
106. οὐδείς μ᾿ ἀρέσκει νυκτὶ θαυμαστὸς θεός: οἷον ἔστι θεὸς
μυούμενος ἐν νυκτὶ ἐμοὶ οὐκ ἀρέσκει διὰ τὸ νυκτὸς ἀφροδισιάζειν.
107. τιμαῖσιν, ὦ παῖ: ταῖς νομίμοις τιμαῖς τῶν θεῶν προσήκει σοι χρῆσθαι. χρὴ γὰρ ταῖς τιμαῖς τῶν θεῶν προσέρχεσθαι, τουτέστι τιμᾶν τοὺς θεούς.
108. ὀπαδοί: ἀκόλουθοι. M.
109. σίτων μέλεσθε, τερπνόν: τερπνὸν γὰρ ἐκ κόπου κυνηγίας εὑρεῖν τράπεζαν γέμουσαν καὶ κορεσθῆναι. Ἄλλως. τράπεζα πλήρης προτεθεῖσα δηλονότι. καὶ καθολικόν ἐστι, τοῦ καμάτου εὐεκτότερα ποιοῦτος τὰ σώματα τῇ κινήσει τοῦ θερμοῦ.
110. καταψήχειν: ψηκτρίζειν. M.
112. τὰ πρόσφορα: τὰ συνήθη, τὰ ἐπιτήδεια. A. τὰ συνήθη καὶ ἕτοιμα, τὰ ἁρμόζοντα, τὰ καθήκοντα, ἤτοι τὰ σύμφορα. B.M.I.
113. χαίρειν: ἀντὶ τοῦ σώζεσθαι. M.
115. ὡς πρέπει δούλοις λέγειν: οἷον, ὡς πρέπει δούλοις, τὴν εὐχὴν
ποιησόμεθα. οἷον οὐ μετὰ πολυτελείας θυσιῶν, ἀλλὰ ψιλὴν
τὴν
προσφώνησιν ποιησόμεθα. A.B.M.I. ἀντὶ τοῦ ἀπαρρησιάστως λαλῶ. Fl.
15.
117. χρὴ δὲ συγγνώμην ἔχειν: ἀπὸ ἄλλης ἀρχῆς. A. εἰς τὸ ἔχειν τελείαν στιγμὴν, τὸ δὲ ἑξῆς ἐξ ἄλλης ἀρχῆς. M.
118. ὑφ᾿ ἥβης: ὑπὸ
ἰταμὸν καὶ ἀναιδὲς καὶ ἄτιμον ἔχων τὸ σπλάγχνον. M. ὑπὸ
προπετείας. B.I. ἔντονον: θρασὺν, ὀργίλον. Fl. 15. ἢ σκληρόν. B.
119. μὴ δόκει τούτου κλύειν: μὴ νόμιζε μηδὲ ἀκούειν τοῦ τοι ούτου λόγου. M.
120. σοφωτέρους: φιλανθρωποτέρους. A.B.I.
121. Ὠκεανοῦ τις: ὁ χορὸς συνέστηκεν ἐκ Τροιζηνίων γυναικῶν, συναχθεὶς
εἰς ἐπίσκεψιν τῆς Φαίδρας. καὶ πρῶτα μὲν διηγεῖται,
Ὠκεανοῦ δὲ, καθὸ
γλυκὺ καὶ πότιμον.
Ὠκεανοῦ: Ὠκεανὸς λέγεται εἶναι πατὴρ τῶν ὑδάτων. B.
123. βαπτὰν κάλπισι: οἷον ὥστε βαπτίζειν ἐν τῇ εὐύδρῳ πηγῇ τὴν ὑδρίαν, ἢ
ὅσον δύναταί τις χαλῶν τὴν ὑδρίαν γεμίζειν, ἢ τὴν περιρρεομένην ὑπὸ τοῦ
ὕδατος πηγήν. Ἄλλως. ὡς “ κοτυλήρυτον
αἷμα,” τὸ τὴν κοτύλην
ἀναβάψαν. ἢ ὅτι περὶ τὴν Τροζηνίαν τοιαύτη τίς ἐστι πέτρα, ἐξ ἧς τὸ
καταφερόμενον ὕδωρ βάπτει τὰς ὑδρίας, ὡς Διονυσόδωρος ἐν τῷ περὶ ποταμῶν
φησί.
βαπτὰν κάλπισι: ἀντὶ τοῦ δυναμένην βάψαι κάλπιν, καὶ οὐ περαιτέρω. A.B.I.
124. προϊεῖσα κρημνῶν: πέμπουσα τὸ ὕδωρ διὰ τῶν κρημνῶν. M. ἐκ τοῦ ὕψους αὐτῆς. B. τὸ ὕδωρ κατὰ τῶν κρημνῶν ἐξ ὕψους καταχέουσα.
126. φάρεα: ἱμάτια, περιβόλαια. B.
128. τέγγουσα: βρέχουσα, πλύνουσα ἐπὶ τὰ νῶτα τῆς θερμαινομένης
τοῦ ἡλίου βολαῖς πέτρας.
ὅθι μοι τις ἦν φίλα: ὅπου μοί τις φίλη ἐνέτυχε, ἐνέκειτο. ἀπιθάνως δὲ
κεῖται τὸ ἦν. ἔδει γὰρ λέγειν, ἔνθα μοί τις συνέτυχε φίλη. Ἄλλως.
ἐνταῦθα μοί τις γυνὴ ἐπελθοῦσα πλῦναι τὰ ἱμάτια, καὶ ταῦτα ἐπὶ τῆς
εὐηλίου πέτρας ἐπὶ ξηρασίαν καταβαλοῦσα,
ἀκούσασα τῆς
βασιλείας τὴν νόσον πρῶτον ἤγγειλεν ἐλθοῦσα. φιλοῦσι γὰρ ἐν ταῖς
τοιαύταις συνόδοις ὁμιλίαι περὶ βασιλέων προσεμπίπτειν πρὸς παραμυθίαν
τῶν καμάτων. ὥστε οὐκ ἀπεικότως πρὸς πλύνουσαν φίλην πυθέσθαι καὶ
εἰπεῖν.
129. εὐαλίου: ἀντὶ τοῦ εὐηλίου πέτρας. M. κατέβαλʼ : καταβαλοῦσα.
B. rec. ὅθεν: ἀφ᾿ ἧς. B. φάτις: φήμη. M.
ὅθεν μοι πρώτα φάτις: ὅθεν, ἐκ τῆς φίλης δηλονότι. ὅπου πρῶτον ἔμαθον τὴν Φαίδραν κακουμένην ἔσω τῶν οἴκων ἐπὶ τῆς κλίνης εἶναι, τουτέστι κλινήρη.
131. τειρομέναν: καταπονουμένην ὑπὸ τῆς νόσου. B. Fl. 15.
132. δέμας ἐντὸς ἔχειν: ἐντὸς ἀντὶ τοῦ ἐν τοῖς μυχοῖς τοῦ οἴκου. τοῦτο δὲ, ἐπεὶ καὶ σωφροσύνης ἕνεκα πολλάκις ἀπροϊσία γίνεται. λεπτὰ δὲ φάρεα, λεπτοῖς δὲ φάρεσι κατακαλύπτεται τὴν κεφαλήν. οὐ γὰρ ἀνέχεται βαρύτερα διὰ τὴν προσοῦσαν καῦσιν τῆς νόσου.
135. τριτάταν δέ νιν κλύω: τὸ ἑξῆς· τριτάταν δέ νιν κλύω τάνδε
κρυπτῆς μέλλει
ἀποθνήσκειν. θαυμασίως δὲ ὁ Εὐριπίδης περὶ Ὀρέστου νοσοῦντός φησιν “οὔτε
σῖτα διὰ δέρης ἐδέξατο,” ὡς βουλομένου μὲν φαγεῖν, μὴ δυναμένου δὲ
καταπιεῖν ὑπ᾿ ἀσθενείας, περὶ δὲ Φαίδρας, ἀσιτεῖν βουλομένης εἰς
θάνατον, τὸ σύνολον αὐτὴν μὴ δέχεσθαι εἰς τὸ στόμα τροφήν.
138. δέμας ἁγνὸν ἴσχειν: περιφραστικῶς τὸ στόμα, ἤγουν μὴ ἐσθίειν. A.
Δάματρος ἀκτᾶς: τροφῆς τῆς γῆς. A. ἐκ τοῦ καταθλᾶσθαι ἀκτῆς τῆς τροφῆς
τοῦ σίτου, ὅ ἐστι δῶρον τῆς Δήμητρος, ἤγουν τῆς γῆς. B. λέγει δὲ τὴν
οἱονεὶ ἀγὴν καὶ κλάσιν τοῦ σίτου διὰ τὸ κατάγνυσθαι ἐν τῇ ἅλωνι, τῷ
μύλωνι θραύεσθαι. B.I.
στόματος δέμας: κατὰ περίφρασιν, τὸ
στόμα, ὡς δέμας πυρὸς, ἤγουν τὸ πῦρ. Fl. 15. ἁγνόν: ἀμέτοχον. B.
ἄθικτον. “ἁγνὴ γάρ εἰμι” Μένανδρος. Fl. 15. ἴσχειν: ἔχειν. B. κωλύειν.
Fl. 15.
140. κέλσαι ποτὶ τέρμα: ἐπὶ ἀδήλῳ συμφορᾷ καὶ μὴ ἐμφαινομένῃ, πρὸς τὸ
τέρμα τοῦ θανάτου κέλσαι καὶ προσπελάσαι θέλει. οἷον ἀκούω
αὐτὴν ἀσιτεῖν καὶ ἀποθανεῖν σπουδάζουσαν διὰ μετάστασιν βίου. B.I.
ποτὶ τέρμα: ἤτοι δύστηνον τέρμα, ἢ αὐτὴν τὴν δύστηνον. A.B.I. Fl. 15.
141. σὺ γὰρ ἔνθεος ὦ κούρα: ἀπέτεινε λοιπὸν τὸν λόγον πρὸς τὴν Φαίδραν,
τῆς νόσου αὐτῆς τὴν πρόφασιν ζητοῦσα, αἰτίους τοὺς δαίμονας προθεμένη.
ἐνίοτε γὰρ ἐδόκει μαίνεσθαι ἐκ τῆς ὑπερβολῆς τοῦ ἔρωτος. B.M.I. μὴ
καθεστάναι δοκοῦντα ῥήματα φθεγγομένη,
οἵανπερ αὐτὴν εἰσάγει
καὶ κυνηγεσίων ἐρῶσαν, καὶ δἰ αἰνιγμάτων τὰ τοῦ ἔρωτος φράζειν, δοκοῦσαν
μαίνεσθαι. Ἄλλως. ἐμάνης ἐν σεαυτῇ μανιῶδές τι ἔχουσα. τὸ δὲ ἐξῆς,
ἔνθεος φοιτᾷς, ὥστε εἶναι τὸ ἑξῆς τῆς διανοίας οὕτως· σὺ γὰρ, ὦ κόρη
Φαίδρα, ἔνθεος καὶ ἐμμανὴς φοιτᾷς καὶ ἐνθουσιᾷς, ἔκ τινος θεῶν τοῦτο
παθοῦσα. καὶ ἀπορούσῃ εἰπέ
μοι, ἐκ Πανὸς σὺ ἐμάνης, εἴτε ἐκ
τῆς Ἥρας, ἢ Κορυβάντων τοῦτο νοσεῖς; λέγειν οὐκ ἔχω καὶ εἴ τι τούτων
ἁμαρτήσασα τὴν ὀρείαν καὶ μανίας αἰτίαν. B.I. Fl. 6.
ἔνθεος: ἔνθεοι λέγονται οἱ ὑπὸ φάσματός τινος ἀφαιρεθέντες τὸν νοῦν, καὶ
ὑπ᾿ ἐκείνου τοῦ θεοῦ τοῦ φασματοποιοῦ κατεχόμενοι καὶ τὰ
δοκοῦντα ἐκείνῳ ποιοῦντες. B.I. ἔνθεος: μανική. Fl. 15. ὦ κούρα: γρ.
φοιτᾶς. ὦ νέα Φαίδρα. τὸ δὲ ἔνθεος ἀντὶ τοῦ ἐμμανὴς ἐκ τῆς Ἑκάτης. σὺ
γάρ νιν ἔνθεος φοιτᾷς. M. Fl. 15.
142. εἴτ᾿ ἐκ Πανός: πόθεν λέγειν οὐκ ἂν δυναίμην. ὁ ει ἀντὶ τοῦ η καὶ ὁ τε παρέλκει. τὸ δὲ φοιτᾷς ἀντὶ τοῦ μαίνῃ. A.B.M.
Ἑκάτας: Ἑκάτην λέγουσι καὶ ἰδικήν τινα θεὸν καὶ τὴν Ἄρτεμιν καὶ τὴν Σελήνην. B.
143. σεμνῶν Κορυβάντων: ἀντὶ τοῦ τιμίων. M. Κορύβαντες μανίας αἴτιοι· ἔνθεν καὶ κορυβαντιᾶν. A.B.M. τιμίων. τῇ Ῥέᾳ ἐπακολουθοῦντες μετὰ ἤχου καὶ μανίας. B.
144. ματρός: τῆς Ῥέας τῆς ἐν τοῖς ὄρεσι διατριβούσης. A.B. M. Fl. 15.
146. Δίκτυνναν ἀμπλακίαις: τὴν Δίκτυνναν νῦν διέκρινε τῆς Ἑκάτης ἐνίων
τὴν αὐτὴν εἶναι φασκόντων. τινὲς δὲ Δίκτυνναν τὴν Ἄρτεμιν ἀπὸ τῆς
κυνηγοῦ νύμφης, τῆς ἐμπεσούσης εἰς δίκτυα, Βριτομάρτιδος φευγούσης τὸν
Μίνωα. παρὰ δὲ Καλλιμάχῳ ἐν Ἀρτέμιδος ὕμνῳ ἡ ἱστορία. τινὲς δὲ τὴν αὐτὴν
εἶναι τῇ Ἑκάτῃ, περὶ
ἧς φησιν Ἡσίοδος “μοῖραν ἔχει γαίης τε
καὶ ἀτρυγέτοιο θαλάσσης.”
σὺ δ᾿ ἀμφὶ τὰν πολύθηρον Δίκτυνναν: σὺ δὲ μὴ θύσασα τῇ Ἀρτέμιδι τρύχῃ, ἢ
τῇ Ἑκάτῃ, ὅτι οὐκ ἐτέλεσας θυσίαν. πέλανοι δὲ τὰ εἰς θυσίαν πέμματα.
Ἄλλως. τὸ ἑξῆς· σὺ δὲ ἀμπλακίαις τρύχῃ, ἀμετάδοτος οὖσα ἀθύτων πελάνων
περὶ τὴν Δίκτυνναν
(λείπει γὰρ τὸ οὖσα), τουτέστι τῶν μὴ
τεθυμένων πελάνων ἐκτὸς μείνασα, καὶ μὴ ἀνιερώσασα ἑαυτὴν διὰ τῶν
θυμάτων τῇ θεῷ καταπονῇ.
πελάνων δὲ τῶν πλακούντων καὶ πεμμάτων τῶν ἐπιθυομένων. ἀμπλακίαις: ἀποτυχίαις, ἁμαρτίαις. B. rec.
148. φοιτᾷ: φοιτῶσι γὰρ οἱ θεοὶ πανταχοῦ τοὺς ἀτιμάζοντας
τιμωρούμενοι. B.M.
150. νοτίαις: διύγροις. A. ταῖς ὑγραῖς. Fl. 15. ἅλμας: θαλάσσης. Id.
151. ἢ πόσιν τὸν Ἐρεχβειδᾶν: στοχαστικὸν τὸ ἦθος. ἢ, φησὶν,
ἔρωτι τῷ αὐτῆς λάθρα χρώμενον, καὶ ἐκ τῆς ζηλοτυπίας εἰς
νόσον καὶ μανίαν κατήχθης. Ἄλλως. ἢ, φησὶν, εἰς οὐδένα τῶν θεῶν ἥμαρτες,
ἀλλὰ τάχα τὸ δεινὸν ἔρως ἐστὶ καὶ μοιχεία ἑτέρου, φόβῳ δὲ τοῦ ἀνδρὸς καὶ
ἔρωτι τοῦ μοιχοῦ κατεχομένη ἀγωνιᾶς. δύναται δὲ καὶ ὡς τοῦ Θησέως
ἔχοντος ἑτέραν γυναῖκα ὁ λόγος τάττεσθαι· ἤ τις
γυνὴ ἀπατᾷ
σου τὸν ἄνδρα τῇ ἑαυτῆς λαθραίᾳ συνουσίᾳ, σὺ δὲ ἐκ τῆς ζηλοτυπίας εἰς
νόσον καὶ μανίαν κατέστης. ἀγνοεῖ γὰρ ὁ χορὸς ἔκδημον ὄντα τὸν Θησέα,
ὅπου γε καὶ ἐν τοῖς ἑξῆς φησιν “ὁ δ᾿ εἰς πρόσωπον οὐ τεκμαίρεται
βλέπων.” εἶτα ἡ τροφὸς “ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.” ἀγνοῶν
γὰρ καὶ αὐτὸν ἐνόμιζε παρόντα
συνορᾶν τὰ γινόμενα.
153. ποιμαίνει: ἀποβουκολεῖ. B. ὡς πρόβατον ἀποβουκολεῖ. Fl. 15. τις: γυνή. οὖσα αὐτοῦ. B.
154. λεχέων σῶν: διὰ τῶν. Fl. 2. ἀπό. B.
155. ἢ ναυβάτας: ἕτερος λογισμὸς νόσου. ἢ τάχα τις ναύτης
ἐκ
Κρήτης ὁρμήσας εἰς Τροιζῆνα φήμην πένθους τῶν οἰκείων ἀπήγγειλεν αὐτῇ.
Ἄλλως. τάχα τις ἦλθεν ἐκ τῆς πατρίδος αὐτῆς λυπηρὰν φήμην κομίζων, καὶ
ἐκ τούτων τῶν παθῶν τῶν ἠγγελμένων, καὶ τῇ ὑπὲρ τῶν παθῶν εὐναίᾳ λύπῃ
δέδεται τὴν ψυχὴν, ὡς καὶ εἰς τηλικαύτην νόσον ἀποσκῆψαι τῆς λύπης.
εὐναίᾳ δὲ λύπῃ τῇ εἰς
εὐνὴν κατακλινούσῃ διὰ τῆς νόσου.
τουτέστιν, οὕτω συνδέδεται ἡ Φαίδρα τῇ εὐναίᾳ λύπῃ, ὡς ὑπερβαλεῖν ἅπαν
πάθος. γράφεται δὲ καὶ πρὸς εὐθεῖαν, ὑπὸ τῆς λύπης εὐναία ἡ Φαίδρα
δέδεται τὴν ψυχήν.
156. Κρήτας: ἐπί. B.
157. λιμένα: τὸν Τροιζήνιον. Fl. 15. Μουνύχιον. B. εὐξεινότατον: τὸν καλῶς ὑποδεχόμενον τοὺς ναύτας λιμένα. A.B. Fl. 15.
158. φήμαν: τὴν περὶ τῶν γονέων. Fl. 15.
159. ὑπὲρ παθέων: ὅ ἐστι διὰ τὰ πάθη συνδέδεται αὐτῆς ἡ
ψυχὴ
τῇ εὐναίᾳ λύπῃ, ἀντὶ τοῦ εἰς εὐνὴν αὐτῇ κατακλινούσῃ· ἢ αὐτὴ Φαίδρα
εὐναία δέδεται τὴν ψυχὴν, τουτέστιν, οὕτως συνδέδεται ἡ ψυχὴ τῇ εὐναίᾳ
λύπῃ ὑπερβαλλούσῃ πᾶν πάθος. A.M.
160. ψυχά: ἡ δὲ ψυχὴ αὐτῆς ἢ διὰ τὰ πάθη, ἢ διὰ τὴν λύπην δεδεμένη ἐστίν. A.B. Fl. 15.
161. φιλεῖ δὲ τᾷ δυστρόπῳ: ἀντὶ τοῦ κακοτρόπῳ. καθολικῶς δὲ τοῦτο λέγει.
εἰώθασιν αἱ γυναῖκες, ὅταν ἐγγὺς τῶν ὠδίνων γένωνται, δυσχερεῖ τροφῇ
χρῆσθαι, καθὸ καὶ δύστροπον αὐτῶν τὸ πνεῦμα τῶν ὠδίνων. A.B.M.I. Ἄλλως.
πρὸς ἀνακεφαλαίωσιν τῶν εἰρημένων στοχασμῶν ἐπάγει τὸ γνωμικὸν, τῆς
γυναικείας φύσεως
διαφόρους αἰτίας βεβαιοῦν. τὸ δὲ φιλεῖ
τέτακται ἀντὶ τοῦ εἴωθε, πέφυκεν. πέφυκε τὸ δυστυχὲς τῆς γυναικείας
φύσεως διαφόρους ἀμηχανιῶν ἐπάγειν αἰτίας, ποτὲ μὲν δἰ ὠδίνων πόνους,
ποτὲ δὲ διὰ πορνείαν, ἤτοι αὐτῶν μοιχευομένων, καὶ ἐπὶ τῇ ἁλώσει
ἀπορουσῶν, ἢ τῶν ἀνδρῶν πρὸς ἄλλας ἐχόντων καὶ ἐπὶ τούτων ἀπορουσῶν τῇ
ζηλοτυπίᾳ.
B.I.
Ἄλλως. μὴ ἆρα ἐν γαστρὶ ἔχει ἡ Φαίδρα, καὶ διὰ τοῦτο ἄσιτός ἐστι. φιλεῖ
γὰρ ὁ τοῦ ἐγκυμονεῖν καιρὸς δυστροπίαν ταῖς γυναιξὶν
Οἷον, ἆρά γε ἐν γαστρὶ ἔχει ἡ Φαίδρα, καὶ διὰ τοῦτο ἄσιτός ἐστι; φιλεῖ
γὰρ ταῖς γυναιξὶν ἡ τοιαύτη κατάστασις, ὅτε ἐγκυμονοῦσι, δυστροπίαν
ἐργάζεσθαι καὶ ἀποτροπὴν τῶν σιτίων καὶ ἐκ τούτου συμβαίνειν κάκωσιν.
λοιπὸν δὲ πρὸς ἀνακεφαλαίωσιν τῶν εἰρημένων στοχασμῶν γνωμικὸν ἐπιφέρει
λέγων οὕτως· τὸ δυστυχὲς γὰρ τῶν
γυναικῶν τῆς φύσεως εἴωθε
διαφόρους ἀμηχανιῶν ἐπάγειν αἰτίας, ποτὲ μὲν δἰ ὠδίνων πόνους, ποτὲ δὲ
διὰ πορνείας, ἤτοι αὐτῶν μοιχευομένων καὶ ἐπὶ τῇ ἁλώσει ἀπορουσῶν, ἢ τῶν
ἀνδρῶν ἄλλας περιπτυσσομένων, καὶ ἐπὶ τοῦτο ζηλοτυπουσῶν. A.M. τοῦτό
ἐστι πρὸς τὸ “ἢ πόσιν τὸν Ἐρεχθειδᾶν ἀρχῃγόν.” εἶπε γὰρ ἐκεῖ ὅτι ἢ διὰ
τοῦτο
νοσεῖ ὡς μοιχευομένη καὶ τῷ φόβῳ στενοχωρουμένη μὴ
φωραθῇ. ὡς οὖν πρὸς τοῦτο ἐπάγει ὅτι τῇ κακοτρόπῳ καὶ δολερᾷ τῶν
γυναικῶν ἁρμογῇ κακῇ, ὅ ἐστι τῇ κρυφαίᾳ μίξει, εἴωθε συνεῖναι ἀμηχανία
τις δυστυχεστάτη ἕνεκα τῶν ὠδίνων καὶ τῆς ἀφροσύνης. αἱ γὰρ κεκρυμμένως
ἁρμοζόμεναι καὶ μοιχευόμεναι, ὅταν ἐγκυμονήσωσι, τὰς ὠδῖνας
ἐννοήσασαι καὶ τὰς ἀφροσύνας αὐτῶν ἀμηχανοῦσι καὶ οὐκ ἔχουσι τί δρᾶσαι.
εἶτα ἐπεὶ ὠδίνων ἐμνημόνευσε πρὸς αὐτό φησιν ὅτι καὶ ἐγώ ποτε ὠδινήσασα
κακῶς εἶχον καὶ παρεκάλουν τὴν Ἄρτεμιν. A.
161. δυστρόπῳ: δυσχερεῖ. A. δυσκόλῳ, κακοτρόπῳ. B.
162. ἁρμονίᾳ: τῇ κρυφαίᾳ μίξει. A. φύσει. Fl. 15. κάκωσις.
τῇ πρὸς ἄνδρας ἁρμογῇ καὶ συνουσίᾳ. A.B.M. Fl. 15.
163. συνοικεῖν: συνεῖναι. B. Fl. 15.
165. ᾖξέν ποτε νηδύος: τὸ πνεῦμα, φησὶ, τῶν ὠδίνων καὶ ἡ αὔρα αὕτη ὥρμησεν ποτὲ διὰ τῆς ἐμῆς γαστρὸς, τουτέστι, καὶ αὐτή ποτε ὠδίνων πεῖραν ἔσχον, καὶ ἔπαθον τοῦτο. ἐγενόμην, φησὶ, κἀγώ ποτε ἐν ἀμηχανίᾳ. B.I. ἅδ᾿ αὔρα: ἡ διάθεσις τοῦ σώματος. Fl. 2.
172. τήνδε κομίζουσ᾿: τοῦτο σεσημείωται τῷ Ἀριστοφάνει, ὅτις
καίτοι τῷ ἐκκυκλήματι χρώμενος τὸ ἐκκομίζουσα προσέθηκε περισσῶς. A.M.
τοῦτο σεσημείωκεν Ἀριστοφάνης, ὅτι κατὰ τὸ ἀκριβὲς τὸ ἔγκλημα τοιοῦτόν
ἐστι τῇ ὑποθέσει. ἐπὶ γὰρ τῆς σκηνῆς δείκνυται τὰ ἔνδον πραττόμενα, ὁ δὲ
ἔξω προϊοῦσαν αὐτὴν ὑποτίθεται. B.I.
174. τί ποτ᾿ ἔστι μαθεῖν: τί ποτ᾿ ἐστὶ τὸ συμβὰν ἡ ψυχή μου
μαθεῖν ἐρᾷ καὶ τί ἔβλαψε τὸ σῶμα τῆς βασιλείας τὸ ὑπὸ τῆς νόσου
ἀλλόχροον γενόμενον. A.M.
178. τί σ᾿ ἐγὼ δράσω: τὸ ἦθος ἀπειρηκυίας τῆς θεραπείας, ὥστε κοινῇ τὸν
βίον βλασφημεῖν προάγεσθαι. διὸ καὶ τὸ γνωμικὸν ἐπεισάγεται, ὅπερ
σύνηθες τοῖς δυστυχοῦσιν. A.B.M.I. ἐκκομίσασα δὲ
αὐτὴν πρὸ
τῆς σκηνῆς, καὶ πάλιν ὁρῶσα αὐτὴν ἀχθομένην ἐπὶ τῇ ἐξόδῳ, τὰ τοιαῦτα
λέγει. B.I. Fl. 6.
179. τόδε σοι φέγγος: δεικτικὸν ἅμα καὶ ἀναφορικόν. ἰδοὺ γὰρ, ὥρα, φησὶν,
ἅπερ ἐκ πολλοῦ ἐπεθύμεις ἰδεῖ ἤδη δέ σοι καὶ τὰ στρώματα τῆς κοίτης ἔξω
τῶν οἴκων ἐστὶ, καὶ, καθὼς ἐπεθύμεις, ἡ
ἀνάκλισις ὑπαίθριός
σοι παρεσκεύασται. καὶ γὰρ ἐνταῦθα ἐλθεῖν πᾶς
183. τάχα δ᾿ ἐς θαλάμους: ταχέως δὲ πάλιν εἰς τὸν θάλαμον ἐπέλθῃς. A.
188. τὸ μέν ἐστιν ἁπλοῦν: ἤγουν τὸ νοσεῖν, βέλτιον δὲ τὸ συντόμως
κακοῦσθαι ἢ κακουμένης ἀνέχεσθαι· τὸ γὰρ νοσεῖν ἁπλοῦν ἐστι, τὸ δὲ
θεραπεύειν τινὰ διπλοῦν. ἐν ταὐτῷ γάρ τις καὶ τῇ λύπῃ
ἀνιᾶται διὰ τὸν κακούμενον, καὶ κάμνει περὶ αὐτὸν ἀτυχῶν καὶ ἐνεργῶν ἐν
τῷ ὑπηρετεῖν.
συνάπτει: τῷ νοσοκομοῦντι συνάπτεται καὶ συγγίνεται. A.B. Fl. 15.
192. ἀλλ᾿ ὅτι τοῦ ζῆν: ὁ νοῦς, ἐγὼ, φησὶ, προκρίνω μᾶλλον τὰ
καθ᾿ Ἅιδου, καὶ πᾶς ἄνθρωπος ἔκρινεν ἂν οὕτως, εἰ κἀκεῖνα ὁρῶν συνέκρινε
τοῖς ἐνθάδε. νυνὶ δ᾿ ἐπεὶ τόδε μὲν τῷ ἰδίῳ φωτὶ θέλγει τὴν θέαν, ἐκεῖνο
δὲ κεκαλυμμένον ταῖς μυθοποιΐαις φοβερὸν εἶναι μυθεύεται, τούτου χάριν
δυσέρωτες μὲν αὐτοῦ ὑπάρχομεν, σφοδρῶς δὲ ἐρῶντες τούτου, ὅπερ ἐστὶν ἄρα
τοῦτο τὸ λαμπρόν. τοῦτο δέ φησι,
παρόσον διάφορος δόξα
κρατεῖ παρὰ φιλοσόφοις περὶ τῆς τοῦ ἡλίου
ἐκ τῶν
χρονικῶν ἐλλάμψεων τῶν γινομένων ἐξ ἡλίου πιθανῶς κατασκευάζουσιν.
Ἄλλως. ἐκ τοῦ ὀδυνηροῦ βίου στοχάζεται βελτίονα εἶναι τὰ ἐν Ἅιδου τῆς
γῆς, ὡς καὶ αὐτὸς ἐν Πολυΐδῳ “τίς δ᾿ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
τὸ κατθανεῖν δὲ ζῆν.” τὸ ἑξῆς, ἀλλ᾿ ὅ τι
κέκρυφεν ὁ σκότος
ὑπὸ γῆν, καὶ βέλτιόν τι ἄλλο τοῦ ἐνταῦθα εἶναι ὑπὸ γῆν σκότῳ
κρυπτόμενον, κἂν δυσέρωτες φαινώμεθα καὶ σφόδρα φιλοῦντες τοῦτον τὸν
βίον, διὰ τὸ ἀπείρως ἔχειν τοῦ ἄλλου βίου καὶ μὴ εἰδέναι βελτίονα εἶναι
τὰ ὑπὸ γῆν, μάτην τοῖς μύθοις πιστεύοντες φαινόμεθα τοῖς ποιοῦσιν αὐτὰ
φοβερά. B.I. Fl. 6. 15.
193. σκότος ἀμπίσχων: οὐκ ἔστι, φησὶ, τῷ βιοῦντι πόνων ἀπαλλαγὴ, καὶ ἔστι
μὲν ἄλλη τις ζωὴ, φησὶ, κρείττων τῆς παρούσης καὶ ἀπονωτέρα, ἀλλὰ διότι
ἀδηλία τις κατέχει ταύτην καὶ ἀγνοεῖται ἡμῖν, διὰ τοῦτο μανικῶς
διακείμεθα περὶ τὴν παροῦσαν ζωὴν καὶ πάνυ ἐρῶμεν ταύτης, ὅτι στίλβει
καὶ φανερά ἐστιν· ἀπειρίαν γὰρ
ἔχομεν ἄλλου βιότου καὶ οὐκ
ἀπόδειξιν τῶν ὑπὸ γῆν, ἀλλὰ μύθοις μορμολυττόμεθα, Πυριφλεγέθοντας καὶ
Κωκυτοὺς ἀκούοντες ἐν Ἅιδον καὶ τοιαῦτά τινα· διὸ καὶ τῆς ὑπὸ γῆν ζωῆς
καταφρονοῦντες πάνυ ταύτης τῆς ὑπὲρ γὴν ἐρῶμεν. A.
194. δυσέρωτες: καὶ δυσάρεστοι ὄντες καὶ μανικοὶ περὶ τὸν
ἔρωτα φαινόμεθα. Fl. 15.
198. μύθοις δ᾿ ἄλλως: ὁ δέ ἀντὶ τοῦ γάρ. τοῖς γὰρ μύθοις ἀπατώμεθα, καὶ
ταῖς τούτων σκηνοποιίαις φοβεριζόμεθα, ἀναπλατ
199. αἴρετέ μου: λάβεσθέ μου τοῦ σώματος. B. ἐφύλαξε τὸ
τῶν
νοσούντων ἦθος πάντη πρὸς τὴν τοῦ σώματος κηδεμονίαν καταγινόμενον
μονονουχὶ αὐτὴν ἡμῖν ὑποστήσας τὴν Φαίδραν προκομιζομένην καὶ τοῖς
λόγοις καὶ τοῖς σχήμασιν. ὁ δὲ νοῦς, ἐπιθεῖσαι τοῖς ἑαυτῶν ὤμοις τοὺς
ἐμοὺς βραχίονας, καὶ ταῖς χερσὶν ἀντερειδόμεναι μου τοῦ αὐχένος, οὕτως
με ἐπαίρετε. κομματικαὶ δὲ αἱ διάνοιαι καὶ
τῇ τῶν πόνων
ὀλιγωρίᾳ τὸ σπουδαζόμενον συντόμως ἐξαιτούμεναι.
201. βαρύ μοι κεφαλῆς: βαρύ μοι τὸ κεφαλόδεσμον. A. βαρύ μοί ἐστι τῆς
κεφαλῆς τὸ κεφαλοδέσμιον. B.M. τὴν ἐρωτικὴν ἄκρως ἔφηνε πύρωσιν, οὐδὲ
τοῦ συνήθους ἀνεχομένη στολίσματος. ἄφελε τοίνυν αὐτὸ, καὶ γύμνωσόν μου
τὸν πλόκαμον. A.B.M.I.
ἔχειν: ὑπάρχειν. Fl. 15.
202. ὤμοι: γρ. φεῦ φεῦ. A.
204. μετάβαλλε δέμας: μὴ ἐπὶ χαλεπότητι καὶ κακοῖς διάρριπτε τὸ σῶμά σου.
ῥᾷον γὰρ μᾶλλον οἴσεις τὴν νόσον γενναιάζουσα. Ἄλλως. μὴ ἐπὶ τὰ ἀσύμφορα
διάρριπτέ σου τὸ σῶμα. μᾶλλον γὰρ
εὖ οἴσεις τὴν νόσον μετὰ
γενναιότητος.
208. πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος: ὁ νοῦς, πῶς ἂν δροσερᾶς
213. οὐ μὴ παρῤ ὄχλῳ: ἀντὶ τοῦ, οὐ μὴ φθέγξῃ ταῦτα μεταξὺ πλήθους
μανιώδεις λόγους ῥίπτουσα. ἔδοξε γὰρ αὐτῇ τὰ ῥηθέντα ἀσχήμονα εἶναι, καὶ
οὐκ αὐτῆς ἄξια. τί γὰρ ἦν ὕδατος ψυχροῦ ἐρῶσαν καὶ κομῶντος λειμῶνος
ἄνθη ποθεῖν τὴν βασιλείαν ἐχούσης, εἰ μήτοι ἔλεγε, πῶς μοι γένοιτο τοῦ
ἔρωτος σβέσαι τὸ πῦρ; ἢ τίς
τοσαύτη τέρψις ἀνθέων, ὡς
ἀναπαῦσαι τὸν πόθον; B.M.I.
214. μανίας ἔποχον ῥίπτουσα λόγον: ὑπὸ μανίας ὀχούμενον, ἐμμανῆ,
κατεχόμενον ὑπὸ μανίας. ἐδόκει γὰρ αὐτὴν ταῖς ἀληθείαις ἐρᾶν ὧν
προεῖπεν. παῤ ὄχλῳ δὲ ἀντὶ τοῦ ἐπὶ τοῦ χοροῦ. παῤ ὄχλῳ: τῷ ἐλθόντι εἰς
ἐπίσκεψιν. M. γηρύσῃ: βοήσῃ.
Fl. 15.
215. πέμπετέ μ᾿ εἰς ὄρος: ἐπαναβέβηκεν ὁ λόγος ἐπὶ τὸ μανικώτερον ἅμα τῷ
πάθει, ὡς λοιπὸν σαφέστερον δηλοῦσθαι τὸν ἔρωτα. εἰς ὄρος γὰρ βούλεται
προπέμπεσθαι πρὸς θέαν τοῦ ἐρωμένου, κυνηγετεῖν τε ἐπιθυμεῖ πρὸς
συνομιλίαν τοῦ ποθουμένου. ἐνταῦθα δὲ δεῖ τὸν
ὑποκρινόμενον
κινῆσαι ἑαυτὸν καὶ σχήματι καὶ φωνῇ, καὶ ἐν τῷ “εἶμι πρὸς ὕλην”
ἀναπηδᾶν, ὡς αὐτὴ πορευομένη. τὸ δὲ ἑξῆς οὕτως, πέμ-
οἱ μὲν ἀκοντίζοντες τὴν χεῖρα ἄνω πρὸς τὴν κεφαλὴν ἀνατείνουσι, τὸ δὲ
σίδηρον τοῦ ἀκοντίου πρὸς τὸν κρίκον τοῖς δυσὶ δακτύλοις τοῖς μέσοις
κατέχοντες οὕτω ῥίπτουσιν. ἄριστα δὲ τῷ λεπτομερεῖ τῆς φράσεως μιμεῖται
τὸ τῶν ἐρώντων ἦθος, ὅτε τινὸς ἐρῶντες τέχνῃ ὑπογράφουσιν, ὥσπερ
ζωγράφοι τῇ λεπτολογίᾳ, ἐκείνην τὴν τέχνην καὶ
τὰ αὐτῆς
ὄργανα, καὶ ὥσπερ οἱ εἰς ἐπίδειξιν αὐτῆς ἐρχόμενοι ἐρεθίζουσι τῷ
λεπτομερεῖ τῆς φράσεως τὸν ἐρῶντα. καθόλου δὲ τοῦτο ἐπὶ τῶν ἐρώντων
συμβαίνει. B.I. Fl. 6. πέμπετε: τῷ χορῷ λέγει ταῦτα τῷ ἐλθόντι εἰς
ἐπίσκεψιν αὐτῆς. B. Fl. 6. 15.
217. στείβουσι: περιπατοῦσιν. A. τρέχουσι, πατοῦσιν, ἀνιχνεύουσιν
οἱ κύνες τὰ θηρία φονεύοντες. Fl. 15.
218. βαλιαῖς: ταῖς ταχείαις, ταῖς καταστίκτοις, ἢ ποικίλαις τὴν δοράν. A.
ταῖς ποικίλαις τὴν δορὰν, ἢ ταχείαις, ἢ καταστίκτοις. B. ταῖς ποικίλαις
τὴν δορὰν καὶ καταστίκτοις, ἢ ταχείαις, παρὰ τὸ βαίνειν ἅλις. Fl. 15.
ἐγχριμπτόμεναι: πλησιάζουσαι,
ἐπιπηδῶσαι. B.M.
219. πρὸς θεῶν ἔραμαι: ἀντὶ τοῦ ἐρῶ, παθητικὸν ἀντὶ ἐνεργητικοῦ. καὶ
οἰκείως τῇ μεσότητι ἐχρήσατο. A.B.I. ἄκρως δὲ ἐρωτικὸν ἦθος ἀπεμάξατο τῇ
λεπτομερεῖ τῆς ἐκφράσεως περιεργίᾳ· εἰς ὑπόμνησιν γὰρ ἐρχόμενοι τῶν
ἐπιθυμουμένων, καὶ μονονουχὶ ζωγραφοῦντες
αὐτὰ τοῖς λόγοις,
ἔτι μᾶλλον τὴν ἐπιθυμίαν ἐξεγείρουσι. B.I. Fl. 6.
220. χαίταν: τῶν θηρίων δηλονότι. B.
221. Θεσσαλὸν ὅρπακα: Θεσσαλῶν γὰρ εὕρεμα τὸ δόρυ. ἐπίλογχον δὲ βέλος
αὐτὸ τὸ τιτρῶσκον σιδήριον, ᾧπερ ὁ κρίκος ἐμβεβλημένος ἐν τῷ ξύλῳ
συνέχεται, διὰ τὸ ἐπὶ τῇ λόγχῃ κεῖσθαι, ὅ ἐστι τῷ ξύλῳ. οἱ γὰρ
ἀκοντίζοντες τὸ σιδήριον τοῦ ἀκοντίου πρὸς τὸν κρίκον ἐν δυσὶ δακτύλοις
κατέχοντες ῥίπτουσιν οὕτως Ἄλλως.
ἐπίλογχον ἔχουσ᾿ : ἐπεὶ
βέλος πᾶν τὸ βαλλόμενον, διέστειλεν εἰποῦσα ἐπίλογχον, ὅ ἐστι βέλος
ἔχουσα ἐν τῇ χειρὶ τὴν λόγχην ἔχον, ἵνα σημάνῃ τὸ ἀκόντιον.
223. κηραίνεις: μεριμνᾷς, φροντίζεις, ἐν τῷ κέαρι ἔχεις, ἢ ἐπὶ βλάβῃ
ἔχεις. κὴρ γὰρ ἡ θανατηφόρος μοῖρα. A.B. Fl. 15. μωραίνεις.
Fl. 2.
224. τί κυνηγεσίων καὶ σοὶ μελέτης: ἀντὶ τοῦ ἐπιμελείας. τουτέστι, τί σοι
περὶ κυνηγίας μέλει; τί, φησὶν, ὦ τέκνον, καὶ σοὶ, καθάπερ τοῖς ἀνδράσι,
μελετᾶται τὰ κυνηγέσια; τί δὲ καὶ τὸ τυχεῖν κρηναίων ἐν ἔρωτι μεγάλῳ
τίθεσαι; εἰ μὲν γὰρ ἀληθῶς ἐπιθυμεῖς,
πάρεστιν ἐπὶ τῶν
οἴκων δροσώδης καὶ ψυχρὰ ἀνάκλισις πέτρας, ὅθεν σοι ποτὸν ἂν γένοιτο καὶ
τὸν πόθον ἐκπληρώσαις. εἰ δ᾿ οὐ βούλει, τί καὶ τοῦτο ἐν ἔρωτος τάξει
λέγεις;
226. πύργοις συνεχής: ἄφθονος τοῖς ὕδασι. ὁ δὲ νοῦς, εἴπερ ὅλως ὕδατος
ἐπιθυμεῖς, πάρεστιν ἐπὶ τῶν οἴκων δροσώδης καὶ ὑψηλὴ
πέτρα,
κλιτὺς, ὅ ἐστιν ἀνακεκλιμένη καὶ ὑψηλὴ πέτρα, συνεχὲς ὕδωρ στάζουσα.
228. δεσποίν᾿ ἁλίας: Λίμνη γυμνάσιον ἐν Τροιζῆνι, ὡς καὶ ἐν
καὶ
συνδιαιτᾶσθαι. τῆς δὲ θαλάσσης καὶ τῆς γῆς φησιν αὐτὴν δεσπόζειν, ὡς καὶ
Ἡσίοδος “μοῖραν ἔχει γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.” ἢ ἐπεὶ λιμνᾶτις
ἡ Ἄρτεμις τιμᾶται.
229. ἱπποκρότων: τῶν ὑπὸ τῶν ἵππων κροτουμέυων, τῶν ἱπποδρόμων. γυμνασίων δὲ εἶπε τῶν τόπων. B. Fl. 15.
231. πώλους Ἐνέτας: ταῦτα ἀνακεχρόνισται· οὐδέπω γὰρ Ελληνες Ἐνέταις
ἐχρῶντο ἵπποις. οἱ γὰρ Ἐνέται Παφλαγονίαν πρότερον οἰκοῦντες ὕστερον ἐπὶ
τὸν Ἀδρίαν διέβησαν. Λέων δὲ πρῶτος Λακεδαιμόνιος πε΄ ὀλυμπιάδι ἐνίκησεν
Ἐνέταις ἵπποις, ὡς Πολέμων ἱστορεῖ, καὶ ἐπέγραψε τῇ εἰκόνι “Λέων
Λακεδαιμόνιος ἵπποισι νικῶν
Ἐνέταις Ἀντικλείδα πατήρ.”
δαμαλιζομένα: δαμάζουσα, ἡνιοχοῦσα. B.M. Ἐνέτη δὲ πόλις Παφλαγονίας. B.
232. τί τόδ᾿ αὖ: τί τοῦτο, φησὶ, τὸ ῥῆμα μωραίνουσα πάλιν εἶπας, B. Fl. 15.
233. νῦν δὴ μὲν ὄρος βᾶσ᾿: ἀρτίως μὲν εἶχες ἔρωτα εἰς ὄρος ἀπελθεῖν, καὶ
ἐπὶ θήρας πόθον ὥρμας καὶ κυνηγεσίων, πάλιν δὲ νῦν ἐν
237. ἀνασειράζει: τοῦ καλῶς ἔχοντος ἀνθέλκει, ἀπὸ μεταφορᾶς τῶν ταῖς
σειραῖς ἀνακρουομένων ἵππων, καὶ τοῦ εὐθέος δρόμου παρεκβαλλομένων.
A.B.M.I. Ἄλλως. ἀνασειράζει: ἀνορούειν ποιεῖ καὶ ἀνερεθίζει. μεταφέρει
δὲ τοῦτο ἀπὸ τῶν ἵππων, οἳ, ὅταν ἐπισπάσωνται τὰς ἡνίας, ἀναπηδῶσι καὶ
κωλύονται τοῦ κατ᾿ εὐθὺ δρόμου.
A.B.M. μετακινεῖ ἐκ τοῦ
καθεστηκότος. B. οἰστρουμένην ὑπὸ ἔρωτος οἷον πῶλον ἐπέχει καὶ οὐ δίδωσι
προχωρεῖν εἰς ἐκπλήρωσιν. B.
238. καὶ παρακόπτει φρένας: ἀντὶ τοῦ ἐλαττοῖ. ἀπὸ μεταφορᾶς τῶν
περικοπτομένων τὰ πτερὰ ὀρνέων, ἅπερ ἅμα τῇ τῶν πτερῶν τμήσει τὴν ἰσχὺν,
ἀποβάλλει, καὶ παντελῶς ἀσθενῆ γίνεται. A.B.M.I. ἐκκόπτει
τὰς φρένας τῶν δεόντων. A. ἐκκόπτει τοῦ φρονεῖν τὰ δέοντα. Fl. 15.
246. ποῖ παρεπλάγχθην γνώμης: πάλιν καταστᾶσα τῆς μανίας καὶ ἔμφρων
γενομένη αἰσθάνεται ἑαυτὴν παραπαίσασάν τι καὶ μανιώδη φθεγγομένην. τὸ
γὰρ τοῦ ἔρωτος ἐνδιδόμενον τῇ ἡδονῇ τῶν λόγων καὶ ἐρεθιζόμενον ὥσπερ εἰς
θέαν τῶν ἐπιθυμουμένων τῇ λεπτο-
245. κατ᾿ ὄσσων δάκρυα: διὰ τὰ λελεγμένα πρώην ὑπ᾿ ἐμοῦ δάκρυα προσέρχεται τοῖς ὀφθαλμοῖς μου. A.B.M.
247. τὸ γὰρ ὀρθοῦσθαι: τὸ γὰρ μετὰ τὴν μανίαν ὀρθοῦσθαι τὴν γνώμην ὀδυνᾷ λυπουμένην ἐπὶ τοῖς ἐν τῇ μανίᾳ ῥηθεῖσιν, ὡς ἐν τῷ καθεστῶτι δίκας πρὸ αἰσθήσεως διδόναι.
248. τὸ δὲ μαινόμενον: αὐτὸ τὸ μανιῶδες κακὸν μὲν, ὅτι ἃ μὴ βούλεται
φθέγγεται, κρατεῖ δὲ καὶ ὑπερέχει τοῦ μετὰ συνειδήσεως
ἀπολέσθαι. οὔτε γὰρ τῶν ἁμαρτημάτων ἐν τῇ μανίᾳ αἰσθάνεται οὔτε τοῦ
θανάτου τὴν ἀλγηδόνα λογίζεται τῶν τοῦ βίου τερπνῶν ἀποστάς. Ἄλλως. τὸ
δὲ μαινόμενον ἀντὶ τοῦ, κακὸν μὲν τὸ μαίνεσθαι, ἀλλὰ κρατεῖ, τουτέστι,
κρεῖσσόν ἐστι καὶ ὑπερέχει τοῦ μετὰ συνειδήσεως ἀποθανεῖν, ὡς εἴ τις
λέγοι, λυσιτελές ἐστι μὴ γινώσκοντα
ἀπολέσθαι, ὡς
κρείσσονος ὄντος τοῦ τοιούτου βίου.
250. κρύπτω, τὸ δ᾿ ἐμόν: ἐγὼ μὲν, φησὶ, τὴν σὴν κεφαλὴν αἰδουμένη ἐπὶ τοῖς εἰρημένοις σκεπάζω· πότε δὲ καὶ τὸ ἐμὸν σῶμα, ὀδυνηρῶς ἔχον πρὸς βίον, ὁ θάνατος κρύψει;
252. πολλὰ διδάσκει: οὐ γὰρ μόνη ἡ σοφία διδάσκει, ἀλλὰ καὶ
ὁ πολὺς καὶ ὁ μακρὸς χρόνος καὶ ἡ πολυπειρία τῶν πραγμάτων.
253. χρῆν γὰρ μετρίας: ἔδει, φησὶ, τοὺς ἀνθρώπους μεμετρημένως φιλεῖν καὶ
μὴ εἰς ἄκρον ἐξέρχεσθαι τοῦ στέργειν, ἀλλ᾿ ὥστε
τὸ σῶμα
κατατήκειν, καὶ μὴ δυνατὸν λύεσθαι τὴν φιλίαν. B.I. Fl. 6.
255. μυελὸν ψυχῆς: τὸν ἐσώτατον τόπον. τροπικῶς δὲ εἶπεν, ὡς ἐπὶ σώματος
καὶ ὀστέου, τὸ βάθος τῆς ψυχῆς. παραινεῖ δὲ μὴ πρὸς ἄκρον ποιεῖσθαι τὰς
φιλίας, ἵνα καὶ πρὸς ἀπόστασιν εὐλύτως
ἔχωμεν. στέργηθρα δὲ
τὰς φιλίας, τὰς ἀγάπας.
257. ἀπό τ᾿ ὤσασθαι: τὴν ἀπό πρὸς τὸ ὤσασθαι. A. δυνασθαι. B.
258. τὸ δ᾿ ὑπὲρ δισσῶν: χαλεπόν ἐστι, φησὶ, τὸ μίαν ψυχὴν λυπεῖσθαι ὑπὲρ δύο. A.B.
261. βιότου: τὸ δὲ τῶν κατὰ τὸν βίον τι πραγμάτων ἀκριβῶς καὶ πρὸς
ἀκρίβειαν ἐπιτηδεύειν οὐκ ἀσφαλὲς, ἀντὶ τοῦ εἰ ἐπιτηδεύει τις πρᾶγμα
ποιεῖν ὑπεράγαν, πάντως ἐπιλήψιμόν τι ἐν αὐτῷ εὑρίσκεται. ἐπιτηδεύσεις
δέ φησι τὰς μελέτας τὰς τῇ ὑπερβολῇ τῆς συνηθείας ἀνενδεεῖς. καθόλου δὲ
τὰς ἀληθεῖς καὶ εἰς ἄκρον ἐκβαινούσας
τῆς ἀληθείας μελέτας
ἐπιτηδεύσεις φασὶν οἱ σοφοὶ μὴ μόνον σφάλλειν, ἀλλὰ καὶ πρὸς ὑγίειαν
ἐμποδίζειν. A.B.M.I. ὡς εἴ τις ἐπιμελείᾳ διηνεκεῖ χρῷτο τῷ λόγῳ, ὡς κατὰ
μηδὲν ὑπείκειν, οὗτος εἰς ἄλλο τι ἐκπίπτει τῷ λόγῳ καὶ εἴς τι μανιῶδες,
καὶ τὸ σῶμα εἰς νόσον κατακλίνεσθαι φέρει. B.I. ἀντὶ τοῦ λίαν βλαβερὰς
εἶναι.
καὶ καθόλου δὲ τὰς ἀληθεῖς καὶ εἰς ἄκρον ἐκβαινούσας
τῆς ἀληθείας ἐπιτηδεύσεις φασὶν οἱ σοφοὶ σφάλλειν, ὡς εἴ τις ἐπιμελείᾳ
καὶ διη-
ἀληθῶς καὶ
ἀκριβῶς ἐπιτηδεύειν βλάπτειν μᾶλλον ἢ ὠφελεῖν. δεῖ γάρ τι καὶ
καθυποκρίνασθαι. A.
264. οὕτω τὸ λίαν ἧσσον: ἀντὶ τοῦ οὐδὲ ὅλως οὕτω τὸ λίαν ἐπιτηδεύειν
ἐπαινῶ, ὡς τό μηδὲν ἄγαν, τουτέστι τὸ μὴ λίαν ἐπιτηδεύειν· καὶ
συγκαταθήσονταί μοι πάντες οἱ σοφοί. Ἄλλως. οὕτω
τὸ λίαν
ἔλαττον ἐπαινῶ τοῦ μηδὲν ἄγαν καὶ μεμετρημένου, καὶ μάρτυρες ἔσονται οἱ
σοφοὶ, εἴπερ ἑνὸς τῶν ἑπτὰ σοφῶν ἐστιν ἀπόφθεγμα τὸ μηδὲν ἄγαν, ὅπερ
Χίλωνι ἀνατιθέασιν, ὡς Κριτίας. καὶ Πίνδαρος “σοφοὶ δὲ καὶ τὸ μηδὲν ἄγαν
ἔπος ᾔνησαν περισσῶς.” Ἄλλως. τὸ μηδὲν ἄγαν οἱ μὲν Χίλωνι τῷ
Λακεδαιμονίῳ ἀνατιθέασιν, ὡς Κριτίας,
οἱ δὲ Σωδάμῳ, ὡς τὸ
ἐν Τεγέᾳ ἐπίγραμμα δηλοῖ
προτιμῶ τὸ
μηδὲν ἄγαν, ἢ ἀντὶ τοῦ ἔλαττον, οἷον, πλεῖον ἐπαινῶ τὸ μηδὲν ἄγων παρὰ
τὸ ἄγαν. A.
266. ξυμφήσουσι: συμμαρτυρήσουσι. M. Fl. 15.
267. γύναι γεραιά: διὰ τούτου δείκνυσιν ὅτι ὤφειλε θαρρηθῆναι τὰ κατὰ τὴν
Φαίδραν, γυναῖκα αὐτὴν ἀποκαλέσασα, (γυναιξὶ γὰρ
μᾶλλον αἱ
γυναῖκες θαρροῦσι τὰ καθ᾿ ἑαυτὰς) ἄλλως τε καὶ γεραιὰν καὶ πιστὴν
τροφόν. B.I.
269. ἄσημα δέ: οἷον ἄγνωστα. οὕτω δ᾿ εἰώθασι χρῆσθαι Ἀττι-
271. οὐκ οἶδ᾿ ἐλέγχουσα: ὑπερβολὴν σπουδῆς ἐνέφηνε τὸ ἐλέγχουσα· τὴν γὰρ
ἐπίμονον ἐρώτησιν ἔλεγχον ὠνόμασεν. A.M. ἐλέγχουσ᾿:
ἐρωτῶσα,
ἐρευνῶσα, ἀνακρίνουσα, ὅπερ ἐστὶν ὑπερβολὴ ἐρωτήσεως. A.M. Ἄλλως.
ἔλεγχον ὠνόμασε τὴν μετὰ πολυπραγμοσύνης ἐρώτησιν. A.
273. εἰς ταυτόν: ἐὰν μὲν ἥκει γράφηται, πρὸς τὴν ἀρχήν ἐστιν ὁ λόγος, ὅ
ἐστιν εἰς ταυτὸν ἥκει ἡ ἀρχὴ τῷ τέλει. ὥσπερ γὰρ τὸ
τέλος
οὐχ ὁμολογεῖ, οὕτως οὐδὲ ἡ ἀρχή. εἰ δὲ ἥκεις, πρὸς τὸν χορὸν, ἐμοὶ εἰς
ταυτὸ τῆς ἀγνοίας ἥκεις. πάντα γὰρ σιγᾷ, ἀντὶ τοῦ οὐκ ἀποκρίνεται, οὔτε
πρὸς ἀρχὴν οὔτε πρὸς τέλος.
274. ἀσθενεῖ τε καὶ κατέξανται δέμας: ἀντὶ τοῦ κατετάκη τὸ σῶμα. οὐκ
ὀφείλει γὰρ κατατακῆναι τρίτην οὖσα ἡμέραν ἄγευστος.
διὰ
τοῦτο οὐκ ἐσθίει, ἵνα ἀποθάνῃ.
275. πῶς δ᾿ οὒ, τριταία: ἆρά γε ἰσχύουσα φαγεῖν οὐ τρώγει διὰ τὸ θέλειν ἀποθανεῖν, ἢ κἂν βούληται, οὐ δύναται ὑπὸ τῆς νόσου; A. ἄσιτος: ἄπαστος. Fl. 15.
276. πότερον ὑπ᾿ ἄτης: βλάβης παραφροσύνης καὶ τῆς ὀδύνης
τῆς κακώσεως. A.M.
278. ἐξαρκεῖ: ἀντὶ τοῦ εὐδοκεῖ, ἀρέσκει. ὁ δὲ λόγος, εἰ ταῦτα ἀρέσκει τῷ ἀνδρὶ αὐτῆς. A.M.
280. ὁ δ᾿: ὁ ἀνὴρ ταύτης. B. rec. τεκμαίρεται: στοχάζεται.
281. ἔκδημος: εἰς Πυθίαν ἦν θεωρός. A.B.M. Fl. 15.
283. πλάνον: ἀντὶ τοῦ ἔκστασιν. A.M. Fl. 15.
284. ἀφῖγμαι: παρεγενόμην. Fl. 15. πολλοὺς ἐμηχανησάμην τρόπους, καὶ οὐδὲν ἠδυνήθην μαθεῖν. A.B.M. Fl. 15.
288. ἄγ᾿, ὦ φίλη παῖ: ἀπέτεινε τὸν λόγον πάλιν πρὸς τὴν Φαίδραν, ἄλλο
δῆθεν εἶδος μετιοῦσα νουθεσίας. τὸ γὰρ παραινέσει πείθειν βέλτιον ἢ
ἐπαχθέσι ῥήμασιν εἰπεῖν τὴν πρόφασιν. Ἄλλως. ἄγε, ὦ
φίλη
παῖ, ἀμφότεραι ὅπως ἐπιλαθώμεθα τῶν προειρημένων, καὶ σύ γε ἡδίων καὶ
πρᾳοτέρα γενήσῃ, εἰ δέξῃ τὴν παραίνεσιν, ἐγώ τε, ὅπου ἔδοξα τὸ πρὶν
ἐπαχθής τις εἶναι ἕως τούτου τοῦ μέρους, ἀποστᾶσα ἐπ᾿ ἄλλην πορεύσομαι
κρείττονα νουθεσίαν. A.B.I.
290. στυγνὴν ὀφρύν: τὴν συνηγμένην καὶ σκυθρωπάζουσαν.
A.B.
τὴν στυγνὴν τῆς ἀφροσύνης, ὅπου οὐ καλῶς ἠκολούθουν σου τῇ παραινέσει,
ἀποστᾶσα ἀπὸ τούτου ἐπὶ νουθεσίαν πρᾳεῖαν μετέρχσμαι, τουτέστι τὴν
στυγνότητα τοῦ προσώπου ἄφελε, καὶ τῆς χαλεπῆς γνώμης ἐκείνης παῦσαι.
A.B.M.I. γνώμης ὁδόν: ἀντὶ τοῦ λόγων βάσιν. Fl. 15.
291. ἐγώ θ᾿ ὅπη: εἴ τι, φησὶ, τὸ πρότερον ἐλύπουν σε τῷ συνεχεῖ τῆς ἐρωτήσεως, τανῦν ἐπὶ τὸ κολακεύειν σε τραπήσομαι.
294. γυναῖκες αἵδε: συνδιοικήσουσιν, ἀποκαταστήσουσι, θεραπεύσουσι τὴν
μοιχείαν. συμπράξουσι, συνεργήσουσι. γυναῖκες γὰρ οὖσαι ἐν ταῖς
τοιαύταις συμβάλλονται νόσοις, αἱ μὲν πειραθεῖσαι, αἱ
δὲ
προσδοκῶσαι πείσεσθαι. καὶ γὰρ εὐεπίβατον ἄγαν εἰς τὰ
295. εἰ δ᾿ ἔκφορός σοι: ἐκβληθῆναι δυναμένη. A. ἀντὶ τοῦ ἀνακοινωτέα εἴη
ἡ νόσος. σώματος ἦν ᾗ ἐνόσει. M. ἀντὶ τοῦ ἐξελεγχθῆναι καὶ ῥηθῆναι
δυναμένη, τουτέστιν, εἰ δὲ δύνανται καὶ
ἄρσενες ἀκοῦσαι τὰς
συμφοράς. B.I.
298. ἀλλ᾿ ἢ μ᾿ ἐλέγχειν: ἀλλ᾿ ἀντίλεξον, εἰ μὴ καλῶς λέγω. A.B. Fl. 15.
299. συγχωρεῖν: συναινεῖν, πείθεσθαι. Fl. 15. πείθεσθαι, συντρέχειν. B.
300. δεῦῤ ἄθρησον: δεῦρο εἰς ἐμὲ βλέψον, ἵνα κἂν διὰ τῆς ὄψεως αἰδεσθῇς
με· εἶτα ὡς ἐκείνης μὴ ἐνατενιζούσης, μηδὲ πραϋνομένης τῇ παραινέσει,
φησὶ πρὸς τὸν χορὸν, μάτην, ὦ γυναῖκες, μοχθοῦμεν, πείθειν ταύτην
πειρώμεναι. ἢ οὕτως· εἰς δὲ τὸ πείθειν· ὁμοίως ἄπεσμεν τοῖς πρὶν
ῥήμασιν· ὥσπερ γὰρ δἰ ἐκείνων οὐδὲν ἠνύσαμεν,
οὕτως οὐδὲ
διὰ τούτων.
303. λόγοις ἐθέλγεθ᾿ ἥδε: ἐχαυνοῦτο, ἐμαλάσσετο. τὰ γὰρ βρεχόμενα μαλάσσεται. ἡ μεταφορὰ ἐκ τούτου. γράφεται δὲ διὰ τριῶν, λόγοις ἐπείθετο, λόγοις ἐθέλγετο, λόγοις ἐτέγγετο. A.
304. ἀλλ᾿ ἴσθι μέντοι: λοιπὸν ἀπεγνωκυῖα τὴν κολακείαν κνηστικοῖς
αὐτὴν λόγοις ἐρεθίζει, φάσκουσα, ἴσθι ὅτι, ἐὰν θανῇ, μὴ
ἀξιώσασα λόγου τὸν σὸν ἄνδρα, προδώσεις τοὺς σοὺς παῖδας. ἐκβληθήσονται
γὰρ τῶν οἴκων. λοιπὸν πρὶν ἀποπληρῶσαι τὸν λόγον διὰ μέσου φησὶ “πρὸς
τάδ᾿ αὐθαδεστέρα γενοῦ θαλάσσης.” Ἄλλως.
307. μὰ τὴν ἄνασσαν: ἔσθ᾿ ὅτε ἠθικῶς ὀμνύομεν κατὰ τῶν ἐχθρῶν, οὐ
σεμνῦναι αὐτοὺς βουλόμενοι, ἀλλ᾿ εἰρωνευόμενοι. ἢ πρὸς
πλείονα ἐρεθισμὸν κατ᾿ ἐκείνης ὄμνυσιν, ἢ ἐπεὶ εἰώθασιν οἱ εἰρωνευόμενοι
κατὰ τῶν ἐχθρῶν ὀμνύναι, ὡς καὶ Σοφοκλῆς, ἐν Μυκηναίαις
Ἀμαζόνα: τὴν Ἀντιόπην λέγει. A.M. Fl. 15.
309. τὸ οἶσθά νιν καλῶς προσέθηκε. πρὸς πλείονα γὰρ ὀδύνην αὐτὴν ἐκίνησεν, οὐκ ἀμφίβολον αὐτῇ τὴν γνῶσιν τούτων εἶναι λέγουσα.
310. Ἱππόλυτον. οἴμοι: ἀκούσασα ἡ Φαίδρα τοῦ ἐρωμένου τὸ
ὄνομα θρηνητικὸν ἐπίφθεγμα εἶπεν. A.B.M. θιγγάνει δὲ σέθεν τόδε: οἷον
καθήψατό σου, φησὶ, τῆς ψυχῆς καὶ λόγῳ μόνον εἰρημένον τὸ περὶ τῆς
ὀρφανίας τῶν παίδων. οἶμαι ὅτι τοῦτον οὐκ ἐφόνευσας, διὰ τὸ εἰρηκέναι
“ἄλλῃ δ᾿ ἐν τύχῃ χειμάζομαι.” A.B.I.
311. καί σε πρὸς θεῶν: τὸ ἑξῆς· καί σε πρὸς θεῶν λίσσομαι τὸ
αὖθις, ὅ ἐστι τὸ μετὰ ταῦτα, περὶ τοῦ ἀνδρὸς μηδὲν φθέγγεσθαι.
A.B.I.
313. ὁρᾷς: διὰ τὸ μηδὲ λόγῳ ἀνέχεσθαι ἀκούειν ἀδικουμένους ὑπὸ τοῦ νόθου τοὺς παῖδας. οὕτως ἤκουσεν ἡ τροφός. A.B. Fl. 15.
314. παῖδας: Ἀκάμας καὶ Δημοφῶν παῖδε Φαίδρας καὶ Θησέως. B.M. Fl. 15.
316. ἁγνὰς μὲν, ὦ παῖ: οἶμαι ὅτι τοῦτον οὐκ ἐφόνευσεν. διὰ τὸ εἰρηκέναι “ἄλλῃ δ᾿ ἐν τύχῃ χειμάζομαι.” A.
318. μῶν ἐξ ἐπακτοῦ: διὰ φαρμακείας γεγενημένης. ἐπακτὴ
γὰρ
πημονὴ ἡ ἔξωθεν ἐπαγομένη καὶ ἐγγινομένη γοητεία παρὰ τῶν ἐχθρῶν.
A.B.M.I. μή τίς σοι, φησὶ, τῶν ἐχθρῶν, ἐπάγει τι λύπης ἄξιον, ἆρά τινος
ἔχθραν ἐπαγωγόν μηχανησαμένης σου· εἰώθασι γὰρ οἱ ἐχθροὶ ἐπαγωγάς τινων
δαιμονίων ποιεῖσθαι ἐπὶ τὰς οἰκίας. ἢ οὕτως, μή τίς σε τῶν ἐχθρῶν
ἐφάρμαξε; διὰ τὸ εἰρηκέναι “φρὴν δ᾿
ἔχει μίασμά τι.” A.B.I.
πημονῆς: ἐπεὶ ἀσεβής ἐστιν αὐτῆς ὁ ἔρως. A. Fl. 15.
319. φίλος μ᾿ ἀπόλλυσʼ: ἐπειδὴ εἶπεν φίλος, λέγει ἡ τροφὸς, μή τι ἄρα ὁ
Θησεὺς εἴς σε ἄκων ἡμάρτηκεν: A.B.M.I. τὸ μὲν οὖν φίλος πρὸς
ἀντιδιαστολὴν ἐχθροῦ τινος· τὸ δὲ οὐχ ἑκών, ἐπεὶ οὐκ ἐκ
προνοίας αὐτοῦ ἦν ὁ ἔρως. A.B.I.
321. μὴ δρῶσ᾿ ἔγωγε: εἴθε, φησὶν, ἐγὼ μὴ ὀφθείην ἀδικοῦσα αὐτὸν, ὡς ἐκεῖνος ἐμὲ οὐδὲν ἀδικεῖ. A.B. Fl. 6. 15.
324. ἐν δὲ σοὶ λελείψομαι: ὅ ἐστιν ἐνιζανοῦμαί σοι, ἢ ὅτι ἐν σοὶ
καταλειφθήσομαι, ἢ ἐξαρτῶμαί σου τῇ ἱκεσίᾳ, ἢ ἐν σοὶ τὸν βίον
325. ἐξαρτωμένη: ἀντωμένη, λαμβανομένη. A. Fl. 15.
327. κάκ᾿, ὦ τάλαινα: ἤτοι πρὸς ἀνατροπὴν τοῦ πυθέσθαι ἐπάγει
δεύτερον τὸ κακά. κακόν ἐκτί σοι, εἰ πεύσῃ τὰ σιωπώμενα κακά. A.B.I.
329. ὀλῇ: ἀπολῇ ἀκούσασα τὸ πάθος· οὕτω γὰρ δεινόν ἐστιν ὡς καὶ τοὺς
ἀκούοντας φίλους διαφθείρειν. A. Fl. 15. ἀπολῇ. φησὶν, εἰ ἀναγκάσεις με
λέγειν. ἐμοὶ δὲ τὸ σιωπᾶν τιμὴν ἀπονέμει, καθὸ οὐκ ἔκφορος ἡ νόσος εἰς
πολλοὺς γίνεται, ἀλλὰ συγκαταθάψω
ἐμαυτῇ τὸ τῆς σωφροσύνης
ὄνομα, μέλλουσα ἐν σωφροσύνῃ τελευτᾶν. A.B.M.I. ἢ οὕτως· ἐὰν μή μοι
εἴπῃς, ἀποθανῇ, τοῦ δὲ στερηθῆναί σου μεῖζον οὐκ ἔστι μοι κακόν. εἶτα,
φησὶν, ἀπολοῦμαι. τὸ δὲ ἀπολέσθαι με τιμήν μοι φέρει. ἡ δὲ γραῦς μὴ
νοήσασα τὸ πρᾶγμά φησιν, εἰ τιμήν σοι φέρει τὸ πρᾶγμα, διὰ τί μὴ λέγεις,
κρύπτεις
χρηστά. B.I.
330. κἄπειτα κρύπτεις: ἐὰν μὴ ᾖ στιγμὴ εἰς τὸ χρηστά, ἐστὶν ὁ λόγος,
κρύπτεις τὰ καλὰ, ἐμοῦ παρακαλούσης σε λέγειν αὐτὰ, ὅ ἐστιν ἐμοὶ τὰ
τιμῆς σοι σἴτια ἐσόμενα οὐκ ἀξιοῖς ἀνακοινώσασθαι. ἢ οὕτως· κρύπτεις με,
ἐμοῦ χρηστὰ ἱκετευούσης καὶ χρησίμως
ἀξιούσης ἀνακοινοῦσθαί
μοι καὶ ἐπὶ χρηστῷ. A.B.I.
331. ἐκ τῶν γὰρ ἐσθλῶν: ἐὰν εἴπω τὸ ἀγαθὸν, εἰς αἰσχρόν μοι καθίσταται.
εἰκότως, φησὶ, κρύπτω ἃ ἀπαιτεῖς με λέγειν. μέλλω
γράφεται δὲ καὶ “ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλά,” ὅ ἐστι, πειρῶμαι
μὲν ἀπὸ πορνείας ἐξελθεῖν, εἰς σωφροσύνην δὲ πηδῆσαι, διὸ ἐν σιωπῇ
βούλομαι ἀποθανεῖν. καὶ ἔστιν αὕτη ἡ γραφὴ ἁρμοζομένη τῷ ἑξῆς· εἰ γὰρ
κρύφα, φησὶν, ἐξ αἰσχρῶν ἐσθλὰ μηχανήσασθαι βουλεύῃ, πόσῳ μᾶλλον
θαυμασθήσῃ αὐτὴν διεξελθοῦσα σαφῶς τὴν
βουλήν. καθόλου γὰρ
ἡ σαφὴς ἐπίδειξίς ἐστιν ἰσχυροτέρα. διὸ καὶ ἀπορήσασα ἀντειπεῖν φησιν,
ἄπελθε πρὸς θεῶν δεξιᾶς τ᾿ ἐμῆς μέθες. ὅμως γε μὴν ἡ προτέρα γραφὴ
βελτίων.
332. τιμιωτέρα φανῇ: σεβασμιωτέρα ἐμοὶ φανῇ τὰ ἀπόρρητά μοι θαρροῦσα, ἢ
σοφωτέρα, ὡς φίλοις θαρροῦσα τὴν συμφορὰν, καὶ
μὴ κρυπτῷ
πάθει πολιορκουμένη. κατὰ γὰρ Μένανδρον τὸ τοῖς φίλοις λέγειν τὰ
ἀναγκαῖα σοφῶν ἀνδρῶν ἐστιν, ἐν οἷς φησι “λανθάνει τὰ πράγματα τοὺς
λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεὶ τοῖς ἀναγκαίοις” καὶ τὰ ἑξῆς.
A.B.I.
337. ὦ τλῆμον, οἷον, μῆτερ ἠράσθης ἔρον: αἰνιγματικῶς θέλει φράσαι τὸν ἔρωτα. πιθανώτατα δὲ ἅμα τῷ αἰνιγμῷ καὶ τὴν συγγνώμην ᾐτήσατο, ὡς προγονικὸν κεκτημένη τὸ πάθος καὶ οὐκ ἰδίας φύσεως ἁμάρτημα.
339. σύ τ᾿ , ὦ τάλαινα: ἀντὶ τοῦ ὃν εἰς τὸν ταῦρον ἔσχεν. Θησέως γὰρ ἠράσθη Ἀριάδνη, ἡ ἀδελφὴ Φαίδρας. B. M. Fl. 15.
340. κακορροθεῖς: κακολογεῖς. M. Fl. 15. λοιδορεῖς. A.M. Fl.15. ὑβρίζεις. B. ὠνείδιζε γὰρ αὐταῖς τὰς νόσους. M.
343. ἐκεῖθεν ἡμεῖς: ἐκ τῆς καταγωγῆς τοῦ γένους δυστυχοῦμεν
τὴν νόσον τοῦ ἔρωτος, ἀντὶ τοῦ προγονικήν τινα δυστυχίαν δυστυχοῦντες
τοῦτο πάσχομεν. A.B.M.I. γρ. καὶ νεωστὶ, ἵν᾿ ᾖ καὶ ἐκεῖθεν καὶ νεωστὶ
δυστυχοῦμεν. A.B.M.
344. οὐδέν τι μᾶλλον: οὐ μᾶλλον οἶδα. τὸ δὲ οὐδέν παρέλκει. B. οὐδὲν
πλέον σου ἐπεξεργαζομένης ἔχω γνῶναι, ὃ βούλομαι ἀκοῦσαι,
τουτέστι προφάσει τῆς νόσου οὐδὲν μᾶλλον οἶδα ἀκούειν ὃ βούλομαι.
345. πῶς ἂν σύ μοι λέξειας: ἐπεὶ παχυτέρα τὸν νοῦν οὖσα ἡ γραῦς τοῖς
τοιούτοις αἰνιγμοῖς οὐ συνῆκε τὸ λεγόμενον ὑπὸ τῆς Φαίδρας, ἀγανακτοῦσα
ἡ Φαίδρα φησὶ, πῶς ἂν δυνηθείης εἰπεῖν μοι
ταῦτα ἃ ἔδει ἐμὲ
ἀποκρίνασθαι, καὶ πῶς μοι λέγοις ἃ μέλλω λέγειν; ἐπεὶ οὖν, ὡς εἴρηται,
πολυμερῶς αἰνιξαμένη τὸ παχύτερον τοῦ λογισμοῦ τῆς γραὸς οὐκ ἐδυνήθη
συμβαλεῖν, ἀπερυθρῶσα τὸ πάθος ἐξειπεῖν, εἰς τοῦτο ἀπορίας ἦλθε ὥστε
ἐρωτᾶν αὐτὴν ἅπερ αὐτὴν ἔδει λέγειν. τοῦτο δὲ καὶ τὸ αἰδεστικὸν τοῦ
γυναίου τεκμαίρει
347. τί τοῦθ᾿ ὃ δή: ἀγνοούσῃ δι᾿ αἰνιγμῶν αὐτῇ συμβάλλειν αὐτὴ λοιπὸν
ἐρωτᾷ τὴν τοῦ ἔρωτος φύσιν, δηλοῦσα ὅτι ἔκ τινος θείας ὀργῆς τοῦτο
νοσεῖ, οὐκοῦν ἐκ μελέτης καὶ κακῆς φύσεως, ὅπου γε καὶ
τὴν
ἰδίαν ἀγνοεῖ τοῦ πάθους φύσιν. A.B.I.
349. ἡμεῖς ἂν ἦμεν: τῷ ἑτέρῳ εἴδει τοῦ ἔρωτος, δηλαδὴ τῷ ἀλγεινῷ, ὡς δηλοῖ ἡ νόσου. A.B.
351. ὅστις ποθ᾿ οὗτος: πιθανώτατα παρέδραμε τὸ ὄνομα, ἤτοι αἰδουμένη, ἢ
διὰ τούτου σημᾶναι θέλουσα ὡς οὐκ ἐξ εἰδήσεως οὐδὲ
ἀπὸ
τρυφῆς καὶ συνεχοῦς θέας αὐτοῦ ἐρᾷ, ἀλλὰ χόλῳ τῆς Ἀφροδίτης, οὐ τῷ
κάλλει τοῦ νέου. οἱ σώφρονες γὰρ οὐχὶ θέλοντες κακῶν ἐρῶσιν, ἀλλ᾿
ἀναγκαζόμενοι.
352. σοῦ τάδ᾿ , οὐκ ἐμοῦ: σαυτῆς ταῦτα κλύεις, οὐκ ἐμοῦ, ἀντὶ τοῦ, σὺ
εἶπας, οὐκ ἐγώ. ἄριστα δὲ καὶ ἡ ἄρνησις μετὰ τὴν
τὴν
σαφῆ.
353. οἴμοι, τί λέξεις: σαφῶς ἀκούσασα τὸν ἔρωτα λοιπὸν σχετλιάζει τὴν ὑπερβολὴν τοῦ πάθους. κομματικὴ δὲ ἡ διάνοια ὡσὰν ἐκπεπληγμένης τῷ θαύματι.
357. χαίρετ᾿ : σώζοισθε. B.
358. οἱ σώφρονες: ἡ σωφρονοῦσα αὐτή. B.
359. οὐκ ἄῤ ἦν θεός: θεὸν γὰρ κυρίως λέγουσι τὸν μετὰ τοῦ προνοητικοῦ καὶ τὸ δυνατὸν ἔχοντα τῶν δυναστευομένων. μείζονα οὖν φησιν αὐτὴν θεοῦ, καθὸ μόνον ἐνδείξασθαι δύναμιν γίνεται, οὐ τοῦ προνοεῖσθαι.
362. ἄϊες ὦ: ἐκπλαγεὶς ὁ χορὸς τὴν ὑπερβολὴν τοῦ πάθους, σχετλιάζει
οἰκτείρων ἅμα καὶ θρηνῶν τὸ συμβάν. καὶ τὸ σχετλιαστικὸν ὦ διὰ μέσου
κείμενον οἰκεῖον ἐν λυπουμένοις. οὐκ εὐαπάρτιστον ἀποτελεῖ τὸ σχῆμα τοῦ
λόγου, διαφόροις τε ῥήμασιν αὐτὸ
κατεπάγει, τὸ τῶν
λυπουμένων ἦθος μιμούμενος, ὅσοι τὰ αὐτὰ κατεπάγουσι πρὸς πλείονα
ἐνθύμησιν τῶν ἑαυτῶν κακῶν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἤκουσας, φησὶ,
τῆς τυράννου τὰ ἀνήκουστα καὶ δυστυχῆ πάθη θροούσης καὶ λεγούσης. πρὸς
ἀλλήλας δέ φασιν, οὐχ ὡς ἀγνοοῦσαι τὰ λεχθέντα, ἀλλὰ πρὸς πλείονα
σύστασιν καὶ ἐνθύμησιν
τοῦ πάθους. οἰκειότατα δὲ μέσον
κατεπάγει τὸ σχετλιαστικὸν, ὡς ἂν τῇ λύπῃ κωλυομένη ἀπαρτίσαι τὴν
διάνοιαν. ἀνήκουστα δὲ τὰ μὴ ἀκοῆς ἄξια, τὰ ἀπόρρητα.
363. θρεομένας: λαλούσης. B.
364. ὀλοίμαν ἔγωγε: ἀπολοίμην πρίν σε ἀποθανοῦσαν ἰδεῖν καὶ
πληρῶσαι τὴν σὴν φιλίαν. A.B.
σὰν φιλίαν: ἢ πρὶν σὲ τὴν φιλτάτην καταλῦσαι τὴν σωφροσύνην· ταύτην γὰρ φρένας ὠνόμασεν. A.
365. κατανύσαι: πληρῶσαι παρὰ τὴν νύσσαν, ὅ ἐστι πρὶν λῆξιν λαβεῖν σου
τὰς προσφιλεῖς φρένας. A.B. καταλῦσαι φρενῶν: στερηθῆναι.
M.
367. ὦ πόνοι: ἐν οἷς τρέφονται οἱ βροτοὶ, ἐπεὶ ἐν πόνῳ διαντλοῦμεν. A.B.M. οἱ σύντροφοι ὄντες τοῖς βροτοῖς. B.
369. τίς σε παναμέριος: τίς ἄρα σε χρόνος καὶ ποῖος ἐκ πασῶν
370. τελευτήσεται: πληρωθήσεται. Fl. 2.
371. ἄσημα: ἄδηλα. Μ.
οἷ φθίνει: ὅπου ἀποβήσεται. Μ. διεφθάρης ἐρωτικῷ πάθει. ἀποφαντικῶς. ὃ μέλλει τελειοῦν ἡ τύχη τῆς Κύπριδος. τὸ γὰρ οἷ φθίνει ὅπου χωρεῖ καὶ τέλος ἴσχει, ἀποβαίνει. Β.
372. Κρησία: Κρητικὴ οὖσα καθ᾿ ὃ θυγάτηρ Μίνωος τοῦ Κρητός.
B. Fl. 15.
373. Τροιζήνιαι γυναῖκες: ἔσχατον γάρ ἐστι μέρος τῆς Πελοποννήσου ἡ
Τροιζὴν παρὰ θάλατταν καταντικρὺ τῆς Ἀττικῆς κειμένη. ἤδη δὲ λοιπὸν
ἐγνωσμένου τοῦ πάθους ἀφεμένη τῶν ὑπ᾿ αἰδοῦς αἰνιγματωδῶν διανοιῶν
ἀπολογεῖσθαι διαρρήδην ἄρχεται, ὡς κατὰ
φύσιν νοήσασα τὸν
ἔρωτα καὶ βουλομένη ἐγκρατῶς ἑαυτὴν ἀνελεῖν. οἰκείως δὲ τοῖς
ἀπολογουμένοις πολλῷ τῷ γνωμικῷ χρῆται. A.B.I.
374. προνώπιον: τὸ κατὰ πρόσωπον κείμενον. Μ. πρόθυρον. κατὰ γὰρ τῆς Πελοποννήσου ἐστὶν ἡ Τροιζὴν πρὸς ἀνατολάς.
375. ἤδη ποτ᾿ ἄλλως: πολλάκις, φησὶ, διαγρυπνήσασα ἐν νυκτὶ
ἐσκόπησα πῶς διέφθαρται ὁ ἀνθρώπινος βίος, ἆρα ἐκ φύσεως ἐχόντων τῶν
ἀνθρώπων τὸ ἁμαρτάνειν, ἢ ἐκ ῥᾳθυμίας. καὶ κρίνασα ἔγνων
καὶ δικαιοπραγεῖν, δῆλον ὅτι οὐ φύσει πρόσεστιν ἡμῖν τὸ
φαῦλον· οὐ γὰρ ἂν ηὑρίσκοντο πολλοὶ καὶ ἀγαθοί. Ἄλλως. χωρὶς νόσου
τυγχάνουσα δηλονότι. πιθανῶς δὲ ἐν νυκτί φησιν ἐνθυμηθῆναι, ὁπότε πάσης
τῆς τῶν αἰσθήσεων ἀπηλλαγμένη ὀχλήσεως ἡ ψυχὴ φιλοσοφωτέροις
ἐγκαταγίνεται ζητήμασι. πιθανῶς δὲ καὶ τὸ ἠρέμα νοσηλευομένην
αὐτὴν ἐνθυμεῖσθαι τοιαῦτα. παρὰ γὰρ τὰς συμφορὰς γνωμικώτεροι
γινόμεθα, τῆς φύσεως ἡμᾶς διὰ τοῦ πάθους ἐκπαιδευούσης.
377. καί μοι δοκοῦσιν: οὐκ ἀγνοίᾳ μοι δοκοῦσιν οἱ ἄνθρωποι ἐκπίπτειν εἰς
τὰ ἁμαρτήματα, ὅπου γε πολλοὶ καὶ εὖ φρονοῦντες καὶ
αἰσθανόμενοι κακῶν τε καὶ ἀγαθῶν ἐκπίπτουσιν εἰς τὸ κακόν. ἐπειδὴ τοίνυν
οὐκ ἀγνοίᾳ, ἀλλὰ γινώσκοντες ἁμαρτάνομεν, ταύτῃ σκοπητέον τοῦ βίου τὴν
λύμην τίς ἐστιν. γνώμης: τῆς γνώσεως. οὐχ ἁμαρτίᾳ δὲ τῆς γνωμικῆς φύσεως
ἁμαρτάνουσιν, ὅπου γε πολλοὶ αἰσθανόμενοι τὸ ἀγαθὸν προκρίνουσιν αὐτοῦ
τὸ κακόν.
οὐ κατὰ γνώμης φύσιν: ἀντὶ τοῦ οὐ κατὰ τρόπον φύσεως. A. οὐκ ἀπὸ ἰδίου νοός. B. ἤγουν ἀπὸ φύσεως τὸ πράσσειν. Fl. 2.
378. τό γ᾿ εὖ φρονεῖν: τὸ σωφρονεῖν. Fl. 15.
380. τὰ χρήστ᾿ ἐπιστάμεσθα: δεῖξαι βούλεται τοῦτο, ὅτι οὐκ
κακότητα καὶ ἰλαδὸν
ἔστιν ἑλέσθαι, τῆς δ᾿ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν.”
381. οὐκ ἐκπονοῦμεν: οὐ τελειοῦμεν. Μ.
382. οἱ δ᾿ ἡδονὴν προθέντες: καλῶς τὰς αἰσχρὰς ἡδονὰς ἀπεσιώπησεν, ὡς
ἤδη διὰ τούτων κἀκείνας σημάνασα· αὗται γὰρ ἐκείνων
εἰσὶ
τικτικαί. σχολὴ γὰρ καὶ ὁμιλία περισσὴ πεφύκασιν εἰς ἀπορρήτους ἡδονὰς
προκαλεῖσθαι τὴν φύσιν. οὐ γὰρ δὴ μία, ἀλλὰ διάφοροι ἡδοναί εἰσιν. εἶτα
μεταξὺ διηγεῖται τὰς ἀρχὰς τῶν κακῶν. A.B.l.
προθέντες: ἀντὶ τοῦ προτιμήσαντες. A.B.M. Fl. 15. οὐ γὰρ
μία
ἡ ἡδονὴ, ἀλλὰ διάφοροι. Μ.
384. λέσχαι: πολυλογίαι. Μ. ὁμιλίαι, ἀπραγία, ῥαθυμία. A. ὁμιλίαι. καὶ
σχολὴ ῥᾳθυμία, ἀεργία. ἡ σχολὴ, φησὶν, ἡδεῖα μὲν τῇ ἀναπαύσει, ἐπιβλαβὴς
δὲ τῷ ἐπιζημίῳ καὶ ἀργῷ τοῦ σώματος, διὸ καὶ τερπνὸν κακὸν αὐτὴν εἶπεν.
A.B.I. ματαιοποιῶν ἀνθρώπων.
B.
385. αἰδώς: ταῖς αἰσχραῖς ἡδοναῖς συγκατηρίθμησε τὴν αἰσχρὰν αἰδώ· διαφθείρει γὰρ τοὺς κεκτημένους, ὥσπερ κἀκεῖναι τοὺς ἐμπιστεύσαντας αὐταῖς ἑαυτοὺς ἀπολλύουσιν.
386. ἡ δ᾿ ἄχθος οἴκων: τί φῂς, Εὐριπίδη, κακὴ ἡ αἰδώς,
δισσὴν
δὲ δύναμιν ἔχειν, “Αἰδὼς, ἥτ᾿ ἄνδρας μέγα σίνεται ἠδ᾿ ὀνίνησι.” τὴν
διαφωνίαν ἰώμενός φησιν ὅτι τῆς αἰδοῦς ἡ ἄγνοια παρὰ τὴν ἡμετέραν
γίνεται ἄνοιαν· ἡμεῖς γὰρ οὐ κατὰ καιρὸν αὐτῇ χρώμενοι διπλῆν ἡγούμεθα
τὴν μίαν. ἔδει γὰρ τὴν εὐκαίρως γινομένην μόνην ὀνομάζειν αἰδώ. τὸ δὲ
“ταὔτ᾿ ἔχοντε γράμματα” οἷον ἑνὶ ὀνόματι
καὶ τόνῳ καὶ
φθόγγῳ προσαγορευομένας. A.B.I. τὴν αὐτὴν ὁμωνυμίαν. Μ.
σαφής: ἀκριβὴς, φανερός. Μ. ἐὰν δὲ ἐγινώσκομεν τὴν διαφοράν. Β.
388. φρονοῦσ᾿ ἐγώ: τὴν ἀσχημοσύνην φρονοῦσα. Μ.
ταῦτ᾿ οὖν ἐπειδή: ἐπειδή τοίνυν τὴν φύσιν ἑκάστου πράγματος
ἐτύγχανον γινώσκουσα, καὶ πόθεν οἱ ἄνθρωποι τὸν βίον ἑαυτῶν
διαφθείρουσιν, ἐνόμιζον τοῦτο, ὅτι οὐκ ἔστι μοι οὐδεμία πρόφασις οὕτως
ἰσχυρὰ, οὐδὲ δέλεαρ τοιοῦτον, ὅπερ ἐκ τῶν φρενῶν καὶ τῆς τοσαύτης
σωφροσύνης μεταστήσειέ με εἰς πορνείαν. οὐκ ἀπεικότως δὲ τοῦτό φησιν,
ἀλλὰ πρὸς πλείονα δεῖξιν τοῦ μὴ μόνον κατὰ φύσιν,
ἀλλὰ καὶ
παῤ ἐλπίδα νοσεῖν ἔρωτα.
389. οὐκ ἔσθ᾿ ὁποίῳ φαρμάκῳ: οὐκ ἔστι φάρμακον δηλονότι ὁποίῳ φθαρῆναι ἐδόκουν. οὐκοῦν ἰσχυρὸν δέλεαρ, ὅπερ ἔμελλε μεταβάλλειν τὴν σωφροσύνην. Fl. 6. 15.
φαρμάκῳ: τρόπῳ. B. προφάσει. B. rec.
διαφθερεῖν: τὴν σωφροσύνην. B. rec.
390. ἔμελλον: ἤλπιζον. B. τοὔμπαλιν: τὸ ἐναντίον. M.
391. ὁδόν: σκοπόν. B.
392. ἐπεί μ᾿ ἔρως ἔτρωσεν: ὅτι λοιπὸν καταστατικώτερον αὐτὴν τὴν διοίκησιν τῆς νόσου διηγεῖται. ἠρξάμην μὲν οὖν, φησὶν, ἐκ τοῦδε σιγᾶν, ἵνα διὰ τῆς ἡσυχίας λήθη μοι γένηται. B.I.
395. γλώσσῃ γάρ: ἔοικε τὸ συμβαῖνον ἐκ τῆς γλώσσης δι᾿ ἄλλων
προτεθεικέναι, καθὸ πολλῶν τοῖς ἀκούουσιν ἀπίστων γινομένων
αὕτη τῆς προδοσίας αἰτία νομίζεται. ἄμεινον, φησὶν, ἡγησάμην τὸ σιωπᾶν,
εὐλαβουμένη μὴ γλῶσσαν κτήσωμαι σύμβολον, λόγῳ μὲν ἐπαινοῦσαν τὰς
ἀρετὰς, ἔργῳ δὲ ἀκόλαστον. δάκνει γὰρ τὸ παραινούμενον σύμβολον, ὅταν
τις ἕτερον μὲν κεύθῃ ἐνὶ φρενὶ, ἄλλο δ᾿ εἴπῃ. ἄνοιαν δὲ τὴν πορνείαν
καλεῖ, ἐπεὶ καὶ τὸ ἐναντίον σωφροσύνη
καλεῖται, ἐν ᾗ
σώζομεν τὰς φρένας.
396. νουθετεῖν: ὑβρίζειν. B.
398. τὴν ἄνοιαν: τὸν ἔρωτα. M.
399. τῷ σωφρονεῖν: προενοησάμην τὴν ἔκκρουσιν τοῦ νοὸς νικῶσα διὰ τῆς σωφροσύνης. B. νικῶσα: αὐτήν. B.
400. τρίτον δ᾿ ἐπειδή: ἐπειδὴ τοῖς δυσὶ τρόποις οὐδὲν ἤνυον πρὸς ἐγκράτειαν τοῦ ἔρωτος, οὔτε τῇ σιωπῇ, οὔτε τῇ σωφροσύνῃ, ἔδοξέ μοι ἀποθανεῖν.
402. οὐδεὶς ἀντερεῖ: ὡς οὐ καλῶς βουλευθεῖσιν ἐν οἷς ἐσκεψάμην ἢ σιωπᾶν καὶ σωφρονεῖν, ἢ ἀποθανεῖν.
405. τὴν νόσον: τὸν ἔρωτα. M.
406. γυνή: τὸ ἑξῆς, τοῖσδε δὲ οὖσα γυνὴ προσῄδειν τὴν νόσον ταύτην
δυσκλεᾶ, καὶ τὸ ἔργον τῆς πορνείας μίσημα ὂν παρὰ πᾶσι.
εἶχον τοῦ μίσους τούτου τὴν γνῶσιν, ὥστε καὶ μέχρι τοῦ νῦν, ἤτοι μέχρι
τοῦ νοσῆσαι καὶ νικηθῆναι τῷ πάθει, ἡδέως ἂν κατηρασάμην τῇ πρώτῃ
πορνευσάσῃ. Ἄλλως. μίσημα πᾶσι: ἀκριβῶς ἔγνω ὁ Εὐριπίδης τὴν ῥίζαν τῆς
πορνείας ἄνωθεν ἐξ εὐγενίδων συστᾶσαν τὸ ἐξαπλοῦσθαι εἰς πολλὰς τὸ
κακόν. εἰ γὰρ ἐβεβλαστήκει ἐξ εὐτελῶν,
ταχέως ἂν
ἐξεκέκοπτο, καὶ οὐκ ἐζηλοῦτο.
408. ἥτις πρὸς ἄνδρα: Ἡρωδιανὸς ἐν τῷ μονοβίβλῳ τῷ περὶ κυρίων καὶ
ἐπιθέτων καὶ προσηγορικῶν λέγει εἶναι τὰς πρῶτον πορνευσάσας θυγατέρας
τοῦ Εὐρυπύλου, οὐ τοῦ Κῴου, ἀλλὰ ἄλλου τινός. ἔστι δὲ τὰ ὀνόματα αὐτῶν
Μορφὴ καὶ Κλυτή. ὡς φιλόσοφος
δὲ συμβάλλει τοῦτο, ὅτι
εὐγενεῖς καὶ πλούσιαι κατήρξαντο τῆς πορνείας, οὐ μόνον ἐκ τοῦ
ὑπερτρυφᾶν, ὅπερ τὸν ἔρωτα προκαλεῖται, ἀλλὰ καὶ ἐκ τοῦ ἐπιζηλωθῆναι τὸ
ἁμάρτημα ἐξ εὐγενοῦς τινος γενόμενον.
409. θυραίους: ξένους. B.
γενναίων: εὐγενῶν. B.
411. ὅταν γὰρ αἰσχρά: ἐστοχάσατο τὸ τοιοῦτον οὐ μόνον ἀπὸ τῆς κολακείας.
ἀλλὰ καὶ ἐκ τῆς τῶν ἁμαρτανόντων ἀξιοπιστίας. ὅταν γὰρ, φησὶν, αἰσχρὰ
ποιῶσιν αἱ βέλτισται, πάντως αἱ εὐτελεῖς μιμοῦνται καὶ ἀκολουθοῦσιν
ἐκείναις. εἰ γὰρ τοῖς ἀγαθοῖς τὰ αἰσχρὰ
412. κάρτα: ἰσχυρά. B. κακοῖς: ἀγενέσιν. B.
413. μισῶ δὲ καὶ τὰς σώφρονας: μισῶ δὲ καὶ τὰς λόγῳ μὲν τὴν σωφροσύνην μετιούσας, ἔργω δὲ τὰ κακὰ πραττούσας. A.B.
415. αἳ πῶς ποτ᾿: πῶς οὐχὶ καὶ αὐτῶν τῶν ἀναισθήτων τὸν παρὰ φύσιν ἔλεγχον δεδοίκασι; αἵτινες ἄρα πῶς τολμῶσιν ὁρᾶν τοὺς ἄνδρας: μονονουχὶ καὶ αὐτῶν τῶν ἀναισθήτων παρὰ φύσιν ἔχειν δεδοκυίας τὴν νύκτα· θεὸς γὰρ οὖσα θεοῖς ἀνάκειται.
418. τέρεμνα: τὰ στέγη τῶν οἴκων. M. στέγη, τείχη. B.
419. τοῦτ᾿ : τὸ σωφρονεῖν. B.
424. δουλοῖ: ταπεινοῖ, ἀπαρρησίαστον ποιεῖ. B. τὰ κακὰ τῆς μητρός. B.
426. μόνον δὲ τοῦτο: ἀλλ᾿ ὁ βίος ἥδεται τοῖς πονηροῖς. ὡς Μένανδρος
“πράττει δ᾿ ὁ κόλαξ ἄριστα πάντων, δεύτερος συκοφάντης, ὁ
κακοήθης τρίτος λέγεται.” παλαίει οὖν τῷ βίῳ καὶ ἁμιλλᾶται, ὅστις
βούλοιτο δικαιοπραγεῖν, τῷ διαφωνεῖν πρὸς τὴν κοινὴν πολιτείαν. ἢ ἐπειδὴ
οἱ φαῦλοι, ὅταν περὶ δικαιοπραγοῦς τινος ἀκούωσι, ζητοῦσι παντὶ τρόπῳ
ὑποσκελίσαι αὐτόν. παλαίει οὖν τοῖς φαύλοις ὁ ἀγαθός. Ἄλλως. μόνον τοῦτο
νικᾷ, φησὶ, τὸν βίον, καὶ οὐ καλύπτεται
ὑπ᾿ αὐτοῦ, ἀλλὰ
καὶ μετὰ θάνατον λάμπει τὸ τῆς σωφροσύνης. τοὺς γὰρ ἀκολάστους ἐλέγχει
καὶ δειγματίζει ὁ χρόνος, ὡς καὶ παρθένον κάτοπτρον, ὥστε δεῖ με μὴ τοῦ
παρόντος μόνον ἀντιποιήσασθαι, ἀλλὰ
εἰδυῖαν ὅτι ὥσπερ τοὺς ἀγαθοὺς ἐπιβεβαιοῖ, οὕτω καὶ τοὺς
πονηροὺς ἐλέγχει ὁ χρόνος. κατόπτρῳ δὲ παρείκασε τὰ ἐν τῷ προϊόντι χρόνῳ
φαινόμενα τεκμήρια τῶν πρὶν ἁμαρτηθέντων, καθὸ παρελθόντων τῶν ἔργων
αὐτῶν, ὥσπερ ἐν κατόπτρῳ τεκμήρια καὶ σκιὰς τῶν παλαιῶν αὐτῶν ὁρῶμεν
ἁμαρτημάτων. A.B.I. ἁμιλλᾶσθαι: ὑπερνικᾶν. A.
ἀγωνίζεσθαι.
B. μὴ νικᾶσθαι ὑπὸ τοῦ χρόνου. B. ἐξισοῦσθαι. Fl. 2.
427. γνώμην δικαίαν: θαυμασίως ἄγαν ἀπολύτως ἐχρήσατο. ὅτῳ παρῇ: οὐ διαστολὴν ἐπιδεχομένου πλουσίου καὶ πένητος, ἢ εὐγενοῦς καὶ εὐτελοῦς, ἀλλὰ καθολικωτέρου ὑπάρχοντος ἐπὶ πάντων.
428. κακοὺς δὲ θνητῶν: τινὲς οὕτως τὸ ἑξῆς, τοὺς κακοὺς τῶν θνητῶν ἐλέγχει ὁ χρόνος, ὅταν τύχῃ προθεὶς τὸ κάτοπτρον ὡς παρθένῳ νέᾳ, τουτέστιν ὅταν τύχῃ ἐλέγχων καὶ φανεροποιῶν αὐτούς. ἐξέφην᾿ : ὁ χρόνος εἰς φῶς ἐξῆξεν. B. ὅ ἐστιν ἐν τῷ ζῆν ὑπὸ τοῦ χρόνου φανεροῦται. B.
431. ἁπανταχοῦ: καὶ εἰς τοὺς εὐγενεῖς καὶ τοὺς ἀγεννεῖς. B.
432. καρπίζεται: καρπὸν φέρει. B.
433. συμφορά: τὸ σύμβαμα. B.
δέσποιν᾿ , ἐμοί τοι συμφορά: ἐμοὶ, φησὶν, ἀρτίως ἡ σὴ συμφορὰ ἀγγελθεῖσα
δεινὸν φόβον ἐνέβαλεν. Ἄλλως. καλῶς ἐμιμήσατο τῶν
παρέσχε: ἐνέβαλλεν ἐμέ. B.
435. νῦν δ᾿ ἐννοοῦμαι φαῦλος οὖσα: ἀντὶ τοῦ μωρὰ οὖσα. νῦν δὲ δεύτερον
εἰ καὶ εὐτελής τίς εἰμι, ἐνεθυμήθην, καὶ καλῶς γὰρ, ὅτι
ἀνθρώποις αἱ δεύτεραι τῶν ἄλλων τῶν πρώτων εἰσὶ χρησιμώτεραι. A. νῦν δ᾿
ἐννοοῦμαι: εἰ καὶ εὐτελὴς, φησὶ, τυγχάνω τὴν γνώμην, καὶ οὐκ ἀπ᾿
ἐμαυτῆς ὀφείλουσα στοχάζεσθαι, ὅμως εὗρον ὅτι παρὰ πᾶσιν ἀνθρώποις
ἀκριβέστεραί εἰσιν αἱ ἐπισκέψεις καὶ αἱ δεύτεραι γνῶμαι.
437. οὐ γὰρ περισσόν: παράλογον, παράδοξον. A.B. οὐδὲν, φησὶν, ἔπαθες περισσὸν ὧν πάσχουσι πάντες. τοῦτο δὲ πρὸς παραμυθίαν, ὡς μὴ νοσούσης αὐτῆς ἐξ ἰδίας φύσεως τὸν ἔρωτα. μὴ οὖν, φησὶ, διεργάσῃ σαυτὴν, ἀλλὰ συγγίνωσκε τῷ πάθει βιαζομένη παρὰ τοῦ κρείσσονος, ἄλλως τε καὶ τῶν πολλῶν ἐκ φύσεως αὐτὸ νοσούντων.
438. ὀργαί: ἀγανακτήσεις. M. ἀπέσκηψαν: ἐπῆλθον. B.
439. θαῦμα: παράξενον. B.
441. οὔ τἄρα γ᾿ οὐ δεῖ τοῖς ἐρῶσι: τοῦτο ἐκ τοῦ καθολικωτέρου, ὄντως οὐ
λυσιτελεῖ, οὐ χρὴ, οὐ συμφέρει, φησὶ, τοῖς τῶν πλησίον
ἐρῶσι, καὶ ὅσοι μέλλουσιν ἐρᾶν, εἰ χρεὼν αὐτοῖς ἐστι τοῦ θανεῖν. A.B.I.
λείπει τὸ ἐρᾶν. ὁ δὲ λόγος, οὔτε τοῖς νῦν ἐρῶσιν οὔτε τοῖς μέλλουσιν
ἐρᾶν λυσιτελεῖ τὸ ἐρᾶν, εἴπερ ἀντὶ τῶν ἐρωμένων ἀπολαύουσι θανάτου, οὐκ
ἐπ᾿ ἀνύσει τοῦ ἔρωτος, ἀλλ᾿ ἐπὶ θανάτῳ ἐρῶντες. ἐκ τοῦ καθολικοῦ δὲ
πάθους τὸ ἴδιον δυσχερὲς θεραπεύεται καὶ τῷ
ἁπλουστέρῳ
ὀνόματι τοῦ ἔρωτος καλύπτει τὸ αἰσχρόν. A.
442. θανεῖν αὐτούς: ἐὰν πρὸς θάνατον ἀφορῶσι. M.
443. Κύπρις γὰρ οὐ φορητός: ἐπεξηγεῖται πῶς δεῖ φέρειν πολλὴν ῥεύσασαν
τὴν θεὸν ὑπείκοντα μᾶλλον· οὐδὲ γὰρ ἀνθοπλιζόμενον. οἶδε γὰρ ἄρα
ὑποχωροῦσιν ὑπείκειν ἡ θεός. Ἄλλως. οὐκ ἔστι
δυνατὸν
βαστάσαι τὴν Κύπριν μεγάλως ἐπερχομένην, ἀλλὰ χρὴ ὑπείκειν μᾶλλον τῇ
Ἀφροδίτῃ ἢ ἀντιμάχεσθαι αὐτῇ. A. B.I. πολλὴ ῥυῇ: ἐπιγένηται ῥεύσει. M.
ἐπενεχθῇ. B.
444. ἡσυχῆ μετέρχεται: οὐ γὰρ θανάτῳ κολάζειν τὰς ἐπιθυμίας εἰκός. B.
446. πῶς δοκεῖς καθύβρισεν: ὅσῳ γὰρ ἀρνεῖταί τις τῆς θεοῦ τὴν δύναμιν, τοσούτῳ μᾶλλον εἰς αὐτὸν ἐπιδείκνυται τὴν ἀνδραγαθίαν. καὶ στοχάζου μοι τῆς τιμωρίας τὴν ὑπερβολήν· κρείσσων γάρ ἐστι τῆς τοῦ λόγου διηγήσεως. τοῦτο γὰρ δηλοῖ τὸ πῶς δοκεῖς.
447. φοιτᾷ δ᾿ ἀν᾿ αἰθέρα: ἐντεῦθεν ἄρχεται τὸ τῆς Ἀφροδίτης
αὐξάνειν μέγεθος. ἐν θαλάσσῃ δὲ αὐτήν φησιν ἤτοι ἐπεὶ ὅτι ἀφρογενής
ἐστιν, ἢ ἐπεὶ καὶ τὰ ἐν θαλάσσῃ ἀφροδισιάζει. καὶ ἔοικεν ἐκ τοῦ
παραδόξου σεσημειωκέναι τὸ ὁμολογούμενον, φημὶ δὲ τὸ ἐπὶ γῆς εἶναι τὴν
θεόν.
449. ἔρον: ἔρωτα, Αἰολικῶς. B.
451. γραφάς: ἱστορίας, ποιήματα. B.
452. ἐν μούσαις: ἐν τοῖς λόγοις τῶν γραφῶν. M. ἐν ἀναγνώσεσι. B. ἀντὶ τοῦ μέμνηνται. B.
455. ἡ καλλιφεγγής: Κέφαλος εἷς ἐστι τῶν ἐξ Ἐνδυμίωνος ἔκγονος. γαμεῖ δὲ
Πρόκριν τὴν Ἀθηναίαν. ὅτι δὲ Κέφαλον ἡ Ἠὼς
456. ἔρωτος οὕνεκα: ταῦτα δυσωπητικῶς λέγει. ἤδη μὲν γὰρ ἐκ τοῦ μείζονος προκατεσκεύασεν, εἰποῦσα καὶ θεοὺς ἐρᾶν. λοιπὸν δὲ καὶ τὸ δύσφορον καὶ τὸ μωρὸν αὐτῆς ἐλέγχει.
457. ναίουσι κοὐ φεύγουσι: οὐκ ἀφίστανται πρὸς τοὺς οἰκείους, καὶ παραγίνονται, ἀλλὰ σὺν τοῖς θεοῖς διατρίβουσιν· ἢ ἐπὶ τῶν ἐρώντων θεῶν, καὶ οὐ φεύγουσι τὴν δίαιταν τὴν μετὰ τῶν ἄλλων θεῶν, αἰδούμενοι ὅτι ἐρῶσι. κοινὸν γὰρ κατὰ πάντων συμβαίνει τὸ τοῦ ἔρωτος πάθος. A.B.I. ἐκποδών: πορρωτάτω. M.
459"χρῆν σ᾿ ἐπὶ ῥητοῖς: ἐπὶ συνθήκαις ἐχρῆν τὸν πατέρα σου γεννῆσαί σε, ἐπὶ ὡρισμένοις, ἢ ἐπ᾿ ἄλλοις δεσπόταις θεοῖς, εἰ μὴ στέργεις τούσδε τοὺς νόμους τῆς Ἀφροδίτης, φησὶ, καὶ τοῦ ἔρωτος. A.B.I. ἐπὶ συνθήκαις. B. ὁμολογίαις. M.
461. εἰ μὴ τούσδε γε στέρξεις νόμους: εἰ μὴ ἔμελλες καὶ αὐτὴ
κατὰ τὸ λοιπὸν ἅπαντας ἀνθρώπους ὑποκεῖσθαι καὶ βουλεύειν τοῖς θεοῖς
πᾶσιν ἐπ᾿ ἴσης δηλαδὴ πᾶσιν ἀνθρώποις, ἐχρῆν τὸν γεννῶντά σε πατέρα ἐπὶ
ὡρισμένοις τισί σε παραγαγεῖν καὶ μὴ κατὰ τὸ κοινὸν τῶν ἀνθρώπων, οἷον
οὕτω σε γεννῆσαι ὥστε ὡρίσθαι σε τοῖσδε μὲν ὑποκειμένην θεοῖς ἢ καὶ
πάθεσιν ἀνθρωπίνοις, τοῖσδε δὲ μή. A.
462. πόσους δοκεῖς δή: ἕως τοῦ εὖ φρονεῖν, καὶ οὐχ ὑπ᾿ ἀγνοίας ἀνεξικακοῦντας, ἵνα μὴ τοῦτο ἀντιθῇς.
463. νοσοῦνθ᾿ ὁρῶντας: μὴ δοκεῖν ὁρᾶν τὰ πταίσματα, τῇ κοινῇδυναστείᾳ καὶ τῇ τοῦ ἔρωτος συγγινώσκοντας. A.B.l. κακῶς ἔχοντα. B.
464. πόσους δὲ παισὶ πατέρας: πόσους δὲ οἴει πατέρας τοῖς
παισὶν ἡμαρτηκόσι δι᾿ ἔρωτα συμβαστάζειν αὐτοῖς τὴν παρὰ τῆς Ἀφροδίτης
νόσον, καὶ τοσοῦτον ἀπέχειν τοῦ μέμφεσθαι ὥστε καὶ
465. κομίζειν: καλύπτειν. B.
466. λανθάνειν: λείπει τὸ ὥστε. B. κρύπτειν. B.
467. οὐδ᾿ ἐκπονεῖν τοι χρῆν: οὐκ ἐξακριβάζεσθαι, οὐδὲ καταπονεῖσθαι δεῖ
πάνυ τοὺς ἀνθρώπους, ἀντέχοντας πρὸς τὸν ἔρωτα. A.B.I. Ἄλλως. ἐνταῦθα τὸ
ἐκπονεῖν λίαν τὸν βίον τοιοῦτόν ἐστιν, ὡς οὐ χρὴ τὸν ἄνθρωπον βιάζειν
ἑαυτὸν ὥστε ὑπερανέχειν τήν τε ἀναγκάζουσαν φύσιν καὶ τὰ συμπίπτοντα. A.
τὸ γὰρ ἐκπονεῖν τοιαύτην ἔχει τὴν
σημασίαν, τὸ λίαν
σπεύδειν κερδαίνειν. δεῖ γὰρ ποτὲ μὲν ἐκτείνειν πόνοις τὸ σῶμα, ποτὲ δὲ
ἀνιέναι. τὸ δὲ ἐκπονεῖν ἤτοι ἀεὶ ἐθέλειν πονεῖν οὐ
πολὺ
ἀπέχειν μήτε τὴν ἄλλην πλησιάζειν. εἶτα πρὸς μὲν ξύλων συνθέσεις καὶ
κανόνας εὐσυνθέτους οὐκ ἐφίκετο τῆς ἀκριβείας ἡ τέχνη· σὺ δὲ τηλικαύτην
συμφορὰν ἀπταίστως βούλει παραδραμεῖν.
468. κατηρεφεῖς: ἐσκεπασμένοι. B. δόμοι: δοκοί. B.
469. ἀκριβώσειαν: οἱ ἐργαζόμενοι. B. εἰς δὲ τὴν τύχην: εἰς δὲ πέλαγος
ἄδηλον τῆς τύχης ἐκκολυμβῆσαι. οἰκειότατα δὲ τῇ λέξει κέχρηται ὡς ἐπὶ
πελάγους καὶ χειμῶνος. ἀκολούθως δὲ καὶ τῷ πεσοῦσα πρὸς τὴν συμφορὰν
ἐχρήσατο. A.B.I. ἐν γὰρ τοῖς σοφοῖς τῶν ἀνθρώπων τοῦτο ὑπάρχει, τὸ
λανθάνειν ἑαυτὸν, καὶ προσποιεῖσθαι
τῶν πλησίων τὰ μὴ καλὰ
ἁμαρτήματα. B.I.
471. ἀλλ᾿ εἰ τὰ πλείω: ἀλλ᾿ ἐὰν ἔχῃς περισσότερα καλὰ καὶ ὀλιγώτερα κακὰ ἄνθρωπος οὖσα, καλῶς πράξειας ἄν. A. ἀλλ᾿ ἐὰν πλείονα ἔχῃς πλείονα καλὰ, βραχύτερα δὲ κακὰ, καλῶς πράξειας ἄν. B.I.
473. ἀλλ᾿ , ὦ φίλη παῖ, λῆγε: τῶν ὑπὲρ φύσιν
φρενῶν καὶ ἐπ᾿
ἔρωτι θάνατον μηχανωμένων. τὸ γὰρ ἀρχόμενόν τινα δυσφορεῖν οὐδὲν ἕτερόν
ἐστιν ἢ κρείσσονα ἑαυτὸν νοεῖν τοῦ κρατοῦντος, καὶ τὴν δεσποτείαν ἄδικον
εἶναι, καὶ λέγειν κρείσσω δαιμόνων. A.B.I.
474. ὑβρίζουσ᾿ : βλασφημοῦσα. B. τὴν θεὸν διὰ τὸ μὴ τηρεῖν
τοὺς νόμους. B.
475. τάδ᾿ ἐστὶ κρείσσω: ἢ καθὸ μὴ βούλεται ὑποκεῖσθαι τῇ Ἀφροδίτῃ, ἢ
ἐπεὶ καὶ οἱ θεοὶ πολλάκις ἐρῶσιν, ὡς καὶ ἡ γραῦς ἔφη. διὰ τούτου δὲ
θεραπεύει τὴν ὑποψίαν τῆς αἰσχρότητος, εἰς θειοτέραν ἀνάγκην τὸ ἀκούσιον
τῆς γνώμης ἀναφέρουσα.
δαιμόνων: ποῖον τοῦτο. B.
476. τόλμα: ἐκπληρῶσαι τὸν ἔρωτα. B. ὑπόμενε, καρτέρει, σκόπει. B.
477. νοσοῦσα δ᾿ εὖ πως: καλῶς σαυτὴν διάθες, καὶ γενναίως φέρε αὐτὴν,
οἷον μὴ ἡττῶ τῇ νόσῳ, ἀλλὰ γενναίαζε. A.B.I.
Ἄλλως. καλῶς
πως διατίθει τὴν νόσον, καὶ ὑπόταττε σαυτὴν, οἷον μὴ ἡττῶ τῆς νόσου,
ἀλλὰ γενναίως φέρε καὶ ἐπὶ πέρας ἄγε αὐτήν. A.B. Fl. 6. 15. καταστρέφου:
κατατιθέναι. B.
478. ἐπῳδαί: φαρμακεῖαι, θελκτήριοι δὲ θελκτικοί. B. ἐπᾴσματα. M.
480. ἦ τἄρα γ᾿ ὀψέ: βραδέως ἂν οἱ ἄνδρες νοηθεῖεν παρά τινος.
7. κρείσσονα]
κρεῖσσον A. γενναίως φέρε καὶ ἐπὶ πέρας ἄγε I. 8. εἷναι] λε΄ addit
A., omissis 21. διατίθει] αὐτὴν διατίθει A. καὶ λέγειν κρείσσω
δαιμόνων. 22. ἄγε αὐτήν A. αὐτήν om. ceteri. 12. Lemma τάδ᾿ ἐστὶ
κρείσσω 26. νοηθεῖεν παρά A. διαμυηθεῖεν addidi et A. Scholio
praecedenti περί B.I.
482. Φαίδρα, λέγει: πρὸς μὲν τὴν παροῦσαν, φησὶ, συμφορὰν τοῦ ἔρωτος
χρησιμώτερά σου λέγει ἡ τροφὸς ᾗ σὺ μὲν ἐκβάλλεις σαυτὴν ζωῆς, ἡ δὲ τὸ
ζῆν σοι προξενεῖ. σὲ δὲ, φησὶν, ὅμως ἐπαινῶ τῆς σωφροσύνης. συγκριτικῶς
δὲ εἶπε τὸ δυστυχέστερος, ὡς ἂν ἀμφοτέρων τῶν λόγων τὸ δυστυχὲς
κεκτημένων, τοῦ μὲν διὰ τὴν αἰσχύνην,
τοῦ δὲ διὰ τὸν
θάνατον. ἐμφαντικώτερον δὲ καὶ ἀλγίονα εἶπεν ἔπαινον τὸν οὐχ ἡδονὴν
προξενοῦντα κατὰ τοὺς ἄλλους ἐπαίνους τοῖς ἀκούουσιν, ἀλλὰ θάνατον.
483. αἰνῶ: τὴν μὲν αἰνεῖ διὰ τὸ χρήσιμον καὶ πιθανὸν τῆς γνώμης, τὴν δὲ θαυμάζει διὰ τὸ βέβαιον τῆς σωφροσύνης. B.
484. ὁ δ᾿ αἶνος οὗτος: ἴσθι μέντοι τοῦτο, ὅτι ὁ ἔπαινος τῆς σωφροσύνης ὁ
παῤ ἐμοῦ λεγόμενος, εἰ καὶ καλλίων ἐστὶ τῶν ταύτης λόγων, ἀλλ᾿ οὖν γε
δυστυχέστερος αὐτῶν, καθὸ θάνατόν σοι προξενεῖ. διὰ τοῦτο εἰκότως εἴη
σοι λυπηρὸς ἀκούειν, εἰς ἀπώλειάν σε προτρεπόμενος. ἀλγίονα δὲ ἔφη τὸν
ἔπαινον, ὡς ἂν μηδὲ ἐπαίνου, φησὶν,
εἰληχότα. οἱ γὰρ
ἔπαινοι ἥδουσι τοὺς ἐπαινουμένους.
486. τοῦτ᾿ ἔσθ᾿ ὃ θνητῶν: μάλιστα τὰς πολιτείας τοῦτο ἀπόλλυσι, τὸ τὰ
κεχαρισμένα τῷ δήμῳ λέγειν πρὸς τὴν ἰδίαν σύστασιν.· ὅταν γὰρ
ἁμαρτάνοντί τινι μὴ πρὸς σωτηρίαν, ἀλλὰ πρὸς αὔξησιν τῆς ἁμαρτίας
συμβουλεύῃ τις, οὗτος διὰ τῶν ἡδέων λόγων ἀπόλλυσι
τὸν
ἁμαρτάνοντα. οἱ ἡδεῖς γὰρ λόγοι καὶ πλανητικοὶ ἀπολλύουσι τὰς καλῶς
οἰκουμένας πόλεις καὶ τοὺς δόμους.
487. οἱ καλοὶ λίαν λόγοι: οἱ πρὸς ἡδονὴν λεγόμενοι. διαβάλλει δὲ τὴν φύσιν τῶν ἡδέων ὡς ἄχρι τῆς ἀκοῆς τὸ χρήσιμον ἐχόντων. οὐ γὰρ τὰ πρὸς ἡδονὴν δεῖ λέγειν, ἀλλὰ τὰ πρὸς δόξαν. B.
488. τι: κατά τι. B. τερπνά: τὰ πράγματα. B.
490. τί σεμνομυθεῖς: ἀλαζονεύεις. M. ἀντὶ τοῦ τί φαίνῃ
σώφρων. B.
491. διιστέον: διαγνωστέον, πειρατέον. ὁ δὲ νοῦς, ἀλλὰ πειρατέον τῆς γνώμης τοῦ Ἱππολύτου, ποῖος ἔσται πρὸς τὰ λεγόμενα.
492. τὸν εὐθύν: ἐκ γὰρ τῆς συντόμου ὁμιλίας ὀλέσειε τὸ τῆς φύσεως
αἰφνίδιον νόσημα, καὶ οὐκ ἂν ἐκ τοῦ ποικίλου τῆς ἐπαγγελίας,
ὡς ἐθάδας τῆς νόσου, μισήσειεν. A.B.I. τὸν ἀληθῆ, τὸν σύντομον, τὸν
ἁπλοῦν. B.
497. οὐκ ἐπίφθονον τόδε: οὐ νεμεσητὸν οὐδὲ μεμπτὸν τὸ σῶσαι τὸν βίον διὰ τῆς ἐκπληρώσεως τοῦ ἔρωτος, εἴ γε δεύτερα πάντα τῆς σωτηρίας ἡγούμεθα. B.
499. καὶ μή μεθήσεις αὖθις: ἀπειρηκυῖα τοῖς σοφίσμασι τῆς γραὸς παρακαλεῖ μηκέτι περὶ τοιούτων γυμνάζειν, μηδὲ λέγειν ὅτι καλῶς καὶ μετρίως ὑπείργασται αὐτὴν ὁ ἔρως, οὐ παράλογος, οὐδὲ ἄξιος θανάτου.
500. αἴσχῤ, ἀλλ᾿ ἀμείνω: παρὰ μὲν ἑτέρῳ τινὶ μὴ ἐρῶντι αἰσχρὰ
νομισθείη, παρὰ σοὶ δὲ βελτίω εἰσὶ τῶν παρὰ σοῦ καλῶς λεγομένων, καθὸ
τὰ μὲν θάνατον, τὰ δὲ σωτηρίαν σοι περιποιεῖ. πρὸς πλείονα δὲ πειθὼ τὸ
μὲν ἔργον, τὸ δὲ ὄνομα ἐκάλεσεν, ὡς τούτου μὲν τῇ ἀληθείᾳ σωτηρίαν
ἔχοντος, τοῦ δὲ τὸ ἐπάγγελμα ἐν φήμῃ καὶ ἀμφιβολίᾳ τοῖς ἔξωθεν. Ἄλλως.
τὰ δοκοῦντά σοι αἰσχρὰ εἶναι τῶν καλῶν λόγων
κρείσσονα
ἐστίν· ἢ αἰσχρὰ μὲν τὰ λεχθέντα τῷ προστυχόντι, σοὶ μέντοι νοσούσῃ τὸν
ἔρωτα βελτίονα.
501. τοὔργον: τὸ τῆς σωτηρίας, τοὔνομα δὲ τὸ τῆς σωφροσύνης. B.
502. γαυρουμένη: σεμνυνομένη. B. ἀλαζονευομένη. M.
503. εὖ λέγεις γάρ: καλῶς μὲν γὰρ λέγεις καὶ πιθανῶς, αἰσχρὰ
504. ὑπείργασμαι: ὑποθάλπομαι καὶ καρτερῶ. B.
505. αἰσχρὰ δ᾿ ἢν λέγῃς: ὅταν δὲ τὰ αἰσχρὰ πιθανῶς λέγῃς καλὰ τῇ δεινότητι, διαφθαρήσομαι ἐγὼ, καὶ ἐμπέσω εἰς ὃ φεύγω, τουτέστι τὴν ὁμιλίαν καὶ συνουσίαν τοῦ ἐρωμένου. δέδοικε γὰρ ἡ Φαίδρα μὴ λαθοῦσα ἁλῷ τῇ πιθανότητι.
507. εἴ τοι δοκεῖ σοι: μὴ δυνηθεῖσα τοῖς σοφισμοῖς περιγενέσθαι, δευτέραν
εἰσηγεῖται γνώμην ἡ γραῦς, καὶ ὑπισχνεῖται ἀντιτρώσειν κἀκεῖνον
φαρμάκοις τισὶν, ὅπως ἂν θαρσαλεώτερον αὐτῷ τὸν ἔρωτα μηνύσωσιν, ὡς
πάντως πείσουσαι. εἰ τοίνυν, φησὶ, δοκεῖ σοι τὸ μὴ συνελθεῖν τῷ ἐρωμένῳ,
ἔδει σε μηδὲ τὴν ἀρχὴν ἁμαρτάνειν ἐρασθεῖσαν,
καὶ εἰ τὸ
σωφρονεῖν σοι δέδοκται, ἔδει μηδ᾿ ὅλως ἁλῶναι τῷ ἔρωτι. κἂν γοῦν, φησὶ,
δευτέραν χάριν μοι δὸς, δευτέρῳ τρόπῳ πεισθεῖσα τῷ τῶν φαρμάκων. ἔστι δέ
μοι, φησὶν, ἐν τῇ οἰκίᾳ φάρμακα ἐρωτικὰ, ἃ δύναταί σου παῦσαι τὴν νόσον
καὶ τελέσαι τὸν ἔρωτα, ἀντιτρώσαντα δηλονότι τὸν ἐρώμενον. εἰ δὲ πάλιν
σὺ ἀπειθήσασα οὐκ
ἐάσεις με τοῦτο ποιῆσαι, βλάβη σοι
γενήσεται. Ἄλλως. τινὲς οὕτως· εἰ δοκεῖ σοι σωφρονεῖν, ὤφειλες μηδέν μοι
λέγειν· εἰ δέδοκταί. σοι τὸ μὴ πεισθῆναι, κἂν δευτέραν καὶ ἥσσονά μοι
χάριν δός. πάντως γὰρ κἀκείνου οὕτως ἐρῶντος οὐκ ἂν ἀποτυχοῦσα τῆς
κοινωνίας ἡττηθείης.
ἄρτι μοι: ἄρτι ὑπεμνήσθην ὅτι ἔχω φάρμακα. B.
512. παύσει νόσου: τὸν ἐρῶντα προσληπτέον. ἅτινα φίλτρα,
514. σημεῖον ἢ λόγον: δεῖ, φησὶν, ἐν τῇ φαρμάξει ἐκ τοῦ Ἱππολύτου σημεῖόν
τι λαβεῖν, ἢ λόγου μνημόνευμα, ἢ κρασπέδου ἀπόσπασμα.
καὶ
τὸν μὲν λόγον αὐτοῦ τῷ λόγῳ τῆς Φαίδρας συνάψαντας ἐπᾴδειν, τὸ δὲ
ἀπόσπασμα τῆς ἐσθῆτος πάλιν ἐπαοιδῆς ἀποσπάσματι τῆς ἐσθῆτος Φαίδρας
συνάπτειν, ἵν᾿, ἐὰν τοῦ διὰ λόγου ἀποτύχωμεν, τῷ δι᾿ ἐσθῆτος
χρησώμεθα. συνάψαντες γὰρ ἄμφω τοὺς λόγους, ἢ τὰ ἀποσπάσματα τῶν ἱματίων
οὕτως ἐπᾴδουσιν, οἷον Ἱππόλυτος ὁ τόδε
εἰπὼν ἐρασθείη
Φαίδρας τῆς τόδε εἰπούσης. μερικῶς δὲ καὶ τὸ φυσιολογικὸν μᾶλλον διήγημα
εἰπὼν “συνάψαι τ᾿ ἐκ δυοῖν μίαν χάριν.” διὰ γὰρ φυσιολογιῶν τινῶν ἄμφω
τὰς φύσεις εἰς ἕνα ξυνάγουσιν ἔρωτα. ἄριστα δὲ καὶ ἐνταῦθα ἡ διοίκησις.
τὴν μὲν ὅλην φάρμαξιν οὐκ ἐπὶ σκηνῆς, ἀλλ᾿ ἔνδον ποιῆσαι μέλλουσα,
πιθανῶς ἤδη
τὸ κεφάλαιον ὑπέθετο τῆς φαρμάξεως. ἔδοξε γὰρ
ἂν ἐνοχλεῖν διηγουμένη φανερῶς.
516. χριστόν: ἆρα δὲ χριόμενόν ἐστι τὰ φάρμακον ἢ πινόμενον. B.
517. ὄνασθαι, μὴ μαθεῖν: διδάσκου πῶς δεῖ τοῖς ἀναγκαίοις
κεχρῆσθαι εἰς τὴν παραυτίκα μόνον ἀπαλλαγὴν τῶν κακῶν καὶ ἀπόλαυσιν· οὐ
γὰρ εἰς τὴν διηνεκῆ γνῶσιν. τὸ γὰρ τοιοῦτον πονηρίας ἐστὶν
518. δέδοιχ᾿ ὅπως: ἐπειδὴ μεσότης ἐστὶ καὶ ὑπερβολὴ καὶ ἔλλειψις, καὶ ἡ
μὲν μεσότης ἐστὶ φρόνησις, ἡ δὲ ἔλλειψις ἀφροσύνη, ἡ δὲ διαβολὴ πονηρία,
διὰ τοῦτο εἶπε “δέδοικα μὴ λίαν φανῇ σοφή,” ἤτοι πονηρά. τὸ λίαν γὰρ
ἐπαυξητικόν ἐστι τοῦ. . .καὶ λοιπὸν ἐκ τῆς πονηρίας βλάψεις μᾶλλον ἢ
ὠφελήσεις. τῆς γὰρ φρονήσεως, ἤτοι τῆς
μεσότητος, λειπούσης
ἐξ ἀνάγκης ἄμφω αἱ κακίαι, ἤτοι ἡ πονηρία καὶ ἡ ἀφροσύνη, βλάπτουσι. A.
δέδοικα, φησὶ, μὴ μετιοῦσα τὴν φάρμαξιν ἔργῳ δηλώσῃς τὴν νόσον. τὸ δὲ
“πάντ᾿ ἂν φοβηθεῖσ᾿ ἴσθι” ἀντὶ τοῦ, εἰ τὸ μηδὲν ἄξιον φόβου φοβῇ,
πάντα ἂν φοβηθεῖσαν γνῶθι σαυτήν. A.B.I. σοφή: πανοῦργος. B. μωρὰ,
ἀνόητος. Fl. 2.
520. μή μοί τι: φοβοῦμαι μὴ ἐπ᾿ ἐμοὶ σφόδρα τις πανοῦργος ἀποδειχθῇς μηνύσασα τῷ Ἱππολύτῳ τὸν πρὸς αὐτὸν ἀπ᾿ ἐμοῦ ἔρωτα.
521. ἔασον, ὦ παῖ: οἰκονομικώτατα οὐδὲν πρὸς τὴν ἐρώτησιν ἀντέθηκε,
καίτοι αὐτὴ ἐρωτήσασα τὴν Φαίδραν, διὰ τί φοβοῖτο,
ἀλλὰ
μόνον φησὶν, ἐγὼ ταῦτα θήσω καλῶς, οὐ βουλομένη κατήγορος ὕστερον ἑαυτῆς
φωρᾶσθαι. τὴν Ἀφροδίτην δὲ ἐπικαλεῖται ὡς παραστατοῦσαν ταῖς τοιαύταις
περιεργίαις.
524. τοῖς ἔνδον ἡμῖν: φίλον ὀνομάζει τὸν Ἱππόλυτον καθ᾿ ἡδονὴν ἡ γραῦς,
προλαμβάνουσα ταῖς ἐλπίσιν. ὁ δὲ νοῦς· τὰ δὲ ἄλλα, ἃ
φρονῶ,
ἀρκέσει ἄρα ἔνδον διηγήσασθαι φίλοις, ὁποῖά ἐστι, καὶ μὴ ἐπὶ πάντων καὶ
ἐπὶ τοῦ θεάτρου ταῦτα ἐκφέρειν. Ἄλλως. οὐ βούλομαι παρρησιάζεσθαι τὰ τῆς
γοητείας· ἀρκεσθήσομαι γὰρ τοῖς ἔνδον.
525. Ἔρως Ἔρως: λοιπὸν ὁ χορὸς ἐκτείνεται πρὸς τὸν Ἔρωτα λέγων, ὦ Ἔρως,
ὅστις διὰ τῶν ὀμμάτων τῶν ἀνθρώπων στάζεις τὸν πόθον, διὰ τούτου εἰσάγων
ταῖς ψυχαῖς καὶ τὴν γλυκεῖαν ἡδονὴν, καθ᾿ ὧν ἂν ψυχῶν ἐπιστρατεύσῃ τῷ
ἐρωτικῷ τόξῳ καὶ ἐρᾶν ποιήσῃς. τὸ δὲ ἑξῆς οὕτως· ὦ Ἔρως, ὃς κατὰ τῶν
ὀμμάτων τῶν ἐρωμένων ἡδονὴν καὶ
ἐπιθυμίαν ἐπιχέεις, διὰ
τούτου γλυκεῖάν τινα ἡδονὴν εἰσάγων ταῖς ψυχαῖς ἐκείνων, καθ᾿ ὧν ἂν
ἐπιστρατεύσῃ τοῖς ἐρωτικοῖς βέλεσιν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτε
ἐπαναγκάσεις τινὰ ἐρᾶν, τῷ ἐρωμένῳ γλυκεῖαν ἐπιτιθεὶς ταῖς ὄψεσιν
ἡδονὴν, ὅπως τοὺς ἐρῶντας αὐτοπροαιρέτῳ καθυποτάξῃς ἀνάγκῃ διὰ τῆς
ἡδονῆς. τὸ δὲ ἑξῆς· ὦ Ἔρως,
Ἔρως, ὃς κατ᾿ ὀμμάτων στάζεις
πόθον, μή μοι ποτὲ σὺν κακῷ φανείης. οὐ πάντη δὲ ἀπεύχεται τὸν ἔρωτα,
ἀλλὰ τὸν ἐπὶ κακῷ. εἰσὶ γὰρ καὶ ἀρετῶν ἔρωτες. A.B.I.
ὅ: τὸ ὅ προτακτικὸν ἀντὶ τοῦ ὅς ὑποτακτικοῦ ἄρθρου. A.B.
527. ψυχᾷ χάριν οἷς: ἀπὸ ἑνικοῦ εἰς πληθυντικὸν μετέβη. ἔδει
γὰρ εἰσάγων ψυχῇ χάριν ᾗ ἐπιστρατεύσῃ, ἀλλὰ τὸ μὲν ἑνικὸν παρέλαβε πρὸς
τὸ ὁμοιοπαθὲς τῆς ἀνθρωπίνης φύσεως, εἰς δὲ τὸ πληθυντικὸν ἐξέπεσε πρὸς
ἐξήγησιν τοῦ κατὰ τὸν ἑνικὸν ἀριθμὸν δεδηλωμένου πληθυντικοῦ. εἰσὶ δὲ τὰ
ὀνάματα οἰκεῖα ἔρωτι. A.
528. μή μοί ποτε σὺν κακῷ: οὐ πάντη ἀπεύχεται τὸν ἔρωτα,
ἀλλὰ τὸν ἐθελόκακον, ἐπεὶ καὶ ἀρετῶν εἰσιν ἔρωτες. A.M.
529. μηδ᾿ ἄρρυθμος: μηδὲ ἄμετρός τις καὶ ἄτακτος ἔλθοις. ῥυθμὸς γάρ ἐστιν ἡ μουσικὴ τάξις. πᾶς δέ τις ἔρως μεμετρημένος ἔχει μετὰ τῆς ἰάσεως τὸ χάριεν ἅμα καὶ ἀβλαβές.
530. οὔτε γὰρ πυρός: οὔτε γὰρ τὸ βέλος τοῦ πυρὸς οὔτε τὸ
ὑψηλότατον βέλος τῶν ἄστρων τοιοῦτόν ἐστιν, οἷον ἵησιν ἐκ χειρὸς ὁ
τὸ δὲ
ὀξείας καὶ ἐξόχους ἔχον τὰς ἁφὰς, ὥστε τὸ μὲν πρὸς τὴν ἰσχὺν, τὸ δὲ πρὸς
τὴν εὐστοχίαν. οὔτε γὰρ τοῦ πυρὸς οὔτε τῶν ἄστρων τῶν τὰς χειμασίας
ἐμποιούντων τὸ βέλος χεῖρόν ἐστι τοῦ σοῦ βέλους.
535. ἄλλως: μάτην θύομεν Διὶ Ὀλυμπίῳ καὶ Ἀπόλλωνι
Πυθίῳ, μὴ
τιμῶντες τὸν Ἔρωτα τὸν ὄντα τύραννον μὲν ἀνθρώπων, φύλακα δὲ τῶν
ἀφροδισίων θαλάμων, τὸν πορθοῦντα καὶ ὀλοθρεύοντα τὸν τῶν ἀνθρώπων βίον,
καὶ διὰ πάσης συμφορᾶς πόνους καὶ λύπας παρέχοντα, καὶ παντὸς κακοῦ
πειραθῆναι ποιοῦντα, ὅταν πρὸς αὐτοὺς ἔλθῃ.
538. τὸν τύραννον: καλῶς οὐ βασιλέα, ἀλλὰ τύραννον αὐτόν φησιν, ἐπεὶ μὴ προνοεῖται τῆς τῶν ἀρχομένων ὠφελείας, πόνον δὲ λυσιτελοῦντα τῇ ἑαυτοῦ προαιρέσει κατεργάζεται, ἐπίδειξιν τῆς δυναστείας ποιούμενος.
541. κλῃδοῦχον οὐ σεβίζομεν: τὸν φύλακα τῶν οἴκων οὐ τιμῶμεν.
φύλακα δὲ τῶν ἀφροδισίων αὐτὸν ἔφη θαλάμων. δι᾿ ἔρωτος γὰρ
ἀφροδισιάζομεν, καὶ τότε καθ᾿ αὑτῶν ὁρμῶμεν, ὁπόταν ἐκεῖνος τὴν
ἐπιθυμίαν εἰς ἡμᾶς ἐπιπέμψῃ.
543. ἰόντα συμφορᾶς: ἰέναι ποιοῦντα καὶ διὰ παντὸς κακοῦ ποιοῦντα πειραθῆναι τοῖς ἀνθρώποις, ὅταν ἔλθῃ. A.
545. τὰν μὲν Οἰχαλίᾳ: περὶ τῆς Ἰόλης ὁ λόγος, ὅτι ὁ ταύτης ἔρως τὴν
Οἰχαλίαν ἐπόρθησεν. ἔνιοι μὲν οὖν φασιν ἀτιμασθέντα τὸν Ἡρακλέα ὑπὸ
Εὐρύτου καὶ τῶν ἀδελφῶν αὐτοῦ, (οὐ γὰρ δεδώκασιν αὐτῷ τὴν κόρην,)
πορθῆσαι τὴν Οἰχαλίαν. Ἡρόδωρος δέ φησιν ὅτι τοῦ τῆς Ἰόλης γάμου
προκειμένου τοξείας ἐπάθλου Ἡρακλέα νικήσαντα
546. πῶλον ἄζυγα: παρθένον ἄπειρον γάμου, καθαράν. πώλῳ δὲ τὸ ἀκμαῖον
αὐτῆς εἴκασεν. λέγει δὲ τὴν Ἰόλην τὴν παῖδα τοῦ Εὐρύτου, ἣν ἔλεγε
διδόναι τῷ νικῶντι αὐτὸν κατὰ τὴν τοξικήν. ἐλθὼν γὰρ ὁ Ἡρακλῆς ἐνίκησε
τοῦτον. ὁ δὲ Εὔρυτος παρῃτήσατο δοῦναι αὐτὴν, καὶ ἕνεκα τῆς παραβασίας ὁ
Ἡρακλῆς ἐπόρθησε τὴν Οἰχαλίαν, καὶ
αὐτὴν ἔλαβε πρὸς γάμον.
A.B.I. τὴν Ἰόλην λέγει τὴν Εὐρύτου θυγατέρα, ἣν ἆθλον ἐπὶ τοξείᾳ θεὶς ὁ
Εὔρυτος νικηθεὶς ὑφ᾿ Ἡρακλέους καὶ μὴ ἀποδιδοὺς παρεσκεύασεν Ἡρακλέα
καὶ τὴν πόλιν πορθῆσαι καὶ ταύτην λαβεῖν. A.
549. ζεύξασ᾿ ἀπειρεσίαν: ἀποζεύξασα δὲ καὶ ἀποχωρίσασα τῶν
οἴκων. ὁ δὲ νοῦς, τὴν μὲν δὴ ἐν Οἰχαλίᾳ παρθένον, ἄνανδρον, ἄνυμφον
οὖσαν τὸ πρότερον, τῶν νυμφικῶν οἴκων ἀποχωρίσασα ἡ Ἀφροδίτη τῷ Ἡρακλεῖ
ἐπὶ φόνοις καὶ πορθήσεσι τῆς πατρίδος ἐπέδωκεν.
550. ναΐδα: νύμφην. ἀντὶ τοῦ ταχεῖαν δρομάδα νύμφην περὶ τὰ νάματα
σκιρτῶσαν. A.B. τὸ ἑξῆς, νηίδα Ἀλκμήνας τόκῳ Κύπρις
ἔδωκεν,
ὅ ἐστι νύμφην. δηλοῖ ἐξ ἐπιθέτου τὸ προσηγορικόν. A.B.I.
551. σὺν αἵματι: παρόσον σὺν αἵματι καὶ καύσει τῆς πατρίδος αἰτία
γέγονεν, ἤτοι παρόσον ὁ γάμος αὐτῆς πρόξενος τούτων ὅλων ἐγένετο, ὡς καὶ
Σοφοκλῆς ἐν Τραχινίαις “ὡς τῆς κόρης ταύτης ἕκατι
κεῖνος
Εὔρυτόν θ᾿ ἕλοι.”
554. ὦ τλᾶμον ὑμεναίων: διὰ μέσον τοῦτο ἐσχετλίασται. εἶτα τὸ τῆς ἑτέρας ἱστορίας ἐπισυνῆπται. A.B.
555. δεύτερον διήγημα τῆς δυνάμεως τῆς Ἀφροδίτης, δηλαδὴ τὸ κατὰ τὴν Σεμέλην καὶ τὴν ταύτης κύησιν. B.
558. συνείποιτ᾿ ἄν: συμμαρτυρήσεται. ἕρπει δὲ οἷον ἐπέρχεται σοβαρῶς. B.
559. βροντᾷ γάρ: τῇ Ἀφροδίτῃ ἀνατίθησι τὴν Σεμέλης κεραύνωσιν, ἤτοι καθὸ
ὁ Ζεὺς ἀπρονόητος γενόμενος τῷ ἔρωτι ἐπείσθη τῇ Σεμέλῃ, τὸ τῶν ἐραστῶν
ἀναδεξάμενος πάθος, ἢ καθὸ ἐν τῇ μίξει καὶ
τῷ ἀφροδισιασμῷ
ἀπώλετο. διαπέπλασται δὲ τὰ τοῦ μύθου, καθὸ ῥιζοβολεῖν ἀρχόμεναι
πολλάκις ἄμπελοι τῇ καύσει τῶν νότων ἐκκόπτονται. ἀμφιπύρῳ δὲ τῇ
πεπυρωμένῃ, ὡς εἰ ἔλεγε τῇ μετὰ ἀστραπῆς βροντῇ. τὴν γὰρ μητέρα τοῦ
Βάκχου Σεμέλην συγκοιμηθεῖσαν οὐ τῷ Διὶ, ἀλλὰ βροντῇ ἀμφιπύρῳ, πότμῳ
φονίῳ κατεύνασεν, ὅ ἐστι
κατέπαυσεν, κατεκοίμισεν, εὐφήμως
ἀντὶ τοῦ ἀνεῖλεν, ἡ Ἀφροδίτη δηλονότι. A.B.I. τοκάδα: μητέρα. B. τοῦ
Διονύσου γεννήτριαν. M.
560. Διογόνοιο Βάκχου: τοῦ Διονύσου. B. γρ. καὶ διγόνοιο, καθὸ καὶ διθύραμβος λέγεται τῷ δισσῶς τεχθῆναι. B.
561. νυμφευσαμέναν: συγκεκοιμημένην. M. νυμφευθείσαν B. πότμῳ: ἐπί. B. rec.
562. κατεκοίμασε: κατευνασθῆναι καὶ συμμιγῆναι τῷ Διὶ πεποίηκε. B.
563. δεινὰ γὰρ πάντα: ἀπὸ θαυμαστικοῦ ἀρξάμενος καὶ εἰς
θαυμαστικὸν κατέκλεισεν, ὥστε θαυμάζων ἄρχεται καὶ θαυμάζων παύεται.
δεινὴ γὰρ ἡ Ἀφροδίτη καὶ πανταχόθεν δίκην μελίσσης περιίπταται, τὰ
κάλλιστα τῶν σωμάτων μαραίνουσα.
564. πεπόταται: προσυπακουστέον τό κεντοῦσα. A.
565. σιγήσατ᾿ , ὦ γυναῖκες: πρὸς τὰς τοῦ χοροῦ, ἵνα μὴ ἀκούσῃ
566. τί δʼ ἔστι, Φαίδρα: περὶ τὴν τῆς Φαίδρας ἀγωνίαν καταγινόμενος
ὁ χορὸς οὐκ ἐπαισθάνεται τῶν τοῦ Ἱππολύτου λόγων, καὶ τοῦτο
εἰκότως φυλάξαντος τοῦ τραγικοῦ· περιπαθέστερον γάρ ἐστιν ὑπὸ Φαίδρας
λεγόμενον.
569. ἰώ μοί μοι, αἰ αἶ: πρὸς ὀλίγον ἐν τῇ σκηνῇ σιωπῆς γενομένης ἀκούσασα
τὰ λεγόμενα ἡ Φαίδρα καὶ μὴ ἐνεγκοῦσα τὸ πάθος
ἀνέκραγεν.
οἰκονομικῶς γὰρ οὐκ ἐξέβαλεν Ἱππόλυτον, ἀλλὰ προτετραγῴδηκε τῆς Φαίδρας
τὴν ἀγωνίαν.
574. ἔννεπε: εἰπὲ, ὦ γύναι, ποῖος οὕτω λόγος εἰσελθὼν εἰς τὰ ὦτά σου
ἐπτόησέ σε. ἢ οὕτως. εἰπέ μοι, ποία φήμη καὶ βοὴ ἐφορμήσασα ἐκφοβεῖ σον
τὰς φρένας. στικτέον δὲ ἢ εἰς τὸ φρένας,
ἢ συναπτέον αὐτῷ
τὸ ἐπίσσυτος. ἑκατέρως γὰρ δύναται ὑποστίζεσθαι.
579. σὺ παρὰ κλῇθρα: παρὰ ταῖς πύλαις. παραιτεῖται τὴν ἀκοὴν, ἐπεὶ
πολλάκις ἔμελλε διαδιδόναι αὐτῇ ἃ ἤκουσεν, καὶ ἐκ τούτου πρόξενος αὐτῇ
τῆς λύπης γίνεσθαι. ὁ δὲ νοῦς· σὺ παρὰ κλῇθρα
ἵστασο· σοὶ
γὰρ μέλει ἡ ἐκ τῶν οἴκων πεμπομένη βοή. ἐπειδὴ γὰρ καὶ σόν ἐστι τὸ
πάθος, σοὶ ἐν φροντίδι ἔσται ἡ πεμπομένη φήμη ἐκ τῶν οἴκων. A.B.I.
581. ὁ τῆς φιλίππου: ὁ Ἱππόλυτος ὁ τῆς Ἀμαζόνος Ἀντιόπης
585. ἰαχὰν μέν: φωνὴν μὲν ἀκούω, αὐτὰ δὲ τὰ λεγόμενα οὐκ ἔχω σαφῶς
εἰπεῖν. τὸ δὲ ὅπα ἀντὶ τοῦ ὁπόθεν καὶ ἐκ τίνος εἴη. διὰ τὸ
μὴ ἀκούειν οὖν τῶν λόγων οὐδὲ εἰπεῖν δύναται τίς ἡ βοή. παραιτεῖται δὲ
πάλιν οὐ θέλουσα μαρτυρεῖν τῇ δυστυχίᾳ διὰ τῆς αἰσθήσεως τῶν λεγομένων.
A.B.I. ἰαχάν: γρ. ἰωάν, ἀντὶ τοῦ φωνὴν παρὰ τὸ ἱέναι καὶ ἀναπέμπεσθαι.
B.
ὅπᾳ: γρ. καὶ χωρὶς τοῦ καί φασι συναίρεσιν εἶναι τοῦ
ὁποία.
B.
589. προμνήστριαν: ἑρμηνεύτριαν, μαυλίστριαν, προξενήτριαν.
592. τί σοι μητίσομαι: γρ. καὶ μήσομαι. A. βουλεύσομαι, μηχανήσομαι. κομματικὴ δὲ ἡ διάνοια ὡς ἐν σχετλιάζοντι προσώπῳ λεγομένη. A.B.
593. τὸ ἑξῆς, διὰ δʼ ὄλλυσαι πρόδοτος ἐκ φίλων. B. ἀλλεπάλληλον τοῦτο τὸ σχῆμά ἐστιν. B.
597. φίλως μὲν, καλῶς δ᾿ οὔ: προσφιλῶς μὲν ἐμοὶ πρᾶξαι βουλομένη, καὶ
παντὶ τρόπῳ τοῦτο σκοποῦσα, οὐ μέντοι καλῶς, ἐπεὶ οὐκ ἐστοχάσατο τοῦ
μέλλοντος τὸ τέλος. μετ᾿ εὐνοίας μὲν, φησὶ, καὶ
οὐκ ἐξ
ἐπιβουλῆς, ἀσκόπως δὲ καὶ ἀστόχως. καὶ ἔστιν ὁμοία τῇ παροιμίᾳ, εὔνοια
ἄκαιρος οὐδὲν διαλλάσσει ἔχθρας.
599. οὐκ οἶδα πλὴν ἕν: τὸ ἑξῆς, οὐκ οἶδα τῶν νῦν παρόντων
601. ὦ γαῖα μῆτερ: ὡς φιλόσοφος τὸν ἥλιον καὶ τὴν γῆν ἐπικαλεῖται,
προσμαρτυροῦντας χάριν τῶν εἰρημένων. ἤδη δὲ προτραγῳδήσας
ἱκανῶς ἐπὶ τὴν ὀργὴν Ἱππολύτου καὶ τὴν ἱκεσίαν τῆς γραὸς ἐπεξέρχεται,
πρότερον ἀρξάμενος ἀπὸ τοῦ τραγικοῦ, δηλαδὴ τῆς ὀργῆς Ἱππολύτου, τὴν ἐξ
ἀρχῆς ἀδολεσχίαν τῆς γραὸς καὶ τὸν ὅρκον ἀποκρυψάμενος. ὡς φιλόσοφος δὲ
γῆν καὶ ἥλιον ἐπιβοᾷ, ἐπεὶ ἀρχὴ πάντων εἰσὶ, γῆ μὲν πάντων μήτηρ κατὰ
Ἡσίοδον, ἥλιος δ᾿ ,
ἐπεὶ πάντ᾿ ἐφορᾷ καὶ πάντ᾿ ἐπακούει.
Ἀναξαγόρας οὖν τὸν ἤλιον μύδρον ἔφησε, καὶ ἐξ αὐτοῦ πάντα γίνεσθαι. ᾧ
ἀκολουθήσας ὁ Εὐριπιδης χρυσέαν βῶλον αὐτὸν εἴρηκεν. ἡλίου δὲ ἀναπτυχαὶ
αἱ ἀκτῖνες, καθὸ τὸ σκότος ἀναπτύσσουσι, καὶ ἡμῖν τὰ πάντα δηλοῦσι διὰ
τοῦ φωτός.
602. ἄρρητον: οὐκ ἀξίαν τοῦ ῥηθῆναι καὶ ὀνομασθῆναι, ἣν οὐδὲ λόγῳ διεξιέναι καλόν.
605. ναὶ πρός σε: ναὶ, σίγησον, λίσσομαί σε πρὸς τῆς σῆς δεξιᾶς· τῆς καλὸν βραχίονα ἐχούσης· ἐνομίζετο γὰρ κατὰ τῆς δεξιᾶς ἱκετεύειν, ὡς κατὰ τῶν γονάτων.
606. μὴ προσοίσῃ χεῖρα: ὡς μυσαττόμενος καὶ τὴν δεξιὰν αὐτῆς τοῦτό φησιν, ἢ μᾶλλον φοβούμενος ἁλῶναι ταῖς ἱκεσίαις.
608. τί δ᾿ , εἴπερ, ὡς φῆς: τί δὲ ἐκ τῆς διανοίας σιωπῆσαί με θέλεις,
εἵπερ οὐδὲν εἴρηκας κακόν; Ἄλλως. ὁρᾅς, φησὶν, ὅτι σκέπεις τῶν εἰρημένων
τὴν κακίαν τῇ σιωπῇ, ἐπεὶ εἰ καλά ἐστι, τί με
609. ὁ μῦθος, ὦ παῖ: παραλογίζεται τὸν νεανίσκον τῇ μεταθέσει τῶν
ὀνομάτων, κλέπτουσα τὴν ἀκρόασιν. δέον γὰρ εἰπεῖν οὐ
κακός,
φησὶν οὐ κοινός, οὐ πᾶσιν ὀφείλων ἀνακοινωθῆναι. εἶναι γάρ φησι μέχρι
τινὸς καὶ καλὰ σιωπώμενα. Ἄλλως. ὁ περὶ γάμων μῦθος οὐκ ὀφείλει λεχθῆναι
πᾶσι.
610. τά τοι κάλ᾿ : δεινότερον αὐτῆς ἀνεῖλε τὴν ἐκ τῶν ὀνομάτων ἀπάτην. εἰ
γὰρ οὐ κοινὰ, δῆλον ὡς οὐδὲ καλά. τῷ γὰρ δημοτελεῖ
τῆς
ἐπιδείξεως πλέον δοξάζεται τὸ χρηστόν.
612. ἡ γλῶσσ᾿ ὀμώμοχ᾿ : οἷον οὐκ εἰδὼς ὤμοσα. οὐ γὰρ γνοὺς περὶ τίνος
ὀμνύω ὤμοσα. τὰ δὲ κατὰ ἄγνοιαν τῶν ὅρκων γινόμενα συγγνώμης τυγχάνει
παρὰ θεοῦ. οὐ καθολικῶς δὲ τὸ τοιοῦτον, ἀλλὰ νῦν, ἐπείπερ ἡ γραῦς, πρὶν
εἰπεῖν τὸ πάθος αὐτῷ καὶ πρὶν εἰς ἔννοιαν
ἐλθεῖν αὐτὸν τοῦ
ῥηθησομένου, ὅρκον ᾔτησε τῆς σιωπῆς καὶ τῆς διανοίας. ὁ δὲ μὴ προειδὼς
ἐφ᾿ ᾧ ὤμοσεν ὤμοσε, φησὶν, ἡ γλῶσσα προπετέστερον καὶ παρὰ γνώμην τῆς
φρενὸς ὀμώμοκεν. Ἀριστοφάνης καθολικώτερον νοήσας φησὶ τὸν Εὐριπίδην
ὑβρίζειν τῆς γλώσσης τὴν διάνοιαν, ὡς ἂν μὴ τὰ δόξαντα τῇ διανοίᾳ
φθεγγομένης
καὶ μὴ κρίσει τῆς διανοίας. ἄλλως τε φαίνεται
διὰ τῶν ἑξῆς τὸ εὐσεβὲς αὐτῶν φυλάττων· φησὶ γὰρ “εἰ μὴ λόγοις θεῶν
ἄφρακτος ηὑρέθην,” ὤστε μηδὲ δόκησιν αὐτῷ ἐπιορκίας πλάττειν.
615. σύγγνωθ᾿ · ἁμαρτεῖν: σύγγνωθι, φησὶν, ἐπὶ τῇ ἀνομίᾳ τοῦ
616. ὦ Ζεῦ, τί δή: λοιπὸν καταστατικώτερον τὴν γυναικείαν
διαβάλλει φύσιν, ἀναφέρων τὸ προοίμιον ἐπὶ τὴν τοῦ κρείσσονος νόσον.
φιλοσοφώτερον δὲ τὴν ἀντίθεσιν λύει, τὴν ἀρχὴν ἀξιῶν μὴ ὑπὸ
ἀφροδισιασμῶν παῖδας γίνεσθαι. ὁ δὲ νοῦς, διὰ τί, φησὶν, εἰς τὸ φῶς τοῦ
ἡλίου τὰς γυναῖκας ἀδόκιμον κακὸν τοῖς ἀνθρώποις κατῴκισας. κίβδηλον δὲ
τὸ μηδὲ δοκιμασίας δεόμενον, ἀλλὰ προφανὲς
δεινόν.
617. οἰκειότατα τῷ προσώπῳ ἡ γυμνασία. πῶς γὰρ ἂν ἀφροδισιασμῶν χωρὶς ἡ φύσις συνίσταιτο; A. B.
618. εἰ γὰρ βρότειον: εἰ γὰρ ἤθελες εἶναι γένος τὸ ἀνθρώπων, ὤφειλες
ποιῆσαι μὴ ἀπὸ γυναικῶν αὐτὸ εἶναι, ἀλλ᾿ ἕκαστον διδόναι
ἢ
χρυσὸν, ἢ χαλκὸν ἐν τοῖς ναοῖς, καὶ οὕτως ἀγοράζειν. τὸ δὲ ἀντιθέντας
ἤτοι ἀνατιθέντας, ἢ ἀντὶ τῶν παίδων τιθέντας, εἰς σημεῖον τοῦ γενέσθαι
τὴν αἴτησιν. ἀτόπως δὲ ταῦτα· οἱ γὰρ πένητες οὐκ ἂν ἐκτήσαντο
παῖδας.
623. τῆς ἀξίας ἕκαστον: ἄμεινον τὴν ἀξίαν ἐπὶ τῆς φύσεως
ἀκούειν, ὅπως χρηστός τις ὢν χρηστοῦ τύχῃ καὶ πάλιν τοὐναντίον, ἵνα τὸ
μὲν ἀνάθημα τῆς αἰτήσεως ἕνεκα διδῷτο, τὸ δὲ βρέφος πρὸς τὴν φύσιν τοῦ
αἰτοῦντος. τινὲς δὲ ἐπὶ τῆς ἀξίας τοῦ ἀναθήματος καὶ τιμήματος. βέλτιον
δὲ τὸ πρῶτον, οἷον ἐάν τις ᾖ ἀγαθὸς τοῖς τρόποις καὶ τοῖς ἐπιτηδεύμασιν,
ἵνα καὶ τοῦ υἱοῦ ἀξίου τὸ ἔργον καὶ
ὁμοίως μεταλάβοι, καὶ
πάλιν τοὐναντίον, ἐὰν ὑπάρχῃ χείρων, ἀξίου καὶ τοῦ παιδὸς τύχῃ.
624. ναίειν ἐλευθέροισι: χαριέστατον εὐτυχοῦντα τῆς ἀπουσιας τῶν γυναικῶν οἶκον ἐλεύθερον ἔχειν. A.B.
625. νῦν δ᾿ ἐς δόμους: ἕδνα παρέχοντες δαπάνην ἀγοράζομεν. ἕδνα ὑπὲρ τῆς
μνηστείας καὶ πρὸ τῆς πείρας τοῦ κακοῦ κατατιθέμεθα,
ὥσπερ
αὐθαίρετον τὸ κακὸν ἐπισπώμενοι. δύναται δὲ τὸ πρῶτον καὶ ὡς ἐν τάξει
διηγήσεως λαμβάνεσθαι, πρῶτον μὲν τὴν οὐσίαν ὑπὲρ κακοῦ δίδομεν, καὶ τὰ
ἑξῆς. προκατασκευάσας οὖν λογισμὸν οἰκειότατον τῷ προσώπῳ λοιπὸν
κατατρέχει καὶ ἐπὶ τὴν διαβολὴν τῆς γυναικείας φύσεως. ἔδει γὰρ πρῶτον
λογισμῷ τινι ἀναιρῆσαι τὸ
εἶναι αὐτὰς, εἶθ᾿ οὕτως ἄρξασθαι
τῶν διαβολῶν. τὸ δὲ ἑξῆς ἄριστα ὡς ἐκ συγκρίσεως ἐπιφέρεται. A.B.I.
ἄξεσθαι: ἀγαγεῖν. A.
626. ἐκτείνομεν: ἀποδίδομεν, παρέχομεν. M. ἐκτίνομεν: παρέχομεν. Fl. 2.
628. προσθεὶς γάρ: ὁ δὲ τεκὼν αὐτὴν καὶ ἀναθρέψας προσδίδωσι
πρᾶγμα, ὥστε ἀπαλλαγῆναι αὐτὸν τοῦ κακοῦ, καὶ οὕτως τὴν φύσιν τῆς
παιδοποιίας εἰς αὐτὴν σώζει ὁ πατὴρ τὴν ἀπαλλαγὴν, ἀντὶ τοῦ τῆς
φιλοστοργίας τῆς παιδὸς ἀντικαταλλασσόμενος. ἄγαλμα δὲ πᾶν ἐφ᾿ τις
ἀγάλλεται. ἀγάλλεται δὲ καὶ ὁ ἀνὴρ ἐπὶ τῷ γάμῳ, ὡς ἀνδριάντι ἀναισθήτῳ
τιμὰς περιάπτων. λείπει δὲ τὸ ὡς, ὡς ἀγάλματι.
630. ἀτηρόν: ἐπιζήμιον, ἐπιβλαβές. ἄτης ἢ βλάβης παρεκτικόν. B. λαβεῖν εἰς δόμους ἀτηρὸν φυτόν: γρ. ἀτηρὸν ἐν δόμοις κακόν. M.
632. καλὸν κακίστῳ: τουτέστι τὸν χρυσὸν τῷ κακίστῳ γυναικείῳ φυτῷ προστιθεὶς, ὡς ἀγάλματι, χαίρει.
ἐκπονεῖ: καινοτομεῖται, κοπιᾷ. M. ἐξασκεῖ. Fl. 2.
633. ὄλβον δωμάτων ὑπεξελών: καινοτομῶν τὸν οἶκον αὐτοῦ. M.
634. ἔχει δ᾿ ἀνάγκην: ταῦτα διεξέρχεται, πάνιη τὸ πρὸς τὴν γυναῖκα
μοχθηρὸν ἀποδεικνὺς, ὡς μὴ μόνον τὸ πρὸς ταύτην σκοπεῖν, ἀλλὰ καὶ τοὺς
γάμους εἰ καλῶς σχοίη. διπλῆ δέ ἐστι πρὸς τὴν
ἐὰν
μὲν γὰρ κακῆς τύχῃ γυναικὸς, ἀναγκάζεται στέργειν αὐτὴν τῶν γαμβρῶν
ἕνεκα καλῶν ὄντων, ἢ δι᾿ ἐκείνην ἀναγκάζεται ἀπολαύειν γαμβρῶν
ἀχρήστων. τὸ σώζεται δὲ πικρὸν λέχος ἀντὶ τοῦ σώζει. γαμβροῖς δὲ τοῖς
πενθεροῖς λέγει, συγχέων τῆς ὀνομασίας τὸ ἀκριβές. ἐν μέντοι τῷ
πενθεροὺς δ᾿ ἀνωφελεῖς ὑγιῶς κέχρηται.
638. ῥᾷστον δ᾿ ὅτῳ: βέλτιον δὲ μήτε πενθερὸν χρηστὸν μήτε γυναῖκα χρηστὴν ἔχειν. Ἄλλως. ὠφελιμώτερόν ἐστιν ᾧτινι, φησὶ, τὸ μηδὲν οὖσα πρὸς σύνεσιν γυνὴ, ἀλλ᾿ ἀνωφελὴς τῇ εὐηθείᾳ ἵδρυται. ὡς ἐπὶ ἀνδριάντος δὲ τὸ ἵδρυται, οὐκ ἔργοις, ἀλλὰ θέᾳ τέρποντος τὸν κεκτημένον.
642. τὸ γὰρ κακοῦργον: τὸ γὰρ κακοῦργον καὶ φιλάργυρον πρὸς πορνείαν ἐν ταῖς σοφαῖς γυναιξὶ πλέον ἡ Κύπρις ἐμφύει. αἱ γὰρ μεγαλόφρονες πολύτολμοι γενόμεναι εὐέμπτωτοι διὰ τὸ βραχὺ τῆς γνώμης καὶ ἄδολόν εἰσιν εἰς τὸ ἁμαρτάνειν, ἡ δὲ ἀποροῦσα καὶ ἀνόητος τὴν πορνείαν ἀφῄρηται, τουτέστιν οὐχ ἁμαρτάνει.
644. μωρίαν ἀφῃρέθη: τουτέστι τῆς ἁμαρτίας ἀπεστερήθη, ἤτοι
645. χρὴ δ᾿ εἰς γυναῖκας: ἤδη διεξελθὼν ὡς εἰσὶν αἱ γυναῖκες
πάντων πρόξενοι τῶν κακῶν, λοιπὸν ἐπὶ τὴν διοίκησιν καὶ χρῆσιν αὐτῶν
μεταβαίνει, πῶς ἔδει τὴν κακουργίαν αὐτῶν νικᾶν τοὺς ἄνδρας. ἔδει, φησὶ,
τοὺς ἄνδρας ἀντὶ διακόνων θηρία αὐταῖς συνοικίζειν, ἵνα κἂν τῇ ἀπορίᾳ
τῆς διακονίας νικῶσι τὴν κακίαν τῆς φύσεως. τοῦτο δὲ μάλιστα πρὸς τὸ
παράφορον εἴρηκεν. δάκῃ δὲ
περιφραστικῶς τὰ θηρία, ἢ τὰ
ἔκγονα τῶν θηρίων.
649. νῦν δ᾿ αἱ μὲν ἔνδον: αἱ μὲν δέσποιναι αὐτῶν ἔνδον μηχανῶνται τὰ κακὰ, αἱ δὲ δοῦλαι σημαίνουσι τοῖς φίλοις αὐτῶν.
651. ὡς καὶ σύ γ᾿ ἡμῖν: ἀντὶ τοῦ ἐπεί. τὸ ἑξῆς, ὁπότε καὶ σὺ, κάρα
κακὸν, τῶν ἀθίκτων λέκτρων τοῦ πατρὸς εἰς συναλλαγὰς ἡμῖν
ἦλθες, ἅπερ, ἤτοι τὰ εἰρημένα, ἐγὼ ἀποκαθαρθήσομαι ῥευστικοῖς ὕδασι.
ταῦτα γὰρ μάλιστα τῶν ἱσταμένων διαυγέστερα τυγχάνει.
654. εἰς ὦτα κλύζων: εἰσκλύζομαι τὰ ὦτα, δι᾿ ὧν μετέλαβον τῆς ἀνομίας τῶν λόγων. πῶς οὖν μέλλω ἐξαμαρτεῖν πεισθείς σοι;
656. εὖ δ᾿ ἴσθι τοὐμόν: οὐκ ἔστι φορτικὸς ὁ λόγος, ἀλλὰ μᾶλλον
τῆς ὑποψίας τοῦ ἀμαρτήματος θεραπευτικός. ἢ τάχα
προτραγῳδεῖ τὸ πάθος τοιοῦτον μικρὸν ὕστερον, ἐπὶ καταγνώσει μοιχείας
ποιῶν κατηγορούμενον.
657. εἰ μὴ γὰρ ὅρκοις: ἀντὶ τοῦ εἰ ἐλήφθην καὶ εὑρέθην ἀπαραφύλακτος εἰς τὴν κατὰ σοῦ κόλασιν. τὸ δὲ μή καὶ οὐ μίαν κατάθεσιν ποιοῦσιν, ὥστε τὸ ἓν ἐξήρκει εἰπεῖν, ἵν᾿ ᾖ οὐκ ἄν ποτε ἀπεσχόμην τοῦ εἰπεῖν.
659. νῦν δ᾿ ἐκ δόμων μέν: ἤτοι διὰ τὸ μὴ μετασχεῖν τοῦ μίσους
αὐτῆς, ἢ διὰ τὸ δεδοικέναι τινὰ ἐξ αὐτῶν ἐπιβουλήν. ἄλλως τε καὶ ὁ
ποιητὴς οἰκονομικώτατα τοῦτο ἐξεργάζεται, διὰ τῆς τοῦ Ἱππολύτου ἀπουσίας
ἐξουσίαν διδοὺς τῇ Φαίδρᾳ ἐργάσασθαι τὴν ἀγχόνην, καὶ τὴν διαβολὴν αὐτοῦ
τὴν διὰ τῶν γραμμάτων, ἵνα ἡ δέλτος καὶ ἡ τοῦ Ἱππολύτου ἐρημία
πιστώσηται τὴν κατηγορίαν τῆς
μοιχείας.
661. θεάσομαι δέ: συνεπιστὰς δὲ τῷ πατρὶ θεάσομαι ποίοις ὄμμασιν αὐτὸν προσβλέψετε, ὑπὸ τῆς συνειδήσεως μὴ καταπληττόμεναι.
663. τῆς σῆς δέ: καὶ πάντως τότε τὸ ἀναιδές σου καὶ τολμηρὸν
διαγνώσομαι, πεπειραμένος αὐτῆς ἤδη καὶ διὰ τῶν παρόντων. B.I.
664. μισῶν δ᾿ οὔποτ᾿ ἐμπλησθήσομαι: οὐδαμῶς χορτασθήσομαι κακῶς λέγων τὰς γυναῖκας. ταῦτα δὲ λοιπὸν ὡς τεχνίτης ῥήτωρ. B.I.
665. οὐδ᾿ εἴ φησι: οὐδ᾿ ἄν μοι εἴπῃ τις τοῦτ᾿ ἐπὶ ὀνείδισιν διὰ τὸ ἀεὶ αὐτὰς λέγειν κακάς. M. οὐδ᾿ εἰ λέγοι μέ τις εἶναι κατὰ φύσιν φιλαπεχθήμονα πρὸς αὐτάς. οὐ γὰρ ἐκ παρέργου φησὶ τὰς κατηγορίας, τῷ συνεχεῖ δὲ τῶν πλημμελημάτων ὑπόθεσις γινόμεθα τοῖς κατηγόροις.
668. τάλανες: ἀπὸ κοινοῦ πάλιν ἀτυχήματος πειρᾶται παραμυθεῖσθαι τὸ
πταῖσμα. ὁ δὲ λόγος, τίνα νῦν ἢ τέχνην, ἢ λόγον
670. τίνα νῦν: τουτέστι πῶς καθ᾿ ἕκαστον δεσμὸν κατηγορίας
ἀπολυσόμεθα τὰ ἐγκλήματα τοῦ Ἱππολύτου, σφαλεῖσαι τῆς ἐλπίδος, δι᾿ ἧς
προσεδοκῶμεν πεῖσαι αὐτὸν ἐπὶ τὴν ἁμαρτίαν.
671. καθ᾿ ἅμμα λύσειν: παρὰ τὴν παροιμίαν, ἥτις ἐστὶν, οὐχ ἅμμα λύσεις.
εἴρηται δὲ ἀπὸ τοιαύτης αἰτίας· τοῖς Φρυξὶ λόγος ἐδόθη ἐκεῖνον
βασιλεύσειν τῆς Ἀσίας ὃς ἂν τῆς ἀπήνης λῦσαι τὸν
δεσμὸν
δυνηθείη, τῆς κομισάσης Μίδαν εἰς τρυγίαν, ὃς ἦν ἀμπέλινος, ᾧ συνεδέδετο
ὁ ζυγὸς καὶ ὁ ῥυμός. λόγος δὲ Ἀλέξανδρον διαλῦσαι ἐξελόντα τὸν ἔμβολον,
ᾧ κατείχετο ὁ ῥυμὸς, ἢ τῷ ἐγχειριδίῳ ἀποτεμόντα, μετὰ τὴν ἐπὶ Γρανίκῳ
μάχην. γέγονε δὲ ὁ Ἀλέξανδρος κατὰ τοὺς Εὐριπίδου χρόνους. παροιμιῶδες
οὖν ἐστιν ἐπὶ τῶν δύσλυτόν
τι ἐπιχειρούντων λῦσαι. Μαρσύας
δὲ ὁ νεώτερος ἐν τῇ πρώτῃ τῶν Μακεδόνων ἱστοριῶν φησιν οὕτως· τῆς δὲ
ἀμάξης λέγεται τὸν ζυγὸν τῷ ῥυμῷ προσδεδέσθαι κλήματι ἀμπελίνῳ. ἔστι δὲ
λόγιον, ὃς ἂν τὸν δεσμὸν τοῦτον λύσῃ βασιλεύσει τῆς Ἀσίας. Ἀλέξανδρον δέ
φασι τὸν Μακεδόνων βασιλέα λῦσαι αὐτόν· ὃς διαβὰς τὸν Ἄμμαντιν
ἐπὶ Γρανίκῳ μάχην ἐνίκησε, καὶ παρεγένετο ἐπὶ τὸν τόπον. ὡς
δὲ οὐκ ἠδύνατο εὑρεῖν τὴν ἀρχὴν τοῦ δεσμοῦ, ποῦ κατέκειτο, οἱ μὲν
λέγουσι τῷ ἐγχειριδίῳ διακόψαι αὐτὸν τὸν δεσμὸν, καὶ ταύτην εἶναι τὴν
λύσιν, οἱ δὲ, ὡς τὸν ἔμβολον ἐξέλοι, συνείχετο ὁ ζυγὸς πρὸς
672. ἐτύχομεν δίκας: μετάγεται πάλιν ἡ σκηνὴ εἰς θάτερον μέρος, τουτέστιν
ἐπὶ τὴν τῆς Φαίδρας ἀγωνίαν καὶ τὴν τοῦ χοροῦ
συμπάθειαν,
τραγικώτατα εἰς ἄλλον οἶκτον μετιόντος πάλιν τοῦ ποιητοῦ. ἄριστα δὲ τὴν
ὑπερβολὴν τῆς συμφορᾶς μιμεῖται αὐτὸ τὸ πάθος διεξιὼν, ὅπερ εἰώθασι
πολλάκις ποιεῖν οἱ ἀξίων ἀποροῦντες θρήνων. δικαίως, φησὶν,
ἐτιμωρήθημεν, καὶ τῆς ἀξίας δίκης παρὰ θεοῦ ἐτύχομεν. πάλιν δὲ τὴν γῆν
καὶ τὸ φῶς ἐπικαλεῖται, ὡς ἀναιτιώτατα
στοιχεῖα, καθὼς καὶ
ἄνω φησὶν “ὦ γαῖα μῆτερ, ἡλίου τ᾿ ἀναπτυχαί.”
673. ἐξαλύξω: πότε ἐκφύγω τὰς δυστυχίας. τὸ δὲ κομματικὸν τῆς διανοίας ἐκτόπως ὑπέγραψε τὴν ἀπορίαν τῆς συμφορᾶς. B.
675. ἀρωγός: φανείη δηλονότι. τοῦτο γὰρ ἀπὸ κοινοῦ. B.
678. παρὸν δυσεκπέρατον: ἢ ἐν ὑπερβατῷ, ἵν᾿ ᾖ οὕτως· τὸ γὰρ
παρόν μοι δυστύχημα τοῦ βίου δυσεκπέρατόν ἐστιν. ἢ οὕτως· τὸ γὰρ νῦν
πάθος παρὸν παντὸς τοῦ βίου καὶ τῶν ἐν αὐτῷ δυσφοριῶν δυσεκφευκτότατον
καθέστηκεν. ἢ οὕτως· τὸ γὰρ παρὸν πάθος δυσκόλως ἄν μοι περάσαι τὸν
βίον, καὶ δυσχερῶς ἂν αὐτὸ φύγοιμι. δυσεκπέρατον: δυσμεταχείριστον. Fl.
2. δύσκολον A.
680. φεῦ φεῦ: προϊούσης τῆς τροφοῦ κατηφοῦς ὁ χορός φησι. πάλιν δὲ κομματικός ἐστιν ὁ λόγος, καὶ ἐπὶ τοῦ πέπρακται δεῖ στίζειν. οὕτω γὰρ ἁρμόσει τοῖς ἑξῆς. τὸ δὲ “κοὐ κατώρθωται τέχνη,” ἀντὶ τοῦ οὐδὲν τοῦ πράγματος κατώρθωσαν αἱ τέχναι τῆς δούλης, ἀλλὰ καὶ κατέστρεψαν.
683. Ζεύς σ᾿ ὁ γεννήτωρ: Εὐρώπης γὰρ καὶ Διὸς ὁ Μίνως. ὁ Ζεύς σε, φησὶν,
ἐκριζώσειε καὶ παντελῶς ἀπολέσειεν, οὐτάσας πυρὶ, ἀντὶ τοῦ βαλὼν τῷ
κεραυνῷ. οἱ δὲ νεώτεροι οὐκ ἴσασι τὴν διαφορὰν τοῦ οὐτάσαι καὶ βαλεῖν.
Ὅμηρος δὲ οὐτάσαι μὲν τὸ ἐκ χειρὸς καὶ
ἐκ τοῦ σύνεγγυς
τρῶσαι, βαλεῖν δὲ τὸ πόρρωθεν.
685. οὐκ εἶπον—σιγᾶν: ἐλεγκτικὸν τὸ ἦθος. τὸ δὲ ἑξῆς οὕτως· οὐκ εἶπον σιγᾶν ἐφ᾿ οἷς κακῶς διάκειμαι, ἢ διάγω καὶ νοσηλεύομαι τουτέστι τὸν ἔρωτα. ὁ δὲ νοῦς, οὐχὶ τὸ προπετὲς τῆς διανοίας προνοουμένη ἐκέλευον σιωπᾶν καὶ μὴ ἐκφαίνειν τὴν ἐμὴν ἐρωτικὴν κάκωσιν;
687. τοιγὰρ οὐκ ἔτ᾿ εὐκλεεῖς: διὰ τοῦτο γὰρ οὐκ εὔδοξοι γεγόναμεν, ἐπειδὴ οὐκ ἤκουσάς μου. B.
689. συντεθηγμένος φρένας: ἀντὶ τοῦ ὀργισθείς. M. ἠκονημένος ὑπὸ τῆς ὀργῆς. M.
693. ὄλοιο καὶ σύ: γνωμικώτερόν πως ἐπάγει τὴν κατάραν.
ἀπόλοιο, φησὶ, παρὰ γνώμην μου εὐεργετῆσαί με θελήσασα, καὶ πᾶς ἄλλος
ταὐτά σοι δρῶν καὶ προθυμούμενος ἄκοντας τοὺς φίλους μὴ καλῶς
εὐεργετεῖν. ἄντικρυς δὲ ἐλέγχων τὸ ψευδώνυμον τῆς τοιαύτης εὐεργεσίας μὴ
καλῶς προσέθηκεν.” οὐ γὰρ οἶδε φύσις εὐεργετήματος ἀνάγκην ἐπιδέχεσθαι,
εἴτε τὰς χρείας καταθυμίους δεῖ ποιεῖσθαι.
695. δέσποινʼ, ἔχεις μέν: καταδέχεται τὴν ἐξ αὐτῆς μέμψιν, ἵνα οὕτως καὶ
αὕτη τὴν τοῦ σφάλματος ἀπολογίαν καταδέξηται. ἑξῆς δὲ πάλιν εἰς εὔνοιαν
αὐτὴν προάγειν βούλεται, τὸν σκοπὸν τῆς μηνύσεως, καθ᾿ ὃν γεγένηται,
λέγουσα. τὸ δὲ ἑξῆς οὕτως· ἔχεις μὲν δικαίως τὰ ἐμὰ πταίσματα μέμψασθαι.
παραιρεῖται γάρ σου τὸ
ἡ μὲν
κατασκευὴ τοῦ λογισμοῦ τῆς εὐνοίας ἀπόδειξις, ἡ δὲ τῆς ἀποτυχίας
δυσχέρεια τῆς τύχης κατηγόρημα.
700. εἰ δ᾿ εὖ γ᾿ ἔπραξα: εἰ καλῶς, φησὶν, ἔπραξα καὶ μὴ ἐσφάλην τῆς
ἐλπίδος, ἐθαυμάζετό μου τὸ βούλευμα. οὐκ ἄρα ἡ ἐμή σε βουλὴ ἠδίκησεν,
ἀλλ᾿ ἡ τύχη· εἰ γὰρ καλῶς ἀπέβη τὸ πρᾶγμα,
ἔλεγες ἂν ὅτι
οὐκ ἔστιν ἄλλη κρείττων τῆς τροφοῦ.
702. ἦ γὰρ δίκαια ταῦτα: ὀργίζεται καλῶς ἐπὶ τῷ καὶ ἀπολογίαν ἐθέλειν
σοφίσασθαι. ἆρα οὖν, φησὶ, δίκαιόν ἐστι τοῦτο καὶ οὐχὶ φανερῶς ἄτοπον,
τὸ καὶ ἐθέλειν σε ἰσολογεῖν μοι, καὶ ἐκ τῶν ἴσων ἀμφισβητεῖν τρώσασάν
με· ἐξαρκοῦντα δέ μοί ἐστιν, ἤγουν
ἱκανὰ πρὸς θεραπείαν τῆς
βλάβης.
704. μακρηγοροῦμεν: ἀντὶ τοῦ μάτην φλυαροῦμεν καὶ ἐπεκτείνομεν τὸν λόγον
ἐπὶ τοῖς ἤδη πραχθεῖσιν. οὐκ ἐσωφρόνουν ἐγώ. ὁμολογεῖ ἡμαρτηκέναι, ἐπεὶ
εἶδεν αὐτὴν πρὸς τὴν ἀπολογίαν δυσχεραίνουσαν. ὁμολογῶ, φησὶ, τὸ
πρότερον πταῖσμα οὐκ ἐκ τύχης, ἀλλ᾿
ἐξ ἐμῆς ἀνοίας
γεγενημένον.
710. ὑμεῖς δὲ, παῖδες: μεταστρέφει τὸν λόγον νῦν πρὸς τὰς γυναῖκας τοῦ χοροῦ. αἱ δὲ ὀμνύουσιν οἰκονομικῶς καὶ σιωπᾶν ἐπαγγέλλονται. λύοιτο γὰρ ἂν τὰ τῆς ὑποθέσεως.
715. ἓν δὲ προτρέπουσα: ἀντὶ τοῦ ζητοῦσα καὶ ἐξερευνῶσα.
719. οὐ γάρ ποτ᾿ αἰσχυνῶ: ὅτι Μίνως βασιλεὺς τῶν Κρητῶν ἐγένετο, ὁ πατὴρ αὐτῆς. καὶ διὰ τοῦτο Κρησίους δόμους λέγει.
721. οὕνεκα ψυχῆς μιᾶς: ἀντὶ τοῦ διασταλτικοῦ τὸ μιᾶς εἶπε. A. ἐγὼ γὰρ τῆς μιᾶς μου ψυχῆς καταφρονήσασα πολλὰς ἑτέρας διασώσω, τὰς τῶν οἰκείων δηλονότι, ῥυσαμένη τῆς αἰσχύνης. οὐχ ὑπερτιμήσω οὖν τὴν μίαν ψυχὴν τῆς αἰσχύνης τῶν πολλῶν.
724. καὶ σύ γ᾿ εὖ με νουθέτει: ἀπειλητικώτερον εἴρηται ὁ λόγος,
ὡς εἰ ἔλεγε, μὴ καὶ σὺ ζήλου τῆς τροφοῦ τὴν παραίνεσιν μηδὲ
τὰ αὐτὰ ἐκείνῃ νουθετήσῃς με, ἅ ἐστιν ἐπιζήμια καὶ φαῦλα, ἀλλὰ πρὸς τὸ
συμφέρον με νουθέτει.
728. ἀτὰρ κακόν γε: καὶ δὴ ἀποθανοῦσα κακὸν γενήσομαι καὶ ἄλλῳ, ἀντὶ τοῦ
τῷ Ἱππολύτῳ, διὰ τῆς κατηγορίας, ἵν᾿ εἰδῇ, κοινῇ
ταύτης
μοι μετασχὼν τῆς νόσου, μετριάζειν, καὶ μὴ ὑψηλοφρονεῖν ἐπὶ ταῖς ἑτέρων
δυστυχίαις.
732. ἠλιβάτοις: ἀντὶ τοῦ βαθυτάτοις. ἠλίβατον γὰρ οὐ μόνον τὸ ὑψηλὸν,
ἀλλὰ καὶ τὸ βαθὺ, οὗ ἔστιν ἀλιτεῖν τῆς βάσεως. κευθμῶσι δὲ τοῖς ἐρήμοις
καὶ κεκρυμμένοις τόποις, καὶ πάσης συντυχίας
ἀνθρώπων
χωρίς. τὸ ἑξῆς οὖν οὕτως· πτεροῦσσάν με ὄρνιν θείη θεὸς, ἵνα γενοίμην ἐν
ἠλιβάτοις κευθμῶσι, καὶ πλεῖστον ἄποπτος εἴην τοῦ ἀνθρωπίνου γένους.
ἀφανισμὸν δὲ καὶ μεταβολὴν τῆς φύσεως ἐπεύχεται ἑαυτῷ ὁ χορὸς ἐπὶ τῇ
συμβεβηκυίᾳ τύχῃ, ἤτοι πρὸς τὸ ἄπειρος
τῆς ἀνθρωπίνης
φύσεως, καὶ διὰ τῶν παρόντων κακῶν ἄριστα παιδευθεῖσα, ὄρνις εὔχεται
εἶναι πρὸς τὸ μηδὲ συντυχίας ἢ θέας ἀπολαύειν ἀνθρώπων. τοῦτο γὰρ τὸ
ζῶον καθαρώτατόν ἐστι παρὰ πάντα· διὸ καὶ ἕκαστον αὐτῶν θεοῖς ἀνάκειται.
καὶ τῇ πτήσει μᾶλλον τῶν ἄλλων ζώων ἐκτοπίζεσθαι τῶν ἀνθρώπων δύναται,
ὡς καὶ ἐν ἐρημίᾳ
ἀνθρώπου ἐπιστάντος ἀνίπτασθαι καὶ νικᾶν
τῇ πτήσει τὴν τούτου θέαν. πρὸς τὸν Ἀδρίαν δὲ καὶ τὴν Κελτικὴν ἀρθῆναι
εὔχεται οἰκείως τοῖς πεπραγμένοις, καὶ ὡς μάλιστα τῶν τόπων τούτων λύπας
ἀναδεξαμένων. ἐν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ εἰς βοῦν μεταβληθεῖσα κατὰ βούλησιν
Ἥρας διεπέρασε τὸ ἀπ᾿ αὐτῆς Ἰόνιον πέλαγος κληθέν· ἐν δὲ
τῷ Ἠριδανῷ αἱ Ἡλιάδες κόραι τὸν Φαέθοντα δακρύουσαι εἰς φηγοὺς
μετεβλήθησαν.
735. γενοίμην, φησὶν, ὄρνις, εἰ ἦν δυνατὸν καὶ πελάγη διίπτασθαι, καὶ
ἀρθείην καὶ μετεωρισθείην ἐπὶ τὸ θαλάττιον κῦμα τῆς Ἀδρίου ἀκτῆς καὶ ἐπὶ
τὸ τοῦ Ἠριδανοῦ ὕδωρ. M. αὐτὸν τὸν Ἠριδανόν
φησιν· αἱ γὰρ
αἴγειροι ἐν αὐτῷ τρέφονται. M.
736. κῦμα τᾶς Ἀδριηνᾶς: τὸ πόντιον κῦμα ἀντιδιασταλτικόν ἐστι τοῦ
ῥεύματος τοῦ Ἠριδανοῦ. ὁ δὲ Ἀδρίας πέλαγός ἐστι μέγιστον πρὸς τῇ Ἰταλίᾳ.
ὁ δὲ Ἠριδανὸς ποταμὸς Κελτικῆς. ἐν τούτοις δὲ ἄρα εὔχεται μάλιστα τοῖς
τόποις εἶναι, ὡς πειραθεῖσι συμφορῶν·
ἐδέξαντο. ἐν μὲν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ ἐπλανήθη εἰς βοῦν μεταμορφωθεῖσα, ἐν
δὲ τῷ Ἠριδανῷ αἱ Ἡλιάδες εἰς αἰγείρους μετεβλήθησαν.
738. ἔνθα πορφύρεον: εἰς πορφυροῦν οἶδμα τοῦ Ἠριδανοῦ αἱ τοῦ πατρὸς Ἡλίου
ἄθλιαι κόραι Ἡλιάδες τῷ οἴκτῳ καὶ θρήνῳ τοῦ Φαέθοντος
εἰς
δένδρα μεταβληθεῖσαι, δακρύουσι τοῦτο τὸ δάκρυον, ὅπερ πηγνύμενον ἐν τῇ
ψυχρότητι τοῦ ὕδατος ἀποτελεῖ τὸν ἤλεκτρον. πατέρα δὲ αὐτῶν τὸν Ἠριδανόν
φησι, παρόσον τρέφονται αὐτοῦ τῷ ὕδατι αἴγειροι οὖσαι.
740. κόραι Φαέθοντος: Ἡλίου γὰρ βούλεται αὐτὰς ὁ μῦθος
εἶναι. διὰ τὸ καὶ τὸ δάκρυον αὐτῶν φωτεινοειδὲς λέγεσθαι εἶναι ἤλεκτρον
ὀνομαζόμενον ἐπεὶ καὶ ἠλέκτωρ ὁ Ἥλιος καλεῖται.
742. Ἑσπερίδων: ἔνθα τὰ χρύσεα μῆλα ἐσπάρησαν. Φερεκύδης δὲ Διὸς καὶ
Θέμιδός φησιν αὐτὰς, ἔνιοι δὲ τὰς αὐτὰς ταῖς Ἀτλαντίσιν. Ἑσπερίδες δὲ
ὀνομάζονται διὰ τὸ ἐν τῇ ἑσπέρᾳ, τουτέστιν
ἐν τῇ δύσει,
κεῖσθαι. ὁ δὲ λόγος, ἀνύσαιμι καὶ ἔλθοιμι ἐπὶ τὴν ἀκτὴν τῶν Ἑσπερίδων
νυμφῶν τῶν ἀοιδῶν, ἔνθα εἰσὶ χρυσᾶ μῆλα σπαρέντα. πάλιν δὲ ἀκολούθως
τοῖς προειρημένοις καὶ ἐνταῦθα εὔχεται γενέσθαι, ἐπειδὴ καὶ αὗται νῦν ἐν
θρήνοις εἰσὶ, θρηνοῦσαι τὸν δράκοντα τὸν μηλοφύλακα. τὸν νεωστὶ ὑφ᾿
Ἡρακλέους φονευθέντα.
διὰ τοῦτο γὰρ καὶ ἀοιδοὺς αὐτὰς λέγει
διὰ τὸ ἐν θρήνοις εἶναι.
743. τᾶν ἀοιδᾶν: τῶν ἀδουσῶν, τῶν θρηνωδῶν. A.
744. ἵν᾿ ὁ ποντομέδων: ὅπου ὁ Ποσειδῶν οὐκέτι δίδωσι τοῖς ναύταις
διέξοδον πρὸς τὸ ἐγγίζειν εἰς τὸν ὠκεανόν. τέρμονα γὰρ οὐρανοῦ τὸν
ὠκεανόν φησιν, εἰς ὃν δοκεῖ τῇ θέᾳ τῇ ἀνθρωπίνῃ ἀποτερματίζεσθαι καὶ
καταπίπτειν ὁ οὐρανός. πάλιν δὲ πρὸς τὴν διήγησιν ἐτράπη τῶν τόπων, ἔνθα
ὁ Ποσειδῶν τὸν πλοῦν τῆς θαλάσσης τοῖς
ναύταις οὐκέτι
δίδωσιν, καθάπερ καὶ Πίνδαρος “Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν.”
746. ναίων: γρ. κυρῶν. A. πληρῶν. B. rec.
747. τὸν Ἄτλας ἔχει: τὸν Ἄτλαντα οἱ μὲν ὄρος εἰρήκασι, μυθευόμενοι τὸν
οὐρανὸν βαστάζειν, ἐπειδὴ πάνυ ὑψηλὸν ὑπάρχει καὶ
δοκεῖ
ἐπικεῖσθαι αὐτῷ ὁ οὐρανός· ὅθεν καὶ Ἄτλας εἴρηται διὰ τὸ ἄτλητον ποιῆσαι
τὴν εἰς αὐτὸν ἀνάβασιν. τινὲς δὲ Ἄτλαντα εἰρήκασιν αὐτὸν τὸν ἄξονα τοῦ
οὐρανοῦ, δι᾿ οὗ ἡ τοῦ παντὸς κίνησις γίνεται. δηλοῖ δὲ καὶ τὸ Ὁμηρικὸν
“ἔχει δέ τε κίονας αὐτὸς μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι.”
εἰρῆσθαι δὲ Ἄτλαντα οἱονεὶ
πολύτλαντα, διὰ τὸ αὐτὸν πάντα
βαστάζειν.
ἔχει: κατοικεῖ. Fl. 2.
748. κρῆναί τ᾿ ἀμβρόσιαι: αἱ τοῦ νέκταρος κρῆναι, καθὸ ἡ ἀμβροσία καὶ τὸ
νέκταρ ἐκεῖσε φύονται. Ἄλλως. ὑποτίθεται τὴν τῶν Φαιάκων γῆν εἶναι. ἐκ
γὰρ τῆς πολλῆς θερμότητος καὶ ἐκ τοῦ ἐπικειμένου
πυρὸς
τρίτον τοῦ ἐνιαυτοῦ τὸν σῖτον καὶ τὰ ἄλλα κάρπιμα φέρειν λέγεται. τὸ δὲ
ἑξῆς· καὶ ἔλθοιμι ἐν ἐκείνῳ τῷ τόπῳ, ὅθεν ἐκ τῶν κοιτῶν τῶν οἴκων τοῦ
Διὸς χέονται αἱ πηγαὶ αἱ τὸ ζῆν τοῖς θεοῖς δωρούμεναι.
750. ἵν᾿ ὀλβιόδωρος αὔξει πρὸς τῷ πυρίνῳ κύκλῳ καὶ τῇ
τοῦ
πυρός. ἑτέραν γὰρ ἐμύθευσαν εἶναι γῆν, ἐν πλεῖστα καὶ θαυμαστὰ φύονται·
ἐν ταύτῃ γὰρ τὸ Ἠλύσιον πεδίον καὶ τῶν Φαιάκων
752. ὦ λευκόπτερε Κρησία: ὦ λευκὰ πτερὰ, ὅ ἐστιν ἄρμενα, ἔχουσα Κρητικὴ
ναῦ, ἥτις κατὰ τὸ κῦμα τῆς θαλάσσης τὴν δέσποινάν μου Φαίδραν ἐκόμισας
νυμφευθεῖσαν Θησεῖ. A.B. ἑτέρα μοῖρα χορικὴ, ἣ δὴ καὶ τὰ παρόντα θρηνεῖ
ἄνωθεν ἐκ τῆς ἐπιδημίας ὀλοφυρομένη τὴν Φαίδραν. σύ μοι, φησὶ, προοίμιον
τῶν θρήνων, ὦ πορθμὶς,
ἐπεὶ καὶ τῶν συμφορῶν ὑπόθεσις
γεγένησαι.
753. διὰ πόντιον: ἡ διά ἀντὶ τῆς κατά. A.B.
758. κακονυμφοτάταν: νυμφευσαμένη τῷ Θησεῖ νύμφευσιν ἀνόνητον, τουτέστιν εἰς τὴν κακὴν ὠφέλειαν τοῦ γάμου, εἰς ἀπόλαυσιν κακῶν. A.B.
759. ἦ γὰρ ἀπ᾿ ἀμφοτέρων: ὄντως γὰρ ἀπὸ τῶν δύο, ἀπό τε τῆς Κρήτης καὶ
τῆς Ἀττικῆς, κακὰ σημεῖα ἐφάνησαν αὐτῇ. τὸ δὲ ἀμφοτέρων ἀκούουσιν ἔκ τε
τοῦ πατρὸς καὶ τῆς μητρὸς, ἵν᾿ ᾖ οὕτως· ἐπὶ κακοῖς γὰρ σημείοις
ἐκδοθεῖσα ὑπὸ τῶν γονέων ἦλθες εἰς Ἀττικὴν ἀπὸ τῆς Κρήτης. ἐπεὶ δὲ καὶ
δύσορνιν αὐτὴν ἔφη, εἰς τὸ ἔπτατο
ἀνῆλθεν. Μουνύχιος δὲ
λιμὴν Ἀττικῆς. ὁπηνίκα δὲ, φησὶν, ἐν τῷ Μουνυχίῳ λιμένι παρέβαλον τὰς
ἀρχὰς τῶν σχοινίων καὶ ἔδησαν ἐν αὐτῷ καὶ ἐξέβησαν ἐν τῇ γῇ, τὸ
τηνικαῦτα ἡ Ἀφροδίτη κακὸν ἔρωτα ἔπεμψε τῇ ἐμῇ δεσποίνῃ.
763. ἐπ᾿ ἀπείρου τε γᾶς: κυκλοτεροῦς. A.
764. ἀνθ᾿ ὧν: ἀντὶ τοῦ ἀφ᾿ ὧν. ὁ δὲ νοῦς, ἀφ᾿ ὧν τῶν κακοσήμων οἰωνῶν ὑπὸ ἀδίκων ἐρώτων Ἀφροδίτης δεινῇ νόσῳ φρένας κατεκλάσθη. A.B.
767. ὑπέραντλος: ἐκ μεταφορᾶς τῶν ἐν τῇ νηὶ μηκέτι τῆς ἀντλίας ὑπερέχειν δυναμένων. ἀδυνατοῦσα, φησὶ, πρὸς τὴν συμφορὰν, καὶ ὑπερβαρῆ νοσήσασα νόσον τὴν ἀγχόνην ἐβουλεύσατο.
770. ἅψεται ἀμφὶ βρόχον: ἡ ἀμφί πρὸς τὸ ἅψεται ἀντὶ τοῦ περιάψεται. A.
774. ἀπαλλάσσουσα: ἀντιλαμβανομένη. A.
776. ἰοὺ ἰού: τινὲς βούλονται τὴν τροφὸν ταῦτα ἔσωθεν λέγειν. ἔνιοι δὲ ἐξάγγελον φασί. ἐξάγγελος δὲ ὁ τὰ πεπραγμένα ἔνδον τῆς σκηνῆς τῷ χορῷ ἀγγέλλων. βοηδρομεῖν δέ ἐστι τὸ μετὰ βοῆς τρέχειν, ἵνα διὰ τῆς βοῆς καὶ ἄλλους πρὸς ἐπικουρίαν κινήσωσι.
780. ἀμφιδέξιον σίδηρον: ἀντὶ τοῦ δίστομον, ᾧ ἄν τις πρὸς ἀμφότερα τὰ μέρη δεξιῶς χρήσαιτο. ἐδόκουν γὰρ μετέχειν τοῦ μιάσματος ὅσοι μὴ ἔκοπτον τὰς ἀγχόνας τῶν ἠγχονισμένων. ἅμμα δὲ δεσμὸς σχοινίων. καὶ τὸ ἐξ ἐπισπαστῶν βρόχων ἀντὶ τοῦ τῶν δεδεμένων βρόχων.
785. τὸ πολλὰ πράττειν: οὐκ ἔστιν ἀσφαλὴς ὁ βίος τῶν ἐκβαλόντων ἑαυτοὺς εἰς πολλὰ πράγματα.
786. ὀρθώσατ᾿ : ἀπορθώσατε, φησὶν, αὐτῆς τὰ μέλη, καὶ κατ᾿ ὀρθὸν σχηματίσατε τὸν νεκρὸν, τὸ πικρὸν οἰκούρημα τῶν ἐμῶν δεσποτῶν, ὅ ἐστι τὸν ἀτυχῆ οἰκουρόν.
787. οἰκούρημα: οἰκουρὸς λέγεται ἡ γυνή. M.
790. γυναῖκες, ἴστε τίς: τὸ ἑξῆς, ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο. ἴστε, τίς ποτ᾿ ἐν δόμοις βοή: ἴστε, φησὶ, τίς ἡ βοὴ ἡ ἐν τοῖς οἴκοις, ὁ γυναῖκες; ἠχὼ γὰρ βαρεῖα πρός με ἀφίκετο.
792. οὐ γάρ τί μ᾿ ὡς θεωρόν: ἀντὶ τοῦ ἀπὸ μαντείας. ἔθος γὰρ
τὸν στέφανον διὰ τὴν βοήν. θεωροὶ δὲ καλοῦνται πάντες οἱ ἐκ θεοῦ
στελλόμενοι, ἢ ὕστερον ὑποστρέφοντες.
795. πρόσω μὲν ἤδη: οἷον πόρρω, μακρὸς, ἀντὶ τοῦ προβέβηκε τῇ ἡλικίᾳ, ἀντὶ τοῦ γέρων μὲν ἤδη ἐστὶν, ἀλλ᾿ ὅμως λυπηρὸς ἡμῖν γενήσεται ἀποθανών.
799. μή τι συλᾶται: μὴ ἄρα τῶν τέκνων μου ἡ ζωὴ κλέπτεται; ἀντὶ τοῦ ἀπέθανον.
803. λύπῃ παχνωθεῖσα: ἀντὶ τοῦ κακωθεῖσα. ἁπάντων γὰρ τῶν φυτῶν φθαρτική ἐστιν ἡ πάχνη. οἰκονομικῶς δὲ ψεύδεται τὰ λοιπὰ μὴ εἰδέναι ὁ χορός.
806. ἀνέστεμμαι κάρα: ἔθος γὰρ ἦν τοὺς ἐξ ἱεροῦ στελλομένους στέφεσθαι. πλεκτοῖς δὲ φύλλοις ἀντὶ τοῦ πλεκτοῖς στεφάνοις.
808. χαλᾶτε κλῇθρα: ἀντὶ τοῦ ἀνοίγετε τὰς θύρας.
809. ἁρμούς: γρ. καὶ ὅρμους ἀντὶ τοῦ δεσμούς. B.
812. ἔπαθες, εἰργάσω: πέπονθας τὸ τῆς ἀγχόνης κακὸν, εἰργάσω εἰς ἑαυτὴν τὸν δι᾿ ἀγχόνης θάνατον. τὸ δὲ αἶ αἶ τόλμας διὰ μέσου ἀναπεφώνηται, καὶ οὕτως τὸ ἑξῆς ἵσταται.
815. πάλαισμα μελέας: τὸ παράπτωμα τῆς ἀγχόνης, ἀπὸ μεταφορᾶς τῶν
παλαιόντων, οἳ οἱονεὶ πνίγουσιν ἑαυτοὺς ἐν τῷ τραχήλῳ
παλαίοντες. A.B.I. Ἄλλως. ὦ πάλαισμα καὶ κατάπτωμα τῆς σῆς ἀθλίας
χειρός.
816. τίς ἄρα: λείπει τὸ δαιμόνων· τίς ἄρα δαιμόνων ἀμαυροῖ, ἤτοι ἀφανῆ καθιστᾷ, τὴν σὴν ζωήν.
820. κηλὶς ἄφραστος: ῥυπαρία μελαίνουσα, αἰσχύνη. ἄφραστος δὲ ἀντὶ τοῦ ἀπροόρατος, ἀδόκητος σπίλος καὶ αἰσχύνη. B.I. ἀντὶ τοῦ κακὸν ἀπροσδόκητον. A.
821. κατακονὰ μὲν οὖν: ἀντὶ τοῦ καταφθορά. λείπει δὲ τὸ κατέλαβέ με. ὁ δὲ νοῦς· καταφθορὰ ζωῆς ἀβιωτοποιὸς κατέλαβέ με. κακῶν δὲ ὁ τάλας πέλαγος εἰσορῶ. γράφεται δὲ καὶ τὸ κατακονῶ ῥῆμα, ἵν᾿ ᾖ οὕτως· μαραίνει με ἡ δυστυχία τοῦ βίου. γράφεται καὶ κατακονᾷ μὲν οὖν, ἀντὶ τοῦ καταναλίσκει.
824. μηδ᾿ ἐκπερᾶσαι κῦμα: ἀντὶ τοῦ ἐκκολυμβῆσαι, παρέρπειν, ἐπεὶ καὶ πέλαγος προείρηται. ἐνέμεινε δὲ τῇ μεταφορᾷ.
828. ὄρνις γὰρ ὥς τις: ὥσπερ γὰρ ὄρνις κρατουμένη ὑπό τινος ἀφανὴς γίνεται, οὕτω καὶ σὺ, ταχέως πηδήσασα ἐν τῷ Ἅιδῃ.
831. πρόσωθεν δέ ποθεν: πόθεν συνέβη μοι αὕτη ἡ συμφορά:
μὴ
ἄρα ἕνεκεν τῶν πρότερον ἡμαρτημένων μοι, ἢ πρός τινος παλαιᾶς ὀργῆς τῶν
δαιμόνων; B.I.
832. ἀμπλακίαισι τῶν πάροιθεν: ταῖς ἁμαρτίαις τῶν προγόνων, ὅ ἐστιν, οὐ
δι᾿ ἐμὸν ἁμάρτημα τιμωροῦμαι, ἀλλὰ διὰ προγονικόν. Ἄλλως. μὴ διὰ τὰς
ἁμαρτίας τῶν προτέρων μου, ἤτοι
προγόνων, ἀναλαμβάνω
τοιαύτην δυστυχίαν παρὰ θεῶν;
834. οὔ σοι τάδ᾿ , ὦναξ: καὶ ἐν τῇ Ἀλκήστιδι “οὐ γάρ τοι ποῶτος, οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακες.” B.I.
835. κεδνὸν λέχος: τὸ φρόνιμον, ἢ τὸ ἐπιμελείας ἄξιον. B.
836. τὸ κατὰ γᾶς θέλω: οἷον θέλω λοιπὸν ἀποθανεῖν. A.B.
κνέφος: σκότος. παρὰ τὸ κενὸν εἶναι φάους. A.
840. τίνος κλύω: λείπει ἡ παρά, παρὰ τίνος ἀκούσω καὶ μαθήσομαι τὸ συμβάν
σοι αἴτιον, ὅθεν ἀπώλου, τίς ἂν εἴποι τὸ γενόμενον; ἢ ὄντως τὸ δῶμα
μάτην ἔχει θεραπόντων ὄχλον; B.I. πόθεν συνέβη μοι, ἤτοι αὕτη ἡ συμφορὰ,
μὴ ἄρα ἕνεκα τῶν πρότερον ἡμαρτημένων,
μοι, ἢ ἀπό τινος
παλαιᾶς ὀργῆς τῶν δαιμόνων πολλάκις γὰρ πατέρων ἀνομίαι τέκνοις
ἀποδίδονται. A.
843. στέγει: τρέφει. A. φέρει. B.
846. οὐ τλητὸν οὐδὲ ῥητόν: ὃ οὔτε σιωπᾶν δύναμαι, (μέγα γάρ ἐστιν) οὔτε
λέγειν. αἰσχύνην γάρ μοι φέρει τὸ παράδοξον τοῦ θανάτου.
A.B.I. ἀλλ᾿ ἀπωλόμην: ἡ ἀλλὰ ἀντὶ τοῦ γάρ. A. τὸ δὲ ἔλιπες ἔλιπες, ὦ
φίλη, ἀντὶ τοῦ ἀπέθανες, ἔλιπες τὸ ζῆν. καὶ τὸ ἰὼ τάλας ἀντὶ τοῦ
τάλαινα· καὶ γὰρ ταῦτα τοῦ χοροῦ φασιν εἶναι. B.I.
851. νυκτὸς ἀστερωπός: καὶ ἡ διὰ νυκτὸς λαμπρὰ σελήνη, ἡ μετὰ ἀστέρων
φαινομένη σελήνη, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ ἡλίου.
ἐκεῖνος
γὰρ κρύπτει πάντων τῶν ἀστέρων τὸ φῶς. A.B.I. Ἄλλως. ἡ μετὰ ἀστέρων
φαινομένη, πρὸς ἀντιδιαστολὴν τοῦ ἡλίου· ὁ γὰρ ἥλιος ἅπαντας ἀμαυροῖ
τοὺς ἀστέρας ταῖς ἀκτῖσιν αὐτοῦ, οὐχ οὕτω δὲ καὶ ἡ σελήνη, ἀλλὰ μόνους
τοὺς πλησιάζοντας. A.
855. τὸ δ᾿ ἐπὶ τῷδε: ἐπὶ πολὺ φρίσσω. διὰ τί γὰρ κακῶς
ἀπήγξω, περὶ οὗ φοβοῦμαι μὴ καὶ ἕτερόν τι πάθω κακόν.
859. ἔγραψεν: μᾶλλον ἔγραψε παρακλήσεις, ἵνα μὴ ἄλλην μνηστεύσωμαι, ἢ διὰ τὰ τέκνα.
860. θάρσει, τάλαινα: γελοῖον πρὸς νεκρὸν τὸ θάρσει, συγγνωστέος δὲ διὰ τὴν παρακειμένην συμφοράν. σφενδόνην λέγει τὴν δέσιν, τὸν δεσμὸν, τύπον δὲ τὴν ἐπικειμένην σφραγῖδα τῷ δεσμῷ. προσσαίνουσί με δὲ ἀντὶ τοῦ ἡδύνουσί με, προτρέπονται, κολακεύουσιν. αὐτῆς γάρ εἰσι. ὅθεν ἐπάγει, ἴδω τί λέξαι, ἵνα ἴδω τί θέλει σημᾶναι.
861. οὐκ ἔστι δώμαθʼ: οὐκ ἔστιν ἥτις γυνὴ εἰς τοὺς δόμους εἰσέλθοι διὰ τὰ λέκτρα τοῦ Θησέως. A.
864. φέῤ, ἐξελίξας: φέρε δὴ οὖν ἀποκόψω τὸν δεσμὸν τῆς σφραγῖδος τοῦ
δακτυλίου, καὶ τὰς περιπλοκὰς ἀναλύσας ἴδω τί βούλεται
σημᾶναι ἡ δέλτος αὕτη.
866. ἐκδοχαῖς: κατὰ διαδοχὴν, ἵνα ἴδω πῶς νέα κακὰ ὁ θεὸς ἐπεισφέρει τούτοις τοῖς οἴκοις.
867. ἀβίωτος βίου τύχα: θάνατος τύχη ἀβιωτοποιὸς, ἢ ἡ τύχη τοῦ βίου. A.
ἀντίπτωσις. ἐμοὶ μὲν οὖν εἴη τυχεῖν, ὦ τύχη, βίου
ἀβιώτου.
A. θάνατος τύχη ἀβιωτοποιὸς τῆς ζωῆς, ἀντὶ τοῦ ἡ τύχη τοῦ βίου πρὸς τὸ
συμβὰν ἀβίωτός ἐστι. πρὸς τὸ κρανθὲν γὰρ νῦν ἀντὶ τοῦ πρὸς τὸ συμβάν.
B.I. ἤτοι ἐγὼ μὴ ἐπιζήσαιμι πρὸς τὸ μέλλον γενέσθαι. A.
869. ὀλομένους γάρ: τὸ ἑξῆς· ὀλομένους δόμους τῶν ἐμῶν
δεσποτῶν οὐκ ἔτ᾿ ὄντας λέγω. τὸ δὲ φεῦ φεῦ διὰ μέσου.
871. ἔστι: δυνατόν ἐστι. B. rec. ἔν τισιν οὐ φέρονται οὗτοι. B.
872. πρὸς γάρ τονος: ἡ πρός ἀντὶ τῆς ἀπό, ἵν᾿ ᾖ οὕτως, ἀπό τινος τύχης.
B.I. εἰσορῶ γὰρ τὸ δεινὸν τὸ μέλλον ὡς ὁ
875. λεκτὸν, ὦ τάλας ἐγώ: λείπει τὸ εὗρον τοῦτο. A.
876. εἴ τί μοι λόγου μέτα: ἐάν με κρίνῃς ἄξιον B. καὶ μετάδος
μοι τοῦ λόγου, εἰ μέτεστί μοι τοῦ λόγου. B.
880. φθεγγόμενον: βουλόμενον. A.
881. κακῶν ἀρχηγόν: ἀντὶ τοῦ κακοῦ λόγου ἀρχὴν λέγεις. τὸ ἑξῆς· τόδε μὲν
δυσεκπέρατον ὀλοὸν κακὸν οὐκέτι σιωπήσω. στόματος δὲ πύλαις
περιφραστικῶς ἐν τῷ στόματι. ὅμοιον δὲ τοῦτο τῷ Ὁμηρικῷ
ἕρκος ὀδόντων. δυσεκπέρατον δὲ δυσαπάλλακτον, δυσεπίληπτον. B.I.
δυσεκπάλαιστον· ἢ τὸ δυσκόλως περαινόμενον καὶ γινόμενον, ἢ τὸ
δυσεπίληπτον. A. τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις: ὁμοίως τῷ Ὁμηρικῷ
ἕρκος ὀδόντων. τὸ δὲ δυσεκπέρατον ὀλοὸν κακὸν οὐκέτι σιωπήσω. στόματος
δὲ πύλαις περιφραστικῶς τῷ στόματι Ἄλλως·
πύλαι στόματος τὰ
χείλη. οὐκέτι οὖν, φησὶ, καθέξω τὸν λόγον ἐντὸς τοῦ στόματός μου,
τουτέστιν οὐκέτι σιωπήσω. A.
886. τὸ σεμνὸν Ζηνὸς ὄμμ᾿ ἀτιμάσας: τὴν τοῦ Διὸς ἐφορείαν σεμνὴν μὴ τιμήσας. A. ἀντὶ τοῦ τὸν πατρῷον Δία ὑβρίσας.
888. μιᾷ κατέργασαι: μιᾷ τούτων τῶν καταρῶν κατέργασαι
τὸν
ἐμὸν παῖδα. ποίων δέ; ἃς ἀρὰς ἐμοὶ ὑπέσχου, τὸ ἀνελθεῖν ἐξ Ἅιδου, τὸ
ἀποστρέψαι ἀπὸ τοῦ λαβυρίνθου, τὸ πεμφθῆναι τῷ υἱῷ αὐτοῦ θάνατον.
892. γνώσῃ γὰρ αὖθις: ἔχεις γὰρ γνῶναι ὅτι ἥμαρτες. καὶ ἐν Ἀλκήστιδι “οὐ
γὰρ πρῶτος οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς
ἤμπλακες.”
893. καὶ πρός γ᾿ ἐξελῶ: αὖθις ἐπαναλαβὼν, ἀντὶ τοῦ οὐδαμῶς· ἀλλὰ πρὸς τούτοις καὶ ἐκβαλῶ αὐτὸν ἐκ ταύτης τῆς γῆς.
894. δυοῖν δὲ μοίραιν θατέρᾳ: μιᾷ τῶν δύο μοιρῶν πληγήσεται.
897. ἀλώμενος: πλανώμενος. A.
901. τὸ λῷστον: τὸ βέλτιστον, τὸ συμφέρον. A.B.
908. οὔπω χρόνον: οὐ πρὸ πολλοῦ μοι τοῦ χρόνου ἐβλέπετο, ἢ οὐκ ἐκ πολλοῦ χρόνου, ἀλλ᾿ ἔναγχος· ἀντὶ τοῦ ἣν ἀρτίως κατέλιπον τὸ φῶς ὁρῶσαν, ἄρτι ἀπέθανεν, ἤτοι πρὸ ὀλίγου.
911. σιωπῆς δ᾿ οὐδὲν ἔργον: τὸ τέλειον οὕτως· ἐν δὲ, ἀντὶ τοῦ
ἐν γὰρ, τοῖς κακοῖς οὐδεὶς ὀφείλει σιγᾶν· οὐδὲν ὄφελος, φησὶν, οὐδὲ
κέρδος ἐν τοῖς κακοῖς ἡ σιωπή ἐστι.
912. ἡ γὰρ ποθοῦσα: ἡ γὰρ καρδία ἐπιζητοῦσα τὰ πάντα ἀκούειν δαπανᾶται. λίχνος δὲ ἤτοι ἐπιθυμητικὴ, περίεργος.
915. κρύπτειν δίκαιον: οὐ γὰρ ὀφείλεις κρύπτειν τὰς σὰς δυστυχίας
τοὺς φίλους σου, τουτέστι τὰ τέκνα σου.
916. ὦ πόλλ᾿ ἁμαρτάνοντες: ὦ ἄνθρωποι πολλὰ ἐπιστάμενοι καὶ διδάσκοντες
τοὺς ἀνθρώπους, πλὴν τούτου, τοῦ διδάσκειν συνετοὺς τοὺς ἀσυνέτους.
περιτταὶ οὖν, φησὶν, αἱ παραινέσεις καὶ συμβουλίαι τῶν ποιητῶν, οὐχὶ τὰ
δέοντα φρονεῖν διδάσκουσαι τοῖς ἀνθρώποις
αὗται. λέγομεν δὲ
ὅτι τῇ προσθήκῃ τὴν ἀπορίαν ἔλυσεν, εἰπὼν “οἷσιν οὐκ ἔνεστι νοῦς·” εἰς
νοῦν γὰρ ἔχοντα ἄνδρα καταβαλλομένη παραίνεσις καρπὸν φέρει, εἰς δὲ
ἄνουν μάτην ἐκρίπτεται.
921. δεινὸν σοφιστήν; λογιστὴν, ἐξεταστὴν, διδάσκαλον. ὁ νοῦς τοιοῦτος·
ἀληθῶς καλὸν διδάσκαλον εἶπας, τὸν δυνάμενον διδάξαι
φρονεῖν τοὺς μὴ φρονοῦντας.
924. δέδοικα μή σου: φοβοῦμαι μὴ ἐν τοῖς κακοῖς ὑπερβάλλουσά σου ἡ γλῶσσα ἔξηχον καὶ παράφρονά σε ποιήσῃ.
927. ὅστις τʼ ἀληθής: ἐπὶ μὲν τῶν ἄλλων πραγμάτων εὑρίσκομεν διάκρισιν,
εἴτε καλά ἐστιν, εἴτε κακὰ, ὥσπερ ἐπὶ τοῦ χρυσίου. δοκιμαζόμενον γὰρ
φαίνεται εἰ καλόν ἐστιν ἢ κακὸν, ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐχ εὑρίσκομεν.
ἐχρῆν οὖν καὶ τοὺς ἀνθρώπους δύο φωνὰς
ἔχειν, δικαίαν τε καὶ
ἄδικον, ἵνα, εἰ μὲν ἡ ἄδικος φωνὴ θελήσει ψεύσασθαι, ἠλέγχετο καὶ οὐδεὶς
ἠπατᾶτο.
932. ἀλλʼ τις εἰς σὸν οὖς: μὴ ἄρα τίς με διέβαλεν εἰς τὸ σὸν οὗς ἀπὸ τῶν φίλων;
διαβαλὼν ἔχει: Ἀττικὸν ἀντὶ τοῦ διέβαλεν, ὡς καὶ Ἡσίοδος
“κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν” ἀντὶ τοῦ κεκρύφασι. A.
934. ἔκ τοι πέπληγμαι: ξένους λόγους ἀκούων παρὰ σοῦ ἐκπλήσσομαι. οἱ γὰρ
σοὶ λόγοι οἱ ἐξεδροποιοὶ τῶν φρενῶν παρεξηλλαγμένοι τοῦ καθήκοντος
παραπλῆγά με κατεργάζονται. Ἄλλως.
ἔξεδροι οἱ ἐξεδροποιοὶ
τῶν φρενῶν μου, οἷον μαινόμενοι, ἐξεστηκότες, ἄδικοι, παραλογιστικοὶ, μὴ
καλῶς λεγόμενοι, ἀλλʼ ἔξω τῆς διανοίας ὄντες. A.B.I. οἱ τὸν ἀκούοντα
ποιοῦντες ἔξω τῶν φρενῶν καὶ τῆς διανοίας. καὶ τοῦτο γὰρ ὕβρις τοῦ
Θησέως τὸ λέγειν τοὺς αὐτοῦ λόγους μωρούς. B. rec.
936. φεῦ τῆς βροτείας: ἤγουν ἡ βροτεία φύσις. A.
937. τί τέρμα τόλμης: τί ἔσται τέλος τοῦ θράσους, τὸ θράσος δηλονότι.
938. εἰ γὰρ κατʼ ἀνδρός: εἰ γὰρ ἐπαρθήσεται ἑνὸς ἑκάστου ἀνδρὸς ὁ βίος,
καὶ ὁ ἐπιγινόμενος χείρων ἔσται τοῦ πρὸ αὐτοῦ, ὀφείλομεν
πανούργους.
Ἄλλως. εἰσὶ φύσεις ζώων πρὸς ἑτέρας φύσεις ζώων ἐναντίως ἔχουσαι, οἷον ἡ
τῶν λεόντων πρὸς τὴν τῶν ἀνθρώπων, ἡ τῶν λύκων πρὸς τὴν τῶν προβάτων.
καὶ Ὅμηρος “ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ, οὐδὲ λύκοι τε
καὶ ἄρνες ὁμόφρονες.” καὶ τοῖς μὲν θηρίοις δέδοται πρὸς οἴκησιν ἡ
ἐρημία, τοῖς δὲ ἀνθρώποις ἡ
ἡμετέρα τῶν χωρίων. ὅταν,
φησὶν, εἰς ἄκρον κακίας προκόψῃ τῶν ἀνθρώπων ἡ φύσις, ἀπορήσουσιν οἱ
θεοὶ ποῖ τοὺς πονηροὺς κατοικίσουσιν. εἰς τὰς ἐρημίας; ἀλλʼ ἐκεῖ θῆρες.
εἰς τὰ ἡμέτερα χωρία; ἀλλʼ ἐκεῖ δίκαιοι ἄνθρωποι. λοιπὸν ἀνάγκη ἑτέρας
δεῖσθαι γῆς ἥτις τοὺς κακοὺς χωρήσει.
943. σκέψασθε δʼ εἰς τόνδε: ἀποβλέψατε, φησὶν, εἰς τὸν ἐμὸν υἱὸν, ὅστις ἠθέλησε μιᾶναι τὴν ἐμὴν κοίτην, καὶ ἐλέγχεται ὑπὸ τῆς ἀποθανούσης.
946. δεῖξον δʼ, ἐπειδή γʼ εἰς μίασμʼ ἐλήλυθας: ἐλήλυθας, δεῦρό μοι
ἐναντίον στῆθι, ἤγουν ἐπεὶ ὅμως εἰς τὸ μιᾶναι ἦλθες δεῦρο, δεῖξόν
μοι τὸ σὸν πρόσωπον, ἢ ἐπεὶ ὅλως ἐτόλμησας ἐλθεῖν εἰς τὸν
τῆς Φαίδρας ἔρωτα, ὅπερ μίασμα καλεῖ. A.
948. σὺ δὴ θεοῖσιν: σὺ δὲ εἶ ὁ ὑπὲρ πάντας σοφὸς ὢν καὶ σώφρων, καὶ ἀκούων ἀμίαντος τῶν κακῶν. οὐδαμῶς ἐγὼ πείθομαι τοῖς σοῖς ψεύσμασι.
περισσός: περισσοὺς λέγει τοὺς φιλοσόφους τοὺς καθʼ ἑαυτοὺς βιοτεύοντας, ὡς περισσόν τι καὶ ἐπέκεινα τῶν χυδεωτέρων ἔχοντας. B.
953. σίτοις καπήλευε: ἀντὶ τοῦ χλεύαζε, ἀποπλάνα τοὺς ἀνθρώπους, ὥστε
πορίζειν τροφάς· ἢ ἐν λόγοις ἐμπορεύου, καθάπερ οἱ
λογέμποροι λεγόμενοι, καὶ μὴ κατὰ φύσιν φιλοσοφοῦντες, ἀλλὰ τοῖς λόγοις
καπηλεύοντες καὶ τοῖς σιτίοις τοῖς διʼ ἀψύχου βορᾶς ἀπάτα. ἀντὶ τοῦ
ἁγνεύετε, ὡς οἱ φιλόσοφοι μηδὲν κατὰ τῶν ἐσθιομένων ζώων ἢ ἑτέρων
ἐσθίοντες, ἀλλὰ σῖτον μόνον, καὶ ἔχοντες τὸν Ὀρφέα βασιλέα ὡς σώφρονα.
ἐπεὶ γὰρ ἔνδοξος ἦν ὁ Πυθαγόρας, ἤδη καὶ πολλοὶ
ἐμψύχων
ἀπέσχοντο. ἀνάγει δὲ τοὺς χρόνους· περὶ ἑαυτοῦ γὰρ βούλεται αἰνίξασθαι ὁ
Εὐριπίδης. τοιοῦτος δέ ἐστιν, ἀεὶ τὰ ἡρωϊκὰ πρόσωπα εἰσάγων
φιλοσοφοῦντα.
954. βάκχενε: μεγαλαύχει, τὰς μωρίας τῶν πολλῶν γραμμάτων ἐπιστάμενος. τὸ
γὰρ ληφθῆναί σε σκαιὰν ἐποίησέ σου τὴν
ἄσκησιν. A.B.I.
ἐνθουσία. Fl. 2. τιμῶν καπνούς: τιμῶν οἰκίας τὰς ὑπὸ τῶν φορολόγων
εἰσγεγραμμένας. B. rec.
958. τέθνηκεν ἥδε: εἰ δὲ νομίζεις, φησὶν, ἐκφυγεῖν ταύτης ἀποθανούσης, οὐδαμῶς ἔσται τοῦτο, ἐπεὶ ἔχεις εἰς ἔλεγχον τὰ γράμματα ταῦτα ταύτης ἀποθανούσης.
962. μισεῖν σε φήσεις τήνδε: ἀλλʼ ἔχεις εἰπεῖν ὅτι ἐμίσει σε ὡς νόθον ὄντα, ἐπειδὴ οἱ γνήσιοι πολέμιοι τῶν νόθων εἰσίν.
904. κακὴν ἄῤ αὐτήν: οἱ ἔμποροι τὰ μὲν παρέχουσι, τὰ δὲ λαμβάνουσι, καὶ
τοῦτο ἐπʼ ὠφελείᾳ ποιοῦσιν. εἰ οὖν αὕτη τὴν ψυχὴν ἑαυτῆς δέδωκεν, ἵνα σε
μισητὸν τῷ πατρὶ καταστήσῃ, ἄφρων ἄρα καθέστηκε, τοιαύτην ὁδὸν
ἐμπορευομένη. οἱ γὰρ ἔμποροι ἐπὶ κέρδει πραγματεύονται. θέλεις, φησὶν,
εἰπεῖν ὅτι ἐπραγματεύσατο, θέλουσά
σε φονεῦσαι, διὰ τὸ τὰ
τέκνα αὐτῆς κρατῆσαι τῆς πόλεως ταύτης. ἔμπορος δὲ διοικήτρια,
προνοητικὴ, πρακτική.
967. οἶδʼ ἐγὼ νέους: οἶδα ἐγὼ νεωτέρους ὅτι, ὁπηνίκα αὐτοὺς ἡ Κύπρις ταράζῃ, μωρότεροι γίνονται γυναικῶν.
970. τὸ δʼ ἄρσεν αὐτούς: συγγνώμην αὐτοῖς παρέχει τὸ ἄνδρας
εἶναι ἐν ἁμαρτίαις, ταῖς γυναιξὶ δὲ οὒ, ἢ τὸ καλεῖσθαι ἄρσενας, ἐπεὶ οὐκ
αἰσχύνονται ἐρῶντες, ἢ τὸ θρασὺ καὶ ἀναιδές.
971. νῦν οὖν τί ταῦτα: ἐναντιούμενος οὖν ἐγὼ νῦν τοῖς σοῖς λόγοις ταῦτα λέγω, ἔχων καὶ σαφῆ μάρτυρα τὸν νεκρόν.
973. ἔξερρε γαίας: φθείρου ἐκ ταύτης τῆς γῆς φυγὰς γενόμενος,
καὶ μήτε εἰς τὴν πόλιν ταύτην εἰσέλθῃς τὴν ὑπὸ Ἀθηνᾶς ᾠκοδομημένην.
θεοδμήτους γὰρ τὰς θείως ᾠκοδομημένας· οὐ γὰρ ὑπὸ θεῶν ἐτειχίσθησαν.
974. θεοδμήτους: θεοδμήτους οὐ λέγει τὰς Ἀθήνας ὡς ὑπὸ θεῶν τειχισθείσας,
ἀλλʼ ὡς τῇ Ἀθηνᾷ ἀνατεθείσας. αἱ γὰρ Ἀθῆναι
πρῶτα κατὰ τὸν
μῦθον ἀναφανεῖσαι πολλοὺς τῶν θεῶν εἵλκυσαν εἰς ἔρωτα ἑαυτῶν, ἐξαιρέτως
δὲ παρὰ τοὺς λοιποὺς θεοὺς Ἄρης καὶ Ἀθηνᾶ τῆς πόλεως ἤρων, καὶ
ἀντεποιεῖτο ἑκάτερος. καθιστῶσιν οὖν αὐτοὺς τοὺς πολίτας τοὺς Ἀθηναίους
δικαστὰς τίνι ἂν ἡ πόλις προσήκοι μᾶλλον. Ἀθηναῖοι δὲ λέγουσιν ὡς τῷ
δεδειχότι σημεῖόν τι ἐν
ἀνακεῖσθαι τῇ θεῷ Ἀθηνᾷ. A.
976. εἰ γὰρ παθών γε: εἰ γὰρ μὴ τιμωρήσομαί σε, οὐδὲ ἃ πρὶν κατώρθωκα ἐμὰ νομισθήσεται, ἀλλὰ μάτην ἂν ἐπαινοίμην ἐπʼ αὐτοῖς.
977. οὐ μαρτυρήσει μʼ Ἴσθμιος: Σίνις ἐγένετο, ὅστις εἶχε κράββατον
ἀνὰ μέσον τῆς ὁδοῦ, καὶ ἐκράτει τοὺς παριόντας καὶ
προσεμέτρει τῷ κραββάτῳ. καὶ εἰ μὲν ἦν μακρὸς, ἀπέκοπτεν ἐκ τῶν ποδῶν
αὐτοῦ διὰ τὸ ἰσῶσαι αὐτὸν τῷ κραββάτῳ· εἰ δὲ κονδὸς ἦν, μετὰ σφύρας
κατέτυπτε τοὺς πόδας αὐτοῦ, ἵνα ἐξισωθῇ τῷ κραββάτῳ. τοῦτον ἐφόνευσεν ὁ
Θησεὺς μόνος. λέγει οὖν ὅτι, ἐὰν ὑπὸ σοῦ ἡττηθήσομαι,
οὐ μὴ
πιστεύσῃ ἐκεῖνος ὁ Ἴσθμιος ὅτι ἐγὼ αὐτὸν ἐφόνευσα. Σίνις: υἱὸς
Πολυπήμονος περὶ τὸν Ἰσθμὸν ξενοκτονῶν, ὁ καὶ Πιτυοκάμπτης.
979. Σκειρωνίδες: ὁ Σκείρων ἐν Μεγάροις ἦν, τύραννος ἄξενος,
βρωθῆναι
ὑπὸ τῆς χελώνης.
983. πάτερ, μένος μέν: ὦ πάτερ, ἡ μὲν δύναμίς σου μεγάλη ἐστὶ καὶ ἡ
διάνοια τῶν σῶν φρενῶν· ἀλλʼ ὅμως, ἐάν τις ἐρευνήσῃ τὸ πρᾶγμα τοῦτο, οὐ
καλόν ἐστι. λέγει δὲ ταῦτα διὰ τὸ νοῆσαι ἐκεῖνον, ὅτι ἡ Φαίδρα αὐτοῦ
ἠράσθη, καὶ οὐκ αὐτὸς ἐκείνης.
ξύστασις: πύκνωσις, λύπη. οἱ
γὰρ χαίροντες ἐκ τοῦ ἐναντίου διαχέονται. A.B.
984. τὸ μέντοι πρᾶγμα: τοῦτο τὸ πρᾶγμα, ἐν ὅσῳ μέν σοι ἄδηλόν ἐστιν, ὦ πάτερ, δοκεῖ δικαίους ἔχειν κατʼ ἐμοῦ τοὺς λόγους· εἰ δέ τις αὐτὸ ἐξετάσει, οὐ σχήσει κατʼ ἐμοῦ δικαίαν τὴν μέμψιν.
987. ἐγὼ δʼ ἄκομψος: ἐγὼ δὲ ἐν τοῖς μωροῖς ἀνεπιτήδειός εἰμι, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τί ἀκούουσιν, ἐν δὲ τοῖς σοφοῖς λέξω καὶ νικήσω. ἀναιδῶν γάρ ἐστιν ἐν ὄχλῳ δημηγορεῖν εἰς ἥλικας, ἤτοι εἰς ὁμήλικας καὶ σοφούς.
988. ἔχει δὲ μοῖραν: ἀντὶ τοῦ ἔχει δὲ καὶ τοῦτο λόγον, ὅ ἐστιν
οὐκ ἀλόγως τοῦτο εἶπον ὅτι ἄκομψος μὲν εἰς λόγον εἰμὶ, εἰς ἥλικας δὲ
σοφώτερος· καὶ τοὐναντίον, φησὶν, οἱ παῤ ὄχλῳ φαῦλοι ἐν σοφοῖς
μουσικώτεροι λέγειν.
992. ὅθεν μʼ ὑπῆλθες: ὅθεν με κατέβαλες πρῶτα, ὡς διαφθερῶν
ὑπῆλθες: ὑπέδραμες, παρελογίσω. Fl. 6.
993. κοὐκ ἀντιλέξοντʼ: περισσὸς ὁ καί. A.B.
996. ἐπίσταμαι γάρ: ἀντὶ τοῦ φίλος εἰμὶ τῶν δικαίων ἀνθρώπων, μήτʼ
ἀνταποδιδόναι κακὰ τοῖς χρωμένοις ἐν κακοῖς, ὅ ἐστι τοῖς μὴ ἀμυνομένοις
τοὺς προαδικοῦντας. Ἄλλως. ἐπίσταμαι δὲ κτᾶσθαι
φίλους
τοιούτους, τοὺς μὴ ἐπιχειροῦντας, μηδὲ θέλοντας ἀδικεῖν.
998. ἀλλʼ οἷσιν αἰδώς: ἀλλʼ ἐν οἷς πρόσεστιν ἡ αἰσχύνη, καὶ μὴ ὁμιλοῦσι κακὰ, μηδὲ ἀντὶ κακοῦ ἀποδιδοῦσι, μηδὲ συμπράττειν τοῖς αἰσχροῖς καὶ τοῖς ταῦτα βουλευομένοις.
1000. οὐκ ἐγγελαστής: οἷον οὐχ ἕνεκα τοῦ ἐπεγγελᾶν φίλος εἰμὶ, ἀλλʼ
ἀρετῆς χάριν. Ἄλλως. καὶ οὐδὲ προσγελῶν τοῖς φίλοις μου, ἀλλὰ καὶ τοῖς
πρὸς ἐμὲ οὖσι, καὶ τοῖς ἄποθέν μου οὖσιν ὁ αὐτός εἰμι, καὶ τὴν αὐτὴν
διάθεσιν ἔχω πρὸς ἀμφοτέρους. Ἄλλως. οὐκ· εἰμὶ ἐγὼ ἐγγελαστὴς, οἷον οὐκ
ἐγγελῶ τοῖς περὶ τὰ τοιαῦτα ἔχουσιν,
ἀλλὰ μόνον οὐ σύνειμι
αὐτοῖς.
1001. ἀλλʼ αὐτὸς οὐ παροῦσι: ἀλλʼ ὡς μὴ παροῦσιν αὐτοῖς φίλοις ἐχρώμην καὶ ἐγγὺς ὤν. A. B. αὑτός: ὁ ὅμοιος. A. φίλος: γρ. καὶ φίλοις. B.
1002. ἑνὸς δʼ ἄθικτος: ἑνὸς δὲ πράγματός εἰμι ἀμίαντος, ἐν ᾧ
καὶ νομίζεις με μιανθῆναι. μέχρι γὰρ ταύτης τῆς ἡμέρας ἀμίαντον σῶμα ἔχω
καὶ τοῦ λέχους οὐκ οἶδα πρᾶξιν.
1005. γραφῇ τε λεύσσων: καὶ ἐν τοῖς ἀναγνώσμαιν ὁρῶν· καὶ ὅμως οὐδὲ ἐκεῖνο κατασκοπῶ καλῶς, οὕτως ὢν ἀμίαντος.
1010. ἢ σὸν οἰκήσειν δόμον: ἢ τοὺς σοὺς γάμους λαβεῖν προσεσόκησα καὶ τὸν σὸν οἶκον ὥσπερ κληρονομίαν τινὰ λαβεῖν. ἢ οὕτως, ἠθέλησα μετὰ τοῦ δόμου καὶ τὴν ἔγκληρον καὶ εὔπορόν σου λαβεῖν εὐνήν. A.
1011. ἔγκληρον εὐνήν: πρὸς τοῖς οἴκοις λαβὼν, καὶ τὴν εὔπορόν
σου κοίτην. Ἄλλως. μονοκληρονόμον εἰ προσεδόκησα πατρὸς γυ'ναῖκα
λαμβάνειν, μάταιος ἄρα ἤμην.
1012. οὐδαμοῦ μὲν οὖν φρενῶν: οὐδαμοῦ, φησί, συνέσεως ἤμην ἐγὼ τοιαῦτα ἐννοούμενος.
1013. ἀλλʼ ὡς τυραννεῖν: οὐδαμῶς σώφρων ἐπιθυμεῖ βασιλεύειν,
εἰ μὴ ἐκστῇ τῶν φρενῶν. τὸ δὲ ἑξῆς, εἰ μὴ τὰς φρένας διέφθορε τῶν θνητῶν
ἡ μοναρχία, οἷς ἁνδάνει ἡ μοναρχία. ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ
μοναρχία.
1016. ἐγὼ δʼ ἀγῶνας μέν: ἐγὼ δὲ πρῶτος θέλω εἶναι ἐν τῇ κυνηγεσίᾳ καὶ ἐν τῇ φιλοσοφίᾳ, ἐν δὲ τῇ πόλει δεύτερος.
1019. πράσσειν γὰρ εὖ: ὁ γὰρ ἐν ἀγῶσι τοιοῦτος ὢν καλῶς πράττει καὶ ἀκίνδυνός ἐστιν, ὁ δὲ πόλεως πρῶτος ὢν κίνδυνον ἔχει. οἱ γὰρ βασιλεύοντες ἐν κινδύνοις διάγουσιν.
1022. εἰ μὲν γὰρ ἦν μοι: εἰ γὰρ, φησὶ, καὶ ἕτερος ἦν, τὰ αὐτά μοι ἔλεγε
καὶ ἐμαρτύρει, (τοῦτο γὰρ δηλοῖ τὸ οἷός εἰμʼ ἐγὼ) οἷα ἐγῶ,
καὶ ἦν ὁ ἀγὼν ζώσης αὐτῆς. Ἄλλως. εἰ παρῆν μοι μάρτυς δίκαιος, οἷός εἰμι
ἐγὼ, ὅ ἐστιν, εἰ εὐπόρησα μάρτυρος ἀληθοῦς, ὁμοίου τοῖς ἡμετέροις
τρόποις.
1027. μηδʼ ἂν θελῆσαι: μηδὲ εἰς ἔννοιαν ἐλθεῖν ποτε τοῦ μιγῆναι τῇ σῇ κοίτῃ, οὐχ ὅτι λέγεις με καὶ φθεῖραι αὐτήν.
1028. ἡ τἄῤ ὀλοίμην: διαζευκτικὸς ὁ ἤ, ἢ ὀλοίμην, εἰ κακὸς φανήσομαι. B.I.
1032. εἰ δʼ ἥδε δειμαίνουσ’: εἰ δὲ ἑαυτὴν ἐφόνευσε, φοβουμένη,
1034. ἐσωφρόνησεν: δυνατὸν ἐν ἐρωτήσει, ἵν᾿ ᾖ οὕτως· ἡ Φαίδρα, ὡς σὺ φῆς,
ἐσωφρόνησε, καίτοι μὴ φύσει ὑπάρχουσα τοιαύτη,
ἐγὼ δὲ ὁ ἔχων
οὐκ ἐσωφρόνησα, ἀλλʼ ἐβουλήθην αὐτῇ μιγῆναι αὐτῆς μὴ βουλομένης; A.B.I.
Ἄλλως. τινὲς δὲ κατʼ ἐρώτησιν οὕτως· ἆρα ἡ Φαίδρα μὴ οὐκ ἔχουσα
σωφρονεῖν ἐσωφρόνησεν, ἐγὼ δὲ ὁ δυνάμενος σωφρονεῖν οὐκ ἐσωφρόνουν;
Ἄλλως. ἐσωφρόνησεν ἡ Φαίδρα εἰποῦσα τὸν ἔρωτα, καίτοι οὐκ εἶχε σωφρονεῖν
τοῦ ἔρωτος νικωμένη·
ἐγὼ δὲ ἔχων τὴν σωφροσύνην οὐ καλῶς
ἐχρησάμην αὐτῇ διὰ τὸ μὴ αὐτίκα μηνῦσαί σοι τὰ κατʼ αὐτὴν καὶ δηλῶσαί
σοι. A.
οὐκ ἔχουσα σωφρονεῖν: γρ. οὐχ ἑκοῦσα. A.B. ἀποθανοῦσα, φησὶ, μὴ δυναμένη βαστάζειν τὸν ἔρωτα. A.
1035. ἡμεῖς δʼ ἔχοντες: ἡμεῖς δὲ σιωπήσαντες οὐ καλῶς ἐποιήσαμεν.
τὸ γὰρ ἔχοντες ἀντὶ τοῦ σιωπήσαντες, ἢ τὴν σωφροσύνην
φυλάξαντες.
1036. ἀρκοῦσαν εἶπας: ἀπολογίαν ἀρκοῦσαν εἶπας τοῦ μὴ. φονεῦσαί σε τὴν Φαίδραν.
ἀποστροφήν: ἀποβολὴν, ἀπολογίαν. A. λύσιν, τέλος. B.
1038. ἐπῳδός: ἀντὶ τοῦ ἀπατεὼν, φαρμάκων ἔμπειρος. εὐοργησίᾳ δὲ πρᾳότητι, βαθύτητι. οὕτως Ἀττικῶς. τινὲς δὲ εὐηθείᾳ, ἀντὶ τοῦ εὐήθης εἶναι ὑποκρινόμενος.
1039. εὐοργησίᾳ: ἀνεξικακίᾳ. B.
1041. καὶ σοῦ γε κάρτα: θαυμάζω σε, ὦ πάτερ, εἰ ταῦτα καρτερεῖς.
εἰ γὰρ ἐγῶ πατὴρ σὸς ἤμην, οὐδαμῶς ἐφυγάδευον, ἀλλʼ
ἐφόνευον νευον ἄν σε, εἰ ὑπελάμβανον τὴν γυναῖκά μου διαφθείραντα.
1046. προὔθηκας: ἐπεκύρωσας. A.
1047. ταχὺς γὰρ Ἅιδης ῥᾷστος: ἀντὶ τοῦ ἥδιστος. ταχὺς δὲ ἀντὶ τοῦ ὀξύς.
οἱ γὰρ ἄδικοι ταχὺ τὸν θάνατον λαμβάνοντες χαίρουσι,
διὰ τὸ
μὴ κρίνεσθαι αὐτοὺς πολλάκις.
1050. μισθός: ἐν πολλοῖς οὐ φέρεται οὗτος ὁ ἴαμβος. B.
1051. οὐδὲ μηνυτὴν χρόνον: οὐδὲ περιμένεις ὀλίγον χρόνον, ἵνα μάθῃς τὸ ἀσφαλὲς, ἀλλʼ οὕτως με διώκεις;
1057. ἡ δέλτος ἥδε: αὕτη ἡ δέλτος οὐκ ἔστιν ἀπὸ μαντείας κατεσκευασμένη,
ἀλλὰ κατηγορεῖ σου· ἥνπερ ἐγὼ δέχομαι, καὶ
ταύτῃ πιστεύω.
τοὺς δὲ μάντεις πολλάκις ἐγὼ χαίρειν λέγω, ἀντὶ τοῦ οἰμώζειν. οὐ παρὰ
μάντεων, φησὶ, μαθοῦσα, ἀλλʼ αὐτὴ παθοῦσα, καὶ πλέον ἄλλων εἰδυῖα.
κλῆρος δέ ἐστι τὸ σημεῖον τὸ διδόμενον τοῖς μαντευομένοις, ἀφʼ ὧν οἱ
μάντεις ὁρμώμενοι προφητεύουσι περὶ τῶν μελλόντων. τινὲς δὲ τῶν μάντεων
ὄρνισι προσέχουσιν, οἱ δὲ κλήροις.
κλῆρον οὖν τὴν μαντείαν.
εἰσὶ γάρ τινες κλήρῳ μαντευόμενοι, ὅ ἐστι λαχμοῖς. A.B.I. κλῆροι
λέγονται τὰ σημεῖα τῆς πτήσεως τῶν οἰωνῶν, ἐξ ὧν οἱ μάντεις προλέγουσιν.
A.
1062. οὐ δῆτα πάντως: ὑφὲν ἀναγνωστέον. καὶ περιττεύει ἡ μία ἄρνησις. οὐ
δῆτα: ἀντὶ τοῦ οὐδαμῶς, εἰ λύσω τὸν ὅρκον,
ἐγχωρεῖ μὴ
πεῖσαί με, καὶ μάτην λύσω τὸν ὅρκον, ὃν ὤμοσα τῇ τροφῷ μηδὲν εἰπεῖν.
Ἄλλως. πολλάκις, φησὶν, ἂν εἴπω, οὐ πείθω τι καὶ τοὺς ὅρκους παραβαίνω.
A.B.I. Ἄλλως. οὐκ ἄν ποτε πείσω τοὺς περὶ Θησέα, οὕς με δεῖ πεῖσαι, κἂν
ἀποκαλύψω τὸν ἔρωτα τῆς Φαίδρας, ὥστε μάτην ἂν συγχέαιμι τοὺς ὅρκους,
οὓς πρὸς τὴν τροφὸν
τῆς Φαίδρας ἐποιησάμην. A.
1065. οὐκ εἶ πατρῴας: τὸ εἶμι τὸ πορεύομαι, καὶ τὸ εἰμί τὸ ὑπάρχω ἐν τῇ συνηθείᾳ κατὰ τὸ δεύτερον πρόσωπον ἀποβολὴν πάσχουσι τοῦ σ παραλόγως. φασὶ γὰρ ποῖ ἄπει καὶ ποῦ εἶ. B.I.
1066. τίνος ξένων: τίνος τῶν ξένων εἰς τοὺς οἴκους πορεύσομαι;
διὰ τοιαύτην αἰτίαν φυγόντα τίς με ἐν οἴκῳ εἰσδέξεται; B.I.
1068. ὅστις γυναικῶν λυμεῶνας: ὅστις ἥδεται κομίζων τοὺς ξένους λυμεῶνας τῶν γυναικῶν καὶ συνεργάτας τῶν κακῶν. B.I.
1074. ὦ δώματʼ, εἴθε: ὦ οἰκήματα, εἴθε φωνὴν ἀφίετε καὶ ἐμαρτυρήσατέ μοι, εἰ τοιοῦτος ἀνὴρ γέγονα.
1076. εἰς τοὺς ἀφώνους: γράφεται καὶ σοφῶς, ἵνʼ ᾖ σοφιστικῶς καὶ τεχνικῶς. εἰς τὸ φεύγεις ὑποστικτέον. τὸ δὲ λοιπὸν κατὰ ἀπόφασιν, εἰς τοὺς ἀφώνους μάρτυρας φεύγεις, ὃ ἔστιν ἀφώνους μάρτυρας ἐπικαλῇ. καὶ τὸ κατὰ τὴν Φαίδραν πρᾶγμα μὴ φαινόμενον σαφῶς μηνύει τὸ κακόν.
1078. εἴθ᾿ ἦν ἐμαυτόν: εἴθε δυνατὸν ἦν ἐμαυτὸν ἄλλον γενόμενον προσβλέψαι δακρύοντα καὶ κατιδεῖν ἐν ὁποίοις κακοῖς εἰμι. τοῦτο δὲ λέγει διὰ τὸ μὴ τὸν Θησέα προσβλέποντα αὐτὸν οἰκτείρειν.
1080. πολλῷ γε μᾶλλον: σαυτὸν ἐμελέτησας μᾶλλον σέβειν ὑπὲρ τοὺς τεκόντας
ἢ καλῶς ποιεῖν, ὢν δίκαιος, ὡς αὐτὸς λέγεις·
μᾶλλον σεαυτὸν
ἤσκησας σέβειν.
1084. οὐχ ἕλξετ᾿ αὐτόν: οὐ διώκετε αὐτὸν ἐκ ταύτης τῆς γῆς, οὐκ ἐκ πολλοῦ χρόνου εἶπον ὑμῖν.
1085. πάλαι ξενοῦσθαι: ἐκβάλλειν καὶ ἀποξενοῦν. A. ἐπὶ ξένης γῆς
διατρίβειν, ξένος ἀντὶ πολίτου γίνεσθαι. ἔστι δὲ
Ἀττικόν.
1086. κλαίων τις: οὐχ ὡς ἀντιτείνων λέγει, ἀλλʼ ὡς ἐξ ἐλευθέρας χειρὸς ὠθεῖσθαι βουλόμενος· ὄντως ἐάν μέ τις διώξῃ ἐκ τῶν δούλων, κλαίων ἀναχωρήσει· ἐὰν δὲ θέλῃς σὺ, δίωξόν με ἐκ τῆς γῆς ταύτης.
1090. ἄραρεν: ἀντὶ τοῦ ἔδοξε, κέκριται. B.
1093. σύνθακε: συγκάθεδρε. B. rec.
φευξούμεσθα: εἰς Ἀττικήν φησι φεύγειν, ὅτι ὑπὸ μίαν βασιλείαν
1102. ἦ μέγα μοι τὰ θεῶν: γυναῖκες μέν εἰσιν αἱ τοῦ χοροῦ, μεταφέρει δὲ
τὸ πρόσωπον ἐφʼ ἑαυτοῦ ὁ ποιητὴς, καταλιπὼν τὰ χορικὰ πρόσωπα· μετοχαῖς
γὰρ ἀρσενικαῖς κέχρηται. τὸ δέ μοι ἀντὶ τοῦ μου, ὡς τὸ “μητέρι μοι
μνηστῆρες” τὲ δὲ ἑξῆς· ὄντως μου τὰς λύπας μεγάλως ἀφανεῖς καθίστησι τὰ
περὶ θεῶν μελεδήματα,
ὅταν εἰς φρένας ἔλθῃ. ὁρῶν δὲ ὁ χορὸς
εὐσεβῆ μὲν ὄντα τὸν Ἱππόλυτον, κακῶς δὲ πράττοντα παρὰ τὸ δίκαιον,
θαυμάζει τοῦ βίου τὸ ἀνώμαλον, καὶ ταράττεσθαί φησι τὴν διάνοιαν,
ὑπονοῶν μὲν τὸ θεῖον προνοεῖσθαι τῶν ἀνθρωπίνων, ὁρῶν δὲ θείας προνοίας
μὴ μετέχοντα τῶν ἀνθρώπων τὰ πράγματα, ἐκ τοῦ τοὺς μὲν ἀδίκους εὖ
πράττειν,
τοὺς δὲ δικαίους παρὰ τὴν ἀξίαν πάσχειν κακῶς. ὁ
δὲ νοῦς, ὅταν, φησὶ, θεοὺς λογίσωμαι, πάσης λύπης ἀπαλλάσσομαι,
ἐνθυμούμενος ὅτι ἀδεκάστως τὰ πράγματα κρίνουσι, τὰ πρὸς ἀξίαν ἑκάστῳ
παρέχοντες. καὶ δοκῶν κατὰ τοῦτο συνετὸς εἶναι ἄφρων ἐλέγχομαι, ὁρῶν τοῦ
βίου τὴν σύγχυσιν. σύνεσιν γάρ τινα ἐν ταῖς ἐλπίσιν ἔχων ἐλαττοῦ
καὶ ἀπολείπομαι, βλέπων ἔν τε ταῖς τύχαις τῶν ἀνθρώπων καὶ
ἐν τοῖς ἔργοις, τουτέστιν ὁπηνίκα ἂν τὰ ἀνθρώπινα ἐννοήσω, ἐλαττοῦμαι,
καὶ οὐ μέγα φρονῶ. A.B.I. Ἄλλως. ὁπηνίκα μοι τὰ τῶν θεῶν προνοήματα καὶ
αἱ διοικήσεις, καθʼ ἃς τῶν ἀνθρωπίνων ἐπιστατοῦσι πραγμάτων περὶ τὴν
ἐμὴν διάνοιαν γένωνται καὶ ἀνασκοπήσω
αὐτὰ, μέγα μέρος τῆς
λύπης ἀφαιροῦμαι, πρόνοιαν νομίζων εἶναι τὴν δικαίως τὰ ἀνθρώπων
οἰκονομοῦσαν. βλέπων δὲ πάλιν εἰς τὰς τῶν
φησὶν, ἐνθυμοῦμαι ὅτι οἱ θεοὶ προνοοῦνται τῶν ἀνθρώπων, μεγάλως τῆς
λύπης ἀναχαιτίζομαι. A.
1105. ξύνεσιν: σοφίαν δέ τινα ἐν τῇ διανοίᾳ ἔχων, ὡς πρόνοιαν θεῶν
λογιζόμενος, ἐκπίπτω ταύτης, ἔν τε ταῖς τύχαις τῶν θνητῶν καὶ ἐν ἔργμασι
λεύσσων, τουτέστιν ἐν τοῖς ἔργοις βλέπων. A.B.I.
Ἄλλως.
νόησιν δέ τινα τῶν ἀνθρωπίνων πραγμάτων ἐλπίζων ἔχειν τῇ διανοίᾳ
ἐλέγχομαι κατὰ πολὺ τῆς ἀληθείας λειπόμενος. A. ἐλπίδι κεύθων: ἐν ἐλπίδι
δὲ, φησὶ, τιθέμενος τὰ πράγματα, ἀπολείπομαι τῆς ἐλπίδος· οὐ γὰρ
ἀποβαίνει καθὼς ἐλπίζω. Fl. 6.
1108. ἄλλα γάρ: ἄλλα γὰρ ἄλλοθεν πράγματα ἐναλλάσσεται,
οἷον
πολλὴ μεταβολὴ τῶν ἀνθρωπίνων πραγμάτων.
1109. μετὰ δʼ ἵσταται: μεταβαίνει εἰς πολλὰ πλανώμενος τοῖς ἀνθρώποις ὁ βίος, οἷον οὐ μένει βέβαιος ὁ αἰὼν, ἀλλὰ μεταβάλ λεται.
1110. πολυπλάνητος: οἷον, τὸ ζῆν ἀεὶ μεταβάλλεται πολυπλάνητον
ὂν τοῖς ἀνθρώποις.
1113. καὶ ἀκήρατον ἄλγεσι: καὶ ἐν κακοῖς ἄφθαρτον καὶ ἀβλαβῆ τὴν ψυχὴν παράσχῃ. A.
1114. δόξα δέ: ὅ ἐστι μὴ σχῶ μεγάλην δόξαν, μήτε μικρὰν, ἀλλὰ μέσην καὶ
σεμνήν. παράσημος δὲ ἀντὶ τοῦ ἀδόκιμος, ἀπὸ
μεταφορᾶς τῶν
κιβδήλων νομισμάτων. A.B.I. Ἄλλως. εἰς ἄκρον τελείᾳ ἐν εὐτυχίᾳ, ἤτοι
παρὰ τὸ σημεῖον τοῦ ἀτρεκοῦς. τοῦτο δὲ λέγει ὅτι εἴθε μοι ἐδόθη βίος
εὐτυχὴς καὶ ἄλυπος, καὶ μήτε βασιλείᾳ
ἀκριβὴς, μεγάλη,
ἄκρα. B. παράσημος: ἀδόκιμος. B. οἰκτρὰ, εὐτελής. B.
1115. ῥᾴδια δʼ ἤθεα: ἀντὶ τοῦ εὐχερῆ καὶ ἄλυπα ἤθη ἔχουσα καὶ προβαίνουσα
εὐτυχοίην ἀεί. Ἄλλως. εὐχερῶς δὲ τὰ συνήθη μεταβάλλουσα τὸν ὀλίγον
χρόνον εὐτυχοίην τὸν βίον. τὸ δὲ ἑξῆς,
εὔκολον δὲ ζωὴν εἰς
τὸν καθʼ ἡμέραν χρόνον ἀεὶ διαδεχοίμην, καὶ σὺν ἄλλοις τὸν βίον
εὐτυχοίην. δύναται δὲ καὶ ἀντὶ ἐνεργητικοῦ κεῖσθαι τὸ μεταβαλλομένη ἀντὶ
τοῦ μεταβάλλουσα. δύναται δὲ πάλιν εἶναι καὶ τὰ ἤθη μεταβαλλομένη.
1116. μεταβαλλομένα χρόνον ἀεί; ἀεὶ τὸν αὔριον χρόνον, ἤτοι
τὴν ἐφεξῆς ἡμέραν, μεταβαλλομένη καὶ μεταπίπτουσα εἰς συνήθεις διαγωγάς.
A.
1117. βίον συνευτυχοίην: καλῶς ἡ σύν ἔγκειται πρόθεσις, δηλοῦσα ὡς οὐκ ἄκραν εὔχεται εὐδαιμονίαν, οὐδὲ πλεονεκτεῖν τῶν ἄλλων, ἀλλὰ σὺν ἄλλοις εὐπραγεῖν κατὰ τὸν βίον.
1118. οὐκέτι γὰρ καθαράν: ἀντὶ τοῦ οὐκ ἀτάραχον, οὐκ ἄφοβον, διὸ καὶ μετὰ
φυλακῆς ηὐξάμην, οὐ δυνάμενος, φησὶν, ἀνενέγκαι τῇ προνοίᾳ τῶν θεῶν τὰ
πράγματα διὰ τὸν Ἱππόλυτον, ὃς ἀδίκως ἐτιμωρεῖτο. Ἄλλως. ἄδηλον εἰς
θεοὺς δηλονότι. τοῦτο δὲ ἐν τοῖς ἀνθρώποις συναπτέον, ἵνʼ ᾖ οὕτως·
ἐκπίπτω τοῦ ἀνάγειν εἰς θεοὺς πρόνοιαν
τῶν ἀνθρωπίνων
πραγμάτων. οὐκ ἔτι γὰρ καθαρὰν φρένα ἔχω, τουτέστιν
1121. ἐπεὶ τὸν Ἑλλανίας: ἀντὶ τοῦ ἀμʼ οὗ τὸν τῆς Ἑλληνίδος γῆς. B. τῆς
Ἑλληνικῆς χώρας τῶν Ἀθηναίων. A. τὸν ἐπιφανέστατον
τῆς
Ἀττικῆς. καὶ Ὅμηρος “εὐρυάγυιαν Ἀθήνην.” B. ἐπεὶ τὸν Ἑλληνικῆς γῆς
φανερώτατον ἀστέρα, καὶ τὰ ἑξῆς. ἀστέρα δὲ λέγει τὸν Ἱππόλυτον διὰ τὸ
ἐπιφανὲς τῆς παρθενίας αὐτοῦ.
1127. ὦ ψάμαθοι: ὦ αἰγιαλοὶ τῆς λευκῆς θαλάσσης ἔνθα ἐγυμνάζετο. A.B.
1128. ὅθι κυνῶν ὠκυπόδων ἐπέβας μέτα: ὑπερβατὸν, ὅθι μετὰ κυνῶν ἐπέβης ὠκυπόδων, θεᾶς θῆρας ἐναίρων, τοὺς περὶ τὴν Ἄρτεμιν, ὅ ἐστι τοὺς ὑποτεταγμένους τῇ Ἀρτέμιδι.
θεᾶς μέτα: μετὰ τῆς θεᾶς Ἀρτέμιδος τοὺς θῆρας φονεύων· ἱεροὶ γὰρ αὐτῆς οὗτοι. A.B. ἐναίρων: κρατῶν. B. rec.
1130. Δίκτυνναν ἀμφὶ σεμνάν: Δίκτυννα ἐκλήθη ἡ Ἄρτεμις διὰ τοιαύτην
αἰτίαν. Βριτόμαρτις νύμφη ἐγένετο συγκυνηγέτις τῇ Ἀρτέμιδι. ταύτης
ἠράσθη Μίνως, καὶ κατεδίωξεν αὐτὴν ἐπὶ ἡμέρας ἐννέα. καὶ μὴ ὑποφέρουσα
ἔτι ἔρριψεν αὑτὴν ἀπὸ τοῦ ὄρους εἰς τὴν θάλασσαν, καὶ ἐσώθη ἐν τοῖς
δικτύοις, καὶ τούτου χάριν ἐκλήθη ἡ
Ἄρτεμις Δίκτυννα.
A.B.I. Ἄλλως. οἱ μὲν Δίκτυνναν αὐτήν φασι τὴν Ἄρτεμιν, οἱ δὲ Ἑκάτην, οἱ
δέ τινα ἑτέραν Δίκτυνναν παρεπομένην τῇ Ἀρτέμιδι. Δίκτυννα τούτῳ τῷ
ὀνόματι καλεῖται παρόσου διὰ
μάλιστα δὲ
τῇ Ἀρτέμιδι. δῆλον δὲ ἐκ τοῦ καὶ Ἑκάτην ὀνομάζεσθαι. A.
1131. συζυγίαν: σύζευξιν τῶν ἵππων. B. Ἐνετᾶν: Ἐνέτη πόλις ἠπείρου, ἔνθα
γίνονται καλοὶ ἡμίονοι καὶ πῶλοι. B. πώλων Ἑνετᾶν: Παφλαγονικῶν. Ἑνετοὶ
γὰρ ἔθνος Παφλαγονίας. εἰ δέ
τις εἴποι, ἐκ ποίας πόλεως
ὠνομασμένοι; ἴστω ὅτι πολλοὶ βάρβαροι οὐκ ἐκ πόλεως, οὐδὲ ἐκ χώρας, ἀλλʼ
ἐξ ἔθνους ὀνομάζονται, ὡς Νομάδες καὶ Βλέμυες. ἡ δὲ ἐπί ἀντὶ τῆς εἰς,
οὐκέτι εἰς συζυγίαν Ἐνετᾶν πώλων βήσῃ, ὡς τὸ “ἐς δʼ ὄχεα φλόγεα ποσὶ
βήσετο.”
1133. τὸν ἀμφὶ Λίμνας τρόχον: Λίμνη τόπος Τροιζῆνος Ἀττικῆς,
ἔνθα Λιμνῆτις Ἄρτεμις καλεῖται. παρὰ τὸ πεδίον τῆς Λίμνης τὸ τρεχόμενον
τοὺς γυμναστικοὺς ἵππους κατέχων τῷ ποδὶ καὶ γυμνάζων.
τρόχον: δρόμον. B.
1134. κατέχων: ἡνιοχῶν. B.
γυμνάδας ἵππους: τοὺς ἱππαζομένους. ἀντιβαίνοντες γὰρ τῷ ποδὶ ἀνακρούουσι τοὺς χαλινούς. B.
1135. μοῦσα δʼ ἄϋπνος: τουτέστιν ὑπὸ τῇ κιθάρᾳ παύσεται ἐν τῷ οἴκῳ τοῦ
σοῦ πατρὸς ἄϋπνος, ἢ ἄπαυστος. τὸν ζυγὸν δὲ τῆς κιθάρας ἄντυγα καλεῖ, ἢ
τὸν πῆχυν, ὡς κιθαρίζοντος αὐτοῦ. ἡ δὲ ἄϋπνος, φησὶν, ᾠδὴ τῶν χορδῶν τῶν
ὑπὸ τῇ ἄντυγι λήξει. B.I.
ἄϋπνος: πρωί. B. ἄντυγι: ἡ
περιφέρεια. B.
1137. ἀστέφανοι δέ: αἱ δὲ ἀναπαύσεις τῆς θυγατρὸς Λητοῦς, ὅ ἐστι τῆς
Ἀρτέμιδος, αἱ κατὰ τὴν βαθεῖαν ὕλην ἀστέφανοι ἔσονται. λείπει γὰρ τὸ
ἔσονται. B.I. Ἄλλως. αἱ ἀναπαύσεις τῶν κορῶν τῶν σνγχορευουσῶν περὶ τὸ
τῆς Λητοῦς ἱερὸν ἀστέφανοι ἔσονται, τουτέστι
λυπηθήσονται
ἐπὶ σοὶ αἱ παρθένοι. A.B.I. τινὲς δὲ τὸ ἀστέφανοι κατʼ ἐπίτασίν φασιν
ἀντὶ τοῦ πολυστέφανοι ἔσονται, τὸ α λέγοντες ἐπιτατικόν. B.I. κόρας:
Ἀρτέμιδος. τῆς κόρης πρὸς τὸ Λατοῦς. B.
1138. βαθεῖαν: τὴν κατάπυκνον. B. χλόαν: ὕλην. B.
1140. φυγᾷ σᾷ: διὰ τὴν φυγὴν οὐκέτι ἁμιλληθήσονται αἱ παρθένοι ὑπὲρ τοῦ γάμου, τίς σοι δοθήσεται γυνή. Ἄλλως. φυγάδος σου ὄντος ἡ φιλονεικία τῶν παρθένων τῶν ἐπιδοξαζομένων τῷ σῷ γάμῳ ἀπώλετο. B.I.
1141. λέκτρων: ἃ ἤσαν. B. ἅμιλλα: ἡ περὶ νυμφιδίου ἅμιλλα,
ὅ
ἐστι φιλονεικία καὶ ἐναντίωσις. B.
1142. δάκρυσι: ἐν τοῖς δακρύοις διάξω βίον δυστυχῆ. B. ἐν τοῖς δακρύοις διάξω καὶ ζήσω. A.
1143. πότμον ἄποτμον: θάνατον κακοθάνατον. A.B. κακὸν, δυστυχῆ. B.
1145. μανίω: ἐπειδὴ οὐκ ἀπέλαυσεν αὐτοῦ. A.B. ὀργίζομαι, σχετλιάζω τοῖς θεοῖς. A. ὀργίζομαι, χαλεπαίνω τοῖς θεοῖς. B.
1147. συζυγίαι Χάριτες: αἱ ἔφοροι τοῦ γάμου. B. αἱ συνεζευγμέναι Χάριτες τῷ Ἱππολύτῳ, αἱ συζευγνῦσαι, ὅ ἐστι γαμήλιοι, ἀντὶ τοῦ ὦ Χάριτες ἔφοροι τῆς συζυγίας.
1150. οὐδὲν ἄτας αἴτιον: οὐδεμιᾶς βλάβης ὄντα αἴτιον. B.
1152. δόμους: τούσδε. B.
1157. Θησεῦ, μερίμνης: οἱ ἀρχαῖοι καὶ ἐξ ὀνόματος τοὺς δεσπότας ἐκάλουν. πολίτας δέ φησι τοῦ Θησέως Ἀθηναίους καὶ Τροιζηνίους. τούτων γὰρ ἀμφοτέρων πολίτης ἐστὶν, ἐκ μὲν πατρὸς Ἀθηναίων, ἐκ δὲ μητρὸς Τροιζηνίων. A.B.I. λύπης. B.
1159. καὶ γῆς τέρμονας: περὶ τὰ τέλη τῆς Τροιζῆνος· τέρμονας
γὰρ Τροιζῆνος τοὺς ὄρους φησίν. ἀστυγείτονας δὲ πόλεις τὰς δύο φησὶ,
Τροιζῆνα καὶ Ἀθήνας. B.I.
1162. ὡς εἰπεῖν ἔπος: ὡς ἐν συντόμῳ εἰπεῖν. A.
1164. πρὸς τοῦ: ἀντὶ τοῦ μέλλει θνήσκειν. B. ἀπώλετο δηλονότι. μὴ ἄρα
γυναῖκά τινος ἔφθειρεν, ὡς καὶ τὴν ἐμὴν, κἀκεῖνος
φονεύει
αὐτόν;
1168. κρέοντι: βασιλεῖ, κρατοῦντι. B. ἠράσω πέρι: ἡ περί ἀντὶ τῆς κατά, κατὰ τοῦ σοῦ παιδός. ὦ Πόσειδον, ὄντως ἔμαθον ὅτι ἐμὸς εἰ πατήρ.
1171. τῷ: ποίῳ. B.
1172. ῥόπτρον: τὸ τῆς δικαιοσύνης ὅπλον. A. ἡ πάγη. B. ἡ ῥομφαία, ὅ ἐστιν εἶδος ξίφους, καὶ ἡ πάγη, καὶ τὸ ἐπίσπαστρον. Ἄλλως. πλῆγμα. κυρίως δὲ ῥόπτρον τὸ τῆς δίκης ῥόπαλον, ἀπὸ τοῦ ῥαπίζω. B.I.
1173. κυμοδέγμονος: ἡμεῖς μὲν ἐν τῷ αἰγιαλῷ τῷ δεχομένῳ τὰ
κύματα ἐφιλοκαλοῦμεν τοὺς ἵππους, κλαίοντες ἐπὶ τῇ φήμῃ τῆς ἐξορίας τοῦ
Ἱππολύτου.
1174. ψήκτραισιν: ἀπὸ τοῦ καταψήχειν ὠνομάσθη ψήκτρα. B.I.
1176. ὡς οὐκέτʼ ἐν γῇ: ὁ Ἱππόλυτος φεύγει, φησὶ, τὴν ἰδίαν γῆν καὶ πόλιν.
1178. ταὐτὸ δακρύων: ὁ δʼ ἦλθε θρηνῶν, οὐ περὶ ἄλλων δακρύων, ἀλλὰ περὶ ὧν καὶ ἡμεῖς. A. ἀντὶ τοῦ τὸν αὐτὸν στενάζων στεναγμόν. B.I.
1179. μυρία δʼ ὀπισθόπους: ἀντὶ τοῦ πολλὴ προπομπὴ, πολλὴ
ἄθροισις, ὄπισθεν ἀκολουθοῦσα τοῦ Ἱππολύτου.
1180. ἅμ᾿: αὐτῷ. B.
1181. ἀπαλλαχθείς: ἀπαλλαγείς. B.
1182. τί ταῦτʼ ἀλύω: λείπει ἡ διά, διὰ τί δυσφορῶ, διὰ τί ἀδημονῶ καὶ
θρηνῶ; οὐκ ἐγχωρεῖ μὴ πεισθῆναί με τοῖς λόγοις τοῦ πατρός
μου καὶ ἀναχωρῆσαι ἐκ ταύτης τῆς γῆς.
1183. ἐντύναθ᾿: ζεύξατε. B.
1186. ἐξηρτυμένας: ἡτοιμασμένας· ἀντὶ τοῦ ταχέως, ἅμα τοῖς λόγοις καὶ πρὸ τοῦ πληρῶσαι αὐτὸν τὸν λόγον, παρεστήσαμεν αὐτῷ τὸ ἅρμα.
1188. μάρπτει δὲ χερσίν: περιάπτει. B. εἰώθασιν οἱ ἁρματηλάται περιάπτειν τὰ λῶρα τῇ ἄντυγι, ὅπως δοκοῖεν οἱ ἵπποι ὑπό τινος ἄρχεσθαι, ὡς ὁ ποιητὴς “ἐξ ἄντυγος ἡνία τείνας.” A.B.I. Ἄλλως. λαμβάνει τοὺς χαλινὺς ἐν ταῖς χερσὶ, καὶ κρατεῖ ἐν τοῦ ἅρματος. B.I.
1189. αὐταῖσιν ἀρβύλαισιν: πεδίλοις, ὑποδήμασιν. A. καταχρηστικῶς τοῖς τόποις ἐν οἷς πατοῦσιν οἱ ἡνίοχοι. B. ταῖς τοῦ ἅρματος περὶ τὴν ἄντυγα, ἔνθα τὴν στάσιν ἔχει ὁ ἡνίοχος.
1190. καὶ πρῶτα μὲν θεοῖς: ἀντὶ τοῦ ηὔξατο τοῖς θεοῖς τὰς χεῖρας ἀνατείνας. B.I. ἀναπτύξας: ἀνατείνας. B.
1192. αἴσθοιτο δʼ ἡμᾶς: καὶ μάθοι ὁ πατὴρ ὅτι ἀτιμάζει με. ἑνικῷ πληθυντικὸν ἐπήγαγεν· διὸ τὸ χ.
1194. ἐπῆγε κέντρον: ἀντὶ τοῦ μάστιγα ἐπὶ τοὺς ἵππους μετήνεγκε. B.
1195. ἐφʼ ἅρματος: ἀντὶ τοῦ παρὰ τῷ ἅρματι ὡς τὸ “Ἀθηναίης ἐπὶ γούνασι.” A.B.
1197. εὐθύς: πλησίον. B. κἀπιδαυρίας: Κορίνθου. B. ἔνθα
ἐτιμᾶτο ὁ Ἀσκληπιός. σεσημείωται ὅτι οὐ λέγουσι τὴν ἐπʼ εὐθείας. B.
ὅσον: εἰς. B.
1198. ἔρημον: εἰς. B. εἰσεβάλλομεν: ἐφθάσαμεν. B.
1199. τοὐπέκεινα: μακρόθεν. B. ἀκτὴ, ἀκρώρεια. τοὐπέκεινα δὲ ἀντὶ τοῦ πόρρω. B.
1200. ἤδη: τὸ ἤδη πρὸς τὸ ἔρημον. B.
κειμένη Σαρωνικόν: Σαρωνικὸς κόλπος ἐστὶ πρὸς τῇ Κορίνθῳ, ἱερὸς
Ἀρτέμιδος, ἐν ᾧ φασι τὴν Σκύλλαν ὑπὸ Μίνωος ἑλκυσθῆναι. ὄνομα οὖν ἐστι
πελάγους, ὀνομασθὲν ἀπό τινος Σάρωνος κυνηγοῦ. οὗτος διώκων ἔλαφον
ἐμάνη, καὶ ἡ ἔλαφος διωκομένη ἔρριψεν ἑαυτὴν
εἰς τὸ
πέλαγος, καὶ αὐτὸς δὲ τῇ μανίᾳ φερόμενος ἑαυτὸν ἔρριψεν εἰς τὸ αὐτὸ
πέλαγος, καὶ ἐκεῖ ἀπεπνίγη. ἄλλοι δέ φασιν ὅτι ἐκ τῆς Σκύλλης τῆς
θυγατρὸς Νίσου τοῦ ἀδελφοῦ τοῦ Αἰγέως καὶ Πάλλαντος. οὗτος γὰρ ᾤκησεν
εἰς Μέγαρα, ἐάσας τοὺς ἀδελφοὺς αὐτοῦ μαχομένους περὶ τῆς βασιλείας. καὶ
ἦν εἱμαρμένον μὴ περιληφθῆναι
τὸν τόπον ἐν ᾧ ἦν ὁ Νῖσος, ὃς
εἶχε χρυσοῦν πλόκαμον ἐν τῇ κεφαλῇ αὑτοῦ. ὁ οὖν Μίνως στρατοπεδεύσας
κατʼ αὐτοῦ οὐκ ἠδυνήθη παραλαβεῖν, ἕως οὗ εἶχε τὸν χρυσοῦν πλόκαμον. ἡ
δὲ θυγάτηρ αὐτοῦ
τοῦ
πλοίου, καὶ ἔδησεν αὐτὴν εἰς τὸ πλοῖον. καὶ ἔμεινε συρομένη ἐν τῇ
θαλάσσῃ. καὶ διὰ τοῦτο ἐκλήθη τὸ πέλαγος Σαρωνικόν. ἐκπεσοῦσα δὲ ἐν τῇ
θαλάσσῃ καὶ θηρίον γενομένη τὴν ἰδίαν φύσιν οὐδαμῶς μετέβαλεν.
1204. νεανικός: ἰσχυρὸς, μέγας. B. Fl. 2.
1205. ἁλιρρόθους: τοὺς περιρρεομένους τῇ θαλάσσῃ. B.
1206. ἀκτὰς ἀποβλέψαντες: εἰς δὲ τὰς πέτρας τὰς ὑπὸ τῶν κυμάτων
κλυζομένας ἐθεωρήσαμεν τὸ κῦμα μέχρι τοῦ οὐρανοῦ ἀνερχόμενον, καὶ
τοσοῦτον ὑψηλὸν ἦν τὸ κῦμα ὥστε μηκέτι καθορᾶν ἡμᾶς τὸ ὄρος τοῦ
Σκείρωνος. ἐκ τοῦ ὕψους, φησὶ, τοῦ κύματος οὐκέτι
ἑώρων τὴν
Σκειρωνίδα ἀκτήν.
ἱερόν: ἀντὶ τοῦ μέγα. B. Fl. 2.
1207. στηρίζον: ἐγγίζον. A. γειτνιάζον, ἐγγίζον. B.
1209. ἰσθμόν: τὸν τῆς Κορίνθου. B.
1210. κἄπειτ᾿, ἀνοιδῆσαν: τὸ κῦμα εἰς ὕψος ᾐρμένον. ἰσθμὸν δὲ
τὴν στενὴν γῆν, τὴν κυκλουμένην ὑπὸ τῶν ὑδάτων. διαφέρει δὲ ἰσθμὸς
πορθμοῦ. ἰσθμὸς μὲν γάρ ἐστιν ὁ μεταξὺ δύο θαλασσῶν πορεύσιμος τόπος,
πορθμὸς δὲ τὸ ἀνάπαλιν. καὶ τέθριππος ὄχος τὸ ὄχημα τὸ ἐκ τεσσάρων ἵππων
ἐζευγμένον, τοῦ Ἱππολύτου δηλονότι.
1211. καχλάζον: ψοφεῖ. B.
1212. τρικυμίᾳ: ζάλῃ. B.
1215. οὗ πᾶσα: οὗτινος ταύρου βοῶντος πᾶσα ἡ γῆ φωνῆς ἐπληρώθη. B.
1216. φρικῶδες: ἰσχυρότερον τῆς θέας. οἷον, ὑπὲρ θέαν ἦν τὸ ἐκταθὲν, ὡς μηδὲ φέρειν τὴν φωνὴν τὴν ἀκοὴν μηδὲ τὴν θέαν τὰ ὄμματα. B.
1217. δεργμάτων: ἀποσκοπῆς τῶν ὀφθαλμῶν. B. τῶν βλεμμάτων. B.
1219. καὶ δεσπότης μέν: ἤθεσι τῆς μελέτης καὶ τῆς ἐμπειρίας συνήθειαν πολλὴν ἔχων ἐν τῷ ἱππεύειν. Ἄλλως. καὶ ὁ μὲν Ἱππόλυτος, διὰ τὸ μὴ θροηθῆναι τοὺς ἵππους αὐτοῦ, ἐπέπεσεν αὐτοῖς, καὶ ἔσφιγξε τοὺς χαλινούς. B.I.
ἤθεσι: μελέταις. B.
1220. πολὺς ξυνοικῶν: ἀντὶ τοῦ λίαν ἔμπειρος ὢν συνηθείαις καὶ τέχναις ἱππικαῖς. A.B. πολύς: λίαν. B.
ἥρπασʼ : ἀνέκρουσεν, ἀνέτεινεν. B.
1221. ἕλκει δὲ κώπην: τὸ ἑξῆς, ἕλκει δὲ ἱμᾶσι. κώπην δὲ τὴν μάστιγα νῦν
λέγει. ἕλκει δὲ εἰς τοὔπισθεν, ἱμᾶσιν ἀρτήσας δέμας,
ὡς
ναύτης κώπην ἕλκων εἰς τοὔπισθεν. Ἄλλως. ὥσπερ δὲ ναύτης ζάλης οὕσης
κρατεῖ τὸ πηδάλιον καὶ διασώζει τὴν ναῦν, οὕτω καὶ ὁ Ἱππόλυτος τὰ λῶρα
ἐκράτει.
κώπην: μάστιγα ἢ ἡνίας. B.
1222. ἀρτήσας: ἐκκρεμάσας. B.
1223. αἱ δʼ ἐνδακοῦσαι: αἱ δὲ πῶλοι δακοῦσαι καὶ ἐγκρατήσασαι τοὺς χαλκοῦς χαλινοὺς, τοὺς ἐκ πυρὸς γενομένους, ἐν ταῖς σιαγόσι, καὶ διάπυροι γενόμεναι ἔτρεχον, καὶ μήτε τοῦ ἡνιόχου φροντίδα ποιούμεναι μήτε τῶν χαλινῶν.
1225. ἱπποδέσμων: ἡνιόχων. B. rec. χαλινῶν. B. rec.
1226. κεἰ μὲν εἰς τὰ μαλθακά: καὶ εἰ μὲν εἰς τὰ ἁπαλὰ καὶ ἰσόπεδα τὸν δρόμον ἐποιεῖτο, ἐφαίνετο ὁ ταῦρος ἔμπροσθεν τῶν ἵππων καὶ ἐθρόει αὐτοὺς, εἰ δὲ εἰς τὰ ὄρη ἀπέφερον αὐτὸν οἱ ἵπποι, ὄπισθεν περιεπάτει ὁ ταῦρος καὶ προσπελάζων τῇ περιφερείᾳ συνηκολούθει.
τὰ μαλθακά: ἰσόπεδα τῶν δρόμων. B. rec. οὐ φροντίζουσαι τοῦ εὐκατασκευάστου ἅρματος. B.
1227. οἴακας: τὰς ἡνίας τροπικῶς. B.
1228. τοὔμπροσθεν: τῶν ἵππων. B. rec.
1229. τέτρωρον: τὸ ἐκ τεσσάρων ἐζευγμένον ἅρμα. B.
1230. μαργῶσαι: μαινόμεναι. B.
1232. ἐς τοῦθʼ: ἕως ἔρριψεν αὐτόν. A.B.
1233. ἁψῖδα: ἀψῖδα νῦν τὸν τροχὸν ἐκάλεσεν. A.B. κύκλον τροχῶν. B.
1234. σύμφυρτα: σύμμικτα. B.
σύριγγες αἱ χοινικίδες. B.
1235. ἐνήλατα: τὰ ἐμβαλλόμενα ταῖς χοινικίσιν. A.B. οἱ πασσαλίσκοι οἱ
πρὸς τῷ ἄξονι, τὰ καλούμενα ἁμαξηδόνια, αἱ χνόαι, ἢ τὰ ἐμβαλλόμενα πρὸς
τῷ ἄξονι, ὥστε μὴ ἐξιέναι τὸν τροχόν. A.
B.I. Ἄλλως. τὰ
μικρὰ ξύλα τὰ ὡσανεὶ ἧλοι πεπηγμένα ἐν τῷ ἄξονι. A.
1239. θραύων δὲ σάρκας: ἀντὶ τοῦ θραυόμενος, ἤτοι συντριβόμενος, κατακλώμενος τὴν κεφαλὴν, ἐν ταῖς πέτραις. A.B.I.
1240. ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετέβη. A.B.
1247. ἵπποι δʼ ἔκρυφθεν: οἷον, οἱ δὲ ἵπποι καὶ τὸ σημεῖον τοῦ ταύρου οὐδαμοῦ ἐφάνησαν, ἀλλʼ ἀφανῆ ἐγένοντο ἀφʼ ἡμῶν.
1248. λεπαίας δὲ ἤτοι κατὰ τὸ ἐξέχον καὶ ὑψηλὸν μέρος τῆς ὀρείας γῆς, ἤτοι τῆς ὀρεινῆς, παρὰ τὸ λελεπίσθαι. A.B.I. τῆς ἀκροτάτης, τῆς ὀρείας. B.
1252. οὐδʼ εἰ γυναικῶν: οὐ δυνήσομαι ποτὲ πιστεῦσαι ὅτι κακὸς ἐφάνη ὁ ἐμὸς δεσπότης, οὐδὲ ἐὰν καὶ τὸ γένος τῶν γυναικῶν ὅλον ἀποθάνῃ.
1253. καὶ τὴν ἐν Ἴδῃ: ἄδηλον ποίαν Ἴδην. ἀντὶ τοῦ οὐδὲ ἐὰν
1256. οὐδʼ ἔστι μοίρας: τοῦ δέοντος καὶ μεμοιραμένου, τοῦ δικαίου καὶ ἀναγκαίου οὐκ ἔστιν ἀπαλλαγή. τὸ δὲ χρεών μετοχή ἐστιν, ἐπιρρηματικὴν σύνταξιν ἔχουσα.
τοῦ χρεών: τοῦ πεπρωμένου, τοῦ θανάτου. τοῦ χρέους. B.
1257. μίσει μὲν ἀνδρός: τραγῳδεῖ Θησεύς· ἐπειδὴ, φησὶ, μισῶ αὐτὸν, ἐχάρην, ἀλλὰ πάλιν τοὺς θεοὺς αἰσχυνόμενος λυποῦμαι, διότι ἐξ ἐμοῦ ὑπάρχει γεννηθείς.
μίσει: διὰ τὸ μῖσος. B.
1259. ἐστὶν ἐξ ἐμοῦ: ἐκυήθη. B.
1261. πῶς οὖν: ἀπὸ κοινοῦ τὸ χρή. ὁ δὲ νοῦς, πῶς οὖν κομίζειν χρὴ τὸν ἄθλιον, ἢ τί χρὴ δράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί.
1263. ἐμοῖς δέ: χρώμενος δὲ τοῖς ἐμοῖς βουλεύμασιν οὐδέποτε σκληρὸς γενήσῃ εἰς τὸν σὸν υἱόν. B.I.
1268. σὺ τὰν θεῶν ἄκαμπτον φρένα: τὴν ἀμετάβλητον, τὴν ἀκαταγώνιστον, μὴ καμπτομένην περιάγεις. A. Ἄλλως. σὺ, φησὶ, τὴν ἀνυπόστατον τῶν θεῶν καὶ ἀνθρώπων φρένα περιάγεις καὶ ὑποτάσσεις, ὦ Ἀφροδίτη, σὺν τῷ Ἔρωτι.
ἄκαμπτον φρένα: σκληρότητα. B.
1270. ἄγεις: κυριεύεις. B. σύν σοι βουκολεῖς, ποιμαίνεις. B. rec.
ἀμφιβαλών δὲ ἀντὶ τοῦ περισκεπάσας. σκέπει γὰρ τῶν ἐρώντων τὴν θέαν, ἵνα καὶ τὰ ἄμορφα ἐράσμια ὁρῶμεν. B.I. καταπαύσας. B. περισκεπάσας. B. rec.
1271. πτερῷ: βέλει. τὸ ἄγεις ἀπὸ κοινοῦ. B.
1272. εὐάχητον: τὸν ἀποτελοῦντα μέγαν ἦχον. B.
1274. θέλγει: ἐκεῖνον. B. φλέγει δʼ Ἔρως: γρ. θέλγει. A. rec. ᾧ μαινομένᾳ κραδίᾳ: ᾧτινι σὺν τῇ μαινομένῃ καρδίᾳ ἐφορμήσει πτηνὸς ὤν. A.
1275. πτανός: πεταστός. B.
1276. χρυσοφαής: ὁ Ἔρως ὁ χρυσοφαὴς, τουτέστιν ὁ λαμπρὸς ὤν. Ἄλλως. οὐ
προσηνὴς ὁ χρυσὸς, ἀλλὰ τὸ εἶδος χρυσοφαής. φύσιν ὀρεσκώων: φύσιν ἔχων
θηρὸς, ἀντὶ τοῦ ἄγριος ὢν τοῖς ποθοῦσι, καὶ τῶν ἐν θαλάττῃ θηρίων φύσιν
ἔχων καὶ τῶν ἐν τῇ γῇ.
ὁ δὲ νοῦς τοιοῦτος· ᾧ ἂν ἐφορμήσῃ ἢ
τῶν ὀρείων, ἢ τῶν πελαγίων, ἢ τῶν ἐν τῇ γῇ, ἣν ὁ ἥλιος καταλάμπει.
1279. δέρκεται: ταῖς αὐγαῖς ὁ ἥλιος θεωρεῖ. B.
1280. ἄνδρας τε: ἀντὶ τοῦ ἀνθρώπων ἄνδρας κατʼ ἐξοχὴν εἶπεν. B.I.
1286. τοῖσδε: ταῖς κατὰ τὸν Ἱππόλυτον κακώσεσι. B.
1289. ἀφανῆ: εἰργάσω ἀφανῶς καὶ ἀνεξελέγκτως, πεισθεὶς τοῖς ψευδέσι λόγοις τῆς σῆς γυναικὸς, καὶ τοῦτο ποιήσας φανερὰν ἔσχες βλάβην.
1290. πῶς δʼ οὐχ ὑπὸ γῆς: τὸ πῶς οὐκ ἀπὸ κοινοῦ, ἵν ᾖ οὕτως,
πῶς οὐ πτηνὸς ἄνω μετελθὼν τὸν βίον πήματος ἔξω πόδα τόνδʼ ἀνέχεις.
μεταβὰς δὲ μεταβιβάσας, μεταβαλὼν, μεταλλάξας τὴν ζωὴν, καὶ ἀλλοιωθεὶς
εἰς ὄρνεον.
1292. μεταβὰς βίοτον: παραδραμὼν ζωήν σου. B.
1293. πήματος: τοῦ μιάσματος. B.
ἀνέχεις: ἀναφέρεις. B.
1294. ὡς ἐν ἀγαθοῖς ἀνδράσι: τοῦτό φησιν, εἰς ἀγαθοὺς ἄνδρας οὐκέτι μετρηθήσεταί σου ὁ βίος.
1295. κτητόν: κατατεταγμένον. B.
1246. κακῶν κατάστασιν: διήγησιν. A.B.
1297. προκόψω: ἀπὸ τοῦ νῦν. B.
1298. ἀλλʼ εἰς τόδʼ ἦλθον: ὁ ἀλλά ἀντὶ τοῦ γάρ, ἀντὶ τοῦ φανερώσω τὴν
σωφροσύνην τοῦ σοῦ παιδὸς, καὶ τῆς σῆς γυναικὸς τὸν οἶστρον. ἢ τάχα οὐκ
οἶστρον, ἀλλὰ τρόπον τινὰ τὴν ἐγκράτειαν
καὶ τὴν σωφροσύνην.
γενναιότητα δὲ λέγει τὸ σπουδάσαι κρύψαι τὸν ἔρωτα.
1300. οἶστρον: γρ. ψεῦστιν, ἤγουν τὴν ψευδολόγον. B.
1303. δηχθεῖσα: συσχεθεῖσα τοῖς πόνοις τῆς Ἀφροδίτης, τῆς ἐχθίστης ἡμῖν
τῶν θεῶν, ὁπόσαι εἰσὶν ἐν τῇ παρθενίᾳ, ἠράσθη τοῦ
σοῦ υἱοῦ.
A.B.I. τὸ δὲ “γνώμῃ νικᾶν τὴν Κύπριν πειρωμένη” ἀντὶ τοῦ τῷ λογισμῷ τοῦ
μὴ θέλειν συγκαθεύδειν τῷ Ἱππολύτῳ, διὰ τὸ μὴ προδοῦναι τὴν εὐνὴν τοῦ
ἀνδρός. B.I.
1306. ἢ σῷ διʼ ὅρκων: ἥτις τροφὸς τῷ σῷ υἱῷ τὸν ἔρωτα ἐσήμανεν.
1307. ἐφέσπετο: τῆς τροφοῦ. B.
1313. ἀλλʼ ἔχʼ ἥσυχος: ἀλλʼ ἡσύχαζε, ὡς ἂν οἰμώζῃς πλέον τὸ μετὰ ταῦτα ἀκούσας.
1314. τοὐνθένδʼ: τὸ μετέπειτα. B.
1316. ὧν τὴν μίαν παρεῖλες: παρέπεμψας, ἀπώλεσας, ἀφεῖλες,
ὧν ἐξεῖλες τὴν μίαν εὐχὴν ἀπὸ τῶν τριῶν ὧν ἔλαβες ἀπὸ τοῦ πατρὸς, καὶ
ἀπώλεσας τὸν υἱόν.
1319. ᾔνεσε: ἐπηγγείλατο. B.
1320. ἐκείνῳ: τῷ Ποσειδῶνι. B. rec.
1330. θέλοντος: γρ. μέλλοντος. B.
1331. ἐπεὶ σάφʼ ἴσθι: ἐπεὶ προεῖπε παρὰ θεοῖς εἶναι νόμον τὸ μὴ
ἀντιπράττειν ἀλλήλοις, φησὶν ὅτι, εἰ μὴ νόμος ἐκώλυεν, ἔσωσα ἂν αὐτὸν
εὐσεβῆ τυγχάνοντα, μὴ εὐλαβουμένη τὸν Δία. ἐν τίνι γὰρ ἔμελλεν αὐτὸν
εὐλαβεῖσθαι, μηδὲ νόμον λύουσα, ἀλλὰ καὶ εὐσεβῆ
1338. ἔρρωγε: δὲ ἀντὶ τοῦ συνερράγησαν, συνέπεσον, ἢ συμβεβήκασι.
ἔρρευσεν. B. κατὰ σοῦ ἐρράγη τὰ κακά. A.
1346. δίδυμον: τὴν Φαίδραν καὶ τὸν Ἱππόλυτον. B.
1349. δύστηνος ἐγώ: ἐπειδὴ χρησμὸν ἔλαβε παρὰ τοῦ Ἀπόλλωνος ὁ Θησεὺς ὅτι
εἰς ὃ ἂν εὔξηται τῷ Ποσειδῶνι τρίτον τελειοῦται αὐτῷ. χρησμοῖς δὲ τοῖς
αἰτήμασι, ταῖς κατάραις. εἰσὶ δὲ αἱ εὐχαὶ
Θησέως πρὸς
Ποσειδῶνα τρεῖς, πρῶτον ἀνελθεῖν ἐξ Ἅιδου, δευτέρου ἐκ λαβυρίνθου,
τρίτον Ἱππολύτου θάνατον.
1350. χρησμοῖς: διαβολαῖς. A. αἰτήσεσι. B.
1353. σφάκελος: σπαρσγμὸς, ὁ μετὰ ὀδύνης σπασμὸς, κατὰ συγγένειαν τοῦ π εἰς φ. A.B. Fl. B.
1355. στυγνόν : μεμισημένον τοῦ ἱππασμοῦ. B.
1356. βόσκημα χερός: ἀνάθρεμμα. A. τὸ τραφὲν ταῖς χερσί μου. B.
1360. τὶς ἐφέστηκεν δεξιᾶ: γρ. ἐνδέξια χωρὶς τοῦ ῑ, ὡς τὸ ἐνδέξια φῶτα ἕκαστον.” B.
1361. πρόσφορα: προσεχόντως. B.
σύντονα δʼ ἕλκετε: ἀντὶ τοῦ συντόνως, ἤγουν ἁρμοδίως καὶ προσεχόντως καὶ συμφώνως, μὴ ὁ μὲν ἄνω, ὁ δὲ κάτω, ἀλλʼ ἐξ ἴσου βαστάζετε ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μουσικῶν τόνων.
1362. κατάρατον: τὸν κατάραις ἀπολλύμενον. B.
1366. κατάκρας γρ. κατὰ γᾶς. A.
κατὰ γᾶς: γρ. καὶ κατʼ ἄκρας. B.
1373. θάνατος παιάν: σωτὴρ καὶ ἰατρὸς προσέλθοι ὁ θάνατος. B.
1375. ἀμφιτόμου: τῆς ἀμφοτέρωθεν κοπτούσης. γρ. καὶ διστόμου. B.
1376. διαμοιρᾶσαι: διακόψαι ἐπιθυμῶ καὶ διατεμεῖν. λείπει δὲ τὸ ὥστε. B.
1378. ὦ πατρός: τινὲς τὸ ὦ σχετλιαστικὸν προφέρονται, στίζοντες
εἰς αὐτὸ, ἵνʼ ᾖ ἡ δύστηνος ἀρὰ τοῦ ἐμοῦ πατρὸς ἐπʼ εὐθείας, καὶ
συναπτόμενον τοῖς ἑξῆς. τινὲς εἰς τὸ ἀρά τελείαν παρέχουσιν, ἵνʼ ᾖ καθʼ
ἑαυτὸ τὸ κῶλον καὶ ὁ τέ σύνδεσμος ὁ ἑξῆς περιττός.
1380. προγεννητόρων: τὸ τῶν προγόνων κακὸν εἰς ἐμὲ ὁρίζεται καὶ φέρεται
καὶ ἐπέρχεται εἰς τιμωρίαν. Ἄλλως. ἀπὸ τοῦ ὅρου
ἐκείνων εἰς
ἐμὲ ἔρχεται τὸ τῶν προγόνων μύσος. ἀναφέρει δὲ καὶ ἐπὶ τὸν τῶν
Παλλαντιδῶν φόνον. εἰς δὲ τὸ τί ποτε λείπει ἡ διά, ἵνʼ ᾖ, διὰ τί ἐπʼ ἐμὲ
τὸν οὐδὲν ὄντʼ ἐπαίτιον τῶν κακῶν. ὁ δὲ ποτέ παρέλκει.
1386. ἀναλγήτου: πολυαλγήτου. A.B.
1389. ὅτι μὴ ἠθέλησας χρᾶναι τοῦ πατρὸς τὴν εὐνήν. B.
1391. ὀδμῆς: εὐωδίας. B.
1397. κυναγός: Ἀττικῶς. B.
1401. φρονῶ δή: ἐννοῶ τὴν θεὰν, ἥτις μʼ ἀπώλεσεν. B.I.
1402. τιμῆς ἐμέμφθη: ὅτι ἐμὲ ἐτίμας, ἐμέμφθης παῤ αὐτῆς,
ἢ
ὅτι οὐδὲ ὅλως ἐτίμας αὐτήν. Ἄλλως. ἴσθι ὅτι ἐμίσησέ σε σωφρονοῦντα,
διότι ἐμέμφθη ὑπὸ σοῦ, καὶ οὐκ ἠξιώθη τιμῆς. A.B.I. Ἄλλως. ἐμέμφθης,
φησὶ, τιμῆς χάριν τῆς ἐμῆς, ἀπεχθὴς δέ σοι ἡ Ἀφροδίτη ἐγένετο. A.
1413. τί δʼ ἔκτανες: τί μέμφῃ τὰς κατάρας; ἐφόνευσας γὰρ
ἄν
με καὶ χωρὶς αὐτῶν· οὕτως ἦσθα ὠργισμένος. Ἄλλως. καὶ ἄνευ τῆς κατάρας
ἀπώλεσας ἄν με ἐκ τῆς ὀργῆς τοῦ λογισμοῦ.
1414. δόξης γὰρ ἦμεν: τῆς ὀρθῆς δοκήσεως τοῦ δικαίου καὶ τῆς ἀληθείας ἠπατημένοι.
1415. φεῦ, εἴθ’ ἦν: εἴθε ἦν καταρᾶσθαι ἄνθρωπον θεῷ, ἵνα ἀμύνηται τὸν Ποσειδῶνα ὑπὸ καταρῶν τοῖς θεοῖς.
1417. ἄτιμοι: ἀτιμώρητοι. Fl. 2.
1420. ἐγὼ γάρ: ἐγὼ γὰρ ἐκ τῆς ἐμῆς χειρὸς ἐν τοῖς ἀφύκτοις βέλεσι
τιμωρήσομαι ἄλλον, ὅστις ἂν τύχῃ φίλτατος αὐτῆς τῆς Ἀφροδίτης ἀπὸ τῶν
ἀνθρώπων. εἰς τὸν Ἄδωνιν δὲ αἰνίττεται, ὥς τινές φασιν. λῆρος δὲ τὸ
τοιοῦτον. οὐ γὰρ τόξοις Ἀρτέμιδος ἀπώλετο
ὁ Ἄδωνις, ἀλλʼ
ὑπʼ Ἄρεως. ἄδηλον οὖν τίνα φησί.
1425. κόραι γάρ: ἐν Τροιζῆνι γὰρ ἠρίον Ἱππολύτου, ἐν ᾧ ἀποκείρονται αἱ μελλόνυμφοι διὰ τοῦ μέλλοντος χρόνου ἀπολαύουσαι ἐν ἤθει.
1428. μουσοποιός: ὑμνητική. B.
1432. προσέλκυσαι: πρόσπτυξαι. B.
1437. οὐ θέμις: καὶ ἐν τῇ Ἀλκήστιδι ὁ Ἀπόλλων “ἐγὼ δὲ, μὴ μίασμά μʼ ἐν δόμοις κίχῃ, λείπω μελάθρων τῶνδε φιλτάτην στέγην. B.I.
1441. μακράν: τὴν πολυχρόνιον καὶ παλαιὰν βουλομένης σου
καὶ
κελευούσης. B.
1445. κατόρθωσον: ὀρθὸν κατάκλινον, ὅπερ εἰώθασι ποιεῖν ἐπὶ τῶν ἀποθνησκόντων.
1448. χέρα: γρ. φρένα. B.
1462. κοινόν: τοῦτο ὁ χορὸς ἐπιλέγει, Ἱππολύτου ἀποθανόντος.
1449. οὐ δῆτʼ: λέγω σε ἄναγνον δῆτα. Fl. 6.
1457. κεκαρτέρηται: ἀντὶ τοῦ παρέρχεται. B.
1464. πίτυλος: ὁρμὴ, φορὰ, πλήμμυρα. οἱ γὰρ ἀναξίως
πάσχοντες
θρῆνον ἐμποιοῦσι. αἱ γὰρ ἀξιοπενθεῖς φῆμαι τῶν λαμπρῶν μᾶλλον
ἐπικρατοῦσι. τὸ μᾶλλον γὰρ ἀντὶ τοῦ μάλιστα, συγκριτικὸν ἀντὶ τοῦ
ὑπερθετικοῦ.
πίτυλος: πλῆθος. θόρυβος, χύσις. A.B. Fl. 6.