Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
. . .ἦ τὸ ἔφη· ὁ δὲ τοῦτο μὴ νοήσας, ἀλλὰ λαβὼν πάλιν τὸ φη
ἀντὶ τοῦ ως ὑπέταξεν ἐκ περισσοῦ (Il. 14, 500.)
ται. τὸν δὲ ὀβελὸν ἔλαβεν ἐκ τῆς Ζηνοδότου διορθώσεως· παρετίθει
τός ἐστιν ἐν πολέμῳ ὁ κατʼ ἐπικουρίαν ἥκων. διόπερ ἐπὶ μὲν τοῦ λε-
γομένου ὑπʼ Ἀγαμέμνονος ὀβελὸς παρακείσεται καὶ πρὸς τούτῳ
ἀστερίσκος· δηλοῖ δὲ τοῦτο, ὅπου ἂν ᾖ κείμενος σὺν τῷ ὀβελῷ, ὅτι
Ὁμήρου μέν ἐστι, φαύλως δʼ ἐνταῦθα κεῖται. ἔστι δὲ καὶ ἕτερος
τρόπος τῆς ἀθετήσεως, ὅταν τοῖς αὐτοῖς στίχοις πολλάκις χρῆται,
ὁτὲ μὲν οἰκείοις περιτιθεὶς προσώποις τὰ λεγόμενα, ὁτὲ δὲ οὒ, ὡς
ἔγει τὰ τοῦ Κύκλωπος τοῦ ἀνημερωτάτου ῥήματα ὑπὸ τοῦ συνετω-
τάτου Νέστορος λεγόμενα πρὸς Τηλέμαχον· (Od. 3, 73. 9, 253.)
1. ΜΗΝΙΝ ἄειδε] ζητοῦσι διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο,
οὕτως δυσφήμου ὀνόματος. διὰ δύο ταῦτα, πρῶτον μὲν, ἵνʼ ἐκ τοῦ
πάθους ἀποκαθαρεύσῃ τὸ τοιοῦτο μόριον τῆς ψυχῆς, καὶ προσεκτι-
κωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ, καὶ προεθίσῃ
φέρειν γενναίως ἡμᾶς τὰ πάθη, μέλλων πολέμους ἀπαγγέλλειν·
δεύτερον δὲ, ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ. ἐπεὶ
δὲ ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως οὐ κατα-
τρέχει, ἀξιοπιστότερον ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων
ἐπαίνῳ.
ἤρξατο μὲν ἀπὸ μήνιδος, ἐπείπερ αὕτη τοῖς πρακτικοῖς ὑπόθεσις
γέγονεν. ἄλλως τε καὶ τραγῳδίαις τραγικὸν ἐξεῦρε προοίμιον· καὶ
γὰρ προσεκτικοὺς ἡμᾶς ἡ τῶν ἀτυχημάτων διήγησις ἐργάζεται,
χρῆται. “ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν” (192)· “οὐδʼ
ὄθομαι κοτέοντος” (180)· “αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος” (488).
μῆνιν] παρὰ τὸ μένω μῆνις ὡς ἔνος ἦνις. οἱ δὲ περὶ Γλαύκωνα τὸν Ταρσέα ἠξίουν ὀξύνειν τὸ ὄνομα, οὐκ ὀρθῶς.
διὰ τί εὐθὺς ἀπὸ τῶν τελευταίων τοῦ πολέμου ἤρξατο; καί φα-
μεν ὅτι ἅπας μὲν ὁ χρόνος ὁ πρὸ τοῦ δεκάτου ἔτους οὐκ ἔσχεν οὕτω
σννεχεῖς τὰς μάχας, διὰ τὸ καὶ τοὺς Τρῶας αὐτοὺς φόβῳ τοῦ Ἀχιλ-
λέως ἐντὸς κατακεκλεῖσθαι τοῦ τείχους· τὸ δὲ δέκατον ἔτος πλείονας
ἔσχε τὰς πράξεις καὶ τοὺς πολέμους ἰσοπάλους, τοῦ Ἀχιλλέως
ὀργιζομένου· ὁ δὲ ποιητὴς οἰκονομικῶς κἀν τούτῳ ἤρξατο μὲν ἀπὸ
τῶν τελευταίων, διὰ δὲ τῶν σποράδην αὐτῷ λεχθέντων περιέλαβε καὶ
τὰ πρὸ τούτου πραχθέντα.
ἄειδε] ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι ἄδειαν ἢ συνήθειαν λαμβάνει
τὰ προστακτικὰ ἀντὶ εὐκτικῶν· καὶ γὰρ Ἡσίοδός φησι “δεῦτε
δὴ ἐννέπετε” (O. 2), καὶ Πίνδαρος “μαντεύεο Μοῦσα” (fr. 118),
καὶ Ἀντίμαχος ὁ Κολοφώνιος “ἐννέπετε Κρονίδαο Διὸς μεγάλοιο
θύγατρες.” δεύτερον δὲ, ὅτι οὐ κατὰ ἀλήθειαν ταῖς Μούσαις ἐπι-
τάσσουσιν, ἀλλʼ ἑαυτοῖς.
θεά] οὕτως εἴωθε τὴν Μοῦσαν καλεῖν. ἀμέλει καὶ ἐν Ὀδυσσείᾳ “ἄνδρα μοι ἔννεπε Μοῦσα.”
Ἀχιλῆος] οὕτως ἀναγνωστέον διὰ τοῦ ἑνὸς λ, καὶ διὰ τὸ μέτρον καὶ διὰ τὸ ἄχος (ὅ ἐστι λύπην) ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. οἱ δὲ παρὰ τὸ μὴ θιγεῖν χείλεσι θηλῆς· ὅλως γὰρ οὐ μετέσχε γάλακτος.
*ὁ Κοτιαεὺς Ἀχιλῆος· διὰ τὸ μέτρον ἓν λ γράφεται καὶ τὸ Κάμανδρος ἀντὶ τοῦ Σκάμανδρος γράφεται.
2. μυρία] τινὲς θρηνητικὰ, παρὰ τὸ μυριᾶσθαι· καὶ ἐπίθετον
αὐτὸ τῶν ἀλγέων ἤκουσαν, ἐφʼ οἷς μυριᾶσθαι καὶ τὸ κλαῦσαι.
οὐδὲν δὲ ἄτοπον εἰ παρὰ Μουσῶν ταῦτα ἐρωτᾷ· φρόνησις μὲν γάρ
ἐστιν ἡ πάντων εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων
πράξεων αἵρεσις.
ἱστορία. Ξοῦθος ὁ Αἰόλου παῖς, ἀγαγόμενος Κρέουσαν τὴν Ἐρε-
χθέως θυγατέρα, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἴωνα καὶ Ἀχαιόν· ὧν
ὁ μὲν Ἴων ᾤκησεν Ἀθήνας, ὁ δὲ Ἀχαιὸς φόνον ἐμφύλιον δράσας
παρεγένετο εἰς Θεσσαλίαν, καὶ κυριεύσας τῆς χώρας τοὺς ὑποτε-
ταγμένους ἀφʼ ἑαυτοῦ προσηγόρευσεν Ἀχαιούς. Ἕλληνες δὲ κοινῶς
πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν, ἀπὸ Ἕλληνος τοῦ Διός. πρῶ-
τοι οὖν οὕτως ἐλέγοντο οἱ ἐν Θεσσαλίᾳ ἄνθρωποι, καὶ οὗτοι οὐ πάντες,
ἀλλὰ μόνοι οἱ ἐν Ἑλλάδι τῇ πόλει. ἔπειτα μεγάλα δυναστευθέντος
τοῦ Ἕλληνος καὶ τῶν τούτου παίδων, ἀπʼ αὐτοῦ πάντες ἐκλήθησαν
Ἕλληνες.
3. * πολλὰς δʼ ἰφθίμους ψυχάς] ὅτι κακῶς τινὲς μεταγράφουσι “πολλὰς δʼ ἰφθίμους κεφαλάς,” ἵνα περιφραστικῶς τοὺς ἀνδρείους καὶ ἀγαθοὺς λέγῃ ἰφθίμους κεφαλάς.
4, 5. ὅτι Ζηνόδοτος τοὺς δύο ἀθετεῖ. γίνεται δὲ τὸ προοίμιον
κόλον. καὶ πρὸς τὰς ψυχὰς ἀντιδιέσταλκε τὸ αὐτοὺς δέ ἐπὶ τῶν
σωμάτων. ἥρωας δέ φασι κληθῆναι ἀπὸ τῆς ἀρετῆς, ἢ ἀπὸ τοῦ
ἀέρος, ὥς φησιν Ἡσίοδος “ἠέρα ἑσσάμενοι” (O. 124). ἢ· ἀπὸ τῆς
ἐράσεως, τουτέστι τῆς μίξεως τῶν θεῶν· οἱ γὰρ θεοὶ θνηταῖς γυναιξὶ
συνερχόμενοι ἐποίουν γένος τὸ τῶν ἡρώων. ἢ ἀπὸ τῆς ἔρας. ἔρα δὲ
γῆ κατὰ διάλεκτον, ἐκ δὲ τῆς γῆς ἐπλάσθη τὸ γένος τῶν ἀνθρώ-
πων.
5. Διὸς δʼ ἐτελείετο βουλή] τινὲς σὺν τῷ ῑ κατὰ δοτικὴν, οἷον τῇ βουλῇ τοῦ Διὸς ἐτελειοῦτο.
5, 6. Διὸς δʼ ἐτελείετο βουλὴ, ἐξ οὖ δὴ τὰ πρῶτα] Ἀρίσταρχος
συνάπτει, ἵνα μὴ προοῦσά τις φαίνηται βουλὴ καθʼ Ἑλλήνων, ἀλλʼ
ἀφʼ οὗ χρόνον ἐγένετο ἡ μῆνις, ἵνα μὴ τὰ παρὰ τοῖς νεωτέροις πλά-
σματα δεξώμεθα.
ἱστορία. Διὸς βουλὴν οἱ μὲν τὴν εἱμαρμένην ἀπέδοσαν, ἄλλοι δὲ
ἐξεδέξαντο δρῦν ἱερὰν μαντικὴν τοῦ Διὸς ἐν Δωδωναίῳ ὄρει τῆς Θε-
σπρωτίας, ὡς αὐτὸς Ὅμηρος λέγει ἐν Ὀδυσσείᾳ (14, 327.) “τὸν δʼ
ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο Διὸς βου-
λὴν ἐπακούσαι.” ἄλλοι δʼ ἀπὸ ἱστορίας τινὸς εἶπον εἰρηκέναι τὸν
Ὅμηρον. φασὶ γὰρ τὴν γῆν βαρουμένην ὑπʼ ἀνθρώπων πολυπληθίας,
μηδεμιᾶς ἀνθρώπων οὔσης εὐσεβείας, αἰτῆσαι τὸν Δία κουφισθῆναι
τοῦ ἄχθους· τὸν δὲ Δία πρῶτον μὲν εὐθὺς ποιῆσαι τὸν Θηβαϊκὸν
πόλεμον, διʼ οὗ πολλοὺς πάνυ ἀπώλεσεν· ὕστερον δὲ πάλιν συμβούλῳ
τῷ Μώμῳ χρησάμενος, ἣν Διὸς βουλὴν Ὅμηρός φησιν, ἐπειδὴ οἷός
τε ἦν κεραυνοῖς ἢ κατακλυσμοῖς πάντας διαφθείρειν. ὅπερ τοῦ Μώ-
μου κωλύσαντος, ὑποθεμένου δὲ αὐτῷ τὴν Θέτιδος θνητογαμίαν καὶ
θυγατέρος καλῆς γένναν, ἐξ ὧν ἀμφοτέρων πόλεμος Ἕλλησί τε καὶ
βαρβάροις ἐγένετο, ἀφʼ οὗ χρόνου συνέβη κονφισθῆναι τὴν γῆν, πολ-
λῶν ἀναιρεθέντων. ἡ δὲ ἱστορία παρὰ Στασίνῳ τῷ τὰ Κύπρια πεποι-
ηκότι, εἰπόντι οὕτως
Ἀριστοφάνους δόξαν, τῆς Θέτιδος εἶναι βουλὴν, ἣν ἐν τοῖς ἑξῆς φησι
λιτανεύουσαν τὸν Δία ἐκδικῆσαι τὴν τοῦ παιδὸς ἀτιμίαν, καθάπερ ἐν
τῷ προοιμίῳ.
7. Ἀτρείδης τε ἄναξ] ἱστορία. Ἀγαμέμνων κατὰ μὲν Ὅμηρον
Ἀτρέως τοῦ Πέλοπος, μητρὸς δὲ Ἀερόπης, κατὰ δὲ Ἡσίοδον Πλει-
σθένους, τὸ γένος Μυκηναῖος, ὃς ἤγαγε ναῦς εἰς Ἴλιον. ἐκπορθήσας
δὲ τὴν Ἴλιον καὶ ὑποστρέψας οἴκαδε ἀναιρεῖται ὑπὸ Αἰγίσθου τοῦ
Θυέστου δόλῳ ἐπὶ εὐωχίας· οὗτος γὰρ παρὰ τὸν καιρὸν τῆς ἀποδη-
μίας ἐμοίχευε τὴν Ἀγαμέμνονος γυναῖκα Κλυταιμνήστραν. κατὰ δὲ
τοὺς τραγικοὺς, αὐτὴν τὴν Κλυταιμνήστραν ἀνελεῖν αὐτὸν χιτῶνι
μὴ ἔχοντι διέκδυσιν τραχήλου. ἔσχε δʼ ἐξ αὐτῆς υἱὸν μὲν Ὀρέστην.
καὶ θυγατέρας τέσσαρας, Λαοδίκην, Χρυσόθεμιν, Ἰφιγένειαν καὶ
Ἠλέκτραν.
8. *σφωε] ὅτι Ζηνόδοτος σφῶι ἔγραφεν.
*ξυνέηκε] δασύνεται τὸ ξυνέηκε.
9. Λητοῦς καὶ Διὸς υἱός] ἱστορία. Ζεὺς ἐοασθεὶς Λητοῦς τῆς
Κοίου θυγατρὸς, ἑνὸς τῶν Τιτάνων, καὶ Φοίβης, ἔγκυον αὐτὴν ἐποί-
ησεν· ἥτις δεκαμηνιαίου χρόνου διαγενομένου παρεγένετο διὰ θαλάσ-
σης εἰς Ἀστερίαν τὴν νῆσον, μίαν οὖσαν τῶν Κυκλάδων· ἐκεῖσέ τε
11. *διὰ τὴν τάξιν τοῦ ἄρθρου, τὸν ἀρητῆρα Χρύσην.
12—16. *οὐ καλῶς γὰρ ἐν τοῖς ἑξῆς μετετέθησαν.
13. *εἰ μὲν εἶεν θεοσεβεῖς, τὸ στέμμα, εἰ δὲ φιλοχρήματοι, τὰ ἄποινα, εἰ δὲ οἰκτίρμονες, τὸ γῆρας αἰδεσθήσονται.
14. *στέμματʼ] ὅτι ἔθος αὐτῷ πληθυντικῶς ἀντὶ τοῦ ἑνικῶς λέγειν.
στέμματʼ ἔχων ἐν χερσίν] ἱστορία. Λάδωνος τοῦ ἐν Ἀρκαθίᾳ
ποταμοῦ Δάφνη ὑπῆρχε θυγάτηρ εὐπρεπεστάτη. ἐρασθεὶς δʼ αὐτῆς
Ἀπόλλων καὶ βουλόμενος συγγενέσθαι ἐδίωκε. καταλαμβανομένης δʼ
αὐτῆς ὑπὸ τοῦ θεοῦ, φασὶν εὔξασθαι τῇ μητρὶ τῇ Γῇ χάσματι αὐτὴν
δεχθῆναι. γενομένου δὲ τούτου, καὶ τῆς Γῆς ἀναδούσης ὁμώνυμον
φυτὸν, Ἀπόλλων θεασάμενος ἐξεπλάγη. καὶ τὸ μὲν δένδρον ἀπὸ τῆς
παρθένου δάφνην προσηγόρευσεν ὁμωνύμως, λαβὼν δὲ τῶν κλάδων
αὐτὸς ἐστέψατο.
15. * Ἀτρείδα] ὅτι τινὲς Ἀτρείδας.
18. εὖ δʼ οἴπαδʼ ἱκέσθαι] διὰ τί ὁ Χρύσης κατὰ τῶν οἰκείων
ηὔχετο λέγομεν ὅτι πρῶτον μὲν ἔδει κολακεύειν τὸν τύραννον, καὶ
ταῦτα λέγειν ἅπερ ἐπεθύμει δρᾶσαι· δεύτερον δὲ ὅτι διὰ τοὺς Τρῶας
ἀπολωλέκει τὴν θυγατέρα· ὅθεν εὐλόγως κέχρηται ταῖς ἀραῖς κατʼ
αὐτῶν.
19. * ἱκέσθαι] μέσος ἀόριστος δεύτερος· διὸ παροξύνεται.
20. *ἀπαρέμφατον ἀντὶ προστακτικοῦ.
21. άζόμενοι] δασύνεται· διὸ τὸ σημεῖον.
ἑκηβόλον Ἀπόλλωνα] ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς τοξικῆς εἶναι, τὸν θεὸν παρεισάγει ἀξιοῦντα αὐτοὺς δέξασθαι, διὰ δὲ τοῦ ἑκηβόλου εἰς μνήμην ἄξων τῶν τόξων ἐκφοβεῖ αὐτούς.
22. Ἀχαιοί] ἰστέον ὅτι τὸ παλαιὸν ἡ Πελοπόννησος εἰς έ
διῃρεῖτο μοίρας, Ἀργολικὴν, Πυλικὴν, Λακωνικὴν, Μεσσηνιακήν.
ἰστέον δὲ ὅτι ἡ Πελοπόννησος τὸ ἀρχαῖον Αἰγιάλεια ἐκαλεῖτο, ἀπὸ
Αἰγιαλέως τοῦ υἱοῦ Ἰνάχου τοῦ ἐν Ἄργει ποταμοῦ καὶ Μελίας τῆς
Ὠκεανοῦ. ὕστερον δὲ Ἀπία πάλιν ἐκλήθη, ἀπὸ Ἄπιδος τοῦ Φορω-
νέως παιδός· εἶθ᾿ οὕτως Ἀργος, ἀπὸ Ἄργου τοῦ πανόπτου· τελευταῖον
δὲ πάντων Πελοπόννησος, ἀπὸ τοῦ κρατῆσαι τῆς χώρας τὸν Ταντά-
λου υἱὸν Πέλοπα.
24. * ἀλλ᾿ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε] ὅτι Ζηνόδοτος γρά- φει ἀλλʼ οὐκ Ἀτρείδεω Ἀγαμέμνονος. ὁ δὲ ποιητὴς δοτικὴν ἀντὶ γενικῆς παραλαμβάνει.
ἀρχικὸν τὸ μὴ ἐπιτρέπειν τοῖς ἀρχομένοις τὰς κρίσεις, ἄλλων τε οὐκ
ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει παρὰ τῶν ἀρχομένων.
μή σε, γέρον, κοίλῃσι] μετὰ σπουδῆς ὁ Ἀγαμέμνων ἀπε-
λαύνει τὸν Χρύσην, εἰδὼς ὅτι παρὼν δυσωπεῖ τοὺς Ἕλληνας. καὶ οὐ
τοῦτο δὲ λέγει ὅτι γηράσασαν αὐτὴν τότε ἀποδώσει, ἀλλʼ ὅτι πρότε-
ρον γηράσει ἢ ἐκείνῳ ἀποδοθήσεται.
*κιχείω] ὅτι ἀντὶ τοῦ κιχείοιμι.
27. δηθύνοντα] ἓν μέρος λόγου. χρονίζοντα, βραδύνοντα.
28. μή νύ τοι οὐ χραίσμῃ] ἀναιρεῖ τὴν ἐλπίδα. καὶ ἔστι, μή- ποτε καὶ αὐτὸς ὁ θεὸς οὐκ ἀνεξόμενος τῆς σῆς ἀναιδείας περιόψεταί σε. ἢ ὡς πορθούμενον περιεῖδε πάντως καὶ φονευόμενον.
29, 30, 31. τὴν δʼ ἐγὼ οὐ λύσω] ἀθετοῦνται, ὅτι ἀναλύουσι τὴν. ἐπίτασιν τοῦ νοῦ καὶ τὴν ἀπειλήν. ἠσμένισε γὰρ καὶ ὁ Χρύσης εἰπούσης αὐτῆς τῷ βασιλεῖ. ἀπρεπὲς δὲ καὶ τὸ τὸν Ἀγαμέμνονα τοιαῦτα λέγειν.
30. * ἡμετέρῳ —πάτρης] καθʼ ἑαυτὸ τοῦτο προφερόμεθα· καὶ γὰρ ἐμφαντικντερον.
Ἄργεϊ] διῃρημένως.
κατʼ ὀλίγον αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα· ἔστι
γὰρ, ὥς που τὸ περὶ αὐτοῦ ἐπίγραμμα δηλοῖ, βασιλεὺς γὰρ ἀγαθὸς,
κρατερὸς δʼ αἰχμητής (Il. 3, 179). διὸ παρὰ μὲν τῶν ὑπηκόων ὑβρί-
ζεται, τοῖς δὲ πολεμίοις λίαν ἐστὶν ἀπηνὴς, ὡς Ἀδράστῳ καὶ τοῖς
Ἀντιμάχον παισίν.
32. *σαώτερος] ὅτι τὸ σαώτερος ἀντὶ τοῦ ἁπλοῦ.
34. *ἀκέων] ὅτι Ζηνόδοτος διὰ τοῦ χ.
πολυφλοίσβοιο] ὀνοματοποιία.
36. * Ἀπόλλωνι] ἐπὶ τῷ διχρόνῳ δεῖ ἐκτείνειν.
37. κλῦθι] Λαμψακηνῶν.
*ἀμφιβέβηκας] ὅτι κατὰ μεταφορὰν ἐκ τῶν τετραπόδων ὑπερ- μαχεῖς.
38. Κίλλλαν τε ζαθέην] ἱστορία. Πέλοψ ὁ Ταντάλου καὶ . . . . .
κατὰ μισθὸν παιδικῆς ὥρας λαβὼν παρὰ Ποσειδῶνος ἵππους ἀδα-
μάστους σὺν τῷ ὀχήματι, ἔσπευσεν εἰς Πῖσαν τῆς Πελοποννήσου
ἐπὶ τὸν Ἱπποδαμείας γάμον, τὸν μνηστηροκτόνον αὐτῆς πατέρα
Οἰνόμαον καταγωνίσασθαι ἐπιθυμῶν. γενομένῳ δὲ αὐτῷ περὶ Λέσβον
Κίλλος ὁ ἡνίοχος τελευτᾷ τὸν βίον, ὃς καὶ καθʼ ὕπνον ἐπιστὰς τῷ
Πέλοπι σφόδρα ὀδυνηρῶς ἐπʼ αὐτῷ ἔχοντι ἀπωδύρετό τε τὴν ἑαυτοῦ
ἀπώλειαν καὶ περὶ κηδείας ἠξίου. διόπερ ἀναστὰς ἐξερυπάρου τὸ
εἴδωλον διὰ πυρὸς, εἶδʼ οὕτως ἔθαψε τὴν τέφραν ἐπιφανῶς τοῦ Κίλ-
λου, ἠρίον ἐπʼ αὐτῷ ἐγείρας, καὶ πρὸς τῷ ἠρίῳ αὐτοῦ ἐδείματο ἱερὸν,
Τενέδοιό τε] καὶ τῆς Τενέδου. ἱστορία. ἡ δὲ Τένεδος νῆσός ἐστι
πρὸ τῆς Τροίας κειμένη. οὔπω δὲ πρότερον τοῦτο εἶχε τὸ ὄνομα· καὶ
γὰρ οὐδὲ Κύνῳ τῷ Ποσειδῶνος Τέννης ἦν καὶ Λευκοθέα· Λευκόφρυν
δὲ αὐτὴν οἱ πρὶν ὠνόμαζον. ἐπειδὴ δὲ ἄρα τῷ Κύκνῳ ἐγεννήθη ὁ
Τέννης καὶ ἡ Λευκοθέα, καὶ ἡ μὲν μήτηρ αὐτῶν οὐκέτι ἦν, ἐπέγημε
δʼ ὁ Κύκνος Φυλονόμην ἢ ὡς ἔνιοι Πολύβοιαν, ἡ Φυλονόμη (καὶ γὰρ
εἰς ἄνδρας ἐτέλει ἤδη ὁ Τέννης) ἐρασθεῖσα αὐτοῦ λόγους περὶ συνου-
σίας ἠνέγκατο πρὸς αὐτόν. τοῦ δὲ τὰ πρὸς τὴν φύσιν δίκαια τηρή-
σαντος, κατηγορήσατο πρός τὸν πατέρα αὐτοῦ ὅτι ἐθελήκοι αὐτὴν
βιάσασθαι. ὁ δὲ πιστεύσας τῇ κατηγορίᾳ, συλλαβὼν τὸν παῖδα
ἐνέβαλεν εἰς λάρνακα καὶ ἔρριψεν εἰς τὴν ὑποκειμένην θάλασσαν. ὃν
διὰ σωφροσύνην καὶ διὰ τὸ εἶναι υἱωνὸν ἔσωσεν ὁ Ποσειδῶν· τὴν γὰρ
λάρνακα προσενεχθῆναι τῇ Λευκόφρυι νήσῳ ἐποίησεν. ἣν οἱ ἐπιχώ-
ριοι θεασάμενοι, καὶ ἀφελόντες τὸ ἐπίθημα, μαθόντες τε τὸ γεγονός,
οὐ μόνον ἑαυτῶν βασιλέα κατεστήσαντο, ἀλλὰ καὶ ἀπʼ αὐτοῦ Τένεδον
τὴν νῆσον προσηγόρευσαν.
39. Σμινθεῦ] ἐπίθετον Ἀπόλλωνος· Σμίνθος γὰρ τόπος τῆς Τρῳά-
δος, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος ἀπὸ αἰτίας τῆσδε. ἐν Χρύσῃ, πόλει τῆς
Μυσίας, Κρῖνίς τις ἱερεὺς ἦν τοῦ κεῖθι Ἀπόλλωνος. τούτῳ ὀργισθεὶς
ὁ θεὸς ἔπεμψεν αὐτοῦ τοῖς ἀγροῖς μύας, οἵτινες τοὺς καρποὺς ἐλυμαί-
νοντο. βουληθεὶς δέ ποτε ὁ θεὸς αὐτῷ καταλλαγῆναι, πρὸς Ὄρδην
τὸν ἀρχιβουκόλον αὐτοῦ παρεγένετο, παῤ ᾧ ξενισθεὶς ὁ θεὸς ὑπέσχετο
τῶν κακῶν ἀπαλλάξειν, καὶ δὴ παραχρῆμα τοξεύσας τοὺς μῦς
διέφθειρεν. ἀπαλλασσόμενος οὖν ἐνετείλατο τὴν ἐπιφάνειαν αὐτοῦ
ἄλλοι δὲ οὕτως, ὅτι Κρῆτες ἀποικίαν στέλλοντες χρησμὸν ἔλαβον
παρὰ τοῦ Ἀπόλλωνος, ὅπου αὐτοῖς ἐναντιωθῶσι γηγενεῖς—ἔλεγε δὲ
περὶ μυῶν—, ἐκεῖ κτίσαι τὴν πόλιν. οἱ δὲ ἀπέστειλαν τοὺς ἀποί-
κους. ἐλθόντων δὲ εἰς τὸν Ἑλλήσποντον, καὶ νυκτὸς ἐπιγενομένης,
μύες ἔκοψαν αὐτῶν τοὺς τελαμῶνας τῶν ὅπλων. πρωὶ δὲ ἀναστάντες
καὶ θεασάμενοι τοῦτο, σοφισάμενοί τε καθʼ ἑαυτοὺς, ἔκτισαν ἐκεῖ
πόλιν, ἥντινα ἐκάλεσαν Σμινθίαν· οἱ γὰρ Κρῆτες τοὺς μύας σμίνθους
καλοῦσιν. ἐκ τούτου καὶ Ἀπόλλων Σμίνθιος, διὰ τὸ ὑπερασπίζειν
αὐτῆς.
*ἐπι νηὸν ἔρεψα] ὅτι παρέλκει ἡ ἐπί.
ἔρεψα] παρὰ τὸ ἐρέφω, ὅθεν καὶ εἰραφιώτης ὁ Διόνυσος λέγεται·
ἐστέφετο γὰρ κισσῷ. ἢ ἀπὸ τοῦ ἐρράφθαι αὐτὸν τῷ μηρῷ τοῦ Διός·
ἢ παρὰ τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν
πλέκεσθαι.
41. *ἢ δʼ αἰγῶν] ὅτι περιττὸς ὁ δέ συνήθως αὐτῷ.
*τόδε] Ἀρίσταρχος δύο μέρη λόγου τὸ τὸ δέ, Ἡρωδιανὸς ἕν.
42. *τίσειαν] ὅτι Ζηνόδοτος τίσαιεν.
ἱστορία. Δαναοὶ] Ἕλληνες, οὕτως. Βῆλος ὁ Ἀγήνορος μὲν ἀδελ-
φὸς, υἱὸς δὲ Ποσειδῶνος καὶ Λιβύης, ἀφʼ ἧς ἡ χώρα ὠνόμασται
Λιβύη, βασιλεύων Αἰγυπτίων γαμεῖ Ἀγχινόην τὴν Μείλου θυγατέρα,.
καὶ αὐτῷ γίνονται παῖδες δίδυμοι, Αἴγυπτος καὶ Δαναός. καὶ Δα-
ναὸν μὲν Βῆλος ἐν Λιβύῃ κατοικίζει, Αἴγυπτον δὲ ἐν Ἀραβίᾳ· ὅς
καταστρεψάμενος τὴν τῶν Μελαμποδιδῶν χώραν ἀφʼ ἑαυτοῦ ὠνόμασεν
Αἴγυπτον. γίνονται δὲ ἐκ πολλῶν γυναικῶν Αἰγύπτῳ μὲν πεντή-
τὴν κληθεῖσαν ὡς ἀπὸ τοῦ ἀριθμοῦ τῶν θυγατέρων αὐτοῦ πεντηκόν-
τορον, ἐν τὰς κόρας ἐνθέμενος ἔφυγε. προσσχὼν δὲ Ῥόδῳ τὸ τῆς
Λινδίας Ἀθηνᾶς ἄγαλμα ἱδρύσατο. ἐντεῦθεν δὲ ἧκεν εἰς Ἄργος,
καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσιν Ἑλλάνωρ ὁ τότε βασιλεύων·
αὐτὸς δὲ κρατήσας τῆς χώρας ἀφʼ ἑαυτοῦ τοὺς ἐνοικοῦντας Δαναοὺς
ὠνόμασεν. ἱστορεῖ Ἀπολλοδωρος ἐν β΄.
44. *Οὐλύμποιο καρήνων] ὅτι ὄρος ὁ Ὄλυμπος· τὰ γὰρ κάρηνα ἐπὶ ὄρους.
45. ἀμφηρεφέα] κοινή ἐστιν, οὐκ ἔκτασις.
46, 47. *ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, οὐ καλῶς.
49. *βιοῖο] Ἀριστάρχειος ὁ τόνος. παρὰ τὴν βίαν.
50. διὰ τί ἀπὸ τῶν κυνῶν καὶ τῶν ἡμιόνων ὁ λοιμὸς ἤρξατο, ἀπὸ
τῶν Ἑλλήνων δὲ οὐ, οὐδὲ ἀπʼ ἄλλου ζώου τινός; καὶ οἱ μὲν ῥητορικῶς
λύοντές φασιν ὅτι φιλάνθρωπον ὂν τὸ θεῖον ἐβούλετο παιδεῦσαι τοὺς
Ἕλληνας καὶ μὴ παντάπασιν ἀπολέσαι, καὶ διὰ τοῦτο πρότερον ἀπό
τοιούτων ζώων ἤρξατο, μετάνοιαν τοῖς ἁμαρτήσασι διδούς. οἱ δὲ
ἀληθέστερον καὶ φιλοσοφώτερον λύοντές φασιν ὅτι ἅπας μὲν λοιμὸς
ἀπὸ ἐκφλογώσεως γίνεται, γῆθεν ἀναφερόμενος ἐξ ἀναθυμιάσεως.
διὸ καὶ τὸν Ἀπόλλωνά φασιν αἴτιον εἶναι τῆς τοιαύτης ἀσθενείας,
ἐπεὶ ὁ αὐτὸς εἶναι λέγεται τῷ ἡλίῳ τῷ καταφλέγοντι τὴν γῆν. ἐκ
δὲ τῆς γῆς γιγνομένης τῆς νόσου, ἀναγκαῖον τοὺς κύνας πρώτους
ᾐσθῆσθαι τῆς βλάβης, ὅτι τε καὶ αἰσθητικώτερά ἐστι τὰ ἄλογα
ζῶα φύσει τῶν ἀνθρώπων καὶ ὅτι κάτω νεύουσι πρὸς τὴν γῆν καὶ
ἀνιχνεύουσι. τοὺς δὲ ἡμιόνους οὐ διὰ τὸ κάτω νεύειν, ἀλλὰ τῷ ἐκ
διαφόρων σωμάτων εἰληχέναι τὴν γένεσιν· παντελῶς γὰρ εὐδιάφθαρτον
ἰατρικὴν τέχνην σοφὸς, ἐκ τῆς καταστάσεως τοῦ ἀέρος ἐπέγνω
γινόμενον τὸ κακόν. τὸ γὰρ τῆς Ἥρας ὄνομα παρὰ τὸν ἀέρα
πεποίηται, ἐπεὶ τίνος ἕνεκα Νέστωρ ἢ Ὀδυσσεὺς ἢ Μενέλαος,
οὐδενὸς ἔλαττον τῶν Ἑλλήνων φροντίζοντες, οὐ ζητοῦσιν, ἀλλὰ
μόνος τῇ δεκάτῃ δʼ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς;
Φιλάνθρωπος ὢν ὁ θεὸς πρῶτον τὰς ἡμιόνους καὶ τοὺς κύνας καὶ
τὰ ἄλογα ζῶα ἀναιρεῖ, ἵνα διὰ τούτων εἰς δέος ἀγαγὼν τοὺς Ἕλληνας
ἐπὶ τὸ εὐσεβεῖν παρασκευάσῃ. ἢ ὅτι αἱ ἡμίονοι καὶ οἱ κύνες τὴν
αἴσθησιν τῆς ὀσφρήσεως ἐνεργεστέραν ἔχουσιν. οἱ μὲν γὰρ κύνες
ἀπὸ τῆς ὀσφρήσεως τῶν ἰχνῶν ἐν αἰσθήσει τῶν θηρίων γίνονται,
αἱ δὲ ἡμίονοι πολλάκις ἀπολειφθεῖσαι ἀνθρώπων ἀπὸ τῆς ὀσφρήσεως
καὶ τὰς ὁδοὺς ἀνευρίσκουσιν.
*ὅτι οὐκ ὀρθῶς τινὲς οὐρῆας τοὺς φύλακας· ἀντιδιαστέλλει γὰρ διὰ τοῦ αὐτοῖσι.
οὐρῆες μὲν πρῶτον] οὐρῆες λέγονται διὰ τὸ ἄγονον, ὡς οὔρια ὠὰ
καλοῦμεν. εὐπαθῆ δὲ τὰ ζῶα ταῦτα καὶ εὐάλωτα ὑπὸ νόσου·
σύμμικτος γὰρ οὖσα ἡ φύσις αὐτῶν, καὶ ἐκ διαφερόντων τοῖς
εἴδεσιν, οὐ μεγάλης εἰς τὸ φθείρεσθαι δεῖται ἀνάγκης, οὐδὲ ἀντέχει
μέχρι πολλοῦ βλαπτομένη. οἱ δὲ κύνες καθαροῦ δέονται τοῦ ἀέρος,
ὀξυτέρᾳ τῇ ὀσφρήσει χρώμενοι. ἀργοὺς δὲ ἀκουστέον τοὺς λευκοὺς,
ὅτι ἀσθενέστερά ἐστι τὰ τοιαῦτα σώματα τῶν ἐναντίως ἐχόντων,
ἀραιότερα ὄντα καὶ εὐπαθέστερα.
51. αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος] διαφέρει ὁ αὐτάρ τοῦ δέ, ὅτι ὁ μὲν αὐτάρ προτάσσεται, ὁ δὲ δέ ὑποτάσσεται.
ἐχεπευκές] ἔχον πικρίαν· ἀπὸ τῆς πεύκης ἡ μεταφορά. καὶ γὰρ ἡ πεύκη κοπεῖσα οὐκ ἀνίησι βλαστὸν καὶ τὸ δάκρυον αὐτῆς ἐστι πικρόν.
*ἐχεπευκές] ὅτι μεταφορικῶς ἀπὸ τῆς πεύκης.
52. βάλλʼ] ἐτίτρωσκε.
πυραὶ νεκύων καίοντο θαμειαί] πῶς, φασὶν, ὁ ποιητὴς ἐναντία
ἑαυτῷ λέγει, προειπὼν γὰρ “αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν”
νῦν ἐπάγει “αἰεὶ δὲ πυραὶ νεκύων.” ἐροῦμεν δὲ ὅτι ὁ λοιμὸς ηὖξε
τὴν μῆνιν, ἡ μῆνις δὲ τὰς μετὰ ταῦτα μάχας· καὶ οἱ ἐν ταύταις
πίπτοντες ἑλώρια κυνῶν ἐγίνοντο, οἱ δὲ ὑπὸ τοῦ λοιμοῦ φθειρόμενοι
ἐκαίοντο.
αἰεὶ δὲ πυραὶ νεκύων] τὸ παλαιὸν τὰ σώματα τῶν θνησκόντων
πρότερον ἐκαίετο διὰ τὸ ἀπέριττα γίνεσθαι, εἶθʼ οὕτως ἐθάπτετο
ὑπὸ γῆν. ἡ δὲ αἰτία τοῦ καίεσθαι τὰ σώματα παρὰ τοῖς Ἕλλησιν
αὕτη· πρῶτος, φασὶν, οὕτως ἐτάφη Ἀργεῖος ὁ Λικυμνίου διʼ ἀνάγκην
ὑπὸ Ἡρακλέους. συναγαγόντος γὰρ, φασὶ, στρατιὰν ἐπὶ Ἴλιον
Ἡρακλέους, διὰ τὸ τὸν Λαομέδοντα παρὰ σύνταξιν ποιῆσαι Ἡρακλεῖ
σώσαντι τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην, καὶ μὴ δοῦναι
τοὺς ἵππους οὓς ὑποσχόμενος ἦν αὐτῷ ὑπὲρ τῆς τοσαύτης εὐεργεσίας,
ἐπεζήτει καὶ τὸν Ἀργεῖον ὡσανεὶ οἰκεῖον. Λικύμνιον δέ φασι τὸν
πατέρα Ἀργείου, φοβούμενον ὅτι καὶ τὸν πρότερον αὐτοῦ υἱὸν ὀνόματι
Οἰωνὸν ἀποστείλας εἰς Λακεδαίμονα μεθʼ Ἡρακλέους ἀπέβαλεν, οὐ
βούλεσθαι προίεσθαι τοῦτον, ἕως Ἡρακλῆς ὤμοσεν ἀπάξειν πάλιν
αὐτόν. τότε δʼ οὖν συμπεσούσης τῷ Ἀργείῳ τῆς τοῦ βίου τελευτῆς,
διαπορηθεὶς ὁ Ἡρακλῆς πῶς ἂν ἐπιτελέσοι τὸν ὅρκον, ἔκαυσεν αὐτὸν,
καὶ πρῶτόν φασι τοῦτον τοιαύτης ἐπιμελείας τυχεῖν. ἡ ἱστορία παρὰ
Ἄνδρωνι.
53. ἐννῆμαρ] ἐχρῆν τὸ ἐννῆμαρ προπαροξύνειν, ὡς παρʼ οὐδέτερον
κῆλα] νῦν τὰ βέλη· διὸ καὶ τὸ σημεῖον.
56. *κήδετο γὰρ Δαναῶν] εὐλόγως ἐφρόντιζε τῶν Ἑλλήνων
ἡ Ἤρα, ὅτι τὸ Ἄργος ὅλον ἱερὸν αὐτῆς, ἄλλως τε καὶ ἦν ὑβρισθεῖσα
ὑπὸ Ἀλεξάνδρου, ὡς καὶ ἡ Ἀθηνᾶ, ἐν τῇ τοῦ μήλου κρίσει. ἤθελεν
οὖν σώζεσθαι τοὺς Ἕλληνας, ἵνα γένωνται τοῖς Τρωσὶν ὄλεθρος.
*ὁρᾶτο] ὅτι Ζηνόδοτος ὁρῆτο γράφει· ἀγνοεῖ δὲ ὅτι Δωρικὸν γίνεται.
58. τοῖσι δʼ ἀνιστάμενος] τὸ γὰρ παλαιὸν, κἂν βασιλεὺς ἦν
κἂν ἄλλης οἱοσδήποτε τύχης λαμπρᾶς, ἐδημηγόρει δὲ, ὀρθὸς ἵστατο.
*μετέφη] διὰ τὴν μετά.
59. Ἀτρείδη, νῦν ἄμμε] μετὰ τὸ Ἀτρείδη δεῖ στίζειν, ἐπεὶ αἱ προσαγορευτικαὶ τῶν περιόδων αὐτοτελεῖς εἰσίν.
παλιμπλαγχθέντας] εἰς τοὐπίσω πλανηθέντας ἀπελθεῖν, μάτην
ἐπανακάμψειν εἰς τὰ οἰκεῖα, ἐάν περ δὴ ὅλως τὸν θάνατον ὑπεκφύ-
γοιμεν. οὐκ ἐκ ῥήματος δὲ ἡ σύνθεσις τῆς μετοχῆς, ἀλλὰ σνντέθειται
διὰ τὸ ἂψ ἀπονοστήσειν.
* πρὸς τὴν τῶν νεωτέρων ἱστορίαν, ὅτι ἐντεῦθεν τὴν κατὰ Μυσίαν ἱστορίαν ἔπλασαν.
Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας] οἱ νεώτεροι ποιηταὶ
ἐντεῦθεν σημειοῦνται ἱστοροῦντες τὰ περὶ τὴν Μυσίαν τὸν τρόπον
τοῦτον. ἐν Τροίᾳ πλέοντες οἱ Ἕλληνες Μυσίᾳ προσίσχουσιν, καὶ
ἀγνοοῦντες αὐτὴν ἐπόρθουν, Τροίαν εἶναι νομίζοντες. Τήλεφος δὲ
ὁ Ἡροκλέους καὶ Αὔγης τῆς Ἀλέου παῖς, βασιλεύων Μυσῶν
καὶ ἰδῶν τὴν χώραν λεηλατονμένην, τοὺς Μυσοὺς καθοπλίσας,
ἐπὶ τὰς ναῦς τοὺς Ἕλληνας συνδιώξας πολλοὺς ἀπέκτεινεν. ὁρμή-
σαντος δὲ ἐπʼ αὐτὸν Ἀχιλλέως οὐ μείνας ἐδιώκετο· ἐν δὲ τῷ
τρέχειν ἐμπλακεὶς ἀμπέλου κλήματι τὸν μηρόν τιτρώσκεται, νεμε-
σήσαντος αὐτῷ Διονύσου, ὅτι ἄρα ὑπὸ τούτου τῶν τιμῶν ἀφῄρητο.
ὑφηγήσασθαι τὸν ἐπὶ Ἴλιον πλοῦν.
60. εἴ κεν] ὅτι Ζηνόδοτος οἵ κεν γράφει, οὐ καλῶς· καλὴ γὰρ ἡ ἀπόγνωσις τῆς σωτηρίας.
61. εἰ δὴ] ἀντὶ τοῦ καὶ γάρ.
62. μάντιν ἐρείομεν, ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον] μέχρι τοῦ
ἐρείομεν διασταλτέον, εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον, ἵνα γενικὸν
μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτως Ἡωδιανός. καὶ
ὁ Νικάνωρ δὲ οὕτως λέγει.
ἔστι γένος τι ἡ μαντικὴ, διαιρουμένη εἰς εἴδη τρία, εἰς οἰω-
νοσκοπίαν, εἰς ἀεροσκοπίαν καὶ τὴν διὰ τῶν ὀνειράτων μαντείαν.
Ἡρωδιανὸς τελείαν δίδωσι, καὶ κοινὸν τὸ μάντιν. ὁ δὲ Πορφύριος
τὸν διʼ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ὀνειροπόλον δὲ τὸν
ὀνειροκρίτην.
63. ἀλλ’ ἄγε δή τινα μάντιν] ἡ διπλῆ, ὅτι μάντις γενικῶς, ἱερεὺς
δὲ καὶ ὀνειροπόλος εἰδικῶς, εἴδη μάντεων. Ζηνόδοτος δὲ ἠθέτηκεν
αὐτόν. μήποτε δὲ ὀνειροκρίτην ὑπείληφεν, οὐκ ὀρθῶς.
καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν] τοῦ τι ἐστὶν συναλοιφὴ, καὶ γάρ τι ὄναρ· οὐ γὰρ πᾶν λέγει ἀληθὲς, ἐπεί φησιν οὐ πάντας εἶναι τοὺς ὀνείρους ἀληθεῖς· “αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι.” (Od. 19, 563.)
65. εἴ ταρ] οὕτως ὀξεῖα εἰς τὸν εἴ· τὸ γὰρ τάρ ἐστιν ἐγκλιτικὸς σύνδεσμος ἐπιφερόμενος. καὶ οὐ δεῖ ἀπόστροφον βάλλειν εἰς τὸ τ οὐ γάρ ἐστιν ὁ τέ σύνδεσμος· ἐπεφέρετο γὰρ ἂν ἕτερος τέ.
*εὐχωλιῆς] ὅτι ἐλλείπει ἡ περί.
ἑκατόμβης] ἢ τῆς ἀπὸ ἑκατὸν βοῶν, ἢ ἀπὸ ἑκατὸν βημάτων,
ὅ ἐστιν κέ ζώων.
66. αἴ κέν πως ἀρνῶν κνίσης] Ἀρίσταρχος τὸ κνίσης ἑνικῶς, κατὰ γενικὴν πτῶσιν, ἄνευ τοῦ ι.
τελείων] λελωβημένον γὰρ οὐ θύεται.
67. ἀντιάσας] ἀπαντήσας, μετασχών.
ἀπὸ λοιγὸν ἀμῦναι] τὸ ἑξῆς ἐστὶν ἀπαμῦναι· διὸ φυλάττει τὸν
ἴδιον τόνον. ὅταν γὰρ πρόθεσις τὴν σύνταξιν ἔχῃ πρὸς τὸ ἐπιφερό-
μενον, τὸν ἴδιον τόνον φυλάσσει, ἄτε δὴ ἐπέχουσα τὴν τάξιν. εἰς
δὲ τὸ αἴ κεν περισσὸς ὁ κεν, ἵνα ᾖ ἀντὶ τοῦ εἴ πως.
68. κατʼ ἄῤ ἕζετο] ὅτι Ζηνόδοτος γράφει ἐκαθέζετο. οὐκ ἐῷ δὲ
ἑλληνίζειν τὸν Ὅμηρον· ὥσπερ γὰρ οὐδεὶς λέγει ἐκατέβαινεν, οὕτως
οὐδὲ ἐκαθέζετο.
69. Κάλχας Θεστορίδης] ὅτι Ζηνόδοτος γράφει μάντις Θεστο- ρίδης. οὐ δύναται δὲ τῷ γένει τὸ λἶδος ἅμα συγκατατίθεσθαι.
71. καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν] ὅτι ἀντὶ τοῦ νεῶν, καὶ ὅτι
Κάλχας ἡγήσατο τοῖς Ἕλλησι καὶ οὐχὶ Τήλεφος, ὡς τινες νεώτε-
ροι, καὶ ὅτι τὸ εἴσω ἀντὶ τοῦ εἰς.
73. * ὅ σφιν] οὕτως διὰ τοῦ ἑνός σ
*ὅτι Ζηνόδοτος γράφει “ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα.”
74. ὦ Ἀχιλεῦ, κέλεαί με] καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγ-
καζόμενος ὑπὸ Ἀχιλλέως, καὶ τῷ πλήθει ὡς δέει τοῦ βασιλέως μὴ
προειπών.
77. ἠμέν μοι πρόφρων] ἐπὶ μὲν τοῦ προτέρου βαρεῖαν παρα-
ληπτέον κατὰ τὴν ἄρχουσαν· κεῖται γὰρ ἀντὶ τοῦ ἠμὴν, ὅπερ ἐστὶν
ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴς ἀεὶ διὰ τοῦ ε προφέρεται· “ ἠμὲν
τοὺς ἵππους τε καὶ ἅρματα,” “ἠμὲν ἐμοὶ δώσειν” (Il. 14, 275). τὸ
δὲ “ἦ γὰρ ὀΐομαι” (78) περισπωμένῃ τάσει ἀναγνωστέον· διαβε-
βαίωτικὸς γὰρ ὁ σύνδεσμος.
80. *κρείσσων γὰρ βασιλεύς] ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν γράφει. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἔχει ἐπὶ τῆς εὐθείας τὸ ν.
χέρηϊ] ὡς Ἄρηϊ. γέγονε δὲ οὕτως. ἔστι τι χερείων, οὗ γενικὴ
χερείονος καὶ αἰτιατικὴ “χερείονά περ καταπέφνων” (Il. 17, 539),
ὃν οὖν τρόπον τὴν χερείονα αἰτιατικὴν συγκόψας ἔφη “ἀλλὰ τὸν
υἱὸν γείνατο εἷο χέρεια” (Il. 4, 400), πληθυντικῶς δὲ τὰ χερείονα
χέρεια “χέρεια δὲ χείρονι δόσκεν” (ll. 14, 382), τοῦτον τὸν τρόπον
καὶ τὴν χερείονι χέρειι· καὶ ἐπεὶ κακόφωνόν ἐστι, τροπὴ ἐγένετο τῆς
ει διφθόγγου εἰς τὸ η. οὕτως Ἡρωδιανός.
81. καταπέψῃ] ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τῇ γαστρὶ πλείω χρόνον κατεχομένων σιτίων διὰ τὴν πέψιν τὴν ἐν αὐτῇ γινομένην.
83. * φράσαι] ὅτι Ζηνόδοτος γράφει φράσον. μᾶλλον δὲ τὸ
φράσαι ἁρμόζει.
85. *μάλα] διασταλτέον ἐπὶ τὸ μάλα.
θαρσήσας μάλα εἰπέ] τρία εἰσὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα, ἐλθέ, εὑρέ, εἰπέ· ἰδίως δὲ καὶ μακρῷ παραλήγονται. Ἀττικοὶ δὲ καὶ ἐπὶ τῶν βραχυπαραλήκτων ὀξύνουσι τὸ ἰδέ καὶ λαβέ.
ὅ τι οἶσθα] ὅτι οἶσθα χωρὶς τοῦ σ. οὕτως γὰρ λέγει διὰ παντός· “οἶσθα· τίη τοι ταῦτα” (Il. 1, 365), “οἶσθα, γέρον,” (Od. 4. 465).
86. οὐ μὰ γὰρ Ἀπόλλωνα] ἡ οὔ ἀπωμοτικῶς. πεπλεόνακε δὲ κατὰ Ἀττικὴν συνήθειαν.
Κάλχαν] ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν. Κάλχα. τὰ δὲ εἰς ας λή-
γοντα, διὰ τοῦ ντ κλινόμενα ἐπὶ τῆς γενικῆς, ἔχει τὴν κλητικὴν εἰς ν,
Θόαν, Αἶαν.
88. οὔτις ἐμεῦ ζῶντος] πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος·
συνέβαινε γὰρ ἀποθανόντος ἢ ἀποδημοῦντος Ἀχιλλέως αἰκισθῆναι
τὸν μάντιν. τινὲς δὲ τὸ σοί τοῖς ἐπάνω προσδιδόασιν, ἵνʼ ᾖ σοι δερ-
κομένοιο. βελτίων δὲ ἡ συνήθης ἀνάγνωσις.
90. οὐδʼ ἢν Ἀγαμέμνονα] ὁ τρόπος ὑπερβολή. ὃ δεδιὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυψεν Ἀχιλλεύς.
91. * ἐνὶ στρατῷ] Ἀχαιῶν, οὐκ ἐνὶ στρατῷ, αἱ Ἀριστάρχειοι. ὁμοίως καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Ζηνοδότου.
93. οὐ ταρ ὅγʼ εὐχωλῆς] οὕτως ὀξεῖαν ἐπὶ τοῦ ου· ὁ γὰρ τάρ ἐστι σύνδεσμος ἐπιφερόμενος ἐγκλιτικῶς, ὡς καὶ ἐπὶ τοῦ “εἴ ταρ ὅγʼ εὐχωλῆς (65). οὐ γάρ ἐστιν ὁ τε συμπλεκτικός· εἰ γὰρ ἦν, ἐπεφέρετο ἂν πάλιν ὁ τέ μετὰ ἀποφάσεως, οὔθʼ ἑκατόμβης. οὕτως γὰρ ἔστιν εὑρέσθαι τὸν τέ σύνδεσμον μετὰ τῆς οὔ ἀποφάσεως· “ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμήν” (Od. 4, 87).
*εὐχωλῆς ἐπιμέμφεται] ὅτι ἐλλείπει ἡ περί καὶ περισσὴ ἐστὶν
ἡ ἐπί ἐν τῷ ἐπιμέμφεται. κατεκερμάτισε δὲ τὸν Ἀγαμέμνονος λόγον
εἰς διαβολήν.
94. ἕνεκ᾿ ἀρητῆρος] βραχὺ διασταλτέον ἐπὶ τὸ ἑκατόμβης καὶ ἀρητῆρος. κοινὸν δὲ τὸ ἕνεκα· οὔτʼ εὐχωλῆς οὔθʼ ἑκατόμβης ἕνεκα, ἀλλʼ ἀρητῆρος ἕνεκα μέμφεται.
96. τούνεκ᾿ ἄρʼ ἄλγεʼ] ἀθετεῖται, ὅτι περισσός· πρόκειται γὰρ
“ἀλλ᾿ ἕνεκ᾿ ἀρητῆρος, ὃν ἠτίμησʼ Ἀγαμέμνων.”
97. λοιμοῖο βαρείας χεῖρας ἀφέξει] Δαναοῖσιν ἀεικέα λοιγὸν .ἀπώσει. οὕτως Ἀρίσταρχος. καὶ ἡ Μασσαλιωτικὴ δὲ καὶ ἡ Ῥιανοῦ τὸν αὐτὸν ἔχει τρόπον. ἔοικεν οὖν ἡ ἑτέρα Ζηνοδότου εἶναι, ἡ οὐδʼ ὅγε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει.
οὐδʼ ὅγε πρὶν λοιμοῖο] λέξεις ἐκ τῶν πρὸς Κωμανόν. τὸ μὲν ἀεικέα λοιγόν ὄλεθρον ἀπεοικότα λέγειν· τοῦτο δέ ἐστιν ἀπεχθῆ· ἀπριάτην δὲ σαφὲς ὡς ἄνευ τοῦ πρίασθαι καὶ ταὐτὸν τῷ νῦν λεγομένῳ δωρεάν.
98. ἑλικώπιδα] μελανόφθαλμον, ἀφʼ οὗ εὐπρεπῆ, ὡς “ ὕδωρ μέλαν
Αἰσήποιο” (Il. 2, 825) καὶ Καλλίμαχος “Αἴσηπον ἔχεις ἑλικώ-
99. ἀπριάτην ἀνάποινον] ὅτι οὐ κατὰ προσηγορίαν τὴν ἀπριάτην
λέγει, ἀλλʼ ἀντὶ τοῦ ἀπρατί, καὶ παράλληλον τὸ ἀνάποινον· τὸ γὰρ
αὐτὸ διʼ ἀμφοτέρων δηλοῦται. διασταλτέον δὲ βραχὺ ἀπριάτην, ἀνά-
ποινον, στικτέον δʼ ἐς Χρύσην, ἐπεὶ κοινὸν κατὰ πάντων τὸ πρίν. τὸ
ἀπριάτην ἐπιρρηματικῶς ἀκούει Ἀπολλώνιος ἀντὶ τοῦ ἀπριάδην.
ἄγειν] τοῦτο ἐπὶ νηὸς καὶ ἅρματος, ὡς τὸ “ὃ οἴκοθεν ἦγ᾿ ὁ γε-
ραιός” (Il. 11, 632). καὶ “ἦγον δὲ Μαχάονα ποιμένα λαῶν” (Il.
11, 596). παράληψις δὲ ὁ τρόπος. οὐ γὰρ ἐπʼ ἴσοις ἀπαλλάσσε-
σθαι δεῖ τοὺς προαμαρτήσαντας.
100. ἐς Χρύσην· τότε κέν μιν] ὅτι Ζηνόδοτος γράφει αἴ κέν μιν. γελοῖον δὲ διστακτικῶς λέγειν τὸν μάντιν.
103. φρένες ἀμφιμέλαιναι] ἡ ἀμφί πρὸς τὸ πίμπλαντο, ἀπὸ τῆς
τῶν ὑδάτων μεταφορᾶς· εἰσὶ δὲ τῶν ἐντοσθιδίων αἱ φρένες. (Soph.
Tr. 931) “πλευρὰς ὑφʼ ἧπαρ καὶ φρένας.” ἤδη δὲ οἱ νεώτεροι με-
λαίνας τὰς φρένας φασίν.
μέλαιναι] αἱ ἐν βάθει κείμεναι, ἢ τεταραγμέναι διὰ τὴν ὀργήν.
103, 104. * ὅτι ἀμφότεροι εἰς τὴν Ὀδύσσειαν (4, 661) μετάκειν- ται οὐκ ὀρθῶς.
105. Κάλχαντα πρώτιστα] ὅτι ἀπὸ τῶν ὄσσων κακῶς ὑπιδόμενος, οὐκ ἀπὸ τῆς ὄσσης, τῆς φωνῆς, κακολογήσας· οὐ γὰρ χρῆται Ὅμηρος τῇ ὄσσῃ ψιλῶς ἐπὶ τῆς φωνῆς, μᾶλλον δὲ ἐπὶ τῆς θείας κληδόνος.
106. *μάντι κακῶν] μετὰ τὸ κακῶν στικτέον.
μάντι κακῶν] ἡ συνήθεια μετὰ τὸ κακῶν στίζει, καὶ ἔστι τὸ
σημαινόμενον κακόμαντι, ἤτοι τὸ δύσφημον τοῦ Κάλχαντος καὶ ἀεὶ
τοιοῦτον λοιδοροῦντος τοῦ Ἀγαμέμνονος, ἢ τὸ παρακολουθοῦν ἀεὶ τοῖς
μάντεσιν ὡς ἴδιον ἁμάρτημα τῷ Κάλχαντι προστριβομένου· μάντεως
γὰρ τότε χρεία, ὅταν ἐν συμφορᾷ τινὲς ὦσιν.
κρήγυον] ὅτι ἅπαξ εἴρηται τὸ κρήγυον, καὶ οὐκ ἔστιν ἀληθὲς,
κρήγυον τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνὲς, ὃ ταυτόν ἐστι τῷ θνμῆρες.
108. ἐσθλὸν δʼ οὐδέ τί πω] συντείνει τοῦτο εἰς τὸ δεκαετῆ
μαντεύσασθαι αὐτὸν ἐν Αὐλίδι τὸν πόλεμον, ὅσον ἀπὸ τοῦ συμβόλου
τῶν στρουθῶν.
τί πω εἶπας ἔπος οὐδʼ ἐτέλεσσας] οὕτως αἱ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν ἐμφαντικὸν τὸ οὐδέ δὶς λεγόμενον.
μάντι κακῶν] δυσκαταπαύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ
ὀργιζόμενοι καὶ τὰ αὐτὰ ἐπαναλαμβάνουσιν ὡς μὴ κατʼ ἀξίαν
εἰρηκότες.
ἐντεῦθεν οἱ νεώτεροι ὁρμηθέντες ἱστοροῦσιν ὅτι τῶν Ἑλλήνων ἐν
Αὐλίδι πόλει τῆς Βοιωτίας ἀθροισθέντων καὶ ἀπλοίᾳ κατασχεθέντων,
Κάλχας ὁ μάντις ἐξεφώνησε μὴ δύνασθαι εἰς Ἴλιον ἄλλως ἐκπλεῦσαι
αὐτοὺς, εἰ μὴ Ἀγαμέμνων Ἰφιγένειαν τὴν θυγατέρα αὑτοῦ σφαγιάσῃ
Ἀρτέμιδι, διὰ τὸ φονεῦσαι αὐτὸν τὴν ἱερὰν αἶγα τὴν τρεφομένην ἐν τῷ
ἄλσει αὐτῆς, καὶ πρὸς τούτῳ καυχησάμενον εἰπεῖν ὅτι οὐδὲ ἡ Ἄρτεμις
οὕτως ἂν ἐτόξευσε. τοῦ δὲ Ἀγαμέμνονος διὰ τὴν πολλὴν ἀνάγκην
παραστήσαντος τὴν κόρην τῷ βωμῷ, κατοικτειρήσασαν τὴν θεὰν, καὶ
ἔλαφον ἀντὶ τῆς παρθένου παραστήσασαν, σῶσαι καὶ ἐν Ταύροις
τῆς Σκυθίας εἰς τὸ ἱερὸν τῆς θεοῦ εἰπεῖν πεμφθῆναι αὐτήν. ἡ ἱστορία
παρὰ πολλοῖς μὲν τῶν νεωτέρων, καὶ παρὰ Δίκτυϊ τῷ γράψαντι τὰ
Τρωικά.
110. ὡς δὴ τοῦδʼ ἕνεκά σφιν] ἀθετεῖται, ὅτι αἰρομένου τούτου
σύντομος γίνεται ἡ ἑρμηνεία καὶ οὐδὲν ἐλλιπὲς ἔχουσα.
σφιν] αὐτοῖς, τοῖς Ἕλλησι.
111. *κούρης] ὅτι ἐλλείπει ἡ περί πρόθεσις.
113. Κλυταιμνήστρης] ἡ Κλυταιμνήστρα γυνὴ μὲν Ἀγαμέμ-
νονος, Τυνδάρεω δὲ καὶ Λήδας τῆς Θεστίου θυγάτηρ, Ἑλένης δὲ
ἀδελφή.
προβέβουλα] ἀπὸ τοῦ βούλω, μέσος μόνος ὀφθεὶς ἐν τοῖς ἐνεργη- τικοῖς.
κουριδίης ἀλόχου] διὰ τί ὁ Ἀγαμέμνων τὴν αἰχμάλωτον τῆς
γαμετῆς προκρίνει: λέγει γὰρ Κλυταιμνήστρης προβέβουλα. καὶ
οἱ μέν φασιν ὅτι ἕνεκα τοῦ μὴ δοκεῖν Ἕλλησιν ἐφʼ ὕβρει κατέ-
χεσθαι τὴν κόρην· οἱ δὲ ὅτι ἐπαινεῖ τὴν Χρυσηΐδα, ἵνα μὴ τὰ.
τυχόντα τοῖς Ἕλλησιν, ἀλλὰ τὰ μέγιστα δοκῇ χαρίζεσθαι· ἔνιοι.
δὲ ἵνα ψευδόμενον ἀποδείξῃ τὸν Κάλχαντα. πῶς γὰρ ὀργίζοιτο ἂν-
ὁ θεὸς τῆς αἰχμαλώτου μηδὲν ἐφύβριστον πασχούσης;
114. οὔ ἑθεν] οὕτως ὀξυτονητέον τὴν οὔ ἀπόφασιν, ἵνʼ εἰς ἀπλῆν
μεταληφθῇ ἡ ἀντωνυμία· τοῦτο γὰρ καὶ Ἀρίσταρχος παρήγγειλεν·
ἐὰν γὰρ ὀρθοτονήσωμεν, ἔσται τὸ ἑαυτῆς σύνθετον, οὕτως ὡς τὸ “οἳ
ἔθεν ὀτρύνοντος” (Il. 15, 199), καὶ “οὓς ἕθεν εἵνεκʼ ἔπασχον”
(l. 3, 128).
115. οὐ δέμας] δέμας ὁ ποιητὴς τὸ ἔμψυχον εἴωθε λέγειν, παρὰ
τὸ δεδέσθαι καὶ συνεστηκέναι, οἷον “οὐ δέμας οὐδὲ φυήν” καὶ πάλιν
“δέμας δʼ ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε” (Od. 4, 796) καὶ
“ἐπεὶ οὕτως οὐδὲ ἔοικε θνητὰς ἀθανάτῃσι δέμας” (Od. 5, 212). καὶ
σῶμα δὲ καλεῖ τὸ ἄψυχον, ἐπεὶ σῆμά τί ἐστι τοῦ ποτὲ ζῶντος, οἷον
“σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν” (Il. 7, 79)· καὶ ἐπὶ τοῦ
Ἐλπήνορος πάλιν “σῶμα γὰρ ἐν Κίρκης κατελείπομεν αὖθις ἡμεῖς
ἄκλαυτον καὶ ἄθαπτον” (Od 11, 53)· καὶ “ὧν ἔτι καὶ νῦν σώματʼ
ἀκηδέα κεῖται” (Od. 24, 186). Εὐριπίδης μέντοι ἐνηλλαγμένως
δέμας μὲν ἐπὶ τοῦ νεκροῦ, λέγων “ἕκτον δὲ δὴ τόδʼ ἦμαρ ἐξ ὅτου
σφαγαῖς θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας·” (Orest. 40.)
τὸ δὲ σῶμα ἐπὶ ἐμψύχου λαμβάνει, λέγων “δεῖξαι γὰρ Ἀργείοισι
σῶμʼ αἰσχύνομαι” (ibid. 98).
116. * τὸ ὡς ὁπότε σημαντικόν ἐστι τοῦ ὅμως, περισπᾶται.
*στικτέον ἐπὶ τὸ ἄμεινον· ψυχροὶ γὰρ οἱ ἐπὶ τὸ πάλιν στίζοντες.
117. βούλομʼ ἐγὼ λαὸν σόον] ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν ὡς
σόον ἔμμεναι] οὕτως, σῶν, αἱ Ἀριστάρχον, οὐ διῃρημένως σόον,
ἀλλὰ σῶν. συνάδει καὶ τὸ “νῦν μοι σῶς αἰπὺς ὄλεθρος” (Od. 5,
305). ἔσθʼ ὅπου δὲ καὶ διαιρεῖ· “σόον δʼ ἀνένευσε” (Il. 16, 252).
ὁ δὲ λόγος τοιοῦτος· θέλω, φησὶν, ἐγὼ τὸν ὄχλον μᾶλλον σώζεσθαι
καὶ αὐτὸς ἀπολέσθαι· ὁ γὰρ ἤ σύνδεσμος ἀντὶ τοῦ καί παρείληπται
τῷ ποιητῇ. Πορφύριος δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπο-
λέσθαι ἐγώ.
120. λεύσσετε] Ἀρίσταρχος διὰ δύο σσ, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ
τοῦ μέλλοντος, ὡς ἄξετε οἴσετε, “καταβήσεο δίφρου” (Il. 5, 109).
ὅ μοι] ἀποκοπὴ τοῦ ὅτι μοι.
γέρας ἔρχεται ἄλλῃ] σὺν τῷ ι τὸ ἄλλῃ. καὶ ἔστιν ἄλλοσε, ὥσπερ
τὸ πάντῃ. ὁ γὰρ νοῦς τῶν λεγομένων τοιοῦτος· ἐμοὶ δὲ γέρας παρα-
σκευάσατε, ὅπως μὴ ὑπολειφθῶ ἀγέραστος ἐν τοῖς Ἕλλησιν· ὁρᾶτε
γὰρ δή μου τὸ γέρας ἀλλαχόσε ἀπερχόμενον. θαυμάσειε δʼ ἄν τις
Πτολεμαίου τοῦ Ὀροάνδου τὴν ἀπειρίαν· ἐν γὰρ τῷ τρίτῳ τῶν Ὁμη-
ρικῶν ὑποδειγμάτων παραδεικνὺς ὅτι ἀντὶ τοῦ ἑτέρου τῷ ἄλλῳ ἔσθʼ
ὅπη καταχρῆται Ὅμηρος, καὶ τοῦτο φέρων ἐντέθεικε τὸ μαρτύριον “ὅ
μοι γέρας ἔρχεται ἄλλῃ,” ὡς ἐκεῖνο “πῦρ ἕτερον μὲν ὑπʼ αἰθούσης
εὐερκέος αὐλῆς, ἄλλο δʼ ἐνὶ προδόμῳ (II. 9, 472) καὶ “ὅς χʼ ἕτερον
μὲν κεύθῃ ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ” (Il. 9, 313). ἁπλῶς δʼ ἔοικε
νοῦς ὑγιὴς μὴ ὑποφαίνεσθαι διὰ τῆς ἐκδοχῆς ταύτης· καὶ εἴη ἂν τὸ
παρόραμα οὐκ ἐπιστήσαντος αὐτοῦ τοῖς παραδείγμασιν.
124. οὐδέ τί πω] διὰ τοῦ ο καὶ υ, οὕτως καὶ ἡ Σωσιγένους καἰ
ἡ Ἀριστοφάνους.
οὐδέ τί πω ἴδμεν ξυνήϊα κείμενα πολλά] τινὲς ἐπὶ τὸ κείμενα στίζουσι, καὶ τὸ πολλά τοῖς ἑξῆς συνάπτουσι, κακῶς. ξυνὸν δὲ ξυνεῖον ὡς κοινὸν κοινεῖον· καὶ διαίρεσις Ἰωνικὴ ξυνήϊον.
126. λαούς] παρὰ τὸ λᾶαν· λᾶας δὲ κατὰ διάλεκτον ὁ λίθος.
Προμηθέως παῖς Δευκαλίων γίνεται. οὗτος βασιλεύων τῶν περὶ
μέρη τῆς Ἑλλάδος κατέκλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους
ὀλίγων χωρὶς, οἵτινες συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη. τότε
δὲ καὶ τὰ κατὰ Θεσσαλίαν στενώματα διέστη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ
καὶ Πελοποννήσου συνεχύθη πάντα. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ
τῆς θαλάσσης φερόμενος ἐφʼ ἡμέρας ἐννέα καὶ νύκτας ἴσας τῷ
Παρνασσῷ περιηχεῖτο, κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων ἐκβὰς
ἔθυσε Διὶ φυξίῳ. Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπέτρεψεν
αἰτεῖσθαι ὅ τι βούλεται· ὁ δὲ αἱρεῖται ἀνθρώπους αὑτῷ γενέσθαι,
καὶ Διὸς εἰπόντος ὑπὲρ κεφαλῆς ἔβαλλεν αἴρων τοὺς λίθους· καὶ
οὓς μὲν ἔβαλλεν οὗτος, ἄνδρες ἐγίνοντο, οὓς δὲ ἡ Πύρρα, γυναῖκες.
ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ.
παλίλλογα] οὐ δίκαιόν ἐστιν εἰς τὸ αὐτὸ πάλιν συναγαγεῖν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι χρήματα. παρὰ τὸ λέγω, ὅθεν καὶ τὸ συλλέγω. τὸ δὲ ταυτʼ Τυραννίων ὀξύνει.
127. ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες] οὐ χάριν αἰτεῖ, ἀλλʼ ὡς κακῷ
δανειστῇ κέχρηται, καὶ διπλᾶ καὶ τριπλᾶ ἀποδώσειν ἐπαγγέλλεται.
128. ἀποτίσομεν] πιστοῦται τὴν ὑπόσχεσιν ὡς ἐπὶ δανείου, καὶ ἑαυτὸν καθυπογράφει τῷ χρέει.
αἴ κέ ποθι Ζεύς] ὅτι μεθʼ ὑπεξαιρέσεως δεῖ ποιεῖσθαι τὰς ὑπο- σχέσεις διὰ τὸ ἄδηλον τῆς τύχης.
129. Τροίην] οὕτως Ἀρίσταρχος τρισυλλάβως, καὶ ἐνθάδε καὶ ἐν
τῇ Λ τῆς Ὀδυσσείας (510) “ἤτοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φράζευ.”
καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. ἔστι δὲ καὶ τὸ τῆς χρήσεως τῆς
Ὁμηρικῆς ἰδίωμα παραφυλάξαι οὕτως, ὡς ὅτι εἴ που λέγει τὸ Τροίη
τοῦτο ὁ Ἡρωδιανός.
δῷσι πόλιν Τρωίην] ὅτι Ζηνόδοτος γράφει δῷσι πόλιν Τροίην,
ὡς ἐπὶ τὴν Ἴλιον βουλόμενος γενέσθαι τὴν ἀναφορὰν, ἀπιθάνως·
ἄδηλον γὰρ ἦν εἰ ἑλοῦσιν αὐτήν. ἔστιν οὖν ὁ λόγος περὶ μιᾶς
πόλεως τῶν περιοίκων· ταύτας γὰρ ἐπόρθει ὁ Ἀχιλλεύς. διὸ καὶ
ἐν τρισὶ συλλαβαῖς ἀναγινώσκεται. Ζωΐλος δὲ ὁ Ἀμφιπολίτης
καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητὴν, ἀντὶ
ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι· τὸ γὰρ δῶσί φασι πληθυν-
τικόν. ἀγνοοῦσι δέ· ἔστι γὰρ τὸ δῷ ἑνικὸν ἐκτεταμένον, ὡς τὸ λέγῃ
λέγῃσι, φέρῃ φέρῃσι. τοιοῦτόν ἐστι καὶ τὸ ἐν Ὀδυσσείᾳ (1, 168),
τὸ “φῇσιν ἐλεύσεσθαι,” καὶ τὸ “εἰσόκε μοι μάλα πάντα πατὴρ
ἀποδῷσιν ἔεδνα” (Od. 8, 318). κἀνταῦθα γὰρ ἀποδῷ· διὸ καὶ
τὸ ι ἔχει προσκείμενον. μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ ὁ Ἡρω-
διανός.
131. μηδʼ οὕτως ἀγαθός περ] ὅτι ἰδίως κέχρηται τῷ πέρ συν-
δέσμῳ, ἀντὶ τοῦ γέ ἢ τοῦ δή.
θεοείκελʼ Ἀχιλλεῦ] εὐειδὴς γὰρ παρὰ πάντας τοὺς ἥρωας ὁ Ἀχιλλεὺς καὶ γυναικοπρόσωπος, ὡς καὶ εἰς τὸν Λυκομήδους παρθε- νῶνα εἰσελθόντα αὐτὸν ἀγνοηθῆναι ὅτι εἴη ἀνήρ.
133, 134. ἢ ἐθέλεις, ὄφῤ] ἀθετοῦνται, ὅτι εὐτελεῖς τῇ συνθέσει
καὶ τῇ διανοίᾳ, καὶ μὴ ἁρμόζοντες Ἀγαμέμνονι.
* ἐσχημάτισεν οὐχ ὁμοίως, τῷ αὐτός ἐπενεγκὼν αὐτὰρ ἔμʼ αὕτως.
136. ἄρσαντες] Ἀρίσταρχος δασύνει· ἔνθεν γάρ φησι γεγονέναι
καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸς ψιλοῖ, λέγων ἀπὸ τοῦ ἄρω, οὗ ὁ
μέλλων Αἰολικῶς ἄρσω· τὸ δὲ ᾱ καὶ τὸ ε, πρὸ τοῦ ρ ὄντα, ἑτέρου
φωνήεντος ἐπιφερομένου ψιλοῦται.
137. * ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι] ὅτι περισσεύει ὁ τε σύνδεσμος.
καὶ τὸ ῥῆμα ἤλλακται, ἕλωμαι ἀντὶ τοῦ ἑλοίμην. οὕτως δὲ γίνεται περισσὸς ὁ “ἄξω ἑλών.”
139. ἄξω ἑλών] ἀθετεῖται, ὅτι πλήρης ὁ λόγος, ἀλλαγῆς γενο- μένης τοῦ ῥήματος, ἕλωμαι ἀντὶ τοῦ ἑλοίμην. καὶ εὔηθες τὸ προσ- κείμενον “ὁ δέ κεν κεχολώσεται·” πῶς γὰρ οὐκ ἔμελλε χολοῦσθαι;
141. * ἐρύσσομεν] ὅτι τὸ ἐρύσσομεν ἐστὶν ἀντὶ τοῦ ἐρύσσωμεν· συνέσταλται γάρ.
142. *ἐς] διὰ τοῦ ν Ἀρίσταρχος, ἐν δʼ ἐρέτας.
143. θείομεν] ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν. ἀναγκαῖος δὲ ὁ περὶ τῆς Χρυσηΐδος λόγος· ταύτης γὰρ ἕνεκα ἐγένετο καὶ ὁ λοιμός.
144. * βραχὺ διασταλτέον ἐπὶ τὸ ἀρχός, ἵνʼ ᾖ ἀνὴρ βουληφόρος ἀρχὸς ἔστω.
147. ὄφρʼ ἥμιν] οὕτως ὀξυτόνως τὴν ἄρχουσαν τοῦ ἥμιν· ἁπλῆ γάρ ἐστιν. ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι μᾶλ- λον τὸ μέτρον.
148. τὸν δʼ ἄῤ ὑπόδρα ἰδών] τὸ σημεῖον, ὅτι εἰκὸς ἦν διαπεπυ- ρῶσθαι τὸν Ἀχιλλέα, ὅτε ἔλεγεν ὁ Ἀγαμέμνων “ἢ τεὸν ἢ Αἴαντος.” ὁ δὲ ποιητὴς διαστηματικὸς ὢν οὐκ ἠδυνήθη εἰπεῖν, μέχρις οὗ συγ- κλείσῃ τὸν Ἀγαμέμνονος λόγον.
149. κερδαλεόφρον] παροξυτόνως ἡ κλητική. καὶ καθόλου τὰ
παρὰ τὸ φρήν συντεθέντα, εἰς ων καταλήξαντα, ἐπὶ κλητικῆς παρ-
οξύνεται, Λυκόφρον, “καρτερόθυμε δαίφρον” (Il. 5, 277). τὰ δὲ
ἄλλα ἐπὶ κλητικῆς ἀναδίδωσι τὸν τόνον, ὁπότε ἐστὶ σύνθετα εἰς
ον βαρύτονα, Ἀγάμεμνον, ὀλβιόδαιμον, κυλλοπόδιον, Ποσείδαον.
ἔνθεν παράλογος ἡ Λακεδαῖμον προπερισπωμένη κλητική.
τὰ κέρδεα ἀπλᾶ μὲν ὄντα μέσα ἐστὶ, συντιθέμενα δὲ ψόγον δηλοῖ. ὡς ὄψα ἐσθίειν καὶ ὀψοφαγεῖν. φησὶ γοῦν “κέρδεά θʼ οἷ᾿ οὔ πώ τινʼ ἀκούομεν” (Od. 2, 118).
151. ἶφι] ἐσχημάτισται οὕτως. ἴς ἰνός ἰνόφι, ὡς χαλκός χαλκοῦ χαλκόφι. καὶ κατὰ συγκοπὴν τῆς νο συλλαβῆς ἶφι.
153. δεῦρο μαχησόμενος] βέλτιον ἐπὶ τὸ δεῦρο διαστέλλειν, ἵνʼ
ἡ ἤλυθον δεῦρο, * * * ἐπεὶ σόλοικόν ἐστι, τὴν εἰς τόπον σχέσιν
δηλοῦντος τοῦ ἐπιρρήματος. δύναται δʼ ἴσως τις λέγειν ὡς
καὶ τὴν ἐν τόπῳ σχέσιν δηλοὶ ἐν Ὀδυσσεία “ πωλεῖταί τις δεῦρο
γέρων ἄλιος ” (Od. 4, 384)· σημαίνει δὲ ἀντὶ τοῦ ἀναστρέφεται
ἐν τούτῳ τῷ τόπῳ. βέλτιον δέ ἐστι τὸ πρότερον, ἐπεὶ καὶ ἐκεῖ τὴν
εἰς τόπον σχέσιν μᾶλλον δηλοῖ, ἀντὶ τοῦ παραγίνεται πολλάκις
ἐνθάδε.
154. οὐ γὰρ πώποτʼ] οὕτως ὑφʼ ἓν, πώποτε, Ἀρίσταρχος. ἀεὶ
δὲ τὸ πώποτε ἐν συνθέσει ἂν ἐπὶ παρῳχημένου παραλαμβάνεται,
οὐδέποτε δὲ ἐπὶ μέλλοντος.
156. *περισπαστέον τὸν ἡ· ἔστι γὰρ βεβαιωτικός.
157. *σκιόεντα] σκιόωντα διὰ τοῦ ω Ἀρίσταρχος.
θάλασσά τε ἠχήεσσα] ὁ λόγος, οὐδέποτε ἠδίκησάν με οἱ Τρῶες,
ἐπειδὴ μεταξὺ Φθίας καὶ Πελοποννήσου πολλά ἐστι μέγιστα ὄρη
καὶ πολλὴ θάλασσα, ὡς μήτε ὑπήκοόν με σοὶ εἶναι μήτε ἀστυ-
γείτονα.
159. τιμὴν ἀρνύμενοι] ὅτι Ζηνόδοτος γράφει τιμὴν ἀρνύμενος,
καὶ τὸν ἑξῆς ἠθέτηκεν. ἠγνόηκε δὲ ὅτι ἡ τιμὴ νῦν ἀντὶ τῆς τιμωρίας
κεῖται· καὶ τὸ ἀρνύμενος οὐκ ἔστι λαμβάνων, ἀλλʼ ἀντὶ τοῦ εἰσπρατ-
τόμενος παρὰ Τρώων.
160. πρὸς Τρώων τῶν οὔ τι μετατρέπει] τινὲς ἐπὶ τὸ Τρώων
στίζουσι, καὶ τὸ ἐπιφερόμενον μόριον ἐπὶ τὰ προειρημένα πράγματα,
οὐκ ἐπὶ τοὺς Τρῶας ἔχειν τὴν ἀναφορὰν βούλονται. ἐὰν μέντοι
ἐπὶ τὸ Τρώων ἀναφέρηται καὶ ἀντὶ ὑποτακτικοῦ τοῦ ὧν κέηται, βραχὺ
διαστελοῦμεν ἐπὶ τὸ Τρώων, ὡς ἐπὶ τοῦ “οὐλομένην ἣ μυρίʼ
Ἀχαιοῖς.”
τῶν οὔ τι μετατρέπει οὐδʼ ἀλεγίζεις] ἤτοι τῶν πεπραγμένων
εἰς τὴν σὴν χάριν, ἢ τῶν ἀκολουθησάντων. δύναται δὲ καὶ ὑπὲρ
* Ἰακῶς τὸ μόγησα αἱ Ἀριστάρχου.
163. *ὁππότʼ Ἀχαιοί] ὅτι Ζηνόδοτος γράφει οὐδʼ ὅτʼ Ἀχαιοί. ἠγνόηκε δὲ ὅτι ἤλλακται τὸ ἔχω ἀντὶ τοῦ ἔσχον.
164. Τρώων ἐκπέρσωσʼ] ὅτι φανερὸν ἐκ τούτου ὡς καὶ ἐν τοῖς ἐπάνω (129) περί τινος τῶν περιχώρων ἐστὶ πόλεων ὁ λόγος. καὶ ὅτι ὁ χρόνος ἤλλακται, ἐκπέρσωσιν ἀντὶ τοῦ ἐκπέρσουσιν.
166. δασμός] μερισμὸς τῶν λαφύρων δηλονότι.
168. ἔρχομʼ ἐπὶ νῆας, ἐπὴν κεκάμω] ὅτι δύναται ὑφʼ ἓν κεκάμω,
δύναται δὲ καὶ χωρὶς τοῦ κε· καὶ ὅτι ἤλλακται ὁ χρόνος, ἔρχομαι ἀντὶ
τοῦ ἠρχόμην.
Ἀρίσταρχος γράφει ἐπεί κε κάμω, ἵνα μὴ ᾖ διπλασιασμὸς ἐν.
τῷ ῥήματι· καὶ οὕτως ἡ συνήθης ἀνάγνωσις. οὕτως δὲ καὶ Ἡρω-
διανὸς, φάσκων ὅτι τὸ ἐπήν ἔχει τὸν ἄν, καὶ τίς χρεία ἐν δευτέρῳ
αὐτὸν κεῖσθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲς ἐπήν κε γράφουσιν.
169. *Φθίηνδʼ] οὕτως σὺν τῷ δ αἱ Ἀριστάρχου, Φθίηνδ᾿. καὶ ἡ Ζηνοδότου ὁμοίως.
ὁ νοῦς, ὑπερβατόν· νῦν δʼ εἶμι Φθίηνδε σὺν νηυσὶ κορωνίσιν,
ἐνθάδʼ ἄτιμος ἐὼν, ἐπειὴ πολὺ φέρτερόν ἐστιν. οὐχ ὑπολαμβάνω δέ
σε, φησὶν, ἐμοῦ ἀπόντος καταστρέψαι τὴν Ἴλιον καὶ πλοῦτον πολὺν
σχεῖ.
*ὅτι πτῶσις ἐνήλλακται· ἀντὶ γὰρ γενικῆς κέχρηται ὀνομαστικῇ, ἀντὶ τοῦ οὐχ ὑπονοῶ δὲ ἐνθάδε σε ἐμοῦ ὄντος ἀτίμου πλουτήσειν.
171. ἄφενος καὶ πλοῦτον] ἄφενος καλεῖται ἡ ἀπὸ ἑνὸς ἐνιαυτοῦ
περιουσία, πλοῦτος δὲ ἡ ἀπὸ πολλῶν.
173. φεῦγε μάλʼ] διασταλτέον βραχὺ ἤτοι ἐπὶ τὸ φεῦγε ἢ ἐπὶ τὸ μάλα. ἢ γὰρ φεῦγε μάλα, ἢ εἴ τοι μάλα θυμὸς ἐπέσσυναι, εἰ λίαν ὤρμησαι. ἢ τάχα περιττεύει τὸ μάλα.
θυμός] τοῦτο τὸ ὄνομα παρὰ τῷ ποιητῇ σημαίνει πέντε, τὴν
ὀργὴν, ὡς ἐν τῷ “ θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων” (Il.
2, 196)· τὴν ψυχὴν, ὡς ὅταν εἴπῃ “μελιηδέα θυμὸν ἀπηύρα” (Il.
10, 495)· τὴν ἐπιθυμίαν, ὡς ἐν τῷ “ θυμῷ εἴξασα μίγη φιλότητι
καὶ εὐνῇ” (Od. 5, 126)· τὸν ἐπιλογισμὸν, ὡς τὸ “ἕτερος δέ με
θυμὸς ἀνῆκεν” (Od. 9, 302)· τὴν ὁμόνοιαν, ὡς ἐπὶ τοῦ “ἀλλ᾿ ἕνα
θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ” (Od. 3, 128).
*ἔγωγε] οὕτως προπαροξυτονητέον τὸ ἔγωγε, ἵνʼ ᾖ ἕν.
174. πάῤ ἔμοιγε] τὴν παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν ὀξυτονη-
τέον. καὶ καθόλου ὁπότε σημαντικαί εἰσι ῥημάτων αἱ προθέσεις,
τοῦτον τὸν τόνον ἀναδέχονται· “ ἐπεὶ οὐ τοι ἔπι δέος” (515) “οὐ γὰρ
ἔπʼ ἀνὴρ οἷος Ὀδυσσεύς” (Od. 2, 58). τὴν δὲ ἔμοιγε προπαροξυτο-
νητέον· ἔστι γὰρ Ἀττικὴ, ὡς καὶ ἡ ἔγωγε.
175. *οἵ κέ με τιμήσουσι] ὅτι περισσὸς ὁ σύνδεσμος, ἢ τὸ τιμήσουσιν ἀντὶ τοῦ τιμήσειαν.
* μητίετα] οὕτως Ἀρίσταρχος τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν· καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις. καὶ ἴσως πλεονασμός ἐστι τοῦ ε.
οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς] Βοιωτῶν καὶ
Αἰολέων ὁ τοιοῦτος τῶν ὀνομάτων μετασχηματισμὸς, οἷον “ αὐτὰρ ὁ
αὖτε Θυέστα” (Il. 2, 107) ἀντὶ τοῦ Θυέστης, καὶ ἱππηλάτα ἀντὶ
τοῦ ἱππηλάτης, καὶ νεφεληγερέτα ἀντὶ τοῦ νεφεληγερέτης, καὶ κυα-
νοχαῖτα ἀντὶ τοῦ κυανοχαίτης. παῤ ἡμῖν δὲ οὐδὲν ἀρσενικὸν ὄνομα
ἐπὶ τῆς εὐθείας εἰς α λήγει.
τὰ εἰς ης βαρύτονα βραχείᾳ παραληγόμενα, ἀπρόσληπτα τοῦ σ κατὰ γενικὴν, παροξυνόμενα, ἐν τῇ κλητικῇ φυλάττει τὸν τόνον. σεσημείωται τὸ δέσποτα καὶ εὐρύοπα καὶ μητίετα προπαροξυτο- νούμενα.
176. * ἔχθιστος] ὅτι συγκριτικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο.
διοτρεφέων] τῶν σὺν Διὸς γνώμῃ τεθραμμένων, ἐπεὶ τῆς αὐτοῦ σειρᾶς εἰσὶν, ὡς καὶ Ἡσίοδός φησιν (Th. 94) “ἐκ γάρ τοι Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἐπὶ χθονὶ καὶ κιθαρισταὶ, ἐκ δὲ Διὸς βασιλῆες.”
177. *αἰεὶ γάρ τοι ἔρις] ὅτι ἐνταῦθα ὀρθῶς εἴρηται, ἐν δὲ τῇ
Ὀδυσσείᾳ οὔ.
178. εἰ μάλα καρτερός ἐσσι] ἐπὶ τὸ ἐσσί ὑποστικτέον, ἵνα στί-
ζωμεν κατὰ τὸ τέλος τοῦ στίχου, τὰ δὲ ἑξῆς ἀπʼ ἄλλης ἀρχῆς προ-
φερώμεθα, οἴκαδʼ ἰών. ἢ ὑποστικτέον καὶ ἐπὶ τὸ ἔδωκεν ἀνυποκρίτως,
ὡς διὰ μέσου τὸ ἡμιστίχιον ἀναφωνεῖσθαι, καὶ τὸ ἑξῆς εἶναι, εἰ
μάλα καρτερός ἐσσι, οἴκαδʼ ἰών.
180. Μυρμιδόνεσσιν ἄνασσε] Αἴγιναν τὴν Ἀσωποῦ τοῦ ποταμοῦ
Θηβῶν θυγατέρα ἁρπάσας Ζεὺς κατῆλθεν εἰς Φλιοῦντα, καὶ φθείρας
τὴν προειρημένην ἔγκυον ἐποίησεν, ἥτις Αἰακὸν ἐγέννησεν. Ἀσωπὸς
δὲ τὴν θυγατέρα ζητῶν ἔμαθεν παρὰ Σισύφου καὶ τὸν ἁρπάσαντα
καὶ τὸν τόπον εἰς ὃν κατεληλύθει. μὴ μελλήσας οὖν ἔσπευσε. μέλ-
λων δὲ ὁ Ζεὺς ἐπʼ αὐτοφώρῳ καταλαμβάνεσθαι τὴν μὲν Αἴγιναν
μετεμόρφωσεν εἰς ὁμώνυμον νῆσον, αὐτὸς δὲ μετεβλήθη εἰς λίθον.
ἐλθὼν δʼ ὁ Ἀσωπὸς καὶ μηδʼ ὅντινα καταλαβὼν ἔμπαλιν εἰς τὰς
ἰδίας ὑπέστρεψε πηγάς. βουλόμενος δʼ ὁ Ζεὺς τιμωρήσασθαι τὸν
μηνύσαντα, ἠνάγκασεν αὐτὸν ἐν τοῖς ὑποχθονίοις τοσοῦτο μέγεθος
πέτρου ἀνωθεῖν, εἰς ὅσον αὐτὸς μετεβλήθη. Αἰακοῦ δὲ ἐν τῇ νήσῳ
μόνου ὄντος, ὁ Ζεὺς κατοικτείρας τοὺς αὐτόθι μύρμηκας μετέβαλεν
εἰς ἀνθρώπους· ἀφʼ ἧς αἰτίας Μυρμιδόνες ἐκλήθησαν.
181. ὧδε] στικτέον ἐπὶ τὸ ὧδε καὶ ὑποστικτέον ἐπὶ τὸ Ἀπόλ-
λων, ἵν᾿ ἀπʼ ἄλλης ἀρχῆς ᾖ τὸ ὡς ἔμʼ ἀφαιρεῖται.
184. *ὅτι τὸ ἄγω ἀντὶ τοῦ ἄγοιμι.
Βρισηΐδα] Βρισηΐς ἀπὸ τοῦ βρι, ἡ βαροῦσα πάντας ἢ πάντα τῷ κάλλει.
185. αὐτὸς ἰὼν κλισίηνδε] βραχὺ διασταλτέον ἐπὶ τὸ γέρας καὶ σέθεν καὶ φάσθαι· ἐπανάληψις γάρ ἐστιν ὑποτακτικοῦ μέρους. καὶ τὸ ὄφρα κοινὸν κατὰ πάντων νοεῖται.
*οὕτω περισπαστέον τὸ εἰδῇς.
189. στήθεσσιν λασίοισι] νῦν περὶ τοῦ θυμοειδοῦς μέρους τῆς
ψυχῆς φησὶν, ἀφʼ οὗ λέγει στήθεσσιν· ὑπό γὰρ τὰ στέρνα κεῖται
ἡ καρδία, ἐν ἐστὶ τὸ πυρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς.
σημαίνει δὲ καὶ τοῖς θερμοῖς· ἡ θέρμη γὰρ αἰτία τῆς ἐκφύσεως τῶν
τριχῶν.
διάνδιχα] ὅτι δύο ἐμερίμνησεν οὐκ ἐναντία ἀλλήλοις, ὅπερ ἐκλα-
βών τις προσέθηκεν “ἠὲ χόλον παύσειεν.” βραχὺ δὲ διασταλτέον
ἐπὶ τὸ μερμήριξεν· ὁ γὰρ λόγος, διχῶς ἐλογίσατο, τοὺς μὲν ἀνα-
στῆσαι, τὸν δʼ Ἀγαμέμνονα ἀνελεῖν.
μερμήριξα] μερίζω μερμερίζω, καὶ ἐκτάσει μερμηρίζω, ὡς δάπτω δαρδάπτω.
190. ἢ—ἠέ] τὸν μὲν πρότερον σύνδεσμον βαρυτονητέον, τὸν δὲ δεύτερον περισπαστέον· διαπορητικὴ γάρ ἐστιν ἡ σύνταξις. καὶ οὕτως ἐν τῇ καθόλου.
192. *ἠὲ χόλον παύσειε] ὅτι ἐκλύεται τὰ τῆς ὀργῆς. διὸ ἀθε- τεῖται.
193. ἕως ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν] ἐνταῦθα
μὲν ὑποστικτέον, ἐπὶ δὲ τὸ ξίφος ἤτοι ὑποστικτέον ἢ στικτέον. ἐὰν
μὲν οὖν ὑποστίζωμεν, ὁ ἐπιφερόμενος σύνδεσμος περισσὸς ἔσται,
ἦλθε δʼ Ἀθήνη· ἐὰν δὲ στίζωμεν, οὗτος μὲν καλῶς κείσεται, ὁ
δὲ πρότερος πλεονάσει ἐν τῷ “ἕλκετο δʼ ἐκ κολεοῖο.” βέλτιον δὲ
ὑποστίζειν ἀμφότερα· ἐν ὅσῳ γὰρ λογίζεταί τε καὶ σπᾶται, ἦλθεν
ἡ Ἀθηνᾶ.
194, 195. * ἦλθε δʼ Ἀθήνη οὐρανόθεν] ὅτι περισσὸς ὁ δέ σύν- δεσμος.
194, 195. * ἦλθε δʼ Ἀθήνη οὐρανόθεν] ὅτι οὐκ ὀρθῶς ἐκ τοῦ ποιητι- κοῦ προσώπου λέγεται.
195. ὡς ἐκ τοῦ οὐρανοῦ, παρεγένετο, φησὶν, ἡ Ἀθηνᾶ, ὅ ἐστιν ἡ
φρόνησις· δεῖ γὰρ οὕτως αὐτὴν καταβαίνειν, οἷα καὶ τῆς κόμης αὐτὸν
κρατεῖν καὶ οὐκ ἄλλου μέρους τοῦ σώματος, ἀλλʼ ἔνθα ἵδρυται τὸ
λογικὸν τῆς ψυχῆς μέρος. εὐλόγως δὲ καὶ οἱ μυθογράφοι φασὶν
ὅτι ἔγκυος οὖσα ἡ Μῆτις τὴν Ἀθηνᾶν κατεπόθη ὑπὸ τοῦ Διὸς, καὶ
ἀπὸ τῆς κεφαλῆς αὐτοῦ ἐν τῷ ὡρισμένῳ τῆς ἀποκυήσεως χρόνῳ
ἐξέθορεν ἡ θεὸς σὺν ὅπλοις. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ ἐν πρώτῳ.
197. κόμης ἕλε Πηλείωνα] ὅτι οὕτως λέγει, τὸν Πηλείωνα τῆς
κόμης εἷλεν, οὐχὶ τοῦ Πηλείωνος τὴν κόμην. ἀγνοήσαντες δέ τινες
γράφουσι ξανθῆς δὲ κόμης ἕλε Πηλείωνος. διὰ τούτου δὲ αἰνίττεται
τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος· οἱ γὰρ ξανθότριχες τοιοῦτοι.
198. *ὁρᾶτο] ὅτι Ζηνόδοτος γράφει ὁρῆτο. τοῦτο δὲ Δώριον.
200. Παλλάδʼ Ἀθηναίην] Παλλάδα τὴν Ἀθηνᾶν ἐπιθετικῶς, ἤτοι
ἀπὸ τοῦ πάλλειν καὶ κραδαίνειν τὸ δόρυ (πολεμικὴ γὰρ ἡ θεός), ἢ ὅτι
Πάλλαντα ἕνα τῶν γιγάντων ἀπέκτεινεν, ἢ ἀπὸ τοῦ ἀναπαλθῆναι
αὐτὴν ἀπὸ τῆς κεφαλῆς τοῦ Διὸς, ἢ διὰ τὸ παλλομένην τὴν καρδίαν
τοῦ Διονύσου προσκομίσαι τῷ Διί.
δεινὼ δέ οἱ ὄσσε φάανθεν] διὰ τῆς ἐκπλήξεως Ἀχιλλέως τὴν
Ἀθηνᾶν γλαυκῶπιν παρέστησεν. τινὲς δὲ φάανθεν ἀντὶ τοῦ ἐφωτί-
σθησαν οἱ τοῦ ἥρωος ὀφθαλμοί.
201. καί μιν] τὸ μιν Ἰώνων.
202. αἰγιόχοιο] τοῦ ἀπὸ τῆς αἰγὸς ὀχὴν λαβόντος· ὅθεν καὶ Ζεὺς τῇ Ἀμαλθείᾳ τὸ κέρας δίδωσι πάσης τροφῆς παρεκτικόν.
203. * ὅτι χωρὶς τοῦ σ τὸ ἴδῃ. οὕτως καὶ ἡ Ἀριστάρχου.
204. ἀλλ᾿ ἔκ τοι ἐρέω] ἤτοι στικτέον ἐπὶ τὸ ἐρέω, ἢ βραχὺ δια- σταλτέον. ἐὰν μὲν οὖν στίζωμεν, ἔσται τὸ λεγόμενον, τοῦτο καὶ τετε- λέσθαι ὑπολαμβάνω· ἐὰν δὲ διαστέλλωμεν, ἔσται ὁ δέ κείμενος ἀντὶ τοῦ δή, καὶ τὸ τό ἀντὶ ὑποτακτικοῦ τοῦ ὅ.
ἀλλʼ ἔκ τοι ἐρέω] ὅτι Ζηνόδοτος γράφει τὸ δὲ καὶ τετελεσμένον
ἔσται. τοῦτο δὲ τῇ Ἀθηνᾷ ἁρμόζει μᾶλλον διαβεβαιοῦν.
* τελέεσθαι Ἀρίσταρχος, οὐ τετελέσθαι.
208, 209. οὐρανόθεν, πρὸ δέ μʼ ἦκεν] ὅτι ἀμφοτέρους Ζηνόδοτος
ἠθέτηκεν. οἰκείως δὲ μᾶλλον κεῖνται εἰς προτροπὴν τοῦ Ἀχιλλέως.
τὸ σφριγῶν δὲ τοῦ θυμοῦ μαλακοῖς ἰᾶται λόγοις. ὅμως ἐκδειματοῖ,
καὶ τὸν ἐχθρὸν θεοφιλῆ εἶναι λέγουσα. οὐ πᾶς δὲ ὁ φιλῶν κήδεται
ὡς λύκος ἄρνα.
211. ἀλλ᾿ ἤτοι ἐπέεσσιν ὀνείδεσιν] Πτολεμαῖος καὶ Σέλευκος ἐπὶ τὸ
ὀνείδισον στίζειν ἀξιοῦσι, καὶ ὑποστίζειν κατὰ τὸ τέλος τοῦ στίχου,
ἵνʼ ᾖ τὸ λεγόμενον, ὥσπερ γὰρ ἔσται, οὕτω καὶ ἐρῶ. ἐναντιοῦται δὲ
αὐτοῖς τό τε ὑπερβατὸν τοῦ γάρ συνδέσμου, καὶ τὸ διλογεῖσθαι τὰ
ἡμιστίχια ταῦτα, ὡς ἔσεταί περ καὶ ὡς τετελεσμένον ἔσται. μή-
ποτε οὖν ἄμεινον στίζειν ἐπὶ τὸ τέλος τοῦ στίχου, ἵνα μὴ μόνον
συμβουλεύῃ, ἀλλὰ καὶ μαντεύηται, ὃ θεοῖς μάλιστα πρέπει.
212. *τὸ δὲ] δύο μέρη λόγου εἰσίν.
τετελεσμένον ἔσται] ὅτι Ζηνόδοτος γράφει τετελέσθαι ὀΐω. τοῦτο δὲ Ἀχιλλεῖ ἥρμοζεν.
214. *ἡμῖν] ὅτι ὀρθοτονητέον, ἵνα ᾖ διασταλτική.
216. χρὴ μὲν σφωίτερόν γε] ὅτι πρὸς δύο ἀμείβεται· τὸ γὰρ
σφωΐτερόν ἐστι δυϊκόν. κακῶς ἄρα ἀθετεῖ Ζηνόδοτος τὸν “πρὸ δέ μʼ
κε θεά,” καὶ τὸν “ἄμφω ὁμῶς” (208, 209). ὁ λόγος δὲ αἱρεῖ στίζειν
ἐπὶ τὸ κεχολωμένον καὶ ἄμεινον· ἕκαστος γὰρ καθʼ ἑαυτὸν λόγος
ἀπηρτισμένος ἐστί. καὶ οἱ μὲν πρῶτοι δύο ὑπὸ τοῦ γάρ συνδέσμου
χρή] ὀξυτονητέον καὶ ἐν τῇ συντάξει βαρυνόμενον σημαίνει ἐπίρ- ρημα τὸ δεῖ—“χρὴ μὲν σφωίτερόν γε, θεὰ, ἔπος εἰρύσασθαι”—, περισπώμενον δὲ ῥῆμα Ἀττικόν. ἀπὸ γὰρ τοῦ χρῶμαι τὸ δεύτερον τῆς κοινῆς διαλέκτου ἐστὶ χρᾷ, Ἰωνικῶς, Ἀττικὸν δὲ χρῆ, ὡς εἴρηται Ἀλεξάνδρῳ ἐν Διονύσῳ “ἰδοὺ κάτοπτρον. εἰπέ μοι τούτῳ τί χρῇ;”
217. ὡς γὰρ ἄμεινον] στικτέον, εἶτα ἀπὸ ἄλλης ἀρχῆς “ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τʼ ἔκλυον αὐτοῦ.” γνωμικώτερον γὰρ τὸ τοιοῦτο εἴρηται. οὕτως Ἡρωδιανός.
218. * ἔκλυον] πρὸς τὸ σχῆμα, ὅτι οὐ κλύουσιν εἶπεν ἢ ἀκού- σωται.
219. ἦ καὶ ἐπʼ ἀργυρέῃ] τοῦτο τὸ ἦ ψιλῶς λεγόμενον καὶ περι-
σπωμένως δηλοῖ σύνδεσμον παραπληρωματικὸν τὸν ἤτοι, ἴσον τῷ δή,
οἷον “ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν” (169), καὶ παραλλήλως “ἦ δὴ-
λοίγια ἔργα” (573). δηλοῖ δὲ καὶ ἀπορηματικὸν σύνδεσμον· “ἦ οὐχ
Ἑλένης ἕνεκ’ ἠϋκόμοιο; ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώ-
πων Ἀτρεῖδαι;” (Il. 9, 339). δηλοῖ δὲ καὶ τὸ ἔφη· “ἦ καὶ κυανέ-
ῃσιν” (528). καὶ σεσημείωται Ἀρίσταρχος ὅτι ὁ μὲν Ὅμηρος ἀεὶ
ἐπὶ προειρημένοις λόγοις ἐπιφέρει τὸ δηλοῦν τὸ ἔφη, ὡς ἐπὶ τοῦ
προκειμένου, ὁ δὲ Πλάτων μετʼ αὐτὸν ἐπιφέρει τὸν λόγον. ψιλού-
μενον δὲ καὶ βαρυτονούμενον δηλοῖ σύνδεσμον διαζευκτικόν· “ἢ εὖ ἠὲ
κακῶς” (Il. 2, 253). ἔστι δὲ τε καὶ ἀντὶ συναπτικοῦ τοῦ εἴ τίθε-
ται, οἷον “οὐδʼ ἀφαμαρτοεπὴς, ἢ καὶ γένει ὕστερος ἦεν” (Il. 3, 215).
ποτὲ δὲ παρέλκει· “ἀλλὰ τί ἢ με ταῦτα παρεξερέεσθαι ἕκαστα;” (Il.
10, 432). δασυνόμενον δὲ καὶ ὀξυτονούμενον ἄρθρον προτακτικὸν δηλοῖ·
“ἡ δʼ ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ” (Il. 22, 151). δηλοὶ δὲ
αὐτῆς παρʼ Ὁμήρῳ σώζονται.
κώπη παρὰ τὸ κοπτικὸν τοῦ ξίφους.
219, 220. ὅτι Ζηνόδοτος μεταγράφει “ὣς εἰπὼν πάλιν ὦσε μέγα ξίφος οὐδʼ ἀπίθησε” καὶ τοὺς δύο ἕνα ἐποίησεν.
κουλεόν] κουλεὸς παρὰ τὸ κοῖλον εἶναι, ξίφος παρὰ τὸ σκίπτω
σκίφος καὶ ξίφος Δωρικῶς.
222. *δώματʼ ἐς αἰγιόχοιο] βραχὺ διασταλτέον ἐπὶ τὸ Διός. δύναται μὲν ἀθετεῖσθαι· οἱ γὰρ θεοὶ πρὸ μιᾶς ἡμέρας εἰς Αἰθι- οπίαν εἰσὶ κεχωρισμένοι· δύναται δὲ καὶ Ὁμηρικῷ τρόπῳ ἀκούεσθαι, μετὰ δαίμονας ἄλλους, εἰς τὸν τῶν δαιμόνων τόπον.
μετὰ] ὅτι ἀντὶ τῆς ἐπί.
μετὰ δαίμονας ἄλλους] οὕτως δαίμονας καλεῖ τοὺς θεοὺς, ἤτοι ὅτι
δαήμονες (ἔμπειροι γὰρ καὶ ἴδριες πάντων αὐτοί εἰσιν), ἢ ὅτι διαι-
τηταί εἰσι καὶ διοικηταὶ τῶν ἀνθρώπων, ὡς Ἀλκμὰν ὁ λυρικός φησιν
“ὅς ἑθεν πάλοις ἔπαλλεν δαίμονάς τʼ ἐδάσσατο,” τοὺς μερισμοὺς,
τὰς διαιρέσεις αὐτῶν. Ἡσίοδος δὲ δαίμονάς φησι τοὺς ἐκ τοῦ ζῆν
μεταστάντας, ὄντας δὲ ἐπὶ τῆς Κρόνου βασιλείας, τοῦ χρυσοῦ
γένους, λέγων αὐτοὺς φύλακας θνητῶν ἀνθρώπων (O. 122).
225. οἰνοβαρὲς κυνὸς ὄμματʼ ἔχων] ὅτι Ζηνόδοτος τοῦτον τὸν τόπον
ἠθέτηκεν, ἕως τοῦ ναὶ μὰ τόδε σκῆπτρον (234). καθʼ ἑκάστην δὲ
λοιδορίαν βραχὺ διασταλτέον, ἐπὶ δὲ τὸ τέλος στικτέον· προσαγο-
ρευτικὴ γὰρ ἡ περίοδος. ἡ δὲ ἑξῆς ῥηματική· διὸ ἀπʼ ἄλλης ἀρχῆς
“οὔτε ποτʼ ἐς πόλεμον οὔτε λόχον.”
*κραδίην δʼ ἐλάφοιο] λέγεται χολὴν οὐκ ἔχειν ἐν τῷ ἥπατι περι- κειμένην τὴν ἔλαφον.
226. οὔτε ποτʼ ἐς πόλεμον] τοῦτο δημοκρατικοῦ βασιλέως καὶ. δημαγωγικοῦ.
227. οὔτε λόχονδʼ ἰέναι] τοῦτο ἀριστοκρατικοῦ. ἅμα οὖν τῶν
ἰδίων κατορθωμάτων ὑπομιμνήσκει· ὅτι γὰρ καὶ ἐλόχα δῆλον ἀπὸ
Λυκάονος (Il. 21, 35). καὶ “ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται
ἀνδρός” (ll. 13, 277).
228. τὸ δέ τοι κήρ] ἐν δύο μέρεσι λόγου, ἵνα ᾖ τοῦτο δέ σοι θάνα- τος νομίζεται.
229. ἦ πολὺ λώϊον] περισπαστέον τὸν ἦ· κατʼ ἀρχὴν γὰρ κεῖται,
ἰσοδυναμῶν τῷ δή· δύναται δὲ βραχὺ διαστέλλεσθαι ἐπὶ τὸ εὐρύν,
ἵνʼ ᾖ Ἀχαιῶν δῶρʼ ἀποαιρεῖσθαι.
* περισπαστέον τὸν η. καὶ ἐν τῷ “ἦ γὰρ ἂν, Ἀτρείδη” (232).
231. δημοβόρος βασιλεύς] καθʼ ἑαυτὸ τοῦτο ἀναγνωστέον, ὡς καὶ
Φιλοξένῳ ἐν τῷ περὶ προσῳδιῶν δοκεῖ, ἵνα τὸ κομματικὸν τῆς προ-
φορᾶς τὴν ὀργὴν μᾶλλον ἐμφαίνῃ. δύναται δὲ καὶ τὸ εἰ ῥῆμα λεί-
πειν, ὑφʼ ἓν ἡμῶν ὅλον προφερομένων τὸν στίχον, ἵνʼ ᾖ δημοβόρος εἶ
βασιλεὺς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις. ἀλλʼ οὐκ ἐπείγει.
232. ἦ—λωβήσαιο] ὅτι τὸ εὐκτικὸν ἀντὶ παρεληλυθότος ὁριστι-
κοῦ τοῦ ἐλωβήσω παρείληπται, ὡς “καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ
ἀνδρῶν Αἰνείας (Il. 5, 311). τὸν δὲ ἦ περισπαστέον· βεβαιωτικὸς
γάρ ἐστιν.
καἰ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι] ἐπόμνυσθαί ἐστι τὸ ὑπισχνούμενον ὀμόσαι, ἀπομνύναι δὲ τὸ ἀποφάσκειν.
234. ναὶ μὰ τόδε] πεπλεόνακε τῷ μά ἀρνητικῷ ἤγουν ἀπωμοτικῷ
μορίῳ κατὰ Ἀττικὸν ἔθος· ἤρκει γὰρ εἰπεῖν νὴ τοῦτο τὸ σκῆπτρον.
ἰστέον δὲ ὅτι διὰ τοῦ σκήπτρου ὄμνυσιν αὐτὸν τὸν ἔφορον τῆς βασι-
λείας θεόν.
234—240. ναὶ μὰ τόδε σκῆπτρον] ὅλη ἡ παρέκβασις διὰ μέσου,
ἕως τοῦ “ἦ ποτʼ Ἀχιλλῆος ποθή.” διὸ τὰ μεταξὺ διαστολαῖς τε καὶ
ἀνυποκρίτοις στιγμαῖς ἀναπαύσομεν. τὸ γὰρ ἑξῆς, ναὶ μὰ τόδε σκῆ-
πτρον, ἦ ποτʼ Ἀχιλλῆος.
ναὶ μὰ τόδε σκῆπτρον —ἦ ποτʼ Ἀχιλλεύς] μεταξὺ παρενείρει,
ἅτε σκεπτόμενος ὅπως ὀμόσῃ, οὔτε ὁμοίως ἐῶν ὅλως κατὰ τῆς βε-
βαιότητος τοῦ ὅρκου, ἀλλὰ δεικνὺς ἐν ἤθει ὅτι τιμιώτερον κατάξυλον
ὁ δέ τοι μέγας ἔσσεται] ἄμεινον δύο μέρη λόγου ποιεῖν “ὁ δέ τοι νημερτὲς ἐνίψει” (Od. 11, 148).
240. *τὸ ποθή ὀξυτόνως.
241. * οὕτως Ἀρίσταρχος, τότε δʼ οὔτε.
244. οὐδὲν ἔτισας] ὅτι πλεονάζει τὸ δεν· ἰσοδυναμεῖ γὰρ τῷ οὐκ ἔτισας.
Ἀρίσταρχος παρέλκειν λέγει τὸ δεν, Ἀπολλόδωρος δὲ ἐν γλώσσαις
εἶναι τὸ πλῆρες οὐδὲ ἕν. πολλοῖς γὰρ καὶ τῶν ἄλλων γραμματικῶν
δοκεῖ τρία εἶναι μέρη λόγου, οὔ καὶ δέ καὶ ἕν.
249. τοῦ καὶ ἀπὸ γλώσσης] ἡ γλῶσσα τρία σημαίνει, αὐτό τε
τὸ σῶμα, καὶ τὴν διάλεκτον, καὶ τὸ ἀπεξενωμένον τῶν λέξεων.
μέλιτος γλυκίων] μέλιτος διὰ τὸ πείθειν, ῥέεν πρὸς τὸ ἀνεμπό-
διστον. ἔοικε δὲ ἀποτείνεσθαι εἰς ἑαυτὸν ὁ κατὰ συλλογισμὸν
ἔπαινος.
*ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν γλυκίω. τὰ δὲ τοιαῦτα σνγκριτικὰ ἔχει τὸ ν.
250"τῷ δʼ ἤδη δύο μὲν γενεαὶ] ὅ ἐστι, δύο τριακονταετηρίδες
παρεληλύθεσαν ἐπʼ αὐτῷ. ἡ γὰρ γενεὰ λ΄ ἔτη ἔχει· τελεία γὰρ
αὕτη πρὸς γένεσιν ἡλικία. οἱ μὲν οὖν συντεχθέντες αὐτῷ ἀπολώ-
λεισαν ὑπὸ Ἡρακλέους, οἱ δὲ συγγηράσαντες οὐ συνεστράτευσαν
αὐτὸς δὲ, “οὔ μιν ἐπέτρεπε γήραι λυγρῷ (Il. 10, 79). τῶν οὖν υἱῶν
αὐτῶν ἧρχεν. ἔστιν οὖν ἑβδομηκονταέτης· δύο γὰρ γενεὰς πληρώσας
εἰς τὴν τρίτην κατελέγετο. ἀμέλει τήν τε Ἑκαμήδην ἔχει καὶ μετὰ
τὸν νόστον σύνεστι τῇ γυναικί.
μερόπων ἀνθρώπων] μεμερισμένην τὴν φωνὴν ἐχόντων, ὡς πρὸς
σύγκρισιν τῶν ἄλλων ζώων. ὅ ἐστι μεριζομένην εἰς συλλαβὰς καὶ
ἔναρθρον ἐχόντων τὴν ὄπα, τουτέστι τὴν φωνήν. ἢ ἀπὸ Μέροπος τοῦ
Ὕαντος, ὃς μετὰ τὸν κατακλυσμὸν πρῶτος συνῴκισε τοὺς ἀνθρώπους.
251. ἐφθίαθʼ οἵ οἱ] ὅτι Ζηνόδοτος γράφει αἵ οἱ. γενέσθαι δὲ ἅμα τραφῆναί τε ἀδύνατον.
*τὸ ἅμα ἐπὶ καιροῦ, τὸ ὁμοῦ ἐπὶ τόπου.
252. ἐν Πύλῳ ἠγαθέῃ] τοῦτο καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπο- μένοις δύναται συντάττεσθαι.
255. ἦ κεν γηθήσαι Πρίαμος] ἕως τοῦ μάχεσθαι συναπτέον·
βραχὺ δὲ διασταλτέον παῖδες, θυμῷ, μαρναμένοιιν. περισπαστέον
δὲ τὸν ἦ· βεβαιωτικὸς γάρ. τὸ δὲ γηθήσαι παροξυτονητέον, ἐπειδὴ
εὐκτικόν ἐστιν, ἡ δὲ αι ἐν τοῖς εὐκτικοῖς μακρά ἐστιν.
258. * οἳ περὶ μὲν βουλῇ] διὰ τοῦ ν βουλήν, οὐ διὰ τοῦ ι. οὕτως Ἀρίσταρχος καὶ ἐν τῇ πολυστίχῳ.
ἡ περί ἀντὶ ἑτέρας κεῖται τῆς ὑπέρ· τὸν ἴδιον οὖν τόνον φυλάξει·
πρόθεσις γὰρ ἀντὶ ἑτέρας προθέσεως παραλαμβανομένη τὸν ἴδιον
τόνον φυλάττει. οὕτως ἔχει καὶ τὸ “ἀλλ᾿ ὅδʼ ἀνὴρ ἐθέλει περὶ
πάντων” (287). εἴτε τοῖς ἑξῆς συνάπτεται, ἀντὶ τοῦ περίεστε,
πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶσα πρόθεσις ἔχουσα
σύνταξιν πρὸς ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάσσει, ὡς τὸ
“νήπιοι οἳ κατὰ βοῦς ὑπερίονος ἠελίοιο ἤσθιον” (Od. 1, 8).
260. ἠέπερ ἡμῖν] ὅτι Ζηνόδοτος γράφει ἠέπερ ὑμῖν ἀντὶ τοῦ ἡμῖν. ἐφύβριστος δὲ ὁ λόγος. διὰ δὲ τοῦ ἡμῖν καὶ ἑαυτὸν συγκατα-) ριθμεῖ καὶ πάντας τοὺς καθʼ αὑτόν.
262. οὐδὲ ἴδωμαι] ὅτι παραλέλειπται ἡ μή ἀπαγόρευσις. ἔστι
γὰρ οὐδὲ μὴ ἴδωμαι, ὅμοιον τῷ “πληθὺν δʼ οὐκ ἂν ἐγῶ μυθήσομαι
οὐδʼ ὀνομήνω” (Il. 2, 488).
263. οἷον Πειρίθοον] Πειρίθους ὁ Ἰξίονος γένει μὲν ἦν Ἀθηναῖος,
ᾠκείωτο δὲ τοῖς Κενταύροις· πρὸς γάμον δὲ ἀγόμενος Ἱπποβότειαν
ἐγέννησε Πειρίθουν, ὃς ὠνομάσθη ἀπὸ τοῦ περιθεῖν ἵππῳ ὁμοιωθέντα
τὸν Δία ἐν τῷ μίγνυσθαι τῇ μητρὶ αὐτοῦ.
264. Καινέα] ὁ Καινεὺς Ἐλάτου μὲν ἦν παῖς, Λαπιθῶν δὲ
βασιλεύς, πρότερον ἦν παρθένος εὐπρεπὴς, μιγέντος δὲ αὐτῇ Ποσει-
δῶνος, αἰτησαμένη μεταβαλεῖν εἰς ἄνδρα ἡ νεᾶνις ἄτρωτος γίνεται,
γενναιότατος τῶν καθʼ αὑτὸν ὑπάρξας. καὶ δή ποτε πήξας ἀκόντιον
ἐν τῷ μεσαιτάτῳ τῆς ἀγορᾶς θεὸν τοῦτο προσέταξεν ἀριθμεῖν. δι᾿
ἣν αἰτίαν ἀγανακτήσας ὁ Ζεὺς τιμωρίαν τῆς ἀσεβείας παρʼ αὐτοῦ
εἰσεπράξατο. μαχόμενον γὰρ αὐτὸν τοῖς Κενταύροις καὶ ἄτρωτον ὄντα
ὑποχείριον ἐποίησε· βαλόντες γὰρ αὐτὸν οἱ προειρημένοι δρυσί τε καὶ
ἐλάταις ἤρεισαν εἰς γῆν. μέμνηται δὲ αὐτοῦ καὶ Ἀπολλώνιος ἐν τοῖς
Ἀργοναυτικοῖς (1, 59), λέγων οὕτως “Καινέα γὰρ δὴ πρόσθεν ἔτι
κλείουσιν ἀοιδοὶ Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλων
ἤλασʼ ἀριστήων· οἱ δʼ ἔμπαλιν ὁρμηθέντες οὔτε μιν ἀγκλῖναι προτέρω
σθένον οὔτε δαίξαι, ἀλλʼ ἄχρηκτος ἄκαμπτος ἐδύσατο νειόθι γαίης,
θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν.”
Ἐξάδιόν τε] παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε τὸ ὄνομα ἤρξατο, παρὰ δὲ
τοῖς νεωτέροις καὶ χωρὶς τοῦ ε εὑρέθη, ὡς καὶ Ὀϊλεὺς μὲν παρὰ τῷ
ποιητῇ καὶ παρʼ Ἡσιόδῳ. εἰ δὲ χρὴ πρὸς τὸν χαρακτῆρά τι λέγειν,
ἐκεῖνο ἔχομεν εἰπεῖν, ὡς ὅτι ἐχρῆν δασύνεσθαι αὐτό· τὸ γὰρ ε πρὸ
τοῦ ξ, ὑποστελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεσιν, θέλει δασύνεσθαι,
ἕξις ἐξῆς ἕξω. χωρὶς εἰ μὴ λέγοι τις διὰ τὴν ἰδιότητα τὸ πνεῦμα
μεταπεπτωκέναι.
268. φηρσὶν] τοῖς Κενταύροις. Ἰξίων ὁ Φλεγύου παῖς, Δίαν τὴν
Δηῖονέως γήμας, ἐλθόντα τὸν κηδεστὴν ἐπὶ τὰ ἕδνα δόλῳ κατα-
πρήσας, μανεὶς καὶ ὑπὸ θεῶν καθαρθεὶς τὸν φόνον, Ἥρας ὕστερον
ἠράσθη. Ζεὺς δὲ βουλόμενος αὐτὸν δοκιμάσαι εἰ τῷ ὄντι τολμᾷ
ποιῆσαι τοῦτο, νεφέλην ἀπεικάσας Ἥρᾳ παρέκλινεν αὐτῷ. ὁ δὲ
φηρσὶν Αἰολικῶς· ἢ φυήρεσιν, ἡρμοσμένοις τὰς φύσεις. ᾤκουν
δὲ περὶ Πήλιον.
ὀρεσκῴοισι] κείω κοῖος κῷος ὀρεσικῷος καὶ ὀρεσκῷος.
269. *μέθʼ ὁμίλεον] οὕτως Ἀρίσταρχος τὴν μετά φυλάσσειν τὸν τόνον.
270. τηλόθεν ἐξ ἀπίης] ὅτι παραλλήλως τηλόθεν ἐξ ἀπίης. οἱ δὲ
νεώτεροι ἐξεδέξαντο τὴν Πελοπόννησον.
271. κατʼ ἔμʼ αὐτόν] οὕτως κατὰ παράθεσιν ἐν δύο τόνοις, ἐμὲ αὐτόν· σύνθετος γὰρ ἀντωνυμία παρὰ τῷ ποιητῇ οὐκ ἔστιν.
*ὅτι Ζηνόδοτος γράφει κατʼ ἐμωυτόν. τὸ δὲ πλῆρες ἐμὲ αὐτόν.
272. μαχέοιτο] ὅτι ἀντὶ τοῦ μάχοιτο, οὐ κατὰ διαίρεσιν, ἀλλὰ
κατὰ παρένθεσιν τοῦ ε.
273. ξύνιεν] οὕτως ἡ Ἀριστάρχειος διὰ τοῦ ε, ξύνιεν, ὡς “αὐτὰρ ἐπεὶ κόσμηθεν” (Il. 3, 1). μέμνηται δὲ αὐτοῦ καὶ ἐν τῷ ιζ΄ ὁ Ἡρωδιανός.
275. * τόνδʼ ἀποαίρεο] ὅτι ἀρχαϊκῶς τόνδʼ ἀφαιροῦ, οὐχὶ τοῦδε.
276. *ἔα] ἐκτατέον τὸ ἄλφα.
277. * Πηλείδήθελʼ] ὅτι ἐγκεκλιμένως ἀναγνωστέον, ἵνα δια- λύηται εἰς τὸ ἔθελε.
Ἀρίσταρχος ἀποφαίνεται ὡς κατὰ τὴν Ὁμηρικὴν συνήθειαν τὸ
ῥῆμα κατὰ τὸν ἐνεστῶτα ἀπὸ τοῦ ε ἄρχεται. ἀλλὰ μὴν καὶ ἡ κίνησις
ἡ τοῦ παρατατικοῦ· “ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει” (287)· “ ἤθελε Μηριό-
νης” (Il. 10, 229). καὶ ἐνθάδε οὖν ἄμεινον τῇ συνηθεστέρᾳ ἀναγνώσει
προσέχοντας ἐπὶ τὴν δη συλλαβὴν ὀξεῖαν παραλαμβάνειν, ἵνα κρᾶσις
ᾖ τοῦ ἔθελε τρισυλλάβου γενομένου, ὡς καὶ συνήθης ἐστὶν ὁ ποιητής.
τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον ἐστὶ τρισύλλαβον ὂν, ὡς
δείκνυται ἐν τοῖς περὶ ῥημάτων.
280. καρτερός] τὰ εἰς τερος τρισύλλαβα βαρύνεται, οἷον σφέτερος
πρότερος κύντερος. πῶς οὐχὶ κάρτερας κατὰ βαρεῖαν λέγομεν; ὅτι
τοῦτο οὐκ ἦν εἰς τερος, ἀλλ᾿ εἰς ερος· τὸ γὰρ τ οὐκ ἐν τῇ παραγωγῇ
ἔσχεν· ἦν γὰρ ἀπὸ τοῦ κράτος. ὡς ἀπὸ τοῦ βλάβος βλαβερός οὐ
διὰ τοῦ βερος ἡ παραγωγή (ἐν γὰρ τῷ πρωτοτύπῳ τὸ β), οὕτως
καὶ ἀπὸ τοῦ κράτος κρατερός διὰ τοῦ ερος ἡ παραγωγὴ, οὐ διὰ τοῦ
τερος.
280, 281. ὑποστικτέον ἐπὶ τὸ ἐσσί καὶ μήτηρ, τοῦ ἀλλά πρὸς
μὲν τὴν σύνδεσιν πλεονάζοντος, μόνην δὲ ἐναντίωσιν παριστάντος.
δύναται δέ τις τὸ μὲν ἐσσί ὑποστίζειν, τὸ δὲ μήτηρ στίζειν, ἵνα
ὁ δέ περισσεύῃ, ἀπʼ ἄλλης δὲ ἀρχῆς “ἀλλʼ ὅδε φέρτερός ἐστι.”
βέλτιον δὲ τὸ πρότερον.
289. πᾶσι δὲ σημαίνειν] ἴδιον τῶν θυμουμένων ἐπανακυκλοῦν τὰ
αὐτά· οὐδέποτε γὰρ οἴονται ἱκανῶς εἰρηκέναι οἱ θυμούμενοι. καλεῖται
δὲ τὸ σχῆμα ἐπιβολὴ, ἐν μιᾷ περιόδῳ ἀρχὰς πλείους ἐπιφερόμενον.
οὕτως ἔχει καὶ τὸ “ἐν δʼ ἔρις, ἐν δὲ κυδοιμός” (Il. 18, 535).
290, 291. ὑποστικτέον ἐπὶ τὸ ἐόντες, ἐπὶ δὲ τὸ ὀνείδεα μυθή-
σασθαι στικτέον· οὐδὲν γὰρ ἐλλείπει, ὡς ὠήθησάν τινες. ἀνα-
φέρεται δὲ ταῦτα ἐπὶ τὸ “οὔποτ᾿ ἐς πόλεμον” καὶ “οὔτε λόχονδʼ
ἰέναι” (226). τοῦ δευτέρου οὖν στίχου πευστικῶς ἀναγινωσκομένου
γίνεται ὁ λόγος τοιοῦτος· εἰ δὲ πολεμικὸν αὐτὸν ἐποίησαν οἱ θεοὶ,
ἆρα ὀφείλει διὰ τοῦτο ἄλλοις ὀνειδίζειν καὶ κακῶς λέγειν ἡμᾶς τοὺς
βασιλεῖς;
290. * ὅτι συνήθως ἑαυτῷ προθέουσι τὰ ὀνείδη.
293. οὐτιδανός] ὡς πευκεδανός, ληθεδανός. οἱ δὲ, οὔτις οὐτιδανός
ὡς οὐδαμινός. μέγιστον δὲ ὄνειδος ἡγεῖται τὴν δειλίαν.
294. εἰ δὴ σοὶ πᾶν ἔργον] οὕτως ὀρθοτονητέον τὴν ἀντωνυμίαν·
ἀντιδιασταλτικὴ γάρ ἐστιν. διδάσκει καὶ ἡ γραφὴ διὰ τοῦ σ οὖσα·
εἰ γὰρ ἦν ἐγκλιτικὴ, ὁμοίως ἂν ἐγράφετο τῷ “εἰ δή τοι σοῦ πατρός”
295. ὅτι κοινὸν τὸ ἐπιτέλλεο καὶ ὁ γάρ περισσός. οὕτως δὲ
γίνεται περισσὸς ὁ ἐξῆς· διὸ ἀθετεῖται.
298. μαχήσομαι] οὕτως διὰ τοῦ η, οὐ διὰ τοῦ εσ, καὶ ἡ Μασ- σαλιωτικὴ καὶ ἡ Ἀργολικὴ καὶ ἡ Σινωπικὴ καὶ ἡ Ἀντιμάχου καὶ ἡ Ἀριστοφάνους.
299. οὔτε τῳ ἄλλῳ] ἵνα μὴ νομισθῇ πρὸς ἕνα μόνον ἀξιόχρεως
εἶναι μάχεσθαι. ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας συμπερι-
είληφεν οὐκ ἐπαμύνοντας αὐτῷ στερουμένῳ τῆς δωρεᾶς.
οὔτε τῳ] τὸ τω σημαίνει πέντε, ὄνομα, ἄρθρον, ἀντωνυμίαν, σύν-
δεσμον αἰτιολογικὸν καὶ ῥῆμα. ὄνομα μὲν οὕτως “οὔτε σοὶ οὔτε τῳ
ἄλλῳ·” ἔστι γὰρ ἀντὶ τοῦ τινί. ῥῆμα δὲ, οἷον “Κύκλωψ, τῆ, πίε
οἶνον᾿” (Od. 9, 347)· ἔστι γὰρ τὸ θέμα τῶ, ὃ σημαίνει τὸ λαμ-
βάνω. ἄρθρον δὲ οὕτως “ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα
ἔοικε τῷ Ἀσκληπιάδῃ” (Il. 11, 613). ἀντωνυμίαν δὲ, ὡς ἐν τῷ
“τῷ μιν ἐεισάμενος ” (Il. 2, 22). σύνδεσμον δὲ αἰτιολογικὸν οὕτως
“τῷ σε καὶ οὐ δύναμαι” (Od. 13, 351).
*ἐπεί μʼ ἀφέλεσθέ γε δόντες] καὶ ὑβρίσατε ἑαυτοὺς, οὐ γὰρ
301. *ἀνελών] ἕν ἐστι τὸ ἀνελών.
302. * πείρησαι] τὸ πείρησαι προπαροξυτόνως· προστακτικὸν γὰρ ὡς τὸ “σὺ δὲ φράσαι” (83).
εἰ δʼ ἄγε μὴν, πείρησαι] προπαροξυτονητέον τὸ πείρησαι, ἵνα
ᾖ προστακτικὸν, ὡς τὸ “ σὺ δὲ φράσαι ” (83), καίτοι πολλάκις
τῶν τοιούτων τὸν τόνον ἐχόντων τῶν ἀπαρεμφάτων, λέγω δὲ τῶν εἰς
αι ληγόντων· “ἀλλά με κακκεῖαι σὺν τεύχεσι·” “τῆ δὲ τόδε κρή-
δεμνον ὑπὸ στέρνοιο τανύσσαι” (Od. 5, 346). οὐ μέντοι τὸ τοιοῦτο
διηνεκές· ἔστι γὰρ ἂ καὶ ἐφύλαξαν τὸν ἴδιον τόνον· “ἀλλὰ σὺ μὲν
κατάλεξαι ” (Od. 19, 44) “νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι ” (Il. 22,
285). καὶ τὸ τοιοῦτο δόξειεν ἂν, ὅτι ἐπὶ τινῶν μὲν ἤλλαξαν τοὺς
τόνους, ἐπὶ τινῶν δʼ οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προστακ-
τικὴ ἀνάγνωσις κεῖσθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευστικὸν
ἐπίρρημα, ὅπερ σημεῖόν ἐστι προστακτικῆς ἐγκλίσεως, οἰκείως καὶ
τὰ τῆς ἀναγνώσεως ἐνεγένετο, ἄγε πείρησαι, ὡς καὶ ἐν ἑτέροις
“δεῦρʼ ἄγε καὶ σὺ ξεῖνε πείρησαι ἀέθλων” (Od. 8, 145).
304. * μαχεσσαμένω] καὶ τοῦτο ὁμοίως τῷ προκειμένῳ διὰ τοῦ η ἀξιοῖ Ἀρίσταρχος.
305. ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν] δύναταί ὁ τις διαστέλλειν βραχὺ ἐπὶ τὸ νηυσὶν, ἵνʼ ᾖ τὸ ἑξῆς ἀγορὴν Ἀχαιῶν.
307. ἤϊε σύν τε Μενοιτιάδῃ] ὅτι εἰπὼν τὸ πατρωνυμικὸν παρέ- λιπε τὸ κύριον.
309. * ἐς δʼ ἐρέτας] διὰ τοῦ ν Ἀρίσταρχος, ἐν δʼ ἐρέτας.
312. κέλευθα] παρὰ τὸ ἐλεύθω. ἔστι δὲ ὡς τὸ δίφρα λύχνα·
μεταβολὴ γένους· ἀντὶ γὰρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν. γίνεται γὰρ
Ἡσίοδος (Th. 119) “Τάρταρά τʼ ἠερόεντα.” τοιοῦτόν ἐστι καὶ τὸ
ὑγρὰ κέλευθα.
314. εἰς ἅλα λύματʼ ἔβαλλον] τὰ περιττώματα εἰς τὴν ἀπέριττον θάλασσαν βάλλουσι. καὶ Εὐριπίδης “θάλασσα κλύζει πάντα τἀν- θρώπων κακά” (Ipb. T. 1193).
λύματʼ] φύσει γὰρ τὸ ὕδωρ τῆς θαλάσσης καθαρτικόν.
317. κνίση δʼ οὐρανὸν ἷκεν] δοκεῖ ἡ λέξις τέσσαρα σημαίνειν, ὡς
καὶ τῷ Πορφυρίῳ δοκεῖ, αὐτό τε τὸ λίπος καὶ τὸν ἐπίπλουν καὶ τὸ
κρέας καὶ τὴν ἀναθυμίασιν. ἔστι δὲ παρὰ τὸ κνίσω. ὑπʼ ὄψιν δʼ ἤγαγεν
ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγομένην τὴν λευκότητα τῆς
πιμελῆς φανταστικῶς. ἀπὸ οὖν τοῦ κνίσω μέλλοντος γέγονε· πλεῖστα
γὰρ ὀνόματα ἀπὸ μελλόντων γέγονεν, οἷον ἅψω ἀψίς, λέξω λέξις,]
δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα. οὕτως οὖν καὶ κνίσω κνίσα. εἰ δέ
τις εἴποι ὅτι πόθεν δῆλον ὅτι δίφθογγον οὐκ ἔστι, φαμὲν ὅτι κνίζω
ἐστὶ καὶ ἔχει τὸ ι· τὰ γὰρ διὰ τοῦ ιζω τὸ ι μόνον ἔχουσι. τὸ δὲ
κνισμός ὁμοίως ἐκ τοῦ κνίζω, κνίσω κνισμός, ὡς λογίσω λογισμός.
τὸ κνίσα καὶ τὸ ῑ καὶ τὸ ᾱ βραχὺ, καὶ τὸ μὲν ῑ, ἐπειδὴ τὰ διὰ τοῦ
ιζω τὸ ι βραχὺ ἔχει, τὸ δὲ ᾱ, ἐπειδὴ τὰ εἰς α θηλυκὰ, ἀπὸ μελλόν-
των ἢ ἐνεστώτων γινόμενα, βραχὺ ἔχει τὸ α, δόξω δόξα, ἄξω ἄξα
καὶ ἅμαξα, μῶ μῶσα καὶ μοῦσα. ἐκτέταται δὲ ποιητικῶς τὰ δύο·
“κνίση δʼ οὐρανὸν ἷκεν.”
320. Εὐρυβάτην] ὅτι καὶ ἕτερος Εὐρυβάτης, Ὀδυσσέως κῆρυξ (Il. 2, 184). ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ Πυλαιμένους (Il. 5, 576).
321. ὀτρηρὼ θεράποντε] παρὰ τὸ ὄρω τὸ ὁρμῶ. θεράποντες δὲ οἱ τοὺς κρείσσονας διʼ ὠφέλειαν θεραπεύοντες, ὡς Ἐτεωνεὺς καὶ Μηριόνης. ὁμωνύμως δὲ καὶ οἱ δοῦλοι θεράποντες καλοῦνται.
322. ἔρχεσθον κλισίην] στικτέον κατὰ τὸ τέλος τοῦ στίχον. αὐ-
τοτελὴς γὰρ ὁ λόγος, καὶ ὁ ἑξῆς ὁμοίως. τὸ δὲ ἀγέμεν ἀντὶ προσ-
τακτικοῦ τοῦ ἄγε.
323. χειρὸς ἑλόντʼ] οὕτως χειρὸς ἑλόντε ἄγειν Ἀρίσταρχος, ἵνα τὸ δυϊκὸν εὔδηλον ᾖ· ἀμφ βολον γὰρ ἔσται, ἐὰν κατὰ συναλοιφὴν ἀνγινώσκωμεν.
324, 325. δώῃσιν—ἕλωμαι] δώῃσιν ἀπὸ τοῦ δώω, ἐπεὶ δύο δὲ
λαμβάνειν τὰς ἐπεκτάσεις, ἐάν ἐστιν ἀπὸ τοῦ δῶ, τό τε η καὶ τὴν
σι συλλαβήν.
324. πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἑλοίμην. ὑποστικτέον δὲ εἰς τὸ δώῃσι, στικτέον δὲ ἐπὶ τὸ πλεόνεσσι, ἵνα ὁ δέ περιττεύῃ.
325. *τό οἱ καὶ ῥίγιον ἔσται] δύναται ὑπερβατὸν εἶναι· καὶ
τοῦτο αὐτῷ ῥίγιον ἔσται.
330. οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν] ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναν- τίον ἀκουστέον· οὐκ ἐγήθησεν, ἄλλʼ ἐλυπήθη.
332. * διὰ τοῦ ι, οὐδέ τι, οὐ διὰ τοῦ ε. καὶ ἡ Κύπριος.
οὐδέ τί μιν προσεφώνεον] τὸ μὲν γὰρ εἰπεῖν τι παροξυντικὸν,
τὸ δὲ θωπεῦσαι δουλοπρεπές. πρῶτος δὲ Ὅμηρος πρόσωπα κωφὰ
παρήγαγεν εἰς τὴν τραγῳδίαν.
344. στικτέον κατὰ τὸ τέλος τοῦ στίχον, καὶ βραχὺ διασταλ- τέον ἐπὶ τὸ ἐπαίτιοι· ὡς γὰρ ἀγγέλους σεμνύνων αὐτοὺς εἶπεν.
Διὸς ἄγγελοι] ἄσυλον γὰρ καὶ θεῖον τὸ γένος τῶν κηρύκων.
Ἑρμῆς γὰρ μιγεὶς Πανδρόσῳ τῇ Κέκροπος θυγατρὶ ἔσχε παῖδα
ὀνόματι Κήρυκα, ἀφʼ οὗ τὸ τῶν κηρύκων γένος, ὡς ἱστορεῖ Πτολε-
μαῖος· ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἢ ὅτι ἀπὸ Ἑρμοῦ εἰσὶν,
335. ὔμμες] οὕτως ψιλωτέον τὸ υ τοῦ ὔμμες· ἡ γὰρ λέξις Αἰο- λική. ἐπιμαρτυρεῖ καὶ ἡ συναλοιφή “αἴ κʼ ὔμμιν ὑπερσχῇ χεῖρα Κρονίων” (Il. 4, 249).
336. ὃ σφῶι] διὰ τοῦ ἑνὸς σ ὃ σφῶι, ὁμοίως τῷ “καὶ θώρηχ᾿, ὃ γὰρ ἦν οἱ ” (Il. 18, 460). ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν, ὃ σφῶϊν. τοῦτο δὲ σημαίνει ὑμῶν ἢ ὑμῖν, ὧν οὐδὲν ἁρμόζει τῷ λόγῳ τούτῳ, ἀλλὰ τὸ ὑμᾶς.
337. Πατρόκλεις] ἀντὶ τοῦ Πάτροκλε. ἐσχημάτισται γὰρ τὸ
ὄνομα οὐκ ἀπὸ τῆς Πάτροκλος εὐθείας, ἀλλʼ ἀπὸ τῆς Πατροκλῆς ὡς
Ἡρακλῆς.
340. ἀπηνέος] Σέλευκος ἐν τῇ πολυστίχῳ γράφει ἀναιδέος· εὐεπί-
φορον γὰρ εἶναι τὸν Ἀχιλλέα εἰς τὸ ἀναιδῆ καλεῖν τὸν Ἀγαμέμνονα·
“αἰὲν ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον” (149). ἀπηνῆ δὲ καλεῖ
τὸν Ἀγαμέμνονα διὰ τὰ εἰς αὐτὸν πεπραγμένα. διασταλτέον δὲ
μετὰ τὸ ἀπηνέος. ἡ διπλῆ δὲ, ὅτι τὸ ἄρθρον μετάκειται. ἔδει δὲ καὶ
παρὰ τοῦ ἀπηνέος βασιλῆος. καὶ ἄνω (11) κατὰ τὸ “οὕνεκα τὸν
Χρύσην ἠτίμασεν ἀρητῆρα.”
341. χρειῶ] ὡς Κλειώ· καὶ γὰρ χρειοῖ ἀναγκαίῃ (Il. 8, 57) ὡς
Κλειοῖ.
342. *ὀλοιῇσι] πλεονασμῷ τοῦ ι.
343. νοῆσαι ἅμα πρόσσω] διασταλτέον ἐπὶ τὸ ὀπίσσω, ἴσως δὲ
καὶ ἐπὶ τὸ νοῆσαι, ἵνʼ ᾖ ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο ἅμα
πρόσσω καὶ ὀπίσσω, καὶ νῦν καὶ ὕστερον. ἢ καὶ ἑτέρως, ἐκ τῶν
ἔμπροσθεν στοχάσασθαι τὰ ὕστερα. ἢ ἐν ἀμφιβολίᾳ· κἀν τῇ Γ
(109) ἐστὶν “ οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω.”
349. δακρύσας ἑτάρων] βραχὺ διασταλτέον ἐπὶ τὸ δακρύσας· μᾶλλον γὰρ σαφηνίζει τὰ πράγματα.
350. *οὕτως ἀπείρονα, οὐκ οἴνοπα, ἡ Ἀριστάρχον.
351. *χεῖρας ὀρεγνύς] ὅτι Ζηνόδοτος γράφει χεῖρας ἀναπτάς.
353. *ὄφελλεν] ὄφειλεν ὄφελλεν, Αἰολικῶς, ὡς χεῖρες χέρρες. ὁ Ὄλυμπος ὄρος τῆς Μακεδονίας, ὑψηλότατον, ἱερὸν καὶ οἰκητή- ριον τῶν θεῶν. ἀλληγορικῶς δὲ ὁ οὐρανός.
354. ὑψιβρεμέτης] βρόμος κυρίως ὁ τοῦ πυρὸς ἦχος. ὅθεν καὶ τὸν ἀπὸ πυρὸς Διόνυσον Βρόμιον καλοῦσιν.
356. * ἠτίμησεν] τῶν σπανίων ἡ τομὴ κατὰ τὸν ἕβδομον χρόνον.
357. πότνια] σεπτή· οἱ γὰρ σεβόμενοι προσπίπτουσι τοῖς ἕθεσι
τῶν θεῶν. ἢ παρὰ τὸν πότμον, ἡ εὐτυχής· ὅς ἐστιν ἀπὸ τοῦ πεσεῖν
παρὰ ποσὶ γυναικός. καὶ ποτνιᾶσθαι δὲ τὸ προσπίπτειν καὶ παρα-
καλεῖν.
358. παρὰ πατρὶ γέροντι] τῷ Νηρεῖ. τὸν δὲ Νηρέα οἱ ποιηταὶ παριστῶσιν ἡμῖν δαίμονα θαλάσσιον, ἀφʼ οὗ καὶ Δωρίδος τῆς Ὠκεανοῦ αἱ Νηρεΐδες.
361. στικτέον ἐπὶ τὸ κατέρεξεν καὶ ἔφατʼ καὶ ὀνόμαζεν· ἡ περίοδος γὰρ καθʼ ἑαυτὴν ἑκάστη.
363. ἵνα εἴδομεν] προπαροξύνεται τὸ εἴδομεν, ἀπὸ βαρυτόνου τοῦ
εἴδω. οὐ θαῦμα δὲ, εἰ τὸ αὐτὸ καὶ ὡς βαρύτονον καὶ ὡς περισπώμενον
κλίνει. ἢ ὅτι ἀνθʼ ὑποτακτικοῦ ἐστὶ καὶ ἡ συστολὴ ἀνέδωκε τὸν
τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.
364. * ὅτι τὸ βαρυστενάχων κατὰ βαρεῖαν τάσιν.
βαρύνεται ἡ μετοχή. διδασκόμεθα δὲ ἐξ ἐκείνου “τοὺς δὲ βαρὺ
στενάχων μετέφη κρείων Ἀγαμέμνων, χειρὸς ἔχων Μενέλαον· ἐπε-
στενάχοντο δʼ ἑταῖροι.” ἡ γὰρ ἐπίζευξις τοῦ ἐπεστενάχοντο διδάσκει
ὅτι καὶ τὸ στενάχω βαρύνεται· εἰ γὰρ ἦν περισπώμενον, ἐστεναχοῦντο
ἐγίνετο ὡς ἐνενοοῦντο. καὶ ἡ κλίσις δὲ τοῦτο δείκνυσι· “βαρὺ δὲ
στενάχοντος ἄκουσα” (Od. 8, 95.) οὐχὶ στεναχοῦντος. καὶ ἡ δοτική
“τῷ δὲ βαρὺ στενάχοντι”
365. οἶσθα] ὅτι παλιλλογεῖν παρῄτηται. ἀλλότριοι ἄρα οἱ ἐπι-
φερόμενοι στίχοι εἴκοσι ἑπτά.
366. ᾠχόμεθ᾿ ἐς Θήβην] ὁ τρόπος ἀνακεφαλαίωσις. τέσσαρες δὲ
διηγήσεων ἰδέαι· ὁμιλητικὴ, ὡς ὅταν παρά τινός τις ἀκούσας πάλιν
αὐτὰ διηγῆται ἃ ἤκουσεν, ὡς τὸ “πολλάκι γὰρ σέο πατρός” (396).
τὸ δὲ ἀπαγγελτικὸν, ὅταν ἃ παῤ ἑτέρου ἤκουσεν ἑτέρῳ διηγῆται, ὡς
τὸ “ἀγγελίην τινά τοι, γαιήοχε” (Il. 15, 174). τὸ δὲ ὑποστατικὸν,
ὅταν τινὰ τῶν πραγμάτων ἀπαγγεῖλαι ὑποθέμενοι διηγώμεθα, ὡς τὸ
“ὡς ὁπότʼ λείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη” (Il. 11, 671). τὸ δὲ
μικτὸν ἐξ ὁμιλητικοῦ καὶ ὑποστατικοῦ, ὡς τὸ “ἀλλὰ σὺ τόν γʼ
ἐλθοῦσα, θεὰ, ὑπελύσαο δεσμῶν” (401).
ᾠχόμεθ᾿ ἐς Θήβην] νῦν λέγει τὰς Ὑποπλακίους, ὧν ἐβασί-
λευσεν Ἠετίων ὁ Ἀνδρομάχης πατήρ.
Κίλικες ἔθνος βάρβαρον τῆς Ὑποπλάκου Θήβης· τούτων ἦρχεν
Ἠετίων ἔχων υἱοὺς ἑπτὰ, θυγατέρα δὲ τὴν Ἀνδρομάχην τὴν γαμη-
θεῖσαν Ἕκτορι τῷ υἱῷ Πριάμου. κατὰ δὲ τοὺς Τρωϊκοὺς πολέμους
ἐπιστρατεύσας Ἀχιλλεὺς τῇ Θήβῃ, καὶ τὴν πόλιν πορθήσας τόν
τε Ἠετίωνα ἀνεῖλε σὺν τοῖς τέκνοις, μεθʼ οὓς Λυρνησσὸν πορθήσας
καὶ τὴν πόλιν ἐξελὼν αἰχμάλωτον ἦγεν ἐκ Λυρνησσοῦ μὲν Βρισηίδα,
ἣν γέρας αὐτῷ ἐψηφίσαντο Ἕλληνες, ἀπὸ δὲ τῆς Χρύσης Χρυσηΐδα
τὴν Χρύσου τοῦ ἱερέως τοῦ Ἀπόλλωνος θυγατέρα, ἣν Ἀγαμέμνων
κλήρῳ λαχὼν τῷ πατρὶ δεομένῳ οὐκ ἀπέδωκεν· ἐξ οὗ ὀργισθεὶς ὁ θεὸς
ἔπεμψε τοῖς Ἕλλλησι λοιμικὴν νόσον. ἔνιοι δέ φασιν ὅτι καὶ ἡ
Χρυσηῒς ἐκ Θηβῶν ἐλήφθη· τῆς γὰρ Χρύσης, φασὶν, οὔσης
πολιχνίου ἀτειχίστου καὶ εὐτελοῦς, ὡς ἐν ἀσφαλεστέρᾳ καὶ μείζονι
τῇ Θήβῃ οἱ ἀπʼ αὐτῆς προσερρυηκότες ἦσαν διὰ τὸν πόλεμον. τρεῖς
γάρ εἰσι Θῆβαι, αἱ Ὑποπλάκιοι, ὧν ἐνταῦθα μέμνηται καὶ ἐν τῇ Ζ,
καὶ αἱ Καδμεῖαι, ὧν μέμνηται ἐν τῇ Δ. καὶ ἐν τῇ Ε, καὶ αἱ τῆς
Αἰγύπτου, ὧν μνημονεύει ἐν τῇ I.
368. τοῦ σφίσι τὴν πρώτην ὀξυτονητέον, ἐπειδήπερ εἰς σύνθετον
ἡ μετάληψις, εἰ καὶ οὐκέτι διηνεκὴς ὁ λόγος· ἔστι γάρ τινα
ἐναντιούμενα· “τοὺς δʼ ἄναγον ζῳοὺς σφίσιν ἐργάζεσθαι ἀνάγκῃ”
(Od. 17, 441)· “σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι” (Od. 4, 683). καὶ
ὅτι μετὰ προθέσεώς ἐστιν. ὅταν γὰρ πρόθεσις ᾖ μετὰ ἀντωνυμίας,
374. *λίσσετο] οὕτως Ἰακῶς τὸ λίσσετο.
381. ἐπεὶ μάλα οἱ φίλος ἦεν] Σέλευκός φησιν ἐν τῇ Κυπρίᾳ καὶ Κρητικῇ, ἐπεί ῥά νύ οἱ φίλος ἦεν. καὶ Θεαγένης δὲ οὕτως προφέρεται. ἀπίθανον γὰρ τὸ ὁ δέ νυ λίαν φίλος ἦεν.
383. ἐπασσύτεροι] Αἰολικόν ἐστιν. ἆσσον ἀσσότερος ἀσσύτερος,
ὡς ὄνομα ὄνυμα, καὶ ἐπασσύτερος.
388. ἀμφίβολος ἡ στιγμὴ διὰ τὸ ὅ μόριον, ἐπεὶ καὶ αὐτὸ ἀμ- φίβολον. ὅμως δὲ εἰς τὸ ὅς ὑποτακτικὸν ἄρθρον αὐτὸ μεταληπτέον.
392. κούρην Βρισῆος] ἔοικε πατρωνυμικῶς τὰ ὀνόματα αὐτῶν
σχηματίζειν ὁ ποιητὴς, καὶ οὐ κυρίως· ὡς γὰρ ἄλλοι ἀρχαῖοι ἱστο-
ροῦσιν, ἡ μὲν Ἀστυνόμη ἐκαλεῖτο, ἡ δὲ Ἱπποδάμεια. ὁ δὲ τρόπος
ἀντωνομασία.
393. * ὑποστικτέον ἐπὶ τὸ γε, στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου.
ἑῆος] ὅτι Ζηνόδοτος γράφει ἑοῖο.
396. πολλάκι γάρ σεο] Ἀρίσταρχος ἐγκλιτικὴν παρέλαβε τὴν
ἀντωνυμίαν, λέγων τὸ δηλούμενον εἶναι τοιοῦτο, πολλάκις γάρ σου
ἐν τοῖς τοῦ πατρός μου δόμοις ἤκουσα καυχωμένης. ἐὰν γὰρ, φησὶ,
κατʼ ὀρθὸν τόνον ἀναγνῶμεν, ἔσται ἐν τοῖς τοῦ Νηρέως οἴκοις ὁ
Ἀχιλλεὺς αὐτῆς ἀκηκοώς· ταύτην δὲ τὴν ἱστορίαν οὐκ οἶδεν Ὅμηρος.
τοσαῦτα ὁ Ἀρίσταρχος καὶ οἱ ἀπʼ αὐτοῦ. Πτολεμαῖος δὲ συγκατα-
τίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώσει, οὐ μὴν τῇ προκειμένῃ αἰτίᾳ,
εἴ γε ἤδη καὶ αὐτὸς ὁ Ἀρίσταρχος τὸ τοιοῦτο, φησί, παρεφύλασσεν,
ὡς ὅτι ταῖς μὲν πρωτοτύποις οὕτως χρῆται κατὰ γενικὴν, ἐμέο ἐμεῖο
ἐμεῦ ἐμέθεν, ὁμοίως δὲ καὶ ἐπὶ δευτέρου καὶ τρίτου, ταῖς δὲ κτητι-
καῖς ἤτοι ἐμοῦ ἢ ἐμοῖο, σοῦ σοῖο. ἐγίνετο οὖν, εἴπερ ἦν κτητικὴ,
σοῖο, ὥστε κἂν ὀρθοτονήσωμεν τὴν σέο, οὐ δύναται ἀμφιβολος
καθίστασθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπός ἐστιν. ἐγέ-
νετο οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωσις, ἐπειδήπερ ἁπλῆ ἐστὶ καὶ οὐκ ἔχει-
ἀντιδιαστολήν· καἰ ἐπεκράτησεν ἡ ἀνάγνωσις.
ἡ διπλῆ δὲ, ὅτι ἀπὸ τούτου τοῦ στίχου ἕως “τοῦ τὸν καὶ ὑπέδδεισαν” (406) Ζηνόδοτος ἀθετεῖ. βραχὺ δὲ διασταλτέον μετὰ τὴν ἀντωνυ- μίαν· τὸ γὰρ ἑξῆς ἐστὶ πολλάκι γάρ σου ἤκουσα.
397—400. διασταλτέον μετὰ τὸ εὐχομένης καὶ λοιγὸν ἀμῦναι,
ἐπὶ δὲ τὸ Παλλὰς Ἀθήνη στιγμήν. ἐνδέχεται δὲ καὶ οὕτως, ἐπὶ
μὲν τὸ λοιγὸν ἀμῦναι στίζειν, τὰ δʼ ἄλλα ἀπʼ ἄλλης προφέρεσθαι
ἀρχῆς ἕως τοῦ Ἀθήνη.
397. κελαινεφέϊ] παρὰ τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν.
399. ὁππότε μιν ξυνδῆσαι] Ζεὺς παραλαβὼν τὴν ἐν οὐρανῷ διοί-
κησιν περισσῶς τῇ παρρησίᾳ ἐχρῆτο, πολλὰ αὐθάδη διαπρασσόμενος.
Ποσειδῶν δὲ καὶ Ήρα καὶ Ἀπόλλων καὶ Ἀθηνᾶ ἐβούλοντο αὐτὸν
δήσαντες ὑποτάξαι. Θέτις δὲ ἀκούσασα παρὰ τοῦ πατρὸς Νηρέως
(ἦν γὰρ μάντις) τὴν Διὸς ἐπιβουλὴν ἔσπευσε πρὸς αὐτὸν, ἐπαγομένη
Αἰγαίωνα φόβητρον τῶν ἐπιβουλευόντων θεῶν· ἦν δὲ θαλάσσιος δαί-
μων οὗτος, καὶ τὸν πατέρα Ποσειδῶνα κατεβράβευεν. ἀκούσας δὲ ὁ
Ζεὺς Θέτιδος τὴν μὲν Ἥραν ἐν τοῖς καθʼ αὑτοῦ δεσμοῖς ἐκρέμασε,
Ποσειδῶνι δὲ καὶ Ἀπόλλωνι τὴν παρὰ Λαομέδοντι θητείαν ἐψηφί-
σατο, τῇ δὲ Θέτιδι τὴν Ἀχιλλέως τιμὴν εἰς τὰ μετὰ ταῦτα ἐτα-
μιεύσατο. ἱστορεῖ Δίδυμος.
400. Παλλὰς Ἀθήνη] ὅτι Ζηνόδοτος γράφει Φοῖβος Ἀπόλλων·
ἀφαιρεῖται δὲ τὸ πιθανόν· ἐπίτηδες γὰρ τοὺς τοῖς Ἕλλησι βοη-
θοῦντας θεοὺς ἠχθρευκέναι Διί φησιν, ἵνα μᾶλλον ἀκούοιτο Θέτις.
401. *συναπτέον τοῦτον τῷ ἑξῆς· βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ Ὄλυμπον.
402. *μακρὸν Ὄλυμπον] ὅτι μακρὸν τὸν Ὄλυμπον ὡς ὄρος· τὸν
δὲ οὐρανὸν εὐρύν.
403. τῶν διωνύμων τὸ μὲν πρότερον ὄνομα Ὅμηρος εἰς θεοὺς ἀνα- φέρει, τὸ δὲ δεύτερον εἰς ἀνθρώπους, ὡς καὶ τὸ “χαλκίδα κικλή- σκουσι θεοὶ, ἄνδρες δὲ κύμινδιν” (Il. 14, 291), καὶ περὶ τοῦ ποταμοῦ “ὃν Ξάνθον καλέουσι θεοὶ, ἄνδρες δὲ Σκάμανδρον” (Il. 20, 74.)
404. ὁ γὰρ αὖτε] ὅτι Ζηνόδοτος γράφει “ὁ γὰρ αὖτε βίῃ πολὺ φέρτατος ἀπάντων, ὁππόσοι ναίουσ᾿ ὑπὸ Τάρταρον εὐρώεντα.” οὐκ ἔστι δὲ τῶν Τιτάνων ὁ Αἰγεὺς, ἀλλ᾿ ἐνάλιος δαίμων· οὕτως γὰρ καὶ ἡ σύγκρισις λαμβανομένη πρὸς τὸν Ποσειδῶνα λόγον ἕξει.
*οὕτως διὰ τοῦ ν, βίην, Ἀρίσταρχος.
405. ὅς ῥα παρὰ Κρονίωνι] ὅτι ἐντεῦθεν ἐπὶ τοῦ Ἄρεως λέγεται οὐκ ὀρθῶς “πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων” (Ιl. 5, 906). Ὅμηρος δὲ, ὡς στωϊκὸς, Ποσειδῶνος αὐτὸν εἶναί φησιν. ἢ ὅτι, φησὶ, παῦροι δέ τε πατρὸς ἀρείους (Od. 2, 277).
407. λαβὲ γούνων] κεφαλῆς λαμβανόμεθα, ἐπεὶ ἡγεμονικόν·
δεξιᾶς, ἐπεὶ πρακτικόν· γονάτων (δι᾿ αὐτῶν γὰρ ἐπικλᾶται τὸ σῶμα)
ἐπικλᾶν σπεύδοντες τὴν ψυχὴν τοῖς λόγοις.
407—412. βραχὺ διασταλτέον μνήσασα, παρέζεο, καὶ κτεινομέ- νους, καὶ βασιλῆος, καὶ ἣν ἄτην· πάντα γὰρ ἤρτηται τοῦ αἴ κέν πως ἐθέλῃσι.
412. *οὐδὲν] ὅτι τὸ δεν παρέλκει.
415. ὄφελες] ῥῆμά ἐστι κατὰ παντὸς ἀριθμοῦ φερόμενον· “ὡς
δὴ μὴ ὄφελον νικᾶν” (Od. 11, 548). “ὥς μ᾿ ὄφελ᾿ Ἕκτωρ κτεῖ-
ναι” (Ιl. 21, 279) καὶ “μὴ ὄφελες λίσσεσθαι” (Ιl. 9, 698.) Καλ-
λίμαχος δὲ ἐπίρρημα εὐκτικόν· “ὤφελε μηδ᾿ ἐγένοντο θοαὶ νέες”
(Epigr. 18).
417. λέγεται τὴν Θέτιν παρὰ Διὸς μαθεῖν τὰ περὶ Ἀχιλλέως,
ὅτι εἰ μὲν μείνειεν ἐν τῇ Φθίᾳ μὴ συμπλεύσας τοῖς Ἕλλησιν εἰς τὴν
Ἴλιον, πολλὴ μὲν ἔσται αὐτῷ ἡ ζωὴ, ἄδοξος δὲ, εἰ δὲ συνανέλθοι
αὐτοῖς, ἔσται ὀλιγοχρόνιος μὲν, ἀλλ᾿ ἀοίδιμος καὶ εὐκλεής. ὅθεν ὡς
420. εἶμ᾿ ] προπερισπᾶται, ὅτε ἐπὶ τοῦ πορεύομαι· ὅτε δὲ ἐπὶ τοῦ ὑπάρχω, ὀξύνεται.
*πρὸς Ὄλυμπον] ὅτι ὄρος ὁ Ὄλυμπος.
ἀγάννιφον] τὰ ἄκρα τοῦ Ὀλύμπου οὔτε νείφεται οὔτε κατομ-
βρεῖται, κατ᾿ αὐτὸν τὸν ποιητὴν λέγοντα “Οὔλυμπόνδ᾿ , ὅθι φασὶ
θεῶν ἕδος ἀσφαλὲς αἰεὶ ἔμμεναι· οὔτ᾿ ἀνέμοισι τινάσσεται, οὔτε
ποτ᾿ ὄμβρῳ δεύεται, οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ᾿ αἴθρη πέπ-
ταται ἀννέφελος, λευκὴ δ᾿ ἐπιδέδρομεν αἴγλη” (Od. 6, 42). ἀγάν-
νιφον οὖν ἢ τὸν πάνυ κατανειφόμενον, ἢ τὸν οὐδὲ ὅλως.
τὸ νείφω σημαίνει τὸ βρέχω, ὅπερ γράφεται διὰ τῆς ει διφθόγγου, ἐξ οὗ νέφος καὶ νεφρός. νίφω τὸ χιονίζω διὰ τοῦ ῑ, ἐξ οὗ τὸ ἀγάννι- φον. νήφω τὸ σπένδω διὰ τοῦ η, ἐξ οὗ τὰ νηφάλια ξύλα. νήφω τὸ προσέχω· καὶ διὰ τοῦ η τοῦτο· ἐξ οὗ τὸ “νήφων προσεύχου.”
421. νῦν] τὸ νῦν ἀντὶ τοῦ δή· διὸ καὶ Τυραννίων ἠξίου ὀξύνειν, οὐκ εὖ.
422. μήνι᾿ ] τῆς ὀργῆς αὐτὸν οὐκ ἐπέχει, εἰδυῖα τὸ φιλόνεικον αὐτοῦ καὶ φιλότιμον. καλῶς δὲ λόγοις μὲν χαρίζεται αὐτῷ, ἔργοις· δὲ ἀναβάλλεται.
423. Αἰθιοπῆας ὅμοιόν ἐστι τῷ ἡνιοχῆας. δισσοὶ δέ εἰσιν οἱ Αἰθίοπες, ὑπὸ Νείλου ὁριζόμενοι, ὡς ἡ Ἰθάκη καὶ αἱ λοιπαὶ νῆσοι. τινὲς δὲ γράφουσι μετὰ Μέμνονας Αἰθιοπῆας· ἔθνος δὲ οὗτοι.
λέξις Ἀριστάρχου ἐκ τοῦ α΄ τῆς Ἰλιάδος ὑπομνήματος. τὸ μὲν
μετ᾿ ἀμύμονας ἐπ᾿ ἀμύμονας, ὅ ἐστι πρὸς ἀμώμους, ἀγαθοὺς, τὸ δὲ
κατὰ δαῖτα ἀντὶ τοῦ ἐπὶ δαῖτα· οὕτως γὰρ νῦν Ὅμηρος τέθεικεν.
ἔνιοι δὲ ποιοῦσι μετὰ δαῖτα, ὅπως ᾖ αὐτοῖς αὐτόθεν τὸ μετά ἐπί.
χρῶνται δὲ καὶ πλείονες ἄλλοι τῶν ποιητῶν τῇ κατά ἀντὶ τῆς ἐπί.
424. * Ἀρίσταρχος κατὰ δαῖτα.
*ὅτι τινὲς γράφουσι μετὰ δαίμονας ἄλλους· διὸ ἀθετεῖται.
425. δωδεκάτῃ] φασὶν ἐν Διοσπόλει μέγιστον εἶναι Διὸς ἱερὸν,
ἀφ᾿ οὗ λαμβάνοντας τὸ ξόανον Αἰθίοπας μετὰ καὶ τῶν ἄλλων ἐγχω-
ρίων θεῶν κατά τινα χρόνον περινοστεῖν τὰ μέρη τῆς Λιβύης καὶ
πολυτελεῖς ποιεῖν πανηγύρεις ἐπὶ δώδεκα ἡμέρας, ὅτι καὶ τοσοῦτοι
οἱ θεοί.
429. * γυναικός] ὅτι ἐλλείπει ἡ περί· ἔστι γὰρ περὶ γυναικός.
432. * ἐντός] Ἀρίσταρχος ἐγγύς, οἷον πλησίον, οὐχὶ ἐντός.
434. ἱστοδόκῃ] τὸ κατὰ τὴν πρύμναν ἐξέχον ξύλον, καθ᾿ οὗ κλί-
νεται ὁ ἱστός. τὰ δὲ παρὰ τὸ δέχω πάντα διὰ τοῦ κ, ξεινοδόκος,
ἱστοδόκη.
ἱστὸν δ᾿ ἱστοδόκῃ πέλασαν] οὐ γὰρ ᾔδεσαν τῶν ἀνέμων τὸ παλίμ- βολον, ἄλλως τε ἐν Ἰλιάδι ταύτην μόνην ἔχων ἔκπλοιαν τρόπον ἐδί- δαξεν προσορμισμοῦ.
* ὑφέντες] Ἀρίσταρχος ἀφέντες.
435. βέλτιον τοῖς ἐπάνω προσδίδοσθαι τὸ καρπαλίμως.
προέρυσσαν] διὰ τοῦ ε, προέρεσσαν, οὐ διὰ τοῦ υ, προέρυσσαν, καὶ ἡ Ἀργολικὴ καὶ ἡ Σινωπικὴ καὶ ἡ Σωσιγένους.
436. ἐκ δ᾿ εὐνάς] τὰ σίδηρα, παρὰ τὸ εὐνάζειν τὴν ναῦν χαλώ-
437. ἐπὶ ῥηγμῖνι θαλάσσης] ἀλλαχοῦ ἡρμήνευκεν αὐτὸ διὰ τοῦ
τῇ χέρσῳ ῥηγνύμενον μεγάλα βρέμειν (ΙΙ. 4, 425). πάντα δὲ ἐν
ὀλίγῳ πέφρασται.
440. πολύμητις Ὀδυσσεύς] τὰ ἐπίθετα Ὀδυσσέως δῖος Ὀδυσ- σεὺς, πολύμητις Ὀδυσσεύς. ὅτε δὲ ὁ καιρὸς τῆς σοφίας, Διὶ μῆτιν ἀτάλαντόν φησιν.
443. ὅτι τὸ ἀγέμεν κοινὸν, ὥστε γίνεσθαι τὸν ἑξῆς περισσόν· διὸ ἀθετεῖται.
444. * ὅτι περισσός.
446—448. ὣς εἰπὼν—ἔστησαν] ὅτι Ζηνόδοτος οὕτως συντετμη-
μένως “ὣς εἰπών· τοὶ δ᾿ ὦκα θεῷ ἱερὴν ἑκατόμβην ἑξείης ἔστησαν.”
τὴν δὲ ἀναγκαιοτάτην Χρυσηΐδα περιεῖλεν.
447. κλειτήν] ἱερὴν, οὐ κλειτὴν, εἶχον αἱ Ἀριστάρχου.
449. οὐλοχύτας] τινὲς τὰ κανᾶ δι᾿ ὧν ἐπέχεον τὰς οὐλάς. καὶ
κριθαὶ δὲ πρὸς ἀντιδιαστολὴν τῶν ψαιστῶν· πρὸ τῶν πυρῶν γὰρ
εὕρηνται, καὶ ἀπὸ τοῦ προκριθῆναι τῶν βαλάνων οὕτως ὠνομάσθησαν.
κριθὰς δὲ μετὰ ἁλῶν μεμιγμένας ἐπέχεον τοῖς ἱερουργουμένοις ζώοις
πρὸ τοῦ θύεσθαι, ἤτοι πολυπληθείας χάριν, ἢ μνήμην ποιούμενοι τῆς
ἀρχαίας βρώσεως· ὡς γάρ φησι Θεόφραστος ἐν τῷ περὶ εὑρημά-
των, πρὶν ἢ μάθωσιν οἱ ἄνθρωποι ἀλεῖν τὸν Δημητριακὸν καρπὸν,
οὕτω σώας αὐτὰς ἤσθιον. ὅθεν ὅλας αὐτάς φησιν ὁ ποιητής.
451. * κλῦθί μευ] τὸ μευ διὰ τοῦ ευ κατὰ γενικὴν πτῶσιν.
454. *ὅτι κατὰ τὴν Πατρόκλου ἔξοδον (ΙΙ. 16, 237) οὐκ ὀρθῶς λέγεται, ἐντεῦθεν μετενεχθείς.
459. αὐέρυσαν] εἰς τοὐπίσω ἀνέκλων τὸν τράχηλον τοῦ θυομένου
ἱερείου, ὡς προσέχειν εἰς οὐρανὸν τοῖς θεοῖς οἷς καὶ ἐθύοντο, ὡς καὶ
461. ὠμοθέτησαν] ἀπὸ τῶν ὠμῶν ἱερείων ἀπαρξάμενοι ἔκοψαν μικρὸν ἀπὸ παντὸς μέλους, καὶ ἐπέθηκαν ἐπὶ τὰ μηρία, ὡς δοκεῖν ὅλα τὰ μέλη τοῦ ἱερείου καρποῦσθαι· διὸ ἡ διπλῆ.
464. αὐτὰρ ἐπεὶ κατὰ μῆῤ ἐκάη] Πτολεμαῖος τὸ ε τελευταῖον
λαμβάνει τοῦ μῆρε, ἵνα ἰακώτερον ἐκδέξηται τὸ κάη· καὶ Ἀρίσταρ-
χος δὲ οὕτως. δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες, ἐκθλίψεως
γενομένης τοῦ α, ὥσπερ καὶ ἐπὶ τοῦ ἐντελεστέρου αὐτοῦ ὁρῶμεν “ἢ
εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾿ ἔκηα” (40). τὸ δὲ τοιοῦτο πολὺ
παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν
τὸ ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι. ἀπεφηνάμην δὲ ἐντελέστερον
τὸ μηρίον τοῦ μηροῦ ὄν· ἐκ γὰρ συγκοπῆς αὐτοῦ ἐγεγόνει, ἐπείτοι
εὐθύνεται ὁ τόνος. τὰ γὰρ εἰς ος λήγοντα μεταπλασσόμενα εἰς
οὐδέτερον γένος τὸ εἰς ον λῆγον, τὸν αὐτὸν τόνον φυλάσσει· ὁ ζυγός
τὸ ζυγόν—τὰ ζυγά, δίφρος δίφρον δίφρα. ὅθεν εἰ καὶ μηρός, καὶ
μηρόν καὶ μηρά, εἰ δὲ μῆρα, καὶ μήρους. εἰ δὲ δοίημεν ὅτι κυρίως
τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖται, τοῦ περὶ τὸ σημαινόμενον καὶ
τοῦ περὶ τὸν τόνον ἁμαρτήματος τὴν λέξιν ἀπολύει.
* σπλάγχν᾿ ἐπάσαντο] Ἀρίσταρχος Ἰακῶς πάσαντο.
465. ἄρα τ᾿ ἄλλα] Πτολεμαῖος ὡς τἄργα τἄλλα. ἡ μέντοι κοινὴ ἀνάγνωσις παραπληρωματικὸν ἔλαβε τὸν τε σύνδεσμον, ἐν ἐκείνῳ δὲ συνεσταλμένον τὸ α ἐφύλαξεν, καθότι ἤδη ἔθος ἐστὶ τῷ ποιητῇ ἐλλείπειν τοῖς ἄρθροις.
467. πόνου] ὅτι πόνον τὸ ἐπὶ τῆς ἱερουργίας ἔργον οὐδέποτε δὲ
τὴν ἀλγηδόνα πόνον εἴρηκεν.
τετύκοντο] τεύχω ἔτυχον ἐτυχόμην ἐτύχοντο· ποιητικὸς ἢ Ἰωνικὸς διπλασιασμὸς οἰκεῖος τοῖς δευτέροις ἀορίστοις μετὰ τροπῆς, καὶ γίνεται τετύκοντο, ὡς παρὰ τὸ χάζω κεχάδοντο· “κεχάροντο δὲ πάντες Ἀχαιοί” (Od. 4, 344).
ἐξ ἔρον ἕντο] τὸ μὲν ἔρον ὡς Αἰολικὸν ψιλωτέον, ἢ καθὸ τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου ψιλοῦται. τὸ δὲ ἕντο δασέως· ἔστι γὰρ παρὰ τὸ ἵημι, δεύτερος ἀόριστος ἧν, καὶ εἵς ἡ μετοχὴ καὶ ἀφείς, ἕμαι, ἕμην ἕσο ἕτο ἕντο. ταῦτα δὲ καὶ πλεονάζουσι τῷ ι πολλαχοῦ.
470. κοῦροι μὲν κρητῆρας] ἀρχαῖον ἔθος οἰνοχοεῖν τοὺς νέους· διὸ καὶ παῖδας μέχρι τοῦ νῦν τοὺς δούλους φαμέν· καὶ Γανυμήδης καὶ Ἥβη ὑπηρέται θεῶν εἰσίν.
*ἐπεστέψαντο ποτοῖο] ὑπὲρ τὸ χεῖλος ἐπλήρωσαν, ὡς δοκεῖν ἐστέ- φθαι τῷ ὑγρῷ.
472. οἱ δὲ πανημέριοι] ὅτι οὐ δι᾿ ὅλης φησὶ τῆς ἡμέρας, ἀλλὰ τοῦ λείποντος τῆς ἡμέρας· καὶ γὰρ τὸ μὲν πεπλεύκασι, τὸ δὲ λεῖπον εὐωχήθησαν.
473. καλὸν ἀείδοντες παιήονα] ὅτι παιήονα οὐ τὸν Ἀπόλλωνα,
ἀλλὰ τὸν ἐπὶ καταλύσει λοιμοῦ ὕμνον. καὶ τὸ καλόν ἀντὶ τοῦ
καλῶς.
474. ἀθετεῖται, ὅτι νομίσας τις τὸν Ἀπόλλωνα Παιήονα εἰρῆσθαι
προσέθηκεν αὐτόν. καὶ γίνεται δισσολογία· προείρηκε γὰρ “οἱ δὲ
πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο.” ἀπὸ δὲ τοῦ εἰπεῖν τὸν ποιητὴν τὸ
“ὁ δὲ φρένα τέρπετ᾿ ἀκούων” διδάσκει ἡμᾶς ὅτι πλέον τῶν θυσιῶν
τέρπονται οἱ θεοὶ τοῖς οἰκείοις ἕκαστος ὕμνοις.
477. ἦμος δ᾿ ἠριγένεια] ὅτι τῇ ἑξῆς ἐκ τῆς Χρύσης κατέρχονται. ἡ δὲ ἀναφορὰ ἀπὸ τῆς σημειώσεως πρὸς τὸν τῶν ἡμερῶν ἀριθμόν.
ῥοδοδάκτυλος] πυρώδης γὰρ ὁ ἀὴρ ὄρθρου γίνεται ἐν τῇ ἀνατολῇ.
ἀπὸ δὲ τοῦ σχήματος τῶν τῆς χειρὸς δακτύλων παρίστησι τὸ τῶν
ἀκτίνων σχῆμα, συνεκδοχικῶς ἀπὸ μέρους τὸ ὅλον. τὴν δὲ πολὺ τοῦ
φωτὸς ἔχουσαν οὕτως καλεῖ, τὴν δὲ πολὺ τοῦ σκότους κροκόπεπλον.
479. ἴκμενον] παρὰ τὸ ἱκνεῖσθαι, ἢ ὑγρὸν, παρὰ τὴν ἰκμάδα·
καὶ γὰρ ἐν ἄλλοις φησὶν “ἀνέμων μένος ὑγρὸν ἀέντων” (Od. 5,
478). ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης ἄνεμος γίνεται. διὸ ψιλω-
τέον· οὐ γὰρ παρὰ τὸ ἱκνεῖσθα. ἅμα δὲ φύσιν ἀνέμων διδάσκει· τὸ
γὰρ στυγνὸν τοῦ λοιμοῦ διασκεδάζει ὁ ἄνεμος.
482. στείρῃ] ἐπεὶ στερεωτέρα τῶν σανίδων ὑπάρχει· ἐπὶ γὰρ τὸ
484. *μετὰ στρατὸν] Ἀρίσταρχος κατά, οὐ μετά. καὶ “χθιζὸς ἔβη κατὰ δαῖτα” (424).
486. ὑψοῦ ἐπὶ ψαμάθοις] ψάμαθος. καὶ ἡ ποταμία οὕτως καλεῖ-
ται· “κείμενον ἐν ψαμάθοις Αἰσήποιο.”
ἕρματα] τὸ ἕρματα, εἰ καὶ ἐκ τοῦ ἐρείσματα, οὐ ψιλοῦται, ὥς
τινες, ἐπεὶ τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰς ρ ἐπιφερο-
μένου τοῦ μ δασύνεται, ὅρμος ἅρμα Ἑρμῆς ὅρμαθος. ἔνθεν ἡ πλείων
χρῆσις τὸ ἁρμοῖ δασύνει. τὸ μέντοι ἄρμενον καὶ ὄρμενον ψιλὸν πνεῦμα
ἀνεδέξατο.
488. αὐτὰρ ὁ μήνιε] ὅτι Ζηνόδοτος ἠθέτηκεν ἕως τοῦ “αὖθι μένων” (492). τὸν δὲ “οὔτε ποτ᾿ ἐς πόλεμον” οὐδὲ ἔγραφεν.
490. *ποθέεσκε] ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως, φιλότιμος δὲ περὶ τὰς πράξεις.
493. ὅτε δή ῥ᾿ ἐκ τοῖο] Ἀρίσταρχος ὁτεδή ὡς δηλαδή παραλόγως
ʼἀνεγίνωσκε. Πάμφιλος δὲ τὸ ὅτε κατ᾿ ἰδίαν ἀναφορικὸν ἀναλόγως·
διαφέρει γὰρ τὸ ὅτε ὀξυνόμενον κατὰ τὴν πρώτην τοῦ ὁτέ ἀορίστου.
ὥστε ἐὰν θελήσῃ ὁ Ἀρίσταρχος ἀναγινώσκειν ὁτεδή ὡς δηλαδή,
πρῶτον τὴν μὴ οὖσαν χρῆσιν παρὰ τῷ ποιητῇ παραλήψεται, δεύτερον
τὸ σημαινόμενον παραφθείρει. τὸ δὲ τοῖο προπερισπαστέον· τὸ γὰρ
τοῦ Θεσσαλικῶς παραυξηθὲν ἐγίνετο τοῖο, ὡς καλοῦ καλοῖο.
ἀποφήνασθαι δεῖ ὅτι ὁ Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ δια-
λαμβάνων περὶ τοῦ “ἀλλ᾿ ὅτε δή ῥ᾿ ἐκ τοῖο” λέγει ὅτι τοῦ ὁτέ
ὀξυτόνου ἀορίστου οὐκ ἔστιν ἡ χρῆσις παρὰ τῷ ποιητῇ· ἐν μέντοι
τῷ ἐννεακαιδεκάτῳ τῆς καθόλου τὸ “ὣς Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώ-
τοισι φάνεσκεν” (ΙΙ. 11, 64) ὀξυτόνως δεῖν φησὶν ἀναγινώσκεσθαι.
496. ἀνεδύσετο] παρατατικοῦ παθητικοῦ, ὡς ἀπὸ τοῦ δύω ἐνεστῶ-
τος τὸ παραγωγὸν δῦμι, ὁ μέλλων δύσω. καὶ ἐγένετο ὁ μέλλων
ἐνεστὼς, οὗ ὁ παθητικὸς δύσομαι, ὁ παρατατικὸς ἐδυσόμην ἐδύσετο.
ὥσπερ καὶ ἐκ τοῦ βῶ βιβῶ βίβημι ὁ μέλλων βήσω· καὶ μετά-
γεται εἰς ἐνεστῶτα, οὗ παθητικὸς βήσομαι, ὁ παρατατικὸς ἐβησόμην
ἐβήσετο.
μέγαν οὐρανὸν Οὔλυμπόν τε] ὅτι οὕτως εἴρηκεν οὐχ ὡς τοῦ Ὀλύμπου ἐπ᾿ οὐρανοῦ ὄντος, ἀλλ᾿ ἐπεὶ καὶ αἱ κορυφαὶ τοῦ ὄρους ὑπὲρ τὰ νέφη εἰσίν· ὁ δὲ ὑπὲρ τὰ νέφη τόπος οὐρανὸς καλεῖται ὁμωνύμως τῷ στερεμνίῳ. ἀλλὰ καὶ ἐν οὐρανῷ καὶ ἐν Ὀλύμπῳ γεγονέναι αὐτὴν λέγει.
* οὐρανὸν Οὔλυμπόν τε] ὅτι ἐν τῷ ἄκρῳ τοῦ Ὀλύμπου ἐστὶν ὁμώνυ- μος πόλις Ὄλυμπος·
498. εὐρύοπα] ἤτοι μεγαλόφθαλμον, παρὰ τοὺς ὦπας, ἢ μεγαλό- φωνον, παρὰ τὴν ὄπα, ὅ ἐστι τὴν φωνήν.
ψιλῶς μεγαλόφωνον, ὡς τὸ ἐριβρεμέτης. ἢ μεγαλόφθαλμον, διὰ
τό προνοητικόν.
499. *πολυδειράδος Οὐλύμποιο] παροιμία “τρὶς δὲ τριηκόσιαι κορυφαὶ νιφόεντος Ὀλύμπου.”
*πολυδειράδος Οὐλύμποιο] ὅτι καὶ ἀρσενικῶς τὸ πολυδειράδος, ὡς ἐνταῦθα.
504. ἢ ἔπει ἢ ἔργῳ] ὅτι εἰ μὴ προϊστορήσαμεν τὰ περὶ τῶν δεσμῶν, ἐφ᾿ ὧν ἡ Θέτις ἐβοήθησεν αὐτῷ, ἐζητοῦμεν ἂν τί αὐτὸν ὤνησεν.
508. μητίετα] βουλευτικώτατε. ἐχρῆν αὐτὸ παροξύνειν, εἴγε τὰ
εἰς της λήγοντα βαρύτονα βραχείᾳ παραληγόμενα ἀπρόσληπτα τοῦ
σ ἐπὶ γενικῆς καὶ ἐπὶ κλητικῆς παροξύνεται, οἰκέτα φυλέτα εὐνέτα.
παραλόγως ἄρα ἡ εὐρύοπα δέσποτα καὶ τὸ μητίετα. ἔστι δὲ εἰπεῖν ὅτι
ἀπὸ τοῦ μητῖτα κατὰ πλεονασμὸν τοῦ ε καὶ συστολῇ τοῦ ι, ἀπὸ
εὐθείας τῆς μητίτης, κλητικὴ γέγονε μητίετα· καὶ ὁ τόνος ἐπὶ τοῦ
αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεονασμόν. οὕτως Ὦρος καὶ Ἀπολ-
λώνιος ἐν τῷ περὶ παρωνύμων, καὶ ἀπὸ τοῦ μητῖτά φησι τὸ μη-
τίετα.
509, 510. *βραχὺ διασταλτέον ἐπὶ τὸ κράτος καὶ τίσωσιν.
510. *ὀφέλλωσιν] αὔξωσιν. ὅθεν καὶ ὄφλημα τὸ χρέος διὰ τὸν τόκον.
512. ὑποστιγμὴ ἐν ὑποκρίσει ἐπὶ τὸ γούνων διὰ τὸ ὡς μόριον.
513. ἐμπεφυυῖα] ἐμπλέξασα τὰς χεῖρας.
*εἴρετο] Δημήτριος ὁ Ἰξίων προπερισπᾷ, παραλαμβάνων τὸ τό ἄρθρον.
514. ὑπόσχεο καὶ κατάνευσον] δὶς τὸ αὐτὸ πέφρακεν ἐπιτάσεως χάριν· ἀντὶ τοῦ ὑποσχοῦ μοι.
517. ὀχθήσας] εἰς ὕψος ἐπάρας τὸν θυμὸν, παρὰ τοὺς ὄχθους, ἢ παρὰ τὸ ἄχθος ἀχθήσας, ὅ ἐστιν ἀχθεσθεὶς καὶ ὀχθήσας.
518. ἦ] περισπαστέον τὸν ἔστι γὰρ βεβαιωτικὸς ἐν ἀρχῇ κείμενος ὁμοίως τῷ “ἦ δὴ ἀλιτρὸς ἐσσί” (Od. 5, 182).
ἐχθοδοπῆσαι ἐφήσεις] ἐχθρὸν καταστῆναι ἐφορμήσεις, ὅ ἐστιν
ἀναγκάσεις.
519. Ἥρῃ, ὅτ᾿ ἄν μ᾿ ἐρέθῃσιν] Ἀρίσταρχος τὸ Ἥρῆ κατ᾿ εὐθεῖάν φησιν, οὐ κατὰ δοτικὴν, ἵν᾿ ᾖ ὅταν με ἐρεθίσῃ ἡ Ἤρα, τότε ἐχθοδο- πῆσαί με ἐφήσεις. τὸ δὲ ὅταν δύο μέρη λόγου.
τὸ τέλειον ὅτε ἄν ἐστι, καὶ κατὰ συναλοιφὴν ὅτ᾿ ἄν· ἐν δὲ τῇ συν-
τάξει κεκοίμισται ἡ ὀξεῖα τοῦ ἄν, ὡς τὸ “οὐκ ἂν ἐφ᾿ ὑμετέρων ὀχέων”
(ΙΙ. 8, 455)· “οὐκ ἂν δὴ μείνειας” (ΙΙ. 3, 52). ἀεὶ οὖν οὕτως
ὀφείλομεν ἀναγινώσκειν ἐπὶ τὴν ἄρχουσαν ὀξεῖαν ποιοῦντες· “ὡς
δ᾿ ὅταν ἀδίνουσαν” (ΙΙ. 11, 269). καὶ τοτὲ μὲν ἐν σημαινομένῳ
ὀφείλομεν παραλαμβάνειν τὸν ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ
εὐκτικὸν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτως ἔχῃ. πρόδηλον δὲ ἐκ
τοῦ χαρακτῆρος ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰς αν ἐπιρρήματα
οὐδέποτε συστέλλει τὸ α· τὸ γὰρ πάμπαν οὐ φύσει ἐπίρρημα. ἀλλὰ
μὴν οὐδὲ σύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ ἀναφορικὰ τῶν
ἐπιρρημάτων κατ᾿ ἀρχὰς συντίθεται.
Ζεὺς ἐρασθεὶς Θέτιδος τῆς Νηρέως ἐδίωκεν αὐτὴν βουλόμενος
βιάσασθαι. γενόμενος δὲ ἐπὶ τὸ Καυκάσιον ὄρος ἐκωλύθη ὑπὸ Προ-
μηθέως, φήσαντος τὸν ἐκ Θέτιδος γενόμενον ἀμείνονα ἔσεσθαι τοῦ
ἰδίου πατρός. δείσας οὖν ὁ Ζεὺς περὶ τῆς ἐν οὐρανῷ κρατήσεως
αὐτὸς μὲν ἀπέσχετο τῆς προειρημένης, εἰς τιμὴν δὲ τοῦ παιδὸς
Αἰακοῦ ἔδωκεν αὐτὴν πρὸς γάμον Πηλεῖ· ἐξ ἧς ἐγένετο ὁ Ἀχιλλεὺς,
522. μή σε] οὐχὶ μή σε, ἀλλὰ μή τι αἱ᾿ Ἀριστάρχου καὶ αἱ
ἄλλαι σχεδὸν πᾶσαι διορθώσεις. καὶ μήποτε ἐκ περισσοῦ τὸ τί
πρόσκειται, ὡς ἐπὶ τούτων “μή τι φόβονδ᾿ ἀγόρευε” (ΙΙ. 5, 252)·
“μή τί μευ ἠΰτε παιδός” (ΙΙ. 7, 235)· “μή τι σὺ ταῦτα ἕκαστα
διερεο” (550).
523. *ὅτι περισσὸς ὁ κε.
524. κεφαλῇ κατανεύσω] τὸ λογιστικὸν περὶ κεφαλὴν, τὸ θυμικὸν
περὶ καρδίαν, “κραδίη δέ οἱ ἔνδον ὑλάκτει” (Od. 20, 13) καὶ “οἰδάνεται
κραδίη χόλῳ (ΙΙ. 9, 646), τὸ ἐπιθυμητικὸν περὶ ἧπαρ· “ἧπαρ ἔκειρον”
(Od. 11, 578).
κεφαλῇ κατανεύσομαι] οὕτως κατανεύσομαι, οὐχὶ ἐπινεύσομαι Ἀρίσταρχος ἐν τοῖς πρὸς Φιλητᾶν προφέρεται.
526, 527. οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾿ ἀπατηλὸν οὐδ᾿ ἀτελεύ-
τητον] ὅτι περιώρικε τοὺς τρόπους. στικτέον δὲ ἐπὶ τὸ παλινάγρετον,
τὰ δὲ ἄλλα συναπτέον. εἰ δέ τις στίζοι ἐπὶ τὸ τέκμωρ, ὑγιεστέρα
μὲν ἡ σύνταξις ἔσται.
παλινάγρετον] ὑστερόληπτον, οἱονεὶ μεταμελητόν.
διὰ τοῦ παλινάγρετον ἐσήμανεν ὅτι βέβαιός ἐστιν· ὅτι φιλά-
γαθος, διὰ τοῦ ἀπατηλόν· ὅτι τελεσιουργὸς, διὰ τοῦ ἀτελεύτη-
τον.
528. ἦ] ἔφη, εἶπεν. δηλοῖ δὲ πλείονα, καὶ τὸ ἥτις, ὡς ἐπὶ τοῦ
“ἣ μυρί᾿ Ἀχαιοῖς” (2), καὶ τὸν καί σύνδεσμον, ὡς ἐπὶ τοῦ “βού-
λομ᾿ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι” (117). δηλοῖ καὶ τὸ
ἀληθῶς, ὡς ἐπὶ τοῦ “ἦ δὴ λοίγια ἔργα” (573)· τὸ γὰρ ὄντως ἐπὶ
τοῦ ἀληθοῦς λαμβάνεται.
ἐπ᾿ ὀφρύσι] ταῖς ὀφρύσι συνεκδοχικῶς, ὡς ἀπὸ μέρους τὴν κεφα- λήν· εὐθὺς γὰρ ἐπάγει “ἀμβρόσιαι δ᾿ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ᾿ ἀθανάτοιο.”
ἀπὸ τούτων λέγεται τῶν δύο στίχων Φειδίαν τὸν ἀγαλματοποιὸν
530. κρατός] ὅτι Ζηνόδοτος γράφει κρητός. οὐκ ἔστι δὲ Ἰακόν· “ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος” (Od. 8, 92).
μέγαν δ᾿ ἐλέλιξεν Ὄλυμπον] τῷ τάχει τῶν συλλαβῶν τὸ ταχὺ
τῆς κινήσεως δηλοῖ.
531. διέτμαγεν] αἱ πᾶσαι διὰ τοῦ ε. ἡ μεταφορὰ δὲ ἀπὸ τῶν τεμμνομένων σωμάτων.
532. ἆλτο] ψιλωτέον. καὶ τάχα μὲν ἀπέλαβε τὸ προοφειλό-
μενον πνεῦμα· ἠλόγητο γὰρ τὸ ἄλλομαι δασυνόμενον, εἴ γε τὸ α πρὸ
δύο λ, ἐψιλοῦτο, ἄλλος ἀλλότριος. τάχα δὲ, ὅπερ καὶ μᾶλλον, ἐπεὶ
τὸ α καταλῆγον εἰς λ, ἐπιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης
συζυγίας, ψιλοῦται· “Ἄλτεω, ὃς Λελέγεσσι” (ΙΙ. 21, 86)· “ληΐου
ἀλδήσκοντος” (ΙΙ. 23, 599)· “ἄλθετο χείρ” (ΙΙ. 5,417). ἔνθεν τινὲς
καὶ τὸ “ὃς τοῦτον τὸν ἄναλτον” (Od. 18, 113) ψιλῶς προφέρονται.
534. ἐξ ἑδέων] δασύνεται παρὰ τὸ ἕζω. οἱ δὲ μετὰ τοῦ ρ, ἐξ ἑδρέων. ἀπὸ τούτων τῶν δύο στίχων λέγουσι μέρος τιμῆσαι τὸν Λυ- κοῦργον τὸν τῶν Λακεδαιμονίων, γράψαντα νόμον ἐπανίστασθαι τοὺς νέους τοῖς πρεσβυτέροις.
*σφοῦ] τὸ σφοῦ ἀπὸ συγκοπῆς τοῦ σφετέρου.
535. ἔσταν ἅπαντες] ψιλωτέον τὸ ἔσταν, ἐπεὶ γίνεται “στὰν δὲ μεταστοιχεί” (ΙΙ. 23, 358)· τὸ γὰρ αἰρόμενον ἐκ τοῦ ῥήματος ε ἐν ψιλῷ πνεύματι, τὸ δὲ ἕστασαν δασύνεται, ἐπεὶ οὐκ ἀποβάλλει τὸ ε. ὁ δὲ ἔστησα ψιλοῦται, ἐπεὶ γίνεται “στῆσα δ᾿ ἐν Ἀμνισῷ ποταμῷ” (Od. 19, 188).
538. ἁλίοιο γέροντος] ἄδηλον Πρωτέως ἢ Φόρκυνος, εἰ μὴ διὰ τὸ “κλῦτε, κασίγνηται Νηρηΐδες” (ΙΙ. 18, 52).
539. κερτομίοισι] τοῖς τὸ κέαρ τέμνουσιν, ὅ ἐστι τὴν ψυχὴν, καὶ λυποῦσιν, οἱονεὶ κεαροτομίοις.
540. δολομῆτα] προπερισπαστέον τὸ δολομῆτα ὁμοίως τῷ “σχέτ-
λιε ποικιλομῆτα” (Od. 13, 293). καὶ καθόλου τὰ εἰς της λήγοντα
541. ἀπὸ νόσφιν ἐόντα] τὸ ἑξῆς ἀπόντα· διὸ οὐκ ἀναστρεπτέον
τὴν ἀπό. ἡ δὲ φράσις συνήθης ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἔρχεσθαι·
ὡς “σφῶϊν μέντ᾿ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας” (ΙΙ. 4, 341).
542. κρυπτάδια] ὡς διχθάδια.
*δικαζέμεν] τὸ δικαζέμεν ἀντὶ τοῦ πράττειν.
τὸ δὲ πω ὀξύνεται διὰ τὴν μοί ἀντωνυμίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν.
δυσχεραίνουσιν αἱ γυναῖκες, εἰ μὴ πάντα ἀνακοινοῦσιν αὐταῖς οἱ
ἄνδρες.
544. πατὴρ ἀνδρῶν τε θεῶν τε] διὰ τί τὸν Δία μόνον τῶν θεῶν
οὕτω καλεῖ; ὅτι τὸ συναμφότερον ἔχει οὗτος μόνος· θεῶν μὲν γάρ
ἐστι πατὴρ καθ᾿ Ὅμηρον Ἀπόλλωνος, Ἡφαίστου, Ἄρεως, Ἑρμοῦ,
Διονύσου, Χαρίτων, Μουσῶν, Ἀφροδίτης, καὶ πολλῶν θνητῶν, Σαρ-
πηδόνος, Αἰακοῦ, Ζήθου, Ἀμφίονος, Μίνωος, Ῥαδαμάνθυος, Ἡρα-
κλέους, Περσέως καὶ ἑτέρων πολλῶν. οἱ δὲ ἄλλοι πολλοὶ καθ᾿ Ὅμη-
ρον πατέρες εἰσὶ μόνως ἢ θνητῶν ἢ ἀθανάτων, οἷον Κρόνος μὲν Διὸς,
Ἥρας, Ἅιδου, Ποσειδῶνος, θνητοῦ δὲ οὐδενός· καὶ Ποσειδῶν πάλιν
θεοῦ μὲν οὐδενὸς, θνητοῦ δὲ Κύκλωπος, Ἐφιάλτου, Ὤτου, Πελίου,
Νηλέως.
547. ἀλλ᾿ ὃν μέν κ᾿ ἐπιεικές] ἀλλ᾿ ὅντινα μὲν λόγον προσήκει σε παῤ ἐμοῦ ἀκοῦσαι, τοῦτον οὐδεὶς πρὸ σοῦ μάθῃ οὔτε θεῶν οὔτε ἀνθρώπων.
ὡς τιμὴν αὐτῇ περιάπτει. ἔστι δὲ καὶ βιωτικῶν μιμητικὰ, πρῶ-
τον ἠπίως ἀρξάμενον ἐπάγειν τὰς ἀπειλὰς ὕστερον.
550. διείρεο] ἀνερώτα, πολυπραγμόνει.
553. οὔτ᾿ εἴρομαι οὔτε μεταλλῶ] οὕτως αἱ Ἀριστάρχου καὶ ἡ Ῥιανοῦ καὶ ἡ Ἀριστοφάνους· καὶ ἔστιν ἐμφατικὸν δὶς λεγόμενον τὸ οὔτε. οἱ γράφοντες οὐδὲ μεταλλῶ κακῶς γράφουσιν.
554. εὔκηλος] τὸ εὔκηλος ψιλοῦται κατὰ δύο λόγους, καὶ ὅτι τὸ υ ἐπεντιθέμενον ψιλοῖ τὰ δασυνόμενα φωνήεντα, ὅρος οὖρος, ὅλος οὖλος, καὶ ὅτι ἡ ευ δίφθογγος ἐπιφερομένον συμφώνου ψιλοῦται, εὐνή εὐχή εὖρος. ἐναντιοῦται τὸ εὕδω καὶ εὑρίσκω· τὸ γὰρ εὗσεν δασυ- νόμενον ἀπὸ θέματος τοῦ εὕω.
ἅσσ᾿ ] ὁ μὲν Πτολεμαῖος δασύνει, τρία λέγων σημαίνειν τὸ ἄσσα, τό τε ἅτινα καὶ ὅσα καὶ τινά· καὶ ὅτε μὲν ἰσοδυναμεῖ τῷ ἅτινα, δασύνεται· ἀλλὰ καὶ ὅτε τῷ ὅσα, ὡς ἐπὶ τοῦ “ἅσσ᾿ ἂν ἐμοί περ αὐτῇ (Od. 5, 188). ψιλοῖ δὲ ὅτε ἐπὶ τοῦ τινά παραλαμβάνεται.
556. ἀργυρόπεζα] κόσμον περὶ τὰς ὤας ἔχουσα, ἢ διὰ τοὺς
αἰγιαλούς.
558. διασταλτέον ἐπὶ τὸ ἐτήτυμον, ἵν᾿ ᾖ ἀληθὲς κατανενευκέναι.
560. *τὴν δ᾿ ἀπαμειβόμενος] γράφεται τὴν δὲ μέγ᾿ ὀχθήσας.
564. εἰ δ᾿ οὕτω τοῦτ᾿ ἐστί] εἰ δὲ τοῦτο οὕτως ἔχον ἐστὶν, ἔοικε κἀμοὶ προσφιλὲς εἶναι. λέγει δὲ προϋποσχέσθαι τὴν Ἀχιλλέως τιμήν.
*μέλλει] ὅτι τὸ μέλλει οὐκ ἔστι χρονικὸν, ἀλλ᾿ ἀντὶ τοῦ ἔοικεν.
565. κάθησο] προπαροξυτόνως· τὰ γὰρ σύνθετα προστακτικὰ
βραχυκατάληκτα ὡς ἐπὶ τὸ πλεῖστον ἀναπέμπει τὸν ἑαυτῶν τόνον,
τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖς ἁπλοῖς φυλάσσει τόνον. βρα-
χνκατάληκτα μὲν λέγε κατάλεγε, σπεῖρε κατάσπειρε· οὕτως οὖν καὶ
ἧσο κάθησο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει.
566. εἰσ᾿ ] ἀπὸ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω πρῶτον πρόσωπον ἐμέν, ὡς τίθημι τίθεμεν τίθετε, καὶ τὸ τρίτον ἐσί, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἰσί. μαρτυρεῖ τὸ ἔασι τῇ διφθόγγῳ γραφῇ· ὥσπερ γὰρ ἐκ τοῦ τιθέασι τιθεῖ,σιν, οὕτως καὶ ἐκ τοῦ ἔασιν εἰσίν.
567. *ἆσσον ἰόνθ᾿ ] ὅτι Ζηνόδοτος γράφει ἆσσον ἰόντε. οὐκ ἔστι δὲ, ἀλλ᾿ ἀντὶ τοῦ ἰόντος. συγχεῖ δὲ καὶ τὸ δυϊκόν.
*ἀντὶ τοῦ ἰόντος· δοτικῇ δὲ κέχρηται ἀντὶ γενικῆς.
ἀάπτους] οὕτως ψιλῶς προενεκτέον· οὕτως δὲ καὶ Ἀρίσταρχσς.
ἤκουε δὲ τὰς δεινὰς καὶ ἀπτοήτους. ὁ δὲ Ζηνόδοτος καὶ αὐτὸς ὁμοίως
τῷ πνεύματι, εἰς τὰς ἰσχυρὰς δὲ μετελάμβανεν. ἐν δὲ ταῖς Ἀρι-
στοφάνους γλώσσαις διὰ τοῦ ε ἐγέγραπτο ἀέπτους. εἰσὶ δὲ οἳ ἀπροσ-
πελάστους ἀποδιδόασιν, ἀπὸ τοῦ ἅψασθαι, ὧν οὐδεὶς ἂν ἅψαιτο δι᾿
ἰσχύν. ἐμοὶ δὲ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆσθαι, ὃ σημαίνει τὸ δια-
φθείρω καὶ βλάπτω· ἔνθεν τὸ “πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι
προίαψεν.” καὶ μέσον αὐτοῦ κατ᾿ ἔλλειψιν τοῦ α, “μέγα δ᾿ ἴψαο
λαὸν Ἀχαιῶν” (454). ἔνθεν καὶ ὁ ἴψ· ἔστι δὲ θηρίον διατρῶγον τὰ
ξύλα. ἀπὸ δὴ τούτου τοῦ ἰάπτω τὸ ἀϊάπτους ἦν, καὶ κατ᾿ ἔλλειψιν
τοῦ ι ἀάπτους, ἤτοι τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι, ἢ
κατ᾿ ἐπίτασιν τὰς ἄγαν δυναμένας βλάψαι καὶ διαφθεῖραι.
569. καθῆστο] τοῦ ἕζω ἐστὶν ἡ κλίσις, ἧσμαι ἥσμην ἧσο ἧστο,
καὶ ἐν συνθέσει καθῆστο. εἰ γὰρ ἦν ἐκ τοῦ ἧμαι, ὡς ἀπὸ τῶν εἰς μι,
ἀνεδίδου τὸν τόνον. οἱ δὲ τοιοῦτοι παρακείμενοι καὶ ὑπερσυντέλικοι
δισύλλαβοι, ἔχοντες δύο σύμφωνα, ἐν τῇ συνθέσει φυλάσσουσι τὸν
τόνον, εἶργμαι καθεῖργμαι, ἦγμαι κατῆγμαι. οὕτως οὖν καὶ τὸ
καθῆστο.
570. *βραχὺ διασταλτέον ἐπὶ τὸ Διός· ὁ γὰρ οἶκος Διός.
572. ἐπίηρα φέρων] ὅτι ἐπίηρα τὴν μετὰ χάριτος ἐπικουρίαν. οἱ
δὲ νεώτεροι ἀντὶ συνδέσμου αἰτιώδους χρῶνται, ἀντὶ τοῦ χάριν, ἕνεκα.
ἔστι δὲ παρὰ τὸ ἔρω ἔρανον ὡς ἔχω ὄχανον καὶ κόπτω κόπανον, τροπῇ
τοῦ ε εἰς η ἤρανον. ἡ εὐθεῖα τοῦ πληθυντικοῦ ἤρανα, εἶτα συγκοπῇ ἢ
ἀποκοπῇ ἦρα. ἐν δὲ τῇ καθόλου οὕτως· ἔστιν ἤρ ἡ ἐπικουρία, καὶ
ὀξύνεται ἡ γενικὴ, ἡρός· καὶ ἡ αἰτιατικὴ ἦρα, καὶ ἐν συνθέσει ἐπίηρα.
Ἀρίσταρχος δὲ ὑφ᾿ ἓν, κατ᾿ ὀρθὴν σημασίαν, τὸ ἐπίηρα· καὶ ἐπεκρά-
τησεν ἡ Ἀριστάρχου, καίτοι λόγον οὐκ ἔχουσα.
573. *ἀνεκτά] διασταλτέον ἐπὶ τὸ ἀνεκτά· ἔχεται γὰρ τῶν ἑξῆς.
575. κολῳόν] ἀπὸ τοῦ κολοιός ἐγένετο τὸ κολῳός, τοῦ ο τραπέντος
εἰς τὸ ω· διὸ καὶ τὸ ι προσγράφεται, ὡς κλοιὸς κλῳός, ὁ δὲ Φιλόξενος
παρὰ τὸ κλῶ, ὅ ἐστι τὸ κλάζω, ἀπὸ τοῦ κλῶ, κατὰ παραγωγήν· καὶ
οὐ προσγράφει τὸ ι.
576. ἦδος] ψιλωτέον, ὡς τροχαῖκὸν τῶν εἰς ος ληγόντων. κατὰ μετασχηματισμόν ἐστι τὸ ἦδος τοῦ ἡδονή. δασυνόμενον γὰρ μετα- σχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον, ὡς τὸ ἡμέρα μετασχηματίζεται εἰς τὸ ἦμαρ ψιλούμενον καὶ τὸ ἅμα εἰς τὸ ἄμυδις. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ.
577. παράφημι] ὡς σύνθετον ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ ὀξυ- νόμενα τῶν εἰς μι τοιαῦτα.
578. *ἐπίηρα] πρὸς τὸ αὐτό.
579. ἥμιν] πιθανώτερον ὀξύνειν τὴν πρώτην τοῦ ἡμῖν καὶ ἐκτείνειν τὴν τελευταίαν.
580. ἀστεροπητής] ἀστραπὰς ποιῶν.
580—583. αἱ διορθώσεις τῶν στίχων τούτων διάφοροι. οἱ μὲν
εἰς τὸ ἀστεροπητής ὑποστίζουσιν, καὶ τὸ στυφελίξαι ὑποτελείαν
στίζουσι στιγμὴν, ἐκδεχόμενοι αὐτὸ εὐκτικὸν εἶναι ῥῆμα· ὁμοίως δὲ
καὶ τὸ ἐστίν, καὶ τὸ μαλακοῖσι τελείαν. οἱ δὲ τὸ στυφελίξαι ὑπο-
στίξαντες, καὶ τὸ ἐστίν καὶ τὸ μαλακοῖσι, ἐκδεχόμενοι συνεκδοχικῶς
ὑπακούεσθαι τῷ στίχῳ τὸ ἐθέλῃς, τοῦ ἀλλά παραλαμβανομένου ἀντὶ
τοῦ δέ, ἵν᾿ ᾖ ἡ ἔννοια αὕτη, σὺ δὲ τοῦτον ἐθέλῃς θεραπεῦσαι· καὶ εἰς
τὸ ἔσσεται ἡμῖν τελείαν στίζουσιν. ἄλλοι δὲ ὑποστίζοντες εἰς τὸ
στυφελίξαι καὶ τὸ ἐστίν εἰς τὸ μαλακοῖσι τιθέασι τὴν τελείαν, ἵν᾿
ᾖ ἐλλεῖπον τῷ λόγῳ τὸ ὀφείλεις.
580. εἴπερ γάρ κ᾿ ἐθέλῃσιν] θωπευτικῶς τὰ τῆς δυνάμεως αὐτοῦ προβάλλεται· ἅμα δὲ καὶ πρὸς κατάπληξιν τῆς μητρός. τὸ δὲ ὅλον· εἰ θέλοι καταβαλεῖν ἡμᾶς ὁ Ζεὺς (δυνήσεται γὰρ), σὺ δὲ θωπεύσεις αὐτὸν, εὐθέως ἡμερωθήσεται.
581. *στυφελίξαι] λείπει τὸ δύναται. ἀντὶ τοῦ στυφελίξειε.
582. καθάπτεσθαι] καταπραΰνειν, ἐπέχειν.
584. *βραχὺ διασταλτέον μετὰ τὴν μετοχήν.
δέπας] οἱονεὶ δέχας. καὶ “πλησάμενος οἴνοιο δέπας” (ΙΙ. 9, 224)
καὶ “δεικανόωντο δέπασσιν·” γελοῖος δέ ἐστιν Ἥφαιστος ἀναπηδῶν
καὶ μιμούμενος Ἥβην καὶ Γανυμήδεα καὶ μεμνημένος τῆς ῥίψεως
(ΙΙ. 15. 86).
585. ἐν χερσὶ τίθει] οὕτως αἱ Ἀριστάρχου, ἐν χειρὶ, οὐ πληθυν- τικῶς ἐν χερσίν. ὁμοίως δὲ καὶ ἡ Μασσαλιωτικὴ καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους. συνάδει δὲ καὶ τὸ ἐπιφερόμενον “μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον” (596). πᾶσαι ἑνικῶς ἔχουσι τὸ χειρί, οὐ πληθυντικῶς. καὶ συνάδει τῷ “ἐδέξατο χειρὶ κύπελλον.”
590. ἤδη γάρ με] Ἡροκλῆς ἀνακομιζόμενος ἐξ Ἰλίου μετὰ τὴν
γενομένην ὑπ᾿ αὐτοῦ πόρθησιν τῆς Ἰλίου ἐπὶ τῇ Λαομέδοντος ἀπάτῃ,
παῤ ὅσον αὐτῷ ἀντὶ τῶν ἀθανάτων ἵππων οὓς ὑπέσχετο ἀντέδωκε
θνητοὺς ἀπατήσας, κατ᾿ ἐκεῖνο καιροῦ προσέσχε τῇ Κῶ τῆς Μερο-
πίδος, χειμῶνι κατεχόμενος κατὰ χόλον Ἥρας, μισούσης τὸν ἥρωα
καὶ διὰ τοῦτο πρότερον κατακοιμισάσης τὸν Δία. οἱ δὲ ἀπὸ τῆς Κῶ
θεασάμενοι αὐτὸν καὶ ὡς ἄγριον φοβηθέντες ἐξήλασαν ἀπὸ τῆς πό-
λεως· ἐφ᾿ ἀγανακτήσας Ἡροκλῆς ἐξεπόρθησε τὴν Κῶ. ἐπὶ δὲ τῇ
τῆς Ἥρας κατακοιμίσει ὁ Ζεὺς ὀργισθεὶς ἐν δεσμοῖς κατέσχε τὴν
Ἥραν· ἣν ἐπειρᾶτο τηνικαῦτα ὁ Ἥφαιστος λύειν, καὶ φωραθεὶς ἀπὸ
τοῦ Ὀλύμπου ἐξερρίφη, καὶ εἰς Λῆμνον τὴν πρὸ τῆς Θρᾴκης νῆσον
καταπεσὼν χωλὸς ἐγένετο, ὥς φησιν ὁ ποιητής· διὸ καὶ ἱερὰ τοῦ
θεοῦ ἡ Λῆμνος.
591. ῥῖψε ποδός] ὅτι ἀπὸ δυεῖν τόποιν συμπεπλήρωκε τὸν μῦθον.
.νῦν μὲν γὰρ, ὅτι ἐρρίφη, κατὰ δὲ τὴν ὑπόμνησιν τῶν τῆς Ἥρας
δεσμῶν (ΙΙ. 15, 18) καὶ τὸν καιρὸν καὶ τὴν αἰτίαν δι᾿ ἣν ἐρρίφη.
δύο ῥίψεις Ἡφαίστου, προτέρα μὲν ἡ ὑπὸ τὴν γένεσιν ὑπὸ τῆς Ἥᾶς, δευτέρα δὲ ἡ ὑπὸ Διὸς διὰ τοὺς τῆς Ἥρας δεσμούς.
βηλοῦ] ἀπὸ τοῦ βεβηκέναι τοὺς θεοὺς ἐπ᾿ αὐτῷ, καὶ τοὺς ἀστέρας
κεῖθι βαίνειν, οὕτως εἴρηται. τῷ δὲ τόνῳ, καθάπερ οἱ Ἀριστάρχειοι,
βηλόν ὡς χωλόν προφερόμενοι, ἀποδιδόντες τὸν τῶν θεῶν βαθμόν.
ἕτεροι δὲ βηλὸν εἶπον τὸν ἀνωτάτω πάγον καὶ περιέχοντα τὸν πάντα
ἀέρα. ἄλλοι δὲ τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων. κοινῶς δὲ
σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ὃ καλεῖται φλιά· ὁ γὰρ
ποιητὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχειν. εἴρηται δὲ βηλὸς ἀπὸ
τοῦ βαίνεσθαι, ὡς καὶ ὀδὸς ἀπὸ τοῦ διοδεύεσθαι. τινὲς δὲ κατὰ
Χαλδαίους τὴν ἀνωτάτω τοῦ οὐρανοῦ περιφέρειαν, οἱ δὲ κατὰ Δρύοπας
593. κάππεσον ἐν Λήμνῳ] πρὸς τὰ περὶ Ὀλύμπου· παράκειται
γὰρ ἡ Λῆμνος τῇ Θρᾴκη. τινὲς δὲ μεταποιοῦσιν ἐς Λῆμνον· ἀλλ᾿ ὁ
ποιητὴς χρῆται τῷ τοιούτῳ σχήματι· “ἐν δ᾿ ἔπεσ᾿ Ὠκεανῷ” (ΙΙ.
8, 485)· “κάππεσεν ἐν κονίῃσι” (ΙΙ. 15, 538)· “θοῇ ἐν νηὶ
πέσῃσιν” (ib. 624). οὕτως Ἀρίσταρχος.
594. σίντιες] ἀπὸ τοῦ σίνεσθαι καὶ βλάπτειν, ὄντας πειρατάς. ἢ ὅτι δοκοῦσιν αὐτοὶ πρῶτοι ἐπινενοηκέναι τὰ πρὸς τὸν πόλεμον ὅπλα· ταῦτα γὰρ ὁμολογουμένως βλάπτει.
596. *μειδήσασα δέ] βραχὺ μετὰ τὸν σύνδεσμον διασταλτέον.
*παιδὸς ἐδέξατο] ὅτι ἐλλείπει ἡ παρά πρόθεσις, ἴν᾿ ᾖ παρὰ παιδός.
597. ἐνδέξια] ἀπὸ τῶν δεξιῶν μερῶν ἀρξάμενος.
598. ᾠνοχόει] οὕτως οἰνοχόει Ἀρίσταρχος. Ἰακῶς· καὶ ἐν τῇ
Ἀργολικῇ καὶ Μασσαλιωτικῇ καὶ Ἀντιμαχείῳ καὶ ἐν τῇ Ζηνοδότου
καὶ Ἀριστοφάνους.
600. Ἥφαιστον] δασύνεται διὰ τὴν ἐτυμολογίαν· παρὰ γὰρ τὸ ἅπτω ἐγένετο.
602. βραχὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ ἐν τῷ
ἑξῆς κοινόν ἐστι τὸ ἐδεύετο.
603. ὁ λόγος· ὥσπερ τῆς εὐωχίας ἐνδεεῖς οὐκ ἦσαν οἱ θεοὶ, οὕτως οὐδὲ τῆς Ἀπόλλωνος μουσικῆς, ὁμοίως δὲ οὐδὲ τῆς τῶν Μουσῶν ᾠδῆς, αἵτινες καὶ αὐταὶ Ἀπόλλωνος κιθαρίζοντος ἐκ διαδοχῆς καὶ παρὰ μέρος ᾖδον.
606. οἱ μὲν κακκείοντες ἔβαν] ὅτι οἱ θεοὶ καὶ οἱ ἄνθρωποι κατὰ τὸν ποιητὴν ἀναλύουσιν οἴκαδε καὶ κοιμῶνται. πρῶτος δὲ Ὅμηρος ἀφορμὴν ἔδωκε τοῖς ἀπὸ τῶν μαθημάτων εἰρηκόσιν ἕκαστον τῶν θεῶν ἴδιον οἶκον ἔχειν.
607. *ἧχι] Ἀρίσταρχος τὸ ἧχι χωρὶς τοῦ ι γράφει, καὶ Διονύ- σιος. παρατίθεται δὲ ὁ Διονύσιος τοὺς Δωριεῖς λέγοντας ἇχι.
ὁ ἀμφιγυήεις τοῦ ἀμφιγυήεντος, διότι τὰ εἰς εις λήγοντα ἀρσενικὰ διὰ τοῦ εντος κλίνεται, οἷον τολμήεις τολμήεντος, τελήεις τελήεντος. οὕτως καὶ ἀμφιγυήεις ἀμφιγυήεντος.
[608. γράφεται ποίησ᾿ εἰδυίῃσι πραπίδεσσι.]
609. πρὸς ὃν λέχος] ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν, πρὸς ὃ λέχος. οὐ νοῶν ὅτι κοινόν ἐστι τὸ ὅν ἀρσενικοῦ καὶ οὐδετέρου.
Κρόνου καὶ Ῥέας ἐγένοντο υἱοὶ ἄρρενες τρεῖς, Ζεὺς Ποσειδῶν καὶ
Ἅιθης, θυγατέρες δὲ τρεῖς, Ἑστία Δημήτηρ Ἥρα. τούτων, φασὶν,
ἐπὶ τῆς Κρόνου δυναστείας ἠράσθησαν. τὸν δὲ Δία καὶ Ἥραν ἐπὶ
ἐνιαυτοὺς τριακοσίους, ὡς φησι Καλλίμαχος ἐν δευτέρῳ αἰτίων “ὥς
τε Ζεὺς ἐράτιζε τριηκοσίους ἐνιαυτούς.” λάθρα δὲ τῶν γονέων ἀλλή-
λοις συνερχόμενοι ἔσχον υἱὸν Ἥφαιστον οὐχ ὁλόκληρον, ἑκατέρους
δὲ τοὺς πόδας χωλὸν, ὥς φησιν αὐτὸν ἀμφιγυήεντα ὁ ποιητής. ὅτι
δὲ λάθρα τῶν γονέων συνήρχοντο ἀλλήλοις μαρτυρεῖ καὶ ὁ ποιητὴς
λέγων “εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντο τοκῆας” (ΙΙ. 14, 296).
μετὰ δὲ τὴν τῶν Τιτάνων ὑπὸ Διὸς καθαίρεσιν καταταρταρωθέντος
Κρόνου Ζεὺς καὶ Ἥρα διαδεξάμενοι τὴν ἐν οὐρανῷ βασιλείαν μέχρι
τοῦ νῦν θεῶν τε καὶ ἀνθρώπων βασιλεύουσιν, ἀλλήλοις ἡρμοσμένοι, τῆς
Ἥρας τελείας καὶ συζυγίας προσαγορενομένης, παῤ ὅσον ἀδελφὴ
μόνη ἀνδρὸς ἔτυχε τοιούτου. ἔσχε δὲ Ἥβην θυγατέρα, ἣν οἰνοχόον
θεῶν παρίστησιν ὁ ποιητής.
βραχὺ διασταλτέον ἐπὶ τὸ ἀστεροπητής· τὸ γὰρ ἐπιφερόμενον
ἔνθα τόπον σημαίνει. ἐν δὲ τῷ ἑξῆς στιγμὴν τελείαν θετέον ἐπὶ
τὸ ἱκάνοι· πρεπωδέστερον γὰρ ἐκεῖ ἐκ τοῦ ἔνθα τὸ ἐνταῦθα σημαί-
νεσθαι.
611. ὅτι Ζηνόδοτος γράφει ἔνθ᾿ ἐκάθευδ᾿ ἀναβάς. τὸ δὲ καθεῦδε
προπερισπᾶται, ὅτι τὰ ἀπὸ φύσει μακρᾶς ἀρχόμενα ῥήματα κατὰ
τοὺς παρυῳχημένους χρόνους ἐν ὁριστικοῖς, ἀπαθῆ ὄντα, φυλάσσει τὸν
Παράκειται τὰ Ἀριστονίκου σημεῖα, καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας καὶ Νικάνορος περὶ στιγμῆς.
1. Ἄλλοι] ὅτι Ζηνόδοτος γράφει ὦλλοι. ὁ δὲ ποιητὴς ἀσυνάρθρως
ἐκφέρει. διδάσκει δὲ ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νὺξ, τούς
τε ἄρχοντας ὅτι παννυχίζειν δεῖ καὶ παντὶ τρόπῳ τὰς ὑποσχέσεις
πληροῦν.
2. Δία δ᾿ οὐκ ἔχε νήδυμος ὕπνος] ὅτι τὸ νήδυμος μετὰ τοῦ ν,
καὶ οὐχὶ ἥδυμος, ὡς ἔνιοι, παρὰ τὸ ἡδὺς, ὡς δῆλον ἐκ τοῦ “νήδυμος
ἀμφιχυθείς” (ΙΙ. 14, 253). οἱ δὲ μεθ᾿ Ὅμηρον καὶ χωρὶς τοῦ ν
λέγουσι· καὶ Ἀντίμαχος “ἐπεί ῥά οἱ ἥδυμος ἐλθών,” καὶ Σιμωνίδης
“οὗτος δέ τοι ἥδυμον ὕπνον ἔχων.” ἴσως οὖν ἐνόμισαν ἀπὸ τοῦ ἡδύς
εἶναι παραγωγὸν τὸ ἥδυμος, ὡς ἔτυμος ἐτήτυμος. ὁ δὲ ποιητὴς ἐπὶ
τοῦ ἀνεκδύτου τίθησι τὴν λέξιν. καὶ δῆλον ὅτι παρὰ τὸ δύω ἢ δύνω
ἐξέπιπτε ῥηματικὸν τὸ δύμος, καὶ κατὰ στέρησιν τοῦ νη ὁ νήδυμος
ἐγίνετο· ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός.
καὶ οὐ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη.
οἱ δὲ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθὺς, παρὰ τὴν νηδύν. ἢ ὁ
ἀνώδυνος.
*ὕπνος] ἀπὸ κοινοῦ τὸ παννύχιοι.
Πῶς ἐν τῇ Α εἰπὼν τὸν Δία καθεύδειν νῦν φησὶ “Δία δ᾿ οὐκ ἔχε νήδυμος ὕπνος;” λέγομεν δὲ ἡμεῖς ὅτι ἐκάθευδε μὲν, ἀλλ᾿ ἐπ᾿ ὀλίγον ἐκαθεύδησε, καὶ οὐ διὰ πάσης τῆς νυκτὸς, ὡς οἱ ἄλλοι, μεριμνῶν.
4. τιμήσῃ, ὀλέσῃ δέ] τιμήσει· τοῦτο εὐκτικὸν, τὸ δὲ ὀλέσῃ ὑποτακτικὸν, ὡς τὸ “λόχον τελέσει Ἀγαμέμνων” (ΙΙ. 4, 178). στικτέον δὲ ἐν τῷ νηυσὶν Ἀχαιῶν· μόνους γὰρ τούτους ἀνελεῖν ἤθελεν. διό φησιν “ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν” (ΙΙ. 16, 780) ὥστε διωχθῆναι μέχρι νῆων.
πολέας] ὅτι Ζηνόδοτος γράφει πολῦς· μόνα δὲ τὰ εἰς υς μονογενῆ δύναται παρὰ τὴν ἔκτασιν ἢ συστολὴν ἑνικὰ καὶ πληθυντικὰ γίνεσθαι, οἷον βότρυς καὶ βότρυς.
πολέας] ὡς ταχέας.
5. *ἀρίστη φαίνετο βουλή] βραχὺ διασταλτέον κατὰ τὸ τέλος
μέρος γὰρ καὶ τὸ ἐπιφερόμενον τῆς περιόδου.
πολλὰ προσκεψάμενος ταύτην εὗρε χρειώδη βουλήν. ἔστι δὲ ὡς τὸ “ἕτερος δέ με θυμὸς ἀνῆκεν” (Od. 9, 302) “αἱ δεύτεραί πως φροντίδες σοφώτεραι” (Eurip. Ηipp. 436.)
6. ἐπ᾿ Ἀτρείδῃ] οὐκ ἀναστρέφεται ἡ πρόθεσις· αἱ γὰρ συναλει-
φόμεναι οὐκ ἀναστρέφονται, εἰς μονοσυλλαβίαν περιιστάμεναι.
*ὅτι οὐ τὸν μαλακὸν, ἀλλὰ τὸν ὀλέθριον· πέμπεται γὰρ ἐπ᾿ ἀπίστῳ καὶ κακῷ.
οὖλον ὄνειρον] δηλοῖ ἡ λέξις καὶ τὸν προσηνῆ, καὶ τὸν ὁλόκληρον,
ὡς ἐν Ὀδυσσείᾳ (17, 343) φησὶν “οὖλον ἄρτον ἑλών” καὶ τὸν
μαλακὸν, ὡς τὸ “οὔλων τε ταπήτων” (ΙΙ. 16, 224)· δηλοῖ δὲ καὶ
τὴν τῶν τριχῶν δασύτητα ἢ διαστροφήν. οὖλον δὲ ὄνειρον οὐκ αὐτὸν
ὀλέθριον ὄντα, ἀλλ᾿ ἐπʼ ὀλέθρῳ πεμπόμενον. ἢ οὖλον τὸν ὑγιῆ, ὥσπερ
λέγεται οὐλὴ τραύματος. σημαίνει δὲ ἡ λέξις καὶ τὸ ὑγίαινε·
“οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τε ὄλβια δοῖεν” (Od. 24, 403).
8. βάσκ᾿ ἴθι] Τυραννίων ὑφ᾿ ἕν, ὡς ἄπιθι. παραιτητέον δέ· τὰ
γὰρ εἰς μι λήγοντα μετὰ προθέσεως φιλεῖ συντίθεσθαι, μετ᾿ ἄλλων
δὲ λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ κ παραχθέντα κατ᾿ ἀρχὴν
οὐ θέλει συντίθεσθαι. καὶ ἄμεινον ταυτολογίαν εἶναι, ἐμφαίνουσαν
τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ “ἔλθοι καὶ ἵκοιτο·” “ἔπος τ᾿ ἔφατ᾿ ἔκ
τ᾿ ὀνόμαζεν,” καὶ Ἡρωδιανὸς μέν φησι τὸ ἴθι ἐνεστῶτα νῦν, Ἐπα-
βάσκ᾿ ἴθι] στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· περίοδον γὰρ
αὐτοτελῆ ὁ στίχος ἔχει, καὶ τὸ πρέπον τῆς ἐγκελεύσεως διὰ τοῦ
ἀσυνδέτου φαίνεται.
*ὅτι παραλλήλως βάσκε καὶ ἴθι. ἰσοδυναμοῦσι γὰρ αἱ λέξεις.
10. * ἀγορευέμεν] ὅτι ἀπαρεμφάτῳ χρῆται ἀντὶ προστακτικοῦ, ἀγορενέμεν ἀντὶ τοῦ ἀγόρευε.
11. τῶν Ἑλλήνων τὸ παλαιὸν ἀρετῆς ἕνεκα καὶ ἀνδρείας κο-
μώντων τὰς κεφαλὰς, λόγος πρῶτον Θησέα ἀποκειράμενον τὴν
ἐμπροσθίαν κόμην εἰς Δῆλον ἀναθεῖναι τῷ Ἀπόλλωνι.
12. νῦν] τὸ νῦν τοὺς τρεῖς δηλοῖ χρόνονς, ἐνεστῶτα “νῦν γὰρ δὴ γένος ἐστί” καὶ παρεληλυθότα “νῦν ὤλετο πᾶσα περὶ χθών” καὶ μέλλοντα “νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει” (ΙΙ. 20, 307).
ἕλοις] ὅτι Ζηνόδοτος χωρὶς τοῦ σ, ἕλοι. ἀπέστρεφε δὲ τὸν λόγον
σχηματίσας, ὡς ἂν αὐτὸς ὁ ὄνειρος εἴποι πρὸς τὸν Ἀγαμέμνονα-
οὕτως δὲ διὰ τοῦ ν τὸ πανσυδίῃ ὁ Ἀρίσταρχος, καὶ τὰ παρα-
πλήσια τούτοις “ἄνστησον” (ΙΙ. 10, 176) καὶ “τάχα δ᾿ ἀνστή-
σεσθαι ἔμελλεν” (ΙΙ. 2, 694). κἀν ταῖς πλείοσι δὲ καὶ χαριεστέραις
τῶν ἐκδόσεων [πάντῃ κατὰ στρατόν] οὕτως εἶχον.
13, 14. οὐ γὰρ ἔτ᾿ ἀμφὶς—φράζονται] διχογνωμοῦσι περὶ τῆς Ἰλίου· τουτέστιν οὐκέτι γὰρ οἱ τὸν Ὄλυμπον κατοικοῦντες θεοὶ διάφορα φρονοῦσιν, οἱ μὲν τὰ ὑπὲρ Τρώων, οἱ δὲ τὰ ὑπὲρ Ἑλλήνων.
20. στῆ δ᾿ ἄῤ ὑπὲρ κεφαλῆς] ὑπὲρ κεφαλῆς ἵσταται ὡς τῶν
αἰσθήσεων φθεγγόμενος πλησίον· αἱ δὲ αἰσθήσεις ἀπὸ τῆς βάσεως
τοῦ ἐγκεφάλου τὴν ἀρχὴν ἔχουσιν. τῷ δὲ Νέστορι ὡμοίωται· τῶν
γὰρ ἐντίμων οὗτος, ἐν οἷς καὶ Διομήδης καὶ Αἴαντες.
21. *Νέστορι] μετὰ τὸ Νέστορι βραχὺ διασταλτέον, μετὰ δὲ τὸ τέλος τοῦ στίχου τελείαν θετέον.
23. τελεία στιγμὴ κατὰ τὸ τέλος, ἐπεὶ ἀσύνδετος ὁ λόγος. τέσσαρας δὲ αὕτη χρόνους σιωπῆς δύναται.
26. *ἄγγελος] τὴν λῶς ὀξυτονητέον διὰ τὸ εἰμί.
27. σεῦ] ὀρθοτονητέον τὴν σεῦ· ἀντιδιέσταλται γὰρ πρὸς τὸν Ἀχιλλέα. ἢ ὅτι πρόκειται τοῦ ῥήματος ἡ ἀντωνυμία.
ὃς σεῦ ἄνευθεν ἐών] ὅτι τοῦτο ὀρθῶς πρὸς Πρίαμον Ἶρις λέγει (ΙΙ. 24, 174)· ἐπεὶ καὶ τίνος χάριν ἐλεεῖν αὐτὸν μέλλει;
28. *θωρῆξαί σε] τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον· ἀπο- λελυμένη γάρ ἐστιν ἡ σέ.
35. *ἀπεβήσετο] εἰ μὲν ἀντὶ τοῦ ἀπέβαινε παρατατικοῦ, διὰ τοῦ
ε γραπτέον, εἰ δὲ ἀντὶ τοῦ ἀπέβη ἀορίστου, διὰ τοῦ α γραπτέον.
οὕτως Ἐπαφρόδιτος.
* δὲ λίπ᾿ ] οὕτως Ἰωνικῶς τὸ λίπε.
36. * ῥ᾿ ] δασυντέον τὸ ἅ· ἄρθρον γάρ ἐστι· καὶ δύο μέρη λόγου, ἅ ῥα, ἃ δή.
ἔμελλον] ἡ διπλῆ πρὸς τὸ σχῆμα, ὅτι ἔμελλον· ἡμεῖς δὲ ἐροῦμεν ἔμελλεν ἑνικῶς. καὶ ὅτι τὸ ἔμελλον ἀντὶ τοῦ ἐῴκεσαν.
41. θείη δέ μιν ἀμφέχυτ᾿ ὀμφή] ὅτι ὀμφὴ ἡ θεία κληδὼν, οὐ πᾶσα φήμη· διὸ καὶ ὁ Ζεὺς πανομφαῖος, ὁ κληδόνιος. ὀμφὴ δὲ ἡ τὸ ὂν φαίνουσα. λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν.
ἐμφαντικὸν δὲ τὸ ἀμφέχυτο πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι.
42. χιτῶνα] χιτὼν τὸ λεπτότερον ἱμάτιον, ὃ προφέρεται παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ τῷ σώματι. ἰστέον δὲ ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ δὲ γυναικὸς πέπλον.
43. νηγάτεον] ἢ ἀγέννητον, ἢ λεπτὸν, ἢ τὸ νεωστὶ γεγονὸς, νεογά-
τεόν τε ὄν. ἢ ὥσπερ παρὰ τὸ τείνω τατός, οὕτως γείνομαι γατός,
νεήγατος, καὶ ὑπερθέσει τοῦ ε νηγάτεος.
φᾶρος] παρὰ τὸ φέρεσθαι, καὶ ἐπὶ γυναικὸς δὲ τάσσεται αὐτό· “αὐτὴ δ᾿ ἀργύφεον φᾶρος” (Od. 5. 230). καὶ τὸ ἔσθος δὲ καὶ ἡ λώπη ἐν διαφόροις εἰσὶ γλώσσαις.
44. πέδιλα] παρὰ τὸ περιειλεῖσθαι αὐτὰ τοῖς ποσὶν, ὅ ἐστι περι- τίθεσθαι. ἢ παρὰ τὴν ἕλην, τὰ τοὺς πόδας θερμαίνοντα.
45. ξίφος ἀργυρόηλον] ὅτι τὸ Ἀγαμέμνονος ξίφος νῦν μὲν ἀργυ-
ρόηλον, ἐν ἄλλοις δὲ (ΙΙ. 11, 29) χρυσόηλον. καὶ Εὐριπίδης σφυρῶν
σιδηρᾶ κέντρα εἰπὼν, ἐν ἄλλοις φησὶ χρυσοδέτοις περόναις (Phoen.
26, 812). τὰ τοιαῦτα δὲ κυρίως οὐ λέγεται, ἀλλὰ κατ᾿ ἐπιφοράν
ἐστι ποιητικῆς ἀρεσκείας. ὥσπερ δὲ τὰ περὶ τὸν θώρακα καὶ τὴν
ἀσπίδα διαφορώτερον φράζει, οὕτω καὶ τὸ ξίφος κοσμεῖ.
46. ἄφθιτον αἰεί] τὸ μηδέπω φθαρέν· οὔπω γὰρ ἦν ὑπὸ τῶν Ἡρακλειδῶν ᾑρημένον. ἢ ὅτι ἡφαιστότευκτον. οὐκ ἀκριβολογεῖται δὲ νῦν περὶ αὐτοῦ, ἀλλ᾿ ἑξῆς.
48. *τὸ δέξατο. ὅτι οἱ πρὸς ἠῶ ὄνειροι ἀληθεῖς, πεπτομένων τῶν
σιτίων.
πρὸς τὸν τῶν ἡμερῶν ἀριθμὸν, ὅτι τρίτη καὶ εἰκοστή· δέκα μὲν μέχρι τῆς μήνιδος, δώδεκα τῶν θεῶν ἐν Αἰθιοπίᾳ ὄντων. ἡ δὲ ἀνατολὴ αὕτη τρίτη καὶ εἰκοστή ἐστιν. καὶ ὅτι ὄρος ὁ Ὄλυμπος· διὸ καὶ μακρός.
49. *ἐρέουσα] ὅτι μεταφορικῶς τὸ ἐρέουσα ἀντὶ τοῦ σημαί- νουσα.
52. *ἐκήρυσσον] ἐπὶ τὸ κήρυσσον ἄνω πρώτη στιγμὴ, ἥτις δύο δύναται χρόνους σιωπῆς.
βουλήν] αἱ πλείους καὶ χαριέσταται δίχα τοῦ ν, βουλή· καὶ ἡ
Ἀριστοφάνους. ἐν δὲ ταῖς κοιναῖς ἐγέγραπτο καὶ τῇ Ζηνοδοτείῳ
βουλήν. ἀστειοτέρα δὲ ἡ χωρὶς τοῦ ν καὶ Ἀριστάρχειος.
53. * ἵζε] συσταλτέον τοῦ ἵζε τὴν ἄρχουσαν.
ἵζε] ἡ κοινὴ τὸ ἵζει συστέλλει. φθάνει δὲ τὴν Λακώνων πολιτείαν βουλὴν γερόντων καὶ δύο βασιλεῖς λέγων.
γερόντων] γέροντας ὁ ποιητὴς τοὺς γερασμίους φησὶ, διδάσκων ὅτι δεῖ τοὺς ἡγεμόνας οὐ μόνον καθ᾿ ἡλικίαν, ἀλλὰ καὶ πρὸ ἡλικίας φαίνεσθαι γέροντας τοῖς ἤθεσιν.
55. τοὺς—βουλήν] ὅτι Ζηνόδοτος γράφει “αὐτὰρ ἐπεί ῥ᾿ ἤγερθεν
ὁμηγερέες τ᾿ ἐγένοντο, τοῖσι δ᾿ ἀνιστάμενος μετέφη κρείων Ἀγα-
μέμνων.” ἀπίθανον δὲ ἐν ἑπτὰ ὀρθὸν δημηγορεῖν.
56. * κλῦτε φίλοι] τελεία στιγμὴ ἐπὶ τὸ φίλοι· αὐτοτελὴς γὰρ ὁ λόγος.
θεῖός μοι ἐνύπνιον] ὅτι Ζηνόδοτος γράφει θεῖόν μοι ἐνύπνιον. οὐ
λέγει δὲ ὡς ἡμεῖς, ἀλλ᾿ ἀντὶ τοῦ κατὰ τοὺς ὕπνους, ἐνυπνίως. ὁ δὲ
ἀστερίσκος, ὅτι ἐν τῇ Ξ τῆς Ὀδυσσείας (495) κακῶς φέρεται.
60—70. ὅτι Ζηνόδοτος συντέτμηκεν, οὕτως εἰπὼν “ἠνώγει σε
πατὴρ ὑψίζυγος, αἰθέρι ναίων, Τρωσὶ μαχήσασθαι προτὶ Ἴλιον. ὣς
ὁ μὲν εἰπὼν ὤχετ᾿ ἀποπτάμενος.” τὰ δὲ ἀπαγγελτικὰ ἐξ ἀνάγκης
δὶς καὶ τρὶς ἀναπολεῖται ταῖς αὐταῖς λέξεσι. καὶ οὐ δυσωπητέον·
ἀναγκαῖον γὰρ καὶ τοῖς συγκεκλημένοις βουλευταῖς διηγήσασθαι.
64. * ὃς σεῦ] ὅτι ὑπὸ τῆς Ἴριδος πρὸς Πρίαμον δεόντως λέγεται (ΙΙ. 24, 174).
65. θωρῆξαί σε κέλευε] γράφεται θωρῆξαί σ᾿ ἐκέλευε. m. rec. in marg.
70. *σῆσιν ἔχε φρεσίν] ὅτι οὐ λέγει μηδενὶ εἴπῃς, ἀλλ᾿ οἷον φύλαξον ταῖς φρεσὶ καὶ διαμνημόνευσον.
72. * θωρήξομεν] ὅτι συνεσταλμένως θωρήξομεν ἀντὶ τοῦ θωρή- ξωμεν.
73. πειρήσομαι] ἀπόπειραν τοῦ πλήθους λαμβάνει ὁ βασιλεὺς
Ἀγαμέμνων κατά τι παλαιὸν ἔθος, βουλόμενος μαθεῖν πότερον γνώμῃ
οἰκείᾳ πολεμοῦσιν ἢ ἀνάγκῃ· ὃ τὸ πλῆθος μὴ νενοηκὸς πρὸς φυγὴν
ηὐτομόλησεν.
πρῶτα δ᾿ ἐγών] οἶδεν αὐτοὺς ἀποκαμόντας τῷ χρόνῳ καὶ τῷ λοιμῷ
καὶ τῇ ἀποστάσει Ἀχιλλέως. παρακαλεῖν δ᾿ οὐκ ἐνῆν τὸν πρώην
λέγοντα “στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι” (ΙΙ. 1, 186).
ἀλλ᾿ οὔτε ἐπιτάσσειν, μή πως ἀντιλεγόντων δευτέρα στάσις γένηται.
ἡ θέμις ἐστί] τὸ ἡ δασυντέον· οὐ γάρ ἐστι σύνδεσμος, ἀλλ᾿
ἰσοδυναμοῦν τῷ ὡς ἐπιρρήματι.
74. πολυκλήϊσι] κλΐς παρὰ τὸ κλᾶσθαι ἐπ᾿ αὐτῆς καθεζομέ- νους.
75. ἄλλοθεν] τὸ ἄλλοθεν προπαροξύνεται, ὅτι ἀόριστον τόπον ση-
μαίνει· τὰ γὰρ εἰς θεν λήγοντα ἐπιρρήματα, ἔχοντα πρὸ τοῦ τέλους
τὸ ο μόνον, μὴ ὄντος ἑτέρου συμφώνου, παρωξύνετο, Κυπρόθεν Ἀβυ-
δόθεν. ταῦτα δὲ προπαρωξύνετο, λέγω δὲ τὸ ἄλλοθεν πάντοθεν οἴκο-
θεν, καθότι ἀόριστον καὶ κοινὴν τόπου σημασίαν ἀναδέχεται.
76. ἤτοι ὅγ᾿ ὣς] ἀπὸ τούτου ἕως τοῦ ἀλλ᾿ ἄγετ᾿ αἴ κέν πως (83)
ἀθετοῦνται στίχοι ὀκτὼ, ὅτι οὐκ ὀρθοῦ εἰρηκότος τοῦ Ἀγαμέμνονος
λέγει “ἤτοι ὅγ᾿ ὣς εἰπὼν κατ᾿ ἄῤ ἕζετο,” ὅπερ ἀπίθανον, καὶ ὅτι
οὐδὲν περισσὸν λέγει ὁ Νέστωρ, ἀλλὰ καὶ εὔηθες τὸ εἰπεῖν “εἰ μέν
τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε, ψεῦδός κεν φαῖμεν.” οὐ γὰρ
κατὰ διαφορὰν οἱ δυνατώτεροι ἀληθεῖς ὀνείρους ὁρῶσιν. αἰρομένων δὲ
αὐτῶν ὀρθῶς ἐπὶ τοῦ Ἀγαμέμνονος ἐπενεχθήσεται “πείθοντο δὲ ποι-
μένι λαῶν” (85). μὴ παρόντος γὰρ τοῦ Ἀγαμέμνονος τὸν Νέστορα
λέγει ποιμένα λαῶν. ἄτοπον γὰρ τούτῳ ἕπεσθαι τοὺς ἄλλους.
77. *μετὰ τὸ ὄνομα βραχὺ διασταλτέον, μετὰ δὲ τὸ τέλος τοῦ στίχον τελείαν στιγμὴν θετέον.
86. *ὑποστιγμὴ ἐπὶ τὸ ἔνισπε διὰ τὸν ει σύνδεσμον.
82. νῦν δ᾿ ἴδεν ὃς μέγ᾿ ἄριστος] οἷς οἰκεῖον τὸ μεριμνᾶν, τούτοις ἀληθεῖς αἱ ἐμφάσεις· καὶ ᾧ ἡ ἀποτυχία κίνδυνον φέρει, οὐκ ἂν ψεύσαιτο.
85. διαστολὴ ἐπὶ τὸ ἀνέστησαν καὶ λαῶν. κοινὸν δὲ τὸ σκηπτοῦ- χοι βασιλῆες κατ᾿ ἀμφοτέρων.
86. * στικτέον κατὰ τὸ λαοί, ἵνα ἀπ᾿ ἄλλης ἀρχῆς ἡ παραβολὴ
87. ἔθνεα] πρὸς τοὺς εἰκαζομένους Ἕλληνας, ἐπεὶ σμήνεα ἔδει
εἰπεῖν. πρώτη δὲ αὕτη παραβολὴ τῷ ποιητῇ. συγγενὲς δὲ ποιητικῇ
τὸ ζῶον διὰ τὸν μόχθον καὶ τὸ γλυκὺ καὶ τὴν σύνθεσιν τοῦ κηρίου.
ἡ μὲν οὖν φαλαγγηδὸν γινομένη πρόοδος εὗ ἔχει· ὡπλισμέναι δέ εἰσι
κέντροις, ὑπήκοοί τε καὶ αὐταί εἰσι καὶ ἐπ᾿ ἔργον ἐξίασιν, οὐχ ὡς
αἱ γέρανοι. φιλάλληλοί τέ εἰσι, μεταβαίνουσαί τε πολλὰς ἀρχὰς
πτήσεως ποιοῦνται.
*ἁδινάων] δασυντέον τὸ ἀδινάων· ἀπὸ γὰρ τοῦ ἅδην καὶ ἀδινός ἡ
κίνησις.
88. αἰεὶ νέον ἐρχομενάων] οἱ μὲν πρὸς τὸ πλῆθος τοῦτο εἰρῆσθαι
θέλουσιν, ὅτι συνεχῶς οὕτω προΐασι πολλαὶ ὡς νεωστὶ δοκεῖν αὐτὰς
ἄρχεσθαι τῆς ἐξόδου· οἱ δὲ νέον τὸ ἔαρ φασίν. ἄμεινον δὲ λέγειν
ὅτι τοῖς μὲν ἄλλοις ζώοις αἱ πτήσεις ἀποτεταμέναι γίνονται, αἱ δὲ
μέλισσαι βραχεῖαν τὴν κίνησιν ποιησάμεναι ἐφιζάνουσι τοῖς ἄνθεσι,
καὶ ἐπαρθεῖσαι πέτονται πάλιν, καὶ πάλιν ἐφίζουσι. κατ᾿ ὀλίγον οὖν ἡ
πτῆσις αὐτῶν ὥσπερ ἄρτι ἀρχομένων γίνεται. συμβέβηκε δὲ καὶ ἄλλο
ταῖς μελίτταις, ὁμότονον ἀεὶ τὴν πτῆσιν ποιεῖσθαι, ἀπ᾿ ἀρχῆς ἕως
πέρατος οὐκ ἀποληγούσαις κατ᾿ ὀλίγον, ὥσπερ καὶ τὰ ἄλλα πτηνὰ
καὶ χερσαῖα ζῶα. πάντα οὖν τὸν καιρὸν αὐτῶν τῆς πτήσεως ἐπιση-
μαίνεται ὡς ἄρτι γινομένης.
89. *βοτρυδὸν] πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ῥάγες. οὕτως δὲ ἵπτανται σκιάζειν θέλουσαι ἀλλήλας αἱ μέλισσαι, ὀχλούμεναι ὑπὸ τοῦ ἡλίου.
* ἐπ᾿ ἄνθεσιν εἰαρινοῖσιν] ὅτι ἀντὶ τοῦ ἐπ᾿ ἄνθη εἰαρινά, ὡς ἐν τῇ Δ (251) “ἦλθε δ᾿ ἐπὶ Κρήτεσσιν” ἀντὶ τοῦ ἐπὶ τοὺς Κρῆτας.
92. *ὄσσα] ὅτι ὄσσα ἡ θεία κληδὼν, οἱ δὲ νεώτεροι ψιλῶς ἐπὶ πάσης φωνῆς.
95. *ἤτοι στικτέον ἐπὶ τὸ ἀγορή, ἢ διασταλτέον καὶ ἐπ᾿ αὐτὸ καὶ
ἐπὶ τὸ γαῖα, ἵν᾿ ᾖ κοινὸν τὸ λαῶν ἱζόντων.
96. ὅμαδος] πιθανῶς ἐν μὲν ταύτῃ τῇ ἐκκλησίᾳ κήρυκές εἰσιν οἱ
*ἐννέα] τὸ ἐννέα ψιλοῦται, ὅτι πᾶν φωνῆεν καταλῆγον ἢ εἰς ν ἢ εἰς γ, τῆς ἑξῆς συλλαβῆς ἀρχομένης ἀπὸ συμφώνου, ψιλοῦται, ἀν- τίος ἔγχος, τοῦ ἁνδάνω ὑπεξαιρουμένου.
99. *ὅτι σπουδῇ λέγει οὐχ οἷον ἐν τάχει, ἀλλὰ μόγις καὶ δυ- σχερῶς, ὡς τὸ “ὣς ἄῤ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς” (Od. 21, 409).
ἤτοι στικτέον ἐπὶ τὸ λαός, καὶ τὰ ἑξῆς συναπτέον ἕως κλαγγῆς᾿
ἢ ὡς διὰ μέσου κειμένου τοῦ ἐρήτυθεν δὲ καθ᾿ ἕδρας ἀνυποκρίτως
ὑποστικτέον ἐπὶ τὸ καθ᾿ ἕδρας, ὅτε ἐστὶ διαστολὴ ἐπὶ τὸ λαός, ἵν᾿ ᾖ
τὸ ἑξῆς, σπουδῇ δ᾿ ἕζετο λαὸς παυσάμενοι κλαγγῆς. καὶ τὸ σχῆμα
Ὁμηρικὸν, καὶ ἡ διὰ μέσου ἀναφώνησις ὁμοίως. ὁ δὲ νοῦς τοῦ
ἡμιστιχίου οὗτος, ἐρήτυθεν δὲ κατὰ τὰς ἕδρας, οἷον ἠρέμησαν καθί-
σαντες.
102. Ἥφαιστος μέν] ὁ μὲν Ἥφαιστος κατεσκεύασε τῷ Διὶ ὡς
χειρῶναξ κελευόμενος· ὁ δὲ Ἑρμῆς εἴληφε παρὰ Διὸς κομίσαι κατὰ
διακονίαν Πέλοπι· Πέλοψ δὲ κατέλιπεν Ἀτρεῖ πρεσβυτάτῳ ὄντι τῶν
υἱῶν· Ἀτρεὺς δὲ ἐπὶ μικροῖς τελευτῶν τοῖς παισὶ διαδόχῳ χρῆται
τῷ ἀδελφῷ· ὁ δὲ οὐδὲ τῷ ἑαυτοῦ παιδὶ ζῶντι, τῷ Αἰγίσθῳ, τὴν ἀρχὴν
ἐνεχείρισεν, ἀλλ᾿ ὥσπερ ἀγαθὸς ἐπίτροπος διαφυλάξας ἀπέδωκεν
Ἀγαμέμνονι. ἄχρι δὲ τοῦ “αὐτὰρ ὁ αὖτε Θυέστ᾿ Ἀγαμέμνονι δῶκε
φορῆναι” καλεῖται κλῖμαξ. δίδωσι δὲ Ἥφαιστος τῷ μὲν Διὶ τὸ
σκῆπτρον ὡς βασιλικὸν, τῷ δὲ Ἑρμῇ πάλιν δίδωσιν ὡς κηρυκικόν.
*ὁ τρόπος κλῖμαξ. τὸ λῆγον γὰρ τῆς διανοίας ἀρχὴ γίνεται τῷ
ἑξῆς.
103. ἀργειφόντῃ] ἀργῷ καὶ καθαρῷ φόνου, ἢ ὥς τινες κατ᾿ ἐπω-
νυμίαν, ὅ ἐστιν ἐξ αἰτίας τοιαύτης. Ἰοῦς τῆς Ἰνάχου θυγατρὸς, τοῦ
Ἀργείων βασιλέως, Ζεὺς ἐρασθεὶς, καὶ γνοὺς αὐτὴν, μετέβαλεν εἰς
βοῦν διὰ τὸν τῆς Ἥρας ζῆλον. Ἥρα δὲ αἰτησαμένη αὐτὴν παρὰ
Διὸς καὶ λαβοῦσα, ἐπέστησεν αὐτῇ φύλακα Ἄργον, τὸν πανόπτην
καλούμενον, ἐπειδὴ κατὰ παντὸς τοῦ σώματος εἶχεν ὀφθαλμούς.
ἀπ᾿ ἐκείνης Βοσπόρου, ἐλθοῦσα, καὶ ἄλλους δὲ διαφόρους τόπους πλα-
νηθεῖσα, ἦλθεν εἰς Αἴγυπτον, ὅπου τὴν ἀρχαίαν μορφὴν ἀπολαβοῦσα
τίκτει παρὰ τῷ Νείλῳ ποταμῷ παῖδα Ἔπαφον. ἡ δὲ ἱστορία πλατύ-
τερον κεῖται παρὰ Ἀπολλοδώρῳ ἐν δευτέρῳ.
104. Ἱπποδάμεια ἡ Οἰνομάου θυγάτηρ, ἐρασθεῖσα Πέλοπος, Μύρ-
τιλλον τὸν Ἑρμοῦ μὲν υἱὸν ἡνίοχον δὲ τοῦ ἑαυτῆς πατρὸς ἔπεισε τῇ
κατὰ τοῦ πατρὸς νίκῃ συνεργῆσαι καὶ τοὺς ἵππους τῆς εἰς τὸ τρέ-
χειν ὁρμῆς κατασχεῖν, βουλομένη τὸν Πέλοπα καὶ τοὺς ἵππους
λαβεῖν καὶ τὸν ἑαυτῆς γάμον· ἔκειτο γὰρ τῷ νικήσαντι ἔπαθλον ὁ
ταύτης γάμος, νικηθέντι δὲ θάνατος. ἀγωνιζομένων δὲ αὐτῶν ὁ Οἰνό-
μαος ἐκπίπτει τοῦ ἅρματος· οὐ γὰρ αἱ χοινικίδες τοὺς ἐμβόλους
κατέσχον, τοῦτο πανουργήσαντος τοῦ Μυρτίλλου. γνοὺς δὲ τὴν ἐπι-
βουλὴν ὁ Οἰνόμαος ἀρὰς ἔθετο κατὰ Μυρτίλλου, ὅπως ἀπόληται ὑπὸ
Πέλοπος· ὃ καὶ ἐγένετο. διαβαινόντων γὰρ αὐτῶν διὰ τοῦ Αἰγαίου
πόντου, καὶ διψησάσης τῆς Ἱπποδαμείας, καταβὰς ἐκ τοῦ ἅρματος
ὁ Πέλοψ ἐζήτει ὕδωρ κατὰ τῆς ἐρήμου. κατ᾿ ἐκεῖνο δὲ καιροῦ ἡ
Ἱπποδάμεια ἐρασθεῖσα Μυρτίλλου ἐδεῖτο μὴ ὑπεριδεῖν· ἀντειπόντος
δὲ αὐτοῦ, καὶ τοῦ Πέλοπος παραγενομένου, φθάνει ἡ Ἱπποδάμεια
κατηγορήσασα τοῦ Μυρτίλλου ὡς βιασαμένου αὐτήν. καὶ Μύρτιλλον
Πέλοψ ἀπὸ τοῦ ἅρματος ὠθεῖ εἰς τὸ πέλαγος, αὐτὸς δὲ αὐτῇ ἡνιοχεἱ·
ὅθεν τὸ μὲν πέλαγος Μυρτῷον ἀπὸ Μυρτίλλου, ὁ Πέλοψ δὲ πλήξιππος
διὰ τὴν τῶν ἵππων αὐτουργίαν.
105. Πέλοψ δῶκ᾿ Ἀτρέϊ] Πέλοψ ἐκ προτέρας γυναικὸς ἔχων
παῖδα Χρύσιππον ἔγημεν Ἱπποδάμειαν τὴν Οἰνομάου, ἐξ ἧς ἱκανοὺς
ἐπαιδοποίησεν. ἀγαπωμένου δὲ ὑπ᾿ αὐτοῦ σφόδρα τοῦ Χρυσίππον,
ἐπιφθονήσαντες τε μητρυιὰ καὶ οἱ παῖδες, μή πως καὶ τὰ σκῆπτρα
αὐτῷ καταλείψῃ, θάνατον ἐπεβούλευσαν, Ἀτρέα καὶ Θυέστην τοὺς
πρεσβυτάτους τῶν παίδων εἰς τοῦτο προστησάμενοι. ἀναιρεθέντος
οὖν τοῦ Χρυσίππου Πέλοψ ἐπιγνοὺς ἐφυγάδευσε τοὺς αὐτόχειρας
Ἀτρεὺς ὁ Πέλοπος, βασιλεύων τῆς Πελοποννήσου, ηὔξατό ποτε
ὅ τι ἂν κάλλιστον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεννηθῇ, τοῦτο Ἀρτέμιδι
θῦσαι. γεννηθείσης δὲ αὐτῷ χρυσῆς ἀρνὸς τῆς εὐχῆς μετεμελήθη,
καθείρξας δὲ εἰς λάρνακα φυλάττει. μέγα δέ τι φρονοῦντα ἐπὶ τῷ
κτήματι κομπάζειν κατὰ τὴν ἀγοράν. ἀνιώμενον δ᾿ ἐπὶ τούτῳ Θυ-
έστην, ὑπελθόντα ὡς ἐρῶντα, πεῖσαι τὴν Ἀερόπην ἐκδοῦναι αὑτῷ τὸ
κτῆμα· λαβόντα δὲ ἀντειπεῖν τῷ ἀδελφῷ ὡς οὐ δεόντως περὶ τοῦ
τοιούτου κομπάζει. αὐτὸς δὲ ἔλεγεν ἐν τῷ πλήθει δεῖν τὴν βασιλείαν
ἔχειν τὸν τὴν χρυσῆν ἄρνα ἔχοντα. τοῦτο δὲ ὁμολογοῦντος καὶ τοῦ
Ἀτρέως, Ζεὺς Ἑρμῆν πέμπει πρὸς Ἀτρέα, συνθέσθαι λέγων περὶ τῆς
βασιλείας, καὶ δηλοῖ περὶ τῆς ἀνατολῆς, διότι μέλλει ποιεῖσθαι τὴν
ἐναντίαν ὁδὸν ὁ ἥλιος. συνθεμένου δὲ περὶ τούτων, ὁ ἥλιος τὴν δύσιν
εἰς ἀνατολὰς ἐποιήσατο· ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαιμονίου τὴν
Θυέστου πλεονεξίαν, τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε καὶ Θυέστην
ἐφυγάδευσεν.
107. Θυέστ᾿ Ἀγαμέμνονι] ἡ διπλῆ ὅτι οὐ γινώσκει τὴν ἔχθραν
Ἀτρέως καὶ Θυέστου. αὐτῷ γοῦν παραδίδωσι τὸ σκῆπτρον, οὐ τοῖς
υἱοῖς ὁ Ἀτρεύς.
αὐτὰρ ὁ αὖτε Θυέστ᾿ ] ὅτι συμφωνοῦντας αὐτοὺς συνίστησι. καὶ
γὰρ ὁ Θυέστης οὐ τῷ υἱῷ αὑτοῦ Αἰγίσθῳ καταλείπει τὸ σκῆπτρον,
ἀλλ᾿ Ἀγαμέμνονι. καὶ ὅτι κλητικὴ ἀντὶ τῆς ὀρθῆς, Θυέστα ἀντὶ
τοῦ Θυέστης.
109. *ἔπε᾿ Ἀργείοισι μετηύδα] ὅτι τὸ ἑξῆς ἐστὶ μετ᾿ Ἀργείοισιν ἔπεα ηὔδα.
110. *ἥρωες Δαναοί] ὅτι πρὸς πάντας ἀποτεινόμενος τὸν λόγον
ἥρωας λέγει. ἡ δὲ ἀναφορὰ πρὸς Ἴστρον λέγοντα μόνους τοὺς
βασιλεῖς ἥρωας λέγεσθαι. στικτέον δὲ κατὰ τὸ τέλος· προσαγορευ-
τικὴ γὰρ ἡ περίοδος.
111. Ζεύς με μέγα Κρονίδης] ὅτι Ζηνόδοτος γράφει Ζεύς με μέγας Κρονίδης· καὶ ὅτι ἀπὸ τούτου ἕως τοῦ αἰσχρὸν γὰρ τόδε γ᾿ ἐστί (119) οὕτως συντέμνει “ὦ φίλοι, ἥρωες Δαναοὶ, θεράποντες Ἄρηος· λώβη γὰρ τάδε γ᾿ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, μὰψ οὕτω.”
μέγα] σχολικὸν ἀγνόημα τὸ δοκεῖν Ζηνοδότειον εἶναι τὴν μετὰ
τοῦ σ γραφὴν, καὶ δόξειεν ἂν ὑπὸ Διονυσίου τοῦ Θρᾳκὸς ταῦτα
δεδόσθαι· ἐν γὰρ τῷ περὶ ποσοτήτων καθάπτεται Ζηνοδότου ὡς
ἠγνοηκότος ὅτι τῷ μέγα ἀντὶ τοῦ μεγάλως Ὅμηρος ἀποχρῆται·
παῤ ὃ δὴ καὶ κατά τινα τῶν ὑπομνημάτων μετειλῆφθαι τὸ μέγα
ἀντὶ τοῦ μεγάλως. τὸ δὲ οὐκ ἔχει τἀκριβὲς οὕτως. εἰ γὰρ τὰ
συγγράμματα τῶν ὑπομνημάτων προτάττοιμεν, ἕνεκα γοῦν τἀκρι-
βοῦς γράφομεν κατὰ Ἀρίσταρχον Ζεύς με μέγας. ἐν γοῦν τῷ
πρὸς Φιλητᾶν συγγράμματι τῇ γραφῇ κέχρηται, δύο λέγων τὸ
μέγας σημαίνειν, τοτὲ μὲν τὸ καθ᾿ αὑτὸ, καθάπερ νῦν “Ζεύς με
μέγας Κρονίδης” καὶ “κεῖτο μέγας μεγαλωστὶ, λελασμένος ἱππο-
συνάων” (ΙΙ. 16, 776)· τοτὲ δὲ αὖ τὸ πρὸς τὴν κατὰ τὸν Αἴαντα
τὸν ἕτερον διάκρισιν “Ἄἴας δ᾿ ὁ μέγας,” κἀν ταῖς Λιταῖς ἐξηγούμενος
“αὐτὰρ ἔπειτ᾿ Αἴας τε μέγας” (ΙΙ. 9, 169) ἔν τινι τῶν ἠκριβω-
μένων ὑπομνημάτων γράφει ταῦτα κατὰ λέξιν· οὐ κατ᾿ ἐπίθετον
λέγει μέγας, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου Αἴαντος. ὅταν
δὲ λέγῃ Ζκεύς με μέγας Κρονίδης, οὐκέτι ὅτι καὶ ἕτερος μικρός
ἐστιν. καὶ τοὺς ἀπ᾿ αὐτοῦ δὲ χρωμένους ἔστιν εὑρεῖν τῇ γραφῇ,
Διονυσόδωρον τὸν Ἀλεξανδρέα καὶ Ἀμμώνιον. ἐπιλέγουσι δὲ οὐδέν·
διὸ καὶ τὰς μαρτυρίας αὐτῶν οὐκ ἐγράψαμεν. καὶ Καλλίστρατος
δὲ ἐν τῷ περὶ Ἰλιάδος οὕτως προφέρεται, ὥστε ὅμοιον εἶναι τῷ
“ἐπεὶ μέγας ὠδύσατο Ζεύς” (ΙΙ. 18, 292). οὐδὲ ὁ ἐπιθέτης δὲ
Πτολεμαῖος, τὰς Ζηνοδότου γραφὰς ἐκτιθέμενος, ταύτην ὡμολόγει
Ζηνοδότου εἶναι. ταῦτα ὁ Δίδυμος.
112. σχέτλιος] τοῦτο καθ᾿ ἑαυτὸ προενεκτέον, ὡς ἐν τοῖς ἄνω τὸ νήπιος· μᾶλλον γὰρ, κομματικῶς λεγόμενον, ἐμφαίνει.
113. * Ἴλιον] Ἴλιον μὲν λέγει Ὅμηρος, Ἰλιεῖς δὲ οὐκέτι φησί· καὶ Εὔβοιαν, ἀλλ᾿ οὐκ Εὐβοεῖς.
114. κακὴν ἀπάτην] ἔστι γὰρ καὶ δικαία, ὡς καὶ Αἰσχύλος “ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός” καὶ τίς πείθοιτο θεὸν ἐναντία ἑαυτῷ βουλεύεσθαι;
115. δυσκλέα Ἄργος] ὅτι κατὰ συστολὴν Ὅμηρος τὰ τοιαῦτα ἐκφέρει, δυσκλέα καὶ ἀκλέα, Ἰωνικῶς· οἱ δὲ Ἀττικοὶ ἐκτείνουσιν.
συσταλτέον τὴν τελευταίαν τοῦ δυσκλέα ὡς ἀμφηρεφέα, ὁμοίως τῷ “ἄειδε δ᾿ ἄρα κλέα ἀνδρῶν,” (ΙΙ. 9, 189.) “ἀκλέα ἐκ μεγάρων,” (Od. 4, 728.)
116. πρὸς τὸ μέλλει, ὅτι ἀντὶ τοῦ ἔοικεν· ὁ δὲ ἀστερίσκος, ὅτι εἰς τὰς Λιτὰς (ΙΙ. 9, 23) οὐκ ὀρθῶς μετάκεινται οἱ τρεῖς.
*ὑπερμενέι] συσταλτέον τὸ ι τοῦ ὑπερμενέϊ.
117. ὃς δὴ πολλάων πολίων] ἄδηλον εἴτε καθολικῶς αὐτὸ λέγει, εἴτε περὶ τῶν εἰκοσιτριῶν, ὑπόνοιαν διδοὺς καὶ περὶ Ἰλίου.
*τὸ πολλάων ἐπέκτασις, καὶ ἴδιον Ἰώνων.
118. τοῦ γὰρ κράτος] πιθανὸν γὰρ ἐκ τῶν ὑποκειμένων τὴν δύναμιν
δεῖξαι τοῦ θεοῦ.
τοῦ γὰρ κράτος] Πυθαγόρας φησὶ τί ἐστι θεός; τὸ πάντων κρατοῦν, ὅς γε καὶ πολέμων ἐξουσίαν ἔχει. τίς οὖν ἂν εἴην ἐγώ;
119. *ὅτι τὸ πυθέσθαι ἀντὶ τοῦ ἀκοῦσαι τίθησιν.
122. *ὅτι ἥσσονες κατὰ τὸν ἀριθμὸν οἱ βάρβαροι.
οἱ μὲν Τρῶες, χωρὶς τῶν ἐπικούρων, ἦσαν ἀριθμῷ μυριάδες ε΄ (ΙΙ. 8, 558)· τὸ δὲ τῶν Ἑλλήνων πλῆθος τινὲς μέν φασι μυριάδας ιβ΄, ἄλλοι δὲ ιδ΄.
123. εἴπερ γάρ κ᾿ ἐθέλοιμεν] ἕως τοῦ οἰνοχοεύειν (127) ὑποστιγ-
μαί εἰσιν ἐν ὑποκρίσει πᾶσαι, ἄμφω, καὶ ἔασιν, καὶ Ἀχαιοὶ, καὶ
οἰνοχοεύειν. τῆς δὲ ἀναρτήσεως ὁ εἴ σύνδεσμος αἴτιος.
*ὅτι περισσὸς ὁ κε σύνδεσμος.
124. ἀθετεῖται· οὐ γὰρ ἐπ᾿ ἀληθείας λέγεται, ἀλλ᾿ ὑπερβολικῶς τὰ τῶν δεκάδων· πρὸς τί οὖν ὅρκια;
125. *Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν] ἐσχημάτισεν οὐχ ὁμοίως τῷ Τρῶας τὸ ἡμεῖς ἐπιφέρων.
Ἀριστάρχου λέξεις ἐκ τῶν ὑπομνημάτων. ἐὰν καὶ τὰ παιδία
καὶ τοὺς πρεσβύτας ἀριθμήσωσιν, οὐ μὴ γένωνται ὅσοι ἡμεῖς.
τοῦτο δέ ἐστι κατοικίδιοι καὶ ἔναυλοι. καὶ ἐν Ὀδυσσείᾳ (6, 265)
“πᾶσιν γὰρ ἐπ᾿ ἴστίον ἐστιν ἑκάστῳ,” ὡσεὶ κατάλυμα παρὰ τῇ νηΐ.
ἡ διπλῆ δὲ, ὅτι τὸ λέξασθαι νῦν οὔτε ἐπὶ τοῦ κοιμηθῆναι οὔτε ἐπὶ
τοῦ καταριθμηθῆναι κεῖται, ἀλλ᾿ ἐπὶ τοῦ συλλεγῆναι καὶ ἀθροισθῆναι
ἐν ταὐτῷ· καὶ ὅτι ἐφέστιοι, ὅσοι ἑστίας (τουτέστιν οἰκίας) αὐτόθι
διαμένουσιν.
τὸ λέξασθαι δηλοῖ τὸ κοιμᾶσθαι, λέξασθαι εἰς εὐνήν (Od. 17, 102). τὸ ἐπελέξατο, λέξατο κούρους (ΙΙ. 21, 27), τὸ ἀριθμεῖν, λέγε κήτεσσιν (Od. 4, 452).
127. *ὁ Ἰξίων διὰ τοῦ ν ἕκαστον.
129. *πλέας] τὸ πλέας ἀπὸ τοῦ πλέονας συγκέκοπται.
130. Τρώων οἱ ναίουσι] ἕως τοῦ Ἰλίου ἐκπέρσαι (133) ἀθετοῦνται στίχοι τέτταρες, ὅτι καθόλου πάντας τοὺς βαρβάρους σὺν τοῖς ἐπικούροις ἥσσονας τῶν Ἑλλήνων διὰ παντός φησιν εἶναι.
131. ἐν τῇ ἑτέρᾳ τῶν Ἀρισταρχείων εὕρομεν ἔνεισιν· καὶ Καλ-
λίστρατος οὕτως ἐν τῷ περὶ Ἰλιάδος γράφει, καθάπερ καὶ τὸ “ἡμεῖς
δὲ μαχόμεθ᾿ οἵπερ τ᾿ ἐπίκουροι ἔνειμεν” (ΙΙ. 5, 477)· παῤ ὃ καὶ
διχῆ γράφομεν. ἐγχέσπαλοι δὲ ὅτι ἔσειον τὰ δόρατα, πρὸ τῆς
ἀφέσεως, μήποτ᾿ ἄρα εἶεν κλασθέντα.
132. *οἵ με μέγα πλάζουσι] πλανῶσι καὶ ἀπείργουσι τῆς πολλῆς
προθυμίας. καλὸν δὲ τὸ οἰκειοῦσθαι τὴν ἧτταν καὶ μὴ λέγειν τὸ
κοινόν.
τὸ οἵ ἤτοι ἄρθρον ὑποτακτικόν ἐστιν, ἢ ἀντὶ τῆς οὗτοι ἀντωνυμίας. πάλιν οὖν ἤτοι τελείαν στιγμὴν ἢ διαστολὴν θήσομεν ἐπὶ τὸ ἄνδρες ἔασιν· ἐπὶ δὲ τὸ πλάζουσι θετέον τὴν ἄνω δευτέραν στιγμὴν, ἥτις ἕνα χρόνον δύναται σιωπῆς.
133. Ἰλίου] ἐν τοῖς κατ᾿ Ἀριστοφάνην ὑπομνήμασιν Ἀριστάρχου Ἴλιον ἐγέγραπτο, οὐκ Ἰλίου· καὶ μήποτε ἄμεινον ἔχει.
135. *δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται] ὅτι κατὰ τὸν αὐτὸν στίχον καὶ ἑαυτῷ καὶ ἡμῖν συνήθως ἐξενήνοχε τὸ λέλυνται καὶ σέσηπε.
136. αἱ δέ που] συναπτέον ἕως τοῦ ποτιδέγμεναι· μία γὰρ ἡ
περίοδος. εἰ δέ τις ἐπὶ τὸ ἄλοχοι διαστέλλοι, ἀπρεπῆ τὸν νοῦν
τίθησιν.
137. γρ. εἵατ᾿ ἐνὶ μεγάροις ποτιδέγμεναι. manus rec.
139. ὑποστικτέον ἐν ὑποκρίσει μετὰ τὸ εἴπω, διὰ τὸ ὡς μόριον· ᾧ λόγῳ καὶ τῶν παραβολῶν αἱ πλεῖσται ἀνήρτηνται μέχρι τῆς ἀντ- αποδόσεως.
143. * ἀθετεῖται, ὅτι κενῶς ἐπεξηγεῖται· τὸ γὰρ νοούμενον τὸ αὐτό.
144. ὡς κύματα] ὅτι Ζηνόδοτος γράφει φὴ κύματα. οὐδέποτε δὲ Ὅμηρος τὸ φή ἀντὶ τοῦ ὡς τέταχεν.
κύματα μακρά] ὑψηλὰ, τὰ ἐκ βάθους κινούμενα· συνωθοῦνται γὰρ
ἄλλα ἐπ᾿ ἄλλοις, ὡς ὅνλης ἐκ βυθοῦ ταρασσομένης τῆς θαλάττης.
145. πόντου Ἰκαρίοιο] τοῦ Ἰκαρίου πελάγους, κεκλημένου οὕτως
ἀπὸ Ἰκάρου τοῦ Δαιδάλου παιδὸς, πεσόντος εἰς αὐτὸ καὶ ἀπολομένου
οὕτως. μετὰ τὴν τῆς Πασιφάης πρὸς τὸν ταῦρον μιξιν Δαίδαλος
εὐλαβούμενος τὴν Μίνωος ὀργὴν, πτερωτὸς σὺν Ἰκάρῳ τῷ υἱεῖ ἐφέ-
ρετο· καταπεσόντος δὲ τοῦ παιδὸς τὸ ὑποκείμενον πέλαγος Ἰκάριον
μετωνομάσθη. ὁ μέντοι Δαίδαλος διαπτὰς εἰς Κάμικον τῆς Σικελίας
καὶ τὸν υἱὸν αὐτοῦ ἐκδεχόμενος ἔμεινε παρὰ ταῖς Κωκάλου θυγατρά-
σιν, ὑφ᾿ ὧν ὁ Μίνως, ἥκων εἰς ἐπαναζήτησιν τοῦ Δαιδάλου, ἀποθνή-
σκει καταχεθέντος αὐτοῦ ζεστοῦ ὕδατος. ἱστορεῖ Φιλοστέφανος καὶ
Καλλίμαχος ἐν Αἰτίοις.
*ἐπὶ τὸ Ἰκαρίοιο στιγμή· βραχὺ δὲ διαστελοῦμεν ἐπὶ τὸ ἀγορή.
146. *ὤροῤ] ἀπὸ τοῦ ὄρωρε ὑπέρθεσις χρόνου.
147. ὡς δ᾿ ὅτε κινήσῃ Ζέφυρος] ἠπειρωτικὴ ἡ παραβολὴ, ὅπερ
ἄμεινον· ἡ πρώτη μὲν τὸν τάραχον, ἡ δὲ δευτέρα τὴν ὁμοθυμαδὸν ὁρμὴν
παρίστησιν. πρὸς συμπλήρωσιν τῶν σταχύων οἱ ζέφυροι πνέουσιν.
148. ὅτι χωρὶς προθέσεως εἴρηκεν, ἀντὶ τοῦ ἐπικαταιγίζων· αἰγί- δας γὰρ ἔλεγον ἂς ἡμεῖς καταιγίδας. καὶ ὅτι πτῶσις ἤλλακται· ἀντὶ τοῦ ἐπιμύει δὲ τοὺς ἀστάχυας, οἷον ἐπικλίνει.
ἠμύει] ἠμύει τὸ λήιον τοῖς στάχυσιν, ὡς “ἔφριξεν δὲ μάχη ἐγ- χείῃσιν” (ΙΙ. 13, 339)· ἢ οἱ στάχυες τῷ ἀνέμῳ ἠμύουσιν.
*ὑποστιγμαὶ ἐν ὑποκρίσει ἐπὶ τὸ ἐπαιγίζων καὶ ἀσταχύεσσιν.
150. *νῆας ἐπ᾿ ἐσσεύοντο] οὕτως, νῆας ἐπ᾿ ἐσσεύοντο.
οὐκ ἀναστρέφεται ἡ πρόθεσις, ὅτι συνήλειπται. διὸ καὶ ἐλέγομεν
ἕνεκα ἑτέρου σημαινομένου τὸν Ἀρίσταρχον κατὰ ἀναστροφὴν ἀνεγ-
νωκέναι τὸ “στεῦτο γὰρ Ἡφαίστοιο πάῤ οἰσέμεναι” (ΙΙ. 16, 191).
οὐκ ἀναστρέφονται γὰρ, εἰ μὴ ἐπὶ τέλους κέωνται ῥῆμα δηλῶσι.
152. *ἅπτεσθαι—δῖαν] ἐπιλαμβάνεσθαι, ὡς τὸ “ἑανοῦ ἁπτομένη” (ΙΙ. 16, 9).
153. οὐρούς] ψιλοῦται· ἐν πλεονασμῷ γὰρ τοῦ υ ἐγένετο, ὡς καὶ
ὅλος οὖλος. ἀνεγνώσθη δὲ κατ᾿ ὀξεῖαν τάσιν· οὕτω γὰρ Ἀρίσταρχος
παρήγγελλεν. ἴσως δὲ σημειώδης ὁ τόνος· τὰ γὰρ εἰς ρος λήγοντα
δισύλλαβα ἀπλᾶ ἔχοντα τὴν ου δίφθογγον ἐβαρύνετο, κοῦρος θοῦρος
οὖρος· καὶ γὰρ ταῦτα περισσὸν ἔχει τὸ υ. ἴσως οὖν εἰς ἀποφυγὴν
τοῦ ἐπὶ τοῦ ἀνέμου. καὶ γὰρ καὶ ἐπ᾿ ἄλλων τὸ τοιοῦτο ποιεῖ ὁ
ἀνήρ.
ἀϋτὴ δ᾿ οὐρανὸν ἷκεν] μεγαλοφυῶς ἡ λέξις ηὔξησε τὴν ταραχὴν, ἣν κατελεπτολόγησε καὶ Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν.
154. ᾕρεον] δασυντέον τὸ ᾕρεον· ἀπὸ γὰρ τοῦ αἱρῶ περισπωμένου καὶ δασυνομένου γέγονεν.
*παραλόγως δασύνεται τὸ αἱρῶ.
155. ἀσύνδετος ὁ λόγος πρὸς τὰ ἐπάνω· διὸ πρὸ αὐτοῦ στικτέον τελείᾳ. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἐτύχθη διὰ τὸν εἴ σύνδεσμον, εἰ μὴ Ἀθηναίην.
ὑπέρμορα] οὕτως ὑφ᾿ ἓν τὸ ὑπέρμορα· οὐ γὰρ, ὥς τινες, κατὰ
διάστασιν. ἔστιν οὖν τι μόρος, ὃ συντεθὲν γίνεται ὑπέρμορος ὡς
ὠκύμορος, οὗ οὐδέτερον τὸ ὑπέρμορον, καὶ πληθυντικὸν τὸ ὑπέρμορα.
156—159. *Ζηνόδοτος οὕτως ἐπισυντέτμηκεν “εἰ μὴ Ἀθηναίη
λαοσσόος ἦλθ᾿ ἀπ᾿ Ὀλύμπου. εὗρεν ἔπειτ᾿ Ὀδυσῆα,” καθόλου τὸν
τῆς Ἥρας λόγον περιγράψας, Ὁμηρικῶς ἔχοντα· καὶ γὰρ καὶ τῆς
ξιφουλκίας αὕτη ἀφίστησιν. ἡ δὲ Ἀθηνᾶ ὑπηρετεῖ κατὰ διαφορὰν
τῆς ἀξίας τηρουμένης τῶν προσώπων.
αἰγιόχοιο] αἰγίς ἐστιν ὅπλον Διὸς Ἡφαιστότευκτον. Ζεὺς Κρόνου
καὶ Ῥέας γενόμενος ἐν Κρήτῃ ἐπεκλήθη αἰγίοχος διὰ τὸ αὐτόθι ὑπὸ
αἰγὸς τραφῆναι, ἢ ὥς τινές φασι, διὰ τὸ αἶγα ἀνελόντα τὴν μὲν
δορὰν ἀμφιάσασθαι, τοῖς δὲ κέρασιν εἰς τόξον χρήσασθαι· ὅθεν καὶ
αἰγιδόκον τόπον τινὰ ἐν Κρήτῃ καλεῖσθαι. ἱστορεῖ Εὐφορίων.
159. *νῶτα θαλάσσης] οὐδετέρως τὸ νῶτον καὶ τὰ νῶτα λέγει ὁ ποιητὴς πανταχοῦ, καὶ Ἡσίοδος· καὶ οὐκ ἀρσενικῶς τὸν νῶτον.
160. ἀπὸ τούτου ἕως τοῦ ἐν Τροίῃ ἀπόλοντο (162) ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παράκεινται, ὅτι οἰκειότερον ἐν τῷ τῆς Ἀθηνᾶς λόγῳ ἑξῆς εἰσὶ τεταγμένοι (176), νῦν δὲ κοινότερον λέγονται.
161. Ἀργείην Ἑλένην] ὅτι Ζηνόδοτος γράφει Ἀργείην θ᾿ Ἑλένην,
σὺν τῷ συνδέσμῳ, ὥστε εἶναι χωρὶς καύχημα, καὶ σὺν τούτῳ τὴν
Ἑλένην. οὐ λέγει δὲ οὕτως, ἀλλ᾿ αὐτὴν τὴν Ἑλένην καύχημα.
*Ἀργείην] ἡ Λακωνικὴ πέμπτον τῆς ὅλης Πελοποννήσου.
162. φίλης ἀπὸ πατρίδος αἴης] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν,
ὡς Τυραννίων καὶ Πτολεμαῖος· ὁπότε γὰρ γενικῇ συντάττεται ἡ
ἀπό, τηρεῖ τὸν τόνον· “καὶ γάρ τίς θ᾿ ἕνα μῆνα μένων ἀπὸ ἧς
ἀλόχοιο” (292).
163. *οὕτω κατὰ λαόν συμφώνως εἶχον ἅπασαι.
164. σοῖς δ᾿ ἀγανοὶς] χωρὶς τοῦ δ εἶχον αἱ χαριέσταται, σοῖς
ἀγανοῖς· καὶ ἡ Ἀριστοφάνους οὕτως εἶχεν. ἀγανοῖς δὲ, ἄγαν προση-
νέσι, πράοις, ὑπάγεσθαι δυναμένοις· οὕτω γὰρ ἔδει μαλάσσειν τὸν
θυμὸν ζέοντα. ἀθετεῖται δὲ καὶ ἀστερίσκος παράκειται, ὅτι καὶ οὗτος
πρὸς Ἀθηνᾶς οἰκείως πρὸς Ὀδυσσέα λέγεται (180), καὶ ψεῦδος
*ψιλωτέον τὸ ἀγανός· τοιοῦτο γὰρ τὸ α πρὸ τοῦ γ.
167. * τελεία ἐπὶ τὸ ἀίξασα· ἀσύνδετον γὰρ τὸ ἑξῆς πρὸς τὰ ἐπάνω.
*Οὐλύμποιο] ὅτι ὄρος ὁ Ὄλυμπος.
173. *διογενὲς Λαερτιάδη] προσαγορευτικὴ ἡ περίοδος· διὸ τε- λείαν στικτέον,
175. πολυκλήϊσι] τινὲς προπερισπῶσιν, ὡς καὶ τὸ ἀπλοῦν “ἐπὶ
κληῖσι κάθιζον” (Od. 2, 419)· ὡς γὰρ πλοκαμίς—“ἐϋπλοκαμῖδες
Ἀχαιαί” (ib. 119), οὕτως καὶ κληίς καὶ πολυκληΐς. οὐκ ἔχει δὲ
οὕτως ἡ ἀνάγνωσις. ἔστιν οὖν λόγος ὑπὲρ τῆς βαρυνομένης λέξεως
οὗτος. τὰ εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα εἰ μὲν ἐν τῇ συνθέσει
φυλάσσοι μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, εἰ
δὲ μεταληπτικὰ γίνοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρεῖαν
τάσιν ἀναγκαίως. τοῦ μὲν προτέρου, φυλάσσοντος τὸ αὐτὸ γένος
καὶ τὸν αὐτὸν τόνον, περισκελίς, τοῦ δὲ δευτέρου δύσελπις. ταύτῃ
οὖν τὸ μὲν καταιγίς ὀξύνεται, τὸ δὲ μελάναιγις βαρύνεται. οὕτως
οὖν καὶ τὸ εὐκλήϊς καὶ πολυκλήϊς βαρυνθήσεται· τίθεται γὰρ καὶ
ἐπὶ ἀρσενικοῦ, ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις· κα γὰρ
ἐπὶ Ἀμαζόνος ταγείη ἄν. καὶ τὸ ἐυκνήμις ἀμέλει ἐπὶ τῆς Ἀθηνᾶς
τέτακται παρὰ Ῥιανῷ ἐν Θεσσαλικοῖς “τοὶ δ᾿ ἤδη ἐπὶ νηὸν ἐϋκνή-
μιδος Ἰτώνης.”
*πεσόντες] πεσόντες, οὐκ ἐμβάντες, ὅ ἐστι σύμβολον ἀτάκτου φνγῆς.
176, 177, 178. *ὅτι ἐνταῦθα τάξιν ἐπέχουσιν.
179. *κατὰ λαόν] ἐνταῦθα καὶ τὸν λόγον ὑποτέθεικεν Ἀρίσταρχος οὕτως ὥστε νοεῖσθαι, ἴθι κατὰ λαόν.
180. *ὅτι ἐνταῦθα οἰκείως τέτακται. καθὰ καὶ ἄνω χωρὶς τοῦ δὲ συνδέσμον.
183. βῆ δὲ θέειν] ἀφείλετο τὴν ἀπόκρισιν ἡ ἔπειξις τοῦ καιροῦ.
*ἀπὸ δὲ χλαῖναν βάλε] χλαῖνα ἡ τετράγωνος χλαμὺς, ἡ εἰς ὀξὺ λήγουσα.
184. *κῆρυξ Εὐρυβάτης] ὅτι καὶ ἕτερος Εὐρυβάτης ὁμώνυμος ὃ
(ΙΙ. 1, 320; 9, 170).
186. δέξατό οἱ σκῆπτρον] ὅτι ἀρχαικώτερον δέξατο αὐτῷ τὸ σκῆ- πτρον ἀντὶ τοῦ παῤ αὐτοῦ.
Ὀδυσσεὺς, φησὶ, παρὰ τοῦ Ἀγαμέμνονος λαμβάνει τὸ σκῆπτρον.
οὐχ ἀπλῶς δὲ τοῦτο ποιεῖ, ἀλλ᾿ ἵνα δοκῇ σὺν τῇ τοῦ βασιλέως γνώμῃ
κρατεῖν αὐτούς.
*ἄφθιτον αἰεὶ] τὸ ἀθάνατον ἐπὶ τῶν ἐμψύχων οἱ φιλόσοφοι τάσ- σουσι, τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων.
187. *ὅτι Ζηνόδοτος γράφει σὺν τῷ βὰς κατὰ νῆας.
188. *πρὸς τὴν τάξιν τῶν ἑξῆς τὸ ἀντίσιγμα.
189. *τὸν δ᾿ ] ὅτι οὐκ ἐγκλιτέον τὸν δέ σύνδεσμον, ὡς ἄν τις εἴποι ὑφ᾿ ἓν τόνδε· χρῆται γὰρ συνήθως αὐτῷ περισσῷ.
190. δαιμόνι᾿ ] αὕτη ἡ λέξις τῶν μέσων ἐστὶ, καὶ δηλοῖ ἀμφό-
τερα, ὁτὲ μὲν ἐπὶ ἐπαίνῳ λεγομένη, οἷον θεῖε, μακάριε, μέγιστε,
ἀγαθέ, ὁτὲ δὲ ἐπὶ ψόγῳ, ἄφρον καὶ μάταιε, ἢ χείριστε καὶ φαῦλε.
ὅτε μὲν οὖν, φησὶ, θεῷ προσφέρει, ἥσσονα λέγει ἢ κατὰ θεὸν, ὅτε δὲ
ἀνθρώπῳ, ὑπερέχοντα ἀνθρώπου, ὡς δηλοῦσθαι ἥσσονα μὲν θεοῦ, ὑπερέ-
χοντα δὲ ἀνθρώπου.
192. οὐ γάρ πω σάφα οἶσθ᾿ ] ὅτι ὑπὸ τοῦτον ἔδει τετάχθαι τοὺς
ἑξῆς παρεστιγμένους τρεῖς στίχους (203—5)· εἰσὶ γὰρ πρὸς βασιλεῖς
ἁρμόζοντες, οὐ πρὸς δημότας· “οὐ μέν πως πάντες βασιλεύσομεν
ἐνθάδ᾿ Ἀχαιοὶ, οὐκ ἀγαθὸν πολυκοιρανίη” καὶ τὰ ἑξῆς.
οἷος νόος Ἀτρείδαο: οἷος νόος Ἀτρείωνος] κἀν ταῖς διορθώσεσι καὶ
193. ἀπὸ τούτου ἕως τοῦ “τιμὴ δ᾿ ἐκ Διός ἐστ” (197) ἀθε-
τοῦνται στίχοι ε, ὅτι ἀπεοικότες οἱ λόγοι καὶ οὐ προτρεπτικοὶ εἰς
καταστολήν.
194. ἐν βουλῇ δ᾿ οὐ πάντες] μετρίως τοῦτό φησιν, ἵνα μὴ καται- σχύνῃ τοὺς ἄλλους. τινὲς δὲ ἐν ἐρωτήσει· μὴ οὐκ ἠκούσαμεν πάντες οἱ βασιλεῖς τί εἶπεν ἐν τῇ βουλῇ ὁ Ἀγαμέμνων; manus rec.
195. καθ᾿ ἑαυτὸν ὁ στίχος λέγεται· βούλεται γὰρ 0λέγειν, εὐ-
λαβοῦμαι μή τι χολωσάμενος ῥέξῃ κακόν.
196. διοτρεφέος βασιλῆος] ὅτι Ζηνόδοτος γράφει διοτρεφέων βασιλήων. ἐπὶ δὲ τὸν Ἀγαμέμνονα ἀναφέρεται ὁ λόγος· διό φησι “φιλεῖ δέ ἑ μητίετα Ζεύς.”
διοτρεφέος βασιλῆος] οὕτως ἑνικῶς αἱ Ἀριστάρχου. καὶ Πτολε-
μαῖος δὲ ὁ ἐπιθέτης ἐν τῷ πρώτῳ περὶ Ἰλιάδος Ἀριστάρχειον ὁμο-
λογεῖ τὴν γραφήν. εἶχον δὲ καὶ αἱ χαριέσταται οὕτως, ἄνευ τῆς
Ζηνοδότου.
196, 197. ὅτι καλῶς καὶ ταῦτα προστέθειται, ἵνα δεδοίκωσι
μὲν ὡς μεγαλόφρονα, σέβωσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα, καὶ θεῷ
πειθαρχεῖν δοκῶσιν ὑποκείμενοι βασιλεῖ. manus rec.
198. * ἐπὶ τὸ ἐφεύροι ὑποστικτέον διὰ τὸ ὅν ἄρθρον ὑποτακτικόν.
199. τὸν σκήπτρῳ ἐλάσασκε] οἱ γὰρ θρασεῖς κολακευόμενοι. ἐπαίρονται, εἴκουσι δὲ πληγαῖς μᾶλλον. πῶς οὖν δημοχαριστὴς κατὰ τοὺς τραγικοὺς Ὀδυσσεύς;
201. * οἳ σέο] οὕτως ὀρθοτονητέον τὴν σέο· ἀντιδιασταλτικὴ γάρ ἐστιν.
203. οὐ μέν πως πάντες βασιλεύσομεν] οὐκ ἔσται δημοκρατία
*τούτῳ καὶ τοῖς μετ᾿ αὐτὸν δύο ἡ στιγμὴ παράκειται.
204. οὐκ ἀγαθόν] οὕτως ἡ Περσῶν ἀρχὴ διὰ τῆς μοναρχίας
μεγάλη ἐστί· καὶ οἱ Ἀθηναῖοι δὲ, ὁπότε πλείονας παρεῖχον τῷ
στρατεύματι ἡγεμόνας, ὡς ἐν Αἰγὸς ποταμοῖς τοὺς ἐννέα, ἡττῶντο,
ὁπότε δὲ δι᾿ ἑνὸς ἐποιοῦντο τοὺς ἀγῶνας, ἐνίκων, ὥσπερ ἐν τῇ Κνίδῳ
ὁ Κόνων τὸ Πελοποννησίων στρατόπεδον, ὅπου γε καὶ αὐτὰ τὰ
σώματα ἡμῶν, εἰ ἦσαν ἐξ ἑνὸς στοιχείου, οὐδέποτε ἂν ἤλγουν. οὐδὲ
γὰρ ἦν ὑφ᾿ οὗ ἀλγήσειαν ἓν ὄντα, ὥς φησιν ὁ θεῖος Ἱπποκράτης.
καὶ ἐν ἑτέρῳ δὲ πάλιν ὁ αὐτὸς ἀνὴρ “πᾶν τὸ πολὺ τῇ φύσει πολέ-
μιον· τὰ γὰρ πολλὰ ἀλλήλοις ἀνθιστάμενα πόλεμον ἐπιφέρει, ἀφ᾿
οὗ φθορά.”
τελεία στιγμὴ ἐπὶ τὸ πολυκοιρανίη, ἐπὶ δὲ τὸ ἔστω διαστολὴ, καὶ
ὁμοίως ἐπὶ τὸ βασιλεύς. καὶ καθόλου τὰς ἐπαναλήψεις τῶν λέξεων
οὕτως κατορθοῦμεν.
205. ᾧ ἔδωκε Κρόνου παῖς] εἰ μὴ γὰρ ἦν καλὸν, οὐδ᾿ ἂν οἱ θεοὶ αὐτῷ ἐχρῶντο. ἅμα δὲ σημαίνει ὅτι θεόσδοτόν ἐστι τὸ τῆς βασιλείας γέρας. manus rec.
*τὸ δῶκε Ἰακῶς· οὕτως Ἀρίσταρχος.
ἀγκυλομήτεω] ἀγκυλομήτης ὁ Κρόνος ἐκλήθη ἤτοι ἀγκύλα καὶ
σκολιὰ βουλευσάμενος κατὰ τοῦ πατρὸς καὶ τῶν παίδων, ὥς φησιν
ὁ Ἡσίοδος (τοῦ μὲν γὰρ τὰ αἰδοῖα τῇ ἅρπῃ ἀπέτεμε, τοὺς δὲ
κατέπινεν), ἢ ὁ τὰ ἀγκύλα καὶ σκολιὰ καὶ δυσχερῆ πράγματα τῇ
μήτιδι περιλαμβάνων, κορόνους τις ὢν καὶ τέλειος νοῦς, ὡς φησι καἰ
ἡ Δημώ.
207. κοιρανέων] βασιλικὰ διαπραττόμενος ἔργα. manus rec.
δίεπε] διὰ τοῦ στρατοῦ ἐνήργει. manus rec.
*δασυντέον τὸ ἕπω· πρόδηλον κἀκ τῆς συναλοιφῆς, “ὣς ἔφεπε κλονέων.” (ΙΙ. 11, 496.)
208, 209. οἱ δ᾿ —ἠχῇ] σνναπτέον ἕως τοῦ ἠχῇ, ἐφ᾿ ὃ διασταλ-
ταῖς ἀνταποδοτικαῖς περιόδοις ὀρθαὶ ὑποστιγμαί. ἐπεὶ δὲ ἀντέστρα-
πται καὶ ἡ ἀνταπόδοσις πρώτη ἐστὶν, ἀδύνατον πρὸ τῆς παραβολῆς
στίζειν.
208. κῦμα] τοῦτο τὸ εἰκόνισμα ἔλαβε πρὸς τὴν κίνησιν, τὸν δὲ βρόμον πρὸς τὴν ἀπήχησιν. manus rec.
210. αἰγιαλῷ μεγάλῳ βρέμεται] συμφυῶς τῷ ὑποκειμένῳ τετρά- χυνται τὸ ἔπος ταῖς ὀνοματοποιίαις. καλῶς δὲ καὶ τὸ μεγάλῳ, ἐμφῆναι θέλων τὴν παράτασιν τῶν κυμάτων. manus rec.
212. Θερσίτης] ὠνοματοπεποίηται τὸ ὄνομα παρὰ τὸ θέρσος Αἰολικόν. manus rec.
Οἰνεὺς καὶ Ἄγριος ἀδελφοὶ, ὡς λέγει ὁ ποιητὴς ἐν τῇ Θ. ἀλλ᾿ ὁ μὲν Οἰνεὺς ἦν πατὴρ Μελεάγρου, ὁ δὲ Ἄγριος Θερσίτου. μήτηρ δὲ Θερσίτου Δῖα.
Οἰνεῖ ἀμελήσαντι τῆς Ἀρτέμιδος θυσιῶν ἕνεκα ἡ θεὸς ὀργισθεῖσα
ἔπεμψε τῇ πόλει σῦν ἄγριον, ἐφ᾿ ὃν ἦλθε στρατεία τῶν ἀριστέων τῆς
Ἑλλάδος, ἐπειδὴ ἐλυμαίνετο τὴν χώραν, ὥς φησιν αὐτὸς ὁ ποιητὴς
ἐν τῇ Ι (533). μεθ᾿ ὦν ἦν καὶ ὁ Θερσίτης, ὃς δειλωθεὶς κατέλειψε
τὴν παραφυλακὴν ἐφ᾿ ἧς ἦν, καὶ ἀπῆλθεν ἐπί τινα τόπον ὑψηλὸν,
τὴν σωτηρίαν θηρώμενος. ὀνειδιζόμενος δὲ ὑπὸ Μελεάγρου ἐδιώκετο,
καὶ κατὰ κρημνοῦ πεσὼν τοιοῦτος ἐγένετο οἷον ὁ Ὅμηρος αὐτὸν παρί-
στησιν. ἱστορεῖ Εὐφορίων. ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν ὁ Θερσίτης
ἐστράτευσεν εἰς Τροίαν τοιοῦτος ὤν. ῥητέον οὖν ὅτι ἤτοι στασιώδης
ὢν οὐκ ἀπελείφθη ἐπὶ τῆς πατρίδος, ἢ ὅτι κατ᾿ ἐπεισόδιον παρῆκται
πρὸς τὸ ἐκ τοῦ σκυθρωποῦ πρὸς ἱλαρότητα τὰς ψυχὰς ἀνακαλέσασθαι
τῶν Ἑλλήνων, ὥσπερ εἴληπται καὶ Ἥφαιστος γέλωτος χάριν παρὰ τοῖς
θεοῖς ἐν τῇ Α. λαμβάνεται δὲ πᾶν ἐπεισόδιον τῷ ποιητῇ ἢ πιθανότητος
ἕνεκεν, ἢ χρείας, ὥσπερ τοῦτο νῦν, ἢ κόσμου καὶ ὑψώσεως χάριν.
ἐπίτροπον τοῦ ποιητοῦ φασὶν αὐτὸν, σφετερισάμενον τὴν οὐσίαν,
ὃν κακῶς λέγει. τῶν ἀκόσμων δὲ εἰδὼς τὴν ὀργὴν ἐπιπλήξεσιν ἢ
γέλωτι πανομένην, πρὸς μὲν τὸ ἐπιπλήσσειν Ὀδυσσέα, πρὸς δὲ τὸ
γελᾶν Θερσίτην ἔλαβεν, ὡς καὶ ἐπὶ τῶν θεῶν ἐν τῇ A τὴν Ἥραν
καταστέλλει Ζεὺς μὲν ἀπειλῶν, Ἥφαιστος δὲ γελοῖος φανείς. καὶ
νῦν οὖν τὸν Θερσίτην ὁ ποιητὴς παρέλαβε πρὸς τὸ διαλῦσαι τὸ
στυγνὸν τῆς ἐκκλησίας καὶ ὑβρισθῆναι τὸν Ἀγαμέμνονα· ἀλλʼ οὐ
λυπεῖ ἀνάξιος ὤν. ἤδη δὲ οὐ Ξενοφάνει ἀλλʼ Ὁμήρῳ πρώτῳ σιλλοὶ
πεποίηνται, ἐν οἷς αὐτόν τε τὸν Θερσίτην σιλλαίνει, καὶ ὁ Θερσίτης
τοὺς ἀρίστους. οὐκέτι δὲ μέμνηται αὐτοῦ, ἐπεὶ σεσωφρόνισται τοῦ
λοιποῦ νεικείειν βασιλῆας.
γιγνώσκειν χρὴ ὅτι αἱ τῶν διχρόνων ἐπενθέσεις τὰ μὲν ψιλούμενα οὐ μεταβάλλουσιν εἰς δασέα, τὰ δὲ δασυνόμενα ψιλοῦσιν.
212—215. Θερσίτης—ἔμμεναι] ἕως τοῦ ἔμμεναι στιγμὴ οὐδεμία
ἐστὶν, ἀλλὰ πᾶσαι διαστολαὶ, ἐκολῴα, ᾔδη, μάψ, βασιλεῦσιν. ἐπὶ
δὲ τὸ ἔμμεναι στιγμή. ὁ δὲ λόγος· Θερσίτης δʼ ἔτι μοῦνος ἐθορύβει,
ὃς πολλά τε καὶ ἄτακτα λέγειν ἠπίστατο, ὥστε μάτην καὶ οὐ πρὸς
λόγον φιλονεικεῖν τοῖς βασιλεῦσιν, ἀλλʼ ὅ τι ἂν αὐτῷ ἔδοξε γέλωτος
ἄξιον φανήσεσθαι τοῖς Ἕλλησιν. τινὲς δὲ ὑποστίζουσιν εἰς τὸ
εἴσαιτο, καὶ ἀφʼ ἑτέρας γελοίιον Ἀργείοισιν ἔμμεναι, τελεία, ἵνʼ ᾖ ὁ
λόγος τοιοῦτος, πᾶν τὸ παραστὰν αὐτῷ, καὶ εἰ μετὰ σπουδῆς παρ-
έστη, τοῦτο γελοῖον ἦν· τὸ γὰρ ἔμμεναι ἀντὶ τοῦ ἦν κεῖται. πιθα-
νώτερον δὲ τὸ πρότερον τὸ καὶ ἐκ προνοίας αὐτὸν καὶ ἑκόντα ἁμαρ-
τάνειν. οὕτως Νικάνωρ.
215. *ὅ τι] εἴσαιτο εὐκτικὸν ἀντὶ τοῦ ὁριστικοῦ τοῦ ἐδόκει, ὡς τὸ
“καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης᾿ (ll. 5, 311).
217. φολκός] ὡς ἀνδριαντοπλάστης ἀπὸ τοῦ καλλίστου ἄρχεται, ὡς “ὄμματα καὶ κεφαλήν” (478)· “καρηκομόωντες.” manus rec.
*ὅτι ἅπαξ εἴρηται. ἔστι δὲ φολκὸς ὁ τὰ φάη εἱλκυσμένος, ὅ
ἐστιν ἐστραμμένος.
ἕτερον πόδα] οἰκείως, ἐπεὶ δύο, ἢ τὸν ἀριστερὸν ἢ τὸν δεξιόν. τοῦτο δὲ πρὸς τὸ γελωτοποιεῖν ἄμεινον. ἧττον γὰρ ἂν ἐγελᾶτο, εἰ ἄμφω τὼ πόδε.
219. φοξός] φοξός εἴρηται ἀπὸ τῶν κεραμικῶν ἀγγείων τῶν ἐν
τῇ καμίνῳ ἀπὸ τοῦ φωτὸς ἀπωξυμμένων, καθά φησι καὶ Σιμωνίδης·
“αὕτη δέ” φησι “φοξίχειλος Ἀργείη κύλιξ.” ἔνιοι δὲ κυρίως τὸν
ἐπὶ τὰ φάη, τουτέστι τὰ ὄμματα, ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν.
ἄμεινον τὸ πρότερον.
φοξὰ κυρίως εἰσὶ τὰ πυριρραγῆ ὄστρακα, φαοξά τινα ὄντα. manus rec.
ψεδνή] πιθανῶς, ὅπως μὴ λανθάνῃ τὸ φοξὸν τῇ κόμῃ καλυπτό- μεμνον. manus rec.
ἐπενήνοθεν ἀπὸ τοῦ ἔθω ἐνέθω, ἤνοθα καὶ ἐπενήνοθα· ὅθεν καὶ ἔνοσις. ἢ ἀπὸ τοῦ θέω ὑπερβιβασμὸς ἔθω, ὡς ῥέω ἔρω· ἐν συνθέσει ἐνέθω, ἤνοθα, καὶ Ἀττικῶς ἐνήνοθα.
220. τοῦτο τὸ ἔπος δηλοῖ ὅτι ἐν τῷ πρώτῳ ζυγῷ τῶν ἀριστέων ἐτέτακτο μετ᾿ Ὀδυσσέως. ἄκρως δὲ ὑπογράφει τὸ μισοπόνηρον αὐτῶν, ὡς οὐκ ἠνείχοντο ἐπιγελᾶν ἀνθρώπων πονηρίᾳ, καὶ τὸ παροι- μιῶδες “ζητεῖ τοι συνετὸς συνετὸν φίλον, ἄφρονα δ᾿ ἄφρων.” τοῖς οὖν καλλίστοις ἐναντίος ὁ αἴσχιστος. manus rec.
ἔχθιστος δ᾿ Ἀχιλῆι] ὅτι Ζηνόδοτος τοῦτον καὶ τοὺς μετ᾿ αὐτὸν
τρεῖς ἠθέτηκεν. πρὸς ὑπόθεσιν δέ τινα λέγονται. ἐπίτηδες γὰρ
τούτων τῶν ἀγαθῶν ἐπεσβόλον παραγήοχεν. ἰστέον δὲ ὅτι Ἀχιλλεὺς
αὐτὸν ἀναιρεῖ, ὡς ἱστορεῖ Κόϊντος ὁ ποιητὴς ἐν τοῖς μεθ᾿ Ὅμηρον
(1, 765). φησὶ γὰρ ὅτι ἐν τῇ Ἀμαζονομαχίᾳ ἀνελῶν ὁ Ἀχιλλεὺς
Πενθεσίλειαν τὴν τῶν Ἀμαζόνων βασίλισσαν, ὕστερον προσχῶν τὸ
σῶμα αὐτῆς εὐπρεπὲς πάνυ, εἰς ἔρωτα ἦλθε τῆς προειρημένης, βαρέως
τε ἔφερεν ἐπὶ τῷ θανάτῳ αὐτῆς· ὁρῶν δὲ δυσφοροῦντα αὐτὸν Θερσί-
της συνήθως ἐλοιδόρει· ἐφ᾿ ᾧ ὀργισθεὶς ὁ ἥρως γρόνθῳ παίσας αὐτὸν
ἀναιρεῖ παραυτὰ, τῶν ὀδόντων αὐτοῦ ἐνεχθέντων χαμαί.
221. τώ] κὰν ταῖς Ἀριστάρχου ἐκδόσεσι δυϊκῶς εἶχε τὸ τώ· κἄν τισι δὲ τῶν παλαιῶν ὑπομνημάτων οὕτως ἐφέρετο.
τότ᾿ αὖτ᾿ Ἀγαμέμνονι] γνώμη· αἱ τῶν μεγάλων ἀτυχίαι ὑψοῦσι τοὺς ταπεινούς.
223. *νεμέσσηθέν τ᾿ ] ὁ τέ σύνδεσμος ἐγκλιτικὸς ὢν τὴν πρὸ
ἑαυτοῦ συλλαβὴν ὀξύνει.
225. Ἀτρείδη, τέο δ᾿ αὖτ᾿ ἐπιμέμφεαι] τὸν ἀμετροεπῆ δείκνυσιν·
ἃ γὰρ ἔδει ἐπὶ τῆς προτέρας ἐκκλησίας λέγεσθαι, ὅτε ἔλεγεν Ἀγα-
μέμνων “ἀγέραστος ἔω” (ΙΙ. 1, 119) καὶ “ἧσθαι δευόμενον (ib.
134), νῦν προβάλλεται, ἴσως τότε τῷ πρὸς Ἀχιλλέα φθόνῳ νικώ-
μενος. manus rec.
τοιαῦτα ἦν καὶ τὰ παρὰ Ἀχιλλέως “ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον” (ib. 166)· τοῦτον δὲ τὸ ἄκαιρον μετὰ τῆς πηρώσεως εἰς καταφρόνησιν ἄγει.
226. πολλαὶ δὲ γυναῖκες] ὅτι Ζηνόδοτος γράφει πλεῖαι δὲ
γυναικῶν καὶ τοὺς ἑξῆς δύο ἠθέτηκεν, ἐν οἷς μάλιστα ὁ Θερσίτης
γελοιοποιός.
227. ὅτι τοῦτον καὶ τὸν ἑξῆς Ζηνόδοτος ἠθέτηκεν. ἡ δὲ αἰτία προείρηται.
229. * ὅν κέ τις οἴσει] ὅτι περισσὸς ὁ κε.
231. ὅν κεν ἐγώ] ὅτι Ζηνόδοτος τοὺς τέσσαρας ἠθέτηκεν, ἐν οἶς πάλιν ἐστὶ τὰ γελοιότατα.
232. *γυναῖκα] ἀντὶ τοῦ γυναικός.
235. ἡ μὲν τελευταία τοῦ στίχου τελεία, αἱ δὲ μεταξὺ βραχεῖαι
διαστολαὶ, πέπονες, ἐλέγχεα, Ἀχαιίδες. τὸ δὲ πέπον κοινὸν, ὁ πέπων
καὶ ἡ πέπων, καὶ τὰ πέπονα. γέλωτα δὲ κινεῖ κάκ᾿ ἐλέγχεα καλῶν
τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ σῶμα καὶ ψυχὴν Θερσίτης.
236. σὺν νηυσὶ νεώμεθα] σὺν τῷ στόλῳ. κακοήθως δὲ τοὺς Ἕλληνας ὑπέμνησε τοῦ νόστου, ἐφ᾿ ὅνπερ ὁρμήσαντες κατεσχέθησαν· καὶ τὸ φεύγωμεν διὰ τοῦ νεώμεθα ἰάσατο.
237. γέρα πεσσέμεν] τὰ γέρα, ὅ ἐστι τὰς τιμὰς, κατέχειν. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν γαστρὶ σιτίων. καὶ γὰρ αὐτὰ, ἂν μὴ κρατηθῇ τὸν ὡρισμένον χρόνον, ἀσθενούσης τῆς καθεκτικῆς δυνάμεως, οὐ πέπτεται.
238. * ἠὲ καὶ οὐκί] ὅτι τὴν ἀπόφασιν διὰ τοῦ κ, οὐ διὰ τοῦ χ.
239. ἕο] ὅτι Ζηνόδοτος γράφει ἑοῦ. τοῦτο δὲ ἀσύναρθρον καὶ οὐχ ἁρμόζον τῷ λόγῳ.
242. λωβήσαιο] πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ ἐλωβήσω ἂν, ἔβλαψας, ἢ λωβητὸς ἐγένου.
243. Ἀγαμέμνονα—Θερσίτης] μεθ᾿ ὑποκρίσεως ἀντιπαρέθηκε πρὸς ἀγανάκτησιν τὰ ὀνόματα, ἐμφαίνων ὅτι τὸν ἄριστον ὁ αἴσχιστος ὠνείδιζεν. ἠθικὴ οὖν ἔσται ἡ ἀνάγνωσις.
246. ἀκριτόμυθε] μετὰ εἰρωνείας, ὡς καὶ τὸ λιγύς. οἱ δὲ ἀκριτόμυθε ἀντὶ τοῦ ἀμετροεπές πρὸς κατάγνωσιν τῶν εἰρημένων.
247. μηδ᾿ ἔθελ᾿ ] ὅτι ἔθελε κατὰ συναλοιφήν.
249. Ἀτρείδῃσ᾿ ] οὗτοι ἦσαν κατὰ μὲν τὸ σύνηθες Ἀερόπης καὶ
Ἀτρέως παῖδες τοῦ Πέλοπος, τῇ δ᾿ ἀληθεία Πλεισθένους, ὥς φασιν
ἄλλοι τε πολλοὶ καὶ Πορφύριος ἐν τοῖς ζητήμασιν. ἀλλ᾿ ἐπειδὴ
Πλεισθένης νέος τελευτᾷ μηδὲν καταλείψας μνήμης ἄξιον, νέοι
ἀνατραφέντες ὑπὸ Ἀτρέως αὐτοῦ παῖδες ἐκλήθησαν.
252. ἀπὸ τούτου ἕως τοῦ ἥρωες Δαναοί (256) ἀθετοῦνται στίχοι
ε΄, ὅτι πεζότεροι τῇ συνθέσει, καὶ ἐν τῷ ἧσαι ὀνειδίζων τὸ ἧσαι οὐ
κυρίως ἔστι δέξασθαι· οὐ γὰρ κάθηται· οὐδ᾿ ὡς ὁ Διομήδης λέγει
“τέττα, σιωπῇ ἧσο” (ΙΙ. 4, 412) ἀντὶ τοῦ ἡσύχαζε. διασταλτέον δὲ
κατὰ τὸ τέλος τοῦ στίχου· τὸ γὰρ ἐπιφερόμενον τοιοῦτον, πότερον εὖ
ἢ κακῶς· διὰ καὶ περισπᾶται.
255. τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον· πᾶσα γὰρ δίβραχυς
λέξις πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἐπι-
φέροιτο ἀντωνυμία διὰ τοῦ σφ, σεσημειωμένου τοῦ “ἐνθ᾿ ἔσαν οἱ
πέπλοι” (Od. 15, 105).
*διδοῦσιν] οὕτως περισπωμένως τὸ διδοῦσιν· τὸ γὰρ ῥῆμα διδῶ.
258. εἴ κ᾿ ἔτι σ᾿ ἀφραίνοντα] ὅτι περισσὸς ὁ κε, καὶ ὅτι συνεκδοχὴ,
*κατὰ τὸ τέλος τοῦ στίχου ὑποστικτέον.
260. μηδ᾿ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην] οὐχ ἑαυτῷ νῦν ἀρᾶται, ἀλλὰ τῷ παιδί. καὶ ἔστιν ἡ μὲν πρώτη κατάρα κατὰ τοῦ Ὀδυσσέως, ἡ δὲ δευτέρα κατὰ τοῦ Τηλεμάχου· εἰ γὰρ ἀπόλοιτο ὁ παῖς, οὐκέτι πατήρ ἐστιν Ὀδυσσεύς. ἡ διπλῆ δὲ ὅτι προδιασυνί- στησιν τὰ κατὰ τὴν Ὀδύσσειαν μέλλοντα λόγου τυχεῖν πλείονος.
262. *διαστολαὶ χιτῶνα, ἀμφικαλύπτει.
αἰδῶ] Ἀρίσταρχος περισπωμένως ἀναγινώσκει, ὁμοίως καὶ τὸ “ἠῶ
δῖαν ἔμιμνε” (ΙΙ. 9, 662). καὶ ἡμεῖς δὲ αὐτῷ συγκατατιθέμεθα.
Διονύσιος δὲ ὁ Σιδώνιος ὀξύνει. Πάμφιλος δὲ πάσας τὰς τοιαύτας
αἰτιατικὰς περισπᾷ· “Λητῶ γὰρ ἥλκησε” (Od. 11, 580) καὶ
“Πυθῶδ᾿ ἐρχομένην” (ib. 581), ἐπεὶ, φησὶ, Λητόα ἐστὶ καὶ Πυθόα.
Διονύσιος δὲ ὁ Θρᾷξ φησι κακῶς ἀνεγνωκέναι τὸν Ἀρίσταρχον κατὰ
τὸν περισπώμενον τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ, τὰ δὲ ἄλλα κατ᾿ ὀξεῖαν
τάσιν, Πυθώ Λητώ· ἐχρῆν γὰρ, φησὶν, ὁμοίως ἀνεγνωκέναι. οὐκ εὖ δὲ
μέμφεται τῷ Ἀριστάρχω, εἴ γε ἤδη διάφοροι αἱ εὐθεῖαι, ἠώς αἰδώς,
Λητώ δὲ καὶ Πυθώ. ἔστιν οὖν λόγος ὑπὲρ τῆς Ἀρισταρχείου ἀνα-
γνώσεως καὶ τῆς κατεγνωσμένης προσῳδίας οὗτος, ὅτι ἐχρῆν μὲν
τὸ Πυθώ περισπᾶσθαι, ἐπειδήπερ Πυθόα ἐστὶ, καὶ τοῦτο ἀπῄτει
ἡ συναλοιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπέστραπται τὸν περισπώ-
μενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ γοῦν καὶ τοῦ χρυσοῦς περι-
σπωμένου τὸ δυῖκὸν ὀξυνοῦμεν. οὕτως ἀποδείκνυται ὅτι καὶ ἡ καλῷ
δοτικὴ εἰς ι λήγει καὶ οὐκ εἰς ω. δεύτερος δὲ λόγος ἀληθής ἐστιν, ὡς
εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνος οὖσα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ
πάντως καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται, οἱ ταχεῖς—τοὺς ταχεῖς. εἰ
δὲ ἡ εὐθεῖα ὀξύνεται, πάντως καὶ ἡ αἰτιατική. διὰ τοῦτο οὖν ἡ μὲν
αἰδῶ αἰτιατικὴ καὶ ἠῶ, μὴ κρατούμεναι ὑπὸ τῆς συνεμπτώσεως κατὰ
τὴν εὐθεῖαν, περισπῶνται, κατεχόμεναι τῷ λόγῳ τῆς συναλοιφῆς, οὐχ
264. * πεπληγώς] ὅτι ἀντὶ τοῦ πλήσσων τὸ παθητικὸν παρεί- ληφεν.
266. ἔκπεσε] οὕτως αἱ Ἀριστάρχου, ἔκφυγε. καὶ ἔστιν ἡ χρῆσις Ὁμηρικὴ τῆς λέξεως· παρίστησι γὰρ ἐνίοτε τάχος· “φύγεν ἡνία (ΙΙ. 23, 465) καὶ “ἔκφνγε χειρός” (ΙΙ. 5, 18).
267. ἐξυπανέστη] ἀνέστη ἀπὸ τῆς πληγῆς τῆς χρυσῆς ῥάβδου,
ἐμφατικῶς, ὡς τὸ ὑπεξαναδύς. διὰ τῆς ὑπό τὴν κατ᾿ ὀλίγον, διὰ τῆς
ἐξ τὴν εἰς εὐθὺ, διὰ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν.
269. ἀχρεῖον] Διονύσιος καὶ Τυραννίων τὴν πρώτην ὀξύνουσιν,
ὥσπερ καὶ παρὰ τοῖς Ἀττικοῖς, καὶ ἀναλόγως· παρὰ γὰρ τὸ χρεία
τὸ κατὰ στέρησιν ἄχρειος, ὡς μοῦσα ἄμουσος. ἡ μέντοι παρὰ τῷ
ποιητῇ ἀνάγνωσις, ἀφορμῆς ἐχομένη τῆς κατὰ τὴν συνεκδρομὴν,
προπεριεσπάσθη. τὰ γὰρ ἐν τῇ πρώτῃ συλλαβῇ ἔχοντα τὸ α μὴ
καθαρὸν ἐπιφερομένων δύο συμφώνων μετὰ τῆς ει διφθόγγου, μὴ
σημαίνοντα μέρος σωματικὸν, προπερισπᾶται, ἀνδρεῖος Ἀργεῖος.
οὕτως καὶ ἀχρεῖος.
χρῶ ἐστὶ ῥῆμα δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω, οὗ παραγωγὸν
χραύω· “χραύσῃ μέν τ᾿ αὐλῆς ὑπεράλμενον” (ΙΙ. 5, 138). ἀφ᾿
οὗ ἔχραε τὸ βαρύνειν, καὶ μετὰ τοῦ ἄλφα τοῦ στερητικοῦ ἄχρης
καὶ ἀχρεῖον τὸ ἀσθενὲς καὶ βάρους μὴ μετέχον· “ἀλγήσας δ᾿
ἀχρεῖον ἰδών.” ἐκὶ δὲ τῆς Πηνελόπης “ἀχρεῖον δὲ γέλασσεν”
(Od. 18, 163), ἐπίπλαστον καὶ ὑποκεκριμένον, μέχρι τοῦ τὰ χείλη
μόνον διανοίγειν. τοῦ δὲ ἄχρης κτητικῷ τύπῳ ἀχρήϊον. οὕτως Φιλό-
ξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων.
ἰδών] ὅτι Φιλητᾶς τὸ ἰδών περισπᾷ, οἷον τῶν ὀφθαλμῶν, ἰδεῶν. οὐδέποτε δὲ Ὅμηρος ἰδέας τοὺς ὀφθαλμοὺς εἶπεν. ἔστιν οὖν τὸ ἀχρεῖον ἰδών ἐντελῶς σχηματίσας.
270. στικτέον μετὰ τὸ ἀχνύμενοί περ, ἔπειτα ἀπ᾿ ἄλλης ἀρχῆς
ἀναγνωστέον, ἵν᾿ ᾗ, οἱ δὲ Ἕλληνες, καίτοι λυπούμενοι διὰ τὴν
ἀναβολὴν τῆς ἐπὶ τὸν οἶκον ἀνακομιδῆς, ἡδὺ ἐγέλασαν ἐπὶ τῇ ὄψει
271. ὧδε] κατὰ Ἀρίσταρχον οὐδέποτε τοπικῶς, ἀλλ᾿ ἀντὶ τοῦ
οὕτως τάσσει· “ὧδε δέ τις εἴπεσκεν ἰδών.” ἐπὶ δὲ τοῦ “Ἥφαιστε
πρόμολ᾿ ὧδε” (ΙΙ. 18, 392) οὕτως ἀκούει, πρόελθε οὕτως ὡς ἔχεις,
ἐκ προχείρου.
272. ἦ] τὸν ἦ περισπαστέον· παραλλήλως γὰρ κεῖται τῷ δή, βεβαιωτικὸς ὢν, ὁμοίως τῷ “ἦ δὴ λοίγια ἔργα” (ΙΙ. 1, 573).
275. ἔσχ᾿ ἀγοράων] κολάζεται ὁ μὲν εὐφυὴς νουθεσίᾳ, ὁ δὲ ἄκοσ-
μος βασάνοις καὶ εἰσφοραῖς, ὁ δὲ λελωβημένος βραχείᾳ πληγῇ καὶ
μεθ᾿ ὅρκων ἀπειλῇ.
276. *ὅτι τὸ μὲν πάλιν, εἰς τοὐπίσω, τὸ δὲ αὖτις χρονικὸν ἐξ ὑστέρου.
278. ὡς φάσαν ἡ πληθύς· ἀνὰ δ᾿ ὁ πτολίπορθος Ὀδυσσεύς] πρὸς
τὸ σχῆμα, ὅτι πρὸς τὸ νοητὸν ἀνὰ δ᾿ ἔστη· τὸ γὰρ ἔννοιαν ἔχον τοῦ
πλήθους ὄνομα πρὸς τὸ πληθυντικὸν ἐπισυνέζευξε τὸ φάσαν· ᾧ εἴη ἂν
ὅμοιον “δερκόμενοι πᾶς δῆμος.” καὶ πρὸς τὸ πτολίπορθον, ὅτι διὰ
τῆς Ὀδυσσείας δέδεικται τὰ κατὰ τὸν δούρειον ἵππον.
*οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ διὰ τοῦ ε, οὐκ ὀρθῶς.
ἀνὰ δ᾿ ὁ πτολίπορθος] ἀνέστη ὁ τὰς πόλεις πορθῶν, ὁ πολεμικὸς
Ὀδυσσεὺς, ἵν᾿ ᾖ ὑπερβατὸν ὁ τρόπος. προκατεσκεύασε δὲ αὑτῷ ὁ
ποιητὴς τὴν τῆς Ἰλίου πόρθησιν, τὴν τοῦ δουρείου ἵππου κατασκευὴν,
οὗ εἰσαχθέντος ἐπορθήθη ἡ Ἴλιος, ὡς καὶ ἀλλαχόσε τῆς ποιήσεώς
φησι “σῇ δ᾿ ἥλω βουλῇ πόλις Πριάμοιο ἄνατος (ΙΙ. 22, 230).
283. ὁ σφιν] τρία ῥητορικῆς εἴδη, συμβουλευτικὸν, ἐστιν ἐκ
προτροπῆς καὶ ἀποτροπῆς, ὡς νῦν· δικανικὸν, ἐκ κατηγορίας καὶ ἀπο-
λογίας, ὡς “δύο δ᾿ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς” (ΙΙ. 18, 498)·
πανηγυρικὸν, ἐξ ἐγκωμίου καὶ ψόγου, ὡς “ὦ μάκαρ Ἀτρείδη” (ΙΙ.
3, 182) καὶ “οἰνοβαρὲς κυνὸς ὄμματ᾿ ἔχων” (ΙΙ. 1, 225).
284. Ἀτρείδη, νῦν γάρ σε] ὅτι αὕτη ἡ γραφὴ ἡ διὰ τοῦ γάρ μετὰ
286. *ἐκτελέουσιν] πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου, ὅτι ἀντὶ τοῦ ἐκτελέσουσιν.
289. ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες] ἄμφω παρέτεινε, τὸ
μὲν τῷ νεαροί, τὸ δὲ τῷ χῆραι. οἱ μὲν γὰρ εὐθὺς κόρον τῆς ἀγορᾶς
λαβόντες ἵενται οἴκαδε, αἱ δὲ τὸν οἶκον φυλάσσονται μὴ κεκτημέναι.
κωμῳδεῖ δὲ τὸ ἀσύνετον καὶ ἀγεννὲς, ὡς οὐ διὰ τὴν ὑπερτέλειον τῶν
πολεμίων, διὰ δὲ τὸ ἰδίᾳ μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν.
291. ?? ἦ] ὁμοίως τὸν ἦ περισπαστέον.
*πόνος ἐστίν] πρὸς τὸν πόνον, ὅτι ἀντὶ τοῦ ἔργον· οὐδέποτε γὰρ οὕτως εἶπε τὴν ἀλγηδόνα.
292. * ἀπὸ ἧς] τῇ γενικῇ δεῖ συντάττειν.
τινὲς ἀνέγνωσαν ἄπο ἧς ἀλόχοιο κατὰ ἀναστροφὴν, ἵνα σημαίνηται
τὸ ἄπωθεν. ἄμεινον δὲ πείθεσθαι τῇ κατειθισμένῃ ἀναγνώσει· συντέ-
τακται γὰρ τῇ γενικῇ.
293. ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ] διασταλτέον· τὸ γὰρ ἐξῆς ἐστὶ, καὶ γὰρ τίς θ᾿ ἕνα μῆνα μένων σὺν νηῒ πολυζύγῳ ἀπὸ ἧς ἀλό- χοιο ἀσχαλάᾳ. γελοίως δὲ οἱ πλεῖστοι ἐπὶ τὸ ἀσχαλάᾳ διιστᾶσιν.
297. ἀσχαλάαν παρὰ νηυσί] ὅτι Ζηνόδοτος γράφει ἀσχαλάαν
μίμνοντ᾿ ἐπὶ νήεσσ᾿ , τὰ πληθυντικὰ δυῖκῶς ἐκφέρων. περιττεύει δὲ ὁ
καί σύνδεσμος.
299. ἐπὶ χρόνον] ὅτι Ζηνόδοτος γράφει ἔτι χρόνον, ἀπιθάνως· ἔμ- φασις γὰρ γίνεται πολλοῦ χρόνου διὰ τοῦ ἔτι.
300. * ἐτεὸν—οὐκί] οτι διὰ τοῦ κ γραπτέον, οὐ διὰ τοῦ χ. καὶ
τὸ ἢ ἐτεόν διὰ τοῦ η Ἀρίσταρχοε.
ὅτι Ζηνόδοτος γράφει μάρτυρες. ὁ δ᾿ Ὅμηρος οὕτως ἐσχημάτικεν· “Ζεὺς δ᾿ ἄμμ᾿ ἐπιμάρτυρος ἔστω” (Ιl. 7, 76), οὗ τὸ πληθυντικὸν μάρτυροί ἐστε.
303. χθιζά τε καὶ πρώϊζ] κατεσμίκρυνε τὸν ἐνναετῆ χρόνον, ἵνα
μὴ διὰ τῆς ἀναμνήσεως πλέον ποιήσῃ ἀγανακτῆσαι τοὺς Ἕλληνας.
Αὐλιδα] Αὐλὶς οὕτως ἐκλήθη ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι τὸν Ἑλληνικὸν στρατόν.
305. ἕως τοῦ ἀγλαὸν ὕδωρ (307) ὑποστικτέον, καὶ τὸ ἔνθα, ἵν᾿ ᾖ
τοπικὸν διὰ τὴν πλατάνιστον, χρονικὸν διὰ τὸ χθιζά τε καὶ πρώϊζα.
ἐνδέχεται δὲ καὶ τεληέσσας ἑκατόμβας ὑποστίζειν, ἵνα συνάπτηται
καλῇ ὑπὸ πλατανίστῳ ἕως τοῦ σμερδαλέος. δύναται δὲ καὶ τοῖς
ἄνω συνάπτεσθαι τὸ χθιζά τε καὶ πρωϊζ᾿ , ἵνα πάντα συνημμένα ᾖ ἐκ
τοῦ εὖ γὰρ δὴ τόδε ἴδμεν (301).
307. πλατανίστῳ] τῇ τάσει ἀναγνωστέον ὡς κυπαρίσσῳ. διυ-
δατίζεσθαι δὲ θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία πρὸς γένεσιν
στρουθῶν.
308. δράκων] τούτῳ τὸ ὄνομα ὁ Πορφύριος ἐν τοῖς ζητήμασί φησι Σθενίος· οὕτως γὰρ ἱστόρηται Διονυσίῳ ἐν τῷ ε΄ τῶν ἀπόρων.
ὁ δράκων Ἀθηνᾶς ἱερὸς, οἱ στρουθοὶ Ἀφροδίτης, χρόνον τε δηλοῦ-
σιν, ἐπεὶ πτηνὸς ὁ χρόνος. ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι κίνησιν ἔλαβεν ὁ
πόλεμος. καὶ τὸ μὲν ἐφ᾿ ὕψους κεῖσθαι τὴν νεοττιὰν τὴν ἠνεμόεσσαν
Ἴλιον, οἱ δὲ ὑποπετάλιοι νεοσσοὶ τὸ ὀλιγοχρόνιον τῶν Τρώων· μαραι-
νομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπεσοῦνται. ἡ δὲ ἐνάτη μή-
τηρ τῆς ἐνναετηρίδος τὸν ἔσχατον ἀγῶνα ἐσήμανεν, ἡ δὲ διὰ τοῦ
ὕδατος πορεία τοῦ δράκοντος τὴν δι᾿ ὕδατος ἄφιξιν τῶν Ἑλλήνων,
τὸ δὲ περιλειφθῆναι τὴν νοσσιὰν τὸ μὴ παντελῶς ἠφανίσθαι τὸν
τόπον· οἰκεῖται γὰρ ἕως τοῦ νῦν· ἡ δὲ ἀπολίθωσις τὸ δυσδιεξόδευτον τῶν
νόστων, καὶ ὅτι εἰς λίθους περιστήσεται τὸ τέλος τοῦ πολέμου.
ἔστι δὲ σῆμα μὲν τὸ παρὰ τόπον γινόμενον, ὡς μέλισσαι ἢ πτηνοὶ
μύρμηκες ἐν οἴκῳ, τέρας δὲ τὸ παρὰ φύσιν. τοῦτο οὖν ἄμφω εἶχε,
σῆμα μὲν τὸ ἐπ᾿ ἄκρῳ τῷ φυτῷ εἶναι τὴν νοσσιὰν, τέρας δὲ τὸ ὀκτὼ
τετοκέναι· ἑπτὰ γὰρ τίκτει, ὧν τὸ ἓν οὔριον ἐᾷ εἶναι.
310. βωμοῦ] ἀφ᾿ ἑτέρας ἀρχῆς· ἀσύνδετος γὰρ ὁ λόγος. διὸ καὶ τελείαν στικτέον ἐπὶ τὸ φόωσδε.
311. στρουθοῖο] ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις· Χαίριδι
δὲ ἤρεσκε βαρύνειν, καὶ ἴσως ἐπεὶ τὰ εἰς θος λήγοντα δισύλλαβα
312. ὄζῳ ἐπ᾿ ] δύναται καὶ ἀναστρέφεσθαι. πιθανώτερον δὲ συν- τάσσειν τῇ μετοχῇ τὴν πρόθεσιν διὰ τὴν ἔμφασιν.
ὑποπεπτηῶτες] ὑφ᾿ ἓν τοῦτο. εἴρηται δὲ διὰ τὴν ἀσθένειαν τῶν νεοσσῶν.
314. τετριγῶτας] ὅτι Ζηνόδοτος γράφει τιτίζοντας. εὐτελὴς δὲ
ἡ λέξις· κατὰ φύσιν γὰρ φθεγγόμενοι οἱ νεοσσοὶ τιτίζουσιν, οἱ δὲ
κατεσθιόμενοι τρίζουσιν.
316. πτερύγος] παροξυτόνως. καὶ ὁ μὲν κανὼν θέλει προπαροξυ- τόνως, ὡς δοίδυκος· ἀλλ᾿ ἐπειδὴ οὕτως δοκεῖ τονίζειν τῷ Ἀριστάρχῳ, πειθόμεθα αὐτῷ ὡς πάνυ ἀρίστῷ γραμματικῷ.
ἀμφιαχυῖαν] μετοχή ἐστι· διὸ προπερισπαστέον. σημειωτέον δὲ τὸν ἐν ἀρχῇ χρόνον, ὅτι συνεστάλη τὸ ᾱ.
318. ἀρίζηλον] ὅτι Ζηνόδοτος γράφει ἀρίδηλον, καὶ τὸν ἐχόμενον
προσέθηκεν. τὸ γὰρ ἀρίδηλον ἄγαν ἐμφανὲς, ὅπερ ἀπίθανον. ὃ γὰρ
ἐὰν πλάσῃ, τοῦτο ἀναιρεῖ. λέγει μέντοι γε ὅτι ὁ φήνας αὐτὸν θεὸς
καὶ ἄδηλον ἐποίησεν.
319. * ἀθετεῖται· προείρηται δὲ ἡ αἰτία.
320. θαυμάζομεν] ὅτι ἀντὶ τοῦ ἐξεπληττόμεθα οὐχ ὡς ἐνίοτε τίθησιν ἀντὶ ψιλοῦ τοῦ θεάσασθαι.
323. τίπτ᾿ ἄνεῳ ἐγένεσθε] κατὰ στέρησιν τῆς ἰωῆς, ὅ ἐστι φωνῆς·
ὧδε δὲ μετὰ τοῦ ῑ, οἷον οἱ ἄνεῳ, ἐπὶ δὲ τοῦ “ἡ δ᾿ ἄνεω δὴν ἧστο”
(Od. 23, 93) δίχα τοῦ ῑ.
328. αὖθι] ὅτι τὸν τοῦ Κάλχαντος λόγον μεταλαβὼν ἐποίησεν ἐπὶ τῆς Αὐλίδος, αὐτὸς ὢν ἐπὶ τῆς Τροίας. διὸ κέχρηται τῷ αὖθι τοπικῷ ἀντὶ τοῦ αὐτόθι ὅπου νῦν ἐσμέν.
329. τῷ δεκάτῳ] διὰ τί οὐχὶ ἐνάτῳ ἔφη ἐνιαυτῷ ἔσεσθαι τὴν B. *εἴρηται δὲ] om. addit Lehrsius.
πόρθησιν, καίτοι τῆς ἀκολουθίας τῶν σημείων τοῦτο ἐχούσης “ὀκ- τὼ, ἀτὰρ μήτηρ ἐνάτη ἦν;” ἢ ὅτι τῶν ἐννέα πληρωθέντων ἀνάγκη νοεῖν τὸν ἐπέκεινα δέκατον· ἢ καὶ τὸν δράκοντα αὐτὸν δεῖ συναριθ- μεῖν, ὅς ἐστι δέκατος, ὡς ὅλου τοῦ ἀγῶνος ἐν τούτῳ μέλλοντος παύε- σθαι.
330. *κεῖνός θʼ ὡς] οὕτως Ἡρωδιανὸς διὰ τοῦ θ. Ἀρίσταρχος διὰ τοῦ τ.
333—335. ἐπὶ τὸ ἴαχον διαστολὴ, καὶ ἐπὶ τὸ Ἀχαιῶν ὑποστιγμή·
διὰ μέσου δὲ τὸ ἀμφὶ δὲ νῆες καὶ τὰ ἑξῆς ἕως τοῦ Ἀχαιῶν. καὶ τὸ
ἑξῆς ἐστὶν, ἴαχον μῦθον ἐπαινήσαντες. ἐὰν δὲ στίζωμεν, γίνεται
σολοικισμὸς, ἀϋσάντων ὑπʼ Ἀχαιῶν μῦθον ἐπαινήσαντες.
ἱππότα] ἀντὶ τοῦ ἱππικὸς, νῦν δὲ φυγάς. ὁ γὰρ ποιητὴς τῷ ἱππό-
της νῦν ἀντὶ τοῦ φυγάς κέχρηται. Ἡρακλῆς γὰρ ἐπιστρατεύσας τῇ
Πύλῳ διὰ τὸ μὴ καθαρθῆναι αὐτὸν ὑπὸ Νηλέως τὸν Ἰφίτου φόνον,
καὶ διὰ τὴν τῶν Νηλειδῶν δὲ ἀφροσύνην, πολὺς ἦν πορθῶν τὴν πόλιν.
καὶ ἐφʼ ὅσον μὲν Περικλύμενος ὁ Νηλέως ἔζη, δυσάλωτος ἦν ἡ πό-
λις. ἀμφίβιος γὰρ ἐγένετο ἐκεῖνος. καὶ δὴ γενόμενον αὐτὸν μέλισ-
σαν, καὶ στάντα ἐπὶ τοῦ Ἡρακλέους ἅρματος, Ἀθηνᾶ εἰκάσασα
Ἡρακλεῖ ἐποίησεν ἀναιρεθῆναι. τότε Νέστωρ ἐν Γερήνοις τρεφόμενος,
πορθηθείσης τῆς Πύλου καὶ τῶν ιά ἀδελφῶν αὐτοῦ ἀναιρεθέντων
μόνος περιελείφθη· διὸ καὶ Γερήνιος ὠνομάσθη. ἱστορεῖ Ἡσίοδος ἐν
καταλόγοις.
337. ὦ πόποι] στικτέον ἐπὶ τὸ ὦ πόποι· κομματικὸν γὰρ, καὶ μᾶλλον ἐμφαίνει καθʼ ἑαυτὸ λεγόμενον.
339. πῆ δή] τινὲς ἐλεγκτικῶς ὅλα προφέρονται· ποῦ ἀπῆλθον
αἱ συνθῆκαι καὶ αἱ σπονδαὶ καὶ αἱ δεξιαὶ καὶ οἱ ὅρκοι; ἵνʼ ᾖ καὶ
τὸ βήσεται ἀντὶ τοῦ ἔβησαν, καὶ τὸ γενοίατο ἀντὶ τοῦ ἐγένοντο, καὶ
τὸ ἐριδαίνομεν ἀντὶ παρῳχημένου, ἵνʼ ᾖ μάτην ἐφιλονεικοῦμεν λόγοις
μόνον ὑπισχνούμενοι, καὶ τὸ ἀγοράασθε ἀντὶ τοῦ ἠγοράασθε τότε ὅτε
συνετίθεσθε τῷ Ἀγαμέμνονι.
οὕτως συνθεσίαι τε ὡς θυσίαι τε. ὅσοι δὲ προπαροξύνουσι, πταί- ουσι· τῆς γὰρ μεταγενεστέρας Ἀτθίδος ἡ τοιάδε ἀνάγνωσις.
τῶν ἐκ τῆς Ἑλλάδος ἀρίστων ἐπὶ μνηστείαν τῆς Ἑλένης παρόντων
διὰ τὸ γένος καὶ τὸ κάλλος, Τυνδάρεως ὁ πατὴρ αὐτῆς, ὥς τινές
φασι, φυλασσόμενος μή ποτε ἕνα αὐτῶν προκρίνας τοὺς ἄλλους
ἐχθροὺς ποιήσηται, κοινὸν αὐτῶν ἔλαβεν ὅρκον, ἡ μὴν τῷ ληψομένῳ
τὴν παῖδα ἀδικουμένῳ περὶ αὐτὴν σφόδρα πάντας ἐπαμυνεῖν.
διόπερ Μενελάῳ αὐτὴν ἐκδίδωσιν. καὶ μετʼ οὐ πολὺ ἁρπασθείσης αὐτῆς ὑπὸ Ἀλεξάνδρου, ἐκοινώνησαν τῇ στρατείᾳ διὰ τοὺς γενο- μένους ὅρκους. ἡ ἱστορία παρὰ Στησιχόρῳ.
341. σπονδαί τʼ ἄκρητοι] ὅτι ὅταν λέγῃ ἐν ἄλλοις “κρητῆρι δὲ οἶνον ἔμισγον” (Il. 3, 269), οὐ σημαίνει τὸ ὕδατι κίρνασθαι, ἀλλʼ ὅτι τὸν τῶν Τρώων καὶ τῶν Ἀχαιῶν οἶνον ἔμισγον.
344. Ἀτρείδη] ἐναντίως τῷ Ὀδυσσεῖ ἀπὸ τοῦ πλήθους εἰς τὸν βασιλέα μετῆλθεν.
346. *τούσδε] ἕν ἐστι τὸ τοῦσδε· διὸ προπερισπαστέον.
ἕνα καὶ δύο] εὐφυέστερον αἰνίττεται Ἀχιλλέα καὶ Πάτροκλον. ἕτεροι δὲ ἕνα καὶ δύο ἀντὶ τοῦ Θερσίτην καὶ ἕτερον τοιοῦτον.
347. *βουλεύωσʼ] οὕτω βουλεύωσ’ αἱ Ἀριστάρχου.
ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν] ἐντελὴς δὲ πρᾶξις οὐ γενήσεται
αὐτῶν, ὥστε πρὸ τοῦ δέοντος χρόνου πορευθῆναι ἡμᾶς εἰς τὴν Πελο-
πόννησον, πρὶν γνῶμεν τὴν Διὸς γνώμην. τὸ δὲ ᾱ πρὸ τοῦ ν ψιλοῦται,
πλὴν τοῦ ἁνδάνω.
ἀμφίβολος ὁ λόγος διαστελλόντων ἡμῶν ἐπὶ τὸ αὐτῶν, ἢ συναπ-
τόντων μέχρι τοῦ ἰέναι. ἤτοι γὰρ ὃ λέγει τοῦτό ἐστιν, οὐδὲν ἐπινοή-
σουσιν ὥστε ὑποστρέψαι αὐτοὺς πρὶν τέλος ποιήσασθαι τοῦ πολέμου·
ἢ τοῦτο, ἀνύσουσι δὲ οὐδὲν πρὶν ὑποστρέψαι τε ἡμᾶς καὶ πρὶν τέλος
εὑρέσθαι τοῦ πολέμου, ἀντεστραμμένου τοῦ λόγου.
349. ψεῦδος] ταῦτα παρὰ τοῖς Στωικοῖς λεκτὰ καλεῖται, τὰ πρός τὴν σημασίαν φερόμενα· ψεῦδος τὸ ἐπάγγελμα.
οὐκί] ὅτι διὰ τοῦ κ καὶ οὐ διὰ τοῦ χ.
350. *διασταλτέον ἐπὶ τὸ Κρονίωνα· ἐπὶ δὲ τὸ φέροντες ὑπο- στιγμή.
353. ἀστράπτων] ὅτι ἀκαταλλήλως εἴρηται (ἔδει γὰρ κατανεῦσαι ἀστράπτοντα καὶ φαίνοντα).
διασταλτέον δὲ βραχὺ εἰς τὸ ἐπιδέξι᾿· ἀσύνδετος γὰρ ὁ λόγος, λείποντος τοῦ καί, καὶ ἀστράπτων καὶ φαίνων.
355. πρίν τινα περ Τρώων] οὕτως Ἀρίσταρχος διὰ τοῦ ε καὶ τὰ
ὑπομνήματα.
356. Ἑλένης ὁρμήματα] πρὸς τοὺς χωρίζοντας· ἕφασαν γὰρ τὸν
μὲν τῆς Ἰλιάδος ποιητὴν δυσανασχετοῦσαν συνιστάνειν καὶ στένουσαν
διὰ τὸ βίᾳ ἀπῆχθαι ὑπὸ τοῦ Ἀλεξάνδρου, τὸν δὲ τῆς Ὀδυσσείας
ἑκοῦσαν, οὐ νοοῦντες ὅτι οὐκ ἔστιν ἐπʼ αὐτῆς ὁ λόγος, ἀλλʼ ἔξωθεν
πρόθεσιν τὴν περί δεῖ λαβεῖν, ἵνʼ ᾗ περὶ Ἑλένης. καὶ ἔστιν ὁ λόγος.
τιμωρίαν λαβεῖν ἀνθʼ ὧν ἐστενάξαμεν καὶ ἐμεριμνήσαμεν περὶ
Ἑλένης· παραλειπτικὸς γὰρ προθέσεών ἐστιν ὁ ποιητής.
ὁρμήματα] μεριμνήματα, ὡς αὐτῆς ἀκουσίως παρὰ τοῖς πολεμίοις οὔσης, ἵνα ἀξιόχρεως ᾖ βοηθεῖσθαι.
359. πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ] εὐθὺς πρὸ πάντων ἐκεῖνος ἐπὶ θάνατον ἔλθῃ καὶ ἀναπληρώσῃ τὴν εἱμαρμένην.
360. ἀλλὰ ἄναξ] ἀποστρέφει τὸν λόγον ἀπὸ τῶν Ἑλλήνων πρὸς τὸν Ἀγαμέμνονα, καὶ καλεῖται τὸ σχῆμα ἀποστροφή.
362. ἐζήτηται διὰ τί ταύτην τὴν τάξιν πρὸ πολλοῦ μὴ ὑπετίθετο
ὁ Νέστωρ. ἤτοι ὅτι πάλαι μὲν Ἀχιλλεὺς φίλος ὢν τῶν Ἑλλήνων
ἤρκει πρὸς τὸ συνέχειν τοὺς βαρβάρους, καὶ καλῶς ἐκείνῳ θαρρῶν
οὐκ ἐποίει τοῦτο· νῦν δὲ αὐτοῦ μηνίοντος εἰκότως ἀσφαλεστέραν
διάταξιν εἰσάγει.
368. ἦ] Πτολεμαῖος περισπᾷ τὸν η, διαπορητικὸν ἐκδεχόμενος·
εἰσὶ δὲ οἳ ὀξύνουσιν, ὥσπερ καὶ οἱ περὶ τὸν Ἀλεξίωνα, ἐκδεχόμενοι
παραδιαζευκτικὸν τὸν ἤ.
ἐζήτηται διὰ τί Ὀδυσσέως κατασχόντος διὰ λόγων τοὺς ὄχλους,
καὶ τοιοῦτον πρᾶγμα συνετὸν καὶ σπουδαῖον ποιήσαντος, ὁ βασιλεὺς
νῦν δύναμιν ἐν τῷ λέγειν Νέστορι προσμαρτυρεῖ· ἤτοι ὅτι ὡς δυνα-
μικωτέρῳ· προκατειλημμένων γὰρ τῶν ἐπιχειρημάτων Ἀθηνᾷ τε καὶ
Ὀδυσσεῖ ὅμως εὐπόρησε λόγων· ἢ ὅτι ὁ μὲν μόνον ὠνείδισε, Νέστωρ
371. αἰ γάρ] ἐντεῦθέν τινες νομίζουσιν Ἀθηναῖον γεγονέναι τὸν ποιητήν· τὸ γὰρ Ἀθηναίη Ἀττικὸν καὶ ἴδιον εἶναι τὸν ὅρκον φασὶ τῶν Ἀθηναίων.
373. τῶ] τὸ τῶ πολλὰ σημαίνει. ἐπὶ μὲν τοῦ τοιούτου περι- σπᾶται καὶ τὸ ῑ οὐκ ἔχει.
*ἠμύσειε] ἀπὸ τῶν ὀφθαλμῶν ἡ μεταφορὰ, οἳ σὺν τῷ μύειν τοῦ φωτὸς στερίσκονται.
377. *μαχεσσάμεθ᾿] διὰ τοῦ η αἱ Ἀριστάρχου. καὶ ἔστιν ὅμοιον
τῷ “μαχήσονται περὶ σεῖο (ll. 3, 137).
380. οὐδʼ ἠβαιόν] οἱ μὲν τὸ πλῆρές φασι βαιόν, οἱ δὲ ἠβαιόν.
ἔστι δὲ εἰπεῖν ὅτι παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ η ποιεῖ τὴν ἀρχὴν
ἀεί “ἐλθόντες δʼ βαιόν” (Od. 9, 462), παρὰ μέντοι τοῖς νεωτέροις
δισσὴ ἡ χρῆσις· “βαιὸν ὑπὲρ ποταμοῦ (Aratus 358). καὶ
Καλλίμαχος δὲ (fr. 540) “ἠβαιὴν οὔτι κατὰ πρόασιν.”
381. ὅτι δεῖπνον τὸ ἑωθινὸν ἄριστον, ὃ διʼ ἀνάγκην πρὸ τοῦ δέοντος ποιοῦνται· δόρπον δὲ τὸ ἑσπερινὸν, δόροπόν τι ὂν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον. τὸ δὲ δεῖπνον ἔσθʼ ὅτε πᾶσαν τροφήν. Αἰσχύλος δὲ (fr. 181) κακῶς· “ἄριστα δεῖπνα δόρπα θʼ αἱρεπισθαι.”
382. εὖ μέν τις δόρυ] δύο συνέπλεξε σχήματα, ὁμοιοτέλευτον καὶ ἐπαναφορὰν, ἐπανιὼν μὲν εἰς τὴν αὐτὴν λέξιν, καταλήγων δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων.
πανημέριοι] ὅτι προεληλυθυίας λέγει τῆς ἡμέρας ἤδη τὸ πανημέ-
ριοι ἐπὶ τοῦ ἀπολείποντος αὐτῆς μέρους, καὶ οὐ πάντως τὸ ἀπʼ ἀνα-
τολῆς μέχρι δύσεως λέγει πρόπαν ἦμαρ.
385. Ἄρηι] τούτῳ τῷ ὀνόματι τετραχῶς κέχρηται ὁ ποιητής. ἐπὶ
μὲν τοῦ πολέμου, ὡς ἐνταῦθα. ἐπὶ δὲ τοῦ σιδήρου “αἵματος ἄσαι
Ἄρηα, ταλαύρινον πολεμιστήν” (Il. 5, 289) καὶ “ἔνθα δʼ ἔπειτʼ ἀφίει
μένος ὄβριμος Ἄρης” (Il. 13, 444). ἐπὶ δὲ αὐτοῦ τοῦ θεοῦ οὕτως
“καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα (Il. 21, 421)
καὶ πάλιν “ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος” (Il. 20, 38). ἐπὶ δὲ
388. * τελαμών] ὅτι ἐκ τελαμώνων ἀνῆπτον τὰς ἀσπίδας. τελαμὼν ὁ ἀναφορεὺς τῆς ἀσπίδος, ὅ ἐστι πλατὺς ἱμὰς, ἀφʼ οὗ ἡ ἀσπὶς ἤρτηται. ἔστι δὲ καὶ ἔτερος τελαμὼν τοῦ ξίφους.
389. *ἀμφιβρότης] ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ ἀσπίδες. ἐν τῇ συνθέσει προσλαμβάνει τὸ βροτός ὡς κεχρεωστημένον τὸ μ. τοῦτο δὲ οὐχ οὕτως.
393. προπερισπαστέον τὸ ἐσσεῖται· οὐ γὰρ προπαροξυντέον, ὥς
τινες, ἐπεὶ Δώριον· ἤδη γὰρ πολλὴ χρῆσις τῶν τοιούτων παρὰ Ἀτ-
τικοῖς. ὁ λόγος, τῷ θέλοντι φυγεῖν τὸν πόλεμον οὐχ ἱκανὸν οὐδὲ
αὔταρκες γενήσεται πρὸς τὸ μὴ ὑπὸ κυνῶν καὶ σαρκοφάγων ὀρνέων
διασπασθῆναι.
397. ὅτι οὐ γραπτέον, ως τινες, γένηται· ὁμηρικώτερον γὰρ οὕτως λέγειν, γένωνται τὰ κύματα, ὡς σπάρτα λέλυνται.
οὕτως γένωνται αἱ Ἀριστάρχου. τοῦτο δὲ καὶ ὁ ἐκ τῶν ὑπομνη- μάτων λόγος ὑπόκειται ἔχων τῇδε· ἐπὶ τῶν κυμάτων λέγει τὸ γένωνται. τῷ τοιούτῳ πλεονάκις κέχρηται, ὥστε καὶ ἐπὶ τῶν οὐδε- τέρων τὰ πληθυντικὰ παραλαμβάνει. μεταποιοῦσι δέ τινες γένηται, οὐκ ὀρθῶς. ταῦτα ὁ Δίδυμος.
404—407. αἱ κατὰ τὰ τέλη τῶν τεσσάρων στίχων στιγμαὶ ἐν αἰτήματι· ὁ γὰρ λόγος συνάπτει καὶ τοὺς ἑξῆς ἕως τοῦ ἀτάλαντον· κοινὸν γὰρ αὐτοτελὲς ῥῆμα τὸ κίκλησκεν κατὰ πάντων· τὸ δὲ πρέπον διίστησιν.
408. βοὴν ἀγαθός] ἡ γὰρ δειλία θραύουσα τὸ πνεῦμα βραχεῖαν
ἀπεργάζεται τὴν φωνήν.
412. Ζεῦ κύδιστε μέγιστε] ὅτι ἔν τισι γέγραπται Ζεῦ πάτερ Ἴδηθεν μεδέων. οὐχ ἁρμόζει δὲ τὸν ἐγχώριον Δία προσκαλεῖσθαι ἐπὶ τῆς πορθήσεως, ἀλλὰ βέλτιον κοινοτέραν.
415. πρῆσαι] ἐν ταῖς πλείσταις διὰ τοῦ λ, πλῆσαι· καὶ αἱ
417. χαλκῷ ῥωγαλέον] ὅτι οὕτως εἴρηκεν ἀντὶ τοῦ χαλκῷ ῥη- γέντα, καὶ ἐκ παρεπομένου ἐν μέρει τὸ ἀνελεῖν.
420. πόνον δʼ ἀλίαστον ὄφελλεν] τοῦτο καὶ λέξις ὑπόκειται διὰ
τοῦ ά τῶν ὑπομνημάτων, καὶ ἔστιν ἐμφατικωτέρα. οὐ χεῖρον δʼ ἂν
εἴη τὴν ἐκλογὴν ἐκθεῖναι· ἀλλʼ ΄ογε δέκτο μὲν ἱρὰ, πόνον δʼ ἀλίαστον
ὄφελλεν, οἷον αἴσια ἐσήμαινεν, ὥστε λέγειν τοὺς μάντεις ότι δέδε-
κται, τοιοῦτον μέντοι πόνον αὐτὸς ηὖξεν, ὃν οὐκ ἂν ἐκκλίνειεν. γε-
λοῖον γὰρ ἂν ἦν, εἰ μὴ ἐποίει τοῦτο.
422. αὗ ἔρυσαν] ὅτι τὸ αὗ ἔρυσαν ἀντὶ τοῦ εἰς τοὐπίσω ἀνέκλασαν, ὃ ποιοῦσιν οἱ σφάζοντες.
424. πρὸς τὸ ὠμοθέτησαν, ὅτι ἐστὶν ἀπὸ τῶν μελῶν τῶν ὠμῶν ἀπάρξασθαι καὶ εἰς τὸν ἐπίπλουν ἐνθέντας ἱερεῦσαι.
427. μῆρʼ ἐκάη] Πτολεμαῖος ἀπὸ τοῦ κ τὴν ἀρχὴν ποιεῖται, μῆρε
παραλαμβάνων, εἶτα κάη, ἵνα, φησὶν, ἰωνικώτερον γένηται. τοῦτο
δὲ οὐ συνεκτικὸν, ὥσπερ εἶπον ἐντελῶς, ὁπότε διέλαβον ἐπὶ τοῦ “ἢ
εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα” (Il. 1, 40), εἴ γε ἤδη οἶδε
καὶ τὰ μῆρα. “μῆρα δὲ κείαντες” (Od. 13, 26).
*ἐπάσαντο] Ἀρίσταρχος Ἰακῶς πάσαντο.
435. μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα] οὕτως αἱ Ἀριστάρχου λέ-
ξεις ἐκ τοῦ β´ τῆς Ἰλιάδος· δηθά πολὺν χρόνον, αὖθι αὐτοῦ, λεγώ-
μεθα συναθροιζώμεθα. ὁ δὲ λόγος τοιοῦτος· μηκέτι νῦν ἐπὶ πολὺν
χρόνον αὐτοῦ συνηθροισμένοι μένωμεν. Ζηνόδοτος δὲ ποιεῖ μηκέτι
νῦν ταῦτα λεγώμεθα. Καλλίστρατος δὲ ἐν τῷ α´ περὶ Ἰλιάδος οὕτως
προφέρεται, μηκέτι δὴ νῦν αὖθι λεγώμεθα· καὶ ἔστιν εὐφραδὴς μᾶλ-
λον, ἀλλʼ οὐκ Ἀριστάρχειος. ταῦτα ὁ Δίδυμος.
*λεγώμεθα ἀντὶ τοῦ ἀναλεγώμεθα.
ὅτι Ζηνόδοτος γράφει ταῦτα λεγώμεθα. ὁ δὲ Ὅμηρος εἴωθε λέ-
γειν, ὅταν πολλὰ προειρήμενα ᾖ, ὡς ἐπʼ Αἰνείου καὶ Ἀχιλλέως “ἀλλʼ
ἄγε μηκέτι ταῦτα λεγώμεθα (Il. 20, 244).
στρατηγικὴ ἡ παραγγελία, χρόνου φείδεσθαι· οὔτε γὰρ παρελ- θόντα ἀνακαλεῖσθαι οὔτε αἰτήσαντες λαβεῖν αὐτὸν δυνάμεθα. ἐρωτη- θεὶς γοῦν Αλέξανδρος πῶς τῆς Ἑλλάδος ἐκράτησε, μηδὲν ἀναβαλλό- μενος, εἶπεν.
διὰ τοῦ ξ τὸ ἐγγυαλίζει αἱ Ἀριστάρχειοι, καὶ Ἀπολλώνιος δὲ ὁ
Ῥόδιος ὁμοίως προφέρεται, καὶ ἡ Ἀριστοφάνους.
437, 438. ἀδιάφορον εἶτε ἐπὶ τὸν μέν σύνδεσμον διαστέλλοιμεν, ἴνʼ ᾗ Ἀχαιῶν λαὸν, εἴτε ἐπὶ τὸ χαλκοχιτώνων, ἵν ᾖ κήρυκες Ἀχαιῶν.
438. * ἀγειρόντων] ἀντὶ τοῦ ἀγειρέτωσαν.
439. *δασύνειν δεῖ καὶ παροξύνειν τὸ ἁθρόοι ἐνθάδε.
440. *ἐγείρομεν] ἀντὶ τοῦ ἐγείρωμεν.
446. μετὰ δέ] λείπει τὸ ἧν αὐτοτελὲς ῥῆμα, διὸ καὶ στικτέον ἐπὶ τὸ κρίνοντες. εἰ δέ τις κοινὸν λαμβάνοι τὸ ἔθυνεν ἀπὸ τοῦ θῦνον, συναπτέον τοῖς ἐπάνω.
ἵνα μὴ ἀπιστοῖτο τὸ τάχος, τὴν θεὸν παρέλαβεν, καὶ ὡς ἄξια τῆς
θεοῦ μελλόντων αὐτῶν κατορθοῦν.
447. διὰ τοῦ ων ἀγήρων ἡ Ἀριστάρχειος, καὶ ἔστι παραπλήσιον τὸ σχῆμα τῷ “ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε” (Il. 17, 444). οὕτως καὶ ἡ Ἀριστοφάνειος. a m. rec.
448. ἑκατόν] ἀντὶ τοῦ πολλοί, ἢ τῷ ἀριθμῷ πίστιν πεπόρισται.
a m. rec.
ἠερέθονται] αἰωροῦνται. παραγωγὸν δέ ἐστι τοῦ ἀείρω, ὡς τοῦ ἀγείρω τὸ ἠγερέθονται. Ζηνόδοτος δὲ γράφει παρατατικῶς ἠερέ- θοντο, ὅπερ οὐχ ἁρμόζει ἐπὶ ἀθανάτων.
449. ἑκατόμβοιος] ἑκατὸν βοῶν τιμῆς ἄξιος, ἢ ἑκατὸν χρυσῶν
νομισμάτων. οἱ γὰρ ἀρχαῖοι ὑπερτιμῶντες τὸ ζῶον, τὸν βοῦν, διὰ
πολλὰ μὲν καὶ ὅτι ἱερόν ἐστιν, ἐνεχάραττον τῷ μὲν ἑνὶ μέρει τοῦ
νομίσματος βοῦν, τῷ δὲ ἑτέρῳ τὸ τοῦ βασιλέως πρόσωπον.
450. *παιφάσσουσα] πάντη τὰ φάη ἀΐσσουσα.
φῶ τὸ φαίνω· ἀναδιπλασιασμὸς παφάσσω, καὶ πλεονασμὸς
παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πιαίνω παπταίνων, πάσσω πάλη παι-
πάλη. a m. rec.
λαὸν Ἀχαιῶν] ἑκατέρῳ δύναται προσδίδοσθαι, καὶ λόγον ἔχει ἀμφότερα.
452. ἐπὶ τὸ καρδίῃ βραχὺ διασταλτέον· ἔχει δὲ λόγον καὶ ἐπὶ τὸ ἄλληκτον διαστέλλειν, ἵνʼ ᾖ σθένος ἄλληκτον.
453, 454. ὅτι πρὸ τῆς Ἀγαμέμνονος ἀριστείας (Il. 11, 13) οὐκ
ὀρθῶς φέρονται. διαστολὴ δὲ βραχεῖα ἐπὶ τὸ γένετʼ, ἐπεὶ μέρος
ἐστὶ περιόδου.
455. ἠΰτε πῦρ] νῦν μάλιστα ἡ δύναμις τοῦ ποιητοῦ, ὅτε καθʼ
ἕκαστον πρᾶγμα διαφόρων εἰκόνων εὐπορεῖ. πρώτη γὰρ εἰκὼν ἡ ἀπὸ
τῆς τῶν ὅπλων λαμπηδόνος· μεγεθύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ, καὶ
τῷ ὄρει ἔνθα καταιγίδες εἰσὶ, καὶ τῇ κορυφῇ. διὸ θαρρῶν ἐπάγει
“ἕκαθεν δέ τε φαίνεται αὐγή.”
458. διʼ αἰθέρος] ὅτι καθʼ Ὅμηρον πρῶτος ἀπὸ γῆς ἐστὶω ὁ ἀήρ, εἶτα μετὰ τὰ νέφη αἰθήρ, ὃν καὶ ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸν καλεῖ.
461. Ἀσίω] Ἰωνικὴ γενικὴ παθοῦσα· τὸ γὰρ ὑγιές ἐστιν Ἀσίεω
ὡς Ἀτρείδεω. διὸ χωρὶς τοῦ ῑ.
Ἄσιος υἱὸς Κότυος καὶ Μυιοῦς, Λυδῶν βασιλεὺς, ὥς φησι
Χριστόδωρος ἐν τοῖς Λυδιακοῖς “Κότυς λευκώλενον ἄλλην ἤγετο
κουριδίην ὁμοδέμνιον, οὔνομα Μυιοῦν· ἡ δʼ Ἀσίην τέκε κοῦρον.”
ἀπὸ τοῦ Ἀσίου τοῦ Κότυος βασιλέως Λυδίας Κάϋστρος υἱὸς
Πενθεσιλείας τῆς Ἀμαζόνος, ὃς ἐν Ἀσκάλωνι ἔγημεν τὴν Δερκετὼ
καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμίραμιν. ἡ δὲ Δερκετὼ παρὰ Σύροις
καλεῖται Ἀταργατῖς.
462. ἀγαλλόμενα] οὕτως χωρὶς τοῦ ῑ, ἀγαλλόμενα, Ἀρίσταρχος,
ἵν᾿ ᾖ τὰ ἔθνη ἀγαλλόμενα. ἔνιοι δὲ προστιθέασι τὸ ῑ, πρὸς τὸ ὀρνίθων
ἀνάγοντες τὸ ἀγαλλόμεναι· καὶ λόγου τινὸς ἔχονται.
463. τὰ συναγελαστικὰ τῶν ὀρνέων, ὅταν προλάβῃ τῇ πτήσει, ἀναμένειν εἴωθε τὰ ὑστεροῦντα.
ὑποστιγμὴ ἐπὶ τὸ προκαθιζόντων διὰ τὸ ὥς μόριον, καὶ ἐπὶ
τὸ λειμών· μακρὰ γὰρ ἡ περίοδος, πέντε ἔπη περιέχουσα. τὸ δὲ
ἑξῆς, ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ, κλαγγηδὸν προκαθιζόντων, ἔνθα
467. Σκαμανδρίῳ] τὸ τῷ Σκαμάνδρῳ ποταμῷ παρακείμενονπεδίον.
ὁ δὲ Σκάμανδρος καταφερόμενος ἀπὸ τῆς Ἴδης καὶ μέσον τέμνων
τὸ ὑποκείμενον τῇ Ἰλίῳ πεδίον, καὶ ἐπὶ τὰ ἀριστερὰ ἐκδιδοὺς εἰς
θάλασσαν. καλεῖται δὲ οὗτος καὶ Ξάνθος.
469. ἠΰτε μυιάων] ἀπʼ ἄλλης ἀρχῆς τὴν παραβολὴν προοιστέον,
ἵνα ὑποστίζωμεν ἐπὶ τὸ δεύει, τῆς ἀνταποδιδομένης τῷ ἠΰτε λέξεως
ἀνακολούθως ἐχούσης, ὡς ἐν τῇ Θ (555) “ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα,
τόσσα μεσηγὺ νεῶν.”
471. *ὥρῃ ἐν εἰαρινῇ] κατʼ ἐξοχὴν τῶν ἄλλων ὡρῶν.
474. αἰπόλια] αἰπόλιον τὸ τῶν αἰγῶν, ποίμνιον δὲ τὸ τῶν προ- βάτων, συβόσιον δὲ τὸ τῶν χοίρων, βουκόλιον δὲ τὸ τῶν βοῶν, ἱππο- φόρβιον δὲ τὸ τῶν ἵππων.
*πλατέα] μεγάλα, ἢ ὅτι ἐν διαστήματι καὶ πλάτει νέμονται αἱ αῐγες.
478. ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ] συγγραφεῖς
μὲν τὸ ἀληθὲς μεταδιώκουσι, τραγικοὶ δὲ τὸ σεμνότερον, κωμικοὶ δὲ
τὸ ἔλασσον, ἅπερ ἅπαντα παρὰ τῷ ποιητῇ ἐστὶν, κωμῳδία μὲν ὡς
ἐπὶ Θερσίτου, συγγραφικὴ δὲ ὡς ἐπὶ τοῦ “τῷ δʼ ἔχεν Αὐτομέδων”
(Il. 9, 209). καὶ ἐπὶ Ἀγαμέμνονος νῦν καλλίων τῆς ἀληθινῆς καὶ
μεγαλοπρεπεστέρα ἡ ὄψις ἀναπέπλασται. καὶ ἱκανὸν ἦν ἑνὶ θεῷ
εἰκάζειν αὐτὸν, ὁ δὲ τρεῖς παρέλαβεν, ἑκάστου τὸ διαπρεπὲς ἐκλε-
ξάμενος, τοῦ Διὸς μὲν τὸ ἡγεμονικὸν καὶ ἐποπτικὸν, ἐννοσιγαίου δὲ
τὸ ἰσχυρὸν, οἷς τὰ βάρη κατέχομεν, Ἄρεως δὲ τὰ μάλιστα ἐν
πολέμῳ φαινόμενα. οἱ δὲ τὸ ἀξιωματικὸν, τὸ γεραρὸν, τὸ πολεμικόν.
* ἴκελος Διὶ] τὸ ὅμοιος καὶ ἴσος καὶ τὸ ἴκελος δοτικῇ συντάσ- σεται.
484. ἔσπετε νῦν μου, Μοῦσαι] ὡς ἐπὶ ἐργώδη καὶ θαυμασίαν
περιπέτειαν τὰς Μούσας παρακαλεῖ, ὥστε τὸν ἀκροατὴν διὰ τὸ μέ-
ζητοῦσί τινες διὰ ποίαν αἰτίαν τῆς μὲν ὅλης πραγματείας ἀρχό-
μενος ὁ ποιητὴς μίαν ἐπεκαλέσατο τῶν Μουσῶν, ἐπὶ δὲ τοῦ κατα-
λόγου τὰς πάσας. λέγουσι δέ τινες τῶν γραμματικῶν ἐπὶ τοῦ μῆνιν
ἄειδε τὸν τρόπον εἶναι συνεκδοχὴν, ὡς ἀπὸ μιᾶς τῆς κυριωτέρας τῶν
Μουσῶν νοεῖσθαι τὰς πάσας. ἄλλοι δὲ λέγουσιν ὅτι περὶ ἑνὸς μὲν
προσώπου καὶ τῆς ὀργῆς τῆς τούτου τὸν λόγον ποιούμενος δεόντως
πρὸς μίαν τῶν Μουσῶν ἐποιήσατο τὸν λόγον, μέλλων δὲ κατάλογον
ἐρεῖν νεῶν καὶ βασιλέων ἐθνῶν τε καὶ τόπων πλήθους τε πραγμάτων
εὐλόγως πρὸς ἁπάσας τὰς Μούσας τὸν λόγον ἀπερείδεται.
τὸ ἑξῆς ἐστὶν, ἔσπετε οἵ τινες, τὰ δὲ λοιπὰ διὰ μέσου· καὶ δια-
σταλτέον μὲν ἐπὶ τὸ ἔχουσαι, ἀνυποκρίτως δὲ στίζεται ἐπὶ τὸ ἐστέ
καὶ πάρεστε καὶ πάντα καὶ ἀκούομεν καὶ ἴδμεν. δύναται δὲ καὶ
στίζεσθαι κατὰ τὸ τέλος ὁ πρῶτος στίχος καὶ ὁ δεύτερος, ἵνα ἕκαστον
ἡ καθʼ ἑαυτὸ καὶ συνάπτηται. οὐδέ τι ἴδμεν οἵτινες ἡγεμόνες,
περισσεύοντος οῦ τὶ μορίου. πρότερον γὰρ ἐπεῖχέ τινα χώραν.
Ὀλύμπια δώματʼ ἔχουσαι] ὅτι Ζηνόδοτος γράφει Ὀλυμπιάδες βαθύκολποι. οὐδέποτε δὲ τὰς Ἑλληνίδας γυναῖκας βαθυκόλπους εἴρηκεν, ὥστε οὐδὲ τὰς Μούσας.
ψιλωτέον δὲ τὸ ἔσπετε· ἀπὸ γὰρ τοῦ ἔπω ἐστὶ τοῦ σημαντικοῦ τοῦ λέγω, ἐν πλεονασμῷ τοῦ σ.
485. πάρεστε] ὅτι τινὲς γράφουσι παρῆστε, οἷον κατʼ ἐκεῖνον τὸν χρόνον. βέλτιον δὲ καθολικῶς ἐπὶ πάντων.
εἴ φησιν ἀγνοεῖν τοὺς ἡγεμόνας, πῶς ὑποκατιών (493) φησιν
“ἀρχοὺς αὖ νηῶν ἐρέω;” στικτέον οὖν εἰς τὸ ἴδμεν, καὶ τὸν λόγον
οὕτως ἐκδεκτέον· δύο ὑποτίθεται, ὧν τὸ μὲν μηδὲ ὅλως δύνασθαι
διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μὲν, χρήζειν δὲ τῆς τῶν Μου-
σῶν συμμαχίας. ἔστιν οὖν τὸ πᾶν, ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες
488. πληθὺν δʼ οὐκ ἃν ἐγὼ μυθήσομαι] ἤτοι ὅτι περισσὸς ὁ ἄν, ἡ ὅτι μυθήσομαι εἴρηκεν ἀντὶ τοῦ μυθησαίμην. πάλιν δὲ διὰ μέσου τὸ διστίχιον. τὸ γὰρ ἑξῆς, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, εἰ μὴ Ὀλυμπιάδες· τὰ δὲ λοιπὰ διὰ μέσου, ὡς ἔθος. διὸ στίζομεν ἀνυπο- κρίτως ἐπὶ τὸ Μοῦσαι. διασταλτέον δὲ καὶ θυγατέρες.
489. οὐδʼ εἴ μοι δέκα] ὅτι ἡ ἰδιότης τῆς ὑπερβολῆς Ὁμηρική. καὶ ἐν Ὀδυσσείᾳ “οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν” (12, 78). ἡ δὲ ἀναφορὰ πρὸς τοὺς περιγράφοντας τούτους τοὺς στίχους.
490. διὰ δὲ τοῦ εἰπεῖν “φωνὴ δʼ ἄρρηκτος” δηλοῖ ὅτι σῶμά ἐστιν
ἡ φωνή.
493. *προπάσας] ὅτι περισσὴ ἡ πρό πρόθεσις.
494. ἄρξασθαί φασί τινες ἀπὸ Βοιωτῶν τὸν Ὅμηρον τοῦ κατα-
λόγου ὡς κεχαρισμένον ταῖς Μούσαις ἃς ἐπεκαλέσατο· αὐτόθι γὰρ
ἐν Βοιωτίᾳ εἶναι τὸν Ἑλικῶνα τὸ ὄρος, ὅπου σύνηθες αὐταῖς διατρί-
βειν. ἀντιλέγουσι δέ τινες τούτοις, φάσκοντες οὐ τῆς Βοιωτίας, ἀλλὰ
τῆς Φωκίδος εἶναι τὸν Ἑλικῶνα· μὴ οὖν ἀπὸ Βοιωτῶν τὴν ἀρχὴν
διὰ τοῦτο γεγενῆσθαι. τινὲς δὲ ὅτι ἀνθʼ ὧν οὗτοι μόνοι πέντε εἶχον
ἡγεμόνας. ἄλλοι δέ φασιν οὐ διὰ τοῦτο, ἀλλʼ ἐπεὶ πολλὰς πόλεις
εἶχεν ἡ Βοιωτία, διὰ τοῦτο ἐντεῦθεν ἄρξασθαι αὐτὸν τοῦ καταλόγου.
οὐκ ἔστι δὲ οὐδὲ τοῦτο ὑγιές· οὐ γὰρ ἀπὸ πλήθους πόλεων ὁ κατά-
λογος παραμετρεῖται· ἤρξατο γὰρ ἂν μᾶλλον ἀπὸ Κρητῶν ἐχόντων
ἑκατὸν πόλεις. βέλτιον δὲ λέγειν αὐτὸν ἀπὸ Βοιωτῶν ἦρχθαι ἐπει-
δήπερ ἐν Αὐλίδι πόλει τῆς βοιωτίας συνήχθη ἅπαν τὸ πλῆθος τῶν
ἐπὶ τὴν Ἴλιον μελλόντων στρατεύειν· ἔχει δὲ αὕτη ἡ πόλις λιμένας
ἡ Βοιωτία τὸ πρότερον Ἀονία ἐκαλεῖτο ἀπὸ τῶν κατοικούντων ἐν
αὐτῇ Ἀόνων. μετωνομάσθη δὲ Βοιωτία κατὰ μέν τινας ἀπὸ Βοιωτοῦ
τοῦ Ποσειδῶνος καὶ Ἄρνης, καθʼ ἑτέρους δὲ ἀπὸ τῆς ἐλαθείσης κατὰ
τὸ πυθόχρηστον ὑπὸ Κάδμου βοός. Εὐρώπης γὰρ τῆς Φοίκινος
θυγατρὸς ἐκ Σιδῶνος ὑπὸ Διὸς ἁρπαγείσης, Κάδμος ὁ ἀδελφὸς
αὐτῆς κατὰ ζήτησιν πεμφθεὶς ὑπὸ τοῦ πατρὸς, ὡς οὐχ εὗρεν αὐτὴν,
ἦλθεν εἰς Δελφοὺς ἐρωτήσων τὸν θεόν. ὁ δὲ θεὸς εἶπεν αὐτῷ περὶ
μὲν Εὐρώπης μὴ πολυπραγμονεῖν, χρῆσθαι δὲ καθοδηγῷ βοῖ, καὶ
πόλιν ἐκεῖ κτίζειν ἔνθα ἂν αὕτη εἰς τὰ δεξιὰ πέσῃ καμοῦσα.
τοιοῦτον λαβὼν χρησμὸν διὰ Φωκέων ἐπορεύετο· εἶτα βοὶ συντυχὼν
παρὰ τοῖς Πελάγονος βουκολίοις ταύτῃ πορευομένῃ κατόπιν εἵπετο.
ἡ δὲ διεξιοῦσα πᾶσαν Βοιωτίαν ὀκνήσασα ἀνεκλίθη ἔνθα νῦν εἰσὶν αἱ
Θῆβαι. βουλόμενος δὲ Ἀθηνᾷ τὴν βοῦν καταθῦσαι πέμπει τινὰς
τῶν μεθʼ ἑαυτοῦ ληψομένους χέρνιβα ἀπὸ τῆς Ἀρητιάδος κρήνης.
ὁ δὲ φρουρῶν τὴν κρήνην δράκων, ὃν Ἄρεως ἔλεγον εἶναι, τοὺς
πλείονας τῶν πεμφθέντων διέφθειρεν. ἀγανακτήσας δὲ Κάδμος
κτείνει τὸν δράκοντα, καὶ τῆς Ἀθηνᾶς αὐτῷ ὑποθεμένης τοὺς τούτου
ὀδόντας σπείρει· ἀφʼ ὧν ἐγένοντο οἱ γηγενεῖς. ὀργισθέντος δὲ Ἄρεως
καὶ μέλλοντος Κάδμον ἀναιρεῖν ἐκώλυσεν ὁ Ζεὺς, καὶ Ἁρμονίαν
αὐτῷ συνῴκισε τὴν Ἄρεως καὶ Ἀφροδίτης. πρότερον δὲ ἐκέλευσεν
αὐτὸν ἀντὶ τῆς ἀναιρέσεως τοῦ δράκοντος ἐνιαυτὸν θητεῦσαι, ἐν δὲ
τῷ γάμῳ Μούσας ᾆσαι καὶ τῶν θεῶν ἕκαστον Ἁρμονίᾳ δῶρον δοῦναι.
ἱστορεῖ Ἑλλάνικος ἐν Βοιωτιακοῖς καὶ Ἀπολλόδωρος ἐν τῷ γ΄.
Πηνέλεως καὶ Λήϊτος] ἰστέον ὅτι ἐτίθεσαν οἱ πλεῖστοι τῶν
παλαιῶν προληπτικῶς τὰς ὀνομασίας τοῖς παισὶν ἀφʼ ὧν ἔμελλον
οἱ παῖδες ἐπιτηδεύειν πραγμάτων. σφόδρα δὲ αὐτοῖς ἔμελε τὰ τοῦ
γενναῖος καὶ μάχιμος γενησόμενος· κλόνος γὰρ ἡ μάχη.
495. Κλονίος] παροξύνεται, ἐπεὶ τὰ εἰς ος λήγοντα, τῷ ῑ παρα- ληγόμενα, τριβράχεα ἐπὶ κυρίων παροξύνεται, Σχεδίος χρομίος Δολίος. ἀντιπίπτει τὸ Ἅλιος κατὰ τὴν παράδοσιν, καὶ τὸ Ἄνιος καὶ Κρόνιος καὶ Ξένοις.
496. οἵ θʼ Ὑρίην] οὐ παρέλαβον σύνδεσμον τὸν τέ, ἀλλʼ ὄντως παρέλαβον Θυρίαν τὴν πόλιν, οὐκ εὖ δέ· ἀπὸ γὰρ Ὑριέως καὶ ἡ Ὑρία οὕτως ὀφείλει ἔχειν τὸν τοῦ ν φθόγγον. μαρτυρεῖ καὶ Ἡσίοδος λέγων “ἢ οἴην Ὑρίη Βοιωτίη ἔτρεφε κούρην.”
Αὐλίδα] ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις, καὶ εἰ μέντοι παρὰ
τῷ Εὐφορίωνι “Αὖλίν τέ σφʼ ἄγον” αἰτιατικὴ ἀπὸ εὐθείας βαρυνο-
μένης γέγονεν. ἡ γὰρ εἰς ιν κατάληξις ἀπὸ βαρυτόνων ἐστὶν, ἡ δὲ εἰς
δᾶ καὶ ἀπὸ βαρυτόνων καὶ ὀξυτόνων.
497. Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ ἐτεωνόν] καθʼ ἕκαστον
ὄνομα ἐκ φύσεως καὶ λόγου διαστολή ἐστι βραχυτάτη διὰ τὴν ἐπα-
νάληψιν τῶν ὀνοματικῶν, ἣν ἐν τοῖς ἀντιγράφοις τιθέναι οὐκ ἐπείγει,
κατὰ δὲ τὴν προφορὰν σώζειν.
498. Θέσπιαν] ἐκτετάσθαι φασὶ διὰ τὸ μέτρον· τὸ γὰρ τῆς
ἱστορίας ἐν συστολῇ τέ ἐστι πληθυντικῶς τε λεγόμενον. ἴσως οὖν
ὅλον ποιητικόν ἐστιν· σύνηθες γὰρ αὐτῷ πολλάκις τὰ πληθυντικῶς
λεγόμενα καὶ ἑνικῶς προφέρεσθαι, “καὶ εὐρυάγυιαν Ἀθήνην” (Od. 7,
80), “πολυχρύσοιο Μυκήνης” (Il. 7,180), καὶ ἐκ τοῦ ἐναντίου τὰ
ἑνικὰ πληθυντικῶς· “ἐκ μὲν Κρητάων γένος εὔχομαι” (Od.14,199).
ταῦτα ἐν τῇ προσῳδίᾳ ὁ Ἡρωδιανός. ἐν μέντοι τῷ ιά τῆς καθολικῆς
προσῳδίας ἐν τοῖς προπαροξυτόνοις καὶ ἔχουσι πρὸ τέλους τὴν ει
δίφθογγον αὐτὸ καταριθμεῖ, καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν παρατίθησι,
499. Ὕλην] ὅτι νῦν μὲν ἐκτεταμένως Ὕλην εἴρηκεν, ἐν ἄλλοις δὲ συνεσταλμένως “Ὕλῃ ἔνι οἰκία ναίων” (Il. 7, 221). νῦν δὲ καλοῦν- ται Ὕλαι πληθυντικῶς.
502. Θίσβην] ὅτι Ζηνόδοτος γράφει Μέσσην. ἔστι δὲ ἡ Μέσση τῆς Λακωνικῆς, ἣν ἐν ἄλλοις Μεσσήνην καλεῖ.
507. ὅτι Ζηνόδοτος γράφει Ἄσκρην ἔχον. οὐ δύναται δὲ πολυ-
στάφυλος ἡ Ἄσκρη λέγεσθαι. ἀξιοπιστότερος γάρ ἐστιν Ἡσίοδος
λέγων “Ἄσκρῃ χεῖμα κακῇ, θέρει ἀργαλέῃ” (O. 638)· ὥστε οὐδὲ
πολύκαρπος λέγοιτο ἄν.
511. Ὀρχομενὸν Μινύειον] ἡ διπλῆ ὅτι καὶ ἕτερος Ὀρχομενός ἐστιν Ἀρκαδικός. ἀλλʼ ὁ μὲν Βοιωτιακὸς Μινύειος καλεῖται, ὁ δὲ Ἀρκαδικὸς πολύμηλος· καὶ τοῖς ἐπιθέτοις διαστέλλεται ἡ ὁμωνυμία.
514. ὑπερώϊον εἰς ἀναβᾶσα] εἰς τὸ δίστεγον ἀνελθοῦσα· οἱ γὰρ
ἀρχαῖοι ταῖς γυναιξὶν ὑπερωΐους τοὺς θαλάμους κατεσκεύαζον ὑπὲρ
τοῦ δυσεντεύκτους αὐτὰς εἶναι.
τὴν εἴς πρόθεσιν χωριστέον τοῦ ἀναβᾶσα· ἀναστροφὴ γὰρ, εἰς ὑπερώιον ἀναβᾶσα. τὸ δὲ διάστημα οὐ πάνυ τι αἰσθητόν.
516. τῶν δέ] κατὰ δοτικὴν τοῖς δέ αἱ Ἀριστάρχου. καὶ ἔστιν
ὅμοιον τῷ “τοῖσι δʼ ἅμʼ ὀγδώκοντα (568). καὶ τὸ ἑνικὸν “τῷ δʼ ἄμα
τεσσαράκοντα (534).
517. Φωκήων] τὰ τοιαῦτα διχῶς ἐν ταῖς Ἀριστάρχου εὑρίσκομεν,
καὶ διὰ τοῦ ει Φωκείων, καὶ διὰ τοῦ Φωκήων. τοὺς δὲ Φωκεῖς οἱ
μὲν ἀπὸ Φώκου τοῦ Ψαμάθης καὶ Αἰακοῦ, οἱ δὲ τοῦ Ποσειδῶνος καὶ
Προνόης τῆς Ἀσωποῦ.
ὅτι καὶ ἕτερος Σχεδίος ἐστὶ Φωκεὺς, τῶν ἐπὶ μέρους ἡγεμὼν, καὶ ἀμφότεροι ὑφʼ Ἕκτορος ἀναιροῦνται· “ἔνθ᾿ Ἕκτωρ μὲν ἕλε Σχεδίον ἀρχὸν Φωκήων (Il.15,515). ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ Πυλαιμένους.
518. Ἰφίτου] τὴν μέσην συλλαβὴν ἐκτείνομεν τοῦ Ἰφίτου διὰ
τὸ μέτρον. ἐν ἑτέροις γοῦν φυλάσσομεν τὸν χρόνον· “Ἴφιτος Εὐρυ-
τίδης” (Od. 21, 14).
519. ὠνομάσθη Κυπάρισσος ἀπὸ Κυπαρίσσου τοῦ Ὀρχομενοῦ ἀδελφοῦ, ἢ ἀπὸ τῶν ἐν αὐτῇ φυομένων κυπαρίσσων. ὁμωνύμως δὲ τῷ δένδρῳ ἀνεγνώσθη.
Πυθῶνα] καὶ αὕτη πόλις Φωκίδος. τὸ πρότερον δὲ ἐκαλεῖτο Παρ-
νασσία νάπη ὡς ἀπὸ τοῦ παρακειμένου ὄρους, ἔπειτα Πυθὼν, ὕστερον
δὲ Δελφοί· καὶ Πυθὼ μὲν, ἐπεὶ κατεσάπη αὐτόθι ὁ δράκων ὁ τὸ
μαντεῖον πρότερον φυλάττων, ὃν ἀπέκτεινε τοξεύσας ὁ Ἀπόλλων·
πύθεσθαι γὰρ τὸ σήπεσθαι, ὡς τὸ “σέο δʼ ὀστέα πύσει ἄρουρα” (Il.
4, 174). ὡς ἔνιοί φασι, διὰ τὸ παραγινομένους αὐτόθι πυνθάνεσθαι
τοὺς ἀνθρώπους περὶ ὧν ἐθέλουσιν.
520. Κρῖσαν] Κρῖσα πεδίον ἐν Λοκρίδι ἢ ὡς οἱ πλείονές φασιν
ἐν Δελφοῖς, ὀνομασθὲν ἀπὸ Κρίσου τοῦ Τυράννου καὶ Ἀστεροδείας τῆς
Δηιονέως. Δαυλὶς δὲ πόλις Φωκίδος, ἀπὸ Δαυλιέως ὀνομασθεῖσα τοῦ
τυράννου καὶ Χρηστώνης, ἢ διὰ τὸ σύμφυτον· δαυλὸν γὰρ τὸ δασὺ
ἔλεγον οἱ ἀρχαῖοι.
Πανοπῆα] πόλις Φωκίδος, ῥηθεῖσα ἀπὸ Πανοπέως τοῦ Φώκου.
ὅτι Ζηνόδοτος γράφει καὶ Πανοπτέων, ἄμετρον ποιῶν τὸν στίχον
καὶ οὐ καθʼ Ὁμηρον σχηματίζων τὸ ὄνομα. ἔστι γὰρ Πανοπεύς ὡς
Ἀχιλλεύς· “ὃς ἐν κλειτῷ Πανοπῆϊ” (Il. 17, 307).
521. Ἀνεμώρειαν] αὕτη μεταξὺ κεῖται Φωκίδος καὶ Δελφῶν, ἐφʼ ὑψηλοῦ τόπου, ὅθεν καὶ οὕτως ὠνομάσθη παρὰ τὸ καταπνεῖσθαι αὐτὴν σφοδρῶς.
Ὑάμπολιν] οὕτως ἀνεγνώσθη ὡς φιλόπολις· ἒν γάρ ἐστιν. ἱστο-
ροῦσι δὲ τοὺς ἐγχωρίους καὶ σὺν τῷ σ λέγειν Ὑσάμπολιν.
522. οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισόν] οὗτοι Επικηφίσιοι λέ- γονται, ὑπὸ δέ τινων παραποτάμιοι. ὁ δὲ Κηφισὸς ποταμός ἐστι τῆς Φωκίδος, ἔχων τὰς πηγὰς ἐκ Λιλαίας, ὥς φησιν Ἡσίοδος “ὅστε Λιλαίῃσι προΐει καλλίρροον ὕδωρ.”
523. πηγῆς ἔπι] Πτολεμαῖος ἀναστρέφει καὶ Πάμφιλος. Ἀλε- ξίων συντάσσει τῇ γενικῇ τὴν πρόθεσιν, καὶ οὐκ ἀναστρέφει. Ἀρί- σταρχρς δὲ τοῖς κυριωτέροις συνέτασσε τὰς προθέσεις.
527. Λοκρῶν] Λοκρῶν νῦν μέμνηται. τῶν Ἐπικνημιδίων καλου-
μένων· οὗτοι γὰρ ἀντικρὺ τῆς Εὐβοίας τὴν οἴκησιν πεποίηνται, οἱ
ὑπὸ τῷ Αἴαντι ὄντες. εἰσὶ δὲ καὶ ἕτεροι Λοκροὶ, ἐπικαλούμενοι
καὶ τὰς δορὰς τῶν βοσκημάτων δυσώδεις οὔσας καὶ ἀβυρσεύτους
ἀμφιέννυνται. τούτων δὲ ἄποικοί εἰσιν ἕτεροι Λοκροὶ, οἱ ἐπιζεφύροιι
καλούμενοι διὰ τὸ ἐπὶ Ζεφυρίῳ ὄρει τῆς Ἰταλίας παροικεῖν.
Ὀϊλῆος] ἡ διπλῆ, ὅτι τινὲς τῶν νεωτέρων ἀνέγνωσαν χωρὶς τοῦ
ο, ὡς ἄρθρου ὄντος, εἶτα Ἰλῆος. ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει τὸν
Ὀϊλῆα. τὸ δὲ ἑξῆς ἐστὶ Λοκρῶν οἳ Κῦνον· τὰ δὲ λοιπὰ διὰ μέσου,
ὧν ἡ διόρθωσις προείρηται.
528. ὅτι Ζηνόδοτος ἠθέτηκεν αὐτόν. ἀναγκαῖος δέ ἐστι. προδια- συνίστησι γὰρ ὅτι ἥττων ἐστὶ κατὰ τὸ μέγεθος τοῦ Τελαμωνίου. ἐκεῖνον μέντοι γε μέγαν λέγει.
529, 530. ἀθετοῦνται ἀμφότεροι, ὅτι προείρηκε “μείων, οὔτι
τόσος γε,” καὶ πρὸς οὐδὲν διλογεῖ “ἀλλὰ πολὺ μείων.” καὶ οὐδὲ
πολὺ λείπεται τοῦ ἑτέρου. κακῶς δὲ καὶ τὸ λινοθώρηξ· οἱ γὰρ
Ἔλληνες οὐκ ἐχρῶντο λινοῖς θώραξι. διὰ παντὸς γὰρ χαλκοχίτωνας
αὐτοὺς λέγει. καὶ Ἕλληνας οὐδέποτε εἴρηκεν, ἀλλʼ Ἀργείους ἢ
Δαναούς· καὶ οὐδὲ Ἑλλάδα τὴν οἰκουμένην ὑπὸ Ἑλλήνων, ἀλλὰ
μίαν πόλιν Θεσσαλίας, ἦς τοὺς οἰκήτορας Ἕλληνας λέγει· “Μυρμι-
δόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί” (648).
532. ὅτι Ζηνόδοτος γράφει Βῆσαν ἐν τῷ ἑνὶ σ, διὰ τὸ βήσσας
λέγεσθαι τῶν ὀρῶν τοὺς καθύγρους τόπους. ἔστι μέντοι προσηγορικὰ
ἅ τινων κύρια γίνεται, οἷον Κυπάρισσος, καὶ πόλεως ὄνομα.
Αὐγειὰς ὡς καλιάς· συνήθης γὰρ ἡ τοιαύτη ἀνάγνωσις τῷ ποιητῇ, Ἰωνικωτέρα οὖσα.
535. Εὐβοίης] Εὔβοια νῆσος παρακειμένη τῇ Ἀττικῇ καὶ
Βοιωτίᾳ καὶ Φωκίδι καὶ Λοκρίδι, ἥτις καὶ Μάκρις ἐκαλεῖτο ἤτοι
διὰ τὸ εἰς μῆκος κεῖσθαι ἢ ἀπὸ Μάκριδος νύμφης, τῆς τροφοῦ
Ἡρας. ὠνομάσθη δὲ Εὔβοια ἀπὸ Εὐβοίας τῆς Ἀσωποῦ.
540, 541. Ἐλεφήνωρ—Χαλκωδοντιάδης] Χαλκώδοντος παῖς Ἐλεφήνωρ. εἰ δὲ, ὡς προείρηται, προληπτικῶς τὰ ὀνόματα ἐτίθουν οἱ παλαιοὶ τοῖς παισὶ, πεποίηται παρὰ τὸ ἐλεφαίρεσθαι αὐτὸν τοὺς πολεμίους βλάπτοντα.
542, 543. βραχὺ διασταλτέον θοοί, κομόωντες, αἰχμηταί· μᾶλλον
γὰρ ἐμφαίνει ἕκαστον συμβεβηκὸς ἰδίᾳ λεγόμενον.
542. ὄπιθεν κομόωντες] τὰ ὀπίσω μέρη τῆς κεφαλῆς κομῶντες ἀνδρείας χάριν. ἴδιον δὲ τοῦτο τῆς τῶν Εὐβοέων κουρᾶς, τὸ ὄπισθεν τὰς τρίχας βαθείας ἔχειν.
543. αἰχυηταί] καὶ ὁ χρησμὸς περὶ αὐτῶν οὕτως “ἄνδρες
οἳ ναίουσιν ὕδωρ καλῆς Ἀρεθούσης.” ἦν δὲ παρʼ αὐτοῖς αἰσχρὸν
τὸ τοξεύειν.
ὀρεκτῇσι μελίῃσι] τοῖς ἐκ χειρῶν δόρασιν, οἷς ὀρέγδην ἐχρῶντο συνιστάμενοι καὶ ἐκτείνοντες αὐτά· ἐξ οὗ θαρσαλέοι· ὀρέξασθαι γάρ ἐστι τὸ ἐκ χειρὸς πατάξαι.
546. Ἀθήνας] Ἀθήνας νῦν κέκληκε τὴν πόλιν· τοὺς δὲ δήμους παρέλιπε διὰ τὸ πλῆθος, ἢ διὰ τὸ μὴ δύνασθαι πάντας εἰς μετρο- ποιίαν καταταγῆναι.
547. ἐρεχθῆος] ἐρεχθέως τοῦ βασιλέως Ἀθηναίων, τοῦ καὶ
Ἐριχθονίου καλουμένου, γεννηθέντος δὲ ἐκ τοῦ Ἡφαίστου. οὗτος γὰρ
ἐδίωκεν Ἀθηνᾶν ἐρῶν αὐτῆς, ἡ δὲ ἔφυγεν· ὡς δὲ ἐγγὺς αὐτῆς
ἐγένετο πολλῇ ἀνάγκῃ (ἦν γὰρ χωλὸς), ἐπειρᾶτο συνελθεῖν· ἡ δὲ
ὡς σώφρων καὶ παρθένος οὖσα οὐκ ἀνέσχετο. οὕτως ἀπεσπέρμηνεν
εἰς τὸ σκέλος τῆς θεᾶς. ἡ δὲ μυσαχθεῖσα, ἐρίῳ ἀπομάξασα τὸν
γόνον, ἔρριψεν εἰς γῆν· ὅθεν Ἐριχθόνιος ὁ ἐκ τῆς γῆς ἀναδοθεὶς
παῖς ἐκλήθη, ἀπὸ τοῦ ἐρίου καὶ τῆς χθονός. ἱστορεῖ Καλλίμαχος
ἐν Ἑκάλῃ.
548. ζείδωρος ἄρουρα] τοῦτο ὡς κύριον ἔλαβεν ἐπὶ τῆς Ἀττικῆς· ἐκεῖ γὰρ πρῶτον ἀνεδόθη καρπός· διὸ νῦν πρῶτον τῷ ἐπιθέτῳ ἐχρή- σατο.
553. ὅτι Ζηνόδοτος ἀπὸ τούτου τρεῖς στίχους ἠθέτηκεν, μήποτε
διότι διὰ τῶν ἐπὶ μέρους οὐδέποτε αὐτὸν διατάσσοντα συνέστησεν.
πολλὰ μέντοι Ὅμηρος κεφαλαιωδῶς συνίστησιν, αὐτὰ τὰ ἔργα
557. δυοκαίδεκα] Πάμφιλος τρία ποιεῖ καὶ κατὰ παράθεσιν
ἀναγινώσκει. ἀφορμὴν δὲ ἔχει ἡ κατὰ σύνθεσιν ἀνάγνωσις τὴν ποιη-
τικὴν χρῆσιν, ἥτις τὰ κατὰ παράθεσιν πολλάκις ἑνοῖ, ὡς τὸ πασιμέ-
λουσα (Od. 12, 70) καὶ τὰ τοιαῦτα.
565. φώς] τὸ φώς ὀξυτονούμενον τὸν ἄνθρωπον δηλοῖ, ὡς νῦν καὶ
“φῶτʼ Ἀσκληπιοῦ υἱόν” (Il. 4, 194), περισπώμενον δὲ τὸ φέγγος
καὶ τροπικῶς τὴν σωτηρίαν, συνῃρημένον ἐκ τοῦ φάος. εἰκότως οὖν
περισπᾶται· “φόως δʼ ἑτάροισιν ἔθηκεν” (Il. 6, 6) καὶ “χρύσεον
λύχνον ἔχουσα φόως περικαλλές” (Od. 19, 34). ἐπεὶ τὸ πῶς καὶ
τὸ ποῦ ἐπιρρήματά ἐστι πευστικὰ, οἷον “πῶς θάνεν Ἀτρείδης; ποῦ
Μενέλαος ἔην;” (Od. 3, 248) ὀξυτονούμενα δὲ καὶ ἐγκλιτικά ἐστιν,
ὡς τὸ “ἀλλʼ οὔπως άμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν” (Il. 4, 320),
“ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι” (Il. 5, 193).
570. ἀφνειόν τε Κόρινθον] ἐμπόριον γὰρ τῆς Ἑλλάδος κατὰ Θουκυδίδην ἡ Κόρινθος. ἡ διπλῆ δὲ, ὅτι ἐκ τοῦ ἰδίου προσώπου Κόρινθον ὅταν δὲ ἡρωϊκῷ προσώπῳ περιτιθῇ τὸν λόγον, Ἔφυραν λέγει· “ἔστι πόλις Ἐφύρη” (Il. 6, 152).
Ἀραιθυρέην] ὅτι Ζηνόδοτος γράφει Παραιθυρέην. οὐκ ἐπίσταται
δὲ ταύτην τὴν πόλιν οὕτως ὀνομαζομένην.
574. Πελλήνην] διαφέρει Πελλήνη Παλλήνης· Πελλήνη μὲν γὰρ πόλις Θράκης, Παλλῆναι δὲ δῆμος τῆς Ἀττικῆς, Πελλήνη δὲ πολίχνιον τῆς Ἀχαίας, ἐστι Πελοπόννησος.
575. αἰγιαλόν] οὕτως ἐκαλεῖτο ἡ παραθαλασσία χώρα ἤτοι
πλευρὰ τῆς Πελοποννήσου, ἡ παρατείνουσα ἀπὸ Σικυῶνος μέχρι
Ἤλιδος.
576. τῶν] ὅτι τὸ τῶν οὐχ ὡς ἄρθρον παρείληπται, ἀλλʼ ἀντὶ ἀν- τωνυμίας τῆς τούτων, καὶ παραλέλειπται ἡ ἐκ πρόθεσις, ἵνʼ ᾖ, ἐκ τούτων τῶν πόλεων ἑκατὸν νηῶν ἦρχεν.
579. οὕτως ἡ ἑτέρα τῶν Ἀρισταρχείων, καὶ ἔστι χαριέστερον·
“ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν κυδιόων· πᾶσιν δὲ μετέπρεπεν
ἡρώεσσιν, οὕνεκʼ ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς.” ἡ γὰρ
579, 580. ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, ἐπεὶ διὰ τῶν ἐξῆς ἄριστος ὁ Αἴας λέγεται. ἐν διαφόροις δὲ πράγμασίν εἰσιν οὗτοι ἄριστοι, ὁ μὲν πλούτῳ καὶ εὐγενείᾳ, ὁ δὲ τῇ κατὰ πόλεμον ἀρετῇ.
581. κοίλην Λακεδαίμονα] τὴν ὑπὸ ὀρῶν περιεχομένην, διὰ τὸ περικεῖσθαι αὐτῇ κύκλῳ τὸ Ταΰγετον ὄρος· διὸ καὶ ἀτείχιστον αὐτὴν ᾤκησαν. Λακεδαίμονα δὲ τὴν χώραν λέγουσι, τὴν δὲ πόλιν Σπάρτην καλοῦσιν.
κητώεσσαν] μεγάλην, παρὰ τὸ κῆτος, ὅπερ δοκεῖ πάντων μεῖζον
εἶναι τῶν ἐνύδρων ζώων.
582. Μέσσην] ὅτι Μέσσην τὴν ἐπὶ τῆς Λακωνικῆς Μεσσήνην λέγει, συγκόψας τοὔνομα. ὅτι γὰρ ὑπὸ Λακεδαιμονίους αὐτὴν οἶδε δῆλον ἐξ ὧν φησὶ “δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε· τὲ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν” (Od. 21, 15).
585. Λάαν] ὁ ποιητὴς διεῖλεν· μονοσυλλάβως γὰρ λέγεται Λᾶς.
Οἰτυλον δὲ ὡς δάκτυλον· ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆς οι δι-
φθόγγου. κακῶς δὲ Τυραννίων, οἰόμενος ἄρθρον εἶναι τὸ οι, καὶ παρὰ
τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱστορίαν, εἴ γε
οὕτως φησὶ καὶ Φερεκύδης “τοῦ δὲ γίνεται Ἀμφιάναξ· τοῦ δʼ
Οἴτυλος, ἀφʼ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται.” τὸ δὲ κεφάλαιον
ἐκτέταται ἐν τῇ προσῳδίᾳ τῷ Ἡρωδιανῷ περὶ τῆς ἀναγνώσεως τῆς
Τυραννίωνος.
592. Θρύον] ὅτι Θρύον εἶπε τὴν ἐν ἄλλοις Θρυόεσσαν. “ἔστι δέ τις Θρυόεσσα πόλις” (Il. 11, 710).
ἐΰκτιτον Αἰπύ] Ἀρίσταρχος ὡς ὀξύ· συγκατατίθεται δὲ αὐτῷ
καὶ Ἀπολλόδωρος. Φερεκύδης δὲ ὁ Ἀθηναῖος τὸ μὲν ἐΰκτιτον
κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου
τινὲς τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοις
(Il. 11, 711) εἴρηκεν “ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,”
ὃ νῦν εἴρηκεν αἰπὺ, καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν.
Πτολεμαῖος δέ φησι μὲν κύριον εἶναι τὸ αἰπύ, οὐ μὴν συγκατατί-
θεται τῷ τόνῳ, φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγο-
ρικοῖς, Ἕλος, Αἰγιαλός. χρὴ μέντοι γινώσκειν ὅτι ἀναλογωτέρα
ἀνάγνωσις ἦν ἡ βαρεῖα· τὰ γὰρ εἰς ῡ μονογενῆ οὐδέτερα βαρύνεται,
595. Θάμυριν] οὗτος παῖς ἦν Φιλάμμονος καὶ Ἀργιόπης νύμφης,
τὸ γένος Θρᾷξ, ὃς ἔσχεν αἰσχρὸν ἔρωτα, πρῶτος ἀρξάμενος ἐρᾶν
ἀρρένων. οὗτος κάλλει πολλῶν διενεγκὼν καὶ κιθαρῳδίᾳ, περὶ μου-
σικῆς ἐρίσας ταῖς Μούσαις συνέθετο, ἂν μὲν κρείττων εὑρεθῇ, πλη-
σιάσαι πάσαις, ἐὰν δὲ ἡττηθῇ, στερηθῆναι οὗ ἂν ἐκεῖναι θέλωσιν.
καθυπέρτεραι δὲ αἱ Μοῦσαι γενόμεναι τῶν ὀμμάτων αὐτὸν καὶ τῆς
κιθαρῳδίας καὶ τοῦ νοῦ ἐστέρησαν.
596. Οἰχαλίηθεν] ὅτι Θεσσαλίας ἡ Οἰχαλία καθʼ Ὅμηρον. οἱ δὲ νεώτεροι ἐπʼ Εὐβοίας πεποιήκασιν.
597. ὅτι τὸ στεῦτο κατὰ διάνοιαν ὡρίζετο, οὐκ ἐπὶ τῆς τῶν
ποδῶν στάσεως, ὡς ἐν τοῖς κατὰ τὴν νέκυιαν ἠθετημένοις “στεῦτο δὲ
διψάων” (Od. 11, 583). καὶ ὅτι εἴπερ ἂν αὐταί ἀντὶ τοῦ εἰ
καὶ αὐταί.
599. ὅτι πηρόν οὐ τυφλὸν, ὡς ἀπεδέξαντο οἱ νεώτεροι, ἀλλὰ
τῆς ᾠδῆς πηρόν. τί γὰρ ἦν αὐτῷ βλαβερὸν κιθαρῳδῷ ὄντι, εἰ τῶν
ὀφθαλμῶν ἐστερήθη; μᾶλλον γὰρ προσεκτικὸς ἂν ἐγένετο τῇ φω-
νασκίᾳ. τόν γε δή τοι Δημόδοκον ἡ Μοῦσα “ὀφθαλμῶν μὲν ἄμερσε,
δίδου δʼ ἡδεῖαν ἀοιδήν” (Od. 8, 64).
πηρόν ὡς χρηστόν κατʼ ὀξεῖαν τάσιν παρὰ τῷ ποιητῇ· παρὰ δὲ
τοῖς Ἀττικοῖς πῆρον ὡς λῆρον. ὑγιεστέρα δὲ ἡ παρὰ τῷ ποιητῇ
ἀνάγνωσις, ἐπεὶ τὰ εἰς ος λήγοντα δισύλλαβα, εἰ ἔχοι τὴν πρώτην
συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ η, ὀξύνονται, οἷον πηός πηλός. οὕτως
καὶ πηρός.
600. ἀφέλοντο καὶ ἐκλέλαθον] ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλοντο,
ἐπὶ δὲ τοῦ διδακτοῦ ἐκλέλαθον· ὃ γὰρ ἔμαθέ τις, οὐκ ἀπόλλυσιν
ἐπιλήθεται δέ.
603. Ἀρκαδίην] Ἀρκαδία ἀπὸ Ἀρκάδος τοῦ Διὸς, οὗ Ἀμφιδά- μας, οὗ Ἀλεὸς, οὗ Ἀγκαῖος, οὗ Ἀγαπήνωρ.
Κυλλήνης] Κυλλήνη ὅρος ὑψηλὸν τῆς Ἀρκαδίας, καὶ πόλις οὖσα
παρʼ αὐτῷ ὁμώνυμος, ἐν ᾧ ὄρει δοκεῖ Ἑρμῆς γεγενῆσθαι ἐκ Μαίας
τῆς Ἄτλαντος θυγατρὸς καὶ Διός· ὅθεν καὶ Κυλλήνιον τὸν θεόν
φασιν.
605. πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὀρχομενοῦ, ὅτι τῷ ἐπιθέτῳ διέ- πτηλxέν.
608. *Στύμφηλον] ὡς Εὔμηλον· ἴδιον γάρ.
612. ἀπὸ τούτου ἕως τοῦ “Ἀτρείδης ἐπεὶ οὔ σφι” (614) Ζη-
νόδοτος ἠθέτηκε τρεῖς στίχους. ἀναγκαῖοι δέ εἰσιν· παριστόρηται
γὰρ διʼ αὐτῶν ὅτι παρέσχεν αὐτοῖς ναῦς ὁ Ἀγαμέμνων, ἐπεὶ οὔ σφι
θαλάσσια ἔργα μεμήλει.
ἐπεὶ μεσογείους ὄντας εἰς Ἴλιον ἐπήγαγεν, λύει τὸ ζήτημα πόθεν εἶχον ναῦς.
615. Βουπράσιον] πόλις, ἡ δὲ χώρα Ἦλις. ὁρίοις δὲ αὐτοὺς περιγράφει, μὴ θέλων πάλιν λεπτολογεῖν τὰ κατὰ μέρος.
616, 617. ὅσσον—ἐέργει] ἐφʼ ὅσον ἢ τε Ὑρμίνη καὶ ὁ Μύρ-
σινος καὶ τὸ Ἀλείσιον καὶ ἡ Ὠλενία πέτρα ἐντὸς συνεῖχον, τοῦ
παντὸς οἱ Ἡλεῖοι ἐβασίλευον. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος σὺν τῷ ῑ
γράφει. γίνεται δὲ ἀκατάλληλος ὁ λόγος.
621. ὁ μὲν Κτεάτου, ὁ δʼ ἄρʼ Εὐρύτου Ἀκτορίωνε] ὅτι παρὰ τὸ εἰθισμένον πρός τὸ πρότερον ἀπήντηκεν· ἔστι γὰρ ὁ προκατειρημένος Ἀμφίμαχος Κτεάτου υἱὸς, ὁ δὲ Θάλπιος Εὐρύτου. καὶ ὅτι οὕτως εἴρηκεν, Ἀκτορίωνε, δέον Ἀκτοπιώνων.
625. ὅτι οὐχ ὡς κεχωρισμένου Δουλιχίου τῶν Ἐχινάδων οὕτως εἴρηκεν, ἀλλʼ ἀντὶ τοῦ ἐκ Δουλιχίου καὶ τῶν ἄλλων Ἐχινάδων. καὶ ὅτι ἀπὸ τοῦ Ἐχῖνα εἴρηκεν Ἐχινάων.
Δουλίχιον νῆσος πρὸ τῆς Κεφαλληνίας· αἱ δὲ Ἐχινάδες νῆσοί
εἰσι τῆς Ἀκαρνανίας, παρὰ ταῖς ἐκβολαῖς τοῦ Ἀχελῴου ποταμοῦ,
ἐν αἷς οἱ κατοικοῦντες καλοῦνται Ἐπειοί.
626. *αἳ ναίουσι] ὅτι Ζηνόδοτος γράφει οἳ ναίουσι, ἐπὶ τῶν ἀν- δρῶν. οὐ νοεῖ δὲ ὅτι ἀντὶ τοῦ ναίονται.
629. ὅς ποτε] ὃς εἰς τὸ Δουλίχιόν ποτε ἀπῳκίσθη διὰ τὸ κατα-
μαρτυρῆσαι τοῦ πατρὸς Αὐγείου πρὸς Ἡρακλέα περὶ τοῦ μισθοῦ, ὃν
ὑπέσχετο παρέξειν τῷ Ἡρακλεῖ ὁ Αὐγείας, εἰ καθαίροι αὐτοῦ τὰς
ἐπαύλεις μεστὰς οὔσας τῆς κόπρου τῶν βοῶν. ἡ ἱστορία καὶ παρὰ
Καλλιμάχῳ.
πρὸς τὴν ἀμφιβολίαν, πότερον ὁ Μέγης ἀπῴκησεν ἡ ὁ Φυλεὺς, ὃ καὶ Ὁμηρικώτερον· Ὅμηρος γὰρ ἀεὶ πρὸς τὸ δεύτερον πρότερον ἀπαντᾷ.
634. ἡδʼ οἱ Σάμον] ὅτι Ζηνόδοτος γράφει ἡδʼ οἱ Σάμην, καὶ ἄμε- τρον ποιῶν, καὶ ἀγνοῶν ὅτι κατὰ τὸ ἀρσενικὸν ἐνίοτε ἐκφέρεται τὰ εἰς η λήγοντα· “μεσσηγὺς Τενέδοιο Σάμοιό τε” (Od. 4, 845)· οὐ γὰρ εἶπε Σάμης τε. φρούριον δὲ τῆς Κεφαλληνίας μέχρι νῦν Σάμος, ὅπερ φασὶ Ῥωμαῖοι Κάστρον.
637. μιλτοπάρῃον] ὅτι ἤδη ἡ ἐκ χρωμάτων μίξις ἦν ἐπιπολάσασα πρὸς τὴν ζωγραφικήν. ἐξηλλαγμέναι δὲ αἱ Ὀδυσσέως νῆες, ὅπως, εἰ καὶ ὀλίγαι, ἀλλʼ οὖν διὰ τῆς χρίσεως ἐπίσημοι εἶεν, καὶ ὅτε δέοι πλεῖν, μὴ σκορπίζοιντο. ἀμέλει καὶ μέσας αὐτὰς πρὸς κόσμον τῶν ἄλλων ἔταξαν, καὶ τὴν ἀγορὴν ἐκεῖσε ἐποίησαν (Il. 11, 805).
641. ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν, ἴσως ὑποπτεύ- σας τὸν Μελέαγρον κεχωρίσθαι τῶν Οἰνέως παίδων. εἴρηται δὲ ἐξ ὀνόματος κατʼ ἐξοχὴν, καθάπερ ἐπὶ τοῦ “Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα” (Il. 13, I)· καὶ γὰρ ὁ Ἕκτωρ Τρὼς ἦν.
642. ἐὰν στίζωμεν ἐπὶ τὸ ἔην, ἔσται τό αὐτός ἐπὶ τοῦ Οἰνέως·
ἐὰν δὲ βραχὺ διαστέλλωμεν, ὅλος ὁ στίχος ἐπὶ τοῦ Μελεάγρου, καὶ
τὸ ἐξῆς, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην ξανθὸς Μελέαγρος, θάνε δέ.
644. *τῷ] ἐπὶ τοῦ Θόαντος, ἵν᾿ ᾖ τούτῳ.
648. Φαιστόν] ὡς πιστόν ὀξυτόνως· βαρυνόμενον γὰρ ἐπὶ τοῦ
ἥρωος τίθεται “Ἰδομενεὺς δʼ ἄρα Φαῖστον” (Il. 5, 43). 30
Ῥύτιον] προπαροξυτόνως ὡς στάδιον. οὐκ εὗ δὲ Τυραννίων παρ-
649. πρὸς τοὺς χωρίζοντας, ὅτι νῦν μὲν ἑκατόμπολιν τὴν Κρήτην,
ἐν Ὀδυσσείῳ δὲ ἐνενηκοντάπολιν. ἤτοι οὖν ἑκατόμπολιν ἀντὶ τοῦ
πολύπολιν· ἢ ἐπὶ τὸν σύνεγγυς καὶ ἀπαρτίζοντα ἀριθμὸν κατενή-
νεκται νῦν, ἐν Ὀδυσσειᾳ δὲ τὸ ἀκριβὲς ἐξενήνοχεν, ὡς παρὰ Σοφο-
κλεῖ. τινὲς δέ φασι Πυλαιμένη τὸν Λακεδαιμόνιον δεκάπολιν
κτίσαι.
655. τρίχα] τὸ τρίχα βαρύνεται, ὅτι τὰ εἰς ως λήγοντα ἐπιρρή-
ματα, εἰ ἔχοι παρακείμενα εἰς λήγοντα, μὴ συνεμπίπτοντα ὀνό-
μασι, πάντως βαρυνόμενα ἔχει, οἷον σαφῶς σάφα· ὅθεν εἰ τριχῶς,
τρίχα.
658. ὅτι Ζηνόδοτος γράφει Ἡρακλείῃ, καὶ ἄμετρον ποιῶν καὶ
οὐχ Ὁμηρικὸν τὸ σχῆμα· ἀπὸ γὰρ τοῦ Ἡρακλῆος Ἡρακληείη ἐκ-
πίπτει.
659. ὅτι ἡ Ἔφυρα αὕτη ἑτέρα ἐστὶ τῆς Κορίνθου, τῆς Θεσπρω- τίας οὖσα· καὶ ὅτι σὺν τῷ σ Σελλήεντα τὸν ποταμὸν λέγει, ἀφ᾿ οὗ τὸ παροικοῦν ἔθνος Σελλοὺς καλεῖ. οἱ δὲ νεώτεροι Ἑλλοὺς λέγουσι πλανηθέντες.
662. κατέκτα] Πτολεμαῖός φησιν ὁ Ἀσκαλωνίτης Ἀρίσταρχον
ἀνεγνωκέναι ὁμοίως τῷ “ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ” (Od. 11, 410)
κατὰ συστολήν. Τυραννίων δὲ κατʼ ἔκτασιν. οἶμαι δὲ ἀκόλουθον
εἶναι ἐκείνῃ τῇ γραφῇ τῇ κομιζομένῃ ὑπʼ Ἀριστάρχου “ὣς ἔμεν ὡς
ἅτε δῖον Ἐρευθαλίωνα κατέκτα (Il. 4, 319). ἡ μέντοι κοινὴ ἀνά-
γνωσις ἡ κατὰ συστολὴν ἀφορμὴν ἔσχε τὴν τῆς ἀποκοπῆς, ὁμοίως τῷ
“οὖτα κατὰ λαπάρην (Il. 6, 64).
ἱστόρηται ὅτι Τληπόλεμος θεασάμενος Λικύμνιον τὸν μήτρωα, ἤδη
γεραιὸν ὑπάρχοντα, ὑπό τινος τῶν οἰκετῶν ἀμελῶς χειραγωγούμενον,
ἀφῆκε τὴν βακτηρίαν ἐπὶ τὸν οἰκέτην, καὶ τούτου μὲν ἥμαρτε, πλή-
ξας δὲ τὸν Λικύμνιον ἀκουσίως ἀπέκτεινεν· διὸ ἠναγκάσθη γενέσθαι
φυγὰς τῆς πατρίδος.
665. βῆ φεύγων] τὸ μὲν Ὁμηρικὸν ἔθος βῆ φεύγειν προφέρεται.
ἀλλʼ ὅ γε Ἀρίσταρχος οὐ μετέθηκεν, ἀλλʼ οὕτως γράφει, βῆ φεύγων.
γάρ οἱ] ὁ γάρ ὀξύνεται, ἵνα ἀντωνυμία γένηται ἐγκλιτικὴ δοτικῆς πτώσεως τὸ οἱ, καὶ μὴ ἄρθρον· καὶ γὰρ ἔθος μᾶλλον τῷ ποιητῇ παρα- λείπειν τὰ ἄρθρα.
667. αὐτὰρ ὅ γʼ ἐς Ῥόδον] ὅτι Ζηνόδοτος γράφει αἶψα δʼ ὅ γ᾿ ἐς Ῥόδον. οὐ δύναται δὲ ταχέως ἐληλυθέναι ἐπὶ τὴν Ῥόδον ὁ πρότερον μὲν ναῦς πεπηχὼς, εἶτα ἀλώμενος καὶ οὐκ εὐπλοηκώς.
668. σεσημείωται πρὸς τὸν ἑξῆς ἀθετούμενον· οὐ γὰρ νοήσας τις
ὅτι τὸ σημαινόμενον τοιοῦτόν ἐστι, καίπερ οὐκ ἐπὶ τῆς αὐτῆς οἰκοῦν-
τες πόλεως, ἀλλὰ τριχῆ διασπαρέντες ἐφιλήθησαν ὑπὸ ἀλλήλων καὶ
οὐ διήχθρευσαν, ἐζήτησεν ὑπὸ τίνος ἐφιλήθησαν. διὸ προσέθηκε τὸν
“ἐκ Διὸς, ὅστε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει.”
669. *ἀθετεῖται· ἡ δὲ αἰτία προείρηται.
670. πλοῦτον κατέχευε Κρονίων] ὅτι Πίνδαρος (Ol. 7, 91) κυρίως
δέδεκται χρυσὸν ὗσαι τὸν Δία, Ὁμήρου μεταφορᾷ κεχρημένου διὰ
τοῦ κατέχευε πρὸς ἔμφασιν τοῦ πλούτου.
671. Νιρεύς] ἐνταῦθα τρὶς ὀνομάσας τὸν Νιρέα οὐκέτι αὐτοῦ ἐμνήσθη. καὶ τούτου αὐτὸς τὴν αἰτίαν παραδίδωσι, λέγων “ἀλα- παδνὸς ἔην, παῦρος δέ οἱ εἴπετο λαός.”
ἄγε] χωρὶς τοῦ ν τὸ ἄγε. καὶ ὅλως ἐφʼ ὧν τὰ ἐπιφερόμενα σύμ- φωνά ἐστι, τὸ ἐκ τῆς προτέρας λέξεως σύμφωνον περιαιρετέον.
672. Χαρόποιο] ὡς Μενάνδροιο· καὶ γὰρ ἀπὸ γενικῆς εὐθεῖά ἐστι παρειλημμένη ὡς τὸ υἱὸς Τροιζήνοιο (847), καὶ εἰς ἰδιότητα ὀφείλει ἡ βαρεῖα τάσις παραλαμβάνεσθαι.
673, 674,675. τρισὶ στίχοις παράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι ἐκ τῶν τριῶν τοὺς δύο ἠθέτηκε Ζηνόδοτος, τὸν δὲ μέσον οὐδὲ ἔγραφεν, τοῦ Ὁμήρον φιλοτιμουμένου ἐν πᾶσι τὸν Ἀχιλλέα προτε- ροῦντα παραστῆσαι.
676. Κράπαθον] ὡς λάπαθον, οὕτως Κράπαθον· καὶ γὰρ ὁ τοιοῦτος
χαρακτὴρ ὀφείλει βαρύνεσθαι ἐπὶ θηλυκῶν, λέγω δὲ ὁ εἰς θος λήγων
ὑπὲρ δύο συλλαβὰς, τῷ ᾱ παραληγόμενος, ἄμαθος ψάμαθος.
677. * Καλύδνας] ὡς καλύβας ἀναγνωστέον.
681. ὅτι Ζηνόδοτος μετέγραφεν οὕτως “δʼ Ἄργος τʼ εἶχον τὸ Πελασγικὸν, οὖθαρ ἀρούρης,” τοῦ Ὁμήρου φιλοτέχνως ὥσπερ προοι- μιαζομένου διὰ τὸ μεταβαίνειν ἀπὸ τῶν νήσων καὶ τῆς Πελοποννήσου ἐπὶ τὰ πατὰ Θεσσαλίαν, οὐκ ὄντα συναφῆ τοῖς προειρημένοις.
τούς] μακρόθεν ὑπακούεται τὸ ἔσπετε ἢ τὸ ἐρέω· καὶ τὰ τοιαῦτα
τοῖς αἰτήμασιν ὑποπίπτει. στικτέον δὲ ἐπὶ τὸ ἔναιον, ἵνʼ ᾗ τὸ ἐπι-
φερόμενον, οἵ τʼ Ἄλον τε καὶ Ἀλόπην ἐνέμοντο· τὸ γὰρ οἵ κατʼ
ἐπανάληψιν περισσεύει. δύναται δὲ καὶ ὑποστίζεσθαι ἕκαστος στίχος
ἕως τοῦ Ἀχαιοί κατὰ τέλος. ἡ δὲ συνήθεια συνάπτουσα τὰ τοιαῦτα
τοῖς ἐπάνω οὐ κατορθοῖ· οὐ γὰρ μόνοι τὸ Πελασγικὸν Ἄργος κατοι-
κοῦσιν οἱ ὑπʼ Ἀχιλλεῖ τεταγμένοι. τὸ δὲ τούς ἀντωνυμία ἐστί. διὸ
περισπαστέον τὸ νῦν καὶ τὸ αὖ.
682. *Τρηχῖνʼ ἐνέμοντο] Ἰακῶς τὸ νέμοντο Ἀρίσταρχος.
684. ὅτι μόνους τοὺς ὑπʼ Ἀχιλλεῖ τεταγμένους Ἕλληνας καλεῖ.
686. ὅτι Ζηνόδοτος ἀθετεῖ ἀπὸ τούτου ἕως τοῦ τῆς ὅγε κεῖτʼ
ἀχέων (694) στίχους ἐννέα. ἀναγκαῖοι δέ εἰσιν διʼ αὐτῶν γὰρ
δηλοῦται ὅτι ἐφʼ ἑαυτῶν ἔμενον οἱ Μυρμιδόνες.
689. *κούρης χωόμενος] ὅτι ἐλλείπει ἡ περί πρόθεσις.
690. τὴν ἐκ Λυρνησσοῦ] ἡ διπλῆ περιεστιγμένη, ὅτι Ζηνόδοτος
γράφει τὴν ἐν Λυρνησσῷ. οὐκ ἔλαβε δὲ αὐτὴν ἐν Λυρνησσῷ, ἀλλὰ
πρότερον κατάξας τῷ Ἀγαμέμνονι ἐξαίρετον ἔλαβεν αὐτὴν γέρας.`
694. ἀνστήσεσθαι ἔμελλεν] ὅτι Ζηνόδοτος γράφει ἀστήσεσθαι ἔμελλεν, διὰ τοῦ καταπροηγουμένως λόγου αἰολίζοντος, ἀλλʼ οὐχὶ σπανίως δι᾿ εὐφωνίαν. οὐδʼ οἱ Αἰολεῖς δὲ οὕτως λέγουσιν.
695. βαρυτονητέον τὸ Φυλάκην πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνο-
μένου.
696. Δήμητρος τέμενος] ὅτι οὐ τὸν Πύρασον λέγει Δήμητρος τέμενος, ἀλλὰ πόλις ἐστὶ Δημήτριον καλουμένη.
τοῦτο καὶ τῶν ἐπάνω καὶ τῶν ἑξῆς χωριστέον· ἡ Δημήτριον γὰρ
πόλις καθʼ ἑαυτήν ἐστιν. ἀσυνδέτως δὲ ἐξενήνεκται, ὡς καὶ ἀπάνω
697. ἀγχίαλόν τʼ Ἀντρῶνα] ὅτι Ζηνόδοτος γράφει ἀγχιάλην τʼ
Ἀντρῶνα. καὶ εἰ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών, κοινόν ἐστι τὸ
ὄνομα, ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος.
699. ἔχεν κάτα] εἰ συντάσσεται τῷ ἔχεν, δῆλον ὅτι καὶ ἀναστρέ- φεται· πρόδηλον δὲ ὅτι συντάσσεται, ἐν οἷς φησὶν ἐν ἄλλοις “τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα” (Il. 3, 243).
701. δόμος ἡμιτελής] ἤτοι ἄτεκνος, ἢ ἀφῃρημένος τοῦ ἑτέρου
τῶν δεσποτῶν, ἢ ἀτελείωτος· ἔθος γὰρ ἦν τοῖς γήμασι θάλαμον
οἰκοδομεῖσθαι. διὸ οἱ πολλοί φασιν ὅτι οἰκοδομῶν θάλαμον ἑαυτῷ
ὁ Πρωτεσίλαος ἀπέπλευσεν ἐπὶ τὸν πόλεμον. βέλτιον δὲ εἰρῆσθαι
ἡμιτελῆ διὰ τὸ μὴ γεγεννηκότα παῖδας πλεῦσαι. οἱ δὲ, ὅτι νεωστὶ
γήμας οὐδέπω τελείως τὰ κατὰ τὸν γεγαμηκότος οἶκον διεπράξατο,
ἀλλὰ πρότερον ἐστράτευσεν.
Δάρδανος ἀνήρ] οἱ μὲν τὸν Αἰνείαν ἀπέδοσαν, ὅτι βασιλεὺς ἦν Δαρδανίων, οἱ δὲ τὸν Εὔφορβον, ἕτεροι Εκτορα· τινὲς δὲ Ἀχάτην, ἑταῖρον τοῦ Αἰνείου, φονέα Πρωτεσιλάου. δύναται δὲ καὶ ἀνωνύμως ἔνα τινὰ τῶν Δαρδανίων λέγειν.
707. *ὁ δʼ ἄμα] οὕτως αἱ Ἀριστάρχου, ἅμα, οὐ διὰ τοῦ ρ ἄρα.
717. Ὀλιζῶνα] προπερισπωμένως ὡς Μεδεῶνα. Νικίας δὲ οὐκ εὖ ὡς περίζωμα.
718. τῶν—εἰδώς] ὅτι Ζηνόδοτος γράφει τῶν αὗ ἡγεμόνευε Φιλο-
κτήτης ἀγὸς ἀνδρῶν. ὁ δὲ ποιητὴς προδιασυνίστησιν ἐν τῷ καταλόγῳ
τὴν ἑκάστου ἀρετήν.
721. *ἄλγεα] καὶ ἐπὶ τῶν ψυχικῶν ὀδυνῶν ἔλαβεν.
722. Λήμνῳ ἐν] ὅτι ἐν Λήμνῳ ἔμενε καταλελειμμένος ὁ Φιλο- κτήτης· οἱ δὲ νεώτεροι ἐν νησιδίῳ ἐρήμῳ.
ἱστόρηται ὅτι Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων τὸν βωμὸν τῆς
ἀρύσῃς καλουμένης Ἀθηνᾶς ἐδήχθη ὑπὸ ὕδρου, καὶ ἀνιαρῷ τραύματι
724. ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν. ἀναγκαῖον δέ ἐστι γνῶναι ὅτι ὕστερον ἀνεκομίσθη ἐκ Λήμνου ὁ Φιλοκτήτης.
τάχα δὲ μνήσεσθαι ἔμελλον] ταχέως δὲ οἱ Ἕλληνες ἔμελλον
μνημονεύειν καὶ χρήζειν τοῦ Φιλοκτήτου, ἐπειδὴ εἵμαρτο χωρὶς
τῶν Ἡρακλέους τόξων μὴ ἁλῶναι τὴν Ἴλιον. εἶχε δὲ ταῦτα ὁ
Φιλοκτήτης, ἐαθέντα αὐτῷ ὑπὸ Ἡρακλέους, καθὸ μηδενὸς θελήσαντος
ἄλλου ὑφάψαι ἐν τῇ Οἴτῃ τὴν Ἡρακλέους πυρὰν ἐν τῇ τελευτῇ
αὐτοῦ τοῦτο ἐποίησεν ὁ Φιλοκτήτης.
727. ἀλλὰ Μέδων κόσμησεν] ὅτι Ζηνόδοτος γράφει τοὺς δὲ Μέδων κόσμησεν, ἵνα συνδήσῃ τὴν φράσιν, ἠθετηκὼς τοὺς προειρη- μένους στίχους.
730. Οἰχαλίην] ὅτι οὐ τῆς Εὐβοίας ἡ Οἰχαλία καθ᾿ Ὅμηρον, ὡς παρὰ τοῖς νεωτέροις, ἀλλὰ τῆς Θεσσαλίας.
731. * Ἀσκληπιοῦ] οὕτως ἐκτατέον διὰ τὸ μέτρον τὸ Ἀσκλη- πιοῦ.
733. *τοῖς δέ] οὕτως κατὰ δοτικὴν πτῶσιν τοῖς δέ Ἀρίσταρχος, ὡς πρόκειται.
735. Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα] Ἀστέριον, ὅτι ἐφʼ
ὑψηλοῦ ἐστὶ τόπου· διὰ δὲ τὸ διαφανὲς οὕτω κέκληται. Τιτάνοιο δὲ
διὰ τὸ λευκόν (τίτανος γὰρ ἡ κονία), καὶ διὰ τὸ τιτάνῳ κεχρῖσθαι τὰς
οἰκίας.
Ἀστέριον] διαφανὴς καὶ ἐφʼ ὕψους κειμένη πόλις.
739. Ὄρθην] οὕτως ὡς Σπάρτην. ἵνʼ ἡ ἴδιον.
Ἠλώνην τε] ὡς κορώνην. ταύτην δὲ Ἡρακλῆς κτίζει ἐπὶ τῷ θανάτῳ Κενταύρου.
Ὀλοοσσόνα λευκήν] οὕτως ὀξυτόνως· ἐπιθετικῶς γὰρ τέτακται. Ὀλοοσσόνα δὲ οὕτως παροξυτόνως φησὶν ἐν τῇ καθόλου.
740. ὁ Πολυποίτης ἦν τοῦ Πειριθόου παῖς, ὅν φασιν οὕτως ὠνο-
μάσθαι ὑπὸ τοῦ πατρὸς διὰ τὸ πολλοῖς ἐπιθεῖναι ποινὴν, ὁ ἐστι τιμω-
ρίαν, τῶν Κενταύρων, ὁπότε εἰς τοὺς γάμους τῆς μητρός αὐτοῦ
Μελανίππης ὑβρίσαι ἐπεχείρησαν.
741. τὸν ἀθάνατος τέκετο Ζεύς] ὅτι Ζηνόδοτος γράφει τὸν ἀθάνα- τον τέκετο Ζεύς· ὅπερ ψεῦδος.
742. * κλυτὸς Ἱπποδάμεια] ὅτι ἀντὶ τοῦ κλυτή κλυτός εἶπεν.
744. Αἰθίκεσσι] Δημοκρίνης ἀγνοήσας Αἰθιόπεσσιν ἔγραφε κακῶς.
745. οὐκ οἶος, ἄμα τῷ γε] ὅτι διὰ μέσου τὰ περὶ τοὺς Κενταύ- ρονς παριστόρηται. τὸ δὲ ἑξῆς ἐστὶ τοῦ λόγου, τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης, οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος.
750. Δωδώνην] χωρίον ἐν Ὑπερβορέοις τῆς Θεσπρωτίας, ἱερὸν
Διὸς, ἔνθα τὸ ἐκ δρυὸς μαντεῖον τοῦ Δωδωναίου Διός.
751. *ἔργʼ ἐνέμοντο] Ἰακῶς τὸ νέμοντο Ἀρίσταρχος.
755. ἀπορρώξ] Ἀρίσταρχος ὀξυτόνως ὡς θυλακοτρώξ. καὶ ἡ σύν- θεσις δὲ τοῦτο ἀπαιτεῖ, ὅ τι ἂν σημαίνῃ, εἴτε πάθος εἴτε ἐνέργειαν. ὀξυτόνως ἀπορρώξ ἡ ἀπορροὴ, βαρυτόνως δὲ τὸ ἀπόρρηγμα.
*εἰς αὐτὸν γὰρ ὀμνύουσιν οἱ ἐπιχώριοι.
756. *ἦρχε] χωρὶς τοῦ ν τὸ ἦρχε, διὰ τὸ ἐπιφέρεσθαι δύο σύμμ- φωνα.
763. *ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.
764. ποδώκεας] τινὲς ὡς εὐσεβέας· καὶ οὕτως αἱρεῖ ὁ λόγος,
εἴ γε καὶ τὸ ποδώκης ὀφείλει ὀξύνεσθαι, καθὸ τὰ εἰς υς ὀξύτονα, φυ-
λάσσοντα ἐν τῇ συνθέσει τὴν κατάληξιν, ἀναδίδωσι τὸν τόνον, δριμύς
ἄδριμυς, οὐχ οὕτως δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλος ἵσταται ἐπὶ
τῆς ὀξείας, ἡδύς ἀηδής, βαρύς ἀβαρής, ἠΰς ἐνηής. οὕτως οὖν ὤφειλε
καὶ τὸ ποδώκης ὀξυτονεῖσθαι, γενόμενον ἀπὸ τοῦ ὠκύς. ἀλλά φασιν
εἰς ἰδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονῆσθαι τὸ ποδώκης. παρὰ γοῦν
τῷ Ἡσιόδῳ ἀνεγνώκασι “ποδώκης δῖ᾿ Ἀταλάνη.” τί οὖν ἐπὶ τοῦ
Δόλωνος; κατὰ βαρεῖαν τάσιν ἀνεγνώκασι καὶ ἐπὶ τούτου “ὃς δή
τοι εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδώκης” (Il. 10, 316).
765. οἰέτεας] ὡς Διομήδεας. ἔστι δὲ καὶ ἐπὶ τούτου τοῦ σχημα-
τισμοῦ παράλογος ὁ τόνος· τὰ γὰρ παρὰ τὰ εἰς ος λήγοντα οὐδέτερα
σκουσιν ὡς εὐσεβέα.
σταφύλῃ] οὕτως σταφύλῃ ὡς κοτύλῃ. ἔστι δὲ ἄμφω ἴσας τὸ νῶτον ὡς σταφύλῃ μετρεῖσθαι, ὅ ἐστι λαοξικῷ διαβήτῃ, ὃς ἄμα πλάτος καὶ ὕψος μετρεῖ· ὁ δὲ διαβήτης μόνον πλάτος.
συντόμως πᾶσαν ἵππων ἀρετὴν καὶ ὁμοιότητα περιέλαβεν· διαφέ-
ρουσι γὰρ ἀλλήλων ἵπποι ἡλικίᾳ, χρόᾳ, μεγέθει, γένει, δυνάμει.
τοῦτο δὲ ἔθος τῷ ποιητῇ πολλάκις ἐν μονοστίχῳ πᾶσαν ἀρετὴν ἐμ-
φαίνειν, ὡς τὸ “καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργʼ εἰδυῖα” (Od.
15, 418) καὶ τὸ “οὐ δέμας οὐδὲ φυὴν, οὔτʼ ἄρ φρένας, οὔτε τι
ἔργα” (Il. I, 115).
767. φόβον Ἄρηος φορεούσας] ὅτι τὴν ἐν πολέμῳ φυγὴν φόβον Ἄρεως εἴρηκεν· ἀρετὴ γὰρ ἵππων οὐ μόνον διώκειν, ἀλλὰ καὶ ὅτε δέοι ἀταράχως φεύγειν, διωκέμεν ἠδὲ φέβεσθαι (II. 5, 223).
769. *φέρτατος] οὕτως φέρτατος, οὐ φέρτερος, αἱ Ἀριστάρ- χου.
776. ἐλεόθρεπτόν τε σέλινον] ἄλλο τοῦτο τὸ ἕλειον σέλινον παρὰ τὸ πετροσέλινον, στραγγουριῶσι δὲ συμβάλλεται· στραγγουρία γὰρ ἀεὶ πολεμεῖ τοὺς ἀργοῦντας τῶν ἵππων. ἠτυμολόγηκε δὲ διὰ τοῦ ἐλεόθρεπτόν τε σέλινον τὸ ἐξ ἕλους σευόμενον· ἐν τοῖς ἕλεσι γὰρ τοῦτο ὡς ἐπὶ τὸ πλεῖστον.
777. ἔστασαν] δασυντέον τὸ ἔστασαν· ὑπερσυντέλικος γάρ ἐστι συγκεκομμένος, ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε καὶ ὁ ὑπερσυντέλι- κος· οἱ δὲ ἀόριστοι ψιλὸν, ἐπεὶ καὶ κατὰ ἀποβολὴν τοῦ ε λέγονται· “στὰν δὲ μεταστοιχεί” (Il. 23, 358), καὶ ὁ πρότερος “στῆσαν ἀείραντες” (Od. 2, 425). οὐκέτι δὲ ὁ ἔστασαν στάσαν.
781. *γαῖα δʼ ὑπεστενάχιζε] ἐνταῦθα ἡ ἀνταπόδοσις καὶ προλέ- γεται καὶ ἐπιλέγεται.
783. Τυφωέος] οὕτως Τυφωέος, ὡς Ἀχιλλέως· καὶ γὰρ “Τυφωέϊ
791. ἀπὸ τούτου ἕως τοῦ τῷ μιν ἐεισαμένη (795) ἀθετοῦνται
στίχοι πέντε. εἰ γὰρ ἕνεκα τοῦ προαπαγγεῖλαι ὅτι παραγίνονται οἱ
Ἕλληνες, ἤρκει ὁ Πολίτης, εἴπερ ὅλως ἐπετήρει. εἰ δὲ ἕνεκα τοῦ
προτρέψασθαι μὴ τολμῶντας προελθεῖν, ἔδει αὐτοπρόσωπον παρεῖναι.
ἔθος τέ ἐστι τοῖς μεταμορφουμένοις θεοῖς κατὰ τὴν ἄφοδον ἀπολιπεῖν
τεκμήριον εἰς ἐπίγνωσιν. οἵ τε λόγοι οὐχ οὕτως εἰσὶν ἐσχηματι-
σμένοι τοῦ Πολίτου ὡς πρὸς πατέρα, ἀλλʼ εἰσὶν ἐπιτεταμένοι καὶ
ἐπιπληκτικοί. καὶ τὸ “Ἕκτορ, σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι” Πολίτῃ
ἀνοίκειον· μᾶλλον δὲ Ἴριδι ἁρμόζει ἐπιτάσσειν.
795. προσέφη] γρ. μετέφη.
798. *τὸν ἡ περισπαστέον· ἔστι γὰρ βεβαιωτικός.
μὲν δή] οὕτως αἱ Ἀριστάρχου, ἤδη μέν, καὶ ἐν τοῖς πρὸς
Κωμανὸν ὁμοίως προφέρεται, καὶ μήποτε παραπλήσιόν ἐστι τῷ
“ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν” (Il. 3, 184).
801. προτὶ ἄστυ] οὕτως προτὶ ἄστυ, οὐ περὶ ἄστυ, ἵνα ὦσιν ἐρχόμενοι πρὸς τὴν πόλιν. ὁμοίως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης γράφουσιν.
802. *σοὶ δέ] ὅτι περισσεύει ὁ δέ σύνδεσμος.
805. τοῖσιν ἕκαστος] ἀπʼ ἄλλης ἀρχῆς· ἀσύνδετος γὰρ ὁ λόγος. τὸ δὲ ἑξῆς, τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω· πολλοὶ γὰρ κατὰ ἄστυ μέγα· τὴν αἰτίαν προλαβόντος τοῦ ποιητοῦ.
807. ἠγνοίησεν] ὅτι τοῦτό ἐστι τὸ πλανῆσαν τὸν τὰ ἐπάνω δια-
σκευάσαντα. οὐ κεῖται δὲ συνήθως ἡμῖν τὸ ἠγνοίησεν, ἀλλʼ ἀντὶ τοῦ
οὐκ ἀπίθησεν.
808. δʼ ἔλυσ᾿] τινὲς ἀπὸ τοῦ λ τὴν ἀρχὴν ποιοῦνται καὶ προ-
περισπῶσιν, ἵνα ποιητικώτερον γένηται, ἔφαμεν δὲ τὸ τοιοῦτο παρὰ
τῷ ποιητῇ διαφόρως ὁρᾶσθαι· “ἂν δʼ ἄρ᾿ ἔβη Πρίαμος (Il. 3,
261) “αὐτὰρ ὁ βῆ ῥ᾿ ἰέναι᾿ (Il. 10, 73)· “οὐδʼ ἔλαθ᾿ Ἀτρέος
νἱόν” (Il. 17, Ι) “ἐμὲ δʼ οὐ λάθεν” (Od. 9, 281).
809. πᾶσαι δʼ ὠΐγνυντο πύλαι] ὄτι ἔμφασιν ἔχει πολλῶν πυλῶν, μία δέ ἐστι· καὶ ἔστι τὸ πᾶσαι ἀντὶ τοῦ ὅλαι.
811. *οὕτως αἰπεῖα ὡς ὀξεῖα.
813. οὕτως προπαροξυτόνως Βατίειαν, ὡς Ἀλεξάνδρειαν.
814. πολυσκάρθμοιο] πολυκινήτον, ταχείας, διὰ τὸ πολλὰ ἐνερ-
γεῖν αὐτὴν ἐν τῷ πολέμῳ· σκαρθμὸς γὰρ ἡ τῶν ποδῶν κίνησις.
Μύρινα δὲ Ἀμαζόνος ὄνομα.
816. κορυθαίολος] ὁ αἰόλλων τὴν περικεφαλαίαν, ὅ ἐστι κινῶν,
διὰ τὰς ἐν τῷ πολέμῳ συνεχεῖς καὶ σφοδρὰς ἐνεργείας. ἢ ὁ αἰόλον
καὶ ποικίλην ἔχων τὴν περικεφαλαίαν. ἢ ὁ εὐκίνητος ἐν τοῖς
πολέμοις.
819. ὅτι τῶν Δαρδάνων ἦρχεν Αἰνείας, καὶ αὐτὸς ὢν Δάρδανος. πρὸς τὸ “τὸν δʼ ἔκτανε Δάρδανος ἀνήρ” (701).
820. *ὑπ᾿ Ἀγχίσῃ] ὅτι περιττεύει ἡ ὑπό.
824. οὕτως ὑπαί, ὡς καταί καὶ παραί· αἱ γὰρ προθέσεις ἐπαυ-
ξανόμεναι διὰ τοῦ ῑ φυλάσσουσι τὸν αὐτὸν τόνον.
827. ὅτι οὐ τὸ τόξον λέγει, ἀλλὰ τὴν τοξικὴν ἐμπειρίαν· τὸ γοῦν τόξον αὐτῷ ὁ κεραοξόος κατασκευάζει (Il. 4, 110).
828. Ἀπαισοῦ] οὕτως Ἀπαισοῦ ὡς ἀγανοῦ. καὶ ἴσως ἀκολούθως τῷ “ὅς ῥ᾿ ἐνὶ Παισῷ” (Il. 5, 612).
830. * Ἄμφιος λινοθώρηξ] ὅτι καὶ ἕτερος Ἄμφιος, Περκώσιος, Ἐλάτου υἱός (Il. 5. 612).
831. περὶ πάντων] οὕτως φυλακτέον τὸν τόνον τῆς προθέσεως.
εἴτε γὰρ πρόθεσίς ἐστιν ἀντὶ προθέσεως παρειλημμένη, ἀντὶ τοῦ
ὑπὲρ πάντων, φυλάσσεται ὁ τόνος, καθότι πᾶσα πρόθεσις ἀντὶ ἑτέρας
προθέσεως λαμβανομένη φυλάσσει τὸν αὐτὸν τόνον· εἴτε ἀντὶ τοῦ
περισσός, φυλάσσει τὸν τόνον, ὡς τὸ “ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν,
περὶ δʼ ἱρὰ θεοῖσιν” (Od. 1, 66)· “οὗ περὶ μὲν πρόφρων κραδίη”
(Il. 10, 244). καὶ τὸ αἴτιον ἐν ἑτέροις εἴπομεν, ὡς ὅτι πρὸς αὐτοὺς.
τοὺς τόνους τῶν ἐπιρρημάτων καὶ αὐταὶ ὀρθοτονοῦνται.
832. οὕτως τὸ αὐτοῦ ἔασκε κατὰ συστολήν· οὕτως καὶ πάντες· τὰ γὰρ διὰ τοῦ σκε παρηγμένα Ἰακῶς βραχεῖαν ἔχει τὴν παραλή- γουσαν· “ὧδε δέ τις εἴπεσκε” (271), “τὴν αὐτὸς φορέεσκε” (Il. 15, 646).
835. * Πράκτιον] ὅτι ἔνιοι ποταμὸν λέγουσι τὸν Πράκτιον.
τινὲς ἐκτείνουσι τὴν πρώτην τοῦ Πράκτιον.
836. Σηστὸν καὶ Ἄβυδον] πόλεις περὶ τὸν Ἑλλήσποντον, καθʼ
ἃς ὁ Ξέρξης, ἐπιστρατεύων τῇ Ἑλλάδι, συνέδησε ναῦς καὶ ἐπλή-
ρωσεν αὐτὰς γῆς, ὡς ποιῆσαι αὐτὸν τὸ στράτευμα ὅλον, ἄφατον ὂν,
πεζὸν παρελθεῖν τὸν στενὸν ἐκεῖνον τῆς θαλάσσης πόρον. Ἑλλήσ-
ποντος δὲ λέγεται ὁ διείργων τὴν Θρᾴκην καὶ τὴν Τρῳάδα πορθμός.
εἴρηται δὲ Ἑλλήσποντος ἀπὸ τοῦ ἐκεῖσε ποντισθῆναι Ἕλλην τὴν
Φρίξου μὲν ἀδελφὴν Ἀθάμαντος δὲ θυγατέρα.
837. Ἄσιος] ὅτι ὁ Ἄσιος οὕτος ὁμώνυμός ἐστι τῷ Ἑκάβης
ἀδελφῷ (Il. 16, 719). ἐσημειοῦτο δὲ ὁ Ἀρίσταρχος τὰς ὁμωνυμίας
πρὸς τὰ περὶ Πυλαιμένους, καὶ πρὸς τὴν ἐπανάληψιν, ὅτι πλεονάζει
ἐν Ἰλιάδι.
839. ποταμοῦ ἀπὸ Σελλήεντος] Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἀνα-
στρέφει, πρὸς τὰ προσηγορικώτερα ποιούμενος τὰς συντάξεις. ὁμοίως
καὶ Νικίας. οὐκέτι μέντοι ἐπὶ τοῦ “Ξάνθῳ ἐπὶ δινήεντι” (Il. 5,
479), “μάχῃ ἐνὶ κυδιανείρῃ” (Il. 6, 124)· ἐπεφέρετο γὰρ τὰ
προσηγορικώτερα. ὁ μέντοι Ἀρίσταρχος τοῖς κυριωτέροις συνέταττε
τὰς προθέσεις· διὸ ἀναστρέφων ἀνεγίνωσκε “Ξάνθου ἄπο δινήεντος,”
φυλάσσων δὲ τὸν τόνον ἐπὶ τοῦ *“ποταμοῦ ἀπὸ Σελλήεντος.”
εἶτα πολλὰ εἰπὼν ὁ Ἡρωδιανός φησιν ὅτι ἐμοὶ μέντοι δοκεῖ τὸ
τοιοῦτον ὅλον εἶδος ἀναγινώσκειν κατὰ ἀναστροφήν. εἰ γὰρ δύο
ὀνόματά ἐστι καθʼ ἑνὸς ὑποκειμένου λαμβανόμενα, καὶ σχεδὸν ἕν
ἐστι τὸ ὅλον, καὶ θέλει ἡ πρόθεσις προηγεῖσθαι, μέση δὲ παρείληπται
καθʼ ὑποταγὴν, ὡς ὑποτεταγμένη ἀναστραφήσεται.
ὅτι Σελλήεις ποταμός ἐστιν Ἀσίας, ὁμώνυμος τῇ Θεσπρωτίᾳ.
842. Πύλαιος] τοῦ Πύλαιος τὴν πρώτην ὀξυτονητέον πρὸς ἀντιδια- στολὴν τοῦ τοπικοῦ· καὶ τὸν Ἑρμῆν τὸν Πυλαῖον.
847. Τροιζήνοιο] οὕτως Τροιζήνοιο, ὡς Εὐμήλοιο· ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ.
851. Πυλαιμένεος] ὅτι οὗτός ἐστι Πυλαιμένης περὶ οὗ πολλοὶ
τῶν ἀρχαίων ἐζητήκασιν (II. 5, 576. 13, 643).
852. *ἐξ Ἐνετῶν] ὅτι Ζηνόδοτος γράφει ἐξ ἐνετῆς.
παρὰ Ἐνετοῖς πρῶτον ἡ ὄνων καὶ ἵππων μίξις ἐπενοήθη. ἀγροτε- ράων δὲ τῶν μάλιστα ἐν ἀγροῖς ἐπιτηδείων. τὸ δὲ Ἐνετῶν ὡς Θεσ- σαλῶν.
854. Παρθένιον ποταμόν] τοῦτον ἔνιοι λέγουσι διὰ τὴν πραότητα
οὕτως προσαγορεύεσθαι· ἢ ἐπειδὴ παρθένος οὖσα ἡ Ἄρτεμις ἐν αὐτῷ
ἐλούσατο.
856. Ὀδίος καὶ Ἐπίστροφος] ἡ διπλῆ, ὅτι καὶ ἕτερός ἐστιν Ὀδίος ὁμώνυμος (ll. 9, 170), καὶ παρὰ τοῖς Ἕλλησιν Ἐπίστροφος (517 et 692). Ἀλίζωνες δὲ ἔθνος Πόντου. εἰσὶ δὲ οὖτοι Βοιωτοὶ, οὖς τινες Οἴνοπάς φασιν, οἱ δὲ ἔθνος Αἰακῶν.
858. Χρόμις] ὅτι νῦν μὲν Χρόμιν, ἐν ἄλλοις δὲ λέγει Χρομίον τὸν αὐτόν (Il. 17, 218).
866, 861. ἀθετοῦνται ἀμφότεροι, ὅτι κατὰ τὴν παραποταμίαν
μάχην (Il. 21) οὐχ εὑρίσκεται ἐπʼ ὀνόματι πίπτων. εἴωθε δὲ ὁ
ποιητὴς τοὺς τῶν ἡγεμόνων θανάτους διαδήλως λέγειν. ἐὰν δὲ μὴ
ὁρισθῇ ὁ τόπος καὶ ὁ καιρὸς, δύναται ὁ ἕτερος μένειν.
862. Φρύγας] ὅτι οἱ νεώτεροι τὴν Τροίαν καὶ τὴν Φρυγίαν τὴν αὐτὴν λέγουσιν, ὁ δὲ Ὅμηρος οὐχ οὕτως· Αἰσχύλος δὲ συνέχεεν. οὗτοι δὲ τῆς μικρᾶς εἰσὶ Φρυγίας· ἡ δὲ μεγάλη παρὰ τῷ Σαγγαρίῳ κεῖται, ὅθεν καὶ Ἄσιος, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο.
865. Γυγαίη τέκε λίμνη] ἄνευ τοῦ ῑ, Γυγαίη τέκε λίμνη, ἡ κατὰ Ἀρίσταρχον εἶχε διόρθωσις. οἱ δὲ περὶ Χαῖριν καὶ Διόδωρον καί τινες τῶν καθʼ ἡμᾶς προστιθέασι τὸ ῑ, ἵνʼ ᾖ λίμνῃ ἔπι Γυγαίη τέκε, κακῶς· μηδέποτε γὰρ Ὅμηρον λιμνῶν τέκνα ἱστορεῖν· βίαιοι δέ εἰσιν.
867. Νάστης αὖ Καρῶν] ὅτι Θουκυδίδης (1, 3) λέγει τὴν ὀνομα- σίαν τῶν βαρβάρων νεωτερικὴν εἶναι. ἐλέγχεται δὲ ἐντεῦθεν.
868. Φθειρῶν τʼ ὄρος] τῆς Καρίας περὶ Μίλητον, διὰ τὸ πολλὰς
ἔχειν πίτυς· οἱ γὰρ τόποι τῶν πιτύων φθεῖρες προσαγορεύονται. οἱ
δὲ, ὅτι τὰ τῶν πιτύων μικρὰ στροβίλια οὕτως λέγονται, ἃ καὶ πιτυο-
κάμπας φασίν. ἢ ἀπὸ Φθειρὸς τοῦ Ἐνδυμίωνος.
869. Μαιάνδρου] Μαίανδρος ποταμὸς ἀρχόμενος ἀπὸ Φρυγίας,
872. ὅτι ἐπὶ τοῦ Ἀμφιμάχου ἐστὶ τὸ ὃς καὶ χρυσὸν ἔχων, ὁ δὲ
Σιμωνίδης ἐπὶ τοῦ Νάστου λέγει. καὶ ὅτι οὐ λέγει ὅπλα αὐτὸν
ἔχειν χρυσᾶ, ὡς καὶ πάλιν ὁ Σιμωνίδης ἐξέλαβεν, ἀλλὰ κόσμον
χρυσοῦν· λέγει γὰρ ἠΰτε κούρη. ἐνεπλέκοντο γὰρ χρυσὸν οἱ βάρβαροι.
“πλοχμοί θʼ οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο” (Il. 17, 52).
877. Ξάνθου ἄπο δινήεντος] πᾶσα πρόθεσις μεταξὺ κυρίου καὶ
ἐπιθετικοῦ τῷ κυρίῳ ἕπεται κατὰ Ἀρίσταρχον, κατὰ δὲ Πτολεμαῖον
τῷ προσηγορική. κατὰ δὲ Ἀπολλώνιον πάντως ἀναστρέφεται· τὸ δὲ
Ξάνθου πρὸς τοὺς Ζελείτας Λυκίους.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα, καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τοῦ Νικάνορος περὶ στιγμῆς.
1. Αὐτὰρ ἐπεί] ἄμφω τὰς στρατιὰς διατυποῖ καὶ μέχρι τέλους
οὐκ ἐξίσταται τοῦ ἤθους “ὥστ᾿ ὄϊες πολυπάμονος” (Il. 4, 433) καὶ
ἐς Τρώων ὅμαδον κίεν” (Il. 7, 307). διαφέρει δὲ ὁ αὐτάρ τοῦ δέ,
καθὸ ὁ μὲν αὐτάρ προτάσσεται, ὁ δὲ δέ ὑποτάσσεται. ζητεῖται δὲ
πῶς δεῖ τὸν αὐτάρ σύνδεσμον προφέρεσθαι, πότερον ὀξυτόνως ἢ βα-
ρντόνως. οἱ μὲν οὖν ὀξυτόνως ἀνεγνώκασιν, ὡς Καλλίμαχος, οἱ δὲ
βαρυτόνως λόγῳ τῷδε· πᾶσα λέξις εἰς αρ λήγουσα βαρύνεται, οἷον
ἄφαρ εἶθαρ μάκαρ δάμαρ στέαρ οὖθαρ. ῥητέον δὲ ὅτι οὐδεὶς συμ-
πλεκτικὸς ἢ περισπᾶται ἢ βαρύνεται, πάντες δὲ ὀξύνονται.
κόσμηθεν] ὁ τρόπος μεταφορὰ, ἀπὸ τοῦ κόσμου, ὅθεν καὶ ἡ τῶν
ὅλων τάξις κόσμος ὑπὸ Πυθαγόρου εἴρηται· ἡ δὲ διάλεκτος Δωρίς.
εὐταξία δὲ μάλιστα πόλεμος κατορθοῦται.
2. * κλαγγῇ τʼ ἐνοπῇ τʼ] ὅτι ἀντὶ τοῦ μετὰ κλαγγῆς καὶ ἐνοπῆς. ἄμφω δὲ ἤχου ἀνόματα.
ὄρωιθες ὥς] βραχὺ διασταλτέον ἐπὶ τὸ ὥς· ἡ γὰρ ἀνταπόδοσις
πρόκειται, καὶ ἀνεστραμμένη ἡ περίοδός ἐστιν.
3. οὐρανόθι πρό] ὅτι ἀντὶ τοῦ ἐν τῷ ὑπὸ τὰ νέφη τόπῳ. οὐρανὸν γὰρ καλεῖ τὸν ὑπὲρ τὰ νέφη τόπον· διὸ καὶ τὰς τοῦ Ὀλύμπου κορυφὰς ἐπουρανίους νοητέον.
4. χειμῶνα φύγεν] ὅτι χειμῶνα οὐ τὴν χειμερινὴν κατάστασιν λέγει, ἀλλὰ τὸν χειμερινὸν τόπον τῆς Θρᾴκης· οὐ γὰρ ἐνστάντος χειμῶνος τότε ἀπαίρουσιν, ἀλλὰ προσδοκίας οὔσης.
5. κλαγγῇ—πέτονται ἐπʼ Ὠκεανοῖο ῥοάων] ἀντὶ τοῦ εἰς ῥοάς.
τὸ ἀδιάλειπτον δὲ τοῦ θορύβου δηλῶν πολλάκις ὀνομάζει τὴν κλαγ-
γήν. τὰ δὲ δειλότερα τῶν ζώων φωνητικώτερα μᾶλλον τῶν ἀν-
δρείων.
6. Πυγμαίων] τῷ ξένῳ τῆς ἱστορίας ψυχαγωγεῖ τὸν κροατήν·
ὅθεν καὶ τὸν θροῦν ἐπʼ ἄπειρον αὔξει. φησὶ δὲ αὐτοὺς Ἑκάταιος ἐπὶ
σχημάτων κριῶν ἐξιόντας ἀλέξασθαι αὐτὰς, τὰς δὲ καταφρονούσας
τοῦ μήκους πολεμεῖν πρὸς αὐτούς.
10. *ὅτι τὸ εὖτε οὐκ ἔστι χρονικὸν, ἀλλʼ ὁμοιωματικὸν, ἀναλογοῦν τῷ ἠΰτε.
διὰ τοῦ αἱ Ἀριστάρχου τὸ εὖτε, καὶ τὸ ἑτέρωθί που λεγόμενον
“τῷ δʼ εὖτε πτερὰ γίνεται” (Il. 19, 386) ἀντὶ τοῦ ὡς πτερὰ ἐγίνετο
ἐλαφρὰ τὰ τοῦ Ἡφαίστου ὅπλα τῷ Ἀχιλλεῖ. ἐν ἐνίαις δὲ τῶν
ἐκδόσεων, τῇ τε Χίᾳ καὶ τῇ Μασσαλιωτικῇ καί τισιν ἄλλαις, ἐκ
πλήρους ἐγέγραπτο “ηὖτε ὄρευς κορυφῇσι,” παρὰ τὸ εἰωθὸς Ὁμήρῳ·
ἐκ πλήρους γὰρ παρʼ ἕκαστα γράφειν ὄρεος. εἰσὶ δὲ οἱ καὶ ἑτέρως
ἀκούουσι τὸ εὖτε, ἀντὶ τοῦ ὅτε, καθάπερ καὶ ἐν ἄλλοις· “εὖτε γὰρ
ἠέλιος φαέθων” (Il. 11, 735) καὶ “εὖτʼ ἀστὴρ ὑπερέσχε” (Od.
13, 93). λαμβάνουσι δὲ ὑπὸ μίαν περιγραφὴν τὸ ὄλον· *εὖτ᾿
ὄρεος κορυφῇσι νότος κατέχευεν ὁμίχλην ποιμέσιν οὔτι φίλην,
κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, τόσσον τίς τʼ ἐπιλεύσσει ὅσον ἐπὶ
λᾶαν ἵησιν·” ὁπότε ὁ νότος ταῖς τοῦ ὄρους κορυφαῖς κατέχεεν ὁμίχλην
τοῖς μὲν ποιμέσιν οὐ προσφιλῆ, τῷ δὲ κλέπτῃ νυκτὸς κρείσσονα, τότε
ἐπὶ τοσοῦτον δύναταί τις βλέπειν ὅσον ἐστὶ λίθου βολῆς διάστημα.
ἄμεινον δὲ τὸ πρότερον· τῷ γὰρ ὥσπερ ἀνταποδίδοται τὸ ὣς ἄρα
τῶν ὑπὸ ποσσὶ κονίσαλος. ταῦτα ὁ Δίδυμος.
11. ἀμείνω] ἡ διπλῆ, ὅτι τινὲς γράφουσι σὺν τῷ ν, ἀμείνων. εἰ δὲ
13. *κονίσαλος ὤρνυτ’ ἀελλής] ὅτι οὐ λέγει ὑπὸ ποδῶν ἀέλλης, ἀλλὰ κονίσαλος ἀελλής, ἀελλώδης.
16. *Τγωσίν] ἀντὶ τοῦ Τρώων. πτωτικὸν τὸ σχῆμα· ταῖς δοτι-
καῖς γὰρ ἀντὶ γενικῶν χρῶνται οἱ ποιηταί.
18. αὐτάρ ὁ δοῦρε] Ἀρίσταρχος ἄνεν τοῦ ἄρθρου, αὐτὰρ δοῦρε.
οὕτως καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Καλλιστράτου, καὶ σχεδὸν οὕτως
καὶ αἱ χαριέσταται· καὶ ὁ Ἰξίων ἐν τῷ πρώτῳ πρὸς τὰς ἐξηγήσεις
ὁμοίως προφέρεται. ἔχει δὲ τὸν Ὁμηρικὸν χαρακτῆρα καὶ ἡ σὺν τῷ
ἄρθρῳ γραφὴ, καίπερ οὐκ οὖσα Ἀριστάρχειος· σύνηθες γὰρ τῷ
ποιητῇ ἐπὶ τῶν αὐτῶν μένοντι ὑπόνοιαν παρέχειν ὡς περὶ ἑτέρου
διαλέγοιτο προσθέσει ἄρθρου καὶ μεταλλάξει τοῦ συνδέσμου, ὡς ἐπὶ
τοῦ Κύκλωπος “κὰδ δέ μιν ὕπνος ᾔρει πανδαμάτωρ, ὁ δʼ ἐρεύγετο
οἰνοβαρείων” (Od. 9, 372) ἀντὶ τοῦ καὶ ἐρεύγετο. Ζηνόδοτος δὲ
συνηθέτηκε τοῖς ἑξῆς. οὐ συναθετουμένου δὲ δεῖ κοινὸν παραλαβεῖν
“αὐτὰρ ὁ δοῦρε δύω ἔχων,” καὶ νοεῖν τὸ ἄρθρον ἐξ ἐπαναλήψεως
παρειλημμένον ἐπὶ τοῦ αὐτοῦ προσώπου.
19, 20. τὸ “πάλλων” καὶ τὸ “ἀντίβιον,ʼ ἀθετοῦνται ἀμφότεροι· ὁ
γὰρ παρδαλέην ἀνειληφὼς καὶ τοξικὴν στολὴν ἔχων οὐκ ἂν πρόκα
λοῖτο εἰς μονομαχίαν, ἀλλʼ ὕστερον ἐπὶ τοῦτο ἔρχεται ὀνειδισθεὶς ὑφʼ
Ἕκτορος. ἄτοπον δὲ καὶ τὸ ἄμα πάντας προκαλεῖσθαι.
ἐζήτηται πῶς ὁ Ἀλέξανδρος προεκαλεῖτο πάντας τοὺς ἀρίστους
τῶν Ἑλλήνων δειλὸς ὢν τὰ πάντα καὶ οὐδὲ ὁπλίτης, ἀλλὰ τοξότης.
ἔνιοι μὲν οὖν φασὶν ἀλαζονεύεσθαι αὐτὸν τὰ ἀδύνατα, φοβεῖσθαι δὲ
τὰ τυχόντα· οἱ δὲ, ὅτι συγκεκλεισμένοι ὑπὸ Ἀχιλλέως οἱ Τρῶες
τοὺς τῶν Ἑλλήνων ἀρίστους οὐκ ᾔδεισαν. καὶ ἐμοὶ μὲν δοκεῖ ὅτι
κωμῳδεῖν ἐπανῃρημένος ὁ ποιητὴς καὶ σχῆμα τῆς ὁπλίσεως καὶ
θράσος ἀλλότριον τῶν οπλων αὐτῷ προστέθεικεν, ἵνʼ ἐκ τοῦ μέλλοντος
φόβου μείζονα προσοφλήσῃ τὸν γέλωτα.
20. *εὕτως ὁ Ἀρίσταρχος προπερισπᾷ δηϊοτῆτι, ὡς ἀπὸ ὀξυτόνου εὐθείας. τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ.
22. τὸ προπάροιθεν ὁμίλου ἤτοι τοῖς ἐπάνω προσδοτίον, ἢ τοῖς ἑξῆς.
*ἐπὶ σώματι κύρσας] μεγάλῳ ζώῳ ἐπιτυχών· νεκροῦ γάρ φασι
σώματος μὴ ἅπτεσθαι λέοντα.
κεραόν] εὔκερων ἄρρενα· αἱ γὰρ θήλειαι τῶν ἐλάφων οὐ κερατοφι-
ροῦσιν. ἔλαφος δὲ εἴρηται παρὰ τὸ ἑλεῖν τοὺς ὄφεις, οἱονεὶ ἕλοφὸς
τις οὖσα· τούτους γὰρ ἐσθίουσα καθαίρεται φυσικῶς. ὅτε γοῦν
ἀφανεῖς ὧσιν οἱ ὄφεις, αὕτη τὸ κέρας αὑτῆς προστρίβει εἰς πέτραν,
ὃ θερμαινόμενον ποιεῖ τινὰ ἀναθυμίασιν, ἦς μεταλαμβανόμενοι οἱ
ὄφεις τῶν φωλεῶν ἐξίασιν εὐθέως.
24, 25. *συναπτέον ἕως τοῦ πεινάων· φαῦλοι γὰρ οἱ συνά-
πτοντες τὸ πεινάων τοῖς ἑπομένοις. ὑποστικτέον δὲ εἰς τὸ αἰζηοί.
δύναται ἐπὶ τοῦ πεινάων καὶ στιγμὴ καὶ ὑποστιγμὴ εἶναι· οὐ γὰρ
συναπτέον τοῖς ἑξῆς. ὁ μὲν ἐλάφῳ καὶ τεθνειῶτι, ὁ δὲ λέοντι καὶ
πεινῶντι παρείκασται. χαλεπὸς δέ ἐστι πεινῶν ὁ λέων, ὅσον ἥμερος
βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ ζώων θερμότερος. ὥσπερ οὖν λέοντα
παροξύνει λιμὸς εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτως καὶ νέον ἄνδρα
πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται.
25. *εἴπερ ἂν αὐτόν] ἅτι τὸ εἴπερ ἂν αὐτόν ἀντὶ τοῦ εἰ καὶ αὐ- τόν, ὡς ὅταν λέγῃ “εἴπερ ἂν αὐταὶ Μοῦσαι ἀείδοιεν” (Il. 2, 598) ἀντὶ τοῦ εἰ καὶ αὐταί. καὶ ὅτι ὁ τέ σύνδεσμος περισσός.
28. ἀλείτην] ὅτι Ζηνόδοτος γράφει ἀλείτας, τὰς ἁμαρτίας ἐκλαμβάνων. κρεῖττον δὲ αὐτὸν τὸν Ἀλέξανδρον λέγεσθαι ἀλείτην.
29. χαμᾶζε] προπερισπᾶται. ἐχρῆν δὲ πρὸς τὸν χαρακτῆρα τρίτην ἀπὸ τέλους εἶναι τὴν ὀξεῖαν συστελλομένου τοῦ ᾱ, ὥσπερ τὸ Ἀφίδ- ναζέ Θήβαζε ἔραζε, χωρὶς εἰ μή ἐστιν ἀφορμὴ ὅτι ταῦτα ἀπὸ ὀνο- μάτων, τοῦτο δὲ ἀπὸ ἐπιρρήματος τοῦ χαμαί. τὸ δὲ μέταζε χρονικὸν παρὰ πρόθεσιν παρῆκται.
31. ἡ ὑποστιγμὴ διὰ τὸ ὡς μόριον, τὸν δʼ ὡς οὖν. ἡ διπλῆ δὲ, ὅτι ἀντὶ τοῦ κατεπλάγη.
33. ὡς δʼ ἅτε τίς τε δράκοντα] ἀνωτέρω περὶ τοῦ λέοντος ἐξειρ-
γάσατο, οὐ τοῦ ἐλάφου· τοῦ δρῶντος γὰρ ἦν ἡ εἰκών. καὶ τὰ μὲν
ἄλλα τῶν ζώων καὶ πόρρωθεν ὁρᾶται μεγέθει ἢ φωνῇ, ὄφις δὲ ἐγγὺς
γεγονότι παραδόξως ὁρᾶται. ὃ συνέβη Ἀλεξάνδρῳ.
35. ὦχρος] οὕτως ὦχρος ὡς ὦμος, εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ.
τάχα δὲ καὶ ἄχροος ἐστιν, ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος, καὶ κατὰ
συναλοιφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον. ἄλλως τε τὰ εἰς ος λή-
γοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προσκειμένου
τοῦ ῑ, βαρύνεται, ὦμος. πρόσκειται μὴ ἔχοντα τὸ ῑ διὰ τὸ ῲδός
τραγῳδός.
παρειά] οὕτως ὀξυτόνως καὶ χωρὶς τοῦ σ γραπτέον, ἵνα ᾖ οὐδέ-
τερον· τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰς οὐδέ-
τερον γένος, τοῦ αὐτοῦ σημαινομένου μένοντος, τὸν αὐτὸν φυλάσσει
τόνον, πλευραί πλευρά, πυραὶ πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα·
διάφορον γὰρ τὸ σημαινόμενον. οὕτως παρειαί παρειά. φασὶ μέντοι
Ἀρίσταρχον καὶ Ἀριστοφάνην γράφειν παρειάς σὺν τῷ σ, ἐπειδὴ
καὶ παρειάων ἁπαλάων λέγει (ll. 18, 123).
36. Τρώων ἀγερώχων] ἡ διπλῆ, ὅτι ἀγερώχους τοὺς Τρῶας, οὐ
μόνον τοὺς Ῥοδίους, ὥς τινες ᾠήθησαν, διὰ τὸ ἀγείρειν τὴν ἀχὴν,
τουτέστι τὴν τροφήν· ὁ γὰρ Ὅμηρος ἀγερώχους τοὺς ἄγαν γεραω-
χοὺς καὶ σεμνοὺς λέγει.
39. Δύσπαρι] ἐπὶ κακῷ ὠνομασμένε Πάρι, κακὲ Πάρι. καὶ Ἀλκμάν φησιν “Δύσπαρις, Αἰνόπαρις, κακὸν Ἑλλάδι βωτιανείρῃ.”
40. ἄγονός τʼ ἔμεναι] Διονύσιός φησιν ὁ σκυτοβραχίων Δάρδανον ἀπὸ Ἑλένης καὶ Πάριδος γενέσθαι.
41. *στικτέον ἐπὶ τὸ βουλοίμην, τὰ δὲ ἐξῆς συναπτέον ἕως τοῦ ἄλλων.
43. ἦ] περισπαστέον τὸν ἤ· βεβαιωτικὸς γάρ ἐστι, καὶ ἰσοδυναμεῖ
τῷ δῇ.
44. φάντες ἀριστῆα] πότε ὑπέλαβον αὐτὸν ἀριστέα εἶναι; δῆλον ὅτι ὁπότε πάλλων τὰ δόρατα Ἀργείων προκαλίζετο πάντας ἀρίστους.
πρόμον] ἡ διπλῆ, ὅτι κατὰ συγκοπὴν τὸν πρόμαχον εἴρηκεν, οὐχ ὡς οἱ γλωσσογράφοι τὸν βασιλέα.
45. εἶδος ἔνʼ] μετὰ τὸ εἶδος ἔπʼ ἐὰν ὑποστίξῃς, ὃ καὶ ἄμεινον, ἀπὸ κοινοῦ τὸ φάντες ὅτι καλὸς μέν ἐστι, δειλὸς δέ.
οὐκ ἔστι βίη φρεσίν] βίη δύναμις, φρεσί δὲ τῇ διανοίᾳ. τουτ-
έστιν οὐκ εἶ ἔμψυχος, οὐδὲ τὴν τυχοῦσαν ἔχεις δύναμιν.
46. ἢ τοιόσδε ἐών] τινὲς κατὰ πεῦσιν καὶ θαυμασμόν· τοιοῦτος
ὢν δειλὸς, συναγαγὼν πλῆθος, διελθὼν πέλαγος, γυναῖκα ἀνδρὸς
πολεμικοῦ ἤγαγες, τῷ πατρὶ καὶ τοῖς ἄλλοις κακὸν μέγα; εἶτα ἀπὸ
ἄλλης ἀρχῆς, οὐκ ἂν δὴ μείνειας Μενέλαον, ἠθικῶς μετὰ πεύσεως ἢ
διαβεβαιωτικῶς. τινὲς δὲ τὸ πᾶν οὕτως· τὸν ἢ ἀντὶ τοῦ εἴ· εἰ
τοιοῦτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς
πολεμικοῦ ἤγαγες, οὐκ ἂν ὑπομείνειας τὸν ταύτης ἄνδρα. ὃ καὶ
προκρίνει Νικάνωρ ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον.
ἐνταῦθα δὲ ἐγκλίνεται ὁ σύνδεσμος, ὁμοίως τῷ “ἢ καὶ Λαέρτῃ
αὐτὴν ὁδὸν ἄγγελος ἔλθω” (Od. 16, 138)· καί μοι δοκεῖ ἰσοδυνα-
μεῖν τῷ εἴ. λέγω δὲ τὸ τοιοῦτον· εἰ ᾔδεις σάφα οἵη περίφρων
Πενελόπεια.
47. ἐπιπλώσας] ὁ Ἀπολλώνιος σχηματίζει τὸ ἐπιπλώσας οὕτως·
πλέω καὶ ἐπιπλώω, οὗ ἀόριστος ἐπέπλωσα, μετοχὴ ἐπιπλώσας, εἶτα
ἀποκοπὴ ἐπιπλώς. καὶ τὸ ἐπέπλως δὲ ῥῆμα “τοὔνεκα γὰρ καὶ πόντον
ἐπέπλως” (Od. 3, 15) ὁμοίως ἐκ τοῦ ἐπέπλωσας ἀποκοπή. ὅτι γὰρ
τὸ ἐπέπλως οὐκ ἔστιν ἀπὸ θέματος τοῦ πλῶμι δῆλον ἐκ τοῦ μηδὲν
εἶναι ὡς ἀπὸ τῶν εἰς μι κίνημα, οὐκ ἀπαρέμφατον ἐπιπλῶναι, οὐκ
εὐκτικὸν ἐπιπλοίην, οὐ προστακτικὸν ἐπίπλοθι, οὐκ ἄλλο οὐδέν. ἔδει
δὲ καὶ τὴν μετοχὴν εἶναι ἐπιπλούς ὡς βιούς καὶ γνούς. ὅτι γὰρ οὐ
Δωρικῶς ἐτράπη εἰς τὸ ω ὡς βοῦς βῶς, δῆλον ἐκ τοῦ μὴ προκεῖσθαι
αὐτοῦ ἐν χρήσει τὸ κοινόν.
48. ἀνῆγες] ἡ διπλῆ, ὅτι ἀναγωγὴν λέγει τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν· ἔστι γὰρ ὑψηλότερα τὰ πρὸς ἄρκτους.
49. ἐξ ἀπίης γαίης] ὅτι ἀπίαν τὴν πολὺ ἀφεστῶσαν, οὐχ ὡς οἱ νεώτεροι τὴν Πελοπόννησον.
51. κατηφείην] οὕτως κατηφείην σὺν τῷ ὡμολόγουν αἱ Ἄρι-
54. ὅτι τινὲς μὴ εὑρίσκοντες κατὰ τὴν ποίησιν τὸν Ἀλέξανδρον
κιθαρίζοντα μετέγραψαν κίδαρις· τοῦτο δὲ πίλου γένος εἶναι λέγουσιν.
πολλὰ δέ ἐστιν ἅπαξ λεγόμενα παρὰ τῷ ποιητῇ.
56. δειδήμονες] ὅτι Ζηνόδοτος γράφει ἐλεήμονες. οὐκ ἐλεοῦσι δὲ αὐτὸν, ἀλλὰ μισοῦσιν· “οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον· ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο (453). διὰ δὲ τὸν Πρίαμον καὶ τὸν Ἕκτορα εὐλαβοῦνται αὐτῷ ἀντιπράσσειν.
57. ἔσσο διὰ τῶν δύο εἶχον αἱ Ἀριστάρχου· καὶ οὐ μόνον ἐν τοῖς ὑπομνήμασιν εἶχον οὕτως, ἀλλὰ καὶ ἐν ἐνίοις λόγος ὑπέκειτο, ὅτι ἀνάλογον ἦν τῷ “ἕσσω μιν χλαῖνάν τε” (Od. 16, 79) καὶ ἕσσας (Od. 14, 396). καὶ ἡ Ζηνοδότου δὲ οὕτως εἶχε καὶ ἡ Ἀριστοφά- νους.
ἐπὶ τὸ ἕνεκα βραχὺ διασταλτέον· ἀνέστραπται γὰρ ὁ λόγος. Σέλευκος δὲ ἀξιοῖ στίζειν, ἵνα γένηται θαυμαστικὸν, ὅσσα ἔοργας, καθʼ ἑαυτὸ λεγόμενον· ὅπερ οὐ πάνυ τι δοκεῖ μοι.
59. Εκτορ] οὐκ ἠθεῖε οὐδὲ κασίγνητε, ὡς πολλαχοῦ, ἀλλʼ Ἕκτορ· πᾶσαν γὰρ εὐνοϊκὴν προσηγορίαν ὁ θυμὸς ἐξέκοψεν.
Ἕκτορ] μετὰ τὴν κλητικὴν στικτέον, κατὰ δὲ τὸ τέλος τοῦ στίχου
στικτέον ἐν ὑποκρίσει. ὅλη δὲ ἡ ὁμοίωσις διὰ μέσου· τὸ γὰρ ἑξῆς,
ἐπεί με κατʼ αἶσαν ἐνείκεσας, μή μοι δῶρʼ ἐρατὰ πρόφερε· τὰ δὲ
ἄλλα διὰ μέσου. ἐπὶ δὲ τῶν τοιούτων ὑπερβατῶν τὰς παραλλήλους
δύο ὀξείας ὑποτίθεμεν ἑκατέρωθεν τῶν διὰ μέσου. ἔστι δὲ καὶ αὕτη
ἀνταπόδοσις· αἰεί τοι κραδίη πέλεκυς ὥς. ὁ δὲ λόγος, ἐπεί μοι
ἐπέπληξας, σιδήρου τομώτερον εἶναί σέ φημι.
63. ὡς σοί] ἡ σοί ἀντωνυμία ὀρθοτονεῖται νῦν διὰ τὴν ἀντιδια- στολήν.
64. μή μοι δῶρʼ] τὸ ἑξῆς ἐπεί με κατʼ αἶσαν ἐνείκεσας, μή μοι
δῶρα. διὰ μέσου δὲ ἡ παραβολή.
65, 66. πρὸς τὸ ζητούμενον, πῶς, εἰ οὐκ ἔστιν ἀπόβλητα, ἑκὼν οὐκ ἄν τις ἕλοιτο;
ἀπόβλητα] τὰ ὑπὸ τῶν θεῶν, φησὶ, διδόμενα δῶρα οὐκ ἔστιν ἀρνή- σασθαι οἷα ἄν εἰσιν· μὴ διδόμενα δὲ παρʼ αὐτῶν ἀδύνατόν τινα λαβεῖν οἰκείᾳ σπουδῇ.
71. κρείσσων] ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν κρείσσω. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς ἔχει τὸ ν.
74. ναίοιτε] ὅτι Ζηνόδοτος γράφει ναίοιμεν. γελοῖος δέ ἐστιν ἑαυτὸν καταριθμῶν τοῖς ὕστερον οἰκήσουσι τὴν Τροίαν, ἀδηλότητος οὔσης εἰ νικήσει.
75. ἱππόβοτον] Ἴασος καὶ Πελασγὸς Τριόπα παῖδες· τελευτή-
σαντος δὲ αὐτοῖς τοῦ πατρὸς διείλοντο τὴν βασιλείαν. λαχὼν δὲ
Πελασγὸς μὲν τὰ πρὸς Ἐρασῖνον ποταμὸν ἔκτισε Λάρισαν, Ἴασος
δὲ τὰ πρὸς Ἦλιν. τελευτησάντων δὲ αὐτῶν ὁ νεώτατος ἀδελφὸς
Ἀγήνωρ ἐπεστράτευσε τῇ χώρᾳ, πολλὴν ἵππον ἐπαγόμενος, ὅθεν
ἐκλήθη ἱππόβοτον μὲν τὸ Ἄργος ἀπὸ τῆς Ἀγήνορος ἵππου, ἀπὸ δὲ
Ἰάσου Ἴασον. ἱστορεῖ Ἑλλάνικος ἐν Ἀργολικοῖς.
Ἀχαιίδα καλλιγύναικα] τὴν πᾶσαν Ἑλλήνων γῆν Ἀχαιίδα φησὶ καλλιγύναικα· τῷ δὲ ἔρωτι Ἑλένης τὴν πᾶσαν τοιαύτην εἶναι μαντεύεται.
ἔβαλλον] ὅτι Ὅμηρος τὸ βάλλειν ἐπὶ τοῦ τιτρώσκειν τίθησι· νῦν δὲ ἔμφασιν ἔχει.
82. *ἴσχεσθ᾿] ἀντὶ τοῦ ἴσχετε ἐνεργητικοῦ.
ὅτι τὸ βάλλετε ἀντὶ τοῦ τιτρώσκετε.
83. ὅτι τὸ στεῦται ἀντὶ τοῦ κατὰ διάνοιαν ὁρίζεται.
90. βραχὺ διασταλτέον· κοινὸν γὰρ τὸ κέλεται ῥῆμα.
92. κρείσσων] ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν κρείσσω. τὰ δὲ
τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς τὸ ν προσλαμβάνει.
97. νῦν] τὸ νυν περισπαστέον, κἂν παρέλκῃ παρὰ τῷ ποιητῇ.
99. Ἀργείους καὶ Τρῶας] ὅτι Ζηνόδοτος γράφει Ἀργεῖοι καὶ Τρῶες, ὡς ἀποστροφῆς τοῦ λόγου γεγονυίας πρὸς αὐτούς. ἔστι δὲ τὸ διακρινθῆναι διχῶς χωρισθῆναι. ὁ δὲ Ζηνόδοτος συνήθως ἡμῖν τέταχεν.
*πέπασθε] διὰ τοῦ ᾱ τὸ πέπασθε Ἀρίσταρχος.
100. ἔνεκ’ ἀρχῆς] ὅτι Ζηνόδοτος γράφει ἕνεκ’ ἄτης. ἔσται δὲ ἀπολογούμενος Μενέλαος ὅτι ἄτῃ περιέπεσεν ὁ Ἀλέξανδρος. διὰ μέντοι τοῦ ἕνεκ᾿ ἀρχῆς ἐνδείκνυται ὅτι προκατῆρξεν.
102. διακρινθεῖτε] οὕτως προπερισπᾶται· ἔστι γὰρ εὐκτικὸν,
κατὰ πάθος γεγονὸς ἐκ τοῦ διακρινθείητε, ὁμοίως τῷ “καὶ εἴ ποθεν
ἄλλʼ ἐπιθεῖτε” (Od. 22, 62). ὧν πάλιν πρῶτα διακρινθείημεν καὶ
διακρινθεῖμεν, ὥσπερ καὶ τὸ “ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν
Ἀχαιοί” (Il. 2. 126).
103. οἴσετε] πρὸς τὸ οἴσετε, ὅτι οὐ μέλλοντός ἐστι χρόνου, ἀλλʼ ἀντὶ τοῦ φέρετε, ἀπὸ τοῦ οἶσε, ὅ ἐστι φέρε.
*ἄρνʼ] ἐπὶ τὸ ἄρνε διαστολὴ βραχεῖα· συλληπτικῶς γὰρ λέγει ἄρνε, εἶτα διαιρεῖ.
ἄρν᾿] τὰ οἰκεῖα ἑκάστῳ θεῷ ἱερουργούμενα εἰσάγει· τῷ μὲν γὰρ
ἡλίῳ λαμπρῷ ὄντι καὶ ἄρρενί φησι καὶ λευκὸν ἱερουργηθῆναι ἄρνα,
τῇ δὲ γῇ μέλαιναν καὶ θήλειαν, ἐπεὶ τοιαύτη ἡ θεός. τῷ δὲ Διὶ
ἡμεῖς ἄλλον κομίσωμεν ὡς ξένοι, ἐπεὶ καὶ ξένιος Ζεὺς προσαγορεύεται.
γῇ τε καὶ ἠελίῳ] ὅτι Ἑλληνικῶς ἐπὶ μὲν τῶν δύο τὸ ἕτερον τῷ ἑτέρῳ ἀντιδιέσταλκεν, ἐπὶ δὲ τοῦ τρίτου ἄλλον εἴρηκεν.
105. *ἄξετε] ὅτι τὸ ἄξετε οὐ τὸν μέλλοντα σημαίνει, ἀλλʼ ἴσον τῷ ἄγετε.
108. αἰεὶ δʼ ὁπλοτέρων] ἀπὸ τούτου ἕως τοῦ λεύσσει (110) ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἀπολογία ἐστὶν αὕτη ὑπὲρ τῶν παρα- βάντων Πριαμιδῶν. εἰ γὰρ κατὰ κοινοῦ αἱ φρένες τῶν νέων κρέμαν- ται, οὐδὲν ξένον ἁμάρτημα πεποιήκασιν.
109. οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω] ὑποστι-
κτέον ἤτοι μετέῃσιν ἢ ὀπίσσω· ἡ μὲν οὖν προτέρα τοιοῦτον ποιεῖ τὸν
λόγον· τά τε παρόντα καὶ τὰ ὕστερον προορᾶται, ὅπως ἐν ἀμφοτέ-
ροις ἄριστα πραχθῇ· ἡ δὲ δευτέρα οὕτως, οἷς δʼ ἂν παρῇ πρεσβύτης
εἴς τε τὸ παρὸν καὶ εἰς ὕστερον, οἷον πάντοτε.
117. οὕτως συναπτέον. καρπαλίμως ἄρνας τε φέρειν· ἐν-
ετείλατο γὰρ φέρειν ταχέως, ἐπεὶ παρελκόμενον ἔσται τό καρπα-
λίμως.
122. *διὰ τὸ γαλόῳ.
*γάλως, ὡς Ἄθως· καὶ διαίρεσις γαλόω ὡς “ ἐξ Ἀθόω δ᾿ ἐπὶ πόντῳ (II. 14. 229).
βαρύνειν δεῖ τὸ γαλόῳ· τὰ γὰρ εἰς ως θηλυκὰ, ὑπὲρ μίαν συλ-
λαβὴν, βραχείᾳ παραληγόμενα, βαρύνεται, ἅλως Κέως ἕως· οὕτω
γάλως. τοῦτο δὲ ἀξιοῖ καὶ Τρύφὼν ἐν τῷ α´ περὶ ἀρχαίας ἀναγνώ-
σεως.
125. ἐν μεγάρῳ] ἐν θαλάμῳ· οὗτος γὰρ ἐνδιαίτημα γαμηθεισῶν, χηρῶν δὲ καὶ παρθένων ὑπερῷον.
126. δίπλακα μαρμαρέην] καὶ αἱ Ἀριστάρχου καὶ ἡ Ζηνοδότου
καὶ ἡ Ἀριστοφάνους πορφυρέην εἶχον, οὐ μαρμαρέην. καὶ ἔστι πρεπω-
δέστερον· καὶ γὰρ ἐπὶ τῶν νυμφῶν “φάρε᾿ ὑφαίνουσιν ἁλιπόρφυρα”
(Od. 13, 108).
ὅτι παραλέλειπται τὸ κύριον, ἡ χλαῖνα. λέγει δὲ δίπλακα χλαῖ- ναν, ἦν ἔστι διπλῆν ἀμφιέσασθαι.
128. οὕς ἑθεν] ἐγκλιτικῶς ἀνεγνώσθη διὰ τὸ μεταλαμβανόμενον,
ἐπεὶ εἰς ἀπλῆν ἡ μετάληψις, οὓς αὐτῆς. τοῦτο δὲ ἐπὶ τῆς ἕθεν
φασὶν, ὅτι εἰ μὲν εἰς ἁπλῆν μεταλαμβάνοιτο, ἐγκλιτικῶς ἀναγινώ-
σκειν δεῖ, εἰ δὲ εἰς σύνθετον, ὀρθοτονητέον. διὸ κἀκεῖνα οὕτως, ἀνε-
γνώσθη “ἐπεὶ οὔ ἑθέν ἐστι χερείων” (Il. 1, 114) “οἱ ἑθεν ὀτρύνοντος”
(Il. 15, 199)· ἐκεῖνο δὲ κατʼ ὀρθὴν τάσιν “ἀπὸ ἔθεν ὤσατο χειρί”
(l. 6, 62). ὅθεν ὁ Σιδώνιος μέμφεται Ἀριστάρχῳ μὴ ἐγκλιτικῶς
ἀναγνόντι τὸ “πρόσθεν ἔθεν φεύγοντα” (Il. 5. 80)· ἡ γὰρ διάνοια
ἀπλῆν αἰτεῖ τὴν μετάληψιν.
*130. νύμφα] Ἰωνικὰ νύμφα τόλμα.
*θέσκελα] θεοείκελα, ὡς θεόφατα θέσφατα· μετὰ τὴν συγκοπὴν ὁ πλεονασμός.
132. οἳ—Ἄρηα] εἶτα ἀπὸ ἄλλης ἀρχῆς· ἀσύνδετα γὰρ πρὸς τὰ
ἐπάνω. διὸ τελείαν στικτέον, ὑποστικτέον δὲ ἐν ὑποκρίσει εἰς τὸ πολέ-
134. * ἕαται] ἀπὸ τοῦ ἧνται, διάλυσις.
πόλεμος δὲ πέπαυται] διὰ μέσου τὸ ἡμιστίχιον· διόπερ διαστέλ- λομεν ἐπὶ τὸ σιγῇ, στίζομεν δὲ ἀνυποκρίτως ἐπὶ τὸ πέπαυται.
138. * τῷ δέ κε νικήσαντι] ὅτι περισσὸς ὁ κε, καὶ ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ τοῦ δὲ νικήσαντος.
143. οὐκ οἴη] στικτέον μετὰ τοῦτο τελείαν· τοῖς γὰρ ἄνω συνάπτεται. τὸ δὲ ἑξῆς ἀσύνδετον. εἰ δὲ προστεθῇ ὁ ἀλλά εἰς τὸ πλῆρες, καὶ ὁ λόγος συνδεδεμένος καὶ ἡ στιγμὴ ὑποτείνεται.
144. Αἴθρη, Πιτθῆος θυγάτηρ] εἰ μὲν τὴν Θησέως λέγει μητέρα,
ἀθετητέον· ἀπίθανον γάρ ἐστιν Ἑλένης ἀμφίπολον εἶναι τὴν οὕτως
ὑπεραρχαίαν, ἣν οὐκ ἐκποιεῖ ζῆν διὰ τὸ μῆκος τοῦ χρόνου. εἰ δὲ
ὁμωνυμία ἐστὶ, καθάπερ καὶ ἐπὶ πλειόνων, δύναται μένειν· καὶ γὰρ
ἄλλοι εἰσὶν ὁμώνυμοί τινες κατὰ τὰ Ἰλιακὰ, Ἄδραστος, Τεύθρας,
Οἰνόμαος.
ἑτέρα τῆς Θησέως μητρός ἐστιν αὕτη ἡ Αἴθρα· αἰσχρὸν γὰρ
ὑπάρχει θεραπαίνης τρόπῳ ἀκολουθεῖν τῆ Ἑλένῃ τὴν Αἴθραν ἑκυρὰν
νομισθεῖσαν. ὡς γὰρ ἱστορεῖ Ἑλλάνικος, Πειρίθους καὶ Θησεὺς, ὁ
μὲν Διὸς ὢν, ὁ δὲ Ποσειδῶνος, συνέθεντο γαμῆσαι Διὸς θυγατέρας,
καὶ ἁρπάσαντες τὴν Ἑλένην κομιδῆ νέαν παρατίθενται εἰς Ἄφιδναν
τῆς Ἀττικῆς Αἴθρῃ τῇ Πιτθέως μὲν θυγατρὶ, μητρὶ δὲ Θησέως.
οὕτως εἰς Ἅιδου παραγίνονται ἐπὶ τὴν Περσεφόνην. οἱ δὲ Διόσκουροι,
μὴ ἀπολαμβάνοντες τὴν ἀδελφὴν, τὴν Ἀττικὴν πορθοῦσιν, Αἴθραν δὲ
αἰχμαλωτίζουσιν.
145. Σκαιαὶ πύλαι] Δαρδανίας αὐτὰς ἐνίοτέ φησι, διʼ ὧν ἐξήεσαν εἰς τὸ πεδίον οἱ Τρῶες. Σκαιαὶ δὲ εἴρηνται ἤτοι ἀπὸ Σκαιοῦ τοῦ κατασκευάσαντος αὐτὰς, ἢ ὅτι ἐν τοῖς σκαιοῖς καὶ ἀριστεροῖς μέρεσι τῆς πόλεως κεῖνται. οἱ δέ φασιν ὅτι ἀπὸ τοῦ σκαιῶς βουλεύσασθαι τοὺς Τρῶας· τὸν γὰρ δούρειον ἵππον κατὰ ταύτας ἐδέξαντο τὰς πύλας.
150. *γήραϊ] γράφεται καἰ γήρει ὡς οὔδεϊ. ἀσυναλείπτως τῷ γήραι ἀναγνωστέον.
151. *διασταλτέον βραχὺ ἐπὶ τὸ ἰσθλοί· τὴν γὰρ ἐπίτασιν μᾶλλον ἐμφαίνει.
τεττίγεσσιν] ἀρσενικῶς· οἱ γὰρ ἄρσενες μόνοι τέττιγες ᾄδουσιν. τούτοις δὲ παρείκασε τοὺς γέροντας· ἄναιμον γὰρ καὶ ψυχρὸν τὸ ζῶον, ἐπί τε τείχους κάθηνται.
Τιθωνοῦ τοῦ Λαομέδοντος, Πριάμου δὲ ἀδελφοῦ, ἠράσθη ἡ Ἡμέρα, ἐξ οὗπερ ἐποίησεν υἱὸν Μέμνονα. μακρῷ δὲ βίῳ δαπανηθέντος ἐκείνου, μετέβαλεν αὐτὸν εἰς τέττιγα ἡ θεός. διὸ δὴ αὐτοῦ τοὺς συγγενεῖς δημογέροντας τέττιξιν εἰκάζει ὁ ποιητής. ἱστορεῖ Ἑλλάνικος.
152. δενδρέῳ ἐφεζόμενος] ὅτι Ζηνόδοτος γράφει δένδρει. ὁ μὲν
οὖν λέγων δένδρος ὡς κάλλος ἐρεῖ δένδρει ὡς κάλλει, ὁ δὲ δένδρον ὡς
βάθρον ἐρεῖ δένδρῳ ὡς βάθρῳ. Ὅμηρος δὲ λέγων “δένδρεον ὑψιπέτη-
λον” (Il. 13, 437) ὡς χάλκεον ἐρεῖ καὶ δενδρέῳ ὡς χαλκέῳ.
ἱεῖσιν] προπερισπαστέον ὡς τιθεῖσιν· τὰ γὰρ τρίτα πληθυντικὰ
ὁριστικὰ ἐνεστῶτος χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον
ἀποφέρεται ταῖς πληθυντικαῖς δοτικαῖς μετοχαῖς, λέγομεν λέγετε
λέγουσι καὶ τοῖς λέγουσιν, ἵσταμεν ἵστατε ἱστᾶσι καὶ τοῖς ἱστᾶσιν·
οὕτως ἵεμεν ἵετε ἱεῖσι· καὶ γὰρ ἱέντες ἱέντων ἱεῖσιν. ἀντιπίπτει
μόνον διά τι αἴτιον τὸ φασί πρὸς τὸ φᾶσι μετοχικὸν, ὡς στᾶσι.
Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν τῷ περὶ τῆς Κρατητείου αἱρέ-
σεώς φησιν “ὦκα γράφει ἀντὶ τοῦ ἦκα·” καὶ ἀπολογούμενός φησιν ὅτι
μετʼ αὐτὸ διασταλτέον, ἵν᾿ ᾗ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν ὦκα. πρὸς
δὲ τῷ μὴ ἁρμόζειν ἐπὶ τῆς Ἑλένης τὸ δρομαίαν αὐτὴν προσέρχεσθαι,
μὴ καὶ ἔτι καταλάβῃ αὐτοὺς ταῦτα διαλεγομένους, καὶ ἡ ἀρετὴ τοῦ
πρέποντος ἀφαιρεῖται. τὸ γὰρ ἦκα ἐπὶ πρεσβυτῶν ὡς οὐδὲν ἕτερον
ἁρμόζει, καὶ μάλιστα ὅτι κάλλος γυναικὸς θαυμάσαντες τῶν ἰδίων
καταφρονοῦσι κινδύνων. τοῦτο οὖν οὐκ ἦν πρέπον ἄλλον ἀκούειν.
ἀμφότερα δὲ ὁ ποιητὴς ἐφύλαξε, καὶ τὸ τῆς Ἑλένης ἐγκώμιον καὶ
τὸ τοῖς πρεσβύταις πρέπον, προσθεὶς τὸ ἦκα.
ἦκα πρὸς ἀλλήλους] ὅτι Ζηνόδοτος γράφει ὦκα. εἴτε δὲ ἐπί τῆς
Ἑλένης ἐστὶν, ὅτι ὦκα ἐπορεύετο, ἀπρεπὲς ἔσται· εἴτε ἐπὶ τῶν
δημογερόντων, ὅτι ὦκα διελέγοντο, ἀνάρμοστον· βραδυλόγοι γάρ
εἰσιν οἱ γέροντες.
156. ἡ στιγμὴ κατὰ τὸ τέλος τοῦ ἑξῆς στίχου ἐπὶ τὸ πάσχειν.
εἶτα ἀφʼ ἑτέρας ἀρχῆς αἰνῶς ἀθανάτῃσι, τοῦ αἰνῶς ἐν ἴσῳ κειμένου
τῷ λίαν, ὡς κἀκεῖ “αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλά” (Od.
1, 208). τινὲς δὲ τῶν καθʼ ἡμᾶς τοῖς ἄνω προστιθέασι τὸ αἰνῶς.
τρίγωνον δὲ ἐπίγραμμα πρῶτος Ὅμηρος γέγραφε τὸ “οὐ νέμεσις
Τρῶας·” ἀφʼ οἵου γὰρ στίχου τῶν τριῶν ἀρξώμεθα ἀδιάφορον.
157. *τοιῇδ’] ἕν ἐστι· διὸ περισπαστέον τὸ τοιῇδε.
158. * αἰνῶς ἀθανάτῃσι] ὡς “αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα” (Od. 1, 208).
*οὐκ ὀρθῶς τινὲς τὸ αἰνῶς τῷ πάσχειν συνάπτουσιν.
159. ὧς] περισπαστέον τὸ ως· ἀντὶ γὰρ τοῦ ὅμως.
160. ἡμῖν] ὀρθοτονητέον· ἔστι γὰρ ἐν συμπλοκῇ διασταλτικῶς εἰλημμένη, ἡμῖν καὶ τοῖς τέκνοις.
163. *ἴδῃ] ὅτι χωρὶς τοῦ σ γράφειν ὁμηρικώτερον.
166. ἐζήτηται πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει πυνθάνεται περὶ
τῶν ἀρίστων. ἐπειδὴ πρότερον περὶ τὰς ἀστυγείτονας πόλεις ἐπλα-
νῶντο, ὥς που καὶ ὁ ποιητής φησιν “κατὰ ληΐδ’ ὅπη ἄρξειεν
Ἀχιλλεύς” (Od. 3, 106)· νῦν δὲ προσκάθηνται τῇ Ἰλίῳ. ἢ ὅτι
πρότερον μὲν οὐκ ἦγε σχολὴν πυθέσθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέως
ἰσχυρῶς αὐτοῖς ἐγκειμένου καὶ μόνον ἑαυτὸν ἐπιδεικνύντος καὶ τῷ
φόβῳ κατακλείστους ποιοῦντος· ἐφρόντιζε γὰρ τὸ τηνικαῦτα ὁ Πρία-
μος οὐ περὶ τούτων, ἀλλὰ περὶ τοῦ σώζεσθαι τὴν πόλιν. νῦν δὲ μη-
νιῶντος ἐκείνου καὶ ἰσορρόπου τῆς μάχης γεγενημένης, ὡς καὶ τοῦ
τείχους χωρὶς πολεμεῖν τοὺς Τρῶας, εἰκότως περὶ αὐτῶν πυνθάνεται.
ἕτεροι δέ φασιν ὅτι ἀπὸ τῆς πανοπλίας καὶ τῶν ἵππων αὐτοὺς
ἐγνώριζον, ὡς καὶ Πάνδαρος ἐπὶ τοῦ Διομήδους λέγει “ἀσπίδι
γινώσκων αὐλώπιδί τε τρυφαλείῃ” (Il. 5, 182)· πρότερον δὲ οὐ
τεθέατο οὕτω πάντας ἐνόπλους ὡς νῦν.
ὥς μοι καὶ τόνδʼ ἄνδρα] ἐὰν τὸ ἵνα ἐκ τοῦ ὡς σημαίνηται, ἔσται
τῶν ἄνω ἐχόμενος ὁ λόγος, ὄφρα ἴδῃ πρότερόν τε πόσιν καὶ ὥς μοι
τονδʼ ἄνδρα· βέλτιον δὲ, εἴ γε καὶ τὸ ἐξονομήνῃς ἀντὶ τοῦ εὐκτικοῦ
παραλαμβάνῃς.
175. παῖδά τε] λέγει τὴν Ἑρμιόνην. ὁ δὲ Πορφύριος ἐν τοῖς
τηλυγέτην] καταχρηστικῶς εἶπε· κυρίως δὲ τηλύγετοι καλοῦνται
οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες, ὁ ἐστιν οἱ ἐκ γεροντικῆς ἡλικίας
σπαρέντες· δοκεῖ γὰρ τὰ μετὰ ἀπόγνωσιν τῆς παιδοποιίας γεννώμενα
μᾶλλον ἀγαπᾶσθαι.
176, *διὰ τοῦ κε συνδέσμου συνήλειπται, τά κε. γράφεται δὲ καὶ τά γε.
179. ἀμφότερον] τοῦτο συναπτέον τῷ ἀγαθός, ἵνʼ ᾖ κατʼ ἄμφω ἀγαθός· καὶ τὸν ἰσχυρὸν γὰρ ἀγαθόν φησιν. μέγιστα δὲ πρὸς βασιλείαν ταῦτα, τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην πραγματευόμενα.
180. ἐμὸς ἔσκε κυνώπιδος] πρὸς τὴν σημασίαν ὑπήντησεν· τὸ
γὰρ δαὴρ ἐμός δηλοῖ τὸ δαὴρ ἐμοῦ τῆς κυνώπιδος.
182. *ὦ μάκαρ] σημείωσαι ὡς κατὰ πρόσοδον συλλαβῆς ηὔξηται μετʼ ἐπιπλήξεως ὁ ἔπαινος.
ὀλβιόδαιμον] προπαροξυτόνως· ἔστι γὰρ σύνθετον· τὰ δὲ μακρᾷ
παραληγόμενα βαρύτονα, ἔχοντα κλητικὴν εἰς ον περατουμένην,
προπερισπᾶται ἁπλᾶ ὄντα, Μαχᾶον Ἀρετᾶον, σύνθετα μέντοι ὄντα
ἀναδίδωσι τὸν τόνον, κυλλοπόδιον Ποσείδαον ὀβλιοδαιμον. καὶ ἐπὶ
τῶν ἄλλων δὲ συνθέτων τὸ αὐτὸ, λέγω δὲ τὸ Αὐτόμεδον καὶ Ἀγά-
μεμνον· ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβασε κατὰ κλητικὴν, ἐπεὶ
σύνθετα ἦν. τὰ μέντοι παρὰ τὸ φρήν συντιθέμενα ἐφύλαξε τὸν τόνον,
Λυκόφρον δαΐφρον. ὅθεν σημειῶδες ἐκεῖνο κατὰ κλητικήν “ἰὼ Λακε-
δαῖμον” Ἀριστοφάνης Ὁλκάσιν (fr. 354)· καὶ σύνθετον τὸ “ψευδό-
μενοί σε Παλαῖμον.”
183. δεδμήατο] ἡ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζῴων· δαμάζονται γὰρ κυρίως ταῦτα. τοῦτο δὲ ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων· τοιοῦτόν ἐστι καὶ τὸ πεφοβήατο. ἔστι δὲ συγκεκομμένον· παρὰ γὰρ τὸ δαμῶ δεδαμέατο ἦν τὸ ἐντελές. δύο οὖν πάθη ὑπέμεινε, συγκοπὴν τοῦ ᾱ καὶ ἔκτασιν τοῦ ε.
184. ἤδη καὶ Φρυγίην] ὅτι διαφέρει ἡ Φρυγία τῆς Τροίας καθʼ Ὅμηρον, οἱ δὲ νεώτεροι συγχέουσιν. καὶ ὅτι τὸ ἤδη παρείληπται ἀντὶ χρονικοῦ τοῦ ποτέ· διὸ καὶ παραλλήλως λέγεται τὸ ἤδη τῷ ποτέ· “ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθεν” (205).
189. Ἀμαζόνες ἀντιάνειραι] αἱ Ἀμαζόνες λέγονται εἶναι Ἄρεως
καὶ Ἀφροδίτης θυγατέρες, τραφεῖσαι παρὰ Θερμώδοντι ποταμῷ τῆς
Σκυθίας. ἐκλήθησαν δὲ οὕτως διὰ τὸ τὸν δεξιὸν μασθὸν ἐκτέμνεσθαι
ὡς ἐμποδίζοντα αὐταῖς ἐν τῷ τοξεύειν.
Μελανίππη καὶ Ἱππολύτη θυγατέρες Ἄρεως, τῶν Ἀμαζονίδων
προηγούμεναι τῆς στρατείας. αὗται δὲ πειρώμεναι τὴν Φρυγίαν ὑφʼ
αὑτὰς ποιῆσαι διὰ τὸ τὴν χώραν ἱπποτρόφον εἶναι καὶ ἀμπελώδη,
παντὶ τῷ στρατεύματι παρασκευασθεῖσαι παρέτυχον εἰς τὴν προει-
ρημένην χώραν, καὶ στρατόπεδον ἔθεντο πρὸς τὸν Σαγγάριον ποταμόν.
τῶν δὲ Φρυγῶν ὑπὸ τὸν αὐτὸν χρόνον ἡγεμόνες ἤσαν Μύγδων καὶ
Ὀτρεὺς, οἵτινες τὴν σφῶν αὐτῶν στρατείαν ἐξήνεγκαν καὶ πρὸς τὸν
αὐτὸν τόπον παρεγένοντο τῶν Ἀμαζονίδων πρὸς τὸ κωλῦσαι αὐτὰς
μὴ ἐπιβῆναι τοῖς ἑαυτῶν ὅροις. καὶ ὁ Πρίαμος τῆς Τροίας βασιλεὺς
ἐστρατεύετο κατὰ Ἀμαζόνων σὺν αὐτοῖς, κατʼ ἐκεῖνον ἀκμάζων τὸν
καιρόν.
193. *κεφαλῇ] Ἀρίσταρχος κεφαλήν. βέλτιον δὲ ἀπʼ ἄλλης
ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστίν.
197. πηγεσιμάλλῳ] μελανομάλλῳ· οὗτος γὰρ ἐν λευκῷ ποιμνίῳ διάδηλος ἔσται. τῷ πραϋτάτῳ δὲ εἴκασται διὰ τὸ ἀτάραχον.
198. ὅς τʼὀΐων] ὁ μὲν Ἀρίσταρχος οἰῶν ὡς αἰγῶν, ὁ δὲ Ἡρωδιανὸς
ὀΐων ὡς δαίδων, λέγων ὡς οὐ κλίνει τὸ μονοσύλλαβον ὁ ποιητὴς, εἰ
μὴ μέτρον κωλύσειεν.
Ἀρίσταρχος δισυλλάβως ὡς αἰγῶν, καὶ Πτολεμαῖος ὁ Ἀσκα-
λωνίτης· Ἀριστόνικος δὲ τρισυλλάβως, ὅς τʼ ὀίων μέγα πῶῦ. ὁ
μέντοι Πτολεμαῖος οὐχ ὑγιὲς αἴτιον ἐπιφέρει τῆς δισυλλάβου
αἶγες” (Od. 9, 184) καὶ “Τειρεσίῃ δʼ ἀπάνευθεν ὄϊν” (Od. 10,
524). ἔνεκα δὲ μέτρου “οἰὸς ἀωτῷ” (Od. 1, 443) καὶ “οἰῶν τε
βληχήν” (Od. 12, 266). ὥστε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει,
οὐδὲν ἦν ἐμποδὼν παραδέξασθαι τὴν τοῦ Ἀριστονίκου ἀνάγνωσιν. καὶ
γὰρ ἄλλως τὸ ὄις ἀναλογώτερον ἔσται δισύλλαβον ὃν τοῦ μονοσυλ-
λάβου· πολλὰ γὰρ τὰ εἰς ις λήγοντα ἐπʼ εὐθείας, οὔδὲν δὲ εἰς οις,
ὅ τι μὴ μόνον τὸ οἶς καὶ παρʼ Ἀττικοῖς τὸ φθοῖς.
200—202. ἐν βραχεῖ τὸ ἐπίγραμμα πάντα ἔχει. μετὰ ἐπαίνων δὲ περὶ ἑκάστου ἐκτίθεται διὰ τὸ προσπεπονθέναι τῷ Ἑλληνικῷ.
201. ἐν δήμῳ Ἰθάκης] ἔστι νῆσος τῆς Κεφαλληνίας· καὶ τόπος
δέ ἐστιν ἐν Ἰθάκῃ Δῆμος καλούμενος. ὁτὲ δὲ ἡ λέξις δηλοῖ τὸ πολὺ
σύστημα καὶ πλῆθος τῶν ἀνδρῶν.
205. *ὅτι παραλλήλως τὸ ἤδη τῷ ποτέ.
206. σεῦ ἕνεκ’ ἀγγελίης] ὅτι Ζηνόδοτος γράφει σῆς ἕνεκ’ ἀγ-
γελίης. οὐ λέγει δὲ συνήθως ἡμῖν, τῆς σῆς ἀγγελίας χάριν, ἅλ’
ἀγγελίης ἀντὶ τοῦ ἄγγελος.
πρὸ τοῦ στρατεῦσαι τοὺς Ἕλληνας εἰς Τροίαν ἦλθον πρέσβεις Ὀδυσσεὺς καὶ Μενέλαος, ἀπαιτοῦντες Ἑλένην, ἐν οἷς τῶν ἄλλων αὐτοὺς μεθʼ ὕβρεως διωξάντων μόνος Ἀντήνωρ ξενίζει φιλοφρόνως.
207. *ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα] ὅτι παραλλήλως
ἐξείνισα καὶ ἐφίλησα· τὸ γὰρ φιλεῖν ἐνίοτε ἀντὶ τοῦ ξενίζειν
τίθησιν.
211. ἄμφω δʼ ἑζομένω] ὅτι Ζηνόδοτος σὺν τῷ ν γράφει ἑζομένων.
τὸ δὲ ἄμφω δύο πτώσεις ἔχει, ἀμφότεροι ἢ ἀμφοτέρους. καὶ νῦν
λέγει ἀμφότεροι δὲ καθήμενοι, κατʼ ἐναλλαγὴν πτώσεως, ἀντὶ τοῦ
καθημένων δὲ ἀμφοτέρων. καὶ ἔστι σύνηθες ὡς ἐπʼ ἐκείνου “σὺν δὲ
δύ᾿ ἐρχομένω” (Il. 10, 244)· “οἱ δὲ δύο σκόπελοι, ὁ μέν” (Od. 12,
73), ἀντὶ τοῦ τῶν δύο σκοπέλων.
212. ἀλλʼ ὅτε δὴ μύθους] τρεῖς τρόπους ῥητορείας οἶδεν Ὅμηρος,
τὸν ἀπολελυμένον καὶ βραχὺν καὶ ἱκανὸν αὐτὰ τὰ ἀναγκαῖα παρα-
στῆσαι, ὃν Λυσίας ἐζήλωσεν· τὸν δὲ ὑψηλὸν καὶ καταπληκτικὸν καὶ
μεστὸν ἐνθυμημάτων, καὶ τούτων ἀθρόως ἐκφερομένων, ὡς νῦν, ὃν
Δημοσθένης· τὸν δὲ πιθανὸν καὶ τεχνικὸν καὶ πολλῶν πλήρη δογ-
μάτων, ὃν Ἰσοκράτης, τὸ γνωμικὸν καὶ σαφὲς ἐπιλεγόμενος.
213. ἐπιτροχάδην ἀγόρευεν] βραχυλόγοι γὰρ οἱ Λάκωνες ἀεί.
δηλοῖ δὲ εὐφυέστερον ὡς ἀπὸ μὲν Μενελάου τὸν παρὰ τοῖς ῥήτορσι
καλούμενον ἄνετον τρόπον, ἀπὸ δὲ Ὀδυσσέως τὸν σύντομον. ἐπʼ
ἐκείνου μὲν γὰρ εἶπε “παῦρα μέν,” ἐπὶ δὲ Ὀδυσσέως προσέθηκε τὸ
“καὶ ἔπεα νιφάδεσσιν ἐοικότα,” τουτέστι πυκνὰ καὶ πολλά.
215. ἦ καὶ γένει ὕστερος ἦεν] ἐὰν βαρύνωμεν τὸν ἢ σύνδεσμον. διαστελοῦμεν βραχύ· κείσεται γὰρ ἀντὶ τοῦ εἴ συναπτικοῦ· ἐὰν δὲ περισπῶμεν, τελείαν στίξομεν· παραπληρωματικὸς γάρ ἐστι· καίτοι νεώτερος ἦν.
*πιθανώτερον βαρύνειν τὸν η καὶ ἀντὶ τοῦ εἴ παραλαμβάνειν.
217. στάσκεν] οἶδεν ἡ στάσις πολλάκις ὑπόνοιαν εἴς τι κινεῖν.
ῥητορικὴ οὖν ἡ στάσις Ὀδυσσέως. ἀφροσύνην δὲ σχηματίζεται
πρὸς τὸ μὴ ὑπονοεῖσθαι παρὰ τοῖς ὁρῶσιν, ἢ οἷα εἰκὸς Μενελάου
τὰς οἰκείας βλάβας ἐκθεμένου τεταράχθαι τὴν ἀγοράν· τῇ εἰς ἑαυτὸν
οὖν ἐπιστροφῇ καταρτίζει τοὺς ὁρῶντας.
*ὑπαὶ] ὡς εἰ καὶ ἐντελὴς ἦν, οὕτως ἀναγνωστέον, φυλάττοντας τῆς προθέσεως τὸν τόνον.
218. * σκῆπτρον] σημειωτέον δὲ ὅτι ἕκαστος τῶν ἡγεμόνων σκῆ- πτρον εἶχεν ἴδιον, ὡς καὶ Ἀχιλλεὺς ἐν τῇ A ὄμνυσι κατʼ αὐτοῦ.
219. ἀλλʼ ἀστεμφές] πρὸς τὸ ἀστεμφές, ὅτι τὸ ἀμετακίνητον. ὁ γὰρ Ἀνακρέων “σὺ γὰρ ἦς ἔμοιγʼ ἀστεμφής.” καὶ ὅτι τὸ ἀίδρει κατὰ τό βαρὺ προενεκτέον.
ἀΐδρεϊ προπαροξυτόνως ὡς ἀπʼ εὐθείας τῆς ἄϊδρις· “χώρου ἄϊδρις
ἐών” (Od. 10, 282). ταύτης δὲ τῆς εὐθείας ὀφείλει γενικὴ ἐκπίπτειν
εὐθεῖαν ἴδριδες. γένοιτο οὖν ἡ δοτικὴ ἀΐδρεῖ φωτὶ ἐοικώς κατὰ τὸν
προκείμενον λόγον. οὐδὲν δὲ θαυμαστὸν εἰ διὰ τοῦ ῑ πολλάκις τῶν
τοιούτων γενικῶν τὴν παραλήγουσαν προφέρονται Ἴωνες, τὴν δὲ
δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ι· τάχα γὰρ διὰ τὸ κακόφωνον.
ὁ γοῦν ποιητής φησιν “εὐνήν τʼ αἰδομένη πόσιος” (Od. 16, 75), τῇ
δὲ δοτικῇ “χαριζομένη πόσει ᾧ” (Il. 5, 71).
220. φαίης κεν] ὅτι τὸ φαίης τὴν φαντασίαν ἔχει ὡς πρὸς τὴν Ἑλένην λεγόμενον· κατὰ μέντοι γε Ὁμηρικὴν συνήθειαν ἐκληπτέον ἐν ἴσῳ τῷ ἔφη τις ἂν, ὡς ἔχει τὸ “ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις” (Il. 4, 223) ἀντὶ τοῦ ἴδοι τις ἄν.
224. οὐ τότε γ᾿ ὧδ᾿ Ὀδυσῆος] πρὸς τὸ σιωπώμενον, ὅτι συνυ- πακοῦσαι δεῖ τὸ οὐ τότε οὕτως ἐθαυμάσαμεν τὸ εἶδος ἰδόντες ὡς τὴν κατὰ λόγον δύναμιν.
227. *κεφαλήν τε καὶ εὐρέας ὤμους] οὕτως σὺν τῷ τε ἡ Ἀρι- στάρχον καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν εὐφραδέστερον.
230. Ἰδομενεὺς δʼ ἑτέρωθεν] ὅτι πλησίον ὁ Ἰδομενεὺς Αἴαντος τοῦ. Τελαμωνίου ἐτάσσετο κατὰ τὴν ἐπιπώλησιν (Il. 4, 251) συμφώνως. παραιτητέον ἄρα ἐκεῖνον τὸν στίχον τὸν ἐν τῷ καταλόγῳ (Il. 2, 558) ὑπό τινων γραφόμενον “στῆσε δʼ ἄγων ἵνʼ Ἄθηναίων ἵσταντο φάλαγ- γες·” οὐ γὰρ ἦσαν πλησίον Αἴαντος Ἀθηναῖοι.
236. ἰδέειν] οὐκ ἔστιν ἐντελὲς τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν, ὥσπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι μέλλοντες οὐκ ἔχουσι τὴν περισπωμένην ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμενοι ἐνεστῶτες.
237. πὺξ ἀγαθόν] ἐν πυγμῇ ἀνδρεῖον καὶ γενναῖον. οὗτος γὰρ καὶ
τὸν ἀφόρητον πύκτην Ἄμυκον ἀναιρεῖ, ὡς Ἀπολλώνιός φησιν ἐν
δευτέρῳ Ἀργοναυτικῶν. ἐζήτηται δὲ πῶς τοὺς ἀδελφοὺς πρῶτον οὐκ
ἐπεζήτει ἡ Ἑλένη. ῥητέον δὲ ὅτι ἴσως μὲν ἐπεζήτησεν, εὐχερῶς δὲ,
ὅτε ἔγραφεν, Ὅμηρος ἐπεμνήσθη.
238. δύναται αὕτη ἡ λέξις συνάπτεσθαι.
239, 240. ἢ—ἢ] ὁ μὲν Νικάνωρ ἄμφω ὀξύνει ὡς διαζευκτικούς· ὁ δὲ Ἡρωδιανὸς τὸν δεύτερον περισπᾷ, ὡς διαπορητικοὺς ἄμφω δεχόμενος.
*ὁ μὲν πρῶτος ἤ σύνδεσμος βαρύνεται, ὁ δὲ δεύτερος περισπᾶται,
ἵνα τοιαύτη ἡ φράσις γένηται, ἢ οὐκ ἠκολούθησαν, ἦ ἠκολούθησαν
μὲν, οὐκ ἐθέλουσι δὲ μάχην καταδύμεναι ἀνδρῶν.
240. νέεσσʼ ἐνὶ ποντοπόροισιν] Νικίας ἀναστρέφει· οὐ συμφωνεῖ δὲ τὰ τῆς ἱστορίας αὐτῷ· φασὶ γὰρ Ἀρίσταρχον τοῖς κυριωτέροις συντάσσειν τὰς προθέσεις.
242. αἴσχεα δειδιότες] Ἑλένη ἁρπασθεῖσα ὑπὸ Ἀλεξάνδρον,
ἀγνοοῦσα τὸ συμβεβηκὸς μεταξὺ τοῖς ἀδελφοῖς Διοσκούροις κακὸν,
ὑπολαμβάνει διʼ αἰσχύνης αὐτῆς μὴ πεπορεῦσθαι τούτους εἰς Ἴλιον,
ἐπειδὴ προτέρως ὑπὸ Θησέως ἡρπάσθη, καθὼς προείρηται· διὰ γὰρ
τὴν τότε γενομένην ἁρπαγὴν Ἄφιδνα πόλις Ἀττικῆς πορθεῖται, καὶ
τιτρώσκεται Κάστωρ ὑπὸ Ἀφίδνου τοῦ τότε βασιλέως κατὰ τὸν
δεξιὸν μηρόν. οἱ δὲ Διόσκουροι, Θησέως μὴ τυχόντες, λαφυραγω-
γοῦσι τὰς Ἀφίδνας ἡ ἱστορία παρὰ τοῖς Πολεμωνίοις ἢ τοῖς
κυκλικοῖς, καὶ ἀπὸ μέρους παρὰ Ἀλκμᾶνι τῷ λυρικῷ.
ἐπὶ τὸ ὀνείδεα βραχὺ διασταλτέον· ἐπὶ δὲ τὸ πολλά ὁ λόγος
μὲν αἱρεῖ, διὰ δὲ τὴν συναλοιφὴν οὐ παραδεκτέα ἡ ἀνάγνωσις.
243. τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα] οὗτοι δὲ, φησὶν, ἦσαν
μεταστάντες ἐξ ἀνθρώπων, καὶ ὑπὸ γῆν διετέλουν ὁτὲ μὲν ζῶντες,
ὁτὲ δὲ τεθνηκότες, κατʼ αὐτὸν τὸν ποιητὴν λέγοντα “ἄλλοτε μὲν
ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε τεθνᾶσιν, τιμὴν δὲ λελόγχασιν
ἶσα θεοῖσιν” (Od. 11, 299). φυσίζοος δὲ ἤτοι ἡ τὰ πρὸς τὸ ζῆν
φύουσα καὶ δωρουμένη, ἢ ὅτι τῷ ὄντι λέγεται χώρα ἐν Λακεδαίμονι
οὕτω Φυσίζοος, ἐπεὶ ἐκεῖ δοκοῦσιν οἱ Διόσκουροι καταποθέντες πάλιν
ἀναδοθῆναι.
Ἴδας καὶ Λυγκεὺς Ἀφαρέως παῖδες, γάμους θύοντες τῶν Λευκίπ-
που θυγατέρων Φοίβης καὶ Ἰλαείρας, ἐκάλεσαν τοὺς Διοσκούρους
σνγγενεῖς ὄντας· ὁ γὰρ Τυνδάρεως Ἀφαρέως ἀδελφὸς ἦν. λέγεται
δὲ τοὺς Διοσκούρους ἐξαρπάσαι τὰς κόρας ἔτι παρθένους οὔσας.
μαχομένων δʼ αὐτῶν περὶ τοῦ γάμου καρτερῶς ἀναιρεῖται Κάστωρ.
ὅθεν ὁ Ζεὺς ὀργισθεὶς κεραυνῷ βάλλει τὸν Ἴδαν, παραμυθεῖται δὲ
Πολυδεύκην, καὶ τίθεται αὐτῷ αἵρεσιν πότερον θέλει ἀθάνατος εἶναι,
ἢ σὺν τῷ ἀδελφῷ ἓξ μῆνας τελευτᾶν καὶ τοὺς ἴσους ζῆν. ὁ δὲ
μᾶλλον αἱρεῖται μετὰ Κάστορος ἀποθανεῖν καὶ ζῆν. ἡ ἱστορία παρὰ
Πινδάρῳ.
244. φίλῃ ἐν πατρίδι γαίῃ] ὅτι Ζηνόδοτος γράφει ἑῇ ἐν πατρίδι. εἴτε δὲ ἐπὶ τῶν Διοσκούρων ἔσται τὸ ἑῇ, ἑνικὸν οὐχ ἁρμόσει· εἴτε ἐπὶ τῆς Ἑλένης, ἔκθεσμόν ἐστι τὸ οὕτω λέγειν, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα ἐν τῇ ἑαυτῆς πατρίδι.
245. τὸ θεῶν δύναται καὶ τοῖς ἐπάνω συνάπτεσθαι, ἵνʼ ᾖ κήρυκες
θεῶν, καὶ τοῖς ἑξῆς, ὅρκια πιστὰ θεῶν· ὅπερ καὶ βέλτιον.
250. * Λαομεδοντιάδη] τελείαν στικτέον μετὰ τὴν κλητικήν· καὶ γὰρ τὰ ἑξῆς ἀσύνδετα “καλέουσιν ἄριστοι.”
Λαομεδντιάδη] μήτηρ Πριάμου, ὥς φησι Πορφύριος ἐν τῷ περὶ
τῶν παραλελειμμένων τῷ ποιητῇ ὀνομάτων, κατὰ μὲν Ἀλκμᾶνα τὸν
μελοποιὸν Ζευξίππη, κατὰ δὲ Ἑλλάνικον Στρυμώ.
257. ναίοιμεν] ὅτι νῦν ὀρθῶς ἐν τῷ τοῦ κήρυκος λόγῳ γράφεται ναίοιμεν, ἐν δὲ τοῖς ἐπάνω, ὅτε Ἀλέξανδρος λέγει, οὐκέτι.
259. *ἐκέλευσε δʼ ἑταίροις] οὕτως τοῖς ἑταίροις κατὰ δοτικὴν αἱ Ἀριστάρχου. συνεφώνει καὶ ἡ Ζηνοδότου.
261. ἂν δʼ ἄρʼ ἔβη Πρίαμος] ὅτι δύο ἐπεδέχοντο οἱ δίφροι· διὸ
νῦν Πρίαμος ἡνιοχεῖ παραιβατοῦντος τοῦ Ἀντήνορος. καὶ ὅτε οἱ
262. *προκρίνει μὲν τὴν διὰ τοῦ ε γραφήν βήσετο, πλὴν οὐ μετατίθησιν, ἀλλὰ διὰ τοῦ ᾱ γράφει ὁ Ἀρίσταρχος.
263. Σκαιῶν] ὅτι παραλέλοιπε τὸ πυλῶν, καὶ ὅτι ἀδιαιρέτως
ἐξενήνοχεν· εἴθισται γὰρ λέγειν Σκαιάων (Il. 22, 6).
270. μίσγον—ἔχευαν] ὅτι οὐχ ὕδατι ἔμισγον τὸν οἶνον, ἀλλὰ τὸν τῶν Τρώων καὶ Ἀχαιῶν· διὸ καὶ ἐν ἄλλοις “σπονδαί τʼ ἄκρητοι” (Il. 2, 341).
*ἔχευαν] Ἀρίσταρχος διὰ τοῦ ο· καὶ ἀναλογεῖ τῷ μίσγον.
271. μάχαιραν] ὅτι τὴν παραξιφίδα μάχαιραν καλεῖ διὸ καὶ λέγει αὐτὴν παρηρτῆσθαι τῷ κουλεῷ τοῦ ξίφους. τὸ δὲ πολεμιστή- ριον ἆορ ξίφος φάσγανον καλοῦσιν· συνώνυμα γάρ.
272. ἄωρτο] ἄρω ἐστὶ τὸ σημαντικὸν τοῦ ἁρμόζω, οὗ μέλλων
ἄρσω, ἀόριστος ἦρσα· “θύρας σταθμοῖσιν ἐπῆρσεν” (Il. 14, 167
et 339) ἀντὶ τοῦ ἐφήρμοσεν· “καὶ πώμασιν ἄρσον ἅπαντα” (Od.
2, 353) ἀντὶ τοῦ ἐφάρμοσον. τοῦ ἄρω ὁ παρακείμενος ἦρκα, ὁ παθη-
τικὸς ἦρμαι, ὑπερσυντέλικος ἤρμην, τὸ τρίτον ἦρτο, συστολῇ ἄρτο,
ἐπενθέσει τοῦ ω ἄωρτο. οὕτως Ἡρωδιανὸς ἐν τῷ β΄ ὑπομνήματι τῷ
περὶ παθῶν Διδύμου.
273. ἀρνῶν ἐκ κεφαλέων] ὅτι Ζηνόδοτος γράφει ἀρνέων ἐκ κεφα- λέων. ἀπὸ δὲ τῶν κατὰ τὴν ὀρθὴν ληγόντων εἰς ες οὐ γίνονται τοιαῦται διαιρέσεις, ἀλλʼ ἀπὸ τῶν εἰς αῑ· εἰ δὲ ἄρνες, ἀρνῶν. ἀπὸ δὲ τοῦ κεφαλαί κατὰ λόγον κεφαλέων.
276. * Ἴδηθεν μεδέων] ὅτι ἀντὶ τοῦ Ἴδης μεδέων.
Ζεῦ πάτερ, Ἴδηθεν] καθʼ ἑκάστην προσαγόρευσιν διασταλτέον, μέγιστε, ἐπακούεις, ποταμοί, γαῖα. τελεία δὲ ἐπὶ τὸ ὀμόσσῃ· ἀσύνδετον γὰρ πρὸς τὰ ἑξῆς.
277. ἠέλιός θ᾿] ὅτι ἥλιος ἀντὶ τοῦ ἥλιε, ὡς κἀκεῖ “δὸς φίλος”
279. ἀνθρώπους τίνυσθον] πρὸς Ζηνόδοτον, ὅτι ἐκ τοῦ δυικῶς
γράφεσθαι τὸ τίνυσθον ἐλέγχεται ὅτι ἐπὶ Περσεφόνης καὶ Πλού-
τωνός ἐστιν ὁ λόγος, οὐκ ἐπὶ τῶν νεκρῶν.
ἐπίορκον] οὕτως προπαροξυτόνως· ἓν γάρ ἐστι τὸ ὅλον, ὥσπερ καὶ τὸ πρᾶγμα· “οὐδʼ ἐπιορκήσω πρὸς δαίμονα” (Il. 19, 188).
280. μάρτυροι ἔστε] ὅτι Ζηνόδοτος γράφει μάρτυρες. Ὅμηρος
δὲ μάρτυρος κατὰ τὸ ἐνικὸν λέγει· “Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος
ἔστω” (Il. 7, 76), οὗ πληθυντικὸν ἔσται τὸ μάρτυροι. παροξύνεται
δὲ τὸ ἔστε, ἵνα προστακτικὸν γένηται ὁμοίως τῷ φυλάσσετε· πιθα-
νωτέρα γὰρ ἡ τοιαύτη ἀνάγνωσις· πολλὰ γάρ ἐστι προστακτικὰ
ὡς πρὸς τοὺς θεούς· “Ζεῦ πάτερ, ἀλλὰ σὺ ῥῦσαι, ποίησόν τʼ αἴθρην,
δὸς δʼ ὀφθαλμοῖσιν” (Il. 17, 645). ἀναγκαῖον μέντοι ἐστὶ παρα-
φυλάξαι ἐκεῖνο, ὡς ὅτι τὰ εἰς τε λήγοντα πληθυντικὰ ὁριστικὰ καὶ
προστακτικά ἀεὶ ὁμοτονεῖ ὑπεσταλμένου τοῦ ἔστε, οἷον λέγετε—ὅτι
λέγετε, ἄγετε—ὄτι ἄγετε.
285. * Τρῶας—ἀποδοῦναι] ἀντὶ τοῦ Τρῶες ἀποδότωσαν.
286. τιμήν] ὅτι τιμὴν τὸ ἐπιτίμιον λέγει, ὃ πολλάκις λέγει ποινήν.
290. *οὕτως διὰ τοῦ η τὸ μαχήσομαι Ἀρίσταρχος.
292. ἀπὸ στομάχους] οὕτως αἱ Ἀριστάρχου, ἀπὸ στομάχους. αἱ δὲ πλείους διὰ τοῦ ε, ἐπὶ στομάχους· καὶ ἔστιν οὐκ ἄχαρις ἡ γραφή.
295. *ἀφυσσόμενοι] Ἀρίσταρχος ἀφυσσόμενοι διὰ τοῦ ο, ἄλλοι δὲ διὰ τοῦ ᾱ.
297. ὧδε] ὅτι τὸ ὧδε οὐδέποτε τοπικῶς, καθάπερ ἡμεῖς, λέγει, ἀλλ᾿ ἀντὶ τοῦ οὕτως τοῦτο παραλαμβάνει.
305. * Ἴλιον ἠνεμόεσσαν] ὅτι θηλυκῶς ἀεὶ τὴν Ἴλιον λέγει.
306. ἄψ, ἐπεί] βραχὺ διασταλτέον ἐπὶ τὸ ἄψ διὰ τὸν ἀνεστραμ-
ὅτι σαφῶς ἐνταῦθα βραχεῖαν διαστολὴν τὴν ὑποστιγμὴν εἴρηκεν.
ὁρᾶσθαι] παθητικὸν ἀντὶ ἐνεργητικοῦ. ἀνέστραπται δὲ ἡ περί-
οδος. ὀρθὴ δʼ ἂν ἦν οὕτως, ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστὶν,
Ζεὺς μὲν τοῦτό γε οἶδεν. εἰς δὲ τὴν πόλιν ὁ Πρίαμος τοὺς ἄρνας
τεθυμένους ἔχων ἄπεισιν, ἵνα αὐτοὺς περιστείλῃ· ἔθος γὰρ ἦν τὰ
ἐπὶ τοῖς ὅρκοις γιγνόμενα ἱερεῖα τοὺς μὲν ἐγχωρίους γῇ περιστέλλειν,
τοὺς δὲ ἐπήλυδας εἰς τὴν θάλασσαν ῥίπτειν.
308. Ζεὺς μέν που] βραχὺ διασταλτέον ἐπὶ τὸ ἄλλοι· ἀνέ-
στραπται γὰρ ἡ περίοδος.
310. ῥα καὶ ἐς δίφρον] τὰ γὰρ ἐν ὅρκοις σφαζόμενα οἱ μὲν ἐγχώ-
ριοι ἔκρυπτον τῇ γῇ, οἱ δὲ ξένοι θαλάσσῃ· ἢ δείξων ἀποφέρει τοῖς
ἐν ἄστει, πιστωσόμενος κἀκείνοις, ἢ ὡς ἀγνοοῦντας διδάξων. τὰ δὲ
θεοῖς ἀπλῶς θυόμενα ἤσθιον· ἡγοῦντο γὰρ ὥσπερ συσσιτεῖσθαι τοῖς
θεοῖς.
313. τὼ μὲν ἄρʼ ἄψορροι] διὰ τί χωρίζεται ὁ Πρίαμος; καὶ οἱ
μέν φασιν ὅτι ἵνα ἀφʼ ὕψους κρεῖσσον θεωρήσῃ ἀπὸ τῆς πόλεως τὴν
μονομαχίαν, οἱ δὲ, ἵνα φυλάξῃ τὰ τείχη. ἄλλοι δὲ τὴν Ὁμηρικὴν
λύσιν προΐσχονται, τὸ οὔπω τλήσομʼ ὀφθαλμοῖσιν ὁρᾶσθαι· ὅπερ
ἄμεινον.
314. Πριάμοιο πάϊς] Πορφύριος ἐν τοῖς παραλελειμμένοις φησὶν ὅτι τὸν Ἕκτορα Ἀπόλλωνος υἱὸν παραδίδωσιν Ἴβυκος, Ἀλέξανδρος, Εὐφορίων, Λυκόφρων.
315. χῶρον μὲν πρῶτον διεμέτρεον] ἀναγκαίως διεμέτρουν πᾶν
τὸ χωρίον ἐν ᾧ ἤμελλον μονομαχήσειν, ὥστε μὴ μόνον τὸν διὰ τῶν
ὅπλων ἡττηθέντα νενικῆσθαι, ἀλλὰ καὶ τὸν ἀπολιπόντα τὸ ἀποδεδει-
γμένον χωρίον, ὥσπερ καὶ ἐπὶ τῶν ἀθλητῶν. ἄλλοι δέ φασιν ὅτι ἵνα
μὴ πρὸς τὰ ἑαυτῶν πλήθη χωρισθῶσιν, ἀλλʼ ὥσπερ ἐν εἱρκτῇ τῇ
περιγραφῇ μένωσιν.
315, 316. αὐτὰρ ἔπειτα κλήρους] μετὰ ταῦτα δεόντως καὶ κλῆρον ἐποιήσαντο περὶ τῆς ἀφέσεως τοῦ δόρατος. ὥστε μὴ θόρυβον ἐμπε- σεῖν τοῦ ἑτέρου φθάσαντος διὰ τῆς πρώτης βολῆς ἀνελεῖν τὸν πολέ- μιον. ψῆφοι δέ τινες ἦσαν οἱ κλῆροι, εἰς οὓς ἐσημειοῦτο ἕκαστος· σὓς οὕτως ὠνόμασαν διὰ τὸ καλεῖσθαι ὑπʼ αὐτῶν εἰς τὰς πράξεις.
316. χαλκήρεϊ] προπαροξυτόνως· ἔστι γὰρ παραγωγὴ ἡ διὰ τοῦ ηρης, ἥτις βαρύνεται, ξιφήρης ὀλιγήρης θυμήρης, ἔνθεν τὸ “θυμῆρες κεράσασα” (Od. 10, 362). εἰ μέντοι γε τὸ ἄρω ἔγκειται ἐπὶ τούτου, καὶ διὰ τοῦ ᾱ ἡ σύνθεσις γένοιτο καὶ ὀξεῖα τάσις ἐστίν· “ἔχει δʼ ἄλοχον θυμαρέα” Il. 9, 330).
ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον] ἐὰν εἰς τὸ ἠρήσαντο στίξω- μεν, φησὶν ὁ Νικάνωρ, ὡς ἑτέροις ἔσονται θεοῖς ἀνατείναντες τὰς χεῖρας· διὸ στίζει εἰς τὸ θεοῖς, καὶ τὸ ἰδέ ἀντὶ τοῦ καὶ λαμβάνει.
*δύναται καὶ οὕτως, ἠρήσαντο θεοῖς ἰδὲ χεῖρας ἀνέσχον καὶ ὁ ἰδέ ἀντὶ τοῦ καί.
320. *Ἴδηθεν μεδέων] ἀντὶ τοῦ Ἴδης μεδέων.
323. * ἐὰν στίζωμεν πρὸ τούτου τοῦ στίχου ἐπὶ τὸ εἴσω, ἐλλεί- πει ῥῆμα εὐκτικὸν τὸ εἴη· ἐὰν δὲ διαστέλλωμεν, κοινὸν ἔσται τὸ δός.
325. ὁρῶ παρὰ τὸ ῥῶ τὸ ὁρμῶ πλεονασμῷ τοῦ ο.
Πάρις ὁ Ἀλέξανδρος ἐκλήθη παρὰ τὸ ἐκτεθῆναι αὐτὸν ἐν τῇ Ἴδῃ
εὐθὺς τεχθέντα καὶ αὐξηθέντα παρελθεῖν τὸν μόρον οὕτως. κατὰ
γαστρὸς αὐτὸν ἔχουσα ἡ Ἑκάβη ἐνόμισε κατʼ ὄναρ καιόμενον δαλὸν
τίκτειν, ὅστις κατέφλεξε πᾶσαν τήν τε πόλιν καὶ τὴν ἐν τῇ Ἴδῃ ὕλην
ἑστῶσαν. τοῦτο δὲ τὸ ἐνύπνιον ἀκούσαντες οἱ μάντεις καὶ οἱ περὶ
τοὺς ὀνείρους δεινοὶ εἶπον τὸ τεχθὲν παιδίον εὐθέως μικρὸν ὂν ῥιφῆναι
θηρσὶ βοράν. τεχθέντα δὲ τὸν Ἀλέξανδρον ἐξέθηκαν ἐν τῇ ἴδῃ· ὃν
ποιμὴν ἑορακὼς σφόδρα εὐειδέστατον ἀνελόμενος ἀνέθρεψεν.
Πορφύριός φησιν ἱστορεῖν τὸν γράψαντα τὰ τραγῳδούμενα ὅτι ὁ θρέψας τὸν Πάριν νομεὺς Ἀρχιάλας ἐκαλεῖτο.
326. *τὸ ἧχι χωρὶς τοῦ ι ὁ Ἀρίσταρχος.
* ἑκάστῳ] Ἀρίσταρχος κατὰ γενικὴν ἑκάστου.
327. ἀερσίποδες] αἴροντες εἰς ὕψος τοὺς πόδας, ταχεῖς. ζωγρα- φικῶς δὲ ἐκτετύπωκε τοῦτο· τοιοῦτοι γὰρ οἱ κωλυόμενοι τοῦ τρέχειν ἵπποι. καὶ ἔστιν ἰδίωμα, παρὰ τὸ ἀείρω ἀέρω ἀέρσῳ, ὡς κέρσω.
334, 335. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν] ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέ-
τηκε, καὶ μετὰ τὸν “οἷο κασιγνήτοιο” ὑποτάσσει “κρατὶ δʼ ἐηʼ
ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν
ἔνευεν· εἴλετο δʼ ἄλκιμον ἔγχος· ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ
ἀσπίδα τερσανόεσσαν.” ὥστε ἐναντίως τῷ Ὁμηρικῷ ὁπλισμῷ (Il. 11,
32. 15, 480) ἔχειν· πρὸ τῆς ἀσπίδος γὰρ φανήσεται ἀναλαμβάνων
τὴν περικεφαλαίαν καὶ ξίφος μὴ ἔχων.
335. *χάλκεον] βραχὺ διασταλτέον ἐπὶ τὸ χάλκεον· κοινὸν γὰρ τὸ ἀμφʼ ὤμοισιν βάλετο καὶ ἐπὶ τοῦ σάκους.
* ἀπὸ κοινοῦ τὸ ὤμοισιν βάλετο, ἀναγκαίως διὰ τοὺς τελαμῶνας.
338. *ὅ οἱ παλάμηφιν ἀρήρει] ἐν ἄλλῳ, ἀκάχμενον ὀξέϊ χαλκῷ.
339. ὣς δʼ αὔτως Μενέλαος] ὅτι οὗτος ξίφος ἔχει· εἰ δὲ ὡσαύ-
τως τῷ Ἀλεξάνδρῳ καθώπλισται, πάντως κἀκεῖνος εἶχε ξίφος. ἡ δὲ
ἀναφορὰ πρὸς Ζηνόδοτον.
ἔντεʼ] ὅπλα. εἴρηται δὲ ἀπὸ τοῦ ἐντὸς περιέχειν καὶ σκέπειν τὸ σῶμα. λέγεται δὲ καὶ τὰ πρὸς τὴν εὐωχίαν σκεύη ἔντεα, ὡς ἐκεῖ “μνηστῆρες δʼ ἀπεκόσμεον ἔντεα δαιτός” (Od. 7. 232).
344. διαμετρητῷ] Ἀρίσταρχος περισπᾷ, καὶ οἱ ἄλλοι· καὶ οὕτως ἔχει ἡ παράδοσις. καὶ ἔστι παρασύνθετον· τὸ γὰρ ῥῆμα συντέθειται ἐν τῷ “χῶρον μὲν πρῶτον διεμέτρεον” (315).
345. *βραχὺ διασταλτέον ἐπὶ τὸ ἐγχείας.
346. * δολιχόσκιον] οἱ μὲν παρὰ τὸ κίειν ἐν πλεονασμῷ, οἱ δὲ παρὰ
τὴν σκιάν.
348. *χαλκός] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ διὰ τοῦ ν, χαλκόν.- οὕτως ἅμεινον διὰ τοῦ σ γράφειν· καὶ γὰρ ὕστερόν φησιν “ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ” ἀντὶ τοῦ τῷ δόρατι. καὶ τὸ μὲν τῆς τύχης ἔτυχεν, τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν.
352. ἀθετεῖται, ὅτι οὐκ ἀναγκαίως ἐπιλέγεται· καὶ γὰρ ὁ καιρὸς
τὸ σύντομον ἔχειν θέλει. καὶ δῖον ἀκαίρως ὁ Μενέλαος τὸν ἐχθρὸν
* δάμασσον] Ἀρίσταρχος δαμῆναι.
353. ἐρρίγῃσι] ἀπὸ τοῦ ῥιγῶ ῥιγεῖς, οὗ παρατατικὸς ἐρρίγουν, ὁ
μέσος παρακείμενος ἔρριγα, ὃς μεταπλάττεται εἰς ἐνεστῶτα τὸν
ἐρρίγω ὡς δέδοικα δεδοίκω.
354. ξεινοδόκον] παροξύνεται διὰ τὴν ἐνέργειαν. οὕτως δὲ πέφυκε
τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεσθαι μὲν, ὅτε ἐνέργειαν ὑπι-
σχνείται, προπαροξύνεσθαι δὲ, ὅτε πάθος, εἰ μὴ κανόνες τινὲς κωλύ-
οιεν σὓς παρατίθεται ὁ Ἡρωδιανός· ὥστε διαφέρειν τὸ λιθοβόλος
τοῦ λιθόβολος· τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸν λίθους βάλ-
λοντα, τὸ δὲ προπαροξυνόμενον τὸν ὑπὸ λίθου βεβλημένον, ὡς παρʼ
Εὐριπίδῃ ἐν Φοινίσσαις (1063) “λιθόβολον αἷμα κατειργάσω.”
*φιλότητα] ὅτι σαφῶς νῦν φιλότητα τὴν ξενίαν εἴρηκεν.
φιλότητα] ἀπελθόντα γὰρ ὡς πρέσβιν εἰς τὸ Ἄργος τὸν Ἀλέ- ξανδρον ἐξενοδόχησεν ὁ Μενέλαος· ὅθεν καὶ εὔχεται τῷ ξενίῳ Διὶ, τῷ ὑπʼ αὐτοῦ καταφρονηθέντι.
359. ἀντικρὺ] διαφέρει τὸ ἀντικρύ τοῦ ἄντικρυς προπαροξυτόνου· τὸ μὲν γὰρ ἀντικρύ δηλοῖ τὸ ἐξ ἐναντίας, τὸ δὲ ἄντικρυς τὸ φανερῶς.
361. *ἐρυσσάμενος ξίφος] ὅτι ξίφος ἔχει, πρὸς Ζηνόδοτον (334).
362. κόρυθος φάλον] τὸ προμετωπίδιον ἀνάστημα τῆς περικε- φαλαίας. ἔστι δέ τι προκόσμημα. γίνονται γὰρ ἐπὶ τῶν περικε- φαλαιῶν λαμπροί τινες ἧλοι ἕνεκα προκοσμήματος. φαλὸν δὲ τὸ λαμπρόν· ἐντεῦθεν καὶ φαλακρὸς ὁ ἔχων φαλὸν τὸ κάρα.
ἀμφὶ δʼ ἄρʼ αὐτῷ] Ἀρίσταρχος ἀμφὶ δʼ ἄρʼ αὐτῇ, τῇ περικε- φαλαίᾳ.
363. διὰ τί δὲ ὁ Μενέλαος συγκλασθέντος αὐτῷ τοῦ ξίφους οὐκ
ἐσπάσατο τὸ τοῦ Ἀλεξάνδρου; ῥητέον οὖν ἢ ὅτι ἔκφρων ἐγένετο, τῷ
κινδύνῳ τὸν λογισμὸν ἐκκλαπείς· ἢ πάντως ζῶντα εἰς Ἕλληνας
ἑλκύσαι ἠθέλησεν, αὔξων τὸ κατόρθωμα. ἢ καὶ διʼ οἰκονομίαν ὁ ποιη-
τὴς ἐσεσώκει διʼ Ἀφροδίτης τὸν Πάριν· ἐλέλυτο γὰρ τὰ τῆς ὑπο-
θέσεως τῷ ἐκείνου θανάτῳ.
364. οὐρανὸν εὐρύν] ὅτι Ζηνόδοτος γράφει αἰπύν. αἰπὺ δὲ ὄρος ἂν λέγοιτο, ὁ δὲ οὐρανὸς εὐρύς· παρήκει γὰρ τῇ γῆ.
365. ὀλοώτερος ἄλλων] ἐμοὶ τῷ Μενελάῳ δηλονότι. ἐνόμισαν
γάρ τινες διὰ τούτου βλασφημεῖν τὸν Μενέλαον. ῥητέον οὖν ὅτι οὐ
βλασφημεῖ ὁ ἥρως, ἀλλὰ νεμεσᾷ. ἀρετῇ γὰρ οἰκεία νέμεσις, οἶδέ
τε πάσχων ἅπερ οὐκ ἔδει, καὶ νεμεσᾷ δικαίως ἐπὶ τῷ παρʼ ἀξίαν
σωζομένῳ.
366. *περισπᾶται ὁ ἦ· βεβαιωτικὸς γὰρ ἦν.
368. οὐδʼ ἔβαλόν μιν] ὅτι Ἀμμώνιος ἐν τῷ πρὸς Ἀθηνοκλέα συγ-
γράμματι ὁμοίως εἶχεν οὐδʼ ἐδάμασσα. καὶ ἔστι συναίρων τοῖς
λεγομένοις πρότερον (352) ὑπὸ τοῦ Μενελάου “δῖον Ἀλέξανδρον καὶ
ἐμῇς ὑπὸ χερσὶ δαμῆναι.”
ὅτι σαφῶς τὸ οὐδʼ ἔβαλόν μιν σημαίνει ἀντὶ τοῦ οὐδὲ ἐπάταξα αὐτόν.
371. πολύκεστος] ὅτι πολύκεστος ὁ πολυκέντητος· ἐκ δὲ τούτου
ὁ ποικίλος δηλοῦται διὰ τὰς ῥαφάς. καὶ ὁ τῆς Ἀφροδίτης κεστὸς
ἀπὸ τούτου· “τῆ νῦν, τοῦτον ἱμάντα ποικίλον” (Il. 14, 219). ὁ δὲ
Καλλίμαχος ὡς ὄνομα κύριον τοῦ ἱμάντος τὸν κεστὸν ἐκδέχεται.
*ἁπαλὴν εἶπεν ὀνειδίζων, ὡς ἐπὶ γυναικὸς οὐκ εἰωθυίας κόρυθα φέρειν.
373. *ἐν τῇ Ἀριστοφάνους καί νύ κεν ἐξείρυσεν.
374. Διὸς θυγάτηρ Ἀφροδίτη] πάλιν διαστολὴ πρὸ τούτου· ἀνέστραπται γὰρ ἡ περίοδος. ὀρθὴ δʼ ἂν ἐγένετο οὕτως, εἰ μὴ ἄρʼ ὀξὺ νόησε, καί νύ κεν εἴρυσέν τε.
375. ἶφι κταμένοιο] ἰσχυρῶς καὶ μετὰ βίας ἀναιρεθέντος, τουτ-
έστι σφαγέντος· τὰ γὰρ τῶν θνησιμαίων ζώων δέρματα ἀσθενῆ ἐστὶν
ὡς ἂν προδιαφθαρέντα ὑπὸ τῆς νόσου.
379, 380. ἔγχει] ζητεῖται ποίῳ ἔγχει: ὃ γὰρ εἶχεν ἐξηκόντισεν·
διὸ ἡ διπλῆ. λεκτέον οὖν ὅτι ἐπόρουσεν ἐφʼ ὃ ἐξηκόντισεν ἔγχος ἐνε-
χόμενον τῇ ἀσπίδι καὶ τῷ θώρακι τοῦ Ἀλεξάνδρου, ἵνα τοῦτο ἐκσπά-
σας ἀνέλοι αὐτόν. οὕτως οὖν ληπτέον τὸ ἑξῆς, ἐπόρουσε ἔγχεϊ χαλ-
κείῳ, εἶτα χωρὶς κατακτάμεναι μενεαίνων.
387. ναιεταώσῃ] ναίω ναιέτης· καὶ ὡς κυνηγέτης κυνηγετῶ, οὕτως ναιέτης ναιετῶ ναιετᾷς, διαιρέσει ]ναιετάω. καὶ ἔδει μὲν ναιεταούσῃ, καί ἐστιν ὅμοιον τῷ “ἱδρῶσαι· ἦγον δέ” (Il. 11, 598).
390. στικτέον μετὰ τὸ ἴθι· αὐτοτελὲς γὰρ καὶ ἀσύνδετον πρὸς τὰ ἐξῆς. καὶ κατὰ τὸ τέλος τοῦ στίχου στικτέον τελείᾳ.
391. δεινωτοῖσι] ὅτι δεινωτὰ λέχη λέγει ἤτοι διὰ τὸ τετορνεῦσθαι τοὺς πόδας, ἢ διὰ τὴν ἔντασιν τῶν ἱμάντων· πρώτῃ γὰρ ἐχρῶντο τῇ διὰ τῶν ἱμάντων πλοκῇ.
392. οὐδέ κε φαίης] ὅτι ὡς πρός τινα λέγει μὴ ὑποκειμένου προσώπου, ἀντὶ τοῦ φαίη τις ἄν.
393. *διαστολὴ βραχεῖα ἐπὶ τὸ ἐλθεῖν· κοινὸν γὰρ τὸ οὐδέ κε φαίης.
395. ὅτι οὐ δεῖ ἀκούειν ἐκ τοῦ θυμὸν ὄρινεν ἐθύμωσεν, ἀλλὰ τὸ
παρώρμησεν· δεξάμενος δέ τις τὸ πρότερον τοὺς ἑξῆς ἐνδιασκευάζει·
διὸ ἀθετοῦνται ἀπὸ τοῦ καί ῥʼ ὡς οὖν ἐνόησε ἕως τοῦ ὣς ἔφατ᾿,
ἔδδεισεν δʼ Ἑλένη (418) στίχοι κγ΄. πῶς γὰρ ἡ γραίᾳ παλαι-
γενεῖ εἰκασμένη περικαλλέα δειρὴν εἶχε καὶ ὄμματα μαρμαίροντα
καὶ στήθεα ἱμερόεντα; καὶ βλάσφημα παρὰ τὸ πρόσωπόν ἐστι τὰ
λεγόμενα “ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόειπε κελεύθους, μηδʼ
ἔτι σοῖσι πόδεσσιν.” καὶ εὐτελὴς κατὰ τὴν διάνοιαν “μή μʼ ἔρεθε,
σχετλίη.” αἰρομένων δὲ αὐτῶν, καὶ τῆς συνεπείας γινομένης οὕτως·
ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· βῆ δὲ κατασχομένη
ἑανῷ ἀργῆτι φαεινῷ σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν, ἦρχε δὲ δαίμων.
400. ἦ πή με] τὸν ἦ σύνδεσμον περισπαστέον, τὸ δὲ πή ὀξυτο-
νητέον διὰ τὸ με ἐγκλιτικόν· ἐνθάδε γὰρ τὸ πή οὐ πύσμα, ἀλλὰ
ἀόριστον.
401. Μῃονίης] Μῄονες ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιὸν, εἶτα Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυος, ὥς φησιν Ἡρόδοτος ἐν τῇ πρώτῃ (7).
402. *κἀκεῖθι] Ἀρίσταρχος μετὰ τοῦ ι, καὶ κεῖθι.
403. *πρὸ τούτου διαστολὴν θετέον· ἀνέστραπται γὰρ ὁ λόγος.
404. ἀπʼ ἄλλη; ἀρχῆς τὸ οὕνεκα· ἀσύνδετος γὰρ πρὸς τὰ ἐπάνω ὁ λόγος. ὑποστικτέον δὲ ἐν ὑποκρίσει εἰς τὸ ἄγεσθαι, ἐπεὶ τῶν ἀνταποδοτικῶν ἐστὶ καὶ ταῦτα, οὕνεκα—τοὔνεκα.
406. ἀπόειπε κελεύθους] Ἀρίσταρχος ἀπόεικε διὰ τοῦ κ, καὶ χω-
ρὶς τοῦ σ κελεύθου. θαυμάσειε δʼ ἄν τις ἡ ἑτέρα διὰ τοῦ π πόθεν
παρέδυ· οὔτε γὰρ ἐν ταῖς Ἀρισταρχείοις οὔτε ἐν ἑτέρᾳ τῶν γοῦν
μετρίων ἐμφερόμενον πέφυκεν. καὶ οὐ μόνον ἐν ταῖς ἐκδόσεσιν, ἀλλὰ
καὶ ἐν τοῖς συγγράμμασιν ἁπαξάπαντες οὕτως ἐκτίθενται. προσθή-
σειν μοι δοκῶ καὶ τὴν Ἀριστάρχου λέξιν οὕτως ἔχουσαν “τῆς
δὲ εἰς τὰς θεοὺς ὁδοῦ εἶκε καὶ παραχώρει, μὴ βαδίζουσα εἰς
αὐτούς.”
411. *κείνου πορσανέουσα λέχος] τὸ ἑξῆς ἐστὶ κεῖσε δʼ ἐγὼν οὐκ εἶμι κείνου πορσανέουσα λέχος.
414. βραχὺ διασταλτέον σχετλίη, μεθείω, ἀπεχθήρω. στικτέον
δὲ φίλησα, ἐὰν ᾖ τὸ μητίσομαι ὁριστικόν· ἐὰν δὲ ὑποτακτικὸν συν-
εσταλμένον, κἀκεῖ διαστολὴν θετέον, ἵνα κοινὸν ᾖ τὸ μή ἐπίρρημα
κατὰ πάντων, μή σε μεθείω, μὴ ἀπεχθήρω.
*μεθείω] μετωνυμικῶς, ἀντὶ τοῦ ἐαθῆναι ποιήσω καὶ μισηθῆναι.
415. * ἔκπαγλʼ ἐφίλησα] Ἀρίσταρχος Ἰακῶς ἔκπαγλα φίλησα.
416. * ἔχθεα] ἐν τῇ ἑτέρᾳ τοῦ Ἀριστάρχου ἄχθεα, τινὲς δὲ ἄλγεα.
417. * ὄληαι] ὡς πύθηαι· μέσος γὰρ δεύτερος ἀόριστος.
419. * ἀργῆτι φαεινῷ] τοῦτο ἐκ παραλλήλου εἴρηται.
423. ἡ δʼ εἰς ὑψόροφον] ἀπὸ τούτου ἕως τοῦ ἔνθα κάθιξʼ Ἑλένῃ
(426) στίχοις τέσσαρσι παράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι Ζη-
νόδοτος μετετίθει τὴν συνέπειαν οὕτως “ἀμφίπολοι μὲν ἔπειτα θοῶς
ἐπὶ ἔργα τράποντο, αὐτὴ δʼ ἀντίον ἷζεν Ἀλεξάνδροιο ἄνακτος, ὄσσε
πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ.” ἀπρεπὲς γὰρ αὐτῷ ἐφαίνετο
τὸ τῇ Ἑλένῃ τὴν Ἁφροδίτην δίφρον βαστάζειν. ἐπιλέλησται δὲ ὅτι
γραῒ εἴκασται καὶ ταύτῃ τῇ μορφῇ τὰ προσήκοντα ἐπιτηδεύει.
424. φιλομμειδὴς Ἀφροδίτη] τὸ γὰρ ἀφροδίσια λύπης ἀπήλ-
426. κάθιζ᾿] συστέλλειν δεῖ τὸ ι καὶ προπαροξύνειν τὸ κάθιζε·
ὅσα γὰρ παρῳχημένου χρόνον ῥήματα βραχυκατάληκτα ἐνέλειψε
χρόνῳ κατὰ τὸ ἄρχον, ταῦτα συντιθέμενα ἀναδίδωσι τὸν τόνον.
εἶχον συνεῖχον· ἀλλʼ ἐπεὶ ἐγένετο ἔχε, ἀνεδόθη ὁ τόνος “νὺξ δὲ
μάλα στνγερὴ κάτεχʼ οὐρανόν” (Od. 13, 269). οὕτως ἷζε κάθιζε·
“Νέστωρ τʼ αὖ τοτʼ ἔριζε” (Od. 3, 411).
428. πλανώμενοί τινες ὑποστίζουσιν ἐν τῷ πολέμου διὰ τὴν
ὑπόκρισιν· Νικάνωρ δὲ τελείαν δίδωσι καὶ τὸ ἑξῆς ἀπόλυτόν
φησιν.
432. ἀπὸ τούτου ἕως τοῦ ἀφραδέως (436) ἀθετοῦνται στίχοι πέντε, ὅτι πεζότεροί εἰσι καὶ τοῖς νοήμασι ψυχροὶ καὶ ἀκατάλληλοι. ἅμα μὲν γὰρ λέγει “ἀλλ᾿ ἴθι προκάλεσσαι,” καὶ κατὰ τὸ συνεχὲς ἐπιφέρει “ἀλλά σʼ ἔγωγε παύσασθαι κέλομαι” ὡς φροντιζούσης.
434. *παύσασθαι] Ἀρίσταρχος παύεσθαι.
στικτέον ἐπὶ τὸ κέλομαι· τὰ γὰρ ἑξῆς ἀπαρέμφατα ἀντὶ προσ- τακτικῶν, πολέμιζε καὶ μάχου. ἐὰν δὲ βραχὺ διαστέλλωμεν ἐπὶ τὸ κέλομαι, ὄντως ἀπαρέμφατα.
436. * δαμασθῇς] Ἀρίσταρχος δαμήῃς.
440. * κεῖνον δʼ αὖτις ἐγώ] βραχὺ διασταλτέον ἐπὶ τὸ ἐγώ· κοινὸν γὰρ ἀπὸ τοῦ ἐνίκησε τὸ νικήσω.
πάρα] ὀξυτονητέον τὴν παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν. ἔστι
δὲ οὐκ ἀναστροφὴ, ἀλλὰ καθʼ ὑπερβατὸν κεῖται, διαλελυμένου τοῦ
πάρεισιν. εἰκότως τινές φασιν ὅτι αἱ προθέσεις, ὅταν κατὰ διάλυσιν
λέγωνται πρὸς τὰ ἐπιφερόμενα, φυλάσσουσι τοὺς τόνους· “κατὰ
ταῦρον ἐδηδώς” (Il. 17, 542), “κατὰ βοῦς Ὑπερίονος ἤσθιον” (Od.
1, 8) “ἀνὰ δʼ ὁ πτολίπορθος Ὀδυσσεὺς ἔστη” (Il. 2, 278). ἐχρῆν
οὖν καὶ τῆς παρά ἐνθάδε, εἰ πρὸς τὸ ἐπιφερόμενον συντάττεται,
φυλάσσεσθαι τὸν τόνον· πρὸς σὓς πιθανῶς ὑπαντητέον ὅτι ἐκεῖνα μὲν
ἅπερ ἐτίθεντο, καὶ ἐν τῇ συνθέσει φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν
443. οὐδ᾿ ὅτε σε πρῶτον] Ἀλέξανδρος υἱὸς Πριάμου Τροίας
βασιλέως, ὁ καὶ Πάρις ἐπικαλούμενος, Ἀφροδίτης ἐπιταγῇ, ναυπη-
γήσαντος αὐτῷ ναῦς Ἀρμονίδου ἢ κατά τινας τῶν νεωτέρων Φερέκλου
τοῦ τέκτονος, μετὰ Ἀφροδίτης ἦλθεν εἰς Λακεδαίμονα, τὴν Μενελάου
πόλιν· ἐνταῦθα δὲ τὴν Ἑλένην ὀφθαλμοβολήσας Ἀφροδίτης αἱρέσει
βληθεῖσαν διʼ ἀλληλομαχίαν Ἔρωτος, ἀναλαβὼν αὐτὴν σὺν τοῖς ἐν
τῷ οἴκῳ χρήμασιν ἦλθεν εἰς Σιδῶνα τῆς Φοινίκης, κἀκεῖ γάμου
συνουσίαν ποιησάμενος κεν ἔχων αὐτὴν εἰς Ἴλιον· μητρόπολις δὲ
αὕτη τῆς Τροίας· ἔκ τε τῆς ἐνταῦθα διὰ τῶν ὅρκων καὶ συνθηκῶν
ἀδικίας αὐτῆς πάλιν Ἀφροδίτης αἱρέσει κομίσας οἴκαδε συνεκοιμήθη,
ἀπροσδοκήτως πάλιν σύνευνον παρειληφὼς, ὡς δηλοῖ ὁ ποιητὴς διὰ
τῶν ἑαυτοῦ λόγων.
445. νήσῳ δʼ ἐν κραναῇ ἐμίγην] ὅτι οὐκ ἐν Σπάρτῃ ἐμίγη
τῇ Ἑλένῃ, ἵνα μὴ περιφανὴς γένηται· καὶ ὅτι ἄδηλον πότερον ὄνομα
κύριόν ἐστιν, ἀπὸ τοῦ κρανθῆναι ἐπʼ αὐτῆς πρῶτον τὸν γάμον καὶ
τελειωθῆναι τοῦ Ἀλεξάνδρου καὶ τῆς Ἑλένης, ἢ ἐπιθετικῶς τὴν
τραχεῖαν· τινὲς γὰρ τὴν λεγομένην Ἑλένην πρὸς τῇ Ἀττικῇ εἶναι
ἀπὸ τῆς Ἑλένης, ὅτι ταύτῃ πρώτῃ ἐπέβη.
446. ως σεο] ἐγκλιτικῶς ἀναγνωστέον· οὐ γὰρ ἀντιδιαστολὴ
προσώπου. ἐκεῖνο δὲ ἐπὶ τοῦ Διὸς ὀρθοτονητέον “ὡς σέο νῦν ἔραμαι·”
ἀντιδιαστολὴ γὰρ πρὸς ἄλλα πρόσωπα. τὸ δὲ ὡς ἐὰν ἀντὶ τοῦ οὕτως
κέηται, στικτέον ἐπὶ τὸ εὐνῇ· ἐὰν δὲ ἀναφορικὸν ᾖ, βραχὺ διαστε-
λοῦμεν ἐπὶ τὸ εὐνῇ, ὡς μὴ ἀπηρτισμένου τοῦ λόγου ἕως ἂν ἐπενεχθῇ
τὸ ὥς σεο νῦν ἔραμαι, τῶν λοιπῶν εἰς ἐπίτασιν ἀναφωνουμένων διὰ
τῶν ἑξῆς. οὐδέποτε γὰρ οὕτως, φησὶ, κατέσχε με ἔρως ὡς νῦν ἐρῶ.
τὸ δὲ ἕτερον ἔσται τοιοῦτον· οὐδέποτέ με οὕτως κατέσχεν ἔρως, οὐδʼ
ὅτε τὴν ἀρχὴν ἥρπασά σε καὶ ἐν τῇ νήσῳ ἐμίγην· οὕτως νῦν ἐρῶ·
ὅπερ ἐστὶν ἀσύνδετον. βέλτιον τὸ ἕτερον.
448. *τρητοῖσι] ὁ μὲν Ἀπίων κυρίως· ἱμᾶσι γὰρ ἐνετείνοντο αἱ
453. οὐ μὲν γὰρ φιλότητι] ὅτι ἀπηλλοτρίωντο τῷ Ἀλεξάνδρῳ οἱ Τρῶες. οὐκ ἂν οὖν λέγοι ἐν τοῖς ἐπάνω (56) ὁ Ἕκτωρ “ἀλλὰ μάλα Τρῶες ἐλεήμονες,” ὡς Ζηνόδοτος γράφει, ἀλλὰ δειδήμονες.
457. νίκη μὲν] ὑπερέβη γὰρ τὸ μετρητὸν Ἀλέξανδρος, καὶ
καλούμενος ἄπεστιν· καὶ Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος
φωνὴν ἐπίκουρον, “εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ” (284)· οὐ γὰρ
ἐκτάνθη· Ἀχαιοὶ δὲ τὴν Ἕκτορος, “ὁππότερος δέ κε νικήσῃ κρείσσων
τε γένηται” (92)· κρείσσων γὰρ ὤφθη Μενέλαος. καὶ γίνεται ἡ
στάσις ῥητὸν καὶ διάνοια. διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων
ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου.
459. ἀποτινέμεν] ὅτι Ζηνόδοτος ἀποτίνετον. συγχεῖται δὲ τὸ
δυϊκὸν σχῆμα ἐπὶ πλειόνων τιθέμενον· καὶ ἠγνόησεν ὅτι συνήθως τῷ
ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ χρῆται Ὁμηρος, ἀποτινέμεν
ἀντὶ τοῦ ἀποτίνετε.
460. *ὅτι ἡ μετά ἀντὶ τῆς ἐν.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ Νικάνορος περὶ τῆς Ὁμηρικῆς στιγμῆς.
2. χρυσέῳ ἐν δαπέδῳ] πῶς τὸν οὐρανὸν πολύχαλκον λέγει καὶ
πάλιν χρυσοῦν, ὡς τὸ χρυσέῳ ἐν δαπέδῳ; ἰστέον δὲ ὅτι, ὅταν μὲν
στερεὸν βούληται λέγειν, τότε πολύχαλκόν φησιν, ὅταν δὲ καλὸν,
χρυσοῦν.
δάπεδον τὸ ὁμαλὸν χωρίον· γήπεδα δὲ τὰ ἐν ταῖς πόλεσι προκεί- μενα ταῖς οἰκίας οἷον κηπίδια· οἰκόπεδα δὲ οἰκίας καταρριφθείσης εἰς ἔδαφος.
τὸ σφισι κατʼ ἔγκλισιν ἀναγνωστέον νῦν, ἵνα εἰς ἀπλῆν ἀντωνυ-
μίαν ἡ μετάληψις γένηται. τοῦτο δὲ τὸ παρατήρημα οἱ ἀπʼ Ἀρι-
(Il. 22, 474), εἰς ἀπλῆν δὲ οὕτως “τοὺς δʼ ἄναγον ζωοὺς σφίσιν
ἐργάζεσθαι” (Od. 14, 272)· “σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι”
(Od. 4, 683). οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖς ἐργά-
ζεσθαι, ἀλλʼ αὐτοῖς τοῖς ἄγουσιν· οὐδὲ οἱ μνηστῆρες τὰ πρὸς τὴν
δαῖτα ἑαυτοῖς παρεσκεύαζον, ἕτεροι δὲ αὐτοῖς.
Ἥβη] ὅτι παρθένος ἡ Ἥβη· οἰνοχοεῖ γάρ· οὐκ ἄρα γεγάμηται
ὑφʼ Ἡρακλέους, ὡς ἐν τοῖς κατὰ τὴν νεκυίαν ἠθετημένοις (Od. 11,
602). δι᾿ ἣν δὲ αἰτίαν οὐ πάρεστι Γανυμήδης, ὢν οἰνοχόος τοῦ Διός ;
ἔνιοι μέν φασιν ὅτι τοῦ Διὸς μόνου ὢν διάκονος, οὐκ ἐξῆν αὐτὸν κοινῶς
πᾶσιν οἰνοχοεῖν· ἡ δὲ Ἥβη εὐλόγως, ὅτι κοινὴ πᾶσίν ἐστιν. ἔνιοι
δέ φασιν ὅτι σκέψεως περὶ τῆς Ἰλίου πορθήσεως γινομένης. εὐοικονο-
μήτως ἄπεστι τοῦ συνεδρίου, ἵνα μηδὲν ἐναντίον γένηται διὰ τὴν
πρὸς αὐτὸν χάριν. διὰ τί δὲ καὶ μόνῳ τῷ Διὶ Γανυμήδης ὑπηρετεῖ;
ῥητέον οὖν ὅτι Ἥβη μὲν ἅπασι διακονεῖ, ἐπειδὴ τὸ θεῖον ἀεὶ νεάζει
τε καὶ ἡβᾷ· τοῦτο γὰρ βούλεται αὐτοῖς ἥ τε ἀμβροσία, ἀβροσία
τις οὖσα, καὶ τὸ νέκταρ, παρὰ τὸ νεάζειν λεχθέν. Γανυμήδης δὲ
ὑπηρετεῖ μόνῳ τῷ Διὶ, ὅτι ὁ μὲν Ζεὺς πρῶτός ἐστι νοῦς, μόνος δὲ ὁ
νοῦς οἰκεῖον ἔχει τὸ τοῖς μήδεσι γάνυσθαι· τοῦτο γὰρ ὁ Γανυμήδης.
3. ἐῳνοχόει] κατʼ ἔνια τῶν ὑπομνημάτων ἐνῳνοχόει φέρεται· οἱ δέ
φασι Ζηνοδότειον εἶναι τὴν γραφήν· ἐν μέντοι ταῖς ἐκδόσεσι χωρὶς
τοῦ ν εὕραμεν. διαφόρους δὲ δόξας ἐκτίθεται ἐν τῇ προσῳδίᾳ ὁ
Ἡρωδιανός· ᾗ δὲ ἀρέσκεται, αὕτη ἐστίν. ἔθος ἐστὶ τῷ ποιητῇ
ἀποβάλλειν πολλάκις τὸ κατʼ ἀρχὴν ε ἐπὶ τῶν παρῳχημένων, ἔσθʼ
ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ χρήσεις· “στῆσε δʼ ἐν
Ἀμνισῷ” (Od. 19, 188)· “σκῆπτρον μέν τοι δῶκε (Il. 9, 38)·
τὸ γὰρ ἐντελὲς “τῷ δʼ ἕτερον μὲν ἔδωκεν” (Il. 16, 250). οὕτως οὖν
καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐστι κίνημα ἀπὸ τοῦ
“ἕσσατο δʼ ἔκτοσθεν” (Il. 10, 334), εἶτα ἐν ἑτέροις “ἑέσσατο
δέρμα” (Il. 10, 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ “ὦσα παρέξ”
(Od. 9, 488), καὶ ὦσε τὸ τρίτον, ὃ ἐν πλεονασμῷ φησὶ “κὰδ
ἄρʼ ἐπὶ στόμʼ ἔωσεν” (Il. 16, 410). οὕτως οὖν καὶ ἐπὶ τούτου· ἐν
ἑτέροις γάρ φησιν “ᾠνοχόει δʼ υἱὸς Μενελάου” (Od. 15, 141), ὅπερ
κατὰ πλεονασμὸν τοῦ ε ἀκολούθως πάλιν ἀπεφήνατο “νέκταρ
ἐῳνοχόει.”
7. *ἀρηγόνες] ἐπὶ μόνου θηλυκοῦ τάσσει αὐτὸ ὁ ποιητὴς, ἡ ἀρηγών.
14. βραχὺ διασταλτέον ἐπὶ τὸ τάδε ἔργα καὶ ὄρσομεν, βαρυ-
νομένου τοῦ προτέρου συνδέσμου, περισπωμένου δὲ τοῦ δευτέρου. οἱ
δὲ ὑποστίζοντες ἐπὶ τὸ ὄρσομεν πάλιν ὑπὸ τῆς πευστικῆς ὑποκρίσεως
πλανῶνται, ἐπεὶ καὶ τοῖς δισταγμοῖς αὕτη συμβέβηκε πολλάκις.
ἡμεῖς δὲ στίζομεν ἐπὶ τὸ ὄρσομεν· ὁ γὰρ λόγος, φραζώμεθʼ ὡς ἔσται
ταῦτα, πότερον πάλιν πόλεμον ποιήσομεν ἢ φιλίαν ἐμβαλοῦμεν.
17. εἰ δʼ αὔτως] διὰ τοῦ π αἱ Ἀριστάρχου, εἰ δʼ αὖ πως. ἐν δὲ τῇ κατὰ Ἀριστοφάνη εἰ δʼ αὔτως, διὰ τοῦ τ.
21. πλησίαι] ὅτι τὴν καθέδραν Ἥρας καὶ Ἀθηνᾶς ὑποτίθεται ἑκατέρωθεν πλησίον τοῦ Διός.
22. πρὸς τὸ ἀκέων, ὅτι ἀντὶ τοῦ ἀκέουσα ἐξενήνεκται. οὐ γάρ
ἐστιν ἀντὶ τοῦ ἡσύχως, ὡς ὁ Ἀριστόνικος ἐν τοῖς σημείοις φησὶν,
ὁμοίως τῷ “ἀλλʼ ἀκέων δαίνυσθε” (Od. 21, 89)· ὁ γὰρ Ἀπολλώνιος
ἐν τῷ περὶ μετοχῆς ἀποδείκνυσιν ἀκριβέστατα ἐκ τῆς συντάξεως ὅτι
οὐ δύναται εἶναι ἐπίρρημα μεσότητος.
23. * σκυζομένη] ὀργιζομένη· καὶ γὰρ οἱ ὀργιλώτατοι Σκύθαι
καλοῦνται.
26. δασυντέον τὸ ἅλιον· παρὰ γὰρ τὴν ἁλός γενικὴν κτητικῶς μετήχθη. σημαντικὸν δέ ἐστι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηστον εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ· τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμὸς λέγεται.
27. ἱδρῶθʼ] αἰτιατική ἐστι κατʼ ἔκθλιψιν εἰλημμένη, ἔνθεν προπε-
ρισπῶμεν· ὀξύνεται γὰρ ἡ εὐθεῖα ὁμοίως τῷ εὐρώς. τὸ δὲ ἵδρωσα
οὐκ ἀναγκαῖον συστέλλειν· δύναται γὰρ καὶ ἐκτείνεσθαι καὶ μηδὲν
λυμαίνεσθαι τῷ μέτρῳ. ἔφαμεν δὲ τὸν ποιητὴν ἀδιαφόρως καὶ φυ-
λάσσειν τὸν χρόνον τῶν παρυχημένων καὶ ἀποβάλλειν. δύναται μέν-
τοι καὶ ἱδρῶ τε εἶναι τὸ πλῆρες, ἐπεὶ σύνηθες αὐτῷ οὕτως τὴν αἰτι-
ατικὴν προφέρεσθαι “ἱδρῶ ἀπεψύχοντο” (Il. 11, 621).
32. διασταλτέον ἐπὶ τὸ ῥέζουσιν· ἀνέστραπται γὰρ ἡ περίοδος.
37. ἔρξον ὅπως ἐθέλεις] ὡς θέλεις πρᾶξον, μή πως ἡ ἀμφιβολία
αὕτη ἐμοὶ καὶ σοὶ πόλεμος γένηται. οἱ δὲ στίζοντες εἰς τὸ νεῖκος
λείπειν φασὶ τὴν διά, καὶ τὸ γένηται ὑποτακτικὸν ἀντὶ τοῦ γένοιτο ἢ
γενέσθω.
43. *ἐγὼ σοί] ὀρθοτονητέον τὴν σοί· δύναται γὰρ ἀντιδιαστολὴ εἶναι.
ἑκὼν ἀέκοντί γε θυμῷ] τὸ δοκοῦν ἀπεμφαίνειν ἐν τῷ στίχῳ οὐδε-
μίαν ἔχει διόρθωσιν ἐκ διαστολῆς· ὁ μέντοι λόγος αἱρεῖ διαστέλλειν
ἐπὶ τὸ ἑκών. λέγει δὲ ἑκὼν μέν, ἐπεὶ μὴ ἐβιάσθη, ἀλλὰ εἶξεν,
ἀέκοντι δὲ θυμῷ, ἐπεὶ μὴ προείλετο, ἀλλʼ ἀπροαιρέτως τὴν πόλιν
προίεται τῇ γαμετῇ. σχεδὸν δὲ πᾶσι συμβαίνει τοῦτο τοῖς δύο
ἀτόπων προκειμένων τὸ ἔλαττον αἱρουμένοις.
ἄλλως. καὶ γὰρ ἐγώ σοι δῶκα—θυμῷ] πολλὰ παρὰ προαίρεσιν
τῆς ψυχῆς πράττομεν πρὸς τὸ κεχαρισμένον τῶν πέλας, ὡς εἰ
ἔλεγε, κατεδεξάμην μὲν ἐγὼ, τὰ δὲ τῆς προαιρέσεως οὔ πώ μοι
κατένευσεν.
ἐν ἄλλῳ. ἀέκοντί γε θυμῷ] βιαζόμενος, ὥσπερ οἱ πλέοντες ἑκόν-
τες μὲν ἀποβάλλουσι τὰ φορτία, ἵνα σωθῶσιν, ἄκοντες δὲ ζημιοῦνται.
δοκεῖ δέ πως ἐναντίον εἶναι τὸ ἑκὼν ἀέκοντί γε θυμῷ· διὸ καλῶς ὁ
Τρύφων, φησὶ, συναλείψας ἐν τῷ δῶκα συνάπτει τὸ ἑκών, ἵνʼ ᾖ δῶκʼ
45. ναιετάουσι] ὅτι τῷ ἐνεργητικῷ ἀντὶ τοῦ παθητικοῦ κέχρηται, ἀντὶ τοῦ ναιετάονται.
46. περὶ κῆρι] τὸ περί φυλάσσει τὸν τόνον, ὅτε σημαίνει τὸ πε-
ρισσῶς, ὁμοίως τῷ “ὡς περὶ μὲν νόον ἐστὶ, περὶ δʼ ἱρὰ θεοῖσι” (Od.
1, 66). τὸ δὲ κῆρι οὐδέτερον ὅταν ᾖ, προπερισπᾶται (ἐκ γὰρ τοῦ
κέαρι συνήλειπται), ὅταν δὲ θηλυκὸν ῃ, ὀξύνεται. ἐνθάδε δὲ οὐδέτερόν
ἐστιʼ προπερισπασθήσεται ἄρα.
* Ἴλιος ἱρή] ὅτι θηλυκῶς τὴν Ἴλιον.
Ἴλιος ἱρή] διὰ παντὸς θηλυκῶς, ἅπαξ δὲ οὐδετέρως “Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς” (Il.15, 71).
52. Ἄργος τε Σπάρτη τε] ὅτι τούτων τῶν πόλεων ἕνεκα συνε- μάχουν τοῖς Ἕλλησιν, οὐ διὰ τὸ ἀποκεκρίσθαι ὑπὸ Ἀλεξάνδρου τὸ κάλλος αὐτῶν, ὅπερ οὐκ οἶδεν Ὅμηρος.
53. πρὸ τέλους ἡ ὀξεῖα τοῦ διαπέρσαι, ἵνʼ ᾖ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. δείκνυσι δὲ τῶν ὀργιζομένων τὸ ἦθος ἀλόγιστον, οἳ πόθῳ τῶν παρὰ χεῖρα τῶν μειζόνων ἀμελοῦσιν.
54. μεγαίρω] ἀντὶ μέλλοντος τοῦ φθονήσω. ἀνθυπάγει οὖν αὐτῷ τὸ φθονέω.
55, 56. ἀθετοῦνται ἀμφοτεροι, ὅτι τὴν χάριν ἀναλύουσιν, εἰ καὶ μὴ προδεηθεὶς δύναται τοῦτʼ ἔχειν.
56. *φέρτερός ἐσσι] φέρτατός ἐσσι.
59. πρεσβυτάτην] τιμιωτάτην νῦν. πλαγιασθεὶς δὲ ἐντεῦθεν Ἡσίοδος νεώτερόν φησι τὸν Δία (Th. 454).
*ὅτι οὐ καθʼ ἡλικίαν λέγει, ἀλλʼ ἐν τιμῇ.
ἀγκυλομήτης] ὁ καὶ τὰ τοῖς ἄλλοις ἀγκύλα μήσασθαι εἰδὼς, ἢ ὁ περὶ τῶν δυσευρέτων καὶ σκολιῶν εὐχερῶς δυνάμενος βουλεύεσθαι, συνετός.
60. διασταλτέον ἀμφότερον, γενεῇ τε, κέκλημαι. φησὶ
γὰρ διὰ ταῦτα πάντα ἔντιμος εἶναι, διά τε τὴν εὐγένειαν καὶ διότι
Διὸς γυνὴ τοῦ πάντων βασιλέως.
*ὅτι γενεῇ ἀντὶ τοῦ τῷ γένει· ἐκ Κρόνου γάρ.
64. ὅτι τὸ ἐπιτεῖλαι ἀντὶ προστακτικοῦ κεῖται. τὸ δὲ πειρᾶν εἰ μὲν ἀπαρέμφατον σημαίνει, διαστολὴν ἕξει πρὸ αὑτοῦ (ἤρτηται γὰρ τοῦ προτέρου λόγου)· εἰ δὲ ἀντὶ προστακτικοῦ αὐτὸ κέοιτο τοῦ πείρα, ὑποστικτέον.
66. οὐκ ἀσεβεῖ, φησὶν, ὁ Πάνδαρος, εἰ ἡ Ἀθηνᾶ συνεβούλευσε
καὶ ὁ Ζεὺς ἀπέσταλκεν. ῥητέον οὖν ὅτι ὁ μὲν Ζεὺς εἰδὼς τοὺς ὅρκους
κακῶς γεγενημένους (οὐδὲ γὰρ ἑτέρως Τρῶες ἢ ἐπὶ τοῖς ἀλλοτρίοις
ὤμοσαν) διὰ τοῦτο ἐσπούδασε λυθῆναι τὰς ἀδίκους συνθήκας. Ἀθη-
νᾶν δὲ νῦν ὑποληπτέον τὸν λογισμὸν αὐτὸν τὸν τοῦ Πανδάρου, καὶ
ὅτι αὐτὸς πρὸς ἑαυτὸν ταῦτα διελογίζετο· ἄπιστοι γὰρ Λυκάονες,
ὡς καὶ Ἀριστοτέλης μαρτυρεῖ. ἄλλοι δὲ καὶ αὐτοῖς τοῖς Ὁμήρου
λύοντες φασὶ προειρηκέναι τὸν ποιητὴν “πειρᾶν τʼ αἴ κε θέλῃσιν,”
οὐ πείθειν.
ὑπερκύδαντας] τὰ εἰς δας ὑπὲρ δύο συλλαβὰς ἰσοσυλλάβως κλί-
νονται οἷον Σακάδας Σακάδα, Τιμαχίδας Τιμαχίδᾳ, Σουίδας Σουίδα,
Λεωνίδας Λεωνίδα, Χαρμάδας Χαρμάδα. δεῖ δὲ προσθεῖναι χωρὶς
εἰ μὴ ἀπὸ βαρυτόνου ῥήματος γένωνται· ἐκεῖνα γὰρ περιττοσυλλά-
βως κλίνονται ἤγουν διὰ τοῦ ντ, οἷον οἶδα Οἴδας Οἴδαντος, μείδω
Μείδας Μείδαντος, χαρίζομαι Χαρίδας Χαρίδαντος, φείδομαι
Ἀφείδας Ἀφείδαντος. τούτων οὕτως ἐχόντων, τὸ ὑπερκύδαντας
Ἀχαιούς μήποτε ἀπὸ βαρυτόνου ῥήματός ἐστι τοῦ κυδαίνω τοῦ
σημαίνοντος τὸ δοξάζω. γέγονε κυδάεις κυδάεντος κυδάεντας καὶ ὑπερ-
κυδάεντας. λέγουσι δέ τινες ὅτι ἐν τοῖς ἐπιμερισμοῖς λέγει ὁ Ἡρω-
διανὸς ὅτι μετοχή ἐστιν· λέγει γὰρ ὅτι ἐστὶ κυδαίνω ὑπερκυδαίνω,
ἐκύδανα κυδάνας ὑπερκυδάνας ὑπερκυδάναντας καὶ κατὰ συγκοπὴν
ὑπερκύδαντας. ἐν δὲ τῷ ὀνοματικῷ λέγει ὅτι ὄνομά ἐστι. καὶ μᾶλ-
λον ὄνομα δεῖ λέγειν αὐτὸ ἤπερ μετοχήν· τῷ γὰρ ὀνοματικῷ μᾶλλον
70. ἐς στρατὸν ἐλθέ] ὅτι τὸ μὲν ἐλθέ προστακτικὸν, τὸ δὲ πειρᾶν ἀπαρέμφατον ἀντὶ τοῦ πείρα προστακτικοῦ.
74. * ὅτι ὡς περὶ ὄρους τοῦ Ὀλύμπου λέγει.
75. οἷον δʼ ἀστέρα] τούτους διάττοντας καλοῦσι. δοκοῦσι δὲ ἀπὸ συστροφῆς ἀέρος γίνεσθαι· ὅθεν καὶ ἀνέμους δηλοῦσιν. σπινθηρί- ζουσι δὲ, καὶ πρὶν εἰς γῆν πεσεῖν ψυχροτέρῳ ἀέρι λύονται. ἐὰν δὲ δηλοῖ τὸ ἄπωθεν ἡ ἄπο, βαρύνεται.
79. κὰδ δʼ ἔθορʼ] τὸ ἐνεργὲς καὶ σφοδρὸν τῆς θεοῦ ἡ πρόθεσις
δηλοῖ. τὸ θάμβος δὲ οὐδετέρως παρʼ Ὁμήρῳ, Σιμωνίδης δὲ ἀρσε-
νικῶς.
83. ὁ λόγος στίζει ἐπὶ τὸ ἔσσεται· εἴρηται γὰρ καὶ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ (428) ὅτι οὐ πάντως ἐπὶ τῶν πευστικῶς λεγομένων ὑποστικτέον. οὕτως Νικάνωρ, εἰ καὶ ἀπαντᾷ, φησὶν, ἡ ὑπόκρισις.
88. Πάνδαρον ἀντίθεον διζημένη] τούτῳ καὶ τῷ ἑξῆς παράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι Ζηνόδοτος τούτου μὲν τὸ ἀκροτελεύτιον οὕτως γράφει “εὖρε δὲ τόνδε,” τὸν δὲ δεύτερον οὐδὲ γράφει, δοκῶν ἀνθρώπινον τὸ ζητεῖν εἶναι· καταλέλοιπε δὲ τὸ διζημένη. ἀγνοεῖ δὲ ὅτι ὁμοιωθεῖσα Λαοδόκῳ ἀνάγκην εἶχεν ἀνθρώπινα ἐπιτηδεύειν.
93. πίθοιο] διὰ τί ἡ Ἀθηνᾶ εἰς σύγχυσιν τῶν ὅρκων οὐ τῶν Τρώων
τινὰ ἐπελέξατο, ἀλλὰ τῶν ἐπικούρων; καίτοι κεχαρισμένος ἄν τις
ἐγένετο Ἀλεξάνδρῳ, εἰ τῶν οἰκείων ἦν. καὶ διὰ τί τῶν ἐπικούρων τὸν
Πάνδαρον ἐπελέξατο; καί φησιν ὁ Ἀριστοτέλης ὅτι τῶν μὲν Τρώων
οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν, ὡς ὁ ποιητής φησιν, “ἶσον γάρ
σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ” (Il. 3 454)· τῶν δὲ ἐπικού-
ρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον (σημεῖον δὲ ἡ τῶν
ἵππων αὐτοῦ ἐπʼ οἴκου κατάλειψις, ἵνα μὴ δαπανᾷ Il. 5, 192), καὶ ὅτι
φύσει ἐπίορκος· τὸ γὰρ ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι, ὅθεν ἐκεῖνος ἦν,
ἐπίορκον. τινὲς δὲ οὕτως λύουσιν, ὅτι ἀρίστου ἦν χρεία τοῦ δυνα-
μένου τρῶσαι καὶ καταστοχάσασθαι, οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει
94. ἐπιπροέμεν] Ἀρίσταρχος ἀναστρέφει, ἵνα τὸ ἑξῆς γένηται ἐπὶ
Μενελάῳ, ὡς καὶ ἐπʼ ἐκείνου “ἦ καὶ ἐπʼ Ἀντινόῳ ἴθυνεν ” (Od. 22,
8). Μενεκράτης δὲ ὁ Μιλήσιος ὑφʼ ἓν, ἐπιπροέμεν, ὁμοίως τῷ ἐπι-
προίηλε καὶ ἐπιπροέηκε, ἵνʼ ἔμφασις μᾶλλον γένηται.
96. βασιλῆϊ] πρὸς καιρὸν ἡ Ἀθηνᾶ βασιλέα κέκληκε τὸν Ἀλέξαν- δρον ἕνεκα τοῦ μᾶλλον πεῖσαι αὐτὸν ἐλπίδι μείζονος δωρεᾶς.
97. τινὲς ἀναστρέφουσι τὴν παρά, κακῶς· οὐδέποτε γὰρ ἀναστρέ- φεται πρόθεσις γενικῇ συντασσομένη πτώσει· ἔστι γὰρ τὸ ἑξῆς παραφέροιο.
99. πυρῆς ἐπιβάντʼ] οὐκ ἀναγκαῖον ἀναστρέφειν, ἵνα γένηται τὸ ἑξῆς
ἐπὶ πυρῆς βάντα· ἔμφασις γάρ γίνεται τῇ μετοχῇ, εἰ συνταγείη ἡ
πρόθεσις.
ὅτι οἱ ἀρχαῖοι τὰ σώματα οὐκ ἔθαπτον ὑπὸ γῆν, εἰ μὴ πρότερον ἔκαυσαν· εἶθʼ οὕτως τὴν τέφραν σὺν τοῖς ὀστοῖς ἐχώννυον ἐν ἀγγείῳ τινὶ ἀποθέμενοι.
100. *πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἐπὶ τὸν Μενέλαον.
101. * Λυκηγενέϊ] ὅτι ἀπὸ τῆς Τρωικῆς Λυκίας, ἐξ ἧς ἐστὶν ὁ Πάνδαρος.
Λυκηγενέι] φασὶν ὅτι λαθεῖν σπουδάζουσα ἡ Λητὼ τὴν τῆς Ἥρας ζηλοτυπίαν εἰς Λυκίαν ἀπηλλάγη, ὡς καὶ Ἄγνων ἐν τῇ δεκαστίχῳ λέγει.
τεσσάρων δὲ τεχνῶν ἔφορός ἐστιν ὁ θεὸς, τοξικῆς ἰατρικῆς μαντικῆς καὶ μουσικῆς.
103. οἴκαδε νοστήσας] ὅτι ἡ ὑπὸ τῇ Ἴδῃ Λυκία τὸ παλαιὸν Ζέ- λεια ἐκαλεῖτο διὰ τὸ τὸν Ἀπόλλωνα ἐν αὐτῇ λίαν εὐσεβεῖσθαι.
105. ἰξάλου] ἤτοι τελείου, ἢ πηδητικοῦ καὶ ὁρμητικοῦ παρὰ τὸ
ἱκνεῖσθαι, ἢ ὡς ὁ Πορφύριος λέγει, τὸν τομίαν. συμβαίνει γὰρ,
φησὶ, πολλάκις τῶν ἀγρίων αἰγῶν τοὺς τελείους διωκομένους ἐν ταῖς
θήραις κατὰ τὴν παράτριψιν ἀποβάλλειν τὰ γεννητικὰ μόρια.
106. ὅτι οὐ πρηνεῖς, ἀλλʼ ἀνατρεπομένους ὑπὸ τῆς πληγῆς συν- ίστησι, διὰ τὰς βίας τῶν βαλόντων.
109. κέρα] ἀποκοπή ἐστι τοῦ κέρατα· Ἡρωδιανὸς συναλοιφὴν τοῦ κέραα. τὸ δὲ χρέεα χρέα συγκοπή.
ἑκκαιδεκάδωρα] δῶρον καλεῖται ὁ παλαιστὴς, ὅ ἐστιν ἔκτασις τῶν τῆς χειρός τεσσάρων δακτύλων. ἢ καὶ ἑκκαίδεκα ἐνιαυτῶν. ὦρος γὰρ ὁ ἐνιαυτός· ὅπερ ἄτοπον.
καὶ ποῦ ἐστὶ κέρας δύο ἥμισυ πηχῶν; ἀλλʼ οὐκ ἐπὶ ἑκατέρου φησὶν, ἀλλʼ ἀμφοτέρων. Ἀλέξανδρος δέ φησιν ἐν Δήλῳ κεῖσθαι κέρατα ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης, κριοῦ μὲν δίπηχυ καὶ δακτύλων ὀκτὼ, ἰσοσταθμούμενα δὲ μνῶν εἴκοσι ἥμισυ, τράγου δὲ πηχῶν δύο καὶ σπιθαμῆς καὶ σταθμοῦ ἴσου.
* Ἰακῶς τὸ πεφύκει.
112. ἐπὶ τὸ τανυσσάμενος βραχὺ διασταλτέον· πρὸς γὰρ τῇ γῇ ἀνέκλινεν αὐτὸ πρότερον ἐντείνας τὴν νευράν.
ποτὶ γαίῃ ἀγκλίνας] πρὸς τῇ γῇ ἐπερείσας ἑαυτὸν, δηλονότι τοῦ μὴ ὁραθῆναι ὑπὸ τῶν Ἑλλήνων.
117. ἀθετεῖται, ὅτι νῦν ἀπλῶς ἄβλητον καὶ μηδέποτε βεβλη- μένον καὶ ἀφειμένον, οὐχ Ὁμηρικῶς· τὸ γὰρ βάλλειν Ὅμηρος οὐκ ἐπὶ τοῦ ψιλῶς προέσθαι τίθησιν. καὶ διὰ τοῦ μελαινέων ἕρμ᾿ ὀδυνάων οὐχ ὃ θέλει λέγει· ἕρμα γὰρ καθʼ Ὅμηρον ἔρεισμα καὶ κώλυμα, οὐ γίνεται δὲ ὀδυνῶν κώλυμα τὸ βέλος.
*μελαινέων] οὕτω διὰ τοῦ ε διὰ τὸ μέτρον.
123. νευρὴν μὲν μαζῷ] ὅτι Ζηνόδοτος πρὸ τούτου τὸν ἑξῆς τέτα-
χεν, οὕτως ποιήσας “ἕλκε δʼ ὁμοῦ γλυφίδας καὶ νεῦρα βόεια·”
εἶτα “αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, νευρὴν μὲν μαζῷ
πέλασεν, τόξῳ δὲ σίδηρον,” εἶτα “λίγξε βιός,” οὐ νοήσας ὅτι διὰ τῶν
παρεπομένων, τοῦ “ἕλκε δʼ ὁμοῦ” καὶ “νευρὴν μὲν μαζῷ πέλα-
σεν,” συνίστησι τὴν ἔντασιν γεγενημένην, εἶδʼ ἑξῆς λέγει, ἐπειδὴ
ἐνετάθη καὶ κυκλοτερὲς ἐγένετο, ἀπέστειλε τὸ βέλος.
126. ἐπιπτέσθαι] παροξυτονητέον· ἔστι γὰρ μέσος δεύτερος ἀόρι-
στος, ὁμοίως τῷ “τότʼ ἂν οὔ τοι ἀποσχέσθαι” (Od. 9, 211), καὶ τὸ
ἁπλοῦν αὐτοῦ ἐστὶ πτέσθαι. πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυ-
λάσσει τὸν αὐτὸν τόνον.
128. βραχὺ διασταλτέον ἐπὶ τὸ ἀθάνατοι· κοινὸν γὰρ ἐπὶ τὸ ἐξῆς τὸ οὐκ ἐλάθετον.
129. *οὕτως μετὰ τοῦ τ, ἥ τοι.
133. χρύσειοι σύνεχον] ὅτι καθʼ ὃν τόπον ἐζώννυντο, διπλοῦς ἦν ὁ
θώραξ, καθὸ ὑποβέβλητο τῷ στατῷ θώρακι τὸ λεγόμενον ζῶμα, καθῆ-
κον μέχρι τῶν γονάτων ἀπὸ τῶν λαγόνων.
135. διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο] πρὸς τὸν ὁπλισμόν· πρῶτος
γάρ ἐστι πρὸς τὴν ἐπιφάνειαν ὁ ζωστήρ, καὶ κατὰ τοῦ στατοῦ καὶ
κατὰ τοῦ ζώματος· ἀμφότερα δὲ ταῦτα θώρακα καλεῖ, διόπερ ὅταν
τοῦ ἑτέρου μνησθῇ, τὸ ἕτερον παραλείπει· ἔνδοθεν δὲ τούτων πρὸς τῷ
χρωτὶ κατὰ τὰ κοῖλα καὶ τὰς λαγόνας ἡ μίτρα.
137. *ἔρυμα] ἡ Ζηνοδότου καὶ Ἀριστοφάνους ἔλυμα εἶχον. οἱονεὶ εἴλυμα.
138. ἥ οἱ πλεῖστον ἔρυτο] ἡ διπλῆ πρὸς τὸ ζητούμενον ἐπὶ τῆς
Ἀχιλλέως ἀσπίδος “τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο” (Il. 20,
272), καθὸ ἠμαύρωσε τὴν φορὰν τοῦ δόρατος, ὅμως μέντοι διεκόπη,
καθάπερ νῦν ἐπὶ τῆς μίτρας λέγει. τὸ δὲ ἔρυτο ψιλοῦται καὶ προπα-
ροξύνεται· οὕτως Ἀρίσταρχος, καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. ἔστι
γάρ τι ῥῆμα ἐρύω· τούτου ὁ παρατατικὸς παθητικὸς γίνεται εἰρυό-
μην, τὸ τρίτον εἰρύετο, ὃ ἐν συναλοιφῇ καὶ ἐνδείᾳ τοῦ ῑ ἐγένετο
ἔρυτο.
139. *τὸ ἐπέγραψε χωρὶς τοῦ ν. ἐν δέ τισι χαλκός γράφεται. οὐκ ἀρέσκει δὲ Ἀριστάρχῳ.
ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει χαλκός. ἐπιλέλησται δὲ ὅτι ἐν
τοῖς ἐπάνω (123) σιδηρᾶν τὴν ἀκίδα τοῦ βέλους εἶπεν εἶναι, καὶ
ὅτι τὸ ἀκρότατον οὐχ ὑπερθετικόν ἐστιν, ἀλλʼ ἀντὶ τοῦ ἄκρον τὸν
χρῶτα.
140. ἀθετεῖται, ὅτι οὐκ ἂν λέγοι Ὅμηρος ὠτειλὴν τὸ ἐκ βολῆς
τραῦμα· διαστέλλει γὰρ τὸ οὐτάσαι πρὸς τὸ βαλεῖν. διαφέρει δὲ
ὠτειλὴ οὐλῆς· ὠτειλὴ μὲν λέγεται αὐτὸ τὸ τραῦμα, οὐλὴ δὲ ὁ τύλος
τοῦ θεραπευθέντος τραύματος.
141. *οὕτως ὁμοτόνως τῷ ζώῳ τὸ ὀστέον· καὶ γὰρ ἐν ἑτέροις φησὶ “λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος” (Od. 18, 196).
ἡ διπλῆ, ὅτι τινὲς ἐλεφαντά ὡς βλαβερά διενεγκάμενοι τῷ τόνῳ ἀπέδωκαν ἔρια λευκά· δεῖ δὲ κυρίως ἀκούειν τὸν ἐλέφαντα.
142. Κάειρα] Καρίνη, ἀπὸ Καρίας, ὡς τῶν χωρίων τούτων τὸ παλαιὸν καλαῖς βαφαῖς χρωμένων. φασὶ δέ τινες τὸ Καῖρα διαιρεῖ- σθαι· οἱ δὲ, ὡς ἀπὸ τοῦ φαίνω φαείνω. καὶ ὁ λόγος δὲ τὴν εῑ δίφθογγον αἰτεῖ.
ἔμμεναι ἵππων] καὶ ἵππω δυϊκῶς καὶ πληθυντικῶς. ἐν δὲ τῇ κατὰ
Ἀριστοφάνη μόνως δυϊκῶς.
147. *εὐφυέες] ἑκατέροις δύναται προσδίδοσθαι τὸ εὐφυέες· βέλτιον δὲ τοῖς ἄνω διὰ τὸ ὑπερβατόν.
σφυρά] τὰ ἀπολήγοντα μέρη πρὸς τῷ ἀστραγάλῳ, καὶ ἐκ πλαγίων
ἐξέχοντα τῆς κνήμης καὶ τῆς περόνης. εἴρηται δὲ μεταφορικῶς ἀπὸ
τῶν χαλκευτικῶν σφυρῶν.
148. * οὅτως Ἀρίσταρχος, ῥίγησεν δʼ ἄρ, διὰ τοῦ δ, οὐ διὰ τοῦ τ.
149. *ἀθετεῖται πάλιν διὰ τὴν ὠτειλήν.
151. ὡς δὲ ἴδεν] συσταλτέον τοῦ ἴδε τὸ ῑ, ὁμοίως τῷ “οὐκ ἴδον,
οὐ πυθόμην” (Od. 23, 40). εἰσὶ δὲ οἳ ἀναγινώσκουσιν “ὡς δʼ εἶδεν
νεῦρον τε,” ὁμοίως τῷ “ὡς εἶδεν δύο φῶτε” (Il. 5, 572), οὐχ ὑγιῶς.
ἐνθάδε γὰρ οὐ καλῶς δυνάμεθα ἀναγνῶναι ἢ φυλάσσοντες τὴν εῑ δίφθογ-
γον. ἐπὶ δὲ τούτων παραφύλαξαι ὅτι ὅταν ἡ προκειμένη λέξις εἰς τὸ ε
καταλήγῃ, ἤτοι διαστέλλει τὸ ῑ ἀπʼ αὐτῆς μετὰ συστολῆς, ἢ ἔκθλιψιν
ποιεῖται τοῦ ε, ἔκθλιψιν μὲν οὕτως “τὲν δʼ δεν Αἰνείας” (Il. 5, 166)
“νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος” (Il. 2, 82), διαστολὴν δὲ οὕτως μετὰ
*ὄγκους] τοὺς τῆς ἀκίδος λέγει πώγωνας.
153. *στενάχων] ὅτι δεῖ βαρυτονεῖν τὸ στενάχων ὡς ὀρέγων· λαὶ γὰρ στενάχοντο ὡς ὀρέγοντο.
155. *ἔταμνον] ἐγὼ δηλονότι.
157. *ἔβαλον] ὅτι ἐκ βολῆς ἔτρωσαν, πρὸς τὸ “αὐτίκα δʼ ἔρρεεν αἷμα” (140).
158. οὐ μέν πως ἄλιον πέλει ὅρκιον] γενναίου στρατηγοῦ τὸ μὴ
συμπεπτωκέναι τοῖς καιροῖς, ἀνέχειν δὲ εἰς θεὸν τὴν ἐλπίδα, καὶ τὸ
σύμπτωμα τῆς τύχης εἰς παραμυθίαν δέχεσθαι.
159. σπονδαί τʼ ἄκρητοι] ὅτι εὐκρινὲς γίνεται ἐντεῦθεν τὸ “κρητῆρι δὲ οἶνον μίσγον” (Il. 3, 269). οὐ γὰρ κεκραμένον ἔσπενδον.
161. ὅτι Ζηνόδοτος γράφει τελέσει καὶ σύν τε μεγάλῳ
τίσουσιν, ἐπὶ τῶν Τρώων δεχόμενος τὸν λόγον. οὐκ ἔχει δὲ
οὕτως, ἀλλὰ καθολικῶς ἐπὶ τῶν παραβαινόντων τὰ ὅρκια.
164. *ὀλώλῃ] ἀντὶ τοῦ ἀπολεῖται, πρὸς ὃ ἡ διπλῆ, καὶ ὅτι Ἴλιος θηλυκῶς.
ἀπʼ ἄλλης ἀρχῆς τοῦτο· διὸ τελείᾳ στικτέον πρὸ αὐτῆς· ἀσύνδετος γὰρ ὁ λόγος.
166. ὑψίζυγος] ἡ μεταφορὰ ἀπὸ τῶν ἐν ναυσὶ ζυγῶν, ἐφʼ ὧν καθέζονται οἱ ἐρέσσοντες· ἢ ὁ ἐν ὕψει ζυγοστατῶν καὶ ἀπονέμων ἑκάστῳ τὸ πεπρωμένον.
167. ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα] ὅτι τοῦ Διὸς ὅπλον ἡ αἰγὶς,
πρὸς τοὺς νεωτέρους ποιητάς· καὶ ὅτι καταιγίδων καὶ ζοφώδους
καταστάσεως παρασκευαστική ἐστιν.
*ἐπισσείῃσιν] ἀντὶ τοῦ ἐπισσείῃ. πρὸς ὃ ἡ διπλῆ.
170. μοῖραν] οὕτω πότμον αἱ Ἀριστάρχου, οὐ μοῖραν, ὡς ἐν ταῖς κοιναῖς.
171. *ἐλέγχιστος] διχῶς Ἀρίσταρχος, καὶ ἐλέγχιστον.
πολυδίψιον] ἄνυδρον οὖσαν τὴν Πελοπόννησον ἔφυδρον ἐποίησε
Δαναὸς ἐξελθὼν ἀπὸ τῆς Αἰγύπτου καὶ οἰκήσας αὐτήν· τῶν γὰρ
θυγατέρων αὐτοῦ ζητουσῶν ὑδρεύσασθαι, μιᾶς αὐτῶν τῆς Ἀμυμώνης
ἠράσθη Ποσειδῶν, καὶ ἔδειξεν αὐτῇ τῇ τριαίνῃ πλήξας τὰς ἐν Λέρνῃ
πηγάς. οἱ δὲ οὕτως, ὅτι Ἀθηνᾶς ὑποθήκαις πολυδίψιον τὸ Ἄργος
νασθαι. Ὑπερμνήστρα οὖν μόνη Λυγκέα περιέσωσε καὶ ἐτήρησεν·
καὶ γὰρ ἐκεῖνος αὐτῆς τὴν παρθενίαν ἔσωσεν. ὅθεν γυναῖκα λαβὼν
αὐτὴν ὕστερον συνετήρησεν. πολυδίψιον οὖν ἤτοι πολυδιάφθορον διὰ
πολέμους. ἢ πολυπόθητον, μεταφορικῶς ἀπὸ τῶν διψώντων καὶ ἐπιθυ-
μούντων πότου· ἐξ οὗ ἄνυδρον. ἢ βλαβερόν, ἀπὸ τοῦ ἴψιον.
* ὅτι Ἄργος τὴν Πελοπόννησον, οὐ τὴν πόλιν λέγει.
174. σέο δʼ ὀστέα πύσει ἄρουρα] ὅτι τῶν ἐπὶ ξένης τελευτώντων οὐκ ἀπεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. οὐκ ἄρα Ὀμήρου ἐστὶ ταῦτα “ὥς κʼ ὀστέα παισὶν ἕκαστος οἴκαδʼ ἄγει, ὅτʼ ἂν αὖτε νεώμεθα” (Il. 7, 334).
176. καί κέ τις ὦδʼ ἐρέει] ὅτι ἤτοι ὁ κε περισσεύει, ἢ τὸ ῥῆμα ἐνήλλακται, ἐρέει ἀντὶ τοῦ εἴποι ἄν.
178. *χρήσιμον ἀνεστραμμένης περιόδου ὑπόδειγμα.
181. κεινῇσιν νηυσί] κεναῖς εἶπεν, ὅτι ὁ Μενέλαος ἀποθανὼν οὐκ ἔμελλε πλεῖν ἐν αὐταῖς. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νηυσί.
182. εὐρεῖα χθών] ὅτι οὐκ ἔστι καθολικὸν ἐπίθετον τὸ εὐρεῖα, ἀλλʼ ἐν ἴσῳ τῷ εὐρεῖα γενομένη, οἷον εὐρύ μοι χάσμα γῆς γένοιτο.
*μηδέ τί πω] οὕτω πω Ἀρίσταρχος, οὐχὶ που, ὥς τινες.
187. ὅτι τοῦ ζώματος μνησθεὶς παραλέλοιπε τὸν θώρακα, ὥστε
ἀπὸ μέρους τὸ ὅλον δεδηλῶσθαι. ἡ δὲ μίτρα τούτῳ προσῆπται τῷ
θώρακι· “καὶ ζῶμα φαεινόν” (Od. 14, 482) διὰ τὸν χαλκόν. ἡ μίτρα
οὖν ἔσωθεν ἐριώδης ἐστὶ, περὶ τὴν ἐπιφάνειαν χαλκῆ ὑπάρχουσα.
189. *φίλος ὦ Μενέλαε] ἡ ὀρθὴ ἀντὶ τῆς κλητικῆς, φίλος ἀντὶ τοῦ φίλε.
*στικτέον ἐπὶ τὸ τέλος τοῦ στίχου τελείῳ· ἀσύνδετος γὰρ ὁ
λόγος πρὸς τὰ ἑξῆς.
190. ἐπιμάσσεται] παρὰ τὸ μῶ μαίω μάω, ὡς νῶ ναίω νάω· ἀφʼ οὗ καὶ ὁ μαστός καὶ ἡ μάσταξ.
191. φάρμαχʼ] τὰ φέροντα ἄκεσιν. εἴρηται δὲ ἀπὸ τῶν ἀνθῶν·
καὶ τὰ βαφεῖα φαρμακῶνας ἐκάλουν, καὶ τὴν ἐκ τῆς βαφῆς στό-
μωσιν Φαρμάσσειν φησίν. τρεῖς δὲ φαρμάκων ἰδέαι· ἐπίπαστα, ὡς
ἐπὶ Μενελάου· χριστὰ, “ἰοὺς χρίεσθαι·” πότιμα, ὡς ἐπὶ Ἑλένης.
τρεῖς βελουλκίας οἶδεν· ἐξολκὴν, ὡς ἐπὶ Μενελάου· ἐκτομὴν, ὡς
ἐπὶ Εὐρυπόλου· διωσμὸν, ὡς ἐπὶ Διομήδους. τὸ δὲ παύσῃσιν ἀντὶ
τοῦ παύσειεν ἂν, ὡς τὸ “ἰχθὺς ὅς κε φάγῃσιν” (Il. 21, 127), ὅτι
καὶ τοῦτο οὕτως λέγει ἀντὶ τοῦ ὃς φάγοι ἄν.
195. ὄφρα ἴδῃ —] ὁ ἀστερίσκος καὶ ὁ ὀβελὸς, ὅτι νῦν παρέλκει· ὁρᾷ γὰρ ὁ κῆρυξ τὴν χρείαν τοῦ Μαχάονος. Μαχάων δὲ οὗτος υἱὸς Ἀσκληπιοῦ καὶ Ἀρσινόης ἢ Κορωνίδος, κατὰ δέ τινας Ἠπιόνης τῆς Μέροπος, κατὰ δὲ Ἡσίοδον (Theog. 356) Ξάνθης. Ἀσκληπιὸς δὲ εἴρηται παρὰ τὸ ἀσκεῖν καὶ ἤπια τὰ μέλη ποιεῖν.
* Ἀτρέος υἱόν] γρ. ἀρχὸν Ἀχαιῶν.
200. παπταίνων] πετῶ πτῶ πταίω πιαίνω, καὶ κατὰ ἀναδιπλα- σιασμὸν παπταίνων, ὁ πανταχόσε περιβλεπόμενος.
203. *προσηύδα] γρ. ἀγόρευεν.
205. *ὄφρα ἴδῃ Μενέλαον] ὁ ἀστερίσκος, ὅτι νῦν δεόντως λέγε-
ται πρὸς Μαχάονα ὑπὸ τοῦ κήρυκος.
*οὕτως Ἀρίσταρχος χωρὶς τοῦ σ ἴδῃ.
206. ὅν τις ὀϊστεύσας ἔβαλεν] ἡ διπλῆ ὅτι ἐς βολῆς ἔτρωσεν, πρὸς τὸ “αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς” (140).
207. τῷ μὲν κλέος, ἄμμι δὲ πένθος] ἑκάτερον καθʼ ἑαυτό· λείπει
γὰρ τὸ ἐστίν ἐν ἀμφοτέροις.
208. ἡ διπλῆ πρὸς τὸ ὄρινεν, ἀντὶ τοῦ κατὰ ψυχὴν ἐκίνησεν. ἡ
δὲ ἀναφορὰ πρὸς τὸ “ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν”
(Od. 17, 150), ὅτι οὐκ ἔστιν ἐθύμωσεν, ὡς ὁ διασκευάσας ἐκλαβὼν
ἔταξε τοὺς ἑξῆς εἴκοσι στίχους, ἀλλʼ ἀντὶ τοῦ ἐκίνησε καὶ παρώρ-
μησε κατὰ τὸ ἐρωτικόν.
211. ὑποστικτέον εἰς τὸ ἦν καὶ κυκλόσε, ὧν ἡ δευτέρα ἀνυπόκρι- τός ἐστιν. διὰ μέσου δὲ ταῦτα.
212. κυκλόσʼ] Ἀρίσταρχος μὲν ὀνοματικῶς, ἵνʼ ᾖ ἀγηγέρατο
κύκλος, ὁμοίως τῷ “ἀγρόμενοι πᾶς δῆμος” (Il. 20, 166)· τοιοῦτο
γὰρ βούλεται σημᾶναι, κύκλος γενόμενοι. Νικίας δὲ καὶ ὁ Ἀσκα-
λωνίτης κυκλόσε, ὡς “πόσε φεύγετε” (Il. 16, 422), ὅπερ καὶ πιθα-
νώτερον. οὐ γὰρ δύναται ἐντελὴς εἶναι ἡ σύνταξις τοῦ Ἀριστάρχου,
ἀγηγέρατο κύκλος· λείπει γάρ τι. διὸ ὁ Ἀρίσταρχος ἔξωθεν προστί-
θησι τὸ γενόμενοι· εἰ δὲ προστίθησιν, ἄμεινον αὐτόθεν ἀναγινώσκειν
κυκλόσε· τοιοῦτο γὰρ τὸ ἐπίρρημα τὴν προκειμένην σχέσιν σημαῖνον.
εἰ δέ τις λέγοι, διὰ τί γὰρ τὸ ἀγρόμενοι πᾶς δῆμος εὐπαράδεκτόν
ἐστιν, οὐκέτι δὲ τὸ ἀγηγέρατο κύκλος, ἴστω ὅτι τὸ δῆμος τῇ μὲν
φωνῇ ἑνικόν ἐστι, τῷ δὲ σημαινομένῳ πληθυντικόν· τῷ οὖν σημαι-
νομένῳ ἡ σύνταξις ἐγένετο, ὡς καὶ ἐπὶ τοῦ “ἡ πληθὺς ἐπὶ νῆας
Ἀχαιῶν ἀπονέοντο” (Il. 15, 305). οὔ γε μὴν ὁ κύκλος ἔχεται τού-
του τοῦ σημαινομένου· διὸ οὐδὲ ἐντελὴς ἡ τοιαύτη σύνταξις ἐπʼ αὐτῷ
δύναται γενέσθαι.
213. * Ἀρίσταρχος Ἰακῶς ἕλκεν, καὶ αἱ πλείους.
214. τὸ πάλιν εἰ μὲν τοῖς ἡγουμένοις συντάττοιμεν, ἔσται τὸ
ἄγεν ἀντὶ τοῦ κατεάχθησαν, ὡς “νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος”
(Il. 3, 367), ἤτοι συνεσταλμένης τῆς ἀρχῆς ποιητικῶς, ἢ τοῦ ε
ἀφῃρημένου ἀπὸ τοῦ ἔαγεν. ἐὰν δὲ τοῖς ἑξῆς προσδῶμεν αὐτὸ, ἔσται
εἰς τοὐπίσω ἤχθησαν, τουτέστιν ὑπέστρεψαν.
216. ὅτι πάλιν τοῦ ζώματος μνησθεὶς τὸν θώρακα παραλέλοιπεν.
219. Χείρων εἷς τῶν Κενταύρων, εὑρείης ἰατρικῆς καὶ λυρικῆς,
υἱὸς Κρόνου καὶ Φιλύρας, ἢ ὡς ἔνιοι Ποσειδῶνος.
222. κατὰ τεύχεʼ ἔδυν] συσταλτέον τὸ ἔδυν· πληθυντικὸν γάρ
ἐστι. τὸ δὲ ἑνικὸν ἐκτατέον ἔδυν “δῦ δέ μιν Ἄρης” (Il. 17, 210).
ὅμοιόν ἐστιν αὐτῷ καὶ τὸ “ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδόν” (Od. 5,
481). εἰ δέ τις λέγοι ὅτι τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα
καὶ ὁμόχρονά ἐστιν, οἷον ἔλεγον ἐγώ καὶ ἔλεγον ἐκεῖνοι, ἴστω ὅτι ἐκ
συγκοπῆς ἐστὶ τοῦτο τοῦ ἔδυσαν. ἐν δὲ τοῖς τοιούτοις τρίτοις ἡ
συγκοπὴ ἀναδέχεται λῆξιν τὴν αὐτὴν τῇ παραληγούσῃ τῆς γενικῆς
τῆς κατὰ τὴν μετοχὴν, ἔστησαν ἔσταν, στάντος γάρ· ἔβησαν ἔβαν,
βάντος γάρ· ἐκοσμήθησαν ἐκόσμηθεν, κοσμηθέντος γάρ· “φάνεν δέ
ἐξέτρων ἔτλην ἔστην ἔδην ἔφην. ἔφυν ἄρα καὶ ἔδυν.
χάρμης] χάρμη ἡ μάχη, ἤτοι κατὰ ἐναντιότητα, ἢ ἡ χαρὰν ἐμποιοῦσα τοῖς νικῶσιν.
223. βρίζοντα ἴδοις] ἡ διπλῆ, ὅτι οὐ πρὸς ὑφεστὸς πρόσωπον. ἀλλʼ ἀντὶ τοῦ ἴδοι τις ἄν.
βρίξαι κυρίως τὸ μετὰ βάρους τροφῆς ἀπονυστάξαι.
224. *βραχείας διαστολὰς θετέον, πτώσσοντα, μάχεσθαι.
226. *ὅτι τὰ ὀχήματα νῦν χωρὶς τῶν ἵππων ἅρματα εἴρηκεν.
228. Εὐρυμέδων] ὅτι καὶ Ἀγαμέμνονος καὶ Νέστορος ὁμώνυμος
ἦν ἡνίοχος Εὐρυμέδων. τὸ δὲ Πειραΐδαο ἐν τέσσαρσι συλλαβαῖς
προφέρεται τὴν εὐθεῖαν τοῦ πατρωνυμικοῦ, καὶ οἱ ἄλλοι. Τυραννίων
δὲ τρισυλλάβως, λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ
ἔχει πρὸ τέλους διεσταλμένον τὸ ῑ ἀπὸ ἑτέρου φωνήεντος, οἷον Παν-
θοίδης Βοηθοίδης Πηλείδης· οὐδʼ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλ-
λάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡς ὅτι ἐντελές ἐστι τὸ
κατὰ διάλυσιν τοῦ ῑ, καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικὸν,
ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ ᾱ καὶ τοῦ ῑ πρὸ τέλους. παρὰ τὸ
Πείραιος οὖν Πειραίδης ἐγένετο.
232. ὅτι τὸ σπεύδοντας οὐχ οἷον ταχύνοντας, ἀλλʼ ἐνεργοῦν-
τας καὶ κακοπαθοῦντας. “σπουδῇ δʼ ἕζετο λαός” (Il. 2, 99) μετὰ
πάσης κακοπαθείας.
235. ψεύδεσσι] Ἀρίσταρχος ἀναγινώσκει ψευδέσσι ὡς σαφέσσι·
τοῦτο γάρ φησι θέλει δηλοῦν, οὐ γὰρ τοῖς ψεύσταις Τρωσὶ βοηθεῖ ὁ
Ζεύς. εἰ δὲ τὸ πρᾶγμα ἠβουλόμεθα παραλαβεῖν, ψεύδεσιν ἀνέγνωμεν
ὡς βέλεσιν, ἵνα ἀπʼ εὐθείας ᾖ ἡ κλίσις· “ψεῦδος δʼ οὐκ ἐρέει” (Od.
3, 20). οὕτως δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης, συγκατατιθέμενος
Ἀριστάρχῳ. ὁ μέντοι γε Ἑρμαπίας ἀναγινώσκει ψεύδεσσιν ὡς
ταῦτα ὁ Ἡρωδιανός· καὶ μᾶλλον πειστέον Ἀριστάρχῳ ἢ τῷ Ἑρ-
μαππίᾳ, εἰ καὶ δοκεῖ ἀληθεύειν.
238. *ἡμεῖς δʼ αὖτ] Ἀρίσταρχος χωρὶς τοῦ δέ.
243. ἔστητε] Πτολεμαῖος ψιλοῖ, ἐπεὶ γίνεται στῆτε, τὸ δὲ ἀπο-
πῖπτον ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε οὐκ ἔστιν, ἀλλ᾿
ἐκ τοῦ ἕστατε ἔκτασις ἐγένετο τοῦ ᾱ εἰς η· στάτε δὲ οὐ γίνεται.
ἔνθεν δύναται δασύνεσθαι· τὸ γὰρ αὐτό ἐστι τῷ ἑστήκαμεν τὸ
ἔστατε.
*ὅτι μετείληπται τὸ ᾱ εἰς τὸ η ἀντὶ τοῦ ἕστατε.
244. ἡ διπλῆ διὰ τὸ ἐλλείπειν τὴν διά πρόθεσιν, ἵνʼ ᾖ διὰ
πεδίου.
245. *ἄρα τίς σφι] οὕτως Ἀρίσταρχος μετὰ τοῦ σ, τίς σφι.
246. * ἕστητε] ὅτι πάλιν ἀντὶ τοῦ ἕστατε.
247. *αἱ διαστολαὶ ἐλθέμεν, θαλάσσης.
249. αἴ κʼ ὔμμιν] οὕτως τὸ αἴ κʼ ὔμμιν διὰ τοῦ κ δεῖ συναλεί-
φειν· ἔστι γὰρ Αἰολικὴ ἡ ἀντωνυμία.
251. ἐπὶ Κρήτεσσι] ὅτι ἰδίως εἴρηκεν ἀντὶ τοῦ ὡς ἐπὶ Κρῆτας. ἀνὰ οὐλαμὸν ἀνδρῶν] ἀνὰ τὸν θόρυβον, κατὰ τὴν συνέλευσιν καὶ ἄθροισιν τῶν ἀνδρῶν. οὐλαμὸς δὲ τάξις συνεστηκυῖα ἐκ τεσσαράκοντα ἀνδρῶν.
253. ἐπὶ τὸ τέλος τοῦ στίχου διαστολὴ βραχεῖα· κοινὸν γὰρ τὸ ὤτρυνε φάλαγγας.
254. φάλαγγας] τάξεις τῶν στρατιωτῶν εἶπεν ὁ ποιητὴς, ἐπειδὴ
τὸ παλαιὸν ξύλοις ἐμάχοντο. φάλαγγας δὲ τὰ ξύλα ἐκάλουν οἱ
ἀρχαῖοι. ἔτι γοῦν καὶ ἡμεῖς τὰ ἐκ τῶν ξύλων οἰκοδομήματα φάλαγ-
γας καλοῦμεν.
260. * ἐνὶ κρητῆρσι] Ἀρίσταρχος ἑνικῶς ἐνὶ κρητῆρι.
τὸ κέρωνται οὐκ ἐκ περισπωμένου ἐνεστῶτος, ἀλλ᾿ ἐκ βαρυτόνου τοῦ κέρω, ὅπερ οὐκ ἔστιν εὑρεῖν ῥᾳδίως.
262. δαιτρόν] ὅτι διὰ παντὸς αἱ τράπεζαι παρέκειντο, καὶ πλήρη τὰ ποτήρια τοῖς ἐν τιμῇ ἔκειτο, τοῖς δὲ ἄλλοις πρὸς μέρος ἐνεχεῖτο.
269. διὰ τοῦ ν τὸ σύν γʼ ὅρκια. οὐ γὰρ συνῆπται· ἐπὶ δὲ τῶν συνθέτων αἱ μεταβολαί.
273. ἦλθε δʼ ἐπʼ Αἰάντεσσι] ὅτι ἡ τάξις Ἰδομενέως πλησίον
Αἴαντος, πρὸς τοὺς ὑποτάσσοντας τοῖς Ἀθηναίοις τὸν Τελαμώνιον
(Il. 2, 557).
274. νέφος] τὸ πυκνὸν καὶ καταπληκτικὸν τῆς φάλαγγος μιᾷ λέξει περιέλαβεν, εἰκάσας μέλανι καὶ σκυθρωπῷ νέφει. ἀπὸ δὲ τῆς μεταφορᾶς καὶ εἰκόνα πεποίηκεν.
276. Ζεφύροιο] ὅτι ἀπὸ τοῦ ζόφου πνεῖ. ζόφον δὲ τὴν δύσιν ἐκάλουν οἱ ἀρχαῖοι.
277. * ἰόντι] Ἀρίσταρχος ἐόντι.
μελάντερον ἠΰτε πίσσα] ὅτι ἰδίως εἴρηκεν οὔτε μελάντερον πίσσης
οὔτε μέλαν ὡς πίσσα, κέχρηται δὲ τῷ συγκριτικῷ ἀντὶ ἁπλοῦ. τὸ
δὲ ἰόντι Ἀρίσταρχος διὰ τοῦ ε, ὁ δὲ Ζηνόδοτος διὰ τοῦ ῑ. στικτέον
δὲ μετὰ τὸ μελάντερον, ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον ἠΰτε
πίσσα, ἵνʼ ᾖ τῷ αἰπόλῳ πόρρω διατελοῦντι μελάντερον αὐτῷ κατα-
φαίνεται τὸ νέφος καὶ ὅμοιον πίσσῃ.
279. ὑπό τε σπέος ἤλασε μῆλα] κύουσα γὰρ ἡ ὄϊς, ἐὰν ἔξω
ἀκούσῃ βροντῆς, ἐκτιτρώσκει.
282. κυάνεαι σάκεσιν] ὅτι Ζηνόδοτος γράφει ἡρώων σάκεσιν.
γέγονε δὲ ἀντιπαράθεσις τοῦ μέλανος νέφους πρὸς τὸ κυάνεαι· τοῦτο
δὲ οἷον πυκναί. αἱ γὰρ ἀραιαὶ νεφέλαι διαυγεῖς. διασταλτέον δὲ
βραχὺ ἐπὶ τὸ σάκεσιν, ἵνα διὰ μὲν τὰ ὅπλα καταπληκτικαὶ ὦσι,
τοῖς δὲ δόρασι πεφρικυῖαι, τουτέστιν ὠρθωμένα ἔχουσαι τὰ δόρατα.
ἡ ἑτέρα δὲ τῶν Ἀριστάρχου βεβριθυῖαι εἶχεν· καὶ μήποτε λόγον
ἔχει, ὡς ἐκεῖ “βεβρίθει δὲ σάκεσιν” (Od. 16, 474).
285. Ἀργείων ἡγήτορε] τοῦτο προτρεπτικῶς. ἢ πρόμαχοι καὶ ἡγούμενοι τῶν ἄλλων Ἑλλήνων ἐν ταῖς μάχαις.
286. διαστολὴ ἐπὶ τὸν μέν, ἐπὶ δὲ τὸ ὀτρυνέμεν ἀνυπόκριτος.
295. Χρομίον τε] ὅτι τρίτος οὗτος Χρομίος Πύλιος, πρὸς τὰ περὶ Πυλαιμένους. οὗτοι δὲ ταξιάρχαι ὑπῆρχον· βασιλεὺς δὲ πάντων τῶν Πυλίων Νέστωρ.
296. *διασταλτέον ἐπὶ τὸ ὄχεσφι· κοινὸν γὰρ τὸ στῆσε.
297. ἱππῆας μὲν πρῶτα] πρώτους εἰκὸς εἰρῆσθαι τοὺς ἐπὶ τοῦ δεξιοῦ
κέρως ἑστῶτας, ὄπισθεν δὲ τοὺς ἐπὶ τοῦ ἀριστεροῦ, ὧν εἰκὸς μεταξὺ
τετάχθαι τοὺς δειλούς· οὕτω γὰρ λόγον ἕξει τὸ “ὄφρα καὶ οὐκ
ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ” (300)· ἐπὶ γὰρ μετώπου τάσσει
τὴν φάλαγγα, οὐ κατὰ βάθους, μεταξὺ δὲ δύο ἀνδρείων ἕνα κακὸν
ἔβαλλεν.
299. * οὕτως Ἀρίσταρχος, ἔλασσεν· ἄλλοι δὲ ἔεργεν.
303. * ὅτι ἀπέστροφε τὸν λόγον διὰ τῶν ἑξῆς, σχηματίσας ὡς ἂν αὐτὸς ὁ Νέστωρ εἴποι.
306. ἵκηται] τοῦτο τὸ ῥῆμα κατὰ τὴν ἑρμηνείαν αὐτὴν ζητεῖται.
καὶ οἱ μέν φασι παραγγέλλειν αὐτὸν ἵνα, ὃς ἂν πολεμίου ἅρματος
κρατήσας ἐπιβῇ, μάχηται καὶ μὴ ἐξελαύνειν σπουδάζῃ· οἱ δὲ οὕτως,
ὅστις δʼ ἂν, φησὶν, ἀποπέσῃ τοῦ ἰδίου ἅρματος καὶ ἐπὶ τοῦ πλησίον
παραγένηται, μὴ ἡνιοχείτω διὰ τὸ εἶναι αὐτὸν ἐν ἀγνοίᾳ τοῦ ἤθους
τῶν ἵππων, δόρατι δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους, ὅ ἐστι
πολεμείτω.
307. ἔγχει ὀρεξάσθω] ἡ διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι ἐκ τοῦ ἔγχει ὀρεξάσθω ἐστὶν ἔγχει παταξάτω τις αὐτὸν, ὥστε παραλείπει τὸ τίς καὶ τὸ αὐτόν. καὶ τὸ ἐπιλεγόμενον τοῦτο συνίστησιν, ἐπειὴ πολὺ φέρτερον οὕτω τὸ ἕνα τεθνάναι ἢ τὴν ὅλην τάξιν συγχυθῆναι.
πολὺ φέρτερον] κατὰ πολὺ κρεῖττον.
308. * πόλεας] Ἡρωδιανὸς διὰ τοῦ ε.
πόλεας] οὕτως Ἀρίσταρχος προπαροξύνει, καὶ ἐπὶ τῶν πόλεων τὸ
σημαινόμενον ἐκδέχεται, ᾧ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτης,
λέγων ὅτι καὶ διὰ τοῦ ε οἶδεν ὁ ποιητὴς τὴν χρῆσιν καὶ διὰ τοῦ ῑ, διὰ
μὲν τοῦ ῑ “ἐκ πόλιος δʼ ἄλοχον,” “πολλέων ἐκ πολίων,” διὰ δὲ τοῦ
ε “πόλεως χρυσείην,” “ἑκατὸν πόλεων.” πιθανὸν οὖν ἐστὶν ἐκδέ-
310. ὡς ὁ γέρων ὤτρυνε] τοῦτο ὁ ποιητὴς λέγει καθʼ ἑαυτό· οὐ
προσεκτέον γὰρ τοῖς μίαν ὁμοιωματικὴν εἶναι διάνοιαν οἰομένοις ἐν
τοῖς τρισὶ στίχοις· ὧδε καὶ οἱ πρότεροι πόλεας—τόνδε νόον καὶ
θυμόν—ὡς ὁ γέρων ὤτρυνεν, οἷον τοῦτον τὸν τρόπον ἐστρατήγουν
οἱ παλαιοὶ ὡς ὁ Νέστωρ. πρὸς δὲ τῷ γελοῖον εἶναι τὸ διανόημα,
οὐδὲ εἰώθει μετάβασιν τοιαύτην ὁ ποιητὴς ἀπὸ τῶν προσώπων
ποιεῖσθαι.
315. ὁμοίιον] ἰστέον ὅτι ὁ ποιητὴς πανταχοῦ τὸ ὁμοίιον ἐπὶ τοῦ
φαύλου λαμβάνει, οἷον ἐνταῦθα “ἀλλά σε γῆρας τείρει ὁμοίιον”
καὶ “ἀλλ᾿ ἤτοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ καὶ φίλῳ ἀνδρὶ
δύνανται ἀλαλκέμεν” (Od. 3, 236) “ὁπότʼ ἂν τέλος ἔλθῃ ὁμοιίου
πτολέμοιο” (Il. 9, 440).
*ὅτι οἱ γλωσσογράφοι ὁμοίιον τὸ κακόν.
319. Πύλιοι καὶ Ἀρκάδες περὶ γῆς ὅρων ἐπολέμουν περὶ τὸ
καλούμενον ὄρος Ἀγκαῖον· Νέστωρ δὲ μονομαχήσας ἐκ προκλήσεως
Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος ἢ ὡς ἔνιοι Ἀφείδαντος ἀνεῖλε, καὶ
ὑπὸ χαρᾶς τὸ περιορισθὲν χωρίον παρεξῆλθεν. οἱ δὲ Ἀρκάδες ἔτι
σκαρίζοντος τοῦ Ἐρευθαλίωνος ἐφορμήσαντες τοῖς Πυλίοις συν-
έβαλον, καὶ οὕτως ἐνίκησαν. θάψαντες δὲ τὸν Ἐρευθαλίωνα καὶ
τοὺς φίλους ἐπέγραψαν τῷ τάφῳ τόδε τὸ ἐπίγραμμα· “ἐνθάδ᾿
Ἐρευθαλίωνι φίλοις τʼ ἐπὶ τύμβον ἔθηκαν Ἀρκαδίης βασιλῆς, γένος
ἔξοχον Ἱππομέδοντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμά-
σαντο.” ἱστορεῖ Ἀρίαιθος. κατέκταν δὲ μετὰ τοῦ ν αἱ Ἀριστάρχου,
καὶ ἐν ἐκτάσει τοῦ ᾱ Δωρικῇ οὔσῃ, ὡς ἔβαν ἐγώ. ἡ γὰρ χρῆσις
τοιαύτη ἦν παρὰ Ἀττικοῖς· παρὰ γὰρ τὸ κτῶ καὶ κτῆμι κινήματα
ἱκανὰ ἐξέπιπτεν· δεύτερος μὲν αὐτὸς ἀόριστος, ὀφείλων εἶναι κοι-
νῶς ἔκτην, γινόμενος δὲ κατὰ Δωρίδα ἔκταν, ὃς ἐν χρήσει ὁρᾶται
Ἀττικοῖς. Εὐριπίδης Πλεισθένει “οὐ τὸν σὸν ἔκταν πατέρα,
πολέμιόν γε μήν·” Αἰσχύλος δὲ Παλαμήδει “τίνος κατέκτας ἕνεκα
ἀόριστον “Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος” (Il. 15,
437), ᾦ ἀκόλουθον ἀπαρέμφατον τὸ “κτάσθαι τε πολίτας” (ib.
558)· μετοχαί τε σημαίνουσαι τὸ κτῆμι, τε κτάς καὶ κτάμενος,
ἀπαρέμφατόν τε ἐνεργητικὸν τὸ κτάμεναι. ὑγιῶς ἄρα Ἀρισταρχος
ἔκταν γράφει, ὡς ἔκταν ἐγώ.
*οὕτως Ἡρωδιανὸς μετὰ τοῦ ν, κατέκταν.
320. ἀλλʼ οὔ πως ἅμα πάντα] ὁ ἀστερίσκος καὶ ὁ ὀβελὸς, ὅτι
εἰ ἀμφότερα αἱρετὰ ἔκρινεν ὁ Νέστωρ, καὶ τὸ γῆρας καὶ τὴν νεότητα,
εὐλόγως ἂν ἔλεγεν ἅμα πάντα. μετενήνεκται δὲ ἐξ ἄλλου τόπου,
ὅπου φησὶν “ἀλλ᾿ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν· ἄλλῳ
μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, ἄλλῳ δʼ ἐν στήθεσσιν” (Il. 13,
729).
* ἱκάνει] Ἀρίσταρχος γῆρας ὀπάζει, ἐπείγει, ἐλαύνει. ἀπὸ δὲ τοῦ κατόπιν ἐσχημάτισται.
324, 325. ὁπλότεροι] ὅτι παραλλήλως νεώτεροι μὲν ἀντὶ τοῦ
νέοι, ὁπλότεροι δὲ συγκριτικῶς ἀντὶ τοῦ ἐμοῦ νεώτεροι. οὐδέποτε γὰρ
ἀντὶ τοῦ νέοι εἴρηκε τὸ ὁπλότεροι· τὸ δὲ νεώτεροι κατʼ ἀμφοτέρων
τίθεται παρʼ αὐτῷ, καὶ συγκριτικῶς καὶ ἀπολελυμένως.
327. Πετεῶο] ἰστέον ὅτι τούτου τοῦ ὀνόματος ἡ ἀνάλογος εὐθεῖά
ἐστιν ὁ Πετεός τοῦ Πετεοῦ ὡς ἐνεός ἐνεοῦ, καὶ Ἀττικῶς κατʼ ἐπέκ-
τασιν τοῦ ὁ εἰς τὸ ω γέγονε Πετεώς, εἶτα ἡ γενικὴ τοῦ Πετεῶ, καὶ
κατὰ πλεονασμὸν τοῦ ο γέγονε Πετεῶο.
328. μήστωρες ἀϋτῆς] δυνάμενοι κατὰ μάχην μήσασθαι, ὅ ἐστι βουλεύσασθαι, ἀφ᾿ οὗ ἐπιστήμονες μάχης. οὐκ ἐπεξεργάζεται δὲ τὸ τακτικὸν τοῦ Μενεσθέως· ἠρκέσθη γὰρ Νέστορι.
329. * οὕτως Ἀρίσταρχος Ἰακῶς ἑστήκει.
331. ὅτι τὸ ἀκούετο ἀντὶ τοῦ ἤκουεν, καὶ ὅτι πτῶσις ἤλλακται· οὐ γάρ πω αὐτοῖς ἤκουεν ἀντὶ τοῦ αὐτῶν.
333. ?? Ἀρίσταρχος χωρὶς τοῦ θ Τρώων ἱπποδάμων. τὸ δὲ Ἀχαιῶν ἄμεινον ἀκούειν ἐπʼ Ἀχαιούς.
334. πύργος] τάξις· συνέστηκε δὲ ὁ πύργος ἐκ τ ἑξήκοντα ἀνδρῶν ὁ δὲ τρόπος μεταφορά.
335. ἡ διπλῆ πρὸς τὸ σχῆμα, διότι ἐλλείπει ἡ ἐπί καὶ πτῶσις
ἐνήλλακται· ἔστι γὰρ ἀντὶ τοῦ ὡς ἐπὶ Τρῶας ὁρμήσειεν. καὶ ὅτι
κατʼ Ἀρίσταρχον ἄμεινον ἔχει τὸ Ἀχαιῶν ἀκούειν ἐπʼ Ἀχαιούς·
πιθανὸν γὰρ ἐπιμένειν τοὺς Ἕλληνας ἕως ἂν προεπιχειρήσωσιν αὐτοῖς
οἱ βάρβαροι καὶ τρόπον τινὰ δεύτερον μετὰ Πάνδαρον παρασπον-
δήσωσιν. διὸ καὶ μήποτε ἄμεινον ἐν τῇ πολυστίχῳ φέρεται “ἕστασαν
ὁππότε κέν τις ἐναντίον ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειε καἰ ἄρξειεν
πολέμοιο.”
339. κεκασμένε] ἐπὶ κακοῦ “ἐκέκαστο κλεπτοσύνῃ θʼ ὅρκῳ τε” (Od. 19, 305).
*ὅτι Ζηνόδοτος γράφει φαίδιμʼ Ὀδυσσεῦ. ἀσυμφώνως δὲ τῇ
ἐπιπλήξει φαίδιμος ἄν νῦν λέγοιτο.
343. ὅτι συλληπτικῶς τὸ τῷ Ὀδυσσεῖ συμβεβηκὸς καὶ ἐπὶ τοῦ
Μενεσθέως κεκοινοποίηκεν· οὐ γὰρ ὁ Μενεσθεύς ἐστι τῶν ἑπτὰ
γερόντων, ἀλλ᾿ Ὀδυσσεὺς, Διομήδης, οὐδὲ σὺν τῷ Ἀγαμέμνονι
εὐωχεῖται. καὶ ὅτι ἀκουάζεσθον εἶπε τροπικῶς ἀντὶ τοῦ ἐπαισθά-
νεσθαι, ἐπεὶ ἡ ἀκοὴ εἶδός ἐστιν αἰσθήσεως, καὶ τὸ “οὐδὲ πληγῆς
ἀΐοντες” (Il. 11, 532). οὐ λέγει δὲ τῆς ἐμῆς δαιτὸς πρῶτοι ἀκούετε,
ἀλλὰ πρῶτοί μου ἀκούετε περὶ δαιτός. οὕτως Ἀρίσταρχος. λείπειν
δέ φασι τὴν περί ἐθίμως, ἵνʼ ᾖ οἳ περὶ δαιτὸς πρῶτοι ἐμοῦ μετα-
λαμβάνετε. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ ἀντωνυμιῶν (p. 137 ═
397).
344. δαῖτα γέρουσιν] ὡς τὸ “γερούσιον αἴθοπα οἶνον” (259). αἰσχρὸν δὲ τὸ ἐν συμποσίῳ τοῖς ἀρίστοις καταλέγεσθαι, ἐν δὲ πολέμῳ τοῖς ἐσχάτοις.
345. * λείπει τὸ ἐστί.
345, 346. οὗτοι ἐν μὲν τοῖς ὑπομνήμασιν οὐκ ἀθετοῦνται, ἐπαιτι-
346. * δασυντέον τὸ μελιήδέος.
350. ἕρκος ὀδόντων] ὁποῖον τοῦτον λόγον ἐτόλμησας τῷ στόματί
σου εἰπεῖν. ἕρκος γάρ φησι τὸ περίφραγμα τῶν ὀδόντων, τὰ χείλη
περιφραστικῶς.
351. ἀμφίβολος ἡ ἀνάγνωσις. ἤτοι γὰρ εἰς τὸ μεθιέμεν διαστολὴ, στιγμὴ δὲ τελεία εἰς τὸ Ἄρηα· ἢ εἰς τὸ μεθιέμεν τελεία στιγμὴ, ὑποστιγμὴ δὲ εἰς τὸ Ἄρηα· ὃ καὶ βέλτιον, ἵνα λέγῃ τότε φανήσεσθαι ἀνδρεῖος, ὁπόταν πόλεμος ᾖ.
354. Τηλεμάχοιο] ὅτι προτετυπωμένως τὰ κατὰ τὴν Ὀδύσσειαν μνημονεύει τοῦ Τηλεμάχου. τοῦ αὐτοῦ ἄρα ποιητοῦ καὶ ἡ Ὀδύσ- σεια.
357. * γνῶ χωομένοιο] πρὸς τὸ σχῆμα, ὅτι τῇ γενικῇ ἀντὶ τῆς αἰτιατικῆς.
367. * οὕτως ἑστήκει Ἰακῶς Ἀρίσταρχος.
376. Οἰδίπους ἀποβαλὼν Ἰοκάστην ἐπέγημεν Ἀστυμέδουσαν,
ἥτις διέβαλε τοὺς προγόνους ὡς πειράσαντας αὐτήν. ἀγανακτήσας
δὲ ἐκεῖνος ἐπηράσατο αὐτοῖς διʼ αἵματος παραλαβεῖν τὴν χώραν.
καὶ παρέδωκε τὴν βασιλείαν αὐτοῖς· Ἐτεοκλῆς δὲ ὁ υἱὸς αὐτοῦ
ἐξέβαλε Πολυνείκην τὸν ἀδελφὸν αὑτοῦ ὡς πρεσβύτερος· παραγενό-
μενος δὲ οὗτος εἰς Ἄργος εὗρε Τυδέα φυγάδα· βοηθῶν γὰρ κἀκεῖνος
τῷ πατρὶ, τὸν ἐναντιούμενον ἀποκτείνας ἀνεψιὸν ἔφυγεν. Ἄδραστος
δὲ θεασάμενος αὐτοὺς ἠμφιεσμένους θηρῶν δορὰς, Τυδέα μὲν συὸς,
Πολυνείκην δὲ λέοντος, συνέβαλε τὸν χρησμόν· ἦν γὰρ αὐτῷ
δεδομένος κάπρῳ καὶ λέοντι ζεῦξαι τὰς θυγατέρας. καὶ δίδωσι
Τυδεῖ μὲν Δηϊπύλην, Ἀργείαν δὲ Πολυνείκει. πέμψας δὲ εἰς
Μυκήνας συμμαχίαν ᾔτει ἐπὶ Θηβαίους. Θυέστης μὲν οὖν προθύ-
μως ἐδίδου, σημεῖα δὲ αὐτὸν ἐκώλυσε φαῦλα. ἐπελθόντες οὖν ἐν
ταῖς Θήβαις οἱ Ἀργεῖοι πέμπουσι πρεσβευτὴν Τυδέα, ὃς κατα-
λαβὼν γυμνικὸν ἀγῶνα καὶ συμμαχούσης Ἀθηνᾶς νικᾷ τὰ πάντα,
377. γράφεται καὶ “κεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκει.” τὸ δὲ
ἀγείρων παρατατικῶς. ἰστέον δὲ ὅτι ἐπὶ τὰς τοιαύτας λειτουργίας
δύο ἐπέμποντο κατάσκοποι πρέσβεις. ἡ ἀναφορὰ δὲ, ὅτι οὐδὲ ὁ Φοῖνιξ
ἐν ταῖς λιταῖς πρεσβεύει.
378. Θῆβαί εἰσιν αἱ πᾶσαι τρεῖς, ὧν μέμνηται ὁ ποιητής· καὶ μία μὲν ὧν ποιεῖται νῦν λόγον· αἱ Ὑποπλάκιοι, ὧν μέμνηται ἐν τῇ A καὶ τῇ Z, καὶ αἱ Αἰγύπτιαι, περὶ ὧν φησὶν ἐν τῇ I.
383. εἰ μὲν τὸ λέχος ἔγκειται, τροπῇ λεχοποίην λεχεποίην· εἰ
μὴ τὸ λέχος ἔγκειται, ἐχεποίην, πλεονασμῷ τοῦ λ. ὥστε εἰ μὲν τὸ
ἔχειν ἔγκειται, πλεονασμὸς, εἰ δὲ τὸ λέχος, ἀντίθεσις, πρὸς τὴν
διάφορον ἐτυμολογίαν διάφορον πάθος.
384. *ἀγγελίην] ὅτι ἀντὶ τοῦ ἄγγελον.
*τὸ ἐπί περιττόν.
ἀγγελίην ἔπι] πλησιάσαντες τοῖς Θηβαίοις οἱ Ἀχαιοὶ ἔπεμψαν τὸν Τυδέα πρὸς αὐτοὺς, ἐντευξόμενον δηλονότι αὐτοῖς τοῖς Θηβαίοις περὶ ὧν ἐνόμιζον ἐγκαλεῖν οἱ Θηβαῖοι.
386. βίης Ἐτεοκληείης] περιφραστικῶς, τοῦ Ἐτεοκλέους.
390. ὁ ἀστερίσκος, ὅτι ἐνταῦθα ὑγιῶς τέτακται, ἐν δὲ τῷ τῆς
Ἀθηνᾶς πρὸς τὸν Διομήδη λόγῳ (Il. 5, 808) οὐκέτι.
394. *οὕτως Μαίων βαρυτόνως, εἰς ἀποφυγὴν τοῦ ἐθνικοῦ.
τὸν Μαίονά τινες στοχάζονται κήρυκα γεγονέναι διὰ τὸ μόνον
αὐτὸν σωθῆναι· ἱερὸν γὰρ ἦν τὸ γένος τῶν κηρύκων, διὸ φορτικὸν ἦν
ἐνυβρίζειν αὐτούς· ὅθεν καὶ παροιμία ἐλέχθη τὸ “πρέσβις οὐ τύπτεται
οὐδὲ ὑβρίζεται.”
395. * Πολυφόντης] γράφεται Λυκοφόντης.
400. Ἀντίμαχός φησιν παρὰ συφορβοῖς ἀνατετράφθαι Τυδέα·
καὶ Εὐριπίδης, “οὐκ ἐν λόγοις ἦν δεινὸς (Suppl. 902.) ἀλλʼ ἐν
ἀσπίδι.” πιθανῶς δὲ προφυλαξάμενος ἀγορητὴν αὐτόν φησιν, ἵνα
πρὸς τὴν ἀπολογίαν ὀκνήσῃ· διὸ οὐδὲν προσφθέγγεται ὁ Διομήδης.
* σὺν τῷ ν ἀμείνων Ἀρίσταρχος, ἵνα καθʼ ἑαυτὸ λέγηται ἐπιπλη- κτικῶς. ἐλλείπει δὲ τὸ ἔστι ῥῆμα.
404. *μὴ ψεύδε᾿] τὸ πλῆρές ἐστι μὴ ψεύδεο· ἀρκεῖ οὖν ἡ ὀξεῖα.
405. ἡμεῖς τοι] περὶ ἑαντοῦ λέγει Σθένελος καὶ Διομήδους·
οὗτοι γὰρ μόνοι τῶν ἐπιγόνων ἐστρατεύκεισαν ἐπὶ Ἴλιον. ἐπίγονοι δὲ
ἐκλήθησαν τῶν ἐπὶ Θήβας στρατευσαμένων οἱ παῖδες.
407. ἀπὸ τούτου ἕως τοῦ κεῖνοι δὲ σφετέρῃσιν (409) ἀθετοῦνται
στίχοι τρεῖς, ὅτι ἐπιλύει τὸ διὰ τῶν προειρημένων λεγόμενον. καὶ εἰ
μὲν ἐφʼ ἑαυτοῦ καὶ τοῦ Διομήδους λέγει ἀγαγόντε, ὑγιῶς τὸ δυϊκὸν
παρείληπται, ψεῦδος δὲ περιέχει· οὐ γὰρ μόνοι ἐπεστράτευσαν· εἰ
δὲ ἐπὶ πάντων τῶν στρατευσάντων, συγχεῖται τὸ δυϊκὸν καὶ ἐκλύεται
ἡ ἀλκή· γίνονται γὰρ οἱ πατέρες ἀλκιμώτεροι, οὗτοι δὲ διὰ τὸ τοὺς
θεοὺς συνεργεῖν πεπορθηκότες.
Ἄρειον] ἤτοι τὸ Ἄρεως ἱερὸν, ἢ τοῦ ἐν Τροίᾳ· ὅπερ καὶ βέλτιον.
410. Ἀρίσταρχος ἓν ποιεῖ τὸ ἔνθεο ἀντὶ τοῦ ἔνθου, ἵνα γένηται
Ἀττικὸν, ὅμοιον τῷ “μὴ ψεῦσον ὁ Ζεῦ.” (Arist. Thesm. 870.)
Ἀπολλώνιος δὲ διαστέλλει τὸ ἐν, ἵνα γένηται ἐν ὁμοίᾳ.
412. ἧσο] οὐκ ἔπρεπεν αὐτὸν εἰς πόλεμον προερχόμενον καθέζεσθαι. βέλτιον οὖν λέγειν τὸ μετὰ σιωπῆς ἧσο.
*δασυντέον τὸ ἧσο.
ὅτι προσφώνησίς ἐστι φιλεταιρικὴ ἀμετάφραστος καὶ ἀμετά-
ληπτος. λέγουσι δὲ αὐτό τινες ἐπίρρημα σχετλιαστικόν· οἱ δὲ κατὰ
πάθος ἀπὸ τοῦ τέτλαθί φασιν εἶναι· οἱ δὲ, ὡς βάπτω βαπτίζω,
οὕτως τέπτω τέττω τεττίζω καὶ τιτίζω· ἤδη γάρ τινες ἀξιοῦσι
γράφειν “ἔνθʼ ὅγε τοὺς ἐλεεινὰ κατήσθιε τιτίζοντας” (Il. 2, 314)
ἐξ αὐτοῦ τέττης, καὶ κλητικὴ τέττα. οὕτω Σωτηρᾶς.
416. *ὅτι θηλυκῶς τὴν Ἴλιον.
421. ὀρνυμένου] τοῖς ἄνω προσδοτέον τὸ ὀρνυμένου, καὶ στικτέον
μετʼ αὐτὸ τελείῳ. δύναται δὲ καὶ τοῖς ἑξῆς προσδιδόναι τις αὐτὸ,
τελείας στιγμῆς πρὸ αὐτοῦ οὔσης, ἵνʼ ᾖ ὁ λόγος, ὁρμῶντος αὐτοῦ καὶ
τὸν ἀνδρεῖον φόβος κατέλαβεν.
423. Ζεφύρου ὕπο κινήσαντος] Πτολεμαῖος ὁ τοῦ Ἀριστονίκου
καὶ Νικίας καὶ Τυραννίων ἀναστρέφουσιν· οἱ δὲ ἄλλοι παρέλκειν
426. *ἐὸν] Ἀρίσταρχος διὰ τοῦ ῑ ἰόν.
ἀποπτύει δʼ ἁλὸς ἄχνην] πτύελος γὰρ τῆς θαλάσσης ἐστὶν ὁ ἀφρὸς ὃν ἐρευγομένη ἐκχεῖ. ἄλλοι δὲ καὶ φυκίον φασίν.
429. ἡ διπλῆ, ὅτι ὡς πρὸς ὑποκείμενον πρόσωπον λέγει οὐδέ κε φαίης ἀντὶ τοῦ οὐδὲ φαίη τις ἄν. τὸ δὲ ἑξῆς ἐστὶν, οἱ δʼ ἄλλοι ἀκὴν ἴσαν σημάντορας δεδιότες. τὰ δὲ ἄλλα διὰ μέσου.
433. πολυπάμονος] πάματα καλεῖται παρὰ Δωριεῦσι τὰ κτήματα καὶ πάσασθαι τὸ κτήσασθαι, ἐκτεινομένου τοῦ ᾱ.
439. ὦρσε δὲ τοὺς μὲν Ἄρης] αἱ διπλαῖ, ὅτι διὰ μέσου τῶν Τρωϊκῶν θεῶν τέταχε τὴν Ἀθηνᾶν, καὶ ὅτι Δεῖμος καὶ Φόβος Ἄρεως υἱοί. πλανηθεὶς δὲ Ἀντίμαχος ἵππων Ἄρεως ὀνόματα ἀποδέδωκεν “Δεῖμός τʼ ἠδὲ Φόβος πόδας αἰνετὼ, υἷε θυέλλης.”
440. ἄμοτον] ἀπλήρωτον. ἀφʼ οὗ καὶ μότα τὰ ἐπιτιθέμενα τοῖς
κοίλοις τραύμασιν ὀθόνια πρὸς ἀναπλήρωσιν τῆς σαρκός.
448. χαλκεοθωρήκων] ὅτι ἐξ ἐπαναλήψεως λέγει ἀτὰρ ἀσπίδες· προείρηκε γὰρ “σύν ῥʼ ἔβαλον ῥινούς.”
449. ὀρυμαγδός ἐστι πολέμου ἦχος, ἔχων κτύπον ὅπλων, στρα-
τιωτῶν ἀλαλαγμὸν, ἡγητόρων παράκλησιν, εὐχὴν ἀγωνιώντων, οἰμω-
γῆν ἀπολλυμένων, θρῆνον ἐπὶ πεπτωκόσιν. ἔστιν οὖν ὀρυμαγδὸς ἔνθα
ὄρνυται ὅμαδος.
451. * ὅτι πρὸς τὸ δεύτερον πρῶτον ἀπήντηκεν· ἡ γὰρ εὐχωλὴ τῶν ὀλλύντων.
452. Πτολεμαῖος ὁ Ἀσκαλωνίτης παροξύνει, ἐπεὶ τὸ ἑνικόν ἐστι
χειμάρρους· Νικίας δὲ ὡς εὔζωνοι, καὶ μήποτε πιθανώτερον, ἵνα ἐκ
τοῦ χειμάρροος ᾖ γεγονὸς, εἴ γε μᾶλλον ἐντελέστερον. οἶδε δὲ τὸ
ἑνικὸν ἐν τῇ συνθέσει ἤπερ τὸ συνηλειμμένον· “ὅσσους Ἑλλήσποντος
ἀγάρροος” (Il. 2, 845) “στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ” (Il. 5, 598) “ἐς
ποταμὸν εἰλεῦντο βαθύρροον” 21, 8) “ἀψορρόου Ὠκεανοῖο” (Il.
18, 399). σπανίως δὲ τὸ ἕτερον· ʼχειμάρρους κατʼ ὄρεσφιν ὄπαζεν”
(Il. 11, 493) “ποταμῷ πλήθοντι ἐοικὼς χειμάρρῳ” (Il. 5, 87). τὸ
453. *μισγάγκειαν] τὸ ἄγκος εἰς ὃ μίγνυνται οἱ ποταμοί.
454. χαράδρης] τῆς ἐγχαράξεως τοῦ ἐδάφους τῆς γιγνομένης
ἀπὸ τῶν καταφερομένων ὀμβρίων ὑδάτων. εἴρηται δὲ ἀπὸ τοῦ οἱονεὶ
ἐγκεχαράχθαι τῇ φορῷ τοῦ ὕδατος.
456. *φόβος] ὅτι τὴν μετὰ δέους φυγὴν φόβον εἴρηκεν.
*Ἀρίσταρχος ἰαχή τε πόνος τε· οὐ γὰρ γέγονέ πω φυγή.
457. πῶς οὐκ Αἴας πρῶτος ἢ Διομήδης ἀριστεύει; καί φασιν ὅτι
Πύλιοι πρῶτοι συνέρρηξαν. ἄλλοι δὲ, ὅτι ἐπεὶ ὁ Ἀντίλοχος ἄλκιμος
καὶ ταχὺς ὑπόκειται, εἰκότως καὶ φονεύει πρῶτος. ἐμοὶ δὲ δοκεῖ ἀπʼ
ἐλάσσονος ἦρχθαι τὸν ποιητὴν, τὸ τῆς τύχης αἰνισσόμενος κράτος.
457, 458. συναπτέον κορυστὴν ἐσθλόν, ἵν ᾖ τὰ ἑξῆς, ἔκτεινεν ἐν προμάχοις.
ὅτι οὐ κατὰ τὸ τυχὸν πρῶτον Ἀντίλοχον ἀναιροῦντα παράγει, ἀλλʼ
ὅτι τάχιστον αὐτὸν προσυνίστησι διὰ τῶν ἄλλων καὶ εὐκίνητον.
458. * Θαλυσιάδην· Ἐχέπωλον] ὅτι ἄδηλον πότερον κύριον, ὁ Θαλυσιάδης ἢ ὁ Ἐχέπωλος.
κύριον τὸ δεύτερον· ἐπιθετικῶς γὰρ ὅτε φησί, ταχύπωλον λέγει
καὶ αἰολοπώλους, καὶ πατρωνυμικοῖς ἀντὶ κυρίων οὐ χρῆται ὅτι μὴ
ἐπὶ τοῦ “καὶ Ἀργεάδην πολύμηλον” (Il. 16, 417).
463. ὅτι ἀπὸ τῆς πληγῆς πέπτωκε· τοὺς γὰρ πόδας τοῖς πολε- μίοις δέδωκεν.
465. διαστολὴ βραχεῖα βελέων· τἄλλα δὲ συναπτέον, λελιη- μένος ὄφρα τάχιστα.
468, 469. *τὸ ἑξῆς πλευρὰ οὔτασε, τὰ δὲ λοιπὰ διὰ μέσου.
472. ἐδνοπάλιζεν] δονῶ δονοπίζω, πλεονασμὸς δονοπαλίζω, καὶ συγκοπὴ δνοπαλίζω, ὡς πυκτεύω πυκταλεύω.
475. Ἴδηθεν] Ἴδη ἐστὶν ὄρος ὑφηλότατον Τροίας. ἔστι δὲ καὶ
ἑτέρα Ἴδη τῆς Κρήτης, ἀπὸ Ἴδης τῆς τὸν Δία θρεψάσης νύμφης.
Δίδυμος δὲ πάντα τὰ ὅρη ἴδας λέγει, ἀπὸ τοῦ δύνασθαι ἀπʼ αὐτῶν
πάντα καθορᾶν.
478. θρέπτρα] ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ρ. λέγεται δὲ
482. ἐν εἱαμενῇ] ἐν καθύδρῳ καὶ βοτανώδει τόπῳ. ὠνομάσθε δὲ
ἀπὸ τῆς ἐγέρσεως αὐτῶν καὶ ἀναδόσεως, παρὰ τὴν ἕσιν, ἢ ῥειαμένη
τις οὖσα, ὁ καταρρεόμενος τόπος, κατὰ ἀφαίρεσιν τοῦ ρ· ἢ γέγονεν
ἀπὸ τοῦ ἡμένη, ὁ ὁμαλὸς τόπος, ὡς δεξάμενος δεξαμενή, ἀκεσσάμενος
ἀκεσσαμενή, εἶτα κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ ᾱ ἑαμένη, ὡς ἥλω
ἑάλω, ἤγη ἐάγη, καὶ κατὰ πλεονασμὸν τοῦ ῑ εἱαμενή.
*τὸ εἱαμενή δασυντέον ἀπὸ τῆς ἕσεως.
487. κεῖται ποταμοῖο παρʼ ὄχθας] ὅτι τὴν αἰτίαν ἐν ἄλλοις παρα-
δίδωσι διʼ ἣν παρὰ ταῖς τῶν ποταμῶν ἀναβολαῖς τίθεται τὰ δρυτο-
μούμενα ξύλα· “ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίονδε κάτεισι χει-
μάρρους κατʼ ὄρεσφιν, ὀπαζόμενος Διὸς ὄμβρῳ, πολλὰς δὲ δρῦς
ἀζαλέας, πολλὰς δέ τε πεύκας” (Il. 11, 493). τούτου χάριν ἵνα
κατάγηται ὑπὸ τοῦ ῥεύματος.
490. *ἀκόντισεν ὀξέι δουρί] ἐν ἄλλῳ ἀκόντισε δουρὶ φαεινῷ.
491. *ὅτι συγχεῖται τὰ τῆς τάξεως διὰ τὴν τοῦ πολέμου ταραχήν.
492. βραχὺ διασταλτέον ἐπὶ τὸ βουβῶνα. οὐκ ἀναγκαῖον δὲ ἐκ-
τείνειν τὴν τελευταίαν τοῦ νέκυν διὰ τὸ μέτρον· ἀπήρτηκε γὰρ εἰς
μέρος λόγου.
497. ἀμφι ἓ] δασυντέον τὸ ε καὶ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰς σύνθετον.
499. νόθον] τὸν οὐ γνήσιον υἱὸν, ἀλλʼ ἐκ παλλακίδος ὄντα. αἱ γὰρ
παιδοποιίαι παρὰ τῷ ποιητῇ λέγονται τετραχῶς· ὁ μὲν γνήσιος, ὁ δὲ
νόθος καλεῖται παῖς, καὶ ἄλλος σκότιος, καὶ ἄλλος παρθένιος. γνή-
σιος μὲν οὖν καλεῖται ὁ ἐκ νομίμων γάμων, νόθος δὲ ὁ ἐκ παλλάκης·
καὶ φησιν “εἰν ἑνὶ δίφρῳ ἐόντε νόθον καὶ γνήσιον ἄμφω” (Il. 11, 102).
σκότιος δὲ ὁ ἐκ λαθραίας μίξεως, οἷον “σκότιον δέ ἑ γείνατο μήτηρ”
(Il. 6, 24). παρθένιος δὲ ὁ ἐκ τῆς παρθένου ἔτι νομιζομένης γεννώ-
μενος, ὡς τὸ “παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη” (ib. 180).
γίνεται δὲ νόθος νόθιος καὶ ἐν ὑπερθέσει ὀθνεῖος.
500. ἐξ ἐκείνου τοῦ τόπου ἐν ᾦ ἵπποι ἐγεννῶντο ταχεῖς. εἶπε δὲ ὅτι ἐκεῖ ἐτρέφοντο καὶ οἱ ἵπποι τοῦ Πριάμου.
* ὅει οὕτως λέγει ὡς ἐν Ἀβύδῳ ἱπποτροφείων ὄντων τοῦ Πριάμου.
502. κόρσην] τὸν κρόταφον. ἐπὶ κόρσης γὰρ λέγουσιν οἱ Ἀττικοὶ
τὴν γνάθον· καὶ “ἑτέροιο διὰ κροτάφοιο.” ὡς οὖν ἔλλος ἔλαφος, κόρση
κόρταφος καὶ κρόταφος. ἡ διπλῆ δὲ, διότι προειπὼν τὴν κεφαλὴν
διέσταλκε κατὰ μέρος τὸν κρόταφον.
503. τὸν δὲ σκότος ὄσσε κάλυψεν] σολοικισμὸς παρὰ τὰς πτώ- σεις· ἔδει γὰρ εἰπεῖν τοῦ δὲ σκότος ὄσσε κάλυψεν.
508. Περγάμου ἐκκατιδών] ἐκ τῆς ἀκροπόλεως προσχών. Ὅμηρος
δὲ μόνην τὴν τῆς Ἰλίου ἀκρόπολιν Πέργαμον καλεῖ, οἱ δὲ νεώτεροι
πάσας τὰς ἀκροπόλεις. ἰστέον δὲ ὅτι οἱ παλαιοὶ κτίζοντες τὰς πό-
λεις ἐν τοῖς ὑψηλοτέροις τόποις τὰς ἀκροπόλεις ἐποίουν διὰ τὸ ἐκεῖσε
προσφεύγειν ἀπὸ τῶν κοιλοτέρων τόπων τοὺς ἐνοικοῦντας ἐν τοῖς
κατακλυσμοῖς.
513. * χόλον] ὅτι ἀντιφράζει τὸν χόλον τῇ μήνιδι ἐπὶ τοῦ αὐτοῦ προσώπου.
515. Τριτογένεια] ἡ Ἀθηνᾶ ἡ τὸ τρεῖν καὶ φοβεῖσθαι γεννῶσα τοῖς πολεμίοις, ἢ ἐπὶ Τρίτωνι ποταμῷ τῆς Λιβύης γεννηθεῖσα. ἢ ὅτι γεννηθεῖσαν ἔτρεσαν αὐτὴν οἱ θεοί.
517. * Ἀρίσταρχος μοῖρα πέδησε Ἰακῶς.
521. * λᾶας ἀναιδής] ὅτι μεταφορικῶς τὸ ἀνένδοτον καὶ σκληρὸν ἀναιδὲς λέγει.
523. *βραχεῖας διαστολὴ μετὰ τὸ ῥῆμα.
526. χολάδες τὰ ἔντερα, ἐπειδὴ εἰς αὐτὰ συρρεῖ ἡ ξανθὴ χολὴ,
τοῦτο μηχανησαμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνεσθαι καὶ
ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν ἀπόκρισιν τῶν περιτ-
τῶν. ἤμελλε γὰρ ψυχρὰ ὄντα τῇ κράσει ἀργὰ μένειν καὶ μηδέποτε
ποιεῖν τὴν ἀπόκρισιν· τοιαῦτα γὰρ τὰ νευρώδη πάντα. οἱ δὲ ἠτυμολό-
γησαν παρὰ τὸ χεῖσθαι, οὐ καλῶς.
527. * ἐπεσσύμενον] Ἀρίσταρχος διὰ τοῦ ᾱ ἀπεσσύμενον, ἀπι-
*βάλε] ὅτι τὸ βάλε ἐκ βολῆς ἔτρωσε.
534. οἵ ἑ] ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα εἰς ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψις γένηται.
535. πελεμίχθη] ἡ διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι τὰ ἐμπησ- σόμενα τῇ ἀσπίδι δόρατα ἀναχωροῦντες διετίνασσον, ἵνα ἐκπέσῃ.
536. * συναπτέον ἕως τοῦ ἡγεμόνες.
539. ἔνθα κεν] ἡ διπλῆ, ὅτι περισσὸς ὁ κεν, καὶ ὅτι ῥῆμα καὶ
χρόνος ἐνήλλακται. ἰστέον δὲ ὅτι ὁ Ἀσκαλωνίτης βαρύνει τὴν οὔ
ἀπόφασιν, οὐκέτι, ἵνα ᾖ τὸ ἑξῆς ἀρχὴ ἔτι. φέρεται δὲ καὶ ἑτέρα
ἀνάγνωσις, οὔ κέ τι, ἐν παραλλήλοις δύο ὀξείαις, ἵνα τρία μέρη λόγου
γένηται, οὔ καὶ ὁ κε σύνδεσμος καὶ τὸ τι, ἵνα τὸ ἑξῆς ᾖ οὐκ ἂν
ὀνόσαιτο καὶ φανέντα.
ὅτι διὰ λόγον τοιοῦτον τὸ ἔτι μόριον μετὰ τοῦ οὐχί ἔννοιαν ἀνα-
δέχεται τοιαύτην, ἀπόφασιν γεγονότος πράγματος, οἷον “οὐκέτι φιλο-
λογεῖ·” πρότερον γάρ τις ἐφιλολόγει· οὐκέτι περιπατεῖ. ἐὰν οὖν
παραλάβωμεν οὐκέτι ἔργον ὀνόσαιτο, τοιοῦτό τι παραληψόμεθα, ὡς
ὅτι πρότερον μὲν ὀνοτὸν ἦν τὸ ἔργον, νῦν δὲ οὐκέτι. ἔνθεν οἶμαι τρία
μέρη λόγου παρελάμβανον, οἱ δὲ κατὰ παρολκὴν τὸ ἔτι, οἷον τὸ ἐν
τῇ Ὀδυσσείᾳ (5, 153) “ἔνθ᾿ οὐκέτι ἥνδανε νύμφη.”
540. *ὅτι διέσταλκε τὸ οὐτάσαι καὶ τὸ βαλεῖν.
541. διασταλτέον μέσον καὶ ἑλοῦσα· ἤρτηται γὰρ ὁ λόγος
ἐκ τῶν προκειμένων, ἵνʼ ᾖ ἡ διάνοια, τότε ἄν τις πάντα τὰ τῆς
μάχης ἔργα κατεπλάγη παρατυχὼν, εἴ γέ τις ἄτρωτος διὰ μέσων
ἐδύνατο πορευθῆναι, ἦγε δὲ αὐτὸν ἡ Ἀθηνᾶ ἁπτομένη τῆς χειρὸς καὶ
τὰ φερόμενα ἀπέτρεπε βέλη.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ τοῦ Νικάνορος περὶ Ὁμηρικῆς στιγμῆς.
1. *ἔνθʼ αὖ] τότε ὅτε καὶ πολλοὶ ἀπώλοντο.
Διομήδε] πῶς ἐν τῷ καταλόγῳ δεύτερον εἰπὼν Ἀχιλλέως Αἴαντα
μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περὶ τῶν νεῶν.
2. μένος καὶ θάρσος] τὸ μένος ἐστὶ τοῦ σώματος, τὸ δὲ θάρσος
τῆς ψυχῆς· ἵνα οὖν δύνηται καὶ θαρρῇ, ἀμφότερα αὐτῷ ἔδωκεν· πολλοὶ
γὰρ δύνανται μὲν, οὐ θαρροῦσι δέ. θάρσος δέ ἐστι κατὰ μὲν τοὺς
Στωῖκοὺς φιλοσόφους τὸ ἀσφαλῶς πεποιθέναι αὑτῷ ὅτι οὐδενὶ ἂν
δεινῷ περιπέσοι, κατὰ δὲ τοὺς ἐκ τοῦ Περιπάτου τὸ εὔελπιν εἶναι
τοῦ μηδενὶ ἂν δεινῷ περιπεσεῖν ὅσον ἐφʼ ἑαυτῷ κατὰ δὲ τοὺς ἐξ
Ἀκαδημείας καὶ τοὺς Ἐρετρικοὺς ἐπίτασις θαρραλέα, κατὰ δὲ τοὺς
Κυρηναϊκοὺς καὶ Ἐπικουρείους εὐσταθεῖν κατὰ διάνοιαν καὶ λόγον ἐν
δεινῶν ὑπομοναῖς, ὡς φησιν ὁ ποιητὴς “καί οἱ μυίης θάρσος ἐνὶ
στήθεσσιν ἔθηκεν” (Il. 17, 570). τί οὖν ἐστὶ θάρσος; τὸ εὔλογον
παράστημα τῆς ψυχῆς, θράσος δὲ τοὐναντίον. δεόντως οὖν φησὶ
μένος καὶ θάρσος, ἐπεὶ οὔτε ἡ δύναμίς τί ἐστιν ἄνευ θάρσους οὔτε τὸ
θάρσος ἄνευ δυνάμεως. ἰστέον δὲ ὅτι ἑκάτερον θατέρου χωριζόμενον
ἄπρακτον. Θαρσὼ δὲ παρά τισι τιμᾶται ἡ Ἀθηνᾶ. λέγεται δὲ
θάρσος τὸ ὑπὸ θεοῦ ἔπαρμα τῆς ψυχῆς. οὐχ ὡς πρότερον δὲ μὴ
ἔχοντος, ἀλλὰ τὸ ἔμφυτον ηὔξησεν. συνεκτικώτατα δὲ πρὸς ἀνδρείαν
ἀμφότερα.
4. δαῖέ οἱ] ἀντὶ τοῦ φαντασίαν πυρὸς ἀπὸ τῶν ὅπλων αὐτοῦ ἐποίει φαίνεσθαι, ὥστε πλέον εἶναι αὐτὸν ἐπίφοβον τοῖς Τρωσίν.
5. * ὅτι τὸν κύνα λέγει ἀστέρα. ὁ δὲ τέ περισσός.
ἰστέον ὅτι διαφέρει ἀστὴρ ἄστρου ταύτῃ, ᾗ ὁ μὲν ἀστήρ ἐστιν ἓν
σῶμα φύσεως θειοτέρας ἐννοίας ποιούμενος, ἄστρον δὲ τὸ ἐκ πολλῶν
ἀστέρων συγκείμενον ἀστροθέτημα, ὅπερ μιᾷ φαντασίᾳ ὄφεως ὑπο-
6. *παμφαίνῃσι] ὅτι ἀντὶ τοῦ παμφαίνῃ. πλεονάζει δὲ Ἴβυκος
τῷ τοιούτῳ. ἐλλείπει δὲ ἡ ἐξ.
Ὠκεανοῖο] λείπει ἡ ἐξ. Ὠκεανὸς δὲ ὁ ὁρίζων, παρὰ τὸ ὠκέως περὶ αὐτὸν ἀνύεσθαι τὸν δρόμον τῶν ἄστρων. ὥσπερ δὲ ἐπὶ σωμάτων τὰ λαμπρότερα λελοῦσθαί φαμεν, οὕτως καὶ ἐπὶ ἡλίου “πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοάων” (Il. 18, 240).
7. Ζωΐλος ὁ Ἐφέσιος κατηγορεῖ τοῦ τόπου τούτου, καὶ μέμφεται
τῷ ποιητῇ ὅτι λίαν γελοίως πεποίηκεν ἐκ τῶν ὥμων τοῦ Διομήδους
καιόμενον πῦρ· ἐκινδύνευσε γὰρ ἂν καταφλεχθῆναι ὁ ἥρως. ἔνιοι μὲν
οὖν παραλελεῖφθαι τὸ ὡς κατὰ συνήθειαν τῷ ποιητῇ, ὡς καὶ ἐν
ἑτέροις· “ὣς οἱ μὲν μάρναντο δέμας πυρός·” καὶ ἐνθάδε τὸ δαῖέ οἱ
ἀκάματον πῦρ, ἵνʼ ᾖ ὡς πυρὸς φαντασία, οὐκ εἰδικῶς πῦρ.
9. ἦν δέ τις] τοῦτο τὸ εἶδος διήγησις λέγεται. τρεῖς δὲ ἀρεταὶ διηγήσεως, σαφήνεια, συντομία, πιθανότης, ἅπερ ἐνέθηκεν, τὸ ἔθνος, τὸ ὄνομα, τὴν τύχην, τὸν τρόπον, τὴν ἀρχὴν, τῶν παίδων τὰ ὀνόματα καὶ τὴν ἀρετὴν παραστήσας.
Δάρης ὡς Χάρης· ὁμολογεῖ καὶ ἡ γενική· Δάρητος γὰρ ὡς
Χάρητος. εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦς ὡς σαφοῦς,
ὅτι τὰ εἰς ης δισύλλαβα ὀξύτονα, ἓν ἔχοντα σύμφωνον, εἰς ους
περατοῦται κατὰ τὴν γενικὴν, σαφοῦς πρηνοῦς πρυλοῦς φραδοῦς
“φραδέος νόου ἔργα” (Il. 24, 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ
προκειμένου ὀνόματος κλίσις. περὶ δὲ τοῦ ψιλῆτος παρʼ Αἰσχύλῳ
καὶ τοῦ “Κουρῆτές τʼ ἐμάχοντο” (Il. 9, 529) καὶ τοῦ κριτής ἐν
τοῖς περὶ ὀνομάτων ἀποδώσομεν τὸν λόγον. γέγονε δὲ τὸ Δάρης ἤτοι
παρὰ τὸ δείρω. καὶ ἐκδείρω (ἐοικὸς γὰρ ἱερεῖ), καὶ ἐχρῆν γε αὐτὸ
εἶναι Δέρης ὡς Φέρης· ἐτράπη οὖν τὸ ε εἰς ᾱ· ἢ παρὰ τὸ δαίω τὸ
καίω ἐν πλεονασμῷ τοῦ ρ.
14. *ἐπʼ ἀλλήλοισιν] ἀντὶ τοῦ ἐπʼ ἀλλήλους.
17. ??οὐδ᾿ ἔβαλ᾿] ἀντὶ τοῦ οὐκ ἐπέτυχεν.
19. μεταμάζιον] οὕτως μεταμάζιον ἓν ποιητέον ὡς τὸ μετάφρενον
καὶ ἐνώπιον. παρῆκται δὲ παρὰ τὸ μαζός καὶ τὴν μετά, ὡς παρὰ τὸ
χθονός καὶ τὴν ἐπί ἐπιχθόνιος, παρὰ ποταμόν παραποτάμιος. γίνεται
γὰρ καὶ ἀπὸ δύο λέξεων κατὰ παράθεσιν ἕν τι παραγωγὸν, ὡς τὸ
Νεαπολίτης καὶ ἄλλα μυρία.
20. Ἰδαῖος δʼ ἀπόρουσε] κατηγορεῖ καὶ τούτου τοῦ τόπου ὁ
Ζωΐλος, ὅτι λίαν, φησὶ, γελοίως πεποίηκεν ὁ ποιητὴς τὸν Ἰδαῖον
ἀπολιπόντα τοὺς ἵππους καὶ τὸ ἄρμα φεύγειν· ἠδύνατο γὰρ μᾶλλον
ἐπὶ τοῖς ἵπποις. ἀλλὰ ῥητέον ὅτι κατέθορε μὲν τοῦ ἅρματος ὡς
ὑπερασπίσων τὸν ἀδελφὸν, εὐλαβηθεὶς δὲ τὸν πολέμιον εἰς φυγὴν
ἐτράπη. οἱ δὲ λέγουσιν ὅτι εἰδὼς τὸ Διομήδους φίλιππον διὰ τοῦτο
ἐᾷ τοὺς ἵππους, ὅπως περὶ αὐτοὺς γένηται. ἢ ὅτι οὐκ ἐπέστησε τῷ
συμφέροντι· αἱ γὰρ φρένες ταραχθεῖσαι παρέπλαγξαν καὶ τὸν σοφόν.
τοιοῦτος εὑρίσκεται παρʼ αὐτῷ καὶ ὁ Ἀλέξανδρος, ἑλκόμενος ὑπὸ τοῦ
ἐχθροῦ καὶ ἀγχόμενος ὑπὸ τῆς κόρυθος καὶ τῆς παρούσης συμφορᾶς.
καὶ ἀγνοῶν χρήσασθαι τῷ παρόντι ξίφει κατὰ τοῦ πολεμίου.
21. *περιβῆναι] πρὸς τὴν περίβασιν, ὅτι κατὰ μεταφορὰν τὸ
ὑπερμαχῆσαι, καὶ τὸ “ὃς Χρύσην ἀμφιβέβηκας” (Il. 1, 37)
τοιοῦτόν ἐστιν.
22. οὐδὲ γὰρ οὐδέ] ἡ μία περισσὴ ἀπόφασις· “οὐδὲ γὰρ οὐδὲ βίη,” “οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός” (Il. 6, 130). καὶ ἔστιν ἡ μία μὲν ἐπὶ τοῦ πράγματος, θατέρα δὲ ἐπὶ τοῦ προσώπου.
27, 28. * πρὸς τὸ σχῆμα· ἔδει γὰρ τῶν υἱῶν Δάρητος τὸν μὲν
ἀλευόμενον, τὸν δὲ κτάμενον.
28. τὸ παρʼ ὄχεσφι προσδιδόασί τινες τοῖς ἑξῆς, ἵν᾿ ᾖ παρʼ
ὄχεσφι πᾶσιν ὀρίνθη θυμός, καὶ λέγῃ τοὺς ἁρματηλάτας τετα-
ράχθαι· ἄλλως ἀπηλάσθαι φησὶν ἤδη τὰ ἅρματα. βέλτιον δὲ τοῖς
ἄνω αὐτὸ προσδιδόναι, καὶ νοεῖν ἐκ τοῦ παρʼ ὄχεσφι τὸν τόπον τῶν
31. Ἆρες Ἄρες] ἐπαναβολὴ ὁ τρόπος. Ἰξίων δὲ τὸ δεύτερον
ὀξύνει, ἵνʼ ᾖ ἀντὶ τοῦ βλαπτικέ. οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλα-
σιάζεται παρὰ τῷ ποιητῇ. οὐχ οὕτως δὲ ἔχει ἡ παράδοσις. τὸ δὲ
ἀλαζονικὸν τοῦ δαίμονος ἐξαίρει τοῖς ἐπιθέτοις.
*παλιλλογία.
τειχεσιπλῆτα] ὅτι Ζηνόδοτος γράφει τειχεσιβλῆτα, ὁ τείχη
καταβάλλων. Ποσειδῶνος δὲ ἔργον τὸ ἐκ θεμελίων καταβάλλειν
καὶ τὰ ἐπίγεια σείειν, Ἄρεος δὲ τοῖς τείχεσι προσπελάζειν· καὶ
ἔστιν ἐπίθετον ἀνάλογον τῷ παρὰ Στησιχόρῳ πυλαιμάχῳ.
37. * ἔκλιναν] ὅτι ἀντὶ τοῦ εἰς κλίσιν ἤγαγον καὶ κλιθῆναι ἐποίησαν.
39. * δασυντέον τὸ Ἀλιζώνων· οὕτω γὰρ ἱστοροῦνται λεγόμενοι.
ἔθνος Θρᾳκῶν. ἄλλοι δὲ εἶπον αὐτὸ ἓν εἶναι τῶν περὶ τὴν Καρικὴν
θάλασσαν οἰκούντων Περσῶν.
Ὀδίον] πρὸ τέλονς ἡ ὀξεῖα, ἐπεὶ κύριόν ἐστιν τὸ δὲ προσηγορικὸν
ὅδιος ὡς σκότιος. βούλονται γὰρ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων
μὲν παροξύνειν, ἐπὶ δὲ προσηγορικῶν προπαροξύνειν, Τυχίος Δολίος,
κἂν μὴ σχῇ διαστολὴν, ὡς τὸ Χρομίος. Πτολεμαῖος μέντοι γε κἀν
τῇ Ὀδυσσείᾳ (8, 370) ἀνεγίνωσκεν “Ἀλκίνοος δʼ Ἁλίον,” πρὸ
τέλους ποιῶν τὴν ὀξεῖαν. ἔστι μέντοι γε διαπεφευγότα τινὰ, ὡς τὸ
Ἄνιος καὶ Εὐφορίωνος Ξένιος, καὶ ἐν τῇ συνηθείᾳ τὸ Κρόνιος. ἡ δὲ
διπλῆ πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὁδίου.
43. Φαῖστον] προπερισπᾶται ἐπὶ τοῦ ἥρωος, ἐπὶ δὲ τῆς πόλεως
ὀξύνεται “ἐς Φαιστὸν, μικρὸς δὲ λίθος” (Od. 3, 296).
44. *Τάρνης] πόλις Λυδίας, ἣ νῦν Σάρδεις.
46. * ἵππων ἐπιβησόμενον] πρὸς τὸ φυγεῖν δηλονότι.
52. *ὅτι σαφῶς τὸ βάλλειν ἀντὶ τοῦ τυγχάνειν.
53. *ὅτι Ζηνόδοτος γράφει χραῖσμεν θανάτοιο πέλωρα.
ἀδιανόητον δὲ γίνεται τὸ λεγόμενον.
54. οὕτως ἑκηβολίαι ὡς εὐστοχίαι. ἔφαμεν γὰρ ὅτι τὸ ἀναδι-
56. * πρόσθεν ἕθεν φεύγοντα] ὅτι ἀπὸ τῆς πληγῆς πέπτωκε φεύγων καὶ τετραμμένος ἐπὶ στόμα.
60. Ἁρμονίδεω] ὅτι ὀνοματοθετικὸς ὁ ποιητὴς, καὶ ἐν Ὀδυσσείᾳ
παραπλησίως ποιεῖ· οἰκεῖον γὰρ τέκτονος τὸ ἁρμόζειν, κἀκεῖ “Τερ-
πιάδης δέ τʼ ἀοιδός” (Od. 22, 330). καὶ ὅτι ἀμφίβολον πότερον ὁ
Φέρεκλος ἔπηξε τὰς ναῦς ἢ ὁ Ἁρμονίδης ἐφʼ ἃ καὶ Ἀρίσταρχος
φέρεται.
*πάντα] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου δαίδαλα πολλά.
62. νῆας ἐΐσας] ἴσας τὰς ναῦς φησὶν, ὅτι ἀντιρρόπως πορεύονται· ἀντίρροπος δέ ἐστι ναῦς ἡ ἔχουσα ἴσα τὰ πλευρὰ κατά τε μέγεθος καὶ σχῆμα καὶ βάρος.
64. ἀθετεῖται, ὅτι οὐχ ὑγιῶς ἐξενήνοχεν, αἳ πᾶσι κακὸν Τρώεσσι
γένοντο ἑαυτῷ τε. ἔδει γὰρ αὐτῷ τε. ἡ δὲ οἷ ὀρθοτονεῖται νῦν διὰ
τὴν ἀρχὴν, οὐ πάντως δὲ εἰς σύνθετον μεταληφθήσεται. ὅμοιον δέ
ἐστι τὸ “ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἷ αὐτῷ” (Il. 15,
226.)
κακὸν—οἷ τʼ αὐτῷ, ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη] Λακεδαιμόνιοι
λοιμῷ κρατηθέντες ἐμαντεύοντο περὶ ἀπαλλαγῆς· ὁ δὲ θεὸς αὐτοῖς
ἔχρησεν ἐξιλάσκεσθαι τοὺς Τεύκρων δαίμονας οὕτως δὲ πρότερον οἱ
Ἰλιεῖς ἐκαλοῦντο. Μενέλαος οὖν ἀφικόμενος εἰς Ἴλιον τὸ προσταχθὲν
ἔπρασσεν, κἀκεῖθεν εἰς Δελφοὺς παρεγένετο περὶ παίδων γενέσεως
χρησμὸν ληψόμενος. συνείπετο δὲ αὐτῷ καὶ Ἀλέξανδρος περὶ γυναι-
κὸς μαντευόμενος. γενομένων οὖν ἀμφοτέρων ἐπὶ τὸ μαντεῖον, λέγε-
ται χρῆσαι τὴν Πυθίαν τάδε· “τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ
δʼ Ἀχαιῶν, οὐκέθʼ ὁμοφρονέοντες ἐμὸν δόμον εἰσανέβητε, ἤτοι ὁ μὲν
πώλοιο γόνον διζήμενος εὑρεῖν, αὐτὰρ ὁ πῶλον ἑλεῖν; τί νυ μήσεαι, ὦ
μεγάλε Ζεῦ;” τοὺς δὲ μὴ νοήσαντας τὸ λόγιον χωρισθῆναι. ὁ δὲ
λόγος, ἐπεὶ οὐκ ᾔδει τὰ ἐκ τῶν θεῶν μαντεύματα. Ἑλλάνικος δέ φησι
χρησμὸν δοθῆναι τοῖς Τρωσὶνἀπέχεσθαι μὲν ναυτιλίας, γεωργίᾳ δὲ προσ-
έχειν, μὴ τῇ θαλάσσῃ χρώμενοι ἀπολέσωσιν ἑαυτούς τε καὶ τὴν πόλιν.
*οὕτως Ἀρίσταρχος διὰ τοῦ η, ᾔδη.
67. κατὰ κύστιν] αἰσχρὸν τὸ τραῦμα τοῦ τῆς πορνείας ναυπηγοῦ. βία δὲ δηλοῦται τῆς πληγῆς· ὀστέοις γὰρ σκέπεται ἡ κύστις ἃ παρ- ῆλθε τὸ δόρυ.
68. * ὅτι καὶ οὗτος ἐπὶ τὴν πληγὴν πέπτωκεν.
69. Πήδαιον] Ἀρίσταρχος ὡς Πήδασον, καὶ ἐπεκράτησεν. καὶ
ἴσως ἔχει ἀφορμὴν τοιαύτην, ὡς πολλάκις τὰ τοιαῦτα τρίτην ἀπὸ
τέλους ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι, ὥσπερ ἔχουσι
τὸ βέβαιος (παρὰ γὰρ τὸ βέβηκα), ὡς τὸ Φίλαιος, τὸ Νίκαιος,
τὸ Τίμαιος. τοιοῦτον οὖν καὶ τὸ Πήδαιος. οὐ γὰρ, ὡς οἴεται ὁ
Ἅβρων, παρὰ τὴν πῆδον· ἐοικὸς γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν
ἐσχημάτισται.
70. ὅτι βαρβαρικὸν ἔθος τὸ ἐκ πλειόνων γυναικῶν παιδοποιεῖσθαι.
73. ἰνίον] τὸ κοῖλον τοῦ τένοντος. κέκληται δὲ οὕτως διὰ τὸ νευ-
ρῶδες εἶναι. ἢ τὸ πλατὺ καὶ παχὺ νεῦρον τὸ καθῆκον ἀπὸ τῆς κεφα-
λῆς ἐπὶ τὸν αὐχένα.
75. *ἐν κονίῆς] ἐν ἄλλῳ ἤριπε δʼ ἐξ ὀχέων.
ψυχρὸν] ἤτοι κυρίως διὰ τὸ ψυχρὸν καὶ ἄθερμον εἶναι τὸν σίδηρον, ἢ τὸν τοῦ ψύχους ποιητικὸν, διὰ τὸ ἀποψύχεσθαι τοὺς ἀναιρουμένους ὑπʼ αὐτοῦ· τὸν γοῦη ψυχροποιὸν σίδηρον τοῖς ὀδοῦσιν ἔλαβεν.
76. Εὐαιμονίδης] ψιλοῖ ὁ Ἀσκαλωνίτης, ἵνα κύριον γένηται, ὥσπερ καὶ τὸ Φίλιππος καὶ τὸ Μελάνιππος. ἔστι μὲν οὖν ὃ λέγει πιθανόν (διὰ τοῦτο γοῦν καὶ τὸ Πολύμνια πῆ μὲν ψιλοῦμεν πῆ δὲ δασύνομεν, καὶ τὸ Εὐρύαλος Ἀγχίαλος), οὔ γε μὴν ἀληθές· εὑρέθη γὰρ τὸ Πά- νορμος δασυνόμενον, καὶ Ἔφιππος ὁ κωμικός.
79. * Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός] πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος.
81. τὸ ῥᾴδιον τῆς ἐκτομῆς ἐδήλωσεν ἔξεσεν εἰπὼν, οὐκ ἀπέκοψεν.
83. ἔλλαβε πορφύρεος θάνατος] ὅτι οἱ ἀρχαῖοι κριτικοὶ πορφύ-
ρεον θάνατον τὸν τοῦ ἐπὶ στόμα πεπτωκότος ὑπτίου. λέγει δὲ πορ-
φύρεον τὸν μέλανα, ἐξ οὗ δηλοῖ τὸν χαλεπόν· “πορφύρεον δʼ ἄρα
85. ἡ διπλῆ, ὅτι ὡς πρός τινα διαλέγεται μὴ ὑποκειμένου προσώ- που, καὶ ὅτι ἀντὶ τοῦ οὐκ ἄν τις ἔγνω, καὶ χρόνος ἐνήλλακται.
89. *ἐεργμέναι] Ἀρίσταρχος ἐερμέναι.
99. ὅτι τὸ ὅλον κύτος τοῦ θώρακος γύαλον διὰ τὴν κοιλότητα
λέγει, οὐ μέρος ὡρισμένον τοῦ θώρακος. τὸ γυαλον ὅταν ἐπίθετον ᾗ,
ἀξύνεται· “εὖτʼ ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάσσασθαι.”
100. ἀντικρύ] ὀξύνεται καὶ ἐκτείνεται· ὅταν δὲ ἔχῃ τὸ σ, συ-
στέλλεται καὶ βαρύνεται. τὸ δὲ αἴτιον ἐν τῷ περὶ ἐπιρρήματος
ἐροῦμεν.
103. ἄριστος] ἀντὶ τοῦ ἀριστεύς· Αἴας γὰρ μετʼ Ἀχιλλέα. ἢ διὰ τὴν εὐδαιμονίαν· “ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν” (Il. 6, 98). ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον τὸν τρωθέντα φησὶν ὑπʼ αὐτοῦ.
104. *Ἀρίσταρχος δήθʼ ἀνσχήσεσθαι.
* Ἀρίσταρχος βέλος.
105. *ὅτι τῆς Τρωϊκῆς Λυκίας.
Λυκίηθεν] Λνκίας χώρας, ἧς ἐβασίλευε Σαρπηδών. ἔστι δὲ καὶ ἑτέρα τῆς Τρωάδος πόλις, ἧς ἐβασίλευε Πάνδαρος.
107. *ἐπὶ τὸ ἀναχωρήσας βραχὺ διασταλτέον.
112. * ἐπὶ τὸ στάς βραχὺ διασταλτέον.
113. ἀνηκόντιζε] ἐμφατικὴ ἡ μεταφορὰ τοῦ αἵματος ἀναθέοντος μετὰ βίας· ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος.
116. * ταῦτα τοῖς ἑξῆς βέλτιον προσνέμειν.
118. *δός δέ τε μʼ ἄνδρα ἑλεῖν] οὕτως ἔν τισιν Ἡρωδιανός. ἡ
δὲ γραφὴ, τόνδε τέ μʼ ἄνδρα.
ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν] τουτέστι διὰ δόρατος ἀγωνίσασθαι, μὴ
τόξοις μακρόθεν, καὶ ὑπʼ ἐμοῦ ἀναιρεθῆναι. ἢ ἐμὲ ποίησον ἐλθεῖν
119. * ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται] ἅπτεται γὰρ τῶν μειζόνων ἡ τῶν χειρόνων μεγαλαυχία.
121. ?? ὣς ἔφατʼ εὐχόμενος] ὅτι κατὰ τὴν ἡμετέραν χρῆσιν νῦν
τὸ εὐχόμενος.
122. γυῖα δʼ ἔθηκεν ἐλαφρά] ὁ ἀστερίσκος, ὅτι ἐντεῦθεν μετενή- νεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα ἐπʼ Ὀδυσσέως τρέχοντος (Il. 23. 772).
124. *Τρώεσσι μάχεσθαι] ἀντὶ τοῦ μάχου.
126. Τυδεύς] φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ Τυδέα τρωθέντα
ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι· Ἀμφιάρεων
δὲ φονεύσαντα αὐτὸν δοῦναι τὴν κεφαλὴν Τυδεῖ· τὸν δὲ δίκην θηρὸς
ἀναπτύξαντα ῥοφεῖν τὸν ἐγκέφαλον ὑπὸ θυμοῦ. κατʼ ἐκεῖνο δὲ καιροῦ
παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ φέρουσαν ἐξ οὐρανοῦ, καὶ διὰ τὸ
μύσος ἀπεστράφθαι. τὸν δὲ θεασάμενον παρακαλέσαι κἂν τῷ παιδὶ
αὐτοῦ χαρίσασθαι τὴν ἀθανασίαν. ἱστορεῖ Φερεκύδης.
127. ἀχλὺν δʼ αὖ] τὴν ἀορασίαν δή σου τῶν ὀφθαλμῶν ἀφειλό-
μην. πῶς οὖν φησὶν ἐν τοῖς ἑξῆς ὅτι ἀγνοεῖ τὸν Γλαῦκον Διομήδης,
λέγων “ τίς δὲ σύ ἐσσι φέριστε (Il. 6, 123): καί φαμεν ὅτι πρὸς
καιρὸν ἀφῄρηται τὴν ἀχλὺν ὑπὸ τῆς Ἀθηνᾶς, ἵνα τρώσῃ τὴν Ἀφροδί-
την καὶ Ἄρεα· τρωθέντων δὲ τούτων πάλιν κατὰ τό σιωπώμενον ἀντ-
αποδίδοται ἡ οἰκεία ἀχλύς, διʼ ἣν αἰτίαν ἀγνοεῖ καὶ τὸν Γλαῦκον.
128. ἠδὲ καὶ ἄνδρα] ὅτι Ζηνόδοτος γράφει μὲν θεὸν ἠδʼ ἄνθρωπον. ἰδίως δὲ εἴρηκεν ἄνδρα διὰ τὸ καὶ ἄνδρας πολεμεῖν.
129. πειρώμενος] ἀπόπειραν ποιούμενος, ἢ πειρώμενος λανθάνειν ἐν ἀνθρώπου μορφῇ.
130. ἐνθάδε βούλονται τοῦ ἀντικρύ τὴν τελευταίαν συστέλλειν διὰ τὸ μέτρον.
131. ἀτὰρ εἴ κε] ἐὰν δέ. μόνην δὲ βούλεται τρωθῆναι τὴν Ἀφρο-
δίτην διὰ τὸ προειρηκέναι τὸν Δία “ τῷ δʼ αὖτε φιλομμειδὴς Ἀφρο-
δίτη αἰεὶ παρμέμβλωκε, καὶ αὐτοῦ κῆρας ἀμύνει ” (Il. 4, 10). κατὰ
χεῖρα τιτρώσκεται ἡ Ἀφροδίτη, ὅτι χειρὶ λαβομένη παρῄνει τῇ
132. *τήν γʼ οὐτάμεν] Ζηνόδοτος τὴν οὐτάσαι. διχῶς Ἀρί- σταρχος, καὶ οὕτως, τήν γʼ οὐτάμεν, καὶ χωρὶς τοῦ γέ, τὴν οὐτάμεν.
133. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ] ὣς ἄρα φωνήσασʼ supra versum.
136. *ἕλεν μένος] Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ περὶ τῆς ὁπλοποιίας διὰ τοῦ χ προφέρεται, ἔχεν μένος.
138. *χραύσῃ] ξύσῃ, ψαύσῃ.
ὑπεράλμενον] Διονύσιος ἀναστρέφει τὴν ὑπέρ. ὁ δὲ Ἀσκαλωνίτης ἓν ἐποίει, ὃ καὶ πιθανώτερον.
140. *ὅτι πρὸς τὸ σημαινόμενον καὶ οὐ πρὸς τὸ ῥητὸν τοῦτο ἐπή- γαγεν.
ἀλλὰ κατὰ σταθμούς] ὅτι σταθμοὺς τὰς κατʼ ἀγρὸν ἐπαύλεις. καὶ ὅτι ἐπὶ τὸ συνώνυμον εἴληφεν· ἄνω γὰρ εἴρηκεν “ εἰροπόκοις ὀΐεσσι,” νῦν δὲ τὰ δʼ ἐρῆμα φοβεῖται.
142. ἐξάλλεται] ἔνιοι τὸ ἐξ ἀντὶ τοῦ ἔξω ἀκούουσιν· ἔξω ὢν βαθέης αὐλῆς ἅλλεται εἰς τὸ ἐντός· ὁ μέντοι Ἀπολλώνιος ἐν τῷ περὶ προθέσεως ἓν λέγει εἶναι τὸ ἐξάλλεται.
145. *ὅτι τὴν πόρρωθεν τρῶσιν βολὴν λέγει.
146. *ὅτι Ζηνόδοτος γράφει τοῦ δʼ ἑτέρου. ὁ δὲ ποιητὴς οὕτως
λέγει “ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα” (Il. 1, 197).
κλῆῖδα τὴν κατάκλειδα, παρὰ τὸ κλείεσθαι ὑπʼ αὐτῆς τόν τε αὐχένα καὶ τὸν ὦμον. καὶ Δημοσθένης φησὶ “τὴν κλεῖν κατεαγότα” (de Cor. p. 247, 11).
147. *πρὸς τὴν διαφορὰν τοῦ πλῆξε καὶ ἔβαλεν, ὅτι ἐκ χειρὸς
ἐπάταξεν.
148. τοὺς μὲν ἔασʼ] πρὸς τὴν ὁμωνυμίαν· καὶ γὰρ Ἀργείων ἐβασίλευε Πολύϊδος ὁ τὸν Μίνωος ἀνευρὼν παῖδα μάντις. ἡ δὲ ἀνα- φορὰ πρὸς τὸ “Αἴθρη Πιτθῆος θυγάτηρ” (Il. 3, 144).
149. *ὀνειροπόλοιο] ὅτι ὀνειροπόλος ὁ διὰ τῶν ἰδίων ὀνείρων μαν-
τενόμενος, οὐχ ὁ ὀνειροκρίτης.
150. τοῖς οὐκ ἐρχομένοις] ἡ διπλῆ πρὸς τὴν ἑρμηνείαν. τὸ δὲ
ὅλον, οἷς τισὶ μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρονς.
153. * ὅτι καὶ ἐπὶ δύο τὸ τηλυγέτω.
156. ἀμφοτέρω] ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν ἀμφοτέρων.
οὕτως δὲ λέγει, ἀμφοτέρους ἀφείλετο τὸν θυμόν· τὸ γὰρ ἀμφοτέρω
νῦν ἀμφοτέρους σημαίνει. ὁμοίως δὲ λέγεται κατὰ τὸ ἑνικόν “ἐπεί
μʼ ἀφέλεσθέ γε δόντες” (Il. Ι, 299).
158. *χηρωσταί] οἱ ἀλλότριοι τοῦ γένους κληρονόμοι.
χηρωσταί] ὡς ἀθληταί. οὕτως καὶ ὁ Ἀσκαλωνίτης· τὰ γὰρ εἰς
της λήγοντα ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς, φύσει μακρῷ παραληγό-
μενα, ὀξύνεται, τορευτής βραβευτής ἀθλητής ποιητής ὀρχηστής χρυ-
σωτής. οὕτως οὖν καὶ παρὰ τὸ “ἐεδνώσαιτο θύγατρα” (Od. 2, 53)
τὸ ἑεδνωτής, καὶ παρὰ τὸ “χήρωσας δὲ γυναῖκα” (Il. 17, 36) τὸ
χηρωστής. μάχεται τὸ κυβερνήτης· τὸ γὰρ ἀήτης ἄλλως γέγονε.
τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ (fr. 83.) “στείχων δʼ ἀγρώστην
ὄχλον” παρώνυμον.
162. *ὅτι Ζηνόδοτος γράφει βουκόλου ἠὲ βοός. παραλλήλως δὲ τὸ εἶδος τῷ γένει τέταχεν.
164. ἀέκοντας] στέρησίς ἐστι τοῦ ἑκόντα τὸ ἀέκοντα· διὸ δασυν-
τέον τὸ ε. πταίει οὖν Νικίας ψιλῶν τὸ ε· οἴεται γὰρ τῷ ἀκόνια
ἐπεντίθεσθαι τὸ ε, ὅπερ οὐκ ἔστι· τὸ γὰρ ἄκοντα συναλοιφή ἐστι
τοῦ ἀέκοντα. διὰ τί δὲ τὸ α ἐψιλώθη ἐν ἑτέροις ἔφαμεν.
169. *εὗρε] πρὸς τὸ ἀσύνδετον.
173. * ἡ διπλῆ, ὅτι τὴν Τρωϊκὴν Λυκίαν λέγει.
177. εἰ μή τις] πρὸς τὸ ἀμφίβολον, εἰ μὴ οὗτος αὐτὸς θεός ἐστιν ὁ ἐναντιούμενος, ἢ εἰ μή τις θεὸς ἐγκοτῶν τοῖς Τρωσὶ τῷ πολεμίῳ ἀρήγει.
178. ἐπὶ μῆνις] Ἀρίσταρχος παρολκὴν οἴεται τῆς ἐπί, ὁμοίως τῷ
ἐπισμυγερῶς (Od. 3, 195) καὶ “βοῶν ἐπιβουκόλος ἀνήρ (ib. 422).
ὅταν δὲ παρέλκῃ ἡ πρόθεσις, οὐ ποιεῖται ἐξαλλαγὴν τόνου. εἰσὶ δὲ
οἱ ἀνεγνώκασιν ὁμοίως τῷ “ἐπεὶ οὔ τοι ἔπι δέος” (Il. 1, 515), ἵνα
181. *Ἀρίσταρχος ιχῶς, καὶ μίν καὶ μέν, Τυδείδῃ μιν ἐγώ.
183. ἀθετεῖται, ὅτι δεξάμενός τις εἰ μή τις θεός ἐστιν ὁ ἐναντιού-
μενος, ἐνέγραψεν αὐτόν. οὐ διστάζει δὲ, ἀλλʼ ἐπίσταται σαφῶς ὅτι
Διομήδης ἐστί· διὸ λέγει “Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα
ἐΐσκω, ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ.”
187. ὅτι Ζηνόδοτος ἠθέτηκεν αὐτόν. οὐ γὰρ ἐτράπετο ἄλλῃ τὸ βέλος, ἀλλ᾿ ἔτυχεν αὐτοῦ. οὐ λέγει δὲ ὅτι καθόλου ἀπέτυχεν, ἀλλʼ ὅτι ἐπὶ καίριον τόπον φερόμενον παρέτρεψεν.
188, *καὶ προηκάμην, φησὶ, καὶ ἔτρωσα τὸν ὦμον.
189. *θώρηκος γυάλοιο] ὅτι περιφραστικῶς πάλιν κύτους.
191. ὅτι εὐκρινὲς γίνεται τὸ ἐν τοῖς ἐπάνω (177) ἀμφίβολον, ὅτι συνεργὸν λέγει τῷ πολεμίῳ θεόν.
194. πρωτοπαγεῖς] πρώτως παγέντες, ὅ ἐστιν ἐξόχως.
ὅτι Ζηνόδοτος ἠθέτηκεν ὡς ταυτολογοῦντος, πρωτοπαγεῖς νεοτευ- χέες, ἀγνοῶν ὅτι ἐνίοτε παραλλήλως τάσσει τὰς ἰσοδυναμούσας λέξεις.
195. *ὅτι δύο ἵπποις ἐχρῶντο.
196. κρῖ] κριθάς· ἀποκοπὴ τὸ πάθος. εἰδέναι δὲ δεῖ καὶ ζητεῖν
πότερον ἐκ τοῦ κρίμνον ἢ ἀπὸ τῆς κριθῆς ἀποκέκοπται τὸ κρῖ· εἰ μὴ
γὰρ ἦν τὸ κρῖ οὐδετέρου γένους, οὐκ ἐποιεῖτο τὴν σύνταξιν μετὰ τοῦ
λευκόν οὐδετέρου, οἷον κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. καὶ αὐτὸ
γὰρ τὸ κρίμνον οὐδετέρου γένους ἐστίν. φαίη τις πρὸς τοῦτο, οὐδὲν
μέγα· δύναται γὰρ καὶ ἐπὶ θηλυκοῦ λαμβάνεσθαι, οἷον τὴν κρῖ λευ-
κὸν οὖσαν, ἀντὶ τοῦ ὥσπερ τὴν λευκὸν θεὸν, τὴν δοῦλον, ἅπερ εἰσὶν
Ἀττικά. κρίμνον δὲ τὸ λεπτὸν ἄχυρον τῆς κριθῆς. ἀποδέδεικται οὖν
ὅτι τὸ κρῖ ἐκ τοῦ κρίμνον καὶ οὐκ ἐκ τῆς κριθῆς ἐστὶ γεγονός.
ἐρεπτόμενοι] κυρίως ἀπὸ τῆς ἔρας λαμβάνοντες· οὕτω γὰρ δηλοῖ διαιρουμένη ἡ λέξις.
197. *αἰχμητά] ὅτι ἀντὶ τοῦ αἰχμητής, ὡς “αὐτὰρ ὁ αὖτε Θυέστα” (Ιl. 2, 107).
199. *ἐμβεβαῶτα] ἐμβεβηκότα. οὕτως Ἀρίσταρχος.
200. ἀρχεύειν Τρώεσσι] ὅτι οἱ τὴν Ζέλειαν οἰκοῦντες ὑπὸ τὴν Ἴδην καὶ ὑπὸ Πάνδαρον Τρῶες ἐλέγοντο.
202. φορβῆς] ὡς τροφῆς· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ μετὰ
συμφώνου δισύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ
ῥημάτων τῷ ε παραληγομένων μόνῳ, οἷον στρέφω στροφή, τροπή
τροφή ῥοπή σπονδή νομή ὁλκή πλοκή. οὕτως καὶ φορβή. προσέθηκα
τῷ ε παραληγομένων μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη· τοῦτο γὰρ
παρὰ τὸ πείρω.
203. ἄδδην] Νικίας διὰ δύο δ γράφει διὰ τὸ μέτρον, ὁμοίως τῷ
“κύον ἀδδεές” (Il. 21. 481), καὶ ψιλοῖ Ἀρίσταρχος δὲ διʼ ἑνὸς δ
καὶ βραχέως καὶ δασέως· τὸ γὰρ α πρὸ τοῦ δ δεκτικὸν μὲν ψιλοῦται,
ὡς τὸ ἀδολέσχης ἀδρανής, μὴ οὕτως δὲ ἔχον δασύνεται “ἅδε δ᾿
Ἕκτορι” (Il. 12, 80) “ἅδος τέ μιν ἵκετο θυμόν” (Il. 11, 88).
καὶ τὸ Ἄδωνις δέ τινες δασύνουσι παρὰ τὸ ἥδω. μάχεται τὸ ἀδρά-
φαξυς, δεκτικὸν ἔχον τὸ α καὶ δασυνόμενον.
208. * στικτέον μετὰ τὸ βαλών.
*ὅτι τρώσας, καὶ οὐ ῥίψας ἀπλῶς τὸ βέλος.
210. *ὅτι θηλυκῶς τὴν Ἴλιον.
211. ὅτι ἀντὶ τοῦ Τρώων τῶν ὑπὸ τὴν Ἴδην, χαριζόμενος δὲ τῷ
Ἕκτορι. τινὲς δὲ ἀγνοοῦντες ὅτι λέγονται καὶ οἱ ὑπὸ Πάνδαρον
Τρῶες, μεταγράφουσι “Τρώεσσι φέρων χάριν ἱπποδάμοισιν.”
μετὰ δὲ τὸ Τρώεσσιν ἀναπαύσασθαι δεΐ ἡγούμην τῶν Τρώων
χάριν φέρων τῷ Ἕκτορι. τὸ δὲ Τρώεσσιν ἤτοι καθολικῶς, ὡς τὸ
“Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν (Il. 6, 1), καὶ τοῖς ὑφ᾿ Ἕκτορι
τεταγμένοις, ὡς τὸ “ Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος
Ἕκτωρ” (Il. 2, 816)· ἢ καὶ τοῖς Ζελείταις “οἳ δὲ Σέλειαν ἔναιον
ὑπαὶ πόδα νείατον Ἴδης, Τρῶες, τῶν αὖτʼ ἤρχε Λυκάονος ἀγλαὸς
υἱός” (ib. 824).
212. *εἰ δέ κε νοστήσω] ἀντὶ τοῦ νοστήσαιμι, ὡς “πληθὺν
δʼ οὐκ ἂν ἐγὼ ὀνομήνω ” (Il. 2, 488). περιττεύει δὲ καὶ ὁ κε σύν-
δεσμος.
215. *εἰ μὴ ἐγὼ τάδε] συναπτέον ὡς ἐν τῇ β΄ “εἰ μὴ ἐγώ σε λαβών (Il. 2, 261).
219. νὼ] τὸ νώ βαρυτονητέον. ἅπαξ δὲ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν
Ὀδυσσείᾳ τῷ νώ ἐχρήσατο κατʼ αἰτιατικὴν πτῶσιν, ὥσπερ καὶ
ἐνθάδε “νὼ ἀναβησόμενοι” (Od. 15, 475). ὁπότε μέντοι γε σὺν τῷ
ῑ λέγεται, καὶ ἐπʼ εὐθείας αὐτὸ τάσσει καὶ ἐπʼ αἰτιατικῆς, καὶ
προπερισπᾶται· “νῶϊ δʼ ἐγὼ Σθένελος” (Il. 9, 48) καὶ “οὐδʼ ἂν
νῶϊ διαδράκοι ἠέλιός περ” (Il. 14, 344). περὶ δὲ τῆς τάσεως τοῦ
μονοσυλλάβου, διὰ τί οὐ περιεσπάσθη, ἐν τῷ περὶ ἀντωνυμιῶν (p.
110 = 370) δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυϊκὸν εἰς ῶ λῆγον
περισπᾶται· οὕτως γὰρ ἔχει καὶ τὸ σφώ, τασσόμενον καὶ ἐπʼ εὐθείας
καὶ ἐπʼ αἰτιατικῆς· καὶ παρʼ αὐτῷ “σφὼ δὲ μάλʼ ἠθέλετον ” (Il.
11, 782) “Ζεὺς σφὼ ἐς Ἴδην” (Il. 15, 146).
222. *ὅτι ἐλλείπει ἡ διά· διὰ πεδίου γάρ.
223. ὅτι τοῦτό ἐστι τὸ “φόβον Ἄρηος φορεούσας ” (Il. 2, 767),
τὴν ἐν πολέμῳ φυγήν· καὶ ὅτι τὸ φοβεῖσθαι καὶ φέβεσθαι ἐπὶ τοῦ
φεύγειν Ὅμηρος τίθησιν, οὐκ ἐπὶ τοῦ κατὰ ψυχὴν δέους.
224. * ὅτι δύο ἵπποι.
226. σιγαλόεντα] ἤτοι εὐδιάσειστα, ἢ λαμπρὰ καὶ ποικίλα τῇ
κατασκευῇ. τὰ μεγάλως καὶ ποικίλως κατεσκευασμένα. τὰ θαυ-
μαστὰ καὶ σιωπὴν ἐκ τοῦ θαύματος ἐντιθέντα, οἱονεὶ σιγηλόεντά τινα
ὄντα.
227. ἵππων ἀποβήσομαι] Ἀρίσταρχος ἀποβήσομαι δὲ ἵππων ἔφη, οἷον τῆς τῶν ἵππων φροντίδος· ἐπιφέρει γοῦν “ἠὲ σὺ τόνδε δέδεξε,” τὸν Διομήδη. Ζηνοδότειος δὲ ἡ διὰ τοῦ ε ἐπιβήσομαι.
*οὕτως Ἀρίσταρχος ἀποβήσομαι διὰ τοῦ ᾶ. Et supra versum τῆς φροντίδος τῆς περὶ αὐτούς.
228. δέδεξο] ὅτι εἴωθε περιττεύειν τῇ συλλαβῇ, ὡς ἐπὶ τοῦ πεπί- θωνται λελάχωσιν.
230. *ἵππω] ὅτι β΄ ἵπποις ἐχρῶντο· διὸ καὶ δυϊκῶς λέγει.
231. *ταῦτα ἀφ᾿ ἑτέρας ἀρχῆς.
εἰωθότι] οὕτως εἰωθότι καὶ Ἀρίσταρχος καὶ σχεδὸν ἅπαντες·
στράτῳ κελεύειν ζεῦξαι τοὺς ἵππους (Od. 15, 46). εἴη δʼ ἂν ὁ τοῦ
Αἰνείου ἡνίοχος κατὰ τὸ σιωπώμενον καταβεβηκὼς, καὶ ἔστι παῤ
Ὁμήρῳ πολλὰ τοιαῦτα.
233. * ὅτι πεπλεόνακε κατὰ τὸν τόπον τοῦτον τοῖς δυϊκοῖς σχή- μασιν.
237. *τέʼ ἅρματα] τὸ πλῆρές ἐστι τεά· διὸ βαρυτονητέον· ἐπι- φέρει γοῦν “καὶ τεὼ ἵππω.”
238. *δεδέξομαι] ὅτι ἀντὶ τοῦ δέξομαι, ἐπιτηρήσω, ὡς λελάχωσιν ἀντὶ τοῦ λάχωσιν.
241. τοὺς δὲ ἴδε Σθένελος] ὡς ἀπὸ τοῦ δίφρου ὑψηλότερος ὢν
ἐθεᾶτο. ἢ ὡς ἀσχολουμένου Διομήδους περὶ τοὺς πολεμίους.
245. ἡ διπλῆ πρὸς τὴν ἰδιότητα τῆς φράσεως· ἀκόλουθον γὰρ ἦν εἰπεῖν τὸν μὲν τόξων εὗ εἰδότα. στικτέον δὲ ἐπὶ τὸ ἔχοντας, ἵνα μὴ σολοικισμὸς γένηται, ἐὰν συνάπτωμεν, λείπει δὲ τὸ ἐστίν. τὸ πέλε- θρον ἔχει πήχεις ξϚ΄ δίμοιρον.
247. *υἱὸς μεγαλήτορος Ἀγχίσαο] ἐν ἄλλῳ υἱὸς μὲν ἀμύ- μονος Ἀγχίσαο.
249. ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων] οὕτως Ἀρίσταρχος ἐφʼ
ἵππων, ὡς εἰ ἔλεγεν ἐπʼ Ἀθηνῶν ἀντὶ τοῦ ἐπʼ Ἀθήνας. λέγει γὰρ
ἐπιστραφῶμεν ἐπὶ τοὺς ἵππους, καὶ μὴ κινδύνευε πεζὸς πρὸς τὸν ἐφ᾿
ἅρματος ὀχούμενον.
ὅτι Ἀττικῶς ἐξενήνοχεν ἀντὶ τοῦ ὡς ἐπὶ τοὺς ἵππους. δοκεῖ δὲ Ζηνόδοτος τοῦτον καὶ τὸν ἐξῆς ἠθετηκέναι.
252. * φόβονδ᾿] ὅτι πάλιν φόβον τὴν φυγὴν εἶκεν.
οὐδὲ σὲ] ὁ Ἀσκαλωνίτης τὸν δέ ὀξύνει, ἵνα ἐγκλιτικῶς ἀναγνῷ.
οὐκ ἀναγκαῖον δὲ, ἀλλʼ ὀρθοτονεῖν· καὶ γὰρ δύναται συνδεδέσθαι.
253. γενναῖον] σημειοῦνταί τινες ὅτι οὕτως εἴρηται ἐγγενὲς,
255. *ἀλλὰ καὶ αὕτως] ἀλλὰ καίπερ πεζὸς ὑπάρχων.
256. ἔα] συστέλλεται τὸ α καὶ βαρύνεται. τὸ μὲν οὖν ἐντελὲς
τοῦ ἐνεστῶτός ἐστιν ἐῶ ἐᾷς ἐᾷ, σὺν τῷ ἱ γραφόμενον, ὡς τιμῶ τιμῷς
τιμᾷ. τοῦ δὲ παρατατικοῦ εἴων εἴας εἴα, οὐ προσγραφομένου τοῦ ι
“οὔ μʼ εἴας μακάρεσσι” (819)· καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῆ
“τὸν δʼ οὔτι πατὴρ εἴασκε μάχεσθαι” (Il. 20, 408) καὶ “τόνδε δʼ
ἔασκεν” (Il. 24, 17). καὶ προστακτικόν “ἀλλ᾿ ἔα ὥς οἱ πρῶτα”
(Il. 1, 276). εἰ τοίνυν ἐστὶ τοιοῦτο “τρεῖν μʼ οὐκ ἔα,” μόνον συνε-
στάλη τὸ ἄλφα, καὶ ὁ παρατατικός ἐστιν ἰσοδυναμῶν ἐνεστῶτι. εἰ
δὲ ὁ ἐνεστὼς ἀεί ἐστι περισπώμενος καὶ σὺν τῷ ι γραφόμενος, δῆλον
ὅτι πολλὰ πάθη· συστολὴ γὰρ τοῦ α, καὶ ἐκβολὴ τοῦ ι, καὶ μετα-
βολὴ τοῦ τόνου, εἰ μὴ ἄλλως ἐκδεξαίμεθα, ὅτι ἔθος αὐτῷ ταῦτα τὰ
τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολ-
λάκις διαλύειν εἰς δύο αα, ν τὸ μὲν πρότερον συνεσταλμένον ἐστὶ,
τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ σὺν τῷ ῑ γραφόμενον, ὁρᾷς “οὐχ
ὁράᾳς οἷος κἀγώ” (Il. 21, 108), καὶ ἐπὶ τοῦ τρίτου “ἰσχανάᾳ
δακέειν” (Il. 17, 572) καὶ “ἐκπεράᾳ μέγα λαῖτμα” (Od. 9, 323)
“οὐκ ἐάᾳ Κρονίδης” (Il. 8, 414). τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται
κατὰ ἀποκοπὴν εἰρῆσθαι “ τρεῖν μʼ οὐκ ἔα.” ἔνθεν καὶ συνέσταλται
τὸ κ καὶ βεβάρυνται. οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτας ἀποκόπτεσθαι καὶ.
ἄλλους χρόνους, ὡς ἔχει τὸ “οὖτα καταὶ λαπάρην” (Il. 6, 54). εἰ
δέ τις ἐπιζητήσειεν ὁμοιότητα ἀπὸ τῶν εἰς ω περισπωμένων ἢ βαρυ-
τόνων ἐπὶ τρίτου ἀποκοπὴν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο,
ἑαυτὸν λήσει· περὶ γὰρ πάθους διαλαμβάνομεν.
257. *πάλιν αὖτις] ὅτι οὐ τὸ αὐτὸ λέγει διὰ τοῦ πάλιν καὶ αὖτις, ἀλλὰ τὸ μὲν αὖτις ἀντὶ τοῦ πάλιν, τὸ δὲ πάλιν τοπικὸν, ἀντὶ τοῦ εἰς τοὐπίσω.
258. *οὕτως εἰ γοῦν διὰ τοῦ γ Ἀρίσταρχος, εἰ δὴ ἕτερος αὐτῶν
φύγῃ. Et gl. εἰ μὴ ἄρα ὁ εἷς.
261. * ὅτι περισσὸς ὁ δέ σύνδεσμος.
262. * ὅτι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ τοῦ ἐρύκακε.
263. ἐπαῖξαι] ἡ διπλῆ, ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ προστακτικοῦ ἐχρήσατο. Ζηνόδοτος δὲ Αἰνειῶο γράφει.
264. *διὰ τὴν αὐτὴν αἰτίαν.
266. υἷος] προπερισπαστέον· ἀπὸ γὰρ εὐθείας ἐστὶ μὴ εἰρημένης
τῆς υἷις, ἧς γενικὴ ὤφειλεν εἶναι τρισύλλαβος ὡς μάντιος. αὕτη
τοίνυν συναλοιφὴν παθοῦσα καὶ δισύλλαβος γενομένη βαρύνεται, ἧς
ἀκόλουθος δοτικὴ “Νηληΐῳ υἷι ἐοικώς” (Il. 2, 20). καὶ αἰτιατικὴ
“ἀλλ᾿ υἷα Κλυτίοιο σαώσομεν” (Il. 15, 427) καὶ πληθυντικὴ
εὐθεῖα “υἷες ὁ μὲν Κτεάτου” (Il. 2, 621) καὶ αἰτιατικὴ “υἷάς τʼ
ὀλλυμένους” (Il. 22, 62). ἀποδείξομεν δὲ καὶ τὸ “υἱάσι δὲ Πριά-
μοιο” (463) παρὰ τοῦτο κεκλίσθαι ἐν τοῖς περὶ ὀνομάτων, ὅταν καὶ
περὶ τῆς καθολικῆς κινήσεως τοῦ ὀνόματος διαλαμβάνωμεν.
ποινὴν] ὅτι ἰδίως τῷ ποινή κέχρηται· κυρίως γὰρ ἐπὶ φόνου “ποινὴν δεξαμένῳ” (l. 9, 636.) καὶ ὅτι τὸ οὕνεκα ἀντὶ τοῦ τοὔνεκα.
267. * ὁ τρόπος περίφρασις.
269. θήλεας ἵππους] τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ἵνʼ ἀπʼ εὐθείας τῆς θῆλυς ᾖ κεκλιμένον· “θῆλυς ἐέρση” (Od. 5, 467) “ Ἥρη θῆλυς ἐοῦσα” (Il. 19, 97) “θῆλυν ὑπόρρηνον” (Il 10, 216). οὕτως Ἀρίσταρχος καὶ ὁ Ἀσκαλωνίτης.
ὅτι οἱ περὶ Ἑλλάνικον ἀνεγίνωσκον θηλέας ὡς ταχέας, ὡς Δωρικῶς
ἐκτιθεμένου τοῦ ποιητοῦ. τὸ δὲ τοιοῦτο παρʼ Ἡσιόδῳ πλεονάζει,
Ὅμηρος δὲ οὐ χρῆται.
272. τὼ δὲ δύʼ] ὅτι δύο ἵπποις ἐχρῶντο. ἡ δʼ ἀναφορὰ πρὸς τὸ τέτρωρον “Ξάνθε τε καὶ σὺ Πόδαργε” (Il. 8, 185). καὶ ὅτι φόβον τὴν φυγὴν λέγει.
*μήστωρε] οὕτως Ἀρίσταρχος, μήστωρε, δυϊκῶς. ἐπὶ γὰρ τῶν ἵππων.
μήστωρε φόβοιο] τοὺς φυγὴν ἐμποιοῦντας τοῖς πολεμίοις.
278. ἦ μάλα] πρὸς τὴν ἑρμηνείαν· ἦ μάλα σε οὐκ ἐδάμασσε τὸ
βέλος, ὅ ἐστιν ὁ ὀϊστός. περισπαστέον δὲ τὸν η· ἔστι γὰρ μᾶλλον
βεβαιωτικός. ὑποστιγμὴ δὲ κατὰ τὸ τέλος τοῦ στίχου. κεῖται γὰρ
ὁ η ἀντὶ τοῦ εἴ, καὶ βαρύνεται· οἱ δὲ περισπῶντες στίζουσι κατὰ
τὸ τέλος.
283. ἐπὶ] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἄϋσε φέρεται. καὶ εἰ πρὸς τὸ ἄρθρον δὲ συνετάττετο, οὐκ ἀνεστρέφετο, διʼ ὃν προείπομεν πολλάκις λόγον, ὡς ὅτι ἐὰν μεταξὺ πέσῃ μέρος λόγου, οὐ γίνεται ἀναστροφὴ τῆς προθέσεως, ἐὰν μὴ τελευταία στίχου τεθῇ, ὡς τὸ “ἔπτυσε πουλὺ κάτα.”
284. κενεῶνα τὸν ὑπὸ τὰς πλευρὰς τόπον, τὴν λαγόνα, παρὰ τὸ κενὸν εἶναι αὐτὸν ὀστέων.
289. ὅτι παρηγμένως λέγει ταλαύρινον πολεμιστήν, καὶ ἕν ἐστιν ἐξ ἀμφοτέρων, ὑπομενητικὸν ἐν τῇ μάχη.
ταλαύρινον] Ἀρίσταρχος ψιλοῖ τὸ ρ· οὐ γὰρ, φησί, σύνθετον δεῖ
νοεῖν τὸν σχηματισμὸν, ἀλλὰ κατὰ ἀπλῆν ἔννοιαν, τὸν εὔτολμον καὶ
ἰσχυρόν. ὁμοίως δὲ καὶ Ἀριστοφάνης. Τρύφωνι δὲ ἀρέσκει ὁ σχημα-
τισμὸς σύνθετος εἶναι, παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν, ὁμοίως τῷ
ταναόποδα ταναύποδα. εἴτε δὲ λεκτὸν ἔχει τὸ ἐπὶ τέλους εἴτε παρέλ-
κει, ὀφείλει φυλάττεσθαι τὸ πνεῦμα· οὕτως γὰρ διελάβομεν- καὶ
περὶ τοῦ μελιηδέος οἴνου, καὶ αὐτὸς συγκατατίθεται. ἡ μέντοι
παράδοσις ἐπείσθη Ἀριστάρχω.
291. ζητεῖται πῶς Διομήδους μὲν ἀκοντίσαντος πεζοῦ, Πανδάρου
δὲ ἐπὶ ἄρματος ὄντος, ἐκ τοῦ κοιλοτέρου φερόμενον τὸ δόρυ κατω-
φερῆ πεποίηκε τὴν τρῶσιν. ἔστι δὲ λέγειν ὅτι πρῶτον μὲν Ἀθηνᾶ ἦν
ἡ κατευθύνουσα αὐτὸ, ᾗ ἦν δυνατὸν τοῦτο ποιῆσαι, ἔπειθʼ ὅτι προσ-
επινεύσας ὁ Πάνδαρος ἕνεκα τοῦ θεάσασθαι εἰ καιρίως τέτρωται ὁ
Διομήδης, οὕτως ἐβλήθη διὰ τῆς ῥινὸς τὴν γλῶσσαν. οἱ δὲ, ὅτι ἐν
ἀνωμάλοις τόποις μαχομένων εἰκὸς τὰ μὲν ἅρματα ἐν χθαμαλωτέροις
τόποις τρέχειν, τοὺς δὲ πεζοὺς ἀπὸ μετεώρου μάχεσθαι, ὥστε καὶ
τὸν Διομήδη ἀφʼ ὕψους βεβληκέναι.
ὅτι δειλωθεὶς τῇ ὁρμῇ τοῦ ἥρωος ὁ Πάνδαρος συνεκάθισεν.
292. πρυμνὴν] πρυμνὴν ὡς πυκνήν· ἐπίθετον γάρ. ὅταν δὲ ἰδίως
ἐπὶ τοῦ πλοίου, βαρύνομεν, ὡς λευκή καὶ λεύκη. ὀξύνεται δὲ ὁ
293. *οὕτως Ἀρίσταρχος, ἐξελύθη. ἄλλοι δὲ ἐξεσύθη.
297. Αἰνείας δʼ ἀπόρουσεν] Ἡλιόδωρος στίζει εἰς τὸ ἀπόρουσεν,
εἶτα ἄρχεται ἀπὸ τοῦ σὺν ἀσπίδι δουρί τε μακρῷ. ἃ γὰρ
εἶχε, φησὶ, πρότερον, ταῦτα τῷ Πανδάρῳ μετέδωκεν. αἴρει γοῦν,
φησὶ, τὴν ἀσπίδα ἀπὸ τοῦ νεκροῦ καὶ καθοπλίζεται, καὶ τὸ βληθὲν
ὑπὸ τοῦ Διομήδους δόρυ. τοῦτο δὲ οὐκ ἔστιν ἀληθὲς, ὡς ὅτι ἀπὸ τοῦ
Πανδάρου ὁ Αἰνείας αἴρει τὰ ὅπλα· οὐ γὰρ ἐδήλωσεν ὁ ποιητής.
ἀπίθανόν τε αὐτὸν ἑαυτὸν τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι τοῖς
πολεμίοις. ὑπόψυχρόν τε τὸ ἐκδέχεσθαι τὸν Διομήδη ἕως οὗ καθο-
πλίσηται ὁ Αἰνείας, καὶ μὴ εὐθέως αὐτὸν ἀνελεῖν. διὸ καὶ ὁ Ἀσκα-
λωνίτης συνάπτει, ὥστε ἐπὶ τοῦ Αἰνείου κεῖσθαι τὸ σὺν ἀσπίδι δουρί
τε μακρῷ· καὶ δῆλον ὅτι ὁ Πάνδαρος ὑπʼ ἄλλου κατὰ τὸ σιωπώ-
μενον καθώπλιστο, ὁ δὲ Αἰνείας εἰς τὸ μετάφρενον μετενηνόχει τὴν
ἀσπίδα, εἶχε δὲ τὸ δόρυ παρακείμενον, ᾗ ἔκειτο ἐν τῷ δίφρῳ, ὥσπερ
καὶ Νέστωρ ἡνιοχῶν Διομήδει, ὡς σαφὲς ἐκ τοῦ Ἕκτορος προσώπου
“αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην” (Il. 8, 191). οὕτως δὲ καὶ
Αὐτομέδων ἡνιοχεῖ τῷ Πατρόκλῳ· παραδοὺς οὖν τὰς ἡνίας Ἀλκιμέ-
δοντι πολεμεῖ τοῖς ἰδίοις ὅπλοις. ταῦτα Ἡρωδιανὸς ἐν τῇ προσῳδίᾳ.
*συναπτέον ὅλον τὸν στίχον.
298. *οἱ] ὅτι ἀντὶ τοῦ αὐτοῦ.
299. ἀμφὶ δʼ ἄῤ αὐτῷ βαῖνε] ὅτι ἀπὸ τῶν τετραπόδων ἡ μετα- φορὰ, πρὸς τὸ “ὃς Χρύσην ἀμφιβέβηκας” (Il. 1, 37).
ἀλκί ὡς σαρκί, καὶ ἔστι κατὰ μεταπλασμὸν ἀπὸ τοῦ ἀλκῇ.
τινὲς δὲ ἀπὸ τοῦ ἀλκίς Αἰολικοῦ αὐτό φασιν· τοῖς γὰρ εἰς η παρά-
κειται τὰ εἰς ις, ὡς ἑορτή καὶ ἑορτίς καὶ ἐν ὑπερθέσει ἐροτίς. ὤφειλε δέ
ἐκτείνειν τὸ ι. εἴτε ἀπʼ εὐθείας τῆς ἄλξ πεποίηται, ὡς οἴεται ὁ
Ἀσκαλωνίτης. Τρύφων δὲ ἐν τῷ πρώτῳ περὶ τῆς ἀρχαίας ἀναγνώ-
σεως φησιν ὅτι Ἀρίσταρχος λέγει ὅτι ἔθος αὐτοῖς ἐστι λέγειν τὴν
300. *οἱ] ὅτι πάλιν ἀντὶ τοῦ αὐτοῦ.
302. σμερδαλέα ἰάχων] βαρύνειν δεῖ τὴν ἰάχων· ἐνεστῶτος γάρ
ἐστι καὶ παρατατικοῦ. οὐ μέντοι περισπασθήσεται, ὡς οἴεται Τυ-
ραννίων. διδάσκει τὰ κινήματα. “ἡμεῖς δὲ ἰάχοντες” (Od. 4, 454)·
εἰ γὰρ περιεσπᾶτο, ὡς νοοῦντες ἐγίνετο. “ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε ”
(Il. 13, 834). “τρὶς δʼ ἄιεν ἰάχοντος” (Il. 11, 463). οὕτως οὖν καὶ
τὸ “φθέγξομʼ ἐγὼν ἰάχουσα” (Il. 21, 341) ὀφείλομεν προπαροξύνειν.
306. κοτύλην] κοτύλη τὸ κοῖλον τοῦ ὀστέου, ἔνθα ἡ κεφαλὴ τοῦ
μηροῦ ἐνστρέφεται.
ἰσχίον τὸ ὑπὸ τὴν ὀσφῦν ὀστέον εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται καὶ κοτύλη παρὰ τὴν κοιλότητα.
308. ὧσε δʼ ἀπὸ ῥινὸν] οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης, ἀναστρα-
φήσεται ἡ πρόθεσις, ἐπεὶ τὸ ἑξῆς ἐστὶν ἀπῶσε· μεταξὺ γὰρ πέπν
τωκεν ὁ δέ.
309. * ὅτι ἔστη ἀντὶ τοῦ ἔμεινεν ἐπὶ τὰ γόνατα πεσών.
310. *ὅτι οὐκ ὀρθῶς ἐνὶ Ἕκτορος λέγεται( Il. 11, 356) μετενιχ- θεὶς ἐντεῦθεν.
311. *καί νύ κεν ἔνθʼ ἀπόλοιτο] καὶ ὁ χρόνος καὶ τὸ ῥῆμα ἐνήλ-
λακται, ἀντὶ τοῦ ἀπώλετο ἄν.
315. πρόσθε δέ οἱ] ἔμπροσθεν αὐτοῦ. οὐχ ὡς ἀτρώτῳ δὲ περι- βάλλει τὸν πέπλον αὐτῷ, ἀλλʼ ἵνα κρύψῃ αὐτόν.
317. *ἕλοιτο] Ἀρίσταρχος ὄλοιτο.
319. *ὅτι ἰδίως συνθεσιάων ἀντὶ τοῦ ἐντολῶν.
322. ἀπὸ] οὐκ ἀναστρεπτέον· δύναται γὰρ καὶ τῇ γενικῇ συντάτ- τεσθαι καὶ σημαίνειν τὸ ἄποθεν, ἵνα ὅμοιον ᾖ τῷ “οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος” (Il. 9, 353). ἢ καὶ παρέλκεται.
323. *ὅτι Ζηνόδοτος γράφει Αἰνειῶο. οὐκ ἔστι δὲ Αἰνειώς ὡς Πετεώς.
325. περὶ] οὐκ ἀναστρεπτέον· κεῖται γὰρ ἀντὶ τῆς ὑπέρ. δεδή- λωται δὲ ἡμῖν ἐν τῇ A ἐντελῶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ “ἀλλ᾿ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ” (Il. 1, 287).
329. *κρατερώνυχας ἵππους] ὅτι Ζηνόδοτος γράφει κρατερω- νύχεσʼ ἵπποις. βίαιος δʼ ἡ συναλοιφή. τὸ δὲ ἑξῆς ἐστὶν, αἶψα δὲ Τυδείδην μέθεπε τοὺς ἵππους, τουτέστι κατόπιν ἤλαυνεν.
330. Κύπριν] οἱ μὲν τὴν ἐπιθυμίαν, οἱ δὲ τὴν βαρβαρικὴν ἀφρο- σύνην αὐτὴν εἶναι λέγουσιν.
332. πόλεμον κατακοιρανέουσιν] ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἵνα γένηται κατὰ πόλεμον. δύναται δὲ ἔμφασις γενέσθαι, εἰ συνάπτοιτο τῷ κοιρανέουσιν, ὡς ἀνακοιρανέοντα· καὶ ἔστιν ὅμοιον τὸ “Ἰθάκην κατακοιρανέουσιν” (Od. 1, 247).
333. *ὅτι πολεμικὴ ἡ θεός.
Ἐνυώ] παρὰ τὸ ἐναύειν, ὃ σημαίνει τὸ ἐμφωνεῖν. τινὲς δὲ παρὰ τὸ ἔνω, ὃ σημαίνει τὸ φονεύω, ἔνθεν καὶ αὐτοέντης. παρʼ αὐτῆς δὲ καὶ ὁ Ἐνυάλιος.
κακῶς ὅσοι δασύνουσι τὸ ῦ τοῦ ἐνύω· ἄμεινον γὰρ ψιλοῦν· ἀνα-
πέπλασται γὰρ πολεμικὴ θεὸς, ἧς οἱ νεώτεροι ποιηταὶ υἱὸν εἶναί φασι
τὸν Ἄρεα, καὶ διὰ τοῦτο καλεῖσθαι Ἐνυάλιον μητρωνυμικῶς.
334. ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε] τὸ πλῆρές ἐστι δή ῥα, οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ὅτι τὸ δή ἐπλεόνασε τῷ ρ· διὸ βαρύνει.
ὀπάζων] ἡ λέξις αὕτη πλείονα σημαίνει, ποτὲ μὲν τὸ περιποιεῖν
καὶ διδόναι, ὡς ἐκεῖ “Τρωσί τε καὶ Ἕκτορι κῦδος ὀπάζει·” ποτὲ δὲ
τὸ καταφέρεσθαι, ὡς ἐν ἐκείνοις χειμάρρους κατʼ ὄρεσφιν ὀπαζό-
μενος Διὸς ὄμβρῳ” (Il. 11, 493)· ποτὲ δὲ τὸ ἐπιλέγεσθαι, ὡς ἐκεῖ
“ἦ καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο” (Il. 19, 238)· ποτὲ
δὲ τὸ διώκειν, ὡς ἐνταῦθα, “ἀλλʼ ὅτε δή ῥ᾿ ἐκίχανε πολὺν καθʼ
ὅμιλον ὀπάζω.”
[349. οὗτος ὁ στίχος λέγεται προκέφαλος.
358. ἰστέον ὅτι κυρίως ἄμπυξ καλεῖται σειρὰ κατάχρυσος καὶ ἀπὸ μετώπου τεινομένη, συνδοῦνται αἱ τρίχες.
362. ὃς οὐκ ἂν ἀπόσχοιτο οὐδὲ τῆς πρὸς τὸν Δία μάχης.
392. Ἡρακλῆς παρεγένετο εἰς Πύλον χρῄζων καθαρσίων. οἱ δὲ
Πύλιοι ἀποκλεισάντης τὰς πύλας οὐκ εἰσεδέξαντο αὐτόν· ἐφʼ ᾧ
ὀργισθεὶς ὁ ἥρως ἐπόρθησε Πύλον. συνεμάχουν δὲ τῷ μὲν Νηλεῖ
τρεῖς θεοὶ, Ποσειδῶν, Ἤρα, Ἀϊδωνεὺς, τῷ δὲ Ἡρακλεῖ δύο, Ἀθηνᾶ
καὶ Ζεύς.
395. πελώριος] ὁ μέγας· ἔστιν ἀπὸ τοῦ πελάζειν τῷ Ὠρίωνι τῷ ἄστρῳ.
397. ἐν τῇ τοῦ Ἅιδου πύλῃ, ὅτε τὸν Κέρβερον ἀναγαγεῖν ἠβού- λετο.
401. Παιήων παρὰ τὸ παύειν τὰς ἀνίας, ὅ ἐστιν ὀδύνας.
424. ἀπὸ τούτων τινὰ τῶν Ἑλληνίδων γυναικῶν πλησίον παρακα-
θίζουσα καὶ καταψῶσα τῇ χειρὶ, οἱονεὶ ἐξαπατῶσα, ἐν χρυσῇ βελόνῃ
τὴν ἀσθενῆ χεῖρα κατέξεσεν.
425. ἐπὶ τῇ χρυσῇ πόρπῃ, ἤγουν τῷ κομβίῳ, κατεξέσθη κατὰ τὴν χεῖρα τὴν ἀσθενῆ.
426. μείδησεν] ἀπὸ τοῦ μείδω ἢ μειδιῶ. τοῦτο παρὰ τὸ ἥδυ τὸ
εὐφραίνω, Βοιωτικῶς, τροπῇ τοῦ η εἰς τὴν ει δίφθογγον καὶ πλεο-
νασμῷ τοῦ μ μείδω καὶ μειδιῶ.
444. ἀλευάμενος] οὕτως Ἀρίσταρχος διὰ τοῦ ο.
477. ἔνειμεν] τὸ ἔνειμεν τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν· τὸ γὰρ ἀπλοῦν αὐτοῦ ἐστιν εἰμέν· “ἡμεῖς δʼ εἰμὲν τοῖοι” (Il. 7, 231) πᾶν δὲ ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει βαρύνεται.
479. προσέθηκε τὸ Ξάνθῳ, ὅπως διαστείλῃ ταύτην τὴν Λυκίαν] ἀπὸ τῆς ἐν Ἴδῃ Λυκίας.
481. καδδὲ] τοῦτο Αἰολικόν ἐστιν· οἱ γὰρ Ἀττικοὶ μετὰ προθέ- σει λέγουσιν, οἱ Αἰολεῖς δὲ κατὰ συγκοπήν.
511. ὅτι προενεκτέον ἀρηγὼν ὡς ἀηδών· λέγει γὰρ καὶ ἀλλα- χοῦ (Il. 4, 7) ἀρηγόνες ὡς ἀηδόνες.
539. νειαίρῃ] ἐσχάτῃ, ἀπὸ τοῦ νέος. οἱ γὰρ νέοι ἀτελεῖς καὶ
ἔσχατοι. τινὲς λέγουσι τὸ ἐπάνω μέρος τῆς κοιλίας, εἰς ὃ νεαρὰ τὰ
βρώματα ἀποτίθενται.
543. Φηρῇ] τῇ κοίλῃ οἰκουμένῃ Κορίνθῳ.
579. κατὰ κληῖδα] κατὰ τὴν ἅρμοσιν τοῦ ὤμου ἐπιτυχών.
605. πρὸς Τρῶας] ἀντιπρόσωποι τοῖς Τρωσὶ βλέποντες.
620. λάξ] λὰξ λέγεται τὸ πλατὺ τοῦ ποδὸς, ὁμωνύμως δὲ καὶ ἡ ἀπὸ τούτου πληγὴ λὰξ καλεῖται. ἐλάκτισε δὲ προσελθών.
626. σφείων] τὸ μέτρον ἐπλεόνασε τὸ ε, σφέων.
633. τίς σοι ἀνάγκη πτώσσειν καὶ δειλιᾶν ἐνθάδε ἐόντι, δηλονότι
ἐν τῷ πολέμῳ, ὡς ἀπείρῳ ἀνδρὶ τῆς μάχης. λείπει τὸ ὡς. εἰ δὲ
σημαίνει τὸ πτώσσειν ἀντὶ τοῦ ἐπέρχεσθαι, ἔστιν ἡ ἑρμηνεία οὕτως,
ποῖόν σοι ἀνάγκη ἐπέρχεσθαι ἐν τῷ πολέμῳ ὄντι σοι ἀμαθεῖ καὶ
ἀπείρῳ τῆς μάχης, ὃ καὶ κρεῖττον.
ἢ καὶ ἄλλως. ὄντι σοι τῆς μάχης ἀπείρῳ ἀνδρὶ τίς σοι ἀνάγκη τοῦ Ἕλληνας ἐμβάλλειν;]
638. ἀλλʼ οἷόν τινα] ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς πάντως ἀναγνω- στέον, ἐάν τε δασύνωμεν τὸ οἷον, ὡς Ἀριστοφάνης καὶ Ἀρίσταρχος, ἐάν τε ψιλῶμεν, ὡς Παρμενίσκος. μᾶλλον δὲ ἐκ τοῦ δασυνομένου ὁ θαυμασμὸς νοεῖται, καὶ μάλιστα οτι πρόσκειται τὸ τινά.
Νικίας ψιλοῖ, ἐκδεχόμενος τὸ μόνον. ἄλλοι δὲ δασύνουσι θαυμα-
στικῶς ἐκδεχόμενοι, ὡς καὶ Ἡρακλέων, ἵνα ὅμοιον ᾖ τῷ “ἀλλʼ οἷον
τὸν Τηλεφίδην ” (Od. 11, 518). κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιω-
ματικῶς “οἷόν τε κρομύοιο λοπόν ” (Od. 19, 233) καὶ ἀντὶ τοῦ ὡς
“οἷον ἀναΐξας” (Od. 1, 410). Τυραννίων δὲ ἀλλοῖον ἀναγινώσκει ὡς
ἑτεροῖον, ὁμοίως τῷ “ἀλλοῖός μοι, ξεῖνε ” (Od. 16, 181). ἡμῖν δὲ
δοκεῖ θαυμαστικώτερον ἀναγινώσκειν, ὥσπερ καὶ τοῖς περὶ Ἡρακλέ-
ωνα, ἵνα ὅμοιον ᾖ τῷ “ὁσσάτιόν τε καὶ οἷον ” (758) καὶ “ἀλλ᾿ οἷον
*ὅτι τὸ οἷον ἐπὶ θαυμασμοῦ. τινὲς δὲ ἀλλοῖον παρὰ τοὺς νῦν. Ζηνόδοτος δὲ καὶ ἀμέτρως γράφει Ἡρακλείην.
639. θρασυμέμνονα] τολμηρὸν, θρασὺν ἐν τῷ μένειν, ἢ θρασέως
ὑπομένοντα ἐν τῇ μάχῃ.
648. *ὅτι θηλυκῶς τὴν Ἴλιον.
654. κλυτοπώλῳ] ἐνδόξους ἵππους ἔχοντι, ἢ οὗ κλυτή ἐστιν ἡ
ἐπιπώλησις, οἷον ἀκουστὴ διὰ τὰς ἐπὶ τοῖς ἀποθνήσκουσιν οἰμωγάς.
ἢ ἔοικε τῷ ἐπιθέτῳ καὶ κατὰ τοῦ Ἅιδου κεχρῆσθαι διὰ τὴν τῆς
Περσεφόνης ἁρπαγήν. ἢ κλυτοπώλῳ τῷ ἱππικῷ. ἁρμόδιον δὲ τὸ
ἐπίθετον τῷ ἅμα νοήματι τὰ πανταχοῦ ζῶα καταλαμβάνοντι.
656. καὶ τῶν μὲν ἁμαρτῇ] τὸ ἁμαρτῇ δασέως. περισπᾶ δὲ καὶ
ὁ Ἀσκαλωνίτης καὶ οἱ πλείους. ὀξύνει δὲ ὁ Ἀρίσταρχος, βουλό-
μενος αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατʼ αὐτὸν χωρὶς
ποῦ ῑ γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περισπώμενον, γενόμενον
παρὰ τὸ άμα καὶ τὸ ἀρτῶ.
657. *ἐκ χειρῶν ἤϊξαν] ὅτι τὰ δόρατα ἤϊξαν.
661. * Ἀρίσταρχος μετὰ τοῦ ν βεβλήκειν.
661, 662. βεβλήκει] ὅτι ἀκαταλλήλως· ἔδει γὰρ εἰπεῖν, μαιμώ-
ωσα ὀστέῳ ἐγχριμφθῆναι.
μαιμώωσα] ἐνθουσιῶσα καὶ ὀξέως ὁρμῶσα. ἢ τοῦ αἵματος γευ- στικῶς ἔχουσα, τοῦ μ πλεονάζοντος.
665. *τὸ μὲν οὔτις] ἔν τισι τό οἱ οὔτις.
στικτέον ἐπεφράσατο ἢ βραχὺ διασταλτέον, ἵν᾿ ᾖ ἐκ παραλ-
λήλου τὸ ἐπεφράσατο καὶ ἐνόησεν.
667. *σπευδόντων] συναπτέον, οἷον ἐπειγομένων αὐτὸν ἐπιβῆναι.
*πόνον] πάλιν πρὸς τὸν πόνον.
670. *ὅτι οἱ νεώτεροι τλήμονα τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος τὸν ὑπομενητικὸν, ἀπὸ τοῦ τλῆναι.
672, 673. ἢ—ἦ] ὁ μὲν πρότερος κεῖται ἀντὶ τοῦ πότερον, διὸ ἐγκλιτέον· τὸν δὲ δεύτερον περισπαστέον.
683. Χρομίον] παροξυτόνως, Ἅλιον προπαροξυτόνως. εἴπομεν
684. ἕλωρ Δαναοῖσιν] ὅτι οὐ πάντως βρῶμα, πρὸς τὸ “ἑλώρια τεῦχε κύνεσσιν” (Il. 1, 4).
695. *Πελάγων] Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου διὰ τοῦ σ Σελάγων.
697. * ἀμπνύνθη] ἔν τισι διὰ τοῦ ε ἐμπνύνθη γρ.
698. κεκαφηότα] ἐκπεπνευκότα· κάπος γὰρ τὸ πνεῦμα, ἔνθεν καὶ κῆπος ὁ περιπνεόμενος τόπος.
700. οὕτως Ἀρίσταρχος ἀμφότερα διὰ τοῦ ε, προτρέποντο καὶ ἐπὶ νηῶν· λέγει γὰρ οὔτε προτροπάδην ἔφευγον ἐπὶ τὰς ναῦς. ἡ δὲ διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι Ἀττικῶς ἐξενήνοχεν, οὐκ ἔφευγον προτροπάδην ἐπὶ τὰς ναῦς. ἔνιοι δὲ ἀγνοοῦντες γράφουσιν ἀπὸ νηῶν. γίνεται δὲ ἀδιανόητον· οὐ γὰρ ἀπὸ τῶν νεῶν φεύγειν ἔμελλον.
703. * Ἀρίσταρχος διὰ τοῦ ᾱ, ἐξενάριξαν.
ἐξενάριξαν] οὕτως διὰ τοῦ ᾱ τὸ ἐξενάριξαν, ὅ τε Ἄρης δηλονότι καὶ ὁ Ἕκτωρ.
705. ἀντίθεον] ἡ διπλῆ πρὸς τὴν ὁμωνυμίαν, ὅτι ὁμώνυμος οὗτος τῷ Ἀγαμέμνονος υἱῷ Τεύθραντι.
708. ὅτι Ζηνόδοτος γράφει Ὕδῃ. ἔστι δὲ τῆς Λυδίας ἡ Ὕδη, ὁ δὲ ἀνὴρ Βοιωτὸς, καὶ κώμη Βοιωτίας ἡ Ὕλη. καὶ ὅτι οὕτω συνεσταλ- μένως λέγεται ἡ πόλις, ἐκτέταται δὲ ἐν τῷ καταλόγῳ διὰ μέτρον.
722. κύκλα] οἱ τροχοί.
723. ὀκτάκνημα] κνῆμαι καλοῦνται αἱ ἀπὸ τῆς χοινικίδος ἕως
τοῦ τροχοῦ ῥάβδοι.
ἄξων] τὸ ὑποκείμενον τῷ ἅρματι ξύλον, περὶ ὃ στρέφονται οἱ τροχοί.
724. ἴτυς] ἡ ἁψὶς εἰς ἣν αἱ κνῆμαι αἱ ἀπὸ τῆς χοινικίδος διεμπήγνυνται, ἤγουν ἡ τοῦ τροχοῦ περιφέρεια, παρὰ τὸ ἰέναι.
725. ἐπίσσωτρα] οἱ σιδηροῖ κύκλοι οἱ ἄνωθεν περιβαλλόμενοι τοῖς
τροχοῖς καὶ ἐφαπτόμενοι τῆς γῆς, οἱ καλούμενοι κανθοί.
*ἔν τισι γράφεται ὀπίσσωτρα διὰ τοῦ ο.
726. πλῆμναι] τὰ μέσα τῶν συριγγίων εἰς ἃς ἐντίθεται ὁ ἄξων, αἱ καλούμεναι χοινικίδες.
727. δίφρος] ἐφʼ οὗ ἑστᾶσιν ὅ τε ἡνίοχος καὶ ὁ παραβάτης.
728. ἄντυγες] αἱ περιφέρειαι τοῦ δίφρου, αἱ ἁψῖδες ὧν ἀντιλαμβ- βάνονται οἱ ἀναβαίνοντες ἐπὶ τὸ ἅρμα.
729. ῥυμός] τὸ ἀπὸ τοῦ δίφρον μέχρι τοῦ ζυγοῦ ξύλον, ἀπὸ τοῦ ἐρύειν.
*ὅνι ὅταν εἴπῃ “ἐν πρώτῳ ῥυμῷ” (Il. 6, 40), τῷ ἄκρῳ λέγει· εἷς γάρ ἐστι ῥυμός. τὸ δὲ πέλεν ἀντὶ τοῦ πέλει.
730. ζυγός] τὸ ἐπικείμενον τοῖς τραχήλοις τῶν ἵππων, παρὰ τὸ
δύο εἰς ἓν ἄγειν αὐτόν.
λέπαδνα] πλατεῖς ἱμάντες οἷς ἀναδεσμοῦνται οἱ τράχηλοι τῶν ἵππων πρὸς τὸν ζυγόν. ὡς κόπτω κόπανον, λέπω λέπαδνον.
734. πέπλον] γυναικεῖον ἔνδυμα, τουτέστι χιτῶνα ὃν οὐκ ἐνε-
δύοντο, ἀλλʼ ἐπερονῶντο· ἀρθεισῶν γὰρ τῶν περονῶν καταρρέων φαί-
νεται ὁ πέπλος εἰς τὸ ἔδαφος. πρέπων πρέπαλος, κατὰ συγκοπὴν
πέπαλος, καὶ κατὰ δευτέραν συγκοπὴν πέπλος.
734, 735. οἱ ἀστερίσκοι, ὅτι ἐνταῦθα μὲν καλῶς κεῖνται, ἐν δὲ
τῇ κόλῳ μάχῃ (Il. 8, 385) μηδεμιᾶς φαινομένης ἀριστείας οὐ.
δεόντως. ὁ δὲ Ζηνόδοτος τούτους μὲν ἀθετεῖ, ἐκείνους δὲ καταλείπει.
τῷ δὲ τρίτῳ παράκειται καὶ διπλῆ, ὅτι δασύνειν δεῖ τὸ ἡ δέ· ἐπανέ-
λαβε γὰρ, ὡς ἔθος αὐτῷ, τὸν περὶ τῆς Ἀθηνᾶς λόγον.
736. ἡ δὲ χιτῶνʼ ἐνδῦσα] δασυντέον τὸ η· ἄρθρον γάρ ἐστιν ἀν- τωνυμικόν. τινὲς δὲ ψιλοῦσι, σύνδεσμον ἐκδεχόμενοι τὸν ἠδέ, κακῶς.
Διὸς νεφεληγερέταο] τὸ ἡμιστίχιον ἢ τοῖς ἐπάνω ἢ τοῖς ἑξῆς
προσδοτέον. ἐὰν μὲν οὖν τοῖς ἐπάνω, μόνος ὁ θώραξ ἔσται τοῦ Διός·
ἐὰν δὲ τοῖς ἑξῆς, πάντα ἔσται τὰ ὅπλα αὐτοῦ, ὅπερ καὶ πιθανόν.
οὕτως δὲ καὶ Ἀρίσταρχος.
739. * πέρι] ἀναστρεπτέον τὴν πρόθεσιν, ἵνα πρὸς τὸ ἥν συν- τάττηται.
742. σμερδνή] καταπληκτικὴ, φοβερά. ὥσπερ ἀλαπάζω ἀλαπαδ- νός, οὕτως μερίζω μεριδνός καὶ σμερδνός.
743. ἀμφίφαλον—τετραφάληρον] φάλοι οἱ κατὰ τὸ μέτωπον
τῆς περικεφαλαίας ἀσπιδίσκοι, φάλαρα οἱ ἐν ταῖς παραγναθίσι
744. πρυλέεσσʼ] πεζοῖς ὁπλίταις. πρύλις, ὡς δαμάσω δάμαλις, περύω πέρυλις καὶ πρύλις.
*ὅτι πεζοὶ οἱ πρυλέες ὅπλα ἔχοντες.
746. δάμνησι] ὁ Σιδώνιος ἄνευ τοῦ ῑ τὸ δάμνησι, ὁ δὲ Ἀρί- σταρχος σὺν τῷ ῑ.
746, 747. * ὅτι ἐντεῦθεν εἰς τὴν Ὀδύσσειαν (1, 100) μετά- κεινται.
748. * ἵππους] ἀντὶ τοῦ τῶν ἵππων.
749. αὐτόμαται δὲ πύλαι] ὅτι πύλαι οὐρανοῦ τὰ νέφη· ὁ γὰρ ὑπὲρ ταῦτα τόπος ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸς καλεῖται.
754. ὅτι ὄρος ὁ Ὄλυμπος, καὶ ὅτι ὑπερθετικὸν ἀντὶ ἁπλοῦ, ἀκροτάτῃ ἀντὶ τοῦ ἄκρᾳ. οὐ ζητητέον οὖν πῶς τὸν ὑπὲρ τὰ νέφη τόπον ἀκροτάτην εἴρηκε κεφαλήν· λέγει γὰρ ἄκραν οἱανδήποτε.
757. *καρτερὰ ἔργα] οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ τάδε ἔργʼ ἀΐδηλα.
759. ἕκηλοι] δασυντέον· παρὰ γὰρ τὸ εἴκων ἐγένετο, ὅπερ ἐστὶ
σημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡσυχάζων· ὁ δὲ ὑποχωρῶν καὶ
ἡσυχάζει. ἄλλως τε τὸ ε πρὸ τοῦ κ δασύνεται, μὴ ὂν ἐκ κλίσεως
ἢ προθέσεως ἢ μεμελετηκὸς ἀφαιρεῖσθαι, οἷον ἑκάς ἑκάτη. οὕτως
ἄρα καὶ ἕκηλος. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήσιον τὸ κ,
ἀπὸ τοῦ ἔχειν γενόμενον.
763. *πεπληγυῖα] ὅτι ἀντὶ τοῦ πλήσσουσα τῷ παθητικῷ.
764. *ὅτι ἔνιοι γράφουσι τὴν δʼ αὖτε προσέειπε πατὴρ
ἀνδρῶν τε θεῶν τε.
770. ἠεροειδὲς] ἀναπεπταμένου τοῦ μεταξὺ ἀέρος καὶ μηδενὸς ἐμποδίζοντος. ἢ ἀερῶδες, σκοτεινόν.
774. ᾗχι ῥοάς] ὅτι τὸ κατʼ ἀμφοτέρων ῥῆμα μεταξὺ τῶν ὀνομά-
των τέταχεν· ἔδει γὰρ “ᾗχι ῥοὰς Σιμόεις καὶ Σκάμανδρος συυ-
βάλλετον.” τούτῳ δὲ τῷ ἔθει πεπλεόνακε καὶ Ἀλκμάν· διὸ καὶ
καλεῖται Ἀλκμανικὸν, οὐχ ὅτι αὐτὸς πρῶτος ἐχρήσατο, ἀλλʼ ὅτι
(Il. 6, 4).
776. * ἠέρα πουλὺν] ὅτι ἀντὶ τοῦ πολλὴν σκοτίαν.
784. * στᾶσʼ] περισπαστέον· ἔστι γὰρ τὸ πλῆρες στᾶσα.
785. Στέντορι] τινὲς αὐτὸν Θρᾷκά φασιν, Ἑρμῇ δὲ περὶ μεγα-
λοφωνίας ἐρίσαντα ἀναιρεθῆναι, αὐτὸν δὲ εὑρεῖν καὶ τὴν διὰ κόχλου
γραφήν. τινὲς δὲ Ἀρκάδα φασὶν εἶναι τὸν Στέντορα, καὶ ἐν τῷ κατα-
λόγῳ πλάττουσι περὶ αὐτοῦ στίχους. ἔν τισι δὲ οὐκ ἦν ὁ στίχος διὰ
τὴν ὑπερβολήν.
*ὅτι ἐνταῦθα μόνον μνημονεύει τοῦ Στέντορος.
787. * ἐλέγχεα ὡς τείχεα· οὐ γὰρ νῦν ἐπιθετικόν.
*εἶδος ἀγητοί] τῷ εἴδει μόνον θαυμαστοί.
*Ἀρίσταρχος κακελεγχέες· τὸ δὲ ἑξῆς διχῶς, εἶδος ἄριστοι καὶ εἶδος ἀγητοί.
795. * ὅτι ἰδίως εἴρηκεν ἀντὶ τοῦ ὃ βαλὼν ἕλκος ἐποίησεν.
796. *ὅτι τελαμῶσιν ἐπὶ τῶν ἀσπίδων ἐχρῶντο.
797. * Ἀρίσταρχος τῷ τείρετο, ἄλλοι δὲ τῷ τρίβετο.
798. ἴσχων] ὡς λέγων ἔχων· οὐδὲ γὰρ δύναται ὀξύνεσθαι ὡς δευτέρου ἀορίστου· ἄνευ γὰρ τοῦ ῑ ἐλέγετο ἂν σχών.
ζητεῖται πότερον ἴσχων ὡς τρέχων ἢ ὡς νοῶν· εὑρέθη γὰρ ἴσχηκα
ὁ παρακείμενος. ἀλλὰ τοῦτο οὐδὲν συμβάλλεται πρὸς τὴν Ὁμηρικὴν
ἀνάγνωσιν· παρʼ αὐτῷ γὰρ πάντα τὰ κινήματα ὡς ἀπὸ βαρυτόνου
“ἴσχεσθ᾿ Ἀργεῖοι” (ll. 3, 82) “ἴσχον γὰρ πυργηδόν” (Il. 15, 618),
ἥ τε πληθυντικὴ μετοχὴ “χεῖρας ἀνίσχοντες” (Il. 8, 347).
800. ὅτι οὐ λέγει κατά τι ὅμοιον, ἀλλʼ ἀντὶ τοῦ οὐδὲ ὅλως ὅμοιον.
τὸν δὲ ἦ περισπαστέον· βούλονται γὰρ αὐτὸν ἰσοδυναμεῖν τῷ δή καὶ
βεβαιωτικὸν εἶναι· τοιοῦτος γὰρ ὁ κατʼ ἀρχὴν η. τὴν δὲ ἀντωνυ-
μίαν ὀρθοτονοῦσιν, ἐπεὶ εἰς σύνθετον μεταλαμβάνεται.
807. ὅτι Ζηνόδοτος ὑποτάσσει τούτῳ στίχον “ῥηϊδίως· τοίη οἱ
808. τοῦτον τὸν στίχον οὐχ εὑρῆσθαι καθόλου φασὶν ἐν ταῖς
Ἀριστάρχου· καὶ γὰρ ἀντιπράττει καὶ πρὸς τὸ “δαίνυσθαί μιν
ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον” (805), καὶ οὐχ οἷόν τε ἐπιφέρειν
“σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω” (809).
812. ἤ νύ σε] ὁ ἤ ὀξύνεται· διαζευκτικὸς γάρ. φυλάσσεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικὸν, ὃ καὶ αὐτὸ ἔσχεν ὀξεῖαν διὰ τὴν σέ ἐγκλιτικὴν οὖσαν.
813. ἔκγονος ὁ υἱὸς, ἔγγονος ὁ υἱωνός.
814. *ὅτι ἔνιοι τὴν δʼ οὖτε προσέειπε.
824. * τὸ ἀνά ἀντὶ τῆς κατά.
οἱ μὲν ἀνέστρεψαν, ἵνα γένηται ἀνὰ τὴν μάχην. Ἀρίσταρχος
δὲ παρῃτήσατο τὴν ἀνά ἀναστρέψαι, ὁπότε μὴ σημαντικὴ εἴη τοῦ
ἀνάστηθι, ἵνα μὴ συνεμπέσῃ τῷ “Ζεῦ ἄνα Δωδωναῖε” (Il. 16, 233).
ἔστι δὲ καὶ νῦν ἐκεῖνον προσθεῖναι τὸν λόγον, ὡς ὅτι ὅταν πρόθεσις
ἀντὶ ἑτέρας προθέσεως παραλαμβάνηται, οὐκ ἀναστρέφεται “ ἀλλʼ
ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι” (Il. 1, 287) “θεῖναι Ἀθηναίης
ἐπὶ γούνασι” (Il. 6, 92). οὕτως οὖν κἀνθάδε δύναται ἡ ἀνά ἀντὶ τῆς
κατά.
830. *σχεδίην] ἐγγύθεν αὐτοῦ, πλησίον. οὕτως αὐτοῦ καταφρό- νησον, μὴ μακρόθεν ἐπʼ αὐτὸν βαλών.
831. ἀλλοπρόσαλλον] σύνθετόν ἐστι· διὸ οὐ κατʼ ἰδίαν ὁ τόνος τῆς πρώτης λέξεως λέγεται, ὁμοίως δὲ τῷ ἀλλοθρόους ἀλλοειδέας.
832. *πρὸς τὸ στεῦτο, ὅτι τὸ κατὰ διάνοιαν διωρίζετο ἡ λέξις σημαίνει.
834. *ὅτι ἀντὶ τοῦ ἐν τοῖς Τρωσίν ἐστιν, οὐ μετὰ τῶν Τρώων.
836. * πάλιν] ὅτι ἀντὶ τοῦ εἰς τοὐπίσω.
838, 839. ἐμμεμαυῖα—καὶ, βριθοσύνη] ἀθετοῦνται στίχοι δύο,
ὅτι οὐκ ἀναγκαῖοι καὶ γελοῖοι καί τι ἐναντίον ἔχοντες. τί γὰρ, εἰ
χείριστοι ἦσαν ταῖς ψυχαῖς, εὐειδεῖς δὲ καὶ εὔσαρκοι;
839. *ἄνδρα τʼ ἄριστον] διὰ τοῦ δέ αἱ Ἀριστάρχου, ἄνδρα δʼ ἄριστον.
842. * ἐν ἄλλῳ οὖτος ὁ στίχος μετὰ τέσσαρας στίχους κεῖται.
ὅτι ἀπὸ τῶν ἀνδρῶν σκυλεύοντα τὸν Ἄρη ποιεῖ, καὶ ὅτι τινὲς γράφουσιν ἐξενάριξεν. συντελικὸν δὲ γίνεται, δεῖ δὲ παρατατικῶς· καὶ γὰρ ἐπιφέρει “τὸν μὲν Ἄρης ἐνάριζε μιαίφονος” ἀντὶ τοῦ ἀνήρει.
845. *Ἄϊδος κυνέην] νέφος διʼ οὗ οἱ θεοὶ ἀλλήλοις ἀφανεῖς γίνονται.
852. *γράφεται ὀλέσσαι.
856. ἔγχεῖ] εἴρηται περὶ τῶν τοιούτων δοτικῶν ὅτι ποτὲ κατὰ διά-
στασιν, ὡς νῦν, καὶ ποτὲ κατὰ συναλοιφὴν, καὶ ὅτι τὸ μέτρον πολ-
λάκις αἴτιον· καὶ τὰ ἀντικείμενα, καίτοι γε μέτρου μὴ ἐμποδίζοντος
ὡς τὸ “πλήθει πρόσθε βαλόντε” (Il. 23, 639).
857. μίτρη] ὅτι κατὰ τὰ κοῖλα μέρη ἐζώννυντο τὴν μίτραν· καὶ ἔστι διδασκαλικὸς ὁ τόπος. ὁ δὲ Ἀρίσταρχος μίτρῃ κατὰ δοτικήν. ἐν δέ τισι τῶν ὑπομνημάτων ὅθι στελλέσκετο μίτρῃ.
862. * βαρυτονητέον τὴν ὑπό· παρέλκεται γάρ.
864. πρὸς τὴν πλοκὴν τοῦ ἑξῆς λόγου, οἷα φαίνεται ἀήρ ἐκ νεφέων δυσαέος ἀνέμου ὀρνυμένου ἐκ καύματος.
867. διασταλτέον ἐπὶ τὸ νεφέεσσιν· οὐ γὰρ σὺν τοῖς νέφεσιν
εἰς οὐρανὸν ἀνῄει, ἀλλὰ κατʼ αὐτὰ γενόμενος ἑωρᾶτο, ἐξ οὗ τὸ τάχος
παρίστησι καὶ τοῦ θεοῦ τὴν δύναμιν. δύναται δὲ ὅλος συναπτόμενος
ὁ στίχος δηλοῦν ὅτι νέφεσι κεκαλυμμένος ἀπὸ γῆς ἀνήρχετο.
874. *οὕτως Ἀρίσταρχος μετὰ τοῦ δέ, χάριν δʼ ἄνδρεσσι.
875. ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ διὰ σέ, καὶ ὅτι ἐμφαίνει ὡς ἐκ μόνου τοῦ Διὸς γενομένης τῆς Ἀθῆνας.
878. πρὸς τὸ σχῆμα· ἔδει γὰρ πειθόμεθα καὶ δεδμήμεθα ἕκαστος.
881. αἱ Ἀριστάρχου ὑπερφίαλον, οὐχ ὑπέρθυμον, ὥσπερ αἱ δημώδεις.
883. Κύπριδα μέν] ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων ἄρχεσθαι κατηγοριῶν, ἀλλ᾿ ἐξ ἑτέρων ὡμολογημένων.
885, 887. ἤ—ἤ] διαζευκτικοὶ ἀμφότεροι· διὸ ὀξύνονται διὰ τὰ
887. τὸ ζως ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν, οὐχ γοῶς. μόνον γὰρ
τὸ σῶς ἐστὶ περισπώμενον μονοσύλλαβον εἰς ως λῆγόν, ἀρσενικὸν,
γεγονὸς ἢ ἐκ τοῦ σόος, ὡς οἴεται Φιλόξενος, ἢ ἐκ τοῦ σάος, ὅπερ
κρεῖττον. εἰ δὲ ὁ Ἀσκαλωνίτης περισπώμενον ἀξιοῖ αὐτὸ ἐκ τοῦ ζωός,
ἴστω ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἦν, ἔνθεν περιεσπᾶτο τὸ σῶς·
τὸ δὲ ζώς ἐξ ὀξυνομένου, ὥς φησι, τοῦ ζωός γενόμενον δεῖ ὀξύνειν,
ἐγκλίνειν δὲ ἐν ταύτῃ τῇ ἀναγνώσει. ἡ μέντοι κλίσις αὐτοῦ ἰσοσύλ-
λαβος εὑρέθη.
τὸ ἔα Ἰωνικόν ἐστιν, ἐκ τοῦ ἦν γεγονός· διὸ συσταλτέον τὸ ἄλφα, ὁμοίως τῷ “τοῖος ἔα ἐν πολέμῳ” (Od. 14, 222), ὃ καὶ διὰ τοῦ η λέγεται “τοῖς ἦα φιλοπτόλεμος.” τὸ δὲ μέτρον οὐ κωλύεται· ἀπήρ- τισε γὰρ εἰς μέρος λόγου, καὶ ἐπέχει τόπον μακρᾶς ὁμοίως τῷ “ἀμφηρεφέα τε φαρέτρην” (Il. 1, 45).
τυπῇσιν] ὡς πληγῇσιν. δοκεῖ δὲ ὡς οὐ πρὸς τὴν ἀναλογίαν σημειοῦσθαι· τὰ γὰρ εἰς πη μονογενῆ δισύλλαβα φιλεῖ βαρύνεσθαι· εἰ δέ τι ὀξύνεται, ἔχει πρὸ τέλους ἢ ι ἢ ο. πῶς οὖν τὸ τυπή μόνον ὀξυνόμενον τῷ υ παρελήχθη;
891. αἰεὶ γάρ τοι] ὅτι ἐντεῦθεν μετενήνεκται ἐν τῇ πρώτῃ
ῥαψῳδίᾳ (177) ἐπὶ τὸ ν πρὸς᾿ Ἀχιλλέα ὑπὸ Ἀγαμέμνονος λόγον.
892. ἡ διπλῆ, ὅτι σαφῶς Ἥρας ὁ Ἄρης, οὐκ Ἐνυοῦς, ὥς τινες.
893. *σπουδῇ] ὅτι μετὰ σπουδῆς καὶ κακοπαθείας.
898. ἐνέρτερος] ὅτι Ζηνόδοτος γράφει ἐνέρτατος. οὐ δεῖ δέ· ἡ γὰρ
σύγκρισίς ἐστι πρὸς τοὺς Τιτᾶνας ἀνομοιογενεῖς καὶ ἐν ἑνὶ κατηγ-
μένους τόπῳ· τούτων οὖν ἐνέρτερος ὁ μὴ κατὰ γένος ὢν ἐξ αὐτῶν.
Παιήονʼ] ἡ διπλῆ, ὅτι ἰατρὸν τῶν θεῶν ἕτερον παρὰ τὸν Ἀπόλλωνα παραδίδωσι τοῦτον.
901. *ἐν ἄλλῳ ὁ στίχος οὗτος οὐχ εὕρηται.
905. τὸν δʼ Ἥβη λοῦσεν] ἡ διπλῆ, ὅτι παρθενικὸν τὸ λούειν. οὐκ
906. ὅτι οὐ δεόντως ἐκ τοῦ περὶ Βριάρεω λόγου (Il. 1, 405)
ἐνθάδε μετάκειται ὁ στίχοςʼ οὐ γὰρ καὶ κύδους ἄξιον πέπρακται
αὐτῷ· καὶ ὅτι ἄτοπον ἐπὶ τῷ κύδει γαυριᾶν τὸν ὑπὸ θνητοῦ ἡττη-
μένον.
909. *Ἄρην] οὕτως Ἡρωδιανός φησι μετὰ τοῦ ν Ἄρην.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ τῶν Νικάνορος περὶ στιγμῆς.
1. Τρώων] ἡ Τροία τὰ μὲν θαλάσσια πρὸς Ἑλλήσποντον ἔχει, τὰ
δὲ βόρεια πρὸς Ζέλειαν, τὰ δὲ ὑποκείμενα πρὸς Φρυγίαν, τὰ δὲ
μεσημβρινὰ πρὸς Λυδίαν. ὡς φιλέλλην δὲ ἀπάγει τοὺς θεοὺς, καὶ
ἐξέτασιν ἀμφοτέρων ποιεῖ. ἐμονώθη δὲ ἡ μάχη τῆς τῶν θεῶν συμ-
μαχίας οὕτως· Ἥρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν Ὄλυμπον ἀπίασιν,
Ἀπόλλων δὲ εἰς Πέργαμον· ὁ δὲ Ἄρης καὶ ἡ Ἀφροδίτη τέτρωνται
ὑπὸ Διομήδους.
2. ἴθυσε μάχη] ἐπʼ εὐθείας ἐφέρετο ἡ μάχη, ποτὲ μὲν τῶν Ἀχαιῶν ἀνατρεπόντων τοὺς Τρῶας, ποτὲ δὲ ἀνατρεπομένων ὑπʼ αὐτῶν.
*ὅτι ἐλλείπει ἡ διά, ἵνʼ ᾖ διὰ πεδίου.
3. ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα] ὅτι ἀντὶ τοῦ ἐπʼ ἀλλήλους ἰθυνόντων καὶ παρεῖται ἡ ἐπί πρόθεσις.
4. ὅτι ἐν τοῖς ἀρχαίοις ἐγέγραπτο “ μεσσηγὺς ποταμοῖο Σκαμάν-
δρου καὶ στομαλίμνης·” διὸ καὶ ἐν τοῖς ὑπομνήμασι φέρεται. καὶ
5, 6. τρισὶ μεταφοραῖς κέχρηται, ἐπιφαίνων τὴν ὁμοιότητα. ὃ
γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο πρὸς σωτηρίαν
στρατοῦ γενναῖος ἀνήρ· καὶ πάλιν ὃ δύναται ῥῆξις ἐσθῆτος τὴν
σκέπην ἀναιροῦσα, τοῦτο ἐδυνήθη ὁ τὴν φάλαγγα ῥήξας. καὶ πάλιν
ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομένους, οὕτως τοὺς νικωμένους ὑπὸ
τῆς Ἄρεως ἀχλύος ἐπέλαμψεν ἡ Αἴαντος βοήθεια.
9. *ἔβαλε] ὅτι ἀντὶ τοῦ ἔπαισε.
15. *φιλέεσκεν] ὅτι ἀντὶ τοῦ ἐξένιζεν.
17. * διασταλτέον ἐπὶ τὸ ὑπαντιάσας.
ἡ διπλῆ πρὸς τὸ σχῆμα, ἀμφοτέρους τὴν ψυχὴν ἀφείλετο ἀντὶ τοῦ ἀμφοτέρων· τὸ γὰρ ἄμφω ἢ ἀμφότεροι ἢ ἀμφοτέρους σημαίνει.
18. Καλήσιον] ὅτι ὀνοματοθετικὸς ὁ ποιητής· ἀπὸ γὰρ τοῦ
καλεῖν ἐπὶ τὰ ξένια Καλήσιος.
19. ἔσκεν ὑφηνίοχος] ὅτι παρέλκει ἡ πρόθεσις ὡς ἐν τῷ “Ποσει- δάωνος ὑποδμώς” (Od. 4, 386).
24. σκότιον] ὅτι τοὺς μὴ ἐκ φανερᾶς συνουσίας, λαθραίας δὲ
μίξεως γεγονότας σκοτίους κάλλει, τοὺς δὲ αὐτοὺς καὶ παρθενίους (.Il.
16, 180).
*σκότιον ὡς λόγιον· τὸ γὰρ κύριον πρὸ τέλους ἔχει τὴν ὀξεῖαν.
*ἑ] τὸν Βουκολίωνα.
25. ποιμαίνων ἐπʼ ὄεσσι] ὅτι ἀντὶ τοῦ παῤ ὄεσσι, καὶ ὅτι ἐν τῷ τόπῳ τῶν ὀΐων λέγει.
28. καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα] καὶ ἀπεγύμνου τῶν ὤμων τὰ ὅπλα. ἔστι δὲ ὑπερβατὸν καὶ συνεκδοχὴ ὅλου τοῦ σώματος.
31. ἔγχεϊ] τοῦτο δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι· κοινὸν γὰρ τὸ ἐξενάριξεν.
*οἱ μὲν Ἀρετάονα ἐξεδέξαντο, οἱ δὲ ἄῤ, εἶτα Ἔτάονα.
34. ναῖε δὲ Σατνιόεντος] ὅτι Ζηνόδοτος γράφει “ὃς νάε Σατνιόεν- τος ὁ Ἔλατος. κακόφωνον δὲ γίνεται.
35. Ἀχιλλεὺς ὑπὸ τὸν Τρωϊκὸν πόλεμον πορθῶν τὰς περιοίκους
τῆς Ἰλίου πόλεις, ἀφίκετο εἰς τὴν πάλαι μὲν Μουηνίαν, νῦν δὲ
Πήδασον καλουμένην, καὶ αὐτὴν σὺν ταῖς ἄλλαις ἑλεῖν. ἀπογνόντος
δὲ αὐτοῦ τὴν εἰς τὸ τέλος πολιορκίαν διὰ τὴν ὀχυρότητα τοῦ τόπου
καὶ μέλλοντος ἀναχωρεῖν, φασὶν εἴσω τῶν τειχῶν οὖσάν τινα παρθένον
ἐρασθῆναι τοῦ Ἀχιλλέως, καὶ λαβοῦσαν μῆλον εἰς τοῦτο ἐπιγράψαι,
καὶ ῥῖψαι εἰς μέσον τῶν Ἀχαιῶν· ἦν δὲ ἐν αὐτῷ γεγραμμένον “μὴ
σπεῦδ᾿, Ἀχιλλεῦ, πρὶν Μονηνίαν ἑλεῖν· ὕδωρ γὰρ οὐκ ἔνεστι· διψῶσιν
κακῶς.” τὸν δὲ Ἀχιλλέα ἐπιμείναντα οὕτω λαβεῖν τὴν πόλιν τῇ τοῦ
ὕδατος σπάνει. ἡ ἱστορία παρὰ Δημητρίῳ καὶ Ἡσιόδῳ.
36. φεύγοντʼ] καὶ τοῦτο δύναται τοῖς ἑξῆς συνάπτεσθαι, φεύγοντʼ Εὐρύπυλος δέ. ἐπὶ δὲ τῶν τοιούτων νοείσθω ὅτι οὐχ Ὁμηρικὸν τὸ2 τοῦ συνδέσμου ὑπερβατόν.
37. *κεδίοιο] ὅτι ἐλλείπει ἡ διά, καὶ ἵππω δυϊκῶς ὡς ἐπὶ ξυνωρίδος ἔφη.
38, 39. ἀναγκαῖαι διαστολαὶ ἐπὶ τὸ πεδίοιο, μυρικίνῳ, ῥυμῷ, πρὸς πόλιν, ἵνʼ ᾖ σαφέστερον.
39. ἐνί] οὐκ ἀναγκαῖον ἀναστρέφειν· δύναται γὰρ πρὸς τὸ μυρι- κίνῳ συντάσσεσθαι.
40. * ὅτι πρώτῳ ἀντὶ τοῦ ἄκρῳ, καὶ ὅτι εἴς ῥυμός.
41. ἀτυζόμενοι φοβέοντο] ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ ἔφευγον· ἐπὶ τούτου γὰρ ἀεὶ τὴν λέξιν τίθησιν. τὸ δὲ ἀτυζόμενοι παρὰ τὸ ἀτῶ ἄττω ἀτύω καὶ ἀτύζω Αἰολικῶς.
43. ἐπὶ στόμα] ἡ διπλῆ, ὅτι ἐξηγήσατο τί ἐστι τὸ πρηνής, ὡς
“μῆλ᾿, ὄϊές τε καὶ αἶγες” (Od. 9, 184). στόμα τὸ πρόσωπον·
οὕτως Λάκωνες.
45. γούνων] ὡς ἀσθενούσης κατʼ ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς.
50. *πεπύθοιτʼ] πρὸς τὸν ἀναδιπλασιασμὸν, ὅτι ὡς λελάχωσιν, ἀντὶ τοῦ πύθοιτο.
54. *ἀντίος] οὕτως Ἀρίσταρχος διὰ τοῦ σ, ἄλλοι δὲ διὰ τοῦ ν.
56. *ὁ ἦ περισπᾶται· διαπορητικὸς γάρ.
59. *ὑποστικτέον ἐπὶ τὸ φέροι, ἵνα στίζωμεν ἐπὶ τὸ ἡμε- τέρας.
61. *παρέπεισεν] γράφεται ἔτρεψεν.
64. *πρὸς τὴν ἐπανάληψιν.
68. * ἐπιβαλλόμενος] ἐπιβολὴν ποιούμενος εἰς ἀναίρεσιν.
*βραχὺ διασταλτέον ἐπὶ τὸ ἐπιβαλλόμενος, πρὸς τὸ σαφέ- στερον.
71. νεκροὺς ἀμπεδίον συλήσετε τεθνηῶτας] οὕτως Ἀρίσταρχος. ὁ δὲ
Ζηνόδοτος “Τρώων ἀμπεδίον συλήσομεν ἔντεα νεκρούς.” Ἀθηνοκλέους
δὲ ἐν τῷ περὶ Ὁμήρου παρατηρήσαντος ὅτι τῷ μὲν καμάτῳ καὶ
ἑαυτὸν ὁ Νέστωρ ὑποβάλλει, λέγων κτείνωμεν, τὸ δὲ κέρδος ἴδιον
ποιεῖται τῶν στρατιωτῶν ἐν τῷ συλήσετε, ὁ Χαῖρις Ὁμηρικὸν
εἶναί φησι τὸν τῆς ἑρμηνείας χαρακτῆρα, ὡς ἐν τούτοις “ἄλλοι
μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ, σοί τʼ ἐπιπείθονται καὶ
δεδμήμεσθα ἕκαστος·” ἔδει γὰρ δέδμηνται ὡς πείθονται, ἢ ἀνάπαλιν·
καὶ πάλιν “ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες.” “νῦν
μὲν δόρπον ἕλεσθε κατὰ στρατόν ” καὶ ἀλλαχοῦ· οὐδὲ γὰρ ἄλλως
ἀκμάζει ὁ Νέστωρ, ἀλλʼ ὑπὸ γήρως ἔοικεν ἀπειρηκέναι. ταῦτα ὁ
Δίδυμος.
76. οἰωνοπόλων ὄχʼ ἄριστος] Ἀμμώνιος ὡς Ἀριστάρχειον προ- φέρεται καὶ ταύτην τὴν γραφήν “μάντις τʼ οἰωνοπόλος τε.” ἔργον δὲ τὸ σαφὲς εἰπεῖν· διὸ διχῶς.
77. * πόνος] ὅτι τὸ κατὰ τὸν πόλεμον ἔργον πόνον εἴρηκε πάλιν.
78. ἐγκέκλιται] ἐρήρεισται, ἐκ μεταφορᾶς τῶν καμνόντων ἀρρωστίαις καὶ προσαναπαυομένων ἰσχυροτέροις σώμασιν, ἢ τῶν ζυγοστατουμένων.
ἐγκέκλιται] ἐπίκειται, ἔγκειται, ἐμπέπηκται, ἐν τῇ ὑμετέρᾳ
φροντίδι περικέκλεισται ἡ σωτηρία τῶν πραγμάτων.
79. * πᾶσαν ἐπʼ ἰθύν] εἰς πᾶσαν ὁρμήν.
87. *ξυνάγουσα] ὅτι ὁ χρόνος ἐνήλλακται, ἀντὶ τοῦ συνα- γαγοῦσα.
87, 88. συναπτέον τὸ “ἡ δὲ ξυνάγουσα γεραιάς” τῷ “νηὸν
κος, τὸν ναὸν ἀνοίξασα, τὰς θύρας αὐτοῦ.
88. ἐν πόλει ἄκρῃ] διάλυσις ἢ μετατύπωσις ὁ τροπος.
φασὶ δὲ τὸ διοπετὲς ἀνδρὸς δορὰν ἠμφιέσθαι, ἔχειν δὲ στέμματα καὶ ἠλακάτην, ἐν δὲ τῇ κεφαλῇ πόλιν, καὶ ἐν τῇ δεξιᾷ χειρὶ δόρυ.
90. πέπλον, ὄς οἱ] τὴν ὅς ὀξυτονητέον διὰ τὴν οἱ ἀντωνυμίαν, ἥτις
νῦν ἐγκλιτική ἐστιν.
92. ἐπὶ] ἡ διπλῆ, ὅτι ἀντὶ τῆς παρά, ἵνʼ ᾖ παρὰ γούνασιν· ὀρθὰ γὰρ τὰ Παλλάδια κατεσκεύασται. καὶ ἔστιν ὅμοιον τῷ “ἡ μὲν ἐπʼ ἐσχάρῃ” (Od. 6, 52) ἀντὶ τοῦ παῤ ἐσχάρῃ· ἡ γὰρ ἐπί τὴν ἐπάνω σχέσιν σημαίνει. διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν.
96. *αἴ κεν] Ἀρίσταρχος ὥς κεν Τυδέος.
*Ἰλίου ἱρῆς] ὅτι θηλυκῶς τὴν Ἴλιον.
97. τινὲς οὕτως διεῖλον, ἄγριον, εἶτα αἰχμητὴν κρατερόν,
εἶτα μήστωρα φόβοιο. Ἀπολλόδωρος δὲ διχῶς, ἄγριον αἰχμητὴν,
εἶτα κρατερὸν μήστωρα φόβοιο, ἵνα ᾖ ἰσχυρὸν ἐν τῷ μήσασθαι
φυγὴν τοῖς πολεμίοις· εἰ μέντοι βούλοιντό τινες ταῦτα συνάψαι,
ἴστωσαν ὅτι λείψουσι σύνδεσμοι.
*φόβοιο] ὅτι ἀντὶ τοῦ φυγῆς.
109. ἤτοι στικτέον ἐπὶ τὸ κατελθέμεν, ἵνα ἀφʼ ἑτέρας ἀρχῆς
λέγηται τὸ ὡς ἐλέλιχθεν ἀντὶ τοῦ οὕτως ἐλέλιχθεν· ἢ συναπτέον,
ἵνʼ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτε. βέλτιον δὲ τὸ πρότερον.
112. ὅτι Ζηνόδοτος γράφει “ἀνέρες ἔστε θοοὶ, καὶ ἀμύνετον ἄστεϊ λώβην.” συγχεῖται δὲ τὸ δυϊκὸν πρὸς πολλοὺς λεγόμενον.
113. *διχῶς Ἀρίσταρχος, καὶ διὰ τοῦ κε, ὄφρα κʼ ἐγώ, καὶ διὰ τοῦ ἄν.
114. καὶ πῶς οὐδὲν εἶπε τοῖς βουλευταῖς, ἀλλὰ ταῖς γυναιξίν; νοητέον οὖν ἤτοι κατὰ τὸ σιωπώμενον κἀκείνοις αὐτὸν εἰρηκέναι, ἢ ὡς. ἐπὶ στρατείας καὶ παρατάξεως τοῦ πρέποντος χάριν τοῦτο προστε- θεικέναι.
117. ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ ἀσπιδες ἕως σφυρῶν καὶ αὐχένος καλύπτουσαι.
119. Γλαῦκος δʼ] ὅτι μετατιθέασί τινες ἀλλαχόσε ταύτην τὴν σύστασιν.
121. ἰόντες] Ζηνόδοτος καὶ Ἀριστοφάνης δυϊκῶς ἰόντε. ἐν δὲ
τοῖς ἔμπροσθεν εἰρήκαμεν Ἀριστάρχου εἶναι τὴν δυϊκὴν γραφήν.
123. ὅτι οὐ καθόλου τὴν ἀχλὺν ἀφῃρέθη πρὸς τῆς Ἀθηνᾶς.
128. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανὸν εἰλήλουθας] οὕτως Ἀρίσταρχος, οἷον καταβέβηκας τὸν οὐρανόν. διὸ διὰ τοῦ ν γράφει, κατʼ οὐρανόν.
*συναπτέον ὅλον τὸν στίχον.
131. θεοῖσιν] σημειοῦνταί τινες ὅτι ὡς περὶ θεοῦ τοῦ Διονύσου διαλέγεται. ὁμώνυμος δὲ οὗτος ὁ Λυκοῦργος ἐκείνῳ “τὸν Λυκοῦργος ἔπεφνεν” (Il. 7, 142) καὶ ὁ Δρύας δὲ τῷ Λαπίθῃ (Il. 1, 263).
Διόνυσος ὁ Διὸς καὶ Σεμέλης παῖς ἐν Κυβέλοις τῆς Φρυγίας
ὑπὸ τῆς Ῥέας τυχὼν καθαρμῶν, καὶ διαθεὶς τὰς τελετὰς, καὶ λαβὼν
πᾶσαν παρὰ τῆς θεᾶς τὴν διασκευὴν, ἀνὰ πᾶσαν ἐφέρετο τὴν γῆν,
χορειῶν τε καὶ τιμῶν τυγχάνων προηγεῖτο πάντων ἀνθρώπων. παραγενό-
μενον δὲ αὐτὸν εἰς τὴν Θρᾴκην Λυκοῦργος ὁ Δρύαντος λυπήσας Ἥρας
μίσει, μύωπι ἀπελαύνει αὐτὸν τῆς γῆς καὶ καθάπτεται αὐτοῦ καὶ
τῶν τιθηνῶν· ἐτύγχανον γὰρ αὐτῷ συνοργιάζουσαι. θεηλάτῳ δὲ
ἐλαυνόμενος μάστιγι τὸν θεὸν ἔσπευδε τιμωρήσασθαι ὁ δὲ ὑπὸ
δέους εἰς τὴν θάλασσαν καταδύνει, καὶ ὑπὸ Θέτιδος ὑπολαμβάνεται
καὶ Εὐρυνόμης. ὁ οὖν Λυκοῦργος οὐκ ἀμισθὶ δυσσεβήσας ἔδωκε
τὴν ἐξ ἀνθρώπων δίκην· ἀφῃρέθη γὰρ πρὸς τοῦ Διὸς τὸν ὀφθαλμόν.
τῆς ἱστορίας πολλοὶ ἐμνήσθησαν, προηγουμένως δὲ ὁ τὴν Εὐρώπειαν
πεποιηκὼς Εὔμηλος.
132. μαινομένοιο] ἤτοι μανιοποιοῦ, βακχείας παρασκευαστικοῦ, ἢ βακχεντοῦ.
133. Νυσήϊον] τὴν λεγομένην Νῦσαν. ὅρος δὲ λέγει τῆς Θρᾴκης
134. θύσθλα] οἱ μὲν τοὺς κλάδους, οἱ δὲ ἀμπέλους, οἱ δὲ τοὺς θύρσους, τουτέστι τὰς βακχικὰς δράκας, ἅ ἐστι Διονυσιακὰ μυστή- ρια· ἔνιοι δὲ πάντα κοινῶς τὰ πρὸς τὴν τελετήν.
διασταλτέον μετὰ τὸ κατέχευαν· τὸ δὲ ἑξῆς συναπτέον, ὑπʼ ἀνδροφόνοιο Λυκούργου θεινόμεναι βουπλῆγι.
135. βουπλῆγι] προπερισπωμένως· ἡ γὰρ εὐθεῖα ὀξύνεται, βουπλήξ· τὰ γὰρ παρὰ παρακείμενον συντιθέμενα φιλεῖ ὀξύνεσθαι, ὁπότε καὶ μίαν συλλαβὴν ἀποφέρεται τοῦ ῥήματος, ἀδμής ἡμιθνής κυαμοτρώξ. οὕτως καὶ μεθυπλήξ ὡπλήξ.
*ὅτι Ζηνόδοτος γράφει χολωθείς, καὶ ὅτι περισσὸς ὁ δέ.
146. τοίη δέ] ὅτι δύο μέρη λόγον τὸ τοίη δέ, τοίη καὶ δέ διὸ οὐ περισπαστέον τὸ τοιήδε.
148. τηλεθόωσα] Ἀριστοφάνης γράφει τηλεθόωντα, καὶ ἐπὶ τῶν φὐλλων ἀκούει, καὶ τὸ ὥρῃ μετὰ τοῦ ι γράφει κατὰ δοτικήν.
149. ἠμὲν φύει, ἡδʼ ἀπολήγει] ἀντὶ τοῦ καί. δύναται δὲ καὶ
ἄρθρα εἶναι· βέλτιον δὲ τὸ σύνδεσμον παραλαβεῖν.
150. ὑποστικτέον εἰς τὸ ἐθέλεις, ἵνα ᾖ τὸ δαήμεναι ἀντὶ προστακτικοῦ τοῦ δάηθι.
Ἀρίσταρχος περισπᾷ εἰδῇς, καὶ οὕτως ἐπεκράτησεν ἡ προσῳδία· ἦν γὰρ καὶ λόγον ἔχουσα.
152. ἔστι] τὸ ἔστι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει τὴν ὀξεῖαν,
ὅταν ἄρχηται “ἔστι δέ τις προπάροιθε πόλιος” (Il. 2, 811) καὶ
ὅταν ὑποτάσσηται τῇ οὔ ἀποφάσει “ὡς οὐκ ἔσθʼ ὅδε μῦθος” (Od.
ὅτι Ἐφύρην τὴν Κόρινθον ἐξ ἡρωϊκοῦ προσώπου εἶπεν. ἔστι δὲ καί τις Θεσπρωτίας Ἔφυρα πόλις. Ἄργος δὲ ἱππόβοτον τὴν Πελο- πόννησον καλεῖ, τὴν δὲ Θετταλίαν Ἀργος Πελασγικόν.
153. Σίσυφος] Διὸς τὴν Ἀσωποῦ θυγατέρα Αἴγιναν ἀπὸ Φλι-
οῦντος εἰς Οἰνώνην διὰ τῆς Κορίνθου μεταβιβάσαντος, Σίσυφος
ζητοῦντι τῷ Ἀσωπῷ τὴν ἁρπαγὴν ἐπιδεικνύει τέχνῃ, καὶ διὰ τοῦτο
ἐπεσπάσατο εἰς ὀργὴν καθʼ ἑαυτοῦ τὸν Δία. ἐπιπέμπει οὖν αὐτῷ τὸν
θάνατον. ὁ δὲ Σίσυφος αἰσθόμενος τὴν ἔφοδον, δεσμοῖς καρτεροῖς
ἀποδεσμεῖ τὸν θάνατον. διὰ τοῦτο οὖν συνέβαινεν οὐδένα τῶν ἀνθρώ-
πων ἀποθνήσκειν, ἕως λύει τὸν θάνατον ὁ Ἄρης καὶ αὐτῷ τὸν Σίσυφον
παραδίδωσιν. πρὶν ἢ δὲ ἀποθανεῖν τὸν Σίσυφον, ἐντέλλεται τῇ γυναικὶ
Μερόπῃ τὰ νενομισμένα μὴ πέμπειν εἰς Ἄιδου. καὶ μετὰ χρόνον οὐκ
ἀποδιδούσης τῷ Σισύφῳ τῆς γυναικὸς ὁ Ἅιδης πυθόμενος μεθίησιν
αὐτὸν ὡς τῇ γυναικὶ μεμψόμενον. ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος
οὐκέτι ὀπίσω ἄγει, πρὶν ἢ γηραιὸν αὐτὸν ἀποθανόντα * * κυλινδεῖν
ἠνάγκασεν εἰς Ἅιδου λίθον πρὸς τὸ μὴ πάλιν ἀποδρᾶναι. ἡ ἱστορία
παρὰ Φερεκύδει.
ἡ διπλῆ, ὅτι τὸν συνετὸν καὶ κερδαλέον κέρδιστον λέγει. οἱ δὲ
νεώτεροι τὸν φιλοκερδῆ ἐξεδέξαντο.
κέρδιστος] συνετώτατος, ἐντρεχέστατος· οὐ γὰρ ἂν τὸν πρόγονον αὑτοῦ πανουργότατον ἔλεγεν.
154. ἡ διπλῆ πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος. καὶ ὅτι ἐν
Ἰλιάδι συνεχῶς ταῖς ἐπαναλήψεσι κέχρηται, ἐν δὲ Ὀδυσσείᾳ ἅπαξ
κατʼ ἀρχάς “Αἰθίοπες τοὶ διχθά” (Od. 1, 23).
155. * Ἰακῶς τὸ τίκτεν Ἀρίσταρχος.
Βελλεροφόντην] οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους· ἀνελὼν δὲ
Bέλλερον τὸν Κορινθίων δυνάστην Βελλεροφόντης ἐκλήθη. ἦν δὲ
φύσει μὲν παῖς Ποσειδῶνος, ἐπίκλησιν δὲ Γλαύκου. λαβὼν δὲ παρὰ
Ποσειδῶνος τὸν Μεδούσης τῆς Γοργόνος Πήγασον πτερωτὸν ἵππον
ροφόντου ἐδέετο ὅπως αὐτῷ συνευνασθῇ· ὁ δὲ δεξιούμενος τὸ ὅσιον
ἀντέλεγεν, ἡ δὲ Ἄντεια δείσασα μὴ τῷ Προίτῳ προλαβὼν ἐξεύποι
τοὺς αὐτῆς ἔρωτας, ἔφθασε τὸν Βελλεροφόντην κατείπασα ὡς ἄρα
εἴη βεβιασμένη πρὸς αὐτοῦ. ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἐβουλήθη
τὸν Βελλεροφόντην ἀποκτεῖναι, πέμπει δὲ αὐτὸν εἰς Λυκίαν πρὸς τὸν
πενθερὸν Ἰοβάτην, ἀδοκήτως καθʼ ἑαυτοῦ κομίζοντα γράμματα. ὁ δὲ
πολλοῖς αὐτὸν ἐγγυμνάσας ἄθλοις, ὡς οὐχ ἑώρα φθειρόμενον, ὑπετό-
πησε τὴν κατʼ αὐτοῦ στρατηγηθεῖσαν δεινὴν καταβολήν· τοσοῦτον
γὰρ κακῶν ὄχλον τῇ δυνάμει κατηγωνίσατο· ἔδωκε δὲ αὐτῷ πρὸς
γάμον τὴν ἰδίαν θυγατέρα Κασάνδραν καὶ τῆς βασιλείας μοῖράν
τινα. λέγεται δὲ αὐτὸν ἐπαρθέντα ἐφʼ οἷς ἔπραξε, θελῆσαι ἐπὶ τοῦ
Πηγάσου τὸν οὐρανὸν κατοπτεῦσαι. τὰ γὰρ νῶτα, ὡς ἔφαμεν, πτε-
ρωτὰ εἶχεν ὁ ἵππος· τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ
Πηγάσῳ, ὥστε ἐκπεσεῖν μὲν τὸν Βελλεροφόντην καὶ κατενεχθῆναι
εἰς τὸ τῆς Λυκίας πεδίον τὸ ἀπʼ αὐτοῦ καλούμενον ἀλήϊον πεδίον,
ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα, τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ
δεηθεῖσαν τοῦ Διὸς δῶρον πρὸς τὸ ἀκόπως περιιέναι τὰς τοῦ κόσμου
περιόδους. ἡ δὲ ἱστορία παῤ Ἀσκληπιάδῃ ἐν Τραγῳδουμένοις.
157. *Ἀρίσταρχος Ἰακῶς κακὰ μήσατο.
158. *τὸ πολὺ φέρτατος καὶ τὰ ἑξῆς ἐπὶ τοῦ Προίτου παραδεκτέον.
159. *γάρ μιν] γρ. γάρ οἱ.
160. Ἄντεια] ἡ διπλῆ, ὅτι Ὅμηρος Ἄντειαν, οἱ δὲ νεώτεροι Σθνέβοιαν, καὶ τι ἀκαίρως τὸ δῖα· μάχεται γὰρ ἡ μάχλος.
προπερισπαστέον τὸ δῖα, καὶ τὸ Ἄντεια προενεκτέον ὡς Κράτεια.
169. γράψας ἐν πίνακι πτυκτῷ] ὅτι ἔμφασίς ἐστι τοῦ τῆς λέξεως
γράμμασι χρῆσθαι· οὐ δεῖ δὲ τοῦτο δέξασθαι, ἀλλʼ ἐστὶ γράψαι τὸ
ξέσαι. οἷον οὖν ἐγχαράξας εἴδωλα διʼ ὧν ἔδει γνῶναι τὸν πενθερὸν
τοῦ Προίτου.
170. δεῖξαι δʼ ἠνώγειν] οὕτως σὺν τῷ ν ἠνώγειν Ἀρίσταρχος· ἠνώγεεν γάρ.
*ὅτι τοῦτον οἱ νεώτεροι Ἰοβάτην φασίν.
171. ὑπʼ ἀμύμονι πομπῇ] Ἰξίων ἐν τῷ πρώτῳ τῷ πρὸς τὰς ἐξη-
γήσεις προφέρεται μετʼ ἀμύμονι.
174. ἐννῆμαρ] ἡ διπλῆ, ὅτι ἐπίφορός ἐστι πρὸς τὸν ἐννέα ἀρι- θμόν.
Ἀρίσταρχος καὶ ξείνισσε καὶ ξείνιζε.
176. καὶ τότε μιν ἐρέεινε] ὅτι ἔθος ἦν παρὰ τοῖς παλαιοῖς ξενί-
ζειν πρότερον, εἶτα πυνθάνεσθαι τίνος ἕνεκεν παραγεγόνασιν οἱ ξένοι.
σῆμα] ὅτι σημεῖα λέγει, οὐ γράμματα· εἴδωλα ἄρα ἐνέγραψεν.
181. *ὅτι ἓν σῶμα ἡ Χίμαιρα.
183. ὅτι οὐδὲν περὶ τῆς κατὰ τὸν Πήγασον ἱστορίας ἐμφαίνει.
187. *ἀνερχομένῳ] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ διὰ τοῦ ε,
ἐπερχομένῳ.
188. βέλτιον τοῖς ἑξῆς συντάττειν τοῦτον τὸν στίχον.
189. * πρὸς τὸ πάλιν, ὅτι οὐ χρονικῶς.
191. γίνωσκε θεοῦ γόνον] ὅτι ἐκ τῶν πραττομένων τοῦτο συνέ-
βαλεν. εἰ δὲ προσέκειτο καὶ ὁ Πήγασος, πολὺ πλέον αὐτοῦ τὴν
δόξαν ἐπιστώσατο.
194. τέμενος τάμον] ἡ διπλῆ, ὅτι παρετυμολογεῖ τὸ τέμενος ἀπὸ τοῦ τεμεῖν καὶ ἀφορίσαι.
195. *γράφεται ὄφρα νέμοιτο.
198. Λαοδαμείῃ μέν] ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.
199. ὅτι καθʼ Ὄμηρον Σαρπηδὼν υἱὸς Εὐρώπης οὐκ ἔστιν, οὐδʼ ἀδελφὸς Μίνωος, ὡς οἱ νεώτεροι· καὶ γὰρ οἱ χρόνοι εὔδηλοι.
200. ὅτι παρετυμολογεῖ τὸ ἀλήϊον ἀπὸ τῆς γενομένης ἐν αὐτῷ
τοῦ Βελλεροφόντου πλάνης. τὸ δὲ ἀλήϊον οἱ μὲν ἐψίλωσαν ἀπὸ τῆς
ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάσυναν ἀπὸ τοῦ τοὺς ἅλας ἐκεῖ
πήγνυσθαι· βέλτιον δὲ τὸ πρότερον.
202. πάτον] ὡς λόγον· τὰ γὰρ εἰς τος λήγοντα δισύλλαβα,
βραχείᾳ παραληγόμενα, μονογενῆ βαρύνεται, κρότος κότος μίτος
νότος πότος. οὕτως ἄρα καὶ πάτος. δοκεῖ ἀντικεῖσθαι τὸ στρατός·
τὸ γὰρ βροτός κατὰ δύο τρόπους ἀποφεύγει, ὅτι καὶ κοινὸν καὶ ἔχει
ἀντέμφασιν.
203. *ἔκτα] ἀποκοπὴ τοῦ “ἔκτανʼ ἐπὶ προμάχων” (Il. 18, 456).
210. ὅτι οἱ μὲν ἥρωες Ἔφυραν παράγονται λέγοντες, αὐτὸς δὲ Κόρινθον λέγει τὴν πόλιν.
211. αἵματος] σπέρματος· τὸ γὰρ αἷμα εἰς θορὸν μεταβάλλεται. οἱ γοῦν συνεχῶς ἀφροδισιάζοντες τὸ τελευταῖον αἷμα φέρουσιν· τὸ γὰρ μεταβαλλόμενον ἀναλώσαντες τὸ ἀμετάβλητον ἐξέλκουσιν.
213. ἔγχος μὲν κατέπηξεν] γραφικῶς ἔχει καὶ τοῦτο. ἵνα δὲ μηκέτι πόλεμος εἶναι δοκῇ, καταπήγνυσι τὸ ἔγχος ὁ Διομήδης.
217. *ξείνισεν ἐν μεγάροισι] γρ. ξείνισʼ ἐνὶ μεγάροισι.
218. *ὅτι περιττὸς ὁ καί σύνδεσμος.
219. Οἰνεὺς μὲν] σημειοῦνταί τινες ὅτι πρὸς τὸ πρῶτον ἀπήντηκεν.
226. στικτέον κατὰ τὸ τέλος τοῦ στίχου. ἀμφίβολον δὲ τὸ
λεγόμενον. ἤτοι γὰρ ἀλλήλων παρακελεύεται φείσασθαι τόν τε
Διομήδη καὶ τὸν Γλαῦκον, καὶ πάλιν ἀλλήλων τὰ πλήθη τοὺς
Λυκίους καὶ τοὺς Ἀργείους, ἵνʼ ὥσπερ σπονδὰς ἔχωσιν οὗτοι οἱ
βασιλεῖς καὶ τὰ πλήθη· ἢ καὶ ἐναλλὰξ, καὶ οἱ βασιλεῖς τῶν
πληθῶν καὶ τὰ πλήθη τῶν βασιλέων, ὡς δὲ συντομώτερον εἰπεῖν,
πάντες πάντων, Διομήδης Γλαῦκος, Ἀργεῖοι Λύκιοι. μειοῦνται γὰρ
αἱ τῆς φιλίας συνθῆκαι, εἰ μόνοι οἱ βασιλεῖς ἀλλήλων ἀφέξονται.
*οὕτως Ἀρίσταρχος ἀλλήλων. Ζηνοδότειος δέ ἐστιν ἡ ἀλλή- λους.
*ἀλεώμεθα] ἀντὶ τοῦ φειδώμεθα.
227. πολλοὶ μὲν γὰρ] οἷον οὐκ ἐπείγει πρὸς ἀλλήλους ἡμᾶς ἀμφοτέρους μάχεσθαι.
229. δύνηαι] ὡς λέγηαι καὶ φέρηαι· “σὺ δέ κεν κακὸν οἶτον
ὄληα” (Il. 3, 417). Τυραννίων δὲ προπερισπᾶ· καὶ δῆλον ὅτι
καὶ τὸ πρῶτον αὐτοῦ πρόσωπον δώσει δυνῶμαι ὡς νικῶμαι. ἀλλʼ
εἰ ἅπαξ ἐστὶ τὸ ὁριστικὸν κατὰ χρῆσιν, δύναμαι δύνασαι, καὶ
ὁμολογεῖται ἀπὸ τῶν εἰς μι, ὁμοτονήσει τούτοις καὶ τὰ ὑποτακτικά.
οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ ἄλλοι.
236. ἑκατόμβοι] ἑκατὸν βοῶν ἄξια· οὐ γὰρ νομίσμασιν· ὅθεν
καὶ ἀλφεσίβοιαι. οἱ δὲ παρʼ Ἀθηνάιοις νόμισμα ἔχον βοῦν.
ἐννεαβοίων] ἐννήα βοῶν· κεκώλυται δὲ ὑπὸ τοῦ μέτρου εἰπεῖν
δεκαβοίων.
237. Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν] ὅτι τὰς Σκαιὰς ὀνομα- τικῶς Δαρδανίας λέγει.
239. πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ περὶ παίδων καὶ κασιγνήτων
ἐρωτῶσαι.
ἔτας τε] ὁ Ἀσκαλωνίτης ψιλοῖ ἐφʼ οὗ ἂν τάσσηται, φησὶ, σημαι-
νομένου. πολλὰ γὰρ ἡ λέξις σημαίνει. εἰ δὲ καὶ ἐπὶ τῶν ἑταίρων,
φησί, πάλιν ψιλωτέον, ἐπεὶ συγκοπὴ ἐγένετο ὡς ἀπὸ τοῦ ἥλατο
ἆλτο. πιθανώτερον δέ ἐστι, φησὶν, ἐνθάδε ἀκούειν ἐπὶ τῶν συγγενῶν.
Ἀλεξίων δὲ δασύνει. ὁ δὲ Ἀρίσταρχος οὐδὲν ἄντικρυς περὶ τοῦ
πνεύματος ἀπεφήνατο. ἡμῖν δὲ δοκεῖ ἀφορμῇ ἐκείνῃ χρήσασθαι. εἰ
ἄδηλόν ἐστι τὸ πνεῦμα, τὰ δὲ τοιαῦτα πολλάκις ἐκ συναλοιφῶν
κρίνεται, εὑρέθη δὲ διὰ ψιλοῦ ἡ συναλοιφὴ, οὐδέποτε δὲ διὰ δασέος,
δῆλον ὅτι διὰ τοῦτο συγκαταθετέον τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι. παρὰ
γοῦν Αἰσχύλῳ (fr. 314) οὕτως εὕρομεν “οὔτε δῆμος οὔτʼ ἔτης ἀνήρ”
καὶ παῤ Εὐριπίδῃ (fr. 1003) τὸ “πόλει μὲν ἄρχων, φωτὶ δʼ οὐκ ἔτῃ
πρέπων.”
241. πάσας ἑξείης] ὅτι ἔν τισι γράφεται πᾶσι μάλʼ ἑξείης, κατὰ τὸ ἑξῆς λέγων τοῖς θεοῖς εὔχεσθαι, ἀλλὰ μὴ κατὰ τὸ τυχόν.
242. ἀλλʼ ὅτε δῆ] τὸ ἑξῆς, ἀλλʼ ὅτε δὴ Πριάμοιο, (251) ἔνθα οἱ ἠπιόδωρος· τὰ δὲ λοιπὰ ὡς διὰ μέσου λεγόμενα διορθωτέον.
243. ξεστῇς αἰθούσῃσι] στοαῖς ταῖς καταλαμπομέναις ὑπὸ του ἡλίου, ἢ αἰθούσαις διὰ τὸ αἴθεσθαι ἐν αὐταις φῶς τοῦ χειμῶνος, ἡ διὰ τὴν τοῦ ἡλίου βολήν.
244. ἔνεσαν] ὡς ἔλεξαν. οὕτως καὶ Ἀρίσταρχος· ἀληθὲς γάρ
ἐστιν ὡς πᾶς παρῳχημένος δισύλλαβος, παθὼν κατὰ τὴν ἀρχὴν
καὶ βραχεῖαν ἀναδεξάμενος, ἀναδίδωσι τὸν τόνον, κατεῖχε κάτεχε.
οὕτως οὖν ἀνέγνωμεν “ἥμενον εἰσεῖδε” (ll. 14, 158) προπερισπω-
μένως, τὸ δὲ ἕτερον “τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ
Ἀθήνην” (Od. 1, 118) προπαροξυτόνως.
246. *παρὰ μνηστῇς ἀλόχοισι] ἐν ἄλλῳ παῤ αἰδοίῃς ἀλό-
χοισι.
248. * τέγεοι ὡς τέλεοι· τέγος γὰρ ὡς τέλος, καὶ τέγειος ὡς τέλειος.
δώδεκʼ ἔσαν τέγεοι θάλαμοι] ὅτι ὑπερῷοι ἦσαν, διὸ τέγεοι, ἵνα μὴ
διοδεύωνται. ἐπιμελῶς δὲ Ὅμηρος καὶ διὰ τὴς Ἰλιάδος καὶ διὰ τῆς
Ὀδυσσείας τοὺς γυναικείους θαλάμους ὑπερῴους συνίστησιν.
*παῤ αἰδοίῃσʼ ἀλόχοισιν] οὕτως Ἀρίσταρχος, παῤ αἰδοίῃσ᾿.
*ἐν ἄλλῳ παρὰ μνηστῇσ᾿ ἀλόχοισι.
251. ἠπιοδωρος] δῶρον παρὰ τῆς φύσεως ἔχουσα τὸ εἶναι ἠπία, ὅτι κλαυθμυριζομένοις τοῖς παισὶ τὸν μαζὸν προτείνει.
252. * ὅτι πρὸς Λαοδίκην πορευομένη. “εἰς Ἀγαμέμνονα” (Il. 7,312).
255. δυσώνυμοι] οὐδὲ γὰρ ὄνομα αὐτῶν ὀνομάζειν θέλει, ὡς καὶ ἡ Πηνελόπη “κακοΐλιον οὐκ ὀνομαστήν” φησιν (Od. 19, 260).
257. * ἄκρης πόλιος] ὅτι διαλελυμένως ἄκρην πόλιν εἶπε τὴν
ἀκρόπολιν.
260. δὲ κʼ αὐτός] τοῦτο διχῶς ἀναγινώσκεται. ὅσοι γὰρ ἡγοῦνται
ἐγκεῖσθαι τὸν κε ἐγκλιτικὸν, ῥωννύουσι τοῦ δέ τὴν ὀξεῖαν, ὡς καὶ ὁ
Ἀσκαλωνίτης· οὕτως γὰρ καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ (3, 255) ἀνα-
γινώσκει “ἤτοι μὲν τόδε κʼ αὐτὸς ὀΐεαι.” ὅσοι δὲ τὸν καί κατὰ
κρᾶσιν καὶ ἔκθλιψιν, καὶ αὐτός—καὐτός, ἐγκλίνουσι τὸν δέ.
*τὸ δὲ καὐτός διχῶς, καὶ βαρέως καὶ ὀξέως.
*ὅτι τὸ πλῆρές ἐστι κε αὐτός. Ὁμηρικὸν δὲ τὸ τὸν κε περιττὸν εἶναι.
261. μένος] ἡ προθυμία, παρὰ τὸ μένω ῥῆμα, ὃ δηλοῖ τὸ προθυ-
μοῦμαι, ὅθεν παρακείμενος μέμακα, μετοχὴ μεμακώς, ἐνδείᾳ τοῦ
κ μεμαώς· “μεμαὼς πόλιν ἐξαλαπάξαι” (Il. 4, 40). μέσος
παρακείμενος οὕτως μέμονα ὁ παρακείμενος. καὶ ὡς φθείρω φθαρτός,
οὕτω μένω μάτος, καὶ αὐτόματος ἐν συνθέσει.
262. * ὅτι ἄκρως Δώριον τὸ τύνη.
264. * ἄειρε] ἀντὶ τοῦ πρόσφερε, δίδου.
265. μή μʼ ἀπογυιώσῃς] ἡ διπλῆ πρὸς τὸ δοκοῦν μάχεσθαι· ἡ
γὰρ Ἑκάβη λέγει “μένος μέγα οἶνος ἀέξει,” ὁ δὲ Ἕκτωρ “μή μʼ
ἀπογυιώσῃς.” ἔστι δὲ διάφορα τὰ λέγοντα πρόσωπα, καὶ ἑκάτερον
πρός τι εἴρηται.
266. *ἀνίπτοισιν] οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός. Ζηνόδοτος διὰ τοῦ η ἀνίπτῃσιν.
*ὅτι Ζηνόδοτος γράφει ἀνίπτῃσιν. οὐκ ἔστι δὲ ἡ εὐθεῖα ἀνίπτη.
269. εὐχετάασθαι] Ἀρίσταρχος τὸ δεύτερον ἄλφα συστέλλει,
καὶ ὁ Ἀσκαλωνίτης· ἄλλοι δὲ ἐκτείνουσιν, οὐχ ὑγιῶς. ὅσα γὰρ εἰς
δῶι λήγει ἀπαρέμφατα μὴ κατʼ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ
τέλους ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τέλους βραχύνεσθαι, λέγεσθαι
τίθεσθαι ἵστασθαι κίχρασθαι πίμπρασθαι. ὅσα δὲ πρὸ τέλους ἔχει
φύσει μακρὰν, προπερισπᾶσθαι θέλει, νικᾶσθαι φιλεῖσθαι· τὰ γὰρ
τοιαῦτα δίζησθαι φίλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ
ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι πάντως καὶ
προπερισπῶσιν· εἰ δὲ δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν,
δώσουσι καὶ τὴν παραλήγουσαν βραχυνομένην. οὕτως οὖν πάντα
τὰ τοιαῦτα ἀναγνωστέον “ἀλλ᾿ ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι
ἄνωγα” (Od. 16, 316)· “ἐν μεγάροισι δʼ ἕκητι σέθεν κακὰ
μηχανάασθαι” (Od. 3, 213)· ἄλλοτε μέν σε καὶ αἰτιάασθαι
270. *γεραιάς] γρ. καὶ γεραίρας.
273. *ἐπὶ γούνασιν] ὅτι πάλιν ἀντὶ τοῦ παρὰ γούνασιν.
277. * Ἰλίου ἱρῆς] ὅτι θηλυκῶς τὴν Ἴλιον.
278. *φόβοιο] ὅτι πάλιν φόβον τὴν φυγήν.
280. Πάριν μετελεύσομαι] ἵνα μὴ διʼ Ἀνδρομάχην δοκῇ τῆς μητρὸς ὑπεξίστασθαι. καλῶς δὲ τὰ ἀναγκαῖα προκρίνει τῶν ἡδέων.
282. γαῖα χάνοι] διασταίη ἡ γῆ, ὥστε χάσματος γενομένου καταποθῆναι. ἢ καταπίοι ἡ γῆ.
284. ὅτι τὸ σημαινόμενον, εἰ ἐκεῖνον ἴδοιμι τετελευτηκότα, δόξαιμι ἂν ἐκλελῆσθαι τῆς κακοπαθείας καὶ χωρὶς αὐτῆς γεγονέναι. ἔνιοι δὲ ἀγνοήσαντες γράφουσιν ἀτέρπου.
285. *Ζηνόδοτος φίλον ἦτορ.
288. κατεβήσετο] superscriptum κατεβήσατο.
*ἐν ταῖς Ἀριστάρχου φέρεται καὶ ἑτέρως, ἡ δʼ εἰς οἶκον ἰοῦσα παρίστατο φωριαμοῖσιν.
289. ἔσαν οἱ] ὅτι ἐγκεκλιμένως ἀναγνωστέον οὕτως δύο τόνοις, καίτοι πυρριχιακῆς οὔσης τῆς λέξεως, ἵνα μὴ ἄρθρον νοηθῇ τὸ οι, ἀλλʼ ἀντωνυμία.
291. ἤγαγε Σιδονίηθεν] δεδιὼς γὰρ τὸν διωγμὸν διὰ Φοινίκης καὶ Αἰγύπτου ἦλθεν, ὡς καὶ οἱ Ἀργοναῦται διὰ τοῦ Ἴστρου. τῆς περιεργασίας δὲ Ἀλεξάνδρου τὸ μὴ μόνον ὠνήσασθαι πέπλους, ἀλλὰ καὶ πρίασθαι τὰς ἐργαζομένας.
*ὅτι ἀπὸ μιᾶς πόλεως τῆς Σιδῶνος τὴν Φοινίκην σημαίνει.
292. ἀνήγαγεν] ὅτι τὸν ἐκ Πελοποννήσου ἐπὶ Ἴλιον πλοῦν ἀναγω- γὴν λέγει.
299. * βραχὺ διασταλτέον ἐπὶ τὸ Κισσηΐς.
303. * ἐπὶ γούνασιν] ὅτι πάλιν παρὰ γούνασιν.
305. ἐρυσίπτολι] πλεονασμὸς τοῦ ε· οἱ δὲ παρὰ Καλλιμάχῳ
τὸν οὐκ ἀγαθὸν ἐρυσίπτολιν. ἄλλως ἡ ποιοῦσα ἐριπεῖν τὰς πόλεις.
311. ὣς ἔφατʼ εὐχομένη] ἀθετεῖται, ὅτι πρὸς οὐδὲν τὸ ἐπιφώνημα
καὶ οὐκ εἰθισμένον· κατὰ μὲν γὰρ τὸ ἐναντίον ὁ Ζεὺς ἐπιβεβαιοῖ
κατανεύων· καὶ ἐξῆς δʼ ἐπιλεγομένου “ὣς αἱ μέν ῥ’ εὔχοντο”
σαφῶς γίνεται περισσὸς ὁ στίχος. γελοία δὲ καὶ ἡ ἀνανεύουσα
Ἀθηνᾶ.
317. *πόλει ἄκρῃ] οτι πάλιν διῃρημένως εἴρηκεν.
319. *ὅτι ὑφ᾿ ἓν ἑνδεκάπηχυ ἀναγνωστέον· τὸ γὰρ διπλάσιον δυωκαιεικοσίπηχυ (ll. 15, 677).
οἱ μὲν διαιροῦσιν, ἔχεν, εἶτα δεκάπηχυ· οἱ δὲ ἑνδεκάπηχυ. ὁ μὲν οὖν Ἀσκαλωνίτης οὐδεμίαν προκρίνει· οἱ δὲ περὶ Ἡρακλέωνα καὶ Ἀλεξίωνα πιθανωτέραν ἠγοῦνται τὴν τοῦ ἕνδεκα ἀριθμοῦ διαστολὴν, ἐπειδήπερ τὰ ναύμαχα, τὰ ἐκ δύο συμβληθέντα καὶ κολληθέντα, λέγεται δυωκαιεικοσίπηχυ.
320. πόρκης] ὁ κρίκος ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος, διὰ τὸ πείρειν τὸ δόρυ διʼ αὐτοῦ.
322. βραχὺ διασταλτέον ἐπὶ τὸ θώρηκα· πρεπωδέστερον γὰρ ἐπὶ τοῦ τόξου τὸ ἁφόωντα.
325. τὸν δʼ ‘Εκτωρ νείκεσσεν] ὅτι κυκλικῶς κατακέχρηται· οὐδὲν
γὰρ λέγεται ἐπιπληκτικόν.
326. ὅτι ἄπορον ποῖον χόλον. λύοιτο δʼ ἂν ἐξ ὑποθέσεως. μήποτʼ οὖν ἀκούων τοὺς Τρῶας καταρᾶσθαι αὐτῷ ἐχολοῦτο· ἀμείβεται γοῦν “οὔτοι ἐγὼ τόσσον χόλῳ οὐδὲ νεμέσσει” (335).
330. * εἴ τινά που] Ἀρίσταρχος ὅν τινά που.
331. *πυρὸς δηίοιο θέρηται] ὅτι ἐλλείπει ἡ ὑπό πρόθεσις, ὑπὸ πυρός.
335. Τρώων τόσσον χόλῳ] ὅτι σαφὲς γέγονε τὸ ἐν τοῖς ἐπάνω ἄδηλον διὰ τοῦ “δαιμόνι, οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ” (326).
336. ἥμην] προσπνευστέον τὸ η· ἐνδιατρίβειν γὰρ σημαίνει καὶ τὸ καθῆσθαι. ὅσοι δὲ ἠθέλησαν σημαντικὸν εἶναι τοῦ ὑπάρχειν ἐψίλωσαν· ὃ σπανίως εὑρίσκεται κατὰ τὴν χρῆσιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ περὶ τῶν εἰς μι. ὁ μέντοι ποιητὴς οὐκ ἐχρήσατο.
ἄχει προτραπέσθαι] διὰ τὴν λύπην τοῦ δυσημερήματος ἤθελον ἀποτραπῆναι μικρὸν τῆς μάχης. ἔνιοι δὲ εἶξαι.
*οἱονεὶ εἶξαι τῇ συμφορᾷ καὶ σχολάσαι τῆς μάχης.
337. ὅτι οὐ κατὰ τὸ ῥητὸν παραγήοχε τὴν παραμυθίαν, δεῖ δὲ
κατὰ τὸ σιωπώμενον νοῆσαι· διὸ καὶ εὑρίσκεται περὶ τὰ ὅπλα ἀσχο-
λούμενος.
343. *ἐν ἄλλῳ προσηύδα δῖα γυναικῶν.
348. ἀπόερσε] ψιλωτέον· τὰ γὰρ φωνήεντα καταλήγοντα εἰς τὸ
ρ ἐπιφερομένου τοῦ σ ψιλοῦσθαι φιλεῖ, ἄρσαντες —οὕτως γὰρ ἐλέ-
γομεν περὶ τούτου καὶ ἐν τῇ A ῥαψῳδίᾳ (136)—, Ἀρσινόη, “ἐν δὲ
σταθμοὺς ἄρσε” (Od. 21, 45), ὄρσας, “ὄρσεο, κυλλοπόδιον” (Il.
21, 331). ταύτῃ ἀναλογώτερον τὸ ἔερσα τρισύλλαβον· πιθανῶς δὲ
παρέδραμε τὴν τῶν αὐτῇ εἰργασμένων αἰσχύνην.
353. *καί μιν] γρ. κέν μιν.
*ἐπαυρήσεσθαι] τῆς ἰδίας ἀνοίας δηλονότι.
354. *ἀλλʼ ἄγε νῦν] οὕτω νῦν αἱ Ἀριστάρχου.
355. τὸ δᾶερ ὡς ἆνερ· τοιαῦται γὰρ αἱ εἰς ερ κλητικαί· τὴν
δὲ σὲ ἀντωνυμίαν ὀξυτονοῦσι, τουτέστιν ὀρθοτονοῦσιν, ἐπεὶ πρός τί
ἐστιν. ἔστι μὲν οὖν ἀληθὲς ὅτι ἀντιδιασταλτική ἐστι νῦν ἡ ἀντωνυμία·
ἡ μέντοι κοινὴ ἀνάγνωσις ἀνέγνω ἐγκλιτικῶς ἀεὶ τὴν τοιαύτην σύν-
ταξιν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. τὸ ἐπεί σε εὑρέθη συνεχῶς οὕτως
ἀνεγνωσμένον, ἐγκλιτικῶς ἀεὶ, μὴ ἐπιφερομένου συνδέσμου “ἐπεί σʼ
εἴασεν Ἀχιλλεύς ” (Il. 24, 684) “ἐπεί σε πρῶτα κιχάνω ” (Od.
13, 228) “ἐπεί σε φυγὼν ἱκέτευσα” (Od. 15, 277) “ἐπεί σε
λέοντα ” (Il. 21, 483). οὕτως δὲ καὶ “ ἐπεί σε μάλιστα πόνος
φρένας.” καί μοι δοκοῦσι τῷ πρώτῳ προσώπῳ ἀκολουθεῖν οἱ οὕτως.
ἀνεγνωκότες, πιθανῶς πάνυ. διὰ γὰρ τῆς φωνῆς τὸ πρῶτον πρόσωπον
ἐπιδείκνυται τό τε ὀρθοτονούμενον καὶ τὸ ἐγκλιτικὸν, εἴ γε ἡ ἐμέ
αἰτιατικὴ, ὅτε φυλάσσει τὸ ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλι-
357. οἷσιν ἐπί] ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἵνʼ ᾖ ἐφʼ οἷς. δύναται
δὲ τὸ ἑξῆς εἶναι ἐπέθηκεν· οὕτως γὰρ βούλονται καὶ οἱ περὶ Ἡρα-
κλέωνα· ἢ περισσὴν λαμβάνειν τὴν ἐπί, ἥτις πάλιν οὐκ ἀναστραφή-
σεται, διʼ ὃν εἴπομεν λόγον· τοῦτο γὰρ βούλεται καὶ ὁ Ἀλεξίων.
οὐδὲν μέντοι κεκώλυκε καὶ τὸ τοῦ Ἀσκαλωνίτου, ἐπεὶ οὐχ ὁρῶ τινὰ
λόγον ἀναγκαστικόν.
360. *οὐ δέ] ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· οὐ γάρ με πείσεις.
362. *Τρώεσσʼ] τὸ τέλειον Τρώεσσι· διὸ προπαροξύνεται.
*τὸ ποθήν ὡς κριθήν.
366. *οἰκῆας] οἰκέτας.
367. *τʼ οἶδ᾿] τὸ τέλειον τε οἶδα.
ἔτι σφιν] οὕτως ἔτι σφιν. εἴς τόνος, καίτοι ἐχρῆν δύο διὰ τὸ
ἐπιφέρεσθαι ἀντωνυμίαν ἀπὸ τοῦ σφ ἀρχομένην, ὁμοίως τῷ “ὅθι
σφίσι πέφραδʼ Ἀχιλλεύς (Il. 23. 138) “ἦρχε δʼ ἄρα σφιν ἄναξ
ἀνδρῶν Ἀγαμέμνων ” (Il. 14, 134). σεσημείωται οὖν αὕτη ἡ ἀνά-
γνωσις μόνη, ὡς ἐν ἄλλοις ὁ Ἡρωδιανὸς λέγει.
370. *εὖ ναιετάοντας] ὅτι ἀντὶ τοῦ εὖ ναιομένους.
371. οὐδʼ εὗῤ Ἀνδρομάχην] ἐκκλίνων τὸ ὁμοειδὲς πιθανῶς ἐποίησε
τὴν Ἀνδρομάχην μὴ εὑρισκομένην ἔνδον. ἅμα δὲ καὶ κρίνειν τὸν
ἀκροατὴν ἀξιοῖ ὅσης ἐπλήρωσε μὲν λύπης εὑρὼν Ἑλένην, Ἀνδρομάχην
δὲ οὔ. ἀπῄει δὲ κατηφὴς, τῶν φιλτάτων μὴ θεαθέντων· ἐν γὰρ τῷ
τείχει παραδόξως συντνγχάνει αὐτοῖς.
373. *ἐκ παραλλήλου τὸ αὐτό.
*ἐφειστήκει] Ἀρίσταρχος χωρὶς τοῦ ῑ ἐφεστήκει.
394. *πολύδωρος] πολλὰ ἕδνα παρὰ τοῦ ἀνδρὸς λαβοῦσα.
396. τὸ Ἠετίων εἰ μὲν τοῖς ἄνω συντάττοιμεν, ἐμφανέστερον ποιεῖ τὸ ἀκατάλληλον τῆς ἐπαναλήψεως, ἥτις ὁμοιόπτωτος ὀφείλει γίνεσθαι· εἰ δὲ τοῖς μετὰ ταῦτα, δύναται εἶναι ὁ λόγος καὶ τὸ ἑξῆς, μεγαλήτορος Ἠετίωνος, ὅστις Ἠετίων ᾤκει ὑπὸ Πλάκῳ.
Ἠετίων, ὃς ἔναιεν] ἡ διπλῆ πρὸς τὴν ἐπανάληψιν, ὅτι πλεονάζει ἐν Ἰλιάδι, καὶ τὸ τῶν πτώσεων ἀκατάλληλον.
ὑπὸ Πλάκῳ] Γράνικος, οἱ δὲ Ἄτραμυς, Πελασγὸς τὸ γένος,
ἀφίκετό ποτε ὑπὸ τὴν ἐν τῇ Λυκία Ἴδην, καὶ πόλιν κτίσας ἐκεῖσε
ἀφʼ ἑαυτοῦ προσηγόρευσεν Ἀδραμύττιον. γεννήσας δὲ θυγατέρα
Θήβην τῷ ὀνόματι, παρὰ τὴν ἀκμὴν τοῦ γάμου ἔθετο γυμνικὸν
ἀγῶνα καὶ τὸν ταύτης γάμον τῷ ἀριστεύσαντι. Ἡρακλῆς δὲ κατʼ
ἐκεῖνο καιροῦ φανεὶς ἔλαβε τὴν Θήβην γυναῖκα, καὶ κτίσας πόλιν
ὑπὸ τὸ Πλάκιον καλούμενον ὄρος τῆς Λυκίας Πλακίαν Θήβην
αὐτὴν ἀπὸ τῆς γυναικὸς ἐκάλεσεν. ἡ ἱστορία παρὰ Δικαιάρχω.
398. *ἔχεθʼ Ἕκτορι] ὅτι ἀντὶ τοῦ εἴχετο ὑφ’ Ἕκτορος. ἡ γὰρ γυνὴ ἔχεται, ὁ δὲ ἀνὴρ ἔχει.
400. κόλπῳ] ὅτι κόλπον τὰς ἀγκάλας νῦν εἶπεν. εἴωθε δὲ καὶ τὸ ἄνω τοῦ πέπλου οὕτως καλεῖν· “κόλπον ἀνιεμένη” (Il. 22, 80).
*ἀταλάφρονα] ἁπαλὰ φρονοῦντα, μὴ δυνάμενον τλῆναι καὶ κακο-
παθεῖν.
*αὔτως] οὕτως ὡς οἱ παῖδες.
402. *καλέεσκε Σκαμάνδριον] σημείωσαι τὸ μέτρον.
403. *ὅτι παρετυμολογεῖ.
408. *καὶ ἔμʼ ἄμμορον] ὅτι τινὲς γράφουσι καὶ ἐμὸν μόρον,
οὐκ εὖ.
413. διὰ τί διηγεῖται τῷ ἐπισταμένῳ; ὅτι οὐκ ἔστιν ἀναλογισ- μὸς τοῦ συμφέροντος ταῖς ἀσθενούσαις ψυχαῖς. αὗται δὲ πρὸς τὸ πενθεῖν εἰσὶ καὶ τὸ δεῖσθαι διὰ τὴν ταραχήν.
414. ἁμὸν] Δημήτριός φησιν ἀντὶ τοῦ ἐμόν· διὸ καὶ ἄντικρυς
ψιλοῖ. πιθανώτερον δέ ἐστι Δωρικώτερον εἶναι, ἀντὶ τοῦ ἡμέτερον,
ἁμόν. οὕτως Ἀπολλώνιος.
415. * εὖ ναιετάωσαν] ὅτι ἀντὶ τοῦ εὖ ναιομένην.
*ναιετάωσαν] Ἀρίσταρχος διὰ τοῦ ὁ ναιετόωσαν.
417. ὅτι διδάσκει τί τὸ ἐξενάριξεν· ἐπιφέρει γὰρ “ἀλλʼ ἄρα μιν
κατέκηε σὺν ἔντεσιν.”
422. ἰῷ] ὡς σοφῷ Ἀρίσταρχος· καὶ ἐπεκράτησεν αὐτοῦ ἡ ἀνά-
λέγειν αὐτὸ Ἀττικὸν, λέγω δὲ τὸ ἐπὶ τῶν τοιούτων θηλυκῶν κατα-
βιβασμὸν γίνεσθαι τόνου. οὕτως οὖν καὶ “μέσην ἐς ἄγυιαν” (Il.
20, 254) ἀνέγνω, “ἐῦκτιμένας” δὲ “κατʼ ἀγυιάς” (391). μήποτʼ
οὖν ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ τῆς δοτικῆς περιέσπασε, συνεξομοιῶν τῷ τοῦ
θηλυκοῦ τόνῳ, κατὰ τὴν αὐτὴν πτῶσιν καὶ τὸ οὐδέτερον οὕτως ἀνέγνω
ὁμοτόνως.
428. * βάλʼ Ἄρτεμις] αἰφνιδίως ἐτελεύτησε· τοὺς γὰρ αἰφνιδίους θανάτους ἀναφέρουσιν εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν.
432. * θήῃς] οὕτως Ἀρίσταρχος διὰ τοῦ η, θήῃς.
433. ἀθετοῦνται στίχοι ἑπτὰ ἕως τοῦ (439) “ἤ νυ καὶ αὐτῶν
θυμός,” ὅτι ἀνοίκειοι οἱ λόγοι τῇ Ἀνδρομάχῃ· ἀντιστρατηγεῖ γὰρ
τῷ Ἕκτορι. καὶ ψεῦδος παρέχουσιν· οὐ γὰρ παρέδωκεν εὐεπίδρομον
τὸ τεῖχος κατὰ τοῦτο τὸ μέρος, οὐδʼ οὕτως ἐστὶ πλησίον ἡ μάχη τοῦ
τείχους. καὶ ὁ Ἕκτωρ (441) πρὸς τὰ πρότερα ἀπαντᾷ λέγων “ἦ
καὶ ἐμοὶ τάδε πάντα.”
434. * ἀμβατός] οὕτως Ἀρίσταρχος, ἀμβατός. Καλλίστρατος διὰ τοῦ η, ἀμβατή.
435. *τῇ γʼ ἐλθόντες] γρ. καὶ διὰ τοῦ δ, καὶ διὰ τοῦ γ.
437. Ἀτρείδας] ὁ Ἰξίων ἐν τῷ πρὸς τοὺς ἠθετημένους Ἀτρείδα προφέρεται δυϊκῶς.
438, 439. ἤ—ἤ] διὰ τὸ πού καὶ νύ τὸν ἤ ὀξυτονητέον, ὃς δύναται εἶναι διαζευκτικὸς ἢ καὶ παραδιαζευκτικός.
439. *ἐν ἐνίοις ᾖ νυ καὶ αὐτοὺς θυμός.
441. ὅτι πρὸς τὴν λέγουσαν “ἀλλʼ ἄγε νῦν ἐλέαιρε” καὶ “μὴ
παῖδʼ ὀρφανικὸν θείης” οἰκείως ἀπήντηκεν· ὁ δὲ διασκευαστὴς
ἐπλανήθη.
442. ἑλκεσιπέπλους] αἱ ἐν τῷ βαδίζειν ἐπισύρουσαι τοὺς πέπλους.
444. μάθον ἔμμεναι ἐσθλός] διδακταὶ γὰρ αἱ ἀρεταί. ἄμεινον δὲ τὸ ἔμαθον ἀντὶ τοῦ εἴωθα.
445. τὸ αἰεί τοῖς ἐπάνω προσδοτέον, ἵνα μὴ ὑπερβατὸν γένηται τοῦ παί συνδέσμου, καὶ αἰεὶ πρώτοισι. κοινὸν μέντοι νοεῖται κατʼ ἀμφοτέρων τὸ ἀεί, ὥσπερ καὶ τὸ μάθον.
446. * ἀρνύμενος] ἀντὶ τοῦ περικτώμενος.
448. ἔσσεται ἦμαρ] οὐκ ἐκφοβεῖ, ἀλλὰ πρὸς τὸ μέλλον εὐπαρά-
μυθον ποιεῖ. οὐχ ὁρίζει δὲ τὸν χρόνον τῆς ἁλώσεως· ὧν γὰρ δεινῶν
χρόνος οὐχ ὁρίζεται, τούτων ἦττον ἐλύπησεν ἡ προσδοκία, ώσπερ
ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ θανάτου· προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ
τὸ μὴ εἰδέναι τὸ πότε ἦττον ἀχθόμεθα.
*ὅτι θηλυκῶς τὴν Ἴλιον.
457. ὕδωρ φορέοις] ὅτι κατὰ τὸ προστυχὸν οὕτως εἰπόντος Ὁμήρου οἱ νεώτεροι τῷ ὄντι ὑδροφοροῦσαν εἰσάγουσιν αὐτήν.
*Μεσσηῒς καὶ Ὑπέρεια κρῆναι Ἄργους.
459. εἴπῃσιν] ὅτι τὸ εἴπῃσιν ἀντὶ τοῦ εἴποι ἄν. ἡ δὲ ἀναφορὰ
πρὸς Φιλητᾶν γράφοντα “ θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ
ὑπαλύξει” (Il. 21, 126). οὗτος γὰρ μὴ νοήσας ὅτι τὸ ὑπαΐξει ἐστὶ
τὸ ἐφορμῆσαι ὑπὸ τὴν φρῖκα, τουτέστι τὸ τοῦ ὕδατος ἐπανάστημα,
ὃς φάγοι ἂν Λυκάονος τοῦ δημοῦ, τὴν φρῖκα ἐδέξατο, τὴν ὑπὸ τοῦ
ψύχους γινομένην φρίκην, καί φησι τοὺς πιμελώδεις τῶν ἰχθύων
ὑπομένειν τὸ ψῦχος, ὥστε ὃς ἂν τὸ τοῦ Λυκάονος λίπος φάγοι, ἐκ-
κλίνει τὴν φρίκην.
464. χυτὴ] ἵτι οὐ πᾶσα γῆ οὕτως λέγεται παῤ αὐτῷ, ἀλλʼ ἡ τοῖς νεκροῖς ἐπιχεομένη.
465. πρίν γέ τι] Διονύσιος ὁ Σιδώνιος τὸν γέ ἐκ πλήρους ποιεῖ·
οὕτως καὶ Ἀλεξίων καὶ οἱ περὶ Ἡρακλέωνα· οὐ γὰρ πιθανὸν ἐγκεῖ-
σθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότερον συνέβη ταῦτα τῇ Ἀνδρο-
μάχῃ. ἔστιν οὖν τὸ τί καθʼ ὕπαρξίν τινα λεγόμενον, ἢ καὶ παρελ-
κόμενον, ὁμοίως τῷ “ἤ νύ τοι οὔ τι μέλει Τρώων πόνος” (Il. 22,
11) καὶ “ μή τι φόβονδʼ ἀγόρευε” (Il. 5, 252) καὶ “μή τί μευ
ἠΰτε παιδός (Il. 7, 235), οὐχ ὑγιῶς οὖν ὁ Πτολεμαῖος οἴεται
συναλοιφὴν εἶναι.
469. διασταλτέον χαλκόν τ ε· μέρος γὰρ ἐστὶ περιόδου ἐπανει- λημμένον μετοχικόν. ἀτυχθεὶς ὄψιν καὶ ταρβήσας χαλκὸν καὶ λόφον νοήσας.
472. ἀπὸ κρατὸς κόρυθʼ εἵλετο] σημειοῦνταί τινες τοῦτον διὰ τὸ
τὸν τραγικὸν Ἀστυδάμαντα παράγειν τὸν Ἕκτορα λέγοντα “δέξαι
κυνῆν μοι πρὸς πόλεμον δὲ καὶ φοβηθῇ παῖς.”
475. * Ἀρίσταρχος διὰ τοῦ δ, εἶπε δʼ ἐπευξάμενος.
478. *ὧδε βίην τʼ ἀγαθόν] ἄλλοι ὧδε βίην ἀγαθόν τε.
479. *πατρὸς δʼ ὅγε] Ἀρίσταρχος πατρός γʼ ὅδε.
479, 480. καὶ ποτέ τις εἴποι] τὸ ἑξῆς, καί ποτέ τις εἴποι ἐκ
πολέμου ἀνιόντα. καὶ οὐ λείπει τὸ ἰδών, ἀλλʼ ἔστι συνήθης Ἀττι-
κοῖς ἡ φράσις. Εὐριπίδης Ῥήσῳ (390) χαίρω δέ σʼ εὐτυχοῦντα
καὶ προσήμενον πύργοισιν ἐχθρόν,” καὶ αὐτὸς Ὅμηρος ἀλλαχοῦ
“ἤχθετο γάρ ῥα Τρωσὶν δαμναμένους” (Il. 13, 352). ἤλλακται δὲ
πτῶσις, ἀντὶ τοῦ ἐκ πολέμου ἀνιόντος.
480. ἔναρα βροτόεντα] τὰ ἀπὸ πολέμου λάφυρα· ἐναρίζειν γάρ ἐστι τὸ φονεύειν. διὰ τοῦτο καὶ οἱ νεκροὶ ἔναροι.
βροτόεντα] ᾑμαγμένα· βρότος γὰρ τὸ ἀπὸ φόνου αἷμα. ἢ ᾑματωμένα.
483. κηώδεϊ] ἐν ᾦ τὰ βρέφη κοιμίζεται.
484. δακρυόεν γελάσασα] δυνατῶς ῥηθὲν ἀνερμήνευτόν ἐστιν· οὐ γὰρ ἁπλοῦν τὸ πάθος, ἀλλὰ σύνθετον ἐξ ἐναντίων παθῶν, ἡδοναὶ καὶ λῦπαι· εἰς γέλωτα μὲν γὰρ αὐτὴν προσήγαγε τὸ βρέφος, εἰς δάκρυον δὲ ἡ περὶ τοῦ Ἕκτορος ἀγωνία.
489. φαίνεται καὶ τὴν μαθηματικὴν πρῶτος εἰδὼς Ὅμηρος, ἐν
οἷς τὴν ἐπὶ γενέσεως ὥραν περιέχειν τὰ ἀποτελέσματα λέγει.
490—493. τέσσαρσι στίχοις ἑξῆς ἀστερίσκοι παράκεινται, ὅτι νῦν μὲν ὀρθῶς κεῖνται καὶ πρὸ τῆς μνηστηροφονίας (Od. 21, 350), ἐν δὲ τῇ Α ῥαψῳδίᾳ τῆς Ὀδυσσείας (356—359) οὐκέτι.
491. ἠλακάτην] τὸ τῶν γυναικῶν ἐργαλεῖον ᾧ περιελίσσουσι τὸ
492. ἐνθάδε πόλεμος, ἐπὶ δὲ Τηλεμάχου (Οd. 1, 358) μῦθος· ἐπὶ δὲ τῆς θέσεως τοῦ τόξου (Od. 21, 352) “ τόξον δ᾿ ἄνδρεσσι μελήσει.”
493. *πᾶσιν, ἐμοὶ δὲ μάλιστα] ἀντὶ τοῦ πλέω πάντων τῶν ἐν Ἰλίῳ.
500. *γόον] ἀντὶ τοῦ ἐγόων συνεστάλη.
506—511. καὶ τούτοις ὁμοίως ἀστερίσκοι παράκεινται, ὅτι τὴν
παραβολὴν ὅλην ἐπὶ Ἕκτορος βληθέντος λίθῳ ὑπʼ Αἴαντος μετήνεγκεν
ἐντεῦθεν (Il. 15, 263—268). ἡ δὲ διπλῆ πρὸς τὸ ἀκοστήσας, ὅτι
ἄλλοι ἄλλως ἀπέδωκαν· ἔστι δὲ ἤτοι ἐν ἄχει γενόμενος διὰ τὴν
στάσιν, ἢ ἄκος τι καὶ βοήθημα τῆς στάσεως ζητῶν.
506. ἀκοστήσας] ἄκος τῆς στάσεως λαβὼν, τουτέστιν ἴαμα, καὶ
κριθιάσας. κυρίως δὲ πᾶσαι αἱ τροφαὶ ἀκοσταὶ καλοῦνται παρὰ
Θεσσαλοῖς, ὡς καὶ Νίκανδρος, παρὰ τὸ ἵστασθαι τὰ σώματα
τρεφόμενα. ἐν ἄλλῳ, καιρῷ παραλαβών. βέλτιον δὲ, δυσχεράνας
ἐπὶ τῇ τῆς φάτνης στάσει. οἱ δὲ ἀγοστήσας ὁ ῥυπανθείς· ἀγοστὸς
γὰρ ὁ ῥύπος. ἢ ἡσυχάσας, παρὰ τὴν ἀκήν.
507. πεδίοιο] ἡ διπλῆ, ὅτι ἐλλείπει ἡ διά, καὶ τὸ κροαίνων οὐκ
ἔστιν ἐπιθυμῶν, ὡς Ἀρχίλοχος ἐξέλαβεν, ἀλλʼ ἐπικροτῶν τοῖς ποσὶ
διὰ τοῦ πεδίου.
ἄλλως. οἱ νεώτεροι ἐπιθυμεῖν τὸ κροαίνειν, καὶ Ἀρχίλοχος.
508. ποταμοῖο] λείπει ὕδατι· ἢ ποταμὸν εἴρηκε τὸ τοῦ ποταμοῦ ὕδωρ.
509. χαῖται] δοκεῖ ἡ κόμη μεγαλοπρεπείας σἰτία εἶναι τοῖς ἵπποις.
510, 511. *ὁ δʼ ἀγλαΐηφι πεποιθώς] πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ τὸν δὲ ἀγλαΐηφι πεποιθότα.
511. ῥίμφα ἑ γοῦνα φέρει] Ζηνόδοτος ῥίμφʼ ἑὰ γοῦνα φέρει·
Ποσειδώνιος δὲ ὁ ἀναγνωστὴς Ἀριστάρχου ἄνευ διαιρέσεως τὸ ε
*ὅτι μετέβη τὴν πτῶσιν. τὸ γὰρ ἑ αὐτὸν σημαίνει.
513. *ὥστʼ ἠλέκτωρ] διασταλτέον ἐπὶ τὸ ἠλέκτωρ· λάμπειν γὰρ αὐτόν φησιν ὡς ἥλιον.
ἠλέκτωρ] ὁ ἥλιος παρὰ τὸ λέχους μὴ μεταλαμβάνειν.
514. πόδες φέρον] ὅτι ὑπὸ τῶν ποδῶν φέρεται, οὐκ αὐτὸς τοὺς πόδας φέρει, πρὸς ἔλεγχον Ζηνοδότου.
518. ἠθεῖʼ] ταῦτά τινες προσαγορευτικά· οὐδέποτε δὲ περί τινος
αὐτά φησιν, τέττα φίλου, ἄττα τροφέως, πάππα πατρός, ἠθεῖε
ἀδελφοῦ. γέγονε δὲ τὸ ἠθεῖος ἢ παρὰ τὸ θεῖος κατὰ πλεονασμὸν τοῦ
η ἠθεῖος,—πλεονάζει γὰρ τὸ η ἐν πολλαῖς λέξεσιν, ὡς μύει ἠμύει
“τῷ κε τάχʼ ἠμύσειε πόλις” (Il. 2, 373), πεδανός ἠπεδανός, εὐγενής
εὐηγενής “τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι” (Il. 23, 81). βαιός
ἠβαιός—ἢ παρὰ τὸ ἔθος ἔθειος ὡς τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος
ὀνείδειος, καὶ τροπῇ τοῦ ε εἰς τὸ η καὶ καταβιβασμῷ τοῦ τόνου γίνεται
ἠθεῖος· ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεῖος αὐτὸ κανονίζειν ἤπερ ἐκ
τοῦ ἔθος· ἐκ γὰρ τοῦ θεῖος καὶ ἡ αὐτὴ τάσις σώζεται καὶ ὀλίγα
πάθη δίδονται, ἐκ δὲ τοῦ ἔθος καὶ ἀλλότριος ὁ τόνος καὶ πολλὰ τὰ
πάθη δίδονται.
ἠθεῖε] Ἀρίσταρχος προπερισπῷ ὡς οἰκεῖε. καὶ ἴσως παρὰ τὸ θεῖος,
λέγω δὲ τὸ σημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεονασμὸν τοῦ η ἐγένετο,
εἰ καὶ νεωτέρου ἐστὶ πρὸς πρεσβύτερον ἀδελφὸν ἔχουσα σεβασμὸν
προσφώνησις. οὐκ ἀγνοῶ δὲ ὅτι συγχεῖται ἐν τοῖς μεθʼ Ὅμηρον.
*ἦ] τὸ πευστικῶς καὶ ἠθικῶς.
522. *ἀλλ’ ἐπεὶ ἄλκιμός ἐσσι, ἑκὼν μεθίεις.
527. *βραχὺ διασταλτέον ἐπὶ τὸ δώῃ· θεοῖς γὰρ κρητῆρα στή- σασθαι λέγει.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
5. ἐπεί κε] ὅτι ἐν τισι γράφεται ἐπήν. ἐὰν δὲ οὕτως ἔχῃ, προενεκτέον ὑφ᾿ ἓν, κεκά μωσιν, ὡς λελάχωσιν.
*οὔτως Ἀρίσταρχος, ἄλλοι δὲ ἐπήν κε.
6. ἐλαύνοντες] κατʼ ἔνια τῶν ὑπομνημάτων ἐρέσσοντες. τὸ δὲ
λέλυνται ἐπὶ τὰ γυῖα ἀνενεκτέον.
ὑπὸ] οὐκ ἀναστρεπτέον διὰ τὸν σύνδεσμον, ἄλλως τε καὶ τὸ ἑξῆς ἐστὶν ὑπολέλυντο.
*πρὸς τὸ σχῆμα, ὡς “σπάρτα λέλυνται” (Il. 2, 135).
7. * τώ] Ἀμμώνιος ἐν τῷ πρὸς Ἀθηνοκλέα τοὶ Τρώεσσι προφέ-
ρεται πληθυντικῶς. *τὼ οὕτως Ἀρίσταρχος τώ δυϊκῶς.
8. *ἑλέτην ὁ μέν] βραχὺ διασταλτέον ἐπὶ τὸ ἑλέτην· ἡ γὰρ σύλληψις εἰς διάλυσιν τρέπεται.
ὅτι ἑλέτην συλληπτικῶς, ὕστερον δὲ προσδιασαφεῖ. καὶ ὅτι πρὸς
τὸ δεύτερον πρότερον ἀπήντηκε· τὸν γὰρ Ἀλέξανδρον κατείρηκεν.
Ἀρηϊθόοιο] Ἀρηΐθοος ὁ Βοιώτιος, ἄριστος τῶν κατʼ αὐτὸν ἀνθρώπων,
διαβὰς εἰς τὴν Ἀρκαδίαν (ἦν γὰρ ἁψιμαχία τις Βοιωτοῖς πολίταις
καὶ τοῖς Ἀρκάσι περὶ γῆς ὅρων) πλείστην ἐντεῦθεν κατεσύρατο
λείαν. καταφρόνησιν δὲ αὐτοῦ μεγάλην ἐμβαλόντος Ἀρκάσι, Αυ-
κοῦργος ὁ τῶν ἐνταῦθα κράτιστος ἀνὴρ λόχον ποιήσας ἔπεισε τὴν
πολλὴν τοῦ Ἀρηϊθόου φάλαγγα, ἀνεῖλέ τε αὐτὸν, καὶ ὑπολαβὼν τὴν
λείαν ἔτι καὶ πρὸς ἄμυναν παντευχίαν μετὰ καὶ τῆς κορύνης. ἡ
ἱστορία παρὰ Φερεκύδει.
9. Ἄρνῃ] ὅτι Ζηνόδοτος ἐν μὲν τῷ καταλόγῳ (Il. 2, 507) πε-
ποίηκεν “οἵ τε πολυστάφυλον Ἄσκρην ἔχον,” ἐνθάδε δὲ εἴασε τὴν
Ἄρνην. διὸ ἡ διπλῆ ἐν τῷ Ἄρνῃ.
9, 10. ἡ διπλῆ, ὅτι οὗτος τοῦ Ἀρηϊθόου ὁμώνυμός ἐστι τοῦ ὑπὸ
Νέστορος λεγομένου “ τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος”
(137)· καὶ ὅτι ἐνθάδε μόνον ἐφʼ ἡρωΐνης τὸ ἐπίθετον, καὶ ἐν τῷ
ἀθετουμένῳ “Αἴθρη Πιτθῆος θνγάτηρ, Κλυμένη δὲ βοῶπις” (Il. 3,
144).
12. * ὄτι περικεφαλαίας εἶδος ἡ στεφάνη.
στεφάνης] στεφάνη εἶδος περικεφαλαίας· ἔστι δὲ καὶ κόσμος
*λῦσε δὲ] Ἀρίσταρχος λύντο δὲ γυῖα.
15. Δεξιάδην] εἴτε ὄνομα πατρωνυμικὸν τὸ Δεξιάδην εἴτε ποιό-
τητος ἢ τόπου ἐπίρρημα, δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑπομέ-
νοις συνάπτεσθαι. ἢ γὰρ Ἰφίνοον Δεξιάδην, ἢ βάλε δεξιάδην ὦμον,
ἢ δεξιάδην ἐπιάλμενον, ἀπὸ τῶν δεξιῶν μερῶν ἐφαλλόμενον.
16. *ὦμον] κατὰ τὸν ὦμον.
* λύντο] οτι λύντο εἶπεν ἀντὶ τοῦ ἐλύθη.
20. *ὅτι θηλυκῶς τὴν Ἴλιον.
22. φηγῷ] ἡ διπλῆ, ὅτι πρὸ τῶν πυλῶν τὴν φηγὸν ταύτην ὑποτί- θεται· πρὸ πολλοῦ δὲ ὁ Ἀπόλλων ἐστὶν ἐπὶ τῆς Περγάμου.
ἀξιοπίστως ἔθηκε τὸν τόπον. παρὰ γὰρ τὸ φαγῶ, ὅ ἐστι καίω·
τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες τὰ ἔξω ἔκαιον πρὸς θέρμην· ὅθεν
καὶ βαλανεῖα. καὶ οἱ ἑταῖροι Ὀδυσσέως ἐπιλειφθέντες ἐκ τοῦ πλεῖν
αὐτῇ κέχρηνται τῇ τροφῇ.
26. ἑτεραλκέα] οὕτως ἡ νίκη λέγεται ὅταν οἱ νικῶντες νικῶνται ἢ ἀνάπαλιν. ἐν ἄλλῳ, τὴν τοῖς ἑτέροις ἀλκὴν καὶ δύναμιν παρέχουσαν. ἢ ὅταν οἱ πρώην νικηθέντες νικήσωσιν.
28. ἐπὶ δὲ τὸ εἴη ἤτοι στικτέον ἢ ὑποστικτέον.
31. *βαρυτονητέον τὸ ὥς· δηλοῖ γὰρ τὸ οὕτως.
32. ὑμῖν ἀθανάτῃσι] ὅτι Ζηνόδοτος ἀθανάτοισιν. ἐν μέντοι τῇ Ἀριστοφάνους ὑμῖν ἀμφοτέρῃσιν εἶχε, τῇ Ἀθηνᾶ καὶ τῇ Ἥρᾳ, οὐκ ἀπιθάνως.
33. *ὅτι Ζηνόδοτος γράφει τὸν δʼ ἠμείβετ’ ἔπειτα.
39. προκαλέσσεται οἰόθεν οἶος] ὅτι συνέσταλται διὰ τοῦ ε τὸ η.
41. *ἀγασσάμενοι] Ἀρίσταρχος διὰ τοῦ ο ἀγασσόμενοι.
ὅτι τὸ ἀγάσσασθαι ποτὲ μὲν ἐπὶ τοῦ ἀποδέχεσθαι, ποτὲ δὲ ἐπὶ τοῦ φθονεῖν τίθησι. περιττεύει δὲ καὶ ὁ κε σύνδεσμος.
44. σύνθετο θυμῷ] ὅτι μαντικῶς συνῆκεν οὐκ ἀκούσας αὐτῶν τῆς
φωνῆς. μνθεύεται τῶν ἐξ Ἑκάβης γεγονότων Πριάμῳ παίδων τὸν
Ἕλενον καὶ τὴν Κασάνδραν διδύμους γεγενῆσθαι· τῶν δὲ γενεθλίων
αὐτοῖς συντελουμένων ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ λέγεται
τὸν Ἕλενον καὶ τὴν Κασάνδραν ἐν τῷ ναῷ παίζοντας κατακοιμηθῆναι,
ὑπὸ δὲ μέθης ἐκείνων ἐκλαθομένων περὶ τῶν παίδων οἴκαδε χωρισθῆναι·
τῇ δὲ ὑστεραίᾳ ἐλθόντας εἰς τὸ ἱερὸν θεάσασθαι τοὺς παῖδας ταῖς
τῶν ὄφεων γλώτταις τοὺς πόρους τῶν αἰσθητηρίων καθαιρομένους. ὡς
οὖν διὰ τὸ παράδοξον αἱ γοναῖκες ἀνέκραγον, συνέβη ἀπαλλαγῆναι
τοὺς ὄφεις καὶ καταδῦναι ἐν ταῖς παρακειμέναις δάφναις, τοὺς δὲ
παῖδας ἀμφοτέρους τῆς μαντικῆς οὕτω μεταλαβεῖν. ἡ ἱστορία παρὰ
Ἀντικλείδῃ.
46. *ἰών] ὅτι ἀντὶ τοῦ πορευθείς.
52. ἐπισπεῖν] ὡς ἐπιπλεῖν. μονοσύλλαβον γὰρ τὸ σπεῖν ἀπα-
ρέμφατον· πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυλάσσει τὸν αὐτὸν
τόνον.
53. ἀθετεῖται· διὰ γὰρ τῆς μαντικῆς αὐτῶν συνῆκεν, ὡς εἴρηται.
56. μέσσου δουρὸς ἑλών] μέσου τοῦ δόρατος ἐπιλαβόμενος πρὸς ἔνδειξιν τοῦ μὴ πρὸς πολεμικὴν χρῆσιν ἔχειν αὐτὸ, ἀλλὰ πρὸς ἔμφασιν τοῦ διαλεχθῆναι. ἔδει δὲ εἰπεῖν μέσον λαβὼν τὸ δόρυ.
62. * πεφρικυῖαι] γράφεται καὶ βεβριθυῖαι.
φρίσσει τις φόβῳ ἢ ψύχει ἢ ὀργῇ. ἐμψύχως οὖν τὰς φάλαγγας φρίσσειν φησί.
63. πόντον ἔπι φρίξ] ὁ Ἀσκαλωνίτης ἀναστρέφει πόντον ἔπι·
οὕτως καὶ οἱ ἄλλοι. καὶ ἄμεινον· οὐδὲν γὰρ ἔσται τὸ ἐπιφρίξ, χωρὶς
εἰ μὴ παρέλκῃ ἡ πρόθεσις, ὅπερ οὐ πιθανόν· οὐ γὰρ κατεπείγει.
φρὶξ δὲ ἡ ἐξ ἐπιπολῆς κίνησις τοῦ κύματος ἀρχομένου, ἢ τὸ ἐπιπο-
64. μελάνει] ὡς οἰδάνει, ὁ Ἀσκαλωνίτης· ἐκ γὰρ τοῦ μελαίνει, φησὶν, ἐνδείᾳ τοῦ ῑ ἐγένετο.
*Ἀρίσταρχος πόντον διὰ τοῦ ν, καὶ ὑπʼ αὐτῇ, τῇ φρικί. ἄλλοι
δὲ πόντος ὑπʼ αὐτοῦ.
ὅτι ἐὰν μὲν γράφηται πόντος ὑπʼ αὐτοῦ, ἔσται μελαίνεται ὁ πόντος ὑπὸ τοῦ Ζεφύρου· ἐὰν δὲ πόντον ὑπʼ αὐτῇ, ἔσται μελαίνει δὲ πόντον ὁ Ζέφυρος ὑπὸ τῇ φρίκῃ.
70. * τεκμαίρεται] ἐπιτελεῖ· τέκμωρ γὰρ τὸ τέλος.
73. ὑμῖν μὲν γὰρ ἔασιν] αί Ἀριστάρχου οὕτως, ὑμῖν δʼ ἐν γὰρ ἔασιν· καὶ ἔστι τὸ ἑξῆς, ὑμῖν δʼ ἔνεισι γὰρ, ἢ ἐν ὑμῖν δέ εἰσι γὰρ ἀριστῆες.
74. *γρ. καὶ τῶν εἰ καί τινα θυμός.
75. πρόμος ἔμμεναι Ἕκτορι δίῳ] ὅτι ἰδίως ὡς περὶ ἑτέρου· καὶ
ὅτι πρόμον τὸν πρόμαχον κατὰ συγκοπήν. καὶ ὅτι ἀκαίρως δῖον
ἑαυτὸν ὁ Ἕκτωρ.
76. ἐπιμάρτυρος] ὅτι οὕτως λέγει ὁ μάρτυρος, ἀφʼ οὗ οἱ μάρτυροι· ἀπὸ δὲ τοῦ μάρτυς μάρτυρες.
79. ὄφρα πυρός με] ὅτι καθόλου διὰ πυρὸς οἶδε γινομένας τὰς ταφάς.
80. * λελάχωσι] ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσιν. ἀναδιπλασι-
ασμὸς λελάχωσι.
82. *ὅτι θηλυκῶς τὴν Ἴλιον.
85. ταρχύσωσι] θάψωσι. τάρχεα τὰ νενομισμένα τοῖς νεκροῖς, ἀπὸ τῆς ταραχῆς.
85, 86, 87. διαστολαὶ Ἀχαιοὶ, Ἑλλησπόντῳ, καὶ κοινὸν κατὰ
πάντων τὸ ὄφρα, ἵνα ταρχύσωσι καὶ χέωσι καὶ εἴπῃ ποτέ τις.
86. ὅτι οὐ κατεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. πλατεῖ δὲ καθʼ ὃ μέρος ἐστὶ πλατὺς, καὶ ἀντὶ τοῦ παρὰ πλατεῖ.
Ἀθάμας ὁ Αἰόλου μὲν παῖς, βασιλεὺς δὲ Θηβῶν, γήμας Ἰνὼ
τὴν Κάδμου παῖδας ἔσχε δύο, Λέαρχον καὶ Μελικέρτην· κατὰ Ἥρας
δὲ πρόσταγμα ἀποπεμψάμενος τὴν Ἰνὼ καὶ ἐπιγήμας Νεφέλην
ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἕλην τε καὶ Φρῖξον. μιγνύμενον
δὲ αὐτὸν λάθρα τῇ Ἰνοῖ κατοπτεύσασα ἡ Νεφέλη ᾤχετο,
ἀπαλλαγήσεται τοῦ δεινοῦ. πυθόμενος οὖν παρὰ τῶν θεοπρόπων ὁ
Ἀθάμας τὸ λόγιον, μεταπέμπεται ἐκ τῶν ἀγρῶν τὸν Φρῖξον· πρό-
φασιν δὲ ἐκέλευσεν αὐτὸν ἄγειν ὅ τι κάλλιστον πρόβατον ἐν τοῖς
θρέμμασιν εἰς ἱερουργίαν ὑπάρχει. μυθολογεῖται δὲ ὅτι παραγενο-
μένῳ τῷ Φρίξῳ μετὰ τῆς ἀδελφῆς κατά τινος δαίμονος ἐπιφάνειαν
ἀνθρωπίνῃ φωνῇ λαλῆσαι τὸν κριὸν, καὶ πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν
ἀναγγεῖλαι, κελεῦσαί τε αὐτῷ μετὰ τῆς ἀδελφῆς ἐπικαθίσαι τῷ
νώτῳ, ὅπως τὸν ἐπικείμενον κίνδυνον ἐκφυγεῖν δυνηθῶσιν. οὗ καὶ
γενομένου λέγεται τὸν κριὸν μετὰ πολλῆς βίας διὰ μέσου τοῦ ἀέρος
ποιήσασθαι τὴν πορείαν, τὴν δὲ Ἕλλην μὴ δυναμένην ἀντέχειν κατα-
πεσεῖν εἰς τὸ ὑποκείμενον πέλαγος, προσαγορευθῆναι δὲ τοῦτο διὰ
τὴν προειρημένην Ἕλλήσποντον. τὸν δὲ κριὸν κομίσαντα εἰς Κόλχους
ἐκ τοῦ πόντου τὸν Φρῖξον τελευτῆσαι. ἐπὶ τούτου λέγεται τὸ
δέρας τοὺς Ἀργοναύτας ἀποσταλῆναι ἀπὸ τῆς Θετταλίας μετὰ
Ἰάσονος· τὸν δὲ Ἀθάμαντα πυθόμενόν φασιν ἕκαστον τῶν συντε-
θέντων ὑπὸ τῆς Ἰνοῦς, μὴ φείσασθαι μηδὲ τῶν ἐξ αὐτῆς γενομένων
αὐτῷ παίδων, ἀλλʼ αὐτοχειρὶ μὲν ἀποκτεῖναι Λέαρχον, ἐπιδιῶξαι
δὲ μετὰ ξίφους καὶ τὴν Ἰνώ. τὴν δὲ καταλαμβανομένην σωτηρίαν
ἐπισπάσασθαι, σὺν τῷ υἱεῖ ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλασσαν, καὶ
τυχεῖν ἐκ θεῶν τῶν ἐναλίων τιμῶν· ὕστερον δὲ αὐτὴν προσαγορευθῆναι
διὰ τὸν ἐκ τῆς θαλάσσης ἀφρὸν Λευκοθέαν, τὸν δὲ Μελικέρτην
Παλαίμονα, εἶναι δὲ αὐτὸν σωτῆρα τῶν τὸ πέλαγος πλεόντων
ἀνθρώπων. ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ.
89. *μὲν] ὅτι ὁ μέν ἀντὶ τοῦ δέ, ὅ ἐστιν ἀντὶ τοῦ δή.
*Ἀρίσταρχος διὰ τοῦ η κατατεθνηῶτος.
93. αἴδεσθεν μὲν ἀνήνασθαι] δειλῶν γάρ· δεῖσαν δὲ διὰ τὰς σπον-
θαρρεῖ μάλʼ αὐτόθεν, ἔπειτα φεύγει.” ἔστιν δὲ τὸ ἔπος ἰσόκωλον,
ὅπερ ἐστὶ φράσις δύο ἢ πλειόνων κώλων ἀπηκριβωμένων ἀλλήλοις
πρὸς ἀντιστρόφου ἐμφέρειαν· δεύτερον δέ “χρὴ ξεῖνον παρεόντα”
(Od. 15, 74), τρίτον, ὁμοιόπτωτον καὶ ὁμότονον Ὕλλῳ ἐπʼ
ἰχθυόεντι” (Il. 20, 392). τινὲς δείσαντες Ἀγαμέμνονα, ὡς καὶ
“σιγῇ δεδιότες” (Il. 4, 431).
95. νείκει ὀνειδίζων] ἔν τισι τῶν ὑπομνημάτων νείκεʼ ὀνειδίζων ἔξω τοῦ ῑ, ὥστε κατὰ συναλοιφὴν νοεῖσθαι τὸ ὑγιὲς νείκεε.
*ἔν τισιν νείκεʼ ὀνειδίζων.
96. ἀπειλητῆρες] καυχηταὶ, ἀπειλεῖν εἰδότες καὶ ἐπαγγέλλεσθαι.
τοὺς δὲ τοιούτους καὶ καυχηματίας λέγουσιν. ἐν ἄλλῳ, ὑβρισταί.
97. *αἰνόθεν αἰνῶς] ἐκ δεινοῦ δεινὰ, ἢ καὶ τῶν δεινῶν δεινότερα. τῶν δεινοτάτων δεινή ἐστιν ἡ λώβη.
99. ὕδωρ καὶ γαῖα γένοισθε] ἀναλυθείητε εἰς ὕδωρ καὶ γῆν, δια-
λυθείητε καὶ ἀποθάνοιτε. βέλτιον δὲ ἀκούειν, ἐξ ὧν ἐγένεσθε, εἰς
ταῦτα πάλιν ἀναστοιχειωθείητε. τῶν στοιχείων ὕδωρ καὶ γῆ κατὰ
φύσιν ἀκίνητα, τὰ δὲ ἄλλα κινητὰ διʼ ἑαυτῶν· ταῦτα οὖν φησὶ τὴν
ἀκινησίαν ὀνειδίζων. καὶ Ξενοφάνης “πάντες γὰρ γαίης τε καὶ
ὕδατος ἐκγενόμεσθα· ἐκ γῆς γὰρ πάντα καὶ εἰς γῆν τελευτᾷ.” ἢ
ὅτι τὸ ὕδωρ τὰς ψυχὰς διαφθείρει.
102. ὅτι τῷ ἀπηρτισμένῳ κέχρηται, νίκης πείρατʼ ἔχονται, οὐκ ἔχεται.
104. βιότοιο τελευτή] γράφεται καὶ θανάτοιο τελευτή, οἷον θανάσιμον τέλος.
109. ἀφραίνεις] παραφρονεῖς, μωραίνεις, ἀσυνετεῖς· φιλοδόξως
110. * Ἀρίσταρχος ἀνὰ δʼ ἄνσχεο, ἀνάσχου δέ.
ἀνὰ δὲ σχέο κηδόμενός περ] τὸ σχέο τὴν ὀξεῖαν ἴσχει ἐφʼ ἑαυτοῦ
νῦν, ὅταν μέντοι ἀπολάβῃ τὴν πρόθεσιν, τὸ τηνικαῦτα ἀναπέμπει τὸν
τόνον, ἀνάσχεο.
111. *μηδʼ ἔθε] ὅτι τὸ ἐθέλω ἀεὶ ἀνὸ τοῦ ε ἄρχεται.
113. *τούτῳ γε, τῷ Ἕκτορι.
*γρ. καὶ τοῦτόν γε.
114. * Ζηνόδοτος χωρὶς τοῦ ν ἀμείνω γράφει.
ἔρριγʼ ἀντιβολῆσαι] γράφεται καὶ διὰ τοῦ μ, ἀντιμολῆσαι. βέλτιον δʼ ἂν, φασὶν, εἴρητο Ὁμήρῳ, ὅπερ μέγα φέρτατός ἐστιν· ἐπʼ αὐτοῦ γὰρ ψιλῶς λεγόμενον τοῦ Μενελάου ἔχει τι ὀνειδιστικόν.
116. * ὅτι πρόμον τὸν πρόμαχον κοινῶς λέγει.
117. εἶπερ ἀδειής τʼ ἐστί] γράφεται καὶ διὰ τοῦ γ, ἀδειής γε.
(sic etiam margo inter.) ἀφʼ ἑτέρας δὲ ἀρχῆς ταῦτα· διόπερ ὑπο-
στικτέον ἀκόρητος· ὁ γὰρ λόγος, εἰ καὶ πάνυ ἄφοβος καὶ ἀπλή-
ρωτος πολέμου ἐστὶν, ἀγαπητῶς ὑπολαμβάνω αὐτὸν φεύξεσθαι.
118. γόνυ κάμψειν] ἀναπαύσεσθαι, ἢ συγκάμψειν τὰ γόνατα διὰ τὸ κεκοπῶσθαι ἐν τῷ διώκεσθαι.
*γόνυ κάμψειν ἀντὶ τοῦ φυγεῖν.
127. ὅς ποτε μʼ εἰρόμενος] ὅτι Ζηνόδοτος γράφει μέγα δʼ
ἔστενεν, ἐξ οὗ φανερός ἐστιν ἀνεγνωκὼς μειρόμενος, οἷον στερό-
μενος. ὁ δὲ Ὅμηρος τὸ μείρεσθαι οὐκ ἐπὶ τοῦ στέρεσθαι τίθησιν,
ἀλλʼ ἐπὶ τοῦ μερίζεσθαι· “καὶ ἥμισυ μείρεο τιμῆς” (Il. 9, 616).
δέον οὖν εἰρόμενος, ἐρωτῶν. προκρίνει δὲ ὁ Ἀρίσταρχος τὴν μέγʼ
ἐγήθεεν γραφήν.
ὅς ποτέ μʼ εἰρόμενος] τὸ πλῆρες, ἐμὲ εἰρόμενός τε.
128. γενεήν τε τόκον τε] πατέρα καὶ παῖδα. τὸ μὲν γὰρ ἐπαι-
νεῖν τοὺς προγόνους κολακικὸν, τὸ δὲ λέγειν ὅτι μεμαρτύρηκα ὑμῖν
εὐγένειαν ἐπίφθονον.
129, 130. ἀκούσαι—ἀείραι] παροξυτονητέον ἀμφότερα· ἔφαμεν γὰρ τὴν αι δίφθογγον ἐν εὐκτικοῖς μακρὰν εἶναι.
130. φίλας ἀνὰ χεῖρας] ἐν ταῖς ἐξητασμέναις Ἀριστάρχου
βαρείας χεῖρας, τὰς βεβαρημένας ὑπὸ γήρως νῦν καὶ δυσκινή-
τους. ἀλλαχοῦ δὲ τὰς ἐρρωμένας· “βαρείας χέρας ἐποίσειν”
(Il. 1, 89).
133. ὠκυρόῳ κελάδοντι] ὅτι ἰδίως τὰ ἐπίθετα προτάξας τὸ κύριον ἐπήγαγεν (135) “Ἰαρδάνου ἀμφὶ ῥέεθρα.”
135. Φειᾶς] ὅτι ἐν Ὀδυσσείᾳ (15, 296) πληθυντικῶς “ἡ δὲ Φεαῖς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ,” ὡς Μυκήνην καὶ Μυκήνας.
περισπαστέον· ἑνικὴ γάρ ἐστι γενική· πρόδηλον κἀκ τῆς συντά-
ξεως τοῦ τείχε σσι, παρὰ τοῖς τῆς Φειᾶς τείχεσι. Φεὰ δὲ πόλις
τῆς Ἤλιδος, οἱ δὲ τῆς Ἀρκαδίας, παρʼ ἣν ὁ Ἰάρδανος ῥεῖ. ἀλλὰ
καὶ ἡ Φειὰ παραθαλάσσιός ἐστι, καὶ Ἰάρδανος οὐχ ὁρᾶται ποταμὸς
αὐτόθι. ἄμεινον οὖν ὡς Δίδυμος, Φηρᾶς πὰρ τείχεσσιν Ἰαρδάνου
ἀμφὶ ῥέεθρα· οὕτω γὰρ καὶ Φερεκύδης ἱστορεῖ.
136. * πρόμος] ὅτι πρόμος ἀντὶ τοῦ πρόμαχος κοινῶς.
138. ὅτι πυκναὶ ἐν Ἰλιάδι αἱ ἐπαναλήψεις, ἅπαξ δὲ ἐν Ὀδυσσείᾳ· καὶ ὅτι οὕτος ὁ Ἀρηίθοος Ἀρκὰς ὢν ὁμώνυμός ἐστι τῷ Βοιωτῷ.
140. οὕνεκʼ ἄρʼ οὐ] τοῖς ἐπάνω συναπτέον· αἰτία γὰρ τῆς τοῦ
Κορυνήτου ὀνομασίας αὕτη. καὶ τὸν ἑξῆς δὲ ὁμοίως συνάπτειν δεῖ
“ἀλλὰ σιδηρείῃ κορύνῃ,” βραχὺ μόνον διαστέλλοντα.
143. ὑποφθάς] ὅτι ἀντὶ τοῦ ὑποφθάσας Ἰακῶς. Ἀρίσταρχος δέ φησι καὶ ἀναστάς, οἷον ἐκ λόχου ἀναστάς.
146. *τεύχεα δʼ ἐξενάριξε] οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ διὰ τοῦ
τέ, τεύχεα τʼ ἐξενάριξε.
ὅτι κυρίως τὸ ἐξενάριξε νῦν, τὰ ἔναρα περιεῖλεν.
148. *ἐγήρα] ὅτι ἀντὶ τοῦ ἐγήρασε τὸν παρατατικὸν ἔταξεν.
149. δῶκε δʼ] ὅτι οὕτως εἴωθε φράζειν. καὶ ὅτι περιττὸς ὁ δέ. τινὲς δὲ γράφουσι δῶκεν Ἐρευθαλίωνι.
153. ὅτι Ζηνόδοτος θάρσει ἐμῷ. ἀδιανόητον δὲ γίνεται, ἡ ψυχή με ἀνέπεισε τῷ θάρσει τῷ ἐμῷ.
156. πολλός] ἀπὸ τῶν ἀριθμουμένων ἐπὶ τὰ μετρούμενα μετα- βαίνει μεγέθη, ὡς τὸ “τύμβον δʼ οὐ μάλα πολλὸν ἔσω πονέεσθαι ἄνωγα” (Il. 23, 245).
σημειοῦνταί τινες διὰ τὸ παρήορος, ὅτι παρηρτημένος καὶ κεχυ- μένος.
παρῃωρημένος τῷ σώματι, τουτέστιν ἐκλελυμένος. ἐν ἄλλῳ, νῦν ἀντὶ τοῦ παραιωρούμενος καὶ εἰς μῆκος ἐκτεταμένος. λέγει δὲ οὕτως ποτὲ καὶ τὸν παρεζευγμένον ἐκτὸς τοῦ ζυγοῦ ἵππον καὶ τὸν ἄφρονα.
161. πρὸς τὸ νείκεσσεν, ὅτι ἀντὶ τοῦ ἐπέπληξεν, οὐδέποτε δὲ
ἐπὶ τοῦ ἔκρινεν, ὡς ἐν τῷ “ὃς νείκεσσέν τε θεάς” (Il. 24, 29). καὶ
ὅτι παρέλκει συνήθως αὐτῷ τὸ πάντες.
163. ἐπί] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ σύνδεσμος.
167. ἐπʼ] οὐδὲ ἐνθάδε ἀναστρεπτέον, καὶ ὅτι συνήλειπται.
*ψιλωτέον τὸ Εὐαίμονος εἰς ἰδιότητα. προείρηται δέ.
171. *πεπάλασθε] οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανὸς διὰ τοῦ σ, πεπάλασθε, οὐ διὰ τοῦ χ.
οἷον κλήρῳ διακληρώσασθε. ἀπὸ τοῦ ἀναπάλλεσθαι τοὺς κλήρους πεπάλασθε λέγει. τὸ δὲ ὅς κε λάχῃσι τινὲς γράφουσι διὰ τοῦ ω, ἵνα λείπῃ τὸ τίς, ὡς πολλαχοῦ παρʼ αὐτῷ.
ὅτι τηρεῖ τὴν διαφορὰν τοῦ κληρώσασθαι καὶ λαχεῖν. καὶ πρὸς τὸ λάχῃσιν, ὅτι ὃς ἂν λάχῃ. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “ἰχθὺς ὅς κε φάγῃσι” (Il. 21, 127) πρὸς Φιλητᾶν.
174. *οὕτως συνάπτειν δεῖ, ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ ὀνήσει.
στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· τὸ δὲ ἐξῆς λεγόμενον, οὗτος
γὰρ δὴ ὀνήσει, ἤτοι περὶ τοῦ κλήρου ἐστὶν ἢ τοῦ λαχόντος, ὃ καὶ
βέλτιον· ἐπιφέρει γὰρ “καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται.” ἄλλως
μέντοι γε ὕποπτος οὗτος ὁ στίχος ἦν· δυσέλπιδας γὰρ τούτους ποιεῖ.
τὸ δὲ ἐν τῷ πρώτῳ στίχῳ δοκοῦν ἀκατάλληλον εἶναι “κληρώθητε ὃς
ἂν λάχῃσι” σύνηθες Ὁμήρῳ ἐστὶν, οἷον κληρώθητε, λάχοι γὰρ ἄν
τις. τὸ δὲ διαμπερές πρόσκειται ἀντὶ τοῦ διηνεκῶς, οἷον πάντες.
175. οἱ δὲ κλῆρον—] τοῦ κλήρου διὰ πάντων ἐρχομένου ἀντὶ τοῦ πάντες.
*ἐσημήναντο] ὅτι σημείοις χρῶνται, οὐ γράμμασιν.
177. *διχῶς, καὶ θεοῖσι δέ καὶ θεοῖς ἰδέ.
ὁ Ἀσκαλωνίτης διαστέλλει ἰδὲ χεῖρας ἀνέσχον, ὡς “ἰδὲ κλέος
ἐσθλὸν ἄροιτο” (Il. 5, 3), ἵνα γένηται καὶ χεῖρας ἀνέσχον. Ἀλεξίων
δὲ τὴν κατειθισμένην παραλαμβάνει, λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ
χεῖρας ἀνέσχον. οὕτως καὶ οἱ περὶ Ἡρακλέωνα. οὐκ ἀποδοκιμάζει
μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτως δοκεῖ.
180. * Μυκήνης] ὅτι ἀλλαχοῦ πληθυντικῶς Μυκήνας.
182. *ὅτι ἀνέσειον τοὺς κλήρους, οὐκ ἐξῃροῦντο, ὡς ἡμεῖς νῦν.
184. ἐνδέξια] ὅταν ἀντὶ ἐπιρρήματος ᾖ τοῦ ἐπιδεξίως τὸ ἐνδέξια, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα.
186. *διχῶς, ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο, καὶ ἀλλʼ ὅτε δὴ τὸν ἵκανε.
187. ἐπιγράψας] ὅτι οὐ γράμμασι τῆς λέξεως, ἀλλʼ ἐγχαράξας σημεῖα· εἰ γὰρ κοινῶς ἤδεσαν γράμματα, ἔδει τὸν κήρυκα ἀναγνῶναι καὶ τοὺς ἄλλους οἷς ἐπεδείκνυτο ὁ κλῆρος.
193. * Ἀρίσταρχος δύνω, ἄλλοι δὲ δύω.
195. σιγῇ ἐφʼ ὑμείων ἕως τοῦ ἔλπομαι ἐν Σαλαμῖνι (199) στίχοι
πέντε ἀθετοῦνται, ὅτι οὐ κατὰ τὸν Αἴαντα οἱ λόγοι, καὶ ἑαυτῷ ἀνθ-
υποφέρει γελοίως.
197. *ἑκὼν] Ἀρίσταρχος διὰ τοῦ λ, ἑλών.
* Ἀρίσταρχος καὶ αἱ πλείους ἑλών.
198. οὐδέ τʼ ἀιδρείῃ] διὰ τοῦ ῑ εἶχον αἱ Ἀριστάρχον· ἡ δὲ Ἀρι-
στοφάνους οὐδὲ μὲν ἰδρείῃ. ἠθέτηντο δὲ καὶ παρὰ Ἀριστοφάνει καὶ
Ζηνοδότῳ.
ἐμὲ] ἐν ὀρθῇ τάσει ἀναγνωστέον, ἵνα ᾖ ἀντιδιαστολὴ πρὸς ἄπειρα πολέμου τινὰ πρόσωπα.
199. γενέσθαι τε] ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι σπονδειακόν ἐστιν,
ἀλλ᾿ ἴσως ἵνα ἐκφύγωμεν τὸν διπλασιασμὸν τοῦ ῥήματος, λέγω δὲ
τοῦ τετραφέμεν τε, ὡς καὶ ἐν τῆ Τ τῆς Ὀδυσσείας (320) παρα-
λόγως ἐνεκλίναμεν ἐν τῷ “ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,”
ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν.
202. Ἴδηθεν] ἡ διπλῆ, ὅτι τὸ θέν παρέλκει νῦν· ἔστι γὰρ ἀντὶ τοῦ Ἴδης.
210. *ἔριδος μένει] περιφραστικῶς ἔριδι.
212. *προσώπασι] ἀντὶ τοῦ προσώπῳ.
213. *βιβάς] οὕτως Ἀρίσταρχος, βιβάς.
214. * Ἀρίσταρχος τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον.
221. Ὕλῃ] ὅτι ἐνταῦθα συνεσταλμένως, ἐν δὲ τῷ καταλόγῳ (Il. 2, 500) ἐκτεταμένως “ἠδ Ὕλην καὶ Πετεῶνα.”
228. ῥηξήνορα] τὸν ῥηγνύντα τῇ ἠνορέῃ, τουτέστι τῇ ἀνθρείᾳ· ἢ τὸν ῥέξαι τι ἤτοι πρᾶξαι τῇ ἠνορέῃ δυνάμενον.
238. βῶν] οὕτως αἱ Ἀριστάρχου βῶν σὺν τῷ ν. ἡ Ἀριστοφάνους βοῦν. τινὲς δὲ ἔξω τοῦ ν βῶ, καὶ μήποπε πιθανῶς, ἀντὶ τοῦ βόα.
*οὕτως Ἀρίσταρχος βῶν ἀντὶ τοῦ ἀσπίδα.
βῶν] βοῦν Δωρικῶς τὴν ἀσπίδα, ὅτι ἐκ βοείων ἐστὶ δερμάτων, συνεκδοχικῶς τὸ ὅπλον.
238, 239. βῶν ἀζαλέην] ὅτι τὴν ἀσπίδα ξηρὰν λέγει βῶν διὰ
τὸ ἐκ βοείων εἶναι δερμάτων· καὶ ὅτι προτάξας θηλυκὸν οὐδέτερον
ἐπήνεγκεν, τό μοί ἐστι, πρὸς τὸ σημαινόμενον. τὸ δὲ ταλαύρινον
παρῆκται, εὔτολμον· οὐ γὰρ ἡ ῥινὸς ἔγκειται, ὡς ὠήθησάν τινες.
240. *γράφεται καὶ ἐπάξειν.
241. *δηίῳ μέλπεσθαι Ἄρηϊ] Ἀρίσταρχος σὺν τῷ ν δηΐων, πληθυντικῶς.
κυρίως μὲν παίζειν ἢ τέρπεσθαι, νῦν δὲ οἷον κινεῖσθαι εὐχερῶς καὶ
ἐμπείρως κατὰ τὴν μάχην.
255. *ἐπὶ τὸ τέλος τοῦ στίχου βραχὺ διασταλτέον.
ὅτι κυρίως ἔγχη τὰ δόρατα, οὐχ ὡς τινες τὰ ξίφη. λέγει δὲ τὰ ἐνεχόμενα ταῖς ἀσπίσιν, ἃ προήκαντο.
255—257. τὼ δʼ ἐκσπασσαμένω-σύν ῥʼ ἔπεσον—ἢ συσὶ κά- προισιν] τοὺς στίχους τούτους οὐ προσίενται ἔνιοι, ὥσπερ οὐδὲ Ζηνό- δοτος, ἀλλὰ τὸ τῆς συνεπείας οὕτως ἔχει παρʼ αὐτῷ ὥσπερ καὶ ὁ Ἀριστόνικος ἐκτίθησιν, ἣν περιττὸν ἐνομίσαμεν γράψαι.
259. *χαλκόν] Ἀρίσταρχος διὰ τοῦ σ χαλκός.
272. * Ἀρίσταρχος ἀσπίδʼ ἐνιχριμφθείς.
273. καί νύ κε δὴ ξιφέεσσʼ] ὅτι ἀρτίως ἐπὶ τὸ τοῖς ξίφεσι χρῆ- σθαι ἐληλύθασιν. ὅταν δὲ λέγῃ “τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα” (255), τὰ δόρατα λέγει ἐκ τῶν ἀσπίδων ἀπεσπάσαντο.
276. Ταλθύβιός τε καὶ Ἰδαῖος] ὁ μὲν Ἰδαῖος εἰκότως προσέρ-
χεται, τὸν Ἕκτορα σώσων κινδυνεύοντα· ὁ δὲ Ταλθύβιος οὐκέτι, τὴν
νίκην τοῦ Αἴαντος ἀφαιρούμενος. φαμὲν δὲ ὅτι οὐδέπω ἀκριβὴς ἦν
ἡ νίκη περὶ τὸν Αἴαντα· ἐπὶ ξίφη γὰρ αὐτοὺς ὁρμῆσαι λέγει, ἔνθα
τύχης, οὐ τέχνης κρίσις· ἀπὸ ἴσου γὰρ ἡ κρίσις. ἔτι τε καὶ τὸν
Ἕκτορα ὁρᾷ ὑπὸ θεῶν βοηθούμενον· ἀλλὰ καὶ διὰ τὸ τῆς νυκτὸς
κατάστημα.
*ὅτι πρὸς τὸ δεύτερον πρῶτον· ὁ γὰρ Ταλθύβιός ἐστιν Ἀχαϊκός.
282. ὅτι ἐντεῦθεν εἰς τὰ ἑξῆς (293) μετενήνεκται· ὁ μὲν γὰρ κῆ- ρυξ αἰτίαν λέγει διʼ ἣν οὐ πολεμητέον, ὁ δὲ Ἕκτωρ ἑαυτὸν μετὰ προ- φάσεως μὴ συλλυέτω.
πιθέσθαι] παροξυντέον· μέσος γάρ ἐστι δεύτερος ἀόριστος.
285. *αὐτὸς γὰρ] ἐν ἄλλῳ οὗτος γάρ.
289. πινυτήν] Ἀρίσταρχος ὡς καλήν, καὶ ἐπεκράτησεν οὕτως ἡ
παράδοσις. ὑποστικτέον πινυτήν, ἵνα περισσὸς ὁ σύνδεσμος ᾖ· ἢ
ὑποστικτέον καὶ κατὰ τὸ τέλος τοῦ στίχου, ἵνα γένηται ἀνταπόδοσις
αὕτη, νῦν μὲν παυσώμεσθα.
290. * ἐν ἄλλῳ νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα.
293. * ὅτι ἀπὸ τοῦ λόγου τοῦ κήρυκος (282) μετενήνεκται.
295. ἀθετεῖται ὡς καθαιρῶν τὰ προειρημένα “ὡς σύ τʼ ἐϋφρήνῃς πάντας.” ἔχει δὲ καὶ διλογίαν ἔτας καὶ ἑταίρους.
298. θεῖον δύσονται ἀγῶνα] ὅτι οὕτως τὴν ἄγυριν καὶ συναγωγὴν τῶν θεῶν, διὰ τὸ πολλῶν θεῶν ἐν ταὐτῷ εἶναι ἀγάλματα.
303. δῶκε ξίφος] σημειοῦνταί τινες ὅτι ἀφώπλισεν ἑαυτὸν δοὺς τὸ ξίφος ὁ Ἕκτωρ.
304. *ἐϋτμήτῳ] Ἄρίσταρχος διὰ τοῦ κ, ἐϋκμήτῳ.
305. φοίνικι φαεινόν] ὅτι ἀντὶ τοῦ φοινικῷ ἄνθει πεφωτισμένον, ὅ. ἐστι κεχρωτισμένον.
306. τὼ δὲ διακρινθέντε ὁ μὲν] ὅτι οὕτως εἴρηκεν ἀντὶ τοῦ τῶν δὲ διακριθέντων ὁ μέν, ὅ δέ. καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήν- τηκεν.
308. ὡς εἶδον ζωόν] οἷον ἀνέλπιστον πρᾶγμα. καλῶς δὲ ἐπὶ μὲν
Ἕκτορος τὴν ἀνέλπιστον σωτηρίαν ἐδήλωσεν, ἐπὶ δὲ Αἴαντος τὴν ἐπὶ
τῇ νίκῃ ἡδονήν.
310. *ἀελπτέοντες] οὐκ ἐλπίζοντες, ἀλλʼ ἀπεγνωκότες.
312. *εἰς Ἀγαμέμνονα] ὅτι ἀντὶ τοῦ πρὸς Ἀγαμέμνονα.
314. *τοῖσι δὲ] ὅτι ὁ δέ περισσός.
319. *πόνου] ὅτι ἀντὶ τοῦ ἔργου.
328. * πολλοὶ γάρ] ὅτι ἀπὸ τοῦ γάρ αἰτιώδους εἰσέβαλεν ἀρ- χαικῶς.
330. ψνχαὶ δʼ Ἄϊδόσδε κατῆλθον] ὅτι συμφώνως τῷ κατὰ τὴν ἀρχὴν τῆς Ἰλιάδος (1, 3) “πολλὰς δʼ ἰφθίμους φυχάς.” οὐκ ἄρα γραπτέον κεφαλάς.
331. *τὸ σέ παρελκει.
333. *κατακήομεν] ὅτι οἱ ἀρχαῖοι ἔκαιον τὰ σώματα.
334, 335. ἀθετοῦνται, ὅτι οὐ διὰ τοῦτο ἐκαίοντο, ὅπως τὰ ὀστᾶ
κομίσωνται, ἀλλὰ συνηθείᾳ· καὶ γὰρ οἱ ἐπὶ τῆς ἰδίας τελευτῶντες
ἐκαίοντο. καθόλου οὖν οἶδε πυρὶ καιομένους τοὺς πάλαι, καὶ ἐνταῦθα
τιθεμένους ὅπου καὶ ἐτελεύτησαν. ἐναντιοῦται δὲ καὶ τὰ ἑξῆς “τύμ-
βον δʼ ἀμφὶ πυρὴν ἄκριτον ἐκ πεδίου,” ἀδιαχώριστον, ἀδιάστατον,
τουτέστι πολυάνδριον· πῶς οὖν “ὥς κʼ ὀστέα παισὶν ἕκαστος;”
ἀπὸ προ νέων] τὰς δύο προθέσεις ἐγκλίνειν δεῖ, ἵνα ἡ μὲν ἀπό συν- τάσσηται τῇ νεῶν γενικῇ, ἡ δὲ πρό παρέλκηται.
336. * Ἀρίσταρχος διὰ τοῦ τ τύμβον τʼ ἀμφί.
διασταλτέον ἐπὶ τὸ χεύομεν· τὸ δʼ ἐξαγαγόντες ἤτοι ὕλην
πρὸς τὴν τειχοποιίαν, ἢ ἀντὶ τοῦ προελθόντες πολὺ εἰς τὸ πεδίον, ἵνα
339. πύλας] ὅτι πληθυντικῶς, καὶ ὅτι μία ὑπόκειται πύλη ἐν τῷ τείχει. τινὲς δὲ γράφουσιν ἕπτ’ ἀραρυίας.
345. * ὅτι διαλελυμένως τῇ ἀκροπόλει.
346. δεινὴ, τετρηχυῖα] βραχὺ διασταλτέον κατʼ ἀμφότερα· μᾶλ-
λον γὰρ οὕτως ἐμφαίνει. τὸ τετρηχυῖα τεταραγμένη, ἢ διὰ τὰ
προλεχθέντα, ἢ διὰ τὸ “πολύκλητοι δʼ ἔσαν” (Il. 4, 438), ἢ διὰ τὸ
διχογνωμονεῖν περὶ Ἑλένης, ὡς Ἀντήνωρ καὶ Ἀντίμαχος. δηλοῖ ὡς
οὐχ οἱ βασιλεῖς συνήγαγον αὐτοὺς, ἀλλʼ ἀγανακτοῦντες ἧκον εἰς τὰ
βασίλεια.
347. *ἀντίον ηὔδα] γράφεται ἦρχ’ ἀγορεύειν.
353. ἀθετεῖται, ὅτι ἀγνοήσας τις ὅτι ὑπακοῦσαι δεῖ τῷ οὔ νύ τι
κέρδιον ἡμῖν τὸ ἔσται, ὡς ἐλλείποντος τοῦ λόγου προσανεπλήρωσεν·
καὶ ὅτι τὸ ἵνα οὐχ ὁμηρικῶς παρείληπται ἀντὶ τοῦ ἐάν.
*Ἀρίσταρχος ἐκτελέεσθαι, ἵνʼ ἂν μή.
359. *εἰ δʼ ἐτεόν] οὕτως Ἀρίσταρχος, ἄλλοι δίχα τοῦ δ, εἰ ἐτεόν.
ὑποστικτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ γραπτέον τὴν ἀρχὴν
μετὰ τοῦ δέ συνδέσμου, εἰ δʼ ἐτεὸν δὴ τοῦτον· τὸ γὰρ ἀσύνδετον
ἀπρεπὲς ἐνθάδε.
362. ἀπόφημι] ὡς ἄπειμι· τὰ γὰρ ὀξυνόμενα τῶν ῥημάτων ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον.
ἐν ἄλλῳ. καὶ ἐνταῦθα οὗτοι οἱ στίχοι κεῖνται “κέκλυτέ μευ Τρῶες
καὶ Δάρδανοι ἡδʼ ἐπίκουροι, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι
κελεύει.”
370. *κατὰ πτόλιν] γράφεται κατὰ στρατόν.
379. ἐν ἄλλῳ καὶ οὗτος ὁ στίχος “δόρπον ἔπειθʼ εἴλοντο κατὰ στρατὸν ἐν τελέεσσι.”
385. Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν] ἐν ἄλλῳ
ἐϋκνήμιδες Ἀχαιοί.
390. τὸ ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι εἴτε καὶ τοῖς Ἕλλησιν
εἰς ἐπήκοον λέγει ὁ κῆρυξ πρὸς τὸ συγγνωμονεῖν τοῖς ἄλλοις Τρωσὶν
ὡς καὶ αὐτοῖς ὀργιζομένοις, εἴτε καθʼ ἑαυτὸν καὶ ἡρέμα, ὡς Δημό-
κριτος ἀξιοῖ ἀπρεπὲς ἡγησάμενος τὸ φανερῶς λέγεσθαι, ἀμφότερα
προστικτέον ὡς διὰ μέσου ἀναπεφωνημένου· τὸ γὰρ ἑξῆς, ἠγάγετο
Τροίηνδε, πάντʼ ἐθέλει δόμεναι.
ὅτι σαφῶς ὑπὸ τῶν Τρώων ἐμισεῖτο Ἀλέξανδρος, πρὸς Ζηνόδοτον γράφοντα “ἀλλὰ μάλα Τρῶες ἐλεήμονες (II. 3, 56).
392. *ὅτι οὐ προγεγάμηται ἑτέρῳ καθʼ Ὅμηρον ἡ Ἑλένη.
393. *οὕτως μήν· βούλεται γὰρ λέγειν, Τρῶές γε μὴν ἕλωνται.
ἄλλως. περισπᾶται ὁ ἧ· ἰσοδυναμεῖ γὰρ τῷ βεβαιωτικῷ. ὅμοιον δέ ἐστι τὸ “ἦ μὴν καὶ πόνος ἐστίν” (Il. 2, 291).
398, 399. *ὅτι ἐντεῦθεν μετάκεινται εἰς τὴν ἀποπρεσβείαν (Il. 9, 694).
402. *ἐφῆπται] ἐγγύς. πᾶν γὰρ τὸ ἁπτόμενον ἐγγὺς οὐ ἅπτεται.
407. ὑποκρίνονται] ἡ διπλῆ, ὅτι πρόθεσις ἐνήλλακται, ἀντὶ τοῦ ἀποκρίνονται.
408. βραχὺ διασταλτέον ἐπὶ τὸ νεκροῖσιν· καὶ γὰρ ἡμῖν οὕτως σύνηθες διαστέλλειν, περὶ δὲ τῶν νεκρῶν οὐ φθονῶ θάπτειν. καὶ ἄλλω συναπτόμενα σόλοικον ποιεῖ τὸν λόγον.
409. ὁ νοῦς, οὐ φειδόμεθα ὥστε ἐκμειλίσσειν ὑμᾶς τοὺς νεκρούς.
*Ἀρίσταρχος τεθνηώτων, ἄλλοι δὲ τεθνειώτων.
410. * πυρὸς μειλισσέμεν ὦκα] ὅτι διὰ πυρὸς ἐθάπτοντο πάν- τες.
415. *Ἴλιον ἱρήν] ὅτι θηλυκῶς τὴν Ἴλιον.
420. * ὤτρυνον νέκυας] ὅτι Ἀρίσταρχος νέκυς ἐκτεταμένως, καὶ ὀτρύνοντο, οὐκ ὄτρυνον.
422. ἀκαλαρρείταο] ἡσύχως καὶ πράως ῥέοντος· ἀκαλὸν γὰρ τὸ ἥσυχον λέγουσιν.
ὅτι αὐτὸς μὲν ἐξ Ὠκεανοῦ ἀνατέλλειν καὶ εἰς Ὠκεανόν φησι
καταδύεσθαι τὸν ἥλιον· ὁπόταν δὲ πρόσωπον ἡρωϊκὸν εἰσάγῃ, ὑπὲρ
γῆς καὶ ὑπὸ γῆν. τὸ αὐτὸ δὲ ποιεῖ καὶ ἐν Ὀδυσείᾳ.
425. * νίζοντες ἄπο] τὸ ἑξῆς ἐστιν ἀπονίζοντες· διὸ ἀναστρεπτέον.
426. δάκρνα θερμὰ χέοντες] βαρβάρων ἴδιον ὁ θρῆνος, ἐπὶ δὲ τῶν Ἑλλήνων ἀχνύμενοί φησιν (431).
427. * οἱ δὲ σιωπῇ] ἐν ἄλλῳ ἀλλὰ σιωπῇ.
428. πυρκαϊῆς] οὕτως αἱ Ἀριστάρχου κατὰ γενικήν· αἱ δὲ
Ζηνοδότου πυρκαϊῇ, καὶ ἔστι χαριέστερον, ὡς τὸ “ἐν δὲ πυρῇ ὑπάτῃ
νεκρὸν θέσαν” (ll. 23, 165).
ἐπενήνεον] γράφεται καὶ ἐπινήνεον, καὶ ἔστιν Ἰακόν.
429. ὅτι ἐκαίοντο οἱ νεκροὶ, καὶ ὅτι θηλυκῶς τὴν Ἴλιον.
433. ἀμφιλύκη νύξ] τὸ καλούμενον λυκόφως, τὸ πρὸς ὄρθρον.
τουτέστιν ὁ βαθὺς ὄρθρος, παρὰ τὴν λύγην, ἐστι σκοτίαν, οἱονεὶ
λυγόφως τι ὂν, τὸ μὴ καθαρὸν φῶς, ἀλλʼ ἔτι σκοτῶδες. ἡ διπλῆ δὲ,
ὅτι ἅπαξ μόνον ἐνταῦθα τῇ λέξει κέχρηται.
436. *ὅτι πολυάνδριον. πῶς οὖν “ὅς κʼ ὀστέα παισὶν ἕκαστος οἴκαδ’ ἄγῃ” (334);
ἐκ πεδίου] ἐν τῇ κατὰ Ἀριστοφάνη οὕτως ἐγέγραπτο, ἄκριτον ἐν πεδίῳ, περὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν, καὶ μήποτε ἄμεινον οὕτως.
443. οἱ δὲ θεοὶ πὰρ Ζηνί ἕως τοῦ “ὣς οἱ μὲν τοιαῦτα πρὸς
ἀλλήλους ἀγόρευον” (464) ἀθετοῦνται στίχοι κβ΄, ὅτι περὶ τῆς
ἀναιρέσεως τοῦ τείχους λέγει πρὸ τῆς τειχομαχίας (Il. 12, 4) ὡς ἂν
μὴ προειρηκὼς ἐνθάδε.
446. ἦ ῥά τις ἔστι βροτῶν] ἆρα ἔτι, φησὶ, τὶς τῶν ἀνθρώπων κοινώσεται διὰ τῶν θυσιῶν ἃ βούλεται τοῖς θεοῖς;
447. ἀθανάτοισι] ἵτι ὡς καὶ αὐτὸς οὐκ ὢν ἀθάνατος λέγει. καὶ ἐν ἄλλοις δὲ κέχρηται τῷ γένει.
451. οὕτως Ἀρίσταρχος ὅσην τʼ ἐπικίδναται θηλυκῶς, Ζηνοδότειος δὲ ἡ “ὅσον τʼ ἐπικίδναται.”
*Ἀρίσταρχος ὅσην, ἄλλοι δὲ ὅσον.
452. τοῦ δʼ ἐπιλήσονται τό τʼ ἐγὼ] χωρὶς τοῦ τέ ἐν ταῖς Ἀρι-
στάρχου τὸ ἐγὼ καὶ Φοῖβος, κατʼ ἔνια δὲ τῶν ὑπομνημάτων τὸ δʼ
ἐγώ. καθόλου δὲ τὴν τῶν θεῶν ἀγορὰν ἠθέτουν οἱ περὶ Ζηνόδοτον
καὶ Ἀριστοφάνη καὶ αὐτὸς Ἀρίσταρχος.
*τό τʼ ἐγώ] Ἀρίσταρχος τὸ ἐγώ.
453. *ἥρῳ] ὅτι δισυλλάβως καὶ ἐν Ὀδυσσείᾳ (8, 483) “ἥρῳ Δημοδόκῳ.”
465. * δύσετο] σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ ἐδύετο.
466. βουφόνεον] βουφονεῖν ἐστὶν οὐ τὸ θύειν θεοῖς (ἄτοπον γὰρ ἐπὶ θυσίας φόνον λέγειν), ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατα- σκευήν.
468. Λήμνιοι τὰς ἐξ ἔθους τῇ Ἀφροδίτῃ θυσίας μὴ ἀποδιδόντες
καθʼ αὑτῶν θάνατον ἐνομοθέτησαν· τὴν γὰρ θεὸν ὀργισθεῖσαν λέγεται
τοῖς μὲν ἀνδράσιν ἵμερόν τινα τῶν Θρᾳκίων ἐμβαλεῖν γυναικῶν, τῶν
δὲ ἰδίων ἀμελῆσαι καὶ καθέζεσθαι ἐφʼ ἡσυχίας. διέβαινον οὖν εἰς
τὴν Θράκην περιέποντες καὶ σεβόμενοι τὰ ἐνταῦθα. ταῖς δὲ γυναιξὶ
τῶν Λημνίων ἔκτοπον λύσσαν ἐμπεσεῖν, ὥστε ψηφίσασθαι πάσας
ἀνδροκτονεῖν. καὶ μὴ ἀποτυχεῖν. γενομένου δὲ τούτου τοῦ ἀτυχή-
ματος περὶ τοὺς ἄνδρας, λέγεται τὸν Ἰάσονα μετὰ τῆς Ἀργοῦς
ἐξοκείλαντα τῇ κρατίστῃ πασῶν Τψιπύλῃ μιγῆναι, ἐξ ἦς φασὶ
γενέσθαι τὸν Εὔνηον. ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τοῖς
τραγῳδουμένοις.
473. ὅτι ἀμοιβαῖς ἐχρῶντο οἱ παλαιοὶ καὶ οὐ νομίσμασιν.
474. ὅτι ῥινοῖς ταῖς βύρσαις, αὐταῖς δὲ βουσὶν ἀντὶ τοῦ ζώσαις. ἰστέον δὲ ὅτι ὁπόταν περὶ πλήθους θρεμμάτων διαλέγωνται οἱ ποιη- ταὶ, κατὰ τὸ θηλυκὸν προφέρονται.
475. * Ἀρίσταρχος διὰ τοῦ ὁ ἀνδραπόδοισι.
ἀθετεῖται, ὅτι νεωτερικὴ ὀνομασία τοῦ ἀνδράποδον· οὐδὲ γὰρ παρὰ τοῖς ἐπιβεβληκόσιν Ὁμήρῳ νοεῖται. λυπεῖ δὲ καὶ τὸ ἄλλοι πλεονάζον.
481. * Ἀρίσταρχος πιέμεναι πρὶν λείψω.
482. κοίμησον] ὅτι διέστειλε τὸ κοιμηθῆναι καὶ τὸ ὑπνῶσαι.
τοῦτο δὲ πρὸς τὸ ἐν Ὀδυσσείᾳ (20, 4) “Εὐρυνόμη δʼ ἄρ’ ἐπὶ
χλαῖναν βάλε κοιμηθέντι·” ἐπιφέρει γὰρ “κεῖτʼ ἐγρηγορόων.” Ζηνό-
δοτος δὲ καὶ τοῦτον καὶ τὸν πρῶτον τῆς ἑξῆς ῥαψῳδίας ἦρκε στίχον.
ὕπνου δῶρον] αὐτὸ τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωματοειδὴς ὕπνος δωρεῖται.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
τὴν ῥαψῳδίαν ταύτην κόλον μάχην καλοῦσι· συντέμνει γὰρ τὴν
διήγησιν, συναχθόμενος τοῖς Ἀχαιοῖς.
1. Ἠὼς] σημαίνει πολλά. ὁτὲ μὲν τὸ κατάστημα τῆς ἡμέρας,
ὡς ἔχει ἐνταῦθα· ὁτὲ δὲ καὶ ἡ σωματικὴ θεὸς, ὡς ἔχει ἐπὶ τοῦ
“ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο” (Il. 11, 1)· ὁτὲ δὲ τὸ
ἀπʼ ἀνατολῆς ἕως μεσημβρίας τοῦ ἡλίου διάστημα, ὡς ἐν τῷ
“ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ” (66)· ὁτὲ δὲ τὸ τῆς
νυκτὸς καὶ ἡμέρας διάστημα, ὡς ἐν τῷ “ἠὼς δέ μοί ἐστιν ἥδε δυω-
δεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα” (Il. 21, 80).
κροκόπεπλος] ὅταν πολὺ σκότους ἔχῃ, ὀλίγον δὲ φωτός. τὸ δὲ
ῥοδοδάκτυλος ἐναντίον. ποιητικὴ δέ ἐστι περίφρασις, ὡς εἰ εἶπεν
ἡμέρα μὲν γέγονεν. τὸ δὲ ἐκίδνατο ἐν παρατάσει· σφαιροειδὴς γὰρ
οὖσα ἡ γῆ οὐ πᾶσα ὑφʼ ἓν φωτίζεται.
Ἠὼς] ὅτι Ζηνόδοτος μετατίθησι τὴν ἀνατολὴν κάτω πρὸς τὸ “οἱ δʼ ἄρα δεῖπνον ἕλοντο” (53), ὥστε τὴν τῶν θεῶν ἀγορὰν ὀψὲ γίνεσθαι ἀπρεπῶς.
3. *ἀκροτάτῃ] ὅτι ἀντὶ τοῦ ἄκρᾳ, καὶ ὅτι λείπει ἡ ἐπί, καὶ ὅτι τὰ ἐπίθετα ὡς ἐπὶ ὄρους.
4. θεοὶ δʼ ὑπὸ πάντες ἄκουσαν] ἡ ὑπό φέρεται ἐπὶ τὸ ἄκουον· διὸ
οὐκ ἀναστρεπτέον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ πάσης προθέσεως ἔστιν ἰδεῖν
ἐχούσης σύνταξιν πρὸς τὰ ἐπιφερόμενα. “οἳ κατὰ βοῦς Υπερίονος
Ἠελίοιο ἤσθιον” (Od. 1, 8). καὶ γὰρ διαφέρει τὸ ἀκούειν ἀπλῶς
λεγόμενον τοῦ ὑπακούειν, ἧ ἐκ μὲν τοῦ ἀκούειν οἷόν τʼ ἐστὶν ἐκδέ-
ξασθαι καὶ τὸ μόνον ἀκοῦσαι, μὴ μέντοι πείθεσθαι τοῖς λεγομένοις.
οὕτως οὖν τινὲς ἐδέξαντο “οὐδ᾿ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς”
(97)· ἀκούσας γὰρ οὐκ ἐπείσθη. διὸ ἐν ἑτέροις Ὀδυσσεὺς ἐπαινού-
μενος ὑπὸ τοῦ Διομήδους παραιτεῖται καὶ τὸ ἐπισκώπτεσθαι, ἐν οἷς
7. *θεός] Ἀρίσταρχος θεῶν.
8. *διακέρσαι] διακόψαι· ὅθεν καὶ κέρμα τὸ εἰς μικρὰ διακεκομ- μένον.
10. *ἀπάνευθε] ἐν τῇ Ἀριστοφάνους ἀπάτερθε, Ζηνόδοτος με- τόπισθε.
12. * τὸ οὐ κατὰ κόσμον βέλτιον τοῖς ἑξῆς συνάπτειν· συλ- λαβὼν γὰρ αὐτόν.
13. ἐς Τάρταρον] ὡς τὰ οὐράνια τρία διαστήματα ἔχει, ἀέρα
μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων, οὕτως καὶ ἀπὸ
γῆς εἰς Ἅιδου, ἀπὸ δὲ Ἅιδου εἰς Τάρταρον. ἐναντίος δὲ Ὀλύμπῳ ὁ
Τάρταρος· ὁ μὲν γὰρ οὔποτʼ ἀνέμοισι τινάσσεται οὐδέ ποτʼ ὄμβρῳ
(Od. 6, 43), ὁ δὲ καὶ τετάρακται καὶ ψυχρὸς εἶναι δοκεῖ· καὶ γοῦν
τὸ σφόδρα ῥιγοῦν ταρταρίζειν φασί. καὶ ὁ μὲν ὅλος καταλάμπεται,
ὁ δὲ ἠεροειδής ἐστι.
Τάρταρος τὸ ὑπὸ τὴν γῆν ἐσκοτισμένον μέρος κατώτατον τοῦ
Ἅιδου, καὶ ἐν βαθυτάτῳ κείμενον τόπῳ. ἢ τὸν χαλεπὸν καὶ δυσχερῆ
λέγει. ὠνόμασται δὲ διὰ τὸ ἐκτεταράχθαι καὶ συγκεχύσθαι τὰ ἐν
αὐτῷ πάντα. οἱ δὲ τὸ ἀφώτιστον τῆς οἰκουμένης μέρος ἀπεδέ-
ξαντο.
16. τόσσον ἔνερθʼ Ἀΐδεω] τοσοῦτόν φησι τὸν Τάρταρον ἀφεστάναι
τοῦ Ἀιδου ὅσον ὁ οὐρανός τῆς γῆς. διὰ δὲ τούτων σφαιροειδῆ τὸν
κόσμον συνίστησι, κέντρου λόγον ἐπέχουσαν εἰσαγαγὼν τὴν γῆν, καὶ
τὰς ἀπʼ αὐτῆς ἐκβαλλομένας εὐθείας εἰς ἑκάτερα τὰ πέρατα ἴσας
λέγων εἶναι.
πρὸς τὴν καθʼ Ὅμηρον τοῦ κόσμου τάξιν. καὶ ὅτι οὐδὲν τοιοῦτον ἐπὶ τοῦ Ὀλύμπου λέγει. καὶ ὅτι λείπει τὸ ὕπερθεν, ὅσον ἐστὶν ὕπερθεν.
18. πειρήσασθε] πεῖραν λάβετε. τῷ ἀποτόμως ἀπειλοῦντι καὶ
τὴν ῥώμην οὐκ ἄτοπον ἐνδείκνυσθαι. μεγάλα δὲ ὄντα τὰ προστάγ-
ματα μείζοσιν ὑπερβολαῖς ἐπιστώσατο.
εἴδετε] ὡς λέγετε. ἢ συστολὰς μὲν τὰ τοιαῦτα παραληπτέον, ἢ
ἐναλλαγὰς ἐγκλίσεων, “ὄφρ’ εὗ πᾶσαι εἴδετʼ ἀκούουσαι” (Il. 18,
52)· “μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνειῶτα” (Il. 19, 403)·
“ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμου” (Il. 17, 452)· “αἴ
κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων βούλεται ἀντιάσας” (Il.
1, 66).
19. ὅτι εἰ μὴ ἐκδεξόμεθα Ὄλυμπον τὸ ἐπὶ Μακεδονίας ὄρος, οὐ
συμφωνήσει τῇ διαθέσει ταύτῃ· ἐπὶ γὰρ τοῦ οὐρανοῦ στάς φησι τὸν
Ὄλυμπον ἀνέλκειν τῆς σειρᾶς ἐκ τοῦ ῥίου ἐκδεθείσης. καὶ ὅτι ἡ ἐξ
περισσή.
χρυσῆν προσέθηκε, βουλόμενος τὸ πρᾶγμα ποιητικὸν δείξαι. καὶ οἱ μὲν κυρίως οὕτως· οἱ δὲ ἀλληγορικῶς τὸν ἥλιον.
κατὰ τὸν μῦθον ὁ Ζεὺς ἑαυτὸν τάσσει ἐπὶ τοῦ οὐρανοῦ, ὃ κλήρῳ
λαχὼν στοιχεῖον εἶχεν, τοὺς δὲ λοιποὺς θεοὺς ἐπὶ τῆς γῆς ὡς αὐτῆς
κοινῆς ὑπαρχούσης, ὥστε ἢ αὐτὸν καθελκυσθῆναι ὑπʼ ἐκείνων, ἢ
ἐκείνους ὑπʼ αὐτοῦ.
22. * Ζῆνʼ ὕπατον μήστωρ] ὅτι ἀντὶ τοῦ ἐμέ, ὡς περὶ ἄλλου.
*κάμοιτε] γράφεται καὶ πάθοιτε.
23. πρόφρων ἐθέλοιμι] Ἀρίσταρχος διὰ τοῦ ω ἐθέλωμι. Πτολε-
μαῖος δὲ ὁ τοῦ Ὀροάνδου ἀντὶ τοῦ πρόφρων πρόσσω γράφει.
*ὅταν θελήσω ἐρύσαι φησίν.
25, 26. ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν. διʼ αὐτῶν δὲ διδα- σκόμεθα πῶς σπάσει τὴν γῆν σὺν τῇ θαλάσσῃ.
ἐνταῦθα οἱ μέν φασι τὸν Ὅμηρον αἰνίττεσθαι μοναρχίαν, καὶ δηλοῦν
18. ἐντεῦθεν ἕως τοῦ “πρόφρονι μυθέομαι” (40) ἀθετοῦνται
στίχοι ιγ΄, ὅτι ἐξ ἄλλων τόπων μετάκεινται. καὶ ἐν τοῖς κατὰ
μέρος διαπίπτει, οὐκ ὀρθῶς χρώμενος ταῖς λέξεσιν, “ὀδυσσαμένοιο
τεοῖο.” τοῦτο γάρ ἐστι τοῦ σοῦ, θέλει δὲ ὁ λόγος ὀργισθέντος σοῦ,
ἀσυνάρθρως.
29. ἀγασσάμενοι] γράφεται καὶ φρασσάμενοι· μᾶλλον δὲ τὸ
ἀγασσάμενοι τοῖς ἑξῆς συνάδει.
31. τούτους πάλιν μετʼ ὀλίγα ἡ Ἥρα παραγίνεται λέγουσα. αἱ τοιαῦται δὲ προσφωνήσεις σημαίνουσι τὴν Ἀθηνᾶν ἐκ μόνου Διὸς γεγενῆσθαι· καὶ γὰρ οὔτε Ὅμηρος οὔτε Ἡσίοδος μητέρα αὐτῆς παραδίδωσιν.
35. *ὡς σὺ κελεύεις] οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ εἰ σὺ κελεύεις.
39. Τριτογένεια] Ὅμηρος μὲν τὴν τὸ τρεῖν καὶ εὐλαβεῖσθαι
γεννῶσαν τοῖς ἀνθρώποις (πολεμικὴ γὰρ ἡ θεός), οἱ δὲ νεώτεροί
φασι τὴν παρὰ τῷ Τρίτωνι ποταμῷ γεννηθεῖσαν, ὅς ἐστι τῆς
Λιβύης.
39, 40. θάρσει Τριτογένεια] ὅτι ὑπὸ Διὸς πάλιν λέγονται πρὸς Ἀθηνᾶν πρὸ τῆς Ἕκτορος τελευτῆς (Il. 22, 183)· ἐναντιοῦνται δὲ ἐνθάδε τοῖς ὑποκειμένοις.
*εἰρωνεύεται αὐτήν.
43. χρυσὸν δʼ αὐτὸς ἔδυνε] ὅτι ἀντὶ τοῦ χρνσῆν πανοπλίαν· καὶ ὅτι ἐνθάδε λεγομένου τοῦ Διὸς ἀνειληφέναι τὴν ἰδίαν πανοπλίαν, οὐκέτι ἑξῆς (387) ἐγχωρεῖ τὴν αὐτὴν ταύτην πανοπλιαν ἀνειληφέναι τὴν Ἀθηνᾶν· καὶ ὅτι τὸ γέντο ἐκ τῶν συμφραζομένων νοεῖται τεταγμένον ἀντὶ τοῦ ἔλαβεν.
45. *οὐκ ἄκοντε] οὐκ ἀπρόθυμοι.
46. ὅτι οὐδέποτε εἶπε μεσσηγὺς γαίης τε καὶ Ὀλύμπου νιφοεντος, οὐδὲ τὸν Ὄλυμπον ἀστερόεντα· διαφέρει γὰρ κατʼ αὐτὸν ὁ Ὄλυμπος τοῦ οὐρανοῦ.
47, 48. Ἴδην—Γάργαρον] πρὸς τὴν ἰδιότητα τῆς φράσεσες,
47. * πολυπίδακα] πίδακές εἰσιν αἱ τῶν ὑδάτων ἀναδόσεις αἱ μικραί.
48. Γάργαρον] τὸ ἀκρωτήριον τῆς Ἴδης, ἤτοι ἀπὸ τοῦ γαργαρίζειν
καὶ ἀναδιδόναι τὰ ὕδατα, ἢ ἀπὸ μεταφορᾶς τοῦ ἐν τοῖς στόμασιν
ἡμῶν γαργαρεῶνος τῆς λεγομένης σταφυλῆς· καὶ γὰρ τὸ σῶμα τοῦτο
ἀπὸ παχέος εἰς λεπτὸν καὶ ὀξὺ λήγει· τρία δέ εἰσιν ἀκρωτήρια τῆς
Ἴδης, Λεκτὸν, Γάργαρον, Φαλάκρη. τούτου μνημονεύει Καλλίμαχος
ἐν πρώτῳ αἰτίων.
53. ὅτι πρὸ τούτον τὴν ἀνατολὴν τίθησι Ζηνόδοτος τὸ δὲ συνεχὲς τοῦ λόγου οὕτως ἐστὶν, ἡμέρας ἐνστάσης ὁ μὲν Ζεὺς θεῶν ἀγορὰν ἐποιεῖτο, οἱ δὲ Ἀχαιοὶ δεῖπνον εἵλαντο.
54. ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο] ἐξωπλίζοντο καὶ ἀνελάμβανον τὰ
ὅπλα, ὅπερ ἀγνοήσαντές τινες γράφουσι τοὶ δʼ αὐτόθι θωρήσσοντο.
55. * Ἀρίσταρχος διὰ τοῦ ὁ ὁπλίζοντο.
56. παυρότεροι] ὅτι ἐλάσσους ἀεὶ τοὺς Τρῶας σὺν τοῖς ἐπικούροις
λέγει. ἡ δὲ ἀναφορὰ πρὸς ἐκεῖνα τὰ ἀθετούμενα “πολλέων ἐκ πολίων
ἐγχέσπαλοι ἄνδρες” (Il. 2, 131)· καὶ πρὸς Ζηνόδοτον γράφοντα
(562) “μυρία δʼ ἐν πεδίῳ.”
57. *χρειοῖ] ὡς Λητοῖ· ἡ γὰρ εὐθεῖα “χρειὼ ἐμεῖο γένηται” (Il. 1, 341).
58. πᾶσαι δʼ ὠΐγνυντο πύλαι] ὅτι μία ἐστὶ πύλη, καὶ πληθυντικῶς
εἶπε πύλαι. τὸ δὲ πᾶσαι ἀντὶ νοῦ ὅλαι, ὡς “θριξὶ δὲ πάντα νέκυν
καταείνυον” (Il. 23, 135).
60. ἵκοντο] γρ. ἵκανον.
62. ὅτι ταυτὸν ἐξ ἐπαναλήψεως εἶπεν· προειπὼν γὰρ ῥινούς, ἐπενήνοχεν “ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι,” ἐξ ἀμφοτέρων ταὐτὰ σημαίνων.
65. ῥέε δʼ αἵματι γαῖα] ὅτι ἀντὶ τοῦ ἐρρεῖτο ἡ γῆ, καὶ ἵτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.
66. ἡ διπλῆ, ὅτι νῦν τὴν πρὸ μεσημβρίας ὅραν ἠῶ λέγει. ἀέξετο] αὔξησιν ἐλάμβανεν ἡ ἡμέρα, ὁ ἐστιν ἕως οὗ ὑψοῦτο ὁ ἥλιος ὁ τὴν ἡμέραν ποιῶν.
68. ὅτι οὐδέποτε ἐν Ὀλύμπῳ τὸν ἥλιον, ἀλλʼ ἐν οὐρανῷ· οὐκ ἄρα
69. τάλαντα] τὴν τοῦ Διὸς διάνοιαν.
70. ἐν δʼ ἐτίθη δύο κῆρε] μίαν ὑπὲρ ἑκατέρου στρατεύματος· καὶ
ὅτι τὰς θανατηφόρους μοίρας λέγει. ὁ δὲ Αἰσχύλος νομίσας λέγεσθαι
τὰς ψυχὰς, ἐποίησε τὴν Ψυχοστασίαν, ἐν ᾗ ἐστὶν ὁ Ζεὺς ἱστὰς ἐν
τῷ ζυγῷ τὴν τοῦ Μέμνονος καὶ Ἀχιλλέως ψυχήν.
73, 74. ἀθετοῦνται, ὅτι ὑπὲρ ἑκάστου στρατεύματος κῆρα ζυγο-
στατεῖ ὁ Ζεὺς, οὐ πλείους, ὡς ἐπὶ Ἀχιλλέως καὶ Ἕκτορος (Il. 22,
210)· ὁ δὲ διασκευαστὴς ἐξέλαβε πολλάς. εἰ δέ τις δύο ὑπὲρ
ἑκατέρου ἵστασθαι φήσει, ῥυόμενος τὴν σύγχυσιν τοῦ δυϊκοῦ σχή-
ματος, ἄλογον· πρὸς τί γὰρ δύο, ἀλλʼ οὐ μία;
74. * ἐν ἐνίοις διὰ τοῦ ε ἕζεσθεν.
77. *εἷλεν] ἐν ἄλλῳ. δέος ᾕρει.
81, * ἐτείρετο] ἔν τισι τῶν ὑπομνημάτων ἐδάμνατο.
84. καίριόν ἐστι] εὔκαιρον πρὸς θάνατόν ἐστι τοῖς ἵπποις τὸ μέρος τοῦτο, ὅ ἐστιν ἐπικίνδυνον,
85. *βέλος δ᾿] ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· βέλος γάρ.
ἀπέταμνε] δεινός ἐστιν Ὅμηρος καὶ διὰ μιᾶς λέξεως ὅλον τὸν
ἄνδρα σημαίνειν· διὰ γὰρ τοῦ ἀπέταμνε τὴν ἀσθένειαν τοῦ γέροντος
δηλοῖ καὶ ἐντεῦθεν τὸ βραδὺ τῆς ἐνεργείας. προσηκόντως οὖν ἐπὶ τοῦ
πρεσβύτου ἐχρήσατο τῷ παρατατικῷ χρόνῳ, εἰπὼν τὸ ἀίσσων, ἐπὶ δὲ
τοῦ νέου Αὐτομέδοντος (Il. 16, 474) τῷ συντελικῷ, εἰπὼν ἄϊξε καὶ
ἀπέκοψε, συντόμως τὸ πρᾶγμα δηλῶν.
87. παρηορίας] τὰς τοῦ παρηόρου ἵππου ἡνίας, τὰς παραζεύξεις,
ὅ ἐστι τοὺς ἔξωθεν παρατεταμένους ἱμάντας.
*παρηορίας] ὡς παρηγορίας.
*ἡνίοχον] ὅτι τὸν παραιβάτην Ἕκτορα ἡνίοχον εἶπεν.
93. πολυμήχανʼ Ὀδυσσεῦ] πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον τέθειται·
δεῖ γὰρ τὸν στρατιώτην τοιοῦτον εἶναι. γεωργὸς μὲν γὰρ ἀπὸ τοῦ
καλῶς ἐν πόᾳ τὴν ἅρπην καὶ τὰ ἄλλα τῆς γεωργίας ὅπλα κινεῖν
γινώσκεται, κυβερνήτης δὲ ἀπὸ τοῦ πόδα νηὸς ἰθύνειν καλῶς, τέκτων
ἀπὸ τῆς εὐθεσίας τῶν λίθων καὶ τῆς εὐπριστίας τῶν ξύλων καὶ τῆς
πλοκῆς, τοξότης ἀπὸ διασκέψεως ἀρίστης, ἀκοντιστὴς ἀπὸ τοῦ εὖ
πάλλειν τὸ δόρυ, ῥήτωρ ἀπὸ πιθανότητος, στρατηγὸς ἀπὸ φρονήσεως
καὶ ἀνδρείας, στρατιώτης ἀπὸ πολυμηχανίας καὶ πολυπειρίας. ἔστι
δὲ γεωργὸς μέν· “ἐν ποίῃ δρέπανον μέν” (Od. 16, 368). β. κυβερ-
νήτης· “αἰεὶ γὰρ πόδα νηός” (Od. 10, 32). γ. τέκτων ἀπὸ τῆς
κλίνης (Od. 23, 189). δ. ναυπηγὸς ἀπὸ τῆς σχεδίας (Od. 5, 243).
ε. κυνηγὸς ἀπὸ τοῦ Παρνασσοῦ (Od. 19, 430). V. μάντις· “φήμην
τίς μοι φάσθω” (Od. 20, 100). ζ. μάγειρος· “δαιτρεῦσαί τε καὶ
ὀπτῆσαι” (Od. 15, 323). η. ἰατρός· “ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι”
(Od. 1, 262). θ. μουσικός· “μῦθον ὥστʼ ἀοιδός” (Od. 11, 368).
ι. πύκτη· “πὺξ μὲν ἐνίκησα Κλυτομήδεα” (Il. 23, 634). ια.
παλαιστής· “Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον” (ib. 635). ιβ. δισκευ-
τὴς παρὰ Φαίαξιν (Od. 8, 186). ιγ. τοξότης· “εὖ μὲν τόξον οἶδα”
(ib. 215). ιδ. ἀκοντιστής· “δουρὶ δʼ ἀκοντίζω” (ib. 229). ιε. ῥήτωρ·
“καὶ ἔπεα νιφάδεσσιν ἐοικότα” (Il. 3, 222). ιϚ. ἀστρολόγος·
“Πληϊάδας θʼ ὁρόωντι” (Od. 5, 272).
94. μετὰ νῶτα βαλὼν, κακὸς ὣς, ἐν ὁμίλῳ] βραχὺ διασταλτέον
ἐπὶ τὸ βαλών, εἶτα κακὸς ὥς· χωριζόμενον σαφέστερον ποιεῖ τὸν
λόγον. ἀμφίβολον δέ ἐστι καὶ οὕτως τὸ λεγόμενον· ἤτοι γὰρ ὡς
δειλὸς ἐν πλήθει φεύγεις, οἷον μετὰ ταραχῆς, ἢ ὡς ἐν ὄχλῳ εὐπερι-
καλύπτως· ἢ τὸ ἑξῆς ἐστὶ, πῆ φεύγεις ἐν ὁμίλῳ, οἷον καὶ σὺ μετὰ
τοῦ πλήθους ὡς εἴς τῶν πολλῶν.
95. τινὲς δισστέλλουσιν ἐπὶ τὸ φεύγοντι. κἂν συνάπτωμεν δὲ ὅλον τὸν στίχον, σαφὴς ἡ διάνοια. ἴσμεν γὰρ ὅτι οὐ τὸ μετάφρενον φεύγει.
97. οὐδʼ ἐσάκουσεν] οὐδὲ ἤκουσεν. ἐζήτηται δὲ πότερον οὐκ ἀντε- λάβετο καθόλου τῆς φωνῆς διὰ τὸν θόρυβον, ἢ ἀκούσας παρεπέμ- ψατο· ὅπερ δέχεται ὁ Ἀρίσταρχος.
οὐδʼ ἐσάκουσε] πρὸς τὸ ἀμφίβολον, πότερον οὐκ ἀντελάβετο
καθόλον τῆς φωνῆς διὰ τὸν θόρυβον, ἢ ἀκούσας παρεπέμψατο· ὅπερ
δέχεται ὁ Ἀρίσταρχος.
ἐζήτηται δὲ πότερον ἄρα οὐδʼ ὅλως ἤκουσεν ὁ Ὀδυσσεὺς, ἢ οὐκ
ἐπείσθη. ῥητέον ὅτι οἱ λέγοντες ὅτι ἀκούσας οὐκ ἐπείσθη δειλίαν τοῦ
ἥρωος κατηγοροῦσιν ἀγνοοῦντες τὸ “οὐδʼ ἐσάκουσεν.” οὐ γὰρ τὸ
παρακοῦσαι, ἀλλὰ τὸ μὴ αἰσθέσθαι τελείως δηλοῖ· καὶ γὰρ οὐκ ἦν
δειλὸς τῶν ἄλλων ἔσχατος φεύγων καὶ τῇ βραδυτῆτι τὸ φιλοκίνδυνον
ἐπιδεικνύμενος.
99. *αὐτός] ὅτι ἐν ἴσῳ τῷ μόνος.
103. *γῆρας ὀπάζει] οὕτως Ἀρίσταρχος ὀπάζει· ὁ δὲ Ἰξίων ἐπείγει.
*ἐν ἄλλῳ γῆρας ἱκάνει.
104. ἠπεδανὸς] ἀσθενὴς, ἢ ἄτεχνος, οἱονεὶ ἀπεδανός, ὁ μὴ δυνά- μενος δι᾿ ὑπερβολὴν ἀσθενείας ἐν τῷ πέδῳ (ὅ ἐστιν ἐδάφει) στῆναι. ἔμπεδος γὰρ λέγεται ὁ ἐν τῷ πέδῳ διʼ ἰσχὺν ἑστώς.
106. *ὅτι ἐλλείπει ἡ διά.
βραχὺ διασταλτέον ἐπὶ τὸ ἵπποι· μᾶλλον γὰρ ἐμφαίνει τὴν
τοῦ εἰσίν ἔλλειψιν. καὶ ἄλλως συναπτόμενον ἀκατάλληλόν ἐστι τὸ
ἐπιστάμενοι. οὐ μὴν ἡ διά πρόθεσις ἐνταῦθα λείπει, ἵνʼ ᾖ διὰ
πεδίου, ἀλλὰ τὸ ἑξῆς ἐστὶν ἔνθα καὶ ἔνθα πεδίου. τοιοῦτο καὶ τὸ
ἐν τῷ ἕκτῳ “πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα ἴθυσε μάχη πεδίοιο”
(Il. 6, 2).
107. κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι] ὅτι ἀντὶ τοῦ φεύγειν ἀεὶ τὸ φέβεσθαι παρʼ αὐτῷ, καὶ ὅτι ἐντεῦθεν τὸ “φόβον Ἄρηος φορεούσας” (Il. 2, 767).
108. οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην] ἀθετεῖται, ὅτι ἄτοπον προστι-
109. * Ἀρίσταρχος κομείτων.
τούτω μὲν θεράποντε] ὅτι τετήρηται παρʼ αὐτῷ καθαρῶς τὰ δυϊκὰ,
καὶ νῦν ὡς ἐπὶ δύο ἵππων διαλέγεται.
τώδε] παροξύνεται τὸ τώδε παραλόγως· ἀληθὲς γὰρ ὡς ὅτι τὰ διὰ
τοῦ δε ἐπεκτεταμένα, εἰ ἔχοι πρὸ τέλους φύσει μακρὰν, προπερι-
σπᾶται. ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλʼ ὅμως πάλιν
ἐπεκράτει καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα. ταῦτα ὁ Ἡρωδιανὸς
ἐν τῇ ζ΄, ὅπου περὶ τοῦ ἰῷ διαλαμβάνει.
114. * Εὐρυμέδων] ὅτι ὁμώνυμος οὗτος τῷ Ἀγαμέμνονος ἡνιόχω (Il. 4, 228).
116. *φοινικόεντα] ἐν ἄλλῳ σιγαλόεντα.
118. *ἰθὺς μεμαῶτος] ἄντικρυς βουλευομένου ὁρμᾶν.
124. *ὅτι ἐλλείπει ἡ περί, καὶ ὅτι ἀντὶ τοῦ Ἕκτορος φρένας.
125. καὶ ἀχνύμενός περ ἑταίρου] οὐκ ἔστιν ἡ περί πρόθεσις, ἀλλʼ ὁ πέρ σύνδεσμος ἐναντιωματικὸς καὶ ἐγκλιτικός· διὸ τὸ τέλος τῆς μετοχῆς ὀξυτονητέον.
*ἑταίρου] ὅτι καὶ ἐνθάδε λείπει ἡ περί.
128. Ἀρχεπτόλεμον] ὅτι Ζηνόδοτος ἐνθάδε μὲν γράφει Ἐρασι- πτόλεμον, ἐν δὲ τοῖς μετὰ ταῦτα εἴασεν Ἀρχεπτόλεμον.
130. * ἔργα γένοντο] ὅτι κατὰ τοῦ οὐδετέρου τὸ πληθυντικὸν, ὡς “σπάρτα λέλυνται” (Il. 2, 135).
131. σήκασθεν] εἰς σηκὸν κατεκλείσθησαν. σηκὸς δὲ εἴρηται
οἱονεὶ στηκός τις ὢν, ἀπὸ τοῦ ἵστασθαι ἐν αὐτῷ τὰ θρέμματα. ἔνθεν
καὶ οἱ νεώτεροι τῶν ποιητῶν σηκὸν λέγουσι τὸν ναὸν, ἀπὸ τοῦ ἵστασθαι
ἐν αὐτῷ τὰ ἀγάλματα.
ὅτι τὸ σήκασθεν αὐτὸς ἐπεξηγεῖται εἰπὼν ἠ ΰτε ἄρνες.
133. βραχὺ διασταλτέον ἐπὶ τὸ δεινόν· κεῖται γὰρ ἀντὶ μεσό-
τητος, δεινῶς βροντήσας. ἐπὶ δὲ τοῦ κεραυνοῦ ἓν ἀρκεῖ ἐπίθετον τὸ
ἀργῆτα.
135. *θεείου καιομένοιο] τοῦ κεραυνίου πυρός.
θεείου] θείου. προσληπτίον δὲ κεραυνοῦ· ὅπου γὰρ ἂν κεραυνὸς πέσῃ, ὡς θεῖον ὄζει ἐν ἐκείνῳ τῷ τόπῳ.
137. * Ἀρίσταρχος φύγον, ἄλλοι δὲ φύγεν. ἐν ἄλλῳ δὲ τὸ φοινικόεντα.
139. φόβονδʼ ἔχε] ὅτι πάλιν φόβον τὴν φυγήν· καὶ ὅτι Ζηνό-
δοτος γράφει ἄγε νῶϊ φόβονδε, ὅ ἐστιν ἡμεῖς ἢ ἡμᾶς, ὧν οὐδέτερον
ἁρμόζει.
143. ὁ λόγος· οὐδεὶς ἀνὴρ τὸν τοῦ Διὸς νόον ἐπισπάσαιτο ἢ φυ- λάξαιτο, ὥστε τὰ συμφέροντα αὐτῷ γενέσθαι.
149. *φοβούμενος] ὅτι σαφῶς ἀντὶ τοῦ φεύγων.
150. ἀπειλήσει] καυχήσεται, κομπάσει. σημαίνει δὲ ἡ λέξις πλείονα· ἐπὶ κανχήσεως μὲν, ὡς νῦν· ἐπὶ δʼ εὐχῆς, ὡς ἐν ἐκείνοις οὐδʼ ἠπείλησεν ἄνακτι” (Il. 23, 863)· ἐπὶ δʼ ὀργῆς, ὡς ἐν τῷ “ἠπείλει κἀκεῖνος ἐναντίον πολεμίζων ἐνθάδʼ ἐλεύσεσθαι” (Il. 15, 179).
*τότε μοι χάνοι εὐρεῖα χθών] τότε ἡ γῆ χανοῦσα εὐρέως δέ- ξαιτό με.
ὅτι οὐκ ἐν τῷ καθόλου εὐρεῖαν λέγει, ἀλλʼ ἐμοὶ εὐρεῖα ἡ γῆ γένοιτο, ἀντὶ τοῦ εὐρὺ χάσμα ποιήσειεν.
152. * ἐπὶ τὸ δαΐφρονος στικτέον· μᾶλλον γὰρ ἐμφαίνει.
157. φύγαδε] ὡς ἄλαδε· καὶ ἤτοι τὴν φυγὴν φύγα εἶπεν, ὡς τὴν σκέπην σκέπα· ἢ ὡς τὸ οἶκόνδε οἴκαδε, οὕτως φυγήνδε φύγαδε.
*τράπε] οὕτως διὰ τοῦ α τράπε αἱ Ἀριστάρχου.
161. ἡ σέ ἐγκλιτική ἐστιν· ἀπολέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ
ποιητικώτερον ἀπέβαλε τὸν κατʼ ἀρχὴν χρόνον, διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα
ἵσταται. περὶ δὲ τῶν τοιούτων ῥημάτων ἔφαμεν ὅτι ἴση ἐστὶν ἡ χρῆ-
σις παρὰ τῷ ποιητῇ.
163. ἀντʼ] κακῶς ὅσοι ἀναστρέφουσιν· ἡ γὰρ ἀντί ἀναστρέφεται οὔποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ διανοίᾳ παραλήψονται.
*Αρίσταρχος ἀντιτέτυξο.
164. ἀθετοῦνται στίχοι τρεῖς, ὅτι εὐτελεῖς εἰσὶ τῇ κατασκευῇ, καὶ τὸ “πάρος τοι δαίμονα δώσω” τελείως ἐστὶν οὐ κατὰ τὸν ποιητήν· ἀνάρμοστα δὲ καὶ τὰ λεγόμενα τοῖς προσώποις.
*τούτους καὶ Ἀριστοφάνης ἠθέτηκεν.
166. * δαίμονα δώσω] ἐν τῇ Ζηνοδότου πότμον ἐφήσω.
168. ὅτι ὑποτάσσουσιν “ἢ μήτε στρέψαι μήτʼ ἀντίβιον μαχέ-
σασθα.” οὐκ ἔστι δέ· τὸ γὰρ διάνδιχα οὐκ ἔστι δύο ἐμερίμνησεν
ἐναντία, ἀλλʼ ἐπὶ τὸ αὐτὸ φερόμενα, στρέψαι τοὺς ἵππους καὶ μά-
χεσθαι.
170. *ἀπ᾿ Ἰδαίων] γράφεται καὶ ἐπʼ δαίων.
171. βραχὺ διασταλτέον ἐπὶ τὸ Τρώεσσιν· αὐτὸ γὰρ τὸ ση- μεῖον, πρὸς τὸ σημαινόμενον ὑπαντήσας, εἴρηκε νίκην. ἐὰν δὲ συνά- πτωμεν, γίνεται σολοικοφανές.
178. ἀβλήχρʼ] Ἡρακλείδης ὁ Μιλήσιος βαρύνει ὡς ἄσιτα·
λόγῳ δὲ χρῆται τούτῳ, ὡς ὅτι βληχρόν ἐστι τὸ ἰσχυρὸν, ὅπερ κατὰ
στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος· σημαίνει γὰρ τὸ
ἀσθενές. ἡ μέντοι παράδοσις ὀξύνει τὸ ἀβληχρά καὶ ἀβληχρήν,
πεισθεῖσα πρῶτον τῷ παρασχηματισμῷ ὡς ἀπλῷ. οὕτως γὰρ παρε-
σχηματίσθη, ὡς πενιχρά, ψυχρά, λέγω δὲ θηλυκῶς. οὕτως ἀβλη-
χρά, οὐ κοινωνοῦντός ποτε τοῦ γένους, λέγω δὲ ὁ ἄβληχρος καὶ ἡ
ἄβληχρος. ἄλλως τε ἤδη αὐτὸ τὸ βληχρός σημαίνει ὡς ἐπὶ τὸ
πλεῖστον μᾶλλον τὸ ἀσθενές. Ἀλκαῖος θʼ “βληχρῶν ἀνέμων ἀχεί-
μαντοι πνοαί” καὶ ὁ Νίκανδρος “βληχρὸν γὰρ μυὸς οἷα μυληβόρου
ἐν χροὶ νύγμα.” τοῦτο δὴ πλεονάσαν τῷ ᾱ φυλάξει τὸν αὐτὸν τόνον
λαλητός ἀλαλητός στεροπή ἀστεροπή· οὐκ ἐκεῖνο μέντοι διηνεκὲς λέ-
γομεν ὅτι πλεονασμὸς τοῦ ᾱ φυλάσσει τὸν αὐτὸν τόνον ἀεί. οἴδα γὰρ
τὸ ἄβορος, ἄγαυρος, ἀσταφίς.
οὐδενόσωρα] οὐδεμιᾶς φροντίδος ἄξια, ἀπὸ τῶν ὠρῶν· ὤρα γὰρ ἡ
φροντίς.
ὡς κυνόσουρα ὑφʼ ἓν κατὰ σύνθεσιν, εἰ καὶ σπάνιος ἡ τοιαύτη σύν- θεσις ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνός γενικῆς ἐντελοῦς· οὐδέποτε γὰρ οὕτως αὕτη ἡ γενικὴ συντίθεται· ἀλλʼ οἵ γε ποιηταὶ τολμῶσι ξένας συνθέσεις.
185. Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴνων Λάμπε τε δῖε]
πρὸς τὰ ἐπίθετα οὐδέποτε συνδεῖται.
186. *ἀποτίνετον] ὅτι ἐπὶ δυεῖν ἡ φράσις, ἀλλʼ οὐκ ἐπὶ τεσ- σάρων.
189, 190. τὸ ἑξῆς τοῦτό ἐστιν· ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις
εὔχομαι εἶναι, οἶνόν τʼ ἐγκεράσασα πιεῖν ὅτε μοι θυμὸς ἀνώγει. ἰστέον
δὲ ὅτι πρὸ τοῦ εὑρεθῆνμαι τὴν τῶν ποτηρίων χρείαν κέρασιν οἶνόν τʼ
ἐγκεράσασα ἔπινον.
ἀθετεῖται, ὅτι γελοιότατος ἐπὶ ἵππων ὁ στίχος, ὅτι οἶνον ἵπποι οὐ πίνουσι. καὶ ὅτε θυμὸς ἀνώγοι εἰς μέθην γελοῖον.
*καὶ παρὰ Ἀριστοφάνει ἀθετεῖται.
191. ἐφομαρτεῖτον καὶ σπεύδετον] ὅτι ὡς πρὸς δύο τοῖς δυϊκοῖς σχήμασι χρῆται· διὸ ἀθετητέον τὸν προκείμενον στίχον, ἐν ᾧ τέσσαρά ἐστιν ὀνόματα.
*ὄφρα λάβωμεν] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ αἴ κε λάβω- μεν.
192. ἀσπίδα Νεστορέην] αὐτὸν τὸν Νέστορα περιφραστικῶς. ἔνιοι δὲ τὸ ὅπλον· ἡφαιστότευκτον γὰρ ἦν.
193. * πᾶσαν] ὅτι ἀντὶ τοῦ ὅλην.
κανόνας] ῥάβδους αἷς ἐκράτουν τὰς ἀσπίδας· οὔπω γὰρ ἐχρῶντο
τοῖς πόρπαξιν, οὓς ὄχανα ἐκάλουν· ὕστερον γὰρ οὗτοι ἐπενοήθησαν
ὑπὸ Καρῶν, ὡς καὶ Ἀνακρέων φησὶ “καριοεργέος ὀχάνοιο.”
195. τὸν Ἥφαιστος κάμε τεύχων] ὅτι ἡφαιστότευκτα τὰ “πλα· ἀπὸ γὰρ Γλαύκου ἔλαβεν. καὶ ἀπὸ τῶν ὅπλων ἐπὶ τοὺς ἄνδρας ἀναφέρεται, καὶ οὐκ ἔστιν ἀλληγορία.
199. *μακρὸν Ὄλυμπον] ὅτι μακρὸν Ὄλυμπον ὡς ὄρος.
203. Ἑλίκη πόλις ἐν Πελοποννήσῳ Ποσειδῶνος, ἀφʼ ἦς αὐτὸν Ἑλικώνιον ὁ ποιητὴς καλεῖ.
206, 207. Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν αὐτοῦ κʼ
χρόνου ἔχουσα διάστημα, παραπλήσια κἀκεῖνα “ὣς ἔφαθʼ, αἱ δʼ
ἐπέμυξαν” (Il. 4, 20)· “ὣς ἔφαθ᾿, οὐδʼ ἀπίθησεν” (Il. 2, 166)·
ἕτερον δὲ ὅτι συμβήσεται κατʼ ἀρχὰς τοῦ στίχου μετὰ τὸ ν μόνον
στοιχεῖον διάστημα εἶναι τῆς ὑποστιγμῆς.
*πρὸς τὴν συναλοιφὴν ἀντὶ τοῦ Ζῆνα.
αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος] ὅτι Ζηνόδοτος ἀνάπαλιν αὐτοῦ κʼ ἔνθα κάθοιτʼ ἀκαχήμενος.
209. ἀπτοεπές] ὅτι δασύνουσιν ἀπτοεπές, καθαπτομένη τοῖς
ἔπεσιν. Ἀρίσταρχος δὲ ψιλοῖ. ἐμφαντικώτερον δὲ τὸ ψιλοῦν, καὶ
ἴσως ἦν παρὰ τὸ πτοεῖσθαι, ἡ ἄγαν πτοοῦσα. ἢ παρὰ τὸ ἁπιὸν τὸ
ἰσχυρὸν, ὥστε εἶναι δεινοεπές.
213. * διχῶς Ἀρίσταρχος, καὶ ἔεργε καὶ ἔρυκε.
τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργεν] διχῶς αἱ Ἀρι-
στάρχου, ἔεργεν καὶ ἔρυκεν. καὶ τὸ διʼ ἀμφοτέρων σημαινόμενόν
ἐστι τοιοῦτον· τῶν Ἀχαιῶν ὅσον ἀπὸ τοῦ τείχους ἡ τάφρος ὥριζεν,
ἐπλήθυεν ὁμοίως ἵππων καὶ ἀνδρῶν συνελαυνομένων καὶ συνειργομένων
ὑπὸ τοῦ Ἕκτορος. Ζηνόδοτος δὲ γράφει τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ
πύργου τάφρος ἔεργεν. ἔνιοι δὲ τὰ δύο διαστήματα πεπληρῶσθαί
φασι τῶν Ἑλλήνων, τό τε ἀπὸ τῶν νεῶν ἕως τοῦ τείχους καὶ τὸ ἀπὸ
τοῦ τείχους ἕως τῆς τάφρου, ὃ δὴ στεῖνος προσαγορεύει.
ἄλλως. ὅτι ἔν τισι γράφεται ἀπὸ τάφρου πύργος ἔεργεν. οὐ
δύναται δὲ τὸ ἐκ νηῶν συναφὲς εἶναι τῷ ἀπὸ τάφρου· πρὸς γὰρ
ταῖς ναυσὶ μᾶλλον ὁ πύργος ἢ ἡ τάφρος· καὶ ἔστι τὸ λεγόμενον,
τὸ μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου πλῆρες ἦν ἵππων καὶ ἀνδρῶν.
ἐκ νηῶν δὲ λέγει ἀπὸ τοῦ κατὰ τὰς ναῦς τόπου. σημειωτέον δὲ ὅτι
μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου διάστημα ἀπελείπετο κατὰ τὴν
τοποθεσίαν τῆς νεωλκίας.
βραχὺ διασταλτέον ἐπὶ τὸ νηῶν. σαφεστέραν γὰρ ποιεῖ τὴν
διάνοιαν, τοιαύτην οὖσαν· ὅσον ἡ τάφρος ἀπέχει τοῦ τείχους καὶ
τῶν νηῶν, τοῦτο πλῆρες ἦν πεζῶν τε καὶ ἵππων, λείποντος τοῦ καί
συνδέσμου· τὸ γὰρ ἔεργέν ἐστι περιώριζεν. ἐντὸς τῶν τε νηῶν καὶ
τοῦ τείχους μεταξὺ κενὸν ἦν εἰς δίοδον, τὸ μὲν πλάτος πλεθριαῖον
ὑπάρχον, τὸ δὲ μῆκος διʼ ὅλου τοῦ ναυστάθμου. πάλιν δὲ οὕτως τοῦ
τείχους ἐκτὸς ἦν διάστημα βραχὺ, μεθʼ ὃ ἡ τάφρος ὤρυκτο. τοσοῦτον
μέντοι εἰκάζει τὸ διάστημα ἐκεῖνο ὡς ἐντὸς βέλους εἶναι τὴν τάφρον,
καὶ ἐφικνεῖσθαι τὰ βαλλόμενα τοῦ τείχους ἀπὸ τῶν ἐπιόντων. ἀμ-
Φότερα οὖν τὰ διαστήματα ἑκατέρωθεν τοῦ τείχους, τὸ μὲν πρὸς τὴν
τάφρον, τὸ δὲ πρὸς τὰς ναῦς ἐπεπλήρωτο. οὕτως Νικάνωρ.
217. κηλέῳ] ὡς μελέῳ. γέγονε δὲ παρὰ τὸ κᾶλον καὶ κῆλον
κήλειον, ὡς παρὰ τὸ μῆλον μήλειον δέρος, καὶ Ἰωνικῶς κήλεον καὶ
κηλέῳ. ἐκεῖνο γοῦν ἐντελές ἐστι τὸ “σὺν πυρὶ κηλείῳ χάριν Ἕκ-
τορος (Il. 15, 744).
221. πρὸς τὸ ἔχων ἐν χειρί, τί ποτε σημαίνει; ὁ μὲν Ἀπολλό-
δωρος, ὅτι περιειλήσας εἶχεν ἐν τῇ χειρί· ὁ δὲ Διονύσιος, πρὸς τὸ
κατασείειν εὐθέτως λαβόμενος τοῦ φάρους. φᾶρος δέ ἐστι πορφν-
ῥοῦν ἱμάτιον, ὃ μεταχειρίζεται ὁ βασιλεὺς ἕνεκα τοῦ εὐχερῶς ἑαυτὸν
σημᾶναι τοῖς Ἕλλησιν, ἐπειδὴ ἀδύνατον ἦν διὰ βοῆς αὐτοὺς κατα-
στεῖλαι.
223. πρὸς τὴν τάξιν τῆς νεωλκίας ἡ παρατήρησις, καὶ πρὸς τὸ γεγωνέμεν, ὅτι οὐ ψιλῶς ἐστὶ φωνεῖν, ἀλλʼ ἀκουστὸν φθέγγεσθαι.
229. ὅτε δὴ φάμεν] οὐκ ἀναγκαῖον ὀξύνειν τὸν δή, ἵνα κρᾶσις
γένηται, ὁμοίως τῷ “μήτε σὺ Πηλείδήθελε” (Il. 1, 277)· ἐπὶ
230. ἃς ὁπότʼ ἐν Λήμνῳ] ὅτι τοῦτο γινόμενον μὲν οὐ παρέστησεν, ὡς γενόμενον δὲ παραδίδωσιν.
*τὸ ὁπότε ἀντὶ τοῦ ὅτε.
*ἠγοράασθε] ἐν ἄλλῳ εὐχετάασθε.
231. ἀθετεῖται, ὅτι περιττὸς ὁ στίχος· ἐκ γὰρ τοῦ πίνειν, οὐκ ἐκ
τοῦ ἐσθίειν τὸ καυχᾶσθαι συμβαίνει.
233. * Τρώων ἀνθʼ ἑκατόν] πρὸς τὴν ἀνάγνωσιν, ὅτι οὕτως προενεκ- τέον.
Τρώων ἄνθʼ ἑκατόν τε] ἐπὶ τὴν ανθʼ συλλαβὴν ἡ ὀξεῖα, ἵνα τὸ
πλῆρες ᾖ ἄντα. οὕτως δὲ ἀξιοῖ Δημήτριος ὁ γονύπεσος· καὶ ἐμοὶ
δὲ οὕτως ἀρέσκει. τὸ τῆς διανοίας, ἄντικρυς γὰρ Τρώων ἑκατὸν καὶ
διηκοσίων εἷς ἕκαστος στήσεσθαί φησιν. οὐ γὰρ κωλύεται ἡ τοῦ ἄντα
σύνταξις, εἴ γε ἐπὶ γενικὴν φέρεται.
235. Ἕκτορος ὃς τάχα νῆας] ὅτι ἐκλύει καὶ ἀπαμβλύνει τὸν
ὀνειδισμὸν ὁ στίχος· κρείσσων γὰρ καθολικώτερον ἐᾶσαι, οὑδήποτε
ἀνδρὸς, ἀλλʼ οὐχὶ τοῦ διαφορωτάτου.
ἧττον ἄν φησιν Ἀρίσταρχος ὀνειδιστικὸν εἶναι, εἴπερ οὕτως ἐγέγραπτο “Ἕκτορος, δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει.” ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφάνει.
239. ἔρρων] ὅτι τὸ ἔρρων οὐκ ἔστι ψιλῶς παραγινόμενος, ἀλλὰ
μετὰ φθορᾶς· δυσαρεστεῖ γὰρ τῇ παρουσίᾳ.
240. δημόν] δημόν Ἀρίσταρχος κατʼ ὀξεῖαν τάσιν ἐπὶ τοῦ λίπους·
τὸ γὰρ ἐπὶ τοῦ πλήθους βαρύνει. οὕτως καὶ ὁ Ἀσκαλωνίτης, λέγων
τὸ μὲν παρὰ τὸ δέμας γεγενῆσθαι, οἱονεὶ σῶμά τι τυγχάνον, ἢ παρὰ
τὸν δασμόν· τὸ δὲ ἐπὶ τοῦ λίπους παρὰ τὸ δαίω· εὔκαυστον γὰρ τό
λίπος. δύναιτο δʼ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω
246. *ἀπολέσθαι] Ἀρίσταρχος ἀπολεῖσθαι.
247. τελειότατον] μέγιστον, ἢ ἐντελῆ σημεῖα φαίνοντα, ἐπιτε-
λεστικώτατον. λέγεται δὲ κατὰ τὴν τοῦ Διὸς γένεσιν τὸν ἀετὸν
γεννηθῆναι, ἔν τε τῇ πρὸς τοὺς γίγαντας μάχῃ παραπτῆναι· διόπερ
ἐν τῇ διανεμήσει τῶν πτηνῶν Ζεὺς τὸν ἀετὸν εἵλετο, καὶ προστάτ-
τει καὶ ἀγγέλῳ αὐτῷ χρῆται πρὸς ἐκείνους οὓς ἐπιφανείας ἀξιοῖ·
ὅθεν καὶ ἀετὸς ἐκλήθη, οὐχ ὤς τινες παρὰ τὸ ἀίσσειν, ἀλλὰ παρὰ τὸ
τὸ ἐτεὸν δηλοῦν, τὸ ἀληθές.
249. *κάββαλε νεβρόν] ἐν ἄλλῳ θήκατο νεβρόν.
250. τινὲς τῷ ὑπὸ πάντων φωνουμένῳ, παρόσον αὐτός ἐστιν ὁ ἀήρ.
ὅτι οὐκ ἔστι καθολικὸν ἐπίθετον ὁ πανομφαῖος, ὁ κληδόνιος καὶ πασης κληδόνος παραίτιος· καὶ ὅτι ἅπαξ ἐνταῦθα τὸ ἐπίθετον.
257. *φύγαδε ὡς οἴκαδε.
260. *ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ] ἐν ἄλλῳ ὑπερώησαν δέ οἱ ἵπποι.
261. *τάφρον ἐξήλασαν δηλονότι.
266. ὅτι πάντων ὑποστρεψάντων μόνος ὁ Ὀδυσσεὺς παρέμεινε
πρὸς ταῖς ναυσὶν, ὥστε τὸ ἐπάνω εὐκρινὲς γίνεσθαι, τὸ “ὣς ἔφατʼ
οὐδʼ ἑσάκουσεν” (97), ὅτι ἑκουσίως παρεπέμψατο.
*παλίντονα τόξα τιταίνων] εἰς τοὐπίσω τεινόμενα· εἶδος δὲ τοξείας.
267. * στῆ δὲ παρʼ Αἴαντος] γρ. στῆ δʼ ἄρ’ ὑπʼ Αἴαντος.
269. βραχὺ διασταλτέον ἐπὶ τὸ παπτήνας, ὑποστικτέον δὲ ἐν ὑποκρίσει βεβλήκει.
270. * βεβλήκει] Ἀρίσταρχος βεβλήκοι.
*ὅτι σαφῶς ἀντὶ τοῦ ἐκ βολῆς ἐπιτύχοι.
276. Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον] ψιλωτέον
πάντα, ἵνα κύρια γένηται· παραιτητέον δὲ τοὺς διαλύοντας τὸ Ἀμο-
πάονα· πιθανώτερον γάρ ἐστι κύριον αὐτὸ παραλαβεῖν, ἵνα τὸ προκεί-
μενον αὐτοῦ πατρωνυμικὸν τνγχάνη.
* Ἀμοπάονα] τὸ Ἀμοπάονα ἐν ἑνὶ μέρει λόγου ἀναγνωστέον. κύριον γάρ.
283. ἡ σέ ἀντωνυμία ἐγκλιτική ἐστι· τὸ δὲ ὅ παρὰ τῷ ποιητῇ κείμενόν ἐστιν ἀντὶ τοῦ ὅς.
284. παρὰ Ζηνοδότῳ οὐδὲ ἦν· ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφάνει,
ὅτι ἄκαιρος ἡ γενεαλογία, καὶ οὐκ ἔχουσα προτροπὴν, ἀλλὰ τοὐναν-
τίον ὀνειδισμὸν καὶ ἀποτροπήν.
Ἡροκλῆς, πορθήσας Ἴλιον, Ἡσιόνην τὴν Λαομέδοντος θυγατέρα,
Πριάμου δὲ ἀδελφὴν ἔλαβεν αἰχμάλωτον, καὶ ἔδωκεν αὐτὴν γέρας
Τελαμῶνι ὡς συστρατεύσαντι αὐτῷ, ἀφʼ ἧς ἔσχε Τεῦκρον ὁ Τελαμών.
ὡς οὖν ἀπὸ Τρωϊκῆς γυναικὸς τεχθέντα τὸν παῖδα Τεῦκρον ἐκάλεσαν,
προαναπέμψαντες τὸν τόνον καὶ ποιήσαντες κύριον· Τευκροὶ γὰρ οἱ
Τρῶες ἀπὸ τοῦ βασιλεύοντος αὐτῶν Τεύκρου· ἡ δὲ ἱστορία ἀκρι-
βέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς καὶ παρὰ Ἀπολλωνίῳ
τῷ γραμματικῷ ἐν τῷ δευτέρῳ τῶν γενῶν. ἐζήτηται δὲ πῶς ἐξ
ἀπόντων ἐπαινέσας τὸν Τεῦκρον νῦν ἐπιφέρει νόθον. ἡμεῖς δέ
φαμεν τοῦτο μὴ εἶναι πρὸς αἰσχύνης διὰ τὸ παρὰ τοῖς παλαιοῖς
ἔθος κρατοῦν· ἐτίμων γὰρ τοὺς νόθους ἐπʼ ἴσης τοῖς γνησίοις.
ἄλλως τε εἰ καὶ αἰχμάλωτος ἡ Ἡσιόνη, ἀλλὰ βασιλίς. ἔτι δὲ
καὶ αὐξήσεως ἕνεκεν τοῦτο εἰρῆσθαί φαμεν, ὅτι τῇ ἀρετῇ καὶ τοὺς
γνησίους ὑπερέβαλεν.
290. ἢ τρίποδʼ ἠὲ δύω ἵππους] παραδιαζευκτικὸς ὁ ἤ, ὡς τὸ “ἠὲ δύο ἢ τρεῖς ἄνδρας ἔρυσθαι” (Od. 5, 484).
*ὅτι δύο ἵπποις ἐχρῶντο.
*οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη ἵππω.
293. * σπεύδοντα] ἀντὶ τοῦ προθύμως ἐνεργοῦντα.
296. δεδεγμένος] οὕτως αἱ Ἀριστάρχου διὰ τοῦ γ δεδεγμένος. Ἡρωδιανὸς διὰ τοῦ χ δεδεχμένος. καί φησι Διογένης ἐν τοῖς ὑπομνήμασιν ὅτι εἰρωνευόμενος λέγει, οἷον δεξιούμενος τοῖς τόξοις· τὸ γὰρ δεδέχθαι δεξιοῦσθαί ἐστιν. οὐκ ἄχαρις ἡ ἐξήγησις.
299. * βαλέειν] ὅτι ἀντὶ τοῦ παῖσαι τὸ βαλεῖν.
κύνα] διὰ τὸ θρασὺ καὶ πολύλαλον· “ἐξ αὗ νῦν ἔφυγες θάνατον, κύον” (Il. 13, 362) καὶ τὸ “ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου” (338).
301. *πρὸς τὸ βαλέειν.
304. *Αἰσύμηθεν] Ἀρίσταρχος Αἰσύμνηθεν, καὶ ἡ Ζηνοδότου
καὶ ἡ Ἀριστοφάνους.
306. μήκων δʼ ὡς] ἤτοι τὸ ἑξῆς ἐστὶν, ἑτέρωσε δὲ κάρη βάλεν ὡς
μήκων, ἥτʼ ἐνὶ κήπῳ καρπῷ βριθομένη ἐστί. λείπει γὰρ τὸ ῥῆμα τοῦ-
το, καὶ οὐκ ἔστιν ἡ μετοχὴ ἀντὶ ῥήματος. ἔσται δὲ οὕτως δὶς ἡ ἀντα-
πόδοσις λεγομένη· καὶ γὰρ ἑξῆς ἐπιφέρει “ὣς ἑτέρωσʼ ἤμυσε κάρη·”
καὶ ἐν ἄλλοις δὲ εἴωθεν. κατὰ δὴ ταύτην τὴν ἐξήγησιν ἐπὶ μὲν τὸ
βάλεν διαστελοῦμεν, ἐπὶ δὲ τὸ εἰαρινῇσιν ὑποστίξομεν. δύναται
δὲ καὶ ὑποστίζεσθαι ἀμφότερα ἐν ὑποκρίσει, ἵνα μία ἀνταπόδοσις ᾖ
ἡ ἐπιφερομένη· ἔσται δὲ τὸ ἑξῆς, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλεν,
ὣς ἑτέρωσʼ ἤμυσε κάρη. ἢ περισσόν ἐστι τὸ ἡ ἄρθρον καὶ ὁ τέ
σύνδεσμος· ὁ δὲ λόγος, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλεν [ὣς
ἑτέρωσʼ ἤμυσε κάρη, βάλλει] καρπῷ βριθομένη, ὡς ἑτέρωσʼ ἤμυσε.
βέλτιον δὲ ὑποστίζειν.
ὅλον ὅλῳ παραβέβληται. ἔστι δὲ διάκενος ὁ μήκων· διὸ βαρεῖται. ἔστι δὲ κοινὸν τὸ κάρη βάλεν.
307. ἡ διπλῆ, ὅτι ἔξωθεν προσληπτέον τὸ ἔστιν, εἰ μὴ ἡ μετοχὴ ἀντὶ ῥήματος παρείληπται, βριθομένη ἀντὶ τοῦ βρίθεται. ἢ κοινὸν τὸ κάρη βάλεν.
308. *ἑτέρωσ’] ὅτι τὸ πλῆρες ἑτέρωσε.
311. διχῶς, ἀλλʼ ὅγε τοῦ μὲν ἅμαρτε, καὶ ἀλλʼ ὅγε καὶ τόθʼ
ἅμαρτε.
312. Ἀρχεπτόλεμον] ὅτι ἐνταῦθα καταλέλοιπε Ζηνόδοτος Ἀρ- χεπτόλεμον, πεποίηκε δὲ ἄνω (128) Ἰφιτίδην Ἐρασιπτόλεμον.
313. *πρὸς τὸ βάλεν ἀντὶ τοῦ ἔπαισεν.
*βραχὺ διασταλτέον μετὰ τὴν δε συλλαβήν.
316. * ὅτι ἐλλείπει ἡ περί, περὶ ἡνιόχου.
317. *ἑταίρου] λείπει ἡ περί, περὶ ἑταίρου.
321. ὁ δὲ] Ὁμηρικὸν ἔθος ὡς περὶ ἑτέρου λεγόμενον.
σμερδαλέα ἰάχων, ὁ δέ] ὅτι ὡς περὶ ἑτέρου “ὁ δὲ χερμάδιον,” ἐπὶ τὸ αὐτὸ ἀναφέρων πρόσωπον, ὡς εἰ ἔλεγεν οὗτος δὲ αὐτὸς χερμάδιον λάβε χειρί.
322. *βαλέειν] ὅτι ἐπὶ τοῦ τρῶσαι.
325. ὅτι αὐερύοντα σαφῶς εἰς τοὐπίσω ἕλκοντα· καὶ παλίν-
τονα τόξα ἀπὸ τούτου. οὐ πάντως διασταλτέον ἐπὶ τὸ αὐε ρύοντα,
ὡς ἀξιοῖ Νεοτέλης· ἀμφότερα γὰρ συμβέβηκε πρὸς τὸν ὦμον, καὶ
τὸ βληθῆναι αὐτὸν καὶ τὸ ἐρύσαι. ὁ μέντοι Νεοτέλης Σκυθικὴν εἶναι
τὴν τοξείαν ἔφασκεν, τοῦ τόξου πρὸς τὸν ὦμον ἑλκομένου.
328. ὅτι ἐν τοῖς ἑξῆς (Il. 15, 469) τούτου μνημονεύει “νευρὴν
δʼ ἐξέρρηξε νεοστρεφέα” καὶ ὅτι οὕτως εἶπε τὸ ἐνάρκησεν ἐν ἴσῳ τῷ
ναρκᾶν ἐποίησε τὴν χεῖρα κατὰ τὸν καρπόν.
τινὲς προπεριέσπασαν τὸ χειρ, ἵνʼ ἔχῃ ἐντέλειαν πτώσεως αἰτια- τικῆς. ὁ μέντοι Ἀσκαλωνίτης ὀξύνει, καὶ εὐθεῖαν παραλαμβάνει, ἵνα καὶ σχῆμα γένηται.
νάρκησε δὲ χείρ] ποῖος ὦμος βέβληται; δῆλον ὅτι ὁ ἀριστερὸς, διʼ ὧν φησι “τόξον δέ οἱ ἔκπεσε χειρός.” ἄλλως τε τὸν προβεβλη- μένον ὦμον εἰκὸς πεπλῆχθαι, οὐχὶ τὸν συνεσταλμένον ἐν τῷ τοξεύειν. τινὲς δὲ χεῖρα κατʼ αἰτιατικήν.
331. περίβη] ὅτι ἀπὸ τῶν ὑπερμαχούντων τοῖς ἐκγόνοις ζώων,
πρὸς τὸ “Χρύσην ἀμφιβέβηκας” (Il. 1, 37).
337. Ἕκτωρ δʼ ἐν πρώτοισι] αἱ Ἀριστάρχου χωρὶς τοῦ ν, Ἕκ- τωρ δὲ πρώτοισι· καὶ ἔστιν, ὁ δὲ Ἕκτωρ ἐπὶ τοὺς πρώτους ὥρμα.
338. ὡς δʼ ὅτε τίς τε κύων] οὐ δεόντως, φασὶ, τῷ κυνὶ ἓν ζῶον
διώκοντι παραβάλλει τὸν Ἕκτορα διώκοντα πολλούς. ἄλλως τε οὐκ
ἔδει εἰκάζειν τὸν διώκοντα κυνὶ, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ
ζώῳ, τῷ λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ εἴ-
κασται κυνὶ ἑνὶ καὶ ὁ διωκόμενος θηρὶ ἑνί· φησὶ γὰρ “αἰὲν ἀποκτεί-
νων τὸν ὀπίστατον (342). πρὸς δὲ τὸ δεύτερον ὅτι ἡ παραβολὴ οὐ
πρὸς ἰσχὺν, ἀλλὰ πρὸς τάχος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτήδειοι
πρὸς δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί.
339. διώκων] γράφεται πεποιθώς.
340. ἰσχία τε γλουτούς τε] τὸ ἡμιστίχιον ἢ τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ σχῆμα, ἅπτηται ἰσχία ἀντὶ τοῦ ἰσχίων, ὡς “Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους’ (Il. 5, 748)· ἢ τοῖς ἑξῆς προσδοτέον, ἵνα τὸ δοκεύει κοινὸν ᾖ.
σημειοῦνταί τινες ὅτι ὑγιῶς διέσταλκε.
οὕτω διὰ τοῦ ν ἑλισσόμενον· τὸν γὰρ ὗν ἐπιστρεφόμενον παρα- τηρεῖ.
346. μετὰ τὸ κεκλόμενοι στικτέον· ἑτέραν γὰρ πεποίηκε περί-
οδον τὴν ἑξῆς, ὡς εἴ γε διὰ τοῦ δ ἐγράφετο, μέγα δʼ εὐχετόωντο,
ἐστίξαμεν ἂν ἐπὶ τὸ ἀνίσχοντες. καὶ τάχα γραφικὸν ἁμάρτημα
γέγονεν.
349. ὁ Ζηνόδοτος γράφει Γοργόνος ὄμματʼ ἔχων ἠὲ βροτο-
λοιγοῦ Ἄρηος. ὁ δὲ Ὅμηρος χωρὶς τοῦ ν λέγει “τῇ δʼ ἐπὶ μὲν
Γοργώ” (Il. 11, 36) ὡς Σαπφώ· διὸ λέγει Γοργοῦς ὡς Σαπφοῦς.
Ἀρίσταρχος δὲ γράφει σὺν τῷ ῑ, οἴματʼ ἔχων· καί φασι παρὰ
τὴν οἶμον γεγενῆσθαι, τὰς ὁδοὺς καὶ τὰ ὁρμήματα. αἱ μέντοι πλείους
τῶν δημωδῶν εἶχον Γοργοῦς ὄμματʼ ἔχων, οἷς συλλαμβάνει καὶ τὸ
ἀλλαχοῦ λεγόμενον “τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις.” χαλεπὸν
οὖν τὸ σαφὲς εἰπεῖν.
352. νῶι] ἡμῖν κοινῇ διαλέκτῳ· Δωριεῖς γάρ φασιν ἄμμες, Αἰολεῖς ἄμμε, Ἀττικοὶ δὲ νώ, Ἴωνες ἡμέας. ἔστι δὲ ἀντωνυμία δυϊκὴ ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως, ἡμῶν καὶ ἡμῖν.
353. *Δαναῶν] γρ. Ἀργείων.
κεκαδησόμεθ’ ὑστάτιόν περ] δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι,
ἵνα ᾖ ὑστάτιον οἶτον· βέλτιον δὲ ὡς σύνηθες τοῖς ἄνω. ἡ δὲ διάνοια,
οὐκέθʼ ἡμεῖς τῶν Ἑλλήνων ἀποστησόμεθα τό γε πανύστατον νῦν.
ὑστάτιον ἀντὶ τοῦ ὕστατον, ὡς μάλλιον τῶν ἄλλων.
355. ἀνεκτῶς] ὡς ἀνδρικῶς Ἀρίσταρχος περισπᾷ. λέλεκται δὲ
ἡμῖν περὶ τῆς προσῳδίας, ὁπότε διελάβομεν περὶ τοῦ “ἦ δὴ λοίγια
ἔργα τάδʼ ἔσσεται, οὐκέτʼ ἀνεκτά” (Il. 1, 573).
361. σχέτλιος] σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ ἀγνώμων, οὐκ ἐν τῷ καθόλου δὲ, ἀλλʼ εἰς ταύτην μόνην.
367. πυλάρταο] ἰσχυρῶς συναρμόζοντος καὶ κλείοντος τὰς πύλας, διὰ τὸ μηδένα ὑποστρέφειν ἐξ Ἅιδου.
368. ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο] ὅτι τούτου μόνου
τοῦ ἄθλου μέμνηται κατὰ τὸ ῥητὸν, τίνες ἦσαν, καὶ ὅτι κύνα μόνον
λέγει, Κέρβερον δὲ οὐκ ὀνομάζει, ὡς οἱ νεώτεροι. ἀπὸ δὲ τοῦ μείζονος
ἄθλου πάντας δηλοῖ. οἶδε δὲ τὸν κύνα καὶ τὴν φύσιν αὐτοῦ. Πίν-
δαρος γοῦν ἑκατὸν, Ἡσίοδος δὲ πεντήκοντα ἔχειν αὐτὸν κεφαλάς
φησιν.
τὸν Κέρβερον. τελεσθέντων Ἡρακλέους ἄθλων ἐν μηνὶ καὶ ἔτεσιν ὀκτὼ, μὴ προσδεχόμενος Εὐρυσθεὺς τόν τε τῶν Αὐγέου βοσκημάτων· ἆθλον καὶ τὸν τῆς Ὕδρας, ἑνδέκατον ἐπέταξεν ἆθλον αὐτῷ, τὸν Κέρ- βερον ἐξ Ἅιδου κομίζειν.
369. Στυγὸς] Στὺξ μία τῶν Ὠκεανοῦ θυγατέρων, ἣν ὁ Ζεὺς
φρικωδέστατον ὅρκον τῶν θεῶν ἐποίησε τιμήσας αὐτὴν, ὥς φησιν
Ἡσίοδος ἐν Θεογονίᾳ (775). ἔστι δὲ καὶ κρήνη ἐν Ἅιδου.
371, 372. ἀθετοῦνται δύο στίχοι, ὅτι οὐκ ἔδει κατὰ μέρος διηγή- σασθαι, καὶ ταῦτα πρὸς τὴν καλῶς εἰδυῖαν· καὶ μὴν οὐδὲ ἡμεῖς περισσόν τι προσιστοροῦμεν.
*οὐδὲ παρὰ Ζηνοδότῳ ἦσαν.
373. ἔσται μὰν ὅταν] πρὸς τὸ τῆς ἑρμηνείας ἴδιον, ὡς ἐκεῖ “ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρή” (Il. 6, 448) ἀντὶ τοῦ ὅνʼ ὀλεῖται.
376. * ἴδωμαι] γράφεται ἴδωμεν.
377. ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν νῶϊν. τοῦτο δὲ τίθεται ἀντὶ
τοῦ ἡμῖν ἢ ἡμῶν· οὐδέτερον δὲ ἁρμόζει· τὸ γὰρ νῶι ἐστὶν ἢ ἡμεῖς ἢ
ἡμᾶς.
378. *προφανέντε] γρ. προφανείσα.
γηθήσει προφανεῖσα] Ἀρίσταρχος προφανέντε ὡς “πλη-
γέντε κεραυνῷ” (455) δυικῶς· ὁ δὲ Ζηνόδοτος γηθήσει προ-
φανείσας ἰδὼν ἐς δοῦπον ἀκόντων, συστέλλων τὴν τελευταίαν,
παροξυτόνως προφερόμενος [μετʼ ἐκτάσεως τοῦ ᾱ]. ἔστι δὲ ἄκρατον
Δώριον. σπάνιον δὲ τὸ τοιοῦτο παρὰ τῷ ποιητή.
379. ἦ τις καὶ Τρώων] περισπαστέον τὸν ἦ σύνδεσμον, ἵνα διαπο- ρητικὸς γένηται. καὶ βεβαιωτικὸς δὲ ὢν περισπασθήσεται.
385. ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἐν τῇ τοῦ Διομήδους ἀριστείᾳ (Il. 5, 734) καλῶς ἐπεξείργασται· πράττεται γάρ τινα. ἐνταῦθα δὲ πρὸς οὐδὲν ἀναλαμβάνει τὴν παντευχίαν. ἠθέτει δὲ καὶ Ἀριστο- φάνης· Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν.
389. λάζετο] Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ περὶ τοῦ
Ὁμηρικοῦ χαρακτῆρος διὰ τοῦ ν προφέρεται λάζυτο. καὶ ἔστιν
οὐκ ἀδόκιμος ἡ φράσις.
390, 391. ἀθετοῦνται καὶ οὗτοι, ὅτι ἀκαίρως ἐκεῖθεν (ll. 5, 746) μετηνέχθησαν.
393. πύλαι μύκον οὐρανοῦ] ὅτι πύλας οὐρανοῦ τὰ νέφη ὑποτίθεται·
τὸν γὰρ ὑπὲρ τὰ νέφη τόπον ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸν καλεῖ.
πρὸς τὰ περὶ Ὀλύμπου.
399. ὅτι οὐκ ἔστι κοινὸν νῦν ἐπίθετον τὸ ταχεῖα, ἀλλὰ πορεύου ταχέως.
401. *ὡς καὶ τετελεσμένον ἔσται] γρ. τὸ δὲ καὶ τετελε-
σμένον ἔσται.
402. σφωϊν] ἐγκλιτικὴ νῦν ἐστὶν ἡ ἀντωνυμία· τρίτου γὰρ προσ-
405. ἕλκε’ ἀπαλθήσεσθον] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου ἕλκε’ ἀπαλθήσονται· καὶ μήποτε κρεῖττον. τὰ ἕλκη ἀπαλθήσονται.
406. ᾧ πατρί] καίπερ ὀργιζόμενος οὐ τὴν ἀρχὴν οὐδὲ τὴν ἰσχὺν, ἀλλὰ τὴν φύσιν προβάλλεται.
ὄφρ’ εἰδῇ] ὅτι τῷ τοῦ Διὸς προσώπῳ ἁρμόζουσιν οἱ λόγοι, τῷ δὲ τῆς Ἴριδος (420) οὐκέτι.
408. ἐνικλᾶν] ἐμποδίζειν. ἡ μεταφορὰ ἀπὸ τῶν εἰς τὰς ἀσπίδας
ἀποθραυομένων δοράτων. οὕτως δὲ γραπτέον, ὅττι κεν εἴπω, οἷον
κατακάμπειν καὶ μὴ ἐᾶν τὰ ὑπʼ ἐμοῦ εἰρημένα· καὶ πάλιν ἑξῆς
ἐν οἷς ἡ Ἶρίς φησιν, ὅττι κεν εἴπῃ γράφεται (422).
* Ἀρίσταρχος ὅττι κεν εἴπω.
409. ἀελλόπος] κατʼ ἔλλειψιν τοῦ ῡ, ἀελλόπους, ταχεῖα, ἀέλλαις
κατὰ τὸ τάχος παραπλησία.
411. πρώτῃσιν δὲ πύλῃσιν] οὐχ ὡς καὶ ἄλλων οὐσῶν, ἀλλʼ ἀντὶ τοῦ ἄκραι, ὡς τὸ “ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ” (Il. 6,40.) ἀντὶ τοῦ ἄκρῳ.
415. εἰ τελέει περ] εἰ ἀντὶ τοῦ ἐς, ἵνʼ ᾖ σύμφωνον τῷ “ὧδε
γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται” (401). αἱ δὲ Ἀριστάρχου
διὰ τοῦ 5, ᾗ τελέει περ· καὶ γὰρ ὁ Ζεύς φησι “τὸ δὲ καὶ τετε-
λεσμένον ἔσται.”
420. ἀθετοῦνται στίχοι πέντε, ὅτι ἐκ τῶν ἐπάνω (406) μετάκειν- ται. ἱκανὸν δὲ ἦν εἰπεῖν ὅτι οὐκ ἐᾷ ὁ Ζεὺς, καὶ προσυνίσταται ἐπιεικὲς ὂν τὸ τῆς Ἴριδος πρόσωπον· οὐ γὰρ ἂν εἶπεν κύον ἀδδεές.
423. *οὕτως σύ διὰ τοῦ ῡ, τὸ δὲ ἀδεές διʼ ἑνὸς δ ὁ Ἀρίσταρχος.
428. *νῶϊ] ὅτι τινὲς γράφουσι σὺν τῷ ν, κακῶς.
*οὕτως νῶϊ χωρὶς τοῦ ν.
ὅταν εἰς τὴν ἀξίαν ἀτενίσῃ τῶν θεῶν, τότε φησὶν αὐτοὺς μὴ
κινεῖσθαι τῇ περὶ θνητῶν, ὡς οὐδὲ ἂν ἡμεῖς περὶ μυρμήκων· ὅταν δὲ
434. κάπῃσιν] φάτναις, παρὰ τὸ ἐν αὐταῖς ἱσταμένους τοὺς ἵπ- πους κάπτειν, ὅ ἐστιν ἐσθίειν.
435. *ὅτι τὰ ὀχήματα ἄρματα λέγουσι.
ἐνώπια παμφανόωντα] τοὺς παροδίους τοίχους, τουτέστι τοὺς ἀν- τικρὺ τῆς εἰσόδου· οὗτοι γὰρ μόνοι φαίνονται τοῖς παριοῦσιν. τινὲς δὲ τὸ ἑξῆς ἅρματα παμφανόωντα, οὐκ εὖ.
βραχὺ διασταλτέον ἐπὶ τὸ πρὸς ἐνώπια, ἵνα ᾖ αρματα παμφα- νόωντα. ἰστέον δὲ ὅτι τὰ ὀχήματα ἅρματα λέγει.
439. δίωκε] ὅτι κυρίως διώκειν λέγεται, ὅταν προφεύγῃ τις· νῦν δὲ ἐπὶ τοῦ συντόνως ἐλαύνοντος.
441. *ἀμβωμοῖσι] ἐν τοῖς Διογένους ἀμβώνεσσι.
*οὕτως Ἀρίσταρχος βωμοῖσι.
Χρύσιππος ὑφʼ ἓν προφέρεται, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη
λόγου παραλαμβάνει καὶ προπερισπᾷ· λέγει γοῦν καὶ ἀλλαχοῦ
“χρύσειοι δʼ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν” (Od. 7, 100). χρὴ.
μέντοι γινώσκειν ὅτι διὰ τοῦ μ γράφεται, κἂν παράθεσις ᾖ ὁμοίως
τῷ “ἂμ φόνον, ἂν νέκυας” (Il. 10, 298). τὸ δὲ αἴτιον ἐν τοῖς περὶ
ὀρθογραφίας εἴρηται.
λῖτα] μεταπλασμός ἐστιν, ἔνθεν βαρύνεται, ἐπεὶ πᾶσα αἰτιατικὴ ἑνικὴ ἀπαθὴς εἰς ᾱ λήγουσα βαρύνεται, ὑπεσταλμένης τῆς τινά. ἀπαθής διὰ τὸ εὐφυᾶ διφυᾶ καὶ τὰ τοιαῦτα. τὸ δὲ ἑξῆς ἐστὶ κατα- πετάσας καὶ καλύψας λιτῷ περιβολαίῳ.
444. Διὸς ἀμφὶς] πρὸς τὴν καθέδραν, ὅτι ἑκατέρωθεν τοῦ Διὸς
Ἥρα καὶ Ἀθηνᾶ.
448. οὐ μέν θην] τινὲς ἐν ἐρωτήσει, καὶ περὶ τῆς προτέρας νοοῦσι μάχης. οἷον οὐκ ἀπήρκεσεν ὑμῖν ἐκεῖνα· οἱ δὲ ἐν ἀποφάσει καὶ περὶ. τῆς νῦν κερτομικῶς.
ὅτι Ζηνόδοτος γράφει καμέτην διὰ τοῦ η ἀντὶ τοῦ ἔκαμον. τὸ δὲ
κάμετον πρὸς τὸ πρόσωπον ἀντὶ τοῦ ἐκάμετε, ὃ καὶ συμφωνεῖ.
449. * τοῖσιν κότον] Ἀρίσταρχος τοῖον κότον, καὶ ἔχει τινὰ ἔμ- φασιν.
450. πάντως, οἷον ἐμόν γε μένος καὶ τὰ ἑξῆς] ἡ δὲ τοῦ πάντων μείζονος θεοῦ δύναμις, φησὶ, τηλικαύτη ὑπάρχει ὡς μηδὲ ὑπὸ πάντων τῶν θεῶν δύνασθαι καταγωνισθῆναι.
*ἀντὶ τοῦ ἐκ παντὸς τρόπου οὐκ ἄν με τρέψειαν.
454. * τὸ δέ κεν τετελεσμένον ἦεν] ἐν ἄλλῳ καί κεν τετελε- σμένον ἔπλεν.
455. *πληγέντε κεραυνῷ] ἀντὶ τοῦ πληγείσα.
ὅτι ἀρσενικῶς τὸ δυϊκὸν ἐσχημάτισται, πληγέντε ἀντὶ τοῦ πλη-
γείσα. καὶ Ἡσίοδος “προλιπόντʼ ἀνθρώπων” (O. 199) ἐπὶ αἰδοῦς
καὶ νεμέσεως, ἀντὶ τοῦ προλιποῦσαι.
459. * ἀκέων] ὅτι ἀντὶ τοῦ ἀκέουσα.
460. * σκυζομένη] παρὰ τὸ ἐπεισάγειν τὸ ἐπισκύνιον.
463—465. * ὅτι ἐντεῦθεν ἄνω (30) μετάκεινται.
463. *οὐκ ἀλαπαδνόν] γράφεται οὐκ ἐπιεικτόν.
470. *ἠοῦς] ἅμα ἡμέρᾳ, οἱονεὶ ὄρθρου. σημαίνει δὲ τὸ αὔριον.
ἠοῦς δή] ὅτι Ζηνόδοτος γράφει ἄας δὴ καὶ μᾶλλον, ἀντὶ τοῦ ἐσαύριον. ἔστι δὲ ἡ λέξις οὐχ Ὁμηρική.
471. *αἴ κʼ ἐθέλῃσθα] ἐν ἄλλῳ ἢν ἐθέλῃσθα.
474. ὄρθαι] ἀπὸ βαρυτόνου τοῦ ὄρω κέκλιται. ὅτι δέ ἐστι βαρύ- τονον τὸ ὄρω, πρόδηλον ἐκ τοῦ “ὅτε τʼ ὤρετο” (Il. 12, 279) “ὦρτο πολὺ πρῶτος μέν” (Il. 7, 162).
475, 476. ἀθετοῦνται στίχοι δύο, ὅτι διὰ τοῦ ἤματι τῷ πλείονος
χρόνου ὑπέρθεσιν σημαίνει, τῇ δὲ ἐξῆς ἐπὶ τὸν τάφρον παράγει τὸν
Ἀχιλλέα. καὶ ἀκριβολογεῖν οὐκ ἀναγκαῖον κατὰ τίνα καιρὸν ἐξα-
ναστήσεται, ἀρκεῖ δὲ “πρὶν ὄρθαι παρὰ ναῦφι ποδωκέα Πηλείωνα.”
τό τε ἐπιφερόμενον ψεῦδός τι ἔχει· οὐ γὰρ ἐν τῷ στείνει μάχονται.
στείνει δὲ εἴωθε λέγειν τὴν στενὴν ὁδόν· λέγει δὲ τὴν ὑπὸ πολλοῦ
πλήθους στενοχωρίαν. αἰνοτάτῳ δὲ τῷ χαλεπῷ διὰ τὸν φόβον.
476. θανόντος] γρ. πεσόντος.
479. γαίης καὶ πόντοιο] δείκνυσιν ὁ ποιητὴς ὅτι συναπολήγει γῆ καὶ θάλασσα, ὡς ἂν τοῦ ὕδατος περικεχυμένου τῇ γῇ σφαιρικῶς καὶ καλύπτοντος αὐτὴν πλὴν τῶν ἀνεχουσῶν ἠπείρων ἐν αἷς κατοικοῦμεν.
* Ἰαπετός] εἶς τῶν Τιτάνων.
Διὸς μεταστήσαντος τὸν πατέρα Κρόνον τῆς βασιλείας καὶ τὴν
τῶν θεῶν ἀρχὴν παραλαβόντος, Γίγαντες οἱ Τῆς παῖδες, ἀγανακτή-
σαντες, ἐν Ταρτησσῷ (πόλις δέ ἐστιν αὕτη παρὰ τῷ Ὠκεανῷ) μέγαν
κατὰ Διὸς πόλεμον παρασκευάζουσι. Ζεὺς δὲ συναντήσας αὐτοῖς
καταγωνίζεται πάντας, καὶ μεταστήσας αὐτοὺς εἰς Ἔρεβος τῷ πα-
τρὶ Κρόνῳ τὴν τούτων βασιλείαν παραδίδωσιν. Ὀφίωνα δὲ τὸν
δοκοῦντα πάντας ὑπερέχειν κατηγωνίσατο, ὄρος ἐπιθεὶς αὐτῷ τὸ ἀπʼ
αὐτοῦ Ὀφιώνιον προσαγορευθέν.
480. Ὑπερίονος] τοῦ ἡλίου, ἤτοι ὅτι Ὑπερίονός ἐστι καὶ Θείας
παῖς, ὡς Ἡσίοδος (Th. 374)· ἐντεῦθεν γὰρ αὐτὸν πατρωνυμικῶς
Ὑπεριονίδην καλεῖ· ἢ ὑπερίων ὁ ὑπεράνω ἡμῶν ἰὼν καὶ περιπολῶν
τὸν κόσμον· διὰ τούτου γὰρ τὰ ὅλα συνέχεται.
*τοῦ ὑπὲρ ἡμᾶς ὄντος ἡλίου.
485. ὅτι αὐτὸς μὲν εἰς Ὠκεανὸν δύνοντα καὶ ἐξ Ὠκεανοῦ ἀνί- σχοντα λέγει τὸν ἥλιον, ἐξ ἡρωϊκοῦ δὲ προσώπου οὐκέτι.
488. τρίλλιστος] ὅτι τὰ τρία ἐπὶ πλήθους τάσσει· τρίλλιστος οὖν πολυλιτάνευτος.
*πλεονάζει τὸ λ. ὁ πολυλιτάνευτος.
491. ὅθι δὴ νεκύων διεφαίνετο χῶρος] ἔξωθεν δεῖ λαβεῖν τὴν ἀπό
πρόθεσιν, ἵνʼ ᾖ, ὅπου καθαρὸς καὶ διαφανὴς ἦν ὁ τόπος ἀπὸ τῶν
νεκρῶν.
ἐν καθαρῷ, ὅθι δή] ὅτι οὐκέτι γέγονε νεκρῶν ἀναίρεσις. πρὸς Ἴστρον.
493. τόν ῥʼ Ἕκτωρ] ὅτι Ζηνόδοτος περιγράφει ἀπὸ τούτου τέσ-
σαρας στίχους κατὰ τὸ ἑξῆς διὰ τὸ καὶ ἐν ἄλλῳ τόπῳ γεγράφθαι
(Il. 6, 318). ὁ δὲ Ἀρίσταρχος οἰκειότερον ἐνταῦθα κεῖσθαι λέγει διὰ
τὸ ἐν τῷ στρατεύματι διαλέγεσθαι.
496. * ἔπεα Τρώεσσι μετηύδα] γράφεται ἔπεα πτερόεντʼ ἀγόρευεν.
499. * ὅτι θηλυκῶς τὴν Ἴλιον.
501. ἐπὶ ῥηγμῖνι θαλάσσης] ὅτι Ζηνόδοτος γράφει ἐπεὶ Διὸς
ἐτράπετο φρήν. ἐξ ἄλλου δὲ στίχου (Il. 10, 45) τὸ ἡμιστίχιόν
503. *ἐφοπλισόμεσθα] ὅτι Ζηνόδοτος γράφει ἐφοπλίξεσθον. σνγχεῖ δὲ τὸ δυϊκόν.
505. * ὅτι οὐ μέλλοντα σημαίνει τὸ ἄξεσθε, ἀλλʼ ἐν ἴσῳ τῷ
ἄγετε.
ἴφια] εὔχρηστα. οἱ δὲ ἰσχυροποιά. ἢ εὐθηνοῦντα καὶ λιπαρά.
507. σῖτον] οὐκ ἔστιν ἐπὶ τοῦ σίτου κοινὸν τὸ ἄξεσθε· οὐδὲν γὰρ τῶν ἀψύχων ἄγεται, φέρεται δὲ μᾶλλον. προσυπακουστέον οὖν τὸ φέρετε.
510. *διὰ νύκτα] διὰ νυκτός.
512. *ἀσπουδί] ὅτι ἀντὶ τοῦ μὴ ῥᾳδίως, μήπως χωρὶς σπουδῆς.
513. ἀλλʼ ὥς τις τούτων γε βέλος] ὅτι βέλος εἴρηκε τὸ τρῶμα ὁμωνύμως τῷ τιτρώσκοντι.
*οἴκοθι πέσσοι] καὶ μέχρις οἴκου κατάσχοι τὴν πληγήν.
αἱ Ἀριστοφάνους πέσσοι. Παρμενίσκος δὲ ἐν τῷ ά πρὸς Κράτητα ὡς Ἀριστάρχειον προφέρεται ἀλλʼ ὥς τις κείνων γε.
515. * νηὸς ἐπιθρώσκων] γρ. νηὸς ἀποθρώσκων.
517. *ἀγγελλόντων] ὅτι ἀντὶ τοῦ ἀγγελλέτωσαν.
519. λέξασθαι προτὶ ἄστυ] ὅτι ἀντὶ τοῦ ἐγκοιμηθῆναι. θεοδμήτων
δὲ, καθὸ ὑπὸ θεῶν ᾠκοδομήθη τὸ τεῖχος τῆς Ἰλίου.
προτὶ ἄστυ] γρ. περὶ ἄστυ.
520. θηλύτεραι] αἱ πρὸς τὰ ἀφροδίσια καταφορώτεραι ὡς πρὸς σύγκρισιν τῶν ἀλόγων ζώων· τὰ μὲν γὰρ ἄλογα ὡρισμένον ἔχει και- ρὸν ἐν ᾧ μίγνυται, αὗται δὲ διηνεκῶς πλησιάζουσιν.
521. * καιόντων] ὅτι ἀντὶ τοῦ καιέτωσαν.
524. ἀθετοῦνται δύο στίχοι, διότι τῇ ἑξῆς οὐδὲν λέγει, καὶ τὸ
ὑποτακτικὸν ἄρθρον ἀντὶ προτακτικοῦ παρείληπται, ὃς μέν ἀντὶ τοῦ
ὁ μέν. ὁ δὲ νοῦς ἐστὶ τοιοῦτος· περὶ μὲν τῶν νῦν καὶ σήμερον συν-
τετέλεσταί μοι ὁ λόγος καὶ οὐδὲν παραλέλειπται· περὶ δὲ τῶν εἰς
αὔριον ὑπὸ τὴν ἕω μηνύσω.
526. εὔχομαι ἐλπόμενος] ὅτι Ζηνόδοτος γράφει ἔλπομαι εὐχό- μενος. οὐ κατὰ τὸν Ἕκτορα δὲ τὸν οὕτως ἐπῃρμένον λέγει, ἐλπίζω εὐχόμενος τοῖς θεοῖς· ἐπιεικὲς γάρ· τοὐναντίον γὰρ οἰκεῖον, εὔχομαι ἐλ- πόμενος, καυχῶμαι ἐλπιδοποιούμενος ὑπὸ τοῦ Διὸς καὶ τῶν ἄλλων θεῶν.
*οὕτως ἡ γραφὴ, εὔχομαι ἐλπόμενος, οὐ τὸ ἐναντίον.
527. κηρεσσιφορήτους] συνθέτως ἀνέγνω ὁ Ἀρίσταρχος καὶ οἱ
πλείους· ἴσως δὲ ἐπεὶ ἀναλύει αὐτό “οὓς κῆρες φορέουσιν” ἔθος γὰρ
αὐτῷ πολλάκις τὰ σύνθετα ἀναλύειν. οὐδέποτε δὲ δοτικὴ ἐπεκτεταμένη
κατ᾿ ἀρχὴν συντέθειται, οἷον πᾶσι καὶ πάντεσσ—πασιμέλουσα (Od.
12, 70), οὐχὶ παρὰ τὴν πάντεσσι ἡ σύνθεσις· Ναυσικάα, Ναυσίθοος,
ἐγχεσίμωροι, τειχεσιπλήτης. κατʼ ἀρχὴν δὲ προσέθηκα διὰ τὸ παρʼ
Ἐπιχάρμῳ κατὰ τέλος συντεθειμένον “γυναικάνδρεσσι ποθεινοί.”
εἴπερ οὖν τοῦτο ἀληθὲς, δῆλον ὅτι παράλογον τὸ κηρεσσιφορήτους
κατὰ σύνθεσιν ἀναγνωσθέν. ἀλλʼ ὅμως ἐπεκράτησεν ἡ Ἀριστάρχειος,
διʼ ὃν εἴπομεν λόγον.
528. ἀθετεῖται, ὅτι περισσός· ἐν γὰρ τῷ κηρεσσιφορήτους τὸ αὐτὸ συντόμως εἴρηκεν. ὁ δὲ Ζηνόδοτος οὐδὲ ἔγραφεν αὐτόν.
529. * ἐπὶ νυκτί] γράφεται ἐπὶ νύκτα.
532. ὅτι τὸ εἴσομ αι πολλὰ σημαίνει, νῦν μὲν γνώσομαι, ἐν
ἄλλοις δὲ πορεύσομαι (“εἴσομαι ἐξ ἁλόθεν” Il. 21, 335), καὶ ἀντὶ
τοῦ ἐφάνη· “εἴσατο ὡς ὅτε ῥινεός” (Od. 5, 281).
534. *φέρωμαι] ἐν ἄλλῳ φεροίμην.
535—537. ὅτι ἢ τούτους δεῖ τοὺς τρεῖς στίχους μένειν, οἷς τὸ
νικος· διὸ οὐκ ἐγράψαμεν τὰ Διδύμου.
538. οὕτως διὰ τοῦ εἰ τὸ εἰ γὰρ ἐγὼν ὥς, καὶ τὸ ἀγήρως διὰ τοῦ ω.
542. κελάδησαν] καλῶς ἐπὶ μὲν τῶν Ἑλλήνων φησὶν “Ἀργεῖοι
δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον” (Il. 2, 333), ἐπὶ δὲ τῶν
Τρώων κελάδησαν λέγει· θορυβῶδες γὰρ τὸ βαρβαρικόν.
545. τὸ ἄξοντο οὐ τὸν μέλλοντα σημαίνει, ἀλλʼ ἀντὶ τοῦ ἄγοντο.
553. ἐπὶ πτολέμοιο γεφύρῃ] προηγουμένως μὲν τοῖς ἑξῆς συν-
απτέον· τὸν γὰρ τόπον ἐν ᾧ ἡ τοῦ πολέμου συμβολὴ γίνεται, γέφυ-
ραν εἶπε πολέμου, ἢ τὰς διαβάσεις αὐτὰς, αἷς ἐν τοῖς πολέμοις
ἐχρῶντο. λόγον δὲ ἔχει καὶ τοῖς ἄνω συνάπτειν, ἵνʼ ᾖ περίφρασις,
πολέμοιο γεφύρῃ ἀντὶ τοῦ τῷ πολέμῳ· ὁ δὲ λόγος, μέγα φρονοῦντες
ἐπὶ τῷ πολέμῳ, τουτέστι τῷ κεκρατηκέναι κατὰ τὸν πόλεμον.
* γρ. γεφύρῃ.
555. φαεινήν] οὕτως οὐ τὴν τότε οὖσαν φαεινὴν, ἀλλὰ τὴν καθό-
λου φαεινὴν, ἀεὶ δὲ τὰ φαινόμενα ἐν οὐρανῷ φησὶ καὶ οὐκ Ὀλύμπῳ.
557. ἀθετεῖται ὅτι οἰκειότερον ἔχει κατὰ τὴν Πατρόκλου ἐπιφά-
νειαν (Il. 16, 299). καὶ ὁ ἑξῆς δὲ συναθετεῖται αὐτῷ. ἐκεῖ γὰρ
αἰφνίδιον βούλεται ἐπίλαμψιν παραστῆσαι αἰφνιδίως Πατρόκλου
ἐπιφανέντος, ἐνταῦθα δὲ παρατεταμένην νηνεμίαν κατʼ εὐδίαν. οὐκ
ἐφέροντο δὲ οὐδὲ παρὰ Ζηνοδότῳ. ἠθέτει δὲ καὶ Ἀριστοφάνης.
πρώονες] ὡς σώφρονες· τὸ γὰρ πρῶνες πληθυντικὸν διῃρέθη, καὶ εἰς ὀξεῖαν καὶ βαρεῖαν ἡ περισπωμένη μετηνέχθη.
560. ὅτι τῷ ὡς ὁμοιωματικῷ ὄντι ἀκαταλλήλως ἀποδίδοται τὸ
τόσσα, ποσότητος ὃν δηλωτικόν· διὸ καί τινες γράφουσιν “ὡς τὰ
μεσηγὺ νεῶν.” τὸ μὲν οὖν παραβολικὸν τὸ τῆς ἀντεικασίας ἔχει, τὸ
δʼ ἀνταποδιδόμενον τὸ τοῦ πλήθους παρεμφαίνει. καὶ ὅτι οὐ προ-
συστήσας τὸν Σκάμανδρον Ξάνθον καλεῖ, ἀλλὰ διὰ τῶν ἐξῆς “ὃν
Ξάνθον καλέουσι θεοὶ, ἄνδρες δὲ Σκάμανδρον.”
*γράφεται καὶ τοῖα μεσηγύ, καὶ ὡς τὰ μεσηγύ.
562. χίλιʼ] ὅτι Ζηνόδοτος γράφει μύρια. ἐπιφέρει δὲ “ἐν δὲ
ἑκάστῳ εἵατο πεντήκοντα σέλᾳ,” ὥστε γίνεσθαι μυριάδας πεντή-
κοντα. ἐὰν δὲ γράφηται χίλια, πέντε μυριάδας, συμφώνως· διὰ
παντὸς γὰρ τοὺς βαρβάρους ἐλάσσονας τῶν Ἐλλήνων συνίστησιν.
563. παρʼ ἑκάστῳ δὲ σέλᾳ πυρὸς, τουτέστι παρʼ ἑκάστῃ δὲ
πυρᾷ, πεντήκοντα ἐκαθέζοντο ἄνδρες. ἐκ τούτων δʼ ἄν τις καταμάθοι
τὸ πλῆθος τῶν Τρώων ὅτι πέντε μυριάδες ἦσαν.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
ἡ Ι τῆς Ἰλιάδος ἐπιγράφεται λιτή, ὅτι Ἀγαμέμνων Νέστορος συμβουλεύσαντος πρὸς τὸν Ἀχιλλέα ἄνδρας λίσσεσθαι ἔπεμψεν ἀρίστους, Φοίνικα, Ὀδυσσέα, Αἴαντα.
1. ὣς οἱ μὲν Τρῶες] καλῶς εἶπεν· οἱ μὲν γὰρ Τρῶες τὰς φυλα-
κὰς εἶχον, ἵνα μὴ φύγωσιν οἱ Ἕλληνες διὰ νυκτὸς, οἱ δὲ Ἕλληνες
εἴχοντο ὑπὸ τοῦ δέους.
2. φύζα φόβου κρυόεντος ἑταίρη] ὅτι φύζα ἀεὶ μὲν σημαίνει τὴν
3. βεβολήατο] ὅτι ἔνιοι βεβλήατο, καὶ Ζηνόδοτος οὕτως. ἐπὶ
δὲ τῆς κατὰ ψυχὴν τρώσεως καὶ ἀλγηδόνος ἀεὶ τοῦτο τάττει· ἐπὶ
δὲ τῆς κατὰ σῶμα πληγῆς οὐκέτι οὕτως. τὸ βεβολήατο ἔκτασιν
ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων. τοι-
οῦτόν ἐστι καὶ τὸ “πεφοβήατο δινήεντα” (Il. 21, 206) καὶ τὸ “ἦ
ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν” (Il. 3, 183).
4. *ἄνεμοι] ἡ Ἀριστοφάνειος ἀνέμω δυικῶς.
καλῶς δύο ἀνέμους παρέλαβεν ταράσσοντας τὸ πέλαγος, ἵνα καὶ δύο πάθη ψυχῆς παραστήσῃ. ὥσπερ, φησὶν, εἰώθασι δύο ἄνεμοι ταράσσειν τὴν θάλασσαν ἐκ βυθοῦ, οὕτω καὶ οἱ Ἕλληνες ἐταράσ- σοντο ὑπὸ τῶν δύο χαλεπωτάτων παθῶν, λύπης τε καὶ φόβου.
5. ἤτοι συναπτέον ἄητον ἐλθόντʼ ἐξαπίνης, ἢ ὑποστικτέον ἀνυ-
ποκρίτως ἐπὶ τὸ ἄητον, ἵνʼ ἡ τὸ ἐξῆς, Βορέης καὶ Ζέφυρος ἐξελθόντες
ἐξαπίνης. πῶς δὲ ἀμφοτέρους ἐκ Θρᾴκης φησὶ πνεῖν, τοῦ μὲν Βορέου
ἐξ ἄρκτου, τοῦ δὲ Ζεφύρου ἐκ δύσεως πνέοντος; ῥητέον οὖν ὅτι ἡ τῶν
Θρᾳκῶν γῆ ἐπὶ πολὺ διήκει καὶ σιγματοειδὴς κεῖται τῇ θέᾳ μέχρι
τῆς δύσεως· ἀφʼ ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον. οἱ
δέ φασιν ὅτι συλληπτικῶς πέφρακε· τὸ γὰρ ἑτέρῳ συμβεβηκὸς
καθʼ ἑκατέρων κεῖται· μόνος γὰρ ὁ Βορέας ἀπὸ Θρᾴκης πνεῖ.
6. *ἐξαπίνης] σφοδρότεραι γὰρ αἱ αἰφνίδιοι τῶν ἀνέμων ἐμ- βολαί.
Νικίας καὶ Πάμφιλος δασύνουσι τὸ αμυδις, ἐπεὶ παρὰ τὸ ἅμα
ἐγένετο· ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦσιν, πολὺ
δὲ πρότερον καὶ οἱ περὶ Ἀρίσταρχον, καθότι, φασὶ, φιλεῖ πως τὰ
ἀπὸ δασέων πως πολλάκις μετασχηματιζόμενα ψιλοῦσθαι, ἡμέρα
ἦμαρ, ἡδονή ἦδος· πρόδηλον δὲ κἀκ τῆς συναλοιφῆς· “πάντʼ
Αἰολικὸς καὶ τὸ πνεῦμα.
7. τὸ παρέξ παρὰ τῷ ποιητῇ καὶ δύο μέρη λόγου ἐστὶ, καὶ
ἐγκλίνονται αἱ δύο προθέσεις. διὸ καὶ πολλάκις εὑρίσκεται καὶ
εἰς κ λήγουσα ἡ ἐξ· “παρὲκ μέγα τειχίον αὐλῆς” (Od. 16, 165).
ἔστι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆς ἐξ προθέσεως, ἔσθʼ ὅτε καὶ τῆς
παρά· “ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετον” (Od. 12, 276)· “ὣς
ἄρα φωνήσαντε παρὲξ ὁδοῦ” (Il. 10, 349). ἐνθάδε μὲν οὖν ἡγεῖται
ὁ Ἀσκαλωνίτης παρέλκειν τὴν παρά, ἵνʼ ᾖ ἐξ ἁλός. ἄλλοι δὲ τὴν
παρά κυρίως κεῖσθαι, ἵνα γένηται παρʼ ἅλα φῦκος, καὶ τὴν ἐξ συν-
τάσσεσθαι πρὸς τὸ ἔχευαν, ὅπερ καὶ βέλτιον· παρʼ ἁλὶ φῦκος
ἐξέχεναν. μετὰ γοῦν τῆς διά οὖσα ἡ ἐξ οὐ τρέπει τὸ ξ· “διὲξ
σωλῆνος εἰς ἄγγος.” Τυραννίων δὲ ἓν μέρος λόγου ἤκουσεν, ἵνʼ ᾖ
ἐπίρρημα, καὶ βαρύνει· καὶ ἔχει λόγον, ὡς Ἡρόδοτος ἐν δ΄ (c. 46.)
“πάρεξ τοῦ Σκυθικοῦ ἔθνους.” παρὰ δὲ τῷ ποιητῇ τὸ παρέξ δύο
μέρη λόγου εἰσὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις.
*ἔχευεν] διχῶς, καὶ διὰ τοῦ ᾱ.
9. * ὅτι πάλιν τὸ βεβολημένος τὸ διὰ τοῦ ο ἐπὶ ψυχῆς λέγει.
11. νυκτὸς δὲ οὔσης καὶ πλησίον ὄντων τῶν πολεμίων οὐ πάντας· καλεῖ, ἵνα μή τις ταραχὴ γένηται.
12. * ὅτι τὸ πονεῖν ἀεὶ ἐπὶ τοῦ ἐνεργεῖν τίθησιν.
14. ώστε κρήνη μελάνυδρος] ὅτι Ζηνόδοτος γράφει “μετὰ δʼ
μελάνυδρος] πολύυδρος· φύσει γὰρ μέλαν τὸ ὕδωρ, ἀλλὰ λαμ- πρύνεται ταῖς ἡλιακαῖς αὐγαῖς. ἢ βαθεῖα· τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος.
15. αἰγίλιπος] ἧς ἂν καὶ αἲξ ἀπολείποιτο διὰ τὸ ἄγαν ὑψηλὸν καὶ δύσβατον· ἐν γὰρ τοῖς κρημνοῖς αἱ αἶγες ὡς ἐπίπαν νέμονται. ἡ δὲ παραβολὴ πρὸς τὸ πλῆθος τῶν δακρύων εἴληπται καὶ τῶν στεναγμῶν.
16. ὅτι τινὲς γράφουσιν ὡς ὅγε δακρυχέων διὰ τὸ ἀκαταλ-
λήλως πρὸς τὰ δάκρυα τὸ στενάχων ἀποδεδόσθαι. ἔστι δὲ ἐν τῷ
στενάχειν καὶ δακρύειν ἀπὸ προηγουμένου νοούμενον.
17. ἡ διπλῆ, ὅτι ἐνθάδε οὕτως γραπτέον· πρὸς γὰρ τοὺς ἀρίστους,
οὐ πρὸς τὸ πλῆθος ὁ λόγος. ὅταν δὲ ἀπόπειραν τῷ πλήθει προσάγῃ,
προσφυέστερον γράφεται “ὦ φίλοι ἥρωες Δαναοὶ, θεράποντες
Ἄρηος” (Il. 2, 110). διασταλτέον δὲ ἐπὶ τὸ φίλοι διὰ τὴν ἀντέμ-
φασιν· ἑαυτῷ μὲν γὰρ προσφιλεῖς. Ἀργείων δὲ ἡγήτορας αὐτοὺς
λέγει.
18. *μέγα] Ἀρίσταρχος σὺν τῷ σ μέγας.
Ζεύς με μέγα] ὅτι μέγα δεῖ γράφειν, ἀντὶ τοῦ μεγάλως, ὡς
σάφα. ἀδόκιμος δὲ πάνυ ἡ μετὰ τοῦ σ, μέγας.
19. ὅτι νῦν οὕτως γραπτέον, ὃς τότε μέν μοι· ἀναφέρει γὰρ ἐπὶ τὸ πρώην κατὰ τὸν ὄνειρον· ἐν ἐκείνοις μέντοι πρὶν μέν μοι· χρόνια γὰρ ἐσήμαινε τὰ κατὰ τὴν πρώτην ἔξοδον τῶν Ἑλλήνων.
* Ἀρίσταρχος ὃς τότε μέν μοι.
23, 24, 25. *παρὰ Ζηνοδότῳ οὐκ ἐφέροντο· καὶ Ἀριστοφάνης δὲ ἠθέτει.
ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἄμεινον ταῦτα λέγειν ἐν τῇ ἀποπείρᾳ (Il. 2, 116). νῦν δὲ οὐκ ἀποπειρᾶται, ἀλλὰ περὶ ἀποστάσεως ἀλη- θῶς λέγει, ἐγκεκυρηκὼς τοῖς τοῦ Διὸς ἐλαττώμασιν.
23—31. ὅτι Ζηνόδοτος ἦρκε τοὺς στίχους πρὸς οὐδὲν ἀναγκαῖον,
29. ἀκήν] ἄγη τίς ἐστιν· οἱ γὰρ ὑπερβάλλοντες θαυμασμοὶ ἐκπλήσσουσι, πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει, ὡς καὶ τὸ “βῆ δʼ ἀκέων” (Il. 1, 34) ἀντὶ τοῦ ἐκπλαγείς. ἢ ἀχήν τίς ἐστι, παρὰ τὴν ἀχανίαν.
32. * Ἀρίσταρχος διὰ τοῦ η μαχήσομαι.
33. ἢ θέμις ἐστὶν] ὡς νόμος ἐστὶν ἐν ἐκκλησίᾳ τὸν βουλόμενον ἀκωλύτως λέγειν, ὥσπερ ἐν δημοκρατίᾳ. ἐπὶ δὲ τὸ ἀγορῇ στικτέον, ὡς νόμος ἐστὶν ἐκκλησίας μετὰ παρρησίας λέγειν. Σέλευκον μέντοι φασὶν ἐπὶ τὸ ἄναξ διαστέλλειν.
34. * ὄτι τῶν κατὰ τὴν ἐπιπώλησιν ἐπιπληκτικῶς εἰρημένων
μέμνηται.
περὶ τῆς δυνάμεώς μου ὠνείδισας ἐν τοῖς Ἕλλησιν ὡς ἀσθενε- στάτου. ἤτοι δὲ ἐν ἤθει λέγει. τὴν μέντοι ἀναφορὰν ἔχει ταῦτα ἐπὶ τὰ ῥηθέντα ὑπὸ Ἀγαμέμνονος ἐν τῇ Δ ῥαψῳδίᾳ (370) “ὦ μοι Τυδέος υἱὲ δαίφρονος ἱπποδάμοιο, τί πτώσσεις;”
*τὸ ἐν Δαναοῖσιν ἴσως τις ἀξιώσει τοῖς ἑξῆς συνάπτειν· ἀλλ᾿ οὐ κατεπείγει.
36. *οὕτως Ἀρίσταρχος, ἠμὲν νέοι ἠδὲ γέροντες. γράφεσθαι δέ φησι καὶ ἡγήτορες ἠδὲ μέδοντες.
ὅτι Ζηνόδοτος γράφει ἡγήτορες ἠδὲ μέδοντες. βέλτιον δὲ
καθολικώτερον γεγράφθαι· καταλείπεται γὰρ ἐν πᾶσιν ἡ δόξα
τἀνδρός. καὶ ὅτι νῦν γέροντας τοὺς καθʼ ἡλικίαν, ἐπεὶ μικρῷ πρό-
τερον τὸν Νέστορα αὐτὸς ἐσεσώκει ἐν τῷ πολέμῳ.
37. διάνδιχʼ ἔδωκε] τὴν τιμὴν εἰς δύο διελὼν καὶ μερίσας τὸ ἕτερόν σοι ἔδωκε· λέγει δὲ τὸ βασιλεύειν.
39. * τὸ ὅτε ἀντὶ τοῦ ὅπερ.
43. *πάρ τοι ὁδός] εὐμαρής ἐστί σοι ὁδός.
νῆες δέ τοι] ὅτι ἀπὸ κοινοῦ τοῦ πάρ τοι ὁδός τὸ πάρεισί σοι. ὅπερ οὐ συνέντες τινὲς προστεθείκασι τὸν ἑξῆς.
44. ἀθετεῖται, ὅτι περισσός ἐστι καὶ μὴ προσκειμένου αὐτοῦ
ἐμφαντικώτερος ὁ λόγος γίνεται· ἐφορμοῦσιν αἱ νῆες πορευσόμεναι.
οἱ δὲ γράφουσιν νῆες δέ τοι ἀμφιέλισσαι, ὥστε μὴ παντελῶς
ἀποκρίνεσθαι τὸν στίχον.
46, 47. ἄνωθεν καὶ ἐκ παλαιοῦ τὰ τῆς ἀναγνώσεως ἐζήτηται.
καὶ οἱ μὲν λείπειν φασὶ τὸ θέλουσιν, ὑποστίζοντες ἐπὶ τὸ αὐτοί·
οἱ δὲ κοινὸν ἄνωθεν λαμβάνουσι τὸ ἐπέσσυται ὥστε νέεσθαι,
εἶτα φευγόντων σὺν νηθσί ἀντὶ τοῦ φευγέτωσαν. ἄμεινον δὲ
ὑφʼ ἓν μὲν ἀναγινώσκειν, εἰ δὲ καὶ αὐτοὶ φευγόντων, στίζειν
δὲ ἐπὶ τὸ γαῖαν, ἵνα λέγηται μὲν ἀποφατικῶς, τὸ δὲ λεγόμενον
τοιοῦτον ᾖ, ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν εἰς τὰς πατρίδας. εἴρηται
γὰρ ὡς ὁ εἰ σύνδεσμος ἔχει τινὰ δύναμιν παρακελευστικὴν, ὡς ἐκεῖ
“ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν” (Il. 24, 74) τοῦ εὐκτικοῦ ἀντὶ
προστακτικοῦ κειμένου, ὡς κἀκεῖ “ἐξελθών τις ἴδοι” (Od. 24, 491)
ἀντὶ τοῦ ἰδέτω· ἀπρεπὲς γὰρ εὔχεσθαι τὸν Δία. τάχα δὲ καὶ τὸ παρὰ
τοῖς Ἀττικοῖς παρακελευστικὸν ἐπίρρημα εἶα ἀπὸ τούτου γέγονε
περιττεύοντος τοῦ ᾱ. ἄλλως τε καὶ συντάττεται τῷ ἄγε ἐπιρρήματι·
“εἰ δʼ ἄγε νῦν, φίλε Φοῖβε” (Il. 16, 667)· οὐδὲν γὰρ πλέον τοῦ
ἄγε δή. καὶ ἐνθάδε ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν.
47. *φευγόντων] ὅτι Ἀττικῶς ἀντὶ τοῦ φευγέτωσαν.
52. τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν] In margine τοῖσι δὲ καὶ μετέειπε Γερήνιος.
53. *ὅτι τὸ περί ἀντὶ τοῦ περισσῶς.
55. οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται] οὐδείς σου τὸν λόγον ἐκφαυλίσει
καὶ μέμψεται. πῶς δὲ ὁ Νέστωρ τὸ τέλειον ἀποδοὺς τῷ Διομήδους
λόγῳ λέγειν αὐτὸς ἐπιχειρεῖ; ῥητέον δὲ ὅτι τῆς μὲν ὕβρεως τὴν
μνήμην καὶ Διομήδης πεποίηται, καὶ Νέστωρ αὐτῷ τελείως γεγε-
νῆσθαι μαρτυρεῖ· ὅπερ δὲ δεῖ πράσσειν ἐν τῷ καιρῷ, Διομήδης παρέ-
λιπεν κἀκεῖνος εἰσηγεῖται.
56. οἷς ἀμφοῖν τὸν βασιλέα ἐλοιδόρησε, τούτοις αὐτὸν προὔχειν εἰπὼν, ἀλλʼ οὐ καθʼ ὑπεροχήν· οὔτε γὰρ αὐτὸν καρτερώτατον εἶπεν οὕτε συνετώτατον.
οὐδὲ πάλιν ἐρέει] οὐδὲ ἀντερεῖ. τὸ δὲ τέλος οὐκ ἐπέθηκας τοῖς λόγοις.
οὐ μὴν τέλος ἐπέθηκας τῷ λόγῳ σου. τὰ μὲν γὰρ πρὸς τὸν βασι- λέα δεόντως φησὶν εἰρῆσθαι, ἐλλείπειν δὲ τὰ τῆς συμβουλῆς καὶ παραφυλακῆς, ἅτινα αὐτὸς ἀναπληροῖ.
57. *ἧ μὴν] διὰ τοῦ ε αἱ Ἀριστάρχον, ἦ μέν.
ἡ μὲν συνήθεια στίζει μετὰ τὸ ἐσσί, τὸ δὲ ἑξῆς συνάπτει. ἐπεὶ
δὲ ἀξιοῦσί τινες ὑπερβατὸν ποιεῖν “ἦ μὴν καὶ νέος ἐσσὶ ὁπλότερος
γενεῆφι,” δῆλον ὅτι τὰ διὰ μέσον λεγόμενα “ἐμὸς δέ κε καὶ πάῖς
εἴης” τῆς ἐοικυίας διορθώσεως τεύξεται.
οὐδὲ πάλιν ἐρέει] ὅτι οὐχ ἁρμόζει τῷ τρεῖς γενεὰς βεβιωκότι
λέγειν “ ἐμὸς ἂν παῖς εἴης” κατὰ τὴν ἡλικίαν, πρὸς ἐπιτίμησιν τοῦ
πολέμου. τὸ δὲ πάλιν (56) οὐκ ἔστιν ἐκ δευτέρου ὡς ἡμεῖς, ἀλλʼ
ἀντὶ τοῦ ἔμπαλιν ἐρεῖ, ἐναντίως.
58. *ὁπλότατος] γρ. ὁπλότερος.
τὸ Ἀργείων βασιλῆας δύναται καὶ τοῖς ἄνω συνάπτεσθαι καὶ
τοῖς ἑξῆς. καὶ τὸ αὐτὸ μὲν σχῆμα ἐν ἀμφοτέροις· τοὺς Ἀργείων
βασιλεῖς εἶπεν ἢ περὶ βασιλέων ἢ εἰς βασιλεῖς. εἴτε οὖν τοῖς ἄνω
συνάπτοιτο, γίνεται βασιλεῖς βάζεις· εἴτε τοῖς ἑξῆς, γίνεται βασι-
λεῖς ἔειπες.
61. *διίξομαι] διελεύσομαι τὰ πράγματα ἀπʼ ἀρχῆς μέχρι τέλους.-
δασυντέον τὸ διίξομαι· ἀπὸ γὰρ τοῦ ἵκω ἐγένετο. ἐπιφέρει γοῦν
“ἀτὰρ οὐ τέλος ἵκεο μύθων.”
63. ἀφρήτωρ κοινῶς ὁ φρατρίας καὶ συγγενείας μὴ μετέχων, ἀπάνθρωπος.
ἄπολις καὶ συγγένειαν οὐκ ἔχων· φρατρία γὰρ ἡ συγγένεια. κυρίως δέ ἐστι τρίτον μέρος φυλῆς.
ἄδικος καὶ ἄνομος καὶ θηριώδης, ἵποῦ καὶ οἱ Κύκλωπες θεμιστεύ- ουσι καὶ νόμοις χρῶνται τοῖς τῶν θεῶν.
64. *ἔραται] ἐπιθυμεῖ. ἡ λέξις Ἰωνική.
66. φυλακτῆρες] Ἀρίσταρχος διὰ τοῦ α φυλακτῆρας τοὺς φύλακας.
67. * λεξάσθων παρὰ τάφρον] διαταγήτωσαν.
*ὅτι ἀντὶ τοῦ λεξάσθωσαν.
*γράφεται καὶ περὶ τάφρον.
70. δαίνυ δαῖτα γέρουσιν] παρασκεύαζε τὴν εὐωχίαν τοῖς ἐντίμοις, ἢ ἐφ’ ἑστίασιν ἄγε τοὺς πρωταγωνιστάς.
71. ὅτι πλεῖαι ἀντὶ τοῦ πλήρεις. πρὸς τὸ “παρῴχηκεν δὲ πλέω νύξ” (Il. 12, 252) ἀντὶ τοῦ πλήρης.
72. *ἠμάτιαι] ἀνὰ ἑκάστην ἡμέραν, ἢ διὰ μιᾶς ἡμέρας.
73. ὑποδεξείη] ὡς Ἀργείη· τὸ δὲ ἀκόλουθον ὤφειλεν εἶναι. κοινὸν
ὑποδεξία ὡς παρὰ τὸ ἀνόρεκτος ἀνορεξία. ταῦτα ἐν τῇ προσῳδίᾳ· ἐν μέν-
τοι τῇ καθόλου οὕτως “πᾶσά τοί ἐσθʼ ὑποδεξίητ” ἕνεκα μέτρου ἔκτασιν
ἔπαθε τοῦ ι. ἀγνοίᾳ μέντοι τἀκριβοῦς διὰ τῆς ει διφθόγγου τὴν
γραφὴν ποιοῦνται, καὶ οὕτως ἔχει ἡ τοῦ Ἀριστοφάνους παράδοσις.
αἱ δὲ Ἀριστάρχου οὕτως εἶχον διὰ τοῦ γάρ, πολέσιν γὰρ ἀνάσ-
σεις. ἔχει δέ τι Ὁμηρικὸν καὶ ἡ διὰ τοῦ δέ, πολέεσσι δʼ ἀνάσ-
σεις.
πᾶσά τοι ἔσθʼ ὑποδεξείη] πρὸς ὑποδοχὴν εὐτρέπισται σοὶ χο-
ρηγία. ἐπαίρει δὲ τὸν βασιλέα εἰς τὸ μετέπειτα αὐτὸν ὑπήκοον
σχήσων.
*Αρίσταρχος πολέσιν γὰρ ἀνάσσεις.
75. *χρεώ] χρεία καταλαμβάνει.
76. *οὕτως γρ. ὅτι δήϊοι.
77. ὅτι προσυπακουστέον τὸ καὶ οὐ μὴ μᾶλλον θρηνήσει καὶ κόψεται; καὶ ὅτι ἔξωθεν τὸ ἰδών.
78. *διαρραίσει] διʼ ἑνὸς ρ αἱ Ἀριστάρχου.
86. *ἅμʼ ἔστειχον] Ἰακῶς τὸ στεῖχον αἱ Ἀριστάρχου, ἅμα στεῖχον.
88. *δόρπον] Ἀρίσταρχος μετὰ τοῦ α δόρπα. δόρπα] ἄριστον μὲν τὸ πρωῖνὸν ἔμβρωμα, δόρπος δὲ τὸ νῦν ἄριστον, ἢ δεῖπνον μεθʼ ὃ τὰ δόρατα ἔπαυον.
διὰ τοῦ α δόρπα αἱ Ἀριστάρχον. ἄκαιρος δὲ Ζηνόδοτος γράφων τίθεντο δὲ δαῖτα θάλειαν· ἄτοπον γὰρ θαλιάζειν τοὺς πένθει ἀτλήτῳ τὴν ψυχὴν βεβλημένους.
89. *ἀολλέας] Ἀρίσταρχος γέροντας ἀριστέας.
92. * ἐπιθυμίαν ἐπλήρουν.
97. ἐν σοὶ μὲν λήξω] σύ μοι ἀρχὴ καὶ τέλος τῶν λόγων πάλιν γενήσῃ. ἀνακτᾶται δὲ αὐτὸν τοῖς ἐγκωμίοις, πρότερον καταπτοήσας.
99. ἵνα σφίσι βουλεύῃσθα] ἵνα τούτοις χρώμενος προβουλεύῃς τῶν ὑποτεταγμένων. ὡς τοῦ βασιλέως δὲ καὶ τῶν θεμίστων κρατοῦν- τος. οὐδέπω γὰρ ἐχρῶντο γραπτοῖς νόμοις.
101. *κρηῆναι δὲ καὶ ἄλλῳ] καὶ ἄλλου δέ τινος ἐπιτελέσαι καὶ βεβαιῶσαι τὴν γνώμην.
102. σέο δʼ ἕξεται ὅττι κεν ἄρχῃ] ἤτοι ἐν τῇ σῇ ἐξουσίᾳ ἔσται
τὸ ἔργον τοῦτο δοκιμάσαι, ἢ τὸ τῶν λόγων κατόρθωμα σὸν ἔσται· εἰς
σὲ γὰρ ἀνενεχθήσεται. τὸ ἕξεται δασυντέον· ἀπὸ γὰρ τοῦ ἔξω
μέλλοντος δασυνομένου μέσος ἐστίν.
104. *ἄλλος] γράφεται καὶ ἄλλον.
106. διογενεῦς] περισπωμένως ἀναγνῶμεν· συναίρεσιν γὰρ ἔπαθε τοῦ διογενέος καὶ διογενοῦς, καὶ τροπῇ τοῦ ο εἰς ε διογενεῦς· γενικῆς γάρ ἐστι πτώσεως.
108. *οὔτι καθʼ ἡμέτερόν γε νόον] ἀντὶ τοῦ οὐ κατὰ τὴν ἐμὴν γνώμην.
109. ἀπεμυθεόμην] ἀπηγόρευον, ἐκώλυον· γράφεται δὲ καὶ ἐπεμυθεόμην, ἵνʼ ᾖ ἀπελογιζόμην.
*οὕτως Ἀρίσταρχος, ἀπεμυθεόμην.
110. ὁ λόγος αἱρεῖ διαστέλλειν ἐπὶ τὸ εἴξας, ὑποστίζειν δὲ ἐν ὑποκρίσει ἐπὶ τὸ ἔτισαν.
112. *πεπίθοιμεν] Ἀρίσταρχος πεπίθωμεν· ἔστι γὰρ πίθωμεν.
115. ὦ γέρον, φησὶν, οὐδὲν ψευσάμενος τὰς ἐμὰς ἀδικίας ἀπηριθ- μήσω, βλάψαι με βουλόμενος, ὡς ᾠήθης. ἐπὶ δὲ τὸ τέλος τοῦ στίχον στικτέον· τὸ γὰρ ψεῦδος ἀντὶ τοῦ ψευδῶς.
116. ἀντί νυ πολλῶν] ὅτι τὸ ἀντί ἐπὶ τοῦ ἴσου ἐστί· τὸ γὰρ
λεγόμενον, ἴσος ἐστὶ πολλοῖς ὁ εἷς ἀνὴρ, ὅταν ᾖ θεοφιλής.
118. *ἔτισεν, ὄλεσσε δέ] γρ. ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.
119. λευγαλέῃσι] ὅτι οἱ νεώτεροι λευγαλέον τὸ δίυγρον ἐπὶ τοῦ
Ἀχιλλέως· “νῦν δέ με λευγαλέον θάνατον” (Il. 21, 281. cf. ad
109). ἔστι δὲ λευγαλέον τὸ ὀλέθριον, παρὰ τὸν λοιγόν.
122. ἕπτ’ ἀπύρους] τοὺς μὴ εἰς πῦρ χρησίμους, ἀλλʼ ἀναθεματικοὺς καινουργεῖς, τοὺς κόσμον χάριν τιθεμένους ἐν τῷ οἴκῳ.
τάλαντα] τὰ νῦν ἑξακισχίλια λέγεται παρὰ Ἀθηναίοις. διαφόρως
δὲ νοεῖται· ἦν γὰρ καὶ βραχύ τι παρὰ τοῖς ἀρχαίοις. καὶ ὁ ποιητὴς
δῆλον ἡμῖν τοῦτο ποιεῖ ἐν τῷ ἐπιταφίῳ Πατρόκλου λέγων “ἱππεῦσι
μὲν πρῶτα· ποδώκεσιν ἀγλάʼ ἄεθλα θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα
ἔργʼ εἰδυῖαν καὶ τρίποδʼ ἀτώεντα δυωκαιεικοσίμετρον, τῷ πρώτῳ·
ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον θῆκεν ἑξέτε’, ἀδμήτην, βρέφος ἡμίονον
φορέουσαν· αὖτις δὲ τὸ τρίτον ἄπυρον κατέθηκε λέβητα, τῷ δὲ
τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα” (Il. 23, 262). εἰ γὰρ περὶ
τοῦ ταλάντου τῶν Ἑλλήνων ἐστὶ, βραχύ τι τὸ τάλαντον τοῦ χρυσίου
ἦν παρʼ αὐτοῖς, ὡς καὶ Δίφιλος ἐν Ἀναγύρῳ “βραχύ τί ἐστι
τάλαντον” φησί. τάλαντον δὲ, οὐ τάλαντα. ταῦτα δὲ χρνσίου
τάλαντον.
125. ἀλήϊος] πένης, ἄπορος, ἤτοι δὲ ἀπὸ τοῦ μὴ ἔχειν χώραν
σιτόσπορον, ἣν λήϊον καλεῖ, ἢ ἀπὸ τοῦ μὴ ἔχειν λείαν· λείας δὲ
λέγει τὰς ἀγέλας τῶν θρεμμάτων.
128. ἀμύμονα] ὅτι χωρὶς τοῦ σ γραπτέον· οὐ γάρ ἐστι κατὰ τῶν γυναικῶν, ἀλλὰ κατὰ τῶν ἔργων. ὕστερον δὲ ἐπὶ τῶν γυναικῶν “ αἳ κάλλει ἐνίκων.”
*ἀμύμονα] Ἀρίσταρχος μετὰ τοῦ σ ἀμύμονας.
129. Λεσβίδας] παρὰ Λεσβίοις ἀγὼν ἄγεται κάλλους γυναικῶν ἐν τῷ τῆς Ἥρας τεμένει, λεγόμενος καλλιστεῖα· ἡ δὲ Λέσβος νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει, πόλεις ἔχουσα πέντε, Ἄντισσαν, Ἔρεσον, Μηθύμνην, Πύρραν, Μυτιλήνην.
*τὸ αὐτός βέλτιον ἐπὶ τοῦ Ἀχιλλέως ἀκούειν καὶ τοῖς ἄνω
συνάπτειν.
130. ἐξελόμην] Ἀρίσταρχος ψιλοῖ, καὶ πρόθεσιν παραδέχεται, ὥστε εἶναι ἓν μέρος λόγου.
131. μετὰ δʼ ἔσσεται] ὅτι ἐντεῦθεν πλανηθεὶς Ζηνόδοτος συναριθ-
μεῖσθαι ἐν ταῖς ἑπτὰ καὶ τὴν Βρισηἶδα ἔδοξεν, καὶ ἐν ἄλλοις γράφει
“ἐκ δʼ ἄγεν ἑπτὰ γυναῖκας, ἀμύμονα ἔργʼ εἰδυίας, ἓξ, ἀτὰρ ἑβδο-
μάτην Βρισηίδα καλλιπάρῃον” (Il. 19, 245). ἔστι δὲ ἐκτὸς ἡ
Βρισηίς.
132. *Ἀρίσταρχος κούρη Βρισῆος, ἐπὶ δὲ μέγαν ορκον ὀμοῦμαι.
133. τῆς εὐνῆς] ὅτι ἔξωθεν δεῖ λαβεῖν τὸ ἄρθρον· τὸ γὰρ τῆς
νῦν ἀντὶ τοῦ ταύτης παρείληπται, καὶ ἔστιν ὁ λόγος, μήποτε τῆς
ταύτης εὐνῆς ἐπιβήμεναι.
134. ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν] τὸ η τὸ πρῶτον
δασυντέον· ἔστι γὰρ ἰσοδυναμοῦν τῷ ὡς, διὸ καὶ ὁ τέ προστίθεται
σύνδεσμος πολλάκις. ὡς γὰρ λέγομεν “ὥστε γὰρ ἢ παῖδες νεαροί”
(ll. 2, 289), οὕτως “ἥ τε ξείνων θέμις ἐστίν” (Od. 9, 268). τὸ δὲ
ἡδέ ψιλωτέον· σύνδεσμος γάρ ἐστιν ἰσοδυναμῶν τῷ καί, ὁμοίως τῷ
“ἡδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι.” (Hesiod. O. 771.) βραχὺ δὲ δια-
σταλτέον ἐπὶ τὸ πέλει. σαφέστερος γὰρ γίνεται ὁ νοῦς· ὅπερ ἐστὶν
ἔθος ἀνθρώποις, ἀνδράσι τε καὶ γυναιξίν.
137. νῆα—νηησάσθω] ὅτι παρετυμολογεῖ τὴν ναῦν ἀπὸ τοῦ νῆσαι, ὅ ἐστι σωρεῦσαι. καὶ ἐν Ὀδυσσείᾳ τὰ ὀνόματα ἀπὸ τοῦ ἑτοίμου λαμβάνει, Τερπιάδην τὸν Φήμιον ἀπὸ τοῦ τέρπειν τὸν κιθαρῳδόν (22, 330). ὁ αὐτὸς ἄρα ποιητής.
140. Ἑλένην] οὐχ ὡς αἰχμάλωτον. ἀλλʼ ὡς πρεσβεύονσαν ἀπα-
σῶν ἐν κάλλει.
ὅτι ἔνιοι ὑποτάσσουσι στίχον “τὴν γὰρ ἀπʼ αὖτις ἐγὼ δώσω ξανθῷ Μενελάῳ,” εὐήθως πάνυ.
141. ὅτι τὴν Πελοπόννησον Ἀχαιικὸν Ἄργος λέγει καὶἼασον, “εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος” (Od. 18, 245), Πελασγικὸν δὲ Ἄργος τὴν Θεσσαλίαν.
143. ὃς μοι τηλύγετος] ἀγαπητὸς, μονογενής· μόνος γὰρ Ὀρέστης ἄρσην ἐγένετο τῷ Ἀγαμέμνονι ἐκ Κλυταιμνήστρας.
*ὅτι ἀγαπητός μόνον ἐπὶ ταῖς θηλείαις.
θαλίῃ ἔνι πολλῇ] ἐν πολλῇ εὐωχίᾳ, ἐν πολλοῖς ἀγαθοῖς. εἴρηται δὲ παρὰ τὸ θάλλειν τοὺς εὐωχουμένους.
145. οἰκεῖα θυγατράσι βασιλέως τὰ ὀνόματα· τρία γὰρ συνέχει τὴν ἀρχὴν, νόμος ὀρθὸς, ἔπειτα κρίσις καὶ ἰσχύς.
*ὅτι οὐκ οἶδε τὴν παρὰ τοῖς νεωτέροις σφαγὴν Ἰφιγενείας.
146. *ἀνάεδνον] ὅτι ἕδνα ἐδίδοσαν οἱ νυμφίοι ταῖς παρθένοις.
147. ἐπιμείλια] Ἀρίσταρχος ἓν μέρος λόγου παρέλαβεν ὡς ἐπι-
φέρνια. Ἀπολλόδωρος δὲ διαλύει, ἐπί, εἶτα μείλια· οὕτως δὲ καὶ
Ἀλεξίων. καὶ ἔστι τὸ ἑξῆς ἐπιδώσω μείλια. Τρύφων δὲ ζητεῖ περὶ
τοῦ τόνου, πότερον ὡς ποίμνια ἢ ὡς παιδία. ἡμῖν δὲ δοκεῖ τὸ προ-
παροξυνόμενον πλέον εἶναι, σπάνιον δὲ τὸ παροξυνόμενον, εἰ οὕτως
ὁρισαίμεθα· τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα
ὑποκοριστικὰ, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλους φύσει μακρὰν, διὰ τοῦ
ι ἐκφερομένην ἤτοι μόνου ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται,
Ἴλιον ποίμνιον Σίγιον λείριον αἴτιον· οὕτως καὶ μείλιον. σπάνια δὲ
τὰ παροξυνόμενα, ὥσπερ τὸ ἰνίον· τὸ γὰρ τειχίον ὑποκοριστικὸν καὶ
τὸ κλειδίον.
ὅτι καὶ ὑπὸ τῶν πατέρων ἐπεδίδοτο ταῖς θυγατράσιν, οὐχ ὑπὸ τῶν
ἀνδρῶν μόνων ἐπέμπετο ἃ λέγει. μείλια δέ εἰσιν οἷς μειλίσσονται
τοὺς ἄνδρας. τὴν προῖκα δὲ λέγει τὴν ἡδέως διατιθεμένην τὴν ψυχήν.
Ἀρίσταρχος δὲ ἐπιφέρνια.
148. * ὅτι οὕτω λέγει ὅτι πρῶτον ἐπιδέδωκα.
150. Ἱρήν] Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ τῷ ἱρήν.
εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα, ὥσπερ ἐδηλώσαμεν ἐπὶ τοῦ
“Ῥίπην τε Στρατίην τε” (Il. 2, 606) “Ὄρθην” (ib. 739). ἡ δὲ
31), Ἀγαυή. οὕτως καὶ ἱρή.
153. νέαται] ὡς κέαται. σημαίνει δὲ τὸ ναίονται, γενόμενον παρὰ
τὸ νῶ, οὗ παραγωγὸν ναίω. ὅσοι δὲ παροξύνουσιν, ὡς ἐπὶ τοῦ ἔσχαται
κατὰ τὸ νοητὸν παραλαμβάνουσιν· οὐδʼ εὐθεῖαν δὲ ὑγιῶς παροξύνουσιν·
ὀφείλει γὰρ ὁμοτονεῖν τῷ νέατοι. Ἀπολλώνιος δὲ διὰ τοῦ κ γράφει
κ έ αται.
*ὄτι ἀντὶ τοῦ ναίονται. ἔνιοι δὲ ἀντὶ τοῦ ἔσχαται, οὐκ εὖ.
154. *πολύρηνες πολυβοῦται] διὰ τοῦ ἑτέρου ρ τὸ πολύρρηνες αἱ Ἀριστάρχου.
155. *Ἀρίσταρχος τιμήσονται.
156. καί οἱ ὑπὸ σκήπτρῳ] καὶ ὑπʼ αὐτοῦ βασιλευόμενοι εἰρηνικῶς βιώσονται. ὅσα δεῖ βασιλέα λαμβάνειν παρὰ τῶν ὑπηκόων, εὐκόλως δώσουσιν, τουτέστι καὶ ὑποταγέντες αὐτῷ κατὰ τὸ δίκαιον λαμπροὺς φόρους τελέσουσιν. ἡ διπλῆ δὲ, ὅτι χρόνος ἐνήλλακται, τελέουσιν ἀντὶ τοῦ τελέσουσιν.
158. *δμηθήτω] παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει καμφθήτω.
διὰ τί οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ λέγονται, τὸν δὲ Ἅιθην ἀνε-
λεήμονά φησιν εἶναι; ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰς ἑαυτοὺς χαλε-
παίνουσιν ἁμαρτημάτων, διὸ καὶ συγγινώσκουσιν, ὁ δὲ περὶ τῶν ἰδίων
καὶ ἀλλοτρίων, διὸ καὶ ἄκαμπτός ἐστιν· ὅθεν ἐν οὐδεμιᾷ πόλει Ἅιδου
βωμός ἐστιν. Αἰσχύλος φησὶν “μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων
ἐρᾷ, οὐδʼ ἄν τι θύων οὐδʼ ἐπισπένδων λάβοις, οὐδʼ ἔστι βωμὸς, οὐδὲ
παιωνίζεται” (fr. 156.)
159. φησὶν ὁ Ἀρίσταρχος ὅτι ἔνιοι ὑποτάσσουσι τούτῳ “οὕνεκʼ ἐπεί κε λάβῃσι πέλωρ ἔχει οὐδʼ ἀνίησιν.” οὐκ εἶναι δὲ ἀναγκαῖον.
160. ὅσσον βασιλεύτερός εἰμι] ὅτι τὸ ὅσσον οὐκ ἔστι πλήθους, ἀλλʼ ἀντὶ τοῦ καθʼ ὅσον εἰμὶ βασιλικώτερος.
164. διδοῖς] ὡς ὀρθοῖς. οὕτως καὶ Ἀρίσταρχος. καὶ γὰρ τὸ τρί- τον “εἰ μὲν γὰρ μὴ δῶρα διδοὶ” (Il. 9, 515).
165. * κλητοὺς] πρέσβεις ἐπιλέκτους, ἢ ἐξ ὀνόματος καλέσαντες.
ὅτι τοὺς ἀπὸ τοῦ καλεῖσθαι αἱρουμένους. καὶ ἐν Ὀδυσσεῖς “οὗτοι
γὰρ κλητοί γε.” (17, 386.) καὶ τὸ ὀτρύνομεν ἀντὶ τοῦ ὀτρύνωμεν.
167. * Ἀρίσταρχος ἐγώ, ἄλλοι δὲ ἐγών.
οἱ δὲ] βαρυτονητέον· δύο γὰρ μέρη λόγου, ἀντὶ τοῦ οὗτοι δέ. εἰσὶ
δὲ οἳ προπεριέσπασαν, οὐκ εὖ· χρεία γάρ ἐστι τοῦ δέ συνδέσμου.
ἐζήτηται δὲ πῶς μᾶλλον οὐ πρεσβεύει ὁ συνετώτερος. ἔστι δὲ λέ-
γειν ὅτι κατʼ οἰκονομίαν ὑπελείφθη, ἵνα, ἂν ἀποτύχωσιν οἱ περὶ Ὀδυσ-
σέα, αὐτὸς ὕστερον πείσῃ. ἄτοπον γὰρ ἦν νῦν πρεσβεύειν τὸν Νέ-
στορα, ὅτε δεῖ πάντως τὸν Ἀχιλλέα μὴ πεισθῆναι· ἀδοξία δὲ ἦν
Νέστορα μὴ δυνηθῆναι πεῖσαι. οἱ δέ φασιν ὅτι ἐπειδὴ ἐχθρὸς ἦν
Ἀχιλλέως, λοιδορήσας αὐτὸν πρὸς Ἀγαμέμνονα “τούσδε δʼ ἔα φθινύ-
θειν ἕνα καὶ δόο” (Il. 2, 346).
168. ὅτι ὁ Φοῖνιξ προέρχεται καὶ οὐ συμπρεσβεύει τοῖς περὶ τὸν Ὀδυσσέα, ὥστε μὴ συγχεῖσθαι διὰ τῶν ἑξῆς τὰ δυϊκά.
169. ἡ διπλῆ, ὅτι τὸ ἔπειτα Ἀρίσταρχος ἀντὶ χρονικοῦ παρα-
λαμβάνει, ἀντὶ τοῦ μετὰ ταῦτα, ὡς καὶ “ Ἑρμείας μὲν ἔπειτα” (Od.
10, 307). βούλεται γὰρ πρῶτον τὸν Φοίνικα ἀπεληλυθότα εἰς τὸ
σκήνωμα, εἶτα τὸν Ὀδυσσέα καὶ τὸν Αἴαντα ὡς πρεσβεύοντας. ὁ δὲ
Κράτης τὸ ἔπειτα ἀντὶ τοῦ δή συνδέσμου λαμβάνει.
170. Εὐρυβάτης] ὅτι οὐ τὸν Ἀγαμέμνονος (Il. 1, 320) ὑπολη-
πτέον νῦν λέγεσθαι, ἀλλὰ τὸν Ὀδυσσέως (Il. 2, 184), ἐπεὶ κἄν ἐξωρ-
γίσθη, τῆς διʼ αὐτοῦ γενομένης ἀφαιρέσεως ὑπομνησθείς.
*ἑπέσθων] ἀντὶ τοῦ ἑπέσθωσαν. γράφεται δὲ καὶ χωρὶς τοῦ ν.
171. *φέρτε] ὅτι συγκέκοπται ἀντὶ τοῦ φέρετε.
180. δενδίλλων] διανεύων τοῖς ὀφθαλμοῖς.
ότι παρόντος τοῦ Φοίνικος ἔτι ταῦτα ὁ Νέστωρ ποιεῖ, διὸ καὶ
ἁρμόσει τὸ ἐς ἕκα στον πληθυντικῶς εἰσενηνεγμένον, καὶ οὐκ εἰς
ἑκάτερον, ὅπερ ἐπὶ δύο τίθεται, καὶ τὸ μάλιστα ὑπερθετικῶς εἰρη-
182. τὼ δὲ βάτην] ὅτι ἐπὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν·
κεχώρισται γὰρ ὁ Φοῖνιξ μετὰ τὴν Νέστορος ἐντολὴν, οὗτοι δὲ μετὰ
ταῦτα. ζητοῦμεν δὲ εἰ καὶ Φοῖνίξ ἐστι πρεσβευτής. καί φασιν οἱ
μὲν δύο πρεσβεύειν, Αἴαντα καὶ Ὀδυσσέα, Φοίνικος προεληλυθότος
οὐκ εἰς τὸ πρεσβεύειν, ἀλλʼ εἰς τὸ συλλαβέσθαι· καὶ διὰ τοῦτο ὁ
ποιητὴς δυικοῖς κέχρηται· καὶ “χαίρετον, ὦ φίλοι” (197). ἔνιοι δὲ
λέγουσι συμπεπρεσβευκέναι καὶ Φοίνικα, καὶ οὐδὲν εἶναι τεκμήριον
τὸν παρὰ τῷ ποιητῇ ἀριθμόν· πολλάκις γὰρ καὶ ἐπὶ πλειόνων αὐτὸν
τετάχθαι, ὡς καὶ ἐπὶ τοῦ “μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ
ἐν Ὀλύμπῳ ἆσσον ἰόντε” (Il. 1, 567) καὶ ὡς ἐπὶ τοῦ “τὼ κούρω
κρινθέντε δυωκαιπεντήκοντα” (Od. 8, 48).
183. *γαιηόχῳ] ἐπεὶ παρὰ θάλασσαν ἐβάδιζον, διὰ τοῦτο τῷ Ποσειδῶνι εὔχονται.
184. *πεπιθεῖν] περισπαστέον· δεύτερος γὰρ ἀόριστός ἐστιν.
187. ζυγὸν] ζυγὸς ὁ πῆχυς τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κόλλα- βοι. οὕτω δὲ λέγονται οἱ πάσσαλοι ὧν ἐξάπτονται αἱ χορδαὶ, παρὰ τὸ κεκολλῆσθαι.
188. ἐξ ἐνάρων] ὅτι ἀστεῖον τὸ μὴ οἴκοθεν κομίσαι ὥσπερ μέλ-
λοντα ἐν πολέμῳ ἄνεσιν ἔχειν, ἀλλʼ ἐκ τῶν λαφύρων ἀνηρῇσθαι ἁρμό-
νιον καὶ οὐκ ἄμονσον.
πιθανῶς ἔφη ἐκ λαφύρων κεκτῆσθαι τὴν κιθάραν τὸν Ἀχιλλέα· ἀνοίκειον γὰρ εἰς πόλεμον ἥκοντα κιθάραν ἐπικομίζεσθαι. εὑρόντα οὖν, φησὶν, παρελθεῖν ὡς ἄμουσον ἀπρεπὲς ἦν.
189. κλέα ἀνδρῶν]. ὅτι ἀειμνήστους δεῖ τοὺς ἀγαθοὺς εἶναι· οἱ γὰρ ἀοιδοὶ διὰ τῶν παλαιῶν ἱστοριῶν τοὺς ἀκούοντας ἐσωφρόνιζον. προσέθηκε δὲ τὸ ἀνδρῶν, ἐπειδὴ καὶ θεῶν ᾄδουσι γάμους.
190. ὅτι οὐ μόνος ἐν τῇ κλισίᾳ, ἀλλὰ μόνος Αἰακίδην δεδεγ-
μένος ἀντίος ἧστο· καὶ γὰρ Αὐτομέδων ἐπὶ τῆς κλισίας ἦν, ὁμοίως
καὶ ὁ Φοῖνιξ.
191. *γράφεται καὶ δέχμενος διὰ τοῦ χ.
192. τὼ δὲ βάτην] ὅτι ἐκὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν· παρόντος γὰρ τοῦ Φοίνικος ἀπίθανον λέγειν “ἡγεῖτο δὲ δῖος Ὀδυσ. σεύς.”
193. ταφὼν] Ἰωνικῶς λέγεται κατὰ τροπὴν τοῦ θ εἰς τὸ ·
αὐτοὶ γὰρ τὰ δασέα εἰς ψιλὰ τρέπουσιν, οἷον θαπών ταφών, δευτέρου
ἀορίστου ἀπὸ τοῦ θήπω ἐνεστῶτος, καὶ τὰ ψιλὰ εἰς δασέα, ὡς τὸ
ἐπιορκῆσαί φησιν. οἱ αὐτοὶ δὲ καὶ τὸ Ἀθάμας, κατʼ ἀφαίρεσιν τοῦ
α καὶ τροπῇ τοῦ θ εἰς τὸ τ, Τάμμας λέγουσι· “Τάμμεω θυγατέρος”
Καλλίμαχος ἐν δευτέρῳ αἰτίων. ἐκ τῶν τάφων δὲ ἡ μεταφορά· καὶ
γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα τὸ μέλλον δεινόν.
194. στικτέον μετὰ τὸ φόρμιγγι, ὡς ἔκπληξιν Ἀχιλλέως ὁρᾶ- σθαι ἀναπεπηδηκότος σὺν τῇ κιθάρᾳ. τὸ ἡμιστίχιον δὲ δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς προσδίδοσθαι, τό τε ἀναπηδῆσαι σὺν αὐτῇ τῇ κιθάρᾳ, καὶ ἀπολιπόντα τὴν καθέδραν καὶ τὴν κιθάραν συναντῆσαι. βέλτιον δὲ τὸ πρότερον, ὥστε τοῖς ἄνω συνάπτειν.
196. *τώ] γρ. καὶ τούς.
197. ἀμφοτέρους τοὺς συνδέσμους περισπαστέον· βεβαιωτικοὶ
γάρ. ἡ διπλῆ δὲ, ὅτι χωρὶς τοῦ δυϊκῶς ἐσχηματίσθαι πρὸς Ὀδυσσέα
καὶ Αἴαντα, καὶ τὰ τῆς διαθέσεως οὐκ ἐμφαίνει συμπαρόντα τὸν
Φοίνικα· οὐ γὰρ ἂν οὕτως ἐκπλαγεὶς ἀνεπήδησεν, ἢ ἐδεξιοῦτο ὡς
αἰφνιδίως παραγενομένους.
*Παρμενίσκος προφέρεται ἱκάνετον ἡμέτερονδε.
198. *φίλτατοί ἐστον] καὶ ἐνθάδε τινὲς δυϊκῶς φιλτάτω.
202. καθίστα] εἰ καθίστανε τὸ πλῆρες, οὕτως καὶ ἐπὶ τῆς ἀπο-
κοπῆς. εἰσὶ δὲ οἳ ἐκτείνουσιν, ἀπὸ τοῦ ἱστῶ τὴν κλίσιν παραλαμ-
βάνοντες.
203. ξωρότερον] τὸ ἄκρατον, παρὰ τὸ μηδέπω ἐσβέσθαι τὴν ἰσχὺν τοῦ οἴνου ὑπὸ τῆς τοῦ ὕδατος κράσεως.
*κέραιε] οὕτως κέραιε χωρὶς τοῦ ρ. μέμνηται καὶ Ἡρωδιανός.
204. *μελάθρῳ] νῦν σκηνῇ, κυρίως δὲ οἴκῳ.
206. ὅτι Εὐφορίων κρεῖον τὸ κρέας ἐξεδέξατο, Ὀμηρος δὲ τὸ κρεοδόχον ἀγγεῖον. καὶ πρὸς τὸ ἐν πυρὸς αὐγῇ, τὸ ἀπὸ τοῦ πυρὸς φωτιζόμενον. κρεῖον δὲ ὡς θεῖον. γέγονε δὲ παρὰ τὸ κρέας.
208. σιάλοιο] ἐντροφίου, ἁπαλοτρεφοῦς, ὡς “ζατρεφέων σιάλων” (Od. 14, 19). ἢ σεσιτευμένου.
209. ὅτι Αὐτομέδοντος ὄντος κατὰ τὴν κλισίαν ἄνω εἶπεν “Πά- τροκλος δέ οἱ οἷος ἐναντίος ἦκτο.”
τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς] τὸν τῦφον ἐκβάλλει ἡμῶν ἑαυτῷ ὑπηρετούμενος ὁ Ἀχιλλεύς.
ὅτι ἔν τισι γράφεται “αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύ-
σατο δὲ φλόξ.” γελοῖον δὲ πυρὸς ἄνθος ὡς ῥόδων ἄνθος, τοῦ ποιητοῦ
τὸ πῦρ δεινοποιήσαντος.
214. πάσσε δʼ ἁλὸς θείοιο] θείους κέκληκε τοὺς άλας διὰ τὸ ἄσηπτα τηρεῖν τὰ πασθέντα.
*ἐπαείρας] Ἀρίσταρχος ἀπαείρας, ἀπὸ τῶν κρατευτάων ἄρας.
κρατευτάων τῶν βάσεων, ὅ ἐστι τῶν λίθων ἐφ’ ὧν οἱ ὀβελίσκοι τίθενται τῶν κρεῶν ὀπτωμένων. οἱ δὲ τῶν λαβῶν τῶν ὀβελίσκων εἶπον, κακῶς.
215. ἐλεοῖσιν] ἐπιμήκεσι τραπεζίοις ἤτοι μαγειρικοῖς. δασύνεται
δέ· ἀπὸ γὰρ τοῦ ἑλεῖν. ἢ ὅτι ἐξ ἑλείων ῥάβδων ἦσαν πεπλεγμέναι
αἱ μαγειρικαὶ τράπεζαι· ἢ ἐπεὶ ἐλιπαίνετο ἐκ τῆς πιμελῆς.
*ἔχευεν] ἐν ἄλλῳ ἔθηκεν.
219. θῦσαι] ἀπάρξασθαι. δεισιδαίμων δὲ, ὃς καὶ τροφῆς τοῖς θεοῖς ἀπάρχεται, καὶ ἀποπλεύσεσθαι μέλλων λέγει “αὔριον ἱρὰ Διὶ ῥέξας (357), καὶ “χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγεν” (Il. 16, 221).
ὅτι θῦσαι οὐ σφάξαι, ὡς ὁ Τιμόθεος ὑπέλαβεν καὶ Φιλόξενος, ὁμοίως τῇ ἡμετέρᾳ συνήθει, ἀλλὰ θυμιᾶσαι. καὶ ὅτι θυηλὰς τὰς ἐπιθυομένας ἀπαρχάς. καὶ ἐν Ὀδυσσείᾳ (14, 446) “ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσιν.”
220. θυηλάς] ὡς ἀπαρχάς. τὰ δὲ διὰ τοῦ ηλη μονογενῆ ὑπὲρ
δύο συλλαβὰς καὶ ὀξύνεται, ὥσπερ τὸ γαμφηλή θυηλή, καὶ βαρύ-
νεται, ὡς τὸ ἀνθήλη.
222. ἐδητύος ἐξ ἔρον ἕντο] φαίνονται καὶ παρʼ Ἀγαμέμνονι, πρὶν
ἐπὶ τὴν πρεσβείαν στείλασθαι, δειπνοῦντες· φησὶ γοῦν “αὐτὰρ ἐπεὶ
σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμὸς, ὡρμῶντʼ ἐκ κλισίης” (177).
ἄμεινον οὖν εἶχεν ἂν, φησὶν ὁ Ἀρίσταρχος, εἰ ἐγέγραπτο “ἂψ ἐπά-
σαντο,” ἵν’ ὅσον χαρίσασθαι τῷ Ἀχιλλεῖ γεύσασθαι μόνον καὶ μὴ
εἰς κόρον ἐσθίειν καὶ πίνειν λέγωνται. ἀλλʼ ὅμως ὑπὸ περιττῆς
εὐλαβείας οὐδὲν μετέθηκεν, ἐν πολλαῖς οὕτως εὑρὼν φερομένην τὴν
γραφήν.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος] εἰς δύο στάσεις διεῖλε τὸν λόγον,
τὴν παρορμητικὴν, τραγῳδήσας τὰς συμφορὰς εἰς τὸ καλὸν καὶ
ἀναγκαῖον καὶ συμφέρον ποιήσαι τὴν παρόρμησιν, καὶ εἰς τὴν ἀλλοι-
ωτικὴν, ἧς μέρος τὸ ὑπαλλακτικόν· ἀντὶ γὰρ Ἀγαμέμνονος τὴν
στρατιὰν ἔλαβεν. κυκλικώτερον δὲ κατακέχρηται τῷ στίχῳ, δεδει-
πνηκότων αὐτῶν πρὸ ὀλίγου· οὐ γὰρ ἤρων δαιτός.
223. νεῦσʼ Αἴας Φοίνικι] διενεύσατο, φησὶν, ὁ Αἴας τῷ Φοίνικι,
εἰ καιρός ἐστι τῶν πρὸς Ἀχιλλέα λόγων· ἐνόησε δὲ Ὀδυσσεύς.
ζητεῖται δὲ διὰ τί προαρπάζει τὸν λόγον ὁ Ὀδυσσεύς. ῥητέον δὲ ὅτι
καὶ μάλα εἰκότως. οὐδὲ γὰρ μία ἦν ἐλπὶς προαποτυχόντων τῶν
οἰκείων αὐτοῦ· ἐβούλετο δὲ προεκκενώσας τὴν ὀργὴν ἀναγκάσαι τι
τοῖς οἰκείοις προσδοθῆναι χάριτος.
224. πλησάμενος δʼ οἴνοιο δέπας] πρὸς τὸ ἔθος, ὅτι πλήρη καὶ οὐ κενὰ προὔπινον ἰρέγοντες τὰ ποτήρια. δεῖ δὲ νοῆσαι ὅτι κατὰ τὸ σιωπώμενον ἐδέξατο ὁ Ἀχιλλεύς. ἰδίως δὲ οὐχ ὑπέθηκε “καί μιν φωνήσας.”
225. χαῖρʼ, Ἀχιλεῦ, δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευὴς ἠμὲν— ἠδὲ
καὶ ἐνθάδε νῦν] τὸ ἑξῆς ἐστὶ “δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευεῖς· ἀλλʼ
οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα πῆμα.” ἐκεῖνα
γὰρ μεταξὺ τέθειται “ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο ἠδὲ
καὶ ἐνθάδε νῦν.” οὕτως Ἡρωδιανός.
χαῖρ’, Ἀχιλεῦ] ὅτι προστιθέασι τὸ σ, οὐκ ἐπιδευεῖς, κακῶς.
226. Ἀγαμέμνονος Ἀτρείδαο] διὰ τί τὸν ἐχθρὸν οὕτως ὠνόμασε
προπετῶς, οὐ προθεραπεύσας; ῥητέον οὖν ὅτι εἴτε ἐνδεικνύμενος
Ἀχιλλεῖ ὅτι ὁ πρότερον ὑβρίσας ἱκέτης καθέστηκεν· ἢ πάνυ ῥητο-
ρικῶς ὁ ἀνὴρ εἰς φιλίαν ἄγει τοὺς ἀμφοτέρους, καὶ τῇ τραπέζῃ
δυσωπῶν, καὶ μόνον οὐχὶ τοῦτο λέγων, ὡς ὁμόσιτος αὐτῷ διʼ ἡμῶν
γεγένησαι· καὶ γὰρ ἐκείνου καὶ σοῦ μετεσχήκαμεν τραπέζης.
230. ἐν δοιῇ] ἐν δισταγμῷ, ἐν διχοστασίᾳ. περισπαστέον δέ· δοτικὴ γὰρ ἀκόλουθος εὐθείᾳ τῇ δοιός, οὗ τὸ θηλυκὸν δοιή.
232. *αὖλιν ἔθεντο] τὸν αὐλισμὸν ἐποίησαν, ἐστρατοπεδεύσαντο.
235. *ὅτι ἐπὶ τῶν Τρώων ἐστίν· ἐμπεσοῦνται ταῖς ναυσὶν, ἐν- σείσουσιν.
ἀλλ’ ἐμπεσεῖσθε ταῖς ναυσὶ διώκοντες ἡμᾶς.
236. Ἀρίσταρχος ὑφʼ ἓν μέρος λόγου τὸ ἐνδέξια, ἐπὶ τὴν δε
συλλαβὴν τὴν ὀξεῖαν ποιῶν· ὁ δὲ Ἀσκαλωνίτης κατὰ παρολκὴν
παραλαμβάνει τὴν ἐν πρόθεσιν, ὥστε εἶναι δεξιὰ σήματα φαίνων.
ἄμεινον δὲ τὸ πρότερον.
238. οὐδέ τι τίει] εὐτελίζει, φησὶν, οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ θεούς. τῇ δὲ ὑπερβολῇ τὸ μέγεθος τῆς ὑπερηφανίας αὐτοῦ ἐδήλωσεν.
239. *βραχὺ διασταλτέον ἐπὶ τὸ ἀνέρας.
λύσσα] μανία. τὸ ἐναντίον· αὐτὸς γὰρ αὐτὴν ἐνδέδυται. εἴρηται δὲ παρὰ τὸ λύειν τὸν νοῦν. ἐρεθισμὸς δὲ ὁ τῶν ἐχθρῶν ἔπαινος.
240. ἠῶ] τὴν ἠῶ κατʼ αἰτιατικὴν πτῶσιν περισπαστέον, καὶ
τὴν αἰδῶ, οὐ μὴν καὶ τὸ Λητώ καὶ τὰ τοιαῦτα πάντα· ἀλλὰ τὰ μὲν
εἰς ω λήγοντα θηλυκὰ ἐπʼ εὐθείας καὶ αἰτιατικῆς ὁμοτονήσει ὀξυνό-
μενα, τὸ δὲ ἠώς καὶ αἰδώς μόνα ἔξει ἐπʼ αἰτιατικῆς τὴν περισπω-
μένην τάσιν.
241. στεῦται] διορίζεται· στάσιν γὰρ ψυχῆς σημαίνει ἡ λέξις.
ἡ δὲ ἐπαναφορὰ τῆς σημειώσεως πρὸς τὸ ἐν Ὀδυσσείᾳ (11, 548)
“στεῦτο δὲ διψάων.”
ἄκρα κόρυμβα] τὰ τῶν νεῶν ἀκροστόλια. διὰ τί δὲ πρῶτον ἀποκό- πτει, εἶθʼ οὕτως τὸ πῦρ ἐμβάλλει; ἐπειδὴ ἐπὶ τῶν ἀκροστολίων ἦσαν ἀγάλματα καὶ εἰκόνες θεῶν, ἐκκλίνων τὴν θεοχολωσίαν τοῦτο ποιεῖ.
242. * ἐμπρήσειν] Ἀρίσταρχος ἐμπλήσειν.
αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός] σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ μαλερῷ πυρί.
244, 245. *διασταλτέον βραχὺ φρένα καὶ θεοί.
246. *Ἄργεος ἱπποβότοιο] σημειοῦνταί τινες ὅτι τὴν ὅλην Πε- λοπόννησον οὐκ οἶδεν ὁ ποιητὴς, Ἡσίοδος δέ.
249, 250. οὐδέ τι μῆχος] οὐδεμία ἔσται μηχανὴ τοῦ κακοῦ πραχθέντος θεραπείαν εὑρεῖν. πρὸς τὸ παρὸν δὲ ἡ γνώμη· τινὰ γὰρ τῶν κακῶν ἰάσεως ἔτυχεν. ἐπὶ τὸ μῆχος βραχὺ διασταλτέον· σαφέστερον γὰρ οὕτω παρίσταται.
252. ὦ πέπον] ὁτὲ μὲν τὸν εὐδιάλυτον δηλοῖ καὶ ἀσθενῆ, ὁτὲ δὲ
τὸν προσηνῆ, ἀπὸ τοῦ πεπείρου καὶ ἁπαλοῦ.
254. *τέκνον ἐμόν] σημειοῦνταί τινες ὅτι παρεῖται τὸ τάδε λέγων.
255. αἴ κʼ ἐθέλωσι] εὖ καὶ τὸ ἐθέλωσιν, ὡς οὐ δωσόντων, εἰ ἀνά- ξιος ὀφθείη τῆς δωρεᾶς.
256. ἴσχειν] ἐπέχειν, παύειν. τὸ ἐν τῷ στήθει φησὶ διὰ τὴν καρδίαν· αὕτη γὰρ ἐν τῷ στήθει κεῖται, οὖσα αἰτία τῆς ὀργῆς, ὡς καὶ ὁ τοῦ θυμοῦ ὅρος δηλοῖ· θυμὸς γάρ ἐστι, φησὶ, ζέσις τοῦ ἐν καρδίᾳ θερμοῦ πρὸς ὄρεξιν ἀντιλυπήσεως.
261. *χόλοιο] ὅτι ἀντιφράζει τῇ μήνιδι τὸν χόλον.
262. οἱ ὑποστίζοντες ἐπὶ τὸ εἰ δέ, ὡς λείποντος τοῦ θέλεις,
διηλέγχθησαν ἐν τοῖς ἐπάνω. καὶ νῦν δέ ἐστιν ὁ λόγος, ἄγε δὴ σὺ
μέν μου ἄκουσον. ἡ διπλῆ δὲ πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἐγὼ δʼ
ἄν σοι καταλέξαιμι, καὶ περισσὸς ὁ κε. τὸ εἰ παρακελευστικὸν
ἐπίρρημά ἐστιν, ὃν τρόπον ἐπὶ τοῦ Διός “ἀλλʼ εἴ τις καλέσειε
θεῶν Θέτιν” (Il. 24, 74). καὶ τὸ παρακελευστικὸν ἐπίρρημα ἀπὸ
τούτου γεγονέναι τοῦ συνδέσμου, τοῦ α περιττεύοντος, τοῦ τόνου ἀλ-
λαγέντος εἰς περισπώμενον ἀναγκαίως, καὶ τῆς δασείας Ἀττικῶς
προσελθούσης.
270. *οὕτως Ἀρίσταρχος μετὰ τοῦ σ ἀμύμονας.
271. ὅτι τὰς ζ΄ Λεσβίδας ὑπισχνεῖται, οὐχ ὡς ὁ Ζηνόδοτος (131) ἐν ταῖς ζ΄ καὶ τὴν Βρισηίδα τάττει· ἔστι γὰρ Λυρνησσία.
274. Ἀρίσταρχος κούρη Βρισῆος, ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται.
279. *νηήσασθαι] ἀντὶ προστακτικοῦ.
292. *οὕτως Ἱρήν ὀξυτόνως, ὡς ἐν τῇ καθόλου.
297. ἡ διπλῆ, ὅτι τῷ παθητικῷ ἀντὶ τοῦ ἐνεργητικοῦ ἐχρήσατο·
οὕτως γὰρ Ἀρίσταρχος τιμήσονται ὡς ἐλεύσονται.
299. *διὰ τοῦ ἑτέρου λ τὸ μεταλλήξαντι αἱ Ἀριστάρχου.
300. κηρόθι μᾶλλον] ἤτοι θανάτου πλέον, παρὰ τὴν κῆρα, του- τέστι θανατηφόρον μοῖραν, ἢ ἐν τῇ ψνχῇ μισεῖται. μᾶλλον παρὰ τὸ κῆρ, ὅ ἐστι ψυχή.
302. τὸ κατὰ στρατὸν ἀμφοτέροις δύναται συνάπτεσθαι τοῖς
μέρεσιν. εἰ μὲν οὖν τοῖς ἄνω συνάπτοιτο, ἔσται τὸ ἑξῆς, τειρομένους
κατὰ στρατὸν, οἷον καταπονουμένους ἤδη ἐν τῷ στρατοπέδῳ καὶ
δεδιωγμένους μέχρι θαλάσσης· εἰ δὲ τοῖς ἑξῆς, ἔσται ὁ λόγος, οἵ-
τινες κατὰ πᾶν τὸ στράτευμά σε τιμήσουσιν ὡς θεὸν, οἷον πάντες
ὁμοίως.
309. ἀπηλεγέως] ἀποτόμως, σκληρῶς, ἢ ἀπαγορευτικῶς, κεκρι-
μένως. ἀπαγορευτικῶς, διαρρήδην. ἢ ἀπὸ τοῦ λῆξαι, ὃ ἐστιν εἰπόντα
παύσασθαι. ἢ ἀπηλγημένως· φιλοσύντομος γὰρ ἡ δεινοπάθεια· οἱ
γὰρ λυπεῖν θέλοντες τὰς χρηστὰς ἐκκόπτουσιν ἐλπίδας. ὅρα δὲ ὡς
πρὸς μὲν Ὀδυσσέα ἀπιέναι φησὶν, πρὸς Φοίνικα (619) μένειν, μὴ
μέντοι πολεμήσειν, πρὸς Αἴαντα (650), ὅτε ἀνάγκη καλεῖ, πολε-
μήσειν.
310. *κρανέω] Ἀρίσταρχος ᾗπερ δὴ φρονέω.
311. *παρήμενος] γρ. παρήμενοι.
312. ὁμῶς Ἀΐδαο πύλῃσιν] ὅτι πλέον πάντων Ἀχιλλεὺς μισεῖ τὸν θάνατον διὰ τὸ ἄπρακτον. τάχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ διαβάλλειν τὸν θάνατον, ἐπεὶ πῶς ἄν τις τοὺς γονεῖς σέβοι τοὺς τὸ ζῆν αὐτῷ παρασχομένους, εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακὸν ἐκ τῶν ἐναντίων ὁ θάνατος;
313. οἵ χʼ ἕτερον] ὅτι δοκεῖ συγκεχύσθαι τὸ ἕτερον· ἔδει γὰρ ἕτερον
314. * ὥς μοι δοκεῖ εἶναι ἄριστα] ἐν ἄλλῳ ὡς καὶ τετελεσμέ- νον ἔσται.
317. *μετʼ ἀνδράσιν] Ἀρίσταρχος ἐπʼ ἀνδράσι.
319. *ἐν δὲ ἰῇ τιμῇ] ἐν δὲ τῇ αὐτῇ τιμῇ καὶ ὁ δειλὸς καὶ ὁ ἀνδρεῖος.
321. περίκειται] ὁ Ἀσκαλωνίτης δύο ποιεῖ, περί, εἶτα κεῖται, καὶ
προπερισπᾷ· σημαίνει δὲ, φησὶ, τὸ περισσῶς κεῖται. εἰσὶ δὲ οἳ ὑφʼ
ἓν ἀναγινώσκουσι περίκειται ὡς ἀντίκειται, οἷς συγκατατίθεμαι·
τί γάρ ἐστι τὸ κωλῦον καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖν ;
322. *πολεμίζειν] οὕτως Ἀρίσταρχος πολεμίζειν κατὰ τὸ ἀπα- ρέμφατον.
324. ὅτι οἱ γλωσσογράφοι μάστακα τὴν ἀκρίδα, δέον μάσημα
καὶ βρῶμα. ἐνίοτε δὲ καὶ αὐτὸ τὸ στόμα ὁμωνύμως, καθάπερ τὸ
χοίνικα τὸ μέτρον καὶ τὸ μετρούμενον· “ἀλλʼ Ὀδυσεὺς ἐπὶ
μάστακα χερσὶ πίεζεν” (Od. 4, 287).
διὰ τοῦ ἄρα γράφουσι καὶ αἱ Ἀριστάρχου, κακῶς δʼ ἄρα οἱ. αἱ δὲ εἰκαιότεραι κακῶς δέ τέ οἱ πέλει αὐτῇ.
325. ἴαυον] παρὰ τὸ αὔω τὸ κοιμῶμαι. ἢ παρὰ τὴν ἴαν τὴν μίαν·
ἐμονομάχουν, ἢ διετέλουν.
326. *ἐν αἵματι ἢ ἐν μόχθῳ.
327. ὀάρων] γράφεται καὶ ἀόρων. ἓν δὲ ἐξ ἀμφοτέρων τὸ
σημαινόμενον, τῶν γυναικῶν. ὀάρων μὲν ἀπὸ τοῦ ὀαρίζειν, ἀόρ δὲ,
ὡς ἄν τις εἴποι συναόρων, ἀπὸ τοῦ συνωρεῖν καθὸ καὶ συνωρίδας τῶν
ἵππων.
ὅτι ὄαροι αἱ τῶν ἀνδρῶν καὶ γυναικῶν ὁμιλίαι. νῦν δὲ λέγει τῶν γυναικῶν.
332. *ὁ δὲ λαμβάνων ὀλίγα διένειμε καὶ ἐδίδου.
336. θυμαρέα] τῇ ψυχῇ ἀρέσκουσαν, θυμήρη. σύνθετον δέ ἐστι
337. ἀνήγαγεν] ὅτι οὕτως εἴωθε λέγειν ἀναγωγὴν καὶ ἀνάπλουν
τὸν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν πλοῦν, διὰ τὸ τὰ πρὸς ἄρκτους
ὑψηλότερα εἶναι.
339. ἢ οὐχ Ἑλένης ἕνεκ’] πρακτικὸς ὁ λόγος, δεικνὺς τὸν Ἀγα-
μέμνονα ἢ ἀσύνετον ἢ ἄδικον. εἰ μὲν γὰρ μικρὸν ἡγεῖται τὸ ἀδικη-
θῆναι περὶ γυναῖκα, πολεμεῖν οὐκ ἔδει περὶ Ἑλένης· ἀσύνετος οὖν
ἐστὶ περὶ μικρᾶς αἰτίας πολεμῶν. εἰ δὲ χαλεπὸν καὶ μέγα, πῶς
ἅπερ παθὼν ὑπʼ ἀλλοφύλων ἀγανακτεῖ, ταῦτα εἰς τοὺς φίλους ποιῶν
οὐκ ἀδικεῖν νομίζει; καὶ πρῶτον μὲν ἀπαριθμεῖται τὸ ἀχάριστον,
εἶτα τὴν ὕβριν.
342. τὴν αὐτοῦ φιλέει] ὁ Ἀσκαλωνίτης δασύνει, σύνθετον ἐκδεχό-
μενος τὴν ἀντωνυμίαν· διὸ καὶ τὰς τοιαύτας κατὰ διάλυσιν ἀναγι-
νώσκομεν “καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ” (Il. 1, 271) καὶ
“πυκάσασα ἓ αὐτήν” (Il. 17, 551). τί οὖν ἐστὶν ἐνθάδε λέγειν; ἢ
ὅτι λείπει ἡ ἕο, ὡς τὸ “ἕο τʼ αὐτοῦ πάντα κολούει” (Od. 8, 211).
οὕτως καὶ ἐνθάδε “τὴν ἕο αὐτοῦ φιλέει.”
343. δουρικτήτη ὡς ἀριγνώτη, ἵνα τοῦ δουρίκτητος παρώνυμον ῇ· οὕτως γὰρ φιλεῖ σχηματίζειν ὁ ποιητὴς, ἀμφιρύτη περιξεστῇ.
345. * εὖ εἰδότος] καλῶς ἐπισταμένου μου ὅτι ἀπατεών ἐστιν.
347. φραζέσθω] πρὸς τὸ ἐν Ὀδυσσείᾳ (8, 75) ζητούμενον νεῖκος
Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆος, ὅτι ἐμφαίνει καὶ νῦν ἀναιρῶν τὴν
ἐπιχείρησιν τῶν περὶ Ὀδυσσέα λεγόντων βουλῇ καὶ λόγῳ αἱρεθή-
σεσθαι τὴν πόλιν. νῦν γὰρ οἷον ἐπισαρκάζων λέγει.
349, 350. ἐν τῷ περὶ Ἰλιάδος καὶ Ὀδυσσείας ὁ Ἀρίσταρχος προφέρεται καὶ ἤλασεν ἔκτοθι τάφρον, καὶ ἐν τῷ ἑξῆς περὶ δὲ σκόλοπας κατέπηξεν. εἰσὶ δὲ οὐκ ἄτοποι αἱ γραφαί.
*Ἀρίσταρχος καὶ ἤλασεν ἔκτοθι τάφρου.
350. *βραχὺ διασταλτέον ἐπὶ τὸ εὐρεῖαν πρὸς ἔμφασιν.
353. ἀπὸ] δύναται τῇ γενικῇ συντάσσεσθαι, καὶ μὴ πάντως ση- μαίνειν τὸ ἄπωθεν.
354. Σκοιάς τε πύλας] ὅτι πληθυντικῶς εἶπε τὴν πύλην μίαν
οὖσαν. Σκαιαὶ δὲ καὶ Δαρδάνιαι αί αὐταί. ἡ δὲ δρῦς πρὸ τῆς
Ἰλίου ἦν.
356. *πολεμιζέμεν] γράφεται καὶ πολεμίζειν.
358. * ἀντὶ τοῦ κινήσαντος.
360. Ἑλλήσποντον] ἀντὶ τοῦ διʼ Ἑλλησπόντου. Ἑλλήσποντος δέ
ἐστιν ἡ ἐν τοῖς στενοῖς θάλασσα παρακειμένη τῇ Τροίᾳ, οὕτως
προσαγορευθεῖσα ἀπὸ Ἕλλης τῆς Φρίξου ἀδελφῆς.
ἰχθυόεντα] καὶ ἀλλαχοῦ ταῦτα τὰ μέρη ἰχθυώδη ἀναγράφονται, ὅ τε Εὔξεινος πόντος καὶ ὁ Ἑλλήσποντος, ἀλλὰ καὶ ὁ Βόσπορος.
364. ἔστι δέ μοι μάλα πολλά] ἀντίθεσιν ποιεῖται τῶν δώρων
Ἀγαμέμνονος, ὅτι μοι, φησὶν, οὐ χρεία αὐτῶν ἔχοντι πολλὰ,
τοῦτο μὲν τὰ τοῦ Πηλέως, τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωικῶν λαφύρων
ἐδέξατο.
ὅτι τὸ ἔρρων οὐ λέγει ψιλῶς παραγινόμενος, ἀλλὰ δυσαρεστῶν τῇ παρουσίᾳ φησὶν, ἐνθάδε μετὰ φθορᾶς παραγινόμενος.
366. πολιόν] λαμπρόν· ὀξυνθεὶς γὰρ ὁ σίδηρος λευκότερος γίνε-
ται.
367. * ἅσσ’ ἔλαχόν γε] γράφεται καὶ ἅσσα λέλογχα.
ὅτι παραπλησίως καὶ κατʼ ἀρχὴν τῆς μήνιδος λέγει “τῶν δʼ ἄλλων ἅ μοί ἐστι” (Il. 1, 300). τὰ μὲν γὰρ ἄλλα κατὰ κλῆρον ἔλαβε, τὴν δὲ Βρισηίδα ἐξαίρετον παρʼ Ἀγαμέμνονος.
368. *ἐφυβρίζων] γράφεται καὶ ἐνυβρίζων.
371. ἐξαπατήσειν] διὰ τί ἐξηπατῆσθαί φησιν ὁ Ἀχιλλεὺς ὑπὸ
τοῦ Ἀγαμέμνονος, ἀφαιρεθεὶς δὲ τοῦ γέρως; ἥκιστα γὰρ ἡ ὕβρις
ἀπάτη. ἢ ὅτι τέως φίλος ὢν ἀνεφάνη ἐχθρὸς, ταύτην λέγει τὴν
ἀπάτην, παρακελευόμενος τῷ Ὀδυσσεῖ φυλάττεσθαι καὶ μὴ προσέ-
χειν ὡς φίλῳ. καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφελέσθαι ἀπάτη ἐστίν·
ὃ γὰρ ἔφησεν, οὐκ ἐποίησεν.
372. αἰὲν ἀναιδείην ἐπιειμένος] δύναται μὲν συνάπτεσθαι τῷ ἐπάνω στίχῳ, ὡς καὶ τέτριπται. βέλτιον δὲ καθʼ αὑτὸ προφέρεσθαι· μᾶλλον γὰρ ἐμφαίνει τὸν ὀργιζόμενον.
375. ἐκ γὰρ δή] παρατηρητέον ὅτι ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶσσον διακοπτόμενοι· ἡ γὰρ ὀργὴ μᾶλλον παρίσταται διὰ τοῦ τοιούτου. ἐν γοῦν τοῖς τέσσαρσι στίχοις ἐφεξῆς ὀκτώ εἰσιν αὐτο- τελεῖς λόγοι καὶ τοσαῦται αἱ στιγμαὶ, ἕως τοῦ ἐν καρὸς αἴσῃ.
376. ἐξαπάφοιτʼ] ἐξαπατήσειεν. ἡ μεταφορὰ ἀπὸ τῶν ταῖς
ἁφαῖς φιλοφρονουμένων. εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι
ὑπὸ φίλου, τὸ δὲ δὶς μωρίας. ὅρα δὲ ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει.
378. ὅτι συνέσταλται Ἰακῶς ἐν καρός ἀντὶ τοῦ ἐν κηρός·
ὅμοιον γάρ ἐστι τῷ “ἶσον γάρ σφισι πᾶσιν ἀπήχθετο κηρὶ με-
λαίνῃ” (Il. 3, 454). οἱ δὲ κάρα τὸν φθεῖρα. οἱ δὲ ἀπὸ τῶν Καρῶν
τοῦ ἔθνους, σὒς ἀεὶ λοιδορεῖ ὁ ποιητής. ἢ ὅτι Ἀθηναῖοι τὸν ἐγκέφαλον
οὕτε ἤσθιον οὔτε ὠνόμαζον· ἔγκαρος οὖν τοῦ ἐγκεφάλου. ἢ ὡς ἔνιοι,
ἐν τάξει μισθοφόρου· πρῶτοι γὰρ Κᾶρες ἐπολέμησαν ἐπὶ μισθῷ καὶ
ἔδοξαν εἶναι ἀτιμότατοι.
379. ἤτοι καθʼ ἑαυτὰ προενεκτέον ταῦτα, ἵνα ἄνωθεν κοιναὶ λαμ-
βάνωνται ἀρνήσεις· “οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδʼ ἄν ἴτ’
αὖτις ἐξαπάφοιτʼ ἐπέεσσιν, οὐδʼ εἴ μοι δεκάκις τε” καὶ τὰ ἑξῆς.
διασταλτέον καθʼ ἕκαστον, ἢ ὑποστικτέον πάντα ἕως τοῦ “ψάμαθός·
τε κόνις τε,” ἵνα ἀνταποδίδωται “οὐδέ κεν ὣς ἔτι θυμὸν ἐμὸν πείσῃ.”
381. γράφεται οὐδʼ ὅσʼ ἐς Ὀρχομενόν καὶ οὐδʼ ὅσα Θήβας.
382. *ὅθι] γράφεται καὶ ἡ ἀντὶ τοῦ ὅθι.
383. ἀνʼ ἑκάστας] ὅτι ἀνʼ ἑκάστας πληθυντικῶς τὰς πύλας, ὡς εἶναι ἑκατὸν τάγματα. οὕτως δὲ ἀνʼ ἑκάστας δεῖ γράφειν· οὐδέποτε γὰρ ἑνικῶς Ὅμηρος πύλην φησὶν, ἀλλὰ πύλας.
*Ἀρίσταρχος ἑκάστας, ἄλλοι δὲ ἑκάστην.
385. καὶ οὗτος ὁ στίχος δύναται καθʼ ἑαυτὸν λέγεσθαι, ἢ σὺν τῷ ἐξῆς ὑποστιζόμενος κατὰ τὸ τέλος. ἡ διπλῆ πρὸς τὴν διαφορὰν τῆς ψαμάθου καὶ ἀμάθου, ὅτι ἡ παραθαλάσσιος ψάμαθος, κόνις δὲ ἡ πεδιὰς ἄμμος· καὶ οὐ δὶς τὸ αὐτὸ λέγει.
388. ἤτοι στικτέον ἐπὶ τὸ Ἀτρείδαο, καὶ ἀπʼ ἄλλης ἀρχῆς τὰ
ἄλλα ἀναγνωστέον, εἶτα ὑποστικτέον ἐπὶ τὸ ἐρίζοι καὶ ἰσοφαρίζοι,
τῆς ἀνταποδόσεως οὔσης “οὐδέ μιν ὣς γαμέω·” ἢ διασταλτέον
βραχύ ἐπὶ τὸ Ἀτρείδαο.
392. εἰς άπίῆν μεταλαμβάνεται ἡ ἀντωνυμία, ὅστις αὐτῷ· περι- σπασθήσεται οὖν, δείκνυται δὲ ἐν τοῖς περὶ ἀντωνυμιῶν ὡς ὅτι ἡ ἐμοί ἐπὶ δοτικῆς καὶ ἔτι ἡ σοί ὀξύνονται, ἡ δὲ οἱ περιεσπάσθη ἀνακολούθως.
393. σόωσι] Τυραννίων προπερισπᾷ ὡς νοῶσιν, ὡς ἀπὸ τοῦ σοῶ
περισπωμένου, ἐπεὶ, φησὶ, καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν εἶπεν “ἥ
κέ σφιν νῆάς τε σοῷ καὶ λαὸν Ἀχαιῶν” (424) καὶ τὸ δεύτερον “ὅππως
κεν νῆάς τε σοῷς καὶ λαὸν Ἀχαιῶν” (681). Ἀπίων δὲ διὰ τοῦ α γρά-
φει, ἐπεὶ καὶ ἐν ἄλλοις οὕτως εὑρίσκεται· “σάωσε δὲ νυκτὶ καλύ-
ψας” (Od. 5, 103) καὶ “ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ” (Od.
13, 230). καὶ ἐπὶ μέλλοντος “κερδαλέης, εἴ τίς κεν ἐρύσεται ἠδὲ
σαώσει” (Il. 10, 44). ἡ δὲ πλείων χρῆσις, ὧν ἐστὶ καὶ ὁ Ἀσκα-
λωνίτης, ὡς σώζωσι. καὶ δῆλον ὅτι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ
παραδέξασθαι. πρόδηλον κἀκ τῆς μετοχῆς· “τὼ δʼ ἑτέρω ἑκάτερθεν
ἴτην σώοντες ἑταίρους” (Od. 9, 430.)
394. Ἀρίσταρχος γυναῖκά γε μάσσεται.
395. Ἑλλάδα] Ἀρίσταρχος παρʼ Ὁμήρῳ Θεσσαλίαν μόνην τὴν Ἑλλάδα φησὶν εἶναι καὶ Ἕλληνας τοὺς Θεσσαλοὺς, παρακολουθῶν Θουκυδίδῃ, καὶ ἀθετεῖ τὸν στίχον τοῦτον “ἐγχείῃ δʼ ἐκέκαστο Παν- έλληνας καὶ Ἀχαιούς” (Il. 2, 530). καὶ ἐν ἐκείνῳ δὲ τῷ τόπῳ πάλιν ἀκούει “φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο” (478).
ὅτι τὴν Θετταλικὴν οὕτως λέγει μόνην, τὴν δὲ ὅλην ἤπειρον οὐκ οἶδεν οὕτως καλουμένην. νόθα οὖν ἐκεῖνα “ἐγχείῃ δʼ ἐκέκαστο Παν- έλληνας καὶ Ἀχαιούς·” (Il. 2, 530) “καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος” (Od. 4,726.)
397. *ἐθέλοιμι] Ἀρίσταρχος ἐθέλωμι.
398. ἔνθα δέ] δύο μέρη λόγου· “ἔνθα δέ τοι θάνατος” (Il.
390) “ἔνθα δέ κʼ αὖθι μένων (Od. 5, 208) “ἔνθα δὲ νῦν τρέψας ἀπὸ
τείχεος (Il. 22,16).
399. *γήμαντι] οὕτως Ἀρίσταρχος κατὰ δοτικήν. ἄλλοι δὲ γή- μαντα.
μνηστὴν ἄλοχον] τὴν γὰρ Ἀγαμέμνονος οὐ λογίζεται μνηστὴν, ἐπεὶ δῶρον δίδοται.
400. τὰ γέρων ἐκτήσατο Πηλεύς] “πατρῷʼ ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα.” φησὶν οὖν ὡς μᾶλλον αἱροῦμαι πατρίδος καὶ τῶν ἐμῶν κτημάτων ἀπολαύειν ἢ πολεμεῖν.
401. οὐ γὰρ ἐμοὶ ψυχῆς] ὅτι τινὲς γράφουσιν οὐ γὰρ ἐμῆς ψυ-
χῆς. ἀλαζονικὸς δὲ ὁ λόγος, οὐδὲν τῆς ἐμῆς ψυχῆς ἄξιόν ἐστιν.
ἄμεινον οὖν ἐμοί γράφειν.
*ἐνίους φησὶν ὁ Ἀρίσταρχος γράφειν ἐμῆς ψυχῆς, οὐκ εὖ.
404. ἀφήτορος] οἱ μὲν ἀσαφήτορος, οἱ δὲ τοῦ στροφέως, παρὰ
τὸ τοὺς εἰσιόντας προσκυνεῖν ἐφαπτομένους. ἢ ὁμοφήτορος, ὁμοίως
πᾶσι προφητεύοντος καὶ μαντευομένου, τῷ τε πένητι καὶ πλουσίῳ. ἢ
τοξικοῦ, ἀπὸ τῆς τῶν βελῶν ἀφέσεως.
πρὸς τοὺς γλωσσογράφους, ἀφήτορος τοῦ στροφέως ἀποδιδόντας.
καὶ Ζηνόδοτος δὲ οὕτως ἐκδέδεκται· τὸν γὰρ ἑξῆς μετέγραφε “νηοῦ
Ἀπόλλωνος.” ἀφήτορα δὲ τὸν Ἀπόλλωνα ἐπιθετικῶς, οὐ κοινότερον,
ἀλλὰ τὸν Πύθιον, οἷον ὁμοφήτορα, διὰ τὸ εἰς λόγους ἔρχεσθαι τοῖς
χρησμῳδουμένοις.
405. *Φοίβου Ἀπόλλωνος] ὅτι γράφει Ζηνόδοτος νηοῦ Ἀπόλ- λωνος.
Πυθοῖ ἔνι] πόλις Πυθὼ Φωκίδος, ἧς οἱ οἰκήτορες Δελφοί. ἔστι
δὲ ἱερὰ Ἀπόλλωνος. κέκληται δὲ ἤτοι ἀπὸ τοῦ πυνθάνεσθαι τῆς
Πυθίας τοὺς μαντευομένους, ἢ ἀπὸ τοῦ τοξευθέντα τὸν τοῦ χρηστη-
ρίου φύλακα δράκοντα ὑπὸ Ἀπόλλωνος αὐτόθι πυσθῆναι, ὅ ἐστι σα-
πῆναι.
406. ληῖστοὶ] ἀπὸ λείας κτητοί· λεία δὲ λέγεται κυρίως τὰ τῶν πολεμικῶν λαφύρων κτήματα.
409. *ἑλετή] ἀντὶ τοῦ οὐ δεκτική.
ἐπεὶ ἄρ κεν] ἐπὰν ἅπαξ φθάσῃ παρελθεῖν τὸν περίβολον τῶν ὀδόν- των· διὰ γὰρ τοῦ στόματος ἔξεισι τὸ ψυχικὸν πνεῦμα.
416. ἀθετεῖται, ὅτι νομίσας τις κρέμασθαι τὸν λόγον προσέθηκεν
αὐτόν. καὶ γὰρ κατὰ τὸ κοινὸν ἐπιλέγεται “οὐδέ κέ μʼ ὦκα.” δεῖ
οὖν κοινὸν λαβεῖν τὸ ἔσται ἀπὸ τοῦ προκειμένου τοῦ ἄφθιτον ἔσται.
*εὐδὲ παρὰ Ζηνοδότῳ ἐφέρετο.
417. καὶ δʼ ἂν τοῖς ἄλλοισιν] τοσοῦτον ἀπέχει πειθοῦς, τεχνικῶς δὲ τοὺς ἄλλους ἀφίστησι, τὸ ἀδύνατον τῆς ἁλώσεως προβαλλόμενος.
419. * ὅτι θηλυκῶς τὴν Ἴλιον.
420. χεῖρα ἑὴν ὑπερέσχε] ὑπερασπίζει· ἐν χερσὶ γὰρ αἱ ἀσπί-
δες. μεγάλη δὲ ἡ φαντασία, ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ Διὸς,
ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος.
425. ἑτοίμη] εὔληπτος, φανερὰ, ἕτοιμος. λέγει δὲ τοῦτο, ὅτι ματαία ἐστὶν αὕτη ἡ γνώμη ἣν ἐποίησαν οἱ Ἕλληνες, πέμψαντες ὑμᾶς πρέσβεις πρός με ὡς δυναμένους με πεῖσαι.
426. ἀπομηνίσαντος] ἕν ἐστιν ὡς ἀπομανέντος· καὶ γὰρ τὴν εὐ-
θεῖαν οὕτως οἶδεν “ἀπομηνίσας” (Il. 2, 772). οὕτως οἶδε καὶ ὁ
Ἀσκαλωνίτης καὶ Ἀλεξίων. καὶ εἰ παρέλκει δὲ ἡ ἀπό, οὕτως ἀνα-
γνωστέον.
431. μάλα γὰρ κρατερῶς] ἐμαρτύρησεν ἑαυτῷ ὁ ποιητὴς ὅτι ἀπό-
τομον λόγον τῷ Ἀχιλλεῖ περιέθηκεν. ἄκρως δὲ διέθηκε τὸν Ἀχιλ-
λέως λόγον, φύσει, φρονήματι, ἀξιώματι, ἤθει.
434. μετὰ φρεσὶ βάλλεαι] κατὰ νοῦν ἔχεις.
437. φίλον τέκος] προσαγωγὰ ταῦτα, ὅτι διὰ τὴν φιλοστοργίαν καὶ παρὰ τὸ δέον αὐτῷ πείσεται.
443. μύθων τε ῥητῆρʼ ἔμεναι] τὸν τῶν λόγων ῥήτορα διδάσκειν
σε εἶναι καὶ δραστήριον ἐν τοῖς ἔργοις.
σημείωσαι ὅτι τὸ ὁμοιοτέλευτον ἔφυγεν ὁ ποιητὴς, μεταβαλὼν τὴν φράσιν· οὐ γὰρ εἶπε μύθων τε ῥητῆρα καὶ ἔργων πρηκτῆρα· καὶ ὅτι πάντων διδακτικὸν εὐβουλία.
446. *ἡβώοντα] οὕτως διὰ τοῦ ω καὶ ο αἱ Ἀριστάρχου.
ὅτι οὐ λέγει νέον κατὰ τὴν ἡλικίαν, ἀλλὰ κατὰ μεσότητα, ἀντὶ
τοῦ νεωστὶ ἡβῶντα.
447. Ἑλλάδα] ὅτι πάλιν τὴν Θετταλικὴν πόλιν οὕτως εἶπεν· καὶ ὅτι Ζηνόδοτος τοῖον ὅτε πρῶτον, ἐξ οὗ φανερός ἐστι τὸ νέον ὀνοματικῶς δεδεγμένος.
448. φεύγων νείκεα πατρὸς] Φοῖνιξ ὁ Ἀμύντορος ἐξέπεσε τῆς
οἰκείας γῆς διʼ αἰτίαν τοιαύτην. τοῦ πατρὸς αὐτοῦ παλλακίδα μὲν
ὀνόματι Κλυτίαν ἀγαπῶντος, Ἱπποδάμειαν δὲ, ἐξ ἧς τὸν Φοίνικα
μικρὸν ὄντα εἰς ἀνατροφὴν παραδίδωσιν. ἡ ἱστορία παρὰ τῷ ποιητῇ·
παρὰ γὰρ τοῖς τραγικοῖς παραλλάσσει.
449. οἱ μὲν ἀνέστρεψαν, ἵνα γένηται περὶ παλλακίδος· οἱ δὲ περιχώσατο ἀνέγνωσαν, ἵνα σημαίνηται τὸ περισσῶς. καὶ οὕτως μᾶλλον ἐπεκράτησεν ἡ παράδοσις. οὕτως δὲ καὶ Ἀλεξίων.
452. * προμιγῆναι] πρὸ τοῦ πατρὸς μιγῆναι. ἢ περισσεύει ἡ πρόθεσις.
453. τῇ πιθόμην] Ἀριστόδημος ὁ Νυσαιεὺς, ῥήτωρ τε ἄμα καὶ
γραμματικὸς, φεύγων τὸ ἔγκλημα, ἐπενόησε γράφειν “τῇ οὐ πι-
θόμην οὐδʼ ἔρξα.” καὶ οὐ μόνον γε ηὐδοκίμησεν, ἀλλὰ καὶ ἐτι-
μήθη ὡς εὐσεβῆ τηρήσας τὸν ἥρωα. πρὸ δὲ αὐτοῦ Σωσιφάνης τὴν
τοιαύτην εὗρε γραφήν. καὶ Εὐριπίδης δὲ ἀναμάρτητον εἰσάγει τὸν
ἥρωα ἐν τῷ Φοίνικι. ταῦτα ἱστορεῖ Ἁρποκρατίων ὁ Δίου διδάσκαλος
ἐν ὑπομνήματι τῆς Ἰ.
454. Ἐρινῦς] καταχθόνιοι δαίμονες, τιμωροὶ τῶν πατρικῶν ἀσε-
βημάτων. τρεῖς δέ εἰσιν, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. εἴρηνται δὲ
παρὰ τὸ ἐκ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς, εἶναι.
455. * ὅτι τινὲς γράφουσιν ἐμοῖσιν. λέγει δὲ οὐ περὶ ἑαυτοῦ ὁ Φοῖνιξ, ἀλλὰ περὶ τοῦ Ἀμύντορος.
*οὕτως διὰ τοῦ ε ἐφέσσεσθαι.
456. θεοὶ δʼ ἐτέλειον ἐπαράς] ὡς μηδὲ ἄκοντας ἀδικεῖν γονεῖς· διὸ οὐδὲ περὶ τοῦ φόνου τῆς Κλυταιμνήστρας φησίν.
ἐπαράς] εἴτε παρέλκει ἡ ἐπί, φυλαχθήσεται ὁ τόνος ὁ αὐτὸς, ὡ-
“ἐπιβουκόλος ἀνήρ” (Od. 3, 422) καὶ ἐπισμυγερῶς (ib. 195)· εἶτε
τὸ ἑξῆς ἐστὶν ἐπετέλουν, οὐκ ἀναστραφήσεται πάλιν, καθότι αἱ συνα-
λειφθεῖσαι οὐκ ἀναστρέφονται, σεσημειωμένου ἐκείνου “ στεῦτο γάρ
Ἡφαίστοιο πάρʼ οἰσέμεναι” (Il. 18, 191).
457. *Σεύς τε καταχθόνιος] ὅτι καταχθόνιον Δία τὸνἌιδην λέγει.ʼ
462. *ἔνʼ ἐμοί] γρ. ἔνθα μοι.
464. Διονύσιος ὁ Θρᾷξ ἐν τῷ πρὸς Κράτητα διὰ τῆς ἱπποδρομίας
(Il. 23, 643) φησὶ γεγραμμένου ἀντιόωντες μεταθεῖναι τὸν Ἀρί-
σταρχον ἀμφὶς ἐόντες. ὅτι ἠγαπημένος ἦν διὰ τὴν σπουδὴν, ὁ
δὲ πατὴρ ἦν ὀργιζόμενος διὰ τὸν ἔρωτα. ἀνεψιὸς δὲ Φοίνικος Εὐρύ-
πυλος.
*ἐν ἄλλῳ ἐγγὺς ἐόντες.
468. *τανύοντο] ἐκτείνονται γὰρ τῷ πυρί.
470. εἰνάνυχες ὡς μονώνυχες, ἀπʼ εὐθείας τῆς εἰνάνυξ. εἰ δέ τινα τὸ ἐπιφερόμενον ταράσσει παρὰ νύκτας ἴαυον, ἴστω τι σύν- ηθες οὕτως πολλὰ λέγειν τῷ ποιητῇ, ποδάνιπτρα ποδῶν (Od.19, 343), οἶνον ἐνοινοχοεύοντες (Od. 3, 472).
472. ὑπʼ αἰθούσῃ] διὰ τῆς ἐν προθέσεως, ἐν αἰθούσῃ, αἱ Ἀρι-
στάρχου· συνάδει καὶ τὸ ἑξῆς “ἄλλο δʼ ἐνί προδόμῳ.” αἴθουσαι δὲ
αἱ ὑπὸ ἡλίου καταυγαζόμεναι στοαὶ, παρὰ τὸ αἴθεσθαι, ὅ ἐστι καί-
εσθαι. διέχεεν δὲ τὴν τάξιν. θάλαμος μὲν γὰρ ὁ ἔσω οἶκος τῆς αὐ-
λῆς, τὸ δὲ πρὸ αὐτοῦ πρόδομος· αἴθουσα δὲ περίστυλον, τουτέστι
πρὸς ἥλιον τετραμμένη στοά.
*ἕτερον] ἄλλο παρὰ τὸ τοῦ θαλάμου.
473. ὅτι πάλιν δοκεῖ τὸ ἄλλο πρὸς τὸ ἕτερον συγκεχύσθαι.
πιθανεύονται δὲ οἱ λέγοντες τρία φῶτα εἶναι, ἓν μὲν ὑπὸ ταῖς αἰθού-
σαις, ἕτερον δὲ ἐν τῷ οἴκῳ, ἄλλο δὲ ἐν τῷ προδόμῳ τοῦ οἴκου. ἀπί-
θανον γάρ φασιν εἶναι ἐν μὲν τῷ προδόμῳ πῦρ εἶναι, ἐν δὲ τῷ οἴκῳ
ἐλλείπειν.
475. *θύρας] ὅτι πληθυντικῶς θύρας ἀντὶ τοῦ θύραν.
478. Ἑλλάδος] Ἑλλὰς πόλις ὁμώνυμος τῇ χώρᾳ· “Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες” (Il. 2, 684).
*πρὸς τὴν Ἑλλάδα, ὅτι Φθιωτικὴ πόλις.
480. *ἐς Πηλῆα ἄνακτα] γρ. ἐς Πηλῆα ἄναχθ’.
481. ὅτι τὸ ἐφίλησε κατὰ τὴν ἡμετέραν χρῆσιν· καὶ ὅτι πρεσ- βύτερος Πηλεὺς Φοίνικος.
482. δυσωπητικὰ Ἀχιλλέως ταῦτα, ὅτι μὴ πεισθεὶς ἀτιμάσει
τοῦτον ὃν ὁ πατὴρ ἐτίμησεν. ἅμα δὲ καὶ ὅτι ἐν ταῖς φυγαῖς οὐδὲν
οὕτως συμβάλλεται ὡς φρόνησις καὶ παιδεία, διʼ ἃς ὁ Φοῖνιξ ὑπὸ
Πηλέως ἐτιμήθη.
484. Δολόπεσσιν ἀνάσσων] Δολόπων. μέρος τῆς Φθιώτιδος χώρας· διὸ καὶ παραλέλοιπεν αὐτοὺς ἐν τῷ καταλόγῳ.
485. καί σε] οὐκ ἀναγκαῖον ἐνθάδε ὀρθοτονεῖν· οὐδὲ γὰρ ἀντι- διαστολὴ πρὸς ἕτερον πρόσωπον. ἀπολελυμένως οὖν ἀναγνωστέον.
488. γούνεσσι] οὕτως διὰ τοῦ ε, γούνεσσι· ἔχει μέντοι λόγον καὶ ἡ διὰ τοῦ ἄλφα.
489. ὅτι πᾶν τὸ προσεσθιόμενον ὄψον ἔλεγον οἱ παλαιοὶ, καὶ ὅτι οὐχ ὑπὸ Χείρωνος ἐτράφη ὁ Ἀχιλλεὺς, ἀλλὰ τὴν ἰατρικὴν μόνον ἐπαιδεύθη.
492. * Ἀρίσταρχος πολλὰ πάθον καὶ πολλὰ μόγησα.
494. ἀλλὰ σὲ παῖδα] ἐνθάδε ὀρθοτονητέον· ἔμφασις γὰρ δεί- ξεως.
496. ἀλλ’, Ἀχιλεῦ, δάμασον] ἐμφαντικῶς τὸ ἀδάμαστον ἐνέφηνε τοῦ θυμοῦ· καὶ ὁ Ἀγαμέμνων φησὶ δμηθήτω (158).
497. στρεπτοὶ] εὐμετάστρεπτοι, εὐμετάβλητοι, εὔπειστοι. ἐναν-]
τίον δέ ἐστι τὸ στρεπτοὶ δὲ καὶ θεοὶ αὐτοί τῷ “οὐ γὰρ αἶψα θεῶν
τρέπεται νόος” (Od. 3, 147). λύοιτο δʼ ἂν προσώπῳ, ὅτι τὸ μὲν
αἶψα θεῶν οὐ τρέπεται νόος ὁ ποιητής φησιν, ἐκεῖνο δὲ ὁ Φοῖνιξ
λέγει ἐν καιρῷ ὀργιζομένου Ἀχιλλέως εἰκότως, καὶ τοὺς θεοὺς
πείθεσθαι.
*στρεπτοὶ] εὐμετάστρεπτοι καὶ ἵλαοι τοῖς μετανοοῦσι.
500. *ἐν ἄλλῳ λοιβῆς τε κνίσης τε.
502. ἀνειδωλοποιεῖ τὰς λιτὰς ὡς δαίμονάς τινας. χωλὰς μὲν οὖν
αὐτὰς κέκληκεν διὰ τὸ βραδέως καἰ μόλις προσιέναι καὶ γονυκλινεῖς
λιτανεύειν τούτους οὓς ἂν προηδικηκότες ὦσιν.
ῥυσάς τε καὶ διαστρόφους τὰς ὄψεις, ἐπεὶ βραδέως καὶ οὐ γεγη-
θότι τῷ προσώπῳ οὐδὲ ὀρθῷ τῷ βλέμματι προσορᾶν δύνανται τοὺς
503. παραβλῶπες] διάστροφοι τοὺς ὀφθαλμοὺς, ἐπειδὴ οἱ ἱκετεύ-
οντες ὑπὲρ τοῦ ἐλεεινοὺς φαίνεσθαι προσίασιν οἰκτρὰ τὰ σχήματα αὑτῶν
καὶ τὰς θέας ἔχοντες. προπερισπαστέον δὲ ὁμοίως τῷ τυφλῶπες·
ἀπὸ γὰρ ὀξυνομένης εὐθείας ἐγένετο τῆς παραβλώψ. τὰ δὲ τοιαῦτα
καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥσπερ τὸ ἑλικῶπες καὶ Κύ-
κλωπες, περὶ ὧν ἐντελέστερον λέγεται ἐν τοῖς περὶ σχημάτων.
504. *ἀλέγουσι] τῶν ἀνθρώπων δηλονότι. ἀλέγουσι φροντίζουσιν, ἵνα ἰάσωνται τὰ ὑπὸ τῆς ἄτης γινόμενα.
505. *ἀρτίπος] ὁ τοὺς πόδας ὁλόκληρος. πρὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τῷ ἀελλόπος καὶ τρίπος.
*ὅτι οὕνεκα ἀντὶ τοῦ τοὔνεκα.
506. * ὅτι Ζηνόδοτος γράφει φθονέει.
509. ὅτι περισσὸς ὁ δέ σύνδεσμος· διὸ οὐ δεῖ συνεγκλίνειν τῷ
ἄρθρῳ τὸν σύνδεσμον.
*εὐξαμένοιο] Ἀρίσταρχος εὐχομένοιο.
512. *ἀποτίσῃ] γράφεται ἀποτίνῃ.
516. ἐπιζαφελῶς] ὡς χαλεπῶς. παρέλκει δὲ πάλιν ἡ ἐπί. ἐχρῆν
δὲ, εἰ παρὰ τὸ ζάφελος γέγονε, καὶ ζαφέλως ἡμᾶς ἀνεγνωκέναι
βαρντόνως, ἢ καὶ ἐκεῖνο κατʼ ὀξὺν προφέρεσθαι τόνον. ἀλλὰ μήποτε
τὸ μὲν ζάφελος προπαροξύνεται λόγῳ τούτῳ, ὡς τὰ εἰς ος λήγοντα
συγκείμενα παρὰ τὸ ζα προπαροξύνεται, ζάθεος ζάκοτος· οὕτως
ζάφελος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ διὰ τοῦ λῶς ἐπιρρή-
ματα, παραληγόμενα τῷ ε, ὡς ἐπὶ τὸ πλεῖστον φιλεὶ περισπᾶσθαι,
ἐντελῶς ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται ὡς
ἐπὶ τὸ πλεῖστον διὰ τὸ εὐτραπέλως ἰκέλως.
*ἐπιζαφελῶς] περισπωμένως· τὸ δὲ ζάφελος ὄνομα βαρύνεται.
520. ὅτι οὐ συμπεριλαμβάνει ἑαυτὸν ὁ Φοῖνιξ, ὡς ἂν μηδὲ χώραν ἔχων πρεσβευτοῦ.
522. μὴ ἀποδοκιμάσῃς, μηδὲ ἀποδείξῃς ἀσθενεῖς αὐτοὺς ἐν τοῖς λόγοις, καὶ μὴ ποιήσῃς ἐπονειδίστους αὐτοὺς ὡς μὴ πείσαντας.
523. *μηδὲ πόδας] μηδὲ τὴν ἐνθάδε ἄφιξιν.
πρὶν δʼ οὔτι νεμεσσητόν] ἐπὶ δὲ τῆς προτέρας ὀργῆς οὐ μέμψεως ἄξιος.
526. δωρητοί τε πέλονται παραρρητοί τε] ὡς παραμυθητοὶ καὶ νοητοὶ, κατʼ ὀξεῖαν τάσιν.
527. * ὅτι τὸ νέον νεωστί.
528. τὸ ὡς ἦν δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς συνάπτεσθαι. ἐὰν δὲ τοῖς ἄνω συνάπτηται, ἔσται, μέμνημαι ὡς ἦν· ἐὰν δὲ τοῖς ἐξῆς, ἔσται ὑπερβατὸν, ὡς δὲ ἦν, ἐν ὑμῖν ἐρῶ.
ὅτι ἠθικῶς καθʼ ὑπεξαίρεσιν λέγει ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι
φίλοισιν, οἷον οὐδεὶς ξένος πάρεστι, διὰ τὸ κατʼ Ἀχιλλέως παρα-
δείγματι χρῆσθαι τῷ κατὰ τὸν Μελέαγρον.
529. Κουρῆτες οἱ ἐν Πλευρῶνι οἰκοῦντες, πόλει τῆς Αἰτωλίας. ὠνομάσθησαν δὲ οὕτως παρὰ τὸ μὴ κείρεσθαι τὰς κάρας.
Κουρῆτες] οὕτως ἀνεγνώσθη ὡς ἀβλῆτες, πρὸς διαστολὴν τοῦ
κούρητες Ἀχαιῶν (Il. 19, 248). οὐκ ἐχοῆν δὲ, καθότι οὐ φιλεῖ τὰ
εἰς ης λήγοντα ἐθνικὰ ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι. ἐλέγχεται
δὲ καὶ ἡ κλίσις τοῦ κουρῆτες ἐν τῇ κλίσει τῶν ὀνομάτων.
τῆς μέσης συλλαβῆς περισπωμένης οἱ τὴν Πλευρῶνα κατοικοῦν- τες· “Κουρῆτές τʼ ἐμάχοντο·” τῆς δʼ αὐτῆς συλλαβῆς βαρυτονου- μένης οἱ νεανίαι· “ἄμα δʼ ἄλλοις ἦσαν κούρητες Ἀχαιῶν.”
Αἰτωλοὶ οἱ Καλυδώνιοι, ἐπεὶκαὶοί Κουρῆτες Αἰτωλοὶὑπῆρχον, έμφυυ- λίου ὄντος τοῦ πολέμου. ἡ οὖν Καλυδὼν πρώτη πόλις τῆς Αἰτωλίας.
531. ἡ διπλῆ, ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησε, καὶ ὅτι λείπει ἡ περί, περὶ Καλυδῶνος.
534. *θαλύσια] ἑορτὴ ἐν ᾗ τὰς ἀπαρχὰς τοῖς θεοῖς ἐπιθύουσι
τῶν καρπῶν.
Οἰνεὺς Αἰτωλίας δυνάστης τὰς ἀπαρχὰς τῶν ἐτησίων καρπῶν
τοῖς θεοῖς θύων Ἄρτεμιν μόνην παρέλιπεν. ἡ δὲ θεὸς ὀργισθεῖσα
μέγα τοῖς Αἰτωλοῖς συὸς χρῆμα ἔπεμψεν, ὃς οὐ μόνον τὴν χώραν,
ἀλλὰ καὶ τοὺς ἐνοικοῦντας διέφθειρεν. Καλυδώνιοι δὲ καὶ Πλευρώνιοι
προῆλθον ἐπὶ τοῦτον. Μελέαγρος δὲ ὁ Οἰνέως πρῶτος ἐπιτυχὼν,
γέρας τὰ τοῦ συὸς ἀκροθίνια λαβὼν, τὴν κεφαλὴν καὶ τὸ δέρος,
ἐπεστράτευσαν. Μελέαγρος δὲ κατʼ ἀρχὰς τῇ μητρὶ μηνιῶν οὐκ
ἐβοήθει τῇ πατρίδι, πορθουμένης δὲ ἤδη τῆς πόλεως πεισθεὶς ὑπὸ
Κλεοπάτρας τῆς γυναικὸς, προελθὼν σὓς μὲν ἀνεῖλεν, οὓς δὲ διώκων
ἠνάγκασεν ἐκεῖθεν κατὰ κρημνῶν ἐνεχθῆναι. Ἀλθαία δὲ μηνιῶσα
τῷ παιδὶ τὴν ὑπὸ Μοιρῶν δεδομένην δᾷδα κατέφλεξεν· ἦν δὲ πεπρω-
μένον ἐκείνης κατακαείσης καὶ τὸν Μελέαγρον ἀποθανεῖν. φθαρέντος
δὲ τοῦ παιδὸς Ἀλθαία μετανοήσασα ἑαυτὴν ἀναιρεῖ.
ἀναλογεῖ ἡ μὲν τὸν κάπρον ἐπιπέμψασα Ἄρτεμις τῷ ἐπιπέμψαντι
λοιμὸν Ἀπόλλωνι, οἱ δὲ Κουρῆτες τοῖς Τρωσὶν, ὁ δὲ Μελέαγρος τῷ
Ἀχιλλεῖ τῷ νῦν μὲν δεήσεσι μὴ πειθομένῳ, διʼ ἀνάγκην δὲ ἴσως
βοηθήσοντι διὰ τὰς ναῦς.
537. ἢ λάθετʼ] ἐλάθετο, ἑκὼν παρεπέμψατο· οὐκ ἐνόησεν, οὐκ
ἔλαβεν εἰς νοῦν. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει ἐκλάθε τʼ εὐδ’
ἐνόησεν, ὥστε τὸ αὐτὸ διλογεῖσθαι. οὐκ ἐνόησε δὲ ὅτι διαφέρει.
τὸ μὲν γὰρ ἐλάθετο, ἑκὼν παρέπεμψεν, τὸ δὲ οὐκ ἐνόησεν, οὐδὲ τὴν
ἀρχὴν κατὰ νοῦν ἔσχεν.
ἄλλως. ἤτοι ἐννοήσας θῦσαι ἐπελάθετο, ἢ οὐδὲ ὅλως ἐπενόησεν.
539. ἐπὶ] οἱ μὲν ἀναστρέφουσιν, ἵνʼ ᾖ ἐπῶρσεν· οἱ δὲ ἐκδεξάμενοι χλούνην τὴν χλόην ἐνέκλιναν, ἵνα γένηται τὸ ἑξῆς ἐπὶ τὴν χλούνην.
χλούνην] οἱ μὲν τὸν ἐντομίαν· κνώμενοι γὰρ πρὸς τὰ φυτὰ τρίβον-
ται καὶ ἀγριώτεροι γίνονται. οἱ δὲ τὸν ἐν χλόῃ διάγοντα· τὸν γὰρ
οἰκοτραφῆ σίαλον φησιν· οἱ δὲ τὸν εἰς γῆν καταβάλλοιφα τὰ φυτά.
ἄλλοι δὲ τὸν ἐπὶ χλούνῃ), χωρίῳ οὕτω καλουμένῳ, ἐνδιατρίβοντα.
540. ἔρδεσκεν] Ἀμμώνιος ἐν τῷ περὶ τῶν ὑπὸ Πλάτωνος μετενη-
νεγμένων ἐξ Ὁμήρου διὰ τοῦ ζ προφέρεται, ἔρεζεν. ἔθων δὲ εἰθισμένος
τοῖς τόποις διατρίβειν. οἰκεία δὲ τιμωρία τῷ περὶ καρποὺς ἡμαρ-
τηκότι.
*ὅνι οἱ γλωσσογράφοι τὸ ἔθων ἀποδιδόασι βλάπτων. ἔστι δὲ ἐξ ἔθους ἐπιφοιτῶν.
ψιλῶς τὸ ἔθων, καθότι ἐδιδασκόμεθα καὶ ἐκ τῆς συναλοιφῆς “ἥ ἡ
μάλιστʼ εἴωθε” (Il. 5, 766). καὶ ἄλλως τὸ ε πρὸ τοῦ θ οὐ δασύνεται,
εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ σ, σέθεν ἔθεν. τὴν γὰρ ὑπό
τινων φερομένην ἔδων παραιτητέον.
541. *προθέλυμνα] ὅτι ἄλλα ἐπʼ ἄλλοις· ἔνιοι δὲ πρόρριζα.
542. ὅτι μῆλα πάντα τὰ ἀκρόδρυα ἔλεγον οἱ παλαιοὶ, οὐχ ὡς ἡμεῖς εἰδικῶς· καὶ ὅτι εἴωθεν ἡ σύν πρόθεσις ἐλλείπειν.
546. πυρῆς ἐπέβησ’] ἀντὶ τοῦ ἀποκτείνας καυθῆναι ἐποίησεν.
ὅτι ἐκ τοῦ παρακολουθοῦντος σημαίνει ἀνεῖλεν. καὶ ὅτι διὰ πυρὸς
ἔθαπτον.
548. ὡς καὶ τῆς κεφαλῆς τῷ δέρματι προσεχομένης. ταῦτα δὲ
συνέκειτο δοθῆναι ἀριστεῖα τῷ πρῶτον βαλόντι τὸν σῦν. λαβὼν δὲ
αὐτὰ ὁ Μελέαγρος ἐδωρήσατο Ἀταλάντῃ τῇ Ἰάσου, Ἀρκάδι τὸ
γένος. λοχήσαντες δὲ αὐτὴν οἱ μήτρωες τοῦ Μελεάγρου ἀφείλαντο
τὰ γέρα τῆς κόρης. ἐφʼ ᾧ ὀργισθεὶς ὁ Μελέαγρος διεχρήσατο
αὐτούς. λυπηθεῖσα δὲ ἐπὶ τοῖς ἀδελφοῖς Ἀλθαία ἡ τοῦ Μελεάγρον
μήτηρ κατέφλεξε τὸν ὑπὸ Μοιρῶν αὐτῇ δοθέντα δαλὸν, ὄντα συνεκ-
τικὸν τῆς Μελεάγρου ζωῆς, ᾧ συνδιεφθάρη καὶ ὁ Μελέαγρος.
551. οὐδʼ ἐδύναντο] ἐν τῇ Ἀριστοφάνους οὐδʼ ἐθέλεσκον. καὶ ἔστιν Ὁμηρικόν· “οὐδʼ ἔθελε προρέειν” (Il. 21, 366).
554. οἰδάνει ἐν στήθεσσι] ὅτι ἀντὶ τοῦ οἰδάνειν ποιεῖ, ὅμοιον τῷ “πάντας μέν ῥʼ ἔλπει” (Od. 2, 91) ἀντὶ τοῦ ἐλπίζειν ποιεῖ.
οἰδαίνεσθαι ποιεῖ, ὡς τὸ μελάνει. καὶ ὅτι μὲν ἀνθρώπινον τὸ πάθος
οἶδεν, ἀλλὰ περιγίνεσθαι παραινεῖ, καὶ ἡμᾶς μὲν αὐτῆς ἐκτρέπει,
Ἀχιλλεῖ δὲ συγγινώσκει.
556. καλῇ Κλεοπάτρῃ] Κλεοπάτρα Ἴδα καὶ Μαρπήσσης τῆς Εὐηνοῦ θυγάτηρ, γυνὴ δὲ Μελεάγρου.
562. * ὅτι οὐ τὴν Μάρπησσαν, ἀλλὰ τὴν Κλεοπάτραν.
Κῆϋξ ὁ Φωσφόρου τοῦ ἀστέρος, γήμας Ἀλκυόνην τὴν Αἰόλου,
μέγα φρονήσας ἐφʼ ἑαυτῷ θεὸς ἐβούλετο νομίζεσθαι διόπερ ἥ τε
γαμετὴ διὰ παντὸς ἐκάλει Δία αὐτὸν, κἀκεῖνος Ἤραν τὴν γυναῖκα.
μὴ πνεῖν μέχρι ιδ΄ ἡμερῶν τοῦ χειμῶνος αὐξανομένου. οἱ οὖν γονεῖς
ἀπὸ τῶν αὐτῇ συμβεβηκότων τὴν Κλεοπάτραν οὕτως ἐκάλουν, ὡς
Μεγαπένθην καὶ Εὐρυσάκη καὶ Ὀδυσσέα καὶ Νεοπτόλεμον. “οὕπω”
γὰρ “εἰδόθʼ ὁμοιίου πτολέμοιο” (440). ἔκλαιεν οὖν ἡ Μάρπησσα
καλοῦσα τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτὴν ἀνήρπασεν ὁ Ἀπόλλων, ἢ ἡ
μήτηρ Ἀλθαία.
ἐπώνυμον] ἀντὶ τοῦ φερώνυμον καὶ ἀπὸ συμβεβηκότος οἰκείως κείμενον. τὴν Κλεοπάτραν οὖν, φησὶ, παρωνύμως καὶ Ἁκυόνην ἐκάλουν διὰ τὸ τὴν μητέρα Μάρπησσαν δίκην ἁλκυόνος κλαῦσαι.· ὅτε ἀφῃρεῖτο αὐτὴν ὁ Ἀπόλλων.
564. * Ἀρίσταρχος κλαῖε ο μιν, ὅτι αὐτήν.
*οὕτω Ζηνόδοτος χρονικῶς.
*ἀφήρπασε] γρ. ἀνήρπασε.
567. κασιγνήτοιο ὡς Ἀδμήτοιο. τινὲς δὲ προπερισπῶσιν ὡς
λευκοῖο, ἵνα γένηται κασιγνητικοῦ· ἡ γὰρ Ἀλθαία, φασὶν, οὐχ ἕνα
εἶχεν ἀδελφόν. δύναται μέντοι καὶ τὸ βαρυνόμενον ἑνικὸν ἰσοδυνα-
μεῖν τοῦ κασιγνητικοῦ. ἀδελφοὶ δὲ Ἀλθαίας Ἴφικλος, Πολυφάντης,
Φάνης, Εὐρύπυλος, Πλήξιππος.
*οὕτως Ἀρίσταρχος, τοῦ ἀδελφικοῦ.
*ὅτι λείπει ἡ περί. δύναται δὲ καὶ ἑνὸς καὶ πλειόνων ἀδελφῶν.
568. χερσὶν ἀλοία] ταῖς χερσὶν ἔπληττεν· ὅθεν καὶ πατρα-
λοίας ὁ τὸν πατέρα τύπτων. εὔχονται δὲ οἱ ἥρωες τοῖς μὲν οὐρανίοις
θεοῖς ἄνω τὰς χεῖρας ἀνίσχοντες ʼμεγάλʼ εὐχετόωντο ἕκαστος”
(Il. 8. 347)· τοῖς δὲ θαλασσίοις “πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο
πολλὰ δὲ γαῖαν] ὅτι οἱ τοὺς χθονίους θεοὺς ἐπικαλούμενοι ταῖς χερσὶ τὴν γῆν ἐπέκρονον.
569. κικλήσκουσʼ Ἀϊην] ὅτι ἐπικαλεῖται μὲν τὸν Ἅιθην καὶ
τὴν Περσεφόνην, ὑπακούουσι δὲ αἱ Ἐρινύες ὡς ὑπηρέτιδες.
571. ἱεροφοῖτις Ἐρινύς] ὅτι αἱ Ἐρινύες ὥσπερ ὑπηρέτιδες ὑπα- κούουσι, καὶ οὐ μάχεται τὸ “κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περ- σεφόνειανʼ ἠεροφοῖτις δὲ ἡ ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ ἀπροοράτως ἔρχονται.
Ἐρινύς παρὰ τὸ ἐν τῇ ἔρᾳ ναίειν καὶ οἰκεῖν, ο ἐστι τῇ γῇ· κατα- χθονία γὰρ ἡ δαίμων ἢ οἱονεὶ ἀρανύς τις οὖσα, ἡ τὰ αἴσια ἀνύουσα καὶ ἐκτελέουσα.
τὰ εἰς ις παρώνυμα θηλυκὰ, παρακείμενα τοῖς εἰς ἦς ἀρσενικοῖς
βαρυνομένοις, προπερισπᾶται, εἰ φύσει μακρά παραλήγοιτο, πρω-
θῆβις πολιῆτις ἀλεῖτις πλανῆτις πρεσβῦτις. οὕτως δὲ καὶ ἱερο-
φοῖτις. ὅσα δὲ παρὰ τὸ πωλεῖν ἐστὶν, ἀνεβίβασε τὸν τόνον, ἀρτό-
πωλις ἀλφιτόπωλις· ἀλλ’ οὖν καὶ ὅσα παρὰ τὸ κοῖτος, παράκοιτις
ἄκοιτις. τὸ μέντοι δολόμητις οὐκ ἔστι θηλυκὸν, ἀλλὰ καὶ ἀρσενικόν· καὶ
ἴσως τὸ μῆτις ἔγκειται, ὡς τὸ πολύμητις δολόμητις. καὶ ἔστισύνθετον.
573. *δοῦπος παρὰ τὸ δέος ἐμποιεῖν.
574. *τόν δὲ λίσσοντο] οὕτως Ἀρίσταρχος, ἐλίσσοντο, δι’ ἑνὸς λ.
575. ἱερῆας] ὅτι ἐντεῦθεν Σοφοκλῆς ἐν τῷ Μελεάγρῳ τὸν χορὸν ἀπὸ ἱερέων παρήγαγεν.
576. ἐξελθεῖν καὶ ἀμῦναι] βραχὺ διασταλτέον ἐπὶ τὸ ἀμῦναι,
στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου. ἀπʼ ἄλλης δὲ ἀρχῆς ὁππόθι
πιότατον, καὶ ὑποστικτέον ἐπὶ τὸ ἐραννῆς.
578. *ὅτι συντελικῶς ἑλέσθαι.
579. πεντηκοντόγυον] πεντήκοντα πλέθρων· γύη γὰρ μέτρον γῆς. οἱ δὲ πεντήκοντα ζευγῶν.
580. ἥμισυ δὲ ψιλὴν ἄροσιν] διὰ τοῦ σ, ψιλῆς γῆς. οὕτως αἱ Ἀριστάρχου. δῆλον δὲ ὅτι ἐλλείπει ἡ εἰς, ἵνʼ ᾖ εἰς ἄροσιν.
581. ἐπʼ ἐμβεβαὼς] εἴτε ἓν μέρος λόγου ἐπεμβεβαώς, ὡς ἐμμε- μαώς, εἴτε τῇ ὁδοῦ γενικῇ συνάπτεται, οὐ δύναται ἀναστρέφεσθαι· συνήλειπται γάρ.
583. σείων] πράως κινῶν διὰ τὸ γῆρας, ἢ διὰ τὸ ἐπικίνδυνον, ὡς
καὶ τοῖς πολεμίοις μέσον ἦν τὸ τεῖχοςʼ κολλητὰς δὲ σανίδας
περιφραστικῶς τὰς θύρας, ἀπὸ τοῦ καλῶς συνηρμόσθαι.
584. κασίγνηται] κατὰ τὸ θηλυκὸν κασίγνηται αἱ Ἀριστάρχου.
ἔχει δὲ λόγον καὶ ἡ διὰ τοῦ ο· κατὰ γὰρ Ὅμηρον πλείους εἰσὶν
ἀδελφοὶ τῷ Μελεάγρῳ· “οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες
ἦσαν, οὐδʼ ἄρʼ ἔτʼαὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος ” (Il. 2, G41).
καὶ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ τὰς ἀδελφὰς ἀκουστέον
Γόργην καὶ Δηϊάνειραν.
*κασίγνηται] οὕτως κασίγνηται θηλυκῶς. ἔχει δὲ λόγον καὶ ἡ διὰ τοῦ ο.
586. οἵ οἱ κεδνότατοι] ὅτι σωφρονέστατοι· ὁ δὲ Σιμωνίδης κ ε-
θνοὺς τοὺς φίλους.
590. παράκοιτις] καὶ πῶς οὐκ ἄτοπον γυναικὶ μόνῃ πείθεσθαι; ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ὁ ἔρως. ὅτι γὰρ οὐ γυναικοκρατεῖται δῆλον· οὐ γὰρ ἐρωτικοῖς αὐτὴ ἐχρήσατο ῥήμασιν, ἀλλὰ πεφθέντος τοῦ θυμοῦ τότε παρακαλεῖ.
593. ἀμαθύνει] ὅτι ἄμαθον ποιεῖ· οὕτως δὲ λέγει τὴν πεδιάσιμον κόνιν· ὁ δὲ Αἰσχύλος ἐπὶ τοῦ διαφθείρειν ψιλῶς τέταχε, περὶ τοῦ Ἀκταίωνος λέγων “κύνες διημάθυνον ἄνδρα δεσπότην.” (fr. 239.)
594. *ὅτι Ζηνόδοτος γράφει τέκνα δὲ δῃοῖ ἄγουσι.
598. εἴξας ᾧ θυμῷ] ὅτι οὐ τῷ θυμικῷ πάθει λέγει, ἀλλὰ τῇ
ἐπιθυμίᾳ. ὑποχωρήσας, ἀντὶ τοῦ οὐκ ἀντιταξάμενος.
601. *χαλεπὸν] γρ. κάκιον.
602. * Ἀρίσταρχος ἐπὶ δώρων, ὅ ἐστι μετὰ δώρων.
605. ὅτι τινὲς προφέρονται τιμῆς ὡς φωνῆς, ἵνʼ ᾖ τιμήεις.
Ὁμηρικὸν δὲ τὸ τιμῆς ἔσεαι ἀντὶ τοῦ τιμῆς μεθέξεις. καὶ ὁ Ἀχιλ-
λεὺς ἀποκρινόμενός φησιν “οὔ τί μέ ταύτης χρεὼ τιμῆς” (607),
ἀντὶ τοῦ οὐ χρείαν ἔχω τήν τε τῶν Ἑλλήνων καὶ Ἀγαμέμνονος
τιμήν. καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώσεις.
τιμηθήσῃ ἢ τίμιος ἔσῃ. τινὲς τὸ. τιμῆς διὰ τοῦ ι γράφουσιν·
ἀπὸ γὰρ τοῦ τιμήεις. οὕτως καὶ τὴν αἰτιατικὴν εἶπε “ καὶ χρνσὸν
τιμῆντα” (Il. 18, 475). καίτοι λόγος ἐστὶν ὡς πᾶσα εὐθεῖα ἀρσε-
νικοῦ ὀνόματος ἐν τῇ τελευταίᾳ δύο ἔχουσα φωνήεντα ταῦτα ἐκφωνεῖ,
χωρὶς τοῦ Θρᾷξ. οὐκ ἐπείσθη δὲ ἡ παράδοσις· Ἀρίσταρχος γὰρ
ἄνευ τοῦ ι. οὐχ ὑγιῶς δὲ γενικὴν ἐκδέχεται, λειπούσης φράσεως·
τιμῆς γὰρ, φησὶν, ἄξιος ἔσῃ. ὁ δὲ Χαῖρις βοηθῶν αὐτῷ φησὶν ὅτι
ἐπιφέρει “οὔτι με ταύτης χρεὼ τιμῆς.”
ἀλαλκών] ὀξυτονητέον· δευτέρου γὰρ ἀορίστου ἐστίν. ὡς ἀγαγών καὶ ἀγαγεῖν, οὕτως καὶ ἀλαλκών καὶ ἀλαλκεῖν.
607. * ὅτι τὸ ἄττα προσφώνησίς ἐστι πρὸς τροφέα ἀμετά- φραστος.
612. ὅτι Ζηνόδοτος γράφει ὀδυρόμενος, κινυρίζων, οἷον θρη- νῶν. ἔστι δὲ οὐχ Ὁμηρικὸν, καὶ παρὰ τὸ πρόσωπον. Ἀρίσταρχος δὲ, μή μοι σύγχει θυμὸν ἐνὶ στήθεσσιν ἀχεύων.
* Ἀρίσταρχος ἐνὶ στήθεσσιν ἀχεύων.
614. ἵνα μή μοι] ὁ Ἀσκαλωνίτης ἀναγινώσκει ἵνα μὴ μοὶ, τὰς
δύο βαρυτόνως, οἷον ἵνα μὴ ἐμοί κατʼ ὀρθὴν τάσιν· συγκριτικὴ γάρ·
ἐστι, φησὶν, ὡς πρὸς τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶς φησίν. ἡ μέντοι
παράδοσις ἐγκλιτικῶς ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν τιθεῖσα, ὁμοίως
τῷ “μή μοι οἶνον ἄειρε” (Il. 6, 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ
τὸ ε, ἀλλʼ ἀποβεβλῆσθαι. καὶ ὁμοία ἐστὶν ἡ πλάνη τῷ “ἤ μʼ
ἀνάειρε ἢ ἐγὼ σέ” (Il. 23, 724) καὶ τῷ “τάχα δή με διαρραίσουσι
καὶ αὐτόν” (Od. 1, 251), εἴ γε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖσθαι.
ἀλλὰ τῷ μὴ ὁρᾶσθαι κατʼ ἀρχὴν τὸ ε οὕτως ἀνέγνωσαν· τοῦτο
γὰρ ἐπακολουθεῖ ταῖς πρωτοτύποις. ἐχρῆν δὲ αὐτοὺς ἐπιγνῶναι
ὅτι κρᾶσις δύναται ἐπακολουθεῖν, καὶ οὕτως ῥῶσαι τὴν ὑγιῆ ἀνάγ-
νφβιν.
616. ὅτι τὸ μείρεο ἀντὶ τοῦ μερίζου, πρὸς Ζηνόδοτον μεταγρά-
φοντα “ὁππότε μειρόμενος μέγα δʼ ἔστενεν” ἀντὶ τοῦ μέγʼ ἐγήθεεν
617. σὺ δʼ] διὰ τί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλλεύς; ὅτι
γνοὺς παρακεκλῆσθαι αὐτὸν ὑπὸ Ἀγαμέμνονος τῇ πρεσβείᾳ, ἐφο-
βήθη μὴ μετὰ μείζονος δεήσεως πάλιν ἐκπεμφθῇ, καὶ δὶς ἀτιμάζειν
ἀνάγκην ἕξει. οἱ δὲ ὡς ὁμολογούμενον αὐτὸ λαμβάνουσιν, ὅτι ὡς
τροφέα αὐτὸν κατέχει.
619. * ὅτι οὐδέν ἐστι μαχόμενον, ἀλλʼ αἰδεσθεὶς παραπέπεισται.
621. * ὅτι τὸ ὄφρα νῦν ἀντὶ τοῦ ἵνα κεῖται.
622. ὅτι νόστοιο μεδοίατο λέγει νόστου ἐπιμελοῖντο, πάλιν
τῆς ἀφόδου μνείαν λάβοιεν οἱ περὶ τὸν Ὀδυσσέα.
632. καὶ μέν τίς τε κασιγνήτοιο] ὅτι παρεῖται πρόθεσις καὶ πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ καὶ μέν τίς τε παρὰ κασιγνήτου φονέως. καὶ πρὸς τὸ ἡρωϊκὸν ἔθος.
* Ἀρίσταρχος διὰ τοῦ γέ, καὶ μέν τίς γε. κασιγνήτοιο δὲ
καιγνητικοῦ.
633. *τεθνειῶτος] διὰ τοῦ η αἱ Ἀριστάρχου.
638. ἑπτά] ὅτι Ζηνόδοτος ἐλέγχεται γράφων “ἓξ, ἀτὰρ ἑβδο- μάτην Βρισηΐδα.” χωρὶς γάρ εἰσιν αἱ ἑπτά.
639. *οὕτως ἐπὶ τῇσι ἐν ἀπάσαις, ἐπὶ ταῖς Λεσβίσι.
641. πληθύος ἐκ Δαναῶν] ὅτι Ζηνόδοτος γράφει ἀθρόοι ἐκ Δαναῶν. πῶς δὲ ἀθρόοι ἐληλυθέναι δύνανται δύο ὄντες;
645. * ἐείσω] ἔν τισι τῶν ὑπομνημάτων διῃρημένως ἐείσαο.
647. ἀσύφηλον] ἀντὶ τοῦ ἐπιρρήματος, μετὰ παραλογισμοῦ
ἔβλαψεν. ἔστι δὲ ἀσύφηλος καὶ ὁ ἀπαίδευτος. ἐγένετο δὲ ἀπὸ τοῦ
σοφός σοφηλός. σύνθες μετὰ τῆς α στερήσεως, ἀσόφηλος· μετά-
βαλε τὸ ο εἰς τὸ υ, καὶ γίνεται ἀσύφηλος, ὡς ἄγυρις καὶ ἄγορις.
654. σμύξαι] τὸ καπνὸν διὰ τοῦ πυρὸς ἀνίεσθαι, ὃ καὶ τύφεσθαι καλεῖται. σμύζω δὲ τὸ θέμα, ἢ σμύσσω, ἢ σμύγω.
*οὕτως σμύξαι Ἀρίσταρχος. οἶδε δὲ καὶ τὴν φλέξαι γραφήν.
*ὅτι γρ. καὶ κατά τε φλέξαι.
655. *τὸ μάχης ἑκατέροις δύναται προσδίδοσθαι.
656. ἕκαστος] ὅτι ἥρμοζεν ἐπὶ τῶν δύο λέγειν ἑκάτερος, διὰ δὲ τὸ μέτρον, ἵνα τηρηθῇ τὸ τῆς λέξεως, οὕτως εἴρηται· οὐ γὰρ ἁρμόζει τῷ μέτρῳ τὸ ἑκάτερος. ἢ δεῖ λέγειν ὅτι καὶ ἐπὶ τῶν κηρύκων λέγει ἕκαστος.
657. *σπείσαντες] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου λείψαντες,
καὶ ἐν πολλαῖς τῶν ἀρχαίων.
ἧρχε δʼ Ὀδυσσεύς] ὅτι καὶ ἐν τοῖς ἔμπροσθεν ἡγεῖτο Ὀδυσ- σεύς· “ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς” (192). καὶ ὅτι οὐ συμπρεσβεύει ὁ Φοῖνιξ, ἐπεί τοι κἂν ἀποπρεσβεύων ἡγεῖτο.
661. ῥῆγός τε] ῥῆξαι τὸ βάψαι. λέγει οὖν βαπτὸν περιβόλαιον,
οἱ δὲ, τάπητα. οἰκεία δὲ ἡ κοίτη τῷ γέροντι. καὶ ὁ Νέστωρ καθεύ-
δει “εὐνῇ ἔνι μαλακῇ” (Il. 10, 75). οἱ δὲ ἑταῖροι τοῦ Διομήδους
ὑπὸ κρασὶν εἶχον ἀσπίδας, καὶ αὐτὸς “ῥινὸν ὑπέστρωτο βοὸς ἀγραύ-
λοιο (ib. 155). καὶ ῥηγεῖς οἱ βαφεῖς.
664. ὅτι Ζηνόδοτος γράφει “τῷ δὲ γυνὴ παρέλεκτο Κάειρ’, ἣν
Λεσβόθεν ἦγε.” πῶς δὲ δύναται ἡ Καρίνη Λεσβία εἶναι, εἰ μὴ ἄρα
ῥητέον ὅτι τὴν Λέσβον τότε Κᾶρες κατῴκουν;
668. Σκῦρον ἑλών] ὅτι διὰ τούτων καὶ τὴν Σκῦρον πεπολιορκη-
μένην ὑπὸ Ἀχιλλέως μετὰ τῶν ἄλλων πόλεων παραδίδωσιν. Σκῦρος
δέ ἐστι νῆσος καὶ πόλις τῆς νῦν μὲν Φρυγίας, πρότερον δὲ Κιλικίας.
μία δὲ τῶν Κυκλάδων, ἣν οὐ πορθήσας, ἀλλʼ εἰρηνικῶς καταλαβὼν
ἐλαφυραγώγησεν.
673, 674. εἴπʼ ἄγε μʼ] ἤτοι στικτέον κατὰ τὸ τέλος τοῦ στίχου,
ἵνα ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκωμεν “ἦ ῥʼ ἐθέλει νήεσσι” καὶ ὁ
λόγος ᾖ πευστικὸς, ἆρα βούλεται βοηθεῖν; ἢ διασταλτέον ἐπὶ τὸ
Ἀχαιῶν, ἵνα ᾖ τοιοῦτος ὁ λόγος, ἄγε εἰπέ μοι εἰ βούλεται βοη-
θῆσαι.
674. *ἀλεξέμεναι] ἐν ἄλλῳ ἀμυνέμεναι.
678. σβέσαι χόλον] πυρώδης γὰρ ὁ θυμός. ἐντεῦθεν δὲ καὶ ὡρί- σαντο οἱ φιλόσοφοι “θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος.
680. αὐτόν σε] ὁ Ἀσκαλωνίτης ὀρθοτονεῖ τὴν σὲ, ἐπεὶ, φησὶν,
ἀεὶ μετὰ τῆς ἐπιταγματικῆς αἱ πρωτότυποι φιλοῦσιν ὀρθοτονεῖσθαι.
ἐχρῆν δὲ αὐτὸν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου προσώπου ὁρίσασθαι,
παραιτήσασθαι δέ τινα Ὁμηρικὰ ἄλλως ἀνεγνωσμένα διʼ αἰτίαν τινά·
ὅτι ἀποτομώτατον τὸ τῆς ἀφόδου, ὅπερ ἐν πρώτοις εἶπεν, ἀπαγ-
γέλλει, τὸ δὲ τελευταῖον, ὅτι ἐὰν συνελασθῶσιν ἕως τῶν αὐτοῦ νεῶν
συμμαχήσει, παραλέλοιπεν, ἵνα μὴ ἀμελῶσι τοῦ βοηθεῖν.
681. σόῃς] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου διὰ τοῦ ὰ σαῷς, τάχα παρὰ τὸ σαωσέμεν (230) καὶ ἠὲ σαωθῆναι (Il. 15, 503). χρῆται δὲ καὶ ἐκείνῳ· “σόον δʼ ἀνένευσεν” (Il. 16, 252). διχῶς οὖν.
* Ἄρίσταρχος σοῷς καὶ σαῷς.
682. *ὅτι τὸ ἠπείλησε νῦν κατὰ τὴν ἡμετέραν χρῆσιν.
685. οἴκαδʼ ἀποπλείειν] ὅτι ἀπέστροφε τὸν λόγον· οὐ γὰρ εἶπε δήουσιν, ἀλλὰ δήετε.
*ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετέβη.
686. Ἰλίου αἰπεινῆς] ἡ διπλῆ, ὅτι θηλυκῶς τὴν Ἴλιον.
688. ἀπορία. ζητεῖται διὰ τί μετὰ τὴν πρὸς Αἴαντα Ἀχιλλέως ἀπόκρισιν Ὀδυσσεὺς οὐ λέγει. ῥητέον οὖν, ὅτι ἐπεὶ αὐτῷ σκληρῶς ἀπεκρίνατο. λεκτέον δὲ καὶ πρὸς τοὺς ζητοῦντας τίνος ἕνεκεν ἄλλοι τινὲς οὐκ ἐπρέσβευσαν, ἀλλʼ οὗτοι, ὅτι καὶ αὐτοὶ ἐδόκουν.
688—693. ἀθετοῦνται στίχοι πέντε ἕως τοῦ “αὔριον ἢν ἐθέλῃσιν,”
ὅτι καὶ νεώτεροι τοῖς νοήμασι, καὶ τῇ συνθέσει πεζότεροι, καὶ ὅτι ὡς
ἀπιστησόμενος μάρτυρας ἐπισπᾶται.
688. εἰσὶ καὶ οἵδε] συντέμνει τὸ ἀηδὲς τῆς ὑποθέσεως. καὶ ἄλλως ἵνα μὴ δόξῃ ἀτιμάζειν τοὺς λοιπούς. τούτους δὲ τοὺς στίχους Ἀριστοφάνης ἠθέτει· Ζηνόδοτος τὸν αὔριον μόνον.
693. στικτέον ἐπὶ τὸ ἔφατο. δύναται δὲ καὶ ὑποστίζεσθαι, ἵνʼ ᾖ ὁ λόγος, ὡς εἶπεν, καὶ οὗτοι μαρτυρήσουσιν. εἰ δὲ μὴ ἐπιτετήδευται ἡ ἀνάγνωσις, οὐ θαυμαστόν· καὶ γὰρ ὅλοι ἀπρεπεῖς οἱ στίχοι.
694. καὶ τὸν “μῦθον ἀγασσάμενοι” Ζηνόδοτος μὲν οὐ γράφει, Ἀρίσταρχος δὲ ἀθετεῖ.
*μῦθον ἀγασσάμενοι] γράφεται καὶ φρασσάμενοι. Ζηνόδοτος δὲ τὸν στίχον οὐκ ἔγραφεν, Ἀριστοφάνης δὲ ἠθέτει.
ὅτι ἐξ ἄλλων τόπων ἐστὶν ὁ στίχος· νῦν γὰρ οὐχ ἁρμόζει· τότε
γὰρ εἴωθεν ἐπιφωνεῖσθαι, ὅταν ὁ αὐθεντῶν τοῦ λόγου καταπληκτικά
τινα προενέγκηται. νῦν δὲ πῶς ἂν ἐπὶ Ὀδυσσέως λέγοιτο τοῦ μηνύ-
οντος τὰ ὑπʼ Ἀχιλλέως εἰρημένα;
*ἀγόρευσε] γράφεται ἀπέειπε.
698. μὴ ὄφελες] ἀντὶ τοῦ οὐκ ὄφελες. ἀεὶ δὲ ἀντιστασιώτης τοῦ
Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται.
*διὰ τοῦ δ. οὕτως Ἀρίσταρχος, μηδʼ ὄφελες.
*ὅτι ταῦτα κατὰ τὸ σιωπώμενον ὁ Ἀχιλλεὺς ἀκήκοεν.
699. ἀγήνωρ] ὅτι ἐνίοτε μὲν ἐπὶ ἐπαίνου ὁ ἀγήνωρ, ὁ ἄγαν τῇ
ἠνορέῃ καὶ τῇ ἀνδρείᾳ χρώμενος, νῦν δὲ ἐπὶ ψόγου, ὁ ἄγαν ὑβριστικὸς
καὶ διὰ τῆς ἀνδρείας ὑπερπεπτωκὼς εἰς ὕβριν.
*καὶ ἄλλως] γράφεται καὶ αὕτως.
700. ἐνῆκας] ἔν τισι τῶν ὑπομνημάτων διὰ τοῦ α ἀνῆκας· καὶ ἔστιν Ὁμηρική πως ἡ γραφή· “ἄφρονα τοῦτον ἀνέντες (Il. 5, 761).
709. ὀτρύνων· καὶ δʼ αὐτός] ὅτι τὸν λόγον τοῦτον ἀκήκοεν κατὰ
τὸ σιωπώμενον ὁ Ἀχιλλεύς. διό φησιν “οὐ γὰρ Τυδείδεω Διομή-
δεος ἐν παλάμῃσι μαίνεται ἐγχείη” (Il. 16, 74). καὶ ὅτι τῷ ἀπα-
ρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ κέχρηται. καὶ ὅτι τῇ ἐχομένῃ
Ἀγαμέμνων ἀριστεύει.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς
Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
Αὕτη ἡ ῥαψῳδία ἐπιγράφεται νυκτεγερσία, ἐπαναστάντας τοὺς πρώτους τῶν Ἑλλήνων κατασκόπους πέμψαι γνώμῃ Νέστορος Διο- μήδη καὶ Ὀδυσσέα.
1. ἄλλοι μὲν—εὗδον] εἰκότως· ἀμφότερα γὰρ ὕπνου ἀγωγὰ, καὶ
ὁ ἐκ τῆς μάχης κάματος καὶ ἡ ἐπὶ τῇ ἥττῃ δυσθυμία. παρὰ νηυσί
δὲ λέγει, ἐπεὶ οἱ φύλακες ἐκτὸς τῶν νεῶν ἦσαν, οἷς τὸ ἐγρηγορέναι
ἀναγκαῖον. οὕτε δὲ οἱ ἀριστεῖς διʼ ὅλης τῆς νυκτὸς ἐκάθευδον, ἀλλ’
Ομηρος τὸ παννύχιοι καὶ πανημέριοι εἴωθε τιθέναι καὶ ἐπὶ τῶν
κατὰ μέρος· “παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο ψυχὴ ἐφεστή-
κει” (Il. 23, 105)· “ παννύχιοι μὲν ἔπειτα καρηκομόωντες Ἀχαιοί”
(Il. 7, 476)· “οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο” (Il. 1, 472).
παραιτητέον τοὺς γράφοντας, ὧν ἐστὶ καὶ Ζηνόδοτος, ὦλλοι μέν, ἢ καὶ τοὺς ὁπωσοῦν βουλομένους δασύνειν· ἔστι γὰρ ὁ ποιητὴς παρα- λειπτικὸς τῶν ἄρθρων.
5. ὡς δʼ ὅταν ἀστράπτῃ] ὅτι παραβάλλει τὸν στεναγμὸν, ὡς δʼ ὅταν, οὕτως καὶ ἡ τοῦ Ἀγαμέμνονος ψυχὴ ἐστέναζεν. καθʼ ἕκαστα δὲ οὐκ ἐπεξείργασται, διότι οὐκ ἔστι πρὸς ἅπαντα ἡ εἰκών.
6. τῷ πολύν ἐπήνεγκε τὸ ἀθέσφατον αὐξήσεως χάριν. ἔνιοι δὲ
στίζοντες μετὰ τὸ ὄμβρον ἀπὸ ἄλλης ἀρχῆς ἀναγινώσκουσιν, ἵνʼ ᾖ
πολλὴν χάλαζαν. βέλτιον δὲ τὸ ἀθέσφατον τοῖς ἑξῆς συνάπτειν ἐπὶ
τῆς χαλάζης, καὶ μὴ δύο καθʼ ἑνὸς κεῖσθαι ἐπίθετα.
7. νιφετόν] ὅτι οἱ ὑγιῶς χρώμενοι νείφειν μὲν λέγουσι τὸ χιονίζειν, ὄμβρον δὲ τὸν ὑετὸν, χάλαζαν δὲ τὸ ἐν ὑετῷ πεπηγὸς ὕδωρ. διὸ νῦν διαστέλλει ἕκαστον.
ἐπάλυνεν] ἐλεύκανεν, ὡς παλὴ καταπασθεῖσα· οὕτως γὰρ ὀξυτόνως καλεῖται τὸ ἐκπασσόμενον λεπτομερέστατον τοῦ ἀλεύρου.
8. πολέμοιο μέγα στόμα] ἤτοι μεταφορικῶς τὴν ἀρχὴν τοῦ πο- λέμου, ἢ περιφραστικῶς ὅλον αὐτὸν, διότι πάντων δαπανητικός.
10. νειόθεν ἐκ κραδίης] ἐκ τῶν ἐσωτάτω λογισμῶν· ἔνδον γὰρ ἐν
τοῖς ἐπιλογισμοῖς τὰ δεινὰ ὁρῶν καθʼ ἑαυτὸν στένει. ἐντεῦθεν κινηθεὶς
τρομέοντο] ότι Ζηνόδοτος γράφει φοβέοντο. τὸν δὲ φόβον εἴωθε
λέγειν Ὅμηρος τὴν μετὰ φυγῆς δειλίασιν. ἐλέγχεται δὲ ὁ Ζηνό-
δοτος ἁμαρτάνων ἐκ τοῦ “ὡς δʼ αὕτως Μενέλαον ἔχε τρόμος” (25).
12. θαύμαζεν πυρά] πῶς, φησὶν, Ἀγαμέμνων ἐντὸς τοῦ τείχους ὑπάρχων ἐθαύμαζε τὰ πυρὰ, τὴν ἀρχὴν μηδὲ βλέπων αὐτὰ διὰ τοῦ τείχους; καὶ ῥητέον ὅτι ὡς βασιλεὺς ὑψηλοτάτην εἶχε σκηνὴν, ἵνʼ εὐχερῶς θεωρεῖν πάντα δύνηται.
13. αὐλῶν συρίγγων τʼ ἐνοπήν] ὅτι ἐνθάδε καὶ ἐπὶ τῆς ὁπλοποιίας τῶν αὐλῶν μέμνηται· “αὐλοὶ φόρμιγγές τε βόων” (lI. 18, 495). δεῖ δὲ καὶ τὸ ἀκούων προσυπακούειν ἔξωθεν. βραχὺ δὲ διασταλτέον μετὰ τὸ αὐλῶν καὶ ἐνοπήν. ἐσημειώσατο δὲ διὰ τοῦ ἤχου ὅτι παρὰ τοῖς βαρβάροις ἐγινώσκετο τὰ ὄργανα ταῦτα.
17. ἥδε δέ οἱ] τὸ προνοητικὸν αὐτοῦ καὶ ἐν ταῖς συμφοραῖς δηλοῦται, μὴ ἀποφάσκοντος τοῖς δεινοῖς.
18. δείκνυσιν ὅτι καὶ ἐν τοῖς κακοῖς δεῖ καταφεύγειν εἰς σοφίαν.
Πάμφιλος δὲ τὴν ἐπί ἀναστρέφει· πιθανώτερον δέ ἐστι τὸ ἀκόλουθον
φυλάττοντας ἀναγινώσκειν ἐπὶ πρῶτον Νέστορα. οὕτως ὁ Ἀσκα-
λωνίτης.
19. *τὸ ἐξῆς ἐστὶν, σὺν αὐτῷ τεκτήναιτο μῆτιν.
σὺν μῆτιν] εἰσὶν οἳ ἀνέγνωσαν καθʼ ἓν μέρος λόγου, ὡς εὔμητιν, κακῶς· δύο γάρ ἐστι μέρη λόγου, σύν καὶ μῆτιν. τὸ δὲ ἑξῆς ἐστὶ συντεκτήναιτο μῆτιν.
23. ὅτι ἐπὶ τῷ χιτῶνι λεοντῆν τέθεικεν ἀντὶ τῆς ἀσπίδος. διὸ καὶ ἑξῆς (34) λέγει “τὸν δʼ εὖρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλά.” ἔντεα δὲ ἀπὸ τοῦ ἐντὸς ἔχειν τὸν ἄνδρα. καὶ ὅτι οὐ καθοπλίζονται νύκτωρ, ἀλλ’ ἕνεκα φυλακῆς. οἱ δὲ λεοντῆν.
δαφοινὸν] φοβερὸν, καταπληκτικόν. ἢ τὸ ἐκ δαφοινοῦ καὶ κατα- πληκτικοῦ λέοντος.
25. ὢς αὕτως] κατὰ τὸν αὐτὸν καιρὸν τῷ Ἀγαμέμνονι· ἀλλ’ ὁ
ποιητὴς τῷ βασιλικωτέρῳ προσώπῳ ἀπένειμε τὴν προτέραν τάξιν τοῦ
λόγου, ὥστε καὶ τῶν ἀριστέων οὓς μὲν διήγειρεν ὁ Ἀγαμέμνων,
ἀκριβῶς διεξέρχεται, τοὺς δὲ ὑπὸ τοῦ Μενελάου ἐπὶ κεφαλαίον
λέγει. ἡ διπλῆ δὲ, ὅτι ἀνταποδοτικόν ἐστι τοῦ ἄνω (10) γράφειν
“τρομέοντο δέ οἱ·” ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον.
αὐτῷ] Τυραννίων τὴν αὐτῷ ἀντωνυμίαν καθʼ ἓν ἐλάμβανεν ὡς ἐν
τῇ συνηθεία· ὁ δὲ Ἀσκαλωνίτης τὸν αὖ σύνδεσμον παρελάμβανε,
καὶ τὸ τῷ ἰσοδυναμοῦν τῷ τούτῳ, ὁμοίως τῷ “τοῦδʼ εὖ τοῦ λυκά-
βαντος” (Od. 14,161). ἴση δέ μοι δοκεῖ ἡ ἀνάγνωσις εἶναι. ἐπὶ
μέντοι τοῦ τοῦδʼ αὗ τοῦ λυκάβαντος κατεπεῖγόν ἐστιν αὖ, εἶτα τοῦ
ἀναγνῶναι· κωλύεται γὰρ ἐνθάδε ἐμπαραληφθῆναι ὑπὸ τοῦ σημαι-
νομένου τὸ αὐτοῦ.
26. * πάθοιεν] ἐν ἄλλῳ πάθωσιν.
27. ἡ διπλῆ πρὸς τὸ σχῆμα, ὅτι ἀρσενικῶς, πουλὺν ὑγρήν.
29. παρδαλέῃ] πόρδαλις τὸ ζῷον, παρδαλῆ ἡ δορά.
ὅτι στεφάνη εἶδος περικεφαλαίας.
32. * οὕτως Ἀρίσταρχος διὰ τοῦ ν ἀνστήσων.
34. ἔντεα] ὅτι ἔντεα εἴρηκεν ἣν προσυνέστακε λεοντῆν.
35. *νηῒ] ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ παρὰ νεὼς πρύμνῃ.
37. *ὅτι τὸ ἠθεῖε προσφώνησίς ἐστι σεπτικὴ νεωτέρου πρὸς πρεσβύτερον λεγομένη.
38. ὀτρύνεις] ὅτι ἀντὶ τοῦ ὀτρύνων. διῃρημένως δὲ αἱ Ἀριστάρχου
τὸ ὀτρυνέεις.
ἐπίσκοπον] Ἀρίσταρχος ὡς κατάσκοπον. Νικίας δὲ ἀναστρέφει
τὴν ἐπί, ἵνʼ ᾖ ἐπὶ Τρώεσσιν. εἰσὶ δὲ σἳ ἀνεγνώκασιν ἐπίσκοπόν ὡς
ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκα-
τατίθεσθαι· καὶ γὰρ ἤδη ἡ συνήθεια ἐπίσταται τὴν τοιαύτην σύνθεσιν.
41. Δημήτριος ὁ Ἰξίων ἐν ἄλλῳ θρασυκάρδιος.
ἀμβροσίην] θείαν, ἐν ᾗ οἱ βροτοὶ οὐ προίασιν. διὰ τοῦτο ἡ νὺξ
ἀμβρότη.
43. χρεὼ βουλῆς] χρεία συμβουλῆς τινὸς ἐμοὶ καὶ σοί. ἔστι δὲ σολοικισμὸς παρὰ τὰς πτώσεις, ἀντὶ τοῦ ἐμοὶ καὶ σοί.
44. κερδαλέης] ἐπωφελοῦς, συνετῆς, ὠφελίμου. ἢ πανούργου,
παρὰ τὴν κερδώ, ὅ ἐστι τὴν ἀλώπεκα· ἔστι δὲ πανουργότατον τῶν
ζῴων.
δεῖ, φησὶ, τὰ ἀπὸ τῆς τύχης λειπόμενα ταῖς βουλαῖς ἀντιση- κοῦν.
ὅτι περισσὸς ὁ κέν σύνδεσμος, ἢ ῥῆμα ἐνήλλακται, ἀντὶ τοῦ ἥ-
τις ἂν ἐρύσσαιτο. καὶ πρὸς τὸ “ἐνθάδε Ζίσυφος ἔσκεν ὁ κέρδιστος”
(Il. 6. 153).
45. ἐπεὶ Διὸς ἐτράπετο φρήν] ὅτι φανερῶς ὁ Ζεὺς ἐβοήθει τοῖς Ἕλλησι πρὶν ἱκετευθῆναι ὑπὸ τῆς Θέτιδος· καὶ ὅτι τὸ ἡμιστίχιον ὁ Ζηνόδοτος μετήνεγκεν ἐπὶ τὸν Εκτορος λόγον κατὰ τὴν κόλον μάχην (ll. 8, 501).
46. * θῆχʼ ἱεροῖσιν] ἔν τισι τῶν ὑπομνημάτων εἶχʼ ἱεροῖσιν.
48. μέρμερ’] μερίμνης καὶ φροντίδος ἄξια· καταστρέφει δὲ εἰς τὸ κακά. τὸ δὲ ἐπʼ ἤματι Ἀρίσταρχος διὰ τοῦ ν, ἐν ἤματι, ὁμοίως τῷ “μηνὶ δʼ ἐν οὔλῳ” (Od. 24, 118).
50. *υἱὸς φίλος] λείπει ὑπάρχων.
51, 52. ἀθετοῦνται στίχοι δύο, ὅτι παλιλλογεῖ ταῦτα (διʼ ἄλλων
γὰρ προείρηται “ὅσσʼ Ἕκτωρ ἔρεξε Διὶ φίλος υἷας Ἀχαιῶν” ) καὶ
53. Αἴαντα] ὁ μὲν Δίδυμος τὴν Ἀρισταρχείαν γραφὴν λέγει
Ἀἴαντε δυικῶς, ὁ δὲ Τήλεφος λέγει κακῶς εἰρηκέναι τὸν Δίδυμον.
οὐ γὰρ ἐπʼ ἀμφοτέρους τοὺς Αἴαντας ὁ Μενέλαος πέμπεται.
ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων τὰ περὶ τοῦ ναυστάθμου ὁ
Ἀρίσταρχος ἐπραγματεύσατο. ῥητῶς γὰρ λέγεται πλησίον τοῦ
Αἴαντος ὁ Ἰδομενεὺς νενεωλκηκέναι.
54. * ἐπὶ νῆας] Ἀρίσταρχος παρὰ νῆας.
55. *γρ. αἴ κ’ ἐθέλῃσι.
56. φυλάκων] ὡς σκυλάκων· ἐπὶ γὰρ τῶν ἀνδρῶν τέτακται, οὐκ ἐπὶ τῶν τόπων.
ὅτι οἱ γλωσσογράφοι ἱερὸν τέλος τὸ μέγα τάγμα. σημαίνει δὲ
πλείονα ἡ λέξις, ποτὲ μὲν τὸ τάγμα, ὡς ἐνθάδε, ποτὲ δὲ τοῦ συμ-
πεπληρωμένου πράγματος ἢ ἔργου τὸ τέλος, ποτὲ δὲ τὴν ἐκ τῶν
ἐπεισαγομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι πρόσοδον, ποτὲ δὲ τὰς
ἀρχὰς καὶ τὰ ἀξιώματα, ὡς ἔστιν εὑρεῖν παρά τε Θουκυδίδῃ καὶ
Ξενοφῶντι· ποτὲ δὲ τὸ δαπάνημα, ὡς Εὐριπίδης ἐν Πολυείδῳ(fr. 640.)
“μάτην γὰρ οἴκῳ σὸν τόδʼ ἐκβαίη τέλος” καὶ Δημοσθένης ἐν τοῖς
Φιλιππικοῖς (p. 73, 8.) “Χερρόνησον δὲ ἐν τοῖς ἑαυτοῦ τέλεσι
διορύξει·” ποτὲ δὲ τὴν ἑορτὴν, ὡς Εὐριπίδης ἐν Μηδείᾳ (1382)
σεμνὴν ἑορτὴν καὶ τέλος προσάψομεν.”
ἱερὸν τέλος ὡς ἱερὸν ἰχθὺν τὸν μέγαν. ἱερὸν μὲν οὖν τέλος λέγει τὸ θεῖον τάγμα, ἱερὸν δὲ ἰχθὺν τὸν ἄνετον καὶ ἱερὸν βοῦν ἀπὸ τοῦ ἵεσθαι.
61. στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ ἀφʼ ἑτέρας ἀρχῆς πευστικῶς τὰ ἑξῆς προενεκτέον.
65. ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ, μένειν ἀντὶ τοῦ
μένε. τὸ δὲ ἀβροτάξομεν ψιλωτέον ὁμοίως τῷ ἤμβροτες. τινὲς
γοῦν κυρίως ἡγοῦνται τὸ βροτοῦ μὴ ἐπιτυχεῖν, ἀλλʼ ἁμαρτῆσαι, ὥστε
καὶ στέρησιν ἐγκεῖσθαι.
67. φθέγγεο] τεχνικῶς, ἵνα ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος
φατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι τετίλθαι
ἐσπάρθαι. μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύνασθαι προπαροξύνεσθαι
τὸ ἐγρήγορθαι, τὸ τὰ εἰς θαι λήγοντα, τῇ ορ συλλαβῇ παραληγό-
μενα, μὴ παρʼ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶσθαι ἢ τῇ Αἰολίδι, τέτορθαι
μέμορθαι ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο, καὶ
ὁ τόνος ὁμοίως τοῖς προκειμένοις.
ἄνωχθι] ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ μᾶλλον ἤπερ παρακει-
μένου. ἀναλογώτερον δὲ παρὰ Καλλιμάχῳ “ἄνωγε δὲ πορθμέα
νεκρῶν.” καὶ δῆλον ὅτι μεταβέβληται τὸ γ εἰς τὸ ἐν τῷ ἄνωχθι
διὰ τὸ θ. ὁ μὲν οὖν Ἀπολλώνιος εἰς ε βούλεται εἶναι τὰ τοῦ παρα-
κειμένου προστακτικὰ, καὶ ἱκανῶς τῷ λόγῳ συνηγορεῖ· ὁ δὲ Ἡρω-
διανὸς εἰς θι τοὐναντίον· μηδὲ γὰρ εἶναι τὴν εἰς ε κατάληξιν.
68. πατρόθεν ἐκ γενεῆς] δυσωπεῖ γὰρ ὑπόμνησις προγονικῆς
ἀρετῆς καὶ πατέρων πράξεις ἐπαινούμεναι τὸ μὴ καὶ αὐτὸν εἶναι
μιμητὴν ἐκείνων, ἀλλὰ καθαιρετικὸν τῆς περὶ αὐτὸν εὐγενείας. ὡς
ὅταν λέγῃ “διογενὲς Λαερτιάδη,” τὸν πατέρα δηλοῖ, τὸ δὲ διογενὲς
τὸν ἀρχηγὸν τοῦ γένους.
ὅτι ἀρχαϊκὴ ἡ συνήθεια, ὥστε εἴ που τοιοῦτον εὑρίσκομεν, εἰδέναι δεῖ ὅτι οὐκ ἐπιθέτου ἔχει χώραν.
75. ὅτι ἔντεα οὐ πάντα τὰ ὅπλα, ἀλλὰ κυρίως μὲν ἀσπίς καὶ
περικεφαλαία, τὰ δὲ δόρατα κατʼ ἐπικράτειαν.
*παρὰ τὸ ἐντὸς αὐτῶν εἶναι τὸν φοροῦντα..
77. πὰρ δὲ ζωστήρ] ὅτι δοκοῦσί τινες ταυτὸν εἶναι ζῶμα καὶ
ζωστῆρα· οὐκ ἔστι δὲ, ἀλλὰ ζῶμα καλεῖ τὸ συναπτόμενον τῇ μίτρᾳ
ὑπὸ τὸν στατὸν θώρακα, τὸ δὲ ἔξωθεν συνδέον πάντα ζωστῆρα. καὶ
ὅτι τὸ παναίολον ἐπὶ τῶν λαμπόντων.
*ἐπέτραπε] Ἅρίσταρχος ἐπέτρεπε.
80. βραχὺ διασταλτέον ἐπὶ τὸ ἀγκῶνος. τηρητέον δὲ τοῦτο,
ὅτι ὀρθωθῆναι καὶ στῆναι οὐ πάντως ἐπὶ τῶν ποδῶν τάττει, πρός
84. ἀθετεῖται, ὅτι οὐρήων βούλεται λέγειν τῶν φυλάκων, καὶ οὐκ ἐκράτησε τοῦ σχήματος· οὖρον γὰρ λέγει ὡς κοῦρον τὸν φύλακα, οὐρέα δὲ τὸν ἡμίονον. καὶ ὅτι ἄκαιρος ἡ ἐρώτησις.
89. * Ζεὺς ἐνέηκε πόνοισι διαμπερές] ὃν ὁ Ζεὺς τῇ κακοπαθείᾳ ἐνέβαλε μέχρι τέλους.
91. πλάζομαι] οὐδὲν ἑστηκὸς διανοοῦμαι· πλανῶμαι κατὰ τὴν γνώμην, οἱονεὶ ἀπορῶ ὅπως χρήσωμαι τοῖς παροῦσι πράγμασιν.
93. Δαναῶν πέρι δείδια] πιθανώτερόν πώς ἐστιν ἀναστρέφειν·
δύναται δὲ καὶ τὸ ἕτερον.
95. στηθέων ἐκθρώσκει] Νικίας κατʼ ἰδίαν τὴν πρόθεσιν ποιεῖ, ἵνα τὸ ἑξῆς γένηται ἐκ στηθέων θρώσκει. ἄμεινον δὲ ἓν ποιεῖν, ἐκθρώσκει ὡς ἐκτρέχει.
τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα] κακῶς Νικίας ἀναστρέφει· μεταξὺ
γὰρ πέπτωκεν ὁ δέ.
98. ὅτι Ζηνόδοτος μὴ νοήσας τὸ σημαινόμενον γράφει ἀδηκότες ἡδέϊ ὕπνῳ κοιμήσωνται. ἔτι δὲ καὶ νῦν λέγομεν ὕπνου μεστὸν οὐ τὸν ἐξυπνωκότα, ἀλλὰ τὸν πολὺ τὸ ὑπνωτικὸν ἐν αὑτῷ ἔχοντα.
101. καὶ διὰ νύκτα] τοῦτο πρὸς καιρὸν εἴρηκεν ὁ Ἀγαμέμνων
ἕνεκα τοῦ ἐκπλῆξαι τὸν Νέστορα, ἐπεί τοι οὐκ ἦν ἔθος αὐτοῖς νυκτὸς
πολεμεῖν.
105. πού νυν] τὸ νῦν ἐνθάδε συσταλτέον διὰ τὸ μέτρον, ὥσπερ καὶ ἐπὶ τοῦ “δεῦρό νυν ἢ τρίποδος” (Il. 23, 485).
109. δουρὶ κλυτόν] τὸ κλυτός, εἰ πτωτικὸν κατάρχοι, ἐν συνθέσει
βαρύτονόν ἐστι, τοξόκλυτος ὀνομάκλυτος, εἰ δὲ ἄπτωτον, φυλάσσει
τὸν αὐτὸν τόνον, περικλυτός ἀγακλυτός. διὸ σημειωτέον τὸ ναυσικλυ-
τός ὀξυνόμενον. ὅτι γὰρ σύνθετόν ἐστι, δῆλον ἐκ τοῦ μένειν τὸ α τῆς
ναυσί δοτικῆς· κατʼ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ η λέγεται
ἢ διὰ τοῦ ε, ἐν δὲ συνθέσει διὰ τοῦ α, Ναυσικάα Ναυσίθοος. τὸ μὲν
οὖν δουρὶ κλυτὸς ἐν παραθέσει ἐστίν.
110. * τὸ ε περιττόν.
Αἴαντα ταχὺν] ὅτι πλησίον τοῦ Λοκροῦ Αἴαντος ὁ Μέγης
*Φυλέος ἄλκιμον νἱόν] τὸν Μέγητα.
112. πρὸς τὰ περὶ τοῦ ναυστάθμου, ὅτι πλησίον ὁ Ἰδομενεὺς Αἴαντος τοῦ Τελαμωνίου ἐνενεωλκήκει.
115. *νεμεσήσεαι] γράφεται νεμεσήσεται.
116. ὅτι τὸ πονέεσθαι ἐπὶ τοῦ ἐνεργεῖν. καθʼ ἑαυτὸ δὲ ἀνα- γνωστέον τὸ “ὡς εὕδει” ἐν θαυμασμῷ, ἢ τοῖς ἄνω συναπτέον, νεικέσω ὡς εὕδει.
117. *διὰ τὴν αὐτὴν αἰτίαν.
118. *ὅτι ἀνεκτὸς ἡ χρειώ, οὐκ ἀνεκτή.
120. *ὅτι περισσὸς ὁ και.
122. οὔτ’ ὄκνῳ εἴκων] φιλαδέλφως ἀπολογεῖται. δύο δέ ἐστι δι’
ὧν γίνεται ἡ ῥαθυμία, ἀμέλεια καὶ ἄνοια· καὶ ἐν Ὀδυσσείᾳ “νήπιος
ἠὲ χαλίφρων, ἠὲ ἑκὼν μεθιεῖ” (Od. 4, 371), ὥστε τὸ δοκοῦν ἁμάρ-
τημα εἰς ἐγκώμιον τῆς πειθαρχίας περιίσταται.
123. ἀλλʼ ἐμέ τʼ εἰσορόων] ἀλλʼ εἰς ἐμὲ ἀποβλέπων. οὔτε τὸν
Νέστορα συκοφάντην ἐποίησεν οὔτε τὸν Μενέλαον ἀργόν. ἅμα δὲ
καὶ τὸν φιλάδελφον ἐμφανίζει, ὅτι ἐγὼ ὑπὲρ αὐτοῦ πάντα ποιῶ,
κἀκεῖνος ἐκδέχεταί μου τὴν ὁρμὴν, οἷον εἶναι δεῖ νεώτερον ἀδελφὸν
πρὸς πρεσβύτερον.
124. ὁ Ἰξίων μέγʼ ἐπέγρετο. καὶ μήποτε ἡ Ἀριστάρχειος οὕτως εἶχεν.
*ἐν ἄλλῳ μέγʼ ἐπέγρετο.
127. ἐν φυλάκεσσ’· ἵνα γάρ σφιν] ὅτι Ζηνόδοτος γράφει ἵνα γάρ
μιν. ἔστι δὲ ἑνικὸν τὸ μίν, βούλεται δὲ ὁ ποιητὴς διὰ τοῦ σφίν
αὐτοῖς σημῆναι. διὸ καὶ ἑξῆς ἐπιφέρει “κείνους δὲ κιχησόμεθα.”
*ἠγερέεσθαι] διὰ τοῦ θ αἱ Ἀριστάρχου, ἠγερέθεσθαι.
129. *ἔξω τοῦ τ, οὔ τίς οἱ.
130. *χωρὶς τοῦ σ, ἐποτρύνει καὶ ἀνώγει. .
134. διπλῆν, ἐκταδίην] οἰκεία στολὴ τῷ γέροντι διὰ τὸ γῆρας καὶ τὴν νύκτα.
οὔλη] ὡς κούρη· οὕτως γὰρ καὶ τὸ ἀρσενικὸν αὐτοῦ ἐβαρύνετο
“οὔλων τε ταπήτων” (Il. 16, 224). τούτῳ συγκατατίθεται καὶ ὁ
Ἀσκαλωνίτης καὶ Ἀλεξίων καὶ Ἀρίσταρχος. καὶ μήποτε ἀνάλογος
ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις πρὸς τὴν κοινὴν συνήθειαν, εἴ γε ὀξυτο-
νοῦσι τὸ ὄνομα, λέγοντες οὐλὸς ἄνθρωπος καὶ οὐλὴ κόμη. οὐ δέον δέ·
τὰ γὰρ εἰς λος λήγοντα δισύλλαβα, μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο
σύμφωνον, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ μεθʼ ἑτέρου φωνήεντος,
βαρύνεται, πόλος στόλος θόλος κοῖλος δοῦλος. οὕτως καὶ οὖλος.
προσέθηκα δὲ μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον διὰ τὸ μοχλός
πολλός, τὸ μέντοι θολός ὀξυνόμενον πρὸς ἀντιδιαστολήν ἐστι.
137. γελοίως τινὲς στίζουσι μετὰ τὸ πρῶτον. συναπτέον οὖν αὐτὸ τοῖς ἑπομένοις· ἔστι γὰρ τὸ ἑξῆς, ἔπειτα Ὀδυσσέα πρῶτον ἐξ ὕπνου ἀνέγειρεν. ἔστι γάρ τι καὶ ἐν τοῖς μετὰ ταῦτα πρῶτον.
140. κλισίης] κλισία ἡ σκηνὴ, ἔνθα ἀνέκλινον τὰ ἄρματα καὶ αὐτοὶ ἐκοιμῶντο κείμενοι.
σημειοῦνταί τινες ὅτι ἔνδον καθεύδει Ὀδυσσεὺς, ἀλλʼ οὐχ ὁ Διομήδης· “ἐκτὸς ἀπὸ κλισίης” (151).
141. *ἐπί] γράφεται κατὰ νῆας.
142. *ἀμβροσίην] γράφεται καὶ ὀρφναίην.
ὅ τι δὴ χρειῶ τόσον ἵκει] ὥσπερ ἐν ἀρχῇ (37) τίφθ’ οὕτως, οὕτως
καὶ νῦν ἀντὶ τοῦ τί δὴ χρειὼ τόσον ἵκει. ἡ δὲ τῶν ἀναφορικῶν καὶ
ἀορίστων ἐναλλαγὴ πρὸς τὰ πευστικὰ συνήθης, ὡς κἀκεῖ “ὁπποίης
δʼ ἐπὶ νηός” (Od. 1, 171) ἀντὶ τοῦ ποίας. στικτέον δὲ ἐπὶ τὸ
ἀμβροσίην.
146. *ἀλλʼ ἕπευ] Ἀρίσταρχος χωρίς τοῦ υ, ἀλλʼ ἔπεʼ ὄφρα.
147. οὐ καθʼ ἓν διασταλτέον, βουλεύειν, φεύγειν, μάχε- σθαι, ἀλλὰ συναπτέον ὅλον τὸν στίχον· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστιν, ὃν ἐοικός ἐστι βουλεύεσθαι περὶ τοῦ ἢ μάχεσθαι ἢ φεύγειν.
151. ἐκτὸς ἀπὸ κλισίης] στρατιωτικὸν τὸ αἰθριοκοιτεῖν· δείκνυσι δὲ ὡς οὐ λόγῳ μόνῳ θρασύς.
152. εὗδον, ὑπὸ κρασὶν δʼ] διὰ τὴν μεθʼ ἡμέραν ταλαιπωρίαν
153. ὄρθ’ ἐπὶ σαυρωτῆρος] ἐν τῇ Ἀριστοφάνους σαυρωτῆρας πληθυντικῶς. σαυρωτὴρ δέ ἐστι τὸ ἀπολῆγον μέρος τοῦ δόρατος, ὅπερ ἀντίκειται τῇ αἰχμῇ, ὃν καὶ οὐρίαχον καλοῦσιν.
158. ὅτι ἐντεῦθεν εἰς τὴν Ὀδύσσειαν (15, 45) μετάκειται ἐπὶ τοῦ Πεισιστράτου ἐπὶ κλινιδίου καθεύδοντος παρὰ Μενελάῳ. πρὸς τί οὖν ποδὶ, ἀλλʼ οὐχὶ τῇ χειρίς νῦν μὲν γὰρ εἰκότως ἐπὶ τῆς γῆς κοιμώμενον οὕτως ἐγείρει.
159. *διχῶς ὁ Ἀρίσταρχος, ἔγρεο καὶ ὄρσεο.
*ἀωτεῖς] ἀπανθίζεις, παρὰ τὸ ἄωτον, ὅ ἐστιν ἄνθος, ἢ κοιμᾷ παρὰ τὸ ἀέσαι τὸ κοιμᾶσθαι.
160. ἐπὶ θρωσμῷ πεδίοιο] τόπος ἐστὶν ὑψηλὸς ἐν τῷ πεδίῳ πρὸ τῆς Ἰλίου, ὃς ὀνοματικῶς καλεῖται Θρωσμὸς, ὡς καὶ ἕτερος Καλλικολώνη, ᾧ στρατοπέδῳ ἐχρῶντο οἱ Τρῶες, εἴ ποτε τῆς πόλεως ἔξω τάσσοιντο.
161. ὀλίγος δέ τι] διὰ τοῦ ε, ὀλίγος δέ τε, αἱ Ἀριστάρχειοι. γράφεται δὲ καὶ ὀλίγος δʼ ἀπὸ χῶρος ἐέργει.
164. *Ἀρίσταρχος ὀλίγος δέ τε. γρ. δὲ καὶ ὀλίγος δʼ ἀπὸ χῶρος ἐέργει.
σχέτλιος ὁ ἄξια πράσσων ἀγανακτήσεως. εἰώθαμεν δὲ ἀμε-
λείας κρινόμενοι φιλοπονωτέρους τοῦ δέοντος ἀποφάσκειν τοὺς
ἐγκαλοῦντας, τῷ ἐπαίνῳ ἐκείνων τὸν ἴδιον ἀπολυόμενοι ψόγον, οὐχ
ἑαυτοὺς ἧττον τοῦ δέοντος φάσκοντες πονεῖν, ἀλλʼ ἐκείνους τοῦ
δυνατοῦ περαιτέρω.
σχέτλιός ἐσσι, γεραιέ] ὅτι σεπτικῶς τὸ σχέτλιος καὶ οὐ
μεμπτικῶς, εἰς ἑαυτὸν ἀγνώμων· καὶ ὅτι πόνον τὴν ἐργασίαν.
*συναπτέον ἕως τοῦ γεραιέ.
167. ὅτι τὸ ἀμήχανος δύο σημαίνει, ἓν μὲν ἀνίκητος, ἓν δὲ ἀντὶ τοῦ πρὸς ὃν οὐκ ἔστι μηχανὴν εὑρεῖν. ὅπερ καὶ νῦν σημαίνει, ἵνα τῶν πόνων ἀποστῇ. ἢ κακοπίαστος καὶ πρὸς πάντα ἕτοιμος.
168. *ἐν ἄλλῳ τὸν δʼ ἠμείβετ’ ἔπειτα.
169. * φίλος] Ἀριστοφάνης τέκος.
173. ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς] ἀντὶ τοῦ τὰ πράγματα ἡμῶν τριχὸς ἤρτηται, ὅ ἐστιν ἐν ἐσχάτῳ κινδύνῳ ἐστὶν καὶ ἐπὶ ὀξύτητος κινδύνων, μεταφορικῶς. συσταλτέον δὲ διὰ τὸ μέτρον τὴν ξυ συλ- λαβήν.
175. Αἴαντα ταχὺν καὶ Φυλέος υἱόν] ὅτι διαστέλλει τῷ ἐπιθέτῳ
τὸν Λοκρὸν τοῦ Τελαμωνίου, καὶ πρὸς Ζηνόδοτον γράφοντα ἐκεῖ( Il.
19, 239) “Φυλείδην τε Μέγην τε,” τὸν Φυλείδην οἰόμενον ὄνομα
κύριον.
176. *οὕτως διὰ τοῦ ν ἄνστησον αἱ Ἀριστάρχου.
*διὰ μέσου τὸ σὺ γάρ ἐσσι νεώτερος.
180. *ἐν ἀγρομένοισιν ἔμιχθεν] ἐν ἄλλῳ, ἐν ἀγρομένοισι γένοντο.
182. εἵατο] καθέζονται μὲν, ἵνα μὴ ἡ ἀνάκλισις ὕπνον ἐμποιήσῃ, οὐχ ἑστᾶσι δὲ, ἵνα μὴ πρὸ τῆς χρείας κάμωσιν.
187. ὅτι σαφῶς τὸ νήδυμος σὺν τῷ ν. καὶ ἐπὶ τῶν ἀμφιβόλων
οὖν οὕτως γράφεται.
188. φυλασσομένοισι] ὅτι ἀντὶ τοῦ φυλάσσουσι, παθητικὸν ἀντὶ ἐνεργητικοῦ.
189. ὅτι οὐ λέγει, ὁππότʼ ἀκούοιεν τῶν Τρώων ἐπιόντων, τότε
πρὸς τὸ πεδίον τετραμμένοι ἦσαν· οὐδὲ γὰρ ἐπεληλύθεισαν· ἀλλὰ
φοβούμενοι μὴ ἐπελεύσονται οἱ Τρῶες, τετραμμένοι ἦσαν πρὸς τὸ
πεδίον.
194. τάφροιο διέσσυτο] διέβη διὰ τῆς τάφρου, ἵνα μὴ θόρυβος
ἐν τῷ στρατοπέδῳ γίνηται, τὴν μὲν σύνοδον ὁρώντων, τὴν δὲ αἰτίαν
ἀγνοούντων. ἢ ἵνα μὴ γνῶσιν ὅτι κατάσκοποι πέμπονται, ἢ εἰς
εὐθυμίαν τῶν κατασκόπων, ἵνα ἀφοβώτερον τνγχάνωσιν ἐγγὺς ὄντων.
195. *βουλήν] ὅτι ἐλλείπει ἡ εἰς, ἵνʼ ᾖ εἰς βουλήν.
199. * πρὸς Ἴστρον, ὅτι οὐ γέγονε νεκρῶν ἀναίρεσις.
*τὸ ἑξῆς ἐν καθαρῷ νεκύων, ὅθι διεφαίνετο χῶρος.
202. πίφαυσκον] ἐνεφάνιζον, ἔλεγον. φῶ φαύω καὶ πιφαύθ,
πιφαύσκω.
203. *μύθων ῆρχε] ἐν ἄλλῳ τοῖσι δὲ καὶ μετέειπε.
204. ἑῷ αὐτοῦ] ὅτι κατὰ τὸ πλῆρες τὰ τοιαῦτα ἐκφέρει ἑῷ αὐτοῦ
καὶ “ἀλλ’ ἐμὸν αὐτοῦ χρεῖος” (Od. 2, 45) καὶ τὰ τοιαῦτα· καὶ
206. ἤτοι διασταλτέον ἐπὶ τὸ ἐλθεῖν, ἵνα στίζωμεν ἐπὶ τὸ
Ἀχαιούς καὶ ἀπʼ ἄλλης ἀρχῆς εὐκτικῶς ᾖ λεγόμενα τὰ ἑξῆς
“ταῦτά τε πάντα πύθοιτο·” ἢ στικτέον ἐπὶ τὸ ἐλθεῖν καὶ ἀπὸ
ἄλλης ἀρχῆς “εἴ τινά που δηίων ἕλοι ἐσχατόωντα,” ἵν’ ὑποστίζωμεν
ἐπὶ τὸ ἐσχατόωντα [καὶ σφίσιν] καὶ Ἀχαιούς καὶ πύθοιτο
καὶ ἀσκηθής, τοῦ λόγου τοιούτου γινομένου· εἴ τινα τῶν πολεμίων
ἀνέλοι καὶ γνοίη τί βουλεύονται οἱ Τρῶες, καὶ ταῦτα πυθόμενος
ὑποστρέψειε, μεγάλην ἂν ἔχοι δόξαν.
207. φῆμιν] εἰώθασιν οἱ πολεμούμενοι φήμας τινὰς λέγειν ἐν
ἑαυτοῖς, οἷον Λακεδαιμονίων βουλευομένων ποῖον χωρίον ἐπιτειχίσουσι
τῆς Ἀττικῆς, Ἀλκιβιάδης συνεβούλευσε πέμπειν εἰς Ἀθήνας κατα-
σκόπους, οἵτινες παραγενόμενοι ἤκουσαν αὐτῶν τῶν Ἀθηναίων δια-
λεγομένων ὅτι τὴν Δεκέλειαν μέλλουσιν ἐπιτειχίζειν οἱ πολέμιοι·
καὶ οὕτως Λακεδαιμόνιοι ἐπετείχισαν τὴν Δεκέλειαν.
208, 209, 210. ὅτι κακῶς ἐν τοῖς μετὰ ταῦτα (409) κεῖνται, ὅτε τὸν Δόλωνα συλλαμβάνουσιν οἱ περὶ Διομήδη. τὴν δὲ σφίσι νῦν ὀρθοτονητέον, καὶ διὰ τὴν σύνταξιν καὶ διὰ τὴν μετάληψιν· εἰς γὰρ σύνθετον.
215. * ὅτι νυκτερινὴ ἡ πρᾶξις ἦν.
216. διὰ τί μέλανα καὶ ὑπόρρηνα ἐπαγγέλλεται τὰ πρόβατα ; καὶ ῥητέον ὅτι μέλανα μὲν, ἐπεὶ νυκτὸς ἐπορεύοντο, ὑπόρρηνα δὲ συμβόλῳ τινὶ αἰσίῳ, ἵνα ἔγκαρπον τὴν πορείαν ποιήσωνται.
θῆλυν ὑπόρρηνον] ὅτι ἡ μὲν ἐπαγγελία τοῦ δώρου ῥητὴ, τὸ δὲ
ἀποτέλεσμα ὑποσεσιώπηται· δεῖ δὲ ἡμᾶς συνεκδέξασθαι.
217. εἰλαπίνῃσιν] ἑορταῖς, ὅτε κατὰ εἴλας πίνωσιν. εἴρηται δὲ οὕτως παρὰ τὸ ἐλάσαι, ὅ ἐστι ταράσσεσθαι.
218. *ἀκὴν ἐγένοντο] ἴδιον γὰρ τῶν Ἑλλήνων τὸ προσκέπτεσθαι.
222. ἤτοι στικτέον ἐπὶ τὸ ἄλλος, ἵνʼ ᾖ ὁ λόγος εὐκτικὸς, ἀλλ’
εἴθε, ἢ παρακελευστικὸς, ὡς προείρηται· ἢ ὑποστικτέον ἐπὶ τὸ
ἄλλος, ἵνʼ ᾖ ἀνταπόδοσις τὰ ἐπιφερόμενα “ μᾶλλον θαλπωρή.”
223. * ἤτοι στικτέον ἢ συναπτέον τοῖς ἑξῆς.
224. σύν τε δύʼ ἐρχομένω] πρὸς τὸ σχῆμα, ὅτι ὅμοιόν ἐστιν
ἐκείνῳ “ἄμφω δʼ ἑζομένω” (Il. 3, 210). συνερχόμενοι δύο ἀντὶ
τοῦ συνερχομένων. ἔνιοι δὲ μὴ νοήσαντες τὸ ν προστιθέασι, κακῶς.
ἄλλως. ἀντὶ τοῦ δυεῖν συνερχομένων ὁ ἕτερος πρὸ θατέρου πολλά-
κις ἐλογίσατο· ἢ ὑπὲρ τοῦ ἑτέρου, ὡς “ πρό τε παίδων καὶ πρὸ
γυναικῶν”(Il. 8, 57).
μάλα καλῶς ἡμᾶς ἐδίδαξε κοινωνεῖν ἀλλήλοις ἐν ταῖς βουλαῖς. ὁ μὲν γὰρ εἷς τάχα μὲν οὐδὲ νοήσει ῥᾳδίως, εἰ δὲ καὶ τοῦτο, ἀλλʼ ἀνόνητα· οἱ δὲ δύο στερροποιοῦσιν ἀλλήλους τῇ κοινωνίᾳ.
225. οὕτως Ἀρίσταρχος, μοῦνος δʼ εἴπερ τε, καὶ οἱ ἀπὸ τῆς σχολῆς.
ὅτι περισσὸς ὁ τέ.
226. ὅτι οἱ γλωσσογράφοι βράσσων ἀντὶ τοῦ ἐλάσσων ἀπὸ
τοῦ βραχύς· ἀλλʼ οὐδαμοῦ κέχρηται τούτῳ Ὅμηρος. ἀποδοτέον οὖν
βρασσόμενος, ταρασσόμενος διὰ τὸ δέος, οὐχ ἑστηκὼς διὰ τὴν ἀγω-
νίαν. ἅπαξ δὲ ἐνταῦθα κέχρηται τῇ λέξει.
231. ὅτι τλήμονα οἱ νεώτεροι τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος τὸν τλη- τικὸν, τὸν ὑπομενητικόν.
240. ἀθετεῖται, ὅτι περισσὸς ὁ στίχος καὶ παρέλκων, καὶ μὴ
ἐπιλεγόμενος ἀπαρτίζει τὴν διάνοιαν. ἡ δὲ διπλῆ, ὅτι ἔξωθεν ἐκ τοῦ
ἰδίου προσώπου ἀναφωνεῖ, ὡς καὶ τὸ “νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς
ὑπὸ κῆρας ἀλύξας” (Il. 12, 113). οὐδὲ ἐν τῇ Ζηνοδότου δὲ ἦν.
242. ὅτι ἕταρον νῦν οὐ φίλον, ἀλλὰ συνεργὸν λέγει. ἡ δὲ ἀνα- φορὰ πρὸς τὸ ἑταρίσσαιτο (Il. 13, 456) ἀντὶ τοῦ συνεργὸν λάβοι.
κελεύετέ μʼ αὐτὸν] Ἀλεξίων τὸ ε τῇ ἀντωνυμίᾳ δίδωσιν, οὐ τῷ
ῥήματι τελικὸν, καὶ δοκεῖ ὀρθοτονεῖν, ὡς εἰ καὶ συνθέτως ἐλέγετο.
ἐμαυτόν. καὶ τοῦτό γε ἐχρῆν εἶναι· ἀεὶ γὰρ αἱ τοῦ πρώτου προσ-
ώπου ἀντωνυμίαι προτασσόμεναι τῆς αὐτός ὀρθοτονοῦνται. ὁ μέντοι
Ἀσκαλωνίτης καἰ Ἀρίσταρχος ἐγκλιτικῶς ἀνεγνώκασιν, ἐπὶ τὴν τε
244. οὗ περὶ μὲν πρόφρων] ἀληθῶς ὁ ἐν τοῖς κινδύνοις ἔπαινος
χρήσιμος, παρωσάμενος πᾶσαν αἰδῶ καὶ ἀμέλειαν. ἅμα δὲ καὶ τοῖς
ἄλλοις ἀπολογεῖται, οὐ διʼ ἀνδρείαν φήσας αὐτὸν δέχεσθαι, ἀλλὰ
διὰ φρόνησιν.
246. ἑσπομένοιο] δύναται καὶ σπομένοιο, ὥς φησιν ὁ Ἀσκα-
λωνίτης· καὶ ὅμοιόν ἐστι τοῦ “ὁ δὲ σπόμενος περὶ δουρί” (Il. 13,
570). εἰ δὲ Ἀρίσταρχος δασύνει τὸ “εἰ δὲ σὺ, ὦ μέγʼ ἀναιδὲς, ἅμʼ
ἑσπόμεθʼ ” (Il. 1, 158), ἀνάγκη πᾶσα κατʼ αὐτὸν δασύνειν καὶ τὴν
μετοχὴν καὶ ἀπὸ τοῦ ε ἄρχεσθαι.
247. περίοιδε] οἱ μὲν ὡς σύνοιδε ἀνέγνωσαν, ἓν ποιοῦντες καὶ τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν· οἱ δὲ κατὰ παράθεσιν, ἵνα γένηται περισσῶς οἶδε. δύναται δὲ καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖσθαι, ὡς καὶ Ἀρίσταρχος βούλεται.
249. μήτʼ ἄρ με μάλʼ αἴνεε] δῆλός ἐστιν ὁ ποιητὴς ἀρχὴν τοῦ
ἀποφθέγματος τῷ σοφῷ Πιττακῷ δεδωκὼς, εἰπόντι τὸ μηδὲν ἄγαν·
ἄλλο γὰρ οὐδὲν δηλοῖ τὸ τοῦ ποιητοῦ ἢ τοῦτο. ζητεῖται δὲ πῶς
Ὀδυσσεὺς νῦν μὲν ἐπαινούμενος ἄχθεται, παρὰ δὲ τοῖς Φαίαξι
φίλαυχός ἐστι. ῥητέον ὅτι ἐνταῦθα μὲν παραιτεῖται τὸν ἔπαινον,
ἐπεὶ προείληφεν ἡ γνῶσις, παρὰ δὲ τοῖς Φαίαξιν οὐδαμῶς ἀρνεῖται,
ἵνα γνωσθεὶς μᾶλλον τῆς ἐπανόδου τύχῃ.
252. ἄστρον ἐστὶν ἀστέρων συμφόρημα, ὡς Ὠρίων, ὀφιοῦχος· ἀστὴρ δὲ, ὡς ὅταν λέγωμεν Ἀφροδίτης ἀστὴρ ἢ Διός.
διὰ τὸ πολυθρύλητον ζήτημα καὶ τὰς γεγονυίας ἀποδόσεις. γρά-
φεται καὶ οὕτως “ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων
νὺξ τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.” τριφύλακος
γὰρ ἦν καθʼ Ὅμηρον ἡ νύξ. καὶ ἐν ἄλλοις “ἔσσεται ἠὼς ἢ δείλη
ἢ μέσον ἦμαρ” (Il. 21, 111). οὕτως καὶ Δωρόθεος ἐν τριακοστῷ
πρώτῳ τῆς Ἀττικῆς λέξεως ἀξιοῖ γράφειν, τὴν μὲν πρώτην διὰ τῆς
οι διφθόγγου, τὴν δὲ δευτέραν διὰ τοῦ ω, παροίχωκεν, ἀποτεινό-
μενος πολλὰ πρὸς Ἀριστόνικον καὶ Τρύφωνα ἄλλως γράφοντας,
253. * Αρίσταρχος παρῴχωκεν.
ἀθετεῖται, ὅτι αὔταρκες τὸ κεφαλαιωδῶς εἰπεῖν “ἄστρα δὲ δὴ
προβέβηκε·” τὸ γὰρ τοῦ καιροῦ τοῦτο ἀπαιτεῖ· τὸ δὲ προσδια-
σαφεῖν κατὰ τὸ ἀκριβὲς τὸ παρεληλυθὸς καὶ τὸ περιλειπόμενον
ὥσπερ ἀστρονόμου τινός. οὐχ Ὁμηρικὸν δὲ καὶ τὸ τῶν δύο. οἱ δύο
μὲν γὰρ λέγει καὶ τοὺς δύο, τῶν δύο δὲ ἢ τοῖς δύο οὐκ ἔστιν εὑρεῖν
παρʼ Ὁμήρῳ. Ζηνόδοτος οὐδὲ ἔγραφεν. Ἀριστοφάνης ἠθέτει.
256. * τὸ ἑξῆς φάσγανον ἄμφηκες καὶ σάκος· τὰ δὲ ἄλλα
διὰ μέσου.
258. ἡ διπλῆ, ὅτι κυνέην μὲν καταχρηστικῶς τὴν ἐκ ταυρείου δέρματος, ἄφαλον δὲ καὶ ἄλοφον κατʼ ἐπιτήδευσιν, ἵνα λανθάνῃ· φάλοι γὰρ τὰ ἐπὶ τῶν περικεφαλαιῶν λαμπρὰ ἀσπιδίσκια, λόφοι δὲ αἱ τριχώσεις.
φάλος ὀμφαλός ἐστι μικρὸς, ἀσπίδι μικρᾄ παραπλήσιος. κεῖται
δὲ κατὰ τὸ μέτωπον, ὑπερέχων τῶν ὀφθαλμῶν, ἀποσκιάζων τὴν
αὐγὴν τοῦ ἡλίου, οἷαι τῶν Κορυβάντων αἱ κόρυθες καὶ τῶν παλλαδίων.
ὅτι δὲ κατὰ τὸ μέτωπόν ἐστιν ὁ φάλος δῆλον ἐκ τούτων
“τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον, ἐν δὲ μετώπῳ πῆξε” (Il. 4,
459), κἀκ τοῦ “ψαῦόν θʼ ππόκομοι κόρυθες λαμπροῖσι φάλοισι”
(II.13.132).
*Ἀρίσταρχος ἄλοφον.
καταῖτυξ] εἶδος περικεφαλαίας, ἀπὸ τοῦ κάτω τετύχθαι καὶ μὴ
ἔχειν λόφον, ἀλλὰ κοίλην εἶναι. ἡ καταῖτυξ προπερισπᾶται. πάντα
τὰ εἰς υξ συστέλλει τὸ υ, τὰ μέντοι διὰ τοῦ κ κλινόμενα ἐνἱοτε
ἐκτείνει τὸ ν· τὸ γὰρ “κήρυκι ἠπυτίδῃ (Il. 17, 324) συνέσταλται
διὰ τὸ μέτρον.
262. * πρὸς τὸ λαθεῖν τὴν περικεφαλαίαν.
265. πῖλος ἀρήρει] ὅτι τὸ κοινὸν καὶ συμβεβηκὸς ταῖς περι-
μέσση δʼ ἐνὶ πῖλος ἀρήρει] καὶ τοῦτο ὁμοίως τῷ προκειμένῳ ἀναγνωστέον.
266. *ὅτι ὁμώνυμος οὗτος τῷ τοῦ Φοίνικος πατρὶ Βοιωτός.
Ἐλεῶνος] εἰσὶν οἳ ψιλοῦσιν· ὁ δὲ Ἀσκαλωνίτης φησὶ δασύ- νεσθαι. ἔστι δέ τινα ἃ ἱστορίᾳ τοπικῇ κατέχεται. οὕτως οὖν καὶ ἐπὶ τούτου· ἱστοροῦσι γὰρ οὕτως δασέως τὴν πόλιν λέγεσθαι. πῶς οὖν ἐν τῷ καταλόγῳ ψιλῶς ἀνέγνωμεν “οἵ τʼ Ἐλεῶν εἶχον” (Il. 2, 500); φασὶ γὰρ κἀνταῦθα τὴν Βοιωτιακὴν εἶναι πόλιν.
267. Αὐτόλυκος] ὁ Ἑρμοῦ υἱὸς, κλεπτίστατος ἀνθρώπων.
268. Σκάνδειαν δʼ ἄρα] ὅτι οὕτως εἶπεν ἀντὶ τοῦ εἰς Σκάνδειαν
ἀπέστειλεν, ὡς “πεύθετο γὰρ Κύπρονδε” (Il. 11, 21) ἀντὶ τοῦ εἰς
Κύπρον ἠκούετο διὰ τὸ διαγγέλλεσθαι ἐκ τόπου εἰς τόπον. Σκάνδεια
δὲ πολισμάτιον Κυθήρων. ἀγνοήσαντες δέ τινες τὸ ὄνομα ἐνόμισαν
εἶδος περικεφαλαίας τὴν σκάνδειαν ὡς στεφάνην. Κύθηρα δὲ νῆσος
τῆς Λακωνικῆς, ἐν ἡ λαμπρῶς τιμᾶται Ἀφροδίτη· διὸ καὶ Κυθέρεια
ἐπιθετικῶς ἡ θεός.
273. κατʼ αὐτόθι] φασὶ παρέλκειν τὴν κατά· διὸ φυλάσσειν τὸν
αὐτὸν τόνον. κἂν μὴ παρέλκῃ δὲ, συντάσσηται δὲ τῷ λιπέτην, οὐ
δύναται ἀναστρέφεσθαι κατὰ δύο τρόπους, καὶ ἐπεὶ συνήλειπται καὶ
ἐπεὶ μεταξὺ πέπτωκεν ὁ δέ σύνδεσμος.
274. ἐρωδιόν] εἰκότως ἡ Ἀθηνᾶ ἐπιπέμπει αὐτοῖς ἐρωδιόν· τοῖς
γὰρ ἐπὶ λαθραίους πράξεις ἀπιοῦσιν αἴσιος. ἄλλως τε ὅτι καὶ διʼ
ἑλώδους ἐβάδιζον τόπου· ἕλειον δὲ καὶ τὸ ζῷον. διὰ τί δὲ οὐκ εἶπε
μᾶλλον τὴν γλαῦκα, οὖσαν ἱερὰν τῆς Ἀθηνᾶς; λυτέον οὖν τὸ ἄπορον
καιρῷ καὶ τόπῳ· διατρίβει γὰρ τὸ ὄρνεον περὶ τοὺς ἑλώδεις τόπους,
καὶ θηρευτικὸν τὸ ζῷον. ἱστορεῖ περὶ αὐτοῦ Ἀριστοτέλης ἐν τῷ περὶ
ζῴων (l. an. 9, 18).
275. οὐκ ἴδον] ὅτι καὶ αὐτοὶ ὑπὸ πολεμίων ἔμελλον οὐχ ὁραθέντες
277. χαῖρε δὲ τῷ ὄρνιθι] ὅτι ἐπὶ τῷ ὄρνιθι. καὶ ἐν Ὀδυσσείᾳ “καί τε σφιν ἰαίνομαι εἰσορόωσα” (19, 537)· ἐπʼ αὐτοῖς.
281. ὅτι τὸ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω, καὶ ὅτι Ἰακὸν τὸ συστέλ-
λειν, εὐκλεῖας καὶ δυσκλέα· οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὰ τοιαῦτα.
εὐκλεῖας προπερισπαστέον· ἐκ γὰρ τοῦ εὐκλέας ἐγένετο κατʼ ἐπέν- θεσιν τοῦ ι. λέγει γὰρ, δὸς ἡμᾶς εὐκλεεῖς καὶ ἐνδόξους. οἱ δὲ ἐκτεί- νοντες ἄνευ λόγου ἐκτείνουσιν.
* ὅτι ὁ κε σύνδεσμος περιττός.
286. τὸ ἐς Θήβας δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπο- μένοις συντάττεσθαι. ἡ διπλῆ δὲ, ὅτι ἡ πρό ἀντὶ τῆς ὑπέρ.
288. αὐτὰρ ὁ μειλίχιον] ὁ δὲ Τυδεὺς, φησὶ, προσηνῆ καὶ πρᾶον λόγον ἔφερε τοῖς Θηβαίοις· ἀπῄει γὰρ προκηρυκευσόμενος περὶ δια- λύσεων καὶ εἰρήνης.
290. ἐνόμισάν τινες εἶναι θηλυκὸν τὸ πρόφρασσα, οὐκ ἔστι δὲ
ἀληθές· Φιλόξενος γὰρ ἐν τῷ περὶ μονοσυλλάβων φησὶν ὅτι ἔστιν
ἰδιότυπος ῥηματικὸς χαρακτήρ· καὶ ὡς παρὰ τὸ βήσω βῆσα καὶ
βῆσσα, ἄξω ἄξα καὶ ἄμαξα, πείσω πεῖσα “τῷ δʼ ἄρʼ ἐν πείσῃ κρα-
δίη μένε τετληυῖα” (Od. 20, 23), οὕτω καὶ ἀπὸ τοῦ φρῶ φρήσω
φρῆσα, κατὰ τροπὴν φράσσα καὶ πρόφρασσα. ἔστι δὲ τὸ φρῶ, ὥς
φησιν, ἀπὸ τοῦ προΐω, πρῶ κατὰ συγκοπὴν, καὶ τροπῇ τοῦ π εἰς φ
φρῶ· ἔστιν οὖν τὸ πρόφρασσα παρὰ τὸ προῖέναι καὶ προθυμεῖσθαι.
μέμνηται Ὠρίων τούτων ἐν τῷ περὶ ἐτυμολογιῶν.
291. οὕτω χωρὶς τοῦ σ παρίσταο αἱ Ἀριστάρχου. Ζηνόδοτος
παρίσταο καὶ πόρε κῦδος· χωρὶς δὲ τοῦ σ καὶ αὐτός· οὕτως δὲ
καὶ αἱ πλείους εἶχον.
* οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ παρίστασο.
292. Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἀνέγνω ἦνιν ὡς μῆνιν· καὶ
τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον. Τυραννίων δὲ ὀξύνει τὴν πρώτην·
καὶ δῆλον ὅτι δώσει καὶ τὴν ἐπὶ τέλους ἐκτείνεσθαι· ὀξεῖα γὰρ μετὰ
298. διά τʼ ἔντεα] ὅτι ἐντεῦθεν τὸ ἡμιστίχιον μετενήνεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα περὶ τῶν μονομαχούντων “ ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα” (Il. 23, 806), καὶ ὅτι πτῶσις ἐνήλλακται διʼ ἐντέων καὶ μέλανος αἵματος· καὶ πρὸς Ἴστρον, ὅτι οὐ γέγονε νεκρῶν ἀναί- ρεσις, εἰ μὴ ἅπαξ.
299. οὐδὲ μὲν οὐδὲ Τρῶας] ἡ διπλῆ, ὅτι οὐχ ὡς ἡ τῶν ἐπῶν ἔχει
τάξις, οὕτω καὶ τὰ πράγματα. οὐ γὰρ προεληλυθότων ἤδη τῶν περὶ
Ὀδυσσέα καλεῖ τοὺς προβούλους ὁ Ἕκτωρ, ἀλλὰ καθʼ ὃν καιρὸν καὶ
ὁ Ἀγαμέμνων· οὕτω γὰρ καὶ ἑαυτοῖς συμπεσοῦνται οἱ ἀπεσταλμένοι.
διὸ καὶ ἀντιδιασταλτικῶς λέγει, οὐδὲ μὴν οὐδὲ Ἕκτωρ εἴασε τοὺς
Τρῶας εὕδειν.
305. ἐριαύχενας] μεγαλοτραχήλους, πολιούς, ἀπὸ μέρους· τὸ ερι γὰρ μόριον ἐπὶ τοῦ μεγάλου τίθεται, ὡς καὶ τὸ ζα. καὶ ἐνταῦθα δὲ τὸ ἀσύνετον τοῦ Ἕκτορος φαίνεται ὑπισχνουμένου τοὺς Ἀχιλλέως ἵππους, σὓς ἀδύνατον ἦν λαβεῖν.
306. οἵ κεν ἀριστεύωσι] οὕτως Ἀρίσταρχος, οἵ κεν ἄριστοι ἔωσι· ὁ δὲ Ζηνόδοτος αὐτοὺς οἳ φορέουσιν ἀμύμονα Πηλεί- ωνα· Ἀριστοφάνης καλοὺς οἳ φορέουσιν.
* ἐν ἄλλῳ οἵ κεν ἄριστοι ἔωσι.
*ὡς τῶν Ἑλλήνων αὖθις ἡττηθησομένων.
307. οἱ] ὀρθοτονεῖται καὶ περισπᾶται καὶ εἰς σύνθετον μετα- λαμβάνεται.
315. διὰ τί κήρυκος πλουσίου εἴρηκε τὸν Δόλωνα; κήρνκος μὲν οὖν εἰς τὸ εὐχερῶς ὑπακούειν, πλούσιον δὲ εἰς τὸ δυνηθῆναι ἑαυτὸν λυτρώσασθαι, ποδώκην δὲ διὰ τὸ ἐπʼ ἐλπίδι φυγεῖν τοὺς διώκοντας.
*διὰ, τὸ πλουτεῖν γὰρ καὶ ἱπποτροφίας ἐπεθύμει.
317. *μοῦνος ἔην] ἄρσην δηλονότι.
κασιγνήτῃσιν] ὅτι Ζηνόδοτος γράφει κασιγνήτοισι. παραιρεῖται
δὲ τὸ πιθανὸν τοῦ ποιητοῦ· οὐ γὰρ μετὰ ἀρσένων αὐτὸν τεθραμμένον
παρίστησιν, οἷς ἐξισούμενος ἂν εἰς ἀνδρείαν ἐτράπη. τό τε παρα-
κείμενον μάχεται· πῶς γὰρ ἔτι μόνος ἦν, εἰ πέντε ἦσαν;
321. τὸ σκῆπτρον] ἀντὶ τοῦ τοῦτο τὸ σκῆπτρον. ἐφόρει δὲ Ἕκτωρ, ἐπεὶ ἐδημηγόρει.
* οὕτως ἀνάσχεο διὰ τοῦ ο αἱ Ἀριστάρχου.
322. τοὺς ἵππους] ὅτι τὸ τούς οὐκ ἐστιν ἄρθρον, ἀλλʼ ἀντὶ τοῦ τούτους παρείληπται ἐν τάξει ἀντωνυμίας.
323. *οἳ φορέουσιν ἀμύμονα Πηλείωνα] γράφεται καὶ ποδώκεα καὶ ἀμύμονα.
324. οὐδʼ ἀπὸ δόξης] ἤτοι οὐδʼ ὡς δοκεῖν μόνον, ἀλλʼ ἀληθῶς· ἢ οὐδὲ παρὰ τὴν δόξαν ἣν περὶ ἐμοῦ ἔχεις.
326. * μέλλουσιν] ὅτι ἀντὶ τοῦ ἐοίκασι. καὶ οὕτως ἀεὶ κέχρηται
τῇ λέξει.
329. ἴστω] ἐπιστάσθω, γινωσκέτω, μαρτυρείτω· ἴστωρ γὰρ ὁ μάρτυς· “ἴστορα δʼ Ἀτρείδην Ἀγαμέμνονα” (Il. 23, 486).
330. τοῖς ἵπποισιν] ὅτι καὶ νῦν τὸ τοῖς ἀντὶ τοῦ τούτοις τοῖς ἵπποις, ωστε ἔξωθεν προσλαμβάνειν δέον τὸ τοῖς ἄρθρον.
332. ὡς ἐν τῇ συνηθείᾳ, οὕτως καὶ ἐνθάδε τὸ ἐπίορκον. οὕτως καὶ διὰ τοῦ ε τὸ ἐπώμοσεν αἱ Ἀριστάρχον. τοῦτο δὲ ἔξωθεν ἐπιπε- φώνηται, ὅρκον ἐπίορκον ὤμοσεν, οὐχ οἷον ἑκουσίως, ἀλλὰ διὰ τὸ μὴ ἀποτελεσθῆναι τοῦτο ὅπερ ὤμοσεν.
334. πολιοῖο λύκοιο] λευκοῦ λύκου, διὰ τὴν τῆς χρόας ἰδιότητα·
καὶ γὰρ Πελίαν ἐντεῦθέν φασιν ὠνομάσθαι. Τυρὼ γὰρ ἡ Σαλμωνέως
γεννήσασα δύο παῖδας ἐκ Ποσειδῶνος, παρὰ τοῖς Ἐνιπέως τοῦ ποτα-
μοῦ ῥείθροις κατέλιπε. τὸν μὲν οὖν ἕτερον κύων, ἀφαιρεθέντων αὐτῆς
τῶν πόνων, παρέχουσα θηλὴν ἔτρεφε· τὸν δὲ ἕτερον ἵππος κατὰ τὸ
μέτωπον ἐπάτησεν. ἐπελθόντες οὖν οἱ ἱπποφορβοὶ ἀνελόμενοί τε τὰ
παιδία ἔτρεφον, καὶ ὠνόμασαν τὸν μὲν, ἐπεὶ ἐκ συνδρομῆς αἵματος
ἐπελιώθη, Πελίαν, τὸν δʼ ἕτερον, ἐπεὶ κύων κατηλέησεν, Νηλέα.
335. ἐπὶ] ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἵνα γένηται ἐπὶ κρατὶ,
οὐχ ὑγιῶς· μέσος γὰρ πέπτωκεν ὁ δέ. τὸ δὲ ἑξῆς δεῖ διαστέλλειν
κατὰ τὸν ποιητὴν κτιδέην, ἀπὸ τοῦ κ ποιουμένους τὴν ἀρχὴν, ἐπεὶ
ἐν ἑτέροις φησὶ “τοῦ δʼ ἀπὸ μὲν κτιδέην” (458).
ὅτι νῦν μὲν ἀμφίβολον πότερον κτιδέην ἢ συναλοιφὴν ἐκδεκτέον, ἰκτιδέην· διὰ μέντοι τῶν ἑξῆς ἀναμφισβητήτως κτιδέην λέγει “τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην.”
κρατὶ δʼ ἐπὶ κτιδέην] ἀπὸ τοῦ κ ἡ ἀρχὴ, ἐπεὶ καὶ ἐν ἑτέροις
κτιδέην. τοῦτο δὲ κατὰ ἀφαίρεσιν τοῦ λέγεται παρὰ τῷ ποιητῇ.
ὶκτὶς γάρ ἐστιν, ὡς Νίκανδρος “ἰκτίδος ἥ τʼ ὄρνισιν” (Ther. 196).
τὸ γὰρ μονοσύλλαβον οὐ δύναται κατʼ ἔκτασιν οὐδὲ κατὰ συστολὴν
λέγεσθαι. οὔτε γὰρ ἐκτείνεται ὡς κρηπῖδος ψηφῖδος· ταῦτα γὰρ
ὑπὲρ μίαν συλλαβήν· οὕτε συστέλλεται· ἀρκεῖ γὰρ τὸ τίς.
κτιδέη ἡ ἐξ ἰκτίδος δέρματος πεποιημένη. ἰκτὶς δέ ἐστι ζῷον
ὀρνιθοφάγον καὶ πανοῦργον, μεῖζον μὲν γαλῆς καὶ δασύτερον, παρα-
πλήσιον δέ. οἱ δὲ τὴν ἀγρίαν γαλῆν εἶπον.
336. *ἐπὶ νῆας] γρ. ποτὶ νῆας.
338. ὅτι νῦν μὲν ὅμιλον τὸ πλῆθος καὶ ἄθροισμα τῶν Τρώων
λέγει. ἐν μὲν οὖν τῇ Ἰλιάδι πυκνότερον τὴν μάχην ὅμιλον καλεῖ, ἐν
Ὀδυσσείᾳ δὲ τὸ ἄθροισμα.
341. * οὗτός τοι] Ἀρίσταρχος οὗτός τις. ὡμολόγουν καὶ αἱ πλείους.
343. ἤ τινα συλήσων νεκύων] ὁ ἀστερίσκος, ὅτι ἐνταῦθα καλῶς
ὁ στίχος τέτακται, μετὰ ταῦτα δὲ (387) οὐκέτι, λεγόμενος πρὸς
Δόλωνα.
* Ἀρίσταρχος τεθνηώτων.
346. *παραφθαίῃσι] οὕτως σχεδὸν αἱ πᾶσαι.
347. * ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ κέχρηται.
*ποτὶ νῆας] Ἀρίσταρχος ἐπὶ νῆας.
349. ὣς ἄρα φωνήσαντε] οὕτως Ἀρίσταρχος. καὶ θαυμαστὸν
οὐδὲν εἰ Ὀδυσσέως εἰπόντος μόνου συλλήβδην ἔφη ὣς ἄρα φωνή-
σαντε· σύνηθες γὰρ αὐτῷ τὸ τοιοῦτο. ἐν γοῦν τῇ παραποταμίῳ μάχῃ
τοῦ Ποσειδῶνος εἰπόντος μόνου “τοίω γάρ τοι νῶῖ θεῶν ἐπιταρρόθω
εἰμὲν Ζηνὸς ἐπαινήσαντος,ʼ ἐπιφέρει “τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετ᾿
ἀθανάτους ἀπεβήτην” (Il. 21, 287). ἐν μέντοι τῇ Ἀριστοφάνους
καὶ ἄλλαις ἑτέρως ἐφέρετο· “ὣς ἔφατ᾿, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς
Διομήδης· ἐλθόντες δʼ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην.”
* ὅτι τοῦ Ὀδυσσέως εἰπόντος μόνου εἶπεν συλληπτικῶς ὡς ἄρα φωνήσαντε.
*διασταλτέον ἐπὶ τὸ φωνήσαντε.
350. ἀφραδίῃσι] ἀθεωρησίᾳ· ἀπείρηκται γὰρ ἀπὸ διανοίας εἰς αἴσθησιν, ὁμοίως τῷ “τὸν δʼ ἐφράσατο προσιόντα” (339).
351. ἐπὶ] οὐδὲ ἐνθάδε ἀναστρεπτέον· μεταξὺ γὰρ πάλιν σύν- δεσμος, ἐφ’ ὅσον ὅρια.
ἡλίκον ὅρμημα γίνεται τῶν ἡμιόνων τεμνόντων αὔλακα. οὖρα τὰ ὅρια καὶ πέρατα τῆς αὔλακος, ἣν τὸ ὀρικὸν ζεῦγος τέμνει.
πρὸς τὸ σχῆμα, πέλονται ἀντὶ τοῦ πέλεται, ὁμοίως τῷ “οὐδʼ
εὐήρε’ ἐρετμὰ, τά τε πτερὰ νηυσὶ πέλονται” (Od. 11, 125).
353. *νειοῖο] ὅτι ἐλλείπει ἡ διά, διὰ νειοῖο.
νειός ἐστιν ἡ νεωστὶ ἠροτριασμένη γῆ.
πηκτὸν ἄροτρον] τὸ τὸν γύην προσπεπηγότα ἔχον· αὐτόγυον δὲ τὸ
ἐξ αὐτοῦ μονόξυλον· καὶ Ἡσίοδός φησι “δοιὰ δὲ θέσθαι ἄροτρα
πονησάμενος κατὰ οἶκον, αὐτόγυον καὶ πηκτόν” (O. 433).
354. * Ἀρίσταρχος ἐπεδραμέτην.
τὼ μὲν ἐπιδραμέτην] ὅτι τὸ μὲν ἐπιδραμεῖν τίθησιν, ὅτε οὐ γινώ- σκει ὁ διωκόμενος, ὅτε δὲ γινώσκει, διώκειν καὶ διῶξαι.
356. στικτέον μετὰ τὸ ἐκ Τρών· ἔστι γὰρ ὁ λόγος, ἤλπιζε
γὰρ ὁ Δόλων ἑταίρους αὐτοῦ ἐκ τῶν Τρώων ὑπάρχειν, ὡς κελεύσαντος
τοῦ Ἕκτορος εἰς τὰ ὀπίσω αὐτὸν ὑποστρέψαι. ἀποστρέψαντας γὰρ
εἰς τοὐπίσω καλέσαντας.
* ὅτι τὸ πάλιν συναπτέον τῷ ἀποστρέψοντας, ἵνα ᾖ εἰς τοὐπίσω ἀποστρέψοντας.
359. *αἷψα] γρ. καὶ τοὶ δʼ ὦκα.
ὅτι νῦν ὀρθῶς διώκειν λέγει, ὅτε φεύγει ἐπιγνοὺς αὐτοὺς πολε- μίους ὄντας.
*τὸ ὁρμήθησαν Ἰακῶς.
360. καρχαρόδοντε] ἐπικαμπεῖς ὀδόντας ἔχοντες. ἢ τραχεῖς· κάρ-
χορον γὰρ τὸ τραχύ. ἤγουν οἱ κύνες τοῦ Ἅιδου.
361. ὅτι τῷ ἐπείγετον ὁριστικῷ ἀντὶ ὑποτακτικοῦ τοῦ ἐπείγητον. ἐπιφέρει γὰρ προθέῃσι. γίνεται οὖν κατάλληλον οὕτως, ὡς δʼ ὅταν ἐπείγωσιν, ὁ δὲ προθέῃσι μεμαώς.
ἐμμενές] ἐν τούτῳ γάρ ἐστι τῶν κυνῶν ἡ ἀριστεία. ταῦτα γάρ
ἐστι τὰ ζῷα φύσει μὲν ταχέα, ὑπεκλυόμενα δὲ διὰ τὴν ἀσθένειαν
οἱ δὲ κύνες τὸ ἐναντίον.
362. *ὁ τε σύνδεσμος οὐκ ἦν ἐν τοῖς Ἀριστάρχου.
364. λαοῦ ἀποτμήξαντε διώκετον] ὡς τὸ “εἰδότε θήρης” (360)· οὐδὲ γὰρ ἐκεῖνοι κατʼ οὐρὰν διώκουσιν, ἀλλὰ περὶ τὰ πλευρὰ, ηὐτρε- πισμένοι πρὸς τὴν ἐπιστροφὴν τῶν διωκομένων θηρίων.
ὅτι τὸ διώκετον σημαίνει διώκουσιν [ἢ διώκετε], οὐ τὸ ἐδιωκέτην, ὡς Ἐρατοσθένης. ἔστιν οὖν τὸν Δόλωνα διώκουσιν ἀντὶ τοῦ ἐδίωκον, ὃν τρόπον “αἱ μὲν ἀλετρεύουσι μύλης ἔπι” (Od. 7, 104) ἀντὶ τοῦ ἠλέτρευον.
λαοῦ ἀποτμήξαντε διώκετον] τοῦ Τρωῖκοῦ λαοῦ χωρίσαντες αὐτὸν
ἐδίωκον. τρία δὲ ῥήματά ἐστι παρὰ τῷ ποιητῇ τὸ τοῦ παρῳχημένου
δυῖκὸν τρίτον εἰς ον λῆγον ἔχοντα παραλόγως, τοῦτο καὶ τὸ “ἀνδρά-
σιν ἡρώεσσιν ἐτεύχετον” (Il. 13, 346) καὶ τὸ “ἔγκατα καὶ μέλαν
αἷμα λαφύσσετον” (Il. 18, 583). οὐκ ἔστι μέντοι ἄντικρυς δυικῆς
σημασίας· ἀναθεώρησιν γὰρ ἔχει πληθυντικὴν παρατατικήν· τὸ γὰρ
διώκετον ἀντὶ τοῦ ἐδίωκον κεῖται, καὶ τὸ ἀνδράσιν ἡρώεσσι ἐτεύχετον
ἀντὶ τοῦ ἔτευχον, καὶ τὸ λαφύσσετον ἀντὶ τοῦ ἐλάφυσσον.
368. * φθαίη ἐπευξάμενος] καυχήσεται προλαβών.
372. ὅτι θέλοντες ζήτημα ποιεῖν μεταγράφουσι τὸ ἡμιστίχιον
οὕτως “καὶ βάλεν οὐδʼ ἀφάμαρτεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·” καὶ
λύουσιν ἔξωθεν προσλαμβάνοντες τὸν ἄν σύνδεσμον· καὶ βάλεν, οὐδʼ
ἀφάμαρτεν ἂν, ἑκὼν δʼ ἡμάρτανεν. ἀγνοοῦσι μέντοι ὅτι Ὀμηρος τὸ
βαλεῖν ἐπὶ τοῦ ἐπιτυχεῖν τίθησιν.
373. ἐΰξου] Πτολεμαῖος περισπᾷ, λέγων ἐκ τοῦ εὐξόου συνη- λεῖφθαι. οὐκ ἀναγκαῖον δέ· εἰ γὰρ ἤδη τέτριπται εὔξου ὡς ἡσύχου, δῆλον ὅτι τὸ ἐύξοος πολὺ πρότερον ἐΰξους ἐγένετο ὡς εὔνους· καὶ οὕτως τὸ εὔξου ὡς εὔνου.
375. βαμβαίνων] τρέμων καὶ μετὰ σφαλμοῦ τὴν πορείαν ποιού-
μενος, ἐκ δὲ τούτου ἀνάνδρως κινούμενος· οἱ δὲ ἐσχημάτισαν ἀπὸ τοῦ
γινομένου κατὰ τὸ στόμα ψόφου, συρρήσσων καὶ συγκρούων τοὺς
ὀδόντας. ἢ ἀσαφῆ φωνὴν προῖέμενος ὑπὸ τοῦ φόβου, βαμβαλύζων,
ὅπερ ἡμεῖς φαμέν. ἔστι γὰρ τῶν κατὰ μίμησιν ἡ λέξις· οὐ γὰρ
ἔγκειται τὸ βαίνειν.
*ὅτι ὀνοματοθετικὸς ὁ ποιητής.
*τὸ ἑξῆς, βαμβαίνων χλωρὸς ὑπαὶ δείους· τὰ δὲ λοιπὰ διὰ μέσου.
378. ὅτι παρὰ τὸ σύνηθες ἐξενήνοχεν, ἐμὲ λύσομαι ἀντὶ τοῦ ἐμαυτόν.
381. πεπύθοιτʼ] ὅτι ἐπὶ τοῦ ἀκοῦσαι ἀεὶ τάσσει τὴν λέξιν, καὶ ὅτι συνήθως ἀναδιπλώσει κέχρηται, πεπύθοιτο ἀντὶ τοῦ πύθοιτο.
*ὅτι τὸ καταθύμιος ἐνθύμιος, οὐχ ὡς ἡμεῖς.
385. γρ. ἐπὶ νῆας.
387. ὅτι ἐκ τῶν ἐπάνω (343) ὧδε μετάκειται ἤδη παρεληλυθότων
αὐτῶν τοὺς νεκρούς. καὶ ὁ Ὀδυσσεὺς ἀσύνετος ἔσται πρόφασιν αὐτῷ
πορίζων. ἠθέτει καὶ Ἀριστοφάνης.
*κατατεθνηώτων] οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ κατατεθνειώτων.
391. *ἤγαγεν] Ἀριστοφάνης ἤπαφεν Ἕκτωρ.
394. ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα] ταχεῖαν λέγει τὴν νύκτα
διὰ τὸ ὑφʼ ἔνα χρόνον ὅλην τὴν γῆν μελαίνεσθαι, ὡς ἐν ἄλλοις
“δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί” (Od. 2, 388).
397. ἢ ἤδη χείρεσσιν] καὶ γραπτέον οὕτως, καὶ ἀθετητέον τοὺς
398. *ἐν ἄλλλῳ “φύξιν βουλεύουσι μετὰ σφίσιν οὐδʼ ἐθέλουσι.”
ὅτι οὕτως γραπτέον, βουλεύουσι καὶ θέλουσι· τὸ γὰρ σφίσιν
ἐν τῷ περί τινών ἐστι λόγῳ, ἀντὶ τοῦ αὐτοῖς, ᾧ ἀκόλουθα δεῖ εἶναι
τὰ ῥήματα. ταῦτα ὁ Ἀριστόνικος περὶ τῆς γραφῆς ταύτης φησὶ,
διπλῆν βάλλων τῷ στίχῳ. ἐν μέντοι τῇ τετραλογίᾳ Νεμεσίωνος
οὕτως εὗρον περὶ τῶν στίχων τούτων· τῶν παρακειμένων ὀβελῶν
οὐκ ἔστιν αἰτίαν εὑρεῖν διὰ τῶν Ἀρισταρχείων ὑπομνημάτων. Ἀμμώ-
νιος δὲ ὁ Ἀριστάρχειος πρῶτον μὲν στιγμαῖς φησὶ τὸν Ἀρίσταρχον
παρασημειώσασθαι αὐτοὺς, εἶτα δὲ καὶ τέλεον ἐξελεῖν, τάχα διὰ
τὸ ἐπὶ δευτέρον προσώπου τὸ σφίσι τετάχθαι καὶ ἄνωθεν μετενη-
νέχθαι.
404. * ἔδει εἰπεῖν ἄλλοις.
408. πῶς δαὶ] ἡ μὲν σύνταξις ἐπιζητεῖ πῶς δʼ αἱ, τὸ αἱ ἄρθρον·
ὁ δὲ Ἀρίσταρχος δύο παρέλαβε χαρακτηριστικὰ τοῦ ποιητοῦ,
ἔλλειψιν ἄρθρου καὶ τοῦ δαί σύνταξιν μετὰ τὸ πύσμα. οὕτως γὰρ
αὐτῷ ἔθος· “ποῦ δαὶ νηῦς ἔστηκε” (Od. 24, 298). “τίς δαὶ
ὅμιλος (Od. 1, 225).
* ὅτι σύνδεσμος ὁ δαι καὶ οὐκ ἄρθρον.
409. ἀπὸ τούτου ἕως τοῦ (411) ἄψ ἀναχωρήσουσιν ἀθετοῦνται
στίχοι τρεῖς, καὶ ἀστερίσκοι παράκεινται, ὅτι ἐκ τῶν τοῦ Νέστορος
λόγων μετενηνεγμένοι εἰσὶν οὐ δεόντως. γελοῖος γὰρ ἔσται ὁ Ὀδυσ-
σεὺς, ἤδη τῆς ὥρας προκεκοφυίας, ἐρωτῶν εἰ μένουσιν ἢ ἀπέρχονται
ἐπὶ τὴν πόλιν. καὶ ὡς ἂν τούτων μὴ εἰρημένων ὁ Δόλων πρὸς μὲν
τὰ ἄλλα ἀποκρίνεται, πρὸς δὲ ταῦτα οὔ. τὸ δὲ ἅσσα ἐνθάδε ψιλω-
τέον· ἰσοδυναμεῖ γὰρ τῷ τίνα.
413. *καταλέξω] οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ ἀγορεύσω.
415. παρὰ σήματι Ἴλου] Ἷλος Τρωὸς παῖς, ἀφʼ οὗ ἡ πόλις Ἴλιος
418. πυρὸς ἐσχάραι] πυραί. δηλοῖ δὲ ἡ λέξις καὶ τὴν ἑστίαν, καὶ τὸ ῥυπαρὸν καὶ καυθὲν ἕλκος, καὶ τὸν βωμὸν, ὡς παρʼ Εὐριπίδῃ ἐν Ἡρακλεῖ (922), καὶ τὴν κυρίως λεγομένην.
421. * τὰς γυναῖκας καὶ τέκνα.
424. οὐ στικτέον ἐπὶ τὸ νῦν, ἐπεὶ κομματικὸν ἔσται τὸ λεγόμενον καὶ παντελῶς ἀπηρτημένον τῶν ἑξῆς, ἀλλὰ βραχὺ διασταλτέον. κοινὸν γὰρ τὸ εὕδουσʼ, τὸ δὲ ἑξῆς, πῶς γὰρ νῦν εὕδουσι, Τρώεσσι μεμιγμένοι ἢ ἀπάνευθε ;
425. τὸ εὕδουσʼ ἐν διαστολῇ καὶ ὑποστιγμῇ, ἵνα ἐρωτηματικὸν γένηται. καὶ αὐτὸν δὲ τὸν η περισπαστέον· διαπορητικὸς γάρ.
428. Παίονες] ἔθνος Θρᾳκῶν. τινὲς δέ φασι τοὺς νῦν καλουμένους Παννονίους· ἕτεροι δὲ Μακεδόνας.
ὅτι ὡς ὕστερον ἐληλυθότων τούτων μνημονεύει, ὡς καὶ τῶν περὶ
τὸν Ῥῆσον· οὐδεμίαν γὰρ αὐτῶν διὰ τοῦ καταλόγου μνήμην πε-
ποίηται.
429. Λέλεγες] ἔθνος Καρικόν· λέγει δὲ τοὺς ἐν Πιδαίῳ πόλει Καρίας οἰκοῦντας.
Καύκωνες] ἔθνος Παφλαγονίας, οἱ δὲ Σκυθίας· οἱ δὲ τοὺς λεγο-
μένους Καυνίους.
Πελασγοί] οἱ τὸ παράλιον μέρος τῆς Καρίας ἔχοντες· ἄμεινον δὲ λέγειν αὐτὸ γένος τι πολυπλανὲς, οἰκῆσαν ἐν τῇ Ἀσίᾳ καὶ Εὐρώπῃ, νῦν δὲ τὸ τῆς Τρωίδος πλησίον οἰκῆσαν, ὅ φασι Τράλλεις.
430. πρὸς Θύμβρης] πρὸς τὸ Θυμβραῖον πεδίον· Θύμβρα γὰρ
τόπος ἐστὶ τῆς Τροίας, ἔνθα καὶ Θυμβραίου Ἀπόλλωνος ἱερὸν
ἐπιφανές.
ὅτι οὐ μόνον ἐπὶ Ῥοδίων (Il. 2, 654) χνῆται τῷ ἀγέρωχοι. ἕνεκα τοῦ ἀγείρειν τὴν ὀχὴν, τουτέστι τὴν τροφὴν, ἀλλʼ ἐπὶ Μυσῶν καὶ Τρώων (Il. 3, 36), οἷον γεραόχων, σεμνῶν καὶ ἐντίμων.
431. Φρύγες] ὅτι ἑτέρους τῶν Τρώων οἶδε τοὺς Φρύγας· καὶ ὅτι Ὅμηρος οὐκ οἶδε καλουμένους Λυδοὺς, ἀλλλὰ Μῄονας. πρὸς τὰ περὶ ἡλικίας Ἡσιόδου.
* Ἀρίσταρχος ἱππόμαχοι.
434. νεήλυδες] νεωστὶ ἐληλυθότε,· ἤλυσιν γὰρ τὴν ἔλευσιν λέγουσιν.
435. Ῥῆσος γένει μὲν ἦν Θρᾷξ, υἱὸς δὲ Στρυμόνος τοῦ αὐτόθι
ποταμοῦ καὶ Εὐτέρπης μιᾶς τῶν Μουσῶν. διάφορος δὲ τῶν καθʼ
αὑτὸν γενόμενος ἐν πολεμικοῖς ἔργοις ἐπῆλθε τοῖς Ἕλλησιν, ὅπως
Τρωσὶ συμμαχήσῃ, καὶ συμβαλὼν πολλοὺς τῶν Ἑλλήνων ἀπέ-
κτεινεν. δείσασα δὲ Ἥρα περὶ τῶν Ἑλλήνων Ἀθηνᾶν ἐπὶ τὴν τούτου
διαφθορὰν πέμπει. κατελθοῦσα δὲ ἡ θεὸς Ὀδυσσέα τε καὶ Διομήδη
ἐπὶ τὴν κατασκοπὴν ἐποίησε προελθεῖν. ἐπιστάντες δὲ ἐκεῖνοι κοιμω-
μένῳ Ῥήσῳ αὐτόν τε καὶ τοὺς ἑταίρους αὐτοῦ κτείνουσιν, ὡς ἱστορεῖ
Πίνδαρος. ἔνιοι δὲ λέγουσι νυκτὸς παραγεγονέναι τὸν Ῥῆσον εἰς τὴν
Τροίαν, καὶ πρὶν γεύσασθαι αὐτὸν τοῦ ὕδατος τῆς χώρας φονευθῆναι·
χρησμὸς γὰρ ἐδέδοτο αὐτῷ, φασὶν, ὅτι εἰ αὐτὸς γεύσεται τοῦ ὕδατος
καὶ οἱ ἵπποι αὐτοῦ τοῦ Σκαμάνδρου πίωσιν καὶ τῆς αὐτόθι νομῆς,
ἀκαταμάχητος ἔσται εἰς τὸ παντελές.
ὅσοι ἐκ Μουσῶν τίκτονται. Ὀρφεὺς ἐκ Καλλιόπης ἢ Κλειοῦς, Λίνος Τερψιχόρης ἢ ὥς τινες Εὐτέρπης, Ῥῆσος Τερψιχόρης ἢ Εὐ- τέρπης Θρᾷξ, Θαλείας Παλαίφατος, Ἐρατοῦς Θάμυρις ὁ Θρᾷξ, Μελπομένης καὶ Ἀχελῴου Σειρῆνες, Πολυμνίας Τριπτόλεμος.
437. λευκότεροι χιόνος εἶπεν, ἵνα φανῶσι νυκτὸς, θείειν δʼ
ἀνέμοισιν ὅμοιοι, ἵνα φθάσωσιν ἐπʼ αὐτὸν διασωθῆναι. ἰστέον δὲ
ὅτι ἐμείωσε τὴν ὑπερβολὴν ἐκ τοῦ μὴ εἰπεῖν αὐτοὺς καὶ τῶν ἀνέμων
ταχυτέρους.
δύο ὑπερβολὰς ἐνῆκεν ἐντέχνως, τὴν μὲν ἐξ ὑπερθέσεως, τὴν δὲ
ἐξ ὁμοιώσεως, καὶ ἐφʼ ἑκατέρας παρέλαβε τὸ οἰκεῖον· χιόνος μὲν
γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν. καλῶς
οὖν τῷ μὲν ἀδυνάτῳ εἴκασε, τοῦ δὲ δυνατοῦ μεῖζον ἀπέφηνεν. ἐπαινε-
τέον δὲ καὶ τὴν φράσιν, ὅτι κατʼ αἰτιατικὴν δυνάμενος εἰπεῖν λευκο-
χωριστέον τοῦ ἐπάνω στίχου, ἵνα μὴ σόλοικον γένηται· καὶ ἄλ-
λως καθʼ ἑαυτὸ λεγόμενον πλείονα ἔμφασιν παρίστησιν. λείπει δὲ
τὸ εἰσί ῥῆμα, λευκότεροί εἰσιν.
439. τεύχεα] ὅπλα. εἰρῆσθαι δὲ αὐτὰ Ἴστρος φησὶ παρὰ τὸ ἐν Τευχίῳ τῷ Εὐβοῖκῷ κατεσκευάσθαι πρῶτον ὑπὸ Κυκλώπων.
445. ἦ ῥά κατʼ αἶσαν] οὕτως Ἀρίσταρχος ἠὲ κατʼ αἶσαν, ἔξω τοῦ ῥά, καὶ ὅτι ὅμοιον τῷ “ἠὲ μετὰ Τρώεσσι.”
*πρὸς τὸ οὐκί, ὅτι ὑγιῶς διὰ τοῦ ψιλοῦ ἀντιστοίχου.
447. Δόλων] ὅτι ζητεῖται πῶς τὸ ὄνομα ἔγνω. διό τινες ἀνέ-
γνωσαν δολῶν ὡς νοῶν. ἑξῆς μέντοι γε πάλιν λέγει “οὓς νῶῖ πίφαυσκε
Δόλων, ὃν ἐπέφνομεν” (478). εἰκὸς δέ τινων γινώσκεσθαι ὀνόματα
ὡς ἂν δεκαετοῦς γεγονότος χρόνον, καὶ μάλιστα τοῦ Δόλωνος· ἦν
γὰρ κήρυκος υἱὸς πολύχρυσος πολύχαλκος (315).
450. εἶσθα] οὕτως ἐγένετο τὸ εἶσθα, εἰμί, τὸ δεύτερον εἶς, εἶτα εἶσθα.
452. * Ἀρίσταρχος ὀλέσσαις.ʼ
158. *τι κτιδέην λέγει ῥητῶς, χωρὶς τοῦ ι (335).
460. ληίτιδι] λαφυραγωγῷ, πολεμικῇ, ἢ τῇ παραιτίᾳ γιγνομένῃ τοῦ λείαν λαβεῖν.
461. * ἀνέσχεθε] γρ. ἀνέσχετο.
* ὅτι συνήθως ἡμῖν νῦν κέχρηται τῷ εὐχόμενος.
463. * Ἀρίσταρχος ἐπιδωσόμεθα, ἵνʼ ᾖ δώροις τιμήσομεν.
464. * ἵππους τε] ἐν ἄλλῳ ἄγυρίν τε καὶ εὐνάς.
465. * ὑψόσ᾿] διήλλαττον αἱ Ἀριστάρχου, ὑψόσε καὶ ὑψοῦ.
466. μυρίκην] σὺν τῷ ν, μυρίκην δέελον. δέελον δὲ τὸ εὔ-
δηλον, ἀπὸ τοῦ δήεις, φησὶν ὁ Ἀρίσταρχος, τὸ εὑρετόν.
δέελον] ταὐτόν ἐστι τῷ δῆλον· διὸ καὶ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, καὶ ψιλοῦται τὸ δεύτερον ε. ἡ διπλῆ δὲ, ὅτι ὃ ἡμεῖς λέγομεν δῆλον, αὐτὸς εἶπε διελὼν δέελον.
469. τῶ δὲ βάτην προτέρω] ὅτι τὸ προτέρω ἀντὶ τοῦ ἔμπροσθεν,
τοπικῶς· καὶ ὅτι ἐρριμμένοι εἰσὶν οἱ νεκροί. καὶ ὅτι ἀντὶ τοῦ διʼ
ἐντέων καὶ αἵματος.
470. *ὅτι τέλος καὶ νῦν τὸ τάγμα.
473. *ὅτι συνωρίσιν ἐχρῶντο, διὸ δίζυγες.
475. ψιλωτέον τὸ ἐξ· τὸ γὰρ ἑξῆς ἐστὶν, ἐκ πυμάτης, ἐκ τῆς
ἄντυγος ἐδέδεντο τοῦ δίφρου, ἐξ ἄκρας τῆς ἐπιδιφριάδος. ἔνιοι δὲ
κακῶς δασύνουσιν, ὥστε κατὰ τὸν ἀριθμὸν ἓξ ἵππους δεδέσθαι.
ἐπιδιφριάδος] τῆς κατὰ κόσμον ἄκρας ἄντυγος, ἢ τοῦ ἐν τάξει ἐξω- τάτου ξύλου, ἐφʼ οὗ πρῶτοι ἀναβαίνουσιν οἱ μέλλοντες μάχεσθαι.
476. ὅτι καὶ ἐν Ἰλιάδι νῦν τὸ προπάροιθν ἐπὶ χρόνου τέταχεν,
πρόσθεν ἢ ἰδεῖν τὸν Διομήδη, οὐχ ὡς οἱ χωρίζοντες ἐν Ὀδυσσείᾳ
μόνον, ἐν Ἰλιάδι δὲ τοπικῶς.
477. *οὗτός τοι] οὕτως οὗτός τοι· ἄνω δὲ (341) οὗτός τις.
478. * οὕτω πληθυντικῶς οὖς ἐπὶ τῶν ἵππων.
*ὅει ἐπίσταται τὸ τοῦ Δόλωνος ὄνομα καὶ ἐνταῦθα.
480. *ὅτι οἱ νεώτεροι μέλεον τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος ἀντὶ τοῦ
ματαίως.
485. ὅτι μῆλα οἱ νεώτεροι πάντα τὰ τετράποδα, Ὅμηρος δὲ αἶγας καὶ ὅς· “μῆλʼ ὄιές τε καὶ αἶγες” (Od. 9, 184 et 486.)
486. *ὅτι ἐπεξηγεῖται τίνα τὰ μῆλα.
488. ὄφρα δυώδεκʼ] ὅτι χωρὶς τοῦ Ῥήσου δώδεκα ἑταίρους αὐτοῦ
ἀναιρεῖ, ἀλλʼ οὐ σὺν αὐτῷ δώδεκα, ὥς τινες.
489. *πλήξειε] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ πλήξασκε.
ὅτι ἰδίως προειπὼν ἀτὰρ πολύμητις Ὀδυσσεύς ἐπενήνοχεν αὐτοῦ τὸ ὄνομα, τὸν δʼ Ὀδυσεύς· καὶ ὅτι ὁ δέ σύνδεσμος περιττός.
495. τὸν τρισκαιδέκατον] ὅτι νῦν μὲν τοῖς δώδεκα Θρᾳξὶν ἐπα-
ριθμεῖ τὸν Ῥῆσον, πρὸς τὸ “τρεισκαιδέκατον σκοπόν” (561)· καὶ
ὅτι ἐν σχήματι ἐξήνεγκε, τὸν τρεισκαιδέκατον τὴν ψυχὴν ἀφείλετο.
496. *κακὸν γὰρ ὄναρ] κακὸς γὰρ αὐτῷ ἐπέστη ὄνειρος ὁ Διομήδης.
497. ἀθετεῖται, ὅτι καὶ τῇ συνθέσει εὐτελής· καὶ μὴ ῥηθέντος δὲ νοεῖται ὅτι ὡς ὄναρ ἐφίσταται τῷ Ῥήσῳ ὁ Διομήδης. καὶ τὸ διὰ μῆτιν Ἀθήνης λυπεῖ· μᾶλλον γὰρ διὰ τὴν Δόλωνος ἀπαγγελίαν.
*οὕτε ἐν τῇ Ζηνοδότου οὕτε ἐν τῇ Ἀριστοφάνους ἐφέρετο.
499. ἡ διπλῆ, ὅτι καὶ νῦν ὅμιλον τὸ ἄθροισμα εἶπεν. διὰ τὴν
περίστασιν δὲ ἀναγκασθέντες ἐπὶ γυμνοῖς τοῖς ἵπποις καθίζουσιν οἱ
ἥρωες, συναρτήσαντες αὐτοὺς τοῖς ἱμᾶσι· καὶ μιμεῖται τὸ γινόμενον
ἐν ταῖς ταραχαῖς.
502. ῥοίζησεν] ἀνάρθρως ἐφώνησεν, ὃ ἡμεῖς συρίζειν λέγομεν.
καὶ ἀλλαχοῦ δέ φησιν “πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα
μῆλα (Od. 9, 315).
505. ῥυμοῦ ἐξερύοι] ὅτι πρὸς ἓν ληπτέον μέρος τὸ λεγόμενον ἐκ
τοῦ “ἢ ὅγε δίφρον ἑλὼν ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας.”
ἔστι γὰρ ἢ τὸν δίφρον ἐκ τοῦ ῥυμοῦ λαβόμενος ἐξέλκοι, ἢ μετέωρον
ἄρας ἐξενέγκοι, ὥστε περὶ τοῦ δίφρου μέρος ἔχειν. πρὸς τοῦτο δὲ
ἀντιδιέσταλκεν “ἢ ἔτι τῶν πλεόνων Θρῃκῶν.”
*ὑψόσ’] διχῶς, ὑψοῦ καὶ ὑψόσε.
* ἢ ὅγε δίφρον ἑλὼν ἡ ἐκφέρει ὑψόσ᾿, ἢ ὅτι τῶν πλεόνων] δια- πορητικοὶ οἱ ὕστεροι· διὸ περισπαστέον τὸν δεύτερον, τὸν δὲ πρῶτον καὶ τρίτον ἐγκλιτέον.
510. νῆας ἔπι γλαφυράς] τὸ ἡμιστίχιον δύναται καὶ τοῖς ἡγου- μένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι, διαστολῇ μόνον χωριζό- μενον ἀπὸ τῶν ἑτέρων οἷς μὴ προσδίδοται.
πεφοβημένος] εἰς φυγὴν τραπεὶς, διωκόμενος, τουτέστι μετὰ φυγῆς παραγεγενημένος.
513. *ἐπεβήσετο] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ἐπεβήσατο.
515. οὐδʼ ἀλαὸς σκοπιήν] ὅτι Ζηνόδοτος γράφει ἀλαὸν σκοπιήν. παροιμιακὸν δέ ἐστιν, οὐ τυφλὸς ἐς σκοπιὰς, ἀλλὰ τοὐναντίον δε- δορκώς· καὶ ὁ ποιητὴς οὐδέποτε εἴρηκε σκοπιὴν τοὺς ὀφθαλμούς. συναπτέον δὲ τὸ διστίχιον μέχρι τοῦ ἕπου σαν.
520. ὅτι Ζηνόδοτος τὸ ἐναλλὰξ τῷ τόπῳ τούτῳ τίθησιν “ὁ δ᾿ ἐξ ὕπνου ἀνορούσας ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, ὡς ἴδε χῶρον ἐρῆμον ἄνδρας τʼ ἀσπαίροντας.” πρῶτα δὲ ἰδόντα ἔδει κλαίειν.
522. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον] ἐμφατικῶς οὐ μόνον ᾤμωξεν, ἀλλὰ καὶ φίλον καὶ ἑταῖρον ὠνόμασεν.
526. σκοπὸν] κατάσκοπον. πῶς δέ φησι δεκατέσσαρος φονεύ-
σαντες τρισκαιδέκατον λέγει Δόλωνα, ῥητέον οὖν ὡς ὅτι Ὅμηρος
ἀεὶ τοὺς βασιλεῖς τῶν στρατιωτῶν χωρίζει κατʼ ἐξοχήν. ἔθει οὖν
κεχώρισται κατὰ τὸν ἀριθμὸν ὁρίσας, ὡς ἐπὶ τοῦ “Ζεὺς δʼ ἐπεὶ οὖν
Τγῶας τε καὶ Ἕκτορα” (Il. 13, 1).
528. * ἐχὶ τὸ θορών διασταλτέον· σαφέστερον γάρ.
ἔναρα] ὅτι περιεκτικῶς καὶ τὰ τόξα καὶ τὸ δόρυ ἔναρα εἴρηκε σὺν
τοῖς ἄλλοις· κυρίως δὲ ἔναρα λέγεται οἷς ἐνάρηρε τὰ σώματα καὶ
ἐνήρμοσται, θώραξ καὶ κυνέα καὶ κνημῖδες.
529. * τίθει] ἐν ἄλλῳ Ὀδυσῆι δίδου.
530. * ἵππους] ἐν ἄλλῳ μάστιξεν δʼ Ὀδυσεύς.
532. Νέστωρ δὲ πρῶτος] πρῶτος ὁ Νέστωρ κτύπον ἄῖε, ὅτι
αὐτὸς γνώμην δοὺς εἰς τὸ ἐκπεμφθῆναι τοὺς ἄνδρας ὑπὲρ αὐτῶν ἀγω-
νιᾷ, μόνον οὐχὶ καὶ τὴν ψυχὴν ἔχων συναποδημοῦσαν.
534. *τὸ εἰπεῖν τὴν ἄφιξιν Ὀδυσσέως καὶ Διομήδους.
538. *κατὰ φρένα] Ἀρίσταρχος δείδοικα μετὰ φρεσίν.
539. * Ἀρίσταρχος Ἀργείων ὤριστοι, καὶ ἄνευ τοῦ ι.
545. χαριέντως διαστέλλουσι βραχὺ ἐπὶ τὸ λάβετον, ἵνα τὸ
ἑξῆς πευστικῶς λέγηται, καταδύντες ὅμιλον Τρώων, οὕτως καὶ
Τήλεφος ἐν τῷ η΄ τῶν γραμματικῶν ἀξιοῖ· εἰ γὰρ μὴ οὕτως, φησὶν,
ἀναγνῶμεν, ἐπιταραχθήσεται ἡ διάνοια.
ἡ διπλῆ δὲ, ὅτι Ζηνοδοτος γράφει λαβέτην. ἔστι δὲ τοῦτο τρί- του προσώπου, ἀντὶ τοῦ ἔλαβον· λέγει δὲ νῦν πρὸς αὐτούς.
546. * οὕτως σφωέ διὰ τοῦ ε καὶ πόρεν Ἰακῶς. οὕτως καὶ Ἀρίσταρχος καὶ Ἡρωδιανός.
τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται, καὶ ἡ σφωέ τρίτου προσώπου ἐγκλι-
τική ἐστι, σημαίνουσα τὸ αὐτούς· “τίς τʼ ἄρ σφωε θεῶν” (Il. 1, 8)
“ἀλλά σφωε δόλος καὶ δεσμός” (Od. 8, 317)· ὥστε οὐκ οὖδεν ὁ
ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφώ, εἰ μὴ ὅτε ὀρθοτονεῖται καὶ
δευτέρου προσώπου ἐστὶ καὶ σημαίνει τὸ ὑμεῖς ἢ ὑμᾶς· “σφὼ δὲ
547. * καθʼ ἑαυτὸν τὸν στίχον προενεκτέον. λείπει δὲ τὸ εἰσί.
559. τόνδε σφιν ἄνακτ’ ] ὅτι ἰδίως τὸν ἄνακτα αὐτοῖς ἀντὶ τοῦ αὐτῶν.
561. τὸν τρισκαιδέκατον] ὅτι τοῖς δώδεκα Θρᾳξὶ τὸν Δόλωνα
ἐπαριθμεῖ, χωρίσας τὸν Ῥῆσον διὰ τῶν προειρημένων “τὸν δέ σφιν
ἄνακτʼ ἀγαθὸς Διομήδης.” πλανηθέντες δέ τινες γράφουσιν τὸν
τετρακαιδέκατον σκοπὸν εἵλομεν.
563. * Τρῶες ἀγαυοί] νῦν ἐν εἰρωνείας μέρει κεῖται· οὐ γὰρ ἐπαινεῖν πρέπει τοὺς πολεμίους.
570. νηῒ δʼ ἐνὶ πρυμνῇ] ὅτι ἀντὶ τοῦ νεὼς πρύμνῃ· καὶ ὅτι κοινῶς τὰ ἔναρα.
573. ἐσβάντας κνήμας τε ἰδὲ λόφον] ὅτι λόφον αὐτὸν νῦν τὸν τένοντα· ἔνθεν καὶ ἐν Ὀδυσσείᾳ (10, 169) καταλοφάδειαν ἀντὶ τοῦ κατὰ τὸν τένοντα. βραχὺ δὲ διασταλτέον μετὰ τὴν πρώτην λέξιν. καὶ ὅτι κοινή ἐστιν ἡ ἀμφί, ἀμφί τε κνήμας καὶ λόφον.
574. ὅτι περὶ μὲν τῆς θυσίας σαφῶς λέγει, περὶ δὲ τῆς δόσεως
τῶν δώρων ἐσιώπησεν, ἀρκεσθεὶς τῷ ἄνω κεφαλαιωδῶς εἰρημένῳ.
τοῦ ἐπεί τὴν τελευταίαν ὀξυτονητέον· ἐγκλιτικὴ γὰρ ἡ σφίν. ἡ διπλῆ δὲ, ὅτι δοτικῇ ἀντὶ γενικῆς ἐχρήσατο.
578. δείπνῳ ἐφιζανέτην] ὅτι ἐπὶ πάντων τοῦτο νοητέον, οὐκ ἐπὶ
μόνου Διομήδους καὶ Ὀδυσσέως. καὶ ὅτι ἠριστοποιοῦντο· ἡ γὰρ
πρωῖνὴ ἐπέστη.
579. πλείου ἀφυσσόμενοι] ὅτι ἀντὶ τοῦ πλῆρες· τὸ δὲ συγ- κριτικὸν ἀπὸ τοῦ πλείων, πλείονος.
*ἀφυσσόμενοι] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ἀφυσσάμενοι. ἔστι κατάλληλον πρὸς τὸ λεῖβον.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
5. Ἠὼς δʼ ἐκ λεχέων] τὸ ὅλον τοῦτο νομιστέον, ὅτι ἀπὸ τοῦ
ἡλίον ἡμέρα γέγονεν. Τιθωνοῖο δὲ, ὡς εἰ ἔλεγεν Τιτανοῖο· Τιτὰν
γὰρ ὁ Ἀπόλλων, ὅτι ἀπὸ Λητοῦς. τοῦτον δὲ καὶ ἥλιόν φασιν. ἐκ
λεχέων δὲ, ὅτι σὺν αὐτῷ ἀεὶ θεωρεῖται· ἡμέρα γάρ ἐστι πεφω-
τισμένος ἀὴρ ἡλίου ὑπὲρ γῆν ὄντος.
μυθεύεται ὅτι Τιθωνὸν τὸν Λαομέδοντος καὶ Στρυμοῦς τῆς Σκα-
μάνδρου υἱὸν, Πριάμου δὲ ἀδελφὸν, ἐκπρεπέστατον τῶν καθʼ ἑαυτὸν
ἐν Ἰλίῳ γενόμενον ἐρασθεῖσα ἀνήρπασεν ἡ Ηὼς, καὶ μετεκομίσατο
αὐτὸν εἰς τοὺς περὶ Αἰθιοπίαν τόπους, καὶ τῆς τούτου μετέλαβε
κοίτης, καὶ δύο παῖδας ἐξ αὐτοῦ ἔσχεν, Ἡμαθίωνα καὶ Μέμνονα·
Ἡμαθίωνα μὲν ἀνεῖλεν Ἡρακλῆς μὴ ἐῶντα δρέψασθαι τὰ χρύσεα
μῆλα, Μέμνονα δὲ Ἀχιλλεύς. αἰτήσασθαι δὲ τὸν Τιθωνὸν παρὰ
τῆς Ἡοῦς ἀθανασίαν· ὁ δὲ γέρων γενόμενος (διὰ γὰρ ἄγνοιαν οὐκ
ᾐτήσατο καὶ ἀγηρασίαν) ἀχθόμενος καὶ τῶν ἐν βίῳ μὴ δυνάμενος
μεταλαμβάνειν, παρεκάλει τὴν θεὸν, ὅπως αὐτὸν τοῦ ζῆν μεταλλάξῃ·
ἡ δὲ (οὐ γὰρ ἦν αὐτὸν δυνατὸν ἀποθανεῖν) μετέβαλεν εἰς τέττιγα τὸν
μουσικώτατον τῶν πτηνῶν, ὅπως καὶ διὰ τῆς φωνῆς αὐτοῦ τέρποιτο
διηνεκῶς ἀκούουσα.
*Λαομέδοντος παῖς, Πριάμου ἀδελφὸς, Ἡμέρας σύνευνος.
4. ὅτι πολέμοιο τέρας τὸν εἰδωλοποιούμενον πόλεμον, τὸν ποι-
ητικὸν τοῦ ἐνεργουμένου πολέμου, ὡς καὶ ἐν ἄλλοις (Il. 5, 593) κυδοι-
μοῦ εἴδωλόν φησι τὴν Ἐνυὼ ἔχειν “ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα.”
οἱ δὲ ἀστραπήν φασι τὴν ἔριδα φέρειν, ὡς καὶ Ἀριστοφάνης· φησὶ
γὰρ (Il. 10, 5) “ὡς δʼ ὅταν ἀστράπτῃ—τεύχων ἢ πολὺν,—ἠέ ποθι
πτολέμοιο.” Ἀπολλώνιος δὲ τὸν κυδοιμὸν ἀναιδέα δηῖοτῆτα. οἱ δὲ τὸ
ξίφος· διὰ γὰρ αὐτοῦ τὸν πόλεμον κατορθοῦσθαι. οἱ δὲ λαμπάδα
διὰ τὸ ἐμπυρσεύεσθαι τὰς τῶν πολεμούντων ψυχάς. μετὰ δὲ τὸ
ἀργαλέην βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον
6. πρὸς τὰ περὶ τοῦ ναυστάθμου, ὅτι ἐν μέσῳ τὰς τοῦ Ὀδυσσέως
ὑποτίθεται, ἐφʼ ἑκατέρου δὲ κέρατος τὰς Ἀχιλλέως καὶ Αἴαντος.
ἑκάστῳ] ὅτι διὰ τὸ ἠλαττῶσθαι κατὰ τὴν κόλον μάχην νῦν μέγα σθένος ἑκάστῳ ἐντίθησι πρὸς τὸ πολεμεῖν, οὐχ ἵνα μὴ εἰς οἶκον ἀνα- κομισθῶσιν, ὡς ὁ διασκευάσας τοὺς ἑξῆς.
12. ἐπὶ τὸ καρδίῃ διασταλτέον· καὶ γὰρ τὸ σχῆμα γλαφυρὸν,
Ἀχαιοῖσι καρδίῃ ἀντὶ τοῦ Ἀχαιῶν, καὶ μᾶλλον ἐμφαίνει τὸ ἄλλη-
κτον τοῖς ἑξῆς προσδιδόμενον, ἵνʼ ᾖ ἀλλήκτως πολεμεῖν. τοῖς δὲ ἄνω
συνάπτοντας ποιεῖν σθένος ἄλληκτον φαῦλον, ἐπεὶ προείρηται μέγα,
ἀρκεῖ δὲ τὸ ἓν ἐπίθετον.
13. τοῖσι δʼ ἄφαρ πόλεμος] οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται. παρά-
κεινται δὲ ἀστερίσκοι, ὅτι κατὰ τὴν B ῥαψῳδίαν (453) ὀρθῶς κεῖνται,
ὅτι ἐλπίδας ἔσχον ἀνακομιδῆς ἐπὶ τὴν πατρίδα. καὶ παρὰ Ἀρι-
στοφάνει δὲ ἠθετοῦντο, παρὰ Ζηνοδότῳ δὲ οὐδὲ ἤσαν.
15. ζώννυσθαι] ὁπλίζεσθαι, συνεκδοχικῶς.
17. κνημῖδας μὲν πρῶτα] ὅτι ἐπανείληφεν ἐξεργαστικώτερον τὰ περὶ τὸν ὁπλισμὸν τοῦ Ἀγαμέμνονος, προεπιτηδεύων αὐτοῦ τὴν ἀριστείαν.
21. ὅτι οὕτως εἴρηκεν εἰς Κύπρον ἠκούετο, διὰ τὸ εἰς τόπον ἐκ τό- που διαγγέλλεσθαι, ὅμοιον τῷ “Σκάνδειάνδʼ ἄρα δῶκεν (Il.10, 268).
22. ὅτι ἀνάπλουν τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν λέγει.
24. * ὡς νῦν ἐπὶ δεκαστιχίαν.
οἶμοι] κυρίως μὲν ὁδοὶ, νῦν δὲ αἱ ἄνωθεν διήκουσαι τοῦ θώρακος
ῥάβδοι ἕως τῶν κάτω μερῶν· ῥαβδωτὸς γὰρ ἦν ὁ θώραξ. βαρύνεται δὲ
τὸ οἶμος ὡς οἶκος. δοκεῖ δέ μοι κατά τινα ἀφορμήν· φιλεῖ γάρ πως τὰ
εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀπὸ τῆς οι διφθόγγου ἀρχόμενα
ιβαρύνεσθαι, ὁπότεπρὸ τῆς εἰς ος συλλαβῆς σύμφωνον ἢ σύμφωνα ὑπάρ-
χει—φημὶ δὲ διὰ τὸ Οἰός· οὕτως γὰρ λέγεται δῆμος παρʼ Ἀθηναίοις
κατʼ ὀξεῖαν τάσιν—οἷον οἶκος οἶτος οἶκτος οἶνος. οὕτως καὶ οἶμος.
26. κυάνεοι δὲ δράκοντες] ἐν τῇ Ἀριστοφάνους σμερδαλέοι δὲ δράκοντες ἐλειχμῶντο.
ὀρωρέχατο] ἐξετέταντο, διεγηγερμένοι ἤσαν. γέγονε δὲ ἀπὸ τοῦ
ὀρέγω, ὤρεχα ὁ παρακείμενος, ὤρεγμαι, τὸ τρίτον ὤρεκται, καὶ Ἰακῶς
27. τρεῖς ἑκάτερθʼ ἴρισσιν] ὅτι Ζηνόδοτος γράφει Ἐρίδεσσιν. οὐκ ἔστι δὲ ἡ αὐτὴ Ἔρις καὶ Ἶρις καθʼ Ὅμηρον, ὡς ὑπέλαβεν.
28. *στήριξεν] οὕτως Ἰακῶς τὸ στήριξεν.
30. ὅτι νῦν μὲν χρυσόηλον, ἐν ἄλλοις δὲ (Il. 2, 45. 3, 334) ἀργυ- ρόηλον. ἤτοι κατʼ ἐπιφορὰν, ἣ διὰ τὴν ἀριστείαν κοσμεῖ διαφορω- τέρᾳ πανοπλίᾳ.
32. ὅτι ἀνδρομήκεις αἱ ἀσπίδες. πρὸ δὲ τῆς περικεφαλαίας ἀνα-
λαμβάνει τὴν ἀσπίδα, ὡς ἂν διʼ ἀναφορέων χρωμένων ταῖς ἀσπίσιν.
ὁ δὲ Ζηνόδοτος ἐπὶ τοῦ Ἀλεξάνδρου (Il. 3, 334) τὸν ὁπλισμὸν
ἐνήλλαχεν.
33. χάλκεοι ἦσαν] ἐὰν σὺν τῷ ι γράφηται, ᾖσαν, περιεπορεύοντο· εἰ δὲ μὴ, ἀναστρεπτέον, ἵνα ᾖ περιῆσαν.
35. λευκοί] ὀξυτονητέον, ἵνα ἐπὶ τῶν ὀφθαλμῶν κέηται. εἰσὶ δὲ
οἳ περισπῶσιν, ἵνα γενικὴ γένηται, ἐπίθετον τοῦ κασσιτέρου, κακῶςʼ
ἔθος γάρ ἐστι παρὰ τῷ ποιητῇ τὴν Θεσσαλικὴν ταύτην καλουμένην
γενικὴν εὑρίσκεσθαι, εἰ μὴ μέτρον κωλύοι· εἰ γὰρ κωλύοι, ἡ κοινὴ
παραλαμβάνεται. παρεκτέταται τὸ κεφάλαιον Ἡρωδιανῷ.
36. ἡ ἐπί πρὸς τὸ ἐστεφάνωτο συντάσσεται· διὸ τὸν τόνον
φυλακτέον.
38. τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν] ὅτι ἐκ τελαμώνων αἱ ἀσπίδες ἤρτηντο.
*ἐπʼ αὐτοῦ] οὕτως Ἀρίσταρχος. γράφεται δὲ καὶ ἐπʼ αὐτῷ.
40. οὕτως αἱ Ἀριστάρχου σὺν τῷ ρ, ἀμφιστρεφέες· καὶ τὰ
ὑπομνήματα δὲ συμφωνεῖ, λέγοντα ἓν μὲν εἶναι σῶμα τοῦ δράκοντος,
κεφαλὰς δὲ τρεῖς περιπεπλεγμένας ἀλλήλαις. ἠπάτηνται δὲ οἱ
χωρὶς τοῦ ρ γράφοντες ἐξ ἐκείνου “τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις
ἐστεφάνωται” (36).
41. κρατὶ δʼ ἐπʼ ἀμφίφαλον] ὅτι μετὰ τὴν ἀσπίδα τὴν περι- κεφαλαίαν ἀνελάμβανον.
43. εἵλετο δʼ ἄλκιμα δοῦρε] ὅτι καὶ ἐπὶ τῆς Ἀλεξάνδρου μονο- μαχίας (Il. 3, 338) τὸ ὅμοιον.
44. οὐρανὸν εἴσω] ὅτι ἀντὶ τοῦ εἰς οὐρανόν. καὶ ὅτι ὅταν ἐπʼ
Ἀχιλλέως λέγῃ “ ὡς τοῦ χαλκὸς ἔλαμπε” (Il. 22, 32), νοητέον ἀπὸ
τοῦ δόρατος τὴν λαμπηδόνα ἀνταυγεῖν· τὰ γὰρ ἄλλα χρυσᾶ εἶχεν.
45. ἐπὶ δʼ ἐγδούπησαν] ὅτι διὰ τὸ μέτρον παράκειται τὸ γ· τὸν δὲ δοῦπον οὐκ ἂν εἴποι γδοῦπον.
46. ὅτι νῦν ἑνικῶς τὴν Μυκήνην, καὶ ἵτι ἐν Μυκήναις τὰ Ἀγα-
μέμνονος βασίλεια, οὐκ ἐν Ἀργει, ὡς οἱ νεώτεροι.
49. ὅτι φανερῶς πρυλέες οἱ πεζοί· ἀντιδιέσταλκε γὰρ τοὺς ἱππεῖς.
51. φθὰν] ὁ Ἀρίσταρχος βαρύνει· καὶ δῆλον ὅτι ὑγιῶς· κοιμί-
ζεται γὰρ ἡ ὀξεῖα ἐν τῇ συνεπείᾳ· “Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε
(Il. 13, 1). ἔστι δὲ ὁ νοῦς τοιοῦτος, ἔφθασαν δὲ κατὰ τὸ πολὺ οἱ
πεζοὶ τοὺς ἱππεῖς προδιαταγέντες ἐπὶ τῆς τάφρον.
τὸ ἐπὶ τάφρῳ καὶ τοῖς ἑξῆς καὶ τοῖς ἄνω δύναται συνάπτεσθαι·
βέλτιον δὲ τοῖς ἑξῆς, ἵνα ἐπὶ μὲν τῆς τάφρου ἡ διακόσμησις ᾖ
γεγοννῖα, οἱ δὲ πεζοὶ προεληλυθότες τῶν ἱππέων εἰς τὸ πεδίον·
ἀποβάντες γὰρ τῶν ἁρμάτων προέρχονται [εἰς τὸ πεδίον]· φησὶ
γοῦν (47) “ἡνιόχῳ μὲν ἔπειτα ἑῷ.ʼ τὸ δὲ ἀπορούμενον, πῶς μέγα
προειπὼν ἐπιφέρει ὀλίγο, τοιοῦτόν ἐστι. τὸ ἕτερον αὐτῶν χρονικόν
ἐστι, τὸ δὲ ἕτερον τοπικόν· ἤτοι γὰρ πολὺ τοῦ πεδίου προῆλθον
αὐτῶν, οἱ δὲ ταχέως ἐπεδίωξαν, ὡς ἂν ἐφʼ ἀρμάτων· ἢ τῷ χρόνῳ
πολὺ προέλαβον οἱ πεζοὶ, ρἱ δὲ ἱππεῖς τῷ καταταχῦναι ὀλίγον
ὄπισθεν ἤσαν.
φθὰν δέ] πρὸς τὸ δοκοῦν μάχεσθαι· εἰ γὰρ μεγάλως ἔφθασαν, πῶς
οἱ ἱππεῖς ὀλίγον μετεκίαθον αὐτῶν; λέγει δὲ “φθὰν δὲ μέγα” χρο-
νικῶς, ἀντὶ τοῦ πολλῷ χρόνῳ προέλαβον, ὀλίγον δὲ μετεκίαθον τοπι-
κῶς, οἷον ὀλίγῳ τόπῳ διεστῶτες μετʼ αὐτοὺς ἔκιον.
52. *ὀλίγον] ὅτι τῷ τόπῳ καὶ τῇ τάξει, οὐ τῷ χρόνῳ.
53, 54. ἐζήτηται πῶς ἐνεδέχετο αἷμα ἔχειν τὰς νεφέλας. καὶ
λέγουσιν οἱ λύοντες τὸ ἀμφίβολον ὅτι ὡς ἐπὶ μεγίστῳ πολέμῳ
πολλῶν ἀναιρουμένων τό αἷμα τούτων ἐπλήρου τοὺς πλησίον ποτα-
μοὺς, ἀφ’ ἄν αἱ νεφέλαι λαμβάνουσαι τὸ ὕδωρ αἱματώδεις δρόσους
ἔπεμπον.
54. ὅτι δοκεῖ σημεῖον εἶναι, ὅταν ἐπιψακάσῃ, οὐχ ὅταν ὕσῃ, καὶ ὅτι τὸ ἔμελλε πάλιν ἀντὶ τοῦ ἐῴκει. ἕως τοῦ αἰθέρος δὲ στικτέον, καὶ τοῖς ἄνω συναπτέον αὐτό.
55. *οὕτως Ἀρίσταρχος κεφαλάς ἐνθάδε.
ὅτι ἐνταῦθα μὲν γράφειν κεφαλάς οὐδὲν κωλύει, περιφραστικῶς ἀπὸ μέρους τῶν ὅλῶν σημαινομένων, κατὰ δὲ τὸ τῆς Ἰλιάδος προοί- μιον (1, 3) οὐκ ἐνδέχεται, ἐπιφερομένου τοῦ “αὐτοὺς δὲ ἑλώρια.”
56. *Τρῶες δʼ] ὅτι κοινὸν καὶ ἐπὶ τούτων τὸ ἐθωρήσσοντο.
62. οὔλιος] ὅτι τινὲς γράφουσιν αὔλιος, ὅ ἐστιν ἑσπέριος, πρὸς
ὃν αὐλίζεται τὰ ζῷα. καὶ Καλλίμαχος “αὔλιος ὃς δυθμὴν εἶσι μετʼ
ἠελίου.” ἔστι δὲ ἀλύπιος καὶ εἰς ἀνάπαυσιν ἄγων τὰ ζῷα. γραπτέον
οὖν οὔλιον, ἵνα τὸν τοῦ κυνὸς σημαίνῃ, τὸν φθοροποιὸν καὶ λαμπρότα-
τον, ᾧ καὶ τὸν Ἀχιλλέα ὁμοιοῖ “παμφαίνονθʼ ὥστʼ ἀστέρα ὅς ῥά τʼ
ὀπώρης εἶσιν” (Il. 22, 26).
65. πᾶς] σημειοῦνταί τινες ὅτι τοῦτο ἀντὶ τοῦ ὅλος.
68. ὄγμον ὡς ὄλβον· τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ,
ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἢ πλείονα, βαρύνεσθαι
θέλει, οἷον ὄκνος ὄμβρος ὄρρος ὅσσος ὄρθος ὄρρος. οὕτως καὶ ὄγμος.
ἡ διπλῆ δὲ, ὅτι τὸ ἐλαύνωσι τύπτωσι· καὶ τίθησιν ἐπὶ τῆς ἐκ
χειρὸς πληγῆς τὸ ἐλάσαι.
69. ταρφέα ὡς ὀξέα· νῦν γὰρ ἐπιθετικὸν τὸ τοιοῦτον.
71. ὅτι φόβον τὴν φυγήν· ὃν δὲ ἡμεῖς φόβον, δέος λέγει.
72. ὅτι Ἄρίσταρχος ὑσμίνη γράφει χωρὶς τοῦ ι· φησὶ γὰρ,
ἥ τε τῶν Ἑλλήνων ὑσμίνη καὶ βαρβάρων ἰσοκέφαλος ἦν· οἷον
*οὕτως Ἀρίσταρχος, ἡ ὑσμίνη τὰς κεφαλὰς ἴσας εἶχεν· ἰσοκέ- φαλος ἦν αὐτοῖς ἡ μάχη. ἄλλοι δὲ ἴσας δʼ ὑσμίνῃ κεφαλὰς ἔχον.
75. πρὸς τὴν ἑξῆς ἀθέτησιν· οὐ γὰρ ἤσαν ἐπὶ τοῦ αὐτοῦ πάντες οἱ θεοί. τὸ δὲ πάρεσαν, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἐκ δὲ τοῦ παρῆσαν ἐγένετο.
ἕκηλοι] δασύνεται. τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεσθαι θέλει, ὁπότε μὴ ἐκ κλίσεως τυγχάνοι ῥήματος ἢ ἀπὸ προθέσεως.
76. *σφοῖσιν] γράφεται οἷσιν.
*ᾗχι] Ἀρίσταρχος χωρὶς τοῦ ι τὸ ἧχι.
78—83. ἀθετοῦνται στίχοι ἓξ, ὅτι ψεῦδος· οὐ γὰρ δύνανται πάντες
τὸν Δία αἰτιᾶσθαι βοηθοῦντα τοῖς Τρωσὶν, ἀλλʼ οἱ τῶν Ἑλλήνων
βοηθοί. καὶ τὸ “ὁ δὲ νόσφι λιασθεὶς τῶν ἄλλων ἀπάνευθε καθέζετο”
ὡς ἐπὶ ταὐτὸ συνηθροισμένων αὐτῶν λέγει· προείρηκε δὲ “οἱ δʼ ἄλλοι
οὗ σφιν πάρεσαν θεοί,” ἀπό τε τοῦ Ὀλύμπου οὐ παρεισάγεται
θεωρῶν τὴν ἐπὶ τῆς Τροίας μάχην, ἀλλʼ ἀπὸ τῆς Ἵδης, ὅθεν διὰ τῶν
ἑξῆς μεταβαίνει εἰς αὐτόν.
τούτους καὶ Ἀριστοφάνης ἠθέτει, παρὰ δὲ Ζηνοδότῳ οὐδὲ ὁγρά.
φοντο.
81. τῶν ἄλλων ἀπάνευθε] βέλτιον τοῖς ἑπομένοις τὸ ἡμιστίχιον συντάττειν, ἵνα μὴ νόσφι καὶ ἀπάνευθε ἐν ταὐτῷ κέηται.
86. ἦμος δὲ δρυτόμος] ἄκρως τὸν καιρὸν ἐδήλωσεν, ἀπὸ τῶν
κατειθισμένων καὶ πᾶσι γνωρίμων τὴν δήλωσιν ποιησάμενος· οὕπω
γὰρ ἦν ὥραις μετρητὴ ἡ ἡμέρα. ὁρᾶται δὲ ἡ ἀρετὴ τῶν Ἑλλήνων,
ὅτι οὐδὲ τῷ καιρῷ παραχωροῦσι τῷ πάντα τὰ σώματα διαλύειν ἐκ
τῶν ἔργων πεφυκότι.
ὅτι Ζηνόδοτος γράφει δόρπον. οὐ λέγει δὲ δεῖπνον τὴν ἑσπερινὴν
τροφὴν νῦν, ἀλλὰ δεῖπνον καλεῖ ὃ ἡμεῖς ἄριστον, καθʼ ἣν ὥραν καὶ ὁ
δρυτόμος ἀριστοποιεῖται, ἤγουν ὁ ὑλοτόμος, ὁ ξυλοτόμος· δρῦν γὰρ
ἐκάλουν οἱ παλαιοὶ ἀπὸ τοῦ ἀρχαιοτέρου πᾶν δένδρον.
88. ἅδος] δασυντέον· τὰ γὰρ α πρὸ τοῦ δ ὂν, καὶ μὴ ἔχον στερη-
τικὴν ἔννοιαν ἢ κρᾶσίν τινα, δασύνεσθαι θέλει, στερητικὴν μὲν οὕτως,
91. ἂν δʼ Ἀγαμέμνων] γράφεται ἐν δʼ Ἀγαμέμνων.
92. * Βιήνορα] Ἀρίσταρχος Βιάνορα.
93. αὐτόν, ἔπειτα δʼ ἑταῖρον] τι τὸ ἔπειτα ἀντὶ τοῦ μετὰ ταῦτα. πρὸς τὸ “αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας” (Il. 9, 169).
94. κατεπάλμενος] ὅτι δύο προθέσεις παρείληφεν, κατά, ἀπό, τῆς. ἑτέρας ἀρκούσης. Ζηνόδοτος δὲ ἀντίον καὶ Ἀριστοφάνης.
96. *ὅτι εἶδος περικεφαλαίας ἡ στεφάνη.
97. ἐγκέφαλος δέ] ὅτι Ἀπολλώνιος ποιεῖ ἐγκέφαλόνδε, καὶ τὸν ἐξῆς ἀθετεῖ.
98. πεπάλακτο] διεβρέχετο, ὡς τὸ “παλάσσετο δʼ αἵματι θώρηξ”
(Il. 5, 100) καὶ “λύθρῳ δὲ παλάσσετο χεῖρας” (Il. 20, 503).
φησὶν οὖν τὸν ἐγκέφαλον ἐμπεπλῆσθαι τοῦ αἵματος· σφιγγομένου
γὰρ τοῦ δόρατος ὑπὸ τοῦ ὀστέου, ἔξω εἴργεται προελθεῖν τὸ αἷμα,
ἔσω δὲ συνάγεται, καθάπερ ἐπὶ τῶν πληγέντων λίθῳ, ὅταν συντριβῇ
μὲν τὰ ὀστᾶ, μὴ διαιρεθῇ δὲ ἡ ἐπιφάνεια, ἐντὸς χεῖται τὸ αἷμα τῆς.
ἔξω φορᾶς εἰργόμενον.
100. ἐπεὶ περίδυσε χιτῶνας] ἐπειδὴ, φησὶ, τοὺς ἐπὶ τοῖς στήθεσιν
αὐτῶν χιτῶνας ἀφείλατο, γυμνοὺς καὶ φαινομένους τοὺς νεκροὺς
κατέλιπεν. ἡ διπλῆ δὲ, ὅτι ἔν τισι γράφεται ἐπεὶ κλυτὰ τεύχεʼ
ἀπηύρα. ἔσονται δὲ αὐτοὶ οἱ νεκροὶ τοῖς στήθεσι παμφαίνοντες.
οὐ λέγει δὲ τοῦτο, ἀλλὰ τοὺς ἐπὶ τοῖς στήθεσι παμφαίνοντας
χιτῶνας.
101. βῆ ῥ’ Ἶσον] Ζηνόδοτος ἔξω τοῦ ρ ἄη Ἶσον, μὴ ἐμφέρεσθαι δέ φησιν ὁ Ἀρίσταρχος νῦν ἐν τοῖς Ποσειδίππου ἐπιγράμμασι τὸν Βήρισον, ἀλλ’ ἐν τῷ λεγομένῳ σωρῷ εὑρεῖν. εὔλογον δέ φησιν ἐξελεγχόμενον αὐτὸν ἀπαλεῖψαι.
κατὰ διάστασίν ἐστι, βῆ ῥα, εἶτα Ἶσόν τε καὶ Ἄντιφον· τὸ
μέντοι ἐπιφερόμενον ἐν τῇ συντάξει ἐν μετοχῇ ὀφείλει κατακλείεσθαι
ἐξεναρίζων, ὡς δείκνυται ἐν τῷ περὶ συντάξεως (1, 32 p. 66, 5).
102. ἐπὶ τὸ γνήσιον βραχὺ διασταλτέον· καὶ γὰρ σαφέστερον τὸ οὕτως χωρίζειν, ἄμφω εἰν ἑνὶ δίφρῳ, καὶ ἀδιανόητόν ἐστι τὸ συνάπτειν νόθον καὶ γνήσιον ἄμφω.
103. * ἐόντας] Ἀριστοφάνης ἐόντε.
104. ὤ]ὅτι Ζηνόδοτος γράφει ὅνποτʼ Ἀχιλλεύς. μήποτε δὲ πεπλά-
νηται, γεγραμμένου τοῦ ο ὑπʼ ἀρχαικῆς συνηθείας ἀντὶ τοῦ ω,
προσθεὶς τὸ ν· ἔστι γὰρ περὶ δυεῖν ὁ λόγος, διὸ καὶ ἐπιφέρει “καὶ γάρ
σφε πάρος παρὰ νηυσίν·” καὶ ὅτι οἱ μαχόμενοι παραβάται ἦσαν.
*ἐν ἄλλῳ ὅν ποτʼ Ἀχιλλεύς.
105. ἐδέσμευσε ταῖς νέαις καὶ ἁπαλαῖς λύγοις καὶ βλαστήμασι.
λύγος δὲ ἱμαντῶδές τι φυτὸν καὶ ἁπαλόν, ὃ καὶ οἶσον καλοῦσιν, ἐξ οὗ καὶ
τὸ οἰσόκαρπον. τινὲς δὲ αὐτὸ καὶ ἄγνον καλοῦσιν· ὁ γὰρ τούτου καρπὸς
ἐσθιόμενος ἀφανιστικός ἐστι τῆς γονῆς· καὶ οἱ ἱερεῖς δὲ τοῦ φυτοῦ
τούτου τὰς κόμας τῇ ἑαυτῶν κλίνη ὑποτιθέασιν ὡς φυσικήν τινα
δύναμιν ἔχοντα πρὸς ἁγνείαν· διὸ καὶ ἄγνος ἐκλήθη.
106. ποιμαίνοντʼ ἐπʼ ὄεσσι] ὅτι τὸ πλῆρες ποιμαίνοντε. Ζηνόδοτος δὲ ἔοικε δέχεσθαι ποιμαίνοντα· καὶ γὰρ ὅν ποτε γράφει.
109. Ἄντιφον] ὅτι ἐπανείληφε τὸ ὄνομα διὰ τὸ προειρηκέναι δύο· καὶ πρὸς τὸ πρότερον ἀπήντησεν, ἵνα σαφηνίσῃ κατὰ τίνα τόπον ἑκάτερος ἐπλήγη.
110. σπερχόμενος δʼ ἀπὸ τοῖιν] εἰώθασιν ἐπισαρκάζειν τοῖς ἐπισή- μοις τῶν φονευομένων, ὡς Ὀθρυονεῖ (Il. 13, 374). νῦν οὖν ἐπείπερ ὀξύς ἐστιν ὁ καιρὸς, ἄμφω δηλοῖ, καὶ ὡς ἐπεγίνωσκεν αὐτοὺς, καὶ ὡς ὁ καιρὸς οὐκ εἴα λαλεῖν.
111. καὶ γάρ σφε] ὅτι σφέ ἀντὶ τοῦ αὐτούς· καὶ οὐκ ἔστι περὶ
ἑνὸς ὁ λόγος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον (104).
115. * τῶν ἐλάφων φησί.
116. εἴπερ τε τύχῃσι] ὅτι δύναται ἑκατέρως ἀναγινώσκεσθαι, καὶ κατὰ διαστολὴν τύχῃσι καὶ τετύχῃσι ὡς λελάχωσι.
119. σπεύδουσʼ ἱδρώουσα] ἐπὶ τὸ σπεύδουσα βραχὺ διαστα-
τέον· μᾶλλον γὰρ ἐμφαίνει.
121. ὑπʼ Ἀργείοισι] ὅτι ἀντὶ τοῦ ὑπʼ Ἀργείων. πάλιν δὲ τὸ φέβοντο ἀντὶ τοῦ ἔφευγον.
123. * δαίφρονος] Ζηνόδοτος γράφει κακόφρονος, εὐτελῶς.
124. πρὸς τὸ σημαινόμενον, ἐπεί ἐστι τό λεγόμενον, χρνσᾶ δῶρα. δύναται βραχὺ διασταλῆναι ἤτοι ἐπὶ τὸ χρυσόν ἢ ἐπὶ τὸ δεδεγ- μένος.
127. ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους] ὁμοῦ ἐπεχείρουν κρατεῖν τοὺς
ἵππους διὰ τὸ ἐκφεύγειν τὰς ἡνίας.
128. σφέας] ὅτι τῇ αἰτιατικῇ ἀντὶ τῆς γενικῆς, ἀντὶ τοῦ αὐτῶν.
*φύγον] οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ φύγεν.
129. *οὕτως ἐναντίον.
130. ὅτι δυωδεκασύλλαβος ὁ στίχος, καὶ σπανίως χρῆται, ὡς καὶ
ἐν Ὀδυσσείᾳ “τὰ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν” (Od. 21,
15). ἡ δὲ ἀναφορὰ πρὸς ἐπίκρισιν τῆς στιχοποιίας, ὅτι εὐτελεῖς τῇ
κατασκευῇ δοκοῦσιν εἶναι οἱ τοιοῦτοι. καὶ ὅτι τὸ γουναζέσθην
καταχρηστικῶς ἀντὶ τοῦ ἱκέτευον.
132. * Ζηνόδοτος πολλὰ δʼ ἐν Ἀντιμάχου πατρός.
135. *ζωοὺς] Ἀριστοφάνης ζωώ.
137. ἀμείλικτον δʼ ὄπʼ ἄκουσον] ἀμείλικτον ἀπηνῆ καὶ σκληρὰν καὶ ἀπαράκλητον καὶ ἀφιλάνθρωπον καὶ ἀνηλεῆ καὶ ἀδυσώπητον.
140. ἀγγελίην] ἀντὶ τοῦ εἰς πρεσβείαν. δύο δὲ σημαίνει ἡ λέξις
παρὰ τῷ ποιητῇ, τὸ ἄγγελμα, ὡς ἐν τῷ “ἀγγελίην εἴποιμι περί-
φρονι Πηνελοπείῃ” (Od. 15, 313), καὶ τὸν ἄγγελον ἤτοι τὸν
πρέσβιν, ὡς ἐνταῦθα “ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆ??.”
*ὅτι ἀντὶ τοῦ ἄγγελον.
141. ἔμεν] δασυντέον· τὸ γὰρ εἷναι καὶ ἀφεῖναι παραγωγῶς γέγονεν ἔμεναι, ὡς τὸ θεῖναι θέμεναι.
142. τοῦ πατρὸς] ὅτι Ζηνόδοτος γράφει οὗ πατρός. ἔστι δὲ
ἑνικὸν τοῦ ἑαυτῆς ἢ τοῦ ἑαυτοῦ, ὅπερ οὐχ ἁρμόζει. ἐλλείπει δὲ ἡ
πρόθεσις, καὶ ἔστιν ἀντὶ τοῦ περὶ τοῦ πατρός. τινὰς μέντοι φησὶν
Ἀρίσταρχος σφοῦ πατρός, αὐτὸς δὲ τοῦ πατρός.
144. ὁ δʼ ὕπτιος] ὅτι ἀπὸ τῆς πληγῆς, οὐκ ἐπὶ τὴν πληγὴν πίπτει.
* Ἀρίσταρχος οὖδας ἔρεισεν.
146. Ἀρίσταρχος πλήξας.
147. ὅλμον δʼ ὣς] ὅλμου δίκην εἴασεν αὐτὸν ῥίψας κυλίεσθαι· ὅλμος δέ ἐστι κοῖλος λίθος, εἰς ὃν κόπτουσιν ὄσπρια καὶ ἄλλα τινά. ἡ διπλῆ δὲ, ὅτι ἅπαξ ἐνταῦθα κέχρηται· καὶ ὅτι καὶ ἐν Ἰλιάδι εὐτελέσι κέχρηται λεξιδίοις, οὐ μόνον ἐν Ὀδυσσείᾳ, χοίνικος (Od. 19, 28) καὶ λύχνου (ib. 34). πρὸς τοὺς χωρίζοντας.
150. πεζοὶ μὲν] πολὺ βέλτιον ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς ἀναγι- νώσκειν· καὶ γὰρ ἡ προάγουσα διάνοια πεπλήρωται, κοινοῦ νοουμένου τοῦ ἐνόρουσαν. καὶ ἄλλως ἀσυνδέτοις ἐπὶ τῶν μεταβάσεων ἥδεται.
152. τὸ ἐκ πεδίου δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπο-
μένοις συντάττεσθαι· μᾶλλον δὲ τοῖς ἡγουμένοις διὰ τὸ τοῦ ἄρθρου
ὑπερβατόν.
153. χαλκῷ δηῖόωντες] ἤτοι τοῖς ἐπισσώτροις κόπτοντες τὴν γῆν, ἢ ὅτι συντακτέον τοῦτο τῷ “πεζοὶ μὲν πεζοὺς ὄλεκον, ἱππῆες δʼ ἱππῆας·” οἱ γὰρ τῶν ἵππων πόδες χαλκῷ ἐτίτρωσκον.
155. πρὸς τὴν ἄξυλον, ὅτι πολλὰς ἐκδοχὰς ἔσχηκεν. οἱ μὲν γὰρ
τὴν θρυώδη ἀποδεδώκασιν, οἱ δὲ τὴν πολύξυλον. βέλτιον δὲ ἀφʼ ἦς
οὐδεὶς ἐξυλίσατο, ὡς Ἡσίοδος “τῆλε γὰρ ἀξυλίῃ κατεπύθετο κήλεα
νηῶν.”
156. θάμνοι] οἱ σύμφυτοι τόποι, παρὰ τὸ θαμὰ καταφυτεύεσθαι αὐτοὺς, ὅ ἐστι πυκνῶς. οἱ δὲ τὰ χαμαίζηλα καὶ πολύκλαδα φυτά.
157. Ἀρίσταρχος ὑγιῶς ἀναγινώσκει ἐπειγόμενοι, ὡς τυπτό- μενοιʼ κατὰ γὰρ τῶν θάμνων κεῖται.
160. κείνʼ] λέγει ὁ τεχνικὸς ἐν τῷ ὑπομνήματι τοῦ περὶ παθῶν
Διδύμου· τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται τὴν ὀξυνομένην συλλαβὴν,
ἀναπέμπει τὴν ὀξεῖαν ἐπὶ τὴν ὀπίσω συλλαβὴν, καὶ ἐὰν ᾖ ἡ ἐκθλι.
θεῖσα συλλαβὴ ἡ ἔχουσα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ ὀπίσω συλλαβὴ
φύσει μακρὰ, τῷ τονικῷ παραγγέλματι γίνεται περισπώμενον.
περισπᾷ γοῦν τὸ δεῖλʼ, ἐν δὲ τῇ Ὁμηρικῇ προσῳδίᾳ ἐναντιοῦται τούτῳ.
162. κείατο γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν] τότε πολὺ προσφιλέστερον τοῖς γυψὶν ἢ ὅτε ἔζων ταῖς γυναιξίν.
163. Εκτορα δʼ ἐκ βελέων] ἡ ἔκ νῦν ἐπίπαν εἶναι ἀντὶ τοῦ ἐκτός κεῖται. οὕτως οὖν καὶ ἐν Ὀδυσσείᾳ κεῖται “θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ” (11,134).
165. τὸ σφεδανόν ἑκατέροις δύναται προσδίδοσθαι. σημαίνει δὲ ἡ λέξις ἐπεικτικὸν καὶ ἐπεστραμμένον, οἷον σφενδονηδόν, ἀπὸ τῆς σφενδόνης. οὕτως Ἀρίσταρχος.
166. μέχρι τοῦ μέσσον κὰπ πεδίον συναπτέον, εἶτα βραχὺ
διασταλτέον· ὁ γὰρ ἐρινεὸς οὐκ ἐν μέσῳ τῷ πεδίῳ, ἀλλʼ ἐγγὺς τῆς
πόλεως· “λαὸν δὲ στῆσον παρʼ ἐρινεὸν, ἔνθα μάλιστα ἀμβατός ἐστι
πόλις” (Il. 6, 433) καὶ ἀλλαχοῦ “οἱ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεόν”
(Il. 22, 145). ταῦτα μὲν ὅτι πλησίον τοῦ τείχους ὁ ἐρινεός. ὅτι δὲ
καὶ ἐν μέσῳ τῷ πεδίῳ ἐστὶ τὸ Ἴλου σῆμα, φανερὸν ἐξ ἐκείνου
“Ἕκτωρ μὲν μετὰ τοῖσιν ὅσοι βουλὰς βουλεύουσιν θείου παρὰ σή-
ματι λοῦ ” (Il. 10, 414). ἐπαυλίζονται δὲ ἐν μέσῳ τῷ πεδίῳ ἐπὶ
τοῦ θρωσμοῦ, “οὐκ ἀίεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο” (ib. 160),
ὅ τε Ἀλέξανδρος ἐν ταύτῃ τῇ ῥαψῳδίᾳ τοξεύει “στήλῃ κεκλιμένος
Ἴλου Δαρδανίδαο” (371)· ἡ δὲ μάχη ἐν τῷ πεδίῳ. συναπτέον οὖν
ἀναγινώσκοντας ἕως τοῦ μέσσον κὰπ πεδίον, εἶτα βραχὺ δια-
στείλαντας τὰ ἑξῆς ῥητέον· καὶ οὕτως λυθήσεται τὸ ἐν τῷ τόπῳ
ἄπορον καὶ Ἴλου σῆμα καὶ μέσον πεδίον καὶ ἐρινεὸς καὶ ἡ πόλις ἐν
ταὐτῷ. παρέρχονται μὲν γὰρ τὸ μέσον πεδίον, ἐν τὸ Ἴλου σῆμα,
σεύονται δὲ πρὸς τὸν ἐρινεὸν, ἵενται δὲ τῆς πόλεως. ὡς εἰ οὕτως
ἔλεγεν, οἱ δὲ διὰ μέσου τοῦ πεδίου παρὰ τὸ Ἴλου μνημεῖον ἔφυγον
πρὸς τὸν ἐρινεὸν, σπεύδοντες εἰς τὴν πόλιν.
ἡ διπλῆ πρὸς τὸ περὶ τοῦ ναυστάθμου διάγραμμα· τὸ γὰρ Ἴλου σῆμα κατὰ μέσον εἶναί φησιν ἐν τῷ πεδίῳ.
173. ἐφόβησε] ὅτι ἀντὶ τοῦ εἰς φυγὴν ἔτρεψεν.
ἐν νυκτὸς ἀμολγῷ] τῷ καιρῷ ἐν συμβέβηκεν ἀμέλγεσθαι τὰ
θρέμματα. τινὲς δὲ τὸ μεσονύκτιον, ὅτι ἐν αὐτῷ οὐδεὶς μολίσκει
οὐδὲ πρόεισιν.
179, 180. ἀθετοῦνται ἀμφότεροι, καὶ ἀστερίσκοι παράκεινται,
ὅτι κατὰ τὴν Πατρόκλου ἀριστείαν (Il. 16, 699) τάξιν ἔχουσι νῦν
δὲ οὔ· προείρηται γὰρ “πολλοὶ δʼ ἐριαύχενες ἵπποι κείνʼ ὄχεα κροτά-
183. Ἴδης ἐν κορυφῇσιν] ὅτι διὰ τούτων συνίστησι τὸν Δία ἐπὶ τὴν Ἴδην πεπορευμένον ἐκ τοῦ Ὀλύμπου.
184. *στεροπὴν] Ἀρίσταρχος μετὰ τοῦ α ἀστεροπήν.
ἀστεροπὴν λέγει οὐ τὴν ἀποτελουμένην ἀστραπὴν, ἀλλὰ τὸ ὁμώ-
νυμον ὄργανον, ὅπερ τινασσόμενον τὴν ἀστραπὴν ἀποτελεῖ “βῆ ῥ”
ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν” (Il.
13, 242).
186. ὅτι οὐ κατʼ ἐπίθετον τὸ ταχεῖα, ἀλλʼ ἀντὶ τοῦ ταχέως,
οἷον καὶ “τότε μοι χάνοι εὐρεῖα χθών” (Il. 4, 182). ὁ λόγος δὲ
αἱρεῖ στίζειν τελείᾳ ἐπὶ τὸ ταχεῖα· δύο γὰρ λόγοι αὐτοτελεῖς,
πορεύθητι ταχέως Ἶρι, τοῦτον εἰπὲ τὸν λόγον Ἕκτορι. ἡ δὲ συνήθεια
καὶ τὰ τοιαῦτα συνάπτει.
191. δουρὶ τυπείς] πρὸς τὴν διαφορὰν τοῦ τύψαι καὶ βαλεῖν.
192. ἅλεται] ὅτι ἀντὶ τοῦ ἅληται. ψιλοῦται, εἴτε ἐπὶ τοῦ ἐκ-
κλίνειν τάσσηται, ὥς φησιν ὁ Ἀσκαλωνίτης, εἴτε ἐπὶ τοῦ συστρα-
φῆναι, ὡς καὶ Τυραννίων, ᾧ καὶ μᾶλλον συγκατατίθεμαι. πολλὴ δὲ
ἡ κίνησις αὐτοῦ παρὰ τῷ ποιητῇ· ὁριστικὸς μὲν γὰρ δεύτερος ἀόρι-
στος “τῇ ὕπο πᾶς ἐάλη” (Il. 13, 408) καὶ πληθυντικὸν τρίτον
κατὰ συγκοπήν “οἱ δή τοι εἰς ἄστυ ἄλεν ” (Il. 22, 12), ἀπαρέμ-
φατόν τε “ἢ λαοὺς εἰς τεῖχος ὁμοκλήσειεν ἀλῆναι” (Il. 16, 714).
καὶ ὥσπερ ἡ φανείς μετοχὴ, οὕτως καὶ ἡ ἀλείς· “οἴμησεν δὲ ἀλείς”
(Il. 22, 308), καὶ οὐδέτερον “ᾗ χειμέριον ἀλὲν ὕδωρ” (Il. 23, 420).
καὶ πληθυντικὸν ἀρσενικόν “ αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν
ἀλέντες” (Il. 21, 534), καὶ γενική “πόλις δʼ ἔμπλητο ἀλέντων”
(Il. 21, 607). τούτου τοίνυν ὑποτακτικὸν ἄληται ὡς λάβηται. συ-
στολὴ οὖν ἐγένετο ἢ μεταβολὴ ἐγκλίσεως, ὁμοίως τῷ “ἐπεὶ ἄρ κεν
ἀμείψεται ἕρκος ὀδόντων” (Il. 9, 409)· “ὄφρα καὶ ἄλλος πτωχός
ἀλεύεται ἠπεροπευτής” (Od. 15, 400)· καὶ τὸ “ἢ αὐτὸς φθίεται
πρώτῳ ἐν ὁμίλῳ” (Il. 20, 173). τὸ δὲ ὅλον γέγονεν ἀπὸ τοῦ ἀλῶ,
ʼὃ σημαντικόν ἐστι τοῦ πλανῶ, ὅπερ ψιλοῦται.
196. βῆ δὲ κατʼ Ἰδαίων] ὅτι θηλυκῶς τὴν Ἴλιον. καὶ ὅτι νῦν γραπτέον “κατʼ Ἰδαίων ὀρέων.” ὅταν δὲ ἀπὸ τῆς Ἴδης ἐπὶ τὸν Ὄλυμπον “βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐπὶ μακρὸν Ὄλυμπον” (Il. 8, 410), ὡς ἀπʼ ἴσου ἐπʼ ἴσον.
201. σημειοῦνταί τινες ὅτι ἐν ἴσῳ τῷ σοί ἡ τεΐν ἀντωνυμία
Δωρικὴ οὖσα κατὰ πλεονασμὸν τοῦ ε ἐξηνέχθη, ὅθεν φυλάσσεται ὁ
αὐτὸς τόνος.
215. *ἔν τισι καὶ αὐτοί.
217. πρὸς τὸ ἔθελεν, ὅτι διὰ παντὸς ἀπὸ τοῦ ε ἄρχεται παρὰ
τῷ ποιητῇ. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “μήτε σὺ Πηλείδήθελ (Il. 1,
277), ὅτι ἐγκλιτέον τὴν ἀνάγνωσιν, ἵνʼ ᾖ ἔθελε.
219. Ζηνόδοτος καὶ Ἀριστοφάνης ἀντίος, Ἀρίσταρχος ἀντίον διὰ τοῦ ν.
221. Ἰφιδάμας] ἐὰν αὐτὸν τῶν ἐπικούρων εἴπωμεν, ἐπεὶ καὶ
Θρᾷξ ἦν καὶ ἦγε Θρᾷκας ἐπικούρους, ἔσται πρὸς τὸ δεύτερον πρότε-
ρον ἀπηντηκώς. γεγέννηται μέντοι ἐν Τροίᾳ· ἡ γὰρ Θεανὼ ἱέρεια
τῆς Ἀθηνᾶς οὖσα οὐκ ἄν ποτε εἰς Θράκην ἐξεληλύθει, καὶ ἦν πατρὸς)
Τρωός· γεννηθεῖσα δὲ ἐδόθη τρέφεσθαι τῷ μητροπάτορι· οὗτος δὲ
μόνος παρὰ τοῖς Τρωσὶ τὴν ἀδελφὴν τῆς μητρὸς ἔγημεν, ὥσπερ καὶ
παρὰ τοῖς Ἕλλησι Διομήδης. ἡ διπλῆ δὲ, ὅτι ὡς ἐμπνευσθεὶς ἀντ-
αποδέδωκε καθάπερ ἐν ἀρχῇ τῆς Ἰλιάδος “τίς τʼ ἄρ σφωε θεῶν,ʼ εἶτα
“Λητοῦς καὶ Διὸς υἱός”
222. μητέρι μήλων] Ζηνόδοτος μητέρι θηρῶν. τῇ δʼ ἐριβώλακι συνάδει καὶ τὸ πολυθρέμματον, οὐ τὸ ἔνθηρον.
223. Κισσῆς, ὡς Ἑρμῆς· καὶ μήποτε παρὰ τὸ κισσός παρώ-
νυμόν τι ἐγένετο Κισσέας, καὶ κατὰ συναλοιφὴν Κισσῆς.
226. ὅτι ὅμοιος ὁ γάμος Διομήδους καὶ Ἰφιδάμαντος· ἀμφό- τεροι γὰρ μητρὸς ἀδελφὰς ἐγάμησαν, ὁ μὲν Αἰγιάλειαν τὴν Ἀδρά- στου, Ἰφιδάμας δὲ Κισσέως θυγατέρα, ὢν Θεανοῦς υἱὸς τῆς Κισ- σέως.
227. γήμας δʼ] βραχὺ διασταλτέον μετὰ τὸν σύνδεσμον, πρὸς τὸ
μετὰ κλέος ἵκετʼ Ἀχαιῶν] ὡς νέος καὶ νεωτέρων πραγμάτων ἐρῶν·
φιλοπόλεμοι γὰρ οἱ νέοι, ὡς καὶ Πίνδαρος “γλυκὺς ἀπείρῳ πόλεμος,
ἐμπείρων δέ τις ταρβεῖ προσιόντα.”
*ἡ γὰρ ἦττα τούτου δόξα τῶν Ἑλλήνων ἐγίνετο.
229. λίπε νῆας ἐίσας] ἐθαλασσοκράτουν γὰρ οἱ Ἕλληνες. διὸ τὰς ναῦς καταλιπὼν πεζὸς ἦλθεν εἰς Τροίαν. ἡ δὲ Περκώτη πόλις Ἑλλη- σπόντου.
230. *διχῶς, καὶ ἐών καὶ ἰών.
233. Ἀτρείδης μὲν ἅμαρτε] ἀπέτυχεν. μόνον νῦν ὁ πρότερος ἀφεὶς νικᾷ καὶ δεύτερον ἀφείς. ἐν δὲ ταῖς ἄλλαις μονομαχίαις τετήρηται ὅτι ὁ πρότερος ἀφεὶς νικᾶται.
234. κατὰ ζώνην θώρηκος ἔνερθε] ὅτι οὐ λέγει διὰ τοῦ θώρακος
ἔνερθεν ἐντὸς θώρακος, ἀλλὰ κατὰ ζώνην θώρακος, τὴν θωρακοζώνην
λεγομένην· τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω μέρος τῆς θωρακοζώνης, ὡς
ὅταν λέγῃ “νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθεν” (252),
οὐχ ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλὰ κατὰ τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος.
ὁ δὲ λόγος οὗτος, τῆς θωρακοζώνης εἰς τὸ κάτω μέρος ἔνυξεν.
239. οἱ] ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετάληψις.
λὶς] ὁ μὲν Ἀρίσταρχος ὀξύνει, ὁ δὲ Αἰσχρίων περισπᾶ· ὡς γὰρ
παρὰ τὸ μῦς μῦν, φησὶ, καὶ νοῦς νοῦν, οὕτως καὶ λῖς λῖν “ἐπί τε
λῖν ἤγαγε δαίμων” (480). καὶ ἔστι συγκατατίθεσθαι τῷ Αἰσχρίωνι,
ὅτι μᾶλλον ὀφείλει περισπᾶσθαι, εἰ καὶ μηδὲν τῶν εἰς ις ληγόντων
καὶ ἀρσενικὸν γένος ὑπισχνουμένων περιεσπάσθη. καὶ τάχα καθʼ
ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ σημαῖνον γένος θηλυκὸν καὶ ὀξυ-
νόμενον ἀποφύγῃ, λέγω δὲ τὸ λὶς πέτρη (Od. 12, 64). τῷ μέντοι
χαρακτῆρι τοῦ κίς καὶ θίς καὶ ῥίς, καίτοι γε διαφόρως κλιθεῖσι πρὸς
τὸ λίς, συνεξωμοίωσεν αὐτὸ κατὰ τόνον ὁ Ἀρίσταρχοςʼ καὶ οὕτως
ἐπείσθη ἡ παράδοσις.
242. βραχὺ διασταλτέον ἐπὶ τὸ οἰκτρός καὶ ἀλόχου πρὸς τὸ
σαφέστερον, ὑποστικτέον δὲ ἀνυποκρίτως ἐπὶ τὸ ἀρήγων· τὸ γὰρ
244. ὅτι θρέμματα ἐδίδοσαν οἱ μνηστευόμενοι. πρὸς τὴν ἐξήγησιν
τῶν ἀλφεσιβοίων παρθένων (Il. 18, 593), ὅτι εἰσὶν αἱ ἀλφάνονσαι
βόας, ὁ ἐστιν εὑρίσκουσαι.
249. ὁ ῥά σύνδεσμος ἐγκλιτικὸς ὢν φυλάξει τὴν ἰδίαν ὀξεῖαν διὰ τὴν ἕ ἀντωνυμίαν, νῦν ἐγκλιτικὴν οὖσαν.
251. τὸ εὐράξ ὀξύνεται, καθότι τὰ εἰς αξ λήγοντα ἐπιρρήματα
ὀξύνεται, ὑπεσταλμένου τοῦ ἅπαξ. σημαίνει δὲ τὸ ἐκ πλαγίου.
252. ἀγκῶνος ἔνερθεν] ὅτι οὐ λέγει ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλὰ κατὰ τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος. καὶ ἐν τοῖς ἐπάνω “Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθεν” (234).
256. ὅτι διὰ τοῦ ἀνεμοτρεφὲς βούλεται σημαίνειν τὸ εὔτονον· τὰ
γὰρ ἐν εὐηνέμῳ χωρίῳ φυόμενα εὔτονα γίνεται, παλλόμενα καὶ
κραδαινόμενα. διὸ καὶ τὴν Ἀχιλλέως μελίαν Πηλίου ἐκ κορυφῆς
λέγει τετμῆσθαι (Il. 16, 144). οἱ δὲ ἀπέδωκαν ἀνεμοτρεφὲς τὸ
κοῦφον καὶ εὐκίνητον. ἢ στερεόν· τὰ γὰρ ἐν ἀνέμῳ πλέον γυμναζόμενα
δένδρα στερεά.
*ἀνεμοτρεφὲς κοῦφον καὶ εὐκίνητον· ἢ στερεόν. τὰ γὰρ ἐν ἀνέμῳ πλέον γυμναζόμενα δένδρα στερεά.
257. ὄπατρον] ψιλωτέον, οὐχ ὡς οἴονται, διὰ τὴν συγκοπήν·
πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι. ἀπεδείξαμεν δὲ
ἡμεῖς ἐν ἑτέροις ὡς καὶ δασύνεται· ἑστήκαμεν γοῦν καὶ ἕσταμεν,
Ἡράκλεες Ἥρακλες. τί οὖν ἐκώλυεν, εἰ καὶ ἀπὸ τοῦ ὁμόπατρος ἦν,
τὸ κατὰ συγκοπὴν πάλιν δασύνεσθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ
τὸ ο πρὸ τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦσθαι,
ὀπιπεύω ὀπή ὀπώρα. παρὰ τὸ ἕπω δασυνόμενον ψιλούμενον ἐγένετο
ὀπάων. οὕτως οὖν ἔχει καὶ τὸ ὄπατρος. προσέθηκα δὲ εἰ μὴ ἀναφο-
ρικὴ σημασία, διὰ τὸ ὁποῖος ὅπως καὶ τὰ τοιαῦτα. ἀντιπίπτει δὲ τῷ
προκειμένῳ κανόνι τὸ ὁπλή καὶ τὸ ὅπλον καὶ τὰ ἀπὸ τούτων παρηγ-
μένα.
262. ὑπʼ Ἀτρείδῃ βασιλῆι] ὅτι ἀντὶ τοῦ ὑπʼ Ἀτρείδου βασιλέως. πρὸς τὴν μετάληψιν τῆς πτώσεως.
263. ἔδυν] τὸ ἔδυν συσταλτέον· ἔστι γὰρ πληθυντικὸν, κατὰ συγκοπὴν γενόμενον ἐκ τοῦ ἔδυσαν.
266. ὅτι τὴν ἐκ χειρὸς πληγὴν ὠτειλὴν λέγει, παρὰ τὸ οὐτάσαι.
268. ὀξεῖαι] ὡς γὰρ ὑπὸ κέντρων ἀλγοῦμεν ἀπὸ τῶν τοιούτων φλεγμονῶν· κυριώτατα οὖν κεῖται τὸ ὀξεῖαι, καὶ ἔστι δυσμετάλη- πτον τὸ ὄνομα, τοῖς πεπειραμένοις μόνοις δῆλον. πάντα δὲ ὀδυνηρὰ ἔλαβε τὰ ὀνόματα, τὸ ὀξύ, τὸ δριμύ, τὸ πικρόν, ἐπιτείνων τὰς ὀδύνας. διὰ δὲ τοῦ δῦνον τὴν εἰς βάθος χωρήσασαν ἀλγηδόνα ἐσήμανεν.
270. ὅτι ποτὲ μὲν ἑνικῶς, ποτὲ δὲ πληθυντικῶς Εἰλειθυίας λέγει. ἀριθμὸν δὲ αὐτῶν οὐδὲ ὀνόματα παραδίδωσιν, ὥσπερ οὐδὲ Μουσῶν. Εἰλείθυιαι δὲ Διὸς καὶ Ἥρας θυγατέρες, τῶν τοκετῶν προῖστά- μεναι.
προῖεῖσι] ὡς τιθεῖσι· καὶ γὰρ ἐν ἑτέροις “ὄπα λειριόεσσαν ἱεῖσιν”
(Il. 3, 152). ὁμοτονεῖν δὲ θέλει τὰ εἰς ι λήγοντα τοῦ ἐνεστῶτος
ταῖς πληθυντικαῖς δοτικαῖς τῶν μετοχῶν, ὁπότε καὶ ὁμοφωνοῦσιν.
ἱέντες ἱέντων ἱεῖσι· οὕτως οὖν καὶ τὸ ῥῆμα. μάχεται τὸ φασί·
ῥῆμα γὰρ ὀξύνεται, μετοχὴ δὲ ὂν βαρύνεται.
μογοστόκοι] Ἀρίσταρχος παροξύνει· δραστικὴ γάρ φησιν ἔννοιά
ἐστιν· οὐ γὰρ αἱ Εἰλείθυιαι πάσχουσιν, ἵνα προπαροξύνωμεν, ἀλλʼ
ἐνεργοῦσι κατὰ τῶν τικτουσῶν. ἔφαμεν δὲ τὰ τοιαῦτα τῶν συνθέτων
ἐνέργειαν ὑπισχνούμενα παροξύνεσθαι, εἰ μὴ κανών τις κωλύοι· εἰσὶ
γάρ τινες κανόνες καθʼ σὓς κἂν ἐνέργεια σημαίνηται, πάντως προπα-
ροξύνεσθαι δεῖ. μάχεται μέντοι ἄντικρυς τὸ “ὄρνυσθ’ ἱππόδαμοι
Τρῶες” (Il. 4, 509)· ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι
τῷ προπαροξυτονοῦντι προπαρωξυτονήθη.
281. * οὐκ ἄκοντε] ὅτι διὰ τοῦ ἐναντίου τὸ ἐναντίον.
287. ἀνέρες ἔστε φίλοι] βραχὺ διασταλτέον ἐπὶ τὸ ἔστε· οὐ
γὰρ παρακελεύεται αὐτοῖς φίλοις ἀνδράσι γενέσθαι, ἀλλὰ προσ
φωνεῖ μὲν ὦ φίλοι, κελεύει δὲ ἀνδρείους γίνεσθαι.
290. * Ἀρίσταρχος ὑπέρτεροι.
297. ὑπεραέῖ ὡς εὐσεβέῖ, κατὰ διάστασιν. ἔφαμεν γὰρ τὰ παρὰ
ὑπεραέῖ δὲ ὑπερβαλλόντως πνεούσῃ, ὅταν ἐκ τοῦ πέρθεν καταφέρηται τὸ πνεῦμα. τὸ δʼ ἑξῆς, ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ἶσος ἀέλλῃ, ἥτε καθαλλομένη ἀπὸ ὄρους πόντον ὀρίνει.
ὅτι ἔν τισι γράφεται ὑπερούρεος ἶσος ἀέλλῃ. τὸ δὲ αὐτὸ καὶ ἐκ τοῦ ὑπεραέῖ σημαίνεται, ὅταν ἐκ τοῦ ὕπερθε τόπου καταφέρηται πνοή. ταύτας δὲ ἡμεῖς καταιγίδας καλοῦμεν ἀπὸ τοῦ κάτω ἀΐσσειν.
300. * Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηῖ] γράφεται Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν.
301. Ἀσαῖον] προπερισπαστέον· παρὰ γὰρ τὸ αἶσα γέγονεν, καὶ
ἐξέστη πρότερον τὸ ι· τὰ δὲ ἀπὸ τῶν εἰς α ληγόντων μακρῷ παρα-
ληγομένων παραγόμενα διὰ τοῦ σιος προπερισπᾶσθαι θέλει, μοῦσα
Μουσαῖος, γενναῖος Πισαῖος, ἑρσαῖος. οὕτως καὶ Ἀσαῖος. οὐ μά-
χεται τὸ Ἥραιος τροπαροξυνόμενον· πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ
προπερισπωμένου ἐπιθετικοῦ ἐγένετο. τὸ μέντοι Πείραιος προπαροξυ-
νόμενον παρὰ τὸ πειρῶ ἐγένετο ὡς παρὰ τὸ φιλῶ Φίλαιος. οὕτως καὶ
παρὰ τὸ βέβηκα ὁ βέβαιος.
303. Δόλοπα] πρὸς τὴν ὁμωνυμίαν, ὅτι καὶ τῶν Τρώων ἐστὶ
Δόλοψ· “τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς εὖ εἰδὼς, Λαμπε-
τίδης” (Il. 15, 525), Λάμπου υἱὸς τοῦ Πριάμου ἀδελφοῦ, καὶ τῶν
μνηστήρων εἷς Ἀγέλαος (Od. 20, 231).
306. ἐπὶ τὸ νότοιο διασταλτέον· τὸ γὰρ ἑξῆς, νέφεα ἀργεστᾶο
νότοιο ζέφυρος στυφελίξῃ βαθείῃ λαίλαπι, ὡς τὰ ὑπὸ τοῦ νότου
συναχθέντα νέφη τοῦ ζεφύρου διασκιδνάντος. καὶ χαριέντως πάνυ
ἔχει ἡ ὁμοίωσις· καὶ γὰρ τοὺς Ἕλληνας ὑπʼ Ἀγαμέμνονος ἐπιστρε-
φεστέρους γενομένους διέλυσεν ὁ Ἕκτωρ.
ἀργεστᾶο] ἀπὸ τοῦ ἀργεστής ὀξυτόνου Βοιωτιακὴ γενικὴ ἡ ἀργεστᾶο προπερισπωμένος.
πρὸς τὸ σημαινόμενον, ὅτι τὰ συνιστάμενα ὑπὸ τοῦ Λευκονότου
νέφη ὁ Ζέφυρος διατινάσσει. ὁ δὲ καλούμενος Λευκόνοτος σφοδρότερός
ἐστιν. Ὅμηρος δὲ τέσσαρας ἀνέμους μόνους οἶδεν.
307. πολλὸν δὲ τρόφι κῦμα] ὅτι τὸ τρόφι ἀποκοπῇ τοῦ τρόφιμον.
310. ἔργα γένοντο] ἀρχαῖκώτερον συντέτακται, καὶ πολύ ἐστι
παρʼ αὐτῷ τὸ εἶδος. ἡ μέντοι συνήθεια τοῖς πληθυντικοῖς οὐδετέροις
ἑνικὰ συντάσσει ῥήματα.
314. ἀλλʼ ἄγε δεῦρο, πέπον] σημειοῦνταί τινες ὅτι ἀριστείαν ἐνταῦθα Ὀδυσσέως παράγει. τὸ δὲ δεῦρο εἰς τοῦτον τὸν τόπον.
315. *ἔσσεται] ἡμῖν δηλονότι.
319. * βόλεται] ὅτι ἀντὶ τοῦ βούλεται.
325. *διχῶς, θηρητῆρσι καὶ θηρευτῇσι.
326. παλινορμένω] ὅτι ἀντὶ τοῦ ὄπισθεν ὁρμῶντες, ὡς παλιμ- πλαγχθέντας (Il. 1, 59).
Τυραννίων δύο ποιεῖ, ὁ δὲ Ἑρμαπίας σύνθετον ἐκδέχεται καὶ
Ἀρίσταρχος. εἴρηται δὲ περὶ τῆς συνθέσεως τοῦ πάλιν ὡς πρὸς τὰς
μετοχὰς ἐν τῇ A, ὅτε περὶ τοῦ πλαγχθέντας διελαμβάνομεν.
327. οὐ χρὴ ὑπιδομένους τὸ ἀπεμφαῖνον—πῶς γὰρ ἀνέπνεον Ἕκτορα ;—διαστέλλειν ἐπὶ πὸ ἀνέπνεον, ἐπεὶ καὶ συναπτόντων ἡμῶν νοεῖται τὸ ὑπερβατὸν φεύγοντες Ἕκτορα.
328. ὅτι συλληπτικῶς εἴρηκεν ἑλέτην, καὶ κοινὸν ποιεῖ τοῦ ἑτέρου
τὸ κατόρθωμα. ἔστι δὲ Διομήδης μόνος ὁ ἀνελών· ἐπιφέρειγοῦν (333)
τοὺς μὲν Τυδείδης.
333. τοὺς μὲν Τυδείδης] ὅτι διὰ τούτου συνίσταται ὁ Διομήδης μόνος ὁ ἀνῃρηκὼς τοὺς προειρημένους.
336. * ἔνθα σφιν] ἀμφοτέροις τοῖς στρατεύμασιν ἴσην τὴν μάχην
ἐξέτεινεν.
339. *οὐ γάρ οἱ ἵπποι] ἐν ἄλλῳ οὐδὲ γὰρ ἵπποι.
345. *ῥίγησε] γράφεται τὸν δὲ ἰδὼν ἐνόησε.
348. *μένοντες] Ζηνόδοτος δυῖκῶς μένοντε.
350. *σημειοῦνταί τινες, ὅτι οὕτως εἴρηται καὶ ἐπέτυχεν.
351. πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός] ὑπὸ τοῦ τῆς περικεφα- λαίας χαλκοῦ ἀπεκρούσθη τὸ δόρυ.
353. αὐλῶπις] ἢ τὸν ἐπʼ αὐτῇ λόφον ἀνατεταμένον ἔχουσα, ἢ αὐλοὺς ἔχουσα εἰς σὓς οἱ λόφοι κατακλείονται. αὐλοὶ δέ εἰσι περόναι.
354. *ἀπέλεθρον ἀνέδραμε] θέλει λέγειν ὅτι ἀπὸ τοῦ δέους μέγα
ἥλατο.
355. στῆ δὲ γνύξ] ὅτι οὐχ οἷον ἐπὶ τῶν ποδῶν ἔστη, ἀλλʼ ἐπὶ τὰ γόνατα πεσὼν ἔμεινεν.
στῆ δὲ γνὺξ ἐριπὼν] ὡς φιλοψευδὴς ὁ τυφλὸς, ὅτι καὶ ἄπιστα
ψεύδεται. πρῶτον μὲν γὰρ οὐκ ἐτρώθη ὁ Εκτωρ, ὡς αὐτός φησιν·
εἶτα δὲ καὶ τὸ ἀναδραμεῖν πολὺ ἐρρωμένου τινός ἐστι. πῶς οὖν καὶ
ἔπεσεν ἐπὶ γούνατα καὶ ἀπέθανε μικροῦ δεῖν;
356. ὁ ὀβελὸς καὶ ὁ ἀστερίσκος, ὅτι ἐν ἄλλῳ τόπῳ (ll. 5, 309) ὀρθῶς κεῖται· οὐ γέγονε γὰρ σφροδρὰ πληγὴ, ὡς ἐπʼ Ἀἰνείου· οὐ “θλάσσε δέ οἱ κοτύλην” πῶς οὖν ἐσκοτώθη;
*προηθέτει Ἀριστοφάνης· Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν.
358. καταείσατο] ψιλωτέον· ἀπὸ γὰρ τοῦ εἴδῶ βαρυτόνου ὁ σχηματισμός.
365. ἦ θήν σʼ ἐξανύω] τὸ ἀνύω φυλακτέον ἐπὶ τοῦ αὐτοῦ τόνου,
λέγω δὲ τοῦ βαρέος· ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. τὸ δὲ ἑξῆς
ἐστὶ, κατεργάσομαι δή σε καὶ ἀνελῶ, καὶ τέλος τῇ πράξει ἐπιθήσω,
ἐξ ὑστέρου ἀπαντήσας.
366. *ἔστιν] ἐν ἄλλῳ ἐπιτάρροθος εἴη.
368. ὅτι Ζηνόδοτος γράφει ἐξενάριξεν συντελικῶς. ἄρτι δὲ
ἔμελλε σκυλεύειν· ἐπιφέρει γοῦν “ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου
ἰφθίμοιο” (373). διὰ τοῦ ζ οὖν γραπτέον παρατατικῶς· σκυλεύ-
οντα γὰρ αὐτὸν βάλλει ὁ Ἀλέξανδρος.
* Ἀρίσταρχος παρατατικῶς ἐξενάριζεν.
370. Τυδείδῃ ἐπὶ τόξα] οἱ ἀκριβῶς ἀναγινώσκοντες ἀναστρέφουσι τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστὶν ἐπὶ Τυδείδῃ.
371. *στήλῃ κεκλιμένος] τὴν ἐπὶ τοῦ τάφου στήλην προβεβλη- μένος ἀντὶ ἀσπίδος ὁ δειλὸς καὶ γυναικομανής.
ἀνδροκμήτῳ] ἤτοι ἐν ᾧ ἀνὴρ καμὼν, τουτέστιν ἀποθανὼν, κεῖται, ἢ ὑπὸ ἀνδρὸς κατεσκευασμένῳ. ἢ ἐπὶ ἀνδρὶ κεκμηκότι καὶ τεθνεῶτι κατεσκευασ μένῳ.
375. τόξου πῆχυν] τὸ τόξον περιφραστικῶς· τὸ γὰρ ὅλον τόξον
ἐκ δύο κεράτων σύγκειται, ὧν ἑκάτερον πῆχυς καλεῖται. μετεχειρίζετο
οὖν, φησὶ, τὸ τόξον.
376. ὅτι τὸ βάλεν ἀντὶ τοῦ ἐπέτυχεν, καὶ ὅτι ἐν σχήματι εἴρηκεν, οὐδὲ ἅλιον αὐτὸν ἐξέφυγε τῆς χειρός.
383. οἵ τέ σε πεφρίκασι] τὸ ἴδιον πάθος ἐπὶ πάντας εἰκάζει. οὐκ
ἀναγκαῖον δὲ ἀντιδιαστέλλειν, ὡς οἴεται Ἀλεξίων· δύναται γὰρ καὶ
ἀπόλυτος εἶναι.
μηκάδες] ἐπιθετικῶς αἱ αἶγες, ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς· μήκη γὰρ καλεῖται ἡ τῆς αἰγὸς φωνή.
385. σὺν τῶ ῑ ἔγραψάν τινες τὸ κέρᾳ, ἵνα ᾖ δοτικὴ, ὁμοίως τῷ
“δέπᾳ μελιηδέος οἴνου” καὶ “γήρᾳ ὑπὸ λιπαρῷ” (Od. 11, 136).
οὕτως δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοσις, ὡς καὶ Ἀλεξίων ἀξιοῖ.
οἱ δὲ συνέστειλαν, πληθυντικὸν ἐκδεχόμενοι οὐδέτερον, ὁμοίως τῷ
“κρέα ἔδμεναι” (Il. 4, 345), ἐξεδέξαντό τε ἐκ τῆς λέξεως τὴν
τρίχωσιν καὶ ἐμπλοκῆς εἶδος. οἱ δὲ ἐξέτειναν τὸ α πάλιν πληθυν-
τικὸν ἐκδεχόμενοι, τιθέντες δὲ τὴν λέξιν ἐπὶ τοῦ τόξου, ὥστε εἶναι
κατὰ κέρας, συναλοιφὴν ἐκδεχόμενοι τοῦ κέραα. περὶ δὲ τῆς τοιαύτης
ἀναγνώσεως δεδήλωται ἡμῖν, ὁπότε διελάβομεν περὶ τοῦ “κέρα ἐκ κε-
φαλῆς” (Il. 4, 109). τοσοῦτον δὲ ἔχω νῦν παραφυλάξαι ἐπὶ τοῦ νοη-
τοῦ, ὡς ὅτι σπάνιόν ἐστιν ἐπʼ ἀνθρωπίνης φύσεως παρὰ τῷ ποιητῇ τὸ
κέρας ἐπὶ τριχὸς τάσσεσθαι· κόμην δὲ λέγει καὶ τρίχας καὶ πλοκάμους
καὶ ἐθείρας. τὸ δὲ παρ θενοπῖπα τινὲς παρθενοπῖα, παρθένοις ἐοικώς.
ὅτι κέρᾳ οὐ τῇ τριχὶ ψιλῶς, ἀλλʼ ἐμπλοκῆς τι γένος· εἰς
κέρατος τρόπον ἀνεπλέκοντο οἱ ἀρχαῖοι. Σώφρων “κορώνας ἀνδού-
μενοι·” καὶ οἱ Ἀθηναῖοι τέττιγας ἐνεπλέκοντο· καὶ παρʼ Ὁμήρῳ
“πλοχμοί θʼ οἳ χρυσῷ τε καὶ ἀργύρῳ” (Il. 17, 52). ἔνιοι δὲ, τῷ
τόξῳ ἀγαλλόμενε· προείρηκε δὲ “τοξότα λωβητήρ.”
περὶ δὲ τῶν διαστολῶν εἴρηται πολλοῖς ὅτι εἰσὶν ἀμφίβολοι· ἢ
387. *οὐ χραίσμῃσι] ὅτι ἀντὶ τοῦ οὐ χραίσμοι.
390. χωφὸν γὰρ βέλος] ὅτι κατὰ μεταφορὰν ἀπὸ τοῦ κατὰ τὴν
ἀκοὴν ἐπὶ τὸ κατὰ τὴν ἁφὴν κωφὸν τὸ ἀνεπαίσθητον.
391. εἴ κʼ ὀλίγον περ ἐπαύρῃ] ἐλλείπει τὸ πρόσθεν· οὕτως καὶ διὰ τῶν ὑπομνημάτων. ἔν τισι δὲ γράφεται ἐπαύρω.
*ἀντὶ τοῦ ἄλλως ὑπʼ ἐμεῖο πέμπεται.
392. *αἶψα] Ἀρίσταρχος ἄνδρα τίθησιν.
395. περὶ πλέες] Τυραννίων περίπλεες συνθέτως ἀνέγνω, τὴν ρι
συλλαβὴν ὀξύνων ὁ δὲ Ἀσκαλωνίτης κατὰ παράθεσιν, λέγων λείπειν
τὴν αὐτόν, ἵνα ᾖ περὶ αὐτὸν πλέες. οὕτως δὲ καὶ Ἀλεξίων, λόγῳ
τούτῳ, ὅτι καὶ κατʼ ἰδίπν ἄνευ τῆς προθέσεως εὑρέθη τὸ πλέες καὶ
τὰ ἀπʼ αὐτοῦ κινήματα· “τόσσον ἐγώ φημι πλέας ἔμμεναι” (Il.
2, 129)· οὐ γὰρ πολλοὺς, ἀλλὰ πλέονας. ὡμολογημένου τοίνυν ὅτι
τοῦ “πλέονές κεν μνηστῆρες” (Od. 18, 247) συγκοπή ἐστιν ἡ πλέες
φωνὴ, μὴ ὄντος δὲ ἄρα τοῦ συνθέτου περιπλέονες, δοθήσεται μηδὲ τὸ
ἀπʼ αὐτοῦ συγκεκομμένον. ἔνθεν ἐπείσθησαν κατὰ παράθεσιν ἀναγι-
νώσκειν, λειπούσης τῆς αὐτόν.
*λείπει ἡ αὐτόν, ἵνʼ ᾖ περὶ αὐτὸν πλέες.
397. βραχὺ διασταλτέον ἐπὶ τὸ καθεζόμενος, πρὸς τὸ σαφέ- στερον.
400. *ἤχθετο γὰρ κῆρ] γρ. ὠκέας ἵππους.
402. * ὅτι νῦν φανερῶς φόβος ἡ φυγή.
404. * φέβωμαι] ὅτι ἀντὶ τοῦ φύγω.
405. *τι ἔξωθεν ἡ εἴς πρόθεσις, εἰς πληθύν.
406. Ἀλεξίων τὸ τόνδε ἓν μέρος λόγου ἐκδέχεται, καὶ παρο-
ξύνει, ἵνα ἰσοδυναμῇ ἀναφορικῇ τῇ τοῦτον. Τυραννίων δὲ δύο μέρη
λόγου ποιεῖ, ἵνα ᾖ τοῦτον δέ, κατὰ ἀναφορὰν ὁμοίως. ἔφαμεν δὲ ὅτι
παρὰ τῷ ποιητῇ ἡ διὰ τοῦ δε ἐπὶ ταύτης τῆς ἀντωνυμίας ἐπέκτασις
σπανίως μὲν εὑρέθη ἐπʼ ἀναφορᾶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ
“τούσδε δʼ ἔα φθινύθειν” (Il. 2, 346), ὥστε οὐδὲν κεκώλυκε καὶ
ὅτι περισσὸς ὁ κε, ἀμφίβολος δὲ ἡ στιγμή. ἤτοι γὰρ ἐπὶ τὸ
ἀριστεύῃσι ἢ ἐπὶ τὴν πρόθεσιν. καὶ ἐὰν μὲν τὸ πρότερον, τὸ ἀρι-
στεύῃσι ληψόμεθα ἀντὶ τοῦ ἄριστος ᾖ, οἷον ἄξιον τὸν ἐν εἰρήνῃ
τιμώμενον ἀνδραγαθεῖν ἐν πολέμῳ· τὸ δὲ δεύτερον, ἐπεὶ τὸν ἐπαγ-
γελλόμενον κατὰ μάχην ἄριστον εἶναι ἑστάναι δεῖ καὶ τὸν κίνδυνον
ὑπομένειν.
410. ἤτοι συναπτέον ὅλον τὸν στίχον· βραχὺ διασταλτέον δὲ
παντελῶς ἐπὶ τὸ κρατερῶς καὶ ἐπὶ τὸ ἔβλητο, ἵνα ὁ ἢ σύνδεσμος
κέηται ἀντὶ συναπτικοῦ. ὁ δὲ λόγος· ἑστάναι δεῖ, εἴτε ἐβλήθη εἴτε
ἔβαλεν ἄλλον, οἷον εἴτε βληθείη εἴτε βάλοι τινά. ἢ στικτέον ἐπὶ
τὸ κρατερῶς. ὃ καὶ βέλτιον· ἔσονται γὰρ διαζευκτικοὶ οἱ σύν-
δεσμοι. ὁ δὲ λόγος, ἰσχυρῶς ἑστάναι δεῖ· ἢ γὰρ ἐβλήθη ἢ ἔβαλεν
ἄλλον.
413. ψιλωτέον τὸ ἔλσαν, ὅτι Αἰολικωτέρα ἡ κλισις. τὸ δὲ ἑξῆς
ἐστὶν, ἐν μέσοις αὐτοῖς συνέκλεισαν τὸν Ὀδυσσέα. ἡ διπλῆ δὲ, ὅτι
Ζηνόδοτος γράφει μετὰ σφίσι πῆμα δὲ ἔλσαν. καὶ εὐτελὴς
γίνεται ἡ σύνθεσις, καὶ ἠγνόηται τὸ λεγόμενον· οὐ γὰρ λέγει, ἑαυ-
τοῖς πῆμα τιθέντες οἱ Τρῶες, ἀλλὰ τῷ Ὀδυσσεῖ.
μετὰ σφίσι] ὀρθοτονητέον· εἰς σύνθετον γὰρ ἡ μετάληψις, καὶ κατέ- χεται ὑπὸ τῆς προθέσεως.
*βραχὺ διασταλτέον ἐπὶ τὸ σφίσι.
421. ὕπερθεν] καὶ ἐνθάδε διασταλτέον πρὸς τὸ σαφέστερον. ἀμφί-
βολον δὲ καὶ τὸ ἑξῆς. ἤτοι γὰρ μετάλμενος ὀξέῖ δουρί, οἷον σὺν τῷ
δόρατι ἐφαλλόμενος, ὡς ἐκεῖ “καὶ αὐτῷ φάρει ἀναίξας λάβε δίσκον”
(Od. 8, 186)· ἢ καὶ ὑπερβατὸν, οὔτασεν ὀξέι δουρί, καθὸ δια-
στελοῦμεν βραχὺ ἐπὶ τὸ μετάλμενος.
* δουρί] γρ. χαλκῷ.
γρ. ὕπερθε μετάλμενος.
422. Ἔννομον] ὅτι οὗτος ὁ Ἐννομος ὁμώνυμός ἐστι τῷ ἐν τῷ διακόσμῳ “Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Εννομος (Il. 2, 858).
423. *ἀΐξαντα] γράφεται καὶ ἀΐσσοντα.
424. πρότμησιν] Διονύσιος ὁ Θράξ τὴν ὀσφῦν, Φιλότιμος ἰατρὸς
τὸν τράχηλον, Ἀρίσταρχος τὸ ἀπὸ τῆς ἥβης ἕως τοῦ ὀμφαλοῦ, τὸ
ἦιρον· Παρμενίσκος δὲ τὸν ὀμφαλὸν, διὰ τὸ τοῦτον πρῶτον ἐκτέμ-
νεσθαι γεννωμένου τοῦ βρέφους, ἢ ὅτι κατʼ αὐτὸν εἰς δύο τέμνεται
ἴσα ὁ ἄνθρωπος.
ὅτι ἄπαξ τὴν πρότμησιν ἀνόμασεν. ἔστι δὲ ὁ ὑπὸ τὸν ὀμφαλὸν τόπος κατὰ τὴν λαγόνα, διὰ τὸ πρῶτον ἐν αὐτῷ τέμνεσθαι τεχθέντα τὰ παιδία. τοῦτον δὲ λέγουσιν ἰατρῶν παῖδες ἦιρον.
*οὕτως Ἀρίσταρχος δουρὶ κατὰ πρότμηστιν.
427. *ἐκ τριῶν μερῶν τοῦ λόγου ὅλος ὁ στίχος.
430. δόλων ἆτ᾿ ] ὅτι ἐμφαίνει τὸν Ὀδυσσέα ἐξ ἱστορίας παρει- ληφὼς δόλιον καὶ ἐπὶ τούτῳ διαβεβλημένον.
431. * Ἱππασίδῃσι] γράφεται Ἱππασίδηῖν.
432. καὶ τεύχεʼ ἀπούρας] ὅτι ἀκαίρως προσέρριπται τὸ ἡμιστί-
χιονʼ οὐ γὰρ ἐπιτρέπει τὰ τῆς περιστάσεως σκυλεύειν. ἔφαμεν δὲ
τὴν διὰ τοῦ δε ἐπέκτασιν προπερισπᾶσθαι, εἰ ἔχοι πρὸ τέλους φύσει
μακράν· διὸ σημειούμεθα τὸ “τώδε δὲ νῶι” (Il. 8, 109) παροξυνό-
μενον.
437. οὕτω χροός αἱ Ἀριστάρχου· Ζηνοδότειος δέ ἐστιν ἡ χρόα.
στικτέον δὲ ἐπὶ τὸ ἔργαθεν· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστι, τὸ
δόρυ διελθὸν τὴν πανοπλίαν ὅλον τὸν ἐπὶ ταῖς πλευραῖς χρῶτα ἐχώ-
ρισεν αὐτῶν, οἷον διέσπασε τὰς σάρκας ἀπὸ τῶν ὀστῶν. οὐ μὴν
εἴασεν ἡ Ἀθηνᾶ κατὰ βάθος ἐλθεῖν, ὥστε τῶν ἐντοσθιδίων ἅψασθαι.
439. γνῶ δʼ Ὀδυσεύς] αἱ Ἀριστάρχου οὕτως τέλος, καὶ σχεδὸν
ἅπασαι· ἔγνω ἵτι οὐ κατὰ καίριον τέλος ἦλθεν ἡ πληγὴ, οὐκ εἰς
441. ἆ δείλʼ] ἐπεὶ μετὰ τὰς προσαγορευτικὰς ἀνάγκη στίζειν,
ὡς καὶ ἡ συνήθεια μαρτυρεῖ στίζουσα μετὰ τὴν δευτέραν λέξιν, οὐκ
ἔστι δὲ πλήρης, ἀλλὰ συνήλειπται, οὕτως δὲ ἡμῶν ἀναγινωσκόντων
πεπονθυῖαν τὴν λέξιν βαρβαρισμὸς γίνεται, εἴτε ὀξύνοιμεν εἴτε περι-
σπάσοιμεν, ἀναγκαίως ἐκ πλήρους γράφειν τὴν λέξιν, ἆ δειλέ, δεῖ,
ἵνα καὶ ἡ στιγμὴ καὶ ὁ τόνος ἀναλόγως καὶ Ἑλληνικῶς ἔχῃ. οὕτως
δὲ καὶ Ἀρίσταρχος ἔγραφεν ἐκ πλήρους, ὡς Δίδυμος μαρτυρεῖ· τὸ
μὲν γὰρ μέτρον οὐκ ἂν δόξαι βλάπτεσθαι τοῦ στοιχείου προστεθέντος,
ἐπεὶ ὅταν δέῃ ὑγιὲς αὐτὸ παριστάναι, πάλιν ἀφαιρεθήσεται, ὡς
“βουκόλε ἐπεὶ οὔτε κακῷ” (Od. 20, 227) “ἢ οὐ μέμνῃ ὅτε τʼ
ἐκρέμω” (Il. 15, 18). οὕτως δὲ καὶ ἐν τοῖς ἐξῆς “ἆ δειλὲ, οὐ μὲν
σοί γε (452).
445. κλυτοπώλῳ] τῷ ἰσχυροὺς καὶ ὀνομαστοὺς ἵππους ἔχοντι, ὅτι οὐδεὶς τὸν θάνατον διαφυγεῖν δύναται.
446. φύγαδε ὡς οἴκαδε. ἰσοδυναμεῖ δὲ τῷ εἰς φυγὴν, οὐ μὴν ἐν
τῷ “τοὺς ἕλεν, οἱ δʼ ἄλλοι φύγαδε μνώοντο ” (Il. 16, 697)· ἀντὶ
γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εἰς, διὸ καί τινες ὑπέλαβον μὴ καὶ δύο
μέρη λόγου εἰσίν. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.
451. *ἐκ πλήρους Ἀρίσταρχος ὦ Σῶκε.
τέλος θανάτοιο] πρόδηλον κἀκ τούτου ὅτι γραπτέον “ τέλος κατα- καίριον” (439). Ζηνόδοτος δὲ γράφει πάλιν φθῆ σε βέλος θανάτοιο.
454. ὠμησταί] Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων δὲ ὡς κομῆ- ται, σύνθετον ἐκδεχόμενος τὴν λέξιν. ἄμεινον δὲ λέγειν ὡς ότι τὰ εἰς της λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ σ, ὑπὲρ δύο συλλαβὰς ὄντα ὀξύνεται, ἑρπηστής ὀρχηστής. οὕτως οὖν καὶ ὠμηστής.
ἐρύουσιν] προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεστώς χρόνος
ἀντὶ μέλλοντος· οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ Ἀλεξίων περισπᾷ,
οὐκ εὖ, ἐπεὶ, φησὶν, ἐν τῷ ἑξῆς στίχῳ ὁ μέλλων παρελήφθη περι-
ἀντὶ μέλλοντος.
455. * Ἀρίσταρχος αὐτὰρ ἔμʼ εἴ κε θάνω.
οὕτως Ἀρίσταρχος διὰ τοῦ μ, ἔμʼ εἴ κε θάνω. ἡ δὲ διὰ τοῦ π, ἐπεί κε θάνων, γραμματιστῶν.
456. πρὸς τὴν ἀμφιβολίαν, πότερον ἐκ τοῦ Σώκου χρωτὸς τὸ
ἑαυτοῦ ἔγχος εἷλκεν ὁ Ὀδυσσεὺς, ἢ ἐκ τοῦ ἰδίου χρωτὸς τὸ τοῦ
Σώκου δόρυ· ὃ καὶ ἔστιν ὑγιές· λέγει γὰρ “κῆδε δὲ θυμόν” οὐ τοῦ
νεκροῦ, ἀλλὰ τοῦ Ὀδυσσέως· τὸ δὲ ἑαυτοῦ ἔγχος εἴασεν οὕτως.
κατὰ δὲ τὸ τέλος τοῦ στίχον βραχὺ διασταλτέον· τὸ γὰρ τοῦ Σώκου
δόρυ ἐκ τοῦ ἰδίου χρωτὸς ἐξέλκει. μένει μὲν οὖν ἡ ἀμφιβολία καὶ
οὕτως, ἐπεὶ μὴ πρόσκειται τὸ τίνος χρωτός· ἐὰν δέ τις συνάπτῃ,
μᾶλλον ἁμαρτήσεται.
457. * εἷλκε] Ἀρίσταρχος ἕλκε.
458. αἷμα δέ οἱ σπασθέντος] οὕτως Ἀρίσταρχος οἱ, αἷμα δὲ
αὐτῷ τῷ Ὀδυσσεῖ. Ζηνόδοτος δὲ γράφει αἷμα δὲ οὗ σπα-
σθέντος· γίνεται δὲ τὸ ἑαυτοῦ, ὃ οὐχ ἁρμόζει.
459. * ὅπως ἴδον] γράφεται καὶ ἐπεὶ ἴδον.
460. τὸ καθʼ ὅμιλον δύναται μὲν καὶ τοῖς ἑξῆς προσδίδοσθαι, οἷον κατὰ πλῆθος ἐπῆλθον αὐτῷ· πολὺ δὲ κρεῖσσον τοῖς ἐπάνω συνάπτειν· παρεκελεύσαντο γὰρ τῷ πλήθει ἑαυτῶν.
461. αὖε] ψιλῶς· τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν. ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν, τότε δασυντέον· ἔστι γὰρ σύνθετον τὸ ἀφαύω.
462. * ἤῦσεν] ὅτι παρῆκε τὸ τί φωνῶν, οἷον βοηθεῖτε.
466. * ἵκετο φωνή] Ἀρίσταρχος ἵκετ’ ἀῦτή.
467. *ὁ νοῦς, τοιαύτη οἵα ἂν γένοιτο καταπονουμένου ἀνδρός.
470. *ἐνὶ Τρώεσσι] γρ. μετὰ Τρώεσσι.
475. ἀμφʼ ἔλαφον] οὐ δειλὸς Ὀδυσσεὺς, ὅτι ἐλάφῳ εἴκασται·
οὐ γὰρ ἰσχύος δηλωτικὸν τὸ τῆς παραβολῆς, ἀλλὰ τῶν ὁμοίων
480. ἐν νέμεῖ σκιερῷ] ὅτι Ζηνόδοτος γράφει ἐν νέμεῖ γλαφυρῷ. τοῦτο δὲ σπηλαίῳ ἢ ἄντρῳ οἰκεῖον, νομὰς δὲ ἔχοντι ὑπὸ συνδένδρῳ τόπῳ ἀνάρμοστον.
λῖν] περισπαστέον κατὰ νόμον τῶν μονοσυλλάβων αἰτιατικῶν·
πᾶσα γὰρ αἰτιατικὴ μονοσύλλαβος εἰς ν λήγουσα περισπᾶται,
ἀπέστραπται δὲ τὸν ὀξὺν τόνον, μῦν μνᾶν σῦν ὗν. ταύτῃ καὶ ἡ
κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περισπᾶται, τῆς εὐθείας ὀξυνο-
μένης. ταῦτα Ἡρωδιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ τῆς καθόλου.
ἔδει μὲν περισπωμένως, ὡς μῦς μῦν· τὸ γὰρ πληθυντικὸν παρὰ
Καλλιμάχῳ “αἱ μέν ῥα λίεσσιν” ὡς μύεσσιν· Ἀριστάρχῳ δὲ
ἐπείσθη ἡ παράδοσις ὀξύνοντι.
481. θῶες μέν τε διέτρεσαν] Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησὶ
θῶας καὶ λέοντας πολέμια εἶναι, σαρκοφάγα ὄντα καὶ ἀπὸ τῶν αὐτῶν
τὴν τροφὴν ποριζόμενα. ἔμπειρος οὖν τούτων καὶ πρὸ Ἀριστοτέλους
ὁ ποιητής.
484. ἢ ἐπὶ τὸ ἀΐσσων βραχὺ διασταλτέον, ἢ ἐπὶ τὸ ἔγχει. καὶ ἀμφότερα ἐγκατάσκευα· τὸ μέντοι δεύτερον δοκεῖ λείπειν τῇ σύν προθέσει, ὡς καὶ ἐκεῖ “ἔγχει ἐπαίσσων” (Il. 10, 348).
*νηλεὲς ἦμαρ] τὴν χαλεπὴν ἡμέραν, τουτέστι τὸν θάνατον.
486. στῆ δὲ παρέξ] παρέστη δέ. καὶ περισσὴ ἡ ἔξ, ὁμοίως τῷ “ὦσα παρέξʼ (Od. 9, 488).
488. * θεράπων] τοῦ Μενελάου· ἄνιππος γὰρ ὁ Ὀδυσσεύς.
490. ἐπὶ τὸ Πριαμίδην βραχὺ διαστέλλειν ἀξιοῦσί τινες, οὐκ
ἀπιθάνως, ἵνα μὴ συνάπτωμεν τῷ πατρωνυμικῷ τὸν υἱὸν καὶ ζήτημα
ποιῶμεν περί τινα ὥσπερ ἐξήγησιν ἢ ἐπανάληψιν. περισσὸν δὲ τὸ
υἱόν· κτητικοῖς μὲν γὰρ προστίθεται τὸ ὑπὸ τὴν κτῆσιν πεσεῖν δυνά-
μενον, πατρωνυμικοῖς δὲ ἐμπεριέχεται.
492. κάτεισι] ὅτι Ζηνόδοτος γράφει πεδίον δὲ δίηται. τὸ δὲ
κάτεισι τὴν ἐξ ὕψους καταφορὰν δηλοῖ.
494. δρῦς ἀζαλέας] πρὸς τὸ σημαινόμενον, πότερον ὅτι φυλλορροεῖ καὶ κατὰ ταύτην τὴν ὤραν ξηραινόμενα τὰ δένδρα ἐκ ῥιζῶν ἀναβάλ- λεται ἐκ τῶν χειμάρρων· ἢ ὅτι οἱ δρυτόμοι εἰς τοὺς ποταμοὺς ἐμβάλ- λουσι κόπτοντες, ἵνα ἐπὶ τοῦ καιροῦ συγκαταφέρωνται τῷ ὄμβρῳ, ὃ καὶ ὑγιές.
495. ἀφυσγετόν] Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ὑετόν, ὁ δὲ
Τυραννίων βαρύνει ὁμοίως τῷ ἀτρύγετον. ἔστι δὲ ἐκεῖνο ὑπὲρ τοῦ
Ἀριστάρχον λέγειν, ὅτι τὰ ὑπὲρ τρεῖς συλλαβὰς, διὰ τοῦ ετος
ἐκφερόμενα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ, ἐπιθετικῶς μὲν
λαμβανόμενα τρίτην ἀπὸ τέλους θέλει ἔχειν τὴν ὀξεῖαν, ὤσπερ ἔχει
ὁ ἀμαιμάκετος περιμήκετος· τὸ δὲ λαιλαπετός μὴ ὂν ἐπιθετικόν
ὠξύνθη, καὶ τὸ Ἰαπετός ἐπὶ κυρίου. εἴπερ οὖν καὶ τὸ ἀφυσγετός
οὐκ ἔστιν ἐπιθετικὸν, ὑγιῶς ὀξυτονηθήσεται κατὰ τὸν Ἀρίσταρχον. ἢ
εἴπερ αὐτὸ βαρύνομεν, δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαί τινι.
502. ὅτι ὁμίλει ἀντὶ τοῦ ἐμάχετο, ἀπὸ τοῦ ὁμοῦ τὰς ἴλας
συμβάλλειν.
503. οἱ μὲν πλείους ἀνέγνωσαν νέων ὡς ξένων, ἵνα τῆς οἱ νέοι
εὐθείας γενικὴ ὑπάρχοι. ὁ μέντοι Ἀρίσταρχος καὶ Ἀλεξίων καὶ ὁ
Ἀσκαλωνίτης περιέσπασαν, ἵνα ἀπὸ τοῦ “τῶν νέες ὠκεῖαι” (Od. 7, 36)
ᾖ, ἐπεὶ, φησὶ, νοῦν οὐκ ἔχει τὸ βαρυνόμενον, τὸ μέντοι περισπώμενον,
τοιαύτης ὑπαρχούσης τῆς διανοίας, τὰς πρὸ τῶν νεῶν τάξεις.
506. ὅτι μηδὲν προδιασυστήσας κατὰ συμπέρασμα παῦσεν ἀριστεύοντά φησιν. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “τῷ οὔ πώ τις ὅμοιος ἐπιχθόνιος γένετʼ ἀνὴρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας” (Il. 2, 553).
509. μετακλινθέντος] ἀντὶ τοῦ μεταβληθέντος τοῦ πολέμου καὶ ἐπικρατεστέρων γενομένων τῶν Τρώων.
515. ἀθετεῖται, ὅτι οὐκ ἀναγκαία ἡ ἐξαρίθμησις· μειοῖ γὰρ εἰ μόνον ἰοὺς ἐκτάμνειν καὶ φαρμακεύειν οἶδεν. καὶ Ἀριστοφάνης προηθέτει· Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν.
519. *γρ. μάστιξεν δʼ ἐλάαν.
523. ὅτι κυρίως λέγει ὁμιλέομεν, ὁμοῦ τὰς ἴλας συμβάλλομεν.
528. κεῖσʼ ἵππους] ὅτι Ζηνόδοτος γράφει κε θʼ ἵππους. γίνεται
532. λιγυρῇ] τῇ ὀξὺν ἦχον ἀποτελούσῃ, ἢ λιγεῖς καὶ ὀξεῖς τοὺς ἵππους ποιούσῃ κατὰ τὸν δρόμον.
ἀίοντες] ὅτι τῷ εἴδει τὸ γένος δεδήλωκε· τὸ γὰρ ἀίοντές ἐστιν
ἀκούοντες, θέλει δὲ εἰπεῖν ἐπαισθόμενοι τῆς πληγῆς· ἡ γὰρ ἀκοὴ
εἴδός ἐστι τῆς αἰσθήσεως.
536. ἂς ἄρʼ] οὐ χωριστέον τὸν ἑξῆς ἐπιφερόμενον “αἵ τʼ ἀπʼ ἐπισσώτρων.” ὁ γὰρ λόγος οὗτος, ἃς αἱ ῥανίδες ἔβαλλον αἱ ἀπό τε τῶν ἱππείων ὁπλῶν καὶ αἱ ἀπὸ τῶν ἐπισσώτρων.
537. *αἵ τʼ ἀπʼ ἐπισσώτρων] οὕτως κατὰ συναλοιφὴν ἐν ταῖς Ἀριστάρχου.
538. *οὕτως Ἀρίσταρχος, ῥῆξαί τε, διὰ τοῦ τέ.
539. μίνυνθα δὲ χάζετο δουρός] ἐκεῖθεν, ὅπου ἦν ὁ Αἴας, ἔλασσον δόρατος βολῆς ἀνεχώρει.
ἐπʼ ὀλίγον, φησὶ, τῆς βολῆς τοῦ δόρατος ὑπεχώρει, ἀντὶ τοῦ οὐδὲ ἐπʼ ὀλίγον, ἀλλʼ ἀεὶ συνεπλέκετο. (Margo exter.)
*δουρός] Ἀρίσταρχος δουρί κατὰ δοτικήν.
540. *διὰ τὸν Αἴαντα, ὅπερ καὶ ἐπάγει Αἴαντος δʼ ἀλέεινε καὶ τὰ ἐξῆς.
545. ὄπιθεν δὲ σάκος βάλεν] ὅτι ἐκ τελαμώνων ἀνήρτηντο αἱ ἀσπίδες· οὐ γὰρ ἂν ἄλλως ἠδύνατο εἰς τοὐπίσω μεταλαμβάνεσθαι.
546. *τὸ ἐφʼ ὁμίλου βέλτιον τοῖς ἐπάνω προσδιδόναι. Ἀριστο- φάνης δι’ ὁμίλου.
548. ὅτι ἀπὸ τούτου Ζηνόδοτος ἀθετεῖ ἕως τοῦ “ἤῖε πόλλʼ
ἀέκων” (557), ἴσως ὅτι νῦν μὲν λέοντι παραβέβληκεν, ἑξῆς δὲ ὄνῳ.
ἔστι δὲ πρὸς διάφορα σημαινόμενα· ὁ μὲν γὰρ λέων πρὸς τὴν πρᾶξιν,
ὁ δὲ ὄνος πρὸς τὴν ὑπομονήν· καὶ γὰρ τοῦτον ἐπιτριβῆ πληγῶν
λαμβάνει.
διὰ τί ὁτὲ μὲν λέοντι, ὁτὲ δὲ ὄνῳ παραβάλλει τὸν Αἴαντας ῥητέον
οὖν ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίνονται, αὐξήσεως, ἐναργείας,
σαφηνείας· εἰς τὸ πρόσφορον δὲ ἓν ἑκάτερον διετήρησεν ὁ ποιητὴς,
εἰπὼν Αἴαντα καὶ φονεύοντα λέοντος δίκην καὶ τῶν πολεμίων ἀνα-
χωρεῖν ὡς ὄνον. ταῖς γὰρ φύσεσι τῶν ζῴων καὶ τὸ ὀκνηρὸν πρὸς φυγὴν
καὶ τὸ ταχὺ πρὸς μάχην τοῦ ἥρωος δεδήλωκεν.
549. *ἐσσεύοντο] οὕτω διὰ τοῦ ο ἐσσεύοντο.
551. κρειῶν] περισπαστέον· ἡ γὰρ κρεῶν γενικὴ ἐπλεόνασε τῷ 1, ἥτις περισπᾶται διὰ τὸ ἔχειν ἐντελεστέραν τὴν κρεάων.
553. *ἀντίοι] Ἀρίσταρχος διὰ τοῦ ν ἀντίον.
557. *περὶ γὰρ δίε νηυσὶν] ὅτι ἀντὶ τοῦ περὶ τῶν νεῶν τῶν Ἀχαιῶν.
559. ῥόπαλα] ξύλα ἐκ τοῦ ἑτέρου μέρους παχύτερα, καὶ τὸ ἕτοιμον εἰς τὸ ἕτερον μέρος τὴν ῥοπὴν ἔχοντα· ἢ ἐκ τοῦ ῥαπίζειν, ἢ τῇ ῥοπῇ, ὅ ἐστι τῇ φορᾷ, ἀλλοιοῦν καὶ συντρίβειν. συνήθη δὲ πληγῶν θέλει αὐτὸν παραστῆσαι, ἵνα δείξη αὐτοῦ τὸ γενναῖον.
ὅτι δοκεῖ μάχεσθαι· εἰ γὰρ κατεάγη πολλὰ περὶ αὐτὸν ῥόπαλα,
οὐ δύναται ἡ βία τῶν τυπτόντων νηπία εἶναι. ἀλλʼ ἔστι τοιοῦτο τὸ
λεγόμενον, ᾧτινι πρότερον κατεάγη ῥόπαλα πολλὰ, ὥστε ἐντριβῆ
αὐτὸν πληγῶν εἶναι· διὸ ἡ τῶν παίδων βία ἀσθενὴς αὐτῷ φαίνεται.
562. ὅτι σπουδῇ λέγει ἀντὶ τοῦ μόλις καὶ μετὰ πολλῆς κακο- παθείας· καὶ ὅτι ἐκορέσσατο εἶπεν ἀντὶ τοῦ ἐκορέσθη.
564. * τηλέκλητοι] Ἀρίσταρχος πολυηγερέες τʼ ἐπίκουροι.
568. πρὸς τὸ ὁτὲ δὲ τρωπάσκετο.
569. πάντας δὲ προέεργε] ἤτοι ἐκώλυε τοὺς Τρῶας ἐμπίπτειν ταῖς ναυσὶν, ἢ προετρέπετο τοὺς Ελληνας ἀναχωρεῖν.
572. πρὸς τὴν ἐξήγησιν τοῦ “ὁ δὲ χασσάμενος πελεμίχθη”
(Il. 4, 535)· ἀναχωροῦντες γὰρ τὰ ἐμπεπηγότα δόρατα ταῖς ἀσπίσι
διετίνασσον.
573. *βραχὺ διασταλτέον ἐπὶ τὸ μεσσηγύ.
574. ὅτι τὰ δόρατα ἵσταντο. καὶ ὅτι ἀπὸ τῶν ἐμψύχων μετα- φέρει.
579. ἧπαρ ὑπὸ πραπίδων] πραπίδες τὸ διάφραγμα· ἔστι δὲ νευρώδης ὑμὴν, διεζωκὼς τὰ σπλάγχνα.
τὸ ἧπαρ ἔτρωσε κάτω ὑπὸ τὰς φρένας. φρένας δὲ ὁ ποιητὴς καὶ
πάντες οἱ παλαιοὶ ἐκάλουν τὸ διάφραγμα, παρόσον φλεγμαῖνον τοῦτο
ὡς νευρῶδες ἔχει συμπάσχοντα τὸν ἐγκέφαλον καὶ παρακολουθοῦσι
μέγισται παραφρονήσεις. πηγὴ δὲ ὅλου τοῦ νευρώδους γένους ὁ ἐγκέ-
φαλος, ὥσπερ ἀρτηριῶν καρδία καὶ φλεβῶν ἧπαρ.
583. *ἐν ἄλλῳ εἷλκεν ἐπʼ Εὐρυπύλῳ.
καί μιν βάλε μηρὸν ὀιστῷ] ὅτι ἀντὶ τοῦ καὶ αὐτοῦ τὸν μηρὸν ἔτρωσεν.
584. δόναξ] ὅτι ὁ τοῦ βέλους κάλαμος· τὰ γὰρ βέλη ξύλινα καὶ καλάμινα ἦν. πρὸς τὸ “κῆλα θεοῖο” (Il. 1, 53), ὅτι τὰ βέλη λέγει, καίτοι ἐξ ἄλλης ἦν ὕλης ἐκεῖνα.
589. Αἴανθʼ ὃς βελέεσσι] ὅτι Ζηνόδοτος γράφει Αἴαντος βελέ-
εσσι. γενικὴ μὲν οὖν οὐχ ἁρμόζει, ὥστε δέχεσθαι τοῦ Αἴαντος·
εἰ δὲ καὶ κατὰ συναλοιφὴν ἐν τῷ ψιλῷ ἀντιστοίχῳ γέγραφεν, ἵνʼ
ᾖ τὸ πλῆρες Αἴαντʼ ὃς βελέεσσιν, οὐκ ἔστι τῆς καθ’ Ὅμηρον Ἰάδος
τὸ ψιλοῦν τὰ τοιαῦτα.
590. * τῶν πολεμίων δηλονότι.
593. *σάκεʼ ὤμοισι κλίναντες] ἀντὶ τοῦ τοὺς ὤμους ταῖς ἀσπίσι
προσερείσαντες.
594. *τῶν δʼ ἀντίος] ἐν ἄλλῳ τῶν δὲ σχεδὸν ἤλυθεν Αἴας.
596. δέμας πυρὸς] τὴν σφοδρότητα τῆς μάχης παρίστησι, περὶ τὴν γενομένην ἐν αὐτῇ φθορὰν εἰκάσας· πῦρ γὰρ καὶ ῥᾷστα καὶ τάχιστα φθείρει.
*δίκην πυρὸς, ὥσπερ πῦρ.
600. * Ἀρίσταρχος ἑστήκει.
ὅτι ἡ πτῶσις ἤλλακται, ἀντὶ τοῦ πρυμνῆς μεγακήτεος νηός.
601. ἰῶκά τε δακρυόεσσαν] ὅτι τινὲς γράφουσιν ἰῶ, εἶτα κατα-
δακρυόεσσαν. γίνεται δὲ ἔκθεσμον· ὁ γὰρ Ὅμηρος ἰῶκα τὴν
ἰωκὴν, οἷον δίωξιν, ὡς Ἡσίοδος (Q. 538) τὴν κρόκην κρόκα.
603. *παρὰ νηός] ἀντὶ τοῦ παρὰ νηί. ἀπὸ τῆς νηός.
604. κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή] σημειοῦνταί τινες ὅτι οὐ πόρ- ρωθεν ἡ προαναφώνησις· κἀκεῖ οὖν οὐκ ἐπὶ τὰ πόρρω ἡ ἀπότασις “Διὸς δʼ ἐτελείετο βουλή (Il. 1, 5).
606. τί δέ σε χρεὼ ἐμεῖο] ὅτι πτῶσις ἤλλακται, αἰτιατικὴ ἀντὶ δοτικῆς, τὸ σέ ἀντὶ τοῦ σοί.
610. *ὀξύνεται τὸ ἀνεκτός· προείρηται δέ.
611. ἀλλ’ ἴθι νῦν] διὰ τί δὲ τὸν Πάτροκλον ὁ Ἀχιλλεὺς πέμπει;
ῥητέον ὅτι κατʼ οἰκονομίαν. ἐπειδὴ γὰρ ἄπρακτος ἡ πρεσβεία γεγέ-
νηται, διὰ Πατρόκλου Νέστορα βούλεται τοῦτο κατορθῶσαι ὅπερ οὐκ
ἐποίησαν οἱ πρέσβεις. ὥστε προῳκονόμησε τοῦτο ὁ ποιητὴς, ἵνα καὶ
612. βεβλημένον] ὅτι ἀντὶ τοῦ τετρωμένον· τῷ εἰδικῷ τὸ γενικὸν ἐσήμανεν.
617. *βῆ δὲ θέειν] ἐν ἄλλῳ βῆ δʼ ἰέναι.
620. *ὅτι καὶ Ἀγαμέμνονος ἡνίοχος ἦν Εὐρυμέδων (Il. 4, 227).
621. ὅτι ψύχειν μὲν λέγει πρὸς ἄνεμον, τέρσεσθαι δὲ ἐν ἡλίῳ· “εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ” (Od. 6, 98).
622. στάν τε ποτὶ πνοιήν] ὅτι σαφὲς ὅτι οὗτοι πρὸς τῇ θαλάσσῃ νενεωλκήκασιν.
*οὕτω διὰ τοῦ τε.
627. *ἥ σφωῖν] ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα δηλωθῇ τρίτον πρόσωπον.
*ἐνʼ αὐτῆς] γράφεται ἐπʼ αὐτῇ.
630. *ὅτι πᾶν προσόψημα ὄψον οἱ ἀρχαῖοι.
ποτικὸν ὄψον, ὅ ἐστι προσφάγιον δίψους παρασκευαστικόν. πᾶν δὲ τὸ μετὰ ἄρτου ἐσθιόμενον ὄψον καλεῖται· ὀψὲ γὰρ ταύτην προσήγοντο τὴν τροφὴν, ἕωθεν δὲ ἀκρατίσμασι· διὸ καὶ ἡ διπλῆ. ἔστι δὲ τὸ κρόμυον καὶ πρὸς τὰ μὴ καλὰ ἁρμόζον ὕδατα, ὡς ἀλεξι- φάρμακον.
631. χλωρὸν] πρόσφατον, νέον· οὕτω γὰρ καὶ ἡμεῖς χλωρὸν τυρὸν λέγομεν τὸν νέον.
ἀλφίτου ἱεροῦ ἀκτήν] ἤτοι περιφραστικῶς ἄλφιτα ἢ ἄρτον ἀπὸ
τοῦ κατασκευάσματος, ὅ ἐστιν ἀλεύρου. δηλοῖ δὲ ἡ λέξις ὁτὲ μὲν τὸ
ἄλευρον ἀπὸ τοῦ κατάσσεσθαι καὶ ἀλεῖσθαι τὸν σῖτον, ὁτὲ δὲ τὸν
αἰγιαλόν ἀπὸ τοῦ περικατάσσεσθαι αὐτῷ τὰ κύματα.
632. δέπας περικαλλές] τὴν κατασκευὴν τοῦ ποτηρίου Ἀρίσταρ-
χος τοιαύτην εἶναί φησι. πρῶτον μὲν περίμηκες αὐτὸ εἶναι, καὶ δύο
πυθμένας ἔχειν, οὐχ ἕτερον ἐξ ἑτέρου, ὥς τινες, ἀλλʼ ἑκατέρωθεν τῶν
τεσσάρων ὤτων οὐκ ἐξ ἴσου τὰ διαστήματα εἶναι, ἵνα μὴ κατὰ πόσιν
ἐναντίον τοῦ στόματος λαμβάνηται, ἀλλʼ ἑκατέρωθεν τοῦ ποτηρίου
*ὅτι ἀντὶ τοῦ ἤγαγεν κατὰ μεταφορὰν ἀπὸ τῶν ἐμψύχων.
634. *οὕτως ἀπὸ λαβῆς.
*διχῶς Ἀρίσταρχος, ἦγʼ ὁ γεραιός καὶ εἶχʼ ὁ γεραιός.
635. πρὸς τὴν κατασκευὴν τοῦ ποτηρίου, ὅτι δεδιπλασιασμένον αὐτὸ
ὑποτίθεται· τέσσαρα γὰρ ὑτα καὶ δύο πυθμένας. Ἀρίσταρχος δὲ
τὴν ὑπό συντάσσει τῷ ἦσαν, καί φησιν ὑπῆσαν οἱ πυθμένες. οὕτως
καὶ Ἀλεξίων.
636. ἄλλος] ὁ Ἀσκαλωνίτης ψιλοῖ, καί φησιν ὅτι ἐπὶ τοῦ γέροντος
κεῖται· ἄλλος μὲν γὰρ ἄν τις αὐτὸ μόγις ἐκίνησε γέρων, Νέστωρ δʼ
ὁ γέρων ἀμογητὶ ἄειρεν. πολὺ πρότερον δὲ οὕτως καὶ Ἀρίσταρχοε.
τινὲς δὲ βούλονται δασύνειν τὸ ὰ καὶ ἐκτείνειν, ἴνʼ ἦ ὁ ἄλλος μὲν
μογέων, τουτέστιν ὁ Μαχάων. ἡμεῖς δὲ ἐκεῖνο παραφυλάξαι ἔχομεν,
ὡς ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶσις εἶναι· εἷ γὰρ
καὶ κρᾶσιν ἠβούλοντο, παραλαμβάνειν ἐχρῆν εἰς τὸ 9, ὁμοίως τῷ
“οἴχετʼ ἀνὴρ ῶριστοςʼ (288). εἰσὶ δὲ οἳ διέστειλαν ἀλλʼ ὅς, τὸ ὅς
δασύνοντες, ἀλλʼ ὃς μὲν μογέων, ἵνα τὸ αὐτὸ ὑπάρχ) νοητόν· ἐπὶ
γὰρ τοῦ Μαχάονος πάλιν βούλονται τὴν διαστολὴν λαμβάνειν. ἡμεῖς
δὲ συγκατατιθέμεθα τῷ Ἀριστάρχῳ ψιλοῦντι, ἐπεὶ βούλεται ὁ
ποιητὴς καὶ διὰ τούτου τὸ εὔρωστον τοῦ γέροντος παριστάνειν.
πρὸς τὸ ζητούμενον, πῶς ὁ γέρων ἀμογητὶ, οἱ δὲ ἄλλοι μετὰ
κακοπαθείας.- οὐ δέ’ δὲ οὕτε δασύνειν τὴν προφορὰν οὕτε ἐπαίρειν
τὴν προσῳδίαν, ἀλλὰ νοεῖν ὅτι καὶ τοῦτο τῶν ἐπαίνων λεγομένων
έέστορός ἐστι, καθάπερ καὶ τὸ “Νέστωρ δὲ πρῶτος κτύπον ἄῖε
φώνησέν τε” (Il. 10, 532).
639. οἴνῳ Πραμνείῳ] ἤτοι τῷ πραύνοντι τὰς φρένας, ἢ παλαιῷ,
639. ἐπὶ δʼ αὅγειον κνῆ τυρὸν κνήστι χαλκείῃ] ἔκοπτε δὲ καὶ
τυρὸν κνήστει χαλκείῳ, τουτέστι μαχαιρίῳ τυροτόμρ.
640. *γράφεται λευκὰ πάλυνε.
641. τὸ κυκειῶ περισπαστέον· τοῦ γὰρ κυκεῶνά ἐστιν ἀποκοπὴ, καὶ ἐπλεόνασε τὸ ῑ. κυκειὼν δέ ἐστι πολυμιγὲς ποτόν.
650. *ἄγεις] ὅτι ἀντὶ τοῦ ἤγαγες. ἤλλακται δὲ ὁ χρόνος.
652. * πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ] τινὲς ὑφʼ ἓν παλινάγ- γελος, οὐκ εὖ.
κατʼ ἰδίαν τὸ πάλιν. οὕτως Ἀρίσταρχος καὶ Ἀλεξίων καὶ ὁ Ἀσκαλωνίτης· οὕτως δὲ ἔχει καὶ τὰ τῆς ἀναγνώσεως. πρὸς γὰρ τὸ ῥῆμα ἡ σύνταξις ἐγένετο, πάλιν εἶμʼ ἄγγελος.
657. συναπτέον τῷ ἐπάνω στίχῳ. ἴσως δʼ ἄν τις ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκοι, θαυμαστικὸν ποιῶν τὸν λόγον.
διασταλτέον ἤτοι ἐπὶ τὸ οἶδε ἢ ἐπὶ τὸ πένθεος· ἔχει γὰρ ἀμφό-
τερα λόγον. εἰ μὲν οὖν συνάπτοιτο τοῖς ἄνω τὸ πένθεος, λείπει ἡ
περί, ὡς “ Ἕκτωρ χωόμενος Σαρπηδόνος” (Il. 16, 553). εἰ δὲ τοῖς
ἑξῆς, σχῆμα ἔσται, ὅσσον πένθος· Ἀττικὴ δὲ ἡ χρῆσις καὶ ἀρχαία.
659. βεβλημένοι οὐτάμενοί τε] ὅτι συλληπτικῶς τὸ κατʼ ἀμφο- τέρων κεκοινοποίηκεν· οὐ γὰρ οἱ αὐτοὶ βέβληνται καὶ οὐτασμένοι εἰσίν. διαστέλλει μέντοι ἐν τοῖς ἑξῆς, λέγων “βέβληται μὲν ὁ Τυδείδης, οὔτασται δʼ Ὀδυσεύς.ʼ
οὐτάμενοι] Ἀρίσταρχος ὡς ἱστάμενοι καὶ κιχράμενοι, Πάμφιλος
δὲ ὡς δεδαρμένοι, ἐπεὶ καὶ τὸ βεβλημένοι συντελικόν. καὶ δοκεῖ τὸ
τοιοῦτον ἀπὸ ἑνικοῦ ἀριθμοῦ πολὺ πρότερον τεθεωρῆσθαι παρ αὐτῷ.
φησὶ γὰρ “οὔτʼ αὐτοσχεδίην οὐτασμένος ὀξέϊ χαλκῷ” (Od. 11,
536)· συντελικῇ γὰρ μετοχῇ συντελικὴν ἐπήνεγκεν. οὕτως οὖν καὶ
ἐπὶ τῶν πληθυντικῶν ἀναγινώσκειν ἔδει, εἰ μὴ ἄρα ἐκεῖνό τις ὑπὲρ
τοῦ Ἀριστάρχου λέγοι, ὅτι οὐκ ἐνεστὥτα ἐκδεχόμενος οὕτως ἀνεγί-
νωσκεν, ἀλλὰ παρακείμενον πεπονθότα. ἔχει δὲ οὕτως· παρὰ τὸ
συστολὴ τοῦ οὔτησεν, ὡς πρόδηλον κἀκ τοῦ ἀπαρεμφάτου “οὐτάσαι
οὐδὲ βαλεῖν” (Il. 14, 424) καὶ ἐκ τοῦ “οὔτασται δʼ Ὀδυσεύς”
(661). τούτῳ δὴ τῷ οὔτασται παρέθηκε μετοχὴν τὴν οὐτασμένος
“οὅτʼ αὐτοσχεδίην οὐτασμένος” (Od. 11, 535), ἥτις κατʼ ἔλλειψιν
τοῦ σ ἐγίνετο οὐταμένος, προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριστάρχου διὰ
τὸν χαρακτῆρα, ἐπεὶ αἱ τοιαῦται μετοχαὶ προπαρωξύνοντο, ἱστάμενος
κιχράμενος· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει.
ἄλλως τε καὶ ἡ γινομένη τοῦ σ ὕφεσις καὶ ἀναδρομὴν ἐργάζεται
τόνου.
660. *δουρικλυτός] τοῦ Ὀδυσσέως τὸ ἐπίθετον, καὶ διασταλτέον
μετʼ αὐτό. βραχὺ δὲ διασταλτέον μετὰ τὸ ἐών (665).
667. *πυρὸς δηίοιο] ὅτι λείπει ἡ ὑπό, ὑπὸ πυρός.
668. ἐπισχερώ] ἐφεξῆς ἄπαντες. παρίστησι δὲ διὰ τῆς λέξεως ὅτι καὶ ἐπὶ Μυρμιδόνας ἥξει ὁ κίνδυνος.
672. βραχὺ διασταλτέον μετὰ τὸ βοηλασίῃ· δύναται δὲ καὶ
τοῖς ἑξῆς συνάπτεσθαι. οὕτως δὲ ἑνικῶς Ἀρίσταρχος, βοηλασίῃ.
674. ῥύσιʼ ἐλαυνόμενος] ἀντενεχυραζόμενος· καὶ τὸ πλῆρες ῥύσια.
Αὐγέας γὰρ πρότερος Νηλέως κατέσχεν τέσσαρας ἀθλοφόρους
ἵππους αὐτοῖσιν ὄχεσφιν. τουτέστι θρέμματα ἐλαύνων. τὸ δὲ ἑξῆς
ἐστὶν, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα, ῥύσιʼ ἐλαυνόμενος· τὰ δὲ ἄλλα διὰ
μέσου.
Μηλεὺς ὁ Ποσειδῶνος, ἱππικώτατος τῶν καθʼ αὑτὸν γενόμενος,
ἔπεμψεν εἰς Hλιν ἵππους εἰς τὸν ὑπʼ Αὐγέου κεῖσε συντελούμενον
ἀγῶνα. νικησάντων δὲ τούτων φθονήσας Αὐγέας ἀπέσπασε τούτους,
καὶ τοὺς ἡνιόχους ἀφῆκεν ἀπράκτους. Νηλεὺς δὲ γνοὺς ἡσυχίαν
ἦγε. Νέστωρ δὲ ὁ τῶν παίδων αὐτοῦ νεώτατος στρατιὰν ἀθροίσας
ἐπῆλθεν λιδι, καὶ πολλοὺς ἀποκτείνας ἀπέλαβε τοὺς ἵππους, καὶ
οὐκ ὀλίγην τῶν πολεμίων ἀπέσυρε λείαν. ἡ ἱστορία παρὰ Φερεκύδει.
677. ληίδα δʼ ἐκ πεδίου] Ἀρίσταρχος ὡς λαλκίδα, Μενεκράτης
βαρύνεσθαι ἐπὶ ἑτέρου σημαινομένου, εἰρήσεται ἡμῖν ἀλλαχόθι. τὸ
δὲ ζῖῖς δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆσθαι διὰ τὴν αἰτιατικὴν
“βωστρεῖν δὲ Κράταιιν” (Od. 12, 124)· τάχα δὲ καὶ τοῦτο πρὸς
ἀντιδιαστολήν.
ἤλιθα πολλήν] λίαν ἠθροισμένην· ἐξ οὗ καὶ ἠλίθιος ὁ παχὺς τὸν
νοῦν καὶ μὴ ἀκριβής. ἢ παρὰ τὸ ἀλίσαι, ὅ ἐστιν ἀθροῖσαι.
αἰτήματι στίζομεν κατὰ τὸ τέλος τοῦ στίχου· πρεπωδέστερον γὰρ οὕτως κεχωρίσθαι τὰ ἑξῆς.
678. πώεα] παρὰ τὸ πόᾳ χρῆσθαι, ἥτις ἐστὶν αὐτοποίητος.
683. ὅτι διαφωνοῦσιν οἱ νεώτεροι, τὸν Νηλέα λέγοντες ἀνῃρῆσθαι
ὑφʼ Ἡρακλέους, ὅτε τὴν Πύλον ἐπόρθησεν. φαίνεται γὰρ καθʼ
Ὅμηρον περιὼν καὶ μετὰ τὸ πορθηθῆναι. ὁ γὰρ πρὸς Ἠλείους
πόλεμος τῶν Πυλίων μεταγενέστερος τοῦ πρὸς Προκλέα.
684. * διασταλτέον ἐπὶ τὸ πολλά πρὸς τὸ σαφέστερον.
685. ἅμʼ ἠοῖ φαινομένηφι] τοῦτο τὸ ἡμιστίχιον καὶ τοῖς ἐπάνω
δύναται προσδίδοσθαι καὶ τοῖς ἑξῆς· ἤτοι γὰρ ἡμέρας γενομένης ἐκή-
ρυσσον ὅπως ἐκεῖνοι συναχθῶσιν, ἢ ἄλλοτε ἐκήρυσσον ἵνα ἐκεῖνοι ὑπὸ
τὸν ὄρθρον ἔλθωσι. καὶ ἀμφότερα λόγον ἔχει.
686. *οὕτως Ἀρίσταρχος, χρέως.
ὅτι τὰ περιελασθέντα ἐκ τῆς Πύλου ὑπὸ τῶν Ἐπειῶν θρέμματα
χρέως καλεῖ. Ἀριστοφάνης δὲ χρεῖος καὶ ὠφείλετο.
δίῃ] θαυμαστῇ. ἱερᾷ· ἐν αὐτῇ γὰρ ἐτιμᾶτο Ὀλύμπιος Ζεὺς, οὗ
καὶ πανήγυρις παρὰ τριετῆ χρόνον ἤγετο τὰ Ὀλύμπια, ἔνθα καὶ
688. Ἐπειοὶ οἱ λεῖοι ἀπὸ Ἐπειοῦ βασιλέως, οὕτως· Ποσει-
δῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς Ἠλεἵος ὁ κτίσας Ἤλιδα,
Ἠλείου δὲ Ἄλεξις καὶ Ἐπειὸς, ἀφʼ οὗ Ἐπειοὶ, ὥς φησιν Ἀριστο-
τέλης ἐν τᾥ πέπλῳ.
*ὅτι Ἐπειοὺς τοὺς Ἠλείους καλεῖ.
*ὄφειλον] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ὄφελλον.
ἤτοι στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, ἢ συναπτέον τῷ ἑξῆς.
ὃ καὶ βέλτιον· τὸ γὰρ ὡς ἀντὶ τοῦ ὅτι ἐστὶ κείμενον. καὶ ἐὰν
χωρίσωμεν δὲ, καὶ ἀκούωμεν οὕτως, ἔσται θαυμαστικὸς ὁ λόγος
περὶ τῆς καταφρονήσεως ῆν ἐποιήσαντο οἱ Ἠλεῖοι περὶ τῶν Πυλίων.
689. *ὡς] ὅτι ἀντὶ τοῦ ὅτε ἢ ὅτι ἢ ἡνίκα.
*βραχὺ διασταλτέον ἐπὶ τὸ παῦροι πρὸς ἔμφασιν.
*ἐν Πύλῳ ἤμεν] οὐκ ἐν πόλει ἦμεν, ὡς ἔνιοι.
690. ἐκάκωσε βίη Πρακληείη] ρακλῆς παρεγένετο εἰς Πύλον χρήζων καθαρσίων, οἱ δὲ Πύλιοι ἀποκλείσαντες τὰς πύλας οὐκ εἰσεδέξαντο αὐτόν· ἐφʼ ᾧ ὀργισθεὶς ὁ ἥρως ἐπόρθησε Πύλον. συνε- μάχουν δὲ τῷ μὲν Νηλεῖ τρεῖς θεοὶ, Ποσειδῶν Ἥρα Ἀῖδωνεὺς, ὡς καὶ ἐν τῇ Ε φησί (395), τῷ δὲ Ἡρακλεῖ δύο, Αθηνᾶ καὶ Σεύς.
692. δώδεκα γὰρ Νηλῆος] πρὸς τοὺς χωρίζοντας, ὅτι ἐν μὲν
Ἰλιάδι δώδεκα Νηλἥος παῖδας λέγει, ἐν δὲ τῇ Ὀδυσσείᾳ (11, 295)
τρεῖς γεγονέναι, ὡς γενεαλογεῖ· “καὶ Χλῶριν εἶδον περικαλλέα” καὶ
ἐν τοῖς ἑξῆς “Νέστορά τε ρομίον τε Περικλύμενόν τʼ ἀγέρωχον.”
ἐνδέχεται δὲ προγεγονότων αὐτῷ ἐξ ἑτέρας γυναικὸς παίδων ὕστερον
ἐκ λλώριδος τοὺς τρεῖς γεγονέναι· καὶ γὰρ ὁ Πρίαμός φησι (Il. 24.
495) “πεντήκοντά μοι ἤσαν, ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν· ἐννεακαίδεκα
μέν μοι ἰῆς ἐκ νηδύος ἤσαν· τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγά-
ροισι γυναῖκες.”
693. τὸν Nεστορά φησι μόνον περισωθῆναι τῶν λοιπῶν τοῦ Νη-
λέως παίδων, ἤτοι ὅτι νέος ὑπάρχων ἔξω ἐτρέφετο παρὰ τοῖς Γερήνοις,
ἢ ἐπεὶ συνεβούλευσεν εἰσαχθῆναι τὸν Ἠρακλέα, ὥς τινές φασιν.
694. Ἐπειοὶ] ὅτι ἔν τισι γράφεται Ἀχαιοί· τοὺς δὲ Ἠλείους Ἐπειοὺς καλεῖ Ὅμηρος.
697. *ὅτι θρέμματα δηλονότι τριακόσια.
699. τέσσαρες ἀθλοφόροι] ὅτι φαντασίαν ὁ τόπος ἔχει ὡς τετρώρῳ
ἅρματι χρωμένων τῶν ἡρώων· καὶ γὰρ λέγει (701) “τὸν δʼ ἐλατῆρʼ
ἀφίει ἀκαχήμενον ἵππων.” ἐνδέχεται δὲ δύω συνωρίδας ἐπὶ τὸν ἀγῶνα
πεπορεῦσθαι, μή τι περὶ τὴν ἑτέραν γένηται· εἰρῆσθαι δὲ τὸν ἐλατῆρʼ
ἀφίει συλληπτικῶς, τὸν ἑκατέρας ἐλατῆρα, ὡς “ἀμφίπολος δʼ ἄρα
οἱ κεδνὴ ἑκάτερθε παρέστη” (Od. 1, 335)· οὐ μία ἐπὶ ἀμφοτέρων
τῶν μερῶν, ἀλλʼ ἑκατέρωθεν μία. οἱ δὲ ὡς Ποσειδῶνος υἱὸν τετρώρῳ
φασὶ χρῆσθαι· ἵππιος γὰρ ὁ θεός.
*ὅτι ἑκατέροις δύναται προσδίδοσθαι.
700. Ἡρακλῆς προστάξαντος Εὐρυσθέως ἀνεκάθηρε τὴν Αὐγέου
κόπρον· ἀπαιτοῦντι δὲ αὐτῷ τὸν μισθὸν οὐκ ἀπεδίδου, λέγων ἐξ
ἐπιταγῆς αὐτὸν πεποιηκέναι. Φυλεὺς δὲ ὁ τούτου παῖς κριτὴς γενό-
μενος κατέκρινε τὸν πατέρα· ὁ δὲ ἀγανακτήσας ἐξέβαλεν αὐτὸν τῆς
χώρας· ρακλῆς δὲ ἐπιστρατευσάμενος Ἦλιν ἐπόρθησε, καὶ μετα-
πεμψάμενος τὸν Φυλέα ἐκ Δουλιχίου παραδίδωσιν αὐτῷ τὴν βασι-
λείαν. ὀλιγανδρίας δὲ οὔσης διὰ τὸ πολλοὺς ἐν τῷ πολέμῳ συνεφθάρ-
θαι, Ἡρακλῆς συγκατέκλινε τὰς τῶν τετελευτηκότων γυναῖκας τῷ
στρατῷ, οὕτως τε πολλῶν γεννηθέντων ἔθηκε τῷ Διὶ τὸν Ὀλυμπιακὸν
ἀγῶνα, καὶ αὐτὸς πρῶτος τῶν ἀγώνων ἥψατο. ἡ ἱστορία παρὰ
Καλλιμάχω.
702. * ἤτοι ἐλατῆρα ἵππων ἢ ἀκαχήμενον περὶ ἵππων.
705. ἐκ τῶν περὶ τῆς Κικονίας λεγομένων ἐν Ὀδυσσείᾳ (9, 42)
μετάκειται ὁ στίχος· ἔνθα καὶ εὔλογον αὐτοὺς τὰ λάφυρα ἐξ ἴσου
μερίζεσθαι. ἐνταῦθα δὲ οὐκ ἐπέβαλεν ἐξ ἴσου μερίζεσθαι, ἀλλʼ
ἀνάλογον ἑκάστῳ τοῖς ὀφειλομένοις· οὐ γὰρ ἐκ πολέμου λαφυραγω-
γίας. Ζηνόδοτος οὐδὲ ἔγραφεν.
μή τίς οἱ] ὅπως μηδεὶς ἀπέλθῃ στερηθεὶς τῆς ὁμοίας καὶ ἴσης
τιμῆς· ἴσης γὰρ τῆς τὸ δίκαιον καὶ ἴσον ἐχούσης.
706. *γράφεται ἀμφί τε ἄστυ.
708. *βραχὺ διασταλτέον ἐπὶ τὸ ἤλθον πρὸς τὸ σαφέστερον.
709. Μολίονε] Ἄκτορος καὶ Μολιόνης παῖδες Κτέατος καὶ
Εὔρυτος, κατά τινας δὲ Μολιόνης καὶ Ποσειδῶνος. ἴσως δὲ μᾶλλον
Μολίονας αὐτοὺς εἶπεν πολεμικοὺς, ἀπὸ τῆς κατὰ τὴν μάχην μολύν-
σεως, οὐχ ὡς οἱ νεώτεροι, ὅτι ἡ μήτηρ αὐτῶν ἐκαλεῖτο Μολιόνη·
ἀπὸ μητρὸς γὰρ Ὅμηρος οὐδένα σημαίνει. οὗτοι παρηλλαγμένην
φύσιν τῶν λοιπῶν ἔσχον ἀνθρώπων· διφυεῖς γὰρ σαν, ἔχοντες
ἑκάτερος δύο κεφαλὰς, τέσσαρας δὲ χεῖρας καὶ πόδας τοὺς ἴσους, ἓν
δὲ σῶμα. διὰ τοῦτο τοὺς πολεμικοὺς καὶ γυμνικοὺς ἐνίκων ἀγῶνας.
Ἡροκλῆς δὲ πολεμῶν καὶ μὴ δυνάμενος κατὰ τοὐμφανὲς αὐτῶν περι-
γενέσθσι συμμαχούντων ὐγέᾳ, λοχήσας αὐτοὺς ἀνεῖλε, καὶ οὕτως
ἐπόρθησε τὴν Ἧλιν. ἡ ἱστορία παρὰ Φερεκύδει.
ὅτι ἀπὸ μητρὸς Ὅμηρος οὐ σχηματίζει· μήποτʼ οὖν ἀπὸ τοῦ ταύτης πατρὸς Μόλου οὕτως αὐτοὺς εἶπεν.
711. ὅτι ῆν ἐν τῷ καταλόγῳ (Il. 2, 592) εἴρηκε Θρύον “καὶ Θρύον. Ἀλφειοῖο πόρον,” νῦν Θρυόεσσαν λέγει.
714. μετεκίαθον] ὑποστικτέον. περιττεύει δὲ ἐν τῷ ἄμμι δʼ
Ἀθήνη ὁ δέ σύνδεσμος. δύναται δὲ καὶ ἐπὶ τὸ ἔννυχος ὑποστί-
ζεσθαι, ἵνα ἐν τῷ οὐδʼ ἀέκοντα ὁ δέ περιττεύῃ. καὶ ἔστιν ὁ λόγος
τοῦ μὲν προτέρου οὗτος· ἐπεὶ δὲ πᾶν ἐπῆλθον τὸ πεδίον, ἄγγελος
ἡμῖν ἦλθεν ἡ Ἀθηνᾶ ὑπʼ ὄοθρον, οὐδʼ ἄκοντας ἀνήγαγε τοὺς Πυ.
λίους.
717. προτρέπει τὸν Πάτροκλον διʼ ὥν αὐτὸς καὶ νέος καὶ ὑπὸ πατρὸς κωλυόμενος ὅμως πεζὸς ἐξῆλθεν.
719. οὐ γάρ πω τί μʼ ἔφη] ὀφείλει τὸ τί ὀξύνεσθαι διὰ τὴν με ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖσαν.
720, 721. τὸ μὲν πρότερον ὡς περισπωμένως, τὸ δὲ ἕτερον κατʼ ἔγκλισιν, ἐπειδήπερ τὸ μεταφραστικὸν αὐτοῦ ἐστὶν, ἐπεὶ οὕτως ἤγε τὸ νεῖκος ἡ Ἀθηνᾶ· ἢ οὕτως ἔφερε τὸν πόλεμον ἡ Ἀθηνᾶ, ὅπως ἐπιφανὴς γενήσομαι.
723. ἐγγύθεν Ἀρήνης] ἤτοι τοῖς ἑξῆς ἢ τοῖς ἐπάνω προσδοτέον
τὸ ἡμιστίχιον.
725. βραχὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου· ὑπʼ ὄρθρον γὰρ ὁπλισθέντες πρὸς τὴν Ἀρήνην ὔδευσαν, καὶ κατὰ μέσον ἡμέρας ἐπὶ τὸν Ἀλφειὸν παρεγένοντο.
728. ταῦρον] οἰκεῖα τὰ θύματα. τοῖς ποταμοῖς καὶ τῷ Ποσειδῶνι θύεσθαι λέγει ταύρους διὰ τὰς βίας τῶν ὑδάτων.
730. δόρπον ἔπειθʼ ἑλόμεσθα] ὅτι Ζηνόδοτος γράφει δεῖπνον. δόρπον δὲ λέγει τὴν ἑσπερινὴν τροφήν· εὐθέως γὰρ κατακοιμῶνται.
733. *διαρραῖσαι] γράφεται διαπραθέειν.
734. ἀλλά σφιν προπάροιθεν] ὅτι τὸ προπάροιθε οὐ τοπικῶς ἀλλὰ χρονικῶς· πρὶν ἢ πορθῆσαι τὸ ἄστυ, ἐφάνη αὐτοῖς μέγας ὁ ἐσόμενος πόλεμος.
735. φαέθων ὑπερέσχεθε γαίης] ὅτι ἐξ ἡρωικοῦ προσώπου ὑπὲρ
γῆς τὴν ἀνατολὴν λέγει, αὐτὸς δὲ ἐκ τοῦ ἰδίου προσώπου ἐξ
Ὀκεανοῦ.
737. ὅτι τινὲς καὶ Ἀχαιῶν γράφουσιν· Ὅμηρος δὲ Ἑπειοὺς τοὺς Ἡλείους λέγει. καὶ ὅτι νεῖκος οὐ μόνον ἡ διὰ λόγων ἐπίπληξις, ἀλλὰ καὶ ἡ διὰ χειρῶν μάχη, ὡς νῦν.
741. Μήδεια ἐγένετο Αἰήτου μὲν θυγάτηρ, Ἰάσονος δὲ γυνή.
αὕτη μετὰ τὴν ἀπεργασθεῖσαν ἐν Κορίνθῳ τεκνοκτονίαν φυγὰς εἰς
Ἀθήνας ἀφίκετο, καὶ ἐγαμήθη ἐκεῖ Αἰγεῖ τῷ Πανδίονος. κἀκεῖ
Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ, ἐπὶ τὸν τοῦ πατρὸς
ἀναγνωρισμὸν ἐκ Τροιζῆνος ἀφικόμενον, πείθει τὸν Αἰγέα φάρμακον
αὐτῷ δοῦναι θανάσιμον, ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα
παραγίνεσθαι. πεισθεὶς δὲ Αἰγεὺς παραγενομένῳ τῷ παιδὶ φάρμακον
ἔδωκεν. μέλλοντος δὲ καταπίνειν ἐπιγνοὺς τό τε ξίφος καὶ τὰ
ὑποδήματα (ταῦτα γὰρ ἐν Τροιζῆνι γνωρίσματα κατέλιπεν) τὸ μὲν
φάρμακον ἀφείλετο, τὴν δὲ Μήδειαν ἐξέβαλε τῆς Ἀττικῆς. οἰκή-
σασα δὲ αὕτη τὴν πλησίον Ἤλιδος Ἕφυραν πολυφάρμακον ἐποίησεν
αὐτὴν ἐπονομασθῆναι. ἡ ἱστορία παρὰ Κράτητι.
746. τὸ ἱππήων ἑκατέροις δύναται προσδίδοσθαι· βέλτιον δὲ τοῖς ἐπάνω.
747. αὐτὰρ ἐγὼν ἐὰόρουσα] ὅτι ἐκπέπτωκεν εἰς ποιητικὴν κατα- σκευὴν τὸ παρηγμένον ἡρωῖκὸν πρόσωπον κατὰ τὴν ποίησιν.
750. ὅτι ἐντεῦθεν Ἡσίοδος Ἄκτορος κατʼ ἐπίκλησιν καὶ Μολιόνης αὐτοὺς γεγενεαλόγηκεν, γόνῳ δὲ Ποσειδῶνος. οὐδέποτε δὲ Ὅμηρος ἀπὸ μητρὸς σχηματίζει.
751. πρὸς τὰ περὶ τῆς φύσεως τῶν Ἄκτορος παίδων, πότερον μία ἀμφοτέρων συμφυΐα ἢ ἑκάτερος αὐτῶν διφυὴς ἦν.
754. διʼ ἀσπιδέος πεδίοιο] ὁ λσκαλωνίτης διʼ ἀσπιδέος, ἐπεὶ
ἐπιφέρει “ἀνυά τʼ ἔντεα καλὰ λέγοντες,” τοιοῦτό τι λέγων τοῦ
πολλὰς ἔχοντος ἀσπίδας. ὁ δὲ Ἀλεξίων καὶ ἀμφότερα κρίνει, καὶ
ἀσπιδέος καὶ σπιδέος· ὅ τε Ἀρίσταρχος ἐκεῖνο ἀποφαίνεται ὡς
ὅτι τινὲς μὲν ἀπὸ τοῦ α ποιοῦνται τὴν διαστολὴν, ἵνʼ ᾖ ἀσπιδέος, ὡς
εἰκαστικώτερον τοῦ ποιητοῦ ἀσπίδες τὸ πεδίον εἰρηκότος τῷ τὰ μακρὰ
τῶν πεδίων καὶ εὐρέα περιφερῆ φαίνεσθαι, μηδενὸς ἄλλου ὁρωμένου
τέρματος, ἀλλὰ τοῦ ὁρίζοντος ἀέρος. ἄλλοι δὲ ἐκδέχονται ἀσπιδέος
τοῦ ἔχοντος πολλὰς ἀσπίδας, καθότι ἐπιφέρει “ἀνά τʼ ἔντεα καλὰ
λέγοντες.” οἱ δέ φασιν ἐκ πλήρους σπιδέος καὶ ἀποδιδόασι πολλοῦ
καὶ μακροῦ· καὶ γὰρ Αἰσχύλος πολλάκις τὴν λέξιν οὕτως ἔχουσαν
τίθησιν, ὅταν λέγῃ “σπίδιον μῆκος ὁδοῦ,” καὶ ὁ Ἀντίμαχος “οὐδὲ
σπιδόθεν προνοῆσαι,” τουτέστι μακρόθεν. καὶ ταῦτα μὲν ὁ Ἀρίσταρ-
χος. Κράτης δὲ προκρίνει τὴν διὰ τοῦ ᾱ γραφήν. καὶ Ζηνόδοτος δὲ
συναινεῖ τῇ δίχα τοῦ ᾱ γραφῇ, καί φησι σπιδέος τοῦ ἀπόρου καὶ
τραχέος καὶ μεγάλου. καὶ Ἀμερίας δὲ λέγει, σπιδέος τοῦ πολλοῦ
καὶ εὐρέος καὶ μεγάλου. κἀγὼ δὲ συγκατατίθεμαι τοῖς ἀνδράσιν·
ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρῆσιν παρὰ τοῖς ἀρχαίοις. ἡ διπλῆ
πρὸς τὸ σημαινόμενον τὸ ἀπὸ τῆς λέξεως.
* Ἡρωδιανὸς διὰ σπιδέος.
755. *ἐνἄλλῳ λέ γοντες.
757. ἤτοι διασταλτέον ἐπὶ τὸ Ἀλισίου, ἢ συναπτέον τοῖς ἑξῆς,
ὡς Δημήτριος ὁ Σκήψιος τάφον τὸν τοῦ Ἀλισίου· οὕτω γὰρ Ἀρί-
σταρχος γράφει, προστιθεὶς ὅτι τῶν Ἱπποδαμείας μνηστήρων εἷς
ἦν ὁ Ἀλίσιος. ἢ Ἀλίσιος μὲν πόλις, Κολώνη δὲ οὕτω καλούμενος
τόπος.
759. ὅτι τὸ ἔνθα ἐν ἐκείνῳ τῷ τόπῳ. καὶ ὅτι τοὺς Πυλίους Ἀχαιοὺς λέγει νῦν, τοὺς δὲ Ἠλείους Ἐπειούς.
763. οἶος τῆς ἀρετῆς ἀπονήσεται] μόνος τῆς ἀρετῆς ὄνησιν ἕξει, οὐχὶ δὲ καὶ οἱ φίλοι.
767. νῶϊ] ἡ μὲν διπλῆ, ὅτι χωρὶς τοῦ ν Ὁμηρικῶς, ἡμεῖς ἢ ἡμᾶς.
ὅτι ἃ Πηλεῖ ἐπέβαλλε ποιεῖν, ὁ Ἀχιλλεὺς πράσσει, αὐτὸς δὲ ὡς
εἴδωλον σπένδει· ἐς δʼ ἄγε χειρὸς ἑλὼν, κατὰ δʼ ἑδριάασθαι ἄνωγεν,
ξείνιά τʼ εὗ παρέθηκενʼ ὁ δὲ Πηλεὺς οὐδʼ εἰ πάρεισι προσποιεῖται.
εὐτελὴς δὲ ἡ σύνθεσις καὶ τοῦ “ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ
ἔπεσθαιι.” ἠθετοῦντο καὶ παρὰ Ἀριστοφάνει οἱ ιθ΄.
770. *πουλυβότειραν] ἐν ἄλλῳ καλλιγύναικα.
773. *μηρίʼ ἔκηε] Ἀρίσταρχος μηρία καἵε.
774. αὐλῆς ἐν χόρτῳ] ἐν τῷ περιφράγματι τῆς αὐλῆς· χόρτοι δὲ οἱ τριγχοὶ, ὡς καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ (fr. 179.) “σύγχορτα ναίω πεδία ταῖς Ἐλευθεραῖς” καὶ ἐν Ἀνδρομάχῃ (17) ὁμοίως.
782. * ἠθέλετον] Ζηνόδοτος ἠθελέτην.
786. ἅτι Ἀρχίλοχος ὑπερτέραν τὴν νεωτέραν ἐδέξατο· “οἴην
Λυκάμβεω παῖδα τὴν ὑπερτέρην” ἀντὶ τοῦ τὴν νεωτέραν. καὶ τὸ
ἔτυμον δὲ ἀντιπίπτει· ὁ γὰρ ὑπερέχων κατά τί ἐστιν ὑπέρτερος. καὶ
νῦν λέγει, τῷ γένει, τῇ εὐγενείᾳ ὑπερέχει, διὰ τὸ εἶναι θεᾶς μητρός·
σὺ δὲ πρεσβύτερος εἶ.
794. ὅτι Ζηνόδοτος καὶ τοῦτον καὶ τὸν ἑξῆς περιέγραψεν, ἀναγ- καίους ὄντας εἰς ἐρεθισμὸν Ἀχιλλέως.
799. ἴσκοντες] Ἀρίσταρχος ἀξιοῖ διὰ τῆς ει διφθόγγου γράφειν,
ἐπεὶ ἐν ἑτέροις, φησὶ, τὸ κατὰ διαίρεσιν αὐτοῦ ὁρᾶται, ἐίσκω λεγό-
μενον· “ἐΐσκω πηγεσιμάλλῳ” (Il. 3, 197). οἱ δὲ περὶ τὸν Ἄλεξ-
ίωνα διὰ τοῦ ὶ μόνου συνεσταλμένου. κἀγὼ δὲ τούτοις συγκατατί-
θεμαι τὸ μὴ δύνασθαι τὰ τοιαῦτα τῶν ῥημάτων, λέγω δὲ τὰ διὰ τοῦ
σκῶ, ἔχειν πρὸ τέλους δίφθογγον ἐκφωνουμένην, ὅτι μὴ τὴν διὰ τοῦ
ῦ, πιφαύσκω. ὁ δὲ λόγος παραιτεῖται τὴν Αἰολίδα διάλεκτον διὰ
τὸ μιμναίσκω καὶ θναίσκω. ὥστε ὅτε λέγει ἐίσκω κατὰ διαίρεσιν,
801. ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο] μικρὰ ἡ περιλειπομένη ἀναπνοὴ ἐκ τοῦ πολέμου, ὥστε ἐὰν βραχὺ ἀνεπικούρητοι γένωνται, ἀπόλλυνται.
802, 803. ἀθετοῦνται ἀμφότεροι, καὶ ἀστερίσκοι παράκεινται,
ὅτι οἰκειότερον κεῖνται πρὸ τῆς Πατρόκλου ἐξόδου (Il. 16, 44), ὅτε
καὶ τῷ ὄντι κεκμήκασι τῆς ἐπὶ ναυσὶ μάχης συνεστώσης· οὐδὲ
γὰρ νῦν συμβέβηκεν ἤδη τοὺς Τρῶας ἐπὶ ταῖς ναυσὶν αὐταῖς καὶ
ταῖς κλισίαις εἶναι ἐντὸς τοῦ τείχους γεγονότας. διασταλτέον δὲ
κατὰ τὸ τέλος τοῦ στίχου τοῦ ῥεῖα δέ κ’. οἱ δὲ τοῖς ἑξῆς συνάπ-
τοντες τὴν ἐσχάτην λέξιν μάτην ἐπιτηδεύουσιν· μᾶλλον γὰρ τὸ
κεκμηῶτας ἀῦτῇ λόγον ἔχει.
807. ἵξε θέων Πάτροκλος] πρὸς τὸ τοῦ στρατοπέδου διάγραμμα, ὅτι ὑποτίθεται κατὰ μέσον τοῦ ναυστάθμου θεατροειδῆ τόπον εἰς ὄχλου συναγωγήν.
ἵνα σφʼ ἀγορή τε θέμις τε] ὅπου αὐτοῖς τά τε νια ἐπιπράσκετο
καὶ τὰ δικαστήρια ἐγίνετο· ἡ γὰρ Θέμις ἐπόπτης τῶν ἐκκλησιῶν·
“Ζεὺς δὲ δέμιστι κέλευσε θεοὺς ἀγορήνδε καλέσσαι” (Il. 20, 4).
808. τῇ δὴ καί] ὅπου καὶ τῶν πλευσάντων ἐπὶ τὴν Ἴλιον ἑκάστῳ πατρῷων θεῶν βωμοὶ κατεσκευασμένοι ἦσαν.
809. *ὅτι τετώξευται.
811. νότιος] ὑγρὸς, ἢ πολὺς, ἢ ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος.
817. ἐμέλλετε] ὅτι ἀντὶ τοῦ ὡς εἰκὸς ἦν, ὡς ὑποκείμενον ἦν ὑμῖν τὸ παθεῖν.
818. *ἀργέτι δημῶ] γράφεται ἠδʼ οἰωνούς.
822. *βεβλημένος] ἐν ἄλλῳ πεπνυμένος.
824. ὅτι τοῦτο ἐπὶ τῶν Τρώων λέγει· ἐμπεσοῦνται ταῖς ναυσὶν, οἷον ἐνσείσουσιν, (ῥμπρήσουσιν].
831. *δεδιδάχθαι] Ζηνόδοτος δεδαάσθαι.
832. ὃν λείρων ἐδίδαξε] ὅτι Ὀμηρος δεδιδάχθαι μέν φησιν ἐνταῦθα τὴν ἰατρικὴν ὑπὸ ἄείρωνος τὸν Ἀχιλλέα, περὶ μέντοι τῆς παρʼ αὐτῷ τροφῆς οὐδὲν συνέστακεν, ἀλλὰ καὶ τοὐναντίον διὰ τῶν πραγμάτων ἐπιμαρτυρεῖ, τροφέα τὸν Φοίνικα συνεστακὼς τούτου.
842. δικαιότατος Κενταύρων] τὸ ὑπερθετικὸν κεῖται ἀντὶ τοῦ ἀπολύτου· ἔστι δὲ ὁ μόνος ἐν Κενταύροις δίκαιος. ὅμοιον δὲ τούτῳ τὸ “μελάντερον ἠύτε πίσσα” (Il. 4, 277).
834. ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν· ὁ γὰρ Μαχάων ἐστὶν ὁ τετρωμένος.
838. *ἴοι] Ζηνόδοτος διὰ τοῦ η ἔην.
841. * σεῖο μεθήσω] Ζηνόδοτος σεῖʼ ἀμελήσω. ποιητικώτερον δὲ τὸ ἕτερον.
844. μαχαίρῃ] ὅτι μάχαιραν καλεῖ τὸ παραξιφίδιον, εἰς τὰς
τοιαύτας χρείας εὐθετοῦν. βραχὺ δὲ διασταλτέον ἐπὶ τὴν μετοχὴν
πρὸς τὸ σαφές.
846. τινὲς Ἀχιλλείαν τὴν βοτάνην καλοῦσιν. καὶ πόθεν αὐτῷ τὸ
φάρμακον; ἴσως μὲν συμπεριέφερε τὴν ῥίζαν ὡς χρήσιμον, εἰ ἐντύχοι
τραυματίᾳ φίλῳ· καὶ μάλιστα εἰκὸς αὐτὸν νῦν εἰληφέναι, εἰδότα
ὅτι ἐπὶ τραυματίαν πέμπεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνος
τὴν ῥίζαν ἀνέσπασεν, ἔχων τὴν περὶ τὰς βοτάνας ἐμπειρίαν. ἴσως
δὲ καὶ θεράπων πεμφθεὶς κατὰ τὸ σιωπώμενον ἐκόμισεν. χερσὶ δὸ
καὶ οὐ λεαντικοῖς ὀργάνοις ταύτην τρίβει, ὅτι οὐκ ἔδει πολλῆς
λεπτότητος τῷ φαρμάκῳ, τοῦ αἵματος, ως φησι, κελαρύζοντος
καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες τοῦ φαρμάκου εἰς τὸ ἐμ-
φράξαι τὸ τραῦμα. τῷ δὲ Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον βραχείας
οὔσης τῆς τοῦ αἵματος φορᾶς. ἄλλοι δὲ αὐτὴν ἀριστολόχειαν
φασὶν, ἣν καὶ ἴσχαιμον προσαγορεύουσιν.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς
Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τἥς Ἰλιακῆς προσῳδίας
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
Πάλιν μεταβέβηκεν ἐπὶ τὰς μάχας ὁ ποιητής· ἔδει γὰρ τὰ τῆς μάχης εἰπεῖν, ὥπως θεασάμενος Πάτροκλος κινηθείη μᾶλλον εἰς ἔλεον. εἰ δὲ ἐπιμηκεστέρα γέγονεν ἡ ἐπιμέλεια, μὴ θαυμάσῃς· διαφόρους γὰρ πράξεις ἐν ἑνὶ καιρῷ θεῖναι ἀδύνατον.
1. Μενοιτίου ἄλκιμος υἱός] Πάτροκλος ὁ Μενοιτίου τρεφόμενος
ἐν Ὀποῦντι τῆς Λοκρίδος περιέπεσεν ἀκουσίῳ πταίσματι· παῖδα
γὰρ ἡλικιώτην Ἀμφιδάμαντος οὐκ ἀσήμου Κλεισώνυμον, ἢ ὥς τινες
Αἰάνην, περὶ ἀστραγάλων ὀργισθεὶς ἀπέκτεινεν. ἐπὶ τούτῳ δὲ φυγὼν
εἰς Φθίαν ἀφίκετο, κἀκεῖ κατὰ συγγένειαν Πηλέως Ἀχιλλεῖ συνῆν.
φιλίαν δʼ ὑπερβάλλουσαν πρὸς ἀλλήλους διαφυλάξαντες ὁμοῦ ἐπὶ
Ἴλιον ἐστράτευσαν. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ.
2. ὅτι τὰ ἄμα γινόμενα οὐ δύναται ἅμα ἐξαγγέλλειν· ἐν ὅσῳ δὲ οὗτος ἰᾶτο, ἐκεῖνοι ἐμάχοντο.
4. πλάσας τεῖχος ὁ ποιητὴς εἰς τιμὴν τοῦ Ἀχιλλέως, μετὰ
τοῦτο ἀπολλύμενον αὐτὸ εἰσάγει, ἵνα μὴ ἐλέγχηται αὐτοῦ τὸ ψεῦδος
ὡς μὴ γενομένου ὑπὸ τῶν μεταγενεστέρων. καὶ τὴν ἀπώλειαν αὐτοῦ
εἶπεν.
5. βέλτιον τὸ εὐρύ τοῖς ἐπάνω συνάπτειν· ἀμφίβολον δὲ πότερον
ὕπερθεν εὐρύ· ἀρετὴ γὰρ τείχους ἕως ἄνω πεπλατύνθαι· ἢ, ὃ καὶ
βέλτιον, ὕπερθε τῆς τάφρου· ταύτης γὰρ ὑπέρκειται.
6, 7. τὸ ἑξῆς ἀμφίβολον· ἤτοι γὰρ οὕτως ἔχει, τὸ ποιήσαντο νεῶν ὕπερ, ὄφρα σφιν νῆάς τε· ἢ οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμ- βας, ὄφρα σφιν νῆάς τε θοάς· ὃ καὶ βέλτιον. εἰ δὲ διὰ μέσου εἴη, οὐδὲ θεοῖς δόσαν, οὕτω καὶ διορθωθήσεται.
10, 11. ὑποστικτέον ἐπὶ τὸ ἔην καὶ Ἀχιλλεύς καὶ ἔπλε· ἡ γὰρ ἀνταπόδοσις “τόφρα δὲ καὶ μέγα τεῖχος,” τοῦ δέ περισσεύ- οντος κατὰ τὸ σύνηθες.
10. ὄφρα μὲν Ἕκτωρ ζωός] ἀπορίαν εἰκότως παρέχει τὰ ἔπη
πόλις ἀνάλωτος ἔμενεν, μετὰ δὲ τὴν ἅλωσιν Ἰλίου καὶ τὸν ἀπόπλουν
τῶν Ἀχαιῶν τότε κατερίφθη· ἔτι γὰρ τοῦ πολέμου συνεστῶτος καὶ
Ἀχιλλέως μὲν μηνίοντος, Eκτορος δὲ περιόντος καὶ ἀριστεύοντος ὑπὸ
τῶν Τρώων τὸ τεῖχος τῶν Ἀχαιῶν κατερίφθη καὶ διοδεύσιμον γέγονε
τοῖς πολεμίοις· ὁ μὲν γὰρ Σαρπηδὼν τὰς ἐπάλξεις αὐτοῦ καὶ μέρος
τι καταβέβληκεν, ὁ δὲ Ἕκτωρ τοὺς ὀχῆας αὐτοῦ καὶ τὰς πύλας
διέρρηξεν, ὁ δὲ Ἄπόλλων σχεδὸν ὅλον αὐτὸ διέλυσε. τὸ καταριφὲν
οὖν τεῖχος οὐχ ὑπʼ ἀνθρώπων μόνον, ἀλλὰ καὶ θεῶν ἐν τῷ τῆς μήνιδος
χρόνῳ, τοῦτο λέγειν ἀσφαλὲς καὶ ἀρηρὸς ἐν τῷ τοῦ πολέμου καιρῷ
διαμεμενηκέναι μέχρι πορθήσεως Ἰλίου ἄπορον εἰς λύσιν. οἱ μὲν
οὖν γραμματικοὶ ἀπὸ τοῦ πλείστου μέρους ἀξιοῦσι λέγειν ἔμπεδον·
ὀλίγον γὰρ εἶναι τὸ σαλευθὲν ὑπὸ τῶν Τρώων. ἀγνοοῦσι δὲ οὗτοι
ὅτι τινὰ, κἄν ἐκ μέρους πάθῃ, οὕτε ἐστὶν ἔμπεδα οὕτε ἀρηρότα. καὶ
ἀμφορεὺς διατρηθεὶς, κἂν σχεδὸν ὅλον τὸ κύτος ἄθραυστον ᾖ, οὐκέτʼ
ἐστὶν ἔμπεδος ἀμφορεὺς ἀλλʼ ὄστρακον· καὶ τεῖχος οὐκέθʼ οἷόν τε
κρύπτειν καὶ φυλάττειν τοὺς τειχίσαντας οὐκέτʼ ἂν εἴη ἔμπεδον
τεῖχος, ἀλλὰ σωρὸς λίθων. μήποτʼ οὖν ἡ ἔμπεδον λέξις οὐκ εἴληπται
νῦν μεταφορικῶς ἐν ἴσῳ τῷ ἀσφαλὲς καὶ ἀραρὸς, οὐδέ ἐστιν ὅμοιον
τῷ “οὐδέ μοι ἤτορ ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι” (Il. 10, 93) οὐδὲ
τῷ “ὁ μὲν ἔμπεδον ἡνιόχευεν' (Il. 23, 641). ἀλλὰ κυρίως νῦν ἐξ-
ενήνεκται, τὸ πέδον ἐχούσης ἐντεταγμένον τῆς λέξεως, ὥστε σημαίνοι
ἂν ὅτι ἐν τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον· ἀντέθηκε γὰρ τὸ
ἔμπεδον τῷ ἁλιπλόῳ, τὸ ἐν τῷ πεδίῳ πρὸς τὸ αθις ἁλίπλουν γιγνό-
μενον· οὐ γὰρ ἔφη τόφρα δὲ καὶ μέγα τεῖχος ἀπόρθητον ἦν καὶ
ἄθραυστον, ἀλλʼ ἔμπεδον, καὶ πάλιν “οὔτι πολὺν χρόνον ἔμπεδον
ἦεν.” τί οὖν πάσχει ὕστερον; τῶν ποταμῶν πάντων, φησὶν,
“ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων —λεῖα δʼ ἐποίησεν παρʼ
τὸ σημαῖνον τὸ ἀκίνητον, ἀπὸ τῶν ἐν τῷ πεδίῳ μενόντων ἀκινήτων
λέγεται. τὸ δὲ τεῖχος κατʼ αὐτὸ μὲν ἐκινήθη, ἐκ μέντοι τοῦ πεδίου
οὐ κατηνέχθη ἐπὶ θάλασσαν, ὅπερ φησὶν αὐτὸ ὕστερον παθεῖν.
11. * οὕτως Ἀρίσταρχος ἔπλε.
13. αὐτὰρ ἐπεὶ] καὶ ἐνταῦθα ἡ ἀνταπόδοσίς ἐστι “δὴ τότε
μητιόωντο·” τὸ γὰρ χρονικὸν ἐπίρρημα ἀνταποδέδοται τῷ ἐπεί.
17. σημειοῦνταί τινες πρὸς τὰ ἐν τῇ H (443) ἀθετούμενα, ὅτι καὶ ἐκ τούτων διαβάλλεται πρὸς τὸ πρόσωπον γινόμενα.
20. Κάρησος] ΤΤυραννίων ὀξύνει τὸ Κάρησος ὡς Παρνασσός·
οὕτως γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίσταρ-
χος βαρύνει ὡς Κάνωβος. εἴπομεν δὲ ἐν ἑτέροις ὅτι οὐ πάντως
ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν ἱθμηρικὴν ἀνάγνωσιν,
ὁπότε περὶ τοῦ Γλισᾶντα (Il. 2, 504) διελάβομεν, εἴγε Διονύσιος
ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ καὶ μὴ περισπᾶν. τό τε
Λύκαστος ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι, ἡμῶν ἀναγινωσκόντων βαρυ-
τόνως (Il. 2, 647). οὕτως οὖν εἰκὸς καὶ ἐπὶ τοῦ Κάρησος μὴ πεισθῆναι
τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγκασθαι τὴν λέξιν.
τάχα δὲ, ἐπεὶ ἑώρα τὰ εἰς ος λήγοντα ὑπὲρ δύο συλλαβὰς ὀξυνό-
ιμενα, τῷ η παραληγόμενα, ἕτερον ἔχοντα σ, τοῦτο δὲ ἓν ἀναδεξά-
μενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως, εἴγε τὸ
Ἁλικαρνησσός δισσὸν ἔχει τὸ σ, Λυκαβησσός Ταρτησσός, τὸ μέντοι
Κάρησος ἓν ἔχει τὸ σ. ἴσως οὖν διὰ τοῦτο ἐξηλλάγη.
Ῥοδίος] παροξυτονητέον ὡς κύριον· εἰκὸς μέντοι τὸ ὄνομα τοῦ ποταμοῦ ἔχειν πλεονασμὸν τοῦ δ εἰκὸς γὰρ τῷ ποταμῷ παρὰ τὸν ῥοῦν ὠνομάσθαι, ὥστε αὐτὸν εἶναι ῥόῖον καὶ ῥόθιον.
22."ὅτι ἀμφίβολον μὲν ἐπὶ ποτέρου τῶν ποταμῶν λέγει, τοῦ
βοάγρια] τὰ εἰς τὴν βοὴν ἀγειρομενα. ἢ βοεία γέρρα, ὃ ἐστι δέρα. ἢ τὰ ἐξ ἀγρίων βοῶν γενόμενα.
βοάγρια] αἱ ἀπὸ βοείων βυρσῶν κατασκευασθεῖσαι ἀσπίδες.
25. ἐννῆμαρ] ἐπὶ ἐννέα ἡμέρας. ἔνιοι δὲ δασέως καὶ διὰ τοῦ ἑνὸς
ν ἀναγινώσκουσιν ὲν ἤμαρ, ἵνʼ ᾖ μιῷ ἡμέρᾳ, ὥστε μὴ μειοῦσθαι τὴν
τῶν θεῶν δύναμιν μὴ δυνηθέντων στρέψαι λόγῳ· θᾶττον δὲ ὑπὸ τῶν
Ἕλλήνων ἐν μιῷ ἡμέρᾳ γεγονός. οἱ δέ φασι, διὰ τοῦτο τέσσαρας
ποταμοὺς εἰσάγει καὶ θεοὺς παρίστησιν, οὐχ ἵνα μόνον ἀφανίσῃ τὸ
τεῖχος, ἀλλὰ καὶ τὸν τόπον διὰ τὸ μηδὲ ἴχνος φανῆναι.
26. * συνεχὲς] Ἀρίσταρχος καὶ Ἀριστοφάνης διὰ τοῦ ἑτέρου ν.
ἁλίπλοα] τὴν λῖ, φασὶ, συλλαβὴν ὀξυτονητέον· κατὰ γὰρ αὐτῶν
τῶν ἐρειπίων ἡ λέξις κεῖται, οὐχὶ τὰ ἐν τῇ ἁλὶ πλέοντα σημαίνεται.
0οὕτως Ἀλεξίων καὶ οἱ ἄλλοι. κἀγὼ δὲ συγκατατίθεμαι τῇ προσῳδίᾳ·
ἐκεῖνο γὰρ ἔχω ἀποφήνασθαι, ὡς ὅτι ὁπότερον ἐὰν σημαίνῃ προπαρο-
ξυτονηθήσεται· οὕτως γὰρ ἐμελέτησε τὰ παρὰ τὸ πλέω, εἴγε καὶ τὸ
πρωτόπλοος προπαροξύνομεν. καὶ δῆλον ὅτι εἰς ἀποφυγὴν τῶν οὕτως
παραγομένων, διπλόος τριπλόος.
29. φιτρῶν] καὶ τοῖς ἄνω προσδίδοσθαι λέγεται τοῦτο, ἵνα ᾖ θεμείλια φιτρῶν, καὶ τοῖς ἑξῆς, ἵνα ᾖ θέσαν φιτρῶν καὶ λάων· καὶ τὸ σχῆμα ἀρχαῖκὸν, τὸ τῆς ἐλλείψεως.
30. *ἐποίησεν] οὕτως Ἀρίσταρχος, ἐποίησεν.
33. *ὅρ] γράφεται καὶ ἴεν.
οὕτως φέρουσι τὴν γραφὴν, ιεν ὡς τίθεν. καὶ γίνεται ἀμφίβολον
πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα τοῦ ἵεσαν συγκοπὴ ὑπάρχῃ, ἐς
ἀπὸ τοῦ ἐτίθεσαν τὸ ἔτιθεν· καὶ δέον δασύνειν. εἰ δὲ ἑνικὸν εἴη τὸ
τεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλωτέον ὁμοίως τῷ “ἄσσον ἴεν πολυκάρπον
ἀλωῆς” (Od. 24, 221)· ὅπερ οὐ πιθανόν· ἡ μέντοι κοινὴ ἵει ἐστὶν
ὁμοίως τῷ “ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον (25). καὶ μήποτε εἶη
34. ὅτι Ζηνόδοτος γράφει ὡς ἤμελλον ὄπισθε. ἔστι δὲ βάρ- βαρον· τὰ γὰρ ἀπὸ συμφώνου ἀρχόμενα ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀπὸ τοῦ ε ἄρχεται. καὶ ὅτι τὸ ἔμελλον ἀντὶ τοῦ ἐῷκεσαν.
36. *κανάχιζε δὲ δούρατα πύργων] τὰ δόρατα ἤχει τὰ ἐπὶ τοὺς πύργους ἀκοντιζόμενα. ἢ τὰ ἐνῳκοδομημένα τοῖς πύργοις ξύλα ἤχει τοῖς δόρασι βαλλόμενα.
ὅτι πύργων ἀντὶ τοῦ πύργους· καὶ ἐλλείπει ἡ ἐπί, ἵνʼ ᾖ κανάχιζε
δὲ δούρατα ὡς ἐπὶπύργους βαλλόμενα, οὐτὰ ἐπῳκοδομημένα τῷ τείχει
ἐκανάχιζε ξύλα. Διονύσιος δὲ ὁ Σιδώνιος τὴν μὲν πτῶσιν οὐκ
ἐνήλλαξε, τὴν δὲ πρόθεσιν προσλαβὼν εἴρηκεν ἐπὶ πύργους βαλλό-
μενα.
37. Διὸς μάστιγι δαμέντες] τῇ Διὸς γνώμῃ τὰς ψυχὰς κεκακω- μένοι. Διὸς δὲ μάστιξ ὁ κεραυνός.
40. αὐτὰρ ὅγʼ ὡς τὸ πρόσθεν] εἴτε ὑποστίζοιμεν ἐπὶ τὸ πρόσθεν εἴτε διαστέλλοιμεν ἐπὶ τὸ ἐμάρνατο, τὸ ῥῆμα κοινὸν γίνεται ἀμφο- τέρων τῶν μερῶν, ἐμάχετο ὡς πρόσθεν ἐμάχετο.
*Ἀριστοφάνης ]ἐμαίνετο.
41. ἔν τισι θηρητῆρσι. Gl. interl.
42. ὅτι ἀντὶ τοῦ στρέφηται. Gl. interl.
44. *ἀντίοι] γράφεται ἀντίον· οὕτως γὰρ Ἀρίσταρχ ος.
46. ταρβεῖ οὐδὲ φοβεῖται] ὅτι οὐ τὸ αὐτὸ σημαίνει διʼ ἀμφο- τέρων, ἀλλὰ διὰ μὲν τοῦ ταρβεῖ δέδιεν, ὃ ἡμεῖς φοβεῖται, διὰ δὲ τοῦ φοβεῖται φεύγει. λέγει οὖν, οὕτε δέδιεν οὔτε φεύγει.
*ἀγηνορίη] οὕτως χωρὶς τοῦ ι Ἀρίσταρχος· ἔστι γὰρ ἡ ἀγηνορία.
49. ἐλίσσεθʼ ἑταίρους] τὸ ἐλίσσετο ἑκατέροις δύναται προσδί-
δοσθαι, καὶ σημαίνει ἢ τὸ παρεκάλει παρὰ τὸ λίσσεσθαι, ἢ ἐστρέ-
φετο παρὰ τὸ ἑλίσσω ῥῆμα, ἐπεὶ καὶ λέοντι αὐτὸν εἰκάζει. πιθανώ-
τερον δὲ τοῖς ἑξῆς αὐτὸ συντάττειν· οὕτε γὰρ εὔκαιρος ἡ διαστολὴ
ἐπὶ τοῦ ἐννεακαιδεκάτου χρόνου, οὕτε τὸ πλῆθος εἰκὸς αὐτὸν παρα-
καλεῖν, ἀλλὰ τοὺς ἑταίρους μόνους.
54. *περὶ] Ἀριστοφάνης διὰ πᾶσαν.
55, 56. τὸ μὶν πρότερον ἔστασαν δασύνει ὁ Ἀρίσταρχος,
ἐπειδήπερ τὸ αὐτό ἐστι τῷ ἑστήκεισαν. ἔφαμεν δὲ καὶ ἡμεῖς δασύ-
νεσθαι τὸ ε τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ τούτου τοῦ
ῥήματος. τὸ μέντοι δεύτερον ψιλοῖ· ἰσοδυναμεῖ γὰρ τῷ ἔστησαν· οὓς
ἔστησαν γὰρ οἱ Ἀχαιοί. τὸ δὲ ε τοῦ ἀορίστου ἐπὶ τούτου τοῦ
ῥήματος ἐψιλοῦτο, συγκατατίθεται δὲ καὶ ὁ Ἀσκαλωνίτης τῷ τοιαύτῃ
ἀναγνώσει· καὶ ἡμεῖς.
56. ἔστασαν] ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ ἔστησαν· διὸ καὶ ψιλῶς ἀναγνωστέον· μετείληπται γὰρ τὸ στοιχεῖον. ἐν δὲ τοῖς ἐπάνω “ἔστασαν ἀμφοτέρωθεν” δασύνεται.
59. ἐσβαίη] ἡ Ζηνοδότειος καὶ Ἀριστοφάνειος καββαίη· καὶ γὰρ ἐπιφέρει “ἔνθʼ οὔπως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι” (65).
60. Εκτορα εἶπε παραστάς] ὅτι ἐλλείπει ἡ πρός, πρὸς Ἕκτορα,
ὡς καὶ “τότʼ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον” (Il. 17, 237.)
δύναται δὲ τὸ ἑξῆς εἶναι παρʼ Εκτορα στάς, ὡς μὴ λείπειν τὴν
πρόθεσιν.
62. *γρ. περί.
66. ἱππεῦσι· στεῖνος γάρ] ὅτι τὸ στένωμα τὸ κατὰ τὴν γέφυραν
τῆς τάφρου λέγει. Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης ἱππῆας. προ-
περισπαστέον δὲ τὸ στεῖνος· οὐδετέρως γὰρ ἐξενήνεκται, πᾶν δὲ
οὐδέτερον εἰς ος λῆγον ἐν ὀνόμασι βαρύνεσθαι θέλει. οὕτως οὖν καὶ
μακρός ὀξύνομεν ἀρσενικὸν ὑπάρχον· εἰ δὲ οὐδέτερον γένοιτο, βαρύ-
νεται. οτως καὶ τὸ κλειτός· οὐδέτερον γὰρ γενόμενον βαρύνεται
παρʼ Ἀλκμᾶνι “τῷ ἐν Θεσσαλίῳ κλείτει.”
67. *εἰ μὲν γὰρ δὴ] ἀριστοφάνης εἰ μὲν γὰρ τοὺς πάγχυ.
68. *βούλετʼ ἀρήγειν] ἵετ’ ἀρήγειν. οὕτως πᾶσαι.
71. πρὸς τὴν παλίωξιν, ἅτι ἐστὶ πάλιν δίωξις, ὅταν μεταβαλλό- μενοι διώκωσιν οἱ διωκόμενοι. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν αἰὲν ἐγῶ τεύχοιμι” (Il. 15, 69). κακῶς· διὸ ἀθετεῖται.
75. * Ζηνόδοτος διὰ τοῦ τ, τὼς ἂν ἐγὼ εἴπω.
77. ἔχει μέν τινα διλογίαν ὁ στίχος, ἐπεὶ καὶ σὺν τεύχεσι καὶ
θωρηχθέντες· ὅμως γοῦν τὸ σὺν τεύχεσιν ἢ τοῖς ἄνω προσδοτέον,
ἵν’ ἐλάττων ἡ διλογία γένηται, ἢ τοῖς ἑξῆς, ἵνʼ ἡ σύν πρόθεσις
*ὅτι σαφῶς τοὺς πεζοὺς ὁπλίτας πρυλέας.
79. *πείρατʼ] Ζηνόδοτος καὶ Ἀριστοφάνης πεῖραρ ἑνικῶς.
85. *τὸ ὅλον αὖτε ἐπὶ τάφρῳ.
86, 87. βραχὺ διασταλτέον κατὰ τὴν μετοχὴν, καὶ στικτέον κατὰ τὸ ἕποντο. οἱ δὲ γράφοντες τὸ ἕκαστοι, ὥς τινες, πάντως συναπτέον τοῖς ἑξῆς “οἱ μὲν ἅμʼ Ἕκτορι ἴσα.”
87. *γρ. ἕκαστος.
90. *ἐν ἄλλῳ τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.
93. ὅτι ὡς ἐπὶ τοῦ δευτέρου τάγματος ἑτέρων εἴρηκεν· ἢ ὅτι τηρεῖ τὴν ἐν τούτοις διαφοράν.
Πάριν κατὰ γαστρὸς ἔχουσα ἡ Ἑκάβη ὄναρ ἐθεάσατο ὅτι ἔτεκε
δαλὸν ὑφʼ οὗ πᾶσα κατεφλέχθη ἡ πόλις. τὸ οὖν τεχθὲν οὐ γνώμῃ
τῶν μάντεων ἐξετέθη, ἀλλὰ γνώμῃ θεῶν ὑπὸ τοῦ εὑρόντος ἐτράφη
βουκόλου, ὃς ἄρκτον αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος ἀνέθρεψεν.
ἐκλήθη οὖν Πάρις, οὐχ ὥς τινές φασιν, ὅτι ἐν πήρᾳ ἐτράφη, ἀλλʼ
ὅτι τὸν μόρον παρῆλθεν ὕστερον δὲ Ἄλέξανδρος, ὅτι τῇ πατρίδι
ἠλέξησεν, ὅ ἐστιν ἐβοήθησε, πολεμίων ἐπελθόντων.
96. ὅτι πλεονάζει ἐν Ἰλιάδι τὰς ἐπαναλήψεις, ἐν Ὀδυσσείᾳ δὲ
ἅπαξ. πρὸς τοὺς χωρίζοντας.
97. ὅτι Σελλήεις ποταμὸς ἐπʼ Ἀσίας οὗτος, ἕτερος δὲ ἐπὶ Θεσπρωτίας.
105. τυκτῇσι βόεσσι] ταῖς εἰργασμέναις βύρσαις. λέγει δὲ ταῖς
ἀσπίσιν. οὐδέποτε δὲ βοῦν ἀπλῶς λέγει τὴν ἀσπίδα, ἀλλὰ μετά
τινος ἐξ οὗ γνωρίζεται, οἷον βῶν ἀζαλέην (lI 7, 238).
σημειοῦνταί τινες ὅτι τυκτὰς βόας τὰς ἀσπίδας εἴρηκεν.
106. λελιημένοι] λιλῶ ἐστὶ ῥῆμα τὸ σημαντικὸν τοῦ προθυμου-
μένου, ἐκ τοῦ λῶ διπλασιασθὲν, οὗ παραγωγὸν τὸ λιλαίω· “λιλαιό-
μενα χροὸς ἆσαι” (Il. 11, 574). τοῦ λιλῶ ἀκόλουθος παρακείμενος
λελίληκα, παθητικὸς λελίλημαι, μετοχὴ λελιλημένος, πληθυντικὴ
λελιλημένοι, ἐλλείψει τοῦ λ λελιημένοι. Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς.
107. ὅτι ἐπὶ τῶν Τρώων ἀκουστέον, ἐμπεσεῖν ταῖς ναυσίν.
114. ἐπὶ τὸ ἀγαλλόμενος βραχὺ διασταλτέον διὰ τὸ σαφές.
115. ὅτι θηλυκῶς τὴν Ιλιον. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “Ἴιον αἰπὺ ἕλοιεν” (Il. 15, 71), ἵτι οὐδετέρως· διὸ ἀθετεῖται.
118. ὅτι πολλὰ σημαίνει τὸ εἴσατο, νῦν μὲν τὸ ὥρμησε καὶ
ἐπορεύθη ἀπὸ τοῦ εἶμι, ἐν ἑτέροις δὲ ἐφάνη “εἴσατο δʼ ὡς ὅτε ῥινόν”
(Od. 5, 281) καὶ τὸ γνῶναι “εἴσομαι αἴ κέ μʼ ὁ Τυυδείδηςʼ (Il. 8,
532). καὶ ὅτι κατὰ ἀριστερὰ τοῦ ναυστάθμου ἡ πύλη. καὶ ὅτι μία.
καὶ ὅτι εἴσατο νηῶν ἀντὶ τοῦ ἐπὶ τὰς ναῦς. ψιλοῦται δὲ ἐνταῦθα
τὸ εἴσατο, ὅτι σημαντικόν ἐστι τοῦ ἐπορεύθη· καὶ τὸ “νῦν δʼ εἴμι”
(Il. 1, 169) ψιλοῦται.
120. *πύλησιν] ὅτι πληθυντικῶς τὴν πύλην.
121. ὅτι ἑνικῶς εἴρηκεν ὀχῆα, δύο δέ εἰσιν “δοιοὶ δʼ ἔντοσθεν χῆες εἶχον ἐπημοιβοί” (456).
124. τὸ ἰθὺς φρονέων πρὸς τὴν δόκησιν τοῦ Ἄσίου φησίν.
δύναται δὲ τὸ φρονέων καὶ καθʼ ἑαντὸ παραλαμβάνεσθαι, ἀντὶ τοῦ
βουλευόμενος.
125. κεκλήγοντες] ὡς ἀρήγοντες. οὐ γὰρ τὸ κεκληγότες ἐπλεό-
νασε τῷ ν, οὐδὲ παρὰ τὸ “ὀξέα κεκληγώς” (Il. 2, 222) ἐκλίθη,
ἀλλὰ παρὰ τὸ κέκληγα γέγονεν ὁ ἐνεστὼς κεκλήγω, ὡς παρὰ τὸ
ἄνωγα ἀνώγω, πέπληγα πεπλήγω, ἔνθεν τὸ “ἐπέπληγον πόδες ἵππων”
(Il. 5, 504). ἀκόλουθος δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων βαρν-
νομένη, ἔνθεν τὸ κεκλήγοντες.
126. *ὕτι ἐπὶ τῶν Τρώων λέγει ἀντὶ τοῦ ἐμπεσεῖν, ἐνσεῖσαι.
127. Ζηνόδοτος καὶ Ἀριστοφάνης δυικῶς ἅπαντα, ἀνέρε, ὁριστῷ,
υἷε ὑπερθύμω, κιέτην.
128. Λαπιθάων] Λαπίθαι ἥρωες ἀρχαῖοι, οἱ ἀπὸ Λαπίθου τοῦ Ἄπόλλωνος καὶ Στίλβης νύμφης τὸ γένος ἔχοντες.
131. θυράων] γράφεται καὶ πυλάων.
137. αὔας] βαρυτονοῦσιν οἱ πλείους. Νικίας δὲ ὀξύνει διὰ τὸ
μεταφραζόμενον, ἐπεὶ καὶ τὸ ξηράς ὀξύνεται. εἴρηται δὲ περὶ τῶν
τοιούτων, ὅτι οὐ δεῖ πρὸς μεταφραζόμενα τὰς λέξεις τονοῦν. ὁ δὲ
Ἀσκαλωνίτης βαρύνει. χρὴ μέντοι γινώσκειν ὅτι μονήρης ἐστὶν ἡ
λέξις· οὐδὲν γὰρ εἰς ος λῆγον καθαρὸν δισύλλαβον, τῇ αν διφθόγγῳ
βόας αὔας] ὅτι οὕτως τὰς ἀσπίδας βόας αὔας. ἰθὺς δὲ τὸ κατʼ εὐθεῖαν· εἶθαρ δὲ τὸ εὐθέως.
139. Ὀρέστην] ὅτι τῷ Ἀγαμέμνονος υἱῷ ὁμώνυμος εἷς τῶν βαρβάρων.
140. *πρὸς τὴν ὁμωνυμίαν τοῦ Οἰνομάου.
141. εἵως] ἀντὶ τοῦ τέως νῦν κεῖται, οἷον μέχρι τινός· διόπερ οὐχ ὑποστικτέον, ἐπεὶ μὴ κυρίως κεῖται.
142. *οὕτως Ἀρίσταρχος, ἐόντες, κατὰ τὴν εὐθεῖαν.
144. ὑποστικτέον Τρῶας καὶ φόβος τε, περισσεύοντος τοῦ συνδέσμου τοῦ ἑξῆς, ἐκ δὲ τω ἀίξαντε. ἡ διπλῆ δὲ, ὅτι τὸ φόβος ἀντὶ τοῦ φυγή.
145. βέλτιον τὸ σύνηθες ἐπὶ τὸ ἀΐξαντε διαστέλλειν.
147. * οὕτως ἐν ἀπάσαις δέχαται.
κολοσυρτόν παρὰ τὸ τὰ κῶλα ἐπισύρειν, ἢ τὸν κολωὸν καὶ σνριγμόν.
148. δοχμώ] ὀξυτονητέον· ἔστι γὰρ δυκόν. τὸ δὲδοχμός ὀξύνεται,
ἐπεὶ τὰ εἰς μος μετʼ ἐπιπλοκῆς τοῦ χ ὀξύνεσθαι θέλει, αὐχμός
ἰωχμός. ταύτῃ καὶ πλοχμός, εἴτε συγκέκοπται εἴτε καὶ ἐντελές
ἐστιν, ὀξυτονηθήσεται. οὕτως οὖν καὶ τὸ δοχμός.
περὶ σφίσιν ὀρθοτονητέον· εἰς γὰρ σύνθετον μεταλαμβάνεται.
149. *πρυμνήν ὡς πυκνήν. εἴπομεν δὲ περὶ τούτου.
153. * λαοῖσιν] τοῖς ἀπὸ τοῦ τείχους ὄχλοις θαρροῦντες.
οἱ περὶ Ζηνόδοτον λάεσσι, τοῖς λίθοις. προπερισπαστέον δέ· ἐπὶ γὰρ τοῦ πλήθους ὁ λόγος, οὐκ ἐπὶ τοῦ λίθου· λάεσσι γὰρ ἐπʼ ἐκείνου τοῦ σημαινομένου λέγει.
155. * ὅτι λείπει ἡ ὑπέρ πρόθεσις.
157. ζαής] ὡς ὑγιής· οὕτως καὶ ὁ Ἀσκαλωνίτης. παραιτητέον δὲ
τοὺς βουλομένους βαρύνειν, ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς
εἰς ν περατωθείσης (Od. 12, 313). ῥηθήσεται δὲ ἐν τῇ M τῆς
Ὀδυσσείας περὶ τῆς προσῳδίας.
158. ταρφειάς] Ἀρίσταρχος ὀξύνει ὡς πυκνάς· ὁ δὲ Θρᾷξ
Διονύσιος ὁμοίως προεφέρετο τῷ ταχείας, παρὰ τὸ ταρφύς ἀρσενικὸν,
159. πρὸς τὴν συνήθειαν τοῦ ποιητοῦ, ὅτι καταλλήλως τῷ βέλεα πληθυντικῷ ῥέον ἐπενήνοχεν.
*οὅτως διὰ τοῦ ο, ῥέον. Ὀμηρικὸν τὸ σχῆμα.
160. ἀμφʼ αὖον] δύο μέρη λόγου ἐστὶν, ἀμφί καὶ αὖον. οὕτως καὶ τὸ πληθυντικὸν οἴδεν “αὖα πάλαι περίκηλα” (Od. 5, 240).
161. * Ἀρίσταρχος βαλλομένων· ἄλλοι δὲ βαλλόμεναι.
164. φιλοψευδής] ὀξυτονητέον ὁμοίως τῷ ἀπλῷ· τὰ γὰρ εἰς ης
λήγοντα ὑπὲρ μίαν συλλαβὴν, ὀξυνόμενα, συντιθέμενα πάντα θέλει φυ-
λάσσειν τὸν αὐτὸν τόνον, ὑπεσταλμένου τοῦ ἀληθής, σαφής ἀσαφής,
ἀντεραστής, φιλαθλητής. οὕτως καὶ φιλοψευδής. οὐ λέλησμαι ὅτι τὸ
κριτής ἔσθʼ ὅτε καὶ μεταβολὴν ποιεῖται τόνου, οἷον ἐν τῷ ξενοκρίτης.
165. ὅτι πάντας κοινῶς καὶ οὐ τοὺς ἡγεμόνας μόνους ἥρωας
καλεῖ.
167. οἱ δʼ ὥστε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι] διʼ ἀμφοτέ- ρων ἓν δηλοῦται τῶν κατὰ τὸ μέσον εὐκινήτων διὰ τὴν ἐντομήν.
μέσον αἰόλοι] ποικίλοι τὰ μέσα τοῦ σώματος· εἰσὶ γὰρ ἐπτερω-
μένοι καὶ ξανθοὶ, ἀʼ οὗ εὐκίνητοι, ὡς καὶ ἀλλαχῆ φησὶ “πόδας
αἰόλος ἵππος” (Il. 19, 404). ἄμεινον δὲ ἀκούειν τοὺς εὐκινή-
τους.
170. τὸ ἄνδρας θηρητῆρας ἑκατέρωσε δύναται προσνέμεσθαι.
175. ἀπὸ τούτου ἕως τοῦ “πάντες ὅσοι Δαναοῖσιν” (180) ἀθετοῦν-
ται στίχοι Ϛ΄ ὅτι παρῳδηνται ἐκ τοῦ “ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην
ἐμάχοντο νέεσσι” (Il. 15, 414). πρὸς ποίας δὲ πύλας ἐμάχοντος
οὐδέπω γὰρ διαβεβήκασι τὴν τάφρον. γελοῖον δὲ καὶ τὸ “ ἀργαλέον
δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·” τί γὰρ εἴρηται ἤδη τῆς
τειχομαχίαςς πόθεν δὲ θεσπιδαὲς πῦρ οὐδέπω γὰρ πυρὶ κέχρηνται,
ἀλλʼ ὕστερον λέγει ὁ Ἕκτωρ “οἴσετε πῦρ ” (ib. 718). εὔηθες δὲ
καὶ τὸ λέγειν ὅτι ἠνιῶντο οἱ βοηθοῦντες τοῖς λλησι θεοὶ ἐπὶ τῷ
ἐλαττοῦσθαι αὐτούς. τῷ δὲ “λάῖνον Ἀργεῖοι δέ” (178) διπλῆν
παρατιθέασιν ἔνιοι διὰ τὸ ὑπερβατὸν, περὶ τεῖχος λάῖνον. ἠθετοῦντο
δὲ καὶ παρὰ Ἀριστοφάνει· παρὰ Ζηνοδότῳ δὲ οὐδὲ ἐγράφοντο.
177. ἄλλως ἢ τὸ θερμὸν τῆς μάχης πῦρ φησί· δύναται δὲ καὶ
λιθίνου τοῦ τείχους ὄντος καὶ τῶν Τρώων βαλλόντων, ἐκ τῆς σνγκρούσεως τῶν βαλλομένων πῦρ ἅπτεσθαί φησι πανταχόθεν τοῦ τείχους. ἔχει δὲ ἔμφασιν ὁ λόγος.
βραχὺ διασταλτέον ἐπὶ τὸ πῦρ· ἔστι γὰρ τεῖχος λάινον τὸ ἑξῆς. ἄκαιρον γὰρ τὸ λάῖνον πῦρ εἴ τις συνάπτοι.
178. ἡ τελευταία λέξις ἡ ἀνάγκῃ κεχωρίσθαι ὀφείλει τῶν ἄνω,
ἵνα σαφέστερον περιστῇ ἥ τε ἐπίτασις καὶ ἡ ἐναντίωσις. δυνατὸν δὲ
καὶ συνάπτοντα μέχρι τοῦ νηῶν ἀπʼ ἄλλης ἀρχῆς λέγειν ἠμύνοντο,
ἵνα ᾖ ἀχνύμενοι περὶ νηῶν.
179. *ἐν ἄλλῳ θυμῶ.
180. ἡ ταρ πλεονάζει ἐν τῷ ἐπιτάρροθοι ὡς ἐν τῷ ἀταρτηρός. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τοῖς κυσὶ βοῇ κελευόντων.
193. Ἰαμενόν] Ἀρίσταρχος ψιλοῖ· ὁ δὲ Ἀσκαλωνίτης φησὶν,
ἐὰν μὲν ἀπὸ τῆς ἰάσεως, ψιλωτέον, ἐὰν δὲ ἀπὸ τῆς ὁρμῆς, δασυντέον.
ἄμεινον δὲ προκρίνειν τὴν Ἀριστάρχου· οὐδὲν γάρ ἐστι κωλῦον τὴν
ἀνάγνωσιν αὐτοῦ.
*Ὀρέστην] πρὸς τὴν ὁμωνυμίαν.
195—199. ὑποστιγμὴ ἐν ὑποκρίσει, μμρμμαίροντα, ἕποντο·
διαστολαὶ δὲ ἔσαν, νῆες. ἡ δὲ ἀνταπόδοσις οἵ ῥ ἔτι μερμήριζον.
διόπερ οὐ χωριστέον στιγμαῖς· εἷς γὰρ ὁ λόγος.
201. Ἀρίσταρχος ἐβάρυνεν εὑρὼν τὸ “ ὠκυπέτα χρνσέῃσιν
ἐθείρῃσιν” (Il. 8, 42) οὕτως κεκλιμένον, ώσεὶ καὶ ἀπὸ τοῦ παντο-
πώλης παντοπώλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων· ὑψιπέτας γὰρ
εὑρέθη κατὰ τροπὴν τοῦ η εἰς τὸ α, ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ
βαρεῖα τάσις. τινὲς μέντοι ἐτόλμησαν τὸ ὑψιπέτης περισπάσαι,
ἐπεὶ ἐν ἑτέροις ἔφη “ὥστʼ αἰετὸς ὑψιπετήεις” (Il. 22, 308). ὡς οὖν
τὸ τιμήεις ἔσομαι ἐγένετο τιμῆς “οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι ”
(Il. 9, 605)· οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλʼ ἐπὶ μὲν τοῦ τιμῆς
εὕρομεν αἰτιατικὴν “καὶ χρυσὸν τιμῆντα” (Il. 18, 475), ἥτις ἐδί.
δασκε τὸ τῆς εὐθείας πάθος· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν
τοιοῦτο, ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχω.
ἐπʼ ἀριστερὰ λαὸν ἐέργων] ὑποχωρῆσαι συμφέρον προσημαίνων·
αὐτοὺς ἰδίαν ἐμίσει, ἀλλὰ χαριζόμενος Θέτιδι.
βέλτιον μέσον μὲν τὸν ἀετὸν ἔρχεσθαι τοῦ πλήθους, ἀνείργειν δὲ αὐτοὺς ἐπὶ τὰ ἀριστερὰ φερομένους· διὸ συναπτέον ἐπʼ ἀρι- στερὰ λαὸν ἐέργων.
ὅτι ἀφορίζων ἔφη, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ ὁ ἀετός.
204. κόψε γάρ αὐτὸν] οὕτως ἐγκλιτέον τὴν ἀντωνυμίαν κατʼ αἰ- τιατικὴν πτῶσιν. μέμνηται καὶ Ἡρωδιανὸς καὶ Ἀπολλώνιος.
205. ἰδνωθείς] ψιλωτέον τὸ ι. οὕτως καὶ Ἀλεξίων καὶ οἱ ἄλλοι. προείρηται δὲ ἡμῖν ἐν τῇ A.
207. *ὅτι λείπει τὸ ἅμα, ἅμα πνοιήσιν ἀνέμοιο.
208. αἰόλον ὄφιν] τὸν πολυποίκιλον καὶπολύστικτον. πέπονθε δὲ ἐπὶ τέλουςὁστίχος ἔχωντὸνἐκ β΄βραχειῶνπυρρίχιον· καὶκαλεῖταιμείουρος.
210. *Ἕκτορα εἶπε] ὅτι λείπει ἡ πρός, πρὸς Ἕκτορα.
211. *ἐπιπλήσσεις] οὕτως διὰ τοῦ π, ἐπιπλήσσεις.
σημειοῦνταί τινες ὅτι τοῦτο ὡς γενόμενον λέγει, γινόμενον δὲ οὐ
παρίστησι· καὶ παρεῖται ἡ πρόθεσις· ἐν ἀγοραῖς γάρ. τινὲς δὸ
οὕτως, ὅτι ἀγορῇσιν ἀντὶ τοῦ ἀγορεύσεσιν εἴρηκεν.
Ἡρακλέους πορθήσαντος Ἴλιον, Πρίαμος ὁ Λαομέδοντος παραλα-
βὼν τὴν βασιλείαν ἔπεμψεν εἰς Δελφοὺς, μαντευσόμενος περὶ τῶν
ἐνεστώτων. οἱ δὲ πορευθέντες χρησμόν τε λαμβάνουσι, καὶ Πάνθουν
ἕνα τῶν Δελφῶν ἄγουσιν, ὅπως κατὰ τὸ συνεχὲς μαντεύηται Πρίαμῳ.
γήμας δὲ οὗτος θυγατέρα Κλυτίου Προνόμην Πολυδάμαντα γεννφ,
τήν τε μαντικὴν ἀναδιδάσκει. λέγεται δὲ μιᾷ νυκτὶ τοῦτον καὶ τὸν
Ἕκτορα γεννηθῆναι.
213. δῆμον] βαρυτονητέον πρὸς ἀντιδιαστολὴν τοῦ δημόν ὀξυνο-
μένου ἐν τῇ Θ ῥαψωδίᾳ (240). ὁ Ἡρωδιανός.
*ὅτι ἀντὶ τοῦ δημότην, ἰδιώτην· οὕτως Ἡρωδιανὸς, δῆμον ἐόντα.
214. κράτος] ἐν ἄλλῳ σὸν δὲ κλέος.
215. * τῶν συμφερόντων δηλονότι.
216. *μὴ ἴομεν] ὅτι ἀντὶ τοῦ μὴ ἴωμεν συνέσταλκεν.
218. * ὄρνις ἤλθε] χωρὶς τῆς προθέσεως αἱ Ἀριστάρχου.
228. ἀμφίβολον. εἰ μὲν ὑφʼ ἕν τις λέγοι “ὃς σάφα θυμῷ εἰδείη
τεράων καί οἱ πειθοίατο λαοί,” καὶ τοῦτο παρειληφὼς εἰς ἀξιοπιστίαν
ἔσται τοῦ μάντεως. εἰ δὲ χωρίζοιτο τῇ ἀνυποκρίτῳ ὑποστιγμῇ,
ἐκεῖνο μὲν ἔσται διὰ μέσου “ὅς σάφα θυμῷ εἰδείη τεράων,” τὸ δὲ
ἐξῆς, ὁδέ χʼ ὑποκρίναιτο θεοπρόπος καί οἱ πειθοίατο λαοί. οὕτως ἂν
ἀποκρίναιτο μάντις, καὶ αὐτῷ πεισθείη τὸ πλῆθος.
*ὑποκρίναιτο] ὅτι ἀντὶ τοῦ ἀποκρίναιτο.
230. ὅτι Ζηνόδοτος γράφει τὸν δʼ ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ. βέλτιον δὲ τὸν δʼ ἄρ’ ὑπόδρα ἰδών· εὐθέως γὰρ τὸ δυσάρεστον ἐμφαίνει διὰ τῆς ὄψεως.
231. Πονλυδάμα] αἱ Ἀριστάρχου χωρὶς τοῦ ν, παρὰ τὴν ἀναλο- γίαν· Ζηνόδοτος δὲ καὶ λαμαιλέων σὺν τῷ ν, Πουλυδάμαν.
236. βουλέων] ἡ πρώτη λέξις ὑπὸ τῆς συνηθείας τοῖς ἄνω προσ- δίδοται· δύναται δὲ καὶ τοῖς ἑξῆς.
239. εἶτʼ ἐπὶ δεξί] ὅτι δύο διαστάσεις οἶδεν Ὀμηρος κοσμικὰς. ἀνατολὴν καὶ δύσιν· καὶ δεξιὰ μὲν τὰ πρὸς ἀνατολὰς, ἀριστερὰ δὲ τὰ πρὸς δυσμὰς λέγει.
243. εἴς οἰωνὸς ἄριστος] εἴ τις βούλοιτο ἐπὶ τὸ ἄριστος βραχὺ διαστέλλειν, τάχʼ ἂν εἴη σαφέστερον τὸ λεγόμενον.
246. *ἐπʼ Ἀργείων] παρὰ Ζηνοδότῳ νηυσὶν ὑπʼ Ἀργείων.
253. ὅτι διὰ τῶν ἀποτελουμένων φανερὸν ὅτι τὴν αἰγίδα ἔσεισεν ὁ Ζεύς.
254. ὅτι τὸ ἰθύς τοπικῶς τίθησιν, ἀντὶ τοῦ ἐπʼ εὐθείας καταν- τικρὺ τῶν νεῶν.
258. ὅτι κρόσσας ἐν μὲν τοῖς ὑπομνήμασι κεφαλίδας, ἐν δὲ τοῖς περὶ τοῦ ναυστάθμου κλίμακας. καὶ τὸ πύργων ἔρυον ἀντὶ τοῦ ὡς ἐπὶ τοὺς πύργους εἷλκον.
ἐπὶ τὸν μέν σύνδεσμον εἰ διαστέλλοιμεν, γένοιτο ἂν πύργων ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους τὰς κλίμακας εἷλκον· εἰ δὲ συνά- πτοιμεν κρόσσας πύργων τὰς ἐξοχὰς, περὶ ὧν ἐν τοῖς περὶ ναυστάθμου λέγεται. κατὰ δὲ τὸν πρότερον λόγον κρόσσαι αἱ πολε- μικαὶ κλίμακες καὶ τὰ μηχανήματα τὰ ἀνθιστάμενα τοῖς τείχεσιν.
259. στήλας ὀρθοὺς λίθους, παρὰ τὸ ἵστασθαι, λέγει τοὺς θε-
260. ἔχματα πύργων] ψιλωτέον· πᾶν φωνῆεν πρὸ τοῦ χ ψιλοῦται. περὶ δὲ τοῦ χι δασννομένου εἴπομεν.
261. αὗ ἔρυον] ὅτι εἰς τοὐπίσω εἷλκον, πρὸς τὸ “αὐέρυσαν μὲν
πρῶτα” (Il. 1, 459).
267. οὐ συναπτέον ταῦτα τοῖς ἐπάνω, ἀλλʼ ἀφʼ ἑτέρας ἀρχῆς.
κοινὸν δʼ ἐστὶ τὸ νείκεον. εἰ δὲ μὴ ἁρμόζει τοῖς μειλιχίοις λόγοις
τὸ νεικεῖν, οὐ θαυμαστόν· καὶ γὰρ ἐν τῇ A (582) φησὶν “ἀλλὰ σὺ
τόν γʼ ἐπέεσσι καθάπτεσθαι μαλακοῖσι.” δύναται δὲ καὶ στίζεσθαι
ἐπὶ τὸ μειλιχίοις, ἵνα τοῖς ἄνω προσδιδῶμεν τὸ ἡμιστίχιον· ἁρ-
μόζει γὰρ ὀτρύνειν μειλιχίοις· ἐξαλλαγὴ δὲ ἔσται, ἀπʼ ἄλλης
ἀρχῆς ἀναγινωσκόντων ἡμῶν ἄλλον στερεοῖς ἐπέεσσι νείκεον.
268. ὁ λόγος, καὶ ὃς ἔξοχός ἐστι καὶ ὃς ἐλάχιστος καὶ ὃς μέσος,
νῦν τούτων ἀπάντων ἐστὶν ἔργον, ὡς εἰ οὕτως ἔλεγε, νῦν ἔπλετο ἔργον
ἅπασιν, ὃς ἔξοχος ὁς τε μεσήεις ὅς τε χερειότερος.
273. * ἀκούσας] γράφεται καὶ ἀκούων.
276. *νεῖκος] Ἄρίσταρχος νῖκος διὰ τοῦ ὶ· βούλεται γὰρ λέγεσθαι τὴς νίκης τὴν ἥτταν.
βραχὺ διασταλτέον ἐπὶ τὴν μετοχὴν διὰ τὸ σαφέστερον.
τὸ δίεσθαι ἡ παράδοσις προπαροξύνει, καὶ ἔχομεν ἐκεῖνο λέγειν, ὅτι
εἰ οἴδεν ὁ ποιητὴς τὸ δίενται (Il. 23, 475) ὡς τίθενται καὶ ἐνδίεσαν
(Il. 18, 584) ὡς ἐτίθεσαν, δῆλον ὅτι εἴσεται καὶ τὸ δίεσθαι προπαροξυ-
νόμενον ὡς γὰρἀπὸ τοῦ τίθενται καὶ ἐτίθεσαν τὸ ἀπαρέμφατον τίθεσθαι,
οὕτωςκαὶἀπὸ τοῦ “ἵπποι ἀερσίποδες πολέος πεδίοιοδίενται’ καὶ “αὕτως
ἐνδίεσαν” γένοιτʼ ἂν τὸ ἀπαρέμφατον δίεσθαι, ὥστε καὶ ἀπὸ τῶν εἰς
μι ἐσχημάτισται· καὶ δέον ἐστὶ τὸ δίω βαρυνόμενον πολὺ πρότερον
περισπᾶσθαι, ἵνα ἀποτελέσῃ τὸ δίημι, ἐξ οὗ τὸ ἐνδίεσαν καὶ δίεσθαι.
277. ὥς τώγε προβοῶντε] κατ’ ἔνια τῶν ὑπομνημάτων προβάοντε, οἷον προβαίνοντες καὶ ἀμείβοντες τόπον ἐκ τόπου. διχῶς οὖν.
278. ὥστε νιφάδες] μικρῷ πρόσθεν ἐχρήσατο τῇ εἰκόνι· “νιφάδες δʼ ὧς πῖπτον ἔραζε, ἅς τʼ ἄνεμος ζαής” (156). ἐκεῖ μὲν οὖῦν πρὸς τὴν πλῆξιν τὸν ἄνεμον ἔλαβε, πρὸς δὲ τὴν συνεχῆ φορὰν νῦν καὶ πρὸς τὸ μὴ ἀποκρυσταλλοῦσθαι τὴν χιόνα.
280. ὅτι κῆλα τὰ βέλη Διὸς, χιὼν καὶ ὑετός. νίφειν δὲ τὸ χιονίζειν λέγει. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νιφέμεν πρὸς τὸ σαφέστερον.
*τὰ αὐτοῦ σημαίνει βέλη. ἐπιπέμπει κατὰ χόλον, βέλος δὲ νῦν τὸν χειμῶνα.
281. χέει ἔμπεδον] οὕτως αἱ Ἀριστάρχου, χέει ἔμπεδον· ἡ δὲ Μασσαλιωτικὴ χέει ἄσπετον.
283. * Ἄρίσταρχος διὰ τοῦ ο, λωτοῦντα.
285. κῦμα δέ μιν προσπλάζον ἐρύκεται] ὅτι ἀντὶ τοῦ ἐρύκει. ὁ δὲ
λόγος περὶ τῆς χιόνος· μόνον τὸ κῦμα προσπελάζον ἀπερύκει αὐτὴν,
τἄλλα δὲ πάντα κεκάλυπται.
286. * εἰλῦται] γρ. εἰλύαται.
προπερισπῶσιν, ἵνα ἐκ τοῦ εἰλύαται συναλοιφὴ ὑπάρχῃ, ἢ τοῦ
εἰλύεται· δύναται γὰρ καὶ ἑνικῶς συντάσσεσθαι τὸ ῥῆμα καὶ
πληθυντικῶς. οὐκ ἀήθης δὲ ἡ τοιαύτη συναλοιφῇ, εἴγε καὶ τὸ ἐρύ-
εσθαι ῥῦσθαι ἔφη· “πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε”
(Il. 15, 141), καὶ τὸ “ἄρχετε νῦν νέκυας φορέειν” (Od. 22, 437)
ἐν τοῖς ἑξῆς ἔφη “ἐκ δὲ νέκυς οἴκων φόρεον” (Od. 24, 417). τινὲς
δὲ προπαροξύνουσιν ὡς ἀπὸ τοῦ εἴλυμις τὸ δὲ καθύπερθε πρὸς
ἄμφω δύναται συντάσσεσθαι· διὸ διασταλτέον.
287. * θαμειαί] σημειωτέον ὅτι τὰς λίθους θηλυκῶς.
288. βραχὺ διασταλτέον ἐπὶ τὸ Ἀχαιούς· τὸ γὰρ ἑξῆς ἐστὶν, ὡς τῶν βαλλομένων. ἐπὶ δὲ τῶν λίθων ἡ λέξις οὐκ ἂν ἀκούοιτο, ἐπεὶ σολοικισμός ἐστιν.
291. τείχεος ἐρρήξαντο πύλας] ὅτι πάλιν τὴν πύλην πύλας, καὶ
τὸν μοχλὸν ἔνα, διὰ τῶν ἑξῆς δύο παραδιδούς.
292. Εὐρώπην τὴν Φοίνικος Ζεὺς θεασάμενος ἔν τινι λειμῶνι
μετὰ νυμφῶν ἄνθη ἀναλέγουσαν ἠράσθη, καὶ κατελθὼν ἤλλαξεν
ἑαυτὸν εἰς ταῦρον καὶ ἀπὸ τοῦ στόματος κρόκον ἔπνει. οὕτως τε
τὴν Εὐρώπην ἀπατήσας ἐβάστασε, καὶ διαπορθμεύσας εἰς Κρήτην
ἐμίγη αὐτῇ. εἶδʼ οὕτως συνῷκισεν αὐτὴν Ἀστερίωνι τῷ Κρητῶν
293. *ἕλξιν] μέλασιν, ἢ εἰλοῦσι τοὺς πόδας ἐν τῇ πορείᾳ.
295. ἐξήλατον] Ἀρίσταρχός φησιν ὡς δεῖδασύνοντας προφέρεσθαι.
σημαίνει γὰρ κατὰ ἀριθμὸν ἐκ τοσούτων ἐλασμάτωνσυγκειμένην αὐτήν.
ὁ δὲ Ζηνόδοτος, φησὶν, ἔοικε ψιλῶς προφέρεσθαι, ἐκδεχόμενος τὴν
ἐξηλασμένην, οὐκ εὖ. οὐκ ἀπιθάνως δὲ ὁ Ἀρίσταρχος, εἴγε καὶ ἑπτα-
βόειον σάεος που λέγει καὶ ἐπὶ τῆς Ἀχιλλέως ἀσπίδος “πέντε
δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες” (Il. 18, 481) καὶ “ἐπεὶ πέντε
πτύχας ἤλασε κυλλοποδίων” (Il. 20, 270).
296. ἤλασεν] ὅτι Ζηνόδοτος γράφει ἐξέλασ, ἔντοσθεν δέ· ἐξ οὗ φανερός ἐστι τὸ προκείμενον ψιλῶς ἀνεγνωκὼς ἐξήλατον· δεῖ δὲ δα- σέως, ἵνα ἀριθμὸς δηλωθῇ.
296, 297. βοείας ῥάψε χρυσείῃς ῥάβδοισι] ἀντὶ τοῦ ἔρραψε τὰς
βοείας ῥαφαῖς ῥαβδοειδέσιν ώσανεὶ φλεψίν. τὸ δὲ περίκυκλον
ἄμεινον δύο ποιεῖν, περί καὶ κύκλον, ἵνα ᾖ περὶ τὸν τῆς ἀσπίδος
κύκλον. οὕτως καὶ ὁ Ἀσκαλωνίτης.
297. *ῥαβδοειδέσι ῥαφαῖς.
298. διασταλτέον ἐπὶ τὸ σχόμενος πρὸς τὸ σαφέστερον.
301. πειρήσοντα] ὅτι πειρήσοντα διάπειραν ληψόμενον, ἐνεδρεύ-· σοντα· καὶ ὅτι ὁ καί περισσός ἐστιν. ὁ δὲ Διονύσιος, ὅτι δύναται σημαίνειν τι πλέον, οὕτως ἐνδεὴς τροφῆς ὥστε καὶ ἐπὶ πεπυκνωμένον καὶ ἠσφαλισμένον δόμον ἐλθεῖν. δόμον δὲ τὴν ἔπαυλιν.
*εἰς πυκινόν] γράφεται καὶ ἐς πυκινόν.
302. βώτορας] βοσκήτορας, βουκόλους. βῶ βόσω, βότωρ βότωρος, ὑπερβιβασμὸς χρόνου βώτορος καὶ βώτορας.
303. σημειοῦνταί τινες ἐνταῦθα ὅτι περισσὴ ἡ πρόθεσις ἡ περί.
318. *οὕτως ἀκλεές αἱ Ἀριστάρχου καὶ αἱ χαριέστεραι.
326. τὸ ἐξῆς ἐστὶ, νῦν δʼ ἴομεν ἠέ τῳ εὗχος ὀρέξομεν. οὕτως οὖν
διορθωτέον.
328. ὅτι ἀντὶ τοῦ ἴωμεν καὶ ὀρέξωμεν, καὶ ὅτι συνεκδέξασθαι δεῖ τὸ ὀρέξῃ, ὅπερ οὐ συνέντες τινὲς ὑποτιθέασι στίχον· “δώσει ἀποκτά- μενος κλυτὰ τεύχεα καὶ δόρυ μακρόν.”
330. *οὕτως Ἀρίσταρχος, μέγα ἔθνος ἄγοντε, δυικῶς.
333. τὸ Ἀχαιῶν ἑκατέροις δύναται προσδίδοσθαι, βέλτιον δὲ
335. ὅτι ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ ναυστάθμον γέγονεν ἡ μάχῃ, ὅπου καὶ οἱ Αἴαντες ἐσκήνουν.
336. *νέον] ὅτι ἀντὶ τοῦ νεωστί.
337. γεγωνεῖν] ὁ Ἀσκαλωνίτης βαρύνει ὡς ἀνύειν, Ἀρίσταρχος
δὲ περισπᾷ ὡς φιλεῖν. καὶ ἔοικε μᾶλλον περισπώμενον εἶναι παρὰ
τῷ ποιητῇ· ὡς γὰρ ἐνόεον καὶ ἐφίλεον, οὕτως καὶ ἐγεγώνεον ἔφη·
“ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνεον” (Od. 17, 161).
ἀπαρέμφατόν τε προηνέγκατο τὸ γεγωνέμεν· “ἥ ῥʼ ἐν μεσσάτῳ
ἔσκε γεγωνέμεν” (Il. 8, 223). προσέθηκα δὲ παρὰ τῷ ποιητῇ,
ἐπεὶ οἱ μετʼ αὐτὸν καὶ ὡς βαρύτονον αὐτὸ ἔκλιναν καὶ ὡς περισπώ-
μενον.
340. *οὕτως Ἀρίσταρχος, πᾶσαι γὰρ ἐπῴχατο.
ὅτι πάσας ἀντὶ τοῦ ὅλας· οὐ γὰρ ἦσαν πολλαὶ πύλαι, ἀλλὰ μία.
τὸ δὲ ἐπῴχατο διὰ τοῦ ᾱ καὶ σὺν τῷ ῑ, οἷον ἐπικεκλιμέναι ἦσαν,
ἐπέκειντο. Ζηνόδοτος ἐπῷχετο.
ἐὰν γράφηται ἐπῴχετο, τὸ πρὸ αὐτοῦ πάσας γραφέσθω. ἐπῴ- χετο δὲ ἡ ἀϋτὴ δηλονότι.
342. ὅτι οἰκεῖον ὄνομα κήρνκος, ἀπὸ τοῦ ταχύνειν, καὶ ὅτι ὀνομα-
τοθετικὸς ὁ ποιητής. Ζηνόδοτος δὲ ἐν ἀμφοτέροις τοῖς στίχοις
Αἴαντε γράφει.
343. Θοῶτα θέων] ὅτι παρετυμολογεῖ τὸν Θοώτην ἀπὸ τοῦ θέειν. τὸ δὲ ἔρχεο ἐν ἴσῳ τῷ πορεύου. στικτέον δὲ ἐπὶ τὸ Θοῶτα, ἢ συναπτέον, ὡς πολλάκις εἴρηται.
346. ὧδε γὰρ ἔβρισαν] πρὸς Ζηνόδοτον, ὅτι ἔοικεν ἐξειληφέναι τοπικῶς· ἑξῆς γὰρ (359) γράφει “κεῖσε γὰρ ἔβρισαν·” ἔστι δὲ ἀντὶ τοῦ οὕτως.
348. *ἐκ πλήρους τὸν σύνδεσμον, καὶ κεῖθι.
εἰ δέ σφιν καὶ κεῖθι] ὅτι Ζηνόδοτος γράφει “εἰ δέ σφιν κἀκεῖσε.”
ἔστι δὲ εἰς ἐκεῖνον. τὸν τόπον * πολεμός ἐστιν, ἀλλʼ ἐν ἐκείνῳ.
350. ἀθετεῖται· οὐ γὰρ πιθανὸν ὥσπερ ἐξ ἐπιτάγματος παρεῖναι τὸν Τεῦκρον· διὰ παντὸς γὰρ ὑπασπιστὴς Αἴαντος φαίνεται.
*καὶ Ἀριστοφάνης ἠθέτει.
352. * παρὰ τεῖχος] γράφεται κατὰ τεῖχος.
359. ὧδε γὰρ ἔβρισαν] ὅτι Ζηνόδοτος γράφεικεῖσε γὰρ ἔβρισαν,
οὐχ ὑγιῶς εἰς ἐκεῖνον τὸν τόπον· δεῖ γὰρ ἐν ἐκείνῳ τῷ τόπῳ. δεῖ δὲ
γράφειν ὧδε· τὸ γὰρ λεγόμενόν ἐστιν, οὕτως ἐπεβάρησαν ὥστε χρείαν
ἔχειν ἡμᾶς σνμμαχίας.
360. *ζαχρηεῖς] περισπαστέον ὡς εὐγενεῖς.
363. καί οἱ Τεῦκρος] ἀθετεῖται ὁ στίχος καὶ ὑπὸ τοῦ κήρυκος
λεγόμενος διὰ τὰ αὐτά.
365. αὐτίκʼ Οῖλιάδην] ὅτι Ζηνόδοτος γράφει αὐτίκʼ ἄρ’ Ἰλιάδην. Ὀῖλιάδην δὲ διὰ παντὸς Ὀμηρος λέγει. καὶ ὅτι λείπει ἡ πρός.
366. Αἴας σφῶι μέν] ὅτι Ζηνόδοτος γράφει σφῶε. τοῦτο δέ ἐστιν αὐτούς, ὅπερ οὐχ ἁρμόζει. τὸ δὲ σφῶ ὑμεῖς.
368. αὐτὰρ ἐγὼ κεῖσʼ εἴμι] ὅτι Ζηνόδοτος γράφει κεῖθι. τοῦτο δὲ σημαίνει ἐν ἐκείνῳ τῷ τόπῳ. τὸ δὲ κεῖσε εἰς ἐκεῖνον τὸν τόπον πορεύσομαι, ὅπερ νῦν ἁρμόζει.
371. *εἴρηται ὅτι διεσκεύασται.
374. ὑποστικτέον ἐπὶ τὸ ἰόντες καὶ ἵκοντο. περισσεύει δὲ ὁ
ἑξῆς σύνδεσμος ὁ οἱ δʼ ὲπʼ ἐπάλξεις βαῖνον.
375. ἐπʼ ἐπάλξεις βαῖνον] ὅτι εἰ μὴ νοήσωμεν κρόσσας (258) τὰς κλίμακας, πῶς ἂν ἄλλως δύναιντο ἀναβαίνειν ἐπὶ τὸ τεῖχος;
379. Σαρπήδοντος] τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ὡς Χαλκώδοντος·
οὐ γὰρ δύναται ἔτι φυλάσσεσθαι ὁ τόνος τῆς Σαρπηδόνος γενικῆς
διὰ τὸ μηδέποτε τὰ εἰς ων ὀνόματα ὀξύτονα ἐπιδέχεσθαι τὴν διὰ τοῦ
τ κλίσιν. ἔνθεν γὰρ καὶ τὸ ἑκών μετοχή.
382. χειρί γε τῇ ἑτέρῃ] οὕτως αἱ Ἀριστάρχου καὶ αἱ πλείονς, χείρεσσʼ ἀμφοτέρῃσιν. ἐν δὲ ταῖς κοινοτέραις χειρί γε τῇ ἑτέρῃ ἔχοι ἀνήρ, ὅπερ ἐκλύει τὴν ἰσχὺν τοῦ Αἴαντος.
383. ἐν ἄλλῳ ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος.
385. ἀρνευτῆρι] ἀρνευτὴρ ὁ κυβιστὴρ, παρὰ τοὺς ἄρνας· οὗτοι γὰρ κυβιστῶσιν, ὥσπερ τὸν ἀέρα κυρίττοντες. τινὲς δὲ τῷ δελφῖνι· οἱ γὰρ ἄρσενες ἐπὶ κεφαλὴν ἵενται, ὅταν γαλήνη γένηται.
386. * ὑψηλοῦ] γράφεται ἀπʼ εὐεργέος.
388. οὐ πάντως διασταλτέον ἐπὶ τὸ ἰῷ· κἂν συνάπτηται γὰρ ὁ στίχος, δύναται ὑπερβατὸν νοεῖσθαι, ἰῷ βάλεν ἐπεσσύμενον τείχεος ἀντὶ τοῦ ἐπὶ τὸ τεῖχος.
389. ἡ ῥʼ ἴδε] καθʼ ὃ μέρος ἐθεάσατο αὐτοῦ τὸν βραχίονα γεγυμνωμένον.
391. ἀθρήσειε] ψιλωτέον· πᾶν γὰρ φωνῆεν πρὸ δασέος καὶ τοῦ ρ ψιλοῦται, ἴθρις Ὄθρυς ἄχρις ἀφρός ὄφρα, ὑπεσταλμένου τοῦ ἅθρους πρὸς διάφορον σημαινόμενον. πρόδηλον δὲ κἀκ τῆς συναλοιφῆς, ὅτι ψιλοῦται “ἡ δʼ οὕτʼ ἀθρῆσαι δύνατοʼ (Od. 19, 478).
393. αὐτίκʼ ἐπεί τʼ ἐνόησεν] τὸ ἑξῆς ἐστὶν ἐπεὶ ἐνόησε, παρέλ-
κοντος τοῦ τέ· διὸ τὴν πει συλλαβὴν ὀξυτονητέον. τοῦ δὲ ὅμως τὴν
προτέραν ὀξυτονητέον· ἔστι γὰρ σύνδεσμος. προείρηται δὲ τὸ
αἴτιον.
394. ἀλʼ ἄγε Θεστορίδην Ἀλκμάονα] ὅτι οὐ Κάλχαντος ἀδελφὸς Ἀλκμάων, ἀλλʼ ὁμώνυμος, ἐπεὶ προσέθηκεν ἄν τι εἰς διάγνωσιν.
400. * ὁ μὲν] ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν.
401. * ὅτι διὰ τελαμώνων ἀνήπτοντο αἱ ἀσπίδες.
404. ἡ δὲ διαπρό] οὕτως οὐδὲ διὰ πρό αἱ Ἀριστάρχου. ἡ δὲ κοινὴ ἡ δὲ διὰ πρό.
407. ἐέλπετο] οὕτως διὰ τοῦ ῶ ἐέλπετο αἱ Ἀριστάρχου, οὐχὶ δὲ
διὰ τοῦ δ ἐέλδετο.
412. * Ἀρίσταρχος ἐφαμαρτεῖτε, ἄλλοι δὲ ἐφομαρτεῖτον, ἄλλοι δὲ ἐφομαρτεῖτε.
416. ὅτι τὸ σημαινόμενόν ἐστι, μέγα ἤδη αὐτοῖς ἐνεδείκνυτο τῆς μάχης ἔργον, οὐ κατὰ διάνοιαν.
420. * οὕτως πέλασθεν Ἰακῶς.
423. *ἐλίηῳ ἐνὶ χώρῳ] Ζηνόδοτος ὧτ’ ὀλίγῃ ἐνὶ χώρη.
426. πρὸς τὸ λαισήῖα, ὅτι οἱ μὲν κατὰ ἀντιπαράθεσιν τῶν εὐκύκλων παραμήκεις τὰ λαισήῖα, οἱ δὲ ἐλαφρά, ἔνιοι δὲ δασέα ἐξ ἀδεψήτων βυρσῶν.
428. ὅτῳ] Ζηνόδοτος ὅτεῳ, καὶ ἐμφαίνει Ὀμηρικὸν χαρακτῆρα·
καὶ γὰρ ἀλλαχοῦ φησὶ “τῷ ὅτεῳ τε πατὴρ κέλεται” (Od. 2,
114).
430. πάντη δή] ὁ μὲν Ἀρίσταρχος τὸν δή σύνδεσμον παρέλαβε·
Τυραννίων δὲ ἐκδέχεται τὸ ἡ ἐπίρρημα τοπικὸν, ἵνα δύο μέρη λόγου
ὑπάρχῃ, δέ καὶ ἦ, καὶ προστίθησι τὸ ι καὶ δασύνει ὁμοίως τῷ “ᾖ ῥʼ
ὅγ’ ὁ λυσσώδης” (Il. 13, 53). οὐκ ἀναγκαῖον δέ ἤδη γὰρ πρόκειται
τὸ πάντη τοπικόν.
431. *ἐρράδατ] ἀπὸ τοῦ ῥάζω.
433. τρνῆτις] ἡ ἀπὸ τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα, ὃ ἐστι μισθοῦ ἄλλοις ἐργαζομένη.
*τάλαντον παρὰ τὸ ταλαὸν καὶ ὑπομενητικόν τοῦ βάρους.
434. τάχα τὸ ἑξῆς ἐστὶν ἀμφὶς ἰσάζουσα, ἀμφοτέρωθεν ἰσοῦσα· οἱ γὰρ ἱστάντες ἑκατέρωθεν ἀφορῶσιν.
435. * ἔν τισι μετὰ τοῦ ν ἀνεικέα, ἔξω νείκους.
οὕτως μετὰ τοῦ ν ἀνεικέα, ἔξω νείκους, τὸ ἴσον αὐτοῖς ἀπονέ-
μουσα. ἄμεινον δὲ, φησὶν, ἀεικέα, τὸν εὐτελῆ. ἐν δὲ τῷ πρὸς τὸ
Σένωνος παράδοξον προφέρεται ἀμεμφέα μισθόν.
439. ὅτι ἐπὶ τοῦ Διὸς τοῦτό φησιν, οὐκ ἐπὶ τοῦ Ἕκτορος· διὸ καὶ ἐπήνεγκεν “ὡς φάτʼ ἐποτρύνων, οἱ δʼ οὔασι πάντες ἄκουον.”
442. ὅτι διὰ τούτου εὐκρινὲς γίνεται τὸ τῆς προκειμένης ἀμφι-
βολίας. οὐ γὰρ δὴ ἄλλως ἐδύναντο πάντες ἀκούειν, εἰ μὴ ὁ Ζεὺς
ἐπεφώνησεν.
444. ἀκαχμένα δούρατʼ ἔχοντες] ὅτι Ζηνόδοτος γράφει κροσσάων ἐπέβαινον, ἐπεὶ θεοῦ ἔκλυον αὐδήν.
445. * Ἀρίσταρχος ἑστήκει χωρὶς τοῦ ιι.
βραχὺ διασταλτέον ἐπὶ τὸ πρόσθε, συναφὴν δὲ θετέον ὑπʼ ἀμφο-
τέρας τὰς λέξεις· ἓν γὰρ τὸ σημαινόμενον, κατὰ τὸ ἔσχατον παχύς,
κατὰ δὲ τὸ ἕτερον ὀξύς.
450. τόν οἱ ἐλαφρὸν ἔθηκε] ὅτι ἐκλύει τὴν τοῦ βαστάζοντος δύναμιν. καὶ Ἀριστοφάνης ἠθέτει, Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν.
451. * οὕτως διὰ τοῦ ε φέρει.
ἄρσενος] μέγας γὰρ ὁ τούτου πόκος. ἢ ὅτι τραχύτερος. ἢ τι
ῥυπωδέστερος, ἐμφερής τε τῇ τραχύτητι καὶ τῷ χρώματι τοῦ λίθου
ἐστί.
456. ἐπημοιβοί] εἰς μέσον συνάπτοντες· οἱ δὲ, εἴς ἐφ’ ἔνα· μία δὲ ἐπʼ αὐτῶν κλεὶς ἥρμοστο.
ὅτι δύο φησὶ μοχλοὺς εἶναι ἐπὶ τῆς πύλης, ἐξ ἑκατέρας φλιᾶς
ἕνα, ἐπαλλασσομένους κατὰ μέσον, καὶ ἐπὶ τοῖς ἄκροις ἐπικλειο-
μένους διὰ τὴν συμβολὴν μιᾷ κλειδί.
457. *στῆ δὲ μάλʼ ἐγγὺς ἰών] ἐν ἄλλῳ στῆ δʼ ἄρ’ ἐωʼ οὐδὸνἰών.
458. ὅτι πᾶν τὸ βαλλόμενον βέλος λέγει, καὶ νῦν τὸν λίθον· καὶ ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον ἡρμήνευκεν.
459. θαιρούς] τοὺς ἄνω καὶ κάτω στρόφιγγας θαιρούς φησι διὰ τὸ διʼ αὐτῶν θεῖν τὰς πύλας.
462. λᾶος] προπερισπαστέον ὡς κλῆρος· ἀπὸ γὰρ εὐθείας πέπτωκε
δισυλλάβου κατὰ τὴν τοῦ ποιητοῦ χρῆσιν. καὶ ὤφειλε τρισυλλαβεῖν
ἡ γενικὴ, συναλοιφὴν δὲ λαβοῦσα βαρύνεται. τὴν δὲ πρόθεσιν
Τυραννίων ἀναστρέφει, ἵνα τὸ ἑξῆς ὑπάρχῃ ὑπὸ λίθου ῥιπῆς. οὐκ
ἀναγκαῖον δέ· τί γὰρ κωλύει φυλάσσεσθαι τὸν τόνον τῆς προθέσεως
καὶ εἶναι ὑπὸ ῥιπῆς λίθου;
463. νυκτὶ θοῇ] ἤτοι τῇ ταχέως ἐπιλαμβανούσῃ τὴν γῆν, ἢ ἐπεὶ δοκεῖ ταχέως παριέναι ὡς πρὸς τὴν ἡμέραν, κοιμωμένων ἡμῶν.
ὅτι τὰ φοβερὰ νυκτὶ ὁμοιοῖ. πρὸς τὸ τὁ δʼ ἤῖε νυκτὶ ἐοικώς” (Il. 1, 47).
ὅτι Ζηνόδοτος γράφει νυκτὶ ἐλυσθείς.
465. *οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντιβολήσας] Ἀρίσταρχος οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας.
468. τεῖχος ὑπερβαίνειν] ὅτι καθʼ ὃ μέρος ώδοποίησαν οἱ Λύκιοι, οὐ καθόλου.
*ὀτρύνοντι] οὕτως διὰ τοῦ ο ὀτρύνοντι.
489. * ὑπέρβασαν] οὕτως συνέσταλκεν ἀντὶ τοῦ ὑπερέβησαν.
470. πύλας] ὅτι μία πύλη, πληθυντικῶς δὲ εἴρηται. καὶ ὅτι ἔφευγον ὡς ἐπὶ τὰς ναῦς. διὰ ταύτης δὲ εἰσέρχονται τῆς πύλης διʼ ἧς ὁ Ἕκτωρ.
471. τὸ μὲν ὅμαδος δασυντέον· ἔχει γὰρ τὸ ὁμοῦ ἐγκείμενον· τὸ δὲ ἀλίαστος ψιλωτέον· ἔστι γὰρ στέρησις ἀπὸ τοῦ λιαστός, ὅπερ πέπτωκεν ἀπὸ τοῦ λιάζω· “ἡγεῖʼ, ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα” (Il. 24, 96).
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Δδύμου περὶ τῆς
Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας
Ἡρωδιπνοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
1. Ἐπεὶ οὗν ἐπειδή. ὅσα δηλοῖ τὸ ἐπεί, τὸ ὅτι “ ἐπεὶ πολὺν
ὤλεσα λαόν” (Il. 2, 115), καὶ ὅτε, ὡς νῦν, καὶ ἐπειδή, καὶ ἀφʼ οὗ.
Τρῶάς τε καὶ Ἕκτορα ὅτι κεχώρικε τῶν Τρώων τὸν Εκτορα, ὡς
κἀκεῖ “οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος, οὐδʼ ἄῤ ἔτʼ αὐτὸς ἔην, θάνε
δὲ ξανθὸς Μελέαγρος” (Il. 2, 641).
ἄλλως· κεχώρικε τῶν λοιπῶν Τρώων τὸν Ἕκτορα κατʼ ἐξοχήν.
μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ ὁ Πριάμου καὶ μετὰ τὸν
θάνατον τὴν ἀπὸ θεῶν εὐτύχησε τιμήν. οἱ γὰρ ἐν Βοιωτίᾳ Θηβαῖοι
πιεζόμενοι κακοῖς ἐμαντεύοντο περὶ ἀπαλλαγῆς. χρησμὸς δὲ αὐτοῖς
ἐδόθη παύσεσθαι τὰ δεινὰ, ἐὰν ἐξ Ὀφρυνίου τῆς Τρῳάδος τὰ Ἕκτορος
ὀστᾶ διακομισθῶσιν εἰς τὸν παῤ αὐτοῖς καλούμενον τόπον Διὸς
γονάς. οἱ δὲ τοῦτο ποιήσαντες καὶ τῶν κακῶν ἀπαλλαγέντες διὰ
τιμῆς ἔσχον Ἔκτορα, κατά τε τοὺς ἐπείγοντας καιροὺς ἐπικαλοῦνται
τὴν ἐπιφάνειαν αὐτοῦ. ἡ ἱστορία παρὰ Ἀριστοδήμῳ.
2. *παρὰ τῇσι Ζηνόδοτος καὶ Ἀριστοφάνης περὶ τῇσι.
μήποτʼ οὖν διχῶς.
*ὅτι πόνον τὸ κατὰ πόλεμον ἔργον εἴρηκεν.
3. τὸ πάλιν τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ, σύνηθες δέ ἐστιν Ὁμήρῳ· “ὄσσε πάλιν κλίνασα” (Il. 3, 427). οἱ δὲ, ἀνὰ μέρος Μυσίαν καὶ Θρᾴκην ὁρῶν· ἔστι δὲ καὶ τοῦτο σύνηθες Ὁμήρῳ· “πάλιν ποίησε γέροντα” (Il. 16, 456). καὶ εἰς τοὐπίσω· “πάλιν ἐρύσασα” (Il. 5, 836). καὶ ἐναντίον· “οὐδὲ πάλιν ἐρέει” (Il. 9,56).
4. βραχὺ διασταλτέον ἐπὶ τὸ νόσφιν· ἀναφέρει γὰρ αὐτὸ ἐπὶ τοὺς Τρῶας καὶ τοὺς Ἕλληνας.
5. Ἀγαυῶν Ἱππημολγῶν Ἀγαυοὶ ὄνομα ἔθνους· ἵππους δὲ
ἀμέλγοντες οὗτοι τῷ γάλακτι ἐτρέφοντο. Δημήτριος δὲ ἀγαυοὺς
τοὺς εὐειδεῖς.
6. γλακτοφάγων Ἀβίων τε πολλῶν εἰρημένων περὶ τούτων πολλοῖς,
βέλτιον, ὡς Ἀριστάρχῳ ἐδόκει, καὶ χωρὶς τοῦ συνδέσμου
προφέρεσθαι τὸν στίχον, καὶ διαστέλλειν βραχὺ μετά τε τὴν πρώτην
λέξιν καὶ μετὰ τὴν δευτέραν, ἵνα τὰ ἔθνη πολλὰ καὶ τὸ δικαιοτάτων
κοινὸν ἐπὶ πάντων νοούμενον μείζονα τὴν ἱστορίαν ἐμφαίνῃ.
* Ἀρίσταρχος χωρὶς τοῦ τε, δικαιοτάτων ἀνθρώπων.
Ἀβίων τῶν νομάδων Σκυθῶν, ὅθεν καὶ ὁ Ἀνάχαρσίς ἐστιν· οὓς
δή φησιν ἀπάντων εἶναι δικαιοτάτους, ὅτι κοινοὺς ἔχουσι παῖδας καὶ
γυναῖκας καὶ τὰ πάντα πλὴν ξίφους καὶ ποτηρίου. τούτοις δὲ καὶ
αὐτομάτως ἡ γῆ βίον φέρει, οὐδέ τι ζῷον ἐσθίουσιν. τούτους
Αἰσχύλος ἀβίους φησίν. ἄβιοι δὲ ἐκλήθησαν ἢ παρὰ τὸν βίον
ἢ τὴν βίαν. ἢ ἅμα βίῳ πορευόμενοι. ἢ ὅτι ἄοικοι. οἱ δὲ τὸ α κατʼ
ἐπίτασιν, ἵνʼ ᾖ πολυβίων καὶ πολυετῶν, ὅτι μακρόβιοι. ἢ τὸν ἡμέτερον
βίον μὴ ἐγνωκότων· ἐπιφέρει γὰρ δικαιοτάτων ἀνθρώπων.
ἢ μὴ βιαζομένων. ἢ ἁμαξοβίων. τινὲς δὲ τούτους Σαρμάτας φασίν·
λέγουσι δὲ αὐτοὺς τοὺς ὁδίτας τρέφοντας ἄλλον ἄλλῳ διαπέμπειν
πάντων Σκυθῶν ὑποκυψάντων Ἀλεξάνδρῳ μόνους Ἀβίους φασὶν
οὐχ ὑπεῖξαι, μόνον δὲ ἐπισκεψαμένους τὴν ψυχὴν τοῦ ἀνδρὸς ἐπι
πρὸς αὐτόν. δικαιοτάτους δέ φησιν αὐτοὺς διὰ τκηρυκεύσασθαιὸ
ἀνεπίμικτον, ὡς καὶ Αἰθιοπῆας· ἢ ὅτι οὐκ ἠθέλησαν συστρατεῦσαι
Ἀμαζόσιν εἰς Ἀσίαν.
8. *οὐ γὰρ ὅτʼ ἀθανάτων Ἀριστοφάνης διὰ τοῦ ε, οὐ γὰρ ἔτʼ
ἀθανάτων.
9. *ἀρηξέμεν γράφεται καὶ ἀρήξειν.
10. ἀλαοσκοπιήν ματαίαν τὴν κατασκοπήν· ἀλαὸς γὰρ κατὰ
διάλεκτον ὁ τυφλός.
11. * ὅτι θαυμάζων ἀντὶ τοῦ θεώμενος.
12. ἐπʼ ἀκροτάτης κορυφῆς Ἀριστοφάνης πληθυντικῶς ἐπʼ
ἀκροτάτῃς κορυφῇς. οὐκ ἀπίθανος δὲ καὶ ἡ χωρὶς τοῦ μ γραφὴ,
Σάου· τὴν γὰρ Σαώκην τὸ ὄρος φησὶ παραδηλοῦσθαι.
Σάμιοι οἱ ἐν Ἰωνίᾳ μετὰ διακοσιοστὸν ἔτος τῶν Τρωϊκῶν χρησμὸν
ἔλαβον παρὰ τοῦ Πυθίου εἰς τὴν ἐν Τρῳάδι Θρᾴκην μετοικῆσαι, ἀφʼ
ὧν ἡ Σαμοθρᾴκη προσηγορεύθη. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ.
Σάμου οὖν Θρηϊκίης τῆς Σαμοθρᾴκης. τὸ δὲ ἐν αὐτῇ ὄρος Σαώκη.
*ὅτι οὐδέποτε συνθέτως εἴρηκε Σαμοθρᾴκην.
15 ἔνθʼ ἄρʼ ὅγʼ τρεῖς παράλληλοι ὀξεῖαι, μία μὲν ἡ ἄρχουσα,
δευτέρα ἡ τοῦ ἄρα, τρίτη δὲ ἡ τοῦ ὅγε.
16 *Τρωσὶν δαμναμένους ὅτι ἀντὶ τοῦ ὑπὸ Τρώων.
20 ἐζήτηται διὰ τί οὐκ εὐθείᾳ πορεύεται ὁ Ποσειδῶν εἰς Τροίαν,
ἀλλὰ τὸν χρόνον δαπανᾷ πορευθεὶς εἰς Αἰγάς. ῥητέον οὖν ὅτι δυοῖν
ἕνεκα πραγμάτοιν μεμηχάνηται αὐτῷ ἡ ἀποδημία, πρῶτον μὲν ἵνα
ἀποπλανήσῃ τὸν Δία ὡς ἀπολελοιπὼς τὸν πόλεμον, δεύτερον δὲ ἵνα
καθοπλισθῇ εἰς τὸν τοῦ Διὸς πόλεμον, ἐὰν ἄρα φωραθεὶς εἰς τὴν
συμμαχίαν κινδυνεύσῃ.
21 Αἰγὰς, ἔνθα δέ οἱ ὅτι κατὰ τὰς Αἰγὰς ἐν βυθῷ τὴν οἴκησιν
τοῦ Ποσειδῶνος ὑποτίθεται ἀόρατον ἀνθρώποις, ὥσπερ ἐπὶ τοῦ Ὀλύμπου
τῶν ἄλλων θεῶν μὴ ὁρωμένων. Αἰγαὶ πόλις Ἀχαιῒας ἐν Πελοποννήσῳ,
ἔνθα τιμᾶται μὲν ὁ Ποσειδῶν, ἄγεται δὲ καὶ Διονύσῳ
ἑορτὴ, ἐν ᾗ ἐπειδὰν ὁ χορὸς συστὰς τὰς τοῦ δαίμονος τελετὰς ὀργιάζῃ,
θαυμάσιον ἐπιτελεῖσθαί φασιν ἔργον· ἄμπελοι γὰρ ἃς καλοῦσιν
ἐφημέρους, ἀνισχούσης μὲν ἡμέρας καρπὸν βλαστάνουσιν, ὥστε
δρέποντας αὐτοὺς εἰς ἑσπέραν οἶνον ἄφθονον ἔχειν. ἡ ἱστορία παρὰ
Εὐφορίωνι.
25 * ὅτι ἐκ τῶν συμφραζομένων τὸ γέντο ἔλαβεν σημαίνει.
27 ἄταλλε εἰς νεότητα κατὰ διάθεσιν ἐγίνετο, ὅ ἐστιν ἐσκίρτα
καὶ ἔχαιρεν. ὑπʼ αὐτοῦ δὲ ἀντὶ τοῦ διʼ αὐτόν.
*ἐν ἄλλῳ ὑπʼ αὐτῷ.
28 πάντοθεν ταῦτά εἰσι τὰ εἰς θὲν τῷ ο παραληγόμενα καὶ
προπαροξυνόμενα ἐπιρρήματα, οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκάστοθεν
ἀπόπροθεν πάντοθεν.
*Ἀρίσταρχος ἠγνοίησαν, ἄλλοι δὲ ἠγνοίησεν.
οὐδʼ οἰγνοίησαν ἄνακτα ὅτι ἠγνοίησαν γραπτέον· σύνηθες γὰρ
Ὁμήρῳ οὕτως λέγειν, ἠγνοίησαν τὰ κήτη, καὶ οὐκ ἠγνοίησεν. καὶ
ὅτι κευθμῶν εἴρηκεν· ἡ δὲ ὀρθή ἐστιν κευθμός ὡς αὐλός.
*στικτέον ἐπὶ τὸ ἄνακτα.
29 γηθοσύνη Ἡρόδικος τὴν θοσ συλλαβὴν ὀξύνει, ἵνα ᾖ τὸ
πλῆρες γηθόσυνα, εἶτα ἡ δὲ θάλασσα· ὁ δὲ Ἀρίσταρχος γηθοσύνη
δὲ θάλασσα ἀντὶ τοῦ γηθόσυνος, χαίρουσα. εἰσὶ μέντοι οἳ ἀναγινώσκουσι
γηθοσύνῃ καὶ δοτικὴν πτῶσιν ἐκδέχονται, ὥσπερ καὶ
Ἀριστοφάνης, οἷς ἐγὼ συγκατατίθεμαι, ἵνʼ ᾖ τὸ ἀκόλουθον τοιοῦτον,
τῇ χαρᾷ ἡ θάλασσα διίστατο, ἵνα καὶ ἔθει Ὁμηρικῷ δοτικὴ
ἀντὶ γενικῆς παρειλημμένη ὑπάρχοι, ὑπὸ χαρᾶς ἡ θάλασσα
διίστατο, ὁμοίως τῷ “ὃς δὴ γήραϊ κυφὸς ἔην” (Od. 2, 16). τί δέ
ἐστι τὸ κινοῦν με ἐκθήσομαι· ὁρῶ τὰ διὰ τοῦ συνη θηλυκὰ μὴ κατὰ
θηλειῶν ἐπιθετικῶς τιθέμενα, πραγμάτων δὲ ὄντα κατηγορικά. πρόδηλος
δὲ ἡ παρʼ αὐτῷ τῷ ποιητῇ χρῆσις· ἔστι γάρ τι κερδοσύνη
πρᾶγμα, οὐχὶ κερδοσύνη γυνή· “ὣς φαμένη καὶ κερδοσύνῃ ἡγεῖτο”
(Il. 22, 247)· “ἀρχὴν ξεινοσύνης” (Od. 21, 35)· “πλαγκτοσύνης
δʼ οὐκ ἔστι κακόν” (Od. 15, 343)· “τὴν δʼ ᾔνησ’ ἥ οἱ πόρε μαχλοσύνην”
(Il. 24, 30)· “δρηστοσύνη δʼ οὐκ ἄν μοι” (Od. 15, 321)·
“ταρβοσύνῃ, φὰν γάρ μιν” (Od. 18, 342). εἴπερ οὖν ταῦτα πάντα
εὑρέθη οὐκ ἐπιθετικῶς κατά τινος θηλείας, κατηγορικὰ δὲ πράγματος,
πῶς ἂν γένοιτο γηθοσύνη θάλασσα; οὐ γὰρ ἀγαθοφροσύνη γυνή·
ἄμεινον οὖν ἐπὶ πράγματος παραλαμβάνειν καὶ δοτικὴν πτῶσιν
ἐκδέχεσθαι. εἰκός τινα φήσειν ὑπὲρ Ἀριστάρχου καὶ τῶν ἄλλων
ὡς ὅτι αὐτὸς ἤδη ὁ ποιητὴς ἀρσενικῶς τοῦτο ἀπεφήνατο “γηθόσυνος.
δʼ οὔρῳ” (Od. 5, 269)· οὕτως ἀκόλουθον θηλυκὸν γένοιτʼ ἂν τὸ
γηθοσύνη. ὃν διδάξομεν ὡς ὅτι τὰ διὰ τοῦ συνος, εἰ παράγοιτο ἐπιθετικῶς,
ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ
γένους παρασχηματισμόν. τὸ οὖν δικαιόσυνος Ζεὺς οὐκ ἔχει τὸ
δικαιοσύνη θηλυκὸν, ἔτι ἐπιθετικῶς κατά τινος θεοῦ τασσόμενον.
*ὅτι χωρὶς τοῦ ι γραπτέον τὸ γηθοσύνη· ἔστι γὰρ ἀρσενικὸν γηθόσυνος.
31 ἐΰσκαρθμοι εὐσκάριστοι, ὅ ἐστιν εὐκίνητοι, ταχεῖς· σκαρθμὸς
γὰρ κατὰ διάλεκτον ὁ πούς.
33 Τενέδοιο καὶ Ἴμβρου νῆσοι πλησίον Τροίας κείμεναι. καὶ
ἡ μὲν Τένεδος κεῖται μέση τριῶν πελαγῶν, Αἰγαίου, Ἑλλησπόντου,
μέλανος κόλπου (διὸ καὶ Τρίοδος ὑπʼ ἐνίων καλεῖται), ἡ δὲ Ἴμβρος
ἐστὶν ἐν τῷ μέλανι κόλπῳ.
41 ἄβρομοι αὐΐαχοι ὅτι ἀντὶ τοῦ ἄγαν βρομοῦντες καὶ ἄγαν
ἰαχοῦντες, κατʼ ἐπίτασιν τοῦ α κειμένου· ἑκάστοτε γὰρ θορυβώδεις
τοὺς Τρῶας παρίστησιν.
αὐίαχοι οἱ μὲν παρὰ τὸ αὔειν καὶ ἰάχειν· οἱ δὲ, ἐξαιρεθέντος τοῦ ν
τὸ υ προσελθεῖν, ὡς ἀγαθός ἀγαυός, κατάξαντες καυάξαντες· οἱ δὲ,
κατʼ ἐπίτασιν ὄντος τοῦ α, ἀΐαχοι, εἶτα πλεονάσαντος τοῦ υ. Χρύσιππος
δὲ ὁ Στωϊκὸς καὶ Διονύσιος ὁ Θράξ δασύνουσι τὸ αὐΐαχοι,
ἵνʼ ᾖ ξηρόφωνοι.
42 *Ἀχαιούς γράφεται ἀρίστους.
45 ὅτι τὸ εἰσάμενος πολλὰ σημαίνει, νῦν μὲν ὁμοιωθεὶς, ἐν ἄλλοις δὲ “καί ῥʼ ἐπιεισαμένη (Il. 21,424) ἐφορμήσασα. “εἴσατο δʼ ὡς ὅτε ῥινόν” ἀντὶ τοῦ ἐφάνη (Od. 5, 281).
εἰσάμενος ὁμοιωθεὶς, ὁρμήσας, φανείς. (Margo exter.)
50 * στικτέον κατὰ τὸ τέλος τοῦ στίχου.
51 ἕξουσιν Ἀριστοφάνης σχήσουσιν, ὁμοίως τῷ “παρμένετ·
οὔτοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοί” (151).
52 περιδείδια ἔφαμεν ὅτι ἡ περί οὐκ ἀναστρέφεται, ὅτε σημαν
τικὴ ὑπάρχει τοῦ περισσῶς.
53 δοτική ἐστιν ἄρθρου, ἐπιρρηματικῆς δὲ ἔχεται συντάξεως· τὸ δὲ ἀνταποδοτικόν ἐστιν αὐτοὕ “τῇ ἴμεν κεν δὴ σὺ κελαινεφές” (Il. 15, 46)· “τῇ γὰρ ἔχʼ ῥα πολὺ πλεῖσται” (ib. 448).
59 *διχῶς Ἀρίσταρχος, καὶ κεκοφώς καὶ κεκοπώς.
60 *ὅτι ἀντὶ τοῦ κόπτων. ἐν δὲ τῇ Χίᾳ καὶ Ἀντιμάχου κεκόπων.
61 ὁ ἀστερίσκος, ὅτι νῦν ὑγιῶς κεῖται ὁ στίχος, ἐπὶ δὲ Ὀδυσσέως κατὰ τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα (Il. 23, 772) οὐκέτι.
63. περιμήκεος ὡς Διομήδεος. τὰ γὰρ εἰς ης σύνθετα, παρʼ οὐδέτερα γενόμενα τὰ εἰς ος, τῷ η παραληγόμενα βαρύνεσθαι θέλει, ὥσπερ ἔχει παρὰ τὸ κῆτος τὸ μεγακήτης, ἦθος κακοήθης. διὸ τὰ λαθικηδής οἰνοπληθής ὀξυνόμενα παρὰ ῥήματά φαμεν συντεθεῖσθαι, τὸ κήδω καὶ τὸ πλήθω.
64. ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου, καὶ τὸ ἄλλο δοκεῖ συγκεχυκέναι ἐπὶ τοῦ δευτέρου, εἰ μὴ ἄρα τὸ ἄλλο ἐπὶ τοῦ ἀλλοιογενοῦς ἀκουσόμεθα.
66. τοῖιν δʼ ἔγνω πρόσθεν πρὸς τὸ δυῖκὸν σχῆμα. ἡ δὲ ἀναφορὰ
πρὸς τὰ περὶ τῶν Σειρήνων “Σειρήνων ἀδινάων” (Od. 23, 326),
Σειρήνοιιν (Od. 12, 52), ὅτι ὁ λόγος ὡς περὶ δύο
Ὀϊλῆος ταχὺς Αἴας Αἴας Λοκρὸς μὲν ἦν τὸ γένος, ἀπὸ πόλεως
Ὀποῦντος, πατρὸς δὲ Ὀϊλέως. οὗτος μετὰ τὴν Ἰλίου πόρθησιν
αἴτιος τοῖς Ἐλλησιν ἀπωλείας ἐγένετο· Κασάνδραν γὰρ τὴν Πριάμου,
ἱκέτιν οὖσαν Ἀθηνᾶς, ἐν τῷ τῆς θεοῦ σηκῷ κατῄσχυνεν, ὥστε
τὴν θεὸν τοὺς ὀφθαλμοὺς τοῦ ξοάνου εἰς τὴν ὀροφὴν τρέψαι, τοῖς
δὲ Ἕλλησιν ὑποστρέφουσι καὶ κατὰ τὴν Εὔβοιαν γενομένοις
χειμῶνας διεγεῖραι μεγάλους, ὥστε πολλοὺς αὐτῶν διαφθαρῆναι.
διανηξάμενος δὲ Αἴας εἰς τὰς Γυράδας καλουμένας πέτρας ἔλεγε
χωρὶς θεῶν γνώμης διασεσῶσθαι· Ποσειδῶν δὲ ἀγανακτήσας διέσχισε
τὴν πέτραν καὶ τὸν Αἴαντα τῷ κλύδωνι παρέδωκενʼ ἐκριφέντα
δὲ αὐτὸν κατὰ Δῆλον νεκρὸν Θέτις ἐλεήσασα θάπτει. Ἀθηνᾶ δὲ οὐδʼ
οὕτως τῆς ὀργῆς ἐπαύσατο, ἀλλὰ καὶ τοὺς Λοκροὺς ἠνάγκασεν ἐπὶ
χίλια ἔτη εἰς Ἴλιον ἐκ κλήρου παρθένους πέμπειν. ἡ ἱστορία παρὰ
Καλλιμάχῳ ἐν Α αἰτίων καὶ παρὰ τῷ ποιητῇ ἐν τῇ Δ τῆς Ὀδυσσείας
παχυμερῶς.
68. Αἶαν τὸ ἑξῆς ἐστὶν, ἐπεί τις θεῶν κέλεται μάχεσθαι, καὶ δʼ
ἐμοὶ αὐτῷ· τὰ δὲ λοιπὰ ὡς διὰ μέσου λεγόμενα διορθωτέον. ἡ διπλῆ,
ὅτι ἀναλόγως ἐκφέρει τὰ τοιαῦτα ὁ ποιητὴς, καὶ οὐ δεόντως ὁ Ζηνόδοτος
ἔγραφεν “ᾧ τε σὺ Κάλχα” (Π. 1, 86) χωρὶς τοῦ ν.
70. οἰωνιστής οἰωνοσκόπος. πῶς δὲ, φασὶν, ὁ Ποσειδῶν οὐκ
71. ἶχνια τὸ ἴχνιον προπαροξυτονητέον, ὁμοίως τῷ ἀράχνιον· οὐ
γάρ ἐστιν ὑποκοριστικὸν, ἀλλʼ ἀπὸ ῥήματος ἐσχημάτισται. ὅτι δὲ
ὁ ποιητὴς οὐδὲ ὑποκοριστικοῖς χρῆται ἐδηλώσαμεν ἐν τῇ Α.
ἵχνια ὁμοιοτόνως τῷ παίγνια· καὶ γὰρ ὃ μὲν παρὰ τὸν ἵξω μέλλοντα
ἔλαβε τὸν σχηματισμὸν, ὃ δὲ παρὰ τὸν παίξω. τὰ γὰρ ἀπὸ
μακρᾶς ἀρχόμενα ἔχει παροξυτονούμενα τὰ ὑποκοριστικὰ οὐδέτερα,
τυρός τυρίον, χρυσός χρυσίον, ἕρκος ἑρκίον, τεῖχος τειχίον· τὰ δὲ
ἀπὸ βραχείας οὐκέτι, Φάκος φάκιον, λάγος λάγιον, ῥάκος ῥάκιον,
νάκος νάκιον. τὸ δὲ ἴχνια ὡς ἄφωνον ὑγρῷ συνεζευγμένον οὐ ποιεῖ
μακρὰν τὴν πρὸ αὐτοῦ.
*γράφεται καὶ ἴθματα· Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης ἴχματα.
82. χάρμῃ γηθόσυνοι χαίροντες τῇ μάχῃ. ἔστι δὲ ὅτε δηλοῖ ἡ
λέξις καὶ τὸ χαίρειν τῇ εἰς μάχην παραθήξει, παρὰ τὸ χαράσσειν.
τὴν γὰρ χαρὰν, ὡς φησιν Ἀρίσταρχος, οὐδετέρως ἀεὶ λέγει χάρμα.
*ὅτι ἐλλείπει ἡ ἐπί, ἵνʼ ᾖ ἐπὶ χάρμῃ.
85. *γυῖα λέλνντο πρὸς τὸ σχῆμα, ὅτι ὡς “σπάρτα λέλυνται”
(Π. 2. 135).
88. ὑπʼ ὀφρύσι δάκρυα λεῖβον ἐστέναζον, ἐδάκρυον· οἱ γὰρ
ὀφθαλμοὶ καθʼ Ὅμηρον ὑπὸ ταῖς ὀφρύσι· “κοίμησόν μοι Ζηνὸς ὑπʼ
ὀφρύσιν ὄσσε φαεινώ” (Π. 14, 236). διὰ δὲ τούτων ἐδάκρυον.
ἕτεροι δὲ ἤκονσαν λεληθότως ἔκλαιον
92. *Πηνέλεων διὰ τοῦ ὸ Ἀριστοφάνης, Πηνέλεον.
95. *ἔμφασιν ἔχει πλείονα τὸ κοῦροι χωριζόμενον τοῦ νέοι.
96. ἁμάς ἡμετέρας. τὸ ἁμάς ἐκτείνεται κατὰ τὸ τέλος, καίτοι
Δώριον ἔχον τὴν πρὸ τέλους συλλαβὴν, ἐπεὶ ἑνικῷ παράκειται τῷ
διὰ τοῦ η λεγομένῳ, ἁμὴν, ὅπερ ὁλόκληρον ἂν ἦν Δωρικὸν, εἴπερ εἰς
αν κατέληγεν.
98. νῦν δὴ εἴδεται ἦμαρ νῦν ἀνεφάνη ἡ ἡμέρα. ἐν ᾖ ὑπὸ τῶν
Τρώων ἀναιρεθήσεσθε.
102. φυζακινῇς ὁμοίως ἀναγνωστέον τῷ ἐαρινῆς. πῶς δʼ ἐσχημάτισται
δεδήλωται ἐν τῷ περὶ παρωνύμων.
103. Ἀρίσταρχος βαρύνει τὸ θώων, καὶ ἐπείσθη ἡ παράδοσις· ὁ
δὲ Πάμφιλος περισπᾷ, ἐπεῖ τὰ εἰς ες λήγοντα δισύλλαβα ὀνόματα
ἐπὶ εὐθείας πληθυντικῆς ἔχει γενικὴν περισπωμένην. διὸ καὶ τὸ
Τρώων καὶ δμώων καὶ παίδων ἀνεγίνωσκε περισπῶν, ἔτι δὲ καὶ τὸ
πάντων καὶ λάων καὶ τίνων, περὶ ὧν λόγον ἔδωκαν καὶ οἱ πρὸ ἡμῶν
καὶ ἡμεῖς.
θώων οἱ θῶες ζῷα ἄλκιμα καὶ εὐκίνητα· ἔνιοι δὲ παραπλήσια
ὑαίνῃ. τὸ δὲ θώων ἔνιοι περισπῶσιν, ἵνʼ ὁμοτονῇ τῷ θηρῶν καὶ κυνῶν.
οὕτως δὲ καὶ Ἀρίσταρχος προφέρεται, Διοκλῆς καὶ ὁ Θρᾷξ Διονύσιος
ὡς βαρύνοντες τὴν λέξιν. Κάσιος δὲ ἀπολογούμενος ὑπὲρ τῆς
βαρυτονήσεως φησὶν ὅτι τὰ μονοσύλλαβα, ὅταν μὲν ἔχῃ τὴν πληθυντικὴν
ἐπὶ τῆς τελευταίας συλλαβῆς μετὰ συμφώνου λεγομένην, πάντως
καὶ κατὰ τὴν γενικὴν περισπᾶται, οἷον θῆρες κύνες χῆνες, ὅταν δὲ
ἀπὸ φωνήεντος ἀρχομένην, πάντως βαρυτονουμένην, οἷον Τρῶες δμῶες
θῶες λᾶες. ἀντίκειται δὲ αὐτῷ τὸ παίδων καὶ πάντων. Χαῖρις δέ
φησιν οὐκ εἶναι ἐν δισυλλάβοις ἀναλογίαν.
*οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ παρδαλίων.
ἤϊα βρώματα, οὐ τὰ ἐν οἴκῳ δὲ ἐσθιόμενα, ἀλλὰ τὰ ἐν ὁδῷ καὶ
πλῷ. “δεῦτε φίλοι ἤϊα φερώμεθα” (Od. 2, 410). Σιμωνίδης. καὶ
107. Ἡρακλέων ἀξιοῖ στίζειν πόλιος, ἵνα, φησὶν, ἐμφαίνῃ
τοιοῦτό τι· τί δὲ λέγω πόλιος; ἐπʼ αὐταῖς γὰρ ἤδη ταῖς ναυσὶ
μάχονται. ἱκανὸν μέντοι βραχὺ διαστέλλειν.
*Ζηνόδοτος καὶ Ἀριστοφάνης νῦν δὲ ἑκὰς πόλιος.
110. * ὅτι ἐλλείπει ἡ περί· περὶ νηῶν.
115. ἀκεσταί εὐθεράπευτον, εὐίατοι. αἱ γὰρ τῶν ἀγαθῶν φρένες·
ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται, εὐθεράπευτοι οὖσαι. ἢ θερα-
πευτικαί,
ὅτι ἀμφίβολον τὸ ἀκεώμεθα, πότερον ἰαθῶμεν ἢ ἀκεσώμεθα· ὃ καὶ ὑγιὲς, οἷον τὸ ἐλάττωμα ἰασώμεθα.
*ἀκεσταί τοι ἔν τισι τῶν ὑπομνημάτων διὰ τοῦ τε, ἀκεσταί
τε.
118. *μαχησαίμην ἀντὶ τοῦ ἐγκαλέσαιμι.
127. καρτεραὶ, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθών πρὸς
τὴν τοῦ χρόνου ἀλλαγήν· ἔστι γὰρ ἀντὶ τοῦ ὠνόσατο. καὶ ὅτι δὶς
παρείληφε τὸν σύνδεσμον, ἄν καὶ κέν.
132. προπαροξυτονητέον τὸ ἱππόκομοι· ἡ γὰρ κόμη ἔγκειται,
οὐ τὸ κομῶ· οὕτως οὖν ἀναγνωστέον, ὡς κυπαρισσόκομος καλλίκομος.
τὰ δὲ ἀπὸ τῶν εἰς η ληγόντων θηλυκῶν συντιθέμενα καὶ μεταβάλλοντα
τὸ τέλος εἰς τὴν εἰς ος κατάληξιν προπαροξύνεται, ἄφωνος
ἄναυδος· οὕτως ἱππόκομος. τότε μέντοι παροξυτονητέον τὸ ἱππόκομος,
ὅτε τὸ κομεῖν ἔγκειται· “Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε
κομείτην” (Π. 8, 113).
φάλοισι συρίγγια ἐπὶ τῶν μετώπων εἰς ἃ καθίενται οἱ λόφοι,
ὥστε τοὺς ἐκ τῶν κορύθων λόφους ψαύειν ἀλλήλων.
135. βραχὺ διασταλτέον ἐπὶ τὸ φρόνεον· τὸ γὰρ ἑξῆς, οἱ δʼ ἰθὺς φρόνεον μάχεσθαι, καὶ μέμασαν.
137. ὀλοοίτροχος λίθος περιφερὴς καὶ στρογγύλος, ὁ ἐν τῷ τρέχειν
ὀλοὸς, ἐπεὶ καταφερόμενος πᾶν τὸ ἐμπῖπτον βλάπτει. Δημήτριος
χωρὶς αὐτοῦ σώζεται τὸ μέτρον, καὶ ἔδει αὐτὸ ἀναλογῆσαι τῷ
“Ἄτλαντος θυγάτηρ ὀλοόφρονος” (Od. 1, 52). Δημόκριτος δὲ
τὸ κυλινδρικὸν σχῆμα ὀλοοίτροχον καλεῖ. καλῶς δὲ βάρβαρον
καὶ ἄλογον ὁρμὴν ἀψύχῳ βάρει εἴκασε διὰ παντὸς τόπου κυλινδουμένῳ.
138. στεφάνης περικεφαλαίας, ἢ ὄρους ἐξοχῆς· νῦν δὲ λείας
πέτρας.
140. ὕψι, ὡς οἴκοθι καὶ ἄγχι, ὥς φησι Πτολεμαῖος. τινὲς δὲ τοῦτο ὀξύνουσιν, ὑψί.
143. τὸ εἵως ἐνταῦθα κεῖται ἀντὶ τοῦ τέως, διόπερ οὔτε στιγμὴν
οὔτε ἀνταπόδοσιν ἔχει ἐπιφερομένην.
ἀπείλει ἠπείλει, ὑπισχνεῖτο. ἔσθʼ ὅτε δὲ τὸ καυχᾶται καὶ ἐπιπλήσσει
δηλοῖ.
147. πρὸς τὸ ἀμφιγύοισιν, ὅτι οἱ μὲν, ἐπεὶ ἀμφοτέραις
ταῖς χερσὶ διερείδοντες χρῶνται· οἱ δὲ ἀπὸ τοῦ γυῶσαι, ὅτι βλάπτει
ἀμφοτέρωθεν. οἱ δὲ μεταφορικῶς ἀπὸ τῶν γνίων, ὅτι ἑκατέρωθεν
ἄκρον ἔχει· γυῖα γὰρ τὰ ἄκρα.
148. ὁ δὲ χασσάμενος πελεμίχθη ὅτι Ζηνόδοτος γράφει ὁ δὲ
χάσσατο πολλὸν ὀπίσσω. ἠγνόησε δὲ ὅτι τὰ ἐμπεπηγότα
δόρατα τῇ ἀσπίδι ἀναχωροῦντες διατινάσσουσιν, ἵνα ἀποπέσῃ.
149. διαπρύσιον διὰ παντὸς τοῦ πέρατος ἀκουσθῆναι δννάμενον.
ἢ διαπεράσιμον εἰς ἀκοάς. ἢ διαπύρσιον, διαφανὲς καὶ σημαντικόν.
152. πυργηδόν δίκην πύργου, ἐν τάξει. ἔστι δὲ ἐπίρρημα παρα-
βολοειδὲς, ὅμοιον τῷ σφαιρηδόν.
158. ὑπασπίδια προποδίζων] ὑπὸ τὴν ἀσπίδα ἠρέμα καὶ εὐρύθμως
ἤτοι μετέωρα καὶ ὑψηλὰ προβαίνων, ἢ ἐπʼ ἄκρων τῶν ποδῶν
βαδίζων, ὅ ἐστιν ἀκροβηματίζων
159. Μηριόνης δʼ αὐτοῖο τιτύσκετο ὅτι παραλέλειπται πρόθεσις
ἡ ἐπί, καὶ ἡ γενικὴ ἀντὶ τῆς αἰτιατικῆς κεῖται· τὸ γὰρ ὅλον ἀντὶ τοῦ
ἐπʼ αὐτὸν, ὡς καὶ τὸ “ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου” (Π. 4, 100).
160. *τὸ ἐξῆς καὶ βάλε κατʼ ἀσπίδα. οὕτως οὖν διορθωτέον.
165. * ὅτι νῦν χώσατο ἀντὶ τοῦ συνεχύθη.
166, *ὅτι λείπουσιν αἱ προθέσεις, περὶ νίκης καὶ περὶ ἔγχους.
*Ζηνόδοτος ξυνέηξε.
168. οἰσόμενος κομίσων, ἐνεγκῶν. διαφέρει τὸ οἴσων καὶ οἰσό-
μενος· οἴσων μὲν γὰρ καὶ ἑτέρῳ “οἶσε θέειον γρῆϊ κακῶν ἄκος” (Od.
22,481). “οἴσετε δʼ ἄρν᾿, ἕτερον λευκόν” (Π. 3,103), οἰσόμενος δὲ
ἑαυτῷ.
172. ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει ὃς νάε Πήδαιον, ἵνα
κατάλληλον τὸν λόγον κατὰ συναφὴν ποιήσῃ. ἀγνοεῖ δὲ ὅτι Ὅμηρος
διακόπτει τὰς φράσεις, ἵνα μὴ μακροπερίοδος γένηται. ἄλλως τε
καὶ κακόμετρον τὸ ἔπος ποιεῖ.
178. *αὖτʼ ἔπεσεν ἐν ἄλλῳ αἶψʼ ἔπεσεν.
179. *κορνφῇ οὕτως Ἀρίσταρχος ἑνικῶς. ἄλλοι δὲ κορυφῇς.
191. Εκτορος ἀλλʼ οὔ πη χρόος εἴσατο ὅτι διῄρηκε χρόος ἀντὶ
τοῦ χρώς· διὸ βαρυτονητέον. καὶ ὅτι τὸ εἴσατο νῦν ἀντὶ τοῦ ἐφάνη.
οὕτως αἱ Ἀριστάρχου, χρόος ὡς λόγος· βούλεται δὲ διῃρῆσθαι τὴν εὐθεῖαν. Ζηνόδοτος δὲ γράφει χρὼς εἴσατο.
Ἀλεξίων φησὶν ὅτι Ἀρίσταρχος ὡς σοφός προηνέγκατο, Τυραννίων
δὲ ὡς πόλος, καὶ ἔχει λόγον ἑκατέρα ἡ ἀνάγνωσις. ἐὰν μὲν
χρόος ὡς πόλος κατʼ εὐθεῖαν πτῶσιν ἀναγνῶμεν, ἔσται τὸ λεγόμενον,
ἀλλʼ οὐδαμῶς ὁ χρὼς ἐφάνη· ἐὰν δὲ χροός ὡς σοφός κατὰ γενικὴν
πτῶσιν, ἔσται, ἀλλʼ οὐδαμῶς τοῦ χρωτὸς διῆλθε· τὸ γὰρ εἴσομαι
172). τὰς δὲ ἄλλας πλαγίους οἶδεν ἀπὸ τῆς εἰς ους εὐθείας· “χροῒ
δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα” (Il. 9, 596)· καὶ τὴν αἰτιατικήν
“μή τις χρόα καλόν.” ὥστε εἰ οὐ κεκώλυται τῆς γενικῆς ἡ σύνταξις,
τί ἐστι τὸ κατεπεῖγον μὴ τῇ συνήθει κλίσει τὴν ἀνάγνωσιν ποιεῖσθαι;
196. *μετὰ λαὸν ἐν ἄλλῳ μετὰ ἔθνος.
197. Αἴαντε ὅτι συνεχῶς κέχρηται τοῖς δυϊκοῖς. ἡ δὲ ἀναφορὰ
πρὸς τὰ περὶ τῆς πατρίδος· Ἀθηναίων γὰρ ἴδιον.
203. κόψεν Ὀϊλιάδης ὅτι ἐλλείπει ἡ περί, περὶ Ἀμφιμάχου·
καὶ ὅτι Ζηνόδοτος ἄρθρον ἐνόμιζε τὸ ὁ, Ἰλέως τὸν Αἴαντα καὶ οὐκ
Ὁϊέως ἀκούων· διὸ καὶ ἔγραφε κόψεν ἄρʼ Ἰλιάδης.
205. * Ἕκτορι ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ Ἕκτορος.
212. ἰγνύην Ἰωνικῶς μετέβαλε τὸν τόνον, ἐπεὶ τὸ ἀκόλουθον
ἰγνυά ἐστιν, ὡς Ἡρωδιανὸς ἐν τῷ ια τῆς καθόλου.
213. * ὅτι ἔνεικαν εἴρηκεν ὡς βασταζομένου αὐτοῦ διὰ τὸ τραῦμα.
217. * ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὃς πάσης Πλευρῶνος.
218. Αἰτωλοῖσιν Αἰτωλὸς παῖς μὲν ἦν Ἐνδυμίωνος, ὃς ἀκούσιον
φόνον δράσας ἔφυγεν εἰς τὴν ἀπʼ αὐτοῦ προσαγορευθεῖσαν Αἰτωλίαν,
κἀκεῖ τεκνοῦται Πλευρῶνα, ἀφʼ οὗ ἡ ἐν Αἰτωλίᾳ πόλις Πλευρὼν
ἐκλήθη. τούτου δὲ γίνονται δύο παῖδες, Κούρης καὶ Καλυδὼν, ἀφʼ
ὧν ἄλλαι δύο πόλεις ἐν Αἰτωλίᾳ προσηγορεύθησαν. οὕτω Δηΐμαχος.
222. ὦ Θόαν ὅτι σὺν τῷ ν ἡ κλητική. ἡ δὲ ἀναφορὰ πρὸς τὸ
“ᾧ τε σὺ Κάλχαν (Π. 1, 86), ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν.
* Ἀρίσταρχος μετὰ τοῦ γ, νῦν γʼ αἴτιος.
223. * ὅτι ἐπιστάμεθα ἀντὶ τοῦ δυνάμεθα.
224. * οὔτε ἔν τισι τῶν ἀντιγράφων διὰ τοῦ δέ, οὐδέ.
225. * οὕτως διὰ τοῦ ν ἀνδύεται αἱ Ἀριστάρχου.
226. * ὅτι ἀντὶ τοῦ ἔοικε τὸ μέλλει.
227. * υἷας Ἀχαιῶε γράφεται καὶ ἐνθάδʼ Ἀχαιούς.
229. ἐνεστὼς ἀντὶ παρῳχημένου τὸ ὀτρύνεις, ὡς τὸ “ζαχρηεῖς τελέθουσιν (Π. 12, 547) ἀντὶ τοῦ ἐτέλεθον παρυχημένου.
*ὅτε μεθιέντα ἴδηαι γράφεται καὶ ὅθι μεθιέντα. Ζηνόδοτος
δὲ ὅτις μεθίῃσι πόνοιο.
233. κυνῶν μέλπηθρα ἐμπαίγματα, παίγνια. μετὰ κόρον γὰρ
σφαιρίζουσι τὰς σάρκας οἱ κύνες. λέων δὲ τὸ πᾶν ἐσθίει, καὶ
Κύκλωψ· “ἤσθιε δʼ ὥστε λέων” (Od. 9, 292).
236. ὅτι τὸ σπεύδειν οὐκ ἔστιν ἐπὶ τοῦ ταχύνειν, ἀλλʼ ἐπὶ τοῦ ἐνεργεῖν.
237. *Ζηνόδοτος συμφερτὴ δὲ βίη.
μάλα λυγρῶν τὸ τῆς συναφῆς σημεῖον ὑπὸ τὰς τελευταίας δύο
λέξεις θετέον· ἐξ ἀμφοτέρων γὰρ ἓν δηλοῦται τὸ λυγροτάτων, πρὸς
ὃ καὶ Ἀρίσταρχος σημειοῦται τὸν στίχον, ἵνʼ ᾖ ὁ λόγος, συμφορητή
τις ἀνδρῶν ἀρετὴ καὶ τῶν ἀσθενεστάτων, οἷον οὐ μόνον κατὰ ἕνα,
ἀλλὰ καὶ κατὰ πλῆθος ἔστι τις ἀρετὴ νοουμένη, κἂν εἷς ἕκαστος
ἀσθενὴς ᾖ καθʼ αὑτόν. ἐὰν δὲ χωρίζωμεν τὰς δύο λέξεις, εὐεμπτώτως
ἕξομεν ἐπὶ τὸ ἀπεμφαῖνον, ὅπερ ἐστὶ τοιοῦτο, συμφορητή τις
ἀρετὴ ἀνδρῶν ἐστι, καὶ μάλιστα τῶν ἀσθενῶν. ὅπερ οὐκ ἔστιν.
238. *γρ. ἐπισταίμεσθα.
245. * περὶ στήθεσσι Ζηνόδοτος καὶ Ἀριστοφάνης ἐνὶ σ τήθε
σ σι.
246. * Ζηνόδοτος καὶ Ἀριστοφάνης δουρίκλυτος.
θεράπων ἐῢς ἀντεβόλησεν ὁ Ἀσκαλωνίτης φησὶν ὅτι Ἀρίσταρχος
δύο ποιεῖ, θεράπων καὶ ἐΰς· τινὲς δὲ ὑφʼ ἓν ἀνέγνωσαν ὡς Ἐτεωνεύς.
ὅτι δὲ δεῖ κατὰ διάλυσιν ἀναγινώσκειν καὶ οὐ παρωνύμῳ τύπῳ,
διδαχθησόμεθα ἐξ αὐτῆς τῆς φωνῆς. ἐγίνετο γὰρ ἂν θεραποντεύς·
ἀπὸ γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτος τύπος παράγεσθαι, εἴγε καὶ παρὰ
τὴν λέοντος ὁ Λεοντεύς, οὐχὶ Λεωνεύς, παρά τε τὴν Αἰθίοπος
Αἰθιοπεύς.
252. *ἀγγελίης ἀντὶ τοῦ ἄγγελος οὕτως ἀγγελίας.
257. κατεάξαμεν ὃ πρὶν ἔχεσκον πληθυντικῷ ἑνικὸν ἐπήγαγεν
Αἰολικῶς καὶ Εὐριπίδης Ἴωνι (390) “κωλυόμεσθα μὴ παθεῖν ὃ
βούλομαι.” τινὲς δὲ κατέαξα μέν, ἵνα ᾖ, ὃ μὲν γὰρ εἶχον.
κατέαξα, ὡς “ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν” (814).
*Ζηνόδοτος κατεήξαμεν, διὰ τὸ καὶ ἐν τοῖς ἔμπροσθεν (166) ὃ
ξυνέηξε λέγειν.
*ὅτι πληθυντικῶς κατεάξαμεν, καὶ ἑνικῶς οἰσόμενος καὶ ἔχεσκον.
260. * οὐκ ἀπίθανον διαστέλλειν ἐπὶ τὸ ἓν πρὸς τὸ σαφές.
261. ἐνώπια οἱ ἐναντίοι κατὰ τὰς εἰσόδους τοῖχοι. βραχὺ δὲ
διασταλτέον ἐπὶ τὸ ἐνώπια, ἵνʼ ᾖ δούρατα παμφανόωντα. τὸ δὲ
αὐτὸ καὶ ἐν τῇ Θ ῥαψῳδίᾳ (435) “ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια
παμφανόωντα.”
275. * ὅτι πρόθεσις παρεῖται καὶ ἡ πτῶσις ἤλλακται, ἀντὶ τοῦ περὶ τούτων διαλέγεσθαι.
276. εἰ γὰρ νῦν τὸ ἑξῆς ἐστὶν, εἰ γὰρ νῦν λεγοίμεθα εἰς λόχον,
οὐδέ κεν ἔνθα τεόν γε μένος· τὰ δὲ λοιπὰ διὰ μέσου πρὸς κατασκευὴν
τοῦ δυσυπομένητον εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν ἐνέδραν.
ἡ διπλῆ δὲ, ὅτι παραλλήλως τὸ λεγοίμεθα, ποτὲ μὲν ἐπὶ τοῦ
ἀριθμοίμεθα, ποτὲ δὲ ἐπὶ τοῦ διαλεγοίμεθα.
278. ὑποστικτέον μετὰ τὸ ἄλκιμος· λείπει γὰρ τὸ ἐστί ῥῆμα διὰ τὸ ὅς ὑποτακτικὸν ἄρθρον.
281. μετοκλάζει μετακαθίζει ἐπʼ ἀμφοτέρους πόδας· ὀκλάξ γάρ
ἐστι τὸ ἐπὶ γόνυ, ὅ ἐστιν ἐγκλίνει τὰ γόνατα διὰ δειλίαν μετακαθίζων.
282, 283. πάταγος κτύπος. πατάσσει οὖν κτυπεῖ, ἢ κινεῖται μείζονι παλμῷ ἀπὸ τοῦ πολλοῦ φόβου.
287. *τεόν γε οὕτως διὰ τοῦ γε συνδέσμου αἱ Ἀριστάρχου.
*ὅτι ἐλλείπει τὸ τίς, ὄνοιτό τις.
288. βλεῖο βληθείης. ἔστι δὲ ἀκόλουθον μετοχῇ τῇ βλέμενος·
κέχρηται Ἐπίχαρμος καὶ τῷ ἐνεργητικῷ· “αἴκα τὺ βλείης σφενδόνᾳ.” ὡς οὖν θέμενος θεῖο, οὕτω βλέμενος βλεῖο· τὸ δὲ βλείης τῇ βλείς παράκειται.
*ὅτι διέσταλκε τὸ βαλεῖν καὶ τύψαι.
289. *οὕτως Ἀρίσταρχος, οὐκ ἄν, διὰ τοῦ α· αἱ δὲ κοιναὶ οὔ
κεν.
298. * οὕτω μετὰ τῆς μετά προθέσεως, μέτεισι.
299. ὅτι ῥητῶς Ἄρεως υἱὸς Φόβος. ἡ δὲ ἀναφορὰ πρὸς τὴν ἀμφιβολίαν τοῦ “καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε” (Π. 15, 119.
301. ὅτι πόλις ἐστὶν ἐπὶ Θεσπρωτίας ἡ Ἔφυρα, ἀφʼ ἧς Ἔφυροῖ
οἱ κατοικοῦντες λέγονται. λέγει δέ ποτε καὶ τὴν Κόρινθον Ἔφυραν,
ἐξ ἡρωϊκοῦ προσώπου. ἰστέον δὲ ὅτι Ἔφυραι τέσσαρές εἰσι, μία
μὲν ἡ κατὰ Θεσσαλίαν, δευτέρα δὲ ἡ κατὰ τὴν Ἤπειρον, τρίτη δὲ
ἡ τῆς Ἤλιδος, καὶ τετάρτη ἡ νῦν καλουμένη Κόρινθος. νῦν οὖν
λέγει τοὺς καλουμένους Κραννωνίους ἐν Θεσσαλίᾳ, ὡς Ἀπολλόδωρος
ἱστορεῖ.
Φλεγύαι Γόρτυναν κατοικοῦντες παρανομώτατον καὶ λῃστρικὸν
διῆγον βίον, καὶ κατατρέχοντες τοὺς περιοίκους χαλεπῶς ἠδίκουν·
Θηβαῖοι δὲ πλησιόχωροι ὄντες ἐδεδοίκεσαν καὶ μέχρι πολλοῦ, εἰ μὴ
Ἀμφίων καὶ Ζῆθος οἱ Διὸς καὶ Ἀντιόπης ἐτείχισαν τὰς Θήβας·
εἶχε γὰρ Ἀμφίων λύραν παρὰ Μουσῶν αὐτῷ δεδομένην, διʼ ἧς κατέθελγε
καὶ τοὺς λίθους, ὥστε καὶ πρὸς τὴν τειχοδομίαν αὐτομάτους
ἐπέρχεσθαι. τούτων μὲν οὖν ζώντων οὐδὲν οἱ Φλεγύαι τοὺς Θηβαίους
ἠδύναντο διαθεῖναι· θανόντων δὲ αὐτῶν ἐπελθόντες σὺν Εὐρυμάχῳ
τῷ βασιλεῖ τὰς Θήβας εἷλον. πλείονα δὲ τολμῶντες ἀδικήματα
κατὰ Διὸς προαίρεσιν ὑπὸ Ἀπόλλωνος διεφθάρησαν οὗτοι δὲ ἐνέπρησαν
καὶ τὸν ἐν Δελφοῖς ναὸν τοῦ Ἀπόλλωνος. ἡ ἱστορία παρὰ
Φνερεκύδει.
306. * ὅτι περισσὸς ὁ καί σύνδεσμος.
307. Δευκαλίδη Δευκαλίωνος παῖ. γίνονται δὲ ἐκ Πύρρας καὶ
Δευκαλίωνος, ὥς φησιν Ἀπολλόδωρος (1, 7, 2.), “παιῖδες Ἕλλην μὲν
πρῶτος, ὃν ἐκ Διὸς γεγεννῆσθαι ἔνιοι λέγουσιν, δεύτερος δὲ Ἀμφικτύων
ὁ μετὰ Κραναὸν βασιλεύσας τῆς Ἀττικῆς, θυγάτηρ δὲ Πρωτογένεια,
ἐξ ἦς καὶ Διὸς Ἀέθλιος.”
310. *ἀντὶ τοῦ εἰς ἑκάτερα τὰ μέρη.
315. κατʼ ἔνια τῶν ὑπομνημάτων οἵ μιν ἄδην ἐάσουσιν, ὅ
ἐστι κορέσουσιν· καὶ ἐπὶ τοῦ Ποσειδῶνος (Od. 5, 290) “ἀλλʼ ἔτι
μέν μίν φημι ἄδην ἐλάαν κακότητος·” διὰ τῶν δύο αα παρέκειτο
ἐάαν. μαρτυρεῖ καὶ τὸ “ἄσειν ἐν Τροίῃ ταχέας κύνας” (Π. ΙΙ,
817). οὕτως Ἀρίσταρχοε.
ἤτοι συναπτέον ἐσσύμενον πολέμοιο, ἀντὶ τοῦ ὡρμημένον εἰς
τὸν πόλεμον, ἢ τὸ ἑξῆς ἐστὶν ἐλόω σι πολέμοιο, καθὸ διασταλήσεται
βραχὺ τὸ ἐσσύμενον ἀπὸ τοῦ πολέμοιο. ἡ διπλῆ δὲ, ὅτι
Ζηνόδοτος ἀγνοήσας τὸ σημαινόμενον πεποίηκε καὶ ἐσ σ ύμ ενον
πολε μίζειν. ἔστι δὲ τὸ ἄδην ἐλόωσιν ἀντὶ τοῦ κορεσθῆναι αὐτὸν
ποιήσουσι τοῦ πολέμου, καίπερ προθυμίαν ἔχοντα.
317. ὅτι αἰπύ μεταφορικῶς ἀντὶ τοῦ δυσπρόσβατον, δυσχερὶς, καὶ ὅτι ὁ πέρ σύνδεσμος περισσός.
318. * κείνων οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου.
*Ἀρίσταρχος ἀέπτους, ἄλλοι δὲ ἀάπτους.
326. ὅτι τὸ νῶϊν δύο πτώσεις σημαίνει, γενικὴν καὶ δοτικὴν, ἡμῶν καὶ ἡμῖν· νῦν δὲ κεῖται ἀντὶ τοῦ ἡμῶν ἐπʼ ἀριστερά.
327. ὅτι ἔξωθεν συνυπακοῦσαι δεῖ ὀρέξει, τις ἡμῖν ὀρέξει.
ὅλον δὲ συναπτέον τὸν στίχον· ὁ γὰρ λόγος, ἵνα ταχέως ἐπιγνῶμεν
πότερον καύχησιν ἑτέρῳ δώσομεν ἢ ἕτερος ἡμῖν.
331. ἐν ἄλλῳ σ ὺν ἔντ εσ ι μ αρμαίροντας.
334. *λιγέων ταχὺ πνεόντων.
339. *ἔφριξεν δὲ μάχη ὠρθώθη τῆς μάχης τὰ δόρατα.
340. ταμεσίχροας τμητικὰς τοῦ χρωτὸς, παρὰ τὸ τομῶ ῥῆμα,
οὗ μέλλων ταμέσω. ἢ ἀνέπτυξε ποιητικῶς τὸ τμησίχροας.
343. * ὅτι ἤλλακται τὸ ῥῆμα, εἴη ἀντὶ τοῦ ἦν.
344. πρὸς τὴν ἀλλαγὴν τοῦ ῥήματος, ἀντὶ τοῦ ἐγήθησεν. καὶ ὅτι πόνον τὸ ἔργον. καὶ ὅτι ἀντικειμένως ἀποδέδωκεν οὐδʼ ἀκάχοιτο πρὸς τὸ σύνηθες.
346. τετεύχετον ὅτι ἀντὶ τοῦ τετευχέτην ἢ τεύχουσι. χρόνος δὲ
ἤλλακται· ἔστι γὰρ ἀντὶ τοῦ ἔτευχον, ὡς ἐπὶ τοῦ “ἢ κεμάδʼ ἠὲ
λαγωὸν ἐπείγετον” (Π. 10, 361) ἀντὶ τοῦ ἤπειγον.
*ἐν ἄλλῳ ἡρώεσσιν ἐτεύχετον.
347. *Ζεὺς μέν ῥα οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ Ζεὺς μὲν
ἄρα.
348. * οὐδέ τι πάμπαν Ἀριστοφάνης οὐδʼ ὅγε πάμπαν.
350. ἀθετεῖται, ὅτι οὐκ ἀναγκαῖος· προείρηται γὰρ “κυδαίνων Ἀχιλῆα πόδας ταχύ.”
351. *ὀρόθυνε Ζηνόδοτος καὶ Ἀριστοφάνης ὥτρυνε.
352. τὸ λάθρη ἀμφοτέροις δύναται προσδίδοσθαι· τὸ δὲ ἐξῆς
ἐστὶν, Ἀργείους δʼ ὀρόθυνε Τρωσὶ δαμναμένους. τὸ δὲ ἤχθετο γάρ
ῥα διὰ μέσου. εἰ μὲν γὰρ συνάπτομεν, ἤχθετο γάρ ῥα Τρωσὶ
δαμναμένους, σολοικοφανὴς μὲν γίνεται ἡ φράσις, ἀρχαῖον δέ μοι
δοκεῖ τὸ σχῆμα εἶναι. καὶ ἀλλαχοῦ “καί ποτέ τις εἴποι, πατρὸς
δʼ ὅγε πολλὸν ἀμείνων ἐκ πολέμου ἀνιόντα” (Π. 6, 479)· τὴν γὰρ
ἔλλειψιν τοῦ ὁρῶν οὐ παραδεχόμεθα.
358. *τοὶ οὕτως Ἀριστοφάνης. ἄλλοι δὲ οἱ δʼ ἔριδος.
ὁ λόγος, οἱ δὲ τὸ πέρας τοῦ πολέμου καὶ τῆς ἔριδος συνάψαντες
ἐπέτειναν ἀμφοτέροις, οἷον ἀμφοτέρωθεν. μετενήνεκται μὲν οὖν ἀπὸ
τῶν δεσμῶν· τῷ δὲ ἐπαλλάξαι ἐπὶ τοῦ συνάψαι χρῶνται καὶ τῶν
πεζολόγων τινὲς, πλεονάζει δὲ Ἀριστόξενος ὁ μουσικὸς ἐπηλλαγμένα
λέγων τὰ συνημμένα. οὕτως ὁ Κοτιαεύς.
ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν τὰ πέρατα τῆς μάχης καὶ τοῦ πολέμου
τείναντες κατʼ ἀμφοτέρων τῶν στρατῶν ἔδησαν ἰσχυρῷ δεσμῷ, ὃς
δεσμὸς πολλοῖς αἴτιος ἀπωλείας ἐγένετο· τέλος γὰρ ὑποτίθεται
ἀλληγορικῶς τὰς ἑκατέρωθεν ἐξοχὰς ἐπιπεπλεγμένας, μίαν μὲν
Τρώων, μίαν δὲ Ἑλλήνων καὶ Ποσειδῶνος κατὰ Διὸς γνώμην, καὶ
359. ἐπʼ ἀμφοτέροισι διχῶς Ἀρίσταρχος, καὶ ἐπʼ ἀλλήλοισιν.
ἓν δὲ διʼ ἀμφοτέρων τὸ λεγόμενον, ὅτι ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς
τὸν πόλεμον τῇ ἔριδι συνέδησαν, τὸ πέρας τῆς ἔριδος καὶ πάλιν τὸ
τοῦ πολέμου λαβόντες καὶ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροις, ὥσπερ οἱ
τὰ ἅμματα ποιοῦντες, τόδε ἐπὶ τόδε. οὕτως Ἀρίσταρχος. ἡ διπλῆ,
ότι παραλληγορεῖ, δύο πέρατα ὑποτιθέμενος, ἕτερον μὲν ἔριδος, ἕτερον
δὲ πολέμου, ἐξαπτόμενα κατʼ ἀμφοτέρων τῶν στρατευμάτων.
361. *μεσαίπολιος Ἰδομενεὺς, ὠμογέρων Ὀδυσσεὺς, γέρων Νέστωρ.
362. * Τρώεσσι μετάλμενος ἐν ἄλλῳ Τρώεσσιν ἐπάλμενος.
363. Καβησόθεν ἔνδον ἐόντα ἐν τῇ Ἀργολικῇ Ἑκάβης νόθον
υἱὸν ἐόντα. καὶ τάχα ἂν εἴη ἁμάρτημα, κατʼ ἄγνοιαν τῆς Καβήσοῦ.
364. *μετὰ κλέος Ἀριστοφάνης κατὰ κλέος.
365. ὅτι νῦν μὲν τὴν Κασσάνδραν εἶδος ἀρίστην, ἐν ἄλλοις δὲ (Π. 6, 252) τὴν Λαοδίκην, καὶ οὐ μάχεται. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς χωρίζοντας· λύεται γὰρ τοῖς τοιούτοις.
366. Κασσάνδρην ἀνάεδνον ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστευόμενοι.
διὸ οὗτος ὑποσχόμενος ἐξελάσαι τοὺς Ἕλληνας ἀνάεδνον αἰτεῖ τὴν
Κασσάνδραν.
*βραχὺ διασταλτέον ἐπὶ τὸ ἔργον· ἐμφαίνει γὰρ μᾶλλον.
367. * ἀπωσέμεν Ἀρίσταρχος ἀνωσέμεν.
371. Ἀρίσταρχος βιβάντα ὡς δαμέντα, ἀπʼ εὐθείας τῆς μακρὰ
βιβάς. καὶ οὕτως ἔχει ἡ ὑγιὴς ἀνάγνωσις.
372. ὅτι χαλκοῖ οἱ θώρηκες. πρὸς τὸ “ὀλίγος μὲν ἔην λινοθώροξ” (Π. 2, 529).
374. αἰνίζομʼ φέρεται καὶ διὰ τοῦ ξ, αἰνίξομαι, ἀντὶ τοῦ ἐπαινέσομαι·
οἱ δὲ, διήγημά σε ποιήσομαι, παρὰ τὸν αἶνον. Ζηνόδοτος
αἰνίσσ ομαι.
377. τὸ ταῦτα περισπαστέον κατὰ τὴν πρὸ τέλους συλλαβὴν, ἵνα ἡ ἡ φράσις δεικτική. τινὲς μὲν ὥξυναν, ἵνα τοῦ τὰ αὐτά ὑπάρχη συναλοιφή. ὅπερ οὐ πιθανόν.
381. οὕτως συνώμεθα, ἀντὶ τοῦ συμβόλαια καὶ συνθήκας ποιησώμεθα.
τοῦτο δὲ Ἀρίσταρχος δασύνει, ὑγιῶς· ταυτὸν γὰρ τῷ
συνθώμεθα. ἐσχημάτισται οὖν ἀπὸ τοῦ ἵημι. δηλοῖ οὖν τὸ κατὰ τὸ
αὐτὸ ἀφῶμεν τὰ τῆς διανοίας. εἰσὶ μέντοι οἳ ἐψίλωσαν, οὐκ εὖ.
382. ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστῆρες· ἐεδνωταὶ δὲ κηδεσταὶ, πενθεροί· οὗτοι γὰρ τὰ ἕδνα παρὰ τῶν μνηστευομένων ἐδέχοντο.
ἑεδνωταί, ὡς χρυσωταί καὶ ποιηταί· οὕτως πάντες. Τυραννίωνδὲ προπερισπᾷ
οὐχ ὑγιῶς· προείρηται δὲ ἡμῖν τὰ τῆς προσῳδίας, ὡς τὰ εἰς
της ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς, φύσει μακρᾷ παραληγομενα, ὀξύνεσθαι
θέλει, αὐλητής πειρατής χηρωστής βραβευτής. οὕτως οὖν καὶ τὸ
ἐεδνωτής, σχηματισθὲν παρὰ τὸ “ἐεδνώσαιτο θύγατρα” (Od. 2, 53).
περὶ δὲ τῶν ἀήτης καὶ κυβερνήτης βαρυνομένων λόγον δίδομεν.
383. *εἷλκε οὕτως Ἀρίσταρχος ἕλκε.
*διὰ κρατερήν γρ. κατὰ κρατερήν.
384. *ἦλθεν ἀμύντωρ Ἀρίσταρχος ἦλθ’ ἐπαμύντωρ.
389. ἀχερωΐς ἡ λεύκη, παρὰ τὸ ἐκ τοῦ Ἀχέροντος ποταμοῦ
τῶν καταχθονίων κομισθῆναι αὐτὴν ὑπὸ Ἡρακλέους, στεψαμένου
αὐτὴν ἐπὶ τῇ Κερβέρου νίκῃ.
390. βλωθρή τινὲς ἁπαλήν, κατὰ Ἀρκάδας· οἱ δὲ ὑψηλήν, κατὰ
Βοιωτοὺς, ἤτοι φλοιοβαρῆ, κατὰ Μάγνητας, ἢ τραχεῖαν, κατὰ
Δρύοπας, ἢ ηὐξημένην, κατὰ Τυρσηνοὺς, ἢ σκληράν, κατὰ Καρυστίους.
ἄκρως δὲ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι, δρυσὶν
ὑψικόμοισιν, ἰτέαι ὠλεσίκαρποι, αἰγείρων ὑδατοτρεφέων, τανύφλοιόν
τε κράνειαν, ἐλαίης τανυήκεος.
οὔρεσι τέκτονες δύο δεῖ ποιεῖν, οὔρεσιν, εἶτα τέκτονες, οὑχ
ὑφʼ ἓν, ὥς τινες· τί γὰρ πλέον σημαίνεται ἐκ τῆς συνθέσεως;
391. νεήκεσι ὡς εὐμήκεσιν ἀνεγνώσθη. οὕτως δὲ καὶ Ἀλεξίων.
ὁ δὲ Ἀσκαλωνίτης ὡς εὐγενέσιν, ὅπερ καὶ ἐχρῆν· παρὰ γὰρ τὴν
ἀκὴν ἡ σύνθεσις. τὰ δὲ παρὰ τὰ εἰς λήγοντα θηλυκὰ συντιθέμενα
καὶ εἰς ης περατούμενα ἐπιθετικὰ τότε ὀξύνεσθαι θέλει, ὅταν ἔχῃ
οὐδετέρου παρασχηματισμὸν καὶ τὴν γενικὴν εἰς ους περατουμένην,
εὐτυχοῦς εὐτυχές εὐτυχεῖς, εὐρυπυλοῦς εὐρυπυλές εὐρυπυλεῖς. οὕτως
οὖν ἐχρῆν καὶ τὸ προκείμενον. ὅμως μέντοι ἡ παράδοσις τὸ νεήκης
καὶ ταναήκης βαρύνει κατὰ συνεκδρομὴν τοῦ εὐμήκης μεγακήτης.
393. βεβρυχώς βρυχώμενος, σπώμενος, καὶ συντρίβων τοὺς
ὀδόντας, ἢ δάκνων. μεμίμηται δὲ τὸ γινόμενον πάθος περὶ τοὺς
βιοθανατοῦντας· εἰώθασι γὰρ τοὺς ὀδόντας βρύχειν.
399. *αὐτὰρ γʼ ἀσθμαίνων Ἀρίσταρχος χωρὶς τοῦ γ, αὐτὰρ
ὁ ἀσθμαίνων.
403. * Ἄσίου ἀχνύμενος ὅτι παρεῖται ἡ πρόθεσις, περὶ Ἀσίου.
407. *κανόνεσσʼ ἐκ πλήρους αἱ Ἀριστάρχου κανόνεσσι.
408. ὅτι τὸ πᾶς ἀντὶ τοῦ ὅλος. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “πᾶσαι δʼ ὠίγνυντο πύλαι” (Π. 8, 58) ἀντὶ τοῦ ὅλαι.
415. πυλάρταο κρατεροῖο ὅτι τοῦ ἰσχυρῶς τὰς πύλας ἐπαρτῶντος,
ὅ ἐστιν ἁρμόζοντος. ἀμφότερα γὰρ πρὸς ἓν ληπτέον.
*οὕτως ἰόντα διὰ τοῦ ι αἱ Ἀριστάρχου.
420. περίβη πρὸς τὴν ἐξήγησιν τοῦ “ὃς Χρύσην ἀμφιβέβηκας”
(Π. 1, 37) ἀντὶ τοῦ ὑπερμαχεῖς, κατὰ μεταφορὰν τῶν τετραπόδων.
423. *οὕτως διὰ τοῦ ε αἱ Ἀριστάρχου, οὐ διὰ τοῦ α στενάχοντα ἐπὶ τοῦ νεκροῦ (γελοῖον γὰρ), ἀλλʼ ἐπὶ τῶν βασταζόντων. ὅτι Ζηνόδοτος γράφει στενάχοντα, ἑνικῶς.
426. ὅτι ἐκ παρεπομένου τὸ ἀπολέσθαι· οἱ γὰρ ἐν πολέμῳ πίπτοντες ψόφον ἀποτελοῦσι τοῖς ὅπλοις. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς γλωσσογράφους· οὗτοι γὰρ ἓν ἀνθʼ ἑνὸς ἐδέξαντο δεδουπότος ἀντὶ τοῦ τεθνηκότος (Π. 23, 679).
427. ἔνθʼ Αἰσυήταο τὸ ἑξῆς, ἔνθʼ Αἰσυήταο υἱὸν ἥρωα, Ἀλκάθοον
ὑπʼ Ἰδομενῆῖ Ποσειδάων ἐδάμασσε· τὰ δὲ λοιπὰ διὰ μέσου.
ἐπεὶ δὲ πολὺ διέστη τὸ ἑξῆς, εἰκότως ἀνείληφε τοῦ πράγματος τὴν
ἀρχὴν σχεδὸν ταῖς αὐταῖς φωναῖς· τὸ μὲν γὰρ τότε ἀντὶ τοῦ ἄνω
439. ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα ὅτι σαφῶς τὸν θώρακα χιτῶνα.
χαλκοῦν.
441. τὸ αὖον δασυντέον· σημαίνει δὲ τὸ ξηρόν. θέλει δὲ σημᾶναι
τὸν ὥσπερ ἤδη νεκρούμενον.
443. οὐρίαχον τὸν σαυρωτῆρα τοῦ δόρατος, τουτέστι τὸ ὄπισθεν
μέρος, ὃν καὶ γρόσφον καὶ στόρθυγγά φασιν.
πελέμιζεν οὕτως διὰ τοῦ ξ Ἀρίσταρχος καὶ Ἀριστοφάνης. ἄλλοι
δὲ πελέμιξεν διὰ τοῦ ξ.
444. *ἀντὶ τοῦ ὥρμα ὁ σίδηρος πρόσω χωρῆσαι.
446. *ἦ ἄρα ἄρα ἀξίως καὶ δεόντως δοκοῦμέν σοι αὐχεῖν, τρεῖς
ἀνθʼ ἑνὸς πεφονευκότες;
*οὕτως Ἀρίσταρχος δή τι ἐΐσκομεν, χωρὶς του σ.
447. * οὕτως Ἀρίσταρχος διὰ τοῦ. Ζηνόδοτος διὰ τοῦ ᾶ.
448. * ἐναντίον γράφεται καὶ ἐναντίος.
449. *Ἀρίσταρχος χυρὶς τοῦ σ ἴδῃ.
450. Κρήτῃ ἐπίουρον τοῦτο τριχῶς ἀνεγνώσθη. Ζηνόδοτος γὰρ
ὡς ἐπίκουρον, ἐκδεχόμενος βασιλέα καὶ φύλακα. καὶ Ἀρίσταρχος
δὲ οὕτως, ἐκδεχόμενος τὸν φύλακα. μέμνηται δὲ καὶ ὁ Δίδυμος τῆς
ἀποδόσεως καὶ Τρύφων. ἐκεῖνο δὲ προστίθησιν ὁ Τρύφων, ὅτι ὁ
ἐπίουρος, ὡς ἐπίσκοπος, οὐ πάντως ἔχει ἐγκείμενον τὸν οὐρόν τὸν
φύλακα κατὰ ταύτην τὴν ἀπόδοσιν· τί γὰρ κεκώλυκε παρὰ τὸ
ὁρῶ εἶναι ἐπίορον καὶ ἐπίουρον τὸν ἐπιορῶντα, ἐψιλῶσθαι δὲ διὰ τὴν
ἐπένθεσιν τοῦ ῦ; καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα τούτοις. εἰσὶ δὲ
οἳ ἀνέστρεψαν τὴν πρόθεσιν, Κρήτῃ ἔπι. ὁ δὲ Ἀσκαλωνίτης
παρέλκειν ἡγεῖται τὴν ἐπί· διὸ καὶ τὸν τόνον φυλάσσει τῆς προθέσεως,
ὁμοίως τῷ “βοῶν ἐπιβουκόλος ἀνήρ” (Od. 3, 422).
452. Δευκαλίων ἔμʼ ἔτικτε ὀρθοτονητέον. τὴν ἀντωνυμίαν· ἔστι
γὰρ ἀντιδιαστολή.
456. * Ἀρίσταρχος τινα. ἄλλοι δὲ εἴ τινα.
ἑταρίσσαιτο ὅτι ἀντὶ τοῦ συνεργὸν λάβοι. πρὸς τὸ “ἵκμενον
οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρον” (Od. 11, 7).
459. βῆναι ἐπʼ Αἰνείαν Τροίας ἀλούσης Αἰνείας Ἀγχίσην παραλαβὼν
τὸν πατέρα ἔφυγεν. ναυαγίῳ δὲ περιπεσὼν περὶ τὸν Ἄθω
ἀνῄει σὺν τῷ πατρί. καὶ Ἀγχίσης μὲν παρὰ τῷ Καλαύρῳ ὄρει
πλησίον Ἀνθέμου ποταμοῦ τελευτᾷ, θάψας δὲ αὐτὸν Αἰνείας ὅπου
καὶ νῦν τάφος ἐστὶν Ἀγχίσου λεγόμενος ἐν πυάνῃ κατὰ βούλησιν
τῆς μητρὸς Ἀφροδίτης πόλιν ἔκτισε τὴν ἀπʼ αὐτοῦ Αἰνειάδα προσαγορευθεῖσαν.
τελευτήσαντος δὲ τούτου ὁ ἐξ αὐτῆς γενόμενος παῖς
λάθρα ἐπὶ τὴν πατρῴαν ἀρχὴν παραγενόμενος καὶ πόλιν ἀναστήσας,
παραλαβὼν δὲ τὸν στρατὸν μετῳκησεν εἰς Ἰταλίαν καὶ κτίζει πόλιν
Ῥώμην.
461. οὕνεκ’ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν τὸ μετʼ ἀνδράσιν
δύναται ἑκατέρωσε συντάττεσθαι· ἀδιάφορον γάρ.
465. *ἐπαμύνομεν ὅτι ἀντὶ τοῦ ἐπαμύνωμεν.
*οὕτως σχεδὸν ἅπασαι, ἐπαμύνομεν.
470. *ὅτι σαφῶς φόβος ἀντὶ τοῦ φυγή.
τηλύγετος ὁ τηλοῦ τῆς ἡλικίας γεγονὼς τοῖς γονεῦσι, μεθʼ ὃν οὐκ
ἄν τις γένοιτο. οἱ τοιοῦτοι δὲ ἄνανδροι ὡς ἐπίπαν γίνονται, διὰ τὸ
πλείονος τρυφῆς ἀξιοῦσθαι ὑπὸ τῶν γονέων.
471. ὅτι ἀντιδιέσταλται τῷ φόβῳ τὸ ἔμενε, ἐξ οὗ σαφὲς ὅτι ὁ φόβος τὴν φυγὴν σημαίνει.
473. οἰοπόλῳ ἤτοι ἐν ᾧ ὄϊες ἀναστρέφονται, ὅ ἐστι πρόβατα
(πολεῖν γὰρ τὸ ἀναστρέφεσθαι)· ἢ ἐν ὦ οἶός τις καὶ μόνος πωλεῖται,
ἐξ οὗ δηλοῖ τῷ ἐρήμῳ.
474. ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον ὅτι πτῶσις ἤλλακται καὶ
πρόθεσις παρεῖται, ἀντὶ τοῦ ὑπὸ πυρὸς λάμπουσι.
476. διὰ μέσου τὸ οὐδʼ ὑπεχώρει.
477. ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ Αἰνείου ἐπιόντος.
485. *τχδʼ ἐπὶ θυμῷ ἐπὶ τῇ παρούσῃ μοι προθέσει.
οὕτως αἱ Ἀριστάρχου, διὰ τοῦ π, ἐπὶ θυμῷ, καὶ πᾶσαι οὕτως
493. πιόμενʼ ἐκ βοτάνης ὅτι ἐκ βοτάνης ἐστὶ μετὰ τὴν
βόσκησιν, ὡς λέγομεν “ἐξ ἀρίστου παρέσομαι” ἀντὶ τοῦ μετὰ τὸ
ἄριστον.
496. πρὸς τὸ αὐτοσχεδον, ὅτι ὡς σχέδην καὶ συστάδην ἀγωνιούμενοι.
499. *ἔξοχον ἄλλων οὕτως διὰ τοῦ ν ἔξοχον ἅπασαι.
502. πρῶτος ἡ Ἀριστοφάνειος πρόσθεν ἀκόντισε, καὶ μήποτε
βέλτιον· πρότερος γὰρ ἂν εἶπεν.
ἀκόντισεν Ἰδομενῆος πρὸς τὸ σχῆμα, ὅτι ἐλλείπει ἡ πρόθεσις
καὶ πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὡς ἐπʼ Ἰδομενῆα.
507. ῥῆξε δὲ θώρηκος γύαλον ὅτι οὐ κεχωρισμένος τοῦ θώρακος
τόπος τὸ γύαλον, ἀλλὰ καθόλου τὸ κύτος· καὶ γὰρ τὰ κεκοιλωμένα
ἄντρα γύαλα καλοῦσιν.
510. ἔτʼ ἄλλα οἱ μὲν τὸ πλῆρες ἐκδέχονται τὰ ἄλλα, ἐν συνα-
λοιφῇ δὲ γενέσθαι τἆλλα, ὡς τὰ ἆθλα τἆθλα. προείρηται δὲ περὶ
τῆς τοιαύτης παῤ αὐτῷ συναλοιφῆς τε καὶ συντάξεως τῶν ἄρθρων.
ἄμεινον οὖν ἐκδέχεσθαι ἔτι καὶ ἄλλα.
513. ὅτι τρέσσαι φυγεῖν μετὰ δέους, ἀλλʼ οὐ ψιλῶς φυγεῖν·
“τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰκς Ἀθήνη” (Il 5, 256).
521. οὐδʼ ἄρα πω οὐδέπω ἐμεμαθήκει. ἐζήτηται δὲ πῶς θεὸς ὢν
ὁ Ἄρης οὐκ ᾔδει περὶ τοῦ υἱοῦ. ῥητέον οὖν ὅτι παρὰ τῷ ποιητῇ οἱ
θεοὶ σωματικῶς λαμβανόμενοι ἀνθρωποειδῶς ἐφίστανται, ἀθανασίᾳ
μόνῃ διαφέροντες τῶν ἀνθρώπων, τοῖς δʼ αὐτοῖς ἐνέχονται πάθεσιν.
τὸ βριήπυος οὕτως ἐγένετο. ἦπυς ὡς γῆρνς, μελίγηρυς, ἔπειτα γενικὴ βριήπυος, ἥτις εἰς εὐθεῖαν μετέστη, ὁ βριήπυος· οὐ γὰρ ἄηθες γενικὰς ἀναπέμπεσθαι εἰς εὐθείας, καὶ μάλιστα παρὰ τῷ ποιητῇ. διὸ καὶ προπαροξύνει αὐτὸ ἡ συνήθεια. ταῦτα ὁ Ἡωδιανὸς ἐν τῷ θʼ τῆς καθόλου.
541. * οὕτως Ἀρίσταρχος, χωρὶς τοῦ ι. ἔνιοι δὲ Αἰνείας δʼ Ἀφαρἥα.
542. τὴν οἷ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰς σύνθετον.
543. ἑάφθη Ἀρίσταρχος δασύνει, ἀπὸ τοῦ ἕπεσθαι· φησὶ γὰρ
ὅτι ἐπηκολούθησεν αὐτῷ· καὶ δῆλον ὅτι παρὰ τὸ ἔπω ἥφθη ἢ εἴφθη
ὥφειλεν εἶναι ὁ ἀόριστος, καὶ κατὰ διαίρεσιν ἐγίνετο ἑάφθη, ὡς τὸ
ἤγη ἐάγη, ἤλη ἐάλη, ἥλω ἑάλω, τῆς δασείας ἐπὶ τὴν ἀρχὴν
χωρούσης, ὡς ἔθος. ταῦτα ὁ Τρύφων ἀπεφαίνετο ὑπὲρ τοῦ Ἀριστάρχου,
πιθανῶς πάνυ. ἡμεῖς δʼ ἔχομεν περὶ τὸν σχηματισμόν τι
ἐξαίρετον συμβεβηκὸς ἐπιστῆσαι πρὸς τὸ πρῶτον. ἡ ει δίφθογγος
ἐν τοῖς παρυχημένοις ἄρχουσα εἰ διαιροῖτο, εἰς δύο εε διαιρεῖται,
εἶρτο ἔερτο (“ἀτὰρ ἠλέκτροισιν ἔερτο” Od. 15, 460)· εἴργνυ ἐέργνυ
(“κατὰ συφεοῖσιν ἐέργνυ” Od. 10, 238). οὐκ ἄρα ἐκ τοῦ εὅφθη
ἐγένετο ἡ διαίρεσις. δῶμεν δὲ ἀπὸ τοῦ η ἄρχεσθαι τὸ ἥφθη, ἐπεὶ
ἀδιαφόρως τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα εἴωθε κλίνεσθαι καὶ διὰ
τῆς ει διφθόγγου κατʼ ἀρχὴν καὶ διὰ τοῦ η· ἀπὸ γοῦν τοῦ ἑλκῶ
περισπωμένου εἵλκεον φήσας τὸν παρατατικὸν, διὰ τοῦ η τὸν ἀόριστον
ἐξήνεγκεν ἐν τῷ “Λητῶ γὰρ ἥλκησε Διός” (Od. 11, 580). ἀλλʼ
οὐ θέλει πάλιν τὸ η τὸ κατʼ ἀρχὴν τῶν παρυχημένων εἰς ε καὶ α
διαλύεσθαι, ὁπότε ὁ ἐνεστὼς ἄρχει ἀπὸ τοῦ ε· ἀπὸ μέντοι τοῦ α
καὶ η, ὡς δῆλον ἐκ τῶν τοιούτων, ἤλη ἐάλη (ἀλῶ γὰρ τὸ θέμα·
πρόδηλον κἀκ τῆς ἀλείς μετοχῆς), ἤγη ἐάγη. πῶς οὖν παρὰ τὸ
ἔπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖσθαι: διὸ ὁ Τυραννίων
ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται ἀόριστος, φησὶν, ἥφθη, καὶ
ποιητικῶς ἅφθη, προσόδῳ δὲ τοῦ ε ἑάφθη. ὅτι δὲ τὸ προσερχόμενον
ε ταῖς δασυνομέναις λέξεσι μεταληπτικὸν γίνεται τῆς ἐκείνων δασύτητος,
πρόδηλον κἀκ τοῦ ἔερσα ἔεδνα ἑήνδανε ἑώρων. οὕτως οὖν καὶ
τὸ ἑάφθη ἔχει. σημαίνει δὲ τὸ οἱονεὶ συνήφθη αὐτῷ. ταῦτα μὲν
ὁ Τυραννίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεσιν παραλαμβάνειν ὁ ἀνὴρ,
οὐδὲν ἦν τὸ κωλῦον.
546. * ἀπὸ Ζηνόδοτος διὰ δὲ φλέβα.
548. ὅτι πᾶσαν ἀντὶ τοῦ ὅλην, καὶ ὅτι ἐπὶ τὴν πληγὴν πέπτωκε
διὰ τὸ παραλελύσθαι τὴν νωτιαίαν φλέβα καὶ μηκέτι εἶναι τὸ
ἀντέχον νεῦρον.
551. *περισταδόν Ζηνόδοτος καὶ Ἀριστοφάνης διὰ τοῦ α παρασταδόν.
557. *οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας ὅτι πτῶσις ἤλλακται δοτικὴ ἀντὶ
γενικῆς οὐδὲ αὐτοῦ τὸ ἔγχος.
563. *κυανοχαῖτα ὅτι ἀντὶ τοῦ κυανοχαίτης.
564. *σκῶλος ὅτι ἅπαξ ὁ σκῶλος.
*ἀκάνθης εἶδος ὁ σκῶλος, ἣ πυρωθεῖσα εὔτονος γίνεται.
σκῶλον τὸν σκόλοπα· οἱ γὰρ ἄγροικοι ἀποξύνοντες τὰ ξύλα πυρακτοῦσι τὸ ἄκρον, ὅπως πιληθὲν εἴη στερρότερον· χρῶνται δὲ αὐτῷ ἀντὶ αἰχμῆς. ἐπεὶ οὖν καὶ τὸ δόρυ οὐ σφόδρα τὴν δύναμιν ἐνεργὸν εἶχεν, ἔμεινε, φησὶν, ἐπὶ τοσοῦτον διελθὸν ὅσον καὶ σκῶλος περονῆσαι δύναται.
569. * Ἄρης ὁ πόλεμος κυρίως, δι’ ὃν ἡ τρῶσις.
570. * ἐν ἄλλῳ ὁ δὲ σχόμενος.
575. * ἵτι πτῶσις ἤλλακται ἀντὶ τοῦ τοῦ δὲ σκότος ὄσσε.
577. Θρηϊκίῳ μόνοι γὰρ ἐν βαρβάροις οἱ Θρᾷκες μεγίστοις
ξίφεσι χρῶνται. ἢ οὖν ἀπό τοῦ ἐπικουρικοῦ τῶν Θρμκῶν εἶχεν λαβὼν,
ἢ μετεπέμψατο ὡς καλλιστεῦον· οἱ δὲ τῇ καλουμένῃ ῥομφαίᾳ.
583. τόξου πῆχυν ἀνεῖλκεν οἱ μὲν κατὰ Δωριέας τὴν νευρὰν, οἱ
δὲ τὸ κέρας· οἱ δὲ τῷ πήχει τὸ τόξον εἷλκεν.
584. *ὁμαρτήτην Ἀρίσταρχος ὁμαρτήδην ὡς τμήδην.
τὼ δʼ ἄρʼ ὁμαρτήτην ὅτι ἐπὶ τοῦ Ἔλένου ὕστερον εἰπὼν ἀπʼ
αὐτοῦ ἤρξατο εἰπὼν “Πριαμίδης μὲν ἔπειτα,” πρὸς τὸ δεύτερον.
586. Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος ὅτι τὸ ἔπειτά ἐστι
μετὰ ταῦτα, πρὸς τὸ “Φοῖνιξ μὲν πρώτιστα, αὐτὰρ ἔπειτʼ Αἴας
τε μέγας” (Π. 9, 168). οὐκ ἔστι νῦν ἀντὶ τοῦ μετὰ ταῦτα, ἀλλʼ
ἀντὶ τοῦ δή· ἵμα γὰρ ἔπεμψεν ὁ μὲν τὸν ὀϊστὸν, ὁ δὲ τὸ δόρυ.
588. πτυόφιν πτύου. πτύον δέ ἐστιν ἐν τὰ ἠλοημένα γεννή-
ματα ἀναβάλλουσι χωρίζοντες τοῦ ἀχύρου. ὁ δὲ τύπος παραγωγή.
τῇ φι παραγωγῇ ὁ ποιητὴς κατὰ τριῶν κέχρηται πτώσεων, ἐπὶ
γενικῆς, δοτικῆς, αἰτιατικῆς. “ἢ ἐπὶ δεξιόφιν” (308)· ἔστι γὰρ
ἢ ἐπὶ τὰ δεξιά. ἢ ἐπʼ εὐθείας· Ἡσίοδος (0. 214) “ὁδὸς δʼ
πτυόφιν τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ τρόπον
χειρὸς ἔχοντα, οἷς καὶ τὴν γῆν μεταβάλλουσι, θρίνακάς φασι.
παρὰ δὲ Ἀττικοῖς πτύα.
589. θρῴσκωσιν κύαμοι περιφερεῖς γὰρ ὄντες ῥᾷον τῶν πυρῶν
ἀφάλλονται.
594. τὴν βάλεν ἧ ῥʼ ἔχε οὕτως. ᾗ ῥʼ ἔχε τόξον μετὰ τοῦ ι.
αἱ Ἀριστάρχου· ἔστι γὰρ, καθʼ ὃ μέρος κατεῖχεν, ὡς ἐπὶ τοῦ “ᾗ
ῥ’ ἴδε γυμνωθέντα” (Π. 12, 389). τινὲς δὲ ἄνευ τοῦ ι γράφοντες
ἐφʼ ὅλης τῆς χειρὸς δέχονται τὸ λεγόμενον, τὴν κατέχουσαν τὸ
τόξον χεῖρα.
599. *ἐύστρόφῳ Ἀρίσταρχος ἐϋστρεφεῖ, ὡς ἀπὸ τοῦ ἐῦστρε-
φής.
608. *ἔσχεθε γρ. ἔσχετο.
609. * Ζηνόδοτος μέγα δʼ ἤλπετο νίκην
610. ξίφος ἀργυρόηλον ὅτι Ζηνόδοτος γράφει χείρεσσι μάχαιραν.
ἀγνοεῖ δὲ ὅτι Ὅμηρος τὴν παραξιφίδα μάχαιραν καλεῖ,
τὸ δὲ πολεμιστήριον ξίφος.
613. * ἐφίκοντο οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ἀφίκεσθον,
Ἀριστοφάνης δὲ ἀφικέσθην.
617. οὕτως πέσον αἱ Ἀριστάρχου διὰ τοῦ ο, ὡς ἐκεῖ “ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον” (Π. 12, 159).
622. ἄλλης μὲν λώβης τοῖς εἰς ἐμὲ ὑμῖν πεπραγμένοις ἄλλο
μὲν οὐδὲν ἐνδεῖ τῶν αἰσχρῶν.
*τοῦτο ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον· λείπει γὰρ τὸ ἐστέ ἢ τὸ ἐσμέν.
623. ὅτι πρὸς τὴν λώβην μόνην ἀπαντήσας ἐπήνεγκεν ἢν ἐμὲ λωβήσασθε.
ἡ μὲν συνήθεια πάλιν συνάπτει ἕως τοῦ κύνες· δύναται δὲ καθʼ ἑαυτὸ λέγεσθαι μόνον τὸ κακαὶ κύνες, καὶ μᾶλλόν γε τὸν σχετλιασμὸν ἐμφαίνει.
626. οἵ μευ κουριδίην πρὸς τὴν κουριδίαν, ὡς ἐκ παρθενίας αὐτὴν
ἔσχεν ὁ Μενέλαος, καὶ οὐκ οἶδε τὰ περὶ τῆς Θησέως ἁρπαγῆς.
*καὶ κτήματα πάντα ἐν ἄλλῳ καὶ κτήμαθʼ ἅμʼ αὐτῇ.
627. μὰψ οἴχεσθʼ ἀνάγοντες ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει
μὰψ οἴχεσθον ἄγοντες. καὶ τὸ δυϊκὸν συγχεῖται ἐπὶ πολλῶν
τασσόμενον· καὶ ἠγνόηκεν ὅτι ἀναγωγὴν καλεῖ τὸν ἐκ Πελοποννήσου·
εἰς Τροίαν πλοῦν.
φιλέεσθε παρʼ αὐτῇ διχῶς αἱ Ἀριστάρχου, καὶ διὰ τοῦ ε.
629. ἥρωας Ἀχαιούς ὅτι σαφῶς πάντας τοὺς Ἕλληνας ἥρωας
καλεῖ, πρὸς Ἵστρον λέγοντα μόνους τοὺς βασιλεῖς ἥρωας λέγεσθαι
ὑφ᾿ Ὁμήρου.
638. ὁ νοῦς· πᾶς τις, φησὶ, τῶν τερπνῶν βούλεται κορεσθῆναι ἢ τοῦ πολέμου, οἱ δὲ Τρῶες οὐχ οὕτως.
643. *πρὸς τὴν περὶ τοῦ Πυλαιμένους ζήτησιν.
649. *ὅτι πτῶσις ἤλλακται, χρόα ἀντὶ τοῦ χρωτός.
653. *κατʼ αὖθι βραχὺ διασταλτέον πρὸς τὸ σαφές.
657. ἐς δίφρον ἀνέσαντες Ἀπολλώνιος ὁ Ῥόδιος ἐν τῷ πρὸς
Ζηνόδοτον ἐς δίφρον ἀναθέντες.
*ὅτι θηλυκῶς τὴν Ἴλιον·
658, 659. ἀχνύμενοι, μετὰ δέ σφι—ποινὴ δʼ οὔτις παιδός ἀθετοῦνται
ἀμφότεροι, ὅτι πλανηθείς τις ἐκ τοῦ “ὅς ῥα πατρὶ φίλῳ ἕπετο”
ἔταξεν αὐτοὺς, ἵνα καὶ ὁ πατὴρ τὸν υἱὸν ὀδύρηται. οὐ λέγει δὲ νῦν
ἔπετο, ἀλλʼ ὅτε τὸ πρῶτον ἐκ τῆς πατρίδος παρεγίνετο. διὸ καὶ
πρόσκειται τὸ “ἐς Τροίην, οὐδʼ αὖτις ἀφίκετ.” εἰ δὲ μένοιεν οἱ
στίχοι οὗτοι, νοητέον ὁμωνυμίαν εἶναι.
ζητεῖται πῶς ἀνωτέρω (Π. 5, 576) ἀνῃρημένος ὑπὸ Μενελάου ὁ
Πυλαιμένης τὰ νῦν δύναται ἀκολουθεῖν τῷ παιδὶ καὶ κλαίειν. ἔστι
659. ποινὴ δʼ οῦ τις παιδὸς ἐγίνετο τεθνηῶτος ἐπεὶ οὐχ ὁ πατὴρ
τιμωρεῖ αὐτῷ, ἀλλʼ ὁ Ἀέξανδρος χαλεπήνας ὑπὲρ τοῦ ἀνῃρημένου
Εὐχήνορα τὸν Κορίνθιον ἀναιρεῖ.
663. ὅτι δισσὰς εἱμαρμένας ὑποτίθεται τοῦ Εὐχήνορος, καθάπερ καὶ ἐπʼ Ἀχιλλέως (Π. 9, 411) “διχθαδίας κῆρας φερέμεν.”
669. *θωήν νῦν τὴν μέμψιν.
674. βραχὺ διασταλτέον, Διὶ φίλος· διὰ μέσου γάρ ἐστι τὸ οὐδέ τι ᾔδη.
681. Αἴαντός τε νέες ὅτι τοῦ Λοκροῦ λέγει Αἴαντος· οὕτος γὰρ
πλησίον ἐνεώλκει τοῦ Πρωτεσιλάου. πρὸς τὰ περὶ τοῦ ναυστάθμου.
683. τεῖχος χθαμαλώτατον ἀντὶ τοῦ χθαμαλόν, ὡς “ἀκρότατον
δʼ ἄρʼ ὀϊκτός” (Π. 4, 139)· ἦν δὲ χθαμαλὸν διὰ τὸ ἀφῃρῆσθαι
τῆς ἐπάλξεως ὑπὸ Σαρπηδόνος, ἢ ὡς πρὸς σύγκρισιν τοῦ πολυανδρίου,
ὡς ἠπειγμένως ποιήσαντες οὐκ ἐξωμάλισαν αὐτό· διὸ καὶ ἡ ὑπέρβασις
τοῖς βαρβάροις δυνατὴ γέγονεν.
684. ζαχρηεῖς λίαν ἐπιβαροῦντες, παρὰ τὸ χραύειν.
685. Ἰάονες οἱ ἐν Πελοποννήσῳ Φθιῶται οἱ ὑπὸ Ἀχιλλεῖ, Φθῖοι
δὲ οἱ ὑπὸ Πρωτεσιλάῳ καὶ Φιλοκτήτῃ.
687. σπουδῇ ἐπαίσσοντα ὅτι τὸ σπουδῇ ἀντὶ τοῦ μόγις καὶ
δυσέργως ἀπὸ τῶν νεῶν αὐτὸν ἀπεῖργον.
692. ὅτι ἐν ἄλλοις οὐ νοῶν Ζηνόδοτος ὅτι Μέγης Φυλέως ἐστὶ,
γράφει “Φυλείδην τε Μέγην τε” (Π. 19, 239).
*οὕτως Μέγης, ἔξω τοῦ τε· οὗτος γάρ ἐστι Φυλείδης.
693. Φθίων ὡς Χίων, βαρυτόνως· καὶ γὰρ Φθῖοι ὡς Χῖοι· “Λοκροὶ καὶ Φθῖοι”(686).
694. ὅτι σαφῶς Ὀϊλεύς σὺν τῷ ο· πρόκειται γὰρ ἄρθρον, ὁ μὲν
νόθος υἱός. πρὸς Ζηνοδοτον γράφοντα (Π. 12, 365) “ἀλλʼ οὐκ
Ἰμιάδῃ.”
697. *ὅτι σὺν τῷ ο Ὀϊλεύς.
702. *ἵστατʼ ἀπʼ Αἴαντος Ζηνόδοτος χάζετʼ ἀπʼ Αἴαντος.
705. *χωρὶς τοῦ ν, ἀνεκηκίει, καὶ διὰ τοῦ ῑ.
707. ἱεμένω ὅτι ἀντὶ τοῦ ἱεμένους· τὸ γὰρ ἱεμένω ὀρθὴν καὶ αἰτιατικὴν
σημαίνει, καὶ ὅτι τέμει ἀντὶ τοῦ τέμνῃ.
τέμει δέ τε τέλσον ἀρούρης τέλσον ὡς χέρσον· γέγονε δὲ κατὰ
μεταβολὴν, παρὰ τὸ τέλος, πλεονάσαντος τοῦ σ.
712. οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι ὅτι Ζηνόδοτος γράφει ἀλλʼ
οὐκ Ἰλιάδῃ. ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει Ὀϊλιάδης.
713. *σφι οὕτως Ἀρίσταρχον χωρὶς τοῦ ν, σφι· Ἀριστοφάνης
δὲ σὺν τῷ ν.
724. * ὅτι θηλυκῶς τὴν Ἴλιον.
725. *ὅτι ἐλλείπει ἡ πρός, πρὸς Ἕκτορα.
727. οὕνεκά τοι περὶ δῶκε τὸ περί ἀντὶ τοῦ περισσῶς· τὸ δὲ
δῶκε προπερισπαστέον.
*τοῦτο ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον· λέγει δὲ ἐν ὑποκρίσει ἐρωτῶν.
731. ἐν ἄλλῳ καὶ οὕτος “ἄλλῳ δʼ ὀρχηστὺν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν.”
733. * πολλοί Ἀριστοφάνης πολλόν.
734. περισπαστέον τὸ πολεῖς ὡς ταχεῖς, ὁμοίως τῷ “πολεῖς ὀλέσαντʼ αἰζηούς” (Il.15, 66). τοῦτο δέ φημι, ἐπεί τινες βούλονται ἕνεκα ἐμφάσεως μείζονος βαρυτόνως ἀναγινώσκειν, οἷς μάχεται καὶ ἡ ὀρθογραφία ἡ κατʼ Ἴωνας. ἡ διπλῆ δὲ, ὅτι κατὰ συναλοιφὴν ἐκληπτέον, ἵνα διαιρῆται, μάλιστα δέ κε αὐτός.
736. πάντη γάρ σε περὶ στέφανος ὅτι στέφανον ἡρωϊκὸν πρόσωπον
ὠνόμακε διὰ τῶν γενομένων αὐτῶν· οὔτε γὰρ οἱ τῆς Πηνελόπης
μνηστῆρες οὔθʼ οἱ Φαίακες οὔθʼ οἱ ἐπὶ τῶν θυσιῶν ἐστέφοντο. ἀλλʼ
ἴσως ἀπὸ τῆς κατὰ τὴν ἐμπλοκὴν στεφάνης διὰ τὸ κυκλοτερὲς
εἴρηται.
740. *ὅτι ἀρίστους τοὺς ἀριστέας, πρὸς τὸ “οὕνεκʼ ἄριστος ἔην” (Il. 2. 580).
745. μὴ τὸ χθιζόν ὅτι μεταφορικῶς χθιζὸν χρεῖος τῷ ἴσῳ
σταθμῷ ἀποκαταστήσωσι, τουτέστι μὴ ὃ ἡμεῖς ἐλάβομεν χθὲς
νικῶντες, σήμερον εἰσπράξωσιν.
ἄλλως. μή πως τὴν χθεσινὴν ἧτταν ἀποδώσουσιν ἡμῖν οἱ Ἕλληνες, ὥσπερ σταθμῷ δεδανεικότες. μηδέπω γὰρ νομισμάτων ὑπαρχόντων σταθμῷ ἐδάνειζον οἱ ἀρχαῖοι χρυσίον καὶ ἀργύριον καὶ τὰ παραπλήσια.
752. *εἰς τὸ καταπονούμενον μέρος.
754. ὅτι νιφόεντα τὰ ὄρη. καὶ Ὄλυμπος τοιγαροῦν ὄρος· νιφόεις γὰρ λέγεται (Il. 18, 615).
759. *Ὑρτάκου ὡς θυλάκου· τὰ γὰρ εἰς κος λήγοντα τρισύλλαβα,
τὴν πρώτην συλλαβὴν εἰς ἀμετάβολον καταλήγουσαν ἔχοντα,
προπαροξύνεται, Λάμψακος Ῥρύνδακος· “Ῥύνδακον ἀμφὶ βαθύσχοινον.”
οὕτως οὖν καὶ Ὕρτακος.
761. τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ὅτι συλληπτικῶς ἐπὶ τῶν
τετρωμένων καὶ τῶν ἀπολωλότων· οὐ πάμπαν μὲν γὰρ ἀπήμονες οἱ
τραυματίαι, οὐκ ἀνόλεθροι δὲ οἱ τετελευτηκότες.
764. βεβλημένοι οὐτάμενοί τε ἀντὶ τοῦ οἱ μὲν ἀπὸ μήκους
βεβλημένοι δόρατι ἢ ἰῷ, οἱ δὲ ἐκ τοῦ ἐγγὺς τετρωμένοι ξίφει ἤ τινι
τοιούτῳ.
*ὅτι πάλιν συλληπτικῶς· οἱ μὲν γὰρ ἐβέβληντο, οἱ δὲ οὐτάμενοι ἦσαν.
765. * ὅτι τοῦ ναυστάθμου τὰ ἀριστερὰ λέγει.
772. ἠθικῶς ὁ τοί ἐνταῦθα· οὐ γὰρ παρέλκει, ἀλλὰ ἔχει χώραν κυριωτάτην, ἐπεὶ καὶ τὸ ὅλον διʼ Ἀλέξανδρον πράττεται.
κατʼ ἄκρης ἕως τῆς ἀκροπόλεως· τινὲς δὲ κρῆς μονοσυλλάβως,
ἐπεὶ καὶ κρῆθέν φησιν.
*κατὰ κρατός.
773. * ὅτι θηλυκῶς ἡ Ἴλιος, καὶ τὸ τοί παρέλκει· οὐ γὰρ αὐτῷ μόνῳ ἦν ὄλεθρος, ἀλλὰ καὶ τοῖς ἄλλοις.
*νῦν σοι ζήσεται αἰπὺς ὄλεθρος.
777. *τι τὸ μέλλω ἀντὶ τοῦ ἔοικεν.
782. ὅτι συλληπτικῶς τὸ τῷ ἑτέρῳ συμβεβηκὸς ἐπʼ ἀμφοτέρων τέταχεν· οὐ γὰρ ἀμφότεροι ἐτύπησαν, ἀλλʼ ὁ μὲν Ἕλενος ἐβλήθη, ὁ δὲ Δηΐφοβος ἐτύπη.
785. *οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ μεμαῶτες.
786. *ἀλκῆς ἀντὶ τοῦ ἀλεξήσεως καὶ βοηθείας.
787. πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν τὸ
ἑξῆς, οὐκ ἔστι πολεμίξειν· τὸ δὲ ἐσσύμενον διὰ μέσου. οὕτως
οὖν διορθωτέον διαστολῇ ἑκατέρωθεν.
791. Ὀρθαῖον ὡς Ἀλκαῖον, ἐπεὶ, φησί, τὰ διὰ τοῦ αῑος τρισύλλαβα,
ἔχοντα τὴν πρώτην συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν,
προπερισπᾶσθαι θέλει, χερσαῖος ὀρφναῖος ἑρσαῖος ἀρχαῖος Ἀρναῖος
Τρικκαῖος Ἑρμαῖος· ὅθεν τὸ Ἑρμαῖον κάρα παρὰ Σοφοκλεῖ. τὸ δὲ
“ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν” (Od. 16, 471) ὡς εἰς ἰδιότητα. καὶ
τὸ ἐπὶ τοῦ κυρίου πρὸς ἀντιδιαστολὴν διάφορον τόνον ἀνεδέξατο, ὡς
Ἀθηναῖος καὶ Ἀθήναιος, ἀγοραῖος καὶ ἀγόραιος. οὕτως οὖν καὶ Ὀρθαῖος
προπερισπωμένως ἀναγνωστέον· οὐδεμία γὰρ ἀντιδιαστολὴ ἐπὶ
τοῦ ὀνόματος κεχώρηκεν.
793. ὅτι ἀμοιβοὶ οἱ διαδεξάμενοι τοὺς ἔμπροσθεν παραγενο
ἐπικούρους, ἤτοι οἱ ἐξ ἀμοιβῆς καὶ ἐναλλάξεως παραγεγονότες
συμμαχῆσαι τοῖς Τρωσὶν ἀντὶ τῶν πρότερον συνεργούντων αὐτοῖς
πολιτῶν· διὰ γὰρ τὸ ἐπὶ δέκα ἔτη τὸν πόλεμον ἀνύεσθαι οἱ
πρῶτοι, κεκμηκότες κατὰ μάχην, ἰσαρίθμων αὐτοῖς ἄλλων ἀποστελλομένων
ἀπεπέμποντο, ὡς εἰκός. ἐξ ἀμοιβῆς ἀμύνοντες. ἢ οἱ ἀμοιβὴν
ἀποδιδόντες τῷ Πριάμῳ διὰ τὸ καὶ αὐτὸν συμμαχῆσαι Φρυξίν
(Il. 3, 188). ἐπιφέρει γὰρ “ἠοῖ τῇ προτέρᾳ·” λέγει γὰρ ἐν τῷ
καταλόγῳ “Φόρκυς δʼ αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδής” (Il.
2, 861). οἷον ἀμοιβοί πεζοί· διὰ γὰρ τῆς ἀμοιβῆς τῶν ποδῶν γίνεται
ἡ τῶν πεζῶν ἔφοδος.
797. * οὕτως μετὰ τοῦ συνδέσμου, θεσπεσίῳ δʼ ὁμάδῳ.
799. διασταλτέον βραχὺ φαληριόωντα καὶ ἄλλα· στικτέον δὲ αὐτὰρ ἐπʼ ἄλλα.
803. πρὸ ἕθεν ὁμοίως τῷ ἀπὸ ἕθεν (Il. 6, 62) ἀναγνωστέον κατʼ
ὀρθὴν τάσιν. προείρηται δὲ περὶ τῆς ἀντωνυμίας.
808. ὅτι Ζηνόδοτος ὑποτάσσει “λίην γάρ σφι πᾶσιν ἐκέκριτο
θάρσεϊ πολλῷ.” τοῦτο δὲ ἐπὶ τῶν προκειμένων δηλοῦται. καὶ ὁ Ἀρίσταρχος
περὶ τοῦ στίχου οὕτως λέγει ὅτι ἐν τοῖς Ζηνοδοτείοις
ἐφέρετο.
809. βιβάσθων Τυραννίων περισπᾶ, οὐχ ὑγιῶς· ὁ γὰρ χαρακτὴρ
βαρεῖαν τάσιν ἀπαιτεῖ, εἴτε ἀπὸ τοῦ βιβῶ βιβάθω γενομένου τοῦ
ῥήματος, περιπλεονάσαντος τοῦ σ, ὥς φησι Φιλόξενος, εἴτε ἀπὸ ὀνόματος
τοῦ βιβαστός βιβάσθων ὡς ἀϊστός ἀίσθων· γίνεται γάρ τινα
ἀπὸ τῶν εἰς τος κατὰ μεταβολὴν τοῦ τέλους εἰς θω βαρύτονον ῥήματα,
ἐγερτός ἐγέρθω, ἐρεκτός ἐρέχθω, ἀϊστός ἀίσθων· οὕτως καὶ
παρὰ τὸ βιβαστός βιβάσθων. παραιτητέον δὲ καὶ τοὺς ὀξύνοντας ὡς
δεύτερον ἀόριστον.
810. * Ἀρίσταρχος αὕτως· ἄλλοι δὲ ούτως.
820. *ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.
824. βουγάϊε τὴν γῆν ἐργαζόμενε βοῦ, διὰ τὸ δυσκίνητον καὶ μὴ
δρομικὸν, ὡς Ἀχιλλεὺς, καὶ μέγα τοῦ σώματος. ἢ ἐπὶ τῇ ἀσπίδι
γαίων, ὅ ἐστι γαυριῶν. οἱ δὲ βουκάϊε, ὅ ἐστιν ἀγροῖκε βοῦ. Νίκανδρος
δέ φησιν ὅτι Δουλιχιῶται καὶ Σάμιοι τοὺς ἐσθίοντας τὸ
γάλα, μηδὲν δὲ ἰσχύοντας, βουγαΐους καλοῦσιν.
Ζηνόδοτος βουγήϊε διὰ τοῦ η· ὁ δὲ Ἀρίσταρχος διὰ τοῦ ᾱ, τάχα ἐπεὶ γαίων ὡς ἐπὶ τὸ πλεῖστον ὁ ποιητὴς λέγει.
830. * σημείωσαι τὸν χρόα.
832. * ἐπί ἐν ἄλλῳ παρὰ νηυσίν.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
1. Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχή σφόδρα συνετῶς εἰσάγεται ὁ
Νέστωρ μὴ νικώμενος ὑπὸ μέθης τὸν λογισμόν. δηλοῖ δὲ ὡς οὐδὲ
ἡ χρεία τῶν ἡδέων κατὰ τὴν δίαιταν τοῖς σπουδαίοις ἐμποδὼν πρὸς
ἐπίσκεψιν γίνεται. ἐζήτηται δὲ πῶς ὁ Νέστωρ ἐπὶ τοσοῦτον πίνει
χρόνον, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων τῆς Λ. καὶ ῥητέον ὅτι οὐ
τοσοῦτον χρόνον ἔπινεν, ἀλλʼ Ὅμηρος κατὰ παρέκβασιν ἀπαγγείλας
τὰς πράξεις, βουληθείς τε ἐπὶ τὸν Νέστορα μεταβῆναι, πάλιν ἀπὸ
ταύτης τῆς πράξεως ἤρξατο ἀφʼ ἧσπερ αὐτὸν καὶ κατέλιπε ποιοῦντα.
στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· ὁ γὰρ λόγος, Νέστορα δὲ
καίπερ πίνοντα ὅμως οὐκ ἔλαθεν ἡ βοή· πρὸς ἄλλοις γὰρ ἡ τοῦ
πίνοντος ψυχή. ἀπρεπὲς δέ τινες οἰηθέντες εἶναι καὶ οὐ κατὰ πρεσβύτην
τὸ πίνειν, ἐπὶ τὸ ἰαχή στίξαντες τὰ ἑξῆς συνάπτουσι, πίνοντά
περ ἔμπης ἀλλʼ Ἀσκληπιάδην. πρὸς δὲ τῷ μὴ εἶναι
Ὁμηρικὸν τὸ ὑπερβατὸν, καὶ τὸ περὶ τοῦ Μαχάονος ἄτοπον, περὶ
οὗ καὶ τὴν ἀρχὴν ἐζητεῖτο εἰ δεόντως τετρωμένος οἷνον προσεφέρετο.
βελτίων οὖν ἡ συνήθης ἀνάγνωσις.
σημαίνει καὶ τὸ ἐκ προαιρέσεως μαθόντα παραπέμψασθαι, ὡς τὸ “καὶ τότʼ ἐγὼ Κίρκης λαθόμην” ἐν Ὀδυσσείᾳ (12, 226).
3. τὸ ἔσται τοῦ γενήσεται διαφέρει· τὸ μὲν γὰρ ἐπὶ τοῦ ὑπάρχοντος, ὡς “ἔσται γέρων ὅδε, “τὸ δὲ ἐπὶ τοῦ μὴ ὄντος, ὡς τὸ “γενήσεται παῖς.”
5. πῖνε ἀντὶ τοῦ πῖθι, ὡς τὸ “διεφαίνετο χῶρος πιπτόντων (Il.
10, 199) ἀντὶ τοῦ πεσόντων.
7. βρότον ὅτι οὐ πᾶν αἷμα βρότος, ἀλλὰ τὸ ἀπὸ βροτοῦ πεφο-
νευμένου. τὴν δὲ πρόθεσιν ἀναστρεπτέον· τὸ γὰρ ἑξῆς ἐστὶν ἀπολούσῃ.
8. ὅτι τὸ τάχα ἀντὶ τοῦ ταχέως, καὶ ὅτι περιωπὴ τόπος ἐξ
οὗ περιόψεταί τις πάντα. καὶ τὸν Ἀγαμέμνονα (Il. 10, 11) νοητέον
προεληλυθέναι ἐπί τινα τοιοῦτον τόπον, ἵνα ἴδῃ τὰ τῶν Τρώων πυρά.
11. ὁ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο πιθανῶς ὁ νέος εἰσῆκται κεχρη-
μένος τῇ χρυσῇ ἀσπίδι· προείρηκε γὰρ περὶ αὐτῆς ὁ ποιητὴς, ἀλλʼ
ἐφομαρτεῖτον καὶ σπεύδετον, ὄφρα λάβοιμεν ἀσπίδα Νεστορέην, τῆς
νῦν κλέος οὐρανὸν ἵκει, πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν”
(Il. 8, 191).
13. ὅτι οὐ κατὰ τὸ ἀκριβὲς ἐκτὸς τῆς κλισίας ἔστη, ἀλλ᾿ ἐπὶ τὴν περιωπὴν προῆλθεν.
15. ἐρέριπτο ἔστι ῥῆμα ἐρίπτω, σημαῖνον τὸ πίπτω· “ἤριπε δʼ
ὡς ὅτε τις δρῦς ἢ ἀχερωίς” (Il. 13, 389). σημαίνει δὲ καὶ τὸ καταβάλλω·
“ῥεῖʼ ὄχθας βαθείας ποσσὶν ἐρίπτων” (Il. 15, 356) ἀντὶ
τοῦ καταρίπτων καὶ καταβάλλων. οὗ γίνεται παθητικὸν ἐρίπτομαι
ἀντὶ τοῦ καταβάλλομαι, καὶ ἤριμμαι παρακείμενος, καὶ ἠρίμμην
ὑπερσυντέλικος, ἤριψο ἤριπτο, καὶ Ἀττικὸς διπλασιασμὸς ἐρήριπτο,
καὶ κατὰ συστολὴν ἐρέριπτο.
16. *πορφύρῃ ἐν τῇ Ζηνοδότου πορφύρει διὰ τῆς εῑ.
ὡς δʼ ὅτε πορφύρῃ ὅτι πορφύρῃ μελανίζῃ. εἴωθε δὲ, ὅταν ἀρχὴν
λαμβάνῃ κινήματος ἡ θάλασσα, μελανίζειν· διὸ μεταφέρει ἐπὶ
τοὺς κατὰ ψυχὴν μεριμνῶντας καὶ ταρασσομένους. καὶ ὅτι κωφῷ
λέγει τῷ ἀφώνῳ καὶ μηδέπω καχλάζοντι καὶ ἀποτελοῦντι ἠχήν· μηδέπω
γὰρ ἀνέμου εὐκρινοῦς ὄντος τὸ κῦμα ἠρεμεῖ.
18. *οὕτως οὐδʼ ἄρα τε, διὰ τοῦ τε, αἱ Ἀριστάρχου.
20. δαϊζόμενος κατὰ θυμόν διχῆ μεριζόμενος τῷ σκέμματι τὸν
λογισμὸν, τουτέστιν ἐπὶ πολλὰ τὸν λογισμὸν μεταφέρων καὶ διασκοπούμενος.
21. διχθάδιʼ τὸ πλῆρές ἐστι διχθάδια, ὥσπερ καὶ Ἀρίσταρχε
βούλεται. διὸ τὴν χθᾱ συλλαβὴν ὀξυτονητέον. παραιτητέον δὲ τοὺς
βουλομένους εἶναι “διχθαδίῃ μεθʼ ὅμιλον” καὶ τὴν δῑ συλλαβὴν
ὀξύνοντας.
25. λάκε ὅτι οἱ μὲν ἠλλάχθαι τὸν χρόνον, οἱ δὲ ἀντὶ τοῦ ἔληκε,
ἐνδείᾳ τοῦ ε (“ὡς ἄνωρον κραδίην ἔχεις” Il. 21, 441) καὶ Ἰωνικῇ
28, *ὅτι συλληπτικῶς εἴρηκε βεβλήατο καὶ ἐπὶ τῶν οὐτασμένων.
32. προπαροξυτονητέον τὸ πρύμνῃσιν· Κράτης μέντοι προπερισπᾷ,
ἀκούων ἐπὶ ταῖς ἐσχάταις, πλανηθεὶς ἐκ τοῦ “τὰς γὰρ πρώτας
πεδίονδε εἴρυσαν.” ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴς ὡς ἐπὶ τὸ πολὺ τὸ πρυμνὸν
οὐ τίθησιν ἐπὶ διεστῶτος σώματος, ἀλλʼ ἐπὶ ἡνωμένου· “πρυμνὸν
ὑπὲρ θέναρος” (Il. 5, 339)· “τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν
τάμε” (ib. 292)· “πρυμνὴν ἐκτάμνοντες” (Il. 12, 149).
35. προκρόσσας ἔρυσαν οτι προκρόσσας τὰς κλιμακηδὸν
νενεωλκημένας ἑτέρας πρὸ ἑτέρων, ὥστε θεατροειδὲς φαίνεσθαι τὸ
νεώλκιον· κρόσσαι γὰρ αἱ κλίμακες.
36. *μακρόν διχῶς αἱ Ἀριστάρχου, μακρόν καὶ πολλόν.
Ζηνόδοτος καὶ Ἀριστοφάνης πολλόν.
ὅσσον συνεέργαθον ἄκραι ὅσον ἦν διάστημα, ὅσον συνέκλειον καὶ
συνεδέσμουν αἱ τοῦ Ἑλλησπόντου ἄκραι, τὸ Ῥοίτειον καὶ τὸ Σίγειον.
37. ὀψείοντες τὸ ὀψείοντες ὁμοίως τῷ “οἱ δὲ κακκείοντες” (Il.
1, 606). ἡ δὲ παραγωγὴ αὕτη ἡ διὰ τοῦ εῑω γίνεται ἀπὸ ἐνεστώτων
καὶ μελλόντων, ὀκνῶ ὀκνείω, ῥιγείω θαλπείω πολεμησείω βρωσείω.
κλίνεται δὲ ἕως παρατατικοῦ, ἀπὸ δὲ παρακειμένου οὐκέτι· ἔνθεν καὶ
τοῦ “Διὸς δʼ ἐτελείετο βουλή (ib. 5) τοὺς ἑξῆς χρόνους οὐκ οἴδαμεν.
ἔχει δὲ δηλούμενον τὰ τοιαῦτα τῶν ῥημάτων τοιοῦτον, ὡς
αὐτοῦ τοῦ πράγματος ἐπιθυμητικῶς ἔχειν, καὶ τὸ κακκείοντες κοιμητικῶς
ἔχειν. οὕτως οὖν καὶ τὸ ὀψείοντες ὀπτικῶς ἔχοντες.
ὀψείοντες ὅτι Ζηνόδοτος γράφει ὀψαΐοντες. εἴτε δὲ μετὰ πολὺν
χρόνον πορευόμενοι ἤθελεν ἀκούειν, εἴτε μετὰ πολὺν χρόνον ἀκούοντες,
ψεῦδος· εὐθέως γὰρ ἀκούσαντες ὥρμησαν. καὶ τὸ ὀψά ἀνελλήνιστον.
οὕτω γὰρ εἴωθε λέγειν, “ὀψὲ δὲ δὴ μετέειπε” (Il. 7, 399). ἔστι δὲ
τὸ ὀψείοντες ὀπτικῶς ἔχοντες.
ὀψείοντες Ἀρίσταρχός φησι Ζηνόδοτον γράφειν ὀψαΐοντες. ὁ δʼ
ἐπιθέτης Πτολεμαῖος τῷ ῥʼ οἵγ᾿ οὐ ψαύοντες· καὶ λόγον φησὶν
ἔχειν τὴν γραφήν.
38. ἔγχει ἐρειδόμενοι ὅτι οὐχ ἑνὶ πάντες ἐρειδόμενοι, καὶ ὅτι
κίον ἀθρόοι Ἀρίσταρχος δασύνει, φάσκων ὅτι ἀρχὴ πλήθους ὁ
τρεῖς ἀριθμός· εἰσὶ δὲ οἳ ἐψίλωσαν. ἄμεινον δὲ πείθεσθαι τῷ Ἀριστάρχῳ.
40. πτῆξε δὲ θυμόν οὕτως διὰ τοῦ τ αἱ Ἀριστάρχου, πτῆξεν,
εἰς πτοίαν ἤγαγεν· οὕτως καὶ Ἀριστοφάνης. ὁ δὲ Σιδώνιος πῆξε,
ἐν οἵῳ τρόπῳ καὶ ἐν τῷ βίῳ φαμὲν πεπηγέναι τινὰ τῷ φόβῳ. παρὰ
δὲ Ζηνοδότῳ ἐγέγραπτο ἑταίρων ἀντὶ τοῦ Ἀχαιῶν.
ἀθετεῖται ὅτι καὶ ἐκ τῶν προειρημένων νοοῦμεν ὅτι Νέστωρ ἐστὶν
ὁ γεραιός. καὶ τὸ πτῆξε ἄκυρον· ἐπὶ γὰρ τῶν ἀπολελυμένων τῇ
ἀγωνίᾳ καὶ τῷ τῆς ψυχῆς παλμῷ ἁρμόζει.
44. * δείδω ἐν τῇ Ἀριστοφάνους δείδια.
45. * ὥς Ἀριστοφάνης ὅς ποτε διὰ τοῦ ο γράφει.
ὥς ποτʼ ἐπηπείλησεν] ὅτι ταῦτα ἀναφέρεται ἐπʼ ἐκεῖνα “ἔλπομαι
εὐχόμενος Διί” (Il. 8, 526) καὶ “μνημοσύνη τις ἔπειτα πυρὸς
δηΐοιο γενέσθω, ὡς πυρὶ νῆας” (ib. 181). ἐξάκουστα δὲ ἐγίνετο
παρὰ τοῖς πολεμίοις, ὡς καὶ τὰ περὶ Ὀθρυονέα (Il. 13, 364).
48. * κεῖνος τώς ἐν ἄλλῳ κεῖνός γʼ ὥς.
ἄμεινον, ὡς καὶ ὁ Ἀσκαλωνίτης φησὶ, τὸ τὼς εἶναι ὁμοίως τῷ
“τὼς δέ σʼ ἀπεχθήρω” (Il. 3, 415).
54. *παρατεκτήναιτο ἡ παρά περιττή.
58. * γνοίης Ἀριστοφάνης χωρὶς τοῦ σ γνοίη.
νωλεμές ὅτι Ὁμηρικὸν τὸ ἔθος ὥστε ἔξωθεν τὸ τίς προσλαμβάνειν
ἀντὶ τοῦ γνοίη τις ἄν. εἴωθε γὰρ καὶ μὴ ὑποκειμένου προσώπου
πρὸς ὃ γίνεται ὁ λόγος, οὕτως χρῆσθαι· “οὐδέ κε φαίης” (Il.
3, 392) ἀντὶ τοῦ φαίη τις ἄν.
60. ἐπιμίξ Ἀρίσταρχος ὡς κουρίξ· καὶ εἴπομεν ὅτι τὰ εἰς ῑξ
ἐπιρρήματα ὀξύνεται, σημειωσάμενοι τό πέριξ βαρυνόμενον.
62. εἴ τι νόος ῥέξει ἄλλοι νόος γʼ ἔρξει. τινὲς δὲ γράφουσι νόος δʼ
ἔρξει.
63. * βεβλημένον ὅτι πάλιν συλληπτικῶς· οὐ γὰρ πάντες ἐβέβληντο.
67. διήλλαττον αἱ Ἀριστάρχου, οἷς ἔπι καὶ ᾗ ἔπι. οἷς ἔπι, τῇ τάφρῳ καὶ τῷ τείχει.
69. *μέλλει ὅτι ἀντὶ τοῦ ἔοικεν.
72. οὕτως αἱ Ἀριστάρχου ὅτε διὰ τοῦ ε, καὶ ἔστιν ἀκόλουθον τῷ “ᾔδεα γὰρ ὅτε πρόφρων” τὸ “εἶδα δὲ νῦν ὅτε.”
73. κυδάνει βαρυτονητέον ὁμοίως τῷ “οἰδάνει ἐν στήθεσσι νόον”
(Il. 9, 554).
75. ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ ἐπὶ τὸ εἰρύαται ἢ ἐπὶ
τὸ θαλάσσης· καὶ ἀμφότεραι λόγον ἔχουσι. μᾶλλον δὲ κατὰ τὸ
τέλος τοῦ στίχου· οὐ γὰρ ἐγγὺς τῆς θαλάσσης, ἀλλʼ εἰς αὐτὴν τὴν
θάλασσαν ἑλκύσαι συμβουλεύει. ἐζήτηται δὲ πῶς ὁ Ἀγαμέμνων
οὕτως ἀστρατήγως φυγεῖν προστάσσει τοῖς Ἕλλησι λέγων νῆες
ὅσαι πρῶται. ῥητέον οὖν ὅτι ἑ Ἀγαμέμνων γινώσκων αὐτοὺς μὴ
φευξομένους διὰ τὴν οἰκείαν ἀρετὴν, καὶ ὅτι οὐδὲ λαθεῖν ἠδύναντο
τοὺς πολεμίους, ἐπιτρέπει αὐτοῖς φεύγειν, ἵνα μὴ δόξῃ παρὰ δύναμιν
κατέχων αὐτοὺς ἕνεκεν τοῦ καθʼ ἑαυτὸν χρησίμου αἴτιος γενέσθαι
τοῦ πάντας ἀπολέσθαι, τοὐναντίον δὲ εὔνοιαν ἑαυτῷ πορίσηται διὰ
τὸ πᾶν ὁτιοῦν αἱρεῖσθαι ποιεῖν καὶ ὑπομένειν καὶ τὴν ἐκ τῆς φυγῆς
ἀδοξίαν ἕνεκεν τῆς ἐκείνων σωτηρίας.
78. νὺξ ἀβρότη ὅτι ἤτοι κατὰ παράλειψιν τοῦ μ ἀντὶ τοῦ ἀμβρότη,
οἷον ἀθάνατος· ἢ ἀβρότη, καθʼ ἣν βροτοὶ οὐ φοιτῶσιν.
ἢν καὶ τῇ ἐὰν ὅλως καὶ διʼ αὐτῆς.
81. *ἠὲ ἁλώῃ ἐλλείπει τὸ ἢ μείνας ἁλώῃ.
84. οὐλόμενε τι τινὲς ἀποδεδώκασιν οὐλόμενε δεινέ· οὐ γὰρ
ἂν λέγοι τῷ Ἀγαμέμνονι ὁ Ὀδυσσεὺς ὀλέθρου ἄξιε. οὐ δυσωπητέον
μέντοι γε, ἀλλʼ εἰς τὴν ἐνεστῶσαν περίστασιν ἀτενιστέον· ἐπ᾿
ὠφελείᾳ γὰρ λέγει τοῦ Ἀγαμέμνονος καὶ τῶν ἄλλων συμμάχων.
διὸ καὶ ἐπιφέρει “ὦ Ὀδυσεῦ, μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ
ἀργαλέῃ” (104).
89. * καλλείψειν αἱ Ζηνοδότου ἐκπέρσειν, οὐ καλλείψειν. καὶ
παρίστησιν ἦθος.
91. *ὃν οὔ κεν ἀνήρ γε—ἄγοιτο ὃν οὐχ ἕτερος εἴποι.
92. * οὕτως ἐπίσταιτο.
95. νῦν δὲ σεῦ ὠνοσάμην ἀθετεῖται, ὅτι εἰ μὲν ἀπεδέχετο αὐτὸν
κατά τι, νῦν δὲ μόνον ἐμέμφετο, ἐνεχώρει καὶ τὸ ἐν ἄλλῳ τόπῳ δεόντως
φέρεσθαι. Ζηνόδοτος δὲ γράφει νῦν δέ σε ὠνοσάμην πάγχυ
φρένας. καὶ Ἀριστοφάνης δὲ προηθέτει.
τὸ οἷον ἔειπες ἤτοι καθʼ αὑτὸ νοητέον, ἵνʼ ᾖ θαυμαστικὸς ὁ λόγος, ἢ τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ ὁ λόγος, νῦν δὲ παντελῶς ἐμεμψάμην σε οἷον εἴρηκας.
110. ἐγγὺς ἀνήρ ἐζήτηται διὰ τί νῦν Διομήδης συμβουλεύει καὶ
οὐ Νέστωρ. ῥητέον δὲ ὅτι τὸ μὲν γῆρας ἐν τοῖς δεινοῖς ἐστὶν ἐπισχετικὸν,
ἡ δὲ νεότης θαρσαλεωτέρα. ἄλλως τε καὶ Διομήδης ἐν τῇ
προτέρᾳ συμβουλῇ θαυμασθεὶς νῦν μᾶλλον τεθάρρηκε, καὶ προήρπακε
τῶν πρεσβυτέρων τοὺς λόγους.
111. *νῦν φθόνῳ φθονήσετε.
112, * οὕτως νεώτατος ὑπερθετικῶς ὡμολόγουν ἅπασαι.
114. ὅτι χυτὴ γῆ ἡ ἐπὶ τοῖς νεκροῖς ἐπιχεομένη, οὐ καθολικῶς, ὡς μέλαινα καὶ φερέσβιος. Ζηνόδοτος δὲ ἠθέτει· παρὰ Ἀριστοφάνει δὲ οὐκ ἦν. τὸ δὲ κάλυψε Ἰακῶς.
*καλύπτει γράφεται κάλυψε.
116. *οὗτος ὁ στίχος μεταξὺ κεῖται· τὸ δὲ ἑξῆς Ἄγριος ἠδὲ Μέλας.
117. ἱππότα Οἰνεύς ὅτι ἐλέγχονται οἱ τὸν ἱππότην ἀποδιδόντες
φυγάδα· ὁ γὰρ Οἰνεὺς κατέμεινεν ἐπὶ τῆς πατρίδος.
118. *ἐμοῖο οὕτως Ἀρίσταρχος. Ζηνόδοτος δὲ ἐμεῖο, οὐκ
ὀρθῶς.
119. ὁ μὲν αὐτόθι μεῖνε ὅτι ὁ Οἰνεὺς κατέμεινεν ἐπὶ τῆς πατρίδος,
ὁ δὲ ἱππότης ἄρα οὐ φυγὰς, ἀλλʼ ἱππικός. καὶ ὁ Ἡσίοδος δὲ
οὕτως ἀκήκοεν· “ἰδὼν δʼ ἱππηλάτα Κῆϋξ” ἀντὶ τοῦ ἱππικός.
*αὐτόθι γράφεται καὶ αὐτοῦ, ὡς “αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται
(Il. 2, 322).
* μεῖνε ἐν ἄλλῳ μίμνε.
120. εὐσχημόνως ὁ Διομήδης παρεσιώπησε τὴν τοῦ πατρὸς
φυγήν· Τυδεὺς γὰρ ἀνελὼν Λυκωπέα καὶ Ἀλκάθουν ἑαυτοῦ παῖδας
ἔφυγεν. ἡ ἀληθεστέρα ἱστορία αὕτη. Τυδεὺς ὁ Οἰνέως Αἰτωλὸς μὲν
ἦν τὸ γένος, ἀνδρειότατος δὲ τῶν καθʼ αὑτὸν γενόμενος ἔτι νέος ὢν
ἐθεάσατο τὸν πατέρα διὰ γῆρας ὑπὸ τῶν Ἀγρίου παίδων τῆς βασιλείας
ἐκβαλλόμενον· διόπερ ἀναιρεῖ τούς τε ἀνεψιοὺς καὶ σὺν αὐτοῖς
ἀκουσίως τὸν ἀνεψιόν· φυγὼν δὲ εἰς Ἄργος πρὸς Ἄδραστον
βασιλέα τῆς χώρας καθαρσίων τε τυγχάνει πρὸς αὐτοῦ καὶ λαμβάνει
τὴν αὐτοῦ θυγατέρα Δηϊπύλην. ἡ ἱστορία παρὰ Φερεκύδει.
124. πολλὰ δέ οἱ πρόβατʼ ἔσκε ὅτι πάντα τὰ τετράποδα, διὰ
τὸ ἑτέραν βάσιν ἔχειν πρὸ τῆς ὀπισθίας.
125. * μέλλετʼ ἀκουέμεν ὅτι ἀντὶ τοῦ ἐοίκατε ἀκηκοέναι.
οὕτως αἱ Ἀριστάρχου εἰ ἐτεόν περ, ἵνʼ ᾖ, ταῦτα δὲ ὑμᾶς εἰκὸς
εἰδέναι ἀκηκοότας εἰ ἀληθῆ λέγω. αἱ δὲ δημώδεις ὡς ἐτεόν περ.
128. καὶ οὐτάμενοί περ ἀνάγκῃ καλῶς οὐχ ὁ Νέστωρ ταῦτά
φησιν, ἀλλʼ εἴς τῶν τετρωμένων. δεῖ δὲ πρὸς βραχὺ στίξαι εἰς τὸ
περ, εἶτα τὸ ἀνάγκῃ ἐπαγαγεῖν, ἵνʼ ὥσπερ αἰτίαν τῆς ἐξόδου ἐπιφέρῃ
τὴν περιεστῶσαν ἀνάγκην. ἡ διπλῆ δὲ, ὅτι συλληπτικῶς καὶ
ἐπὶ τῶν βεβλημένων οὐτάμενοι εἴρηκεν.
129. * ἐχώμεθα ὅτι ἐλλείπει ἡ ἀπό πρόθεσις, ἀπεχώμεθα.
130. βέλτιον τοῖς ἄνω συνάπτειν τὸ ἐκ βελέων, ἵνʼ ᾖ ἐκτὸς βελέων, ὡς “Ἕκτορα δʼ ἐκ βελέων.”
131. ἐνήσομεν τῷ πολέμῳ. οἱ δὲ ἀνήσομεν ἤτοι πείσομεν· “ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παϊδ᾿ ἀίδηλον” (Il. 5, 880). τὴν δὲ ἀφορμὴν τῆς συμβουλίας ἀπὸ τῶν Νέστορος λόγων εἴληφεν.
135. * ὅτι Ζηνόδοτος οὐδʼ ἀλαὸν σκοπιήν.
136. ἀλλὰ μετʼ αὐτοὺς ἦλθε ὅτι Ζηνόδοτος ὑποτάσσει “ἀντιθέῳ
Φοίνικι ὀπάονι Πηλείωνος.” οὐχ ἁρμόζουσι δὲ Φοίνικι οἱ ἐπιφερόμενοι
λόγοι. βέλτιον οὖν καθολικώτερον γέροντι ἀπεικάσθαι.
142. ὣς οὕτως ὡς Ἕλληνες. ἢ ὡς ἡμᾶς θέλει. ἢ ὡς ἔστιν
ἀκλεής.
σιφλώσειε τυφλώσειεν, ἐπίψογον ποιήσειε· σιφλὸς γὰρ καλεῖται
καὶ ὁ ψόγος. ἡ λέξις νεωτέρων. καὶ οἱ μὲν κακώσειεν, οἱ δὲ μωμητὸν
ποιήσειεν, οἱ δὲ γέλωτα θείη, οἱ δὲ ἐκλύσειεν· φλῶ γάρ ἐστι τὸ
ὁρμὴν ἔχω, ὅθεν καὶ οἰνόφλυξ. οἱ δὲ σίπαλον τὸν εἰδεχθῆ.
143. οὔπω παρέλκει ἐνθάδε τὸ πω· συντασσόμενον γὰρ τῇ οὔ
ἀποφάσει καὶ τῇ μή ἀπαγορεύσει ὑπισχνεῖται τὸ μετὰ ταῦτα γίνεσθαι
τὸ συντασσόμενον αὐτοῖς πρᾶγμα, οἷον οὕπω ἔφαγον, οὕπω
ἐδείπνησα· μέλλων γάρ τις δειπνεῖν τοῦτο ἀποφαίνεται. τὸ γὰρ οὐ
δειπνῶ ἀπόφασιν ὑπισχνεῖται τελείαν, τὸ δὲ οὔπω δειπνῶ τὸ μέλλον
ὑπισχνεῖται. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.
145. κονίσσουσι κόνεως πληρώσουσιν. ἐκ δὲ τοῦ παρακολοθοῦντος
νοεῖται τὸ φεύξονται· οἱ γάρ φεύγοντες κατὰ τὸν δρόμον ἐγείρουσι
κόνιν.
*αὐτός ἐν ἄλλῳ σὺ δʼ ἐπόψεαι αὐτούς.
147. * ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.
* πῶς, φησὶν, ὁ Ποσειδῶν, ὁμοιωθεὶς πρεσβύτῃ ὑπὲρ τὴν ἡλικίαν φθέγγεται; καὶ ῥητέον ὅτι τῇ μὲν ὄψει πρεσβύτης ἐφαίνετο, τῇ φωνῇ δὲ τὴν τοῦ θεοῦ δύναμιν ἐνεδείκνυτο.
148. * ἡ Ἀριστοφάνους διὰ τοῦ δέ ὅσσον δʼ ἐννεάχιλοι ἐπίαχον.
ὅσσον τʼ ἐννεάχιλοι ἤτοι ἀφʼ ἑτέρας ἀρχῆς τὴν παραβολὴν ἀναγνωστέον,
ἵνα ὑποστίζωμεν ἐπὶ τὸ Ἄρηος, ἢ τοῖς ἄνω προσδοτέον, ἵνα
στίζωμεν ἐπὶ τὸ ἄρηος.
153. * παραγραπτέον ἐπάνω διὰ τὸ ἑτέρων πραγμάτων ἀρχὴν εἶναι.
154. * ὅτι ὅρος ὁ Ὄλυμπος, καὶ ῥία ἔχει, καὶ ἀπὸ τῶν ὀρῶν ἐπιθεωροῦσιν.
155. τὸν μὲν ποιπνύοντα ὅτι τὸ ποιπνύοντα ἐνεργοῦντά ἐστιν,
οὐχ ὡς οἱ γλωσσογράφοι ποιοῦσι τὸ ποιπνύειν διακονεῖν ἐκ τοῦ “ὡς
ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα” (Il. I, 600). γέγονε δὲ
παρὰ τὸ πονῶ πονύω πνύω ποιπνύω ἀναδίπλωσις.
ἄλλως. ἔστι τὸ μετὰ πνεύματος καὶ σπουδῆς ποιεῖν τι· ἔγκειται οὖν τὸ ποιεῖν καὶ τὸ πνύεὶν.
157. * Ἀρίσταρχος πολυπίδακος, ἄλλοι δὲ πολυπιδάκου.
οὕτως πολυπίδακος ἀπὸ τῆς πολυπῖδαξ· καὶ κατὰ τὸ ἀπλοῦν
“πίδακος ἀμφʼ ὀλίγης” (Il. 16, 825). τὸ δὲ διὰ τοῦ υ γράφειν
τελέως ἄγροικον.
162. ὅτι Ζηνόδοτος γράφει ἑωυτήν. οὐχ ἁρμόζει δὲ αἰτιατικῇ πτώσει τὸ οὕτως συναλείφειν· διαλύεται γὰρ εἰς τὸ ἔ καὶ αὐτήν. ἀγνοεῖν δὲ τὴν διαφορὰν αὐτόν φησιν Ἀρίσταρχος.
163. * εἴ πως ἐν ἄλλῳ ὅπως ἱμείραιτο.
164. ἢ χροιῇ τὸ ᾖ δασυντέον καὶ περισπαστέον· ἔστι γὰρ δοτικὴ
πτῶσις κτητικῆς ἀντωνυμίας.
167, * ὅτι πληθυντικῶς τὴν θύραν θύρας.
168. ὅτι ὑγιῶς διὰ τοῦ α τὸ ἀνῷγεν· ἡ γὰρ πρόθεσις οὐ μετακινεῖται
εἰς τὸν παρῳχημένον. προπερισπαστέον δέ. πρόσκειται δὲ
τῷ ω τὸ ῑ. ἀπὸ γὰρ θέματος τοῦ ἀνοίγω πέπτωκεν.
169. ὅτι Ζηνόδοτος γράφει θύρας ἐπιθεῖσα φαεινάς, ἵνα συναφὴς ὁ λόγος γένηται· ὁ δὲ Ὅμηρος ἄλλας ἀρχᾶς λαμβάνει, ἵνα μὴ ἀσαφὴς ἡ περίοδος γένηται ἤτοι ὑστεροπερίοδος.
170. ἀμβροσίῃ ὅτι ἐκ τούτου τοῦ τόπου πλανηθέντες τινὲς διέλαβον
τὴν ἀμβροσίαν εἶναι ὑγρὰν τροφήν.
171. κάθηρεν τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ἀπὸ θέματος
τοῦ καθαίρω. ὡς οὖν ἀπὸ τοῦ μεγαίρω ἐμέγηρε καὶ ποιητικῶς
“μέγηρε γάρ οἱ τότʼ Ἀπόλλων” (Il. 23, 865), οὕτως ἐκάθηρε
κάθηρε.
172. δασυντέον τὸ ἑδανῷ· τὸ γὰρ ἡδὺ βούλεται σημᾶναι. γίνεται
δέ τινα ἀπὸ ῥημάτων διὰ τοῦ ανος παραγόμενα ὀξύτονα, ἅπερ
τὴν τρίτην ἀπὸ τέλους ἔχει βραχεῖαν, ἢ αὐτόθεν ἀπὸ τῶν ῥημάτων
μετειληφότα, ὡς ἀπὸ τοῦ ἄγω ἀγανός, στέγω στεγανός, ἢ ἐκ τῆς
μακρᾶς τῆς κατὰ τὰ ῥήματα εἰς βραχεῖαν μεθιστάμενα, ὡς παρὰ
τὸ ἵκω ἱκανός καὶ παρὰ τὸ πείθω πιθανός, τρώγω τραγανός, εἴδω
ἰδανός “τὰς ἰδανὰς χάριτας” ὁ Καλλίμαχος. οὕτως οὖν καὶ παρὰ
τὸ ἥδω τὸ ἑδανός γένοιτʼ ἂν, τοῦ η εἰς τὸ ε τραπέντος· διὸ δασυντέον
ὅτι μύρον μὲν οὐκ ὀνομάζει, τεθυμιαμένον δὲ ἔλαιον τὸ μύρον
λέγει, ὥστε εἰδέναι μὲν τὴν χρῆσιν, τὸ δὲ ὄνομα μή. λέγει δέ που
(Il. 23, 172) καὶ “ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ” καὶ (Od. 18, 191) “κάλλεϊ
μέν οἱ πρῶτα,“ μύρου τι γένος ὀνοματοποιήσας.
173. διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ γραπτέον ὡς Ἀρίσταρχος κατὰ χαλκοβατὲς δῶ· ὁ γὰρ λόγος, οὗ κινουμένου κατὰ τὸν τοῦ Διὸς οἶκον ὁμοίως ἐπί τε γῆν καὶ οὐρανὸν ἡ ἀποφορά διικνεῖται.
*Ἀρίσταρχος κατὰ χαλκοβατές.
174. πρὸς τὰ περὶ τοῦ Ὀλύμπου, ὅτι οὐκ ἔστιν ὁ αὐτὸς τῷ οὐρανῷ
οὐδὲ τόπος τοῦ οὐρανοῦ· ἀπʼ αὐτοῦ γάρ φησι τὴν ὀσμὴν τοῦ
μύρου ὁμοίως καὶ εἰς οὐρανὸν ἀφικνεῖσθαι καὶ εἰς γῆν. τοῦτο δὲ ἐπὶ
τῶν ἀνωτάτω τοῦ ὄρους κορυφῶν συμφωνήσει ἴσον διάστημα ἐπὶ γῆν
καὶ οὐρανὸν λαμβάνειν.
175. ἤτοι ἐπὶ τὸ ἀλειψαμένη διασταλτέον βραχὺ, καὶ ἐπὶ τὸ πεξαμένη, πρὸς τὸ σαφές.
177. * Ζηνόδοτος καὶ Ἀριστοφάνης καλοὺς καὶ μεγάλους.
178. * ἑανὸν ἕσαθ᾿ ὅτι ἑανὸς ὁ αὐτὸς τῷ πέπλῳ, καὶ καθόλου πρὸς
τὸν στολισμόν.
179. ἔξυσεν ἐκέρκισεν· ξύουσι γὰρ τὴν κρόκην πρὸς τὸ πυκνωθῆναι.
οἱ δὲ ἐλέανεν, ἀπὸ μεταφορᾶς τῶν ξύλων. οἱ δὲ ἀντὶ τοῦ
ἔγναψε μετὰ τὸ ὑφανθῆναι.
180. ὅτι κατὰ τὸ στῆθος ἐπερονῶντο, οὐχ ὡς ἡμεῖς κατὰ τὴν
κατάκλειδα τοῦ μου.
181. * Ἀρίσταρχος ζώνῃ καὶ ἀραρυίῃ, ἄλλοι δὲ ξώνην καὶ ἀραρυῖαν.
183. τρίγληνα πολλῆς θέας ἄξια. τρίκοκκα, ἢ τριπρόσωπα·
γλήνη γὰρ ἡ τοῦ ὀφθαλμοῦ κόρη. ἢ τρίκορα, ἔχοντα τρεῖς κόρας,
τὰς Χάριτας. ἢ πολλῶν κοσμίων ἄξια· γλήνεα γὰρ τὰ κόσμια, ὡς
καὶ ἀλλαχοῦ φησιν “ὃς γλήνεα πόλλʼ ἐκεχάνδει” (Il. 24, 192).
τρίγληνα δὲ ὡς τρίπυλα· ὃν γὰρ τρόπον παρὰ τὸ πύλη ἐγένετο
τρίπυλον, οὕτως καὶ παρὰ τὸ γλήνη τρίγληνον.
τρίγληνα, μορόεντα ἡ διπλῆ, ὅτι τρίγληνα τρίκορα, ὡς τριῶν
ζῳδίων ἐφʼ ἑκάτερον δεδημιουργημένων. μορόεντα δὲ πεπονημένα
τῇ κατασκευῇ, ἀπὸ τοῦ μορῆσαι, ὅ ἐστι κακοπαθῆσαι.
μορόεντα οὕτως Ἀρίσταρχος ἀπὸ τοῦ μ ποιεῖται τὴν διαστολὴν,
καὶ ὁ Ἀσκαλωνίτης. καὶ οὕτως ὁ λόγος ἔχει· τὰ γὰρ μετὰ πολλοῦ
μόρου καὶ κακοπαθείας γινόμενα δηλοῖ. παραιτητέον δὲ τοὺς ἀπὸ τοῦ
ᾱ τὴν διαστολὴν ποιουμένους, ἵνα τὸ ᾱ ἐπιτατικὸν ὑπάρχῃ μηδενὸς
κατεπείγοντος.
185. * λευκὸν δʼ ἦν ἐν ἄλλῳ λαμπρὸν δʼ ἦν.
189. * τῶν ἄλλων ἀπάνευθε θεῶν μᾶλλον τοῖς ἐπάνω τοῦτο
προσδοτέον.
195. * ἄνωγεν ἐν ἄλλῳ ἀνώγει.
196. εἰ δύναμαι τελέσαι γε ὅτι περιώρικε· τὸν γὰρ ἐπιδεχόμενον
τελέσαι δυνατὸν εἶναι δεῖ, ἢ αὐτὸ τὸ πρᾶγμα δυνατὸν εἶναι πρὸς
τελείωσιν.
198. * δὸς νῦν μοι ἐν ἄλλῳ δός μοι νῦν.
201. θεῶν γένεσιν θεῶν πατέρα, ἐπεὶ πρῶτον στοιχεῖόν τινες τῶν
φυσικῶν εἶπον τὸ ὕδωρ καὶ ἐξ αὐτοῦ τὰ λοιπὰ τρία· ὅθεν καὶ ὁ
Πίνδαρος ἄριστον εἶπε τὸ ὕδωρ. Τηθὺν δὲ τὴν γῆν φησὶν, οἱονεὶ
τιθήνην τινὰ οὖσαν καὶ τροφὸν πάντων.
202. * οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ οἵ μʼ ἐν σφοῖσι.
203. * Ῥείης διὰ τοῦ ᾱ Ῥείας αἱ Ἀριστάρχου. οὕτως καὶ Ἀριστοφάνης.
205-207. τοὺς εἶμʼ ὀψομένη ὅτι νῦν καλῶς λέγονται, ἐν δὲ τοῖς
κάτω πρὸς τὸν Δία (303) οὐκέτι.
206. * ὅτι παραλλήλως δηρόν καὶ χρόνον.
208. κείνω κείνων σὺν τῷ ν Ἀριστοφάνης καὶ Ζηνόδοτος.
Ἀρίσταρχος δὲ ὁμηρικώτερόν φησιν εἶναι, εἰ κείνους παραπείσασα
τὴν ψυχήν· ἐγχωρεῖν δὲ καὶ μετὰ τοῦ ν, εἰ κείνων τὸ κῆρ πείσασα.
οὐ δεῖ δὲ ξενίζεσθαι ἐπὶ ταῖς τῶν πτώσεων ἐναλλαγαῖς.
209. εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι ὅτι τὸ ὁμωθῆναι οὐκ ἔστιν
ὁμοιωθῆναι, ἀλλʼ ὁμόσε ἐλθεῖν φιλότητι. δασυντέον δὲ τὸ ο, ὡς χρυσωθῆναι
δὲ ἀναγνωστέον.
213. Ζηνὸς γὰρ τοῦ ἀρίστου ἀθετεῖται, ὅτι ἐκλύει τὴν χάριν,
εἰ ἕνεκα τοῦ Διὸς δίδωσι καὶ οὐκ αὐτῆς. προηθέτει δὲ καὶ Ἀριστοφάνης.
214. ἦ καὶ ἀπὸ στήθεσφιν ὅτι κεστὸς ἐκ παρεπομένου ὁ ποικίλος,
ἀπὸ τοῦ διὰ τὰς ῥαφὰς κεκεντῆσθαι, ἐμπεποικιλμένης τῆς φιλότητος
καὶ ἱμέρου καἰ ὀαριστύος. καὶ οὐκ ἔστι κύριον ὄνομα, ὡς ἔνιοι τῶν
ἀρχαίων· διὸ καὶ ἐπʼ ἄλλου λέγει “ ἄγχε δέ μιν πολύκεστος ἱμάς”
(II. 3, 371).
216. * ἐν δʼ ὀαριστύς ἔν τισι τῶν ὑπομνημάτων ἡδʼ ὀαριστύς.
216, 217. ἐν δʼ ὀαριστὺς πάρφασις συναπτέον ἀμφότερα τὰ
ὀνόματα· τὴν γὰρ παραλογιστικὴν ὁμιλίαν διʼ ἀμφοτέρων δηλοῖ.
218. *τόν ῥά οἱ ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ αὐτῆς ταῖς
χερσίν.
219. τῆ νῦν τοῦτον ἱμάντα ὅτι τὸ κατὰ τὸ στῆθος κόλπωμα τοῦ
πέπλου κόλπον εἶπε, καὶ ὅτι τὸ τῆ λάβε ἐστίν.
221. ἄπρηκτόν γε νέεσθαι τουτέστι πορεύεσθαι· οὕτως Ἀρίσταρχος.
Δημήτριος δὲ γενέεσθαι ἀντὶ τοῦ γενήσεσθαι, βιαίως
πάνυ· οὐδὲ γὰρ τὸ πυθέσθαι πυθέεσθαι γίνεται οὐδὲ τὸ λαβέσθαι
λαβέεσθαι, ἵνα καὶ τὸ γενέσθαι γενέεσθαι γένηται.
223. μειδήσασα ὅτι ἐπὶ τῇ φήμῃ οἰωνισαμένη ἐμείδησε· προείρηκε
γὰρ “οὐκ ἔσῃ ἄπρακτος.” καὶ ἐν Ὀδυσσείᾳ (18, 112) τὸ
ὅμοιον· “Ζεύς τοι δοίη, ξεῖνε, ὅττι μάλιστʼ ἐθέλεις· ὣς ἄρʼ ἔφη,
χαῖρεν δὲ κληδόνι δῖος Ὀδυσσεύς.”
* Ἀρίσταρχος μέσῳ, ἄλλοι δὲ ἑῷ.
225. * ὅτι ὅρος ὁ Ὄλυμπος· τὸ γὰρ ῥίον ἰδίως ἐπʼ ὅρους τάσσεται.
226. Πιερίην ὅτι Μακεδονικὸς Ὄλυμπος, θεῶν οἰκητήριον· ἡ
γὰρ Πιερία τούτου ἀκρώρεια, καὶ Ἠμαθία τὸ πρότερον ἡ Μακεδονία
ἐκαλεῖτο. παράκειται δὲ καὶ ἡ Θράκη. καὶ ἐν Ὀδυσσείᾳ (5, 50)
ἐπὶ τοῦ Ἑρμοῦ “Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ.”
Μακεδὼν ὁ Διὸς καὶ Αἰθρίας, κατασχὼν τὴν χώραν οὖσαν τῆς
Θράκης, ἀφʼ ἑαυτοῦ Μακεδονίαν προσηγόρευσεν γήμας δὲ μίαν τῶν
227. * σεύατ᾿ ἐφʼ ἱπποπόλων ἐν ἄλλῳ ἔσσυτʼ ἐφʼ ἱπποπόλων.
229. ἐξ Ἀθόω Ἄθως ὄρος ἐν Θρᾴκῃ μέγα τε καὶ ὑψηλὸν, ἐξέχον
εἰς θάλασσαν, τὸν ἰσθμὸν ἔχον Χερσόνησον σταδίων δώδεκα. τοῦτον
Ξέρξης ἀγανακτήσας, ὁ Περσῶν βασιλεὺς, ὅτι πρὸς αὐτὸν νῆες
αὐτοῦ διεφθάρησαν, διακόψας θάλασσαν ἐποίησεν. ἡ ἱστορία παρὰ
Ἡροδότῳ (7, 23).
* Ζηνόδοτος καὶ Ἀριστοφάνης ἐς πόντον ἐβήσετο· καὶ μήποτε ἄμεινον.
230. Λῆμνον δʼ εἰσαφίκανε διὰ ποίαν αἰτίαν ἐν τῇ Λήμνῳ
μάλιστα ὁ Ύπνος διατρίβει; ῥητέον οὖν ὅτι Λήμνου μὲν ἦν δεσπότης
Ἥφαιστος, γυνὴ δὲ τούτον Χάρις· Πασιθέας δὲ τῆς Χάριτος ἀδελφῆς
ἐρωτικῶς ἔχων ὁ Ὕπνος ἐκεῖ διέτριβεν. ταύτην οὖν αὐτῷ ἐπαγγέλλεται
γυναῖκα δώσειν Ἥρα. δύναται δὲ καὶ φυσικώτερον λυθῆναι,
ὅτι οἰνοφόρος ἡ Λῆμνος, καθὼς λέγει “νῆες δʼ ἐκ Λήμνοιο παρέστασαν
οἶνον ἄγουσαι” (Il. 7, 467)· τοῖς δὲ πολυποτοῦσι μάλιστα ὁ
ὕπνος παρέπεται.
235. * ἐγὼ δέ κέ τοι ἰδέω χάριν Ἀρίσταρχος χάριν εἰδέω· αἱ δὲ
δημώδεις εἰδέω χάριν.
πείθευ ἐγὼ δέ κέ τοι ὅτι ἰδίως ἐγὼ δʼ αὖ σοι εἰδέω χάριν. ἔδει
δὲ ἤτοι εἰδείην, ἵν᾿ ᾖ τὸ ῥῆμα ἠλλαγμένον, ἢ ἐκ περισσοῦ νοουμένου
τοῦ κε ἐγὼ δέ σοι εἴσομαι χάριν.
236. κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινώ οὕτως ὑπʼ
ὀφρύσιν ἡ Ἀριστάρχου καὶ Ἀριστοφάνους, ἵνα ᾖ τὰ ὑπὸ ταῖς
ὀφρύσι. Ζηνόδοτος ἐπʼ ὀφρύσι. συναπτέον δὲ τοὺς δύο στίχους
ἄνευ πάσης διαστολῆς.
239. Ἥφαιστος δέ κʼ ὅτι οὐκ ἐκληπτέον κατὰ συναλοιφὴν τὸν
241. τῷ κεν ἐπίσχοιες οὕτως τὴν γραφὴν παρατίθεται ὁ Ἡρωδιανὸς
ἐν τῷ ιζ΄ τῆς καθόλου, καὶ λέγει ἀπὸ τοῦ ἐπίσχοις πλεονασμὸν
εἶναι τοῦ ε, ἢ συστολὴν τοῦ ἐπισχοίης.
ἐπίσχοιες τῷ ἐπίσχοιμι ἀκόλουθόν ἐστι τὸ ἐπίσχοις, τῷ δὲ ἐπισχοίης
τὸ ἐπισχοίην· καὶ ἴσως ἔδει οὕτως ἔχειν, παρεφθάρη δὲ ὑπὸ
τῶν μεταχαρακτηρισάντων· τῷ δὲ χαρακτῆρι γενόμενον ὅμοιον τῷ
ἰοίην καὶ ἀγαγοίην παρὰ Σαπφοῖ καὶ τῷ πεπαγοίην παρʼ Εὐπόλιδι,
εἰκότως ἐβαρυτονήθη τὸ ἐπισχοίης, γενόμενον ἐπίσχοιες ὡς Αἰολικόν.
οὕτω καὶ Ἀλέξανδρος ὁ Κοτιαεὺς ἐν τῷ ί τῶν παντοδαπῶν.
242. *ὅτι νήδυμος σὺν τῷ ν.
246. Ὠκεανοῦ, ὅσπερ γένεσις πάντεσσι ἐπεὶ ἐξ ὑδάτων αἱ αὐξήσεις
ὑπάρχουσιν. πῶς Ἡσιοδου (Th. 216) πάντων πρῶτον εἰπόντος
γεγενῆσθαι τὸ Χάος, Ὅμηρός φησιν Ὠκεανόν ῥητέον οὖν ὅτι ἕκαστος
μὲν εἴρηκεν ὡς ἐβούλετο, Ὅμηρος δὲ φιλοσοφώτερον· τὸ γὰρ
ὕδωρ πάντων ἡ ζωὴ, καὶ προέχει τῶν τεσσάρων στοιχείων, ὅθεν καὶ
Πίνδαρος ἄριστον αὐτό φησιν.
249. *ἄλλο τεή οὕτως κατʼ εὐθεῖαν, ἄλλο τεή, καὶ Ἀρίσταρχος
καὶ Ἡρωδιανός.
Ἀρίσταρχος ἐλλείπειν φησὶ τὴν κατά, καὶ ἐκδέχεται τὴν ἀντωνυμίαν
εὐθείας πτώσεως, καὶ κατʼ ἄλλο ἡ σὴ ἐσωφρόνισεν ἐντολὴ,
ὥστε εἶναι ἡ τεή. Παρμενίσκος δὲ ἐκδέχεται ἐπίρρημα τὸ ἄλλοτε,
καὶ δασύνει τὸ η, καὶ περισπᾷ ἐπὶ δοτικῆς πτώσεως, ἵνα ὑπάρχη, ὁ
Ζεὺς τῇ ᾖ με ἐσωφρόνισεν ἐντολῇ. Ἀλεξίων δὲ προκρίνει τὴν Ἀριστάρχου·
φησὶ γὰρ ἀπὸ τοῦ τ ἀρκτέον. καὶ ἡμῖν δὲ δοκεῖ· πρὸς
γὰρ τὴν Ἥραν ἡ ἀπότασίς ἐστιν. αὐτὸς γοῦν ἐπεξηγεῖται αὐτό·
255. Κόωνδʼ εἰς τὴν Κῶν νῆσον. γράφεται δὲ σὺν τῷ ν κατʼ
αἰτιατικήν.
καί μιν ἔπειτα Κόωνδʼ ἔνιοι διὰ τῶν δύο οο γράφουσι Κόον· καὶ
Καλλίστρατος ἐν τοῖς διορθωτικοῖς.
Ἡρακλῆς ἀνακομιζόμενος μετὰ τὸ πορθῆσαι Τροίαν γενόμενός
τε κατὰ τὸ Αἰγαῖον πέλαγος, βουλήσει Ἥρας σφοδρῷ συνεσχέθη
χειμῶνι· κατασυρεὶς δὲ εἰς Κῶ τὴν Μεροπίδα ἐκωλύθη ἐπιβῆναι
τῆς νήσου ὑπὸ Εὐρυπύλου τοῦ Ποσειδῶνος, βασιλεύοντος αὐτῆς.
βιασάμενος δὲ καὶ ὡς λῃστὴς ἐπιβὰς ἀνεῖλε τὸν Εὐρύπυλον καὶ
τοὺς παῖδας αὐτοῦ, μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ Χαλκιόπῃ Θεσσαλὸν
ἐγέννησεν. ἡ ἱστορία παρὰ Φερεκύδει.
256. χαλέπαινεν ῥιπτάζων ἀντιστροφή ἐστιν ἀντὶ τοῦ χαλεπαίνων
ἐρρίπταζε. συναπτέον οὖν, καὶ μή τις ἀφʼ ἑτέρας ἀρχῆς
ἀναγινώσκοι τὸ ῥιπτάζων.
258. καί κέ μʼ ἄῖστον καὶ ἂν ἰδών με ἀνιστόρητον καὶ ἀφανῆ
ἐποίησεν, βαλὼν ἀπὸ τοῦ οὐρανοῦ εἰς τὴν θάλασσαν.
259. *οὕτως ἐν πάσαις, δμήτειρα. Ἀριστοφάνης καὶ Ζηνόδοτος μήτειρα.
265, 266. ὁ Ἀσκαλωνίτης βαρύνει τὸν η· ἄμεινον δὲ περισπᾶν.
καὶ γὰρ εἰ διαπορεῖ, οὐκ ἀναγκαῖον ἐγκλίνειν αὐτόν· οὐ γὰρ ἕτερος
αὐτῷ ἐπιφέρεται περισπώμενος ὡς ἐπὶ τοῦ “ἡ δολιχὴ νοῦσος ἦ
Ἄρτεμις ἰοχέαιρα” (Od. 11, 172).
267. Χαρίτων μίαν ὁπλοτεράων ὅτι δύο γενέσεις Χαρίτων ὑποτίθεται,
πρεσβυτέρας καὶ νεωτέρας· διὸ συγκριτικῶς λέγει ὁπλοτεράων.
271. * τὸ ἑξῆς ἐστὶν ὄμοσον ἦ μὲν ἐμοί· τὰ δὲ ἄλλα διὰ μέσου.
272. χειρὶ δὲ τῇ ἑτέρῃ ὅτι ἐπὶ δύο τῷ ἑτέρῳ χρῆται κατὰ δίαστολὴν,
274. μάρτυροι ὅτι Ζηνόδοτος μάρτυρες γράφει, ἀγνοῶν ὅτι
μάρτυροι λέγειν δεῖ ἀκολούθως τῷ μάρτυρος.
θεοὶ Κρόνον ἀμφὶς ἐόντες οἱ περὶ τὸν Κρόνον θεοί. λέγει δὲ τοὺς
Τιτᾶνας· οὗτοι δέ εἰσιν οἱ Οὐρανοῦ παῖδες, Κρόνος, Κρεῖος, Ὑπερίων,
Ἰαπετὸς, Κοῖος.
276. *Ζηνόδοτος καὶ Ἀριστοφάνης ἔξω τοῦ τε, ἧς αὐτὸς ἐέλδομαι.
279. οἳ Τιτῆνες καλέονται ὅτι τοὺς περὶ Κρόνον θεοὺς ὑποταρταρίους
προσαγορεύει. πρὸς τὸ “ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι”
(Il. 1, 399), ὅτι οὐ τοὺς περὶ Κρόνον λέγει Ὀλυμπίους.
284. οὕτως Λεκτόν ὀξυτόνως, ὡς φυτόν· οὕτως γὰρ ὁ τόπος
καλεῖται. ἡ διπλῆ δὲ ὅτι ἰδίως εἴρηκεν, ἀντὶ τοῦ Ἴδης εἰς Λεκτόν·
καὶ “Ἴδην δʼ ἵκανε πολυπίδακα Γάργαρον” (Il. 8, 47)· καὶ ἐν
Ὀδυσσείᾳ (8, 363) τὸ ὅμοιον· “ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς
Ἀφροδίτη ἐς Πάφον.” ἡ γὰρ Κύπρος εἰς Πάφον.
Λεκτὸν ἀκρωτήριον τῆς Ἴδης, κεκλημένον ἀπὸ τοῦ ἐν αὐτῷ κατακλιθῆναι Δία καὶ Ἥραν. τρία δὲ τὰ πάντα ἀκρωτήρια τῆς Ἴδης, Λεκτὸν, Γάργαρον, Φαλάκρη. ἀφορᾷ δὲ τὸ Λεκτὸν ἐπὶ τὸ Αἰγαῖον πέλαγος.
285. * ὑπεσείετο Ἀρίσταρχος ὑπό, εἶτα σείετο, Ἰακῶς. οὕτως
καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης.
288. ἠέρος αἰθέῤ ἵκανεν ὅτι καθʼ Ὅμηρον ἀὴρ ὁ ἀπὸ γῆς μέχρι
νεφῶν τόπος· ὁ δὲ ὑπὲρ τὰ νέφη τόπος αἰθὴρ, καὶ ὁμωνύμως τῷ στερεμνίῳ
οὐρανός. διὸ τὰ νέφη λέγει πύλας οὐρανοῦ.
290. ἐναλίγκιος κατὰ τὴν καθέδραν· ὁ γὰρ ὄρνις οὐ καθέζεται.
291. χαλκίδα κικλήσκουσι θεοὶ, ἄνδρες δὲ κύμινδιν ὁ κύμινδις
οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, χαλκίζων τὴν χροιὰν, καὶ μέγεθος ὅσον
ἱέραξ ὁ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης (H. A. 9, 12). παρὰ
δέ τισι θηλυκῶς λέγεται ἡ κύμινδις. εὐεπίφορον εἰς ὕπνον τὸ ὄρνεον.
κύμινδις δὲ λέγεται διὰ τὸ ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύπτειν.
295. *οἷον γράφεται καὶ οἷος.
*πρῶτόν περ οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ πρώτιστον.
Ἥραν τρεφομένην παρὰ τοῖς γονεῦσιν εἷς τῶν Γιγάντων Εὐρυμέδων
βιασάμενος ἔγκυον ἐποίησεν· ἡ δὲ Προμηθέα ἐγέννησεν. Ζεὺς
δὲ ὕστερον γήμας τὴν ἀδελφὴν, καὶ γνοὺς τὰ γενόμενα, τὸν μὲν
Εὐρυμέδοντα κατεταρτάρωσε, τὸν δὲ Προμηθέα προφάσει τοῦ πυρὸς
δεσμοῖς ἀνήρτησεν. ἡ ἱστορία παρὰ Εὐφορίωνι.
299. *τῶν κʼ ἐπιβαίης Ζηνόδοτος καὶ Ἀριστοφάνης ἔξω τοῦ
κε συνδέσμου, τῶν ἐπιβαίης.
δύναται καὶ πευστικῶς ὁ στίχος ἀναγινώσκεσθαι, οὐ μὴν ὑποστικτέον διὰ πευστικὴν ὑπόκρισιν.
303. *οἵ με σφοῖσι γρ. οἵ μʼ ἐν σφοῖσι.
304, 305, 306. τοὺς εἶμʼ ὀψομένη ἀθετοῦνται στίχοι γ', καὶ ἀστερίσκοι
παράκεινται, ὅτι πρὸς μὲν Ἀφροδίτην δεόντως λέγονται (200),
πρὸς δὲ τὸν Δία οὐκέτι· οὐ γὰρ προσεδεῖτο προφάσεως, ἔχουσα τὸν
κεστὸν ἱμάντα. καὶ τάχʼ ἂν συνεφώρμησεν αὐτῇ· οὐ δεῖ οὖν παρακινδυνεύειν.
*ἠθετοῦντο παρὰ Ζηνοδότῳ.
307. ἕν ἐστι τὸ πρυμνωρείῃ, ὡσπερεὶ ἐν ἀκροπόλει.
309. τὴν σεῦ περισπαστέον· ἔστι γὰρ ἀντιδιαστολή.
310. *μετέπειτα Ζηνόδοτος καὶ Ἀριστοφάνης μετόπισθε.
315. οὐ γὰρ πώποτέ μʼ ὧδε ὅτι ἐξαρκεῖ τὸ κεφαλαιωδῶς εἰπεῖν·
τὸ δὲ ἐξ ὀνόματος ἐπιφέρειν ἐνέκοπτε μᾶλλον ἢ ἔπειθεν.
316. περιπροχυθείς περισσῶς χυθείς. ὁ δὲ Ἰξίων γράφει περιπλεχθείς.
317. οὐδʼ ὁπότʼ ἠρασάμην κοινὸν ἄνωθεν νοεῖται ἐπὶ πάντων τὸ
οὐδέποτε οὕτως ἠράσθην· διὸ καὶ ἕκαστον τῶν λεγομένων αὐτὸ καθʼ
ἑαυτὸ κόμμα ἐστί· διόπερ αἱ στιγμαὶ ἐν αἰτήματι τίθενται. ἀπὸ
τούτου δὲ ἕως τοῦ “οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος” (327) ἀθετοῦνται
στίχοι ιά, ὅτι ἄκαιρος ἡ ἀπαρίθμησις τῶν ὀνομάτων· μᾶλλον γὰρ
ἀλλοτριοῖ τὴν Ἥραν ἢ προσάγεται. καὶ ὁ ἐπειγόμενος συγκοιμηθῆναι
διὰ τὴν τοῦ κεστοῦ δύναμιν πολυλογεῖ. καὶ Ἀριστοφάνης προηθέτει.
Ἰξιονίης ἀλόχοιο τῆς Ἰξίονος γυναικὸς Δίας. ἦν δὲ αὕτη θυγάτηρ
Δηϊονέως· μετὰ δὲ τὸ φθαρῆναι αὐτὴν ὑπὸ Διὸς ὕστερον Ἰξίονι ἐζεύχθη.
319. Δανάης Δανάη Ἀκρισίου θυγάτηρ, ἣ Διὶ συγκοιμηθεῖσα
Περσέα ἐγέννησε. χρωμένῳ γὰρ, φασὶ, τῷ Ἀκρισίῳ περὶ γενέσεως
ἀρρένων παίδων ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρὸς αὐτοῦ καὶ
αὐτὸν κτεῖναι· δείσας δὲ ὁ Ἀκρίσιος τοῦτο, κατὰ γῆς θάλαμον χαλκοῦν
κατασκευάσας τὴν Δανάην ἐφρούρει. αὐτὴ δὲ, ὥς φησι Πίνδαρος
καὶ ἄλλοι τινὲς, ἐφθάρη ὑπὸ τοῦ πατραδέλφου αὐτῆς Προίτου,
ὅθεν αὐτοῖς καὶ στάσις ἐκινήθη. ὡς δὲ ἔνιοί φασιν ὁ Ζεὺς μεταμορφωθεὶς
εἰς χρυσὸν καὶ διὰ τῆς ὀροφῆς εἰς τὸν Δανάης ῥυεὶς κόλπον
συνῆλθεν. αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αὐτῆς γεγεννημένον
Περσέα, μὴ πιστεύσας ὑπὸ Διὸς ἐφθάρθαι τὴν θυγατέρα μετὰ τοῦ
παιδὸς εἰς λάρνακα βαλὼν ἔρριψεν εἰς θάλασσαν. διασωθέντων δὲ
τούτων εἰς έριφον τὴν νῆσον, μίαν τῶν Κυκλάδων, συνέβη ἀνατραφῆναι
τὸν παῖδα παρὰ Πολυδέκτῃ ἢ, ὡς ἔνιοί φασιν, ὑπὸ Δίκτυος
τοῦ ἀδελφοῦ Πολυδέκτου. φυγόντος δὲ ὕστερον Ἀκρισίου τὴν Ἀργείων
βασιλείαν παρέλαβε Περσεύς.
322. * Ἀρίσταρχος Μίνων σὺν τῷ ν, Ζηνόδοτος χωρὶς τοῦ ν.
Ῥαδάμανθυν ἐπεὶ ἐμάνη περὶ τὰ ῥόδα τὰ ὑπὸ τοῦ ταύρου προϊέμενα
ἡ Εὐρώπη, Ῥαδάμανθυν ἐκάλεσε τὸν παῖδα.
323. Ἀλκμήνης Ἀλκμήνης τῆς Ἠλεκτρύονος καὶ Ἀναξοῦς τῆς
Ἀγκαίου ἠράσθη Ἀμφιτρύων, ὃς ἀνελὼν Ἠλεκτρύονα βοῶν ἀμφισβητήσεως
χάριν ἐξ Ἄργους ἔφυγεν εἰς Θήβας· σὺν αὐτῷ δὲ καὶ
Ἀλκμήνη. ὑποδεχθέντες δὲ ἀσμένως ὑπὸ τῶν βασιλευόντων τῆς πόλεως
Κρέοντος καὶ Ἡνιόχης τιμῆς ἐτύγχανον μεγίστης. οὐ βουλομένης
δὲ Ἀλκμήνης γαμηθῆναι, εἰ μὴ οἱ φονεῖς τῶν ἀδελφῶν αὐτῆς
ἀναιρεθῶσι Τηλεβόαι, κατηγωνίσατο αὐτοὺς Ἀμφιτρύων, προσλαβόμενος
συμμάχους Βοιωτοὺς καὶ Λοκροὺς, ἔτι δὲ Φωκεῖς, ἐνιαυτὸν
προσεδρεύσας. ὡς δὲ ὑποστρέψας ἀπὸ τῆς στρατείας ἦγε τοὺς γάμους
ἑαυτοῦ τε καὶ Ἀλκμήνης, τῇ αὐτῇ νυκτὶ ἐρασθείς αὐτῆς ὁ
Ζεὺς καὶ εἰκασθεὶς Ἀμφιτρύωνι ἐμίγη καὶ υἱὸν ἐποίησεν· ὁμοίως δὲ
καὶ Ἀμφιτρύων τῇ αὐτῇ νυκτί. ἤδη δʼ ἐκείνης τὸν ἑπταμηνιαῖον
324. ῥ Ἡρακλῆα κρατερόφρονα φασὶ Δία συγκοιμώμενον
Ἀλκμήνῃ πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς ἡμέρας· ὅθεν
ἐπὶ τρεῖς νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς τὸν τριέσπερον Ἡρακλέα
ἐποίησεν. ἡ ἱστορία παρὰ Φερεκύδει.
*ὅτι ἔχει τι Ὁμηρικόν· πρὸς γὰρ τὸ δεύτερον πρότερον ἀπήντηκε.
325. Σεμέλης Σεμέλης τῆς Κάδμου θυγατρὸς Ζεὺς ἐρασθεὶς
Ἥρας κρύφα συνηυνάζετο. ἡ δὲ ἐξαπατηθεῖσα ὑπὸ Ἡρας, ἐπινεύσαντος
αὐτῇ Διὸς πᾶν τὸ αἰτηθὲν ποιῆσαι, αἰτεῖται τοιοῦτον αὐτὸν
ἐλθεῖν οἷος ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ μὴ δυνάμενος ἀνανεῦσαι
παραγίνεται εἰς τὸν θάλαμον αὐτῆς ἐφʼ ἅρματος, ἀστραπὰς
καὶ βροντὰς ὁμοῦ καὶ κεραυνὸν ἀφιείς. Σεμέλης δὲ διὰ τὸν φόβον
ἐκλειπούσης, ἑξαμηνιαῖον τὸ βρέφος ἐξαμβλωθὲν ἐκ τοῦ πυρὸς ἁρπάσας
ἐνέρραψε τῷ μηρῷ. ἡ ἱστορία παρʼ Εὐριπίδῃ ἐν Βάκχαις.
328. σέο ὀρθοτονητέον· ἀντιδιαστολὴ γὰρ πρὸς ἄλλα πρόσωπα.
ἡ δὲ χρῆσις ἐγκλίνει.
330. τελεία στιγμὴ μετὰ τὸ Κρονίδη· προσαγορευτικὴ γάρ ἐστιν
ἡ περίοδος. ἡ δὲ ἑξῆς ἀνάγνωσις ἀμφίβολος· ἤτοι γὰρ καθʼ αὑτὸ
ἀναγνωστέον ποῖον τὸν μῦθον ἔειπες, εἶτα ἀφʼ ἑτέρας ἀρχῆς εἰ
νῦν ἐν φιλότητι, ἵνα ὑποστίζωμεν κορυφῇσι καὶ ἅπαντα, στίζωμεν
δὲ μετὰ τὸ πῶς κʼ ἔοι, εἶτα ἀπʼ ἄλλης ἀρχῆς εἴ τις νῶϊ
θεῶν αἰειγενετάων, καὶ ὑποστίζωμεν ἀθρήσειε, πεφράδοι, ἵνʼ
ᾖ ἀπόδοσις οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα. οὕτως δὲ ἔσονται
ἀνταποδοτικαὶ περίοδοι ἀμφότεραι ὀρθαὶ, τοιαῦται. εἰ νῦν ἐπὶ τῆς
Ἵδης κοιμηθῆναι βούλει, πῶς ἂν εἴη, οἷον πῶς ἂν ἐνδέχοιτο; ἡ δὲ
ἑτέρα, εἴ τις ἴδοι τῶν θεῶν καὶ τοῖς ἄλλοις εἴποι, οὐκ ἂν ἔλθοιμι εἰς
τὸν σὸν οἶκον. ἢ ἀνεστραμμένας αὐτὰς ποιητέον, συνάπτοντα οὕτως,
ποῖον τὸν μῦθον ἔειπες, εἰ νῦν ἐν φιλότητι λιλαίεαι.
ἔστι δὲ στιγμὴ ἐν κορυφῇσι καὶ ἅπαντα, εἶτα καθʼ ἑαυτὸ
ἀπορούσης τῆς θεοῦ πῶς κʼ ἔοι, πῶς ἂν τοῦτο ἐνδέχοιτο. ἢ καὶ
338. ἔστιν τοι θάλαμος ὅτι ἐκ Διὸς καὶ Ηρας καθʼ Ὀμηρον ὁ
Ἥφαιστος. καὶ νῦν μὲν ἴσως τις ἐρεῖ ἀμφιβολίαν εἶναι· ἐν Ὀδυσσείᾳ
δὲ αὐτὸ σαφῶς λέγει ὁ Ἥφαιστος. ὁ δὲ Ἡσίοδος ἐκ μόνης
Ἥρας.
340. * Ζηνόδοτος καὶ Ἀριστοφάνης ἐπεί νύ τοι εὔαδεν εὐνῆ.
εὔαδεν εὐνή τὸ εὔαδεν ὁ Ἀσκαλωνίτης ψιλοῖ, λέγων ὡς ὅτι τὰ
δασυνόμενα ἐν τῇ ἐπενθέσει τοῦ υ ψιλοῦται, ὡς ὅλος οὖλος· οὕτως
οὖν καὶ τὸ ἕαδεν εὔαδεν γένοιτο ψιλούμενον. ἐγὼ δὲ προσίεμαι τὴν
συνήθη ἀνάγνωσιν δασύνουσαν τὸ α, ψιλοῦσαν δὲ τὴν ευ δίφθογγον
καὶ ἔχομεν ἐκεῖνο εἰπεῖν, ὡς εἰ ἴδιον συνθέτων λέξεων τὸ καὶ κατὰ μέσον
δασύνεσθαι, οἴδαμεν δὲ καὶ τὸ ἄδε ῥῆμα συνεχῶς παρὰ τῷ ποιητῇ
(“ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων Il. 12, 80), εἰκότως ἂν φήσαιμεν
ὅτι τὸ εὖ ἐπίρρημα προσῆλθε, καὶ οὕτως ἐφυλάχθη τοῦ ῥήματος ἡ
δασεῖα ὡς ἐν λέξει συνθέτῳ· τὸ μέντοι ἕαδε διαίρεσίς ἐστι τοῦ ἧδε.
348. λωτόν εἶδος χόρτου ἑλείου· διὸ καὶ ἑρσήεντα, ὅ ἐστι
δροσώδη.
349. ἔεργε οὕτως Ἀρίσταρχος, ἔεργε τὸν Δία καὶ τὴν Ἥραν.
ἐν δέ τισιν ὑψόσʼ ἄειρε καὶ ὑψόσʼ ἔερπε διὰ τοῦ π· ἐν δὲ τῇ Χίᾳ
ὑψόσʼ ἵκανε. Ζηνόδοτος πυκνὸν καὶ μαλακὸν, ἵνʼ ἀπὸ χθονὸς
ἀγκαζέσθην.
351. στιλπναί ὁμοίως τῷ ἰσχναί· τὰ γὰρ εἰς νος δισύλλαβα
μετʼ ἐπιπλοκῆς συμφώνου τριγενῆ ὀξύνεσθαι θέλει, πρυμνός ἰσχνός
πυκνός. ἐναντιοῦται τὸ λίχνος· τὸ γὰρ λάγνος ἔννοιαν ἔχει συνθέσεως.
*ἀπέπιπτον Ζηνόδοτος ἐπέπιπτον.
ὁ Ἀσκαλωνίτης ἀξιοῖ παροξύνειν τὸ ἔερσαι ὁμοίως τῷ εὐτέρπαι·
καὶ γὰρ τὸ ἑνικὸν ἐέρση ἐστί (“μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ
θῆλυς ἐέρση” Od. 5, 467), τὰ δὲ εἰς η λήγοντα θηλυκὰ μονογενῆ
ὁμότονα ἔχει τὰ πληθυντικὰ, Ελένη Ἑλέναι· οὕτως εἰ ἐέρση, καὶ
354. *ὅτι σὺν τῷ ν νήδυμος.
359. *κῶμα καλύψω ἐν ἄλλῳ κῶμʼ ἐκάλυψα.
364. Ἀργεῖοι ταῦτα καὶ τὰ ἑξῆς κατʼ ἐπερώτησιν ἀναγνωστέον.
366. ἀλλʼ ὁ μὲν οὕτω φησί ὅτι Ζηνόδοτος γράφει καὶ ἔλπεται.
ἁρμόζει δὲ τῷ προσώπῳ τὸ εὔχεται, καυχᾶται.
371. * ὑποστικτέον κατὰ τὸ τέλος τοῦ στίχου· λείπει γὰρ τὸ
εἰσίν.
372. τὸ παναίθῃσιν οἱ πλείους προπερισπῶσιν, Εὐφράνωρ δὲ
βαρύνει. φιλεῖ δὲ τὰ εἰς η λήγοντα θηλυκὰ δισύλλαβα, ὀξυνόμενα,
συντιθέμενα καὶ μὴ γινόμενα κύρια, τοτὲ μὲν φυλάσσειν τὸν τόνον,
ὅτε μετὰ προθέσεως συντίθεται, τοτὲ δὲ ἀναβιβάζειν, ὅτε οὐ μετὰ
προθέσεως· ἐπιτομή ἀνοχή συνοχή· ἱστοδόκη δὲ καὶ καπνοδόκη
λατύπη οἰνοχόη. εἴπερ οὖν καὶ τὸ παναίθη οὐ μετὰ προθέσεώς ἐστι,
βαρυτονηθήσεται. τάχα δὲ καὶ παρώνυμόν ἐστι, καὶ πάλιν ὀφείλει
βαρύνεσθαι· ὡς γὰρ παρὰ τὸ καλός ἐγένετο πάγκαλος καὶ παγκάλη,
οὕτως καὶ παρὰ τὸ αἰθός πάναιθος, ὦ ἀκόλουθον τὸ παναίθη.
376. *ὃς δέ κ’ ἀνήρ λείπει τὸ ᾗ, ὃς ἂν ᾖ· διὸ ὑποστιγμὴ καὶ
ἐπὶ τὸ μενέχαρμος.
*ἔχῃ Ἀρίσταρχος διὰ τῆς ει διφθόγγου, ἔχει.
ὃς δέ κʼ ἀνὴρ μενέχαρμος οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται, ὅτι γελοῖον
μὴ τὰ ἁρμόζοντα ἀναλαμβάνειν, ἀλλὰ μείζονα εἰς ἐμποδισμὸν τῆς
χρήσεως. Ζηνόδοτος δὲ προηθέτει.
ὀλίγον σάκος μικρὰν ἀσπίδα· ἔστι δὲ ποσότης ἀντὶ πηλικότητος.
379. *ὅτι συλληπτικῶς εἴρηκεν οὐτασμένων τινῶν καὶ βεβλημένων.
382. ἐσθλὰ μὲν ἐσθλός ὅτι οὗτος ὁ στίχος τοὺς προκειμένους
ἀναιρεῖ· βελτίονα μὲν γὰρ τῇ κατασκευῇ ἐνδέχεται ἀναλαμβάνειν,
μείζονα δὲ οὔ. ἔνια δὲ τῶν ὑπομνημάτων δῶκεν ἀντὶ τοῦ δόσκεν·
καὶ ἔστιν εὐφραδέστερον.
*οὕτως Ἀρίσταρχος δόσκεν.
387. δάϊ ὁ Ἀσκαλωνίτης βαρύνει ὡς Θέτι· οἱ δὲ πλείους ὡς
φλεβί ὀξύνουσιν, οἷς συγκατατίθεμαι. εἰ μὲν γὰρ ἦν ἡ εὐθεῖα, ὡς
οἴεται ὁ Ἀσκαλωνίτης, δάϊς ὡς Θέτις βαρυνομένη, καὶ ὡς “πάντα
Θέτι καλλιπλοκάμῳ” (Il. 18, 407), οὕτως δάϊ, πρῶτον ἐκτείνεσθαι
δεήσει τὸ ι, δεύτερον ἐκεῖνο ὁρῶμεν ἐναντιούμενον· τὰ γὰρ εἰς ις
λήγοντα καθαρὸν θηλυκὰ, τῷ α παραληγόμενα, οὐ φιλεῖ βαρύνεσθαι,
τοὐναντίον δὲ ὀξύνεσθαι—ὁ δὲ λόγος ἐπὶ τῶν Ἑλληνικῶν, ἵνα μή
τις τὸ Ξόϊς ἢ Σάϊς ἀντιθῇ, κείμενα παρʼ Ἠροδότῳ—, οἷον Θηβαΐς
Δαναΐς Λαίς Θαίς. οὕτως ἄρα δαΐς, χωρὶς εἰ μὴ λέγοι τις τοῦτο
βεβαρυτονῆσθαι πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου, ὥσπερ καὶ τὸ
ἀκρίς. ἄμεινόν ἐστιν ἐκεῖνο λέγειν ὡς ὅτι εἴτε ἀπὸ τῆς δάϊς βαρυνομένης
εἴτε ὀξυνομένης ἡ προκειμένη ἐστὶ δοτικὴ, ὀφείλει ὀξύνεσθαι
τῷ τὰς εἰς ι συνεσταλμένον ληγούσας δοτικὰς καὶ μὴ συναλειφθείσας
ἐπʼ ὀνομάτων ἀρσενικάς τε καὶ θηλυκὰς ὀξύνεσθαι, μηνί χηνί·
ταύτῃ καὶ λιτί. οὕτως καὶ ἡ δαΐ, εἴτε ἀποκέκοπται εἴτε συγκέκοπται,
ὀξυτονηθήσεται.
ὅτι βαρύνεται ἡ εὐθεῖα δαϊς διδασκόμεθα ἐκ τῆς παρὰ Καλλιμάχῳ
αἰτιατικῆς “ἐς δάϊν ὁπλισμὸν ἵππειον·” ἡ γὰρ τοιαύτη αἰτιατικὴ
βαρυνομένην αἰτεῖ εὐθεῖαν. καὶ τὸ δῆϊς συνομολογεῖ τῷ τόνῳ·
τραπέντος γὰρ τοῦ α εἰς η καὶ τοῦ ι πλεονάσαντος ἐγένετο.
389. *οὕτως διὰ τοῦ α γραπτέον τάνυσ σαν.
391. * ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν.
394. οὔτε θαλάσσης κῦμα τόσον ὅτι Ζηνόδοτος τούτων τῶν
ὁμοιώσεων τὴν πρώτην τρίτην τέταχεν. ὁ δὲ Ὅμηρος τὰ ἐπιτα
τικώτερα ὕστερα λέγει· πάντων δὲ ἐπιτατικώτερον ἀνέμου φορὰ, ἥτις
καὶ τὰ ἄλλα κινεῖ, θάλασσαν καὶ πῦρ.
396. τόσσος γε Ἀρίσταρχος φυλάσσει τὴν ὀξεῖαν ἐπὶ τῆς τοσ
συλλαβῆς, ὁ δὲ Τυραννίων τοσσός γε ἀνέγνω, τὴν σος συλλαβὴν
ὀξύνων, οὐκ εὗ· ὁ γὰρ γέ οὐκ ἀλλάσσει τὸν τόνον τῶν πρὸ ἑαυτοῦ
λέξεων. εἰ δέ τις λέγοι ἐπέκτασιν εἶναι, μὴ σύνδεσμον, ἴστω ὅτι τὸ
βρόμος κυρίως ὁ τοῦ πυρὸς ἦχος· ὅθεν καὶ τὸν Διόνὐσον, ὄντα
ἔφορον τοῦ πυρὸς, καὶ αὐτὸν Βρόμιον καλοῦσιν, ἀντὶ τοῦ τὸν ἐπὶ τοῦ
πυρός. ἐν οἷς οἱ ποιηταὶ καὶ τὸν μῦθον ἔπλασαν ὅτι ἐκ Διὸς καὶ
Σεμέλης ὣν ἐβλήθη τῷ κεραυνῷ, καὶ ὅτι πυρογενής ἐστιν.
397. *ὤρετο ἔν τισι τῶν ὑπομνημάτων ὤρορε, καὶ ἔστιν ὄμοιον
τῷ “ὤρορ’ ἐπαΐξας (Il. 2, 146).
398. * τόσσον γε οὕτως διὰ τοῦ ν, τόσσον γε.
400. *ὅσση ἔξω τοῦ τ αἱ Ἀριστάρχου· οὕτως καὶ Ζηνόδοτος
καὶ Ἀριστοφάνης.
ἀφʼ ἑτέρας ἀρχῆς ταῦτα. Ἀρίσταρχος δὲ χωρὶς τοῦ τ γράφων, όσση ἄρα Τρώων, πάντως τοῖς ἄνω συνάπτει, ἵνʼ ᾖ ὁ λόγος ἀνταποδοτικὸς ἀνεστραμμένος· οὐ τοσοῦτον βοᾷ τὰ εἰρημένα ὅση τῶν Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνή.
402. * Αἴαντος ὅτι ἡ πρόθεσις παρεῖται καὶ πτῶσις ἤλλακται,
ἀντὶ τοῦ ἐπʼ Αἴαντα.
405. ὅτι καὶ τὰ ξίφη καὶ τὰς ἀσπίδας ἐκ τελαμώνων ἀνῆπτον· διὸ δύο.
406. χώσατο ὅτι χώσατο νῦν συνεχύθη, καὶ ὅτι οὐκ ἄτρωτος ὁ
Αἴας καθʼ Ὄμηρον· εἰ γὰρ μὴ οἱ τελαμῶνες ἐσκέπαζον, ἐτρώθη ἄν.
412. στῆθος βεβλήκει οὕτως ἔξω τοῦ ν, βεβλήκει, καὶ ἄνευ
τοῦ ε· Ζηνόδοτος καὶ Ἀριστοφάνης σὺν τῷ ν, βεβλήκειν.
413. στρόμβον δʼ ὣς ὡς ῥόμβον περιφερῆ· λέγει δὲ τὸν καλούμενον
βέμβικα. δίκην οὖν στρόμβου ἐποίησεν αὐτὸν στρέφεσθαι,
σφοδρῶς πλήξας.
414. *πληγῆς γράφεται ῥιπῆς.
416. ἐξ αὐτῆς· τὸν δʼ οὔπερ ἔχει θράσος ὅτι τὸ ἀντικείμενον δεῖ
ὑπακούειν, ἀλλὰ δέος. Ἀριστοφάνης δὲ τὸν δʼ οὔτινʼ ἔχει θράσος
ὅστις ἴδηται.
418. *ὧκα Ἀρίσταρχος ὠκύ.
ὅτι ὠκύ γραπτέον, εἴτε ἐπιθετικῶς εἴτε κατὰ μεσότητα ἀντὶ τοῦ ὠκέως, ὡς “ὀξὺ δὲ κωκύσασα” (Il. 18, 71). ἡ δὲ Μασσαλιωτικὴ καὶ ἡ Χία ὦκα.
419. ἀσπὶς ἑάφθη ἐπικατήφθη δὲ αὐτῷ ἡ ἀσπὶς, ὅ ἐστιν ἐπικατηνέχθη
αὐτῷ. τὸ δὲ ἑάφθη ἀπὸ τοῦ ἕπω, εἵφθη ἥφθη ἑάφθη.
421. ὅτι τὸ ἰάχοντες ὡς ὀρέγοντες· ὅθεν βαρυτονεῖν δεῖ ἰάχων ὡς ὀρέγων.
424. οὐτάσαι οὐδὲ βαλεῖν ἡ διπλῆ, ὅτι διαστέλλει τὸ οὐτάσαι
καὶ βαλεῖν.
*ἄριστοι ἐν ἄλλῳ περίβησαν ἅπαντεσ.
427. τῶν δʼ ἄλλων Ζηνόδοτος διὰ τοῦ τ, τῶν τʼ ἄλλων. διήλλαττον
δὲ αἱ Ἀριστάρχου, ἀκήδεσἁν καὶ ἀκηδέσατο, ἀκηδέστως
ἔσχεν.
434. Ξάνθου δινήεντος ὅτι μὴ προσυστήσας εἰ ὁ Σκάμανδρος·
Ξάνθος καλεῖται, ὡς πρὸς εἰδότας κέχρηται τῷ ὀνόματι. ἰδίως δὲ
τὸν μὲν σωματικὸν Ξάνθον Διὸς γενεαλογεῖ, τὸν δὲ ποταμὸν Ὡκεανοῦ,)
λέγων “ ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι
κρῆναι καὶ φρείατα μακρὰ νάουσιν” (Il. 21, 196).
437. διὰ τοῦ ε αἱ Ἀριστάρχου καὶ αἱ πλείους, ἀπέμεσσεν·
Ζηνοδότειος δέ ἐστιν ἡ διὰ τοῦ α, ἀπέμασσεν. βραχὺ δὲ διασταλτέον
μετὰ τὸ γοῦνα, ἐπὶ τὰ γόνατα καθίσας ἤμει. γελοῖοι δὲ
οἱ τοῖς ἑξῆς συνάπτοντες, ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμασσεν, ἵνʼ
ᾖ ἐπὶ τὰ γόνατα κάθηται. γελοῖοι δὲ οἱ τοῖς φαινομένοις μαχόμενοι·
σύνηθες γὰρ οὕτως λέγειν.
438. * τὲ δέ οἱ ὄσσε οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ κὰδ δέ οἱ
ὅσσε.
439. *ὅτι βέλος τὸν βεβλημένον τόπον.
440. *νόσφιν ἐόντα γράφεται νόσφι κιόντα.
442. * ὅτι οἱ τοιοῦτοι τόποι ἐπλάνησαν τὸν Ζηνόδοτον ὥστε δέξασθαι χωρὶς τοῦ ο Ἰλῆος.
453. *μακρὰ βιβάσθων γρ. μακρὸν ἀΰσας.
456. *οὕτως κόμισε, χωρὶς τοῦ ν.
463. λικριφὶς ἀΐξας ὅτι δὶς κέχρηται τᾕ λέξει, νῦν καὶ ἐν
Ὀδυσσείᾳ (19, 451). σημαίνει δὲ πλάγιος ὁρμήσας, ἀπὸ τοῦ
λέχριος, κατὰ κοινωνίαν τῶν συμφώνων.
λικριφίς Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ “ἀλλήλοισιν ἔφυν
ἐπαμοιβαδίς” (Od. 5, 481)· καὶ οὕτως ἐπεκράτησεν ἡ ἀνάγνωσις.
465. ἐν συνεοχμῷ ἐν τῇ συναφῇ τοῦ ἰνίου, ἐν τῷ συνδέσμῳ.
ἀστράγαλον δέ φησι τὸν σπόνδυλον τὸν ἐν τῷ ἰνίῳ. εἴρηται δὲ
ἀστράγαλος κατʼ ἀντίφρασιν· πολύστρεπτος γὰρ ὑπάρχει.
468. * ἡ κεφαλὴ προέλαβε τὰ κάτω πίπτοντα.
469. * ἀμύμονι Πουλυδάμαντι Ζηνόδοτος ἀμύμονα Πουλυδάμαντα.
472. * ἴσως λείπει δὲ τὸ δοκεῖ σοι.
474. * αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει Ἀριστοφάνης αὐτᾤ
γάρ ῥα φυὴν ἄγχιστα ἔοικεν.
*ἐν ἄλλῳ ἔοικεν.
477. *πρὸς τὸ “ὃε Χλρύσην ἀμφιβέβηκας” (Il. 1, 37), ὅ ἐστιν ὑπερμαχεῖς.
483. *ἵνα μή τι ἐν ἄλλῳ ἔγχει ἐμῷ μή τοί τι.
485. ὅτι ἀντιπέφρακε τὸν γνωτὸν τῷ κασιγνήτῳ σαφῶς· ἔστι
γὰρ ἀδελφός. Ζηνόδοτος δὲ ἐνὶ μεγάροισιν ἀρῆς, ὡς ἐκεῖ “ἐμεῖο
δὲ δῆσεν ἀρἥςʼ (lI. 18,100).
499. ὁ δὲ φἥ κώδειαν ἀνασχών ὁ μὲν Ζηνόδοτος καὶ τὸν δέ καὶ
τὸν φή ἐγκλίνει, ἵνα τὸ φή ταυτὸν ὑπάρχῃ) τῷ ὡς καὶ τὸ μεταλαμβανόμενον
τοιοῦτον ᾖ, ὁ δὲ ὡς κώδειαν ἀνασχὼν πέφραδέ τε Τρώεσσιν.
ὁ δὲ Ἀρίσταρχος ἐκδεξάμενος τὸ ἔφη ῥἥμα ὁμοίως τᾥ ἔβη,
δοκεῖ ἀθετεῖν τὸν δεύτερον στίχον. ὅπερ οὐκ ἀναγκαῖον· ποιητικὸν
γὰρ ἔθος τὸ πολλάκις τὸ αὐτὸ ἐπαναλαμβάνεσθαι. πρὸς δὲ τὸν Ζηνόδοτον
ὑγιὥς ἀποφαίνεται ἐκεῖνο, ὅτι ὁ ποιητὴς οὐδέποτε οἶδε τὸ φή
ἀντὶ τοῦ ὡς, οἱ δὲ μετʼ αὐτὸν, ὥσπερ Ἀντίμαχος καὶ οἱ περὶ Καλλίμαχον.
Ἀρίσταρχος τὸ φῆ ῥῆμα ἐκδέχεται, καὶ ἀθετεῖ τὸν ἑξῆς. δύναται δὲ καὶ δισσολογία εἶναι, ὡς τὸ “τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος, ὅ σφιν ἐϋφρονέων ἀγορήσατο” (Od. 7, 155. 158) καὶ “ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζεν” ἢ τὸ πέφραδε διεσήμαινεν.
*ὅτι ἔξωθεν ἀκουστέον τὸ ὡς, ἵνʼ ᾖ ὡς κώδειαν.
κώδειά ἐστιν ἡ κεφαλὴ τῆς μήκωνος· φαντάζει δὲ ἡ ἐπʼ ἄκρου τοῦ δόρατος ἐμπεπαρμένη κεφαλὴ τὴν ἐπὶ καυλῷ κώδειαν. στικτέον δὲ ἐπὶ τὸ ἀνασχών· ἐὰν γὰρ συνάπτωμεν, ἐπὶ τὴν ἀπεκδοχὴν ἐνεχθησόμεθα καθʼ ἣν τὸ φῆ ἀντὶ τοῦ ὡς κεῖται.
500. πέφραδέ τε Τρώεσσι ὅτι ἀναγνόντες τινὲς φη κώδειαν ὑφʼ
ἓν, ἵνʼ ᾖ ὡς κώδειαν, προσεπέταξαν τὸν ἠθετημένον. οὐδέποτε δὲ
Ὅμηρος τὸ φῆ ἀντὶ τοῦ ὡς τέταχεν. ἴσως δὲ καὶ Ἀντίμαχος ἐντεῦθεν
ἐπλανήθη “φη γεράνοισιν” εἰπών. δεῖ δὲ ἔξωθεν προσλαμβάνειν
τὸ ὡς, καὶ ἀθετεῖν τὸν στίχον· ταυτολογίαν γὰρ περιέχει.
505. * σὺν νηυσί Ζηνόδοτος καὶ Ἀριστοφάνης ἐν νηυσί.
506. *τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα γράφεται
τοὺς ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
509. ἀνδράγρια ὡς ἀντάξια. καὶ γὰρ σύνηθες αὐτῷ τὸ τοιοῦτον εἶδος· καὶ γὰρ ζωάγρια εἶπε καὶ βοάγρια καὶ μοιχάγρια.
ὅτι νῦν καὶ ἐν Ὀδυσσείᾳ ἅπαξ εἴρηκεν ἀνδράγρια. τινὲς δὲ ἀθετοῦσι
διὰ τὸ ξένον τῆς λέξεως καὶ μὴ κείμενον ἀλλαχοῦ. ἤτοι δὲ τὰ
σκῦλα τὰ ἀπὸ ἀνδρῶν ἀγρευόμενα, ἢ ἀντὶ ἀνδρῶν· ὅταν γὰρ μὴ
δυνηθῶσιν ἀνελεῖν, ἀλλʼ οὖν τὸν ἀναιρεθέντα σκυλεύουσιν. ἐκ δὲ τοῦ
παρακολουθοῦντος τὸ προηγούμενον, ἀντὶ τοῦ τίς πρῶτος τῶν Ἑλλήνων
ἀνεῖλέ τινα τῶν πολεμίων; ποὔτο γὰρ ἀποκρίνονται αἱ Μοῦσαι.
σημαίνει δὲ σκῦλα ἠγρευμένα παρὰ ἀνδρῶν· ἀγρεῖν γὰρ τὸ λαμβάνειν.
δεῖ δὲ νοεῖν ὅτι κατὰ τὸ σιωπώμενον τοὺς προπεσόντας
ἐσκύλευσαν.
516. Υπερήνορα ὅτι οὗτος ἴσως ἐστὶν Ὑπερήνωρ, οὗ μέμνηται
κατὰ τὴν πρὸς Εὔφορβον σύστασιν Μενέλαος· “οὐδὲ μὲν οὐδὲ βίη
Ὑπερήνορος ἱπποδάμοιο ἧς ἥβης ἀπόνηθʼ οτε μʼ” (Il. 17, 25).
ἀλλὰ νῦν τούτων τῶν λόγων οὐ μέμνηται, κατʼ ἐπιδρομὴν ἐκφέρων
τοὺς ἀνῃρημένους.
517. * οὔτασε καλλαπάρην γράφεται οὖτα κατὰ λαπάρην.
518. * ὅτι παρετυμολογεῖ τὴν ὠτειλὴν ἀπὸ τοῦ οὔτασε.
521. τὸ μὲν ὁμοῖ οςὡς ἀλλοῖος ἀναγνωστέον· τὸ γὰρ προπαροξύνειν μεταγενεστέρων ἐστὶν Ἀττικῶν. τὸ δὲ ἐπισπέσθαι παροξυτονητέον ὁμοίως τῷ ἀποθέσθαι· ἔστι γὰρ τὸ ἁπλοῦν σπέσθαι. προείρηται δὲ ἐπὶ τῶν τοιούτων ἀπαρεμφάτων.
522. ὅτι οὐ λέγει τρεσσάντων δεισάντων, ἀλλὰ φυγόντων·
“τρέσσαι δʼ οὐκέτι ῥίμφα πόδες φέρον” (Il.13, 515).
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ τῆς Ὁμηρικῆς στιγμῆς.
1. αὐτὰρ ἐπεὶ ἡ ἀναφορὰ πρὸς τὸ “πάπτηνεν δὲ ἕκαστος ὅπη
φύγοι αἰπὺν ὄλεθρον” (Il. 14, 507)· ἐνθάδε γὰρ τὸ πέρας τῆς διώξεως
προσέθηκεν.
διά τε σκόλοπας ἀντὶ τοῦ διὰ σκολόπων καὶ τάφρου, ὡς “διά τʼ
ἔντεα καὶ μέλαν αἷμα” (Il. 10, 298). τὸ ἑξῆς, διέβησαν τούς τε
σκόλοπας καὶ τὴν τάφρον· ὑπερβατὸν γὰρ ὁ τρόπος.
ἡ διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσδιόδευτον ἐμφαίνει τῶν πολεμίων.
2. πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν τοῦτο διὰ μέσου· ἄλλοι
γὰρ ἔδαμεν, ἄλλοι δὲ ἔφυγον.
πολλοὶ δὲ δάμεν ὁμοίως τῷ “πολλοὶ δʼ Ἀργείων οἱ μὲν δάμεν,
οἱ δʼ ἐλίποντο” (Il. 12, 14) καὶ τῷ “φάνεν δέ οἱ εὐρέες ὦμοι” (Od.
18, 68) ἀνεγνώσθη κατὰ ἀφαίρεσιν τοῦ ἄρχοντος χρόνου. ἔφαμεν δὲ
τὰ τοιαῦτα ἀδιαφόρως εὑρεθῆναι παρὰ τῷ ποιητῇ.
φεύγοντες ὑποστικτέον φεύγοντες καὶ χερσίν· ἡ γὰρ ἀντα-
πόδοσίς ἐστιν αὐτῷ οἱ μὲν δὴ παῤ ὄχεσφι.
3."ἡ ὑπό πρόθεσις ὑπαί ἐγένετο ὁμοίως τῇ “ὑπαὶ πόδα νείατον
Ἴδης” (Il. 2, 824)· καὶ ἔστι τὸ ἑξῆς ὑπὸ δέους. οὕτω καὶ Ἀρίσταρχος.
διὸ παραιτητέον τὸν Τυραννίωνα βαρύνοντα τὴν ὑπαί, καὶ
ἡγούμενον ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθος τὸ τῆς ἀποκοπῆς. ἕως δὲ τοῦ
τὸ ὑπαὶ δείους δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι καὶ τοῖς. ἡγουμένοις· ἤτοι γὰρ χλωροὶ ὑπὸ δέους, ἢ ὑπὸ δέους πεφευγότες.
δείους εἴωθεν Ἰωνικῶς αὐτὰ συναιρεῖν· “τοίου μιν θάρσευς πλῆσεν
(Il. 17, 573) ἐξ Ἐρέβευς ἄξοντα” (Il. 8, 368) “ἡμετέρου
δʼ οὐκ ἔστι γένευς” (Od. 15, 533)· ἢ ἐντελῶς “βέλεος δέ σε τείρει
ἀκωκή” (Il. 13, 251) “ἄστεος αἰὲν ὑπὲκ κατʼ ἀμαξιτόν” (Il. 22
146). ἀλλὰ νῦν ἡ κακοφωνία τῆς φωνῆς κράσει ἐποίησεν αὐτὸν χρήσασθαι,
καὶ ἐν τῷ “ἥ ῥα κατὰ σπείους” (Od. 9, 330).
8. μετὰ δέ σφι ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν. ἕνεκα
δὲ σαφηνείας ἐπανέλαβε τοὺς Ἀργείους.
10. ἔνιοι δὲ τὸ εἵαθʼ ψιλῶς· “ἔνθʼ ἄρα οἱ μύλαι εἴστο” (Od.
20, 106) ἀντὶ τοῦ ἦσαν· καὶ Ἀρίσταρχος δὲ ψιλοῖ τὸ εἴατο. ὁμοίως
καὶ ἐπὶ τοῦ “εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δέ τʼ ἄλλαι
εἴωθʼ ὁμηγερέες” (Il. 24, 83)· ἐκδέχεταί τε κλίσιν τὴν ἀπὸ τοῦ εἰμί
εἰς παθητικοῦ ὑπερσυντελίκου χρόνον, καὶ μεταλαμβάνει εἰς τὸ ὑπῆρχον.
ἔχει δὲ ἐπίστασιν εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται συστῆναι
κατὰ σημαινόμενον ἢ χρῆσιν Ἑλληνικήν. διὸ ἄμεινον δασύνειν καὶ
ἐκδέχεσθαι ἐνδιέτριβον καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖς ὑποκειμένοις
κεῖσθαι μὲν τὸν Ἕκτορα, περικαθέζεσθαι δὲ αὐτὸν τοὺς ἑταίρους
συγκάμνοντας. αὐτός τε ὁ ποιητὴς ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶς,
πῆ μὲν κοινῶς εἰπὼν “τοῖοι δʼ ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ
πύργων” (Il. 3, 153). πῆ δὲ Ἰωνικῶς “οἱ δʼ ἕατ’ εἰν ἀγορῇ” (Il. 7,
414), πῆ δὲ ἐπενθέσει τοῦ ἴ πάλιν χρησάμενος Ἰωνικῶς “εἴατο καὶ
προὔχοντες” (Od. 3, 8), ὡς καὶ τὸ προκείμενον.
Ἀρίσταρχος τὸ κῆρ οὐδετέρως ἐκδέχεται καὶ μετοχὴν τὴν ἀπὸ
τοῦ α ἀρχομένην, ἵνα τοιοῦτόν τι σημαίνῃ τὸ κῆρ ἀσύνετος ὢν,
διδασκόμενος καὶ ἐξ ἐκείνου τοῦ “δοκέεις δέ μοι οὐκ ἀπινύσσειν”
(Od. 5, 342). τούτῳ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτης καὶ
Ἀριστοφάνης κῆρ ἀπινύσκων, διὰ τοῦ κ· ὁ δὲ Ἀρίσταρχος καὶ ἐν Ὀδυσσείᾳ διὰ τῶν δύο σσ “δοκέεις δέ μοι οὐκ ἀπινύσσειν” (Od. 5, 342).
ὅτι κατὰ τὸ πλῆρες ἐκληπτέον κῆρ, εἶτα ἀπινύσσων, τὸ κέαρ ἀπινυτῶν.
11. *αἷμ’ ἐμέων πρὸς τὸ “αἷμ’ ἀπέμασσεν” (Il. 14, 437)
τοῦτο ἄν τις σημειώσαιτο.
οὔ μιν ἀφαυρότατος ὅτι τὸ ἐναντίον ὑπακουστέον, ἀλλʼ ἰσχυρότατος·
οὐ γὰρ ἐκ πλήρους ἀποδέδωκεν, ὡς ἐπὶ τοῦ “δὸς φίλος, οὐ
γάρ μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλʼ ὤριστος” (Od.
17, 415).
14. ἀμήχανε ὅτι δύο σημαίνει ἡ λέξις, ἤτοι μὴ δυναμένη
μηχανὴν εὑρεῖν, ἢ πρὸς ἣν οὐκ ἔστι μηχανήσασθαι· ὅπερ καὶ
θέλει εἰπεῖν.
15. Ἕκτορα δῖον ὅτι ἀφʼ ἑαυτοῦ ὁ Ζεὺς δῖον τὸν Ἕκτορα.
πρὸς τὸ μὴ ὑποπτεύειν τὰ ἐν Ὀδυσσείᾳ (1, 65) “πῶς ἂν ἔπειτ’
Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην.”
17. *οὕτως διὰ τοῦ η, ἐπαύρηαι.
ἐπαύρηαι προπαροξυτονητέον ὁμοίως τῷ “εἰσόκε τοὺς ἀφίκηαι”
(Od. 11, 122)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος. ταυτὸν δὲ
λέγομεν καὶ περὶ τοῦ “σὺ δέ κεν κακὸν οἶτον ὄληαι” (Il. 3, 417)·
καὶ γὰρ οὗτος μέσος δεύτερος ἀόριστος.
18. *διὰ τοῦ η μέμνῃ εἶχον πᾶσαι.
τοὺς τῆς Ἡρας δεσμοὺς νοητέον φυσικὴν τοῦ ἀέρος πρὸς τὸν
αἰθέρα συμπλοκήν. διὰ τοῦτο οὖν φησὶ χρύσεον ἄρρηκτον, ἵνʼ
ᾖ δυσδιαχείριστον, ἐπεὶ καὶ τὸ πῦρ χρυσαυγὲς καὶ δυσδιάλυτον.
ἄκμονας δὲ δύω τὰ βαρύτατα τῶν στοιχείων, γῆν καὶ θάλασσαν.
ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν οὕτως ἀσχήμως ὑβρίζει τὴν Ἥραν
ὁ Ζεὺς διὰ θνητὸν Ἡρακλέα· φησὶ γὰρ “ἢ οὐ μέμνῃ ὅτε τʼ
ἐκρέμω.” ῥητέον δὲ ὅτι φιλοσοφεῖ Ὅμηρος. μυθικῶς γὰρ Ζεὺς
οἱ θεοὶ τὸν δεσμὸν λῦσαι· ἰσχὺς γὰρ τῶν ὅλων τὸ συνδεδέσθαι.
ἡ διπλῆ δὲ, ὅτι ἐκ δυεῖν τόπων, τούτου τε καὶ τοῦ κατὰ τὴν A
ῥαψῳδίαν(587), ὁ ποιητὴς τῆς τοῦ Ἡφαίστου ῥίψεως καὶ τῶν Ἥρας
δεσμῶν πληροῦται μῦθον.
21. * ὅτι μακρὸς ὁ Ὄλυμπος ὡς ὄρος.
22. παρασταδόν τοῦτο τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ ὁ λόγος, λῦσαι
δʼ οὐκ ἐδύναντο παραστάντες, ὃν δὲ λάβοιμι, δηλονότι παριστάμενον
ἢ λύοντα.
23. *ὅτι καὶ ταῖς αὐταῖς λέξεσι κέχρηται κατʼ ἀμφοτέρους τοὺς τόπους (cf. Il. 1, 591).
24. * Ἀρίσταρχος θυμόν, ἄλλοι δὲ θυμός. ἔστι δὲ ὁ τῆς Ὁμηρικῆς φράσεως χαρακτήρ· “οἵ σʼ ὠτειλὴν αἷμʼ ἀπολιχμήσονται” (Il. 21, 122).
*συναπτέον ἕως τοῦ θείοιο (25)· ἐν σχήματι γὰρ εἴρηται.
26. πεπιθοῦσα ὡς δραμοῦσα· ἔστι γὰρ δεύτερος ἀόριστος δεδιπλασιασμένος,
ὥσπερ ἤδη καὶ ἐπὶ τοῦ ῥήματος ἔθος αὐτῷ ποιεῖν“ῥηϊδίως
πεπιθεῖν” (Il. 9, 184).
27. *Ζηνόδοτος οὐδὲ ὅλως τὴν κόλασιν τῆς Ἥρας γράφει.
ἀτρύγετον ἄβυσσον, τρύγα μὴ ἔχοντα, ἢ ἄκαρπον, παρὰ τὴν
τρύγην, ὡς Εὐριπίδης (Phoen. 210), ἀκάρπιστα πεδία λέγων τὴν
θάλασσαν. καὶ οἱ μὲν τὸ Μυρτῷον, οἱ δὲ τὸ Αἰγαῖον· οἱ δὲ, ὑπὲρ
τὴν εὔκρατον θάλασσαν. τινὲς δέ φασιν ἐπὶ Πελλήνην κατὰ Γιγάντων
ἀπιόντα Ἡρακλέα πλανηθῆναι.
31. * ἀπολλήξῃς διὰ τοῦ ἑτέρου λ αἱ Ἀριστάρχου.
33. *οὔτε παρὰ Ζηνοδότῳ οὕτε παρʼ Ἀριστοφάνει ἦν· καὶ μήποτε
περιττός ἐστιν.
37. Στυγὸς ὕδωρ ἐπεὶ ἡ Στὺξ καὶ κατὰ τὸν Ἡσίοδόν ἐστιν ἱερὰ
πηγὴ, θυγάτηρ Ὠκεανοῦ· ἢ, ὥς τινές φασιν, ἵτι ὁμώνυμος ταύτῃ
ἐστὶν ἡ πηγὴ, ἣν ἐν Ἅιδου ὅρκον φρικτὸν αὑτῶν οἱ θεοὶ πεποίηνται
41. μὴ δι’ ἐμὴν ἰότητα ἀντὶ τοῦ οὐ διʼ ἐμὴν γνώμην Ποσειδῶν
Ἕλλησι βοηθεῖ, ἴστω Γῆ καὶ Οὐρανὸς τοῦτο καὶ οἱ ἄλλοι ὅρκσι.
οὐ διʼ ἐμὴν γνώμην Ποσειδῶν Ἕλλησι βοηθεῖ. πληρέστατος δʼ ἄν ἦν
ὁ λόγος, εἰ καὶ σύνδεσμος ἔκειτο ὁ ὅτι ἢ ὡς· καὶ συνήπτετο ἂν τοῖς
ἐπάνω, ἵνʼ ᾖ τοιαύτη ἡ φράσις, ἴστω Γῆ καὶ Οὐρανὸς ὅτι μὴ διʼ ἐμὴν
γνώμην. ἀλλὰ σπανίως τὰ τοιαῦτα λείπει, καὶ σχεδὸν ἐπὶ μόνων
τῶν ὅρκων, ὡς κἀκεῖ “ἴστω νῦν Ζεὺς πρῶτα· ἦ μέν τοι τάδε πάντα
τελείεται” (Od. 19, 303). τάχα οὖν καὶ διὰ τοῦτο συναπτέον αὐτὰ
τοῖς ἐπάνω, ἐπεὶ συνήθης ἐστὶ τῶν ὅρκων ἡ ἔλλειψις.
μὴ διʼ ἐμὴν ἰότητα ὅτι παρακέκρουσται τὸν ὅρκον· οὐ γὰρ διὰ
τὴν αὐτῆς βούλησιν ὁ Ποσειδῶν τοῖς Ἕλλησι βοηθεῖ, αὐτὴ μέντοι
συνεργεῖ κοιμήσασα τὸν Δία. καὶ ὅτι ἡ ἀπαγόρευσις ἡ μή ἀντὶ
ἀρνήσεως τῆς οὔ.
44. τειρομένους δʼ ἐπὶ νηυσίν ἐν τῇ Ἀριστοφάνους καὶ Μασσαλιωτικῇ
καὶ Ἀργολικῇ οὕτως ἐφέρετο, κτεινομένους δʼ ἐπὶ νηυσὶν
ἰδών· καὶ ἔστιν ἐμφατικώτερον τοῦ τειρομένους. ἅμα δὲ εἰς ἔλεον
τῶν Ἑλλήνων ἐπάγεται τὸν Δία καὶ ὑπὲρ Ποσειδῶνος λεληθότως
ἀπολογεῖται. οὕτως Ἡρακλέων.
45. * καὶ κείνῳ, ἐκ πλήρους Ἀρίσταρχος τὸν καί σύνδεσμον.
49. Ἀριστοφάνης μετὰ τοῦ σ βοῶπις· καὶ ἔστιν εὐφραδέστερον.
*περιττεύει τὸ ἔπειτα.
50. * ἀθανάτοισι καθίζοις ἐν ταῖς εἰκαιοτέραις ἀθανάτοισι
θεοῖσι.
52. τὸ νόον βέλτιον τοῖς ἡγουμένοις προσδίδοσθαι, ἵνα τὸν τοῦ Ποσειδῶνος λέγῃ. δύναται δὲ καὶ τοῖς ἑξῆς.
53. *οὕτως διὰ τοῦ γέ, ἐτεόν γε, καὶ Ἀριστοφάνης.
54. * κάλεσσον ἐν ἄλλῳ κέλευσον.
56. ὄφρʼ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν ἀπὸ τούτου ἕως τοῦ “λισσομένη
τιμῆσαι” (77) ἀθετοῦνται στίχοι κβ', ὅτι οὐκ ἀναγκαίως
τῶν Ἀχιλλέως νεῶν, οὔτε τὸν Πάτροκλον ἀνέστησεν ἐπὶ τὸν
πόλεμον ὁ Ἀχιλλεύς. καὶ τὸ πέσωσιν οὐχ Ὁμηρικόν· μᾶλλον
γὰρ ἐκεῖνος τὸ ἐμπεσεῖν ἐπὶ τοῦ ἐνσεῖσαι τίθησιν· “ἔφαντο γὰρ
οὐκέτʼ Ἀχαιοὺς σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι”
(Il. 12, 125). ἡ δὲ παλίωξις οὐχ Ὁμηρικῶς παρείληπται· οὐ
γὰρ λέγεται οὕτως ψιλῶς παρʼ αὐτῷ ἡ φυγὴ, ἀλλʼ ὅταν ἐκ μεταβολῆς
οἱ πρότερον φεύγοντες διώκωσι· σαφῶς γὰρ ἐν ἄλλοις φησὶν
“εἰ δέ χʼ ὑποστρέψω καὶ παλίωξις δὲ γένηται” (ib. 71). ἀσύνηθες
δὲ καὶ οὐδετέρως τὸ Ἴλιον νῦν ῥηθέν “Ἴλιον αἰπὺ ἕλοιεν” (71)·
πάντοτε γὰρ θηλυκῶς λέγει. ἔν τε τῷ “λισσομένη τιμῆσαι” φησὶν
ὁ Ἀρίσταρχος ὅτι οὐδαμῆ τὸν Ἀχιλλέα πτολίπορθον εἴρηκεν, ἀλλὰ
ποδάρκη καὶ ποδώκη.
*καὶ παρὰ Ἀριστοφάνει ἠθετοῦντο.
63, 64. *ὅτι ψεῦδος.
64. οὕτως, ἀνστήσει ὅν, αἱ Ἀριστάρχου· τινὲς δὲ ἀνστήσειεν
ἑταῖρον διὰ τοῦ ε. Ζηνόδοτος δὲ ἀπὸ τοῦ “Πηλείδεω Ἀχιλῆος”
ἕως τοῦ “λισσομένη τιμῆσαι” (77) οὐδʼ ὅλως ἔγραφεν.
69. *ὅτι οὐχ Ὁμηρικῶς ἡ παλίωξις.
71. *ὅτι νῦν μόνως οὐδετέρως εἴρηται Ἴλιον.
*Ἀρίσταρχος Ἴλιον ἐκπέρσωσιν.
72. *οὕτως Ἀρίσταρχος χωρὶς τοῦ σ, παύω.
77. *ὅτι οὐδαμοῦ τὸν Ἀχιλλέα πτολίπορθον.
80. ὡς δʼ ὅτ’ ἄν ἀΐξῃ νόος ἀνέρος ὥσπερ δὲ νοῦς ἀνδρὸς πολλὴν
ἐπεληλυθότος γῆν καὶ πολλὰ ἱστορηκότος ἐν ὑπομνήσει ποιεῖται τὰ
ἱστορημένα καὶ ταχέως ἄλλοτε ἐπʼ ἄλλο μεταβαίνει, οὕτω καὶ ἡ
Ἥρα τότε ἐκ τῆς Ἴδης ὀξέως παρεγένετο εἰς τὸν Ὅλυμπον.
ὅτι τὸ κατὰ διάνοιαν θεῖον τάχος τῆς ἐπιπτήσεως τῶν τόπων τὸ
82, *οὕτως Ἀρίσταρχος ἔνθʼ εἴην, μετὰ του ν, καὶ διὰ τῶν δύο
η μενοινήῃσί τε.
86, Ἀρίσταρχος σημειοῦται ὅτι οὕτως μόνως γραπτέον δέπασσιν·
φησὶ γοῦν ἐν τοῖς ἑξῆς “Θέμιστι δὲ καλλιπαρῄῳ δέκτο δέπας.”
ἐν ἐνίοις δὲ “κάλεόν τέ μιν εἰς ἓ ἕκαστος,” οὐκ εὖ· ἰδίαν γὰρ ἔχει
καθέδραν· πῶς οὖν πρὸς ἑαυτὸν ἕκαστος καλεῖ: ἐπὶ μὲν τῆς Ἴριδος
ἁρμόζει τῆς πρὸς τοὺς ἀνέμους παραγεγονυίας (ΙΙ 23, 203). ἀλλὰ
μὴν οὐδʼ ἐπέεσσι γραπτέον· ἐπιδίδωσι γὰρ ἡ Θέμις αὐτῇ τὸ ποτήριον.
ὁ δὲ Θρᾷξ Διονύσιος παρακεῖσθαί φησι τὸ σημεῖον ὅτι διὰ
παντὸς τοὺς θεοὺς συνίστησι πίνοντας καὶ ταύτην ἀρίστην διαγωγὴν
ἔχοντας, πρὸς τὸ ἐν Ὀδυσσείᾳ “οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον
εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ” (Od. 9, 5).
*ταὐτὰ ὁ Δίδυμος τῷ Ἀριστονίκῳ λέγει περὶ τῆς γραφῆς τῆς δέπασσι.
87. *Θέμιστι ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται, ἀντὶ
τοῦ παρὰ Θέμιδος.
92. *θεὰ λευκώλενος ἐν ἄλλῳ βοῶπις πότνια Ήρη.
94. *ἐκείνου Ἀρίσταρχος κείνου Ἰακῶς.
οἷος ἐκείνου θυμός ὅτι τὸ ὑπερφίαλος νῦν μὲν ἐπὶ ψόγου, ὁ ὑπέρσπονδος,
βέλτιον δὲ ὁ ὑπέρμετρος· ἐν ἄλλοις δὲ ἐν τάξει ἐγκωμίου·
“οὐκ ἀγαπᾶς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν” ἀντὶ τοῦ ἀγαθοῖς.
97. οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται δύναται καὶ καθʼ ἑαυτὸ
τὸ ἡμιστίχιον ἀναγινώσκεσθαι, ἵνʼ ᾖ θαυμαστικὸς ὁ λόγος. βέλτιον
δὲ τὸ σύνηθες, ὡς καὶ ἐπάνω “οἶσθα καὶ αὐτὴ οἷος ἐκείνου θυμός”
(93).
οὐδέ τί φημι ὁ νοῦς, οὐκέτι οἶμαι τὸν Δία οὐδενὶ τῶν πάντων
θεῶν ἢ ἀνθρώπων ἱλαρὸν ἔσεσθαι, εἰ ἄρα καί τις ἐν τῷ παρόντι τῇ
αὐτοῦ προσηνείᾳ εὐωχεῖται ἐν ἱλαρότητι.
101. ἡ δὲ γέλασσεν οὗτος ὁ γέλως Σαρδόνιος καλεῖται, ὅταν τις
μὴ ἐκ διαθέσεως καὶ κρίσεως γελᾷ. οὗτος δέ ἐστιν ὁ Σαρδόνιος καλούμενος
γέλως, ὁ μετὰ δηγμοῦ πρὸς ὑπόκρισιν· οὐ γὰρ γελᾷ. καἰ
104. * κατʼ ἔνια τῶν ὑπομνημάτων ἀφρονέοντα.
105. ἦ ἔτι μιν μέμαμεν ἢ ἔπει ἠὲ βίῃ ἔφαμεν τὸν η κατʼ
ἀρχὴν ὄντα διαπορητικὸν περισπᾶσθαι, ὥσπερ καὶ ἐνθάδε. τοὺς
μέντοι ἑξῆς ἐγκλιτέον ἐν τῇ συντάξει· εἰσὶ γὰρ ἤτοι διαζευκτικοὶ ἢ
παραδιαζευκτικοὶ, ὡς τὸ “ἢ ἔπει ἠὲ βίῃ” (Il. 1, 504).
114. *οὕτως καὶ ἡ Ἀριστάρχου καὶ πᾶσαι, ἔπος ηὔδα, οὐ προσηύδα.
116. οὗτός ἐστιν ὁ ἀλλοπρόσαλλος· οἱ γὰρ ἀδικήσαντες αὐτὸν
ἦσαν οἱ Τρῶες, οἱ κατάρξαντες τοῦ ἀδικήματος.
119. Δεῖμόν τε Φόβον τε ὅτι ἀντὶ τοῦ Δείμῳ καὶ Φόβῳ, καὶ
ὅτι ἐντεῦθεν ἡ πλάνη γέγονε τοῖς δεξαμένοις Δεῖμον καὶ Φόβον
ἵππων ὀνόματα. εἰσὶ δὲ Ἄρεως υἱοί· ἐν ἄλλοις γὰρ ῥητῶς φησὶ
“τῷ δὲ Φόβος φίλος υἱός” (Il. 13, 299). τὸ δὲ γένος τῆς ἀμφιβολίας
ἔστιν εὑρεῖν καὶ ἀλλαχῇ· “τὸν δέ τʼ ἄνδρα ἑλεῖν καὶ εἰς
ὁρμὴν ἔγχεος ἐλθεῖν” (Il. 5, 118) καὶ ἐν Ὀδυσσείᾳ (3, 24)
“αἰδὼς δʼ αὗ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι,” ὅπερ ἀγνοήσαντές
τινες ἔγραψαν νέῳ ἀνδρί.
121. μείζων τοῦ πρὸς Ἥραν καὶ Ἀθηνᾶν καὶ Ποσειδῶνα χόλου.
122. *ὅτι ἐκ παραλλήλου ὡς ἰσοδυναμοῦντα τὸν χόλον καὶ τὴν μῆνιν.
123. * περιδδείσασα διὰ τοῦ ἑτέρου δ. αἱ Ἀριστάρχου.
125. τοῦ δʼ ἀπὸ μὲν καὶ ἐπὶ Ὀδυσσέως “αὐτίκʼ ἀπὸ κρατὸς
κυνέην καὶ σάκος ὤμοιν, δόρυ δʼ ἔκβαλεν ἔκ τε χειρός” (Od. 14,
276). δῆλον δὲ ὅτι ἀφοπλίζουσα τὸν Ἄρεα ταῦτα ἔλεγεν· οὐ γὰρ
σιωπῶσα.
127. ἡ ὅτι ἐξ ἀναλήψεως τὰ ἄρθρα λαμβάνει. ὅμοιον δέ ἐστι
τοῦτο τῷ “αὐτὰρ Ἀθηναίη κούρη Διός,” εἶτα “ἡ δὲ χιτῶνʼ ἐνδῦσα
Διός” (Il. 5, 733, 736). δασυντέον δὲ τὸ ἡ ἄρθρον. δύναται μέντοι
καὶ σύνδεσμος ἐξακούεσθαι, ἵνα γένηται καὶ ἐπέεσσι καθάπτετο.
καὶ ἔστιν ὅμοιον τοῖς τοιούτοις “βεβλήκει γλουτὸν κατὰ δεξιὸν, ἡ
δὲ διὰ πρό” (l. 5, 66) “ἡ δὲ χιτῶνʼ ἐνδῦσα (ib. 736)· καὶ γὰρ.
ἐπὶ τούτων διχῶς ἀνέγνωσαν, ὥσπερ καὶ ἐπὶ τοῦ ἐν τῇ Ὀδυσσείᾳ”
128. μαινόμενε, φρένας ἠλέ μετὰ τὴν πρώτην λέξιν στικτέον·
μετὰ δὲ τὸ ἠλέ ἀμφίβολος ἡ στιγμή. ἤτοι γὰρ καὶ αὐτὸ προσαγορευτικόν
ἐστιν “ὦ φρένας ἠλέ” εἶτα καθʼ ἑαυτὸ “διέφθορας·” ἢ
συναπτέον ὅλον, ἵνʼ ᾖ τὸ ἑξῆς φρένας διέφθορας. τὸ δὲ ἠλέ ὡς καλέ
ἐπιθετικῶς. εἴτε δὲ ἀπεκόπη εἴτε συνεκόπη ἐκ τοῦ ἠλεέ, ἔρρωται τὰ
τοῦ τόνου.
134. ἡ Ἀριστοφάνειος κακὸν μέγα πᾶσι, Ζηνόδοτος δὲ αὐτὰρ
τοῖς ἄλλοισι θεοῖς μέγα πῆμα φυτεῦσαι.
*ἐν ἄλλῳ πῆμα φυτεῦσαι.
138. ὅτι Ζηνόδοτος γράφει υἷος ἑοῖο. τοῦτο δὲ ἐν τῷ περί τινος
λόγῳ τίθεται. νῦν δὲ πρὸς πρόσωπόν ἐστι, καὶ δεῖ γράφειν ἑῆος.
ἠγνόηκε δὲ τὴν λέξιν· ἔστι γὰρ ἑῆος ἀγαθοῦ, καὶ δοτῆρες ἑάων. προπερισπαστέον
δὲ τὴν υἷος γενικήν· προείρηται δὲ πῶς γέγονεν.
139. *τοῦ γε Ζηνόδοτος καὶ Ἀριστοφάνης τοῦ δέ.
141. γενεήν τε τόκον τε τοὺς γονεῖς καὶ τὸ γένος· δισσολογεῖ
διʼ ἀμφοτέρων τὴν γένεσιν. ὁ δὲ νοῦς, ἀδύνατόν ἐστι θεῷ ῥύσασθαι
τὴν ἐξ ἑαυτοῦ ἀνθρωπίνην γένεσιν· τὸ γὰρ ἀργαλέον νῦν ἀντὶ τοῦ
ἀδύνατον κεῖται· καὶ τοῦ θανάτου ῥύεσθαι.
142. θρόνῳ ἔνι ἀναστρεπτέον τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστὶν ἐν
θρόνῳ, ὁμοίως τῷ “υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι” (111).
146. Ζεὺς σφώ καὶ τὸ Ζεύς καὶ τὸ σφώ ἐγκλιτέον, τουτέστι
βαρυτονητέον, ἐπεὶ δευτέρου προσώπου ἐστὶ καἰ μεταλαμβάνεται εἰς
τὸ ὑμᾶς.
147, 148. αὐτὰρ ἐπὴν ἔλθητε ἀθετοῦνται ἀμφότεροι, ότι ἀνηθοποίητοί
εἰσι· καὶ γὰρ εἰ μὴ ἐνετείλατο ἡ Ἥρα, ὤφειλον ὑπακούειν
τῷ Διί. καὶ λόγον ἂν εἶχεν ἡ ἐντολὴ, εἰ κεχαρισμένον τι αὐτῇ ἐπετέλουν
καὶ μὴ ἐναντίον, ὥστε ἔδει μᾶλλον παρακαλεῖν εἰς τὸ παριδεῖν
τι τῶν ὑπὸ Διὸς προστασσομένων.
*καὶ Ἀριστοφάνης προηθέτει.
152. * βέλτιον τὸ ἥμ ενον τούτῳ προσδίδοσθαι.
153. ἥμενον, ἀμφὶ δέ μιν θυόεν νέφος ὅτι τοῦτό ἐστι τὸ νέφος
154. *νεφεληγερέταο βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον.
155. οὐδὲ σφῶιν ἰδών ἐνθάδε ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία· τρίτου
γάρ ἐστι προσώπου, διʼ ὃ τὸν δε σύνδεσμον ὀξυτονητέον. ὁμοίως
οὖν ἀναγνωστέον τῷ “καί σφωϊν δὸς ἄγειν” (Il. 1, 338).
*ὅτι τὸ ἐναντίον ὑπακοῦσαι δεῖ, ἀλλʼ ἀπεδέξατο.
158. *ὅτι οὐκ ἔστιν ἐπίθετον τὸ ταχεῖα, ἀλλʼ ἀντὶ τοῦ ταχέως.
βάσκ’ ἴθι Ἶρι ταχεῖα εἴρηται ἐν τῇ (144) ὅτι ἀμφίβολός
ἐστιν ἡ μεταξὺ τούτων διάστασις· ἡ μὲν γὰρ συνήθεια συνάπτει, ὁ
δὲ λόγος χωρίζει.
159. προπερισπαστέον τὸ ἀγγεῖλαι· ἔστι γὰρ ἀπαρέμφατον
ἀντὶ προστακτικοῦ κείμενον, διὰ τὸ ἐπιφερόμενον “μηδὲ ψευδάγγελος
εἶναι.” οὐκ ἀναγκαῖον γὰρ διὰ τὸ ἄνωχθι προστακτικῶς
ἀναγινώσκειν. καὶ ἔστιν ὅμοιον τῷ “τῆ δὲ τόδε κρήδεμνον ὑπὸ
στέρνοισι τανύσσαι” (Od. 5, 346)· καὶ ἐνθάδε γὰρ ἀπαρέμφατόν
ἐστιν.
161. *ἔρχεσθαι μετά γράφεται καὶ ἔρχεσθʼ ἢ μετά.
*τι ἁφʼ ἑαυτοῦ ὁ Ζεὺς τὴν θάλασσαν δῖαν εἴρηκεν.
162. εἰ δέ μοι τὸν δέ ὀξυτονητέον· ἔστι γὰρ νῦν ἡ μοι ἐγκλιτικὴ
καὶ ἀπόλυτος.
165. ἐπεί εὑ φημί καὶ ἐπὶ τούτου ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία
καὶ ἀπόλυτος· διὸ τὸν ἐπεί σύνδεσμον ὀξυτονητέον ὁμοφώνως τῷ
“καί εὑ κράτος ἐστὶ μέγιστον” (Il. 24, 293).
166, 167. καὶ γενεῆς πρότερος ἀθετοῦνται ἀμφότεροι, καὶ ἀστερίσκοι
παράκεινται, ὅτι τοὺς ὕστερον λεγομένους ὑπὸ τῆς Ἴριδος διʼ
ἐπιείκειαν ἐνθάδε τις μετενήνοχεν· ἀναρμόστως γὰρ ὁ Ζεὺς, ὥσπερ
δεδοικώς καὶ συλλυθῆναι βουλόμενος, εἰξάτω μοι, φησὶ, καθόσον εἰμὶ
προγενέστερος· τὰ γὰρ τοιαῦτα τῶν δεομένων· “καί μοι ὑποστήτω
ὅσον βασιλεύτερός εἰμι ἡδʼ ὅσον γενεῇ προγενέστερος” (Il. 9, 160).
169. *ὅτι Ζηνόδοτος γράφει ἐξ δαίων. ἁρμόζει δὲ μᾶλλον κατʼ Ἰδαίων· κατάβασιν γὰρ δηλοῖ.
170. *ὅτι διέσταλκε νιφάδα καὶ χάλαζαν.
171. ψυχρὴ ὑπαὶ ῥιπῆς τὸ ψυχρή ἑκατέρῳ δύναται προσδίδοσθαι·
ἤτοι γὰρ ψυχρὴ ὑπὸ βορέου, ἢ πτῆται ὑπὸ βορέου.
176. * κέλεται γρ. κέλευε.
178. *ὅτι πτῶσις ἤλλακται, εἰ δὲ αὐτῷ ἀντὶ τοῦ εἰ δὲ αὐτοῦ τοῖς ἔπεσι· τὸ γὰρ οἷ αὐτῷ ἐστι.
179. *καὶ κεῖνος ἐκ πλήρους τὸν σύνδεσμον Ἀρίσταρχος.
*πολεμίζων Ζηνόδοτοσ διὰ τοῦ ζ.
183. ὅτι τὸ στυγέουσιν ἀπὸ μιᾶς ἀρχῆς ἐν διαφορᾷ μετάγεται, νῦν μὲν δεδίασιν, ὅταν δὲ εἴπῃ “ σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ” (Il. 20, 65), ἀντὶ τοῦ μισοῦσιν· “κατὰ δʼ ἔστυγε μῦθον ἀκούσας” (Il. 17, 694). κατεστύγνασεν, ἀπὸ τῆς κἄτι τὸ πρόσωπον στυγνότητος.
*οἱ ἀστερίσκοι, ὅτι ἐντεῦθεν μετάκεινται ἄνω, οὐχ ὑγιῶς.
187. τρεῖς γάρ τʼ ἐκ Κρόνου διὰ τῶν δύο κ γράφοντος Ἀριστάρχου
ἐκ Κρόνου, οὐ κατεπείγει διαστέλλειν, ὥς τινες ἀξιοῦσιν, ἐπὶ
τὸ εἰμέν. μὴ κειμένης γὰρ τῆς προθέσεως ὁμολογοῦμεν ὡς ἀμφίβολος
ἦν ἡ προφορά συναπτομένη, νῦν δὲ οὐ κατεπείγει.
*οὕτως Ἀρίσταρχος διὰ τῶν δύο κ.
Ῥέα οἱ μὲν ἐκτείνουσι τὸ α, ἐπὶ δὲ τοῦ ἐπιρρήματος συστέλλουσιν·
οἱ δέ φασι δεῖν συστέλλειν, ἵνα δάκτυλος γένηται, ὡς τὸ
“πὺξ ἀγαθὸν Πολυδεύκεα’(Il. 3, 237) “ἀνδρόμεα κρέα” (Od. 9.
347) “εἴσατο τεύχεα.”
189. φυσικὴ φαίνεται διάταξις γεγενημένη. ὁ μὲν γὰρ τὸ ζῆν παρεχόμενος Ζεὺς ὠνόμασται, ὁ δὲ τὴν ὑγρὰν οὐσίαν ἀπὸ τῆς πόσεως Ποσειδῶν, Ἅιθης δὲ ὁ θάνατος παρὰ τὸ σκοτεινὸν καὶ ἀειδὲς τῆς τῶν ἀνθρώπων ἀπωλείας.
τριχθὰ δὲ πάντα δέδασται καὶ ἔμπροσθεν περὶ τούτου εἴρηται
ἱκανῶς, ὅτε ἐλέγομεν περὶ τοῦ (18) “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω,”
ἀκριβέστερον δὲ καὶ νῦν. διὰ γὰρ τούτων ὁ ποιητὴς τὴν κοσμικὴν
αἰνίττεται φύσιν, Δία μὲν τὸν ἀνωτάτω ὑποτιθέμενος διάπυρον
ἀέρα, Ἥραν δὲ τὸν δεύτερον· καὶ ταύτην φησὶν ὑπὸ Ὠκεανοῦ
τεθράφθαι, ἐπειδὴ ἐκ τῆς τῶν ὑγρῶν ἀναθυμιάσεως γίνεται ὁ ἀήρ.
καὶ Ἡσίοδος Οὐρανὸν μὲν λέγει τὴν ἐκπύρωσιν, Κρόνον δὲ
τὸν ἄνωθεν κρουνηδὸν ἐπιφερόμενον ὄμβρον, Ῥέαν δὲ τὴν ἐπιρρεομένην
ὕδασι γῆν, ἐκτομὴν δὲ Οὐρανοῦ τὴν τοῦ πυρώδους ἐξ ὑγρῶν
σβέσιν, λίθον δὲ καταπινόμενον ὑπὸ Κρόνου, ἐπειδήπερ ἡ μεταβολὴ
τῶν ὑγρῶν εἰς στερρότητα πήγνυται· κρύπτεσθαι δὲ τὸν Δία διὰ
τὸ τὸ ζῆν ἐπικρατεῖν τῷ τῷ χειμῶνι τοὺς καρποὺς ἀφανίζεσθαι
πλεοναζόντων τῶν ὑγρῶν.
*ὅτι τὸ πάντα κατὰ παρολκὴν, ὡς “οἱ δʼ ἐννέα πάντες ἀνέσταν” (II. 7. 161).
190. * ἐπὶ τὸ αἰεί βραχὺ διασταλτέον.
192. *εὐρύν ὅτι Ζηνόδοτος αἰπύν. τοῦτο δὲ ὄρους ἐπίθετον.
193. πῶς δέ φησιν “γαῖα δʼ ἔτι ξυνὴ καὶ μακρὸς Ὄλυμπος;” Κράτης ἐν δευτέρῳ Ὁμηρικῶν καὶ Στησίμβροτος πάντα οὕτως δέδασται.
κοινὴ ὅλων τῶν στοιχείων ἡ γῆ, καθότι ἐν αὐτῇ εὑρίσκεται καὶ τὰ
λοιπὰ τρία στοιχεῖα· τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται, καὶ πυρὸς
ἀναδόσεις περὶ αὐτὴν γίγνονται, ὥσπερ κατὰ τὴν Αἴτνην ἐν Σικελίᾳ
καὶ περὶ τοὺς Ἡψαίστου κρητῆρας, ὁμοίως δὲ καὶ περὶ Κράγον
Λυκίας καὶ ὅσα τοιαῦτα. ὁμοίως δὲ καὶ ὁ ἀὴρ περὶ αὐτήν ἐστι.
καλῶς δὲ καὶ τὸν Ὄλυμπον κοινόν φησιν, ἐπεὶ καὶ ὁ Ὄλυμπος τὴν
γένεσιν ἐκ τῶν τεσσάρων κέκτηται στοιχείων. ἡ διπλῆ δὲ ὅτι συναφὴς
τῇ γῇ Ὄλυμπος ὡς ἂν ὄρος. τὸ δὲ ὅμοιον πεποίηκε καὶ ἐν
Ὀδυσσείᾳ “ναιετάω δʼ Ἰθάκην εὐδείελον, ἐν δʼ ὄρος αὐτῇ” (Od. 9
21)· κεχώρικε γὰρ τὸ ὄρος τῆς Ἰθάκης, οὐχ ὡς μὴ ὂν ἐπʼ αὐτῆς,
καθάπερ καὶ τὸν Ὄλυμπον ἐπίγειον ὄντα τῆς γῆς· εἰ γὰρ ὁ αὐτὸς
τῷ οὐρανῷ ἡ μέρος ἐπουράνιον, οὐκ ἂν κοινὸς, ἀλλʼ ἴδιος τοῦ Διός.
194. τῷ ῥα καὶ οὔτι διὸ οὐκ ἂν κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι,
ἀλλὰ κατὰ τὴν ἐμαυτοῦ. Δημήτριος δὲ ἀποβήσομαι, εἴξω·
οὕτως ἔχειν καὶ τὸ “οὐ γάρ μοι δηρὸν βέῃ” (Il. 16, 852), οὐ προβήσῃ
κατὰ τὸ ζῆν πολὺν χρόνον.
196. χερσὶ δὲ μή τί με ὁ νοῦς, μηδὲ ὡς χερσὶ κακὸν ὄντα εἰς
δέος ἀγέτω· ἢ ὡς κακὸν ὄντα εἰς τὸν διὰ χειρῶν ἀγέτω πόλεμον· ἢ
ὡς χερσὶν ὑπερέχων.
197. κέρδιον εἴη Ἀρίσταρχος βέλτερον εἴη· οἱ δὲ εἰκαιότεροι
γράφουσι κέρδιον εἴη· Ἀριστοφάνης κάλλιον εἴη.
199. οἵ ἑθεν ἡ ἕθεν νῦν ἀπόλυτός ἐστι καὶ ἐγκλιτική· διὸ τὸ οἱ
ἄρθρον ὀξυτονοῦμεν.
204. οἶσθʼ ὡς πρεσβυτέροισιν ὅτι τοῦτο παρʼ ἑαυτῆς προσέθηκεν
ἡ Ἶρις. καὶ τὰ ἐν τοῖς ἐπάνω οὖν οὐχ ὑπὸ Διὸς εἴρηται “καὶ γενεῇ
πρότερος” (182).
207. *εἰδῇ Ζηνόδοτος διὰ τοῦ π εἴπῃ.
209. ὁμῇ περισπαστέον κατὰ δοτικὴν πτῶσιν, ὁμοίως ἐπιθετικῷ
τῷ θερμῇ· καὶ γὰρ ὁμός αὐτοῦ τὸ ἀρσενικὸν ὁμοίως κατʼ ὀξεῖαν τάσιν
(“οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος Il. 4, 437)· καὶ τὸ οὐδέτερον “ἦ
μὰν ἀμφοτέροισιν ὁμὸν γένος” (Il. 13, 354). παράκειταί τε τὸ
ἐπίρρημα τὸ εἰς ως λῆγον περισπώμενον ὡς θερμῶς· “ὁμῶς δέ τοι
ἤπια οἶδεν” (Od. 13, 405).
211. *Ἀρίσταρχος νῦν μέν γε· ἄλλοι δὲ νῦν μέν κε.
212. ἄλλο δέ τοι ἐρέω ἀπὸ τούτου ἕως τοῦ “ἴστω τοῦθʼ ὅτι
νῶϊν”(217) ἀθετοῦνται στίχοι ἓξ, ὅτι εὐτελῆ τὰ κατὰ τὴν σύνθεσιν
καὶ τὰ κατὰ τὴν διάνοιαν. προειπὼν γὰρ “νεμεσσηθεὶς ὑποείξω,
οἱονεὶ μεταμεληθεὶς ἐπιφέρει ἀπειλήσω. ὅ τε Ποσειδῶν ἐπίσταται
ὅτι οὐκ εἰς τέλος φείσεται τῆς πόλεως, ἀλλʼ ὅσον μόνον ἕνεκα τοῦ
τιμῆσαι τὸν Ἀχιλλέα ἐπαμύνει τοῖς Τρωσίν. τά τε τῶν θεῶν ὀνόματα
μετενήνοχέ τις ἀπὸ τῆς θεομαχίας (Il. 21) συναθροίσας τῶν
ἐναντιουμένων τοῖς βαρβάροις θεοῖς, οὐκέτι ἐπιστήσας ὡς οὔτε τῷ
Ἑρμῇ οὔτε τῷ Ἡφαίστῳ ἔμελεν ἰδίᾳ τὰ τῆς πορθήσεως, ἀλλʼ ἕνεκα
τῆς ἀντικαταστάσεως μόνον παρείληφεν αὐτούς.
214. Ἥρης Ἑρμείω τε τινὲς Ἥρης Ἡφαίστου τε καὶ
Ἑρμείαο.
* Ἑρμείω Ἰωνικὴ γενικὴ παθοῦσα· εἰ γὰρ ὑγιὴς, ἔσται Ἑρμείεω ὡς Ἀτρείδεω.
215. πεφιδήσεται ἀπὸ τοῦ φείδω φιδῶ, ὡς πείθω πιθῶ, τεύχω
τύχω· “τύχησε γὰρ ἐρχομένη νηῦς” (Od. 19, 291).
223. * ὅτι ἀφʼ ἑαυτοῦ ὁ Ζεὺς θάλασσαν δῖαν καλεῖ.
225. οἵπερ νέρτεροί εἰσιν ὅτι Ζηνόδοτος γράφει οἵπερ νέρτατοι.
πρὸς οὐδὲν δὲ τὸ ὑπερθετικὸν μετάκειται· τοῦ γὰρ κατωτέρου κατώτερος
οὐδείς ἐστιν. ἐνερτέρους δὲ καλεῖ καὶ οὐρανίωνας καὶ ὑποταρταρίους
καὶ Τιτᾶνας τοὺς περὶ Κρόνον θεούς.
226. οἷ αὐτῷ ὁ Ἀσκαλωνίτης ἀξιοῖ ἐγκλιτικῶς ἀναγινώσκειν,
ἐπεὶ ἀπὸ προσώπου ἐπὶ πρόσωπον ἡ ἀναφορὰ καὶ εἰς ἀπλῆν ἡ μετάληψις·
ἀντὶ γὰρ τῆς αὐτῷ δισυλλάβου. ἄμεινον δὲ πείθεσθαι
τοῖς περισπῶσι διὰ τὸ ἤδη διαστολὴν γεγενῆσθαι διὰ τῆς ἐμοί·
τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν ἐμοὶ καὶ αὐτῷ ἔπλετο, ὥστε ἀπὸ κοινοῦ
λαμβάνεσθαι τὸ ἔπλετο ῥῆμα. ὁμοίως δὲ καὶ ἐπʼ ἐκείνου κατʼ
ὀρθὸν τόνον ἀνέγνωμεν τὴν οἷ “Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν
Ὀδυσσεὺς μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ” (Od.
22, 213)· καὶ τὸ ἑξῆς ἐστὶ τοιοῦτον, μὴ πεισάτω σε Ὀδυσσεὺς
ἡμῖν μάχεσθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου ἡ οἷ ὁπότε
προηγεῖται τῆς αὐτός ἀντωνυμίας κατὰ δοτικὴν πτῶσιν, ὀρθοτονεῖσθαι
θέλει, εἴτε εἰς ἀπλῆν εἴη ἡ μετάληψις εἴτε καὶ εἰς σύνθετον. διὸ
μεμπτέον ἐκείνην τὴν ἀνάγνωσιν “ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσσῃ”
(Od. 4, 667)· ἐχρῆν γὰρ διὰ τὴν ἐπιφερομένην ἀντιδιαστολὴν κατʼ
ὀρθὸν τόνον ἀναγινώσκεσθαι.
229. * λάβ’ αἰγίδα ὅτι τοῦ Διὸς ἡ αἰγὶς ὅπλον· Ἀπόλλωνι
γοῦν δίδωσιν.
Κρόνος χρησμὸν λαβὼν ὅτι ὁ ἴδιος αὐτὸν τῆς βασιλείας μεταστήσει
υἱὸς, τὰ γεννώμενα κατέπινεν. Ῥέα δὲ τεκοῦσα Δία Κρόνῳ
μὲν λίθον ἀντʼ αὐτοῦ σπαργανώσασα ἔδωκε καταπιεῖν, τὸ δὲ παιδίον
εἰς Κρήτην διακομίσασα ἔδωκε τρέφειν Θέμιδι καὶ Ἀμαλθείᾳ, ἢ ἦν
αἴξ. ταύτην οἱ Τιτᾶνες ὁπότε θεάσαιντο, ἐφοβοῦντο. αὕτη δὲ τοὺς
αἰγίοχον προσαγορευθῆναι.
230. τῇ μάλʼ ἐπισσείων, φοβέειν ἥρωας Ἀχαιῶν ὅτι ἥρωας καλεῖ,
καὶ οὐ μόνον τοὺς βασιλέας, ὡς Ἴστρος.
231. σοὶ δʼ αὐτῷ μελέτω ἀπὸ τούτου ἕως τοῦ (235) “ὥς κε καὶ
αὖτις Ἀχαιοί” ἀθετοῦνται στίχοι πέντε, ὅτι ἄκαιροι οἱ λόγοι, ἐπὶ
τοσοῦτον ἔγειρε τὸν Ἕκτορα ἕως ἐπὶ τὰς ναῦς φύγωσι· μετὰ δὲ
ταῦτα ἐγὼ βουλεύσομαι ὡς δεῖ τοὺς φεύγοντας ἀναπνεῦσαι. καὶ
ἄκαιρος ἡ πρόρρησις, καὶ οὐ κεχαρισμένη τῷ Ἀπόλλωνι.
*καὶ παρὰ Ἀριστοφάνει ἠθετοῦντο.
232. ὄφρ’ ἄν Ἀρίσταρχος τόφρʼ ἂν Ἀχαιοί, μετὰ τοῦ τ.
240. * οὕτως Ἀρίσταρχος διὰ τοῦ ε ἐσαγείρετο, παρατατικῶς. ἄλλοι δὲ ἐσαγείρατο διὰ τοῦ α.
241. ὀρθοτονητέον τὴν ἕ· μεταλαμβάνεται γὰρ εἰς σύνθετον τὴν
ἑαυτόν. ἡ διπλῆ δὲ, ὅτι τὸ γινώσκων ἴσον ἐστὶ τῷ ἀναλεγόμενος καὶ
ἀναμιμνησκόμενος τῆς ἑκάστου ὄψεως, οὐκ ἐκ προχείρου γινώσκων,
ἀλλʼ οἷον ἀναγνωρίζων. καὶ κατʼ ὀρθὸν τόνον ἀναγνωστέον, ἀμφὶ ἓ
γινώσκων· ἔστι γὰρ εἰς ἑκάτερον ἑαυτοῦ μέρος σκοπῶν.
245. δασυντέον τὸ ἧ σαι· προείρηται δὲ περὶ τούτου. τὸ δὲ ὀλιγηπελέων ἕν ἐστιν, ὅμοιον τῷ ὀλιγοδρανέων. τὸ δὲ ἦ πού τί σε, ὁ ἦ διαπορητικός ἐστι· διὸ περισπαστέον.
252. *ὄψεσθαι Ἀρίσταρχος ἵξεσθαι, καὶ οὐκ ἄχαρις ἡ γραφή.
ὅτι ἄϊον ἀντὶ τοῦ ἐπῃσθόμην, τοῦτο δέ ἐστι, τῆς ψυχῆς μου ἥψατο. καὶ ἐν ἄλλοις (Il. 11, 532) “τοὶ δὲ πληγῆς ἀίοντες,” ἐπαισθόμενοι τῆς πληγῆς· τῷ εἴδει τὸ γένος.
256. χρυσάορον ἤτοι χρυσοφάσγανον, ἢ χρυσοῦν τὸν ἀορτῆρα
τῆς φαρέτρας ἔχοντα ἢ τῆς κιθάρας, οὐκέτι δὲ τοῦ ξίφους· ἁγνὸς
Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος εὗρε λύραν, καὶ τοὺς
Ἀπόλλωνος βόας κλέψας εὑρέθη ὑπὸ τοῦ θεοῦ διὰ τῆς μαντικῆς.
ἀπειλοῦντος δὲ τοῦ Ἀπόλλωνος ἔκλεψεν αὐτοῦ καὶ τὰ ἐπὶ τῶν ὤμων
τόξα. μειδιάσας δὲ ὁ θεὸς ἔδωκεν αὐτῷ τὴν μαντικὴν ῥάβδον, ἀφʼ
ἧς καὶ χρυσόρραπις ὁ Ἑρμῆς προσηγορεύθη, ἔλαβε δὲ παρʼ αὐτοῦ
τὴν λύραν· ὅθεν καὶ χρυσάωρ ὠνομάσθη, ἀπὸ τοῦ τῆς κιθάρας ἀορτῆρος.
263. τὸ ἐπὶ φάτνῃ δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις
συντάττεσθαι, ἵνʼ ᾖ τὸν ἐπὶ φάτνῃ σύνδεσμον.
265. εἰωθὼς λούεσθαι ἀπὸ τούτου ἕως τοῦ “ῥίμφα ἑ γοῦνα
φέρει” (268) ἀθετοῦνται στίχοι δ', καὶ ἀστερίσκοι παράκεινται,
ὅτι οἰκειότερον ἐπʼ Ἀλεξάνδρου (Il. 6, 508)· καὶ τὸ τῆς καλλονῆς
καὶ τὸ τῆς ὅλης μορφῆς καὶ τὸ τῆς στάσεως τοῦ ἵππου πρὸς τὸν
ἐν θαλάμῳ διατετριφότα ἀντιπαράκειται, ἥ τε κατὰ τὴν αἰφνίδιον
ἐξόρμησιν ὁμοιότης. καὶ τὸ “κυδιόων, ὑψοῦ δὲ κάρη ἔχει” ἐφʼ
Ἕκτορος τοῦ ἀρτίως ἑαυτὸν ἀνιστῶντος ἐκ τῆς λιποθυμίας οὐχ
ἁρμόζει. τοὺς μέντοι προκειμένους τῶν ἠθετημένων δύο στίχους
δεῖ μένειν, πρὸς σὓς καἰ ἡ ἀνταπόδοσις γίνεται.
271. κεραὸν τινὲς τὸν ἄρσενα· οὗτος γὰρ κερασφορεῖ. τί οὖν
ἐστὶ τὸ “ χρυσόκερων ἔλαφον θήλειαν” παρὰ Πινδάρῳ (Ol. 3, 52)
λεγόμενον;
272. ἐσσεύοντο Ἀρίσταρχος ἐσσεύαντο διὰ τοῦ α, καὶ
ἅπασαι.
273. λίβατος ἧς ἁμαρτάνομεν τῆς βάσεως. εἰ δὲ ἦν ὑφʼ
ἡλίου μόνου βαινομένη, ἢ εἰς ἣν ἥλιος μόνος ἐπιβαίνει, ἦν ἂν “τὸν
μέν θʼ ἡλίβατος πέτρη.”
δάσκιος ὕλη ἡ λίαν σκιώδης ἢ δασύσκιος. τὸν ἔλαφον δὲ ἡ
ὕλη τρέφει, ὡς καὶ ἀλλαχοῦ “ἐκ νομοῦ ὕλης πιόμενος” (Od. 10,
159).
275. λίς παρὰ τὸ λιαρόν, ἢ τὸ ἑλεῖν, ἢ τὸ λεῖον· λεῖος γὰρ ὅλος
πλὴν τῆς χαίτης. ἢ παρὰ τὸ λίαν φθείρειν.
277. πάλιν τὸ εἵως ἀντὶ τοῦ τέως κεῖται. οὐκ ἄρα ὑποστιγμὴν, ἀλλὰ στιγμὴν θετέον ἐπὶ τὸ ἀμφιγύοισιν.
280. πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός τὰς ψυχὰς ἐταπει-
νώθησαν ἅπαντες, λιποψυχήσαντες τὴν σωτηρίαν παρὰ τοῖς ποσὶν
εἶχρν.
288. ἦ διαβεβαιωτικός ἐστι· διὸ περισπαστέον αὐτόν.
*ὅτι τὸ θήν ἀντὶ τοῦ που.
293. *ὅτι πρόμος σαφῶς ὁ πρόμαχος.
297. * ὥς κεν γράφεται καὶ εἴ κεν.
298. δούρατʼ ἀνασχόμενοι ἤτοι συναπτέον τῷ ἀντιάσαντες, ἢ
διασταλτέον ἀπʼ αὐτοῦ, ἵν’ ᾖ τὸ ἑξῆς στείομεν δούρατʼ ἀνασχόμενοι.
299. *τὸ θυμῷ ἑκατέροις δύναται προσδίδοσθαι.
301. *Ζηνόδοτος καὶ Ἀριστοφάνης Αἴαντε δυϊκῶς.
302. Μέγην Ἀρίσταρχος βαρύνει ὡς “Μέσθλην τε Γλαῦκόν
τε” (Il. 17, 216)· καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Ἀσκαλωνίτης
καὶ ἄλλοι περισπῶσιν ὡς Ἑρμῆν καὶ Ποδῆν· τὰ γὰρ εἰς ης λήγοντα,
φασὶ, βαρύτονα δισύλλαβα, ἀπὸ βραχείας ἀρχόμενα, περισσοσυλλάβως
κλίνεται, λέβητα Λάχητα· εἰ δʼ οὐχ οὕτως ἐκλίθη, δῆλον ὅτι
περισπασθήσεται· ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡς ἀπὸ
βαρυτόνου “Φυλείδην τε Μέγητα” (Il. 19, 239), ὅτε μὴ οὕτως
ἔχει, περισπασθήσεται, ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν καὶ
Φάλητα. ἔστι δὲ ὑπὲρ τοῦ Ἀριστάρχου πρὸς αὐτοὺς πρῶτον μὲν
ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἀπλῶς τὰ εἰς ης, ἀλλὰ τὰ εἰς της λήγοντα
τὴν προειρημένην ἀναδέχεται κλίσιν, ἐπεὶ τὰ πολλά ἐστι διχῶς
κεκλιμένα. τὸ γοῦν Μύνης ὁ μὲν ποιητὴς περιττοσυλλάβως ἔκλινεν
(“πέρσεν δὲ πόλιν θείοιο Μύνητος” Il. 19, 296), ὁ δὲ Σοφοκλῆς
ἰσοσυλλάβως “Μύνου τʼ Ἐπιστρόφου τε.” μύκητα τε καὶ μύκην,
εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις. καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι,
δῆλός ἐστιν Ἑκαταῖος οὕτως κλίνας. φησὶ γὰρ “καὶ ἐπαφήσας
305. *ἡ πληθὺς—ἀπονέοντο πρὸς τὸ σχῆμα, ὅτι πληθυντικῶς
ἀπήντηκεν.
307. *βιβάς Ἀρίσταρχος βιβῶν.
βιβῶν πᾶσαι εἶχον. Ζηνόδοτος βοῶν, ἐπεὶ καὶ ἑξῆς φησὶν “ἐκὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα” (321).
309. * δεινὴν, ἀμφιδάσειαν διασταλτέον καθʼ ἕν· ἔμφασις γὰρ
μᾶλλον.
ἀμφιδάσειαν πανταχόθεν τετριμμένην. οἱ μὲν ἀμφίμαλλον, οἱ δὲ
κύκλῳ δασεῖαν, διὰ τοὺς θυσάνους. ὑφʼ ἓν δὲ τὸ ὄνομα.
τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τῷ χαλκοβάρεια. ὅτι δὲ οὐχ,
ὡς οἴεται ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων, σύνθετόν ἐστιν, ἀλλὰ παρασύνθετον,
εἴρηται ἡμῖν ἐν τῷ περὶ τοῦ ἠριγένεια.
310. Ἥφαιστος Διὶ δῶκε ὅτι σαφῶς Διὶ ἐσκεύασται ἡ αἰγὶς,
καὶ οὐκ ἔστιν Ἀθηνᾶς, καθὼς οἱ νεώτεροι ποιηταὶ λέγουσιν.
316. *χρόα λευκὸν ὅτι ἀντὶ τοῦ χροὸς λευκοῦ. ἐπαυρεῖν ἐπιτυχεῖν.
ὡς ἐπὶ πᾶν δὲ λευκόχροες οἱ παλαιοί.
317. λιλαιόμενα ἐφιέμενα, ἐπιθυμοῦντα τῶν ἐφʼ σὓς ἐβάλλετο
ἐν τῇ διὰ μέσου γῇ ἐπήγνυτο. ἔστι δὲ λῶ λαίω ὡς κερῶ κεραίω, εἶτα
λιλαίω.
320. κατενῶπα Ἀρίσταρχος ὡς κατὰ δῶμα, ἀπʼ εὐθείας τῆς ὣψ,
ἥτις αἰτιατικὴν ἔχει τὴν ὦπα. ὁ δὲ Ἀλεξίων καὶ οἱ πλείους ὡς
κατέναντα, οἷς καὶ βέλτιον πείθεσθαι, ἵνα ᾖ ἀπὸ τοῦ κατενώπια
κατὰ συγκοπὴν κατένωπα, ὡς μηρία μῆρα, σιτία σῖτα. ἔνεστι
μέντοι βοηθῆσαι καὶ τῷ Ἀριστάρχῳ οὕτως, ὡς ἐνωπή ἡ πρόσοψις
(“ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ Il. 5, 374), παρʼ ἥν ἐστιν αἰτιατικὴ
ἐνωπήν. ὃν οὖν τρόπον τὴν ἰωκὴν ἰῶκα εἶπε μεταπλάσας, οὕτως
καὶ τὴν ἐνωπὴν ἐνῶπα προπερισπωμένως. ὑποστιγμὴ δὲ κατὰ τὸ
330. τὸν μὲν οιωτῶν ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν·
ὁ γὰρ Ἀρκεσίλαός ἐστι Βοιωτός.
*γρ. καρτεροθύμων.
333. ὅτι τὸ Ὀϊλεύς σὺν τῷ ο, καὶ ὅτι πρὸς τὸ πρότερον ἀπήντηκε παρὰ τὸ ἔθος, καὶ ἐξ ὀνόματος ἐπανέλαβεν.
335. ἐν Φυλάκῃ αὕτη πόλις Θεσσαλίας. βαρυτόνως δὲ ἀναγνωστέον
ὡς Ἰθάκη, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ δεσμωτηρίου.
336. *ὅτι γνωτὸς ὁ ἀδελφὸς, καὶ Ἐρίωπις ὄνομα κύριον.
338. Σφήλοιο ὡς φίλοιο. ἔστι δὲ καὶ κανὼν ὡς τὰ εἰς λος
δισύλλαβα, τῷ η παραληγόμενα, κύρια ὄντα βαρύνεσθαι θέλει,
Τῆλος Μῆλος Βῆλος· οὕτως οὖν καὶ Σφῆλος. τὰ μέντοι προσηγορικὰ
ὀξυτονεῖται, πηλός χηλός, καὶ βαρύνεται, ὡς δῆλος τὸ ἐπιθετικὸν
καὶ ἧλος καὶ ζῆλος, περὶ ὧν εἰρήσεται ἡμῖν ἐν τοῖς περὶ
καθολικῆς προσῳδίας.
339. Μηκιστῆ ὁμοίως τῷ “ἔνθʼ αὖτ’ ἀγγελίην ἔπι Τυδῆ στεῖλαν
Ἀχαιοί” (Il. 4, 384). καὶ ἤτοι ἀπεκόπη ἡ Μηκιστῆα αἰτιατικὴ, ἢ
Δωρικῶς κέκλιται, ὅπερ μοι δοκεῖ.
343. ὄφρʼ οἱ τοὺς ἕως οὗ αὐτοὶ τούτους ἐσκύλευον, ἀφαιρούμενοι
αὐτῶν τὰ ᾑμαγμένα ὅπλα.
346. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο ἡ συνήθεια συνάπτει καὶ
τὸ νηυσὶν ἐπισσεύεσθαι, ἵνα ἡ μετάβασις ᾖ ἀπὸ τοῦ διηγηματικοῦ
ἐπὶ τὸ μιμητικόν· “ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε” (Il. 8, 10).
347. νηυσὶν ἐπισσεύεσθαι ὅτι Ζηνόδοτος γράφει ἐπισσεύεσθον.
συγχεῖται δὲ τὸ δυϊκὸν κατὰ πλειόνων τασσόμενον.
350. * λελάχωσι ἀντὶ τοῦ λαχεῖν ποιήσουσιν.
351. ἀλλὰ κύνες ἐρύουσι ἡ διπλῆ, ὅτι ἐνεστῶτι ἀντὶ μέλλοντος
κέχρηται, ἐρύουσιν ἀντὶ τοῦ ἐρύσουσι. τρίτη δὲ ἀπὸ τέλους ἡ
ὀξεῖ ἐπὶ τὸ ἐρύουσι. εἴρηται δὲ περὶ τῆς προσῳδίας ἐν τῇ A
(454).
356. ποσσὶν ὅτι Ζηνόδοτος γράφει χερσίν. εὐλογώτερον δὲ μὴ
κατακύπτειν τὸν θεὸν, ἀλλὰ τοῖς ποσὶ συγχεῖν.
359. ἐπεκτέταται τὸ ᾗσιν· ἀντὶ γὰρ τοῦ ᾗ ἐστὶν ὑποτακτικοῦ, ὅπερ ἡ συνήθεια λέγει μετὰ προθέσεως ἀφῇ. διὸ καὶ μετὰ τοῦ ι γράφεται καὶ δασύνεται· ἀπὸ γὰρ τοῦ ἵημι δασυνομένου κέκλιται.
360. τῶν τετηρημένων ἐστὶ καὶ αὕτη ἡ στιγμὴ ἐπὶ τοῦ ὀκτωκαιδεκάτου χρόνου· ὀλίγαι δʼ εἰσὶ παῤ Ὁμήρῳ τοιαῦται.
361. *στικτέον ἐπὶ τὸ ἐρίτιμον· λείπει δὲ τὸ ἦν.
363. * βέλτιον μετὰ τὸ νηπιέῃσιν ὑποστικτέον.
365. Ἀρίσταρχος δασύνει, ἀπὸ τῆς ἕσεως τῶν βελῶν· οἱ δὲ περὶ
τὸν Κράτητα ψιλῶς, ἀπὸ τῆς ἰάσεως· καὶ οὕτως ἐπείσθησαν οἱ
γραμματικοὶ πρὸς διάφορον ἐτυμολογίαν διαφόρως ἀναγινώσκειν.
ἀγνοοῦσι δὲ ὅτι ὁ χαρακτὴρ μάχεται· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντος
ψιλοῦται, ἠώς ἤϊα. ταύτῃ καὶ τὸ “ἥτε ξείνων θέμις ἐστί” (Od. 9,
268) δασύνεται, τὸ δὲ ἠΰτε ψιλοῦται· καὶ τὸ ἕως δασύνεται, τὸ δὲ
ἠώς ψιλοῦται· καὶ τὸ ἥλιος δασύνεται, τὸ δὲ ἠέλιος ἐψιλώθη. ὥστε
εἴτε ἐκ τοῦ ἥϊος δασυνομένου ἐστὶν εἴτε ἐκ τοῦ ψιλουμένου, μόνως
ψιλωτέον.
376. * ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται, ἀντὶ τοῦ ὑπὸ Τρώων.
377. ὣς ἔφατʼ εὐχομενος, μέγα δʼ ἔκτυπε ὅτι Ζηνόδοτος
γράφει μέγα δʼ ἔκλυε. οὐχ ὑπήκουσε δὲ αὐτοῖς ὥστε πεισθῆναι,
ἀλλὰ κατʼ αὐτῶν ἐγένετο.
382. νηὸς ὑπὲρ τοίχων οὐκ ἀναγκαῖόν ἐστιν ἀναστρέφειν τὴν
πρόθεσιν, ἀλλὰ συντάσσειν τῇ τοίχων γενικῇ.
385. ἵππους δʼ εἰσελάσαντες πρὸς τὴν ἰδιότητα τῆς μάχης, ὅτι
οἱ μὲν ἐπιβεβηκότες ταῖς πρύμναις τῶν νεῶν, οἱ δὲ ἀποστρέψαντες
τὰ ἅρματα ἐπὶ τῶν δίφρων, ἵνʼ ᾖ ἀπʼ ἴσου. βραχὺ δὲ διασταλτέον
ἐπὶ τὸ εἰσελάσαντες πρὸς τὸ σαφέστερον.
389. ναύμαχα οὕτως ὡς θαύματα. ἐξαιρέτως δὲ τὰ παρὰ ῥῆμα
οὐδέτερα σύνθετα μονογενῆ, εἰς ον περατούμενα, προπαροξύνεται, χαρτότομον
χειρόγραφον ἀκρατόφορον· οὕτως “ναύμαχον ἐν παλάμῃσιν”
(677), ἵνα εἶδος δόρατος νοηθῇ ἐν διαφόρῳ μεγέθει.
391. * ὅτι ἅπαξ ἐνταῦθα ἐν τῇ Ἰλιάδι τὸ λόγοις.
394. *ἔν τισιν ἀκέσματʼ· οὕτως δὲ καὶ Ἀρίσταρχος. διχῶς οὖν.
φάρμακʼ ἀκήματʼ τὸ πλῆρες, φάρμακα, εἶτα ἀκήματα· παρὰ
γὰρ τὸ ἀκέσασθαι τὸ ἀκήματα ἐσχημάτισται· εἴρηται δὲ ἡμῖν ἐν
ἑτέροις διότι καὶ ἡ ἄκεσις καὶ τὸ “ἀκεσταί τοι φρένες ἐσθλῶν”
(Il. 13, 115). τὸ ε ἔχει κατὰ τὴν παραλήγουσαν.
395. * ὅτι ἐλλείπει ἡ ἐπί, ἐπὶ τεῖχος.
398. *ἔπος ηὔδα οὕτως Ἀρίσταρχος, ἔπος ηὔδα.
403. οἱ ὅτι οὕτως εἴρηκεν, αὐτῷ τὸν θυμὸν ὀρίνω, ἀντὶ τοῦ εἰ
αὐτοῦ τὸν θυμὸν ὀρίναιμι.
405. τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον ὅτι οἱ πόδες αὐτὸν
ἔφερον, οὐκ αὐτὸς τοὺς πόδας. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον γράφοντα
(Il. 6, 511) “ῥίμφʼ ἑὰ γοῦνα φέρει.”
407. παυροτέρους περ ἐόντας ὅτι σαφῶς οἱ Τρῶες ἐλάττονες
συνίστανται τῶν Ἑλλήνων, καὶ τῶν ἐπικούρων ἐξεληλυθότων.
409. * οὐδὲ νέεσσιν ἐν ἄλλῳ ἠδὲ νέεσσιν.
410. στάθμη ἐργαλεῖον τεκτονικὸν, ἡ καὶ κατευθυντηρία λεγομένη· ἐξιθύνει δὲ ἴσον ποιεῖ, ἐξορθοῖ· τούτῳ δὲ κανονίζεται τὰ ξύλα. ἔστι δὲ σχοινίον λεπτὸν ἐρυθρῷ ἢ μέλανι χρώματι βεβαμμένον.
412. εὖ εἰδῇ σοφίης ἔμπειρος ᾖ τεκτονικῆς· τὸ γὰρ παλαιὸν πᾶς
τεχνίτης σοφὸς ὠνομάζετο συγκεχυμένῳ ὀνόματι. ὕστερον δὲ
Πυθαγόρας τοῦτο μεμψάμενος σοφὸν μὲν μόνον τὸ θεῖον εἶπεν ὀνομάζεσθαι,
καὶ φιλοσοφίαν μόνην τὴν ἔχουσαν τὸ τέλειον καὶ ἄπταιστον.
εὖ εἰδὼς σοφίης * ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὠνόμασε τὴν τεκτονικὴν
τέχνην.
414. ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ὅτι ἐκ τούτου διεσκεύασται
ὁ τῆς τειχομαχίας στίχος (Il. 12, 175) “ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι
μάχην ἐμάχοντο πύλῃσι.”
417. Ἀρίσταρχος χωρὶς τοῦ σ γράφει νῆα· προεῖπε γὰρ “τὼ
δὲ περὶ μιᾶς νηὸς ἔχον πόνον.”
* Ἄρίσταρχος νῆα, ἄλλοι δὲ νῆας.
419. λυτίοιο ὅτι οὗτος ὁ Κλυτίος ἐστὶν ἀδελφὸς Πριάμου·
Καλήτωρ ἀνεψιὸς Ἕκτορος· ἔστι δὲ καὶ ἕτερος Κλυτίος ὁμώνυμος· “καὶ Δόλοπα Κλυτίδην” (Il. 11, 302).
428. *ὅτι ἀγῶνι τῷ ἀθροίσματι τῶν νεῶν, ὅ ἐστι τῷ ναυστάθμῳ.
431. Κυθήριον ἀπὸ Κυθήρων· Κύθηρα δὲ νησίδιον τῆς Λακωνικῆς,
Ἀφροδίτης ἱερὸν, ἔνθεν καὶ Κυθέρειαν ὀνομάζουσι τὴν θεόν. τὸ ἑξῆς,
Λυκόφρονα ἔβαλε κεφαλὴν ὑπὲρ οὔατος, τὰ δὲ ἄλλα ὡς διὰ μέσου
διορθωτέον.
432. Κυθήροισι ὅτι ἐλλείπει ἡ ἐν· ἔστι γὰρ ἐν Κυθήροις. καὶ
ὅτι ἀπόδειξις τοῦ συνεσταλμένως ἐκφέρειν τὸ κατέκτα· καὶ ἐν
Ὀδυσσείᾳ (11, 409) “ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ.”
437. ἄξιον ἀποδέξασθαι τὴν συνήθειαν μετὰ τὸ πέπον στίξασαν, καὶ μὴ μετὰ τὸν δή σύνδεσμον.
437, 438. *ὅτι παραλλήλως καὶ διδασκαλικῶς ἡ διαφορὰ τοῦ
νῶϊν καὶ νῶϊ.
439. ἶσα φίλοισι τοκεῦσιν ὅτι Ζηνόδοτος γράφει ἶσα φίλοισι
τέκεσσιν. οὐχ ἁρμόζει δὲ τοὺς περὶ τὸν Αἴαντα νέους ὄντας λέγειν
τέκεσσιν· πρὶν γὰρ παιδοποιήσουσιν ἐστρατεύσαντο.
441. ὅτι τόξον λέγει οὐ τὸ σκεῦος τὸ πολεμικὸν, ἀλλὰ τὴν
τοξικὴν τέχνην.
444. ἰοδόκον πιθανώτερον Ἀλεξίων παροξύνει, ὡς ξεινοδόκον, ἐπεὶ
αὐτὴ ἡ φαρέτρα δέχεται καὶ ἔστιν ἐνεργητικόν.
προπαροξυτόνως τινὲς τὸν δεχόμενον ἰοὺς, ξεινοδόκον δὲ τὸν ξενίζοντα
παροξυτόνως, ἢ τὸν ξένους δοκεύοντα. καὶ Ἄτταλος δὲ παροξύνει.
445. Κλειτός ὄνομα κύριον· ὀξυντέον δὲ ὁμοίως τῷ ἐπιθέτῳ, ἐπειδὴ κόσμου ἐστὶ τὸ ἐπίθετον.
449—451. Ἕκτορι καὶ Τρώεσσι ἀθετοῦνται στίχοι γ' καὶ ἀστερίσκοι
παράκεινται, ὅτι ἐπὶ Ἱπποθόου τοῦ ἐπικούρου ἁρμόζει ἐν τῇ P
(291) “ Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος,” ἐπὶ δὲ τούτου, καθάπερ
νῦν, οὐχ ἁρμόζει· οὐ γὰρ Ἕκτορι χαριζόμενος, ἀλλʼ ἑαυτῷ καὶ πατρί.
καὶ τὰ τῆς πληγῆς ἀνακόλουθα· πῶς γὰρ ὁ ἀντίον ἡνιοχῶν ἐπὶ τὰ
ὄπισθε κατὰ τὸν αὐχένα τύπτεται; ὕστερον δὲ ἐν τοῖς περὶ τοῦ ναυστάθμου
450. *διχῶς Ἀρίσταρχος, καὶ ἱεμένῳ καὶ ἱεμένων.
459. * Ζηνόδοτος μάχης, ἄλλοι δὲ μάχην· καὶ Ἀριστοφάνης δὲ μάχην.
462. * ὅτι ἐνήλλακται ἡ πτῶσις, Τεῦκρον ἀντὶ τοῦ Τεύκρου.
463. ἐυστρεφέα οὐκ ἀναγκαῖον ἐκτείνειν τὸ α· ἀπήρτισε γὰρ
εἰς μέρος λόγου ὁμοίως τῷ “ἀμφηρεφέα τε φαρέτρην” (Il. 1, 45).
464. ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι ἵτι πτώσεως γέγονεν ἐναλλαγὴ, δοτικὴ
ἀντὶ γενικῆς, ἐρύοντι ἀντὶ τοῦ ἐρύοντος τὴν νευρὰν ἐπὶ τούτῳ.
467. *ὣ πόποι ἐν ἄλλῳ ὦ πέπον.
470. ἀμφότερα γράφεσθαί φησιν ὁ Ἀρίσταρχος, πρῴην καὶ
πρώϊον, ταυτὸν δὲ ἐξ ἑκατέρου σημαίνεσθαι. εὕρομεν δὲ καὶ ἐΰστροφον
γεγραμμένον, καὶ ἔχει τινὰ ἐπίτασιν.
ὅτι Ζηνόδοτος γράφει πρῴην· ἔμφασις δὲ γίνεται πλείονος χρόνου. τὸ δὲ πρώϊόν ἐστι πρωίας· καὶ γὰρ γέγονεν οὕτως· τῇ πρὸ ταύτης ἡμέρᾳ “ῥῆξε δέ οἱ νευρὴν, νάρκησε δέ” (Il. 8, 328), ὥστε εὔλογον τῇ ἑξῆς ἐκείνης πρωίας ἐνῆφθαι.
476. *ὅτι ἀσπουδί χωρὶς κακοπαθείας.
480. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ ὅτι πρότερον τὴν ἀσπίδα εἴληφεν, εἶτα
τὴν περικεφαλαίαν· ὁ δὲ Ζηνόδοτος ἐνήλλαχεν ἐπὶ τῆς Ἀλεξάνδρου
μονομαχίας (Il. 3, 334).
ὅτι οὐκ εἶχον κόρυθας οἱ τοξόται. καὶ ἐπὶ τῶν Λοκρῶν “οὐ γὰρ
ἔχον κόρυθας χαλκήρεας” (Il. 13, 714).
488. νῆας ἀνὰ γλαφυράς βέλτιον τοῦτο τοῖς ἄνω συνάπτειν·
προτρέπει γὰρ αὐτοὺς ἐπὶ τὰς ναῦς ὁρμᾶν.
491. τὸ ὅτοισι τρισύλλαβον ἐπὶ τὴν πρώτην ἔχει συλλαβὴν τὴν
ὀξεῖαν, τὸ μέντοι ὁτέοισιν οὐκέτι, ἐπεὶ ἤμελλε τετάρτῃ ἀπὸ τέλους
πίπτειν ἡ ὀξεῖ διὸ ἐπὶ τὴν δευτέραν ἀπὸ τῆς ἀρχούσης μετέστη.
494. ὃς δέ κεν ὕμεων ἡ ὕμεων ἀντωνυμία ἀπόλυτός ἐστι καὶ
οὐκ ἔχουσα ἀντιδιαστολήν· διὸ τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν.
495. * ὅτι διαστέλλει τὸ βαλεῖν καὶ τύψαι.
498. *καὶ οἰκος καὶ κλῆρος καὶ ἡ οὐσία καὶ ὁ βίος.
κλῆρος χωρικὴ περίκτησις καὶ οὐσία, ἐπεὶ οἱ πρῶτοι καταλαβόντες
χώραν κλήρῳ αὐτὴν διενέμοντο.
505. ἐμβαδόν πεζῇ· ὅθεν ἡ μὴ πεζευομένη ἄβατος. οἱ δὲ τὸν
ἐμβατήριον ῥυθμὸν, πρὸς ὃν Λακεδαιμόνιοι νικῶντες εἰσβάλλουσιν
εἰς τὴν πατρίδα.
ἐμβαδὸν ἵξεσθαι ὅτι ἤτοι ἠθικῶς λέγει ἐλπίζετε ἐμβήσεσθαι ἐπὶ
τὰς καησομένας ναῦς, ἢ καὶ ἐλπίζετε ἐμβάντες ἐπὶ τὴν θάλασσαν
ἀφίξεσθαι ἐπὶ τὰς πατρίδας, ὅ ἐστι βάδην ἐπὶ τῆς θαλάσσης πορευόμενοι.
511. βέλτερον ἢ ἀπολέσθαι ὅτι οὐκ ἐκληπτέον τρεῖς διαστολὰς,
ἀλλʼ ἐκ τοῦ ἢ αὐτοσχεδίῃ, βέλτερον ἢ ἀπολέσθαι καθ’ ἕνα χρόνον
περὶ ἓν μέρος, πρότερον δὲ τὸ ἠὲ βιῶναι· ὁ γὰρ λόγος, βέλτιον καθʼ
ἕνα χρόνον συντόμως ἀπολέσθαι ἢ πολὺν χρόνον φθείρεσθαι· τὸ γὰρ
στρεύγεσθαί ἐστι στραγγίζεσθαι κατʼ ὀλίγον ἐκλείποντας.
διαστολὴ δὲ ἐπὶ τὸ βιῶναι· μέχρι δὲ αὐτοῦ συναπτέον· ὁ γὰρ
λόγος, ἢ ἀποθανεῖν ἢ ζῆσαι συντόμως βέλτιόν ἐστιν ἢ μετὰ παρολκῆς
καταπονεῖσθαι.
513. *ὧδʼ αὕτως οὕτω γραπτέον, ὁδʼ αὕτως.
*ὅτι τὸ ὧδε ἀντὶ τοῦ οὕτως.
515. Σχεδίον ὅτι οὗτός ἐστι Σχεδίος ὁμώνυμος τῷ ἐν καταλόγῳ
(Il. 2, 518)· καὶ ἀμφότεροι ὑφʼ Ἕκτορος ἀνῄρηνται· ἀλλʼ ἐκεῖνος
μὲν Ἰφίτου πατρὸς, οὕτος δὲ Περιμήδους. ἡ δὲ ἀναφορὰ πρὸς τὰ
περὶ Πυλαιμένους.
518. Κυλλήνιον ὅτι οὐκ ἀπὸ Κυλλήνης τοῦ ἐν Ἀρκαδίᾳ ὄρους,
ἀλλʼ ἐπίνειόν ἐστιν Ἠλείων Κυλλήνη. ἀρχὸς γὰρ Ἐπειῶν. οὗτοι δέ
εἰσιν Πλεῖοι.
525. Δόλοψ ὅτι οὕτος Τρωϊκὸς Δόλοψ, Λάμπου υἱὸς τοῦ ἀδελφοῦ
530. γυάλοισι ὅτι τὰ κύτη καὶ τὰ κοιλώματα τοῦ θώρακος
γύαλα, οὐχ ὡρισμένος τόπος.
531. *ἤγαγεν ἐξ Ἐφύρης ἐν ἄλλῳ ἠγάγετʼ ἐξ Ἐφύρης.
ὅτι τῆς Θεσπρωτιακῆς Ἐφύρας λέγει, οὐκ ἐκ τῆς Κορίνθου. δῆλον δὲ ἐκ τοῦ Σελλήεντος, ἀφʼ οὗ καὶ Σελλοὶ οἱ περίοικοι. καὶ ὅτι ἐπʼ Ἀσίου ἕτερός ἐστι Σελλήεις ποταμός (Il. 2, 839).
536. κύμβαχον τὸ διάκενον τὸ ὑπὲρ τῆς κορυφῆς, ὅθεν καὶ
κυβιστᾶν. ἐπεξηγεῖται δὲ διὰ τῆς ἑξῆς λέξεως τὸ ὄνομα, διὰ τοῦ
ἀκρότατον.
538. νέον φοίνικι φαεινός ὅτι τὸ σημαινόμενόν ἐστι νεωστὶ πεφοινιγμένος,
ἄνθει νεωστὶ κεχρωσμένος εἰς λαμπρότητα.
540. * ἦλθεν ἀμύντωρ γρ. ἐν ἄλλῳ ἦλθʼ ἐπαμύντωρ.
541. *τὸ λαθών τάχα ἂν δύναιτο καὶ τοῖς ἑξῆς συντάττεσθαι.
544. ἐεισάσθην ὅτι ἀμφίβολόν ἐστι πότερον ἐφώρμησαν, ἀπὸ
τοῦ ἰέναι, ἢ ἐεισάσθην ἔδοξαν, φαντασίαν ἔλαβον τοῦ συλῆσαι τὸν
νεκρόν.
545. κασιγνήτοισι ὅτι κασίγνητοι κοινότερον οἱ συγγενεῖς. σημειοῦνται
γάρ τινες ὅτι τοὺς ἀνεψιοὺς κασιγνήτους ἐκάλουν· ὁ γὰρ
Μελάνιππος ἀνεψιὸς ἦν Ἕκτορος. ἀνεψιοὶ δέ εἰσιν οἱ τῶν ἀδελφῶν
παῖδες, ὥσπερ Αἴας καὶ Ἀχιλλεὺς, ὁ μὲν Τελαμῶνος, ὁ δὲ Πηλέως.
548. ἐν Περκώτῃ ὁμοίως τῷ ἐν Οἰνώνῃ. τὴν δὲ ἀπό πρόθεσιν
οὐκ ἀναστρεπτέον· πρὸς γὰρ τὴν ἐόντων μετοχὴν συντέτακται.
554. *ἀνεψιοῦ τὴν ψι συλλαβὴν ἐκτατέον διὰ τὸ μέτρον.
555. ὁ Ἀσκαλωνίτης οὐκ ἀναστρέφει τὴν περί· εἶναι γὰρ τὸ ἑξῆς περιέπουσι. κἀγὼ δὲ αὐτῷ συγκατατίθεμαι, ἐπεὶ καὶ τὸ ῥῆμα τοῦτο τὸ ἕπω παρὰ τῷ ποιητῇ ἐν τοῖς ἐνεργητικοῖς κινήμασιν ὡς ἐπὶ τὸ πλεῖστον θέλει ἔχειν πρόθεσιν συντεταγμένην.
558. *τι θηλυκῶς τὴν Ἵλιον.
563. αἰδομένων δʼ ἀνδρῶν χωρὶς τοῦ συνδέσμου ἔγραφεν Ἀρίσταρχος
αἰδομένων ἀνδρῶν, πάντως ἵνα ἀσύνδετος γενόμενος ὁ
λόγος πλέον τε διαστῇ καὶ μᾶλλον ἐμφήνῃ.
*Ἀρίσταρχος χωρὶς τοῦ δέ, ἄλλοι δὲ μετὰ τοῦ δέ, αἰδομένων δʼ ἀνδρῶν.
571. *εἴ ὁ σύνδεσμος ἀντὶ τοῦ εἴθε· διόπερ οὐδὲ ὑποστιγμή.
*βάλοισθα ὅτι τὸ βαλεῖν προέμενόν ἐστιν ἐπιτυχεῖν.
582. *πρὸς τὴν ἀποστροφήν.
587. ἀμφὶ βόεσσι ὅτι Ζηνόδοτος γράφει ἀμφί οἱ αὐτῷ.
γίνεται δὲ τὸ ὑπερβατὸν οὐ καθʼ Ὅμηρον, ὅστε κύνα κτείνας ἢ βουκόλον
φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν ἀμφί οἱ αὐτῷ.
599. *βραχὺ διασταλτέον κατὰ τὸ τέλος πρὸς τὸ σαφέστερον.
601. * Ἀρίσταρχος μέλλε Ἰακῶς.
παλίωξιν παρὰ νηῶν ὅτι ὑγιῶς παλίωξιν, πάλιν δίωξιν, ὅταν
ἐξ ὑποστροφῆς διώκωσιν οἱ διωκόμενοι. καὶ πρὸς τὸ ἔμελλεν, ὅτι
ἀντὶ τοῦ ἐῴκει.
606. τάρφεσιν ὡς βέλεσιν οἱ πλείους· καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα· οὐ γάρ ἐστιν ἐπιθετικὸν, ὡς ἀξιοῖ Τυραννίων. ὁ μέντοι Ἀριστοφάνης ἐκεῖνό φησιν, ὅτι ἐὰν μὲν τοῖς δάσεσιν ὡς βέλεσι, τάρφεσιν, ἐὰν δὲ τὸ ἐπιθετικὸν, ταρφέσιν ὡς ὀξέσιν.
607. ἀφλοισμός ὀξυτόνως ἀναγνωστέον· τὰ γὰρ εἰς μος λήγοντα
ὑπὲρ δύο συλλαβὰς, ἔχοντα πρὸ τοῦ μ τὸ σ, ὀξύνεσθαι θέλει, μερισμός
ὁπλισμός. ἔνιοι δὲ αὐτὸ οἱ μὲν παρὰ τὸ ἀφρισμός, μεταβολῆς
γενομένης τοῦ ρ εἰς τὸ λ καὶ πλεονάσαντος τοῦ ο, οἱ δὲ παρὰ τὸ
φλέω καὶ φλύω, φλοισμός καὶ ἀφλοισμός ἐν πλεονασμῷ τοῦ α· διὸ
οὐ δεόντως ὁ Τυραννίων προπαροξύνει.
610. Ἕκτορος· αὐτὸς γάρ οἱ ἀθετοῦνται στίχοι ε'. ἐπιστάμεθα
γὰρ ὅτι περὶ Ἕκτορός ἐστιν ὁ λόγος. καὶ τὴν ἔνθουν ὁρμὴν τοῦ
Ἕκτορος ταῦτα παρενειρμένα ἐκλύει· συναπτόμενα γοῦν τὰ γνήσια
τὴν δεινότητα σώζει. καὶ κυκλικῶς ταυτολογεῖται· προείρηται γὰρ
“τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν Ἕκτορα Πριαμίδην”
(603)· πρὸς τί οὖν παλιλλογεῖται “ Ἕκτοπος· αὐτὸς γάρ οἱ ἀπʼ
αἰθέρος ἦεν ἀμύντωρ;”
619. ἠλίβατος ψιλῶς· ἀπὸ γὰρ τοῦ ἀλιτεῖν ἐσχημάτισται·
καὶ ὤφειλεν ὅμοιον εἶναι τῷ ἠλιτόμηνος, συγκοπὴν δὲ ἔπαθεν. διδάσκει
δὲ καὶ τὸ τῆς συναλοιφῆς ὅτι ψιλοῦται· “τὸν μέν τʼ ἠλίβατος
621. *οὕτως αὐτήν μετὰ τοῦ ν Ἀρίσταρχος τὴν πέτραν.
622. ὡς Δαναοὶ Τρῶας μόνον ὅτι ἔν τισι γράφεται ἐξ ἁλὸς,
ὅς Δαναοί. αἴρεται δὲ τὸ κινοῦν τὴν ἔμφασιν τῆς ἐμμόνου στάσεως·
μένον γὰρ ἔμπεδον, φησὶν, ὡς πέτρα ἐναρηρυῖα τῷ πεδίῳ.
625. ἀνεμοτρεφές ὑπὸ ἀνέμου ηὐξημένον, ὑψηλόν. ὅταν δὲ τὸ
Ἀγαμέμνονος ἀνεμοτρεφές φησιν, ὥσπερ ἐν τῇ Λ (256), ἀντὶ τοῦ
ἰσχυρόν· τὰ γὰρ ὑπεύδια καὶ κατασκιαζόμενα τῶν δένδρων εὐγενῆ
μὲν καὶ λεῖον τὸν ὅρπηκα ποιεῖ, ἀσθενῆ δὲ καὶ μαλακὸν καὶ ἀγύμναστον
ἀναδίδωσιν· οἷς δὲ προσπίπτει τραχὺς ἀὴρ καὶ ἀνεμώδης,
ταῦτα ταῖς τῶν πνευμάτων τριβόμενα πληγαῖς εὔτονον καὶ δύσθραυστον
ἔχει τὴν στερρότητα, ὥς φησι Πλούταρχος ἐν μελέταις Ὁμηρικαῖς.
*ἡ δέ ἡ ναῦς δηλονότι ὑπὸ τῆς ἄχνης ἐσκεπάσθη. ἄχνη δὲ τὸ
ἀφρῶδες.
*ὅτι Ζηνόδοτος χωρὶς τοῦ ι ἄχνη.
626. ὅτι ἀρσενικῶς δεινὸς ἀήτη, ἀλλʼ οὐ δεινή, ὡς “κλυτὸς Ἱπποδάμεια” (Il. 2, 742). ἔνιοι δὲ ἀγνοοῦντες ποιοῦσι δεινὸς ἀήτης· ἅλλ’ οὐ δεῖ γράφειν οὕτως.
628. τυτθὸν γάρ βραχὺ γάρ ἐστι τὸ διεῖργον αὐτοὺς τοῦ θανάτου
διάστημα. ὅ ἐστι, παρʼ ὀλίγον θνήσκουσι· τὸ τυχὸν γὰρ ἀπέχουσι
τοῦ θανάτου. πρῶτος δὲ εἶπε τὸ Ἀναχάρσιδος τοῦ Σκύθου, ὃς ἐρόμενός
τινα τῶν ναυτῶν πόσον ἀπέχομεν τοῦ ὕδατος, καὶ μαθὼν ὡς
τέσσαρας δακτύλους, τοσοῦτον, φησὶ, καὶ τοῦ θανάτου.
631. *εἱαμενῇ δασυντέον ἀπὸ τῆς ἕσεως τῶν ὑδάτων.
633. λικος περὶ ἀνῃρημένης βοὸς, ἢ ὑπὲρ τοῦ μὴ ἀναιρεθῆναι.
ἕλικος δὲ ἤτοι μελαίνης, ἢ ἑλικοειδῆ τὰ κέρατα ἐχούσης, ἢ τῆς ἐν
ἕλει τεθραμμένης.
634. πρώτῃσι καὶ ὑστατίῃσι ἐν πρώταις καὶ ὑστάταις. ὁ δὲ
καί σύνδεσμος ἀντὶ τοῦ κεῖται διαζευκτικοῦ, ὡς τὸ “μειλιχίοις
ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ” (Il. 21, 339). ἢ οὕτως, ποτὲ μὲν
πρώταις, ποτὲ δὲ ὑστέραις. ὅπερ ἄμεινον, ἵνʼ ᾖ ταῖς πρώταις καὶ
ὑστάταις.
639. Κοπρῆος οὗτος ὁ Κοπρεὺς ἦν κῆρυξ Εὐρυσθέως τοῦ τῶν
Ἀργείων βασιλέως, ὃς τὰς παρὰ Εὐρυσθέως ἐντολὰς ἔλεγε τῷ
Ἡρακλεῖ τῶν ἄθλων ἕνεκα ἔξωθεν τῆς πόλεως μένοντι· δεδοικὼς γὰρ
αὐτὸν οὐκ εἴα ἔνδον εἰσελθεῖν.
640. ἀγγελίης οἴχνεσκε ὅτι Ζηνόδοτος γράφει ἀγγελίην· γίνεται
δὲ τὸ οἴχνεσκε κρεμάμενον. καὶ νῦν δὲ ἀγγελίης ἀντὶ τοῦ
ἄγγελος.
645. *τὸ μετόπισθε βέλτιον τοῖς ἑξῆς συνάπτειν.
κατʼ ἔνια τῶν ἀντιγράφων χωρὶς τοῦ π ἆλτο. διχῶς δὲ τὸ στρεφθείς, διὰ τοῦ α καὶ διὰ τοῦ ε.
646. * ὅτι ἀνδρομήκεις αἱ ἀσπίδες.
651. ἀχνύμενοί περ ἑταίρου ὅτι ἐλλείπει ἡ περί, περὶ ἑταίρου.
Ἑλλάνικος δὲ Αἰολικῶς νομίζει τὴν περί πέρ εἰρῆσθαι.
653. εἰσωποὶ δʼ ἐγένοντο νεῶν ἐν ὄψει τὰς ναῦς ἔβλεπον, ὅ ἐστιν
εἰσῆλθον εἰς αὐτὰς καὶ ὑπὸ τὴν στέγην αὐτῶν ἐγένοντο.
656. *γράφεται πρώτων καὶ προτέρων καὶ πρωτέων.
660. τὸ ὑπὲρ τοκέων ἑκατέροις δύναται προσδίδοσθαι. ἄλλως δὲ ἀμφίβολον τὸ λεγόμενον· ἤτοι γὰρ ὡς λέγομεν πρὸς Διὸς, ἢ ὅπερ ἂν παρόντες ἐποίουν οἱ γονεῖς. ὅπερ μᾶλλον εἰκός· ἐπιφέρει γὰρ “τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι” (665).
665. *τῶν ὕπερ ἀναστρεπτέον τὴν πρόθεσιν.
666. ἑστάμεναι κρατερῶς πρὸς τὸ ἀκατάλληλον τῆς φράσεως·
ἔδει γὰρ, μὴ τρωπᾶσθε δέ· καὶ ὅτι φόβονδε εἰς φυγήν. τοῦτο καὶ
καθʼ ἑαυτὸ δύναται εἶναι ἀντὶ προστακτικοῦ· καὶ γὰρ τὸ ἑξῆς
τοιοῦτο.
668. τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν ἀπὸ τούτου ἕως τοῦ “ἡδʼ ὅσσοι παρὰ
νηυσίν” (673) ἀθετοῦνται στίχοι Ϛ', ὅτι οὐ προσυνίσταται ἀχλὺς,
ἀλλὰ συνεχῶς μάχονται. νῦν δέ φησιν “ Ἕκτορα δὲ φράσσαντο
βοὴν ἀγαθὸν καὶ ἑταίρους.” πρότερον δὲ οὐ καθεώρων, ὅτι ἔλεγε “τὼ
δὲ μιῆς περὶ νηὸς ἔχον πόνον” (416) καὶ ὅτε παρεκάλει αὐτούς “ἀλλὰ
μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες” (494). πῶς δὲ καὶ ἔφυγον σκότους
ὄντος; ἥ τε Ἀθηνᾶ οὐ πάρεστι διὰ τὴν τοῦ Διὸς ἀπειλήν.
669. θεσπέσιον τοῦτο, ἐὰν μὲν τοῖς ἄνω νέμῃ τις, ἔσται θεσπέσιον
νέφος, ἐὰν δὲ τοῖς ἑξῆς, θεσπέσιον φῶς.
673. *μάχην ἐμάχοντο ὅτι ὅμοιον τῷ “δαίτην δαινυμένους”
(Od. 7, 50).
676. ἴκρια ὡς δέμνια· ἔστι γὰρ ῥηματικὸν, ὡς ἐν ἑτέροις εἴρηται.
ἴκρια οἱ μὲν τὰ καταστρώματα, οἱ δὲ τὰ κατὰ πρῷραν καὶ πρύμναν
ὡς σανιδώματα. ἢ τὰ ἐξέχοντα ἄκρα. ἢ τὰς καταγωγάς.
βιβάσθων βαρυτονητέον· γέγονε δὲ ἤτοι, ὥς φησι Φιλόξενος,
κατὰ πλεονασμὸν τοῦ σ, ἢ ὅπερ καὶ βέλτιον, παρὰ τὸ βιβαστός
βιβάσθω, ὡς καὶ ἀϊστός, κατʼ ὀξεϊαν τάσιν, ἀίσθων “ὁ δʼ ἔβραχε
θυμὸν ἀΐσθων”(Il. 16, 468).
678. τὸ μὲν βλῆτρον βαρυτονητέον, ἐπεὶ πάντα τὰ εἰς τρον λήγοντα
μονογενῆ οὐδέτερα βαρύνεται, σεσημειωμένου τοῦ λουτρόν. τὸ
δὲ δυωκαιεικοσίπηχυ ὑφʼ ἓν ἀναγνωστέον· τοὺς γὰρ ἀριθμοὺς
οὕτω προφέρει, διὰ τοῦ ι, ὡς εἰκοσινήριτα. τινὲς δὲ καὶ κατὰ παράθεσιν,
ὡς τὸ τρισκαιδέκατος, ὥστε καὶ τὸ θηλυκὸν τρισκαιδεκάτη.
679. ὡς δʼ ὅτ’ ἀνὴρ ἵπποισι ὅτι κέλητα αὐτὸς μὲν οἶδε, χρωμένους
δὲ τοὺς ἥρωας οὐ συνίσπησιν. τὸ δὲ κελητίζειν κέλητι ἱππεύειν·
καὶ ἐν Ὀδυσσείᾳ (5, 371) “ἀμφ’ ἑνὶ δούρατι βαῖνε, κέληθ’
ὣς ἵππον ἐλαύνων.” παραγωγὸν δέ ἐστι τὸ ῥῆμα παρὰ τὴν κέλητος
γενικήν· ἀντὶ γὰρ τοῦ ἱππεύειν. κακῶς οὖν ὅσοι διαστέλλουσι· καὶ
γὰρ ἐλέγχονται ἐκ τῆς τοῦ τ μόνης ἑνότητος.
681. *δίηται γράφεται διώκῃ.
686. *βιβάς γράφεται βιβῶν.
691. βοσκομενάων εἰ ἀρσενικῶς ἐλέγοντο οἱ κύκνοι, πάντως ἂν
ἐπεκράτησεν· καὶ τὰς γεράνους γάρ φησι καὶ τὰς χῆνας.
694. *ἀΐσσων γράφεται ἀΐξας.
ὦρσεν Ἀρίσταρχος ὦσεν ὄπισθεν, χωρὶς τοῦ ρ. καὶ ἀντίος
διὰ τοῦ σ.
697. *ὅτι ὡς πρός τινα διαλέγεται. οὐκ ἔστι δέ· ἀλλ’ ἔστι φαίη
τις ἄν.
698. ἄντεσθʼ Τυραννίων παροξύνει, ὡς λαβέσθαι πυθέσθαι, ἐκδεχόμενος
μέσον δεύτερον ἀόριστον, οὐχ ὑγιῶς· σημαίνει γάρ παρατατικὸν,
καὶ ἔστι τὸ ῥῆμα παρʼ αὐτῷ καὶ βαρυνόμενον. τὸ γὰρ
καθʼ αὑτό· μᾶλλον γὰρ ἐμφαίνει τὸ ἀσύνδετον.
705. ὠκυάλου ἐψίλωσαν τὸ α, παραγωγὴν ἐκδεξάμενοι καὶ οὐ
σύνθεσιν· καὶ οὕτως ἡ παράδοσις ἐπείσθη. καὶ τάχα ἐπεὶ μηδὲν
ἄλλο ἢ τὸ ὠκὺ ἐκ τῆς λέξεως σημαίνεται. ἡ δὲ ἁλός γενικὴ ἐν τῇ
συνθέσει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα, Εὐρύαλος Ἀμφίαλος
Ἀστύαλος· ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα “πολλαὶ
ἐν ἀμφιάλῳ Ἰθάκῃ” (Od. 1, 395) “ἀγχίαλόν τʼ Ἀντρῶνα” (Il. 2.
697), ὕφαλος. ὥστε καὶ κατὰ τοῦτο ἐλέγχεται τὸ ὠκύαλος ψιλούμενον.
σχόλιον. ἐπιθετικὸν γὰρ ὂν δασύνεσθαι ὤφειλεν. ἀλλὰ τοῦτο, εἰ
σύνθετον ἦν, ἐγένετο ἄν· νῦν δὲ ὡς ἐν τοῖς ἄνω εἶπεν, παραγωγὴν
ἔλαβε τῆς αλος κατὰ παρολκὴν κειμένης. Διονύσιος δὲ ὁ Ἁλικαρνασσεὺς
ἐν τετάρτῳ Ἀττικῶν ὀνομάτων οὕτως ἔφη· φίλιππος μὲν
τῆς μέσης δασυνομένης τὸ προσηγορικόν· οὕτως γὰρ καὶ ἐν Τηρεῖ
Σοφοκλέους ἀναγινώσκομεν “ἥλιε φιλίπποις Θρῃξὶ πρέσβιστον σέλας.”
Φίλιπποςδὲ ψιλῶς ὁ Μακεδών. καὶ ὠκύαλος μὲν δασέως ἡ
ναῦς, ψιλῶς δὲ ὁ ἀνήρ· “ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος” (Od.
8, 111). ἐναντίως δὲ ὁ Ἡρωδιανός.
709. ἀϊκάς ὡς παλλακάς· καὶ ἐγένετο παρὰ τὸ ἀΐσσω ἀϊκή ὡς
φυλάσσω φυλακή, ὑλάσσω ὑλακή. ἔστι μέντοι καὶ ἑτέρα εὐθεῖα ἡ
ἄϊξ, ἥτις ἐν συνθέσει ἐστὶ καὶ παῤ αὐτῷ· “πολυάϊξ γυῖα δʼ ἔθηκεν”
(Il. 5, 811) καὶ “πολυάικος πολέμοιο (Il. 1, 165) καὶ “κορυθάϊκι
πολεμιστῇ” (Il. 22, 132). καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην τὴν ἄϊξ
εὐθεῖαν τὴν πληθυντικὴν αἰτιατικὴν σχηματίζοιμεν, ὀφείλομεν κατὰ
συστολὴν ἀναγινώσκειν, ὅπερ οὐχ οὕτως ἔχει· δῆλον γὰρ ἐκ τοῦ μέτρον.
χρὴ μέντοι ἐκεῖνο ἐπιστῆσαι, ὡς τὰ εἰς κη λήγοντα ὑπὲρ δύο
συλλαβὰς, τῷ ι παραληγόμενα, φιλεῖ βαρύνεσθαι, ὡς ἔχει τὸ ἑλίκη
ἐρίκη μυρίκη φοινίκη. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴσως ὅτι ῥηματικὸν
ὑπῆρχε, τῶν ἄλλων οὐχ οὕτως ἐχόντων.
712. καὶ ξίφεσιν μεγάλοισι ἀθετεῖται, ὅτι εὐτελὴς ὁ στίχος καὶ
714. πολλὰ δὲ φάσγανα καλά ὅτι οὐ χρωμένων τοῖς ξίφεσι πρὸς
μάχην χαμάδις ἔπιπτον, ἀλλὰ τῶν ὤμων κοπτομένων τοῖς πελέκεσι
καὶ τῶν καρπῶν σὺν τοῖς ξίφεσιν.
*πέσον οὕτως διὰ τοῦ ο πέσον.
716. *οὐχὶ μεθίει ὅτι Ζηνόδοτος γράφει οὐκ ἐμεθίει.
717. φλαστον τὸ λεγόμενον ἀκροστόλιον τῆς νεὼς πρύμνης.
εἴρηται δὲ κατʼ ἀντίφρασιν· εὔθλαστον γὰρ ὑπάρχει.
718. ὅτι οἴσετε ἀντὶ τοῦ φέρετε· οὐ γὰρ τὸν μέλλοντα δηλοῖ τὸ οἴσετε, ἀλλ’ ἀπὸ τοῦ οἶσε, ὅ ἐστιν ἀνάλογον.
719. νῦν ἡμῖν ἀντὶ τοῦ πάντων τῶν τολμηθέντων εἰς ἡμᾶς ἀξίαν
ἀμοιβὴν παρέσχεν ἡμῖν ὁ Ζεὺς πρὸς τὸ ἑλεῖν τὰς ναῦς.
722. *ὅτι δεῖ κατὰ τὸ τέλειον προφέρεσθαι ἐθέλοντα.
725. βαρυτόνως ἀναγνωστέον. εἰ δὲ καὶ ὡς ἀπὸ περισπωμένου
δείκνυταί τινα ἔχων κινήματα, ὥσπερ ἐπὶ τοῦ “καὶ δὲ τόδʼ ἠνώγεον
εἰπεῖν ἔπος” (Il. 7, 364), οὐκ ἀναγκαῖον ξενίζειν τὴν ἀνάγνωσιν καὶ
περισπᾶν· κλίνεται γὰρ καὶ ὡς βαρύτονον, ὥσπερ ἐπὶ τοῦ “ὅς ποτʼ
ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν.” πρόδηλον κἀκ τῶν προστακτικῶν
ἀνώγετον, ἀνωγέτω· “ἄνωχθι δέ μιν γαμέεσθαι” (Od. 2, 113). διὸ
καὶ βαρυτόνως ἀναγνωστέον.
728. *τὸ ἑξῆς, ἀνεχάζετο τυτθὸν θρῆνυν ἐφʼ ἑπταπόδην. οὕτως οὖν διορθωτέον.
729. ρῆνυν ὑποπόδιον. θρῆνυν δὲ βέλτιον καλεῖσθαι ὑπὸ Ὀμήρου
τὰς καθέδρας τῶν ἐρετῶν· ἀναχωρῶν γὰρ ἀπὸ τῆς νεὼς τῶν καταστρωμάτων
ἐπὶ ταύτας ἀφικνεῖται. τινὲς δὲ τόπον τῆς νεὼς βάσιν
ἔχοντα, ἐφʼ οὗ τὸν κυβερνήτην τοὺς πόδας τιθέναι, ὃ καὶ ἑδώλιόν
φασιν. ἄλλοι δὲ τὴν ὑποδεχομένην τὸν ἱστὸν τράπεζαν εἶπον. οἱ δὲ
διαβάθραν ἀπὸ νεὼς εἰς νῆα.
730. ὅτι παθητικῶς δεδοκημένος ἀντὶ τοῦ δοκεύων, ἐπιτηρῶν, ὡς “ῥάβδῳ πεπληγυῖα” (Od. 10, 238).
735. τὸ φαμέν ἐντελές ἐστι καὶ ἐνεστῶτα χρόνον σημαίνει· διὸ τὰς δύο συλλαβὰς βαρυτονητέον. εἰ μέντοι παρατατικὸς γίνοιτο, δῆλον ὅτι ἀποβολὴν χρόνου τοῦ κατʼ ἀρχὴν πάσχει, καὶ ἐπὶ τὴν φα συλλαβὴν ἡ ὀξεῖα τάσις ἔσται, ὅμοιον ὡς τὸ ἔφαμεν ἐντελὲς, ὥσπερ ἐπʼ ἐκείνου “φάμεν δέ οἱ οὐ τελέεσθαι” (Od. 4, 664).
737. *οὐ μέν τι χωρὶς τοῦ σ Ἀρίσταρχος.
739. *Τρώων πεδίῳ ἐν ἄλλῳ Τρώων ὁμάδῳ.
741. *οὕτως Ἀρίσταρχος σὺν τῷ ι, μειλιχίῃ.
Ἀρίσταρχος κατὰ δοτικὴν ἔγραφε, συνάπτων δηλονότι ὅλον τὸν
στίχον· ἔσται δὲ οὕτως τὸ ἑξῆς, τῷ ἐν χερσὶν, οὐ μειλιχίῃ τέλος
πολέμοιο, οἷον ἐν τῷ δόρατι, οὐκ ἐν προσηνείᾳ οὐδʼ ἐν ἀργίᾳ κεῖται ἡ
τοῦ πολέμου σωτηρία. Διονύσιος δὲ ὁ Θρᾷξ κατʼ εὐθεῖαν πτῶσιν,
ἀκόλουθόν ἐστι στίζειν ἐπὶ τὸ φόως τελείᾳ στιγμῇ· καὶ ἔσται καθʼ
ἑαυτὸ ἑκάτερον ἡμιστίχιον. ὁ δὲ λόγος, διόπερ ἐν χερσὶν ἡ σωτηρία,
προσήνεια δὲ οὐκ ἔστι πολέμου οἰκεία.
σὺν τῷ ι τὸ μειλιχίῃ· τὸ γὰρ λεγόμενον τοιοῦτο, διὸ τὸ τοῦ πολέμου φῶς ἡμῖν ἐν ταῖς χερσὶν, οὐκ ἐν τῇ μειλιχίᾳ ἀπαντήσει.
744. *τὸ κηλεῖν θέλγειν ἐστὶ καὶ τέρπειν.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς
Ἀρισταρχείου διορθώσεως, τινὰ δέ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
1. ἐϋσσέλμοιο σέλμα ἐστὶ τὸ μεταξὺ τῶν σανιδωμάτων, ὃ καὶ
σελὶς καλεῖται καὶ καθέδρα τοῦ ἐρέτου ἐστί. σέλμα εὔσελμος ὡς
σῶμα εὔσωμος. γέγονε δὲ παρὰ τὸ κέλλω, ὃ σημαίνει τὸ ὁρμῶ.
καὶ σέλμος ὁ μεθʼ ὁρμῆς ῥιπτούμενος λίθος.
3. μελάνυδρος βαθεῖα, σκοτεινή· τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ
βάθος. τὰ δὲ ἐξ ἐπιπολῆς ὕδατα λευκὰ, καθότι πλέον ταῖς τοῦ ἡλίου
ἀκτῖσι καταυγάζεται.
4. αἰγίλιπος ὑψηλῆς, ἦς καὶ αἶγες ἀπολιμπάνονται διὰ τὸ ὕψος·
9."*ὅτι ἑανὸς καὶ πέπλος τὸ ἔνδυμα γυναικῶν.
10. *ποτιδέρκεται Ζηνόδοτος δακρυόεσσα δέ μιν προσδέρκεται.
12. *ἦ πάντες περιεσπάσθησαν οἱ σύνδεσμοι κατὰ λόγον τῶν
ἐρωτηματικῶν.
13. ἐξ τὴν πρόθεσιν χωριστέον ἀπὸ τοῦ ἔκλυες· βραχὺ μέντοι
παντελῶς τὸ διάστημα, ὡς κἀκεῖ, “ὑπερώϊον εἰς ἀναβᾶσα” (Il. 2
514) “μάχης ἐξ ἀπονέεσθαι.”
14. ενοίτιον Αἰακὸς ὁ Διὸς καὶ Αἰγίνης, γήμας Ἐνδηΐδα τὴν
Χείρωνος θυγατέρα, ἔσχε δύο παῖδας, Πηλέα καὶ Τελαμῶνα· μιγεὶς
δὲ καὶ ψαμάθῃ τῇ Νηρηΐδι γεννᾷ Φῶκον. τοῦτον Πηλεὺς ἀποκτείνας
ἔφυγεν εἰς Μαγνησίαν τῆς Θεσσαλίας πρὸς Χείρωνα· Τελαμὼν δὲ
ἐν τῷ λόχῳ τοῦ Καλυδωνίου συὸς ἀνελὼν ἀκουσίως καὶ αὐτὸς ἕνα τῶν
κυνηγούντων ἔφυγεν εἰς Σαλαμῖνα, καὶ γήμας Περίβοιαν τὴν Ἀλκάθου
ἐγέννησεν Αἴαντα. Μενοίτιος δὲ ἀποικήσας εἰς Ὀποῦντα Πάτροκλον
ἐτέκνωσεν· ὁ δὲ ἀποκτείνας καὶ αὐτὸς ἀκουσίως Ἀμφιδάμαντος
παῖδα Κλεισώνυμον ἔπεμπε πρὸς Πηλέα τὸν Χείρωνος θεῖον, ὃς
αὐτὸν μετʼ Ἀχιλλέως ἔθρεψεν. ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ.
16. *διὰ τοῦ η τεθνηώτων αἱ Ἀριστάρχου.
17. *ὅτι ἐλλείπει ἡ περί, περὶ Ἀργείων.
20. *πρὸς τὴν τοῦ λόγου ἀποστροφήν.
24. * οὐτάμενοι ὡς ἱστάμενοι. προείρηται δέ.
ἐν νηυσὶ κέαται πρὸς τὴν σύλληψιν· οἱ μὲν γὰρ βεβλημένοι
ἦσαν, οἱ δὲ οὐτασμένοι.
25. βέβληται ἀντὶ τοῦ ἐκ βολῆς τέτρωται. ἐζήτηται δὲ πῶς
Πάτροκλος περὶ Μαχάονος μηδὲν εἰπὼν κατάλογον ποιεῖται τῶν
τετρωμένων. καὶ ῥητέον ὡς βεβαιοῖ τὴν Ἀχιλλέως πρόληψιν, ἵνα
ἔλεον κινήσῃ, παραλιπὼν ὡς ἐλάττονα. λέγει δὲ περὶ ὧν μᾶλλον
ἠγωνία.
*Ἀριστοφάνης ἔξω τοῦ ἄρθρου, βέβληται μὲν Τυδείδης.
28. ἰητροί ὅτι οὐ μόνοι οἱ περὶ Μαχάονα καὶ Ποδαλείριον συνεπεπλεύκεισαν
ἰατροὶ, ἀλλὰ καὶ ἄλλοι πλείονες.
29. ὅτι νῦν ἀμήχανος, πρὸς ὃν οὐκ ἔστι μηχανήσασθαι, οὐκ αὐτὸς μὴ δυνάμενος μηχανήσασθαι.
30. ὅτι ὁ χόλος ἀντιμετείληπται ὡς ἰσοδυναμῶν τῇ μήνιδι.
31. ὅτι τινὲς γράφουσιν αἴνʼ ἀρετῆς, καὶ ἐκφέρουσι κατὰ τὸ περισπώμενον, ἵνʼ ᾖ πρότερον αἰνέ, εἶτα πρὸς τὰ κάτω τὸ ἀρετῆς, ἀρετῆς τί σευ ἄλλος ὀνήσεται. πιθανώτερον δὲ συνθέτως αἰναρέτη, ἐπὶ κακῷ τὴν ἀρετὴν ἔχων.
*τοῦτο καθʼ ἑαυτὸ προενεκτέον· μᾶλλον γὰρ ἐμφαίνει τὸν σχετλιάζοντα.
34. ὅτι νῦν ἅπαξ τὴν θάλασσαν ἐπιθετικῶς γλαυκὴν εἶπεν. τοῦτο δέ φησι διὰ τὸ τῆς θαλάσσης ἐπικίνδυνον καὶ ἀνηλεὲς καὶ τῶν πετρῶν τὸ σκληρόν. ὁ δὲ Ἡσίοδος καὶ χωρὶς τοῦ θάλασσά φησι “καὶ τοῖς οἳ γλαυκὴν δυσπέμφελον” (Th. 440).
37. Θέτις καταναγκασθεῖσα ὑπὸ Διὸς Πηλεῖ γαμηθῆναι, τὰ
γεννώμενα παιδία εἰς πῦρ ἔβαλλε, νομίζουσα τὰς θνητὰς τῷ πυρὶ
σάρκας καταφλέξειν, τὸ δὲ ἀθάνατον διαφυλάξειν. οὕτως ἓξ παῖδας
διέφθειρεν. ἕβδομον δὲ γενόμενον Ἀχιλλέα ὁμοίως εἰς τὸ πῦρ
ἔβαλλεν· θεασάμενος δὲ Πηλεὺς ἀφήρπασε τὸν παῖδα, καὶ ἐνεγκὼν
εἰς τὸ Πήλιον ὄρος τρέφειν παρέδωκε Χείρωνι. ὁ δὲ λεόντων
καὶ ἄρκτων μυελοῖς τρέφων ἐκάλεσεν Ἀχιλλέα· διδάξας δὲ τὴν
ἰατρικὴν τέχνην καὶ λυρικὴν καὶ μουσικὴν ἀπέδωκε τῷ πατρί.
ἀγανακτήσασα δὲ Θέτις καὶ καταλιποῦσα τὸν Πηλέα ἐχωρίσθη
εἰς θάλασσαν· στρατευομένῳ δὲ ἐπὶ Ἴλιον τῷ Ἀχιλλεῖ
προεῖπεν ὅτι πολεμῶν μὲν Τρωσὶ ζωὴν ὀλιγοχρόνιον κτήσεται,
πλείστην δὲ τὴν δόξαν, ἀπεχόμενος δὲ. τῆς μάχης ἄδοξον
μὲν βίον, πολυχρόνιον δὲ διάξει. ἃ μαθὼν ὁ Ἀχιλλεὺς, δόξαν
αἰώνιον ζωῆς προσκαίρου προκρίνας, ἐστράτευσεν. ἡ ἱστορία παρὰ
Λυκόφρονι.
41. ὅτι τὸ ἴσκοντες ἀνάλογόν ἐστι τῷ κατὰ διαίρεσιν ἐΐσκοντες,
ὁμοιοῦντες· “ἔϊκτο δὲ θέσκελον αὐτῷ” (Il. 23, 107). ἡ δὲ ἀναφορὰ
πρὸς τοὺς ἀπεκδεξαμένους τὸ “ἴσκεν ψεύδεα πολλὰ λέγων ἐτύμοισιν
ὁ Ἀσκαλωνίτης κατὰ ἀφαίρεσίν φησιν εἶναι τοῦ ε τὸ ἴσκοντες·
Ἀρίσταρχος δὲ ἐκτεταμένως ἀναγινώσκει, παρὰ τὸ ἐίσκω ἐκδεξάμενος.
ἀμείνων δὲ ἡ τοῦ Πτολεμαίου ἀνάγνωσις· πρὸ γὰρ τῆς διὰ
τοῦ σκω παραγωγῆς σπάνιόν ἐστι δίφθογγον εὑρεθῆναι, ὅτι μὴ τὴν
ἅν. ταύτῃ οὖν μοι δοκεῖ ἀπὸ τοῦ εἴδῶ εἶναι ὁ μέλλων εἴσω· καὶ
ἄμα τῇ ἐπενθέσει τοῦ κ ἐίσκω γεγενῆσθαι κατὰ τὴν διαίρεσιν, ἵνα
μὴ δίφθογγος γένηται, καὶ ἀποβολῇ τοῦ ε ἴσκω. οὕτως οὖν καὶ τὸ
ἴσκοντες ὀφείλομεν κατὰ ἀποβολὴν τοῦ ε ἀναγινώσκειν· οὐ γὰρ
μέτρον κωλύει.
44. ἀκμῆτες ὡς ἀδμῆτες· καὶ καθόλου, ὅσα ἀπὸ παρακειμένου
συντέθειται ὀνόματα εἰς ης λήγοντα, ὧν τὸ τέλος μίαν συλλαβὴν
ἀποφέρεται τοῦ ῥήματος μετὰ δύο συμφώνων, ὀξύνεται, οἷον ἰθυτμής.
μία συλλαβὴ ἐπὶ τέλους ἀπὸ παρακειμένου, καὶ δύο σύμφωνα πρὸ
τοῦ 8, φλεβοτμής, ἀβλής, προβλής. οὕτως ἀκμής.
44, 45. * οἱ ἀστερίσκοι, ὅτι ὑπὸ Νέστορος οὐκ ὀρθῶς λέγονται (Il. 11, 801).
446. ἡ μὲν συνήθεια ἀνεπιτηδεύτως συνάπτει ἄχρι τοῦ μέγα νήπιος·
τάχα δʼ ἂν μείζων γένοιτο ἡ ἔμφασις, εἰ καθʼ ἑαυτὸ λέγοιτο τὸ μέγα
νήπιος.
ὅτι καὶ νῦν τὸ ἔμελλε σαφῶς οὐκ ἐπὶ χρόνου· οὐ γὰρ ἔμελλε
λιτανεύσειν, ἀλλʼ ἐλιτάνευσεν. ἔστι δὲ ἀντὶ τοῦ ἐῴκει. καὶ ὅτι διὰ
μέσου ἀναπεφώνηται τὸ “ἦ γὰρ ἔμελλεν οἷ αὐτῷ θάνατόν τε κακὸν
καὶ κῆρα λιτέσθαι,” ὡς καὶ ἐν Ὀδυσσείᾳ (1, 18) “οὐδʼ ἔνθα πεφυγμένος
ἦεν ἀέθλων καὶ μετὰ οἷσι φίλοισιν.”
47. ὁ Ἀσκαλωνίτης ἀξιοῖ ὁμοίως τῷ λίσσεσθαι, ἐπεὶ ἐνεστῶτος
χρόνου ἀπὸ ὁριστικοῦ τοῦ λίττομαι. εἰσὶ δὲ οἱ παροξύνουσιν ὁμοίως
τῷ λαβέσθαι. ἐγὼ δʼ ἐπαινῶ τὸν Ἀσκαλωνίτην προπαροξύνοντα ἐπὶ
ἐνεστῶτος· τοῦτο γάρ ἐστι καὶ τὸ δηλούμενον· ἔμελλε γὰρ αὑτῷ
θάνατον λίσσεσθαι. δοκεῖ δέ μοι ἡ πλείων παράδοσις παροξύνειν οὐκ
ἀπιθάνως. ὅνπερ γὰρ τρόπον ἐν ἑτέροις διαλαμβάνων περὶ τοῦ
οἷον φέρεσθαι δέρεσθαι, ἃ εἶχε τὴν ρε συλλαβὴν πρὸ τέλους, τῆς ἀρχούσης
συλλαβῆς εἰς τὸ ε ληγούσης. οὕτως καὶ τὸ ἐρεσθαι ἀναδεξάμενον
τὸν αὐτὸν χαρακτῆρα προπαρωξύνετο, οὐ τῷ λόγῳ τοῦ ἀορίστου, τῇ
δὲ ὁμοιότητι τῆς φωνῆς. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ προκειμένου.
ὀφείλει γὰρ τὸ λιτέσθαι προπαροξύνεσθαι· τοῦτο γὰρ αἰτεῖ καὶ τὸ
νοητὸν καὶ ὁ σχηματισμὸς, παρὰ τὸ λίτομαι. ἀλλʼ ἐπεὶ τὰ εἰς
σθαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι,
ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλλαβῇ τὸ ι συνεσταλμένον, μὴ
ἐπιφερομένων αὐτῷ μήτε δύο συμφώνων μήτε διπλοῦ, παρωξύνετο,
ὥσπερ ἔχει τὸ λιπέσθαι πιθέσθαι ἰδέσθαι ἱκέσθαι, οὕτως καὶ τὸ
λιτέσθαι παρώξυνεν ἡ παράδοσις, οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος πεισθεῖσα,
τῷ δὲ τοῦ χαρακτῆρος. παρεκτέταται τὸ κεφάλαιον τῷ
Ἡρωδιαῷ.
50. * Ἀρίσταρχος εἴ τινα οἶδα διὰ τοῦ ει.
53, 54. ὁππότε δὴ τὸν ὁμοῖον τὸ δίστιχον τοῦτο ἢ τοῖς ἄνω
προσδοτέον, ἵνα τὸ προβεβήκει στίζωμεν, ἢ τοῖς ἑξῆς, ἵνα τὸ μὲν
ἱκάνει στίζωμεν, τὸ δὲ προβεβήκει ὑποστίζωμεν.
56. κούρην ἥν ταῦτα ἀπʼ ἄλλης ἀρχῆς· παραδιηγεῖται γὰρ τὰ
γεγονότα. ὑποστικτέον δὲ ἐπὶ τὸ Ἀχαιῶν καὶ πέρσας.
57. ἡ διπλῆ, ὅτι ἰδίως καὶ παρὰ τὴν ἡμετέραν συνήθειαν κτεάτισσα
κατὰ τὸ ἐνεργητικὸν, ἀντὶ τοῦ ἐκτησάμην. καὶ ἐν Ὀδυσσείᾳ
(2, 102) “πολλὰ κτεατίσσας” ἀντὶ τοῦ κτησάμενος.
ἡ τετριμμένη ἀνάγνωσις προπαροξύνει τὸ εὐτείχεα, τοῦ λόγου
ἀξιοῦντος παροξύνειν, εἴγε τὸ εὐτειχής ὀφείλει ὀξύνεσθαι. τὰ γὰρ
παρʼ οὐδέτερα δισύλλαβα εἰς ος λήγοντα, μὴ τῷ η παραληγόμενα,
συντιθέμενα, εἰς ης λήγοντα, ἀρσενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ
ὄντα, εἶδος εὐειδής, βάθος “ἀγχιβαθὴς δὲ θάλασσα” (Od. 5, 413).
τὸ η παρῃτησάμην διὰ τὸ μῆκος εὐμήκης, τὴν δισυλλαβίαν διὰ τὸ
ἀλήθεια, Εὐρυσθένης -ὁ πλοῦτος εὐρυσθενής. εἰ δὴ Εὐτείχης
ὄνομα κύριον παρὰ Ἀλκμᾶνι, ὀξύνεται τὸ ἐπιθετικόν. πόθεν οὖν ἡ
τετριμμένη βαρεῖα τάσις; δώσομεν ἀφορμήν. τὰ εἰς ος λήγοντα
οὐδέτερα συντιθέμενα ἀπʼ εὐθείας συντίθεται, ξίφος ἄξιφος· μόνον
τὸ τεῖχος καὶ ἀπὸ γενικῆς, τείχεος εὐτείχεος, ἀφʼ οὗ τὸ “δῷσι
πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι” (Il. 1, 129). μεταπλασμὸς
εὐτείχεα, ὡς πυργοκέρατον πυργοκέρατα. πάθος παρέλαβον, ἵνα βοηθήσω
τῇ τετριμμένῃ τάσει.
59. *ὅτι ἀντὶ τοῦ ἀτιμήτου μετανάστου, ὡς τὸ “ἐπεί μʼ ἀφέλεσθέ γε δόντες” (Il. 1, 299) ἀντὶ τοῦ ἐμοῦ.
60. *ὅτι τὸ ἐάσομεν ἀντὶ τοῦ ἐάσωμεν.
61. *βέλτιον τοῖς πρώτοις τὸ ἐνὶ φρεσίν συντάττειν.
*ὅτι τὸ ἔφην γε ἀντὶ τοῦ διενοήθην.
62. *πρὸς τὸ μηνιθμόν, ὅτι παραλλήλως τέταχε τῷ χόλῳ.
65. ἀναγκαῖαι αἱ διαστολαὶ, μάχεσθαι, ἐπικρατέως, Ἀρ-
γεῖοι· στικτέον δὲ ἐπὶ τὸ θάρ συνος.
66. εἰ δή εἰ δὴ τὸ τῶν Τρώων πλῆθος ὡς νέφος κατέχει τὸν
ναύσταθμον. νέφος γὰρ νῦν τὸ τῶν στρατιωτικῶν πλῆθος.
68, *βραχὺ διασταλτέον μετὰ τὸ κεκλίαται πρὸς τὸ σαφέστερον.
69. Τρώων δὲ πόλις τὸ πλῆθος τῶν Τρώων. πόλις γὰρ διχῶς
λέγεται, ἥ τε κατασκευὴ τῶν οἰκημάτων καὶ τὸ κατοικοῦν πλῆθος.
πόλις οὖν ἀντὶ τοῦ οἱ πολῖται, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον.
70. *θάρσυνος ὅτι ἀντὶ τοῦ τεθαρσηκυῖα.
71. *οὕτως ἐναύλους διὰ τοῦ ν.
74. *ὅτι ἔοικεν ἀκηκοότι τὰ εἰρημένα ὑπὸ Διομήδους μετὰ τὴν πρεσβείαν.
75. *ἀπὸ λοιγὸν ἀμῦναι τὸ ἑξῆς ἐστὶν ἀπαμῦναι· διὸ οὐκ ἀναστρεπτέον
τὴν πρόθεσιν.
76. *ὀπὸς ἔν τισι τῶν ὑπομνημάτων ἔπος ἔκλυον.
διὰ τί ὁ Ἀχιλλεὺς ἐπὶ καθαιρέσει Διομήδους μέμνηται καὶ Ἀγαμέμνονος
καὶ οὐδενὸς ἄλλου, λέγων “οὐ γὰρ Τυδείδεω Διομήδεος,
οὐδέ πω Ἀτρείδεω;” ῥητέον οὖν ὅτι Ἀγαμέμνονος μὲν εἰκότως· ἦν
γὰρ ἐχθρὸς αὐτοῦ· καὶ Διομήδους δὲ διὰ λόγους ὑβριστικοὺς, σὓς
εἰς αὐτὸν ἀπερρίφει μετὰ τὴν πρεσβείαν· λέγει γὰρ μὴ ὄφελες
λίσσεσθαι ἀμύμονα Πηλείωνα” (Il. 9, 698).
79. *βραχὺ διασταλτέον κατέχουσι.
81. ὅτι παθητικὸν ἀντὶ ἐνεργητικοῦ, αἰθομένοιο ἀντὶ τοῦ αἴθοντος·
καὶ ὅτι ἡ ὑπό πρόθεσις ἐλλείπει, ὑπὸ πυρός. βραχὺ δὲ διασταλτέον,
ἐπικρατέως. τάχα δʼ ἂν εἰ στίζοιμεν τελείᾳ, ἐμφατικώτερα
ἔσται τὰ ἑξῆς καθʼ ἑαυτὰ λεγόμενα.
84—86. ὡς ἄν μοι τιμήν ἕως ἂψ ἀπονάσσωσι, τοὺς τρεῖς στίχους
ἢ τοῖς ἄνω προσδοτέον, ἵνα στίζωμεν ἐπὶ τὸ πόρωσιν, ἢ τοῖς ἑξῆς,
ἵνα ἀπʼ ἄλλης ἀρχῆς ἀναγινώσκωμεν ὡς ἄν μοι τιμὴν μεγάλην,
καὶ ὑποστίζωμεν ἐπὶ τὸ πόρωσιν. ὃ καὶ βέλτιον· καλῶς γὰρ ἔχει
πρώτην μὲν τὴν ἐντολὴν λέγεσθαι, πείσθητί ὡς ἐγώ σοι λέγω, ἔπειτα
αὐτὸ τὸ πρᾶγμα προφέρεσθαι· ἵνα δόξαν τε καὶ τιμὴν παρʼ Ἕλλησι
ποιήσειας, ἀπελάσας τοὺς Τρῶας ὑπόστρεφε.
85. *ἀτὰρ οἳ τὸ οἱ ἄρθρον ἐστὶν ἐγκλιτικόν· διὸ ἐν τῇ συντάξει
ἐγκλιτέον.
86. ἂψ ἀπονάσσωσιν εἰς τοὐπίσω ἀποκαταστήσουσιν, ἀποδώσουσιν.
87. *τὸ αὖ περισπαστέον· δύο γάρ ἐστιν, αὖ καὶ τοί.
88. *ἀρέσθαι παροξυτονητέον· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος.
89. μὴ σύ γʼ ἄνευθεν ἐμεῖο ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς
ἦρκεν, πεποίηκε δὲ οὕτως “μὴ σύ γʼ ἀγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι,”
90. ἀτιμότερον δέ με ήσεις ὁ Ἀσκαλωνίτης ἀπόλυτον καὶ μονοσύλλαβον
ἐξεδέξατο τήν με ἀντωνυμίαν· διὸ καὶ ἐγκλιτικῶς ἀνέγνω·
οὐ γὰρ πρὸς ἕτερον πρόσωπόν ἐστιν αὐτῷ ἡ διαστολή. καὶ οὕτως ἔχει
ἡ ἀμείνων ἀνάγνωσις· κεῖται γὰρ καὶ ὁ δέ ἀντὶ τοῦ γάρ.
92. * ὅτι Ζηνόδοτος προτὶ Ἴλιον αἰπὶ ὺ δίεσθαι.
93. μή τις ἀπʼ ὐλύμποιο ὅτι Ζηνόδοτος κατὰ τὸ ἑξῆς τέσσαρας
ἀπὸ τούτου ἦρκε, γράφει δὲ ἀντὶ αὐτῶν τοῦτον “μή σʼ ἀπογυμνωθέντα
λάβῃ κορυθαίολος Ἕκτωρ.” ἔστι δὲ εὐτελὴς καὶ τῇ συνθέσει
καὶ τῇ διανοίᾳ.
95. Νικίας ὑφʼ ἓν ἀνέγνω παλιντροπάασθαι, Ἀπολλόδωρος δὲ κατὰ διάλυσιν. ἔφαμεν δὲ περὶ τῆς τοῦ πάλιν συνθέσεως, ὁπότε καὶ περὶ τοῦ παλιμπλαγχθέντας διελαμβάνομεν (Il. 1, 59). ὡς ὅτι τὸ πάλιν ἀεὶ θέλει τοῖς ῥήμασι κατὰ διάλυσιν προσγίνεσθαι.
97—100. αἲ γὰρ Ζεῦ τε πάτερ ἀθετοῦνται στίχοι τέσσαρες, διότι
κατὰ διασκευὴν ἐμφαίνουσι γεγράφθαι ὑπό τινος τῶν νομιζόντων
ἐρᾶν τὸν Ἀχιλλέα τοῦ Πατρόκλου· τοιοῦτοι γὰρ οἱ λόγοι, πάντες
ἀπόλοιντο πλὴν ἡμῶν. καὶ ὁ Ἀχιλλεὺς οὐ τοιοῦτος, συμπαθής δέ.
99. ἐκδύμεν παροξυτονητέον· τὸ γὰρ πλῆρές ἐστιν ἐκδύμεναι,
ὁμοίως τῷ “θοῶς ζευγνύμεν ἄνωγεν” (145). καὶ δῆλον ὅτι λείπει
τὸ γένοιτο.
*ἡμεῖς δὲ ἐκφύγωμεν.
100. ρήδεμνα νῦν τὰ τείχη, μεταφορικῶς· ἰδίως γὰρ κρήδεμνον
τὸ τῆς κεφαλῆς κάλυμμα.
105. βάλλετο δʼ ἰεί ὅτι τινὲς γράφουσι τύπτετο δʼ αἰεί.
προείρηκε δὲ βαλλομένην καὶ βάλλοντες. τὸ δὲ βαλεῖν ἐστὶν ἐκ
χειρὸς τύψαι.
βάλλετο δʼ αἰεὶ καπφάλαρʼ γράφεσθαί φησιν ὁ Ἀρίσταρχος
καὶ τύπτετο δʼ αἰεὶ καπφάλαρʼ εὐποίητα διὰ τοῦ π, οὐκ εὖ
βούλεται γὰρ λέγειν καὶ τὰ φάλαρα καναχὴν εἶχεν.
ἡ διπλῆ, ὅτι ἔν τισι γράφεται καπφάλαρα. ὑπερβατὸν δέ ἐστι. δεινὴν δὲ καναχὴν ἡ πήληξ ἔχε καὶ τὰ φάλαρα, ἐβάλλετο δὲ συνεχῶς.
φάλαρα δὲ τὰ κατὰ τὸ μέσον τῆς περικεφαλαίας μικρὰ ἀσπιδίσκια, ἅτινα κόσμον χάριν ἐντίθεται.
*Ἀρίσταρχος διὰ τοῦ καί συνδέσμου καὶ φάλαρα γράφων πάντως βραχὺ διέστελλεν ἐπὶ τὸ αἰεί.
116. ἀντικρὺ δʼ ἀπάραξε ἡ διπλῆ, ὅτι δοκεῖ μάχεσθαι· εἰ γὰρ
ἀπήραξε κατὰ συμπέρασμα, ἐστιν ἀπέθραυσεν, πῶς ἐπιφέρει
“τῆλε δʼ ἀπʼ αὐτοῦ αἰχμὴ χαλκείη χαμάδις,” ὡς πρότερον μὴ ἀποκεκομμένου,
ἀλλʼ ὅτε διέσεισεν ὁ Αἴας ἀποπεπτωκότος) ὁ μὲν οὖν
Ἀρίσταρχος τὸ συμπέρασμα λέγει προειρῆσθαι, εἶτα κατὰ μέρος
ἐπηκριβῶσθαι, ὡς εἴ τις λέγοι “ὅδε τις τόνδε εἰς τὰ σπλάγχνα
δόρατι παίσας ἀπέκτεινεν· ἐκσπασθέντος δὲ τοῦ δόρατος ἀπέθανεν”
ὡς ἐγένετο ὕστερον ἐπιδιηγούμενος. οὕτως ἀπάραξε καὶ κόλον δόρυ
λέγει κατὰ συμπέρασμα· ὡς δὲ ἀπέπεσεν ὕστερον ἡ αἰχμὴ διακραδναθέντος
τοῦ δόρατος, ἐπεξηγεῖται. φαίνεται γὰρ ὁ Αἴας μικροῦ τινὸς
ἔτι διακρατοῦντος τὴν ἐπιδορατίδα πειράζων κραδᾶναι, ἀποπεσούσης
δὲ ταύτης παντελῶς ἀπεγνωκέναι ὅτι ἠχρείωται τὸ δόρυ. διὸ καὶ τὸ
αὕτως πρόσκειται, ὅτι κατὰ κενὸν ἐκράδανεν, οὐ δυνάμενος αὐτῷ
χρῆσθαι. τινὲς δὲ καὶ τὸν δέ ἀντὶ τοῦ γάρ λαμβάνουσιν· τῆλε γὰρ
ἀπʼ αὐτοῦ.
117. *κόλον οὕτως ὡς λόγον ὁ Ἀσκαλωνίτης· κἀγὼ δὲ συγκατατίθεμαι.
ἕως νῦν παῤ Ἴωσιν οἱ κολοβοκέρατοι κριοὶ κόλοι λέγονται.
119, 120. * συναπτέον μέχρι τοῦ θεῶν. δύναται δὲ στίζεσθαι καὶ ἐπὶ τὸ ἀμύμονα.
120. * Ἀρίσταρχος κεῖρε, χωρὶς τοῦ ι· ἄλλοι δὲ κείρει.
οὕτως Ἀρίσταρχος κεῖρε, χωρὶς τοῦ ι, Ἰακῶς· ἔστι γὰρ ἔκειρε, εἰς ἄπορον καθίστη τὰ τῆς μάχης, ὡς μηδὲν ἔχειν μήσασθαι.
123. ἡ διπλῆ, ὅτι ἔστι μὲν ἐκ πλήρους λαβεῖν κατά, εἶτα
σβεστή τὸ συμβαῖνον ἐπιθετικῶς· ἔστι δὲ καὶ κατὰ συναλοιφὴν
ἀσβέστη, οἷον ἀκατάσβεστος, ἐστι δυσκόλως σβεστή. ὃ καὶ
μᾶλλον· οὕτως γὰρ εἴωθε λέγειν· “ἄσβεστος δʼ ἄῤ ἐνῶρτο γέλως”
(II. 1, 599). τὸ δὲ σβεστή ἀνέμφατον. καὶ τὸ σχῆμα Ὁμηρικὸν,
ἀσβέστη, καθάπερ “ῥεῖα δʼ ἀριγνώτη πέλεται” (Od. 6, 108) ἀντὶ
τοῦ ἀρίγνωτος.
ἀσβέστη] Ἀρίσταρχος κατὰ βαρεῖαν τάσιν ἀσβέστη, παρώνυμον
124. *τὴν μὲν πρύμνην πρὸς τὴν φράσιν, ὅτι οὕτως εἴρηκε τὴν
μὲν πρύμνην ἀντὶ τοῦ τῆς μὲν τὴν πρύμνην.
127. * ἰωήν ἐν τῇ Μασσαλιωτικῇ ἐρωήν.
128. μὴ δή ταῦτα ὁμολογουμένως καθʼ ἑαυτὰ λέγεται· ὑπερευλαβούμενος
γὰρ λέγει. δύναιτο δʼ ἂν καὶ τὸ ἑξῆς εἶναι, ὄρσεο, μὴ
δὴ νῆας ἕλωσιν· ἀλλὰ βέλτιον τὸ πρότερον. παρατηρητέον δὲ πρὸς
τὰ ἀσύνδετα τὴν προσωποποιίαν, ὅτι ἐμφαντικωτάτη.
ἡ διπλῆ, ὅτι οὕτως εἴρηκε πληθυντικῶς πέλωνται καὶ οὐ πέληται, ὁμοίως τῷ “σπάρτα λέλυνται” (Il. 2, 135).
129. ἀγείρω ὅτι ἀντὶ τοῦ ἀγείραιμιλαὸν
λαὸν ἀγείρω ὁμοίως τῷ ἀγείρω· ἐνεστὼς γάρ ἐστι σημαίνων
μέλλοντα, ὥσπερ καὶ ἐπʼ ἄλλων παρεθέμεθα· “ἐγὼ δέ κʼ ἄγω
Βρισηΐδα” (Il. 1, 184 “ἦ μέγα πένθος Ἀχαιίδα γαῖαν ἱκάνει”
(Il. 7, 124). οὕτως καὶ τὸ ἐρύουσιν ἔχει. οὕτως δὲ καὶ Ἀρίσταρχος.
140. ἔγχος δʼ οὐχ ἕλετ’ οἶον προκατεσκεύακε μόνον αὐτῷ τὸ
δόρυ σώζεσθαι διὰ τὸ ξύλα μὴ ἐργάζεσθαι τὸν Ἥφαιστον. κατὰ
γὰρ τὸν Πηλέως καὶ Θέτιδος γάμον οἱ θεοὶ συναχθέντες εἰς τὸ Πήλιον
ἐπʼ εὐωχίᾳ ἐκόμιζον Πηλεῖ δῶρα, Χείρων δὲ μελίαν εὐθαλῆ
τεμὼν εἰς δόρυ παρέσχεν. φασὶ μὲν Ἀθηνᾶν ξέσαι αὐτὸ, Ἥφαιστον
δὲ κατασκευάσαι. τούτῳ δὲ τῷ δόρατι καὶ Πηλεὺς ἐν ταῖς μάχαις
ἠρίστευσε καὶ μετὰ ταῦτα Ἀχιλλεύς. ἡ ἱστορία παρὰ τῷ τὰ Κύπρια
ποιήσαντι.
διὰ τί οὖν μόνον τὸ Πηλιωτικὸν αὐτῷ ἀναρμοστεῖ δόρυ, τῶν ἄλλων
ἁρμοσάντων ὅπλων; Μεγακλείδης ἐν δευτέρῳ Ὁμήρου προοικονομεῖσθαί
φησιν Ὅμηρον τὴν ὁπλοποιίαν· καὶ ἐπειδὴ τὰς μὲν ἄλλας
ὕλας, ἐξ ὧν ὁ Ἥφαιστος ἐδημιούργει τὰ ὅπλα, τὸν χρυσὸν καὶ τὸν
ἄργυρον, οὐκ ἀπίθανον εἶναι καὶ ἐν οὐρανῷ, δένδρον δὲ οὐράνιον λέγειν
καταγελαστότατον ἦν, διὰ τοῦτο τὰ μὲν λοιπὰ ὅπλα πεποίηκε τὸν
*ὅτι Ζηνόδοτος τοῦτον ἀθετήσας τοὺς ἑξῆς τέσσαρας οὐκ ἔγραφεν.
141. * βριθὺ μέγα στιβαρόν καθʼ ἕκαστον βραχὺ διασταλτέον.
142. πίστατο ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ ἐδύνατο, μόνος ἐδύνατο χρήσασθαι
τῷ δόρατι· τὸ γὰρ πῆλαι ἐκ παρεπομένου τὴν χρῆσιν σημαίνει.
143. *μελίην τὴν ἐκ μελίης.
*διχῶς, καὶ τάμε καὶ πόρε.
144. *Ἀρίσταρχος ἐν κορυφῆς διὰ τοῦ ν.
146. * ὅτι Πάτροκλος μὲν Ἀχιλλέως ἡνίοχος, Πατρόκλου δὲ Αὐτομέδων.
149. παροξυτονητέον τὸ Βαλίον. καὶ εἴρηται περὶ τῶν τοιούτων.
150. Ἀρπυια ἤτοι ἀνέμου εἶδος, παρὰ τὸ ἁρπάζειν, ἢ δαίμονες
ἁρπακτικαὶ, ὧν τὰ ὀνόματα Ἀελλὼ, Ὠκυπέτη, Ποδάργη. τινὲς δέ φασιν
Ἅρπυια ποδάργη, ἵνʼ ᾖ ὄνομα φορβάδος λευκοὺς πόδας ἐχούσης.
Ποδάργη εἴτε σύνθετόν ἐστιν εἴτε παρασύνθετον, παροξυτονητέον
εἰς ἰδιότητα.
ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει Ἅρπυια πόδαργος, ὡς ἐπιθετικὸν,
ἵνʼ ᾖ ποδώκης. ἔστι δὲ τὸ κύριον ὄνομα Ποδάργη. σαφὲς δὲ ἐκ
τούτων (Il. 19, 400) “Ξάνθε τε καὶ Βαλίε, τηλεκλυτὰ τέκνα
Ποδάργης.”
156. * πάντας Ζηνόδοτος πάντη ἀνὰ κλισίας.
160. * βραχὺ διασταλτέον ἐπὶ τὸ ἴασι πρὸς τὸ σαφέστερον.
161. λάψοντες ὅτι Ζηνόδοτος γράφει λάψαντες διὰ τοῦ α.
ἔσονται δὲ ἤδη πεπωκότες, καὶ ἐκλέλυται ἡ ἔμφασις· οἱ μὲν γὰρ
αἵματος ἐμπεφορημένοι καὶ διὰ δίψαν ὁρμῶντες ἐπὶ τὴν κρήνην σώζουσι
τὸ παράστημα. ἐπλάνησε δὲ τὸν Ζηνόδοτον τὸ ἑξῆς, δεξάμενον
ἀπὸ κρήνης ἴασιν· οὐκ ἔδει δὲ, ἀλλʼ εἰς κρήνην πιόμενοι πορεύονται.
ὠνοματοπεποίηται δὲ ἡ λέξις ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῇ πόσει
τῶν κυνῶν καὶ τῶν λύκων.
μέλαν ὕδωρ Ἀναξαγόρας, ἐπεὶ φύσει μέλαν· καὶ γοῦν ὁ καπνὸς
μέλας ἐστὶν ἐκ τοῦ ὕδατος τῶν ξύλων ἀνιέμενος. οἱ δὲ διὰ τὴν σκιὰν
τῶν φυτῶν.
162. ἄκρον τὴν πρώτην λέξιν τοῖς ἄνω προσδιδόναι βέλτιον. τὸ
γὰρ συμβαῖνον αὐτὸ ἀπαγγέλλει· οἱ πίνοντες ἄκρον προσφέρονται
τὸ ὕδωρ.
163. στένεται ὅτι ἔστι μὲν ἐκδέξασθαι καὶ τὸ στενοχωρεῖται
(“στεινόμενος νεκύεσσιν Il. 21, 220), ὥστε καταστρέφειν εἰς τὸ
βαρύνεται· βέλτιον δὲ παρεμπεπτωκέναι τὸ σ ὡς ἐπὶ τῆς φερεσβίου,
ὥστε εἶναι καὶ τὸ περιστένεται ἀντὶ τοῦ περιτείνεται, διὰ τὸ ἐμπλησθῆναι
τοῦ αἵματος.
173. στιχός ὡς τριχός, ἀπʼ εὐθείας τῆς στίξ. τὸ δὲ ἰῆς περισπῶσιν, καὶ τὸ “ἰῇ δʼ ἐν νυκτὶ γένοντο” (Il. 18, 251), οὐκ ἀκολούθως εὐθείᾳ τῇ ἴα βαρυνομένῃ· “οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς” (Il. 4. 437). εἴπομεν δὲ ἤδη περὶ αὐτοῦ.
174. διιπετέος ἤτοι ἀπὸ Διὸς πεπτωκότος, διὰ τὸ ὑπὸ τῶν ὀμβρίων
ὑδάτων πληροῦσθαι τοὺς χειμάρρους, ἢ διαφανοῦς.
175. *ὅν χωρὶς τοῦ τ, ὃν τέκεν, Ἀρίσταρχος. οὕτως καὶ Ἀρίστοφάνης.
ὃν τέκε Πηλῆος θυγάτηρ ὅτι Φερεκύδης τὴν Πολυδώραν φησὶν
ἀδελφὴν Ἀχιλλέως· οὐκ ἔστι δὲ καθʼ Ὅμηρον διαβεβαιώσασθαι.
πιθανώτερον οὖν ὁμωνυμίαν εἶναι, ὥσπερ καὶ ἐπʼ ἄλλων, ἐπεὶ προσέθηκεν
ἂν τεκμήριον τῆς πρὸς Ἀχιλλέα συγγενείας.
ἐκ τίνος Πηλεὺς Πολυδώραν ἔσχεν, ὡς μὲν Στάφυλός φησιν ἐν
τῇ γ Θεσσαλικῶν, ἐξ Εὐρυδίκης τῆς Ἄκτορος θυγατρός· Φερεκύδης
δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος, ἄλλοι δὲ ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος.
177. υἷι διὰ τοῦ ι μόνου γράφεται ἡ τελευταία συλλαβή· διὸ
προπερισπαστέον ὁμοίως τῷ “Νηληΐῳ υἷι ἐοικώς” (Il. 2, 20). εἰ
μέντοι διὰ τῆς ει διφθόγγου ἐγράφετο ἡ τελευταία, περιεσπᾶτο, ἀπʼ
εὐθείας οὖσα τῆς υἱεύς, ὁμοίως τῷ “υἱεῖ ἐμʼ ὠκυμόρῳ” (Il.18, 458).
178, *ὅτι ἕδνα τὰ ὑπὸ τῶν γαμούντων διδόμενα ταῖς γαμουμέναις.
179. τῆς δʼ ἑτέρης ὅτι ἐπὶ τῆς δευτέρας εἴρηκεν ἑτέρας διὰ τὸ
180. παρθένιος τὸν ἔτικτε ὅτι παρθένιος λέγεται ὁ ἐξ ἔτι παρθένου
νομιζομένης γεννώμενος, σκότιος δὲ ὁ κατὰ λαθραίαν μίξιν καὶ
οὐκ ἀπὸ νομίμου γάμου. καὶ ὅτι τὸ χορῷ καλή προσεκληπτέον
καλλίχορος, διαπρέπουσα ἐν τῷ χορεύειν.
182. * διασταλτέον βραχὺ μετὰ τὸ ἠράσατο.
183. χρυσηλακάτου καλλιτόξου, ἢ χρυσῷ τῷ βέλει χρωμένης· ἠλακάτην
γὰρ καλοῦσι καὶ τὸ βέλος καὶ τὸ γυναικεῖον ἐργαλεῖον, ἐξ οὗ
τὸ νῆμα ἕλκουσιν, ὡς ἐκεῖ ὁ ποιητὴς ἠλακάτη τετάνυστο ἰοδνεφὲς
εἶρος ἔχουσα” (Od. 4, 135), καὶ τὸ ὑπὲρ τὸ ἱστίον, ὅταν λέγῃ
“κάδδʼ αὐτοῦ λίνα χεῦον ὑπʼ ἠλάκατα τανύσαντες.”
κελαδεινῆς κυνηγετικῆς, παρὰ τὸν γιγνόμενον ἐν τοῖς κυνηγίοις
κέλαδον, ὅ ἐστι θόρυβον, ὥς που καὶ ἐν τῇ θήρᾳ τοῦ Καλυδωνίου συὸς
“ἡ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτήν” (Il. 9, 543).
184. ὑπερῷʼ ὅτι οἱ τῶν θηλειῶν θάλαμοι ὑπερῷοι, ἵνα μὴ εὐδίv
ὦσιν.
185. *ἀκάκητα Ἀρίσταρχος προπαροξύνει· οἱ δὲ ἄλλοι ἀναλογίᾳ
πειθόμενοι προπερισπῶσιν. ἐπείσθη δὲ ἡ παράδοσις.
Ἑρμείας ἀκάκητα ὅτι τῇ προσαγορευτικῇ ἀντὶ τῆς ὀρθῆς κέχρηται,
ἀντὶ τοῦ ἀκακήτης, ὡς κυανοχαῖτα ἀντὶ τοῦ κυανοχαίτης. καὶ
οὐκ ἀπὸ τοῦ ἐν Ἀρκαδίᾳ ἄντρου Ἀκακησίου προσηγόρευται καθʼ
Ὅμηρον ὁ Ἑρμῆς Ἀκακήσιος, ἀλλὰ διὰ τὸ κακοῦ μηδενὸς παραίτιος
γίνεσθαι. ἢ ὁ μὴ δυνάμενος κακωθῆναι ὑπὸ ἑτέρου· ὅθεν καὶ
δοτὴρ ἑάων, ὅ ἐστι τῶν ἀγαθῶν.
188. *ἐξάγαγεν φώωσδε οὕτως καὶ Ἀριστοφάνης, φώωσδε. Ζηνόδοτος
προφόωσδε.
ἐξάγαγεν φόως δέ ὅτι Ζηνόδοτος γράφει προφόως. ἀγνοεῖ δὲ
ὅτι ἐπὶ μὲν Εὐρυσθέως (Il. 19, 118) οὕτως γράφειν ἐγχωρεῖ· πρὸ
γὰρ τοῦ τεταγμένου ταῖς τικτούσαις χρόνου ἐγεννήθη, διὸ καὶ ἠλιτόμηνος
εἴρηται· ἐπὶ δὲ τῶν ἄλλων οὐκέτι.
202. ὅτι Ζηνόδοτος ἓν ποιῶν γράφει χωρὶς τοῦ ι μητιάασθε, λαμβάνων
ἀπὸ τῆς μήτιδος, οἷον ἐβουλεύεσθε. γίνεται δὲ ἀδιανόητον·
διὸ δεῖ σὺν τῷ ι γράφειν ᾐτιάασθε. καὶ ὅτι πάνθ’ ὑπὸ μηνιθμόν
203. σχέτλιε Πηλέος υἱέ ὅτι ἀπέστροφε τὸν λόγον ἀπὸ τοῦ
διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν, καὶ ἐλλείπει τὸ τάδε λέγων ἕκαστος
ἐμὲ ᾐτιάασθε. καὶ ὅτι χόλῳ ἀρσενικῶς ἀντὶ τοῦ χολῇ. ὑπερβολικῶς
οὐ γάλακτι, ἀλλὰ χολῇ.
204. *νηλεές ταῦτα ἀφ’ ἑτέρας ἀρχῆς· διασταλτέον δὲ ἐπὶ τὸ
νηλεές.
207. ταῦτα ἐπὶ τὴν τα συλλαβὴν ὀξεῖα· ἐγκλιτικὴ γάρ ἐστιν ἡ
με, ταῦτά με ἀγειρόμενοι. οὕτως καὶ Ἀρίσταρχος. ὁ μέντοι Κρατήτειος
Ερμείας τὸ ἅμα λέγει ἐγκεῖσθαι. οὕτω δὲ δώσει καὶ διὰ τοῦ
θ τὴν γραφὴν, οὐκ ἔχουσαν οὕτως.
*θάμʼ ἐβάζετε Ἀρίσταρχος Ἰακῶς, θαμὰ βάζετε.
211. ἄρθεν Ἀρίσταρχος δασύνει. δεῖ δὲ ψιλοῦν, ὡς ἐπεδείξαμεν
ἐν τῇ A ῥαψῳδίᾳ (137), διαλαμβάνοντες περὶ τοῦ “ἄρσαντες κατὰ
θυμόν.”
217. * νευόντων στικτέον· μᾶλλον γὰρ ἐμφαίνει.
218. ωρήσσεσθον γράφεται θωρήσσοντο.
222. τήν οἱ Θέτις ὅτι οὐ δωδεκαταῖον ἀπέλιπε τὸν Ἀχιλλέα
γεννήσασα ἡ Θέτις, καθάπερ οἱ νεώτεροι ποιηταὶ, ἀλλὰ συνεβίου
Πηλεῖ. ἐκπέμπει γοῦν ἐπὶ τὸν πόλεμον Ἀχιλλέα, καί φησιν (Il.
18, 59) “τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα δόμον
Πηλήιον εἴσω” ὡς ἂν ἐπὶ τοῦ οἴκου μένουσα.
223. *ἄγεσθαι Ζηνόδοτος καὶ Ἀριστοφάνης θῆκʼ ἐπὶ νηὸς ἰόντι.
224. οὔλων ὡς δούλων. προείρηται δὲ ἡμῖν τὰ τῆς ἀναλογίας.
227. *οὕτως Ἀρίσταρχος, ὅτι μὴ Διί, ἄλλοι δὲ διὰ τοῦ ε, ὅτε.
228. *οὕτως Ἀρίσταρχος τό ῥα, διὰ τοῦ ἑνὸς ρ.
233. Ζεῦ ἄνα Δωδωναῖε ἐν χωρίῳ τῷ Ὑπερβορέῳ τῇ Δωδώνῃ
τιμώμενε. Δωδῶναι δὲ δύο, ἡ μὲν Θεσσαλίας, ἡ δὲ Μολοσσίας.
τινὲς δὲ Δωδώνην τὴν γῆν, παρόσον πάντα δίδωσιν· δυσχείμερον
δὲ, ὅτι πάγοις καὶ κρυμοῖς ὑπὸ τοῦ οὐρανοῦ συνέχεται. τίς δέ
ἐστιν ὁ τοῦ Δωδωναίου Διὸς λόγος, καὶ τῶν τόπων ἐξ ὧν αὐτὸν
ἡ ἱστορία παρὰ Θρασυβούλω καὶ Ἀκεστοδώρῳ.
Πελασγικέ Πελασγία πρότερον ἡ Θεσσαλία ἐκαλεῖτο, ἐξ οὗ
Θαυμαστὸς καὶ ὑπὸ Πελασγῶν τιμώμενος, ἐπεὶ Πελασγοὶ κατῴκουν
τὴν Δωδώνην, ἐκβληθέντες ἀπὸ Βοιωτίας ὑπὸ Αἰολέων.
234. Σελλοί Πίνδαρος Ἐλλοί χωρὶς τοῦ σ, ἀπὸ Ἑλλοῦ τοῦ δρυτόμου,
φασὶ τὴν περιστερὰν πρώτην καταδεῖξαι τὸ μαντεῖον.
ἀμφὶ δὲ Σελλοί ὁ μὲν Πίνδαρος Ἑλλοὺς αὐτοὺς οἴεται. δεῖ δὲ
ἀπὸ τοῦ σ ἄρχεσθαι τὴν λέξιν, ἀπὸ Σελλήεντος ποταμοῦ. ὀξύνεται
δὲ τὸ ὄνομα· τὰ γὰρ εἰς λος ἑτέρῳ λ παραληγόμενα, οὗ τὸ α μὴ
προηγεῖται, ὀξύνεται. κιλλός εἶδὸς χρώματος (ἐν Στεφανοπώλισιν
Εὐβούλου “εὔχρων τι κιλλὸν μανθάνεις θερίστριον ’), πολλός, κυλλός,
Ἑλλός ἢ Σελλός (“ἀμφὶ δὲ Σελλοί”), σκελλός, φελλός τὸ προσηγορικόν.
τὸ δὲ Τάλλος καὶ ἄλλος τὸ α ἔχει πρὸ τοῦ λ· ἔτι δὲ τὸ
ἄλλος καὶ ὡς ἐπιμεριζόμενον βαρύνεται.
πρὸς τὸ τῆς γραφῆς ἀμφίβολον· οἱ μὲν γὰρ Σελλοὺς, οἱ δὲ
Ἑλλοὺς ἐξεδέξαντο. δεῖ δὲ νοεῖν ὡς ἔστιν ἐκ πλήρους Σελλοί· καὶ
γὰρ ὁ συνορίζων τοῖς τόποις ποταμὸς Σελλήεις, ἀφʼ οὗ εἰκὸς τοὺς
παροίκους Σελλοὺς καλεῖσθαι.
235. ὑποφῆται ὑπομάντεις ἱερεῖς, ὅ ἐστι χρησμῳδοὶ, θεολόγοι,
προφῆται· προφήτας γὰρ λέγουσι τοὺς περὶ τὰ χρηστήρια
ἀσχολουμένους καὶ τὰς μαντείας τὰς γινομένας ὑπὸ τῶν ἱερέων
ἐκφέροντας.
ἀνιπτόποδες ἤτοι βάρβαροι σκληρῶς τε καὶ νομαδικῶς ζῶντες,
ταύτην ἔχοντες δίαιταν ὡς μηδὲ ἀπονίζεσθαι τοὺς πόδας διὰ τὸ
μὴ παραδέξασθαι τὴν ἐκ τοῦ πρώτου βίου μεταβολὴν, ἢ τοῦτο ἔκ
τινος ἔθους ἐπὶ τιμῇ τοῦ θεοῦ ποιοῦντες· ἔνιοι γὰρ καὶ λουτρῶν
ἀπέχονται καὶ τῆς τοιαύτης ἐπιμελείας. τινὲς δὲ αὐτοὺς διὰ τοῦτο
λέγουσιν ἀνιπτόποδας, ὅτι οὐκ ἐξίασιν ἔξω τοῦ ἱεροῦ· διὸ οὔτε
236. ἡ διπλῆ, ὅτι οὐ προσυνέσταται περὶ τῆς τῶν Ἀχαιῶν
κακώσεως εὐχόμενος, οὐδὲ κατʼ εὐχὴν τετίμηται, ἀλλὰ διὰ τὰς
τῆς Θέτιδος λιτάς. διὸ ἀθετητέον τὸν ἑξῆς τίμησας μὲν ἐμέ·
καθολικῶς γὰρ λέγει, καὶ οὐκ εἰς ἀφωρισμένον ἀναφέρει καιρὸν τὸν
τῆς μήνιδος.
237. τιμήσας μὲν ἐμέ ὁ μὲν ὀβελὸς πρὸς τὴν προειρημένην
ἀθέτησιν, ὁ δὲ ἀστερίσκος, ὅτι ἐκ τῆς τοῦ Χρύσου εὐχῆς (Il. 1,
454) μετενήνεκται.
239. * ὅτι νηῶν ἀγῶνι τῷ ἀθροίσματι καὶ ναυστάθμῳ.
243. ἐπίστηται ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει ἐπιστέαται.
ἀγνοεῖ δὲ ὅτι τὰ τοιαῦτα ῥήματα πληθυντικά ἐστι, καὶ νῦν ἀνάλογον
ἔξει τὸ ἐπιστέαται τῷ ἐπίστανται, ὅπερ οὐ συμφωνεῖ. ἔστιν οὖν
ἀντὶ τοῦ ἐπίστατοι, καὶ μετείληπται τὸ α εἰς τὸ η.
245. *βαρέως τὸ ἴω ῥῆμα δισύλλαβον· ὁ γὰρ πέρ σύνδεσμος.
248. τεύχεσί τε σὺν πᾶσι κατὰ παράθεσιν ἐδεξάμεθα ἐνθάδε τὴν
σύν πρόθεσιν διὰ τὴν διαστολὴν τὴν πρὸς τοὺς ἑταίρους. διὸ προ-
περισπᾶται τὸ πᾶσι, σὺν τεύχεσι πᾶσι καὶ τοῖς ἑταίροις. ἔστι
μέντοι καὶ σύνθετόν ποτε, καὶ τρίτη ἀπὸ τέλους ἔσται ἡ ὀξεῖα ἀπʼ
εὐθείας τῆς σύμπαντες καὶ αἰτιατικῆς τῆς σύμπαντας· “τοῖς δʼ
οὔτι δυνήσεαι ἀχνύμενος·” καὶ οὕτως ἀνεγνώσθη τὸ “σύμπασι
Πυλίοισι” (Od. 3, 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ διὰ
τοῦ μ ἐστὶ, ἐπεὶ κατὰ σύνθεσιν, ἐν δὲ τῷ “τεύχεσί τε ξὺν πᾶσι”
φυλάξει τὸ ν ἑαυτῆς ἡ πρόθεσις διὰ τὴν παράθεσιν.
252. * διχῶς γράφεται, καὶ σόον καὶ σάον.
254. *οὕτως ἀπέθηκε διὰ τοῦ α.
260. εἰνοδίοις ὅτι τὴν αὐτὴν διάνοιαν ἔχει τῷ ἑξῆς, καὶ ὑγιέ-
στερον εἵρηται.
261. αἰεὶ κερτομέοντες ἀθετεῖται, ὅτι τὸ κερτομεῖν οὐ τίθησιν
*ἠθείει καὶ Ἀριστοφάνης.
*Ἀρίσταρχος ἔχοντας διὰ τοῦ α, καὶ άπασαι.
262. *τιθεῖσι προπερισπᾶται· προείρηται δέ.
265. πρόσσω πᾶς πέτεται ὅτι πληθυντικῶς εἰπὼν “οἱ δʼ ἄλκιμον
ἦτορ ἔχοντες” ἑνικὸν ἐπιφέρει “πᾶς πέτεται” διὰ τὸ τὴν ἔννοιαν τοῦ
πᾶς πληθυντικὴν εἶναι, μόνον δὲ τὸ σχῆμα ἑνικὸν, ὅμοιον τῷ “ἀγρόμενοι
πᾶς δῆμος” (Il. 20, 166).
274. οὐδέν ὅτι τὸ δεν παρέλκεται· ἔστι γὰρ ὅτι τὸν ἄριστον τῶν
Ἀχαιῶν οὐκ ἔτισεν.
281. ὅτι ἰδίως εἴρηκε φάλαγγες ἐλπόμενοι πρὸς τὸ νοητόν·
σύστημα γὰρ ἀνδρῶν εἰσίν αἱ φάλαγγες. ἢ δεῖ τὴν πτῶσιν μεταλαβεῖν,
ἐλπομένων.
290. * Ἀρίσταρχος Ἰακῶς ἀμφὶ φόβηθεν.
293. αἰθόμενον ἐν ἄλλῳ ἀκάματον.
298. κινήσῃ ὑπʼ ἀνέμου δηλονότι.
299. πρώονες ὡς σώφρονες. προείρηται.
οἱ λόφοι τῶν ὀρῶν παρʼ Ἀργείοις. ἔστι δὲ τοῦ πρῶνες διαίρεσις.
299, 300. ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαί ὅτι ἐνταῦθα οἰκείως
κεῖνται· ἐπικειμένης γὰρ τῆς Τρωικῆς φάλαγγος ὡς νέφους ὄρει,
αἰφνιδίως ὡς ἄνεμος ἐπιπνεύσας ὁ Πάτροκλος ἀπῶσε καὶ ἐτρέψατο.
ἐν δὲ τῇ (557) κακῶς.
300. ὑπερράγη ἐξαίφνης διέλαμψεν αἴθριον. ὁ δὲ λόγος, ξηροῦ
δὲ καὶ πυρώδους πνεύματος περὶ τὴν παχύτητα τῶν νεφῶν ῥαγέντος,
ὑπὸ τὸν οὐρανὸν ἐξέλαμψεν αἰθὴρ, τουτέστιν ἀστραπὴ ἐγένετο.
διορῶνται οὖν, φησὶ, καὶ τοῦ αἰθέρος ἀστέρες νεφέλης ῥαγείσης.
305. ἕν ἐστι τὸ ἀνθίσταντο, οὐχὶ ἄντα ἐπίρρημα καὶ ἵσταντο,
ὥς τινες.
*ζητῶ περὶ τοῦ τόνου τοῦ ὑποεῖκον, πῶς δεῖ ἀναγινώσκειν.
307. * τὸ ἡγεμόνων βέλτιον ἡ συνήθεια τοῖς ἄνω προσνέμει.
308. αὐτίκʼ ἄρα τοῦτο καὶ ἀπʼ ἄλλης ἀρχῆς δύναται λέγεσθαι,
ἵνα στίζωμεν ἐπὶ τὸ υἱός. κοινὸν δὲ νοηθήσεται κατʼ ἐκείνης τῆς
διανοίας τὸ ἕλεν.
311. Θόαντα πρὸς τὴν ὁμωνυμίαν, ὅτι Τρωϊκὸς ὁ Θόας οὕτος.
315. μυών μύες καλοῦνται αἱ συνεστραμμέναι σάρκες.
317. Νεστορίδαι δʼ ὁ μέν πρὸς τὸ σχῆμα, τι ἀντὶ τοῦ Νεστοριδῶν
ὁ μὲν Ἀντίλοχος οὔτασεν Ἀτύμνιον, ὁ δὲ Θρασυμήδης Μάριν.
*μετὰ τὸν δέ σύνδεσμον διασταλτέον.
324. ἄχρις ἄραξε Ἀρίσταρχος ὡς μέχρις ἀνεγίνωσκε, παρὸ καὶ
ἐγένετο. ἐκεῖνο δὲ ἔχομεν λέγειν, ὡς τὰ εἰς ις ἐπιρρήματα δισύλλαβα
βαρύνεται, ὡς ἔχει τὸ ἄνις ἅλις μόγις ἄχρις αὖθις. ὀξύνεται
δὲ τὸ χωρίς καὶ ἀμφίς, διότι μακρὰν ἔσχεν ἤτοι φύσει ἢ θέσει. τὰ
μέντοι βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἢ τὴν κοινὴν καλουμένην,
ἥτις ἐδύνατο σχεδὸν βραχεῖα εἶναι. διὸ ἐμάχετο τὸ αὖθις βαρυνόμενον.
δοκεῖ δέ μοι ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶς ἐλέγετο
κατὰ τὸ τέλος, αὖθις αὖθι αὖθιν. τὸ δὲ τοιοῦτον ἑωρᾶτο καὶ ἐπὶ
τοῦ πέρυσι βαρυνομένου.
326. ὡς τὼ μὲν δοιοῖσι κασιγνήτοισι ἡ διπλῆ, ὅτι πτῶσις ἤλλακται,
δοτικὴ ἀντὶ γενικῆς, καὶ ἡ ὑπό πρόθεσις παρεῖται· ἔστι
γὰρ ἀντὶ τοῦ ὡς τὼ μὲν ὑπὸ δοιῶν κασιγνήτων δαμέντε.
336. έλεον ὅτι μέλεον ἀντὶ τοῦ μελέως, ματαίως. καὶ διὰ
παντὸς οὕτως Ὅμηρος χρῆται· οἱ δὲ τραγικοὶ ἐπὶ τοῦ οἰκτροῦ καὶ
τάλανος, καὶ ἡ συνήθεια. πρὸς ὃ καὶ ἡ σημείωσις.
339. εῖνε ἀντὶ παρῳχημένου τοῦ ἐπάταξε. ποικίλλει δὲ συνήθως
τὰς πληγάς.
342. κιχείς ἀπὸ τοῦ κίχημι· ἢ τῆς κιχών παθητικὸν, ὡς τῆς
λιπών ἡ λιπείς, τῆς ἐριπών ἡ ἐριπείς.
349. βραχὺ διασταλτέον ἐπὶ τὸ ὀφθαλμοί. ἔσται δʼ ὁ λόγος,
ἐπληρώθησαν δὲ αὐτοῦ οἱ ὀφθαλμοὶ αἵματος, ὃ δὴ διά τε τοῦ στό-
ματος καὶ τῶν ῥινῶν χανὼν ἀπεφύσησεν.
351. *βραχὺ διασταλτέον Δαναῶν διὰ τὸ ἀπεμφαῖνον.
*ἐν ἄλλῳ ἄνδρας ἀρίστους.
352. ὡς δὲ ύκοι ὅταν ἑνὸς ἔφοδον δηλῶσαι θέλῃ, λέοντα εἰς τὴν
εἰκόνα παραλαμβάνει· “ἤτοι ὁ μὲν πρώτῃσι βόεσσι” (Il. 15, 634).
νῦν δὲ τὴν τοῦ πλήθους ἔφοδον ἐμφῆναι βουληθεὶς τὰ ἀγεληδὸν ἐφορμῶντα
ζῷα παρέλαβε, τοὺς λύκους.
353. μήλων προβάτων καὶ αἰγῶν. ἐν ἄλλοις “μῆλʼ ὄϊές τε καὶ
αἶγες” (Od. 9, 184). πρόβατα γὰρ πάντα ἐκάλουν τὰ θρέμματα
οἱ παλαιοὶ, καὶ Εὔπολις προβατικὸν χορόν φησι τὸν ἐξ αἰγῶν.
*οὕτως αἵ τε, θηλυκῶς, αἱ ὄϊες.
354. διέτμαγεν ἡ διπλῆ, ὅτι οὕτως δεῖ γράφειν διέτμαγεν ὡς
κόσμηθεν, ἵνʼ ᾖ διετμάγησαν, παθητικῶς· τὸ γὰρ διέτμαγον ἐνεργη-
τικόν ἐστι.
*οὕτω διὰ τοῦ ε διέτμαγεν.
358. Αἴας δʼ ὁ έγας ἡ διπλῆ, ὅτι συγκριτικῶς λέγεται πρὸς
τὸν ἕτερον Αἴαντα ὁ μέγας, ὁ Τελαμώνιος, ἐπεὶ ἐκεῖνος μείων.
361. ὅτι τὸ σκέπτετο ἴσον τῷ οἷον ἀπεσκόπευε καὶ παρετήρει
εἰς τὸ μὴ πληγῆναι.
364. Οὐλύμπου ὅτι σαφῶς οὐκ ἔστιν Ὄλυμπος καὶ οὐρανὸς ὁ
αὐτός· ὡς γὰρ ἀφʼ ἑτέρου ἐφʼ ἕτερόν φησι τὸ νέφος ἔρχεσθαι. οὐδὲ
μὴν τόπος ἐπουράνιος· ὁ γὰρ Ὅμηρος ἀπὸ τῶν γινωσκομένων πᾶσι
ποιεῖται τὰς ὁμοιώσεις. καταλείπεται τοίνυν τὸ ὄρος σημαίνεσθαι·
καὶ γὰρ ἀπὸ τῶν ὀρῶν λέγει τὰ συνεστῶτα νέφη μεταχωρεῖν· “ὡς
δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσῃ πυκινὸν νέφος”
(297). τοιγαροῦν καὶ ὅταν λέγῃ “ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμποιο νέφος
ἔρχεται,” ἀπὸ ὄρους σημαίνει.
365. πῶς αἰθέρος; τὰ γὰρ πάθη ταῦτα περὶ τὸν ἀέρα συμβέβηκεν.
τάχα οὖν συγχεῖται ὁ ἀὴρ πρὸς τὸν αἰθέρα, ὡς καὶ ἐν τῇ
(54) “αἵματι μυδαλέας ἐξ αἰθέρος” καὶ “Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν
εὐρὺν ἐν αἰθέρι καὶ νεφέεσσιν” (Il. 15, 192)· οὐ γὰρ αἱ νεφέλαι ἐν
τῷ αἰθέρι.
τοῦτο ἑκατέροις δύναται προσδίδοσθαι. τὸ μέντοι ζήτημα ὁμοίως
μένει· ἀέρος γὰρ πάθη ταῦτα. τάχα οὖν κεῖται ὁ αἰθὴρ ἀντὶ τοῦ ἀέρος.
371. ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ ὅτι ἀντὶ τοῦ ἄκρῳ, καὶ οὐχ ὡς
δευτέρου ὄντος ῥυμοῦ· εἷς γάρ ἐστι. “πρώτῃσιν δὲ πύλῃσιν” (Il.
8, 411) ἀντὶ τοῦ ἄκραις.
372. * σφεδανόν οὕτως ὡς σφοδρόν. προείρηται.
374. τμάγεν καὶ τοῦτο διὰ τοῦ ε.
375. ὑπὸ τὰ νέφη ἢ ὑπὸ τῶν ἀνέμων.
376. * νεῶν ἄπο καὶ κλισιάων ἐν ἄλλῳ ἄψορρον προτὶ ἄστυ
ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.
379. οὕτως Ἀρίσταρχος, ἀνακυμβαλίαζον, διὰ τοῦ α· οὐ γὰρ
ἑκάστοτε τὰ σύνθετα μεταβάλλει παρὰ τοῖς ἴωσιν.
*οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ ἀνεκυμβαλίαζον.
387. οἳ βίῃ περὶ ἀδικίας κριτῶν.
*θέμιστας ὅτι ἀντὶ τοῦ δίκας.
390. *κλιτῦς αἱ ἀποκλίσεις τῶν ὀρῶν.
πολλὰς δὲ κλιτῦς ἐχρῆν μὲν διὰ τὸ κλιτύας οὐρῆας περισπᾶσθαι
τὸ κλιτῦς, ἀνεγνώσθη δὲ κατʼ ὀξεῖαν τάσιν ἐν ἐγκλίσει, ὁμοίως τῷ
“κνημῖδας ῥαπτὰς δέδετο, γραπτὺς ἀλεείνων” (Od. 24, 228).
σχόλιον. ἐν μέντοι τῇ Ὀδυσσειακῇ προσῳδίᾳ φανερῶς τὸ γραπτῦς
περισπᾷ, καί φησιν ὅτι εἴη εἰρηκὼς ὡς καὶ τὸ κλιτῦς δεῖ περισπᾶσθαι.
ἀμφίβολος οὖν ἐφʼ ἑκατέρων ὁ τόνος· εἰ γὰρ τοῖς ἐνταῦθα
εἰρημένοις πεισθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκείνοις, τοῦτο πάλιν
ἀντίκειται.
χαράδραι πρὸ τέλους ἡ ὀξεῖα, ὡς φαρέτραι. προείρηται δὲ τὰ
τῆς ἀναλογίας. οὕτως δὲ καὶ Ἀρίσταρχος.
392. ἐπικάρ ὅτι ἐπὶ κάρα ἐστὶ κατʼ ἀποκοπήν. σημαίνει δὲ τὴν
ἄνωθεν καταφορὰν τοῦ ὕδατος. οὐ λέγει δὲ ὁ ποιητής ποτε κάρα,
ἀλλὰ κάρη. αὐτὸ δὲ τὸ κάρη τοῦ κάρηνόν ἐστιν ἀποκοπή. τὰ γὰρ
εἰς η οὐδέτερα ἢ δυϊκά ἐστιν ἢ πληθυντικά.
399. *δουρὶ αεινῷ ἐν ἄλλῳ βάλε ποιμένα λαῶν.
401. *ὅτι ὡς περὶ ἄλλου ἐπήνεγκεν ὁ δὲ Θέστορα, τοῦ λόγου ὄντος περὶ τοῦ αὐτοῦ.
402. οὐ στικτέον μετὰ τὸ ὁρμηθείς, ἀλλὰ διασταλτέον· ἐπαναλαμβάνει γάρ. γίνεται οὖν τὸ ἑξῆς οὕτως, ὁ δὲ Θέστορα Ἤνοπος υἱὸν δεύτερον ὁρμηθεὶς ἔγχεϊ νύξε παραστάς.
403. ἁλείς συστραφείς.
ὅτι τὸ ἐκ γὰρ πλήγη ἀντὶ τοῦ ἐξεπλάγη γάρ, κατὰ μετάληψιν τοῦ η εἰς τὸ α.
406. *ἕλκε χωρὶς τοῦ ι Ἀρίσταρχος, καὶ ἑξῆς (409) ὣς ἕλκ’ ἐκ δίφροιο.
407. ἱερὸν ἰχθύν ἤτοι μέγαν, ἢ Ποσειδῶνος, ἢ τὸν ἀνετὸν, διὰ
τὸ μὴ πεπτωκέναι ὑπὸ χρῆσιν τὴν ἀπὸ τῶν ἰχθύων τροφὴν ἐπὶ τῶν
ἡρώων, μήτι γε κατὰ τὸ σπάνιον διʼ ἀνάγκην λιμοῦ.
πέτρῃ ἐπὶ προβλῆτι ὅτι οὐκ ἐπί τι εἶδος ἰχθύος φερόμενος εἴρηκε
ἱερὸν ἰχθύν, καθάπερ τινὲς ἀποδεδώκασι τὸν πομπίλον, οἱ δὲ τὸν
κάλλιχθυν· ἀλλὰ κοινότερον τὸν ἀνετὸν καὶ εὐτραφῆ, ὡς ἱερὸν βοῦν
λέγομεν τὸν ἀνειμένον.
408. λίνῳ αἱ γὰρ ὁρμιαὶ λιναῖ, περὶ ἃς ἦπιον συρίγγια κεράτινα,
ἵνα μὴ ἀποτρώγωσιν οἱ ἰχθύες τὸ λίνον.
415. Ἀμφοτερὸν εἰς διαστολὴν τὸ κύριον ὀξυτόνως ἀνέγνω ὁ
Ἀρίσταρχος ὡς δεξιτερόν· καὶ ἐπείσθησαν οἱ γραμματικοί. περὶ δὲ
τῆς τοιαύτης ἀνωμαλίας τοῦ ἀνδρὸς ἐν ἑτέροις ἡμῖν εἴρηται.
419. *ἀμιτροχίτωνας τοὺς χιτῶνας μὲν ἔχοντας, τὰς δὲ μίτρας
μὴ ἐζωσμένους.
428. ὥστʼ αἰγυπιοί ἄκρως τὸ ὁμοίωμα παρετήρησεν· οὐ γὰρ
ἀφανῶς συμβάλλει τὰ ζῷα ταῦτα εἰς μάχην· φησὶ γοῦν καὶ Ἀλέξανδρος
ὁ Μύνδιος μετὰ βοῆς ἐπὶ πετρῶν ταῦτα μάχεσθαι.
430. ὣς οἳ κεκλήγοντες ὡς λέγοντες, ἀπὸ εὐθείας ἑνικῆς τῆς
εἰς ν, κεκλήγων. ἔθος δὲ τῷ ποιητῇ οὕτω σχηματίζειν.
*ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου κεκληγῶτες.
432. ὅτι Ζηνόδοτος καθόλου περιγράφει τὴν ὁμιλίαν τοῦ Διὸς
καὶ τῆς Ἥρας, οὐκ αἰσθόμενος ὅτι πολλὰ κατὰ συμπέρασμα λέγει
ὁ ποιητὴς σιωπωμένως γεγονότα, καὶ οὐ δέον ἐπιζητεῖν πῶς ἡ μικρὸν
ἔμπροσθεν (Il. 15, 79) ἐπὶ τὸν Ὄλυμπον παρακεχωρηκυῖα νῦν ἐπὶ
τῆς Ἴδης ἐστίν.
*αἱμομίκτου Διὸς ἀνασκαφῇ τὰ ἔτη.
436. τὸν μὲν πρῶτον η ὀξυτονητέον, τὸν δὲ δεύτερον περισπαστέον, ἦ ἤδη χείρεσσιν.
445. *αἴ κε ζών οὕτως Ἀρίσταρχος μονοσυλλάβως, ζών· ἄλλοι
δὲ ζωόν.
οὕτως ζών αἱ Ἀριστάρχου, ἀπʼ εὐθείας τῆς ζώς, τὸν ζών· “ ἤ κε ζὼς ἀμενηνὸς ἔα” (Il. 5, 887).
τὸ ὅνδε εἴτε ἔχει παρέλκοντα τὸν δέ σύνδεσμον, εἴτε ὅμοιόν ἐστι τῷ οἶκόνδε ἀντὶ τοῦ εἰς οἶκον, πάλιν ἐν τῇ συντάξει βαρντονηθήσεται, ὡς ἐν τῷ “ἀγρόνδε προίαλλε” (Od. 15, 370). ὥστε περισσὴ ἡ ὀξεῖα ἐν τῇ ὅν αἰτιατικῇ κατὰ τὴν σύνταξιν.
450. *Ἀρίσταρχος φίλος ἐστί, ἄλλοι δὲ φίλον ἐστί.
453. *ἐπειδή ἐν ἄλλῳ ἐπὴν νῄ.
454. πέμπειν μιν θάνατόν τε ὅτι σαφῶς νήδυμον μετὰ τοῦ ν.
καὶ ἐπὶ τῶν ἀμφιβόλων ἄρα τόπων σὺν τῷ ν ἐκληπτέον. καὶ ὅτι τῷ
ἀπαρεμφάτῳ κέχρηται ἀντὶ προστακτικοῦ τοῦ πέμπε.
455. *ἵκωνται ἐν ἄλλῳ ἵκοιτο.
463. ἔνθʼ ἤτοι Πάτροκλος πάλιν διὰ μέσου ὁ ἑξῆς στίχος, καὶ
κατʼ ἐπανάληψιν εἶπε τὸν βάλε νείαιραν, ὥστε εἶναι τὸ ἑξῆς,
ἀγαθὸν Θρασύδημον βάλε νείαιραν.
*Θρασύμηλον ἐν ἄλλῳ Θρασύδημον.
466. Σαρπηδὼνδʼ αὐτοῦ μὲν ἀπήμβροτι δουρὶ φαεινῷδεύτερον ὁρμη
θείς δοκεῖ διὰ τούτων συγχεῖσθαι ἡ διαφορὰ τοῦ βαλεῖν καὶ οὐτάσαι·
βέβληται γὰρ ὁ Πήδασος. καὶ μή ποτε γραφή τις ἐφέρετο, διʼ ἧς
τὸ τῆς λέξεως σύνηθες ἐφύλασσεν Ὅμηρος· οὐ γὰρ ἂν αὐτὸ ἀπαραμύθητον
ὁ Ἀρίσταρχος ἀφῆκεν. ἐν τοίνυν τῇ Φιλήμονος οὕτως ἐφέρετο
ὁ δὲ Πήδασον ἤλασεν ἵππον· ἔστι γὰρ ὅτε ἐπὶ τῆς πληγῆς
τὸ ἤλασεν κεῖται, ὡς ἐπὶ τοῦ Ἀρήτου (Il. 17, 517) “καὶ βάλεν
Ἀρήτοιο,” εἶτα “νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.” διὰ
μέντοι τοῦ ν γραπτέον τὸ δεύτερον ὁρμηθείς.
467. δεύτερον ὁρμηθείς ὅτι ἐξ ἐπαναλήψεως τὸ ἄρθρον εἴληφε
κατὰ τοῦ αὐτοῦ προσώπου καὶ οὐ περὶ ἑτέρου λέγει, ἀντὶ τοῦ Πήδασον
δὲ οὔτασεν. καὶ ὅτι δοκεῖ συγκεχύσθαι τὸ οὔτασε· βεβλήκει
γὰρ τὸ δόρυ.
468. *ἀΐσθων βαρυτονητέον ὡς ἔσθων· καὶ εἴρηται ὅτι ὁμοίως
ἐγένετο τῷ βιβάσθων.
481. ἀλλ’ βαλʼ ὅτι σαφῶς διὰ τοῦ ἔβαλε σημαίνει τὸ ἔτυχεν
εἰς ἐκεῖνον τὸν τόπον, ὅπου αἱ φρένες ἐγκαθειργμέναι εἰσὶ περὶ τὴν
ψυχήν.
482. ἀχερωίς δένδρον ὃ καλεῖται λεύκη. ἔνιοι δὲ φηγοῦ εἶδος
εἶπον αὐτήν.
483. Ἀρίσταρχος κατʼ ἰδίαν τὸ οὔρεσι καὶ τὸ τέκτονες. Νικίας δὲ συνθέτως ἀνέγνω· οὐκ ἀναγκαῖον δέ.
488. * διὰ τοῦ ν. ἐν εἰλιπόδεσσι, αἱ Ἀριστάρχου.
491. ὅτι τὸ μενέαινεν ἐνθάδε μὲν ἐλιποθύμει, ἐν ἄλλοις δὲ προεθυμεῖτο,
ὡς τὸ “μενέαινε κῦδος ἀρέσθαι” (Il. 21, 543). ἢ ἐθυ.
μοῦτο.
492. τὸ μετʼ ἀνδράσιν ἑκατέρῳ δύναται προσδίδοσθαι. εἰ μὲν
οὖν τοῖς ἄνω, ἔσται πολεμιστὴν αὐτὸν ἐν τοῖς ἀνδρειοτάτοις λέγων·
εἰ δὲ τοῖς ἑξῆς, καὶ αὐτὸ χρῄζει τινὰ λόγον. βέλτιον δὲ τοῖς ἄνω·
μᾶλλον γὰρ εὔφωνόν τε καὶ ἐμφατικόν ἐστι τὸ οὕτως ἄρξασθαι, νῦν
σε μάλα χρὴ, καὶ νῦν σοι ἐελπέσθω.
496. ὅτι ἤτοι ἀπέστροφε τὸν λόγον, ὡς περὶ ἑτέρου λέγων Σαρπηδόνος ἀντὶ τοῦ ἐμοῦ· ἢ ἐλλείπει τὸ τάδε λέγων, καὶ τὸ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ κεῖται, ἵνʼ ᾖ, ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας τάδε λέγων, Σαρπηδόνος ἀμφὶ μάχεσθαι.
497. δύναται ἀναστρέφεσθαι ἡ περί, ἵνα τοιοῦτό τι ᾖ, περὶ ἐμοῦ μάχου· δύναται δὲ καὶ ὡς ὁ Ἀσκαλωνίτης ἀξιοῖ φυλάσσειν τὸν τόνον, ἀντὶ τῆς ὑπέρ κειμένη, ἀντὶ τοῦ ὑπερμάχει. εἴρηται δὲ περὶ τῶν ἐναλλασσόντων προθέσεων ὡς φυλάσσουσι τοὺς αὐτοὺς τόνους.
499. *εἴ κέ μʼ Ἀχαιοί ἐν ἄλλῳ εἴ κεν Ἀχαιοί.
500. τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι ἡ διπλῆ, ὅτι νεῶν ἀγῶνα
τὸ ἄθροισμα, τὸ ναύσταθμον. καὶ ἐν ἄλλοις εἶπε “θεῖον δύσονται
ἀγῶνα” (Il. 7, 298), τὴν συναγωγὴν τῶν θεῶν.
502. τέλος θανάτοιο ὁ δὲ θάνατος αὐτοὺς ἔλαβεν τούς τε ὀφθαλμοὺς
καὶ τὰς ῥῖνας, ἐπεὶ οἱ τελευτῶντες οὔτε βλέπουσιν οὔτε ἀναπνέουσιν
οὔτε δὲ φρένας ἔχουσιν.
504. ἕλκε δόρυ οὕτως Ἀρίσταρχος ἕλκε χωρὶς τοῦ ι, καὶ
ἔχοντο οὕτως διὰ τοῦ χ.
507. * διὰ τοῦ ε λ ίπεν, ἐπειδὴ τὰ ἅρματα τῶν ἀνάκτων ἐλείφθησαν, ἠρημώθησαν. Ζηνόδοτος δὲ διὰ τοῦ ο λίπον.
ὅτι Ζηνόδοτος γράφει ἐπεὶ λίπον, ἀγνοῶν ὅτι τὸ λίπεν νῦν οὐκ
ἔστιν ἑνικὸν, ἀλλὰ ἀνάλογον τῷ ἐλείφθησαν τὰ ἅρματα, ὥσπερ
κόσμηθεν καὶ “ποιμένος ἀφραδίῃσι διέτμαγεν” (354) ἀντὶ τοῦ διετμάγησαν.
508. ἀΐοντι *ὡς λέγοντι. οὕτως καὶ Ἀρίσταρχος.
515. ἡ διπλῆ, ὅτι οὕτως εἴωθε λέγειν πάντοσε ἀκούειν, εἰς
πάντα τόπον ἀκούειν, ἐπὶ τῶν ἐκ τόπου εἰς τόπον ἀφικνουμένων·
“πεύθετο γὰρ Κύπρονδε μέγα κλέος” (Il. 11, 21), εἰς Κύπρον
ἠκούετο. διὸ καὶ νῦν κατὰ συναλοιφὴν ἀκουστέον, ἵνʼ ᾖ τὸ πλῆρες
πάντοσε ἀκούειν.
πάντοσʼ κούειν Ἀρίσταρχος τὸ πλῆρες ἀκούει πάντοσε. Ζηνόδοτος
πάντες ἀκούειν διὰ τοῦ ε. πάντοσε ὡς πάντοθεν· τὰ γὰρ
εἰς σε ἐπιρρήματα τοῖς εἰς θεν ὁμοτονεῖ, ἄλλοθεν ἄλλοσε, ὁμόθεν
ὁμόσε. οὕτως οὖν εἰ “πάντοθεν ἐκ κευθμῶν” (Il. 13, 28), καὶ “πάντοσε
δαιδάλλων” (Il. 18, 479).
522. ἡ διπλῆ, ὅτι ἐλλείπει ἡ περί· ἔστι γὰρ, οὐδὲ περὶ τοῦ οὗ
παιδὸς ἀμύνει. οἱ δὲ ἀγνοήσαντες γράφουσιν ὁ δʼ οὐδʼ ᾧ παιδὶ
ἀμύνει.
*Ἀρίσταρχος ὁ δʼ εὐδ’ οὗ παιδὸς ἀμύνει.
524. Αἰολικὸν κοίμησον ἀντὶ τοῦ κοίμισον.
526. *οὕτως διὰ τοῦ η αἱ Ἀριστάρχου, κατατεθνηῶτι.
530. ἤτοι στικτέον ἐπὶ τὸ φρεσί, ἢ διασταλτέον, ἵνα κοινὸν ᾖ
ἔγνω καὶ ἐχάρη ὅτι οἱ ὦκ’ ἤκουσε.
542. εἴρυτο Ἀρίσταρχος τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν ποιεῖ,
ὑγιῶς πάνυ· ὁ δὲ Τυραννίων προπερισπᾷ, ἐκ τοῦ εἰρύετο φάσκων
αὐτὸ συνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπὸ τῶν εἰς μι
ὁμοίως τῷ ἐζεύγνυτο ἤνυτο (“θοῶς δέ οἱ ἤνυτο ἔργον” Od. 5,
243) ἐκτετάσθαι. οὕτως ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο (640) καὶ
εἴρυτο.
544. ʼμεμπτὸν ἡγήσασθε.
546. * ὅτι ἐλλείπει ἡ περί πρόθεσις, περὶ Δαναῶν.
548. Τρῶες δὲ κατακρῆθεν Ἀρίσταρχος δισύλλαβον ἐκδέχεται
καὶ Ἡσίοδος (Scut. 7) οὕτως ἐξεδέξατο, εἰπὼν τὸ “τῆς καὶ ἀπὸ
κρῆθεν βλεφάρων.”
549. *βραχὺ διασταλτέον μετὰ τὸ ἄσχετον διὰ τὴν ἔμφασιν.
ρμα τὸ σήκωμα τῆς νεῶς πρὸς τὸ μὴ ἀνατρέπεσθαι ἐν τῷ πεσεῖν·
νῦν οὖν τούτου φησὶν ἀναιρεθέντος ἀνατραπῆναι τὴν Ἴλιον. οἱ
δὲ τὸ ὑποστήριγμα· ὅθεν καὶ Πίνδαρος ἔρεισμα Ἀκράγαντος εἶπε
τὸν Θήρωνα. ῥητορικῶς οὖν αὔξει τὸν οἶκτον, ἐπιμαρτυρῶν τῷ ἀποθανόντι.
553. *ὅτι ἐλλείπει ἡ περί, καὶ ὅτι τὸ χωόμενος ἀντὶ τοῦ συγχεόμενος.
556. * φίλον ἔστω ἐν ἄλλῳ μένος ἔστω.
557. δύναται μὲν στίζεσθαι ἐπὶ τὸ ἀνδράσιν· δύναται δὲ λείπειν
τὸ ἔστε ἢ γίνεσθε· δύναται δὲ καὶ σχῆμα εἶναι ἀπὸ δοτικῆς εἰς
αἰτιατικὴν, ὡς κἀκεῖ “αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντα
κρυπτάδια φρονέοντα” (Il. 1, 541). παρατηρητέον δὲ τὸν στίχον
πρὸς τὸ ἐπάνω ὑποκείμενον “Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι”
(402).
558. Ἀρίσταρχος καὶ οἱ ἀπʼ αὐτοῦ δασύνουσι, Λυσανίας δὲ ψιλοῖ,
προσνέμων τὸ σ τῷ η· σήλασθαι γάρ φησι σημαίνειν τὸ ἀποσπᾶν
καὶ σαλεύειν. ὁ δὲ σαλεύσας πρῶτος τὸ τεῖχος Σαρπηδών ἐστιν, ὁ
δὲ εἰσπηδήσας Ἕκτωρ. φησὶ γοῦν “Σαρπηδὼν δʼ ἔπαλξιν ἑλῶν χερσὶ
στιβαρῇσιν ἕλχ’, ἡ δʼ ἔσπετο πᾶσα” (Il. 12, 397)· ἐπὶ δὲ τεῦ Ἕκτορος
“ῥῆξε δʼ ἀμφοτέρους θαιρούς,” εἶτα ἐπιφέρει “ὁ δʼ ἔσθορε φαίδιμος
ἐπᾶῖξαι” (ib. 308), ὥστε τὸ ἥλατο ταυτὸν εἶναι τῷ ὁρμῆσαι.
559. ἀλλʼ εἴ μιν ἐν τῇ Ῥιανοῦ ἀλλʼ εὖ μιν ἀεικισσαίμεθʼ ἕλόντες.
ἅτι ἔξωθεν προσυπακουστέον τὸ καλῶς ἂν ἔχοι· εἰ αὐτὸν ἀνελόντες ἀεικισαίμεθα, καλῶς ἂν ἔχοι. καὶ ἐν Ὀδυσσείᾳ “ἀτὰρ πελέκεας γε καὶ εἴ κʼεἰῶμεν ἄπαντας” (Od. 21, 260).
*λείπειν φασὶν αἱ Ἀριστάρχου τὸ εὖ ἂν ἔχοι.
561. αὐτοῦ ὅτι ἀμφίβολον εἰ λείπει ἡ περί, ἵνʼ ᾖ περὶ αὐτοῦ, ἢ
τοπικῶς ἐκληπτέον τὸ αὐτοῦ, ἐν τῷδε τῷ τόπῳ.
574. ἐς Πηλῆʼ κέτευσεν ὅτι οὐκ ἀπολελοίπει ἡ Θέτις τὸν Πηλέως
οἶκον ὡς οἱ νεώτεροι, ἀλλὰ συνῴκει αὐτῷ.
584. * ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τοῦ περὶ αὐτοῦ εἰς τὸν πρὸς αὐτόν.
586. καί ῥʼ ἔβαλε Σθενέλαον ὅτι μεταβέβηκεν ἐκ τοῦ πρὸς τὸν
Πάτροκλον λόγου καὶ εἰς τὸν περὶ αὐτοῦ. εἴρηκε γὰρ ἔβαλε καὶ
οὐχὶ ἔβαλες ὦ Πάτροκλε.
589. ὅσση δʼ αἰγανέης πρὸς τὸ σχῆμα, ὅτι ταναοῖο εἴρηκεν
ἀρσενικῶς ἀντὶ τοῦ ταναῆς.
591. * ἡ ὑπό περιττή.
595. Ἑλλάδι οἰκία ναίων Ἑλλὰς πόλις Θεσσαλίας, ἧς οἱ
πολῖται πρῶτοι εἶχον τὸ ὄνομα τοῦτο τὸ καλεῖσθαι Ἕλληνες. ἀπὸ
γὰρ Ἕλληνος τοῦ Δευκαλίωνος καὶ Πύρρας. πάντες Ἕλληνες οἱ
τῆς Εὐρώπης ἐκλήθησαν ὀνόματι κοινῷ, ὥς φησι καὶ Θουκυδίδης ἐν
τῇ α΄ (3). πρὸ δὲ αὐτοῦ μόνοι οὗτοι Ἕλληνες ἐκαλοῦντο, οἱ δὲ ἄλλοι
κατὰ ἔθνη ἕκαστος, ὥς που καὶ ὁ ποιητὴς ἐν τῷ καταλόγῳ λέγει
“Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί” (Il. 2, 684).
*ὅτι πόλις ἐν Φθία ἡ Ἑλλάς.
600. * συναπτέον ἕως τοῦ ἀνήρ· τὸ γὰρ ὡς αἴτιον.
604. *Λαόγονον τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· κύριον γάρ.
613. ἔγχεος, ἔνθα δʼ πειτʼ ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου οὐκ
ἐφέρετο καθάπαξ· ἐν δὲ τῇ δευτέρᾳ ἄλογος αὐτῷ παρέκειτο.
617. ὀρχηστήν περ ἐόντα εὐκίνητον κατὰ τὸν πόλεμον, ὅ ἐστι
συγκεκροτημένον τὰ πολεμικὰ καλῶς. ἐπυρρίχιζον γὰρ τοῖς ὅπλοις
οἱ Κρῆτες πρὸς ἄσκησιν τῶν πολεμικῶν, ὁ ἐστι σὺν τοῖς ὅπλοις τὴν
πυρρίχην καὶ ἔνοπλον ὄρχησιν ἠσκοῦντο· τρία γὰρ εἴδη ὀρχήσεως,
πυρρίχη, σίκιννις, ἥτις ἐστὶν ἱερατικὴ, καὶ ὁ κορδακισμὸς, αἰσχρός
τις ὢν καὶ μᾶλλον κωμικοῖς ἁρμόδιος.
618. τινὲς διαμπερὲς εἴ σʼ ἔβαλόν περ, ἵνʼ ᾖ, εἴ σε ἔβαλλον,
διεπερόνησα ἄν. ἀλλʼ οὐδὲν ἀναγκαῖον οὕτως συνάπτειν· τὸ γὰρ
ἔβαλον ἀντὶ τοῦ ἔτρωσα, τὸ δὲ κατέπαιυσε διαμπερέ ς οἷον εἰς
αἰεί.
625. *δοίης ἐν ἄλλῳ δῴης.
633. ἡ διπλῆ, ὅτι ἀμφιβόλως κεῖται τὸ ὀρώρει, πότερον ἐπὶ
τῶν μαχομένων λέγεται, τούτων ὀρώρει ὀρυμαγδὸς ὡς δρυτόμων, ἢ
ἐπὶ τῶν δρυτόμων, ὡς δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς, οὕτως καὶ τῶν
μαχομένων, ὅπερ καὶ βούλεται, ὥστε τὸ ὄρωρε τὸν ἐνεστῶτα χρόνον
σημαίνει.
ἐὰν γράφωμεν ὀρώρει, πάντα στίζομεν, βήσσῆς καὶ ἀκουή,
καὶ δὶς ἔσται ἡ ἀνταπόδοσις λεγομένη· κοινὸν γὰρ νοεῖται τὸ ὀρώρει
κατά τε τῶν δρυτόμων καὶ τῶν ἡρώων. βέλτιον δὲ γράφεσθαι
μὲν ὄρωρεν, ὑποστίζεσθαι δὲ βήσ σῃς καὶ ἀκουή, τὸ δὲ τῶν
ἐπανειλῆφθαι, τῶνδʼ ὥστε.
*οὕτως ὀρώρει Ἀρίσταρχος.
*ἔν τισιν ὄρωρεν.
634. *ἀκουή Ἀριστοφάνης ἀϋτή.
635. εὐρυοδείης παραγωγὸν ἡγοῦνται τὴν λέξιν, τουτέστι παρολκὴν
τῆς ἐπὶ τέλους λέξεως· διὸ ἐψίλωσαν. βραχὺ δὲ διασταλτέον
εὐρυοδείης· διχόθεν γάρ φησι τὸν ἦχον φέρεσθαι, ἀπό τε τῆς γῆς
καὶ τῶν ὅπλων.
636. *ἄμεινον εἶχε, φησὶν ὁ Ἀρίσταρχος, εἰ ἐγέγραπτο βοῶν εὐποιητάων, ἔξω τοῦ τε συνδέσμου.
χαλκοῦ τε ῥινοῦ τε ὅτι προειπὼν ῥινοῦ τε, ὡς ἕτερόν τι διάφορον
συμπλέκει βοῶν τε· καὶ ἤτοι ἐξ ἐπαναλήψεως νοητέον λέγεσθαι τὸ
αὐτὸ, ὡς “πυκνοὶ καὶ θαμέες” (Od. 12, 92) καὶ “πόλεμόν τε
μάχην τε” (251)· ἢ τὸν τε σύνδεσμον περιττὸν νομιστέον, ἵν’ ᾖ
ῥινοῦ βοῶν, τουτέστι τῶν ἀσπίδων.
βοῶν τʼ εὐποιητάων τὸ εὖ οὐ θέλουσι κατʼ ἰδίαν προφέρεσθαι,
ἀλλʼ ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροις φησὶ τὴν δοτικὴν
“εὐποιήτῃσι πύλῃσι” (Il. 5, 466) παρωνύμως. κἀγὼ δὲ συγκατατίθεμαι.
ἐν δέ τισιν εὕρομεν ῥινῶν τε βοῶν τε κατὰ τὸ πληθυντικόν.
638. * Ἀρίσταρχος κατὰ δοτικὴν, Σαρπηδόνι δίῳ.
οὐδʼ ἂν ἔτι φράδμων αἱ μὲν κοιναὶ κατʼ αἰτιατικὴν Σαρπηδόνα,
αἷς ἀκόλουθόν ἐστι τὸ συνάπτειν Σαρπηδόνα δῖον ἔγνω, ἵνʼ ὁ φράδμων
τὸν συνετὸν καὶ λελογισμένον δηλοῖ. ἐὰν δὲ ὡς Ἀρίσταρχος γράφει,
Σαρπηδόνι δίῳ κατὰ δοτικὴν, βραχὺ διασταλτέον ἐπὶ τὸ δίῳ· τὸ γὰρ
λεγόμενον, οὐδὲ ὁ πάνυ γνώριμος, φησὶ, καὶ συνήθης τῷ Σαρπηδόνι
ἠδύνατο γνωρίσαι αὐτὸν διὰ τὸ αἵματι καὶ κόνει πεφύρθαι.
648. * ἐκ πλήρους καὶ κεῖνον αἱ Ἀριστάρχου.
660. *βασιλῆα βεβλαμμένον τὸ ἦτορ, νεκρόν.
*γράφεται δεδαϊγμένον ἦτορ.
666. Ἀπόλλωνα ὅτι Ζηνόδοτος καὶ ἐνταῦθα διεσκεύακε γράφων
“καὶ τότʼ ἄρʼ ἐξ Ἴδης προσέφη Σεὺς ὃν φίλον υἱοό,” ἵνʼ ἐκ τῆς Ἴδης
προσφωνῇ τὸν ἐν τῷ πεδίῳ Ἀπόλλωνα. γελοῖον δὲ τὸ κραυγάζειν ἀπὸ
τῆς Ἴδης τὸν Δία. οὐ νενόηκεν οὖν ὅτι τὰ τοιαῦτα κατὰ τὸ σιωπώ-
μενον ἐνεργούμενα δεῖ παραδέχεσθαι, καθάπερ καὶ ἐν τοῖς ἐπάνω περὶ
τῆς Ἥρας.
668. οὕτως Ἀρίσταρχος, Σαρπηδόνι, κατὰ δοτικήν· Σαρπηδόνι
κάθηρον τὸ αἷμα. μήποτε δὲ Ζηνόδοτος ὀρθῶς ἠθέτηκε τούτους.
παράλογον γὰρ τὸν ἀπενθῆ τοιαῦτα διακονεῖσθαι.
669. πολλὸν ἀποπροφέρων τινὲς τὴν ἀπό ἀναστρέφουσιν, ἵνα
σημαίνῃ τὸ ἄπωθεν, ὥσπερ καὶ ὁ Ἀσκαλωνίτης. εἰσὶ μέντοι οἳ
672. ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν τελευτώντων γὰρ ἐκλείπει
παντελῶς ἡ ψυχὴ, καθευδόντων δὲ συστέλλεται ἡ δύναμις τῆς
673. *γράφεται θήσουσιν Λυκίης.
674. κασίγνητοι ἁπλοϊκῶς νῦν οἱ συγγενεῖς· οὐδεὶς γὰρ ἱστόρηκεν
αὐτοῦ ἀδελφούς.
677. ὅτι Ζηνόδοτος καὶ τοῦτον περιῄρηκε, τηρῶν τὸ σύμφωνον ἑαυτῷ.
686. τὸ νήπιος καθʼ ἑαυτό. οὕτως γὰρ μᾶλλον ἐμφαίνει τὸν ἐπισχετλιάζοντα. ἁμαρτάνουσι δὲ οἱ συνάπτοντες.
688. ἀλλʼ αἰεί τε Διός ὅτι τινὲς χωρὶς τοῦ ν γράφουσι κρείσσω.
τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς σὺν τῷ ν λέγεται. καὶ
τὸ κρεῖσσον ἐπὶ τοῦ κατὰ δύναμιν τίθησιν ὁ ποιητής.
*ἀνδρός γράφεται ἀνδρῶν.
697. τοὺς ἕλεν, οἱ δʼ ἄλλοι ὅτι Ζηνόδοτος γράφει τοὺς ἕλες.
ἀγνοεῖ δὲ ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τοῦ πρὸς αὐτὸν ἐπὶ τὸν περὶ
αὐτοῦ, καὶ πολλάκις ἀποστροφὰς ποιεῖται.
φύγαδε τοῦτο οὐκ ἰσοδυναμεῖ τῷ εἰς φυγὴν, ὡς τὸ “ἦ καὶ ὁ μὲν
φύγαδʼ αὖθις ὑποστρέψας” (Il. 11, 446)· ἀντὶ γὰρ αἰτιατικῆς, οὐ
μετὰ τῆς εἰς. διὸ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου ἐστὶν,
ἤτοι κατὰ μεταπλασμὸν γενομένης τῆς αἰτιατικῆς ποιητικῶς, ὡς
σκέπην σκέπα, φυγήν φύγα, ἢ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ἀπʼ εὐθείας
τῆς φύξ, ὡς Στύξ Στύγα, τοῦ δε ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημά
ἐστι ταὐτὸ σημαῖνον τῇ αἰτιατικῆ, ὡς καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα
ἰσοδυναμοῦντα τοῖς πρωτοτύποις. “Ἴδηθεν μεδέων” (Il. 3,
276) “δόρυ δʼ ἔκβαλεν ἔκτοσε χειρόςʼ (Od. 14, 277). ἀλλʼ οὖν
γε ὡς ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι
ἔσονται φύγαδέ, ὡς Οὔλυμπόνδε, ἢ εἴς, ὡς ἄγραδε. τὸ γοῦν “ἅλαδʼ
702. *ὅτι ἀγκῶνος τῆς γωνίας λέγει.
704. * βέλτιον τοῖς ἑξῆς τοῦτο συνάπτειν.
706, *ἔπεα πτερόεντα προσηύδα γράφεται προσέφη ἑκάεργος
Ἀπόλλων.
707. *οὔ νύ τοι Ἀρίσταρχος οὔ νύ πω.
710. πολλόν ὅτι Ζηνόδοτος γράφει τυτθόν. ὁ δὲ αὐτὸς στίχος
καὶ ἐπὶ τοῦ Διομήδους κεῖται (Il. 5, 443). καὶ εὐλόγως ἐκεῖ μὲν
γράφεται τυτθόν· συμπάρεστι γὰρ ἡ Ἀθηνᾶ προτρεπομένη θεομαχεῖν·
ἐνθάδε δὲ πολλόν· προεντέταλται γὰρ ὁ Ἀχιλλεὺς “μάλα τόν
γε φιλεῖ ἑκάεργος Ἀπόλλων.”
716. *οὕτως εἰσάμενος· ἐπιφέρει γοῦν “τῷ μιν ἐεισάμενος” (720).
718. ὅτι Όμηρος τὴν Ἑκάβην Δύμαντος, ὁ δὲ Εὐριπίδης Κισσέως (Hec. 3).
719. *ὅτι Ὅμηρος ἑτέραν τὴν Φρυγίαν τῆς Τροίας οἶδεν.
725. διαστολὴ μέν ἐστι βραχεῖα ἐπὶ τὸ ἕλῃς· κοινὸς γὰρ ὁ
αἴκεν σύνδεσμος καὶ ἐπὶ τοῦ ἑξῆς, ἐάν πως αὐτὸν ἕλῃς καί σοι
δῷ τὴν νίκην ὁ Ἀπόλλων. δύναται δὲ στίζεσθαι ἐπὶ τὸ ἕλῃς, καὶ
ἔχει ἦθος.
732 *ἔφεπε ἐν ἄλλῳ ἔπεχε.
736. *ἅζετο ηὐλαβήθη, ἀντὶ τοῦ οὐδὲ ὅλως ηὐλαβήθη αὐτόν.
747. ὅτι ἅπαξ εἴρηκε τήθεα. ἔστι δὲ εἶδος τῶν θαλασσίων
ὀστρέων. πρὸς τοὺς χωρίζοντας· φασὶ γὰρ ὅτι ὁ τῆς Ἰλιάδος ποιητὴς
οὐ παρεισάγει τοὺς ἥρωας χρωμένους ἰχθύσιν, ὁ δὲ τῆς Ὀδυσσείας.
φανερὸν δὲ ὅτι εἰ καὶ μὴ παράγει χρωμένους, ἴσασιν, ἐκ τοῦ τὸν
Πάτροκλον ὀνομάζειν τήθεα. νοητέον δὲ τὸν ποιητὴν διὰ τὸ μικροπρεπὲς
παρῃτῆσθαι. καὶ μὴν οὐδὲ λαχάνοις παρεισάγει χρωμένους·
ἀλλʼ ὅμως φησὶ “δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες”
(Od. 17, 299).
748. ὅτι Ζηνόδοτος γράφει εἰ καὶ δυσπέμφελοι εἶεν, ὥστε
ἐπὶ τῶν ἀνδρῶν εἶναι, οἷον εἰ καὶ δυσάρεστοι εἶεν οἱ συνεσθίοντες,
765. ὡς δʼ εὖρός τε νότος τʼ ἡ παραβολὴ πρὸς τὸ συρράσσειν
καὶ συμπλέκεσθαι ἀλλήλοις. ἔστιν οὖν ἰδεῖν διὰ τῶν ἐπῶν δύο ἀνέμων
μάχην, ἑκατέρου κρατεῖν βιαζομένου. ὅμοιον δέ ἐστι τὸ
“Βορέης καὶ Ζέφυρος (Il. 9, 5).
768. αἵ τε πρὸς ἀλλήλας ὅτι οὐκ ἐντέτακται ἡ ἀκή, καθάπερ
ἐπὶ τοῦ ξίφους “τανύηκες ἄορ,” ἀλλὰ κατὰ παραγωγὴν, τανυήκεας
ὄζους, οἷον ταναοὺς, ὡς κελαινεφὲς αἷμα. τὸ δὲ τανυήκεας ὡς
εὐμήκεας. οὕτως ἀνεγνώσθη. εἴπομεν δὲ ἐν ἑτέροις καὶ τὴν ἀφορμήν.
769. *λείπει γίνεται.
774. *βραχὺ διασταλτέον ἐπὶ τὸ μεγάλʼ.
*Ἀρίσταρχος διὰ τοῦ ᾱ ἐστυφέλιξαν.
775. * Ἀρίσταρχος ὁ δʼ ἐν στροφάλιγγι, σὺν τῷ ν.
776. *ἐπὶ τὸ μεγαλωστί βραχὺ διασταλτέον.
κεῖτο μέγας μεγαλωστί ὁ ἀστερίσκος, ὅτι εἰς τὴν δευτέραν
νέκυιαν (Od. 24, 40), μετάκειται, οὐχ ὑγιῶς. καὶ ὅτι Ἰακῶς
λελασμένος ἀντὶ τοῦ λελησμένος, πρὸς τὸ “ἐν καρὸς αἴσῃ” (Il.
9, 378), ὅτι ἀντὶ τοῦ ἐν κηρὸς μοίρᾳ.
779. βουλυτόνδε ἐπὶ τὴν ἑσπέραν, καθʼ ὃν καιρὸν οἱ βόες ἀπολύονται
τῶν ἔργων.
789. δεινὸς ὁ μὲν τόν ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τοῦ περὶ
αὐτοῦ εἰς τὸν πρὸς αὐτόν.
793. *κυνέην βάλε Φοῖβος πόλλων ἐντεῦθεν ἔστιν ὁρᾶν τὴν
προσπάθειαν τοῦ ποιητοῦ, ὅτι τὴν ἀριστείαν τοῦ Ἕκτορος τῷ Ἀπόλλωνι
περιτίθησιν.
797. ἱππόκομον τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐνθάδε· ὅταν δὲ ἐπὶ
τοῦ κομοῦντος τὸν ἵππον, τότε πρὸ τέλους ἡ ὀξεῖα. προείρηται δὲ
801. *ὅτι τὸ πᾶν ἀντὶ τοῦ ὅλον.
*οὅτω πᾶν δέ οἱ. ἐν δέ τισι τῷ δέ οἱ.
807. ὅτι Ζηνόδοτος γράφει σχεδὸν οὔτασε Δάρδανος ἀνήρ.
ἀγνοεῖ δὲ ὅτι ἐκ βολῆς τέτρωται, ὡς διὰ τῶν ἑξῆς δείκνυται “ὥς τοι
πρῶτος ἐφῆκε βέλος” (812).
810. ποτε διὰ τοῦ τ αἱ Ἀριστάρχου, καὶ γὰρ δὴ τότε, ὡς τῶν
τότε μελετώντων τὴν τοιαύτην ἄσκησιν ὥστε τὸν ἀντελαύνοντα ἀνατρέψαι
ἀπὸ τοῦ ὀχήματος.
ὅτι σύνηθες ἦν τοῖς ἀρχαίοις ἁρματομαχεῖν, ἐσφαιρωμένοις δόρασι χρωμένους, καὶ ἀνατρέπειν ἐκ τῶν ὀχημάτων. ὁ δὲ Διονύσιος οὐκ ἐπὶ μελέτης, ἀλλʼ ὅτι ἀνεῖλεν πρὸ τῶν ἀγώνων καὶ πρῶτος εἰς πόλεμον παραγενόμενος.
811. *τὸ σὺν ὄχεσφιν ἑκατέροις δύναται προσδίδοσθαι.
812. ὅτι βέβληται καὶ οὐκ οὔτασται, ὡς Ζηνόδοτος. βέλος γοῦν κέκληκε διὰ τὸ βεβλῆσθαι. καὶ πρὸς τὴν ἀποστροφήν.
819. *ὅτι ὁμόλογον τῷ βεβλῆσθαι αὐτόν.
822. δούπησεν ὅτι ἐκ τῶν τοιούτων ἀπεδέξαντο οἱ γλωσσογράφοι
τὸ δουπῆσαι ἓν ἀνθʼ ἑνὸς ἀντὶ τοῦ ἀποθανεῖν. ἀγνοοῦσι δὲ ὅτι οὐκ
ἐπὶ παντὸς θανάτου τάσσει τὴν λέξιν, ἀλλʼ ἐπὶ τῶν ἐν πολέμῳ
πιπτόντων διὰ τὸν παρακολουθοῦντα ψόφον ἐκ τῶν ὅπλων.
827. πέφνοντα ὡς τέμνοντα· οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ
Τυραννίων παροξύνει ὡς λαβόντα, δεύτερον ἀόριστον ἐκδεχόμενος.
οὕτως δὲ καὶ τὴν εὐθεῖαν ὀξύνει (“κῆρ ἄχεος μεθέηκα, χερείονά περ
καταπεφνών Il. 17, 539), τοῦ Ἀριστάρχου βαρύνοντος. καί μοι
δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆσθαι. εἰ γὰρ πέφνω πέφνεις πέφνει
οὐ λέγομεν, ὑποτακτικῶς δὲ πέφνω πέφνῃς πέφνῃ καὶ “πέφνε γὰρ
Ὀθρυονῆα” (Il. 13, 363), καὶ ἔστι δεύτερος ἀόριστος ὡς ἔλαβε
λάβω λάβῃς λάβῃ, δῆλον ὅτι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ
μέντοι Ἀρίσταρχος καὶ τῷ χαρακτῆρι τῆς φωνῆς ἐπείσθη, καὶ οὕτως
ἐβάρυνεν. ἐπεὶ γὰρ αἱ εἰς νων λέγουσαι μετοχαὶ, ἔχουσαι πρὸ τοῦ ν
καὶ τῇ ποιότητι τοῦ στοιχείου, οὐ τῇ κλίσει τῇ τοῦ ἐνεστῶτος,
ὥσπερ ἀπεδείξαμεν.
828. *ὅτι οὕτος μὲν οὔτασεν, ὁ δὲ Εὔφορβος βέβληκεν.
842. *οὕτως διὰ τοῦ ε, σε προσέφη.
847. τοιοῦτοι δʼ εἴπερ ἀξιομίμητον τὸ ἦθος· οὐ γὰρ κατεπλάγη
τὸν θάνατον, οὐ τὸ βάθος τῶν ἀλγηδόνων, οὐ τὴν ἐρημίαν τοῦ βοηθήσοντος,
ἀλλʼ ἔτι μεστός ἐστι φρυάγματος καὶ ἐρεθίζει μᾶλλον ἢ
ἱκετεύει, ἀντιποιούμενος τῆς νίκης καὶ τελευτῶν.
850. πῶς τέσσαρας καταριθμήσας, Μοῖραν Ἀπόλλωνα Εὔφορβον
Ἕκτορα, ἐπιφέρει σὺ δέ με τρίτος ἐξεναρίζεις: ἔστι δὲ λέγειν
ὅτι τὴν Μοῖραν οὐ κατηρίθμησεν ὡς κοινὴν πᾶσιν ἀνθρώποις ἐπικειμένην.
ἔνιοι δὲ τὸ ἑξῆς οὕτως ἀποδιδόασιν· ἀλλά με Μοῖρα ὀλοὴ
καὶ Λητοῦς ἔκτανεν υἱὸς, ἀνδρῶν δʼ Εὔφορβος τρίτος· σὺ δέ με
ἐξεναρίζεις. ἢ σὺ δέ με τρίτατος ἐξεναρίζεις, ἵνʼ ᾖ πολλοστός.
ἀνδρῶν δʼ Εὔφορβος ἡ διπλῆ πρὸς τὸ ζητούμενον· τέσσαρας γὰρ
προειπὼν ἐπιφέρει σὺ δέ με τρίτ ος. τὴν δὲ κοινὴν πᾶσι παρεπομένην
Μοῖραν οὐκ ἀριθμεῖ, αὐτοὺς δὲ τοὺς ἐπενεγκόντας αὐτῷ χεῖρας.
854. *δαμέντʼ ἐκ πλήρους τὸ δαμέντα Ἀρίσταρχος.
πόθεν ὁ Πάτροκλος οἶδεν ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα,
ὥσπερ Ἀχιλλεὺς ἀκούσας παρὰ Θέτιδος ; ὅτι κατʼ Ἀρτέμωνα τὸν
Μιλήσιον ἐν τῷ περὶ ὀνείρων, ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ
σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται. καὶ Πλάτων ἐν
ἀπολογίᾳ Σωκράτους (p. 39 c) “καὶ γάρ εἰμι ἐνταῦθα ἐν ᾧ μάλιστα
ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι.”
856. ψυχὴ δʼ ἐκ ῥεθέων ὅτι πάντα τὰ μέλη ῥέθη Ὅμηρος προσαγορεύει.
οἱ δὲ Αἰολεῖς μόνον τὸ πρόσωπον.
858. *διὰ τοῦ η τὸ τεθνηῶτα Ἀρίσταρχος.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
1. *οὐδʼ ἔλαθ καθ᾿ ὑπερβατὸν, οὐκ ἔλαθε δέ.
οὐδʼ ἔλχχθʼ Ἀτρέος υἱόν Πατρόκλου πεσόντος πρῶτος αἴσθεται
Μενέλαος· φησὶ γὰρ “ὃς κεῖται ἐμῆς ἕνεκ᾿ ἐνθάδε τιμῆς” (92).
καὶ ὅτι ὁμότροποι· ἄμφω γὰρ ἤπιοι. ὁ δὲ Μενέλαος οὐ μόνον πρὸς
τοὺς ἀρχομένους ἤπιος ἦν, ἀλλʼ ἤδη καὶ πρὸς τοὺς πολεμίους, ὥστε
Ἄδραστον ζωγρήσας σώζειν ἐβούλετο. ἢ ὅτι καὶ περὶ πάντα σπουδαῖος
ὁρᾶται, δεόντως τὸν Μενέλαον ἐν τῷ νῦν παρεισήγαγε καιρῷ
βοηθοῦντα καὶ ἀγωνιζόμενον, μάλιστα μὲν διὰ τὸ τετρῶσθαι τοὺς
ἀριστεῖς· ἔπειτα δὲ καὶ δίκαιον ἡγεῖτο τοὺς διʼ αὑτὸν τελευτήσαντας
μὴ καταλιπεῖν, ἀλλὰ βοηθεῖν παντὶ σθένει.
2. *Τρώεσσι ὅτι ἀντὶ τοῦ ὑπὸ Τρώων δαμασθείς.
ἀμφίβολον πότερον Τρώεσσι συνήθως κατὰ ἐναλλαγὴν πτώσεως
παρείληπται, ἀντὶ τοῦ Τρώων, ὡς, “Αἴαντι δὲ μάλιστα” (Il. 14,
459) ἀντὶ τοῦ Αἴαντος· καὶ ἔστι δαμεὶς ἐν Τρώων δηϊοτῆτι, ἐν τῇ
τῶν Τρώων μάχῃ, ἢ ὡς τὸ “ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς”
(Il. 22, 55), οὕτως Τρώεσσι δαμασθείς ἀντὶ τοῦ ὑπὸ
Τρώων· δαμεὶς δὲ δαμασθείς. ἢ αὐτὸ δὲ τοῦτο διχῶς, ἤτοι ἐπιπεσόντων
πάντων τῶν Τρώων δαμεὶς, ἢ ὑφʼ Ἕκτορος, ὥστε τὸ ἑνικὸν
πληθυντικῶς ἐξενηνέχθαι· καὶ Τρῶας κατὰ τὸ πληθυντικὸν ἔφη τόν
τε Ἐκτορα καὶ τὸν Εὔφορβον· ὑφʼ οὗ μὲν γὰρ ἐβλήθη, ὑφʼ οὗ δὲ
οὐτάσθη.
4. ἀμφὶ δʼ ἄῤ αὐτῷ βαῖνʼ τὸ σημεῖον πρὸς τὸ “ὃς Χρύσην
ἀμφιβέβηκος” (Il. 1, 37). πόρταξ δὲ καὶ πόρτις τὰ νέα τῶν βοῶν
ἔκγονα, διὰ τὸ σκιρτητικὰ εἶναι· τὸ δὲ αὐτὸ πόρτις καὶ πόρις. ὅρα
δὲ καὶ τὰς ἔξωθεν αὐξήσεις· οὐ γὰρ ἔφη, ὥς τις περὶ πόρτακι βοῦς
ἕστηκεν, ἀλλὰ μήτηρ, τὸ φιλοστοργότατον ὄνομα.
5. κινυρὴ ἡ οἰκτρόφωνος· κινύρασθαι γὰρ τὸ θρηνεῖν. ὑφʼ ἓν δὴ
προενεκτέον πρωτοτόκος κινυρή, ἡ περὶ τὸν τόκον κινυρά. τὸ δὲ
πρωτοτόκος, πρὸ τέλους ἡ ὀξεῖα· ἔστι γὰρ δραστικὸν καὶ μὴ ὑποπῖπτον
τοῖς τρόποις τοῖς προπαροξύνουσιν. τὸ δὲ προπαροξυνόμενον
δηλοῖ τὴν πρώτως τεχθεῖσαν.
7. *οἱ ὅτι ἀντὶ τοῦ οὖ, ὅ ἐστιν αὐτοῦ. Ζηνόδοτος πρόσθε δέ οὑ,
κακῶς.
8. *τοῦ τοῦ Μενελάου, ἢ τοῦ Πατρόκλου, ὃ καὶ πιθανώτερον.
9. οὐδʼ ἄρα Πάνθου υἱός ὡς γὰρ ἐν κυνηγεσίοις πρωτόλεια τῷ
πρώτως βαλόντι δίδοται, οὕτω καὶ οὗτος τῶν ὅπλων ἀντιποιεῖται· εἰ
γὰρ καὶ γεγύμνωται, ἀλλʼ εἰκὸς αὐτῷ παρακεῖσθαι τὰ ὅπλα.
ἐυμμελία καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα· ὁμοτονεῖ γὰρ τοῖς
ἑνικοῖς τὰ εἰς αι λήγοντα πληθυντικὰ ἐπὶ τῶν εἰς ας καὶ εἰς ης ἰσοσυλλάβως
κλινομένων καὶ βραχείᾳ παραληγομένων.
14. *πρότερος ἔδει πρῶτος εἰπεῖν· οὐ γάρ ἐστι πρὸς ἔνα ἡ
σύγκρισις. προσυπακουστέον δὲ τὸ ἐμοῦ.
15. ὅτι βέβληται ὁ Πάτροκλος ὑπὸ τοῦ Εὐφόρβου καὶ οὐκ οὔτασται, καθάπερ Ζηνόδοτος γράφει “σχεδὸν οὔτασε Δάρδανος ἀνήρ” (Il. 16, 807).
19. * ὑπέρβιον εὐχετάασθαι ὑπερβίως αὐχεῖν, ὅ ἐστιν ὑπὲρ τὴν
δύναμιν.
20. *διὰ τοῦ ᾱ αἱ Ἀριστάρχου παρδάλιος.
21. συὸς κάπρου κατʼ ἐπίτασιν· ἀλκιμώτερος γὰρ ὁ κάπρος· διὸ
ἐπὶ πᾶσι τέτακται. οὐκ, ἀλλὰ διὰ τὸ θυμικώτερον εἶναι τὸν κάπρον
τῶν ἄλλων ζῴων ἐπενήνοχε πρὸς αὔξησιν. καὶ ἔστι σῦς μὲν τὸ γενικὸν,
κάπρος δὲ τὸ εἰδικὸν, ἀπὸ τοῦ κάπτειν.
24. οὐδὲ μὲν οὐδὲ βίῃ τὸ σημεῖον Διονύσιος διὰ τὸν Ὑπερήνορά
φησιν· προείρηται γὰρ “Ἀτρείδης δʼ ἄῤ ἔπειθʼ Ὑπερήνορα ποιμένα
λαῶν οὔτασε” (Il. 14, 516). καὶ ἴσως κατὰ τὸ σιωπώμενον ἐκεῖ
αὐτὸν ὠνείδισεν.
27. *οὐδέ ἑ διὰ τοῦ τε, οὐδέ τε, Ἀρίσταρχος.
29. 30, 31, 32. ὥς θην καὶ σὸν ἐγώ ὅτι ἄμεινον τὰ ἔπη ταῦτα
λέγεται ὑπὸ Μενελάου, ἐπὶ δὲ τῆς Ἀχιλλέως πρὸς Αἰνείαν συστάσεως
(Il. 20, 196) οὐκέτι· ἐπεξεληλυθὼς γὰρ μόνον οὐχὶ συναρπάσαι
ἂν τὴν πόλιν ἕνεκα τῆς Πατρόκλου ἀναιρέσεως.
31. ἰέναι διὰ μέσου ἐστὶ τὸ μηδʼ ἀντίος ἵστασ᾿ ἐμεῖο· τὸ
32. *πιστὸν τὸ παίδευμα, καὶ πολλῆς ὠφελείας περιεκτικόν.
πρίν τι κακὸν παθέειν, ῥεχθὲν δέ τε νήπιος ἔγνω φιλόσοφος ἡ
γνώμη. ὁ ἄφρων μετὰ τὸ περιπεσεῖν ἁμαρτήματι γινώσκει ὅτι
κακῶς ἔπραξεν· ὁ δὲ φρόνιμος προπερισκέπτεται καὶ προπερινοεῖ τὰ
ἐσόμενα· διὸ ἐκλέγεται τὸ συμφέρον, ἵνα μὴ ἁμάρτῃ μηδὲ μετανοῇ
γενόμενος ἐν κακῷ. διὰ τοῦτο ὁ μὲν Προμηθεὺς, φρόνιμος δαίμων, ὁ
δὲ Επιμηθεὺς φαῦλος· μετανοεῖ γὰρ ὅτʼ οὐδὲν ὄφελος. ὅτι δὲ εἰς
παροιμίαν παραδέδοται, λέγει καὶ Πλάτων οὕτως δή. “καί σοι λέγω,
ὦ Ἀγάθων, μὴ ἐξαπατᾶσθαι ὑπὸ τούτου, ἀλλʼ ἀπὸ τῶν ἡμετέρων παθημάτων
γνόντα εὐλαβηθῆναι, καὶ μὴ κατὰ τὴν παροιμίαν ὥσπερ νήπιον
παθόντα γνῶναι” (Conviv. p. 222 b).
35. γνωτὸν ἐμόν ὅτι ἰδίως ἐξενήνοχεν· ἔστι γὰρ μάλα τίσεις
περὶ τοῦ ἐμοῦ γνωτοῦ δίκας περὶ οὗ ἔπεφνες ἀδελφοῦ, τίσεις μου τὸν
ἀδελφόν.
36. *ὅμοιον τῷ “καὶ δόμος ἡμιτελής” (Il. 2, 701).
37. ἀρητόν ἤτοι βλαπτικὸν, παρὰ τὴν ἀρὰν τὴν βλάβην, ἢ
κατάρατον, ἢ ἀπευκτὸν, ἢ ἀεὶ ῥητὸν, ἀεὶ διὰ μνήμης ἐσόμενον.
ἄλλως. ἑτέρως διαστεῖλαι ἔστιν, ἀρητόν, ἐν εὐχῆς μέρει καθεστῶτα
σὺ πένθος ἔθηκας, ἵνʼ ᾖ κατʼ ἀρσενικὴν αἰτιατικὴν ἐπὶ τοῦ
Ὑπερήνορος, τὸν ἀρητόν. ἢ οὕτως, εἰς τοῦτο αὐτοὺς κατέστησας
ὥστε εὐχὴν ἡγεῖσθαι τὸ θρηνεῖν τὸν ἑαυτῶν παῖδα, καὶ ἔχειν ἐξουσίαν
σχολάζειν γόοις καὶ θρήνοις.
*τὰ εἰς τος ῥηματικὰ, παραληγόμενα τῳ η, ὑπὲρ δύο συλλαβὰς,
ὀξύνεσθαι θέλει.
38. κατάπαυμα γενοίμην καταπαύσαιμι δʼ ἂν τοῦ θρήνου τοὺς
ἀθλίους γονέας τοῦ Ὑπερήνορος, εἰ ἀνελῶ σε καὶ καρατομήσας δώσω
τὴν κεφαλήν σου καὶ τὰ ὅπλα αὐτοῖς.
*περισπαστέον τὸν ἦ· βεβαιωτικὸς γάρ.
*ὅτι δειλοῖσιν εἶπεν ἀντὶ τοῦ δειλαίοις.
40. * Φρόντιδι ἡ μήτηρ ἐστὶν αὐτοῦ Φρόντις ὡς Θέτις.
Φρόντιδι ὡς Ἤλιδι. οὕτως Τυραννίων, καὶ ἐπείσθη ἡ παράδοσις.
ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντίς· τὰ γὰρ εἰς τίς λήγοντα θηλυκὰ
δισύλλαβα, μὴ ὄντα ἐπιθετικὰ, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ
σὺν ἑτέρῳ φωνήεντι, ὀξύνεσθαι θέλει, κοιτίς Προιτίς φροντίς, οὐτίς
τὸ ζῷον παῤ Ἀλκμᾶνι. οὕτως οὖν καὶ φροντίς, εἰ μὴ ἄρα, ἐπεὶ
κύριον τοῦτο, καὶ βαρυτονηθήσεται. οὐ μάχεται τὸ πόρτις· καὶ γὰρ
χωρὶς τοῦ τ “πόριες περὶ βοῦς ἀγελαίας” (Od. 10, 410). μὴ ὄντα
ἐπιθετικά πρόσκειται διὰ τὸ πότις, ᾧ παράκειται τὸ πότης.
41. ἀλλʼ οὐ μὰν τὸ ἔργον οὐκέτι ἀπείρατον ἔσται οὐδὲ ἄμαχον,
ὥστε ἢ ἀλκὴν ἐπιδείξασθαι ἢ φυγήν. κατʼ ἔνια δὲ τῶν ὑπομνημάτων
διὰ τοῦ π, ἐπὶ δηρόν, ὁμοίως τῷ “ἐπὶ δηρὸν δέ μοι αἰών” (Il. 9,
42. διὰ μέσου τὸ οὐδʼ ἔτʼ ἀδήριτος, τὸ δὲ ἑξῆς ἀπείρητος πόνος ἔσται ἤτʼ ἀλκῆς ἤτε φόβοιο, οἷον πειρασόμεθα ἤτοι ἀνδρείας ἢ φυγῆς. οὕτως Νικάνωρ.
*ἤι᾿ ἀλκῆς ἤτε φόβοιο Ἀρίσταρχος ἀμφότερα διὰ τοῦ δ, ἠδʼ
ἀλκῆς ἠδὲ φόβοιο.
44. *οὕτως Ἀρίσταρχος χαλκός, ἄλλοι δὲ χαλκόν.
47. στομάχοιο θέμεθλα στομάχου θέμεθλα οὐ λέγει τὸ στόμα
τῆς κοιλίας, καθάπερ ἡμεῖς, ἀλλὰ τὸν βρόγχον, οἷον τὰ ἔσχατε
μέρη τοῦ λαιμοῦ. ἐπιφέρει γοῦν “ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος.”
θέμεθλα δὲ ἡ θέσις.
48. πρὸς τὸ αὐτός· οὐ γάρ ἐστι περὶ ἑτέρου ὁ λόγος. ὅμοιον τῷ “ὁ, δʼ ἐρεύγετο οἰνοβαρείων” (Od. 9, 374), ἕτερός τις οὐκ, ἀλλʼ αὐτὸς ὁ Κύκλωψ.
βαρείῃ τοῦ πράγματός ἐστι τὸ ἐπίθετον· βαρεῖαν γὰρ χεῖρα
τὴν μετὰ βίας ἐρείδουσαν τὸ δόρυ φησὶ, συνεπιβαρύνας τὴν χεῖρα
τῷ δόρατι.
49. διʼ ὐχένος τοῦτο ἀποδεικτικόν ἐστι τοῦ στόμαχον λέγειν
τὸν βρόγχον· εἰ γὰρ τὸ στόμα τῆς κοιλίας ἐπεπλήγει, οὐκ ἂν ἀντικρὺς
διὰ τοῦ αὐχένος τὸ δόρυ ἐφέρετο.
50. *παραμυθίαν μεγίστην εἰσφέρει τοῖς λυπουμένοις ὑπὲρ τοῦ Πατρόκλου.
51. Χαρίτεσσιν ὁμοῖαι ἀντὶ τοῦ ταῖς τῶν Χαρίτων κόμαις ἴσοι.
ἀπίθανον δέ ἐστιν· ἀμόρφωτος γὰρ ἡ κόμη, εἰ μὴ οὕτως. Μακεδόνες
δὲ καὶ Κύπριοι χάριτας λέγουσι τὰς συνεστραμμένας καὶ οὔλας
μυρσίνας, ἅς φαμεν στεφανίτιδας.
ὅτι Ζηνόδοτος γράφει Χαρίτεσσι μέλαιναι ἀδιανόητον ποιῶν.
οὐκ εἰκῆ ἡ ἐπεξεργασία τῆς κόμης, ἀλλʼ ἐπεὶ περὶ τῶν Πατρόκλου τριχῶν
εἶπεν “μιάνθησαν δὲ ἔθειραι” (Il. 16, 795) εἰς ἐκδικίαν καὶ
παραμυθίαν, ὡς εἴποι τις, παρέλαβε καὶ τὴν εὔμορφον κόμην.
52. οὃ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο οἳ ὑπὸ χρυσοῦ καὶ
ἀργύρου συνεσφιγμένοι ᾖσαν. τινὲς δὲ θέλουσι λείπειν τὸ ὡς· ἀλλὰ
λανθάνουσιν οἱ βάρβαροι οὐκ ἐπὶ καλλωπισμῷ φέροντες τὸν χρυσὸν,
ἀλλὰ λάφυρα τοῖς πολεμίοις.
54. *οἰοπόλῳ ἐν ᾧ μόνος τις πωλεῖται.
Ποσειδῶν καὶ Ἀθηνᾶ περὶ τῆς Ἀττικῆς ἐφιλονείκουν· καὶ Ποσειδῶν
μὲν ἐπὶ τῆς ἀκροπόλεως τῆς Ἀττικῆς κρούσας τῇ τριαίνῃ
κῦμα θαλάσσης ἐποίησεν ἀναδοθῆναι, Ἀθηνᾶ δὲ ἐλαίαν· κριτὴς δὲ
αὐτῶν γενόμενος Κέκροψ ὁ τῶν τόπων τῆς Ἀττικῆς βασιλεὺς τῇ
θεῷ προσένειμε τὴν χώραν, εἰπὼν ὅτι θάλασσα μέν ἐστι πανταχοῦ,
τὸ δὲ φυτὸν τῆς ἐλαίας ἴδιον Ἀθηνᾶς. ἡ ἱστορία παρὰ Καλλιμάχῳ.
ἀναβέβρυχεν Ζηνόδοτος διὰ τοῦ ο ἀναβέβροχεν, ὡς ἐκεῖ
“ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης” (Od. 12, 240).
64. *λαφύσσει λάπτει. τῶν δὲ κατὰ μίμησιν ἡ λέξις.
65. ῃῶν περισπαστέον, ἐπεὶ καὶ ἐν ἑτέροις λέγει κατὰ διαίρεσιν
σὺν τῷ ὁ “ἔγχεϊ δηϊόων (Il. 18, 195). γέγονε δὲ παρὰ τὸ δήιος·
διὸ καὶ σὺν τῷ ι γράφεται τὸ δῃῶν.
*καὶ δήϊοι οἱ πολέμιοι.
66. ἰύζουσιν οἱ νομῆες· οἱ δὲ κύνες ὑλακτοῦσιν.
70. ἔνθα κε ῥεῖα φέροι ὅτι τοὺς χρόνους ἐνήλλαχε καὶ τὰ ῥήματα·
ἔδει γὰρ φάναι, τότε δʼ ἂν ῥηιδίως ἔφερεν.
71. *τὸ ἀγάσσατο νῦν ἀντὶ τοῦ ἐφθόνησεν, οὐκ ἀντὶ τοῦ ἐθαύμασεν.
73. ἀνέρι εἰσάμενος ὅτι τοῦτον τὸν Μέντην ἐν τῷ Τρωϊκῷ διακόσμῳ
οὐ παραδέδωκεν, ἀλλὰ Εὔφημον μόνον (“Εὔφημος δʼ ἀρχὸς
75. Ἐκτορ μετὰ τὸ ὄνομα στικτέον· προσαγορευτικὴ γάρ ἐστι.
τὸ δὲ ἀκίχητ ά φασι Ποσειδώνιον τὸν Ἀριστάρχου ἀναγνώστην τοῖς
ἑξῆς προσνέμειν, καὶ τὸν Ἀρίσταρχον ἀποδέχεσθαι.
80. Πατρόκλῳ περιβάς πρὸς τὴν περίβασιν. Τρὼς ἄρα ὁ Εὔφορβος.
ἀλλὰ καὶ Δάρδανος· οἱ ἄρα Δάρδανοι Τρῶες. καὶ ὅτι ἀντὶ
τοῦ τὸν ἐν τοῖς Τρωσὶν ἄριστον· οὐ γάρ ἐστιν ὡς “Μυρμιδόνων τὸν
ἄριστον” (Il. 18, 10).
86. * ὅτι παρητυμολόγησεν τὸ ὄνομα.
88. * μετὰ τὸ κεκληγώς βραχὺ διασταλτέον· μᾶλλον γὰρ ἐμφαίνει.
91. * τὸ ἑξῆς ἐστὶ καταλίπω· διὸ ἀναστρεπτέον τὴν πρόθεσιν.
92. ὅτι ἡ τιμὴ ἀντὶ τῆς τιμωρίας καὶ νῦν (Il. 1, 159) τέτακται· ἕνεκα ἐμοῦ κεῖται τιμωρούμενος τοὺς Τρῶας.
93. *νεμεσήσεται ἀντὶ τοῦ νεμεσήσηται, μέμψηται.
94, 95. *ὑποστικτέον ἐπὶ τὸ αἰδεσθείς, στικτέον δὲ ἐπὶ τὸ
πολλοί· ὁ γὰρ λόγος ἐλλιπής ἐστι, λείποντος τοῦ εὐλαβοῦμαι ἤ
τινος τοιούτου, ὡς καὶ ἐν τοῖς προκειμένοις “ μή τίς μοι Δαναῶν·”
ἔστι γὰρ τὸ πλῆρες, εὐλαβοῦμαι μή με τῶν Ἕλλήνων μέμψηταί
τις. τὸν αὐτὸν τρόπον καὶ ἐνθάδε· ἐὰν δὲ μόνος ὢν Ἕκτορι καὶ Τρωσὶ
μάχωμαι αἰδεσθεὶς, εὐλαβοῦμαι μή πώς με περιστήωσʼ ἔνα πολλοὶ
ὄντες.
95. * Ἀρίσταρχος διὰ τοῦ η, περιστήωσι.
*προσληπτέον τὸ εὐλαβοῦμαι.
96. εἰς τὸ πιθανὴν γενέσθαι τὴν ἀναχώρησιν προκατασκευάζει.
98. ὁπποτ᾿ ἀνὴρ ὅτε ἀνὴρ βούλεται ἀνδρὶ μάχεσθαι ὃν θεὸς τιμᾷ,
πρὸς θεὸν μάχεται.
πῶς ἅμα πρὸς δαίμονα καὶ ἅμα φωτὶ μάχεσθαι ἀλλὰ τὸ πρὸς
δαίμονα τοιοῦτόν ἐστιν ὡς λέγομεν πρὸς κῦμα, ἐναντιούμενος δαίμονι·
ὁ γὰρ φωτὶ μαχόμενος τῷ ὑπὸ θεῶν τιμωμένῳ ἢ ὑπὸ θεῶν ἀγαπωμένῳ
αὐτῷ τῷ θεῷ μάχεται τῷ ἐκεῖνον στέργοντι. ὁ Πίνδαρος ἴσον
μὲν θεὸν ἄνδρα τε φίλον ὑποτρέσαι ἐκέλευσεν, ἐπʼ ἴσης τόν τε θεὸν
ἄλλως. οὐκ ἄρα τῷ πολέμῳ οὐδὲ τοῖς Τρωσὶν ὑποχωρεῖ, ἀλλὰ
τοῖς θεοῖς ἐναντιοῦσθαι οὐ βούλεται. τὸ δὲ τῆς διανοίας οὕτως· τῷ
φωτὶ ὅν κε θεὸς τιμᾷ, πρὸς δαίμονά ἐστι μάχεσθαι.
ἡ ὑποστιγμὴ μετὰ τὸ τιμᾷ. ὁ δὲ λόγος, ὁπότʼ ἄν τις βούληται παρὰ θεοῦ γνώμην ἀνδρὶ μάχεσθαι, ὀφείλει ταχέως αὐτῷ κακὸν ἐπέρχεσθαι. τὸ γὰρ πρὸς δαίμονα ἀντὶ τοῦ παρὰ θεοῦ γνώμην, ὡς καὶ “πρὸς δαίμονά περ εἴ πως ἐρυσαίμεθα” (104).
101. *χωρήσαντʼ ἀντὶ τοῦ παραχωρήσαντα, ὑποχωρήσαντα.
103. *ἰόντες Ζηνόδοτος ἰόντε δυικῶς.
105. κακῶν δέ κε φέρτατον εἴη ὡς ἐν κακοῖς τοῦτʼ ἂν εἴη φέρτατον
τὸ ῥύσασθαι τὸν νεκρὸν τῷ Ἀχιλλεῖ.
ἄλλως. ἐὰν πρὸς τῇ ἀναιρέσει καὶ τὴν τοῦ σώματος αἰκίαν ὑπομείνῃ
ὁ Πάτροκλος.
ἄλλως. τῶν δὲ παρόντων κακῶν τοῦτο ἂν εἴη τὸ ἄριστον. ἢ ἐκ πολλῶν τῶν προγεγονότων κακῶν τὸ ἄμεινον γένοιτο.
109. ὥστε λῖς οὐκ ἀσθενεῖ ζῴῳ παρέβαλεν, οὐδὲ τῷ εἰωθότι φεύγειν,
ἀλλὰ τῷ ἀλκιμωτάτῳ, ὅν φησιν οὐκ ἀδικεῖσθαί τι πρὸς τῶν
ἀμυνομένων, δρᾶσαι δὲ κωλύεσθαι.
110. δίωνται ὡς λέγωνται. ἔστι δὲ καὶ ἀπὸ τοῦ δίημι ἡ κλίσις παῤ αὐτῷ.
*οὕτως δίενται ὡς τίθενται. μέμνηται ὁ Ἡρωδιανὸς ἐν τῷ μ΄.
112. ὅτι τὴν κατὰ ἀγρὸν ἔπαυλιν μέσσαυλον· οἱ δὲ Ἀττικοὶ τὴν
μέσην θύραν τῆς αὐλῆς, τὴν διορίζουσαν τήν τε γυναικωνῖτιν καὶ
τὸν ἀνδρῶνα. τὸ δὲ παχνοῦται πήγνυται, φρίσσει, ἀπὸ τῆς μάχης
διὰ τὴν αὐλήν.
115. παπταίνων Αἴαντα μέγαν ὅτι πάλιν μέγαν εἶπε τὸν Τελαμῶνος
Αἴαντα κατὰ σύγκρισιν τοῦ Ὀϊλιάδου· ἐκεῖνος γὰρ μικρότερος·
“μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος” (Il. 2, 528).
121. προσέθηκεν Ἀχιλλεῖ εἰς μείζονα προτροπήν· καὶ γὰρ αἰσχρὸν ἦν τῷ Αἴαντι μάλιστα ὑπὸ Ἀχιλλέως καταγνωσθῆναι, μεθʼ ὃν ἦν αὐτὸς ἄριστος.
125. Ἕκτωρ μὲν Πάτροκλον ἵτι ἔοικε παρεπιτιμῶντι ὁ Ἀρί-
σταρχος τῷ Ὁμήρῳ· οὐ γὰρ αὐτὸς ἦν ὁ Ἕκτωρ ὁ σκυλεύσας τὸν
Πάτροκλον, ἀλλʼ ἀπʼ αὐτοῦ περιόντος ἀφείλετο τὰ ὅπλα οὕτως
Ἀπόλλων, ὁ δὲ αὐτὸν γυμνὸν ἔτρωσε· “λῦσε δέ οἱ θώρηκα ἄναξ
Διὸς υἱὸς Ἀπόλλων” (Il. 16, 793). ὁ δὲ Διονύσιος τὸ σημεῖόν
φησιν, ὅτι ἤλλακται πτῶσις “ Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα”
ἀντὶ τοῦ Πατρόκλου.
126. ὅτι νῦν οἰκείως ἔχει τὴν ὄρεξιν ταύτην ὁ Ἕκτωρ ἕλκειν, ἵνα
ἀφέληται τὴν κεφαλὴν, τὸ δὲ σῶμα τοῖς κυσὶ ῥίψῃ· οὐδέπω γὰρ ὁ
Γλαῦκος ὠνείδισεν αὐτὸν ὡς ἀμελοῦντα τῶν συμμάχων, ὅτι τὸ
Σαρπηδόνος σῶμα ὑπό τοῖς Ἀχαιοῖς ἀφῆκε γενέσθαι. δεῖν οὖν πολεμήσαντα
καὶ ἀνθελκύσαντα τὸν Πάτροκλον ῥυσιάσαι, μέχρι ἂν
ἀποδῶσιν ἐκεῖνοι τὸν νεκρὸν τοῦ Ἔαρπηδόνος καὶ τὰ τεύχη, ἀντικομιζόμενοι
τὸν Πάτροκλον· δοκοῦσι γὰρ τὸν Σαρπηδόνα ὑπὸ τῶν
Ἀχαιῶν ἦρθαι καὶ κεῖσθαι ἐπὶ τῶν νεῶν, οὐκ εἰδότες ὅτι ὑπὸ Ἀπόλλωνος
εἰς Λυκίαν ἀναρπασθεὶς ἀποκεκόμισται. ὁ δὲ Ὅμηρος, ἵνʼ
ἐπιφανῆ τὸν ἀγῶνα ποιήσῃ τὸν ἐπὶ τοῦ σώματος Πατρόκλου, ταῦτα
ὑπέθετο· οἵ τε γὰρ Τρῶες ὡς ὑπὲρ Σαρπηδόνος κινδυνεύειν κρίνουσιν,
οἵ τε Ἀχαιοὶ τὸν Σαρπηδόνα οὐκ ἔχοντες μάχονται ὑπὲρ τῆς αἰκίας
τοῦ Πατρόκλου· χαλεπὴ ἡ αἰκία, καὶ συγγνωστὸς ὁ Ἀχιλλεὺς αἰκιζόμενος
τὸν Ἕκτορα ἐπʼ ἐκδικίᾳ τοῦ φίλου· χαλεπώτερον γὰρ τὸ
ἄρξαι τινὸς ἀδικήματος.
132. Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ οὗτος ὥσπερ τεῖχος εἰς σκέπην
τῷ σώματι τοῦ Πατρόκλου τὸ σάκος προβέβληται.
133. *οὕτω χωρίς τοῦ ι ἑστήκει.
ἐπὶ μὲν τῆς Μενελάου εἰκόνος τὴν φιλοστοργίαν τῆς βοὸς παρέλαβεν, ἐπὶ δὲ τῆς τοῦ Αἴαντος τὸ ἄλκιμον.
134, 135, 136. παρὰ Ζηνοδότῳ καὶ ἐν τῇ Χίᾳ οὐκ ἦσαν οἱ γ΄
στίχοι, ἴσως, φασὶν ἔνιοι, ὅτι οἱ ἄρσενες λέοντες οὐ σκυμναγωγοῦσιν,
ἀλλὰ θήλειαι μόναι. κατὰ δὲ τὸ ἀρσενικὸν καὶ ἐπὶ τῆς θηλείας
τέτακται ὁ λέων, καὶ ἔστιν ἐπίκοινον. ἔστι γάρ τινα ὀνόματα ἀρσενικὰ
ἃ καὶ ἐπὶ θηλυκῶν τάσσεται, καὶ θηλυκὰ ἃ καὶ ἐπʼ ἀρσενικῶν,
οἷον ἱέραξ μὲν καὶ ἐπʼ ἄρσενος καὶ θηλείας τάσσεται, πάρδαλις δὲ
θηλυκὸν ὄνομα καὶ ἐπʼ ἀρσενικοῦ τίθεται. οὐκοῦν κατὰ μὲν τὴν ἡμετέραν
συνήθειαν λέων μὲν λέγεται ὁ ἄρσην, λέαινα δὲ ἡ θήλεια· κατὰ
δὲ τὸν Ὅμηρον μήπω τὴν λέαιναν εἴθισται, ἀλλὰ τὸ ἀρσενικὸν μόνον·
διὸ εἰπεῖν ἀρσενικῷ ἄρθρῳ χοώμενον “ᾧ ῥά τε νήπἰ ἄγοντι,” οὐχὶ “ᾗ
ῥά τε νήπιʼ ἀγούσῃ.” ὁ δὲ Ἀντίμαχος ἐκ τούτου πλανηθεὶς ᾠήθη
καὶ τὸν ἄρσενα σκυμναγωγεῖν. τὸ μέγεθος δὲ Αἴαντος ὑποφαίνει ἡ
παραβολή.
135. *ἐπακτῆρες κυνηγοὶ, ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας.
136. ἐπισκύνιον τὸ ἐπάνω τῶν ὀφθαλμῶν μέρος, ἤτοι τὸ τοῦ
δέρματος συνοφρύωμα τοῦ μετώπου. ὅθεν καὶ σκύζεσθαι τὸ ὀργίζεσθαι,
διὰ τὸ ἐνδιάθετον γίνεσθαι τοῦτο τὸ μέρος τοῖς ὀργιζομένοις.
ἱστόρηται τοῦτο ἐπὶ τῆς ἀληθείας· φασὶ γὰρ, ὅταν ἐμπέσῃ λέων
ἔχων σκύμνους, μαχόμενον αὐτὸν πρὸς τοὺς κυνηγοὺς κατανεύειν καὶ
καλύπτειν τὰ φάη, ὅπως μὴ θεωρῶν τὰ ἐπιφερόμενα βέλη δειλιάσας
καταλίπῃ τὸ τέκνον.
ἕλκεται ἔφη ἀντὶ τοῦ ἕλκει. καλύπτων δὲ, ὁ λέων· διὸ καὶ διὰ τοῦ ω γράφεσθαι συνεφώνουν ἅπασαι.
139. *ἑστήκει οὕτως ἔξω τοῦ ῑ.
142. Ἕκτορ μάλιστα τὸν Ἕκτορα ἔμελλε κινεῖν, καὶ τοῦτο ἦν
ἀναγκαῖον τούτῳ πρώτῳ χρῆσθαι.
143. φύξηλιν παράγωγον ἀπὸ τοῦ φύξω μέλλοντος, φυγάδα
ὄντα καὶ δειλόν. καὶ τὸ φεύγειν καὶ τὸ ἀλέασθαι ἔγκειται ἐν τῇ
λέξει. περισπαστέον δὲ τὸν ἦ, εἴτε θαυμαστικῶς εἴτε βεβαιωτικῶς
κεῖται.
144. σαώσεις οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ σαώσῃς διὰ τοῦ η.
149. διὰ τοῦ ν, μεθʼ ὅμιλον. παρὰ δὲ Ζηνοδότῳ μεθʼ ὁμίλου· καὶ λόγον ἔχει ἀντὶ τοῦ ἔξω ὁμίλου.
150. ἀγνοοῦσι τὰ ᾠκονομημένα περὶ τοῦ Σαρπηδόνος Ἀπόλλωνι.
151. ἕλωρ ἡ διπλῆ, ὅτι τὰ ἑλώρια οὐκ ἔστι βρώματα, ὡς οἱ
γλωσσογράφοι, ἀλλʼ ἑλκύσματα.
152. *πόλλʼ ὄφελος πολλαχῶς ὠφέλημα.
153. ὑπόνοια τοῖς Τρωσὶν ἐγένετο ὡς κυνοβρώτου τοῦ σώματος
ἐσομένου, εἰ μὴ τὸν Πάτροκλον ἀνθελκύσαιεν καὶ ὑφʼ αὑτοὺς ἔχοιεν
εἰς ἀνταπόδοσιν τὴν περὶ Σαρπηδόνος· ἄριστος γὰρ οὗτος, ὥστε μὴ
ἀμεληθῆναι τὴν ἀνακομιδὴν τοῦ σώματος αὐτοῦ, ἐξ οὗ συνέβαινεν
ἀνταποδίδοσθαι τὸν Σαρπηδόνα. διὸ ἐπιφέρει “τοίου γὰρ θεράπων
πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος Ἀργείων παρὰ νηυσί.”
*ὅτι Ζηνόδοτος γράφει κύον ἔτλης. ἄλογον δέ.
154. ἤτοι ὑποστικτέον ἀνδρῶν, ἵνα στίζωμεν ἴμεν, ὁ δὲ λόγος
εἴη, διόπερ εἴ τίς μοι πεισθείη τῶν Λυκίων, οἴκαδε πορευσόμεθα· ἢ
ὑποστικτέον ἐπὶ τὸ ἴμεν, ἵνʼ ᾖ ἀπαρέμφατον, ὁ δὲ δέ σύνδεσμος
περισσεύῃ, Τροίῃ δέ, τοῦ λόγου τοιούτου γινομένου, διόπερ νῦν εἴ τίς
μοι πεισθείη τῶν Λυκίων οἴκαδε ὑποστρέφειν, ἀπόλοιτο ἂν ἡ Τροία.
155. τὸ πεφήσεται οὐκ ἔστιν ὅμοιον τῷ “πέφαται δʼ ὤριστος Ἀχαιῶν” (689), ἀλλὰ πεφήσεται ὄλεθρος φανήσεται.
161. *οὕτως διὰ τοῦ η, τεθνηώς.
*καί μιν ἐρυσαίμεθα χάρμης καὶ διὰ μάχης αὐτὸν ἐξελκύσαι-
163. οὐκ ἴσασιν οἱ περὶ τὸν Γλαῦκον εἰ ἀποκεκόμισται ὁ Σαρπηδὼν
εἰς Λυκίαν ὑπὸ τοῦ ὕπνου καὶ τοῦ θανάτου· διό φησιν ἀντιρυσιάσαι
τὸν Πάτροκλον ἕως ἂν κομίσαι τὸν Σαρπηδόνα.
*ὅτι ἐπὶ ἀψύχων τὸ ἀγοίμεθα.
διὰ τὸν Πάτροκλον ταχέως ἂν ἀπολυτρωθείη τὸ σῶμα τοῦ Σαρπηδόνος. πῶς: διδάξει δὶὰ τῶν ἐπιφερομένων “τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος.” οὐκ ἂν ἐναδιαφοροῖεν τῇ αἰκίᾳ τοῦ Πατρόκλου διὰ τὸ εἶναι αὐτὸν ὑπερέχοντος ἀνδρὸς θεράποντα, ἀλλὰ ταχέως ἂν ἀπολυτρώσαιεν τὸν Σαρπηδόνα, ἵνα καὶ αὐτοὶ κομίσωνται τὸν Πάτροκλον.
166. οὐκ ἐτάλασσας οὐχ ὑπέμεινας. ἀπὸ τούτου καὶ τλήμων ὁ
ὑπομενητικός.
170. Γλαῦκε, τίη δὲ σύ πρὸς τὰ ῥηθέντα οὐδὲν ἀποκρίνεται· ὡς
ὑβρισμένος γὰρ ἀγανακτεῖ.
*τίη Ἀττικῶς διὰ τί.
171. *ὢ πόποι παρὰ Ζηνοδότῳ ὦ πέπον, οὐ κακῶς.
172. τῶν ὅσσοι Λυκίην μεμείωκε τὴν ἔμφασιν, καὶ τὰ τοιαῦτα
εἴωθεν ἀθετεῖν ὁ Ἀρίσταρχος.
173. παρὰ Ζηνοδότῳ νῦν δέ σε, ἔξω τοῦ υ. ὅτι νῦν μὲν ὀρθῶς ἔχει, ἐν δὲ τῇ Ξ (95) κακῶς ἐντεῦθεν μετενήνεκται.
174. μέ φῃς ἀξιοῖ ὁ Ἀσκαλωνίτης ἀναγινώσκειν δισυλλάβως
ἐπὶ ἀορίστου χρόνου, ὁ μέντοι Ἀλεξίων μονοσυλλάβως ἐπὶ ἐνεστῶτος
χρόνου. διὸ καὶ σὺν τῷ ι γράφεσθαι. τοῦτο δὲ ἀπαιτεῖ καὶ ἡ διάνοια.
κἀγὼ δὲ συγκατατίθεμαι. διὸ ἐν τῇ συντάξει ἐγκλιτέον·
ὀξύνεται γὰρ ἐπὶ ἐνεστῶτος χρόνου.
176. *αἰγιόχοιο γράφεται ἠέ περ ἀνδρός.
178. *παρὰ Ἀριστοφάνει τότε δʼ αὐτός.
ὅτι ἀκαταλλήλως καὶ ἰδίως ἐπενήνοχε τὸ ὅτε δʼ αὐτός· ἔδει γὰρ
ἢ οὕτως εἰπεῖν, τότε δʼ αὐτὸς ἐποτρύνει, ἢ προσληπτέον ἔξωθεν τὸ
ἔστιν, ὥστε γίνεσθαι τὸ πλῆρες ἔστι δʼ ὅτε καὶ αὐτὸς ἐποτρύνει
μάχεσθαι.
186. ὄφῤ ἂν ἐγὼν προσεδόκησεν ἄν τις αὐτὸν δυσωπηθέντα τοὺς
λόγους καὶ κινηθέντα ἐπὶ τῷ πράγματι, οἷς αὐτὸς ἐπηγγείλατο,
ἐμμένειν. ὁ δὲ ἐπιλέλησται μὲν ὧν αὐτὸς εἶπεν, ἠμέληκε δὲ τῶν
ὀνειδῶν, περὶ δὲ τὸ κοσμεῖσθαι γίνεται.
οὗτος ἀλαζονεύεται μηδὲν ἀξιόλογον δεδρακώς· διὸ ἐπιμελῶς
189. τὸ ἑξῆς ἐστὶ “θέων ἐκίχανεν ἑταίρους, ὦκα μάλα κραιπνοῖσι
ποσὶ μετασπών.” τουτέστι μετελθὼν αὐτοὺς, ἀπὸ τοῦ σπέσθαι καὶ
ἕπεσθαι, μετʼ αὐτοὺς ἀκολουθήσας.
190. *βραχὺ διασταλτέον ἐπὶ τὸ μάλα, τῆλε.
οὔπω τῆλε αὕτη αἰτία ἀποδέδοται τοῦ ὦκα αὐτοὺς κατειλῆφθαι·
οὔπω γὰρ ἦσαν τῆλε αὐτοῦ καὶ μακρὰν κεχωρισμένοι.
μετασπών ὡς καταλαβών· ἔστι γὰρ δεύτερος ἀόριστος. οὐδεμία
δὲ μετοχὴ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, ὅτι μὴ μόνη ἡ
ἀέκων, περὶ ἧς ζητοῦμεν.
191. οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα ἑάλωκεν οὗτος τῷ
ἐξαιρέτῳ τῶν ὅπλων κάλλει, καὶ νυνὶ μετὰ πάσης σπουδῆς ἐπείγεται
καταλαβεῖν τοὺς φέροντας, μὴ φθάσωσιν εἰς τὴν πόλιν πορευθέντες.
μετενόησε δὲ κρατούμενος ὑπὸ τῆς ἐπιθυμίας.
*Πηλείδαο ἐν ἄλλῳ Πηλείωνος.
193. * ὅτι θηλυκῶς εἶπε τὴν Ἴλιον.
197. γηράς ὅτι οὕτως εἰώθασι σχηματίζειν, ἀντὶ τοῦ γηράσας.
περιπαθὲς δὲ τὸ δυστυχέστερον εὑρίσκεσθαι τοῦ πατρὸς τὸν υἱόν.
201. ζητεῖ ὁ Ἡρωδιανὸς ἐν τῷ α΄ ὑπομνήματι τῷ περὶ παθῶν
Διδύμου περὶ τοῦ ἆ δειλʼ, πῶς δεῖ τονίζειν αὐτὸ, καί φησι, πολὺ
δὲ πρότερον παρὰ τῷ ποιητῇ ἐστὶ τὸ τῆς ἀναγνώσεως, ἆ δειλʼ οὐδέ
τί τοι θάνατος, ἢ ἆ δεῖλʼ οὐδέ τι τοι θάνατος. τὸ γὰρ πλῆρές ἐστιν
ἆ δειλέ· οὐ γὰρ, ὡς οἱ ἐξηγησάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροις
γὰρ αὐτὸς λέγει “ἆ δειλὼ, τί νυ δάκρυ κατείβετον;” (Od.
21, 86). περιγέγραπται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυσις γέγονεν.
ἆρά γε οὖν φυλαχθήσεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν
τῆς ὀξείας, περιγέγραπται καὶ ὁ τόνος; τὸ κρινόμενον ἐκεῖνο, ἵνα
ἐπιστάμενοι ἀναγνῶμεν· ἕν ἐστιν εἰπεῖν, εἰ ἅπαξ περιγέγραπται τὸ
φωνῆεν τὸ ἔχον τὴν ὀξεῖαν, ὁ τόνος γενέσθω τῆς προτέρας συλλαβῆς,
οὐχὶ τῆς ἐπὶ τέλους.
ἄθλιον καλεῖ τὸν Ἕκτορα τῶν μελλόντων ἀνόητον ὅντα. ὁπότε οὖν παρεισῆκται αὐτὸς ὁ Ζεὺς καταμεμφόμενος τοῦ Ἕκτορος τὴν ἀλαζονείαν, διδάσκει Ὅμηρος καθʼ αὑτὸν ἕκαστον φρονεῖν καὶ μὴ τὰ μείζονα τῆς ἑκάστου φύσεως ἐπτοῆσθαι.
ἡ διπλῆ, ὅτι οὕτως εἴρηκε καταθύμιος, ἀντὶ τοῦ κατὰ ψυχήν
ἐστιν, οὐ μεριμνᾷς περὶ τοῦ θανάτου. ἡμεῖς δὲ ἐν τῇ συνηθείᾳ
λέγομεν καταθύμιον τὸ ἀρεστόν.
202. οὐχ οὕτως παρείληπται ὡς ἡμεῖς ἐν τῇ συνηθείᾳ τάσσομεν διστακτικῶς τὸ σχεδόν, ἀλλʼ ἀντὶ τοῦ ἐγγύς. αἱ δὲ Ἀριστάρχου ὃς δή τοι σχεδὸν εἶσι.
204. ἐνηέα τὸν προσηνῆ, τὸν ἐναντίον τῷ ἀπηνεῖ. ὁ Ζωΐλος τὸ
ἐν τῇ Ὀδυσσείᾳ (8, 200) “χαίρων οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν
ἀγῶνι” ὡς ὄνομα ὑπέλαβεν.
205. ἰδοὺ καὶ αὐτὸς ὁ Ζεὺς λέγει ὅτι Ἕκτωρ ἀφείλετο τὰ ὅπλα, αὐτῷ δὲ ἐπιτιμᾷ ὁ Ἀρίσταρχος.
ἄλλως. ἐπεὶ μὴ ἀνελὼν τὸν Πάτροκλον τὰ ὅπλα φορεῖ.
207. τῶν ποινὴν εἰ καὶ ἔμελλέ τις τῶν ἀκουόντων ὀργισθήσεσθαι
καὶ ἀγανακτήσειν ἐπὶ τῷ τὸν Ἕκτορα χρῆσθαι τοῖς ὅπλοις, μαθὼν
δὲ ὅτι καὶ οὐκ ἐπὶ πολὺ φορέσει, κἂν ἠλέησε τὸν Ἕκτορα.
208. δέξεται καὶ τοῦτο ἠθικὸν, ὅτι οὐ φθάσει πρὸς τοὺς οἰκείους
καλλωπίζεσθαι τοῖς ὅπλοις, οὗπερ ἐπεθύμει ὁ Ἕκτωρ.
211. ὅτι ἐπιθετικῶς ἀπὸ τῆς Ἐνυοῦς πολεμικῆς οὔσης ὁ Ἄρης Ἐνυάλιος, ὡς καὶ Ἀρήϊός τις ἀπὸ τοῦ Ἄρεως· οὐχ ὡς οἱ νεώτεροι Ἐνυοῦς υἱὸν, οὐδὲ ὡς Ἀττικοὶ διαφέροντα τοῦ Ἄρεως θεόν τινα.
214. αἱ κοιναὶ ἐκδόσεις ἔχουσι μεγαθύμου Πηλείωνος, καὶ
ἀκόλουθόν ἐστι συνάπτειν ὅλον τὸν στίχον. ἡ δὲ Ἀριστάρχειος διόρθωσις
κατὰ δοτικὴν ἔχει μεγαθύμῳ Πηλείωνι· ᾗ ἀκόλουθόν ἐστι
βραχὺ διαστέλλειν ἐπὶ τὸ λαμπόμενος.
*οὕτως Ἀρίσταρχος κατὰ δοτικήν· ἄλλοι δὲ μεγαθύμου Πηλείωνος.
*τεύχεσι δὲ λαμπόμενος Πηλείωνος ἰνδάλλετο πᾶσιν αὐτῷ.
215. Ζηνόδοτος ὄτρυνεν.
ἀκόλουθον ἦν ὡπλισμένον πολεμεῖν, καὶ τοῦτο δὴ ἀκόλουθον τῇ τοῦ Ἕκτορος ἀλαζονείᾳ, πρότερον περιελθόντα ἕκαστον ἐνδείξασθαι τὴν κτῆσιν τῶν ὅπλων καὶ φανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ.
218. Φόρκυν ὡς βότρυν, ἀπʼ εὐθείας τῆς εἰς σ ληγούσης· ἡ μέντοι
Φόρκυνα αἰτιατικὴ ἀπʼ εὐθείας τῆς εἰς ν. τὸ δὲ τοιοῦτον ἴδιον ποιητικῆς.
οὐχ ὑγιῶς δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ, ἐπεὶ εὑρέθη, φησὶ,
καὶ ἡ εὐθεῖα ἐκτεινομένη· “Φόρυς αὖ Φρύγας ἦγε” (Il. 2, 862)·
ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ οὐδὲν κατεπείγει.
ὅτι τὸν ἐν τῷ διακόσμῳ Χρόμιν εἰρημένον (“Μυσῶν δὲ Χρόμις
ἦρχε” Il. 2, 858) νῦν Χρομίον εἴρηκε διὰ τὸ μέτρον· ὁ δὲ Διονύσιος,
εἴ τις ζητοίη, φησὶ, πότερον παραπεποίηται, εἴποιμεν ἂν τὸν
Χρομίον· εὔλογον γὰρ ἐκεῖ τὸ ὄνομα πρῶτον.
*καὶ ἕτερον παραδίδωσιν Ἔννομον, ὑπὸ Ὀδυσσέως ἀνῃρημένον.
221. οὐ γὰρ ἐγὼ πληθὺν ιζήμενος ὅτι ἀπὸ τοῦ γάρ ἤρξατο. ὡς
καὶ ἐπʼ ἐκείνου “ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπη ζόφος” (Od. 10,
190).
224. ἤτοι ὑποστικτέον Ἀχαιῶν, ἢ στικτέον, τοῦ διστιχίου ἢ τοῖς ἑξῆς ἢ τοῖς ἐπάνω προσδιδομένου.
225. κατατρύχω καταπονῶ, ὑμῖν δηλονότι δωρεὰς καὶ τὰ ἐπιτήδεια
παρέχειν ἀναγκάζω.
ἄλλως. ὅρα τὸ αἰσχρόν· κατατρύχεσθαί φησι τοὺς Τρῶας εἰς τὴν τῶν συμμάχων διατροφήν.
227. θύς κατʼ εὐθὺ τῶν πολεμίων.
ἄλλως. σκόπει τὴν ἄνοιαν· ἀξιοῖ ἀντὶ τῶν τροφῶν ὧν παρέσχεν
αὐτοῖς, ἀντιδοῦναι τὰς ψυχάς.
228. ὀαριστύς ὀαρίζειν κυρίως ἐστὶ τὸ ὁμιλεῖν· νῦν δὲ μεταφορικῶς.
τίς ἡ πολέμου ὁμιλία; ἢ ὄλεθρος ἢ σωτηρία. ὁ δὲ λόγος,
αὕτη γάρ ἐστιν ἡ τοῦ πολέμου ὁμιλία, ὅ ἐστιν, οὕτως δεῖ ἀναστρέφεσθαι
ἐν πολέμῳ καὶ ἀριστεύειν· αὕτη γὰρ καὶ ἀρετὴ πολεμούντων.
229. *τεθνειῶτα διὰ τοῦ η᾿ Ἀρίσταρχος.
231. *τῶν Ἀρίσταρχος κατὰ δοτικὴν ἥμισυ τῷ ἐνάρων.
οὕτως τῷ Ἀρίσταρχος κατὰ δοτικὴν, τῷ ἐρυσσαμένῳ. ἐνάρων δὲ λέγει ὧν περιέκειτο.
233. βρίσαντες ἑαυτοὺς καταβαρύναντες, στῖφος ποιήσαντες
καὶ στερεώσαντες.
234. λπετο οὕτως Ἀρίσταρχος διὰ τοῦ ε. γράφεται καὶ
διὰ τοῦ η.
237. καὶ τότʼ ἄῤ Αἴας ὅτι ἡ πρός ἐλλείπει, ἵν᾿ ᾖ προσεῖπε τὸν
Μενέλαον. καὶ ἐν Ὀδυσσείᾳ (23, 191) “ἧστο κάτω ὁρόων, ποτιδέγμενος
εἴ τί μιν εἴποι,” προσείποι.
240. νέκυος πέρι ὅτι ἄδηλον πότερον περὶ νέκυος Πατρόκλου ἢ
περὶ Πατρόκλου τοῦ νέκυος γεγονότος. ἀναστρεπτέον δὲ τὴν πρόθεσιν,
ὅπως τὸ ἑξῆς γένηται περὶ νέκυος.
*Ἑλληνικῶς καὶ ἐπιεικῶς οὐδὲν μεγαληγορεῖ ὡς οἱ βάρβαροι.
242. ὅσσον ἐμῇ κεφαλῇ εριδείδια ἐνθάδε οὐκ ἀναστρεπτέον τὴν
πρόθεσιν, ἐπεὶ δοκεῖ ἀντὶ τῆς ὑπέρ κεῖσθαι καὶ ἐνηλλάχθαι πτῶσις·
ἀντὶ γὰρ τοῦ ὑπὲρ ἐμῆς κεφαλῆς. διὸ καὶ σημεῖον παράκειται.
*ὅτι ἐνηλλάγη ἡ πτῶσις.
*οὐ δεῖ ἀναστρέφειν ἐνταῦθα τὴν πρόθεσιν.
245. ἤν τις ἀκούσῃ δύναται μὲν λέγειν, ἐάν τις ἀκούσῃ διὰ τὸν
κτύπον καὶ τὸν θόρυβον· δύναται δὲ καὶ οὕτως, ἐὰν ἄρα τις ὑπακούσῃ
καὶ μὴ καταπτήξῃ.
248. ὦ φίλοι κἀνταῦθα τὸ Ἑλληνικὸν δείκνυται· οὐ γὰρ κατʼ
ἄνδρα κληθέντες οὐδὲ κατὰ πρόσωπον διαιρεθέντες συνέρχονται, ἀλλʼ
ὁμοῦ πάντες· ἕκαστος γὰρ αὐτῶν τὸ τοῦ ἀριστέως ὄνομα κυριώτερον
ἡγεῖτο τῆς φυσικῆς ὀνομασίας.
250. πίνουσιν πρὸς τὴν ἀποστροφήν· οὐ γὰρ εἶπε πίνετε. δήμια
δὲ τὰ παρὰ τοῦ δήμου ἐξαιρέτως διδόμενα τοῖς βασιλεῦσιν.
*ἕκαστος ἔν τισι διὰ τοῦ ᾱ, ἕκαστα.
251. *ἐκ δὲ Διός παρὰ τὸ “ἐκ δὲ Διὸς βασιλῆες” (Hesiod.
Th. 96).
253. *τόσση θαυμαστικῶς, οἷον μεγάλη.
255. Πάτροκλον αὐτὸ τὸ ὄνομα ἤρκεσε πρὸς δυσώπησιν. αἰδέσθητε,
φησὶ, Πάτροκλον ὑπὸ κυνῶν σπαραχθῆναι, οὐδὲν τῶν προσόντων
αὐτῷ προσλαβὼν, οὐ τὸ μειλίχιον, οὐ τὸ φιλέταιρον, οὐ τὸ σωτήριον,
260. * τίς κεν ᾗσι φρεσίν ἐν ἄλλῳ τίς κʼ ᾗσιν ἐνὶ φρεσίν:
τῶν δʼ ἄλλων ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν. οὐδὲν
δὲ ἔχουσιν εἰς ἐπαιτίασιν, ἀλλʼ αὔξουσι τὸ μέγεθος τῆς ὑπὲρ Πατρόκλου
μάχης.
263. ροχοῇσι προχοὰς Ὅμηρος λέγει τὰς εἰς θάλασσαν προχύσεις
τῶν ποταμῶν, αὐτὰ τὰ στόματα. διιπετέος δὲ διοπετοῦς·
οἱ γὰρ ὄμβροι ἀπὸ Διός.
264. *βέβρυχεν ἐν τῇ κατὰ Ἀριστοφάνη
265. Σόλωνά φασι τὸν νομοθέτην, μιμησάμενον τὴν Ὁμήρου
ποίησιν ἐν ἅποσιν, ἐνθάδε γενόμενον καὶ προσσχόντα τῷ στίχῳ σφόδρα
κατʼ εὐεξίαν ἐπιτετευγμένῳ διαπορῆσαι, καὶ θαυμάσαντα κατακαῦσαι
πάντα τὰ ἴδια σκέμματα. τῆς γὰρ ἐπαλλήλου τῶν ὑδάτων
ἐκβολῆς ἡ τοῦ βοόωσιν ἀναδίπλωσις ὁμοίαν ἀπετέλεσε συνῳδίαν.
καὶ ἀλλαχοῦ χρῆται τῇ λέξει· “οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ”
(Il. 14, 394).
268. *φραχθέντες Ζηνόδοτος ἀρθέντες.
ἀμφὶ δʼ ἄρα σφιν ἐπὶ τιμῇ τοῦ Πατρόκλου τοῦτο φαίνεται
πράττων, ὥσπερ καὶ ἐπὶ Σαρπηδόνος (Il. 16, 459) “αἱματοέσσας δὲ
ψιάδας.”
270. *ἤχθαιρε Ἀρίσταρχος διὰ τοῦ ε, ἔχθαιρε.
272. μίσησεν ἰδίως κέχρηται τῇ λέξει, καὶ ἅπαξ γε νῦν μόνον.
λέγει δὲ, μισητὸν ἡγήσατο ἐγκύρημα γενέσθαι κυσὶ τὸν Πάτροκλον.
273. *ἑταίρους ἐν ἄλλῳ Ἀχαιούς.
279. τέτυκτο οὕτως Ἀρίσταρχος τέτυκτο· ἄλλοι ἐτέτυκτο.
Αἴας ὃς καὶ εὐμορφίᾳ καὶ τοῖς ἄλλοις ἔργοις διέφερε τῶν ἄλλων
πάντων Ἑλλήνων.
285. τὸ ῥεῖα εἰς τὸ ἐσκέδασε.
295. ἤρικε ἐνεργητικὸν ἀντὶ παθητικοῦ. σημαίνει δὲ τὸ διεκόπη.
301. Λαρίσης ἑτέρα ἐστὶν αὕτη ἡ πόλις παρὰ τὴν Θεσσαλικήν.
327. ὑπὲρ θεόν θεοῦ μὴ βουλομένου. πῶς ἂν καὶ παρὰ τὴν θείαν
θέλησιν ῥύσαισθε τὴν πόλιν, ὅτε τοῦ Διὸς συμπράττοντος ὑμῖν διὰ
τὴν ἰδίαν ἀσθένειαν λείπεσθε;
328. ὡς δὴ ἴδον ὡς ἐγὼ ἄλλους εἶδον τῷ ἰδίῳ σθένει πεποιθότας
καὶ τῇ ἠνορέα καὶ τῷ πλήθει τῷ ἰδίῳ ὅσον που εἴη, καὶ εἰ ἔλαττον εἴη
τῶν πολεμίων τὸ πλῆθος αὐτῶν καὶ εἰ οἱ θεοὶ μὴ ἐπικουροῖεν αὐτοῖς.
330. τῷ ἰδίῳ πλήθει, οὐκ ἐπικουρικῷ. τὸ δὲ ὑπερδέα σφόδρα
ἐνδεᾶ, ὥστε ἔξεστι καὶ ἐπὶ τῶν λειπομένων τῷ ἀριθμῷ πλῆθος ὀνομάζειν.
τὸ δὲ σχῆμα ἐκ τοῦ ἐναντίου· δείκνυσι γὰρ ὅτι ἕτεροι καὶ
ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ τῷ πλήθει ὀλίγοι ὄντες γενναίως μάχονται.
ἐλέγχει δὲ τοὺς μαχομένους καὶ πολυπληθίᾳ προύχοντας
καὶ συμμαχίᾳ θεοῦ.
361. οὗτοι δὲ ἐπάλληλοι πυκνοὶ ἔπιπτον.
364. Ζηνόδοτος τρῦτον καὶ τὸν ἑξῆς ἀθετεῖ χωρὶς λόγου, καίτοι
μέγιστον ἔχοντας τῶν Ἑλλήνων ἔπαινον.
368. εἰς τιμὴν ταῦτα πάντα τοῦ Πατρόκλου, διʼ ὅπερ καὶ τὸ παράδοξον προστίθησιν· οὐ γὰρ ἐν παντὶ τόπῳ τῆς μάχης, ἀλλʼ αὐτῷ μόνῳ τῷ Πατρόκλῳ καὶ τοῖς ἀμφὶ τὸν Πάτροκλον περιέθηκε τὴν ἀχλύν.
ἐπί θʼ ὅσον ἄριστοι ὁ τε σύνδεσμος περιττὸς καθʼ Ὁμηρικὴν
συνήθειαν. ἔστι δὲ ὁ νοῦς οὗτος· ἐφʼ ὅσον τῆς μάχης ἔστασαν οἱ
ἄριστοι, ἐπὶ τοσοῦτον σκότει κατείχοντο οἱ μαχόμενοι· οἱ μὲν ἄλλοι
τῶν μαχομένων ἐν φωτὶ ἐμάχοντα, “οἱ δʼ ἄλλοι Τρῶες εὔκηλοι πολέμιζον.”
οἱ δὲ ἄριστοι περὶ τοῦ Πατρόκλου σώματος ἀγωνιζόμενοι
σκότει κατείχοντο. ἐκ τούτου δὲ τὴν ἀλκὴν καὶ τὴν ὑπομονὴν ἐμφαίνει,
ὅτι τὰ σώματα παρατεθείκεσαν, ὥστε καταφέρειν τὰς πληγὰς
ἀπροοράτως εἰς τὸ τυχόν. ἡ διπλῆ δὲ, ὅτι ὁ Ζηνόδοτος γράφει διὰ
τοῦ “ἐπὶ τόσσον,” κακῶς. μενούσης γὰρ τῆς διὰ τοῦ θ γραφῆς
περισσὸν νοητέον τὸν τε σύνδεσμον· ὁ δὲ νοῦς ὡς προείρηται.
381. τὼ δὲ οἱ περὶ τὸν Ἀντίλοχον περιεβλέποντο ἀπὸ τῶν
ὄσσων, περιέβλεπον δὲ θάνατον καὶ φύζαν ἑταίρων, ἵνʼ εἰ μέν τινες.
τεθνήκασιν ὑπερμάχωνται τῶν σωμάτων, εἰ δὲ φύγοιεν, σκεπάζωσιν·
οὕτως γὰρ ὁ Νέστωρ ἐπετέλλετο.
387. παλάσσετο αἱ χεῖρες ἐπαλάσσετο, οὐχὶ ἐπαλάσσοντο· τὸ
390. εθύουσαν ἀντὶ τοῦ πεπληρωμένην λίπει, ὡς οἱ μεθύοντες.
392. κυκλόσʼ ἐπίρρημα· οὕτως δὲ ὁ Ἀσκαλωνίτης παροξύνει.
425. χάλκεον ὅτι πρὸς τὸν Ὄλυμπον διέσταλται.
432. πλατὺν εἴρηκε τὸν Ἑλλήσποντον οὐχ ὅτι τοιοῦτος, ἀλλʼ ὅτι σύγκρισίς ἐστι τῶν κατὰ τὸν ναύσταθμον μερῶν πρὸς τὰ ἄλλα μέρη τοῦ Ἑλλησπόντου. τὰ γὰρ κατὰ τὸν ναύσταθμον πλατύτερά ἐστι τῶν διαστημάτων τῶν ἄλλων ἀπεστενωμένων. λέγει οὖν ἀντὶ τοῦ ἐπὶ τὰ πλατύτατα μέρη τοῦ Ἑλλησπόντου.
447. σημεῖον, ὅτι πᾶν μὲν ἔμψυχον ὑποπέπτωκεν ἀτυχίᾳ, πλέον δὲ ὁ ἄνθρωπος.
460. τὸ χῆνας ἐπὶ τῶν Τρώων εἰς ἀπραξίαν αὐτοὺς διαβάλλων.
469. νηκερδέα ἐπισφαλῆ, ἀσύνετον· τὰ κέρδη γὰρ Ὅμηρος ἐπὶ
τῶν συνετῶν τάσσει.
492. βοέῃς ὅτι καταχρηστικῶς τὰ Ἕκτορος ὅπλα βόεια εἶπεν,
ἀλλʼ οὐκ ἐκ βυρσῶν βοείων· εἶχε γὰρ τὰ Ἀχιλλέως ἤδη. “τὰ μὲν
Πηλείωνι θεοὶ δόσαν ἀγλαὰ δῶρα.” ἔστιν οὖν ὁ τρόπος συλληπτικός.
εἰλυμένοι δὲ σκεπαζόμενοι ἀπὸ τοῦ κατειλῦσθαι.
514. ἐν ούνασι ἀπὸ μέρους· ἐν τῇ τῶν θεῶν δυνάμει.
523. πτιος πᾶν ζῷον πληγὲν εἰς τοὐπίσω ἀνακλᾶται· ταῦρος
δὲ εἰς τοὔμπροσθεν φέρεται, διʼ ὃ οὕτως εἶπεν.
539. εθέηκα ἐπανῆκα τὴν ψυχὴν τῆς ἐπὶ Πατρόκλου λύπης.
ὁ δὲ λόγος, τὸ κῆρ ὀλίγον τι ἐπανῆκε τοῦ ἐπὶ Πατρόκλου ἄχους,
καίπερ εὐτελῆ τινα ἀνελών.
551. ἓ τὴν ἓ ἀντωνυμίαν κατʼ ἰδίαν· οὐ γὰρ ἐπίσταται ὁ ποιητὴς
σύνθετον ἀντωνυμίαν. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει ἑωυτήν.
564. ἐσεμάσσατο ἐλύπησεν, ἥψατο· μάσασθαι γὰρ τὸ ἅψασθαι·
“χεῖρʼ ἐπιμασσάμενος” (Od. 9, 302.)
572. λαρόν ἀπολαυστικόν· διὰ τί; εὔθηκτος γὰρ καὶ ἀσθενέστατος
ὁ ἀνθρώπου χρώς·. διʼ ὃ λαρὸν αὐτῇ τὸ αἷμα τοῦ ἀνθρώπου.
582. ὅτι Ζηνόδοτος γράφει Ἕκτορα δὲ φρένα δῖος Ἄρης ὄτρυνε μετελθών. πόθεν δὲ οὕτως ὁ Ἄρης ἐξαίφνης πάρεστι;
588. πρέποντας πολεμίῳ τοὺς λόγους περιτέθεικεν ὁ ποιητὴς, ἐπεί τοί γε οὐκ οἶδε δειλὸν τὸν Μενέλαον· βοὴν γὰρ ἀγαθὸν πανταχοῦ καλεῖ αὐτὸν, ὅ ἐστιν ἐν μάχῃ ἀνδρεῖον.
τὸ σημεῖον, ὅτι οὐχ ὡς τῷ ὄντι μαλθακοῦ αἰχμητοῦ ὄντος τοῦ
Μενελάου ληπτέον, ἀλλὰ τὸ πρόσωπον πολέμιον ὃν εἰς διαβολὴν
λέγει· ἀρηίφιλον γὰρ ὁ ποιητὴς αὐτὸν καλεῖ (Il. 3, 52).
594. ὅτι ἴδιον ὑποτίθεται τῆς αἰγίδος τὸ ἀνέμων ποιεῖν συστροφάς. ἀπὸ τοῦ αὐτοῦ δὲ καὶ καταιγίδες αἱ πνοαὶ αἱ κάτω ἀΐσσουσαι.
595. ὅτι Ζηνόδοτος γράφει γῆν δʼ ἐτίναξε· ταύτην γὰρ ἐπισείων
ἀνέμους ποιεῖ. διὸ λέγει “αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα
πᾶσιν” (Il. 4, 167). βραχὺ δὲ διασταλτέον ἐπὶ τὸν δέ· ἐπὶ γὰρ
τῆς βροντῆς ἐπίτασις μάλα μεγάλʼ.
597. *φόβοιο ὅτι ἀντὶ τοῦ φυγῆς.
599. ὅτι τὸ ἐπιλίγδην μεσότητός ἐστιν· ἐπιψαύδην, ὅσον διʼ
ἐπιπολῆς ψαῦσαι, μὴ εἰς βάθος. εἰ οὖν ἐπιλίγδην, πῶς “γράψεν δέ
οἱ ὀστέον ἄχρις;” κατὰ βάθους γὰρ φαίνεται ἡ πληγὴ ἐπενηνεγμένη.
ἀλλʼ ἐρεῖ Ὅμηρος, οὐκ ἐγὼ, ἀλλʼ ὁ τόπος εἰς ὃν κατηνέχθη ἡ πληγή·
ἔστι γὰρ ἡ ὠμοπλάτη ἀσαρκοτάτη.
*καὶ ὅτι νῦν ἅπαξ καὶ ἐν Ὀδυσσείᾳ (22, 278) “λίγδην, ἄκρον δέ.”
602. Ἀλεκτρυόνος ὅτι οὐκ εἴρηται παρὰ τὸν ἀλεκτρυόνα τὸ ζῷον
τὸ ὄνομα. οὐδέπω γὰρ ἔγνωστο.
603. * διὰ τοῦ ε αἱ Ἀριστάρχου ἔλπετο.
607. ἐν καυλῷ τὸ τῆς ἐπιδορατίδος. λέγει δὲ ἀντὶ τοῦ κατὰ
τὸν καυλόν.
οὕτως δὲ μόνως φησὶν ὁ Δίδυμος ἐν τοῖς διορθωτικοῖς, τοὶ δʼ
ἐβόησαν· ἀβέλτερον γὰρ τελέως τὸ τοὶ δʼ ἐφόβηθεν· οὐ γὰρ
φεύγουσιν, ἀλλὰ διώκουσιν. καὶ ἐπὶ Πατρόκλου τὸ ὅμοιον· “ἐκ δʼ
ἴαχε λαὸς ὄπισθε Τρωικός” (723).
*οὕτως Ἀρίσταρχος, τοὶ δʼ ἐβόησαν.
608. *Ἰδομενῆος τὸ σημεῖον, ὅτι ἐπʼ Ἰδομενέα.
Τρῶες, ὁ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο” ἕως τοῦ “αὐτὸς δʼ
ὤλεσε θυμόν” (616). λίαν τούτων πέπλεκται ὁ λόγος, καὶ ἔστι τῶν
ἔξω περιφερομένων ζητημάτων. “ὁ δʼ Ἰδομενῆος ἀκόντισε δίφρῳ ἐφεσταότος·
ἀλλʼ ἐπὶ τοῦ Ἰδομενέως. σαφὲς δʼ ἐκ τοῦ ἐπιφέρεσθαι “καί
κε Τρωσὶ μέγα κράτος·” οὐ γὰρ ἂν τάσσοιτο τοῦτο οἰκείως ἐπὶ τοῦ
Κοιράνου (ἦν γὰρ οὐ τῶν ἀριστέων), ἀλλʼ ἐπὶ τοῦ Ἰδομενέως. διὰ
μέσου δὲ ταῦτα “δίφρῳ ἐφεσταότος, τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν,
αὐτὰρ ὁ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε Κοίρανον, ὅς ῥʼ ἐκ
Λύκτου ἐϋκτιμένης ἔπετʼ αὐτῷ” ὥστε εἶναι τὸ ἑξῆς, ὁ δʼ Ἰδομενῆος
ἀκόντισε Δευκαλίδαο· πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθεν ὁ
Ἰδομενεύς. εἴωθε δὲ ὁ ποιητής τινα διὰ μέσου τάσσειν. κεφάλαιον
δὲ νοητέον αὐτὸ μόνον προειρῆσθαι ἐν τῷ “ὁ δʼ Ἰδομενῆος ἀκόντισε
Δευκαλίδαο δίφρῳ ἐφεσταότος·” εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν πῶς
ἐγένετο ἐν τῷ δίφρῳ, πρότερον μὲν ἦν πεζὸς, τότε δὲ ὁ Κοίρανος
αὐτῷ παρέστησε τὸ ἅρμα. πεζὸς μὲν γὰρ τὰ πρῶτα λίπεν νέας ἐν
τῇ Ν (240) ἀπὸ τῆς σκηνῆς ὁ Ἰδομενεὺς, νῦν δὲ ἄφνω πέφηνεν ἐφʼ
ἅρματος· οὐ γάρ ἐστιν ὁ λόγος ὅτι ἀπὸ Κρήτης πεζὸς ἦλθεν, οὐ
χρησάμενος ἅρματι, καθάπερ ὁ Ὀδυσσεὺς, τραχεῖαν ἔχων τὴν Ἰθά.
κην. σημαίνει οὖν ὅτι ἀπὸ τῶν νεῶν πεζὸς ἦλθεν ἐπὶ τὸν πόλεμον.
προθεὶς οὖν τὸ κεφάλαιον, ὕστερον ἐπεκδιδάσκει πῶς ἔσχεν ἅρμα·
“καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, εἰ μὴ Κοίρανος ὦκα ποδώκεας
ἤλασεν ἵππους.” τοῦτο οὖν προλαβὼν ἐξήνεγκεν “ δʼ Ἰδομενῆος
ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος.” πῶς ; ὁ γὰρ
Κοίρανος ἤλασε τοὺς ἵππους, ἐπεὶ αὐτός γε πεζὸς ἐλήλυθε· πεζὸς
γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθε. τίς γὰρ ἡ ἰδιότης, ὅτι εἴπερ
ἐμάχετο πεζὸς, ἀπολώλει ἂν οἷς ἐντροπὴ ἐγένετο πρὸς οὓς Πηνέλεως
ἦσχεν;
610. *μακρὰ ἡ παρέκβασις καὶ πάντα διὰ μέσου· τὸ γὰρ ἑξῆς
“Κοίρανον βάλʼ ὑπὸ γναθμοῖο.”
613. καί κε Τρωσὶ πάντως ἀπώλετο ἂν ὁ Μηριόνης, εἰ μὴ
πεζὸς ἀφίκετο, ὡς εἵ γε τῷ Ἰδομενεῖ ἡνιόχει, ἀπολώλει ἄν, καθὰ καὶ
614. εἰ μὴ Κοίρανος ὧκα ποδώκεας ἐκδεκτέον τὸν λόγον ἐπὶ τοῦ
Ἰδομενέως. ὁ Κοίρανος ἰδὼν τὸν Ἰδομενέα κινδυνεύοντα πεζὸν (πεζὸς
γὰρ ἀπὸ τοῦ ναυστάθμου) ἐξήλασε τοὺς ἵππους, δεξάμενος αὐτὸν ἐπὶ
τῶν ἵππων. ἔφθασε τὴν τοῦ Ἕκτορος βολὴν, ὥστε μετὰ τὸ ἀναβῆναι
ἐπὶ τὸ ἅρμα τότε πεμφθῆναι τὸ δόρυ αὐτῷ. αὐτὸς δὲ ὁ Κοίρανος
ἀπώλετο, σώσας τὸν Ἰδομενέα.
617. τὸν βάλʼ ὑπὸ γναθμοῖο κατὰ τὸ εἰκὸς πλαγία ἡ πληγὴ
γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους· καὶ γὰρ ὑπὸ τὴν σιαγόνα
διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· καὶ οὐκ ἔστιν ἀδύνατον
τοῦτο, ὡς προείρηται, διὰ τὸ περιστρέφοντα αὐτὸν τοὺς ἵππους
βεβλῆσθαι.
618. *ἐς δʼ ἄρʼ ὄδόντας ὦσε δόρυ πρυμνόν ἕως τοῦ ἐσχάτου τοῦ
δόρατος ὦσεν.
622. μάστιε νῦν ὅτι τοῦτο φιλικόν. αὐτὸς μὲν γὰρ ὡς νέος καὶ
ἀκμάζων κινδυνεύειν βούλεται, τὸν δὲ ἤδη παρηβηκότα προπέμπει
καὶ τὴν ἀσφάλειαν αὐτῷ πορίζεται.
627. ἑτεραλκέα νίκην οὐ γὰρ ἄλλως νίκη γίνεται ἢ τῶν ἑτέρων
ἐπʼ ἀλκῆς ὄντων.
630. *ἀρήγει ἐν ἄλλῳ ἀμύνει.
631. *ἐφείς διχῶς, καὶ ἀφείη.
632. *τὸ ἔμπης ἀντὶ τοῦ ὁμοίως τέτακται.
637. * οἵ κου δεῦρ’ οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ οἴ που νῦν.
639. πρὸς τὸ ἀμφίβολον, αὐτοὺς ἐμπεσεῖσθαι ταῖς ναυσὶν, ἢ
τὸν Ἕκτορα. πιθανώτερον δὲ τὸν Ἕκτορα ἐμπεσεῖσθαι, ἐνσείσειν.
643. οὔ πη πῶς παρείληπται τὸ οὔπη; σημαίνει γὰρ τὸ εἰς
τόπον· “πῆ ἔβη Ἀνδρομάχη” (Il. 6, 377): τὸ δὲ ποῦ ἐστὶν ἐν
τόπῳ, ὅπερ καταλληλότερον· ἀλλʼ οὐ δύναμαι ἔν τινι τόπῳ ἰδεῖν
τινὰ τῶν Ἀχαιῶν τοιοῦτον. μήποτε οὖν οὐχ ὡς τοπικὸν ἐπίρρημα,
ἀλλʼ ὡς παραπληρωματικὸν σύνδεσμὸν ἐκληπτέον.
644. ἠέρι γὰρ κατέχονται ὅτι ἀέρα τὴν σκοτίαν καλεῖ· καὶ γὰρ
αὐτὸς ὁ ἀὴρ τῇ δύσει σκοτεινός ἐστι, λαμπρύνεται δὲ ἐπιφανέντος
τοῦ ἡλίου “ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖʼ ἦν” (Od. 9, 144).
*κατέχονται ἐν ἄλλῳ ἠέρι γὰρ κεκάλυπται.
646. *ἰδέσθαι ἐν ἄλλῳ ὁρᾶσθαι.
μεγαλοφρόνως οὐ σωτηρίαν αἰτεῖται, ἀλλὰ φῶς πρὸς τὴν τῶν ὀφθαλμῶν χρείαν, ἵνα δρῶντές τι καὶ πάθωσιν.
648. δάκρυ χέοντα περιπαθῶς εἰσάγει τὸν Αἴαντα δακρύοντα. οὐ
γὰρ ἐν ἄλλοις εὑρίσκομεν αὐτὸν δεδακρυκότα· οὐ γὰρ ἦν κατʼ Αἴαντα.
649. ἠέρα ὅτι σαφῶς τὴν σκοτίαν ἀέρα λέγει· ἔστι γὰρ ταυτὸν
τῷ ὁμίχλη· καὶ ἀπῶσε τὸν ἀέρα, ὅ ἐστιν ὁμίχλην.
651. ὅτι οὐκ εἶπε βοὴν ἀγαθῷ Μενελάῳ, ἀλλὰ κατὰ παράλειψιν τῆς προθέσεως, πρὸς βοὴν ἀγαθὸν Μενέλαον.
653. ζωὸν ἔτʼ Ἀντίλοχον καὶ τοῦτο περιπαθὲς, ὡς οὐκ ἐλπίζων
ἔτι ζῆν τὸν ἥρωα διὰ τὴν συνέχειαν τῆς μάχης.
657. ὥς τίς τε λέων πολλαὶ αἱ εἰκόνες τοῦ ἥρωος, καὶ ἑκάστη
κατὰ καιρὸν ἁρμόδιος. πρῶτον γὰρ αὐτὸν εἴκασε διὰ τὴν φιλοστοργίαν
βοῒ, νῦν δὲ λέοντι ἀκούσιον ποιουμένῳ ἀποχώρησιν· καὶ ἑξῆς
διὰ τὴν ὀξυδορκίαν ἀετῷ παρέβαλεν αὐτόν.
λέγεται τὸν λέοντα ἐν τῇ οὐρᾷ ἐκ φύσεως ἔχειν λεπτόν τι κεντρῶδες, ὑφʼ οὗ νυττόμενος καὶ πονῶν πλέον ἀγριοῦται.
*μεσσαύλοιο τῆς ἐπʼ ἀγρῷ ἐπαύλεως.
658. *κε κάμῃσι ὅτι ὁ κε περισσὸς, ἢ ὑφʼ ἓν κεκάμῃσι.
659. *πῖαρ τὸ λίπος τῆς πιμελῆς, ἐκ παρεπομένου δὲ τὸ ζῆν.
664. *τετιηότι θυμῷ ἐν ἄλλῳ τετιημένος ἦτορ.
*βεβλημένος διὰ λύπην.
667. ἀργαλέου πρὸ φόβοιο ὅτι ἀντὶ τοῦ ὑπὸ φόβου, ὅ ἐστιν
ὑπὸ φυγῆς, καὶ ὅτι ἕλωρ ἕλεμα.
670. *ἐνηείης προσηνείας· ἀπηνὴς δὲ ἐναντίος.
671. *πᾶσιν οὐκ Ἀχιλλεῖ μόνῳ.
675. ὀξύτατον δέρκεσθαι φησὶν ὁ Ἀριστοτέλης ὡς ἵστησι τοὺς
νεοσσοὺς πρὸς τὸν ἥλιον ὁ ἀετὸς, ἀναγκάζων βλέπειν· καὶ ὁ μὲν
δυνηθεὶς ὁρᾶν τοῦ ἀετοῦ ἐστὶν υἱὸς, ὁ δὲ μὴ ἐκβέβληται καὶ γέγονεν
ἁλιαίετος.
681. * οὕτως Ἀρίσταρχος, ἴδοιτο, τὼ ὄσσε δηλονότι.
οὕτως αἱ Ἀριστάρχειοι, ἴδοιτο. τίς; τὰ προκείμενα ὄσσε· διὸ καὶ τὸ σημεῖον. ἢ νοητέον ἀποστροφὴν λόγου πρὸς τὸν Μενέλαον ἀπὸ τοῦ περὶ αὐτοῦ λόγου.
688. κυλίνδει Ἀρίσταρχος βαρύνει, ὑγιῶς πάνυ διὰ τὰ κινήματα·
“κυλίνδετο” γοῦν φησίν (Od. 8, 81. 11, 598), οὐχὶ ἐκυλινδεῖτο,
καὶ “ἡ δὲ κυλινδομένη καναχὴν ἔχε” (Il. 16, 794). διὸ καὶ βαρέως
τὴν κυλίνδων ἀναγινώσκομεν· “μέγα κῦμα κυλίνδων” (Od. 5, 296).
694. *κατέστυγε κατεστύγνασεν, ἠνιάθη.
695. *μείζων ἡ σιγὴ παντὸς λόγου γίνεται.
698. βῆ δὲ θέειν πολλῷ περιπαθέστερον ἄνοπλον ὄντα καὶ τρέχοντα
παραστῆναι τῷ Ἀχιλλεῖ.
ἐζήτηται πῶς οὐκ ἔστιν Αὐτομέδων μηνυτὴς τῆς Πατρόκλου ἀναιρέσεως,
ἀλλὰ Ἀντίλοχος, καὶ διὰ τί γυμνὸς τρέχει. ῥητέον οὖν ὅτι
Αὐτομέδοντα μὲν αἰσχρὸν ἦν μετὰ τῶν ἵππων ἔρχεσθαι πρὸς Ἀχιλέα
ἄπρακτον, τῶν ἄλλων ἀγωνιζομένων περὶ τοῦ σώματος. Ἀντίλοχος
δὲ ταχύτερος ὣν τῶν ἄλλων προεκρίθη, καὶ γυμνὸς ἄπεισι, μετὰ τῶν
ὅπλων ταῖς συμφοραῖς ἐμπομπεύειν παραιτούμενος· ἢ διὰ τὸ μὴ
βαρούμενον τοῖς ὅπλοις χρονίσαι ἐν τῇ ὁδῷ.
700. πόδες φέρον. πρὸς τῷ πάθει εἶχε τὴν διάνοιαν, μηδʼ ὅτι
τρέχει εἰδώς. ἡ διπλῆ δὲ, ὅτι οὕτως εἴωθε λέγειν, οἱ πόδες ἔφερον,
οὐχὶ τοὺς πόδας· πρὸς Ζηνόδοτον μεταγράφοντα (Il. 6, 511)
“ῥίμφʼ ἑὰ γοῦνα φέρει.”
702. *οὐδʼ ἄρα σοι ὅτι πάλιν ἀπέστροφε τὸν λόγον.
705. ὅτι ἀπέστροφεν ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ λόγον. τὸ δὲ ἀνῆκεν ἀνέπεισεν, παρώτρυνεν.
710. Ἕκτορι δίῳ ἐν ἄλλῳ κεχολωμένον Ἀτρείωνι.
714. ὥσπερ βοὴν λέγει τὴν μάχην ἀπὸ τοῦ ἀλαλαγμοῦ, οὕτως καὶ ἐνοπῆς νῦν ἀπὸ μέρους τῆς μάχης φησίν.
719. νῶϊ μαχησόμεθα ὅτι ἐντεῦθεν τοῖς νεωτέροις ὁ βασταζό-
μενος Ἀχιλλεὺς ὑπʼ Αἴαντος, ὑπερασπίζων δὲ Ὀδυσσεὺς παρῆκται.
εἰ δὲ Ὅμηρος ἔγραφε τὸν Ἀχιλλέως θάνατον, οὐκ ἂν ἐποίησε τὸν
νεκρὸν ὑπʼ Ἀἴαντος βασταζόμενον, ὡς οἱ νεώτεροι.
720. ὁμώνυμοι ὁ λόγος, ἁπλούστερος ὁ Αἴας παράγεται, ὅς γε
τοιαῦτα λέγει, ἡμεῖς μαχώμεθα, ἐπειδὴ τὸ αὐτὸ ὄνομʼ ἔχομεν· οἱ
γὰρ δύο Αἴαντες καλούμεθα. βουγάιος γὰρ ὡς ἀληθῶς.
721. *μένοντες Ἀριστοφάνης δυϊκῶς μένοντε.
727. *τὸ ἕως ἀντὶ τοῦ τέως· διόπερ οὐδὲ ὑποστιγμὴν ποιεῖ.
751. ῥηγνῦσι ἀντὶ τοῦ ῥηγνύουσι, ὡς πιμπλῶσιν. οὕτως Ἀρίσταρχος.
761. οὐκ ἔστιν ἐναντίωμα τὸ λέγειν αὐτούς τε φεύγειν καὶ πολέμου
μὴ γίνεσθαι ἐρωήν· ἔφευγε μὲν γὰρ ὁ πολὺς καὶ χυδαῖος ὄχλος,
οὐχ ὑπεχώρουν δὲ οὕτε οἱ Αἴαντες οὔτε οἱ ὑπερμαχοῦντες· ἐρωὴ δέ
ἐστιν ὑποχώρησις, ἀνοχή.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
1. δέμας πυρός πυρὸς τρόπον. τὸ δὲ ἔμπυρον τῆς μάχης βούλεται
δηλῶσαι.
3. προπάροιθε νῦν ἐπὶ τόπου· καὶ ἐν Ὀδυσσείᾳ “κὰδ δʼ ἔβαλε
προπάροιθε νεώς” (9, 482). τάσσεται δὲ καὶ ἐπὶ χρόνου· “σεῖο δʼ
Ἀχιλλεῦ οὔτις ἀνὴρ προπάροιθε μακάρτατος” (Od. 11, 482).
ὀρθοκραιράων τῶν τὰς κεφαλὰς ὀρθὰς ἐχουσῶν· κραίραν γὰρ
λέγουσι τὴν κεφαλὴν, καὶ οἱ Ἀττικοὶ τὸ τῆς κεφαλῆς ἥμισυ ἡμίκραιραν.
λέγει δὲ διὰ τὸ τὰς πρῴρας καὶ πρύμνας ἀνατετάσθαι, ἐκ
μεταφορᾶς τῶν βοῶν.
κατὰ πρύμναν καὶ πρῴραν ἀνατεταμένων, ὀρθοκεφάλων· κραῖρα γὰρ ἡ κεφαλή.
4. τὰ φρονέοντʼ οἱ περὶ τῶν φίλων ἀγωνιῶντες ἐν τοῖς κινδύνοις
δυσέλπιδές εἰσιν. ἔστι δὲ τῶν ἐν ἀτυχίᾳ προληπτικὸς ὁ νοῦς.
5. ὀχθήσας ἥτοι λυπηθεὶς, ἀπὸ τοῦ ἄχθους, ὅ ἐστι βάρους·
λέγοιμεν δʼ ἂν καὶ βαρυνθείς. ἢ τὸ ὀχθήσας ἀπὸ τοῦ ὄχθου ὠνόμασται,
ὄχθοι δὲ τὰ ὑψηλά· οἷον ἐπαρθεὶς τῷ θυμῷ.
7. νηυσὶν ἔπι κλονέονται ἀναστρεπτέον τὴν πρόθεσιν, ὁμοίως καὶ
ἐπὶ τοῦ “νηυσὶν ἔπι προέηκα” (439). ἡ διπλῆ δὲ, ὅτι λείπει ἡ
διά, φεύγοντες διὰ τοῦ πεδίου.
10, 11. Μυρμιδόνων τὸν ἄριστον —χτρσὶν ὕπο Τρώων ἐν τῇ
Ῥιανοῦ οὐκ ἤσαν οἱ β', ἴσως ἐπεὶ οὐκ ἦν Μυρμιδὼν ὁ Πάτροκλος·
Λοκρὸς γὰρ ἦν ἐξ Ὀποῦντος. δεῖν δέ φησιν ὁ Ἀρίσταρχος οὕτως
αὐτὸ παραδέχεσθαι, τὸν μετὰ τὸν ἄριστον τῶν Μυρμιδόνων. καὶ
κατά τινας δὲ τῶν μεθʼ Ὅμηρον Ἄκτωρ ὁ πατὴρ τοῦ Μενοιτίου
λέγεται λαβεῖν Αἴγιναν, ἐκ ταύτης δὲ γενέσθαι Μενοίτιον καὶ
οἰκῆσαι ἐν Ὀποῦντι· οὕτως οὖν γίνεται τὸ ἀνέκαθεν Μυρμιδὼν ὁ
Πάτροκλος. δύναται δὲ καὶ ἑτέρως Μυρμιδὼν ὁ Πάτροκλος λέγεσθαι
διὰ τὸ μετὰ τὸν Ἀχιλλέα ἡγήσασθαι τῶν Μυρμιδόνων. πῶς δὲ,
φασὶ, τοῦτο πεπυσμένος παρὰ τῆς μητρὸς ἔπεμπε τὸν Πάτροκλον
εἰς τὸν πόλεμον; ὅτι, φαίη τις ἂν, οὔτε τοὔνομα σαφῶς εἶπεν οὔτε
τὸν χρόνον, παρά τε τὸν καιρὸν λήθη γίνεται τῶν τοιούτων· ὅταν δὲ
ἀποβῇ, μιμνήσκονται.
ἄλλως. χαρίεν τούτῳ τῷ τρόπῳ προειπεῖν τὴν Θέτιν· οὐ γὰρ
ἐβούλετο τὸ μέλλον ἐπιτελεσθῆναι πάντως ἐκ πολλοῦ προειποῦσα
λυπεῖν τὸν υἱόν. ἐπίτηδες δὲ εἰπεῖν τὸ Μυρμιδόνων τὸν ἄριστον,
ἵνα μὴ φανερῶς εἴπῃ τὸν Πάτροκλον.
Μυρμιδόνων τὸν ἄριστον ἡ διπλῆ πρὸς τὸ ἀμφίβολον, πῶς
Μυρμιδόνων ἄριστον λέγει τὸν Πάτροκλον Λοκρὸν ὄντα.
11. *χερσὶν ὕπο Τρώων ἀντὶ τοῦ ὑπὸ τῶν χειρῶν τῶν Τρώων.
12. ἦ μάλα δὴ τέθνηκε μάλιστα τῇ διανοίᾳ κατείληφεν ὅτι
τέθνηκεν· ἐκ τοῦ βίου δὲ τὸ πάθος εἵλκυσε· δεινοὶ γὰρ ἀεὶ τὸ χεῖρον
εἰκάζειν οἱ στέργοντες.
13. *σχέτλιος τάλας ἢ τλήμων ἐνταῦθα.
14. ἂψ ἐπὶ νῆας ἴμεν οὕτως ἡ Ἀριστάρχου. ἐν ἐνίαις δὲ φαύλως
νῆας ἔπʼ ἂψ ἰέναι.
*Ἀρίσταρχος ἂψ ἐπὶ νῆας ἴμεν.
17. δάκρυα θερμὰ χέων ἵνα πλησίον γένηται τῆς ὑπονοίας
Ἀχιλλεὺς, καὶ μὴ περιμείνῃ τὴν ἀγγελίαν.
18. ὤ μοι δεξιῶς πάνυ ὁ Ἀντίλοχος οὔτε τὸν τελευτήσαντα
κατοικτίζεται οὔτε τὸν Ἀχιλλέα, εἰς ἑαυτὸν δὲ τὴν συμφορὰν ἐπενεγκὼν
ηὔξησε τὸ πάθος.
20. κεῖται Πάτροκλος προδοὺς ἴχνη τῆς συμφορᾶς τῷ δακρύῳ
καὶ τῇ προφωνήσει οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται· αἰφνίδιον γὰρ
προσπεσόντα τὰ δεινὰ τοῖς ἀκούουσιν ἐξίστησιν.
21. ἀτὰρ τά γε τεύχεʼ ἔχει δεδήλωκε μετὰ συντομίας τὸ γεγενημένον
πρᾶγμα, ἀναγκαίως δὲ καὶ τὸ συμβὰν τῷ ἥρωϊ εὐσχημόνως
ἀπήγγειλεν· οὐ γὰρ ἔφη, σκυλεύσας τὰ ὅπλα ἔχει, ἀλλὰ μόνον
ἐσήμανεν.
22. τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε Πλάτων ἐν τρίτῳ πολιτείας
κατηγορεῖ τῶν ὀδυρομένων, λέγων ὑπὲρ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο
ποιεῖν ὡς δεινόν τι πεπονθότων. Ζωΐλος δέ φησιν ἄτοπον νῦν εἰδέναι
τὸν Ἀχιλλέα· προειδέναι τε γὰρ ἐχρῆν ὅτι κοινοὶ οἱ πολεμικοὶ κίνδυνοι,
τόν τε θάνατον οὐκ ἐχρῆν δεινὸν ὑπολαμβάνειν, τό τε οὕτως
ὑπερπενθεῖν γυναικῶδες. οὕτως οὔτʼ ἂν βάρβαρος τιτθὴ ἐποίησεν.
καίτοι Ἑκάβης ἐπὶ τῷ συρμῷ Ἕκτορος οὐδὲν τοιοῦτόν ἐστιν. Ζηνόδωρος
δὲ ἀπολογεῖται λέγων ὅτι διὰ τὴν ὑπερβολὴν τῶν πεπραγμένων
θρηνεῖ. καὶ ἄλλως συνήθη ταῦτα τῷ βίῳ· “τοῦτό νυ καὶ γέρας
οἶον ἰϊζυροῖσι βροτοῖσι, κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ
παρειῶν” (Od. 4, 197).
ἄλλως. εἰ γὰρ Ἀντίλοχον ἥττονα φίλον καταλαμβάνει πένθος ἀκούσαντα, τί πείσεται Ἀχιλεύς μεῖζον δὲ τὸ πάθος ἔδειξε δακρύσας.
23. *κόνιν ὅτι τὴν ἀπὸ πυρὸς τέφραν κόνιν λέγει· διὸ καὶ αἰθαλόεσσαν
αὐτὴν λέγει.
26. εγαλωστί Ἀνακρέων ἱρωστί, Φερεκράτης ταχεωστί ἀντὶ
τοῦ ταχέως.
28. * περιπαθῶς ἀναπεφώνηται τὸ ὄνομα τοῦ Πατρόκλον.
*δμωαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο ἃς ἐκ λαφυραγωγίας ἐκτήσατο.
33. ὁ δʼ ἔστενε κυδάλιμον κῆρ τοῦτο διὰ μέσου. τὸ γὰρ ἑξῆς
“χεῖρας ἔχων Ἀχιλῆος· δείδιε γάρ.”
34. *ἀποτμήξειε οὕτως Ζηυόδοτος. Ἀρίσταρχος ἀπαμήσειε.
δείδιε γὰρ μὴ λαιμόν ὅτι ἀμφίβολον, μὴ τὸν ἑαυτοῦ λαιμὸν ὁ
Ἀχιλλεὺς, ἢ τὸν Ἀντιλόχου.
36. ἡμένη ἐν βένθεσσιν ἁλός ἄλλα ἐπεισόδια καινά· καὶ ἀπὸ
τῆς γῆς καὶ ἐπὶ θάλατταν μεταφέρει τὸ πένθος.
39. ὁ τῶν Νηρεΐδων χορὸς προηθέτηται καὶ παρὰ Ζηνοδότῳ ὡς
Ἡσιόδειον ἔχων χαρακτῆρα· Ὅμηρος γὰρ κατὰ τὸ κοινὸν Μούσας
λέγει καὶ Εἰλειθυίας, ἀλλʼ οὐκ ὀνόματα. γελοῖόν τε ἐξ ὀνόματος
προθέμενον εἰπεῖν πάσας, ὥσπερ ἀποκαμόντα εἰπεῖν “ἄλλαι δʼ αἱ
κατὰ βένθος ἁλὸς Νηρηΐδες ἧσαν.” ὁ δὲ Καλλίστρατος οὐδὲ ἐν τῇ
Ἀργολικῇ φησὶν αὐτοὺς φέρεσθαι. τό τε ἔνθα οὔτε χρόνον σημαίνει
οὔτε τόπον, διακόπτεταί τε ἡ λύπη τῷ καταλόγῳ.
ἐνθάδε ἐβάρυνεν ὁ Ἀρίσταρχος τὸ Γλαύκη, εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ τοῦ “γλαυκὴ δέ σ᾿ ἔτικτε θάλασσα” (Il.16, 34). ἐπὶ δὲ τοῦ Νημερτής τε καὶ Ἀψευδής οὐκ ἐποιήσατο μεταβολὴν τόνου ἔφαμεν δὲ ἤδη περὶ τῶν τοιούτων.
40. Θόη θ᾿ Ἁλίη τε βοῶπις ἀπὸ τοῦ α τὴν ἀρχὴν τοῦ ὀνόματος
δεῖ ποιεῖσθαι· οἰκεῖον γὰρ Νηρεΐδι παρὰ τὴν ἅλα παρῆχθαι.
*Ἀρίσταρχος χωρὶς τοῦ θ Ἁλίη, παρὰ τὴν ἅλα.
53. * εἴδετ᾿ ἀντὶ τοῦ εἰδῆτε.
*ἐνί Ἀριστοφάνης ἐπὶ κήδεα.
54. δυσαριστοτόκεια ἐκ τριῶν σύνθεπον, ὡς τὸ ἀμιτροχίτωνας.
56. ἔξοχον ἡρώων ἡ ὑποστιγμὴ ἤτοι ἐπὶ τὸ ἡρώων, ἵνα ὁ δέ
σύνδεσμος περισσεύῃ, ἢ καὶ ἐπὶ τὸ ἶσος, ἵνα ᾖ ἀνταπόδοσις
“τὸν μὲν ἐγὼ θρέψασα.”
57. τὸν μὲν ἐγὼ θρέψασα ὅτι ἡ Θέτις οὐκ ἀπελείφθη τοῦ Πηλέως
οἴκου, καθάπερ οἱ νεώτεροι, δωδεκαταῖον καταλιποῦσα τὸν Ἀχιλλέα,
ὁ δὲ Πηλεὺς Χείρωνι παραδέδωκεν, ἵνα τραφῇ.
γουνῷ ἀλωῆς τῷ γονίμῳ τόπῳ τῆς γῆς, ἢ τῷ ὑψηλοτάτῳ, μεταφορικῶς
ἀπὸ τῶν γονάτων τῶν ἐν τῷ σώματι, ἅπερ ἐξέχει.
60. Πηλήϊον εἴσω ὅτι Ὅμηρος οὐκ οἶδεν, ὡς οἱ νεώτεροι ποιηταὶ,
κεχωρισμένην τὴν Θέτιν ἀπὸ τοῦ Πηλέως ὑπὸ τὴν Ἀχιλλέως γένεσιν·
ἀλλʼ ὅτι καὶ μετὰ τὸν Τρωϊκὸν πόλεμον σύνεστι, λέγει.
63. ἠδʼ ἐπακούσω τοῦτο ὡς ἐν ποιήσει ἀκουστέον· οὐ γὰρ πιθανὸν
τὴν προειρηκυῖαν περὶ τῆς τοῦ Πατρόκλου τελευτῆς νῦν αὐτὸ
τοῦτο ἀγνοοῦσαν φαίνεσθαι.
64. ἀπὸ Ἀρίσταρχος φυλάττει τὸν τόνον τῆς προθέσεως. ἔφαμεν
δὲ ἐν ἑτέροις ὅτι ἡ ἀπό, ἐὰν συντάσσηται τῇ γενικῇ μὴ μεταξὺ
πιπτουσῶν λέξεων καὶ σημαίνῃ τὸ ἄπωθεν, φυλάσσει τὸν τόνον. οὕτως
γοῦν ἀνέγνωμεν “ἀπὸ πατρίδος ἄνδρα κατακτάς” (Il. 13, 696) καὶ
“οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος” (Il. 9, 353)· “καὶ γάρ τίς θʼ
ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο” (Il. 2, 292). προσέθηκα δὲ μὴ
μεταξὺ πιπτουσῶν λέξεων διὰ τὸ “ἄπο πλυνοί εἰσι πόληος” (Od. 6, 40)·
οὐ γὰρ ἐπλησίασε τῇ πόληος γενικῇ, ἀλλὰ μεταξὺ ἀνεδέξατο λέξεις.
68. εἰσανέβαινον γρ. εἰσανέβησαν.
πισχερώ ὀξύνεται καὶ σεσημείωται, ὥσπερ καὶ τὸ ἰώ· οὐδὲν γὰρ
εἰς ω λῆγον ἐπίρρημα θέλει ὀξύνεσθαι.
τὸ ἐπισχερώ ἑκατέρωσε δύναται προσδίδοσθαι· καὶ γὰρ τὰς Νηρεΐδας ἀνιέναι τάξει πρέπον, καὶ τὰς ναῦς εἰκὸς ἐφεξῆς τετάχθαι, ὡς ἐν τῷ περὶ ναυστάθμου λέγεται.
76. ἀλήμεναι ὡς παρὰ τὸ βῆναι βήμεναι ἐγένετο, οὕτως καὶ
παρὰ τὸ ἀλῆναι ἀλήμεναι· “ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσας ἀλῆναι”
77. ὁ Ἀσκαλωνίτης ἀεκήλια, οἷον οὐχ ἥσυχα οὐδὲ εἰρηνικὰ.
ἐπεὶ ἕκηλος ὁ ἥσυχος, ὥστε στέρησιν αὐτὸν ἐκδέχεσθαι. οὕτως δὲ
καὶ Ἀρίσταρχος, οἷον ταραχώδη. ἢ ἀκούσια, ἃ οὐκ ἄν τις ἑκὼν πάθοι.
ὁμοίως δὲ καὶ Ἀλεξίων· καὶ ἔχονται τοῦ δηλουμένου.
πρὸς τὴν συναλοιφὴν, ὅτι ἀεκήλια ἐκληπτέον κατὰ ἀπόφασιν τοῦ
ἑκήλου, ἐφ᾿ οἷς οὐχ οἷόν τε ἡσυχάζειν.
82. * στικτέον ἐπὶ τὸ κεφαλῇ· μᾶλλον γὰρ ἐμφαίνει.
84. *ἄκαιρον τὸ εἰδυίᾳ λέγειν.
86. *αἴθ᾿ ὄφελες ταῦτα ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον.
αἴθ᾿ ὄφελες οὕτως αἴθʼ ὄφελες. Ἀπολλώνιος ἐν τῷ περὶ συντάξεως
(p. 249, 29) τίθησι τὸν στίχον οὕτως ἔχοντα.
88. διὰ τὸν ἵνα σύνδεσμον ὑποστιγμὴ ἐπὶ τὸ ἀποφθιμένοιο,
ἵνα ὁ λόγος ᾖ τοιοῦτος· νῦν δʼ ἵνα καὶ σὺ πενθήσῃς τὸν υἱὸν ἀπολέσασα,
τοῦτον οὐχ ὑποδέξῃ ὑποστρέψαντα οἴκαδε. ἢ παντελῶς παραιρεθήσεται
ἡ ὑποστιγμὴ, κοινοῦ νοουμένου ἄνωθεν τοῦ “ἀνέρος ἔμβαλον
εὐνῇ.”
90. * οἴκαδε νοστήσαντʼ ὅτι πάλιν συνοικεῖ τῷ Πηλεῖ ἡ Θέτις.
92. τὸ ἑξῆς ἐστὶν ἀπολέσῃ· διὸ οὐκ ἀναστρεπτέον τὴν ἀπό, τὴν μέντοι ὑπό, ἐπεὶ τὸ ἀκόλουθόν ἐστιν ὑπʼ ἐμῷ. εἰσὶ μέντοι οἳ οὐκ ἀνέστρεψαν, ἀλλὰ συνέταξαν τῇ δοτικῇ, δουρὶ ἐμῷ· ἐν ἑτέροις γὰρ οὕτως αὐτὸν εἰρηκέναι “δουρὶ δʼ ἐμῷ κτεάτισσα” (Il. 16, 57).
93. * ὅτι τὰ ἕλωρα οὐ βρώματα, ἀλλὰ ἑλκύσματα.
94. *τὸν δʼ αὖτε προσέειπε ἐν ἄλλῳ τὸν δʼ ἠμείβετ᾿ ἔπειτα.
98. αὐτίκα εθναίην ἡ μὲν ᾤετο διὰ τὸν λόγον ἀποτρέψειν αὐτὸν
τῆς σπουδῆς· ὁ δὲ αὐτὸ τοῦτο πρῶτον μετʼ ἐπιτάσεως τάσσει διὰ
τοῦ αὐτίκα, ὡς τῷ φίλῳ ἀκολουθήσων.
99. * στικτέον ἐπὶ τὸ ἀμῦναι.
100. τινὲς περιέσπασαν τὸ ἀρῆς, ἵνα σημαίνῃ τὸ βλάβης. οὕτως καὶ ὁ Ἀσκαλωνίτης καὶ ἡμεῖς. τὸ δὲ δῆσεν δισύλλαβον ἐκδεκτέον ποιητικὸν, καὶ τὸ ε τοῦ προκειμένου ἐστὶ συνδέσμου.
ἀρῆς ἀλκτῆρα βλάβης καὶ κακώσεως ἀποτρεπτικὸν, ὅ ἐστι κωλυτὴν
καὶ βοηθόν. οἱ δὲ Ἄρεω ἀλκτῆρα ἀποτρεπτικὸν πολέμου.
Παρμενίσκος μὲν οὖν βαρυτόνως τὸ ἔδησεν ἀποδίδωσιν οὕτως· ὁ δὲ
πόλεμος τὴν ἐμὴν ἀφελόμενος πανοπλίαν ἔδησέ μου τὴν ἔξοδον, ὥστε
ἀλκτῆρα μὴ γενέσθαι Πατρόκλου, ὅπερ ἐστὶ βοηθόν. Πτολεμαῖος
δὲ ὁ Ἀσκαλωνίτης περισσὸν τὸ ἔδησέ φησιν.
διὰ τοῦ ω Ἄρεω ἡ Ἀριστάρχου· καὶ ἔστι τὸ λεγόμενον, ἐμοῦ δὲ
ἐδέησε τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεω καθʼ ὃν ἀπώλετο. ἀπʼ εὐθείας
τῆς ὁ Ἄρεως, ὡς ὁ Πείρεως· “Πείρεω υἱόν” (Il. 20, 484). ἐν δὲ τοῖς
εἰκαιοτέροις ἀρῆς τῆς βλάβης, ἐπεὶ καὶ Ἡσίοδος. “ἀρῆς ἀλκτῆρα”
ἔφη (Scut. 29 et 128).
101. φησὶ τὸ ἐξῆς· “νῦν δʼ ἐπεὶ οὐ νέομαί γε (114), νῦν δʼ εἶμ᾿
ὄφρα φίλης κεφαλῆς.” αἱ ὑποστιγμαὶ δὲ μέχρι τοῦ (106) “ἀμείνονές
εἰσι καὶ ἄλλοι” ἀποτελοῦνται, τοῦ ἐπεί συνδέσμου τὸν λόγον
ἀρτῶντος, ἵνʼ ᾖ ἀνταπόδοσις (107) “ὡς ἔρις ἐκ τε θεῶν.” ὁ δὲ λόγος
ἠθικός· νῦν δʼ ἐπεὶ μήτε εἰς τὴν πατρίδα ὑποστρέψαι εἱμαρμένον ἐστὶ
μήτε ἐξεδίκησα τοὺς ἀναιρεθέντας, τὸ φιλονεικεῖν ἔκ τε θεῶν καὶ ἀνθρώπων
ἀπόλοιτο. ἢ τὸ ἑξῆς τοῦ λόγου, νῦν δʼ ἐπεὶ οὐ νέομαι, νῦν δʼ
εἶμʼ ὄφρα φίλης κεφαλῆς. καὶ γὰρ ἐπανείληφε τὸ χρονικὸν ἐπίρρημα
ὥσπερ εἰς ὑπόμνησιν τῆς ἀρχῆς ἣν παραλιπὼν παρεξέβη.
102. * οὐδέ τι Πατρόκλῳ γενόμην άος τοῦτο κατʼ ἰδίαν.
103. Ἕκτορι δίῳ ὅτι ἀντὶ τοῦ ὑφ᾿ Ἕκτορος δίου.
104. *ἐτώσιον ἄχθος ρούρης ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως.
φιλότιμος δὲ περὶ τὰς πράξεις.
105. οἷος οὔτις ἀλαζών, φασὶ, καὶ φορτικός. ῥητέον δὲ ὅτι ἔθος
ἦν πᾶσιν ἑαυτοὺς ἐπαινεῖν.
107. ὡς ἔρις Ἡράκλειτος τὴν τῶν ὄντων φύσιν κατʼ ἔριν συνεστάναι
νομίζων μέμφεται Ὅμηρον, σύγχυσιν κόσμου δοκῶν αὐτὸν εὔχεσθαι.
πρὸς ὃν ἄν τις εἴποι ὅτι οὐ λέγει νῦν τὴν ἐναντίωσιν ἔριν, ἀλλὰ
τὴν ἔχθραν· ὅθεν ἐπιφέρει “καὶ χόλος·” οὐ γὰρ ἡ τῶν πραγμάτων
ἐναντίωσις τοὺς φρονίμους ἐξίστησι τῶν λογισμῶν.
109. γλυκίων γλυκέως γὰρ διατίθεσθαι τοὺς ἐκπληροῦντας τὰ
κατὰ θυμὸν συμβαίνει.
110. ἠΰτε καπνός θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος διʼ
ὄρεξιν ἀντιλυπήσεως. τοῦτον δὲ τὸν ὅρον πρῶτος Ὅμηρος παρέδωκε·
καπνὸν γὰρ τὸ πῦρ φησὶν, ὡς τὸ “κάπνισσάν τε κατὰ κλισίας” (Il.
2, 399) καὶ “ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέῤ ἵκηται” (207)·
ἄτοπον γὰρ λαμπούσῃ φλογὶ καπνὸν εἰκάζειν. ζέσις δὲ οὐκ ἂν χωρὶς
πυρώσεως γένοιτο. ἡ δίνη δὲ παρέπεται τοῖς ὀργιζομένοις διὰ τὸ
σπεύδειν ἀμύνασθαι τὸν ἀντίπαλον. τὸν δὲ καπνὸν παρείληφε πρὸς
τὴν αὔξησιν.
113. δύο κατεχόντων παθῶν τὸν Ἀχιλλέα, θυμοῦ καὶ λύπης,
μεῖζον τὸ κατὰ τὴν λύπην πάθος ἐπιγενόμενον ἐκράτησε τῆς ὀργῆς.
πρῶτος δὲ Ὅμηρος τὸν θυμὸν ἀπὸ λογισμοῦ σβεννύμενον ἐδογμάτισεν.
ἐκ τούτων λέγουσι τὸν Πλάτωνα τριμερῆ τὴν ψυγὴν ἀποφήνασθαι· τὸ μὲν γάρ τι θυμικὸν αὐτῆς εἶναι, τὸ δὲ ἐπιθυμητικὸν, τὸ δὲ λογιστικόν.
117. *ὅτι οὐκ οἶδεν ἀθάνατον τὸν Ἡρακλέα.
οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος τινές φασιν ὅτι Ὅμηρος οὐκ οἶδεν
Ἡρακλέα ἀποθεωθέντα διὰ τὸ λέγειν ὅτι τέθνηκεν. ἢ οὐδὲν κωλύει
γινώσκοντα ὅτι ἀπεθεώθη, λέγειν ὡς οὐκ ἔφυγε τὴν κῆρα· καὶ γὰρ
οἱ ἀποθεοῦντες αὐτὸν ὁμολογοῦσι τεθνάναι καὶ καῆναι ἐν τῇ Οἴτῃ καὶ
μανῆναι καὶ τοὺς υἱεῖς ἀνελεῖν καὶ οὕτως ἀπαθανατισθῆναι. σημειοῦν-
ται δὲ τὰ ἔπη πρὸς τὴν ἀθέτησιν τὴν “αὐτὸς δὲ μετʼ ἀθανάτοισι
θεοῖσι τέρπετο” (Od. 11, 602), ὅτι οὐκ οἷδεν αὐτὸν ἐκθεωθέντα.
ἄλλως. μεγαλοφρόνως φαίνεται παραδείγματα ἑαυτῷ συνειλοχὼς,
οὐ τῶν καθʼ αὑτόν τινος, ἀλλὰ τῶν γενναιοτάτων. ταῦτα δὲ λέγει
ἄλλως τὴν μητέρα παραμυθούμενος, τὸ καὶ τοὺς κρείττους τεθνηκέναι.
118. φίλτατος ἔσκε Διί πιθανῶς ὡς φιλότιμος ἀνὴρ οὐ τὰς
πράξεις ἀντέθηκε τοῦ Ἡρακλέους (ἐφαίνετο γὰρ ἂν οὕτως κατὰ πολὺ
ἐνδέων), τὴν δὲ οἰκειότητα μόνον τὴν πρὸς τὸν Δία ἐσήμανεν.
121. κείσομʼ ἐπεί κε θάνω ἀνόητόν ἐστι τὸ λέγειν· δῆλον γὰρ
πᾶσιν ὅτι κείσεται ἀποθανών. ἀλλʼ ἀσαφέστερον ἐξενήνεκται, ὃ δὲ
124. * ἀδινόν οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ ἀδινά.
125. γνοῖεν ὅτι ἀντὶ τοῦ ἵνα γνῶσιν. πῶς δὲ δηρόν φησι;
δεκαπέντε γάρ εἰσιν ἡμέραι σὺν αἷς οἱ θεοὶ εἰς Αἰθιοπίαν διέτριψαν.
ῥητέον δὲ ὅτι πρός τί ἐστι τὸ πολύ· καὶ γὰρ μία ἡμέρα Ἀχιλλεῖ
πολὺ ἦν ἀφεστῶτι· φιλοπόλεμος γάρ ἐστι. λέγει οὖν ὅτι ἀθρόα
αὐτοῖς ἀποδώσω, κἂν εἰ πολὺν χρόνον τοῦ πολεμεῖν ἀπέστην, ὡς καὶ
ἡμεῖς ἐν τῷ βίῳ λέγομεν “ἡ μία μοι ἡμέρα αἰών ἐστιν.”
128. ναὶ δὴ πῶς, φασὶν, οὐκ ἀποτρέπει μᾶλλον τῆς μάχης,
ἀλλὰ καὶ ἐπιρρώννυσιν; ἢ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται
γενέσθαι. τὸν οὖν μετʼ εὐκλείας συναινεῖ θάνατον· διόπερ τῆς μοίρας
οὐ προεῖπεν αὐτῷ μὴ προέληται τὴν εἰς οἶκον ἀνακομιδήν. πῶς δὲ
χάλκεα λέγει τὰ παῤ Ἡφαίστου ὅπλα ἀπὸ τῆς χείρονος ὕλης; ἔχει
γὰρ καὶ κασσίτερον καὶ ἄργυρον καὶ χρυσόν· κοινότερον οὖν καὶ χαλκεῖς
ἔλεγον καὶ τοὺς ταῦτα ἐργαζομένους· “ἦλθε δὲ χαλκεύς” (Od. 3, 432)
Ὅμηρος τὸν χρυσοχόον λέγων. στικτέον δὲ ἤτοι ἐπὶ τὸ ἐτήτυμον,
ἵνα λείπῃ τὸ ἐστίν, ὁ δὲ λόγος, ταῦτα ἀληθῶς ἐστίν. ἢ συναπτέον·
ἔστι δὲ σχῆμα σολοικοφανὲς, ὅτι τῷ πληθυντικῷ τὰ ἑνικὰ ἐπενήνεκται,
ἐτήτυμον κακόν. ἀλλὰ τὸ μὲν ἐτήτυμον δύναιτʼ ἂν ἀντὶ
ἐπιρρήματος κεῖσθαι, τὰ δὲ ἄλλα παραπλήσια ἐκείνῳ δύναται εἶναι
“δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ
ῥέζουσι;” (Il. 4, 31).
130. * ὅτι ἔχοντ αι καὶ οὐκ ἔχεται.
136. νεῦμαι ἀντὶ τοῦ νεύσομαι.
ὅτι τὸ νεῦμαί ἐστιν ἐπὶ τοῦ ἐνεστῶτος, ἀντὶ τοῦ νέομαι· βούλεται δὲ εἰπεῖν ἐλεύσομαι. καὶ ὅτι ἐν μιᾷ νυκτὶ κατεσκεύασται τὰ ὅπλα.
138. *ἑοῖο ἐν ἄλλῳ υἷος ἑῆος.
140. ὅτι τὸν Ἑλλήσποντον στενὸν ὄντα εὐρέα ἐκάλεσεν.
142. ἀγορεύσατʼ παρὰ Ζηνοδότῳ ἀγορεῦσαι, καὶ ὑποφαίνει
τὸ Ὁμηρικὸν ἔθος.
143. αἴ κʼ ἐθέλῃσι πρὸς μὲν τὸν υἱὸν ὡς διοριζομένη φησὶν οἴσειν
148. πόδες φέρον πρὸς Ζηνόδοτον μεταγράφοντα (Il. 6, 511)
“ῥίμφʼ ἑὰ γοῦνα φέρει.” καὶ ὅτι λέγει πόδες αὐτὴν ἔφερον, οὐκ
αὐτὴ τοὺς πόδας.
151. *οὐδέ κε ἐν ἄλλῳ οὐδʼ ἄρα.
155. τρὶς μέν μιν μετόπισθε ὅτι Ζηνόδοτος γράφει οὕτως “Ἕκτωρ
τε Πριάμοιο πάϊς συῒ ἴκελος ἀλκὴν, ὅς μιν τρὶς μετόπισθε
ποδῶν λάβε καὶ μέγʼ ἀΰτει, ἑλκέμεναι μεμαὼς, κεφαλὴν δέ ἑ θυμὸς
ἀνώγει πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς,” κακῶς.
οὐ γὰρ ὑπὸ τοῦτον τὸν καιρὸν ὁ Ἕκτωρ ἑλκύσαι τὸν Πάτροκλον
ἐβούλετο, ἵνα αἰκίσηται, ἀλλʼ ἔμπροσθεν (Il. 17, 125). ὅτε δὲ
Γλαῦκος ὠνείδισε τῷ προλελοιπότι τὸ σῶμα τοῦ Σαρπηδόνος τοῖς
Ἀχαιοῖς, τότε ἑλκύσαι φιλοτιμεῖται τὸν Πάτροκλον εἰς ἀντικατάλλαξιν
τοῦ Σαρπηδόνος, οὐκ εἰς αἰκίαν. ὅταν μὲν οὖν ὕστερον ἡ Ἶρις
εἴπῃ τῷ Ἀχιλλεῖ ὅτι βούλεται ὁ Ἕκτωρ τὸν Πάτροκλον αἰκίσασθαι,
νοητέον μὴ τἀληθὲς ὑποφαίνειν, ἀλλὰ παρορμῆσαι αὐτὸν εἰς τὴν
κατὰ τῶν βαρβάρων ὀργήν.
159. *κατὰ μόθον κατὰ τὴν μάχην, ἀπὸ τοῦ ὁμοῦ θεῖν.
160. στάσκε μέγα άχων ὅτι Ζηνόδοτος γράφει μέγα ἀχέων.
πρὸς τί δὲ λυπούμενος ἑστήκει, ἀλλʼ οὐκ ἰάχων καὶ ἐπεγκελευόμενος
τοῖς Τρωσὶν ἀφαιρεῖσθαι τὸν νεκρόν;
162. δίεσθαι ὡς τίθεσθαι· ἐπὶ τρίτην ἀπὸ τέλους ἡ ὀξεῖα· ἔστι
γάρ τι δίημι ῥῆμα, παῤ οὗ καὶ τὸ δίεσαν πληθυντικὸν ὡς ἐτίθεσαν·
“αὕτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες” (584). παραιτητέον
γὰρ τοὺς οἰομένους πλεονασμὸν εἶναι τοῦ δ καὶ δασύνοντας· διδάσκει
γὰρ ἡμᾶς ὁ ποιητὴς καὶ διʼ ἄλλης κλίσεως τὸ ἀκόλουθον κίνημα· ὡς
γὰρ τίθενται, οὕτως δίενται· “ἵπποι ἀερσίποδες πολέος πεδίοιο
δίενται” (Il. 23, 475). ὥσπερ οὖν παρὰ τὸ τίθενται ἔστιν ἀπαρέμφατον
τίθεσθαι, οὕτως καὶ παρὰ τὸ δίενται τὸ δίεσθαι. ἐπίσταται
δὲ καὶ ὑποτακτικὸν αὐτοῦ. “τόν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ
σταθμοῖο δίωνται” (Il. 17, 110).
168.*ἄλλων τε θεῶν τῶν τοῖς Τρωσὶ συμμαχούντων.
171. * Ἀρίσταρχος κατὰ γενικὴν Πατρόκλου.
ἡ Ἀριστάρχου κατὰ γενικὴν Πατρόκλου ἐπάμυνον. ἐλλείπει δὲ ἡ περί, περὶ Πατρόκλου. ὅμοιον δέ ἐστι τὸ “ὁ δʼ οὐδʼ οὗ παιδὸς ἀμύνει” (Il. 16, 522)· κἀκεῖ γὰρ κατὰ γενικὴν γράφει.
174. *οἱ δὲ ἐρύσσασθαι πρὸς παροξυσμὸν τοῦ Ἀχιλλέως· οὐ
γὰρ ἄλλον τὸν σπουδάζοντα ἢ τὸν ἀνελόντα.
ὅτι Ζηνόδοτος γράφει Ἴλιον αἰπὺ θέλοντες. καὶ τοὺς ἑξῆς
ἀπὸ τοῦ “ἑλκέμεναι μέμονεν” ἕως τοῦ “πῆξαι ἀνὰ σκολόπεσσι”
ἄνω μετατέθεικεν. ὁ μὲν οὖν Ἕκτωρ οὐκέτι ταύτην ἔχει τὴν ὁρμὴν,
ὡς προείρηται· ἡ δὲ Ἶρις ὡς πρὸς τὸ διεγεῖραι τὸν Ἀχιλλέα ταῦτα
κελεύει. καὶ οὐδέποτε κατὰ τὸ οὐδέτερον λέγει Ἴλιον.
176. *ἀνώγει ἐν ἄλλῳ ἄνωγεν.
180. *ταῦτα ἀπʼ ἄλλης ἀρχῆς.
182. τίς γάρ σε ἡ ἑτέρα τῶν Ἀριστάρχου διὰ τοῦ τ, τίς τάρ
σε. μήποτε δὲ ἀμείνων ἡ προτέρα, παρόσον σύνηθες Ὁμήρῳ ἀπὸ
τοῦ γάρ ἄρχεσθαι.
μέμνηται τῶν τῆς μητρὸς ἐντολῶν· οὐ γὰρ ἐπέτρεπεν αὐτῷ ἡ μήτηρ ἐξελθεῖν. πυνθάνεται οὖν τῆς θεοῦ, ἵνα ἀξιόχρεων ἔχῃ πρὸς τὴν μητέρα τὸν προτρεψάμενον λέγειν καὶ μὴ τῇ ἰδίᾳ γνώμῃ ἐξεληλυθὼς φαίνηται.
186. *ὅτι ὡς ὄρος τὸν Ὄλυμπον ἀγάννιφον λέγει.
191. παροισέμεν Ἀρίσταρχος ἀναστρέφει τὴν πρόθεσιν πρὸς τὸ
μὴ ἀμφιβάλλεσθαι τὸν λόγον, καίτοι τῶν συναλειφομένων μὴ ἀναστρεφομένων,
ὡς καὶ Ἀπολλώνιός φησιν. ἐπείσθη δὲ ἡ παράδοσις
Ἀριστάρχῳ. ἡ διπλῆ δὲ ὅτι κατὰ διαίρεσιν ἀντὶ τοῦ διωρίζετο·
ἀναφέρεται δὲ πρὸς τὸ “στεῦτο δὲ διψάων” ἐν τῇ Ὀδυσσείᾳ (11,
583).
χαῖρις τῷ τὰς συναλειφθείσας προθέσεις μὴ ἀναστρέφεσθαι, καὶ
ἐνθάδε οὐκ ἀναστρέφει, ἵνα μὴ διάφορον σημαινόμενον νοηθῇ· διαφέρει
192. ἄλλου δʼ οὔ τευ οἶδα ζητεῖται διὰ τί τὰ Πατρόκλου οὐ
λαμβάνει, εἰ καὶ τὰ αὐτοῦ ἐκείνῳ ἥρμοσεν· τινὲς ἡνίοχον λέγοντες
εἶναι τὸν Πάτροκλον, φασὶ μὴ ἔχειν αὐτὸν ὅπλα. ῥητέον δὲ ὅτι εἶχε
καὶ ἐμάχετο· Ἀχιλλεύς φησιν “ἤ οἱ τότε χεῖρες ἄαπτοι μαίνοντο”
(Il. 16, 244). τινὲς δὲ ὅτι τὰ μείζονα τῷ ἐλάττονι ἁρμόζει μαλαγμάτων
προστιθεμένων, τὰ δὲ ἐλάττονα τῷ μείζονι οὐκέτι. ῥητέον δὲ
ὅτι δύναταί τις καὶ ἐλάττοσι πρὸς καιρὸν χρῆσθαι. Κράτης, ὅτι τὰ
Πατρόκλου Αὐτομέδων εἶχεν, ὅπως ἰσωθῇ τὸ εἶδος καὶ δόξωσιν εἶναι
ὁ μὲν Ἀχιλλεὺς, ὁ δὲ Πάτροκλος.
197. *κλυτὰ κατʼ ἔνια καλὰ τεύχεʼ ἔχονται.
198. αὕτως παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει διὰ τοῦ ο αὐτός,
ἵν᾿ ᾖ αὐτὸς χωρὶς ὅπλων· καὶ λόγον ἔχει χαρίεντα, καὶ οὐκ ἄλογός
ἐστιν ἡ γραφή.
204. αἰγίδα θυσανόεσσαν ἐπεὶ ἄνοπλος ἐξιὼν ἔμελλεν ἐκπλήξειν
τοὺς Τρῶας, εἰκότως κέχρηται τῇ ἔξωθεν φαντασίᾳ.
206. ἐκ δʼ αὐτοῦ δαῖε φλόγα πῶς δὲ, φασὶν, οὐκ ἐκαίετο; καὶ
γὰρ οἱ θεοὶ αὐτοὶ τρωτοί. ῥητέον δὲ ὅτι φαντασία ἦν.
207. ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέῤ ἵκηται οἱ περὶ Διονύσιον
τὸν Θρᾷκά φασιν Ἀρίσταρχον πρώτῃ ταύτῃ χρώμενον τῇ γραφῇ
μεταθέσθαι, καὶ γράψαι ὡς δʼ ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς
αἰθέῤ ἵκηται. ἐμφατικῶς τὸ ἐν πολέμῳ πῦρ ἐπιτεθὲν τῷ Ἀχιλλεῖ
παρέβαλε τῷ ἐν πολεμουμένῃ ἁπτομένῳ.
ἔθος ἦν τοῖς ἀρχαίοις τοὺς πολεμουμένους τῇ μὲν ἡμέρᾳ καπνὸν
ἀπὸ τῶν τειχῶν διεγείρειν, τῇ δὲ νυκτὶ φλόγα, τὴν ἀπὸ τῶν περιοίκων
βοήθειαν καὶ συμμαχίας ἐπικαλουμένους· οὐδέπω γὰρ ἦν εὑρεθεῖσα
ἡ σάλπιγξ.
208. τηλόθεν ἐκ νήσου οὐκ ἔστι ψιλὸν τὸ τῆς νήσου, ἀλλʼ ἔχει
ἐπίτασιν περὶ τὴν σπουδὴν τῶν πυρείων, ἵνα γνωριμώτερον φαίνηται.
209. *στυγερῷ Ἄρηϊ ἀντὶ τοῦ ὑπὸ στυγεροῦ Ἄρηος.
210. *ἄστεος ἐκ σφετέρου Ζηνόδοτος ἄστυ ποτὶ σφέτερον.
211. ἐπήτριμοι ὁ Ἀσκαλωνίτης ὀξύνει ὡς πολεμικοὶ, οὐκ εὖ· τὰ
213. * Ἄρεως Ἀρίσταρχος Ἄρεω.
215, 216. οὐδʼ ἐς Ἀχαιοὺς μίσγετο οὔτε φαίνεται τῇ μητρὶ
ἀπειθῶν, διὰ τὸ μὴ κεχωρηκέναι εἰς μέσην τὴν παράταξιν, οὔτε τῆς
Ἥρας ἀνηκουστῶν, διὰ τὸ μὴ πεφηνέναι ἐν τῷ πολέμῳ. ἄλλως δὲ
οἰκονομία ἐστὶ τοῦ ποιητοῦ τὸ τοιοῦτο, ἵνα μὴ δόξῃ ἄπιστα λέγειν
εἰσαγαγὼν τὸν Ἀχιλλέα χωρὶς ὅπλων εἰς τὴν μάχην.
217. ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη ἀπίθανον γὰρ ἐκεῖνο τὸ διὰ
μόνης τῆς Ἀχιλλέως φωνῆς τρέψαι τοὺς Τρῶας.
219. σάλπιγξ ὅτι αὐτὸς οἶδε σάλπιγγας, χρωμένους δὲ τοὺς
ἥρωας οὐκ εἰσάγει.
ἀπὸ τῶν ἰδίων χρόνων ὁ ποιητὴς ὠνόμακε τὴν σάλπιγγα, ἐπεὶ οὐδέπω ηὕρητο παρὰ τοῖς παλαιοῖς. κόχλῳ δὲ θαλασσίῳ ἐσάλπιζον.
220. *τὸ ἑξῆς, ὑπὸ θυμοραϊστέων δηΐων ἄστυ περιπλομένων.
222. *χάλκεον ἀντὶ τοῦ χαλκέην.
ὅτι ἀμέτρως ὁ Ζηνόδοτος ὄπα χαλκέην, οὐ συνεὶς ὅτι παραπλήσιόν ἐστι τὸ σχῆμα τῷ “κλυτὸς Ἱπποδάμεια” (Il. 2, 742) καὶ “θερμὸς ἀϋτμή” (Hymn. in Mercur. 110). χάλκεον δὲ τὴν λαμπρὰν ἅμα καὶ στερεάν.
224. *ἂψ ὄχεα τρόπεον εἰς τοὐπίσω τὰ ἄρματα ἔτρεπον.
230. ἀπίθανόν φασι καὶ ἄμετρον τὸ τῆς ὑπερβολῆς. ῥητέον δὲ ὡς οὐκ ἔστιν· ὁ γὰρ τῆς αἰγίδος φόβος, ἣν ἐπέσεισεν ἡ Ἀθηνᾶ, καὶ τὸ καιόμενον πῦρ ἔκπληξιν τοσαύτην παρέσχεν ὥστε αὐτοὺς ὑφʼ ἑαυτῶν ὑπὸ ταραχῆς ἀπολέσθαι.
ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει ἐνθάδε κοῦροι ὄλοντο δυώδεκα πάντες ἄριστοι οἷσιν ἐν βελέεσσιν. εἰσὶ δὲ οὔτε τῇ συνθέσει Ὁμηρικοὶ, οὔτε τὸ οἷσιν βελέεσσιν ὑγιῶς εἴρηται τοῖς ἑαυτῶν· ἔδει γὰρ τοῖς ἀλλήλων.
231. *ἐν ἄλλῳ ξιφέεσσι.
236. *φέρτρῳ ὅτι ἅπαξ τὸ φέρτρον· ἔστι δὲ φορεῖον.
239. *ἠέλιον δʼ ἀκάμαντα ἐν ἄλλῳ ἠέλιον μὲν ἔπειτα.
ζητεῖται διὰ τί ἄκοντά φησι τὸν ἥλιον δῦναι. Κράτης μὲν τὸν
αὐτὸν Ἀπόλλωνα εἶναι καὶ ἥλιον· ἐπιτυγχανόντων οὖν τῶν Τρώων
ἕλκεσθαι δὲ ἄκοντα τὸν ἥλιον ὑπὸ τῆς δίνης ὑπὸ τὰς δυσμάς.
243. *ἀπὸ κρατερῆς ὑσμίνης ἐν ἄλλῳ ἐπὶ θρωσμῷ πεδίοιο.
244. ἔλυσαν ὑφʼ ἅρμασιν ἀντὶ τοῦ ὑπέλυσαν τῶν ἁρμάτων. πῶς
οὖν οὐκ ἀναστρέφεται; ὅτι συνήλειπται.
245. *πάρος πρὸ τῆς ἐπιμελείας τοῦ σώματος. ὅρα οὖν τὴν
ἔπειξιν.
246. καταγελῶσι τοῦ ὀρθῶν ἑσταότων. ῥητέον δὲ ὅτι ἐπεὶ ὀρθοῦταί τις καὶ καθήμενος, οἷον “ἕζετο δʼ ὀρθωθείς” (Il. 23, 235).
247. τρόμος Ζηνόδοτος φόβος, κακῶς, ἀγνοῶν ὅτι φόβος ἐστὶ
καθʼ Ὅμηρον ἡ μετὰ δέους φυγή. διὸ ἡ διπλῆ.
248. ἤτοι συναπτέον ἕως ἀλεγεινῆς, ἵνα αἰτία τούτου τοῦ σχήματος κέηται· πάντες γὰρ εὐλαβοῦντο, ὅτι Ἀχιλλεὺς ἐφάνη πολὺν κεχωρισμένος τῆς μάχης χρόνον· ἢ ἐπὶ τὸ ἐξεφάνη στικτέον, ἵνα τὸ ἑξῆς ὡς ἐπὶ τοῦ ποιητοῦ ἐπιφωνούμενον λέγηται.
250. ὁρᾷ πρόσσω καὶ ὀπίσσω τέλειον ἐγκώμιον τοῦ φρονίμου.
τὰ δὲ ἐναντία ἐπὶ τοῦ ἄφρονος· “οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω
καὶ ὀπίσσω” (Il. 1, 343).
251. ἰῇ δʼ ἐν νυκτὶ γένοντο πῶς ἐν μιᾷ νυκτὶ γενόμενοι τοσοῦτον
ἀλλήλων διαφέρουσι, τῆς συμπαθείας τῶν οὐρανίων ὁμοίως πρὸς ἀμφοτέρους
ἐχούσης; ἔστιν οὖν διαφορὰ τοῖς γεννωμένοις οὐκ ἐν νυκτὶ
μόνον, ἀλλὰ καὶ κατὰ τὴν τῆς ὥρας ἀκρίβειαν. Ἡράκλειτος ἐντεῦθεν
ἀστρολόγον φησὶ τὸν Ὅμηρον, καὶ ἐν οἷς φησὶ “μοῖραν δʼ οὔ τινά
φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν οὐδὲ μὲν ἐσθλὸν, ἐπὴν
τὰ πρῶτα γένηται” (Il. 6, 488).
ἔγκειταί τι θαυμαστὸν τῷ λόγῳ. συνήλικες ὄντες καὶ ὁμοῦ γενόμενοι
οὐ τὰ αὐτὰ ἐπιτηδεύουσιν, ἀλλʼ ὁ μὲν συνετὸς, ὁ δὲ πολεμικός.
οὐδὲν ἄρα χρήσιμος ὁ χρόνος τοῖς ἀφυέσι πρὸς τὰ χρήσιμα.
253. ὅς σφιν τοῦτο σημειωτέον πρὸς τὸ “ὁ δὲ φῆ κώδειαν ἀνασχὼν,
πέφραδέ τε Τρώεσσι, καὶ εὐχόμενος ἔπος ηὔδα” (Il. 14, 500).
254. φράζεσθε οὐδέποτε τὸ φράσαι ἐπὶ τοῦ εἰπεῖν ὁ. ποιητὴς
τίθησιν, ἀλλʼ ἐπὶ τῆς διανοίας. ἔστιν οὖν περισκέψασθαι, τῇ διανοίᾳ
μάλα περισσῶς βουλεύσασθαι.
256. *ὁ δέ ἀντὶ τοῦ γάρ.
257. *οὗτος ἀνήρ οἷον ὁ ἀρτίως κινήσας ἡμῖν τὸν θόρυβον.
258. ῥηΐτεροι πολεμίζειν τουτέστιν εὐκαταμαχητότεροι, ὥστε τὸ
πολεμίζειν ἀντὶ τοῦ πολεμίζεσθαι.
262. *τοῦτο καθʼ ἑαυτό· μᾶλλον γὰρ ἐμφαίνει.
264. δατέονται διαιροῦνται τὸν πόλεμον, παρόσον ὁτὲ μὲν οὗτοι,
ὁτὲ δὲ οἱ ἕτεροι νικῶσιν.
265. *μαχήσεται ἐν ἄλλῳ μαχέσσεται.
ἠδὲ γυναικῶν τοῦτο σημειωτέον πρὸς τὸ “ἀμυνέμεναι ὤρεσσιν”
(Il. 5, 486) ὅτι κἀκεῖ γυναιξί λέγει, καθάπερ ἐνθάδε ῥητῶς ἐξηγούμενος
ἐκεῖνο λέγει.
266. *ὧδε γὰρ ἔσται ἐμφαίνει ὅτι οὐ διὰ δειλίαν ταῦτα συμβουλεύει.
269. σὺν τεύχεσιν οὐδὲ τοῦτο ἀργόν· ὑποβάλλει γὰρ ὅτι καὶ νῦν
διὰ τὸ ἄνοπλος εἶναι ἀπέσχετο τοῦ πολέμου.
*εὖ νύ τις κακόν τι πεισόμενος ὑπʼ αὐτοῦ δηλονότι.
271. πολλοὺς δὲ κύνες οὐ κατάρατα καὶ βλάσφημα ταῦτα,
ἀλλὰ φόβου ἕνεκα λέγεται· ἐπάγει γὰρ τὸ ἦθος ἑαυτοῦ.
272. ἀπʼ οὔατος ἄπωθεν τοῦ ὠτὸς, οἷον μὴ ἀκούσαιμι· “αἰ γὰρ
ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος” (Il. 22, 454).
273. *πιθώμεθα ἐν ἄλλῳ πιθοίμεθα.
ἡ ὑποστιγμὴ ἤτοι ἐπὶ τὸ πιθώμεθα, ἢ κατὰ τὸ τέλος τοῦ στίχου· καὶ λόγον ἔχει ἀμφότερα.
274. νύκτα μέν τὴν νύκτα κατισχύσομεν καὶ κρατήσομεν τῇ
βουλῇ. ἄλλως. ὃ λέγει, τοιοῦτόν ἐστιν· διεσπαρμένην συλλέξομεν
καὶ τοὺς ἀνὰ τοῦ πεδίου καὶ τοὺς ἀνὰ τῆς πόλεως φυλάττοντας νῦν·
ὕστερον δὲ ἅμα ἡμέρᾳ ἡμεῖς πολεμήσομεν.
πρὸς τὸ σημαινόμενον, ὅτι ἔστι βουλευσόμεθα, τῇ βουλῇ κρατήσομεν.
279. * στικτέον ἐπὶ τὸ μάχεσθαι.
281. ἠλασκάζων περὶ τὸν αὐτὸν τόπον ἀλώμενος καὶ οὐκ ἀνύων
ὁδὸν, ἄλλως δὲ μεθʼ ἑλιγμοῦ ἐλαύνων καὶ τὴν δίωξιν ποιούμενος.
ἔγκειται δὲ καὶ τὸ ἠλεόν, ὅπερ ἐστὶ ματαίως ἐλαύνων.
283. ἡ διπλῆ, ὅτι τοιοῦτόν ἐστι τὸ λεγόμενον, πρότερον αὐτὸν οἱ
κύνες κατέδονται ἢ ἐκπέρσει. καὶ οὐκ ἔστιν ἐλλιπὴς ὁ λόγος, ὥσπερ
οὐδʼ ἐπʼ ἐκείνου “τὴν δʼ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν”
(Il. 1, 29). στικτέον δὲ ἐπὶ τὸ ἐκπέρσει· μᾶλλον γὰρ οὕτως ἐμφαίνει·
ἐὰν δὲ συνάπτηται, ἀδιανόητον γίνεται.
285. Πουλυδάμα ἔδει σὺν τῷ ν Πουλυδάμαν. τοιοῦτο δὲ καὶ τὸ
Λαοδάμα, παρὰ τὸν ὀρθὸν λόγον.
286. ὁ μὲν φυλάσσειν τὴν πόλιν ἔφη· ὁ δὲ δεινοτέρῳ ὀνόματι τὸν λόγον ἐξεφαύλισε, προσθεὶς τὸ ἀλήμεναι.
287. * ὅτι Ζηνόδοτος γράφει κεκόρησθον, συγχέων τὸ δυϊκόν.
290. * ἐπειδὴ ἀπόλωλε τὰ τῆς πόλεως χρήματα, ἀφειδεῖν χρὴ καὶ τῶν σωμάτων.
291. ὅτι ἑτέρα ἡ Φρυγία παρὰ τὴν Τροίαν, καὶ ὅτι ἐλλείπει ἡ εἰς, ἵν᾿ ᾖ εἰς Φρυγίην.
292. κτήματα περνάμενʼ ἵκει Φρυγῶν καὶ Μῃόνων ἀγορὰς κομιζόντων
τοῖς Τρωσὶ καὶ ἀντὶ τούτων ἀντιφορτιζομένων, τῶν πολεμίων
ἀπαγόντων καὶ πωλούντων, ἢ αὐτῶν τῶν Τρώων, ἵνα χρήματα λαμβάνωσι
πρὸς τὸν πόλεμον καὶ παρέχωσι τοῖς συμμάχοις, οἷον ὁ Ἕκτωρ
ἔφη “τὰ φρονέων δῶρα κατατρύχων” (Il. 17, 225).
298. *ἐν τελέεσσι ὅτι ἀντὶ τοῦ μὴ λύσαντες τὰς τάξεις.
300. ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει εἴ τις εὐλαβεῖται μὴ
ἀπολέσῃ τὰ ἴδια κτήματα, μερισάτω αὐτὰ τοῖς Τρωσίν. πρὸς Πουλυδάμαντα
δὲ, ὡς ἵνα φυλάσσηται τὰ κτήματα, συνεβούλευεν ἀπὸ
τοῦ τείχους ἀμύνεσθαι.
τῶν Τρώων ὅστις ἂν ὑπερβαλλόντως ἀνιᾶται ἐπὶ τοῖς χρήμασιν
ὡς μέλλων ἀπολεῖν αὐτὰ ὑπὸ πολεμίων (τοῦτο γὰρ ἐλλεῖπον προσυπακούεται),
συναγαγὼν αὐτὰ δότω τοῖς πολίταις· βέλτιον γάρ ἐστιν
ὑπὸ τούτων ταῦτα δαπανηθῆναι. ἴσως δὲ ταῦτα κατηγορεῖ ὁ Ἕκτωρ,
ἵνα σώζηται αὐτῷ τὰ χρήματα.
ἄλλως. τοῦτο καὶ στρατηγήματός τινος ἔχεται· ὑποπτεύσας γὰρ
308. * στικτέον ἐπὶ τὸ στήσομαι.
ἤ κε φέρῃσι πρὸς τὸ παράδοξον ἀντέθηκεν· ἀπίστου γὰρ ὄντος
τοῦ ἀντιστῆναι Ἀχιλλεῖ τὸν Ἕκτορα, προσθεὶς τὸ τῆς ἀδηλίας παρεμυθήσατο
τὴν ἀπιστίαν.
309. ξυνὸς Ἐνυάλιος κοινὸς ὁ πόλεμος πολλάκις τὸν κτείνειν
βουλόμενον κατέκτα. ὅμοιον δὲ τῷ “ἐπιμὶξ δέ τε μαίνεται Ἄρης”
(Od. 11, 537).
310. ἐπὶ δὲ Τρῶες κελάδησαν πολλὰ ἦν τὰ συναναγκάζοντα πείθεσθαι
τοὺς Τρῶας, πρῶτον μὲν ἡ ἄνοια ἡ βαρβαρικὴ, δεύτερον δὲ
τὰ χρήματα ἃ προέτεινεν αὐτοῖς, τρίτον ὅτι τὴν μὲν ἀπόλαυσιν
ἐκείνοις ἐχαρίσατο, τὸν δὲ κίνδυνον αὐτὸς ἐπανεὶλεν.
314. αὐτὰρ Ἀχαιοί ὅρα τὰς μεταβάσεις ὡς ποικίλαι, ποτὲ μὲν
ἐν τοῖς ἔργοις, ὁτὲ δὲ ἐν τοῖς λόγοις ἀγωνιζομένου τοῦ ποιητοῦ· νῦν δὲ
καὶ ἐφ᾿ ἑνὶ εἴδει, τῷ θρήνῳ.
317. χεῖρας ἀμφίβολον πότερον τὰς ἑαυτοῦ ἀνδροφόνους χεῖρας
ὁ Ἀχιλλεὺς ἐπιθεὶς τῷ τοῦ ἑταίρου στήθει, ἢ τὰς τοῦ ἀνδροφόνου
Πατρόκλου ἐπιθεὶς τῷ ἰδίῳ στήθει. βέλτιον δὲ τὸ πρότερον.
*διὰ τοῦ ἅπασαι, ἀνδροφόνους.
318. ὥστε λῖς ἠϋγένειος ἐμπείρως πάνυ· αἱ γὰρ θήλειαι κάλλιστον
ἔχουσι γένειον, οἱ δὲ ἄρσενες χαίτην. νῦν δʼ ἐπὶ θηλείας·
ἄρσην γὰρ οὐ σκυμναγωγεῖ. τὸ δὲ λέαινα νεώτερον ὄνομα.
319. σκύμνους σκύμνος ὡς ὕμνος εἰς ἰδιότητα ἀνεγνώσθη· τὸ
μέντοι ἀνδρωνυμικὸν ὀξύνεσθαι ἀξιοῖ ὁ Ἀσκαλωνίτης πρὸς διαφοράν.
ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει· τὰ γὰρ εἰς νος λήγοντα
μετʼ ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ, ἔχοντα ἐν τῇ
πρὸ τέλους συλλαβῇ τὸ ν, βαρύνεσθαι θέλει, ὕμνος κύκνος λύχνος
Κύθνος. οὕτως ἄρα καὶ σκύμνος. ἡ διπλῆ δὲ, ὅτι οὕτως τοὺς κυνηγοὺς
καταχρηστικῶς λέγουσιν οἱ ποιηταί.
323. *μετεφώνει γράφεται μετεφώνεε.
324. ἅλιον ἔπος ἔκβαλον ἐκτείνει τὸ πάθος ὁ τοιοῦτος λόγος· οὐ
γὰρ ἐφʼ οἷς αὐτὸς ἠπατήθη λυπεῖσθαί φησιν, ἀλλʼ ἐφ᾿ οἷς αὐτὸς
ἠπάτησε τὸν Μενοίτιον.
325. θαρσύνων ἥρωα Μενοίτιον καὶ τοῦτο περιπαθῶς, ὡς τοῦ
Μενοιτίου οὐκ ἀντιδώσοντος τὸν παῖδα διὰ τὴν πρὸς τὸν υἱὸν φιλο-
332. οὐδὲ Θέτις μήτηρ ὅτι συνεβίω ἡ Θέτις τῷ Πηλεῖ, καὶ ὅτι
οὐκ ἀπεκόμιζον τὰ ὀστᾶ τῶν τετελευτηκότων ἐπὶ ξένης εἰς τὰς
πατρίδας. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “ὥς κʼ ὀστέα παισὶν ἕκαστος οἴκαδʼ
ἄγῃ” (Il. 7, 334).
338. *αὕτως διὰ τοῦ α αὕτως πᾶσαι εἶχον.
351. ὠτειλάς ὅτι ὑπὸ μὲν Εὐφόρβου βέβληται ὁ Πάτροκλος,
ὑπὸ δὲ Ἕκτορος οὔτασται, καὶ συλληπτικῶς εἴρηκε πάντα τὰ τραύματα
ὠτειλάς.
ἐν δʼ ὠτειλὰς πλῆσαν οὕτως ὡς φαρμακώδη δύναμιν ἔχοντος τοῦ
παλαιοῦ ἐλαίου.
352. λιτί λιτῷ καὶ ἀποικίλτῳ ὑφάσματι, ὅ ἐστι λινῷ. οἱ δὲ
ἐξ ἀντιφράσεως τὸ ποικίλον. οἱ δὲ, ὅ φασιν Ἀττικοὶ λῄδιον. δεῖ δὲ
ὀξυτόνως ἀναγινώσκειν τὸ λιτί κατὰ τὸν κανόνα τοῦ Ἡρωδιανοῦ· πᾶσα
δοτικὴ δισύλλαβος ἐπὶ ὀνομάτων ὀξύνεσθαι θέλει, φωτί παντί θητί.
οὕτως γὰρ καὶ ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ ἐν τῇ Ψ λέγει ὅτι δεῖ ὀξύνειν
κατὰ τοῦτον τὸν κανόνα. οὕτως γὰρ καὶ Ἀρίσταρχος. εἰσὶ δὲ οἳ
περισπῶσιν, οὐ καλῶς. εἶτα ἐπάγει οὕτως· παραιτητέον δὲ τὸν
Ἀσκαλωνίτην οἰόμενον ἀπὸ τῆς λίς εὐθείας κεκλίσθαι τὴν λιτί δοτικὴν
καὶ τὴν λῖτα αἰτιατικήν· οὐ γάρ ποτε ἐμελέτησε τὰ εἰς ις μονοσύλλαβα
διὰ τοῦ τ κλίνεσθαι. μεταπλασμὸς οὖν ἐστὶ τῆς λιτῷ
δοτικῆς, ὡς ἡ κλαδί τῆς κλάδῳ· καὶ ἡ αἰτιατικὴ λῖτα μεταπέπλασται
ἐκ τῆς λιτόν ὡς κρόκα ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ “κάθηράν
τε ῥύπα πάντα” (Od. 6, 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον,
τοῦ προκειμένου μεταπλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγένετο ἡ
λῖτα τῇ λιτόν, ἐπεὶ πᾶσα αἰτιατικὴ εἰς α λήγουσα ἐβαρύνετο, ὑπεσταλμένης
τῆς τινά κατὰ ἀόριστον προφοράν.
356. Ζεὺς δʼ Ἥρην ὅτι κατὰ τὸ σιωπώμενον Ἤρα καὶ ὁ Ζεὺς
γεγόνασιν ἐν τῷ Ὀλύμπῳ καὶ οὐ ξενιστέον ὅταν λέγῃ κατὰ συμπέρασμα.
362. *πρὸς τὸ κάτω τὸ κακά (367) ἡ ἀπόδοσις.
364. πῶς δὴ ἔγωγʼ τὸ ἑξῆς, πῶς δὴ ἔγωγʼ οὐκ ὄφελον Τρώεσσι· τὰ
δὲ λοιπὰ ὡς διὰ μέσου διορθωτέον. παρὰ δὲ Ζηνοδότῳ κατὰ Δώριον ἐγών.
372. τὸν δʼ εὗῤ ἱδρώοντα ἤτοι ἐπιστρεφόμενον, ὡς χωλόν· ἢ μεμίμηται
ἐπὶ τοῦ Ἡφαίστου τὴν τοῦ πυρὸς κίνησιν.
373. σπεύδοντα τρίποδας ὅτι τὸ σπεύδοντα ἐνεργοῦντα, καὶ ὅτι
τὸ πάντας παρέλκει.
375. ὑπὸ κύκλα τινὲς ὑπόκυκλα, ὡς ὑπότροχα· οὐκ εὖ· ἔστι γὰρ
τὸ ἑξῆς ὑπέθηκε. τὸ μέντοι ἐν τῇ Ὀδυσσείᾳ (4, 131) “τάλαρόν θʼ
ὑπόκυκλον” κατὰ σύνθεσιν ἀνεγνωσμένον ἑτέρου ἔχεται σημαινομένου.
376. ὄφρά οἱ αὐτόματοι ὅτι ἐγκεκλιμένως ἀναγνωστέον, ἵνα ᾖ
ὄφρα αὐτῷ. καὶ ὅτι θεῖον ἀγῶνα λέγει τὴν συναγωγὴν τῶν θεῶν. ἐν
δὲ ταῖς εἰκαιοτέραις κατὰ δῶμα νεοίατο.
*ἐν ἄλλῳ δύσονται ἀγῶνα.
377. βραχὺ διασταλτέον ἐπὶ τὸ νεοίατο· μᾶλλον γὰρ ἐμφαίνει. ἀξιοπίστως δὲ ὡς παρὼν, ἵνα δειχθῇ ἡ πρὸς τὴν Θέτιν σπουδὴ, ὅτι ἀτέλεστον τὸ ὑποκείμενον ἔργον ἐάσας ἐτελείωσεν ὅσα ἠθέλησεν. ÷ ββ΄ δασεῖαν εἶχον εἰς τὸ η. (?)
378. τόσσον μὲν ὅτι ἐπὶ τῶν παρὰ μικρὸν τετελειωμένων οὕτως
λέγει. “ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν” (Il. 23, 454)· “τοῦ δὲ
καὶ ἄλλο τόσον μὲν ἔχε χρόα” (Il. 22, 322).
381. ἐν ἄλλῳ καὶ οὗτος εὑρέθη, ἀπέστραπτο δέ. “τόφρα οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.”
382. ζητεῖται διὰ τί ἐν Ὀδυσσείᾳ (8, 266) τὴν Ἀφροδίτην παρίστησι γυναῖκα Ἡφαίστου, ἐνθάδε δὲ τὴν Χάριν. κατʼ ἀμφότερα, ὅτι τῇ τέχνῃ τὴν χάριν προσεῖναι δεῖ, ἵνα καὶ ἐπίχαρις ᾖ, καὶ ὅτι χάριν ἀποδίδωσι τῇ Θέτιδι τῶν εἰς ἑαυτὸν ὑπʼ αὐτῆς εὐεργεσιῶν γενομένων πρότερον.
383. τὸ ὤπυιε παρὰ τὴν ὦπα, ἢ διὰ τὰς ὁμιλίας τὰς πρὸς τὸν γάμον, ἢ ἀπὸ τοῦ ὀπάζειν ἣν πεποίηται ἐκ μνηστείας· ἢ παρὰ τὸ ἐφορᾶν τὰ κατὰ τὴν γυναῖκα, ὡς τὸ “εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύει” (Od. 18, 254).
385. παρὰ Ζηνοδότῳ ἡμέτερονδε, καὶ Θέτις τανύπεπλος
ἱκάνεις.
386. οὔτι ἀντὶ τοῦ οὐδαμῶς. ἐν ἤθει δὲ, ὥς φαμεν τί σὺ πρὸς
ἡμᾶς; οὐ γὰρ πυκνῶς εἴωθας παραγίνεσθαι.
392. ὧδε ὅτι τὸ ὧδε οὕτως ὡς ἔχεις, οὐδὲν ὑπερθέμενος. καὶ ἐν
Ὀδυσσείᾳ (6, 218) “ἀμφίσταθʼ οὕτως.”
σεῖο χατίζει διὰ τὸ μὴ θαμίζειν ἐστόχασται τὴν νῦν παρουσίαν
αὐτῆς ὡς κατὰ χρείαν γενομένην. Πλάτων δὲ πρὸς τοῦτο γενόμενός
φησι “Πλάτων νύ τι σεῖο χατίζει.”
394. ἦ ῥά νύ μοι χρηστὸν τὸ ἦθος· ἣν γὰρ μήπω οἶδεν ἀκούσας,
ἐνδείκνυται τὴν προθυμίαν. ὥσπερ πρὸ πολλοῦ εὐχόμενος δεηθῆναι
αὐτοῦ τὴν Θέτιν, ἀναπεφώνηκεν εἰλημμένος ὧν ἤθελεν.
399. Εὐρυνόμη θυγάτηρ ἡδέως τῇ ἐπαναλήψει τοῦ ὀνόματος καὶ
ἐπὶ τῆς ἀπουσίας ἐνδεικνύμενος τῇ Θέτιδι ὡς οὐ διὰ παρουσίαν αὐτῆς
ἀπομνημονεύει τῆς χάριτος.
400. τῇσι παῤ εἰνάετες ἔστι μὲν τὸ ἑξῆς παρὰ τῇσι, οὐκ ἀναστρεπτέον
δὲ διὰ τὴν συναλοιφήν. Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης
δαίδαλα πάντα.
401. ἕλικας ἤτοι οἱ σύνδεσμοι τῆς κεφαλῆς, ἢ κόσμος ἀπὸ τῶν
ὅρμων ἐξηρτημένος.
κάλυκας ἐμφερῆ ῥόδοις· οἱ δὲ δακτυλίους· οἱ δὲ ἐνώτια· οἱ δὲ
χρυσᾶς σύριγγας, αἳ τοὺς. πλοκάμους περιέχουσιν, ὥς φησιν “οἳ
χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο” (Il. 17, 52).
404. * οὕτως ᾔδεεν. γράφεται δὲ καὶ ᾔδειν.
407. * μετὰ τοῦ ι τὸ ζωάγρια ὁ Ἀρίσταρχος.
410. πέλωρα λέγουσι τὰ παρηλλαγμένα· ὁ δὲ Ἥφαιστος ἀμφιγυήεις.
αἴητον δὲ μέγα· καὶ ἐπέγκειται τὸ ι· “θάρσος ἄητον
ἔχουσα” (Il. 21, 395.)
πέλωρ αἴητον ὁ Ἀσκαλωνίτης προπαροξύνει, ἐκδεχόμενος πλεονασμὸν
τοῦ ι παρὰ τὸ “θάρσος ἄητον ἔχουσα,” οἷον ταχὺ καὶ κινητικόν.
καὶ γίνεται ἐτεός. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ
τάξει ὡς “ἐτὰ Τημένιδος χρύσεον γένος,” καὶ τὸ παρὰ τοῖς
Ἀττικοῖς “οὐκ ἐτός” ἀντὶ μεσότητος τῆς ἐτῶς. τὸ παρὰ μηδενὶ οὖν
ὑπαρκτὸν, τουτέστι μέγα, ἄετον καὶ ἄητον. καὶ δῆλον ὅτι ἀπολέλυται
ὁ τόνος· ὁρᾶται γὰρ σύνθετα τοιαῦτα βαρυνόμενα, ἄρρητον ἄκλητον
ἄκμητον· οὕτως ἄητον.
411. *δασύνεται τὸ ἁραιαί.
413. λάρνακα ὅτι λάρνακα τὴν κιβωτόν· νεωτερικὸν γὰρ ὄνομα
ἡ κιβωτός. καὶ ὅτι ἐπονεῖτο ἀντὶ τοῦ ἐνήργει.
416. ὅτι οὐ παρέλκει τὸ παχύ, ἀλλὰ πρὸς τὸ ἐπερείδειν χωλὸν
ὄντα τὸν Ἥφαιστον, περὶ οὗ φησὶ “πέλωρ αἴητον ἀνέστη” (410).
ὡς καὶ τὸ “στησαμένη μέγαν ἱστόν” (Od. 2, 94).
421. ὅτι ἔρρων οὐ ψιλῶς πορευόμενος, ἀλλὰ διὰ τὴν χωλότητα φθειρόμενος.
424. παρὰ Ζηνοδότῳ ἡμέτερόνδε, καὶ Θέτις τανύπεπλος
ἱκάνεις.
426. *ἄνωγεν ἐν ἄλλῳ ἀνώγει.
428. Θέτις κατὰ δάκρυ χέουσα περιπαθές ἐστι τὸ τῆς θεοῦ πρόσωπον·
τρεῖς γὰρ θεοὺς εὐεργετήσασα, τὰς ἀμοιβὰς εἰς τὸν παῖδα
εὑρίσκεται παῤ αὐτῶν λαμβάνουσα κατατιθεμένη. τὸ δὲ δακρύειν
πρὸς πάθος αὐτῇ συμβάλλεται.
433. *ἐπὶ τὸ εὐνήν βραχὺ διασταλτέον.
434. οὐκ ἐθέλουσα οὐχ ὅτι μετεβάλλετο, ἀλλὰ προειδυῖα τὰ
μέλλοντα ἔσεσθαι τῷ γάμῳ δυσχερῆ ἀπηρνεῖτο τὴν σύζευξιν.
435. στικτέον ἐπὶ τὸ νῦν, καὶ ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον τὸ διήγημα, υἱὸν ἐπεί μοι δῶκεν, ὡς κἀκεῖ “κούρην ἣν ἄρα μοι” (Il. 16, 56). ὁ δὲ λόγος, ἄλλα δέ μοι νῦν ἔστι, λείποντος τοῦ ῥήματος.
438. τὸν μὲν ἐγώ ὅτι καθʼ Ὅμηρον ἡ Θέτις ἔθρεψε τὸν Ἀχιλλέα,
οὐ Χείρων, ὡς οἱ νεώτεροι.
441. * ἔν τισιν οὐ κεῖται.
444— 456. ἀθετοῦνται στίχοι ιγ΄, ὅτι συνήγαγέ τις τὰ διὰ πολλῶν
εἰρημένα εἰς ἕνα τόπον, ὡς ἐκεῖνα (Il. 1, 366) “ᾠχόμεθ᾿ ἐς Θήβην
ἱερὴν πόλιν.” διὰ δὲ τῶν ἑξῆς ἐπιδείκνυσιν ὅτι τε ὁ Πάτροκλος
τελευτήσας ἀπώλεσε τὰ ὅπλα καὶ πάρεστιν ἕτερα ληψομένη. διὰ
μέντοι τούτων οὐδὲν ἀναγκαῖον λέγεται. καὶ ψεῦδος περιέχουσιν·
οὐ γὰρ ταῖς λιταῖς πεισθεὶς Ὀδυσσέως καὶ Αἴαντος ἐξέπεμψε τὸν
Πάτροκλον, ἀλλʼ ὕστερον ἑκουσίως ὁ Πάτροκλος κατελεήσας τὴν
φθορὰν τῶν Ἑλλήνων ἱκέτευσε δοθῆναι αὐτῷ τοῦ Ἀχιλλέως τὰ ὅπλα.
457. τοὔνεκα νῦν τὰ σά μετρίως πάνυ ὡς χάριν αἰτουμένη καὶ
οὐκ ὀφειλομένην ἀπαιτοῦσα.
458. υἱεῖ ἐμʼ ὠκυμόρῳ οὐ διαλείπει τοῦτο προβαλλομένη, ὡς
καὶ πρὸς τὸν Δία “τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων ἔπλετο”
(Il. 1, 505). τὸ δὲ ἐμὠκυμόρῳ ἔξω τοῦ ι. συνεκτέθλιπται
γὰρ τῷ ω τὸ ι.
460. ὃ γὰρ ἦν οἱ ὅτι ἀκαταλλήλως εἴρηκεν, ὃ γὰρ ἦν αὐτῷ, ἀντὶ
τοῦ ὃν γὰρ εἶχεν· καὶ ὅτι οἱ ἠθετημένοι περισσοί. ὑποστικτέον δὲ
μετὰ τὸ οἱ· τὸ γὰρ ὅ ἀντὶ ὑποτακτικοῦ κεῖται τοῦ ὅς· ὃς γὰρ ἦν
αὐτῷ, τοῦτον ἀπώλεσεν ὁ ἑταῖρος· λείπει γὰρ τὸ τοῦτον, τῆς ἀναφορᾶς
ἐπὶ τὸν θώρακα, οὐκ ἐπὶ τὸν Πάτροκλον οὔσης, ὡς ᾠήθησάν
τινες.
461. ὅτι εἰ προειρήκει ὅτι Πάτροκλος ἀνῄρηται, οὐκ ἂν ἐκ
δευτέρου ἔλεγεν· καὶ ὅτι Τρωσίν ἀντὶ τοῦ ὑπὸ Τρώων.
464, 465. διασταλτέον ἐπὶ τὸ ἱκάνοι· τὸ γὰρ ὥς κυρίως κεῖται
ἐπιφερόμενον. ὁ δὲ λόγος, εἴθε γὰρ αὐτὸν καὶ τοῦ θανάτου δυναίμην
ἀπαλλάξαι ὡς κάλλιστα όπλα ἕξει.
466. * παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει παρέξομαι.
467. θαυμάσσεται συμμέτρως τῇ ὑποσχέσει. περὶ μὲν γὰρ
τῆς εὐεργεσίας Θέτιδος τοσαῦτα ἐξέτεινεν, αὔξων αὐτῆς τὴν εὐποιίαν·
ὅτε δὲ εἰς τὴν ἀμοιβὴν ἦλθεν, ἣν αὐτὸς ἀποδίδωσι, μετρίως τὸν
λόγον ἐποιήσατο.
470. * ὅτι τὸ πᾶσαι παρέλκει· διὸ ἡ διπλῆ.
471. διὰ τοῦ σ εὔπρηστον. τινὲς δὲ διὰ τοῦ κ, καὶ ἀκούουσι πρὸς πρᾶξιν εὐάρμοστον.
472. *παρέμμεναι εἰς τὸ παρεῖναι καὶ ἕτοιμοι εἶναι καὶ σπεύδοντι
καὶ μή.
*ἄλλοτε δʼ αὖτε ἐλλείπει τὸ μὴ σπεύδοντι.
477. ῥαιστῆρα σφῦραν σιδηρᾶν, παρὰ τὸ ῥαΐζειν, ὅ ἐστιν
ἐνεργεῖν.
*παρὰ Ζηνοδότῳ κρατερόν, διὰ τοῦ ο.
πυράγρην τὸν χαλκευτικὸν καρκίνον, τὸν ὀξύλαβον, παρὰ τὸ τὰ
ἐκ πυρὸς ἀγρεύειν, ὅ ἐστι λαμβάνειν.
478. σάκος διὰ τί μάχαιραν ὁ Ἥφαιστος οὐ κατασκευάζει; ὅτι
ἡ μάχαιρα παντὶ ἁρμόζει· τὸ γὰρ σκεῦος εὔκτητον· τὸ δὲ δόρυ
ὑπεξήρηται διʼ ἑτέραν αἰτίαν.
481. *ἕν ἐστι τὸ αὐτοῦ.
483. ἐν μέν ὅτι Ζηνόδοτος ἠθέτηκεν ἀπὸ τούτου τοῦ στίχου τὰ
λοιπὰ, ἀρκεσθεὶς τῇ κεφαλαιώδει προεκθέσει. Ὅμηρος δὲ οὐκ ἂν
προετραγῴδησεν τὰ κατὰ τὰς φύσας, εἰ μὴ καὶ τὴν τῆς ποικιλίας
κατασκευὴν ἔμελλε διατίθεσθαι.
484. πλήθουσαν τὴν οἷον πεπληρωμένην καὶ ἐγκύμονα τοῦ ἡλιακοῦ
φωτός· λέγει δὲ τὴν πανσέληνον. εἴρηται δὲ σελήνη οἱονεὶ σέλας
νέον.
485. *τείρεα ὡς τείχεα.
*Ζηνόδοτος οὐρανὸν ἐστήρικται, Ἀρίσταρχος οὐρανὸν ἐστεφάνωκε.
486. Πληϊάδας ζ΄ ἀστέρες εἰσὶ κείμενοι ἐπὶ τῇ οὐρᾷ τοῦ ταύρου,
μᾶλλον δὲ ἐπὶ τοῦ διχοτομήματος αὐτοῦ· ὁ γὰρ ταῦρος σῶος οὐκ
ἀνηστέρισται, ἀλλʼ ἕως τῶν ἰσχίων. αὗται δέ εἰσιν Ἄτλαντος καὶ
Πληϊόνης θυγατέρες, ὧν τὰ ὀνόματα Μαῖα, Ταϋγέτη, Κελαινὼ,
ἐλεήσας αὐτὰς καὶ διὰ τῶν ἄρκτων κατηστέρισεν. ὠνομάσθησαν δὲ
Πληιάδες ἀπὸ Πληιόνης τῆς μητρὸς αὐτῶν. φασὶ δὲ Ἠλέκτραν, οὐ
βουλομένην τὴν Ἰλίου πόρθησιν θεάσασθαι διὰ τὸ κτίσμα εἶναι τῶν
ἀπογόνων, καταλιπεῖν τὸν τόπον οὗ κατηστέριστο· διόπερ οὔσας
πρότερον ζ΄ γενέσθαι Ϛ΄. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς.
‘Υάδας οἱ ἐπὶ τῶν κεράτων τοῦ ταύρου ζ΄ ἀστέρες κείμενοι.
καλοῦνται δὲ ῾ Υάδες ἤτοι διὰ τὴν πρὸς τὸ Υ στοιχεῖον ὁμοιότητα, ἢ
ἐπειδὴ αἴτιοι ὄμβρων καὶ ὑετῶν καθίστανται.
Ζεὺς ἐκ τοῦ μηροῦ γεννηθέντα Διόνυσον ταῖς Δωδωνίσι Νύμφαις
τρέφειν ἔδωκεν, Ἀμβροσίᾳ, Κορωνίδι, Εὐδώρῃ, Διώνῃ, Αἰσύλῃ,
Πολυξοῖ. αὗται θρέψασαι τὸν Διόνυσον περιῄεσαν σὺν αὐτῷ, τὴν
εὑρεθεῖσαν ἄμπελον ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις χαριζόμεναι.
Λυκοῦργος δὲ μέχρι τῆς θαλάσσης συνεδίωξε τὸν Διόνυσον·
ἐκείνας δὲ ὁ Ζεὺς ἐλεήσας κατηστέρισεν. ἡ ἱστορία παρὰ Φερεκύδει.
τὰς μὲν κατηστερισμένας ἐν τῷ μετώπῳ τοῦ ταύρου Ὑάδας
φασὶν εἰρῆσθαι, τὰς δὲ ἐπὶ τῆς ἡμιτόμου πλευρᾶς Πληϊάδας
καλεῖσθαι. Ἄτλαντος γὰρ τοῦ Ἰαπετοῦ καὶ Αἴθρας τῆς Ὠκεανοῦ,
καθά φησι Τίμαιος, θυγατέρες δώδεκαὶ υἱὸς Ὕας. τοῦτον ἐν
Λιβύῃ κυνηγετοῦντα ὄφις κτείνει· καὶ αἱ μὲν έ τὸν ἀδελφὸν
θρηνοῦσαι ἀπόλλυνται, τὰς δὲ λοιπὰς διʼ οἶκτον καταστερίσας Ζεὺς
Ὑάδας ἐπωνόμασεν ἐπωνυμίᾳ τοῦ ἀδελφοῦ. αἱ δὲ πλείους ζ΄ βραδέως
μὲν, πλὴν ἀποθανοῦσαι Πληϊάδες εἴρηνται. Φερεκύδης δὲ, καθὰ
προείρηται, τὰς Ὑάδας Δωδωνίδας νύμφας φησὶν εἶναι καὶ Διονύσου
τροφοὺς, ἃς παρακαταθέσθαι τὸν Διόνυσον Ἰνοῖ διὰ τὸν Ἥρας φόβον,
καθʼ ὃν καιρὸν αὐτὰς καὶ Λυκοῦργος ἐδίωξεν. τῶν δὲ Πληϊάδων
οὐσῶν ἑπτὰ πάνυ ἀμαυρὸς ὁ ἕβδομος ἀστήρ ἐστιν, ὡς μὲν Ἄρατος
Λακεδαίμονα, Μαῖαν Διὶ. ἀφʼ ἇν Ἑρμῆς, Ἠλέκτραν Διὶ, ὧν
Δάρδανος, Ἀλκυόνην Ποσειδῶνι, ὧν ῾ Υριεὺς, Στερόπην Ἄρει,
ὧν Οἰνόμαος· Κελαινὼ Ποσειδῶνι καὶ αὐτὴν συγγενέσθαι, ὧν
Λύκος· Μερόπην δὲ Σισύφῳ θνητῷ ὄντι, ὧν Γλαῦκος· διὸ καὶ
ἀμαυρὰν εἶναι. Ὑάδας δὲ εἴρηνται ἤτοι παρὰ τὸ σχῆμα τῆς τῶν
ἀστέρων θέσεως (τῷ γὰρ στοιχείῳ παραπλήσιόν ἐστιν), ἢ ἐπεὶ
ἀνατελλουσῶν αὐτῶν καὶ δυνουσῶν ὕει ὁ Ζεύς. αἱ δὲ Πλειάδες
ἤτοι ἀπὸ τῆς μητρὸς αὐτῶν Πληϊόνης, ἢ ὅτι πλείους ὁμοῦ κατὰ
μίαν συναγωγήν εἰσι (βότρυν γὰρ αὐτὰς λέγουσιν)· ἢ ὅτι πλείους
μὲν καὶ ζ΄ εἶναι δοκοῦσιν, ἐπὶ δὲ τῆς ἀληθείας ἐλάττους εἰσίν·
ἢ πλησιάδες (πλησίον γὰρ κεῖνται)· ἢ ὅτι πλείους διʼ αὐτῶν αἱ
τῶν ὡρῶν ἐπισημασίαι· ἢ ὅτι πλειῶνος, ὅ ἐστιν ἐνιαυτοῦ, σημαντικαί·
χειμῶνα γὰρ καὶ θέρος διορίζουσιν, καθὸ ἐπιφέρονται, καὶ
διὰ μόνων αὐτῶν σημειοῦνται τὰς ἑῴας ἐπιτολὰς πρὸς θέρος καὶ
τὰς ἑσπερίους πρὸς ἄροτον, ὡς Ἡσίοδος “Πληϊάδων Ἀτληγενέων
ἐπιτελλομενάων ἄρχεσθʼ ἀμήτοιο, ἀρότοιο δὲ δυσομενάων” (Ο. 381).
τὰς δὲ Ἄτλαντος ἀτυχίας κλαιούσας αὐτὰς καταστερισθῆναί φησιν
ὁ Αἰσχύλος. Πληϊάδων δὲ ἀνατολὴ ἑῴα ἡλίου ὄντος ἐν διδύμοις, δύσις
δὲ ἑῴα κατὰ τὴν διάμετρον ἡλίου ὄντος ἐν σκορπίῳ· ταύρου δὲ ὄντος
ἡλίῳ κατὰ τὸ εἰκὸς ἑκατέρωθεν ἐπίφασις γίνεται. καὶ γὰρ τὸν
προανατέλλοντα κριὸν ἐπὶ ε΄ ἡμέρας προκαταλάμπει κατʼ ἀρχὰς
ἐγγὺς ὢν αὐτοῦ, καὶ τοὺς προανατέλλοντας διδύμους ἐπʼ ἄλλας
σθένος Ὠρίωνος περιφραστικῶς τὸν Ὠρίωνα. ὁ δὲ Ὠρίων ἐστὶν
ἄστρον μέγιστον ἐν τῷ οὐρανῷ κατηστερισμένον οὕτως, Διὸς Ποσειδῶνος
καὶ Ἑρμοῦ παῖς. Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης, μιᾶς
τῶν Ἄτλαντος θυγατέρων, ᾤκει μὲν ἐν Τανάγρᾳ τῆς Βοιωτίας, φιλοξενώτατος
δὲ γενόμενος ὑπεδέξατό ποτε καὶ θεοὺς. Ζεὺς γὰρ καὶ
Ποσειδῶν καὶ Ἑρμῆς ἐπιξενωθέντες αὐτῷ, καὶ τὴν φιλοφροσύνην
ἀποδεξάμενοι, παρῄνεσαν αἰτεῖν τι ἂν βούλοιτο. ὁ δὲ ἄτεκνος ὢν
ἠτήσατο παῖδα. λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτοῖς
βοὸς βύρσαν ἀπεσπέρμηναν εἰς αὐτὴν, καὶ ἐκέλευσαν κρύψαι κατὰ
γῆν καὶ μετὰ δέκα μῆνας ἀνελέσθαι· ὧν διελθόντων ἐγένετο ὁ
Οὐρίων, οὕτως ὀνομασθεὶς διὰ τὸ οὐρῆσαι ὥσπερ τοὺς θεοὺς, ἔπειτα
δὲ κατʼ εὐφημισμὸν Ὠρίων. συγκυνηγετῶν δὲ οὗτος Ἀρτέμιδι ἐπεχείρησεν
αὐτὴν βιάσασθαι. ὀργισθεῖσα δὲ ἡ θεὸς ἀνέδωκεν ἐκ τῆς
γῆς σκορπίον, ὃς αὐτὸν πλήξας κατὰ τὸν ἀστράγαλον ἀπέκτεινε.
Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν· διὸ τοῦ σκορπίου ἀνατέλλοντος
Ὠρίων δύνει. ἡ ἱστορία παρὰ Εὐφορίωνι.
487. εἰς ἰδιότητα ἄμαξαν ἐψίλωσαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ
συναλοιφὴ οὕτως εὑρέθη “τιλλέσθην ἐπʼ ἄμαξαν” (Il. 24, 711).
καὶ “οἱ δʼ ὑπʼ ἀμάξῃσιν” (782), ὥσπερ καὶ τὸ ἅλυσις ἐκ τοῦ
ἐναντίου ἐδασύνθη εἰς ἰδιότητα. Ἀττικοὶ μέντοι οἱ νεώτεροι τὴν
ἅμαξαν δασύνουσιν, ἴσως διὰ τὸν σχηματισμὸν καὶ διὰ τὸ φιληδεῖν
τῇ δασείᾳ· ἔνθεν παρʼ αὐτοῖς καὶ ἡ συναλοιφὴ διὰ δασέος, καθημαξευμένα.
ἄρκτοι δύο δείκνυνται ἐν τῷ Βορείῳ κλίματι, αὕτη τε ἡ μεγάλη,
ἡ καλουμένη καὶ ἅμαξα διὰ τὸ εἰς ἁμάξης τύπον κατηστερίσθαι, καὶ
ἡ ἐγγὺς ἐκείνης, ἡ μικρὰ, ἡ Κυνόσουρα καλουμένη διὰ τὸ ὡς κυνὸς
ἔχειν ἀνακεκλασμένην τὴν οὐρὰν, ἧς Ὅμηρος οὐ μέμνηται ὡς ὕστερον
εὑρεθείσης ὑπὸ Θαλοῦ τοῦ Μιλησίου, ἑνὸς τῶν ζ΄ σοφῶν.
Ζεὺς Καλλιστοῦς τῆς Λυκάονος ἐρασθεὶς ἐμίσγετο αὐτῇ λανθάνων
488. ἥ τʼ αὐτοῦ ἥτις περὶ τὸν ἀρκτικὸν καὶ ἀειφανῆ καλούμενον
κύκλον ἤτοι πόλον στρέφεται, καὶ ἐπιτηρεῖ τὸν Ὠρίωνα, νεύουσα εἰς
αὐτὸν ὡς κυνηγέτην· βλέπει γὰρ ἡ μεγάλη ἄρκτος πρὸς τὸ τοῦ
Ὠρίωνος ἄστρον. πόλοι δὲ καλοῦνται τὰ ἄκρα τοῦ ἄξονος περὶ ἃ
ἀποτελεῖται καὶ στρέφεται ὁ κόσμος.
489. *οἴη ὡς πρὸς τὰ προειρημένα ἄστρα, ἐπεὶ καὶ ἄλλα ἐστὶ
μὴ δύνοντα.
ἀντὶ τοῦ μόνη οὐ δύνει εἰς τὸν Ὠκεανόν· αἱ γὰρ ἄρκτοι οὐ δύνουσιν
οὖσαι ἐν τῷ ἀεὶ φανερῷ, αἵ εἰσιν ἀμφότεραι τοῦ ἀπʼ αὐτῶν
καλουμένου πόλου ἀρκτικοῦ. μόνη οὖν δῆλον ὅτι τῶν κατηστερισμένων
ἄμοιρός ἐστι τῶν Ὠκεανοῦ ῥείθρων καὶ οὐ καταδύεται, ἐπεί τοι καὶ
ἄλλα τινά ἐστιν ἀειφανῆ, ὅσα ὁ ἀρκτικὸς ἀποτέμνεται κύκλος· ἔστι
δὲ ἥ τε Κυνόσουρα καλουμένη ἄρκτος, καὶ ὁ διʼ ἀμφοτέρων τῶν
ἄρκτων δράκων, καὶ ἡ χεὶρ τοῦ Βοώτου, μέρη τε τοῦ Κηφέως τὰ
ἀπὸ ἰξύος ἕως ποδῶν.
490. τίνες δέ εἰσιν αἱ δύο πόλεις: Ἀγαλλίας ὁ Κερκυραῖος, ὁ
Ἀριστοφάνει γνώριμος, εἶπε τὰς δύο πόλεις εἶναι Ἀθήνας καὶ Ἐλευσῖνα,
κατασκευάζων οὕτως, τὴν μὲν προτέραν, ἐπεὶ κατὰ γένεσιν τοῦ
κόσμου πρώτη πόλις αἱ Ἀθῆναι, κατὰ δὲ τὴν φύσιν τῶν στοιχείων
ὁ θεὸς τὴν πόλιν τειχοποιεῖ. ἐπιφέρει δὲ γάμους καὶ ὑμεναίους· ἐν
Ἀθήναις γὰρ ταῦτα πρῶτον ἤχθη, αὐλούς τε ἐν τοῖς γάμοις εὗρεν
Ἀθηνᾶ δίκην τε ἐν τῇ πόλει· παρὰ γὰρ Ἀθηναίοις πρῶτον ἐγένετο
δικαστήριον ἐπὶ Ἁλιρροθίῳ τῷ Ποσειδῶνος. οἱ δὲ δικασταὶ Ἀθήνησι
μισθὸν λαμβάνουσι, καὶ διὰ τοῦτο λέγει κεῖσθαι ἐν μέσῳ χρυσοῦ
δύο τάλαντα. τὴν δὲ ἑτέραν πόλιν οὖσαν τὴν Ἐλευσῖνα· πόλεμον
δὲ ἔσχον Ἀθηναῖοι πρὸς Ἐλευσῖνα, ὃν αὐτοῖς ἐπολέμησεν Εὔμολπος
ὁ Ποσειδῶνος. βοηθοί τε αὐτοῖς εἰσὶν Ἄρης τε καὶ Ἀθηνᾶ, ὁ μὲν
χάριν ἀποδιδοὺς ὅτι ἀπελύθη κριθεὶς ἐν Ἀρείῳ πάγῳ, ἡ δὲ ὅτι τῆς
πόλεως ὡς οἰκείας ἐκήδετο. καὶ τὰ ἐπαγόμενα δὲ ἴδια Ἐλευσῖνος
“εὐρεῖα τρίπολος” (542), ἐπείπερ Ἐλευσῖνι πρῶτον καρποὺς Δημήτηρ
πάγον ἑρμηνεύει τὸν ἱερὸν κύκλον· οἱ δὲ δικασταὶ Ἀθηναῖοι.
διὰ ποίαν αἰτίαν μόνος ὁ Ὠκεανὸς ποταμὸς οὐ πάρεστι τῇ ἐκκλησίᾳ τῶν θεῶν; ῥητέον δὲ ὅτι ἐπεὶ συνεκτικὸν ἔχει τοῦ κόσμου τὸ ῥεῦμα· φησὶ γὰρ “ Ὠκεανὸς, πᾶσα περίρρυτος ἐνδέδεται χθών.”
492. *ἐκ θαλάμων Ζηνόδοτος ἐ ς θαλάμους· καὶ ἔστιν οὐκ
ἀπίθανος ἡ γραφή.
*ὅτι ἡ ὑπό ἀντὶ τῆς μετά, μετὰ δᾴδων· Ἀρχίλοχος “ᾄδων ὑπʼ αὐλητῆρος.” καὶ πρὸς τὸ ἀρχαῖον ἔθος, ὅτι οἱ νυμφίοι τὰς νύμφας μετὰ δᾴδων παρελαμβάνοντο.
493. πολὺς δʼ ὑμέναιος ὀρώρει ἐξῆπτο, διεγήγερτο πλείστη
γαμήλιος ᾠδή. τὸν δὲ ὑμέναιον ἐτυμολογοῦσιν οἱ μὲν ἀπὸ τοῦ ναίειν
ὁμοῦ τὸν νυμφίον καὶ τὴν νύμφην, ἄλλοι δὲ φυσικῶς, ἐπεὶ ὑμήν ἐστιν
ὁ ῥηγνύμενος ἐν τῇ τῶν παρθένων διακορήσει. οἱ δὲ, ὅτι Ὑμέναιός
τις Ἀργεῖος παραπλέων τὰς Ἀθήνας κατέλαβεν Ἀττικὰς παρθένους
ἁρπαζομένας ὑπὸ Πελασγῶν τινῶν, αἷς ἐπιφανεὶς αἴτιος ἐγένετο τοῦ
μὴ βιασθῆναι, ἀποδιώξας τοὺς Πελασγούς. διὰ τοῦτο οὖν αἱ νομίμως
γαμούμεναι, ὥσπερ ἐπικαλούμεναι αὐτὸν, ὕμνον τινὰ ἔλεγον εἰς
αὐτὸν, ὃν ἐκάλουν ὑμέναιον.
495. * ὅτι ἐνθάδε μόνον καὶ ἐν τῇ Κ. (13) μέμνηται αὐλῶν.
496. * ὅτι θαύμαζον ἐθεῶντο, οὐκ ἐξεπλήττοντο.
497. ἐνείκεον ἐφιλονείκουν, ἠμφισβήτουν· δικαστήριον γὰρ εἰσάγει
δύο τινῶν ἀνδρῶν, ὧν ὁ μὲν ἐγκαλούμενος ἐδόκει λύτρα ἀποδεδωκέναι
ὑπὲρ τοῦ πεφονευμένου ἐπιτίμια, ὁ δὲ ἐγκαλῶν ἔλεγε μηδὲν
εἰληφέναι· δύο δὲ τάλαντα χρυσίου κατέθεντο, ὥστε τὸν ἀποδείξαντα
τὸ ἀληθὲς λαβεῖν ἀμφότερα. ποινῆς οὖν λέγει τῆς καλουμένης
παρὰ τοῖς Ἀττικοῖς τῶν ὑποφονίων, ἃ ἐδίδοσαν τοῖς οἰκείοις τῶν
499. *ἀποφθιμένου παρὰ Ζηνοδότῳ ἀποκταμένου, καὶ ἐν ταῖς
πλείσταις· καὶ ἔστιν οὐκ ἀπίθανος ἡ γραφή.
*βραχὺ διασταλτέον ἐπὶ τὸ ἀποδοῦναι· ἐν γὰρ τῷ δήμῳ ἔλεγε
πάντα ἀποδεδωκέναι, οὐ τῷ δήμῳ παραδεδωκέναι.
501. *ἐπὶ ἴστορι τὸ τέλος τῆς δίκης οἱ δικασταὶ ἐτίθεντο, ὥστε
τὸν παρέχοντα μαρτυρίαν νικᾶν.
ἐπὶ ἴστορι μάρτυρι ἢ κριτῇ. ἀπὸ τοῦ εἴδω εἴσω ἴστωρ, ἐλλείψαντος
τοῦ ε, ἐπεὶ τῷ ι τὸ Ϛ ἐπεφέρετο, ὡς ἐν τῷ ἱστῶ ἱστίον ἵστημι.
ὅθεν καὶ δασύνεται, ἐπεὶ τὸ πρὸ τοῦ Ϛ μόνου δασύνεται. πρόσκειται
τὸ μόνου, ἐπεὶ τὸ Ἴστρος ψιλοῦται.
*ἑλέσθαι παρὰ Ζηνοδότῳ ἀρέσθαι.
502. *παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει ἀμφοτέρωθεν· ἡ Μασσαλιωτικὴ ἀμφοτέρωθεν ἐπίπνυον ἀμφὶς ἀρωγοί.
503. *ὅτι οἱ περιεστῶτες ἑκατέρωθεν προσεφθέγγοντο καὶ ὅτι τοῦτʼ ἔστι τῷ δήμῳ πιφαύσκων, φανερὸν ποιῶν τῷ ὄχλῳ.
505. σκῆπτρα ὅτι καὶ οἱ δημηγοροῦντες καὶ οἱ δικάζοντες σκῆπτρα
ἐλάμβανον· καὶ ἐν Ὀδυσσείᾳ (2, 37) “στῆ δὲ μέσῃ ἀγορῇ.
σκῆπτρον δέ οἱ ἔμβαλε χειρί.”
*ἠεροφώνων ὧν ἡ φωνὴ μέχρι τοῦ ἐμφανοῦς ἱκνεῖται. καὶ ἐν ἄλλῳ
“φωνὴ δέ οἱ αἰθέρʼ ἵκανε” (Il. 15, 686).
506. ἤϊσσον ἤτοι ἐξώρμων σὺν τοῖς σκήπτροις ἄλλος ἐν ἄλλῳ
τόπῳ· ἢ ἀνιστάμενοι ἔφερον τὴν ψῆφον.
*κατέσειον ἐπὶ τὸ σιωπῆσαι.
ἀμοιβηδὶς δὲ δίκαζον ἤτοι ἐκ διαδοχῆς οἱ δικασταὶ ἐκαθέζοντο,
παρὰ μέρος τὸ ἓν πρᾶγμα δικάζοντες, καὶ ἕκαστος τὸ καθʼ ἑαυτὸν
ἐν μέρει ἀπεφαίνετο. τὸ δὲ ἀμοιβηδίς κατʼ ὀξεῖαν τάσιν· εἴρηται
δὲ περὶ τῶν εἰς δις ληγόντων ἐπιρρημάτων.
αἱ Ἀριστάρχου ἀμοιβηδόν ὡς κλαγγηδόν. κατὰ τάξιν τῆς
ἡλικίας.
507. δύω χρυσοῖο τάλαντα ἤτοι τοσοῦτον δικαστικὸν ὑπισχνοῦντο.
ἀλλ’ ἐπεὶ ἀπίθανόν ἐστιν, ἄμεινον κατʼ αὐτῶν κρινομένων τῷ φανέντι
ψευδομένῳ ἐπικλάσαι δύο τάλαντα ἐπιδοῦναι τῷ τὰ ἰθύντατα
εἰπόντι.
509. δύω στρατοί ἓν στράτευμα νοητέον εἰς δύο διῃρημένον·
πολιορκία γὰρ ἦν καὶ οὐ πεδιὰς ἡ μάχη. ἢ δύο στρατοὺς τὸν ἐν τῇ
πόλει καὶ τὸν ἐπελθόντα φησίν.
510. δίχα δέ σφισιν ἥνδανε βουλή σημειοῦνταί τινες ὅτι οἱ
ἐπιστρατεύσαντες πόλει τινὶ καὶ μετὰ σπονδῶν ἀπαλλασσόμενοι
ἐλάμβανον παρὰ τῶν πολεμουμένων τὸ ἥμισυ τῶν ἐν τῇ πόλει
κτημάτων.
512. κτῆσιν ὅσην πρὸς τὸ ἀρχαῖον ἔθος, ὅτι οἱ πολιορκούμενοι
ἐξίστασαν τοὺς πολεμίους ἐπιμεριζόμενοι τὰ κτήματα.
513. *οἱ δ οἱ ἔνδον.
514. Παρμενίσκος τοῖς ἑξῆς συνάπτει τὸ ἐφεσταότες, ἐπεὶ
σολοικοφανὲς, φησὶ, τέκνα ἐφεσταότες καὶ ἄλοχοι. εἰ δὲ ἐν τοῖς
τέκνοις εἰσὶ καὶ ἄρρενες, τί κωλύει πρὸς τὸ σημαινόμενον αὐτὸν
ἀπηντηκέναι, ὡς καὶ ἐπʼ ἄλλων μυρίων: “νεφέλη δέ μιν ἀμφιβέβηκε,
τὸ μὲν οὔ ποτʼ ἐρωεῖ” (Od. 12, 75.) “νωμῆσαι βῶν, τό μοί
ἐστιν” (Il. 7, 238.) οὕτως καὶ ἐνθάδε ἑσταότες παῖδες.
515. τὸ ἐφεσταότες πρὸς τὸ ἀνέρες. ἢ δύναται παραπλήσιόν τι
τῷ Ἀλκμανικῷ πεπονθέναι σχήματι “ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων
τε ῥέουσι Κώκυτός θʼ” (Od.10, 513). “εἰ δέ κʼ Ἄρης
ἄρχωσι μάχης” (Il. 20, 138). διαφέρει δὲ τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο
μὲν τοῖς κατʼ ἀριθμὸν σχήμασιν ὑποπίπτει, τοῦτο δὲ τοῖς παρὰ
γένος, ὑπερβατῷ δὲ ἀμφότερα λύεται.
*κατὰ κοινοῦ τὸ ῥύατο.
519. ὑπολίζονες προπαροξυτονητέον· πρόδηλον κἀκ τοῦ παρακειμένου
οὐδετέρου “οὐδὲν ὄλιζον ἕξομεν,” εἴγε ὁμοτονεῖ τοῖς οὐδετέροις
ἀεὶ τὰ ἀρσενικὰ κατὰ τὸ τέλος κατὰ τὴν ἡμετέραν διάλεκτον,
ἑνὸς ἀντικειμένου τοῦ ἕν διὰ τὸ μὴ δύνασθαι περισπωμένην ἐπὶ βραχείας
εἶναι. τὰ δὲ παραδείγματα ἄφθονα ἐπὶ πάσης καταλήξεως
ἐχούσης παρασχηματισμόν οὐδετέρου, μέλας μέλαν, τάλας τάλαν,
τὸ ἀρσενικὸν βαρύνεται· ἐσχημάτισται δὲ συγκριτικῶς κατὰ πάθος.
παρὰ γὰρ τὸ ὀλιγώτερος κατὰ δεύτερον τύπον τὸ ὀλιγίων μὴ εἰρημένον
συγκριτικῶς, ὑπερθετικῶς δὲ ἐν τῷ ὀλίγιστος, ἐξέπιπτε τρίτος
τύπος ὁ διὰ δύο σσ, ὀλίσσων· τὰ δὲ δύο σσ μετέπεσεν εἰς τὸ ζ, καὶ
ἀπετελέσθη τὸ ὄλιζον. οὕτως οὖν ἐσχηματίσαμεν καὶ τὸ μεῖζον, λέγω
δὲ κατὰ τὴν αὐτὴν τροπὴν τῶν στοιχείων.
*ὅτι ἅπαξ κέχρηται τῇ λέξει, καὶ σημαίνει ὀλίγοι.
521. ἐκτατέον τὴν πρώτην συλλαβὴν τοῦ ἀρδμός, ἐπεὶ καὶ τὸ
ἄρδω ἔχει ἐκτεινόμενον τὸ “τὸν νοῦνʼ ἵν’ ἄρδω, καὶ λέγω τι δεξιόν”
(Aristoph. Eq. 96). οὐχ ὅσα μέντοι ἐν ῥήμασιν ἔκτασιν ἔχει, καὶ
ἐν ὀνόμασιν· παρὰ γὰρ τὸ ἄσσω καὶ κατάσσω καὶ μέλλοντα τὸν ἄξω
καὶ προστακτικὸν τὸ “ἆξον δὴ ἔγχος Διομήδεος (Il. 6, 306) ἡ
ἀξίνη συστέλλει τὸ α, παρά τε τὸ ἀρῶ καὶ ἀρῶμαι ἐκτείνομεν ὄνομα
Ἄρην· “πισσοκωνίας Ἄρης” Κρατῖνος.
526. τερπόμενοι σύριγξι ἤτοι ἐπεὶ ἀνύποπτον ἦν τὸ ἐν τῷ πολέμῳ
λοχᾶν, ἢ καὶ διὰ τὴν τέρψιν τῶν συρίγγων.
*Ἀριστοφάνης δυικῶς τερπομένω.
528. * πώεα καλά παρὰ Ζηνοδότῳ πῶϋ μέγʼ οἰῶν.
530. *οἱ δʼ οἱ ἐν τῇ πόλει οὓς προέπεμψαν.
531. εἰράων προπάροιθε ὅτι εἴρας λέγει τὰς ἀγορὰς, σχηματίζων
ἀπὸ τοῦ εἴρειν, ἐστι λέγειν.
537. *τεθνειῶτα Ἀρίσταρχος τεθνηῶτα.
538. *εἷμα δʼ ἔχʼ ἐν τῇ Μασσαλιωτικῇ εἷμά τʼ ἔχε.
δαφοινεόν ὀξύνεται· ἐπὶ γὰρ τῶν εἰν ος ὀνομάτων ὁ πλεονασμὸς
τοῦ ε φυλάσσει τὴν ἐπὶ τέλους ὀξεῖαν, κενός κενεός, ἀδελφός
ἀδελφεός.
540. νεκρούς τʼ ἀλλήλων ὅτι ἐπὶ τῶν τοιούτων τόπων οἱ γλωσσογράφοι
νεκροὺς τοὺς νέους ὑπέλαβον λέγεσθαι.
*κατατεθνειῶτας Ἀρίσταρχος διὰ τοῦ η.
541. νειόν τὴν λεγομένην νεατὸν, ὅ ἐστιν ἠροτριασμένην, ἁπαλὴν
καὶ διακεχυμένην· ὡς γὰρ νέα φαίνεται ἡ τοιαύτη.
547. τέλσον βαρυτόνως ὡς μέτρον. ἐγένετο δὲ παρὰ τὸ τέλος
ἐν ὑπερθέσει τοῦ σ καὶ προσόδῳ τοῦ ν.
548. ελαίνετʼ κατὰ γὰρ τὴν διαβολὴν τῶν βώλων μελανοῦται ἡ
γῆ· σκιὰν οὖν εἰκὸς ἐγκεῖσθαι τῷ χρυσῷ.
549. *οὕτως Ἀρίσταρχος, τέτυκτο, Ἰακῶς.
550. ὅτι τὸν ἀποτετμημένον τόπον τέμενο ς λέγει.
*γρ. τέμενος βαθυλήϊον.
ριθοι νῦν ἐργάται, γεωργοὶ, παρὰ τὴν ἔραν τὴν γῆν· ἢ παρὰ τὸ
ἐρίζειν ἐν τῷ ἔργῳ. ἔριθοι δὲ κυρίως οἱ ἐριουργοὶ, καταχρηστικῶς δὲ
καὶ οἱ μισθοῦ ἐργαζόμενοι.
553. *ἀμαλλοδετῆρες παρὰ τὸ ἐνειλεῖσθαι ἐν αὐτοῖς τοὺς πυρούς.
557. * ἔξω τοῦ τὸ ἑστήκει αἱ Ἀριστάρχου.
γηθόσυνος ῆρ ἐφαίνετο γὰρ τῷ προσώπῳ ἡδόμενος καὶ τοιαύτην
ἔχων κατάστασιν.
560. ὅτι δεῖπνον τὸ ὑφʼ ἡμῶν ἄριστον, καὶ ὅτι ἔριθος πᾶς ὁ
μισθοῦ ἐργαζόμενος.
563. *ἀργυρέῃσιν Ζηνόδοτος ἀργυρέοισιν.
565. *ἐπʼ αὐτήν ἐς αὐτήν παρὰ Ζηνοδότῳ, καὶ ἔχει λόγον ἡ
γραφή.
566. *φορῆες οἱ φέροντες τοὺς βότρυας.
567. ταλά τρυφερὰ, νήπια, πρᾶα. κατʼ ἐπικράτησιν δὲ τοῦ
ἄρρενος εἴρηκε, φρονέοντες εἰπὼν καὶ οὐ φρονέουσαι.
568.* Ἀρίσταρχος ταλάροισ ι καὶ πλεκτοῖσι.
570. λίνον δʼ ὑπὸ καλὸν ειδε ἤτοι τὸ λίνον ᾖδεν ὃ ἐξῆπτο ἀντὶ
τῆς νευρᾶς τῆς κιθάρας, ἐπεὶ οἱ πρῶτοι τοῖς θεοῖς μετὰ ᾠδῆς ὑποκιθαρίζοντες
οὐκ ἐξ ἐντέρων κατεσκευάζοντο τὰς κιθάρας, οὐχ ὅσιον
οὐδὲ θεοῖς ἀρεστὸν εἶναι ὑπολαμβάνοντες διὰ τὸ ἐκ νευρῶν πεποιῆσθαι,
παρὰ Ζηνοδότῳ λίνος δʼ ὑπὸ καλὸν ἄειδε. ὁ δὲ Ἀρίσταρχος
βούλεται μὴ τὴν χορδὴν λέγεσθαι, ἀλλὰ γένος τι ὕμνου τὸν λίνον,
ὥσπερ εἰ ἔλεγε παιᾶνα ᾖδεν ἤ τι τοιοῦτον· διὸ ἡ διπλῆ.
τὸ λίνον κατὰ βαρεῖαν τάσιν προενεκτέον, ὅ τι ἂν σημαίνῃ, εἴτε τὴν λινῆν ἐσθῆτα, εἴτε καὶ ἐπὶ τῆς χορδῆς τάσσοιτο, εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα, εἴτε σημαίνοι εἶδος ὕμνου, ὥσπερ καὶ ἐνθάδε, ὡς παιὰν καὶ διθύραμβος.
576. παρὰ Ζηνοδότῳ διὰ ῥαδαλόν· ὁ δὲ Ἀριστοφάνης παρὰ ῥαδαλόν. ῥαδαλόν δὲ ἀκουστέον τὸν εὐκράδαντον διʼ ὕψος. φησὶ δὲ Διονύσιος γράφεσθαι καὶ δονακῆεν κατὰ τὸ οὐδέτερον, ὡς καὶ τὸν πευκῶνα πευκᾶεν.
*ἐν ἄλλῳ ῥαδαλόν.
579. σμερδαλέω δὲ λέοντε ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου δύο
πρώτῃσι βόεσσι. παρὰ δὲ Ζηνοδότῳ κυανέω δὲ λέοντε.
580. ταῦρον ἐρύγμηλον ὡς βέβηλον. τὰ γὰρ διὰ τοῦ ηλος ὑπὲρ δύο
συλλαβὰς προσηγορικὰ ἢ κύρια προπαροξύνεσθαι θέλει, κάμηλος καὶ
φάσηλος, Στύμφηλος· τὰ μέντοι ἐπιθετικὰ ὀξύνεσθαι μὲν θέλει, ὅτε
παρασχηματισμὸν ἔχει θηλυκοῦ, σιγηλός ὑψηλός ἀπατηλός, μὴ οὕτως
δὲ ἔχοντα βαρύνεσθαι, βέβηλος κίβδηλος κάπηλος. εἰ δὴ καὶ
τὸ ἐρύγμηλος οὐκ ἔχει θηλυκὸν, δῆλον ὅτι ὑγιῶς βαρυτονηθήσεται
καὶ οὐ δεόντως αὐτὸ Τυραννίων ὀξύνει. ἐγένετο δὲ παρὰ τὸ ἐρύγω,
ἔνθεν παρατατικὸς “ἤρυγεν ἑλκόμενος Ἑλικώνιον” (Il. 20, 404),
ἐρύγηλος, καὶ ἐν πλεονασμῷ τοῦ μ ἐρύγμηλος.
581. τὸν δέ παρὰ Ζηνοδότῳ τοὺς δὲ κύνες μετεκίαθον, τοὺς
λέοντας. τὸ δὲ ἕλκετο χωρὶς τοῦ ι.
583. ὅτι χρόνος ἤλλακται· τὸ γὰρ λαφύσσετον λαφύσσουσιν, παρείληπται ὅμοιον τῷ “λαοῦ ἀποτμήξαντε διώκετον” (Il. 10, 364).
584. ὅτι Ζηνόδοτος γράφει οὕτως, οὐ νοήσας ὅτι τὸ αὔτως ἐστὶ
κενῶς καὶ πρὸς οὐδὲν, διὰ τὸ εἴδωλα εἶναι. τὸ δὲ ἐνδίεσαν παρὰ
589. *ὅτι σταθμοὺς τὰς κατʼ ἀγρὸν βοοστάσεις.
σταθμούς τὶς κατʼ ἀγροὺς στάσεις τῶν θρεμμάτων· “σταθμῶν
ῥυτῆρα γενέσθαι” (Od. 17, 187) καὶ “παρὰ σταθμὸν μεγάροιο”
(Od. 17, 96). κλισίας δὲ τὰς τῶν ποιμένων οἰκίας, καὶ σηκοὺς
ἔνθα κοιμῶνται τά θρέμματα.
590. * χορόν τὸν τόπον χορὸν εἴρηκεν, οὐ τὸ σύστημα τῶν χορευόντων.
ἐγκατεσκεύασε δὲ ἐπιμελῶς ὁ Ἥφαιστος καὶ χορὸν ὁμοίαν τάξιν
ἔχοντα χορευόντων τῷ ὑπὸ Δαιδάλου τοῦ μηχανικοῦ κατασκευασθέντι
Ἀριάδνῃ ἐν Κνωσσῷ πόλει τῆς Κρήτης. ἱστόρηται γὰρ ὅτι Θησέαπαραγενόμενον
ἐξ Ἀφιδνῶν εἰς τὰς Ἀθήνας νεωστὶ, καταλαβόντα δὲ
τὸν δασμὸν ἀποπεμπόμενον Μίνωϊ εἰς Κρήτην, τοὺς δὶς ζ΄ ᾐθέους καὶ
παρθένους (ἐτέλουν δὲ τὸν δασμὸν οἱ Ἀθηναῖοι τοῦτον ἐπὶ τῷ δεδολοφονηκέναι
Ἀνδρόγεων τὸν παῖδα Μίνωος ἀγωνιζόμενον καὶ νικῶντα
παῤ αὐτοῖς τὰ Παναθήναια), ἑκόντα οὖν φασὶν αὑτὸν συγκαταλέξαι
τοῖς ἀπιοῦσι, καὶ παραγενόμενον εἰς Κρήτην ἡδέως ὀφθῆναί φασιν
ὑπὸ Ἀριάδνης τῆς τοῦ Μίνωος θυγατρὸς, καὶ διὰ τοῦτο τέχνῃ Δαιδάλου
σωθῆναι τρόπῳ τοιῷδε. μίτων ἀγαθῖδα ἔδωκε Δαίδαλος τῇ
Ἀριάδνῃ, εἰπὼν δοῦναι τῷ Θησεῖ, ὅπως τὴν ἀρχὴν ἐξάψας τῆς εἰσόδου
τῆς ἀγαθῖδος, οὕτως ἀνελὼν αὐτὴν εἰσέλθοι εἰς τὸν λαβύρινθον, καὶ
περιγενόμενος τοῦ θηρίου πάλιν ἔχοι ῥᾳδίαν καὶ εὐεύρετον αὑτῷ τὴν
ἔξοδον τοῦ λαβυρίνθου ποικίλως ἐπιπεπλεγμένας ἔχοντος τὰς εἰσόδους.
ἐξελθὼν δὲ μετὰ τὸ νικῆσαι ὁ Θησεὺς μετὰ τῶν ᾐθέων καὶ
παρθένων, χορὸν τοιοῦτον ἔπλεκεν ἐν κύκλῳ τοῖς θεοῖς, ὁποία καὶ ἡ
τοῦ λαβυρίνθου εἴσοδός τε καὶ ἔξοδος αὐτῷ ἐγεγόνει. τῆς δὴ χορείας
τὴν ἐμπειρίαν ὁ Δαίδαλος αὐτοῖς ὑποδείξας ἐποίησεν.
591. διασταλτέον μετὰ τὸ ἴκελον, τὸ δὲ ἑξῆς δασέως ἀναγνωστέον,
ὥσπερ ἡ τριβὴ ἔχει. τούτῳ γὰρ παραπλήσιόν φησι τὸν Ἥφαιστον
πεποιηκέναι, οἷον Δαίδαλος ἐν Κνωσῷ Ἀριάδνῃ κατεσκεύασεν.
ποτʼ ἐνὶ Κνωσῷ,” καὶ ψιλῶς ἀναγινώσκουσιν, ἵνʼ ᾖ ὁ λόγος, τούτῳ
παραπλήσιον μόνον ἐν Κνωσῷ ποτὲ Δαίδαλος ἐποίησεν Ἀριάδνῃ. καὶ
οἰήσεταί τις τοῦτο μᾶλλον ἐμφαίνειν τὴν καλλιεργίαν τοῦ θεοῦ, εἴγε
μόνον παῤ ἀνθρώποις ἓν παραπλήσιον ἐγένετο, καὶ τοῦθʼ ὑπὸ Δαιδάλου
τοῦ διαβοήτου. γελοίως δὲ ἔχει ἡ ἐπίνοια. οὔτε γὰρ ἀπρεπὲς
τὸν θεὸν ἀνθρώπου μιμητὴν γενέσθαι, μᾶλλον δὲ καὶ πρεπωδέστερα
τὰ ἔργα ἀπὸ τῶν ἀρχαιοτέρων γίνεσθαι, καὶ μάλιστα ὅταν ᾖ ἐπιτετευγμένα.
ἄλλως τε οὐδὲ ὁ ποιητὴς τοῦτο λέγει, ἀλλʼ ἀπλῶς
ταῦτα ὅμοια εἶναι, οὐ τὸ ἕτερον τοῦ ἑτέρου μίμημα. εἰ δὲ καὶ τὴν
σύγκρισιν ταύτην ἀσεβῆ δόξουσιν εἶναι, ῥητέον τὸ πολλοῖς ἤδη εἰρημένον,
ὅτι ἀπὸ τῶν ἐν ὄψει καὶ γινωσκομένων τὰ ἀφανῆ καὶ ἄγνωστα
παριστᾶσιν οἱ τοῖς παραδείγμασι χρώμενοι. Ἡφαίστου μὲν γὰρ
ἔργον οὐδεὶς εἶδε πώποτε, Δαιδάλου δὲ πολλοὺς πολλὰ εἰκὸς ἑωρακέναι.
καὶ τάχα ὅμοιόν τι εἶχεν ἡ κατασκευὴ, ὅτι ἐξ ᾐθέων καὶ παρθένων,
ἢ ὅτι ὀθόνας εἶχον καὶ στεφάνας.
592. *Ἀριάδνῃ παρὰ Ζηνοδότῳ Ἀριήδνῃ.
593. λφεσίβοιαι ἔντιμοι καὶ διὰ τὴν εὐμορφίαν βόας εὑρίσκουσαι
ἕδνα· θρέμματα γὰρ τὸ παλαιὸν ἐδίδοτο πρὸ γάμων δῶρα. ὠνόμασται
δὲ ἀπὸ μέρους, ἐπειδὴ ἔντιμοι τὸ παλαιὸν οἱ βόες. ἄλφειν
γὰρ τὸ εὑρίσκειν, καὶ ἀλφὴ ἡ τιμὴ, καὶ ἄλφα τὸ στοιχεῖον, ὅτι
εὑρέθη πρὸ τῶν ἄλλων.
594. *ἔχοντες κατʼ ἐπικράτειαν τοῦ ἀρσενικοῦ.
595. *λεπτάς ἐν ἄλλῳ καλὰς ὀθόνας.
ὀθόνας ἐνδυτηρίους πέπλους, παρὰ τὸ ἔσθος, ἐσθόνη τις οὖσα. ἡ διπλῆ δὲ, ὅτι συνήθως πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.
596. *ὅτι ἐλλείπει τὸ ὡς.
597, 598. καί ῥʼ αἱ μέν ἀθετοῦνται οἱ δύο, ὅτι οὐδέποτε μάχαιραν
εἶπε τὸ ξίφος. ἄλλως τε καὶ οὐ πρέπον χορεύοντας μαχαίρας
ἔχειν. οὗτοι δὲ οὐδὲ παρὰ Ἀριστοφάνει ἦσαν.
600. ὡς ὅτε τις τροχὸν ἄρμενον διὰ τῆς τοῦ τροχοῦ παραβολῆς
ἐγκύκλιον αὐτῶν τὴν πορείαν ὑφιστᾷ. ἄρμενον δὲ εὖ ἡρμοσμένον
πάντοθεν.
601. *κυλῖσαι ἀποπειρήσηται.
604. *τερπόμενοι ὅτι πρὸς τὸ σημαινόμενον ἀπήντηκεν, ὅμιλος
τερπόμενοι.
612. ἑανοῦ παρὰ τὸ τρυφερὸν τῆς ὕλης.
615. καλῶς τὸ μὴ λαλεῖν τὸν Ἥφαιστον ἐπαινοῦντα καθὼς ἐσκεύασεν, μαρτυρόμενον ὡς ἀπέδωκε τὴν χάριν, τό τε τὴν λαβοῦσαν ἡσυχάζειν· σπεύδει γὰρ πρὸς τὸν υἱόν.
616. *γράφεται τεύχεα καλὰ φέρουσα παῤ Ἡφαίστοιο ἄνακτος.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα μετὰ ὑπομνηματίου καὶ τὰ
Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς
Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
4. εὗρε δὲ Πατρόκλῳ περικείμενον τινὲς ἀνέστρεψαν τὴν περί,
ἵνʼ ᾖ περὶ Πατρόκλῳ κείμενον, ἐπεὶ καὶ ἐν ἑτέροις (284) ἔφη “ ἀμφʼ
αὐτῷ χυμένη,” τῇ δοτικῇ συντάξας τὴν πρόθεσιν οὐ τῇ μετοχῇ.
ἡμῖν δὲ δοκεῖ, ὥσπερ ἔτι καὶ τοῖς πλείοσι καὶ τῷ Ἀσκαλωνίτῃ, ἓν
εἶναι τὸ περικείμενον· ἔμφασις γὰρ μείζων νοεῖται.
5. κλαίοντα πάντας τοὺς ἥρωας ἁπλότητος χάριν εὐχερῶς ἐπὶ
τὰ δάκρυα ἄγει, Ἀγαμέμνονα, Πάτροκλον, Ὀδυσσέα,, ἐφʼ οὗ καὶ τὴν
παραβολὴν τῆς χήρας ἔλαβεν· “αἰεὶ δʼ ἀριδάκρυες ἀνέρες ἐσθλοί.”
λιγέως δὲ ὀξέως ἢ ἡδέως· “μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται
ἀνήρ” (Od. 15, 399).
6. μύρονθʼ ἐθρήνουν, ἢ ἐχέοντο· ὅθεν καὶ μύρον τὸ πρῶτον ἐκχυθὲν
δάκρυον ὑπὸ Μύρρης τῆς μιγείσης τῷ πατρί.
8. ὅτι ἐάσομεν ἀντὶ τοῦ ἐάσωμεν.
10. *σημειοῦνταί τινες ὅτι Δωρικὸν τὸ τύνη.
πάρα ἀναστρεπτέον τὴν πρόθεσιν· ἔστι γὰρ παῤ Ἡφαίστου. τὸ
δὲ τύνη ἀεὶ ἐπὶ ἀρσενικοῦ λαμβάνει ὁ ποιητής.
14. ἕλε τρόμος ὅτι Ζηνόδοτος γράφει ἕλεν φόβος. καθʼ Ὅμη-
ρον δέ ἐστι φόβος ἡ φυγή.
15. ἔτρεσαν ὅτι ἐλέγχεται Ζηνόδοτος γράφων ἕλεν φόβος· τὸ
γὰρ τρέσαι ἀπὸ τοῦ τρόμου.
17. ἐξεφάανθεν οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ἐξεφαάνθη.
26. εὐλὰς ἐγγείνωνται εὐλάς ὡς αὐλάς· εὐλή γὰρ ὡς αὐλή·
τὰ γὰρ εἰς λη λήγοντα θηλυκὰ μονογενῆ, διφθόγγῳ παραληγόμενα,
ὀξύνεσθαι θέλει, εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως· “οὐλὴν μὲν πρῶτον”
(Od. 24, 331), αὐλή ἀπειλή ὠτειλή. οὕτως καὶ εὐλή. τὸ μέντοι
“ἑτέρῃ δʼ ἔχεν οὔλας” (Od. 3, 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν,
ἴσως βεβαρυτόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ οὐλή.
προσέθηκα δὲ εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως διὰ τὸ δείλη βαρυνόμενον·
ἐτυμολογεῖται γὰρ παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ, δεέλη. ἡ διπλῆ
δὲ, ὅτι ἐν τοῖς Ζηνοδότου ἐγγείνωνται διὰ τοῦ ι γέγραπται· δεῖ
δὲ σὺν τῷ ε· ἔστι γὰρ ἐγγεννήσωσιν· “οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν
δὴ γείνεαι αὐτός” (Od. 20, 202), ὅ ἐστι γεννήσῃς.
27. *τοῦτο διὰ μέσου· τὸ γὰρ ἑξῆς ἀεικίσσωσι δὲ νεκρὸν, κατὰ
δὲ χρόα.
τὸ ἐκ δʼ αἰὼν πέφαται οὐ παρέργως κεῖται, ἀλλʼ ὅτι τῆς ψυχῆς ἀπολιπούσης τὸ σῶμα εὐχερῶς αἱ μυῖαι λυμαίνονται τοῖς νεκροῖς σώμασι.
*οὕτως Ἀρίσταρχος διὰ τοῦ η, σαπήῃ.
30. * ἀλαλκεῖν παρὰ Ἀριστοφάνει ἀλαλκέμεν.
34. ὅτι πάντες ἥρωες ἐλέγοντο, οὐχ οἱ βασιλεῖς, ὡς Ἴστρος. βραχὺ δὲ διασταλτέον Ἀχαιούς καὶ λαῶν πρὸς τὸ σαφέστερον.
40. θαλάσσης ἐν ἄλλῳ ποδάρκης δῖος Ἀχιλλεύς.
41. *ἥρωας παῤ Ἀριστοφάνει καὶ Ῥιανῷ ἐρίηρας.
42. καί ῥʼ οἵπερ ἕως τοῦ δοτῆρες (44) τοὺς γ΄ τούτους στίχους
τοῖς ἑξῆς συνάπτεσθαι βέλτιον, καὶ ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκοντας
ὑποστίζειν, μένεσκον νηῶν δοτῆρες. ὁ δὲ λόγος· καὶ
*ὅτι νεῶν ἀγῶνα τὸ ἄθροισμα τοῦ ναυστάθμου.
45. ὅτι τῆς ὑπὸ Ἴλιον στρατιᾶς ἡγεῖτο ὁ Ἀχιλλεὺς καὶ πρὸ τοῦ μηνῖσαι· διὸ νῦν πάλιν ἀποκαθίσταται ἡ ἡγεμονία.
49. ἔγχει ἐρειδόμενοι ὅτι συλληπτικῶς εἴρηκεν· ὁ γὰρ Διομήδης
μόνος τὸν πόδα τετρωμένος (Il. 11, 376) ὑπέρεισμα ἔχει τὸ δόρυ. ὁ
δὲ Διονύσιος τὸ σημεῖόν φησιν, ὅτι οἷον μυκτηρίζοντός ἐστι τὸ “ἔτι
γὰρ ἔχον ἕλκεα λυγρά·” δευτεραῖοι γάρ εἰσι τραυματίαι. τοῦτʼ οὖν
λέγεσθαι, ὅτι χρῆσθαι αὐτοῖς μέλλει εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα
πρὸς τὰ ἐναντία τοῖς τραύμασιν ἀγωνίσματα. ὑπεξαιρούμενος οὖν
λέγει ὡς δὴ πρὸς τῷ ὑγιάσθαι ὄντων.
51. ὅτι δεύτατος ἀπὸ τοῦ δεύεσθαι ὁ ἔσχατος· τὸ δὲ δεύεσθαι ἐνδεῖν ἐστί. προσυνήχθη δὲ τὸ πλῆθος ὑπʼ Ἀχιλλέως.
56. τὸν ἦ σύνδεσμον περισπαστέον· ἔστι γὰρ διστακτικὸς, τῆς
κλητικῆς ἀνάπαυσιν λαβούσης. εἰσὶ μέντοι οἳ ἐνέκλιναν αὐτὸν καθʼ
ὑπερβατὸν συντάσσοντες τῷ πέρ, ἵνα τὸ ὅλον τοιοῦτον ᾖ, ἵνα ᾖ ἐρώτησις,
Ἀτρείδη, ἆρά τις κρείσσων ἐκ τῆς ἔριδος ἐγένετο ἡμῖν; ἐν δὲ
τῇ Χία ὄνειαρ ἐγέγραπτο, ἐν τῇ Μασσαλιωτικῇ ἄμεινον
62. δυσμενέων ὑπὸ χερσίν ὅτι ἀντὶ τοῦ ὑπὸ χειρῶν, καὶ ὅτι
περισσὴ ἡ ἀπό πρόθεσις, ἀντὶ τοῦ μηνίσαντος. Νικίας ἀναστρέφει
τὴν πρόθεσιν· οὐκ ἀναγκαῖον δέ.
ἐμεῦ ἀπομηνίσαντος ὁ μὲν Ἀσκαλωνίτης ὡς ἀποφοιβήσαντος·
καὶ οὕτως ἔχει ἡ παράδοσις.
63. ἀντωνυμία μὲν ὁμολογουμένως τὸ τό μόριον, οὐ μὴν διασταλτέον
κατʼ αὐτὸ, ὡς ἔδοξέ τισιν.
67, 68. *ὅτι ἀντιπέφρακε τῇ μήνιδι τὸν χόλον.
68. *μενεαινέμεν ὅτι νῦν ἀντὶ τοῦ θυμοῦσθαι.
70. *οὕτως Ἀρίσταρχος διὰ τοῦ ν, ἀντίον.
71. ἰαύειν ὅτι τὸ ἰαύειν οὐκ ἔστι νῦν κοιμᾶσθαι, ἀλλʼ ἐπαυλίζεσθαι·
“ὡς καὶ ἐγὼ πολλὰς μὲν ἀύπνους νύκτας ἴαυον” (Il.
325). καὶ ὅτι ἀντὶ τοῦ αἴ κʼ ἐθέλοιεν.
73. *φεύγων γρ. δηΐου ἐκ πολέμοιο.
75. *ἀπειπόντος Ἀρίσταρχος ἔξω τοῦ ο, ἀπειπόντος, καὶ αἱ
πλείους.
76, 77. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων αὐτόθεν
ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς οὕτως καὶ παῤ Ἀριστοφάνει.
ἐν δὲ τῇ Μασσαλιωτικῇ καὶ Χίᾳ “τοῖσι δʼ ἀνιστάμενος μετέφη
κρείων Ἀγαμέμνων, μῆνιν ἀναστενάχων καὶ ὑφʼ ἕλκεος ἄλγεα πάσχων.”
οὕτως ὁ Δίδυμος.
77. αὐτόθεν ἐξ ἕδρης ὅτι Ζηνόδοτος τοῦτον μὲν οὐκ ἔγραφε, τὸν
δὲ πρὸ αὐτοῦ μόνον οὕτως “τοῖσι δʼ ἀνιστάμενος μετέφη κρείων
Ἀγαμέμνων.” ὁ δὲ Ἀγαμέμνων οὐκ ὀρθὸς δημηγορεῖ διὰ τὴν τοῦ
τραύματος ἀλγηδόνα· διὸ ἐπιφέρει ὑποτιμώμενος, καλὸν μέν ἐστιν
ἑστῶτα δημηγορεῖν, ὡς δηλονότι καθήμενος.
79. ἑσταότος μὲν καλῶς ἔχει τοῦ ἑστῶτος καὶ δημηγοροῦντος
ἀκούειν καὶ μὴ ὑποκρούειν μηδὲ ἐμποδίζειν· τοῦτο γὰρ δηλοῖ τὸ
ὑββάλλειν· χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῇ εἰπεῖν.
τοῦτο ἀγνοήσας Ἀρίσταρχος, καὶ οἰηθεὶς παραίτησίν τινα ἐκ τοῦ
Ἀγαμέμνονος γίνεσθαι, παρενέθηκε τὸν “αὐτόθι ἐξ ἕδρης.” πρῶτον
μὲν οὖν τί ἂν καθέζοιτο τὸν ἀγκῶνα τετρωμένος; ἔπειτα οὕτως
ἔρρωται ὥστε ὀλίγον ὕστερον (252) κάπρον ἀποσφάττειν. οὕτως ὁ
Κοτιαεύς.
*ἀκούειν οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ ἀκουέμεν.
80. ὅτι τὸ ὑββάλλειν ἐστὶν ὑποβάλλειν· χαλεπόν ἐστιν ἑτέρῳ
ὑποβάλλειν τὸν λόγον, ὃν αὐτός τις εἰπεῖν βούλεται, κἂν ὅτι μάλιστα
ἐπιτιμῶν τις ἦν. τὸ δὲ ὑββάλλειν ψιλωτέον· ἔστι γὰρ Αἰολικὸν, ὥς
φησιν Ἡρωδιανὸς ἐν τῷ κʼ τῆς καθόλου.
*Ἀρίσταρχος ἐπισταμένῳ περ ἐόντι.
81. πῶς κέν τις ἀκούσαι ὁ Ἀρίσταρχος ἐλλείπειν φησὶ τὸ οὕτως
χρώμενος· τὸ γὰρ λεγόμενον τοιοῦτον εἶναι, ἐν δὲ πολλῶν ἀνδρῶν
ὁμίλῳ πῶς ἄν τις οὕτως χρώμενος ἢ εἴποι ἢ πῶς οἱ ἀκούοντες ἀκούσειαν
οὕτως Δίδυμος. τὸ ἀκούσαι παροξυτονητέον· ἔστι γὰρ
εὐκτικόν.
83. ἐνδείξομαι οἷον τὴν ἀπότασιν τῶν λόγων πρὸς Ἀχιλλέα
ποιήσομαι φανερῶς, ἢ ἀπολογήσομαι. ἐζήτητο δὲ δι᾿ ἣν αἰτίαν οὐ
84. *σύνθεσθʼ κρίνατε, δοκιμάσατε.
85. σημειοῦνταί τινες ὡς ἂν λεγόντων τινῶν ὅτι ἠδίκησεν ἀφελόμενος τὴν Βρισηΐδα.
86. * παῤ Ἀριστοφάνει καὶ τῇ Χίᾳ νεικείουσιν.
87. ἠεροφοῖτις προπερισπαστέον ὁμοίως τῷ πρωθῆβις καὶ πολῖτις.
πειστέον δὲ μᾶλλον τοῖς παρὰ τὸν ἀέρα ἐκδεξαμένοις τὴν σύνθεσιν
γεγονέναι, ἐπεὶ ἀοράτως φοιτᾷ· ἀέρα γὰρ λέγει τὸ σκοτεινὸν
κατάστημα· “ἠέρι γὰρ κατέχοντο” (Il.17, 368) καὶ “ἀὴρ γὰρ παρὰ
νηυσὶ βαθεῖʼ ἦν” (Od. 9, 144).
90. ἔξω τοῦ ν αἱ Ἀριστάρχου, ἀλλὰ τί κε ῥέξαιμι. γράφεται
δὲ κατʼ ἔνια θεοὺς διὰ πάντα τελευτᾷ, διὰ τοὺς θεοὺς τέλος
πάντα λαμβάνει. ἐν δέ τισι θεοὺς διὰ πάντα τέτυκται. στικτέον
δὲ ἐπὶ τὸ ῥέξαιμι. καλῶς δὲ ἔχει καὶ κατὰ τὸ τέλος τοῦ
στίχου στίζειν, ἵνα οὗτος μὲν ὁ λόγος καθολικὸς ᾖ, θεὸς πάντων τὸ
τέλος ἔχει, τὰ δὲ ἑξῆς ἀπʼ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστί ῥῆμα.
ὁ δὲ λόγος, Διὸς θυγάτηρ ἐστὶν Ἄτη, ἐξ οὗ τὸ θεῖον καὶ τὸ ἰσχυρὸν
παρίστησιν. ὡς μὲν γὰρ ἡ τριβὴ συνάπτει, ψεῦδος εἶναί μοι δοκεῖ·
οὐ γὰρ πάντων ἡ Ἄτη τὸ τέλος ἔχει, ὥσπερ οὐδὲ τῶν ἀγαθῶν.
θεὸς διὰ πάντα ελευτᾷ ὁ μὲν Ἀσκαλωνίτης περισσὴν ἡγεῖται
τὴν διά πρόθεσιν εἶναι. τὸ γὰρ ἑξῆς, θεὸς πάντα τελευτᾷ. Δίδυμος δὲ
ἡγεῖτο σημαντικὴν αὐτὴν εἶναι τοῦ διόλου καὶ μὴ παρέλκειν, ὥσπερ
ἐπὶ τοῦ διηλίτης ὁ διʼ ὅλου ἁμαρτάνων. οὐ προσεκτέον δὲ τοῖς ὑφʼ
ἓν ἀνεγνωκόσιν.
92. *τῇ μέν οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ τῆς μέν θʼ ἁπαλοί.
94. βλάπτουσʼ ἀνθρώπους ἀθετεῖται ὡς περισσὸς καὶ κακοσύνθετος·
τί γὰρ ἄλλο δύναται ποιεῖν ἡ Ἄτη ἢ βλάπτειν; οὐχ ὑγιῶς δὲ
οὐδὲ τὸ ἕτερον τέτακται· ἔδει γὰρ ἄλλον. βιάζονται δέ τινες τὸν
Ἀγαμέμνονα λέγειν ἐφʼ ἑαυτοῦ καὶ τοῦ Ἀχιλλέως· καθολικὸς δέ
95. Ἀρίσταρχος Ζεὺς ἄσατο.
καὶ γὰρ δὴ νύ πότε Ζεὺς ἄσατο οὕτως ἐν ἀπάσαις, Ζεὺς ἄσατο·
καὶ ἔστι ποιητικώτερον. ἐν δέ τισι τῶν εἰκαιοτέρων Ζῆνʼ ἄσατο.
96. * παρὰ Ἀριστοφάνει ἀλλά νυ καὶ τόν. ἐν δὲ τῇ Χίᾳ φαμὲν ἔμμεναι, ἠθικῶς.
97. Ἥρη θῆλυς ὅτι οὕτως σχηματίζει θῆλυς ὡς πῆχυς· ἀφʼ οὗ
πίπτει θήλεας ὡς πήχεας.
100. * ὅτι τὸ εὐχόμενος σαφῶς ἐστὶ καυχώμενος, παρὰ τὸ αὐχεῖν.
105. *παρὰ Ἀριστοφάνει ἔξω τοῦ θ οἳ αἵματος.
*τούτων τῶν ἀνδρῶν οἳ ἐκ τῆς σῆς σπορᾶς τὸ αἷμα ἔχουσιν.
τὸ ἑξῆς ἐστὶν, οἷς τὸ αἷμα ἐξ ἐμοῦ ἐστὶν, οὐχὶ οἳ αἵματος ἐξ
ἐμοῦ εἰσίν· ἐπεὶ κἂν ἡ σύναρθρος ἔκειτο, ὅθεν καὶ ἑξῆς φησὶ “τῶν
ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης,” οἷς τὸ αἷμά ἐστιν ἐκ σοῦ.
108. *εἰ δʼ ἄγε ἐν ἄλλῳ αἰ δʼ ἄγε νῦν.
διὰ τί ἡ Ἥρα ὀμόσαι πρὸς τὸν Δία; ἢ δῆλον ὡς οὐ ποιοῦντα ἃ
ἂν φῇ. εἰ δὲ τοῦτο, διὰ τί οὐ κατανεῦσαι, ἀλλὰ καὶ ὀμόσαι ἠξίωσεν,
ὡς καὶ ψευδομένου, ἂν μὴ ὀμόσῃ; ὁ δὲ ποιητής φησιν ἀληθεύειν “ὅ
τι κεν κεφαλῇ κατανεύσῃ” (Il. 1, 527). τὸ μὲν οὖν ὅλον μυθῶδες·
καὶ γὰρ οὐδʼ ἀφʼ ἑαυτοῦ ταῦτά φησιν Ὅμηρος, οὐδὲ γινόμενα εἰσάγει,
ἀλλʼ ὡς διαδεδομένων περὶ τὴν Ἡροκλέους γένεσιν μέμνηται.
ῥητέον δὲ ὅτι καὶ ὁ μῦθος εἰκότως εἰσάγει τὴν Ἥραν ὁρκοῦσαν τὸν
Δία· πάντες γὰρ περὶ ὧν ἂν φοβῶνται μὴ ἄλλως ἀποβῇ, πολὺ τῷ
ἀσφαλεῖ προέχειν πειρῶνται· διὸ καὶ ἡ Ἥρα, ἅτε οὐ περὶ μικρῶν
ἀγωνιζομένη, καὶ τὸν Δία εἰδυῖα ὅτι αἰσθόμενος τὸν Ἡρακλέα δουλεύοντα
ὑπεραγανακτήσει, τῇ ἰσχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν.
οὕτως Ἀριστοτέλης.
114. Ἥρη δʼ ἀΐξασα πρὸς τὰ περὶ τοῦ Ὀλύμπου. ἔδει δὲ λίπʼ
οὐρανὸν ἀστερόεντα· Ἀγαμέμνων γὰρ ὁ λέγων.
115. καρπαλίμως δʼ ἵκετ᾿ Ἄργος ὅτι τὴν Πελοπόννησον Ἄργος
Ἀχαϊκὸν λέγει, τὴν Θεσσαλίαν Ἀργος Πελασγικόν.
116. ἄλοχον Σθενέλου Δίδυμος παρατίθεται Φερεκύδην μὲν λέγοντα
αὐτὴν τὴν Πέλοπος Ἀμφιβίαν· Ἡσίοδος δὲ Ἀντιβίαν τὴν
Ἀμφιδάμαντος ἀποφαίνεται.
117. *μείς ἐν τῇ Χίᾳ μής.
μείς μὴν Αἰολικῶς. ὥσπερ δὲ ῥίς ῥινός καὶ θίς θινός, οὕτως καὶ
μείς μηνός κλιθήσεται κατὰ τὴν ἀναλογίαν.
118. ἐκ δʼ ἄγαγε προφόως δέ ὅτι νῦν ὑγιῶς γράφεται σὺν τῇ
προθέσει προφόως· πρὸ γὰρ τῶν μηνῶν τῶν καθηκόντων ἐγεννήθη,
διὸ ἠλιτόμηνος. ὁ δὲ Ζηνόδοτος καὶ ἐπʼ ἄλλου οὕτως γράφει (Il. 16
188).
119. *ὅτι τὰς ὠδῖνας Εἰλειθυίας ἔφη.
Ζεὺς μιγεὶς Ἀλκμήνῃ τῇ Ἠλεκτρύονος (ὃν δὲ τρόπον, εἴρηται ἐν
τῇ Ξ) ἔγκυον κατέστησε, μελλούσης δὲ τίκτειν ὤμοσεν ἐν θεοῖς τὸν
ἐκείνῃ τῇ ἡμέρᾳ γεννηθέντα τῶν ἐξ ἑαυτοῦ βασιλεύσειν. Ἥρα δὲ
ζηλοτύπως διατεθεῖσα τὰς μὲν Ἀλκμήνης ὠδῖνας ἐπέσχεν, Ἀντιβίαν
δὲ, ἥν τινες Νικίππην εἶπον, τὴν Σθενέλου γυναῖκα, κυοφοροῦσαν
Εὐρυσθέα ἑπτάμηνον τεκεῖν ἐποίησεν· ὅθεν καὶ τὰ ἑπτάμηνα γεννώμενα
τροφῆς μοῖραν ἔλαχεν. βασιλεύων δὲ Εὐρυσθεὺς Ἡρακλεῖ τοὺς
ἄθλους ἐπέτασσεν, οὓς τελειώσας κατὰ Ἀθηνᾶς καὶ Ἀπόλλωνος ὑποθήκας
ἀθανασίας μετέλαβεν. ἡ ἱστορία παρὰ Ῥιανῷ.
120. αὐτὴ δʼ ἀγγελέουσα ὅτι ἰδίως ἀγγελέουσα προσηύδα·
ἐχρῆν γὰρ ἀγγελέουσα ἧκε καὶ προσηύδα.
123. δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι, ἵνʼ ᾖ σχῆμα, Εὐρυσθεὺς σὸν γένος. βέλτιον δὲ στίζειν εἰς τὸ Περσηϊάδαο, καὶ καθʼ ἑαυτὸ λέγεσθαι τὸ σὸν γένος, ἵνα λείπῃ τὸ ἐστίν.
124. Ἀργείοισιν κατʼ ἐνίας τῶν ἐκδόσεων ἀνθρώποισιν.
149. κλοτοπεύειν τὸν καιρὸν διατρίβειν καὶ κενὰ λέγειν. ὅτι
ἐκ τῶν συμφραζομένων κλοτοπεύειν τὸ στραγγεύεσθαι. καὶ ὅτι ἅπαξ
εἴρηται.
150. ἤτοι δὲ περὶ Πατρόκλου ταφῆς λέγει, ἢ τῆς Ἕκτορος
ἀναιρέσεως.
151. ὁ λόγος, ὡς ἂν θεάσηταί τις Ἀχιλλέα προμαχοῦντα, οὕτω καὶ αὐτὸς μαχέσθω.
163. ἄκμηνος ἄγευστος, παρὰ τὴν ἀκμήν. οὕτω δὲ τὴν ἀσιτίαν
Αἰολεῖς λέγουσι. τινὲς δὲ μὴ καμὼν ἐν παρασκευῇ ἀρίστου.
176. τῆς εὐνῆς ὅτι τὸ τῆς οὐκ ἔστιν ἄρθρον, ἀλλʼ ἀντὶ τοῦ
ταύτης· παραλέλειπται δὲ τὸ ἄρθρον καί ἐστιν, μήποτε τῆς ταύτης
εὐνῆς ἐπιβῆναι.
180. πιείρῃ λιπαρᾷ, δαψιλεῖ, ἵνα μηδὲν ἐλλείπῃς τῶν ὀφειλόντων
περὶ σὲ δικαίως πραχθῆναι.
183. οὐ μὲν οὐ μεμπτὸν γὰρ ὑπάρχει βασιλεὺς θεραπεύων ἄνδρα
ὃν προηδίκησεν.
193. κρινάμενος κούρητας ἐπιλεξάμενος πιστοὺς κούρους, νέκούρητας
ὡς πένητας νῦν· ἐπὶ δὲ τεῦ ἔθνους ὡς ἀδμῆτας· εἴπομεν
δὲ ἤδη περὶ τῆς προσῳδίας.
200. ἄλλοτέ ποτε ταῦτα δρᾶν ὀφείλετε, παυσαμένω τοῦ πολέμου,
καὶ μὴ τοσαύτης ὀργῆς κατεχούσης τὴν ψυχήν.
205. ἐς βρωτύν εἰς τὴν βρῶσιν. κατʼ ἔνια ἔξω τοῦ σ “ὑμεῖς
δὲ βρωτύν.”
221. αἶψα δέ ὁ νοῦς οὗτος· ἐπὰν ὁ Ζεὺς τροπὴν δῷ τοῖς πολεμίοις,
πολλὴ μὲν ἡ καλάμη γίνεται, τουτέστι πολλοὶ ἀναιρεθήσονται,
ὁ δὲ ἄμητος ὀλίγος, τουτέστιν ὁ καιρὸς καθʼ ὃν ἀναιρεθήσονται· ἐν
οὖν βραχεῖ καιρῷ πολλοὶ φονευθήσονται.
223. ἄμητος ὡς Μίλητος. ἄμητος ὁ καιρὸς, ἀμητός δὲ ὀξυτόνως
ὁ καρπός.
225. γαστέρι ὁ νοῦς, εἰ μέλλομεν ἄσιτοι πενθεῖν τοὺς ἐν πολέμῳ
ἀποθανόντας, ἀνήνυτον ἔσται. ἡ διπλῆ δὲ ὅτι οὐκ ἐν τῷ καθόλου,
ἀλλὰ πρὸς τὸ παρὸν τοῦτό φησιν.
238. ὀπάσσατο διὰ φωνῆς ἐπεκρίνατο, συμπαρέλαβεν, ἢ ἀκολούθους
ἔλαβεν.
254. ἀπὸ τρίχας ἀρξάμενος ἀπὸ τῶν τριχῶν τοῦ κάπρου.
262. οὔτʼ εὐνῆς ὡς οὔτε τῆς συνουσίας αὐτῆς χρήζων ἀφειλόμην
οὔτε τινὸς ἄλλου.
273. ἀμήχανος τῷ ἑξῆς συναπτέον, ἵνα ἐπὶ τοῦ Διὸς ᾖ, πρὸς ὃν
οὐδείς τι μηχανήσασθαι δύναται. δύναται δὲ καὶ τοῖς ἐπάνω συναπτόμενον
ἐπὶ τοῦ Ἀγαμέμνονος κεῖσθαι, ἵνα σημαίνῃ τὸν μὴ αἴτιον
276. αἰψηρήν ὅτι τὸ αἰψηρήν τὴν ταχέως συναθροισθεῖσαν ἐκκλησίαν,
ἢ ἀντὶ τοῦ αἰψηρῶς διέλυσε τὴν ἀγοράν.
300. Πάτροκλον πρόφασιν ἐπὶ προφάσει τοῦ Πατρόκλου· οὐ γὰρ
ἦσαν πειραθεῖσαι αὐτοῦ. ὁ νοῦς οὖν οὗτος, ὅτι αἱ λοιπαὶ γυναῖκες
σὺν τῇ Βρισηίδι δῆθεν ὡς ἐπὶ προφάσει Πατρόκλου ἔκλαιον, τῇ δὲ
ἀληθεία ἑκάστη αὐτῶν ἐθρήνει τὴν ἑαυτῆς συμφοράν.
314. φώνησέν τε ἀνέπεμψε τὴν φωνὴν ἀθρόαν.
316. λαρὸν παρὰ δεῖπνον ἔθηκας παρέθηκας δεῖπνον ἡδύ.
320. ἔνδον ἐόντων ἔνδον ὑπαρχόντων τῆς πόσεως δηλονότι καὶ τῆς
τροφῆς.
327. εἴ που ἔτι ζώει γε καὶ Ἀριστοφάνης προηθέτει τὸν στίχον,
ὥς φησι Καλλίστρατος. τό τε γὰρ ἐπὶ παιδὸς κομιδῇ λέγεσθαι
διστακτικῶς εἴ που ἔτι ζώει, καὶ ταῦτα μηδὲ πόρρω τῆς Σκύρου
κειμένης, ὕποπτον, τό τε θεοειδής ἀκαίρως προσέρριπται. τεκμήριον
δὲ τῆς διασκευῆς τὸ καὶ ἑτέρως φέρεσθαι τὸν στίχον, εἴ που
ἔτι ζώει γε Πυρῆς ἐμὸς, ὃν κατέλειπον.
331. *νηΐ γρ. σὺν νηΐ.
333. *οὕτως Ἀρίσταρχος δμῶας, ἔξω τοῦ ι.
335. ἀκάχησθαι προπερισπᾶται ὡς λελυπῆσθαι. οἱ δὲ προπαρώξυναν
ὡς Αἰολικὸν ἐν παρατατικῇ σημασίᾳ, ἐπεὶ οἶδε καὶ τὴν ἀκαχήμενος
μετοχὴν τοιαύτην, οἷς καὶ ἐπείσθη ἡ παράδοσις.
342. τέκνον ἐμόν ὅτι Ζηνόδοτος γράφει ἑοῖο. τοῦτο δὲ παρὰ
τὸ πρόσωπόν ἐστιν.
ὅτι κατʼ ἀμφοτέρων τὸ στάξον, τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος· ἡ γὰρ ἀμβροσία ἐστὶ ξηρὰ τροφή.
350. ἅρπῃ τῷ ἰκτίνῳ. οἱ δὲ, ζῷον θαλάσσιον πολεμοῦν λάρῳ
καὶ βρέννῳ. φιλεῖ δὲ τὴν τροφὴν ἣν ἂν συνάγῃ φυλάττειν ἐπὶ τοῖς
τάρφεσιν, καὶ ταύτην ἐπιχορηγεῖ τοῖς νεοσσοῖς· οἰκείως οὖν
νῦν εἴκασε τὴν Ἀθηνᾶν. οἱ δὲ τὸν ἰκτῖνον, ὅτι ἐφ᾿ ὕψους ἱπτάμενος
εὐχερῶς ὅπη θέλει καταράσσει.
355. *αὐτὴ δέ ἐν ἄλλῳ αὐτὴ δʼ αὖ.
357. ταρφειαί Ἀρίσταρχος ἀνέγνω ὡς πυκναί. οὕτως δὲ καὶ ὁ
Ἀσκαλωνίτης· καὶ ἐπείσθη ἡ παράδοσις.
361. κραταιγύαλοι ὅτι οἱ κραταιοὶ κατὰ τὰ γύαλα καὶ κύτη καὶ
κοιλώματα. ἀπὸ δὲ μέρους οἱ ὅλοι κραταιοί· γύαλον γὰρ πᾶν τὸ
κοῖλον τοῦ θώρακος.
365—368. τοῦ καὶ ὀδόντων μέν ἀθετοῦνται στίχοι τέσσαρες·
γελοῖον γὰρ τὸ βρυχᾶσθαι τὸν Ἀχιλλέα, ἥ τε συνέπεια οὐδὲν ζητεῖ
διαγραφέντων αὐτῶν. ὁ δὲ Σιδώνιος ἠθετηκέναι μὲν τὸ πρῶτόν φησιν
αὐτοὺς τὸν Ἀρίσταρχον, ὕστερον δὲ περιελεῖν τοὺς ὀβελοὺς, ποιητικὸν
νομίσαντα τὸ τοιοῦτο. ὁ μέντοι Ἀμμώνιος ἐν τῷ περὶ τῆς
ἐπεκδοθείσης διορθώσεως οὐδὲν τοιοῦτο λέγει, διπλῆν δὲ προσθετέον
τῷ “δῦνʼ ἄχος ἄτλητον, ὁ δʼ ἄρα Τρωσὶ μενεαίνων,” ὅτι τὸ μενεαίνων
νῦν θυμούμενος σημαίνει.
376. Ἀρίσταρχος τό τε καίεται.
380. ὅτι ἀναλαβὼν τὴν ἀσπίδα μετὰ ταῦτα ἐπὶ πᾶσι τὴν περικεφαλαίαν
τίθησιν.
384. πειρήθη δʼ ἕο αὐτοῦ ὅτι Ζηνόδοτος γράφει ἑοῦ αὐτοῦ.
συγχεῖ δὲ τὸ σύναρθρον ἀντὶ ἀπολελυμένου λαμβάνων. τὴν οἷ ἀντωνυμίαν
περισπᾷ ὁ Ἀσκαλωνίτης, καί φησι κεῖσθαι δοτικὴν ἀντὶ
γενικῆς· οἱ δὲ βαρυτονοῦσιν. ἔστι μὲν οὖν καὶ ἐγκλιτικὴν εὑρέσθαι
τὴν οἱ ἀντὶ γενικῆς κειμένην, ὥσπερ ἐπὶ τοῦ “οἱ δέ οἱ ἐβλάφθησαν”
(Il. 23, 387)· ἔστι δὲ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆς, ὥσπερ
ἐπὶ τοῦ “νεῦσʼ ἐπὶ οἷ καλέσας” (Od. 17, 330) καὶ “προτὶ οἷ δὲ
λαβὼν ἔντερα” (Il. 20, 418). οὐ μέντοι ποτὲ ἐν τῇ καλουμένῃ
ἐπιταγματικῇ συντάξει· ἄλογον γὰρ τὸ τοιοῦτον ὥστε ἐπιφέρεσθαι
τὴν αὐτοῦ γενικὴν καὶ τὴν οἷ προκεῖσθαι δοτικὴν ὑπάρχουσαν, ὅπερ
οὐχ ὑγιές· ἀεὶ γὰρ ταῖς πρωτοτύποις ὁμοιόπτωτος συντάσσεται ἡ
αὐτοῦ ἀντωνυμία. πειστέον οὖν Ἀριστάρχῳ γράφοντι πειρήθη δʼ
ἕο αὐτοῦ.
*οὕτως ἕο αὐτοῦ αἱ Ἀριστάρχου. Ζηνόδοτος ἑοῦ αὐτοῦ.
386. οὕτως εὖτε Ἀρίσταρχος· συνέσταλται δὲ τὸ ἠΰτε, καὶ διὰ τοῦ ε εἴρηται. παρὰ δὲ Ἀριστοφάνει τῷ δʼ ὥστε. ἐν δὲ ταῖς ἀπὸ τῶν πόλεων τῷ δʼ αὖτε.
οὕτως γραπτέον, τῷ δʼ εὖτε, ἵνα ᾖ ὡσεὶ πτερὰ διὰ τὴν κουφότητα·
ἔξωθεν δὲ τὸ ὥς. πρότερον δὲ γράφων ὁ Ἀρίσταρχος τῷ δʼ
εὖτε, καὶ κατὰ συστολὴν δεχόμενος ἀντὶ τοῦ ἠΰτε, ὡς ἐπὶ τοῦ
“εὖτʼ ὄρεος κορυφῇσι” (Il. 3, 10), μετέγραψεν ὕστερον τῷ δʼ
αὖτε, ἐμφατικώτερον νομίσας εἶναι, ὑπακουομένου τοῦ ὡς, ὡς κἀκεῖ
“καιροσέων δʼ ὀθονέων ἀπολείβεται” (Od. 7, 107).
387. ἐκ δʼ ἄρα σύριγγος ἀθετοῦνται στίχοι πέντε, ὅτι ἐκ τοῦ
Πατρόκλου ὁπλισμοῦ (Il. 16, 141) μετάκεινται. ἡ δὲ περιεστιγμένη
διπλῆ, ὅτι ἐνταῦθα μὲν αὐτοὺς Ζηνόδοτος καταλέλοιπεν, ἐπὶ δὲ
Πατρόκλου ἠθέτηκεν. ἐκεῖ δὲ ἀναγκαίως λέγονται, ἵνα γνῶμεν διὰ
τί οὐκ ἔλαβε τὴν μελίαν.
*οὐδὲ ἐν ταῖς ἄλλαις ἦσαν οἱ ἀθετούμενοι.
390. *τάμε καὶ πόρε Χείρων.
391. *ἐκ κορυφῆς οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου.
392. * ὅτι τὸν Ἀλκιμέδοντα (Il. 16, 197) νῦν Ἄλκιμον λέγει.
393. * οὕτως διὰ τοῦ ὁ ζεύγνυον.
398. ἠλέκτωρ ὁ εἰς λέκτρον μὴ ἐρχόμενος. ἢ παρὰ τὸ μὴ κοιμᾶσθαι
εἰλούμενον, διὸ καὶ ἵππους αὐτῷ οὐχ ὑποζεύγνυσι, τὸν δὲ
οὐρανὸν ὄχημα αὐτοῦ φησίν· ἢ μᾶλλον ὁ μὴ κοιμίζων· τὰ γὰρ εἰς
τωρ κατʼ ἐνεργείας τάσσει, ὡς τὸ σημάντωρ κοσμήτωρ. λέγω δὲ τὸ
κοιμίζω, ὅθεν καὶ λέχος· “λέξον δή με τάχιστα” (Il. 24, 635).
400. σημειοῦνταί τινες ὅτι ἐντεῦθεν ἡ διασκευὴ τοῦ τεθρίππου πεποίηται “Ξάνθε τε καὶ σὺ Πόδαργε” (Il. 8, 185).
402. *Δαναῶν ἐν ἄλλῳ ἂψ λαῶν.
ὅτι δασυντέον τὸ ἑῶμεν· ἔστι γὰρ ἄδην ἔχωμεν, κορεσθῶμεν.
403. *αὐτοῦ γρ. λίπετʼ αὐτόθι.
405. ἤμυσε καρήατι παρέκλινε τὴν κεφαλὴν αὑτοῦ. ταχέως δὲ
εἰς θάτερον μέρος ἔκλινε τὴν κεφαλὴν, παρεπιστρέψας εἰς τοὐπίσω
ὡς προσβλέψων τῷ Ἀχιλλεῖ, μέλλων αὐτῷ διαλέγεσθαι.
407. αὐδήεντα δʼ ἔθηκε ἀθετεῖται ὡς περιττὸς καὶ ἐναντίον ἔχων·
ἐπιφέρει γὰρ (418) “ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν,”
ὡς δηλονότι καὶ παρασχοῦσαι. τοιοῦτος γὰρ ὁ ποιητής· “τὸν μὲν
ἀρίζηλον θῆκεν θεὸς ὥσπερ ἔφηνεν” (Il. 2, 318).
416, 417. ἥνπερ ἐλαφροτάτην ἀθετοῦνται στίχοι καὶ οὗτοι οἱ
δύο, ὅτι οὐκ ἀναγκαῖοί εἰσιν· οἴδαμεν γὰρ ὅτι ἡ πνοὴ ἐλαφροτάτη
ἐστί. τὸ δὲ καὶ προσθεῖναι φασίν ὡς ἀπὸ ἱστορίας ἐστὶ παρειληφότα
ἀγνοούμενόν τι, καὶ ἀπίθανον ἵππον λέγειν φασίν ὥσπερ ἄνδρα
πολυΐστορα.
418. ὣς ἄρα φωνήσαντος οὕτως εἰπόντος, φησὶ, τοῦ ἵππου ἐπέσχον
αὐτοῦ αἱ Ἐρινύες τὴν φωνήν· πάντα γὰρ τὰ παράλογα καὶ
τεράστια δοκεῖ ὑπὸ Ἐρινύων γίνεσθαι. ἡ διπλῆ δὲ πρὸς τὴν ἀθέτησιν
τοῦ “αὐδήεντα δʼ ἔθηκεν·” εἰ γὰρ ἡ Ἥρα παρέσχε, καὶ ἐπισχεῖν
ὥφειλεν, οὐχ αἱ Ἐρινύες.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
2. μάχης ἀκόρητον ἐὰν πληθυντικῶς γράφηται ἀκόρητοι,
συνάψομεν τῇ τελευταίᾳ λέξει ὡς ἂν ἐπιθετικὸν ἐκείνης· ἐὰν δὲ
ἑνικῶς, βραχὺ διαστελοῦμεν· ἐπὶ γὰρ τοῦ Ἀχιλλέως ἀκουσθήσεται.
3. θρωσμῷ πεδίοιο ὑψηλῷ τόπῳ, ὅθεν καταθορεῖν καὶ πηδῆσαι
ἔστιν. ἔστι δὲ οὗτος ἐν Ἰλίῳ, σταδίων πέντε τὴν περίμετρον, μεταξὺ
Σιμοῦντος τοῦ ποταμοῦ καὶ τῆς Ἰλιέων καλουμένης κώμης, ὅπου καὶ
αἱ θεαὶ κριθῆναι δοκοῦσι περὶ κάλλους. ὀνομάζεται δὲ Καλλικολώνη,
ἐπεὶ τῶν πέριξ τόπων ἐπισημότατός ἐστιν· ἡ ἱστορία παρὰ Δημητρίῳ
τῷ Σκηψίῳ. γίνεται δὲ ἐκ τοῦ θορῶ θρῶ.
4. *Ζεὺς δὲ Θέμιστα ὅτι οὐκ ἀγγέλῳ κελεύει καθάπερ Ἴριδι,
ἀλλὰ τῷ τὰς ἀγορὰς διαλύειν καὶ πάλιν συνάπτειν.
*ὅτι ἀντὶ τοῦ Θέμιστι.
5. κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου τοῦτο βέλτιον τοῖς ἄνω
προσνέμειν, ἵνα μὴ μακρὸν ὑπερβατὸν ποιῶμεν. τὸ δὲ ἐξῆς ἐστὶ,
κέλευσε κρατὸς ἀπʼ Οὐλύμποιο καλέσσαι. ἡ διπλῆ δὲ, ὅτι Ὄλυμπος
ὄρος· διὸ πολύπτυχος.
7. ὅτι ποταμὸν καὶ θάλασσαν τὸν Ὠκεανὸν παραδίδωσι. τὸν δὲ Ὠκεανὸν οὐ παρέλαβεν εἰς τὸ τῶν θεῶν συνέδριον, ἵνα μὴ κωλύσῃ αὐτοὺς τῆς πρὸς ἀλλήλους μάχης πρεσβύτατος ὑπάρχων.
8. αἵ τʼ ἄλσεα καλὰ νέμονται αἱ τὰ ἄλση κατοικοῦσαι νύμφαι
ἀλσηΐδες καλοῦνται, αἱ. δὲ ἐπὶ τῶν δένδρων ἁμαδρυάδες, αἱ δὲ τὰ
νάματα τῶν ὑδάτων ναΐδες καὶ ὑδριάδες, καὶ τούτων αἱ μὲν κρηνίδες,
αἱ δὲ ἐπιποταμίδες, αἱ δὲ ἐπὶ τῶν βοσκημάτων ἐπιμηλίδες, αἱ δὲ
ἐπὶ τῶν ὀρῶν ὀρειάδες, καὶ ὅσαι τούτοις ὅμοιαι. ὁμοίως δὲ καὶ αἱ
ἐπὶ τῶν ἑλῶν ἑλειονόμοι.
11. ὅτι Ζηνόδοτος γράφει ἐφίζανον. αἱ δὲ αἴθουσαι οὐκ εἰσὶ θρόνοι ἢ καθέδραι, ἵνα λέγῃ ἐφίζανον, ἀλλὰ στοαὶ καὶ στυλωταὶ ἕδραι, ἢ τόποι ὑφʼ ἡλίου καταλαμπόμενοι. τινὲς δὲ γράφουσιν ἐνίδρανον, οἰηθέντες εἶναι τὰς καθέδρας.
*ἔνιοι ἐφίζανον.
12. * οὕτως διὰ τοῦ ι, τὸ ἰδυίῃσι· καὶ τέλειον τὸ ποίησε.
13. ὅτι Διὸς ἔνδον εἴρηκε τοπικὸν ἐπίρρημα, ἀντὶ τῆς ἐν προθέσεως· θέλει γὰρ εἰπεῖν ἐν Διὸς, ὡς (Il. 21, 145) “εἴσω ἁλὸς εὐρέα κόλπον.”
οὐδʼ Ἐνοσίχθων ὁ δὲ Ποσειδῶν οὐ παρήκουσε τῆς Θέμιδος. τοῦτο
δὲ εἴρηκε διὰ τὴν γεγονυῖαν αὐτῷ μικρῷ πρόσθεν πρὸς τὸν Δία
φιλονεικίαν.
17. ἦ ἐρωτηματικὸς ὁ σύνδεσμος, καὶ ἅπαξ εἰλημμένος κατὰ
μίαν διάνοιαν· διὸ περισπαστέος. τοῦτο δέ φημι πρὸς τὰ τοιαῦτα
ἢ δολιχὴ νοῦσος ἢ Ἄρτεμις ἰοχέαιρα” (Od. 11, 171) “ἠὲ νέον
μεθέπεις ἢ καὶ πατρώιός ἐσσι” (Od. 1, 175)· ἐν γὰρ ταῖς τοιαύταις
συντάξεσιν ὁ μὲν πρότερος ἤ ἐγκλίνεται, ὁ δὲ δεύτερος περισπᾶται.
21. ὧν ἕνεκα ξυνάγειρα καὶ τοῦτο ἑκατέρωσε δύναται προσδίδοσθαι.
εἰ μὲν οὖν τοῖς ἄνω, στίζομεν ἐπὶ τὸ ξυνάγειρα, εἰ δὲ τοῖς
ἑξῆς, ὑποστίζομεν ἐπʼ αὐτό.
23. ἥμενος, ἔνθʼ ὁρόων τὴν πρώτην λέξιν βέλτιον τοῖς ἄνω συνάπτειν,
ἵνα μὴ δύο μετοχαὶ ἀσυνδέτως κέωνται.
27. *ἕξουσι ἀντὶ τοῦ ἀνθέξουσιν.
28. *καὶ δέ τε Ἀρίσταρχος καὶ δέ τί μιν, διὰ τοῦ ι.
29. νῦν δʼ ὅτε δὴ καὶ θυμόν ὅτι λείπει ἡ περί, κατὰ θυμὸν περὶ
ἑταίρου χολοῦται. τὸ δὲ αἰνῶς ἑκατέροις δύναται προσδίδοσθαι.
30. ὑπὲρ μόρον Ἀριστοφάνης ὡς ὑπέρβιον, ἓν μέρος λόγου ποιῶν·
καὶ ὁ Ἀσκαλωνίτης, ἐπεὶ ἀντὶ ἐπιρρήματος τοῦ ὑπερμόρως παρείληπται,
ὁμοίως πληθυντικῷ τῷ “ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος”
(Il. 2, 155). καὶ ὃν τρόπον “οὐ μὲν καλὸν ἀτέμβειν” (Od. 21, 312)
ἀντὶ τοῦ καλῶς ἐστὶ, καὶ τὸ πληθυντικὸν “οὐ μὲν καλὰ χόλον τόνδʼ
ἔνθεο” (Il. 6, 326), οὕτως καὶ τὸ προκείμενον ἑνικῶς καὶ πληθυντικῶς
εἰς σύνταξιν παρελεύσεται ἐπιρρήματος· “δείδω μὴ καὶ
τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ” καὶ “ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα
νόστος.” ἐντελῶς δὲ ἐν τῇ B περὶ τῆς προσῳδίας διελάβομεν. διὸ
νῦν παρίημι. ἐκεῖνο μέντοι ὑπομνήσω, ὡς ὅτι δύναται καὶ τοῦτο καὶ
τὸ ἐν τῇ Ὀδυσσείᾳ (1, 35), λέγω δὲ τὸ “ὡς καὶ νῦν Αἴγισθος
ὑπέρμορον,” κατὰ διάλυσιν ἀναγινώσκεσθαι, ὁμοίως τῷ “μὴ καὶ
ὑπὲρ μοῖραν δόμον Ἄϊδος (336), ὥσπερ ἤδη ἀπεφηνάμην.
35. * Ἀρίσταρχος κέκασται, οὐ διὰ τοῦ ο κέκαστο.
37. *ῥώοντο ἀραιαί ἐρρώννυντο αἱ ἀσθενεῖς.
40. ότι οὐ προδιασυστήσας τὸν αὐτὸν ποταμὸν Ξάνθον καὶ Σκάμανδρον ὄντα προκατακέχρηται τῇ τοῦ Ξάνθου ὀνομασίᾳ, ὡς παραδεδομένοις δηλονότι χρώμενος καὶ οὐκ αὐτὸς πλάσσων τὰ ὀνόματα.
42. *τέως Ἀχαιοί ἐν ἄλλῳ τόφρα δʼ Ἀχαιοὶ μὲν μέγʼ ἐκύδανον.
44. *Τρῶας ὅτι ἀντὶ τοῦ Τρώων ἑκάστου.
48. ὅτι ὁ δέ σύνδεσμος περισσός ἐστιν ἐν τῷ “αὖε δʼ Ἀθήνη.”
53. θεῶν ἐπὶ Καλλικολώνῃ ὅτι τόπος οὕτως καλεῖται ἐπὶ τῆς
Ἴδης, θεῶν Καλλικολώνη. οὐ δεόντως οὖν τινὲς ἀνέγνωσαν θέων ἀντὶ
τοῦ τρέχων.
θεῶν Πρόδικος βαρέως ἀνεγίνωσκεν ὡς τρέχων, μετοχὴν ποιῶν· ὁ
μέντοι Ἀρίσταρχος περιέσπα, λέγων οὕτως καλεῖσθαι τὸν τόπον,
θεῶν Καλλικολώνη, ὥσπερ καὶ Ἀχαιῶν λιμήν. οὕτως δὲ ἐχούσης
τῆς ἱστορίας περισσὴ ἡ τοῦ Ἡροδίκου ἀνάγνωσις. ἡ μέντοι ἐπί
πρόθεσις κατὰ ταύτην τὴν ἔννοιαν ὤφειλε προηγεῖσθαι τοῦ λόγου,
ὥστε εἶναι ἐπὶ θεῶν Καλλικολώνῃ· διὸ ἐτόλμησάν τινες ἀναστρέψαι.
οἱ μέντοι περὶ τὸν Ἀσκαλωνίτην οὐκ ἀνέστρεψαν, ἀλλὰ συνέταξαν
τῇ ἑξῆς λέξει· καὶ οὕτως ἐπείσθη ἡ παράδοσις, λέγω δὲ τῇ συντάξει
τῆς δοτικῆς· καὶ γὰρ διὰ τῶν ἑξῆς (151) Καλλικολώνης φησὶν οὐ
57. *αὐτὰρ ἔνερθε Ἀρίσταρχος Ἰακῶς αὐτὰρ νέρθε.
58. γαῖαν ὅτι διέστειλε τῆς γῆς τὰ ὄρη, ὡς ἐκεῖ “γαῖα δʼ ἔτι
ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος” (Il. 15, 193).
59. *πολυπίδακος οὕτως Ἀρίσταρχος, πολυπίδακος· ἄλλοι δὲ
πολυπιδάκου.
62. *ἆλτο ἐν ἄλλῳ ἐκ θρόνου ὦρτο. οὕτως καὶ ἡ Μασσαλιωτική.
67. ἤτοι μὲν γὰρ ἔναντα ἡ τῶν θεῶν μάχη περιέχει φυσικὴν
στοιχείων πρὸς στοιχεῖα ἀντίταξιν, κακιῶν πρὸς ἀρετάς. Ἀπόλλων
μὲν γὰρ ἐναντιοῦται Ποσειδῶνι, τὸ μερικὸν πῦρ τῷ παντὶ ὑγρῷ·
Ἀθηνᾶ δὲ Ἄρει, ἡ φρόνησις τῇ ἀφροσύνῃ· Ἥρα δὲ Ἀρτέμιδι, ὁ
περίγειος ἀὴρ τῇ σελήνῃ· Ἑρμῆς δὲ Λητοῖ. ὁ λόγος τῇ λήθῃ·
Ἥφαιστος δὲ Ξάνθῳ, τὸ ὅλον πῦρ μέρει τοῦ ὕδατος. διὰ τί δὲ οὗτοι
οἱ θεοὶ προῃρηνται βοηθεῖν τοῖς Ἕλλησιν, Ἥρα, Ἀθηνᾶ, Ποσειδῶν,
Ἥφαιστος, Ἑρμῆς, τοῖς δὲ Τρωσὶν Ἄρης, Ἀπόλλων, Ἄρτεμις,
Λητῶ, Σκάμανδρος, Ἀφροδίτης Ἥρα μὲν οὖν Ἕλλησι βοηθεῖ, ὅτι
γαμήλιός ἐστιν ἡ θεὸς, μισεῖ δὲ μοιχὸν ὄντα τὸν Ἄλέξανδρον· ἢ ὅτι
ἐν τῷ Ἀργει ἐτιμᾶτο λαμπρῶς, ὅθεν φησὶν ὁ ποιητὴς τὸ “Ἥρη τʼ
Ἀργείη·” ἢ καὶ ὅτι ὡς τὸ Ἄργος, οὕτως οἰκεία ἦν αὐτῇ καὶ ἡ
Σπάρτη καὶ ἡ Μυκήνη, ὥς φησιν ἐν τῇ Δ (51). Ἀθηνᾶ δὲ ἤτοι διὰ
τὸ ἀποδοκιμασθῆναι ὑπὸ Ἀλεξάνδρου, ἢ διὰ τὸ ἀλλοτρίους εἶναι τῆς
συνέσεως τοὺς βαρβάρους. Ποσειδῶν δὲ, ἐπειδὴ οἱ πλείους τῶν
Ἑλλήνων νησιῶταί εἰσιν, καὶ διὰ τὸ ὀργίζεσθαι δὲ Λαομέδοντι ἐπὶ
ἀποστερήσει μισθοῦ τῆς τειχοποιίας. Ἑρμῆς δὲ ἢ ὅτι ἐξ Ἀρκαδίας,
ἢ ὅτι λόγιος, ἢ ὅτι κήρυκας ἀποσταλέντας πρὸς αὐτοὺς ὑπὸ Ἑλλήνων
ἐπὶ διαλύσει τῆς διαφορᾶς Ὀδυσσέα καὶ Μενέλαον ἠβουλήθησαν
ἀνελεῖν πεισθέντες Ἀντιμάχῳ· τῶν δὲ κηρύκων προστάτης Ἑρμῆς.
Ἥφαιστος δὲ διὰ τὸ μισεῖν Ἄρη, ὅτι ἐμοίχευσεν αὐτοῦ τὴν γυναῖκα
Ἀφροδίτην. τοῖς δὲ Τρωσὶ παρέστη Ἄρης, τὸ ὅμοιον μεταδιώκων
φιλοπόλεμος γὰρ ὁ θεὸς, φιλοπόλεμοι δὲ καὶ οἱ Τρῶες· ὁ δὲ Ἀπόλλων
ἤτοι διὰ τὸ τόξον. τοξικοὶ δὲ καὶ οἱ Τρῶες, καὶ ἐν πρώτοις
Ἀλέξανδρος· ἢ ὅτι κιθαριστὴς καὶ εὔμορφος, ὡς Ἀλέξανδρος. Ἄρτεμις
δὲ καὶ Λητῶ χαριζόμεναι τῷ Ἀπόλλωνι, ἢ ὅτι παρὰ τοῖς βαρβάροις τιμῶνται.
Ξάνθος δὲ ὡς ὑπὲρ οἰκείας χώρας μάχεται. ἡ δὲ Ἀφροδίτη
διὰ τί δὲ κατὰ τὸν πόλεμον οὗτοι οἱ θεοὶ ἐναντιοῦνται ἀλλήλοις;
Ποσειδῶν μὲν Ἀπόλλωνι, τι κατὰ τὸν μῦθον συναδικηθεὶς αὐτῷ ὑπὸ
Λαομέδοντος ἐκείνοις συνήργει. Ἄρης Ἀθηνᾷ, ἐπεὶ ἐκώλυσεν αὐτὸν
τὸν Ἀσκαλάφου θάνατον ἐκδικῆσαι, ἢ ὅτι ἐν ὄψει τῶν θεῶν ὕβρισεν
αὐτὸν εἰποῦσα “μαινόμενε φρένας ἠλέ” (Il. 15, 128). Ἥρᾳ δὲ
Ἄρτεμις· ἔστι γὰρ αὐτῇ μητρυιά. Λητοῖ δὲ Ἑρμῆς, δικαίωςʼ
μουσικὸς γὰρ ὑπάρχων τὴν τόν μουσικὸν Ἀπόλλωνα γεννήσασαν καὶ
τῶν ἐπιτηδευμάτων ἀντίζηλον μεμίσηκεν· ἢ ὡς λόγιος καὶ μνήμων
ἀποστρέφεται αὐτὴν ὡς λήθην. Ἥφαιστος δὲ Ξάνθῳ εἰκότως, ὅτι ἡ
μὲν τῶν ποταμῶν φύσις πέφυκεν ὑγρὰ, Ἥφαιστος δέ ἐστι τοῦ πυρὸς
δεσπότης, οὗ τροφὴ τὰ ξύλα. κατὰ δὲ τὸν φυσικὸν λόγον Ἀπόλλων
ἥλιος ὢν ἀναπίνει τὰ ὑγρὰ στοιχεῖα. Ἀθηνᾶ δέ ἐστι φρόνησις,
Ἄρης δὲ ἀφροσύνη· ἐναντία δὲ καὶ πολέμιά ἐστι ταῦτα ἀλλήλων.
Ἥρα δέ ἐστιν ἀὴρ, Ἄρτεμις δὲ σελήνη, ἀερότεμίς τις οὖσα, ἡ τὸν
ἀέρα τέμνουσα ἐξ οὗ ἤρτηται· τὸ δὲ βαρῦνον αὐτὴν πολέμιον νενόμικεν.
Ἑρμῆς δέ ἐστι λόγος, Λητὼ δʼ ἀμνημοσύνη, οἷον ληθώ τις
τῶν λόγων. Ἥφαιστος δὲ τὸ πῦρ, Ξάνθος δὲ τὸ ὑγρόν· ἀλλότριον
δὲ τὸ πῦρ τοῦ ὑγροῦ.
68. ἵστατ᾿ Ἀπόλλων ὅτι πυκνῶς κατὰ τὸν τόπον πρὸς τὸ δεύτερον
πρότερον ἀπήντηκεν· ἀρξάμενος γὰρ ἀπʼ Ἀχαιικοῦ θεοῦ, καὶ ἀντιτάξας
τούτῳ Τρωϊκὸν θεὸν, πάλιν ἀπὸ Τρωϊκοῦ ἦρκται κατὰ τὸ δεύτερον
ζυγόν.
69. ἄντα δʼ Ἐνυαλίοιο ἐξ ἐναντίας δὲ τοῦ Ἄρεως. ὁ δὲ τρόπος
μετωνυμία, ὡς ἀπὸ τῆς Ἐνυοῦς τῆς πολεμικῆς δαίμονος.
ὑφʼ ἓν τὸ ἀντέστη προενεκτέον· δοτικῇ γὰρ συντάσσεται, ὡς “Λητοῖ δʼ ἀντέστη,” τὸ δὲ ἄντα, ὅπερ ἐστὶν ἐξ ἐναντίας, γενικῇ· “ἄντα δʼ Ἐνυαλίοιο,ʼ “ἄντα δʼ ἄῤ Ἡφαίστοιςο.”
χρυσηλάκατος ἐργατική· νῦν δὲ ἡ χρυσοῦν τόξον ἔχουσα, τοξευτική.
ἀπὸ τούτου δὲ καὶ κελαδεινή ἀντὶ τοῦ κυνηγετική· κραυγάζουσι
γὰρ οἱ κυνηγοί.
72. σῶκος Τυραννίων ἀξιοῖ ὀξύνειν, ἵνα ἀποφύγῃ τὸ κύριον βαρυνόμενον
“ὦ Σῶχʼ Ἱππάσου υἱέ” (Il. 11, 450), ὤσπερ ἐπὶ τοῦ Λεῦκος
ι, τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης. τὰ μέντοι εἰς κος λήγοντα
δισύλλαβα, οὐ παρεσχηματισμένα εἰς γένος θηλυκὸν, φύσει μακρῷ
παραληγόμενα, βαρύνεσθαι θέλει, οἷον φῶκος θῶκος· οὕτως σῶκος.
σεσημείωται τὸ σηκός.
σῶκος ἤτοι ὁ ἰσχυρὸς (σωκεῖν γὰρ τὸ ἰσχύειν) ἢ σοούμενος ὠκέως,
τουτέστιν ὁρμῶν ταχέως· ἄγγελος γὰρ ὁ θεός.
74. * ὅτι τὸ διφορούμενον τῆς ὀνομασίας νῦν διέστησεν.
Ξάνθον—Σκάμανδρον τῶν διωνύμων τὸ μὲν προγενέστερον ὄνομα
εἰς θεοὺς ἀναφέρει ὁ ποιητὴς, τὸ δὲ μεταγενέστερον εἰς ἀνθρώπους.
77. *μάλιστά γε Ἀρίσταρχος μάλιστά ἑ, μάλιστα αὐτόν.
79. *ἰθύς ὅτι ἀντὶ τοῦ ἐπʼ εὐθείας καὶ κατʼ ἐναντίον.
84. *οὕτως διὰ τοῦ ι, ὑπίσχεο.
ὅτι περὶ τὸν οἶνον αἱ καυχήσεις γίνονται, πρὸς τὴν ἀθέτησιν τοῦ
“ἔσθοντες κρέα πολλά” (Il. 8, 231). βασιλεῖς δὲ καὶ τοὺς κατὰ
μέρος ἄρχοντας λέγει· “δώδεκα γὰρ βασιλῆες ἀριπρεπέες κατὰ
δῆμον” (Od. 8, 390).
89. διόλου παρατηρητέον ὅτι τὰ ἔργα τοῦ Ἀχιλλέως δεόντως κατὰ μέρος δεδήλωκεν· “δώδεκα δὲ ξὺν νηυσὶ πόλεις· πεζὸς δʼ ἕνδεκά φημι” (Il. 9, 328). νῦν δὲ καὶ ἀξιοπιστότερον τὸ παρὰ τοῦ πολεμίου ἐγκώμιον.
99. *ἐν ἄλλῳ ἰθύ, χωρὶς τοῦ σ.
100> *διελθεῖν γρ. διελθέμεν.
105> καὶ δὲ σέ ὁ Ἀσκαλωνίτης ὠρθοτόνησε τὴν ἀντωνυμίαν, τὸν
δέ σύνδεσμον ἀντὶ τοῦ γάρ παραλαμβάνων· καὶ οὕτως ἔχει τὰ τῆς
ἀναγνώσεως καὶ τῆς διανοίας.
107> ἡ μὲν γὰρ Διός ἐσθʼ σεσημείωται πρὸς τοὺς ἑξῆς ἀριθμοὺς
109. λευγαλέοις ἐπέεσσιν ὅτι λευγαλέοις οὐ διύγροις, ὡς οἱ
νεώτεροι, ἀλλʼ ὀλεθρίοις, παρὰ τὸν λοιγόν.
113. οὐλαμόν τὸ πύκνωμα, ἀπὸ τῆς οὐλότητος, ἢ τὴν εἴλησιν.
114. ἡ δʼ ἄμυδις Ἀρίσταρχος τὸ ἡ ἄρθρον ἐκδέχεται· Ζηνόδοτος
δὲ περιέσπασε καὶ ἐψίλωσεν, ῥῆμα ἐκδεξάμενος, ὁμοίως τῷ
“ἦ καὶ κυανέῃσιν” (Il. 1, 528), καὶ ὅλον τὸν στίχον μεταποιεῖ, ἦ δʼ
ἄμυδις καλέσασα θεοὺς ῥεῖα ζώοντας, ἔφη δὲ εἰς ἓν συναγαγοῦσα
τοὺς θεούς. ἠγνόησε δὲ ὡς ὁ ποιητὴς οὐ χρῆται τῷ ῥήματι
ἐν ἀρχῇ λόγου, ἀλλὰ τοῖς ῥηθεῖσιν ἐπιλέγει. καὶ τούτῳ γε
παῤ αὐτῷ διαφέρει τοῦ ἔφη, ὅτι τὸ μὲν καὶ προτάττεται καὶ
ὑποτάττεται. Ἀρίσταρχος δὲ ἡ δʼ ἄμυδις στήσασα, καὶ αἱ πλεῖσται.
τὸ δὲ ἄμυδις ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον, ἐπεὶ
Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο.
ὅτι Ζηνόδοτος γράφει θεοὺς ῥεῖα ζώοντας, ἐξ οὗ φανερός ἐστι κατὰ τὸ περισπώμενον ἀνεγνωκὼς ἦ δʼ ἄμυδις, ἵνʼ ᾖ ἔφη, ὡς ἐκεῖ “ἦ καὶ κυανέῃσιν.” ἠγνόηκε δὲ ὅτι ἐπί τισι προειρημένοις τίθεται παρʼ Ὁμήρῳ τὸ ἦ, οὐκ ἐν ἀρχῇ λόγου.
125. πάντες δʼ Οὐλύμποιο ἕως τοῦ γεινομένῳ ἐπένησε (128)
ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι τοὐναντίον ὁ Ζεὺς λέγει “εἰ γὰρ
Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, οὐδὲ μίνυνθʼ ἕξουσι” (26),
καὶ σώζει μᾶλλον τὴν Ἀχιλλέως ἀξίαν. ἡ δὲ Ἥρα φησὶ τοὺς θεοὺς
κατεληλυθέναι, ὅπως μὴ πάθῃ τι ὑπὸ τῶν Τρώων ὁ Ἀχιλλεύς.
135. *λείπει ἡ πρός.
138. *ἄρχωσι Ἀρίσταρχος προκρίνει τὴν διὰ τοῦ ω γραφήν·
γράφεσθαι δέ φησι καὶ διὰ τοῦ η ἄρχῃσι.
ὅτι Ζηνόδοτος γράφει ἄρχῃσι. ὁ δὲ Ὅμηρος τὸ κατʼ ἀμφοτέρων
τῶν ὀνομάτων τιθέμενον ῥῆμα εἴωθέ ποτε, τὸ ἕτερον προτάξας ὄνομα,
μεταξὺ τάσσειν· “ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρο”
(Il. 5, 774) καὶ “ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι
Κωκυτός τε” (Od. 10, 513). καὶ τούτῳ πεπλεόνακεν Ἀλκμὰν, διὸ
καὶ Ἀλκμανικὸν καλεῖται, οὐχ ὅτι πρῶτος αὐτῷ ἐχρήσατο.
143. *ἀνάγκῃ ἶφι γράφεται ἀναγκαίηφι.
146. τὸ ὑψηλόν ἑκατέροις δύναται προσδίδοσθαι, ἵν᾿ ᾖ τὸ ἑξῆς τεῖχος ὑψηλόν ἢ ὑψηλὸν ποίεον.
Ποσειδῶν καὶ Ἀπόλλων, προστάξαντος Διὸς Λαομέδοντι θητεῦσαι,
ἐπὶ μισθῷ τεταγμένῳ τὸ τεῖχος κατασκευάζουσιν. Λαομέδων
δὲ παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας, μὴ δοὺς τὸν μισθὸν,
ἀπήλασεν αὐτούς. ἀγανακτήσας δὲ Ποσειδῶν ἔπεμψε τῇ χώρᾳ κῆτος,
ὃ τούς τε παρατυγχάνοντας ἀνθρώπους καὶ τοὺς γιγνομένους καρποὺς
διέφθειρεν. μαντευομένῳ δὲ Λαομέδοντι χρησμὸς ἐδόθη Ἡσιόνην τὴν
θυγατέρα αὐτοῦ βορὰν ἐκθεῖναι τῷ κήτει καὶ οὕτως ἀπαλλαγήσεσθαι
τοῦ δεινοῦ. προθεὶς δὲ ἐκεῖνος τὴν θυγατέρα, μισθὸν ἐκήρυξε τῷ τὸ
κῆτος ἀνελόντι τοὺς ἀθανάτους ἵππους δώσειν, οὓς Τρωὶ Ζεὺς ἀντὶ
Γανυμήδους ἔδωκεν. Ἡρακλῆς δὲ παραγενόμενος ὑπέσχετο τὸν ἆθλον
κατορθώσειν, καὶ Ἀθηνᾶς αὐτῷ πρόβλημα ποιησάσης τὸ καλούμενον
ἀμφίχυτον τεῖχος, εἰσδὺς διὰ τοῦ στόματος εἰς τὴν κοιλίαν τοῦ
κήτους, αὐτοῦ τὰς λαγόνας διέφθειρεν. ὁ δὲ Λαομέδων ὑπαλλάξας
θνητοὺς δίδωσιν ἵππους. μαθὼν δὲ Ἡρακλῆς ἐπεστράτευσε καὶ Ἴλιον
ἐπόρθησε, καὶ οὕτως ἤλαυνε τοὺς ἵππους. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ.
147. ὅτι οὕτως εἴρηκε σὺν τῷ ἄρθρῳ τὸ κῆτος, ὡς παραδεδομένης τῆς ἱστορίας τῆς περὶ τοῦ κήτους.
152. ἀμφὶ σέ ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὁμοίως τῷ “ἀμφὶ σὲ
Πηλέως υἱέ” (2).
155. *κατʼ ἔνια διὰ τοῦ ο, ὄκνεον.
156. * Ἀρίσταρχος Ἰακῶς λάμπετο.
157. ἀνδρῶν ἠδ᾿ ἵππων καὶ τοῦτο τάχα ἄν τις τοῖς ἑξῆς συνάπτοι·
τὸ δὲ ὑπερβατὸν οὐκ εὖ ἔχει.
166. πρὸς τὸ σχῆμα, ὅτι δῆμος ἀγρόμενοι, ἐπεὶ ὁ δῆμος ἔννοιαν πληθυντικὴν ἔχει.
170. *γράφεται ἀμφοτέρωσε ἔν τισιν, οὐ φαύλως.
171. ἑέ ἡ ἕ τοῦ τρίτου προσώπου ἀντωνυμία ἐπλεόνασε κατʼ
ἀρχὴν, ὥσπερ ἐπὶ τοῦ ἑόν ἑοῦ ἑῷ· ἅμα δὲ τῷ πλεονασμῷ μετέβη καὶ
τὸ πνεῦμα.
*ἀντὶ τοῦ ἑαυτόν.
180. ἐλπόμενον Τρώεσσι ἀθετοῦνται στίχοι ζ´, ὅτι εὐτελεῖς εἰσὶ
185. * ἐσθλὸν γρ. καλόν.
188. ἀναστρεπτέον τὴν πρόθεσιν· ἔστι γὰρ τὸ ἑξῆς ἀπὸ βοῶν. ἔνιοι δὲ συντάσσουσι τὴν ἀπό τῷ σεῦα. ἐν τῇ Χίᾳ δὲ βοῶν ἔπι.
* ἡ Ῥιανοῦ καὶ Ἀριστοφάνους βοῶν ἔπι, οὐκ ἀχαρίτως.
195. * οὕτως Ἀρίσταρχος ἐρύεσθαι χωρὶς τοῦ σέ.
ἀλλʼ οὐ νῦν σʼ ἐρύεσθαι ἕως τοῦ “πρίν τι κακὸν παθέειν” (198)
ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι ἐπὶ τῆς Μενελάου πρὸς Εὔφορβον
συστάσεως (Il. 17, 30) ὀρθῶς λέγονται· σκοπὸς γὰρ ἀμφοτέροις
ἐστὶν ἀνελέσθαι τὸν νεκρὸν καὶ τὰ ὅπλα· νῦν δὲ παντελῶς ἐκλελυμένος
τις ὁ Ἀχιλλεὺς φαίνεται, τῷ πρώτῳ συστάντι τοιαῦτα λέγων.
205. ὄψει δʼ οὔτ᾿ ἄρ πω ἕως τοῦ “εὔχομαι ἐκγεγάμεν” (209) ἀθετοῦνται στίχοι πέντε, ὅτι οὐκ ἀναγκαῖα τὰ διʼ αὐτῶν λεγόμενα, κατὰ τὴν γενεαλογίαν ἀμφοτέρων γινωσκομένων.
211. * καὶ τὸ σήμερον ὁμοίως τοῖς προκειμένοις.
213. δαήμεναι ὅτι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ τοῦ δάηθι.
215. Δάρδανον αὖ πρῶτον Δάρδανος υἱὸς Ἠλέκτρας τῆς Ἀτλαντίδος
καὶ Διός. οὗτος ᾤκει ἐν Σαμοθράκῃ· τοῦ δὲ κατακλυσμοῦ συμβάντος
κατασκευάσας σχεδίαν καὶ ἀσκὸν ἑαυτῷ περιθεὶς ἐφέρετο
τοῖς ὕδασι. προσοκείλας δὲ τῇ Ἴδῃ τὴν Δαρδανίαν ἔκτισεν. ἑτέρα δὲ
ἡ τῆς Ἰλίου Δαρδανία, ὥσπερ καὶ ἡ Φρυγία· οἱ δὲ νεώτεροι συγχέουσιν.
κτίσσε δὲ Δαρδανίην ὅτι θηλυκῶς τὴν Ἴλιον· καὶ ὅτι ἑτέρα τῆς
Ἰλίου ἡ Δαρδανία, ὥσπερ καὶ ἡ Φρυγία.
217. ἐν πεδίῳ διὰ γὰρ τὰς νομὰς καὶ τοὺς ὑετοὺς ἐν τοῖς ὄρεσι
πρώην ᾤκουν· ὅθεν καὶ πόλεις τὰς ἀκροπόλεις καλοῦσιν.
221. ἕλος κάτα τὸ ἑξῆς ἐστὶ καθʼ ἕλος· διὸ ἀναστρεπτέον τὴν
πρόθεσιν.
223. τάων καὶ Βορέης ὅτι ἐλλείπει τὸ τινῶν, τούτων τινῶν· οὐ
γὰρ πασῶν ἠράσθη.
224. ἵππῳ δʼ εἰσάμενος ὅτι καταχρηστικῶς· ἵππος γὰρ οὐ παρακοιμᾶται,
227. ἀνθερίκων νῦν τῶν ἐν τοῖς στάχυσι λεπτῶν ἀθέρων ἐστίν.
ἐλαφρῶς οὖν, φησὶν, ἄνωθεν αὐτῶν διέτρεχον. ὁμοίως δὲ καὶ ἐπὶ τῆς
τῶν κυμάτων ἐπιφανείας μὴ βαπτιζόμεναι τῷ ὕδατι. κυρίως δʼ
ἀνθέρικος καλεῖται ὁ τοῦ ἀσφοδέλου καυλός· ἔστι δὲ τὸ φυτὸν λαχανῶδες.
228. *Ἀρίσταρχος ἀλλʼ ὅτε δέ, ἄλλοι δὲ ἀλλʼ ὅτε δή διὰ τοῦ η.
229. σημειοῦνταί τινες ὅτι ἁλὸς πολιοῖο ἔφη.
*ῥηγμῖνος τῆς ἐπιφανείας τῆς θαλάττης.
233. ὃς δὴ κάλλιστος γένετο ὅτι ὡς ἂν ἁρμόζῃ πρὸς τὸ ἐγκώμιον
τίθησι τὸ κάλλιστος· καὶ γὰρ ἄλλους καλλίστους λέγει. καὶ ὅτι
πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.
234. Ἀρίσταρχος μὲν ἂν ποιεῖ τὸ ἀνηρείψαντο, τουτέστι τὸ
ἀνήρπασαν· εἰσὶ μέντοι οἳ τὸν ἄν σύνδεσμον παρέλαβον, ὧν ἐστὶ καὶ
Ἀπολλώνιος ὁ τοῦ Θέωνος, τοιοῦτόν τι ἐκδεχόμενος, ἀνήρπασαν ἂν
αὐτὸν οἱ θεοὶ τῷ Διὶ χάριν τοῦ κάλλους, εἰ ἔζη. τοῦτο δέ φησιν,
ἐπεὶ οὐδαμοῦ παρεισάγει αὐτὸν ὁ ποιητὴς τῷ Διὶ διακονούμενον· ἡ
γὰρ Ἥβη βλέπεται καὶ ὁ Ἥφαιστος. πρὸς δὲ ταῦτα ὑγιῶς ἀπεφήναντό
τινες, καὶ ὁ Ἀσκαλωνίτης, ὡς ὅτι ὁ ποιητὴς τῷ ἠρείψαντο
οὐδέποτε ἐχρήσατο ἄνευ τῆς προθέσεως. δεύτερον ὡς εἰ ἦν ὁ ἄν σύνδεσμος,
ἐχρῆν τινὰ αἰτίαν ἐπενεχθῆναι, ὥσπερ ἐπὶ τοῦ “οὐδ᾿ ἄν πω
χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ, εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις
ἠϋκόμοιο παῦσεν ἀριστεύοντα μάχης” (Il. 11, 504). πῶς δὲ ἐν
ἑτέροις περὶ τῆς ἁρπαγῆς τοῦ Γανυμήδους ὑπόμνησιν ποιεῖται, ὁπότε
ὁ Διομήδης λέγει “τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
δῶχʼ υἷος ποινὴν Γανυμήδεος” (Il. 5, 262); ἀλλὰ, φησὶν, οὐ διακονεῖται.
εὐλόγως, πρῶτον μὲν ὅτι τὰ πάντα συμπόσια δύο ἐστὶν,
ἓν μὲν ἐν τῇ A, ἐν ᾧ ὁ Ἥφαιστος παρεισάγεται διακονούμενος ἕνεκα
γέλωτος, ἄλλο δὲ ἐν τῇ Δ, ὅπου ἡ Ἥβη κοινῶς οἰνοχοεῖ πᾶσι θεοῖς.
ἔχομεν δὲ ἡμεῖς προσθεῖναι τὸ κυριώτατον, φημὶ δὴ τὸ τῆς συντάξεως·
ἡ διπλῆ, ὅτι ἐναντιοῦται τοῖς νεωτέροις· οὐ γὰρ διʼ ἔρωτα τὸν
Γανυμήδην ὑπὸ Διὸς ἀνηρπάσθαι, ἀλλʼ ὑπὸ τῶν θεῶν, ἵνα οἰνοχοῇ τῷ
Διὶ διὰ τὸ κάλλος. καὶ ὅτι ὁ καί περισσός.
*κατʼ ἔνια τὸν μὲν ἀνηρείψαντο.
235. κάλλεος εἵνεκα καὶ τοῦτο ὁμοίως. ἢ γὰρ ἀνηρείψαντο κάλλεος
εἵνεκα οἷο, ἢ ἵνα ἀθανάτοισι μετείη κάλλεος εἵνεκα οἷο.
κάλλεος εἵνεκα ὁ ἀστερίσκος, ὅτι τοῦτον γράφουσι τὸν στίχον
καὶ ἐν τῇ Ὀδυσσείᾳ (15, 251) ἐπὶ τοῦ Κλείτου οὐ δεόντως.
243. * ἐν ἄλλῳ ὁ γὰρ κάρτιστος ἀπάντων.
249. πολὺς νομός ὀξυτόνως, ἵνα σημαίνηται ὡς ἐν τῇ συνηθείᾳ ἡ
νέμησις· τοῦτο γὰρ ἐμφάσεως μείζονός ἐστι σημαντικόν.
251. ἀλλὰ τίη ἕως τοῦ “πόλλʼ ἐτεά τε καὶ οὐκί” (255) ἀθετοῦνται
στίχοι πέντε, ὡς ἄκαιροι καὶ ὀχληροὶ προειρημένου τοῦ “ἀλλ᾿
ἄγε μηκέτι ταῦτα λεγώμεθα” (244). τοῦτο δὲ περιγράφοντός ἐστι
τὸν λόγον· πῶς οὖν καθάπερ ἄλλην ἀρχὴν ποιούμενος ἔτι ἀναλαμβάνει
“ἀλλὰ τίη ἔριδας;” καὶ τὰ λεγόμενα ἀνάξια τῶν προσώπων.
καὶ παρὰ βαρβάροις δέ ἐστι τὸ τὰς γυναῖκας προερχομένας λοιδορεῖσθαι,
ὡς παρʼ Αἰγυπτίοις. περὶ δὲ τοῦ η τοῦ ὑποτασσομένου τῷ
τί καὶ τῷ ἐπεί ἐδηλώσαμεν ἐν τοῖς πρὸ τούτων, ὡς τῷ τί ὑποτασσόμενος
μὲν ἐγκλίνεται, τῷ δὲ ἐπεί περισπᾶται.
*καὶ είκεα ἐν ἄλλῳ καὶ ὀνείδεα.
255. πολλὰ τά τε καὶ οὐκί οὕτως Ἀρίσταρχος, πολλὰ τά
τε καὶ οὐκί, τά τε ταῖς ἀληθείαις ὄντα καὶ μή. τὰ δὲ φαυλότερα
τῶν ἀντιγράφων ἐτεά ἔχει, τουτέστιν ἀληθῆ.
*οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ πολλά τʼ ἐόντα, τὰ δʼ οὐκί.
256. *μεταστρέψεις γρ. ἀποστρέψεις.
259. ἦ ῥα καὶ ἐν δεινῷ σάκει οὕτως ἡ Ἀριστάρχου. διαιρετέον
τὸ σάκεϊ, καὶ Ἰακῶς τὸ ἔλασσε. καὶ τὸ δινῷ δὲ ἔξω τοῦ ε, ἀπὸ
τοῦ δινεῖσθαι· “δινωτὴν φορέουσα” (Il. 13, 407).
260. * μύκε ὅτι ἀντὶ τοῦ ἤχησε καὶ οὐ διεκόπη.
261. *ἀπὸ ἕο ἔξω ἀνέτεινεν ἑαυτοῦ.
*ὅτι Ζηνόδοτος γράφει ἀπὸ οὗ.
263. *ῥεῖα Ἀρίσταρχος ἔξω τοῦ ῑ, ῥέα.
265. *δῶρα ἔν τισιν ἔργα.
266. ἀνδράσι γε θνητοῖς πρὸς τὴν ἑξῆς ἀθέτησιν· ἄτρωτα γὰρ
καὶ ἄθλαστα τὰ ἡφαιστότευκτα.
269. ἀλλὰ δύω μὲν ἔλασσε ἀθετοῦνται στίχοι δ´, ὅτι διεσκευασμένοι
εἰσὶν ὑπό τινος τῶν βουλομένων πρόβλημα ποιεῖν. μάχεται δὲ
σαφῶς τοῖς γνησίοις· ἄτρωτα γὰρ τὰ ἡφαιστότευκτα συνίσταται. ἵνα
δὲ μὴ δοκῇ λύσεως ἠπορηκέναι, καὶ διὰ τοῦτο ἠθετηκέναι, φησὶν ὅτι
τῆς χρυσῆς πτυχῆς πρώτης κατὰ τὴν ἐπιφάνειαν κειμένης νοητέον
τὸ δόρυ τῆς πλείονος ὁρμῆς ἐγκοπὴν εἰληφέναι, διακεκόφθαι μέντοι
τὸ σάκος ἕως τῆς τρίτης πτυχῆς, ὃν τρόπον ἐπὶ τῆς πτυχῆς Μενελάου
λέγει “ἥ οἱ πλεῖστον ἔρυτο, διὰ πρὸ δὲ εἴσατο καὶ τῆς” (Il.
4, 138).
ἀτρώτων ὑπαρχόντων παρʼ Ὁμήρῳ τῶν Ἀχιλλέως ὅπλων, καὶ
ἔξωθεν κατʼ ἐνίους τεταγμένης διὰ τὸν πλείονα κόσμον τῆς χρυσῆς
πτυχὸς, οὕτως ἀποδοτέον τὸν λόγον· ἀλλὰ μέχρι μὲν δύο πτυχῶν
προῆλθεν ἡ τῆς πληγῆς ἐνέργεια, εἴξεως καὶ οἱονεὶ συνιζήσεως γενομένης,
ἐν δὲ τῇ τρίτῃ ἐπεσχέθη. ἀπορία. πῶς, φασὶν, ἄτρωτον
ὑποστησάμενος τὴν ἀσπίδα νῦν τοῦτο λέγει; ῥητέον οὖν ὅτι ὁ χρυσὸς
ὢν μαλθακώτερος χαλκοῦ ἢ σιδήρου ἐνέδωκε τῷ δόρατι καὶ
ἐκοιλάνθη, καὶ ἐγένετο κοιλότης, οὐ τρῶσις.
273. δεύτερος αὖτ᾿ Ἀχιλεύς ὅτι Ζηνόδοτος μετεποίησεν οὕτως,
μελίην ἰθυπτίωνα ἀσπίδα νύξʼ εὔχαλκον ἀμύμονος
Αἰνείαο. οὐκ ἐκ χειρὸς δὲ ἐπέτυχεν ὁ Ἀχιλλεὺς, ὅπερ διὰ τοῦ
276. ἡ δὲ διὰ πρό κατὰ τὸ ἄνω μέρος τῆς ἀσπίδος διόλου διαπεράσαν
τὸ δόρυ ὀπίσω ἐπάγει τοῦ Αἰνείου.
279. * ὅτι σαφῶς συνίστησιν ὅτι βέβληται.
280. * τὸν χαλκοῦν καὶ τὸν βύρσινον.
283. ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος ὅτι βέβληκε τὸ δόρυ ὁ
Ἀχιλλεὺς, οὐ νένυχεν ἐκ χειρὸς, ὥσπερ Ζηνόδοτος πεποίηκεν· τὸ
γὰρ ἄγχι παγῆναι οὐκ ἄλλως ἔστιν ἢ ἐκ προέσεως.
288. ἔνθα κεν πάντα ἤρτηται ἕως τοῦ “εἰ μὴ ἄρʼ ὀξὺ νόησε”
(291). διορθωτέον οὖν αὐτὰ ὡς ἐν τῇ B (261) “εἰ μὴ ἐγώ σε
λαβών.”
289. τό ἢ τὸ σάκος, ἢ αὐτὸ τὸ πρᾶγμα τὸ βληθῆναι τὴν κόρυθα
ἢ τὸ σάκος, ἅπερ οὐκ ἤμελλε βληθέντα ὄλεθρον ἐπάξειν τῷ Ἀχιλλεῖ·
ἰσχυρὰ γὰρ ἤσαν.
290. *πρὸς τὸ σχῆμα· τὸν δὲ τὴν ψυχὴν ἀφείλετο.
293. * ἄχος μεγαλήτορος Αἰνείαο ὅτι λείπει ἡ περί, περὶ
Αἰνείου.
298. μὰψ ἕνεκ’ ἀλλοτρίων ὅτι Αἰνείας οὐ συνεπεγράφη τῷ τῶν
Πριαμιδῶν πολέμῳ· διὸ καὶ ὁ Πρίαμος ὑπώπτευεν αὐτὸν, οὐχ ὡς
ἔνιοί φασιν, ὅτι ἐπετίθετο τῇ βασιλείᾳ. βραχὺ δὲ διασταλτέον ἐπὶ
τὸ μάψ πρὸς τὸ σαφέστερον.
299. δῶρα θεοῖσι δίδωσι ὅτι οὕτως εἶκε θεοῖσι καὶ οὐχ ἡμῖν,
ὡς οὐκ ὢν καὶ αὐτὸς θεός. καὶ ἐν Ὀδυσσείᾳ (1, 66) “πέρι δʼ ἱρὰ
θεοῖσι.”
306. *ἤχθηρε παρὰ Ἀριστοφάνει ἤχθαιρε.
307. Αἰνείαο βίη Τρώεσσιν ἀνάξει σημειοῦνταί τινες πρὸς τὴν
ἱστορίαν, καὶ ἐπεὶ μεταγράφουσί τινες Αἰνείω γενεὴ πάντεσσιν
ἀνάξει, ὡς προθεσπίζοντος τοῦ ποιητοῦ τὴν Ῥωμαίων ἀρχήν. Ἀφροδίτη,
χρησμοῦ ἐκπεσόντος ὅτι τῆς τῶν Πριαμιδῶν ἀρχῆς καταλυθείσης
οἱ ἀπʼ Ἀγχίσου Τρώων βασιλεύσουσιν, Ἀγχίσῃ ἤδη παρηκμακότι
συνῆλθεν· τεκοῦσα δʼ Αίνείαν, καὶ βουλομένη πρόφασιν κατασκευάσαι
308. αἱ διὰ τῶν πόλεων λίπωνται εἶχον ἀντὶ τοῦ γένωνται.
311. ὅτι περισσὸς ὁ κέν, καὶ ἔστι τὸ ἑξῆς, ἢ ἐρύσεις ἢ αὐτὸν ἐάσεις. ἡ δὲ ἀναφορὰ πρὸς τὰς τοιαύτας ἀναγνώσεις, ὅτι “πρῶτον μὲν, ἔπειτα δέ κʼ αὐτὸς ὀνήσεαι” (Il. 6, 260) “μάλιστα δέ κʼ ταὐτῶς ἀνέγνω” (II. 13, 734).
322. Πηλείδῃ Ἀχιλῆι ἀθετοῦνται στίχοι τρεῖς, ὅτι οὐκ ἐνέσχηται
τῇ ἀσπίδι τὸ δόρυ τοῦ Ἀχιλλέως, ἀλλὰ “διὰ πρὸ Πηλιὰς
ἤιξεν μελίη” (276) καὶ “ἐγχείη δʼ ἄρʼ ὑπέρ νώτου ἐνὶ γαίῃ” (276).
πῶς οὖν ὁ Ποσειδῶν ἐκ τῆς ἀσπίδος ἤρυσε τὸ δόρυ;
327. δύναται ἡ ἀπό καὶ ἀναστρέφεσθαι, ἵνʼ ἡ ἀπὸ θεοῦ, καὶ
φυλάσσειν τὸν τόνον, ἵν᾿ ᾖ ἀπορούσας· ὅπερ καὶ βέλτιον.
329. Καύκωνες οἱ μὲν Τρωϊκὸν ἔθνος βάρβαρον, ἄλλοι δὲ Παφλαγονίας,
οἱ δὲ τοὺς ἐπίκλην Καυνίους· ἡ δὲ Καῦνος πόλις παράλιος
Λυδίας καὶ Καρίας.
331. *καί μιν φωνήσας παρὰ Ζηνοδότῳ καί μιν νεικείων
παρὰ Ῥιανῷ τὸν καὶ νεικείων.
332. ἀτέοντα ἀφροντιστοῦντα, φρενοβλαβοῦντα· καὶ ἀτίζω τὸ
μωραίνω.
οὕτως ἐν ἁπάσαις. ἀτέοντα ἀφροντιστοῦντα. Καλλίμαχος
'Μουσέων κεινὸς ἀνὴρ ἀτέει.” τὸ ἀτέοντα ὡς νοέοντα· ἔστι γὰρ τῆς
πρώτης συζυγίας τῶν περισπωμένων.
333. *ἐν ἄλλῳ ἀντίʼ Ἀχιλλῆος πολεμίζειν ἠδὲ μάχεσθαι.
334. σεῦ ὀρθοτονητέον τὴν ἀντωνυμίαν, ὡς ἐκεῖ (Il. 2, 27) “ὃς
σεῦ ἄνευθεν ἐών.” ἔστι γὰρ καὶ ἀντιδιασταλτική.
346. τῷ δʼ ἐφέηκα ὅτι βέβληκε τὸ δόρυ ἐπὶ τὸν Αἰνείαν καὶ
356. δέ μοι ἄμεινον ἐνθάδε ἀπόλυτον λαμβάνειν τὴν ἀντωνυμίαν,
τουτέστιν ἐγκλιτικήν.
357. τόσσους δʼ ὁ Ἀσκαλωνίτης προπερισπᾷ, ἐπεὶ, φησὶ, κατὰ
δεῖξιν λέγεται καὶ τὸ “τοσσῆσδʼ ὑσμίνης” (359). Ἀρίσταρχος μέντοι
καὶ οἱ πλείους παρολκὴν ἐξεδέξαντο τοῦ δε, καὶ ἐπείσθη ταύτῃ
τῇ ἀναγνώσει ἡ παράδοσις. οὐκ ἀδόκιμος δὲ καὶ ἡ τοῦ Ἀσκαλωνίτου.
362. στιχός ὡς τριχός, ἀπʼ εὐθείας τῆς στίξ· καὶ γὰρ στίχες
λέγει καὶ στίχας. τὸ δὲ εἶμι προπερισπαστέον· σημαίνει γὰρ τὸ
πορεύομαι.
ἀλλὰ μάλα πρὸς τὸ σημαινόμενον, ὅτι διʼ ὅλης τῆς τάξεως πορεύσομαι
διʼ ἀνταίας ἀπʼ ἀρχῆς ἕως πέρατος.
371. *τῷ δʼ ἐγώ ἐν ἄλλῳ τοῦ δʼ ἐγώ.
372. εἰ πυρὶ χεῖρας πρὸς τὴν ἐπανάληψιν, ὅτι ἐν Ἰλιάδι συνεχῶς,
ἐν δὲ Ὀδυσσείᾳ ἅπαξ.
ποικίλον τὸ διανόημα, καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον, καὶ διὰ τῆς ἐπαναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς ἀμφοῖν δυνάμεως, πυρὸς μὲν ὀξύτητα, σιδήρου δὲ καρτερίαν παραλαβόν.
373. *ἔγχεʼ ἄειραν γρ. ἔσταν Ἀχαιῶν.
375. Ἕκτορα εἶπε ὅτι ἐλλείπει ἡ πρός πρόθεσις, πρὸς Ἕκτορα.
καίτοι παρῆν εἰπεῖν Ἕκτορι εἶπεν, ἀλλὰ συνήθως παρέλιπε τὴν πρόθεσιν·
“καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον” (Il. 17
237).
378. ὅτι διέσταλκε τὸ βαλεῖν καὶ τὸ τύψαι διδασκαλικῶς προσθεὶς
σχεδόν, οἷον σχέδην, ἐκ τοῦ σύνεγγυς.
384. ὅν ἔν τισι τῶν φαύλων ἀντιγράφων τόν διὰ τοῦ τ.
385. οὕτως Ὑδης διὰ τοῦ δ, τῆς Λυδίας Ὕλη δὲ τῆς Βοιωτίας.
386. *ἰθὺς μεμαῶτα σημειοῦνταί τινες ὅτι εἰς εὐθὺ ὁρμῶντα.
387. *πᾶσα ὅτι ἀντὶ τοῦ ὅλη.
388. *δούπησεν ὅτι ἐκ τοῦ παρακολουθοῦντος ἀντὶ τοῦ ἀπέθανεν.
389. κεῖσαι, Ὀτρυνδείδη ὅτι ὁ Ἀχιλλεὺς γινώσκων αὐτὸν ἐξ
ὀνόματος καλεῖ.
390. ἔνθα δέ τοι θάνατος ἕν ἐστι τὸ ἐνθάδε, ὡς καὶ ὁ Ἀσκαλωνίτης.
ἔστι γὰρ δεικτικὸν τῆς ἐν τόπῳ σχέσεως, ὥσπερ καὶ τὸ
“ἐνθάδε κʼ αὖθι μένων” (Od. 5, 208), ὥστε πρὸ τῆς δε συλλαβῆς
ἡ ὁξεῖα.
391. Γυγαίῃ οὕτως ἐν Λυδίᾳ λίμνη καλουμένη Γυγαίη, ἤτοι
ἀπὸ Γύγου τοῦ Κανδαύλου, ὃν πρῶτόν φασι βασιλεῦσαι Λυδῶν, ἢ
ἀπό τινος ἐγχωρίου ἥρωος, Γύγου καλουμένου.
395. *Δημολέοντα οὕτως Ἀρίσταρχος. τινὲς δὲ Δηϊλέοντα.
396. ἐσθλὸν λεξητῆρα ἐκ τῶν τριῶν λέξεων ἓν σημαίνει, ἐν
πολέμῳ ἀγαθόν. θετέον οὖν ἐπʼ αὐτὸν τὴν συναφὴν σύνδυο τῆς τε
πρώτης καὶ δευτέρας καὶ τρίτης λέξεως. δύναται δὲ καὶ τὸ ἐσθλόν
καθʼ ἑαυτὸ εἶναι.
401. *ἀίξαντα γρ. ἀΐσσοντα.
404. *πρὸς τὴν ἐπανάληψιν τοῦ ἤρυγεν.
Ἑλικώνιον ἀμφὶ ἄνακτα τὸν Ποσειδῶνα, ἤτοι ὅτι ἐν Ἑλικῶνι
ὄρει τῆς Βοιωτίας τιμᾶται, ἢ ἐν Ἑλίκῃ· μᾶλλον οὖν παρὰ τὸν ἐν
Ἑλίκῃ, ὅτι Ἑλικὼν μὲν Βοιωτίας ὄρος, Ἑλίκη δὲ νῆσος τῆς Ἀχαίας,
ἱερὰ Ποσειδῶνος. ἡ δὲ ἱστορία αὕτη. Νηλεὺς ὁ Κόδρου χρησμὸν
λαβὼν ἀποικίαν ἔστειλεν εἰς Μίλητον καὶ τὴν Καρίαν ἐξ Ἀθηνῶν
καὶ τῆς Ἀχαιϊκῆς Ἑλίκης. παραγενόμενος δὲ εἰς τὴν Καρίαν ἱερὸν
Ποσειδῶνος ἱδρύσατο, καὶ ἀπὸ τοῦ ἐν Ἑλίκῃ τεμένους Ἑλικώνιον
προσηγόρευσε. δοκεῖ δʼ ἐπὰν θύωσι τὸν θεὸν βοησάντων μὲν τῶν βοῶν
προσδέχεσθαι τὸ θεῖον τὴν θυσίαν· σιγῶντα δὲ λυποῦνται, μηνίειν
νομίζοντες. ἡ ἱστορία παρὰ Κλειτοφῶντι.
406. ἐρυγόντα ὡς φαγόντα· ἔστι γὰρ δευτέρου ἀορίστου, καὶ ὡς
ἔφυγε φυγόντα, οὕτως ἤρυγεν ἐρυγόντα.
414. * οὕτως κατὰ γενικὴν παρΐσσοντος.
415. χρύσειοι σύνεχον ὅτι κατὰ τὴν τοῦ ζώματος ἐπιβολὴν πρὸς
τὸν στατὸν θώρακα διπλοῦς ἦν ὁ θώραξ.
419. περισπαστέον τὴν οἷ· ἔστι γὰρ πρὸς ἑαυτόν.
424. ἀνέπαλτο ἀνεπήδησεν, ἀνήλατο. πῶς δὲ, φησὶ, τὸν Αἰνείαν
οὐκ Ἀπόλλων ῥύεται, ἀλλὰ Ποσειδῶν; ψεῦδος ὁ ποιητὴς πάνυ
ἐνδείκνυται ὡς ἡ ἄλλη περὶ θεοὺς εὐσέβεια δυσωποῦσα ἡ καὶ τοὺς διʼ
ἔχθρας ὄντας.
426. * Ἀρίσταρχος οὐδʼ ἂν ἔτι δήν, διὰ τοῦ ἄν.
437. χειρότερος χέρειος, χερειότερος, συγκοπὴ καὶ πλεονασμὸς
χειρότερος.
437. ὀξὺ άροιθεν συναφὴ ἐπὶ τὰς τελευταίας δύο λέξεις· ἓν γὰρ
ἐξ ἀμφοτέρων δηλοῦται, τὸ ὠξυμμένον κατὰ τὸ ἔμπροσθεν μέρος.
439. *ἐπὶ τὸ πνοιῇ βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον.
440. ἦκα μάλα ψύξασα ὅτι ψύξασα, φυσήσασα τῷ ἑαυτῆς
πνεύματι ἀπέστρεψε τὸ δόρυ.
443. τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων πιθανῶς ἀναρτᾷ τὴν ἐπιθυμίαν
τῶν ἀκροατῶν, εἰς τέλος τῶν ποιήσεων ἑαυτῷ ταμιευόμενος τὴν σφαγὴν
Ἕκτορος. πρὸς δὲ τὸ ἄπιστον βοηθείᾳ χρῆται, ὥσπερ ἀπολογούμενος
διὰ τοῦ ῥεῖα μάλʼ.
447. ἐν ἄλλοις ὁ στίχος οὗτος οὐ κεῖται.
451. *ὅτι ἀντὶ τοῦ ᾧ ἔοικας εὔχεσθαι παραγινόμενος εἰς πόλεμον.
452. περισπαστέον τὸν ἦ. ἔστι γὰρ βεβαιωτικὸς, ἴσος τῷ δή. τὸ δὲ ἀνύω βαρυτόνως ἀναγνωστέον· ἔστι γὰρ ἐνεστὼς ἀντὶ μέλλοντος.
454. νῦν δʼ ἄλλους Τρώων πρὸς τὸ σχῆμα, ὅτι ἰδίως πληθυντικῷ
ἑνικὸν ἐπήνεγκεν, ὅν κε κιχείω.
* νῦν δʼ ἄλλους Τρώων γρ. νῦν δʼ αὖ τοὺς ἄλλους.
461. *βραχὺ διασταλτέον εἰς τὸ ἐφορμηθείς.
462. * ὅτι πάλιν ἀντιδιέστειλεν.
463. Τρῶα δʼ Ἀλαστορίδην ἤτοι κομματικῶς εἶπεν, ὡς ἔθος
πολλάκις τοῖς ποιηταῖς· ἢ τὸ ἑξῆς ἐστὶ, Τρῶα δʼ Ἀλαστορίδην φασγάνῳ
οὖτα καθʼ ἧπαρ. ταῦτα δὲ ἐν παρεκβάσει εἰπὼν ἐπαναλαμβάνει
διὰ τοῦ “ὁ δὲ φασγάνῳ,” ὡς εἴωθεν. οὕτω δὲ ἔσται τὰ λοιπὰ
διὰ μέσου. ἢ κοινὸν ἄνωθεν τὸ ἔτυψε ἀπὸ τοῦ “τὸν δὲ σχεδὸν ἄορι
τύψας.”
464. ἡ εὗ ἀντωνυμία ἐν τῇ συντάξει ἐνέκλινε τὸν τόνον ἔστι γὰρ
ἀπόλυτος. οὐχ ὃν τρόπον δʼ οἴεται ὁ Ἀσκαλωνίτης τὸ πῶς πάντως
ὀξυτονηθήσεται, ἐπεὶ ἤδη ἐμελέτησε καὶ ἄλλων ἐγκλιτικῶν ἐπιφερομένων
τὸ πῶ καὶ τὸ πῶς τοῦτο μὴ πάσχειν· “οὔπως ἔστʼ, Ἀγέλαε
διοτρεφές (Od. 22, 136)· “μήπως με προιδών” (Od. 4, 396)·
“μήπω μʼ ἐς θρόνον ἵζε, διοτρεφές” (Il. 24, 553)· “οὔπω μίν φασι
φαγέμεν” (Od. 16, 143). οὕτως οὖν καὶ τὸ “εἴ πως εὑ πεφίδοιτο”
οὐκ ἀναγκαστικὴν ἕξει τὴν ἐπὶ τοῦ πως ὀξεῖαν. ὁ μέντοι Ἀρίσταρχος
γενόμενος κατὰ ταύτην τὴν προσῳδίαν τοῦτο μόνον ἀπεφήνατο, ἐγκλίνοντα
δεῖν τῷ τόνῳ καὶ δασύνοντα λέγειν τὴν τρίτην συλλαβήν· σημαίνει
γὰρ εἴ πως αὐτοῦ· διὸ καὶ ἡ διπλῆ.
467. *οὐ γάρ τι γρ. οὐ γάρ τις καὶ οὐ γὰρ ἔτι.
γλυκύθυμος ὅτι οὐκ ἀνειμένος τῷ θυμῷ καὶ ἠπιόφρων, ἀλλʼ ἐκ
τοῦ ἐναντίου σκληρὸς καὶ χαλεπός.
470. λισθεν ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος· αἱμορραγία δὲ
πολλὴ γέγονε δύο μεγίστων ἀγγείων διῃρημένων, τοῦ ἥπατος καὶ τῆς
κοιλίας.
471. κόλπον νέπλησεν ἐνέπρησεν Φιλόξενος καὶ Ἀρίσταρχος.
περὶ δὲ τῆς γραφῆς Ἀρίσταρχος ἐν ὑπομνήματί φησιν οὕτως· τὸ
αἷμα ἀπὸ τοῦ ἥματος ἐκρούνιζε χύδην καὶ τὸν τοῦ χιτῶνος κόλπον
ἐνεφύσησεν.
473. *παρʼ οὖς γρ. καὶ κατʼ οὖς.
478. ξυνέχουσι τένοντες ὅτι πάντα τὰ τεταμένα νεῦρα τένοντας
Ὅμηρος λέγει.
484. *οὕτως Πείρεω, ὡς ἀπʼ εὐθείας τῆς Πείρεως.
ὅτι Ζηνόδοτος γράφει Πειρέως υἱόν, ἄμετρον ποιῶν τὸν στίχον καὶ παράλογον. ἔστι γὰρ Πείρως τὸ ὄνομα (Il. 2, 844). νῦν δὲ ἐσχημάτικεν ἀπὸ τοῦ Πείρεως, ὡς Μενέλεω. ἄδηλον δὲ εἰ τοῦ Θρᾳκῶν ἡγουμένου ἢ ἑτέρου τινὸς ὁμωνύμου.
485. Ῥίγμον ὡς ὅρμον, εἰς ἰδιότητα· τὰ γὰρ εἰς γμος λήγοντα
486. * ἐν νεύμονι ἐν ἄλλῳ ἐν νηδύι χαλκός.
496. *ἑϋκτιμένῃ γρ. ἐϋτροχάλῳ ἐν ἀλωῇ.
497. ὑπό οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· ἔχει γὰρ σύνταξιν
πρὸς τὴν ἐπιφερομένην δοτικὴν τὴν ποσσίν, ὁμοίως τῷ “ ὣς ἄρα
τῶν ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτ᾿ ἀελλής” (ll. 3, 13).
503. λύθρῳ λύθρος ὁ ἐκ πολεμικῆς ἐνεργείας μολυσμὸς, ἢ τὸ
μετὰ κονιορτοῦ καὶ ἱδρῶτος ἀνθρώπειον αἷμα.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς
Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
1. πόρον ἤτοι τὸν ποταμὸν, περιφραστικῶς, ἢ τὸ διαβατὸν αὐτοῦ
μέρος, καθʼ ὃ διαπορεύονται αὐτόν. διὰ τί δὲ πάντων τῶν ποταμῶν
ἐξ Ὠκεανοῦ ῥεόντων μόνον τὸν Ξάνθον ὁ ποιητής φησιν “ὃν ἀθάνατος
τέκετο Ζεύς;” πῶς οὖν, φησὶ, καὶ Ὠκεανοῦ καὶ Διὸς παῖς; ῥητέον
οὖν ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς, εἴγε οἱ ὄμβροι μὲν ἐκ
Διὸς, ὄμβρῳ δὲ οὕτος αὔξεται. φέρεται δὲ καὶ ἄλλη τις ἱστορία,
ὅτι ὁ Ἡρακλῆς ποτὲ δίψει κατασχεθεὶς ηὔξατο τῷ πατρὶ Διὶ ἐπιδεῖξαι
αὐτῷ νᾶμα, ὁ δὲ μὴ θέλων αὐτὸν τρύχεσθαι, ῥίψας κεραυνὸν.
ἀνέδωκε μικρὰν λιβάδα, ἣν θεασάμενος ὁ Ἡρακλῆς, καὶ σκάψας εἰς
τὸ πλουσιαίτερον μετεισφέρεσθαι, μετωνόμασε Σκάμανδρον, οἱονεὶ
Κάμανδρον γενόμενον καμάτου ἑαυτῷ παραίτιον· ὅθεν εἰκότως ὁ
ποιητὴς τὴν ἐκείνου γένεσιν προσῆψε τῷ Διί. Ξάνθος δὲ προσηγιρεύθη
ἀφʼ οὗ περὶ τοῦ κάλλους ἐκρίνοντο Ἥρα Ἀθηνᾶ Ἀφροδίτη,
ὅτι ἐν αὐτῷ λουσάμεναι ξανθὰς ἔσχον τὰς κόμας.
πόρον τὸν πορευτὸν αὐτοῦ τόπον· “καὶ Θρύον Ἀλφειοῖο πόρον”
(Il. 2, 592). οἱ δὲ τὸν ῥοῦν. οἱ δὲ πόρον Ξάνθου κατὰ περίφρασιν
τὸν Ξάνθον. Ἀριστοφάνης γράφει ῥόον.
2. ὅτι Ζηνόδοτος γράφει ἀθάνατον, ἵνα μὴ ὁ Ζεὺς ἀθάνατος
4. * ᾗπερ Ἀχαιοί γρ. ᾗπερ οἱ ἄλλοι.
5. ἐμαίνετο τοῦτο ἄν τις σημειώσαιτο πρὸς τὸ “τινάσσετο μαινομένοιο”
(Il. 15, 609)· γράφουσι γάρ τινες μαρναμένοιο.
11. ἔννεον ἔνιαι τῶν κατὰ πόλεις νήχοντʼ ἔνθα καὶ ἔνθα. τὸ δὲ
ἔνθα καὶ ἔνθα ἑκατέροις δύναται προσδίδοσθαι.
* περὶ ίνας γρ. κατὰ δίνας.
12. κρίδες παρὰ τὸ κρᾶν, ὅ ἐστιν ἐσθίειν “ ὃς αἰζηῶν ἔκραε
κηδεμόνας.” ἢ παρὰ τὸ ἀκρίζειν, ὅ ἐστι τὰ ἄκρα ἐσθίειν.
14. ψιλῶς τὸ ὅρμενον· παρὰ γὰρ τὸ ὄρω κέκλιται ψιλούμενον καὶ βαρυνόμενον. καὶ ἤτοι ἐκ τοῦ ὠρμένον ἐστὶ, παρῳχημένον σημαίνοντος, καὶ ἔπαθε συστολὴν καἰ ἀναδρομὴν τοῦ τόνου, ἢ καὶ ἐκ τοῦ ἀρόμενον συνεκόπη.
16. κελάδων βαρυτονητέον τὴν μετοχήν· κελάδοντος γὰρ ἡ γενικὴ,
καὶ ἡ αἰτιατικὴ κελάδοντα “πὰρ ποταμὸν κελάδοντα” (Il. 18,
576), οὐ κελαδοῦντα. περὶ δὲ τοῦ ὀξύνεσθαι τὸ ἐπιμίξ εἴπομεν ἤδη
πολλάκις.
17. αὐτὰρ ὁ διογενής ὅτι ἀποτίθεται μὲν τὸ δόρυ ῥητῶς, ἀναλαμβάνει
δὲ οὐ κατὰ τὸ ῥητὸν, ἀλλʼ ὕστερον (67) αὐτῷ φαίνεται
χρώμενος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον, ἀγνοοῦντα ὅτι πολλὰ δεῖ
προσδέχεσθαι κατὰ τὸ σιωπώμενον ἐνεργούμενα.
18. κεκλιμένον μυρίκῃσιν, ὁ δʼ ἔσθορε γρ. καὶ ἔνθορε. ἐν ἐνίαις
δʼ αἶψ᾿ ἐσόρονσεν.
31. τοὺς αὐτοὶ ορέεσκον ὅτι στρεπτοὺς χιτῶνας τοὺς νηστούς·
ὑποδύτας γὰρ εἶχον ὑπὸ τοὺς στατοὺς μαλάγματος ἕνεκα· “αἷμα δʼ
ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος” (Il. 5, 113).
33. * δαϊζέμεναι γρ. κατακτάμεναι.
πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου, ὅτι ἀντὶ τοῦ δαίξαι προθυμούμενος
κατὰ τὸ συντελικόν.
36. ὅτι ἀλωὴν τὴν δενδροφόρον γῆν νῦν λέγει· ἐπιφέρει γὰρ “ ὁ δ᾿ ἐρινεόν.”
37, 38. ἐρινεὸν ὀξέι χαλκῷ τάμνε νέους ὄρπηκας ὅτι πτῶσις
ἤλλακται, ἀντὶ τοῦ ἐρινεοῦ νέους ὄρπηκας. καὶ ἐν Ὀδυσσείᾳ “ ὁ δʼ
ἄρʼ οἰνοχόον βάλε χεῖρα” (Od. 18, 396) ἀντὶ τοῦ οἰνοχόου. ἔστι δὲ
ἡ φράσις συνήθης αὐτῷ.
ὁ Ἀσκαλωνίτης ἐνθάδε γενόμενος ἀξιοῖ ψιλοῦσθαι τοὺς ὄρπηκας,
ἐπεὶ, φησὶ, παρὰ τὸ ὀρούειν ἐγένετο, ἐπιλαθόμενος ἑαυτοῦ· ἐν γὰρ
ταῖς Ὀδυσσειακαῖς προσῳδίαις φησὶν, ὅσα ὀνοματικῶς σχηματίζεται
ἀπὸ ψιλῶν ῥημάτων, ταῦτα δασυνθήσεται, ὡς ἀπὸ τοῦ ὀρούει ὅρπηξ.
γελοῖον δὲ τὸ τοιοῦτον. ἄμεινον οὖν ἐστὶν ἐκεῖνο λέγειν, ὡς ἐπεὶ τὸ ᾱ
καὶ τὸ ε καταλήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνεσθαι ἤθελεν,
ὡς ἔχει τὸ ἅρπη ἁρπάζω ἁρπαλέος ἑρπετόν ἑρπύζω ἅρπυια, καὶ τὸ
ὄρπηξ τούτοις συνεξομοιοῦντές τινες ἠθέλησαν δασύνειν, οἷς οὐκ
ἐπείσθη ἡ παράδοσις, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω ἐν
πλεονασμῷ φησὶ τοῦ π γεγενῆσθαι τὸ ὄνομα.
38. εἰ διαστείλαιμεν βραχὺ ἐπὶ τὸ τάμνε, γένοιτʼ ἂν εὐλογώτερον τὸ σχῆμα, ὡς πρὸς τὸ σημαινόμενον ἀπηντηκότος αὐτοῦ.
40. *καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασεν ὅτι ἐλλείπει
ἡ εἰς, εἰς Λῆμνον.
42. τὸ ἑξῆς ἐστὶν, ἐλύσατο Ἴμβριος Ἠετίων· διὰ μέσου δὲ τὸ πολλὰ δʼ ἔδωκεν.
49. τὸ ἑξῆς ἐστὶ, τὸν δʼ ὡς οὖν ἐνόησεν. ἀχθήσας δʼ ἄρα εἶπεν· τὰ δὲ λοιπὰ ὡς διὰ μέσου διορθωτέον.
55. ἦ μάλα δή ταῦτα ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον. διὸ καὶ
τὸν περισπαστέον, ὡς ἐκεῖ “ἦ μάλα δή τινα Κύπρις” (Il. 5, 422)
“ἦ μάλα δὴ τέθνηκεν” (Il. 18, 12). δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι,
βαρυνομένου τοῦ συνδέσμου, ἵν᾿ ὁ λόγος, μέγα δὴ τοῦτο
καὶ θαυμαστὸν, εἰ οἱ Τρῶες ἔξ Ἅιδου ἀναστήσονται σὓς ἀνεῖλον.
57. πὸ ἔφαμεν, ἐὰν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως κέηται,
μὴ γίνεσθαι ἀναστροφὴν, ὥσπερ καὶ ἐνθάδε.
58. * πεπερημένος εἰς τὸ πέρας πεπραμένος.
62. * ἐκ πλήρους τὸν καί σύνδεσμον Ἀρίσταρχος.
67. *ἤτοι ὁ μὲν δόρυ ὅτι ὅπως ἀνείλετο ῥητῶς οὐκ εἶπεν.
73. καί μιν φωνήσας τοῦτον προστιθέασί τινες, οὐ φερόμενον
ἐν ταῖς Ἀριστάρχου. ἐν δέ τισι καί ῥʼ ὀλοφυρόμενος.
* γρ. καί μιν λισσόμενος.
75. ἀντί τοί εἰμʼ κέταο ὅτι ἀντὶ τοῦ ἴσος ἱκέτῃ εἰμί· “ἀντὶ κασιγνήτου
ξεῖνος” (Od. 8, 546) ἀντὶ τοῦ ἴσος κασιγνήτῳ.
76. πὰρ γὰρ σοὶ πρώτῳ πασάμην τὸ λέγειν ὅτι οἱ βάρβαροι
ἄλφιτα οὐκ ἤσθιον, ἀλλʼ ἄρτους κριθίνους, ψεῦδος· ἤσθιε γὰρ ὡς ἂν
βασιλέως ὢν υἱὸς, καὶ οὐδαμοῦ τοῦτο ὁ ποιητὴς ἐπεσημήνατο. ἡ δὲ
λύσις, ὅτι παρʼ Ἕλλησι πρώτῳ καὶ ξένῳ τῷ Ἀχιλλεῖ ἐγεγόνει.
78. * καί μʼ ἐπέρασσας ἐν ἄλλῳ καί με πέρασσας.
80. * λύμην τρὶς τόσσα πορών λυτρωθείην, ἂν τριπλάσια διδῶ σοι.
83. * μέλλω ὅτι ἀντὶ τοῦ ἔοικα ἀπεχθάνεσθαι.
84. * Ἀρίσταρχος Ἰακῶς δῶκε.
86. * ὅτι τοὺς Λέλεγας ἐν καταλόγῳ παρῆκεν, καὶ πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος.
* ἔνιαι τῶν κατὰ πόλεις ἄνασσε.
88. * ἐν τῇ Μασσαλιωτικῇ πολλῶν τε καὶ ἄλλων.
92. * μοι ἄμεινον ἀπολύτως ἀναγινώσκειν· πρὸς γὰρ τίνα ἡ
διαστολή;
* ἐν ἄλλῳ κακὸν ἔσσεαι.
95. μή με κτεῖνʼ ὅτι Ζηνόδοτος γράφει ἐπεὶ οὐκ ἰογάστριος,
παρόσον ἐν ἄλλοις ἔφη, “ἰῆς ἐκ νηδύος” (Il. 24, 490). ἴα δέ ἐστιν
ἡ μία· καὶ οὐ τίθησιν Ὅμηρος τὸ μία ἐπὶ τοῦ ὁμοῦ, οὐδὲ κατὰ σύνθετον
ἐκφέρει· “τῆς μὲν ἰῆς στιχὸς ἦρχεν” (Il. 16, 173).
101. * ἐν ἄλλῳ τόφρα δέ μοι.
τόφρα τί μοι πεφιδέσθαι παροξυτονητέον ὁμοίως τῷ “ εὖ δʼ
οἴκαδʼ ἱκέσθαι” (Il. 1, 19)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος.
102. * ἡδʼ ἐπέρασα ἐν ἄλλῳ ἠδὲ πέρασσα.
105. * καὶ πάντων γρ. καὶ συμπάντων.
106. * τὸ ὑγιὲς συνάπτειν τῆς ἀντωνυμίας μέχρι, ἵνʼ ᾖ ἐν σχήματι,
ἀλλʼ ὦ φίλε καὶ σὺ ἀπόθανε, εἰρωνείας νουμένης. εἶτα ἀφʼ
ἑτέρας ἀρχῆς τιὴ ὀλοφύρεαι.
* οὕτως διὰ τοῦ ο ἅπασαι οὕτως.
110. * ἀλλʼ ἔπι μοι λείπει τὸ ἐστί,
Ἀρίσταρχός φησι τὴν ἐπί ἀναστρέψαι, ἵνα σημαίνῃ τὸ ἔπεστιν,
ὁμοίως τῷ “σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων” (Od. 11, 367). οἱ δʼ ἐφύλαξαν
τὸν τόνον, τῇ ἐμοί ἀντωνυμίᾳ συντάσσοντες αὐτὴν, ὥστε τὸ
ἑξῆς εἶναι ἀλλὰ καὶ ἐπʼ ἐμοί· καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως.
στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου, ὡς καὶ τοῖς περὶ Ἀρίσταρχον
ἐδόκει· λείπει γὰρ τὸ ἐστί ῥῆμα. τὸ δὲ ἑξῆς ἀφʼ ἑτέρας ἀρχῆς, ἔσσεται
ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ. ἔσται δὲ ὁ λόγος τοιοῦτος· ἔσται
τις ὄρθρος ἢ καὶ μεσημβρία ἢ καὶ δειλίνη ὥρα, καθʼ ἣν κἀμέ τις
ἀνέλῃ. οὕτως δὲ χωρὶς τοῦ σ γραπτέον, ὡς καὶ Διδύμῳ δοκεῖ ἐν τῇ
διορθώσει.
111. ἠώς ὅτι ὅλην τὴν ἡμέραν εἰς τρία διαιρεῖ, ἠῶ τὴν πρωίαν,
μεσημβρίαν πᾶν τὸ μέσον τῆς ἡμέρας, δείλην, ὅτε ἐνδεῖ ἡ τοῦ ἡλίου
ἕλη, τουτέστιν ἡ αὐγὴ, ὥσπερ καὶ τὴν νύκτα εἰς τρία, ἑσπέραν, ἀμολγὸν,
ἑῴαν.
* Ἀρίσταρχος χωρὶς τοῦ σ, δείλη.
115. ἕζετο χεῖρε πετάσσας ἀπογνοὺς κἂν τὸν σύντομον αἱρεῖται
θάνατον.
121. * πτερόεντʼ ἀγόρευε γρ. ἔπεα πτερόεντα προσηύδα.
122. τὸ ἐνταυθοῖ περισπαστέον· ἔστι γὰρ ἀπὸ τοῦ ἐνταῦθα Ἀττικοῦ.
οἱ δὲ ἐνταυθοῖ ἧσο· δασυντέον δὲ τὸ ἧσο. φέρεται δὲ καὶ
ἡ κεῖσο γραφή.
* διχῶς, κεῖσο καὶ ἧσο.
* οὕτως διὰ τοῦ ν, ὠτειλήν, ἅπασαι.
123. ἀκηδέες ὡς εὐσεβέες, ἶνα αὐτοὶ οἱ ἰχθύες ἔχωσι τὸ ἐπίθετον,
τουτέστι μηδεμίαν φροντίδα ἔχοντες.
125. ὅτι τὸ εἴσω ἰσοδυναμεῖ τῷ εἰς, ἀντὶ τοῦ εἰς ἀλός.
126. πρὸς τὸ σημαινόμενον. Φιλητᾶς γὰρ καὶ Καλλίστρατος
γράφουσι φρῖχ᾿ ὑπαλύξει, λέγοντες ὅτι οἱ πίονες τῶν ἰχθύων
καὶ εὔτροφοι τὸ ψῦχος ὑπομένουσι καὶ οὐ φθείρονται. ὁ δὲ ποιητὴς
οὐδέποτε φρίκην τὸ ψῦχος εἴρηκεν, ἀλλὰ τὸ ἐκ γαλήνης πρῶτον ἐξορθούμενον
κῦμα, ὁμωνύμως δὲ τούτῳ καὶ τὸν ἄνεμον τὸν οἱονεὶ ἐπιστίζοντα
τὴν θάλασσαν· “οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρίξ”
ἡμεῖς
δὲ λέγομεν ψῦχος κρύος καὶ πάχνην. ἔστιν οὖν τὸ λεγόμενον, μέλαιναν
φρῖχʼ ὑπαίξει. τὸ μέλαν κῦμα ὑποτροχάσεται ἰχθὺς, ὃς φάγοι
ἂν τοῦ Λυκάονος τὸν δημὸν, πλοάζοντος καὶ ἐξ ἐπιπολῆς φερομένου
τοῦ νεκροῦ· τὸ γὰρ ὅς κε φάγῃσι, ὃς φάγοι ἄν. καὶ ἐν Ὀδυσσείᾳ
(1, 396) “τῶν κέν τις τόδʼ ἔχῃσι,” ὃς ἔχοι ἄν.
μέλαιναν φρῖχʼ ὑπαίξει οὕτως ὑπαίξει Ἀρίσταρχος. τὸ γὰρ
λεγόμενον εἶναι βούλεται τοιοῦτο· τῶν ἰχθύων τις κατὰ τὸ κῦμα
θρώσκων, τουτέστι κολυμβῶν, ὑπὸ τὴν φρῖκα ἀΐξει, ὃς φάγοι ἂν
τοῦ Λυκάονος τὸ λίπος· δεῖ γὰρ τὸν μέλλοντα ἰχθὺν φερομένου τινὸς
γεύεσθαι ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα τῆς θαλάσσης ἐλθεῖν. παρὰ
δὲ Ἀριστοφάνει ἐγέγραπτο διὰ τοῦ ω ὅς κε φάγῃσι.
* οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ ὑπαλύξει.
127. * ὅς κε φάγῃσι ὅτι ἀντὶ τοῦ ὃς φάγοι ἄν.
128, * ὅτι θηλυκῶς τὴν Ἴλιον.
130. οὐδʼ ὑμῖν ποταμός περ Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων
Ἀριστοφάνη φησὶ στίχους ἓξ ἠθετηκέναι ὡς παρεμβληθέντας
ὑπὸ τῶν ἀπορούντων διὰ τί ὁ ποταμὸς ὀργίζεται, καίτοι σαφῶς αὐτοῦ
λέγοντος τὴν αἰτίαν· “Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων
αἰζηῶν, σὓς Ἀχιλεὺς ἐδάιζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν” (146)· καὶ τὸ
δηθά ὡς οὐχ Ὁμηρικῶς κείμενον αἰτιῶνται. μήποτε μέντοι καὶ ὁ
Ἀρίσταρχος συγκατέθετο τῇ ἀθετήσει, μηδὲν ἀντειπὼν τῷ Ἀριστοφάνει.
131. * ὅτι τὸ δηθά ἀντὶ τοῦ πολλάκις.
Ἀρίσταρχος πολεῖς. ἔνιοι δὲ πολεῖς. ἠθέτει δὲ αὐτοὺς Ἀριστοφάνης.
141. Πηλεγόνος ὡς Σαρπηδόνος· οὕτως καὶ ὁ Ἀσκαλωνίτης,
ἐπεὶ, φησὶν, ἡ εὐθεῖα ὀξύνεται, Πηλεγών. τὸ δὲ τοιοῦτον οὔπω ἐχυρὸν.
ἐπεί τοι ἐπιζητήσει τις διὰ τί γὰρ ἡ εὐθεῖα οὐ βαρύνεται; ἄμεινον
οὖν οὕτως λέγειν, ὡς ἐκ τῆς κλίσεως πολλάκις καταλαμβανόμεθα
τοὺς τόνους τῶν εὐθειῶν. τὰ δὲ εἰς γων λήγοντα ὑπὲρ δύο συλλαβὰς
ἡ αἰτιατική. “ὃς τέκε Πηλεγόνα” (v. 159). τὰ δὲ ἄλλως κλιθέντα
βαρύνεται, Οὐκαλέγων Πελάγων Σαλάγγων· “μέσφα Σαλάγγωνος
ποταμοῦ” (Apoll. Rh. 4, 337). τὸ δὲ καταπύγων, βαρυνόμενον
καὶ διὰ τοῦ ο κλιθὲν, εἶχεν ἀφορμὴν τὸ παρώνυμον εἶναι τοῦ
κατάπυγος, ὡς καὶ τοῦ ἄπειρος τό ἀπείρων.
142. ὀξυτονητέον τὸ Ἀκεσσαμενὸς, ἵνα ὄνομα γένηται. οὕτως δὲ ἔχει καὶ Δεξαμενός Τισαμενός.
143. * τῇ γάρ ῥα μίγη ἐν ἄλλῳ τῇ γάρ ῥʼ ἐμίγη.
146. * ὅτι λείπει ἡ περί πρόθεσις.
155. Παίονας ἄνδρας ὅτι ἕτερος οὗτος Παιόνων ἡγεμὼν, ὃν οὐ
κατείλοχε διὰ τοῦ καταλόγου.
δολιχεγχέας ὡς εὐειδέας· παραιτητέον γὰρ τοὺς ἄλλως ἀνγινώσκοντας.
159, 160. τὸν δέ με φασί ὁ Ἀσκαλωνίτης ἐκ πλήρους λαμβάνει
τὴν ἀντωνυμίαν καὶ ὀρθοτονεῖ· εἰσὶ μέντοι οἳ ἀπολύτως ἀνέγνωσαν.
ὅμοιον δέ ἐστι τὸ ἐν Ὀδυσσείᾳ (1, 215) “μήτηρ μέν τέ
μέ φησι τοῦ ἔμμεναι.” καὶ οὐδέν ἐστι τὸ κωλῦον.
160. γείνεσθαι ἐν ἄλλω γείνασθαι.
162. ὁ δʼ ἁμαρτῆ Ἀρίσταρχος ἀποκοπὴν εἶναι βούλεται τοῦ ἁμαρτήδην,
ὃ ἐστιν ἅμα· διὸ καὶ χωρὶς τοῦ ῑ γράφει. ἐν δὲ τῇ Μασσαλιωτικῇ
ὁ δʼ ἁμάρτῃ δούρασιν ἄμφω· καὶ λόγον ἔχει.
περισπαστέον καὶ σὺν τῷ ῑ γραπτέον κατὰ τὸν χαρακτῆρα· τῶν εἰς τη ληγόντων ἐπιρρημάτων· καὶ διελέγχει ἡ παράδοσις τὸν Ἀρίσταρχον, ἔχουσα τὸ ῑ.
163. περιδέξιος ἄμεινον συνθέτως ἀναγινώσκειν, ὡς ἐπιδέξιος καὶ
ἀμφιδέξιος.
165. ῥῆξε σάκος ὅτι ἄτρωτα τὰ ἡφαιστότευκτα ὅπλα. ἡ δὲ ἀναφορὰ
πρὸς τοὺς ἠθετημένους ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ (Il. 20, 268)
“ἀλλὰ δύο μὲν ἔλασσε διὰ πτύχας.”
166. ὅτι ἀρχαϊκῶς πάλιν τὸν πῆχυν αὐτὸν ἔβαλεν, οὐχὶ τὸν πῆχυν αὐτοῦ. ὑπὸ μόνου δὲ τούτου ὁ Ἀχιλλεὺς τιτρώσκεται.
167. * σημείωσαι ὅτι τῷ ἑτέρῳ εἰρηκὼς ἐπήγαγεν “ἡ δʼ ὑπὲρ αὐτοῦ γαίῃ ἐνεστήρικτο.”
169. ὅτι Ζηνόδοτος γράφει ἰθυκτίωνα διὰ τὸ κτερδόνας λέγεσθαι
τῶν ξύλων τὰς γραμματοειδεῖς διαφύσεις. παρέλκει δὲ νῦν τὸ περὶ
τῆς τοῦ ξύλου φύσεως εἰπεῖν. τὸ μέντοι ἰθυπτίωνα εἰς εὐθὺ φερομένην,
ἀναφερομένου τοῦ ἐπαίνου εἰς τὸν ἀκοντίζοντα. καὶ ἐν ἄλλοις
“τοῦ δʼ ἰθὺς βέλος πέτετʼ” (Il. 13, 99).
172. μεσσοπαλές ἔνιοι μεσσοπαγές διὰ τοῦ γ, οὐκ εὖ· βούλεται
γὰρ λέγειν ἕως μέσου παλλόμενον, δι᾿ οὗ τὸ σφοδρὸν τῆς
βολῆς παρίστησιν. οὕτως Ἀρίσταρχος.
*οὕτως Ἀρίσταρχος μεσσοπαλές.
ὅτι ἣν νῦν ὄχθην εἴρηκεν, ἑξῆς κρημνόν. “οὐ δύνατʼ ἐκ κρημνοῖο.” πάντα γὰρ τὰ ὑψηλὰ ὄχθαι λέγονται.
173. ὅτι ὡς περὶ ἑτέρου λέγει, προειπὼν “δεύτερος αὖτ᾿ Ἀχιλεύς.”
174. ἆλτ᾿ ἐπί οἱ ἡ οι ἀντωνυμία ἀπόλυτός ἐστι καὶ ἐγκλιτική·
διὸ τῆς ἐπί προθέσεως τὸ τέλος ὀξύνουσιν.
183. *ἐν ἐνίαις διὰ τοῦ ζ ἐξενάριζε.
* εὐχόμενος ὅτι ἀντὶ τοῦ καυχώμενος.
185. παισὶν ἐριζέμεναι ὅτι περισσὸς ὁ πέρ, ὡς ἐκεῖ “φυγόντι
περ αἰπὺν ὄλεθρον” (Od. 17, 47). οὕτως δὲ κατὰ δοτικὴν ἐκγεγαῶτι
αἱ Ἀριστάρχου.
186. φῆσθα εἴτε ἐνεστῶτα σημαίνει, προπερισπασθήσεται, εἴτε
δεύτερον ἀόριστον, ὁμοίως. τούτῳ δὲ μόνῳ διαλλάξει τῷ σὺν τῷ ῑ
γράφεσθαι τὸ η ἐπὶ τοῦ ἐνεστῶτος.
191. * Ἀρίσταρχος ἔξω τοῦ δέ κρείσσων αὖτε.
192. ἤτοι συναπτέον μέχρι τοῦ χραισμεῖν, ἢ στικτέον μετὰ τὸ
194. τῷ οὐδὲ κρείων Ἀχελώιος Ἡρακλῆς εἰς Ἀιδου κατελθὼν
ἐπὶ τὸν Κέρβερον συνέτυχε Μελεάγρῳ τῷ Οἰνέως, οὗ καὶ δεηθέντος
γῆμαι τὴν ἀδελφὴν Δηϊάνειραν ἐπανελθὼν εἰς φῶς ἔσπευσεν εἰς
Αἰτωλίαν πρὸς Οἰνέα. καταλαβὼν δὲ μνηστευόμενον τὴν κόρην
Ἀχελῷον, τὸν πλησίον ποταμὸν, διεπάλαισεν αὐτῷ ταύρου μορφὴν
ἔχοντι· οὗ καὶ ἀποσπάσας τὸ ἕτερον τῶν κεράτων ἔλαβε τὴν παρθένον.
φασὶ δὲ αὐτὸν Ἀχελῷον παρὰ Ἀμαλθείας τῆς Ὠκεανοῦ
κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ καὶ τὸ ἴδιον ἀπολαβεῖν. δοκεῖ δὲ
τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῷος. διὸ καὶ
πᾶν ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται. ἡ ἱστορία παρὰ Πινδάρῳ.
195. * οὐδέ Ἀρίσταρχος οὔτε βαθυρρείταο.
ὅτι Ζηνόδοτος αὐτὸν οὐκ ἔγραφε. γίνεται δὲ ὁ Ἀχελῷος πηγὴ
τῶν ἄλλων πάντων. ἔστι δὲ καθʼ Ὅμηρον ὁ Ὠκεανὸς ὁ ἐπιδιδοὺς
πᾶσι τὰ ῥεύματα· διὸ καὶ κατὰ τιμήν φησιν “οὕτε τις οὖν ποταμῶν
ἀπέην νόσφʼ Ὠκεανοῖο.”
196. πᾶσα θάλασσα ὅλη· ἢ ἐπεὶ πολλὰ πελάγη εἰσὶν, Ἀτλαντικὸν,
Λιγυστικὸν, Τυρρηνικὸν, Λιβυκὸν, Μυρτῷον, Αἰγύπτιον, Παμφύλιον,
Ἰκάριον, Αἰγαῖον, Ἑλλήσποντος, μέλας κόλπος, Εὔξεινος
πόντος, Κάσπιος καὶ ἐρυθρός.
200. * ὅτι ἀντιπέφρακε τῇ ὄχθῃ τὸν κρημνόν.
203. ὅτι Ὅμηρος διαστέλλει τὰς ἐγχέλυας ἀπὸ τῶν ἰχθύων· καὶ
ἑξῆς (353) “τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες.” ἔστι δὲ πιθανεύσασθαι
οὕτως δεχόμενον, ἐγχέλυες καὶ οἱ ἄλλοι ἰχθύες, ὡς “Ζεὺς
δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα” (Il. 13, 1) κατʼ ἐξοχήν.
204. συναπτέον ὅλον τὸν στίχον· τὸ γὰρ ἑξῆς δημὸν ἐπινεφρίδιον. τὸ δὲ ἐρε πτόμενοι καὶ κείροντες διλογεῖται.
ἐπινεφρίδιον περὶ γὰρ τοὺς νεφροὺς πολλή ἐστιν ἡ πιμελή.
εἴρηνται δὲ νεφροὶ, ἀφʼ ὧν νίφεται τὰ οὖρα. κυρίως δὲ τὸ ἀπὸ τῆς
ἔρας τῇ γλώσσῃ ἐπαίρειν ἐρέπτεσθαι. τὸ δὲ κείροντες ἀντὶ τοῦ ἀπλήστως
ἐσθίοντες· ὅθεν ὁ κόρος.
213. *εἰσάμενος, βαθέης δʼ γρ. καὶ εἰδόμενος. τὸ δὲ βαθέης
χωρὶς τοῦ δ.
214. περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις οὐκ ἀναστρεπτέον
τὴν περι πρόθεσιν. κεῖται γὰρ ἀντὶ τοῦ περισσῶς.
217. * οὕτως διὰ τοῦ γε, ἐμέθεν γʼ ἐλάσας.
218. ἐρατεινὰ ῥέεθρα ὅτι ἄκαιρον τὸ ἐπίθετον· πεφοίνικται γὰρ
ὑπὸ τοῦ αἵματος. ὅμοιον οὖν τῷ “ἐσθῆτα φαεινήν” (Od. 6, 74) καὶ
“ἄστρα φαεινὴν ἀμφὶ σελήνην” (Il. 8, 555).
220. τεινόμενος ὅτι ἀντὶ τοῦ στενοχωρούμενος ὑπὸ τοῦ πλήθους
τῶν νεκρῶν, οὐ στενάζων.
221. ἔασον ψιλῶς· ἔστι γὰρ ἄφες, ἀπὸ τοῦ ἐῶ περισπωμένου
κείμενον.
226. ἤτοι στικτέον ἐπὶ τὸ ἀντιβίην, ἵνα ὀξυτόνως ἀμφοτέρους
ἀναγινώσκωμεν τοὺς διαζευκτικοὺς συνδέσμους, ἤ κέν με δαμάσσεται
ἤ κεν ἐγὼ τόν, ἵνα τοῦ κέν συνδέσμου δὶς περισσεύοντος ὁ
λόγος ᾖ ἀποφατικὸς, ἢ ἀνελεῖ με ἢ ἐγὼ αὐτόν. ἢ τοῖς ἄνω συναπτέον,
ἵνʼ ᾖ ὁ λόγος διαπορητικὸς, τοῦ Ἕκτορος πειραθῆναι ἄντικρυς
πότερον αὐτὸς ἀνέλῃ με ἢ ἐγὼ αὐτόν.
232. * δείελος ὅτι ἀρσενικῶς τὴν δείλην δείελον.
ἡ δείλη δείελος εἴρηται ὡς ἡ ἑσπέρα ἕσπερος, ὠνὴ ὦνος, χολὴ
χόλος. τὸ δὲ ὀψὲ δύων ἐν δυσὶ μέρεσι λόγου· εἰ γὰρ ἦν σύνθετον,
διὰ τοῦ ῑ ἐγράφετο, ὀψιδύων, ὡς ὀψιμαθής ὀψιτέλεστον. οὕτως δὲ
καὶ τὸ “ὀψὲ δύοντα Βοώτην” (Od. 5, 272). ταῦτα ὁ Ἡρωδιανὸς ἐν
τῇ ιθ΄ τῆς καθόλου.
237. * ἔκβαλλε ἐν ἄλλῳ τοὺς ἐξῆγε.
συναπτέον μέχρι τοῦ χέρσονδε, τὰ δὲ ἑξῆς ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον· τὸ γὰρ ἑξῆς ἔκβαλλε θύραζε. ἐντεῦθεν δὲ κινηθέντες οἱ μεθʼ Ὅμηρον ποιηταὶ ταυρομόρφους λέγουσιν εἶναι τοὺς ποταμούς.
238. χέρσονδε μέχρι τούτου τὰ τῆς ἀναπαύσεως, εἶτα ζώους δὲ.
σάω, ἵνα διαστολὴ γένηται ἥ τε τῶν νεκρῶν καὶ ἡ τῶν ζώντων.
242. πτελέην ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ ιά τῆς καθόλου· πτελέα,
ἰτέα· καὶ “ὃν πτελέαι τε καὶ ἰτέαι” (365)· ὁμοίως γὰρ τὸ ἰτέαι
244. κρημνὸν ἅπαντα διῶσεν προπερισπαστέον. ἤδη δὲ προείπομεν
περὶ τῶν τοιούτων ῥημάτων, λέγω δὲ τῶν κατὰ τοὺς παρῳχημένους,
τίνα τε τῶν συντεθειμένων φυλάσσει τὸν τόνον καὶ τίνα
ἀναδίδωσιν.
245. * ἐν ἄλλῳ γεφύρωσεν δὲ κέλευθον.
246. * Ἀρίσταρχος ἐκ δίνης, ἄλλοι ἐκ λίμνης.
ὅτι διχῶς γράφεται, ἐκ λίμνης καὶ ἐκ δίνης. τὸ μὲν οὖν ἐκ δίνης, ἐκ τῆς συστροφῆς τοῦ ῥοῦ, τὸ δὲ ἐκ λίμνης ἐκ τοῦ καθʼ ὕδατος τόπου, διὸ καὶ τὸν Ὠκεανὸν λίμνην καλεῖ.
247. * ὅτι ἐλλείπει ἡ διά.
* γρ. πεδίονδε.
* πέτεσθαι ἐν ἄλλῳ φέρεσθαι.
249. πόνου ὅτι τοῦ πολεμικοῦ ἔργου. οὕτως δὲ πόνοιο αἱ Ἀριστάρχου
διὰ τοῦ π. Ἀριστοφάνης φόνοιο, καὶ λόγον ἔχει.
252. τὸ μὲν οἵματα δασυντέον, τὸ δὲ τοῦ ἄρθρον ἐκδεκτέον, οὐχ
ὥς τινες ὑφʼ ἓν ἀναγινώσκουσι μελανόστου.
255. * ὅτι τὸ ὕπαιθα εἰς τοὔμπροσθεν σημαίνει.
262. προαλεῖ τινὲς ἐδάσυναν τὸ προαλεῖ, παρὰ τὸ ἅλλεσθαι
ἐκδεχόμενοι τὸν σχηματισμόν. ἄμεινον δὲ ψιλοῦν, ὡς καὶ ὁ Ἀσκαλωνίτης,
φάσκων ἀπὸ τοῦ ἀλίζεσθαι γεγενῆσθαι, τουτέστιν ἀθροίζεσθαι,
ὥστε σημαίνεσθαι τὸ κατωφερῆ. καὶ γὰρ τοῦ χωρίου ἐστὶ
τὸ ἐπίθετον. τοῦ δὲ φθάνει ἐκτατέον τὸ ᾱ διὰ τὸ μέτρον, ὥσπερ
καὶ Ἀρίσταρχος ἠξίου.
* οὕτως φθάνει διὰ τοῦ ἑτέρου ε, οὐ φθονέει.
265. * ὁρμήσειε γράφεται καὶ οἰμήσειε. προκρίνει δὲ τὴν διὰ
τοῦ ρ γραφὴν Ἀρίσταρχος.
273. * ἐλεεινόν ἐλέου ἄξιον τυγχάνοντα.
276. ψεύδεσσιν ὡς βέλεσσιν· οὐ γὰρ ἐπίκειταί τινι. ἔστι δὲ
αὐτοῦ τὸ ἑνικὸν “ψεῦδος δʼ οὐκ ἐρέω” (Od. 3, 20).
279. * ἐν ἄλλῳ ἐνθάδε τέτραφʼ ἄριστος.
ὃς ἐνθάδε γʼ ἐτράφ᾿ ἄριστος παροξυτονητέον· τὸ γὰρ τέλειόν ἐστιν
ἐτράφη. καὶ μέμνηται αὐτοῦ ὁ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ τῆς Ξ (21),
ὅπου διαλαμβάνει περὶ τοῦ “διχθάδιʼ ἢ μεθʼ ὅμιλον.” καὶ λέγει ὅτι
συναλοιφὴν πέπονθε διὰ τοῦ η. δεῖ οὖν διὰ τοῦ γ γράφειν, ὃς ἐνθάδε,
εἶτα ἐτράφετ᾿ ἄριστος, οὐχ ὡς οἱ πολλοὶ τέτραφʼ ἄριστος, ἀπὸ τοῦ τ
ποιοῦντες τὴν ἀρχὴν τοῦ ῥήματος καὶ προπαροξύνοντες.
281. λευγαλέῳ ὅτι ἐκ τούτου οἱ νεώτεροι ἐξεδέξαντο λευγαλέον
τὸν δίυγρον· ἔστι δὲ κατὰ κοινωνίαν στοιχείων λευγαλέον ὀλέθριον,
παρὰ τὸν λοιγόν. καὶ ἐν Ὀδυσσείᾳ (2, 61) “λευγαλέοι τʼ ἐσίμεσθα.”
282. *ψιλωτέον τὸ ἐρχθέντʼ.
* σημειοῦνταί τινες ὡς ἅπαξ εἰρημένον.
283. χειμῶνι περῶντα ὅτι ἀντὶ τοῦ χειμῶνος διαπερῶντα. ἐναύλους
δὲ τοὺς ποταμοὺς τοὺς ἐπιμήκεις.
287. ὅτι δυεῖν ὄντων πληθυντικῶς εἴρηκε τοῖσι δὲ μύθων ἦρχε.
290. ἀθετεῖται, ὅτι ἀπίθανον εἰς ἀνδρὸς μορφὴν ὡμοιωμένον λέγειν
“ἐγὼ καὶ Παλλὰς Ἀθήνη·” τίς γάρ ἐστιν, οὐ μὴ νοήσῃ.
294. μὴ πρίν ἀφʼ ἑτέρας ἀρχῆς τοῦτο ἀναγνωστέον· τὸ γὰρ
ἀπαρέμφατον κεῖται ἀντὶ προστακτικοῦ τοῦ παῦε.
296, 297. ἐπὶ τὸ φύγῃσι βέλτιον στίζειν, ἵνα ἀφʼ ἑτέρας
ἀρχῆς σὺ δʼ Ἕκτορι, τοῦ ἀπαρεμφάτου ἴμεν πάλιν ἀντὶ προστακτικοῦ
κειμένου τοῦ ἴθι. ἡ διπλῆ δὲ, ὅτι Εκτορι ἀντὶ τοῦ Ἕκτορος,
καὶ φύγῃσιν ὃς ἂν φύγοι.
299. τὸ ἑξῆς αὐτὰρ ὁ βῆ ἐς πεδίον. τὰ δὲ ἄλλα ὡς διὰ μέσου διορθωτέον.
301. δαὶ κταμένων αἰζηῶν ἄμεινον κατὰ διάλυσιν, ὡς “ἄρηϊ
κταμένῳ” (Il. 22, 72)· οὐδὲν γὰρ πλέον ἐκ τῆς συνθέσεως.
303. * ἔσχεν Ἀρίσταρχος διὰ τοῦ ῑ ἴσχεν.
317. * τὰ τεύχεα καλά ὅτι ἀντὶ τοῦ τὰ καλὰ τεύχεα, ὡς “οὕνεκα
τὸν Χρύσην” (Il. 1, 11).
318. ἰλύος τὸ ν ἐκτέταται διὰ τὸ μέτρον· τὸ γὰρ ἀκόλουθόν
ἐστιν ἰλύος ὡς ἰσχύος.
319. Ἀρίσταρχός φησι χεράδας καλεῖσθαι τοὺς ποταμοὺς καὶ τοὺς
ἐν αὐτοῖς λίθους· εἶναι δὲ τὸν νοῦν τοιοῦτον, πολλῇ ἰλύϊ οὐκ ὀλίγον πλῆθος
τῶν ποταμίων λίθων ἐπισωρεύσας χώσω. χεράδας οὖν λιθάδας.
τὸ χέραδος, τοῦ χεράδους. φασί τινες οὐδέτερον. ἅπαξ δὲ εἴρηται παρὰ τῷ ποιητῇ. σημαίνει δὲ τὰς ψηφῖδας τῶν ποταμῶν, ἢ τὰς ἀκαθαρσίας.
ὅτι ἅπαξ τὸ χέραδος. ἔστι δὲ τὸ συναγόμενον ἐν τῇ ῥύσει πλῆθος ἰλύος καὶ ὀστράκων καὶ λίθων. φησὶ γοῦν “πολὺν δʼ ὀρυμαγδὸν ὄρινε φιτρῶν καὶ λάων” (Il. 21, 313).
εἰλύσω ἐὰν μὲν διὰ τῆς ει, εἰλύσω, δηλοῖ τὸ εἰλήσω, ἐὰν δὲ διὰ
τοῦ ῑ τὸ σκεπάσω, ἀφανίσω, ἀντὶ τοῦ τῇ ἰλύι καλύψω. διχῶς οὖν.
320. ὅτι ἐπιστήσονται ἀντὶ τοῦ δυνήσονται. καὶ ἐν Ὀδυσσείᾳ (13, 207) “νῦν δʼ οὔτ᾿ ἄρ πη θέσθαι ἐπίσταμαι ἀντὶ τοῦ οὐ δύναμαι.
321. * Ἀρίσταρχος ἀνλέξαι διὰ τοῦ ν.
ἄσιν τὸ ἐν ὕδατι ξηρὸν, ἀπὸ τῆς ἄζης. οἱ δὲ τὴν ἐκ τοῦ ποταμοῦ
δεῖσαν· ὅθεν καὶ Ἄσιον τὸν λειμῶνα ἤκουσαν.
323. τυμβοχοῆσʼ τὸ πλῆρες τυμβοχοῆσαί ἐστι· χυτοὺς γὰρ
τοὺς τάφους. διὸ περισπαστέον τὸ η. οὕτως καὶ Ἀρίσταρχος.
τοιοῦτον δέ ἐστιν, οὐκ ἔσται αὐτῷ χρεία χώσεως τάφου. Κράτης
μέντοι γενικὴν πτῶσιν ἐξεδέξατο· καὶ δῆλον ὅτι ἐβάρυνεν ὁμοίως τῷ
οἰνοχόης. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμβάνειν ἢ ἐν
τῷ ὀνόματι.
* ὅτι τὸ πλῆρές ἐστι τυμβοχοῆσαι· διὸ σημειοῦνταί τινες.
324. ἡ καὶ ἐπῶρτʼ Ἀχιλῆι κυκώμενος ὑψόσε θύων πρὸς τὴν
ἔμφασιν.
327. τὸ αἱρῶ περισπώμενον δασύνεται, σημαῖνον τὸ καταλαμβάνω· διὸ καὶ ἐνθάδε δασυντέον.
329. ἀποέρσειε Κυπρίων ἡ λέξις.
331. ὄρσεο υλλοπόδιον ἀθετεῖται ὅτι ἄκαιρον τὸ ἐπίθετον· ἡ γὰρ
φιλανθρωπευομένη καὶ λέγουσα ἐμὸν τέκος οὐκ ὤφειλεν ἀπὸ τοῦ
ἐλαττώματος προσφωνεῖν. τὸ δὲ κυλλοπόδιον Ἀρίσταρχος προπαροξύνει,
ᾧ καὶ ἐπείσθημεν, ὥσπερ ἤδη προείπομεν ἐπὶ τοῦ ὀλβιόδαιμον
(Il. 3, 182) γενόμενοι.
* ἐπὶ τὸ τέκος ὁ λόγος στίζει.
334. * ἀργεστᾶο Νότοιο τοῦ λεγομένου λευκονότου.
κἂν μὴ διαστείλωμὲν ἐπὶ τὸ εἴσομαι, τὸ ὑπερβατὸν νοεῖται· αὐτὰρ ἐγὼ εἴσομαι Ζεφύροιο καὶ Νότοιο χαλεπὴν ὄρσουσα θύελλαν ἐξ ἁλόθεν.
335. ὅτι Ζηνόδοτος γράφει ὄρσασα. ἐκ δὲ τούτου φανερός ἐστι
δεδεγμένος τὸ εἴσομαι γνώσομαι, καὶ τὸ ἥ κεν ἀπὸ Τρώων ψιλῶς
ἀνεγνωκώς. οὐ βούλεται δὲ γνῶναι, ἀλλὰ πορευθῆναι παρασκευάσονσα.
336. προπερισπαστέον τὸ κῆαι· ἔστι γὰρ ἀπαρέμφατον.
337. * ὅτι τὴν φλόγα κατὰ τὸ οὐδέτερον.
344. πρὸς τὸ ζητούμενον πῶς οὐ κατακαίεται ὁ Ἀχιλλεὺς ἀναζέοντος
τοῦ ὕδατος. λέγει δὲ ὁ Ἀρίσταρχος ὅτι πρῶτον τὸ πεδίον
ἀνεξήρανται τῇ φλογὶ, εἶτα εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ τρέπει τὴν
φλόγα, ὅτε ὁ Ἀχιλλεὺς ἤδη ἐν τῷ πεδίῳ ἐγεγόνει.
345. ᾶν ὅτι ἀντὶ τοῦ ὅλον, καὶ ὅτι πρότερον ἀνεξηράνθη τὸ
πεδίον.
347. * Ἀρίσταρχος αἶψ᾿ ἀνξηράνῃ.
349. * ὅτι πάλιν ἐπανέλαβεν ὥσπερ.
351. *αἱ ἐκ τῶν πόλεων ἠδὲ κύπαιρον εἶχον.
353. * ὅτι διέστειλε τὰς ἐγχέλεις ἀπὸ τῶν ἰχθύων.
355. * οὕτως πνοιῇ. ἔν τισι δὲ ῥιπῇ.
* ἐπὶ τὸ ποταμοῖο στικτέον.
362. ὡς δὲ λέβης ζεῖ ὅτι οἶδεν ἕψησιν κρεῶν, χρωμένους δὲ τοὺς
ἥρωας οὐ παρεισάγει.
363. * κνίσην οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ κνίσης.
μελδόμενος ὅτι ἀντὶ τοῦ μέλδων, τήκων τὰ κνίση, παθητικὸν ἀντὶ
τοῦ ἐνεργητικοῦ. γράφουσι δέ τινες κνίσην σὺν τῷ ν· οὕτως γὰρ καὶ
Ἀρίσταρχος, καί φησιν ὅτι ἀντὶ τοῦ τηκόμενος, ὅπερ ἰσοδυναμεῖ τῷ
τήκων. κνίσην δὲ πᾶν τὸ πιμελές.
366. οὐδʼ ἔθελε προρέειν ὅτι ἀντὶ τοῦ οὐκ ἠδύνατο. καὶ ἐν
Ὀδυσσείᾳ 13, 121) “ἤθελ᾿, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος
Ὀδυσσεύς.”
370. * βέλτιον ἡ συνήθεια τοῖς ἄνω συνάπτει τὸ ἐξ ἄλλων.
387. * πατάγῳ γρ. ὁμάδῳ.
488. ὅτι αὐτὸς μὲν οἶδε σάλπιγγα, χρωμένους δὲ τοὺς ἥρωας οὐκ εἰσάγει.
392. ῥινοτόρος ὁ τιτρώσκων καὶ διακόπτων τοὺς ῥινούς· ῥινοὶ δὲ καλοῦνται αἱ ἀσπίδες, τι ἐκ βοείων βυρσῶν εἰσίν. ὁμοίως δὲ καὶ τὸ τῶν ἀνθρώπων δέρμα.
394. κυνάμυια ὅτι αὐτὸς ἐσχημάτισε τὸ ὄνομα ἀπὸ τοῦ κυνὸς
καὶ τῆς μυίας· ὁ μὲν γὰρ κύων ἀναιδὴς, ἡ δὲ μυῖα θρασεῖα.
397. πανόψιον οὕτως Ἀρίσταρχος πανόψιον, τὸ οἱονεὶ πανόρατον
καὶ λαμπρὸν καὶ ἐπιφανές. δύναται δὲ καὶ τὸ πάντων τελευταῖον
ἀκούεσθαι, ἵνα τὸ ὀψέ ἐγκέηται καὶ μὴ τοῦ ἔγχους δεχώμεθα,
ἀλλὰ τοιοῦτον νοῶμεν, τὸ δὲ πάντων ἔσχατον αὐτὴ τὸ ἔγχος λαβοῦσα
ἐπʼ ἐμὲ ὦσας.
ὅτι τὸ λαμπρὸν καὶ ἐπιφανές. ἢ ὀπισθίδιον ἔχουσα ἀπὸ τοῦ στύρακος. ἢ τάχα ἐπὶ χρόνου εἴρηται· αὐτὴ δὲ τὸ πάντων ἔσχατον τὸ ἔγχος ἑλοῦσα ἔτρωσας.
400. * κατʼ ἀσπίδα γρ. κατʼ αἰγίδα.
401. ὅτι ἰδίως ἐπὶ τῆς αἰγίδος τοῦτό φησιν, ἣν Διὸς ὅπλον παραδίδωσιν.
403. * χειρὶ παχείῃ] ἐν ἄλλῳ Παλλὰς Ἀθήνη.
407. πέλεθρα ὅτι τὸ πλέθρον ἔχει πόδας ἑκατὸν, πήχεις δὲ
ἑξήκοντα ἓξ δίμοιρον.
409. * καί μιν γρ. καί οἱ.
411. * ἰσοφαρίζεις ἐν ἄλλῳ ἀντιφαρίζεις.
412. * τιμωρίας ἀποδοίης τῇ Ἥρᾳ.
414. * ἀμύνεις γρ. καὶ ἀρήγεις.
416. *Διὸς θυγάτηρ γρ. φιλομμειδὴς Ἀφροδίτη.
τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα ὅτι οἱ χωρίζοντές φασι τὸν τῆς Ἰλιάδος
ποιητὴν εἰδέναι συνοῦσαν τῷ Ἄρει τὴν Ἀφροδίτην, τὸν δὲ τῆς Ὀδυσσείας
διαφώνως Ἡφαίστῳ. λέγειν δὲ δεῖ ὅτι οὐχ οἱ αὐτοὶ χρόνοι ἤσαν
τῆς συμβιώσεως.
421. * γρ. τὴν κυνάμυιαν.
422. κατὰ κλόνον κλόνος, ἐν ᾧ κλίνεται τὰ πράγματα.
424. ὅτι ἐπιεισαμένη ἐστὶν ἐπελθοῦσα, ἐφορμήσασα, ἀπὸ τοῦ εἶμι, ὡς τὸ “ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε” (Od. 19, 69).
426. * ἐπὶ χθονί γρ. ποτὶ χθονί.
427. * ἀγόρευεν γρ. πτερόεντα προσηύδα.
428. εἴρηται ὅτι τὸ νῦν ἀεὶ παρὰ τῷ ποιητῇ περισπᾶται, κἂν παρέλκῃ, χωρὶς εἰ μὴ μέτρον κωλύοι, ὡς ἐπὶ τοῦ “δεῦρό νυν ἢ τρίποδος” (Il. 23, 485) καὶ “ἐκτελέει ὅσα πού νυν ἐέλπεται” (Il. 10 105).
430. τλήμονες ὅτι ὑπομενητικοὶ οἱ τλήμονες, καὶ οὐκ ἀτυχεῖς,
ὡς οἱ νεώτεροι.
431. * ἐπίκουρος ἐν ἄλλῳ ἦλθεν ἐπίουρος.
433. * Ἰλίου γρ Ἴλιον.
435. κρείων ὁ τῆς αὐξήσεως αἴτιος· ὑγρὸς γὰρ, καὶ κραίνειν τὸ
πληροῦν λέγεται.
436. * διέσταμεν ἀντὶ τοῦ ἀφέσταμεν τῆς μάχης.
οὐ πολεμοῦμεν, οὐ μιγνύμεθα· μιγνύναι γὰρ λέγει τὸ πολεμῆσαι, ὡς αἰσχρὸν τὸ ἀργεῖν μαχομένων τῶν ὁμοφύλων.
442. * οὕτως ἐνταῦθα, μέμνηαι· διπλῆ γὰρ ἡ χρῆσις.
444. ὅτι Ὅμηρος οὐ παραδίδωσιν αἰτίαν διʼ ἣν ἐθήτευσαν οὗτοι οἱ θεοὶ Λαομέδοντι.
445. μισθῷ ἔπι ῥητῷ ἐπὶ ὡμολογημένῳ καὶ ὡρισμένῳ μισθῷ.
πῶς δὲ, φασὶν, Ἀπόλλων μὲν οὐ μέμνηται τῆς παρὰ Λαομέδοντι
θητείας, Ποσειδῶν δὲ μνήμην τούτου ποιεῖται; καὶ ῥητέον ὅτι Ποσειδῶν
εἰκότως· καὶ γὰρ Ἕλλησι βοηθεῖ καὶ προσέτι τῇ μνήμῃ
παροξύνεται· Ἀπόλλων δὲ οὐ μνησικακεῖ, διότι μᾶλλον τιμᾶται παρ᾿
αὐτῶν· πᾶσα δὲ χάρις, κἂν ᾖ τελευταία, δύναται μεῖζον ἔγκλημα
λῦσαι.
446. * γρ. πόλει, ὡς Ἀριστοφάνης.
πόλιν περὶ τεῖχος ἔδειμα ἡ περί τῷ ῥήματι συντάσσεται· διὸ
φυλακτέον τὸν τόνον.
ἤτοι ἐγὼ Τρώεσσι πρὸς τὴν ἐν τοῖς ἐπάνω ἀθέτησιν, ὅτι διαφωνεῖ
ταῦτα ἐν οἷς φησὶ (Il. 7, 452) “τότʼ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων ἥρῳ
Λαομέδοντι.”
447. φασὶ τὸν Ἀπόλλωνα κεκλῆσθαι νόμιον διὰ τοιαύτην αἰτίαν.
οἱ παλαιοὶ τοὺς λοιμοὺς ἐξ Ἀπόλλωνος ἐνόμιζον. πᾶς δὲ λοιμὸς ἀπὸ
τῶν ἀλόγων ἄρχεται, ὡς καὶ Ὄμηρός φησιν “οὐρῆας μὲν πρῶτον
ἐπῴχετο καὶ κύνας ἀργούς” (Il. 1, 50). βουλόμενοι οὖν τὸν θεὸν
δυσωπεῖν, ἵνα τοὺς λοιμοὺς ἀποτρέπῃ, νόμιον καὶ φύλακα τῶν βοσκημάτων
ἐκάλεσαν· ὅθεν Ὅμηρον εἰπεῖν ὅτι ἐβουκόλησε παρὰ Λαομέδοντι
καὶ Ἀδμήτῳ ἱπποφόρβησεν. οὕτως ἱστορεῖ Ἀπολλόδωρος.
448. ἕλικας τοὺς βοῦς φησὶν ἐπιθετικῶς, ἤτοι ἀπὸ τῆς κινήσεως
τῶν ποδῶν, καθὸ εἱλίποδες λέγονται, ἢ τοὺς ἑλικοειδῆ ἔχοντας τὰ
κέρατα, ὅ ἐστιν ἐπικαμπῆ.
454. * οὕτως Ἀρίσταρχος, τηλεδαπάων. αἱ ἀπὸ τῶν πόλεων θηλυτε ράων.
455. * ὅτι τὸ στεῦτο κατὰ διάνοιαν ὡρίζετο, διεβεβαιοῦτο, πρὸς
τὰ ἐν τῇ νεκυίᾳ (Od. 11, 583) ἀθετούμενα· καὶ ὅτι καταχρηστικῶς
ἀπολεψέμεν ἀντὶ τοῦ ἀποκόψειν.
* γρ. ἀπολεψέμεν οὔατα.
466. * ἄλλοτε δέ γρ. ἄλλοτε δʼ αὖ.
467. δηριαάσθων τὸ δεύτερον ᾱ ἐκτατέον· τοῦτο γὰρ ὁ χαρακτὴρ
βούλεται.
471. ἀθετεῖται, ὅτι περισσὸς μετὰ τὸν “τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν.” τίς δὲ κυνηγετικὴ θεὸς εἰ μὴ ἡ ἄρτεμις,
ὀνείδειον ὡς τέλειον καὶ ὄρειον· οὕτως γὰρ ἐκπίπτει καὶ τὰ τῆς
παραγωγῆς, εἰ μὴ τὸ ᾱ παραλήγοι ἐν τῷ εἰς ος λήγοντι οὐδετέρῳ, ἢ
δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς πρώτης συλλαβῆς, τὸ δὲ
ἀρκτικὸν τῆς δευτέρας. οἷον ἕλος ἔλειος· διὰ τῆς ει διφθόγγου ἡ
παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ ᾱ. τέλος
τέλειος, ὄρος ὄρειος. οὕτως ὄνειδος ὀνείδειος. παρεφυλάξατο δὲ τὰ
δύο σύμφωνα διὰ τὸ Ἀργεῖος καὶ τὸ ἑρκεῖος, καὶ τὸ ᾱ, ἐπεὶ φιλεῖ
διὰ τοῦ ῑ γράφεσθαι ἡ παραγωγὴ, πελάγιος πάγιος Θάλπιος.
475. ἀπὸ τούτου ἀθετοῦνται στίχοι γ΄· οὐ δύναται γὰρ ὁ αἰδούμενος
“πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν” ἀεὶ προκαλεῖσθαι
τὸν Ποσειδῶνα ἐν τῷ Ὀλύμπῳ πρὸς μάχην. ἄλλως τε οὐδὲ
πολεμικός ἐστιν, ἀλλὰ χοροῖς καὶ φόρμιγγι τέρπεται.
479. ὅτι κοινὸν δεῖ δέξασθαι τὸ προσέφη· ἀλλὰ χολωσαμένη Διὸς αἰδοήη παράκοιτις προσέφη. οὕτως οὖν κἀκεῖ “παῖδά τέ σοι ἀγέμεν Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην” (Il. 1, 443)· ἀπὸ κοινοῦ γὰρ τὸ ἀγέμεν, καὶ περιττὸς ὁ ἑξῆς “ῥέξαι ὑπὲρ Δαναῶν.”
485. ὅτι ἐναίρειν καταχρηστικῶς· θῆρες γὰρ οὐκ ἔχουσι παντευχίαν ὥστε σκυλευθῆναι.
487. ὑποστικτέον ἤτοι ἐπὶ τὸ ἐθέλεις ἢ ἐπὶ τὸ δαήμεναι, ὡς ἐν τῇ Ζ ῥαψῳδίᾳ προείρηται. ἢ καὶ κομματικὸν ἀπέλιπε τὸν λόγον ἐπίτηδες ὁ ποιητὴς, τῆς θεοῦ διὰ τῶν ἔργων τὸ λεῖπον ἀναπληρωσάσης.
*δαήμεναι ὅτι ἀντὶ τοῦ δάηθι προστακτικοῦ.
492. * οὕτως τὸ ἐντροπαλιζομένην διὰ τοῦ ν.
493. * ὕπαιθα γρ. δακρυόεσσα δʼ ἔπειτα.
πέλεια ὡς Μάλεια καὶ Θάλεια· τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα.
ἔστι δὲ καὶ πελειάς· ἔνθεν τὸ “αἱ δὲ βάτην τρήρωσι πελειάσι”
(Il. 5, 778). καὶ ἔστιν ὅμοιον τῷ μαῖα καὶ μαιάς.
495. χηραμόν ὅτι αὐτὸς ἐξηγεῖται τί ἐστι χηραμὸς, ὅτι κοίλη
πέτρα.
498. * γρ. ἀργαλέον δέ.
521. * εὔχεσθαι ἐμὲ νικήσειν ὅτι ἀντὶ τοῦ εὔχου, καυχῶ.
502, 503. ὅτι μέμιχε τὸν κατὰ τοῦ τόξου λόγον τῷ κατὰ τῶν
βελῶν· καμπύλα μὲν γὰρ τὰ τόξα, πεπτεῶτα δʼ ἄλλυδις
ἄλλῃ τὰ βέλη. ὡς χοῖνιξ τὸ μετροῦν καὶ τὸ μετρούμενον, καὶ
κοτύλη, οὕτως καὶ τὰ βάλλοντα καὶ τὰ βαλλόμενα τόξα.
503. * πεπτεῶτʼ γρ. καὶ πεπτῶτα.
507. οἷ τὴν ἀντωνυμίαν ὀρθοτονοῦσιν, οὐ διὰ τὴν πρόθεσιν, ἀλλʼ
ὅτι εἰς σύνθετον μεταλαμβάνεται.
509. * τίς νύ σε τοιάδʼ ἔρεξε ἀντὶ τοῦ τίς σε ἐπάτασσε;
511. ὅτι ἠρκέσθη τοῖς ἐπιθέτοις. περιττὸς οὖν κἀκεῖ ὁ Ἄρτεμις ἀγροτέρη.”
513. * νεῖκος πληθυντικῶς νείκεα αἱ Ἀριστάρχου.
515. * ὅτι θηλυκῶς τὴν Ἴλιον.
519. * ὅτι σαφῶς χωόμενοι συγχεόμενοι.
520. * ὅτι παρὰ πατρί.
522. * ἱκάνει γρ. ἵκηται.
523. * αἰθομένοιο ὑπὸ τῶν πολεμίων δηλονότι.
* ἀνῆκε ἀντὶ τοῦ ἐφῆκε.
524. * ὅτι πόνον τὸ κατὰ τὸν πόλεμον ἔργον.
* γρ. ἔτευξεν.
526. * παρόσον θεοποίητόν ἐστι τὸ τεῖχος.
528. πεφυζότες ὅθεν ἄφυζαν τὸν λέοντα Ἡσίοδός φησιν.
530. * οὕτως Ἀρίσταρχος ἔξω τοῦ ε ὀτρύνων· ἄλλοι δὲ ὀτρυνέων.
535. * ἐκʼ ἄψ θέμεναι ἐν ἄλλῳ ἐπανθέμεναι.
οὕτως Ἀρίσταρχος, ἐπανθέμεναι διὰ τοῦ ν, οἷον ἀναθεῖναι. τινὲς δὲ τῶν κατὰ πόλεις ἐπʼ ἅψ θέμεναι.
536. ψιλῶς τὸ ἄληται. ἔστι δὲ μέσος δεύτερος ἀόριστος ὑποτακτικὸς,
ἀκόλουθος τῷ ἀλῆναι, ἀπαρεμφάτῳ παθητικῷ δευτέρῳ
ἄστυ ἄλεν” (Il. 13, 408).
538, 539. ὅτι Ζηνόδοτος τοὺς στίχους ἠθέτηκε,· γελοῖον ἡγούμενος
διὰ πύλης φωτίζεσθαι τὴν πόλιν, τοῦ παντὸς τόπου ἐναιθρίου
ὄντος. λέγει δὲ “τεῦξαν φάος” ἀντὶ τοῦ τὴν σωτηρίαν τοῖς φεύγουσιν
ἐποίησαν, ὡς ἐν τῷ “φόως δʼ ἑτάροισιν ἔθηκεν ἄνδρα βαλών”
(Il. 6. 6).
539. ἀλάλκοι ἐν ἄλλῳ ἀμύναι.
παροξυτονητέον τὸ ἀμύναι. ἔστι γὰρ εὐκτικὸν, ὅπως ἀμύνειεν. οἶδα δὲ καὶ τὴν ἀλάλκοι γραφήν.
541. * δίψῃ ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὑπὸ δίψης.
* ὅτι παρεῖται ἡ ὑπό πρόθεσις.
542. οὕτω σφεδανῶν, ὑπερρωμένος τῷ θυμῷ καὶ σφοδρὸς ὑπάρχων, καθάπερ ἀπὸ τοῦ φονᾶν τὸ φονῶν.
ὅτι σφεδανῶν σφοδρῶς διώκων· τῷ δὲ τόνῳ ὡς ἐνοχλῶν· προκατάρχει
γὰρ τοῦ σφεδανὸς, παρʼ ὃ ἐγένετο σφεδανόν. “ Ἀτρείδης
δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων” (Il. 11, 165).
544. ὅτι ὁμωνύμως τῇ χώρᾳ τὴν Ἴλιον Τροίαν εἴρηκεν.
550. Ἀχιλλῆα πτολίπορθον ὅτι πλεονάζει ἐπʼ Ὀδυσσέως τὸ
πτολίπορθος, νῦν δὲ ἅπαξ ἐπʼ Ἀχιλλέως. πρὸς τοὺς χωρίζοντας·
τούτοις γὰρ χρῶνται. τινὲς δὲ Ἀχιλλέα. Πηλείωνα ποιοῦσι,
ξενισθέντες πρὸς τὸ ἐπίθετον.
554. γρ. φοβέονται.
558. Ἰλήϊον οὕτως Ἰλήϊον, διὰ τοῦ λ, ἀντὶ τοῦ Ἰλιακόν. ὁ δὲ
Κράτης Ἰδήϊον, τὸ δαῖον.
567. εἰ τοῦτο ὁμολογουμένως διαπορητικόν ἐστιν, ἀντὶ τοῦ ἆρα
κειμένου τοῦ η συνδέσμου.
570. ἀθετεῖται, ὅτι ὡς ἐλλείποντος τοῦ λόγου ἐνέταξέ τις αὐτόν.
δεῖ δὲ τῷ “θνητὸν δέ ἔ φασʼ ἄνθρωποι” προσυπακούειν τὸ εἶναι. καὶ
ὅτι ἐπιφερόμενον τὸ “αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει” ἐναντίον
ἐστὶ τῷ προτρέποντι τὸν Ἀγήνορα ἀντιστῆναι Ἀχιλλεῖ.
573. * διὰ τοῦ πάρδαλις εἶχον αἱ Ἀριστάρχου.
ταρβεῖ οὐδὲ φοβεῖται ὅτι τὸ φοβεῖται ἀντὶ τοῦ φεύγει· καὶ
ὅτι ἔν τισι γράφεται κυνυλαγμόν. οὐκ ἀνάγκη δέ ἐστιν· ὁ γὰρ
ὑλαγμὸς ἴδιος κυνῶν. σύνδεσμος δέ ἐστιν ὁ κεν, εἶτα ὑλαγμόν.
576. * πρὸς ἀντιδιαστολὴν τοῦ οὐτάσαι καὶ βαλεῖν.
583. τινὲς τὸ ηδη χρονικὸν ἐκδέχονται, καὶ παροξύνουσιν, οὐκ εὖ.
ἄμεινον γὰρ περισπᾶν, ἐκ παραλλήλου τοῦ συνδέσμου κειμένου.
ἦ δῇ που γρ. ἤδη.
585. ἡ μάλα γρ. ἦ τʼ ἔτι πολλά.
586. ἀνέρες εἰμέν ἐν ταῖς πλείοσιν οὕτως ἐφέρετο, ἄνδρες
ἔνειμεν· καὶ μήποτε οὐ κακῶς.
* ἐν ἄλλῳ ἄνδρες ἔνειμεν.
587. οἳ καὶ πρόσθε φίλων οὕτως αἱ Ἀριστάρχου οἱ καὶ πρόσθε
φίλων ἀλόχων τε καὶ υἱῶν. ἔν τισι δὲ τῶν εἰκαιοτέρων “οἵ κε
πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν.”
588. ἐφέψεις Νικίας ἀναστρέφει τὴν πρόθεσιν, οὐκ εὖ. προείπομεν
δὲ περὶ τῶν τοιούτων προθέσεων, ὡς οὐ θέλουσιν ἀναστρέφεσθαι·
καὶ σημειούμεθα ἀναγκαίως ἀναστραφεῖσαν τὴν “στεῦτο γὰρ Ἡφαίστοιο
πάρʼ οἰσέμεν” (Il. 18, 191).
590. * βαρείης γρ. παχείης χειρός.
594. οὐδʼ ἐπέρησε ὅτι ἄτρωτα τὰ ἡφαιστότευκτα ὅπλα, πρὸς
τοὺς ἠθετημένους (Il. 19, 305).
596. *ἐν ἄλλῳ ἔασεν ἄναξ Διὸς νἱὸς Ἀπόλλων.
597. * γρ. καὶ καλύψας.
600. *αὐτῷ γὰρ ἑκάεργος οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ αὐτῷ
γάρ ῥʼ ἑκάεργος.
602. ἕως ὁ τὸν πεδίοιο διώκετο πυροφόροιο ἀπʼ ἄλλης ἀρχῆς
τοῦτο, καὶ ἡ ἀνταπόδοσις πρὸς τὸ τόφρα.
*τι ἐλλείπει ἡ διά, διὰ πεδίου.
606. πεφοβημένοι ἦλθον ὁμίλῳ ὁμίλῳ ἀντὶ τοῦ πλήθει, ὅ ἐστι
τὸ πλῆθος τῶν μαχομένων παρεγένοντο εἰς τὴν πόλιν. ἄλλως. ὡς
εἶχε ποδῶν ἕκαστος ἐσώζετο, τῶν συμμάχων οὐ μεμνημένος, ἕκαστος
δὲ τὸ καθʼ ἑαυτὸν σκοπῶν.
* τι ἀντὶ τοῦ φεύγοντες.
607. πόλις δʼ ἔμπλητο παρὰ Ἀντιμάχῳ καὶ Ῥιανῷ πύλαι δʼ
ἔμπληντο ἀλέντων.
ὑποστικτέον δὲ (604, 5) προθέοντα ποσὶν οἷσι· ἡ γὰρ ἀνταπόδοσις, τόφρʼ ἄλλοι Τρῶες.
* γρ. πύλαι.
610. *ἐσσυμένως γρ. ἀσπασίως.
611. * σάωσαν Ἀρίσταρχος εὐκτικῶς σαώσαι ἀντὶ τοῦ σαώσειεν.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
1. ὣς οἱ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροί βραχὺ διασταλτέον
μετὰ τὸ νεβροί· πεφευγέναι γὰρ αὐτούς φησιν ὡς νεβροὺς,
οὐ τὸν ἱδρῶτα ἀποψύχεσθαι. νεβροὶ δὲ οἱ νεωστὶ ἐπὶ βορὰν ἰόντες·
ἢ νήποροι, οἱ μηδέπω πορεύεσθαι δυνάμενοι.
2. ἱδρῶ ἀπεψύχοντο διχῶς, καὶ ἀνεψύχοντο καὶ ἀπεψύχοντο·
χαριεστέρα δὲ ἡ διὰ τοῦ ν.
3. κεκλιμένοι καλῇσιν ἐπάλξεσιν προσκεκλιμένοι, ὅ ἐστι περιεχόμενοι
ὑπὸ τῶν τειχῶν· ἐπάλξεις γὰρ οἱ τῶν τειχῶν λεγόμενοι προμαχῶνες.
6. * πρὸς τὰς Σκαιάς.
11. ἡ νύ τοι ὅτι σαφῶς ὁ πόνος οὐκ ἔστιν ἀλγηδών· οὐ γὰρ ἂν
λέγοιτο, οὐ μέλει σοι ἡ τῶν Τρώων ἀλγηδών· ἀλλ᾿ οὕτως εἴρηκεν ἀντὶ
τοῦ οὐ μέλει σοι τὸ περὶ τοὺς Τρῶας πονεῖν καὶ ἐνεργεῖν. καὶ ὅτι
ἐφόβησας εἰς φυγὴν ἔτρεψας.
20. * ἦ σʼ ἂν τισαίμην ἀπʼ ἄλλης ἀρχῆς τοῦτο ἀναγνωστέον,
τοῦ η ψιλουμένου.
23. ὅτι θέῃσιν ἀντὶ τοῦ θέῃ. πλεονάζει δὲ τῷ τοιούτῳ σχήματι Ἴβυκος. καὶ ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.
27. * ἀρίζηλοι ὅτι ἀντὶ τοῦ ἀρίδηλοι· οὐ γὰρ ὁ ζῆλοι ἔγκειται.
28. πολλοῖσι μετʼ ἄστρασιν Ἀρίσταρχος ὡς πατράσιν. ἄμεινον
δὲ προπαροξύνειν, ὥσπερ καὶ τοῖς πλείοσιν ἔδοξε καὶ Φιλοξένῳ, ἵνʼ
αὐτῆς τῆς πτώσεως, λέγω δὲ τῆς δοτικῆς, μεταπλασμὸν λάβωμεν.
ὅτι γὰρ κατὰ πτῶσιν γίνονται μεταπλασμοὶ ἐξουσίᾳ ποιητικῇ δεδήλωταί
μοι ἐν ἑτέροις. ὃν οὖν τρόπον ἡ ἐγκάτοις ἔγκασιν ἐγένετο
(“ἔγκασι φωτός” Il. 11, 438) καὶ οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν
ἀκόλουθον ἐπιζητεῖν, ἢ τε προβάτοις πρόβασιν, τε πετάλοις πέταλσιν,
οὕτως ἄστροις ἄστρασιν, ἐπεισελθόντος τοῦ ᾱ, ἵνα συστῇ ἡ λέξις.
29. * ὅν τε κύνʼ Ὠρίωνος ὅτι περισσὸς ὁ τε σύνδεσμος.
ὁ Σιδώνιος ὑφʼ ἓν ἀναγινώσκει. ἄμεινον δὲ κατὰ παράθεσιν, ὅτι
οἱ κύνες πολλάκις ὀνομάζονται μετὰ τῶν κτητόρων, οἷον Κέρβερος
Ἅιδου, Ὄρθρος Γηρυόνου, ἄλκαινα Ἀκταίωνος· οὕτως κύνα Ὠρίωνος.
τῷ δὲ κυνηγετικὸν αὐτὸν εἶναι καὶ πλησίον κατηστέρισαν τὸν κύνα.
τὸν ἀστρῷον κύνα οὕτως ἔφη. ἔνιοι δέ φασι τὸν κατηστερισμένον
κύνα οὐκ Ὠρίωνος, ἀλλʼ Ἠριγόνης ὑπάρχειν, ὃν καταστερισθῆναι διὰ
τοιαύτην αἰτίαν. Ἰκάριος γένος μὲν ἦν Ἀθηναῖος, ἔσχε δὲ θυγατέρα
μονογενῆ Ἠριγόνην, ἥτις κύνα νήπιον ἔτρεφε. ξενίσας δέ ποτε ὁ
Ἰκάριος Διόνυσον ἔλαβεν ἀπʼ αὐτοῦ οἶνόν τε καὶ ἀμπέλου κλῆμα.
κατὰ δὲ τὰς τοῦ θεοῦ ὑποθήκας περιῄει τὴν γῆν, προφαίνων τὴν τοῦ
Διονύσου χάριν, ἔχων σὺν ἑαυτῷ τὸν κύνα. γενόμενος δὲ ἐκτὸς τῆς
πόλεως βουκόλοις οἶνον παρέσχεν· οἱ δὲ ἀθρόως ἐμφορησάμενοι, οἱ
μὲν εἰς βαθὺν ὕπνον ἐτράπησαν, οἱ δὲ περιλειπόμενοι, νομίσαντες
ριον καὶ τὴν Ἠριγόνην ἐνιαυσίαις ἐγέραιρον τιμαῖς. οἳ καὶ καταστερισθέντες,
Ἰκάριος μὲν Βοώτης ἐκλήθη, Ἠριγόνη δὲ παρθένος· ὁ δὲ
κύων τὴν αὐτὴν ὀνομασίαν ἔσχεν. ἡ ἱστορία παρὰ Ἐρατοσθένει.
31. σηρείωσαι, ὅτι ἅπαξ ἐνταῦθα ὁ πυρετὸς, καὶ ὅτι πυρετὸν κυρίως
λέγει, οὐχ ὥς τινες δέχονται τὴν διάκαυσιν τοῦ ἀέρος· πρὸς γὰρ τὸ
φθοροποιὸν ἡ παραβολή· καὶ ὅτι δειλοῖσιν ἀντὶ τοῦ δειλαίοις.
36. *οὕτως Ἀρίσταρχος ἑστήκει ἄνευ τοῦ ὶ.
40. * Πηλείωνι δαμείς πρὸς τὸ σχῆμα.
41. σημειοῦνταί τινες ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδήλωκεν.
τοσσόνδε πρὸ τέλους ἡ ὀξεῖα· ἓν γάρ ἐστι μέρος λόγου.
42. * Ἀρίσταρχος ἔδοιεν.
48. *τούς οὕτως Ἀρίσταρχος διὰ τοῦ τ, ἄλλοι δὲ οὕς μοι.
49. ὅτι περισσὸς ὁ ἄν σύνδεσμος· εἰ γὰρ ἐνετέτακτο κυρίως, ἐπήνεγκεν ἂν ἀπολυσαίμεθα.
50. *ἀπολυσόμεθα ἐν ἄλλῳ ἀπολύσομεν.
51. *αἱ ἀπὸ τῶν πόλεων παιδὶ φίλῃ.
ὀνομάκλυτος ὡς τοξόκλυτος· οὕτως δὲ καὶ Ἀρίσταρχος. ἐν
μέντοι τῇ Ὀδυσσείᾳ (19, 183) κατὰ παράθεσιν ἀναγνωστέον “ ἐμοὶ
δʼ ὄνομα κλυτὸν Αἴθων” ἰδίᾳ συστῆσαι γὰρ αὐτοῦ βούλεται τὸ
ὄνομα, ἐπεί τοι ἔσται κρεμάμενος λόγος. εἴπομεν δὲ ἐν τοῖς πρὸ
τούτου βιβλίοις (Il. 10, 109) πότε τὸ κλυτός κατὰ τὸ τέλος συντιθέμενον
φυλάσσει τὸν τόνον, καὶ πότε ἀναδίδωσιν.
ὅτι κατὰ σύνθετον προενεκτέον. σημαίνει δὲ τὸ ὅλον ὀνομαστός· ὁ
γὰρ κλυτός ἐπὶ τοῦ διαβεβοημένου. καὶ ὅτι οἱ πατέρες ταῖς θυγατράσι
52. βραχὺ διασταλτέον ἐπὶ τὸ τεθνᾶσι, καὶ ὑποστικτέον δόμοισι.
ἴσως δʼ ἄν τις ἐπὶ τὸ τεθνᾶσι ὑποστίζοι, τὰ δὲ ἑξῆς πάντα
συνάπτοι, ἵνʼ ᾖ ὁ λόγος καὶ ἀποθανόντες ἀνιασόμεθα, ὁμοίως τῷ “εἰ
δὲ θανόντων περ καταλήθη εἰν Ἀΐδαο, αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου
μεμνήσομαι” (389).
55. Ἀχιλῆϊ δαμασθείς πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ ὑπὸ Ἀχιλλέως,
ὡς “Τρωσὶ δαμείς” (Ιl. 18, 461).
57. ἤτοι στικτέον μετὰ τὸ Τρῶας καὶ Τρῴας, ἵνα ἀπʼ ἄλλης
ἀρχῆς ἀπαγορευτικὸς ὁ λόγος γένηται, μηδὲ μέγα κῦδος ὀρέξῃς.
εἰ δὲ συνάπτοιμεν, ἔσται ἐπανάληψις τῶν ὑποτακτικῶν, κοινοῦ νοουμένου
τοῦ ὄφρα, ἵνα σαώσῃς καὶ μὴ ὀρέξῃς καὶ μὴ ἀμερθῇς αἰῶνος.
59. οὕτως ὀρθοτονητέον (supra versum).
*σημειωτέον ὅτι τὰ ὀκτὼ μέρη τοῦ λόγου ἔχει ὁ στίχος.
62. * υἷάς τʼ ὀλλυμένους προαναφωνεῖ τὴν Ἰλίου ἅλωσιν.
66. πρώτῃσι θύρῃσι ὅτι ἀντὶ τοῦ ἄκραις. πρώτῃσι δὲ πύλῃσι
πρὸς τὸ “ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ” (Ιl. 6, 40).
67. ἐρύουσιν ὅτι χρόνος ἤλλακται ἀντὶ τοῦ ἐρύσουσιν· καὶ ἐν
Ὀδυσσείᾳ (21, 97) “νευρὴν ἐντανύειν” ἀντὶ τοῦ ἐντανύσειν.
ὠμησταί Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων δὲ ὡς κομῆται. ἔφαμεν δὲ ἐν τῇ Λ ἐντελῶς περὶ τῆς προσῳδίας, ὡς ἐπεκράτησεν ἡ Ἀριστάρχου.
68. ῥεθέων μελῶν. δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ ζωτικὸν
καὶ ψυχικόν ἐστι. ῥέθη δὲ τὰ ζῶντα μέλη, διʼ ὧν ῥέζομέν τι·
Αἰολεῖς δὲ τὸ πρόσωπον· καὶ ῥεθομαλίδας τοὺς εὐπροσώπους φασί.
Διονύσιος δέ φησι καὶ νῦν τὸ πρόσωπον δηλοῦσθαι· διὰ γὰρ μυκτήρων
ἢ στόματος ἐκπνέομεν, καίτοι γε τοῦ ποιητοῦ λέγοντος (Il. 14
518) “ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν ἔσσυτο.”
τύψας ἠὲ βαλών πρὸς τὴν διαστολὴν τοῦ βαλεῖν καὶ τύψαι· καὶ
ὅτι ῥέθη πάντα τὰ μέλη. οἱ δὲ Αἰολεῖς τὸ πρόσωπον.
*ἕληται ἐν ἄλλῳ ἕλοιτο.
69. * πυλαωρούς Ἀρίσταρχος θυραωρούς, θυροφύλακας.
70. ἀλύσσοντες ὑπὸ πλησμονῆς ἀλύοντες, οἷον ἐν ἄλῃ ὄντες,
δυσφοροῦντες. οἱ δὲ εἶπον ἐπὶ τὸ ἄγαν λυσσῶντες.
73. *οὕτως Ἀρίσταρχος φανήῃ διὰ τῶν β’ η.
75. *αἰδῶ τὰ αἰδοῖα.
80. κόλπον ἀνιεμένη ὅτι ἀντὶ τοῦ χαλῶσα, ἀναστέλλουσα· καὶ
ἐν Ὀδυσσείᾳ (2, 300) “αἶγας ἀνιεμένους” ἀναδέροντας. ἔστιν οὖν
ἀπογυμνοῦσα τὸ κατὰ τοὺς μαστοὺς κόλπωμα.
83. ἤτοι συναπτέον μέχρι τοῦ ἐπέσχον, εἶτα ἀπʼ ἄλλης ἀρχῆς
τῶν μνῆσαι φίλε τέκνον· ἢ στικτέον αὐτήν, εἶτʼ ἀπʼ ἄλλης
ἀρχῆς εἴποτέ τοι λαθικηδέα. ἔστι δὲ ὑποστιγμὴ μετὰ τὸ
ἐπέσχον.
*οὕτως διὰ τοῦ τ, εἴ ποτέ τοι.
*λαθικηδέα τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν ἁπάντων.
84. ὅτι ἰδίως φίλε τέκνον ἀντὶ τοῦ φίλον τέκνον. καὶ ἄμυνε ἀντὶ τοῦ ἀμύνου.
85. *ἐών οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ἰών.
ὅτι σαφῶς πρόμος ὁ πρόμαχος, οὐχ ὁ βασιλεύς.
87. *τέκος γρ. φίλον θάλος.
88. ὅτι ἕδνα ἐδίδοσαν οἱ παλαιοὶ ταῖς θυγατράσι· καὶ πολύδωρον λέγει τὴν πολύεδνον.
91. οὐδʼ Ἕκτορι ὅτι ὑπερβεβίβασται ὁ δέ. Ἕκτορι δὲ θυμὸν
οὐκ ἔπειθον, πρὸς τὸ “οὐδʼ ἵκετο γήραος οὐδόν” (Od. 15, 246).
93. ὅτι τὴν τῶν ὄφεων κατάδυσιν χειὰν εἴρηκεν, ἀπὸ τοῦ χεῖσθαι,
ὅ ἐστι χωρῆσαι· εἰς αὐτὸ γὰρ μόνον μηχανῶνται οἱ ὄφεις εἰς τὸ χωρῆσαι
τὸ σῶμα ὥσπερ ἔλυτρον· “οὐδὸς δʼ ἀμφοτέρονς ὅδε χείσεται”
(Od. 18, 17). ἔνιαι δὲ τῶν κατὰ πόλεις διὰ τοῦ ν, ὀρέστερον, καὶ
ἀντὶ τοῦ μένῃσι δοκεύῃ.
108. *κέρδιον αἱ κατὰ ἄνδρα πολὺ κάλλιον.
109. *κατακτείναντα διχῶς, καὶ κατακτείναντι.
110. ἠέ κεν αὐτῷ ὀλέσθαι ὅτι ὁ κεν περισσὸς, καὶ ὅτι ἀμφίβολον
πότερον ἐμοὶ αὐτῷ ὀλέσθαι, ἢ καθʼ Ὁμηρικὴν συνήθειαν ἀντὶ
τοῦ ὑπʼ αὐτοῦ ὀλέσθαι.
πρὸ πόληος ὑπὲρ τῆς πόλεως· ὑπὲρ αὐτῆς γὰρ ἀγωνίζεται.
111. εἰ δέ κεν ἤρτηται μέχρι τοῦ(122) “ἀλλὰ τίη μοι ταῦτα,”
καὶ οὐδὲν αὐτοῖς ἀνταπεδόθη. ἤτοι οὖν διαπορητικός ἐστι κἀνταῦθα
ὁ λόγος, ὡς ἐλέγομεν κἀν τῇ Φ· ἆρα τὴν ἀσπίδα κατάθωμαι καὶ τὴν
περικεφαλαίαν, πρὸς δὲ τὸ τεῖχος ἐρείσας τὸ δόρυ αὐτὸς προσέλθω
Ἀχιλλεῖ καὶ τὰ καὶ τὰ ποιήσω· ἢ κομματικῶς εἰρῆσθαι ὑποληπτέον,
ὡς καὶ ἡμῖν ὁ σύνδεσμος πολλάκις, ἂν δὲ κατάθωμαι καὶ πορευθῶ.
δύναται δὲ καὶ ἠθικῶς ὁ Ἕκτωρ ἅπαξ ἐν μετανοίᾳ γενόμενος, πρὶν
ἀνταποδοῦναι, διακόψαι τὸν λόγον. τὸ ὅμοιον νοητέον καὶ ἐπὶ τῶν ὑπʼ
Ἀγήνορος ἀνωτέῤω λεγομένων. στίζομεν δὲ ταῦτα ὡς πλήρη.
118. ὅτι ἀντὶ τοῦ ἀμφιδάσεσθαι, δίχα μερίσεσθαι. πάλιν δὲ ὁ δέ σύνδεσμος περισσός.
*Ἀρίσταρχος ἀλλʼ ἀποδάσσεσθαι διὰ τοῦ ε.
*ὅσσα πτόλις γρ. ὅσα τε πτόλις.
119. *ἕλωμαι γρ. ὀ μοῦμαι.
121. *οὕτως χωρὶς τοῦ δ, ἀλλὰ τίη μοι.
123. ἵκωμαι τινὲς ὡς φιλῶμαι ἀναγινώσκουσιν, ἵνα τὸ ἱκετεύσω
σημαίνῃ. οὐκ ἀναγκαῖον δὲ ἐναλλάσσειν τὸν τόνον· καὶ γὰρ βαρυνόμενον
ταυτὸν ὑπισχνεῖται, καὶ ἀκόλουθόν ἐστι μέσῳ δευτέρῳ ἀορίστῳ
ὁριστικῷ τῷ “τὴν ἱκόμην φεύγων” (Π. 14, 260). ὡς οὖν ἐλιπόμην
λίπωμαι, οὕτως ἱκόμην ἵκωμαι.
ὅτι τὸ ἵκωμαι ἀντὶ τοῦ ἱκετεύσω. παράκειται οὖν τὸ ἰών, ἐπεὶ προσεγγίζομεν οἷς ἂν προσφέρωμεν ἱκετείαν.
124. ὅτι αἰδέσεται ὡς ἱκέτην προσδέξεται· “αἰδεῖσθαί θʼ ἱερῆα.”
126. οὐκ ἔστι, φησὶν, ἄντικρυς Ἀχιλλέως μύθους διηγεῖσθαι,
ὁποίους ἂν παρθένοι καὶ ἠΐθεοι. οἱ γὰρ παλαιοὶ τὰ ἐκτιθέμενα βρέφη
παρὰ δρυσὶν ἢ πέτραις εὑρίσκοντες ἐνόμιζον ἐκ τούτων γεγενῆσθαι.
ἐκ τοιούτου δὲ ἐγένετο ἡ ὑπόληψις. οἱ παλαιοὶ νομαδικῷ ἐχρῶντο τῷ
βίῳ, οἰκίας μηδέπω κεκτημένοι. αἱ οὖν γυναῖκες τίκτουσαι ἐν τοῖς
ὄρεσιν ὑπὸ τὰ κοιλώματα τῶν πετρῶν καὶ δρυῶν. εὑρίσκοντες δέ τινες
νομίζοντες ἐκεῖθεν γεγενῆσθαι ἀνέτρεφον. ἡ ἱστορία παρὰ Διδύμῳ.
οὐκ ἔστιν ἀρχαῖα μυθολογεῖν τῷ Ἀχιλλεῖ νηπίων δίκην, ὡς τῶν πρώτων ἀνθρώπων ἐκ δρυῶν καὶ πετρῶν γεγεννῆσθαι λεγομένων.
128. *πρὸς τὴν ἐπανάληψιν, ὅτι πυκνῶς ἐν Ἰλιάδι.
ὀαρισμός ἐστιν ἀνδρὸς καὶ γυναικὸς ὁμιλία· ὄαρες γὰρ αἱ γυναῖκες.
129, 130. *ὅττι τάχιστα ἐν ἄλλῳ ὄφρα τάχιστα. τοῦτο δὲ
ἑκατέρωθι δύναται προσδίδοσθαι.
132. Ἐνυαλίῳ ὅτι τῷ Ἄρεϊ.
137. *φοβηθείς ὅτι ἀντὶ τοῦ φυγών.
141. * ὅτι καὶ νῦν σαφῶς ἀντὶ τοῦ ἔμπροσθεν φεύγει.
143. ὅτι τὸ τρέσαι οὐ τὴν πτόησιν σημαίνει, ἀλλὰ συνήθως αὐτῷ φεύγειν. ἐπήνεγκε γοῦν “τεῖχος ὕπο Τρώων.”
146. βραχὺ διασταλτέον μετὰ τὸ ὑπέκ· τὸ γὰρ ἑξῆς, ὑπὲκ τείχεος κατὰ τὸν ἁμαξιτὸν, οἷον ὑπὸ τὸ τεῖχος. ἡ δὲ ἐξ πρόθεσις προκειμένη ἐμφαίνει ὡς καὶ μικρὸν ἔξω τοῦ τείχους ἐδίωκον.
148. δοιαὶ ἀναΐσσουσι ὅτι λείπει πρόθεσις ἡ ἐκ ἢ ἀπό. ἐκ Σκαμάνδρου
γὰρ, ἢ ἀπὸ Σκαμάνδρου.
151. θέρεϊ ὅτι ἐκ τῆς ἀντιδιαστολῆς ταύτης σαφὲς ὅτι ἡ ἑτέρα
πηγὴ ὕδατι λιαρῷ ῥεῖ κατὰ χειμῶνα.
153. *ἐπʼ αὐτάων ὅτι πρόθεσις ἤλλακται καὶ πτῶσις, ἀντὶ τοῦ
παρʼ αὐταῖς.
157. βραχὺ διασταλτέον παραδραμέτην καὶ φεύγων.
158. ὅτι ὑγιῶς διώκεσθαι λέγει τὸν φεύγοντα. ἐν ἐνίοις δὲ φέρεται στίχος ὑπὸ τοῦτον εὐτελής· “φεῦγʼ υἱὸς Πριάμοιο, δίωκε δὲ δῖος Ἀχιλλεύς.”
159. *ἀρνύσθην ἀντικατήλλασσον τῷ δρόμῳ.
161. ὅτι ὡς περὶ ἑτέρων λέγει τρεχόντων περὶ τῆς Ἕκτορος
ψυχῆς, αὐτοῦ τοῦ Ἕκτορος ἑνὸς ὄντος τούτων.
162. περὶ τέρματα ἀντὶ τοῦ διὰ τὰ τέρματα. εἰς γὰρ τούτους
τὸ τέλος τῆς νίκης ἀπόκειται, ἐπεὶ εἰ περὶ τὰ τέρματα δραμοῦσιν,
εὐφυῶς κάμπτειν οὐ δύνανται. οὕτως Ἕὕβουλος.
164. ὅτι ἀμφίβολον πότερον ἀνδρὸς τεθνεῶτος γυνὴ, ἢ ἐπὶ τεθνεῶτι
ἀνδρὶ, ὃ καὶ ὑγιές· οὐκ οἶδε γὰρ ἄλλους ἢ τοὺς ἐπιταφίους
ἀγῶνας Ὅμηρος.
170. *ὅτι ἐλλείπει ἡ περί, περὶ Ἕκτορος.
172. *ἐν πόλει ἀκροτάτῃ ὅτι ὑπερθετικῶς ἀντὶ τοῦ ἀκροπόλει.
183, 184. ὅτι ἐνταῦθα ὑγιῶς λέγονται, κατὰ δὲ τὴν πρὸ τῆς κόλου μάχης ἀγορὰν τῶν θεῶν (Il. 8, 39) οὐκέτι.
185. *ἐρώει ὑποχώρει, ἐνδίδου.
188. Ἕκτορα δʼ ἀσπερχές σημειῶδες ὅτι μόνος Ὅμηρός φησι
μονομαχῆσαι τὸν Ἕκτορα, οἱ δὲ λοιποὶ πάντες ἐνεδρευθῆναι ὑπὸ
Ἀχιλλέως.
190. *διά τʼ ἄγκεα καὶ διὰ βήσσας ὅτι ἀντὶ τοῦ δι᾿ ἀγκέων
καὶ βησσῶν.
194. *ὅτι ἃς ἄνω Σκαιάς, νῦν Δαρδανίας.
197. τοσσάκι μιν προπάροιθεν ὅτι τοπικῶς τὸ προπάροιθε
δυνατὸν ἀκούειν, εἰς τοὔμπροσθεν, δυνατὸν δὲ καὶ χρονικῶς, πρότερος
φθάσας ἀπέτρεπεν αὐτὸν εἰς τὸ πεδίον. ὃ καί ἐστιν ὑγιές. καὶ πρὸς
τὸ παραφθάς, ὅτι Ἰακῶς ἀντὶ τοῦ παραφθάσας.
198. *οὕτως διὰ τοῦ ε πέτετο.
199, 200, 201. ὡς δʼ ἐν ὀνείρῳ ἀθετοῦνται στίχοι τρεῖς, ὅτι καὶ
τῇ κατασκευῇ καὶ τῷ νοήματι εὐτελεῖς· καὶ γὰρ ἀπραξίαν δρόμου καὶ
τὸ ἀπαράβατον σημαίνουσιν, ἐναντίως τῷ “ὡς δέ τʼ ἀεθλοφόροι περὶ
τέρματα μώνυχες ἵπποι” (162).
201. *ὥς ῥα τόν ἐν ἄλλῳ ὣς ὁ τόν.
πῶς τάχιστος ὢν ὁ Ἀχιλλεὺς οὐ καταλαμβάνει τὸν Ἕκτορα;
καί φασιν οἱ μὲν ἐπίτηδες αὐτὸν ὑπὸ τοῦ ποιητοῦ καταπεπονῆσθαι
πολλῷ πόνῳ πρότερον, ἵνα ὥσπερ ἐν θεάτρῳ νῦν μείζονα κινήσῃ πάθη·
οἱ δὲ ὅτι τὸν ἐνδοτέρω καὶ πρὸς τῷ τείχει δρόμον Ἔκτορος ποιουμένου
Ἀχιλλεὺς διπλάσιον ἔκαμεν ἔξωθεν περιθέων.
202. ἀξιοῦσι τοῦτον τὸν στίχον καθʼ αὑτὸν ἀναγινώσκεσθαι, ἐπεὶ
ἐρωτητικός ἐστι, φασὶν, εἶτα τοὺς δύο τοὺς ἑξῆς κατὰ μίαν περικοπήν.
εἰσὶ μέντοι οἳ συνῆψαν, τὸ πῶς ἀόριστον ἐκδεχόμενοι· ἐξέφυγε
δʼ ἄν πως ὁ Ἕκτωρ τὰς κῆρας, εἰ μὴ πύματον αὐτῷ συνήντησεν ὁ
Ἀπόλλων. ἡ διπλῆ πρὸς τὸ ζητούμενον, πῶς ὁ ποδώκης οὐ καταλαμβάνει
τὸν Ἕκτορα; λέλυκε δὲ αὐτὸ ὁ ποιητὴς, ὅτι ὑπὸ Ἀπόλλωνος
ἐβοηθεῖτο.
*ὑπεξέφυγεν Ἀρίσταρχος ὑπεξέφερεν.
204. ἤτοι στικτέον εἰς τὸ γοῦνα, καὶ ἀφʼ ἑτέρας ἀρχῆς “ἄλλοισιν
δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,” ἳν᾿ ᾖ τῶν προτέρων ὁ
λόγος τοιοῦτος, εὐθέως δʼ ἂν ἀπώλετο ὁ Ἕκτωρ, εἰ μὴ Ἀπόλλων
αὐτῷ ἐβοήθησε τὸ πανύστατον. ἢ πάντα συναπτέον ἕως τοῦ ὁ δὲ
δεύτερος ἔλθοι, ἵνʼ ᾖ ὁ λόγος, ἀνῄρητο δʼ ἂν Ἕκτωρ ἤδη, εἰ μὴ Ἀπόλλων
αὐτῶ ἐβοήθησε, τάχος ἐμπνεύσας, Ἀχιλλεὺς δὲ τοὺς περιεστῶτας
τῶν Ἑλλήνων ἐκώλυεν ἀνανεύων βαλεῖν τὸν Ἕκτορα.
208. σημειοῦνταί τινες διὰ τὸ δοκοῦν ἄπορον εἶναι, μετὰ μικρὸν τούτων λεγομένων “τρὶς περὶ ἄστυ μέγα Πριάμοιο δίον” (251).
209. ὅτι ἐντεῦθεν ἡ ψυχοστασία Αἰσχύλου πέπλασται, ὡς τοῦ Διὸς τὰς ψυχὰς ἱστάντος, οὐ θανατηφόρους μοίρας.
216. ὅτι Ζηνόδοτος γράφει νῶϊν· τοῦτο δέ ἐστιν ἡμῖν ἢ ἡμῶν, ὅπερ οὐ συμφωνεῖ· τὸ δὲ νῶϊ χωρὶς τοῦ ν σημαίνει ἡμᾶς ἢ ἡμεῖς, ὅπερ νῦν λέγει· ἡμᾶς ἔολπα οἴσεσθαι μέγα κῦδος.
219. ἄμμι ἄμμε margo ext.
229. ἠθεῖʼ ὅτι νεωτέρου πρὸς πρεσβύτερον σεπτικὴ προσφώνησίς
ἐστι τὸ ἠθεῖε.
239. *πρὸς τὸ αὐτό.
244- 246. βραχὺ διασταλτέον φειδωλή καὶ εἴδομεν, τἄλλα δὲ
συναπτέον ἕως τοῦ γλαφυράς. ἤτοι δὲ στικτέον ἐπὶ τὸ γλαφυράς
ἢ βραχὺ διασταλτέον. περισπαστέον δὲ τὸν η σύνδεσμον· ἀδύνατον
γὰρ τῷ η συνδέσμῳ ἑπόμενον αὐτὸν ὀξύνεσθαι.
247. βραχὺ διασταλτέον ἐπὶ τὸ φαμένη· μᾶλλον γὰρ ἐμφαίνει.
τὸ δὲ ἑξῆς ἐστὶ καὶ ἡγήσατο, οἷον οὐ μόνον διὰ λόγων αὐτὸν ἠπάτησεν,
ἀλλὰ καὶ διὰ τοῦ προσελθεῖν ἀξιοπίστως.
*τινὲς πληθυντικῶς κερδοσύνῃς.
250. *φοβήσομαι ὅτι σαφῶς φεύξομαι.
251. δίον ὅτι τὸ δίον ἐδιώχθην. οὐ μάχεται δὲ τῷ “ἀλλ᾿ ὅτε
δὴ τὸ τέταρτον” (208)· τρεῖς μὲν γὰρ τελείους κύκλους περιέδραμον,
*γρ. καὶ δίες· καὶ οὕτως εἶχον αἱ χαριέστεραι.
254. *ὅτι ἐπιμαρτυρώμεθα.
255. ὅτι μάρτυροι, οὐ μάρτυρες· καὶ γὰρ τὸ ἑνικὸν “Ζεὺς δʼ
ἄμμʼ ἐπιμάρτυρος ἔστω” (Il. 7, 76).
ἁρμονιάων συναρμογῶν, ἀφʼ οὗ δηλοῖ τὸ ὁμολογιῶν καὶ συνθηκῶν.
257. ὅτι καμμονίη νίκη οὐ καθολικῶς, ἀλλὰ ἡ ἐκ καταμονῆς. διὸ ἐπὶ τῶν μονομαχούντων καὶ πυκτευόντων τίθησιν, ἐπὶ δὲ δρομέων οὐκέτι.
259. *ῥέζειν ὅτι ἀντὶ τοῦ ῥέζε.
261. συνημοσύνας δασυντέον· σημαίνει δὲ τὰς συνθήκας ἀπὸ τοῦ
εἰς ταυτὸν ἀφεῖναι τὰ τῆς διανοίας. παρὰ τὸν ἥσω οὖν ἥμων τί ἐστι,
καὶ ἥμονος ἡ γενικὴ, παρʼ ἣν τὸ ἡμοσύνη. οὕτως δὲ εἶχε καὶ τὸ
μεθημοσύνη.
262, 263, 264. αἱ ὑποστιγμαὶ πιστά, ἔχουσιν, ἀλλήλοισιν· ἡ γὰρ ἀνταπόδοσις ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σέ.
266. *ὅτι τὰ ὅρκια ἔσσονται, οὐκ ἔσσεται.
εἰς τοῦτο ἡ διάνοια καταστρέφει, ὅτι πρότερον συμβήσεται τὸν
ἕτερον ἡμῶν πεσεῖν πρὶν ἢ ὅρκους ἡμᾶς ποιήσασθαι, ὡς τὸ “πρίν μιν
καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνὶ οἴκῳ” (Il. Ι, 29).
275. *χάλκεον ἐν ἄλλῳ μείλινον ἔγχος.
281. ἀρτιεπής ὅτι οὐκ ἐν ἐπαίνῳ ὁ ἀρτιεπὴς, κατὰ τοὐναντίον τῷ
ἀμετροεπεῖ, ἀλλὰ ὁ λάλος καὶ ὁ ἀπηρτισμένως παραλογιζόμενος.
ἠσκηκὼς λόγοις ἀπατᾶν. οἱ δὲ ἐπιθυμητής· κλέπτεσθαι γὰρ τὸ
ὀρέγεσθαι, καὶ “ἐπίκλοπος ἔπλετο τόξων” (Od. 21, 397). ἢ ἀσκῶν
διὰ λόγων παραλογίζεσθαι, ὡς τὸ “κλέπτε νόῳ” (Il. 1, 132).
285. ἄλευαι προστακτικῶς ἀναγινώσκειν δεῖ· διὸ τρίτη ἀπὸ
τέλους ἡ ὀξεῖα. εἰρωνείᾳ δὲ τοῦτό φησιν.
286. στικτέον μετὰ τὸ χάλκεον· τὸ γὰρ ὡς ἀντὶ τοῦ εἴθε, διό.
περ ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον.
*πᾶν ὅτι ἀντὶ τοῦ ὅλον.
287. *καί κεν ἐν ἄλλῳ καί σφιν.
291. *χώσατο ὅτι ἀντὶ τοῦ συνεχύθη.
294. *ὅτι ἅπαξ εἴρηκε λευκάσπιδα.
300, 301. βραχὺ διασταλτέον κακός, στικτέον δὲ τὸ ἄνευθεν. τὸ γὰρ οὐδʼ ἀλέη καθʼ ἑαυτὸ προενεκτέον, λείποντος τοῦ ἔστι.
304. ἀσπουδί ὅτι ἀσπουδί χωρὶς μόγου καὶ κακοπαθείας.
308. οἴμησεν ὅτι κἀκεῖ (Il. 21, 252) γραπτέον “αἰετοῦ οἴματʼ
ἔχων,” οὐχ ὡς Φιλητᾶς ὄμματα.
315. *καλαί αἱ πλείους δειναὶ δέ.
318. ὅτι νῦν τὸν ἕσπερον κάλλιστον, ἐν ἄλλοις δὲ (Od. 13, 93)
τὸν ἑωσφόρον φαάντατον· καὶ οὐ δεῖ ὡς μαχόμενον λαμβάνειν.
ἕτερον δὲ τὸν ἕσπερον ὡς ἂν παλαιὸς οἶδε τοῦ ἑωσφόρου.
319. ὅτι ἐπὶ τῶν αἰχμὰς ἐχόντων εὐήκεος λέγει καὶ τανυήκεος·
τὴν γὰρ αἰχμὴν ἀκὴν λέγει. καὶ ὅτι κυρίως ἐνταῦθα ἐπὶ τῆς ἐπιδορατίδος
τῆς εὖ ἠκονημένης, ἐκεῖ δὲ παρῆκται τὸ “τανυήκεας ὄζους”
(Il. 16, 768).
322. ὅτι οὕτως εἴωθε λέγειν ἄλλο τόσον, ἐπειδὰν ἀπολείπῃ τι τοῦ ὅλον μικρὸν τέλος· “οἱ δή τοι τόσσον μὲν ἔχον τέλος” (Il. 18 378). καὶ ἐνθάδε οὖν τὸ μὲν ἄλλο σῶμα καθώπλιστο, γυμνὸν δὲ μόνον διεφαίνετο τὸ ἀπὸ τῶν ὤμων ἐπὶ τὸν αὐχένα.
324. φαίνετο δʼ ᾗ κληϊδες ἔν τισι τῶν ὑπομνημάτων φαῖνεν δʼ
ᾗ κληἴδες, ἵν᾿ ᾖ ἐπὶ τῶν τευχέων, τὰ τεύχη οὐκ ἐκάλυπτε τὴν
λαυκανίην, ἀλλʼ ἐποίει φαίνεσθαι.
329. ἀθετεῖται, ὅτι γελοῖος, εἰ ἡ μελία ἐπετήδευσε μὴ ἀποτεμεῖν
τὸν ἀσφάραγον, ἵνα προσφωνήσῃ τὸν Ἀχιλλέα. ἀπολογούμενοι δέ
φασιν ὅτι τὸ ἐκ τύχης συμβεβηκὸς αἰτιατικῶς ἐξενήνοχεν. διὰ τὸ
ὅμοιον ἀθετεῖται κἀκεῖνο (Od. 17, 359) “εὖθʼ ὁ δεδειπνήκει, ὁ δὲ
παύσατο θεῖος ἀοιδός.”
336. *ἑλκήσουσ’ ἀϊκῶς οἱ περὶ Ἀντίμαχον ἐπὶ τὸ γνωριμώτερον
ἑλκήσουσι κακῶς.
342. ὅτι καὶ οἱ ἐπὶ τῆς ἰδίας πατρίδος τελευτῶντες διὰ πυρὸς ἐθάπτοντο.
343. λελάχωσι ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσιν.
344. *τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη ἐν ἄλλῳ τὸν δʼ ἀπαμειβόμενος.
347. κρέᾶ ἔδμεναι κατὰ συστολὴν τὸ α ἀνεγνώσθη, ὥσπερ καὶ
ἐν τῇ συνηθείᾳ.
348. βέλτιον πρὸ τούτου στίζειν, καὶ τὸ ὡς εἰς τὸ οὕτω μεταλαμβάνειν.
349. οὐδʼ εἴ κεν ἤτοι ἀπὸ τούτου ἀρκτέον, ἵνα ὑποστίζωμεν
ἄγοντες, καὶ ἄλλα, τῆς ἀνταποδόσεως οὔσης οὐδʼ ὣς σέ γε πότνια
μήτηρ· ἢ τοῖς ἄνω προσαπτέον “ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας, οὐδʼ
εἴ κεν δεκάκις τε” καὶ τὰ ἑξῆς· ἔσται δὲ ἀπʼ ἄλλης ἀρχῆς “οὐδʼ
ὣς σέ γε πότνια μήτηρ.”
σημειοῦνταί τινες πρὸς τὴν εἰκοσινήριτα λέξιν, ὅτι πρὸς εἴκοσι ἐξισούμενα, εἰκοσαπλᾶ.
τὸ εἰκοσινήριτʼ ὑφ’ ἓν ἀναγνωστέον, ὡς τὸ εἰκοσάβοια· ἔσται δὲ
πρὸς εἴκοσιν ἐρίζοντα, ὅ ἐστιν ἐξισούμενα. παραφυλακτέον δὲ ὅτι ὁ
εἴκοσιν ἀριθμὸς εἰς ν καταλήξας συνετέθη.
351. οὐδʼ εἴ κεν ὅτι ὑπερβολικῶς λέγει. ὁ δὲ Αἰσχύλος ἐπʼ
ἀληθείας ἀντίσταθμον χρυσὸν πεποίηκε πρὸς τὸ Εκτορος σῶμα ἐν
Φρυξίν.
354. *πάντα ὅτι ἀντὶ τοῦ ὅλον.
356. ἦ σʼ εὖ γινώσκων τὸν σύνδεσμον περισπαστέον· ἔστι
γὰρ βεβαιωτικός.
ἡ διπλῆ δὲ ὅτι ἀπὸ τῶν ὅσσων ἡ μεταφορά. προβλέπω τῷ νῷ, ἀντὶ τοῦ προέβλεπον· ἤλλακται γὰρ ὁ χρόνος. καὶ πρὸς τὸ οὐδʼ ἄρ᾿ ἔμελλον ἀντὶ τοῦ οὐκ εἰκὸς ἦν με πείσειν.
362. ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη σημειοῦνταί τινες ὅτι μόνη
κάτεισιν εἰς Ἅιδου ἡ ψυχὴ, καὶ οὐ δεῖται τῆς Ἑρμοῦ παραπομπῆς.
375. ὣς ἄρα τις εἴπεσκε ὅτι οὐ πάντως πρότερον ἔλεγον, ἀλλʼ
ἅμα παίοντες ἐπεφώνουν, ὥστʼ εἶναι, ὣς ἄρα τις ἔλεγε καὶ οὐτήσασκε.
378. ὦ φίλοι ὅτι Ζηνόδοτος ἀντὶ τούτου πεποίηκεν “ Ἀτρείδη
379. ὅτι τὴν αἰτίαν προτέταχεν, ἐπειδὴ τόνδʼ ἄνδρα θεοί. ἔδει
δὲ οὕτως “εἰ δʼ ἄγει᾿ , ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, ὄφρα κʼ
ἔτι γνῶμεν Τρώων νόον, ἢ καταλείψουσι πόλιν ἄκρην τοῦδε πεσόντος,
ἠὲ μένειν μεμάασιν, ἐπειδὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν.” ὁ
δὲ Διονύσιος διστάζει μὴ πρὸς τὴν ἀπόλειψιν τοῦ χρόνου· παρασκενάζει
γὰρ τὸ “ἐπειδὴ νῆάς τε καὶ Ελλήσποντον ἵκοντο” (Il. 23
2) καὶ “ἐπίτονος βέβλητο” (Od. 12, 423)· τὰ γὰρ τοιαῦτα ἐσημειοῦντο
πρὸς κρίσιν ποιημάτων, ὅτι σπανίως Ὅμηρος κακομέτρους
ποιεῖ.
380. *γρ. ἔρδεσκεν.
388. *ὅτι Ζηνόδοτος γρ. ζωὸς ἐν Ἀργείοισι φιλοπτολέμοισι μετείω.
393, 394. ἠράμεθα μέγα κῦδος ἀθετοῦνται στίχοι δύο, ὅτι παρὰ
τὴν ἀξίαν Ἀχιλλέως οἱ λόγοι· αὐτὸς γὰρ ἦν ὁ λέγων (Il.16, 243)
“ὄφρα καὶ Ἕκτωρ εἴσεται ἢ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν ἡμέτερος
θεράπων.”
396. ὅτι νῦν τένοντας εἶπε τὰ διατεταμένα τῶν σφυρῶν νεῦρα ὄπισθεν τῆς κνήμης.
397. ἐς σφυρὸν ἐκ πτέρνης διὰ τί Ἀχιλλεὺς θανόντα σύρει τὸν
Ἕκτορα; καὶ λέγομεν ὅτι οὐ διʼ ὠμότητα, ὅς γε καὶ Ἠετίωνα φονεύσας
οὐκ ἐσύλησεν, ἀλλὰ σὺν αὐτοῖς τοῖς ὅπλοις ἔθαψεν (Il. 6
417), ἀλλʼ ὅτι πρότερος ὁ Ἕκτωρ εἰς τὸν Πάτροκλον “ἀεικέα μήσατο
ἔργα,” οἷα καὶ λέγει περὶ αὐτοῦ· “κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε
πῆξαι ἐπὶ σκολόπεσσι, ταμόνθ᾿ ἁπαλῆς ἀπὸ δειρῆς” (Il. 16, 176)·
παρανομοῦσι δὲ οὐχ οἱ ἀμυνόμενοι, ἀλλʼ οἱ ἄρξαντες. ὁ δὲ Καλλίμαχός
φησιν ὅτι πάτριόν ἐστι Θεσσαλοῖς τοὺς τῶν φιλτάτων φονέας
σύρειν περὶ τοὺς τῶν φονευθέντων τάφους· Σίμωνα γάρ φησι, Θεσσαλὸν
τὸ γένος, Εὐρυδάμαντα τὸν Μειδίου σῦραι ἀποκτείναντα Θράσυλλον
τὸν ἀδελφὸν αὐτοῦ ἄρξασθαι τοῦ νόμου πρῶτον· τοῦτον γὰρ
ἐξάψαι τοῦ δίφρου τὸν φονέα καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον
402. *σίλναντο ἔν τισι πίμπλαντο.
403. *δυσμενέεσσι ἐν ἄλλῳ τερπικέραυνος.
410. ὡσεὶ ἅπασα τινὲς περιέργως διὰ μόνου τοῦ ι γράφοντες
ἀποδιδόασιν ὡς αὐτὴ ἅποσα. οὐκ οἷδε δὲ ὁ ποιητὴς οὔτε τὴν ι οὔτε
τὴν σφεῖς. ἔστιν οὖν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ (10, 419) “σοὶ μὲν
νοστήσαντι, διοτρεφὲς, ὧθ᾿ ἐχάρημεν, ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα.”
411. * ὅτι θηλυκῶς ἡ Ἴλιος.
σμύχοιτο καταφλέγοιτο. ὁ δὲ λόγος, τοιοῦτος δέ φησι θρῆνος
διεγήγερτο ὡσπερεὶ τῆς Ἰλίου πάσης ὑπὸ πυρὸς καταφλεγομένης.
*οὕτως Ἀρίσταρχος σμύχοιτο.
416. κηδόμενοί περ οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου, καίπερ
ὀδυνώμενοι καὶ αὐτοί.
* Ἀρίσταρχος πληθυντικῶς κηδόμενοί περ.
428. τὸ δυσάμμμορος ἐπίθετον ἑκατέρωθι δύναται προσδίδοσθαι· βέλτιον δὲ ἴσως τοῖς ἑξῆς.
429. *πολῖται γρ. γέροντες.
430. ἀδινοῦ πυκνοῦ καὶ συνεχοῦς.
431. στικτέον καὶ μετὰ τὸ τέκνον καὶ μετὰ τὸ δειλή. βέλτιον δέ ἐστι συνάπτειν μετὰ τὸ τέκνον πάντα, ἵνʼ ᾖ τὸ ἑξῆς τί νυ βείομαι ἐγὼ δειλὴ, αἰνὰ παθοῦσα;
τέκνον, ἐγὼ δειλὴ τί νυ βείομαι ἀντὶ τοῦ ἐς τί ἔτι βιώσω, ὅ ἐστι
ζήσω.
* Ἀρίσταρχος διὰ τοῦ ι βίομαι βιώσομαι.
πῶς Ἑκάβη μὲν οὐ πίπτει, Ἀνδρομάχη δὲ τοῦτο πάσχει: ῥητέον οὖν ὅτι ἐκείνη μὲν ἐκ τοῦ κατʼ ὀλίγον καὶ ἐκ προσαγωγῆς δεξαμένη τὸ πάθος οὐχ ἡττήθη τῷ κακῷ τοσοῦτον, Ἀνδρομάχῃ δὲ ἀπροσδοκήτως ἐμπεσὸν εἰκότως ἐπεκράτησεν (467).
433. εὐχωλή ἐμοὶ μὲν, φησὶ, δόξα, τοῖς δὲ πολίταις ὄφελος.
434. οἵ σε θεὸν ὥς καθʼ ἑκάστην οὖν ἡμέραν, φησὶν, ὡς θεῷ
σωτῆρί σοι ηὔχοντο. καὶ ὁ ζῶν ἰσόθεος νῦν οὐδὲ νεκρὸς εὐτυχής.
440. ἀλλʼ ἥ γ᾿ ὅτι ἀσυμπαθὴς ἡ Ἀνδρομάχη ἐν τοσούτῳ θορύβῳ
κατʼ οἶκον ἀτρεμοῦσα, καὶ ταῦτα τὴν Ἀχιλλέως ἔφοδον οὐκ ἀγνοοῦσα.
ἔοικεν οὖν, φησὶν ὁ Ἀρίσταρχος, προκαταχρησάμενος ὁ ποιητὴς τῷ
τῆς Ἀνδρομάχης προσώπῳ κατὰ τὴν πρὸς Ἕκτορος κοινολογίαν (Il.
6, 394) ἀπεσχῆσθαι νῦν τοῦ προσώπου.
441. θρόνα τὰ βαπτὰ ἔρια, κατὰ μετουσίαν, ὁμοίως τοῖς ποιοῦσι
τὰ ποιούμενα.
*ἄνθη ποικίλα ἐξ ὧν βάπτουσι.
πάσσειν Κύπριοι τὸ ποικίλλειν, ἀφʼ οὗ παστὰς ὁ θάλαμος.
444. Ἕκτορι θερμὰ λοετρά αὔξει τὸ πάθος· τοσοῦτον γὰρ
ἀπέχει τοῦ ἐννοεῖν τι τῶν συμβεβηκότων ὡς καὶ λουτρὰ τῷ ἀνδρὶ
παρασκευάζειν, μονονουχὶ ὁρῶσα τὸν Ἕκτορα· διὸ καὶ ἐπεφώνησεν ὁ
ποιητὴς συμπαθῶς τὸ νηπίη οὐδʼ ἐνόησεν, ὥσπερ ἐλεῶν τὴν ἄγνοιαν
αὐτῆς.
445. * καθʼ ἑαυτὸ τὸ νηπίη.
447. κωκυτοῦ δʼ ἤκουσε ἀντὶ τοῦ θρήνου ἤκουσεν. ἐζήτηται δὲ
πῶς τοσούτου γενομένου θορύβου μόλις Ἀνδρομάχη προῆλθεν; φασὶ
δὲ ὡς ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπίπληξις ἡ ἐν τῇ Ζ (490) σωφρονεῖν
αὐτὴν ἀναγκάζει.
468. *αἱ Ἀριστάρχου βάλε δέσματα, αἱ δὲ κοιναὶ χέε.
ὅτι βελτίων ἂν ἦν ἡ διάθεσις, εἰ μὴ ἐκπεπληγμένη τὰ ἐπὶ τῆς
κεφαλῆς ἀπέβαλεν, ἀλλʼ ὕστερον (476) ὅτε ἀναπινύσκεταί τε καὶ
ἑαυτὴν ἀναλαμβάνει, ἵν᾿ ᾖ οὕτως “ἡ δʼ ἐπεὶ οὖν ἄμπνυτο καὶ ἐς
φρένα θυμὸν ἀγέρθη, ἀμβλήδην γοόωσα, τῆλε δʼ ἀπὸ κρατὸς χέε
δέσματα.”
469. ἄμπυξ ἀρσενικῶς τὸ διάδημα τὸ πρὸς ἀνάδεσιν τῶν τριχῶν,
ἃς περιστέλλοντες οἱ παλαιοὶ ὑπὸ τοῦτον παρῆγον. καὶ νῦν ἀμπυκίζειν
τὸ τὰς ἐμπροσθίους τρίχας ἀναδεῖσθαι. καὶ “ χρυσάμπυκες
ἵπποι” διὰ τὸ δεῖσθαι στροφίῳ τὰς κορυφαίας τῶν τριχῶν, παρὰ τὸ
*κεκρύφαλον παρὰ τοῖς νεωτέροις ἐκτείνεται τὸ υ τοῦ κεκρυφάλου.
470. * θ᾿ ἐκ πλήρους ὁ τέ σύνδεσμος, κρήδεμνόν τε. οὕτως
ἅπασαι.
473. γαλόῳ, οὕτως, τῇ γυναικὶ αἱ τοῦ ἀνδρὸς ἀδελφαί. εἰνάτερες δὲ αἱ τῶν ἀδελφῶν γυναῖκες πρὸς ἀλλήλας.
πρὸ τέλους ἡ ὀξεῖα· αἱ γὰρ εἰς ω λήγουσαι δοτικαὶ βαρύτονοι,
συνεμπίπτουσαι πληθυντικαῖς εὐθείαις, συνεμπίπτουσι καὶ κατὰ τὸν
τόνον· τῷ λιπόνεῳ, οἱ λιπόνεῳ.
εἰνάτερες ὡς Δημήτερες. οὕτως πάντες· καὶ τὰ τῆς ἀναλογίας ἐπικρατεῖ οὕτως ἔχοντα, ὡς ἐδείχθη.
*γρ. ἅλις ἦσαν.
474. αἵ ἑ μετὰ σφίσιν ὀρθοτονητέον τὴν σφίσιν· εἰς γὰρ σύνθετον
ἡ μετάληψις. ἔφαμεν δὲ ὡς ἀναστρέφει τὰ τοῦ λόγου.
475. ἄμπνυτο διὰ τοῦ ε Ἀρίσταρχος ἔμπνυτο, ἔμπνους ἐγένετο.
καὶ ἐπὶ τοῦ Σαρπηδόνος (Il. 5, 697) “αὖτις δʼ ἐμπνύνθη.”
477. στικτέον μετὰ τὸ Ἕκτ ορ καὶ μετὰ τὸ δύστηνος.
478. * κατὰ δῶμα αἱ κοινότεραι Πριάμου ἐνὶ οἴκῳ.
480. *τυτθόν ὅτι ἀντὶ τοῦ τυτθήν, καὶ ὅτι τὸ ὅ ἀντί τοῦ ὅς.
481. οὕτως αἰνόμορον, ὥστε τὸν μὲν Ἠετίωνα δύσμορον λέγεσθαι, αἰνόμορον δὲ τὴν Ἀνδρομάχην.
484. βραχὺ διασταλτέον μετὰ τὸ αὕτως· γελοῖοι γὰρ οἱ τοῖς
ἑξῆς αὐτὸ συνάπτοντες, ἵνʼ ᾖ ὃν μάτην ἐγεννήσαμεν. τοῖς δὲ ἄνω
προσδιδόμενον σημαίνει τὸ ὡσαύτως, οἷον νήπιός ἐστιν, ὡς καὶ πρότερον
οὐδέπω τέλειός ἐστιν.
487. ἢν γὰρ δὴ πόλεμόν γε φύγῃ ἀπὸ τούτου ἕως τοῦ “δακρυόεις
δέ τʼ ἄνεισι” (499) ἀθέτοὕνται στίχοι δεκατρεῖς, ὅτι ἀδιάθετοι τὸ
γὰρ περιέρχεσθαι τὸν Ἀστυάνακτα, καὶ τὸν φίλον τοῦ πατρὸς τὸν
μὲν χλαίνης ἐρύειν, τὸν δὲ χιτῶνος, ἵνα βρόγχον πίῃ,Πριάμου περιόντος
καὶ ἄλλων ἀδελφῶν Ἕκτορος καὶ αὐτῆς τῆς Ἀνδρομάχης, ἄτοπον.
διὰ τί δὲ ἔμελλον ἀφαιρεῖσθαι τὰς ἀποτετμημένας ἀρούρας, κατὰ
τὸ βασιλικὸν γένος κληρονόμου τοῦ υἱοῦ Ἀστυάνακτος ὄντος ; ὅλως
δὲ οὐδʼ ἔστιν ἴδιον τοῦ περὶ τὸν Ἀστυάνακτα οἴκτου, ἀλλὰ κοινῶς
ἐπὶ παντὸς ὀρφανοῦ ἁρμόζει τὰ λεγόμενα. βέλτιον οὖν οὕτως ἐπιβαλεῖν·
οὔτε σὺ τούτῳ ἔσσεαι, Ἕκτορ, ὄνειαρ, ἐπεὶ θάνες, οὕτε σοὶ
οὗτος Ἀστυάναξ ὃς πρὶν μὲν ἑοῦ.
*γρ. ἢν περ γάρ.
488. *ἐν ἄλλῳ ἀλλʼ ἤτοι τούτῳ.
489. * ὅτι κυρίως νῦν ἀφοριοῦνται.
490. ἦμαρ δʼ ὀρφανικόν τὸ τῆς ὀρφανίας ἦμαρ τῶν ἀφηλικιωτῶν
ἔρημον τίθησι τὸν παῖδα. ἔνιοι δὲ διεσταλμένως πᾶν, εἶτα
ἀφήλικα, ἵνʼ ᾖ πᾶν ἦμαρ τὸν ὀρφανικὸν παῖδα ἀφήλικα τίθησιν, ὅ
ἐστιν ἐκτὸς τῶν ἡλικιωτῶν.
491. πάντα δʼ ὑπεμνήμυκε πάντα αὐτῷ καταπέπτωκε καὶ κατακέκλιται,
παρὰ τὸ ἠμύω ἐμήμυκα καὶ περισσὸν το ν, ἢ πάντα αὐτὸν
εἰς ἀνάμνησιν ἄγει τοῦ δυσφορεῖν.
ὑπεμνήμυκε καταμέμυκε, κατεστύγνακε, κάτω βλέπει. ὁ δὲ
Ἀρίσταρχος ἐπὶ τοῦ κατανένευκεν ἐκδέχεται. οἱ δὲ ἀντὶ τοῦ εἰς
ἀνάμνησιν ἔρχεται τοῦ πατρός.
*παρειαί Ἀρίσταρχος οὐδετέρως παρειά.
492. ἐς πατρὸς ἑταίρους ὅτι ἀντὶ τοῦ πρὸς πατρὸς ἑταίρους, ὡς
“εἰς Ἀγαμέμνονα δῖον” (Il. 7, 312).
494. κοτύλην ὅτι εἶδος ποτηρίου ἡ κοτύλη. καὶ λέγεται ἀρσενικῶς
κότυλος. καὶ ἐν Ὀδυσσείᾳ (17, 12) “πύρνον καὶ κοτύλην,”
ὁμωνύμως τὸ ἀγγεῖον τῷ ὑγρῷ.
496. *ἀμφιθαλής ὅτι ἅπαξ ἀμφιθαλής.
497. *ἐνίσσων ὅτι ἀντὶ τοῦ πλήσσων.
502. νηπιαχεύων παραγωγόν ἐστι τὸ ῥῆμα, παρὰ τὸ νηπίαχος
νηπιαχεύω, ὡς ἵππος ἱππεύω.
503. ἀγκαλίδεσσι ἔχουσι γὰρ ἐν ταῖς ἀγκάλαις στρωμνὴν σύμμετρον·
ἢ ὡς τῆς τροφοῦ συγκοιμωμένης αὐτῷ. ἐμείωσε δὲ τὴν
λέξιν ὁμοίως τῇ βραχύτητι τοῦ παιδός.
505. * ἂν πολλὰ πάθῃσι ὅτι ἀντὶ τοῦ πάθοι ἄν. πρὸς τὸ “ἰχθὺς
ὅς κε φάγῃσι” (Il. 21, 127).
513. οὐκ ἐνταφήσῃ.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς
Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
1. στενάχοντο ὅτι εἰ ἦν στεναχῶν ὡς φρονῶν, οὐκ ἂν οὕτως ἔλεγεν
στενάχοντο· ἀλλʼ ὥσπερ ἀπὸ τοῦ φέρων ἐφέροντο, οὕτως ἀπὸ τοῦ
στενάχων στενάχοντο λέγει.
πτόλιν πόλιν. Κυπρίων τῶν ἐν Σαλαμῖνι ἡ λέξις. κεῖται δὲ καὶ
παρὰ Ἀναξανδρίδῃ τῷ κωμικῷ ἐν Σωσίππῳ.
2. νῆας τὸν τόπον ἐνταῦθα τῶν νηῶν λέγει.
4. ἀποσκίδνασθαι ἀφʼ ἑαυτοῦ χωρίζεσθαι. ἢ παρέλκει ἡ ἀπό, ὡς
ἐν τῷ ἀπητίμησεν (Il. 13, 113)· ἢ ἐγκλίνεται.
7. *μὴ δή πω ὅτι ἀντὶ τοῦ μηδέ πω.
9. *ὃ γὰρ γέρας ὅτι ἀντὶ τοῦ τοῦτο γὰρ γέρας. ἢ περισσὸς
ὁ γάρ.
15, 16. ἐπὶ τὸ τεύχεά τινες διαστέλλειν ἀξιοῦσιν, ἵνα, φασὶ,
τοῖς τῶν ἀνθρώπων δάκρυσιν αἵ τε ψάμαθοι καὶ τὰ ὅπλα βρέχηται
τερατῶδες γὰρ τὸ δακρύειν τὰ ὅπλα. ἡ διπλῆ δὲ, ὅτι ὡς “σπάρτα
λέλυνται” (Il. 2, 135).
16. τοῖον ὅτι αὐξητικῶς τὸ τοῖον, οὐχ ὡς οἱ γλωσσογράφοι
ἀξιοῦσιν, ἀγαθόν.
18. *οὕτως Ἀρίσταρχος σὺν τῷ σ, ἐπʼ ἀνδροφόνους.
πρὸς τὸ ἀμφίβολον, πότερον τὰς ἑαυτοῦ χεῖρας εἰς τὰ τοῦ Πατρόκλου στήθη ἢ τὰς τοῦ Πατρόκλου εἰς τὰ ἑαυτοῦ.
19. χαῖρέ μοι οἴκτου κινητικὴ ἡ πρὸς νεκροὺς ὁμιλία. κατέχεται
δὲ τῇ κοινῇ ἐννοίᾳ ὁ Ἀχιλλεὺς, καὶ ἔοικεν ἀηδές τι τὸν θάνατον
ὑπειληφέναι· τοῦτο γοῦν ἐν ὑπερβολῇ φησὶν, καὶ ἐν Ἀΐδαο δόμοισιν
ὢν ὅμως χαῖρε, οἷον εἰ ἔστι παραμυθία καὶ χαρὰ ἐν τοῖς τετελευτηκόσι,
ταύτην δέχου παρʼ ἡμῶν.
26. *ἕκαστος γρ. ἕκαστοι.
27. *γρ. λύοντο δὲ μώνυχας ἵππους.
29. ὅτι τάφον τὸ δεῖπνον τὸ περὶ τὴν ταφὴν γινόμενον.
34. ὅτι ψιλῶς προενεκτέον κοτυλήρυτον. οὐ γὰρ ἀπὸ τῆς ῥύσεως, ἀλλʼ ἀπὸ τοῦ ἀρύσαι. κοτύλη δὲ εἶδος ποτηρίου κοίλου. Ἀρίσταρχος πολὺ, ὥστε κοτύλῃ ἀρύσασθαι.
36. *εἰς Ἀγαμέμνονα σημείωσαι ὅτι τῇ εἰς ἐπὶ ἐμψύχων·
ὤφειλε γὰρ τὴν πρός.
37. ὅτι σπουδῇ μετὰ πολλῆς κακοπαθείας. καὶ ἐλλείπει ἡ πρόθεσις· ἔστι γὰρ ἀντὶ τοῦ περὶ ἑταίρου. καὶ τὸ χωόμενον ἀντὶ τοῦ συγχεόμενον. τὸ πεπιθόντες ὡς καταλαβόντες. ἔστι γὰρ δεύτερος ἀόριστος.
39. * Ἀρίσταρχος κέλευσαν, πληθυντικῶς.
43. οὐ μὰ Ζῆνʼ ὅτι τὴν ἄρνησιν καὶ ἀπόμοσιν ὁμοῦ τέθεικεν.
46. *ἐπεὶ οὔ μʼ ἔτι ἐν ἄλλῳ ἐπεὶ οὔτί με.
48. ἀλλʼ ἤτοι νῦν μέν οὕτως νῦν μὲν στυγερῇ καὶ πειθώμεθα, οὐ
τερπώμεθα.
πειεθα, οὐ τερπώμεθα.
53. θᾶσσον ἀπʼ ὀφθαλμῶν ἀντὶ τοῦ ἵνα ταχύτερον ἐκτὸς τῆς
ὄψεως ἡμῶν γένηται.
58. οἱ μὲν ακκείοντες τι σύνηθες ἦν ἀναλύειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ
ἐπὶ τῶν μνηστήρων.
59. Πηλείδης ἐπὶ θινί πρέπουσα κοίτη τῷ πενθοῦντι καὶ ἀλύοντι.
τάχα δὲ τὰς παρηγορίας τῶν φίλων οὐ φέρων καθʼ αὑτὸν τρέπεται,
σχολάζειν τῷ πένθει θέλων.
61. *κλύζεσκὁν διχῶς.
63. *νήδυμος ὅτι σαφῶς ἀπὸ τοῦ ν ἄρχεται τὸ ὄνομα.
64.*ὅτι θηλυκῶς τὴν Ἴλιον.
65. Πατροκλῆος ὅτι ἀπʼ εὐθείας τῆς ὁ Πατροκλῆς, καὶ τὸ δειλοῖο
δειλαίου. ἄκρως δὲ ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου·
ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ ὁ τοῦ φίλου τύπος. ἐντεῦθεν Ἀντισθένης
ὁμοσχήμονάς φησι τὰς ψυχὰς τοῖς περιέχουσι σώμασιν εἶναι. Χρύσιππος
δὲ μετὰ τὸν χωρισμὸν τοῦ σώματος σφαιροειδεῖς γενέσθαι
δογματίζει.
70. ἀκήδεις ἄμεινον βαρύνειν ὡς ἐνόεις, τῆς ἀρχούσης συσταλείσης
ποιητικῶς· ὡς γὰρ τὸ ἤκουσα ἄκουσα, οὕτως καὶ τὸ ἠκήδεις
ἀκήδεις.
71. ὅτι λείπει τὸ ἵνα ἢ ὅπως· τὸ δὲ ὅττι τάχιστα ἑκατέροις δύναται προσδίδοσθαι.
73. οὐδέ με ἀπόλυτός ἐστιν ἡ ἀντωνυμία, διὸ ἐγκλιτικῶς ἀναγνωστέον.
ἡ διπλῆ δὲ, ὅτι ἐκτὸς τοῦ ποταμοῦ ὑποτίθεται τὰς τῶν
ἀτάφων ψυχὰς, καὶ μὴ ἐπιμισγομένας ταῖς ἐν τῷ ἐρέβει. ἡ δὲ ἀναφορὰ
πρὸς τὰ ἀθετούμενα ἐν τῇ νεκυίᾳ.
75. λοφύρομαι ὅτι τὸ ἵνα λείπει, καὶ συνέσταλκεν, ἀντὶ τοῦ ἵνα
ὀλοφύρωμαι.
76. νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε ἀντὶ τοῦ λαχεῖν
ποιήσετε. παρὰ δὲ τοῖς τραγικοῖς μετὰ τὴν ταφὴν ἐπιφαίνονται.
77. *οὐ μὲν γάρ γρ οὐ γὰρ ἔτι.
οὐ μὲν γὰρ ζωοί γε ἔν τισι τῶν πολιτικῶν οὐ γὰρ ἔτι ζωοί γε.
79. λάχε ὅθεν μία τῶν Μοιρῶν Λάχεσις. παρείληφε δὲ ὅτι τῇ
γενέσει συνδιατάσσεται καὶ ὁ τῆς τελευτῆς καιρός. ὅθεν Ζηνόδοτος
ὁ Κρατήτειος Χαλδαῖον τὸν Ὅμηρόν φησιν.
81. εὐηγενέων ἐν τῇ Ῥιανοῦ καὶ Ἀριστοφάνους εὐηφενέων διὰ
τοῦ φ, εὖ τῷ ἀφένῳ χρωμένων, ὡς Κλέαρχος ἐν ταῖς γλώτταις.
83. μὴ ἐμά τοῦτο ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον· τὸ γὰρ ἀπαρέμφατον
κεῖται ἀντὶ προστακτικοῦ τοῦ τίθει.
84. *γρ. ἐτράφημεν.
87. * τοῦτον Κλεισώνυμον Φερεκύδης ἱστορεῖ.
88. ἀμφʼ ἀστραγάλοισι χολωθείς αἱ πλείους τῶν κατὰ ἄνδρα
ἀμφʼ ἀστραγάλῃσιν ἐρύσας· καὶ ἔστιν Ἰωνικώτερον. “ἀστραγάλαι
δʼ Ἔρωτός εἰσιν μανίαι τε καὶ κυδοιμοί” Ἀνακρέων.
*ὅτι ἅπαξ τῆς διὰ τῶν ἀστραγάλων παιδιᾶς μέμνηται.
90. ἔτραφέ τʼ ἔτρεφέ τʼ margo rec.
91. *ὅτι ἅπαξ ἡ σορός.
ἀθετεῖται, ὅτι εἰ σορὸν δέδωκεν, ἣν ἐν ἄλλοις λάρνακα καλεῖ “καὶ
τά γε χρυσείην ἐς λάρνακα θῆκε” (Il. 24, 795), πρὸς τί καὶ ἀμφιφορῆα,
μετενήνεκται οὖν ἐκ τῆς δευτέρας νεκυίας (Od. 24, 74).
92. χρύσεος ἀμφιφορεύς Διόνυσος Ἥφαιστον γενόμενον ἐν
Νάξῳ μιᾷ τῶν Κυκλάδων ξενίσας, ἔλαβε παρʼ αὐτοῦ δῶρον χρύσεον
ἀμφορέα. διωχθεὶς δὲ ὕστερον ὑπὸ Λυκούργου καὶ καταφυγῶν εἰς
θάλασσαν, φιλοφρόνως αὐτὸν ὑποδεξαμένης Θέτιδος, ἔδωκεν αὐτῇ τὸν
ἡφαιστότευκτον ἀμφορέα. ἡ δὲ τῷ παιδὶ ἐχαρίσατο, ὅπως μετὰ
θάνατον ἐν αὐτῷ αὐτοῦ ἀποτεθῇ τὰ ὀστᾶ. ἱστορεῖ Στησίχορος.
94. ἠθείη κεφαλή προσφώνησις νέου πρὸς πρεσβύτερον. δῆλον
οὖν ὅτι πρεσβύτερος Ἀχιλλέως ὁ Πάτροκλος. Χαμαιλέων γράφει
ὦ θείη κεφαλή. γελοῖον δὲ ἐπὶ νεκρῷ τὸ ὦ θείη· διὸ ἡ διπλῆ.
96. *ὡς σὺ κελεύεις ἐν ἄλλῳ ὡς με κελεύεις.
97. ἑκατέρωσε δύναται προσδίδοσθαι τὸ ἀλλήλους. καὶ ἐνταῦθα δὲ, ὡς εἴρηται, λείπει ὁ ἵνα· ὁ γὰρ λόγος, ἀλλά μοι πλησίον στῆθι ἐπʼ ὀλίγον γε, ἵνα ἀλλήλους περιπτυξάμενοι ὀδυρώμεθα.
98. *ὀλοοῖο ἐν ἄλλῳ κρυεροῖο.
104.ἐμφρόνως καὶ συνετῶς διείλεκται πάντα ὁ Πάτροκλος. ἐνσέσεισται
οὖν ἐκ τῆς Ὀδυσσείας ὁ στίχος· ἐκεῖ γὰρ τὰς ψυχὰς
εἴδωλα σκιώδη, φρονήσεως ἀμέτοχα, ὑπέθετο. ἢ φρένας λέγει οὐ
τὸ διανοητικὸν, ἀλλὰ μέρος τι τῶν ἐντὸς σώματος, ὡς καὶ ἀλλαχοῦ
106. *ὁ Ἀρίσταρχος ἐφεστήκει χωρὶς τοῦ ῑ.
111. ὅτι σαφῶς οὐρῆες οἱ ἡμίονοι, πρὸς τὸ “οὐρῆας μὲν πρῶτον ἐπῴχετο” (Il. 1, 50). κατὰ δὲ πολλὰ τῶν ἀντιγράφων οὐρῆας ὤτρυνεν, ἔξω τοῦ τέ.
117. * πολυπίδακος οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ πολυπιδάκου.
119, 120. κτυπέουσαι πῖπτον ὅτι τὸ ἐναντίον ἔφη· πίπτουσαι
γὰρ κτύπον παρεῖχον.
120. διαπλήσσοντες οὕτως διαπλήσσοντες διὰ τοῦ η αἱ Ἀριστάρχου,
ἀντὶ τοῦ διακόπτοντες. ἄλλοι δὲ διαπλίσσοντες διὰ τοῦ
ῑ. παρασημειώσαιτο δʼ ἄν τις τοῦτο πρὸς τὸ ἐν τῆ Ὀδυσσείᾳ (10,
440) “τῷ οἱ ἀποπλήξας κεφαλήν” ἀντὶ τοῦ ἀποκόψας.
121. ποσσὶ δατεῦντο ἐμέριζον βαδίζουσαι· μερισμῷ γάρ τινι
ὅμοιον γίνεται κατὰ τὴν πορείαν, ἄλλοτε ἀλλαχοῦ τῶν ποδῶν τιθεμένων.
122. ἐελδόμενοι πεδίοιο
ποσσὶ δατεῦντο, διὰ ῥωπήϊα πυκνὰ ἐλδόμεναι πεδίοιο· οὐ γὰρ τοῦ
πεδίου τὰ ῥωπήϊα λέγει, ἀλλʼ εἰς τὸ πεδίον αὐτὰς ἐπείγεσθαι ἀπὸ
τῶν ῥωπῶν.
123. πάντες δʼ ὑλοτόμοι νόμος στρατιωτικὸς μὴ κούφους ἐν ταῖς
τοιαύταις χρείαις διατελεῖν.
ὣς γὰρ ἀνώγει Μηριόνης Κρήτη γὰρ ὀρεινὴ καὶ δενδροφόρος·
ὅθεν Μηριόνης.
125. ἐπισχερώ ἐφεξῆς, παρὰ τὸ ἄλλο ἐπʼ ἄλλῳ τὴν σχέσιν ἔχειν.
132. *παραιβάται ὅτι νῦν παραιβάτας εἴρηκε τοὺς ὁπλίτας.
133. * ὅτι νέφος πεζῶν μυρίοι.
135. καταεἵνυον κατεκάλυπτον, ἐσκέπαζον, τουτέστι πολλὰς
τρίχας κατέβαλλον ὥστε καλύπτειν τὸν νεκρόν. τοῦτο δὲ πρὸς τιμῆς
ἐγίνετο τῷ θνήσκοντι, ὡς καὶ ἀλλαχοῦ φησὶ “τὸ γὰρ γέρας ἐστὶ
θανόντων (Il. 16, 457 et 675) κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ
δάκρυ παρειῶν” (Od. 4, 198). δασέως δὲ τὸ εἵνυον· ἀπὸ γὰρ τοῦ
εἱνύω ἐστὶ θέματος, ὃ παρῆκται παρὰ τὸ ἕω δασυνόμενον. ἔν τισι δὲ
καταείλυον, τουτέστιν εἴλουν. Ἀρίσταρχος δὲ καταείνυσαν. ἡ
διπλῆ δὲ, ὅτι τὸ πάντα ἀντὶ τοῦ ὅλον, πρὸς τὸ “πᾶσαι δʼ ὠΐγνυντο
πύλαι” (Il. 2, 809. 8, 58).
137. οὕτως Ἄϊδόσδε, οὐκ Ἄϊδος δῶ, ὁ Ἡρωδιανός φησιν ἐν τῷ
ιθ΄ τῆς καθόλου.
*οὅτως Ἡρωδιανός. ἄλλοι δὲ Ἄϊδος δῶ.
138. * ἵκοντο γρ. ἵκανον.
139. μενοεικέα ὅτι τινὲς τὸ μενοεικές πολὺ ἀπέδοσαν. ἔστι δὲ
τὸ τῷ μένει ἐοικὸς, οἷον τὸ ἀρεστὸν, ἐξ οὗ τὴν ἱκανὴν βούλεται
σημᾶναι.
141. χαίτην καὶ ὁ Πάρις εἶχε χαίτην, ἀλλʼ ἐπὶ γυναιμανίᾳ καὶ
ἀπάτῃ ἔτρεφεν.
142. ἔθος ἦν τοῖς ἀρχαίοις μετὰ τὸ παρακμάζειν τῆς νεότητος τὰς
κόμας ἀποκείρειν τοῖς ποταμοῖς· τούτους γὰρ ἐνόμιζον τῶν ἀνατρο-
φῶν αἰτίους εἶναι. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ εἰς τοὺς ποταμοὺς
ἀπὸ τῶν ποταμῶν ὕδωρ ἐκόμιζον, τέκνων τε γενέσεως καὶ παιδοτρο-
φίας οἰωνὸν τιθέμενοι. διόπερ καὶ τὰς Ἀχιλλέως κόμας Πηλεὺς
τούτῳ καθιέρωσεν· ἦν γὰρ ἐκ Φαρσάλου τῆς Θεσσαλίας. ἡ ἱστορία
παρὰ τοῖς Ἀργολικοῖς συγγραφεῦσιν.
144. ἄλλως ἀντὶ τοῦ μάτην, ὡς καὶ Εὐριπίδης ἐν Μηδείᾳ (1030)
“ἄλλως ἄρʼ ὑμᾶς, ὦ τέκν᾿, ἐξεθρεψάμην, ἄλλως δʼ ἐμόχθουν καὶ κατ-
εξάνθην πόνοις.” καὶ παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσι (11) “τί κινυρόμεθα
ἄλλως;” καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀντὶ τοῦ μάτην ἐχρῶντο οἱ Ἀττικοὶ
τῷ ἄλλως· καὶ γὰρ παρὰ Θουκυδίδῃ συνεχῶς ἔστιν αὐτὸ εὑρεῖνκείμενον.
147. *παρʼ αὐτόθι ἐν ἄλλῳ παραυτίκα.
155. εἰ μὴ Ἀχιλλεύς ὅτι ἔξωθεν τῆν πρός ληπτέον. ἔστι γὰρ
πρὸς Ἀγαμέμνονα.
156. σοὶ γάρ τε σοὶ μέν τε μάλʼ in marg. ext. punctis
notatum.
160. κηδεόςτινὲς ἐβάρυναν, ὥστε εἶναι γενικήν· ἄμεινον δὲ ὀξύνειν,
ἵνα ᾖ ῥηματικὸν, ἀπὸ τοῦ κηδεύω· τὰ γὰρ εἰς ος λήγοντα ὀνόματα, παρὰ
ῥῆμα γινόμενα, καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεσθαι θέλει,
φωλεύω φωλεός, ὀχεύω ὀχεός καὶ ἐν πλεονασμῷ τοῦ σ ὀσχεός. καὶ
παρὰ τό σωρεύω δὲ ὁ σωρεός· τὸ δὲ σωρός κατὰ συγκοπὴν ἀπετελεῖτο.
καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεός ἔσται, κατʼ ὀξεῖαν τάσιν·
“ὁ δʼ ἐκ λοχεοῖο πάϊς” (Hesiod. Th. 178). ἀλλʼ οὖν γε βαρυτόνως
οἱ πλείους ἀνέγνωσαν, πλεονασμὸν ἐκδεξάμενοι τοῦ ε, ὥστε παρὰ τὴν
λόχου γενικήν (“ἐκ λόχου ἀμπήδησε” Il. 11, 379) λόχοιο γενέσθαι
καὶ λοχέοιο. οὕτως δὲ κατὰ τὸν προειρημένον κανόνα, ῥήματος ὄντος
τοῦ κηδεύω τὸ παρʼ αὐτὸ ὄνομα, λέγω δὲ τὸ κηδεός, ὀξυτονηθήσεται.
παρὰ δʼ οἱ ταγοὶ ἄμμι μενόντων τὸ ἑξῆς ἐστὶ παραμενέτωσαν· διὸ
φυλακτέον τὸν τόνον τῆς προθέσεως. Διονύσιος δʼ ἡγεῖτο πλεονάζειν
τὸν τέ σύνδεσμον, καὶ ἀγοὺς ἡγεῖτο τοὺς ἡγεμόνας. ὁ μέντοι Ἀρίσταρχος
ταγοὺς ἐξεδέξατο, καὶ σχεδὸν ἅπαντες, παρὰ τὸ τάσσω
ῥῆμα τοῦ σχηματισμοῦ γενομένου. διὸ καὶ ἐγὼ συγκατατίθεμαι. τὸ
δὲ μενόντων ἀντὶ τοῦ μενέτωσαν.
*μενόντων ὅτι ἀντὶ τοῦ μενέτωσαν.
163. * κηδεμόνες οἱ μάλιστα ἀνιώμενοι διὰ τοῦτο καὶ φροντίζοντες.
164. ἑκατόμπεδον ἑκατὸν ποδῶν ἔχουσαν πλευρὰν, ὡς καὶ τετράπους
λίθος, ὥστε ἑκάστην πλευρὰν ρ΄ ποδῶν μέτρον ἔχειν.
167. πρόσθε πυρῆς ἔδερον διὰ τὸ τὴν πιμελὴν ἐξυπαφθῆναι τοῦτο
ποιοῦντος τοῦ Ἀχιλλέως.
169. περὶ δὲ δρατὰ σώματα νήει τὰ πολλὰ τῶν ὑπομνημάτων
διὰ τοῦ ε δρετά· καὶ τάχα ἀπὸ τοῦ δέρειν. ἡ διπλῆ δὲ πρὸς τὴν
μετάθεσιν, ὅτι ἀντὶ τοῦ δαρτά.
171. πίσυρας κατὰ πλευρὰν ἕνα. οἰκεῖος δὲ τῷ νεκρῷ ὁ ἴσος ἀριθμός·
διὰ τοῦτο τῷ Ποσειδῶνι πέντε θύουσιν.
177. σιδήρεον ἄμφω γὰρ τμητικὰ, πῦρ καὶ σίδηρος. τὸ δὲ
180. * τελέω τὰ πάροιθεν ὑπέστην ἐν ἄλλῳ τετελεσμένα
ὥσπερ ὑπέστην.
181. συναπτέον τῷ ἑξῆς στίχῳ· τὸ γὰρ τούς κεῖται ἀντὶ τοῦ
τούτους, ἵνʼ ᾖ ὁ λόγος, δώδεκα μὲν Τρώων υἱοὺς τούτους σὺν σοὶ τὸ
πῦρ ἐσθίει, δεικτικῶς. ἐὰν δὲ στίζωμεν ἐπὶ τὸ ἐσθλούς,
183. * ἀλλὰ κύνεσσιν ὅτι ἀπὸ κοινοῦ τὸ δαπτέμεν.
186. ὅτι μύρου τὴν μὲν ὀνομασίαν ἀγνοεῖ, τὴν δὲ σκευασίαν οἶδεν·
τὸ γὰρ ῥόδινον οὕτως νῦν εἶπεν ἔλαιον ῥοδόεν.
191. *σκήλειʼ σκληροποιήσειεν.
197. ἐλθέμεν γρ. ἐλθεῖν.
198. ἐσσεύαιτο ὁρμὴν λάβοι· ἀπὸ δὲ τῶν ἐμψύχων μετῆκται.
χωρὶς δὲ τοῦ ν τὸ ὕλη. ἄλλοι δὲ ὕλην τε σεύαιντο ἀντὶ τοῦ
ὁρμήσειαν οἱ ἄνεμοι καίειν τὴν ὕλην.
*ἐν ἄλλῳ ὕλη τε σεύαιτο. οὕτως δὲ ἔξω τοῦ ν ὕλη.
200. δυσαέος οὐκ ἀεὶ, ἀλλὰ χειμῶνι· ἔστι γὰρ χειμῶνος μὲν
δυσαὴς, θέρους δὲ προσηνής.
205. *αὖθι γρ. αὖτις.
206. *ἐς γαῖαν γρ. ἐς δῆμον, ὡς αἱ ἀπὸ τῶν πόλεων.
217. βαλλον τῷ πνεύματι ἔβαλλον.
219. *ἑλών ἐν ἄλλῳ ἔχων.
221. ὅτι δωδεκασύλλαβος καὶ ἐκ σπονδείων.
223. νυμφίου δηλοῖ ἡ λέξις ἐνταῦθα καὶ τὸν ἤδη πατέρα παίδων·
“νυμφίον ἐν μεγάροις μίαν οἴην παῖδα λιπόντα” (Od. 7, 65).
224, 225. βραχὺ διασταλτέον καίων, πυρκαϊήν· μᾶλλον γὰρ οὕτως ἐμφαίνει.
226. φόως ἐρέων ὅτι μεταφορικῶς ἐρέων ἀντὶ τοῦ ἀπαγγελῶν.
τοῦτο δέ ἐστι προσημαίνων· οὐ γὰρ διὰ λόγου τοῦτο ποιεῖ, ἀλλὰ δʼ
ἐπιτολῆς.
ἑωσφόρος ὁ κατὰ τὴν ἡμέραν ἀνατέλλων λαμπρότατος ἀστὴρ, ὃς καὶ ἕσπερος καλεῖται. οὗτος δέ ἐστιν ὁ τῆς Ἀφροδίτης.
232. κλίνθη κεκμηὼς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν διὰ τοῦ
ὄρουσε τὸ τάχος ἐνεφάνισε τοῦ ὕπνου, διὰ πολλὴν ἐπελθόντος
ἀγρυπνίαν. τῶν γὰρ λυπουμένων ἐπιπολῆς ὁ ὕπνος.
243. δημῷ τὰ ὀστᾶ καλύπτει πρὸς τὸ λιπαινόμενα μὴ εὔσηπτα εἶναι.
244. * θείομεν ὅτι συνέσταλκεν ἀντὶ τοῦ θείωμεν· καὶ ὅτι κατὰ
συγκοπὴν κλεύθωμαι ἀντὶ τοῦ κελεύθωμαι, οἷον πορεύομαι.
*ἐν ἄλλῳ αὐτὸς ἰών.
245. *ὅτι τὸ πονέεσθαί ἐστιν ἐνεργεῖν.
248. δεύτεροι ὕστεροι. καὶ “δεύτατος ἦλθεν” (Il. 19, 51) ἀντὶ
τοῦ ἔσχατος.
251. *τέφρη ἐν ἄλλῳ κάππεσεν ὕλη.
254. λιτί ὡς φωτί. οὕτως καὶ Ἀρίσταρχος. πᾶσα γὰρ δοτικὴ
δισύλλαβος ἐπʼ ὀνομάτων εἰς τῑ λήγουσα ὀξύνεται, χρωτί δαιτί
Κρητί. οὕτως οὖν καὶ λιτί. τούτῳ γὰρ τῷ λόγῳ καὶ βλητί ὀφείλομεν
κατʼ ὀξεῖαν τάσιν ἀναγινώσκειν· “νύμφα φίλη, καὶ βλητὶ
λίθῳ ἐνὶ δάκρυον ἧκας.” οὕτως οὖν καὶ λιτί, ἴνα ᾖ μεταπλασμὸς
τῆς λιτῷ δοτικῆς, ὡς ἡ κλαδί τῆς κλάδῳ. ὁμοίως δὲ καὶ ἡ αἰτιατικὴ
ἡ λῖτα μεταπέπλασται ἐκ τῆς λιτὸν, ὡς καὶ ἡ κρόκα ἐκ τῆς κρόκην.
τὸ δὲ παρὰ τῷ ποιητῇ “κάθηράν τε ῥύπα πάντα” (Od. 6, 93), εἰ
μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μεταπλασμοῦ
ἔχεται. οὐχ ὁμότονος δὲ ἐγίνετο τῇ λιτόν αἰτιατικῇ ἡ λῖτα, ἐπεὶ
πᾶσα αἰτιατικὴ εἰς ᾱ λήγουσα ἐβαρύνετο, ὑπεσταλμένης τῆς τινά
κατʼ ἀόριστον προφοράν.
256. χυτήν ὅτι οὐ πᾶσα γῆ χυτὴ, ἀλλ᾿ ἡ τοῖς νεκροῖς ἐπιχεομένη.
262. *ποδώκεσιν βαρύνειν δεῖ τὸ ποδώκης, καὶ εἴρηται περὶ αὐτοῦ.
263. πρὸς τὴν ἀμφιβολίαν, πότερον ἀμύμονα γυναῖκα ἢ ἀμύμονα
ἔργα. καὶ ὅτι συνεκδέξασθαι δεῖ τῷ καὶ τρίποδʼ ὠτώεντα τὸ φέρεσθαι·
ἀκριβὴς γὰρ ὁ ποιητὴς περὶ τὰ ἀκτὰ καὶ φορητά.
266. ἑξετέ᾿ ὁ Ἀσκαλωνίτης ἐνθάδε προπαροξύνει ὁμοίως τῷ
“ὄτριχας οἰέτεας” (Il. 2, 765). εἰσὶ δὲ οἳ παροξύνουσιν ὁμοίως τῷ
267. τριτάτῳ σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ τρίτῳ, καὶ ὅτι
ἄπυρον τὸν ἀναθηματικὸν, ἕτερον τοῦ ἐμπυριβήτου.
269. ὅτι οὐκ ἴσον τῷ καθʼ ἡμᾶς ταλάντῳ καὶ παρὰ τοῖς ἀρχαίοις
ἦν· ὡς γὰρ ἧσσον τοῦ τρίποδος καὶ τοῦ ἵππου καὶ τοῦ λέβητος τίθεται.
τὸ δὲ τάλαντον νῦν μὲν ρκ΄ δραχμὰς ἔχει· τὸ δὲ παλαιὸν ὁ μὲν
Πολέμαρχος δʼ δραχμῶν, Θεόφραστος δὲ ιδ΄, Τίμαιος δὲ κδ΄.
270. ὅτι φιάλην οὐ τὸ παρʼ ἡμῖν ποτήριον, ἀλλὰ γένος τι λέβητος ἐκπέταλον ἐκ παντὸς μέρους δυνάμενον ἔχειν· διὸ ἀμφίθετον.
272. *ἐϋκνήμιδες Ἀχαιοί γρ. καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν.
273. ὅτι τὸ δεδεγμένα ἀντὶ τοῦ προσδεχόμενα, κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ἐμψύχων. τινὲς δὲ γράφουσιν ἱππεῦσι τάδʼ ἄεθλα.
*διχῶς Ἀρίσταρχος, δεδεγμένα καὶ δεδεχμένα.
276. ὅτι δυϊκῶς περιβάλλετον· συνωρίδι γὰρ ἐχρῶντο.
280. *κλέος γρ. τοίου γὰρ σθένος.
*ὅτι ἡνίοχος Πάτροκλος Ἀχιλλέως.
281. ὅ σφωϊν ἐγκλιτικῶς τὴν σφῶϊν ἀντωνυμίαν ἀναγνωστέον·
ἔστι γὰρ τρίτου προσώπον. οὕτως καὶ διʼ ἑνὸς σ, ὡς τὸ “ὅ σφιν
ἐϋφρονέων ἀγορήσατο” (Il. 1, 73.)
ὑγρὸν ἔλαιον ἤτοι τὸ σωμάτων χαλαστικὸν, ἢ τὸ ἐν ὑγρότητι διαφυλάττον
καὶ μὴ ἐῶν ξηραίνεσθαι· ἢ ὅτι τὸ ἔλαιον οὐκ ἀποκρυσταλλοῦται,
πολὺ ἔχον ἐν ἑαυτῷ τὸ θερμόν. ἐντεῦθεν δὲ Ξενοφῶν
τὴν κεφαλὴν τοῦ ἵππου καταπλύνειν ὕδατι ἀξιοῖ καὶ τὸ προκόμιον.
τρίτον δὲ κοτύλης ἐλαίου τὸ πᾶν ἀνθρώπου τέγγει σῶμα.
285. τὸ κατὰ στρατόν ἑκατέροις δύναται προσδίδοσθαι· βέλτιον δὲ τοῖς ἑξῆς.
287. *ἄγερθεν οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ ἔγερθεν.
οὕτως ἔγερθεν διὰ τοῦ ε αἱ Ἀριστάρχου, οἷον ἠγέρθησαν, ἀνέστησαν,
291. Τρωούς ὡς πολλούς ἀνεγνώσθη· προείπομεν δὲ περὶ τῆς προσῳδίας.
295. Αἴθην ὄνομα τῆς ἵππου, πεποιημένον ἴσως ἀπὸ τοῦ θερμῶς
καὶ ταχέως τρέχειν. ἡ διπλῆ δὲ, ὅτι ἐντεῦθεν παρῴδηται τὰ ὀνόματα
τῶν Ἕκτορος ἵππων, Αἴθων καὶ Πόδαργος (Il. 8, 185)· οὐ γὰρ εἰσάγει
τετρώρῳ χρωμένους.
296. Ἀγχισιάδης Ἐχέπωλος ὅτι ἄδηλον ποῖον τὸ κύριον ὄνομα,
μᾶλλον δὲ τὸ Ἐχέπωλος.
297. δῶρʼ, ἵνα μή οἱ ἕποιθ᾿ χρησιμώτερον γὰρ ἐνόμιζε πολεμικὸν
ἵππον ἢ ἀστράτευτον ἄνδρα λαβεῖν.
* ὅτι θηλυκῶς τὴν Ἴλιον.
300. * τὴν ὅγ᾿ ἐν ἄλλῳ τὴν τόθ᾿.
304. ὅτι κοινότερον κατακέχρηται τῷ ἐπιθέτῳ· ἐπιφέρει γοῦν
“βάρδιστοι θείειν” (310).
305. βραχὺ διασταλτέον ἤτοι ἐπὶ τὸ ἀγαθά ἢ ἐπὶ τὸ φρονέων,
ἢ ἐπʼ ἀμφότερα. ἐὰν μὲν οὖν συνάπτωμεν, ἔσται ὁ λόγος, εἰς ἀγαθὰ
φρονέων, οἷον εὐνοῶν· ἐὰν δὲ χωρίζωμεν, μυθεῖτʼ εἰς ἀγαθά, ἔλεγεν
ἐπʼ ἀγαθῷ, ὡς καὶ ἐν ἄλλοις “ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ εἰπεῖν εἰς
ἀγαθόν” (Il. 9, 102), ὃ καὶ βέλτιον. καὶ ἡ ἑξῆς διαστολὴ λόγον
τινὰ ἔχει, φρονῶν αὐτὸς φρονοῦντι καὶ αὐτῷ.
306, 307. τὸ μὲν φιλεῖν ἐπʼ ἀμφοτέρων δεκτέον, τὸ δὲ τῆς ἱππικῆς
ἐπὶ μόνου Ποσειδῶνος. συλληπτικῶς δὲ εἴρηται, ὡς ἐπὶ τοῦ
“Κύπρις τε καὶ ἀργυρότοξος Ἀπόλλων ἄφρονα τοῦτον ἀνέντες” (Il.
5, 760).
307. ὅτι Ζηνόδοτος γράφει ἐδίδαξαν, Ἀρίσταρχος δὲ ἑνικῶς ἐδίδαξεν, ἐπὶ τοῦ Ποσειδῶνος· ἵππειος γάρ.
310. *οὕτως θείειν.
311. πρὸς τὸ ἀφάρτεροι, ὅτι ἅπαξ ἐνταῦθα· καὶ ἐσχημάτισται
παρὰ τὸ ἄφαρ, ὅ ἐστι ταχέως.
316. τάχα βραχὺ διαστέλλοντες ἐπὶ τὸ κυβερνήτης σαφέστερον ἂν ποιοῖμεν τὸν λόγον.
317. ἐρεχθομένην ἐρεθομένην, ὅ ἐστιν ἐρεθιζομένην, ὡς τὸ “θυμὸν
319. δασυντέον τὸ ὅς· ἔστι γὰρ ἄρθρον. οὕτω καὶ ὁ Ἀσκαλωνίτης. Ἀντίγονος μέντοι ἄλλος ἀνεγίνωσκεν, οὐ παραδεχόμενος τὸ ἄρθρον.
322. ὃς δέ κε κέρδεα εἰδῃ ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ
μετὰ τὸ εἰδῇ ἣ μετὰ τὸ ἵππους τίθεσθαι ὀφείλει.
327. δασυντέον καὶ προπερισπαστέον τὸ αὗον· προείπομεν δὲ καὶ περὶ τούτου.
* ὑπὲρ αἴης ἔν τισιν ὄργυιʼ ἐνὶ γαίῃ.
330. καλῶς ἡ συνήθεια στίζει μετὰ τὸ ὁδοῦ· φησὶ γὰρ τὸν καμπτῆρα εἶναι ἐν τῷ μέσῳ καὶ στενοτάτῳ τῆς ὁδοῦ (τοῦτο γὰρ συνοχὰς εἴρηκεν), λεῖον δὲ εἶναι τὸ πλησίον τοῦ καμπτῆρος χωρίον, ὃ καὶ ἱππόδρομον εἶπε. κάν τοῖς ἑξῆς (358) “σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς τηλόθεν ἐν λείῳ πεδίῳ,” τοῦ ἀμφίς σημαίνοντος τὸ πέριξ.
336. *ἦκʼ τὸ πλῆρές ἐστιν ἦκα. καλῶς ἡ συνήθεια στίζει ἐπὶ
τὸ τοῖιν· τῶν γὰρ ἵππων δεῖν φησὶν αὐτὸν ἐπʼ ἀριστερὸν κλιθῆναι.
337. *ὅτι εἶξαι ἀντὶ τοῦ χαλάσαι.
338. ἐν τῷ καμπτῆρί σοι ὁ ἀριστερὸς ἵππος οὕτως ἐμπελασάτω
ἀκριβῶς, ὥστε τὴν ἔξωθεν τοῦ τροχοῦ περιφέρειαν δόξαι ψαύειν τῆς
χοινικίδος. τοῦτο δὲ πάσχειν δοκεῖ ὁ παρὰ τὸν καμπτῆρα τροχός.
340. *ἐπαυρεῖν ὡς λαβεῖν.
345. *ὅτι ἀντὶ τοῦ ὃς ἂν ἕλοι σε.
346. Ἀρίονα Ποσειδῶν ἐρασθεὶς Ἐρινύος, καὶ μεταβαλὼν τὴν
αὑτοῦ φύσιν εἰς ἵππον, ἐμίγη κατὰ Βοιωτίαν παρὰ τῇ Τιλφούσᾳ
κρήνῃ. ἡ δὲ ἔγκυος γενομένη ἵππον ἐγέννησεν, ὃς διὰ τὸ κρατιστεύειν
Ἀρείων ἐκλήθη. Κοπρεὺς δὲ Ἁλιάρτου βασιλεύων πόλεως Βοιωτίας
ἔλαβε δῶρον αὐτὸν παρὰ Ποσειδῶνος· οὗτος δὲ αὐτὸν Ἡροκλεῖ ἐχαρίσατο
γενομένῳ πρός αὐτόν. τούτῳ δὲ διαγωνισάμενος Ἡροκλῆς
πρὸς Κύκνον τὸν Ἄρεως υἱὸν καθʼ ἱπποδρομίαν ἐνίκησεν ἐν τῷ τοῦ
Παγασαίου Ἀπόλλωνος ἱερῷ, ὅ ἐστι πρὸς Τροιζῆνι. εἶδʼ ὕστερον
358. στὰν δὲ μεταστοιχί ὅτι ἀντὶ τοῦ ἐπὶ στίχων· οὐ γὰρ ἀπὸ
ταυτοῦ τέρματος ὥσπερ ἐπὶ τῶν δρομέων ἡ ἄφεσις γίνεται· διὸ καὶ
κληροῦνται περὶ τῆς στάσεως. οὐ δεόντως οὖν ἐπὶ τῶν δρομέων μετάκειται
ὁ στίχος ἐντεῦθεν (757).
361. μεμνέῳτο προπαροξυτονητέον τὸ μεμνέῳτο. γράφεται δὲ
καὶ σὺν τῷ ῑ τὸ ωῑ. οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης, ἐκ τοῦ μεμνέοιτο
ἡγούμενος αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐστὶν ὁ
σχηματισμὸς καὶ προπερισπᾶται, ἐν Κύρου παιδείας πρώτῳ (6, 3)
“ἀλλʼ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο.” τὸ
δὲ ἀνάλογον διὰ τοῦ η, προσκειμένου τοῦ ῑ, παρʼ Ἀριστοφάνει ἐν
Πλούτῳ δευτέρῳ (992)· “ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.”
καὶ πάλιν προπερισπαστέον. ἐν ἑτέροις μέντοι ἐντελῶς περὶ τοῦ σχτματισμοῦ
διέλαβον καὶ περὶ γραφῆς τῆς κατὰ γενικὴν, λέγω δὲ τῆς
δρόμου, ἢ αἰτιατικῆς πληθυντικῆς τῆς δρόμους.
*δρόμους πληθυντικῶς Ἀρίσταρχος.
362. *ἄρα γρ. οἱ δʼ ἅμα.
364. *ὅτι λείπει ἡ διά, διὰ πεδίου.
372. *ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.
374. *ἐφ᾿ ἁλός αἱ πλείους ἀφʼ ἁλός· καὶ μήποτε λόγον ἔχει.
377. τὰς δὲ μετʼ ἐξέφερον οὐκ ἀναστρεπτέον τὴν μετά· πέπτωκε
γὰρ μέσος ὁ δέ.
383. δεόντως τῶν Εὐμήλου ἵππων προνοούμενος εἰσάγεται ὁ Ἄπόλλων,
ἐπεὶ αὐτὸς ἀνεθρέψατο αὐτὰς κατὰ τὸν ποιητὴν λέγοντα “τὰς
ἐν Πιερίῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων, ἄμφω θηλείας, φόβον Ἄρεως
φορεούσας” (Il. 2, 766). δοκεῖ γὰρ κατὰ τὸν μῦθον Ἀπόλλων θητεῦσαι
Ἀδμήτῳ τῷ Εὐμήλου πατρὶ, ὡς μὲν Εὐριπίδης ἐν Ἀλκήστιδι,
διὰ τὸ φονεῦσαι Κύκλωπας, ὡς δὲ Καλλίμαχος, διὰ τὸ ἐρασθῆναι
Ἀδμήτου.
385. * χωομένοιο ὅτι ἀντὶ τοῦ συγκεχυμένου.
387. οἱ δέ οἱ ὁ Ἀσκαλωνίτης ἐκδέχεται τὸ πλῆρες εἶναι ἑοί, καὶ
μεταλαμβάνει εἰς τὸ ἴδιοι, καὶ μήποτε ὑγιῶς· ὡς γάρ φαμεν οἱ ἐμοὶ
ἐβλάφθησαν ἵπποι, οἱ σοὶ ἐβλάφθησαν, οὕτως οἱ οἳ ἐβλάφθησαν,
τουτέστιν οἱ αὐτοῦ. τινὲς μέντοι εὐλαβηθέντες, ὧν ἐστὶ καὶ Ἀρίσταρχος,
τῷ τὴν οἱ ὀρθοτονουμένην ἀντωνυμίαν πολλάκις εἰς σύνθετον
μεταλαμβάνεσθαι, ἐγκλιτικῶς ἀνέγνωσαν, οὐκέτι ἐκδεχόμενοι πληθυντικὴν
κτητικὴν εὐθεῖαν, ἀλλʼ ἑνικὴν δοτικὴν μονοσύλλαβον, ὁμοίως
τῷ “οἱ δέ οἱ ἵπποι ὑψόσʼ ἀειρέσθην” (500), καὶ δηλονότι δοτικὴν
ἀντὶ γενικῆς. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως.
391. κοτέουσʼ ἐβεβήκει γρ. κοτέουσα βεβήκει. margo ext.
403. * ὅτι ὑγιῶς κεῖται ἡ ἀντωνυμία χωρὶς τοῦ ν.
405, 406. ἀθετοῦνται οἱ δύο· πῶς γὰρ τὸ ἐκ τῆς Ἀθηνᾶς γενόμενον οἶδεν ὁ Ἀντίλοχος: καὶ τὸ τοῦ Τυδείδεω ἵπποισι δῆλον ὅτι περὶ τοῦ Διομήδους ἐστὶν ὁ λόγος.
407. τὸ ἑξῆς κιχάνετε καρπαλίμως. τὰ δὲ ἄλλα διὰ μήσου.
408. ὅτι σφῶϊν ὑμῖν ἢ ὑμῶν. ἄνω δὲ “ἔμβητον καὶ σφῶϊ τιταίνετον” (403) ἀντὶ τοῦ ἔμβητε ὑμεῖς.
411. οὐ σφῶϊν κομιδή ἔν τισι βιοτή. ἡ διπλῆ δὲ πρὸς τὸ
σφῶϊν ὅτι ὑμῖν.
413. ἀποκηδήσαντε ὅτι ἔδει ἀποκηδησάντων ὑμῶν. ἢ ἀποκηδήσαντε
ἐγώ τε καὶ ὑμεῖς.
414. ἐφομαρτεῖτον διχῶς ἀλλʼ ἐφαμαρτεῖτον.
419. βαρυτονητέον τὸ στεῖνος, ἐπεὶ οὐδὲν οὐδέτερον ὄνομα εἰς ος
λῆγον ὀξύνεται. οὕτως εἶχε καὶ τὸ μάκρος παρʼ Ἀριστοφάνει (Av.
1131) “ὦ Πόσειδον τοῦ μάκρους” βαρυνόμενον καὶ μὴ ὁμοτονοῦν
τῷ ὀξυνομένῳ ἀρσενικῷ. ἐπίσταται δὲ ὁ ποιητὴς καὶ τὴν δοτικήν·
“στείνει ἐν αἰνοτάτῳ” (Il. 8, 476).
420. ῥωχμὸς ἔην ὁ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ τοῦ δʼ διὰ τοῦ γ φησὶ
ῥωγμός. ῥωγμὸς δέ ἐστι τόπος κεχαραγμένος ὑπὸ ὀμβρίου ὕδατος.
422. *τῇ Ἀρίσταρχος χωρὶς τοῦ τ ᾗ ῥʼ εἶχεν.
ἁματροχιάς δασέως τὴν ἄρχουσαν. ὀξύνεται δὲ ὁμοίως τῷ φυταλιάς.
424. *παρακλίνας ἐν ἄλλῳ παρακλινθείς.
431. πρὸς τὸ σχῆμα, ὅτι οὖρα πέλονται καὶ οὐ πέλεται.
433. *αἱ δʼ αἱ τοῦ Μενελάου.
440. φάμεν παρατατικός ἐστιν ἀντὶ τοῦ ἔφαμεν. Ἰωνικῶς οὖν
ἀναγνωστέον, τὴν φᾶ συλλαβὴν ὀξύνοντας.
454. τὸ μὲν ἄλλο τόσον ὅτι οὕτως εἴωθε λέγειν τὸ παρὰ μικρόν,
ἀντὶ τοῦ ὃς τὸ μὲν λοιπὸν σῶμα.
455. σῆμʼ ἐτέτυκτο οὕτως Ἰακῶς τέτυκτο ὁ Ἀρίσταρχος.
459. πρὸς τὸ παροίτεροι, ὅτι τοπικῶς ἀντὶ τοῦ πρότεροι κατὰ τὸν δρόμον.
461. κεῖσε Ζηνόδοτος καὶ Ἀριστοφάνης κεῖθι· καὶ ἔστιν ἀναλογώτερον.
462. ὑποστικτέον ἐπὶ τὸ βαλούσας, περισσεύοντος τοῦ ἐπιφερομένου συνδέσμου. ὁ δὲ λόγος· ἃς τὸ πρῶτον ἴδον καμπτούσας, νῦν οὐ δύναμαι ἰδεῖν.
463. *οὕτως διὰ τοῦ η νῦν δʼ οὔ πῃ Ἀριστοφάνης.
464. *αἱ Ἀριστάρχου παπταίνετον.
467. * σύν θʼ γράφεται κατά θʼ ἅρματα.
471. ἀθετεῖται, ὅτι τὸ ἐπεξηγεῖσθαι ποιητικὸν, οὐχ ἡρωϊκοῦ προσώπου.
ἄλλως. ἀθετεῖται ὡς ληρώδης· καὶ πρὸς τῷ τέλει τῆς ποιήσεως
γεγονὼς διασαφεῖν ἐθέλει τὸν προγνωσθέντα Διομήδη.
475. * ὅτι διὰ πολλοῦ πεδίου.
*πεδίοιο δίωνται ὡς λάβωνται. εἴπομεν δὲ δὴ ὡς ἔστι καὶ δίω
βαρυνόμενον, ὃ σημαίνοι ἂν τὸ διώκω. ἔνθεν τὸ “τρὶς περὶ ἄστυ
μέγα Πριάμοιο δίον” (Il. 22, 251) καὶ τὸ “κνώδαλον ὅττι δίοιτο”
(Od. 17, 317). καὶ περισπώμενον, ἔνθεν τὸ δίημι ἐγένετο, παρʼ ὃ τὸ
“ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται” καὶ τὸ “αὕτως ἐνδίεσαν”
(Il. 18, 584).
478. λαβρεύεαι πρόγλωσσος ἀεὶ καὶ θρασὺς Αἴας, καὶ νῦν τὸ
ἴδιον νόσημα φυσικῶς ἑτέρῳ ἐπιδίδωσι· διὸ καὶ ἐπὶ τῆς γλώσσης
κολάζεται νῦν τε καὶ ἐν τῷ ναυαγίῳ.
479. τὸ πάρα ἀντὶ τοῦ πάρεισι· διὸ τὴν πρώτην ὀξυτονητέον, ὁμοίως τῷ “πάρα δʼ ἀνὴρ ὃς καταθήσει” (Od. 16, 45).
ἀθετεῖται, ὅτι οὐκ ἀναγκαῖος· πρόκειται γὰρ τὸ “ἀλλʼ αἰεὶ μύθοισι λαβρεύεαι.” καὶ τὸ “πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι·” οὐ δεόντως ἐπιλέγεται· οὐ γὰρ ἀμεινόνων ἔργον τὸ λαβρεύεσθαι.
480. *παροίτεραι ὅτι ἐπὶ τόπου ἀντὶ τοῦ πρῶται.
481. εὔληρα ὅτι ἅπαξ τὰς ἡνίας οὕτως κέκληκεν ἐνταῦθα.
483. *νείκει ἄριστε Ἀρίσταρχος νεῖκος ἄριστε, ὡς “εἶδος
ἄριστε” (Il. 3. 30).
485. *ὅτι ἀντὶ τοῦ ἄγε τὸ δεῦρο.
δεῦρό νυν ἢ τρίποδος εριδώμεθον ἐνθάδε τὸ νῦν συσταλτέον διὰ
τὸ μέτρον. τὸ δὲ περιδώμεθόν ἐστιν ἓν, ἐπεὶ δηλοῖ τὸ συνθήκας
ποιησώμεθα.
486. ἵστορα ὅτι ἀντὶ τοῦ μάρτυρα, οἷον συνθηκοφύλακα.
487. ἵνα γνοίης ἀποτίνων ὁ νοῦς, ἵνα τὸ ἐπιτίμιον διδοὺς γνῷς
ὁπότεραί εἰσιν ἵπποι πρότεραι.
491. *καὶ φάτο μῦθον ἐν ἄλλῳ καὶ κατέρυκε.
500. μάστι ἀπὸ τῆς μάστιος, Ἰωνικῶς, ὡς Θέτι.
501. *κατεχρήσατο.
504. *ὅτι τὰ ἅρματα ἐπέτρεχον καὶ οὐκ ἐπέτρεχεν. οὕτως
δὲ διὰ τοῦ ο.
506. *πετέσθην ἐν ἄλλῳ πέτεσθον.
509. ίφροιο—παμφανόωντος ὅτι τοῦτο διακρίνει τὴν ἐν ἄλλοις
ἀμφιβολίαν. πρὸς τὸ ἐνώπια παμφανόωντα (Il. 8, 435)· δείκνυται
γὰρ τὰ ἅρματα παμφανόωντα.
512, 513. *πρὸς τὴν διαφορὰν τοῦ ἄγειν καὶ φέρειν.
514. Ἀντίλοχος Νηλήϊος ὅτι ἀπὸ τοῦ προπάτορος ὁ Ἀντίλοχος
Νηλήϊος· ἔστι γὰρ θεοῦ υἱὸς ὁ Νηλεὺς Ποσειδῶνος. βραχὺ δὲ
διασταλτέον ἐπὶ τὸ ἵππους πρὸς τὸ σαφέστερον.
518. *πεδίοιο ὅτι διὰ πεδίου.
521. *πεδίοιο ὅτι διὰ πεδίου.
523. σημειοῦνταί τινες ὅτι ἃ ἄνω εἶπε δίσκου οὖρα, νῦν συνθέτως δίσκουρα.
Πτολεμαῖος καὶ οἱ πλείους δίσκουρα ὡς λίπουρα. καὶ Ἀρίσταρχος δέ φησιν· ὅπερ ἄνω κατὰ διάλυσιν εἶπεν “ὅσσα δὲ δίσκου οὖρα,” τοῦτο νῦν κατὰ σύνθεσιν ἐξήνεγκεν. κἀγὼ δὲ συγκατατίθεμαι.
527. ὅτι Ζηνόδοτος γράφει ἢ ἀμφήριστον ἔθηκεν, οὐκ εὖ·
νῦν γὰρ οὐχ ἁρμόζει, ἐπὶ Διομήδους δὲ τοῦ σύνεγγυς τρέχοντος.
διὰ δὲ τούτου βούλεται λέγειν οὐδʼ ὅλως ἀμφήριστον.
531. ὅτι τὸ ἤκιστος τῶν ἅπαξ εἰρημένων ἐστί. γέγονε δὲ παρὰ τὸ ἦκα, ὅ ἐστιν ἡσυχῆ. καταστρέφει δὲ εἰς τὸ ἐλάχιστος· διὸ καὶ ψιλοῦται καὶ οὐχ ὡς παρὰ τοῖς Ἀττικοῖς δασύνεται. ἔστι δὲ ἐναντίον τὸ ἤκιστα τῷ μάλιστα.
533. οὕτως πρόσσοθεν ἐλαύνων. κατεαγότος δὲ τοῦ δίφρου,
ἀφικνεῖται ἐκ τῶν ἔμπροσθεν ἐλαύνων τοὺς ἵππους, ὥσπερ οἱ τῶν ἀγωγέων
περιεχόμενοι, καὶ τῇ μάστιγι περιελαύνων κατὰ τὸν αὐχένα καὶ
τὰς πλευράς· οὕτως γὰρ ἀκουστέον, καὶ οὐ κυρίως. ἡ διπλῆ δὲ, ὅτι
Ζηνόδοτος γράφει ἐλαύνων ὠκέας ἵππους, ὡς ἡνιοχοῦντος αὐτοῦ·
συντετριμμένου δὲ τοῦ ἅρματος ἔμπροσθεν γενόμενος ἐλαύνει, τὰς
πλευρὰς τῶν ἵππων τύπτων. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ καλά
πρὸς τὸ σαφέστερον. τὸ δὲ πρόσσοθεν ὡς ἔμπροσθεν, καὶ συνεστάλη
τὸ ω εἰς τὸ ο.
538. δεύτερʼ· ἀτάρ ὅτι ἔν τισιν ὑποτάσσονται τούτῳ “τὰ τρίτα
δʼ Ἀντίλοχος, τέτρατα ξανθὸς Μενέλαος, πέμπτα δὲ Μηριόνης θεράπων
ἐὺς Ἰδομενῆος.” χωρὶς δὲ τοῦ μηδὲ τὸν χαρακτῆρα ἔχειν
Ὁμηρικὸν, ἔτι καὶ πρὸς οὐδὲν γίνεται ἡ ἐξαρίθμησις τῆς τάξεως.
539. *ὡς ἐκέλευεν ἐν ἄλλῳ ἠδὲ κέλευον.
540. *ἐπῄνησαν γὰρ Ἀχαιοί ἐν ἄλλῳ ἐπῄνησαν γὰρ οἱ
ἄλλοι.
543. *κεχολώσομαι σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ μηνίσω.
544. *μέλλεις ὅτι ἀντὶ τοῦ ἔοικας.
548. *οὕτως διὰ τοῦ σ, φίλος, πᾶσαι εἶχον.
551, 552. ὅτι τὸ ἔπειτα ἀντὶ τοῦ μετὰ ταῦτα· ἀντιδιέσταλται
γοῦν τὸ αὐτίκα. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “Φοῖνιξ μὲν πρώτιστα, αὐτὰρ
ἔπειτʼ Αἴας τε μέγας” (Il. 9, 169).
559. ὑποστικτέον μετὰ τὸ ἐπιδοῦναι, τοῦ ἑπομένου συνδέσμου περιττεύοντος.
561, 562. εἰσὶν οἳ ἀνέστρεψαν τὴν περί. ὁ μέντοι Ἀσκαλωνίτης
566. θυμὸν ἀχεύων οὐ διὰ σμικρολογίαν ἐφίεται τοῦ μείζονος
ἄθλου, ἀλλὰ φύσει πάντες νικᾶν θέλομεν. φιλότιμος μὲν οὖν ἐστὶ
περὶ τὴν νίκην· ὅτι δὲ οὐ δύσερις, ἔδειξε παραχρῆμα διαλυσάμενος.
μέμφεται δὲ αὐτῷ ἀπατήσαντι καὶ παρὰ τὴν ἡρωῖκὴν ἁπλότητα
πανουργήσαντι. καὶ Ἀχιλλεὺς “ἐκ γὰρ δή μʼ ἀπάτησε” (Il. 9, 375).
568. *χειρὶ γρ. χερσί.
*πρὸς τοὺς δημηγοροῦντας, ὅτι σκῆπτρα ἔλαβον.
574. ὅτι οὐκ εἰς τὸ μέσον παρελθόντες, ἀλλὰ μέσον δικάσατε, μήτε τούτῳ προσχαριζόμενοι μήτε ἐμοί. διὸ ἐπιφέρει μηδʼ ἐπ᾿ ἀρωγῇ.
581. ἀθετεῖται, ὅτι ἀκαίρως λέγει διοτρεφές, ὀργιζόμενος αὐτῷ.
582–585. διαστολαὶ ἐπὶ τὸ ἅρματος, ἔλαυνες καὶ ἁψάμενος· μέχρι γὰρ τοῦ ἅρμα πεδῆσαι ἤρτηται ὁ λόγος.
587. *ἄνσχεο ἐν ἄλλῳ ἴσχε.
592. δώσω τὴν ἀρόμην ταῦτα ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον.
ὑποστικτέον δὲ μετὰ τὸ ἀπαιτήσειας.
599. ὅτε φρίσσουσιν ἄρουραι ἀντὶ τοῦ φρίσσοντας ἔχουσι τοὺς·
στάχυας.
603. *ὅτι παρήορος ὁ παρηρτημένος τὰς φρένας, οὐκ ἀραρὼς οὐδὲ κατὰ χώραν ἔχων αὐτάς· καὶ ὅτι χωόμενος νῦν ἀντὶ τοῦ χολούμενος.
604. ὅτι νῦν μόνον οὕτως ἐσχημάτισε, νεοίη ἀντὶ τοῦ νεότης.
νεοίη ὡς ὁμοίη. οἱ μέντοι μετʼ αὐτὸν ὡς ἐπὶ πλεῖστον νεοείαν λέγουσι. περὶ δὲ τῆς λέξεως, εἰ ὑγιῶς ἐσχημάτισται, ἐν τῷ προτατικῷ ἐζήτησα. ἅπαξ δὲ ἐχρήσατο τῇ λέξει.
*οἱ περὶ Ἀντίμαχον νόημα γράφουσιν.
605. *δεύτερον γρ. ὕστερον.
616. πρὸς τὴν ἀμφίθετον, ὅτι ἡ πανταχόθεν ὑπέρεισιν ἔχουσα· καὶ ὅτι οἰκονομικῶς ὑπολείπεται ἔπαθλον, ἵνα μὴ ὁ Νέστωρ ἄτιμος γένηται ἐν τῷ ἐπὶ Πατρόκλῳ ἀγῶνι. βέλτιον δὲ στίζειν ἐπὶ τὸ φιάλη, καὶ τοῦ λόγου διαστέλλειν ἀξιοῦντος, ἵνα ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκωμεν “τὴν Νέστορι δῶκεν Ἀχιλλεύς” ἀντὶ τοῦ ταύτην.
621. ὅτι προτάσσει τὴν πυγμὴν, ὡς καὶ ἐν Ὀδυσσείᾳ (8, 246) “οὐ γὰρ πύγμαχοί εἰμεν.” ὁ αὐτὸς ἄρα ποιητής.
622. * ἐνδύσεαι Ἀρίσταρχος ἐσδύσεαι.
οὕτως ἐσδύσεαι σχεδὸν ἅπασαι· οὐδέποτε γὰρ Ὅμηρος τῇ ἐν ἀντὶ τῆς εἰς κέχρηται.
623. *ἐπείγει γρ. καὶ ὀπάζει καὶ ἱκάνει καὶ ἔπεισι. a m.
rec.
627. οὐ γὰρ ἔτʼ ἔμπεδα τι ἀπὸ τοῦ γάρ ἦρκται, τὸ αἰτιατικὸν
προτάξας· καὶ ὅτι ἐπεξηγήσατο τὴν ἔμπεδα γυῖα λέξιν. βραχὺ δὲ
διασταλτέον ἐπὶ τὸ φίλος, ὅτι, ὡς εἴρηται, ἐπεξηγεῖται τὰ γυῖα, ὅτι
πόδες καὶ χεῖρες.
630. ὅτι τῶν ἀναξίων ἀγώνων μέμνηται, ἱερῶν δὲ οὔ.
634. πὺξ μὲν ἐνίκησα ὅτι τὴν ὁμοίαν τάξιν καὶ ὁ Νέστωρ τηρεῖ
τῶν ἀγωνισμάτων.
635. *πάλῃ Ἀρίσταρχος σὺν τῷ ν πάλην.
πρὸς τὸ ὅς μοι ἀνέστη· δεῖ γὰρ αὐτὸν ὑποστήσασθαι καθήμενον, τοῦ δὲ κήρυκος παλαιστὰς καλέσαντος ἀνιστάμενον.
638, 639. σεσημείωται ὁ τόπος πρὸς τὰ περὶ τῶν Μολιονιδῶν
ζητούμενα· ζητεῖται γὰρ τί ἐστι τὸ πλήθει πρόσθε βαλόντες, καὶ
ὁποῖοί τινες ἦσαν τὴν φύσιν ὡς λέγεσθαι ἐπʼ αὐτῶν οἱ δʼ ἄρʼ ἔσαν
δίδυμοι, τίς τε τῆς ἁρματηλασίας ὁ τρόπος, καὶ τί τὸ τῆς νίκης
αἴτιον. Ἀντόδωρος μὲν οὖν ὁ Κυμαῖος τὴν μὲν φύσιν αὐτῶν, οἵα τίς
ποτέ ἐστιν, οὐ προσποιεῖται, τινὰς δέ φησι λέγειν ὅτι ἅρματα πλείονα
καθῆκαν εἰς τὸν ἀγῶνα, οἷς ἐνεπόδιζον τὰ τῶν ἀντιπάλων, καὶ τοῦτο
εἶναι τὸ πλήθει πρόσθε βαλόντες. ἄλλοι δέ φασι πρὸς τὴν ἄφεσιν τῶν
ἀρμάτων συνηγωνίσθαι τοῖς Ἄκτορος υἱοῖς τοὺς ἀθλοθετοῦντας, διόπερ
ἀφῆκαν πολὺ προλαβεῖν τὰ τούτων ἅρματα, καὶ τουτέστι τὸ πλήθει
πρόσθε βαλόντες. Ἀρίσταρχος δὲ διδύμους ἀκούει οὐχ οὕτως ὡς
δίκαιοι εἶεν ἀγωνίζεσθαι παρηλλαγμένοι τὴν φύσιν ὄντες· ὁ δὲ δῆμος
συναγωνίζοιτο αὐτοῖς, καὶ λέγοι ὡς εἶεν εἷς ἀμφότεροι καὶ διὰ τοῦτο
ὀφείλοιεν ἑνὸς ἐπιβαίνειν ἅρματος ἅτε δὴ συμπεφυκότες, καὶ κρατοῖέν
γε οἱ πολλοὶ, καὶ τοῦτο εἶναι τὸ πλήθει πρόσθε βαλόντες.
639. *ἀγασσάμενοι ἔν τισι διὰ τοῦ ω ἀγασσαμένω.
640. συναπτέον τοῖς ἡγουμένοις τοῦτον τὸν στίχον, εἶτα ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον. ἢ γὰρ τοῦτό ἐστι τὸ λεγόμενον, ὅτι ἐφθόνησαν διὰ τὸ μέγιστα εἶναι τῶν ἵππων ἆθλα, ἢ τοῦτο, οὕνεκα τὰ μέγιστα ἆθλα παρʼ αὐτοῖς ἦν, νενικηκόσι δηλονότι. οὕτως δὲ παρʼ αὐτόφι διὰ τοῦ φ ἀντὶ τοῦ παρʼ αὐτοῖς.
642. πρὸς τὴν ἐπανάληψιν, ὅτι πυκνῶς μὲν ἐν Ἰλιάδι, ἅπαξ δὲ ἐν Ὀδυσσείᾳ.
644. ἔργων τοιούτων ὅτι ὁ στίχος οὗτος καὶ ἑξάμετρος γίνεται
καὶ τρίμετρος παρὰ τὴν ἀγωγὴν τῆς προφορᾶς.
648. τὸ ἐνηέος βέλτιόν ἐστι τοῖς ἑξῆς συνάπτειν, εἰ καὶ οὐχ
Ὁμηρικὸν τὸ ὑπερβατὸν, ἵνα ᾖ τὸ ἑξῆς, οὐδέ σε λήθω ἐνηέος τιμῆς.
ἐὰν δὲ τοῖς ἄνω προσδῶμεν αὐτὸ, ὡς ἡ συνήθεια ποιεῖ, λείπειν φήσομεν
τὸ ὡς, ἵνʼ ᾖ ὡς ἐνηέος. ἢ διὰ μέσου ἐστὶ τὸ οὐδέ σε λήθω.
650. *βραχὺ διασταλτέον ἐπὶ τὸ ἀντί.
659. ἄνδρε δύω περὶ τῶνδε ὅτι ἰσαρίθμους τοῖς ἐπάθλοις ἀγωνιστὰς
καλεῖ, καὶ τοῦτο ἐπὶ πάντων τάττει.
660. Ἀπόλλων Φόρβας ἀνδρειότατος τῶν καθʼ αὑτὸν γενόμενος,
ὑπερήφανος δὲ, πυγμὴν ἤσκησεν, καὶ τοὺς μὲν παριόντας ἀναγκάζων
ἀγωνίζεσθαι ἀνῄρει, ὑπὸ δὲ τῆς πολλῆς ὑπερηφανίας ἠβούλετο καὶ
πρὸς τοὺς θεοὺς τὸ ἴσον φρόνημα ἔχειν. διὸ Ἀπόλλων παραγενόμενος
καὶ συστὰς αὐτῷ ἀπέκτεινεν αὐτόν· ὅθεν ἐξ ἐκείνου καὶ τῆς
πυκτικῆς ἔφορος ἐνομίσθη ὁ θεός. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς.
661. καμμονίην ὅτι οὐκ ἔστιν ἓν ἀνθʼ ἑνὸς καμμονίη νίκη,
ὡς οἱ γλωσσογράφοι, ἀλλʼ ἡ ἐκ πολλῶν· διὸ ἐπὶ δρομέων οὐ
τάσσει, ἀλλʼ ἐπὶ τῶν πυκτευόντων καὶ μονομαχούντων· μία γὰρ
καταμονῆς.
662. *φερέσθω ἐν ἄλλῳ νεέσθω.
670. μάχης ἐπιδεύομαι τὸ ὁμολογεῖν ἐφʼ οἷς τις ἡττᾶται πίστιν
ἐμποιεῖ περὶ ὧν τις ἐπαγγέλλεται.
672. * τὸ δὲ καί γράφεται καὶ μὴν τετελεσμένον ἔσται.
679. *οὕτως Θήβασδε, εἰς Θήβας.
ὅτι ἐπὶ τοῦ Μηκιστέως ἀκουστέον ὅς ποτε Θήβας ἦλθεν, οὐκ
ἐπὶ τοῦ Εὐρυάλου, ὡς ὁ Κράτης. καὶ ὅτι οἱ νεώτεροι παρὰ τὸν
Ὅμηρον τὸν Οἰδίπουν φασὶν ἑαυτὸν τυφλώσαντα ποδηγούμενον εἰς
Ἀθήνας ἐλθεῖν καὶ ἐκεῖ τελευτῆσαι· νῦν δὲ ὁμόλογον ὅτι ἐν Θήβαις
ἐτελεύτησεν. καὶ πρὸς τὸ δεδουπότος· οἱ γλωσσογράφοι γὰρ ἓν
ἀνθʼ ἑνὸς τεθνηκότος ἐξεδέξαντο. ἐκ παρεπομένου δὲ νοητέον ὅτι ἤτοι
ἐν πολέμῳ τετελεύτηκε· ψοφοῦσι γὰρ οἱ πίπτοντες· “δούπησεν
δὲ πεσών” (Il. 4, 504)· ἢ κατεκρήμνισεν ἑαυτόν· καὶ γὰρ οὗτος
ὁ θάνατος μετὰ ψόφου.
683. ἡ διπλῆ πρὸς τὸ παλαιὸν ἔθος, ὅτι ἐν ἑνὶ περιζώματι ἠγωνίζοντο.
ζῶμα νῦν περίζωμα. πρῶτον δὲ ἔθος ἦν τοῖς παλαιοῖς περιζώματα φέρειν ἐν τοῖς αἰδοίοις καὶ οὕτως ἀγωνίζεσθαι. κατὰ δὲ τὴν ιδ΄ Ὀλυμπιάδα Ὀρσίππου τοῦ Λακεδαιμονίου λυθὲν ἀγωνιζομένου τὸ περίζωμα αἴτιον αὐτῷ ἥττης ἐγένετο, ἐξ οὗ νόμος ἐτέθη γυμνοὺς τρέχειν.
686. βραχὺ διασταλτέον μετὰ τὸ ἀνασχομένω ἢ ἐπὶ τὸ στιβαρῇσι.
688. χρόμαδος ὠνοματοποίησε τὸν ψόφον· ἅμα γὰρ καὶ τρίζουσιν
οἱ πύκται, ἐπάγοντες τὴν πληγήν.
691. *οὕτως ἔξω τοῦ ῑ ἑστήκειν. ἔστι δὲ Ἰωνικόν.
693. μέγα δέ ἑ γρ. μέλαν τέ ἑ.
697. *βάλλονθʼ ἐν ἄλλῳ βαλόνθ᾿.
698. ἀλλοφρονέοντα ὡς σωφρονέοντα. τὴν δὲ σφίσιν ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετάληψις.
701. Δαναοῖσι λαοῖσι superscriptum.
703. σφίσι καὶ ταύτην τὴν ἀντωνυμίαν ὀρθοτονητέον, ὁμοίως τῇ
προκειμένῃ.
707. ὄρνυσθ᾿ οἳ καὶ τούτου ὅτι ἰσαρίθμους τοῖς ἐπάθλοις δύο
καλεῖ.
711. συναπτέον πάντα ἕως τοῦ βίας ἀνέμων ἀλεείνων (713).
βραχὺ παντελῶς διασταλτέον ἐπὶ τὸ στιβαρῇσιν καὶ ἀμείβοντες.
εἰ δέ τις ἀναγινώσκοι ἀφʼ ἑτέρας ἀρχῆς ὡς ὅτʼ ἀμείβοντες, ἁμαρτάνει·
ἡ γὰρ ἀνταπόδοσις οὐκ ἐπιφέρεται, ἀλλὰ προαποδέδοται.
ἀμείβοντες δὲ δοκοὶ μεγάλαι, ἀλλήλαις προσπίπτουσαι ὥστε
βαστάζειν τὴν ὀροφὴν, οἵτινες καὶ συστάται καλοῦνται.
718. τρίποδος πέρι ποιητοῖο ἔφαμεν περὶ τῶν τοιούτων, πότερον
δεῖ ἀναστρέφειν τὰς προθέσεις μεταξὺ κειμένας δύο ὀνομάτων, ἢ οὒ,
ὡς ἐπὶ τοῦ “μάχῃ ἔνι κυδιανείρῃ” (Il. 6, 124) καὶ ὡς οἱ πλείους
θέλουσι τοῖς ἐπιθετικοῖς συντάσσειν αὐτάς. διὸ καὶ ὁ Ἀσκαλωνίτης
ἐνθάδε οὐκ ἀναστρέφει. δύναται μέντοι ἐνθάδε ἡ περί ἰσοδυναμεῖν τῷ
περισσῶς, τουτέστιν ἐξαιρέτως πεποιημένου· διὸ οὐκ ἀναστρεπτέον.
721. ὅτι ἀντὶ τοῦ εἰς ἀνίαν ἦγον καὶ ἐχρόνιζον. τοῦτο δὲ μὴ
νοήσαντες μετέγραψαν ἐϋκνήμιδες Ἀχαιοί.
725. δόλου ὅτι τὸ δόλιον τοῦ ἥρωος καὶ διὰ τούτων δείκνυται,
καὶ ὅτι οὐδέπω τέχνην ᾔδεσαν ἐν τῷ παλαίειν.
σημειοῦνται δέ τινες καὶ τὸν “κοψ᾿ ὄπιθεν κώληπα,” ὅτι τὸ κῶλον οὕτως εἶπεν.
726. ἔκρουσεν αὐτοῦ, φησὶν, ἐπιτυχὼν ὄπιθεν τὴν ἰγνύην, ἥτις καὶ ἀγκύλη καλεῖται, ὡς τῶν μέσων αἰρόμενος περιπλέκεται.
727. *καδδʼ ἔπεσ᾿ γρ. καδδʼ ἔβαλ᾿.
731. ἐν Λεπτίνης δασύνει ὡς ἐπʼ ἀριθμοῦ, τὸ ἓν γόνυ ἔκαμψεν,
ὡς ἐπὶ τοῦ “ἓν δέπας ἐμπλήσας” (Od. 9, 209). οἱ δὲ ἄλλοι πάντες
πρόθεσιν ἐξεδέξαντο διὰ τὸ ἀεὶ ἕτερον λέγειν τὸν ποιητὴν ἐπὶ δύο, ἓν
δὲ οὐδέποτε· “χωλὸς δʼ ἕτερον πόδα” (Il. 2, 217)· “τὸν δʼ ἕτερον
σκοπελόν” (Od. 12, 101).
750. *καὶ πίονα ἐν ἄλλῳ καταπίονα.
751. λοισθήιʼ λοισθῆϊ ἔθηκε margo ext. a m. rec.
753. ὅτι Ζηνόδοτος γράφει πειρήσεσθον, τριῶν ὄντων τῶν κεκλημένων πρὸς τὸν δρόμον.
757. ὅτι μετενήνεκται ἐνθάδε ἀπὸ τῆς ἁρματοδρομίας. ἐκεῖ μὲν
οὖν μεταστοιχὶ λέγει, ἐπὶ στίχον ἵστανται κεκληρωμένοι· ἐνταῦθα
δὲ οὐκέτι, ἀλλὰ κατὰ ζυγὸν ἡ στάσις λέγεται, κατὰ μέτωπον πάντων
ἐξ ἴσου ὄντων.
759. *ἔκφερʼ παρὰ Ζηνοδότῳ ἔκθορʼ Ὀϊλιάδης.
760. ὡς δʼ ὅτε τις ταῦτα ἢ τοῖς ἄνω συναπτέον ἢ ἀπʼ ἄλλης ἀρχῆς
τοῖς ἑξῆς. ἥ τε διαφορὰ παρὰ τὴν ἀνταπόδοσιν· εἰ μὲν γὰρ δὶς κέοιτο,
τοῖς ἄνω συναφθήσεται ἡ παραβολὴ, εἰ δὲ ἅπαξ, τοῖς ἑξῆς.
765. *ἐκ κεφαλῆς γρ. κὰδ δʼ ἄρα οἱ κεφαλῆς.
ἀϋτμένα ὡς ποιμένα τῷ τόνῳ· καὶ καθόλου τὰ εἰς μην λήγοντα
ἀπλᾶ ὀξύνεσθαι θέλει.
767. *ἱεμένῳ ἐν ἄλλῳ ἱέμενοι.
772. γυῖα δʼ ἔθηκεν ἐλαφρά ὅτι ἐπὶ Διομήδους ὀρθῶς ἐτέτακτο
(Il. 5, 122)· ἐνταῦθα δὲ ὀλίγῳ λείπεται τοῦ Αἴαντος· εἰ οὖν τὰ
γυῖα ἐλαφρὰ ἐποίησεν, ἐνίκα ἂν πάντως. πρὸς τί οὖν ἔτι τὸν Αἴαντα
κατέβαλεν;
*ψεύδεται συνήθως Ὅμηρος· οὐ γὰρ ἔδραμεν ὁ Ὀδυσσεύς.
774. Αἴας μὲν ὄλισθε ὑπὸ Ὀδυσσέως συνεχόμενος καὶ ὑπεκβὰς
τοῦ δέοντος δρόμου πίπτει. στόμα οὖν κεχηνὼς ἔτρεχε. ὁ δὲ τὸν
πρεσβύτην λαβραγόρην εἰπὼν (474) κατὰ τοῦ στόματος κολάζεται.
783. μήτηρ ὣς βραχὺ διασταλτέον μετὰ τὁ ὥς, πρὸς τὸ μὴ
ἀπεμφαίνειν συναπτόμενον.
791. ὠμογέροντα τὸν μὴ καθηψημένον ὑπὸ τοῦ γήρως. ἡ δὲ μεταφορὰ
ἀπὸ τῶν κρεῶν τῶν ἑψηθέντων μὲν, οὐ μὴν τελείως. καὶ “ἐν
ὠμῷ γήραι θῆκεν” (Od. 15, 356), ὡς καὶ ἑφθὸν τῷ γήρᾳ φησίν. ἡ
διπλῆ δὲ, ὅτι ἅπαξ ἐνταῦθα ὠμογέροντα εἶπεν.
οὕτω λέγουσιν ἤτοι τοὺς ἔτι συνεστῶτας καί μήπω πάνυ γέροντας, ἀλλὰ πλησίον τοῦ γήρως, ἢ τοὺς πρό ὥρας γεγηρακότας.
795. ὅτι μάταιος καὶ πρὸς οὐδέν· οἱ δὲ νεώτεροι τὸν ταλαίπωρον μέλεον.
800. Σαρπήδοντος ὅτι ἀπʼ εὐθείας βαρυτόνου ὡς Χαλκώδων.
802–806. συναπτέον πάντα μέχρι τοῦ χαλκὸν ἑλόντε, οὐ λείποντος
τοῦ μάχεσθαι τινος τοιούτου. καὶ γὰρ μόνον αὐτὸ τὸ κελεύειν
εἴωθε τιθέναι καθʼ ἑαυτὸ ὁ ποιητὴς, ὡς ἐν Ὀδυσσείᾳ (21, 175)
“Ἀντίνοος δʼ ἐκέλευσε Μελάνθιον αἰπόλον αἰγῶν,” καὶ ἐν τῇ ἑξῆς
ῥαψῳδίᾳ (Il. 24,90) “τίπτε με κεῖνος ἄνωγε θεός;” καὶ μετʼ ὀλίγον
ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον ὁππότερός κε φθῇσιν ὀρεξάμενος,
καὶ ὑποστικτέον μέλαν αἷμα. εἰ μὲν γὰρ συνάπτοιμεν τὸ ἄνδρε
δύω, ὁππότερος κε φθῇσιν, σολοικισμὸς γίνεται.
805. ὀρεξάμενος πατάξας, ἐκ παρεπομένου· συμβαίνει γὰρ τοῖς
πατάσσουσιν ἐκτείνεσθαι. ἢ ἀντὶ τοῦ ὀρέξαι.
806. ψαύσῃ δʼ ἐνδίνων ἀθετεῖται ὅτι ἐνδίνων θέλει λέγειν τῶν
ἐντοσθίων σπλάγχνων· ἕως γὰρ τοῦ ἀμύξαι μόνον τὸν χρῶτα μονομαχοῦσι.
καὶ “διά τ᾿ ἔντεα καὶ μέλαν αἷμα” ἐκ τῆς Δολωνείας (Il.
10, 298) μετάκειται.
ἐνδίνων ὡς σελίνων. παρῆκται δὲ παρὰ τὸ ἔνδον τὸ ἔνδινον· καὶ γὰρ παρὰ τὸ ἔντοσθεν ἐντοσθίδια λέγεται. οὕτως δὲ ἔχει καὶ τὰ ἔντερα καὶ τὰ ἔγκατα, παρὰ τὴν αὐτὴν ἔννοιαν.
ἄλλως. ἐνδίνων τῶν ἐντὸς τῶν ὅπλων μελῶν, ἀπὸ τοῦ ἐντείνεσθαι αὐτὰ τῷ θώρακι. οἱ δὲ ἀποδιδόντες ἐντέρων ἀγνοοῦσιν· οὐ γὰρ μέχρι θανάτου μονομαχοῦσιν.
810. ἀθετεῖται, ὅτι ἔδει καὶ πᾶσιν, ἀλλʼ οὐχὶ τούτοις μόνον· τί γὰρ τούτοις πέπρακται πλέον;
819. *δερκομένω—πάντας Ἀχαιούς ἐν ἄλλῳ δερκόμενοι, θάμβος
δʼ ἔχεν εἰσορόωντας.
821. αἰὲν ἐπʼ αὐχένι κῦρε ἱστόρηται ὅτι κατ᾿ ἐκεῖνο καιροῦ ἔτυχεν
Ἡρακλῆς τῇ νήσῳ Σαλαμῖνι κατά τινα χρείαν προσπλεύσας, Τελαμῶνι
δὲ ἄρτι γενέσθαι τὸν παῖδα Αἴαντα. ἐπιστὰς οὖν Ἡρακλῆς καὶ
ἀναλαβὼν τὸν παῖδα περιέβαλε τῇ λεοντῇ, ἐφʼ ᾧ ηὔξατο αὐτὸν γενέσθαι
ἄτρωτον. ὁ δὲ ηὐξήθη, καὶ τὸ πᾶν ἄτρωτος ἐγένετο.
822. καὶ τότε δή ῥʼ Αἴαντι περιδδείσαντες ὅτι ἐκ τούτων καὶ
τῶν τοιούτων φαίνεται καθʼ Ὅμηρον μὴ ὣν ἄτρωτος ὁ Αἴας.
824, 825. ἠθέτηνται· συλλύσεως γὰρ γεγενημένης ἔδει κοινῇ
διελέσθαι τὰ ἔπαθλα· καὶ γὰρ προείρηται “ἀέθλια ἶσ᾿ ἀνελέσθαι”
προηθετοῦντο δὲ καὶ παρὰ Ἀριστοφάνει.
826. σημειοῦνταί τινες ὅτι σόλον τὸν δίσκον εἶπεν. διαφέρει σόλος καὶ δίσκος, ὅτι ὁ μὲν δίσκος πλατύς ἐστι καὶ κυκλοτερὴς, ὁ δὲ σόλος στρογγύλος καὶ σφαιροειδής.
843. χειρὸς ἀπὸ στιβαρῆς ἀθετεῖται, ὅτι δυεῖν προδεδισκευκότων
ἔδει εἰπεῖν ἀμφοτέρων. μετενήνεκται δὲ ἐκ τῆς Ὀδυσσείας (8, 192)·
καὶ ἐκεῖ εὐλόγως ἔστιν “ ὑπέρβαλε σήματα πάντων·” πλείονες γὰρ
δισκεύουσιν.
844–846. ὑποστικτέον Πολυποίτης, ἀνήρ, ἀγελαίας· τῇ γὰρ προτέρᾳ προτάσει ἑτέρα ἐπενήνεκται.
845. ὅτι ἅπαξ καλαύροπα. σημαίνει δὲ τὸ ῥόπαλον, ἀπὸ τοῦ
καλοῦ καὶ τοῦ ῥέπειν.
850. ἰόεντα ὅτι τινὲς ἰόεντα τὸν μέλανα, ὡς “ἰοειδέα πόντον”
(Od. 11, 107). βέλτιον δὲ τὸν εἰς ἰοὺς εὐθετοῦντα· οἰκεῖον γὰρ τὸ
ἔπαθλον τοξόταις.
851. πελέκεας ἀξίνας διστόμους. ἔστι δὲ σταθμὸς σιδήρου,
ἔχων μνᾶς δέκα. τὸ δὲ ἡμιπέλεκκον τὸ ἥμισυ τοῦ πελέκεως, τὸ ἐκ
τοῦ ἑνὸς μόνου μέρους ἔχον ἀκμὴν, ὃ καὶ διστράλιον καλοῦσιν· οὕστινας
ἐφεξῆς ἱστάντες ἐπί τινα βαθμὸν ἐγυμνάζοντο οἱ τοξόται,
πέμποντες διὰ τῶν τρητῶν αὐτῶν τὸ βέλος, διʼ οὗ ἐμβάλλεται αὐτοῖς
ὁ στειλειός.
ὅτι καὶ ἐν Ὀδυσσείᾳ (19, 572. 21, 120) ὁ αὐτὸς τρόπος· πελέκεις γὰρ τίθησι, διʼ ὧν παρακελεύει τοξεύειν τοὺς μνηστῆρας· καὶ νῦν τὸ αὐτὸ τοῦτο ἔπαθλον γίνεται.
854. λεπτῇ μηρίνθῳ δῆσεν ποδός γρ. καὶ ὣς γάρ. κατʼ ἔνια δὲ
δῆσεν πόδα.
*ἐν ἄλλῳ ἧς γὰρ ἀνώγει.
855. ὅτι ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετῆλθεν οὕτως· ὁ γὰρ Ἀχιλλεὺς τοῦτο λέγει, ὃς μέν κε βάλῃ.
856. * οἶλόνδε ἐν ἄλλῳ κλισίην δὲ φερέσθω.
857. ὃς δέ κε μηρίνθοιο καὶ μὴν τοῦτο ἐμπειρότερον. ἀλλὰ
προὔκειτο ἡ τοῦ ζῴου τύχη· τύχης δὲ προσεδεῖτο, πτοουμένης τῆς
ὄρνιθος καὶ οὐκ ἐν ταὐτῷ μενούσης.
ὅτι βέλτιον ἦν τοῦτο μὴ προλέγεσθαι ὑπὸ Ἀχιλλέως ὥσπερ προγινώσκοντος
τὸ ἀπὸ τύχης συμβησόμενον.
858. ὁ δʼ οἴσεται ἡμιπέλεκκα δύο μέρη ἐστὶ λόγου, ὁ καὶ δέ·
διὸ βαρυτονητέον· οὐ γὰρ δείκνυσιν ἤδη τὸν οἴσοντα τὰ ἡμιπέλεκκα,
ἀλλὰ κατʼ ἀναφορὰν ἀποφαίνεται.
863. * ὅτι νῦν ἠπείλησεν ἀντὶ τοῦ ηὔξατο.
866. *τῇ δέδετʼ ὄρνις ἑκατέρωσε δύνανται προσδίδοσθαι.
870. ὅτι ἑνὶ τόξῳ ἐχρῶντο οἱ τοξόται· διὸ ταχέως ἀφαιρεῖται ὁ Μηριόνης τοῦ Τεύκρου τὸ τόξον.
870, 871. ἐν τῇ Μασσαλιωτικῇ “σπερχόμενος δʼ ἄρα Μηριόνης
ἐπεθήκατʼ ὀιστὸν τόξῳ· ἐν γὰρ πᾶσιν ἔχε πάλαι, ὡς ἴθυνεν.” ἐν δὲ τῇ
κατὰ Ἀντίμαχον οὕτως· “σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείλετο
τόξον χερσί.” ὁ μέντοι Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων ἐπειγόμενον
βούλεται τὸν Μηριόνην ἐκσπάσαι τῆς τοῦ Τεύκρου χειρὸς τὸ
τόξον· καὶ γὰρ κοινὸν τῶν ἀγωνιζομένων αὐτὸ εἶναι ὥσπερ τὸν δίσκον.
τὸ δὲ “ἀτὰρ ὀϊστὸν ἔχεν πάλαι” ἐπὶ τοῦ Τεύκρου ἀκουστέον.
872. *ἠπείλησεν ὅτι πάλιν ἀντὶ τοῦ ηὔξατο.
879. οὕτως Ἀρίσταρχος διὰ τῶν β΄ σσ· ἡ δε Μασσαλιωτικὴ λιάσθη.
880. *ὠκύς ὅτι ἀντὶ τοῦ ὠκέως, ὅ ἐστιν εὐθέως.
882. *ὅτι παρέλκει τὸ πάντας.
885. ἀνθεμόεντα ἀναθεματιαῖον. ἢ ποικίλον. ἢ τετορευμένον.
886. ὅτι ἥμονες οἱ ἀκοντισταὶ, ἀπὸ τοῦ ἱέναι. τινὲς δὲ ἀνέγνωσαν
ῥήμονες, οἰόμενοι τοὺς ῥήτορας· οὐκ ἔστι δὲ λογιστικὸς ὁ ἀγών. τὸ.
δὲ ἥμονες δασυντέον· παρὰ γὰρ τὸν ἥσω μέλλοντα ἐσχημάτισται ἡ
λέξις· “ἥσω γὰρ καὶ ἐγώ” (Il. 17, 515). παρὰ δὲ τοῦτο καὶ τὸ
ἧμα ἐγεγόνει πάλιν δασυνόμενον· “καὶ ἥμασιν ἔπλευ ἄριστος” (891).
891. ἥμασιν ὅτι ὁμοίως ἀκοντίσμασι· καὶ δασυντέον πάλιν.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς
1. λῦτο δʼ ἀγών εἰ μὲν μέσος δεύτερος ἀόριστός ἐστιν ἀπὸ τῶν
εἰς μῑ, ὥσπερ ἤδη ἐπίσταται λέγων “νῦν δὲ λύμην τρὶς τόσσα πορών”
(Il. 21, 80) καὶ “τῆς δʼ ἄρα κλαιούσης λύτο γούνατα,” ἔκτασις
ἐγένετο διὰ τὸ μέτρον· εἰ δὲ παρατατικόν τινες ἐκδέχονται, δύναται
κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι, ὥσπερ ἐπὶ τοῦ ἰχθύες ἰχθῦς, μύες
μῦς, ῥύεσθαι ῥῦσθαι· “πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.”
ἢ ἀπὸ τοῦ λέλυτο λῦτο ὡς βέβλητο βλῆτο.
6. “Πατρόκλου ποθέων” ἕως τοῦ “τῶν μιμνησκόμενος” (9) ἀθετοῦνται
στίχοι δʼ, ὅτι εὐτελεῖς εἰσὶν, ἀρθέντων δὲ αὐτῶν καὶ ἐμφαντικώτερον
δηλοῦται ἡ τοῦ Ἀχιλλέως λύπη· “ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ
ἔνθα, ἄλλοτʼ ἐπὶ πλευράς.” καὶ τοῖς αὐτοῖς καταγίνεται ἀνδρότητα,
μένος· οὐδὲν γὰρ διαφέρει. καὶ οὐδέποτε ἀνδρότητα εἴρηκε τὴν
δρείαν, ἀλλʼ ἠνορέαν. ἔχει δὲ καὶ τὸ δυσεξάλειπτον, τῶν μιμνησκόμενος·
καὶ γὰρ ἄνω εἴρηκεν “ἑτάρου μεμνημένος. προηθετοῦντο
δὲ καὶ παρʼ Ἀριστοφάνει. ταῦτα δὲ ἤτοι συναπτέον τοῖς ἄνω, ἵνʼ ᾖ
κοινὸν τὸ ποθέων, ἢ ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον, ἵνα ὑποστίζωμεν
ἐπὶ τὸ κύματα πείρων. ὁ δὲ λόγος· καὶ ὅσα σὺν αὐτῷ κατειργάσατο
ἔργα πολεμῶν τε καὶ πλέων, τούτων μιμνησκόμενος ἐδάκρυεν.
8. πείρων Πάμφιλος περισπᾷ, λέγων τὴν πρόσθεσιν τοῦ ῑ μὴ
ἐξαλλάσσειν τὸν τόνον· εἰ δὲ περῶ οἶδεν ὁ ποιητὴς τὸ ῥῆμα καὶ περόωσι
(Od. 6, 272) καὶ “περάᾳ μέγα λαῖτμα” (Od. 5, 174), δῆλον
ὅτι καὶ πειρῶν. ὁ μέντοι Ἀρίσταρχος βαρύνων ἀναγινώσκει, ὡς κείρων.
φησὶ γοῦν οὕτω γενόμενος ἐπὶ τοῦ “ παννυχίη μέν ῥʼ γε καὶ
ἠῶ πεῖρε κέλευθον” (Od. 2, 434)· τὸ πεῖρε διδάσκει ἡμᾶς καὶ τὴν
πείρων μετοχὴν βαρύνειν· ὡς γὰρ ἔκειρε κείρων, οὕτως ἔπειρε πείρων·
εἰ γὰρ περιεσπᾶτο, ἦν ἂν ὁ παρατατικὸς ἐπείρα. ἔστιν οὖν διττὸν τὸ
ῥῆμα, καὶ τὸ μὲν σὺν τῷ ῑ περισπασθήσεται.
12. ψιλῶς τὸ ἀλύων· δῆλον κἀκ τῆς συναλοιφῆς.
15. *ὅτι περισσὸς ὁ δέ.
17. αὖτις ἐνὶ κλισίῃ ὅτι παρεῖται ἡ ἀνά, καὶ ἔστιν ἀναπαυέσκετο.
ἢ ὅτι ὁ δέ πάλιν περισσός· οὐ γάρ ἐστι λέγειν ὃν ἐδέσμευεν, ἀλλὰ
χωρὶς ὁ δέ. εἶτα ἔασκεν ἀντὶ τοῦ εἴα.
ὁμοίως ἀναγνωστέον τὸ τόνδε τῷ “τόνδε δʼ ἐγὼν ἐπιόντα” (Il. 5, 238) καὶ “τόνδε δʼ ἐγὼ κομιῶ” (Od. 15, 545). λέγω δὲ ὀξύνοντα τὴν πρώτην, ἵνʼ ᾖ ἐπέκτασις ἡ διὰ τοῦ δέ.
18. προπρηνέα ὅτι οὐδὲν πλέον τοῦ πρηνέα, ὡς ὅταν λέγῃ ἀταρ-
τηρὸν τὸν ἀτηρόν.
20, 21. καὶ τεθνειότα περ ἀθετοῦνται· ἀρκεῖ γὰρ τὸ προειρῆσθαι
“πᾶσαν ἀεικείην ἄπεχε χροί, φῶτʼ ἐλεαίρων” τὸ δὲ πῶς μηκέτʼ
ἐπεκδιδάσκει, ὅτι ἀπεμφαῖνόν ἐστιν· ἀνίερον γὰρ καὶ ἀκάθαρτον τὴν
τοῦ Διὸς αἰγίδα νεκροῦ περίβλημα γίνεσθαι. πῶς δὲ καὶ κατείληπτο
τῇ αἰγίδι ἑλκόμενος, ἵνα μὴ ἀποστραφῇ; ἢ πῶς ἔλαβε τὴν αἰγίδα
παρὰ Διός; οὐ γὰρ συγκατατέθειται τῇ ἀπολυτρώσει τοῦ νεκροῦ, ἀλλʼ
ὕστερον· ὁ δὲ Ἀπόλλων οὐκ εἶχεν ἐξουσίαν τῆς αἰγίδος. εἰ δὲ ταῦτα
ἐγέγραπτο, οὐκ ἂν ἄλλας αἰτίας εἰσέφερε τοῦ καταδρύπτεσθαι. λέγει
μέντοι (ll. 23, 186) “ῥοδόεντι χρῖεν ἐλαίῳ ἀμβροσίῳ, ἵνα μή μιν
ἀποδρύφοι ἑλκυστάζων.” καὶ περὶ τοῦ Ἀπόλλωνος ὃν τρόπον “πᾶσαν
ἀεικείην ἄπεχε χροΐ,” λέγει “τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος
Ἀπόλλων,” ἵνα διαμένῃ ἔνικμος καὶ περινίζηται τὴν ἀπὸ τοῦ φόνου
ἀκαθαρσίαν, ὥς φησιν ὁ Ἑρμῆς τῷ Πριάμῳ “θηοῖό κεν αὐτὸς
ἐπελθὼν, οἷον ἐερσήεις κεῖται· περὶ δʼ αἷμα νένιπται” (418).
οὕτως αἰγίδα χρυσείην αἱ Ἀριστάρχου· περὶ ὅλον αὐτὸν ἐκάλυπτε
τὴν χρυσῆν αἰγίδα. καὶ μή ποτε Ὁμηρικώτερον· τοῖόν τοι
ἐγῶ νέφος ἀμφικαλύψω χρύσεον” (Il. 14. 343).
20. *κάλυπτε ἐν ἄλλῳ κάλυψε.
24. Ζεὺς ἐρασθεὶς Μαίας τῆς Ἀτλαντίδος, λαθὼν Ἥραν ἐμίγη·
ἡ δὲ ἔγκυος γενομένη ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας Ἑρμῆν ἐγέννησεν,
ἱστορία παρὰ Ἐρατοσθένει.
25. “ἔνθ᾿ ἄλλοις μέν” ἕως τοῦ (30) “τὴν δʼ ᾔνησ᾿ ἥ οἱ πόρε μαχλοσύνην”
ἀθετοῦνται στίχοι ἕξ. γέλοιον γὰρ τὸ “οὐδέποθʼ Ἥρῃ
οὐδὲ Ποσειδάωνι οὐδὲ γλαυκώπιδι κούρῃ·” τίνες μὲν γὰρ ἔτι ἐλείποντο
τῶν τριῶν σεμνότεροι μετὰ τὸν Δία τῶν μὴ συνευδοκούντων ;
τήν τε περὶ τοῦ κάλλους κρίσιν οὐκ οἶδεν· πολλαχῆ γὰρ ἂν ἐμνήσθη·
καὶ τὸ νείκεσσε οὐκ ἔστι κρῖναι, ἀλλʼ ἐπιπλῆξαι ἢ διαφέρεσθαι
“νεικείων Ἕλενόν τε Πάριν” (249) ἀντὶ τοῦ ἐπιπλήσσων·
“δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς” (Il. 18, 498). διεφέροντο.
καὶ ἡ μαχλοσύνη κοινῶς ἐστὶ γυναικὸς μανία· δέδωκε δʼ αὐτῷ οὐ
ταύτην, ἀλλὰ τὴν καλλίστην τῶν τότε Ἑλένην. Ἡσιόδειος δʼ ἐστὶν
ἡ λέξις· ἐκεῖνος γὰρ πρῶτος ἐχρήσατο ἐπὶ τῶν Προίτου θυγατέρων.
28. *ἄτης ἐν ἄλλῳ ἕνεκ᾿ ἀρχῆς.
30. ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν παρʼ Ἀριστοφάνει καί τισι
τῶν πολιτικῶν “ἥ οἱ κεχαρισμένα δῶρʼ ὀνόμηνε.” καὶ τάχα
μᾶλλον οὕτως ἂν ἔχοι· ἀθετεῖ γὰρ Ἀρίσταρχος διὰ τὴν μαχλοσύνην
τὸν στίχον.
33. *οὔ νύ ποθʼ ὑμῖν γρ. οὔ νύ ποθʼ ὕμιν.
ἐγκλιτικῶς τὴν ὑμῖν ἀναγνωστέον· ἔστι γὰρ ἀπόλυτος.
38. ὅτι οὐ μόνον οἱ ἐπὶ ξένης τελευτῶντες ἐκαίοντο, ἀλλὰ καὶ οἱ
ἐπὶ τῆς ἰδίας πατρίδος.
*οὕτως διὰ τοῦ ᾱ ἡ παραλήγουσα, κτερίσαιεν.
42. ὁ ἐπεί σύνδεσμος περισσεύει· διόπερ οὐκ ἐπιζητητέον τὴν
ὑπʼ αὐτοῦ εἰωθυῖαν ἀποτελεῖσθαι ὑποστιγμήν· ὁ γὰρ λόγος, ὃς τῇ
γε δυνάμει καὶ τῇ ἐπιθυμίᾳ εἴξας ἐπέρχεται θρέμμασιν. ἐπεὶ δὲ
σπανίως ἔστιν εὑρεῖν τοῦτον τὸν σύνδεσμον περισσεύοντα, μήποτε διὰ
45. ἀθετεῖται, ὅτι ἐκ τῶν Ἡσιόδου (Q. 316) μετενήνεκται ὑπό
τινος νομίσαντος ἐλλείπειν τὸν λόγον. καὶ γὰρ τοῖς ὑποκειμένοις
ἐναντίον τι πεποίηκεν· εἰ γὰρ βλάπτει ἡ αἰδὼς, εὔλογον Ἀχιλλεὺς
ἀναιδέστατος βούλοιτο εἶναι. παρὰ μὲν γὰρ Ἡσιόδῳ γνωμικῶς·
ἐκεῖ γὰρ ὄντι λόγον ἔχει, τῆς αἰδοῦς ποτὲ μὲν ὠφέλειαν περιποιούσης
ποτὲ δὲ βλάβην. δεῖ δὲ ἔξωθεν προσυπακοῦσαι τὸ ἐστί, ἵνʼ ᾖ, οὐδέ
οἱ αἰδώς ἐστι· καὶ πλήρης ὁ λόγος.
τινὲς ἐδάσυναν τὸ ἥδε, ἵνα ἡ αἰδὼς διττὴ ὑπάρχῃ, ἡ μὲν βλάπτουσα,
ἡ δὲ ὠφελοῦσα. οὕτως δὲ καὶ Εὐριπίδης (Hippol. 385)
ἐξεδέξατο εἰπὼν διττὰς εἶναι αἰδοῦς. δύναιτο δʼ ἂν ἡ αὐτὴ οὖσα πῆ
μὲν ὠφέλιμος εἶναι, πῇ δὲ βλαβερά.
46. μέλλει ὅτι ἀντὶ τοῦ ἔοικεν.
47. ὅτι τοῦτο προσέθηκεν, ἐπεὶ κασιγνήτους τοὺς ἀνεψιούς που
λέγει (Il. 15, 545). πάλιν δὲ ὁμογάστριος λέγει, καὶ οὐχ ὡς
Ζηνόδοτος ἔγραφεν ἐκεῖ (Il. 21, 95) “μή με κτεῖνʼ, ἐπεὶ οὐκ ἰογάστριος
Ἕκτορος.”
53. * Ἀρίσταρχος νεμεσσηθέωμεν, διὰ τοῦ θε.
54. *μενεαίνων ὅτι ἀντὶ τοῦ θυμούμενος.
55. *χολωσαμένη ὅτι ἀντὶ τοῦ θυμουμένη.
58. ἡ διπλῆ ὅτι ἀντὶ τοῦ γυναικὸς μαζόν. Ὁμηρικὸν δὲ τὸ ἔθος· “ὣς τὴν μὲν πρύμνην πῦρ ἄμφεπε” (Il. 16, 124).
τοῦτο ἔνιοι τῶν κριτικῶν κατὰ συνωνυμίαν μεταλαμβάνουσι, λέγοντες
ταυτὸν εἶναι γυναῖκα καὶ ἄνθρωπον καὶ θνητὸν, ὡς γίνεσθαι
τοιοῦτον· Ἕκτωρ μὲν θνητὸς, θνητόν τε θήσατο μαζόν· ἄλλοι δὲ
παρειλῆφθαι τὸ γυναῖκα ἀντὶ τοῦ κτητικοῦ γυναικεῖον· τοὺς δὲ
Ἀττικοὺς καὶ Δωριέας τοῖς κυριωτέροις χρῆσθαι ἀντὶ κτητικῶν,
Ἕλληνα στρατὸν ἀντὶ τοῦ Ἑλληνικὸν, καὶ ἄνθρωπον ἦθος ἀντὶ τοῦ
ἀνθρώπινον, καὶ Ἑλλάδα διάλεκτον.
68. *ὡς γὰρ ἔμοιγ᾿ ὅσον ἐπὶ τῇ ἐμῇ κρίσει.
71, 72, 73. ἀθετοῦνται στίχοι γ΄, ὅτι ψεῦδος περιέχουσιν· οὐ γὰρ
72. οὐκ ἀναγκαῖον τὸ η ἄρθρον ἐκδέχεσθαι καὶ δασύνειν· ἔθος γὰρ αὐτῷ ἔσθʼ ὅτε παραλείπειν τὰ ἄρθρα· “ἀλλὰ φίλη μήτηρ” (Il. 21, 276) “μήτηρ μέν τέ μέ φησι” (Od. 1, 215). σύνδεσμος οὖν ἐστὶ βεβαιωτικός· διὸ περισπαστέον.
74. *ὅτι τὸ εἴ ἀντὶ τοῦ εἴθε· διὸ οὐδὲ ὑποστικτέον.
τινὲς τὸ θεων ἐπὶ τοῦ τρέχων ἐξεδέξαντο, μετοχὴν παραλαμβά-
νοντες, καὶ ἐβάρυναν. ἀπίθανον δέ· διὸ περισπαστέον· γενικὴ γάρ
ἐστι πληθυντικὴ ὀνόματος τοῦ θεός.
77. ὦρτο δὲ Ἶρις ἔτι πρὸς τὸ προκείμενον, διὰ τὴν ὁμοιότητα τοῦ
μαρτυρίου.
ὅτι ἐξ ὀνόματος μὴ καλέσαντος τοῦ Διὸς ἡ πρὸς τοῦτο τεταγμένη Ἶρις ὑπακούει, ὥστε καὶ ὅταν ὁ Ἀχιλλεὺς λέγῃ κοινότερον “ἀλλ᾿ ἄγε δή τινα μάντιν” (Il. 1, 62), εὐλόγως οὖν πάλιν ἐρεῖ ὁ Κάλχας (ib. 74) “ὦ Ἀχιλεῦ κέλεαι με.”
78. *Σάμου ὅτι τὴν Σαμοθρᾴκην οὕτως εἶπεν.
80. βυσσόν ἐπεκράτησε τὸ ὀξύνεσθαι τῷ τὰ εἰς ος λήγοντα ὀνόματα
δισύλλαβα, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, δεδιπλασιασμένον
ἔχοντα τὸ σ ὀξύνεσθαι θέλειν, κισσός πεσσός· ἀντιπίπτει
μέσσος.
81. βοὸς κέρας ὅτι οὐ λέγει βοὸς κέρας βοὸς τρίχα, διὰ τὸ
τριχίνην εἶναι τὴν ὁρμιάν. λιναῖς γὰρ ἐχρῶντο· “ἐκ πόντοιο θύραζε
λίνῳ ἐνὶ ἤνοπι χαλκῷ” (Il. 16, 408). οἱ δὲ νῦν οὐδὲ βοείαις χρῶνται,
ἀλλʼ ἱππείαις. λέγοι ἂν οὖν βοὸς κέρας κυρίως· κατεσκεύαζον γὰρ
σύριγγα ἐκ κέρατος βοείου, ἣν παρετίθεσαν τῇ ὁρμιᾷ ὑπὲρ τὸ ἄγκιστρον,
ὅπως μὴ οἱ ἰχθῦς ἀποτρώγωσι τὸν λίνον.
*ἐμβεβαυῖα ἐν ἄλλῳ ἐμμεμαυῖα.
82. κῆρα φέρουσα ἔνιαι τῶν κατὰ πόλεις ἐπʼ ἰχθύσι πῆμα
φέρουσα· ἄτοπον γὰρ ἐπʼ ἰχθύων κῆρα λέγειν.
ὠμηστῇσιν ὡς ὀρχηστῇσιν· προείρηται δέ.
83. *ἀμφὶ δʼ ἄρʼ ἄλλαι γράφεται ἀμφὶ δέ τʼ ἄλλαι.
84. Ἀριστοφάνης τὸ εἴατο δασέως, Ἀρίσταρχος δὲ ψιλοῖ. προείπομεν δὲ περὶ τῆς λέξεως.
85. *ἐν τῇ κατὰ ῾Ριανὸν ὃς τάχʼ ἔμελλεν.
86. ἀθετεῖται, ὅτι περισσός ἐστι· τὸ γὰρ οἷ ἐστὶν αὐτῷ καὶ τὸ ἔμελλεν ἀντὶ τοῦ ἐῴκει συνήθως Ὁμήρῳ· οὐχὶ τῇ Θέτιδι ἔμελλεν ἐν Τροίᾳ φθίσεσθαι.
94. ψιλῶς τὸ ἔσθος καὶ ἐσθής, οὐ μόνον διὰ τὴν συναλοιφῆν,
ἀλλὰ καὶ διὰ λόγον ὃν ἡμεῖς προείπομεν ἀνασκευάσαντες τοὺς ὑπὸ
τῶν πρὸ ἐμοῦ εἰρημένους· τὰ γὰρ φωνήεντα ψιλοῦσθαι θέλει ἐπιφερομένου
τοῦ σ, ὀσφῦς ὀσφραίνεσθαι ἀσφόδελος ἀσφάραγος ἀσχάλλω
ὀσχεός ἴσχω ἰσχύς ἀσθενής ἐσθλός ἄσθμα ἔσθω· οὕτως ἄρα καὶ
ἔσθος καὶ ἐσθής.
97. *εἰσαναβᾶσαι αἱ Ἀριστάρχου ἐξαναβᾶσαι, καὶ αἱ πλείους.
πρὸς τὰ περὶ τοῦ Ὀλύμπου· οὐρανὸν γὰρ νῦν εἰπὼν, ὑποβάς
φησιν “ἤλυθες Οὔλυμπόνδε.” παρʼ ὅσον ἐπουράνιά τινα μέρη ἐστὶ
τοῦ Ὀλύμπου, ὑπὲρ τὰ νέφη διήκοντα.
100. πρὸς τὴν καθέδραν Ἀθηνᾶς καὶ Ἥρας, ὅτι ἑκατέρωθεν τοῦ
Διός. καὶ ὅταν λέγῃ “αἱ δʼ οἶαι Διὸς ἀμφίς” (Il. 8, 444). τὸ
αὐτὸ σημαίνει, Διὸς ἑκατέρωθεν, οὐχ ὥς τινες δέχονται, χωρίς, ἀλλὰ
μόνον καθʼ ἑαυτὰς ἔχουσαι τὰς γνώμας.
104. ὅτι ἄνω εἶπεν εἰς οὐρανὸν ἀϊχθήτην, νῦν δὲ εἰς Ὄλυμπον παραγεγονέναι· αἱ γὰρ κορυφαὶ τοῦ Ὀλύμπου ἐπουράνιοι.
108. ὅτι οὕτως λέγει Ἕκτορος νέκυϊ, οὐχ Ἕκτορι. καὶ ἀλλαχοῦ
“οἰσέμεναι νεκρὸν Ἐλπήνορα” (Od. 12, 10).
109. ὅτι ἐντεῦθεν γέγονεν ἡ προδιασκευή· “ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν.” ἡ δὲ Μασσαλιωτικὴ ὀτρύν συσιν. οὕτως καὶ ἡ Χία.
110. αὐτὰρ ἐγὼ τόδε προϊάπτω Ἀρίσταρχος. καὶ ταυτόν ἐστι
τῷ προϊάλλω.
Ἀχιλλῆϊ προτιάπτω Ἀπολλόδωρος καὶ Ἀρητάδης καὶ Νεοτέλης
καὶ Διονύσιος ὁ Θρᾷξ διὰ τοῦ τ τὴν πρόθεσιν γράφουσι, καὶ δασύνουσι
τὸ ᾱ, ἵνα ᾖ προσάπτω, ἀνατίθημι· οἱ δὲ χωρὶς τοῦ τ ἔγραψαν
καὶ ἐψίλωσαν τὸ ᾱ, ἵνα ταυτὸν ὑπάρχῃ τῷ προϊάλλω, οἷον δίδωμι,
προσπένδω. οὕτως δὲ καὶ Ζηνόδοτος καὶ Ἀρίσταρχος ἐν τοῖς πρὸς
Κωμανόν.
121. ὅτι πάλιν ἐξ Ὀλύμπου λέγει κατιέναι· ἄνω δὲ (97) “οὐρανὸν ἀϊχθήτην.”
122. *ἔνθ᾿ ἄρα γρ. ἐν δʼ ἄρα τόν γε.
124. ὅτι ἅπαξ νῦν ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ (16, 2) τὸ
ἄριστον “ἐντύνοντο ἄριστον.” ἔστι δὲ τὸ πρωϊνὸν ἔμβρωμα· τρεῖς
γὰρ τροφὰς ἐλάμβανον οἱ ἥρωες.
125. *οὕτως Ἀρίσταρχος ἑνικῶς ἐν κλισίῃ.
129. βραχὺ διασταλτέον μετὰ τὸ κραδίην. Πυθαγόρας παραινεῖ καρδίαν μὴ ἐσθίειν, ὅ ἐστιν ἄλυπον καὶ ἀτάραχον διάγειν τὸν βίον.
130, 131, 132. ἀθετοῦνται στίχοι γ΄, ὅτι ἀπρεπὲς μητέρα υἱῷ
λέγειν “ἀγαθόν ἐστι γυναικὶ μίσγεσθαι.” ἔτι δὲ καὶ ἀπάντων
ἀσυμφορώτατόν ἐστι, καὶ μάλιστα τοῖς εἰς πόλεμον ἐξιοῦσι· χρεία
γὰρ εὐτονίας καὶ πνεύματος. καὶ τὸ λέγειν ὅτι ὁ θάνατός σου ἐγγύς
ἐστιν ἄκαιρον. διεσκεύακε δέ τις αὐτοὺς, οἰηθεὶς ἀποκρέμασθαι οὐδέ
τι σίτου. πλῆρες δέ ἐστι, σὴν ἔδεαι κραδίην, οὐδὲ τὸ τυχὸν σίτου
μεμνημένος.
134. ἡ διπλῆ, ὅτι οὕτως εἶπεν ἀντὶ τοῦ ἑαυτὸν, ἑέ. Καλλίστρατος οὖν καὶ Ἀρίσταρχος δασύνουσι τὸ πρῶτον ε τῆς ἀντωνυμίας· τῷ δὲ τόνῳ ὡς ἐμέ.
139. *ἐν ἄλλῳ τῇ εἴη· ὃς δῶρα φέροι.
141. *ἐν νηῶν ἀγύρει ὅπερ δι᾿ ἄλλων λέγει “νηῶν ἐν ἀγῶνι”
(Il. 14, 428).
143. * ὅτι θηλυκῶς τὴν Ἴλιον.
144. *ταχεῖα ὅτι ἀντὶ τοῦ ταχέως.
145. εἴσω ὅτι τοπικῶς ἀντὶ τῆς προθέσεως· θέλει γὰρ εἰπεῖν εἰς
Ἴλιον.
148. *οὕτως διὰ τοῦ ν. οἶον.
150. *ἠδέ γρ. ἤ κε.
151. ὅτι οὕτως εἴρηκεν, νεκρὸν ὃν ἔκτεινεν, ἀντὶ τοῦ ὃν κτείνας
νεκρὸν ἐποίησεν, ὡς ἐπὶ τοῦ “ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος
ἰῷ” (Il. 5, 795).
163. ἐντυπὰς ἐν χλαίνῃ οὕτω φησὶν αὐτὸν κεκαλύφθαι τῇ χλανίδι,
ἐντετυπωμένοις τοῖς ἱματίοις ὅλον τὸ σῶμα, ὥστε μόνον τὸν τῶν
μελῶν τύπον φαίνεσθαι.
ὅτι ἐν ἴσῳ τῷ ἐντυπάδεια, ὥστε διὰ τοῦ ἱματίου τοῦ σώματος τὸν τύπον φαίνεσθαι.
164. ὅτι τὸ τοῖο οὐκ ἔστιν ἀγαθοῦ, ὡς οἱ γλωσσογράφοι, ἀλλὰ θαυμαστικῶς τοιούτου. καὶ ὅτι κόπρος τὰ κόπρια.
165. * ἑῇσι γρ. φίλῃσι.
172. ὅτι ἀπὸ τῶν ὄσσων προορωμένη, καὶ τὸ τόδε τοπικῶς ἀντὶ τοῦ ἐνταῦθα.
174. ὅς σευ ἄνευθεν ἐών ὅτι ἐνταῦθα ὑγιῶς λέγεται, ἐκεῖ δὲ (Il.
2, 27) κακῶς ὑπὸ τοῦ Ὀνείρου πρὸς τὸν Ἀγαμέμνονα.
175. σε κέλευεν ἐκέλευσεν margo ext.
180. *ὅτι νεκρὸν ὃν ἔκτανε.
181. *ἔσω κλισίην ὅτι ἀντὶ τοῦ εἰς κλισίην.
190. *πείρινθα τὸ πλινθίον τὸ ἐπάνω τῶν ἀμαξῶν τιθέμενον.
192. πολλὰ κεχάνδει οὕτως Ἀρίσταρχος, κεχάνδη, διὰ τοῦ η,
ἀντὶ τοῦ κεχάνδει. ἡ δὲ Μασσαλιωτικὴ πολλὰ κεκεύθει.
* Ἀρίσταρχος κεχάνδη.
198. * Ἀρίσταρχος ἄνωγεν ἔξω τοῦ ῑ.
200. *ἀμείβετο Ἀρίσταρχος ἀνείρετο μύθῳ.
202. τὴν κλε συλλαβὴν ὀξυτονεῖ ὁ Ἀσκαλωνίτης, ἡγούμενος τὸ
πλῆρες εἶναι ἐκλέου. οὐκ ἔστι δὲ, ἀλλʼ ἐκλέεο τετρασυλλάβως. καὶ
δῆλον ὅτι εἴτε συγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ βαρεῖα ἡ μετὰ τὴν ὀξεῖαν,
ὀφείλει πάλιν τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα φυλάττεσθαι· οὐδὲ γὰρ
χαρακτὴρ κωλύει. τὸ μέντοι “σὺ δʼ αἴδεο καί μʼ ἐλέησον” (Il. 21
74) καὶ τὰ τοιαῦτα, πρώτης ὄντα συζυγίας τῶν περισπωμένων, ἄλλης ἀναλογίας ἔχεται, ὡς ἐν ἑτέροις εἴρηται.
205. ὅτι ὑποτάσσουσι στίχον ὡς ἐλλείποντος τοῦ λόγου “ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες.” πλείων δέ ἐστιν ἔμφασις μὴ προσκειμένου αὐτοῦ.
206. τὸ ἑξῆς ἐστὶν, εἰ γάρ σʼ αἱρήσει, οὔ σʼ ἐλεήσει· τὰ δὲ ἄλλα διὰ μέσου.
208. αἰδέσεται ὅτι ἀντὶ τοῦ προσδέξεται ὡς ἱκέτην· “μή μιν
ἐγὼ μὲν ἵκωμαι ἰών· ὁ δέ μʼ οὐκ ἐλεήσει, οὐδέ τί μʼ αἰδέσεται” (Il.
22, 123).
210. γεινομένῳ ἐπένησε λίνῳ ὅτι ἐνταῦθα καλῶς κεῖται, ἐπὶ δὲ
Ἀχιλλέως ἐν τῇ Υ (128) οὐκέτι.
212. *ἔχοιμι κατέχοιμι εἰς τὸ ἐσθίειν.
213. Ἀπολλόδωρος καὶ Καλλίστρατος τιτά, ὥστε τρία εἶναι,
ἐπίρρημα τὸ τότε καὶ σύνδεσμον τὸν ἄν καὶ ὄνομα τὸ τιτά. ὁ δὲ
Ἀσκαλωνίτης ἄντιτα παραλαμβάνει, μεταλαμβάνων εἰς τὸ ἀντέκτιτα.
οὕτω καὶ οἱ πλείους, ὁμοίως τῷ ἄτιτα (Il. 14, 484). ἔχεται
μὲν οὖν ἡ κατὰ σύνθεσιν ἀνάγνωσις ἐμφάσεως, καὶ μᾶλλον τοῦ
νοητοῦ· μελλήσει δὲ λείπειν τὸ ἄν ἐν τῇ συντάξει, ἐπιζητοῦντος τοῦ
γένοιτο εὐκτικοῦ τὸ τοιοῦτο. παραφυλακτέον δὲ ὅτι καὶ συλλαβὴ
λείπει ἡ τῑ, τοῦ ἐντελοῦς ὄντος ἀντίτιτα.
214. οὕτως ἐπεὶ οὔ ἑ, ἐπεὶ οὐκ αὐτόν. αἱ δὲ κοιναὶ ἐπεὶ οὔτι.
215. πρὸς τοὺς γράφοντας (Il. 2, 484). “ἔσπετε νῦν μοι Μοῦσαι Ὀλυμπιάδες βαθύκολποι,” ὅτι ἐπὶ βαρβάρων τὸ ἐπίθετον τίθησιν.
πρό οὕτως χωρὶς τοῦ σ. gl. interl.
221. ἢ οἳ μάντιές εἰσι θυοσκόοι καὶ ἐνταῦθα ἀξιοῦσί τινες διαστέλλειν
μετὰ τὸ εἰσί, ὡς καὶ ἐν τῇ A ῥαψῳδίᾳ (62) τὸ γένος, φησὶ,
προειπὼν ἐπιφέρει τὸ εἶδος· “ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν.”
δοκεῖ δέ μοι ἐνθάδε μὴ ἐπείγειν, ἐπεὶ ἐνδέχεται τὸ δεύτερον τοῦ
πρώτου ἐπίθετον εἶναι, μάντεις θύται· καὶ ἄλλως τῶν ἱερέων ἕτεροι
νοοῦνται. θυοσκόοι μὲν οἱ διὰ τῶν ἐπιθυομένων μαντευόμενοι, οἱ ἐμπυρόσκοποι—καλοῦσι
δὲ αὐτοὺς λιβανομάντεις—, ἱερεῖς δὲ οἱ διὰ τῶν
222. ψεῦδός κεν φαῖμεν ὅτι ἐνταῦθα ἁρμοζόντως λέγεται ὁ στίχος,
ὑπὸ δὲ Νέστορος ἐν τῇ B (81) οὐκέτι.
223. βραχὺ διασταλτέον μετὰ τὸν δέ. τὸ γὰρ ἑξῆς, νῦν δὲ εἶμι.
224, 225. ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ μετὰ τὸ αἶσα, ἵνα λείπῃ τὸ ἐστίν, ἢ μετὰ τὸ χαλκοχιτώνων, ἵνα κοινὸν ᾖ τὸ τεθνάμεναι καὶ κατὰ τῶν ἑξῆς.
228. φωριαμῶν Ἀρίσταρχος ὡς κιβωτῶν. καὶ ἔχομεν τῶν δια
τοῦ αμος παρηγμένων ὀνομάτων κανόνας τοιούσδε, πρῶτον μὲν ὡς τὰ
τριβράχεα, μὴ ὄντα ἐπιθετικὰ βαρύνεσθαι θέλει, κάλαμος Πρίαμος.
τὸ ποταμὸς ἐγένετο παρὰ τὸ ποτασμός, καθʼ ὑφαίρεσιν τοῦ σ· τὸ δὲ
ἰταμός ἐπιθετικόν ἐστι. δεύτερον δὲ ὡς τὰ ἔχοντα τὴν ἄρχουσαν
μακρὰν, εἰ μὲν θέσει ᾖ, βαρύνεται, ὄρχαμος Τύρταμος Πέργαμος·
εἰ δὲ φύσει, κύρια μὲν ὄντα βαρύνεται πάλιν, ὡς ἔχει τὸ Πύραμος
Τεύταμος, οὐχ οὕτως δὲ ἔχοντα ὀξύνεται, ὡς ἔχει τὸ οὐλαμός χηραμός.
τούτῳ οὖν τῷ λόγῳ, εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ
τοῦ τὰ φάρη φυλάσσειν ἡ προκειμένη λέξις παρῆκται, ἔσται κατʼ
ὀξεῖαν τάσιν, φωραμός, καὶ πλεονασμῷ τοῦ ῑ φωριαμός. ἡ διπλῆ δὲ,
ὅτι ἐπιθήματα τῶν κιβωτίων τὰ πώματα, καταχρηστικῶς δὲ πίθων
καὶ τῶν ὁμοίων.
229. πέπλος, φᾶροε, χιτών, χλαῖνα διαφέρουσι· πέπλοι γὰρ οὓς περονῶνται μόναι γυναῖκες, οἳ καὶ ἑανοὶ καλοῦνται· χιτὼν δὲ ἀνδρεῖον ἔνδυμα, φᾶρος ἱμάτιον, χλαῖνα τὸ περίβλημα.
πέπλος ὃν περονῶνται γυναῖκες, ὃς καὶ ἑανὸς καλεῖται. || χιτὼν
ἀνδρεῖον ἔνδυμα. || φᾶρος ἱμάτιον ἀνδρῶν καὶ γυναικῶν. || χλαίνη τὸ
περίβλημα τῆς κλίνης.
ὅτι διέσταλκε τὸν πέπλον ἀπὸ τῶν χλαινῶν, καὶ τὰ φάρη ὡς διαπρέποντα τὸν πέπλον οὕτως προσηγόρευσεν.
232. *ὅτι παρέλκει τὸ πάντα.
235. ἐξεσίην δημοσίαν ἔκπεμψιν. δασύνεται δὲ ἡ δευτέρα συλλαβὴ,
παρὰ τὸν ἥσω μέλλοντα.
Ἀρίσταρχος δασύνει τὴν δευτέραν συλλαβήν· παρὰ γὰρ τὸ ἵημι,
φησὶν, ἐγένετο. ἐπιφέρει γοῦν “πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.”
παρὰ δὲ τὸν ἥσω μέλλοντα ἡ ἑσία ἐγένετο καὶ ἡ ἐξεσία
ὡς καὶ παρὰ τὸ θήσω θεσία· “πῆ δὴ συνθεσίαι τε” (Il. 2, 339).
τὸ αὐτὸ καὶ ἐπὶ τοῦ “τῶν ἕνεκʼ ἐξεσίην” (Od. 21, 20). οὕτως
δὲ καὶ Νικίας. Νεοπτόλεμος δὲ ὁ Παριανὸς, λέγων παρὰ τὸ ἐξιέναι
πεποιῆσθαι τὴν λέξιν, οἷον τὴν ἔκπεμψιν, ἀξιοῖ ψιλοῦν. ἄμεινον δὲ τῷ
Ἀριστάρχῳ πείθεσθαι· ἠπίστατο γὰρ ὁ ποιητὴς καὶ τὸν ἥσω μέλλοντα
δασυνόμενον “ἥσω γὰρ καὶ ἐγώ” (Il. 17, 515). παρὰ δὲ τοὺς
μέλλοντας ὁριστικοὺς ἐγίνετο τὰ τοιαῦτα ὀνόματα, οὐ παρʼ ἐνεστῶτας
ἀπαρεμφάτου ἐγκλίσεως· θύσω γοῦν θυσία, ἄξω ἀξία, δώσω δοσία,
προδώσω προδοσία. οὕτως οὖν καὶ παρὰ τὸν ἥσω ἑσία καὶ ἐξεσία.
241. ἢ οὔνεσθʼ ὅτι μοι οἷον μικρὸν καὶ φαῦλον οἴεσθε τὸ συμβεβηκός.
ἡ διπλῆ δὲ, ὅτι οὔνεσθε, ἐκφαυλίζετε καὶ οὐδενὸς ἄξιον
ἡγεῖσθε.
ἢ οὔνεσθʼ οὕτως αἱ Ἀριστάρχου, ἢ ὀνόσασθʼ. ἐμέμψασθε καὶ
ἐξεφαυλίσατε. βούλεται δὲ λέγειν, ἐμοὶ συλλυπησόμενοι καὶ οὐχὶ
ἕκαστος ἴδιον κακὸν νομίζει τὴν Ἕκτορος ἀπώλειαν.
246. *βραχὺ διασταλτέον μετὰ τὸ ἰδεῖν πρὸς τὸ σαφέστερον.
247. δασέως δίεπ᾿, παρὰ τὸ ἕπω δασυνόμενον· οὕτως καὶ Ἀρίσταρχος
καὶ οἱ πλείους. οἷον διὰ τῶν ἀνδρῶν ἐπορεύετο καὶ διίστα
αὐτούς. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως. τὸ δὲ ἔξω ἑκατέροις
δύναται συντάττεσθαι· βέλτιον δὲ τοῖς ἄνω.
251. Ἀλεξάνδρου τοξευθέντος ὑπὸ Φιλοκτήτου, Πρίαμος τὸν
Ἑλένης γάμον ἔπαθλον ἔθηκε τῷ ἀριστεύσαντι κατὰ τὴν μάχην,
Δηΐφοβος δὲ γενναίως ἀγωνισάμενος ἔγημεν αὐτήν. ἡ ἱστορία παρὰ
Λυκόφρονι.
ὅτι ὁμώνυμος ὁ Ἱππόθοος τῷ Πελασγῷ· “Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν” (Il. 2, 840). καὶ ὅτι ἄδηλον πότερόν ἐστι τὸ κύριον ὁ Δῖος ἢ ὁ Ἀγαυός.
253. κατηφόνες ὡς Μακεδόνες. οὕτως Ἀρίσταρχος, καὶ ἄμεινον· θηλυκῇ γὰρ προσηγορίᾳ ὀνειδίσαι τοὺς υἱοὺς ἠθέλησεν, οἱονεὶ κατήφειαι. Κράτης μέντοι κατηφέες γράφει.
257. ὅτι ἐκ τοῦ εἰρῆσθαι ἱππιοχάρμην τὸν Τρωΐλον οἱ νεώτεροι ἐφʼ ἵππου διωκόμενον αὐτὸν ἐποίησαν. καὶ οἱ μὲν παῖδα αὐτὸν ὑποτίθενται, Ὅμηρος δὲ διὰ τοῦ ἐπιθέτου τέλειον ἄνδρα ἐμφαίνει· οὐ γὰρ ἄλλος ἱππόμαχος λέγεται.
264. ἐπιθεῖτε ὡς τὸ διακρινθεῖτε (Il. 3, 302).
269. οὐκ ἦν παρὰ Ζηνοδότῳ οὗτος ὁ στίχος. οὕτως δὲ εἴρηκε κρίκους τινὰς διʼ ὧν αἱ ἡνίαι διείρονται καὶ οἰακίζουσι τοὺς ἵππους.
272. πρώτῃ ὅτι πρώτῃ ἀντὶ τοῦ ἄκρᾳ· “ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ”
(Il. 6. 40).
ἕστορι βάλλον τῷ πεπηγότι πασσάλῳ κατὰ τοῦ ῥυμοῦ καὶ τοῦ
ζυγοῦ, περὶ ὃν τὰ ζυγόδεσμα εἱλεῖται καὶ ὁ κρίκος ἔγκειται.
ἕστορι βάλλον δασέως, ἀπὸ τῆς ἕσεως· τὸν γὰρ βαλλόμενον πάσσαλον
ἐπʼ ἄκρου τοῦ ζυγοῦ νοητέον.
275. διασταλτέον μετὰ τὸ φέροντες πρὸς τὸ σαφέστερον.
277. ἐντεσιεργούς τοὺς ὑποζυγίους καὶ μὴ ψιλῶς νωτοφόρους,
ἀλλὰ τήν τε ἅμαξαν καὶ τὴν πείρινθα ἕλκνοτας, ἅπερ καὶ ἔντεά
φησιν.
282. κῆρυξ ὅτι εἰ μὴ προσέθηκε τὸν στίχον,. οἱ θέλοντες συγχεῖσθαι
τὰ δυϊκὰ παρʼ Ὁμήρῳ, Ἐρατοσθένης καὶ Κράτης, ἔλεγον ἂν
ἐπὶ τῶν ἐννέα Πριαμιδῶν τετάχθαι τὼ μὲν ζευγνύσθην.
292. *ταχύν ἐν ἄλλῳ ἑὸν ἄγγελον.
τὸ ἑξῆς αἴτει δʼ οἰωνὸν δεξιόν· τὰ δὲ ἄλλα διὰ μέσου. ἐγκλιτικῶς ἀναγινώσκουσι τὴν οἱ, ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψίς ἐστιν, ὁμοίως τῷ “ἀλλά οἱ αὐτῷ Σεύς” (Od. 4, 667).
293. ὅτι Ζηνόδοτος γράφει καὶ οὗ. ἔστι δὲ ἀντὶ τοῦ ἑαυτοῦ,
καὶ ἀδιάφορος ὁ λόγος.
*μάλιστα γρ. μέγιστον.
295. * Δαναῶν ταχυπώλων γρ. χαίρων ἐνὶ θυμῷ.
304. ἀθετεῖται, ὅτι παρὰ τὸ σύνηθες αὐτῷ χέρνιβον τὸ ἀγγεῖον
τὸ ὑποδεχόμενον τὸ ὕδωρ, ὡς ἡμεῖς· τοῦτο δὲ αὐτὸς εἴωθε καλεῖν
λέβητα, τὸ δὲ κατὰ τῶν χειρῶν διδόμενον ὕδωρ χέρνιβα. ἔνιοι δὲ
διπλῇ σημειοῦνται ὡς ἅπαξ ἐνταῦθα εἰρημένον.
305. * ὅτι λείπει ἡ παρά.
306. * στὰς μέσῳ ἕρκεϊ ὅτι ἐλλείπει ἡ πρόθεσις, ἀντὶ τοῦ ἐν
μέσῳ ἕρκει στὰς εὔχετο.
310. *ταχύν ἐν ἄλλῳ ἑὸν ἄγγελον.
311. *μάλιστα γρ. μέγιστον.
315. τελειότατον πετεηνῶν ὅτι οὐ τὸν τῷ σώματι τέλειον, ἀλλὰ
τὸν ἐπιτελεστικώτατον.
316. μόρφνον ὡς ὕπνον· καὶ οὕτως ἔχει ἡ ἀνάγνωσις. εἴτε
μορόφονός ἐστιν, εἴτε παρὰ τὴν ὄρφνην ἐσχημάτισται πλεονάσαντος
τοῦ μ κατʼ ἀρχὴν, ἵνα σημαίνηται ὁ μέλας, εἴτε παρὰ τὸ μάρπτω
μάρφνος ἐστὶ καὶ μόρφνος ὁ συλλαμβάνων, ἐξ οὗ σημαίνεται ὁ ταχὺς,
κατὰ πάντα τρόπον ὀφείλει βαρύνεσθαι διά τε τοὺς σχηματισμοὺς
καὶ τὸν χαρακτῆρα. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα, μὴ
ἔχοντα παρασχηματισμὸν θηλυκοῦ γένους, ἔχοντα δὲ πρὸ τέλους τὴν
ορ συλλαβὴν πάντα βαρύνεται, ὑπεσταλμένων τῶν εἰς μος ληγόντων,
οἷον χόρτος φόρτος ὅρκος, ὄρθος τὸ μονογενὲς, πόρνος· οὐ γὰρ θηλυκὸν
αὐτοῦ τὸ πορνή. οὕτως δὲ θέλει καὶ τὸ πτόρθος· οὕτως μόρφνος.
παρεφύλαξα δὲ τὰ εἰς μος διὰ τὸ κορμός φορμός. τὸ μέντοι περκνός
ὀξύνεται ὁμοίως τῷ πυκνός. οὕτως καὶ ὁ Ἀσκαλωνίτης, μεταλαμβάνων
εἰς τὸν μέλανα. καὶ ἐμοὶ δὲ δοκεῖ οὕτως ἔχειν ὑγιῶς, ἐπεὶ
οὐδὲ παραλήγεται τῇ ορ συλλαβῇ, ὡς καὶ τὰ προκείμενα. ὁ μέντοι
Ἀρίσταρχος ἀετοῦ εἶδος, καὶ βαρύνει· ἀλλʼ οὖν γε ἐπείσθη ἡ παράδοσις
τοῖς ὀξύνουσιν.
318. ὅτι δύναται καὶ κατὰ σύνθεσιν εὐκλήϊς, εὐεπίκλειστος, χωρὶς δὲ τὸ ἀραρυῖα· δύναται δὲ καὶ κατὰ συναλοιφὴν, εὖ ταῖς κλεισὶν ἀραρυῖα.
Ἀρίσταρχος ἐϋκλήϊς ὡς ἐϋκνήμις, σύνθετον ποιῶν τὴν λέξιν· οὕτως
καὶ ὁ Ἀσκαλωνίτης. εἰσὶ δὲ διεῖλον, ἐῢ κληῗσ᾿ ἀραρυῖα, οἷς
συγκατατίθεται καὶ Τρύφων, οὐκ εὖ· ἄμεινον γὰρ ἐπιθετικῶς ἀκούειν
καὶ μὴ πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς, λέγω δὲ τὸ τῆς ἐκθλίψεως.
ὃ δέ φημι, τοιοῦτόν ἐστιν, ὡς ὅτι ἐκθλίβεται μὲν τὸ ῑ τῆς
δοτικῆς παρὰ τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ πληθυντικῆς
(“κερκίδʼ ὕφαινε” Od. 5, 62· “χέρσʼ ἐρέται” Od. 13, 115· “καὶ
νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν” Il. 1, 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰς ῑς
ἐκτεταμένον θηλυκῶν· εἰ δʼ ἡ προκειμένη λέξις κρίσεως δεῖται κατὰ
τὴν ἀνάγνωσιν, δῆλον ὅτι συνθέτως ἀναγνωσόμεθα, ὅπως μὴ πληθυντικοῦ
δῶμεν τὴν χρῆσιν παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν
καὶ εἰ τοῦτο,” φησὶ, “δῆλον ὅτι παροξύνεται.”
319. καταχρηστικῶς πτερὰ αἱ πτέρυγες. κυρίως δέ εἰσι πτερὰ τὰ πτίλα.
320. * ὑπὲρ ἄστεος γρ. δι᾿ ἄστεος.
322. *ὁ γεραιὸς ἑοῦ γρ. ὁ γέρων ξεστοῦ ἐπεβήσετο.
329. *πόλεος γρ. πόλιος.
αἱ ὑποστιγμαὶ κατέβαν, ἀφίκοντο· ἡ δὲ ἀνταπόδοσις πρὸς τὸ οἱ μὲν ἄρʼ ἄψορροι (330).
331. πρὸς τὴν συναλοιφὴν, ὅτι ἐν δύο στίχοις· τὸ γὰρ πλῆρές ἐστι Ζῆνα ἐς πεδίον φανέντε.
331, 332. νʼ ἐς πεδίον προφανέντε οὕτως τὴν συναλοιφὴν διεῖλεν
Ἀρίσταρχος, Ζῆ ν᾿, ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θείς.
332. προφανέντε ἐν τῇ Χίᾳ καταβάντε.
337. *ὅτι ἴδῃ καὶ νοήσῃ παραλλήλως ταυτόν ἐστιν.
338. ὅτι οὕτως εἴρηκε Πηλείωνάδε, εἰς Πηλείωνα, ἀντὶ τοῦ
πρὸς Πηλείωνα.
341, 342. ἀμβρόσια, χρύσεια ὅτι ἐνταῦθα ὀρθῶς κεῖνται καὶ ἐπὶ
τοῦ πρὸς Καλυψὼ διαπεραιουμένου Ἑρμοῦ (Od. 5, 44), ἐν δὲ τῇ A
ῥαψῳδίᾳ τῆς Ὀδυσσείας (97) οὐκέτι.
341. οὕτως διὰ τοῦ ο, φέρον gl. interl.
343. τὴν ῥάβδον συσταλτέον κατὰ τὴν πρώτην συλλαβὴν, οὐχ ὅτι παρὰ τὸ ῥάπτω ἐγένετο, ἔνθεν καὶ τὸ ῥαπίζω, ἀλλʼ ὅτι καὶ τὸ ᾱ πρὸ τοῦ β συστέλλεσθαι θέλει, ἁβρός Ἄβδηρος Ἀβαρβαρέα ἐπιγράβδην. οὕτως οὖν ἐχέτω καὶ ἡ ῥάβδος. διὸ τὸ ἄβαλε καὶ κατὰ τοῦτο ἐσημειοῦτο.
344. *ἐθέλει οὕτως Ἀρίσταρχος διὰ τοῦ ε· αἱ δὲ κοιναὶ διὰ
τοῦ η, ἐθέλῃ.
346. *αἶψα δʼ ἄρα Τροίην ἐν ἄλλῳ αἶψα δʼ ἄρ᾿ ἐς Τροίην.
347. *αἰσυητῆρι Ἀρίσταρχος αἰσυμνητῆρι, τουτέστι βασιλικῷ.
οὕτως αἰσυμνητῆρι βασιλεῖ τὴν μορφὴν ἐοικώς. καὶ ἀλλαχοῦ “παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν” (Od. 13, 222).
348. πρῶτον ὑπηνήτῃ μεθόριον ἡλικίας ἀνδρὸς καὶ παιδὸς, ἁβρότερον
μὲν ἢ κατʼ ἄνδρα, γενναιότερον δὲ ἢ κατὰ παῖδα. περὶ τοὺς
τοιούτους ἦν καὶ ὁ Σωκρατικὸς ἔρως. καὶ μύσταξ μὲν αἱ ἐπὶ τοῦ ἄνω
χείλους τρίχες, τὸ δὲ κάτω πάππος, τὸ δὲ ἐξ ἀμφοῖν ὑπήνη, ὡς τὸ
“καὶ μολύνων τὴν ὑπήνην” (Arist. Eq. 1286). οἱ δὲ κοινῶς εἶπον
τὸ γένειον· πρῶτον ὑπηνήτῃ ἀρχομένῳ γενειάζειν.
367. ὀνείατʼ ὅτι οὐ πάντως βρώματα τὰ ὀνείατα, ὡς οἱ γλωσσογράφοι,
ἀλλὰ πάντα τὰ ὄνησίν τινα περιποιοῦντα, ὡς νῦν τὰ δῶρα.
καὶ ὅτι ἄγοντα εἴρηκεν, οὐ φέροντα· οὐ γὰρ αὐτὸς ἐβάσταζεν.
370. * οὐδέν γρ. εἰ δέ κεν. ἡ διπλῆ δὲ ὅτι τὸ δεν παρέλκεται.
*κακά γρ. κακόν.
373. *οὕτως διὰ τοῦ π, οὕτω πη. ἐν δέ τισι διὰ τοῦ δ, οὕτω δή.
374. *ἀλλʼ εἴ τις γρ. ἀλλʼ ἔτι τις.
376. αἴσιον, οἷος δὴ σὺ δέμας οἱ γὰρ εὔμορφοι βασιλικοί τε καὶ
θεῶν ἐνομίζοντο παῖδες.
377. μακάρων δʼ ἔξεσσι ἐκγέγονας, ἢ ἐκ μακάρων ἐσσί. ἐκ γὰρ
τῆς ὄψεως στοχάζεται.
381. ἠέ πη ἐκπέμπεις βέλτιον ἀφʼ ἑτέρας ἀρχῆς τὴν πεῦσιν
γίνεσθαι· ἆρα ἐκπέμπεις;
383. * ὅτι θηλυκῶς τὴν Ἴλιον.
388. ὥς μοι καλά εἰ μὲν θαυμαστικῶς λέγοι τοῦτο, ἀπʼ ἄλλης
ἀρχῆς· εἰ δὲ μὴ, τοῖς ἄνω συναπτέον.
ἔνισπες ὡς ἔδραμες· ἔστι γὰρ ὁριστικὸν ἐκ τοῦ ἤνισπες τὴν ἄρχουσαν
συστείλαντος. τό μέντοι προστακτικὸν πρὸ τέλους ἔχει τὴν
ὀξεῖαν (“σὺ δʼ ἀληθῶς ἐνίσπες” Od. 3, 247), ὁμοίως τῷ ἐπίσχες.
καὶ δῆλον ὅτι ὅπου μὲν τὸ ῑ ἐστὶ τῆς προθέσεως, ὅπου δὲ τοῦ ῥήματος.
τὸ μέντοι ἄνευ τοῦ προστακτικὸν προπαροξύνεται, λέγω δὲ τὸ “νημερτές
μοι ἔνισπε” (Od. 4, 642).
394. *θαυμάζομεν ὅτι ἀντὶ τοῦ ἐθεώμεθα.
395. *κεχολωμένος ὅτι ἀντιφράζει τὸν χόλον τῇ μήνιδι.
299. *ἓξ δέ οἱ γρ. ἓξ δὲ τῷ.
400. * τῶν μέτα παλλόμενος οὕτως τῶν μέτα.
τῶν μέτα ἀναστρέφουσι τὴν πρόθεσιν· ἔστι γὰρ μετὰ τῶν.
418. θηοῖο θηοῖο διὰ τοῦ η, ἀντὶ τοῦ θαυμάσειας. οὕτως αἱ
Ἀριστάρχου.
439. ὀνοσσάμενος μαχέσαιτο οὐδεὶς ἄν σοι μαχεσθείη καταφρονήσας
ἐμοῦ τοῦ παραπέμποντος.
450. δοῦρʼ ἐλάτης κλάδους ἐλάτης· ὄροφος δέ ἐστιν εἶδος
καλάμης.
463. ὀφθαλμοὺς εἴσειμι ἀντὶ τοῦ ἥξω εἰς ὄψιν τοῦ Ἀχιλλέως.
473. καθείατο] Ἀρίσταρχος διὰ τοῦ η.
482. θάμβος οὐδένα γὰρ διαλέγεται ἕως οὗ καθαρθῇ.
512. δώματ᾿ ὅτι καταχρηστικῶς τὰς σκηνὰς οὕτως εἶπεν. Ζηνόδοτος
δὲ στεναχή διὰ τοῦ ε γράφει. ἐκπίπτει δὲ τὰ διὰ τοῦ ε ῥήματα
ἐν τοῖς ὀνόμασιν εἰς τὸ ο, λέγω λόγος, μένω μονή· οὕτως στενάξαι
στοναχή.
514. καί οἱ ἀπὸ πραπίδων ἀθετεῖται· προείρηται γὰρ ἱκανῶς διὰ
τοῦ “αὐτὰρ ἐπεί ῥα γόοιο,” καὶ ἀκύρως τέθειται τὸ γυίων· οὐ γὰρ
οὕτως λέγει πάντα τὰ μέλη, ἀλλὰ μόνον τὰς χεῖρας καὶ τοὺς πόδας.
518. *οὕτως Ἀρίσταρχος, κάκ᾿ ἄνσχεο.
522. ὅτι τὸ ἀπλοῦν ἐστὶν ἕζευ· τούτῳ δὲ ἀνάλογον τὸ σύνθετον
524. *οὐ γάρ τίς τʼ ἄνυσις ἐν ἄλλῳ.
525. ἐπεκλώσαντο εἱμαρμένον ἐποίησαν, ἐπεμοίρησαν. ἀπὸ μιᾶς
Μοίρας εἴρηται τῆς Κλωθοῦς· τρεῖς μὲν γὰρ παραδίδονται Μοῖραι,
Κλωθώ Λάχεσις Ἀτροπος.
527. ὅτι ἐντεῦθεν Ἡσιόδῳ (O. 94) τὸ περὶ τοῦ πίθου μύθευμα, καὶ ὅτι δύο τοὺς πάντας λέγει πίθους. τινὲς δὲ τῶν νεωτέρων ἕνα μὲν τῶν ἀγαθῶν, δύο δὲ τῶν κακῶν ἐδέξαντο.
εἰς παραμυθίαν τοῦ Πριάμου ὁ ποιητὴς εἰσήγαγε τὸν Ἀχιλλέα
λέγοντα ταῦτα, ἐπειδὴ μόνων ἀγαθῶν δωρητικοὺς ἐπίσταται Ὅμηρος
τοὺς θεοὺς, λέγων (Od. 8, 325) “θεοὶ δωτῆρες ἑάων.” ἴδιον γὰρ θεῶν
δῶρον τὸ ἀγαθόν. ζητοῦσι δέ τινες ἀπὸ τούτων τῶν ἐπῶν, πῶς ἐνταῦθα
μὲν ὁ ποιητής φησιν ἐκ θεῶν εἶναι τὰ κακὰ τοῖς ἀνθρώποις, ἐν δὲ τῇ
A τῆς Ὀδυσσείας καὶ αὐτούς φησιν ἐπισπᾶσθαι τὰ κακὰ τοὺς ἀνθρώπους·
“οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε᾿
ἔχουσιν” (34). ῥητέον οὖν ὅτι ἐνταῦθα Ἀχιλλεύς ἐστιν ὁ λέγων ἐκ
θεῶν εἶναι τὰ κακὰ, ἀγνοῶν τὴν ἀλήθειαν· ἐν δὲ τῇ Ὀδυσσείᾳ Ζεὺς,
ὡς σαφῶς ἐπιστάμενος, λέγει τὴν ἀλήθειαν. λύεται οὖν τὸ ζήτημα
προσώπῳ.
528. ὅτι τὸ ἑάων ἀντὶ τοῦ ἀγαθῶν· καὶ τὸ “υἱὸς ἑῆος” (Il. 1,
393) ἀγαθοῦ. διὰ δὲ ἄγνοιαν ὁ Ζηνόδοτος γράφει ἑοῖο. καὶ ὅτι τὸ
ἕτερος ἐπὶ δύο. ἕως δὲ τοῦ δίδωσι βούλονται στίζειν, ἵνα μὴ δύο
πίθοι ὦσι κακῶν καὶ εἷς ἀγαθῶν, ὥσπερ καὶ ὁ Πίνδαρος ἐξεδέξατο·
φησὶ γοῦν “ἓν παρʼ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι.”
ἐχρῆν δὲ τὸ ἐπιμεριζόμενον μὴ οὕτως ἐπενεχθῆναι, κακῶν
ἕτερος δὲ ἑάων, ἀλλʼ ὁ μὲν ἕτερος κακῶν, ὁ δὲ ἕτερος ἀγαθῶν.
532. βούβρωστις κυρίως μὲν ὁ μέγας καὶ χαλεπὸς λιμός· νῦν
δὲ ἀντὶ τῆς μεγάλης ἀνίας καὶ λύπης κεῖται ἡ λέξις. ἔνιοι δὲ βούβρωστιν
τὸν οἶκτον ἐξεδέξαντο.
536. ὄλβῳ δύναται τῇ φρονήσει, εἴγε καὶ ἄνολβος παρὰ Στωϊκοῖς ὁ ἀπαίδευτος. οἱ δὲ τὴν τῶν ἀγρῶν κτῆσιν, παρὰ τὰς ὀλάς.
540. παναώριον οἱ μὲν ἐδάσυναν, ἵνα ἐκδέξωνται τὸν κατὰ πάντα
ἄωρον, οἱ δὲ ἐψίλωσαν, ἐκδεχόμενοι τὸν εἰς πάντα πεφροντισμένον.
ἄμεινον δὲ τὸ πρότερον· τοῦτο γὰρ θέλει σημαίνειν.
544. ὅσσον Λέσβος ἄνω ὅτι τὸ ἄνω ἀντὶ τοῦ ἀνά· καὶ πρὸς τὸ
ἐέργει, ἵνʼ ᾖ ἀνείργει καὶ περιορίζει. τὸ δὲ ἑξῆς, ὅσον Λέσβος
ἀνείργει καὶ διορίζει. περιώρισε δὲ τὴν Πριάμου ἀρχὴν ἐκ μὲν
μεσημβρίας Λέσβῳ, ἐκ δὲ ἀνατολῶν Φρυγίᾳ, ἐκ δὲ ἄρκτων Ἑλλησπόντῳ.
ἕδος ἀντὶ τοῦ οἰκητήριον· ἔκτισε γὰρ τὴν Λέσβον Μάκαρ ὁ Κρινάκου,
καὶ ἐβασίλευσεν αὐτῆς.
545. καὶ Φρυγίη καθύπερθε ὅτι ἑτέρα καθʼ Ὅμηρον ἡ Φρυγία.
οἱ δὲ νεώτεροι συγχέουσιν.
546. * Ἀρίσταρχος σὺν τῷ ν, τῶν σέ.
550. *ὅτι Ζηνόδοτος γράφει ἑοῖο, καὶ ὅτι λείπει ἡ περί.
551. οὐδέ μιν ἀνστήσεις ὅτι οὐ λέγει, οὐκ ἀναστήσεις αὐτὸν, ἂν
μὴ πρότερον κακὸν πάθῃς, ἀλλὰ πρότερον κακὸν πείσῃ ἢ ἀναστήσεις
αὐτόν. τοιοῦτο δέ ἐστι καὶ τὸ “τὴν δʼ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ
γῆρας ἔπεισιν” (Il. 1, 29).
πρὶν κακὸν ἄλλο πάθῃσθα πρὶν ἢ ἄλλο γένηταί σοι κακὸν, οἷον
πολλὰ μὲν κακὰ πάθοις ἂν, ἀναστήσεις δὲ αὐτὸν οὐδαμῶς· τοῦτο
γὰρ ἀδύνατον.
556, 567. πολλὰ τά τοι φέρομεν ἀθετοῦνται, ὅτι ἀνάρμοστοι τῷ
προσώπῳ αἱ εὐχαὶ καὶ ἐπαυτόφωρος ἡ ὑπόκρισις.
557. δασύνει Δίδυμος τὸ ἕασας ἐν πρώτῳ διορθωτικῶν, ὁμοίως
καὶ Ἑρμαπίας, μεταλαμβάνοντες εἰς τὸ ἥδυνας. ὁ δὲ Σιδώνιος
γράφει ἐπεί με πρῶτʼ ἐλέησας. Ἀρίσταρχος δὲ οὐδὲν ἀποφαίνεται,
ἢ μόνον ἀθετεῖ τοὺς στίχους. δύναται δὲ καὶ τὸ ψιλούμενον,
ὥς φησι Τρύφων, καὶ συμφωνεῖ, εἰ μὴ πλῆρές ἐστι κατὰ τὴν
φράσιν, ἔχειν ἀφορμὴν, ὡς ἔτι φθεγγομένου καὶ αλοῦντος τοῦ
Πριάμου τὸν Ἀχιλλέα ἀνθυπαντῆσαι ὑπὸ ὀργῆς κεκινημένον καὶ
τὴν διάλεξιν. “ἀλλὰ τάχιστα λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω, σὺ δὲ
δέξαι ἄποινα πολλὰ τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο καὶ ἔλθοις
ἕασας ἀντὶ τοῦ ἥδυνας, ηὔφρανας. ὅπερ ἀγνοήσαντές τινες ἔγραψαν
ἐπεί με πρῶτʼ ἐλέησας. κέχρηται δὲ καὶ ἐν Ὀδυσσεία· “ἥσατο
δʼ αἰνῶς ἡδὺ ποτὸν πίνων” (Od. 9, 353).
558. οὗτος ὁ στίχος οὐχ εὑρέθη ἐν τῷ παλαιῷ.
565. *ἔξω τοῦ ν ὁ κε σύνδεσμος.
566. *οὐδὲ γὰρ ἄν ἐν ἄλλῳ οὔτε γὰρ ἄν.
*ὅτι οὕτως ἐσχημάτισε τοὺς φύλακας.
οὕτως φυλακούς τῷ τόνῳ ὡς ἀγαθούς προεφέρετο ὁ Ἀρίσταρχος. ἑνικῶς δὲ ὀχῆα· προείρηται γὰρ ὅτι εἷς ἦν, ὃν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί.
φυλακούς Ἀρίσταρχος κατʼ ὀξεῖαν τάσιν προεφέρετο ὡς φρουρούς.
ἔστι δὲ καὶ ὁ λόγος συναγωνιζόμενος τῇ ὀξείᾳ τάσει οὕτως, ὡς τὰ εἰς
κος λήγοντα ὑπὲρ δύο συλλαβὰς, παραληγόμενα τῷ ᾱ, ἐπιθετικὰ
ὄντα ὀξύνεται, μαλακός παρδακός φαρμακός ἀνακός, ἔνθεν ἀνακοῖν,
Διοσκόροιν.
568. * ἐν ἄλγεσι γρ. ἐνὶ φρεσί.
569. μή σε, γέρον ἐγκλιτικὴ νῦν ἐστὶν ἡ σε ἀντωνυμία, καὶ
ἔστι τὸ ἑξῆς οὐδʼ αὐτόν σε. ὁμοίως οὖν ἀναγνωστέον τῷ “μή σε,
γέρον, κοίλῃσιν” (Il. 1, 26). ἐκεῖ μέντοι ἐν διαστολῇ “μὴ σέ γʼ ἐν
ἀμφιάλῳ Ἰθάκῃ” (Od. 1, 386).
574. *ὅτι συγκέκοφε τὸν Ἀλκιμέδοντα Ἀλκιμον εἰπών.
577. * ὅτι τὸν δαῖον ἐπιθετικῶς καλήτορα εἶπεν.
578. * ἐϋξέστου γρ. ἐϋσσώτρου.
579. ᾕρεον δασυντέον. ἔφαμεν γὰρ τὸ περισπώμενον αἱρῶ δασύνεσθαι.
584. χόλον οὐκ ἐρύσαιτο ἔν τισι κότον οὐ κατερύκοι. ἄμεινον δὲ χόλον.
588. ὅτι ἔδει χιτῶνα, εἶτα φᾶρος.
594, 595. πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀθετοῦνται, ὅτι οὐκ ὀρθῶς
ἕνεκα δώρων λέγει ἀπολελυκέναι τὸν νεκρόν. ὑπὸ γὰρ τοῦ Διὸς ἠναγκάσθη,
ἐπεὶ οὐκ ἂν τὴν ὑπὲρ Πατρόκλου τιμωρίαν δώρων ἠλλάξατο.
599. *γρ. ὡς ἐκέλευσας.
602. Νιόβη θυγάτηρ μὲν ἦν Ταντάλου, γυνὴ δὲ Ἀμφίονος, γαμηθεῖσα
δὲ τῷ Ἀμφίονι παῖδας ἔσχε δέκα δύο. ἐπαρθεῖσα, δὲ τῷ
πλήθει τῶν παίδων καὶ τῇ καλλονῇ ὠνείδιζε τῇ Λητοῖ ὅτι δύο μόνους
ἐγέννησεν, Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ ὅτι εὐτεκνωτέρα αὐτῆς
ἐστίν. ἀγανακτήσασα δὲ ἡ θεὸς ἔπεμψεν ἰοὺς τοῖς παισὶν αὐτῆς·
καὶ Ἀπόλλων μὲν τοὺς ἄρρενας ἀναιρεῖ κυνηγετοῦντας ἐν τῷ Κιθαιρῶνι,
Ἄρτεμις δὲ τὰς θηλείας ἐπʼ οἴκου οὔσας. θρηνοῦσαν οὖν τὴν
Νιόβην τὸ τοιοῦτο δυστύχημα Ζεὺς ἐλεήσας εἰς λίθον μετέβαλεν, ὡς
καὶ μέχρι νῦν ἐν Σιπύλῳ τῆς Φρυγίας ὁρᾶται παρὰ πάντων πηγὰς
δακρύων προϊεμένη. ἡ ἱστορία παρὰ Εὐφορίωνι.
604. *υἱέες γρ. καὶ υἱεῖς· διχῶς οὖν.
ἓξ μὲν θυγατέρες ὅτι οἱ νεώτεροι διαφωνοῦσι περὶ τοῦ ἀριθμοῦ
τῶν Νιόβης παίδων· οἱ μὲν γὰρ δεκατέσσαρας, οἱ δὲ εἴκοσι τοὺς
Νιοβίδας λέγουσιν.
605. τοὺς μὲν Ἀπόλλων πέφνεν ὅτι πρὸς τὸ δεύτερον πρότερον
ἀπήντηκεν.
611. λίθους ἀντὶ τοῦ λιθίνους τὰς ψυχὰς καὶ ἀσυμπαθεῖς ἐποίησε
πρὸς τὸ μὴ θάψαι.
613. πρὸς τὴν διαφωνίαν τῶν νεωτέρων. φασὶ γὰρ καὶ αὐτὴν ἀπολελιθῶσθαι, Ὅμηρος δὲ οὔ.
614—617. νῦν δέ που ἐν πέτρῃσιν ἀθετοῦνται στίχοι δ΄, ὅτι οὐκ
ἀκόλουθοι τῷ “ἡ δʼ ἄρα σίτου μνήσατʼ.” εἰ γὰρ ἀπελιθώθη, πῶς
σιτία προσηνέγκατο: καὶ ἡ παραμυθία γελοία· φάγε, ἐπεὶ καὶ ἡ
Νιόβη ἔφαγε καἰ ἀπελιθώθη. ἔστι δὲ καὶ Ἡσιόδεια τῷ χαρακτῆρι,
καὶ μᾶλλόν γε τὸ “ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο.” καὶ τρὶς κατὰ τὸ
συνεχὲς τὸ ἐν. πῶς δὲ καὶ λίθος γενομένη θεῶν ἐκ κήδεα πέσσει;
προηθετοῦντο δὲ καὶ παρ᾿ Ἀριστοφάνει.
616. αἵ τʼ ἀμφʼ Ἀχελώϊον αἵτινες περὶ τὸ ὕδωρ χορεύουσιν, ἤτοι
ἀπὸ τοῦ Ἀχελώου ποταμοῦ τοῦ ἐν Αἰτωλία, ὃς ὠνόμασται ἀπὸ τοῦ
ἄχη λύειν, ἢ ὅτι Ἀχελῷος κοινῶς καλεῖται πᾶν ὕδωρ. ἢ διὰ τοῦ η
Ἀχελήϊον· Ἀχέλης γὰρ ποταμὸς ἀπὸ Σιπύλου ῥέει εἰς τὴν Σμυρναίων
γῆν.
617. * θεῶν ἐκ κήδεα πέσσει τὸ ἐκ πρὸς τὸ θεῶν· τὰ ἐκ θεῶν
κήδεα πέσσει.
624. ὤπτησάν τε περιφραδέως σημειοῦνταί τινες ὅτι Ἡσίοδος
(fr. 234) ἐποίησεν “ὤπτησαν μὲν πρῶτα, περιφραδέως δʼ ἐρύσαντο.”
οὐδεὶς δὲ περιφραδέως ἐξέλκει κρέα, ἀλλὰ μᾶλλον ὀπτᾷ.
628. αὐτὰρ ἐπεὶ πόσιος ὅτι κατακέχρηται τῷ στίχῳ. ὁ γὰρ
Ἀχιλλεὺς ἤδη κεκόρεστο· λέγει γὰρ “νέον δʼ ἀπέληγεν ἐδωδῆς”
(475).
636. *παυσώμεθα οὕτως Ἀρίσταρχος ἀντὶ τοῦ ἀναπαυσώμεθα.
ἀπρεπὲς γὰρ τὸ λέγειν τὸν Πρίαμον ταρπώμεθα.
ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα Ἀρίσταρχος παυσώμεθα, ἀναπαυσώμεθα
δηλοῦν· οὐ γὰρ εὔκαιρον τὸ ταρπώμεθα. ἢ ἐπεὶ μετὰ
ιβ΄ ἡμέρας ἀΰπνους τέρψιν αὐτῷ μέλλει ἐπαγαγεῖν ἡ νύξ.
648. *οὕτως Ἀρίσταρχος στόρεσαν Ἰακῶς.
657. ποσσῆμαρ ὑφʼ ἓν, περισπωμένης οὔσης πρὸ τέλους, ὡς καὶ
ἐν τῷ αὐτῆμαρ καὶ ἐννῆμαρ ἑξῆμαρ. προείρηται δὲ ἤδη περὶ τῆς
λέξεως, ἀλλὰ καὶ ἐζήτητο ἐν ταῖς προτάσεσι. παραιτητέον οὖν τοὺς
κατὰ δάλυσιν ἀναγινώσκοντας.
ἐν ἑτέροις ὁ Ἡρωδιανός φησι, πόσα μέρη ἐστὶ τὸ ποσσῆμαρ; ἓν
γὰρ οὐ δύναται εἶναι, διότι οὐδέποτε πυσματικὸν μέρος λόγου προτάσσεται
ἐν συνθέσει, ἐξῃρημένου τοῦ ποδαπός· ἐπέγκειται γὰρ τὸ
ποῖος τῷ δαπέδῳ. δύο δὲ πάλιν οὐ δύνανται εἶναι· εἰρήκει γὰρ ἂν
πόσα ἤματα. ἀπορουμένου τοίνυν αὐτοῦ κάλλιόν ἐστι λέγειν ἂν εἶναι
μέρος λόγου ὅμοιον τῷ ἐννῆμαρ.
663. * Ἀρίσταρχος μάλα γάρ, οὐ μάλα δέ.
664. ἐννῆμαρ μέν φιλοπενθὲς γὰρ τὸ βάρβαρον· ἢ ἅμα τῇ προφάσει
τῆς κηδείας τὰ πρὸς πολιορκίαν ἑτοιμάζεται.
665. δαινῦτο προπερισπαστέον, ὡς καὶ Φιλοξένῳ δοκεῖ, ἵνα ᾖ ἐκ
τοῦ δαινύατο τοῦ πληθυντικοῦ συναλοιφὴ, ὡς πυθοίατο. ὡς οὖν τοὺς
νέκυας νέκυς ἔφη καὶ τό δαινύατο δαινῦτο, οὕτως ἔχει καὶ τὸ “λελῦτο
δὲ γυῖα ἑκάστου” (Od. 18, 237). οὐδὲν δὲ θαυμαστὸν εἰ πληθυντικόν
ἐστι τὸ δαινῦτο καὶ τὸ λαός ἑνικόν· τῷ γὰρ σημαινομένῳ ἡ
σύνταξις ἐγένετο, ὁμοίως τῷ “ἀγρόμενοι πᾶς δῆμος” (Il. 20, 166).
Φιλοξένῳ δὲ ἀρέσκει ἐν τοῖς εἰς μι λήγουσι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν
εἶναι ἀκολούθως κεκλιμένον.
τῇ δεκάτῃ ὅτι μετὰ τοσαύτας ἡμέρας ἔκαιον καὶ μετὰ τὴν ταφὴν
περίδειπνον ἐποίουν.
671. ἐπὶ καρπῷ χεῖρα γέροντος ἐδεξιώσατο τὸν γέροντα. ἐζήτηται
δὲ πῶς Ἀχιλλεὺς χωρὶς τῶν βασιλέων ἐπαγγέλλεται τῷ Πριάμῳ
ταῦτα ἅπερ ὑπισχνεῖται. ῥητέον οὖν ὅτι Ἀχιλλεὺς τὰ τῶν πολεμίων
ἐπετέτραπτο πάντα, καὶ αὐτὸς εἶχε τὴν ἐξουσίαν πάντων τῶν τοῦ
πολέμου ἀνοχῶν τε καὶ συμβολῶν
676. τῷ δʼ ἂρ Βρισηίς τῷ δὲ Βρισηΐς. margo exter.
697. ἄγον * γρ. φέρον. margo a m. recentissima.
701. *ἑσταότ᾿ Ἀρίσταρχος ἑστεῶτ᾿.
*ἀστυβοώτην ἐπιθετικῶς τὸν κήρυκα, ἀπὸ τοῦ ἐν τῷ ἄστει βοᾶν.
717. *δόμονδε γρ. πόλινδε.
720. ἀοιδοὺς νῦν τοὺς θρηνῳδούς. ἦσαν δὲ οὗτοι Κλεῖτος καὶ Ἐπιμήδης.
722. *οἱ μὲν ἄρʼ ἐθρήνεον ἐν ἄλλῳ οἱ μὲν δὴ θρήνεον.
723. *τῇσιν ἐν ἄλλῳ τοῖσιν.
725. * Ζηνόδοτος νέον ὤλεο.
726. *πάϊς δέ τε ἐν ἄλλῳ πάις δʼ ἔτι.
735. ὅτι ἐντεῦθεν κινηθέντες οἱ μεθʼ Ὅμηρον ποιηταὶ ῥιπτόμενον κατὰ τοῦ τείχους ὑπὸ τῶν Ἑλλήνων εἰσάγουσι τὸν Ἀστυάνακτα.
752. ὅντινʼ ἕλεσκε ἐν ἄλλῳ ὅντινʼ ἔλῃσι.
753. ἀμιχθαλόεσσαν ἤτοι ἀπρόσμικτον, ᾗ ῥᾳδίως οὐ μίγνυται
ὁ ἀπὸ τῆς θαλάσσης, καθὸ ἀλίμενός ἐστιν· ἢ διὰ τοὺς ἐνοικοῦντας
ἀγρίους καὶ θηριώδεις καὶ λῃστρικὸν βίον ἐπανῃρημένους. ἔνιοι δὲ
οὐχ οὕτως, ἀλλὰ τὴν ὀμιχλώδη ἀπέδοσαν.
758. ὅντʼ ἀργυρότοξος Ἀπολλων ἀντὶ τοῦ ὃν συνέβη αἰφνιδίῳ
καὶ ὀξεῖ θανάτῳ τελευτῆσαι.
750. *κατέπεφνεν ἐν ἄλλῳ οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος
καταπέφνῃ.
764. ὤφελλον ὀλέσθαι ὤφελλ᾿ ἀπολέσθαι. margo ext.
765. τόδε εἰκοστὸν ἔτος ψευδές· οὐ γὰρ εἰκοστὸν ἔτος δύναται
εἶναι, ἐξ οὗ εἰς τὸ Ἴλιον ἦλθεν Ἑλένη, εἴγε δεκαετὴς μὲν ἡ τοῦ
θανάτου παρασκευὴ ὁμολογεῖται γεγονέναι, εἰκοστῷ δὲ Ὀδυσσεὺς
ἐνιαυτῷ εἰς Ἰθάκην ἐπανελήλυθεν, πολὺν ἐν τῇ πλάνῃ ἐνδιατρίψας
χρόνον. ῥητέον οὖν ὅτι δέκα ἔτη ἐστρατολόγουν, χειμάζοντες ἐν ταῖς
ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνούμενοι. καὶ γὰρ ἤκουον τὸν
πλοῦτον καὶ τὴν ἰσχὺν τῶν Τρώων πολλὴν οὖσαν. καί τινες δὲ παρῃτοῦντο
τὸν πόλεμον, καὶ διὰ τοῦτο ἐκεῖ καθήμενοι ἐστρατολόγουν.
νῦν δὲ εἰκοστὸν ἔτος ἐστὶν ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης. ἐπὶ δὲ Ὀδυσσέως
τὰ δέκα ἔτη τῆς στρατολογίας οὐκ ἀριθμητέον. λεληθότως δὲ
ἐσήμανεν ὡς οἱ φρόνιμοι τῶν Τρώων πρὸς τιμῆς ἔχειν ἡγοῦντο τὴν
Ἑλένην.
768. *ἐνίπτοι γρ. ἐνίσσοι.
770. *αἰεί γρ. ἦεν.
785. *φαεσίμβροτος ἠώς ἐν ἄλλῳ ῥοδοδάκτυλος ἠώς.
786. δακρυχέοντες ἐν ἄλλῳ ἀχνύμενοι κῆρ.
793. ὀστέα λευκά τινὲς ὄστεα προπαροξυτόνως, ὡς χάλκεα.
ἄμεινον δὲ παροξύνειν.
795. χρυσείην ἐς λάρνακα ὅτι τὴν σορὸν λάρνακα εἶπεν.
4. κύνεσσιν Αἰολέων. In ed. Rom. κυσίν. Αἰολὶς ἡ διάλεκτος.
Sic alibi non raro Αἰολὶς et Ἰὰς intellecto vel addito διάλεκτος, et
numero plurali Αἰολέων, Ἰώνων, Λαμψακηνῶν et alia, vel Αἰολικὸν,
ut ad v. 59. 76.
5. οἰωνοῖσίτε πᾶσι γυψὶ καὶ κόραξι
6. ἐξ οὖ ἀφ᾿ οὗ 10. ὦρσε ψιλοῦται
14. στέμματʼ πληθυντικῶς (cavere vult ne quis pro στέμμα τε
accipiat)
21. ἁζόμενοι δασύνεται· διὸ (διὰ A) τὸ σημεῖον (ση. A). Conf. ad
V. 53, ubi διὸ καὶ τὸ σημεῖον restitui
23. δέχθαι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ
24. ἤνδανε δασύνεται 26. κοίλῃσιν βαθείαις
27. νῦν ἐν τῷ παρόντι καιρῷ
δηθύνοντʼ ἓν μέρος λόγου (cavere vult ne quis pro δὴ θύνοντʼ
accipiat)
δηθύνοντʼ χρονίζοντα, βραδύνοντα
30. Ἀργει διηρημένως
32. ὥς κε νέηαι ὅπως ἂν ἐπανέλθῃς (ἐπανελ A)
34. βῆ ἀποκοπή
πολυφλοίσβοιο ὀνοματοποιία
35. πολλὰ πλεῖστα ἠρᾶθ᾿ ηὔχετο
36. ἠΰκομος παρεμβολή
37. κλῦθι Λαμψακηνῶν (λαμψακινῶν A)
Χρύσην πόλις Τρωϊκή
38. Κίλλαν πολίχνιον τῆς Τρωάδος
Τενέδοιο νῆσος πρὸ τῆς Τροίας
40. πίονα λιπαρά
41. κρήηνον ἐπιτέλεσον
42. τίσειαν τιμωρίαν δοῖεν
44. καρήνων ἐξοχῶν, ἀκρωτηρίων
45. ἀμφηρεφέα κοινή ἐστιν, οὐκ ἔκτασις
46. ἔκλαγξαν ποιὸν ἦχον ἀπετέλεσαν
50. ἀργούς ταχεῖς ἢ λευκούς
51. αὐτοῖσι τοῖς Ἕλλησι
ἐχεπευκὲς ἐφιείς πικρὸν ἐπιπέμπων
52. βάλλʼ ἐτίτρωσκε
53. κῆλα νῦν τὰ βέλη. διὸ καὶ τὸ σημεῖον. Sic correxi quod in
A est ογ καὶ σημεῖ, in ed. Romana ὁτὲ δὲ σημεῖα. Similis annotatio
est ad ὰζόμενοι v. 21. δασύνεται· διὰ τὸ κη. quod διὸ τὸ σημεῖον
scripsi et inter scholia recepi p. 8, 26. Probalilius tamen διὸ καὶ
τὸ σημεῖον, ut in scholio ad 18, 68 vol. 2 p. 145, 1.
54. τῇ δεκάτῃ λείπει ἠμέρς
56. κήδετο ἐφρόντιζε
59. ἄμμε Αἰολικόν
παλιμπλαγχθέντας εἰς τοὐπίσω πλανηθέντας
ὀΐω ὑπολαμβάνω (ὐπολ)α A)
61. εὶ δὴ ἀντὶ τοῦ καὶ γάρ
62. ἢ ἱερῆα ἢ θύτην
63. τʼ ὄναρ συναλιφή. Constans haec est in hoc codice et
requen in aliis scriptura, quam diserte testatur Eustathius p.
1561: init. et relinquenda fortasse grammaticis recenioribus:
v. Thes. vol. 7 p. 201.
64. ἐχώσατο ὠργίσθη
65. ἐπιμέμφεται ἐπιζητεῦ
66. τελείων λελωβημένον γὰρ σὺ θύεται
67. ἀντιάσας ἀπαντήσας, μετασχών
69. εστορίδης πατρωνυμικόν
οἰωνοπόλων ὀρνεοσκόπων
ἔξοχʼ ἄριστος ἐξόχως ἄριστος
70. τά τʼ ἐόντα τὰ ἐνεστῶτα
τά τʼ ἐσσόμενα τὰ γενησόμενα
πρό τʼ ἐόντα τὰ προγεγονότα
71. νήεσσʼ ἡγήσατο νεῶν ἡγεμὼν ἐγένετο
εἴσω ἀντὶ τῆς εἰς προθέσεως (προ A)
72. ἣν ἰδίαν
73. μετέειπεν ἐν αὑτοῖς εἶπεν
75. ἑκατηβελέταο τοξότου
76. ἐγων Αἰολίς όμοσσον Αἰολικόν
77. ἧ μὲν ὁρκικὸν ἐπίρρημα πρόφρων προθύμως
79. οἱ αὐτῷ 82. κότον ὀργήν
85. ὅ τι οἷσθα ὅπερ ἐπίστασαι
86. σὺ μὰ γὰρ μνυμι γάρ σοι
ᾦτε σὺ Κάλχαν ᾧτινι σὺ, ὦ Κάλχαν
88. δερκομένοιο ὁρῶντος ἢ ὁρωμένου
89. ἐποίσει ἐπιβαλεῖ 90. οὐδʼ ἣν Ἀγαμέμνονα ἶπῃς ὑπερβολή
91. πολλὸν κατὰ πολύ
95. οὐδʼ ἀπέλυσε οὺκ ἀπελύτρωσε 97. ἀφέξει παύσει
99. ἄγειν θʼ παράλειψις (παράλιψιω A)
103 ἀμφιμέλαιναι αἱ ἐν βάθει κείμεναι ἢ τεταραγμέναι διὰ τήν
ὀργήν
105. πρώτιστα πρὸ πάντων
κάκʼ ἀσόμενος δεινὸν καὶ ὀργίλον ὑποβλεψάμενος
106. τὸ κρήγυον τὸ ἀγαθόν
109. θεοπροπέων μαντευόμενος
110. σφιν αὑτοῖς τοῖς Ἕλλησιν
113. Κλυταιμνήστρης Ἑλένης ἀδελφή
προβέβουλα προκέκρικα, προτιμοῶ
115. δέμας τὸ σῶμα οὐδὲ φυὴν οὺδὲ τὴν εὐφυίαν
116. καὶ ὡς ὅμως
118. γέρας τιμήυ αὐτίχʼ εὐθέως
119. οὑδὲ ἔοικε οὐδὲ γὰρ πρέπει
120. λεύσσετε ὁρᾶτε, βλέπετε
ὅ μοι ἀποκοπὴ τοῦ ὅτι μοι λλῃ ἀλλαχοὶ
122. φιλοκτεανώτατε φιλοχρηματώτατε
124. ξυνήϊα κοινὰ χρήματα
125. ἀλλὰ τὰ μὲν ἀλλά τινα
τὰδέδασται ταῦτα μεμέρισται
127. πρόες πρόπεμψον 128. αἴ κέ ποθι ἐάν ποτε
129. Τροΐην τρισυλλάβως
131. γαθός γενναῖος περ ἐναντιωματικόν
132. κλέπτε νόρ παραλογίζου τῇ διανοί
134. ἧσθαι καθέζεσθαι 136. ἀντάξιος τῇ ἐμῇ ἀξί
137. δώωσιν τοῦ δῶσι διαίρεσις
138. τεὸν τὴν Βρισηίδα
Αἴαντος Τέκμησσαν Ὀδυσῆος Λαοδίκην
139. ὁ οῦτος ὅν κεν ἐφʼ ὃν ἄν
140. μεταφρασόμεσθα καὶ αὖτις καὶ ἐν ὑστέρῳ βουλευσόμεθα
142. ἐπιτηδὲς ἐπιτηδεῖς, ἔκθλιψις 147. ἥμιν ἐγκλιτέον
148. ὑπόδρα ἰδὼν δεινὸν ὑποβλεψάμενος
153. δεῦρο ἐνταῦθα
155. φθίη πόλις ῦεσσαλίας, πατρὶς Ἀχιλλέως (ἀχἰ)
157. οὔρεα Ἴώνων 159. τιμὴν τιμωρίαν
σοί τε, κυνῶπα ἀντὶ τοῦ (τοῦ om. A) καὶ ὑπὲρ σοῦ, ὦ ἀναιδέστατε
160. οὐδ’ ἀλεγίζεις ὡς ἐχθρῶν σοι
161. ἀπειλεῖς ὑπισχνῇ, λέγεις
162. ᾧ ἔπι ἀναστροφή.
ἐμόγησα ἐκακοπάθησα (ἐκακοπα A)
165. πολυάῖκος πολλὰς ὁρμὰς ἔχοντος
166. διέπουσʼ διοικοῦσʼ
δασμὸς μερισμὸς τῶν λαφύρων δηλονότι
167. ἐγω δʼ ὀλίγον τε φίλον τε ἐμοὶ ἐλάχιστον ἔρχεται καὶ τοῦτο
προσφιλὲς ἡγομμαι
168. ἐπεί κε κάμοαω πολεμίζτων καὶ ταῦτα ἐπὰν κοπιάσω πολεμῶν
169. εἷμι πορεύομαι
173. θυμὸς ψυχὴ ἐπέσσυται ἐφίεται, ἐπιθυμεῖ
174. λίσσομαι παρακαλῶ
176. βασιλήων Ἰος 178. τό τοῦτο
182. ὡς ἔμʼ ἀφαιρέται ὡς παρʼ ἐμοῦ λαμβάνει
186. στυγέῃ εὐλαβηθῇ
187. ἶσον ἐμοὶ φάσθαι ἐξ ἴσης ἐμοὶ λέγειν
δντην ἐξ ἐναντίας
189. διάνδιχα μερμήριξεν διχῶς ἐνεθυμήθη, ἐβουλεύσατο
190. ἤ ὅγε ὅπερ οῦτος 191. ναρίζοι ἀνέλοι
192.ἐρητύσειε ἐπίσχοι (ἐπισχῇ A, ἐπίσχς ed. Rom)
193. ὁ οὖτος ὥρμαινε διενοεῖτο
195. πρὸ γὰρ ἧκε προέπεμψεν
198. οἴῳ-όρᾶτο μόνος γὰρ αὑτὸς τὸν οἰκεῖον δαίμονα καὶ τὴν ἐν
ατῷ φρόνησιν ἑώρα
199. μετὰ δʼ ἐτράπετʼ καὶ περιεστράφη 201. τὸ μινʼ ὡνων.
202. τίπτʼ συγκοπή ἰλήλουθας Ἰώνων
203. ὕβριν νῦν τὸν φόνον ἢ τὴν ὑπερηφανίαν
204. τὸ δὲ ἀντὶ τοῦ ὅπερ δή
205. ἧς ὐπεροπλίσι ταῖς ἰδίαις ὑπερηφανίαις
τάχʼ ταχέως
210. λῆγʼ παύου
213. καὶ ποτέ τοι προαναφώνησες
τρὶς τόσσα πολλάκις τοσαῦτα
214. ὕβριος Ἰος σχεο παύου
216. χρὴ πρέπει σφωΐτερον ὑμέτερον
εἰρύσασθαι φυλάξαι
218. μάλα τʼ ἔκλυον πλέον ἐπακούουσιν
219. κώπ σχέθε λαβῇ ἐπέσχεν
220. δφ πάλιν εἰς τὸ ὀπίσω (εἰἀπίσω A)
ὦσε ὤθησεν, ἐνέβαλεν
222. μετὰ ὅτι ἀντὶ τοῦ (ὦν A) ἐπί. Est non glossema, sed
notatio Aristonici.
223. ἐξαῦτις ἐκ δευτέρου, ἐξ ὑστέρου
ἀταρτηροῖς χαλεποῖς, σκληροῖς
225. οἰνοβαρὲς μέθυσε
κυνὸς ὄμματ’ ἔχων ἀναιδέστατε
κραδίην μετάθεσις
227. λόχονδʼ ἐνέδραν
228. τὸ—εἶναι τὸ ἐν πολέμῳ ἢ λόχῳ εὑρεθῆναι θάνατος νομίζεται
229. ἧ πολὺ λώῖόν ἐστι ἀλλʼ ὄντως δή σοι τοῦτο καλὸν εἶναι
νομίζεται
230. δῶρʼ ἀποαιρεῖσθαι τὰ παρʼ ἄλλων τισὶ διδόμενα δῶρα ἀφαιρεσθαι
231. ὑημοβόρος ὁ τὰ δημόσια κατεσθίων
οὐτιδανοῖσιν οὐδενὸς λόγου ἀξίων, ἀσθενῶν
232. ῇ γὰρ— λωβήσαιο ὄντως γὰρ δὴ, ὦ Ἀγάμεμνον, ἐπὶ τοῦ
παρόντος τὰ ἔσχατα ἐξύβρισας
233. ὀμοῦμαι ὀμόσω
235. τομὴν-λέλοιπεν τὴν ῥίζπν τμηθὲν ἐν τῷ ὄρει κατέλειψεν
238. δικασπόλοι οἱ βασιλεῖς θέμιστας δίκας, νόμους
239. πρὸς Διὸς εἰρύαται παρὰ τοῦ Διὸς λαβόντες φυλάσσουσιν
ὁ δέ τοι οῦτος δέ σοι
240. ῇ ποτʼ Ἀχιλλῆος ὄντως δή (ἐόν δή A) 20 ποτε ἐμοῦ τοῦ
Ἀχιλλέως
242. χρισμεῖν περισπαστέον τὸ χραισμεἵυ
ἀνδροφόνοιο πολεμικοῦ
243. ἀμύξεις κινήσεις, λυπήσεις
245. ποτὶ δὲ σκῆπτρον βάλε γαί) προσέβαλεν δὲ καὶ προσέρρηξεν
τῇ γῇ) τὸ σκῆπτρον διὰ τὴν ὀργήν
247. ἐμήνιε ὠργίζετο 248. ἀνόρουσε ἀνέστη
249. τοῦ καὶ—αὺδή ούῦτινος ἡ φωνὴ ἐπὶ τῆς γλώσσης γλυκυτέρα
μέλιτος κατερρεῖτο
251. ἐφθίαθʼ ἐφθάρησαν
οἵ οἱ πρόσθεν—ἐγένοντο ἀντὶ τοῦ (οὗ A) οἵτινες πρότερον ἐγένοντο
καὶ οἱ ἅμα αὐτῷ τραφέντες
252. ἠγαθέῃ πάνυ θείᾳ
μετὰ—ἄνασσεν ἐν δὲ τῆ τρίν γενεᾷ ἐβασίλευσεν
254. ὧ πόποι φεῦ φεῦ
ἦ μέγα πένθος ὄντως μεγάλη λύπη
Ἀχαΐδα μετωνυμία
255. ἧ κεν γηθήσαι ὄντως ἂν χαρείη
256. κεχαροίατο χαρεῖεν
257. εἰ σφῶῖν εἰ ὑμῶν πυθοίατο μάθοιεν
μαρναμένοιιν μαχομένων
258. οἱ περὶ μὲν βουλὴντῶν ἀντὶ τοῦ (αύ A) οἵτινες διαφέρετε
Ἐλλήνων καὶ ἐν τῷ βουλεύεσθαι καὶ ἐν τῷ πολεμεῖν
259. ἐστὸν ὑπάρχετε
260. ρείοσιν βελτίοσι, κρείττοσι
261. ὡμίλησα συνανεστράφην
ἀθέριζον ἠπείθνυν, ἀπεδοκίμαζον
263. οἶον ὁποῖον
264. καὶ ἀντίθεον καὶ τὸν ἰσόθεον
267. ἔσαν ὑπῆρχον
268. φηρσὶν ὁρεσκῥοισιν θηρσὶν τοῖς ἐν ὅρει διαιτωμένοις
ἐκπάγλως ἐξόχως καὶ φοβερῶς
269. τοῖσιν τοῖς περὶ τὸν Πειρίθοον
μεθομίλεον συνεμάχουν
270. τηλόθεν πόρρωθεν
273. καὶ μέν μευ καὶ μὴν ἐμοῦ
ξύνιεν ἥκουον, ἐπίθοντο
274. ὔμμες Αἰολίς (αἰο A). In ed. Rom. καὶ ὑμεῖς. Αἰολὶς ἡ
διάλεκτος.
275. ἀγαθός περ ἐών καίτοι βασιλεῦς ὑπάρχων ἢ ἀγαθὸς τῇ γνώιμρ
ἀποαίρεο Ἰώνων κούρην 'Τώνων
276. ὡς οἱ πρῶτα ώσπερ αὐτῷ ἐξ ἀρχῆς
277. θέλʼ βούλου
278. ὁμοίης ἴσης ἔμμορε ἔλαχεν, ἔτυχεν
279. ᾧτε ᾧτινι
281. πλεόνεσσιν ἀντὶ τοῦ (τοῦ om. A) πλειόνων
282. τεὸν μένος τὴν σὴν ὀργήν
283. μεθέμεν συγχωρῆσαι μέγα μεγάλως
284. ἕρκος τεχος, περίφραγμα πέλεται γίνετας
286. κατὰ μοῖραν κατὰ τὸ προσῆκον
288. πάντων μὲν κρατέειν πάντων θέλει ὑπερέχειν
289. σημαίνειν προστάσσειν
290. αἰχμητήν πολεμικόν ἔθεσαν ἐποίησαν
293. δειλός ἀσθενής
οὐτιδανὸς οὐδενὸς λόγου ἄήιος
294. ἔργον πρᾶγμα ὑπείξομαι ὑποχωρήσω
295. ἐπιτέλλεο πρόστασσε
296. σήμαινʼ πρόστασσε
οὐ γὰρ-όίω ἐγν γὰρ σὺ νομίζω πεισθῆναί σοι
300. μελαίνῃ βαθείᾳ. ἢ διὰ τὴν πίσσαν (πησσαν A)
301. φέροις λάβοις
302. εἰ δʼ ἄγε μὴν εἴγε μὴν βούλει
303. αἷψα τοι ταχέως σοι
κελαινὸν μέλαν ἐρωήσει περιρρυήσεται
306. ἐπὶ κλισίας ἐπὶ τὰς σκηνάς
307. Μενοιτιάδῃ τῷ Πατρόκλῳ
308. προέρυσσεν καθείλκυσεν
309. ἐρέτας κωπηλάτας ἔκρινεν κατηρίθμησεν
311. ἰσεν ἐκάθισεν ἄγων λείπει τῷ πατρί
312. ὑγρὰ κέλευθα τὴν διὰ θαλάσσης (θαλα A) ὁδόν
314. ἀπελυμαίνοντο ἀπεκαθαίροντο
315. ἔρδον ἔθυον
316. ἀτρυγέτοιο τῆς ἀκαταπονήτου, τῆς πολλῆς, ἣ τῆς ἀκάρπου
317. ἳκεν παρεγένετο 318. τὰ πένοντο ταῦτα ἔπραττον
321. ὀτρηρν δραστικοὶ, σπονδαῖσι
323. ἀγέμεν ἄγειν
325. τό οἱ καὶ ῥίγιον ἔσται ὅπερ αὐτῷ χαλεπὸν γενήσεται
326. προΐει προέπεμπε 327. βάτην ἐπορεύθησαν
328. ἱκέσθην παρεγένοντο 330. ἥμενον καθεζόμενον
331. ταρβήσαντε φοβηθέντες αἰδομένω αἰδεσθέντες
332. οὐδέ τί μιν οὐδέ τι αὐτόν
προσεφώνεον οὺδʼ ἐρέοντο προσεφθέγγοντο οὑδὲ ἀνηρώτων
333. ἧσιν ταῖς ἰδίαις
335. ἇσσον ἐγγύς ἴνʼ παραγίνεσθε
336. προΐει προπέμπει
337. Πατρόκλεις Πάτροκλε ἔξαγε ἔξω τῆς 25 σκηνῆς
338. σφωϊν αὐτοῖς
340. ἀπηνέο χαλεποῦ, σκληροῦ
341. ἀεικέα αἰκιστικὸν, χαλεπόν.
342. ἧ γὰρ ὄντως γάρ ὅγʼ οὖτος, ὁ Ἀγαμέμνων
ὀλοιῇσι ἀλοῇσι, πλεονασμῷ τοῦ ἱ
ὀλοιήσι φρεσὶ θύει ὀλεθρίαις ὁρμαῖς μαίνεται
343. νοῆσαι προνοήσασθαι, ἐνθυμηθῆναι
345. ἐπεπείθεθʼ ἐπείσθη (ἐπίσθη A)
347. τω δʼ αὖτις οὖτοι δὲ πάλιν ἴτην παρεγένοντο
349. λιασθεὶς χωρισθείς
350. πολιῆς διὰ τὸν ἀφρόν οἴνοπα μέλανα
351. ἠρήσατο ηξατο ὀρεγνύς ἐκτείνας
352. μινυνθάδιον ὀλιγοχρόνιον
353. ὄφελλεν ὤφειλεν
ἐγγυαλίξαι ἐγχειρῆσαι (ἐγχειρίσαι A), παρασχεῖν
354. ὑψιβρεμέτης ὁ ἐν ὕψει βροντῶν
οὐδέ με τυτθὸν οὺδὲ ὀλίγον με
356. ἀπούρας ἀφελόμενος, παρὰ τὸ ὁρίζω
358. πατρὶ τῷ Νηρεῖ (νιρεῖ A)
359. καρπαλίμως ταχέως 360. πάροιθʼ ἔμπροσθεν
361. κατέρεξεν κατέψηξεν 362. ἵκετο κατέλαβεν
363. ἐξαύδα ἔξειπε μὴ εῦθε μὴ κρύπτε ἄμφιῶ ἀμφότεροι
364. βαρὺ στενάχων μεγάλα στενάζων
365. οἶσθα ἐπίστασαι τίη τοι τί δή σοι γορεύω λέγω
366. ᾠχόμεθ’ παρεγενόμεθα 367. διεπράθομεν ἐξεπορθήσαμεν
368. εῦ δάσσαντο καλῶς ἐμερίσαντο
373. στέμματʼ ὡς στέμματα
382. ἧκε ἔπεμψεν 383. ἐπασσύτεροι ἐπάλληλοι, πυκνοί
392. κούρην Βισῆος ἀντωνομασία
393. περίσχεο φρόντισον 394. λίσαι λιτάνευσον
396. ἐνὶ μεγάροισιν ἐν τοῖς οἴκοις
397. ὅι’ ἔφησθα ὅτε ἔλεγες
κελαινεφέι τοῦ ὀμβροποιοῦ (sic genitivo casu)
398. ἀμῦναι ἀποστρέψαι
399. μιν Ἰώνων ξυνδῆσαι συν
ἄλλοί οἱ Τιτᾶνες
401. ὑπελύσαο ἐξείλω, ἔλυσας
408. αἴ κέν πως ἐάν πως
409. τοὺς δὲ τοὺς δὲ Ἕλληνας
πρύμνας τὰς ναῦς ἀπὸ μέρους ἔλσαι συνελάσαι
410. ἵνα πάντες ἐπαύρωνται βασιλῆος ἵνα πάντες ἀπολαύσοῦσι
τῆς ἀβουλίας τοῦ βασιλέως, τουτέστιν, ἵνα ἀπόλωνται δι’ αὑτοῦ
412. ἣν ἄτην τὴν ἰδίαν ἀβουλίαν καὶ βλάβην
415. ἀδάκρυτος ἄλυπος καὶ ἀπήμων καὶ ἀβλαβής
416. αἶσα μοῖρα μίνυνθά περ ἐπʼ ὀλίγον
οὔτι μάλα δήν καὶ οὺκ ἐπὶ πολὺν χρόνον
417. ὠκύμορος ταχυθάνατος ὀϊζυρός ἄθλιος, ταλαίπωρος
418. τῷ σε διὸ δῇ σε 424. χθιζὸς διὰ τῆς χθές
426. Διὸς ποτί πρὸς τὸ τοῦ Διός
427. γουνάσομαι λιτανεύσω
430. ἀπηύρων ἀφείλαντο (ἀφήλαντο A). Sic 35 ἐξείλω ad v. 401.
433. ἱστία τὸ ἄρμενον 434. ἱστὸν ἡ κατάρτη
προτόνοισιν τοῖς προτεταμένοις κάλοις
ὑφέντες χαλάσαντες
435. ἐρετμοῖς ταῖς κώπαις 436. εὺνάς τὰ σίδηρα
444. ῥέξαι ἐπιτελέσαι, θῦσαι
447. κλειτὴν ἔνδοξον 448. ἐξείης ἐφεξῆς
449. οὐλοχύτας κριθαὶ μετὰ ἀλῶν μεμιγμέναι
454. μέγα δʼ ἴψαο μεγάλως ἔβλαψας
458. οὐλοχύτας κριθάς
462. ἐπὶ σχίζφς ἀντὶ τοῦ ἐπὶ σχιζῶν
464. ἐπάσαντο ἐγεύσαντο 468. ἐδεύετο ἐνδεὴς ἦν
469. ἐδητύος βρώσεως ἐ ἔρον ἕντο ἐκορέσθησαν
471. νώμησαν διεμέρισαν
472. πανημέριοι διʼ ὅλης τῆς ἡμέρας μολπῇ ὕμνγ, ῴδῇ)
473. παιήονα εἶδὸς ώδῆς
475. καὶ ἐπὶ κνέφας λθεν ἀντὶ τοῦ (οὖ A) καὶ νὺξ ἐγένετο
476. κοιμήσαντο ἀπὸ θέματος τοῦ κοιμν
παρὰ πρυμνήσια παρὰ τὰ ἀπόγεια (ἀπόγια A) σχοινία
477. ἠριγένεια ἡ ἀπὸ τοῦ ὄρθρου γεννωμένῃ
479. ἴκμενον πορευτικόν σὖρον φορὸν ἄνεμον
480. ἱστία τήν ὀθόνην
482. στείρῃ τῆ τρόπιδι (τρόπηδι A)
483. διαπρήσσουσα κέλευθον διαπερῶσα, διερχομένη τὸν πλοῦν
486. ὑψοῦ ἐφʼ ὕψους ἕρματα ἐρείσματα, φυλάγματα
487. ἐσκίδναντο ἐσκορπίζοντο
490. πωλέσκετο ἀνεστρέφετο
491. φθινύθεσκε ἔτηκεν (ἔτικεν A)
492. ἀϋτήν μάχην 493. ἐκ τοῖο ἐ ἐκείνου τοῦ χρόνου
494. ἴσαν ἐπορεύοντο
496. ἀνεδύσετο ἀνέδυ, ἀνῆλθεν
497. ἠερίη ἑωθινή, ὀρθρινή
498. ἄτερ χωρίς ἄλλων θεῶν
499. πολυδειράδος πολλὰς ἐξοχὰς ἔχοντος
501. σκαιῇ ἀριστερὶ
507. ἀπούρας ἀφελόμενος 508. τῖσον τίμησον
509. τόφρα ἐπὶ τοσοῦτον
512. δὴν ἧστο ἐπὶ πολὺν χρόνον ἐκαθέζετο
513. ἔχετʼ ἐκράτει ἐμπεφυυῖα ἐμπλέξασα τὰς χεῖρας
εἴρετο ἀνηρώτα
515. ἣ ἀπόειπʼ ἣ ἀπάρνησαι ἔπι ἔπεστιν
518. ἐχθοδοπῆσαι ἐχθρὸν καταστῆσαι (καταστῆναι Cobetus)
φήσεις ἐφορμήσεις, ὁ ἐστιν ἀναγκάσεις
520. ἡ δὲ καὶ αὕῦτως μʼ αῦτη δὲ καὶ ματαίως (ματέως A) με
521. καί τέ μέ φησι καὶ ἐμὲ λέγει
522. ἀπόστιχε ἀναχώρει 524. ἄγε τοι ἄγε δή σοι
526. τέκιιωρ τέλος, τεκμήριον
παλινάγρετον ὑστερόληπτον, οἱονεὶ μεταμελητόν
οὐδ’ ἀπατηλόν οὐδὲ ἀπατητικόν
527. ἀτελεύτητον ἀπλήρωτον
528. ἦ εἶπεν κυανέρσιν μελαίναις
529. χαται τρίχες ἐπερρώσαντο ἐπεσείσθησαν
530. ἐλέλιξεν ἐκίνησεν, ἔσεισεν
531. διέτμαγεν διεχωρίσθησαν
533. ἑὸν πρὸς πρὸς τὸ ἴδιον 534. σφοῦ τοῦ ἰδίου
537. ὅτι οἱ ὅτι αὐτῷ
538. ἀργυρόπεζα λαμπρόπους· πέζα γὰρ ὁ πούς (ποὺς A)
539. κερτομίοισι νῦν λυπηρὸς
542. κρυπτάδια ὡς διχθάδια φρονέοντα διανοούμενον
543. πρόφρων τέτληκας οὐδέν μοι ἑκὼν λέγεις, ἐὰν μὴ ὑπʼ ἐμοῦ
ἀναγκασθῇς
546. εἰδήσειν μαθήσεσθαι, γνῶναι
547. πιεικὲς πρέπον 548. εἴσεται γνώσεται, μάθοι
550. διείρεο ἀνερώτα μετάλλα πολυπραγμόνει
552. αἰνότατε δεινότατε, ἐπίφοβε
553. καὶ λίην σε πάρος καὶ πάνυ σε ἐν τῷ ἔμπροσθεν χρόνηῳ
554. εῦκηλος ἥσυχος φράζεαι διενόου, ἐβουλεύου
555. αἰνῶς δεινῶς 558. τήτυμον ἀληθές
561. δαιμονίη νῦν κακὴ, φαύλη
αἰεὶ μὲν ὀΐεαι διὰ παντὸς μὲν ὑπονοεῖς
569. ἐπιγνάμψασα πραΰνασα
570. ὄχθησαν ἐστέναξαν διὰ τὴν Ἥραν
573. ἦ δὴ ὄντως δό ἀνεκτά ὑπομονῆς ἄξια
574. εἰ δὴ σφὼ εἰ δἡ ὑμεῖς οἱ θεοί
576. ἦδος ἡδονὸ, ὠφέλεια
577. παράφρμι παραινν, συμβουλεύω νοεούσῃ φρονούσῃ
578. ἐπίηρα νῦν χάριν
581. στυφελίξαι ἀποκινῆσαι, ἀνατρέψαι
582. αθάπτεσθαι καταπραΰνειν, ἐπέχειν
584. ἀναΐξας ἀναστάς 588. εινομένην πληττομένην
589. ἀργαλέος χαλεπός 590. ἀλεξέμεναι βοηθεῖν
591. τεταγών ἐκτείνας
ἀπὸ βηλοῦ θεσπεσίοιο ἀπὸ βηλοῦ θείου, θαυμαστοῦ
593. ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν ἀντὶ τοῦ ἐλειποψύχονν
594. ἔνθα με τότε με 595. μείδησεν ἐγέλασεν
596. κύπελλον ποτήριον
597. ἐνδέξια ἀπὸ τῶν δεξιῶν μερῶν ἀρξάμενος
598. ᾠνοχόει ἐκίρνα 599. ἄσβεστος πολύς
ἐνῶρτο διεγείρειο
600, ποιπνύοντα ἐνεργοῦντα, διακονοῦντα
605. λαμπρὸν φάος ήελίοιο περίφρασις
607. ἧχι ἔνθα, που
ἀμφιγυήεις ἀμφοτέροις τοῖς γυίοις (γύοις A), ὅ ἐστι τοῖς ποσὶ, χωλός
608. ἰδυίῃσι ἐμπείροις πραπίδεσσι φρεσὶ, διανοίαις
4. ολέας ὡς ταχέας 10. ἐπιτέλλω προστάσσω
15. ἐφῆπται ἐπικρέμαται, τοῦτʼ ἐστὶν ἐπίκειται
19. ἀμβρόσιος θεῖος 21. τῖʼ ἐτίμα
23. δαΐφρονος πολεμικὸν φρόνημα ἔχοντος
25. ἐπιτετράφαται ἐπιτετραμμένοι καὶ ὑποτεταγμένοι εἰσίν
μέμηλε διὰ φροντίδος ἐστί
26. νῦν δʼ ἐμέθεν ξύνες ὦκα ἀντὶ τοῦ (οὖ A) τὸ παρʼ ἐμοῦ λεγόμενόν
σοι νόησον
33. ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν ἀλλὰ σὺ τὸ λεχθέν σοι κατὰ νοῦν
ἔχε καὶ μέμνησο
34. μελίφρων ἡδύς ἀνήῃ καταλίπῃ, ἐάσῃ
36. τὰ φρονέοντʼ ταῦτα λογιζόμενον
37. φῇ ἐλογίσατο αἱρήσειν λαβεῖν, πορθήσειν)
38. μήδετο ἐβουλεύετο
39. θήσειν ποιήσειν ἐπʼ ἄλγεα ἐπʼ αὑτοῖς κακά
40. ὑσμίνας μάχας
41. θείη δέ μιν ἀμφέχυτʼ ὀμφή θεία δὲ αὐτὸν εἶχε κληδων, ὁ ἐστιν
ἐμνήσθη τοῦ ὀνείρου (τὸν ὅμηρον A, quod correxit Cobetus)
42. μαλακὸν τρυφερὸν, ἄπαλόν
43. νηγάτεον νεωστὶ κατεσκευασμένον φᾶρος ἱμάτιον
45. ξίφος σπάθη
46. ἄφθιτον αἰεί ἀδιάφθαρτον, αἰώνιον, ὅτι οὺκ ἐδόθη ἐκ τοῦ γένους
ἑτέρῳ
48. προσεβήσετο ἀνέτειλεν
50. αὐτὰρ ὁ ὁ δὲ Ἀγαμέμνων
51. κηρύσσειν ἀγορήνδε βοᾶν, συγκαλεῖν εἰς τὸ συνέδριον
52. μάλʼ ὦκα πάνυ σπουδαίως
53. βουλὴν τὸ προβούλευμα ἵζε ἐκάθιζε
55. πυκινὴν συνετὴν, σώφρονα ήρτύνετο ἐποίησεν
56. κλῦτε ἀκούσατε
ἐνύπνιον ὀνοματικὸν ἐπίρρημμα ἀντὶ τοῦ ἐνυπνίως
58. φυήν φύσιν, τρόπον ἄγχιστα ἔγγιστα
71. ᾤχετʼ ποπτάμενος ἀπήρχετο ταχέως ἀπελθών
ἀνῆκεν κατέλιπεν
73. ἣ θέμις ἐστίν ὡς νενόμισται, ὡς προσῆκόν ἐστιν
74. πολυκλήϊσι πολυκαθέδροις, ἐξ οὗ πολυκώποις
77. ἠμαθόεντος ψαμμώδους, τραχείας
79. ἠδὲ μέδοντες καὶ πρόβουλοι
81. φαῖμεν ἐλογισάμεθα, ὑπελάβομεν
νοσφιζοίμεθα χωριζοίμεθα
84. βουλῆς ἐξ ἧρχε νέεσθαι προήγετο τῆς ἐκ τοῦ προβουλίου
ἐξόδου
85. ἐπανέστησαν ὀρθοὶ ἔστησαν
87. εἷσι πορεύονται ἀδινάων τῶν ἀθρόως πετομένων
88. γλαφυρῆς κοίλης 90. ἅλις δαψιλῶς, πολλαὶ ἅμα
92. βαθείης ὅτοι κοίλης ἢ μακρὶᾶς
93. μετὰ δέ σφισιν ἐν αὑτοῖς δέ
94. ὀτρύνουσʼ παρακελευομένη ἀγέροντο ἠθροίζοντο
95. τετρήχει θορυβώδης ἦν
96. ὅμαδος ἡ ὁμοῦ αὺδὴ, ἢ όπαδος, παρὰ τὴν ὄπα
97. ἐρήτυον κατεῖχον 98. σχοίατʼ ἀπόσχοιντο, παύσαιντο
99. σπουδῇ μόγις
ἐρήτυθεν δὲ καθʼ ἕδρας κατεῖχον ἕκαστος τὸς ἑαυτοῦ καθέδρας
100. κρείων βασιλεύς 101. κάμε τεύχων ἀντιστροφή
106. πολύαρνι πολυθρέμμονι, πλουσίῳ
107. θυέστ’ ἀντὶ τοῦ ῦυέστης
108. ὅγʼ ὁ Ἀγαμέμνων 110. θεράποντες Ἄρηος πολεμικοί
111. μέγα ἀντὶ τοῦ μεγάλως ἐνέδησε ἐνέβαλε
112. σχέτλιος ὁ τοῦ δυσφημεῖν τοῖς ἀνθρώποις αἴτιος.
πρίν ἐν Αὐλίδι
113. εὐτείχεον ὑπὸ Ἀπόλλωνος καὶ Ποσειδῶνος
115. δυσκλέα ἄδοξον Ἀργὸς εἰς τὴν Πελοπόννησον
116. οῦτω που οῦτω δή
μέλλει ἔοικεν, ἀρέσκει φίλον προσφιλές
117. κάρηνα ἀκροπόλεις, ἐ οῦ τὰ βασίλεια
119. καὶ ἐσσομένοισι πυθέσθαι καὶ τοῖς μεταγενεστέροις ἀκοῦσαι,
μαθεῖν
120. μὰφ μάτην τοιόνδε τῇ ἀρετῇ τοσόνδε τῷ πλήθει
121. ἄπρηκτον ἄπρακτον, ἀτέλεστον
πόλεμον πολεμίζειν τὸ σχῆμα παρωνομασία, ut. 9, 75. Frequens
haec in codice scriptura esb pro παρονομασία, de quo dictum est
in Thes. vol. 6 p. 541. Sihiliter ἀντωνομασία ad 1, 392.
122. παυροτέροισι ὀλιγωτέροις πέφανται ἐφάνη
125. ἐφέστιοι αὐτόχθονες πολῖται
129. φημι ὑπολαμβάνω 130. κατὰ πτόλιν κατʼ αὐτὴν τὴν Ἴλιον
131. ἐγχέσπαλοι πάλλοντες καὶ κινοῦντες τὰ δόρατα
132. πλάζουσι πλανῶσι καὶ ἀπείργουσι τῆς πολλῆς προθυμίας
134. βεβάασι παρεληλύθασι 135. σπάρτα σπαρτία, σχοινία
137. εἵατ’ καθέζονται ἐνὶ μεγάροις ἐν τοῖς οἴκοις
ποτιδέγμεναι προσδεχομέναι
138. αὔτως ὁμοίως ἢ ματαίως δεῦρʼ ἐνταῦθα
141. αἱρήσομεν πορθήσωμεν, λάβωμεν
143. μετὰ πληθὺν ἐν τῷ πλήθει
144. μακρὰ ἀντὶ τοῦ μεγάλα
146. ὁρορʼ διήγειρε, διετάραξεν ἐπαΐξας ἐφορμήσας
πατρὸς Διὸς τοῦ θ ἡ τοῦ χ (compendia ἡλίου et χρόνου)
147. βαθν λήϊον μέγα καὶ εὔφορον σιτοφόρον χωρίον
148. λάβρος ἐπαιγίζων σφοδρῶς ἐπικαταπνέων. In Etym. M.
p
ἐπί τʼ ἠμύει ἀσταχύεσσιν ἐπικατακλίνει δὲ τοὺς ἀστάχυας τοῖς
ἀστάχυσι
149. ἀλαλητῷ σῦν θορύβῳ 150. ὑπένερθε ὑποκάτωθεν
151. ἵστατ’ ὑψοῦται
153. οὐρούς ταφροειδῆ ὀρύγματα
154. οἴκαδε ἱεμένων εἰς τὸν οἷκον ἀπιέναι προθυμουμένων
ὑπὸ δʼ ῆρεον ὑφρουν δέ ἕρματα ἐρείσματα, στηρίγματα
155. ὑπέρμορα ὑπὲρ τὸ εἱμαρμένον. ὀνοματικὸν ἐπίρρημα
ἐτύχθη ἐγένετο
157. ὢ πόποι φεῦ παπαῖ (παπαι sine accentu A)
Ἀτρυτώνη ἀκαταπόνητε
164. ἀγανοῖς προσηνέσι, πράοις
ἐρήτυε κάτεχε, κώλυε
165. ἀμφιελίσσας εἰς ἑκάτερα τὰ πλευρὰ στρεφομένας
167. καρήνων ἀκρωτηρίων
169. Διὶ μῆτιν ἀτάλαντον τῷ Διὶ τὴν εὐβουλίαν ἴσον
170. ἐῦσσέλμοιο εὐκαθέδρου
ἐπεί μιν ἄχος ἐπειδὴ αὑτὸν λύπη
173. διογενὲς Λαερτιάδη, πολυμήχανʼ εὐγενέστατε Λαέρτου παῖ,
πολύτεχνε
179. μηδέ τʼ ἐρώει μηδὲ συγχώρει
180. σοῖς δʼ ἀγανοῖς καθὰ καὶ ἄνω χωρὶς τοῦ δὲ συνδέσμου.
182. ξυνέηκε συνῆκεν, ήκουσεν
183. ἀπὸ δὲ χλαῖναν βάλε διὰ τὸ μὴ ἐμποδίζεσθαι αὐτὸν ὑπὸ τοῦ
πλήθους τῶν ἱματίων
184. ὅς οἱ ὀπήδει ὅστις αὐτῷ ἠκολούθει
188. κιχείη καταλάβοι
189. ἐρητύσασκε κατεῖχεν, ἐκώλυεν
190. δαιμόνιʼ βέλτιστε
δειδίσσεσθαι εὐλαβεῖσθαι, φοβεῖσθαι
191. κάθησο καθοῦ ἵδρυε καθέζsσθαι κέλευε
192. σάφα σαφῶς, ἀκριβῶς
οἷος νόος ἀντὶ τοῦ οὺκ οἴδαμεν τί βουλόμενος περὶ φυγῆς ἡμῖν
λέγει
193. ἀποπειρᾶται ἀπόπειραν λαμβάνει
τάχα ταχέως ἴψεται βλάψει
195. μή τι διστακτικόν 196. θυμός ὀργή 197. ὲ αὐτόν
198. ὃν δʼ αῦ ντινα δὲ πάλιν
ἐφεύροι καταλάβοι
199. ἐλάσασκεν ἔπληττεν
ὁμοκλήσασκέ τε καὶ ἠπείλει μεθʼ ὕβρεαως
200. δαιμόνιʼ φαυλότατε
201. ἀπτόλεμος ἄπειρος πολέμου ἄναλκις ἀσθενής
202. ἐναρίθμιος καταριθμούμενος ἐνὶ βουλῇ ἐν ἐκκλησίᾳ
204. οὐκ ἀγαθὸν σὺ συμφέρον πολυκοιρανίη πολυαρχία
207. δίεπε διέτασσε, διώκει
209. ἠχῆ μετὰ ἤχου καὶ κραυγῆς
210. βρέμεται ἠχεῖ, κτυπεῖ μαραγεῦ ἠχεῖ
212. ἀμετροεπής ἐκολα φλύαρος ἐθορύβει
214. σὺ κατὰ κόσμον, ἐριζέμεναι καὶ σὐ κατὰ λόγον καὶ τάξιν τοῖς
βασιλεῦσι φιλονεικεῖν
215. εἴσαιτο ἐφαίνετο 216. αἴσχιστος αἰσχρότατος
217. φολκὸς στραβός ἕτερον τὸν ἕνα
218. συνοχωκότε συμπεπτωκότε
219. φοξὸς ὀξνκέφαλος ψεδνή μαδαρὰ, ἀραιά (ὰρέα A)
ἐπενήνοθε λάχνη ἐβεβλαστήκει τρίχωσις
230. υἶος ἀντὶ τοῦ υἱοῦ
246. ἀκριτόμυθε σαρκαστικόν
269. ἰδών ὀξύνεται· μετοχὴ γάρ ἐστι
270. ἀχνύμενοί περ διὰ τὸ θέλειν ὑποστρέψαι
293. σὺν παρά 302. κῆρες ἔβαν ἐπὶ τοῦ λοιμοῦ
311. στρουθοῖο ἀπὸ τοῦ στερεῖσθαι τοῦ θέειν
355. Τρώων ἀντὶ τοῦ Τρωός
415. πυρὸς λείπει ὑπό θύρετρα In marg. μέλαθρον
418. γαῖαν ἀντὶ τοῦ γαίης
435. δήθʼ ἐπὶ πολὺν χρόνον
λεγώμεθα ἠθροισμένοι ὧμεν
438. ἀγειρόντων ἀντὶ τοῦ ἀγειρέτωσαν
440. ἐγείρομεν ἀντὶ τοῦ ἐγείρωμεν
447. ἐρίτιμον μεγαλότιμον
604. Αἰπύτιον παρὰ τύμβον τοῦ Αἰγυπτίου
739. λώνην ὡς Μεθώνην
765. σταφύλῃ ὁ παροξυθ. (Vocabulo παροξυσμὸς, quod alienum
ab hoc loco est, uitur scholiasta, vol. 2 p. 150, 5. πρὸς παροξυσμὸν
τοῦ Ἀχιλλέως.) In margine διαβήτῃ
798. ἦ μὲν δὴ ήδη μέν 814. Μυρίνης ἅνομα
22. ἐρχόμενον προπάροιθεν ὁμίλου τὸ προπάροιθεν ὁμίλου ἤτοι
τοῖς ἐπάνω προσδοτέον ἢ τοῖς ἑξῆς. Verba ἣ τοῖς ἑξῆς addidi cum
Cobeto, et totam annotationem inter scholia recepi p. 138, 3, in
quibus saepissime monetur aliquid ἢ τοῖς ἐπάνω ἢ τοῖς ἑξῆς προσδοτέον
εἷναι.
35. παρειάς μεταπλασμός. Duplex fuit scriptura, παρειάς et
παρειά, de qua v. scholia et La Roehe Textkr. p. 332.
49. νυόν νύμφην
55. ἐν κονίσι μιγείης ἀντὶ τοῦ ὅταν συνέλθῃς εἰς μάχην
79. πετοξάζοντο τὰ τόξα ἔτεινον
80. τιτυσκόμενοι καταστοχαζόμενοι 83. στεῦται διαβεβαιοῦται
213. ἐπιτροχάδην συντόμως 391. δεινωτοῖσι τετορνευμένοις
121. ἐπιπτέσθαι ἐμπεσεῖν 155. ἕταμνον ἐγὼ δηλονότι
190. ἐπιμάσσεται ψηλαφήσει, ἐφάψεται
212. ἰσόθεος φώς ὁ Μαχάων
242. ἰόμωροι περὶ (ἡ A) βέλη μεμωρημένοι, ἐπιπόνως ἀναστρεφόμενοι
οὔ νυ σέβεσθε οὺκ ἐντρέπεσθε 274. νέφος μεταφορά
282. πεφρικυῖαι πεπυκναωμέναι
289. θυμός πέσοι. Referendum ad γένοιτο
308. οἱ πρότεροι οἱ πάλαι 334. πύργος τξ ἄνδρες
338. ὦ υἱὲ ετεῶο τὸν Μενεσθέα
345. ἠδὲ κύπελλα λείπει τὸ ἐστί
359. περιώσιον περιττὸν, ὑπερέχον, περισσῶς
384. ἐπὶ Τυδῆ τὸ ἐπὶ περιττόν (subscriptum versui qui paginae
ultimus est)
403. υἱὸς Καπανῆος ὁ Σθένελος
433. πολυπάμονος πολυκτήμονος
435. μεμακυῖαι μηκώμεναι (in margine interiore)
483. εἱαμενῇ ποώδει τόπῳ 511. ἀνασχέσθαι ὑπομεῖυαι
23. ἔρυτο ψιλοῦται
24. ἀκαχήμενος Αἰολικόν
29. πᾶσιν ἀντὶ τοῦ πάντων
60. Ἁρμονίδεω ὄνομα
133. ἡ μὲν ἄρʼ ὣς εἰποῦσ’ ὡς ἄρα φευνήσασʼ (varia lectio)
162. πόρτιος νέας ἣ τελείας 187. κιχήμενον ἐπιτυχόν
199. ἐμβεβαῶτα ἐμβεβηκότα, οὕτως Ἀρίσταρχος
203. εἰλομένων συστρεφομένων, πολεμούντων
205. πίσυνος πεπιστευκὼς, τεθαρρηκώς
208. ἔσσευα ῥυῆναι ἐποίησα 209. ἀγκύλα ἐπικαμπῆ
211. Τρώεσσι ἀντὶ τοῦ τῶν Τρώων
212. κε σύνδεσμος
214. ἀλλότριος φώς πολέμιος ἀνήρ
218. μὴ δʼ οῦτως μὴ οῦτως λέγε
219. πρίν γʼ ἐπὶ νω τῷδʼ ἀνδρί πρὶν ἡμᾶς κατὰ τοῦδε τοῦ ἀνδρός
223. κραιπνὰ ταχέως
224. τῷ καὶ νῶϊ διὸ καὶ ἡμᾶς εἰς τήν πόλιν σώσουσι
226. σιγαλόεντα λαμπρὰ, ποικίλα
227. μάχωμαι τῆς φροντίδος τῆς περὶ αὑτούς
233. δείσαντε φοβηθέντε ματήσετον μάτην τι πράξιωσι
240. ἐμμεμαῶτʼ προθυμούμενοι ἔχον ἠλαυνον
245. ἀπέλεθρον ἀμέτρητον
247. ἀμύμονος μεγαλήτορος
249. ἐφʼ ἵππων ἐπὶ τοὺς ἵππους
252. μή τι φόβονδʼ ἀγόρευʼ μηδαμῶς περὶ φυγῆς λέγε
253. γενναῖον ἐκ γένους παρεπόμενον
ἀλυσκάζρντι φεύγοντι 254. ἔμπεδον ἑδραῖον, βέβαιον
257. πάλιν εἰς τοὐπίσω αῦτις πάλιν
258. εῖ γʼ σῦν ἕτερος ἀντὶ τοῦ εἰ μὴ ἄρα ὁ εἶς
264. μετʼ ἀντὶ τοῦ πρός
267. ὑπʼ ἠῶ τʼ ἠέλιόν τε ὑπὸ τὸ φῶς τοῦ κόσμου τούτου
270. γενέθλη γέννα 271. ἀτίταλʼ ἀνέτρεφεν
272. μήστωρε τοὺς φυγὴν ἐμποιοῦντας τοῖς πολεμίοις
278. ἦ ἀντὶ τοῦ ει 280. δολιχόσκιον τὸ μακροπόρευτον
281. διαπρὸ διʼ ὅλου
282. πταμένη διελθοῦσα πελάσθη προσήγγεσεν
284. βέβληαι κενεῶνα τέτρωσαι παντελῶς κατὰ τὴν λαγόνα
283. αἵματος ἇσαι Aρηα τοῦ αἵματος κορέσαι τὸ καρτερικὸν καὶ
πολεμιστήριον δόρυ
292. πρυμνὴν κατωτάτην
295. αἰόλα ποικίλα παμφανόωντα πάνυ λάμποντα
παρέτρεσσαν διὰ δέος ἔφυγον
298. ἐρυσαίατο ἑλκύσειαν 302. σμερδαλέα φοβερά
ἰάχων κράζων
307. πρὸς δʼ ἄμφω ῥῆξε τένοντε πρὸς δὲ καὶ ἀμφότερα ἀπέρρηξε
τὰ κατατεινόμενα νεῦρα
308. ῥινὸν τὸ δέρμα 309. γνὺξ ἐριπων ἐπὶ γόνυ πεσών
313. ἥ μιν ὅτις αὐτόν βουκολέοντι βοῦς νέμοντι
314. ἐχεύατο περιεβάλετο
315. φαεινοῦ πτύγμʼ ἐκάλυψεν ἀντὶ τοῦ διπλῷ τῷ πέπλρ ἑαυτὸν
ἐσκέπασεν
318. ὑπεξέφερεν ἠρέμα ἐξέφερεν 321.ἠρύκακε κατέσχεν
322. νόσφιν ἀπὸ φλοίσβου χωρὶς (χ A), ἔξω τῆς μάχης
326. ἄρτια ὑγιῆ, ἡρμοσμένα
328. σιγαλόεντα τὰ λαμπρά
329. Τοδείδην μέθεπε κατόπιν Διομήδους ἐδίωκεν, ἐπορεύετο
330. Κύπρον ἐπῴχετο ἐπʼ Ἀφροδίτην ὥρμα (νόρμα A)
334. ὀπάζων νῦν κατόπιν διώκων
335. ἐπορεξάμενος ἐπεκτείνας
748. ἐπεμαίετʼ ἐφήπτετο 752. ἵππους ἀντὶ τοῦ τῶν ἵππων
787. κάκʼ ἐλέγχεα ἐλέγχεα ὡς τείχεα· σὺ γὰρ νῦν ἐπιθετικόν
836. ἐμμαπέως προθύμως 882. μαργαίνειν μανιωδῶς διακεῖσθαι
26.ἡ δʼ ἡ Βαρβαρέ) 51. ἔπειθεν ὄρινεν
128. εἰ δέ τις ἀθανάτων γε κατʼ οὺρανοῦ εἰλήλουθας συναπτέον
ὅλον τὸν στίχον
159. ἐδάμασσεν τὸ τοῦ Προίτου
180. θεῖον γένος τεράστιον 181. χίμαιρα αἴξ
237. ὡς ἀντὶ τοῦ ὅτε πύργον καὶ φηγόν
337. παρειποῦσʼ παραινέσασα 348. ἀπόερσε ἀπέπνιξε
353. ἐπαυρήσεσθαι τῆς ἰδίας ἀνοίας δῆλον ὅτι
400. νήπιον αὕταως οῦτως ὡς οἱ παῖδες
417. ἐξενάριξε ἐσκύλευσε 419. σῆμʼ ἔχεεν καὶ τάφον ἔχωσεν
446. ἀρνύμενος ἀντὶ τοῦ περικτώμενος
466. ὀρέξατο ἀντὶ τοῦ ἐλάβετο 477. ἀρι ἐνί
493. ἐμοὶ δὲ μάλιστα, τοὶ ἀντὶ τοῦ πλέω πάντων τῶν ἐν Ἰλίῳ
499. γόον ἀντὶ τοῦ ἐγόων, συνεστάλη
510. ἀγλαίηφι πεποιθώς ἀντὶ τοῦ ἀγλαΐηφι πεποιθότα
522. ἐπεὶ ἄλκιμός ἐσσι ἀλλʼ ἐπεὶ ἄλκιμός ἐσσι, ἑκων μεθιεῖς
Η. (7)
90. ὅν ποτʼ ἀριστεύοντα γρ. καὶ ὅντιν’ ἄριστον
171. διαμπερές τοῦ κλήρου διὰ πάντων ἐρχομένου, ἀντὶ τοῦ πάντες
336. χεύομεν ποιήσομεν 337. ἄκριτον μέγαν
410. πυρός ἀντὶ τοῦ πυρί μειλισσέμεν τιμᾶν, κηδεύειν
431. ἐπενήνεον ἐπεσώρευον
433. ἀμφιλύκη νύ ὁ βαθὺς ὄρθρος
434. κριτός ἄριστος ἐπιλεγόμενος
437. εἶλαρ φυλακὸ, ὀχύρωμα 444. θηεῦντο ἐθαύμαζον
22. μήστωρʼ ἐργάτης τῶν κατὰ τὴν μάχην ἔργω ἔμπειρος
25. ῥίον τὸ ἀκρωτήριον τοῦ ὅρους
26. μετήορα μετέωρα ἐφʼ ῦψους
πάντα γένοιτο τὰ δέ κʼ αὖτε ἡ γῆ καὶ ἡ θάλασσα φησίν
27. περί τʼ εἰμί διαφέρω τῇ δυνάμει
32. εὖ νυ καὶ ἡμεῖς σαφῶς δὴ καὶ ἡμεῖς
34. οτον μόρον, θάνατον 39. θυμ ὀργῇ
40. πρόφρονι τὸ ἐκ φρονήσεως καὶ διαθέσεως
ἐθέλω δέ τοι ἤπιος εἷναι εἰρωνεύεται αὑτήν
41. τιτύσκετο ὑπεζεύγνυεν τάῷ ἅρματι, ἡτοίμαζε
42. ὠκυπέτα ταχεῖς ἐθείρῃσιν θριξίν
50. κατὰ δʼ περὶ δʼ
53. δεῖπνον ἕλοντο ἠρίστησαν
57. πρό-πρό ὑπέρ-ὺπέρ
87. παρηορίας ὡς παρηγορίας
103. ὀπάζει διώκει, καταλαμβάνει
108. μήστωρε ὡς ἐπὶ τῶν ἵππων
114. Εὐρυμέδων ὀνομα 164. ἔρρε κακὴ γλήνη φθείρου ὡς
κόρη ἄνανδρος
166. δαίμονα μόρον 190. ἣ ἐμοί ἥπερ ἐμοί
428. ἐῶ ἐπιτρέπω 439. δίωκε ἤλαυνε
441. λτα ἀντὶ τοῦ λιτόν
558. ὑπερράγη ἡπλώθη
563. εἵατο πεντήκοντα ὑπῆρχον (legebat σέλᾶ)
1. ὣς οἱ μὲν Τρῶες οῦτω μὲν οἱ Τρῶες ἐφύλασσον
2. θεσπεσίη θεία, πολλή ἔχε ἐκράτει
φύζα φυγή κρυόεντος φρικτοῦ καὶ φοβεροῦ
3. ἀτλήτῳ ἀνυπομονητηῳ βεβολήατο συνείχοντο
7. κορθύεται κορυφοῦται καὶ αὔξεται
φῦκος ἔχεναν βρύον ἐξέβρασεν
8. ἐδαίετο ἐσκορπίζετο
10. φοίτα πειήει (τίει A)
11. κλήδην καλοῦντας, κηρύσσοντας
ἕκαστον τῶν ἀρίστων δηλονότι
13. τετιηότες ἐκπεπληγμένοι, λελυπημένοι
15. δνοφερόν μέλαν
30. δήν πολλῷ χρόνῳ τετιηότες λυπούμενοι
32. ἀφραδέοντι ἀσυνετοῦντι 33. ἢ θέμις ἐστίν ὡς νόμος ἐστίν
35. φᾶς ἔμεν εἰπων εἶναι
48. τέκιιωρ τέλος
58. ὁπλότατος νεώτερος γενεῆφιν λείπει ἡ ἐκ
πεπνυμένα βάζεις φρόνιμα λέγεις
63. ἀθέμιστος ἄδικος, ἄνομος ἀνέστιος ἄοικος
67. παρὰ ἀντὶ τοῦ περί
75. βουλὴν βουλεύσ) παρωνομασία 76. πυκινῆς συνετῆς
78. διαρραίσει διαφθερεῖ 80. ἐσσεύοντο ἐξήεσαν
91. οἱ δʼ ἐπʼ ὀνείαθʼ οἱ δὲ ἐπὶ τὰ ἕτοιμα βρώματα ἐξέτεινον τὰς
χεῖρας καὶ ήσθιον
93. ὑφαίνειν κατασκευάζειν
106. ἐξέτι τοῦ ὅτε ἀπʼ ἐκείνου τοῦ χρόνου ἕως τοῦ νῦνp
109. ἀπεμωθεόμην ἀπηγόρευον
119. λενγαλέησι δίνας ὀλεθρίας
123. αἴθωνας τοὺς πρὸς πῦρ ἐπιτηδείους
124. πηγοὺς εὐπαγεῖς, εὐτραφεῖς ἀθλοφόρους γενναίους
125. ἀλήϊος πένης, ἄπορος
126. ἐριτίμοιο μεγαλοτίμου
127. ἠνείκαντο περεποιήσαντο
137. ἅλις δαψιλῶς, ἱκανῶς
νηησάσθω πληρωσάτω, σωρευσάσθαω
138. δατεώμεθα μεριζώμεθα ληΐδ’ τὰ λάφυρα
41. οὖθαρ γόνιμον, λιπαρόν
143. θαλίῃ ἐνὶ πολλῇ ἐν πολλῇ εὐωχίς
153. νέαται γρ. καὶ ναέται
155. δωτίνῃσι δωρεαῖς
158. δμηθήτω δαμασθήτω, ὑπειξάτω
167. ἐπιόψομαι ἐπιλέξομαι
172. Διί ἀντὶ τοῦ Δία ἀρησόμεθʼ εὐξόμεθα
173. ἑαδότα ἀρέσκοντα
188. ἐξ ἐνάρων ἐκ τῶν σκύλων
189. κλέα δόξας 190. ἧστο ἐκαθέζοντο
197. ἧ φίλοι φίλοι δή 198. σκυζομένῳ ὀργιζομένῳ
199. προτέρω εἰς τοῦμπροσθεν, προσωτέρν
203. ζωρότερον ἀκρατότερον, τινὲς θερμότερον, παρὰ τὴν ζέσιν
206. κρεῖον ἀγγεῖον 208. σιάλοιο λιπαροῦ
209. τῷ ἐν ὅσῳ ἔχεν ἐκράτει
214. κρατευτάων τοῶν βάσεων
220. θυηλάς τὰς ἀπαρχάς 221. ὀνείαθʼ βρώματα
228. ἐπηράτου ἐπιθυμητῆς 230. ἐν δοιῇ ἐν δισταγμῷ
231. δύσεαι ἀλκήν ἀναλάβῃς (ἀναλάβεις A) τὴν δύναμίν σου
232. αὖλιν ἔθεντο τὸν αὐλισμὸν ἐποίησαν, ἐστρατοπεδεύσαντο
245. αἴσιμον πεπρωμένον
247. εἰ μέμονας εἰ σπουδάζεις, εἰ προθυμεῖς
268. ἐριτίμοιο πολυτίμου
310. κρανέω. τελειώσω
321. περίκειται περισσόν τί ἐστιν
324. μάστακʼ τροφὴν
355. ἔμιμνε ἅπαξ ἔμεινε 358. νηήσας σωρεύσας
375. ἤλιτεν ἥμαρτεν 376. ἐξαπάφοιτʼ ἀπατήσει
381. Ὀρχομενόν πόλις τῆς Βοιωτίας
ποτινσσεται ἀνάκειται
422. ἀπόφασθε ἀποφήνατε
441. ἀγορέων ὑημηγοριῶν τελέθουσιν ὑπάρχουσι, γίνονται
445. ὑποσταίη ὑπόσχοιτο 446. ἀποξύσας ἀφελῶν
452. ἐχθήρειε ιισήσειε 454. στυγεράς φοβεράς
453. ὀϊσθείς ὑπονοήσας
455. ἐφέσσεσθαι ἐπικαθεσθῆναι 462. ἔνθʼ ἐξ ἐκείνου
465. ἔται ἑταῖροι, πόλτοι, κατὰ ἀποκοπήν
466. ἴφια ἰσχυρὰ, εὐτραφῆ ἕλικας μελαίνας
468. εὑόμενοι φλογιζόμενοι
469. κεράμων πίθων μέθυ σἶνος
470. εἰνάνυχες ἐπὶ ἐννέα νύκτας
472. εὐερκέος ἀσφαλῆ περιβολὴν ἐχούσης
475. πυκινῶς ἐπιμελῶς, ἀσφαλῶς
484. ἐσχατιήν τὰ ἔσχατα μέρη
487. πάσασθαι γεύσασθαι, φαγεῖν
489. ὄψου προσφαγίου 490. κατέδενσας κατέβρεξας
491. ἐν νηπιέῃ ἀλέγεινῇ ἐν τῇ χαλεπῇ παιδοτροφίι
493. ὅ μοι διότι μοι ἢ ἐπειδή , ἐξετέλειον ἐξετέλεσσαν
504. μετόπισθʼ Ἄτης μετὰ τὸ βλαβῆναί τινα
505. σθεναρή ἰσχυρά 506. φθάνει ἐκτατέον διὰ τὸ μέτρον
515. ὀνομάζοι λείπει φέρειν
526. δωρητοί δώροις πειθόμενοι
παραρρητοί τʼ καὶ λόγοις ὁμοίως πειθόμενοι
534. οἱ αὐτῦ 535. ῥέξʼ ἐπετέλεσʼ
540. ἔθων ἐξ ἔθους κατατρέχων καὶ βλάπτων
554. οἰδάνει εἰς ὕψος αἴρεσθαι ποιεῖ
555. Ἀλθαίη μήτηρ Μελεάγρον
557. Εὐηνίνης Ἄρεως παῖς 558. Ιδεω τοῦ Ἴδου
562. ἐπώνυμον ἀντὶ τοῦ φερώνυμον 503. οἵτον συμφοράν
565. πέσσων πεπαίνων, παρηγορνν, συνέχων
569. ἐπαινήν φοβεράν 570. πρόχνυ ἐκ γόνατος
571. ἠερόφοιτις ἀόρατος
572. ἐξ Ἑρέβεσφιν ἐκ τοῦ σκότους
ἀμείλιχον ἰπηνὲς, σκληρόν
580. ψιλὴν ἄροσιν τὴν ἄδενδρον χώραν
586. κεδνότατοι προσφιλέστατοι
588. πύκα συχνῶς, ἐπιμελῶς
589. ἐνέπρηθον ἔκαιον 593. ἁλώς πορθηθείη
593. ἀμαθύνει κατὰ μικρὸν δαπανᾷ
601. φίλος Ἀττικῶς φίλε (φίλος A) 609. ἀϋτμή ζωή
615. κήδειν λυπεῖν, βλάπτειν
616. μείρεο μερίζου
621. πυκινὸν λέχος πυκνὸν ἱμάτιον
622. μεδοίατο φροντίσαιεν 626. κρανέεσθαι τελειωθήσεσθαι
631. ἧ μιν ᾗτινι αὐτόν
632. νηλής ἀνηλεής 638. ἔνθεο ποίησον
640. αἴδεσσαι αἰδέσθητι ὑπωρόφιοι ὑπὸ τὴν αὑτὴν στέγην
645. ἐείσαο ἔδοξας 646. οἰδάνεται πληροῦται ὑπὸ ὀργῆς
647. ἀσύφηλον ἀδούλευτον, ἄτιμον
649 ἀπόφασθε ἀπαγγείλατε 650. μεδήσομαι πρόνοιαν ποιήσομαι
653. σμῦξαι κατακαῦσαι 668. Σκῦρον πόλις ρυγίας
αἰπεῖαν ὑψηλήν Ἐνυῆος υἱὸς Διονύσου
671. ἀνασταδόν ἀναστάντες
673. πολύαινʼ πολλοῦ ἐπαίνου ἄξιε
675. ἀπέειπε ἀπηγόρευσε 682. ἠπείλησεν διορίσατο, εἶπεν
685. δήετε εὑρήσετε τέκμωρ τέλος
687. ὑπερέσχε ὑπερασπίζει 689. πεπνυμένω φρόνιμοι
695. δήν ἐπὶ πολύ τετιηότες λυπούμενοι
700. νῦν αὖ — αὐθάδη νῦν ἐποίησας αὑτὸν πλέον καὶ ἐφυσίωσας
705. τεταρπόμενοι κορεσθέντες
714. ὕπνου δῶρον περιφραστικῶς, τὸν ὕπνον, τὴν ἀνάπαυσιν
1. αναχαιῶν πάντων τῶν Ἐλλήνων
2. μαλακιῶ ἡδεῖ δεδμημένοι κατεχόμενοι
4. ὁρμαίνοντα βουλενόμενον
7. πάλυνεν ἐλεύκανεν
8. ποθι δή πευκεδανοῖο πικροῦ, ὀλεθρίου
9. πυκίνʼ πυκνῶς, συνεχῶς
10. νειόθεν ἐκ βάθους, κάτωθεν
13. ὅμαδον λείπει τὸ ἀκούων 15. προθελύμνους προρρίζους
16. ὑφόθʼ ἐόντι Διί λείπει τὸ ἀποδυρόμενος
19. μῆτιν συμβουλήν
23. ὑαφοινόν φοβερὸν, καταπληκτικὸν, ἢ τὸ ἐκ δαφοινοῦ καὶ καταπληπτικοῦ
λέοντος
27. τοὶ δἡ ἕθεν εἵνεκα οἵτινες ἕνεκα αὑτοῦ λθον
πουλὺν ἐφʼ ὑγρήν ἐπὶ πολλὴν θάλασσαν
30. ἐπὶ στεφάνην- πρὸς τὸν αὐχέν’ ὑπὸ στεφάνην
31. παχείῃ ἰσχυρᾷ 35. ἀσπάσιος ἡδύς
41. ἔσται εἴη 43. χρεν βουλῆς χρεία συμβουλῆς
44. κερδαλέης ἐπωφελοῦς 48. μέρμερʼ μερίμνης ἄξια
51. φημί ὑπονοῶ 52. μήσατο εἰργάσατο
55. αἴ κε πίθηται ἐὰν δύνηται· γέρων γὰρ ἦν
56. τέλος τὸ τάγμα 65. ἀβροτάξομεν ἀποτύχωμεν
67. ἦ κεν ἴσθα ἔνθα ἃν πορευθῇς καὶ ἐγρηγορέναι κέλευε
69. μηδὲ μεγαλίζεο θυμῶ μηδὲ ἐπαίρου τῇ διανοίᾳ δι’ ὑπερηφανίαν
71. ἐπὶ γεινομένοισιν ἵει τοῖς ἀεὶ ἀναφυομένοις πράγμασιν ἕπεμψεν
79. ἐπέτραπε γήραι λυγρῷ τουτέστιν οὺδὲ ὑπὸ τοῦ γήρως ἐνικτο,
οὺκ ἐδίδου (ἐνεδίδου Cobetus)
83. ὀρφναίην σκοτεινὴν 84. οὐρήων φυλάκωνεἰσόκʼ
89. ἀῦτμὴ ἕως οῦ ἡ ἀναπνοή
93. πέρι δείδια Correctum περὶδείδια, superscripto διχῶς (δχ A)
94. ἀλαλύκτημαι ἐν ἄλῃ καὶ πλάν εἰμὶ, ἀδημονῶ, ἐκπέπληγμαι
96. δραίνεις ἐπινοεῖς, δρλσαι δύνασαι
98. καμάτῳ ἀδηκότες ὑπὸ κόπου ἀηδῶς διακείμενοι, ὀκνήσαντες
99. ἐπὶ πάγχυ παντελῶς
100. δυσμενέες—εἴαται οἱ δὲ πολέμιοι ἐγγὺς κάθηνται
101. μενοινήσωσι προθυμήσωσι 104. οὔ θην οὐδαμῶς δή
106. κήδεσι μοχθήσειν ταῖς φροντίσι κακοπαθήσειν
108. ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους πρὸς τούτοις δὲ καὶ τοὺς ἄλλους
ἐγείρωμεν
113. ἑκαστάτω πορρωτάτω
114. αἰδοῖον αἰδοῦς ἄξιον
115. οὐδ᾿ ἐπικεύσω οὐδὲ ἀποκρύψω
117. πονέεσθαι Verba διὰ τὴν αὐτὴν αἰτίαν in marg. adscripta
non glossema sunt, sed referuntur ad scholion versui 116 adscriptum
ὅτι τὸ πονέεσθαι ἐπὶ τοῦ ἐνεργεῖν`
118. οὐκέτ᾿ ἀνεκτός ἀνυπομόνητος
127. ἵνα ἐκεῖ ἐπέφραδον εἶπον
133. περονήσατο περόνῃ ἀνελάβετο φοινικόεσσαν πυρράν
134. ἐκταδίην ἐκτεταμένην οὔλη ἁπαλή
145. βεβίηκεν βιάζεται 152. ὑπὸ κρασὶν ὑπὸ ταῖς κεφαλαῖς
153. ἐλήλατο ἵστατο εἰς τὴν γῆν
156. ὑπὸ κράτεσφι ὑπὸ τῇ κεφαλῇ
160. οὐκ ἀΐεις οὐκ αἰσθάνῃ
161. ὀλίγος—χῶρος μικρὸν διάστημα ἐρύκει κωλύει,
167. ἀμήχανος πρὸς ὃν οὐκ ἔστι μηχανή
174. βιῶναι σωθῆναι, ζῆσαι
177. ἑέσσατο περιεβάλετο 182. ἐγρηγορτὶ ἐγρηγορότες
(ἐγρηγορῶτες A)
197. ἤϊσαν ἐπορεύοντο συμμητιάασθαι βουλεύεσθαι
202. πίφαυσκον ἔλεγον 205. τολμήεντι καρτερικῷ
212. ἀσκηθής ἀβλαβὴς, ὑγιής κλέος ὄνομα
216. ὑπόρρηνον ὕπαρνον, ἔγκυον κτέρας κτῆμα
217. εἰλαπίνῃσι ἑορταῖς 223. θαλπωρή ἡδονὴ, θάλψις
226. βράσσων βραδύτερος, ἢ ταρασσόμενος
235. ἕταρόν γʼ αἱρήσεαι ἑταῖρον καὶ συνεργὸν ἐπιλέξαι ὃν ἂν θέλῃς
238. ὀπάσσεαι ἀκόλουθον περιλαβεῖν
239. ἐς γενεήν ὁρόων εἰς τὴν εὐγένειαν ἀφορῶν
246. καὶ ἐκ πυρὸς καὶ ἐκ τοῦ φανεροῦ
249. αἴνεε ἐπαίνει νείκει ψέγε
251. ἄνεται ἀνύεται, τελειοῦται
254. δεινοῖσιν φοβεροῖς
256. ἄμφηκες τὸ ἐξ ἑκατέρου μέρους ἠκονημένον
258. ταυρείην δερματίνην
ἄφαλόν τε καὶ ἄλλοφον οὔτε λόφον οὔτε προμετώπιον ἔχουσαν
καταῖτυξ εἶδος περικεφαλαίας
262. ῥινοῦ ποιητήν ἐκ δέρματος γεγονυῖαν
264. θαμέες πυκνοί 265. πῖλος τὸ πεπιλημένον ἔριον
266. Ἑλεῶνος πόλις 267. Αὐτόλυκος ὁ Ἑρμοῦ υἱός
πυκινὸν ἰσχυρόν ἀντιτορήσας διορύξας, διατρήσας
268. Κυθηρίῳ πόλις 271. πύκασεν ἐσκέπασεν
273. κατʼ παῤ 274. ἐρωδιὸν εἶδος ὄρνέον
280. κινύμενος κινούμενος, ἐπὶ πρᾶξιν ὁρμῶν
281. πάλιν εἰς τοὐπίσω 285. σπεῖό μοι συνακολούθησον
287. Ἀσωπῷ πόλις Βοιωτίας
288. Καδμείοισιν τοῖς Θηβαίοις
290. πρόφρασσα πρόφρων, προθύμως
292. ἦνιν ἐνιαυσίαν 304. ἄρκιος αὐτάρκης
307. οἷ τʼ αὐτῷ καὶ αὐτὸς ἑαυτῷ
311. φύξιν βουλεύουσι προσφυγὴν σκέπτονται
312. ἀδηκότες κάμνοντες
324. ἀπὸ δόξης ἀπὸ δοκήσεως καὶ εἰκασμοῦ
326. μέλλουσιν ἀντὶ τοῦ ἐοίκασι 331. διαμπερές μέχρι τέλους
332. ὀρόθυνεν προέτρεψε 334. πολιοῖο λύκοιο λευκοῦ λύκου
346. παραφθαίῃσι παραδράμοι
347. προτιελεῖν σύγκλειε 348. ἀλύξῃ ἐκφύχῃ
350. κλινθήτην ἐκρύβησαν ἀφραδίῃσιν ἀνοίαις
351. σὖρα ὅρια, ὁρμήματα
357. δουρηνεκές δόρατος βολὴν ἢ μῆκος
358. ἐνώμα ἐκίνει (ἐκείνοι A) πρὸς φυγήν
361. κεμάδʼ ἔλαφον 362. μεμηκώς φθεγγόμενος
364. ἐμμενές ἐπιμόνως
375. βαμβαίνων τρέμων ἄραβος ἦχος τῶν ὀδόντων
376. ὑπαὶ δείους ὑπὸ φόβου
378. ζωχρεῖτ᾿ ζῶντα φυλάσσετε
383. καταθύμιος κατὰ νοῦν
388. διασκοπιᾶσθαι κατασκοπῆσαι
391. παρὲκ νόον ἤγαγεν παρηπάτησε τὸν νοῦν
394. θοὴν διὰ νύκτα τὴν ταχέως ἐπιλαμβάνουσαν τὴν γῆν
399. ἀδηκότες ἀπὸ τοῦ ἄδην καὶ ἡδέως
401. ἐπεμαίετο ἐπεζήτει, ἐπεθύμει
402. ἀλεγεινοὶ ἀλγεινοὶ, δυστυχεῖς πρὸς τὸ κτήσασθαι ἀδύνατοι
403. ὀχέεσθαι ἐποχηθῆναι, ἐπιβῆναι
409. ἄσσα τε τίνα δή
415. παρὰ σήματι Ἴλου παρὰ τῷ τάφῳ τοῦ Ἴλου
416. φυλακὰς δʼ ἂς εἴρεαι, ἥρως περὶ τῶν φυλάκων ὧν ἐρωτᾷς, ὦ
γενναιότατε
417. κεκριμένη ἐπιλελεγμένη 418. ἐσχάραι πυραί
421. ἐπιτραπέουσι ἐπϊτρέπουσιν
422. εἵαται εἰσίν
425. δίειπε ἀκριβῶς διασάφησον δαείω μάθω
428. Παίονες ἔθνος Θρᾳκικόν
ἀγκυλότοξοι ἐπικαμπῇ τόξα ἔχοντες
429. Λέλεγες ἔθνος Καρικόν Καύκωνες ἔθνος Παφλαγονίας
430. Θύμβρης τόπος τῆς Τροίας
431. Μῄονες Λυδοί 432. διεξερέεσθε ἐρωτᾶτε
433. μέματον προθυμεῖσθε 434. νεήλυδες νεωστὶ ἐληλυθότες
437. λευκότεροι χιόνος ὁ τρόπος ὑπερβολή
439. πελώρια νῦν οὐ μεγάλα, ἀλλὰ κατὰ τὸ κάλος τεράστια
442. πελάσσετον ἀπενέγκατε 443. νηλέϊ σφοδρῷ
444. ἔλθητον ἀντὶ τοῦ(?? A) ἀπήλθητον 449. μεθῶμεν ἐάσωμεν
450. εἶσθα ἐλεύσῃ), παραγενήσῃ 452. δαμεὶς τυπείς
456. κέρσε ἀπέκοψε τένοντε νῦν τοὺς αὐχένας
457. φθεγγομένου τὸ στόμα εἰς τὸ φθέγξασθαι κινοῦντος προύλαβεν
ἡ πληγὴ τὴν φωνήν
458. κτιδέην περικεφαλαίας εἶδος
459. καὶ λυκέην καὶ λύκου δοράν
δόρυ μακρόν ὃ ἀνωτέρω ἄκοντα εἶπεν
460. ληΐτιδι πολεμικῷ
463. ἐπιβωσόμεθ᾿ εἰς βοήθειαν ἐπικαλεσώμεθα
464. πέμψον ἡμᾶς δηλονότι
466. μυρίκην θαμνῶδες φυτόν δέελον εὔδηλον, εὔγνωστοι
467. συμμάρψας συλλαβὼν, κλάσας ἐριθηλέας ἄγαν θάλλοντες
475. ἐξ ἐπιδιφριάδος ἐκ τοῦ ἐσχάτου μέρους τοῦ ἁρματείου (ἁρματίου
A) δίφρου
478. πίφαυσκε ἐνεφάνιζεν
480. μέλεον ματαίως (ματέως A)
481. ἔναιρε φόνευε
483. ἐπιστροφάδην ἐνεργῶς, εὐτόνως
484. ἄορι θεινομένων τῷ ξίφει πληττομένων
485. ἀσημάντοισιν ἀφυλάκτοισιν 486. ἐνορούσῃ ἐμπήδησῃ
493. ἀήθεσσον ἀσυνήθεις ἦσαν 495. μελιηδέα προσηνῆ,
ἡδύν
499. σὺν δʼ ἤειρεν συνέδησεν 500. φαεινήν τὴν ἐν φανερῷ
κειμένην
503. κύντατον δεινότατον, κάκιστον· νῦν τὸ βέλτιον
509. νόστου ὑποστροφῆς 512. ξυνέηκε νῦν ἤκουσε
513. κόπτε ἔπληξε 515. οὐδ᾿ ἀλαοσκοπιήν οὐκ ἔλαθεν αὐτόν
516. ἕπουσαν ἐνεργοῦσαν
521. ἀσπαίροντας ψυχορραγοῦντας
ἐν ἀργαλέῃσι φονῇσιν τοῖς τόποις ἐν οἷς ἔκειντο οἱ νεκροί
522. ὀνόμηνεν ἐξ ὀνόματος ἐκάλεσεν
523. κυδοιμός θόρυβος
524. θυνόντων ἄμυδις ὁμοῦ εἰς τὸν αὑτὸν τόπον ὁρμώντων
θηεῦντο δὲ μέρμερα ἔργα μετὰ θαύματος ἐθεώρουν
526. σκοπὸν κατάσκοπον 527. ἔρυξε κατέσχε
533. πρῶτος κτύπον ἄϊε ὁ δὲ Νέστωρ πρῶτος τοῦ ψόφου τῶν
ποδῶν ἤσθετο
535. ἀμφὶ κτύπος— προσπίπτει τῇ ἀκοῇ ὁ ἦχος
537. ἐλασαίατο ἀπηλακότες εἶεν 538. αἰνῶς λίαν πάνυ
539. ὀρυμαγδοῦ νῦν τοῦ πλήθους 546. ἀντιβολήσας ἀπαντήσας
558. νεήλυδες νεωστὶ ἐληλυθότες ἐρεείνεις περιιὼν ἐρωτᾷς
559. τὸν δέ σφιν ἀντὶ τοῦ αὐτόν 562. διοπτῆρα κατάσκοπον
569. μελιηδέα πυρὸν ἡδὺς ἀνθηρὸν σῖτον
570. νηΐ ἀντὶ τοῦ νεώς 573. λόφον αὐχένα, τράχηλον
576. ἀσαμίνθους πυέλους, παρὰ τὸ τὴν ἄσην, ὅ ἐστι τὸν ῥύπον,
μινύθειν καὶ μειοῦν
577. λίπʼ λιπαρῷ 578. ἐφιζανέτην παρεκάθιζον
579. πλείου γέμοντος
3. ροΐαλλε ἀπέστελλεν
πολέμοιο τέρας περιφραστικῶς τὸ πολέμοιο σῆμα
6. γεγωνέμεν βοᾶν 15. ζώννυσθαι καθοπλίζεσθαι
16. νώροπα λαμπρόν 21. πεύθετο ἠκούετο
24. οἶμοι μεταληπτικῶς ἀντὶ τοῦ ῥάβδος
κυάνοιο μέλανος, καταπληκτικοῦ
26. ὀρωρέχατο ἐξετέταντο 27. ἴρισσιν ταῖς ἐν τῷ οὐρανῷ
31. ἀορτήρεσσιν τοῖς ἀπαιωροῦσι τὸ ξίφος ἱμᾶσι
32. θοῦριν πολεμικὴν, εὐκίνητον καὶ κούφην τῷ φοροῦντι
36. βλοσυρῶπις παρασκευαστικὴ φυγῆς τῶν ὁρώντων
44. ἀπʼ αὐτόφιν ἀπʼ αὐτῶν 45. ἐγδούπησαν ἐπεβρόντησαν
49. πρυλέες πεζοὶ ὁπλῖται
50. ῥώοντʼ ὥρμων ἠῶθι πρό πρὸ τῆς ἀνατολῆς, πρὶν ἡμέρας
51. φθὰν προέλαβον τοὺς ἱππεῖς 52. μετεκίαθον μετʼ αὐτοὺς
ἦλθον
54. μυδαλέας διαβρόχους 56. θρωσμῷ τόπος ὑψηλός
62. οὔλιος ἀστήρ ὀλέθριος ὁ κύων 65. ἐν πυμάτοισι ἔσχατος
66. στεροπή ἀστραπή· 67. ἀμητῆρες θερισταί
69. ταρφέα συνεχῆ, πυκνά 71. δῄουν διέκοπτον
72. ἴσας δʼ ὑσμίνη ἐξισοῦτο αὑτοῖς ἡ μάχη
73. θῦνον ἐμμανῶς ὥρμων. 74. παρετύγχανε, παρῆν
77. κατὰ πτύχας κατὰ τὰς ἐξοχάς
83. στεροπήν λαμπηδόνα 86. ὡπλίσσατο ἡτοίμασεν
87. ἐκορέσσατο ἀντὶ τοῦ ἔκαμεν 91. κεκλόμενοι κελεύοντες
94. κατεπάλμενος ὁρμήσας
95. μετώπιον τὸ μεταξὺ τῶν ὠπῶν (ὤτων A), τὸ μεσόφρυον
96. στεφάνη εἶδος περικεφαλαίας σχέθε ἀντέσχε
χαλκοβάρεια τῷ χαλκῷ βαρουμένη, ὅ ἐστιν ἰσχυρά
98. πεπάλακτο ἐνεπέφυρτο 104. παρέβασκε παραιβάτης ἦν
ὥ ποτʼ ἀντὶ τοῦ οὕστινας
105. κνημοῖσι ἐν τοῖς τραχέσε τόποις δίδη ἔδησεν
μόσχοισι ἁπαλοῖς λύγοισι φυτῷ τινὶ ὃ ἡμεῖς κύτινον καλοῦμεν
106. ἔλυσεν ἀποίνων λύτρα δεξάμενος ἀπέδωκεν
169. ἔλασε ἔπληξε 110. σπερχόμενος σπεύδων ἀπὸ
τοῖιν ἀπʼ αὐτῶν
111. γιγνώσκων γνωρίζων 114. συνέαξε συνέτριψε
118. δρυμά δρυμῶνας 122. μενεχάρμην ὑπομένοντα τὴν
μάχην, πολεμικόν
124. Ἀλεξάνδροιο λείπει ἡ παρά 128. σιγαλόεντα λαμπρά
129. κυκηθήτην ἐταράχθησαν
130. γουναζέσθην τῶν γονάτων ἥπτοντο, ἱκέτευον
136. προσαυδήτην προσεφώνουν 137. ἀμείλικτον ἀηδῆ,
σκληράν
141. ἐξ ἕμεν ἐκπέμψαι
147. ὅλμον κοῖλος λίθος. κορμίαν. ὡς ἄχειρον καὶ ἀκέφαλον
153. χαλκῷ δηϊόωντες πρὸς τὸ ἱππεῖς δὲ ἱππῆας
156. εἰλυφόων εἰλῶν, ταράσσων
157. πρόρριζος μέχρι τῶν ῥιζῶν· τῶν γὰρ κάτω γῆς τὸ πῦρ οὐχ
ἅπτεται
πυρὸς ὁρμῆ τῷ πυρὶ περιφραστικῶς
158. κάρηνα ἀπὸ μέρους ἄνθρωποι
162. κείατο ἔκειντο
163. ὕπαγε ὑπεξέφερε
164. ἔκ θʼ αἵματος ἐκ τοῦ φόνου κυδοιμοῦ κραυγῆς
165. σφεδανόν ἐπεικτικὸν (ἐπικτικὸν A), σφοδρὸν, καταπληκτικόν
167. ἐρινεὸν συκῆ ἀγρία
168. ἱέμενοι πόλιος ἐπιθυμοῦντες ἀνελθεῖν ἐπὶ τῆς πόλεως
169. λύθρῳ—ἀάπτους τῷ ἐκ μάχης μολύσματι συνισταμένῳ δι᾿
(ἐξ Cobetus) ἱδρῶτος καὶ κόνεως καὶ αἵματος
170. φηγόν τὴν δρῦν ἵκοντο οἱ Τρῶες δηλονότι
174. τῇ δέ τʼ ἰῇ μιᾷ δέ τινι αὐτῶν
176. λαφύσσει μετὰ σκυλμοῦ ἐσθίει 177. ἔφεπε κατόπιν
ἐδίωκε
178. τὸν ὀπίστατον τὸν ἔσχατον 179. πρηνεῖς ἐπὶ πρόσπερὶ
180. πρὸ γὰρ ἀντὶ τοῦ περισσῶς (περισσ A)
183. πιδηέσσης καθύδρου 189. ἀνώχθω κελευέτω
191. τυπείς βληθείς 192. εἰς ἵππους ἅλεται εἰς τὸ ἅρμα
ἀνέλθῃ
193. ἐϋσσέλμους εὐκώπους
195. ποδήνεμος ἴση ἀνέμοις κατὰ τὸ τάχος 201. τεΐν σοὶ,
Δωρικῶς
214. ἐλελίχθησαν συνεστράφησαν 216. ἀρτύνθη ἡτοιμάσθη
223. Κισσῆς Κισσέως θυγάτηρ
224. μητροπάτωρ ὁ τῆς μητρὸς πατήρ
225. ἵκετο μέτρον ἠνδρώθη 226. θυγατέρα ἥν τὴν Ἱπποδάμειαν
229. Περκώτῃ πόλις 236. οὐδʼ ἔτορε οὐδὲ διέκοψε
237. ἀντομένη ὑπαντήσασα ἐτράπετʼ εἰς τοὐπίσω ἀνετράπη
242. οἰκτρός οἴκτου καὶ ἐλέου ἄξιος (ἄξιον A)
ἀστοῖσιν τοῖς ἰδίοις πολίταις 243. ἧς παῤ ἧς χάριν
ἀπόλαυσιν
245. ἄσπετα ἀπαρακολούθητα, πολλά
248. ἀριδείκετος πάνυ ἔνδοξος
251. εὐράξ ἐκ πλαγίου 253. διέσχε διεξῆλθε
257. ὄπατρον ὁμόπατρον, συγκοπή
258. καὶ ἀΰτει καὶ ἐκάλει
261. τοῖο δʼ τοιούτου δέ 266. ἀνήνοθεν ἀνεφέρετο
267. ἐτέρσετο ἐξηραίνετο 268. ὀξεῖαι δριμεῖαι, σφοδραί
270. προϊεῖσι προπέμπουσι μογοστόκοι αἱ τοὺς μόγους
ἐπικουφίζουσαι (ἐπικουφίζων A)
Εἰλείθυιαι θεαὶ τῶν τικτουσῶν ἔφοροι
272. δῦνον ὑπεισῆλθον 274. ἤχθετο ἐλυπεῖτο, ἐβαρεῖτο
275. διαπρύσιον διαπορεύσιμον γεγωνώς παρακελευόμενος
280. ἵμασεν ἐμάστιξεν 281. νῆας ἐπὶ γλαφυράς ἐπὶ τὰς
κοίλας
282. ἄφρεον ἵδρουν ῥαίνοντο ἐκονιορτοῦντο
288. ὤριστος ἄριστος, ἰσχυρός 293. ἀγροτέρῳ συΐ ἀγρίῳ
χοίρῳ
297. ὑπεραέϊ ὑπερβάλλοντι τῇ πνοῇ
298. καθαλλομένη καταπνέουσα (sic ed. Romana: κἆ πνευ A)
ἰοειδέα μέλανα διὰ τὸ βάθος
306. ἀργεστᾶο νότοιο τοῦ λευκονότου
307. τρόφι κῦμα εὐτραφὲς, εὐπαγές ἄχνη ὁ ἀφρός
308. πολυπλάγκτοιο ἰωῆς πολυπλανήτου πνοῆς
313. λελάσμεθα ἐπιλελήσμεθα 317. μίνυνθα ἐπʼ ὀλίγον
χρόνον
318. ἦδος ὠφέλεια 324. κυδοίμεον ἐθορύβουν, ἐτάρασσον
326. παλινορμένω ἐκ τῆς φυγῆς ἐπιστραφέντες
327. ἀσπασίως ἀσμένως 331. στείχειν παραγίνεσθαι
332. κῆρες γὰρ ἄγον ἰσχυροτέρα γὰρ ἡ μοῖρα τῆς μαντικῆς
334. κεκαδών στερήσας, χωρίσας (χορήσας A)
350. τιτυσκόμενος στοχαζόμενος
351. πλάγχθη ἀπεκρούσθη τὸ δόρυ 354. ἀπέλεθρον ἀμέτρητον
355. παχείῃ ἰσχυρῷ
358. τῆλε πόρρωθεν καταείσατο γαίης κατεφάνη, ἢ κατηνέχθη
359. ἄμπνυτο ἀνεσωφρονίσθη 362. κύον ἀναιδέστατε
364. δοῦπον τὴν μάχην
365. ᾖ θήν σ᾿ πάνυ δή σε ἐξανύω γε ἐπὶ τέλος ἄξω, φονεύσω
367. ἐπιείσομαι ἐπελεύσομαι 370. τιταίνετο ἔτεινεν
374. αἴνυτ᾿ ἀφῃρεῖτο 375. βριαρήν ἰσχυράν
377. ταρσόν τὸ πλατὺ τοῦ ποδός διὰ δʼ ἀμπερές διʼ ὅλου
383. πεφρίκασι φοβοῦνται μηκάδες μηκητικαί
385. τοξότα λωβητήρ διὰ τόξων λωβώμενε καὶ βλάπτων, ἐξ οὖ
(sic ed. Rom., οὖ A) δειλέ
παρθενοπῖπα παρθένους ἐπιτηρῶν, γυναιμανὲς, ἢ γυναικιζόμενε
388. ἐπιγράψας ἐπιξέσας ἁπλῶς
391. ἄλλως εἰκῆ καὶ ὡς ἔτυχε ἐπαύρῃ ἐφάψηται
393. ἀμφίδρυφοι ἀμφοτέρωθεν κατεσπαραγμέναι διὰ τὸ πένθος
395. πύθεται σήπεται περὶ πλέες περὶ αὐτὸν πλείονες
397. καθεζόμενος ἀντὶ τοῦ κύψας
400. ἤχθετο ἐβαρεῖτο τὴν ψυχὴν, ὠδυνᾶτο
401. οἰώθη ἐμονώθη 405. ἀλώω λειφθῶ, συσχεθῶ
409. μάχῃ ἔνι ἀντὶ τοῦ ἐν μάχ)
416. θήγων ἀκονῶν γναμπῇσι γένυσσιν ἐπικαμπέσι σιαγόσι
(σιαγῶσι A)
417. ἀμφὶ δέ—ἀΐσσονται ἐπʼ αὐτὸν δὲ ὁρμῶσι
418. ἄφαρ ταχέως 424. πρότμησιν ὁ ὑπὸ τὸν ὀμφαλὸν
τόπος
425. ἀγοστῷ τῷ ἀγκῶνι
430. πολύαινʼ πολλαχῶς κακὸς νομισθεὶς, μυθολόγε καὶ φλύαρε
451. φθῆ προέλαβεν, ἔφθασεν
453. ὄσσε καθαιρήσουσι τοὺς ὀφθαλμοὺς καταλήψονται, καμμύσουσι
455. κτεριοῦσι θάψουσι 458. ἀνέσσυτο ἀνηκόντισεν
461. αὖε ἐβόα 462. ὅσον κεφαλὴ χάδε ὅσον ἠδύνατο
466. ἀμφί μʼ τὸ ἑξῆς ἀφίκετό με
467. βιῴατο βιάζοιντο 474. δαφοινοί φόνιοι ἢ πυρροί
θῶες λυκοειδέα ζῷα
476. ἤλυξε ἐξέφυγε 477. λιαρόν θερμόν ὀρώρῃ ἰσχύῃ
479. δαρδάπτουσιν κατεσθίουσιν
480. νέμεϊ συνδένδρῳ τόπῳ 481. διέτρεσαν σὺν δέει ἔφυγον
486. στῆ δὲ παρέξ ἔστη δὲ παῤ αὐτόν
ἄλλυδι ἄλλος ἄλλος ἀλλαχοῦ
493. ὀπαζόμενος κατεπειγόμενος, διωκόμενος, ἀφʼ οὗ πληρούμενος
494. ἀζαλέας ξηράς
495. ἀφυσγετόν ἰλυῶδες, συρφετόν (sic ed. Romana: ἰλιῶδες
συφερτ A) 502. μέρμερα μερίμνης ἄξια
503. νέων δʼ ἀλάπαζε ἵνʼ ᾖ τὰς πρὸ τῶν νέων
504. χἄζοντο ὑπεχώρουν 512. ἄγρει ἄγε δή
514. ἀντάξιος ἀντὶ (sic ed. Romana: ἀντὶ τοῦ A) πολλῶν ἄλλων
τοῦ σώζεσθαι ἄξιος
520. τῇ γὰρ ἐκεῖσε γάρ 525. ἐπιμίξ ἀναμεμιγμένοι
532. ἀΐοντες αἰσθόμενοι 534. στείβοντες πατοῦντες
536. ὁπλέων ῥαθάμιγγες τῶν ὀνύχων ῥανίδες
537. ἐπισσώτρων τὰ ἐκτὸς τῶν τροχῶν ἐπὶ τὴν γῆν κυλιόμενα
538. ἀνδρόμεον τὸν τῶν ἀνδρῶν
539. μίνυνθα δὲ χάζετο δουρός ἵνα εὐκόλως τῷ δόρατι χρήσηται
546. τρέσσε διὰ δέος ὑπεχώρησεν 547. ἀμείβων ἀλλάσσων
549. ἐσσεύαντο ἐδίωκον
550. πῖαρ κάλλιστον, οἱονεὶ λιπαρόν
551. κρειῶν ἐρατίζων κρεῶν ἐρῶν, ἐπιθυμῶν
552. ἰθύει ἐπʼ εὐθείας ὁρμᾷ πρήσσει ἀνύει ἄκοντες δόρατα
554. δεταί λαμπάδες παρὰ τὸ δέω τὸ δεσμεύω
ἐσσύμενός περ καίτοι προθυμούμενος
555. ἠῶθεν ὄρθρου ἀπουόσφιν ἐχωρίσθη
τετιηότι λελυπημένῳ
559. νωθής ὁ ἐστερημένος τοῦ θεῖν, ὅ ἐστι τρέχειν, ἀργὸς, βραδύς
ῥόπαλʼ ξύλα 560. κείρει κόπτει, τρώγει
562. σπουδῇ ἀντὶ τοῦ μόλις, δυσχερῶς φορβῆς ὡς τροφῆς
568. τρωπάσκετο ἐτρέπετο
569. προέεργε εἶργεν, ἐκώλυεν
572. ὄρμενα πρόσσω ὁρμῶντα ἐπὶ τὸ ἔμπροσθεν
573. ἐπαυρεῖν ἐφάψασθαι 574. ἆσαι κορεσθῆναι
580. αἴνυτο ἀφῃρεῖτο 582. ἀπαινύμενον ἀφαιρούμενον
588. ἐλελιχθέντες ἐπιστραφέντες
590. δυσηχέος κακοήχου, λυπηροῦ
593. κλίναντες ἀντὶ τοῦ τοὺς ὤμους ταῖς ἀσπίσι προσερείσαντες
596. μάρναντο ἐμάχοντο 598. ἱδρῶσαι ἱδρῶτι καταρρεόμεναι
601. ἰῶκα τὴν φυγήν δακρυόεσσαν τὴν τῶν πολλῶν δακρύων
αἰτίαν καὶ συμφορῶν
604. ἔκμολεν ἐξῆλθεν
610. οὐκέτ᾿ ἀνεκτός οἷον ἀκαρτέρητος
611. ἔρειο ἐρώτησον 613. τά γʼ ὄπισθε τὰ ὀπίσω μέρη
τοῦ σώματος
615. παρήϊξαν παρέδραμον 621. ἀπεψύχοντο ὡς νῦν ἔφυγον
624. κυκειῶ πολυμιγὲς ποτόν
627. ἔξελον ἐξαίρετον ἔδωκαν ἀριστεύεσκεν ὁ Νέστωρ
628. ἐπιπροΐηλε ἐπʼ αὐτῷ παρέθηκεκυανόπεζαν
629. μελανόπουν
630. ποτῷ ὄψον ποτικὸν ὄψον
631. χλωρόν νέον ἀλφίτου ἄρτου
635. νεμέθοντο τουτέστι ζώσαις καὶ πινούσαις ἐῴκεσαν αἱ πέλειαι
636. ἄλλος λείπει τὸ πρεσβύτης
638. κύκησε ἐτάραξε
639. Πραμνείῳ παλαιῷ κνῆ ἔκοπτε
640. κνήστι μαχαιρίῳ τυροτόμῳ
ἄλφιτα τὰ τῶν κριθῶν ἄλευρα
641. ὤπλισσε ἡτοίμασε 642. πολυκαγκέα ξηραντικήν
647. ἀναίνετο ἀπηρνεῖτο
648. οὐχ ἕδος ἐστί οὐκ ἔστι καιρὸς νῦν μοι τοῦ καθέζεσθαι
649. αἰδοῖος αἰδοῦς ἄξιος νεμεσητός νῦν φιλόψογος
656. ὀλοφύρεται οἰκτείρει, ἐλεεῖ 667. ἀέκητι ἀβουλησίᾳ
668. ἐπισχερώ ἐφεξῆς
672. ἀμφὶ βοηλασίῃ περὶ βοῶν ἀπελασίᾳ
674. ῥύσιʼ ἐλαυνόμενος ἀντὶ τοῦ ἐνέχυρα λαμβάνων
676. περίτρεσαν ἔφυγον οἱ περὶ αὐτὸν (sic ed. Romana: αὐτοῦ A)
677. ληΐδα λάφυρα ἤλιθα πάνυ
682. Νηλήϊον τὴν τοῦ Νηλέως
683. ἐννύχιοι διὰ τῆς νυκτός 685. ἐλίγαινον ἐκήρυσσον, ἐβόων
686. τοὺς ἴμεν τούτοις παρεῖναι συλλεγῆναι
χρεῖος (χρέως A) ὀφείλετʼ δάνειον ἐχρεωστεῖτο
688. δαίτρευον ἐμέριζον Ἐπειοὶ οἱ Ἠλεῖοι
695. ἀτάσθαλα ὑβριστικὰ, ἄδικα 696. ὁ γέρων ὁ Νηλεύς
697. εἵλετο τὸ ἑξῆς ἐκ δʼ ὁ γέρων ἔλαβεν
κρινάμενος διαχωρίσας (διαχωρήσας A)
699. τέσσαρες ἀθλοφόροι δύο ξυνωρίδες
701. θεύσεσθαι δραμεῖσθαι 705. ἀτεμβόμενος στερηθείς
706. τὰ ἕκαστα διείπομεν περὶ πάντα εἴχομεν σπουδαίως
710. θούριδος ταχείας 711. Θρυόεσσα πόλις Ἤλιθος
712. Ἀλφειῷ ποταμὸς Ἤλιδος
713. διαρραῖσαι διαφθεῖραι 714. μετεκίαθον παρεγένοντο
716. ἔννυχος ἐν νυκτί 723. Ἀρήνης πόλις Πύλου
726. ἔνδιοι μετὰ μεσημβρίαν
728. Ἀλφειῷ ποταμός (πο hic et alibi A)
729. ἀγελαίην ἐν ἀγέλῃ ἔτι οὖσαν ἀδάμαστον
735. εὖτε ὁπότε ὑπερέσχεθε ὑπερέσχε, συνεμάχησε
736. συμφερόμεσθα ἅμα συνηνέχθημεν
749. ὀδὰξ ἕλον οὖδας τοῖς ὀδοῦσι τὴν γῆν ἔδακον θνήσκοντες
754. διὰ σπιδέος ἐπιμήκους καὶ μακροῦ
755. λέγοντες συνάγοντες
756. Βουπρασίου πόλις Ἤλιδος (ΐλιδ0) A)
758. ἀπέτραπε ἀνέστρεψε σημείοις τισί
759. πύματον ἔσχατον
761. Νέστορι ἀντὶ τοῦ ἐμοί
763. ἀπονήσεται ἐν ἀπολαύσει γενήσεται
773. χόρτῳ ἐν τῷ τριγχῷ ἄλεισον ποτήριον
775. αἰθομένοις καιομένοις
776. σφῶϊ ὑμεῖς ἕπετον νῦν ἐνεργεῖτε
778. κατὰ δʼ ἑδριάασθαι καθέζεσθαι δέ
780. τάρπημεν ἐκορέσθημεν 782. σφὼ ὑμεῖς
784. ὑπείροχον ὑπερέχοντα 788. φάσθαι λέγε
789. σημαίνειν ἀντὶ τοῦ σήμαινε, μήνυε
793. παραίφασις συμβουλὴ, παραίνεσις
ἑταίρου ἀγαθοῦ φίλου
795. ἐπέφραδε εἷπε 796. προέτω προπεμψάτω
799. ἴσκοντες ὁμοιοῦντες
807. ἵνα σφʼ ὅπου αὐτοῖς
809. ἀντεβόλησεν συνέτυχε
812. νότιος ὑγρὸς ἢ πολύς
813. κελάρυζε μετὰ ἤχου ἀνεφέρετο ἔμπεδος ἀσφαλής
818. ἀσειν κορέσειν ἀργέτι δημῷ τῷ λευκῷ λίπει
820. σχήσουσι κωλύσουσι 821. φθίσονται ἀναιρεθήσονται
823. ἄλκαρ ἀλέξημα, βοήθημα
830. νίζ᾿ πλῦνε λιαρῷ εὐκράτῳ, χλιαρῷ
833. ἰητροὶ μὲν γάρ τῶν ἰατρῶν μὲν γάρ
838. πῶς τʼ ἄῤ ἔοι πῶς τοῦτο γένοιτʼ ἄν
842. ὑπὸ στέρνοιο λαβὼν ὅτι (ἀντὶ τοῦ Cobetus) ὑπολαβὼν αὐτοῦ
τοὺς στέρνους (sic)
843. ὑπέχευε ὑπέστρωσε βύρσας
844. ἐκτανύσας ἐξαπλώσας
845. περιπευκές περισσῶς πικρόν
847. ὀδυνήφατον ὀδυνῶν παυστικόν
848. ἔσχʼ ἐπέσχεν, ἔπαυσεν ἐτέρσετο ἐξηραίνετο
1. ὢς ὁ μὲν οὕτω μὲν οὗτος (οὖ μὲν οὖ A)
ἐν κλισίῃσι ἐν ταῖς σκηναῖς
3. ὁμιλαδόν παμπληθί 4. τάφρος τὸ ὄρυγμα
σχήσειν ἀνθέξειν
7. ληΐδα σκῦλα
8. ῥύοιτο φυλάττοι ἀέκητι ἀβουλίᾳ
9. ἔμπεδον ἀσφαλὲς, ἰσχυρόν
12. τόφρα ἐπὶ τοσοῦτον ἔμπεδον ἐπίπεδον
14. δάμεν ἀνηρέθησαν 17. μητιόωντο ἐβουλεύοντο
18. ἀμαλδῦναι καταστρέψαι, ἀφανίσαι
ποταμῶν μένος περίφρασις, τοὺς ποταμούς
20—23. Singulis fluviorum nominibus superscriptum πο
22. βοάγρια σκουτάρια τρυφάλειαι περικεφαλαῖαιἡμιθέων
23. ἡρώων 24. ὁμόσε ὁμοῦ
25. ἐννῆμαρ ἐπὶ θʼ ἡμέρας ἔπεμπε τὸ ῥεῦμα εἰς τὸ τεῖχος
26. συνεχές ἀδιαλείπτως
29. φιτρῶν κορμῶν, ξύλων
30. λεῖα ὁμαλά ἀγάρροον παρὰ τὸν ἄγαν ῥοώδη
Ἑλλήσποντον ἡ ὑπὸ Τροίαν θάλασσα
31. ᾐϊόνα αἰγιαλόν 36. κανάχιζε ἤχει
37. Διὸς μάστιγι τῷ κεραυνῷ
38. ἐελμένοι συγκεκλειμένοι (συγκεκλιμμένοι A)
ἰσχανόωντο κατείχοντο, ἐπείθοντο
41. θηρευτῆσιν ἔν τισι θηρητῆρσι
42. στρέφεται ὅτι ἀντὶ τοῦ στρέφηται
βλεμεαίνων ἐπιρρωννύμενος
45. κυδάλιμον ἔνδοξον, γενναῖον
46. ταρβεῖ οὐδὲ φοβεῖται δέδιεν οὐδὲ φεύγει
ἀγηνορίη ο αὖ (ii. e. ὅτι ἀντὶ τοῦ) ἀνδρείως δε θν (sic). Fort. δὲ
θνήσκει 47. ταρφέα πυκνά
52. δειδίσσετο εἰς δέος ἦγε καὶ φόβον
54. ῥηϊδίη εὐκόλως ἐπηρεφέες ὑψηλοὶ, μεγάλοι.
55. σκολόπεσσιν ξύλοις ἀπωξυμμένοις
56. ἠρήρει ἐπεπύκνωτο 57. ἀλεωρήν φυλακὴν, ἀποφυγήν
59. μενοίνεον προεθυμοῦντο, ἐνενόουν
62. ἀφραδέως ἀπρονοήτως, ἀπείρως
66. τρώσεσθαι ἀντὶ τοῦ ἐλαττωθῆναι, ἡττηθῆναι
67. ἀλαπάζει πορθεῖ
69. ἦ ὄντως 71. παλίωξις ἡ τῶν διωκόντων φυγή
74. ἑλιχθέντων ὑποστραφέντων
77. πρυλέες πεζοὶ, ὀπλῖται
80. ὥδε ἤρεσκε ἀπήμων ἄλυπος
86. ἀρτύναντες παρασκευάσαντες, τάξαντες
87. πένταχα εἰς ἐ τάξεις 93. Πάρις Ἀλέξανδρος
97. αἴθωνες διάπυροι, ὀξεῖς
103. εἴσαντο ἔδοξαν, ἐφάνησαν
105. ἄραρον ἠσφαλίσαντο 112. πέλασεν προσῆλθεν
113. ἀλύξας διαφυγών 116. δυσώνυμος χαλεπή
118. εἴσατο ὥρμησεν 119. νίσσοντο ἐπορεύοντο
121. ὀχῆα μοχλόν 124. ἰθύς ἐπʼ εὐθείας
132. ὑψικάρηνοι μακραὶ
134. ἀραρυῖαν βεβαίως ἡρμοσμέναι
138. ἔκιον ἐπῄεσαν 141. εἵως μὲν πρὶν ἐλθεῖν τοὺς βαρβάρους
142. ἔνδον ἐόντες ἕως τειχῶν 147. κολοσυρτὸν θόρυβον
148. δοχμώ εἰς πλάγιον ὁρμῶντες ἄγνυτον κατακλῶσιν
149. πρυμνὴν ἐσχάτην 151. κόμπει ἐκτύπει
153. λαοῖσιν— τοῖς ἀπὸ τοῦ τείχους ὄχλοις θαρροῦντες
157. ζαής βίαιος 160. αὖον ἀΰτευν σκληρὸν ἤχουν
161. μυλάκεσσι τραχέσι λίθοις
163. ἀλαστήσας δεινοπαθήσας
168. οἰκία φωλεούς
παιπαλοέσσῃ τῇ πολλὰς ἐκτομὰς ἐχούσῃ, τῇ τραχείᾳ
172. χάσσασθαι χωρισθῆναι
177. θεσπιδαές τὸ ὑπὸ θεῶν ἀναπτόμενον, οἱονεὶ θεῖον
179. ἀκαχείατο ἐλελύπηντο
181. Λαπίθαι οἱ περὶ Πειρίθου μαχεσάμενοι, οἱ δὲ τοῖς Κενταύροις
186. πεπάλακτο ἐμολύνετο
187. ἐξενάριξεν ἐσκύλευσεν, ἀνεῖλεν
192. αὐτοσχεδίην ἐκ τοῦ πλησίον, ἐκ χειρός
202. φοινήεντα φονευτικὸν ἢ πυρρόν
204. κόψε ἔδακεν, ἔπληξεν
205. ἰδνωθείς συνειλήσας ἑαυτὸν, καμφθείς
207. κλάγξας βοήσα
213. παρὲξ ἀγορευέμεν ἔξωθεν τῶν χρηστῶν
225. οὐ κόσμῳ οὐ κατὰ τὸ δέον παρὰ ναῦφιν ἀπὸ τῶν νεῶν
αὐτὰ κέλευθα τὰς αὐτὰς ὁδούς
228. ὑποκρίναιτο ἀντὶ τοῦ ἀποκρίναιτο ἐξηγούμενος τὸ σημεῖον
θεοπρόπος οἰωνιστής
233. ἀπὸ σπουδῆς ἀπὸ κρίσεως 239. πρὸς ἠῶ πρὸς ἀνατολάς
240. ποτὶ ζόφον πρὸς δυσμάς
247. μενεδήϊος ἐν τῇ μάχῃ καρτερικός
249. παρφάμενος παραλογισάμενος 250. τυπεὶς πληγείς
255. θέλγε ἠπάτα, ἔβλαπτεν
257. πειρήτιζον πεῖραν ἐποιοῦντο
258. κρόσσας προμαχῶνας ἢ κλίμακας ἔρειπον ἔστρεψαν
ἐπάλξεις προμαχῶνας (προμἆ A)
259. στήλας ὀρθοὺς λίθους
260. ἔχματα ἐρείσματα, θεμελίους
261. αὐέρυον ἐξέβαλον 264. δηΐους τοὺς πολεμίους
265. κελευτιόωντʼ παρεκελεύοντο
266. φοιτήτην ἐπερχόμενοι
267. μειλιχίοις πράοις στερεοῖς σκληροῖς
268. νείκεον ὀνείδιζον 269. μεσήεις μέσοι κατὰ δύναμιν
273. τετράφθω τρεπέσθω
ὁμοκλητῆρος τοῦ ἐγκελευομένου, τοῦ ἀπειλοῦντος
274. ἵεσθε ὁρμᾶτε 276. δίεσθαι διῶξαι
279. ὤρετο ὥρμησε, προεθυμήθη
280. πιφαυσκόμενος ἐμφανίζων, προσημαίνων
τὰ ἃ κῆλα τὰ αὐτοῦ σημεῖα (sic recte A, non σημαίνει, quod male
excusum p. 427, 4, ubi haec inter scholia sunt recepta) βέλη
ἐπιπέμπει κατὰ χόλον. βέλη δὲ νῦν τὸν χειμῶνα
282. πρώονας τὰς τῶν ὀρῶν ἐξοχάς
283. λωτεῦντα ἀνθοῦντα πίονα ἔργα τὰ γεώργια
285. προσπλάζον προσερχόμενον, προσρηγνύμενον
386. εἰλύαται κεκάλυπται
287. πωτῶντο ἐπέτοντο, ἐφέροντο
293. ἕλιξιν μέλασιν ἢ εἰλοῦσι τοὺς πόδας ἐν τῇ πορείᾳ
295. ἑξήλατον ἐξάπτυχον
296. ἤλασεν κατεσκεύασεν ἔντοσθεν ἔσωθεν βοείας βύρσας
301. πειρήσοντα πεῖραν ληψόμενον
πυκινόν ἀσφαλῆ· λέγει δὲ τὴν ἔπαυλιν
302. παῤ αὐτόφι παῤ αὐτοῖς βώτορας βοσκήτορας, βουκόλους
304. ἀπείρητος ἄνεν ἐπιβουλῆς, ἄπειρος
μέμονε προθυμεῖται δίεσθαι διελθεῖν, διωχθῆναι
305. μετάλμενος ἐπιζητῶν 311. ἕδρῃ προεδρίᾳ, τιμῇ
314. φυταλιῆς ἀμπελοφύτου γῆς πυροφόροιο σιτοφόρου
316. καυστείρης ἐμπύρου, θερμῆς
317. πύκα θωρηκτάων ἐπιμελῶς τεθωρακισμένων
318. ἀκληεῖς ἄδοξοι 320. ἴς δύναμις 328. ἠέ τῳ ἤ τινι
333. πάπτηνεν προεβλέψατο 334. ἀρὴν βλάβην
337. οὔ πως— οὐδέπω αὐτῷ ἦν δυνατὸν βοήσαντι ἀκουσθῆναι
347. ζαχρηεῖς ἄγαν βίαιοι καὶ μεγάλην ὁρμὴν τοῖς ἔργοις ποιοῦνεἶθαρ
353. εὐθέως 355. ἠνώγει κελεύει
356. ἀντιάσητον ἀπαντήσητε
368. ἀντιόω ἀπαντήσω, μετάσχω 371. ᾖε ἀπήρχετο
374. ἐπειγομένοισι ἐσπουδασμένοις
380. μαρμάρῳ ὀκριόεντι λίθῳ τραχεῖ
381. ὑπέρτατος ἀνωτάτω
385. ἀρνευτῆρι κυβιστητῆρι (κυβηστῆρη (sic) A)
390. ἆλτο καθήλατο 396. πρηνής ἐπὶ πρόσωπον
400. ὁμαρτήσανθʼ ὁμοῦ καὶ ὑπὸ τὸν αὐτὸν καιρὸν ἀφέντες τὰ
δόρατα
405. στυφέλιξε ἀπετίναξε 408. ἑλιξάμενος ἐπιστραφείς
411. θέσθαι ποιῆσαι 412. ἐφομαρτεῖτε ἀκολουθεῖτε
414. ἐπέβρισαν ἐπετέθησαν τοῖς Ἕλλησι
415. ἐκαρτύναντο ἰσχυροποιήσαντο
420. ἐπεὶ τὰ πρῶτα πέλασθεν ἐπειδὴ ἅπαξ προσεπελάσθησαν,
προσῆλθον
421. ἀμφʼ οὔροισι περὶ ὅρων γῆς δηριάασθον φιλονεικοῦσι
424. διέεργον διεχώριζον 425. δῄουν διέκοπτον
426. πτερόεντα ἐλαφρά
431. ἐρράδατ᾿ ἐρραμμένοι εἰσί 432. φόβον φυχήν
433. γυνὴ χερνῆτις ἡ ἁπὸ τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα
441. ἐνίετε ἐμβάλλετε
444. κροσσάων ὑποτρόχων κλιμάκων
446. πρυμνὸς παχύς κατὰ τὸ ἔσχατον μέρος παχύς
448. ὀχλίσσειαν ἀποκινήσειαν τοῦ ἐδάφους
452. ἐπείγει βαρεῖ 453. σανίδων τῶν θυρῶν ἀείρας
βαστάσας
455. δικλίδας διθύρους ὀχῆες οἱ μοχλοί
456. ἐπημοιβοί ἐπʼ ἀλλήλους φερόμενοι ἐπαρήρει ἐπέκειτο
458. ἀφαυρότερον ἀσθενές 459. θαιρούς τοὺς στρόφιγγας
460. βριθοσύνῃ τῷ βάρει 461. διέτμαγεν διεσχίσθησαν
462. λᾶος ὑπὸ ῥιπῆς ὑπὸ τῆς λίθου φορᾶς
463. ὑπώπια τὴν πρόσοψιν
464. ἕεστο ἠμφίεστο 467. ἑλιξάμενος ἐπιστραφείς
470. ἐσέχυντο εἰσῆλθον ἐφόβηθεν εἰς φυγὴν ἐτράπησαν
471. γλαφυράς στικτέον ἀλίαστος ἀμετάτρεπτος
59. σκηπανίῳ σκήπτρῳ
90. μετεισάμενος μετελθὼν, παραγενόμενος
146. ἐγχριμφθείς ἐνερείσας 159. τιτύσκετο ἐστοχάζετο
186. νισσόμενον παραγινόμενον
207. υἱωνοῖο τοῦ Ἀμφιμάχου
211. παῤ ἑταίρου τοῦ Μαχάονος
237. συμφερτή ἀντὶ τοῦ ἐκ πλήθους
252. ἀγγελίης λείπει χάριν 315. ἄδην εἰς κόρον.
326. ἔχε στρατοῦ ἀντὶ τοῦ ἡγοῦ 340. ἄμερδεν ἠμαύρου
416. πομπόν συνοδοιπόρον 460. ἐπεμήνιε ὠργίζετο
473. οἰοπόλῳ ἐρήμῳ 475. ἀλέξασθαι διῶξαι
481. καί μʼ καί μοι 508. ἀγοστῷ ἀγκῶνι
514. ἀμύνετο ἀντὶ τοῦ ἠμύνετο
521. βριήπυος μεγαλόφωνος
527. πήληκα περικεφαλαίαν
543. ἑάφθη ἐκάμφθη ἢ ἐπηκολούθησεν
561. χαλκῷ δουρί 569. ἀλεγεινός νῦν καίριος
584. ὁμαρτήτην ὁμοῦ συνῆλθον
587. ἀπὸ δʼ ἔπτατο ἀπεκρούετο
600. ἔχε ἔφερε τῷ Ἀγήνορι 657. ποινή τὰ ὑποφόνια
678. αὐτὸς ἄμυνεν τῇ οἰκείᾳ δυνάμει
679. ᾖ ἀντὶ τοῦ ὅπου 685. Ἰάονες Ἀθηναῖοι
703. ἐν νηῷ (sic) ἠροτριασμένῃ γῇ ἴνοπε μέλαιναι
726. παραρρητοῖσι συμβούλοις
809. βιβάσθων διαβαίνων 810. τίη τί δή
815. ὑμή ὑμετέρη
817. ὁππότε φεύγων τοῦτό φησιν ὅπερ ἐπάγει
830. χρόα ση. (i. e. σημείωσαι) τὸν χρόα
13. ἀεικές ἀπρεπές 17. ὀσσόμενον προσημαῖνον
20. δαϊζόμενος πολεμούμενος 40. πτῆξε εἰς φόβον ἤγαγεν
75. εἰρύαται εἱλκυσμένοι εἰσί 86. τολυπεύειν κατεργάζεται
92. ἐπίσταιτο οὕτως ἐπίσταιτο. (Non est glossema interlineare,
sed annotatio critica ad diversam spectans scripturam. Apud
Eustathium et in codicibus nonnullis ἐπίσταται. ἐπίστηται coniecit
Bentleius ex 15, 243.)
100. σχήσουσι ἀνθέξουσι
101. ἀποπαπτανέουσιν περιβλέψονται φυγεῖν
111. κότῳ ἀγάσησθε νῦν φθόνῳ φθονήσητε
154. ἀπὸ ῥίου ἀπὸ τοῦ ἀκρωτηρίου
156. δαέρα ἀνδρὸς ἀδελφόν
160. ἐξαπάφοιτο ἐξαπατήσειε
163. ἱμείραιτο ἐρασθῇ παραδραθέειν συγκοιμηθῆναι
182. ἕρματα ἐνώτια
183. τρίγληνα τρίκοκκα
μορόεντα μετὰ κακοπαθείας (κακοπαθίας A) εἰργασμένα
203. Ῥείης τῆς Ῥέας 235. ἰδέω χάριν ὁμολογῶ
240. ἤσεῖ ἐμβαλεῖ 253. οἱ τῷ Ἡρακλεῖ
256. ἐπεγρόμενος ἐπεγειρόμενος 284. λιπέτην κατέλιπον
286. ἔμεινε Superscriptum ιμνε, i. e. ἔμιμνε. Eadem scripturae
diversitas est v. 119.
345. εἰσοράασθαι βλέπειν
363. προθορὼν ἐκέλευσεν παρώρμησεν
404. τῇ ῥα ὅπου δή 413. πάντη ὁ Ἕκτωρ
439. νύξ ἀορασία 447. ἀνετράπετʼ ἔπεσεν
476. Πρόμαχον ὄνομα κύριον υἱὸς Ἀλεγήνορος
483. ποινή ἐκδικία 491. κτῆσιν περιουσίαν
501. εἰπέμεναι ἀντὶ τοῦ εἴπατε
10. ἀπινύσσων ἐξεστηκὼς τὴν ψυχήν (τῇ ψυχῇ ed. Romana)
14. ἀμήχανε κακομήχανε
16. κακορραφίης ὁ δόλος σου δηλονότι
86. δεικανόωντο ἐδεξιοῦντο 90. ἀτυζομένη τεταραγμένη
98. κεχαρησέμεν καρὸν (χαράν?) σχήσειν 99. εὔφρων ἱλαρός
103. ἰάνθη διεχύθη, εὐφράνθη
104. μενεαίνομεν προθυμούμεθα
114. καταπρηνέσσʼ καταφερέσι 252. ἄϊον ἦτορ ἀπέπνεον
384. ἔβαινον Superscr. ησαν, i. e. ἔβησαν
415. ἐείσατο ἐπῆλθεν 432. κατέκτα ὁ Λυκόφρων
470. πρώϊον πρόσφατον 502. ἄρκιον ἁρμόζον, συμφέρον
529. θώρηξ τοῦ Μέγητος 538. ὁ ὁ Μέγης
544. ἐεισάσθην ἐπῆλθον 547. ὄφρα τὸ ὄφρα ἀντὶ τοῦ τέως
558. κτάσθαι ἀναιρεῖσθαι 598. ἀρήν ἱκετείαν
679. κελητίζειν ἱππεύειν 681,δίηται ἱππεύηται
684. ἀμείβεται μεταβαίνει
738. ἑτεραλκέα ἀντὶ τοῦ ἑτέραν ἀλκήν
12. πιφαύσκεαι ἀντὶ τοῦ σημαίνεις
47. λιτέσθαι ἱκετεύειν 85. οἱ οὖ (i. e. οὖτοι)
202. πάνθʼ ὑπὸ μηνιθμόν ὑπὸ πάντα τὸν τῆς ὀργῆς χρόνον
233. Δωδωναῖε Πελασγικέ οἱ Θεσσαλοὶ Πελασγικοὶ λέγονται
272. ἀγχέμαχοι θεράποντες ἄριστοί εἰσι δηλονότι
336. μέλεον μάταιον
374. τμάγεν καὶ τοῦτο διὰ τοῦ ε ἄελλα ὁ κονιορτός
375. ὑπὸ νεφέων ὑπὸ τὰ νέφη ἢ ὑπὸ τῶν ἀνέμων.
392. ἐπὶ κάρ ἐπὶ κεφαλήν 441. πεπρωμένον κατακεκριμένον
456. ταρχύσουσι θάψουσι 459. ψιάδας δρόσους
468. ἀΐσθων ἀλγῶν, ἐκπνέων
469. μακὼν μυκησάμενος 470. κρίκε ἤχησεν
471. παρήορος ὁ ἔξω τοῦ ζυγοῦ ἵππος
476. συνίτην Πάτροκλος καὶ Σαρπηδών
491. μενέαινε ἐλιποψύχησε 567. ὑσμίνῃ ἀορασίαν
573. Βουδείῳ πόλις Βοιωτίας 591. θυμοραϊστέων θυμοφθόρων
613. ἀφίει ἀπέπεμψε 685. ἀάσθη ἐβλάβη
713. δίζε ἀμφέβαλλεν, ἐδίσταζεν 747. τήθεα ὄστρεα
754. ἆλσο ὡς ἆλτο
825. πίδακος ἀμφʼ ὀλίγης περὶ μικρᾶς πηγῆς
1. ὐδ᾿ ἔλαθʼ καθʼ ὑπερβατὸν οὐκ ἔλαθε δέ
4. πόρτακι δαμάλει 5. κινυρή οἰκτρὰ, ὀδυρτική
9. υἱός ὁ Εὔφορβος 17. μελιηδέα προσηνῆ
22. βλεμεαίνει ἐπιρρώννυται, δεινὸν βλέπει, πέποιθε
23. ἐϋμμελίαι πολεμικοί 24. Ὑπερήνορος ἀδελφὸς Εὐφόρβου
25. ὅτε μ᾿ ὤνατο ὅτε με ὕβρισεν
54. ἀναβέβρυχεν ἀνεφύσησεν
55. πνοιαὶ δονέουσιν τοῦτο ἦν τὸ ἀνεμοτρεφές
64. λαφύσσει λάπτει. τῶν δὲ κατὰ μίμησιν ἡ λέξις
65. δῃῶν διασπῶν, διακόπτων
66. ἰύζουσιν τῶν κατὰ μίμησιν καὶ τοῦτο
128. ἐγγύθεν ἀντὶ τοῦ ἐγγύς
136. ἐπισκύνιον τὸ ὑπὸ τὰς ὀφρῦς δέρμα
141. ὑπόδρα παραστρόφοις τοῖς ὀφθαλμοῖς
155. πεφήσεται φανερὸν γενήσεται
161. ἔλθοι τεθνηώς ἀντὶ τοῦ κομισθείη
170. τίη τίη Ἀττικῶς ἀντὶ τοῦ τί
171. ἐφάμην ἔδοξα, ἐνόμισα 202. ἐστι εἶσι
207. ποινήν ἀμοιβήν 210. Ἄρης πολεμικὴ προθυμία
213. ἰνδάλλετο δέ σφισι πᾶσι ἐφαίνετο κατὰ τὸ εἶδος ὅμοιος τῷ
Ἀχιλλεῦ ὁ Ἕκτωρ
225. κατατρύχω καταδαπανῶ 236. πολέσσιν ἀντὶ τοῦ πολλῶν
242. ὅσσον ἐμῇ) κεφαλῇ ὅτι ἐνηλλάγη πτῶσις. (Est Aristonici.)
253. δέδηεν ἐκκέκαυται
254. αὐτὸς ἴτω ἑκουσίως αὐτὸς παραγινέσθω
262. προὔτυψαν προενέσεισαν, προενέβαλον
265. ἐρευγομένη ἐρχομένης 637. ἀκηχέδατʼ ἄγαν κεκάκωνται
664. τετιηότι βεβλημένῳ διὰ λύπην
670. ἐνηείης πραότητος 695. ἀμφασίη ἀφωνία
696. ἔσχετο ἐπεσχέθη
25. νεκταρέῳ θείῳ, καλῷ
50. ἀργύφεον λαμπρόν 80. ἦδυς ἐπιθυμία
215. ἀπὸ τείχεος ἄπωθεν τοῦ τείχους
216. ὠπίζετ᾿ ἐπεστρέφετο 256. εἰμεν ὑπάρχομεν
259. ἰαύων ἀπαυλιζόμενος 273. κηδόμενοι φροντίζοντες
312. ἐπῄνησαν συγκατέθεντο
316. ἀδινοῦ γοεροῦ (γεεροῦ A), θρηνώδους
319. ἐλαφηβόλος κυνηγός 321. ἄγκε᾿ φάραγγας, σπήλαια
329. ἐρεῦσαι ἐρυθρὰν ποιῆσαι τῷ αἵματι
341. καμόμεσθα μετὰ καμάτου ἐκτησάμεθα
342. πιείρας λιπαράς 348. ἄμφεπε περιεῖπεν
375. κύκλα τροχούς πυθμένι τῷ ὑποκάτω μέρει τῆς βάσεως
386. θαμίζεις συνεχῶς παραγίνῃ
410. ἀκμοθέτοιο τοῦ ἐπὶ τῷ ἀκμοθέτῳ ἔργου πέλωρ τέρας
420. ἔργα ἴσασιν τὰ γυναικεῖα δηλονότι
447. ἐείλεον συνέκλειον 489. ἄμμορος ἀμέτοχος
498. ποινῆς τῶν ὑποφονίων (sic τὰ ὑποφόνια gl. ad 13, 600)
502. ἀμφοτέροισιν ἐπήπυον τὸ ναί καὶ τὸ οὔ
520. εἶκε ἐνεχώρει 521. ἀρδμός ποτισμός
βοτοῖσιν βοσκήμασιν
542. τρίπολον τρὶς ἐστραμμένην 552. ἐπήτριμα πυκνά
553. ἐλλεδανοῖσι τοῖς δεσμοῖς
572. ἰυγμῷ συριγμῷ 576. δονακῆα καλαμῶνα
597. στεφάνας κόσμον γυναικός
599. ἐπισταμένοισι ἐπιστήμοσιν
602. ἐπὶ στίχας ἐπʼ εὐθείας
605. κυβιστητῆρε οἱ μετὰ κυβιστήσεως ὀρχούμενοι
5. λιγέως ἐμπαθῶς 27. αἰών ὁ μυελός
72. γόνυ κάμψειν διαπαύσεσθαι
102. ἀνώγει κελεύοι 393. ἔσαν περιέβαλον
9. πίσεα ὑδατώδεις τόποι
34. ἐριούνης μεγαλωφελής
37. ῥώοντο ἁραιαί ἐρρώννυντο αἱ ἀσθενεῖς
109. ἀρειῇ ἀπειλῇ 133. μὴ χαλέπαινε μὴ ὀργίζου
140. παῤ αὐτόφι παραυτὰ, εὐθύς
145. ἀμφίχυτον ἀμφίχωστον 148. σεύαιτο διώξειεν
157. κάρκαιρε ποιὸν ἦχον ἀπετέλει
162. νυστάζων ἐπινεύων 166. ἀτίζων ἀτιμάζων, καταφρονῶν
168. ἐάλη συνείληπται 235. οἷο τοῦ ἑαυτοῦ
249. πολὺς νομός μετάθεσις
πολὺς πολύστροφος, εὐμετάθετος
316. δάηται καυθῇ 357. ἐφέπειν διώκειν
362. στιχός τῆς τάξεως 363. ὅστις κεν superscriptum
365. ἴμμεναι πορεύεσθαι 370. κολούει μειοῖ
377. δέδεξο προσδέχου 392.Ἕρμῳ ποταμὸς Λυδίας
401. καθʼ ἵππων ἀΐξαντα καταβάντα τῶν ἵππων
403. ἄϊσθε ἐξέπνευσεν ἤρυγεν ἐμυκᾶτο
414. ὀχῆες οἱ λῶροι 418. λιασθείς ἐκταθείς
420. λιαζόμενον κυλιόμενον
425. ἐσεμάσσατο καθήψατο 427. πτώσσοιμεν φύγοιμεν
452. ἐξανύω ἀποκτενῶ 458. ἠρύκακε κατέσχε τοῦ φυγεῖν
464. εὑ αὐτοῦ
483. σφονδυλίων σφονδύλων, οἳ εἰσὶν κδ᾿ ἐν τῇ ῥάχει (ῥάχῃ) A)
490. ἀναμαιμάει ἀναφέρεται, μαίνεται
ἄγκεα κοῖλοι τόποι ὀρῶν
θεσπιδαὲς ὑπὸ θεῶν ἀναπτόμενον
491. ἀζαλέοιο ξηροῦ 492. εἰλυφάζει συστρέφει
162. ὁ δʼ ἁμαρτῆ δούρασιν ἀμφίς ὁ δὲ ἀμφότερα τὰ δόρατα ὁμοῦ
ἀφῆκεν
166. ἐπιγράβδην ἄχρι τοῦ ἐπιξέσαι μόνον τὸ δέρμα
167. σύτο ἀνηνέχθη, ἐρρύη
168. ἐνεστήρικτο ἐνεπάγη
169. ἰθυπτίωνα ἐπʼ εὐθείας φερομένην
172. μεσσοπαλές ἐκ τοῦ μέσον παλλόμενον
198. ἀλλὰ καὶ ὅς ἀλλὰ καὶ οὗτος
220. ἀδήλως ἀφανιστικῶς, ὀλεθρίως
221. ἄγη ἔκπληξις, θαῦμα
234. οἴδματι θύων ῥεύματι πληθύνων
247. πεδίοιο γρ. πεδίονδε
267. φοβέουσι διώκουσι 271. ὑπέρεπτε ὑφήρπαζε
273. ὑπέστη ὑπέμεινεν
282. ἐρχθέντʼ ἀντὶ τοῦ πνιγέντα 297. ἴμεν ἀντὶ τοῦ ἴθι
327. κατὰ δʼ ἥρεε κατελάμβανεν
329. ἀποέρσειε ἀποπνίξειε 333. πιφαύσκεο ἐμφάνιζε
334. ἀργεστᾶο νότοιο τοῦ λεγομένου λευκονότου
335. εἴσομαι πορεύσομαι 338. ἵει βάλλε
339. ἀρειῆ ἀπειλῇ
342. τιτύσκετο ἡτοιμόζετο θεσπιδαές θείου καιομένου
343. δαίετο ἡτοίμαζε 344. ἅλις ἀθρόως
347. ὅστις ἐθείρῃ ἐξ ἔθους ἐπιμελοῖτο (sic ed. Romana: ἐπὶ
ἀμελοῖτο A)
351. λωτός πᾶν ὄνθος θρύον εἶδος πόας
355. πολυμήτιος πολυβούλου
361. ἀνὰ δʼ ἔφλυε ἀνέζει
362. ἐπειγόμενος καιόμενος
363. μελδόμενος ἀντὶ τοῦ τήκων
364. ἀμβολάδην ἀναβάλλων κάγκανα κατάξηρα
366. ἀϋτμή πνοὴ, ἀνάδοσις τοῦ πυρός
369. ἐπέχραε κήδειν ἐπεβάρησε λυπεῖν
380. στυφελίζειν διασείειν
385. βεβριθυῖα βαρεῖα, δεινή 386. ἄητο ἐκινεῖτο
392. ῥινοτόρος ὁ τιτρώσκων καὶ διακόπτων τοὺς ῥινούς
395. ἄητον πολὺ, μέγα
397. πανόψιον φανερῶς πάντων ὁρώντων
398. ἔδαψας ἔτρωσας 410. νηπύτιʼ ἄφρον
412. τῆς μητρὸς ἐρινύας τιμωρίας ἀποδοίης τῇ Ἥρᾳ
437. ἀμαχητί ἀφεστάναι τῆς μάχης δηλονότι
452. ἔκπαγλος ὑπερήφανος 454. τηλεδαπάων ξένων
456. κεκοτηότι θυμῷ ὠργισμένος τῇ ψυχῇ
460. πρόχνυ παντελῶς, πρόρριζος
465. ξαφλεγέες λίαν δραστικοί
467. δηριαάσθων φιλονεικείτωσαν
471. ἀγροτέρη κυνηγὸς, ἀπὸ τοῦ ἀγρεύειν
473. μέλεον μάταιον 483. λέοντα ἐπίφοβον ὡς λέοντα
489. ἔμαρπτεν κατελάμβανε 490. αἴνυτο ἀφῃρεῖτο
492. ἐντροπαλιζομένην ἐπιστρεφομένην
493. ὕπαιθα εἰς τοὔμπροσθεν
495. χηραμόν κατάδυσις
499. πληκτίζεσθʼ μάχεσθαι διὰ πληγῶν
500. πρόφρασσα προθύμως
507. προτὶ οἷ πρὸς ἑαυτῷ 516. μέμβλετο ἐφρόντιζεν
534. ἀλέντες ἀποκλεισθέντες
535. ἐπανθέμεναι ἐπανθήσατο
536. ἄληται συγκλεισθῇ
541. καρχαλέοι ξηροί 542. σφεδανῶν σφοδρῶς διώκων
550. ἐνόησεν ἀντὶ τοῦ ἴδεν
558. Ἰλήϊον ἐν ᾧ Ἵλου τάφος
561. ἀποψυχθείς ἀποψυχρανθείς
563. ἀπαειρόμενον ἀφορμώμενον
571. ἀλείς συστραφείς 573. πάρδαλις πάρδος
ξυλόχοιο συμφύτου τόπου
578. ξυμβλήμεναι συμβαλεῖν, ὑπαντῆσαι
588. ἐφέψεις καταλήψῃ
4. ἴσαν παρεγένοντο
27. εἶσιν ἄνεισιν, ἀνατέλλει
43. ἀπὸ πραπίδων ἐντὸς (ἐκτὸς Cobetus) ἔσομαι λύπης
44. εὖνιν ἔρημον, χῆρον 45. περνάς πιπράσκων
58. ἀμερθῇς στερηθῇς
59. ἐμέ οὕτως ὀρθοτονητέον φρονέοντʼ καλῶς σοι παραινοῦντα
60. οὐδῷ τῷ τέλει, τῇ ἐξόδῳ
66. πύματον τελευταῖον 67. ὠμησταί ὠμοφάγοι
69. τραπεζῆας τοὺς παρεστῶτας τῇ τραπέζῃ
70. ἀλύσσοντες ἀδημονοῦντες 75. αἰδῶ τὰ αἰδοῖα
83. λαθικηδέα τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν
ἁπάντων
93. ὀρέστερος ἐν ὄρει διατρίβων
102. ὤρετο ὥρμησεν 104. ἀτασθαλίῃσιν φρενοβλαβίαις
(rectius φρενοβλαβείαις)
113. ἀμύμονος τῷ πατρίδι δηλονότι 123. ἵκωμαι ἱκετεύσω
132. Ἐνναλίῳ ὅτι τῷ Ἀρεῖ, et glossema τῷ Ἄρηϊ
149. λιαρῷ θερμῷ 151. εἰκυῖα χαλάζῃ ἀντὶ τοῦ ψυχρά
153. πλυνοὶ ἐν οἷς πλύνουσι
159. οὐδὲ βοείην οὐ θῦμα, οὐ βύρσαν
162. τέρματα τοὺς καμπτῆρας 163. τρωχῶσι τρέχωσι
185. ἐρώει ὑποχώρει, ἐνδίδου 197. παραφθάς προλαβών
244. φειδωλή φειδώ 247. κερδοσύνῃ πονηρίᾳ, ἀπάτῃ
251. δίον ἐδιώχθην 253. ἁλοίην ληφθείην
255. ἁρμονιάων συνθηκῶν 261. ἄλαστε ἀλιτήριε
301. οὐδʼ ἀλέη οὐκ ἔστι, φησὶν, ἐκφυγεῖν
310. ἀμαλήν ἁπαλὴν, τρυφεράν
328. ἀσφάραγον τὴν φάρυγγα 332. ὀπίζεο ὑφορῶ
346. θυμὸς ἀνήῃ προθυμία με ἀναπείσῃ
351. ἐρύσασθαι ἀντὶ τοῦ ζυγοστατῆσαι
358. μή τοί τι θεῶν μήνιμα γένωμαι μή πως τῆς ἐκ θεῶν σοι
βλάβης αἴτιος καταστῶ
370. θηήσαντο ἐθαύμασαν
400. οὐκ ἄκοντε ἀντὶ τοῦ βουλόμενοι
441. θρόνα ποικίλʼ ἔπασσεν ἄνθη ποικίλα ἐξ ὧν βάπτουσι
490. παναφήλικα πάντων ἔρημον τῶν ἡλικιωτῶν
491. ὑπεμνήμυκε κατεστύγνακε, κάτω βλέπει
492. δευόμενος ἐνδεὴς ὤν 495. ἐδίηνʼ ἔβρεξε
ὑπερῴην τὸν οὐρανίσκον
29. δαίνυ παρεσκευάζετο 30. βόες ἀργοί νῦν ἀδάμαστοι
ὀρέχθεον ἐστέναζον, ἐμυκῶντο 45. σῆμα τάφον
79. ἀμφέχανε περιέβαλε, περιεχύθη
125. ἐπισχερώ ἐφεξῆς
160. κήδεος φροντίδος ἄξιος 165. ὑπάτῃ ὑψηλῇ, ἀνωτάτῃ
187. ἀποδρύφοι ἀποσπᾷ, ἀποσύροι, ἢ ἀποξύοι ἕλκων, ὁ Ἀχιλλεὺς
δηλονότι
191. σκήλειʼ ξηράνῃ, σκληροποιήσειεν ἴνεσιν νεύροις
198. σεύαιτο ὁρμὴν λάβοι
205. οὐχ ἕδος οὐ καθέδρα
210. ἀήμεναι πνέειν
215. λιγυρῇ ὀξείᾳ 217. φλόγʼ ἔβαλλον τῷ πνεύματι ἔβαλλον
230. ὁ δʼ ὁ πόντος οἴδματι τῷ κύματι
255. τορνώσαντο κύκλῳ περιέγραψαν
276. περιβάλλετον ὑπερβάλλουσιν
285. στέλλεσθε εὐτρεπίζεσθε
334. ἐγχριμφθείς ἐμπελάσας 340. ἐπαυρεῖν ὡς λαβεῖν
388. ἐλεφηράμενος διʼ ἀπάτης βλάψας
396. θρυλίχθη περιεθραύσθη
413. ἀποκηδήσαντε ἀντὶ τοῦ ἀργευσάμενοι
430. ἐπισπέρχων ἐπισπεύδων, ἀναγκάζων
445. ἀτέμβονται στερίσκονται
454. φοῖνιξ πυρρός 467. ἐξηρώησαν ἐξώρμησαν ἴσοι
474. λαβρεύεαι πολυλογεῖς, ἢ προγλωσσεύῃ
500. κατωμαδόν κατὰ τῶν ὤμων
536. λοῖσθος ἔσχατος 631. Βουπρασίῳ τόπος
701. Δαναοῖσι λαοῖσι 765. ἀϋτμένα ἀναπνοήν
7. τολύπευσε κατειργάσατο πείρων διαπερῶν
12. δινεύεσκʼ ἀλύων ἀνεστρέφετο στένων
43. θυμῷ εἴξας πεισθείς 96. λιάζετο ἐχωρίζετο
139. εἴη πορευθῇ 165. κατεμήσατο κατεχέατο
192. γλήνεα πολλά πολλῆς θέας ἄξια κόσμια
202. ἔκλεʼ ἐδοξάζου 209. ὥς ποθι ἀντὶ τοῦ οὕτως
215. πρὸ Τρώων οὕτω χωρὶς τοῦ (i. e. πρὸ, non πρός)
216. ἀλεωρῆς ἀποφυγῆς
230. τάπητας τὰ περιβλήματα τῆς κλίνης
241. οὔνεσθ’ ὄνησιν ἔχετε (marg. exter.)
292. ἑόν τεόν 300. ἐφιεμένῃ ἐντελλομένῃ
303. ἀκήρατον καθαρόν
316. περκνόν μέλαν
318. ἐϋκλήις εὔκλειστος 319. τόσσʼ τηλικαῦτα
335. ἑταιρίσσαι φίλον γενέσθαι καὶ ἑταῖρον
341. φέρον οὕτω διὰ τοῦ ο φέρον
518. ἄνσχεο ἀνέσχου
641. πασάμην ἐγευσάμην
648. ἐγκονέουσαι σπεύδουσαι
650. ἐκτὸς μὲν δὴ λέξο ἐκτὸς τῆς σκηνῆς
661. ὧδε ὡς ἐπιφέρει
755. ῥυστάζεσκεν εἷλκεν, ἔσυρεν
757. ἑρσήεις ἀνθηρός
768. ἐνίπτοι ἐπιπλήττοι
775. πεφρίκασιν νῦν βδελύττονται
I. Μῆνιν] μῆνις παρὰ τὸ μένω ἐν ἐκτάσει μῆνις ὡς ἔνος ἦνις.
ἄειδε θεά] μετωνυμικῶς ποίει ἀείδειν· βούλεται γὰρ τὰ λυπηρὰ μᾶλλον ᾄδειν, ἤτοι τῇ ἡδονῇ συγκαλύπτειν καὶ σκέπειν. ὅταν δὲ περὶ τοῦ πολυτρόπου (Od. 1, 1) ὁ λόγος, ἔννεπέ φησιν ἁπλῶς.
ἄειδε θεά] ἔθος τοῦτο ποιητικὸν, ὃ πάντες μικροῦ δεῖν ἐφυλάξαντο,
καλεῖν τὰς Μούσας ἤτοι τὸ θεῖον ὡς ἐπικουρῆσον αὐτοῖς. καὶ ἐν
Ὀδυσσείᾳ γάρ φησιν “ἄνδρα μοι ἔννεπε Μοῦσα,” καὶ πάλιν ἐπάγει
“τῶν ἀμόθεν γε θεά·” καὶ ἀλλαχοῦ (Od. 8, 499) “ὁ δʼ ὁρμηθεὶς
2. οὐλομένην] τὴν ὀλέσασαν ἢ τὴν ὀλεθρίαν. ὡς ἐπὶ ἰδίοις δὲ ἀλγῶν δυσφημεῖ αὐτήν. ὅρα δὲ τὰς ἐν ἀρχῇ ἀναφωνήσεις, ὅσον ὑποφαίνουσι τὸ πλῆθος τῶν ἱστορηθησομένων, ὡς καὶ ἐν Ὀδυσσείᾳ. ἔχει δὲ τοὺς γενικωτάτους τῶν τόπων τὸ προοίμιον· ποσόν, πολλάς· ποιόν, ἰφθίμους· οὐσίαν, ψυχάς· τόπον, Ἅϊδι· χρόνον, προΐαψεν.
μυρία] τινὲς θρηνητικὰ, παρὰ τὸ μύρεσθαι, καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ἤκουσαν. οὐδὲν δὲ ἄτοπον εἰ παρὰ Μουσῶν ταῦτα μαθεῖν ἐρωτᾷ· φρόνησις μὲν γάρ ἐστιν ἡ πάντων εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις.
ἄλγεʼ ἔθηκε] ῥητορικὴ ἡ μετάληψις. παρὸν γὰρ ἦν φάναι “ὃς
μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκεν·” ἀλλʼ ὡς φιλέλλην οὐ τῷ ἥρωϊ ἐπάγει
τὴν βλασφημίαν, ἀλλὰ τῷ πάθει. τὸ δὲ ἥ κατὰ δοτικήν τινες
ἤκουσαν, οὐκ ὀρθῶς. κίνησιν δὲ οὐ τὴν τυχοῦσαν ἔχει τὸ προοίμιον,
εἰ μέλλει διηγεῖσθαι θανάτους πολλῶν ἰφθίμων ἡρώων.
3. ψυχάς] Ἀπολλώνιος ὁ Ῥόδιος κεφαλάς γράφει.
Ἄϊδι προΐαψεν] ἐναντίον τῷ “μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον
ἔμμεναι ἀνδρῶν” (Il. 6, 488). ἀλλʼ οὐ ταυτὸν ἐκείνῳ τοῦτο. νῦν
γὰρ δοκεῖ λέγειν ὡς οὐ διὰ τὴν Μοῖραν, ἀλλὰ τὴν μῆνιν Ἀχιλλέως
ἀπώλοντο. ῥητέον οὖν ὅτι μοῖραν ἐνταῦθα ἀκουστέον τὴν πρὸ τῆς
ὡρισμένης τελευτήν. πρεπώδης γὰρ ἀνθρώποις θάνατος ὁ ἐν γήρᾳ
γινόμενος· “γῆρας γὰρ, φησὶ, καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι
πέλονται” (Od. 13, 59). προΐαψεν οὖν, ἔβλαψε πρὸ τοῦ ὅρου
παραπέμψασα τῷ Ἅδῃ, τοῦτʼ ἐστὶ πρὸ τοῦ πρέποντος ἀνθρώποις
θανάτου· ἢ περιττεύει ἡ πρό, ὡς τὸ “νῆάς τε προπάσας” (Il. 2
493).
*Πορφυρίου. τὸ “πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προίαψεν”
λέξιν. τὸ προΐαψεν ἀποδιδόασί τινες ἀντὶ . . . . . . . . . . . . .
τὸ γὰρ Ἄϊδι προΐαψεν . . . . . . . . . .
4. καὶ ἀλλαχοῦ (Il. 9, 547) “ἡ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον (ἤτοι περὶ τοῦ σώματος αὐτοῦ) ἀμφὶ συὸς (γάρ φησι) κεφαλῇ.”
ἑλώρια] δασύνεται τὸ ἑλώρια παρὰ τὸ ἕλω ἕλωρ, ὡς παρὰ τὸ πέλω πέλωρ. κτητικὸν δέ ἐστι τὸ ἑλώριον, ᾧ ἀντὶ τοῦ ἕλωρα ἐχρήσατο. χρειώδης δέ ἐστιν ἐνταῦθα καὶ ἡ τοῦ τεῦχε αὐτοὺς παράτασις . . . . . . . . . .
αὐτοὺς δὲ ἑλώρια] δυσμενεῖς τοὺς ἀκροωμένους ἀπεργάζεται βλασ-
οὐκέτι περὶ τοῦ θάψαι τοὺς τεθνεῶτας, ἀλλὰ περὶ τῆς σφῶν σωτη-
ρίας φροντίζουσιν. εἶτα γράφει ἡμέραν εἰς τὴν τοῦ Πατρόκλου ἔξο-
δον τελευτῶσαν. τῇ δὲ ἐπιούσῃ Ἀχιλλεὺς ἔξεισι, καὶ τὰ ταύτῃ
ἐχόμενα γράφει. εἶτα καταλαβούσης ἑσπέρας εἰς τὰ Ἕκτορος λύτρα
ἡ Ἰλιὰς τελευτᾷ.
5. οἰωνοῖσι] καὶ ἀλλαχοῦ “τάχα κέν σε γῦπες ἔδονται” (Il. 22. 42). οἱ γὰρ γῦπες ἀντερείδοντες τοῖς ποσὶ βίᾳ τὸ πᾶν ἕλκουσι σῶμα. εἰ δὲ καὶ μὴ πάντες ἤσθιον, ἀλλʼ οὖν ἀνέδην πᾶσι προύκειντο.
Διὸς δʼ ἐτελείετο βουλή] Διὸς βουλὴν λέγει νῦν ὁ ποιητὴς τὴν
ἐπαγγελίαν τὴν πρὸς Θέτιδα· “Ζεὺς μὲν ἄρα Τρώεσσι καὶ Ἕκτορι
βούλετο κῦδος” (Il. 13. 347). Εὐκλείδης δέ φησιν ὅτι οὐχ ὡς
ἑπόμενον τοῖς πρώτοις τοῦτο εἴρηται, ἀλλʼ ὡς κεχωρισμένον καὶ
καθʼ ἑαυτὸ λεγόμενον· ἡ δὲ Διὸς ἐτελείετο βουλὴ τῷ τοὺς ἠδικη-
κότας ἀξίαν δοῦναι δίκην ὧν ἠδίκησαν, ὅπερ ἐστὶ τέλος τῆς Ἰλιάδος,
ὡς εἶναι τὸ μὲν ἐπὶ τοῦ Ἀχιλλέως εἰρημένον κοινὸν τῆς ὅλης φρά-
σεως, τὸ πολλὰς δʼ ἰφθίμους ψυχάς, τὸ δὲ ἐπὶ θεοῦ κεχωρισμένον,
ὅτι δίκην ἔδοσαν ἱκανῶς τῇ βουλῇ αὐτοῦ.
6. διαστήτην] διέστησαν. ἡ δὲ τῶν δυϊκῶν κατάχρησις Ἀττική. τὸ δὲ ἔριδι ἀντὶ τοῦ μετὰ ἔριδος, ὡς μεθʼ ὅπλων.
7. Ἀτρείδης] ἀντὶ τοῦ Ἀγαμέμνων, ὡς ἀγελείη καὶ Τριτογένεια
ἡ Ἀθηνᾶ· ἐπεὶ γὰρ τὸ Ἀτρείδης καὶ τὸν Μενέλεων ἐδήλου, ἀντιδια-
στέλλων προσέθηκεν ἄναξ ἀνδρῶν.
δῖος] δῖος ὁ ἔνδοξος, ἀπὸ τῆς τοῦ Διὸς ὑπεροχῆς. ποσαχῶς δὲ τὸ
δῖός φησιν ἡ κατὰ συλλογισμὸν διήγησις; Ἀχιλλεὺς μὲν γὰρ πάν-
των χάριν, Ὀδυσσεὺς δὲ φρονήσεως, Ἀλέξανδρος δὲ καὶ Κλυταιμνή-
στρα κάλλους, Εὔμαιος εὐνοίας, θάλασσα δὲ καὶ Χάρυβδις μεγέθους.
τὸν δʼ Ἀχιλλέα καὶ διογενῆ, δίχα τοῦ κυρίου. “αὐτὰρ ὁ διογενής.”
8. τίς τʼ ἄῤ] ἐπὶ τὸ διηγηματικὸν μετιῶν ὑποβάλλει τὰς διηγή-
σεις αὐτομάτους, ἵνα μὴ δοκῇ τοῖς ἀκούουσι προσκορὴς εἶναι, ἀλλὰ
διὰ πεύσεως καὶ ἀποκρίσεως τὸν τῶν ἀκροωμένων νοῦν ἀναρτῶν, καὶ
ὑμεῖς τε καὶ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει. τὸ δὲ σφωέ μᾶλλον τρίτου
ἐστὶ δυϊκοῦ προσώπου, καὶ σημαίνει τὸ αὐτούς.
9. βασιλῆϊ] διὰ τί οὐκ Ἀγαμέμνονι, ἀλλὰ βασιλεῖ φησίν; δεί- κνυσι . . . . . . . . οὐδὲν ὀνίνησι τύχη τοὺς περὶ τὸ θεῖον πλημ- μελήσαντας.
10. ὦρσε] ψιλωτέον τὸ ὦρσεν· ἀπὸ γὰρ τοῦ ὄρω τὸ ὁρμῶ Αἰολι- κῶς γίνεται.
λαοί] καίτοι τοῦ λαός περιλημματικοῦ ὄντος, ὅμως πρὸς πλείω ἔμφασιν τῷ πληθυντικῷ ἐχρήσατο.
11. τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα] ὑπερβατὸν, ἵνʼ ᾖ τὸν ἀρη-
τῆρα Χρύσην. τὰ γὰρ ἐπιθετικώτερον συντασσόμενα κυρίοις ἢ
προσηγορικοῖς τὰ ἄρθρα δέχονται, εἰ μὴ τὰ ῥήματα διαφόρων γνώ-
σεων . . . . . . . τότε γὰρ ἀδιάφορον τὸ ἄρθρον. ἔστιν οὖν καθʼ
ὑπερβατὸν, ὡς τὸ “ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάϊνος” (Od. 9,
378). κατὰ συλλογισμὸν δὲ ἡ διήγησις. εἰ γὰρ θεοφιλεῖ τις ἀνδρὶ
προσκρούων τοιαῦτα πάσχει, πόσῳ μᾶλλον θεῷ; καὶ εἰ βασιλεὺς
οὕτω κολάζεται, πόσῳ μᾶλλον ἰδιώτης;
13. *θύγατρα] ἐκ τοῦ θυγατέρα κατὰ συγκοπὴν, ἀναδοθέντος καὶ τοῦ
τόνου. αἱ γὰρ συγκοπαὶ ἀναβιβάζουσι τοὺς τόνους, ὡς τὸ ἁρμόσαντες
ἄρσαντες, ὁμόπατρος ὄπατρος. γέγονε δὲ θυγάτηρ παρὰ τὸ θύω καὶ
τὸ γαστήρ· λέγεται γὰρ τὰ θήλεα τάχιον ἐν τῇ γαστρὶ κινεῖσθαι.
φέρων τʼ ἀπερείσιʼ ἄποινα] πανταχόθεν τὸν οἶκτον πεποίηται, τῷ
γήρᾳ, τῇ χηρώσει τῆς παιδὸς, τῇ πρὸς τοὺς ἐχθροὺς παρόδῳ καὶ τῇ
τῶν δώρων κομιδῇ. καὶ τὸ μὲν στέμμα κατέχει, τὰ δὲ δῶρα (χρυσὸς
ἵνα, εἰ μὲν θεοσεβὴς, τὸ στέμμα αἰδεσθῇ, εἰ δὲ φιλοχρήματος,
τὰ δῶρα δέξηται, εἰ δὲ μὴ, τὸ γῆρας οἰκτειρήσῃ. πανταχόθεν δὲ τὸν
ἔλεον θηρᾶται.
*τὸ ἀπερείσιʼ ἄποινα οὐ τὸ ἄπειρα τῷ πλήθει σημαίνει, ἀλλὰ πρὸς
ἃ ἀπερειδόμενοι καὶ ἀντιλαμβάνοντες λύτρα τῶν εἰλημμένων ἀπελύοντο
τοὺς αἰχμαλώτους. ἐκόμισεν οὖν οὐκ ἄλλο τι ἢ στέμμα καὶ σκῆπτρον
τοῦ θεοῦ ἐπὶ τὸν ναύσταθμον. λέγει οὖν “τὰ, δʼ ἄποινα δέχεσθαι”
ἐκεῖνα βαστάζων, “ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.” ἀκο-
λούθως οὖν ὁ Ἀγαμέμνων ἀποκρίνεται “μή νύ τοι οὐ χραίσμῃ σκῆ-
πτρον καὶ στέμμα θεοῖο,” ὡς οὐχὶ καὶ ἄλλων τινῶν λύτρων ἅμα τῷ
σκήπτρῳ καὶ τῷ στέμματι ἐνηνεγμένων ὑπὸ τοῦ πρεσβύτου, ἀλλʼ
αὐτῶν ἐκείνων μόνων· διὸ καὶ τὴν ἀπολογίαν κατὰ τὴν ὁδὸν ἔσχεν,
ὥσπερ οἱ σπονδοφόροι οἱ τὰς πανηγύρεις καταγγέλλοντες ἐκ τοῦ
στροφίου τῇ κεφαλῇ περιτίθεσθαι, καὶ οἱ κήρυκες τὰ κηρύκια. δι-
στάζεται οὖν πότερον στέμματα ἔχων ἢ ἑνικῶς στέμμα . . . . .
ἐπεὶ καὶ ὁ Ἀγαμέμνων ἀποκρίνεται “καὶ στέμμα θεοῖο.”
*τὸ ἄπειρον σημαίνει καὶ τὸ ὑπερβαλλόντως καλὸν καὶ περικαλλὲς,
ὡς ὁ Πορφύριος.
14. ἑκηβόλου] τοῦ ἕκαθεν ἐπιτυγχάνοντος· πλεῖστοι γὰρ ἕκαθεν βάλλουσιν, ἀλλʼ οὐ τυγχάνουσι τοῦ σκοποῦ· “οὐκ ἔβαλες τὸν ξεῖνον” (Od. 20, 305) ἀντὶ τοῦ οὐκ ἔτυχες· βάλλειν γὰρ κυρίως τὸ ἐπι- τυγχάνειν.
15. Ἀτρείδα δὲ μάλιστα] εἰώθασι συνάγεσθαι οἱ Ἀχαιοὶ “νηῒ παρὰ πρύμνῃ Ἀγαμέμνονος” (Il. 7, 383).
16. Ἀτρεῖδαί τε] εἴωθεν ὑπεξαίρειν τὰ προύχοντα πρόσωπα, ὡς
τὸ “Τρῶάς τε καὶ Ἕκτορα” (Il. 13, 1). ἀπὸ τοῦ διηγηματικοῦ δὲ
ἐπὶ τὸ μιμητικὸν μέτεισιν, ὡς τὸ “ἱππεῦσι μὲν πρώτοις ἐπετέλλετο”
(Il. 4, 301).
18. ὑμῖν μὲν θεοὶ δοῖεν] θεραπευτικὴ ἡ τοιαύτη ἔντευξις, τὸ ὑπερ-
εύχεσθαι χειρώσασθαι τοὺς ἐχθροὺς καὶ τὸ εὐθεῖαν καὶ εὐάγωγον
δοθῆναι ὁδόν. οἰκεία δέ ἐστιν ἡ ἱκετεία τῷ ἱερεῖ. ἅπασαν οὖν αὐτῶν
ἐπιθυμίαν πληρωθῆναι ἐπεύχεται, τὴν παῖδα πρὸ ὀφθαλμῶν βλέπων
αἰχμάλωτον. καλῶς δὲ οὐκ ἀπὸ τῶν λυγρῶν ἤρξατο, ἵνα μὴ μᾶλλον
Ἀχιλλέως.
*ἀπρεπὲς τὸ τὸν ἱερέα τοῖς μὲν οἰκείοις καταρᾶσθαι, τοῖς δὲ ἐχθροῖς εὔχεσθαι τὰ βέλτιστα. ἡ δὲ λύσις ἐκ τοῦ καιροῦ· τὸν γὰρ ἐν τοῖς πολεμίοις γενόμενον καὶ ὑπὲρ τῆς θυγατρὸς κινδυνεύοντα πῶς οὐκ εἰκὸς τοιούτοις λόγοις χρῆσθαι πρὸς τὸ συμφέρον αὐτῷ;
Ὀλύμπια δώματʼ ἔχοντες] οὐκ ἐν οὐρανῷ μόνον, ἀλλὰ καὶ ἐπὶ γῆς τοὺς θεούς φησιν οἰκεῖν, ἵνα μὴ καταφρονῶσιν αὐτῶν ὡς μακρὰν ὄντων.
20. ἐμοὶ—φίλην—δέχεσθαι] ἀντιδιέσταλται πρὸς τὴν ὑμῖν· διὸ
ὀρθοτονεῖται. ἐλεεινὴ δὲ ἡ προσθήκη τοῦ φίλην· δηλοῖ γὰρ τὴν μόνην.
τὸ δὲ δέχεσθαι ἀντὶ προστακτικοῦ ἀπαρέμφατον.
21. ἑκηβόλον Ἀπόλλωνα] ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς τοξικῆς εἶναι, τὸν Ἀπόλλωνα πολεμοῦντα αὐτοῖς ὡς ἑκηβόλον εἰσάγει, διὰ τῶν τούτου τόξων ἐκφοβῶν αὐτούς.
22. ἐπευφήμησαν Ἀχαιοί] δεισίδαιμον γὰρ τὸ πλῆθος καὶ μισο-
πόνηρον.
23. ἱερῆα] ὡς τιμῶντες μὲν οὗτοι ἱερέα καλοῦσι, λέγοντες ὡς χρὴ τὸν ἱκέτην μετʼ αἰδοῦς δέχεσθαι· ὁ δὲ καὶ γέροντα αὐτὸν ὀνομάζει.
24. ἀρχικὸν τὸ μὴ ἐπιτρέπειν τοῖς ἀρχομένοις τὰς κρίσεις.
ἄλλως τε δὲ οὐκ ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει
παρὰ τῶν ἀρχομένων.
ζητεῖται διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο καὶ μὴ ἀπὸ τῶν
πρώτων ὁ ποιητής. καί φαμεν ὡς σποράδην οἱ πρὶν ἐγίνοντο πόλεμοι,
καὶ οὐδὲ περὶ πόλεων μεγίστων. οἱ γὰρ Τρῶες Ἀχιλλέως παρόντος
οὐδέποτε ἐξήεσαν τῶν πυλῶν, καὶ σχεδὸν ἄπρακτοι τὴν ἐνναετίαν
λύουσι δὲ αὐτὸ οἱ περὶ Ζηνόδοτον οὕτως, ὅτι πρέπον ἐστὶ τῇ ποιήσει
τὸ προοίμιον, τὸν νοῦν τῶν ἀκροατῶν διεγεῖρον καὶ προσεχεστέρους
ποιοῦν, εἰ μέλλοι πολέμους καὶ θανάτους διηγεῖσθαι ἡρώων.
πάλιν ζητεῖται διὰ τί Ἀχιλλέως ὡς ἐπὶ τὸ πλεῖστον ἀριστεύ-
οντος οὐκ Ἀχίλλειαν ὡς Ὀδύσσειαν ἐπέγραψε τὸ σωμάτιον. φαμὲν
δʼ ὅτι ἐκεῖ μὲν, ἅτε μόνως ἐφʼ ἑνὸς ἥρωος τοῦ λόγου πλακέντος,
καλῶς καὶ τοὔνομα τέθειται· ἐνταῦθα δὲ εἰ καὶ μᾶλλον τῶν ἄλλων
Ἀχιλλεὺς ἠρίστευεν, ἀλλά γε καὶ οἱ λοιποὶ ἀριστεύοντες φαίνονται.
οὐ γὰρ μόνον τοῦτον οἷος ἦν δηλῶσαι βούλεται, ἀλλὰ σχεδὸν ἅπαν-
τας, ὅπου γε καὶ ἐξισοῖ τινὰς αὐτῷ. ἐκ τινὸς οὖν ὀνομάσαι μὴ ἔχων
αὐτὸ ἀπὸ τῆς πόλεως ὀνομάζει, καὶ τὸ αὐτοῦ καλῶς ὑποφαίνει ὄνομα.
25. κακῶς] αὐστηρῶς, ἢ σὺν τῷ οἰκείῳ κακῷ ἤτοι τῇ ἀπραξίᾳ. τὸ δὲ κρατερόν ἀντὶ τοῦ ἀπηνῆ, ὡς τὸ “ἀνδρὶ παρὰ κρατερῷ” (Il. 24, 212) “κρατέῤ ἄλγεα πάσχων” (Il. 2, 721). τὸ δὲ ἑξῆς ἐπέτελλεν.
26. γέρον] τὸ τοῖς ἄλλοις αἰδέσιμον γῆρας ἐπʼ ὀνείδει προβάλ- λεται.
27. ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα] ἢ γὰρ ἐπιμένοντες
ἀνύομεν, ἢ πρὸς τὸ ὀξὺ ἐνδιδόαμεν. ὕστερον δὲ ὀχλοῦμεν· ὧν ἀπάντων
αὐτὸν ἐκκόπτει. τὸ δὲ νῦν τὸν ἐνεστῶτα ἐσήμανεν, οὐ τὸν πλατικὸν
χρόνον.
29. τὴν δʼ ἐγὼ οὐ λύσω] πολλὰς περικοπὰς ἔχει ὁ λόγος, τὸ θυμικὸν ἐμφαίνων.
πρίν μιν καὶ γῆρας ἔπεισι] μᾶλλον γηράσει παῤ ἐμοὶ ἢ λυθή-
σεται. ἔστι δὲ ὡς τὸ “οὐδέποτʼ ἐκπέρσει, πρίν μιν κύνες ἠδʼ οἰωνοί”
(Il. 18. 283).
κατʼ ὀλίγον αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα· ἔστι
δὲ, ὥς που τὸ περὶ αὐτοῦ ἐπίγραμμα δηλοῖ, βασιλεὺς μὲν ἀγαθὸς,
31. ἱστὸν ἐποιχομένην] ταῦτα λέγων ὑπʼ ὄψιν ἄγει τὰ τῆς Ἑλένης.
ἐμὸν λέχος ἀντιόωσαν] τῆς ἐμῆς κοίτης μεταλαμβάνουσαν, ὡς τὸ “ἀντιόων ταύρων τε” (Od. 1, 25). ἐφύβριστος δὲ ἡ παρὰ πολε- μίοις μίξις. ὅτι δὲ ἐφʼ ὕβρει φησὶν αὐτῇ χρῆσθαι δηλοῖ διὰ τοῦ ἐκφωνῆσαι τὸ ἱστὸν ἐποιχομένην καὶ τούτῳ τῷ λόγῳ συμπεριλαβεῖν τὸ λέχος.
*ἀπρεπὲς τὸ τὸν βασιλέα περὶ τῆς αἰχμαλώτου λέγειν, καὶ ταῦτα
ἔχοντα γυναῖκα καὶ παῖδας ἐξ αὐτῆς. λύεται δὲ καθʼ σὓς μὲν ἐκ
τῆς λέξεως· τὸ γὰρ ἐμὸν λέχος ἀντιόωσαν οὐ πάντως δηλοῖ τὴν συγ-
κοιμωμένην, ἀλλὰ καὶ ὑπηρετοῦσαν πρὸς τὸ λέχος, οἷον θαλαμη-
πολοῦσαν· καθʼ ἑτέρους δὲ ἀπὸ τοῦ καιροῦ· ἐν γὰρ πολέμῳ καὶ
στρατῷ τῶν Ἑλλήνων ὄντων, καὶ ταῖς αἰχμαλώτοις συνερχόμενον
τὸν βασιλέα θέλει ἀποφῆναι, καὶ οὐκ ἀσχήμονα τὴν πρὸς ταύτας
φιλοστοργίαν, ὅπως ἂν μᾶλλον κατέχῃ τὸ πλῆθος.
32. μή μʼ ἐρέθιζε] τὰ γὰρ ἀποθύμια ἐρεθιστικὰ ἡγούμεθα εἶναι.
πρῶτος δὲ Ὅμηρος τὴν δύναμιν τῆς Ἀδραστείας ἐνεδείξατο. ὁ γὰρ
τὸν ἱκέτην ἀτιμάσας αὐτὸς ἱκετεύων ἀποτυγχάνει· ὁ δῶρα μὴ λαβὼν
ἑτέρῳ δίδωσιν· ὁ κατασχὼν γέροντος θυγατέρα, διδοὺς τὴν ἑαυτοῦ
πρὸς γάμον ἀπαξιοῦται.
33. καὶ ἐπείθετο μύθῳ] ἀντὶ τοῦ οὐκ ἀντέπρασσε. διδάσκει δὲ ὁ
ποιητὴς εἴκειν ταῖς ὑπερβολαῖς. οἰκείως δὲ τὸν ἠτιμασμένον καὶ
φοβούμενον γέροντα καλεῖ καὶ οὐχ ἱερέα, πλέον οἰκτιζόμενος.
34. ἀκέων παρὰ θῖνα] οὐκ οἰμώξας διὰ τὸν καιρόν. τὸ δὲ θῖνα νῦν μὲν θηλυκῶς εἴρηται, ἔστι δὲ καὶ ἀρσενικὸν, ὡς τὸ “ἐκβάντες δʼ ἐπὶ θῖνα βαθύν.”
35. ἀπάνευθε κιών] ἵνα μὴ ἀκούσωσιν οἱ πολέμιοι. ἐπισύνηθες δέ
ἐστι τοῖς καταδεεστέροις καταφεύγειν ἐπὶ τὸ θεῖον ἀδικουμένους.
36. Ἀπόλλωνι ἄνακτι] τὸ α ἐκτείνει Ἀρίσταρχος διὰ τὸ μέτρον. τὸ δὲ ἄνακτι ἢ ὅτι αὐτός ἐστι τῶν φαινομένων καὶ γενομένων αἴτιος· ἢ ὡς μουσικὸν ἄνακτα αὐτόν φησιν ὁ ποιητής· ἢ τῷ ἰδίῳ ἄνακτι.
37. κλῦθί μευ] ἐν γενικῇ τὸ μευ, οὐκ ἐν δοτικῇ· καὶ ἔστιν ἀνα- λογοῦν τῷ “τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων” (43).
ἀργυρότοξ᾿] διὰ τὴν χρείαν τῶν βελῶν τοῦτό φησιν. ἔοικε δὲ
μηδὲν διαφέρεσθαι περὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν· “ἀμφὶ δʼ ἄῤ
ὤμοισι βάλετο ξίφος ἀργυρόηλον” (Il. 2, 45) καὶ “ἐν δέ οἱ ἧλοι
χρύσειοι πάμφαινον” (Il. 11, 29).
Χρύσην] ἀπόρθητος καὶ αὕτη καὶ ἡ Κίλλα· ἡ δὲ Τένεδος πεπορ-
θημένη· “τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων” (Il. 11, 625). τὸ δὲ παρὸν
ἕτοιμον πρὸς ὑπόμνησιν, ὥς πού φησιν ἐν τῷ τῆς Ἰλιάδος ταύτης
ἰῶτα (183) περὶ τῶν πρεσβέων “πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ.”
ἃ γὰρ τὸν γέροντα πάσχειν ποιοῦσι, καὶ αὐτοὶ ἀντιπάσχουσιν.
38. Κίλλος ἡνίοχος Πέλοπος, περὶ Λέσβον ἀποθανών· ἀθυμοῦντι δὲ αὐτῷ παρέστη κελεύων Κιλλαίῳ Ἀπόλλωνι θύειν διὰ τὸν αἰφνί- διον θάνατον, καὶ νικήσειν. ὅθεν καὶ τῆς ὀνομασίας ἔτυχεν ἡ πόλις.
Κύκνου καὶ Σκαμανδρδίκης Τέννης καὶ Ἡμιθέα· ὃς ἀπελαθεὶς ὑπὸ τοῦ πατρὸς σὺν τῇ ἀδελφῇ Ἡμιθέᾳ διὰ τὴν ἐπιβουλὴν τῆς μητρυιᾶς Καλύκης ᾤκησε τὴν Λευκόφρυν, καὶ σφ᾿ ἑαυτοῦ Τένεδον ὠνόμασεν.
41. ταύρων ἠδʼ αἰγῶν] θυσίαις ταύρων καὶ αἰγῶν ἥδεται ὁ Ἀπόλ-
λων· ὕλη γὰρ τοῖς τόξοις τὰ κέρατα αὐτῶν.
42. τίσειαν Δαναοὶ ἐμὰ δάκρυα] μικρῷ λόγῳ μεγάλα αἰτεῖ·
ἀνταποδοῖεν τοῖς βέλεσί σου ταῦτα τὰ δάκρυα, τουτέστι τοξεύων
εἴσπραξαι αὐτοὺς ἃ ἐγὼ ἐξέχεα δάκρυα. ἐν σχήματι δὲ ὃ παρῆκεν
ἔφρασεν, ὡς ἄρα ἔκλαιεν ὁ γέρων. πῶς δὲ Ἕλλησιν ἐπαρᾶται τοῖς
εὐφημήσασι δοθῆναι αὐτῷ τὴν θυγατέρα, καὶ μὴ μᾶλλον Ἀγαμέμ-
νονι: φαμὲν οὖν ὅτι εἰ ἀπέθανεν ὁ Ἀγαμέμνων, ἀνεκζήτητος ἂν
ἔμεινεν ἡ αἰτία τοῦ λοιμοῦ καὶ πλεόντων ἐπὶ τὴν πατρίδα τῶν Ἑλ-
λήνων ἀναπόδοτος ἐγένετο ἡ Χρυσηΐς· ἢ ὅτι αὐτοὶ Θήβας πορθή-
σαντες ἐξέδοντο αὐτὴν Ἀγαμέμνονι· καὶ ὅτι ἀποθανὼν μὲν Ἀγαμέμ-
νων ἄλυπος ἦν, ζῶν δὲ καθʼ ἡμέραν ἀποθνήσκει, βλέπων ἀπολλυμένους
τοὺς ὄχλους· καὶ ὅτι συμπεριλαμβάνεται καὶ αὐτὸς τοῖς Δαναοῖς·
καὶ ὅτι πᾶσιν ἀρᾶται, διότι μὴ πάντες ἐπέσχον τὴν τοῦ βασιλέως
ὕβριν· καὶ ὅτι ὡς βάρβαρος ὁ Χρύσης πᾶσιν Ἕλλησιν ἐχθρός ἐστιν.
*ἀπρεπὲς δοκεῖ κατὰ μὲν τοῦ ὑβρίσαντος Ἀγαμέμνονος μὴ
43. τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων] συνητίμαστο γὰρ τῷ ἱερεῖ ἐν τῷ μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο.” τὲ δὲ πρὸ τῆς εὐχῆς ἐπικουρῆσαι ἀπολίτευτον. διδάσκει δὲ ὅσον ἰσχύει εὐχὴ καθαρὰ, ὅσον δὲ ἀνωφελὴς μυσαρὰ θυσία.
*Φοῖβος οἱονεὶ ὁ φαόβιος, τουτέστιν ὁ λαμπρὸν βιὸν ἔχων ἤγουν
τόξον· ὅθεν καὶ φοιβάζω τὸ λαμπρύνω. ἢ ἀπὸ Φοίβης μαμμωνυ-
μικὸν, ὡς καὶ Ἡσίοδος.
**Φεῖβον οὖν αὐτὸν ὀνομάζει ἀπὸ τῶν ἀκτίνων λαμπρὸν ὄντα, τὸ μόνον ἡλίῳ προσὸν ἐξ ἴσου κοινώσας Ἀπόλλωνι καὶ Μούσῃ.
44. κῆρ] παρὰ τὴν καῦσιν. τὸ δὲ ἔμφυτον θερμόν φασιν εἶναι
τὴν ψνχήν.
45. τόξʼ ὤμοισιν] ἓν εἶχε τόξον· ἀλλὰ τῇ φωνῇ τοῦ πλήθους τῶν δεινῶν ἐμφαίνει τὸ μέγεθος.
46. ἔκλαγξαν δʼ ἄῤ ὀϊστοί] ἐπιστρέφει πρὸς εὐσέβειαν τὸ καὶ τὰ ἄψυχα τῆς τοῦ θείου αἰσθάνεσθαι δυνάμεως.
*φιλόσοφός ἐστι θεωρία ἐν τῷ στίχῳ τῷ “ἔκλαγξαν δʼ ἄῤ ὀϊστοὶ
ἐπʼ ὤμων χωομένοιο, αὐτοῦ κινηθέντος.” εἰσι γὰρ, εἰσί τινες οὐράνιοι
μεθʼ ἁρμονίας ἐμμελοῦς ἦχοι, κατὰ τὴν ἀΐδιον φορὰν ἀποψαλλό-
μενοι, μάλιστα τῆς ἡλιακῆς περιόδου συντόνως φερομένης. οὐ γὰρ
δήπου, εἰ ῥάβδῳ μὲν ὑγρᾷ πλήξας τις εἰκῆ τὸν ἀέρα καὶ λίθους ἀπὸ
σφενδόνης ἀφεὶς ῥοίζους ἀποτελεῖ καὶ συριγμὸν οὕτω βαρύφθογγον,
τηλικούτων δὲ σωμάτων ἡ κυκλοπόρος βία δρόμοις ἀπʼ ἀνατολῆς εἰς
δύσιν ἁρματηλατουμένη μεθʼ ἡσυχίας τὸν σφοδρὸν ὁδοιπορεῖ δρόμον.
p. 617 b) οὕτω λέγων· “ὅτι δὲ τῶν κύκλων αὐτοῦ ἄνωθεν ἐφ᾿
ἑκάστου βεβηκέναι Σειρῆνα συμπεριφερομένην φωνὴν μίαν ἱεῖσαν
ἑκάστην, ἁπασῶν δʼ ὀκτὼ οὐσῶν μίαν ἁρμονίαν ξυμφωνεῖν·” ὁμοίως
δὲ καὶ ὁ Ἐφέσιος Ἀλέξανδρος, ἐπεξελθὼν ὅπως κατὰ τάξιν οἱ πλά-
νητες ἀστέρες ὁδεύουσιν, ἐπάγει περὶ τῶν ἑκάστου φθόγγων “πάντες
δʼ ἑπτατόνοιο λύρης φθόγγοισι συνῳδοὶ ἁρμονίην προχέουσι διάστασιν
ἄλλος ἐπʼ ἄλλου.” διʼ ὧν ἂν εἴη γνώριμον ὡς οὐ κωφὸς οὐδʼ ἄφθογ-
γός ἐστιν ὁ κόσμος. ἀρχὴν δὲ ταύτης τῆς δόξης Ὅμηρος παρέσχεν
εἰπὼν τὰς ἡλιακὰς ἀκτῖνας βέλη ἀλληγορικῶς, προσθεὶς ὅτι φερό-
μεναι διὰ τοῦ ἀέρος ἔκλαγξαν ἤτοι ἡδεῖάν τινα καὶ ἔνθεον φωνὴν
ἀπετέλεσαν. τὰ κοινὰ δὲ τῶν φθόγγων παραστήσας ἐπὶ τὸ ἴδιον
εὐθὺς τοῦ λόγου μετέβη προσθεὶς “ὁ δʼ ἤϊε νυκτὶ ἐοικώς.” οὐ γὰρ
ἀκήρατον φῶς οὐδʼ ἀμιγὲς ἀχλύος μελαίνης τὸ τοῦ ἡλίου ὑφίσταται,
νυκτὶ δʼ αὐτὸ ἐθόλωσεν, ὁποία σχεδὸν εἴωθεν ἐν τοῖς λοιμικοῖς πά-
θεσιν ἐπιπροσθεῖν τῷ διʼ ἡμέρας φέγγει. πῶς γε μὴν τοξάζειν
ἐσπουδακὼς Ἀπόλλων “ἕζετ᾿ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε,
δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο;” εἰ γοῦν διʼ ὀργὴν ἐτόξευεν.
ζῴων, οὐδʼ ἂν ὁ θυμὸς ἀφρόνως ἐνήκμαζεν ἡμιόνοις τε καὶ κυσὶν, ὡς
τὸ Θρκικὸν ἀνδράποδον Ὁμήρου κατεξανίσταται, λέγω δὲ τὸν Ἀμ-
φιπολίτην Ζωΐλον, ἄνω καὶ κάτω τοιούτους τινὰς λήρους φληνα-
φοῦντα. Ὅμηρος δὲ καὶ σφόδρα φυσικῶς τὴν περὶ τὰ λοιμικὰ τῶν
παθημάτων συντυχίαν διὰ τούτων παρίστησιν. οἱ γὰρ ἐμπειρίαν
ἰατρικῆς τε καὶ φιλοσοφίας ἔχοντες διʼ ἀκριβοῦς παρατηρήσεως
ἔγνωσαν ἐν ταῖς λοιμικαῖς νόσοις τὸ δεινὸν ἀπὸ τῶν τετραπόδων ἀρχό-
μενον. κατʼ ἄμφω δʼ ἡ πρόφασίς ἐστιν εὔλογος, ὥστε εὐάλωτοι πρὸς
τὸ δεινὸν εἶναι· τῆς τε γὰρ διαίτης τό ἀκριβὲς οὐ θηρᾶται, διʼ ἣν
ἀταμιεύτως σιτίων τε καὶ ποτῶν ἐμπιπλάμενα διαφθείρεται, μηδενὸς
λογισμοῦ τὴν ἐπὶ τὸ πλέον ὁρμὴν χαλινοῦντος. ἔπειθʼ, ὃ καὶ μᾶλλον
ἀληθέστερόν ἐστιν, οἱ μὲν ἄνθρωποι μεταρσίοις ταῖς ἀναπνοαῖς τὸν
καθαρώτερον ἕλκοντες ἀέρα βραδύτερον ἁλίσκονται τῷ πάθει, τὰ δʼ
ἐπὶ γῆς ἕρποντα ζῷα τοὺς νοσώδεις ἐκεῖθεν ἀτμοὺς εὐμαρέστερον
ἕλκει. πάνυ γε μὴν ἀληθῶς οὐκ ἐν ἀρτίοις ἡμέραις τὴν ἀπαλλαγὴν
τῆς νόσου δεδήλωκεν, ἀλλʼ ἐν περιτταῖς, “ἐννῆμαρ μὲν ἀνὰ στρατὸν
ᾤχετο κῆλα θεοῖο·” μάλιστα γὰρ ἐν τῇ παῤ ἕκαστα πείρᾳ γνώριμόν
ἐστι τοῦτο, ὅτι κρίσιμοι τῶν σωματικῶν παθημάτων αἱ περιτταὶ
γίνονται τῶν ἡμερῶν, λυτὴρ δʼ Ἀχιλλεὺς τῆς νόσου. Χείρων γὰρ
αὐτὸν ἐδίδαξε “δικαιότατος Κενταύρων,” ὃς πάσῃ μὲν ἐκέκαστο
σοφίᾳ, περιττῶς δὲ τῇ ἰατρικῇ, ὅπου γνώριμον αὐτῷ φησιν εἶναι
καὶ Ἀσκληπιόν. προσέθηκε δʼ Ἀχιλλεῖ θεραπεύοντι φυσικῶς ἀλλη-
γορήσας θεὰν Ἥραν· “τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος
Ἥρη.” δύο γὰρ ὄντων κατὰ τοὺς φυσικοὺς τῶν πνευματικῶν στοι-
χείων, αἰθέρος τε καὶ ἀέρος, αἰθέρα μὲν τὴν πυρώδη φαμὲν οὐσίαν,
ἡ δὲ Ἥρα μετʼ αὐτόν ἐστιν ἀὴρ, μαλακώτερον στοιχεῖον· διὰ τοῦτο
καὶ θῆλυ. τὰ δʼ ἀκριβῆ περὶ τούτων διαλεξόμεθα μικρὸν ὕστερον,
νῦν δʼ ἀπόχρη τοσοῦτον εἰπεῖν, ὅτι τοῦ πάλαι θολεροῦ διαχυθέντος
καθαρμούς. “οἱ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματʼ ἔβαλλον.”
47. νυκτὶ ἐοικώς] τὰ φοβερὰ νυκτὶ εἰκάζει.
48. ἕζετʼ—ἰὸν] ἐφεδρείαν δηλοῖ τὸ ἕζετο καὶ ἀναμονὴν ἐπιστρο- φῆς. τοὺς δὲ ὀϊστοὺς διὰ τὸ βλαπτικὸν ἰοὺς ἐκάλεσεν.
49. κλαγγή] λέγεται καὶ ἐπὶ ἐμψύχων, ὡς καὶ ἐπὶ Τρώων. ἐπὶ
δὲ ἀνθρωπίνου τόξου ψιλῶς, ὡς τὸ “λίγξε βιός” (Il. 4, 125).
50. οὐρῆες λέγονται διὰ τὸ ἄγονον, ὡς οὔρια ᾠὰ καλοῦμεν. εὐ-
καθῆ δὲ ταῦτα τὰ ζῷα καὶ πρὸς νόσων παραδοχὴν ἐπιτήδεια· σύμ-
μικτος γὰρ οὖσα ἡ φύσις αὐτῶν, καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν,
οὐ μεγάλης εἰς τὸ φθείρεσθαι δεῖται ἀνάγκης. οἱ κύνες δὲ καθαροῦ
δέονται τοῦ ἀέρος, ὅτι ὀξύτεροί εἰσι τῇ ὀσφρήσει. ἀργοὺς δὲ ἀκου-
στέον τοὺς λευκοὺς, ὅτι ἀσθενέστερά ἐστι τὰ τοιαῦτα σώματα
τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα. εἰσὶ δὲ οἱ
μὲν πρὸς γεωργίαν, οἱ δὲ πρὸς θήραν χρειώδεις· ὅθεν μάλιστα τὰς
τροφὰς ἐπορίζοντο. εἰ δὲ ὁ θεὸς πολέμιος ὢν οὕτω μακροθυμεῖ, τί δεῖ
ποιεῖν τοὺς ἀνθρώπους;
51. αὐτοῖσι] αὐτοῖς τοῖς Ἕλλησι. πρὶν ἢ δὲ τὸ ἄκρον καταλα- βεῖν, ἤτοι τοὺς ἀρχηγοὺς, Ἀχιλλεὺς δημηγορεῖ.
52. βάλλ᾿] ἀφιεὶς ἔβαλλεν, ὡς τὸ ᾤχετο ἀπιών, κατὰ Ἰωνικὴν περίφρασιν. ἢ τὸ βάλλεν ἀντὶ τοῦ ἐφόνευεν.
*πυραὶ νεκύων καίοντο] πῶς, φασὶν, ὁ ποιητὴς ἐναντία ἑαυτῷ
θαμειαί] Πάμφιλος θαμεῖαι λέγει ὡς ὀξεῖαι, Ἀρίσταρχος δὲ ὡς πυκιναί· ὁμοίως δὲ καὶ τὸ ταρφειαί.
53. ἐπὶ ἐννέα ἡμέρας, ὅτι οὐδὲ ἄλλως ἡδύνατο γνωσθῆναι τὸ τῆς
νόσου ἴδιον. ἐν γὰρ ἐννέα ἡμέραις, καὶ μικρόν τι πρότερον ἢ
ὕστερον, κρίνεται τὰ τοιαῦτα νοσήματα. καλῶς οὖν ἡ Ἥρα ἐπὶ νοῦν
τίθησιν Ἀχιλλεῖ. Ἥρα γὰρ ὁ ἀὴρ, ὁ δὲ Ἀχιλλεὺς ὡς ἰατρὸς ἐξ
αὐτοῦ τοῦτο συνέλαβε. λευκώλενον δὲ, ὅτι διαφανής ἐστιν ὁ ἀὴρ καὶ
παρόντος τοῦ φωτίζοντος λαμπρύνεται. καὶ βοῶπις, ὅτι διʼ αὐτοῦ
ἡ τῆς ὄψεως ἐνέργεια.
ᾤχετο] οὐκ εἶπεν ἐπέμπετο, ἀλλʼ ὥσπερ ἐπὶ ἐμψύχῳ εἴδει, ἐπο-
ρεύετο.
κῆλα] ὡς τὸ δόρυ κοινόν ἐστι καὶ εἰδικὸν, οὕτω καὶ τὸ κῆλον. ἢ κῆλα τὰ δείματά φησιν, ἢ τὰ καύσεως αἴτια.
54. ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς] αὐτοκράτωρ γὰρ, οὐ
μισθωτὸς ἦν. τὴν δὲ στρατιὰν ὁ θέλων συνῆγε. συνάγει μὲν γὰρ
Ὀδυσσεὺς ἐν τῇ B καὶ Ἀχιλλεὺς ἐν τῇ T. ἄλλως τε καὶ αὐτὸς
ἡγεῖται τῆς ὑπαίθρου στρατιᾶς. ὅτι γὰρ οὐ τυραννὶς τοῦτο ἦν ἐκ
τῶν λόγων αὐτῶν δῆλον, καὶ μάλιστα τῶν ἐν ταῖς λιταῖς.
55. θεὰ λευκώλενος Ἥρη] προϊὼν ἤδη καὶ τοὺς ἐπικούρους θεοὺς
διασαφεῖ, τοῦτο μὲν τὸ προνοητικὸν τῶν θεῶν ἐνδεικνύμενος, τοῦτο δὲ
καὶ φαντασίαν παρεντιθείς.
56. πῶς ἡ τῆς μήνιδος αἰτία γενομένη τούτων ἐκήδετο; ῥητέον
ὅτι συνέφερε τὸν Ἀχιλλέα μηνῖσαι, ἵνα θαρρήσαντες οἱ Τρῶες τῷ
πεδίῳ προέλθωσι καὶ νικηθῶσιν ἐκ τοῦ ἴσου μαχόμενοι. εἰ γὰρ ἐν
τῇ πόλει ἔμειναν πολιορκούμενοι, μακρὸς ἂν ἦν ἢ ἀτελεύτητος ὁ
πόλεμος.
ῥα] δασυντέον τὸ ῥά· πάσης γὰρ λέξεως τὸ ρ ἀρχόμενον δασύ- νεται, πλὴν τοῦ 'Ρᾶρος.
57. ἐπεὶ οὖν ἤγερθεν] κατʼ ὀλίγον γὰρ συνιόντες πληθύνονται.
59. Ἀτρείδη] κατʼ ἰδίαν τὸ Ἀτρείδη· κλητικὴ γάρ ἐστι καὶ αὐτοτελής. οὐ μέντοι ἐν τῷ “Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν” (Il. 2, 434). σχεδὸν δὲ πᾶσαι μιᾶς ἔχονται συντάξεως.
παλιμπλαγχθέντας] ὑφʼ ἓν Ἀρίσταρχος τὸ παλιμπλαγχθέν-
τας. τὸ πάλιν δὲ σημαίνει τὸ εἰς τοὐπίσω, ἤτοι μάτην ἀπράκτους
ὑποστρέψαντας, μόνον οὐχὶ πλάνην, οὐκ εἰσβολὴν ποιησαμένους.
62. ἀλλʼ ἄγε δή] Πυθαγορικός ἐστι μᾶλλον φιλόσοφος ἢ στρα-
τιώτης, ὡς δῆλον ἔκ τε τῶν νῦν καὶ ἐκ τοῦ “αὔριον ἱερὰ Διὶ ῥέξας”
(ll. 9, 357) καὶ τῶν περὶ τοῦ δέπαος τῆς Πατροκλείας (Il. 16,
225). πῶς οὖν κατὰ Κράτητα καὶ Περσαῖον οὔτε φρόνιμος οὔτε
ἀνδρεῖος; πηγὴ γάρ τίς ἐστι τῆς ἄλλης ἀρετῆς τὸ δοκεῖν θεοὺς
εἶναι.
63. Ἡρωδιανὸς τελείαν δίδωσιν εἰς τὸ ἐρείομεν, ἵνα ᾖ γενικὸν τὸ
μάντις· ὁ δὲ Πορφύριος τρία ἀποδέχεται, μάντιν λέγων τὸν διὰ
οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ἱερέα δὲ τὸν διὰ θυσιῶν,
ὀνειροπόλον δὲ τὸν ὀνειροπολούμενον, θεατὴν ὀνείρου γεγονότα.
*ἄλογον ζητεῖν παρὰ ἱερέως πυθέσθαι περὶ τῶν μελλόντων· οὐ γὰρ
δὴ μάντεις οἱ ἱερεῖς. οἱ δὲ ὀνειροπόλοι μηδενὸς ὀνείρου νῦν ζητου-
μένου παρέλκουσι. λύεται δὲ ἐκ τῆς λέξεως· τὸν γὰρ νῦν λεγόμενον
θύτην ἱερέα φαίνονται καλοῦντες πάλαι, ὥσπερ καὶ ἑτέρωθεν· “εἰ
μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν, ἢ οἳ μάντιές εἰσι θυοσκόοι
ἢ ἱερῆες” (Il. 24, 220). ὁ δὲ ὀνειροπόλος αὐτὸς ὁρᾷ ὑπὲρ ἑτέρων
ὀνείρους.
καὶ γάρ τʼ ὄναρ] καὶ γάρ τι ὄναρ τὸ τέλειον. ἐπεὶ δὲ τὸ ὄναρ
σαθρόν ἐστιν, ὕψωσεν αὐτὸ τῇ προσθήκῃ.
*διὰ τί διττοὺς λέγων τοὺς ὀνείρους, καὶ τοὺς μὲν αὐτῶν ψευδεῖς,
τοὺς δὲ ἀληθεῖς, ὡς πάντων αὐτῶν ὄντων ἀληθινῶν φησὶν “ἢ καὶ
ὀνειροπόλον· καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν,” ὡς τῶν ὀνείρων ἐκ
Διὸς ὄντων; λύεται δὲ ἀπὸ τῆς συναλοιφῆς. οὐ γὰρ ὁ τε σύνδεσμος
τὸ ἔστιν ἐγκλιτικόν ἐστιν, εἰ μὴ ἄρχεται ἢ προηγεῖται αὐτοῦ ἡ οὔ ἀπόφασις.
64. ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων] τῶν αἰφνιδίων θανάτων αἴτιόν φασι τὸν Ἀπόλλωνα. τῷ δὲ ὅ τι λείπει ἡ διά.
65. εὐχωλῆς] ὥσπερ παρὰ τὸ παύσω παυσωλή καὶ ἔλπω ἐλπωρή,
οὕτως παρὰ τὸ εὔχω εὐχωλή. ἑκατόμβη δὲ ἀπὸ τοῦ ἑκατόν καὶ τοῦ
βοῦς.
66. αἴ κέν πως] περισσὸς ὁ κέν, καὶ ἔστιν ἀντὶ τοῦ εἴ πως.
** χνίσης] τοῦ λίπους καὶ τῆς ἀναθυμιάσεως, τουτέστι τοῦ καπνοῦ.
εἴρηται δὲ κνίση ἀπὸ τοῦ κνίζω κνίσω, ὃ σημαίνει τὸ λεπτύνω·
λεπτότατος γάρ ἐστιν ὁ ἐπίπλους, τουτέστι τὸ λεγόμενον κνισάριον.
τοιοῦτον δέ ἐστι καὶ τὸ “συκάμινα κνίζοντα,” ὡσανεὶ τῷ ὄνυχι
διακαθαίροντα. καὶ ἐν τῷ Νόμῳ “ἀποκνιεῖ ὁ ἱερεὺς τὸ ὁλοκάρπωμα.”
*Πορφυρίου. πρῶτος δοκεῖ Πλάτων λύπας ἡδοναῖς μεμιγμένας
δεικνύναι ἐπʼ ὀργαῖς καὶ πένθεσιν, Ὁμήρου πρότερον τοῦτο συνεωρα-
κότος καὶ τὸν Πλάτωνα διδάξαντος· ὀργὴν μὲν γὰρ οὐδέποτε Ὅμηρος
εἴρηκεν, χόλον δὲ αὐτὴν προσαγορεύει οἰκειοτέρως ἀπὸ τῆς χολῆς,
ἥτις ἐν τῷ πάθει κρατεῖ, ἄχος δὲ καὶ ἡδονὴν μεμίχθαι τῷ χόλῳ
φησίν· ἄχος μὲν ὅταν λέγῃ “Πηλείωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ
ἦτορ στήθεσσιν λασίοισι μερμήριξεν” (Il. 1, 188). “ἢ ὅγε
φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τοὺς μὲν ἀναστήσειεν, ὁ
δʼ Ἀτρείδην ἐναρίζοι” (1, 190). ἄχους οὖν παρουσίαν ὁ χόλος
ὑφίσταται, ὃν καὶ θυμὸν κέκληκεν “ἠὲ χόλον παύσειεν, ἐρητύσειέ
τε θυμόν” (1, 192). θυμὸν γὰρ νῦν τὸν χόλον ἔφη, οὐχ ὡς ἀλλαχοῦ
τὴν ψυχήν· καὶ πάλιν ἐπʼ ἄλλου “ἀχνύμενος, μένεος δὲ μέγα
φρένες ἀμφιμέλαιναι πίμπλαντο” (1, 103). ὅτι δὲ οὐ γεννᾷ μόνον
πολύφρονά περ χαλεπῆναι” (18, 108), εἴτʼ ἐν ἐφέσει καὶ ἐπιθυμίᾳ
τοῦ χαλεπαίνειν. πῶς οὖν ἡδονῆς μέτοχος, “ὅστε πολὺ γλυκίων
μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός”
(18, 109); καρδίας γὰρ ἔπαρσιν εἶναι καὶ ὁρμὴν ἐγειρομένην τὴν
ὀργὴν, ὅπερ αὐτὸς ἐν ἄλλοις ἔφη· “ἀλλά μοι οἰδάνεται κραδίη
χόλῳ” (9, 646)· καὶ ἐπὶ τοῦ Μελεάγρου “ἔδυ χόλος, ὅστε καὶ
ἄλλων οἰδάνει ἐν στήθεσσι νόον” (9, 553). οὐ μόνον δὲ αὐτὴν
ἔφεσιν καὶ ἔπαρσιν ἀποδεδώκασιν, ἀλλὰ καὶ ζέσιν· διὸ καπνῷ τε
ἀπεικάζει τὴν ἔπαρσιν καὶ τοῦ ὀργισθέντος τοὺς ὀφθαλμοὺς πυρὶ
ἐοικέναι φησίν· καὶ μὴν ἡ λύπη μελαίνει τοὺς ὀφθάλμους, μελαίνει
δὲ καὶ ὁ καπνὸς “ῥωγαλέα, ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ”
(Od. 13, 435). τὸ οὖν ἄχος τῆς ὀργῆς αἴτιον ὂν καπνίζον τὴν
ὀργὴν μελαίνει τὰς φρένας “μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
πίμπλαντο” (Il. 1, 103). τὸ δὲ ἄχος καὶ τὸ ἄχνυσθαι ὅτι
“μελαίνει,” φησὶν, “ἀχνυμένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν”
(5, 354). τὸ δʼ ἄχνυσθαι τοῦ ἄχθεσθαι πλεονασμῷ δηκτικῆς ἀγα-
νακτήσεως διαφέρει, λύπη δʼ ἑκάτερον. ἐπιμένων δὲ τῇ ἐξάψει τῇ
ἐπὶ τῶν ὀργιζομένων ἔφη “κεῖνος δʼ οὐκ ἐθέλει σβέσσαι χόλον,
ἀλλʼ ἔτι μᾶλλον πιμπλάνεται μένεος” (9, 677), ὁμοίως τῷ
“μένεος δὲ πίμπλαντο.” κατηγορεῖ δὲ τοῦ πάθους καὶ ἀγριό-
τητα “αὐτὰρ Ἀχιλλεὺς ἄγριον ἐν στήθησσι θέτο μεγαλήτορα
θυμόν” (9, 628). καὶ πάλιν “χόλος δέ μιν ἄγριος ᾕρει” (4, 23).
πρὸς ὃν καὶ ὁ παραινῶν ἔφη ὡς ἐπὶ ἀγρίου θηρίου “ἀλλʼ, Ἀχιλεῦ,
δάμασον θυμὸν μέγαν (9, 496), καὶ πάλιν τὴν θηριωδίαν φησὶν
“εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ ὠμὸν βεβρώθοις
Πρίαμον Πριάμοιό τε παῖδας, ἄλλους τε Τρῶας, τότε κεν χόλον
ἐξακέσαιο” (4, 34). καὶ ὅτι τῶν ἐν κινήσει, ἀλλʼ οὐκ ἐν σχέσει,
ἐστὶν ὁ χόλος, καθάπερ καὶ τὴν ὀργὴν τῶν ἐν κινήσει φασὶν εἶναι οἱ
φιλόσοφοι, δηλοῖ τὰ τοιαῦτα “Ἀτρείωνα δʼ ἔπειτα χόλος λάβεν,
αἶψα δʼ ἀναστὰς ἠπείλησεν μῦθον” (1, 387). καὶ πάλιν “Πηλεί-
δης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν Ἀτρείδην προσέειπε καὶ οὕπω
(1, 47). πάλιν χόλος, ταυτὸν δὲ καὶ ὁ θυμὸς, ὅταν μὴ τὴν ψυχὴν
σημαίνῃ, δηλοῖ τὸν χόλον· ἀλλʼ ὁ μὲν θυμὸς ἀπὸ τοῦ θύειν, ὁ δὲ
χόλος ἀπὸ τῆς χολῆς καὶ τοῦ χολᾶν προσηγόρευται· εἰπὼν γοῦν
“μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν” (2, 195) ἐπάγει
“θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος,” καὶ πάλιν “ἠὲ χόλον
παύσειεν, ἐρητύσειέ τε θυμόν” (1, 192), καὶ πάλιν “καὶ μάλα
περ θυμῷ κεχολωμένον” (1, 217), εἰ μή τις ἐνταῦθα θυμὸν τὴν
ψυχὴν λέγοι, ὡς τὸ “ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμόν”
(9, 629). τὸ δʼ “ἄληκτόν τε κακόν τε θυμὸν ἐνὶ στήθεσσι θεοὶ
θέσαν οὐρανίωες οὕνεκα κούρης” (9, 636) ἐπὶ τοῦ χόλου λέγει
καὶ ἀντὶ τῆς ὀργῆς παραλαμβάνει. ὅτι δὲ παρὰ τὸ θύειν καὶ
ἐγείρεσθαι καὶ ἡ ψυχὴ καὶ ἡ ὀργὴ θυμὸς, δηλοῖ λέγων “Τρωσὶν
θυμὸν ἐγεῖραι” (5, 510). θυμὸς δὲ καὶ χόλος προσλαβὼν τὴν ἐπὶ τὸ
δρᾶσαι πονηρὸν ἀγανάκτησιν χώεσθαι λέγεται, καὶ ὁ ἐν τοιούτῳ πάθει
“χωόμενος κῆρ·” αὐτίκα γοῦν τὸν λοιμὸν ἐπάγει, καὶ δράσαντος ἐρω-
τῶσιν,” ὅς κʼ εἴποι, ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων” (1, 64).
διὸ καὶ ἐπὶ τοῦ δρᾶσαί τι κακὸν δυναμένου διʼ ὀργὴν βασιλέως εἴρηται
“κρείσσων γὰρ βασιλεὺς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ” (1, 80). οὕτως
εἴρηκε καὶ τὸ “σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος” (1, 243), ἀντὶ
τοῦ ἀμυχὴν ποιήσεις σπαράττων τὴν ψυχήν· οὕτω δηλῶν τό δραστικὸν
διʼ ἀγανάκτησιν περιέχειν τὸ χώεσθαι. καὶ τοίνυν τὸ “χωόμενος δʼ
ὁ γέρων πάλιν ᾤχετο” (1, 380) ἀκουσόμεθα οὐχ ἁπλῶς ὀργιζό-
μενος, ἀλλὰ μετʼ ἀγανακτήσεως ἀμυκτικῆς· διὸ καταρᾶται· καὶ
κατὰ τοῦτο ἀμυνόμενος· διὸ καὶ “χωόμενος κατὰ θυμὸν ἐϋζώνοιο
γυναικός” (1, 429) Ἀχιλλεὺς τῇ ὀργῇ δηλοῦσθαι ποιεῖ τὴν τιμωρη-
τικὴν διʼ ἀγανάκτησιν ἄμυναν. ἐπιβουλεύεται οὖν διὰ τῆς μητρὸς
τοῖς Ἕλλησι, καὶ οὐχ ἁπλῶς ὀργίζεται. ὥσπερ γὰρ τὸ ἄχνυται
πρὸς τὸ ἄχθεται ἔχει περιττεύουσαν ἀγανάκτησιν, οὕτω τὸ χώεσθαι
χώεσθαι ἀντὶ τοῦ σκύζεσθαι. εἰπὼν γοῦν “σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω
χωομένης” (8, 477). ἐπάγει “οὔ σευ ἔγωγε σκυζομένης ἀλέγω”
(482). ἐπὶ δὲ τοῦ Ἀχιλλέως “χωόμενος κατὰ θυμόν,” εἰπὼν ποιεῖ
λέγοντα “οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοι ἔστον” (9,
198). ἐν δὲ σχέσει μῆνις μὲν κότος ὤν· καὶ μῆνις μὲν ὁπόταν
μὴ τὸ μένος δηλοῖ, ταυτόν· ἔστι γὰρ καὶ μένος ὀργὴ ἐναπόθετος
καὶ ἔμμονος. πάλιν δὲ μῆνις προσειληφυῖα τὸ ἐπιτηρητικὸν μετʼ
ἀγανακτήσεως καὶ κακοποιίας κότος γίγνεται, ὡς τὴν μὲν μῆνιν ἐκ
τοῦ χόλου ἐναποκεῖσθαι, τὸν δὲ κότον ἐκ τοῦ χώεσθαι. ὅτι δὲ παρὰ τὸ
μένειν ἡ μῆνις, “αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι” (1,
488). καὶ “ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι μήνιʼ
Ἀχαιοῖσιν” (422). καὶ ὅτι διὰ τὸ μένειν καὶ κεῖσθαι ἡσυχάζοντα καὶ
ἔχοντα σιγὴν, φησὶ “κεῖτʼ ἀπομηνίσας” (2, 772) παρὰ τὸ κεῖσθαι
τὸν μηνίοντα· καὶ ὁ πᾶς χρόνος μηνιθμὸς “πανθʼ ὑπὸ μηνιθμόν” (16.
202). ὅτι δὲ μένος καὶ μῆνις ταυτὸν, “Ἀτρείδη, σὺ δὲ παῦε τεὸν
μένος” (1, 282). τίς ἐστιν ἡ μῆνις: χόλος, φησὶ. μὴ ἀφεθείς. ἐπάγει
γοῦν “αὐτὰρ ἔγωγε λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον” (9, 260). καὶ
πάλιν ἀντὶ τοῦ φάναι “μὴ μήνιε” ἔφη “ἔα δὲ χόλονθυμαλγέα” (157).
καὶ παυσαμένῳ μήνιδος φησὶ “μεταλλήξαντι χόλοιο.” καὶ ὁ μεθεὶς
τὸν χόλον καὶ ἀμήνιτος μεθήμων καὶ ὁ ἄγαν τηρῶν καὶ ὁ ἀναφαίρετος
τὸν κότον “αἰὲν ἐπιζαφελῶς χαλεπαίνει” (9, 514). ζαφελὲς γὰρ
τὸ ἀναφαίρετον. καὶ ζαφελὴς οὖν χόλος ἡ μῆνις “ὅτε κέν τινʼ
ἐπιζάφελος χόλος ἵκοι” (521)· περὶ γὰρ τῶν μηνιόντων ὁ λόγος.
καὶ τὸ μένος δὲ παρὰ τὸ μένειν· μένειν δὲ ἀκίνητον καὶ ἄτρομον,
καὶ μὴ φεύγειν “ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα,
ἄτρομον” (5, 125). ὅτι γὰρ παρὰ τὸ μένειν “ἔτι μοι μένος
ἔμπεδόν ἐστι” καὶ μένος οὖν χειρῶν τὸ ἔμμονον ἔργον πρὸς τὸ
δράξασθαι, “οἱ δὲ μένος χειρῶν ἰθὺς φέρον” (5, 506). καὶ
ὅτι παρὰ τὸ μένειν τὸ μένος “Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες
οὐδὲ φόβηθεν. οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκὰς, ἀλλ᾿
ἐπάγει “οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων” (Od.
3, 147). ὅτι δὲ μῆνις ἐπιτηροῦσα καιρὸν τιμωρίας κότον δηλοῖ,
“ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον ὄφρα τελέσσῃ” (1, 82)
ἕως ἂν κατεργάσηται καὶ κακώσῃ τὸν λυπήσαντα. ὅτι δὲ παρὰ τὸ
ἐγκεῖσθαι κότος εἴρηται ἐξηγεῖται, “ὅ τοι κότον ἔνθετο θυμῷ”
(Od. 22, 101). καὶ ὅτι ἐπιτηρητικὸν εἰς τὸ δρᾶσαί τι πονηρόν,
“Ζεὺς δέ σφιν Κρονίδης, ὑψίζυγος, αἰθέρι ναίων, αὐτὸς ἐπισσείῃσιν
ἐρεμνὴν αἰγίδα πᾶσι, τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ
ἀτέλεστα” (4. 166). ὁμοίως τῷ “ἔχει κότον. ὄφρα τελέσσῃ”
(1, 82). καὶ πάλιν “ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε”
(8, 449). ἔθεσθε δὲ, ἐν τῷ θυμῷ, ἀκουστέον. τὸ γὰρ αὐτό ἐστι τῷ
“κότον ἔνθετο θυμῷ.” καὶ εἰπὼν ὅτι τῷ Ἀγαμέμνονι “καὶ ἐκπάγ-
λως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ” (2, 223) προσάγει τὰ ἐκ
τοῦ κότου εἰπὼν “Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ
πᾶσιν ἐλέγχιστον θέμεναι” (2, 284) καὶ τὸ “εὐδ’ ὄθομαι κοτέ-
οντος” (1, 181). οὐκοῦν ἀκουσόμεθα τῆς εἰς τὸ δρᾶν ἐγκειμένης
μήνιδος φροντίζειν· διὸ καὶ αὐτὸς ἐπαπειλεῖ ἐπεξελθὼν καὶ ἐπάγει
“ὄφῤ εὖ εἰδῇς ὅσσον φέρτερός εἰμι σέθεν” (1. 186). καὶ ὅτι ἡ
μὲν μῆνις μέγαν χόλον δηλοῖ “πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ
μῆνις ἐτύχθη” (15, 122). ὅτι δὲ μῆνις ἀγανάκτησιν ἀμυντι-
κὴν περιέχουσά ἐστιν ὁ κότος παρίστησι διὰ τούτων “εἰ μή τις
θεός ἐστι κοτεσσάμενος Τρώεσσιν, ἱρῶν μηνίσας, χαλεπὴ δὲ
θεοῦ ἔπι μῆνις (5, 177). μηνίσας οὖν ὁ θεὸς εἰς κότον μεθίστα-
ται. εἴρηται τοίνυν ὅτι ἡ μὲν κατὰ κίνησιν πρόσκαιρος ὀργὴ
χόλος καὶ θυμὸς, ἡ δὲ κίνησις μετʼ ἀγανακτήσεως δραστικῆς
ἐνεργείας χώεσθαι λέγεται καὶ σκύζεσθαι, ὡς ἀπόθετος μὲν
χόλος μένος, καὶ μῆνις δὲ τὸ ἀμύνεσθαι ἐπιτηροῦσα· καὶ ὅπως
ὁρμὴ ἐπηρτημένη μετὰ λύπης καὶ ὀρέξεως ἡ ὀργή· καὶ ὅπως κατὰ
αὔξησιν τοῦ θυμοῦ γίνεται, καὶ πάντα ὅσα ἔγκειται παρατηρεῖν
μᾶλλον ἠξίοον τοὺς τὰς μικρὰς ἐξηγήσεος περὶ τὴν μῆνιν καταβαλ-
λομένους.
67. ἡμῖν] ὀρθοτονεῖται τὸ ἡμῖν· ἀρκτικὸν γάρ ἐστι κατὰ τὴν τῆς ἀπό σύνταξιν, ὅτι πρὸς τὸ ἀμῦναι ἡ ἀπό φέρεται.
69. Κάλχας Θεστορίδης] ὅρα πῶς ἐν ἀρχῇ διασαφεῖ τὰ ὀνόματα, ὡς καὶ ἑτέρου ὑπάρχοντος.
70. ὃς ᾔδη τά τʼ ἐόντα] τὰς αἰτίας φησὶν, ἐπεὶ τὸν λοιμὸν πάντες
ᾔδεσαν, οὐ μὴν τὴν αἰτίαν αὐτοῦ.
71. νήεσσʼ ἡγήσατʼ] διὰ τὰς διοσημίας· “πειθόμενοι” γάρ φησι “τεράεσσι θεῶν” (Il. 4, 108).
72. τήν οἱ πόρε Φοῖβος Ἀπόλλων] τὰς εἰς ἄκρον εὐεξίας θεῶν εἶναι ῶρά φησιν.
*Φοῖβον συνεχῶς εἴωθεν ὀνομάζειν τὸν Ἀπόλλωνα, οὐκ ἀπὸ
Φοίβης, ἣν Λητοῦς φασιν εἶναι μητέρα· σύνηθες γὰρ Ὁμήρῳ
τοῖς πατρόθεν ἐπιθέτοις χρῆσθαι, τὰ δὲ μητέρων οὐκ ἂν εὕροις
ὅλως παῤ αὐτᾷ. Φοῖβον οὖν αὐτὸν ἀπὸ τῶν ἀκτίνων ὀνομάζει ὡς
λαμπρὸν, τὸ μόνον ἡλίῳ προσὸν ἐξ ἴσου κοινώσας Ἀπόλλωνι καὶ
Μούσαις.
73. ἐϋφρονέων] πρὸς τὴν τοῦ βασιλέως ἀβελτηρίαν.
74. ὦ Ἀχιλεῦ] καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγκαζόμενος ὑπὸ Ἀχιλλέως, καὶ τῷ πλήθει ὡς δέει τοῦ βασιλέως μὴ προειπών.
76. τοιγάρ] οὐκ ἔστιν ἀντωνυμία ἡ τοί (οὐδέποτε γὰρ ἀρκτική
ἐστιν), ἀλλʼ ἀντὶ τοῦ δή.
καί μοι ὄμοσσον] οὐκ ἀπιστῶν τῷ Ἀχιλλεῖ προβάλλει τὸν ὅρκον, ἀλλʼ ἵνα ἔχῃ πρόφασιν πρὸς τὸν βασιλέα. ὃ συνεὶς Ἀχιλλεὺς οὐκ ἀγανακτεῖ ἀπιστούμενος, ἀλλʼ ἑτοίμως ὄμνυσι.
77. ἠμέν] ἀντὶ τοῦ ἢ μήν. ἔστι δὲ ἐπίρρημα ὁρκικόν. διὸ βαρύ-
νομεν τὸν η. εἰ γὰρ περισπάσομεν, ἔσται βεβαιωτικός.
78. ἦ γὰρ ὀΐομαι] ὡς ἐπιδιστάζων εἶπε τὴν ἐσομένην αὐτῷ μῆνιν.
80. κρείσσων γὰρ βασιλεύς] μέλλων βαρύνειν τὸν βασιλέα
προσαπολογεῖται αὐτῷ. Ζηνόδοτος δὲ κρείσσω γράφει. ἀθετεῖ δὲ
καὶ τὸν στίχον, κακῶς.
81. εἴπερ γάρ τε] πιθανῶς τὴν εἰς τὸ μετέπειτα σωτηρίαν αἰτεῖ· εἰκὸς γὰρ ἦν τὸ μὲν παρὸν, αἰδεσθέντα τὸ πλῆθος, παριδεῖν αὐτὸν, εἰς δὲ τὸ μετέπειτα τιμωρήσασθαι.
82. ἔχει κότον] ἔδειξε διαφορὰν κότου πρὸς χόλον. ὑποφαίνει δὲ διὰ πάντων τὸ ὕπουλον μὲν Ἀγαμέμνονος, Ἀχιλλέως δὲ ἁπλοῦν.
85. θαρσήσας] ὡς ἀγαθὸς προκρίνει τὸ κοινῇ τοῦ ἰδίᾳ συμφέ- ροντος. θεοπρόπιον δὲ τὸ ἐκ θεοῦ προειρημένον· τοῦτο δὲ πρὸς δυσώπησιν τῶν ἀκουόντων.
*θεοπρόπιον δὲ τὸ ἐκ θεοῦ μάντευμα, ἢ τὸ τοῖς θεοῖς πρέπον· οὗτοι γὰρ ὡς πάντα ἐπιστάμενοι λέγοισι τὰ τοῖς θεοῖς ἀρέσκοντα.
86. *μά] τοῦτο Ὅμηρος ὡς συλλαβῆς τάξιν ἔχον τίθησι. ποτὲ
μέντοι ἀντὶ τοῦ μά τῷ ναί κέχρηται, ὡς “ναὶ μὰ τόδε σκῆπτρον”
(234), ὅτε ὄμνυσιν. ὅτε δὲ ἀπόμνυσί τι, συζεύγνυσι τὸ τῆς ἀποφά-
σεως, οἷον “οὐ μὰ γὰρ Ἀπόλλωνα” καὶ ἐν Ὀδυσσείᾳ (20, 339)
“οὐ μὰ Ζῆν᾿, Ἀγέλαος·” ἡμεῖς δὲ τὸ μά ὡς μέρος λόγου ἀπομνύντες
παραλαμβάνομεν, μὰ τὸν Δία λέγοντες. ἔστι δὲ καὶ ἐπίρρημα
ἐπευκτικόν. [μαγεία ἐστὶν ἐπίκλησις δαιμόνων ἀγαθοποιῶν πρὸς
ἀγαθοῦ τινὸς σύστασιν, ὡς τὰ τοῦ Ἀπολλωνίου τοῦ Τυανέως θεσπί-
σματα. γοητεία δὲ ἐπίκλησίς ἐστι δαιμόνων κακοποιῶν, περὶ τοὺς
τάφους γινομένη. φαρμακεία δὲ, ὅταν διά τινος σκευασίας θανατη-
φόρου πρὸς φίλτρον ἢ ἄλλως δοθῇ τισὶ διὰ στόματος. ἡπατοσκοπία
δὲ ἡ τῶν ἐγκάτων ἀνατομὴ, διʼ ὧν προεμήνυον τὰ συμβησόμενα·
ἀνατέμνοντες γὰρ σημεῖά τινα ἐθεώρουν ἐν τοῖς ἥπασιν.]
88. ἐμεῦ ζῶντος] πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος. συνέ- βαινε γὰρ ἀποθανόντος ἢ ἀποδημοῦντος τοῦ Ἀχιλλέως αἰκισθῆναι τὸν μάντιν.
*τὸ δὲ οὔτις κατὰ ἀπόφασιν ἀντὶ τοῦ οὐδείς.
90. οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς] ὃ δεδιὼς ἔσκεπεν ὁ μάντις,
τοῦτο θαρσύνων ἀπεκάλυψεν Ἀχιλλεύς. οὐχ ὑβριστικῶς δὲ εἴρηται,
ἀλλὰ φιλοφρόνως, ὡς ἂν ἐπιτρέποντος καὶ τοῦ βασιλέως τοιαύτην
ἀσφαλῆ ποιεῖσθαι ἐγγύην. τῇ δὲ ὑπερβολῇ θεραπεύει τὸν Ἀλγαμέμ-
νονα.
93. οὐ δή. τέλειος δέ ἐστιν ὁ τάρ, οὐκ ἐκ τοῦ τὲ ἄρ. προθε-
ραπεύει δὲ τὸ πλῆθος, εἰς εὔνοιαν ἐπαγόμενος ὡς θυσίας οὐκ
ὀφεῖλον.
94. ἀθετεῖται ὡς περισσός· πρόκειται γὰρ “ἀλλʼ ἕνεκ᾿ ἀρητῆρος,
98. ἑλικώπιδα] τὴν μελανόφθαλμον, ὡς Καλλίμαχος· ἢ τὴν οὐκ ἀτενιστὴν τῇ θέᾳ· ἢ τὴν ἀξιοθέατον· ἢ πρὸς ἣν οἱ νέοι τοὺς ὦπας ἑλίσσουσιν.
99. ἀπριάτην] ἐπιρρηματικῶς αὐτὸ ἀκούει Ἀπολλώνιος, ἵνʼ ᾖ τὸ χωρὶς πριασμοῦ.
οὐ γὰρ ἐκ μόνης μεταμελείας, ἀλλὰ καὶ ἐκ κόπου καὶ προσφορᾶς
τοὺς προημαρτηκότας ἀπαλλάττεσθαι δεῖ. τὸ δὲ ἄγειν ἐπὶ νηὸς καὶ
ἅρματος, ὡς τὸ οἴκοθεν ἦγ᾿ ὁ γεραιός” (Il. 11, 632) καὶ “ἦγον
δὲ Μαχάονα ποιμένα λαῶν” (Il. 11, 598).
100. τότε κέν μιν] Ζηνόδοτος αἴ κέν μιν. γελοῖον δὲ διστακτικῶς λέγειν τὸν μάντιν.
πεπίθόιμεν] ὅμοιόν ἐστι τῷ ῥηϊδίως πεπιθεῖν (Il. 9, 184). εἴωθε δὲ τοὺς δευτέρους ἀορίστους ἀναδιπλασιάζειν.
103. ἐκκλίνειν δεῖ τὸν θυμὸν καὶ φυλάττεσθαι, ὅπου γε καὶ τοῦ τοιούτου ἥρωος περιεγένετο.
φρένες ἀμφιμέλαιναι] ἡ ἀμφί πρὸς τὸ πίμπλαντο, ἀπὸ τῆς τῶν ὑδάτων μεταφορᾶς· ὡς ἐκ κεραμίου γὰρ ὁ θυμὸς ὑπερεξεχεῖτο.
104. ὄσσε] παρὰ τὸ ὄπτω ὄσσω, ὥσπερ παρὰ τὸ πέττω πέσσω·
ἐκ δὲ τοῦ ὄσσω γίνεται ὄνομα ὅσσος, τὸ δυϊκὸν ὄσσεε, καὶ ἀφαιρέσει
ὅσσε.
*τὸ ὅσσε οὐκ ἔστιν ἀρσενικὸν δυϊκόν· φησὶ γὰρ ὁ ποιητὴς “τὼ
δέ οἱ ὄσσε πὰρ ποσὶν αἱματόεντε χαμαὶ πέσον” (Il. 13, 617), οὐχ
αἱματόεντες. οὐδετέρας οὖν ληπτέον εὐθεῖαν, καὶ ἔσται τὸ ὄσσος ὡς
ἕρκος βέλος τεῖχος· τὸ δὲ πληθυντικὸν κατὰ Ἀθηναίους μὲν ἕρκη
βέλη τείχη, κατὰ δὲ Ἴωνας ἕρκεα βέλεα τείχεα, καὶ δῆλον ὅτι
ὄσσεα. τῶν εἰς α πληθυντικῶν τὰ δυϊκὰ οὐδέτερα εἰς ε τελευτᾷ,
οἷον ὄμματα ὄμματε, γράμματα γράμματε· καὶ Εὐριπίδης (Hipp.
387) “οὐκ ἂν δύʼ ἤτην ταῦτʼ ἔχοντε γράμματα,” καὶ Ἀριστοφάνης
ἐν Πλούτῳ (454) “γρύζειν δὲ καὶ τολμᾶτον, ὦ καθάρματε.” σαφὲς
οὖν ὅτι καὶ τείχεε λέξουσι δυϊκῶς καὶ ὄσσεε, εἶτα κατὰ ἀφαίρεσιν
ὅσσε.
**λαμπετόωντι] ὥσπερ ἀπὸ τοῦ εὔχω εὐχέτης, βάλλω βαλέτης καὶ
ἐΐκτην] εἴκω εἶκα εἴκειν εἰκείτην, καὶ ἐν συγκοπῇ εἴκτην, ἐν δια-
λύσει ἐΐκτην. προδιατυποῖ δὲ τὰ λεχθησόμενα τῆς ὄψεως τὸ δεινὸν,
καὶ δοκεῖ τὸ ὑπόδρα ἰδών ἔχειν καὶ ἐπεξήγησιν. διὰ δὲ τοῦ πρώτιστα
σημαίνει τὸ καὶ ἐπʼ ἄλλους μετάξοντα τὸν λόγον τῆς τοιαύτης
ὀργῆς.
105. κάκʼ ὀσσόμενος] παρατηρητέον ὅτι, ὅταν ἐκ προσώπου τινὸς
ἐπάγειν μέλλῃ λόγους ὁ ποιητὴς, προσημαίνει οἷος ἔσται ὁ λόγος· εἰ-
πόντος γὰρ αὐτοῦ τὸ “τὸν δʼ ἄῤ ὑπόδρα ἰδὼν προσέφη ὁ Ἀγαμέμνων,”
ὑβριστικούς· καὶ πάλιν “καί μιν νεικείων” (Od. 18, 9), θεωρητέον
εἰ οἱ μέλλοντες ἐπάγεσθαι λόγοι ἔχουσιν ὀνείδη. ὅταν δὲ τὸ “ὅ
σφιν ἐϋφρονέων,” φρονίμους προσδεκτέον λόγους· καὶ πάλιν ὅταν λέγῃ
“καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι” (Od. 8, 201), δεῖ
ἡμᾶς τῶν λεχθησομένων ὡς κούφων ἀκούειν, Ὀδυσσέως ὑψηγοροῦντος
καὶ ἐνταῦθα τοίνυν προδιετύπωσε τοὺς λόγους διὰ τοῦ κακοσσόμενος,
οὐχ, ὥς τινες οἴονται, κακῶς ὑποβλεψάμενος, ἀλλʼ ὅτι κακόμαντιν
ἀποκαλῶν. ἐπεὶ γὰρ ὄσσα ἐστὶν ἡ θεία φωνὴ, τῆς ὀπὸς δὲ τῶν θεῶν
ἀκούουσιν οἱ μάντεις. διὰ τοῦτο κακοφημίζει αὐτὸν εἰς τοῦτο, κακὸν
ἄγγελον τῆς Διὸς ὄσσης ἀποκαλῶν.
?? παρατηρεῖν δεῖ ὡς, ὅταν ἐκ προσώπου τινὸς μετάγειν λόγους
μέλλῃ τινὰς ὁ ποιητὴς, προλέγει προσημαίνων οἶος ἔσται ὁ λόγος, ἢ
μεθʼ οἵας διαθέσεως λεγόμενος. οὕτω γὰρ ὅρον λαβόντες παρὰ τοῦ
ποιητοῦ ἐπὶ τοῖς αὐτοῖς οἷσπερ ὁ ποιητὴς παρήγγειλε τῶν λεγο-
μένων ἀκουσόμεθα· οἷον εἰπόντος “τόνδʼ ἄῤ ὑπόδρα ἰδὼν προσέφη
ὁ Ἀγαμέμνων” (Il. 1, 148) ὑβριστικοὺς προσδεκτέον ἔσεσθαι τοὺς
λόγους, οἷοι ἂν γένοιντο ὑπὸ τοῦ ὑποβλεπομένου· καὶ πάλιν προει-
πόντος “καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα” (Od. 18, 9),
θεωρητέον εἰ οἱ ἐπάγεσθαι μέλλοντες λόγοι ὀνείδη παρέχουσιν· ὅταν
ἀρητῆρος, ὃν ἠτίμησʼ Ἀγαμέμνων” (1, 93). τὸ δὲ “μετέειπε” τὸ
μετὰ ταῦτα ἐπαγαγεῖν ποιητέον· ἐπάγει γὰρ “εὐδ᾿ ὅγε πρὶν λοι-
μοῖο βαρείας χεῖρας ἀφέξει, πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι”
(1, 97) καὶ τὰ ἑξῆς, καὶ τὰ ἐπὶ τοῦ Νέστορος “ὦ πόποι, ἦ μέγα
πένθος Ἀχαιίδα γαῖαν ἱκάνει” (Il. 1, 254) διήγησιν ἔχει τῶν ἐνε-
στώτων ἅπερ ἀγορήσατο. ἐπὶ δὲ τοῦ “ἀλλὰ πίθεσθε καὶ ὔμμες”
(1, 274) μετὰ τὸ διηγήσασθαι τὰ ἐνεστηκότα εἰπεῖν ἃ δεῖ πράττειν.
πάλιν ὅταν προείπῃ “καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι”
(Od. 8, 201), δεῖ ἡμᾶς τῶν μελλόντων λέγεσθαι λόγων ἀκούειν ὡς
κούφων καὶ ἐπηρμένων, ὑψηλολογοῦντος διὰ τὴν νίκην τοῦ Ὀδυσσέως.
τοιοῦτον γὰρ τὸ “τοῦτον νῦν ἐφίκεσθε, νέοι” καὶ τὰ ἑξῆς· προθεω-
ροῦντι γὰρ ἔοικεν ὁ ποιητὴς ἑαυτὸν καὶ προδιατιθέντι τοὺς ἀκου-
σομένους περὶ τοῦ εἴδους τῶν λόγων. ἐκ τούτου δὲ πολλὰ ἔνεστι
λύειν τῶν παρεωραμένων τοῖς γραμματικοῖς· αὐτίκα τὸ ἐπὶ τοῦ Διὸς
“αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην, κερτομίοις ἐπέεσσι
παραβλήδην ἀγορεύων” (4, 5), μὴ νοήσαντές τινες ὅτι περὶ τοῦ
μέλλοντος τρόπου τὸν λόγον εἴρηκεν ἀλλοκότους ἐξηγήσεις πεποίηνται·
φασὶ δὲ ὅτι παραβλητικοῖς ἐχρῆτο λόγοις ὁ Ζεὺς παραβάλλων καὶ
ἀντεξετάζων τὴν Ἀφροδίτης Ἀλεξάνδρῳ ἐπικουρίαν πρὸς τὴν Ἥρας
καὶ Ἀθηνᾶς τῷ Μενελάῳ γιγνομένην. τὸ οὖν παραβλήδην τὸ μὲν
τοῦ παραβάλλειν λέγει, ὅπερ εἰώθασι λέγειν συγκρίνειν. καὶ ὅτι
τοῦθʼ οὕτως ἔχει δηλοῖ ὁ τοῦ Διὸς λόγος συγκριτικὸς ὤν “δοιαὶ μὲν
Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων, Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς
Ἀθήνη· ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον· τῷ
δʼ αὖτε φιλομμειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας
ἀμύνει” (4, 7). καὶ οὐκ ἔστιν ἁπλῶς παραβολὴ καὶ ἀντεξέτασις,
ἀλλʼ οὕτως ἐρεθιστικὴ καὶ κέρτομος ὡς προεῖπον ἔσεσθαι “δοιαὶ
μὲν Μενελάῳ,” μία δὲ τῷ Ἀλεξάνδρῳ· καὶ ἡ μὲν Ἥρα κηδεμὼν τοῦ
Ἄργους κἀκεῖ χρηματίζουσα καὶ διὰ τοῦτο καὶ τοῦ Μενελάου κήδε-
σθαι ὀφείλουσα, ἡ δὲ Ἀθηνᾶ ὡς Ἀλαλκομενηῒς, ἡ δὲ Ἀφροδίτη
φιλομειδὴς καὶ οὐκ ἀπʼ Ἰλίου, καὶ ὅμως αἱ μὲν νόσφι τοῦ Μενελάον
δεύτερον αὖθις” (1, 513), τὸ ἤρετο οὐ χρὴ ἀκούειν ἀντὶ τοῦ ἠρώ-
τησεν ἁπλῶς, ἀλλʼ ἀντὶ τοῦ ἠρώτα, τὸ ἀληθὲς μαθεῖν θέλουσα·
ἐπάγει γὰρ “νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπ᾿,
ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφῤ εὖ εἰδῶ ὅσσον ἐγῶ μετὰ πᾶσιν ἀτιμοτάτη
θεός εἰμι” (1, 514), ἐπεὶ καὶ ἐν ἄλλοις ἔφη “εἰρωτᾷς μʼ ἐλθόντα
θεὰ θεόν· αὐτὰρ ἐγώ τοι νημερτέως τὸν μῦθον ἐνισπήσω” (Od. 5,
97) καὶ “εἴρεαι τοίνυν ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω”
(Od. 3, 80). οὕτως ἀκουσόμεθα, εἰ τἀληθὲς ἀκοῦσαι βουλόμενος
ἐξετάζεις, καὶ τὸ “Ἑρμείαν ἐρέεινε, Καλυψὼ, δῖα θεάων” (Od. 5,
85). ἐπάγει γὰρ “αὔδα ὅ τι φρονέεις” (Od. 5, 89). τὸ ἐνι-
σπεῖν δὲ παραπλησίως, οὐ μὴν ἁπλῶς τὸ εἰπεῖν, ἀλλʼ ἀληθῶς
εἰπεῖν “αἴ κʼ ἐθέλῃσθα κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν,” καὶ τὸ
“νημερτέως τὸν μῦθον ἐνισπήσω” (Od. 5, 98) ἤτοι ἀναμαρτήτως
τἀληθὲς ἐρῶ· κεῖται γὰρ ὡς εἰ ἔλεγεν, ἐπαληθεύσομαί σοι, ἀψευδῆ
τὸν λόγον ἐρῶ, καὶ τὸ “ἔννεπε οὖν” ἀληθῆ λέγε “τίς γὰρ τῶν ὄχʼ
ἄριστος ἔην σύ μοι ἔννεπε, Μοῦσα,” καὶ τὸ “ἄειδε” πάλιν ἀληθῆ
ἐν ποιήμασι λέγε· ἀοιδὴ γὰρ ἡ ποίησις. εἰπὼν οὖν “ἀλλʼ ἄγε δὴ
μετάβηθι καὶ ἵππου κόσμον ἄεισον” (Od. 8, 491) ἐπάγει “αἴ κεν
δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,” ὅπερ ἐν ἄλλοις “πάντα
κατʼ αἶσαν ἔειπες, ἀγακλεές” (Il. 17, 716). τί οὖν τὸ “κατʼ αἶσαν”
εἰπών φησι “οὐδʼ ἄν ἔγωγε ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν, οὐδʼ
ἀπατήσω” (Od. 5, 347); καὶ ὅταν δὴ προείπῃ “εἶθαρ δὲ προσείπῃ”
(Il. 13, 353), τὸ εὐθὺ καὶ ἀληθὲς καὶ φανερὸν ἀκουσόμεθα, ὅπερ
πάλιν ἔφη “ἔπος ἀντίον ηὔδα” (Il. 4, 265). ἐξηγήσατο τὸ ἄντι-
κρυς καὶ διαρρήδην, ὃ ἐν ἄλλοις ἔφη “ἀντικρὺ δʼ ἀπόφημι.” τοῦ
γὰρ εὐθέος λόγου δύναμις τὸ μὴ παρὲξ εἰπεῖν, ἀλλὰ μηδὲ παρεκ-
κλῖναι, καθάπερ ἐπὶ τῶν οὕτω βαδιζόντων, καὶ τὸ ἀντίον δὲ ηὔδα
ἐξηγήσατο “τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος” (Od. 4, 537) . . . . . .
. . . . οἱ γὰρ ἰθὺ καὶ κ . . ἰόντες οὐ κρυπτάζονται. κρύπτουσι δὲ
μάλιστα οἱ κλέπτοντες, ὅθεν ἐπὶ τοῦ ἀπατῶντος “κλέπτε νόῳ”
*τὸ κακοσσόμενος οὐ σημαίνει τὸ κακῶς ὑποβλεψάμενος· οὐ γὰρ
σἷόν τε τὸ κακῶς συναλεῖψαι διὰ τὸ σύμφωνον, οὐδʼ ἔστιν ὅπου τὸ
ὑποβλέψασθαι ὄσσεσθαι λέγει, ἀλλὰ σημαίνει τὸ κακοσσόμενος (ἐν
συνθέτῳ γὰρ εἴρηται) κακόμαντις. ἐπεὶ γὰρ ὄσσα ἡ θεία φωνὴ, ἣν
καὶ Διὸς ἄγγελον ἔφη — “μετὰ δέ σφισιν ὅσσα δεδῄει, ὀτρύνουσʼ
ἰέναι, Διὸς ἄγγελος” (Il. 2, 93) —, Διὸς δὲ ἄγγελοι καὶ οἱ μάν-
τεις, καὶ τῆς ὀπὸς τῶν θεῶν ἀκούουσιν, ἥτις ἐστὶν ὅσσα (“ὣς γὰρ
ἐγὼν ὄπ᾿ ἄκουσα θεῶν” (Il. 7, 53) ἀπὸ τῆς ὄσσης πεποίηκε τὸ κα-
κοσσόμενος, ἀντὶ τοῦ ὡς κακόμαντιν αὐτὸν ὀνειδίζων, ὡς εἰ ἔλεγε
κακὸν ἄγγελον τῆς Διὸς ὅσσης ἀποκαλῶν. οὐδὲ γάρ ἐστιν ἁπλῶς
κακολογῶν, ὅτι οὐδὲ ὄσσαν ἁπλῶς τὴν φωνὴν σημαίνει, ἀλλὰ τὴν
θείαν· ἀλλʼ ἔστιν ὡς ἐπὶ κακῷ χρώμενον τῇ θείᾳ φωνῇ λοιδορῶν.
εἴρηκε δὲ καὶ ἐν ἄλλοις “οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ
ἱκάνω, ἀλλʼ ἀγαθὰ φρονέουσα” (Il. 24, 172), οὐ κακὸν κληδονιζο-
μένη· καὶ “ὀσσόμενος πατέῤ ἐσθλὸν ἐνὶ φρεσί” (Od. 1, 115).
σημαίνει ὁ ἐν αὑτῷ κληδονιζόμενος καὶ εὐχόμενος θείας τυχεῖν
φήμης περὶ τῆς ἐπανόδου τοῦ πατρός. καὶ τὸ “οὔ ποτέ μοι θάνατον
προτιόσσετο θυμός” (Od. 14, 219) ἀντὶ τοῦ προεμαντεύετο. καὶ ὅτι
μᾶλλον ἀπὸ τῆς ὄσσης τὸ ὄσσεσθαι αὐτὸς ἐδήλωσεν ἐπὶ τῶν μνη-
στήρων λέγων “ἐς δʼ ἰδέτην πάντων κεφαλὰς, ὄσσοντο δʼ ὄλεθρον”
(Od. 2, 152), τουτέστιν ἐμαντεύοντο τοῖς μνηστῆρσιν ὄλεθρον. τοῦτο
ἐπʼ ἄλλου ἐξηγήσατο εἰπὼν “Ξάνθε, τί μοι θάνατον μαντεύεαι”
(Il. 19, 420); τὴν δὲ ὄσσαν ὅτι θεία φωνὴ, ἐξηγεῖται λέγων “ἢ
ὄσσαν ἀκούσας ἐκ Διός” (Od. 1, 282). λέγει δὲ αὐτὴν καὶ κλη-
δόνα· “ἤλυθον, εἴ τινά μοι καὶ κληδόνα πατρὸς ἐνίσποις” (Od. 4,
317). κληδὼν δὲ παρὰ τὸ κλέος διδόναι καὶ φέρειν· “ἢ ὄσσαν
ἀκούσας, ἥ τε κλέος μάλιστα φέρει ἀνθρώποισι.” καὶ αὐτὸς ὁ
Τηλέμαχος “πατρὸς ἐμοῦ” φησὶ “κλέος εὐρὺ μετέρχομαι, ἤν που
ἀκούσω” (Od. 3, 83). καὶ “ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ
που ἔτʼ εἴης” (Od. 13, 415). καὶ ἡ μεγάλη καὶ ἔνδοξος φήμη καὶ
κληδὼν μέγα κλέος· “πεύθετο γὰρ Κύπρονδε μέγα κλέος, οὕνεκʼ
διαδιδομένη περί τινος ἀγγελία, ὡς τὸ “εὐνήν τʼ αἰδομένη πόσιος
δήμοιό τε φήμην” (Od. 16. 75), καὶ πάλιν “χαλεπὴ δʼ ἔχε δήμου
φήμη” (Od. 14, 239). καὶ ἀγορὰ πολύφημος (Od. 2, 150), ἐν
ᾗ πολλὰ φατίζεται. ἤδη δὲ φήμην καὶ τὴν κληδόνα που εἴρηκεν·
“φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρίς” (Od. 20, 105)· ὥστε
ὄσσα μὲν καὶ ὀμφὴ καὶ κληδὼν ἐπὶ τοῦ αὐτοῦ, φήμη δὲ καὶ ἐπὶ
τῆς θείας κληδόνος καὶ ἐπὶ τῆς ἀνθρωπίνης διαλαλήσεως. οἴεται
γὰρ θείαν εἶναι φωνὴν Ὅμηρος, ἧς τοὺς μάντεις ἀκούειν· “ὣς
γὰρ ἐγὼν ὄπ᾿ ἄκουσα θεῶν” (Il. 7, 53). ταύτην δὲ μεταδίδοσθαι
μηδενὸς προκατάρξαντος ἀνθρώπου ἐκ τῆς οἰκείας βουλήσεως “ὄσσα
δʼ ἄῤ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη μνηστήρων στυγερὸν
θάνατον καὶ κῆῤ ἐνέπουσα.” παρὰ γὰρ τὴν ὄπα τὸ ἐνέπουσα. τὸ μὲν
κακοσσόμενος σημαίνειν τὸ εἰρημένον. τὸ δὲ κρήγυον οὐκ οἶδ᾿ ὅπως
σημαίνειν τὸ ἀληθὲς ἀποδεδώκασιν αὐτοῦ ἀντιτιθέντος οὐ τῷ ψευδεῖ,
ἀλλὰ τῷ κακῷ τὸ κρήγυον. ἀντίκειται δὲ τῷ κακῷ οὐ τὸ ἀληθὲς,
ἀλλὰ τὸ ἀγαθόν. “οὐπώποτέ μοι τὸ κρήγυον εἶπες, ἀεί τοι τὰ
κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι.” ἔστι δὲ τὸ κρήγυον τὸ τῷ
κέαρι ἡδὺ καὶ προσηνὲς ὃ ταυτὸν τῷ θυμῆρες. καὶ ἐν ἄλλῳ “οὐδέ τι
πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες.” οὐ γὰρ παρὰ τὸ προσῆκον
τὰ κακὰ ἠγόρευσας καὶ ὁ νηκερδὴς οὖν ἐναντίος καὶ μὴ φειδόμενος
τοῦ ἀγορεύειν τὰ κακά. οὐπώποτε τὰ κρήγυα λέγει. οἶμαι δὲ ὅμοιον
εἶναι τὸ μάντι κακῶν τῷ αἰναρέτη, ὃ σημαίνει κακωτικὴν ἀρετὴν
κεκτημένε, καὶ τῷ ὀλοόφρων· σημαίνει γὰρ τὸν βλαπτικὴν ἔχοντα
φρόνησιν. καὶ οὐλόμενος ὁ ὀλοὸν ἔχων τὸ μένος, οὐλομένη δὲ ἡ μῆνις
ἡ ἐξ ὀλοοῦ μένους γεννηθεῖσα. ὁ γὰρ ταύτην ἔχων ὀλοός. “ἀλλʼ ὀλοῷ
Ἀχιλῆι θεοὶ βούλεσθʼ ἐπαρήγειν” (Il. 24, 39). ταῦτα μὲν οὖν ἔστι
λέγειν τοῖς ἀγαθόν τι κεκτημένοις καὶ διὰ τοῦδε βλάπτουσι καὶ μὴ
ὠφελοῦσιν. ἥ τε γὰρ ἀρετὴ καὶ ἡ φρόνησις καὶ τὸ μένος καὶ ἡ μαντικὴ
τῶν ἀγαθῶν, οἱ δὲ μὴ διʼ αὐτῶν ὠφελοῦντες, ἀλλὰ λυποῦντες εἰκότως
ὡς ἐπὶ κακῷ κεκτημένοι τὸ ἀγαθὸν διαβάλλονται. ἀλλὰ δὴ εἴωθε
106. ὁ ζητῶν τὸ τί κακὸν ἐμαντεύσατο, ὀργῆς οὐκ οἶδε φύσιν ἐπʼ
ἀλήθειαν οὐ φερομένην. τάχα δὲ καὶ κακόμαντιν αὐτόν φησι διὰ τὸ
εἰπεῖν “τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν” (Il. 2, 329)· ᾤετο γὰρ
ταχύτερον πορθήσειν αὐτὴν διὰ τὸ τὸν Δία ἐπιδέξια φαίνειν σήματα
(Il. 2, 353). εἰ γὰρ καὶ ἀληθεῖς αἱ τῶν φαύλων προγνώσεις, οὐδὲν
ἧττον οἱ δυστυχοῦντες τοὺς προειρηκότας ὡς αἰτίους μισοῦσιν.
κρήγυον τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνὲς, ὃ ταυτόν ἐστι τῷ θυμῆρες. τὸ δὲ εἶπες εἶπας Ἀρίσταρχος γράφει, κακῶς· εἰπών γὰρ ἀεὶ καὶ εἴποιμι λέγομεν.
108. ἐμφαντικόν ἐστι τὸ οὐδέ δὶς λεγόμενον, καὶ τὴν τῆς μαν-
τείας τύχην λοιδορεῖ, ὡς εἴ τι καὶ χρηστὸν προείποι, οὐκ εἰς ἀγαθὸν
τελευτᾷ. δυσκαταπαύστως δὲ ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζό-
μενοι, καὶ τὰ αὐτὰ ἐπαναλαμβάνουσιν, ὡς μὴ κατʼ ἀξίαν εἰρηκότες.
110. ὡς δὴ τοῦδʼ ἕνεκα] ὅτι ἀθετουμένου αὐτοῦ οὐκ ἐλλιπὴς, ἀλλὰ σύντομος ἔσται ἡ ἑρμηνεία.
113. ἐξαίρει τὸν πόθον, ὅπως μεγίστην τοῖς Ἕλλησι δοκοίη κατατίθεσθαι χάριν· δημαγωγικώτατος γάρ ἐστιν. ἢ ὅτι περισπού- δαστος τοῖς ἐπʼ ἀλλοδαπῆς ὁ τῶν γυναικῶν πόθος. ἀπάγων δὲ τοὺς Ἕλληνας τοῦ τοιούτου πόθου ἐπαινεῖ τὴν αἰχμάλωτον.
114. οὔ ἑθεν] τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον πρόσωπον τοῦ
ἕθεν ὀρθοτονεῖται, τὸ δὲ τρίτον δισσόν ἐστι τῷ τόνῳ· νῦν οὖν ἐγκλι-
τέον.
115. φυήν] τὸ δι᾿ ὅλου κάλλος· “φυήν γε μὲν οὐ κακός ἐστι
μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας” (Od. 8, 134). ἐν μο-
νοστίχῳ δὲ πᾶσαν ἀρετὴν γυναικὸς ἐσήμανε. καὶ ἀλλαχοῦ “κάλλει
καὶ ἔργοισιν ἰδὲ φρεσὶ πευκαλίμῃσιν” (Il. 13, 432)· “καλῇ τε
μεγάλῃ τε καὶ ἀγλαὰ ἔργʼ εἰδυίῃ” (Od. 13, 289).
117. σόον ἔμμεναι ἢ ἀπολέσθαι] αἱ πᾶσαι ἐκδόσεις σῶν εἶχον·
ἀναλογώτερον δὲ τὸ σῶν τῷ “νῦν τοι σῶς αἰπὺς ὄλεθρος” (Il. 13,
118. αὐτὰρ ἐμοὶ γέρας] ἀλλοιωτικῇ στάσει κέχρηται, μετατιθεὶς
τὰ ὀνόματα πρὸς κόσμον ἑαυτοῦ. προσφυῶς δὲ πρὸς τὸν Ἀχιλλέα
ἐπεισέρχεται.
119. Ἀργείων] ἱκανὸν μὲν ἦν αὐτῷ καὶ τῶν ἀριστέων μόνον εἰπεῖν, ἀλλὰ διὰ τοῦτο πάντων ἔφη, ἵνα τὴν εἰς αὑτὸν ἀτιμίαν αὐξήσῃ.
ἀγέραστος] ὡς ἀπείραστος καὶ ἀβίαστος. ἵνα δὲ μὴ δοκῇ τοῦ
μηδενὸς καταπεφρονηκέναι, τὸ ἴσον αἰτεῖ.
120. λεύσετε] Ἀρίσταρχος μέλλοντά φησιν, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ μέλλοντος, ὡς τὸ ἄξετε, οἴσετε. τὸ δὲ ὅ μοι ἀποκοπὴ τοῦ ὅτι. τὸ δὲ ἄλλῃ μετὰ τοῦ ι γράφομεν.
121. ποδαρκής] ὁ ἑαυτῷ τοῖς ποσὶν ἐπαρκῶν καὶ τοῖς ἄλλοις, ὡς
τὸ λαοσσόος.
122. φιλοκτεανώτατε] οὐ γὰρ γέρως Ἀλγαμέμνων, ἀλλὰ κέρδους ἀντεποιεῖτο.
123. πῶς γάρ τοι δώσουσι] ἐν ἀρχῇ προσκρούει μετρίως, κατʼ
ὀλίγον ἐμφαίνων τὸ εἰρωνικόν. συνάξας δὲ ἐκκλησίαν δικαίως ὑπὲρ
ἁπάντων στασιάζει, ὡς καὶ τῆς λείας ἄρχων ὤν. ἔστι δὲ καὶ τὸ
μεγάθυμοι δημαγωγικόν.
124. οὐδέ τι πω] ὁ δέ ἀντὶ τοῦ γάρ. αἱ πᾶσαι δὲ που ἔχουσιν.
ὡς πρὸς ἐντροπὴν δὲ τὴν κοινὴν ἀπορίαν προβάλλεται.
ξυνήια] ξυνὸν ξύνειον, ὡς κοινὸν κοίνειον καὶ διαιρέσει Ἰωνικῇ
ξυνήιον.
125. ἀλλὰ τὰ μὲν πολίων] τὰ καθόλου. πᾶν δὲ ἄρθρον ἀντὶ ἀντωνυμίας λαμβανόμενον βαρύνεται.
126. ταῦτʼ] ταῦτα Τυραννίων ὀξύνει, ἵνʼ ᾖ τὰ αὐτά.
127. θεῷ πρόες] πρὸς τὸ ἀναγκαῖον τῆς ἀποδόσεως οὐκ εἶπε
πατρὶ πρόες, οὐδʼ Ἀχαιοῖς, ἀλλὰ τῷ θεῷ.
128. αἴ κέ ποθι Ζεύς] ὅτι μεθʼ ὑπεξαιρέσεως δεῖ ποιεῖν τὰς ὑποσχέσεις διὰ τὸ ἄδηλον τῆς τύχης. πιστοῦται δὲ τὴν ὑπόσχεσιν ὡς ἐπὶ δανείου, καὶ ἑαυτὸν καθυπογράφων τῷ χρέει.
129. ἐξ ὑποτακτικοῦ τοῦ δῷ τρίτου προσώπου, κατὰ ἐπέκτασιν τῆς σι συλλαβῆς, δῷσι. ἔμφασιν δὲ ἔχει καὶ ἡ προσθήκη τῆς ἐξ.
131. ἀγαθός περ ἐών] ἀντειρωνεύεται πρὸς τὸ κύδιστε· ὁ δὲ πέρ ἐναντιωματικός ἐστιν.
** τὸ δὲ ἀγαθός σημαίνει καὶ τὸν ἀνδρεῖον καὶ τὸν φρόνιμον καὶ τὸν δίκαιον.
132. *κλέπτε] τὸ κλέπτω σημαίνει δύο, τὸ παραλογίζομαι καὶ
τὸ ἀπατῶ, ὡς ἐνταῦθα, καὶ τὸ κυρίως κλέπτω, ὡς τὸ “κλέψαι δʼ
ὠτρύνεσκον ἐΰσκοπον Ἀργειφόντην” (Il. 24, 109). γίνεται δὲ ἐκ
τοῦ χαλέπτω τὸ ὀργίζομαι· ὀργίζεσθαι γὰρ ὁ κλέπτης ποιεῖ τοὺς
ἀπόλλοντάς τι. ἢ παρὰ τὸ καλύπτω· καλύπτει γὰρ ὁ κλέπτης
ἀφαιρεῖται.
οὐ παρελεύσεαι] ἀπὸ τῶν δρομέων. οὔτε τῷ κλέπτειν νικήσεις οὔτε πείσεις.
133. ἢ ἐθέλεις] πράγματος προκειμένου περὶ κοινῆς σωτηρίας, μέτεισιν ἐφʼ ἑτέραν παρασκευὴν, ὡς οὐκ ἐξὸν Ἀχιλλεῖ λέγειν ὡς ὅτι βλάπτει τὸ κοινὸν ἐχόμενος τῆς παλλακῆς αὑτοῦ.
**αὔτως] μάτην. καὶ ἔστιν ἐπίρρημα μεσότητος, καὶ ψιλοῦται
πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου τοῦ σημαίνοντος τὸ οὕτως. καὶ
ψιλοῦται, διότι τὸ στερητικὸν α ψιλοῦται. καὶ πῶς ἐστὶ στερητικόν;
ἔστιν ἐτός, καὶ σημαίνει τὸν ἀληθῆ, ἐξ οὗ καὶ πλεονασμῷ τοῦ ε
ἐτεός. τοῦτο παρὰ τὸ ἔω τὸ ὑπάρχω, ἐμί. ἐξ αὐτοῦ γίνεται ἐτός
ὁ ἀληθής· ὁ γὰρ ἀληθὴς ὑπάρχει, τὸ δὲ ψεῦδος οὐχ ὑπάρχει. καὶ
μετὰ τοῦ στερητικοῦ α ἀετός, καὶ ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ εἰς
ος δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον ἐν τῇ συνθέσει. καὶ κλίνεται
ἀέτου· τὸ πληθυντικὸν οἱ ἄετοι, ἀέτων, καὶ ἐξ αὐτοῦ ἐπίρρημα
μεσότητος ἀέτως, καὶ κράσει τοῦ αε εἰς τὴν αυ δίφθογγον αὔτως,
ὥσπερ ἀέρα αὔρα καὶ αἱ γρᾶες αἱ γραῦς καὶ αἱ νᾶες αἱ ναῦς.
134. κέλεαι] καὶ μὴν ὁ μάντις εἶπε “πρίν γʼ ἀπὸ πατρὶ φίλῳ
δόμεναι” (98). ἀλλά γε αὐτὸς ἐκκλησιάζει.
136. ἄρσαντες] Ἀρίσταρχος δασύνει· ἔνθεν γάρ φησι γεγονέναι
καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸς ψιλοῖ, ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων
137. εἰ δέ] Ἀττικὴ τῶν προτέρων ἡ παράλειψις, ὡς τὸ “κἂν μὲν
ὁμολογῆτε μόνην ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ ὑμῖν, διʼ ἐμέ τε
ζῶντας ὑμᾶς· εἰ δὲ μὴ, ποιεῖτον ἤδη τοῦθʼ ὃ ὑμῖν δοκεῖ” (Aristopm.
Plut. 468). καὶ πάλιν “εἰ μὲν οὖν ἔστι τις· εἰ δὲ μὴ, ἡμεῖς τε καὶ
τὰ δουλάρια τέφραν ποθὲν ληψόμεθα” (Thesmoph. 536). ἐπὶ γὰρ
πάντων τὸ καλῶς ἂν ἔχοι, ὡς καὶ ἐνταῦθα, ἐλλείπει.
138. ἢ τεὸν ἢ Αἴαντος] ἐνδεικνύμενος τὴν ἀρχὴν πᾶσιν ἀπεχθά-
νεται, μάλιστα δὲ τοῖς Ἀχιλλέως. Ὀδυσσέως δὲ γέρας Λαοδίκη
ἡ Κύκνου. τούτων δὲ μέμνηται, ὅτι ὁ μὲν συγγενὴς, ὁ δὲ φίλτατος.
ἀμέλει καὶ τελευτῶντος αὐτοῦ μόνοι προύστησαν τοῦ σώματος, καὶ
μόνοι πρεσβεύονται πρὸς αὐτόν.
μέχρι δὲ τοῦ γέρας δεῖ ἀναπαύειν τὸν λόγον, τὰ δὲ λοιπὰ τοῖς
ἑξῆς ἐπιφέρειν, ἵνα μὴ παρενοχλεῖν δοκῇ δὶς τὸ ἑλών κείμενον.
*ἄλογον τὸ καὶ τούτους συνυβρίζειν τοὺς μηδὲν ἀδικήσαντας ἢ πλημμελήσαντας. ἡ λύσις ἐκ τοῦ προσώπου· ὑπόκεινται γὰρ Ἀχιλ- λέως φίλοι ἀμφότεροι.
*Πορφυρίου. διὰ τί δὲ συνεχῶς ὁ Ἀγαμέμνων ἐν ταῖς πρὸς
Ἀχιλλέα διαπληκτίσεσιν Αἴαντος καὶ Ὀδυσσέως μνημονεύει, καὶ
ἐν τῇ ἀφαιρέσει τῶν τιμῶν “ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος
ἄξω ἑλών” καὶ μετʼ ὀλίγον ἐφεξῆς (144), ὅτε δεῖ πέμψαι τὴν
Χρυσηΐδα, φησὶν “εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, ἢ
Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς, ἠὲ σὺ, Πηλείδη, πάντων
ἐκπαγλότατʼ ἀνδρῶν.” καὶ γὰρ ἀτιμάσειν ἀπειλῶν συγκαταλέγει
Αἴαντα καὶ Ὀδυσσέα τῷ Ἀχιλλεῖ, καὶ ἀποστέλλειν πρὸς τὸν θεὸν
ἐπαγγελλόμενος, ἐξ Αἴαντος καὶ Ὀδυσσέως καὶ Ἀχιλλέως φησὶν
ἕνα ἀποστέλλειν, ὅτε μὲν ἀτιμάσαι ἀπειλεῖ, προθεὶς τὸν Ἀχιλλέα
τῶν ἀτιμαζομένων “ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος,” ὅτε
δʼ ὑπὲρ τῶν Ἑλλήνων θύειν ἔδει ἀπελθόντα, “ἢ Αἴας ἢ Ἰδομενεὺς
ἢ θῖος Ὀδυσσεὺς, ἠὲ σὺ, Πηλείδη.” λύσις, ὅτι οὗτοι ἐδόκουν
(ib. 197). συνατιμάζει οὖν τούτους καὶ συγκαταλέγει ὡς φίλους
ὄντας τῷ Ἀχιλλεῖ τὰ μάλιστα.
140. ἀλλʼ ἤτοι μὲν ταῦτα] εὐσεβῶς καὶ βασιλικῶς μεταφέρει τὸν λόγον· καὶ οἶδε μὲν εὖ ἔχουσαν τὴν παραίνεσιν, ἐπεὶ οὐκ ἂν ἔπραξεν, ἐπιφέρει δὲ τὴν δυσχέρειαν κατὰ τῶν βουλευσάντων.
141. νῦν δʼ ἄγε νῆα] καὶ ταῖς φωναῖς κυρίως κέχρηται, καὶ μίαν τὴν δωρεὰν οὖσαν πολλὰς ἐν τῇ διαιρέσει ποιεῖ. ἔστι δὲ ἐν τῷ λόγῳ καὶ τὸ ὁμοιοτέλευτον καλούμενον σχῆμα.
142. ἐπιτηδές] τὸ ἐπιτηδές ὀξυντέον· ἀπὸ τοῦ ἐπιτηδεῖς γὰρ,
τὰ δὲ ὀνοματικὰ ἐπιρρήματα τὸν αὐτὸν τοῖς ὀνόμασι φυλάσσει
τόνον.
144. βουληφόρος] ᾧ τὰ κοινὰ τῆς βουλῆς ἐπαναφέρεται. ἐν τοῦ ἀρχός δὲ τὸν ναύαρχον ἐδήλωσεν.
145. ἢ Αἴας] θεραπεύει τοὺς δοκοῦντας σὺν τῷ Ἀχιλλεῖ διὰ τῆς
ἀπειλῆς ὑβρίσθαι, παρενθεὶς ἕνεκα τοῦ μὴ δοκεῖν κολακεύειν τὸν
Ἰδομενέα, παραφυλακτέον δὲ ὅτι ὅτε ἀτιμάσαι ἀπειλεῖ, προτίθησι τὸν
Ἀχιλλέα, ὅτε δὲ ὑπὲρ Ἑλλήνων θῦσαι ἀπελθόντα ἔδει, τελευταῖον
καταλέγει μετὰ ὕβρεως· ἐκπαγλότατε γάρ φησι, τουτέστιν ὑβριστι-
κώτατε.
146. ἠὲ σὺ Πηλείδη] ἵνα ἢ ἀπελθὼν ἠπιωθῇ, ἢ μὴ ἀπελθὼν τὴν
τοῦ λοιμοῦ αἰτίαν αὐτὸς ἔχῃ.
147. *ἥμιν ἀντὶ τῆς ἡμῖν ἀντωνυμίας· ἔστι γὰρ διαλέκτου ἴδιον
Δωριέων. αἱ δὲ ἀντωνυμίαι ἡνίκα ὁρισμὸν δηλοῦσι, μένουσιν ἐν τῷ
αὐτῷ τόνῳ, οἷον “ἡμῖν τόδʼ ἔφηνε” (Il. 2, 324), καὶ “ὑμῖν μὲν
νεμεσσῶμαι περὶ κῆρι” (Il. 13, 119). ὅτε δὲ ἀπόλυτον ἔχουσι τὸ
σημαινόμενον, ἐγκλίνονται· “εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον” (Od.
2. 141)· “σὺν δʼ ἥμιν δαῖτα ταράξῃ” (Il. 1, 579), καὶ ὡς ἐν-
ταῦθα.
148. **ὑπόδρα] ἐπίρρημα. πόθεν γίνεται; ὁ μὲν Ἀπολλόδωρος
δύο λέγει παραγωγὰς, ὁ δὲ Ἡρωδιανὸς μίαν, ὡς ἀπὸ περισπωμένων,
τοῦ οὖν δρῶ γίνεται δρᾶ, καὶ μετὰ τῆς ὑπό προθέσεως ὑπόδρα, τὸ
ὑποβλέπειν· καὶ δραπέτης οὖν ἐξ αὐτοῦ. ὁ δὲ Ἡρωδιανὸς λέγει
ὅτι ἐκ τοῦ ὑποδράξ γίνεται. ὀξύνεται δὲ, ἐπειδὴ τὰ εἰς ξ λήγοντα
ἐπιρρήματα, χωρὶς εἰ μὴ παρὰ πρόθεσιν γίνεται, ἅπαντα ὀξύνονται,
οἷον “στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών” (Il. 11, 251), ἀπρίξ, ἐναλλάξ,
κουρίξ. εἶπε δὲ, εἰ μὴ παρὰ πρόθεσιν γίνεται, διὰ τὸ πέριξ. τὸ γὰρ
πάρεξ ἔχει μὲν πλέον τι σημαινόμενον· ὅτε γὰρ ὀξύνεται, οὔ φαμεν
εἶναι αὐτὸ ἐπίρρημα, ἀλλὰ δύο προθέσεις. σεσημείωται τὸ ἅπαξ.
καὶ τοῦτο ὅπερ ὤφειλε δέξασθαι ἐν τῇ ἁπλότητι, ἐδέξατο ἐν τῇ
συνθέσει, ἅπαξ ἁπλῶς—ἁπαξαπλῶς. τὸ δὲ ὑποδράξ ἀποβαλὸν τὸ
σύμφωνον ἀνεβίβασε τὸν τόνον, ὥσπερ ἀνυστής ἀνύτης, δεσποστής
δεσπότης. οὕτω καὶ ἐν τῷ ὑποδράξ· ἀποβαλὸν γὰρ τὸ σύμφωνον
ἀνεβίβασε τὸν τόνον.
149. ὤ μοι ἀναιδείην ἐπιειμένε] διετύπωσε νέον φιλότιμον, ἥττονα
διακαοῦς θυμοῦ, διὰ τοῦ “ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην” τὸ
δὲ ἐπιειμένε, οἱονεὶ προφανῆ τὴν ἀναίδειαν ἔχων, ἀπὸ μεταφορᾶς τῆς
ἔξω καὶ πᾶσιν ὁρωμένης ἐσθῆτος. ἔστι δὲ φύσει τοιοῦτος ὁ φιλοχρή-
ματος, καὶ τὴν οἰκείαν ἀναίδειαν εἰς προῦπτον δείκνυσιν. ἐάσας δὲ
τὸ γέρας, ὃ ἄνω καὶ κάτω θρυλεῖ, κοινὰς ἀδικίας διέξεισι, φιλο-
τέχνως τὴν ἰδίαν ὕβριν κοινὴν ποιούμενος καὶ ἐπισείων αὐτῷ τὸ
πλῆθος.
τὰ κέρδεα ἁπλᾶ μὲν ὄντα μέσα ἐστὶ, συντιθέμενα δὲ ψόγον δηλοῖ, ὡς ὄψα ἐσθίειν καὶ ὀψοφαγεῖν. φησὶ γοῦν “κέρδεά θʼ οἷ᾿ οὔ πώ τινʼ ἀκούομεν” (Od. 2, 118).
150. πῶς τίς τοι] τοῦτο κατὰ ἀγανάκτησιν, ἤτοι ἐπιτίμησιν.
151. ἢ ὁδὸν ἐλθέμεναι] φασὶ μέν τινες περὶ τοῦ πλοῦ λέγειν. ἐγὼ δὲ τὸν λόχον φημὶ, ἵνα δύο κινδύνους ὁρίζῃ ἐν ταὐτῷ, ὃν μὲν τῶν ἀριστέων ὡς ἴδιον, ὃν δὲ τῶν ὄχλων ὡς κοινὸν, ὡς κἀκεῖ “οὐδέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ, οὔτʼ ἐς λόχον ἰέναι” (226).
152. αὶχμητάων] ὁ ἔπαινος τῶν πολεμίων καὶ Ἀγαμέμνονα λυπεῖ καὶ Ἀχιλλεῖ φέρει δόξαν, ὡς ἐπʼ ἀνδρείους στρατεύσαντι.
153. οὔ τι μοι αἴτιοί εἰσιν] ἅμα μὲν δηλοῖ ὅτι οὐκ οἰκείαν πρό-
φασιν τῆς στρατείας ἔχει· ἄλλως γὰρ ἂν, προβάσης αἰτίας εὐλόγου,
ἐστράτευσεν, ἢ διὰ βοῦς ἐλαθείσας ἢ διὰ δῃουμένην γῆν, οὐχὶ δʼ ὡς
οἱ Ἀτρεῖδαι διὰ πεπορνευκὸς γύναιον. ἅμα δέ γε παρυποφαίνει ὡς
βιασθεὶς πρὸς Ἴλιον ἔπλευσεν.
155. ἐριβώλακι] ἐξαίρων τὴν χάριν διὰ τούτων ἐπαινεῖ τὴν πατρίδα.
156. ἐπεὶ ἦ] καθόλου ὁ βεβαιωτικὸς περισπᾶται.
157. οὔρεά τε σκιόεντα] ποιὰ ἡ ἐκφώνησις τῶν ἐξ ὀρῶν καὶ γῆς καὶ θαλάττης διαστημάτων. διὰ δὲ τῶν ἐπιθέτων τῶν μὲν ὀρέων τὸ ὕψος, τῆς δὲ θαλάσσης ἐδήλωσε τὴν τραχύτητα.
158. ὦ μέγʼ ἀναιδές] μεταξὺ τῆς δικαιολογίας ἐντίθησι τὸ ἄτιμον, τοῦ θυμοῦ τὰς βλασφημίας παραφωνοῦντος.
159. τιμὴν ἀρνύμενοι Μενελάῳ] τὴν παρὰ τῶν Τρώων ἐκδίκησιν ἀπαιτοῦντες Μενελάῳ. λεληθότως δέ φησιν ὅτι ταῦτα πάσχομεν οἱ διὰ σὲ, Μενέλαε, στρατεύσαντες.
**ἀρνύμενοι ἐκ τοῦ ἀρνός καὶ τοῦ ὑμήν τὸ δέρμα· οἱ γὰρ ἀρχαῖοι
τὰ συναλλάγματα διὰ δερμάτων ἀρνῶν ἐποιοῦντο. καταχρηστικῶς
οὖν ἐνταῦθα.
160. τῶν ἀκολουθησάντων, ἢ τῶν προπεπονημένων, ἢ τῶν Τρώων, ὧν ἀμελήσας περὶ παλλακιδίου διαλέγῃ.
162. ὃ ἄλλοι δικαίως ἐδωρήσαντο (ἔκαμον γάρ), σὺ ἀπειλεῖς ἀφαιρήσεσθαι.
163. ἔχω] ἀντὶ τοῦ ἔσχον. ἐναργοῦς δὲ ἀπαγγελίας τὰ γεγονότα ὡς γιγνόμενα ἀπαγγέλλειν.
τὰ ἑαυτοῦ ἀνδραγαθήματα ἐπὶ τῶν ἀκουόντων εἰσφέρει, ὑποθω-
πεύων τοὺς παρόντας, ἐπεὶ καὶ ἱστάμενος καὶ δικαιολογούμενος ἦν.
πρὸς δὲ τοὺς πρέσβεις διαλεγόμενος ἀποτομώτερον φέρεται, καί
φησι “δώδεκα δὴ σὺν νηυσὶ πόλεις” (Il. 9, 328). ἐξ ἐπιδρομῆς δὲ
τῶν ἰδίων κατορθωμάτων μνησθεὶς εὔνοιαν, οὐκ ἀπέχθειαν παρὰ τῶν
ἀκουόντων ἠγάγετο. ἄκρα δὲ Ἀγαμέμνονος πλεονεξία, ὃς ἐν τῷ
δασμῷ τὸ δίκαιον ὑπερβαίνων οὐδὲ τούτῳ ἀρκεῖται.
166. ἤν ποτε δασμὸς ἵκηται] ὡς οὐκ ἀεὶ αὐτοῦ διανέμοντος, ἀλλὰ πάντα πολλάκις σφετεριζομένου.
167. φίλον τε] φίλον διὰ τὸ ἐξ ἰδίων εἶναι κατορθωμάτων· αὕτη γὰρ ἡ κτῆσις εὐφραίνει, ἡ δὲ ἐναντία ἐλέγχει. ἐλεύθερον δὲ τὸ μὴ διὰ χρήματα, ἀλλὰ διʼ ἀρετὴν πονεῖν.
168. Ἡρωδιανὸς μὲν καὶ Ἀρίσταρχος ἐπεί κε γράφουσιν. οἱ δὲ γράφοντες ἐπήν τὸ κεκάμω ὑφʼ ἓν ἀναγινώσκουσιν ὡς τὸ λελάχωσι καὶ πεπίθωνται, ὅπερ καὶ ἄμεινον. εἰσὶ δὲ πολλάκις καὶ ἄμφω σύν- δεσμοι, ὡς τὸ “ἃς οὔτʼ ἄν κεν Ἄρης” (Il. 13, 127).
171. ἄφενος καὶ πλοῦτον] πικρῶς φησὶ σκοπὸν συναγωγῆς χρη-
μάτων αὐτῷ τὸν πόλεμον ἐξευρεῖν.
173. φεῦγε μάλʼ] τὴν ὑποχώρησιν φυγὴν ὀνομάζει, καταισχύνων αὐτόν.
*θυμός] τοῦτο τὸ ὄνομα παρὰ τῷ ποιητῇ σημαίνει πέντε, τὴν
ὀργήν, ὡς τὸ “θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων” (Il.
2, 196)· τὴν ψυχήν, ὡς τὸ “μελιηδέα θυμὸν ἀπηύρα” (Il. 10,
495)· τὴν ἐπιθυμίαν, ὡς τὸ “ᾧ θυμῷ εἴξασα μίγη φιλότητι καὶ
εὐνῇ” (Od. 5, 126)· τὸν ἐπιλογισμόν, ὡς τὸ “ἕτερος δέ με θυμὸς
ἀνῆκεν” (Od. 9, 302)· καὶ τὴν ὁμόνοιαν, ὡς τὸ “ἀλλʼ ἕνα θυμὸν
ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ” (Od. 3, 128).
174. λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν] ταπεινὸν γὰρ ἦν τὸ δεῖσθαι μένειν· οὐκ ἂν γὰρ ἐπένευσε δεομένου. τὸ δὲ ἔμοιγε προπαροξυτόνως, ὡς ἔγωγε.
175. θαρσύνει τοὺς ἄλλους, παρατιθεὶς αὐτοῖς καὶ τὸν Δία ἀντὶ
Ἀχιλλέως. τῇ δὲ πρὸς τὸν θεὸν κοινωνίᾳ οὐχ ὑπηρέτας αὐτοὺς
πεποίηκεν, εἰς δὲ τὴν ἰσόθεον εὐεργεσίαν ἐξῆρε τοὺς Ἕλληνας.
οὐχ ὁμοτιμίαν μὲν αὐτοῖς ἐνέδωκεν. οὐκ εἶπε δὲ πάλιν ὑπηρε- τήσουσι. προσάγεται διὰ τῶν λόγων τούτων τὸ πλῆθος.
**μητίετα] ἡ εὐθεῖα μητιέτης. γίνεται παρὰ τὸ μῆτις· τοῦτο
παρὰ τὸ μήδω τὸ βουλεύομαι. ἐκ γοῦν τοῦ μῆτις γίνεται μητίτης
καὶ μητιέτης, μητιέτην, καὶ κατὰ μεταπλασμὸν μητίετα.
τούτου τὸ ἄγαλμα ἱστοροῦσι καθήμενον, γυμνὰ ἔχον τὰ ἄνω, τὰ
δὲ κάτω ἐσκεπασμένα, κρατοῦν τῇ μὲν εὐωνύμῳ σκῆπτρον, τῇ δὲ
τῶν ἀεροφόρων πνευμάτων κρατεῖ ὡς ὁ ἀετὸς τῶν μεταρσίων ὀρνέων.
καὶ παροιμία “Σεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας” ἐπὶ τῶν
ποτὲ ἀμειβομένων ὑπὲρ ὧν πράττουσι καλῶν ἢ κακῶν, ὅτι οὐκ ἀπρο-
νόητά φησι τὰ πάντα, ἀλλὰ τὸν Δία εἰς διφθέρας τινὰς ἀπογράφεσθαι
καί ποτε ἐπεξιέναι.
176. *διοτρεφέων βασιλήων] οἱ βασιλεῖς ἐκ τῆς σειρᾶς τοῦ Διός
εἰσιν, οἱ δὲ κιθαρισταὶ καὶ μουσικοὶ καὶ ἀοιδοὶ ἐκ Μουσῶν καὶ τοῦ
Ἀπόλλωνος, ὡς ὁ Ἡσίοδός (Theog. 94) φησιν·
177. τὰ πλεονοκτήματα τοῦ ἀνδρὸς εἰς ὀνείδη μεθίστησιν, ὡς εἴ τις τὸν ἀνδρεῖον βίαιον καλεῖ καὶ τὸν σιωπηλὸν δόλιον.
178. θεός πού σοι τό γʼ ἔδωκεν] εὐτυχίαν, οὐκ ἀρετὴν ἰδίαν αὐτῷ
μαρτυρεῖ. πιθανῶς δὲ ἐπὶ μὲν τοῦ Ἀχιλλέως ἀορίστως ἔφη τὸ θεός,
ἐπὶ δʼ ἑαυτοῦ ὡρισμένως φέρει τὸν Δία.
180. Μυρμιδόνεσσιν ἄνασσε] φασὶν Αἰγίνης τῆς Ἀσωποῦ ἐρα-
σθῆναι τὸν Δία, καί τῳ τῶν φίλων παρεικασθῆναι, καὶ εἰς Φλιοῦντα
διακομίσαι, καὶ εἶδ᾿ οὕτως αὐτῷ μιγῆναι. ἀδημονοῦντος δὲ τοῦ ἐκεῖσε
βασιλεύοντος διὰ τὴν τῶν ἐνοικούντων σπάνιν, λέγουσι τὸν Δία τοὺς
αὐτόθι μύρμηκας ἀνδρωθῆναι ποιῆσαι, τοῦ βασιλέως Αἴγιναν αἰτησα-
μένου καὶ αὐτῆς τὸν Δία παραπεισάσης. ἔνθεν τοὺς Μυρμιδόνας
μυθολογοῦσι γενέσθαι.
182. ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος] πιθανῶς οὐχ ὑπὸ
τῶν Ἑλλήνων ἀφαιρεῖσθαί φησι τὸ γέρας, ἵνα μὴ ὡς μισῶν αὐτοὺς
φωραθῇ, διότι ἀποδίδωσιν, οὐδὲ ὑπὸ Ἀχιλλέως, ἵνα μὴ οἱ Ἕλληνες
Ἀχιλλεῖ χάριν ἔχωσιν· ἀλλʼ ὑπὸ τοῦ θεοῦ ἀφαιρεῖσθαί φησιν, ὡς
οὐκ ἀνθρώπων ἥττων, ἀλλὰ θεοῦ γενόμενος. εὖ δὲ καὶ τὸ καθʼ ἑαυτὸν
ηὔξησεν, ὡς τοσοῦτον Ἀχιλλέως προύχων ὁπόσον τοῦ θεοῦ ἀπολείπεται.
183. σὺν νηΐ τʼ ἐμῇ] ἵνα μὴ δοκῇ ἐξ ἀνάγκης αὐτὴν ἀποπέμπειν. ὡς οὐ γνωριοῦντος τοῦ θεοῦ τὸν αἴτιον τῆς ἀποστολῆς. οὗτος δὲ ὁ λόγος ἤδη ἀποτέθειται τῶν φίλων τὸν Ἀχιλλέα.
185. αὐτὸς ἰών] ἐπειδὴ τὸ ἐγώ ἠδύνατο καὶ διὰ τῶν θεραπόντων
νοεῖσθαι, προσέθηκε τὸ αὐτὸς ἰών. ὁμοία δέ ἐστιν ἡ ἀπειλὴ τῇ “τὴν
δʼ ἐγὼ οὐ λύσω” (Il. 1, 29).
187. ἶσον ἐμοὶ φάσθαι] ἀναιρεῖ τὴν ἐν ταῖς ἐκκλησίαις ἰσηγο- ρίαν. διὸ καὶ οἱ Ἀχαιοὶ φεύγουσιν, οὐ δυνάμενοι δικαιολογεῖσθαι αὐτῷ. ὁ δὲ Διομήδης “ᾗ θέμις ἐστὶν. ἄναξ, ἀγορῇ” (Il. 9, 33) φησίν.
189. λασίοισι] θερμοῖς· ἡ θέρμη γὰρ αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν.
*λασίοισι] γίνεται ἐκ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ σεύω τὸ ὁρμῶ· ὀρθῶς γὰρ ὁρμῶνται τὰ διὰ τοῦ νοήματος.
νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς φησὶν, ἀφʼ οὗ λέγει
στήθεσσιν· ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ ἐστὶ τὸ πυρῶ-
δες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς.
διάνδιχα] θέλει εἰπεῖν ὡς δύο ἐβουλεύσατο, ἀναστῆσαι ἐκείνους
καὶ ἀνελεῖν Ἀγαμέμνονα· ὅθεν περισσόν φασι τὸν “ἠὲ χόλον.” ἀλλ᾿
οὐχ οὕτως, ἀλλὰ τὸ μὲν ἐκείνους ἀναστῆσαι καὶ ἀνελεῖν αὐτὸν ἓν
θετέον, τὸ δὲ “ἠὲ χόλον παύσειε” δεύτερον. ὃ καὶ ἄμεινον. ἡ γὰρ ὕβρις
ἀνεζωπύρει, ἡ δὲ φρόνησις κατέστελλε. τοῦτο δὲ ὑποφαίνει διὰ τοῦ
κατὰ φρένα καὶ κατὰ θυμόν.
190. ἢ — ἠέ] τὸν μὲν πρῶτον ὀξυντέον, τὸν δὲ δεύτερον περι-
σπαστέον· διαπορητικὴ γάρ ἐστιν ἡ σύνταξις. καὶ οὕτως ἐν τῇ
καθόλου.
192. χόλον παύσειεν ἐρητύσειέ τε θυμόν] ἐπειδὴ τὸ μὲν διαχεό- μενόν ἐστιν ὡς ἐπὶ ὕδατος ῥέοντος, εἶπε παύσειεν· ὁ δὲ θυμὸς ἐπειδὴ τὸ θῦόν ἐστι, τῷ ἐρητύσειεν ἐχρήσατο.
193. κατὰ φρένα καὶ κατὰ θυμόν] φρένα τὸν λογισμὸν, θυμὸν δὲ
τὸ θυμικόν. τὸ οὖν ἀναστῆσαι ἐκείνους ἀνελεῖν δὲ Ἀγαμέμνονα κατὰ-
τὸ θυμοειδὲς τῆς ψυχῆς μέρος ἐλογίζετο, τὸ δὲ “ἠὲ χόλον” παύσειε
κατὰ τὴν φρένα.
ἕλκετο — μέγα ξίφος] ἡ παράτασις τοῦ χρόνου τὴν ἀπὸ τῶν
ἐπιλογισμῶν ἔνστασιν δηλοῖ. τὸ δὲ μέγα καιρὸν δίδωσι καθόδου τῇ
194. *Πορφυρίου. ἦλθε δʼ Ἀθήνη οὐρανόθεν] διὰ τί φήσας πάν-
τας τοὺς θεοὺς εἰς Αἰθιοπίαν ἀπεληλυθέναι “θεοὶ δʼ ἅμα πάντες
ἕποντο” (424) τὴν Ἀθηνᾶν ἐκ τοῦ οὐρανοῦ φησὶν ἐλθεῖν παρὰ τῆς
Ἥρας πρὸς τὸν Ἀχιλλέα; μήποτε δὲ συλληπτικῶς εἴρηται ἀπὸ
τοῦ πλείστου τὸ πᾶν. ὥσπερ γὰρ ἐπὶ τῶν ἡγεμόνων τῶν Ἀχαιῶν
εἰπὼν ὅτι πάντες ἐκάθευδον (“ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες
Παναχαιῶν εὗδον παννύχιοι Il. 10, 1), ὅμως ποιεῖ τὸν Ἀγαμέμνονα
ἐγρηγορότα καὶ τὸν Μενέλεων (“οὐδὲ γὰρ αὐτῷ ὕπνος ἐπὶ βλεφά-
ροισιν ἔπιπτεν” ib. 25), οὕτως ἐκ τοῦ πλείστου τὸ πάντας ἠκολου-
θηκέναι τοὺς θεοὺς τῷ Διὶ εἴρηκεν. οὐ γὰρ δὴ θεῶν ἔρημος ἔμελλε
καταλείπεσθαι ὁ οὐρανός. ἐκ τοῦ οὐρανοῦ δὲ, φησὶ, παρεγένετο ἡ
Ἀθηνᾶ, ὅ ἐστιν ἡ φρόνησις· δεῖ γὰρ οὕτως αὐτὴν καταβαίνειν, οἷα
καὶ τῆς κόμης αὐτὴν κρατεῖν καὶ οὐκ ἄλλου μέρους τοῦ σώματος,
ἀλλʼ ἔνθα ἵδρυται τὸ λογικὸν τῆς ψυχῆς μέρος. εὐλόγως δὲ καὶ οἱ μυ-
θογράφοι φασὶν ὅτι ἔγκυος οὖσα ἡ Μῆτις τὴν Ἀθηνᾶν κατεπόθη ὑπὸ
τοῦ Διὸς, καὶ ἀπὸ τῆς κεφαλῆς αὐτοῦ ἐν τῷ ὡρισμένῳ τῆς ἀποκυή-
σεως χρόνῳ ἐξέθορεν ἡ θεὸς σὺν ὅπλοις.
196. κηδομένη] τοῦ μὲν, ἵνα μή τι πάθῃ δεινὸν, τοῦ δὲ, ἵνα μή τι δράσῃ. εἴωθε δὲ εἰς τοσοῦτον αὔξειν τὰς περιπετείας ὡς μὴ δύνασθαι παύειν αὐτὰς ἄνθρωπον.
198. οἴῳ φαινομένη] τοὺς γὰρ μεγαλοψύχους ὀργιζομένους οὐ
παύειν δεῖ προφανῶς, τῶν ἐχθρῶν ὁρώντων. τὸ δὲ φαινομένη ἀντὶ τοῦ
ὁρῆτο] Ζηνόδοτος ἀγνοήσας τὸ τῆς διαλέκτου ἰδίωμα ὡς Ἰωνικὸν ἐξέθετο. ἔστι δὲ Δώριον· οἱ γὰρ Δωριεῖς τῆς δευτέρας τῶν περισπω- μένων τὸ α εἰς η τρέπουσιν.
199. ἔγνω] εἶδεν. ἢ ὅτι συνήθης αὐτῆς ἡ θέα τοῖς ἐπικουρουμέ- νοις Ἕλλησιν, ἢ ὅτι τοῖς διογενέσι δηλοῦνται οἱ θεοὶ, ὡς τῇ Ἑλένῃ. καὶ Αἰνείας Ἀπόλλωνα ἔγνω εἴσαντα ἰδών (Il. 17, 334). Παλλὰς δὲ παρὰ τὰς παλάμας, ἢ ὅτι εὐκίνητος ὁ νοῦς “ὡσεὶ πτερὸν ἠὲ νόημα” (Od. 7, 36).
200. *Παλλάδʼ Ἀθηναίην] ἐπιθετικῶς τὴν Ἀθηνᾶν, ἤτοι ἀπὸ τοῦ πάλλειν καὶ κραδαίνειν τὸ δόρυ (πολεμικὴ γὰρ ἡ θεός), ἢ ὅτι ἕνα τῶν γιγάντων Πάλλαντα ἀπέκτεινεν, ἢ ἀπὸ τοῦ ἀναπαλθῆναι αὐτὴν ἐν τῇ κεφαλῇ τοῦ Διὸς, ἢ ἀπὸ τοῦ παλλομένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διί.
δεινὼ δέ οἱ ὄσσε φάανθεν] ὁ δέ ἀντὶ τοῦ γάρ. διὰ δὲ τῆς ἐκπλή- ξεως Ἀχιλλέως τὴν γλαυκῶπιν παρέστησεν Ἀθηνᾶν. τινὲς δὲ φάανθεν ἀντὶ τοῦ ἐφωτίσθησαν οἱ τοῦ ἥρωος ὀφθαλμοί.
204. φωνήσας] προσκαλεσάμενος, ἢ τὸ ὄνομα αὐτῆς εἰπών.
202. αἰγιόχοιο] τοῦ ἀπὸ τῆς αἰγὸς ὀχὴν λαβόντος· ὅθεν καὶ
Ζεὺς τῇ Ἀμαλθείᾳ τὸ κέρας δίδωσι πάσης τροφῆς ποριστικὸν
τυγχάνον. πυνθανομένου δὲ μᾶλλον ἢ ὀργιζομένου ὁ λόγος.
203. ἢ ἵνα ὕβριν ἴδῃ] δίχα τοῦ σ. ὑψοῖ δὲ τὴν φωνὴν καὶ τὴν ὕβριν, ὡς καὶ θεοὺς εἰς θέαν κινήσασαν.
204. Ἀρίσταρχος τελέεσθαι, οὐ τετελέσθαι γράφει.
205. ᾗς ὑπεροπλίῃσι] πρὸ τῶν λόγων ἐνδέδωκε τῇ παρουσίᾳ αὐ- τῆς. τὸ δὲ τάχα ἄν ταχέως, καὶ πλεονάζει τὸ ποτέ. ὑπʼ ἐμοῦ δὲ, φησὶν, ἀπολεῖται. διό φησιν ἡ θεὸς “μηδὲ ξίφος ἕλκεο χειρί.”
207. αἴ κε πίθηαι] τὸ σφριγῶν τοῦ θυμοῦ μαλακοῖς ἰᾶται λόγοις.
ὅμως ἐκδειματοῖ, καὶ τὸν ἐχθρὸν θεοφιλῆ εἶναι λέγουσα. οὐ πᾶς δὲ ὁ
φιλῶν κήδεται, ὡς λύκος ἄρνα.
211. ἔπεσι μὲν ὀνείδισον] τεχνικῶς λίαν οὐχ ἅμα πάσης αὐτὸν
ἐκκόπτει τῆς ἐπιθυμίας, ἀλλʼ ὡς ἰατρὸς οἶνον ἀπαγορεύων ὕδωρ δίδω-
σιν, οὕτως διὰ τὸ τοῦ μείζονος ἐκτρέψαι τὸ ὀλίγον συγχωρεῖ, ὡς καὶ
Ἡσίοδος “τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις” (O. 33). 35
τὸ ἔπεσι μὲν ὀνείδισον ἀπρεπὲς θεᾶς εἰς λοιδορίαν. ἡ δὲ λύσις ἐκ
τῆς λέξεως· ὀνείδισον γὰρ ἔφη ἀντὶ τοῦ ὑπόμνησον τῶν εὐεργεσιῶν,
ὡς ἐγένοντο. ὀνείδισον γὰρ ἔφη, οὐ λοιδόρησον. ὀνειδισμὸς δέ ἐστιν
ἀνάμνησις εὐεργετημάτων, ᾧν τις παρέσχετο.
ἀναπαυστέον τὸν λόγον εἰς τὸ ὀνείδισον· τὸ δὲ “ὡς ἔσεταί περ, ὧδε γὰρ ἐξερέω” ἀναγνωστέον ἐν ταὐτῷ.
212. τετελεσμένον ἔσται] εἰ μὲν ἄνθρωπός ἐστιν, ὀΐω φησὶν, εἰ θεὸς, διαβεβαιοῦται.
214. ὕβριος εἵνεκα τῆσδε] μαλάσσουσα αὐτὸν συμφωνεῖ αὐτῷ ὡς ὑβρίσθη. τὸ δὲ ἡμῖν ὀρθοτονεῖται· ἀντιδιέσταλται γὰρ, ἀντὶ τοῦ ἡμῖν πείθου καὶ μὴ τῇ σῇ ὀργῇ. κακῶς οὖν Ἀρίσταρχος συστέλλει τὴν μιν.
219. ἀργυρέῃ] τῇ ἀργυροήλῳ. κώπη δὲ τὸ κωπίον ἤγουν ἡ τοῦ
ξίφους λαβή. βαρεῖαν δὲ τὴν πρώην ἐπτερωμένην τῷ θράσει, ἢ τὴν
ἑτέρους τοῖς ὅπλοις βαρύνουσαν.
222. δώματʼ ἐς αἰγιόχοιο Διὸς, μετὰ δαίμονας ἄλλους] τὸν τῶν
δαιμόνων τόπον μετωνυμικῶς ἐκάλεσεν. ἢ μόνους τοὺς ἄρσενάς φησι
τῷ Διὶ πρὸς Αἰθιοπίαν ἕπεσθαι καὶ τὰς θηλείας καταλελεῖφθαι. ἢ
ὅτι τὸ πάντες ἐκεῖσε ἀντὶ τοῦ οἱ πλείους τέτακται.
* δαίμονας καλεῖ τοὺς θεοὺς, ὡς ἐμπείρους πάντων καὶ ἴδριας,
ἢ ὅτι διαιτηταί εἰσι καὶ διοικηταὶ τῶν ἀνθρώπων. Ἡσίοδος δὲ δαί-
μονας καλεῖ τοὺς ἐκ τοῦ ζῆν μεταστάντας, ὄντας δὲ ἐπὶ τῆς τοῦ
Κρόνου βασιλείας, τοῦ χρυσοῦ γένους, λέγων αὐτοὺς φύλακας θνη-
τῶν ἀνθρώπων (O. 122).
223. ἀταρτηροῖς] ἀτηροῖς, καὶ πλεονασμῷ τῆς ταρ συλλαβῆς ἀταρτηροῖς, ὡς τὸ τάρροθος καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπιτάρ- ροθος.
225. *τὸ κυνὸς ὄμματʼ ἔχων ἐξ ὧν εἶδεν αὐτὸν ὀργιζόμενον
“ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην.” τὸ δὲ “κραδίην δʼ ἐλάφοιο”
διὰ τὸ ἐπίφορον εἶναι εἰς τὸ λέγειν φεύγωμεν ὡς δειλόν· πρὸς γὰρ
τοῦτο φαίνεται εἰρηκὼς ἐν τῇ Ἰλιάδι.
Ἰσοκράτης Κόνωνι τῷ Ἀθηναίων στρατηγῷ τρία μαρτυρεῖ, ἐπιμέ-
λειαν, πίστιν, ἐμπειρίαν πολέμου. τούτων τὰ ἐναντία κατανοήσας
Ἀγαμέμνονι ὀνειδίζει· ἐξ οἰνοποσίας μὲν γὰρ ἀμέλεια, ἀπιστία δὲ
μένε” (149), πῆ δὲ κυνῶπα (159), ἐπεὶ προμεμαρτύρηται αὐτοῦ τὸ
τῆς θέας ἰταμὸν ἐν τῷ πρὸς Κάλχαντα. φύσει δὲ ἀλλήλαις αἱ
κακίαι, ὡς καὶ αἱ ἀρεταὶ, παρέπονται.
*Πορφυρίου. διὰ τί ὁ Ἀχιλλεὺς, λοιδορησάμενος Ἀγαμέμνονι
τρία ταῦτα “οἰνοβαρὲς, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο”
οὔτε τῷ “οἰνοβαρεῖ ἐπιμένει οὔτε τῷ κραδίην δʼ ἐλάφοιο, ἀλλὰ μά-
λιστα τῷ κυνὸς ὄμματʼ ἔχων, ποτὲ μὲν ἐπιφέρων “ἀναιδείην ἐπιει-
μένε,” ποτὲ δὲ “ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἑσπόμεθα, ὄφρα σὺ χαί-
ρης,” αὖθις δὲ “τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα;” ἡ δὲ
λύσις ἐκ τῶν προειρημένων ἐν τῇ ἐκκλησίᾳ πρὸς τὸν Κάλχαντα, ἐν-
δειχθεισῶν τῶν τῆς ὁράσεως φλογώσεων· ἔφη γὰρ “ὄσσε δέ οἱ
πυρὶ λαμπετόωντι ἐΐκτην.” τῆς γὰρ ἐμφανῶς πᾶσι γενομένης τῶν
ὀφθαλμῶν μαρμαρυγῆς ἀναιδῶς ἐχόμενον τὸ τοῦ Ἀχιλλέως πάθος
συνεχῶς ἐπιφέρεται εἰς ὀνειδισμὸν τούτου πρὸς τοὺς τὰ ὅμοια ὁρῶν-
τας ὡς πρὸς μάρτυρας· Ἰσοκράτης (p. 70 b) μὲν οὖν τρία περὶ
τὸν στρατηγὸν ὑπάρχειν ἀγαθὰ μαρτυρεῖ κοινὰ, λέγων “ὃς ἦν ἐπι-
μελέστατος μὲν τῶν στρατηγῶν, πιστότατος δὲ τοῖς Ἕλλησιν, ἐμπει-
ρότατος δὲ τῶν πρὸς τὸν πόλεμον κινδύνων,” Ὅμηρος δὲ κατηγορῶν
τὰς ἐναντίας ταῖς ἀρεταῖς ταύταις κακίας τοῦ Ἀγαμέμνονος ἐκθειά-
ζει. ἐν μὲν γὰρ τῷ λέγειν οἰνοβαρῆ πολλὴν ὀλιγωρίαν ὀνειδίζει (τί
γὰρ ἐν μέθῃ ἐπιμελές;) ἐν δὲ τῷ πάντων ἀναιδέστατον ἀπιστίαν. ἡ
δὲ ἀνανδρία πάντων μέγιστον ἐμπόδιον εἰς ἡγεμονίαν.
κραδίην δʼ ἐλάφοιο] λέγεται χολὴν οὐκ ἔχειν ἐν τῷ ἥπατι περικει- μένην ἡ ἔλαφος.
*ἄλλως. εἰώθασιν οἱ ἄνθρωποι τὰ πλεονεκτήματα πολλάκις ὡς
ἐλαττώματα προάγειν· “στρεπτὴ γὰρ ἡ γλῶσσα βροτῶν” (Il.
Αἴαντα λαχεῖν ἢ Τυδέος υἱὸν ἢ αὐτὸν βασιλῆα” (Il. 7, 179). τρί-
τον δὲ αὐτὸν ἀριθμοῦσιν οὐχ ὅτι τὴν ἀρετὴν ἥττων ἐστὶν, ἀλλʼ ὡς
ἧττον διὰ τὴν ἀρχὴν κινδυνεύειν ὀφείλοντα. εἴς τε τὸ πρὸς Ἕκτορα
μονομάχιον “ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν” (Il. 7, 162).
ἀλλὰ καὶ τὴν ἀριστείαν αὐτοῦ ταῖς ἄλλαις παραβάλλων μείζονα
εὕροι τις ἄν. Διομήδης μὲν γὰρ ἠρίστευσεν ἀγνοούντων τῶν Τρώων
τὴν μῆνιν Ἀχιλλέως· τὸν δὲ Αἴαντα ἡ τῆς σωτηρίας ἀπόγνωσις
διήγειρε· καὶ Πάτροκλος ἠρίστευσεν Ἀχιλλεὺς νομιζόμενος· Ἀγα-
μέμνονι δὲ ἡσσήθησαν νικῶντες τῇ προτεραίᾳ καὶ ταῖς ναυσὶν ἐπαυ-
λιζόμενοι. καὶ Ἕκτωρ Αἴαντι μὲν καὶ Πατρόκλῳ καὶ Ἀχιλλεῖ
θαρρῶν εἰς μάχην ἔρχεται, Ἀγαμέμνονα δὲ ἐκκλίνει. ἀλλὰ καὶ ὁ
Ζεὺς αὐτῷ παραινεῖ “ὄφρα μέν κεν ὁράᾳς Ἀγαμέμνονα ποιμένα
λαῶν ἐν προμάχοισι, τόφρʼ ὑπόεικε μάχης” (Il. 11, 202).
*Πορφυρίου. ζητοῦσι δὲ πότερον διὰ ὕβρεως ἐξηνέχθη ὁ Ἀχιλλεὺς
ὀργιζόμενος εἰς τοιαύτας λοιδορίας “οἰνοβαρὲς, κυνὸς ὄμματ’ ἔχων,
κραδίην δʼ ἐλάφοιο” ἢ ἀπό τινος αἰτίας προαχθεὶς ὑπὸ τῆς ὀργῆς
εἰς τοιαῦτα ἐμπέπτωκεν. λύσις. οἰνοβαρῆ μὲν οὖν αὐτὸν προήχθη
εἰπεῖν, ἐπειδὴ φαίνεται σπουδάζων περὶ πολλὴν οἴνου κτῆσιν. μόνῳ
γὰρ αὐτῷ καὶ Μενελάῳ χίλια μέτρα οἴνου Εὔνεως πέμπει (Il. 7,
468), ὅ τε Νέστωρ ἐκ τῶν πραττομένων ὑπ᾿ αὐτοῦ τὸ πλῆθος εἰδὼς
τῆς τοῦ οἴνου συναγωγῆς φησὶ “πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες
Ἀχαιῶν ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσιν” (Il. 9, 71).
αὐτός τε ὁ Ἀγαμέμνων προτρεπόμενος ἐπὶ πόλεμον προφέρει ἣν
φέρει τιμὴν διὰ τοῦ “σὸν δὲ πλεῖον δέπας ἀεὶ ἕστηχ᾿ ὥσπερ ἐμοὶ,
πιέειν” (Il. 4, 262). ὅθεν καὶ ἐπιστρεφέστερον ὀνειδίζων εἰς τὰ
τοιαῦτα πῆ μὲν λέγει “πῆ ἔβαν εὐχωλαί,” καὶ ἐπάγει “πίνοντες
κρητῆρας ἐπιστεφέας οἴνοιο” (Il. 8, 232). καὶ πάλιν εἰκόνα λαμ-
τὲ δὲ “κυνὸς ὄμματ᾿ ἔχων” ἐλέγομεν ὅτι ἐξ ὧν εἶδεν αὐτὸν ὀργιζό-
μενον· “ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην” καὶ “Κάλχαντα
πρώτιστα κάκʼ ὀσσόμενος προσέειπεν.” κραδίην δʼ ἐλάφοιο ἀπὸ τοῦ
ἐπίφορον εἶναι εἰς τὸ λέγειν φεύγωμεν, καὶ τρὶς ἐν Ἰλιάδι φαίνεσθαι
τοῦτο εἰρηκότα.
227. οὔτε λόχονδʼ ἰέναι] τοῦτο ἀριστοκρατικοῦ. ἅμα οὖν τῶν ἰδίων κατορθωμάτων ὑπομιμνήσκει· ὅτι γὰρ καὶ ἐλόχα, δῆλον ἀπὸ Λυκάονος (Il. 21, 35).
229. ἦ —] περισπαστέον τὸν ἦ. ἀρκτικὸς γάρ ἐστιν, ἀντὶ τοῦ
δή. ἀπολελυμένον δὲ τὸ σχῆμα, καὶ πολλὰς ἔχον περικοπάς. ἄπλη-
στον γάρ ἐστι πρὸς λοιδορίαν ὀργή. ὑποστικτέον δὲ εἰς τὸ εὐρύν.
230. ἀντίον εἴποι] οὐκ εἶπεν ἀδικήσει τις, ἀλλʼ ὡς ἀναιροῦντα τὴν ἰσολογίαν διαβάλλει. ἐπεγείρει δὲ αὐτῷ τοὺς στρατηγούς.
231. δημοβόρος βασιλεύς] κινητικὰ ταῦτα τοῦ πλήθους· μεγίστη γὰρ κατηγορία τὸ σφετερίζεσθαι τὰ κοινά.
233. ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι] ἐπιομοῦμαι. ἐπιόμνυσθαί ἐστι τὸ ὀμόσαι καὶ ὑπισχνεῖσθαι, ἀπομνύναι δὲ τὸ ἀποφάσκειν. μέγαν δὲ λέγει ὅρκον τὸν ὡς ἀληθῶς παῤ αὐτοῦ τελεσθησόμενον.
234. τὸν τῆς βασιλείας ἔφορον ὄμνυσι θεὸν, ὡς εἰ τράπεζαν ἢ
πέλαγός τις ὀμόσαι ἢ τοὺς ἰδίους δεσμούς. ἐν σχήματι δὲ ἔφρασεν
ὅτι δημηγοροῦντι αὐτῷ δέδοται τὸ σκῆπτρον. διὰ δὲ τῆς ἐκκοπῆς
τὴν ἀπαλλαγὴν ἴσως τῆς συνηθείας αὐτοῦ δηλοῖ· μόνος δὲ Ἀγαμέμ-
νων ἐσκηπτροφόρει. ὁ ποιητὴς δὲ νῦν μὲν τὸν Ἀχιλλέα, ἐν δὲ τῇ
Ὀδυσσείᾳ τὸν Τηλέμαχον ποιεῖ τὸ σκῆπτρον ἀποτιθεμένους. ἐπʼ
ἐκείνου μὲν καὶ πλῆθος ἐξέχεε δακρύων· καὶ γὰρ νεώτερος καὶ αἱ
συμφοραὶ δειναί· ὁ δὲ Ἀχιλλεὺς οὐκ ἀπολοφύρεται· οὐδὲ γὰρ νέος
καὶ περὶ γυναικὸς ἡ μάχη.
238, 239. οἵ τε θέμιστας πρὸς Διὸς εἰρύαται] εἰς δικαιοσύνην
παρακαλεῖ τοὺς ἄρχοντας, εἴ γε τὸ δίκαιον ἐγχειρίζει αὐτοῖς ὁ Ζεὺς,
242. Ἕκτορος ἀνδροφόνοιο] προσυνίστησιν ἡμῖν τὸν Ἕκτορα λελη-
θότως ὁ ποιητὴς, μέλλων αὐτῷ χρήσεσθαι πρὸς τὰ ἐπιφανῆ τῆς
Ἰλιάδος ἔργα. πρὸς δὲ τὴν κατάπληξιν τῶν ἀκουόντων καὶ τὸ ἐπίθε-
τον αὐτοῦ δεδήλωκεν.
243. θνήσκοντες πίπτωσι] ἀναστροφὴ ὁ τρόπος· τὸ ἐναντίον γὰρ γίνεται.
244. ἄριστον Ἀχαιῶν] ἢ τὸν ἐν Ἀχαιοῖς ἀριστέα, ἢ τῶν Θεσ-
σαλῶν· “Μυρμιδόνες δὲ καλοῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί” (Il.
2, 684).
245. ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ] ὁ θυμὸς τὰ μετὰ χεῖρας ἐχόμενα ῥίπτει.
247. Νέστωρ] ἔστι μὲν ἔκγονος Ποσειδῶνος, ἐνενήκοντα δὲ ἄρχει
νεῶν· γεραίτερος δὲ πάντων καὶ ἡδύγλωττος. οἱ περὶ Ὀδυσσέα γὰρ
παραινοῦντες ἐδόκουν θωπεύειν. ἀλλʼ οὔτε Μενέλαος ἐδύνατο παραι-
νεῖν· τῷ μὲν γὰρ ἀδελφῷ προστιθέμενος ἀπήχθετο Ἀχιλλεῖ, τῷ δὲ
Φοίνικι ταμιεύεται τὰς λιτάς. ἐν κινδύνοις οὖν παρεισάγων τὸν Νέ-
στορα πολλὴν αὐτῷ μαρτυρεῖ λόγων εἴδησιν. προσυνίστησι δὲ τὸ
εἶδος τῶν λόγων ὡς προσηνὲς καὶ καταστέλλειν ὀργὴν δυνάμενον· ὁ
γὰρ αὐστηρὸς λόγος θυμὸν ἀναζωπυρεῖ.
248. ἡδυεπὴς ἀνόρουσε] καὶ ἐκ πατέρων ἔχων αὐτὸν ἐπαινεῖν, οὐκ
ἀναγκαῖον ἡγήσατο. οὐδεὶς γὰρ λόγος εὐγενείας ὅσον λόγων δυνά-
μεως ἐν τοιούτῳ καιρῷ. τὸ δὲ προνοητικὸν τῶν ὁμοφύλων νεανικὴν
αὐτῷ περιτίθησι κίνησιν. οὐδὲ γὰρ γέροντα μέμψαιο κυβερνήτην ἐν
καιρῷ τοῦ κινδύνου ὑπὲρ τὸ δέον κινούμενον.
249. *γλώσσης] ἡ γλῶσσα σημαίνει τρία, αὐτό τε τὸ σῶμα, καὶ τὴν διάλεκτον, καὶ τὸ ἀπεξενωμένον τῶν λέξεων.
μέλιτος γλυκίων ῥέεν αὐδή] μέλιτος διὰ τὸ πείθειν ἑτοίμως· ῥέε
δὲ διὰ τὸ ἀνεμπόδιστον. ἔοικε δὲ ἀποτείνεσθαι εἰς ἑαυτὸν ὁ κατὰ
συλλογισμὸν ἔπαινος.
250. τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων] δύο τριακονταετηρίδες
παρεληλύθεσαν ἐπʼ αὐτῷ. ἡ γὰρ γενεὰ λ΄ ἔχει ἔτη· τελεία γὰρ αὕτη
πρὸς γένεσιν ἡλικία. οἱ συντεχθέντες μὲν οὖν αὐτῷ ἀπολώλεισαν
ἐγεννήθη αὐτὸς καὶ οἱ αὐτῷ συνήλικες, καὶ τὴν τῶν ἀδελφῶν,
οἳ ὑφʼ Ἡρακλειδῶν ἐφθάρησαν. ἄρχει δὲ τῶν παίδων τῶν ἑαυτοῦ
καὶ τῶν ἄλλων, τῆς τρίτης αὐτῶν οὔσης γενεᾶς. καὶ γὰρ ὁ ληγούσης
ἡμέρας ἐπιδημήσας καὶ τῇ τρίτῃ ἐξ ἑωθινοῦ ἐξιὼν διὰ τρίτης ἀπο-
δημεῖν λέγεται, καίτοι μίαν μόνην τελέσας τὴν μέσην. ἢ ὅτι ἐπειδὴ
ἡ γενεὰ λ΄ ἔχει ἔτη, αὐτὸς δύο πληρώσας εἰς τὴν τρίτην κατελέγετο,
ὥστε δύο γενεαὶ ἀνθρώπων ἐφθάρησαν. οὐχ ὅτι δὲ ἀνθρώπων δύο ἀπέ-
θανον γένη, τοῦτό φησιν, ἀλλʼ ὅτι δύο περιοδικαὶ γενεαὶ ἤτοι τριακον-
ταετίαι. οὕτω δὲ τούτου φρασθέντος, καίτοι εἰ ζῶσί τινες τῶν σὺν
αὐτῷ γηρασάντων, ὅμως αἱ περιοδικαὶ δύο γενεαὶ διεφθάρησαν.
αὐτὸς δὲ ναύαρχος ἦν τῶν ἐν τῇ τρίτῃ γενεᾷ γενομένων, οἳ ἦγον τὴν
στρατεύσιμον ἡλικίαν καὶ πρὸς τό πολεμεῖν χρήσιμον.
μερόπων] ἀπὸ Μέροπος τοῦ Ὕαντος, ὃς μετὰ τὸν κατακλυσμὸν πρῶτος συνῴκισε τοὺς ἀνθρώπους. ἢ τῶν μοιρούντων περὶ τὴν ὄπα· ἢ τῶν παρεξηλλαγμένην φωνὴν ἐχόντων.
251. οἵ οἱ] οἱ μὲν εὐθεῖαν ἀντὶ γενικῆς, ὡς τὸ “οἱ δὲ δύο σκό- πελοι” (Od. 12. 73), ἵνʼ ᾖ οἵτινες αὐτῶν, τῶν ἀνθρώπων δηλονότι· καὶ ἔστι τὸ δεύτερον οἱ ἀντὶ τοῦ αὐτῷ. οἱ δὲ πρὸς τὸ γενεαί, ὡς φάλαγγες ἱστάμενοι.
ἅμα τράφεν ἠδʼ ἐγένοντο] ὡς ἀμφιέσασα καὶ λούσασα (Od. 5,
264), ἔσω εἰσῄει (Od. 17, 30).
252. τριτάτοισιν] τοῖς ἀπὸ τῆς αὐτοῦ γενέσεως τρίτην ἡλικίαν ἄγουσιν.
254. ὢ πόποι] ὅταν τὸ πρᾶγμα προοίμιον ᾖ τῷ μεγέθει καὶ τῷ
πάθει, οὐ δεῖ πορίζειν ἑτέρωθεν προοίμια. ἔχει δὲ τὴν προσοχὴν ἀπὸ
ὀλοφυρμοῦ ἀρξάμενος. δημηγορικῶς δὲ τὰς δύο παρίστησιν ἠπείρους
αὐτοῖς, τὴν μὲν πενθήσουσαν, τὴν δὲ χαρησομένην, πρὸς κατήφειαν
ἄγων αὐτούς.
255. ἦ κεν γηθήσαι Πρίαμος] ἐρεθιστικὸς ὁ τῶν ἐχθρῶν ἔπαινος· καὶ διὰ μὲν Πριάμου Ἀγαμέμνονα, διὰ δὲ Ἕκτορος Ἀχιλλέα ἐρε- θίζει, οὗ τὸ ὄνομα ἐφυλάξατο, ἵνα μὴ δοκῇ συνηγορεῖν Ἀχιλλεῖ.
257. τάδε πάντα] αὔξησιν ἔχει ἡ δεῖξις καὶ οἱ ἀριθμοί. τὸ δὲ μαρναμένοιιν διὰ τὴν ξιφουλκίαν.
258. φυλάττεται τῆς περί ὁ τόνος, κἄν τε ἀντὶ τῆς ὑπέρ ἐστι, κἄν τε πρὸς τὸ ἐστέ φέρηται. τὸ δὲ βουλήν διὰ τοῦ ν καὶ οὐ διὰ τοῦ ι, ὥς φησιν Ἡρωδιανός.
261. καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον] ἀνεπαχθὲς τοῦτο, παρὰ τοὺς
ἀθέρας, οἳ εἰς οὐδὲν συντελοῦντες ἀνεμόφθοροι γίνονται. σημαίνει δὲ
τὸ ἀπεκήρυττον καὶ ἀδόκιμον ἔκρινον. μαλακτικώτατον δὲ τοῖς θυμου-
μένοις μῦθος, ὥσπερ καὶ Φοῖνιξ φησὶ πρὸς Ἀχιλλέα.
*ἀθέριζον] ἀπέκρινον, ἠτίμων ὡς οὐδενὸς ἄξιον, ἀπὸ τῶν ἀποκρινο-
μένων ἀθερῶν. ὥσπερ οὗτοι ἀπὸ τῶν καρπῶν ἀποκρίνονται. οὔποτέ με
ἐν ἀθερῶν μοίρᾳ εἶχον. ταυτὸν δέ ἐστι τῷ “οὔ τι ἀπόβλητον ἔπος
ἔσσεται.” καὶ τὸ οὐχ ἅλιον, καὶ ἴσον τῷ οὐκ ἀθερίζω, οὐκ ἀποβαλεῖν
ἄξιον τῶν θαλάμων.
262. οὐδὲ ἴδωμαι] ἀπολογούμενος ὑπὲρ ὧν ἠλάττωσεν αὐτοὺς,
οὐδὲ ἔσεσθαι τοιούτους λέγει· τοῖς γὰρ ἀποθανοῦσιν οὐδεὶς φθονεῖ,
ἐπειδὴ τὸ ἀπὸν ἀνεμποδίστῳ εὐνοίᾳ τετίμηται. οὐ παρέθετο δὲ τὰ
ἐν Πελοποννήσῳ πεπραγμένα ἑαυτῷ ἐν τῷ πρὸς Ἠλείους πολέμω. οὐ
γὰρ οὕτω τὸν Ἀγαμέμνονα πείθειν προῃρεῖτο ὡς τὸν Ἀχιλλέα, ὃν
εἶδε σπώμενον τὸ ξίφος. καλῶς οὖν ἀπὸ Θετταλικῶν παραινεῖ, ἐπειδὴ
κἀκείνοις περὶ γυναικὸς ἦν ἡ στάσις, ἵνʼ ἐξ ἑτοίμου τῷ μύθῳ τούτῳ
πείσῃ αὐτόν.
264. παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ ε ἄρχεται τὸ Ἐξάδιον, ὃ καὶ ἄμεινον, παρὰ δὲ τοῖς νεωτέροις ἀπὸ τοῦ ξ.
266. κάρτιστοι δὴ κεῖνοι] κάρτιστοι μὲν οὗτοι τῶν ἀνδρῶν· ἐκεῖνοι
δὲ κράτιστοι πρὸς τὰ λοιπὰ συγκρινόμενοι θηρία. ἐκ Στίλβης μὲν
οὖν τῆς Πηνειοῦ κόρης καὶ Ἀπόλλωνος γέγονε Λαπίθης, ἀφʼ οὗ
Λαπίθαι. ἑξήκοντα δὲ τοὺς ἐπισημοτάτους αὐτῶν καταλέγει Πορφύ-
ριος. οἱ δὲ Κένταυροι κατὰ μὲν τοὺς ποιητὰς λέγονται Ἰξίονος καὶ
νεφέλης· τινὲς δὲ Δουλίδι Ἰξίονα μιγῆναι, ἅμα δὲ καὶ Πήγασον τὸν
πτερωτὸν κατὰ τὴν αὐτὴν νύκτα, ἐξ ὧν γενέσθαι Κένταυρον, ἀφʼ οὗ
πολὺ πλῆθος γίνεται· ὁ δὲ Χείρων δοκεῖ ἐκ Κρόνου γεγενῆσθαι. ἀσελ-
268. θηρσὶν Αἰολικῶς· ἢ φυηρέσιν, τοῖς τὴν φύσιν ἡρμοσμένοις. ᾤκουν δὲ περὶ τὸ Πήλιον καὶ τὴν Οἴτην. τὸ δὲ ἀπώλοντο, ἵνα μὴ ζητῶμεν τὸ γένος αὐτῶν.
269. ὁμίλεον] οὐκ εἶπεν ἐπεκούρουν οὐδὲ συνεμάχουν· οὐ γὰρ ἂν αὐτοῖς συνεμάχει μὴ ὢν καὶ παρόμοιος.
270. τηλόθεν ἐξ ἀπίης] τῆς πόρρωθεν οὔσης, ἐκ τοῦ ἴημι. καλέσαντο γὰρ] ἐπεὶ ἐνδέχεται τὸν ἄποθεν οἰκοῦντα αὐτεπάγ- γελτον ἥκειν, δόξης ἕνεκέν φησιν ὅτι μετεπέμψαντο καὶ οὕτως ἧκεν.
271. κείνοισι δʼ ἂν οὔτις] παρεισάγει τοὺς πάντας ἡσσωμένους αὐτοῖς, ἵνα τῇ συμβουλῇ δοκοῖεν καὶ τῶν κρειττόνων περιγεγενῆσθαι. Πηλέως δὲ οὐκ ἐμνήσθη ὡς Ἀγαμέμνονος φίλος, καὶ ἵνα μὴ δοκῇ Ἀχιλλέα μᾶλλον ἐλέγχειν, εἴ γε ὁ πατὴρ αὐτοῦ τι ἠπίστατο, αὐτὸς δὲ οὔ.
273. διὰ τοῦ ε τὸ ξύνιεν, ὡς τὸ “αὐτὰρ ἐπεὶ κόσμηθεν” (Il. 3, 1).
275. μήτε σὺ τόνδʼ ἀγαθός περ ἐών] διὰ τῆς δευτέρας συλλαβῆς
δίδωσιν ὑπόνοιαν ὡς οὐδὲ τὸν ἄλλον ἀνουθέτητον ἐάσει. ἤρξατο δὲ
ἀπὸ Ἀγαμέμνονος, ὅτι αὐτὸς ἦρξε τῆς στάσεως καὶ τὰ δοθέντα
ἀφῃρεῖτο, καὶ μᾶλλον συνήθης ἦν τῶν ἄλλων τῷ Νέστορι (διὸ
παρρησιάζεται), καὶ διὰ τὸ θυμῶδες Ἀχιλλέως. προκαταστέλλει
δὲ τὸν θυμὸν διὰ τοῦ ἀγαθός, ὅ ἐστι, μὴ θελήσῃς ἀνάξια σαυτοῦ
ποιῆσαι.
277, 278. Πηλείδη θέλʼ] Ἀρίσταρχος ὀξύνει τὴν δη, τὸ πλῆρες
λέγων ἔθελε· ἀεὶ γὰρ τὸ ἐθέλω παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε ἄρχεται.
ἐνταῦθα δὲ διὰ τὸ μέτρον ἀποκοπὴ μὲν τοῦ ὀνόματος ἐγένετο, μετά-
βασις δὲ τοῦ ε εἰς η.
ἐριζέμεναι βασιλῆϊ ἀντιβίην] πολλάκις πολλαχοῦ ἀγαθὸν ἡ ἔρις·
διὸ ἀντιδιαστέλλων ἐπήνεγκε τὸ ἀντιβίην, τὸ μετὰ βίας καὶ φιλο-
νεικίας δηλῶσαι θέλων. ἐν γὰρ ταῖς μέσαις τῶν λέξεων τὸ μὲν
ἀγαθὸν δίχα ἐπιθέτου φησὶ, τὸ δὲ φαῦλον μετὰ ἐπιθέτου. καὶ τὸ
μὲν ἀγαθὸν, ὡς τὸ “δῶκε μένος καὶ θάρσος” (Il. 5, 2), τὸ δέ
πρῶτα μὲν καὶ πρῶτον τὰ ἐπιρρήματα, τὸ δὲ πρώτως ἀντὶ τοῦ
ἐξόχως.
279. σκηπτοῦχος βασιλεύς] τὰ μὲν Ἀχιλλέως πλεονεκτήματα πλείονα, τὸ δὲ Ἀγαμέμνονος ἓν, ὅπερ δὴ πολυλογῶν ἀντισηκοῖ τοῖς ἄλλοις.
*πῶς τοῦτο ὁ Νέστωρ εἴρηκεν; ἆρα δύναταί τις βασιλεῦσαι
χωρὶς τῆς τοῦ θεοῦ βουλῆς; ῥητέον οὖν ὅτι καλῶς τοῦτο εἴρηκεν·
οὐ γὰρ ἅπαντες παρὰ τοῦ Διὸς ἔχουσι τὸ σκῆπτρον οὐδὲ τὴν
ἀρχὴν ταύτην, ἀλλὰ μόνοι οἱ ἀγαθοί. εὐλόγως δὲ εἶπεν ὅτι τὸ
μὲν ἄρχειν ἀπὸ θεοῦ ἐστὶν, οὐ μέντοι καὶ πᾶς ἄρχων καταθύμιός
ἐστι τῷ θεῷ ὡς παραχρώμενος τῇ ἰδίᾳ ἐπιθυμίᾳ ἀπρεπῶς, τοῦ θείου
παραχωροῦντος αὐτῷ καὶ ἀφροντιστοῦντος τοῦ τοιούτου.
281. ἀλλʼ ὅδε φέρτερός ἐστι] οὐ γὰρ γενναῖός τις ὢν ἢ εὐσθενής τε καὶ εὐγενὴς ἄρξει βασιλέως, τοὐναντίον δὲ, ἐπειδὴ καὶ θείας λήξεως ὁ βασιλεὺς τυγχάνει.
282. αὐτὰρ ἔγωγε] πρὸς δυσώπησιν μὲν ἰδίαν ὁρίζεται χάριν, ὡς
ὑπερέχοντα δὲ παρακαλεῖ. ὑψοῖ δὲ καὶ Ἀχιλλέα ὡς δίχα αὐτοῦ
οὐδὲν ὄντων τῶν ἄλλων Ἀχαιῶν.
283, 284. μέγα πᾶσιν ἕρκος] πιθανῶς προσέθηκε τὸ μέγα, ἐπεὶ ἕρκος φησὶ καὶ τὸν Αἴαντα.
289. πᾶσι δὲ σημαίνειν] ἴδιον τῶν θυμουμένων ἐπανακυκλοῦν τὰ
αὐτά· οὐδέποτε γὰρ οἴονται ἱκανῶς εἰρηκέναι. καλεῖται δὲ τὸ σχῆμα
ἐπιβολὴ, ἐν μιᾷ περιόδῳ ἀρχὰς πλείους ἐπιφερόμενον. οὕτως ἔχει
καὶ τὸ “ἐν δʼ ἔρις, ἐν δὲ κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ κήρ” (Il. 18,
535). ἐκτὸς εἰ μὴ τὸ κρατεῖν σημαίνει τὸ νικᾶν, ἄρχειν δὲ τὸ ἀνάσ-
σειν, ἐπιτάσσειν δὲ τὸ σημαίνειν. κινεῖ δὲ τῷ Ἀχιλλεῖ φθόνον ὡς
οὐχ ὑπὲρ τῆς Βρισηΐδος, ἀλλʼ ὑπὲρ τῆς ἀρχῆς πρὸς αὐτὸν διαφερο-
μένῳ.
ἅ τιν᾿ οὐ πείσεσθαι ὀΐω] ἦθος ἔχει ὁ δισταγμός.
290. ἦθος ὑποφαίνει ὁ λόγος, εἰ κατʼ ἐρώτησιν ἐκφέροιτο.
292. ὑποβλήδην] σύμβολον θυμοῦ μὴ ἀνέχεσθαι διεξοδικῶς κατη- γορίας.
293. δειλός] μέγιστον ὄνειδος ἄριστος ὢν οἴεται τὴν δειλίαν.
294. εἰ δὴ σοί] ὀρθοτονεῖ Ἡρωδιανὸς τὴν σοί· δῆλον γὰρ κἀκ τῆς γραφῆς. εἰ γὰρ ἦν ἐγκλιτικὴ, ἐγράφετο ἄν διὰ τοῦ τ.
295. ταῦτʼ] ταῦτα ἃ ἐμοὶ ἐπιτάττεις. τὸ δὲ ἐμοί διὰ τὴν ἀντι- διαστολὴν τοῦ ἄλλοισιν ὀφείλει ὀρθοτονεῖσθαι.
296. ἔγωγʼ ἔτι] ἐὰν μὲν ἔτι, ἠθικῶς, ἐὰν δὲ τί, ἀποφατικῶς λέγει. ἄμεινον δὲ ἔτι διὰ τὸ καὶ τὸ ὀΐω ἠθικὸν εἶναι.
298. οὔτοι ἔγωγε μαχέσσομαι] ἔγνω οὐκ ἐνδόντα Ἀγαμέμνονα,
καὶ δὴ αὐτὸς μεγαλοφυῶς εἴκει· πέπεισται γὰρ μετανοήσειν αὐτόν.
ἑτοίμως δὲ ἀποδιδοὺς διαβάλλει τὸν μόγις δόντα Χρυσηΐδα ὑπὲρ
πάντων.
ὁ μὲν τυραννικὸν αὐτόν φησιν, ὁ δὲ τὸ ἐναντίον παύσεσθαί φησιν ὑπεικόμενος.
μαχήσομαι] ὁ μὲν Ἀρίσταρχος διὰ τοῦ η γράφει, ὁ δὲ Ἡρα- κλέων τὰ μὲν ὀνόματα διὰ τοῦ η, ὡς τὸ “μαχητὴς Τυδεύς” (Il. 5, 801), τὰ δὲ ῥήματα διὰ τοῦ ε καὶ τῶν δύο σσ, ὡς τὸ “Σολύμοισι μαχέσσατο” (Il. 6, 148)· ὃ καὶ ἄμεινον.
299. οὔτε τῳ ἄλλῳ] ἵνα μὴ νομισθῇ πρὸς ἕνα μόνον ἀξιόχρεως
εἶναι μάχεσθαι. ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας συμ-
περιείληφεν, οὐκ ἐπαμύνοντας αὐτῷ στερουμένῳ τῆς δωρεᾶς, καὶ
πρὸς τὸ μὴ δοκεῖν βίᾳ, ἀλλʼ ἐθελοντὴς δεδωκέναι
*τὸ τω σημαίνει πέντε, ὄνομα, ἄρθρον, ἀντωνυμίαν, σύνδεσμον-
αἰτιολογικὸν καὶ ῥῆμα. ὄνομα μὲν ὡς τὸ “οὔτε σοὶ οὔτε τῳ ἄλλῳ·”
ἔστι γὰρ ἀντὶ τοῦ τινί. ῥῆμα δὲ ὡς τὸ “Κύκλωψ τῆ, πίε οἶνον”
(Od. 9, 347)· (ἔστι γὰρ τὸ τῆ ἀντὶ τοῦ λαβέ.) ἄρθρον δὲ οὕτως
ὡς τὸ ἔοικε τῷ δεῖνι (Il. 11, 613). ἀντωνυμίαν δὲ ὡς “τῷ μιν
ἐεισάμενος” (Il. 2, 22). σύνδεσμον δὲ αἰτιολογικὸν ὡς τὸ “τῷ
300. *Πορφυρίου. διὰ τί ὁ Ἀχιλλεὺς τὴν μὲν Βρισηΐδα φησὶ
δώσειν “χερσὶ μὲν οὔτι ἔγωγε μαχέσσομαι εἵνεκα κούρης,” “τῶν δʼ
ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ” οὐδὲν προΐεσθαί φησιν ἄνευ
πολέμου, καίτοι περὶ τὴν Βρισηΐδα τῶν ἄλλων μᾶλλον σπουδάζων;
ῥητέον οὖν ὅτι ὅπως μὴ ἀκρατὴς εἶναι δοκῇ, ἀποδοῦναι, εἰ καὶ πλείω
τῶν ἄλλων, ὧν φησὶ φείδεσθαι, προσίετο· καὶ ὅτι νόμος ἦν τῷ βασιλεῖ
ἐξαιρεῖσθαι τὰ πρῶτα. ἐγένετο δʼ ἂν πάντα τὰ τῶν αἰχμαλωτίδων ἀνα-
δάσιμα τῆς Χρυσηΐδος ἀποδοθείσης, ὥστε παρηνόμει μὴ δοὺς τὴν αἱρε-
θεῖσαν ὑπὸ τοῦ βασιλέως. ἐξῆν γὰρ αὐτῷ ὅ τι βούλοιτο λαβεῖν· διό
φησιν “ἢ τεὸν ἢ Αἴαντος ἢ Ὀδυσῆος,” καὶ πάλιν “αὐτὰρ ἐμοὶ γέρας.”
ὥστε εἰς μὲν τὸ τῶν αἰχμαλωτίδων ἀναγκαῖον ἦν εἴκειν· τῶν δὲ ἄλλων
εἴ τι ἐλάμβανεν, ὡς ὑβρίζοντι οὐκ ἐπέτρεπεν. οὔτε γὰρ ἀδικεῖν δεῖ
οὔτε ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηρίας ἐστὶ, τὸ δὲ ἀνανδρίας.
301. ἀνελών] ὑφʼ ἓν τὸ ἀνελών· προείρηται γὰρ “οὐκ ἄν τι φέροις.”
ἀέκοντος] δασυντέον τὸ ἀέκοντος· κατὰ στέρησιν γάρ ἐστι τὸ α.
302. πείρησαι] προπαροξύνεται· προστακτικὸν γάρ ἐστιν ὡς τὸ
“σὺ δὲ φράσαι” (83).
303. ἐρωήσει] παρὰ τὴν ἐρωὴν, ἤτοι ὁρμήσει. ἐναργῶς δὲ πέφαν- ται τὸ περὶ τὸ δόρυ μεθʼ ὁρμῆς ἐκχεόμενον αἷμα. καὶ ταύτας ἐμ- ψύχους ἔλεγεν εἶναι παῤ αὐτῷ λέξεις Ἀριστοτέλης.
304. ὣς τώ γʼ] ὁ τρόπος παραγραφή· μετιὼν γὰρ ἐπὶ ἑτέραν
διήγησιν τούτῳ χρῆται.
305. ἀνστήτην] ὥσπερ ἀνασχεθέειν ἀνσχεθέειν, οὕτως ἀναστήτην ἀνστήτην.
307. εἰκότως τῷ Ἀχιλλεῖ θυμικῷ ὄντι ἤπιος ὢν Πάτροκλος
πάρεστι πρὸς τὸ τὸν θυμὸν αὐτοῦ μαλάσσειν. ὅτι δὲ πρᾶός ἐστι
δῆλον ἐξ ὧν οἰκτείρει τοὺς Ἀχαιούς· Εὐρύπυλον μὲν γὰρ ἰᾶται, καὶ
περὶ τῶν λοιπῶν Ἀχιλλεῖ παρακλαίει. καὶ Μενέλαος περὶ αὐτοῦ
φησὶ “νῦν τις ἐνηείης Πατροκλῆος” (Il. 17, 670). κατʼ ἐξοχὴν δὲ
308. Ἀτρείδης δʼ ἄρα] αὐτεπαγγέλτους ἔχουσι τὰς ἐννοίας οἱ
στίχοι, ὧν ἀφελών τι ἢ προσθεὶς μᾶλλον ἀδικήσεις. δῆλον δὲ ὅτι οὐκ
ἐθαλάσσευόν τινες τῶν νεῶν, ἐπεὶ τίς χρεία νεουλκίας; ἔστι δὲ
ὁμοιοτέλευτον τὸ σχῆμα· προέρυσσεν, ἔκρινεν, βῆσεν, εἷσεν ἄγων.
311. εἷσεν ἄγων] ἀναγαγὼν τὴν Χρυσηΐδα εἷσεν. ὁ μετὰ δώρων δὲ αὐτὴν μὴ διδοὺς μετὰ προσθήκης ἀποδίδωσιν, ἐξυπηρετούμενος πρὸς δυσώπησιν τοῦ θεοῦ.
312. κέλευθα] τὰς ὁδούς. ὡς ἀπὸ τοῦ δίφρους δίφρα, οὕτως ἀπὸ
τοῦ κέλευθος κέλευθα· καὶ ἔστι μεταβολὴ γένους. διὰ τί δὲ μὴ καθα-
ροὺς ἐκπέμπει; ὅτι προυργιαιτέρα τῷ θεῷ ἡ ἀπόδοσις. ψυχαγωγεῖ δὲ
διὰ τούτου καὶ τὸ πλῆθος, ὡς ἤδη καθαρθέντες εἶεν διὰ τὴν τοιαύτην
ἀπόδοσιν.
314. οἱ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον] ἀπεκα-
θαίροντο καὶ εἰς τὴν θάλατταν τὰ περιττώματα καὶ καθάρματα
ἔβαλλον. Ἰακῶς δέ ἐστι τὸ βάλλον, κατὰ ἀποκοπήν· τὸ δὲ ὄνομά
ἐστιν ὁλόκληρον.
316. ἀξιοπρεπὴς ἡ παρὰ τὸν αἰγιαλὸν θέα. μεγαλοφυεῖς δὲ καὶ αἱ ἐπιτελούμεναι θυσίαι· τοῦτο γὰρ δηλοῖ τὸ τεληέσσας.
317. κνίση δʼ οὐρανὸν ἷεν] ὑπʼ ὄψιν ἤγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγομένην τὴν λευκότητα τῆς πιμελῆς φανταστι- κῶς.
320. Εὐρυβάτης] ἄλλος ὁ κατὰ Ὀδυσσέα Εὐρυβάτης (Il. 2, 184) καὶ ἄλλος οὗτος.
321. ὀτρηροί] παρὰ τὸ ὄρω τὸ ὁρμῶ. θεράποντες δὲ οἱ τοὺς κρείσσονας διʼ ὠφέλειαν θεραπεύοντες, ὡς Ἐτεωνεὺς καὶ Μηριόνης. ὁμωνύμως δὲ καὶ οἱ δοῦλοι θεράποντες λέγονται.
322. ἔρχεσθον κλισίην] ὑβριστικὸν τοῦτο. οὐ γὰρ ἐντυχεῖν
Ἀχιλλεῖ κελεύει, ἀλλʼ ὡς ἑαυτοῦ οὖσαν ἄγειν. βασιλικὸν δὲ καὶ
τοῦτο, τὸ διʼ ἄλλων πειρᾶσθαι, καὶ οὕτως ἐπιχειρεῖν.
324, 325. δῴῃσιν ἀπὸ τοῦ δώω, ἐπεὶ δύο δεῖ λαμβάνειν τὰς ἐπεκτάσεις, ἐάν ἐστιν ἀπὸ τοῦ δῶ. τὸ δὲ ἕλωμαι ἀντὶ τοῦ ἑλοῦμαι ἢ ἑλοίμην.
323. βδελυρώτερον τὸ ἐπὶ πλειόνων ἀσχημονεῖν· “πάντες δέ με πεφρίκασιν” (Il. 24, 775) ἀντὶ τοῦ βδελύσσονται.
326. κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε] ἐπέτελλεν, συνεχῶς ἐπέταττεν.
327. τὼ δʼ ἀέκοντε] εἰκότως· καὶ τὸν Ἀγαμέμνονα γὰρ δεδοίκασι, καὶ πρὸς ὃν ἀποστέλλονται.
329. παρά τε κλισίῃ] πλησίον τῆς σκηνῆς. νηῒ μελαίνῃ] διὰ τῆς μελαίνης νηὸς τὸ σκυθρωπὸν τῆς ἔδρας δηλοῖ.
330. οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν] μεμετρημένη ἡ διάθεσις,
οὔτε πλέον λυπουμένου, ἀγενὲς γὰρ, οὔτε ἧττον, ἀσυμπαθὲς
γάρ. εὖ δὲ τὸ αἰδεσθῆναι, καὶ μάλιστα τοὺς ἐπὶ τοιαύτην χρείαν
ἐληλυθότας. δύο δὲ ταῦτα συμβαίνειν περὶ τοὺς χρηστοὺς ὁ ποιητὴς
ἀεὶ, αἰδὼ καὶ φόβον, δηλοῖ· “αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρὲ, δεινός
τέ” (Il. 3, 172). τὸ δὲ ταρβήσαντε διὰ τὴν ξιφουλκίαν.
332. τὸ μὲν γὰρ εἰπεῖν τι παροξυντικὸν, τὸ δὲ θωπεῦσαι δουλο-
πρεπές. πρῶτος δὲ Ὅμηρος πρόσωπα κωφὰ εἰς τὴν τραγῳδίαν παρή-
γαγεν.
334. ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἡ ὅτι ἀπὸ Ἑρμοῦ
εἰσὶν, ὃς ἄγγελος Διός. καλῶς δὲ οὐκ Ἀγαμέμνονος ἔφη, ἀλλὰ
ἀνδρῶν καὶ Διὸς, οἷς δικαίως ὑπηρετοῦσι· τούτῳ γὰρ ἀδίκως. κοινὸς
δὲ ὁ νόμος μὴ ἀδικεῖσθαι κήρυκα· ἱεροὶ γὰρ οὗτοι καὶ τὰς θυσίας
προετοιμάζοντες.
335. ἆσσον ἴτ᾿] διὰ σχήματος ἐδήλωσεν ὡς τῷ δέει οὐ προέκοψαν. τιμήσαντες οὖν ἀντιτιμῶνται.
ὔμμες ἐπαίτιοι] πεπαιδευμένως· οὐ γὰρ δεῖ τὰς αἰτίας ἐφʼ ἑτέ-
ρους μετάγειν, ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου. τὸ δὲ ὔμμες
ψιλοῦται· Αἰολικὸν γάρ ἐστιν, ὡς δηλοῖ καὶ ἡ συναλιφὴ “αἴ κʼ
ὔμμιν ὑπερσχῇ χεῖρα” (Il. 4, 249).
386. ὃ σφῶϊ] διʼ ἑνὸς σ ὃ σφῶϊ, ὁμοίως τῷ “καὶ θώρηχʼ, ὃ γὰρ ἦν οἱ” (Il. 18, 460).
337. Πατρόκλεος ἐξαίρει πάλιν τὸ πρόσωπον· τοῖς γὰρ τῶν φίλων γνησιωτάτοις εἰώθαμεν πιστεύειν τὰ γύναια.
338. μάρτυροι ἔστων] μαρτυρεῖν αὐτοὺς ἐγκελεύεται, ὅπως μὴ
δοκῇ προδότης εἶναι ὑπερορῶν τοὺς Ἀχαιοὺς ἀναιρουμένους. τὰ δὲ
340. καὶ πρὸς τοῦ βασιλῆος] ἵνα ἐγκαλούμενος καὶ ὑπὸ θεῶν καὶ
ὑπὸ ἀνθρώπων καὶ ὑπὸ Ἀγαμέμνονος, εὔλογον ἔχῃ τὴν ἀφορμὴν τῆς
ἀπηνείας ἕνεκεν. ἐμφαντικῶς δὲ τὸ θυμῶδες καὶ λυσσῶδες καὶ ἄλογον
τῆς παραπληξίας αὐτοῦ παρέστησεν. μάρτυρας οὖν τούτους ἕξω τῆς
αὐτοῦ ἀνοίας, ὅτι οὐδὲ στρατιᾶς οἶδε προνοήσασθαι.
πρότερον τῶν Πυθαγορικῶν Ὅμηρος μέσην ἀνθρώπου καὶ θεοῦ
φύσιν ἀνθρωπίνην τέθεικεν. τὸν μὲν γὰρ ἁπλῶς ἄνθρωπον τοῦ
βασιλέως κατʼ ἀμφότερά φησιν ἐλάττονα, καίπερ ἀνθρώπου καὶ
αὐτοῦ ὄντος· θεοῦ δὲ ἥττονα τὸν βασιλέα εἶναί φησι διὰ τὸ
φθαρτόν.
*Πορφυρίου. οἱ Πυθαγόρειοι κατὰ θεὸν καὶ κατὰ ἀνθρώπειον γένος
ὅλον τρίτον ἐτίθεντο σεβάσμιον τὸν βασιλέα ἢ σοφὸν ἄνδρα, Ὁμήρου
πρώτου μεταξὺ θεῶν τε καὶ ἀνθρώπων θέντος τὸν βασιλέα, καὶ πάλιν
τὸν βασιλέα προτιμῶντα ποιήσαντος αὑτοῦ τὸν σοφὸν ἄνδρα. καὶ
περὶ μὲν τοῦ βασιλέως τοιαῦτα λέγει· τὸ δὲ ἀπηνέος προσέθηκε διὰ
τὴν ὀργήν. αὐτὸς δὲ ὁ βασιλεὺς οὐ μεταπέμπεται Νέστορα σκοπού-
μενον περὶ τῶν συμφερόντων, ἀλλʼ αὐτὸς ἄπεισιν· “ἥδε δέ οἱ κατὰ
θυμὸν ἀρίστη φαίνετο βουλὴ, Νέστοῤ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν
ἀνδρῶν” (Il. 10, 17). παῤ Ἰνδοῖς τε τοὺς Βραχμᾶνας, οἵπερ εἰσὶ
παῤ αὐτοῖς οἱ φιλόσοφοι, λόγος ἐστὶ τοὺς βασιλέας ἀπαντῶντας
προσκυνεῖν.
εἴ ποτε] καλῶς οὐκ εἶπεν ὁπότε· νεμεσητὸν γὰρ ἦν. τὸ δὲ ἀεικέα τὸν ὑβριστικόν. “ἀεικίζει μενεαίνων” (Il. 24, 54).
341. χρειὼ] ὄνομά ἐστιν ὡς Κλειώ· καὶ γὰρ “χρειοῖ ἀναγκαίῃ” Il. 8, 57).
343. δεῖ γὰρ τὸν ὅλως ἔχοντα γνῶσιν μὴ τὰ παρόντα μόνον σκοπεῖν,
ἀλλὰ καὶ τὰ μέλλοντα καὶ τὰ ἀποβησόμενα. μέγιστον δὲ τοῦτο
πρὸς κατηγορίαν ἡ ἀπρονοησία καὶ τῷ ψιλῷ ἀνθρώπῳ, ὥς πού φησι
“νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες” (Od. 21, 85).
344. μαχέοιντο] μάχοιντο. πλεονασμὸς δέ ἐστι τοῦ ε.
345. Πάτροκλος δὲ] τὸ ἤπιον αὐτοῦ διὰ τῆς σιωπῆς τῆς νῦν
346. καλλιπάρῃον] εὖ τὸ ἐπίθετον εἴρηται. τὴν τοῦ ἐρῶντος διά- θεσιν ἐμφαῖνον τῷ δηλοῦν οἵας ἐρᾷ.
347. τὼ δʼ αὖτις ἴτην] οὔτε γὰρ ἐπαινεῖν οὔτε ψέγειν εἶχον τὸ
λεχθέν. οὐ λαβόμενοι δὲ τῆς χειρὸς ἦγον, ὡς προσετάχθησαν.
348. ἀέκουσα] ἔστι γὰρ φίλανδρος, ὡς ὁ τρόπος αὐτῆς δηλοῖ, καὶ ταύτην δευτέραν αἰχμαλωσίαν ὁρίζεται. διὰ μιᾶς δὲ λέξεως ὁλόκλη- ρον ἡμῖν τοῦ προσώπου τὸ ἦθος νοεῖν καταλέλοιπεν.
349. ἕτοιμον τὸ ἡρωϊκὸν πρὸς δάκρυα. καὶ Ὀδυσσεὺς “ὡς δὲ
γυνὴ κλαίῃσι” (Od. 8, 523). καὶ ἡ παροιμία “ἀεὶ δʼ ἀριδάκρυες
ἀνέρες ἐσθλοί.” ἄλλως τε καὶ φιλότιμος ὢν ἀνιᾶται τῇ ὕβρει·
παλαιᾶς τε γὰρ συνηθείας στέρεται καὶ τοῦ γυναίου ἀκουσίως
ἀπαλλάττεται. ἄκρως δὲ ἐρῶντα χαρακτηρίζει· οὗτοι γὰρ ταῖς
ἐρημίαις ἥδονται, ἵνα τῷ πάθει σχολάζωσιν. τὸ δὲ νόσφι, ὅπως
μὴ γνώριμον τοῖς ἑτέροις ᾖ τὸ πρὸς τὴν μητέρα ἐντύχημα. τὸ δὲ
ἄφαρ δηλοῖ καὶ τὸ ἔπειτα.
350. θῖνʼ ἐφ᾿ ἁλὸς πολιῆς, ὁρόων ἐπὶ οἴνοπα πόντον] οἰκεῖον τῇ θινὶ τὸ πολιὸν, τῷ δὲ πόντῳ τὸ ἄπειρον καὶ τὸ οἶνοψ.
ἐπʼ ἀπείρονα πόντον] ἱκανὴ παραμυθία τοῖς ἐπὶ ξένης λυπουμένοις
ἀφορᾶν εἰς τὴν θάλατταν, διʼ ἧς τῶν πατρίδων εἴργονται. καὶ Ὀδυσ-
σεὺς “πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο” (Od. 5, 84). τάχα δὲ ὁ
Ἀχιλλεὺς καὶ ὡς εἰς συγγενὲς τῇ μητρὶ χωρίον ἐπὶ τὴν θάλατταν ὁρᾷ.
351. χεῖρας ὀρεγνύς] ὥσπερ ἀσπαζόμενος ὀρέγει τὼ χεῖρε τῇ μητρί. καὶ ἐπὶ Πολυφήμου “εὔχετο χεῖῤ ὀρέγων” (Od. 9, 527).
352. μινυνθάδιόν περ ἐόντα] τοῦτο μάλιστα δύναται λυπῆσαι
μητέρα, ὀλιγοχρόνιος υἱὸς, ὃ πρῶτον προβάλλεται. τὸ δὲ ἐόντα
ἐσόμενον. ᾔδει δὲ διʼ ὧν εἶπεν αὐτῷ ἡ μήτηρ “διχθαδίας κῆρας”
(Il. 9, 411). παιδευτικὸν δὲ τὸ μὴ εἰς ῥᾳστώνην, ἀλλʼ εἰς τὸ πρακ-
τικὸν νεῦσαι τὸν ἥρωα. φιλοστοργίᾳ δὲ καὶ ἐλέῳ προκαλεῖ τὴν
μητέρα. ἐν κεφαλαίῳ δὲ τὴν εὐχὴν ἐκθέμενος ὕστερον λεπτολογεῖ.
ἔστι δὲ παρὰ τὸ μίνυνθα. παραπληροῖ δὲ ὁ πέρ.
353. Ὀλύμπιος] οὕτω κατʼ ἐξοχὴν τὸν Δία. καὶ Κρονίδην αὐτόν φησιν.
254. ὑψιβρεμέτης] ὁ ἐν ὕψει βρέμων διὰ τῶν βροντῶν ἢ τῶν ἀνέμων. φιλεγκλήμονες δὲ κατὰ θεῶν οἱ ἀτυχεῖς.
355. εὐρυκρείων] ποιητικὸν τὸ ἐπίθετον.
356. ἔχει — αὐτὸς ἀπούρας] ἀντὶ τοῦ ἔλαβεν οὐ πειθοῖ, ἀλλʼ ἀπουρίσας· “ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας” (Il. 22, 489).
357. δακρυχέων] τὸ δακρυχέων ὑφ᾿ ἓν ἀναγνωστέον. πότνια] σεπτή· οἱ γὰρ σεβόμενοι προσπίπτουσι τοῖς θεοῖς. καὶ ποτνιᾶσθαι δέ ἐστι τὸ προσπίπτειν καὶ παρακαλεῖν.
358. πατρὶ γέροντι] τοὺς ἐν θαλάσσῃ τιμωμένους ἁλίους γέροντάς φησιν, ὡς Πρωτέα Φόρκυνα Νηρέα.
359. καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ᾿ ὀμίχλη] ἀντὶ τοῦ κραιπνῶς. ταχεῖα δὲ ἡ ἄνοδος ὡς μητρὸς καὶ θεᾶς. φαντασία δέ τις περίκειται τῇ θεῷ διὰ τῆς ὁμίχλης. ἢ ὅτι θαλασσία ἐστὶν ἡ θεός· τὴν γὰρ Ἥραν νῷ παρεικάζει· λεπτομερὴς γὰρ ὁ ἀὴρ ὡς πρὸς σύγκρισιν τῶν ὑδάτων.
360. δακρυχέοντος] οὐκ ἐξίσταται τοῦ κλαυθμοῦ, ἐπεὶ οὐ μεμ- πτέος· οὐδὲν γὰρ ἄτοπον, εἰ καὶ ἄλκιμος ἦν, ὅτι λελύπηται. ἐλεύ- θερος γὰρ ὢν καὶ ἁπλοῦς τοῦτο ποιεῖ, οὐ διὰ μικροψυχίαν.
362. τέκνον, τί κλαίεις] φυσικῶς φθέγγεται, καὶ τῶν κοινῶν ὀνο-
μάτων οὐκ ἐξίσταται. ἕνα γὰρ ἔχουσα, καὶ τοῦτον ἄθλιον, πῶς ἂν
αὐτὸν ἄλλως καλέσειεν; ἔστι δὲ καὶ ἡ πεῦσις σύντομος, ὡς ἂν
μαθεῖν ἐπειγομένης.
363. εἴδομεν] ἀνθʼ ὑποτακτικοῦ μέν ἐστιν, ἀλλʼ ἡ συστολὴ ἀνέ- δωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον. ἐν δὲ τῇ τοιαύτῃ τῶν λόγων ἀνακοινώσει κουφίζεται τοῦ βάρους ἡ ψυχή.
364. στενάχων] ὁ Σιδώνιος περισπᾷ, ὁ δὲ Ἀρίσταρχος βαρύνει. τὰ πολλὰ γὰρ, φησὶ, κινήματα ὡς ἀπὸ βαρυτόνου γέγονεν· “βαρὺ δὲ στενάχοντος ἄκουσα” (Od. 8, 95)· “ἐπεστενάχοντο δʼ ἑταῖροι” (Il. 4, 154).
365. οἶσθα] ἄκρως ἐνέφηνε τὸ βαρύθυμον διὰ τοῦ προοιμίου. καὶ
πρὸς εἰδότας δὲ ἔθος λέγειν ἐπικουφίζοντας τὴν ὀδύνην.
366. ᾠχόμεθ᾿] ὁ τρόπος ἀνακεφαλαίωσις. τέσσαρα δὲ διηγήσεων
εἴδη, ἃ καὶ ἰδέαι· ὧν τὸ μὲν ὁμιλητικὸν, ὡς ὅταν παρά τινός τις
ἀκούσας πάλιν αὐτὰ διηγῆται ἃ ἤκουσεν, ὡς τὸ “πολλάκι γὰρ σέο
πατρός” (396). τὸ δὲ ἀπαγγελτικὸν, ὅταν ἃ παῤ ἑτέρου ἤκουσεν
ἦν ὁμιλητικὸν, οὕτως ἂν εἶπεν, ἀλλὰ σὲ τῶν δεσμῶν ἀπολῦσαι καλέ-
σασαν τὸν ἑκατόγχειρον. ὁ δὲ ἐφʼ ἑτέραν πτῶσιν μετελθὼν, ὡς ἴδιον
ἤδη λόγον καὶ οὐχ ὡς παῤ ἐκείνης εἰρημένον διέξεισιν. ῥητορικὸς δὲ
ὢν ὁ ποιητὴς, καὶ τρόπον ἀνακεφαλαιώσεως βουλόμενος διδάξαι ἡμᾶς,
ταὐτὰ πάλιν διέξεισιν. ἡ δὲ Θήβη χωρίον ἔρημον πλησίον Λέσβου,
ἀπὸ Θήβης τῆς Ἀδράμυος· ταύτην γὰρ ἆθλον ὁ πατὴρ προύθετο τῷ
προύχοντι γυμνικῷ ἀγῶνι, λαβὼν δὲ αὐτὴν Ἡρακλῆς ἔκτισε τὴν
πόλιν, ὀνομάσας ἐκ ταύτης. οἱ δὲ ἀθετοῦντες τοὺς στίχους οὐκ ἐῶσι
μαθεῖν ἡμᾶς ὅθεν ἥλω Χρυσηΐς. ἔπλει μὲν πορθήσων Χρῦσαν Ἀχιλ-
λεὺς, Ἀθηνᾶ δʼ οὐκ εἴα, φάσκουσα μὴ αἱρήσειν διʼ Ἀπόλλωνα. εἰς
Θήβας δὲ ἥκουσα ἡ Χρυσηῒς πρὸς Ἰφινόην τὴν Ἠετίωνος ἀδελφὴν,
Ἄκτορος δὲ θυγατέρα, ἥλω ὑπὸ Ἀχιλλέως. μεγαλοφυῶς δὲ συντέμνει
τὰ περισσὰ τῶν λόγων καὶ τῶν ἱστοριῶν.
368. δάσσαντο μετὰ σφίσιν] κοινωνὸν μὲν ἑαυτὸν ἐν τοῖς κατορ-
θώμασί φησιν, ἐν δὲ τῷ δάσσαντο χωρίζει. τὸ δὲ σφίσιν ὀρθο-
τονητέον, ἐπειδὴ ὡς σύνθετον παραλαμβάνεται, καὶ ὅτι προθέσει
συντέτακται.
374. ἐλίσσετο] οὐ προσέθηκε τοὺς λόγους οὓς οὗτος ἔφησεν· οὐ γὰρ ἀναγκαῖον νῦν. ἢ καὶ διὰ τὸ μῆκος ἀπέφυγεν.
383. ἐπασσύτεροι] παρὰ τὸ ἆσσον ἀσσύτεροι ὡς παῦροι παυρό-
τεροι.
386. ἐγὼ πρῶτος] ὡς καὶ τῶν ἄλλων τοῦτον ἐχόντων τὸν σκοπόν.
393. εἰ δύνασαί γε] οὐ διστάζων, ἀλλὰ σχετλιάζων φησίν· εἴ γέ σοι κἂν τοῦτο χαριεῖται ὁ Ζεύς.
394. λίσαι] ἀπὸ τοῦ ἔλισα, ὅθεν καὶ ἐλισάμην.
396. πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα] δικαίως ἡ
αἰτία ἡμῖν εἴρηται τῆς ἀποστάσεως Διὸς, ὅπως μὴ δοκῇ εἶναι μισέλ-
λην ὁ Ζεύς· οἱ δὲ βασιλεῖς θεοποιοῦντες αὑτοὺς τοιαῦτα περὶ θεῶν
ἁπλῆν τε εἶναι αὐτὴν καὶ ἀντιδιαστολὴν οὐκ ἔχειν. ὁ δὲ Ἡρωδιανὸς
καίτοι, φησὶν, ὀφείλουσα ὀρθοτονεῖσθαι, ἵνα λέγῃ σοῦ καὶ οὐκ ἄλλης
ἀκήκοα, ὅμως πεπεῖσθαί φησι τὴν ἀνάγνωσιν Ἀριστάρχῳ. ὁ δὲ νοῦς
οὕτως, πολλάκις σου ἐν τοῖς τοῦ ἐμοῦ πατρὸς δόμοις ἤκουσα εὐχομένης.
397. κελαινεφέϊ] παρὰ τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν.
399. τί ποτε ἄρα βουλόμενος ταῦτα ἔπλασε, πολὺ ἔχοντα τὸ
ἄλογον καὶ ἀνάρμοστον, εἴ γε Ἀθηνᾶ καὶ Ἥρα καὶ Ποσειδῶν ἐβού-
λοντο συνδῆσαι τὸν Δία, ἡ μὲν θυγάτηρ οὖσα, οἱ δὲ ἀδελφοῖ; διὸ
καὶ ἀντὶ τῆς Ἀθηνᾶς τινὲς γράφουσι καὶ Φοῖβος Ἀπόλλων, ὥσπερ
οὐ τοῦ αὐτοῦ μένοντος ἀτόπου. καὶ ἄλλοι πάλιν ἐναλλάσσουσι τὰ
ἔπη· “οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, Ἥρη τʼ ἠδὲ Ποσει-
δάων καὶ Παλλὰς Ἀθήνη, ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον
ἄλλοι.” ἵνα οὗτοι μὲν οἱ θεοὶ φαίνωνται βοηθήσαντες αὐτῷ μετὰ
Θέτιδος, ἄλλοι δέ τινες οἱ ξυνδῆσαι θέλοντες· καὶ μύθους δὲ λέγου-
σιν ἐπὶ τούτοις πολλούς. μάχεται δὲ τοῖς ἐναλλάσσουσι τὸ “οἴη
ἐν ἀθανάτοισι.” πῶς γὰρ τοῦ ποιητοῦ λέγοντος ὅτι μόνη, ἐνδέχεται
καὶ ἄλλους ἐπεισάγειν βοηθούς; τίνα δὲ καὶ τὸν Βριάρεων χρὴ νοεῖν;
καὶ πῶς οὗτος βίῃ τοῦ πατρὸς ἀμείνων; δεῖ τοίνυν φυσικόν τινα
μᾶλλον ἐν τούτοις ὑπονοεῖν λόγον· Δία γάρ φησι τὴν ἄκρατον θερ-
μασίαν, τὴν καὶ τοῦ ζῆν καὶ τοῦ εἶναι ἡμᾶς αἰτίαν, Ποσειδῶνα τὸ
ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν, Βριάρεων τὸν ἥλιον (πάντων
γὰρ τῶν ἄστρων φωτεινότατός ἐστι), Θέτιν δὲ τὴν θέσιν καὶ φύσιν
τοῦ παντός. τοῦ ἡλίου τοίνυν ἀφισταμένου ἐπὶ τὰ μεσημβρινὰ,
ψύξεως γινομένης ἐν τοῖς καθʼ ἡμᾶς μέρεσι, συμβαίνει τὸν ἀέρα,
φύσιν ἔχοντα μεταβάλλειν εἰς ὕδωρ, τότε μάλιστα ἐξυγραίνεσθαι
πλέον καὶ δυσχείμερον γίνεσθαι. Ποσειδῶνα οὖν καὶ Ἥραν καὶ Ἀθη-
νᾶν διὰ τοῦτο βουλομένους συνδῆσαι τὸν Δία φησὶν, ἐμφαίνων, ὡς
ἔφην, τὴν χειμερινὴν κατάστασιν, ἐν ᾗ συμβαίνει τὸ ψυχρὸν ἐπικρα-
τέστερον εἶναι τοῦ θερμοῦ. ἀλλʼ ἡ Θέτις ἀνάγουσα τὸν ἥλιον ἐπὶ τὰ
399. * εἴποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα ἢ ἔπει ἢ ἔργῳ—
ὁππότε σε ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τʼ ἠδὲ Ποσειδάων
καὶ Παλλὰς Ἀθήνη] σκοπῶμεν οὖν εἴπερ ἐν τούτοις τοῖς ἔπεσιν ἡ
κατὰ Διὸς ἐπιβουλὴ τῶν στοιχείων ἐστὶν ἀπαρίθμησις καὶ φυσικω-
τέρας ἅπτεται θεωρίας. φασὶ τοίνυν οἱ δοκιμώτατοι ταῦτα περὶ τῆς
διαμονῆς τῶν ὅλων· ἕως μὲν ἀφιλόνεικος ἁρμονία τὰ τέσσαρα στοι-
χεῖα διακρατῇ μηδενὸς ἐξαιρέτως ὑπερδυναστεύοντος, ἀλλʼ ἑκάστου
κατʼ ἐμμέλειαν ἣν εἴληχε τάξιν οἰκονομοῦντος ἀκινήτως ἕκαστα
μένειν. εἰ δʼ ἐπικρατήσει ἓν τῶν αὐτῶν καὶ τυραννῆσαν εἰς πλείω
φορὰν παρέλθοι, τὰ λοιπὰ συγχυθέντα τῇ τοῦ κρατοῦντος ἰσχΰι μετʼ
ἀνάγκης ὑπείξειν. πυρὸς μὲν οὖν αἰφνιδίως ζέσαντος ἁπάντων ἔσε-
σθαι κοινὴν ἐκπύρωσιν. εἰ δ᾿ ἀθρόον ὕδωρ ἐκραγείη, κατακλυσμῷ τὸν
κόσμον ἀπολεῖσθαι. διὰ τούτων οὖν τῶν ἐπῶν μέλλουσάν τινα ταρα-
χὴν ἐν τοῖς ὅλοις Ὅμηρος ὑποσημαίνει. Ζεὺς γὰρ ἡ δυνατωτάτη
φύσις ὑπὸ τῶν ἄλλων ἐπιβουλεύεται στοιχείων, Ἥρας μὲν τοῦ
ἀέρος, Ποσειδῶνος δὲ τῆς ὑγρᾶς φύσεως, Ἀθηνᾶς δὲ τῆς γῆς, ἐπεὶ
δημιουργός ἐστι τῶν ἁπάντων καὶ θεός. ταῦτα μὲν τὰ στοιχεῖα
πρῶτον μὲν συγγενῆ διὰ τὴν ἐν ἀλλήλοις ἀνάκρασιν. εἶτα συγχύ-
σεως παρὰ μικρὸν αὐτῶν γιγνομένης εὑρέθη βοηθὸς ἡ πρόνοια. Θέτιν
δʼ αὐτὴν εὐλόγως ὠνόμασεν. αὕτη γὰρ ὑπεστήσατο τὴν τῶν ὅλων
εὔκαιρον ἀπόθεσιν ἐν τοῖς ἰδίοις νόμοις ἱδρύσασα τὰ στοιχεῖα. σύμ-
μαχος δʼ αὐτῇ γέγονεν ἡ βριαρὰ καὶ πολύχειρ δύναμις. τὰ γὰρ
τηλικαῦτα τῶν πραγμάτων νοσήσαντα πῶς ἂν ἄλλως δύναιτο πλὴν
μετὰ μεγάλης βίας ἀναρρωσθήναι; καὶ τὸ μὲν ἄφυκτον ἔγκλημα περὶ
τῶν Διὸς ἀσεβῶν δεσμῶν οὕτω φυσικῆς ἀλληγορίας ἔχει θεωρίαν.
400. Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη] πιθανῶς τοὺς
Ἀχαϊκοὺς θεοὺς ἠχθρευκέναι Διΐ φησιν, ἵνʼ ἀκούοιτο Θέτις. τινὲς
δὲ ἀντὶ τοῦ Ἀθήνη γράφουσι καὶ Φοῖβος Ἀπόλλων· τοῦτον γὰρ
εἰκὸς ἠχθρευκέναι Διὶ, μὴ φέροντα τὸν ζῆλον τῆς ἐκείνου τυραννίδος.
ὅθεν Ἥραν μὲν δεῖ, τοὺς δὲ Λαομέδοντι ὑποτάσσει. οἱ δὲ Ἥραν μὲν
διὰ τὸ πολλαῖς μίγνυσθαι, Ποσειδῶνα δὲ διὰ τὸ εἰς τὴν διανομὴν
πεπλεονεκτῆσθαι, Ἀθηνᾶν δὲ διὰ τὸ ἀναγκασθῆναι ζευχθῆναι Ἡφαί-
στῳ. ἢ διὰ τούτου τὴν τῶν στοιχείων παλαιὰν σύγχυσιν δηλοῖ,
Δία τὸ πῦρ, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν·
ὀργανικὴ γάρ ἐστι καὶ ἐπινοητικὴ τῶν ἁπάντων. μόνον γὰρ τὸ πῦρ ἐν
αὐτοῖς καθαρὰν καὶ ἀμιγῆ τὴν φύσιν ἔχει.
403. ὃν Βριάρεων] ὡς μουσοτραφὴς καὶ τὰς παρὰ θεοῖς ἐπίσταται λέξεις. ἢ τὰ τελεώτερα θεοῖς ἀνατίθησιν.
407. λαβὲ γούνων] κεφαλῆς μὲν λαμβανόμεθα, ἐπεὶ ἡγεμονικόν·
τῆς δεξιᾶς δὲ ὅτι πρακτικόν· γονάτων, ὅτι διʼ αὐτῶν ἐπικλᾶται τὸ
σῶμα, εἶτα ἡ ψυχὴ καὶ οἱ λόγοι.
407. * διὰ τί εἰδὼς ὁ Ἀχιλλεὺς χάριν προσοφειλομένην τῇ μητρὶ
ὑπὸ τοῦ Διὸς οὐκ εἰς τὴν νίκην τῶν Ἑλλήνων κέχρηται ταύτῃ, ὅτε,
φησὶ, “πολλὰς ἀΰπνους νύκτας ἴαυεν, ἤματα δʼ αἱματόεντα διέ-
πρησσεν πολεμίζων” (Il. 9, 325), εἰς δὲ ἀπώλειαν αὐτῶν κατακέ-
χρηται ταύτῃ, καίπερ οὐκ αἰτίων τῆς ἀτιμίας αὐτῷ γεγονότων
τῶν Ἑλλήνων, ἀλλὰ τοῦ Ἀγαμέμνονος. εἴπερ οὖν ἔδει κατὰ
φίλων ἀδικησάντων χρήσασθαι τῇ παρὰ Διὸς ἐπικουρίᾳ, κατὰ τοῦ
Ἀγαμέμνονος δίκαιον ἦν τοῦτο, ἀλλʼ οὐ κατὰ τῶν ἄλλων Ἑλλή-
νων. τὸ μὲν οὖν μὴ ὑπὲρ τῶν Ἑλλήνων χρήσασθαι τῇ τῶν χαρίτων
παρὰ Διὸς ἀποδόσει οὐδὲν ἤπειγεν αὐτοῦ τοῦ Διὸς ἀστράπτοντος
ἐπιδέξι᾿ ἐναίσιμα σήματα φαίνοντος καὶ πάντων πεπεισμένων ὅτι
κατένευσεν ὁ Ζεὺς τὴν Τρωϊκὴν ἀπώλειαν. εὐημερούντων οὖν τῶν
οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὰς ἀπαιτεῖν παρὰ τοῦ ἐπινεύσαντος
τὴν ἧτταν τῶν πολεμίων, ὀργισθέντα δὲ τοῖς ἀδικήσασιν αὐτὸν μετα-
βαλεῖν τὴν τοῦ Διὸς γνώμην ἄλλως οὐκ ἐνῆν ἢ διὰ χαρίτων ὀφει-
λομένων ὑπομνήσεως καὶ τὸ μὲν νικῆσαι τοὺς Ἕλληνας εἰς τοὺς
Ἀτρείδας ἔχει τὴν ἀναφορὰν, τὸ δὲ ἀποστρέφειν τὴν τοῦ Διὸς συμ-
μαχίαν ἐκ τῶν Ἑλλήνων εἰς αὐτὸν εἶχε τὸ τέλος. εἰς τὰ αὐτῷ τοίνυν
λόγους. αὐτὸς γὰρ τῷ ὄντι “ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο
κακοῖο.” καὶ γὰρ τοῦτο ὀμωμόκει ἐν τῇ ἐκκλησίᾳ “ὁ δέ τοι μέγας
ἔσσεται ὅρκος ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν” καὶ τὰ
ἑξῆς. καὶ ἡ Ἀθηνᾶ “καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ
δῶρα” φησὶ καὶ ἄμφω ὁμῶς φιλεῖσθαι αὐτόν τε καὶ τὸν Ἀγαμέμ-
νονα ὑπὸ τῆς Ἥρας, καὶ συμβουλεύει μηδαμῶς περὶ θανάτου δια-
νοεῖσθαι τοῦ βασιλέως, κἀκεῖνος συναινεῖ χρῆναι συμβουλεύουσι
θεοῖς πεπεῖσθαι. σώζεσθαι οὖν ἔδει τὸν Ἀγαμέμνονα διὰ πάντων,
ἵνα καὶ τὰ ἀπειληθέντα πληρωθῇ, καὶ οὐκ ἄδικος ἡ κρίσις. ὑπὲρ ὧν
γὰρ λοιμωσσόντων αὐτὸς τὴν ἐκκλησίαν συνήγαγε καὶ τὸ πρόσκρουσμα
εἶχε πρὸς τὸν βασιλέα, τούτους οὐδαμῶς ἔσχεν ἀγανακτοῦντας ὑπὲρ
αὐτοῦ ὑβριζομένου. διὸ κατʼ ἀρχὰς μὲν ἐθεράπευεν αὐτοὺς λέγων
“οὐδέ τι πω ἴδμεν ξυνήϊα κείμενα πολλὰ, λαοὺς δʼ οὐκ ἐπέοικε
παλίλλογα ταῦτʼ ἐπαγείρειν” καὶ ἀπειλοῦντος τοῦ, Ἀγαμέμνονος
ἀφελεῖν τὴν Βρισηΐδα οὐ παῤ αὐτοῦ φησὶν εἰληφέναι, ἀλλὰ παρὰ
τῶν Ἑλλήνῶν “καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,
ᾧ ἔπι πόλλʼ ἐμόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν,” ὕστερον δὲ
μηδὲν αὐτῶν δυσχεραινόντων μηδʼ ὥσπερ ἐπὶ τοῦ Χρύσου τὴν αὐτὴν
γνώμην ἐνδειξαμένων αἰδεῖσθαι δεῖν τὸν ἱερέα, ὅσῳ καὶ τὸν ἀριστέα
καὶ μὴ ἀτιμάζειν εἰκότως, καὶ πόθεν αὐτοῦ ὁμοίως πρὸς πάντας
ἀπειλεῖ καὶ τὴν ἀφαίρεσιν κοινοποιεῖ λέγων “χερσὶ μὲν οὔτι ἔγωγε
μαχέσσομαι εἵνεκα κούρης, οὔτε σοὶ οὔτε τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ
γε δόντες,” ὥστε καὶ ἡ μῆνις λόγον εἶχε τὴν τιμωρίαν εἰσπρατ-
τομένη παρὰ πάντων, τῶν μὲν διὰ τῆς ἥττης, τοῦ δὲ διὰ τῆς ὑπὲρ
τῶν ἡττωμένων λύπης.
καὶ πῶς ταύτην οὐκ ᾔτει τὴν δόξαν, ὅτε φησὶ “πολλὰς ἀΰπνους
νύκτας ἴαυον” (Il. 9, 325); ὅτι ἡ δόξα εἰς Ἀγαμέμνονα ἀνέτρεχεν.
εὐημερούντων τοίνυν τῶν οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὰς αἰτεῖν,
ἐπεὶ δὲ ὠργίσθη, αἰτεῖ τὴν τοῦ Διὸς, καὶ εἰ ἔμελλε τρέψαι τὴν τοῦ
Διὸς βουλὴν κατὰ τοῦ Ἀγαμέμνονος ὡς ἀδικήσαντος ἐχρῆν τρέψαι
οὐχὶ κατὰ πάντων, ὅτι, φησὶ, διὰ τὴν ἀχαριστίαν αὐτῶν τοῦτο ποιεῖ
410. ἐπαύρωνται] ὅτι ἐπὶ κακοῦ τὸ ἀπολαῦσαι καὶ κατʼ εἰρωνείαν εἴρηται παῤ αὐτοῦ.
414. ὤ μοι] οὐκ εὐθὺς τὴν διακονίαν ὑπισχνεῖται, προολοφύρεται
δὲ εἰδυῖα τὴν αἴτησιν πρόξενον αὐτῷ οὖσαν θανάτου. τὸ δὲ ἑξῆς, αἰνὰ
τεκοῦσα, ἐπεί νύ τοι αἶσα· τὸ δὲ αἴθ᾿ ὄφελες διὰ μέσου. τὸ δὲ
αἰνά ἀντὶ τοῦ αἰνῶς, ἤτοι ματαίως καὶ ἀπράκτως.
415. ὄφελες] ῥῆμά ἐστι κατὰ παντὸς ἀριθμοῦ φερόμενον· “ὡς
δὴ μὴ ὄφελον νικᾶν” (Od. 11, 548) καὶ “ὥς μʼ ὄφελ᾿ Ἕκτωρ
κτεῖναι” (Il. 21, 279). φησὶ δὲ ὅτι προεθέμην ἄν σε ἄπρακτον βίον
ζῆσαι· ἐπὶ λύμῃ γὰρ ἐμῇ τοῦτον εἵλου τὸν βίον. διὸ καὶ δυσαριστο-
τόκειαν ἑαυτὴν ὀνομάζει.
416. μίνυνθα] ἐπʼ ὀλίγον χρόνον, ἢ κατὰ ἀποκοπὴν τοῦ μινυνθά-
διος· “μινυνθάδιος δέ τοι αἰών” (Il. 4, 478). παιδευτικὸν δὲ τὸ
μηδὲ τὸν ὀλίγον τῶν ἀνθρώπων βίον ἄλυπον εἶναι. ἔστι δὲ περίφρασις
ὁ τρόπος ἐν τῷ στίχῳ, ὡς τὸ “ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ
ὑπὲρ αἶσαν” (Il. 3, 59).
417. ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων] εἰ τοιαῦτα περὶ Ἀχιλ- λέως ὁ ποιητής φησι, τί περὶ τῶν ἄλλων εἴποιμεν;
419. τοῦτο δέ τοι ἐρέουσα] διὰ τὴν περίστασιν μὲν οὐκ ἀντιπράσ- σει τῷ παιδὶ, καιρὸν δὲ μετανοίας αὐτῷ δίδωσι. τερπικεραύνῳ δὲ τῷ τρέποντι τοῖς κεραυνοῖς, καθʼ ὑπέρθεσιν.
420. * πρὸς Ὄλυμπον] ἄλογον τὸ μὴ πορεύεσθαι εὐθὺς εἰς τὴν
Αἰθιοπίαν. λύεται δὲ ἐκ τοῦ καιροῦ· τοῖς γὰρ θεοῖς εὐωχουμένοις
ἄτοπον ἐνοχλεῖν. καὶ ἄλλως διὰ τὸ τοὺς συμμάχους τῶν Ἑλλήνων
ἐκεῖ τυγχάνειν.
*Πορφυρίου. διὰ τί ἡ Θέτις οὐκ ᾤχετο πρὸς τὸν Δία ἐν Αἰθιοπίᾳ
ὄντα; οὐ γὰρ δὴ πόρρω Αἰθιοπία ἦν τοῦ Ὀλύμπου· καὶ γὰρ πᾶς
χῶρος ῥᾴδιος οὔσῃ θεῷ. ῥητέον οὖν ὅτι οὐδὲν ἀναγκαῖον ἐπείγεσθαι ἐν
τῇ ὀργῇ ἐκτελέσαι τὰ θυμῷ φίλα τοῦ ὠργισμένου, ἀλλὰ μᾶλλον
διδόναι τῇ μετανοίᾳ τόπον. ἔπειτα οὐκ ἐπιτήδειος ἦν ὁ τόπος περὶ
ὧν ἔμελλε δεῖσθαι, παρόντων τῶν φίλων θεῶν τοῖς Ἀχαιοῖς, ἐπεὶ καὶ
ὕστερον οὐ παραγενομένη, ἀλλʼ ὑποπτεύσασα ἡ Ἥρα ἐπίστασθαι
ἐπειρᾶτο. ὅτι δὲ παρῆσαν δηλοῖ· φησὶ γὰρ “θεοὶ δʼ ἅμα πάντες
ἀγάννιφον] τινὲς ἐπὶ τοῦ οὐρανοῦ, τὸν ἄγαν νίφοντα· τὰ γὰρ ὄρη
νιφόεντα καλεῖ, ὡς Τήλεφος. τὸ δὲ αἴ κε πίθηται διὰ τὸ ἄδικα
μέλλειν αἰτεῖν.
421. νῦν] τὸ νῦν ἀντὶ τοῦ δή· διὸ καὶ Τυραννίων ἠξίου ὀξύνειν
αὐτὸ, οὐκ εὖ. τῆς ὀργῆς δὲ αὐτὸν οὐκ ἐπέχει, εἰδυῖα τὸ φιλόνεικον
αὐτοῦ καὶ φιλότιμον. καλῶς δὲ λόγοις μὲν χαρίζεται αὐτῷ, ἔργοις
δὲ ἀναβάλλεται.
423. Ὠκεανόν] νῦν μὲν τὸν ποταμὸν δηλοῖ, ἔστι δὲ ὅτε καὶ σωμα- τοειδῆ τῶν θεῶν γένεσιν. τὸ δὲ ἐς ἀντὶ τοῦ πρός.
μετʼ ἀμύμονας] ἡ μετά νῦν ἀντὶ τῆς ἐπί· ἔστι δὲ καὶ ἀντὶ τῆς ἐν·
“ἔχε δὲ στεροπὴν μετὰ χερσίν” (Il. 11, 184). τὸ Αἰθιοπῆας ὅμοιόν
ἐστι τῷ ἡνιοχῆας. εὐσεβῶς δέ φησι μηδὲ τῶν πόρρωθεν ἀνθρώπων
ἀμελεῖν τὸ θεῖον. διττοὶ δέ εἰσιν οἱ Αἰθίοπες· οἱ μὲν πρὸς ἀνατολὴν,
οἱ δὲ πρὸς δύσιν, ὁριζόμενοι διχῆ ὑπὸ Νείλου.
424. χθιζὸς] ἐπιρρηματικῶς, ὡς καὶ τὸ τήμερος παρὰ τοῖς
Ἀττικοῖς· τὸ δὲ πάντες συλληπτικὸν, ὡς τὸ “ἀριστῆες Παναχαιῶν
εὗδον παννύχιοι” (Il. 10, 1). καὶ γὰρ Ἀθηνᾶ πρὸ ὀλίγου ἐξ
οὐρανοῦ κατῆλθε, πεμφθεῖσα ὑπὸ Ἥρας.
425. δωδεκάτῃ] φασὶν ἐν Διοσπόλει μέγιστον εἶναι Διὸς ἱερὸν,
ἀφʼ οὗ λαμβάνοντας τὸ ξόανον Αἰθίοπας μετὰ καὶ τῶν ἄλλων ἐγ-
χωρίων θεῶν κατά τινα χρόνον περινοστεῖν τὰ μέρη τῆς Λιβύης καὶ
πολυτελεῖς ποιεῖν πανηγύρεις ἐπὶ δώδεκα ἡμέρας, ὅτι καὶ τοσοῦτοι
οἱ θεοί.
426. χαλκοβατὲς δῶ] τὸ στερεὰν ἔχον τὴν βάσιν. οὐκ ἄπεισι δὲ
εἰς Αἰθιοπίαν ἡ Θέτις, ὅτι ἐκεῖ ἦσαν οἱ Ἀχαϊκοὶ θεοί· καὶ τῷ υἱῷ
καιρὸν μετανοίας διδοῦσα, καὶ αὐτοῖς τοῖς Ἕλλησι· καὶ ἵνα Τρῶες
αἴσθωνται τῆς μήνιδος καὶ τολμήσωσι λοιπὸν εἰς τὴν μάχη.
427. καί μιν πείσεσθαι ὀΐω] ἀπιοῦσα ἐν χρηστῇ ἐλπίδι καταλιμ- πάνει τὸν παῖδα. ὅμοιον δέ ἐστι τῷ “αἴ κε πίθηται.”
430. τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων] ἐν τάξει ἀπολογίας τοῦτό
φησιν, ὅτι οὐκ ἦν εὔλογον περὶ γυναίου θυμοῦσθαι αὐτόν. ἄλλως τε
τὴν ἰδίαν ἀποφαίνει γνώμην ὁ ποιητὴς, ἠδικῆσθαι αὐτὸν ὁμολογῶν.
αὐτὰρ Ὀδυσσεύς] ὅπως μὴ τῇ Θέτιδος ἀπαλλαγῇ συνάψῃ τὴν ἐπάνοδον, διὰ μέσου βάλλει τὰ κατὰ τὸν Ὀδυσσέα, μόνον οὐχὶ λόγῳ καταμετρήσας τὸν ἐπὶ τὸν Χρύσην πλοῦν. ἑκατέροις δὲ μετρίως χρώμενος διαναπαύει τὸν ἀκροατὴν, τῶν μὲν τὸν κόρον περιαιρῶν, τῶν δὲ τὴν ἐπιθυμίαν ἀποπληρῶν.
432. λιμένος πολυβενθέος] ἤδη καὶ λιμένων ἐπεσημήνατο φύσεις μιᾷ λέξει ὁ ποιητής. διαφέρει δὲ λιμὴν ὅρμου· λιμὴν μὲν γάρ ἐστι τὸ πᾶν, ὅρμος δὲ τὸ πρὸς τὴν γῆν.
434. ἱστοδόκῃ] διὰ τοῦ κ γράφεται, ἔστι δὲ παρὰ τὸ δέχω, ὡς
ξεινοδόκος καὶ πανδοκεῖον. τὸ δὲ πέλασαν πελασθῆναι ἐποίησαν, ὡς
τὸ “πάντας μέν ῥʼ ἔλπει” (Od. 2, 91)· καὶ ἔστιν ὁ τρόπος μετω-
νυμία.
ὑφέντες] Ζηνόδοτος μὲν ὑφέντες, αἱ δʼ ἄλλαι πᾶσαι ἐφέντες.
πρότονοι δὲ τὰ ἀπὸ πρύμνης εἰς πρῷραν διήκοντα σχοινία. προερύουσι
δὲ, ἐπειδὴ τῶν ἀνέμων ᾔδεισαν τὸ παλίμβολον. ἄλλως τε ἐν Ἰλιάδι
ταύτην μόνην ἔχων ἔκπλοιαν τρόπον ἐδίδαξε προσορμισμοῦ. πολλὴν
δὲ ἔχει τὴν ἡδονὴν ἡ τῆς προθέσεως ἐπαγωγή. τὸ δὲ σχῆμά ἐστιν
ἐπανάληψις.
436. * ἐκ δʼ εὐνάς] τὰ σίδηρα, παρὰ τὸ εὐνάζειν τὴν ναῦν χαλώ-
μενα εἰς τὸ ὕδωρ καὶ ποιεῖν ἵστασθαι. τρία δὲ σημαίνει ἡ λέξις
παρὰ τῷ ποιητῇ, τὴν κοίτην, ὡς ὅταν λέγῃ “εὐνῇ ἔνι μαλακῇ” (Il.
9, 618)· τὴν ἄγκυραν, ὡς νῦν “ἐκ δʼ εὐνὰς ἔβαλον·” τὴν διατριβὴν,
ὡς τὸ “ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς” (Il. 2, 783).
437. ἐπὶ ῥηγμῖνι θαλάσσης] ἀλλαχοῦ ἡρμήνευκεν αὐτὸ διὰ τοῦ
“χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει” (Il. 4, 425). πάντα δὲ ἐν
ὀλίγῳ πέφρασται.
440. πολύμητις Ὀδυσσεύς] τὰ ἐπίθετα Ὀδυσσέως δῖος Ὀδυσσεὺς, πολύμητις Ὀδυσσεύς. ὅτε δὲ καιρὸς τῆς σοφίας, Διὶ μῆτιν ἀτά- λαντόν φησι. προσάγει δὲ τὴν κόρην τῷ βωμῷ ὥσπερ ἀποδιδοὺς ἐπὶ θεοῦ μάρτυρος. ἡ δὲ ἐπί ἐστιν ἀντὶ τῆς παρά.
441. τίθει] οὐ μόνον τὸ τίθημι κέκλιται, ἀλλʼ ἔστι καὶ περισπώ-
μενον. καὶ ὅτι οὐκ ἐπὶ μόνων τῶν ἀψύχων τὸ τιθέναι.
442, 443. πρό μʼ ἔπεμψεν] τὴν εἰς τοὔμπροσθεν δηλοῖ σχέσιν, οὐ
χρονικήν. αὐτὰ δὲ τὰ ἀναγκαῖα συλλαβὼν λέγει ἁπλῶς· πανοῦργον
444. ῥέξαι] σφάξαι μόνον· τὸ δὲ θῦσαι ἐπὶ τοῦ θυσιάσαι μόνως φησί. τὸ δὲ ἱλασόμεσθα πλεονασμῷ τοῦ σ.
445. ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν] ἐμφρόνως τὸ μὴ
εἰπεῖν ὅτι Χρύσου εὐξαμένου ὁ λοιμὸς ἐπηνέχθη, ἵνα μὴ διατρέψῃ τὸν
γέροντα ὡς κακῶν αἴτιον. καίτοι Ἀχιλλεύς φησι “τοῖο δʼ Ἀπόλλων
εὐξαμένου ἤκουσεν” (380).
446. ὁ δʼ ἐδέξατο χαίρων] περιέτεμε τὸν λόγον τοῦ γέροντος·
οὔτε γὰρ ἐπαινεῖν οὔτε ψέγειν ἦν τοὺς ἀποδόντας· τὸ μὲν γὰρ δουλο-
πρεπὲς, τὸ δὲ παροξυντικόν. ἀλλʼ οὐδὲ τοσαύτην κίνησιν ἔχει τὰ
ἡδέα λεγόμενα ὅσην τὰ λυπηρά.
448. ἑξείης] οἶμαι τὴν ει πεπλεονακέναι ὡς ἐν τῷ ἀδελφειός. ἐΰδμητον δὲ ἐκ τοῦ δέμω δμῶ δμήσω δέδμηται, δμητός, ἐΰδμητος, ὡς ἐΰννητος.
449. χερνίψαντο δʼ ἔπειτα] δεῖ γὰρ προσιόντα θεῷ κατὰ τὸ δυνατὸν
εἰκάζειν αὑτὸν θεῷ. διὰ τί δὲ μετὰ τὸ δεῖπνον οὐ ποιεῖ τοὺς ἀνθρώ-
πους ἀπονίπτοντας τὰς χεῖρας; ὅτι οὐδὲ ὄψοις τοιούτοις ἐχρῶντο
ὥστε δεῖσθαι ἀπονίψεως, καὶ ὅτι παυόμενοι τοῦ δειπνεῖν ἔσπενδον·
μετὰ δὲ τὰς σπονδὰς οὐ δεῖ ἀπονίπτεσθαι. ῥητέον δὲ καὶ τοῦτο. ὅταν
γὰρ λέγῃ “χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα νίψαθαι”
(Od. 1, 136), φήσομεν, ἀλλʼ οὐχὶ πρὸ τοῦ δείπνου μόνον· ἁπλῶς
γὰρ τὰς ἀρχὰς μηνύσας οὐκέτι τὰ κατὰ μέρος διέξεισιν, ὥστε
παρέκειτο τὰ χειρόνιπτρα ὅτε βούλοιντο νίπτεσθαι. καὶ γὰρ καὶ ἡ
τράπεζα καὶ τὰ ἄλλα ἄχρις ὅτου βούλοιντο χρῆσθαι αὐτοῖς παρέκειτο.
οὕτω καὶ τοὺς Πυλίους ἐν τῷ κατάπλῳ Τηλεμάχου εὐωχουμένους
οὐκέτι δεδήλωκεν ὅπως τῆς ἠϊόνος ἀπηλλάγησαν. καὶ τὴν Ἀθηνῶν
Μέντῃ ὁμοιωθεῖσαν καὶ τὸ δόρυ δοῦσαν τῷ Τηλεμάχῳ, οὐκέτι φησὶ
πῶς τοῦτο ἀπιοῦσα ἀπέλαβε. καὶ τὸ τόξον εἰς κατασκοπὴν ἀπιόντι
Μηριόνης δίδωσιν Ὀδυσσεῖ· ὅπως δὲ τοῦτο ἀπέδωκεν, οὐκέτι ἐπεση-
μήνατο, διδοὺς τοῖς ἀκροαταῖς καθʼ ἑαυτοὺς λογίζεσθαι τὰ ἀκόλουθα.
καὶ πολλὰ τοιαῦτα ἔστι γνῶναι παῤ αὐτῷ· οὐ γὰρ μόνον τί εἴπῃ,
ἀλλὰ καὶ τί μὴ εἴπῃ ἐφρόντισεν.
οὐλοχύτας] τινὲς τὰ κανᾶ δι᾿ ὧν ἐπέχεον τὰς οὐλὰς, αἳ πρὸς ἀντιδιαστολὴν μὲν εἴρηνται τῶν ψαιστῶν· ἀπαρχὴ δὲ τῆς προτέρας ζωῆς ἀπεδίδοντο τοῖς θεοῖς αἱ κριθαί· πρὸ τῶν πυρῶν γὰρ εὕρηνται, καὶ ἀπὸ τοῦ προκριθῆναι τῶν βαλάνων οὕτως ὠνομάσθησαν.
450. μεγάλʼ εὔχετο] μεγάλως ἀνασχὼν τὰς χεῖρας· ἐπὶ σωτηρίᾳ
γὰρ εὐχόμενος παρρησίαν ἄγει. ὅτε δὲ κατηρᾶτο, ἡσυχῇ ηὔχετο·
ἐπʼ ὀλέθρῳ γὰρ ἀνθρώπων ἡ αἴτησις.
453. ἤδη μέν ποτʼ ἐμεῦ πάρος ἔκλυες] ἐλεύθερον καὶ προσακτικὸν τὸ χάριτας εἰδέναι. φησὶν οὖν, εἰ προήκουσάς μου, καὶ νῦν δίκαιος εἶ ἀκοῦσαι.
454. ὅτι κατὰ τὴν Πατρόκλου ἔξοδον (Il. 16, 237) οὐκ ὀρθῶς μετηνέχθη ἐντεῦθεν. οὐ γὰρ εἰκότως Ἀχιλλεὺς ἐπιχαίρει τῇ ἥττῃ τῶν Ἑλλήνων. ὁ δὲ Χρύσης βάρβαρος καὶ μισέλλην.
457. τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων] δεξιὸν καὶ παιδευτικὸν τὸ παραχρῆμα μετατίθεσθαι εἰς ἔλεον τὸν θεόν.
458. προβάλοντο] προεβάλοντο εἰς τὸν βωμόν· ἔστι δὲ τὸ σχῆμα ὁμοιοτέλευτον.
459. αὐέρυσαν] τὸ αὖ τὸ πάλιν δηλοῖ. Κυμαίων δὲ ἔθος τὸ αὐερύειν, αἰτούντων τὸν θεὸν ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω αὐτοὺς ἕλκειν. τηρεῖ δὲ τὰ Ἑλληνικὰ ἔθη.
460. μηρούς τʼ ἐξέταμον] ἐπεὶ στάσεως αἴτια μᾶλλον τῶν ἄλλων ὀστῶν. τὸ δὲ λίπος ὡς λαμπρὸν, ἢ διὰ τὸ καίεσθαι διʼ αὐτοῦ τὰ μηρία.
461. δίπτυχα ὡς ὑπόβρυχα· ὧν τῷ μὲν ἑνὶ ἐπετίθετο ὁ μηρὸς, θατέρῳ δὲ τὰ ἄκρα.
ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν] ἀλλαχοῦ ἡρμήνευσε τί ἐστι τὸ ὠμοθέ- τησαν· “ὁ δʼ ὠμοθετεῖτο συβώτης, πάντοθεν ἀρχόμενος μελέων ἐς πίονα δημόν” (Od. 14, 428).
462. * καῖε δʼ ἐπὶ σχίζῃς] ἠγνόησάν τινες τὸν θυοσκόον, ἀποδι-
δόντες τὸν αὐτὸν μάντιν. δοκεῖ δέ μοι ἱερέα αὐτὸν ἀποδιδόναι, ἀπὸ τοῦ
οὖν θυοσκόος ὁ ἱερεύων τοῖς θεοῖς ἐκ τῶν ἰδίων, καὶ εἴ τις ἄλλος
βούλοιτο. πῶς οὖν ὁ Λειώδης φησὶν “αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσ-
κόος οὐδὲν ἐοργὼς κείσομαι” (Od. 22, 318); πρὸς ὃν ἀποκρίνεται
“εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι, πολλάκι μου μέλλεις
ἀρήμεναι ἐν μεγάροισι τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι.”
τοὺς γὰρ ἱερέας ποιεῖ καὶ καταρωμένους, ὥσπερ τὸν Χρύσην, οὐ
τοὺς μάντεις. ὅταν οὖν εἴπῃ “ἢ οἱ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες”
(Il. 24, 221), οὐ δεῖ συνάπτειν τῷ θυοσκόοι ἢ ἱερῆες, ἀλλʼ ἢ θυο-
σκόοι ἢ ἱερῆες, ἵνʼ ᾖ ἐπίθετον τῶν ἱερέων τὸ θυοσκόοι, τὰ τεθυμένα
καίοντες· ὁ γὰρ διαζευκτικὸς ἄλλους καὶ ἄλλους δηλοῖ, ὡς τὸ “ἀλλʼ
ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον” (62). περὶ
τριῶν γὰρ ἔφη, περὶ μάντεως, ὃς ἐκ σημείων ἢ τεράτων ἢ οἰωνῶν ἢ
ἔκ τινων συμβόλων ἢ ἀποβάντων λέγει καὶ μαντεύεται, ὡς ὁ Κάλχας
ἐκ τοῦ λοιμοῦ τὴν Ἀπόλλωνος μῆνιν, ἐκ τοῦ δράκοντος καὶ τῶν
στρουθῶν τὰ περὶ τὴν πόρθησιν τοῦ Ἰλίου· ὁ δὲ Θεοκλύμενος ἐξ
οἰωνῶν, ἀετὸν θεασάμενος τίλλοντα πέλειαν (Od. 15, 529)· καὶ ἡ
Ἑλένη ἐπὶ τῶν ἁρπασάντων τὸν ἥμερον χῆνα ἐκ τῆς αὐλῆς “κλῦτέ
μοι, αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ἀθάνατοι βάλλουσιν”
(Od. 15, 172). ὁ μὲν οὖν μάντις τοιοῦτος. ὁ δὲ ἱερεὺς ἀρᾶται καὶ
εὔχεται τῷ θεῷ, οὗπερ καὶ τὴν ἱερωσύνην ἔχει, ὡς ὁ Χρύσης κατα-
ρᾶται μὴ τυχὼν τῆς θυγατρὸς, καὶ πάλιν τυχὼν ὑπερεύχεται. ὁ δʼ
ὀνειροπόλος ἔμπειρός ἐστιν ἀποκρίνεσθαι ὀνείρατα, ὥσπερ Πηνελόπη
(Od. 19, 535) τὸν Ὀδυσσέα καὶ τοὺς χῆνας ὁραθέντας ἐπερωτᾷ
ἐνύπνια διελέσθαι καὶ σαφηνίσαι. καί τινα Εὐρυδάμαντα ὀνειρο-
πόλον γέροντά φησι μὴ κρίνασθαι τοῖς ἑαυτοῦ παισὶν ὀνείρους, ὁπότε
ἤρχοντο ἐπὶ τὸν πόλεμον (Il. 5, 150), οὐ μὰ Δία θεασάμενος
αὐτός. οὐδὲ μὴν ἐκείνους ἰδεῖν ἔφη, ἐξ ὧν καὶ ἔμελλεν ὁ πατὴρ
κρίνειν αὐτοῖς τὸ μέλλον. ὅτι δὲ διέζευκται ὁ θυοσκόος ἱερεὺς τοῦ
μάντεως δῆλον “τῶν οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες.”
463. πεμπώβολα] διὰ τὸ μὴ συμπεσεῖν τῷ πεντώβολον. καὶ τοὺς μὲν ἄλλους τρισὶν ὀβελοῖς πείρειν, Κυμαίους δὲ πέντε φασίν.
464. μῆῤ] ἀπὸ τοῦ μηρία συνεκόπη καὶ ἐγένετο μῆρα, καὶ κατὰ
ἀποκοπὴν μῆῤ. δηλοῖ δὲ τὰ ἐναγίσματα τῶν θεῶν. Ἰακῶς δὲ τὸ
πάσαντο προενεκτέον. σπλάγχνα δὲ ἀντὶ τοῦ τῶν σπλάγχνων, ὅ ἐστι
τῶν ἐντοσθιδίων, ἥπατος, νεφρῶν καὶ τῶν ἑξῆς. τούτων δὲ πάντων
ἀπεγεύοντο, ἀπὸ σπλάγχνων καὶ ψυχικῆς σπουδῆς δίδοντες τὰς
θυσίας.
*ἐπάσαντο] ἔστι μέσος ἀόριστος πρότερος· τὸ θέμα πατῶ, ὃ
σημαίνει τὸ ἐσθίω, ὁ μέλλων πατήσω καὶ κατὰ συγκοπὴν πάσω.
ἐντεῦθεν γέγονε καὶ φάτνη, ὁ τόπος ἐν ᾧ ἐσθίουσι τὰ ἄλογα. τὸ δὲ
πατῶ, ὃ σημαίνει τὸ ἐσθίω, γίνεται παρὰ τὸ μασσῶ τὸ μαλάσσω.
ὅθεν καὶ πασᾶσθαι παρὰ τὸ μασᾶσθαι, τροπῇ τοῦ μ εἰς π, καὶ
ἀναδρομῇ τοῦ τόνου πάσασθαι.
465. μίστυλλόν τʼ ἄρα τἄλλα] παρὰ τὸ μεῖον, μείως ἔτιλλον, καὶ
κατὰ συγκοπὴν μίστυλλον. οὐκ ἔχει δὲ τὸ ε ὡς οὐδὲ τὸ ο μικρὸν, παρὰ
τὸ μεῖον ὄν. τὸ δὲ τἄλλα κατὰ συναλοιφήν ἐστιν, ὡς τἄργα. ὁ δὲ
Ἡρωδιανὸς τὸν τέ παραπληρωματικὸν ἀποδέχεται· καὶ λείπει τὸ
ἄρθρον Ὁμηρικῷ ἔθει.
466. ὤπτησάν τε περιφραδέως] ἐμπειρίας γὰρ δεῖ τοῖς ὀπτῶσι·
καὶ ὀπτᾶν δὲ εἴρηται διὰ τὸ πυκνότερον ἐποπτεύειν τὸν ὀπτῶντα.
467. πόνου] τοῦ τῆς ἱερουργίας πόνου, ἤτοι τῆς ἐνεργείας· οὐδέ- ποτε γὰρ πόνον τὴν ἀλγηδόνα φησὶν ὁ ποιητής. ἐνίοτε δὲ καὶ τὴν ταλαιπωρίαν δηλοῖ· “ἦ μὴν καὶ πόνος ἐστί” (Il. 2, 291). νῦν δὲ τὴν περὶ τὴν ἱεροποιίαν σπουδήν.
τετύκοντο] τεύχω ἔτυχον ἐτυχόμην ἐτύχοντο· ποιητικὸς ἢ Ἰωνικὸς διπλασιασμὸς οἰκεῖος τοῖς δευτέροις ἀορίστοις μετὰ τροπῆς, καὶ γίνεται τετύκοντο, ὥσπερ παρὰ τὸ χάζω κεχάδοντο· “κεχάροντο δὲ πάντες Ἀχαιοί” (Od. 4, 344).
468. ἐΐσης] τῆς ἴσως πᾶσιν ἐπιγινομένης διὰ τὸν ἔρωτα. ἢ τῆς
μεριζομένης, ἐπεὶ κἀν τοῖς εὐτελέσι τὴν ἰσότητα ἐτήρουν· δαιτρὸν
γάρ φησι (Il. 4, 262) πίνουσιν.
469. τὸ μὲν ἔρος ὡς Αἰολικὸν ψιλωτέον, ἢ καθὸ τὸ ε καὶ ᾱ πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου ψιλοῦται. τὸ δὲ ἕντο δασυντέον· ἔστι γὰρ παρὰ τὸ ἵημι, καὶ ὁ δεύτερος ἀόριστος ἧν, καὶ εἵς ἡ μετοχὴ καὶ ἀφείς, τὸ παθητικὸν ἕμαι, ἕμην ἕσο ἕτο ἕντο. ταῦτα δὲ καὶ πλεονά- ζουσι τῷ ι πολλαχοῦ.
ἀστικὸν δὲ τὸ μὴ φάναι ὅτι μέχρι κόρου ἤσθιον· τοῦτο γὰρ δου- λοπρεπὲς, ὡς ἐπὶ Εὐμαίου “πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος βῆ ῥ᾿ ἴμεναι μεθʼ ὕας” (Od. 17, 603). λέγουσι δὲ τὸ μὲν ἔρος ἐπὶ πάντων λέγεσθαι, τὸ δὲ ἔρως ἐπὶ μόνων τῶν ἀφροδισίων.
470. κοῦροι μὲν κρητῆρας] ἀρχαῖον ἔθος οἰνοχοεῖν τοὺς νέους·
οἰνοχόει δὲ υἱὸς Μενελάου. “ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο οἶνον
ἐνοινοχοεῦντες” (Od. 3, 471). διὸ καὶ παῖδας μέχρι νῦν τοὺς δούλους
φαμέν· καὶ Γανυμήδης καὶ Ἥβη ὑπηρέται θεῶν.
ἐπεστέψαντο ποτοῖο] ὑπὲρ τὸ χεῖλος ἐπλήρωσαν, ὡς δοκεῖν ἐστέφθαι τῷ ὑγρῷ· “κρητῆρας” γὰρ “ἐπιστεφέας οἴνοιο” διέδωκαν (Il. 8, 232).
471. νώμησαν] διέδωκαν. ἐπαρξάμενοι δὲ, ἐπιχέαντες. ὁ δὲ νοῦς οὕτως, τῇ οἰνοχοῇ ἐπιχέαντες τοῖς ποτηρίοις διέδωκαν πᾶσιν· ἢ ἀπαρξάμενοι σπονδὴν τοῖς θεοῖς, πᾶσιν ἐνώμησαν. νέμω δὲ νωμῶ ὡς τρέχω τρωχῶ. τὸ δὲ δεπάεσσι πλεονασμῷ τοῦ ε ὡς πλέοσι πλεό- νεσσι.
472. πανημέριοι] πᾶν τὸ λοιπὸν τῆς ἡμέρας εἰς τὴν ὠδὴν ἀνα- λίσκοντες· ο ὐγὰρ διʼ ὅλης τῆς ἡμέρας. ἡ δὲ μολπή ποτὲ καὶ ἐπὶ παιδιᾶς τίθεται· “ἤρχετο μολπῆς” (Od. 6, 101). κυνῶν τε μέλ- πηθρα τὰ ἐπορχήματά φησιν (Il. 13, 233).
473. καλὸν ἀείδοντες παιήονα] οὔτε τὸν Ἀπόλλωνα οὔτε τὸν
ἰατρὸν τῶν θεῶν, ἀλλὰ τὸν ὕμνον· παιήων γὰρ καὶ παιὰν ὕμνοι εἰσὶν
ἐπὶ καταπαύσει λοιμοῦ ᾀδόμενοι, πολλάκις καὶ προσδοκωμένου τοῦ
δεινοῦ. πέντε δὲ αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαὶ, σωφρονιστικόν, ὡς τὸ
τοῦ ἀοιδοῦ Κλυταιμνήστρας (Od. 3, 267)· ἐγκωμιαστικόν, οἷον
Ἀχιλλεὺς εὕρηται ᾄδων (Il. 9, 189)· παιανικόν, ὡς νῦν· θρηνητικόν,
ὅπερ ἐπὶ γυναικῶν μᾶλλον τάσσει, καὶ ὑπορχηματικόν.
474. ὁ δὲ φρένα τέρπετʼ ἀκούων] ὡς μουσηγέτης, ἢ ὅτι κάλλιστος τῶν εἰς θεοὺς δώρων ὁ λόγος. ἀθετεῖται δὲ ὁ στίχος.
*διδάσκει ἡμᾶς ὁ ποιητὴς ὅτι πλέον τῶν θυσιῶν τέρπονται οἱ θεοὶ ἕκαστος τοῖς οἰκείοις ὕμνοις.
475. ἦμος δʼ ἠέλιος] ὅρος τοῦ κατὰ φύσιν ὕπνου καὶ παρὰ θεοῖς καὶ παῤ ἀνθρώποις ἡλίου δύσις. καὶ ἄλλως “οὐ γὰρ ἔοικε δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι” (Od. 3, 335).
476. παρὰ πρυμνήσια νηός] ἵνα ἐὰν εὔφορος αὔρα γένηται, αἴσθωνται κινηθείσης τῆς νεώς.
477. ἠριγένεια] ἡ ἐκ τοῦ ἦρι γεννωμένη· “ἦρι μάλʼ Ἑλλήσπον-
τον” (Il. 9, 360)· ὡς λυκηγενής, τριτογενής· ὅλα γὰρ ταῦτα εἰς
πάθος ἀναλύεται, οὐκ εἰς ἐνέργειαν. γίνεται δὲ ἐκ τοῦ ἀήρ ἀέρος
ἀέρι καὶ ἦρι. τὸ δὲ ῥοδοδάκτυλος συνεκδοχή ἐστιν· ἀπὸ γὰρ τοῦ
μέρους τὸ ὅλον καλεῖ. λέγει δὲ τὴν πολύφωτον· τὴν δὲ πολύσκοτον
κροκόπεπλον.
479. ἴκμενον] ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης ἄνεμος γίνεται.
διὸ ψιλωτέον· οὐ γὰρ ἀπὸ τοῦ ἱκνεῖσθαι. ἅμα δὲ φύσιν ἀνέμων
διδάσκει· καὶ τὸ στυγνὸν σκεδάζει τοῦ λοιμοῦ.
*τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων] τὸ περὶ τὸν ἥλιον
ἐσπουδακὼς ἰδίωμα δηλοῦν φησὶν ὁ ποιητὴς “τοῖσι δʼ ἴκμενον οὖρον
ἵει ἑκάεργος Ἀπόλλων.” ἄχρι γὰρ οὐδέπω φλογώδης οὐδʼ ἔμπυρος
ὁ πρὸς μεσημβρίαν δρόμος αὐτοῦ νένευκεν, ἡ δροσώδης ἰκμὰς ὑγρὸν
τὸ περιέχον ἀφεῖσα ἀμυδρὰ καὶ νωθῆ παραπέμπεται τὰ πρὸς ἕω
πνεύματα. διὰ τοῦτο ὄρθριον ὁ ἥλιος αὐτοὺς ἐναυστόλησεν ἱκανὸν
ἀποστείλας ἄνεμον τὸν ἐκ τῆς ἰκμάδος πνέοντα.
480. ἔστιν ἰδεῖν λυόμενον ἄρμενον καὶ ὑπὸ τοῦ ἀνέμου ἐπαιρόμενον.
481. πρῆσεν] ἐφύσησεν. ὑπέγραψε δὲ τὴν οὐριοδρομοῦσαν ναῦν.
συγχαίρων. δὲ αὐτοῖς νῦν καλλιγραφεῖ τὸν ἀπόπλουν, οὐχ ὅτε
ἀπῄεσαν.
Ἀριστοτέλης φησὶν ὡς κινούμενα ὀνόματα γράφει ὁ ποιητής.
482. στείρῃ] τῇ τρόπιδι τῆς νεὼς, ἐπεὶ στερεωτέρα τῶν σανίδων
483. κατὰ κῦμα] ἀντὶ τοῦ κατὰ κύματος. τὸ δὲ πρὸς κῦμα ἐναντίωσιν σημαίνει.
486. ὑψοῦ ἐπὶ ψαμάθοις] καὶ ἡ ποταμία οὕτως καλεῖται·
“κείμενον ἐν ψαμάθοις Αἰσήποιο.”
διδάσκει πολὺ ἀπὸ θαλάττης νεωλκεῖν ὑφορωμένους τὴν πλήμ- μυραν.
ἕρματα] δασύνεται· τὰ γὰρ βραχέα πρὸ τοῦ ρ ἐπαγομένου τοῦ μ δασύνεται πλὴν τοῦ ἄρμενον.
*Πορφυρίου. ἕρματα ἐξηγοῦνται τὰ ὑπερείσματα. γέγονε δὲ
ἀπὸ τοῦ ἐνεῖρθαι καὶ ἐρηρεῖσθαι τῇ γῇ. οὕτως οὖν καὶ τὰ ἐλλόβια
ἕρματα εἴρηται, παρὰ τὸ ἐνεῖρθαι· “ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρή-
τοισι λοβοῖσιν” (Il. 15, 182). καὶ ἑρμίς ὁ κλινόπους, τὸ οἷον ἕρμα
καὶ ἐρηρεισμένον κατὰ τῆς γῆς. καὶ “ἡμεῖς δʼ ἕρμα πόληος ἀπέ-
κταμεν” (Od. 23, 121), τὸ ἔρεισμα καὶ θεμέλιον, ἐκ τοῦ ἐρηρεῖσθαι
ἐν τῇ ἔρᾳ. καὶ ὅρμος δὲ ὁ περιδέραιος κόσμος· “χρύσεον ἴρμον
ἔχων.” εἶτʼ ἐτυμολογεῖ· “μετὰ δʼ ἠλέκτροισιν ἔερτο” (Od. 15,
459).
487. αὐτοὶ δʼ ἐσκίδναντο] περισσὸν τὸ ἀποπρεσβεύεσθαι πρὸς
Ἀγαμέμνονα· φανερὸν γὰρ ἦν ἀπὸ τῆς παύσεως τοῦ λοιμοῦ.
490. οὔτε ποτʼ εἰς ἀγορὴν—] δύο οἶδεν ἀνδρῶν ἀρετὰς, πρᾶξιν καὶ λόγον· προκρίνει δὲ τὸν λόγον. καὶ ἀλλαχοῦ “ἔργα οὔπω εἰδόθ᾿ ὁμοιίου πολέμοιο οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσιν” (Il. 9, 440).
εἰκὸς κατὰ τὸ σιωπώμενον καὶ ἐκκλησίαν καὶ πόλεμον πρὸς
τοὺς περιοίκους γενέσθαι· ἐφʼ ἑκάστης γὰρ συνῄεσαν “νηῒ παρὰ
πρυμνῇ Ἀγαμέμνονος” (Il. 8, 382). αὐτὸς δὲ ἦν ὁ ἐπὶ τοὺς πολε-
μίους ἐξάγων, ὅπερ οὐκ ἐποίει νῦν. εὖ δὲ τῶν γενναίων ψυχῶν φθορὰν
εἶπε τὴν ἀργίαν· τοῖς πρακτικοῖς γὰρ ἡ ἀργία φθορά ἐστι· “κεῖτο
γὰρ ἐν νήεσσί” φησι (Il. 2, 688), καὶ “κεῖτʼ ἀπομηνίσας” (ib. 772).
493. ἐκ τούτου λέγει τοῦ χρόνου, τοῦ τῆς μήνιδος. εἶπε γὰρ ἡ Θέτις “χθιζὸς ἔβη μετὰ δαῖτα” (424).
497. ἠερίη] ἐπιρρηματικῶς. διδάσκει δὲ καὶ τῶν ἐντεύξεων τὸν καιρόν· ὁ γὰρ ἑωθινὸς ἥσυχος καὶ νηφάλιος.
οὐρανὸν] οὕτω καὶ τὸ στερέωμα καλεῖ (“οὐρανοῦ ἐκκατέπαλτο” Il. 19, 351) καὶ τὸν ὑπερνέφιον τόπον. αἱ δὲ κορυφαὶ τῶν ὀρέων ὑπερνέφιοί εἰσιν.
498. εὐρύοπα] ψιλῶς μεγαλόφωνον, ὡς τὸ ἐριβρεμέτης. ἢ μεγα- λόφθαλμον, διὰ τὸ προνοητικόν. ἰδίᾳ δὲ κάθηται διὰ τὴν ἐξοχήν· “ὁ δʼ ἀφήμενος οὐκ ἀλεγίζει᾿ (Il. 15, 106). ἅμα δὲ καὶ πρὸς τὸ παρόν.
501. δεξιτερῇ δʼ ἄῤ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα] εἰκόνα δεομένου ὡς
ἐν γραφῇ προέβαλεν. ἱκανὸν δὲ τὸ σχῆμα ἐπικλάσαι αὐτόν. τὸ δὲ
ὑπολαβοῦσα τὸν ἀνθερεῶνα ἀντιφράζων φησὶν “ἥ οἱ γούνατʼ ἔκυσσε
καὶ λάβε χειρὶ γενείου” (Il. 8, 371). ἀγαθὰ δὲ λεχθῆναι οἰωνιζο-
μένη τοῦ γενείου αὐτοῦ προσελάβετο.
503. *ἀθανάτοισι] τὸ ἀθάνατον ἐπὶ ἐμψύχων, τὸ δὲ ἄφθιτον ἐπὶ
ἀψύχων οἱ φιλόσοφοι τάττουσιν. ὁ δὲ Πλάτων, ἀθάνατον εἶναι λέγων
τὴν ψυχὴν, ἀθανάτοις ὁμώνυμον εἶναι ἐπιφέρει, διότι τὸ μὲν κυρίως
ἀθάνατον καὶ κατʼ οὐσίαν καὶ κατʼ ἐνέργειάν ἐστιν ἀμετάβλητον, τὴν
δὲ ψυχὴν κατʼ οὐσίαν μὲν οἶδεν ἀθάνατον, οὐκέτι δὲ καὶ κατʼ ἐνέργειαν.
οὕτω δʼ ἂν εἴποις καὶ τὰ οὐράνια ἀθανάτοις ὁμώνυμα· μεταβάλλει
γὰρ καὶ αὐτὰ, εἰ καὶ μὴ κατʼ οὐσίαν, ἀλλὰ κατὰ τόπον. ὅτι δὲ
πάθος τῆς ζωῆς ἡ ἀθανασία καὶ σύμπτωμά τι (ἐπὶ ὑποθέσει γάρ
τινι δείκνυται ἐκ θνητοῦ ἀθάνατον γίγνεσθαι), προεγράφη ἐν τῷ
περὶ πάθους· ὁ δὲ τὴν ἀθανασίαν ὁριζόμενος στέρησιν θανάτου
ἁμαρτάνει· οὐ γὰρ στέρησις θανάτου ἡ ἀθανασία, ἀλλʼ ἐν ἕξει καὶ
διαθέσει.
ὄνησα] πεφεισμένως ὠφέλειαν εἶπε τὴν τῆς ἀρχῆς σωτηρίαν· ὑπέμνησε μέντοι τῆς χάριτος, ἀλλʼ οὐκ ὠνείδισεν.
504. ἔνιοι μέν φασιν ὅτι καὶ λόγῳ ὤνησε τὸν Δία καὶ ἔργῳ, λόγῳ
μὲν βοηθὸν ἐλθεῖν πείσασα τὸν Βριάρεων, ἔργῳ δὲ διὰ τὸ μηκέτι
δεθῆναι. ἄμεινον δὲ φάσκειν ὅτι προσέθηκε τὸ λόγῳ καὶ μὴ γενό-
μενον, ἵνα μὴ δοκῇ φανερῶς ὀνειδίζειν τὸ ἔργον.
505. τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων] εἰς ἔλεον ἐπάγει
τὴν ἀωρίαν τοῦ παιδὸς οἰκτισαμένη, καὶ δεικνύουσα ὅτι βίου πολυ-
χρονίου προκρίνας τιμὴν καὶ ταύτης συνεστέρηται. ἐν βραχεῖ δὲ
πάντα πέφρασται. καλῶς δὲ οὐκ εἶπε τίμησον Ἀχιλλέα· ἀγωγὸν
εἰ ἐγὼ ἀλλοτρίους ὠφέλησα, πῶς οὐ δίκαιον ἐμὲ παρακαλεῖν ὑπὲρ τοῦ ἐμοῦ παιδὸς, καὶ ταῦτα ὑβρισθέντος καὶ δυστυχοῦντος; πλήρω- σον οὖν μοι τὴν αἴτησιν.
508. σύ περ] ἠθικὸν τὸ σύ· ὃν ἐκεῖνος ὕβρισε, σὺ μὴ ὑπερόψει.
509. τόφρα δʼ—] ἐλάχιστον ὁρίζει καιρὸν πρὸς πειθώ. κακῶς δὲ τὸ ἀναφορικόν. ἀλλαχοῦ δέ “ὄφρα μὲν ἠέλιος, τόφρα μάλʼ ἀμφο- τέρων βέλεʼ ἥπτετο” (Il. 16, 777).
510. ὀφέλλωσιν] αὐξήσωσιν αὐτὸν τῇ τιμῇ. εἰκότως δὲ τὸ τῆς
τιμῆς ὄνομα πολλάκις ἀνακυκλεῖ. τοῖς γὰρ ἀγαθοῖς ἀνδράσι τιμὴ
φίλον, ἀτιμία δʼ ἐχθρόν.
511. τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς] ὅτι μετʼ ἐπισκέ-
ψεως ποιεῖσθαι τὰς ἀποκρίσεις δεῖ, ὅπου καὶ ὁ Ζεὺς σκέπτεται· ἅμα
δὲ καὶ ὅτι περὶ πάσης ἐνθυμεῖται τῆς Ἰλιακῆς περικετείας. τὸ δὲ τί
περιττόν.
512. ὡς ἥψατο γούνων] ὅσπερ, ἀναφορικῶς. διδάσκει δὲ ἡμᾶς ὁ ποιητὴς μὴ ἀποκάμνειν ἐν ταῖς ἱκεσίαις.
513. ὣς ἔχετʼ ἐμπεφυυῖα] οὕτως, ἀνταποδοτικῶς. ἐμφαντικὴ δὲ
ἡ μεταφορὰ, ὥσπερ ἡνωμένης. διάστημα δὲ δίδωσιν, ἐπικλῶσα
αὐτὸν εἰς ἔλεον τῷ σχήματι καὶ τῷ λόγῳ.
εἴρετο] ἔλεγεν· “εἴροντο δὲ κήδεʼ ἑκάστη” (Od. 11, 542).
51. ἐπεὶ οὔ τοι ἔπι δέος] ἐπεί σύνδεσμος, ἔπι πρόθεσις ἀναστρα-
φεῖσα. οὐδένα φοβῇ ἀρνήσασθαι καὶ συγκαταθέσθαι. τοῦτο δὲ
δυσωπητικόν· καὶ ὅτι ὁ τηλικαύτην ὀφειλήσας χάριν οὐδὲ τὴν τυχοῦ-
σαν χαριεῖται.
516. ἀτιμοτάτη θεός εἰμι] ἣν ἔδει καὶ λίαν τιμιωτάτην εἶναι παρὰ σοί. πιθανῶς δὲ οὐκ εἶπεν ὅσον ἀχάριστος περὶ πάντας εἶ, ἑαυτὴν δὲ ἀτιμοτάτην ἔσεσθαι.
517. ὀχθήσας] εἰς ὕψος ἐπάρας τὸν θυμὸν, παρὰ τοὺς ὄχθους· ἢ
μεγάλως ἀχθεσθεὶς, παρὰ τὸ ἄχθος. ἐντέχνως δὲ ηὔξησε τὴν χάριν,
διʼ αὐτὴν φάσκων τὴν εἰς τοὺς φιλτάτους παρορᾶν τιμήν.
519. Ἥρῃ, ὅτʼ ἄν μʼ ἐρέθῃσιν] Ἀρίσταρχος τὸ Ἥρη κατʼ εὐθεῖάν
520. αὕτως] μάτην, ψευδῶς, ἐμοῦ μὴ ταῖς ἀληθείαις ἐπικουροῦν-
τος αὐτοῖς. ἄκρως δὲ γυναικεῖον ἦθος ἐξέθετο· ὑποπτεύουσι γὰρ
ἅπαντα, καὶ τοῖς ἀνδράσιν ὀνειδίζουσιν ὡς οὐ πράττουσι τὰ αὐταῖς
κεχαρισμένα.
523. ταῦτα μελήσεται] μελήσει δέ μοι πῶς ταῦτα τελέσω. τῆς δωρεᾶς δὲ ἐμφήνας τὸ μέγεθος, ὅτι τε τῇ γυναικὶ προσκρούσει διʼ αὐτὴν, ὅμως ἐπὶ τέλει ἐπινεύει, διδάσκοντος τοῦ ποιητοῦ ὡς μέγιστόν ἐστιν ἀποδιδόναι χάριν ὀφείλοντα.
524. κεφαλῇ] τὸ λογιστικὸν περὶ κεφαλὴν, τὸ θυμικὸν περὶ καρ- δίαν (“κραδίη δέ οἱ ἔνδον ὑλάκτει Od. 20, 13), τὸ ἐπιθυμητικὸν περὶ ἧπαρ. “ἧπαρ ἔκειρον” (Od. 11, 578).
*Πορφυρίου. διὰ τί ὑποσχόμενος ὁ Ζεὺς τῇ Θέτιδι ἐπικρατεστέ-
ρους ποιῆσαι τοὺς Τρῶας οὐκ εὐθὺς τοῦτο τελεῖ, πολὺν δὲ φόνον
πρότερον ἐπιτρέψας τῶν Τρώων γενέσθαι, ὡς εἰπεῖν τὸν ποιητὴν “ἔνθα
κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλ-
κείῃσι δαμέντες” (Il. 6, 73), τότε τῇ ὑποσχέσει προστίθεται;
ῥητέον δὲ ὅτι τῶν ὅρκων παρὰ τῶν Τρώων συγχυθέντων τιμωρίαν
δοῦναι πρότερον τοὺς παραβάντας ἠξίωσεν καὶ πολλῶν διὰ τοῦτο
ἀνῃρημένων ὡς εἰς ἀπόγνωσιν τῶν πραγμάτων ἀφικέσθαι καὶ
βουλὰς τοῦ δεῖν ἀποδοῦναι τὴν Ἑλένην. τότε λυσάντων τῶν
Ἑλλήνων τὴν παράβασιν ἐκ τοῦ μὴ δέξασθαι τὰ πεμφθέντα ἐκ
τῆς Ἰλίου ἐπαγγέλματα διὰ τοῦ Ἰδαίου ἔχοντα οὕτως. “ἠνώγει
Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ εἰπέμεν, αἴ κέ περ ὔμμι φίλον
καὶ ἡδὺ γένοιτο, μῦθον Ἀλεξάνδροιο, οὗ εἵνεκα νεῖκος ὄρωρε· κτήματα
μὲν ὅσ᾿ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν ἠγάγετο Τροίηνδ᾿, ὡς πρὶν
ὤφελλ᾿ ἀπολέσθαι, ἂψ ἐθέλει δόμεναι καὶ ἔτʼ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι,
κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο οὔ φησι δώσειν· ἦ μὴν
Τρῶές γε κέλονται” (Il. 7, 386–393). τοιαύτης γὰρ πρεσβείας
ἀφιγμένης προστίθησιν ὁ Διομήδης “μήτʼ ἄρ τις νῦν κτήματʼ
Ἀλεξάνδροιο δεχέσθω, μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός
δάνει οὕτως.” καὶ διὰ πάντων τῶν τε ἀρίστων καὶ τοῦ βασιλέως τοῦ
τε ὄχλου διελθόντος ὅτι μηδʼ ἐμμένουσι τοῖς ὅρκοις καὶ ἀποδιδόασι
τὴν Ἑλένην καὶ τὰ κτήματα καὶ ὅσα ὡμολογήθη χρὴ πείθεσθαι,
ἀλλὰ μόνον πολεμεῖν, συνέβη λύσιν γενέσθαι τῶν ὁρκίων καὶ τὴν
ἐπιορκίας δυνάμει ἄφεσιν. οὗτοι γὰρ οὐκ εἰς ἀπαίτησιν τῆς Ἑλένης
κατὰ τοὺς ὅρκους ἐτράπησαν, εἰς δὲ παραίτησιν μὲν ταύτης, πολέμου
δὲ παρασκευήν. ὅθεν καὶ τεῖχος ταῖς ναυσὶ περιβάλλοντες φαίνονται,
τοὺς μὲν ὅρκους ἐάσαντες, πρὸς ἄλλα δὲ τραπόμενοι. διὸ καὶ ἐπι-
λέγει ὁ Ἀγαμέμνων “ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης,”
ἀνελὼν τὸ δεῖν τούτοις ἐμμένειν καὶ ἐπιτρέψας αὐτοὺς τῷ Διί. ἀνῃ
ρημένου τοίνυν Πανδάρου τοῦ τοὺς ὅρκους παραβάντος καὶ θυσιῶν καὶ
λιτανειῶν γεγονυιῶν καὶ ἐπιστροφῆς πρὸς τοὺς ὅρκους διὰ τοῦ ὁμο-
λογεῖν καὶ λέγειν “δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ
αὐτῇ δώομεν Ἀτρείδῃσιν ἄγειν, νῦν δʼ ὅρκια πιστὰ ψευσάμενοι μα-
χόμεσθα, τῷ οὔ νύ τι κέρδιον ἡμῖν ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ
ῥέξωμεν ὧδε.” καὶ εἰκότως καὶ ἧττα γίνεται ὑπὸ τοῦ μὴ ἐκτελε-
σθῆναι τὰ εἰρημένα καὶ παύεται ἡ ἐκ τῆς παραβάσεως μῆνις τῶν
Ἑλλήνων ἀρνησαμένων τὴν κατὰ τοὺς ὅρκους γινομένην ἀπόδοσιν καὶ
εἰς πόλεμον παρεσκευασμένων.
526. ταῦτα παιδευτικὰ πρὸς πίστιν. τὰς δὲ αἰτίας εἶπε διʼ ἃς
οὐ τελοῦμεν τὰς ὑποσχέσεις, ἢ μετανοήσαντες, ὅπερ δηλοῖ τὸ παλιν-
άγρετον ἤτοι τὸ εὐμετάτρεπτον· ἢ παραλογιζόμενοι τοὺς δεηθέντας,
ὅπερ ἐν τῷ ἀπατηλόν νοεῖται· ἢ οὐ δυνηθέντες ἐκτελεῖν τὰς ὑποσχέ-
σεις, ὅπερ εἶχε τὸ ἀτελεύτητον.
528. κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε] ἐπένευσε ταῖς ὀφρύσι· μέρος
γὰρ καὶ αὗται τῆς κεφαλῆς. κυάνεαι δὲ αἱ μέλαιναι καὶ αἱ κατα-
πληκτικαί.
530. μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον] κατὰ συλλογισμὸν ὁ ἔπαινος·
οἷος γάρ ἐστιν ἐδήλωσε, καὶ ὅτι νεύματι τὸν Ὄλυμπον κινεῖ. περὶ
δὲ τῆς Ἥρας μετριώτερον· “σείσατο δʼ ἐνὶ θρόνῳ, ἐλέλιξε δὲ
531. διέτμαγεν] διεχωρίσθησαν. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τεμνο-
μένων σωμάτων.
532. εἰς ἅλα] πρὸς τὸν παῖδα γὰρ ἀπιοῦσα ὑπόνοιαν ἂν ἔδωκε τῇ Ἥρᾳ. τὸ δὲ ἆλτο ψιλῶς· τὸ γὰρ α καταλῆγον εἰς λ ἑνὸς τῶν τῆς τρίτης συζυγίας ἐπαγομένου ψιλοῦται.
534. ἐξ ἑδέων] δασύνεται παρὰ τὸ ἕζω. οἱ δὲ μετὰ τοῦ ρ, ἐξ
ἑδρέων. τὸ δὲ σφοῦ συγκοπῇ τοῦ σφετέρου. ἔνθεν καὶ Λυκοῦργος
ἐθέσπισεν ἐπανίστασθαι τοῖς γεραιτέροις. τοιοῦτος καὶ Τηλέμαχος.
535. ἐπερχόμενον — ἔσταν] ἀντὶ τοῦ ἐπερχομένου. ἄμεινον δὲ καὶ ἦλθον γράφειν· τοῦτο γὰρ ἐναντίον τῷ μεῖναι καὶ πλείονος τιμῆς ἐχόμενον.
538. ἀργυρόπεζα] κόσμον περὶ τὰς ὤας ἔχουσα· ἢ διὰ τοὺς αἰ- γιαλούς. ἁλίοιο δὲ γέροντος ἄδηλον Πρωτέως ἢ Φόρκυνος, εἰ μὴ διὰ τὸ “κλῦτε κασίγνηται Νηρηΐδες” (Il. 18, 52).
539. αὐτίκα κερτομίοισι] τοῖς τὸ κέαρ μειοῦσι, κατὰ ἀποκοπὴν
τοῦ ε. γυνακεῖα δὲ ἄμφω, τό τε ὑπονοῆσαι καὶ τὸ μὴ ἐπισχεῖν τοὺς
λόγους.
540. δολομῆτα] τὰ εἰς ης βαρύτονα τῷ η παραληγόμενα καὶ τὴν κλητικὴν εἰς α ἔχοντα προπερισπᾶται. ἀγκυλομῆτα, πεδῆτα, πλὴν τοῦ ἀκάκητα.
541. ἀπὸ νόσφιν ἐόντα] τὸ ἑξῆς ἀπεόντα· διὸ οὐκ ἀναστρεπτέον
τὴν ἀπό. ἡ δὲ φράσις συνήθης ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἔρχεσθαι.
“σφῶῖν μέντʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας” (Il. 4, 341) ἀντὶ
τοῦ ἐοῦσιν.
542. δυσχεραίνουσιν αἱ γυναῖκες, εἰ μὴ πάντα αὐταῖς ἀνακοι- νοῖντο οἱ ἄνδρες. ἀρχοντικὸν δὲ τὸ δικάζειν.
544. πατὴρ ἀνδρῶν τε θεῶν τε] διὰ τί τὸν Δία μόνον τῶν θεῶν
οὕτω καλεῖ; ὅτι τὸ συναμφότερον ἔχει οὗτος μόνος· θεῶν μἐν γάρ
ἐστι πατὴρ καθʼ Ὀμηρον Ἀπόλλωνος, Πφαίστου, Ἄρεως, ῦρμοῦ,
Διονύσου, λαρίτων, Μουσῶν, Ἀφροδίτης, καὶ πολλῶν θνητῶν, Σαρ-
545. μὴ δὴ πάντας] θεσπίζει μὴ πάντα ὀφείλειν αὐταῖς κοινοῦ- σθαι, ὅπως εἰ καί τι μάθοιεν, ἀγαπῷεν. ἀκόλουθα δὲ τούτοις καὶ τὰ παρὰ Ἀγαμέμνονος πρὸς Ὀδυσσέα λεγόμενα “ἀλλὰ τὸ μὲν φάσθαι ἔπος, τὸ δʼ ἐνὶ φρεσὶ κεύθειν” (Od. 11, 443).
547. πράως διαλεγόμενος ὡς τιμὴν αὐτῇ περιάπτει. ἔστι δὲ καὶ
βιωτικῶν μιμητικὰ, πρῶτον ἠπίως ἀρξάμενον ἐπάγειν τὰς ἀπειλὰς
ὕστερον.
552. ποῖον τὸν μῦθον] τὸν ποῖον μῦθον, Ἀττικῶς προσελθόντος τοῦ ἄρθρου τῷ πύσματι.
553. ἄμφω διὰ τοῦ τ, ἵνʼ ᾖ ἐμφαντικὸν δὶς λεγόμενον. καὶ ἐν
τῇ ἀπολογίᾳ δὲ μέμφεται ὡς ἀεὶ ἰδιάζοντος αὐτοῦ. ἔθος δὲ γυναιξὶν
ἀρνεῖσθαι ὅτι ποτὲ παρηνώχλησαν τοῖς ἀνδράσιν.
554. εὔκηλος] ἡ ευ πρὸ συμφώνου ψιλοῦται, πλὴν τοῦ εὕδω, εὑρί- σκω. τὸ γὰρ εὖσεν ἀπὸ τοῦ εὔω.
ὥσσ᾿ ] φασὶ τρία σημαίνειν τὴν λέξιν, τὸ τινά, τὸ ἅτινα, τὸ ὅσα. καὶ
ἀεὶ ψιλοῦται, πλὴν τοῦ ὅτε δηλοῖ τὸ ἅτινα· τότε γὰρ δασύνεται,
καὶ ἔστι κατὰ Ἡρωδιανὸν δύο μέρη λόγου, τὸ ἃ ἄρθρον καὶ τὸ σά
Μεγαρικὸν, δηλοῦν τὸ τινά. ἐν δὲ τῷ προκειμένῳ στίχῳ ψιλοῖ τὸ
ἄσσα, καὶ ἀξιοῖ δηλοῦν τὸ ὅσα.
557. ἠθικῶς δεδοικέναι φησὶ μὴ πλεονεκτηθῇ ὑπὸ Θέτιδος. τὸ δὲ
κατανεῦσαι καὶ τὸ ἠερίη ἐλεγχούσης εἰσίν.
561. δαιμονίη] μακαρία, ἐν σαρκασμῷ. τὸ δὲ ὀΐεαι ἀπὸ τοῦ οἴει. ἔχει δὲ διαιρέσεις δύο.
563. ῥίγιον ἔσται] ἡ γὰρ ἄγνοια οὐ τοσοῦτον λυπεῖ ὅσον τὸ ἀπο- θύμιον εἶναι.
564. εἰ δʼ οὕτω] εἰ συνεθέμην δὲ, πάντως τοῦτο κατὰ τὸ ἐμοὶ ἀρέσκον ἐποίησα. ἀρχοντικῶς δὲ οὔτε συντίθεται οὔτε ἀρνεῖται.
καὶ ἔργοις κολάζει, διδάσκοντος ἴσως τοῦ ποιητοῦ ὅτι ἀφόρητον ἂν εἴη γυνὴ μὴ καθʼ ὥραν ἐπιτιμωμένη. ἀποπαύει δὲ διὰ τούτου καὶ τὴν τῶν λοιπῶν πολυπραγμοσύνην.
568. ἀάπτους] Ἡρωδιανὸς παρὰ τὸ ἰάπτω, ὃ σημαίνει τὸ βλά-
πτω, κατʼ ἔλλειψιν τοῦ καὶ πλεονασμὸν τοῦ α, ἀάπτους, ἃς οὐδεὶς
βλάψαι δύναιτο, ἢ κατʼ ἐπίτασιν τὰς δυναμένας μεγάλως βλάψαι.
τινὲς δὲ, ὧν οὐδεὶς ἅψαιτο. ἢ ἀπτοήτους.
569. καθῆστο] τοῦ ἕζω ἐστὶν ἡ κλίσις, ἕζω ἧσμαι ἥσμην ἧσο
ἧστο, οἱ δὲ τοιοῦτοι παρακείμενοι καὶ ὑπερσυντέλικοι δισύλλαβοι,
ἔχοντες δύο σύμφωνα, ἐν τῇ συνθέσει φυλάσσουσι τὸν τόνον, κατῆρ-
μαι κατῆρτο. οὕτως καθῆστο. ἐπιγνά μψασα δὲ τὸ ἀκουσίως
πεισθεῖσα δηλοῖ. φίλον δὲ τὸ ἴδιον, ὡς “φίλα εἵματα” (Il. 2,
261). διδάσκει δὲ ὡς καὶ τὰ λίαν ἀσθενῆ μὴ κολαζόμενα λίαν εἰσὶν
ἀφόρητα.
571. *Ἥφαιστος] Ἥφαιστος ὁ θεὸς καὶ τὸ πῦρ. ὅτι Ἑρμοῦ
βασιλεύσαντος εἰς Αἴγυπτον καὶ θανόντος Ἥφαιστος παραλαμβάνει
τὴν βασιλείαν ἡμέρας ᾳχπ, ὡς γίνεσθαι ἔτη δ΄, μῆνας ζ΄, ἡμέρας η΄.
οὐκ ᾔδεισαν γὰρ τότε Αἰγύπτιοι ἐνιαυτοὺς μετρῆσαι, ἀλλὰ τὴν
περίοδον τῆς ἡμέρας ἐνιαυτὸν ἔλεγον. ἦν δὲ μυστικὸς καὶ πολεμικὸς,
διὸ καὶ θεὸν αὐτὸν ἐκάλουν· ὅστις πολεμῶν ἐπλήγη τὸν πόδα καὶ
γέγονε χωλός. ἔθηκε δὲ καὶ νόμον τοῖς Αἰγυπτίοις σωφροσύνης· οὐκ
ᾔδεισαν γὰρ μονανδρεῖν αἱ τούτων γυναῖκες. ὑπὸ δὲ μυστικῆς εὐχῆς
τὴν ὀξυλάβην ἀπὸ τοῦ ἀέρος ἐδέξατο, δι᾿ ἧς κατεσκεύασεν ἀπὸ σιδή-
ρου ὅπλα πολεμικὰ καὶ γεωργικὰ ἐργαλεῖα· πρὸ γὰρ αὐτοῦ μετὰ
ῥοπάλων καὶ λίθων ἐπολέμουν.
εἰ μὲν ἄνθρωποι ἦσαν, διὰ πρεσβυτικοῦ προσώπου τὴν στάσιν
ἔλυεν· ἀλλʼ ὅρα τὸ ἀξίωμα τοῦ Διός. Ποσειδῶν γὰρ συμβου-
λεύων ἔδοξε παραλέγειν διʼ Ἕλληνας· ἄλλως τε καὶ αἰτίαν ἔχει εἰς
Θέτιν. ὁμοίως καὶ Ἀθηνᾶ. βιωτικῶς οὖν διὰ τοῦ παιδὸς λύει τὴν
στάσιν καὶ τὸ κατηφὲς τοῦ συμποσίου, γελώμενον παρεισάγων τὸν
Ἥφαιστον. καιρὸν δὲ δίδωσι Διὶ, χάριτας εἰδὼς τῇ Θέτιδι· “εἰ
μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ” (Il. 18, 398).
572. ἔρανον καὶ ἤρανον, ὡς ἔχω ὄχανον· τὰ ἤρανα, καὶ κατὰ ἀποκοπὴν ἦρα. Ἀρίσταρχος δὲ ὑφʼ ἕν φησιν. ἀντὶ δὲ τοῦ λευκω- λένῳ Ἥρῃ ὤφειλεν εἶναι τετιημένῃ ἦτορ.
574. σφώ] πρωτόθετον αὐτήν φησιν Ἡρωδιανὸς, οὐκ ἀπὸ τῆς
σφῶϊ· διὸ ὀξύνεται· τὸ γὰρ ω τῶν δυϊκῶν ἀπέστραπται τὴν περι-
σπωμένην. τοῦτο δὲ πρὸς ἔμφασιν τῶν προσώπων. τὸ δὲ ἕνεκα
θνητῶν πρὸς εὐτελισμὸν τῆς αἰτίας. τὸ δὲ ὧδε διʼ αὔξησιν τῆς
ἔριδος.
575. κολῳόν] παρὰ τὸ κολοιός. ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ
κλωός καὶ κολωός· καὶ οὐδὲ προσγράφει τὸ ι. τοῦ δὲ κλῶ παραγωγὸν
τὸ κλάζω.
*ἀπὸ μεταφορᾶς τοῦ κολοιοῦ· θορυβῶδες γὰρ καὶ κραυγαστικὸν τὸ ὄρνεον.
576. τὸ ἦδος ψιλωτέον, ὡς τροχαϊκόν.
577. τὸ ἠμί φημί εἰμί ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον.
καὶ αὐτῇ περ νοεούσῃ] οὐ δεομένῃ παραινέσεώς τινος. ὁ δὲ κοινῇ
μὲν ἀμφοτέρους ἐπιπλήττει ἕνεκεν ἀνθρώπων διαφερομένους, ἰδίᾳ δὲ
τῇ Ἥρᾳ εἴκειν τῷ Διὶ παραινεῖ.
580. εἴπερ γάρ κʼ ἐθέλῃσιν] θωπευτικῶς τὰ τῆς δυνάμεως αὐτοῦ
προβάλλεται· ἅμα δὲ καὶ πρὸς κατάπληξιν τῆς μητρός. τὸ δὲ
ὅλον· εἰ θέλοι καταβαλεῖν ἡμᾶς ὁ Ζεύς (δυνήσεται γὰρ), σὺ δὲ
θωπεύσεις αὐτὸν, εὐθέως ἡμερωθήσεται. τοσαύτην δὲ τοῦ Διὸς δείκνυσι
πρὸς τοὺς θεοὺς ὑπεροχὴν ὅση πρὸς ἀνθρώπους ἐστὶ θεῶν.
584. ἀναΐξας] γέλωτα κινεῖ τὸ ἀναΐξας ἐπὶ χωλοῦ τιθέμενον.
γελοῖος δέ ἐστι μιμούμενος τοὺς καλλίστους οἰνοχόους, Ἥβην καὶ
Γανυμήδεα, καὶ μεμνημένος πῶς ὁ Ζεὺς τοῦ ποδὸς λαβόμενος ἔρριψεν
αὐτὸν οὐρανόθεν.
586. τέτλαθι, μῆτερ ἐμή] ὅτε κατεπράϋνε τὸν θυμὸν, τότε καὶ τὴν ἰδίαν παραίνεσιν ἐπήγαγεν.
591. *ἐγκαλοῦσιν Ὁμήρῳ περὶ τῆς τοῦ Ἡφαίστου ῥίψεως, τὸ
μὲν πρῶτον ὅτι χωλὸν αὐτὸν ὑφίσταται τὴν θείαν ἀκρωτηριάζων
φύσιν, εἶθʼ ὅτι καὶ παρὰ μικρὸν ἧκε κινδύνου· φησὶ γὰρ “πᾶν δʼ
ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι κάππεσον ἐν Λήμνῳ, ὀλίγος
δʼ ἔτι θυμὸς ἐνῆεν.” καὶ τούτοις οὖν ὑποκρύπτεταί τις Ὁμήρῳ φιλό-
πρὸς τὴν τελειότητα, τοῦ δὲ παῤ ἡμῖν πυρὸς ἡ ὕλη πρόσγειος οὖσα
φθαρτὴ καὶ διὰ τῆς ὑποτρεφούσης παῤ ἕκαστα ζωπυρουμένη, διὰ
τοῦτο τὴν μὲν ὀξυτάτην φλόγα συνεχῶς ἥλιόν τε καὶ Δία προσαγο-
ρεύει, τὸ δʼ ἐπὶ γῆς πῦρ Ἥφαιστον, ἑτοίμως ἁπτόμενόν τε καὶ
σβεννύμενον. ὅθεν εἰκότως κατὰ σύγκρισιν ἐκείνου τοῦ ὁλοκλήρου
τοῦτο νενόμισται χωλὸν εἶναι τὸ πῦρ. ἄλλως τε καὶ πᾶσα ποδῶν
πήρωσις ἀεὶ τοῦ διαστηρίζοντος ἐπιδεῖται βάκτρου, τὸ δὲ παῤ ἡμῖν
πῦρ ἄνευ τῆς τῶν ξύλων ἐπιθέσεως οὐ δυνηθὲν ἂν ἐπὶ πλέον παρα-
μεῖναι συμβολικῶς χωλὸν εἴρηται. τὸν γοῦν Ἥφαιστον οὐκ ἀλληγο-
ρικῶς ἐν ἑτέροις, ἀλλὰ διαρρήδην φησὶν Ὅμηρος πῦρ εἶναι, ὡς τὸ
“σπλάγχνα δʼ ἂρ ἐμπείραντες ὑπείρεχον Ἡφαίστοιο” (Il. 2, 426)
μεταληπτικῶς ὑπὸ τοῦ Ἡφαίστου τὰ σπλάγχνα φησὶν ὀπτᾶσθαι.
ναὶ μὴν καὶ ἀπʼ οὐρανοῦ ὑφίσταται ῥιπτόμενον αὐτόν· φυσικῶς γὰρ
κατʼ ἀρχὰς οὐδέπω τῆς τοῦ πυρὸς χρήσεως ἐπιπολαζούσης ἄνθρωποι
χρονικῶς χαλκοῖς τισὶν ὀργάνοις κατεσκευασμένοις ἐφειλκύσαντο
τοὺς ἀπὸ τῶν μετεώρων φερομένους σπινθῆρας, κατὰ τὴν μεσημβρίαν
ἐναντία τῷ ἡλίῳ τὰ ὄργανα τιθέντες. ὅθεν οἶμαι δοκεῖ καὶ Προμηθεὺς
ἀπʼ οὐρανοῦ κλέπτειν τὸ πῦρ, ἐπειδήπερ τέχνῃ Προμηθέως ἐπενόη-
σαν οἱ ἄνθρωποι τὴν ἐκεῖθεν ἀπόρροιαν αὐτοῦ. Λῆμνον δὲ πρώτως οὐκ
ἀλόγως ἐμυθεύσαντο τὴν ἐπιδεξαμένην τὸ θεοπρόβλητον πῦρ· ἐνταῦθα
γὰρ ἀνίενται γηγενοῦς πυρὸς αὐτόματοι φλόγες. δηλοῖ δὲ σαφῶς
ὅτι τοῦτο θεόρρυτόν ἐστι τὸ πῦρ ἐξ ὧν ἐπήνεγκεν “ὀλίγος δʼ ἔτι
θυμὸς ἐνῆεν·” ἀπόλλυται γὰρ εὐθέως μαρανθὲν, εἰ μὴ λάβοιτο τῆς
διαφυλάττειν αὐτὸ δυναμένης προνοίας. καὶ ταῦτα μὲν περὶ Ἡφαί-
στου φιλοσοφητέον. ἐῶ γὰρ ἐπὶ τοῦ παρόντος ὡς τερατώδη τινὰ
τὴν Κράτητος τοῦ Θηβαίου φιλοσοφίαν, ὅτι Ζεὺς ἀναμέτρησιν τοῦ
εἴτε κοσμικήν τις ἀναμέτρησιν εἴθʼ (ὃ μᾶλλον ἀληθές ἐστιν) ἀλλη-
γορικὴν τοῦ καθʼ ἡμᾶς πυρὸς ἀνθρώποις εἴποι παράδοσιν, οὐδὲν ἀσεβές
ἐστιν ὑπὲρ Ἡφαίστου παῤ Ὁμήρῳ λεγόμενον.
τινὲς κατὰ Χαλδαίους τὴν ἀνωτάτω τοῦ οὐρανοῦ περιφέρειαν, οἱ
δὲ κατὰ Δρύοπας τὸν Ὄλυμπον. ἄμεινον δὲ τὸν βατῆρα λέγειν ἤτοι
τὴν φλιὰν, ἀπὸ τοῦ βαίνειν.
*βηλός ἐστιν ὁ ἀνωτάτω τόπος τοῦ οὐρανοῦ. ἀπὸ γὰρ τοῦ βεβη-
κέναι τοὺς θεοὺς ἐν αὐτῷ, καὶ τοὺς ἀστέρας κεῖθι βαίνειν, εἴρηται.
ἕτεροι δὲ βηλὸν εἶπον τὸν ἀνωτάτω τόπον καὶ περιέχοντα τὸν πάντα
ἀέρα, ἄλλοι τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων. κοινῶς δὲ
σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ἤτοι τὴν φλιάν· ὁ γὰρ ποιη-
τὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχοντα. εἴρηται δὲ βηλὸς ἀπὸ
τοῦ βαίνεσθαι, ὡς καὶ ὀδὸς ἀπὸ τοῦ ὁδεύεσθαι. καὶ Πανύασις δὲ τὰ
πέδιλα βηλὰ λέγει. Παρμενίων δὲ ὁ γλωσσογράφος φησὶν Ἀχαιοὺς
καὶ Δρύοπας καλεῖν τὸν οὐρανὸν βηλόν. Κράτης δὲ περισπῶν τὴν
πρώτην συλλαβὴν Χαλδαϊκὴν εἶναι τὴν λέξιν ἀποδίδωσιν. Ἀγα-
θοκλῆς δὲ τὴν πάντων περιοχὴν, καὶ βεβηκότας φέρειν τοὺς ἀπλανεῖς
ἀστέρας.
592. πᾶν δʼ ἦμαρ φερόμην] πῶς τῶν ἄλλων θεῶν ἀπὸ τοῦ οὐρανοῦ
φερομένων ῥιπῇ ἐπὶ γῆς, Ἡφαιστος διʼ ὅλης ἡμέρας φέρεται;
φαμὲν οὖν ὅτι τὸ πᾶν δʼ ἦμαρ οὐ δηλοῖ τὸν ἀπὸ πρωΐας μέχρις
ἑσπέρας καιρὸν, ἀλλὰ τὴν πελάζουσαν τῇ νυκτὶ ὥραν, ὡς καὶ ἀλλα-
χοῦ (472) “οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο” καὶ τὰ ἑξῆς
(601) “πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντο.”
593. ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν] εἰ ἐλαττοῦται, φασὶ, τὸ θεῖον,
καὶ τέλεον ἐπιλείψει, ἀγνοοῦντες ὅτι πολλαὶ ἐν τῷ κόσμῳ φύσεις
μειοῦνται μὲν, οὐκ ἐκλείπουσι δὲ τέλεον. καὶ γὰρ καὶ αὐχμῶν πλεο-
ναζόντων μειοῦται τὸ ὑγρὸν, ἀλλʼ οὐκ ἐπιλείπει. καὶ Ἄρης “μόγις
δʼ ἐσαγείρατο θυμόν” (Il. 21, 417).
594. Σίντιες] Φιλόχορός φησι Πελασγοὺς αὐτοὺς ὄντας οὕτω
προσαγορευθῆναι, ἐπεὶ πλεύσαντες εἰς Βραυρῶνα κανηφόρους παρθέ-
νους ἥρπασαν, σίνεσθαι δὲ τὸ βλάπτειν λέγουσιν. Ἐρατοσθένης δὲ,
ἐπεὶ γόητες ὄντες εὗρον δηλητήρια φάρμακα. ὁ δὲ Πορφύριος, ἐπεὶ
πρῶτοι τὰ πολεμιστήρια ἐδημιούργησαν ὅπλα, ἃ πρὸς βλάβην ἀν-
θρώπων συντελεῖ· ἢ ἐπεὶ πρῶτοι λῃστείαν ἐξεῦρον.
595. μείδησεν] παρὰ τὸ μειδιῶ· τὸ δὲ μειδιῶ παρὰ τὸ τὸν μέσον διιέναι γέλωτα.
600. δασύνεται τὸ Ἥφαιστος· παρὰ γὰρ τὸ ἅπτω ἐστὶν, ὅθεν καὶ Ἥβη. τὸ δὲ ποιπνύοντα ἐκ τοῦ πονῶ, πονύω ποπνύω ποιπνύω.
601. πρόπαν ἦμαρ] τὸ ὑπόλοιπον πάσης τῆς ἡμέρας. τὸ δὲ “ἐς ἠέλιον καταδύντα” Ἀττικόν ἐστιν.
603. * ὁ λόγος· ὥσπερ τῆς εὐωχίας οὐκ ἦσαν ἐνδεεῖς οἱ θεοὶ,
οὕτως οὐδὲ τῆς Ἀπόλλωνος μουσικῆς, ὁμοίως δὲ οὐδὲ τῆς τῶν Μουσῶν
ᾠδῆς, αἵτινες καὶ αὐταὶ Ἀπόλλωνος κιθαρίζοντος ἐκ διαδοχῆς παρὰ
μέρος ᾖδον. τέσσαρες δὲ ἀνατίθενται τῷ Ἀπόλλωνι τέχναι, μουσικὴ
τοξικὴ μαντικὴ ἰατρική.
604. Μουσάων θʼ] εὖ τὸ μὴ ἀπειροκάλως ἐπιμηκῦναι τὴν ᾠδὴν, ἀλλʼ αὐτὸν, εἶτα τὰς Μούσας ᾆσαι.
607. τὸ ἧχι χωρὶς τοῦ ι κελεύει γράφεσθαι Διονύσιος, καὶ πα-
ράγει Δωριεῖς ἇχι λέγοντας.
ἀμφιγυήεις] ὁ ἀμφοτέρωθεν βεβλαμμένος, παρὰ τὸ γυῶ τὸ τὰ μέλη διαλύω, ἐπειδὴ τὸ πῦρ πολλῆς δεῖται τῆς ὕλης.
611. ἔνθα καθεῦδʼ ἀναβάς] ἀνέβη καθευδήσων, ἢ ἀντὶ τοῦ ἀνεκέ-
κλιτο. τὸ δὲ καθεῦδε προπερισπωμένως· ἐφύλαξε γὰρ ἡ σύνθεσις
τὸν τόνον. διδάσκει δὲ μὴ χωρίζεσθαι ἄνδρα γυναικὸς ἐν κοίτῃ, ὡς
μὴ τῇ ἀπουσίᾳ λυπήσῃ αὐτόν.
*χρυσόθρονος] ἡ χρυσοῦν θρόνον ἔχουσα βασιλίς. μᾶλλον δὲ
ἐπειδὴ τὰ πρὸς τῷ αἰθέρι μέρη τοῦ ἀέρος, γειτνιῶντα τῷ ἡλίῳ,
πυρώδη εἰσίν. ὁ γὰρ ποιητὴς ἀλληγορῶν τὸν χρυσὸν ἀντὶ τοῦ πυρὸς
λαμβάνει.
1. Ἄλλοι] Ζηνόδοτος ὦλλοι γράφει, κακῶς· ἐλλείπει γὰρ ὁ ποιητὴς τοῖς ἄρθροις ἀεί.
θεοί τε καὶ ἀνέρες] ὅτι μετὰ θεὸν ὁ ἄνθρωπος· καὶ ἀπὸ τοῦ ἀνδρὸς τὸ λοιπὸν γένος ἅπαν.
ἱπποκορυσταί] ἱπποκορυστάς φησιν οὓς διὰ τὴν τοῦ πολέμου πρόνοιαν ἀγρυπνεῖν ἔδει. οἱ δὲ τοὺς βασιλεῖς ἤκουσαν.
2. νήδυμος ὕπνος] Ἀρίσταρχός φησιν ἐκ τοῦ δύνω δύμος καὶ ἐν
ἐπεκτάσει νήδυμος· ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς
γαστρός. οὐ γὰρ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι
τὸ νη. οἱ δὲ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθὺς, παρὰ τὴν νηδύν.
ἢ ὁ ἀνώδυνος. μετὰ δὲ τοῦ ν τὸ νήδυμος.
*ἀγνοοῦσί τινες οἱ τὸν νήδυμον ὕπνον ἀποδιδόντες τὸν ἡδύν. ἔστι
δὲ νήδυμος ὁ μὴ δύνων μηδὲ περιεχόμενος, ἀλλʼ αὐτὸς περιέχων.
ἐξηγήσατο γὰρ τὴν λέξιν εἰπὼν “νήδυμος ἀμφιχυθείς.” καὶ αὐτὸς
ὁ Ὕπνος φησὶν “ὄφῤ ἔτι εὕδει Ζεὺς, ἐπεὶ αὐτὸν ἐγὼ μαλακὸν περὶ
κῶμα κάλυψα” (Il. 14, 359). καὶ ἔτι “περὶ δʼ ἀμβρόσιος κέχυθʼ
ὕπνος” (19)· “τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος Ἀργειφόντης”
(Il. 14, 445). διὸ καὶ οὕτως λέγει “οὐδέ μιν ὕπνος ᾕρει πανδα-
μάτωρ” (ib. 4). τὸ δὲ νη στερητικὸν καὶ ἐν τῷ “νήγρετος, ἥδιστος,
θανάτῳ ἄγχιστα ἐοικώς” (Od. 13, 80). καὶ ἐπʼ ἄλλων δὲ περιεχόν-
των καὶ κατειληφότων τὸ ὅλον λέγει “ἀμφὶ δέ μιν θάνατος χύτο”
(Il. 16, 114)· “τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψεν” (Il. 17, 591)·
“θείη δέ μιν ἀμφέχυτʼ ὀμφή” (41). “θεσπεσίην δʼ ἄρα τῷγε
χάριν κατέχευεν Ἀθήνη” (Od. 2, 12). κέχρηται δὲ τῇ συνθέσει τῆς
λέξεως καὶ ἐν τῷ “λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ ἀμφίδυμοι” (Od.
4, 846), δύο λέγων εἰς οὓς ἔστι δύνειν· ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ
μιᾶς καταδύσεως . . . . . .
καὶ πῶς φησὶν “ἔνθα καθεῦδʼ ἀναβάς;” λύοιτο δʼ ἂν κατὰ λέξιν·
τὸ γὰρ εὕδειν ἰαύειν κεῖσθαι καὶ ἐπὶ ψιλῆς ἀνακλίσεως λαμβάνονται,
οἷον “πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον” (Il. 9, 325) καὶ “ἔνθ᾿
Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτʼ ἐγρηγορέων” (Od.
19, 6). ἢ οἱ μὲν ἄλλοι παννύχιοι εὗδον, Ζεὺς δὲ οὐ παννύχιος.
διδαχὴ δέ ἐστιν ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νὺξ, τούς τε ἄρ-
χοντας οὐ παννυχίζειν δεῖ (“οὐ χρὴ” γὰρ “παννύχιον εὕδειν βουλη-
*ἐναντίον δὲ δοκεῖ τὸ “Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος” τῷ “ἔνθα
καθεῦδʼ ἀναβάς.” λύοιτο δʼ ἂν κατὰ λέξιν. καὶ γὰρ τὸ καθεύδειν
ἐνίοτε δηλοῖ τὴν ψιλὴν κατάκλισιν ἐπὶ τῆς εὐνῆς, εἴπερ καὶ τὸ κοι-
μηθῆναι καὶ τὸ . . . . “ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον.”
καὶ πάλιν “Εὐρυνόμη δʼ ἄρα χλαῖναν βάλε κοιμηθέντι” (Od. 20,
4). τὸ δὲ παννύχιοι ἐστὶ διʼ ὅλης νυκτός. ὥστʼ . . . . τὸν μὲν Δία
μέρος ὑπνῶσαι, τοὺς δὲ . . . . βαθὺς, ὥστε δύναιτʼ ἂν ὑπνῶσαι μὲν,
μὴ βαθεῖ δὲ ὕπνῳ.
3. μερμήριζε] διδάσκει μηδὲν ἀπερισκέπτως ποιεῖν, ὥσπερ αὐτὸς
ὑπὸ Ἥρας ἐν τῷ Ξ ἁλίσκεται, καὶ τοὺς ἄλλους, εἰ μὴ προγνοῖεν,
ταυτὸν πάσχειν οἰόμενος. καὶ πρῶτον μὲν ἐδίσταζεν ἐπὶ Θέτιδι, εἰ
πρακτέον· νῦν δὲ τὸ πῶς πρακτέον. τὸ δὲ μερμήριζεν ἀντὶ τοῦ ἐμε-
ρίζετο εἰς μέρη. καὶ διάνοια μὲν ἡ ἑδραία καλεῖται, μέριμνα δὲ ἡ
μεριζομένη.
4. τιμήσειʼ] τοῦτο εὐκτικὸν, τὸ δὲ ὀλέσῃ ὑποτακτικόν. στικτέον δὲ
ἐν τῷ Ἀχαιῶν· μόνους γὰρ τούτους ἀνελεῖν ἤθελεν. διό φησιν “ὑπὲρ
αἶσαν οἱ Ἀχαιοὶ φέρτεροι ἦσαν” (Il. 16, 780), ὥστε διωχθῆναι
μέχρι νεῶν.
5. ἀρίστη φαίνετο βουλή] πολλὰ προσκεψάμενος ταύτην εὗρε χρει- ώδη βουλήν. ἔστιν οὖν ὡς τὸ “αἱ δεύτεραί πως φροντίδες σοφώτεραι” (Eurip. Hipp. 438). καὶ “ἕτερος δέ με θυμὸς ἔρυκεν” (Od. 9, 302).
6. οὖλον ὄνειρον] τοῦτο κατὰ συμπάθειαν, ὡς τὸ οὐλομένην (Il. 1,
2), καὶ ἵνα ποθοῖμεν μαθεῖν τί εἴργασται ὁ οὖλος ὄνειρος. Ἕκτορι δὲ
ἡ Ἶρις πέμπεται, ἀλλʼ οὐχὶ νῦν, ὅπως μὴ πρὸ τοῦ καταλόγου ἡ ναυ-
μαχία γένηται. ἢ οὖλον τὸν ἀσαφῆ καὶ ὕπουλον· εἰ μὴ ἄρα τὸν
μαλακὸν λέγει, ἐπεὶ καὶ πρὸς αὐτὸν διαλεγόμενος οὕτω φησί “βάσκʼ
ἴθι, οὖλε ὄνειρε” (8).
*οὖλος ὄνειρος ὁ ἀσαφὴς καὶ ὕπουλος, εἰ μὴ ἄρα τὸν μαλακὸν
λέγει, ἐπεὶ καὶ πρὸς αὐτὸν διαλεγόμενος οὕτω φησί. δηλοῖ δὲ καὶ
τὸν προσηνῆ, καὶ τὸν ὁλόκληρον, ὡς ἐν Ὀδυσσείᾳ (17, 343) φησὶν
8. βάσκʼ ἴθι] Τυραννίων ὑφʼ ἓν, ὡς ἄπιθι. ἄμεινον δὲ ταυτολο-
γίαν εἶναι, ἐμφαίνουσαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ “ἔλθοι καὶ ἵκοιτο·”
καὶ “ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν.” καὶ πάνυ σφόδρα φασὶν Ἀτ-
τικοί. δύναται δὲ τὸ ἴθι ἐπίρρημα παρακελεύσεως εἶναι, ἀντὶ τοῦ
ἄγε, ὡς τὸ “ἴθ᾿ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν” (Soph. Ai.
1003).
10. πάντα μάλʼ ἀτρεκέως] διδάσκει τοὺς ἀγγέλους μὴ περαιτέρω τῶν ἀκουομένων περιεργάζεσθαι. ἀσύνδετος δέ ἐστι καὶ ἀρχοντικὸς ὁ λόγος.
11. θωρῆξαί ἑ κέλευε] ἐγκλιτέον τὴν ἕ. θωρήσσεσθαι καὶ κορύσ-
σεσθαι δὲ ἀπὸ τῶν ἡγεμονικῶν, ὡς “ὄμματα καὶ κεφαλὴν, Ἄρει δὲ
ζώνην” (478). καὶ ὁπλίζεσθαι δέ πού φησιν ὁ ποιητής.
κάρη κομόωντες] κομῶσι γὰρ Λάκωνες, ἀφʼ ὧν τὸ πᾶν Ἑλληκικὸν,
ἢ διὰ τὸ πρὸς τοὺς πολεμίους βλοσυρὸν, ἢ πρὸς τὸ μὴ ὁμοιοῦσθαι
τοῖς βαναύσοις, ἢ διὰ τὸ μὴ θλίβεσθαι ταῖς κόρυσι· Τρῶες γὰρ
τιάρας ἐφόρουν. Σκύθαι δὲ πρῶτοι ἐκείραντο· διὸ καὶ ἀπεσκυθισμένοι
λέγονται.
12. νῦν] τὸ νῦν τοὺς τρεῖς δηλοῖ χρόνους, ἐνεστῶτα “νῦν γὰρ δὴ γένος ἐστί,” παρεληλυθότα “νῦν ὤλετο πᾶσα κατʼ ἄκρης,” μέλλοντα “νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει” (Il. 20, 307).
*ἀποροῦσί τινες πῶς ὁ Ἀγαμέμνων ἀκούσας “θωρῆξαί σε κέλευσε
καρηκομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυ-
άγυιαν,” καὶ πιστεύσας τῷ ὀνείρῳ “φῆ γὰρ ὅγʼ αἱρήσειν Πριάμου
πόλιν ἤματι κείνῳ” (37). ὡς τῶν πολεμίων ἁλίσκεσθαι μελλόντων
καὶ τῆς πόλεως καταλαμβανομένης, τὰ μὲν πρὸς ἅλωσιν οὐ ποιεῖ
ἐξαγαγὼν τὴν στρατιὰν, ἐπὶ ὅρκους δὲ ἔρχεται καὶ συνθήκας, αἷς
ἐπεφώνησεν “οἱ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε, ἐλπόμενοι παύ-
*ἀπρεπὲς δὲ τὸ λέγειν “πανσυδίῃ, νῦν γάρ κεν ἕλοις Τρώων
πόλιν εὐρυάγυιαν·” τὸ γὰρ ψεύδεσθαι τὸν Δία αἱρήσειν μέλλοντα
τὴν πόλιν ἄτοπον. ἡ δὲ λύσις ἀπὸ τῆς λέξεως· οἱ μὲν, ὅτι τὸ νῦν
δηλοῖ πλείω, ἐν οἷς περιέχεται οὐ μόνον τὸ τήμερον, ἀλλὰ καὶ ἐν
τούτῳ τῷ χρόνῳ. οἱ δὲ, ὅτι τὸ πανσυδίῃ σημαίνει μετὰ πάντων, ὥστε
παραλιπὼν τὸν Ἀχιλλέα ἥμαρτεν. οἱ δὲ ἀπὸ τοῦ ἔθους· καὶ γὰρ
στρατηγοῖς καὶ βασιλεῦσι συγκεχώρηται εἰς τὸ πρόσφορον ψεύδεσθαι.
καὶ δὴ καὶ τὸν Δία εἰσάγει τοιοῦτον, τῷ ἔθει ἑπόμενον.
?? ἀποροῦσι πῶς καὶ ὁ Ζεὺς οὐκ ἀληθεύει ὑπισχνούμενος “νῦν γάρ
κεν ἕλοι πόλιν εὐρυάγυιαν” καὶ ὁ Ἀγαμέμνων ἀπατᾶται, καὶ ὁ
ὄνειρος ὀλοός. ὀλοὸς μὲν οὖν ὁ ὄνειρος, ὅτι οὐ σαφής· Ἀγαμέμνων
δὲ νήπιος, ὅτι ἀφροσύνης ἡ ἀπάτη γίνεται. τὸ γὰρ “νῦν κεν ἕλοι
Πριάμοιο πόλιν” εἰς μίαν περιέστη ἡμέραν. καὶ ὅτι οὕτως ὑπέλαβε
καὶ ἤκουε τὸ νῦν, δηλοῖ τὸ ἐπιρρηθὲν αὐτῷ “φησὶ γὰρ ὅγʼ
αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ, νήπιος” (37). Ζηνόδοτος δὲ
παριστὰς τὴν τοῦ Διὸς ἀλήθειαν φησὶ κατʼ ἐκείνην ἑαλωκέναι τὴν
ἡμέραν τὴν Ἴλιον· ὅτε γὰρ οἱ ὅρκοι συνεχύθησαν, ἡ πόλις ἀπώλετο·
ἐν γὰρ τῷ παρασπονδῆσαι τὸ μηκέτι σωθῆναι κατεψηφίσθη. Ἀπίων
δέ φησιν ὅτι πρότερον ἐνδοιάζων ὁ Ζεὺς κατʼ ἐκείνην τὴν ἡμέραν
ἐπέτρεψε τῇ Ἥρᾳ τὸν τῆς Τροίας ὄλεθρον· διὸ καὶ κατῆλθεν ἡ
Ἀθηνᾶ, τῇ τῶν ὅρκων ἀνατροπῇ συναναστρέφουσα τοὺς Τρῶας.
ἔπειτα ἐρρήθη πανσυδίῃ ἐξάγειν τοὺς Ἕλληνας· ὁ δὲ παρῆκεν οὐ
μικρὰν μερίδα τὴν τοῦ Ἀχιλλέως. πῶς οὖν ἀληθεύει καὶ ἐν τῷ
“ἐπέγναμψε γὰρ ἅπαντας Ἥρη λισσομένη;” καὶ τοῦτο ἀληθές·
πέπεικε γὰρ ἡ Ἥρα· φησὶ γὰρ “ὃς πρὶν ἔμοιγε καὶ Ἥρῃ στεῦτʼ
ἀγορεύων Τρωσὶ μαχήσεσθαι” (Il. 5, 832). τὸ οὖν νέφος τοῦ
Ἄρεως ἔταξε κατὰ πλήθους.
13, 14. ?? οὐ γὰρ ἔτʼ ἀμφὶς—φράζονται] τουτέστιν οὐκέτι γὰρ οἱ τὸν Ὄλυμπον κατοικοῦντες θεοὶ διχογνωμονοῦσι περὶ τῆς Ἰλίου, ἤγουν διάφορα φρονοῦσιν, οἱ μὲν τὰ ὑπὲρ Τρώων, οἱ δὲ τὰ ὑπὲρ τῶν Ἑλλήνων.
19. ἀμβρόσιος] ἥδιστος αὐτῷ ἐστὶν ὁ ὕπνος διὰ τὴν κατάπαυσιν τοῦ λοιμοῦ, ἐπεὶ ἐν ταῖς χρείαις ἀεὶ διαγρυπνεῖ.
20. στῆ δʼ ἄρ’ ὑπὲρ κεφαλῆς] ὑπὲρ κεφαλῆς ἵσταται ὡς τῶν
αἰσθήσεων φθεγγόμενος πλησίον· αἱ δὲ αἰσθήσεις ἀπὸ τῆς βάσεως
τοῦ ἐγκεφάλου τὴν ἀρχὴν ἔχουσιν τῷ δὲ Νέστορι ὅμοιος ὡς συμ-
βούλῳ καὶ φιλεταίρῳ.
23. δαίφρονος] τοῦ συνετοῦ, παρὰ τὸ δαῆναι, ὡς “δαίφρονι Πηνε-
λοπείῃ·” ἐπὶ δὲ Τυδέως (Il. 5, 181) πολεμικοῦ. δυσωπεῖ δὲ τοῖς
ἐγκωμίοις τοῦ πατρός. ἢ ὅτι ἡ πατρωνυμία τοὺς εὐγενεῖς ἥδει, ὡς
τοὐναντίον οὐ χρή. τῶν δὲ οἰκείων ἐστὶ τὸ ἐγκαλεῖν, ὡς καὶ ἀλλαχοῦ
γνωμολογεῖ ὁ Νέστωρ “τί πάννυχον ὕπνον ἀωτεῖς;” (Il. 10, 159).
ταῦτα δὲ πρὸς τὸ πεῖσαι· “ἐσθλὸν” γὰρ “καὶ τὸ τέτυκται” (Il.
15, 207). ἀλλʼ οὐδὲ Νέστορι εἰκασθῆναι ἐκελεύσθη.
26. ξύνες ὦκα] αὔξησιν ἔχει τὸ μὴ πολλὰ εἰπεῖν, ἀλλὰ δεῖξαι τὴν προσοχὴν ἣν ἐργάζεται τὸ τοῦ προστάσσοντος ἀξίωμα.
27. δυσωπεῖ τοῦτον νυστάξαντα. ἠλέηται δὲ διὰ τὸν χρόνον τῆς ξενιτείας, διὰ τὸν λοιμὸν, διὰ τὴν πρὸς Ἀχιλλέα στάσιν. τὴν δὲ σεῦ ὀρθοτονητέον· ἀντιδιέσταλται γὰρ πρὸς τὸν Ἀχιλλέα· ἢ ὅτι πρόκειται τοῦ ῥήματος ἡ ἀντωνυμία.
29. ἐκείνη γὰρ ἡ ἡμέρα πεπόρθηκε τὴν πόλιν διὰ τὴν τῶν ὅρκων
παράβασιν.
33. ἔχε — λήθη] τὸ ἔχε τὸ φύλασσε δηλοῖ. τὸ δὲ λήθη προστέ- θειται, ἵνα μὴ πάλιν τῷ ὕπνῳ μαλακισθεὶς ἐπιλάθηται. τῷ οὖν τέλει τοῦ ὁράματος καὶ ἡ ἔγερσις ἕπεται, καὶ διὰ τοῦτο παννυχίζειν αὐτὸν οὐκ εἴασεν.
34. ἀνήῃ] διαίρεσίς ἐστι τῆς τοῦ ῥήματος τοῦ ἔω κλίσεως, ὡς καὶ Πλάτων “ἐπεὶ ἤδη με ἀνῆκεν ὁ ὕπνος” (Protag. p. 310, d).
36. ἔμελλεν] ὁ μὲν Ζηνόδοτος διὰ τοῦ ε γράφει, ὃ καὶ ἄμεινον· οἱ δὲ ἄλλοι διὰ τοῦ ο. διδάσκει δὲ ὁ ποιητὴς μὴ ἐπαίρεσθαι ταῖς ὄψεσι τῶν ὀνείρων.
38. νήπιος] νήπιος ὁ Ἀγαμέμνων, ὅτι τὸ νῦν ἐπὶ μιᾶς ἡμέρας ἐνόμισεν.
39. θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ] τὸ ἑξῆς ἐπιθήσειν ἄλγεα. ἡ δὲ
προαναφώνησις ἐγερτική. πείθεται δὲ ὀνείρῳ ὁ Ἀγαμέμνων σφαλλό-
μενος ὑπὸ Διός. τὸ δὲ ὑσμίνας αἰτιατικὴ ἀντὶ γενικῆς, ἤτοι διὰ
τῶν ὑσμινῶν.
41. θείη δέ μιν ἀμφέχυτʼ ὀμφή] ὀμφὴ ἡ τὸ ὂν φαίνουσα. λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν. ἐμφαντικὸν δὲ τὸ ἀμφέ- χυτο πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι.
42. ὀρθωθείς] ὀρθωθεὶς ἐκ τῆς ἀνακλίσεως, ὡς τὸ “ὀρθωθεὶς δʼ ἐπʼ
ἀγκῶνος” (Il. 10, 80). καὶ τὸ ἐπὶ γόνατα δὲ ἐνεχθῆναι στῆναί
φησιν (Il. 8, 329).
χιτῶνα] χιτὼν εἴρηται τὸ λεπτότερον ἱμάτιον, ὃ προφορεῖται παρὰ τὸ οἱονεὶ περιχεῖσθαι τῷ σώματι. ἰστέον δὲ ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ δὲ γυναικὸς πέπλον.
43. νηγάτεον] ἢ ἀγέννητον, ἢ λεπτὸν, ἢ νεήγατον νεωστὶ γεγο- νότα. δηλοῖ δὲ ὁ χιτὼν καὶ τὸν σιδηροῦν παρʼ αὐτῷ.
περὶ δὲ μέγα βάλλετο φᾶρος] τῷ τοῦ ἱματίου μεγέθει καὶ τὸ
τοῦ φοροῦντος συνεμφαίνεται μέγεθος. πρεπώδης δὲ ἡ στολὴ τῷ
ἐπὶ βουλὴν ἐξιόντι· ἐπὶ δὲ κατασκοπὴν (Il. 10, 29) ἡ λεοντῆ καὶ
τὸ δόρυ. ἀφαιρεῖται δὲ τὸν τῦφον, ἑαυτοῖς λέγων διακονεῖσθαι· καὶ
μὴ θαυμάσῃς τὸν Τηλέμαχον ὀρφανὸν καὶ νησιώτην ὄντα. φᾶρος δὲ
παρὰ τὸ φέρεσθαι, ἢ τῇ ὑφῇ ἀρηρέναι. καὶ ἐπὶ γυναικὸς δὲ τάσσεται
ταὐτό· “αὐτὴ δʼ ἀργύφεον φᾶρος” (Od. 5, 230). καὶ τὸ ἔσθος
δὲ καὶ ἡ λώπη ἐν διαφόροις γλώσσαις εἰσίν.
44. πέδιλα] παρὰ τὴν ἕλην, τὰ τοὺς πόδας θερμαίνοντα.
46. ἄφθιτον αἰεί] τὸ μηδέπω φθαρέν· οὔπω γὰρ ἦν ὑπὸ Ἡρα- κλειδῶν ᾑρημένον. ἢ ὅτι ἡφαιστότευκτον. οὐκ ἀκριβολογεῖται δὲ νῦν περὶ αὐτοῦ, ἀλλʼ ἑξῆς.
48. ἠώς] νῦν τὸν ὄρθρον λέγει. σημαίνει δὲ καὶ τὴν θεὰν, ὡς τὸ
“ἥρπασεν Ἠώς” (Od. 15, 250), καὶ τὸ ἑωθινὸν κατάστημα “ὄφρα
μὲν ἠὼς ἦν” (Il. 8, 66), καὶ τὴν ἀνατολήν “πρὸς ἠῶ τʼ ἠέλιόν τε”
(Od. 9, 26), καὶ τὴν ἡμέραν “ἠὼς εἶσι δυσώνυμος” (Od. 19, 571).
τὸν ὄνειρον δὲ εὐθὺς διεδέξατο ἡ ἡμέρα. οἱ δὲ πρὸς ἕω ὄνειροι ἀλη-
θεῖς, πεττομένων τῶν σιτίων. μακρὸν δὲ Ὄλυμπον, ἐπειδὴ αἱ
ἀκρώρειαι πρῶται φωτίζονται.
49. φόως] τὸν ἥλιον· τοῦτον γὰρ ἀγγέλλει, ὡς καὶ αὐτὴν ὁ ἑωσφόρος. κατʼ ἐξοχὴν δὲ ὁ ἥλιος φῶς λέγεται.
53. βουλήν] τὸ κενὸν τῆς συναγωγῆς ἀνεπλήρου τὸ πλῆθος. ἐμ-
φαίνει δὲ τὴν Λακώνων ἐν τῇ δημηγορίᾳ πολιτείαν, βουλὴν γερόντων
καὶ δύο βασιλεῖς καλῶν. βουλὴν δὲ αἱ μὲν πλείους καὶ χαριέστεραι
δίχα τοῦ ν γράφουσιν, Ἀρίσταρχος δὲ καὶ Ζηνόδοτος διὰ τοῦ ν.
εἰσὶ δὲ Ἰδομενεὺς μὲν καὶ Αἴας Βοιωτοὶ, Φιλοκτήτης δὲ καὶ Πρω-
τεσίλαος Λοκροὶ, Ἐπειὸς δὲ λεῖος, Ἀθηναῖοι δὲ Μαχάων, Εὐρύ-
πυλος, Μενέλαος, Ἀγαμέμνων, Νέστωρ, Ὀδυσσεὺς, Διομήδης. συν-
εχῶς δὲ ὁ ποιητὴς τοὺς γερασμίους φησὶ, διδάσκων ὅτι δεῖ τοὺς
ἡγεμόνας οὐ μόνον καθʼ ἡλικίαν, ἀλλὰ καὶ πρὸ ἡλικίας φαίνεσθαι
γέροντας τοῖς ἤθεσι. τὸν δὲ ἔντιμον ἑνικῶς οὐδέποτε ὠνόμασεν. Ἀρί-
σταρχος δὲ τὸ ἷζε ἐκτείνει· ἡ δὲ κοινὴ συστέλλει.
54. Νεστορέῃ παρὰ νηὶ Πυλοιγενέος] εἰκότως παρὰ τῇ νηὶ Νέ-
στορος· τούτῳ γὰρ ὁ ὄνειρος εἴκασται. Πυλοιγενέος δὲ ὡς ὁδοιπόρος
καὶ χοροιτύπος. σημαίνει δὲ τὸν ἐν Πύλῳ τὸ γένος ἔχοντα.
55. ἠρτύνετο] ἥρμοζε, παρὰ τὸ ἀρῶ. ὡς ὀργιζόμενος δὲ Κάλχαντι οὐκ ἀναφέρει αὐτῷ· ἢ ὡς αὐτοκρίτου ὄντος· ἢ ὅτι τῶν ὀνείρων τὰ χρηστὰ φίλοις λέγομεν. οὐκ ἄποθεν δὲ μαντικῆς ὁ γέρων Νέστωρ.
56. ἐνύπνιον ὀνοματικὸν ἐπίρρημα, ἀντὶ τοῦ ἐνυπνίως. ἔστι δὲ
καὶ ὄνομα. δεῖ κρατεῖν ὡς δραπετεύοντος τοῦ ἐνυπνίου. τὸ δὲ διὰ
νύκτα ἀντὶ τοῦ διὰ νυκτός.
58. τὸ ἐκ σωματικοῦ καὶ ψυχικοῦ εἴδους σύγκραμα φυὴν ἴσως ὀνομάζει.
72. αἴ κέν πως] δισταγμὸς ὁ τρόπος. οὐ περιμένει δὲ κρίσιν· οὐ
γὰρ ἐπὶ τούτῳ συνῆξεν αὐτοὺς, ἀλλʼ ὅπως εὐέλπιδας ποιήσῃ.
73. οἶδεν αὐτοὺς ἀποκαμόντας τῷ χρόνῳ καὶ τῷ λοιμῷ καὶ τῇ
ἀποστάσει Ἀχιλλέως. παρακαλεῖν δʼ οὐκ ἐνῆν τὸν πρώην φοβερὸν
καὶ λέγοντα “στυγέῃ δὲ καὶ ἄλλος” (Il. 1, 186), ἀλλʼ οὐδὲ ἐπι-
τάσσειν, ὅπως μὴ ἀντιλεγόντων καὶ ἑτέρα στάσις γένηται. ἄλλως
τε τῇ παραδόξῳ καὶ χαρᾷ καὶ λύπῃ τὴν ποίησιν ἐκτραγῳδεῖ, φίλ-
τρον τε πορίζεται ἑαυτῷ· μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατηγοὺς
ὁ στρατός. καὶ εἰ μὲν κατεδέξαντο φυγεῖν, εἶργε διὰ τῶν βασιλέων,
*Πορφυρίου. διὰ τί ὁ Ἀγαμέμνων ἀπεπειρᾶτο τῶν Ἀχαιῶν, καὶ
οὕτως ἔπραξεν ὥστε ὀλίγου τὰ ἐναντία συμβῆναι ἢ ἐβουλεύετο; καὶ
τὸ κώλυμα ἀπὸ μηχανῆς· ἡ γὰρ Ἀθηνᾶ ἐκώλυσεν· ἔστι δὲ ἀποίητον
τὸ μηχάνημα λύειν ἄλλως εἰ μὴ ἐξ αὐτοῦ τοῦ μύθου. φησὶ δὲ ὁ
Ἀριστοτέλης ποιητικὸν μὲν εἶναι τὸ μιμεῖσθαι τὰ εἰωθότα γίνεσθαι,
καὶ ποιητῶν μᾶλλον τὸ κινδύνους παρεισάγειν. εἰκὸς δὲ καὶ ἐκ
λοιμοῦ πεπονημένους καὶ τῷ μήκει τοῦ χρόνου ἀπαυδήσαντας, καὶ
τοῦ Ἀχιλλέως μετὰ τῆς οἰκείας δυνάμεως ἀποστάντος, καὶ αὐτοῦ
ἀφαιρεῖσθαι ἐν τῇ ἐκκλησίᾳ τὴν Βρισηΐδα λέγοντος εἰς φόβον τῶν
ἄλλων “στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι
ἄντα” (Il. 1, 186), καὶ θορύβου τε ἐκ τῆς ἐξαναστάσεως τοῦ
Ἀχιλλέως γεγονότος, μὴ εὐθὺς παρακαλεῖν ἐπὶ τὴν ἔξοδον, ἀλλὰ
πειραθῆναι ἡγήσασθαι δεῖν εἰ οὕτως ἔχουσιν. εἰ γὰρ ἄνευ πείρας
πολεμεῖν ἐκέλευε τοὺς οὕτω διακειμένους, συνέβη δὲ ἀντειπεῖν τινὰς,
ἀνάστατον ἐγίνετο τὸ πᾶν ἔργον καὶ ἐπανάστασις πάντων, καὶ λοιπὸν
ἡ δέησις τοῦ βασιλέως, ἡ κόλασις τῶν ἀπειθούντων. ἀναγκαία οὖν ἡ
πεῖρα μετὰ τοῦ ἐναντιοῦσθαι παραγγεῖλαι τοὺς ἡγεμόνας, ἐν ᾧ
αὐτοὺς φθάσας ἐναντίους παρακαλεῖ γενέσθαι τῆς αὑτοῦ εἰς ἀπό-
στασιν τοῦ πολέμου πείρας. προληφθέντες γὰρ ταῖς πρὸς αὐτὸν
ὁμολογίαις, ἄτοποι εὑρίσκονται μὴ κωλυταὶ γινόμενοι, ὥσπερ συνέ-
θεντο, συμπράκτορες δὲ τῶν φευγόντων. ὅθεν καὶ τῷ Ὀδυσσεῖ εὐλόγως
λείπεται ἡ πρὸς τοὺς τοιούτους ἐπίπληξις, ἐπὰν λέγῃ “ἐν βουλῇ δʼ οὐ
πάντες ἀκούσαμεν οἷον ἔειπεν” (194). τὸ μὲν οὖν αὐτὸν παρακαλεῖν
οὕτως ἔχοντας πολεμεῖν ἐπίφθονον ἦν· ἐκέλευσε δʼ αὐτοῦ λέγοντος ὡς
δεῖ ἀπιέναι, τοὺς ἄλλους κωλύειν· “ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν
ἐπέεσσιν (75). συνέβη δὲ εἰκὸς ἦν, διά τε τὸ ὀργᾶν καὶ τὸ
μὴ εἰδέναι εἰ ἀπεπειρᾶτο, ἀσμένως ἀκοῦσαι καὶ φθάσαι ἀναστάντας
πρίν τινα τῷ Ἀγαμέμνονι ἀντειπεῖν. ὁ οὖν Ἀγαμέμνων ὀρθῶς ἐβουλεύ-
σατο· οὐ γὰρ δεῖ ἐκ τῶν ἀποβαινόντων κρίνειν τὸ ὀρθῶς, ἀλλʼ ἐκ τοῦ
αὐτὸν ἀΐξει ἐπὶ τὸ ῥηθέν. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀγωνιᾶσθαι πεποίηκε
τὸν ἀκροατήν· τό τε γὰρ ἀποβῆναι καὶ τὸ πάλιν εἰς ὀρθὸν ἐλθεῖν
τραγικὸν, καὶ τοῦ ποιητοῦ ἐπιβολὴ ἔνογκος. ἡ δὲ λύσις οὐκ ἀπὸ.
μηχανῆς· ὅταν γὰρ διὰ τῶν εἰκότων γίγνηται, οὐ μηχανὴ τοῦτʼ
ἐστὶν, ἅμʼ ὅτε πρόσκειται θεός. ἀλλὰ τοῦτʼ εἰπὼν ὃ εἰκὸς ἦν αὐτοῖς
γίνεσθαι εἰς θεὸν, ἀντέθηκε τὸν Ὀδυσσέα διανοηθῆναι ταῦτα δρᾶν ἃ
πρᾶξαι ἂν εἰκός ἐστιν, ὡς τὸ “καὶ φεύγειν ἐν νηυσὶ πολυκλήϊσι
κελεύσω· ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν.” ἢ οὐ τοὺς φεύγοντας
ἐρητύειν κελεύει (οὐδὲ γὰρ ἤλπιζε τοῦτʼ ἔσεσθαι), ἀλλʼ ἐμοὶ ἀντι-
λέγειν, ἐπέχειν καὶ μένειν συμβουλεύοντας, καὶ τοῦτο ποιοῦντας πρός
ἐμὲ διδάσκειν ὡς χρὴ μένειν καὶ μὴ τοῖς ὑπʼ ἐμοῦ ῥηθεῖσι περὶ
φυγῆς πείθεσθαι.
*Πορφυρίου. ἄλογον τὸ πειράζειν· εἰ γὰρ ἑτέρως, ὥσπερ καὶ
ἐγένετο, τὸ πλῆθος ἔνευσεν, ἀπώλετο ἂν πάντα τὰ πράγματα. λύε-
ται δὲ ἐκ τῆς λέξεως· προησφάλισται γάρ· “ὑμεῖς δʼ ἄλλοθεν ἄλλος
ἐρητύειν ἐπέεσσιν” (75). συνέφερε γὰρ ἡ πεῖρα διὰ τὸν καιρὸν,
ἀφεστῶτος τοῦ Ἀχιλλέως καὶ τοῦ πλήθους ὑποπτευομένου.
74. πολυκλήϊσι] παρὰ τὸ κλᾶσθαι καθεζομένους ἐπʼ αὐτῆς.
75. ἐρητύειν] οὐκ ἐκείνους φεύγοντας, ἀλλʼ ἐμὲ ταῦτα λέγοντα· οὐ γὰρ ᾤετο τοσοῦτον ταχέως ἀναπτερωθῆναι πρὸς φυγὴν αὐτούς.
76. τοῖσι δʼ ἀνέστη] ἔθος γὰρ ἦν αὐτοῖς ἵστασθαι καὶ δημηγορεῖν.
77. ἠμαθόεντος] παραθαλασσίας· ἢ Ἠμαθόεις ποταμὸς Πύλου.
79. μέδοντες] πρόβουλοι, παρὰ τὸ μήδεα. τὸ δὲ ῥῆμα καὶ ὡς περισπώμενον· “Ἴδηθεν μεδέων” (Il. 3, 276).
81. νοσφιζοίμεθα] ἐχωριζόμεθα τῆς πίστεως. τὸ δὲ μᾶλλον ἢ
Ἀττικῶς παρέλκει, ἢ ἐπεὶ φύσει ψευδεῖς οἱ ὄνειροι, ἐξαιρέτως ἂν
ἐχωρίσθημεν.
82. *ἀπρεπὲς εἶναι δοκεῖ τὸ οὕτω κολακεύειν ὡς τὰ μὲν τῶν ἄλλων
ὀνείρατα ψευδῆ λέγειν, μόνον δὲ τὸ τοῦ Ἀγαμέμνονος ἀληθές. λύεται
84. βουλῆς ἐξῆρχε νέεσθαι] ἐκ τοῦ βουλευτηρίου, ὥστε νεῖσθαι. τοῦτο δὲ ἡ ἡλικία καὶ ἡ τιμὴ ἡ παρὰ Ἀγαμέμνονος αὐτῷ δίδωσιν.
85. οἱ δὲ πανέστησαν] ἀντὶ τοῦ πάντες ἀνέστησαν. ποιμένι λαῶν] δεῖ γὰρ τὸν ἄρχοντα τοσοῦτον εἶναι τῶν ἀρχομένων προνούστερον ὅσον ποιμένα προβάτων. λέγει δὲ τὸν Ἀγαμέμνονα.
86. σκηπτοῦχοι βασιλῆες] καὶ γὰρ καὶ οἱ γέροντες καὶ οἱ ἱερεῖς ἐσκηπτροφόρουν.
ἐπεσσεύοντο δὲ λαοί] ὁρῶντες ἤδη συνιόντας τοὺς ἐν τέλει καὶ αὐτοὶ ἠκολούθουν ἅμα.
87. ἔθνεα] πρὸς τοὺς εἰκαζομένους Ἕλληνας. σμήνεα ἔδει εἰπεῖν.
πρώτη δὲ αὕτη παραβολὴ τῷ ποιητῇ. συγγενὲς δὲ ποιητικῇ τὸ ζῷον
διὰ τὸν μόχθον καὶ τὸ γλυκὺ καὶ τὴν σύνθεσιν τοῦ κηρίου. ἡ μὲν
οὖν φαλαγγηδὸν γινομένη πρόοδος εὖ ἔχει· ὡπλισμέναι τε κέντροις
εἰσὶν, ὑπήκοοί τε καὶ αὐταί εἰσι καὶ ἐπʼ ἔργῳ ἐξίασιν, οὐχ ὡς αἱ
γέρανοι. φιλάλληλοί τέ εἰσι, μεταβαίνουσαί τε πολλὰς ἀρχὰς πτή-
σεως ποιοῦνται. τὸ δὲ εἶσι καὶ ἑνικὸν δύναται εἶναι, ὡς τὸ “δοῦρα
σέσηπε” (135), καὶ πληθυντικὸν τρίτον, ὡς “σπάρτα λέλυνται.”
ἀδινάων δὲ παρὰ τὸ ἅδην· διὸ δασύνεται.
88. αἰεὶ νέον ἐρχομενάων] οἱ μὲν πρὸς τὸ πλῆθος τοῦτο εἰρῆσθαι
θέλουσιν, ὅτι συνεχῶς οὕτω προίασι πολλαὶ ὡς δοκεῖν αὐτὰς νεωστὶ
ἄρχεσθαι τῆς ἐξόδου· οἱ δὲ νέον τὸ ἔαρ φασίν. ἄμεινον δὲ λέγειν
ὅτι τοῖς μὲν ἄλλοις ζῴοις αἱ πτήσεις ἀποτεταμέναι γίνονται, αἱ δὲ
μέλισσαι βραχύ τι πιᾶσαι ἐφιζάνουσι τοῖς ἄνθεσι καὶ πάλιν ἐφʼ
ἕτερα μετίασιν ἄνθη.
*τὸ νέον ἐρχομενάων ἀποδεδώκασιν ἀντὶ τοῦ νεωστὶ ἐρχομένων ἀεὶ,
ὡς τὸ “κεῖνος γὰρ νέον ἄλλοθεν εἰληλούθει” (Od. 3, 318). τί οὖν.
ἐστι τὸ νεωστὶ ἐξηγούμενοί φασιν ὅτι τὰς πτήσεις οὐ διηνεκεῖς
ποιοῦνται, ἀλλʼ εἰς βραχὺ, ὥστε φαντασίαν ἀεὶ παρέχεσθαι ὡς
ἀρτίως ἐξορμωμένων· ἐμοὶ δὲ δοκεῖ τὴν ὥραν μηνύειν μᾶλλον ὅτε
πέτονται· πέτονται δὲ τοῦ ἦρος ἀεί· νέον δὲ τὸ ἔαρ ἐκάλουν, καὶ
νέον ἔτος ἀπὸ τοῦ ἦρος προσηγόρευον. αὐτός τε ἐν ἄλλοις ἐκ πλήρους
γὰρ τῶν παλαιῶν, οὐδʼ Ἀριστοτέλης, βότρυν ζῷον ἔγραψε. κέχρηται
δὲ Ὅμηρος ἐπʼ ἀμπέλου τῷ βότρυος ὀνόματι· “μέλανες δ᾿ ἀνὰ βότρυες
ἦσαν” (Il. 18, 562). βοτρυδόν οὖν τὸ ἐοικότως βότρυϊ σταφυλῆς·
κατὰ συστροφὰς γὰρ πέτονται· τάχα δὲ καὶ ὅτι ἐν σχήματι βοτρύων
ἐκκρέμανται τῶν ἀνθέων, τῶν ῥαγῶν τὴν τραχύτητα μιμούμεναι τῷ
πολλὰς καθʼ ἑνὸς ἐκκρέμασθαι. ἐπὶ μὲν οὖν τῶν μελισσῶν τό βοτρυ-
δόν λέγει, ἐπὶ δὲ τῶν Ἑλλήνων, οἷς τὰς μελίσσας παραβέβληκεν.
ἰλαδὸν εἰς ἀγορὴν, κατὰ ἴλας καὶ συστροφὰς, ὅτι ὡς συνηθείας καὶ
τῆς πρὸς ἀλλήλους ἑταιρείας εἴχοντο. ἰσοδυναμεῖ οὖν ἄρα τὸ ἰλαδόν
τῷ βοτρυδόν.
89. βοτρυδὸν] πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ῥᾶγες. οὕτω δὲ ἵπτανται σκιάζειν θέλουσαι ἀλλήλας, ὀχλούμεναι ὑπὸ τοῦ ἡλίου.
εἰαρινοῖσιν] τότε γὰρ γλυκέα καὶ τῆς ἰκμάδος πλήρη τὰ ἄνθη διὰ τὸ εὔκρατον τοῦ ἀέρος.
92. ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο] οὐ λέγεται ὁ τῶν
κυμάτων κτύπος, ἀλλʼ αὐτὸς ὁ αἰγιαλός. βαθείης δὲ οἱ μὲν μακρᾶς,
ἐπεὶ καὶ “φρείατα μακρὰ νάουσιν” (Il. 21, 197) ἀντὶ τοῦ βαθέα·
ἢ ὅτι τοῖς μὲν ἀπὸ γῆς βαθεῖα δοκεῖ, τοῖς δὲ ἀπὸ θαλάσσης ὑψηλή.
τὸ δὲ προπάροιθεν καὶ ἐπὶ τόπου καὶ ἐπὶ χρόνου λαμβάνεται. καὶ
ἐστιχόωντο δὲ ἐκ τοῦ στείχω στιχῶ, ὡς πείθω πιθῶ, καὶ φείδω φιδῶ.
93. ἰλαδόν] ὁμοίως τῷ βοτρυδόν, ᾧ καὶ ἀκολουθεῖ· σημαίνει δὲ τὸ μετὰ συστροφῆς καὶ εὐκινησίας.
94. Διὸς ἄγγελος] πανομφαῖος γὰρ ὁ Ζεὺς λέγεται, ὅτι τὰ αὐ-
τομάτως γινόμενα εἰς αὐτὸν ἀναφέρεται. ἄγγελος δὲ ἡ θεία κληδὼν,
ἣ περὶ ἀπόπλου λέγειν ἔμελλεν. δεδήει δὲ ἀντὶ τοῦ ἐξήπτετο παρὰ
τὸ δαίω.
95. τετρήχει] ἐθορυβεῖτο καὶ ἀσύμφωνος ἦν. ἐκ τοῦ ταράσσω. ἀγορὴ δὲ τὸ πλῆθος.
96. ὅμαδος] ὁμόαυδός τις ὢν, ἢ ὄπαδος, παρὰ τὴν ὄπα. πιθανῶς
Νέστορος, Μηριόνης Διομήδους.
99. σπουδῇ] μόγις. δηλοὶ δὲ ἡ λέξις καὶ τὸ ταχέως “σπουδῇ νῦν ἀνάβαινε” (Od. 15, 209).
100. ἀνὰ] τὸ ἑξῆς ἀνέστη. ἅμα δὲ καὶ τὸ σκῆπτρον ἀνέτεινε κατ᾿ ἔθος.
101. κάμε τεύχων] καμὼν ἔτευξεν. ἀντιστροφὴ ὁ τρόπος.
102. Ἥφαιστος μέν] ὁ τρόπος κλῖμαξ· τὸ λῆγον γὰρ τῆς
διανοίας ἀρχὴ γίνεται τῶν ἑξῆς. ἕκαστος δὲ στίχος τὸ γένος, τὸν
δόντα, τὸν εἰληφότα φησί. μέγα δέ ἐστι καὶ θεῖον ὂν καὶ ὑπὸ
θεῶν διακονούμενον. ὃ ὁ μὲν Ἥφαιστος τῷ Διὶ κατεσκεύασεν ὡς
χειρῶναξ κελευόμενος· ὁ δὲ Ἑρμῆς εἴληφε παρὰ Διὸς κομίσαι κατὰ
διακονίαν Πέλοπι· ὁ δὲ Πέλοψ καταλείπει Ἀτρεῖ πρεσβυτάτῳ ὄντι
τῶν υἱῶν· Ἀτρεὺς δʼ ἐπὶ μικροῖς τελευτῶν τοῖς παισὶ διαδόχῳ χρῆ-
ται τῷ ἀδελφῷ. ὁ δὲ οὐ τῷ ἑαυτοῦ παιδὶ Αἰγίσθῳ τὴν ἀρχὴν ἐνεχεί-
ρισεν, ἀλλʼ ὡς ἀγαθὸς ἐπίτροπος διαφυλάξας ἀπέδωκεν Ἀγαμέμνονι.
103. αὐτὰρ ἄρα Ζεύς] καλῶς ὁτὲ μὲν ἀπὸ τοῦ ὀνόματος, ὁτὲ δὲ
ἀπὸ τοῦ συνδέσμου ἄρχεται, τὸ ὁμοειδὲς ἐκκλίνων.
ἀργειφόντῃ] ἀργῷ φόνου· “μηδέ τί τοι θάνατος καταθύμιος
ἔστω· τοῖον γάρ τοι πομπόν” (Il. 24, 152). καὶ δώτορα δὲ ἑάων
αὐτόν φησιν. ἢ ἀργοφόντης ἢ ἀργεοφόντης καὶ ἀργειφόντης, ὡς
πλέον πλεῖν. τὸν δὲ Ἰοῦς ἔρωτα οὐκ οἶδεν ὁ ποιητὴς, πέπλασται δὲ
τοῖς νεωτέροις τὰ περὶ Ἄργον. ἐκ δὲ τοῦ Πέλοπι πληξίππῳ ὁ ἱππι-
κὸς ἀγὼν Πέλοπος καὶ Οἰνομάου δηλοῦται. τὸ δὲ ἐπίθετον Θυέστου,
ὅτι πολύαρνος ὢν ἐγέννησε τὸν μῦθον τὸν περὶ τῆς χρυσῆς ἀρνός.
104. Πέλοπι πληξίππῳ] πλήξιππόν φασιν εἰρῆσθαι τὸν Πέλοπα
διὰ τὸ μετὰ θάνατον Μυρτίλου αὐτὸν ἡνιοχῆσαι τοὺς ἵππους ἀπὸ
Εὐβοίας μέχρι Πελοποννήσου.
105. Πέλοψ δῶκʼ Ἀτρέι] φασὶν Ἀτρέα καὶ Θυέστην ἐπιβουλεύ- σαντας Χρυσίππῳ νόθῳ ἑαυτῶν ἀδελφῷ ἐκβεβλῆσθαι ὑπὸ τοῦ πατρὸς, μετὰ δὲ θάνατον Πέλοπος Ἀτρέα ἐπιστρατηγήσαντα εἰς Ἦλιν κρα- τῆσαι τῶν σκήπτρων τοῦ πατρός.
106. Ἀτρεὺς δὲ θνήσκων ἔλιπεν πολύαρνι Θυέστῃ] ὅτι Ὅμηρος
οἶδεν αὐτοὺς ἄχρι τέλους ἀδελφικὴν εὔνοιαν φυλάξαντας· εἰ δὲ ἦν
αὐτοῖς ἔχθρα, οὔθʼ ὡς Αἴγισθον Ἀγαμέμνων κατήγετο, οὔτʼ ἂν οἱ
θεοὶ ἐπέστελλον Αἰγίσθῳ μὴ ἀμύνασθαι Ἀγαμέμνονα· οὔτε Ὅμηρος
πικρῶς οὕτως ἐλοιδόρει αὐτὸν ἄναλκιν καλῶν καὶ δολόμητιν, εἰ μὴ
τὰ τὴν συγγένειαν πρῶτος ἐλυμήνατο. Λικύμνιος δὲ παραδηλοῦσθαί
φησι λεληθότως τὴν ἔχθραν, ἵνα μὴ λοιδορήσῃ τὸ γένος· τὸ μὲν γὰρ
δῶκε φιλίας τεκμήριον, τὸ δὲ καταλιπεῖν ἀνάγκης, διὸ ἐφʼ ὧν μὲν τῷ
ἔδωκεν ἐχρήσατο, ἐμʼ ὧν δὲ τῷ ἔλιπεν.
107. λεῖπε φορῆναι] μεγάλη καὶ πολυχρόνιος πρὸς ἀρχὴν ἡ
τοιαύτη κατασκευὴ καὶ τὸ παλαιὸν ἀξίωμα. ἐξαίρει δὲ τὸν
φοροῦντα.
108. πολλῇσιν νήσοισι] τούτῳ τοῦτο συνέβη διὰ τὴν ἐπὶ Ἴλιον
στρατείαν· Ῥόδιοι γὰρ καὶ Αἰγινῆται καὶ οἱ λοιποὶ λαοὶ Ἀτρείδεω
Ἀγαμέμνονος λέγονται. τινὲς δὲ ἐννέα κώμας φασὶν ἐν Ἄργει, αἳ
ὑπέκειντο αὐτῷ, ἃς καλοῦσι καὶ νήσους.
109. ἐρεισάμενος] ἀπερείδων ἑαυτὸν καὶ ἀναπαύων.
110. ἥρωες Δαναοί] προεπαίρει τοῖς ἐγκωμίοις, ὅπως αἰδοῖντο φεύγειν. οὐ λέγει δὲ αὐτοῖς τὸ ὄναρ, ὅπως μὴ δοκῇ σκευώρημα, ἢ ἑτέρως ἀποβῇ καὶ θεομισὴς εἶναι δόξῃ.
111. ἄτῃ] ἄτη ἡ ἑκούσιος ἁμαρτία, καὶ ἀτηρός, καὶ ἶσα ἄτῃσιν. οἱ δὲ ζημία· τοῦτο δὲ ἀναπόδεικτόν ἐστιν.
112. ὑπέσχετο καὶ κατένευσεν] προτρεπτικὸν τοῦτο πρὸς τὸ μένειν τοὺς Ἀχαιούς· οὐ γὰρ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατα- νεύσει (Il. 1, 527). ἀνάγει δὲ ἐπὶ τοὺς νεοσσοὺς καὶ τὰς διοσημίας.
113. ἐκπέρσαντʼ] τὸ ἐντελὲς ἐκπέρσαντι, ὡς “χρυσείῃ κερκίδʼ ὕφαινεν” (Od. 5, 62). καὶ “Αἴανθʼ, ὃς βελέεσσι βιάζετο καὶ οὐ χάζετʼ ὄπισθεν” (Il. 15, 727).
114. κακὴν ἀπάτην] ἔστι γὰρ καὶ δικαία, ὡς καὶ Αἰσχύλος
(fr. 287.) “ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός.” καὶ τίς πείθοιτο
θεὸν ἐναντία ἑαυτῷ βουλεύσασθαι;
115. δυσκλέα] ἐκ τοῦ δυσκλεεύς δυσκλεέα· ἔστι δὲ ἔλλειψις τοῦ ε, οὐ συναλοιφή· οἱ δὲ νεώτεροι ἐκτείνουσι καὶ περισπῶσιν ὡς ἀπὸ τοῦ δυσκλεής. τοῦτο δὲ εἶπεν οἰόμενος ὡς οὐ πείσονται οἱ Ἕλληνες δυσκλεεῖς ὑποστρέψαι.
ἐπεὶ πολὺν ὤλεσα λαόν] ἀντὶ τοῦ ὅτε. οἰκειοῦται δὲ τὴν ἀπώλειαν τοῦ στρατοῦ παραμυθίας ἕνεκα.
116. μέλλει ἀντὶ τοῦ ἔοικε· διὰ τούτου δὲ διστάξιμον αὐτὸ ἐποίησεν.
117. ὃς δὴ πολλάων πολίων] ἄδηλον εἴτε καθολικῶς αὐτὸ λέγει,
εἴτε περὶ τῶν εἰκοσιτριῶν πόλεων ὧν περὶ Ἴλιον ἐπόρθησαν. ὑπόνοιαν
δὲ δίδωσι καὶ περὶ Ἰλίου· πιθανὸν γὰρ ἐκ τῶν ὑποκειμένων τὴν
δύναμιν δεῖξαι τοῦ Διός.
118. τοῦ γὰρ κράτος] Πυθαγόρας τί ἐστι θεῖον ἐρωτηθεὶς τὸ
πάντων ἔφη κρατοῦν, τῷ αἰτίῳ καὶ τοῖς ἄλλοις, ὥστε καὶ πολέμων
ἔχειν ἐξουσίαν· τίς ἂν οὖν εἴην ἐγῶ, φησὶν Ἀγαμέμνων, πρὸς τὸ
κράτος ἐκείνους;
120. τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν] διὰ τῶν ἐγκωμίων μείζων ἡ κατηγορία· καὶ ὅτι ἀίδιος ἔσται αὐτοῖς ἡ ὕβρις, τὸν πόλεμον ἀτελῆ καταλιποῦσιν.
122. ταχεῖα οὖν ἐλπὶς τῆς νίκης, εἴ γε καὶ πλείους καὶ ἰσχυ- ρότεροι καὶ Δία ἔχοντες σύμμαχον, καὶ τῆς ἥττης πολλὴ ἡ αἰσχύνη.
τέλος δʼ οὔ πώ τι πέφανται] τὸ δέ ἀντὶ τοῦ γάρ. κρίσις γὰρ
νίκης ἢ ἥττης οὐ πέφανται. πῶς οὖν πρὸ τέλους ὑποχωρήσουσιν;
ἐκδεκτέον οὖν τὸ τῆς μάχης πέρας.
125. Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν] οὐχ ὁμοίως
ἐσχημάτισε τῷ Τρῶας τὸ ἡμεῖς· ἀντίστροφον δὲ τοῦτο καὶ κατὰ
τὰς πτώσεις· “ἢ ἐθέλεις ὄφρ᾿ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ
αὔτως” (Il. 1, 133). τὸ δὲ λέξασθαι δηλοῖ ε΄, τὸ λέγειν, ὡς τὸ
“λέξασθαι δὲ περὶ τῶν οὐ δύναται·” τὸ κοιμᾶσθαι, ὡς τὸ
“λέξομαι δʼ εἰς εὐνήν” (Od. 17, 102)· τὸ ἐκλέγεσθαι, ὡς τὸ
“λέξασθαι κούρους” (Il. 21, 27)· τὸ ἀριθμεῖν, ὡς τὸ “λέγε
κήτεσσι” (Od. 4, 452)· τὸ οἰκοδομεῖν, ὡς τὸ “αἱμασιὰς λέξονται”
(Od. 24, 223). ἐφέστιοι δὲ οἱ ἔποικοι, συναριθμουμένων παιδίων
καὶ γερόντων· οὗτοι γάρ εἰσιν οἱ προθύμως ὑπὲρ τῆς σφετέρας
ἀμυνόμενοι.
126. ἐς δεκάδας διακοσμηθεῖμεν] ἔθος πλείονας τῶν δέκα μὴ
συνεσθίειν, ὡς καὶ Ἀριστοτέλης ἐν Πολιτείαις φησίν. τὸ δὲ διακο-
127. οἰνοχοεύειν] πιθανῶς κἀν τῷ ἀριθμεῖν αἰχμαλωσίαν οἰωνίζεται Τρωσίν. ἢ ὡς φιλοίνοις, ἢ ὡς ἐν συμποσίοις ἀλαζονευομένοις. ἢ διαπαίζει τὸν Γανυμήδους μῦθον.
129. πλέας] ἀπὸ τοῦ πλέονας τὸ πλέας συγκέκοπται.
130. ἀλλʼ ἐπίκουροι] καὶ γάρ φησι “κέκλυτε μυρία φῦλα περι- κτιόνων ἐπικούρων” (Il. 17, 220). ἐπίκουροι δὲ οἱ ἐξ ἀλλοδαπῆς ἥκοντες πρός συμμαχίαν.
131. ἄνδρες ἔασιν] διὰ τούτου ὑποχωρεῖν κελεύει, καὶ ὀνειδίζει τὸ ἴδιον συμμαχικόν. τὸ δὲ ἔασι τινὲς ἔνεισιν, ὡς τὸ ἔνειμεν.
* ἐγχέσπαλοι δὲ εἴρηται ἀπὸ τοῦ τὰ ἔγχη πάλλειν καὶ κινεῖν τὰ δόρατα. ἔσειον δὲ αὐτὰ πρὸ τῆς ἀφέσεως, μήποτε ἄρα εἶεν κεκλασμένα.
132. οἵ με μέγα πλάζουσι] ἀποσφάλλουσι τῆς ὁρμῆς. εὖ δὲ τὸ
οἰκειοῦσθαι τὴν ἧτταν καὶ μὴ τὸ κοινὸν ἐλέγχειν. ἐθέλοντα δὲ τὸ
δυνάμενον· Ἰλίου δὲ πτολίεθρον ἄμεινον ἦν εἰπεῖν Ἴλιον ἤπερ Ἰλίου·
ἀλλὰ συνωνυμικῶς εἶπεν, ὡς Ἀργοῦς νηὸς σκάφος. (Euripid.
Med. 1).
134. βεβάασι Διός] ἀντὶ τοῦ διῆλθον, διεπορεύθησαν, ὡς τὸ “βῆ
δʼ ἄρʼ ἐπʼ Ἀτρείδην” (18) ἀντὶ τοῦ ἐπορεύθη. Διὸς δὲ τοῦ ἡλίου, ἢ
τοῦ διερχομένου χρόνου.
ἐν ἑνὶ στίχῳ τέθεικε τὴν Ἀτθίδα καὶ κοινὴν χρῆσιν. ταῦτα δὲ
ἀμφοτέροις συνάδει, τῷ μὲν ἀπιέναι, πρὶν διαφθαρῆναι τέλεον τὰς
νῆας, καὶ τῷ μένειν διὰ τὸ τέως σεσηπέναι καὶ μὴ δύνασθαι πλεῖν.
Θεόπομπος δὲ ταύτην αἰτίαν αὐτοῖς τοῦ ναυαγίου φησὶν, ὡς καὶ
τοὺς περὶ Κάλχαντα καὶ Ἀμφίλοχον πεζοὺς ἀπαλλάττεσθαι. ἔστι
δὲ πρὸς μὲν τὸ ἀπιέναι διεγερτικὸν ὡς ἐκεῖ καθημένων ἀπράκτων
χρόνον τοσοῦτον, πρὸς δὲ τὸ μένειν ὡς τοῦ τῆς ἁλώσεως χρόνου πλη-
ρωθέντος· τῷ γὰρ δεκάτῳ ἔτει τὸ Ἴλιον ἔφη Κάλχας ἁλώσεσθαι.
ἐλπίδα δὲ τοῦ τέλους ὑπογράφων αὐτοῖς οὐκ ἐνεστηκέναι τὸν ἔνατον
ἐνιαυτὸν εἶπε (καίτοι οὕτως ἦν τὸ ἀληθὲς, ὅπερ καὶ Ὀδυσσεύς φησιν
“ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτός” 295). φασὶ δὲ ὅτι
παρεληλύθεισαν οἱ ἐννέα οὗτοι ἐνιαυτοί. λέγει δὲ ὅτι ὡς παρὰ γυναι-
140. φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν] ἐνῆν εἰπεῖν
στείχωμεν· ἀλλὰ τῷ αἰσχρῷ ὀνόματι ἀποτρέπει τοῦ ἀπόπλου. φίλην
δὲ τὴν ἰδίαν· “φίλους λήθοντε τοκῆας” (Il. 14, 296). πατρίδα δὲ,
τουτέστιν ἕκαστος εἰς τὴν ἰδίαν· ἔδει δὲ εἰπεῖν πατρίδʼ ἐς αἶαν.
142. θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν] τὸ αἰφνίδιον τῆς τῶν ἀνθρώπων ὁρμῆς ἐσήμανε, περὶ τῶν οἴκοι τερπνῶν ἀκουσάντων. τὸ δὲ μετὰ πληθύν ἀντὶ τοῦ ἐν τῷ πλήθει ἢ κατὰ τὸ πλῆθος. ἐπάκουσαν δὲ ἀντὶ τοῦ ᾔσθοντο τῆς τοῦ Ἀγαμέμνονος γνώμης.
144. κινήθη] ὥρμησε. μακρὰ δὲ τὰ ὑψηλὰ, ἤτοι τὰ ἐκ βάθους κινούμενα· συνωθοῦνται γὰρ ἄλλα ἐπʼ ἄλλοις, ὡς ὅλης ἐκ βυθοῦ ταρασσομένης τῆς θαλάττης.
διὰ τί δὲ προειπόντος τοῦ Ἀγαμέμνονος ἐν τοῖς προβεβουλευμέ-
νοις (75) “ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν,” ὁρμησάντων
τῶν Ἑλλήνων ἐπὶ τὰς ναῦς οὔτε Ὀδυσσεὺς οὔτε ἄλλος οὐδεὶς τοῦτο
ἐποίησε ταχέως, ἀλλʼ ὁ μὲν ἕστηκεν ἁπλῶς μόνον οὐχὶ ἁπτόμενος
τῆς νηὸς, οἱ δὲ ἐπὶ τῆς ἐκκλησίας μένουσι, καὶ παραγίνεται ἡ Ἀθηνᾶ
ὥσπερ καθεύδοντα ἐγείρουσα τὸν Ὀδυσσέα; ἢ ὅτι οὐχ οἷόν τε ἦν
ὁρμησάντων παραχρῆμα ἐπέχεσθαι αὐτοὺς, θορύβου κατέχοντος το-
σούτου· θεατὰς γοῦν ἡμᾶς ποιῶν τῆς τότε ἀταξίας αὐτῶν, ἐπιτρα-
γῳδεῖ ταῦτα τὰ ἔπη “κινήθη δʼ ἀγορὴ ὡς κύματα.” διὸ ὁ Ὀδυσ-
σεὺς, μετὰ Νέστορα συνέσει προὔχων, ἵσταται μὴ καθέλκων τὴν
ναῦν, διὰ τούτου δεικνὺς ὃ ἐβούλετο καὶ τοὺς ἄλλους ποιεῖν. ἔστι δὲ
Ὀδυσσεὺς ἱκανώτερος Νέστορος πάντα πρᾶξαι τὰ διὰ σώματος, τῶν
δὲ ἄλλων συνετώτερος· διὸ πρὸς τοῦτον ἡ Ἀθηνᾶ ἥκει· οὐ γὰρ
πιθανὸν θεοῦ δίχα παυθῆναι τοιοῦτον θόρυβον.
146. ὤρορʼ] ἀπὸ τοῦ ὄρωρε Ἀττικοῦ ὑπέρθεσις ἐγένετο τοῦ χρόνου. ἐπαίξας δὲ, ἄνωθεν αἰγιδώδης πνεύσας.
147. πρὸς συμπλήρωσιν τῶν ἀσταχύων οἱ ζέφυροι πνέουσιν. ληΐῳ
δὲ τὴν ἠϊόνα παρεικάζει. ἠπειρωτικὴ δὲ ἡ παραβολὴ, ὅπερ ἄμεινον
ἐνταῦθα· ἡ πρώτη μὲν γὰρ τὸν τάραχον, ἡ δὲ δευτέρα τὴν ὁμοθυ-
μαδὸν ὁρμὴν παρίστησιν.
148. πυκνοῖ τὸ λήιον τοῖς στάχυσιν, ὡς “ἔφριξε δὲ μάχη ἐγ-
χείῃσιν.” οἱ δὲ στάχυες ὑπὸ τοῦ ἀνέμου συνειλούμενοι πυκνοῦσι τὸ
λήϊον.
150. νῆας ἐπʼ ἐσσεύοντο] οὐκ ἀναστρεπτέον· αἱ γὰρ συναλει- φόμεναι οὐκ ἀναστρέφονται, ἐπεὶ μὴ ἐπὶ τέλους κέωνται ῥῆμα δηλοῦσαι. ὑπένερθε δὲ ἤτοι ὑπὸ τῶν ποδῶν αὐτῶν νέρθεν ἐγειρομένη ἀνίστατο ἡ κόνις.
152. ἅπτεσθαι—δῖαν] ἐπιλαμβάνεσθαι, ὡς τὸ “ἑανοῦ ἁπτομένη
(Il. 16, 9). τὸ δὲ δῖαν Δωρικῶς συνέστειλεν.
153. οὐρούς] ἐκ τοῦ ὀρούειν· διʼ αὐτῶν γὰρ αἱ νῆες ὀρούουσιν. τῷ δὲ χρόνῳ πολλή τις ὕλη περὶ αὐτοὺς ἦν, ἣν καὶ ὑφεῖλκον.
ἀϋτὴ δʼ οὐρανὸν ἷκεν] μεγαλοφυῶς ηὔξησε τὴν ταραχὴν, ἣν καὶ Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν ἐλεπτολόγησεν.
155. νόστος] ἡ εἰς τὸν οἰκεῖον τόπον ὑποστροφή· “νόστου δὴ μνῆσαι” (Il. 10, 509) καὶ “νοστήσαντα ἄνακτα” (Il. 13, 38). τὸ δὲ ὑπέρμορα ὀνοματικόν ἐστιν ἐπίρρημα.
156. εἰ μὴ Ἀθηναίην Ἥρη] εἰς τοσοῦτον ἄγει τὰς περιπετείας. ὡς μὴ δύνασθαι αὐτὰς ἀλλʼ ἢ μόνον μεταθεῖναι τὸ θεῖον. πρῶτος δὲ καὶ τὰς τραγικὰς τοῖς τραγικοῖς εἰσηγήσατο μηχανάς.
τὸ τῆς Ἀθηνᾶς ἄγαλμα δόρυ κρατεῖ διὰ τὸ σταθηρὸν καὶ ἀν-
δρεῖον· ὁμοίως καὶ ἀσπίδα παρὰ τὸ πᾶσαν ἐπιβουλὴν διὰ τῆς σοφίας
ἀπωθεῖσθαι· ἡ αὐτὴ γάρ ἐστι τῷ νῷ. καὶ περικεφαλαίαν διδόασιν
αὐτῇ διὰ τὸ εἶναι τῆς σοφίας τὸ ἀκρότατον ἀθέατον καὶ ἐλαίαν ὡς
καθαρωτάτης οὔσης οὐσίας· φωτὸς γὰρ ὕλη ἡ ἐλαία. καὶ Γοργόνα
διδόασιν ἐπὶ τοῦ στήθους αὐτῇ διὰ τὸ ταχὺ τοῦ νοῦ.
157. ὦ πόποι] καὶ τῷ σχετλιασμῷ καλῶς κέχρηται, καὶ τὴν
αἰσχύνην τῶν φίλων προβέβληκε, καὶ τῶν πολεμίων τὴν χαρὰν
ἐπάγει. συμφέρεσθαι δὲ ἀλλήλαις Ἥραν καὶ Ἀθηνᾶν λέγων, δεί-
κνυσιν ὅτι οὔτε μητρνιὰν πρόγονον δεῖ μισεῖν οὔτε πρόγονον μητρυιά
διαφέρεσθαι, ἀλλʼ ἢ μᾶλλον συμφέρεσθαι.
161. Πριάμῳ καὶ Τρωσί] καλῶς οὐκ Ἀλεξάνδρῳ, ἀλλὰ Πριάμῳ καὶ Τρωσί φησι, τῆς Ἑλληνικῆς Ἑλένης αὔξων τὸ ἐγκώμιον.
163. ἀλλʼ ἴθι νῦν] οὐκ ἄτοπον γὰρ καὶ τοῖς ἐνδόξοις ἡ χρειώδης ὑπηρεσία.
164. ἀγανοῖς] προσηνέσι, πράοις, ἐπάγεσθαί τε καὶ ὑπάγεσθαι
165. ἀμφιελίσσας] ἀμφοτέρωθεν στρεφομένας καὶ ἐρεσσομένας.
169. Διὶ μῆτιν ἀτάλαντον] εἰ μὴ δεξιὰ Ὅμηρος περὶ θεῶν
ἐφρόνει, οὐκ ἂν τὸν Ὀδυσσέα Διὶ μῆτιν ἀτάλαντον ἔλεγε καὶ θεοῖς
ἐναλίγκια μήδεʼ ἔχοντα. πῶς γὰρ οἱ θεοὶ δοκοῖεν ἂν ἄφρονες, ὁπότε ὁ
ἔπαινος τῶν ἀγαθῶν ἀνδρῶν ἐπὶ τούτους ἀναφέρει τὴν εἰκόνα; ὃ δὲ
κεκέλευσται ποιεῖν ἡ Ἀθηνᾶ, ὡς σοφὸς ἀρχιτέκτων, διὰ δραστηρίου
τοῦ ὑπηρέτου ποιεῖ· οὗτος γὰρ μετὰ τοῦ λόγου καὶ τὸ πρακτικὸν
ἔχει, ἀλλʼ οὐχ ὡς Νέστωρ τὸ ἕν.
*Πορφυρίου. λύων ὁ Ἀριστοτέλης τὸ τάλαντον οὔτε ἴσον φησὶ
τότε καὶ νῦν εἶναι, οὔτε ἀφωρισμένῳ χρῆσθαι σταθμῷ, ἀλλὰ μέτρον
τι μόνον εἶναι, ὡς καὶ φιάλη σχῆμά τι ἀφωρισμένον ἔχον σταθμὸν,
μέτρον δὲ οὐκέτι. καὶ τὸ τάλαντον δὲ μέτρον τί ἐστι, ποσὸν δὲ
οὐκέτι ἀφωρισμένον· διὸ καὶ τὸ ἀντικείμενον αὐτοῖς ὑπερφίαλον καὶ
ἀτάλαντον. ὥσπερ γὰρ τὸ ὑπερφίαλον τὸ πολὺ σημαίνει καὶ ἄμε-
τρον, ὡς τῆς φιάλης ἀμέτρου οὔσης (ὑπερφίαλος γὰρ ὁ ὑπερβάλλων
τῇ ἀμετρίᾳ τὸ μέτρον τῆς φιάλης), οὕτω καὶ ἀτάλαντος ὁ ἐξῃρη-
μένος τοῦ μέτρου τοῦ κατὰ τὸ τάλαντον. ὁ δὲ ἐκ τῶν ἀνίσων ἐκβε-
βηκὼς ἴσος ἂν εἴη· ὁ γὰρ οὐκ ἄνισος, οὗτος καὶ ἀτάλαντος, ὁ τὸ
ἄνισον τῶν ταλάντων μὴ ἔχων· διὸ καὶ ἴσος· ὃ γὰρ ἐν ἄλλοις ἔφη
“ἶσος Ἐνυαλίῳ,” τοῦτο δεδήλωκεν ἐν τῷ “ἀτάλαντος Ἄρηϊ.”
170. οὐδʼ ὅγε νηός] ὃ οἱ ἄλλοι βασιλεῖς μὴ ἐποίουν, οὐδὲ αὐτὸς ποιεῖ.
171. ἐπεί μιν ἄχος] τὸ μίν ἀντὶ τοῦ αὐτόν. ἄχος δέ ἐστιν ἡ
ἄφωνος ἀνία, οἵαν καὶ ἡ Νιόβη ἔσχεν.
173. διογενὲς Λαερτιάδη] τὸ σχῆμα ὁμοιόπτωτόν ἐστι καὶ κλη- τικὸν προσαγορεύεται. τὸ δὲ πολυμήχανέ τινες ταυτὸν τῷ πολύτροπέ φασιν.
175. φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι] εὖ τὸ καὶ τὸν Ὀδυσσέα
συμπεριλαβεῖν τῇ φυγῇ· παρώξυνε γὰρ αὐτὸν πρὸς τὸ τοὺς ἄλλους
ἐπέχειν, ἐπαγαγοῦσα τῷ ἥρωϊ δειλίας ἐγκλήματα. πολυκλήϊσι δὲ
ταῖς πολλὰς τὰς τάξεις ἐχούσαις. τὰ δὲ τῷ η παραληγόμενα μακρο-
κατάληκτα ἐν τῇ συνθέσει ἀναδιδόασι τὸν τόνον, οἷον μελάμψηφις
μελάγκρηπις εὔκνημις· οὕτως καὶ τὸ πολύκληϊς. τὸ δὲ πεσόντες
σύμβολόν ἐστιν ἀτάκτου φυγῆς· οὐ γὰρ δηλοῖ τὸ ἐμβάντες.
179. ἀλλʼ ἴθι νῦν] ἴσον ἐποίησε τῇ Ἀθηνᾷ τὸν Ὀδυσσέα, τοῦτο παραγαγὼν αὐτὸν ὑπʼ αὐτῆς κελευόμενον, ὅπερ ἐκείνη ὑπὸ τῆς Ἥρας ποιεῖν ἐπετέτακτο.
182. ξυνέηκε θεᾶς ὄπα φωνησάσης] συνῆκε τὴν ὄπα φωνησάσης τῆς θεᾶς.
183. βῆ δὲ θέειν] ἀφείλετο τὴν ἀπόκρισιν ἡ ἔπειξις τοῦ καιροῦ.
ἔστι δὲ ὅτι ὥρμησεν ἐπὶ τὸ θέειν. ἢ Ἀττικῶς λείπει τὸ ὥστε. ἢ
.ἀπαρέμφατον ἀντὶ μετοχῆς. ἀπέβαλε δὲ τὴν χλαῖναν ἢ διὰ τὸ
εὐπερίσταλτον, ἢ διὰ τὸ ἐπιστρέφειν τῇ παραδόξῳ θέᾳ τοὺς πολλοὺς,
ἡ ἵνα ταπεινὸς ὑπηρέτης εἶναι δοκῇ τῶν βασιλικῶν δογμάτων. οἱ δὲ,
ὅτι ἀπὸ τῆς σπουδῆς αὐτομάτως πέπτωκεν. καὶ περὶ Ἀγαμέμνονος
δὲ ἑτέρωθί φησι “πορφύρεον μέγα φᾶρος ἔχων” (Il. 8, 221).
* Πορφυρίου. ἀπὸ δὲ χλαῖναν βάλε] ἀπρεπὲς εἶναι δοκεῖ τὴν
χλαῖναν ἀποβαλόντα μονοχίτωνα θεῖν τὸν Ὀδυσσέα διὰ τοῦ στρατο-
πέδου, καὶ μάλιστα οἷος Ὀδυσσεὺς εἶναι ὑπείληπται. φησὶ δʼ Ἀρι-
στοτέλης, ἵνα διὰ τὸ τοῦτο θαυμάζειν ὁ ὄχλος ἐπιστρέφηται, καὶ ἐξι-
κνῆται ἡ φωνὴ ὡς ἐπὶ μεῖζον ἄλλου ἄλλοθεν συνιόντος, οἷον καὶ Σόλων
λέγεται πεποιηκέναι, ὅτε συνῆγε τὸν ὄχλον περὶ Σαλαμῖνος. ἄλλοι
δὲ, ὅτι ἐμπόδιον ἦν αὐτῷ πρὸς τὸν δρόμον ἡ χλαῖνα. οἱ δὲ, ὅτι
ταπεινὸν αὑτὸν καὶ ὑπηρέτην τῶν Ἀγαμέμνονος προσταγμάτων δεῖξαι
βούλεται. οἱ δὲ, ὅτι τὸ σκῆπτρον λαμβάνει μετιὼν τὸ τοῦ Ἀγα-
μέμνονος, ὥστε τὴν ἐξουσίαν ἔχων τὴν βασιλικὴν τὸ οἰκεῖον σχῆμα
τῆς ἀξίας περιεῖλεν. οἱ δὲ, ὅτι τρέχοντος αὐτοῦ πεσεῖν αὐτομάτως
συνέβη. οἱ δὲ, ὅτι τὴν σπουδὴν ἐπιδεῖξαι θέλων διὰ τῆς πτώσεως
riterque κρῆπις εὐκνῆμις—πολυκῆῖς 27. * προσταγμάτων] πραγμάτων
20. * Πορφυρίου] Ἀριστοτέλους 31. *συνέβη. οἱ δὲ] συνέβη. βῆ δὲ
hic ut p. 101, 11 et alibi. V, ad θέειν, ἀπὸ δὲ χλαῖναν βάλε, τήν δʼ
p. 91, 3. ἐκόμισε κῆρυξ Εὐρυβάτης.οἱ δὲ
24. Σόλων] Conf. Plutarchi V.
βασιλεῖ δοκοῦντα φαίνηται πράττων καὶ παρὰ τοῦ βασιλέως λαβεῖν
τὴν ἐξουσίαν, ἢ ἵνα ἀντὶ βασιλέως φαίνηται ποιεῖν καὶ τὴν τοῦ αὐτο-
κράτορος εἰς τοὺς πλημμελοῦντας εἰληφέναι ἐξουσίαν, ἢ ὅτι ἄλλως
οὐκ ἐξῆν δημηγορεῖν ἢ τὸ σκῆπτρον ἔχοντα.
186. τὸ σκῆπτρον δέχεται, ἵνα δοκῇ παρὰ τοῦ βασιλέως εἰλη-
φέναι τὴν τοῦ κοσμεῖν ἐξουσίαν, καὶ μὴ χολῷεν ἐπιτιμώμενοι. ἡ
ἔπειξις δὲ τοῦ καιροῦ περιεῖλε τοὺς Ἀγαμέμνονος λόγους. τὸ δὲ
ἄφθιτον πέπλασται ποιητικῶς. τὸ μὲν γὰρ ἀθάνατον ἐπὶ τῶν ἐμψύ-
χων οἱ φιλόσοφοι τάσσουσι, τὸ δὲ ἄφθιτον ἐπὶ τῶν ἀψύχων.
189. τὸν δʼ] δύο μέρη λόγου εἰσίν. ὁ δὲ δέ ἀντὶ τοῦ δή. οὐκ
ἐγκλιτέον δὲ αὐτόν. χρῆται γὰρ αὐτῷ συνήθως ὁ ποιητὴς περιττῷ.
190. οὔ σε] ἡ μὲν ἀκρίβεια ὀρθοτονεῖ, ἐγκλίνει δὲ ἡ συνήθεια. δειδίσσεσθαι δὲ ἀντὶ τοῦ εὐλαβεῖσθαι. θωπεύων δὲ δυσωπεῖ.
191. κάθησο] τοῦτο οἱ Ἀττικοὶ κάθου λέγουσιν. διὰ δὲ τῶν ἐμφανῶν καὶ τὸ πᾶν ἱδρύει πλῆθος.
193. ἀπὸ τοῦ “νῦν μὲν” ἕως τοῦ “τιμὴ δʼ ἐκ Διός ἐστι” τὸ νόημα εἴρηται. ἀθετοῦνται δὲ τὰ ἔπη ὡς εἰς καταστολὴν οὐ προτρεπ- τικά. τὸ δὲ τάχα διστακτικόν ἐστιν.
εἰς ὑπόνοιαν αὐτοὺς ἄγει, καὶ οὐ δοκεῖ ἐκφαίνειν τὰ τοῦ βασιλέως ἀπόρρητα, ἀλλὰ συγκαλύπτει τὸν τοῦ λόγου νοῦν.
194. ἐν βουλῇ δʼ οὐ πάντες] μετρίως τοῦτό φησιν, ἵνα μὴ καται- σχύνῃ τοὺς ἄλλους. τινὲς δὲ ἐν ἐρωτήσει· μὴ οὐκ ἠκούσαμεν πάντες οἱ βασιλεῖς τί εἶπεν ἐν τῇ βουλῇ Ἀγαμέμνων; ἵνʼ ᾖ μὴ διστακτικόν.
*διὰ τί τὸ ὄναρ οὐδεὶς τῶν ἐν τῷ προβουλίῳ ἀκούσας παρὰ Ἀγα-
μέμνονος ἐξεῖπε τοῖς ἄλλοις Ἕλλησιν: ἓν μὲν αἴτιον, εὐλάβεια γὰρ
ἦν μὴ ὑπονοήσωσιν οἱ Ἕλληνες ὅτι διὰ τὴν πρὸς Ἀχιλλέα στάσιν
τὸν ὄνειρον πλάσσει, ὅπερ οὐ βασιλικόν· ἕτερον δὲ, ὅτι τὰ τῶν ὀνεί-
ρων οὐ βεβαίως πιστεύεται, διʼ ἣν αἰτίαν οὐκ ἐξεῖπε· τρίτον δὲ, ὅτι
196. μέγας] ἐπηρμένος καὶ φοβερός. ἀλλὰ καὶ μεγαλήτορας
τοὺς βασιλέας φησίν. καλῶς δὲ ταῦτα προστέθειται, ἵνʼ ὦσι μὲν
δεδοικότες ὡς μεγαλόφρονα, τιμῶσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα,
ἐπειδὴ καὶ θεὸν τιμᾷ ὁ μετʼ αἰδοῦς πειθαρχῶν βασιλεῖ.
198. βοόωντά τʼ ἐφεύροι] ἐπειδὴ περὶ Ἀχιλλέως ὀργισθέντες ἤθελον ἑαυτῶν ἄρχειν, οὗ χάριν καὶ βοὴν ἐκίνουν. ἢ ἐπεί φησι “τοὶ δʼ ἀλλήλοισι κέλευον ἅπτεσθαι νηῶν” (151).
199. τὸν σκήπτρῳ ἐλάσασκε] δόξειεν εἶναι τοῦτο ἄλογον, ὅτι τῆς
Ἀθηνᾶς εἰπούσης “σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον”
τύπτει τινάς· ταῦτα γὰρ παρακούοντος τῆς θεοῦ, ὅπερ ἁρμόζον
οὐδαμῶς Ὀδυσσεῖ. ἐροῦμεν δὲ ὅτι ἡ μώμησις ἄλογος· εἰκὸς γὰρ ἦν
ἐν τῷ τοσούτῳ θορύβῳ σφάλλεσθαι πολλάκις καὶ Ὀδυσσέα· πάντες
γὰρ ἐν τοῖς τοιούτοις καιροῖς συνταραττόμεθα παρηχούμενοι ὥστε
πολλὰ ἐπιλανθάνεσθαι. οὐ μὴν ἀλλὰ καὶ οἱ θρασεῖς κολακευόμενοι
πτεροῦνται, μᾶλλον δὲ πληγαῖς ὑπείκουσι.
200. ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε] ἐν ἡσυχίᾳ κάθησο καὶ τῶν βασιλέων ἄκουε. τοῦτο δέ φησιν, ἵνα ἔκδηλος τοῖς πολλοῖς ἡ βουλὴ γένηται.
203. οὐ μέν πως πάντες βασιλεύσομεν] οὐκ ἔσται δημοκρατία φησίν. εἰ δὲ τοῖς μείζοσι ταῦτα ἔλεγε, τὴν μάχην ἐξῆπτε τῶν σπουδαρχιδῶν καθαπτόμενος ἀνδρῶν ἐν τοσούτῳ θορύβῳ. ἀγαθὸν δὲ τὸ συμφέρον. δογματίζει δὲ περὶ πολιτειῶν.
205. ᾧ ἔδωκε Κρόνου πάϊς] εἰ μὴ γὰρ ἦν, φησὶ, καλὸν, οὐδʼ ἂν
οἱ θεοὶ αὐτῷ ἐχρῶντο. δηλοῖ δὲ ὅτι μισητὸν αὐτοῖς τὸ περὶ βασι-
λείας φιλονεικεῖν καὶ διαφέρεσθαι. ἄμα δὲ καὶ σημαίνει ὅτι τὸ
βασιλεύειν οὐκ ἔστιν ἄλλο ἢ θεόσδοτον.
207. κοιρανέων] ἀντὶ τοῦ βασιλικὰ διαπραττόμενος καὶ οἱονεὶ ὡς περὶ ἑαυτοῦ φροντίζων. δίεπε δὲ ἀντὶ τοῦ διὰ τοῦ στρατοῦ ἐνήργει.
209. κῦμα] τοῦτο μὲν πρὸς τὴν κίνησιν ἔλαβε τὸ εἰκόνισμα, πρὸς δὲ τὴν ἀπήχησιν τὸν βρόμον.
210. αἰγιαλῷ μεγάλῳ βρέμεται] συμφυῶς τῷ ὑποκειμένῳ τετρά- χυνται τὸ ἔπος ταῖς ὀνοματοποιίαις. καλῶς δὲ καὶ τὸ μεγάλῳ, ἐμφῆναι θέλων τὴν τῶν κυμάτων παράτασιν.
212. Θερσίτης] ἐπίτροπον τοῦ ποιητοῦ φασὶν αὐτὸν, σφετερισά-
μενον τὴν οὐσίαν, ὃν δὴ κακῶς λέγει. τῶν ἀκόσμων δὲ εἰδὼς τὴν
ὀργὴν ἐπιπλήξεσιν ἢ γέλωτι παυομένην, πρὸς μὲν τὸ ἐπιπλήσσειν
Ὀδυσσέα, πρὸς δὲ τὸ γελᾶν καὶ γελᾶσθαι Θερσίτην ἔλαβεν, ὡς καὶ
ἐπὶ τῶν θεῶν ἐν τῇ Α, ὅτε περὶ τῆς Ἥρας λέγει, παρίστησι μὲν
ἀπειλοῦντα Δία, Ἥφαιστον δὲ γελοῖον φαινόμενον. καὶ νῦν οὖν τὸν
Θερσίτην ὁ ποιητὴς παρέλαβε πρὸς τὸ διαλῦσαι τὸ στυγνὸν τῆς
ἐκκλησίας καὶ ὑβρίσαι τὸν Ἀγαμέμνονα· δίκαιον γάρ· ἀλλ᾿ οὐ
λυπεῖ ἀνάξιος ὤν. ἤδη δὲ οὐ Ξενοφάνει, ἀλλʼ Ὁμήρῳ πρώτῳ σιλλοὶ
πεποίηνται, ἐν οἷς αὐτόν τε τὸν Θερσίτην σιλλαίνει καὶ ὁ Θερσίτης
τοὺς ἀρίστους. οὐκέτι δὲ μέμνηται αὐτοῦ, ἐπεὶ σεσωφρόνισται τοῦ
λοιποῦ νεικείειν βασιλῆας.
Φερεκύδης δὲ καὶ τοῦτον ἕνα τῶν ἐπὶ τὸν Καλυδώνιον κάπρον
στρατευσάντων φησίν· ὑποδείσαντα δὲ καὶ τὴν τοῦ συὸς ἐκκλίνοντα
μάχην ὑπὸ Μελεάγρου κατακρημνισθῆναι, διὸ καὶ λελωβῆσθαι τὸ
σῶμα. Ἀγρίου δὲ καὶ Δίας τῆς Πορθάονος αὐτόν φησιν. εἰ δέ γε
συγγενὴς ἦν Διομήδους, οὐκ ἂν αὐτὸν ἔπληξεν Ὀδυσσεύς· τοὺς γὰρ
ἰδιώτας μόνους ἔτυπτεν. εὖ δὲ καὶ οὐκ ἀπὸ πατρὸς αὐτὸν συνέστησεν,
οὐδʼ ἀπὸ πατρίδος, ἀλλʼ ἀπὸ τοῦ τρόπου μόνου καὶ τῆς μορφῆς, ὧν
νῦν χρεία.
*διὰ τί μηκέτι μέλλων ὁ ποιητὴς τοῦ Θερσίτου μνημονεύειν ἅπαξ
αὐτοῦ ἐδεήθη: καὶ τίς ἡ χρεία τοῦ δεηθῆναι ἐν τῷ θορύβῳ τῷ γεγο-
νότι ἐκ τῆς Ἀγαμέμνονος τῶν Ἑλλήνων πείρας, ῥητέον δὲ ὅτι παρα-
λόγως γεγονυίας τῆς Ἑλληνικῆς στάσεως διὰ τὸ ἄλλως ἐκδέχεσθαι
τοῦ βασιλέως τοὺς λόγους καὶ μὴ συνιέναι ὅτι πείρας ἕνεκα εἴρηκε
τοὺς πολλοὺς καὶ συρφετώδεις, καὶ μάλιστα τῆς ἀγνοίας ἐν τῷ
χυδαίῳ πλήθει γεγονυίας—τοῖς γὰρ ἡγεμόσι προείρητο ἡ τοῦ βασι-
λέως γνώμη, οἷς ἐν τῷ προβουλίῳ ἐρρήθη “καὶ φεύγειν σὺν νηυσὶ
πολυκλήϊσι κελεύσω, ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν” —,
ἐκ τῶν πολλῶν ἔδει καὶ χυδαίων γενέσθαι τὴν μέμψιν· οὐ γὰρ ἐκ
τῶν βασιλικὴν καὶ ἀναπολόγητον ἐσχηκότων τῆς στάσεως τὴν αἰτίαν.
ἅπαξ δὲ ἐκ τῶν χυδαίων ὀφειλούσης γενέσθαι τῆς ἀταξίας, τοιοῦτον
πρόσωπον εἰκότως ἐδέξατο, ὃ προσυνίστησιν ὅτι “ἐπὶ φρεσὶν ᾗσιν
ἄκοσμά τε πολλά τε ᾔδει, μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι
βασιλεῦσιν, ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν ἔμμεναι.
τος ὑπόθεσιν. καὶ μετὰ τοῦτο ἐξεῖλεν αὐτὸν τῆς ποιήσεως, ὅτι καὶ
πᾶσαν τοιαύτην στάσιν ἐν τοῖς μετὰ ταῦτα τῶν ποιημάτων ἐξώρισε.
τοιοῦτόν τι καὶ ἐν στάσει θεῶν καὶ ἔριδι, ἐν ἧ ἔφη “ὄχθησαν δʼ ἀνὰ
δῶμα Διὸς θεοὶ οὐρανίωνες” (Il. 1, 570). ἐπενόησε διὰ τῆς Ἡφαί-
στου οἰνοχοΐας, ὃν κυλλοποδίωνα καὶ ἀμφιγυήεντα ἔφη, διὰ τῆς
τούτου οἰνοχοίας τὴν στάσιν βουληθεὶς εἰς γέλωτα περιτρέψαι. τὰ
γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα πρῶτος ὑπέβαλεν εἶναι καὶ τὰς
παρὰ τῶν ἀνθρώπων ὀργὰς θεῶν διαλύεσθαι καὶ διὰ γέλωτος ὡσανεὶ
γέλωτος ἀξίων τῶν ἀνθρώποις προσηκόντων πραγμάτων.
ἀμετροεπής] “πάντων” γάρ φησι “κόρος ἐστίν” (Il. 13, 636),
ὃν οὐκ ᾔδει οὗτος. οἱ δὲ μέτρον τὴν τάξιν. ἡμεῖς δὲ ἀπεραντολόγον
τοῦτόν φαμεν. ἴσως δὲ στάσεως ῥυόμενοι τὴν πατρίδα ἤγαγον μετʼ
αὐτῶν αὐτόν. Θερσίτης δὲ παρὰ τὸ θάρσος Αἰολικῶς θέρσος. θάρσος
γὰρ ἐκ θράσους εἶχεν ἀκόσμου.
213. ὅς ῥʼ ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη] τοῦτο
πάντων ἄτοπον, κἂν δοκῇ τισὶ βραχὺ εἶναι.
215. ὅ τι] τὸ ὅ τι ἀναφορικόν ἐστι. εἴσαιτο δὲ ἀντὶ τοῦ φανείη, ἢ δόξειεν. ἀπὸ κοινοῦ τὸ ἐδόκει. ἔστι δὲ εὐκτικὸν ἀντὶ ὁριστικοῦ ὡς τὸ “καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης” (Il. 5, 311).
217. φολκὸς ἔην] ὡς ἀνδριαντοπλάστης ἀπὸ τοῦ καλλίστου
ἄρχεται, ὡς “ὄμματα καὶ κεφαλήν” (478)· “καρηκομόωντες·”
“ὄψιν τʼ ἀγαθὴν καὶ μῦθον” (Il. 24, 632). γίνεται δὲ παρὰ τὸ
ἐφέλκεσθαι τὰ φάη. ὁ γὰρ τυφλὸς μᾶλλον ἐλεεῖται. σημείωσαι δὲ
ὅτι ἅπαξ εἴρηται αὐτῷ.
ἕτερον πόδα] οἰκείως, ἐπεὶ δύο, ἢ τὸν ἀριστερὸν ἢ τὸν δεξιόν. ὃ
καὶ πρὸς τὸ γελωτοποιεῖν ἄμεινον· ἧττον γὰρ ἂν ἐγελᾶτο, εἰ ἄμφω
ἦν ὅμοιος τὼ πόδε.
218. συνοχωκότε] ἀπὸ τοῦ συνέχεσθαι, ὅ ἐστι συμπεπτωκέναι.
219. φοξὰ κυρίως εἰσὶ τὰ πυριρραγῆ ὄστρακα, φλοξά τινα ὄντα.
ψεδνή] πιθανῶς τοῦτο, ὅπως μὴ λανθάνῃ τὸ φοξὸν τῇ κόμῃ καλυ-
πτόμενον. τὸ δὲ ἐπενήνοθεν ἀπὸ τοῦ θέω, ἐν ὑπερβιβασμῷ ἔθω,
ἀναδιπλασιασμῷ ἐνέθω, ἤνοθα καὶ ἐνήνοθα.
220. τοῦτο τὸ ἔπος δηλοῖ ὅτι ἐν τῷ πρώτῳ ζυγῷ τῶν ἀριστέων
ἐτέτακτο Ὀδυσσεύς. ἄκρως δὲ ὑπογράφει τὸ μισοπόνηρον αὐτῶν, ὡς
οὐκ ἠνείχοντο γελώντων πονηρῶν ἀνθρώπων· καὶ τὸ παροιμιῶδες δὲ
συνάδει τούτοις· “συνετὸς συνετὸν φιλεῖ, ἄφρονα δʼ ἄφρων.” τοῖς
οὖν καλλίστοις ἐναντίος ὁ ἔχθιστος.
221. τότʼ αὖτʼ Ἀγαμέμνονι] αἱ τῶν μεγάλων ἀτυχίαι ὑψοῦσι τοὺς ταπεινούς. αἴτιος δὲ αὐτὸς ὡς τὸν ἀριστέα ὑβρίσας· διὸ οὐδὲ τολμῷ σωφρονίσαι.
225. Ἀτρείδη, τέο δʼ αὖτʼ ἐπιμέμφεαι] τὸ ἄμετρον ἐπιδείκνυσιν·
ἃ δὲ ἐπὶ τῆς προτέρας ἐκκλησίας λέγειν ἔδει, ὅτε ἔλεγεν Ἀγαμέ-
μνων “ἀγέραστος ἔω” (Il. 1, 119) καὶ “ἧσθαι δευόμενον” (ib.
134), νῦν προβάλλεται, ἴσως τότε τῷ πρὸς Ἀχιλλέα φθόνῳ νικώ-
μενος. τοιαῦτα δὲ ἦν καὶ τὰ παρὰ Ἀχιλλέως “ἀτὰρ ἤν ποτε
δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον” (ib. 166)· τοῦτον δὲ τὸ
ἄκαιρον μετὰ τῆς πηρώσεως εἰς καταφρόνησιν ἄγει.
228. πρωτίστῳ] φωνὴ ὑπερθετικὴ, ὡς ἐλευθερώτατος καὶ μονώ- τατος. οὗτος μὲν οὖν ἕλωμέν φησιν, ὁ δὲ Ἀχιλλεὺς “Τρώων ἐκ- πέρσωσʼ” (Il. 1, 164)· οὗτος γὰρ καὶ ἑαυτῷ ἐπιγράφει τοὺς πολε- μίους.
229. ἢ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι ὅν κέ τις οἴσει] οἶμαι τὸ ἔτι τὴν παράτασιν τῆς ἀπλήστου αὐτοῦ δηλοῦν ἀδικίας.
231. ἐνταῦθα καὶ τῶν ἄλλων προὔθηκεν ἑαυτὸν, ὃ δὴ δείκνυσιν αὐτὸν καὶ γελοῖον παρὰ πᾶσιν ὑπὲρ πάντα.
232. ἠὲ γυναῖκα νέην] ἐλεεινὸς παρʼ αὐτοῦ καὶ ἐφύβριστος διὰ
Χρυσηΐδα ὁ βασιλεὺς δείκνυται. τὸ δὲ ἄγω ἀπὸ κοινοῦ.
234. ἀρχὸν ἐόντα] ἄρχοντα ὄντα τῶν Ἀχαιῶν· ἀπὸ κοινοῦ γάρ ἐστι. κακῶν δὲ διὰ τὸν λοιμὸν καὶ τὴν Ἀχιλλέως ἀπόστασιν διʼ αὐτόν.
235. ὦ πέπονες] τὸ πέπονες ἀντὶ δύο παραλαμβάνεται, ἐπαίνου
καὶ ψόγου. καὶ ἐνταῦθα μὲν ἐπὶ ψόγου· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν
ὁ πέπων καὶ ἡ πέπων κοινὸν καὶ τὰ πέπονα. ὅμοιον δέ ἐστι τῷ
“ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις” (Il. 1, 231). γέλωτα δὲ κινεῖ κακὰ
ἐλέγχεα ἀποκαλῶν τοὺς Ἀχαιοὺς ὁ καὶ τῷ σώματι καὶ τὴν ψυχὴν
ἐπονείδιστος.
236. σὺν νηυσὶ νεώμεθα] σὺν τῷ στόλῳ. κακοήθως δὲ τοὺς
Ἕλληνας ὑπέμνησε τοῦ νόστου, εἰς ὅνπερ ὁρμήσαντες ἐπεσχέθησαν·
καὶ τὸ φεύγωμεν διὰ τοῦ νεώμεθα ἰάσατο.
237. κυβεύειν, περιφέρειν, ἢ κατέχειν, ὡς τὸ “χόλον θυμαλγέα πέσσων” (Il. 9, 561).
241. οὐκ Ἀχιλῆι χόλος] οὕτω τὴν ἐκ χολῆς γινομένην τοῦ θυμοῦ κίνησιν ὀνομάζει. τοῦτο δὲ πρὸς τὸ ἀτελὲς τῆς ξιφουλκίας φησίν.
243. Ἀγαμέμνονα ποιμένα λαῶν] μεθʼ ὑποκρίσεως ἀντιπαρέθηκε τὰ ὀνόματα, ἐμφαίνων ὅτι τὸν ἄριστον ὁ αἴσχιστος ὠνείδιζεν. διὰ τοῦτο οὖν ἠθικὴ ἡ ἀνάγνωσις ἔσται.
244. τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς] μεταξὺ τοῦ αὐτὸν
λέγειν παρέστη καὶ αὐτός. ἀναφέρεται δὲ τοῦτο ἐπὶ τὸ “ὃν δʼ εὖ
δήμου ἄνδρα ἴδοι βοόωντα” (198). οὐκοῦν οὐ τῶν βασιλέων Θερσί-
της· βασιλικῶς δὲ ὑπερφρονεῖ οὐ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ αὐτοῦ
Ἀγαμέμνονος· φασὶ δὲ καὶ τὸν Ἀλεξάνδρου κύνα μικρὸν ὄντα τὰ
μὲν μικρὰ θηρία παρορᾶν, ἐπὶ σῦς δὲ καὶ λέοντας ὁρμᾶν. οἷον καὶ
τοῦτον ἐλέγχει. ἐνεχυριάζει δὲ διʼ αὐτοῦ καὶ τὴν τῶν λοιπῶν γνώμην.
ὁμώνυμον δὲ ἔρις καὶ νεῖκος.
245. * ἠνίπαπε] ἐκ τοῦ ἐνίπτω τὸ ἐπιπλήσσω. τοῦτο ἐκ τοῦ ἐνέπω τὸ λέγω· κυρίως γὰρ τὸ διὰ λόγων ἐπιπλήσσειν. ἐνίπτω γοῦν ἐνίψω, ὁ παρακείμενος ἤνιφα, ὁ μέσος ἤνιπα καὶ ἠνίπαπα, ἐξ οὗ καὶ ἐνιπή, ὡς τὸ “μάλα πώς με καθίκετο θυμὸν ἐνιπή” (Il. 14, 104).
246. ἀκριτόμυθε, λιγύς] μετʼ εἰρωνείας, ὡς καὶ τὸ λιγύς. οἱ δὲ, ἀκριτόμυθε ἀντὶ τοῦ ἀμετροεπὲς, πρὸς τὴν τῶν εἰρημένων κατάγνωσιν.
248. χερειότερον] ὡς μειζότερον καὶ βελτιώτερον.
250. ἀνὰ στόμʼ ἔχων ἀγορεύοις] διὰ συνεχοῦς μνήμης, ἢ ἀντὶ
251. νόστον τε φυλάσσοις] τὴν πρὸς τὴν φυγὴν εὐκαιρίαν παρα- τηροῖς.
252. οὐδέ τί πω σάφα ἴδμεν] ἐντέχνως πάνυ, ὡς πρὸς τὸν Θερ-
σίτην λέγων, πρὸς τοὺς Ἕλληνας ἀποτείνεται· μέσης γὰρ αὐτῷ δεῖ
γνώμης, στοχαζομένῳ τὸ πλῆθος. φησὶν οὖν ὡς οὐκ ἴσασιν εἰ ἐπʼ
ἀγαθῷ τὰ τῆς ἐπανόδου αὐτοῖς ἔσται. ἀδήλου δὲ ὄντος τοῦ νόστου,
σὺ τὸν βασιλέα ἐπισκώπτεις, λέγων ὡς πολλὰ παρὰ τῶν Ἑλλήνων
λαμβάνει.
254, 255. ἀθετοῦνται ὡς περιττοὶ οὗτοι οἱ δύο. ἔχουσι δέ τι καὶ ψεῦδος. πάντων γὰρ καθεσθέντων ἐκεῖσε μόνος Θερσίτης ἀκοσμεῖ· ἐνταῦθα δὲ ὡς περὶ καθημένου λέγει. ἢ τὸ ἧσαι ἀντὶ τοῦ προεδρεύεις καὶ προηγῇ τῆς ὕβρεως.
255. ὅτι οἱ] τοῦτο ἐν μιᾷ προενεκτέον ὀξείᾳ· πᾶσα γὰρ δίβραχυς
λέξις πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἀντω-
νυμία ἐπιφέροιτο διὰ τοῦ σφ, σεσημειωμένου τοῦ “ἔνθ᾿ ἔσάν οἱ
πέπλοι” (Od. 15, 105).
258. ὁ μὲν Ἀρίσταρχος εἰ δέ τί σε, ὁ δὲ Ζηνόδοτος εἴ κʼ ἔτι,
ὃ προκριτέον. ἡ δὲ Σινωπικὴ εἶχε κιχήσομαι ὡς τὸ πάρος περ· ἡ δὲ
Μασσαλιωτικὴ ὕστερον αὖτις· ἡ δὲ κατὰ Φιλήμονα ἐν Δαναοῖσιν.
259. Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη] οἱ γὰρ πολέμιοι δειροτομοῦσιν σὓς λήψονται, ὡς τὸ “ἵν᾿ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι” (Il. 17, 126) καὶ “σὺν σφῇσι κεφαλῇσιν” (Il. 4, 162).
260. μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην] οὐχ ἑαυτῷ
νῦν ἀρᾶται, ἀλλὰ τῷ παιδί. καὶ ἔστιν ἡ μὲν πρώτη κατάρα κατὰ
Ὀδυσσέως, ἡ δὲ δευτέρα κατὰ Τηλεμάχου· εἰ γὰρ ἀπόλοιτο ὁ παῖς,
οὐκέτι πατήρ ἐστιν Ὀδυσσεύς. ἅμα δὲ καὶ τοῖς Ἕλλησιν ἐμφαίνει
ὅτι καὶ αὐτὸς υἱὸν μονογενῆ ἔχων οὐ σπεύδει ἐπʼ αὐτόν. προσυνί-
στησι δὲ καὶ τὰ κατὰ τὴν Ὀδύσσειαν ὁ ποιητής.
262. αἰδῶ] ἢ τὴν τοῦ ὅλου σώματος, ἢ τὴν τῶν μορίων· ὅπερ καὶ ἄμεινον.
264. πεπληγὼς] τινὲς πεπληγὼν, ὡς τὸ “πέπληγον δὲ χορὸν ποσσίν” (Od. 8, 264). ἢ ὅτι τὸ πεπληγώς ἀντὶ τοῦ πλήσσων.
266. πλῆξεν] πῶς ἠπείλησε μὲν περὶ τῶν ἔπειτα, νῦν δὲ τὴν
ἀπειλὴν ἐκτελεῖ; ἀλλʼ οὐχ ἃ ἠπείλησεν ἐτέλεσεν, ἀλλὰ διὰ τῆς
βραχείας πληγῆς πιστοῦται ὅτι μὴ σωφρονιζόμενος καὶ ταῖς μεί-
ζοσιν αἰκίσεται πληγαῖς. ἢ ἀπόπειραν διὰ τῆς ἀπειλῆς ποιεῖ, ὅπως
οἱ πολλοὶ ἐπισχεθῶσι διʼ αὐτοῦ, εἶτα ἰδὼν αὐτοὺς βουλομένους ταῦτα
οὐχ ὑπερέθετο τὴν κόλασιν, ἀλλὰ παίει τὸν κυρτὸν, ἐκ τούτου γέλωτα
κινῶν. ἢ νῦν μὲν ἐνδεδυμένον παίει, ὕστερον δὲ γυμνὸν πλήξειν
ἀπειλεῖ. δικαίως δὲ τιμωρεῖται βραχείᾳ πληγῇ· κολάζεται γὰρ ὁ
μὲν εὐφυὴς νουθεσίᾳ, ὁ δὲ ἄκοσμος, ὑγιὴς δὲ βασάνοις ἢ χρημάτων
εἰσφοραῖς, ὁ δὲ λελωβημένος, οἷος ὁ Θερσίτης, βραχείᾳ πληγῇ καὶ
τῇ μεθʼ ὅρκων ἀπειλῇ.
*Πορφυρίου. ἐναντίον ἐστὶ τὸ εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι
(258) τῷ ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω πλῆξεν·
μεταξὺ γὰρ οὐχ ὑπερβαλλόμενος αὐτὸν παίει. λύοιτο δὲ τῇ λέξει·
προεῖπε γὰρ “εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω”
καὶ γυμνὸν αἰκιοῦμαι, ὧν οὐδὲν φαίνεται δρῶν τὰ νῦν.
ἰδνώθη] ἀνεκλάσθη, ὅπως τέλειον προκύψῃ τὸ κυρτόν. θαλερὸν δὲ
τὸ ἔνικμον, ἀπὸ τῆς τῶν φυτῶν μεταφορᾶς. τινὲς δὲ γράφουσιν
ἔκφυγε δάκρυ, διὰ τὸ τάχος δηλοῦν τὴν λέξιν.
267. σμῶδιξ—ἐξυπανέστη] σμῶδιξ καλεῖται τὸ ἐκ πληγῆς οἴδη-
μα, παρὰ τὸ σμῶξαι· οὕτω γὰρ ἔλεγον Ἴωνες τὸ πατάξαι. ἐμφαν-
τικῶς δὲ πυκνὰς τὰς προθέσεις ἔλαβεν ἐν τῷ ἐξυπανέστη ὡς ἐν τῷ
ὑπεξαναδύς (Il. 13, 352)· καὶ διὰ μὲν τῆς ὑπό τὴν κάτωθεν, διὰ δὲ
τῆς ἔξ τὴν εἰς εὐθὺ, διὰ δὲ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν. ἢ ὑποτρέ-
χοντος τοῦ αἵματος κατʼ ὀλίγον ἔξω διῆρεν.
268. ἕζετο] δηλοῖ ὅτι νῦν καθέζεται. μάτην οὖν ἄρα ἔλεγε τὸ ἧσαι ὀνειδίζων (255) ὄπισθεν.
269. ὀργιζομένου καὶ μὴ δυναμένου ἀμύνασθαι διαγράφει βλέμμα.
ἔστιν οὖν ἀκαίρως ὑποβλέψας, ὡς τὸ “ἀχρεῖον δʼ ἐγέλασσεν.” ἢ τὸ
πρόσωπον ἀμορφώσας, “ὡς αἰσχρόν ἐστι μὴ καλῶν ἀπʼ ὀμμάτων
δάκρυ] δάκρυον, ἀποκοπῇ τοῦ ον. ἀχνύμενοι δὲ διὰ τὸν τῶν οἴκοι
ἔρον. στασιάζον δὲ πλῆθος πληγαῖς ἢ γέλωτι παύεται, οἷς ἀμφοῖν
ἐχρήσατο ὁ ποιητής.
272. πῶς εἰπὼν αὐτοὺς γεγελακέναι σπουδαῖα καὶ οὐ γελοῖα
παράγει λέγοντας; τάχα οὖν τοῖς ἐπὶ Θερσίτου περιῄρηται τὸ
θρασὺ καὶ παρρησιαστικὸν αὐτῶν Ὀδυσσεύς. ἄλλως τε προοικονο-
μεῖ τὴν εἰς ὅλην τὴν ποίησιν ἀμνηστίαν Θερσίτου διὰ τοῦ “οὔ θήν
μιν πάλιν αὖτις ἀγήσει θυμὸς ἀγήνωρ” (276).
*διὰ τί ἐπὶ τῷ Θερσίτῃ πληγὰς λαβόντι καὶ γελοίως δακρύ-
σαντι, καὶ τοὺς Ἕλληνας, καίπερ ἐφʼ οἷς ἐπεπόνθεισαν ὑπὸ τοῦ
Ἀγαμέμνονος λελυπημένους, γελάσαι ποιήσας ἐπὶ τῷ Θερσίτῃ αἰ-
σχρῶς δακρύοντι, οὐκ ἠρκέσθη ὁ ποιητὴς εἰπὼν “οἱ δὲ καὶ ἀχνύμενοί
περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν,” ἀλλὰ καὶ προστίθησι καὶ λόγους
λεγομένους τοιούτους· “ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε, βουλάς
τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων” καὶ τὰ ἑξῆς; οὐ γὰρ
ἀκόλουθον τῷ γέλωτι γνωμολογεῖν, ἀλλὰ μᾶλλον ἐπισκώπτειν ἤ τι
τοιοῦτον διασύροντας καὶ ἐπιτωθάζοντας λέγειν. φαίνεται δὲ ὁ ποιη-
τὴς ἐνδείκνυσθαι διὰ τοῦ λόγους ὡς λεγομένους τοιούτους ἀνακειμένου
τῷ πλήθει ὅτι πᾶν τὸ ἄκοσμον τῶν πολλῶν ἤδη κατέσταλται καὶ τὸ
στασιῶδες αὐτῶν ἐξῄρηται καὶ ὅλως τὸ κατεξανίστασθαι τοὺς
φαύλους τῶν κρειττόνων, καὶ νομίζειν αὑτοῖς ἐξουσίαν εἶναι τοῦ καὶ
λέγειν ὃ βούλονται καὶ ποιεῖν, πεπαυμένου ἤδη ὑβριστοῦ καὶ ἐπεσ-
βόλου τοῦ ἐκ τοῦ τολμᾶν ἐκκλησιάζειν, ἀλλὰ δὴ καὶ ἄλλο τι προσοι-
κονομεῖσθαι. ἐπεὶ γὰρ οὐκέτι μνησθήσεσθαι Θερσίτου ἔμελλεν,
ἀλλὰ πρὸς ὀλίγον χρησάμενος ἐξαιρήσειν πᾶσαν αὐτοῦ μνήμην ἐκ
τῆς ποιήσεως, πιθανῶς τὴν μηκέτι μέλλουσαν αὐτοῦ πάροδον ἀνατέ-
θεικε τῇ τότε παιδεύσει, καὶ προεῖπεν ἡμῖν τοῦτο τῷ παντὶ πλήθει
χρησάμενος κήρυκι τοῦ μέλλοντος, διʼ ὧν ἔφη “οὔ θήν μιν πάλιν
αὖτις ἀνήσει θυμὸς ἀγήνωρ νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.”
εἰ γὰρ προσῆν μὲν αὐτῷ τὸ μὴ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσιν,
ὁ μὲν οὖν εὐφυὴς λόγῳ ἁμαρτάνων νουθετεῖται, ὁ δὲ κακοφυὴς
πλουτῶν μὲν χρημάτων ζημίᾳ, ῥώμῃ δὲ σώματος θαρρῶν δεσμοῖς καὶ
ταῖς τοῦ σώματος βασάνοις· ὁ δὲ οἷος ἦν ὁ Θερσίτης, ἀσθενής τε
καὶ λελωβημένος πάντοθεν τὸ σῶμα, πληγαῖς τε καὶ μεθʼ ὅρκων
ἀπειλαῖς αἰκισμοῦ μέλλοντος μετὰ γυμνώσεως καὶ πάσης ἐνδείξεως
τῆς τοῦ σώματος αἰσχύνης. ταῦτα γὰρ γενόμενα ὑπὸ τοῦ πολιτικοῦ
ἀνδρὸς τὰ μέτρα τῶν κολάσεων καὶ τοὺς τρόπους καὶ τὸ κατʼ ἀξίαν
ἑκάστου ἁμαρτήματος ὑπέδειξεν.
273. βουλάς τʼ ἐξάρχων] οὕτως φησὶν Ἴων ὅτι “βουλὴ μὲν
ἄρχει, χεὶρ δʼ ἐπεξεργάζεται.” τὸ δὲ κορύσσων Αἰολικὸν ἀπὸ τοῦ
κόρυς, ὃ δηλοῖ τὴν περικεφαλαίαν.
275. λωβητῆρα] τὸν ψεύστην, ἢ τὸν λωβηθέντα. ἀγοράων δὲ ὡς
συνεχῶς αὐτοῦ παρρησιαζομένου. ἐπεσβόλον δὲ ὡς ἐγχέσπαλον,
ἤτοι τὸν ἔπεσι βάλλοντα τοὺς πολλούς. σημειοῦνται δέ τινες τὸ
λωβητῆρα καὶ ἐπεσβόλον, ὅτι ἔν ἐστιν ἐξ ἀμφοτέρων. τὸ μὲν οὖν
πάλιν τὸ ἐκ τοὐπίσω δηλοῖ. τὸ δὲ αὖτις χρονικόν ἐστιν.
278. ἀνὰ δʼ ὁ] ὁ μὲν Ἀρίσταρχος μετὰ τοῦ ἄρθρου, τινὲς δὲ χωρὶς, κακῶς.
279. πρὸς τὸ σχῆμα. ψῆφον λαβὼν παρὰ τοῦ πλήθους ἀνίστα-
ται, παρῆλθε δὲ καὶ Ἀθήνη πρὸς ἡσυχίαν καὶ πειθώ· πῶς γὰρ
ἄλλως ἡσύχασαν, σῦς πρώην ἐννέα μόγις ἐπεῖχον κήρυκες; ἔθος δὲ
ἦν τοῖς δημηγόροις παρίστασθαι κήρυκα, ὅπως νοήσωσι καὶ σιωπή-
σωσιν. διὰ τί δὲ ὁ Ὀδυσσεὺς πρὸ τοῦ Νέστορος πρεσβύτου ὄντος
λέγει; ὅτι αὐτὸς συνήγαγε τὴν ἐκκλησίαν· καὶ θορύβου τοσούτου
ὄντος ὡς καὶ τὴν Ἀθηνᾶν εἰδομένην κήρυκι σιωπᾶν λαὸν ἀνώγειν, ἔδει
τὸν πρῶτον δημηγοροῦντα γεγωνότερον βοᾶν, ὡς ἅμα οἱ πρῶτοί τε
καὶ ὕστατοι μῦθον ἀκούσειαν. ὁ μὲν οὖν Νέστωρ, ὡς γέρων, βοᾶν
οὐκ ἠδύνατο, ὁ δὲ Ὀδυσσεὺς μεγάλην ὄπα ἐκ στήθεος ἵει (Il. 3,
μάκαρ Ἀτρείδη” (Il. 3, 182) καὶ “οἰνοβαρὲς κυνὸς ὄμματʼ ἔχων”
(Il. 1, 225).
284. Ἀτρείδη, νῦν δή σε] ἀντὶ τοῦ γάρ. ἔθος δὲ τῷ ποιητῇ ἀπὸ
τοῦ γάρ ἄρχεσθαι, ὡς τὸ “πολλοὶ γὰρ τεθνᾶσι” (Il. 7, 328) καὶ
“νῦν γὰρ καὶ πόνος ἐστί.” τὸ δὲ θέλουσιν, ὡς ἐξ οὐδεμιᾶς αἰτίας
τοῦτο προαιρούμενοι. διασύρει δὲ αὐτοὺς ὡς οὐ νοήσαντας τὴν πεῖραν.
εἰ γὰρ ἐπονείδιστοί εἰσι φεύγοντες, πῶς ἂν αὐτοὺς προτρέποιτο
φεύγειν; ηὔξηται δὲ καὶ τῷ πᾶσι βροτοῖσιν, ἀλλὰ μὴ μόνοις
Ἕλλησιν εἰπεῖν. ἐντέχνως δὲ κατʼ αὐτῶν πρὸς αὐτὸν λέγει, ὡς
συναχθόμενος αὐτῷ. πικρὸν δὲ ἦν τὸ φάναι ἐπονείδιστον ὦ Ἀχαιοὶ
ποιήσετε τὸν βασιλέα. κἀκεῖνο δὲ πικρόν, τὸ ὡς νήπιοι παῖδες ἢ
ὡς κόραι ἀποδύρεσθε. ἄμα δὲ ἐμφαίνει ὅτι κατέχει αὐτοὺς ἐκείνου
θέλοντος.
286. οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν] τοῦτο ἀνελεύθερον καὶ
δουλοπρεπές. καλῶς δὲ ἀπὸ τῶν ὡμολογημένων ἤρξατο, ὃ μάλιστα
δυσωπεῖ. οὐκ οἶδε δὲ τοὺς πρὸς τοὺς Τυνδαρίδας ὅρκους· καὶ γοῦν
Ἰδομενεύς φησιν “ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα” (Il 4,
266).
289. ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες] ἄμφω παρέτεινε, τὸ μὲν
τῷ νεαροί, τὸ δὲ τῷ χῆραι. οἱ μὲν γὰρ εὐθὺς κόρον τῆς ἀγορᾶς λα-
βόντες ἵενται οἴκαδε, αἱ δὲ τὸν οἴκοι φυλάσσοντα μὴ κεκτημέναι.
κωμῳδεῖ δὲ τὸ ἀσύνετον καὶ ἀγεννὲς, ὡς οὐ διὰ τὴν ὑπερτέλειαν τῶν
πολεμίων, διὰ δὲ τὸ ἴδιον μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν.
291. πόνος ἐστίν] πολὺς μὲν οὖν ἐστὶν ὁ πόνος, ὥστε λοιπὸν ἀκη-
διάσαντα ἀνιᾶσθαι. ἀνίησι δὲ τὴν ἐπιτίμησιν τῇ συγγνώμῃ. δυνάμεως
292. καὶ γάρ τις] καλῶς τὴν συγγνώμην τῇ ἐπιτιμήσει ἀνίησι·
πάντες γὰρ ἀγαπῶμεν τοὺς ὑπὲρ ὧν ἡμάρτομεν ἀπολογουμένους.
δύναται δὲ καὶ ἀνάγκην μείζονα ἐπιτιθέναι διὰ τούτων τοῦ μένειν
αὐτοὺς, αἰσχρὸν δεικνὺς τὸ ἐπανελθεῖν ἀπράκτους καὶ ὀφθῆναι διὰ
τοσούτου χρόνου τοῖς οἰκείοις ἐπονειδίστως· διὸ καὶ ἐπάγει “αἰσχρόν
τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.” ἀναγκαίως δὲ ἐνδίδωσιν,
ὅπως μικρὰ θεραπευθέντες μεγάλα χαρίσωνται.
ἀπὸ ἧς ἀλόχοιο] τοῦτο καὶ τὴν Ὀδυσσέως καὶ Πηνελόπης προ-
ανακρούεται στοργήν. ἅμα δὲ ὅτι καὶ αὐτῷ τὸ γύναιον ὑπολέλειπται,
οὐ μόνον δὲ, ἀλλὰ καὶ νήπιος ἔτι παῖς τῇ ἡλικίᾳ. τότε δὲ πιθανοὶ οἱ
λέγοντες, ὅταν τοῖς ἀκούουσιν ὁμοιοπαθεῖς καὶ αὐτοὶ τυγχάνωσιν.
294, 295. τὸ δυσχερὲς τῆς ἀνακομιδῆς πρὸ ὀφθαλμῶν αὐτοῖς
ἄγει, καὶ τὴν τοῦ ὡρισμένον χρόνου συμπλήρωσιν. περιτροπέων δὲ
ἀντὶ τοῦ τροπὰς λαμβάνων, τουτέστι συμπληρούμενος.
296. μιμνόντεσσι] ἀργοῦσιν, ἀπράκτοις καθημένοις, ἐπεὶ ἐνῆν αὐτῷ φάναι καὶ τό μαρναμένοισιν.
298. αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι] ἀνιαρὸν τὸ
χωρίζεσθαι τῶν οἴκοι ἐπὶ πολὺ καὶ ὑποστρέφειν ἄπρακτον. τὸ δὲ
κενεόν ἤτοι διὰ κενῆς πολεμήσαντα ἢ κενὸν λαφύρων. δέλεαρ δὲ τοῦ
μένειν ὑποβάλλει αὐτοῖς λαφύρων ἐλπίδα.
299. τλῆτε φίλοι] καταμαλάξας τὸ πλῆθος πρότερον νῦν ἀπο- στρέφει πρὸς αὐτοὺς τὸν λόγον, καὶ ἀντὶ Ἀχαιῶν φίλους καλεῖ.
300. ἢ ἐτεὸν Κάλχας] δικαίως ἀπὸ τοῦ ἔναγχος εὐδοκιμήσαντος
Κάλχαντος τὴν πίστιν λαμβάνει. ὅτι δὲ ἠγάπητο τῷ πλήθει,
Ποσειδῶν καὶ Ἀθηνᾶ καθ᾿ ὁμοιότητα αὐτοῦ προτρέπονται τὸ πλῆθος
(Il. 13, 45). στρατὸς δὲ ἐπὶ ξυροῦ τυγχάνων ψυχαγωγεῖται διοση-
μίαις, τὴν ἐλπίδα τῆς σωτηρίας ἔχων εἰς θεούς. ἄκρως δὲ κατη-
γορεῖ αὐτῶν, ὅτι τότε μὲν τὸ μῆκος ἀκούσαντες οὐκ ὤκνησαν στρα-
τεύειν, νῦν δὲ πρὸς τὸ τέλος ἐκλέλυνται.
302. κῆρες] αἱ τοῦ λοιμοῦ κῆρες. ὁ δὲ Ζηνόδοτος μάρτυρές φησιν, Ὁμήρου σχηματίζοντος ἀπὸ τοῦ μάρτυρος. πιστὸς δὲ ὁ λόγος γίνεται, ὅταν τοὺς ἀκούοντας μάρτυρας ἔχῃ τῶν λεγομένων.
303. χθιζά τε καὶ πρώϊζ᾿] τοσοῦτον χρόνον χθιζά φησιν, ὅπως
τὸν ἐπερχόμενον ὡς μηδὲν ἡγήσωνται.
305. * “ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμούς” μέχρι
τοῦ “τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν” (329). περὶ τού-
των τῶν ἐπῶν ἠπόρησεν ὁ Ἀριστοτέλης τοιαῦτα. διὰ τί ὁ Κάλχας,
εἰ μὲν οὐδὲν ἦν τέρας τὸ γινόμενον, ἐξηγεῖται ὡς τέρας; τί γὰρ
ἄτοπον ὑπὸ ὄφεως στρουθοὺς κατέδεσθαι, ἢ τούτους ὀκτὼ εἶναι; περὶ
δὲ τοῦ λίθον γενέσθαι οὐδὲν λέγει, ὃ ἦν μέγα, εἰ μὴ ἄρα εἰς τὸν
ἀπόπλουν ἐσήμαινεν, ὥς τινές φασιν. οὐκ ἔδει δὲ ἀναμνῆσαι· εἰκὸς
γὰρ ἦν ὑπολαβεῖν· καὶ εἰ μή τις ἔλεγε, καὶ τότε ἀξίως ἔλεγε τοῦτο,
ὅτι οὐδὲ ἀπέδωκεν ἂν εἴη τὸ τέρας· ἐνάτη γὰρ ἦν ἡ μήτηρ, δεκάτῳ
δὲ τὸ Ἴλιον ἥλω. φησὶν οὖν μὴ εἰς τὸν νόστον εἰρῆσθαι τὰ περὶ τῆς
ἀπολιθώσεως τοῦ δράκοντος, διὸ οὐδʼ ἐποίησε λέγοντα· οὔτε γὰρ
πάντες ἄνοστοι ἐγένοντο, γελοῖός τʼ ἂν ἦν οὐκ ἀποτρέπων τοῦ πλοῦ,
ἀλλὰ πλεῖν προτρεπόμενος σὓς ἐδήλου τὰ σημεῖα μὴ ἐπανήξειν. μή-
ποτʼ οὖν, φησὶ, τὸ σημεῖον, τὸ λίθον γενέσθαι, βραδυτῆτος σημεῖον
ἦν, ὅπερ ἤδη ἐγεγόνει καὶ οὐκέτʼ ἦν φοβερόν. ἐλήφθη δὲ ἐν ἔτεσιν
ἐννέα· τοῦ δεκάτου γὰρ ἔτους ἀρχομένου ἐγένετο, ἀριθμεῖ δὲ τὰ
ὁλόκληρα ἔτη, ὥστε συνᾴδει ὀρθῶς ὁ ἀριθμὸς τῶν ἀπολωλότων καὶ
τῶν ἐτῶν. οἱ δὲ τὰ περὶ οἰωνιστικῆς τῆς καθʼ Ὅμηρον γράψαντες
τὴν μὲν νεοττιὰν, ὡς ἂν ἐπʼ ἄκρων τῆς πλατάνου κειμένην τῶν κλάδων
οὖσαν ἐνάερον, εἰλῆφθαί φασι πρὸς τὴν ἠνεμόεσσαν πόλιν· τοὺς δʼ
ἐνοικοῦντας ἐν αὐτῇ στρουθοὺς στρατὸν εἶναι ἀλλοεθνῆ· πολλοὶ γὰρ
ἐπίκουροι πολλέων ἐκ πολίων κατῴκουν τὴν πόλιν. πτηνοὶ γὰρ ἀέρι
μᾶλλον ἢ χώρᾳ οἰκειότεροι. τὸ δὲ ξύλον τῆς πλατάνου, νεαροῦ ξύλου
καὶ ὑδρηλοῦ, δι᾿ οὗ ὁ δράκων ἐπίγειον ἀνύει πορείαν ἐπὶ τοὺς στρου-
θούς. ἐδήλου οὖν διότι πολὺς στρατὸς πορείαν ποιησάμενος διαπόντιον,
νηίτης περάσας, διὰ τῆς χώρας ἐπιπεσεῖσθαι τοῖς Τρωσὶν ἔμελλεν.
ἐπίγειος γὰρ ὁ ὄφις· διὰ ξύλου οὖν ἕρπων ὑδρηλοῦ τὴν διὰ νηῶν
πορείαν ἐδήλου, εἶτʼ ἀπόβασιν καὶ διὰ τῆς χώρας ἔφοδον τοῖς τὴν
ἠνεμόεσσαν κατοικοῦσι πόλιν. τὸ δὲ πετάλοις ὑποπεπτηῶτας εἶναι
τοὺς στρουθοὺς δηλοῦν τὸ ἀβέβαιον τῆς εὐθαλείας τῶν κατοικούντων
τὴν πόλιν· φυλλορροεῖ γὰρ τὰ δένδρα. στρουθοὺς δὲ καὶ οὐκ ἄλλα
ἀριθμόν. ἐτήσιος γὰρ ἡ γένεσις ὄρνισι. καὶ ὀκτὼ μὲν ἔτη ἐν οἷς
ἤσαν ἀπόρθητοι μικρὰ ταῦτα, τὸ δὲ ἔνατον, ἐν ᾧ τὸ τέλος, τὸ κεφά-
λαιον ἂν εἴη τοῦ χρόνου, ὥστε οἰκεία ἡ μήτηρ τῷ χρόνῳ τούτῳ.
ἐννέα δὲ καὶ οὐ δέκα ὁ ἀριθμὸς ὅτι τοῦ πολέμου ὁ χρόνος ἀριθμεῖται,
οὐ τῆς ἁλώσεως. τί γάρ φησιν; “ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πολεμίζομεν
αὖθι” ἐννέα ἔτεα, ὧν τὸ ἔνατον τὸ κεφάλαιον περιεῖχε τῶν κακῶν καὶ
περιοχὴν τῶν παρελθόντων ὀκτὼ “τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν.”
μετὰ γὰρ τὴν μητέρα τῶν στρουθῶν καὶ τὸ ἔνατον ἔτος ἑτοίμη ἦν ληφ-
θῆναι ἡ νεοττιὰ καὶ ἡ πόλις ἡ τῶν Τρώων, ἡ ἰαχή τε τῆς μητρὸς καὶ
τῶν τριζόντων νεοττῶν τὴν οἰμωγὴν ἐδήλου τῶν ἁλισκομένων. ἡ δὲ τοῦ
δράκοντος ἀπολίθωσις κατὰ μὲν Ἀριστοτέλην τὴν βραδητῆτα ἐδήλου
καὶ τὸ σκληρὸν τοῦ πολέμου, κατὰ δὲ ἄλλους τὴν τῆς πόλεως ἐρή-
μωσιν, καὶ τοῦ μὲν ζωτικοῦ παντὸς κένωσιν, τῶν δὲ λίθων καὶ οἰκο-
δομημάτων κατάλυσιν τῶν Τρώων ἁλόντων Ἑλλήνων ἀποπλευσάντων.
τὸ δὲ δέκατον ἔτος ὅπερ διὰ τοῦ δράκοντος δεκάτου ὄντος ἐν τοῖς
σημείοις ἀριθμεῖται λαμβανόμενον τὸ αὐτὸ, εἰς μὲν τοὺς Ἕλληνας
γίνεται λίθος μένων καὶ ἀρίζηλος πᾶσιν διακένωμα ὢν καὶ λίθους
μεμενηκέναι τοῦ πολέμου καταλυθέντος· ὥστε τὸν δράκοντα ἐπιόντα
μὲν δηλοῦν τὴν ἔφοδον τῶν Ἑλλήνων, διὰ δὲ τῆς πλατάνου τὴν διὰ
τῶν νεῶν γινομένην, κατεσθίοντα δὲ τοὺς ἐννέα στρουθοὺς μετὰ τῆς
μητρὸς σημαίνειν μὲν τὸν ἐνναετῆ πόλεμον, ἀπολιθούμενον δὲ δέκατον
ἐν τοῖς σημείοις αὐτὸν ἐρημίαν δηλοῦν τὴν ἐν τῷ δεκάτῳ ἔτει τῶν
Ἑλλήνων ἀποστάντων καὶ τῆς πόλεως ἐν λίθοις μόνοις καταλειφθεί-
σης, παντός τε τοῦ ἐμψύχου ἔκ τε αὐτῆς καὶ τῶν περὶ αὐτὴν καθη-
μένων κενωθέντος. ἐμήνυε δὲ ἡ εἰς παράδοξον καὶ θαυμαστὸν μετα-
βολὴ τὴν τῶν κατειργασμένων ἐπὶ πλεῖστον μνήμην. ἡ δὲ ἔδρα τῶν
ὀρνίθων καὶ ἡ ἐν τῇ νεοττιᾷ τῶν στρουθῶν καθέδρα ἐδήλου τοὺς
ἐνδομυχοῦντας καὶ ἐν τῇ πόλει κατακλείστους Τρῶας. οἱ δὲ βεβαιό-
τερόν φασιν εἶναι τὰ διὰ τῶν καθεδρῶν ἢ ὅσα πετόμενοι σημαίνουσιν
πρό τε παίδων καὶ πρὸ γυναικῶν.” τὴν δὲ νεοττιὰν οὐ διέφθειρεν ὁ
δράκων ὅτι οὐκ ἐξηλίφη τέλος ἡ πόλις, ἀλλὰ μόνοι οἱ ἐνοικοῦντες.
αὐτῆς μὲν μεινάσης, τῶν δʼ ἐπελθόντων μετὰ τὴν ἀναχώρησιν καὶ
πόρθησιν ἐρημίαν φοβερὰν καταλελοιπότων, καὶ πάντα εἰς λίθους
περιστησάντων διὰ τὸ ἄπορον καὶ ἄψυχον τῆς χώρας ἐγκατά-
λειμμα καὶ τῆς πόλεως. ἅμα δὲ καὶ ὅτι ἡ ἀποστροφὴ τοῖς Ἕλλησιν
ἀντιτυπής ἐστι καὶ σκληρὰ ἐδήλου ὁ ἀπολιθούμενος δράκων. ἀπαλ-
λάσσεσθαι γὰρ μέλλων ἤδη τῆς νεοττιᾶς ἐγένετο λίθος καὶ ἐπὶ
τῆς ὁδοῦ ἔτι ὤν. τὸ δὲ δένδρον οὖν ἡ ὁδὸς, ἀλλὰ καὶ ἡ πορεία τοῦ
δράκοντος οὐκ οὖσα ὀρθὴ φύσει οὐδὲ εὐθεῖαν τὴν ὁδὸν τοῖς Ἕλλησιν
ἐσήμαινεν, ὁποία ἐγένετο καὶ αὐτοῖς ἀπιοῦσί τε καὶ ὑποστρέφουσιν.
οὐδὲ τὸ “ἐλελιξάμενος πτέρυγος λάβεν” ἐστὶν ὡς πρὸς μαν-
τείαν ἄχρηστον· ἐδήλου δὲ τὸν τρόπον καθʼ ὃν τὴν Ἴλιον ἔμελλον
ἐκπορθήσειν οἱ Ἕλληνες. οὐ γὰρ ἐκ τοῦ εὐθέος ἐκράτησαν καὶ
εἷλον, ἀλλʼ ἀναχθέντες ἀπὸ τῆς Τρωάδος, εἶθ᾿ ὑποστρέψαντες, ὃ
ἔστιν εἰπεῖν ἐλελιξάμενοι. ἡ δὲ πλάτανος διὰ μὲν τὸ ὑδρηλὸν καὶ
εὔμηκες ἐδήλου τὴν διὰ νεῶν καὶ ὕδατος μακρὰν πορείαν, διὰ δὲ τὸ
ἄκαρπον φύσει ὅτι ἄκαρπος ἡ πορεία καὶ τοῖς ἐπελθοῦσιν Ἕλλησι
καὶ τοῖς ἐνοικοῦσι τὴν πλάτανον τῶν Τρώων. τά τε γὰρ ληφθέντα
λάφυρα ἐξ Ἰλίου ἄλλα ἄλλως ἀπώλετο καὶ οἱ Τρῶες οὐδένα καρπὸν
ἔσχον μεινάσης αὐτοῖς τῆς νεοττιᾶς ἐν ἀκάρπῳ μὲν δένδρῳ, φύλλοις
δὲ πρὸς καιρὸν θάλλουσιν αὐτοὶ ἄρδην ἀπολόμενοι.
ἀμφὶ περί] οὐ διὰ τὸ μέτρον αἱ δύο προθέσεις, ἀλλὰ τὴν περὶ τὸν αὐτὸν τόπον συναγωγὴν παντὸς τοῦ στρατοῦ ἐσήμανεν. πιστοῦται δὲ τὸ τέρας, εἴ γε ἐπὶ τοσούτου πλήθους καὶ θυσιῶν ἔν τε ἱερῷ τόπῳ γέγονεν.
307. μόνον οὐχὶ καὶ χρώμασιν ἡμῖν τὸν λόγον ἐσήμανε. καὶ τὸ παραρρέον δὲ ὕδωρ φησί. διυδατίζεσθαι γὰρ θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία πρὸς γένεσιν στρουθῶν. οἶδε δὲ τὰς φύσεις ἁπάντων, καὶ ὠλεσικάρπους τὰς ἰτέας φησίν (Od. 10, 510).
308. ὁ δράκων Ἀθηνᾶς ἱερὸς, οἱ στρουθοὶ Ἀφροδίτης, χρόνον τε
δηλοῦσιν, ἐπεὶ πτηνὸς ὁ χρόνος· ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι κίνησιν
τὴν διʼ ὕδατος ἄφιξιν τῶν Ἑλλήνων, τὸ δὲ περιλειφθῆναι τὴν νεοτ-
τιὰν τὸ μὴ παντελῶς ἠφανίσθαι τὸν τόπον· οἰκεῖται γὰρ μέχρι τοῦ
νῦν. ἡ δὲ ἀπολίθωσις τὸ δυσδιεξόδευτον τῶν νόστων, ἢ ὅλου τοῦ
ἀγῶνος παῦσιν (οὐ γὰρ ἠμύναντο ἔτι τοῦ λοιποῦ τοὺς Ἕλληνας οἱ
Τρῶες), ἢ ὅτι εἰς λίθους περιστήσεται τοῦ πολέμου τὸ τέλος. ἔστι
δὲ σημεῖον μὲν τὸ παρὰ τόπον γινόμενον, ὡς μέλισσαι ἢ πτηνοὶ
μύρμηκες ἐν οἴκῳ, τέρας δὲ τὸ παρὰ φύσιν. τοῦτο οὖν ἄμφω εἶχε,
σημεῖον μὲν τὸ ἐπʼ ἄκρῳ τῷ φυτῷ εἶναι τὴν νεοσσιὰν, τέρας δὲ τὸ
ὀκτὼ τετοκέναι· ἑπτὰ γὰρ τίκτει, ὧν τὸ ἓν οὔριον ἐᾷ.
309. αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε] ἐπεὶ τὸ σημεῖον τὸ φανὲν
δύναιτό τις ἀποφαίνειν καὶ ἄλλως γενόμενον (πολλὰ γὰρ τοιαῦτα
συμβαίνει καὶ ἐν οἰκίαις γίνεσθαι), ἐξαίρειν δὲ αὐτὸ πειρᾶται ὡς
μέγα καὶ θεῖον καὶ δηλωτικὸν τῶν τοῦ πολέμου ἀγαθῶν.
312. ὑποπεπτηῶτες] ὑφʼ ἓν τοῦτο. εἴρηται δὲ διὰ τὴν τῶν νεοσσῶν ἀσθένειαν.
314. κατήσθιε] ἐπὶ δὲ λύκων “ οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες” (Il. 16, 158), ἐπὶ δὲ λεόντων “ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον” (Il. 18, 583). ὥσπερ γὰρ καὶ ταῖς λέξεσιν ἐπανα- βαίνει ὁ ποιητής.
316. ἐλελιξάμενος] ἐπιστραφείς. οὐδὲ τοῦτο δὲ ἄχρηστον πρὸς
τὴν μαντείαν· οὐ γὰρ εὐθέως ἐκράτησαν αὐτοὺς καὶ εἷλον, ἀλλʼ ἀν-
αχθέντες ἀπὸ τῆς Τρωάδος, εἶτα ὑποστρέψαντες. ἀμφιαχυῖαν δὲ
τελειοτέρᾳ φωνῇ ἐχρήσατο τοῦ τετριγότας.
320. καὶ ἀπὸ τῆς τῶν ὁρώντων διαθέσεως κινεῖ τὴν ἔμφασιν.
323. ἐπιτιμᾷ ὡς οὐ δεομένοις μαντείας. καλῶς δὲ οὐ περιέτεμε
τὸν λόγον, ἀλλὰ τοῖς τοῦ μάντεως κέχρηται ῥήμασιν, ὅπως ψυχα-
γωγοῖντο δοκοῦντες αὐτοῦ ἀκούειν. τὸ δὲ ἄνεῳ ὧδε μὲν διὰ τοῦ ῑ,
ἐπὶ δὲ τοῦ “οί δʼ ἄνεω δὴν ἦσαν” (Od. 23, 93) χωρὶς τοῦ ῑ.
325. ὅου κλέος] τὸ τοῦ πολέμου κλέος, ἢ τὸ τοῦ σημείου. τοῦτο δὲ πρὸς τὸ πεῖσαι. τὸν δὲ λίθον οὐκ ἐξηγεῖται, ἢ πρὸς τὸ μὴ λυπῆ- σαι, ἢ ὅτι τέρας ἐστίν. προσέθηκε δὲ καὶ τὸ οὔποτʼ ὀλεῖται, ἵνα μὴ διὰ τὸ μῆκος ἀπογνῶσι πρὸς τὴν μάχην.
328. ἔτεα] τρεῖς εἰσὶν οἱ χρόνοι διʼ ων ὁ πᾶς αἰὼν ἀριθμεῖται,
ἡμέρα, μὴν, ἐνιαυτός. καὶ ἡ μὲν ἡμέρα οὐρανοῦ ἐστὶν ἀποκατάστα-
σις, ὁ δὲ μὴν σελήνης, ὁ δὲ ἐνιαυτὸς τοῦ ἡλίου. εἰ μὲν οὖν ἤσαν ἐν
τῷ στελέχει, ἡμέρας εἶπεν, εἰ δὲ ἐν μέσῳ, μῆνας· ἐπεὶ δὲ πρὸς τὸ
τέλος, ἐνιαυτούς.
τὸ αὖθι ἐν Ἰλίῳ, ἀλλʼ οὐκ ἐν Αὐλίδι.
329. τῷ δεκάτῳ] ἱσταμένου γὰρ τοῦ δεκάτου ἐπόρθησαν.
*Πορφυρίου. μαχόμενον ἔχει τὸν ἐπιλογισμὸν τοῦ ἀριθμοῦ τῷ
προκειμένῳ πλήθει τῶν στρουθῶν· προείρηκε γὰρ “ὀκτὼ, ἀτὰρ μήτηρ
ἐνάτη ἦν, ἢ τέκε τέκνα.” λύεται δὲ, ὅτι τὸ δέκατον τίθεται καὶ ἐπʼ
ἀρχῆς, ὥστε εἰ κατʼ ἀρχὰς τοῦ δεκάτου γέγονεν ἡ ἅλωσις, οὐκ ἂν
ἐπιβάλλοι καὶ τοὺς στρουθοὺς δέκα ποιεῖν.
διὰ τί οὐχὶ ἐνάτῳ ἔφη ἐνιαυτῷ ἔσεσθαι τὴν πόρθησιν, καίτοι τῆς
ἀκολουθίας τῶν σημείων τοῦτο ἐχούσης “ὀκτὼ, ἀτὰρ μήτηρ ἐνάτη
ἦν;” ἢ ὅτι τῶν ἐννέα πληρωθέντων ἀνάγκη νοεῖν τὸν ἐπέκεινα δέκα-
τον· ἢ καὶ τὸν δράκοντα αὐτὸν δεῖ συναριθμεῖν, ὅς ἐστι δέκατος, ὡς
ὅλου τοῦ ἀγῶνος ἐν τούτῳ μέλλοντος παύσεσθαι. ὁ λιθωθεὶς οὖν
δράκων ἐσήμανεν ὅτι οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος.
330. κεῖνός θʼ ὣς] ὀξυντέον τὴν ος διὰ τὸν τέ. οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός.
νῦν πάντα τελεῖται] πρὸς τὸ χθιζά τε καὶ πρώιζα καὶ τὸ νῦν
φησὶ, καὶ τὸ τελεῖται ἀντὶ τοῦ τελεσθήσεται, εἴπερ ὁ ὄνειρος εἶπε
“νῦν γάρ κεν ἕλοις πόλιν.”
333. “οἷόν γέ πού ᾿στι γλῶσσα κἀνθρώπου λόγος,” κατὰ Εὔ- πολιν· “ὁ μὲν γὰρ λέγων φεύγωμεν ἀναπτεροῖ, ὁ δὲ μένωμεν πείθει.” ἅμα δὲ καὶ τὸ παλίμβολον τῶν δήμων ἐσήμανεν.
336. δεινῶς ἅμα καὶ εὐπόρως τὴν αὐτὴν ῥητορείαν ἑτέραις λέξεσι μεταφράζει ὁ ποιητής. παρρησιαστικὸς δὲ διὰ τὸ γῆρας ὁ Νέστωρ.
337. παισὶν ἐοικότες] καλῶς οὐκ εἶπε γυναιξὶν, ἀλλὰ παισίν. καὶ γὰρ ταύταις ἐστὶ φρόνησις.
ἀγοράασθε] τότε ὅτε συνετίθεσθε Ἀγαμέμνονι. ἢ μᾶλλον πρὸς Ὀδυσσέα ἀποτείνεται δημοχαριστικῶς παρελθόντα· ἔλεγε γὰρ “οὐ νεμεσίζομʼ Ἀχαιούς.”
339. πῆ δή] τινὲς ἐλεγκτικῶς ὅλα προφέρονται· ποῦ ἀπῆλθον αἱ
συνθῆκαι καὶ αἱ σπονδαὶ καὶ αἱ δεξιαὶ καὶ οἱ ὅρκοι; ἵνʼ ᾖ καὶ τὸ
βήσεται ἀντὶ τοῦ ἔβησαν, καὶ τὸ γενοίατο ἀντὶ τοῦ ἐγένοντο, καὶ τὸ
ἀγοράασθε ἀντὶ τοῦ τότε ὅτε συνετίθεσθε Ἀγαμέμνονι. ἢ ἐν διστα-
γμῷ· ποῦ ἄρα τελευτηθήσεται τὰ τῶν ὅρκων καὶ τῶν σπονδῶν ; τὸ
δὲ ἡμῖν ἀπολύτως ἀναγνωστέον.
*τῶν ἐκ τῆς Ἑλλάδος ἀρίστων ἐπὶ μνηστείαν τῆς Ἑλένης
παρόντων διὰ γένος καὶ κάλλος, Τυνδάρεως ὁ πατὴρ αὐτῆς, ὥς τινές
φασι, φυλασσόμενος μή ποτε ἕνα αὐτῶν προκρίνας τοὺς ἄλλους
ἐχθροὺς ποιήσηται, κοινὸν αὐτῶν ὅρκον ἔλαβεν, ἦ μὴν τῷ ληψομένῳ
τὴν παῖδα ἀδικουμένῳ περὶ αὐτὴν σφόδρα πάντας ἐπαμυνεῖν. διόπερ
Μενελάῳ αὐτὴν ἐκδίδωσιν. καὶ μετʼ οὐ πολὺν χρόνον ἁρπασθείσης
ὑπὸ Ἀλεξάνδρου, ἐκοινώνησαν τῆς στρατείας διὰ τοὺς γενομένους
ὅρκους.
340. ἐν πυρὶ δὴ βουλαί τε γενοίατο] οὐκέτι βουλῶν ὄνησις.
ἀφανισθήσεται δὲ παντελῶς ἡ βουλὴ, μηδὲν ἀνίσχουσα τὸ ὠφελοῦν.
οὐχ ὑποσχέσεις δὲ κατὰ τὸν Ὀδυσσέα, ἀλλʼ αὐτὰ τῶν πίστεων τὰ
ὀνόματά φησιν· ὅσα γὰρ ἐκεῖνος παρέδραμεν, οὗτος ἐπεξεργάζεται.
ἐλέγχει δὲ ὡς ἐνεδρεύσαντας τὸν βασιλέα· οὐκ ἂν γὰρ ἐστράτευσε
μὴ συνθεμένων αὐτῶν. εὖ δὲ τὸ μὴ εἰπεῖν τὰ ὑμῶν μήδεα, ἀλλὰ
καθολικῶς τὰ τῶν ἀνδρῶν.
341. σπονδαί τʼ ἄκρητοι] σημείωσαι, ὅτι ὅταν λέγῃ “κρητῆρι δὲ οἶνον ἔμισγον” (Il. 3, 269), οὐ λέγει σὺν ὕδατι, ἀλλ᾿ ὅτι τῶν Τρώων καὶ Ἀχαιῶν οἶνον ἔμισγον.
344. Ἀτρείδη] ἐναντίως τῷ Ὀδυσσεῖ ἀπὸ τοῦ πλήθους εἰς τὸν
βασιλέα μετῆλθεν.
ὡς πρίν] ἀντὶ τοῦ μηδὲν ἐνδιδοὺς, ὡς νῦν πρὸς φυγὴν ἐνδέδωκας.
345. ἄρχευ Ἀργείοισιν] καταπλήττει διὰ τούτων τοὺς Ἕλληνας.
346. ὑφʼ ἓν τὸ τούσδε ἀναφορικῶς. τὰ δὲ τοιαῦτα ἀεὶ δεικτικά ἐστιν. ἕνα δὲ, ὅτι τῷ ἐλαχίστῳ ἀριθμῷ κἀκείνους εὐτελίζει καὶ τοὺς λοιποὺς εὐέλπιδας ποιεῖ. Ἀχαιῶν δὲ καὶ οὐ σοῦ εἶπεν, ἀλλὰ κοινὴν αὐτῶν κατηγορίαν ποιεῖται, ἐφελκόμενος τὸ πλῆθος.
347. ἄνυσις] τὸ ᾱ πρὸ τοῦ ν ψιλοῦται, πλὴν τοῦ ἁνδάνω. φησὶ
δὲ ὅτι οὐδὲν πρὸς τὸν ἀπόπλουν ἀνύσουσιν, ἄχρις ὅτου πέρας λάβῃ ἡ
τοῦ Διὸς ὑπόσχεσις. Ὀδυσσεὺς δὲ αὐτοῖς ἐπέτρεπε, λέγων “τλῆτε
φίλοι καὶ μείνατε.”
349. ψεῦδος] ἀντὶ τοῦ ψευδής. ταῦτα δὲ παρὰ τοῖς Στωϊκοῖς
λεκτὰ καλεῖται, τὰ πρὸς τὴν σημασίαν διʼ ἄλλου φερόμενα. ψεῦ-
δος γὰρ τὸ ἐπάγγελμα.
350. κατανεῦσαι Κρονίωνα] οἰκείως ὁ μὲν Ὀδυσσεὺς δημοχαρι-
στικῶς δημηγορῶν τοῦ Κάλχαντος προβάλλεται τὰς μαντείας, ὃς
ἦν ἐχθρὸς τοῖς Ἀτρείδαις, τῷ δὲ πλήθει γλυκύς· ὁ δὲ Νέστωρ τῷ
βασιλεῖ χαριζόμενος τὰ τῶν θεῶν προβάλλεται. διὸ Ὀδυσσεὺς μὲν
παρὰ τῶν Ἑλλήνων, Νέστωρ δὲ παρὰ τοῦ βασιλέως ἐγκωμιάζεται·
“ ἦ μὰν αὖτʼ ἀρετῇ νικᾶς, γέρον, υἷας Ἀχαιῶν” (370)· ἐπὶ δὲ
Ὀδυσσέως “ὣς ἔφαθ᾿, οἱ δʼ Ἀργεῖοι μέγʼ ἴαχον” (333) καὶ τὰ
ἑξῆς. τελειοτέρως δὲ τοὺς νεοσσοὺς ὁ Νέστωρ ἀφεὶς ἐπὶ τὸν βασιλέα
τῶν θεῶν φέρεται. τὸ δὲ ἑξῆς, ὑπερμενέα Κρονίωνα ἀστράπτων, ἀντὶ
τοῦ ἀστράπτοντα.
352. Τρώεσσι φόνον καὶ κῆρα φέροντες] καὶ Ὀδυσσεὺς ὁμοίως “ὅτ᾿ ἐς Αὐλίδα νῆες Ἀχαιῶν ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι” (303).
353. ἀστράπτων] ὅτι ἀκαταλλήλως εἴρηται (ἔδει γὰρ ἀστρά-
πτοντα καὶ φαίνοντα), ὡς καὶ Εὐριπίδης ἐν Παλαμήδει “ Λάϊε,
πάλαι δή σʼ ἐξερωτῆσαι θέλων σχολή μʼ ἀπεῖργε.” βραχὺ δὲ δια-
σταλτέον εἰς τὸ ἐπιδέξιʼ· ἀσύνδετος γὰρ ὁ λόγος, λείποντος τοῦ καί.
354. μή τις πρὶν ἐπειγέσθω] ὁ δὲ Ὀδυσσεὺς ἐπιταγματικῶς “ ἀλλ᾿ ἄγε, μίμνετε πάντες” (331). οὗτος δὲ συμβουλευτικῶς.
355. ἐν τοῖς Ἀριστάρχου ὑπομνήμασι πρίν τινά περ, οὐ καλῶς. μέγιστον δὲ εἰς κόλασιν ᾤοντο οἱ παλαιοὶ τὸ τὰς γυναῖκας ὑπὸ πολεμίους γενέσθαι.
356. λείπει ἡ περί, ἵνʼ ᾖ τίσασθαι τὰ περὶ τῆς Ἑλένης ὁρμή-
ματα. ὁρμήματα δὲ τὰ μεριμνήματα, ὡς αὐτῆς ἀκουσίως παρὰ τοῖς
πολεμίοις οὔσης. ἵνʼ ἀξιόχρεως δὲ ᾖ βοηθεῖσθαι, τοῦτό φησιν.
359. τοῦτο παρʼ ὑπόνοιαν ἐπήγαγεν. ἀρετὴ δὲ ῥήτορος τὰ μὲν χαρίζεσθαι, τὰ δὲ καταπλήσσειν ἀπειλῇ κολάσεων.
360. φοβερώτερον καθίσταται τοῦτο τοῖς ἁμαρτάνουσι, τὸ τὸν
Ἀγαμέμνονα ἄνακτα αὐτῶν καὶ οὐκ Ἀτρείδην καλεῖν. νόμον δὲ τοῖς
βασιλεῦσι τίθησιν, εἰς δύο μερίζων αὐτῶν τὴν βουλὴν, τήν τε ἰδίαν
καὶ τὴν σὺν ἄλλοις γινομένην. ἄριστον γὰρ τὸ ἐπικρίνειν τὸ εὖ ἔχον·
“οὗτος μὲν πανάριστος ὃς αὐτῷ πάντα νοήσει” (Hesiod. O. 291).
361. οὔ τοι ἀπόβλητον] ἐξ ἀποφάσεως τὴν κατάφασιν δηλοῖ τῶν ἐπαίνων, φεύγων τὸ φορτικόν· διὸ οὐκ εἶπεν ἐπαινέσεις τὴν βουλήν.
362. κρῖνʼ ἄνδρας κατὰ φῦλα] προοικονομεῖ ἑαυτῷ τὸν κατάλογον,
ὅπως τὰς φυλὰς διεξιὼν ἀναγκάζηται τὸν τῶν νηῶν ἀριθμὸν λέγειν.
περὶ τάξεως δὲ εἰσηγεῖται ὡς ἀναμφιβόλως δόξαντος αὐτοῖς μένειν·
καὶ εἰς τοῦτο τρέπων λήθην ἐμποιεῖ τοῦ νόστου. ζητοῦσι δέ τινες
τί δή ποτε οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τὸ στράτευμα διατάττει ὁ
Νέστωρ. ῥητέον δὲ ὅτι ἔχοντες πρώην Ἀχιλλέα τούτων οὐκ ἐδέοντο,
ὡς οὐδὲ τοῦ πλήθους.
363. ὡς φρήτρη φρήτρηφιν] τοῦτο ἐξηγήσατο ἐν τῷ “ἐν θυμῷ
μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν” (Il. 3, 9). τοῦτο δὲ, ἵνα μὴ περι-
ορῷεν τοὺς οἰκείους, καὶ εὐδοξεῖν σπουδάζοιεν γνωριζόμενοι. οὕτω δὲ τὸ
βούλευμα χαρίεν τὸ τῆς διατάξεως, ὥστε καὶ τὸν Δία εἰσηγήσασθαι
αὐτὸ τοῖς βαρβάροις διὰ τῆς Ἴριδος (805).
366. κατὰ σφέας] διακεκριμένοι. τοῦτο δὲ χαρίζεται Νέστορι τὸ γῆρας καὶ ἡ ἐμπειρία τῶν πολέμων.
*μαχέονται] ἔστι μὲν καὶ καθʼ ἑαυτοὺς διακεκριμένοι, σημαίνει δὲ
ἐκ τούτου ἕκαστον καθʼ ἣν εἶχε δύναμιν· ὅμοιον γάρ ἐστι τῷ “καὶ
μαχόμην κατʼ ἐμαυτὸν ἐγώ” (Il. 1, 271), τουτέστι καθʼ ἣν εἶχον
δύναμιν.
367. θεσπεσίῃ] λείπει τὸ βουλῇ, ὡς Πίνδαρος “τὸν δὲ ἄνδρα δαιμονίᾳ γεγάμεν” (Ol. 9, 164). ἢ ἀπό κοινοῦ τὸ κακότητι, θεσπε- σίῃ κατότητι ἢ ἀνδρῶν κακότητι.
368. ἦ] Πτολεμαῖος περισπᾷ τὸν η, ἵν᾿ ᾖ τῇ ἰδίᾳ. οἱ δὲ περὶ Ἀλεξίωνα ὡς διαπορητικὸν ἢ διαζευκτικὸν ἐκδεχόμενοι ὀξύνουσιν, ἵν᾿ ᾖ ἀντὶ τοῦ ἀλλʼ ἤ.
370. * ἦ μὰν αὖτʼ ἀγορῇ νικᾶς γέρον] διὰ τί Ὀδυσσέως καὶ κρα-
τήσαντος τοὺς Ἕλληνας φεύγειν μέλλοντας καὶ τοὺς οἷος ὁ Θερσίτης
ἔφατ,᾿ Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν
ἀϋ\σάντων ὑπʼ Ἀχαιῶν, μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο,” Ἀγα-
μέμνων μόνῳ Νέστορι τὰ πρωτεῖα δίδωσι καὶ τῆς νίκης παραχωρεῖ
λέγων “ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν,” καὶ τοιούτους
δέκα εὔχεται συμφράδμονας γενέσθαι. οὕτω γὰρ τάχα πορθηθῆναι
τὴν Ἴλιον ʼχερσὶν ὑφʼ ἡμετέρῃσιν ἀλοῦσαν.” ῥητέον οὖν ὅτι οὐχ
ἀπλῶς νικᾶν ἔφη καὶ ἐν πᾶσι τὸν Νέστορα, ἀλλὰ μόνον ἐν τῇ ἀγορῇ
νικᾷς, γέρον, τὰ πρωτεῖα διδοὺς κατὰ τὴν δημηγορίαν καὶ αὐτὸς τῷ
Νέστορι. καθάπερ οἱ Ἕλληνες τῷ Ὀδυσσεῖ Ὀδυσσεὺς μὲν γὰρ
ἐδημαγώγησεν ὡς πρὸς δημοκρατίαν ἁρμόσας τὸν λόγον καὶ ὡς ἐπʼ
αὐτοῖς ὂν μένειν ἢ ἀποπλεῖν. τί γάρ φησιν ὑποτάξας τὸν Ἀγαμέ-
μνονα τῇ τῶν Ἑλλήνων ἐξουσία “Ἀτρείδη, νῦν σε ἄναξ ἐθέλουσιν
Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσι” καὶ τὰ ἑξῆς.
ὁ δὲ Νέστωρ τὸν Ἀγαμέμνονα αὐτὸς ἄρχειν παρακαλεῖ καὶ μὴ
φροντίζειν τῶν ἀποστατούντων. συμφέρειν γὰρ πᾶσι τὴν τούτου
ἀρχὴν, διὰ τὸ πάντας οὐχ ὑποσχέσεσιν ἀπλῶς, ὡς Ὀδυσσεὺς ἔφη,
ὅρκοις δὲ καὶ συνθήκαις καὶ δεξιαῖς πιστώσασθαι τὴν τούτου ἡγε-
μονίαν, ἀπειθοῦσι δὲ αὐτοῖς καθὼς ἐξώμοσαν πάντες γενέσθαι τὴν
παράβασιν. “Ἀτρείδη, σὺ δέ θʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,” διὰ τοῦ “πῆ γὰρ αἱ συνθῆ-
και καὶ ὅρκια βήσεται ἡμῖν σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέ-
πιθμεν.” διόπερ Ὀδυσσεὺς μὲν τοὺς Ἕλληνας εἰπὼν “ὥστε γὰρ ἢ
παῖδες νεαροὶ χῆραί τε γυναῖκες ἀλλήλοισιν ὀδύρονται οἶκόνδε νέε-
σθαι” εὐθὺς ἐπιλαμβάνεται αὐτοῦ ἀνακαλούμενος τὸν λόγον διὰ τοῦ
φάναι “ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι,” καὶ ἐκ τοῦ ἤττονος
παραβάλλειν τὸ μέγεθος· τῆς Ἑλληνικῆς . . . . . . εἰ γὰρ καὶ ὁ ἕνα
μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο ἀσχάλλει ὑπὸ ἀνέμων ἐναντίων ἐμποδι-
ζόμενος, “ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς ἐνθάδε μιμνόν-
τεσσι” (Il. 2, 291—296). τῆς . . . . . . μεσήσαι ἀσχάλλουσι τοῖς
Ἕλλησιν, ὁ δὲ Νέστωρ οὐχ Ἕλληνας φησὶν ἀξίους εἶναι ὡς παῖδας
διασύρεσθαι, ἀλλʼ αὐτοὺς τοὺς δημηγόρους τὰ τοῦ πολέμου ἔργα μὴ
ρεῖν γὰρ εὐορκοῦσι καὶ τηροῦσι τὰς διὰ θεῶν πίστεις ἀνδρῶν ἂν εἴη
εὐφρόνων καὶ εἰδότων τὰ κοινὰ τῶν πολέμων εὐλαβεῖσθαι, καὶ τούτων
ἀναμιμνήσκειν δεῖ, φησὶ, τοὺς συμβουλεύοντας ῥήτορας. ἀκολούθως
δὲ τούτοις ἐπάγεται καὶ τὸ “ἔα φθινύθειν ἕνα καὶ δύο” τῶν ἀπει-
θούντων, οἳ οὐκ ἀνύουσι πρότερον τὸ εἰς οἶκον ἀπελθεῖν “πρὶν καὶ
Διὸς αἰγιόχοιο γνώμεναι εἴτε ψεῦδος ὑπόσχεσις εἴτε καὶ οὐκί.” εἰ
γὰρ ἐπὶ ὅρκοις καὶ σπονδαῖς καὶ τοῦ πολέμου παρασκευαῖς καὶ δε-
ξιαῖς καὶ Διὸς ἐγένετο ἡ ὑπόσχεσις, κίνδυνος τοῖς ταῦτα παραβαί-
νουσι καὶ οὐ χρὴ θωπεύειν δημαγωγοῦντας, ἐπιπλήττειν δὲ μᾶλλον
ἁμαρτάνουσι καὶ ἐπάγειν τὸν βασιλέα εἰς τὸ τῆς ἐξουσίας ἡγεμονι-
κὸν, ἀλλʼ οὐκʼ ἀπέχεσθαι τῶν ἀρχομένων, ἐπισταμένων οἷς ἔκριναν
μετὰ πίστεως ὡς χρεὼν ἐν πᾶσιν ὑπακούειν. διὸ Ὀδυσσεῖ μὲν ἀκό-
λουθον δημαγωγοῦντι καὶ Κάλχαντος χρήσασθαι μαντείαις. ὕβριστο
μὲν γὰρ ὑπὸ Ἀγαμέμνονος, αἴτιος δὲ ἐδόκει ἔναγχος αὐτοῖς γεγονέναι
τοῦ λοιμοῦ τῆς θεραπείας καὶ διὰ τοῦτο πρὸς αὐτῶν ἠγαπᾶτο καὶ
ἐπιστεύετο. Νέστορι δὲ τούτου μὲν ἀμελεῖν, εἰς δὲ τὰς Διὸς ἀνάγειν
ὑποσχέσεις αἷς μετὰ τῆς τοῦ πολέμου κατορθώσεως καὶ τὸ ἡγεῖσθαι
τοῦ πολέμου τὸν Ἀγαμέμνονα ἐκύρωσεν. “φημὶ γὰρ οὖν κατανεῦσαι
ὑπερμενέα Κρονίωνα” (Il. 2, 350) καὶ τὰ ἑξῆς. γράφει δὲ περὶ
τῶν δεξιῶν ἀστραπῶν Ἑρμόδημος, καὶ ὅταν “κατὰ δεξιὰ χειρὸς
ἀστράπτῃ νίκην καὶ ὑπέρτερον εὖχος ὀπάζει,” καὶ ὅλως οἱ περὶ
τούτων σκεψάμενοι φασὶν ἀστραπαὶ καὶ βρονταὶ δεξιαὶ τοῖς ἐπιχει-
ροῦσιν ἄγεσθαι. φόβους γὰρ τοῖς πολεμίοις σημαίνουσιν ἐν δεξιοῖς
γινόμεναι. διαφόρων τοίνυν οὐσῶν τῶν δημηγοριῶν καὶ τῆς μὲν
Ὀδυσσέως δημοτικωτέρας, τῆς δὲ Νέστορος βασιλικωτέρας καὶ
ἀρχικῆς, εἰκότως ὁ μὲν θωπεύει “ “οὐ νεμεσίζομαι Ἀχαιοὺς λέγων
ἀσχάλλειν παρά νηυσὶ καὶ ὅμως ἀξιῶν, τλῆτε, φίλοι, καὶ μείνατʼ ἐπὶ
χρόνον· αἰσχρὸν γὰρ δηρόν τε μένειν κενεόν τε νέεσθαι” (Il. 2, 296—
298), ὁ δὲ ὀλίγον ἐνδοὺς καὶ τοσοῦτον θεραπεύσας ἐν τῷ φάναι “τῷ
μή τις πρὶν ἐπειγέσθω οἶκόνδε νέεσθαι, πρίν τινα πὰρ Τρώων ἀλόχῳ
κατακοιμηθῆναι” (Il. 2, 354), εὐθὺς μὲν ἐγείρει τόν λόγον εἰς τὴν
ἄναξ ὦ βασιλεῦ λέγων ἀξιοῖ μὲν αὐτὸν κατάρχειν σκεμμάτων καλῶν,
πείθεσθαι δὲ καὶ ἄλλῳ καὶ διατάσσειν ὡς χρὴ κατακοσμηθῆναι κατʼ
αὐτούς. εἰκότως οὖν τὸν μὲν πρὸς τὸ ἀρχόμενον καὶ δημοτικὸν ἁρμότ-
τει λόγον, τοῦ δὲ πρὸς τὸν ἄρχοντα καὶ βασιλέα τῶν ἄλλων τὸν μὲν
τὸ πλῆθος ἐπαινεῖ, τῷ δὲ τὸ νικᾶν ὁ βασιλεὺς ἀποδίδωσιν.
ἀγορῇ νικᾶς] ἐπιεικὴς ὁ βασιλεὺς, ὃς οὐκ οἴεται δεῖν ἐν ἅπασι πάντων ὑπερέχειν. ἅμα δὲ καὶ πλέον Ὀδυσσέως αὐτὸν θαυμάζει, ὅτι ὁ μὲν εἰσηγήσατο ὡς μενετέον, ὁ δὲ Νέστωρ καὶ ὡς μένοντας πρακτέον. ἰσοστάσιος δὲ ὁ ἔπαινος, εἰ καὶ τὸν μὲν τὸ πλῆθος, τὸν δὲ αὐτὸς ἐπαινεῖ.
371. αἰ γάρ] πάτριοι γὰρ οὗτοι τοῖς Ἀθηναίοις θεοί.
372. τοιοῦτοι δέκα μοι συμφράδμονες] δῆλός ἐστιν ὁ ποιητὴς
τῶν σωματικῶν τὰ ψυχικὰ προτιμῶν. ἐνθάδε μὲν γὰρ δέκα Νέστορες
ἀρκοῦσιν αὐτῷ πρὸς τὴν τῆς Ἰλίου ἅλωσιν· τοὺς δὲ Αἴαντας ἐπὶ τὸν
πόλεμον προτρέπων φησὶ “τοῖος πᾶσι θυμὸς ἐνὶ στήθεσσι γένοιτο”
(Il. 4, 289). ἔνθεν Εὐριπίδης (fragm. 220) λαβῶν λέγει “σοφὸν
γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας νικᾶ· σὺν ὄχλῳ δʼ ἀμαθία,
πλεῖστον κακόν.” λέγει δὲ ὅτι εἰ πάντες συμβουλεύσειαν τὰ αὐτὰ
τῷ Νέστορι, τάχα ἂν πορθηθείη ἡ πόλις. ἀπαρκεῖ οὖν τὸ χρηστὸν
τῆς γνώμης μόνος ὁ Νέστωρ εἰσηγούμενος. ἀγνοοῦσι δὲ ὅτι οὐ τοὺς
ἀλλήλων τοῖς λόγοις διοίσοντάς φησιν, ἀλλʼ οἷς ἡ αὐτὴ ἕξις ἐστί·
“πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύ-
σει” (Il. 9, 74). τάχα δὲ εἰς ταύτην τὴν εὐχὴν κατηνέχθη, ἵνα
τῇ ὑπερβολῇ τῶν τοῦ Νέστορος ἐπαίνων προτρέψῃ τὸ στράτευμα
ταῖς παραινέσεσι πείθεσθαι.
373. ἠμύσειε] ἀπὸ τῶν ὀφθαλμῶν ἡ μεταφορὰ, οἳ σὺν τῷ μύειν τοῦ φωτὸς στερίσκονται.
375. ἀλλά μοι αἰγίοχος] εὐεπίφοροι κατὰ θεῶν οἱ ἀτυχεῖς. προ-
379. εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν] καὶ πῶς οὐ παρακαλεῖ;
αἰδεῖται χωρὶς ἀνάγκης, καὶ τῷ ὀνείρῳ πείθεται.
380. οὐδʼ ἠβαιόν] ἀεὶ παρὰ τῷ ποιητῇ τὸ ἠβαιόν ἐν ἑνὶ μέρει λόγου. ἔνθεν καὶ Καλλίμαχος (fr. 540) “ἠβαιὴν οὔτι κατὰ πρόφα- σιν.”
381. δεῖπνον] τὸ ἑωθινὸν ἄριστον, ὃ δι᾿ ἀνάγκην πρὸ τοῦ δέοντος
ποιοῦνται· δόρπον δὲ τὸ ἑσπερινὸν, δόροπόν τι ὂν, τὸ μετὰ τὴν παῦσιν
τῶν δοράτων διδόμενον. τὸ δὲ δεῖπνον ἔσθʼ ὅτε πᾶσαν τροφήν.
Αἰσχύλος (fragm. 181.) δὲ κακῶς “ἄριστα δεῖπνα δόρπα θʼ
αἱρεῖσθαι.” τρισὶ δὲ οὐδέποτε οὔτε μνηστῆρες οὔτε μὴν Κύκλωψ
ἐχρῶντο τροφαῖς.
Ἄρηα] τετραχῶς τῷ Ἄρης κέχρηται ὁ ποιητής. ποτὲ μὲν ἐπὶ τοῦ
πολέμου, ὡς ἐνταῦθα “νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν
Ἄρηα,” ποτὲ δὲ ἐπὶ τοῦ σιδήρου “αἵματος ἆσαι Ἄρηα ταλαύρι-
νον πολεμιστήν” (Il. 5, 289) καὶ “ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος,
ὄβριμος Ἄρης᾿ (Il. 13, 444). ποτὲ δὲ ἐπʼ αὐτοῦ τοῦ θεοῦ, ὡς τὸ
“καὶ δʼ αὐτὴ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα” (Il. 21, 421) καὶ
πάλιν “ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος” (Il. 20, 38). ποτὲ δὲ
ἐπὶ τῆς πληγῆς “ἔνθα μάλιστα γίνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι
βροτοῖσιν” (Il. 13. 568).
382. εὖ μέν τις δόρυ θηξάσθω] κινητικὰ τοῦ μέλλοντος ἔσεσθαι
πολέμου ταῦτα, καὶ τὴν πολεμικὴν παρασκευὴν διδάσκοντα τὸν
ἀκροατήν. οἶδε γὰρ καὶ ταῦτα αἰτίας εἶναι τῆς ἥττης· “οὐδὲ διὰ
πρὸ δυνήσατο” (Il. 13. 607)· “τῇ ὅγʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος”
(Il. 15, 647). δεῖ οὖν μὴ ἐξ ἡμῶν τὴν αἰτίαν εἶναι τοῦ κακοῦ. δύο
δὲ συνέπλεξε σχήματα, ὁμοιοτέλευτον καὶ ἐπαναφορὰν, ἐπανιὼν μὲν
εἰς τὴν αὐτὴν λέξιν, καταλήγων δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων.
ἔστι δὲ ἡ ἐπαναφορὰ ὡς τὸ “εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν, εὖ
δὲ Φιλοκτήτην” (Od. 3. 183)· “κλαῖε μὲν Ἀργείη Ἑλένη, κλαῖε
δὲ Τηλέμαχος” (Od. 4, 184). ἰδὸν δὲ ὁ Ἀγαμέμνων τοὺς Ἀχαιοὺς
θέσθω] ἀντὶ τοῦ περιθέσθω. τοῦτο δὲ καὶ ὁ Θουκυδίδης ἐν πολι- τείαις φησὶ τὸ ὅπλισμα.
385. κρινώμεθʼ Ἄρηϊ] ἀβέλτερος, φησὶν, ὁ Ἀγαμέμνων μὴ
συνορῶν ὅτι ἐν πολέμῳ οὐκ ἐπὶ τοῖς μαχομένοις κεῖται τὸ τούτου
τέλος, ἀλλʼ ὡς ἂν τύχῃ γενόμενον. ἀγνοοῦσι δὲ ὅτι καλόν ἐστι
δυσχερῆ ἐλπίζειν, ἵνα ὡς ἐπὶ πλείονι πόνῳ προθυμότεροι παρασκευα-
σθῶσιν. ἢ γὰρ ἀποβάντων ἧττον ἡχθέσθημεν, ἢ μὴ τελεσθέντων
ὑπεράγαν ἐχάρημεν.
388. ἱδρώσει μέν τευ τελαμών] οὔπω γὰρ πόρπακες ἀλλὰ τελα- μῶνες ἦσαν. εἴρηται δὲ τελαμὼν παρὰ τὸ τετάσθαι. ἱδρῶτα μὲν οὖν καὶ πόνον προβάλλεται, κίνδυνον δὲ οὐδαμοῦ. πρὸς ἕκαστον δὲ τῶν προτραπέντων αἰτίαν ἐπάγει. τὸ δὲ ἱδρώσει ὑγρανθήσεται ὑπὸ τοῦ ἱδρῶτος τοῦ πολεμοῦντος.
389. ἐν τῇ συνθέσει μὲν προσλαμβάνει τὸ μ ὡς κεχρεωστημένον τὸ βροτός, ὡς τὸ ἄμβροτος καὶ τὰ ὅμοια· τοῦτο δὲ οὐχ οὕτως. ἴσως δὲ διὰ τὸ προεῖναι.
391. ὃν δέ κʼ ἐγών] εὐτόνως κατέστρεψε τὸν λόγον· οὐ γὰρ τῆς
πειθοῦς μόνης, ἀλλὰ καὶ ἀπειλῆς τῷ πλήθει προσδεῖ. πρῶτος δὲ τὸν
κατὰ τῶν λιποτακτῶν συνεῖδε θάνατον, ὡς καὶ Ἕκτωρ “ἀλλὰ κύνες
ἐρύουσιν” (Il. 15, 351). τοῦτο δὲ, ὅπως τὸν εὐκλεᾶ ἀντὶ τοῦ δυσ-
κλεοῦς καὶ τὸν ἄδηλον ἀντὶ τοῦ προδήλου θάνατον ἕλωνται.
393. ἄρκιον ἐσσεῖται] ἐπαρκοῦν αὐτῷ οὐκ ἔσται πρὸς τὸ φυγεῖν. τὸ δὲ ἐσσεῖται Ἀττικόν ἐστιν, ἔσσεται ἐσσεῖται ἔσται.
395. ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσει νότος] ἐξηγεῖται διὰ τούτου ὅτι ὁ νότος ὅπη πνεῖ, τὸ κῦμα μᾶλλον οἰδεῖ τῶν ἄλλων· καὶ ὅτι σκαιὸν ἐκεῖνο τὸ κῦμα καὶ χαλεπώτατον τῷ μετεώρῳ αἰγιαλῷ προσ- ρησσόμενον.
?? ἔστι δὲ ἀκτὴ παραθαλάσσιος καὶ πετρώδης τόπος, ἀπὸ τοῦ περὶ
αὐτὸν ἀίσσεσθαι, ὅ ἐστι ῥήσσεσθαι καὶ περικλᾶσθαι, τὰ κύματα.
397. γένωνται] γένωνται οἱ ἄνεμοι. οἱ δὲ ἀήθεις μεταγράφουσι γένηται.
400, 401. δείκνυσιν ὡς πολύκλητοι ἦσαν· ἕκαστος γὰρ τοῖς
πατρίοις θύει. τὸ γὰρ θεῖον φύσει μὲν οὐ πολὺ, θέσει δὲ πολύ.
Ἑλληνικὸν δὲ τὸ εἰς θεοὺς ἔχειν τὰς ἐλπίδας. ἀλλʼ οἱ μὲν εὔχοντο
μόνον τὸ ζῆν (ἤρκει γὰρ αὐτοῖς), ὁ δὲ βασιλεὺς τὸ εὐκλεῶς ζῆν· διὸ
ἐκεῖνος πρεπόντως εὔχεται καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
αἰθαλόεν (414).
402. αὐτὰρ ὁ] ἐπὶ μὲν τῶν ἄλλων τὴν θυσίαν ἐπὶ κεφαλαίου
λέγων, πῶς καὶ τίνι ἔθυεν οὐκ εἶπεν ἐπʼ οὐδενός· ἐπὶ δὲ τοῦ βασι-
λέως ἅπαντα ἀκριβῶς διέξεισι. καλῶς δὲ καὶ βασιλεῖ ὁ βασιλεὺς
θύει, καὶ τῷ τελειοτάτῳ τῶν θεῶν, καὶ τὸ μέγιστον τῶν ζῴων.
404—407. κίκλησκε δὲ γέροντας] αἱ κατὰ τὰ τέλη τῶν τεσσάρων
στίχων στιγμαὶ οὐ καλῶς κεῖνται· ἔδει γὰρ συνάπτειν ἕως τοῦ
ἀτάλαντον· κοινὸν γὰρ καὶ αὐτοτελὲς ῥῆμα τό κίκλησκε κατὰ πάν-
των· ὅμως τὸ πρέπον διίστησιν. κοινωνικὸν δὲ τὸ συνθύειν τοῖς
ἀρίστοις καὶ βασιλεῖ ἁρμόδιον.
405. Νέστορα μὲν πρώτιστα] ἄριστα τῇ τάξει ὁ πρεσβύτερος
καὶ σύμβουλος πρῶτος καλεῖται· δεύτερος Ἰδομενεὺς, καὶ οὗτος
καθʼ ἡλικίαν, καὶ ὅτι τῶν Ἀτρειδῶν γόνος· τρίτος δὲ Αἴας, ὅτι
ἄριστος ἦν τῶν Ἑλλήνων μετʼ Ἀχιλλέα, καὶ ὁ Λοκρὸς σὺν αὐτῷ,
ὅτι ἴσον θυμὸν ἔχοντες (Il. 13, 704.). πέμπτος Διομήδης, τῷ
Αἴαντι κατʼ ἀλκὴν δεύτερος ὤν. ἕκτος Ὀδυσσεὺς, οὐχ ὡς τῶν προ-
ειρημένων ἥττων (πῶς γὰρ ὁ βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε
κορύσσων 273;) ἀλλʼ ὡς μᾶλλον αὐτὸν φίλον παρεῖδεν ὁ Ἀγαμέ-
μνων. τὸν δὲ ἀδελφὸν οὐδὲ ἐκάλεσεν, ἀλλʼ αὐτόματος ἦλθεν·
“ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν, ὡς ἐπονεῖτο” (409). ἅμα δὲ
διδάσκει συμφέρεσθαι τοῖς ἀδελφοῖς ἐν ταῖς αὐτῶν σχολαῖς· καὶ
ἵνα μὴ δόξῃ ἐπιλελῆσθαι αὐτοῦ ὁ ἀδελφὸς, αὐτόματος ἔρχεται,
ἀπαλλάσσων ἐκεῖνον ὡς πονούμενον τοῦ ἐγκλήματος.
407. ἕκιον δʼ αὖτʼ Ὀδυσῆα] ἔσχατον ἐᾷ τοῦτον, ὅπως ὑψώσῃ τοῖς ἐγκωμίοις. ἄμεινον δὲ λέγειν ὅτι τὰ δύο ἄκρα τοῖς σοφωτάτοις ἀπένειμε, Νέστορι καὶ Ὀδυσσεῖ.
408. βοὴν ἀγαθός] διὰ τί τοὺς ἀνδρείους βοὴν ἀγαθοὺς ἀποκαλεῖ,
νῦν μὲν Μενέλαον, ἀλλαχοῦ δὲ Διομήδην, πῆ δὲ “βοὴν ἀγαθὸς
παρεισάγει τοὺς ἥρωας· “σμερδαλέον δʼ ἐβόησεν” (Il. 8, 92).
“ἤϋσε δὲ διαπρύσιον” (ib. 227).
412. κύδιστε] ἐν δόξῃ προὔχων. μέγιστε δὲ δυνάμει προὔχων.
413. ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν] ἀντὶ τοῦ δύναντος
ἡλίου τὸ κνέφας ἐλθεῖν. λείπει δὲ τὸ δός. οἰκεία δὲ ἡ περίφρασις
τοῖς ἐκτενῶς εὐχομένοις· ἐνδιατρίβομεν γὰρ ὡς οὐ διδάξοντες τἀληθῆ
τὸ θεῖον. ἄπληστος δὲ ἡ ὄρεξις αὐτοῦ πρὸ τῆς τῶν φίλων σωτηρίας
τὴν καταστροφὴν αἰτουμένου· διὸ ἀνανεύει ὁ Ζεύς.
414. κατὰ πρηνὲς βαλέειν] ἔμφασιν ἔχει ἡ ἀπὸ τῶν ἐμψύχων μεταφορά.
*τὸ δὲ πρηνὲς ἐκ τοῦ πρανές.
415. αἰθαλόεν] κατὰ πρόληψιν τὸ αἰθαλωθησόμενον, ἢ τὸ ἀφανές. μικροῖς δὲ λόγοις μεγάλα αἰτεῖ· ἀντὶ γὰρ Ἰλίου οἰκίαν μίαν πρῆ- σαι. ὁ δὲ θυμὸς ἄκρως διὰ τῶν προσώπων παρίσταται Πριάμου τε καὶ Ἕκτορος.
416. Ἑκτόρεον δὲ χιτῶνα] προσυνίστησιν ἡμῖν καὶ νῦν τὸν Ἕκτορα.
417. ῥωγαλέον] διερρωγότα, παρὰ τὸ ῥήσσω.
418. δάκω δάξω δάξ ὀδάξ. τοῦτο δὲ συμβαίνει τοῖς ὀδυνωμένοις.
419. οὐδʼ ἄρα πώ] διὰ τοῦ πώ ἐλπίδα ὑπολείπει τῆς εὐχῆς. ἐπὶ
δὲ Θεανοῦς “ἀνένευε δέ” (Il. 6, 311).
423. * Πορφυρίου. Ἀρίσταρχος τὰ κνίσση οὐδετέρως ἀκούει,
καίτοι εἰπὼν οὐδὲν ἀδιαίρετον εἶναι τῶν εἰς ος ληγόντων οὐδετέρων
παρʼ Ὁμήρῳ κατὰ τὸ πληθυντικόν· τείχεα γὰρ καὶ βέλεα λέγει.
ἀλλʼ ὥσπερ τὰ τεμένη ἀδιαιρέτως εἴρηκεν, ὡς τὸ “Τηλέμαγος τεμένη
νέμεται” (Od. 11, 185), οὕτω καὶ τὰ κνίσση. καὶ ἔστιν ἐν τῇ κωμᾳ-
δία τὸ ἑνικόν· “τὸ κνῖσσος ὀπτῶν ὀλλύεις τοὺς γείτονας.” πλεονάζει
δὲ Ὅμηρος τῇ θηλυκῇ προσηγορίᾳ. σημαίνει δὲ καὶ τὴν ἀναθυμίασιν
τῶν κρεῶν, ὡς ὅταν λέγῃ “ καὶ τότε με κνίσσης ἀμφήλυθεν ἡδὺς
ἐπεκάλυψαν. δίπτυχα δὲ αὐτὰ τὰ κνισση· ἐπεὶ γὰρ δύο οἱ μηροὶ, τὸν
ἐπίπλουν εἰς δύο διελόντες ἑκάτερον αὐτῶν θατέρῳ μέρει τοῦ ἐπίπλου
ἐκάλυπτον.
432. * τὸ ἕντο γίνεται παρὰ τὸ ἵημι τὸ πέμπω· τὸ παθητικὸν
ἵεμαι, ὁ παρατατικὸς ἱέμην ἵεσο ἵετο ἱέμεθα ἵεσθε ἵεντο, καὶ ἐκβολῇ
τοῦ ῑ ἕντο, καὶ μετὰ τῆς ἐξ προθέσεως ἐξέντο. γίνεται δὲ καὶ ἐκ τοῦ
ἔω τὸ τελειῶ. τὸ δὲ ἔω σημαίνει ἑπτά. ἔω τὸ ὑπάρχω, ἐξ οὗ καὶ ἐΰς
ὁ ἀγαθός· ὁ γὰρ ἀγαθὸς βέβαιος. ἕω τὸ περιπατῶ, ἐξ οὗ καὶ ὁδός. ἕω
τὸ ἐνδύομαι, ἐξ οὗ καὶ τὸ ἐπιειμένε. ἕω τὸ τελειῶ, ὡς τὸ “ἐξ ἔρον
ἕντο.” ἕω τὸ καθέζομαι, ὡς τὸ “ἧσο παρʼ αὐτὸν ἰοῦσα (Il. 3, 406).
ἕω τὸ εὐφραίνομαι, ἐξ οὗ καὶ ἥδω. ἕω τὸ κορεννύω, ἐξ οὗ καὶ τὸ
“ἐπεί κʼ ἔωμεν πολέμοιο” (Il. 19, 402).
435. ἡ μὲν Ἀριστάρχου οὕτως εἶχεν, ἡ δὲ Ζηνοδότου μηκέτι
ταῦτα, τινὲς δὲ δὴ αὖθι χωρὶς τοῦ θ, Καλλίστρατος δὲ μηκέτι δὴ
νῦν. λεγώμεθα δὲ ἀντὶ τοῦ ἠθροισμένοι ὦμεν. στρατηγικὴ ἡ παραγ-
γελία, χρόνου φείδεσθαι· ἐρωτηθεὶς γοῦν Ἀλέξανδρος πῶς τῆς Ἑλ-
λάδος ἐκράτησε, μηδὲν ἀναβαλλόμενος, εἶπεν.
ἐγγυαλίξει] δώσει τὴν πόρθησιν, ἣν διὰ τοῦ ὀνείρου ἐπηγγείλατο.
439. ἡμεῖς δʼ ἀθρόοι] θαυμαστῶς τὴν τάξιν Ἀχιλλέως ἀποπληροῖ· τὴν γὰρ στρατηγίαν πρώην εἶχεν.
444. τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα] δύο ταῦτα τὰ μέγιστα μαρτυρεῖ αὐτοῖς, εὐταξίαν καὶ εὐψυχίαν.
446. ἵνα μὴ ἀπιστοῖτο, τὴν θεὸν παρέλαβεν, καὶ ὡς ἄξια τῆς θεοῦ μελλόντων αὐτῶν κατορθοῦν.
447. ἀγήρων] οὕτως καὶ Ἀρίσταρχος καὶ Ἀριστοφάνης, ὡς καὶ
ἀλλαχοῦ “ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε” (Il. 17, 444).
*ζήτει τὴν ἐξήγησιν τῆς αἰγίδος εἰς τὴν Βοιωτίαν, ἐν τῷ στίχῳ τῷ οὕτως ἔχοντι “πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ” (787).
448. τῆς ἑκατὸν θύσανοι] ἀντὶ τοῦ πολλοί. τῷ δὲ πλήθει τοῦ ἀριθμοῦ πίστιν πεπόρισται.
450. σὺν τῇ παιφάσσουσα διέσσυτο] ἀναδιπλασιασμός ἐστι φάσσω παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πάσσω πάλη πασπάλη. παι- φάσσειν δέ ἐστι τὸ φανεροῦν ἑαυτὸν, ἀλλʼ ἐν ἀγγέλου σχήματι μένειν.
452. εἰς τὸ καρδίῃ στικτέον, ἄληκτον δὲ ἀντὶ τοῦ ἀλήκτως.
453, 454. νῦν ἄμεινον κεῖνται ἤπερ ἐν τῇ Λ· πρόσφατος γὰρ αὐτοῖς ἡ τοῦ νόστου μνήμη. καὶ ἡ αἰφνίδιος δὲ μεταβολὴ οὐκ ἄνευ θεῶν τινός.
455. ἠιΰτε πῦρ] νῦν μάλιστα ἡ δύναμις τοῦ ποιητοῦ, ὅτε καθʼ
ἕκαστον πρᾶγμα διαφόρων εἰκόνων εὐπορεῖ. πρώτη δὲ εἰκὼν ἡ ἀπὸ
τῆς τῶν ὅπλων λαμπηδόνος· μεγεθύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ, καὶ τῷ
ὄρει ἔνθα καταιγίδες εἰσί, καὶ τῇ κορυφῇ. διὸ θαρρῶν ἐπάγει “ἕκαθεν
δέ τε φαίνεται αὐγή.”
460. χηνῶν ἢ γεράνων] μουσικὰ γὰρ καὶ ἥμερα καὶ συναγελα- στικὰ ταῦτα· οἰκείως οὖν ἐπʼ αὐτῶν καὶ ἔθνεά φησιν.
461. Ἀσίω] οἱ μὲν τῷ ἄσιν ἔχοντι· ἀξιοπιστότερον δέ ἐστι
τοῦτο κύριον αὐτῷ περιτιθέναι ὄνομα. ἐν γενικῇ δὲ αὐτὸ ἐκληπτέον
καὶ χωρὶς τοῦ ῑ, ὡς τὸ “ἐϋμελίω Πριάμοιο” (Il. 4, 165). οὕτως
Ἡρωδιανὸς ἐν τῇ καθόλου καὶ Πτολεμαῖος ἐν τῷ περὶ συναλοιφῆς·
κατὰ δὲ τὰς προχοὰς πηλώδη τόπον ὁ Κάϋστρος ἀπεργάζεται. ὅπου
δὲ ὕδωρ καὶ βοτάνη, ἀφθονία ὀρνέων.
*ἄλλοι δὲ, ἐν τῷ τῆς Ἀσίας συμφύτῳ· ἆσις γὰρ καλεῖται κατὰ διάλεκτον ἡ ἰλύς. ἄλλοι δὲ ἀπὸ Ἀσίου τοῦ Λυδοῦ, ὃς ἦρξε Λυδίας.
462. Ἀρίσταρχος ἀγαλλόμενα, ἵνʼ ᾖ πρὸς τὰ ἔθνη. ἀλλʼ οὐδὲ τὸ ἀγαλλόμεναι ἄχαρι.
πρὸς τὸ νοητὸν ὑπήντησε τὸ ὄρνιθες, ὡς τὸ “κίνηθεν δὲ φάλαγγες ἐελπόμενοι παρὰ ναῦφιν” (Il. 16, 280).
463. κλαγγηδὸν προκαθιζόντων] ἄλλου πρὸ ἄλλου καθιπταμένων
μετὰ βοῆς. ἢ πρὸ τοῦ καθίσαι βοώντων· κέκραγε γὰρ τὰ ὄρνεα ἐπὶ
ὑποστιγμὴ ἐπὶ τὸ προκαθιζόντων, καὶ ἐπὶ τὸ λειμών· τὸ δὲ
ἑξῆς, ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ, κλαγγηδὸν προκαθιζόντων, ἔνθα
καὶ ἔνθα ποτῶνται ἀγαλλόμεναι πτερύγεσσι, σμαραγεῖ δέ τε λειμών·
τὰ δὲ λοιπὰ διὰ μέσου.
τὸ τραχὺ τῆς ἀπὸ τοῦ σμαραγεῖ ὀνοματοποιίας τὸ τοῦ λειμῶνος παρέτεινε μέγεθος.
465, 466. αὐτὰρ ὑπὸ χθὼν σμερδαλέον κονάβιζε] ἡ ὑπό πρὸς τὸ
ποδῶν ἀποδοτέα. κονάβησε δὲ ἀντὶ τοῦ ἤχησεν, ἀλλʼ οὐκ ἐσμαρά-
γησεν· εἰς βραχὺ γὰρ τελευτῶσα τὸν ἦχον ἐμείου.
467. ἀνθεμόεντι] τῷ ἄνθη πρώην ἔχοντι, ἐπεὶ πῶς ἠχεῖ, ἢ πῶς ἀνθεῖ πατούμενα;
468. * Πορφυρίου. ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι
μυρίοι ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρη· ἐν μὲν τῷ λίαν φύλ-
λοισιν ἐοικότες ἢ ψαμάθοισιν (Il. 2, 800) ἐπίτασίς ἐστι κατὰ τὸ
ἐπενηνεγμένον τοῖς φύλλοις τοῦ πλήθους τῶν ψαμάθων· ἐν δὲ τῷ περὶ
Κικόνων ῥηθέντι “ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ”
(Od. 10, 51) δόξειεν ἂν ἐλάττωσις εἶναι ἐκ τοῦ ἐπαγομένου· ἐλάττω
γὰρ τὰ ἄνθη τῶν φύλλων. οὐκ ἔστι δέ· οὐ γάρ τοῦ πλήθους παρα-
στατικὰ παρείληπται ἄμφω, ὥσπερ ἐπὶ τῶν φύλλων καὶ τῆς ψάμ-
μου, ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι, ἀλλὰ τὰ μὲν
φύλλα παρίστησι τὸ πλῆθος, τὰ δὲ ἄνθη τὴν τοῦ πλήθους ποικιλίαν
ἔν τε τῇ καθοπλίσει καὶ τῇ ἄλλῃ ἀμφιέσει τῶν Θρῳκῶν. Σκαμαν-
δρίῳ δὲ τῷ τῷ Σκαμάνδρῳ ποταμῷ παρακειμένῳ πεδίῳ. ὁ δὲ Σκά-
μανδρος καταφερόμενος ἀπὸ τῆς Ἴδης τέμνει μέσον τὸ ὑπὸ τῇ Ἰλίῳ
κείμενον πεδίον, καὶ ἐπὶ τὰ ἀριστερὰ ἐκδίδει εἰς θάλασσαν, ὃς
καλεῖται καὶ Ξάνθος.
469. μυιάων] τοῦτο πρὸς τὸ ἐπιθυμητικὸν τοῦ αἵματος. ἐπάγει
γοῦν “τόσσοι ἐπὶ Τρώεσσιν.” ἀδινάων δὲ τῶν ἀθρόως ἱπταμένων.
470. σταθμὸν νυνὶ τὴν ἔπαυλιν. τρία δὲ δηλοῖ ἡ λέξις, τὸν στα-
474. αἰπόλια] αἰπόλιον αἰγῶν πλῆθος, ποίμνιον προβάτων, συβό- σιον χοίρων, βουκόλιον βοῶν, ἱπποφόρβιον ἵππων. πλατέα δὲ, ὅτι διεσκεδασμένα νέμονται.
475. ἐπεί κε νόμῳ μιγέωσιν] ὅταν τὰ αἰπόλια ἀλλήλοις ἀναμιγῇ
νεμόμενα, ἀπαλλαττόμενοι περὶ τὴν ἑσπέραν οἱ αἰπόλοι ἕκαστος ἐπιλαμ-
βάνεταιτράγου, ᾧ τὸ οἰκεῖον ἕπεται αἰπόλιον. εὐπειθὲς δὲ τὸ Ἑλληνικόν.
478. ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ] συγγραφεῖς
μὲν τὸ ἀληθὲς μεταδιώκουσι, τραγικοὶ δὲ τὸ σεμνότερον, κωμικοὶ δὲ
τὸ ἔλασσον, ἅπερ ἅπαντα παρὰ τῷ ποιητῇ ἐστὶν, κωμῳδία μὲν ὡς
ἐπὶ Θερσίτου, συγγραφικὴ δὲ ὡς ἐπὶ τοῦ “τῷ δʼ ἔχεν Αὐτομέδων”
(Il. 9, 209). ἐπὶ δὲ τοῦ Ἀγαμέμνονος νῦν καλλίων τῆς ἀληθινῆς καὶ
μεγαλοπρεπεστέρα ἡ ὄψις ἀναπέπλασται.
ἱκανὸν μὲν ἦν ἑνὶ θεῷ εἰκάζειν αὐτὸν, ὁ δὲ τρεῖς παρέλαβεν, ἑκά-
στου τὸ διαπρεπὲς ἐκλεξάμενος, τοῦ Διὸς μὲν τὸ ἡγεμονικόν καὶ
ἐποπτικὸν, ἐννοσιγαίου τὸ ἰσχυρὸν, τὸ δὲ κόσμιον τῆς παντευχία,
ὅμοιον Ἄρει· οἱονεὶ τὸ ἀξιωματικὸν, τὸ γεραρὸν, τὸ πολεμικόν.
480. ἠΰτε βοῦς] πῶς μετὰ τοὺς θεοὺς βοὶ παρέβαλε τὸν Ἀγαμέ-
μνονας ἔνιοι μὲν οὖν φασὶν ὅτι διὰ τοὺς μὴ δυναμένους τὴν θείαν
νοῆσαι φύσιν πάλιν ἑτέραν εἰκόνα ἀπὸ γνωρίμου ζῴου παρέλαβε, μὴ
νοητὴν οὖσαν. ἡ γὰρ προτέρα τῶν θεῶν παραβολὴ ὅλως ἐστὶ νοητή.
ἔστι δὲ εἰπεῖν ὅτι τὴν πορείαν αὐτοῦ ταύρῳ εἴκασε βαδίζοντι διʼ
ἀγέλης, ὅπερ ἐστὶ ζῷον ἡγεμονικόν. τὴν αὐτὴν δὲ εἰκόνα Ὀδυσσεῖ
προσθεῖναι θέλων τὸ μὲν ὅμοιον ἐφύλαξε, τὸ δὲ μέγεθος ἐμείωσεν,
ἀρνειῷ παρεικάσας. ἐπεὶ δὲ ἐν τῇ μάχῃ ταύτῃ Ἀγαμέμνων τι πλεο-
νεκτῆσαι οὐκ ἔμελλε, κατὰ τὴν ὁδὸν αὐτὸν κοσμεῖ. οὐ γὰρ ἔδει
εὐτυχεῖν, ἵνα δεηθῇ Ἀχιλλέως.
πάντων] τῶν ἄλλων ταύρων. εἰ γὰρ μὴ ὑπερεπαρθείη τῶν ἄλλων, οὐ γίνεται κήλων. ἐπεὶ δὲ τὸ βοῦς καὶ ἔξοχος κοινὰ τῷ γένει, καὶ τὸ ταῦρος προσῆψε τῷ λόγῳ.
482. ?? Πορφυρίου. τοῖον ἂρ Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ]
ἀπρεπὲς δοκεῖ τὸ τὸν εἰκασθέντα τοῖς θεοῖς κατὰ τὴν μορφὴν νῦν ὅμοιον
εἶναι βοιΐ. λύεται δὲ ἐκ τῆς λέξεως· ὃν γὰρ τρόπον, φησὶ, ταῦρος
ἐν βουσὶν, οὕτως ἐν τοῖς ἄλλοις ὑπῆρχεν ὁ Ἀγαμέμνων. διὰ τί δὲ
ὄμματα καὶ κεφαλὴν τοῦ Ἀγαμέμνονος τῷ Διῒ ὡμοίωσε, στέρνον
δὲ Ποσειδάωνι, τὸ δʼ ἐν τῷ καθοπλισμῷ φοβερὸν τῷ περὶ τὸν Ἄρην
δεινῷ τε καὶ λαμπρῷ, καὶ ἀπὸ τῶν θεῶν ὑπέβη ταύρῳ μετὰ θεοὺς
αὐτὸν ἐξομοιῶν: τί δὲ καὶ βούλεται τὸ “στέρνον δὲ Ποσειδάων ;”
ῥητέον οὖν ὅτι τὸ μὲν σεμνὸν αὐτοῦ καὶ βασιλικὸν διὰ τῆς βασιλικῆς
τοῦ Διὸς προλήψεως παρέστησεν, ὡς ἂν βασιλικὰ καὶ φρονοῦντος καὶ
αἰσθομένου, τῆς μέν φρονήσεως ἐκ τῆς ἡγεμονενούσης κεφαλῆς περι-
σταμένης, τῆς δὲ αἰσθήσεως ἐκ τῶν ὀμμάτων. ὑπερβολὴ δὲ τὸ μὴ
Διὸς κεφαλῇ καὶ ὄμμασιν ἐοικέναι τὴν κεφαλὴν αὐτοῦ φάναι καὶ τὰ
ὄμματα, ἀλλὰ τῷ Διῒ ὅλῳ. οὐ τῷ σωματοειδεῖ οὖν ἀπείκασε θεῷ, ἀλλὰ
τῇ δυνάμει τοῦ Διὸς τῇ βασιλικῇ τε καὶ ἀρχικῇ· ὀφθεὶς γὰρ μόνον διὰ
τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν διέφηνε τὸ βασιλικὸν κράτος. τὸ δʼ
εὔρωστον καὶ δυναμικὸν αὐτοῦ, ὅπερ περὶ τὸν θώρακα καὶ τὸ στέρνον
καθιδρῦσθαι λέγεται, Ποσειδῶνι ἀπείκασε τῷ ἐνοσίχθονι, οὗ καὶ ἐρχομέ-
νου, φησὶ, τρέμε δʼ οὔρεα καὶ μακρὰ ὕλη· τὸ δὲ φοβερὸν τῆς καθοπλί-
σεως τῷ Ἄρει. ἦν οὖν τὴν μὲν κρίσιν καὶ τὴν φρόνησιν τὴν βασιλικὴν
ἔχων τοῦ Διὸς, τὴν δὲ δύναμιν καὶ τὴν ῥώμην τοῦ Ποσειδῶνος, τὴν
δὲ πανοπλίαν καὶ τὴν διʼ ὅπλων χρῆσιν ὡς ὁ Ἄρης. λοιπὸν δὲ τὸ
ἡγεμονικὸν καὶ ἔξαρχον τῶν ἄλλων ταύρῳ ἀπείκασεν οὐ μειώσας. οὐ
γὰρ τὸ αὐτὸ εἶδος καὶ πρᾶγμα ἀπὸ τὼν θεῶν ἐπὶ τὸν ταῦρον κατή-
γαγεν, ἀλλʼ ὅτι τὰ περὶ τὸν Ἀγαμέμνονα ἀπείκασε τῷ ἀγελάρχῳ
ταύρῳ. ὥσπερ οὖν ἀπὸ τοῦ Διὸς εἰς τὸν Ἄρεα μεταβὰς οὐκ ἐμείωσε
διὰ τὸ ἀπὸ ἄλλου εἰς ἄλλο τῶν περὶ τὸν Ἀγαμέμνονα μεταβῆναι,
οὕτως οὐδὲ τὸν ταῦρον παρειληφὼς εἰς παράστασιν τῆς ἐξοχῆς τῶν
ὁμογενῶν ἐμείωσε τὸν ἔπαινον, καὶ τὰ μὲν ἦν τὰ καθʼ αὑτὸν προσόντα,
ἐπαίροντα τὸν συγκριτικὸν, τὴν ὁμοίωσιν ἀπὸ ὁμογενῶν λαμβάνει εἰς
ὁμογενεῖς. ταῦρος δὲ διαπρέπει ἐν ὁμογενέσι βουσὶ τῆς ἀγέλης ἐξάρχων.
Ζεὺς ἤματι κείνῳ] ἐπεὶ ἄπιστα τὰ τῶν εἰκόνων προσήρτησεν Ἀγαμέμνονι, πρῶτον αὐτὰ τῇ θείᾳ δυνάμει πεπίστωται, ἔπειτα καὶ πρὸς μίαν ἡμέραν αὐτὰ συμβῆναί φησιν.
484. ἔσπετε νῦν μοι] τὸ ἔσπετε ἀπὸ τοῦ ἐνίσπετε κατὰ συγκοπήν.
καὶ ἔνισπε φησὶν ἀλλαχοῦ. ἢ ἀπὸ τοῦ ἔπω τοῦ σημαίνοντος τὸ
λέγω, κατὰ πλεονασμὸν τοῦ σ. ψιλωτέον οὖν αὐτό. ὁ δὲ λόγος
τοιοῦτος· ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες. ἀρχοὺς γὰρ,
φησί, νηῶν ἐρέω, πληθὺν δὲ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδʼ εἰ δεκαπλα-
σίων ἐμαυτοῦ γένωμαι· ὑμῶν γάρ ἐστι τὸ ἔργον τοῦτο. ὡς ἐπὶ
ἐργώδη δὲ καὶ θαυμασίαν περιπέτειαν τὰς Μούσας παρακαλεῖ, ὅπως ὁ
ἀκροατὴς ὄρεξιν ἔχῃ διὰ τὸ μέγεθος καὶ συγγινώσκῃ τοῖς ἐνδεέστερον
λεγομένοις. εὐτελίζων δὲ τὴν ἰδίαν φύσιν, τὴν ἀπὸ τῶν ἀκουόντων
ἐπεσπάσατο εὔνοιαν.
*ψιλωτέον δὲ τὸ ἔσπετε· ἀπὸ τοῦ ἔπω ἐστὶ τοῦ σημαντικοῦ τοῦ λέγω, ἐν πλεονασμῷ τοῦ σ. ἢ ἀντὶ τοῦ εἰπεῖν ποιήσατε.
486. εἴ φησιν ἀγνοεῖν τοὺς ἡγεμόνας, πῶς ὑποκατιών (493)
φησιν “ἀρχοὺς αὖ νηῶν ἐρέω ;” στικτέον οὖν εἰς τὸ ἴδμεν, καὶ τὸν
λόγον οὕτως ἐκδεκτέον· δύο ὑποτίθεται, ὧν τὸ μὲν μηδόλως δύνα-
σθαι διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μὲν, χρῄζειν δὲ τῆς τῶν
Μουσῶν συμμαχίας. ἔστιν οὖν οὕτω τὸ πᾶν· ἔσπετε νῦν μοι, Μοῦ-
σαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς δʼ αὖ νηῶν ἐρέω νῆάς τε προπάσας,
πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, εἰ μὴ αὐταὶ διʼ ἑαυτῶν
εἴποιτε. τὸ δὲ “ὑμεῖς γὰρ θεαί ἐστε” ἐμεσολάβησε τοῦ ἔσπετε νῦν
μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες, ὥσπερ αἰτίαν ἐπαγαγὼν τοῦ πρὸς τὰς
Μούσας ἀπερεῖσαι τὸν λόγον.
488. καίτοι λέγει καὶ περὶ τοῦ πλήθους διʼ ὧν φησὶν “ἐρέται δʼ ἐν
ἑκάστῃ πεντήκοντα” (719), καὶ δῆλός ἐστι βουλόμενος ἐμφῆναι τὸ
πλῆθος, ὡς ὀφειλόντων ἡμῶν ἐξ ἀμφοῖν τούτοιν συντιθεμένων τὸ μέσον
σκοπεῖν· ἔστι γὰρ τὸ μέσον τὸ τοῦ πλείονος καὶ ἐλάττονος λαμβά-
νοντας κατὰ τὸν Θουκυδίδην (1, 10) τεκμαίρεσθαι πόσοι δύνανται
εἶναι τῷ ἀριθμῷ. χρὴ οὖν νομίζειν ὅτι οὐ χαλεπόν φησι τὸ εἰπεῖν
τὸν ἀριθμὸν, ἀλλὰ τὸ περὶ ἑκάστου διελθεῖν ἀκριβῶς ὡς περὶ τῶν
ἡγεμόνων τὸ τίς καὶ πόθεν καὶ τίνων πατέρων, καὶ τὰς πράξεις καὶ
τὰ πάθη, ἃ καὶ ὑπὲρ διήγησιν. ὑπισχνεῖται δὲ τοὺς ἡγεμόνας μὲν
εἰπεῖν Μουσῶν συλλαμβανομένων, τὸ δὲ πλῆθος οὐδὲ τῆς παρʼ ἐκεί-
νων βοηθείας τυχών. τὸ δὲ μνησαίατε ἀντὶ τοῦ αὐταὶ εἴποιτε καὶ
διεξέλθοιτε.
494. * Βοιωτῶν] διὰ τί τοῦ δεκάτου ἔτους τῆς μάχης ἐνστάντος
νεῶν κατάλογον ποιεῖται Ὅμηρος; ἢ ὅτι καὶ ἡ ὑπόθεσις αὐτῷ περὶ
τὸ δέκατον ἔτος τοῦ πολέμου εἴληπται. γνώριμον δὲ τῷ θεατῇ οὐκ
ἦν γενέσθαι μὴ προκαταλεχθέντων τῶν ἀφικομένων. ἡ μέντοι πρό-
φασις εὔλογος· ὠργισμένου γὰρ τοῦ Ἀχιλλέως καὶ ἡ τοῦ τείχους
οἰκοδομὴ εὔλογον ἔσχε πρόφασιν καὶ ἡ τῶν Ἑλλήνων κατὰ φυλὰς
διάκρισις, ὅπως ἂν διάδηλοι γίγνοιντο οἱ ῥᾳθυμοῦντες. καὶ ὁ Τρωϊκὸς
ὡσαύτως διάκοσμος ἐν πεδίῳ τότε παρατασσόμενος. καὶ ἄλλως τοῖς
μὲν Τρωσὶ τὸ θαρσῆσαι, τοῖς δὲ Ἕλλησι τὸ εὐλαβεστέρους γενέ-
σθαι· τοῦτο δὲ ἑκατέροις αἴτιον ἐγίγνετο τῆς διακοσμήσεως, καὶ τῷ
ποιητῇ πρόφασιν ἐδίδου τῆς εὐλόγου ἐντάξεως τοῦ καταλόγου.
θαυμάσιος ὁ ποιητὴς μηδʼ ὁτιοῦν παραλιμπάνων τῆς ὑποθέσεως,
πάντα δʼ ἐξ ἀναστροφῆς κατὰ τὸν ἐπιβάλλοντα καιρὸν διηγούμενος,
τὴν τῶν θεῶν ἔριν, τὴν τῆς Ἑλένης ἁρπαγὴν, τὸν Ἀχιλλέως θάνατον·
ἡ γὰρ κατὰ τάξιν διήγησις νεωτερικὸν καὶ συγγραφικὸν καὶ τῆς
ποιητικῆς ἄπο σεμνότητος. εὔκαιρον τοίνυν ἐπιθεὶς Νέστορι ῥητορείαν
τὸν κατάλογον ἐμνηστεύσατο, ὅπως μὴ ἐν τῷ αὐτῷ λόγῳ λέγων τὰ
πρακτικὰ καὶ γενεαλογικὰ τὴν ἀκοὴν ἐπιταράσσοι· τὸ γὰρ μὴ
γνωρίζεσθαι τοὺς ἥρωας ζήτησιν ἐποίει. τρεῖς δέ φησιν ὁ Πλάτων
λόγων ἰδέας, δραματικὴν, ἔνθα ὁ ποιητὴς συνεχῶς εὐδοκιμεῖ τοῖς
ἤθεσι τῶν ὑποκειμένων προσώπων, ἀμίμητον, ὡς τὴν Φωκυλίδου,
μιμητικὴν, ὡς τὴν Ἡσιόδου. ἐν τῇ οὖν ἀμιμήτῳ καὶ ψιλῇ τοῖς
κεφαλαίοις ἀνάγκη τὸν ποιητὴν ἐπαγωνίζεσθαι, τοῖς σχήμασι καὶ
ταῖς ἐναλλαγαῖς ἐπικαλλύνοντα τὴν φράσιν, ὅπερ ἐποίησε πρῶτα μὲν
ἐν τοῖς τῶν πόλεων ἐπιθέτοις, καὶ τούτοις ἠκριβωμένοις· οὐ γὰρ
ἀνεξέλεγκτος ἦν περὶ χωρίων Ἑλληνικῶν διεξιών. καὶ ποτὲ μὲν τῷ
ἔναιον, ἄλλοτε δὲ τῷ εἶχον, ποτὲ δὲ τῷ ἐνέμοντο χρῆται· καὶ ποτὲ
μὲν τοὺς ἄρχοντας προλέγων ἐπιφέρει τὰς πόλεις, ὁτὲ δὲ τοὐναν-
τίον. καὶ ποτὲ μὲν διὰ τέλους ἐξαριθμεῖ τὰς πόλεις, ὁτὲ δὲ κατʼ ἐπι-
τομήν. νεῶν δὲ κατάλογος ἀντὶ τοῦ ἐξαρίθμησις, ὡς κατάλογος
στρατιωτῶν. ἦρκται δὲ ἀπὸ Βοιωτῶν κατὰ μὲν Ἀρίσταρχον οὐκ ἔκ
τινος παρατηρήσεως, κατὰ δὲ ἐνίους, ἐπεὶ ἐν μεσαιτάτῳ τῆς Ἑλλά-
δος ἡ Βοιωτία· ἔστι δὲ αὐτῆς ἐξ ἀνατολῶν μὲν Εὔριπος, ἐκ δυσμῶν
δὲ Φωκὶς, Βορείων δὲ Λοκρὶς, ἀπὸ δὲ μεσημβρίας Ἀττική. ἢ ὅτι
Αἰτωλῶν καταλόγῳ. Ἀβυδηνοὶ δὲ Σηστὸν παρʼ Ἀθηναίων ἐκομί-
σαντο διὰ τοῦτο τὸ ἔπος “καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν
Ἀρίσβην” (836). Μιλησίοις δὲ πρὸς Πριηνεῖς ὑπὲρ Μυκαλησοῦ
διαφερομένοις ἤρκεσε πρὸς νίκην τὰ ἔπη ταῦτα “οἳ Μίλητον ἔχον
Φθειρῶν τʼ ὄρος ἀκριτόφυλλον, Μαιάνδρου τε ῥοὰς, Μυκαλησοῦ τʼ
αἰπεινὰ κάρηνα” (868). καὶ Σόλων τὴν Σαλαμῖνα Ἀθηναίοις ἀπέ-
νειμε διὰ τὸ “Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγε δυοκαίδεκαι νῆας” (557),
προσθεὶς τὸ “στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες,”
καίτοι Μεγαρέων ἀντεχομένων τῆς νήσου.
Ἄρνης τῆς Αἰόλου καὶ Ποσειδῶνος Βοιωτὸς, ἀφʼ οὗ ἡ Βοιωτία,
οὗ Ἐτεωνὸς, οὗ Ἀρηΐλυκος. Ἀλεκτρυὼν, Ἵππαλκμος, Ἀλεγήνωρ·
Ἀρηϊλύκου Ἀρκεσίλαος καὶ Προθοήνωρ, Ἀλεκτρυόνος Λήϊτος, Ἱπ-
πάλκμου Πηνέλεως, Ἀλεγήνορος Κλονίος. πάντες δʼ ἅμα ᾤκουν.
495. Κλονίος] τὰ εἰς ος κύρια τριβράχεα παραληγόμενα τῷ ῑ παροξύνεται, πλὴν τοῦ Ἄνιος Ἅλιος καὶ Κρόνιος καὶ Ξένιος.
496. οἵ θʼ Ὑίην] ἀπὸ Ὑριέως. οἱ δὲ Θυρίην γράφοντες ἁμαρ- τάνουσιν.
Αὐλίδα] παρὰ τὸ τοὺς Ἀχαιοὺς ἐκεῖ αὐλισθῆναι.
497. Σχοῖνον] ἀπὸ Σχοινέως τοῦ πατρὸς Ἀταλάντης.
Ἐτεωνόν] ἀπὸ Ἐτεωνοῦ τοῦ ἀπογόνου μὲν Βοιωτοῦ, πατρὸς δὲ
Ἐλεῶνος καὶ τῶν ἄλλων. ὀξυτόνως δὲ ὡς μελεδωνός. κολύκνημον
δὲ ὀρεινὴν, ἢ τὴν πολὺ κνημὸν ἔχουσαν ἤτοι ὀρίγανον.
498. Θέσπειαν] ἀπὸ Θεσπειοῦ τοῦ Κηφέως, θυγατέρες ἦσαν ν΄. Μυκαλησσὸς δὲ παρὰ τὸ ἐκεῖσε τὰς Γοργόνας ἐλθούσας μυκήσασθαι. ἔστι δὲ καὶ ὄρος ἀντικρὺ Σάμου Μυκάλη.
Γραῖαν] ἀπὸ Γραίας τῆς Μεδεῶνος θυγατρὸς, Λευκίππου δὲ γυναι- κός. Ταναγραῖοι γὰρ οὐκ ἐστράτευσαν, ὡς Εὐφορίων “οἳ πλόον ἠρνήσαντο καὶ ὅρκον Αἰγιαλήων.”
499. Ἅρμ᾿] ὅτι ἐκεῖ κατεπόθη τὸ ἅρμα τοῦ Ἀδράστου, οἱ δὲ τὸ Ἀμφιαράου.
Ἐούθρας] ὑπὸ τὸν Κιθαιρῶνα οὗτος ὁ τόπος. ἔστι δὲ ἀπὸ Ἐρυ- θρίου τοῦ νεωτέρου τῶν Ἀθαμαντιδῶν.
500. Ἐλεῶν᾿] ἀπὸ Ἐλεῶνος τοῦ Ἐτεωνοῦ.
ἐξέτεινε τὸ ῡ διὰ τὸ μέτρον· “Ὕλῃ ἔνι οἰκία ναίων.” ἔστι δὲ
καὶ Ὕλη ἑτέρα ἐν Λυδίᾳ· “Τμώλῳ ὕπο νιφόεντι, Ὕης ἐν πίονι
δήμῳ” (Il. 20, 385).
503. Κορώνειαν—Ἁλίαρτον] Κόρωνος καὶ Ἁλίαρτος Θερσάνδρου τοῦ Σισύφου παῖδες, ἀφʼ ὧν ὠνομάσθησαν αἱ πόλεις.
504. Πλάταιαν] ἀντὶ τοῦ Πλαταιὰς, ἀπὸ Πλάτης τῆς Ὀνγχή- στου θυγατρός.
Γλίσαντʼ] ἡ συνήθεια προπερισπᾷ τὸ ὄνομα, ἡ δὲ ἱστορία προπαρο- ξύνει.
505. ὑπὸ Θήβας εἶχον ἐϋκτίμενον πτολίεθρον] πολίχνιον ἀνώνυ-
μον· οὐ γὰρ εὔλογον στρατεύειν Θηβαίους νεωστὶ ὑπʼ Ἀργείων
πορθηθέντας. ἢ ὅτι νεωστὶ ἦν οἰκισθεῖσα· διό φησιν ἐϋκτίμενον.
506. Ὄγχηστον] οὗτος Βοιωτοῦ παῖς, ὃς ἐν τῷ τόπῳ πρῶτος Ποσειδῶνος ἱδρύσατο ἱερόν.
507. Ἄρνην] ἡ νῦν Χαιρώνεια. ἑτέρα δὲ ἡ Λεοντάρνη, ἡ ὑπὸ τὸν
Ἑλικῶνα, ἀπὸ τοῦ αὐτόθι λέοντος.
508. Νῖσαν] Νῖσα Βοιωτίας, οὐ Μεγαρίδος. ἔστι δὲ ἐν Διο- νύσου ἐπιφανὲς ἱερόν. Ἀνθηδὼν δὲ παρὰ τὰ ἄνθη, ἢ Ἄνθιον τὸν Ποσειδῶνος· ἔστι δὲ παρὰ τὸν Εὔριπον.
509. πεντήκοντα νέες] ἀπὸ Φοινίκων εἰσί· καὶ Τῖφυς γὰρ Βοιωτὸς
ὑπῆρχεν.
511. Ὀρχομενὸν Μινύειον] ἀπὸ Μινυοῦ τοῦ Σισύφου τοῦ Αἰόλου· ὁ δʼ Ἀρκαδίας Ὀρχομενὸς πολύμηλος.
Ὄλμος Πορφυρίων Ἀθάμας οἱ Σισύφου παῖδες πρὸς τὸν Ἑλικῶνα
πόλιν ᾤκησαν, ἣν ὠνόμασαν Ὄλμον. Ὄλμου δὲ υἱὸς Μινυὸς, ὃς ἀφʼ
ἑαυτοῦ Μινύας αὐτοὺς ἐκάλεσεν. τούτῳ παῖς ἦν Ὀρχομενὸς, ὃς τὴν
πόλιν ἀφʼ ἑαυτοῦ ὠνόμασεν.
517. Φωκήων] Ὄρνυτος ὁ Σισύφου, εἰς Ὑάμπολιν ἐλθὼν ἐπικου- ρῆσαι τοῖς αὐτόθι τοῖς Λοκροῖς πολεμοῦσι, καὶ νικήσας, ἦρξε τῆς χώρας αὐτός· οὗ υἱὸς Φῶκος, ἀφʼ οὗ Φωκέας αὑτοὺς ὠνόμασαν, οὗ Ὀρνυτίων, οὗ Ναύβολος, οὗ Ἴφιτος, οὗ Σχεδίος. τὰ δὲ δυτικὰ τῆς Φωκίδος Ὀζόλαι καὶ Λοκροὶ οἰκοῦσιν.
δύο Σχεδίοι παρʼ Ὁμήρῳ “Σχεδίον Περιμήδεος υἱόν” (Il. 15, 515) καὶ “Σχεδίον μεγαθύμου Ἰφίτου υίόν” (Il. 17, 306). καὶ δύο. Εὐρυβάται κήρυκες, ὁ μὲν Ἀγαμέμνονος, ὁ δὲ Ὀδυσσέως. πάλιν τε δύο Εὐρυμέδοντες, ὅ τε Ἀγαμέμνονος καὶ ὁ Νέστορος ἡνίοχος.
519. Κυπάρισσον] Κυπάρισσος ἡ νῦν Ἀπολλωνιὰς, ἀπὸ Κυπαρίσ-
σου τοῦ υἱοῦ Μινυοῦ.
521. Ἀνεμώρειαν] ἀνεμώδη καὶ δυσχείμερον, παρὰ τὸ καταιγί- ζεσθαι ἀπὸ τοῦ κατοπτευτηρίου.
523. Λίλαιαν] τόπος παρὰ τὸν Παρνασσὸν, ἀπὸ Λιλαίας τῆς Κηφισοῦ θυγατρὸς, οὗ μέμνηται καὶ Ἡσιοδος.
πηγῆς ἔπι] ἐπὶ ταῖς ἀκροχθίοις βρύσεσιν, αἳ καλοῦνται ποτάμιοι. τοῦτο δὲ τὸ ὄνομα μέτρῳ οὐχ ὑπόκειται.
526. ἔμπλην] ἐμπελάδην. δηλοὶ δὲ καὶ τὸ χωρίς· “ἔμπλην αἰγιαλοῦ τε καὶ Ἄργεος.”
527. Ὀϊλῆος] ψιλωτέον Ὀϊλῆος· οὐ γάρ ἐστιν ἄρθρον. ὁ δὲ
Ἡσίοδος διχῶς.
532. Αὐγειὰς ὡς παρειάς· ἡ γὰρ τοιαύτη ἀνάγνωσις Ἰωνικωτέρα οὖσα συνήθης ὁμήρῳ ἐστίν.
536. οἱ δʼ Εὔβοιαν ἔχον] ἐπὶ μὲν τῶν ἄλλων “Βοιωτῶν μέν,”
“αὐτὰρ Φωκήων·” ὧδε δὲ, ἐπεὶ διαφόρως ὡς πρὸς τὴν πόλιν ὀνο-
μάζονται, διαφορὰν αὐτοῖς προσῆψεν· ἢ τὸ ὁμοειδὲς ἐκκλίνων τῆς
φράσεως. γίνεται δὲ ἀπὸ μὲν Ἐρεχθέως Κέκροψ, οὗ Μητίων, ἀφʼ
οὗ οἱ Μητιονίδαι, οὗ Χάικων, οὗ Ἄβας, ὃς Ἄβαντας αὐτοὺς ἐκά-
λεσεν, οὗ Χαλκώδων, οὗ Ἐλεφήνωρ.
537. Χαλκίδα] οὗτος ἀντικρύ ἐστιν Αὐλίδος παρὰ τὸν Εὔριπον
ὁ τόπος.
Εἰρέτριαν] καὶ αὕτη πέραν τοῦ Εὐρίπου.
Ἱστίαιαν] αὕτη ἐστὶν ἡ νῦν Ὠρεὸς καλουμένη.
538. Κήρινθόν τʼ ἔφαλον] τούτου γὰρ τὰ θεμέλια ὑπὸ θαλάσσης ἁλμίζεται. ἔστι δὲ περὶ τὴν παρὰ τὸ Αἰγαῖον πλευράν.
542. Ἀλγχέμαχος ὁ Εὐβοεύς φησι τοὺς Κούρητας ἐν Χαλκίδι
οἰκῆσαι· συνεχῶς δὲ τοῖς ἀστυγείτοσιν ἐπολέμουν. ἐπεὶ δὲ οἱ πολέ-
μιοι τῆς κόμης ἁπτόμενοι κατέσπων αὐτοὺς, ὀπισθοκόμους γενέσθαι
φησὶ, τὰ δὲ ἔμπροσθεν κείρεσθαι· διὸ καὶ Κούρητας ἀπὸ τῆς κουρᾶς
κληθῆναί φησιν.
543. αἰχμηταί] καὶ ὁ χρησμὸς (Strab. 10 p. 689. c. schol. Theocriti 14, 48.) οὕτως περὶ αὐτῶν “ἄνδρες δουρίμαχοι ναίουσιν ὕδωρ καλῆς Ἀρεθούσης.” ἦν δὲ παρʼ αὐτοῖς αἰσχρὸν τὸ τοξεύειν.
547. ὅν ποτʼ Ἀθήνη] ἐξαίρει τὴν χώραν τῇ γενέσει, τῇ ἀνατροφῇ, τῇ τῆς βασιλείας μεγαλειότητι.
548. ζείδωρος] κυρίως ἐπὶ Ἀττικῆς τὸ ζείδωρος. δοκεῖ γὰρ ἐκεῖσε πρῶτον ἀναδοθῆναι καρπός. διὸ νῦν ὡς ἐπιθέτῳ ἐχρήσατο αὐτῷ.
550. ἔνθα δέ μιν] ἡ θεὸς γὰρ ἔχρησε τοῦτον τιμᾶν. θήλεα δὲ τῇ Ἀθηνᾷ θύουσιν· διὸ τὸ μίν οὐκ ἐπʼ αὐτῆς.
552. Πετεῶο] Πετεώ. πλεονασμὸς γάρ ἐστι τὸ ὁ, ὡς Ἡρωδιανός.
553. τῷ δʼ οὔ πώ τις ὁμοῖος] τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ μὴ εὐδοκιμήσει ἐν ταῖς μάχαις.
554. κοσμῆσαι] πρῶτος κόσμον πολέμου τὴν παράταξιν ὠνό- μασεν.
557. δυσκαίδεκα] τὸ δυσκαίδεκα ὑφʼ ἓν ἀναγνωστέον· καὶ ἔστι
ποιητικὴ ἡ χρῆσις. γράφει δὲ καὶ τὸν Σόλωνος λόγον, ὥς τινες,
παραλόγως, τὸ ἵνʼ Ἀθηναίων ἵσταντο. ἐν γὰρ τῇ πρώτῃ οὐκ εἶχε
ποιήσει τοῦτο, ἀλλʼ ἡ ἀκολουθία οὕτως, οἱ δʼ Ἄργος εἶχον.
559. οἳ δʼ Ἄργος τʼ εἶχον] ἀπὸ Ἄργου τοῦ Διὸς καὶ Νιόβης τῆς Φορωνέως. διὰ δὲ τὸ πρῶτον ᾠκίσθαι πρῶτον ἐτάχθη τῶν ὑπὸ Ἀγαμέμνονα· ἀφʼ οὗ καὶ πάντας Ἕλληνας Ἀργείους καλεῖ.
561. Τροιζῆνʼ] ἀπὸ Τροιζῆνος τοῦ Πέλοπος. λέγουσι δὲ τὴν Καλαυρίαν εἶναι.
562. Αἴγινα πλησίον Ἐπιδαύρου. ὁ δὲ Μάσης ἐπίνειον Αἰγι- νητῶν. ἐκτέταται δὲ διὰ τὸ μέτρον.
564. Σθένελος] Προίτου Μεγαπένθης, οὗ Ἀναξαγόρας, οὗ Ἱππό- νους, οὗ Καπανεὺς, οὗ Σθένελος.
565. Εὐρύαλος] Βίαντος Περιάλκης, οὗ Ταλαὸς, οὗ Μηκιστεὺς,
οὗ Εὐρύαλος.
566. Ταλαϊονίδαο] ἀπὸ τοῦ Ταλαΐων ἐστὶν ἡ κλίσις. ἢ κατὰ πλεονασμόν ἐστι τοῦ ονι.
567. συμπάντων δʼ ἡγεῖτο] ὡς ἄριστος, ἢ κατὰ τὸν τῶν Φαιάκων νόμον· “τρισκαιδέκατος δʼ ἐγὼ αὐτός” (Od. 8, 391).
569. Μυκήνας] πόλιν Ἄργους, ἦς ἐβασίλευεν Ἀγαμέμνων, ἀπὸ Μυκήνης νύμφης Λακωνικῆς.
Μυκηνῶν ἦρχεν Εὐρυσθεύς. ἐπεὶ δὲ συμβαλὼν Ἀθηναίοις ἐτε- λεύτα, ἱστῶσιν Ἀτρέα αὐτόθι διάγοντα, ἄμα Θυέστῃ ἐπὶ τῷ φόνῳ Χρυσίππου φυγόντα.
570. ἀφνειάν τε Κόρινθον] ἐμπόριον γὰρ ἦν τῆς Ἑλλάδος κατὰ Θουκυδίδην. ἡνίκα δὲ ἡρωικόν ἐστι τὸ λαλοῦν πρόσωπον, Ἐφύρην αὐτὴν καλεῖ.
572. Ἄδρηστος] ἐκπεσὼν γὰρ Ἄργους παρὰ Πολύβῳ τῷ μητρο- πάτορι ᾤκει, καὶ ὑπέταξεν αὐτοὺς οὐκ εἰωθότας ἄρχεσθαι.
579. πᾶσι] οὐ τοῖς οἰκείοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις, ἵνα καὶ τὸ “οὕνεκʼ ἄριστος ἔην” ἔχῃ αἰτίαν. διέπρεπε δὲ κάλλει καὶ μεγέθει. κυδιᾷ δὲ οὐκ ἐπὶ πλούτῳ, ἀλλʼ ἐπʼ ἀρετῇ.
581. οἱ δʼ εἶχον κοίλην Λακεδαίμονα] Οἴβαλος ὁ Περιήρους
ἦρχε Λακεδαιμονίων, οὗ Τυνδάρεως Ἴκαρος Ἄρνη, καὶ νόθος Ἱππο-
κόων, ὃς συμφρασάμενος Ἰκάρῳ τὸν Τυνδάρεων ἀπελαύνει, καὶ ἄρχει
πολλοῖς πλήθων υἱοῖς. Ἡροκλῆς δὲ μετὰ τὴν ἐν Πύλῳ μάχην θύσων
εἰς Ἀμύκλας κατὰ χρησμὸν ἐξέρχεται· Λικυμνίου δὲ τοῦ υἱωνοῦ
αὐτοῦ προελθόντος ἐπὶ θέαν Λακεδαίμονος, ἀναιροῦσιν αὐτὸν οἱ Ἱππο-
κοωντίδαι θανάτου κυνὸς ἕνεκα. ἐφʼ οἷς Ἡρακλῆς ἅμα τῷ πατρὶ
κατακτείνας αὐτοὺς, τὴν ἀρχὴν Τυνδάρεῳ δίδωσι καὶ τοῖς παισὶ,
582. Μέσσην] τὴν Μεσσήνην λέγει. ὅτι γὰρ ὑπὸ Λακεδαιμονίους αὐτὴν οἶδε δῆλον ἐξ ὧν φησὶ “δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε· τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν” (Od. 21, 15).
588. προθυμίῃσι πεποιθώς] βασιλεὺς ὢν ἑαυτὸν αὐτὸς διατάττει. ἐξέτεινε δὲ τὴν μι διὰ τὸ μέτρον.
591. οἳ δὲ Πύλον] ἐξ Αἰόλου Κρηθεὺς, ὃς Ἰωλκὸν κατέσχε
Πελασγοὺς ἐκβαλών. τούτου δὲ οἱ παῖδες Πελίας μὲν ἅμα Ἰάσονι
Ἰωλκὸν ᾤκουν, Νηλεὺς Πύλον σὺν Ἀμυθάονι, Φέρης δὲ Φεράς. τρεῖς
δὲ Πύλοι εἰσὶν, Μεσσηνίας, Τριφυλίας, Ἀρκαδίας.
592. Αἶπυ] τοῦτο κύριόν ἐστι, περὶ ἧς φησὶ “πόλις αἰπεῖα
κολώνη.” Ἡρωδιανὸς δὲ ἀναλογωτέραν φησὶ τὴν βαρεῖαν εἶναι τάσιν.
ἴσως δὲ ἀπὸ τοῦ Αἰπύτου. κατὰ ταύτην δὲ τὴν πόλιν ποσὶ περατός
ἐστιν ὁ Ἀλφειὸς, κἂν σφόδρα ῥυῇ. βαρυτόνως λεκτέον τὸ αιπυ·
ὄνομα γάρ ἐστι πόλεως. τὸ δὲ ὀξυτονούμενον ἐπίθετόν ἐστι καὶ
σημαίνει τὸ ὑψηλόν.
595. Θάμυριν] Θρᾷξ ἐστι, Φιλάμμονος υἱός· ἑαυτῷ δὲ ὥρισε
τῆς μὲν ἥττης τὴν πήρωσιν πρόστιμον, τῆς δὲ νίκης γάμον μιᾶς τῶν
Μουσῶν. φασὶ δὲ αὐτὸν τῶν ὀφθαλμῶν τὸν μὲν γλαυκὸν ἔχειν, τὸν
δὲ μέλανα. τότε δὲ τελείως τὸν ἕτερον ἀπώλεσεν.
596. πιθανῶς τῷ ὁμοιοτρόπῳ ἐνδιατρίβει. διδάσκει οὖν μὴ ποιεῖσθαι πονηρὰς ὁμιλίας.
599. πηρὸν θέσαν] ὁ μὲν ποιητὴς ὀξυτόνως· οἱ δὲ Ἀττικοὶ ὡς τὸ
λῆρος. οὐδὲν δὲ ἄρα ἡ τέχνη δίχα συνέσεως πρὸς μόνον ἄγουσα
ὄγκον. τὸ δὲ πηρὸν θέσαν ἀντὶ τοῦ τῆς τέχνης ἔπαυσαν καὶ
ἔκφρονα αὐτὸν ἐποίησαν. ἢ ἴσως περὶ τὴν φωνὴν ἔβλαψαν, πηρὸς
γὰρ καλεῖται ὁ κατά τι μέρος τοῦ σώματος βεβλαμμένος.
*οὐκ οἵδ’ ὅπως οἱ πολλοὶ ἐν τοῖς ἔπεσι τούτοις τοῖς περὶ τοῦ
Θαμύριδος, τοῖς οὕτως ἔχουσιν “αἱ δὲ χολωσάμεναι πηρὸν θέσαν,
αὐτὰρ ἀοιδὴν θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν,” τὸ
πῆρον ὀξυτονεῖν θέλουσι καὶ τὸν τὰς φρένας πηρωθέντα ἐξακούειν ἀπὸ
600. ἀφέλοντο καὶ ἐκλέλαθον] ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλοντο,
ἐπὶ δὲ τοῦ διδακτοῦ ἐκλέλαθον· ὃ γὰρ ἔμαθέ τις, οὐκ ἀπόλλυσιν
ἄλλως, ἀλλʼ ἐπιλήθεται.
609. Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ] ἀπὸ Ἀρκάδος τοῦ Διὸς, οὗ Ἀμφιδάμας, οὗ Λυκοῦργος, οὗ Ἀγκαῖος, οὗ Ἀγαπήνωρ. ὡς ἐπισήμων δὲ ὄντων, ἐκ τάφου καὶ ὄρους ἐσήμανε τὴν χώραν.
612. ἐπεὶ μεσογείους ὄντας εἰς Ἴλιον ἤγαγεν, λύει τὸ ζήτημα πόθεν εἶχον ναῦς.
615. Βουπράσιον] πόλις, ἡ δὲ χώρα Ἦλις. ὁρίοις δὲ αὐτοὺς περιγράφει, μὴ θέλων πάλιν τὰ κατὰ μέρος λεπτολογεῖν.
618. δέκα δʼ ἀνδρὶ ἑκάστῳ] ἔδειξε τὴν διαίρεσιν τῆς ἀρχῆς, μὴ
εἰπὼν, ὡς ἐπὶ τῶν ἄλλων, τοῖς δʼ ἅμα τεσσαράκοντο.
619. Ἐπειοί] διῃρημένως πρὸς τὴν πόλιν ὀνομάζονται, ὡς Ἄβαντες.
625. Δουλιχίοιο] μία τῶν Ἐχινάδων τὸ Δουλίχιον. ὅτι δὲ πλησίον Πελοποννήσου, δηλοῖ Τηλέμαχος πρὸς Νέστορα ἀπιών.
626. αἳ ναίουσι] ἀντὶ τοῦ ναίονται, ὡς τὸ “νῆσοι πολλαὶ ναιε-
τάουσι σχεδὸν ἀλλήλῃσιν” (Od. 9, 22).
620. διδάσκει ὡς ἀνηκέστου διαφορᾶς τῶν οἰκείων κρείσσων ὁ χωρισμός.
631. Κεφαλλῆνας] ἡ Κεφαλληνία παράκειται ταῖς Ἐχινάσιν.
Κέφαλος γὰρ ὁ Δηϊόνος, φεύγων ἐκ Πρόκριδος διὰ τὸν τῆς γυναικὸς
ἀκούσιον φόνον, ᾤκει ἐν Θήβαις· συστρατεύσας δὲ Ἀμφιτρύωνι,
καὶ ταύτην γέρας λαβὼν, οὕτως ἀφʼ ἑαυτοῦ ὠνόμασεν. ἐκ τούτου
Κιλλεὺς, οὗ Ἀρκέσιος, οὗ Λαέρτης.
632. * Νήριτον] ὅρος Ἰθάκης. εἰνοσίφυλλον δὲ καὶ πολύδενδρον, ἐξ οὗ κατήνεμον καὶ ὑψηλόν· ἔνοσις γὰρ ἡ κίνησις.
637. ὅτι ἤδη ἡ ἐκ χρωμάτων μίξις τῇ ζωγραφικῇ ἐπιπολάσασα ἦν, αἱ δὲ νῆες Ὀδυσσέως ἐξηλλαγμέναι, ὅπως ὀλίγαι οὖσαι κἂν διὰ τῆς χρίσεως τὸ ἐπίσημον ἔχωσι, καὶ ὅτε δέοι πλεῖν, μὴ σκορπίζοιντο. ἀμέλει καὶ μέσας αὐτὰς πρὸς κόσμον τῶν ἄλλων ἔταξαν (Il. 11, 805).
641. οὐ γὰρ ἔτʼ Οἰνῆος] ἄστατος ἡ τύχη, ὅταν μάλιστα δι᾿
ἀσέβειάν τινες πορθοῖντο. προαπώλοντο δὲ Μελεάγρου οὗτοι.
642. διὰ τὸ προὔχειν αὐτὸν τῶν ἀδελφῶν, καὶ ἰδίᾳ παρʼ αὐτοὺς ἔταξεν.
645. Κρητῶν] ἀκολούθως ἐπὶ τὴν πρὸς ἀνατολὰς τοῦ Ἰσθμοῦ θάλατταν μέτεισι, καὶ τὰς νήσους αὐτῆς ὀνομάζει.
647. Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον] πᾶσαι ἐν τῇ
ἀρχούσῃ τὸν τόνον ἔχουσιν. Λύκτον δέ τινές φασιν, οὐκ ὀρθῶς.
649. * Πορφυρίου. διὰ τί ἐνταῦθα μὲν πεποίηκεν “ἄλλοι θʼ οἳ
Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο,” ἐν δὲ Ὀδυσσείᾳ εἰπὼν ὅτι
ἔστιν ἡ Κρήτη καλὴ καὶ πίειρα καὶ περίρρυτος, ἐπάγει “ἐν δʼ
ἄνθρωποι πολλοὶ ἀπειρέσιοι καὶ ἐνενήκοντα πόληες” (Od. 19, 174);
τὸ γὰρ ποτὲ μὲν ἐνενήκοντα, ποτὲ δὲ ἑκατὸν λέγειν δοκεῖ ἐναντίον
εἶναι. Ἡροκλείδης μὲν οὖν καὶ ἄλλοι λύειν ἐπεχείρουν οὕτως. ἐπεὶ
γὰρ μυθεύεται τοὺς μετʼ Ἰδομενέως ἀπὸ Τροίας ἀποπλεύσαντας
πορθῆσαι Λύκτον καὶ τὰς ἐγγὺς πόλεις, ἃς ἔχων Λεύκων ὁ Ταλῶ
πόλεμον ἐξήνεγκε τοῖς ἐκ Τροίας ἐλθοῦσιν, εἰκότως ἂν φαίνοιτο
μᾶλλον τοῦ ποιητοῦ ἡ ἀκρίβεια ἢ ἐναντιολογία τις. οἱ μὲν γὰρ
εἰς Τροίαν ἐλθόντες ἐξ ἑκατὸν ἤσαν πόλεων· τοῦ δὲ Ὀδυσσέως εἰς
οἶκον ἥκοντος ἔτει δεκάτῳ μετὰ Τροίας ἅλωσιν, καὶ φήμης διη-
κούσης ὅτι πεπόρθηνται δέκα πόλεις ἐν Κρήτῃ καὶ οὐκ εἰσί πως
συνῳκισμέναι, μετὰ λόγου φαίνοιτʼ ἂν Ὀδυσσεὺς λέγων ἐνενηκοντά-
πόλιν τὴν Κρήτην, ὥστε εἰ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγει, οὐ
μέντοι διὰ τοῦτο καὶ ψεύδεται. Ἀριστοτέλης δὲ οὐκ ἄτοπόν φησιν,
εἰ μὴ πάντες τὰ αὐτὰ λέγοντες πεποίηνται αὐτῷ· οὕτως γὰρ καὶ
ἀλλήλοις τὰ αὐτὰ παντελῶς λέγειν ὤφειλον. μήποτε δὲ καὶ
μεταφορά ἐστι τὰ ἑκατόν, ὡς “ἐκ τῆς ἑκατὸν θύσανοι” (448)· οὐ
γὰρ ἑκατὸν ἤσαν ἀριθμῷ. καὶ “ἑκατὸν δέ τε δούρατʼ ἀμάξης”
(Hesiod. O. 454). ἔπειτα οὐδαμοῦ λέγει ὡς ἐνενήκοντα μόνα εἰσίν·
ἐν δὲ τοῖς ἑκατόν εἰσι καὶ ἐνενήκοντα.
654. ἀγερώχων] ἄγαν γέρας ἐχόντων, ἐντίμων.
662. κατέκτα] διὰ βραχέος τοῦ α· ἀποκοπὴ γάρ ἐστι τοῦ ἔκτανεν.
665. Ἑλληνικόν ἐστι τὸ μὴ φόνῳ φόνον λύειν, φυγαδεύειν δὲ τὸν
ἅπαντα χρόνον· ὅθεν Σόλων ἔτη πέντε ὥρισεν.
γάρ οἱ] τὸ οἱ ἀντωνυμία ἐστὶν, οὐκ ἄρθρον· ἐλλειπτικὸς γάρ ἐστι
τοῖς ἄρθροις ὁ ποιητής.
668. ἠδʼ ἐφίληθεν ἐκ Διός] τοῦτο πρὸς τὴν κοινὴν ὑπόνοιαν καὶ δόξαν· θεοφιλεῖς γὰρ οἱ πολλοὶ τοὺς πλουσίους οἴονται.
671. ὅτε δύο σύμφωνα ἡ συλλαβὴ ἐπάγεται, περιγραπτέον αὐτῇ τῆς προτέρας τὸ σύμφωνον.
673. ὃς κάλλιστος] οὐδὲ ἓν πρὸς δόξαν κάλλος ἀγενές· Ἀχιλλεὺς δὲ ἀμφοτέροις κεκόσμηται. φιλέλλην δὲ ὢν πάντας ἀξιομνήστους ποιεῖ καὶ πάντας ἐπαινεῖ, ὅπως πιστεύοιτο, καὶ ἵνα τοὺς ἐν ἀνδρείᾳ καὶ σώματι καὶ κάλλει διαφέροντας εἰδῶμεν Ἕλληνας.
674. μετʼ ἀμύμονα Πηλείωνα] ἀπήλλαξεν ἡμᾶς τῆς ζητήσεως
τῆς πολυπράγμονος τοῦτο ἐπαγαγών.
677. Κῶν] ταύτην ἑλὼν Ἡροκλῆς μίγνυται Χαλκιόπῃ τῇ Εὐρυ- πύλου, καὶ ποιεῖ Θεσσαλὸν, οὗ μέμνηται οὗτος.
681. νῦν αὖ] ἐπιστρέφει ἠθικῶς τὸν κατάλογον ἐπὶ Ἀχιλλέα,
δευτέραν ἀρχὴν καταλόγου ποιούμενος. ἔστι δὲ ἡ Θεσσαλία πεδίον
μέγα καὶ κοῖλον, πάντοθεν ὄρεσι καλυπτόμενον. τούτου πρῶτος ἦρχε
Θετταλὸς, ἀφʼ οὗ καὶ ὠνομάσθη· οὗ ἔκγονος Ἄμμων, ἐξ οὗ καὶ
Ἄμμωνες· οὗ Πελασγὸς, Φθῖος, Ἀχαιός. ἄρχει δὲ Πελασγὸς
ταύτης τῆς χώρας· Ἄργὸς δὲ ἀπὸ Ἀργείας τῆς αὐτοῦ μητρός.
μετὰ δὲ θάνατον αὐτοῦ οἱ ἀδελφοὶ ἄρξαντες Φθίαν καὶ Ἀχαίαν
ὠνόμασαν. ᾤκει δὲ αὐτόθι καὶ Δευκαλίων ὁ τούτων κατά τινας
ἔκγονος· οὗ Ἕλλην, ὃς Ἕλληνας αὐτοὺς ὠνόμασεν.
683. Ἑλλάδα] οἱ μὲν πόλιν μίαν, οἱ δὲ πᾶσαν Φθιῶτιν· ὃ καὶ βέλτιον.
685. ἦν ἀρχὸς Ἀχιλλεὺς] τοῦ πρακτικοῦ μόνου καὶ πολιτικοῦ
ἡγεῖται, τὸ δὲ λοιπὸν ἐᾷ.
692. ἔβαλεν] ἀπὸ μετοχῆς μετῆλθεν εἰς ῥῆμα. ἀεὶ δὲ πρὸς Ἀχιλλέα προσπαθῶς ἔχει.
694. ἀνστήσεσθαι] ψυχαγωγεῖ ταῖς ἐλπίσι τοὺς ἀκροατάς. σὺν τῷ ν δὲ ἡ γραφή.
695. Φυλάκην] εἷς τῶν Αἰολιδῶν ὁ Δηϊὼν, οὗ Φύλακος, ἀφʼ οὗ ἡ Φυλάκη, οὗ Ποίας, οὗ Πρωτεσίλαος καὶ Ἴφικλος.
697. *λεχεποίην] τὴν βαθείας βοτάνας ἔχουσαν, ἀφ’ ὥν ἔστι
λέχος κατασκευάσαι, τουτέστι κοίτην ποιῆσαι.
699. ἔχεν κάτα] ἀναστρεπτέον τὴν κατά πρὸς τὸ εἶχεν.
700. *ἀμφιδρυφής] τὸ ἀμφιδρυφής, ἀμφοτέρας τὰς παρειὰς
κατεξεσμένας ἔχουσα. τὸ δὲ δόμος ἡμιτελής ἤτοι ἄτεκνος, ἢ ἀφῃ-
ρημένος τοῦ ἑτέρου τῶν δεσποτῶν, ἢ ἀτελείωτος· ἔθος γὰρ ἦν τοῖς
γήμασι θάλαμον οἰκοδομεῖσθαι. διὸ οἱ πολλοί φασιν ὅτι οἰκοδομῶν
θάλαμον ἑαυτῷ ὁ Πρωτεσίλαος ἀπέπλευσεν ἐπὶ τὸν πόλεμον. βέλτιον
δὲ εἰρῆσθαι ἡμιτελῆ διὰ τὸ μὴ γεγεννηκότα παῖδας πλεῦσαι. οἱ δὲ,
ὅτι νεωστὶ γήμας οὐδέπω τελείως τὰ κατὰ τὸν γεγαμηκότος οἶκον
διεπράξατο, ἀλλὰ πρῶτον ἐστράτευσεν.
702. ἀποθρώσκοντα] ἀφορμῶντα διὰ τὸ πρόθυμον.
703. πόθεόν γε μὲν] καίτοι ἔχοντες τὸν κοσμήσοντα. τῇ δὲ ἐπαναλήψει (709) οἰκτρότερον τὸ πάθος ἐποίησεν.
716. Μηθώνην] ἐξέτεινε τὸ ε εἰς η. Μεθῶναι δὲ τρεῖς, ἡ ἐν Μακεδονίῳ, ἡ ὑπὸ Φιλοκτήτην καὶ ἡ περὶ Τροιζῆνα.
721. ἐν νήσῳ] περὶ Τένεδον ἢ περὶ Ἴμβρον δηχθεὶς ὑπὸ ἐχίδνης εἰς Λῆμνον ἐξετέθη.
723. κακῷ ὕδρου] πρόσκειται τὸ κακῷ, ἵνα τὸ τοῦ ἥρωος καρτε-
ρικὸν δηλωθῇ. ὕδρου δὲ τοῦ χερσύδρου· οὗτος γὰρ τῷ σώματι
σηπεδόνας παρέχει. λέγουσι δὲ κατέχειν αὐτοῦ τὴν σῆψιν προσραι-
νόμενον θαλάσσης ὕδωρ. ἱστορεῖται δὲ ὅτι Φιλοκτήτης ἐν Λήμνῳ
καθαίρων τὸν βωμὸν τῆς Χρυσῆς καλουμένης Ἀθηνᾶς ἐδήχθη ὑπὸ
ὕδρου, καὶ ἀνιαρῷ τραύματι περιπεσὼν κατελείφθη αὐτόθι ὑπὸ τῶν
Ἑληνῶν· ᾔδεισαν γὰρ τοὺς Ἡφαίστου ἱερεῖς θεραπεύειν τοὺς
ὀφιοδήκτους.
724. μνήσεσθαι] φροντίσαι καὶ μνείαν ποιήσασθαι. καλῶς δὲ προσ-
τέθειται· οὐδαμοῦ γὰρ ἔδειξε τῆς ποιήσεως πότε αὐτὸν μετεπέμψαντο.
ταχέως δὲ οἱ Ἕλληνες ἔμελλον μνημονεύειν καὶ χρήζειν τοῦ Φιλο-
κτήτου, ἐπειδὴ εἵμαρτο χωρὶς τῶν Ἡρακλέους τόξων μὴ ἁλῶναι τὴν
Ἴλιον. εἶχε δὲ ταῦτα ὁ Φιλοκτήτης, ἐαθέντα αὐτῷ ὑπὸ Ἡρακλέους,
729. *κλωμακόεσσαν] τὴν τραχεῖαν καὶ ὄρη ἔχουσαν.
732. ἰητῆρʼ ἀγαθώ] ἔθος ἦν τοῖς πάλαι βασιλεῦσι μανθάνειν τι
τῶν χρησίμων· ὃ καὶ οὗτοι ποιοῦσι καλῶς, ἵνα καὶ τοῖς ἰδίοις καὶ
τοῖς ἑτέρων νοσήμασι μάχοιντο.
735. Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα] Ἀστέριον, ὅτι ἐφʼ ὑψηλοῦ ἐστὶ τόπου· διὰ δὲ τὸ διαφανὲς οὕτως κέκληκε. Τιτάνοιο δὲ διὰ τὸ λευκόν· τίτανος γὰρ ἡ κονία καλεῖται.
739. Ὄρθην, Ἠλώνην τε, πόλιν τʼ Ὀλοοσσόνα] Ὄρθην ὡς
Σπάρτην Ἠλώνην δὲ ὡς κορώνην. ταύτην Ἡροκλῆς κτίζει ἐπὶ
τῷ θανάτῳ Κενταύρων· λευκὴν δὲ ὀξυτόνως· τῆς γὰρ Ὀλοοσσόνος
ἐστὶν ἐπίθετον.
743. *τοὺς Κενταύρους λέγει.
744. ἤδη εἰς βαρβάρους ἥκων ἐθνικῶς καὶ οὐκ ἀπὸ πόλεως αὐτοὺς
ὀνομάζει.
755. *ὅρκου γὰρ —ἀπορρώξ] ἐκεῖ γὰρ ἀπερρηγμέναι δῖναι τοῦ Στυγὸς ὕδατος, ὅπερ ὅρκος θεῶν νομίζεται. ἁπορρωξ δὲ ὀξυτόνως μὲν ἀπορροή, βαρυτόνως δὲ ἀπόρρηγμα.
756. Μαγνήτων] Μάγνης εἷς τῶν Αἰολιδῶν ὑπὸ τὸ Πήλιον κτίσας
πόλιν ἀπὸ τῆς γυναικὸς Μελίβοιαν ἐκάλεσεν, ὕστερον δὲ τὴν πᾶσαν
χώραν Μαγνησίαν· εὗ Ἀλέκτωρ, οὗ Τενθρηδὼν, οὗ Πρόθοος.
760. οὗτοι] διὰ τοῦ οὗτοι συνεκεφαλαιώσατο τὸν κατάλογον, τῶν μὲν εἰρημένων μνήμην, τῶν δὲ ῥηθησομένων ἔφεσιν ἐργαζόμενος. ἀφορισμὸν δὲ τοῦτο καλοῦσιν οἱ ῥήτορες.
761. * σύ μοι ἔννεπε Μοῦσα] ἐπὶ μὲν Τρώων οὐκ ἀξιοῖ Μοῦσαν
καλεῖν· ἢ ὅτι οὗτοι μὲν ἐφάμιλλοι, Ἕκτωρ δὲ μόνος ἄριστος. παρὰ
Μούσης δὲ τὴν ψῆφον ἐξάγει, ὅπως μὴ λυπεῖν ἢ χαρίζεσθαι δοκῇ.
Εὐμήλου δὲ ἵππους προκρίνει ὡς Θεσσαλικάς. καὶ εἰ προὔχουσι δὲ
αἱ Ἀχιλλέως ὡς ἐκ θεῶν, ἀλλʼ οὖν γε καὶ αὐταὶ Θεσσαλὸν ἡνίοχον
ἔχουσιν. σπέρματα δὲ προκαταβάλλει τῇ ἱπποδρομίᾳ καὶ τῇ ἀρι-
στείᾳ τούτων τῶν ἵππων.
*καὶ ὁ χρησμός φησιν “ἵππον Θεσσαλικήν.”
763. οἰέτεας] οἰέτης ὡς εὐνέτης γαμέτης· συνεξηκολούθησε γὰρ
σταφύλῃ] τὸ σταφύλῃ· ὡς κοτύλῃ. ἔστι δὲ ἄμφω ἴσας τῷ νώτῳ ὡς σταφύλῃ μετρεῖσθαι, ὅ ἐστι λαοξικῷ διαβήτῃ, ὃς ἅμα πλάτος καὶ ὕψος μετρεῖ· ὁ δὲ διαβήτης μόνον πλάτος.
767. τὸ δόρυ, ἢ τὸν ἐκ σιδήρου καυτῆρα. οἱ δὲ, μὴ φοβουμένας,
ὡς λύπην φέρειν τὸ μὴ λυπεῖσθαι. οἱ δὲ, ἀπτοήτως φευγούσας.
ἄμεινον δὲ, ὡς ἐπιστάμενοι πεδίοιο. ἐπειδὴ δὲ ἱκανὸν πρός νίκην τὸ
ἱππικὸν, καὶ θηλείας ἤγαγον, τοῦτο μὲν ἀφθονίας τοῦ γένους χάριν,
ὅπως τε οἱ ἄρσενες ῥυθμίζοιντο μὴ ἐξοιστροῦσθαι—ἔστι γὰρ μάλιστα
αἰσθόμενον ἵππος—, διά τε τὸ μὴ χρεμετίζειν ἐν τοῖς λόχοις.
773. * λαοί] οἱ τοῦ Ἀχιλλέως. δίσκος δὲ βαρύς ἐστι λίθος, ὃν
ἐρρίπτουν γυμναζόμενοι. τὸν γὰρ σιδηροῦν σολωνα προσαγορεύουσιν.
774. δίσκοισιν τέρποντο] διδάσκει τοὺς εἰωθότας κινεῖσθαι μὴ ἀγυμναστεῖν. Λυκοῦργός τε γυμνοπαιδίας ὥρισεν, ὅπως μέμνοιντο καὶ παρὰ καιρὸν τῶν πόνων.
776. ἐλεόθρεπτόν τε σέλινόν] ἄλλο τοῦτο τὸ ἕλειον σέλινον παρὰ
τὸ πετροσέλινον, στραγγουριῶσι δὲ συμβάλλεται· στραγγουρία γὰρ
ἀεὶ πολεμεῖ τοὺς ἀργοῦντας τῶν ἵππων.
*ἐλεόθρεπτον δὲ τὸ ἐν ἕλει τεθραμμένον.
779. φοίτων] τῇ γὰρ ἐπιθυμίᾳ τοῦ πολεμεῖν περιῄεσαν τὴν παράταξιν θεώμενοι.
780. ὡσεί τε πυρὶ χθὼν πᾶσα νέμοιτο] θείᾳ δυνάμει τὴν ἰσχὺν τῆς πορείας αὐτῶν παρέβαλε, καὶ διὰ μὲν τοῦ πυρὸς τὴν ἔκλαμψιν, διὰ δὲ τοῦ πᾶσα τὸ ταχὺ τῆς ἐπιδρομῆς ἐδήλωσεν.
783. Τυφωέος] φασὶ τὴν Γῆν ἀγανακτοῦσαν ἐπὶ τῷ φόνῳ τῶν
Γιγάντων διαβαλεῖν Δία τῇ Ἥρᾳ τὴν δὲ πρὸς Κρόνον ἀπελθοῦσαν
ἐξειπεῖν· τὸν δὲ δοῦναι αὐτῇ δύο ᾠὰ, τῷ ἰδίῳ χρίσαντα θορῷ καὶ
κελεύσαντα κατὰ γῆς ἀποθέσθαι, ἀφʼ ὧν ἀναδοθήσεται δαίμων ὁ
ἀποστήσων Δία τῆς ἀρχῆς. ἡ δὲ, ὡς εἶχεν ὀργῆς, ἔθετο αὐτὰ ὑπὸ
*Τυφὼν δὲ εἴς τῶν Γιγάντων, Τῆς ὢν υἱὸς καὶ Ταρτάρου, πολέ-
μιος δὲ τοῖς θεοῖς, ὡς φησιν Ἡσίοδος (Th. 821).
787. * πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ] τῶν μεθʼ
Ὅμηρον ποιητῶν πολλοί τινες τὴν αἰγίδα παραδιδόασιν ὡς ἴδιον
Ἀθηνᾶς ὅπλον· διὸ καὶ πλέονα τῶν ἐπιθέτων ἀπʼ αὐτῆς τίθεται τῇ
θεῷ. ὁ δὲ χρωμένην μὲν οὐδενὸς ἧσσον παρεισάγει ταύτῃ τὴν Ἀθηνᾶν,
τῷ δὲ Διί φησιν αὐτὴν δοθῆναι παρὰ Ἡφαίστου σαφῶς οὕτω διὰ τῶν
ἐπῶν παριστάς· “πρόσθεν δὲ κί᾿ αὐτοῦ Φοῖβος Ἀπόλλων εἱμένος ὤμοιιν
νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα
χαλκεὺς Ἡφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν,” καθὸ δὴ καὶ
πυκνῶς αὐτὸν αἰγίοχον καλεῖ. ταύτην δὲ τὴν αἰγίδα παρασκευαστικὴν
ὑποτίθεται τῶν λεγομένων κατὰ τοὺς ἀνέμους αἰγίδων, ἃς καταιγίδας
εἰώθαμεν προσαγορεύειν. Ὅμηρος μὲν γὰρ οὕτω λέγει “ἠΰτε κινήσῃ
Ζέφυρος βαθὺ λήϊον ἐλθὼν, λάβρος ἐπαιγίζων.” νῦν γοῦν οὐκ ἄλλο τι,
τὸ αὐτὸ δὲ τὸ “λάβρος ἐπαιγίζων” βούλεται δηλοῦν. ἔλεγον δὲ αἰγίδας
τὰς νῦν καταιγίδας τῶν σφοδρῶν καὶ συνεστραμμένων πνευμάτων καὶ
ἄμα καταρασσόντων, οἷόν τι καὶ ἐν τούτῳ θεωρεῖται λέγων ὁ ποιητής
“ἐν, δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέι ἶσος ἀέλλῃ, ἥτε καθαλλομένη ἰοειδέα
πόντον ὀρίνει.” Ἀλκαῖος δέ που καὶ Σαπφὼ τὸν τοιοῦτον ἄνεμον
κατώρη λέγουσιν ἀπὸ τοῦ κατωφερῆ τὴν ὁρμὴν ἔχειν· τὴν δὲ τοῦ
Διὸς αἰγίδα συμβέβηκεν ὠνομάσθαι διὰ τῆς Ὁμήρου ποιήσεως
ὡσαύτως τῇ κατὰ τοὺς ἀνέμους λεγομένῃ κατὰ μὲν αὐτὸν ἐκεῖνον
αἰγίδι, καθʼ ἡμᾶς δὲ καταιγίδι. παρασκευαστικὴν δὲ αὐτὴν τῶν
ὁμωνύμων εἰσάγεσθαι πνευμάτων, ὅτε ἐπισεισθείη κατὰ τὸ ἐναντίον.
ἐπισεισθείσης γὰρ αὐτῆς καὶ καταρρηγνυμένης ἐπὶ τὴν γῆν, οὐ μόνον
ἀπὸ τοῦ ψιλοῦ πνεύματος τοὺς ἐναντίους βλάπτεσθαι συμβαίνει,
κονιορτοῦ δὲ πρὸς τὰς ὄψεις φερομένου παντελῶς ἐμποδίζεσθαι, οἷον
“καὶ τότε δὴ Κρονίδης ἕλετ’ αἰγίδα θυσσανόεσσαν σμερδαλέην,
Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν, ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε,
τὴν δʼ ἐτίναξε, νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.” οἰκεῖα
γοῦν τοῖς ἀπὸ ταύτης φερομένοις πνεύμασι καὶ τὰ παρακείμενα αὐτᾷ
συνεκπεφώνηται ἐν οἷς φησιν ὅτε ἔλαβε τὴν αἰγίδα τὴν μὲν Ἴδην
ἐνὶ στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.” ποτὲ δὲ διότι μὲν
ἐπέσεισε τὴν αἰγίδα τοῖς Ἀχαιοῖς ἀπὸ τῆς Ἴδης ὁ Ζευς οὐ παρέδωκε
ῥητῷ λόγῳ, τὸ δὲ γενόμενον ἐπʼ αὐτῆς ἐσήμαινε διὰ τοῦ συμβάντος
συνιστὰς τὸ προηγούμενον. λέγει γὰρ “ὣς ἄρα φωνήσας ἡγήσατο,
τοὶ δʼ ἅμʼ ἕποντο ἠχῇ θεσπεσίῃ, ἐπὶ δὲ Ζεὺς τερπικέραυνος ὦρσεν
ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, ἥ ῥ’ ἰθὺς νηῶν κονίην φέρεν.”
ἡ γὰρ εἰς εὐθὺ τῶν νηῶν τὸν κονιορτὸν φέρουσα θύελλα δῆλον ὡς ἐξ
ἐναντίου προσφέρεται τοῖς Ἀχαιοῖς· διὸ δὴ καὶ ἐπέζευξεν ἄλλως
“αὐτὰρ Ἀχαιῶν θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὅπαζε.”
τοῦτο δὲ δεῖ νοεῖν συμβαῖνον τῆς αἰγίδος ἐπισεισθείσης· καὶ ἐπʼ
ἀλλήλων δὲ πλειόνων ὁ παραπλήσιος ὑπάρχει τρόπος, ὥστε τοῖς
πάθεσι καὶ τοῖς πράγμασιν ὁμωνύμους τινὰς ποιεῖν δαίμονας εἰδωλο-
ποιουμένους εἰς κατασκευὰς μυθώδεις· ἐφʼ ὧν οὐκ αὐτὸ τὸ ἀποτελού-
μενον δεῖ νοεῖν, τὸ δὲ παρασκευαστικὸν τοῦ καθʼ ἡμᾶς ἐνεργουμένου
συμπτώματος, οἷον ἔρως ἐπὶ τοῦ πάθους αὐτοῦ λέγεται καὶ ἐπὶ τοῦ
κατὰ τὸ παρασκευαστικὸν εἶδος λεγομένου, καὶ πάντα τὰ τοιαῦτα,
πλοῦτος, ἔρις, ὕβρις, καὶ ὅσα ἄν τις ἀριθμήσειε ῥμδίως. δεῖ γὰρ
παραθεωρεῖν τὴν τῶν τοιούτων διαφορὰν, ὡς ὁπόταν εἴπωμεν, ὁ ἔρως
ἐνέβαλεν ἔρωτα τῷ δεῖνι ἢ πάλιν ἡ ἔρις ἔριν· τότε γὰρ ὡς θεὸν ἢ
δαίμονά τινα δεῖ νοεῖν παρασκευαστικὸν τοῦ ὁμωνύμου συμπτώματος
ἢ πάθους. καὶ τὸ συμβαῖνον ἐξ ἐκείνου πάλιν ἀνάλογον πάθος ἢ
σύμπτωμα, καθάπερ ὁ ποιητὴς ἐν τούτοις δεικνύει “οἱ δʼ ἴσαν,
ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνι᾿ Ἐνυὼ, ἡ μὲν ἔχουσα κυδοιμὸν
ἀναιδέα δηϊότητος.” νῦν γὰρ οὐχὶ τὸν ἐνεργῶς θεωρούμενον, ἀλλὰ τὸ
παρασκευαστικὸν τοῦ ὁμωνύμου συμπτώματος μυθικῶς εἰδωλοποιού-
μενον. τὸ δʼ αὐτὸ κἀπὶ τούτων νοητέον “Ζεὺς δʼ ἔριδα προΐαλλε
θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἀγραλέην πολέμοιο τέρας μετὰ χερσὶν
ἔχουσαν.” οὐδὲ γὰρ νῦν ἄλλο τι πάλιν, ἀλλὰ τὸν πόλεμον ἔχουσα
παραγίνεται τὸ παρασκευαστικὸν τοῦ κατὰ πρᾶγμα φαινομένου
πολέμου. καὶ γάρ ἐστιν ἐκεῖνος ὁ κατὰ τὸ μυθικὸν εἰδωλοποιούμενος
τοῦ κατὰ τὸ ἐνεργὲς θεωρουμένου πολέμου σημεῖον, ὃ δὴ νῦν προσαγο-
μέν τινα κατασκευάσματα παρασκευαστικὰ τῶν ἐν ἡμῖν ἐναργῶς
ἀκουομένων, ἕτερα δὲ τὰ διὰ τούτων μὲν ἀποτελούμενα, καθʼ ὁμωνυμίαν
δὲ ἐνεργήματα, καθάπερ ὅταν εἴπῃ “βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος,
ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου, δεικνὺς
σῆμα βροτοῖσιν, ἀρίζηλοι δέ οἱ αὐγαί.” οὕτω γὰρ δεῖ τὸν νοῦν ἐκδέ-
χεσθαι, οἷον τὴν μὲν ἀστραπὴν λαβὼν ὁ Ζεὺς ἐτίναξεν ἀπʼ αἰγλήεντος
Ὀλύμπου, οἷον ἐγκατασκεύασμά τι θεῖον. καὶ τοῦτο εἰκότως ἡμεῖς
θεῖον ἐνοήσαμεν, ἀλλʼ ὁπότε τῇ χειρὶ τινάξειεν, οὗ διασεισθέντος
ἀπέλαμψε τὸ τοιοῦτον φέγγος. οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν ἔτι τὴν
ἀστραπὴν παραλαμβάνομεν, ἀλλὰ τὴν μὲν ἀποτελοῦσαν, τὸ δὲ
ἀποτελούμενον. οὕτως ἐπὶ τῆς αἰγίδος ταὐτὸ δεῖ νοεῖν· ἣν μὲν ὁ Ζεὺς
ἐπισείων κατασκεύασμά τι θεῖον, ἑτέραν δὲ τὴν ἀποτελουμένην διὰ
τῆς κατʼ ἐνέργειαν ὁμωνυμίας, ἣ τότε μὲν ὁμωνύμως αἰγὶς λέγεται,
νῦν δὲ ἐπὶ τῆς ἡμετέρας συνηθείας καταιγίς· διὸ καὶ τὸ τοιοῦτον
ἐπίφθεγμα τέταχεν ὁ ποιητὴς ἐπʼ αὐτῆς κατὰ τὸν τοῦ Ἀγαμέμνονος
λόγον· “ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ
λαὸς ἐϋμελίω Πρίαμοιο, Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος αὐτὸς
ἐπισείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν.” ὃν τρόπον γὰρ ἐπʼ ἄλλων μερῶν
τῆς ποιήσεως τὴν λαίλαπα προσαγορεύων φανερός ἐστιν· ἐρεμνὴν
γὰρ αὐτήν φησι διὰ τὸ τοῦ πνεύματος ἀθροῦν καὶ ζοφῶδες, οἷον
ὁπόταν λέγῃ “αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος ὀξὺ κατʼ
ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,” τὸν αὐτὸν τρόπον οὐ παρʼ ἄλλο
τι δεῖ νοεῖν ἐρεμνὴν τὴν αἰγίδα, κατὰ δὲ τὸ τῆς λαίλαπος οἰκεῖον,
οἱονεὶ λαιλαπώδη λεγομένην· τοῦτον δὴ τὸν τρόπον ἡ τῆς εἰσηγημένης
καθʼ Ὅμηρον αἰγίδος διάθεσις καὶ δύναμις οὕτως ἂν ἄριστα δειχθείη.
ἀλεγεινῇ] φροντίδος ἀξίᾳ. ἤδη δὲ τὸ δειλὸν τῶν Τρώων προανα-
κρούεται ὁ ποιητής.
778. ἐπὶ Πριάμοιο θύρῃσιν] πρὸ γὰρ τῶν βασιλείων ἦν τὸ
ἐκκλησιαστήριον. ἡ δὲ βουλὴ ἴσως περὶ πολέμου ἀκούσασι τὴν μῆνιν
Ἀχιλλέως. Πρίαμος μὲν οὖν διὰ γῆρας ἔσω διῴκει τὰ τοῦ πολέμου,
ὁ δὲ Ἕκτωρ διὰ θράσος ἔξω αὐτὰ ἔπραττεν.
789. πάντες] παρὰ δὲ τοῖς Ἕλλησιν οἱ δυνατοὶ καὶ ἄριστοι. ἔστι δὲ ἀπὸ τοῦ ὁμηγερεῖς.
792. ποδωκείῃσι πεποιθώς] κωμῳδῶν τοῦτό φησιν, ἢ πρὸς τὸ προλαμβάνειν τὴν ἔφοδον τῶν πολεμίων.
796. ὦ γέρον] διὰ ταύτης τῆς ἐπιπλήξεως ἐμφαίνει ὅτι Πολίτης
ἐστίν. ἄκριτοι δὲ οἱ ἀναρίθμητοι.
801. τοῦτο ταράσσουσα αὐτούς φησιν, ὅπως ὡς περὶ πόλεως ἀμύνοιντο.
805. τοῦτο πρῶτον· εἶτα “πολλοὶ γάρ” (803) τὴν αἰτίαν προ-
θέντος τοῦ ποιητοῦ, ὡς τὸ “ἔνδον γάρ τις ἐποιχομένη” (Od. 10,
226). ἀρχαϊκὸν δὲ τὸ κατὰ δοτικῆς τίθεσθαι τὸ ἄρχει. ἔδειξεν οὖν
ὅτι θεοῦ κοινὸν καὶ ἀνθρώπου ἀρετή. καὶ μᾶλλον τοῦτο ἐν πολέμῳ
διάφορον.
813. τὴν ἤτοι ἄνδρες] τὴν μὲν δημωδεστέραν ἀνθρώποις, τὴν δὲ
ἀληθῆ θεοῖς προσάπτει. ἢ ὡς μουσοτραφὴς οἶδε τὴν τῶν θεῶν διά-
λεκτον. Βατίεια δὲ παρὰ τὸ βαίνεσθαι ἐν τοῖς πολέμοις.
816. κορυθαίολος] ποικίλος καὶ παρηλλαγμένος περὶ τὸν ὁπλι- σμὸν, ἢ τὴν κόρυν κινῶν. διʼ ἐθνῶν δὲ, οὐ πόλεων, ὀνομάζει τοὺς βαρβάρους.
820. Ἀφροδίτη] ταύτης τὸ ἄγαλμα πλάττουσι κτένα φέρον,
ἐπειδὴ συνέβη ποτὲ ταῖς τῶν Ῥωμαίων γυναιξὶ κνήφην λοιμώδη
γενέσθαι, καὶ ξυρουμένων πασῶν γεγόνασιν αὐταῖς οἱ κτένες ἀχρεῖοι.
εὐξαμένας δὲ τῇ Ἀφροδίτῃ ἀνατριχωθῆναι, τιμῆσαί τε αὐτὴν ἀγάλ-
ματι κτένα φέρουσαν καὶ γένειον ἔχουσαν, διότι καὶ ἄρρενα καὶ θήλεα
ἔχει ὄργανα· ταύτην γὰρ λέγουσιν ἔφορον πάσης γενέσεως, καὶ ἀπὸ
τῆς ὀσφύος καὶ ἄνω λέγουσιν αὐτὴν ἄρρενα, τὰ δὲ κάτω θήλειαν.
πλάττουσι δὲ αὐτὴν καὶ ἔφιππον, ὅτι ὁ Αἰνείας ὁ υἱὸς αὐτῆς, πλεύ-
σας μέχρι τῆς δύσεως, μετὰ τοῦτο ἵππῳ ἐπέβη καὶ τὴν μητέρα ἐτί-
μησε τοιούτῳ ἀγάλματι.
822. Ἀντήνορος υἷε] ἴσως ὑποπτεύων Αἰνείαν ὁ βασιλεὺς τούτους
αὐτῷ φύλακας ἔταξεν.
824. ὑπαὶ πόδα] ἔμπροσθεν τοῦ ποδὸς, ἣν ἡμεῖς ὑπώρειαν καλοῦ- μεν.
*τουτέστιν ὑπὸ τὰ ἔσχατα μέρη τῆς Ἴδης· πόδα γὰρ μετα- φορικῶς τὸ κατώτατον μέρος λέγει.
825. μέλαν] τοῦτο κοινὸν ὑδάτων ἐπίθετον, ὡς “κυανώπιδος Ἀμφι- τρίτης” (Od. 12, 60). καὶ Καλλίμαχος “Αἴσηπον ἔχεις ἑλικώ- τατον ὕδωρ.”
827. Πάνδαρος οὗτος ὁ Λυκάονος ἡγεῖτο τῶν ἐκ Ζελείας· ὧν τὴν μὲν χώραν καλεῖ Λυκίαν, τοὺς δὲ οἰκήτορας Τρῶας.
*Πορφυρίου. τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν] τοῦτο μάχεσθαι δοκεῖ
τῷ “αὐτίκʼ ἐσύλα τόξον ἐύξοον ἰξάλου αἰγὸς ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς
ὑπὸ στέρνοισι τυχήσας” (Il. 4, 105)· δηλοῖ γὰρ ἐκεῖ Πάνδαρον
ἑαυτῷ πεποιηκέναι τὸ τόξον. λύοιτο δʼ ἂν καὶ λέξει καὶ ἔθει, λέξει
μὲν οὕτως, τὸ γὰρ “ὧ καὶ τόξον αὐτὸς ἔδωκεν” δύναται ἐπὶ τὴν
τοξικὴν μεταφέρεσθαι· ἔθει δὲ, ὅτι εἰθίσμεθα οὐχ ἓν ἔχειν ὅπλον,
καὶ μάλιστα οἱ περί τινα τέχνην ἐσπουδακότες.
Πάνδαρος] τὴν τοξείαν μετωνυμικῶς. προσυνίστησι δὲ αὐτὸν κατὰ Μενελάου. τὰς δὲ εἰς ἄκρον εὐεξίας θεοῖς ἀνατίθησιν ὁ ποιητής.
*λύεται δὲ καὶ τῷ ἔθει. ὅτι εἰθίσμεθα οὐχ ἓν ἔχειν ὅπλον, καὶ
μάλιστα οἱ περί τινα τέχνην ἐσπουδακότες.
829. Πιτύειαν] διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ πιτύων.
830. λινοθώρηξ σφενδονήτης ἢ τοξότης.
831. Περκωσίου] ἐν Περκώτῃ τραφέντος. τὸ δὲ περὶ πάντων οὐ δεῖ ἀναστρέφειν.
832. ἔασκε] διὰ βραχέος τοῦ ᾱ. τὰ γὰρ διὰ τοῦ σ καὶ κ παρα- γωγὰ Ἰακὰ βραχείᾳ παραλήγεται.
833. φθισήνορα] “Ἄρης γὰρ οὐδὲν τῶν κακῶν ληΐζεται.”
834. Κῆρες] οὐδὲν ἄρα μαντικὴ μοίρας ἀντιτασσομένης.
836. Σηστὸς ἐναντίον Ἀβύδου ἐν τῇ Θρᾳκῴῳ Χερσονήσῳ.
838. τῇ ἐπαναλήψει ἐσημειώσατο τὸν ἥρωα ὡς λέξων περὶ αὐτοῦ. καὶ ὅτι διὰ τοὺς ἵππους ὀλεῖται (II. 12, 110. 13, 384).
839. ποταμοῦ ἀπὸ Σελλήεντος. ἀναστρεπτέον τὴν πρόθεσιν.
841. Λάρισαν] ταύτην οἱ ἀπὸ τῶν Αἰολίδων μεταναστάντες ἔκτι-
σαν· διὸ Πελασγούς φησιν, ὡς ἄνωθεν Ἕλληνας ὄντας· καὶ μετὰ
τὸν κατακλυσμὸν σῶσαι τὰ στοιχεῖα μόνους Ἑλλήνων φασίν.
844. *Πορφυρίου. μάχεσθαι δοκεῖτὸ “αὐτὰρ Θρήικας ἦγ᾿ Ἀκάμας
καὶ Πείροος ἥρως” τῷ “Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε, ὃς
λεύοντας ὕστερον εἶναι βοηθούς. πάλιν δὲ τὸ “αὐτὰρ Πυραίχμες
ἄγε Παίονας ἀγκυλοτόξους” (848) ἐναντίον τῷ τὸν Ἀστεροπαῖον
αὖθις ὑποτίθεσθαι τῶν Παιόνων βασιλέα (Il. 21, 154). λύοιτο δʼ
ἂν τῷ καιρῷ· τὸν γὰρ Ἀστεροπαῖον οὐκ ἀπεικὸς χρονίζοντος τοῦ
πολέμου ἐλθεῖν ἄγοντα πάλιν τινὰς τῶν Παιόνων. τάχα δὲ καὶ τῇ
λέξει διττὸν ἀποφαίνει γένος Παιόνων· τοὺς μὲν γὰρ εἴρηκεν ἀγκυ-
λοτόξους, τοὺς δὲ δολιχεγχέας.
καὶ πῶς Ἰφιδάμαντα καὶ Ῥῆσόν φησιν ἄρχειν τῶν Θρμκῶν;
ἀλλὰ προστέθεικεν “ὅσους Ἑλλήσποντος·” τῶν γὰρ Ἑλλησποντίων
ἤτοι τῶν περὶ Μαρώνειαν ἦρχεν Ἀκάμας· ἑτέρων δὲ Ἰφιδάμας,
ὃς ἦλθε σὺν δυοκαίδεκα νηυσίν· ἄλλων δὲ Ῥῆσος, ἤτοι τῶν περὶ
Λυδίαν.
848. οὗτοι τοξόται, οἱ δὲ ὑπὸ Ἀστεροπαῖον δολιχεγχέες. εἰκὸς δὲ τὸν Ἀστεροπαῖον χρονίζοντος τοῦ πολέμου ὕστερον ἐλθεῖν, ὡς καὶ Ἰφιδάμαντα καὶ Ῥῆσον.
851. Παφλαγόνων] ἀπὸ τῶν Εὐρωπαίων ἐπὶ τοὺς Ἀσιανοὺς. ἔρχεται.
λάσιον] μεταληπτικῶς τὸ συνετόν.
852. ἐξ Ἐνετῶν] παρὰ Ἐνετοῖς πρῶτον ἡ ἡμιόνων καὶ ἵππων ἡ μῖξις ἐπενοήθη. ἀγροτεράων δὲ τῶν μάλιστα ἐν ἀγροῖς ἐπιτηδείων.
854. ὅτι ἡ παρθένος Ἄρτεμις ἀπολούεται ἐν αὐτῷ.
855. Ἐρυθίνους] ὡς Ἀκραγαντίνους. παραδηλοῖ δὲ τὴν ἣν ἔχουσι τόπου θέσιν.
856. οὗτοι γὰρ οἰκοῦσι γῆν ὑπὸ θαλάσσης ἐζωσμένην.
862. Φρύγας] τοὺς Φρύγας ὁ ποιητὴς διαστέλλει. ὁ δὲ Αἰσχύλος
συνέχεεν. οὗτοι δὲ τῆς μικρᾶς εἰσὶ Φρυγίας· ἡ δὲ μεγάλη παρὰ τῷ
Σαγγαρίῳ κεῖται.
864. Μέσθλης] μέδω μέστρης Μέσθλης, ὡς φύτρη φύτλη.
867. βαρβαροφώνων] ὅτι Κρητῶν ἄποικοι ὄντες ἐκρήτωσαν τὴν
868. Φθειρῶν ὄρος τὸ πιτυῶδές φησιν· φθείρ γὰρ ὁ τῆς πίτυος καρπός.
869. Μαιάνδρου] ὁ γὰρ Μαίανδρος σκολιός ἐστι καὶ πολλὰς ἐκροὰς ποιούμενος. Μυκάλη δὲ ὄρος ἀντικρὺ Σάμου. ἔστι δὲ καὶ ἐν μυχοῖς Καρίας ἕτερος.
872. ὃς καὶ χρυσὸν ἔχων] προανεφώνησεν, ἵνα μὴ ἔτι αὐτοῦ
μνησθῇ. Εὔφορβος μέντοι καὶ Γλαῦκος χρυσᾶ ὅπλα ἔχουσιν, ἀλλ᾿
οὐ κωμῳδοῦνται, ἐπεὶ μὴ γυναικεῖα τὰ αὐτῶν ὡς τὰ τούτου.
876. Σαρπηδών] εἴασε νῦν τὸ γένος αὐτοῦ, ἵνʼ ἐν ἄλλῳ τόπῳ μνείαν τούτου ποιούμενος πρὸς πλείονα αὐτὸ ποικιλίαν ἔχῃ.
877. Ξάνθου ἄπο δινήεντος] πᾶσα πρόθεσις μεταξὺ κυρίου καὶ
ἐπιθετικοῦ τῷ κυρίῳ ἕπεται κατὰ Ἀρίσταρχον, κατὰ δὲ Πτολεμαῖον
τῷ προσηγορικῷ, κατὰ δὲ Ἀπολλώνιον πάντως ἀναστρέφεται. στικ-
τέον δὲ ἐπὶ τὸ δινήεντος, ἐπειδὴ εἱρμός ἐστι τῶν ἑξῆς. ἐπὶ μέντοι
τοῦ τέλους τῶν ἄλλων ποιημάτων οὐκέτι· σιωπὴ γὰρ ἐκδέχεται.
1. ἕκαστοι] πῶς ἐπὶ δύο στρατιῶν τὸ ἕκαστοι ἔταξεν; ἢ ὅτι
κατὰ ἔθνη καὶ φυλὰς διεκοσμήθησαν· ἢ ἀντὶ τοῦ ἑκάτεροι, Τρῶές
τε καὶ Ἕλληνες, ὡς τὸ “δενδίλλων ἐς ἕκαστον” (Il. 9, 180)· δύο
γὰρ οἱ πρέσβεις. ἔστι δὲ Ἀττικόν.
2. κλαγγῇ τʼ ἐνοπῇ τʼ] κλάζω κλαγή, καὶ κατὰ πλεονασμὸν τοῦ
ἑνὸς γ κλαγγή. ἐνοπῇ δὲ τῇ εἰς ὀπὴν ὤτων φέρεσθαι δυναμένῃ βοῇ.
τὸ μέντοι διάκενον τῆς πορείας ἀναπληροῦσιν αἱ παραβολαί. ἀμφο-
τέρας δὲ τὰς στρατιὰς διατυποῖ, καὶ μέχρι τέλους οὐκ ἐξίσταται
τοῦ ἤθους· “ὥστʼ ὄιες πολυπάμονος” (Il. 4, 433) καὶ “ἐς Τρώων
ὅμαδον κίε” (Il. 7, 307).
3. οὐρανόθι πρό] καὶ τὸν περὶ τὰ νέφη τόπον καὶ τὸν ἀπὸ νεφελῶν
4. ἀθέσφατον] ὃν οὐδεὶς ὅσος ἐστὶν ἑρμηνεύσειε λόγος.
5. κλαγγῇ—ἐπʼ Ὠκεανοῖο ῥοάων] ἀντὶ τοῦ εἰς ῥοὰς, Ἀττικῶς.
τὸ ἀδιάλειπτον δὲ τοῦ θορύβου δηλῶν πολλάκις ὀνομάζει τὴν κλαγ-
γήν. τὰ δὲ δειλότερα τῶν ζῴων φωνητικώτερα μᾶλλον τῶν ἀνδρείων.
6. Πυγμαίοισι] τῷ ξένῳ τῆς ἱστορίας ψυχαγωγεῖ τὸν ἀκροατήν.
ὅθεν καὶ τὸν θροῦν ἐπʼ ἄπειρον αὔξει. φησὶ δὲ Ἑκάταιος μετὰ σχη-
μάτων κριῶν τοὺς Πυγμαίους ἐξερχομένους πολεμεῖν αὐταῖς, αἳ
καταφρονοῦσαι τοῦ μήκους συνείρουσι πόλεμον.
8. οἱ δʼ ἄρʼ ἴσαν σιγῇ] ταύτης ποῦ τῆς παραβολῆς ἡ ἀπόδοσις; ἢ τάχα εἰς τὸ Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τʼ ἴσαν, οἱ δʼ ἄῥ’ ἴσαν ἠΰτε περ, ἵνα τὸ ἠΰτε ἀπόδοσις ᾖ. ἐπεὶ δὲ πολλάκις καὶ κατά- πληξις σιωπὴν ποιεῖ, τό μένεα προστέθειται.
9. ἀλεξέμεν ἀλλήλοισιν] τοῦτο γὰρ ἐν ταῖς φάλαγξιν· σκέπει γὰρ τὸν ὑπερασπίζοντα ἕκαστος ὡς αὑτὸν, κἀκεῖνος τοῦτον.
11. ποιμέσιν] οὐ τοῖς βουκόλοις, ἐπεὶ μὴ νέμουσιν ἡμέρας διὰ τοὺς οἴστρους.
*νυκτὸς ἀμείνω] τὴν ὁμίχλην φησὶ τοῖς μὲν ποιμέσιν ἀσύμφορον
εἶναι, τοῖς δὲ κλέπταις κατὰ πολὺ καὶ νυκτὸς ὠφελιμωτέραν, ἐπεὶ
τῆς μὲν νυκτὸς ὡρισμένον ἐχούσης καιρὸν ἐν ἀσφαλείᾳ φυλάττεται
τὰ βοσκήματα, τῆς δὲ ἡμέρας ἐσκεδασμένοις τοῖσδε κατὰ τὰς
νομὰς, ὁπόταν ἐξαίφνης ἐπέλθῃ ὁμίχλη, εὐκόλως αὐτὰ ἀφαιροῦνται.
12. ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν] ἀόριστα ταῦτα, ὡς τὸ “ὅσον τε
γέγωνε βοήσας” (Od. 5, 400).
13. Ἀριστοφάνης γράφει κονισάλου ὤρνυτʼ ἀελλής. ἄριστος δὲ κριτὴς ὁμοιοτήτων Ὅμηρος· ὁμίχλη γὰρ καὶ κονιορτὸς ὁμόχροα καὶ ὁμοίως ἐπιπροσθοῦντα τοῖς ὄμμασιν.
16. προμάχιζεν Ἀλέξανδρος θεοειδής] τὸ δίκαιον νομοθετεῖ· οἱ
γὰρ αἴτιοι προασπίζουσιν, ἐγείρει τε τὸν ἀκροατὴν, προκινδυνεύοντα
εἰσάγων τὸν πλείστων κινδύνων ἑτέροις αἴτιον. ὁ δὲ μέν τὸν δέ ἐν-
ταῦθα οὐκ ἐπάγεται. διὰ τί δὲ θεοειδέα φησὶ τὸν πάσαις κακίαις
χρώμενον; τοῦτο γὰρ ἐγκωμιάζοντος δόξειεν εἶναι καὶ ἀποσεμνύνοντος
18. τὸ αὐτάρ παρὰ Ζηνοδότῳ καὶ τοῖς ἄλλοις οὐκ ἐπάγεται τὸ
ἄρθρον. ὅμως οὖν ἐστὶ καὶ τοῦτο τῆς Ὁμηρικῆς συνηθείας· ἔθος
γὰρ αὐτῷ περὶ τοῦ αὐτοῦ διαλεγομένῳ μεσολαβεῖν τὸ ἄρθρον, ὡς καὶ
περὶ ἄλλου λέγων ποιεῖ “Σαρπηδὼν αὐτοῦ μὲν ἀπήμβροτεν, ὁ δὲ
Πήδασον” (Il. 16, 466). ἐπιφέρεται δὲ τὸ δοῦρε δῆθεν, ἵνα, εἰ ἀπο-
τύχῃ τοξεύων, προσπεσὼν μάχοιτο.
19. προκαλίζετο] τῇ φαντασίᾳ, οὐ τῷ λόγῳ· “αὐτὸς γάρ”
φησιν “ἐφέλκεται ἄνδρα σίδηρος” (Od. 16, 294). κραδαίνων
τοίνυν τὸ δόρυ προεκαλεῖτο τοὺς τῶν Ἀργείων ἀρίστους εἰς μάχην· ἢ
τοὺς ἀριστεῖς τῶν Τρώων προετρέπετο κατὰ τῶν Ἐλλήνων. ἦθος δὲ
θρασυδείλων κωμῳδεῖ διὰ Πάριδος, Δόλωνος, Θερσίτου, Ἕκτορος,
καὶ τὸ μὲν προπετὲς ἐν ἐπαγγέλματι, τὸ δὲ δειλὸν ἐν πράξει, τὸ δὲ
ἐπονείδιστον ἐν τέλει.
* ἐζήτηται πῶς Ἀλέξανδρος προκαλεῖται τοὺς ἀρίστους
τῶν Ἑλλήνων δειλὸς ὢν τὰ πάντα καὶ οὐδὲ ὁπλίτης, ἀλλὰ
τοξότης. λύσις· ἔνιοι μὲν οὖν φασὶν ἀλαζονεύεσθαι αὐτὸν τὰ ἀδύ-
νατα, φοβεῖσθαι δὲ τὰ τυχόντα· οἱ δὲ, ὅτι συγκεκλεισμένοι ὑπὸ
Ἀχιλλέως οἱ Τρῶες τοὺς τῶν Ἑλλήνων ἀρίστους οὐκ ᾔδεισαν. ἐμοὶ
δὲ δοκεῖ ὅτι κωμῳδεῖν ἐπανῃρημένος ὁ ποιητὴς καὶ σχῆμα τῆς ὁπλί-
σεως καὶ θάρσος ἀλλότριον τῶν ὅπλων αὐτῷ προστέθειχεν, ἵνʼ ἐκ τοῦ
μέλλοντος φόβου μείζονα προσοφλήσῃ τὸν γέλωτα.
21. Μενέλαος] οὗτος γὰρ ἦν μόνον ἑστὼς καὶ τὸν ἀδικήσαντα ζητῶν· ὁ δὲ ἀλαζονείᾳ ἐπτοημένος.
22. τὸ σῶμα Ὅμηρος μὲν ἐπὶ νεκροῦ, οἱ δὲ ἄλλοι καὶ ἐπὶ ζώντων.
λέγει δὲ ἐκεῖνον, ἢ ὃν αὐτὸς νεκρὸν εἰργάσατο, ἢ τὸν τοξευθέντα, καὶ
ὁ μὲν ἐλάφῳ καὶ τεθνεῶτι παρείκασται, ὁ δὲ λέοντι καὶ πεινῶντι·
μέγα δὲ πρὸς θάρσος καὶ δειλίας ὄνειδος. αἶγα δὲ, διότι κατωφερὴς
καὶ κερασφόρος ὁ τράγος· τοξότης δὲ καὶ ὁ Πάρις.
*κεραόν] ἔλαφος εἴρηται ἀπὸ τοῦ ἑλεῖν τοὺς ὄφεις, οἱονεὶ ἕλοφός
24. δύναται ἐπὶ τοῦ πεινάων καὶ στιγμὴ καὶ ὑποστιγμὴ εἶναι·
οὐ γὰρ συναπτέον τοῖς ἑξῆς. χαλεπὸς δέ ἐστι πεινῶν, ὅσον ἥμερος
βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ θερμότερος. ὥσπερ οὖν τοῦτον παρο-
ξύνει λιμὸς καὶ εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτως καὶ νέον ἄνδρα
πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται.
28. ὀφθαλμοῖσιν ἰδών] πρώην γὰρ ἀναπολῶν αὐτὸν τῇ διανοίᾳ, νῦν
τῇ θέᾳ πρὸς ἐρεθισμὸν ἐδέξατο.
29. χέων] ἀπὸ τοῦ ἔχω ὄχος, καὶ ἀπʼ αὐτοῦ τοῦτο· ὅθεν καὶ τὸ ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο” (Il. 5, 745).
31. φανέντα] φανέντα μόνον, οὐδὲ μαχόμενον. διὰ δὲ τοῦ ἐξ ὀχέων πέφρακεν ἐν σχήματι ὡς ἱππεὺς ἦν ὁ Μενέλαος.
33. ὡς δʼ ὅτε τίς τε δράκοντα] ἀνωτέρω περὶ τοῦ λέοντος ἐξειρ- γάσατο, οὐ τοῦ ἐλάφου· τοῦ δρῶντος γὰρ ἦν ἡ εἰκών. καὶ τὰ μὲν ἄλλα τῶν ζῴων καὶ πόρρωθεν ὁρᾶται μεγέθει ἢ φωνῇ, ὄφις δὲ ἐγγὺς γεγονότι παραδόξως ὁρᾶται· ὃ συνέβη Ἀλεξάνδρῳ.
34. γυῖα] πάντα τὰ μέλη, ὡς τὸ “ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ
ἀπὸ γυίων” (Il. 24, 514).
35. ἂψ] συνωνύμως τῷ παλίνορσος.
ὦχρος] ὥσπερ τὸ μῶμος, ἄχροος ἄοχρος ὦχρος.
Ἀρίσταρχος οὐδετέρως, ἔν τισι δὲ θηλυκῶς. τὸ δὲ παρειά ὡς τὸ
ἀγαθά· τὰ γὰρ ἀπὸ τῶν θηλυκῶν Ἰωνικῶς μεταποιούμενα εἰς οὐδέ-
τερον γένος φυλάσσει τὸν αὐτὸν τόνον, ἡ πλευρά—τὰ πλευρά. οὕτως
οὖν καὶ τὸ παρειά παρῆκται.
36. Τρώων ἀγερώχων] λίαν γέρας ἐχόντων· ἄμεινον δὲ ἐνταῦθα τὸ μεγαλοφρόνων.
37. Ἀτρέος υἱόν] διὰ τοῦ ὀνόματος τοῦ πατρὸς Μενελάου καὶ τὸ
τούτου παρεδήλωσεν ἀδεὲς ἐν σχήματι.
39. * ἐκ ποίας αἰτίας τὸν Ἀλέξανδρον ὀνειδίζων τοιαῦτα προφέρει
“Δύσπαρι, εἶδος ἄριστε, γυναιμανὲς, ἠπεροπευτὰ, αἴθʼ ὄφελες”
καὶ τὰ λοιπὰ τῆς λοιδορίας; λοιδόρου γὰρ πάθος τὸ μετὰ ἐννέα
Ἕλληνας, χαίρειν δὲ ὅτι οὐκ ἔστι βίη ἐν αὐτῷ, πόθεν στοχάζεται
ὅτι ἀριστέα καὶ πρόμον αὐτὸν εἶναι ὑπενόουν, καὶ πάλιν ὅτι ἔγνωσαν
δειλὸν ὄντα καὶ ἄνανδρον, νῦν τε διὰ τί ταῦτα προφέρει; οὐ γὰρ
δὴ ὥσπερ Ὅμηρος πρώτην μάχην ταύτην ὑφίσταται ἐν ποιήσει
καὶ ταῖς ἀληθείαις πρώτη ἦν, ἵνα λόγον ἔχῃ ὁ τοῦ Ἕκτορος ὀνει-
δισμὸς, εἰ μὴ ἄρα λοίδορον ἐπιδεῖξαι βούλεται καὶ ὀργίλον ἄλλως
τὸν Ἕκτορα. ῥητέον οὖν ὅτι, ἐπεὶ συνέμιξαν ἀλλήλοις θέλοντες,
φησὶν ὅτι “Τρωσὶ μὲν προμάχιζεν Ἀλέξανδρος παρδαλέην ὤμοισιν
ἔχων” καὶ τὰ λοιπὰ, “Ἀργείους προκαλίζετο ἀντίβιον μαχέ-
σασθαι” (Il. 3, 16—20). ὁ δʼ ἐν τοῖς προμάχοις γινόμενος καὶ
προκαλούμενος πάντας τοὺς ἀριστέας εἰς μάχην ὑποληφθείη ἂν
ἀριστεὺς εἶναι πρόμαχος· πάλιν δʼ οὗτος, ἡνίκα τὸν Μενέλαον θεασά-
μενος κατεπλάγη καὶ ἀναστρέψας ἐκ τῶν προμάχων εἰς τὸ πλῆθος
κατέδυ δείσας Ἀτρέως υἱὸν καταγέλαστος γίνεται καὶ ἄλλως
ἀλαζών τε καὶ ἀπατεὼν καὶ ἐν φανερῷ τοῖς πᾶσι διεφθαρμένος.
ἐπεὶ τοίνυν ὁ Ἕκτωρ ἐκπηδῶντα εἰς τοὺς προμάχους ἐθεάσατο
καὶ πάλιν ἐκπλαγέντα, ὅτε εἶθε τὸν Μενέλαον, εἰς τὸ πλῆθος
ὑπονοστοῦντα διὰ δέος καὶ φόβον, πρίν τι παθεῖν καὶ κινδυνεῦσαι
ἐξ αὐτῶν τῶν πᾶσιν ὀφθέντων εἰς τὰς λοιδορίας παρήχθη· ἀπατεὼν
γὰρ ὁ τοιοῦτος καὶ ἄλλως ἀλαζὼν καὶ ἠπεροπευτὴς καὶ ὑπόψιος
ἄλλων λώβη καὶ φθορά. τὸ γὰρ “λώβην τʼ ἔμεναι καὶ ὑπόψιον
ἄλλων” σημαίνει ὅτι μὴ μόνον ἐφθαρμένος ἐστὶν, ἀλλὰ καὶ πᾶσι
πρόδηλος. εἰ γὰρ, φησὶ, λώβη (τοῦτο γὰρ σημαίνει τὸ ἔμεναι) καὶ
γινώσκῃ ὑπὸ τὰς ὄψεις πάντων ὅτι τοιοῦτος εἶ, ἀλλʼ οὐκ ὢν λέληθας
καὶ ὑπολαμβάνουσι μέν σε Ἀχαιοὶ ἀριστέα ἐκ τοῦ Τρωσὶ προμα-
χίζειν καὶ Ἀργείων προκαλίζεσθαι πάντας ἀρίστους. “οὐκ ἔστι
δὲ βίη φρεσί” (Il. 3, 45). “κατεπλάγη γὰρ φίλον ἦτορ” (Il.
3, 31). ἀλλʼ ἐπεὶ τὸν Μενέλαον ἰδὼν πεφόβηται εἰκότως καὶ τὸ
“οὐκ ἂν δὴ μείνειας ἀρηίφιλον Μενέλαον” (Il. 3, 52) εἴρηται.
καὶ ἐπειδὴ πάντες αὐτὸν εἶδον ἐν τοῖς προμάχοις καὶ πάλιν κρυπτό-
μενον ἐν τῷ πλήθει πάντων ἔφη τὴν λώβην ἔχειν ὡς πάντων αὐτῷ
Ἀλεξάνδρου γεγονότων ὀνειδισμὸς γίνεται, ἀλλʼ οὐκ ἐκ λοιδόρου
καὶ εἰς ὕβριν ἐπιφόρου διανοίας τοῦ Ἕκτορος. τὸ δὲ “Ἀργείων προ-
καλίζετο πάντας ἀρίστους ἀντίβιον μαχέσασθαι” ἀμφίβολον, πότερον
αὐτὸς πάλλων προεκαλεῖτο τοὺς ἀρίστους τῶν Ἑλλήνων αὐτῷ μαχέ-
σασθαι ἢ πάλλων τὰ δόρατα προεκαλεῖτο πάντας τοὺς ἀρίστους τῶν
Τρώων Ἀργείοις ἀντίβιον μαχέσασθαι· ἢ γὰρ τοὺς ἀρίστους τῶν
Ἑλλήνων αὐτὸς προεκαλεῖτο μάχεσθαι κραδαίνων τὰ δόρατα ἢ τῶν
Τρώων πάντας τοὺς ἀρίστους προυκαλεῖτο Ἀργείοις ἀντίβιον μαχέ-
σασθαι.
Δύσπαρι] ἠθικῶς τὸ τῆς παρονομασίας προσέρριψε τῷ ὀνόματι
δυσχεραίνων, ὡς καὶ Κακοΐλιόν πού φησιν ἡ Πηνελόπη (Od. 19,
260 et 597. 23, 19). ἐπὶ δὲ τῷ εἴδει, ἐφʼ ᾧ καὶ μεγαλύνεται,
διασύρει αὐτόν. ὄνειδος δέ ἐστιν εἶδος οὐχ ὁμοιούμενον ψυχῆ, ὡς
τὲ “Ἕκτορ εἶδος ἄριστε” (Il. 17, 142) καὶ “σὲ δὲ μή τι νόον
κατελεγχέτω εἶδος.” γυναιμανὴς δὲ ὁ τὰς γυναῖκας ὡς μαινάδας
τῇ τῆς ὥρας ποιῶν ἀπάτῃ, ἢ ὁ ἐπʼ αὐταῖς μαινόμενος.
40. ἄγονός τʼ ἔμεναι] ἐνταῦθα ὁ τέ ἀντὶ διαζευκτικοῦ τοῦ η, ὡς καὶ ὁ καί, οἷον “πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν” (Il. 15, 634). τῷ δὲ θυμῷ ἡττώμενος ἐπὶ τὸ ἀδύνατον τῆς κατάρας ἐκπίπτει.
41. καί κε τὸ βουλοίμην] βουλοίμην ἂν τοῦτο ὡς καλῶς γε-
νησόμενον. ἀλλὰ καὶ πολὺ, φησὶ, κρεῖττον ἂν ἐγεγόνει, σοὶ δηλον-
ότι.
42. ἔμεναι καὶ ὑπόψιον ἄλλων] δεῖ στίζειν εἰς τὸ ἔμεναι, καὶ
τὸ λοιπὸν συνάπτειν ἕως τοῦ ἄλλων, ἵνʼ ᾖ, βουλοίμην ἄν σε ἄγονον
καὶ ἄγαμον εἶναι, καὶ τοὺς ἄλλους ὑφορώμενον, μή πως ἃ δράσεις
πείσῃ· βαρύτερον δὲ φόβου ἐχθρῶν ἡγεῖται τὸ τῶν πολιτῶν μῖσος.
Ἀριστοφάνης δὲ ἐπόψιον γράφει καὶ οὐ στίζει, ἵνʼ ᾖ οὕτω, λώβην
εἶναι καὶ κερδᾶναι τὴν ἀπὸ τῆς φυγῆς αἰσχύνην ἐπὶ τῆς πάντων
ὄψεως.
43. τὸ ἑξῆς οὕτως· ᾖ που καγχαλόωσιν, οὕνεκα καλὸν εἶδος ἔπʼ,
ἀλλʼ οὐκ ἔστι βίη φρεσίν. τὸ δὲ φάντες διὰ μέσου, ἵνʼ ᾖ, καίτοι σε
ἀριστέα ὑπονοήσαντες εἶναι διὰ τῆς καθοπλίσεως καὶ τοῦ προηγεῖσθαι
τῆς τάξεως. ἐκ προοιμίου δὲ τὸ φιλότιμον Ἕκτορος δείκνυται καὶ
τῆς παρὰ πολλοῖς πεφροντικὸς δόξης· “αἰδέομαι γάρ” φησι
“Τρῶας (Il. 6, 442)· “πατρὸς δʼ ὅγε πολλὸν ἀμείνων (ib. 479)·
“ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ” (Il. 7, 90).
φάντες ἀριστῆα] πότε ὑπέλαβον Ἕλληνες Ἀλέξανδρον ἀριστέα εἶναι; δῆλον ὅτι ὁπότε πάλλων τὰ δόρατα Ἀργείων προκαλίζετο πάντας ἀρίστους.
45. εἶδος ἔπʼ] μετὰ τὸ εἶδος ἔπʼ ἐὰν στίζῃς. τὸ ἑξῆς ὡς ἀπὸ τοῦ Ἕκτορος δώσεις, ἐὰν δὲ ὑποστίξῃς, ὃ καὶ ἄμεινον, ἀπὸ κοινοῦ τὸ φάντες, ὅτι καλὸς μέν ἐστι, γύννις δέ.
46. ἢ τοιόσδε ἐών] τινὲς κατὰ πεῦσιν καὶ θαυμασμόν· τοιοῦτος
ὢν δειλὸς, συναγαγὼν πλῆθος, διελθὼν πέλαγος, γυναῖκα ἀνδρὸς
πολεμικοῦ ἤγαγες, σῷ τε πατρὶ καὶ τοῖς ἄλλοις κακὸν μέγα εἶτα
ἀπὸ ἄλλης ἀρχῆς, οὐκ ἂν δὴ μείνειας Μενέλαον, ἠθικῶς μετὰ
πεύσεως ἢ διαβεβαιωτικῶς. τινὲς δὲ τὸ πᾶν οὕτως· τὸν ἢ ἀντὶ
τοῦ εἰ· εἰ τοιοῦτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα
ἀνδρὸς πολεμικοῦ ἤγαγες, οὐκ ἂν ὑπομείνειας τὸν ταύτης ἄνδρα.
ὃ καὶ προκρίνει Νικάνωρ ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον.
47. ἐρίηρας] παρὰ τὸ ἔρι μόριον καὶ τὸ ἄρω τὸ ἁρμόζω.
49. νυὸν ἀνδρῶν αἰχμητάων] πάντες γὰρ οἱ ἄριστοι τὴν Ἑλένην ἐμνηστεύσαντο, μόνου δὲ Μενελάου θαλερὴ γέγονε παράκοιτις.
50. πατρί τε σῷ μέγα πῆμα] ἀκόρεστον καὶ ἄκτακτον ὁ θυμός·
πολλὰς γοῦν ὁ ποιητὴς ἐπὶ τῶν ὀργιζομένων εἴωθε ποιεῖσθαι ἀρχὰς,
ἀσύνδετον ἐῶν τὸν λόγον, ὡς τὸ “οἰνοβαρές” (Il. 1, 225) καὶ τὰ
ἑξῆς. ἄτοπον γὰρ πῆμα τὴν Ἑλένην καλεῖν Ἕκτορα, περὶ οὗ φησὶν
“ἀλλʼ οὔπω σευ ἄκουσα κακὸν ἔπος” (Il. 24, 767).
53. οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν] οἷος ὢν, φησὶ, τίνα
τίνος ἐστέρησας. οὐκ ἄρα Χλίλωνος, ὡς ὑποφαίνεται, δόγμα τὸ
γνῶθι σαυτόν, ἀλλʼ Ὀμήρου.
54. κίθαρις] ἡ ἐπὶ πορνείᾳ πρὸς χάριν Ἀφροδίτης, ἀλλʼ οὐ Μου-
σῶν ᾀδομένη. ἡ δὲ Ἀχιλλέως κιθάρα καὶ τὸ εἶδος ἐνάρετον. πᾶν δὲ
56. εὐλαβεῖς περὶ τοὺς ἄρχοντας. φιλάδελφος δὲ, ὃς κατὰ πρόσ- ωπον λοιδορεῖ, ἡττώμενον δὲ οὐ προδίδωσιν.
57. εἰς τὸ ἕνεκα στικτέον, καὶ τὸ ἑξῆς ἰδίᾳ προενεκτέον· ἐν ἤθει.
59. Ἕκτορ] οὔτε κασίγνητόν φησιν οὕτε φίλον· πᾶσαν γὰρ εὐνοϊκὴν προσηγορίαν ὁ θυμὸς ἐξέκοψεν. τὸ δὲ ἐξῆς οὕτως· ἐπεί με κατʼ αἶσαν ἐνείκεσας, μή μοι δῶρα· διὰ μέσου δὲ ἡ παραβολή. τοιοῦτον δέ φησιν, ὅτι ἐπιπλήττει μὲν αὐτῷ εἰκότα, οὐ μὴν ἀληθῆ.
60. αἰεί τοι] μή τι οὖν με καταγίνωσκε τοιοῦτος ὢν καὶ πρὸς
σεαυτὸν συγκρίνων. εὖ δὲ καὶ εἰκόνα ἀπαθεστάτην εὗρε τὴν σιδήρου,
καὶ οὐκ ἀργοῦ, ἀλλὰ δρῶντός τι.
61. *τὸ “ὅστʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος, ὅς ῥά τε τέχνῃ νήϊον
ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν” ἀδύνατόν φασιν εἶναι. τὸν γὰρ
πέλεκυν ἀδύνατον τέχνῃ χρῆσθαι. λύοιτο δʼ ἂν κατὰ λέξιν, οὐχ ὥς
τινες, ὅτι ἐπὶ τοῦ ἀνδρὸς λέγεται τὸ ἀκροτελεύτιον, ὅς ῥά τε τέχνῃ,
ὁ ἀνήρ· τὸ γὰρ ἐπιφερόμενον ἐλέγχει τοὺς λόγους ὑπὲρ τοῦ πελέ-
κεως ὄντας “ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν,” μᾶλλον ὥστε τὸ τέχνῃ
ἐστὶν ὑπὸ τέχνης. συνήθης δὲ ὁ τρόπος τῆς ἑρμηνείας, ὡς ἐν τῷ
“γήραϊ δὴ πολέμοιο πεπαυμένοι” (150) ἀντὶ τοῦ ὑπὸ τοῦ γήρως, καὶ
“ὃς δὴ γήραι κυφὸς ἔην” (Od. 2, 16) ἀντὶ τοῦ ὑπὸ τοῦ γήρως.
62. ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν] ὀξὺς ὢν καὶ ἠκονημένος τὴν τοῦ τέμνοντος αὔξει ὁρμὴν, ὥσπερ θραύει ὁ ἀμβλύς.
63. δύο ὑπεροχῶν ὁμοιότητας παρέθετο, πελέκεως καὶ γνώμης, ὡς
εἴ τις λέγοι, ὅσον ἦν Αἴας πρᾶξαι δυνατὸς, τοσοῦτον Ὀδυσσεὺς
βουλεύειν. χρυσῆν δὲ τὴν Ἀφροδίτην ἀπὸ τῆς στολῆς καλεῖ.
64. Ἑστιαία φησὶν ἡ γραμματικὴ ὅτι πεδίον ἐστὶ χρυσοῦν καλούμενον, ἐν ᾧ χρυσῆν Ἀφροδίτην τιμᾶσθαι, καὶ εἶναι οὕτω χρυσῆς Ἀφροδίτης ἱερόν. καὶ οἱ μὲν τὴν ἀπὸ τῆς Πάφου, οἱ δὲ τὴν καλήν. Κλεάνθης δὲ ἐν Λέσβῳ οὕτω τιμᾶσθαι χρυσῆν Ἀφροδίτην.
65. * Πορφυρίου. τὸ “οὔτοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα,
ὅσσα κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο” ἐναντιολογίαν δοκεῖ
περιέχειν· τὰ γὰρ μὴ ἀπόβλητα δῶρα, καὶ μάλα παρὰ θεοῦ δωρού-
μενα καὶ ἐρικυδέα, πῶς οὐκ ἄν τις ἑκὼν ἕλοιτο; λύσις· ἑκὼν οὐκ ἄν
δῶρα, ὁποῖα ἂν ᾖ παρὰ θεῶν, φησὶν, οὐδὲ ἀπόβλητά ἐστι διὰ τὸ μὴ
ὑπὸ τὴν ἡμετέραν κεῖσθαι ἐξουσίαν εἰς τὸ ἀποβαλεῖν. τὸ οὖν μὴ εἶναι
ἀπόβλητα μήτε ὑφʼ ἑκόντων ληπτέα εἴρηται, ὅτι οὐκ ἐν τῇ ἡμετέρᾳ
ἐξουσίᾳ κεῖται εἰς τὸ ἀποβαλεῖν ἢ λαβεῖν. ἀναιρεῖ δὲ καὶ ἑκάτερον
τὸ ἐφʼ ἡμῖν, ὡς μήτε ἐνὸν ἡμῖν αὐτὰ ἀποβαλεῖν ἐθελήσασι μήτε
λαβεῖν προθυμηθεῖσιν, ἄν τε ἀγαθὰ ἄν τε ἐναντία· καὶ ἔστιν ὁ
λόγος, ἃ θεοὶ διδόασι δῶρα, κἂν ἐρικυδέα ᾖ κἂν φαῦλα, οὔτε ἀπο-
βαλεῖν ἐφʼ ἡμῖν ἐστιν οὔτε λαβεῖν ἐφʼ ἡμῖν ἂν εἴη. τὸ γὰρ ἑκών ἐκ
κοινοῦ δεῖ καὶ πρὸς τὸ ἀποβαλεῖν ἀκοῦσαι καὶ πρὸς τὸ ἑλεῖν· οὐ γὰρ
ἑκὼν ἄν τις καὶ θέλων ἀποβάλοι οὐδʼ ἑκὼν ἄν τις καὶ θέλων λάβοι ἃ
ἐν τῇ τῶν κρειττόνων καὶ ὑπὲρ ἡμᾶς ὄντων ἐξουσίᾳ κεῖται. λύεται καὶ
κατὰ λέξιν· τὸ γὰρ ἑκών ἐπὶ τοῦ βουληθείς τιθέμενον δηλοῖ ὅτι καλὰ
μὲν τὰ δῶρα, οὐ μὴν ἅπαντα τῷ βουληθέντι ῥᾷστα ληφθῆναι.
68. ἄλλους μέν] ἐν σχήματι δηλοῖ ὅτι οὐ διὰ τὴν Μενελάου
δύναμιν δειλιᾷ, ἀλλὰ διὰ τὴν τῶν συμμαχούντων, καὶ διὰ τοῦτο μόνος
μόνῳ αἰτεῖ πολεμῆσαι.
69. αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον] βαρβαρικὸν τὸ μονομαχεῖν ἔθος. τὸ δὲ ἐπίθετον Μενελάου ποιητικόν.
70. ἀμφʼ Ἑλένῃ] πολεμοῦσιν, ἵνα ὁ μὲν λάβῃ ἅπερ ἀφῄρητο, ὁ
δὲ ἀσφαλῶς κτήσηται. εἰς δὲ τὸ νικήσῃ καὶ εἰς τὸ γένηται βραχὺ
διασταλτέον.
73. ταμόντες] διʼ ἐντόμων ποιησάμενοι, τουτέστι θυσιῶν.
74. ναίοιτε] διὰ τὸ νεμεσητὸν οὐκ εἶπε ναίοιμεν.
75. Ἀχαιίδα καλλιγύναικα] τὴν πᾶσαν Ἑλλήνων γῆν. τῷ δὲ ἔρωτι Ἑλένης τοιαύτην πᾶσαν εἶναι ὑπολαμβάνει.
76. ἐχάρη μέγα] εἰκότως ἥδεται· ἢ γὰρ νικήσει, ἢ ἀκλεοῦς ἀδελφοῦ ἀπαλλαγήσεται.
79. τῷ δʼ ἐπετοξάζοντο] πληροῦν γὰρ τούτῳ τὴν μάχην ᾤοντο· Ἀλεξάνδρου δὲ προϊόντος οὐδὲ φροντίζουσιν.
οἱ δὲ, ἀπὸ κοινοῦ τὸ ἔβαλλον· οἱ δὲ, τιτυσκόμενοι ἰοῖς ἐτόξαζον. τὸ τιτυσκόμενοι ἀντὶ τοῦ καταστοχαζόμενοι. σημαίνει δὲ καὶ τὸ ἑτοι- μάζομαι, ὡς τὸ “ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο” (Il. 8, 41), καὶ τὸ ψυχικῶς στοχάζεσθαι, ὡς τὸ “τιτύσκετο δὲ φρεσὶν ᾗσιν” (Il. 13, 518).
87. μῦθον Ἀλεξάνδρου] οἶδεν ἄδικα ἀξιῶν· διὸ Ἀλεξάνδρου φησὶν ἐρέειν, οὐχ ἑαυτοῦ λόγον, ἐλευθερῶν ἑαυτόν. ἐπιδυσχεραίνων δὲ αὐτῷ φησὶ τοῦ εἵνεκα.
94. τάμωμεν] μετὰ γὰρ τὴν ἱερείων τομὴν οἱ ὅρκοι συντελοῦνται.
95. καταπλήσσει αὐτοὺς τὸ ξένον, ὡς εἴ τις μοιχείας διωκόμενος
προκαλοῖτο τὸν ἄνδρα τῆς γυναικὸς εἰς μάχην, ὡς μετὰ τοῦ γυναίου
καὶ τὴν ψυχὴν ἀφελούμενος. Ἀγαμέμνων δὲ οὐδὲν φθέγγεται,
οὕτε προκινδυνεύειν τὸν ἀδελφὸν θέλων (φιλάδελφος γάρ) οὔτε ἀνα-
δύεσθαι· οὐ γὰρ ἔπρεπε γινομένης τῆς κρίσεως περὶ τῶν ὅλων. πρεπόν-
τως δέ πως οἱ πολλοὶ σιωπῶσιν· ἕνα γὰρ εἰς μάχην προεκαλοῦντο.
97. κέκλυτε] ἀκούσατέ μου, φησὶν, ὡς οὐδαμῶς μὲν ἐπὶ δικαίοις κινδυνεύσω, ἀλλὰ λυπούμενος ἐφʼ ὑμῖν καταπονουμένοις, καὶ ἵνα ἀπαλλάξω ὑμᾶς, τὸν ἀλυσιτελῆ ὑποδύομαι πόλεμον.
98. *φρονέω δὲ διακρινθήμεναι ἤδη] διὰ τί ὑποσχομένου τὴν
ἅλωσιν Ἰλίου συνθήκας ποιεῖται πρὸς Τρῶας; ῥητέον οὖν κατʼ ἐνίους
ὅτι οὐ πιστεύει τῷ ὀνείρῳ, κατὰ δέ τινας ὅτι οὐδὲν διέφερε καὶ ἑνὸς
μονομαχία. ἄλλως τε οὖν προστέτακται αὐτῷ καθοπλίσαι τοὺς
πάντας, οὐ μάχεσθαι.
100. εἵνεκʼ ἐμῆς ἔριδος] ἐπιεικῶς συγκατασπᾷ ἑαυτὸν ὡς προσ- φιλονεικήσαντα τῷ ἄρξαντι. ἀντέστρεψε δὲ τὴν τάξιν.
καταγνωστέος, φασὶν, Ἀλέξανδρος μαχόμενος περὶ ὧν ἔχει, καὶ Μενέλαος περὶ τῶν ἰδίων. ἀλλʼ ὁ μὲν εἶχε μὲν, οὐκ ἴδια δὲ, μάχεται δὲ ἵνα ἴδια γένηται· ὁ δὲ ἵνα τῶν ἰδίων κρατήσῃ, καὶ ὁ μὲν, ἵνα τὴν πόλιν ἐλευθερώσῃ, ὁ δὲ, ἵνα τὸ πρόστιμον ἀπαιτήσῃ.
*Πορφυρίου. διὰ τί τὸν Μενέλαον ἐποίησε μονομαχοῦντα; οὐδὲ γὰρ
ἐξ ἴσου ἦν ἡ μονομαχία. ὁ μὲν γὰρ Ἀλέξανδρος περὶ τῶν ἀλλοτρίων
ἐμάχετο, ὁ δὲ περὶ τῶν ἑαυτοῦ εἴχετο· ἡττηθεὶς δὲ τὰ ἑαυτοῦ ἀπέβα-
λεν. ὁ δὲ Ἀλέξανδρος νικήσας μὲν τὰ ἀλλότρια ἕξειν ἔμελλεν, ἡττηθεὶς
τῶν ἑαυτοῦ, ἵνα γένηται αὑτοῦ, ὁ δὲ Μενέλαος περὶ τῶν ἑαυτοῦ, ἀλλʼ
οὐχ ὧν ἐκράτει, ἀλλʼ ἵνα κρατήσῃ. ἔτι δὲ οὐ μόνον ἔδει αὐτὸν κομί-
σασθαι τὴν Ἑλένην καὶ τὴν κτῆσιν, ἀλλʼ ἔτι καὶ τιμὴν Ἀργείοις
ἀποτινέμεν ἥντινʼ ἔοικεν.
103. ἐὰν στίξωμεν εἰς τὸ ἄρνε, δυϊκὸν ἔσται, ἐὰν δὲ συνάψωμεν,
πτώσεως αἰτιατικῆς. ἀπὸ κοινοῦ τὸ νοούμενον. ταῦτα δὲ θύουσιν,
ἐπεὶ καρποφόρα τῇ τριχί· καὶ ἥλιος δὲ καὶ γῆ αἰτία τῶν καρπῶν.
διὰ τί δὲ οἱ Τρῶες γῇ καὶ ἡλίῳ; ὅτι ὁ κίνδυνος περὶ σωτηρίας τῆς
ἐν τῇ οἰκείᾳ. Ἕλληνες δὲ Διὶ, ἐπεὶ ξένιος· περὶ ξενίαν δὲ ἠδίκηνται.
μέλαιναν δὲ καὶ λευκὸν, ὅτι οἰκειότατα τὰ χρώματα ἑκατέρῳ τῶν
θεῶν. ἐπὶ δὲ Διὸς οὐκ εἶπέ τι χρῶμα· γῆν μὲν γὰρ καὶ ἥλιον ὁρῶ-
μεν, Δία δὲ νοοῦμεν μόνον.
105. Πριάμοιο βίην] συνετῶς ἀξιοῖ ὅρκους γενέσθαι, ὅπως εἰ μὲν στέργοιεν Τρῶες, εὖ ἔχοι, εἰ δὲ μὴ, ὁ θεὸς αὐτοῖς ἐκπολεμήσαι. ἐμφρόνως δὲ τῷ γέροντι τοὺς ὅρκους πιστεύει.
108. ἠερέθονται] ἀβέβαιοί εἰσι καὶ ἄστατοι. ἐπικαλύπτει δὲ τὴν ὕβριν, ἐφʼ ἅπαντας ἀνάγων τοὺς νέους τὸ ἔγκλημα.
109. περὶ Πριάμου ὁ λόγος· πεπείραται γὰρ αὐτοῦ. ἡ δὲ στιγμὴ
εἰ μὲν μετὰ τὸ μετέῃσιν εἴη, οὕτως ὁ νοῦς, τὰ παρόντα καὶ τὰ μέλ-
λοντα προορᾷ, ὅπως ἄμφω ἄριστα πραχθῇ· εἰ δὲ εἰς τὸ ὀπίσσω,
οὕτως, οἷς πάρεστιν ὁ γέρων εἰς τὸ νῦν καὶ τὸ μέλλον, ὅ ἐστιν ἑκά-
στοτε, προβλέπει τὰ ἄριστα.
114. τεύχεα] τὰς ἀσπίδας· αὗται γὰρ τελαμῶνας εἶχον, οὐκ ὄχανα.
121. * Ἶρις σημαίνει καὶ τὴν θεὸν, ὡς ἐνταῦθα, καὶ τὸ τόξον·
ἔστι δὲ νέφους ὑγρότης κατʼ ἔμπτωσιν ἡλίου πεποικιλμένη, οἷον τὸ
τόξον, ἢ αὐγαὶ ἀφʼ ὑγρῶν νεφῶν ἀνακεκλασμέναι, ἢ ἔμφασις ἡλίου
τμήματος ἢ σελήνης ἐν νέφει δεδροσισμένῳ κοίλῳ καὶ συνεχεῖ πρὸς
φαντασίαν ὡς ἐν κατόπτρῳ φανταζομένην κατὰ κύκλου περιφέρειαν.
121. ἐν ἀρχαῖς τῷ τῆς Ἥρας αὐτὴν ἐπιθέτῳ κοσμεῖ, Ἀργείας τε
ἄμφω καλεῖ· “Ἥρη τʼ Ἀργείη” (Il. 4, 8) καὶ “Ἀργείη Ἑλένη”
(Il. 6, 323). ἦλθε δὲ ἄγγελος δηλονότι παρὰ τοῦ Διός· οὐ γὰρ
αὐτάγγελος. θῆλυ δὲ θήλειϊ πείθεται· ἐρωτική τε ἡ Ἶρις, καὶ ἀεὶ
συμπαροῦσα τῇ Ἀφροδίτῃ. τινὲς δὲ αὐτῆς καὶ Ζεφύρου εἶναι λέγου-
σιν υἱὸν τὸν Ἔρωτα.
123. τὴν Ἀντηνορίδης εἶχε] οὔτε τῇ γαλόῳ δοτικῇ οὔτε τῇ
Ἀντηνορίδαο γενικῇ ὑπήντησεν, ἄλλως σχηματίζων τὸν λόγον.
ἠγάπα δὲ τὸ γένος τοῦ Ἀντήνορος ἡ Ἑλένη, ἐπεὶ πρώην ξένος ἦν
τῶν Ἑλλήνων. τὸ εἶχε ἀντὶ τοῦ ἧτινι συνῴκει.
125. ἐν μεγάρῳ] τοῦτο γὰρ ἐνδιαίτημα γαμηθεισῶν, χηρῶν δὲ καὶ παρθένων ὑπερῷον.
ἀξιόχρεων ἀρχέτυπον ἀνέπλασεν ὁ ποιητὴς τῆς ἰδίας ποιήσεως.
ἴσως δὲ τούτῳ τοῖς ὁρῶσιν ἐπειρᾶτο δεικνύναι τὴν Τρώων βίαν καὶ
τὴν Ἑλλήνων δικαίαν ἰσχύν.
126. δίπλακα] δίμιτον χλαῖναν. τὸ δὲ μαρμαρέην, τὴν λαμ- πράν· συνῳδὸν δὲ τοῦτο τῷ “ἰοδνεφὲς εἶρος ἔχουσα” (Od. 4, 135) καὶ τῷ “φάρεʼ ὑφαίνουσʼ ἁλιπόρφυρα.”
128. οὕς ἑθεν] ἐγκλιτικῶς, τὸ δὲ ἐμέθεν καὶ σέθεν μόνα ὀρθοτο- νοῦνται παρʼ αὐτῷ.
130. θέσκελα] θεοείκελα, ὡς θεόφατα θέσφατα· μετὰ γὰρ τὴν συγκοπὴν ὁ πλεονασμός. τὸ δὲ δεῦρο ἀντὶ τοῦ ἄγε.
132. οἳ] τοῦτο τὸ οἳ ὑποτακτικόν ἐστιν ἄρθρον, τὸ δὲ ἑξῆς (134)
ἀντωνυμικόν.
134. διὰ μέσου τὸ πόλεμος δὲ πέπαυται, ἵνʼ ᾖ οἳ δὴ νῦν ἕαται σιγῇ ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγε· πόλεμος δὲ πέπαυται· αὐτὰρ Ἀλέξανδρος.
135. ἀσπίσι κεκλιμένοι] ὑπὸ τῆς ἀπορρίψεως τῶν ὅπλων ἐμποδι-
ζόμενοι πολεμεῖν.
138. ὅτι οὐ μνησικακήσει ὁ λαβών. τὸ δὲ κεκλήσῃ ἀντὶ τοῦ ἔσῃ, ὡς τὸ “σὴ παράκοιτις κέκλημαι” (Il. 4, 60).
140. ἀνδρός τε προτέροιο] ἀγνοεῖ τὴν Θησέως ἁρπαγὴν ὁ ποιητὴς,
141. ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν] οὗτος γὰρ σώφρονι γυναικὶ
κόσμος· καὶ ποικίλλειν γοῦν εἰδυῖα οὐκ ἠμπίσχετο ποικίλα. ὀθόνη δὲ
ὁ ἑανός, ὃν καὶ πέπλον καλεῖ.
142. δάκρυ χέουσα] δακρύει ὑπὲρ Μενελάου δεδοικυῖα, ἢ καὶ τῇ μνήμῃ αὐτοῦ μόνῃ συγχεῖται.
143. οὐκ οἴη] στικτέον εἰς τὸ οἴη, καὶ τὸ ἑξῆς ἀσύνδετον.
144. εἰ μὲν ὁμωνυμία ἐστὶν, ἐατέον· εἰ δὲ οὒ, στικτέον ἐν τῷ Αἴθρη καὶ τὸ ἑξῆς συναπτέον. πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἂν τοσούτων οὖσα ἐτῶν ἀμφιπολεῖν ἠδύνατο.
*Πορφυρίου. ἀδύνατόν φασι τὴν Αἴθρην ἔτι ζῆν καὶ ἀμφιπόλου
τάξιν ἔχειν, εἴπερ ὁ μὲν Θησεὺς ἀρχαῖός ἐστιν (“ἔνθα κʼ ἔτι προτέ-
ρους ἴδον ἀνέρας οὓς ἔθελόν περ, Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα
τέκνα” Od. 11, 630), ἡ δὲ ἀμφίπολος ἐπὶ νέας τάτετται. ἡ δὲ
λύσις ἐκ τῆς λέξεως, ἢ ὅτι ὁμωνυμία ἐστὶ τῆς Αἴθρας, ἢ ὅτι ἡ
ἀμφίπολος οὐ πάντως νέα· “γρηΐ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε
πόσιν τε παρτίθει” (Od. 1, 191).
145. *Σκαιαὶ πύλαι] Σκαιαὶ προσηγορεύθησαν ἢ ἀπὸ Σκαιοῦ τοῦ κατασκευάσαντος αὐτὰς, ἢ ὅτι ἐν τοῖς σκαιοῖς καὶ ἀριστεροῖς μέρεσι τῆς πόλεως κεῖνται. ἢ ἀπὸ τοῦ σκαιῶς βουλεύσασθαι τοὺς Τρῶας· τὸν γὰρ δούρειον ἵππον κατὰ ταύτας ἐδέξαντο τὰς πύλας. αὗται δὲ καὶ Δαρδάνειοι προσαγορεύονται.
148. Οὐκαλέγων τε καὶ Ἀντήνωρ] μεταβὰς ἐπὶ ἕτερον γένος καὶ τὴν πτῶσιν ἤλλαξεν. Ἀττικὸν δὲ τὸ ἀπὸ αἰτιατικῆς εἰς εὐθεῖαν μεταβαίνειν.
149. δημογέροντες] οἱ γέρας ἐν τῷ δήμῳ ἔχοντες. ἀπὸ δὲ τούτων τῶν ἐνδόξων τοὺς πάντας δηλοῖ.
150. γήραι] ἐντελῶς μὲν τῷ γήραι, γράφεται δὲ καὶ τῷ γήρεϊ, ὡς οὔδεϊ.
151. δύο γὰρ οἶδεν ἀνδρῶν καλλίστας ἀρετάς· “βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων” (Il. 2, 273).
τεττίγεσσιν] ἄναιμα καὶ ψυχρὰ ταῦτα τὰ ζῷα. οἱ δὲ ἄρρενες ᾄδουσιν ἐφʼ ὑψηλῶν καθήμενοι τόπων διὰ τὸ θέρεσθαι.
*Τιθωνοῦ τοῦ Λαομέδοντος, Πριάμου δὲ ἀδελφοῦ, ἠράσθη Ἡμέρα,
ἐξ οὗπερ ἐποίησεν υἱὸν Μέμνονα. μακρῷ δὲ βίῳ δαπανηθέντος ἐκείνου,
μετέβαλεν αὐτὸν εἰς τέττιγα ἡ θεός. διὸ δὴ τοὺς συγγενεῖς αὐτοῦ
δημογέροντας τέττιξιν εἰκάζει ὁ ποιητής. ἱστορεῖ ὁ Ἑλλάνικος.
152. λειριόεσσαν] παρὰ τὰ λείρια, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ ἀκουόμενα. οἱ δὲ τὴν ἐκ δρόσου ὡς βοτάνην ἀνθοῦσαν.
155. ἦκα] αἰσχύνην γὰρ αὐτοῖς ὁ λόγος ἔφερε, παρʼ ὥραν κάλλος
γυναικὸς θαυμάζουσιν. καὶ ἄλλως φιλαλήθης ἡ μὴ κατὰ πρόσωπον
μαρτυρία.
156. οὐ νέμεσις] οὐ νεμεσητὸν, ὡς τὸ “οὐχ ὁσίη” (Od. 22. 412) ἀντὶ τοῦ οὐχ ὅσιον.
158. αἰνῶς] ἀντὶ τοῦ λίαν, ὡς τὸ “αἰνῶς γὰρ κεφαλήν τε καὶ
ὄμματα ἐκείνῳ ἔοικεν.” οὐκ ὀρθῶς οὖν τινὲς τὸ αἰνῶς τῷ πάσχειν
ἅπτουσιν.
160. ἡμῖν] ὀρθοτονητέον τὴν ἡμῖν· μόλις δὲ ἀνακαλοῦνται τοῦ πάθους τὸν λογισμόν.
161. ἐκαλέσσατο φωνῇ] ἐφώνησεν, ἀλλʼ οὐ διʼ ἀγγέλου ἐκά-
λεσεν. φίλον δὲ τέκος, ἵνα μὴ ὑπονοοῦσά τι ἐν αὐτοῖς δεινὸν
ἀποστραφῇ.
162. *δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο] διὰ τί ἡ
Ἑλένη ἐπὶ τὴν θεὰν ἀφικνεῖται καὶ ταύτην ὁ Πρίαμος τὰ περὶ τῶν
Ἑλλήνων πυνθάνεται; διὰ τί τε ἐννέα ἤδη τῶν τοῦ πολέμου παρῳ-
χηκότων ἐτῶν ὁ Πρίαμος ἀγνοεῖν φαίνεται τοὺς ἡγεμόνας τῶν
Ἑλλήνων πάντως πολλάκις ἑωρακὼς αὐτοὺς ἐκ τοῦ τείχους, ὥσπερ
καὶ νῦν ὑπόκειται, καὶ δυνηθεὶς ἂν καὶ ἐξετάσαι καὶ μαθεῖν περὶ
ἑκάστου; ῥητέον δὲ ὅτι τοῦ Ἀχιλλέως συντεταγμένου τοῖς Ἕλλησι
καὶ τῶν Τρώων ἐν τῇ πόλει καθειργμένων ἔφοδοι ἐγίνοντο ἔνοπλοι
καὶ τὰ μὲν ὀνόματα γνῶναι ἠδύνατο τῶν ἀρίστων ὁ Πρίαμος καὶ
αὐτοὺς ἐνόπλους θεάσασθαι, ἐπὶ συνθήκας δὲ καὶ διάλυσιν τοῦ
πολέμου τοιαύτην μὴ ἐληλυθότων πρότερον, ἀλλὰ καὶ τῶν ἐκ προ-
κλήσεως μονομαχίων οὐ μετʼ ἐκεχειρίας τῶν ἄλλων γινομένων καὶ
διὰ τοῦτο ἐνόπλων ἀλλήλοις ἀεὶ ἀναμιγνυμένων ὁ ποιητὴς ἐπινοήσας
Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν” (Il. 13, 130. 131). τί οὖν τὸ
θαυμαστόν; ὅτι “οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα, —
οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται” (Il. 3, 132—134).
γυμνῶν οὖν γενομένων νῦν πρῶτον ἥ τε τῆς Ἑλένης θέα ἐπὶ τῷ
παραδόξῳ τῆς εἰρήνης καὶ τῆς γυμνητείας τῶν ὅπλων οὐκ ἄλογος,
καὶ ὁ ἐγειρόμενος ὑπὸ ἐκλύσεως τοῦ φόβου πεπαυμένου ἵμερος τοῦ
πολέμου οὐκ ἄλογος, ἥ τε ἐξέτασις τοῦ Πριάμου εὔκαιρος καὶ λόγον
ἔχουσα τανῦν. ἔτι καὶ νῦν αὐτοὺς γυμνοὺς ἄτερ ὅπλων θεώμενος
δύναται ἐξετάσας παρὰ τῆς ὁμοεθνοῦς ἕκαστον· διὸ καί φησι
“τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ, αὐτὸς δὲ κτίλος ὥς” (Il. 3, 195).
καὶ πρὸς τοῦτο οὖν ἡ τῆς Ἑλένης εἰς τὸ τεῖχος παρουσία εὐλόγως
ᾠκονόμηται. ὅτι δὲ ἐκ τῶν ὅπλων ἐνῆν πλανηθῆναι τοὺς ἀπὸ τῶν
ὅπλων σημαινομένους ἕκαστον δηλοῖ τὰ ἐπὶ τοῦ Πατρόκλου, ὃς
ἐνδύσασθαι τὰ Ἀχιλλέως ὅπλα ἐδεήθη “αἴ κέν πως αὐτόν γε ἐΐσ-
κοντες τῷ Ἀχιλλεῖ ἀπόσχωνται πολέμοιο Τρῶες” (Il. 16, 41).
οὕτως οὐκ ἦν τὸν ἀπὸ τῶν ὅπλων τινὰ δοξάζοντα ἤδη καὶ ὄντως
γινώσκειν αὐτόν· ὅτι γὰρ ἀπὸ τῶν ὅπλων ἐδόξαζον τοὺς πολεμοῦντας
δηλοῖ καὶ ὁ Κεβριόνης ὅταν λέγῃ τῷ Ἕκτορι “νῶϊ μὲν ἐνθάδʼ
ὁμιλέομεν Δαναοῖσιν· οἱ δὲ δὴ ἄλλοι Τρῶες ὀρίνονται, Αἴας δὲ
κλονέει Τελαμώνιος, εὖ δέ μιν ἔγνων· εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει
σάκος” (Il. 11, 523 527)· καὶ πάλιν “Τυδείδῃ μιν ἔγωγε
δαίφρονι πάντα ἐΐσκω ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ”
(Il. 5, 181. 182). εἰ μὲν οὖν καθωπλισμένων αὐτῶν ἡ ἐξέτασις
ἐγίνετο, ἄλογός γε ἂν διὰ τοῦ τοσούτου χρόνου γενομένη πρός τε
τὴν Ἑλένην διατιθεμένη, δέον πρός τινα τῶν τὸν πόλεμον κατατι-
θέντων· ἐπεὶ δὲ γυμνοὶ καὶ ἄνοπλοι τότε γεγένηντο, οὕτε ἡ ἐξέτασις
163. πηούς] πηοὶ οὐχ οἱ κυρίως, ἀλλὰ οἱ ἐπείσακτοι συγγενεῖς καὶ ἐπίκτητοι.
164. οὔτι μοι αἰτίη ἐσσί] πατρικήν πως σώζων διάθεσιν κατὰ τὸν λόγον οὔ φησιν αὐτὴν αἰτίαν· πῶς γάρ;
165. ἐφώρμησαν] ἐμφαντικῶς ἀπὸ τῶν θηρευτικῶν κυνῶν φησὶ τὸ ἐφώρμησαν. δῆλον δʼ ὅτι τοὺς Ἕλληνάς φησιν.
166. *ἐζήτηται πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει πυνθάνεται περὶ
τῶν ἀρίστων. ὅτι ἐπειδὴ πρότερον περὶ τὰς ἀστυγείτονας πόλεις
ἐπλανῶντο, ὡς που καὶ ὁ ποιητής φησιν “κατὰ ληΐδʼ ὅπη ἄρξειεν
Ἀχιλλεύς” (Od. 3, 106)· νῦν δὲ προσκάθηνται τῇ Ἰλίῳ. ἢ ὅτι
πρῶτον μὲν οὐκ ἦγε σχολὴν πυθέσθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέως
ἰσχυρῶς αὐτοῖς ἐγκειμένου καὶ μόνον ἑαυτὸν αὐτοῖς ἐπιδεικνύντος
καὶ τῷ φόβῳ κατακλείστους ποιοῦντος· τότε γὰρ ὁ Πρίαμος οὐ
περὶ τούτων ἐφρόντιζεν, ἀλλὰ περὶ τοῦ σώζεσθαι τὴν πόλιν. νῦν
δὲ μηνίοντος ἐκείνου καὶ τῆς μάχης ἰσορρόπου γεγενημένης, ὡς
καὶ τοῦ τείχους χωρίς πολεμεῖν τοὺς Τρῶας, εἰκότως περὶ αὐτῶν
πυνθάνεται. ἕτεροι δέ φασιν ὅτι ἀπὸ τῆς πανοπλίας καὶ τῶν ἵππων
αὐτοὺς ἐγνώριζον, ὡς καὶ Πάνδαρος ἐπὶ τοῦ Διομήδους λέγει
“ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ” (Il. 5, 182)· πρότερον
δὲ οὐ τεθέατο ἐνόπλους πάντας ὡς νῦν.
πῶς ἐν ταῖς πρώην πρὸ τείχους γενομέναις συμβολαῖς οὐ παρε-
κάλεσε Πρίαμος παρʼ Ἑλένης μαθεῖν τοὺς ἀρίστους; ὅτι ἐνόπλων
αὐτῶν προσβαλλόντων τῷ τείχει δυσχερὲς ἦν ἐπισημήνασθαι αὐτοὺς,
καὶ τῶν ὅπλων πολλάκις δυναμένων ἀπατᾶν, ὡς καὶ ἐπὶ Πατρόκλου
“καί τοι τεύχεα καλὰ δότω, αἴ κέ σε τῷ γʼ ἴσκοντες ἀπόσχωνται”
(Il. 11, 798). συνήρτηται δὲ τοῦτο τῷ πρώτῳ, ὄφρα ἴδῃς πρότερόν
τε πόσιν, ὥς μοι τόνδʼ ἄνδρα, ἵνʼ ᾖ τὸ ὡς ἀντὶ τοῦ ἵνα. τινὲς δὲ τὸ
ὡς ἀντὶ τοῦ εἴθε καὶ τὸ ὀνομήνῃς ἀντὶ τοῦ ὀνομήναις.
172. αἰδοῖός τέ μοι] εὐφυῶς τὸ τῆς δυσαρεστήσεως ἰάσατο,
φάσκουσα τὸ μέν τι αὐτὸν αἰδεῖσθαι, τὸ δέ τι καὶ φοβεῖσθαι. ἐπεὶ
δὲ αὐτὴν τέκος αὐτὸς εἶπε, καὶ αὐτή φησιν ὅτι πατρικὴν αἰδῶ καὶ
173. ὡς ὄφελεν θάνατός μοι ἁδεῖν] ὤφειλεν ἐν ἐμοὶ τερφθῆναι. εἰ δὲ ἀρέσαι λέγοι, δῆλον ὡς ἐρασθεῖσα ἠκολούθησεν Ἀλεξάνδρῳ, ἀλλὰ μὴ ἀπατηθεῖσα.
175. * ὁ Πορφύριος ἐν τοῖς Ὁμηρικοῖς ζητήμασιν οὕτω φησὶν, ἐρα-
τεινὴν εἶναι παῖδα τὴν Ἑρμιόνην. ὁ δὲ Ἀρίαιθος Ἑλένης καὶ Μενελάου
ἱστορεῖ παῖδα Μοράφιον, ἀφʼ οὗ τὸ τῶν Μοραφίων γένος ἐν Πέρσαις,
ὁ δὲ Κιναίθων Νικόστρατον. οἱ δὲ Λακεδαιμόνιοι δύο παῖδας Ἑλένης
τιμῶσι, Νικόστρατον καὶ Αἰθιόλαν. καταχρηστικῶς δὲ εἶπε τηλυ-
γέτην· κυρίως γὰρ τηλύγετοι καλοῦνται οἱ τηλοῦ τῆς γονῆς ὄντες
παῖδες, ὅ ἐστιν ἐκ γεροντικῆς ἡλικίας σπαρέντες· δοκεῖ γὰρ τὰ
μετὰ ἀπόγνωσιν τῆς παιδοποιίας γεννώμενα μᾶλλον ἀγαπᾶσθαι.
179. ἀμφότερον] τοῦτο συναπτέον τῷ ἀγαθός, ἵνʼ ᾖ κατʼ ἄμφω
ἀγαθός· καὶ τὸν ἰσχυρὸν γὰρ ἀγαθόν φησιν. μέγιστα δὲ πρὸς βασι-
λείαν ταῦτα, τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην πραγμα-
τευόμενα. τοιοῦτος δὲ Ἀγαμέμνων, ὑπὸ μὲν Ὀδυσσέως καὶ Διομήδους
ἐνίοτε ὑβριζόμενος, ὑπὸ δὲ Ἀδράστου ἱκεσίαν οὐ δεχόμενος.
180. ἐμὸς ἔσκε κυνώπιδος] πρὸς τὴν σημασίαν ὑπήντησε· τοῦ
κυνώπιδος καὶ τὸ ἐμός. δαὴρ γὰρ ἐμοῦ τῆς κυνώπιδος. ἢ οὕτως· εἴ
ποτʼ ἔην δαὴρ, ἐμὸς ἔην. τούτου δὲ τὸ θηλυκὸν οὐ δάειρα, ἀλλὰ
γάλως. διὰ δὲ τοῦ δαέρος λεληθότως τὸν ἄνδρα ὀλοφύρεται.
182. ὦ μάκαρ] ἱκανὸς πρὸς πίστιν ὁ παρὰ τῶν ἐχθρῶν οὐ κατὰ πρόσωπον γινόμενος ἔπαινος. σημειώσαιο δʼ ἂν ὡς κατὰ πρόσθεσιν συλλαβῆς ηὔξηται μετʼ ἐκπλήξεως ὁ ἔπαινος κλιμακηδόν.
184. Φρυγίην] τὴν παρὰ Σαγγαρίῳ, ἥ ἐστι μεγάλη· ἡ γὰρ μικρὰ παρὰ τῇ Τροίᾳ.
186. λαοὺς Ὀτρῆος] λαοὺς τοὺς ἐπικούρους φησὶν, ὡς τὸ “λαοὶ δʼ Ἀτρείδεω Ἀγαμέμνονος” (Od. 9, 263).
187. παρʼ ὄχθας Σαγγαρίοιο] διὰ τούτου τὸ μῆκος ἴσως τοῦ
ποταμοῦ δηλοῖ· διιὼν γὰρ φρυγίαν ἔξεισι διὰ Βιθυνίας.
188. ἐπίκουρος ἐὼν] ἴσως γὰρ διὰ τούτου καὶ τοῦ γάμου τῆς Ἑκάβης ἠξίωται.
189. Ἀμαζόνες] παρὰ τῷ Θερμώδοντι αὗται ᾤκουν. αἱ δὲ ἐπι-
φανεῖς αὐτῶν Ἱππολύτη, Ἀντιόπη ἣν ἥρπασε Θησεὺς, Ἀναία,
Ἀνδρομάχη, Γλαύκη, Ὀτρηρὴ, ἧς Πενθεσίλεια, ἅς φασιν ἐπὶ
πυριπνόων ἵππων μαχομένας ληΐζεσθαι τοὺς περιχώρους, καταδρα-
μεῖν τε ὕστερον τὴν Φρυγίαν λείας ἕνεκεν ἐπὶ Μύγδονος τοῦ Ἄκ-
μωνος καὶ Ὀτρέως τοῦ Δύμαντος. ὠνομάσθησαν δὲ παρὰ τὸ μὴ
ἔχειν τὸν ἕτερον τῶν μαζῶν (ἐπυράκτουν γὰρ αὐτὸν πρὸς τὸ μὴ
ἐμποδίζεσθαι ἐν τῇ τοξείᾳ) ἢ παρὰ τὸ μὴ χρῆσθαι μάζαις, χελώναις
δὲ καὶ ὄφεσι καὶ σαύραις. ἀντιάνειραι δὲ αἱ ἴσαι ἢ ἐναντίαι τοῖς
ἀνδράσιν.
190. ἑλίκωπες] ἀξιοθέατοι, εὐγενεῖς τὴν θέαν. οὐκ ἀλόγως δὲ
αὔξει τοὺς Ἕλληνας· τῶν γὰρ πλειόνων καὶ κρατῆσαι καλὸν καὶ
ἡττᾶσθαι οὐκ ἐπονείδιστον.
196. * κτίλος ὥς] ὡς πρᾶος καὶ χειροήθης κριὸς, ἀφηγούμενος τῆς ποίμνης. εἴρηται δὲ κτίλος ἀπὸ τοῦ ἄγειν τὰ λοιπὰ θρέμματα, οἱονεὶ ἀκτίλος τις ὢν, παρὰ τὸ ἄγω ἢ παρὰ τὸ κίειν.
ἐπιπωλεῖται στίχας] περιφοιτᾷ, μή πώς τις δόλος εἴη κατὰ τὴν
στρατιάν. στὶξ δὲ τὸ ἐκ δύο φαλάγγων, ὅ ἐστι σμ΄ ἀνδρῶν.
197. πηγεσιμάλλῳ] μελανομάλλῳ· οὗτος γὰρ ἐν λευκῷ τῷ ποιμνίῳ διάδηλος ἔσται. τῷ πραοτάτῳ δὲ εἴκασται διὰ τὸ ἀτάρα- χον.
*Πορφυρίου. ἐκ τοῦ πηγόν τὸ μέλαν· “κύματι πηγῷ” (Od. 5,318).
ἐξ ἀντικειμένου δέ φησιν ἐπʼ αὐτοῦ “ὅς τʼ ὀίων μέγα πῶ ϋ διέρχεται
ἀργεννάων.” ἐν λευκοῖς δὲ ὁ μέλας διαφορώτερος. καὶ τοὺς ἵππους
τοὺς πηγοὺς ἀθλοφόρους λέγει, παρʼ ὅσον οἱ περὶ ἱππικῆς γράψαντές
φασι πρὸς ἀρετὴν ἵππων ἀρίστους εἶναι τοὺς μέλανας. καὶ τὸ κῦμα
198. ὀΐων] ὁ μὲν Ἀρίσταρχος οἰῶν ὡς αἰγῶν, ὁ δὲ Ἡρωδιανὸς
ὀΐων ὡς δαΐδων, λέγων ὡς οὐ κλίνει τὸ μονοσύλλαβον ὁ ποιητὴς, εἰ
μὴ μέτρον κωλύσειεν.
200—202. ἐν βραχεῖ τὸ ἐπίγραμμα πάντα ἔχει. μετὰ ἐπαίνων δὲ περὶ ἑκάστου ἐκτίθεται διὰ τὸ προσπεπονθέναι τῷ Ἑλληνικῷ.
201. κραναῆς] καὶ λυπρὰ γὰρ χωρία πέφυκεν ἀρίστους ἄνδρας
ἐκφέρειν. ᾔδει δὲ τούτους ὡς ξενισθέντας παρʼ αὐτῇ, ὃ διὰ τὸ
προσκορὲς ἐπὶ μόνου Ἰδομενέως ἐσήμανεν. ὅτε γὰρ ἐκ Τενέδου
ἐπρεσβεύοντο οἱ περὶ Μενέλαον, τότε Ἀντήνωρ ὁ Ἱκετάονος ὑπε-
δέξατο αὐτοὺς, καὶ δολοφονεῖσθαι μέλλοντας ἔσωσεν· ὅθεν μετὰ τὴν
τῆς Τροίας ἅλωσιν Ἀγαμέμνων ἐκέλευσε φείσασθαι τῶν οἰκείων
Ἀντήνορος, παρδάλεως δορὰν ἐξάψας πρὸ τῶν οἴκων αὐτοῦ.
202. παντοίους τε δόλους] εἰσὶ γὰρ καὶ καλοὶ καὶ κακοί.
203. Ἀντήνωρ πεπνυμένος] ὁ ἄρχων τὸν ἄρχοντα καὶ ὁ ῥήτωρ τὸν ῥήτορα ἐπαινεῖ.
206. σὺν ἀρηϊφίλῳ Μενελάῳ] οὐ ῥιψοκινδύνως Μενέλαος ἔρχεται,
ἀλλʼ ἤν πως αἰδεσθῶσιν ὡς παθόντα. εἰ γὰρ Ἑλένης χάριν ὁ πόλε-
μος γέγονε, πόσῳ μᾶλλον εἰ Μενέλαος ἀνῄρητο; Ὀδυσσεὺς δὲ ὡς
συνετὸς σκοπῆσαι τὰ βαρβάρων, ὅπως ῥώμης ἔχοιεν. ἀλλʼ οὐχὶ
Νέστωρ· οὐ γὰρ μόνον συνετοὺς, ἀλλὰ καὶ δραστηρίους πρεσβεύε-
σθαι δεῖ.
*πρὸ δὲ τοῦ στρατεῦσαι τοὺς Ἕλληνας εἰς Τροίαν ἦλθον πρέσβεις
Ὀδυσσεὺς καὶ Μενέλαος, ἀπαιτοῦντες τὴν Ἑλένην. τῶν ἄλλων οὖν
μεθʼ ὕβρεως αὐτοὺς ἀποδιωξάντων μόνος ὁ Ἀντήνωρ ξενίζει φιλοφρό-
νως. καὶ δολοφονεῖσθαι μέλλοντας σώζει· ὅθεν μετὰ τὴν τῆς Τροίας
ἅλωσιν Ἀγαμέμνων ἐκέλευσε φείσασθαι τῶν οἰκείων Ἀντήνορος,
παρδάλεως δορὰν ἐξάψας πρὸ τῶν οἴκων αὐτοῦ.
212. ἀλλʼ ὅτε δὴ μύθους] τρεῖς οἶδε τρόπους ῥητορείας Ὅμηρος,
τὸν βραχὺν καὶ ἀπολελυμένον καὶ ἱκανὸν αὐτὰ τὰ ἀναγκαῖα παρα-
στῆσαι, ὃν Λυσίας ἐζήλωσεν· τὸν ὑψηλὸν καὶ καταπληκτικὸν καὶ
213. παρατρέχων τὰ πολλὰ, καὶ τὰ καίρια μόνον λέγων· οἱ γὰρ
νέοι, ἀπειρότεροι τοῦ τὰ πλείονα καὶ συμφέροντα λέγειν ὄντες, τὸ
ἀνθηρὸν μόνον καὶ χαρίεν διώκουσιν.
215. ἢ] ἀντὶ τοῦ εἰ. τινὲς δὲ εἰς τὸ ἀφαμαρτοεπής στίζουσι τε- λείαν, εἶτα καὶ περισπῶσι τὸν ἤ μετʼ ἐπιτάσεως· καίτοι νεώτερος ἦν.
216. ἀναίξειεν] τὸ πρόθυμον δηλοῖ τῆς ἐγέρσεως πρὸς κατά- πληξιν.
217. στάσκεν] ὅτι οὐκ ἀσχημονεῖν ἔν τινι δημηγοροῦντα δεῖ, ἀλλὰ
καὶ τὴν στάσιν τῶν ἐρούντων μεμελετημένην εἶναι· οἶδε γὰρ καὶ
αὕτη πολλάκις ὑπόνοιαν εἴς τι κινεῖν. ῥητορικὴ οὖν ἡ στάσις αὐτοῦ.
ἀφροσύνην δὲ σχηματίζεται πρὸς τὸ μὴ ὑπονοεῖσθαι παρὰ τοῖς ὁρῶ-
σιν, οἷα εἰκὸς Μενελάου τὰς οἰκείας βλάβας ἐκθεμένου τεταράχθαι
τὴν ἀγοράν· τῇ εἰς ἑαυτὸν οὖν ἐπιστροφῇ καταρτίζει τοὺς ὁρῶντας.
219. ἀΐδρεϊ] ἀπὸ τοῦ ἄϊδρις· ἀλλὰ διὰ τὴν εὐφωνίαν τὸ δεύτερον ῑ μετατέθειται.
220. ζάκοτον διὰ τὸ ὑπόδραξ ὁρᾶν, ἄφρονα δὲ διὰ τὸ ἀκίνητον τοῦ σκήπτρου.
221. μεγάλην] διὰ τὸν θόρυβον τῶν Τρώων, ἢ διὰ τὴν κατάπληξιν τῶν ἀδικιῶν.
222. νιφάδεσσιν ἐοικότα χειμερίῃσιν] ἡ εἰκὼν ἀφορᾷ πρὸς τὸ
τάχος τῆς ῥητορείας. διὰ μὲν γὰρ τοῦ πλήθους δηλοῖ τὸ πυκνὸν τοῦ
λόγου, διὰ δὲ τοῦ λευκοῦ τὸ σαφὲς, διὰ τῆς νιφάδος τὴν φρίκην τῶν
ἀκουόντων. καὶ αἱ μὲν χειμέριαι ἁπαλαὶ, αἱ δὲ ἐαριναὶ ἐκκόπτουσι
τοὺς καρπούς.
224. οὐχ οὕτως ἐπὶ τῇ μορφῇ τότε ἐθαυμάσαμεν, ὅσον ἐπὶ τῷ λόγῳ ἐξεπλάγημεν.
225. τὸ τρίτον αὖτʼ Αἴαντα] μετὰ τὴν τῆς φρονήσεως τάξιν τὴν
τῆς ἀνδρείας τέταχεν· Ὀδυσσεὺς μὲν γὰρ φρονιμώτερος, Αἴας δὲ
ἀνδρειότερος.
229. πελώριος, ἕρκος Ἀχαιῶν] πελώριος οὗτος διὰ τὸν ἕτερον
230. θεὸς ὥς] τῷ κάλλει. τὸ δὲ Κρήτεσσι προσέθηκεν, ὅπως φανῇ μὴ δελεασθεῖσα. ἢ τοῖς τρόποις αὐτὸν ἐχαρακτήρισεν ὡς εἰδυῖα τῇ συνεχεῖ ξενίᾳ.
235. οὕς κεν εὖ γνοίην καὶ τοὔνομα μυθησαίμην] ἀντὶ τοῦ γινώσκω καὶ μυθοῦμαι.
τοῦτό φησιν ὡς πάντη μὲν ἐκπετάσασα τὴν θέαν, οὐδαμῆ
δὲ ἰδοῦσα. πῶς δὲ οὐκ ἐρωτηθεῖσα προβάλλεται τὰ περὶ τῶν ἀδελ-
φῶν; δῆλον οὖν ὅτι προοικονομεῖ ὁ ποιητὴς, βουλόμενος εἰπεῖν τὴν
ἀφάνειαν αὐτῶν. ἠγνόει δὲ τὰ περὶ αὐτῶν ἴσως μὴ συγχωρουμένη
συντυγχάνειν τοῖς αἰχμαλώτοις.
*ἀπίθανον εἶναι δοκεῖ ἐννέα ἐτῶν διελθόντων τοῖς Ἕλλησιν ἐν
Ἰλίῳ μηδένα τῶν βαρβάρων ἀπαγγεῖλαι τῇ Ἑλένῃ περὶ τῶν ἀδελ-
φῶν, εἴτε καὶ αὐτοὶ ἀφίκοντο εἰς τὸν πόλεμον, εἴτε ὅλως οὐκ ἦλθον
εἰς τὴν Τροίαν, ἢ ἐλθόντες οὐκ ἐξῆλθον εἰς τὴν μάχην· οὐ γὰρ ἐνῆν
τοιούτους ὄντας μὴ οὐχ ὑπὸ πάντων γινώσκεσθαι, παρόντας εἰς τὴν
Τροίαν. λέγει δὲ Ἡρακλείδης ὅτι ἄλογον ἦν ὄντως τοῦτο, εἰ δια-
τελεσάντων ἐν τῇ Τροίᾳ πάντων Ἑλλήνων ἐννέα ἔτη μηδὲν περὶ τῶν
ἀδελφῶν ἔσχεν Ἑλένη λέγειν· εἰ δὲ οὐ πάντες ἦσαν οἱ στρατεύ-
σαντες ἐν Τροίᾳ, ἀλλʼ οἱ μὲν περὶ Λέσβον καὶ τὰς ἄλλας νήσους ἃς
οἱ Κᾶρες εἶχον ἐπόρθουν, πόλεις δὲ καὶ τῶν ἐν τῇ ἠπείρῳ, οὐδὲν ᾔδει
εἰ ἐστράτευσαν ἢ οὔ. πιθανώτερον δὲ προσθεῖναι ὅτι ἠφανισμένων
τοῦ Κάστορος καὶ τοῦ Πολυδεύκους καὶ δοκούντων τεθνάναι, διὰ τὸ
μὴ εἰδέναι τοὺς ἀνθρώπους τὸ συμβεβηκὸς, μήτε εἰ ἐτεθνήκεισαν
μήτε εἰ ἔτι εἰσὶν, οὐκ ἀνηγγέλλετο τῇ Ἑλένῃ περὶ αὐτῶν. οὐδὲ γὰρ
τὰ δυσχερῆ οἱ βάρβαροι τοῖς δυνάσταις πάντα εἰσὶν εἰθισμένοι
ἀπαγγέλλειν. καὶ τούτου πολλὰ παραδείγματα λέγειν ἔστιν· ἔτι
γὰρ καὶ νῦν χρῶνται τῷ ἔθει. οὐδὲν οὖν ἐκώλυεν ἀμφιδοξεῖν περὶ
αὐτῶν τὴν Ἑλένην.
*δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν] διὰ τί τὴν Ἑλένην
πεποίηκεν ἀγνοοῦσαν περὶ τῶν ἀδελφῶν ὅτι οὐ παρῆσαν δεκαετοῦς
ὅπως τὸ ἦθος βελτίων φανῇ καὶ μὴ πολυπραγμονοίη, οὐδὲ τοὺς
ἀδελφοὺς ἤδει ὅπου εἰσί. φαίνεται δὲ πάντα καὶ λέγουσα καὶ οἰκονο-
μοῦσα, ὅπως ὅ τε Πρίαμος καὶ οἱ ἄλλοι πεισθῶσι Τρῶες ὅτι ἀκούσιος
καὶ παρὰ γνώμην αὐτῆς ἡ εἰς τὴν Ἴλιον γέγονεν ἄφιξις. οὕτω γὰρ τοῦ
Πριάμου εἰπόντος “οὔτι μοι αἰτίη ἐσσὶ, θεοί νύ μοι αἴτιοί εἰσιν” (Il.
3, 164), αὐτὴ δʼ αἰδοῖον εἰποῦσα καὶ ἐπίφοβον διὰ τὸ σέβας (Il. 3,
172) καταρᾶται, οὐδὲν μὲν ἐπισημαίνουσα εἴτε ἑκοῦσα εἴτε ἄκουσα
ἀφίκετο, ἀλλὰ μόνον “γνωτούς τε λιποῦσα παῖδά τε τηλυγέτην”
(Il. 3, 174). καὶ ὅτι ἄχθεται τῇ μονῇ καὶ κλαίουσα διατελεῖ. καὶ
ὅτι δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος (ὁ Ἀγαμέμνων), εἴ ποτʼ ἔην γε,
ἀντὶ τοῦ ὁπότʼ ἦν (Il. 3, 180), ὡς ἂν ποθούσης αὐτῆς τοῦ ἀνδρὸς
τὴν συγγένειαν. οὕτω γὰρ ἂν ἅμα δόξειν ἔμελλε κἀκείνῳ καὶ τοῖς
πρεσβύταις βελτίων εἶναι, καὶ τοῦ ἀφικέσθαι οὐκ αἰτία, εἴ γε
ἐπεθύμει ἀπελθεῖν, ὥστε καὶ περὶ τῆς ἐξ ἀρχῆς ὁδοῦ ὑπολήψεσθαι
αὐτοὺς ᾤετο ὅτι μὴ ἑκουσία ἢ συγγνώσεσθαι, ὡς ὅταν τις μεταμε-
λόμενος φαίνηται καὶ ὁμολογῇ, οὐκ ἐξοργίζονται, ἀλλʼ ἐλεοῦσι. διὰ
δὴ ταύτην τὴν αἰτίαν καὶ τῶν ἀδελφῶν ἐμνήσθη εἰποῦσα, ἤτοι οὐχ
ἥκουσιν αἴσχεα δειδιότες καὶ ὀνείδεα (Il. 3, 242), ἢ κεκρυμμένοι
εἰσὶ, διʼ αὐτὴν ὁμοίως αἴσχεα δειδιότες. καὶ ἡ μνήμη οὖν ἀναγκαία
εἰς σύστασιν τοῦ προσώπου, ἵνα φαίνηται ὁμολογοῦσα τὰ γεγενη-
μένα μὴ καλῶς ἔχειν, κἂν ἀπόδοσις γένηται ἡττηθέντος Ἀλεξάνδρου,
μαρτυροῦντας ἔχῃ τοὺς γέροντας τῷ ἤθει αὐτῆς πρὸς τοὺς ὑπολαμ-
βάνοντας, ὡς αἰσχρὰ ὁμολογεῖ καὶ δεινὰ καὶ βίαια πεπονθέναι καὶ
τὸν θάνατον ᾐρεῖτο ἀντὶ τῆς σωτηρίας. οὕτω γὰρ καὶ εἰσελθόντος
Έκτορος εἰς τὴν Ἴλιον διὰ τὴν τῶν Τρώων ἧτταν, αὐτὴ πάλιν κύνα
τε ἑαυτὴν καλεῖ καὶ “δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου” (Il. 6, 344). καὶ
ταῦτα λέγει ἅτε πρὸς τὸν Πρίαμον ἀνακαλουμένη τὸν θάνατον. ἐπὶ
μὲν γὰρ τοῦ Πριάμου “ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς, ὁππότε
δεῦρο υἱέϊ τῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα” (Il. 3, 173.
174) καὶ τὰ ἑξῆς. ἐπὶ δὲ τοῦ Ἕκτορος μηδὲ γεννηθῆναι καταρᾶται
773), καὶ τὰ τούτοις ἑξῆς. καὶ ὅτι τοιοῦτον εἶχε βίον καὶ
τοιαύτας ἐν Τροίᾳ διατριβὰς διεδόθη καὶ τοῖς Ἕλλησι. διὰ
τοῦτο μαχόμενοι ὑπὲρ αὐτῆς παρεκάλουν εἰς τὸν πόλεμον λέγοντες
ὡς χρὴ “τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε” (Il. 2,
356. 590).
238. αὐτοκασιγνήτω] τοῦτο καὶ τοῖς πρώτοις δύναται συνά- πτεσθαι. δηλοῖ δὲ τοὺς ὁμομητρίους ἀδελφούς. ἀλλὰ καὶ τοὺς ὁμο- πατρίους οὕτως καλεῖ, ὡς Αἴαντα καὶ Τεῦκρον.
239. 240. ἢ—ἢ] ὁ Νικάνωρ ἄμφω ὀξύνει ὡς διαζευκτικούς· ὁ
δὲ Ἡρωδιανὸς τὸν δεύτερον περισπᾷ, ὡς διαπορητικοὺς ἄμφω δεχό-
μενος.
240. οὐκ ἔστιν Ἀττικὸν τὸ δεύρω (οὐδέποτε γὰρ μακρᾶς προκει- μένης τοιαύτην ἔκτασιν ποιοῦνται), ἀλλʼ Ἰωνικόν. τὴν δὲ πρόθεσιν ἔδει μὲν ἀναστρέφεσθαι καὶ τῷ κυριωτέρῳ συντάττεσθαι· ὅμως ἀδια- φόρως συντέτακται.
242. δειδιότες] στυγοῦντες. εἰς δὲ τὸ ὀνείδεα στικτέον, ἐπειδὴ τὸ πόλλʼ συναλειφόμενον οὐ δέχεται στιγμὴν ἐν μεταξύτητι. τὸ δὲ πόλλʼ ἅ μοί ἐστιν ἀντὶ τοῦ ἃ ἐμοῦ χάριν ἐστίν. ἑαυτῆς δὲ κατη- γοροῦσα εἰς ἔλεον ἐπισπᾶται.
245. ἐδύνατο τὸ θεῶν καὶ τοῖς πρώτοις συντάσσεσθαι, εἰ μὴ ὅτι
ἐν τοῖς ἑξῆς (269) φησὶν “ὅρκια πιστὰ θεῶν σύναγον.”
246. οἶνον ἐΰφρονα] ἐτυμολογεῖται παρὰ τὴν ὄνησιν, ὡς καὶ τὸ “αὐτὸς ὀνήσεαι” (Il. 6, 260). ἢ παρὰ τὴν οἴησιν.
250. μετὰ τὴν προσαγόρευσιν ἡ στιγμή. τὸ δὲ ὄρσεο ἀπὸ τοῦ ὄρσω ἐνεστῶτός ἐστιν.
254. μακρῆς] τοῦτο εἰς ἀγωνίαν ἄγει τὸν γέροντα. τὰ δὲ ὑπὸ Μενελάου βλασφημηθέντα σιωπῶσιν.
258. Ἄργος] Ἄργος καὶ τὴν πόλιν καὶ τὴν Πελοπόννησον καὶ
259. ῥίγησεν δʼ ὁ γέρων] φυσικὴ γὰρ ἡ φιλοπαιδία. ὁ δὲ Ἕε- τωρ ἐχάρη μέγα, τέλος οἱόνοῦν ἐπιζητῶν τοῦ πολέμου.
261. προοικονομεῖ τὴν ἐν τῇ Ω ἡνιοχείαν. ἄγει δὲ τὸν Ἀντήνορα
ὡς συνετὸν καὶ πρώην ξένον Ἑλλήνων.
270. διὰ τοῦ ο τὸ ἔχευον, ἵνʼ ᾖ ἀναλογοῦν τῷ μῖσγον.
271. ἀξιόχρεως αὐτουργῶν ὁ βασιλεύς. ἢ ὡς ἀγνοούντων τῶν Τρώων τὸν ἐν θυσίαις νόμον.
273. τινὲς ἀρνέων, ἵνʼ ᾖ ὡς “ἱππείων ὁπλέων” (Il. 11, 536).
σημειωτέον δὲ ὅτι τῶν ἐναγιζομένων οὐκ ἐπιβάλλουσι τὰς τρίχας
πυρὶ, ὡς οὐδὲ τοῦ κάπρου.
275. ἐξ Ἴδης ἐποπτεύων. τὸν ἐπιχώριον δὲ καλεῖ, ἐκπολεμῶν αὐτοῖς αὐτὸν, εἰ παραβαῖεν τοὺς ὅρκους· καθʼ ἑκάστην δὲ προσαγό- ρευσιν διασταλτέον.
*Πορφυρίου. διὰ τί βουλόμενος ἐπιορκῆσαι τοὺς Τρῶας ὁ ποιη-
τὴς, ἵνα εὐλόγως ἀπόλωνται, οὐδαμοῦ πεποίηκεν ἐπιορκοῦντας, ἀλλʼ
οἴεται; ὁ γὰρ ὅρκος ἦν, εἰ Ἀλέξανδρον ἀποκτείνειεν ὁ Μενέλαος,
ἀποδοθῆναι τὴν Ἑλένην· οὐκ ἀναιρεθέντος δὲ οὐδαμοῦ ἠδίκουν μὴ
ἀποδιδόντες, οὐδʼ ἐπιώρκησαν. φησὶ δʼ Ἀριστοτέλης ὅτι οὐδʼ ὁ ποιη-
τὴς λέγει ὡς ἐπιώρκησαν, καθάπερ ἐπʼ ἄλλων “ὣς φάτο καί ῥʼ
ἐπίορκον ὤμοσεν” (Il. 10, 332), ἀλλʼ ὅτι κατάρατοι ἦσαν· αὐτοὶ
γὰρ ἑαυτοῖς κατηράσαντο εἰπόντες “Ζεῦ κύδιστε, μέγιστε, καὶ ἀθά-
νατοι θεοὶ ἄλλοι, ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφʼ
ἐγκέφαλος χαμάδις ῥέοι ὡς ἔδε οἶνος” (298). οὐκ ἐπιώρκησαν μὲν οὖν,
ἐκακούργησαν δὲ καὶ ἔβλαψαν τοὺς ὅρκους. ἐπάρατοι οὖν ἦσαν. ταῦτά
τοι καὶ Ἥραπειρᾶται ἐξ αὐτῶν ὧν κατηράσαντο γενέσθαι αὐτοῖς τὴν βλά-
βην· εὐξαμένων γὰρ ἐκείνων “ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν,
ὧδέ σφ᾿ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος, ἡ Ἥρα αὐτὸ τοῦτο παρα-
κελεύεται τῇ Αθηνᾷ “ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνὴν, λπειρᾶν
δʼ ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια
δηλήσασθαι” (Il. 4, 65). τὸ δὲ βλάψαι οὐκ ἔστιν ἐπιορκῆσαι.
* Πορφυρίου. διὰ τί τὸν ἥλιον πάντα ἐφορᾶν καὶ πάντα ἐπακούειν
Ἀγαμέμνονα ὁρκίζοντα ἐν τῇ μονομαχίᾳ “ἠέλιός θʼ ὃς πάντʼ ἐφορᾷς
καὶ πάντʼ ἐπακούεις,” καὶ τὸν Ὀδυσσέα πρὸς τοὺς ἑταίρους λέγοντα·
οὐ γὰρ δὴ καὶ τὰ ἐν Ἅιδου ὁρᾷ. καὶ ὅλως ὁ ποιητὴς, ὅπου πάρεστιν,
ἐκεῖνά φησιν ὁρᾶν πάντως, ἐν μὲν τῇ ἀνατολῇ ὄντα τὰ ἐν τῇ ἀνατολῇ,
ἐν δὲ τῇ μεσημβρίᾳ τὰ ἐν αὐτῇ, καὶ πάλιν ἐπὶ δυσμῶν τὰ κατʼ
αὐτὸν ἐπιβλέπειν. εἰκὸς οὖν ἐστὶ κατʼ ἄλλο κλίμα τῆς κινήσεως
ὄντα μὴ ἑωρακέναι τὰ κατὰ τὴν Θρινακίαν πραττόμενα. πάντα μὲν
γὰρ ἐφορᾷ, οὐ κατὰ τὸν αὐτὸν δὲ καιρὸν πάντα ἐποπτεύει.
*ἀφʼ ἑαυτοῦ ἐχρῆν ἐγνωκέναι τὸν πάντʼ ἐφορῶντα ἥλιον. λύοιτο
δʼ ἂν τῇ λέξει· τὸ γὰρ πάντα δηλοῖ τὰ πλεῖστα. λύοιτο δὲ καὶ τῷ
καιρῷ· νυκτὸς γὰρ εἰκὸς ἐπιθέσθαι τοῖς βουσὶ τοὺς Ἰθακησίους.
279. Πλούτωνα καὶ Περσεφόνην φησίν. ἐκφοβῶν οὖν πρῶτον μὲν τοὺς οὐρανίους, ἔπειτα τοὺς ὑπογείους καλεῖ. δεισιδαιμονεῖν δὲ διδάσκει, μηδὲ μετὰ θάνατον ἀπαλλάσσεσθαι τοὺς ἁμαρτάνοντας λέγων.
τελεία εἰς τὸ ὀμόσσῃ.
280. βαρυντέον τὸ ἔστε, καὶ προστακτικὸν ἐκδεκτέον. τὸ δὲ φυ- λάσσετε ἀντὶ τοῦ πιστώσασθε τὰ ἐπὶ τῇ πίστει γινόμενα ὅρκια.
281. εἰ μέν κεν Μενέλαον] ἀνεμεσήτως προέταξε τὴν τοῦ ἀδελφοῦ
ἧτταν. ὅλῃ δὲ τῇ παραβάσει τῶν συνθηκῶν ἀπολογίαν δίδωσι προσ-
θεὶς τὸ κτείνῃ· δικαίαν γὰρ ἀπολογίαν παρέχει Τρωσὶ, δυναμένοις
λέγειν ὅτι οὐκ ἐγένετο τὸ ὁρισθέν· οὐ γὰρ ἀπέκτεινε τὸν Ἀλέξανδρον
ὁ Μενέλαος. δύνανται δὲ καὶ οἱ Ἕλληνες, τὴν πρόκλησιν τοῦ Ἕκ-
τορος προβαλλόμενοι “ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,”
εὐλόγως ἀπαιτεῖν τὰς συνθήκας. ἰσχυρότερα δὲ τὰ τῶν Τρώων, ὅτι
μάλιστα δεῖ ὁρᾶν τὰ ἐπὶ τοῖς ἵρκοις ὁριζόμενα.
286. ἔθος γὰρ ἦν τοῖς παρακαθημένοις αἰτεῖν καὶ πρόστιμα· καὶ
οὐ δίκαιον τοὺς προκατάρξαντας ἐπʼ ἴσης ἀπαλλάττεσθαι. ὁ μὲν οὖν
Μενέλαος σπεύδων ἀπολαβεῖν τὸ γύναιον οὐδὲν περὶ τούτων φησίν,
291. εἵως κε] οἶδε γὰρ εὔνους τοὺς θεοὺς, εἰ παραβαῖεν· ἁπλοϊκὸν δὲ τὸ ἦθος τῶν ἡρώων, εἴ γε οὐ μεσεγγυᾶται ἡ Ἑλένη.
*Πορφυρίου. διὰ τί ἀβελτέρως τῆς μονομαχίας Ἀγαμέμνων ἐπεμε-
λήθη; οὐδὲν γὰρ ἔλαβε βέβαιον, οὐδʼ ἐμεσεγγυήσατο τὴν Ἑλένην, περὶ
ἧς ὁ ἀγὼν, ἀλλʼ ἐπʼ ἐκείνοις ἐγένετο τὸ μὴ ἀποδοῦναι. λύεται δὲ ἐκ
τοῦ ἔθους· οὐ γὰρ ἦν τὸ ἀρχαῖον τὰ πρὸς ἀλλήλους διὰ πολλῆς
φυλακῆς, ἀλλʼ ἁπλῶς συνέβαλλον, καὶ ἐπιβουλαὶ καὶ ἀπάται οὐκ
ἦσαν, πρὸς ἃς αἱ τοιαῦται εὐλάβειαι εὑρέθησαν. ἐπεὶ διὰ τί Ἀγα-
μέμνων καὶ Μενέλαος ἀδορυφόρητοι ἦσαν, ὧν ἀναιρεθέντων ἐλέλυτο
ἂν ἡ στρατιά; ἀλλ᾿ οὔπω τότε ἦσαν αἱ πολιτικαὶ ἐπιβουλαί. ὁ δὲ
ποιητὴς μιμητὴς ὢν τὰ ὑπάρχοντα ἐποίει, ἀλλʼ οὐ τὰ μέλλοντα.
296. ἔκχτον] προειδὼς τὸ αὐτῶν ἀτελὲς οὐκ εἶπεν ἔσπενδον,
ἀλλʼ ἔχεον. ἀειγενέτῃσιν δὲ τοῖς ἀίδιον ἔχουσι τὴν γενεὰν, ἤτοι
ἀεὶ οὖσιν.
300. ὧδέ σφʼ ἐγκέφαλος] ἀντὶ τοῦ αὐτῶν, ὡς τὸ “ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦιορ δεισάντων φθόγγον τε βαρύν” (Od. 9, 256).
301, 302. οὐδʼ ἄρα πώ σφιν] κεφαλαιωδῶς τὴν τῶν μελλόντων
προαπήγγειλεν ἐπίδειξιν. διὰ δὲ τοῦ πω ἐλπίδα πάλιν ὑπολείπεται τῷ
φιλέλληνι.
306. οὔπω τλήσομʼ] ἐπεὶ σώζειν Ἀλέξανδρον μέλλει, πιθανῶς
ὑπεξάγει τὸν πατέρα, Ἕκτορα δὲ αὐτόπτην ἐᾷ ἐπὶ τῷ τὸν οἶκτον αὔξειν.
παρῶν γὰρ ἐνταῦθα ἔδωκεν ἂν τὴν Ἑλένην ὡς τοὺς ὅρκους ἐμπιστευ-
θείς. εἰ δὲ καὶ πᾶσιν ὡς κὴρ ἀπέχθεται Ἀλέξανδρος, ἀλλʼ ὁ πατὴρ
τὸ φυσικὸν οὐ δύναται μὴ σώζειν.
*διὰ τί ὁ Πρίαμος τὸν μὲν Ἀλέξανδρον καὶ τὸν Μενέλαον οὐκ ἂν
ἔφη δύνασθαι ἰδεῖν μαχομένους, ἀλλʼ ᾤχετο ἀπιὼν, τὸν δʼ Ἀχιλλέα
καὶ Ἕκτορα θεωρεῖ, ὃν μᾶλλον ἐφίλει; ἢ ὅτι ὁ μὲν αἴτιος τῶν
κακῶν ὢν μονομαχήσειν ἔμελλεν. ὁ δοὺς οὖν τὸ χρῆναι αὐτὸν μονο-
μαχεῖν τῇ τύχῃ ἐπέτρεψε τὸ τέλος, αὐτὸς ἀφιστάμενος τοῦ θορύβου·
φησὶ γὰρ “Ζεὺς μέν που τό γε οἶδεν, ὁπποτέρῳ θανάτοιο τέλος πε-
πρωμένον ἐστίν.” ὅπου δὲ οὐ συγκατατίθεται τῇ μάχῃ, πείθεσθαι δὲ
ψυχαγωγοῦσα τὸν ἀκροατὴν, τούτων παρόντων. ἔπειτα ἐπὶ μὲν τοῦ
Ἀλεξάνδρου ἐπὶ τῷ πεδίῳ ἡ μάχη ἦν, ἐπὶ δὲ τοῦ Ἕκτορος παρὰ τὸ
τῆς πόλεως τεῖχος· συνεωσμένων δὲ τῶν μὲν Τρώων εἰς τὴν πόλιν,
τῶν δʼ Ἀχαιῶν ἐφεστηκότων καὶ τοῦ Ἀχιλλέως θέοντος περὶ τὸ
τεῖχος, ἀναγκαῖον ἦν οὐ τὸν Πρίαμον μόνον, ἀλλὰ καὶ τὴν ἄλλην
ἅπασαν ἄχρηστον ἡλικίαν παρεῖναι διὰ τὸ μέγεθος τοῦ κινδύνου.
308. Ζεὺς μέν που] ἴσως ὁ μέν που ἀντὶ τοῦ μέντοι, ὅς ἐστιν ἀντὶ τοῦ δέ· ἐγὼ μὲν ἄπειμι, Ζεὺς δὲ τὸ τέλος οἶδε καὶ τὴν τύχην. οὐκ ἀποκόπτει δὲ τοῦ υἱοῦ τὴν ἐλπίδα.
310. τὰ ἐν ὅρκοις σφαζόμενα οἱ μὲν ἐγχώριοι ἔκρυπτον τῇ γῆ,
οἱ δὲ ξένοι τῇ θαλάσσῃ. ἢ δείξων ἀποφέρει τοῖς ἐν ἄστει, πιστωσό-
μενος κἀκείνοις, ἢ ὡς ἀγνοοῦντας διδάξων.
314. καὶ δῖος Ὀδυσσεύς] ὑπηρετικὸν γὰρ τοῦτο· τὸ δὲ τῶν σπονδῶν βασιλικόν.
315. *χῶρον μὲν πρῶτον διεμέτρεον] ἀναγκαίως δὲ διεμέτρουν πᾶν
τὸ χωρίον ἐν ᾧ ἤμελλον μονομαχήσειν, ὥστε μὴ μόνον τὸν διὰ τῶν
ὅπλων ἡττηθέντα νενικῆσθαι, ἀλλὰ καὶ τὸν ἀπολιπόντα τὸ ἀποδεδειγ-
μένον χωρίον, ὅπερ καὶ ἐπὶ τῶν ἀθλητῶν. ἄλλοι δέ φασιν ὅτι ἵνα
μὴ πρὸς τὰ ἑαυτῶν πλήθη χωρισθῶσιν, ἀλλʼ ὥσπερ ἐν εἱρκτῇ τῇ
περιγραφῇ μένωσιν. μετὰ δὲ ταῦτα δεόντως καὶ κλῆρον ἐποιήσαντο
περὶ τῆς ἀφέσεως τοῦ δόρατος, ὥστε μὴ θόρυβον ἐμπεσεῖν τοῦ
ὑστέρου φθάσαντος διὰ τῆς πρώτης βολῆς ἀνελεῖν τὸν πολέμιον.
.ψῆφοι δέ τινες ἦσαν οἱ κλῆροι, εἰς οὓς ἐσημειοῦτο ἕκαστος. οὓς
οὕτως ὠνόμασαν διὰ τὸ καλεῖσθαι ὑπʼ αὐτῶν εἰς τὰς πράξεις. χῶρον
δὲ διεμέτρεον· οὐ γὰρ ἔδει ἐξελθεῖν, ὡς ἂν τοῦ παρεξελθόντος
πεφευγότος καὶ διὰ τοῦτο ἡττηθέντος, κἂν ἔξω γενόμενος τοῦ χώρου
(Il. 4, 206). καὶ τοξεύων δὲ διὰ τοῦτο κρύπτεται· “πρόσθεν
γὰρ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι” (Il. 4, 113). καὶ ἐπαγ-
γελία ὅτι, ἐάν τις τοξεύσῃ τὸν Μενέλαον, λήψεται δῶρα παρὰ
Ἀλεξάνδρου (Il. 4, 96). καὶ οὐκ ἄλλως ἐκδίδοται ὁ Μενέλαος,
καίτοι οὗτος μὲν ἦν ὡπλισμένος ἔτι, Ἀγαμέμνων δὲ καὶ οἱ ἄλλοι
ἄνοπλοι. πάντως οὖν ἵνα δόξῃ Ἀλέξανδρος αὐτὸν τοξεύειν καὶ διὰ
τοῦτο ἀνακεχωρηκέναι ἐκ τοῦ στρατοπέδου εἰς δόλον καὶ μηχανὴν
κατὰ τοῦ Μενελάου. πάντʼ οὖν ταῦτα προϊδόμενοι διαμετροῦσι τὸν
χῶρον καὶ ὅρκοις πιστοῦνται τὰ παρόντα, ἵνα ὁ παρελθὼν ἔνοχος
γένηται τῇ ἐπιορκίᾳ, ἐπεὶ καὶ ὁ Ἀλέξανδρος εἰ παρεξελθὼν
τὸν τόπον ἐξεβλ . . . . . . Μενέλαος δʼ οὐ . . . . . . τοῦτο
ἐγίνετο τῶν συνθηκῶν μὴ σωζομένων. ἵνʼ οὖν παρασπονδήσαντες φωρα-
θῶσι, περιγράφεται ὁ τόπος τοῦ μονομαχίου ἐκ τούτου λύεται καὶ ἡ
αἰτία διʼ ἣν οὐ τὸν Ἀγαμέμνονα τοξεύει ἢ ἄλλον τινὰ τῶν ἀριστέων
ὁ . . . . εὐμαρὲς ὃν διὰ τὸ εἶναι ἀνόπλους, ἀλλὰ τὸν Μενέλαον
ἔνοπλον ὄντα. δῆλον γὰρ ὅτι ὑποκρίνεται τὸν Ἀλέξανδρον ὁ Πάνδαρος,
ὡς ἂν δὴ τούτου τοξεύσαντος τὸν ἀνθεστῶτα καὶ μηδεμιᾶς παρα-
βάσεως τῶν ὅρκων ὑπ ἄλλου γεγονυίας· διὸ καὶ προσάγει τὸν Ἀλέξ-
ανδρον παρδαλέην ὥμοισιν ἔχοντα καὶ καμπύλα τόξα, ἵνα καὶ
χρώμενος τούτοις εὐλόγως μετὰ ταῦτα ὑπονοηθῇ.
* Πορφυρίου. ἄλογον δοκεῖ εἶναι ἐπὶ μόνων τούτων διαμετρεῖν τὸν χῶρον καὶ κληροῦν. ἡ δὲ λύσις ἐκ τοῦ καιροῦ· ὑπὲρ γὰρ τῶν ὅλων αὕτη μόνη εἰσήχθη ἡ μάχη.
καὶ πῶς ἐπὶ Ἕκτορος, ἔνθα Αἴαντι μονομαχεῖ (Il. 7, 235),
μὴ διαμετρεῖται ὁ τόπος; ἢ ὅτι ἐκεῖνοι μὲν περὶ τῆς ἀλλήλων
σφαγῆς διαμιλλῶνται, ἐνθάδε δὲ περὶ τῆς κοινῆς ἐλπίδος ἐστὶν ὁ
πόλεμος· διὸ οἵ τε ὅρκοι καὶ ἡ γύμνωσις τῶν στρατῶν, μή πώς τις
ἔνοπλος ὢν προσαμύνῃ τῷ στρατηγῷ. ἢ ὅτι ἡ διαμέτρησις καρτερι-
Τρώων ἢ Λυκίων” (Il. 4, 190).
316. χαλκήρει] παραγωγὴ ἡ διὰ τοῦ ηρης βαρύνεται. εἰ μὴ ἀπὸ τοῦ ἀρῶ διὰ τοῦ ᾱ γίνεται ἡ παραγωγὴ, ὡς τὸ “ἔχει δʼ ἄλοχον θυμαρέα” (Il. 9, 330).
318. ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον] ἐὰν εἰς τὸ ἠρήσαντο
στίξωμεν, φησὶν ὁ Νικάνωρ, ὡς ἑτέροις ἔσονται θεοῖς ἀνατείνοντες τὰς
χεῖρας· διὸ στίζει εἰς τὸ θεοῖσι· τὸ δὲ δέ ἀντὶ τοῦ καί φησίν. ἐγὼ
δὲ ἰδέ φημι.
320. δύναται καὶ οὕτως, ἠρήσαντο θεοῖς ἰδὲ χεῖρας ἀνέσχον· καὶ ὁ ἰδέ ἀντὶ τοῦ καί.
323. ἀπὸ κοινοῦ τὸ δός ἐπʼ ἀμφοτέροις τέτακται.
324. πάλλεν δὲ—Ἕκτωρ] πανταχόθεν τοὺς Τρῶας ἀπροφασί- στους ποιεῖ,
325. τοῦτο μὲν τὰ ἀπὸ τῆς τύχης, ὅτι καὶ τοῖς ἥσσοσι προσ-
γίνεται ἡ τύχη, τοῦτο δὲ καὶ τὰ ἀπʼ ἀρετῆς περιποιεῖ. δηλοῖ δὲ διὰ
τούτων ὡς κενὰ τὰ τῆς τύχης πρὸς τοὺς ἀνεπιτηδείους.
326. μόνως κατὰ γενικήν. τὸ ἑκάστῳ ἀντὶ τοῦ ἑκάστου.
327. τὸ ἔκειντο οὐκ ἔστι κοινὸν ἐπὶ τῶν ἵππων, ἀλλὰ προσυπακού-
ομεν τὸ ἔστασαν, ὡς ἐπὶ τοῦ “ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ
ἵπποι (Il. 10, 407); ἢ ὡς ἰσοδυναμοῦν τοῦτο τῷ ἕστασαν· ἐφί-
στασθαι γοῦν τὴν στήλην φαμὲν ἀντὶ τοῦ ἐπικεῖσθαι. ἢ καὶ ἐπὶ
ἀργῶν τῶν ἵππων τὸ ἔκειντο ἁρμόδιον.
328. ἐδύσατο τεύχεα καλά] ὡς ἰδίᾳ μέλλοντες κινδυνεύειν ἀσφα-
λέστερον ὁπλίζονται· ἢ ὡς μέλλοντες κάμνειν προανεκτήσαντο
ἑαυτοὺς τῇ τῶν ὅπλων ἀνέσει. κοσμεῖ δὲ αὐτὸν τῷ γάμῳ (329)
τέως. ὡς πρῶτος δὲ λαχὼν πρῶτος ὁπλίζεται.
* Πορφυρίου. διὰ τί πάντας μονομαχεῖν μέλλοντας, καὶ εἰ τύχοιεν
ὡπλισμένοι, αὖθις ποιεῖ καθωπλισμένους ἐπιλέγων “κνημῖδας μὲν
πρῶτον” καὶ τὰ ἑξῆς; ἢ ὅτι τῶν προκλήσεων γινομένων ἦν ἀναγ-
καῖον τοὺς μέλλοντας μονομαχεῖν διαναπαύεσθαι, καὶ πρότερον
330. ὁπλισμὸν διδάσκει διὰ τούτου. ἐπισφύρια δέ εἰσιν οἱ γλουτοὶ, ἤτοι τὰ τῶν σφυρῶν σφαιρώματα.
333. ἥρμοσε δʼ αὐτῷ] τοῖς γὰρ ὁμογενέσι καὶ ὁμοιοτρόποις ὅμοιαι τῶν σωμάτων αἱ κατασκευαί. κωμῳδεῖται δὲ ὡς οὐκ εἰδὼς τὸ συστάδην, ἄλλως τε καὶ δειλός. τοῦ γὰρ Λυκάονος ἔρριψε τὴν παντευχίαν, μὴ φέρων τὸν ἱδμῶτα (Il. 21, 50).
335. ἀπὸ κοινοῦ τὸ ὤμοισι βάλετο, ἀναγκαίως διὰ τοὺς τελα-
μῶνας. βραχὺ δὲ διασταλτέον εἰς τὸ χάλκεον. ἔστι δὲ καὶ τοῖς ἑξῆς
κοινόν.
336. ἔθηκεν] ἀντὶ τοῦ περιέθηκεν Ἀττικῶς. πολλήν δὲ καὶ ὁ λόφος νεύων (337) ἔχει τὴν ἔμφασιν.
339. * ἔντεʼ] εἴρηται ἀπὸ τοῦ ἐντὸς περιέχειν καὶ σκέπειν τὸ
σῶμα. λέγεται δὲ καὶ τὰ πρὸς τὴν εὐωχίαν σκεύη ἔντεα, ὡς ἐκεῖ
“μνηστῆρες δʼ ἀπεκόσμεον ἔντεα δαιτός” (Od. 7, 232).
342. θάμβος δʼ ἔχεν εἰσορόωντας] ἐκ παντὸς τόπου καὶ προσώπου τὴν ἔμφασιν κινεῖ. τὸ δὲ ἄδηλον καραδοκοῦντες ἐκπλήσσονται· κοινὸς γὰρ Ἐνυάλιος.
346. δολιχόσκιον] οἱ μὲν παρὰ τὸ κίειν, οἱ δὲ παρὰ τὸ σκιά. οὐκ ἔχει δὲ παρρησίαν Ἀλέξανδρος εὐχῆς ἄδικος ὤν.
348. χαλκός] Ἀρίσταρχος μὲν χαλκόν, ἄμεινον δὲ χαλκός. καὶ γὰρ ὕστερόν φησιν “ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ” ἀντὶ τοῦ δόρατι. καὶ τὸ μὲν τῆς τύχης ἔτυχεν, τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν.
350. ἐπευξάμενος] Ἑλληνικὸν τὸ μὴ πᾶν ἐπιτρέπειν τῇ ῥώμῃ.
352. τινὲς τὸ δῖον τῷ ἐμέ συνάπτουσιν. ἢ ἐρεθίσαι κατʼ αὐτοῦ βούλεται τὸν θεὸν, ὡς αἰσχύναντος τὸ ἀπὸ Δαρδάνου γένος.
354. ξεινεδόκον] διὰ τοῦ κ ὡς πανδοκεῖον. ὁ δεχόμενος δὲ ἐνεργεῖ, οὐ πάσχει· διὸ παροξύνεται.
*ξεινοδόκον κακὰ ῥέξαι] ἀπελθόντα γὰρ ὡς πρέσβιν εἰς τὸ Ἄργὸς τὸν Ἀλέξανδρον ἐξενοδόχησεν ὁ Μενέλαος· ὅθεν καὶ εὔχεται τῷ ξενίῳ Διὶ, τῷ ὑπʼ αὐτοῦ καταφρονηθέντι.
358. ἠρήρειστο] τὸ βίαιον τῆς πληγῆς παραδηλοῖ τῷ τραχεῖ τούτῳ ῥήματι.
363. διατρυφέν] τὰ γὰρ ὑπερβάλλουσαν ἀλκὴν ἔχοντα μᾶλλον εὔθρυπτα.
*διὰ τί δὲ ὁ Μενέλαος συγκλασθέντος αὐτῷ τοῦ ξίφους οὐκ
ἐσπάσατο τὸ τοῦ Ἀλεξάνδρου; ῥητέον οὖν ὅτι ἢ ἔκφρων ἐγένετο,
τῷ λογισμῷ ἐκπλαγεὶς τῷ κινδύνῳ. ἢ πάντως ζῶντα εἰς Ἕλληνας
ἑλκύσαι ἠθέλησεν, αὔξων τὸ κατόρθωμα. ἢ καὶ δι᾿ οἰκονομίαν ὁ
ποιητὴς ἐσεσώκει διʼ Ἀφροδίτης τὸν Πάριν· ἐλέλυτο γὰρ τὰ τῆς
ὑποθέσεως τῷ ἐκείνου θανάτῳ.
365. Ζεῦ πάτερ] φιλεγκλήμονες γὰρ καὶ ἐλεγκτικοὶ οἱ ἀτυχεῖς. ὀλοώτερος] ὀλέθρων αἰτιώτερος. ἀναιρουμένου γὰρ Ἀλεξάνδρου τὰ τῆς μάχης ἐλύετο.
*τί οὖν βλασφημεῖ ὁ Μενέλαος; ῥητέον οὖν ὅτι οὐ βλασφημεῖ
ὁ ἥρως, ἀλλὰ νεμεσᾷ· ἀρετῇ γὰρ οἰκείᾳ οἶδε πάσχων ἅπερ οὐκ
ἔδει, καὶ νεμεσᾷ δικαίως ἐπὶ τῷ παρʼ ἀξίαν σωζομένῳ.
366. ἐφάμην] Ἀττικῶς πέφρασται, ὡς τὸ “ἐγραψάμην Φίλιππον κλοπῆς παρὰ βραχὺ, εἰ μὴ ἐσφάλη.”
369. καὶ ἐπαίξας] εἴδωλον Ἀλεξάνδρου καταλιμπάνει τῇ ὑποθέσει, τριχῆ φονεύσας αὐτὸν δόρατι, ξίφει, αἰχμαλωσίᾳ.
370. ἕλκε] διὰ τοῦ ῥήματος τούτου παρέτεινεν αὐτοῦ τὴν αἰσχύνην.
οὐ φονεύει δὲ αὐτὸν τῷ αὐτοῦ ξίφει ἢ ὑπὸ τοῦ καιροῦ ἢ ὑπὸ τῆς
Ἀφροδίτης σφαλλόμενος, ἢ καὶ τοῖς ὅπλοις ἀπογνοὺς, ἢ καὶ ὅτι ἴσον
θανάτου ἦν τὸ ὑπεκστῆναι τοῦ μετρητοῦ, ἢ ζῶντα αὐτὸν ἑλεῖν βουλό-
μενος, ὅπερ ἦν μεῖζον· οὕτω γὰρ ἂν ἀξίως ἐτιμωρήσατο αὐτὸν ἢ
συντόμως ἀνελών.
* Πορφυρίου. ἄλογον τὸ μὴ σπασάμενον τὸ ἐκείνου ξίφος δια-
χειρίσασθαι αὐτόν. λύεται δʼ ἐκ τοῦ καιροῦ· τὸν γὰρ ἐν τοσούτῳ
ἀγῶνι οὐκ εἰκὸς ἅπαντα συνορᾶν. εἰ μὴ καὶ ἐκ τῆς λέξεως· λέγει
355, *διὰ τί τὸν Μενέλαον—ἥντινʼ ordo in codicibus Scorialensi et
ἔοικεν, quod cum Bekkero apposui Harleiano, in quibus utrique scho-
versui 100 supra p. 164, 30—165, lio praescriptum Πορφυρίου.
371. ἁπαλὴν ὑπὸ δειρήν] ὡς ἐπὶ γυναικὸς ἁπαλῆς εἶπεν ὀνειδίζων οὐκ εἰωθυίας κόρυθα φορεῖν.
374. * ἰστέον ὅτι κατὰ μὲν Ἡσίοδον ἡ Ἀφροδίτη γίνεται ἐκ
τοῦ Οὐρανοῦ τῶν αἰδοίων καὶ τῆς θαλάσσης, κατὰ δὲ τὸν Ὅμηρον,
Διώνης. ἀνεστράφη πάλιν ἡ περίοδος· ὀρθὴ δʼ ἂν ἦν οὕτως· εἰ μὴ
ἄῤ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη, ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι
κταμένοιο. γίνωσκε δὲ ὅτι τὰ τῶν θνησιμαίων ζῴων δέρματα ὡς
προδιεφθαρμένων ὑπὸ τῆς νόσου εἰσὶν ἀσθενῆ.
375. ῥῆξεν] οὐκ ἔλυσεν· τάχους γὰρ ἦν χρεία. οὐ σώζεται δὲ σὺν τῇ κόρυθι, ὅπως κἂν τὸ κάλλιστον τῶν λαφύρων παρὰ τοῖς πολεμίοις καταλειφθῇ.
οὐ βοηθεῖ Ἀθηνᾶ Μενελάῳ, ὅπως ἡ Ἴλιος πορθηθῇ Ἀλεξάνδρου
σωζομένου· Ἀφροδίτη δὲ Ἀλεξάνδρῳ βοηθεῖ, ἐπεὶ θεράπων ἐστὶ τοῦ
αὐτῆς κεστοῦ, συναπάγει δὲ αὐτὸν ὅπως μὴ ἀπαγχονισθείη.
377. ἥρως] εὔκαιρον ἐπὶ τῇ νίκῃ τὸ ἥρως, καίτοι δυνάμενον Ἀτρείδης κεῖσθαι.
378. ῥῖψʼ] σύμβολον τῆς νίκης· ταυτὸν γάρ ἐστι τῷ καὶ τὴν κεφαλὴν ῥῖψαι.
379. *Πορφυρίου. αὐτὰρ ὁ ἂψ ἀπόρουσε κατακτάμεναι μενεαί-
νων ἔγχεϊ χαλκείω] ἀδύνατόν φασιν εἶναι κατὰ τὸ ἐγχείρημα.
ἐρρίφη γὰρ. φησὶν, ἤδη τὸ ἔγχος· “ἠΐχθη παλάμηφιν ἐτώσιον.”
λύεται δὲ ἀπὸ τοῦ ἔθους· δύο γὰρ δόρατα φέρειν νενομισμένον ἦν,
ὡς πολλαχοῦ λέγει· “πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο
πάντη” (Il. 6, 104). ἢ ἀπὸ τοῦ καιροῦ· οὐ γὰρ ἔτυχε τότε ἀπολ-
λόμενον τὸ ἔγχος, ἀλλʼ ἐπὶ τῷ Ἀλεξάνδρῳ ὑπάρχον, οὗ κατεκυ-
ριεύθη.
καὶ πῶς φησὶν “ἐκ δέ μοι ἔγχος ἠΐχθη;” ἢ ὅτι δύο δόρατα
ἐβάσταζεν· ἢ τῶν παρόντων ἥρπασεν· ἢ τῷ ἐμπεπηγότι αὐτῷ
διαχρησόμενος ἐπεδίωκεν.
380. τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη] ἐπὶ τοσοῦτον προάγει τὰς περιπετείας ὁ ποιητὴς, ὡς ὑπὸ μόνων ἰᾶσθαι θεῶν.
382. κηώεντι] κοιμιστικῷ, εὐώδει. καὶ τοῦτο δὲ τῆς ἀκολασίας Ἀλεξάνδρου τεκμήριον.
383. αὐτὴ δʼ χὖθ᾿ Ἑλένην καλέουσʼ ἴε] κατηγοροῦσιν ὡς προα-
γωγὸν εἰσάγοντος αὐτοῦ τὴν θεόν. ἀλλʼ ἐπεὶ ὥρμηται γέλωτα μὲν
θέσθαι τὸν Πάριν, ἐπαινέσαι δὲ τὴν Ἑλένην, καὶ τοῦ μὲν τὴν
ἀκρασίαν, τῆς δὲ τὸ σῶφρον ὑπʼ ὄψιν ἄγειν, οὐ δύναται δὲ διεστῶτα
τὰ πρόσωπα διʼ ἑτέρου συμβιβάζειν, ἐπίτηδες παρέλαβε τὴν Ἀφρο-
δίτην, καλεῖ δὲ αὐτὴν, ὅπως μὴ διὰ τοῦ τείχους ἀποδοθῇ· ἢ μή πως
οἰόμενος αὐτὴν ἀποδεδόσθαι διαχειρίσηται ἑαυτόν.
384. περὶ δὲ Τρωσὶ ἅλις ἦσαν] πυθόμεναι γὰρ τὴν μονομαχίαν
ἐξῆλθον. πιθανὸν δὲ ἀποστάντος τοῦ Πριάμου προστεθῆναι ταῖς
Τρῳάσιν αὐτήν· αἷς θεωροῦσα τὴν μάχην οὐδʼ ὁτιοῦν φθέγγεται,
μή πως ἐκφήνῃ τὸ πάθος.
385. ἐτίναξε λαβοῦσα] ὑπεξάγει αὐτὴν, ὅπως μέλλουσα διαλέ-
γεσθαι μὴ ἐν μέσαις διαλέγηται ταῖς Τρῳάσιν. πρᾶγμα δὲ εὐτελὲς
μεθʼ ὅσης φαντασίας δηλοῖ, ὑψῶν τῷ κόμπῳ τῶν ἐπιθέτων.
387. ναιεταώσῃ] ἐκ τοῦ ναίω ναιέτης· καὶ ὥσπερ ἀπὸ τοῦ κυνηγέτης κυνηγετῶ, οὕτως ἀπὸ τοῦ ναιέτης ναιετῶ· καὶ ὤφειλε μὲν ναιεταούσῃ, ἀλλʼ ἔστιν ἡ χρῆσις Ἰώνων.
391. δινωτοῖσι] ἐφʼ ὧν ἀκινητοῦμεν, κατὰ ἀντίφρασιν· ἢ ὅτι,
δῖνος ὁ τόρνος, ὃ καὶ διὰ τοῦ ι φησὶν Ἡρωδιανὸς ἐν τῷ περὶ σχη-
μάτων. λείπει δὲ ἐνταῦθα τὸ ἐστίν· ἐπεὶ δὲ ἡ φράσις συνήθης
ἐστὶν, ἐὰν τεθῇ, πλεονάζειν δοκεῖ.
διχῆ αὐτὴν ἀναζωπυρεῖ ὑπομιμνήσκουσα τοῦ ἀνδρὸς, καὶ ἀπὸ τοῦ κάλλους καὶ τοῦ τόπου.
ταῦτά φησιν, ἵνα μὴ μυσαχθῇ αὐτὸν διὰ τὸ λύθρον.
394. χοροῖο νέον] ἠϊθέων γὰρ τὸ χορεύειν· ὃ καὶ Πρίαμος ὀνειδίζει τοὺς υἱοὺς “χοροιτυπίῃσιν ἄριστοι” (Il. 24, 261).
396. ἐνόησε θεᾶς περικαλλέα δειρήν] καὶ μὴν γραῒ παρεικασθεῖσα
ἦν. ἀλλʼ ἔθος τοῖς ἡμιθέοις τοὺς θεοὺς ἐπιγινώσκειν, ὡς Αἴας τὸν
Ποσειδῶνα (Il. 13, 68).
*Πορφυρίου. ἀδύνατόν φασιν εἰς γραῦν μεταβαλεῖν τὴν ἰδέαν
τὴν Ἀφροδίτην, καὶ νοῆσαι τὴν Ἑλένην τὴν τῆς θεᾶς δειρήν. λύσις·
πολλαχοῦ ποιεῖται τοὺς ἡμιθέους τεκμαιρομένους τὰς τῶν θεῶν
μορφὰς, ὡς ὅταν ὁ Ποσειδῶν Κάλχαντι ἀπεικασθεὶς φαίνηται,
ὅ τε Αἴας φησὶν “οὐδʼ ὅγε Κάλχας ἐστὶ θεοπρόπος· ἴχνια δὲ
397. στήθεά θʼ ἱμερόεντα] οὐδὲν ἄτοπον γυμνὴν φαίνεσθαι τὴν θεόν· Ἑλένῃ γὰρ ἤθελε γνωρισθῆναι, κρύπτεται δὲ ταῖς Τρωάσιν.
399. δαιμονίη] παρρησιάζεται ἡ Ἑλένη ὡς πρὸς ἀδελφήν.
400. ἦ πή με] τὸν ἦ περισπαστέον, τὸ δὲ πή ὀξυντέον διὰ τὸ μέ ἐγκλιτικόν· οὐ γάρ ἐστι νῦν ἐρωτηματικὸν τὸ πῆ, ἀλλὰ ἀόρι- δὲον.
δίχα τοῦ ι τὸ προτέρω· ἀπὸ τοῦ προσωτέρω γάρ ἐστιν.
402. κομματικὸς ὁ λόγος τῇ δυσχεραινούσῃ διανοίᾳ. θέλει δὲ
εἰπεῖν, οὔ τί με λανθάνεις ἐφʼ ᾧ ἦλθες.
411. πορσυνέουσα] εὐτρεπίζουσα, ὡς τὸ “λέχος πόρσυνε καὶ
εὐνήν” (Od. 3, 403. 7, 347). τὸ δὲ ἑξῆς οὕτως, οὐκ εἶμι ἐκεῖσε
πορσυνέουσα τὸ ἐκείνου λέχος. τὸ δὲ νεμεσσητόν διὰ μέσου.
μωμήσονται γάρ με, φησὶν, αἱ Τρωάδες ὡς δευτέρας μάχης οὖσαν
αἰτίαν· ἔδει γὰρ αὐτὴν τῷ νικήσαντι ἕπεσθαι.
414. μεθείω] μετωνυμικῶς, ἀντὶ τοῦ ἐαθῆναι ποιήσω καὶ μιση- θῆναι, ὡς καὶ φιληθῆναι ἐποίησα. τὸ ἀνεξίκακον δὲ τῆς θείας ἐδήλωσε φύσεως· “θεὸς γὰρ ἐπὶ σμικροῖσιν οὐ θερμαίνεται, | ἀλλʼ ὡς λέβης τοῦ μείζονος δεῖται πυρός.”
416. καὶ τῶν ἐναντίων γὰρ ἔχουσιν ἐξουσίαν οἱ θεοὶ, ὡς αἱ Mοῦ- σαι ἐπὶ Θαμύριδι.
420. σιγῇ] διδάσκει μὴ θρασείας ποιεῖσθαι πρὸς τοὺς ὑπερέ- χοντας τὰς ἀποκρίσεις.”
422. ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο] ἔδει γὰρ
αὐτὰς χωρίζεσθαι ὡς ἀνδρὸς καὶ γυναικὸς τὰ συνήθη πρασσόντων.
423. δῖα γυναικῶν] ἀντὶ τοῦ διοτάτη. καλῶς δὲ τὰ ἐπὶ Διὸς οὐκ ἐπιτείνονται.
424. φιλομμειδὴς Ἀφροδίτη] τὰ γὰρ ἀφροδίσια λύπης ἀπήλ-
λακται. τὸν δὲ δίφρον εἰ μὲν ὡς γραῦς τίθησιν, οὐκ ἄτοπον· εἰ δὲ
ὡς Ἀφροδίτη, καὶ Ἀθηνᾶ λύχνον φαίνει Ὀδυσσεῖ (Od. 19, 34). καὶ
οὐ θαυμαστὸν εἰ ἀδελφῇ ὑπηρετεῖται· ἐπάγει γὰρ τὸ κούρη Διός.
*ἀπρεπῶς Ἀφροδίτη μαστροπεύει πρὸς τὸν Ἀλέξανδρον τὴν
χομένης. διὸ δὴ κατʼ ἀρχὰς ἀντειποῦσα τοὔσχατον ὑπείκει, μεταξὺ
δύο φερομένη παθῶν, ἔρωτός τε τοῦ πρὸς Ἀλέξανδρον καὶ αἰδοῦς τῆς
πρὸς Μενέλαον.
425. ἀντίʼ] θέα γὰρ ἐρώτων συνεργός· ἐκ τοῦ γὰρ εἰσορᾶν γίνεται τὸ τοὺς ἀνθοώπους ἐρᾶν.
427. ὄσσε πάλιν κλίνασα] ὑπογράφει τὸ σῶφρον τῆς Ἑλένης· τέχνῃ γὰρ ἀντιτάσσεται τῇ Ἀφροδίτῃ.
428. πλανώμενοι τινες ὑποστίζουσιν ἐν τῷ πολέμου διὰ τὴν ὑπόκρισιν· Νικάνωρ δὲ τελείαν δίδωσι καὶ τὸ ἑξῆς ἀπόλυτον ἐᾷ.
431. βίῃ τῇ ψυχῇ, χερσί τῷ σώματι, ἔγχεϊ τοῖς ἀμυντηρίοις.
ἠθικῶς δὲ αὐτοῦ τὸ ἀλαζονικὸν ἔσκωψεν· ἴδιον γὰρ τῶν ἐρώντων ἐπʼ
ἀνδραγαθίαις αὐχεῖν.
434. παύεσθαι κέλομαι] θελγομένη ὑπὸ Ἀφροδίτης εἰς τοῦτο
ἔρχεται. τάχα δὲ καὶ ἀποδοθῆναι θέλουσα λεληθότως παραινεῖ μὴ
μάχεσθαι· μὴ μαχομένου δὲ αὐτοῦ ἀποδοθείη κατὰ τὰ Διὶ δεδογ-
μένα. διὰ τοῦτο ἐκδειματοῦσα ἀρηΐφιλόν φησι Μενέλαον. τὸ δὲ
παύεσθαι ἐνεστῶτος, οὐ παύσασθαι. τελεία δὲ εἰς τὸ κέλομαι, καὶ
τὰ ἑξῆς ἀντὶ προστακτικῶν.
439. νῦν μὲν γὰρ Μενέλαος] οἷαι τῶν ἠσχημονηκότων αἱ ἀπο-
λογίαι. διὰ τὴν Ἀθηνᾶν φησὶ νενικῆσθαι, ὥσπερ οὐκ ἐκ τῶν ἐναντίων
διὰ τὴν Ἀφροδίτην αὐτὸς σωθείς. νιλήσειν δὲ ὑπισχνεῖται τὸν Μενέ-
λαον, οὐδὲ μετὰ τὴν ἧτταν τὴν ἀλαζονείαν ἀφείς.
440. κεῖνον δʼ αὖτις ἐγώ] βραχὺ διασταλτέον εἰς τὸ ἐγώ, καὶ τὸ νικήσω ἐκδεκτέον· κοινὸν γὰρ ἄμφω τὸ ἐνίκησεν.
441. τραπείομεν] τερφθῶμεν. κινδυνεύσας δὲ ὑπὲρ αὐτῆς, ὡς νικήσας, τῶν ἐπινικίων ἀπολαύειν ἀξιοῖ.
φιλότητι τραπείομεν εὐνηθέντε] πῶς, φασὶ, μετὰ τοσαύτην
αἰσχύνην ὀργᾷ: ἐμφανίζει οὖν τὴν πρόξενον ἀπάντων τῶν κακῶν
αὐτοῦ λαγνείαν. ἢ ἀνακτώμενος Ἑλένην προσποιεῖται αὐτῆς ἐρᾶν,
ὑπονοῶν ὀργίζεσθαι αὐτὴν ἐφʼ οἷς ἐκδοῦναι τῷ πολεμίῳ ἔσπευσεν.
ἢ ὅτι ὧν στεροίμεθα ἂν, τούτων ἐρῶμεν.
*Πορφυρίου. διὰ τί τὸν Ἀλέξανδρον πεποίηκεν οὕτως ἄθλιον, ὥστε
μὴ μόνον ἡττηθῆναι μονομαχοῦντα, ἀλλὰ καὶ φυγεῖν, καὶ ἀφρο-
δισίων μεμνημένον εὐθὺς, καὶ ἐρᾶν μάλιστα τότε φάσκοντα, καὶ
οὕτως ἀσώτως διακεῖσθαι; Ἀριστοτέλης μέν φησιν εἰκότως· ἐρω-
τικῶς μὲν γὰρ καὶ πρότερον διέκειτο, ἐπέτεινε δὲ τότε. πάντες γὰρ,
ὅτε μὴ ἐξῇ ἢ φοβοῦνται μὴ ἕξουσι, τότε ἐρῶσι μάλιστα· διὸ καὶ
νουθετούμενοι ἐπιτείνουσι μᾶλλον· ἐκείνῳ δὲ ἡ μάχη τοῦτο ἐποίησεν.
οἱ δὲ, ὅτι ἡ προσδοκία τῆς ἀποδόσεως ἤγειρε σφοδρότερον τὴν ἐπι-
θυμίαν διὰ τὴν μέλλουσαν ἀφαίρεσιν. οἱ δὲ, ὅτι ἡ Ἀφροδίτη παροῦσα
οὐ μόνον ἐκ τῆς μάχης αὐτὸν ἐρρύσατο, ἀλλὰ καὶ λελυπημένον διὰ
τὴν ἧτταν εἰς παρηγορίαν ἦγε, μεταβαλοῦσα τὴν τῆς ψυχῆς κατή-
φειαν εἰς τὸ ἡδὺ τῆς ἐπιθυμίας. ἄλλοι δὲ, ὅτι τῆς Ἑλένης ἀνακτώ-
μενος τὴν εὔνοιαν σφοδρότερον τὸν ἔρωτα ἐπιτετάσθαι λέγει· ἐνόμιζε
γὰρ τὴν αὐτὴν χαλεπῶς φέρειν διʼ ἃ συνέθετο, ὥσπερ ἔκδοτον τοῖς
Ἀχαιοῖς γενομένην. ἵνα δὲ ἐπιδείξῃ οἷος ἦν Ἀλέξανδρος, ἔν τε τῷ
πολέμῳ ἐποίησε θρασὺν ἅμα καὶ δειλὸν, ἐπί τε τῆς οἰκίας ἀσελγῆ
καὶ καταφρονητὴν δόξης. χαρακτηρίζει γὰρ διὰ τούτων τὸ ἦθος τοῦ
αἰτίου τῶν κακῶν τοῖς πᾶσι διὰ τὴν ἀσέλγειαν γενομένου.
442. ἀμφεκάλυψεν] ἐθήρευσεν. ἡ μεταφορὰ ἐκ τῶν θηρευτικῶν δικτύων.
443. ἐρατεινῆς] τοῖς ἐρῶσι καὶ αἱ τῶν ἐρωμένων πατρίδες καλαὶ
παρὰ πάσας εἶναι δοκοἵσιν.
445. νήσῳ δʼ ἐν Κρανάῃ] ταύτην πρὸ Ἀττικῆς εἶναί φασιν. οἱ δὲ τὰ Κύθηρα· Ἀφροδίτης γὰρ ἱερά.
446. ὥς σεο] ἐγκλιτέον· ἀπόλυτον γάρ ἐστιν. ἐπὶ δὲ Διὸς (Il. 14, 328) ὀρθοτονητέον. τὸ δὲ ἐξῆς οὕτως, οὐδέποτε οὕτως ἔρως ἀμ- φεκάλυψεν ὡς νῦν ἐρῶ σου.
447. ἄκοιτις] τηρεῖ τοῦτο, καίπερ μὴ ἂν κατὰ τὸν συναφείας νόμον, ὡς ἐπὶ Ἥρας καὶ Διός.
448. κατεύνασθεν] ἐπὶ μὲν τῶν ἀξιόχρεων γάμων εὐνὴν καὶ φιλό- τητα ὀνομάζει· ἐπὶ δὲ Πηνελόπης καὶ πλέον τι “λέκτροιο παλαιοῦ θεσμόν” (Od. 23, 296)· ἐπὶ δε τῶν παρανόμων μόνην μῖξιν καὶ κοίτην.
449. θηρὶ] ἄγρας ἀφῃρημένῳ, ἐπεὶ καὶ ἄνω (23) ἐπιτυχόντι
αὐτὸν εἰκάζει.
456. Τρῶες καὶ Δάρδανοι] εἰς δύο γὰρ ἡ Τρώων ἀρχὴ διῄρητο ἀπὸ Ἀσσαράκου καὶ Ἴλου, ὧν οἱ υἱοὶ πολίζουσι· Γανυμήδης δὲ ἥρπαστο.
457. νίκη μὲν] ὑπερέβη γὰρ τὸ μετρητὸν Ἀλέξανδρος, καὶ
καλούμενος ἄπεστιν. καὶ Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος φωνὴν
ἐπίκουρον, τὸ “εἰ δέ κ᾿ Ἀλέξανδρον κτείνῃ ἐπίκουρον” (284)· οὐ
γὰρ ἐκτάνθη· Ἀχαιοὶ δὲ τὴν Ἕκτορος, τὸ “ὁππότερος δέ κε νικήσῃ
κρείσσων τε γένηται” (92)· κρείσσων γὰρ ὤφθη Μενέλαος. καὶ
γίνεται ἡ στάσις ῥητὸν καὶ διάνοια. διὸ ἀμφοτέρων εὔλογον αἰτίαν
ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου.
*διὰ τί τῶν συνθηκῶν ὑπʼ Ἀγαμέμνονος τοιούτων γεγονυιῶν “εἰ
μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ, αὐτὸς ἔπειθʼ Ἑλένην
ἐχέτω καὶ κτήματα πάντα, ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα· εἰ δέ κʼ
Ἀλέξανδρον κτείνῃ Μενέλαος, Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα
πάντʼ ἀποδοῦναι, τιμήν τʼ Ἀργείοις ἀποτινέμεν, ἥντινʼ ἔοικεν· εἰ
δʼ ἂν ἐμοὶ Πρίαμος Πριάμοιό τε παῖδες τίνειν οὐκ ἐθέλουσιν, αὐτὰρ
ἐγὼ καὶ ἔπειτα μαχέσσομαι εἵνεκα ποινῆς” (Il. 3, 281—290)· τῶν
γοῦν συνθηκῶν τῆς νίκης διὰ σφαγὴν θατέρου τῶν μαχομένων ὡρι-
σμένης καὶ τοῦ Ἀλεξάνδρου μὴ ἀνῃρημένου Ἀγαμέμνων φησὶ “νίκη
μὲν δὴ φαίνετʼ ἀρηιφίλου Μενελάου, ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ
κτήμαθʼ ἅμʼ αὐτῇ ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν, ἥντινʼ ἔοικεν”
(Il. 3. 457—459)· ἐνῆν γὰρ ἀντικρούειν τὸν τυχόντα ὅτι “εἰ μέν
κεν Μενέλαος Ἀλέξανδρον καταπέφνῃ” εἴρηται, καὶ “εἰ δέ κʼ
οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. ὁππότερος δέ κε
νικήσῃ κρείσσων τε γένηται, κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε
οἴκαδ᾿ ἀγέσθω” (Il. 3, 86–93). μὴ ῥηθέντος οὖν ὑπὸ τοῦ Ἀλεξάν-
δρου διὰ τοῦ Ἕκτορος περὶ σφαγῆς καὶ θανάτου, περὶ δὲ νίκης
καὶ τοῦ ἐκ κρειττόνων γεγονότος, ὁ μὲν Ἀγαμέμνων εὐλόγως ἐξ
ὧν εἰρήκασιν οἱ πολέμιοι ἀπαιτεῖ τὰς συνθήκας, ἐπὶ δʼ ᾔνεον ἄλλοι
Ἀχαιοί (Il. 3, 461)· οἱ δὲ Τρῶες οὐκέτι συναινοῦσι σφαγῆς μὴ
γεγονυίας, ἐξ ὧν εἴρηκε ποιούμενος τὰς συνθήκας Ἀγαμέμνων διὰ
σφαγῆς κρίνεσθαι τὴν νίκην, εὔλογον τῆς ἡσυχίας πρόφασιν λαμ-
βάνοντες, ὥστε καὶ ἐνεῖναι διαμφισβητεῖν πρὸς ἀλλήλους, ἑκατέρων
μαρτυρομένων τὰς ἀπὸ τῶν ἀμφισβητούντων γεγονυίας ὁμολογίας.
ὁ μὲν γὰρ Ἀγαμέμνων ἐρεῖ δεῖν ἀποδιδόναι· τοῦτο γὰρ ὡμολογήθη
ὑκὸ Ἕκτορος, τὸ τῷ νικήσαντι καὶ κρείσσονι γεγονότι τὴν ἀπόδοσιν
γίνεσθαι· ὁ δὲ Ἕκτωρ ἐρεῖ μὴ δεῖν ἀποδιδόναι. ὁμολογεῖσθαι γὰρ
καὶ συγκεῖσθαι ὑπὸ τοῦ Ἀγαμέμνονος θανάτου γεγονότος καὶ σφαγῆς
ὅτι δεῖ τὴν ἀσόδοσιν γίνεσθαι· μηδενὸς δὲ ἀνῃρημένου μένει ἀκεραίως
τὰ πράγματα. πάλιν οὖν ἔδει μονομαχῆσαι αὐτούς· ὅθεν Ἀλεξάνδρου
μὲν μὴ φαινομένου, τῶν δὲ συνθηκῶν μενουσῶν ἔτι ἐν ταῖς σπονδαῖς
ἀντʼ Ἄλεξάνδρου ἀνταποκτεῖναι θελήσας τὸν Μενέλαον καὶ τοξεύσας
συγκέχυκε τοὺς ὅρκους, καὶ πάντας ἐπὶ τὴν ἐπιορκίαν τοὺς μήτε
τὸν Ἀλέξανδρον ἐκδεδωκότας μήτε τὸν τοξεύσαντα τὸν Μενέλαον
πεποίηκεν.
458. Ἀργείην Ἑλένην] τὴν οὖσαν ἐξ Ἄργους καὶ Ἀργείοις προσήκουσαν.
461. ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί] οἱ Τρῶες σιωπῶσιν, οὔτε μὴν
τῶν βασιλέων καταγινώσκειν ἔχοντες οὔτε τοῦ δικαίου.
1. οἱ δὲ θεοί] πιθανῶς ἐκ τοῦ κάτωθεν θορύβου εἰς οὐρανὸν τὴν
σκηνὴν μετήγαγε, σεμνύνων καὶ ποικίλλων ἅμα τὴν ποίησιν τόποις
τε καὶ προσώποις καὶ λόγοις. ὑπονοεῖν δὲ δεῖ παρὰ τὴν ἁρπαγὴν
Ἀλεξάνδρου τοὺς λόγους γεγενῆσθαι τοῖς θεοῖς. ηὔξησε δὲ τὸ ἀγω-
νιστικὸν τῆς ὑποθέσεως τῇ τῶν θεῶν προνοίᾳ.
ἠγορόωντο] ἐδημηγόρουν, ἐκ τοῦ ἀγορή ἀγορῶ ἠγορῶντο, καὶ διαι- ρέσει ἢ μᾶλλον πλεονασμῷ ἠγορόωντο, ἤγουν διελέγοντο.
2. δάπεδα μὲν τὸ ὁμαλὰ χωρία, γήπεδα δὲ τὰ ἐν ταῖς πόλεσι
προκείμενα ταῖς οἰκίαις οἷον κηπίδια· οἰκόπεδα δὲ οἰκιῶν κατηριπω-
μένων ἐδάφη.
δύο δὲ ἐνταῦθα δηλοῖ, ὅτι τε τὰ τῶν θεῶν ἀεὶ ἡβᾷ, καὶ ὅτι οὐδέ- ποτε ἀπρονοητοῦσιν. ἀπὸ δὲ τῶν παῤ ἀνθρώποις τιμίων αὔξει καὶ τὰ θεῶν. τέως δὲ ἀνθρωποπαθεῖς εἰσάγει νῦν τοὺς θεοὺς, προρυθμίζων ἡμᾶς πληγὰς αὐτῶν ἀκούειν καὶ πάθη.
μετὰ δέ] τόνδε τὸν δέ ὧδε ἀνθυπήγαγεν· ὁ δὲ συνδετικὸς γάρ ἐστι καὶ αὐτῷ ἀεὶ ἀκολουθεῖ, ὡς τὸ “τὴν δʼ ἐξ ἁλὸς ἤπειρον ἔρυσ- σαν, ἐκ δʼ εὐνὰς ἔβαλον, ἐκ δὲ καὶ αὐτοὶ βαῖνον” (Il. 1, 435).
*Ἥβῃ] ἡ ἐνταῦθα εὐωχουμένοις τοῖς θεοῖς ὑποδιακονουμένη κατʼ
ἀρχὰς Ἥβη τίς ἂν εἴη πλὴν ἡ διηνεκῶς ἐν ταῖς εὐφροσύναις νεότης;
οὐδὲ γὰρ ἐν οὐρανῷ ἔστι γῆρας, οὐδʼ ὕπτστί τι τῆς θείας φύσεως
ἔσχατον βίου νόσημα· πάσης δʼ ἐξαιρέτως θυμηδίας ὡσπερεὶ συνε-
κτικὸν ὄργανόν ἐστιν ἡ τῶν συνεληλυθότων ἐπὶ τὴν εὐφροσύνην ἀκμή.
*διὰ τί ἡ μὲν Ἥβη τοῖς πᾶσι θεοῖς διακονεῖ, ὁ δὲ Γανυμήδης μόνῳ
τῷ Διί; ῥητέον οὖν ὅτι, ἐπειδὴ τὸ θεῖον ἀεὶ νεάζει τε καὶ ἡβᾷ·
τοῦτο γὰρ βούλεται αὐτοῖς ἥ τε ἀμβροσία, ἀβροσία τις οὖσα, καὶ
τὸ νέκταρ, παρὰ τὸ νεάζειν γεγενημένον, ὁ δὲ Γανυμήδης ὑπηρετεῖ
μόνῳ τῷ Διὶ, ὅτι ὁ μὲν Ζεὺς πρῶτός ἐστι νοῦς, μόνος δὲ ὁ νοῦς ἔχει
οἰκεῖον τὸ τοῖς μήδεσι γάνυσθαι· τοῦτο γὰρ ὁ Γανυμήδης. ἡ δὲ
Ἥβη, ὡς λέγεται, Ἥρας ἐστὶ θυγάτηρ.
3. ἐῳνοχόει] πλεονασμός ἐστιν ὡς τὸ ἀνέῳγε καὶ ἑήνδανε. κατα-
χρηστικῶς οὖν τὸ ἐῳνοχόουν ἐπὶ τοῦ νέκταρος, ὡς τὸ βωμὸν οἰκοδο-
4. δειδέχατʼ] ἀπὸ τῆς δεξιᾶς ἡ μεταφορά. καὶ τοῦτο δηλοῦται
ἐκ τοῦ “πλησάμενος οἴνοιο δέπας δείδεκτο” (Il. 9, 224). καὶ ὁ
φιλόφρων δὲ ἀριδείκετος λέγεται.
Τρώων πόλιν εἰσορόωντες] ἀπρεπές φασιν εἰ τέρπει τοὺς θεοὺς
πολέμων θέα. ἀλλʼ οὐκ ἀπρεπές· τὰ γὰρ γενναῖα ἔργα τέρπει. ἄλ-
λως τε πόλεμοι καὶ μάχαι ἡμῖν δεινὰ δοκεῖ, τῷ δὲ θεῷ οὐδὲ ταῦτα
δεινά· συντελεῖ γὰρ ἅπαντα ὁ θεὸς πρὸς ἁρμονίαν τῶν ἄλλων ἢ καὶ
ὅλων, οἰκονομῶν τὰ συμφέροντα, ὅπερ καὶ Ἡράκλειτος λέγει, ὡς τῷ
μὲν θεῷ καλὰ πάντα καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφα-
σιν, ἃ δὲ δίκαια.
5, *αὐτίκʼ ἐπειρᾶτο] πολλὰ ἔνεστι λύειν τῶν παρεωραμένων τοῖς
γραμματικοῖς. αὐτίκα τὸ ἐπὶ τοῦ Διὸς “αὐτίκʼ ἐπειρᾶτο Κρονίδης
ἐρεθιζέμεν Ἥρην κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων” μὴ
νοήσαντές τινες ἀλλοκότους ἐξηγήσεις πεποίηνται. φασὶ γὰρ ὅτι
παραβλητικοῖς ἐχρῆτο λόγοις ὁ Ζεὺς, παραβάλλων καὶ ἀντεξετάζων
τὴν Ἀφροδίτης Ἀλεξάνδρῳ ἐπικουρίαν πρὸς τὴν Ἥρας καὶ Ἀθηνᾶς
τῷ Μενελάῳ γενομένην. τὸ οὖν παραβλήδην ὅτι μετὰ τοῦ παραβάλ-
λειν λέγει, ὅπερ εἰώθασι συγκρίνειν λέγειν, καὶ ὅτι τοῦθʼ οὕτως ἔχει
δηλοῖ ὁ τοῦ Διὸς λόγος συγκριτικὸς ὤν· “δοιαὶ μὲν Μενελάῳ ἀρη-
γόνες εἰσὶ θεάων, Ηρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη. ἀλλʼ
ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον, τῷ δʼ αὖτε φιλομ-
μειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει” καὶ
οὐκ ἔστιν ἁπλῶς παραβολὴ καὶ ἀντεξέτασις, ἀλλʼ ὄντως ἐρεθιστικὴ
καὶ κέρτομος, ὡς προεῖπεν ἔσεσθαι, δοιαὶ μὲν Μενελάῳ, μία δὲ τῷ
Ἀλεξάνδρῳ. καὶ ἡμὲν Ἥρα κηδεμὼν τοῦ Ἄργους κἀκεῖθεν χρημα-
τίζουσα καὶ διὰ τοῦτο καὶ τοῦ Μενελάου κήδεσθαι ὀφείλουσα, ἡ δὲ
Ἀθηνᾶ Ἀλαλκομενηῒς, ἡ δὲ Ἀφροδίτη φιλομμειδὴς καὶ οὐκ ἀπʼ
Ἰλίου· καὶ ὅμως αἱ μὲν νόσφι τοῦ Μενελάου κάθηνται, ἡ δὲ αἰεὶ
παρμέμβλωκε· καὶ αἱ μὲν θεωροὶ εἰς τέρψιν τῶν ἀγώνων, ἡ δὲ αὐτῷ
κῆρας ἀμύνει συμπαραμένουσα “καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέ-
εσθαι.” ὀρθῶς ἄρα προείρηκεν ὅτι ἐρεθιστικὸς ὁ λόγος ἔσται καὶ
χλευαστικὸς καὶ παραβλητικός.
ἐρεθιζέμεν Ἥρην] ἤθελε μὲν παράβασιν τῶν ὅρκων δἰ Ἀχιλλέα ποιῆσαι, ἐβούλετο δὲ τὴν αἰτίαν αὐταῖς ἐπιθεῖναι.
7. ἀρηγόνες] ἐπὶ μόνου θηλυκοῦ τάσσει ὁ ποιητὴς αὐτὸ, ὅ ἐστιν ἡ ἀρηγών.
8. Ἀλαλκομενηὶς Ἀθήνη] τοῦτο τὸ ὄνομα Κέκροψ αὐτῇ ἐπιτέθεικε
πρῶτος, καὶ οὕτως ἐτίμησεν. λέγει δὲ τοῦτο ὁ Ζεὺς ἢ ἀπατητικῶς,
ἢ πρὸς τὰς τῶν Τρώων ἐπικούρους συγκρίνων θεὰς αὐτήν.
9. νόσφι] τοῦ Μενελάου. διασταλτέον δὲ εἰς τὸ καθήμεναι·
λείπει γὰρ ὁ καί. ὅρα δὲ πῶς πάντοθεν τὸ παράδοξον θηρῶν τὴν μὲν
Ἥραν Ἀργείαν καὶ τὴν Ἀθηνᾶν καλεῖ πολεμικὴν, τὴν δὲ Ἀφροδίτην
φιλομμειδέα μόνον. πόρρωθεν δὲ ἄρχεται τῶν βουλευμάτων.
*Ἀλαλκομενηῒς δὲ εἴρηται Ἀθηνᾶ ἀπὸ τοῦ τὰ μένη, τουτέστι τὰς δυνάμεις τῶν ἐναντίων, ἀποσοβεῖν.
13. νίκη μέν] λείπει τὸ ἐστί. διέκρινε δὲ τὸ ἀμφίβολον ὁ τοῦ Διὸς λόγος, ὅπως μὴ δοκῇ ὁ ποιητὴς τοῖς Ἀχαιοῖς χαρίζεσθαι.
14. βραχὺ διασταλτέον εἰς τὸ ἔργα. τὸ δὲ μετʼ αὐτὸ, τὸ ἦ ῥʼ, δύο μέρη εἰσὶ λόγου· ἐλλείπει γὰρ τοῦ ῥά συνδέσμου τὸ α. ἄρχεται δὲ τῶν κερτομιῶν ἤδη.
15. φύλοπιν] ἐπειδὴ κατὰ φυλὰς μάχονται. περισπαστέον δὲ καὶ τὸ ἦ φιλότητος· ἔστι γὰρ διαπορητικόν.
20. μεμυκόσι τοῖς χείλεσιν ἐπεμύχθησαν. ἠθικῶς δὲ καὶ τὸ γυναικεῖον σχῆμα πρὸ τῶν λόγων ἐμφαίνει ὅπως γνώμης ἔχουσιν. καὶ ἤρκει μὲν τοῦτο· ἡ δὲ ὀργὴ καὶ ἐπὶ λόγους αὐτὴν ἄγει.
23. σκυζομένη] ὀργιζομένη· καὶ γὰρ οἱ ὀργιλώτατοι Σκύθαι καλοῦνται.
24. οὐκ ἔχαδε] ἔμφασίς ἐστι τῆς διὰ τοῦ στόματος ὑπεκχεο- μένης ὀργῆς.
25. αἰνότατε] σχετλιαζούσης ὁ λόγος. ὅτε δὲ φιλοφρονεῖται αὐτὸν, φησὶ “Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι” (Il. 5, 421):
26. πῶς ἐθέλεις ἅλιον] εὔλογον αἰτίαν τῆς ἀτιμίας προστίθησι
τὸ βουληθῆναι ἀκυρῶσαι τὰ πεπονημένα αὐτῇ.
27. μόνως τὸ ἱδρῶ θ᾿· ἀεὶ γὰρ δισυλλάβως ὁ ποιητὴς τοῦτό
29. θεοὶ ἄλλοι] ὃ ἕκαστος ἀποδέχεται, καὶ τοῖς ἄλλοις περιτί- θησιν. ἢ οἱ Ἑλληνικοὶ, ὡς τὸ. “πάντες δʼ ᾐτιόωντο” (Il. 11, 78).
παιδεύει δὲ μὴ ἰδίᾳ ψήφῳ τοὺς βασιλεῖς ἀρέσκεσθαι.
30. μέγʼ ὀχθήσας] ἠθικῶς, ὅπως δοκῇ παρὰ τὴν ἰδίαν γνώμην χαρίζεσθαι αὐτῇ τὸ αἴτημα.
31. δαιμονίη] ἠθικῶς ἀντὶ τοῦ μακαρία. τὸ δὲ τί νύ σε ἀντὶ τοῦ πῶς δή, ὡς τὸ “τί νύ σʼ ἔτρεφον αἰνὰ παθοῦσα” (Il. 1, 414).
35. ὠμὸν βεβρώθοις] ηὔξησε τὸ ὑπερβάλλον τῆς γυναικείας κα- κίας, ὡς ἐν τῷ “τοῦ ἐγὼ μέσον ἧπαρ” (Il. 24, 212). αὔξεται οὖν ὁ λόγος ἐν τῇ καθʼ ἕκαστον ἐξεργασίᾳ.
37. ἔρξον ὅπως ἐθέλεις] ὡς θέλεις πρᾶξον, μή πως ἡ ἀμφιβολία
αὕτη ἐμοὶ καὶ σοὶ πόλεμος γένηται. οἱ δὲ στίζουσιν εἰς τὸ νεῖκος
καὶ λείπειν φασὶ τὴν διά, καὶ τὸ γένηται ὑποτακτικὸν ἀντὶ τοῦ
γένοιτο ἢ γενέσθω. τοῦτο δέ φησιν, ἵνα μηδὲ αὐτὴ ἐναντιωθῇ αὐτῷ
ἐν τῇ τῶν Ἑλλήνων ἄτῃ.
40. ὁππότε κεν καὶ ἐγώ] καὶ ταῦτα κερτομικὰ, πρὸς τὸ τὴν χάριν ἐπὶ πλεῖον αὔξειν.
41. ἐγγεγάασιν] ἐνδιατρίβουσιν, οὐ γεγένηνται· πολλοὶ γὰρ ἀλ- λαχοῦ γεννώμενοι ἀλλαχοῦ οἰκοῦσιν.
42. διατρίβειν] μαλάσσειν· ἡ μεταφορὰ ἐκ τοῦ κηροῦ. ἐμφαίνει δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον.
43. πολλὰ γὰρ παρὰ προαίρεσιν τῆς ψυχῆς πράττομεν πρὸς τὸ
κεχαρισμένον τῶν πέλας, ὡς εἰ ἔλεγε, κατεδεξάμην μὲν ἐγὼ, τὰ δὲ
τῆς προαιρέσεως οὔ πώ μοι κατένευσεν.
*Πορφυρίου. πῶς ὁ Ζεὺς δῶκά σοί φησιν ἑκὼν ἀέκοντί γε θυμῷ;
τὸ γὰρ ἑκών τῷ ἄκων ἀντίκειται. Τρύφων μὲν οὖν συναλείψας ἐν τῷ
κ συνάπτει τὸ ᾱ πρὸς τὸ ἑκὼν, ἵνʼ ᾖ ἀέκων ἀέκοντί γε θυμῷ. τοιαύτη
τις ἡ διάνοια· πολλὰ ποιοῦμεν τῶν πραγμάτων ἢ ἐξ ὅλης τῆς δια-
νοίας ἢ μηδὲ βουλόμενοι. διεῖλεν οὖν τὸ ἐγὼ τῷ θυμῷ, καί φησιν
ἐγὼ ἀέκων δέδωκα ἀκούσης μου τῆς διανοίας καὶ μὴ θελούσης. εἰ
μὲν οὖν ἐγώ σοι δέδωκα ἔφη ἀέκων, ἐναντιολογία ἦν· καὶ εἰ ἑκόντι
ἑκὼν μὲν δίδωσιν ὡς ἀδελφῇ καὶ γυναικὶ, ἄκων δὲ ὅτι τοὺς φιλτά-
τους πρὸς ἀπώλειαν ἐκδίδωσιν. καὶ γὰρ οἱ ἐν θαλάσσῃ πλέοντες
ὅταν περιπέσωσι κινδύνῳ, ἐκβάλλουσι τὸν φόρτον εἰς τὴν θάλασσαν
ἑκόντες τε καὶ ἄκοντες, ἑκόντες μὲν ἵνα σωθῆναι δυνηθῶσιν, ἄκοντες
δὲ ὅτι τὸν φόρτον ἀπόλλουσι δἰ ὃν πλέουσιν.
44. ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι] γῆς καὶ οὐρανοῦ νυκτός τε καὶ ἡμέρας παρείληφε λαμπτῆρας, ἥλιόν τε καὶ ἀστέρας.
46. περὶ κῆρι] περισσῶς τῷ κέαρι.
47. καὶ Πρίαμος] ψεύδεται αὔξων τὴν χάριν· φησὶ γὰρ Ποσει-
δῶν “ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων (Il. 20, 306), καὶ
μάλα εἰκότως, ἀσεβῆ γενομένην.
49. λοιβῆς τε] καὶ αὐτοῖς γὰρ ἐμέριζον οἱ θύοντες· καλῶς δὲ προαναγινώσκει νόμον ἀσεβείας. ἵνα δὲ μὴ δοκῇ ἐπʼ ὀλίγοις ἀγάλ- λεσθαι, φησὶ “τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.”
51. ἐμοὶ τρεῖς] διὰ τί ὁ μὲν Ζεὺς μίαν, ἡ δὲ Ἥρα τρεῖς ἔχειν
φησὶ πόλεις φιλτάτας, καὶ ἡ μὲν Ἑλληνίδας, ὁ δὲ βάρβαρον: ἔδει
γὰρ τὰς κρείσσονας τὸν βασιλέα τῶν θεῶν ἔχειν φιλτάτας. ῥητέον
δὲ ὅτι εὐπρεπῆ βουλόμενος περιθεῖναι αὐτῇ τὴν αἰτίαν τῆς ὀργῆς ὁ
ποιητὴς, καὶ οὐχ ἣν ὁ μῦθος ἀναπλάττει, ὡς ἄρα διὰ τὸ μὴ προτι-
μηθῆναι τῆς Ἀφροδίτης ἐπὶ τῇ κρίσει τοῦ κάλλους Τρωσὶν ἐχαλέ-
παινεν, ἐπίτηδες ταύτας φησὶν αὐτὴν τὰς πόλεις φιλεῖν, περὶ ἃς τὸ
ἀδίκημα τὸ κατὰ τὴν Ἑλένην γέγονεν. σύμψηφα δὲ τούτων κἀκεῖνα,
ἐν οἷς αὐτὴν ποιεῖ λαμβάνουσαν τὸν κεστὸν παρὰ τῆς Ἀφροδίτης,
ἵνα τῷ Διὶ μᾶλλον οὕτως ἐπέραστος φανείη· οὐ γὰρ ἦν εἰκὸς τὴν
δεομένην τῆς βοηθείας τῆς παρʼ αὐτῆς ἐπὶ τῷ ἀρέσαι τῷ ἀνδρὶ ἐνα-
γανακτεῖν ἡττηθεῖσαν ἐπὶ τῇ τοῦ κάλλους κρίσει. ὁ δὲ Ζεὺς μίαν
λέγων πόλιν φιλεῖν ἐξαίρει τὴν χάριν· οὐχ οὕτω γὰρ ὁ ἀπὸ πολλῶν
διδούς τι θαυμάζεται ὡς ὁ ἀπὸ ὀλίγων. ὥστε ἀμφότεροι ῥητορικῶς
κατασκευάζουσιν· ἡ μὲν γὰρ πολλὰς ἀντὶ μιᾶς προήσεσθαί φησιν,
ὁ δὲ τὴν μίαν, ἣν καὶ μόνην ἔχει, χαριεῖσθαι.
53. δείκνυσι τῶν ὀργιζομένων τὸ ἦθος ἀλόγιστον, οἳ τῷ πόθῳ τῶν παρὰ χεῖρα τῶν μειζόνων ἀμελοῦσιν. διὰ δὲ τοῦ περὶ κῆρι ἐμφαίνει περὶ τῶν Τρώων, ὡς ὁμοίως αὐτῇ μισοῦνται ὡς ἐκείνῳ φιλοῦνται.
58. ἔνθεν] ἔντεχνον τὸ σχῆμα. τὰ γὰρ ἑαυτῆς δίκαια, διʼ ὧνπερ
ὤφειλε τιμῆς τυγχάνειν, ἐκ τῆς περὶ τὸν ἄνδρα δόξης λαμβάνει,
προσαγομένη τὸν θεὸν λεληθότως.
59. πρεσβυτάτην] νῦν τιμιωτάτην. πλανηθεὶς δὲ ἐντεῦθεν Ἡσί- οδος νεώτερόν φησι τὸν Δία (Th. 454).
ἀγκυλομήτης] ὁ καὶ τὰ τοῖς ἄλλοις ἀγκύλα μήσασθαι εἰδώς.
60. ἐπὶ τῶν ἓξ τούτων ἡ γενεὰ λαμβάνεται, ἐπὶ ἡλικίας, ὡς τὸ
“ὁπλότερος γενεήν” (Il. 2, 707)· ἐπὶ εὐγενείας, ὡς τὸ “γενεῇ μὲν
ὑπέρτερος” (Il. 11, 796)· ἐπὶ ἐκγόνων, ὡς τὸ “ὄφρα μὴ ἄσπερμος
γενεή” (Il. 20, 303)· ἐπὶ πατρίδος, ὡς τὸ “γενεὴ δέ οἵ ἐστʼ ἐπὶ
λίμνῃ” (ib. 390)· ἐπὶ ὡρισμένου χρόνου, ὡς τὸ “τῷ δʼ ἤδη δύο μὲν
γενεαί” (Il. 1, 250)· ἡ γὰρ τοιαύτη γενεὰ λ΄ ἔχει χρόνους· ἐπὶ
φύσεως, ὡς τὸ “οἵη περ φύλλων γενεή” (Il. 6, 146). λαμβτά-
νεται δὲ καὶ ἐπὶ χρόνου ζωῆς ἀνθρώπων, ὡς τὸ “ἐννέα γὰρ ζώει
γενεάς.”
61. κέκλημαι] οὐκ ἔστι τελεία εἰς τὸ κέκλημαι· φησὶ γὰρ διότι
σοῦ εἰμὶ γυνὴ τοῦ πάντων ἀνάσσοντος· τοῦτο δὲ δηλοῖ τὸ κέκλημαι.
ἡδὺ δὲ καὶ τὸ τῆς ἐξαλλαγῆς· ἔδει γὰρ εἰπεῖν, σοῦ τοῦ πάντων
βασιλεύοντος.
63. σοὶ μὲν ἐγὼ, σὺ δʼ ἐμοί] πιθανῶς προτέραν ἔταξε τὴν ἰδίαν
χάριν, ὡς προκατάρχουσα καὶ οὐκ ἀμειβομένη. τὸ δὲ επω δηλοῦν
μὲν τὸ λέγω ψιλοῦται, τὸ δὲ ἀκολουθῶ δασύνεται. ἀνάγκη δὲ πᾶσα
τοῖς ἄρχουσι τοὺς ποσῶς ὑποκειμένους ἕπεσθαι.
64. τὸ θᾶσσον συντακτέον τῷ ἐλθεῖν· φησὶ γὰρ (70) “αἶψα μάλʼ ἐς στρατὸν ἐλθέ.”
66. πειρᾶν] οὐκ ἀναγκάζουσιν ἐπιορκεῖν Πάνδαρον, ἀλλὰ πειρῶν-
ται, εἰς πλείω τε ἁμαρτίαν προκαλοῦνται Τρῶας, ὅπως ἀξίαν τίσωσι
δίκην· ἤδη γὰρ παρέβη Ἀλέξανδρος λέγων “κεῖνον δʼ αὖτις ἐγώ”
(Il. 3, 440). τὸ δὲ πειρᾶν ἀντὶ τοῦ πειράτω.
*οὐκ ἀσεβεῖ δὲ, φησὶν, ὁ Πάνδαρος, εἰ ἡ Ἀθηνᾶ συνεβούλευσε
καὶ ὁ Ζεὺς ἀπέσταλκεν. ῥητέον οὖν ὅτι ὁ μὲν εἰδὼς κακῶς τοὺς ὅρκους
γεγενημένους (οὐδὲν γὰρ ἕτερον Τρῶες ἢ ἐπὶ τοῖς ἀλλοτρίοις ὤμοσαν)
διὰ τοῦτο ἐσπούδασε λυθῆναι τὰς ἀδίκους συνθήκας. Ἀθηνᾶν δὲ νῦν
ὑποληπτέον τὸν λογισμὸν αὐτοῦ τοῦ Πανδάρου, καὶ ὅτι αὐτὸς πρὸς
ἑαυτὸν ταῦτα διελογίζετο· ἄπιστοι γὰρ Λυκάονες, ὡς καὶ Ἀρι-
στοτέλης μαρτυρεῖ. ἄλλοι δὲ καὶ αὐτοῖς τοῖς Ὁμηρου λύουσι
λέγοντες προειρηκέναι τὸν ποιητὴν “πειρᾶν τ᾿ αἴ κε θέλῃσιν,” οὐχὶ
πείθειν.
ὑπερκύδαντας] μεγάλως γαυριάσαντας ἐπὶ τῇ Μενελάου νίκῃ.
μέγιστον δὲ πρὸς εὐσέβειαν πορθεῖσθαι Τροίαν διὰ τὴν παράβασιν
τῶν ὅρκων, ὥσπερ καὶ Ὀδυσσέως ἡ συχνὴ ναυάγησις διὰ τὴν εἰς
Ποσειδῶνα βλασφημίαν. ὑπερκύδας δὲ ἐκ τοῦ κῦδος κύδος καὶ
ὑπερκύδας.
69. αὐτίκʼ Ἀθηναίην] οὐ γὰρ ἀγγέλου μόνον, ἀλλὰ καὶ τοῦ πεί-
σοντος Πάνδαρον ἔδει καὶ Μενέλαον σώσοντος· διὰ τοῦτο καὶ ἡ
πάρος μεμαυῖα πέμπεται.
75. ἀστέρα νῦν φησὶ τὸν ἀστεροειδῶς ἀκοντιζόμενον. καλῶς δὲ
ἡ πολεμικὴ πολεμικῷ σημείῳ εἴκασται. καλοῦσι δὲ τούτους διάτ-
τοντας, καὶ δοκοῦσιν ἀπὸ συστροφῆς ἀέρος γίνεσθαι· ὅθεν καὶ ἀνέ-
μους δηλοῦσιν. σπινθηρίζουσι δὲ, καὶ πρὶν εἰς γῆν πεσεῖν ψυχροτέρῳ
ἀέρι λύονται. ἐν ὅσῳ δὲ, φησὶ, ταραττόμενοι σκοποῦσι περὶ τοῦ
πολέμου διὰ τὸ τέρας, ἐν τοσούτῳ ἡ Ἀθηνᾶ ὁμοιουμένη αὐτῷ εἰς τὴν
γῆν παρεγένετο.
77. ἐὰν δηλοῖ τὸ ἄποθεν, βαρύνεται ἡ ἀπό· εἰ δὲ ἀναστρέφεται
πρὸς τὸ ῥῆμα, ὃ καὶ βέλτιον, οὐ βαρύνεται.
79. κὰδ δʼ θορ᾿] τὸ ἐνεργὲς καὶ σφοδρὸν τῆς θεοῦ ἡ πρόθεσις δηλοῖ. τὸ θάμ βος δὲ οὐδετέρως παρʼ Ὁμήρῳ, παρὰ δὲ Σιμωνίδῃ ἀρσενικῶς.
82. ἦ ῥʼ αὖτις πόλεμος] πόλεμον μὲν ἐκ τοῦ πυρὸς τοῦ ἀστέρος
ὑφορῶσιν, διὰ δὲ τὲ τὴν σβέσιν διστάζουσιν.
83. τελείαν εἰς τὸ ἔσσεται φησὶ Νικάνωρ, εἰ καὶ ἀπαντᾷ ἡ ὑπόκρισις.
84. ὅστʼ ἀνθρώπων ταμίης πολέμοιο] καλῶς τοῦτο τῇ φιλότητι ἐπήγαγεν. ταμιεύει δὲ τὸ ἐναποκλείει.
86. ἀνδρὶ ἰκέλη] ἐνέπεσε μὲν τῷ πλήθει τῶν Τρώων ὡς ἀστὴρ, ἀνδρὶ δὲ εἰκασθεῖσα Πάνδαρον ζητεῖ.
87. Λαοδόκῳ Ἀντηνορίδῃ] καλῶς τούτῳ εἰκάσθη. παρέβη γὰρ
καὶ ἕτερον νόμον οὗτος πρὸ τοῦ νῦν· βούλεται δὲ παραβῆναι καὶ τοῦ-
τον τὸν νόμον ἤτοι τῶν σπονδῶν· εἰ γὰρ ἕτερος ἦν ὁ συμβουλεύων,
ἔφη ἂν ὁ Πάνδαρος διὰ τί μὴ καὶ σὺ παραβήσῃ τοὺς ὅρκους εἰκό-
τως δὲ ὁ τοῦ φιλοξένου ἀνδρὸς παῖς Λαοδόκος καίτοι μὴ ὢν καλεῖται.
ἀλλὰ καὶ κρατερὸς αἰχμητής, ἤτοι εἰς τὸ αἰχμάζειν ἰσχυρός.
88. διζημένη] εἰκότως εἰκασθεῖσα ἀνδρὶ καὶ τὰ ἀνδρῶν ποιεῖ.
ἀντίθεον δὲ τὸν ἴσον Ἀπόλλωνι ἐν τοξείᾳ· τοὺς γὰρ ὑπερέχοντας
ἔν τινι οὕτως φησίν. αἰσχροκερδὴς δὲ οὗτος, καὶ τοὺς ἵππους οἴκοι
καταλιπὼν φειδοῖ τροφῆς. ἀμύμονα δὲ αὐτὸν λέγει (89) τῷ σώ-
ματι ἢ τῇ τέχνῃ ἢ τῷ γένει· οὐ γὰρ τοιοῦτος τοῖς τρόποις ἦν. ὡς
μικρολόγον τοίνυν καὶ πεισόμενον ὑποσχέσει δώρων αὐτὸν ζητεῖ.
*Πορφυρίου. διὰ τί ἡ Ἀθηνᾶ εἰς σύγχυσιν τῶν ὅρκων οὐ τῶν
Τρώων τινὰ ἐπελέξατο, ἀλλὰ τῶν ἐπικούρων; καίτοι κεχαρισμένος ἄν
τις ἐγένετο Ἀλεξάνδρῳ μᾶλλον, εἰ τῶν οἰκείων ἦν. καὶ διὰ τί τῶν
ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο: φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι
τῶν μὲν Τρώων οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν, ὡς ὁ ποιητής
φησιν “ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ (Il. 3, 454)ʼ
τῶν δὲ ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον (σημεῖον
δὲ ἡ τῷ οἴκῳ αὐτοῦ τῶν ἵππων κατάλειψις, ἵνα μὴ δαπανᾶ Il. 5,
202), καὶ ὅτι φύσει ἐπίορκος ἦν· τὸ γοῦν ἔθνος ἔτι καὶ νῦν δοκεῖ
εἶναι, ὅθεν ἐκεῖνος ἦν, ἐπίορκον. ἄλλοι δὲ οὕτως λύουσιν, ὅτι ἀρίστου
ἦν χρεία τοῦ δυναμένου καταστοχάσασθαι καὶ τρῶσαι τὴν χεῖραʼ
οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει τις ἢ Ἀλέξανδρος μόνος καὶ Πάν-
δαρος εὐφυὴς οὕτως, ὡς καὶ ἐπιφωνῆσαι τὸν ποιητὴν “Πάνδαρος,
καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν” (Il. 2, 827), ὃ σημαίνει τὴν
τοξικήν. καὶ ὡς ἄριστον οὖν αὐτὸν ἐπελέξατο τοξότην.
90. ἀμφὶ δέ μιν] προοικονομεῖ τὴν ἀπὸ τῶν ὅπλων σκέπην. οὐκ
ἄτοπον δὲ τοξότην μὲν εἶναι τὸν ἡγούμενον, ὁπλίτας δὲ τοὺς ὑπηκόους.
Λοκροὶ γὰρ, περὶ ὧν φησὶ “καὶ ἐϋστρόφῳ οἰὸς ἀώτῳ πεποιθότες-
91. οἵ] πρὸς τὸ λαῶν ἀπέδωκεν, ὡς τὸ “γενεαὶ ἀνθρώπων, οἵ οἱ πρόσθεν ἅμα τράφεν” (Il. 1, 251).
93. ἦ ῥά νύ μοί τι πίθοιο] οἰκεία ἡ παραίνεσις ὁμοτίμῳ ἀνδρί, εὐσχήμονα πρᾶξιν ὑποτιθεμένῳ. ἕτοιμον δὲ πρὸς πειθὼ τό τε μὴ κελεύειν καὶ τὸ ἐκ πατέρων ὀνομάζειν.
94. ἐπιπροέμεν] Ἀρίσταρχος μὲν βαρύνει τὴν ἐπί, Μενεκράτης δὲ ὑφʼ ἓν ἀναγινώσκει.
95. χάριν καὶ κῦδος] χάριν μὲν ὡς τῆς μάχης παύσας αὐτοὺς, κῦδος δὲ ὡς τὸν βασιλέα τῶν πολεμίων ἀνελών. βεβαιωτικῶς δὲ ἀναγνωστέον· ὅμοιον γάρ ἐστι τῷ “ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο” (Il. 9, 303). πιστὸς δὲ ὁ λόγος παρʼ ἀνδρὸς λεγόμενος ἐπιφανοῦς.
96. μάλιστʼ Ἀλεξάνδρῳ] προσαγωγικῶς, εἴ γε αὐτῷ Ἀλεξάνδρῳ τοῦτο ποιῶν χαρίεις εὑρίσκεται. ἀγχίνους δὲ φαίνεται τῷ ποιεῖν τοὺς ἐπαίνους τῷ καιρῷ οἰκείους.
97. πάμπρωτα παῤ ἀγλαά] πρῶτα μὲν ὡς καὶ ἄλλων δωσόντων,
ἀγλαὰ δὲ ὡς παρὰ βασιλέως. ἀπείργει δὲ ἡμᾶς δωροδοκίας διὰ
Πανδάρου καὶ Ἀντιμάχου. τινὲς δὲ ἀναστρέφουσι τὴν παρά, κακῶς·
οὐδέποτε γὰρ ἀναστρέφεται πρόθεσις γενικῇ συντασσομένη πτώσει.
99. σῷ βέλεϊ δμηθέντα] ἑλκυστικῶς τοῦτό φησιν, ὡς πάντως αὐτοῦ ἅμα τῷ βληθῆναι τεθνήξοντος.
*οἱ ἀρχαῖοι τὰ σώματα οὐκ ἔθαπτον ὑπὸ τὴν γῆν, εἰ μὴ πρότερον
ἔκαυσαν· εἶθʼ οὕτω τὴν τέφραν σὺν τοῖς ὀστέοις ἐχώννυον.
100. πῶς μὴ Ἀγαμέμνονα τοξεύει ἀκαθόπλιστον ὄντα, ἤ τινα τῶν ἀρίστων ἄλλον, ἀλλὰ τὸν ἐντεθωρακισμένον Μενέλαον; δῆλον οὖν ὡς ἀποτριβόμενος τὴν κατηγορίαν τῆς ἐπιορκίας, ἵνα δοκῇ μᾶλλον Ἀλέ- ξανδρος εἶναι ὁ ἐκ λόγου Μενέλαον τοξεύσας, ἀλλὰ μὴ Πάνδαρος.
101. Λυκηγενέι] ἀψευδέστατον γάρ ἐστιν Ἀπόλλωνος ἱερὸν ἐν Λυκίᾳ. πληροῖ δὲ αὐτὸν φρονήματος μείζονος, πολίτην αὐτοῦ τὸν θεὸν ὑποτιθέμενος εἶναι.
*φασὶν ὅτι λαθεῖν σπουδάζουσα ἡ Λητὼ τὴν τῆς Ἥρας ζηλοτυ-
*Λυκηγενῆ αὐτὸν προσηγόρευσεν οὐχ ὡς ἐν Λυκίᾳ γεγεννημένον·
ἔξω γάρ ἐστι τῆς Ὁμηρικῆς ἀναγνώσεως ὁ νεώτερος οὗτος μῦθος·
ἀλλʼ ὥσπερ, οἶμαι, τὴν ἡμέραν ἠριγένειαν ὀνομάζει τὴν τὸ ἦρος γεν-
νῶσαν, τουτέστι τὸν ὄρθρον, οὕτω λυκηγενῆ τὸν ἥλιον προσηγόρευσεν,
ἐπειδὴ τοῦ κατὰ τὴν ὄρθριον ὥραν λυκαυγοῦς αὐτός ἐστιν αἴτιος. ἢ
ὅτι τὸν λυκάβαντα γεννᾷ, τουτέστι τὸν ἐνιαυτόν· ὅρος γὰρ ἐτησίου
χρόνου διαδραμὼν ἥλιος ἐν μέρει τὰ ιβ΄ ζώδια.
102. πρωτογόνων] νέων, ἐπειδὴ καὶ τὸ θεῖον ἀεὶ νεάζει. ἢ πρω-
τευόντων ἐν γονῇ. ἢ ἠριτόκων· πρῶτον γὰρ πάσης ὥρας τὸ ἔαρ. πῶς
δὲ ὁ Χρύσης (Il. 1, 41) ταύρων καὶ αἰγῶν θυσίαν ὑπισχνεῖται; ἐροῦ-
μεν ὅτι τὰ ἀπόρρητα τοῦ θεοῦ σαφῶς εἰδὼς καὶ τὰ φίλα θύει· θυσίαις
γὰρ αἰγῶν καὶ ταύρων ἥδεται. ὕλη γὰρ αὐτὰ τοῖς τόξοις κερασφόρα
ὄντα. Πάνδαρος δὲ ὑπὸ Ἀθηνᾶς πειθόμενος τοξεῦσαι οὐκ αἶγας οὐδὲ
ταύρους ὑπισχνεῖται, ἀλλʼ ἐρίφων πρωτογόνων θυσίαν. ἀποτυχεῖν
γὰρ αὐτὸν ἡ Ἀθηνᾶ τῆς καιρίας πληγῆς ἐβούλετο.
103. ἱερῆς εἰς ἄστυ Ζελείης] τοῦτο πρὸς τὸ ἐπᾶραι Πάνδαρον· ἢ ἐπεὶ χρηστήριόν ἐστιν ἐκεῖ τοῦ θεοῦ.
104. ἄφρονι] ὅτι θεοὺς ἐκάλει εἰς τὴν κατὰ θεῶν πρᾶξιν. διδάσκει δὲ μηδὲ θεῷ παρὰ τὸ δέον συμβουλεύοντι πείθεσθαι.
105. ἐσύλα] ὅτι ἡσυχῆ ἔμελλε κλέπτειν τὴν πρᾶξιν καὶ λύειν
τὴν τῶν θεῶν πίστιν ὡς ἱερόσυλος. τοῦ ἰξάλου δὲ τοῦ ἱκνουμένου ἐπὶ
τοὺς ἅλας· ψωριῶν γὰρ οὐδενὸς ἑτέρου μεταλαμβάνει. ἢ τὸν εἰς
τὰς ἰξύας ἐρχόμενον, ὅ ἐστι κήλωνα. ἢ ἐντομίαν· οἱ γὰρ τέλειοι
διωκόμενοι ἐντρίβονται τοὺς ὄρχεις. ἢ τὸν εἰς πᾶν ὕψος ἱκέσθαι
δυνάμενον.
106. προκατασκευάζει διὰ τούτου τὴν τοῦ ἀνδρὸς εὐστοχίαν. προ-
δοκῇσι δὲ τόποις προβλήματα ἔχουσιν· οἱ δὲ ταῖς ἐνέδραις. ὕπτιον
δὲ λέγει πεσεῖν, ἵνα τὸ καίριον τῆς πληγῆς δηλωθῇ, ὃ αὐτὸν ὑπτι-
άζει.
109. κέρα] ἀποκοπή ἐστι τοῦ κέρατα· ἢ συναλοιφὴ τοῦ κέραα.
110. κεραοξόος —τέκτων] πᾶς τεχνίτης· ὅθεν λιθοτέκτονες καὶ χρυσοτέκτονες.
111. ἐπέθηκε] ἤτοι ἐπάνω ἔθηκεν. κορώνη δὲ πᾶν τὸ ἐπικαμπὲς,
ἀπὸ μεταφορᾶς τοῦ ζῴου.
112. τανυσσάμενος] τουτέστιν ἐπαναβιβάσας τῇ κορώνῃ τὴν νευράν. βραχὺ δὲ διασταλτέον εἰς τὸ τανυσσάμενος.
113. ἀγκλίνας] ἀπερείσας. κατάφωρον δὲ αὐτὸν μᾶλλον ποιοῦσι
τειχίζοντες τοῖς ὅπλοις. ἀλλʼ ἅμα ἔτεινεν, ἀφῆκε, καὶ οὐ κατὰ τὴν
τοῦ λόγου διήγησιν.
117. σημειοῦται ὁ στίχος ὡς ἐνοχλῶν τῇ τάξει. καὶ τὸ ἀβλῆτα
δὲ οὐχ Ὁμηρικόν· ἄμεινον δὲ τοῦ πτερόεντα τὸ πικρὸν ὀϊστόν. ἕρμα
δὲ τὸ ἔρεισμα· συνέχει γὰρ ἕως ἀφαιρεθῇ τὴν ὀδύνην. ὅμοιον δέ ἐστι
τῷ ἕρμα πόληος (Il. 16, 549). μελαινάων δὲ, ὅτι μελαίνονται αἱ
σάρκες τῶν ἐκ πεφαρμακευμένων βληθέντων ὀϊκτῶν, ὡς τὸ μελαίνετο
δὲ χρόα καλόν (Il. 5, 354).
118. αἶψα] τὸ αὐτίκα (105) καὶ τὸ αἶψα δηλοῖ ὡς καὶ αὐτὸς
τοῖς δώροις ἐπτερωμένος ἦν. τὸ δὲ κατεκόσμει διὰ τὸ ἐπικίνδυνον
τῆς βολῆς. ἀμέλει καὶ ὀϊστὸν ἐπιλέγεται, ὃν μάλιστα εὔστοχον
οἴεται εἶναι. Ὀδυσσεὺς δὲ “ταχέας ἐκχεύατʼ ὁϊστούς” (Od. 22, 3)·
κατὰ γυμνῶν γὰρ ἵησιν, οὐ στοχασμοῦ δεόμενος.
γλυφίδας] ἀντὶ ἑνικοῦ τὸ γλυφίδας. ἐπεὶ δὲ πρώτη βέλους ἐστὶν
ἄφεσις αὕτη, εἰκότως αὐτὴν ἐν τῷ ἀρίστῳ ἐπεξεργάζεται. νόμον δὲ
τοξείας γράφει. Σκύθαι μὲν οὖν ἐπὶ τῶν ὤμων τείνουσι, καὶ νεύροις
ἱππείοις, Κρῆτες δὲ τούτοις ἐναντίως, καὶ νεύροις βοείοις. ἀπὸ δὲ
τῶν παρεπομένων τὴν ἔντασιν δηλοῖ.
*γλυφίδες δέ εἰσιν αἱ παρὰ τοῖς πτεροῖς ἐντομαὶ τοῦ βέλους, ὅπου ἐντίθεται ἡ νευρά.
124, 125. ἔτεινεν] ἀντὶ τοῦ τείνας κυκλοτερὲς ἐποίησεν. τὸ δὲ
λίγξεν ὀνοματοποιία ἐστίν. ἐκ δὲ τῶν παρεπομένων τὴν ἄφεσιν
δηλοῖ. τοῦ δὲ ἆλτο συνετμήθη ἡ λέξις πρὸς τὸ τάχος τῆς ἀφέ-
σεως.
126. ὀξυβελής] ὀξέως βάλλων ἢ βληθείς. ἐμφαντικῶς δὲ τὴν
127. οὐδὲ σέθεν, Μενέλαε] ἀποστροφὴ ἀπὸ προσώπου εἰς πρόσω-
πον. προσπέπονθε δὲ Μενελάῳ ὁ ποιητής· διὸ συνεχέστερον αὐτῷ
διαλέγεται, ὡς Πατρόκλῳ καὶ Εὐμαίῳ. εἴδη δὲ τῆς ἀποστροφῆς
ταῦτα, τὸ παρὰ λέξιν, ὡς ὅταν ἐκ μετοχῆς εἰς ῥῆμα μετέλθῃ· τὸ
παρὰ φράσιν, ὅταν ἀπὸ τοῦ διηγήματος εἰς τό μιμητικὸν μετέλθῃ ἢ
τοὐναντίον· τὸ ἀπὸ προσώπου εἰς πρόσωπον, ὡς τὸ νῦν “οὐδὲ σέθεν,
Μενέλαε,” καὶ τὸ ἀπὸ τοῦ τόπου εἰς τόπον. τὸ δὲ οὐ λελάθοντο
κατὰ ἀντίφρασιν ἀντὶ τοῦ ἐφρόντισαν. ἡ δὲ ἀντίφρασις ἢ κατὰ
ἐναντίωσιν, ὡς νῦν, ἢ κατὰ εὐφήμησιν, ἢ παῤ ὑπόνοιαν, ὡς χωρίον
σκληρὸν μὲν, οὐκ ἔχον δὲ ὕλην, δέον εἰπεῖν εὔγειον μέν.
129. βέλος ἐχεπευκὲς ἄμυνεν] μᾶλλον ἤμυνε πρὸς τὸ μὴ ἐχε-
πευκές γενέσθαι.
130. μήτηρ] ἡ μήτηρ πρὸς τὸ εὔνουν· ἡ μυῖα πρὸς τὸ εὐχερῶς μὲν ἀποσοβεῖσθαι, μεταπηδᾶν δὲ εἰς ἕτερον τόπον· ὁ δὲ ὕπνος πρὸς τὸ ἀπαραφύλακτον καὶ ἀσθενὲς τῆς πληγῆς.
132. ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες] ἵνα μὴ χαλεπὴ γένηται ἡ πληγὴ,
εἰς τοῦτο τὸ μέρος ἄγει, καθʼ ὃ ἀλλήλοις ἐπιφερόμενα τὰ πτερύγια
τοῦ θώρακος ἐσφίγγετο ὑπὸ τοῦ ζωστῆρος. ζωστὴρ δέ ἐστιν ἡ θωρα-
κῖτις ζώνη, τὸν θώρακα οἱ φοροῦντες ζώννυνται.
133. δίπλοος ἤντετο θώρηξ] διὰ τὴν πρὸς τὸ ζῶμα συνένδησιν τοῦ
χαλκοῦ θώρακος. Τήλεφος γάρ φησι τὸ ἀπὸ τοῦ αὐχένος ἄχρι
ὀμφαλοῦ θώρακα καλεῖσθαι, τὸ δὲ ἀπὸ λαγόνων ἄχρι κνημῶν ζῶμα·
περὶ δὲ τὸ ἦτρον ἡ μίτρα ἔσωθεν ἐριώδης, περὶ δὲ τὴν ἐπιφάνειαν
χαλκῆ οὖσα πρὸς τὸ μὴ θλίβειν τὴν γαστέρα· διὸ τὴν συμβολὴν
δίπλοον θώρακά φησιν. ἄνωθεν δὲ τῆς μίτρας καὶ τῆς συνδέσεως τοῦ
ζώματος καὶ τοῦ θώρακος ζώνη ἐπέκειτο συσφίγγουσα πάντα, ἣν
ζωκτῆρα καλεῖ. ἢ οὕτως· τὰ πρὸς ταῖς λαγόσι μέρη τοῦ θώρακος
διὰ τὸ μὴ συνδεδέσθαι ἀλλήλοις πτερύγια καλεῖται. ταῦτα δὲ ἐπι-
τιθέμενα μόνον ἀλλήλοις, καὶ συσφιγγόμενα ὑπὸ τοῦ ζωστῆρος,
διπλοῦν τὸν θώρακα ἐκεῖσε ἀπεργάζονται. ἔστιν οὖν ἐν μὲν τῷ χρωτὶ
135. ἐνταῦθα μὲν ἐσίγησε τὸ ζῶμα, ἐν δὲ τοῖς ἑξῆς (186) τὸ
ἐναντίον· “εἰρύσατο ζωστήρ τε παναίολος ἡδʼ ὑπένερθε ζῶμά τε καὶ
μίτρη.”
138. διὰ τί μᾶλλον τοῦ θώρακος αὕτη βοηθεῖ; ὅτι δυσπαθέστερα τῶν ἀντιτυπούντων τὰ ὑπείκοντα.
140. αὐτίκα δʼ ἔρρεεν αἷμα] ἴσως φλὲψ ἦν λυθεῖσα ἐκ τοῦ χρωτός·
χρὼς δέ ἐστιν ἡ τοῦ σώματος ἐπιφάνεια. καὶ διὰ μὲν τοῦ κελαινοῦ
τὴν χροιὰν, διὰ δὲ τοῦ νέφους τὴν σύστασιν· “νέφος εἵπετο πεζῶν”
(274). ἐπεξεργάζεται δὲ τὴν πληγὴν, ὅπως τὴν Ἀγαμέμνονος
ὑποφήνῃ διάθεσιν. ὠτειλὴ δέ ἐστι μόνη ἡ ἀπὸ δόρατος πληγή.
*γίνεται δὲ παρὰ τὸ οὐτῶ.
141. ὄψιν ἡμῖν γραφικὴν διὰ τούτου παρέστησεν. θαυμάζεται δὲ
παρὰ Λάκωσι λευκὸς χρὼς καὶ κόμη ξανθή. διὰ τοῦτο καὶ Τρῶες
μαλθακὸν τοῦτον οἴονται· ἐπὶ παντὸς γὰρ ζῴου τὸ μελάγχροόν ἐστιν
ἰσχυρότερον. φοίνικι δὲ ἄνθει ὃ ἀπὸ τῆς πρίνου συλλέγουσι
Τροιζήνιοι. μιήνῃ δὲ τὸ μίξει, ἐκ τοῦ μία, ἢ βάψει· μιάμματα
γὰρ τὰ βάμματα. Μῃονὶς δὲ ἔχει τὸ ι ἀπὸ τοῦ Μαιονίς. παρήϊον
δὲ τὸ τῇ γνάθῳ ἐπικείμενον, ἀπὸ τοῦ παρειά.
143. θαλάμῳ] θάλαμος ὁ κοινὸς οἶκος· θάλαμος ἡ ἀποθήκη. καὶ θάλαμος ὁ κοιτών.
πολέες τέ μιν ἠρήσαντο] πολλοὶ μὲν, φησὶν, οἱ ἐπιθυμοῦντες λαβεῖν, μόνος δὲ βασιλεὺς ἐπιτυγχάνει.
145. ἀμφότερον] ἐπίρρημα, ἀντὶ τοῦ κατʼ ἀμφότερον, ἀλλʼ οὐκ ὄνομα. μεγαλοπρεπέστερον δὲ ἀπεργάζεται ὑπὲρ τοὺς ἵππους τὸν ἐποχούμενον.
146. τοῖοι] ἀντὶ τοῦ τοίως. περιπαθῶς δὲ τῇ ἀποστροφῇ ἐπιμένει
ὁ ποιητής. τὸ δὲ μιάνθην ἀντὶ τοῦ μιανθήτην· ἔστι δὲ δυϊκὸν ἐκ
συγκοπῆς.
147. Νικάνωρ τὸ εὐφυέες τῷ μηροί προσάπτει, οἱ δὲ ὑπομνημα- τισταὶ τῷ κνῆμαι. ἄμεινον δὲ τὸ Νικάνορος.
*σφυρά] τὰ ἀπολήγοντα μέρη πρὸς τῷ ἀστραγάλῳ, καὶ ἐκ πλαγίων
148. δάρ] εἷς ὁ σύνδεσμος, οὐ δύο. διὰ τοῦ δ γραπτέον, μὴ διὰ τοῦ τ.
δείκνυσι δὲ τοῦ μὲν τὸ φιλάδελφον, ὅτι πρὸ τοῦ τετρωμένου αἴσθεται,
τοῦ δὲ τὸ καρτερικόν. ἐπʼ ἴσης δὲ ἄμφω ἀσχάλλουσιν, ὁ μὲν τοῦ
ἀδελφοῦ, ὁ δὲ τοῦ πλήθους χάριν. μέλαν δὲ ὅτι τὸ μὲν ἐξ ἐπιπολῆς
κατʼ ἀρχὰς φερόμενον πυρρόν ἐστι, τὸ δὲ τελευταῖον καὶ ἐκ βάθους
μέλαν.
150. ῥίγησεν δὲ καὶ αὐτός] κοινῇ λέξει χρησάμενος ἐπʼ ἀμφοῖν τὸ τοῦ δέους ὑπέφηνεν ἴσον.
151. *ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας] νεῦρον μὲν ᾧ δέδεται τὸ σίδηρον τοῦ βέλους πρὸς τὸν κάλαμον, ὄγκους δὲ τὰς ἀκίδας καὶ ἐξοχὰς τῶν βελῶν.
ἐκτὸς ἐόντας] λείπει τὸ ᾔσθετο· πρὸ γὰρ τούτου οὐχ ὡρᾶτο ἐμπεπηγὸς τῇ παντευχίᾳ.
152. ἄψορρόν οἱ] ἤτοι ὀπισθόρμητος εὐθέως ἐπὶ τὴν πρώτην ἠνέχθη τάξιν.
ἐνὶ στήθεσσι] φαίνεται τὸ ἡγεμονικὸν περὶ τὰ στήθη εἰδώς· ἐκεῖ τοίνυν καὶ τὸν λογισμὸν ἀθροισθῆναί φησιν.
154. χειρὸς ἔχων Μενέλαον· ἐπεστενάχοντο δʼ ἑταῖροι] ἄφελε τὸν
στίχον, καὶ τὴν σαφήνειαν μὲν οὐ βλάψεις, ἀπολέσεις δὲ τὴν ἐνάρ-
γειαν, ἥτις ἐμφαίνει τὴν Ἀγαμέμνονος συμπάθειαν καὶ τὴν τῶν
συναχθομένων ἑταίρων διάθεσιν· ἠθικὸν γάρ ἐστι τοῦτο καὶ περιπαθές,
καὶ τὸ βαρὺ τῆς λύπης ηὔξηται δἰ αὐτοῦ.
155. περιπαθῶς αὐτῷ διαλέγεται, καὶ τὸν θάνατον οἰκειοῦται τοῦ
ἀδελφοῦ, ὅπερ ἐστὶ τῶν μᾶλλον στεργόντων τινάς.
156. προστήσας] μεταφορικῶς ἀπὸ τῶν θυμάτων ἅπερ προϊστῶσι τῶν βωμῶν. τὸ δὲ πρὸ Ἀχαιῶν οἶκτον καὶ σπουδὴν καὶ πόνον κινεῖ τοῖς Ἕλλησιν.
157. Τρῶες] κοινῇ γὰρ ἅπαντες παρεσπόνδησαν. καὶ λόγῳ μὲν
τὸ μονομάχιόν φησιν, ἔργῳ δὲ τὸν δόλον ἐσοφίσαντο. μετʼ ἀγανα-
κτήσεως δὲ εἴρηται· διὸ καὶ ἀπὸ ἄλλης ἀρχῆς ἐστίν. συνασχάλλων
δὲ τῇ πληγῇ οὐ παραμυθεῖται.
158. οὐ μέν πως ἅλιον πέλει ὅρκιον] γενναίου στρατηγοῦ τὸ μὴ
συμπεπτωκέναι τοῖς καιροῖς, ἀνέχειν δὲ εἰς θεοὺς τὴν ἐλπίδα. ἄλλως
τε καὶ ἐπεὶ πολεμεῖ διὰ τοῦτο λαλεῖ.
159. δεξιαὶ μὲν ἐγίνοντο ἴσως κατὰ τὸ σιωπώμενον. ἢ διὰ τὸ δέξασθαι τὰς τρίχας τοῦτο λέγει.
161. τελεῖ] ἀντὶ τοῦ τελέσει. εἰς δὲ τὸ μεγάλῳ ἐκδεκτέον τὸ κακῷ. εὐσεβὲς δὲ καὶ τὸ διʼ ἑαυτῶν καὶ τῶν φιλτάτων προσδοκᾶν τὴν τίσιν· τὸ γὰρ κεφαλῇσιν ἀπὸ μέρους αὐτοὺς δηλοῖ.
164. ἀπειλεῖ τοῦτο οὐχ ὑπʼ αὐτοῦ πάντως γενέσθαι, ἀλλʼ ὑφʼ ἑτέρων τινῶν. φησὶ γοῦν (171) “καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος,” ἢ μᾶλλον διὰ τούτων τοὺς ἀκούοντας προτρέπεται πολε- μεῖν.
166. * ὑψίζυγος] ὁ ἐν ὕψει ζυγοστατῶν καὶ ἀπονέμων ἑκάστῳ τὸ
πεπρωμένον. ἢ ὁ ἐν ὕψει καθήμενος.
167. ἐπισσείῃσιν] ἀντὶ τοῦ μέλλοντος. ἐρεμνὴν δὲ τὴν σκοτοποιὸν, ὡς τὸ “ Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν” (Il. 17, 594).
169. ἀλλά μοι] ἠθικῶς φησὶ μὴ εἶναι ὠφέλειαν ἑαυτῷ, εἰ οὗτος
μὲν ἀπολεῖται, ὕστερον δὲ τίσουσι δίκην οἱ Τρῶες. περιπαθῶς δὲ
πάλιν τούτου ἀνακαλεῖται τὸ ὄνομα.
171. πολυδίψιον] πολυβλαβὲς διὰ τὴν ἧτταν. ἔστι δὲ πλεο-
νασμὸς τοῦ δ. διὰ τί δὲ οὕτως οὗτος ὑποστρέψειν φησίν; ὅτι
Ἕλληνες μὲν ἄπρακτοι ἀπελεύσονται, Τρῶες δὲ κερτομήσουσιν
Ἀγαμέμνονα, Μενέλαος ἐπὶ ξένης σαπήσεται, ἀτελὴς ἡ μάχη
μενεῖ. τεχνικῶς δὲ διʼ ὧν ἀπολοφύρεται, ὡσεὶ καταλειφθησόμενος
ὑπὸ τῶν συμμάχων, εἰ Μενέλεως ἀποθάνῃ, κατέχειν αὐτοὺς πειρᾶται
τεθνηκότος ἢ καὶ μὴ τοῦ Μενελάου.
*τινὲς δὲ, πολυδίψιον τὸ πολλοῖς ἔτεσι διψῶν· ἄνυδρον γὰρ τοῦτο ἂν ἔνυδρον ἐποίησεν ὁ Δαναός.
173. εὐχωλὴν Πριάμῳ] κινητικὴ τοῦ πλήθους ἡ τῶν ἐχθρῶν εὐημερία.
176. ὑπερηνορεόντων] ὑπερηφανούντων· ἡ γὰρ ὑπὲρ ἄνδρα δύναμις ὑβριστὰς ποιεῖ τινάς.
177. τύμβῳ ἐπιθρώσκων] ὅσον ἐφʼ ἑαυτῷ βαρεῖαν τὴν ταφὴν τῷ
νεκρῷ ποιεῖ, ἣν πάντες κούφην ἑαυτοῖς εὐχόμεθα εἶναι. παρατέταται
δὲ τὸ πάθος, ἐπὶ ζῶντι καὶ παρόντι λεγομένων τῶν τοιούτων.
178. χρήσιμον ἀνεστραμμένης τύχης ὑπόδειγμα.
181. κεναῖς τῶν συστρατευσαμένων ἢ τῶν λαφύρων ἢ τῶν ἡρ-
πασμένων· ἢ περιπαθῶς κενὰς αὐτὰς καλεῖ, ἐν αἷς οὐ πλεῖ ὁ Μενέ-
λαος· τὸ δὲ ἀγαθόν κατʼ εἰρωνείαν, εἰ ἀπὸ τῶν Τρώων ᾖ. εἰ δὲ τοῦ
182. ἐπίρρημα ἀντὶ τοῦ εὐρέως, ὡς “ἀγορὴν αἰψηρήν” ἐν τῇ B (257) τῆς Ὀδυσσείας.
184. θάρσει] τοιοῦτός ἐστιν ὡς εἰ νοσῶν υἱὸς παραμυθοῖτο γονεῖς. ἄτοπος δὲ ἦν μαλθακευόμενος Μενέλαος, ἐκείνων τὸ πάθος οἰκειου- μένων. τὸ δὲ μὴ δειδίσσεο ἀντὶ τοῦ μὴ εἰς φυγὴν παρακάλει διὰ τοῦ ἐμοῦ θανάτου.
185. τῷ κούφῳ τῆς πληγῆς ἐπικουφίζει τὴν λύπην τοῦ ἀδελφοῦ.
187. μίτρη] ἡ μίτρα ἔσωθεν ἐριώδης ἐστί, καίπερ κατὰ τὴν ἐπιφάνειαν χαλκῆ ὑπάρχουσα.
191. φάρμαχ᾿] τὰ φέροντα ἄκεσιν. εἴρηται δὲ ἀπὸ τῶν ἀνθῶν· ὅθεν καὶ τὰ βαφεῖα φαρμακῶνας ἐκάλουν, καὶ τὸ ἐκ τῆς βαφῆς στομοῦν φαρμάσσειν φησίν.
192. θεῖον κήρυκα] ὅτι Διός ἐστιν ἄγγελος. εἰκότως δὲ θαρσυν- θεὶς οὐ μηκύνει τὸν πρὸς Μενέλαον λόγον.
193. ὅττι τάχιστα] ὅττι τάχιστα ποιηταὶ, ὅσον τάχος Ἀττικοὶ, ἡ δὲ συνήθεια ὡς τάχος. οὐ καλεῖ δὲ ἄμφω, ὅτι ὁ μὲν περὶ τὰ τραύ- ματα, ὁ δὲ περὶ τὰ ἄλλα ἦν νοσήματα.
194. οὐ περιττὸς ὁ στίχος, ἀλλʼ ἐλπίδα διδοὺς τῆς σωτηρίας Μενελάῳ ὡς ἀγαθοῦ ἰατροῦ τυγχάνειν μέλλοντι.
195. θορυβούμενος πέρα τοῦ δέοντος φέρεται. οὐδὲ οὗτος οὖν περιττὸς ὁ στίχος, ἀλλὰ μιμούμενος τὸ τῶν τεταραγμένων ἦθος.
199. βῆ δʼ ἰέναι] τὸ βῆ δὲ θέειν ἢ ἰέναι ἀνοίκεια τῷ παπταίνοντι,
οὐδὲ τὴν ἔφοδον αὐτοῦ ἐσιώπησεν.
200. παπταίνων] ὄπτω πτῶ πταίω πιαίνω. ἦν δὲ πανταχόσε τοὺς ὀφθαλμοὺς ῥίπτων, ὡς μὴ λάθοι αὐτόν.
207. Τρώων πρὸς σύστασιν τῆς μάχης, Λυκίων ὡς ἀρίστων
συμμάχων. οὐ διακόνου δὲ ὁ λόγος, ἀλλὰ φίλου καὶ συμπαθοῦς·
τὴν ἀπὸ παντὸς γὰρ προσώπου εὔνοιαν εἰς Μενέλαον συνίστησιν ὁ
ποιητής. τοὐναντίον δὲ ἐπὶ Ἀλεξάνδρῳ.
209. βὰν δʼ ἰέναι] περιεῖλεν αὐτοῦ τοὺς λόγους διὰ τὴν σπουδήν.
211, 212. ταῦτα τὰ δύο ἔπη τὰ μὲν πράγματα οὐ λυπεῖ μὴ
γραφόμενα, ἀπόλλυσι δὲ τὴν ἔμφασιν· ἐμφαντικὸν γὰρ τὸ τοὺς
φίλους ἀγωνιῶντας περιεστάναι.
212. κυκλόσʼ] ὁ μὲν Ἀρίσταρχος κύκλος γράφει, καὶ τὸ ὡς ἐκδέχεται· ὁ δὲ Ἡρωδιανὸς κυκλόσε, ὃ καὶ ἄμεινον. ἰσόθεον δὲ αὐτὸν καλεῖ διὰ τὴν τέχνην.
213. αὐτίκα] καλῶς αὐτὸν παραχρῆμα τοῦ ἔργου φησὶν ἔχεσθαι.
τὸ δὲ ἕκεν Ἰακῶς εἴρηται. τρεῖς δὲ βελουλκίας οἶδεν, ἐξολκὴν, ὡς
ἐπὶ Μενελάου, ἐκτομὴν, ὡς ἐπʼ Εὐρυπύλου (Il. 11, 843), διωσμὸν,
ὡς ἐπὶ Διομήδους (Il. 5, 112).
214. πάλιν ἄγεν] εἰς τοὐπίσω ἀνεκάμφθησαν. εἰ δὲ στίξομεν εἰς
τὸ πάλιν, δύναται οὕτως εἶναι, τούτου εἰς τοὐπίσω ἑλκομένου καὶ διὰ
τῆς αὐτῆς ἀνακαμπτομένου ἐμπήξεως συνεθλάσθησαν. ἄδηλοι δὲ
ἦσαν συνεσφιγμένοι ἕως ἀφείθησαν.
217. πικρὸς ὀϊστός] τὸ τοῦ πληγέντος πάθος ἐπὶ τὸ τῆς ὀδύνης σἴτίον μετήγαγεν.
218. αἷμ᾿ ἐκμυζήσας] διὰ τὸ μὴ ἐμπυῶσαι καὶ ἐμποδίσαι πρὸς
τὴν ἀπούλωσιν. ἤπια δὲ, ἐπειδὴ νευρώδεις οἱ τόποι καὶ αἰσθητικοί·
διὸ οὐ προσίεται τὰ δάκνοντα φάρμακα. εἰδὼς πάσσε ἤτοι εἰδήμων
ὤν. τρεῖς δὲ φαρμάκων ἰδέαι, ἐπίπαστα, ὡς ἐπὶ Μενελάου, χριστὰ,
ὡς τὸ “ἰοὺς χρίεσθαι” (Od. 1, 262), πότιμα, ὡς ἐπὶ Ἑλέιης
(Od. 4, 220).
219. τά οἱ] οὐκ ἐκεῖνα, ἀλλὰ τὰς αὐτῶν δυνάμεις καὶ πράξεις.
221. ἐπὶ Τρώων στίχες ἤλυθον] διὰ τί οἱ Τρῶες, εἴπερ πάλιν
ἐκθέσθαι τὸν πόλεμον ἐβούλοντο, οὐ ζητοῦσι τὸν βαλόντα, ἀλλʼ
εὐθὺς ὁρμῶσιν ἐπὶ τὰ ὅπλα; ὅτι ᾤοντο βουλῇ τῶν βασιλέων πεπρᾶ-
χθαι τὴν παράβασιν· καὶ εἰ μὲν τέθνηκε Μενέλαος, κρατήσειν
Ἑλλήνων ἤλπιζον διὰ τὴν ἐπʼ ἐκείνῳ λύπην κατεπτωμένων, εἰ δὲ
μὴ, κἂν φράσαι ἀόπλοις αὐτοῖς ἐμπεσεῖν. διὰ τί δὲ πάλιν Ἕκτωρ
οὐκ ἐζήτησε τὸν βαλόντα; ὅτι οὐκ ἦν ἀναλαβέσθαι τὸ πταῖσμα
ἅπαξ Μενελάου τρωθέντος.
222. κατὰ τεύχεʼ ἔδυν] συνῳκείωσε τὸν λόγον τῇ τῶν ὁπλιζο-
μένων σπουδῇ. συσταλτέον δὲ τὸ ἔδυν· πληθυντικὸν γάρ ἐστι συγ-
κοπὲν ἀπὸ τοῦ ἔδυσαν, ὡς τὸ “ἀλλήλοισιν ἔφυν” (Od. 5, 481).
αἱ δὲ τοιαῦται συγκοπαὶ λῆξιν ἔχουσι τὴν παράληξιν τῆς γενικῆς
τῆς μετοχῆς. ἀπὸ γὰρ τοῦ δύντος καὶ φύντος ἔδυν καὶ ἔφυν.
223. τότε καταπεσὼν τῇ φιλαδελφίᾳ νῦν ἀνοιστρεῖται τῇ προ-
224. οὐδʼ οὐκ ἐθέλοντα] ὑπεραποφαντικόν ἐστι τοῦτο· αἱ γὰρ δύο
ἀρνήσεις ἀντὶ μιᾶς εἰσὶ καταφάσεως.
226. ἵππους μὲν γὰρ ἔασε] τῇ φιλοπονίᾳ τοῦ σώματος διεγείρει τοὺς ὁρῶντας, ὥς πού φησιν “ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα” (Il. 10, 70)· ἐκκόπτει τε πᾶσαν ὑπόνοιαν δειλίας. ἄλλως τε γελοῖος ἦν καὶ ἐπαχθὴς ἀπὸ τῶν ἁρμάτων διαλεγόμενος τοῖς Ἕλλησιν.
*Πορφυρίου. ἐζήτηται πῶς τοὺς ἵππους καὶ τὰ ἅρματα εἴασε· τὸν γὰρ σπεύδοντα οὐκ εἰκὸς τὰ ἅρματα καταλείπειν. λύεται δὲ ἐκ τοῦ καιροῦ· ἔδει γὰρ οὐ μόνον παρελθεῖν, ἀλλὰ καὶ πρὸς ἕκαστον διαλεχθῆναι· σοβαρὸν γὰρ ἐφαίνετο τὸ ἀπὸ τοῦ ἅρματος ὁμιλεῖν.
228. Πείραιος Πειραίδης, Πειραΐδης κατὰ διάστασιν. ἀναπαύει
δὲ αὐτοῖς τὴν δύναμιν, εἰς τὴν μέλλουσαν ταμιευόμενος μάχην.
235. οὐ γὰρ ἐπί] στρατηγὸς οὗτος ὁρᾶται ὃς τὴν αἰτίαν τῆς ἀθυμίας ἐλπίδα νίκης ἐπέγραψεν. ἐν βραχεῖ δὲ προὔτρεψε, δύο προ- βαλὼν, θεοῦ βοήθειαν καὶ λαφύρων ἐλπίδα. ἡ δὲ ἐπί πρὸς τὸ ἀρωγός.
236. πρότεροι] καὶ οὗτοι παρὰ τοὺς ὅρκους ποιοῦσιν, ὅτι πρότεροι
τῆς μάχης ἦρξαν.
240. μεθιέντας] εἰκὸς γὰρ ἦν ἀγνοεῖν αὐτῶν ἐνίους τὸ πραχθέν.
241. χολωτοῖσιν] τοῖς ἀπὸ κινήσεως λεγομένοις χολῆς, ἢ πρὸς χολὴν τοὺς ἀκούοντας ἄγουσιν.
242. ἰόμωροι] οἱ μὲν, ἰῶν φύλακες. ἐπονείδιστον δὲ τὸ μόνον
τοξεύειν. ἀμέλει δὲ καὶ εἰδότες οὐ τοξεύουσιν. οἱ δὲ, περὶ ἰοὺς
πεπονημένοι. τετάρακται δὲ τῇ Μενελάου λύπῃ.
243. εἰκὸς γὰρ αὐτοὺς ἐπὶ τῷ παραδόξῳ ἐκπεπλῆχθαι. εὗρε δὲ
εἰκόνα καὶ τὴν ἡλικίαν καὶ τὴν ἀνδρείαν ὀνειδίζουσαν. πρόχειρον
γὰρ καὶ εἰς φυγὴν ἔλαφος. ἀλλὰ γὰρ καἰ καμοῦσαι μάτην ἐκπε-
πληγμέναι λοιπὸν ἵστανται.
247. ἡ μένετε Τρῶας σχεδὸν ἐλθέμεν] ἀνδρείας ἐγερτικὸν ἅμα καὶ θάρσους σωτηρίας ἀπόγνωσις. βραχεῖα δὲ διαστολὴ καὶ εἰς τὸ θαλάσσης καὶ εἰς τὸ ἐλθέμεν.
249. ὄφρα ἴδητ᾿ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων] ἐπεὶ ἔλεγεν (235) “οὐ γὰρ ἐπὶ ψεύδεσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,” συνει- σφέρειν τὸν οἰκεῖον πόνον κελεύει, οἱονεὶ τῇ τοῦ θεοῦ ὑπηρετοῦντας βουλήσει, ὥς φησι καὶ ὁ τραγικὸς ἔνθεν λαβών “τῷ γὰρ πονοῦντι χὠ θεὸς συλλαμβάνει.” τοῦτο οὖν πρῶτος Ὅμηρος εἶπεν.
250. κοιρανέων] ἔργα πρέποντα βασιλεῖ ποιῶν.
251. ἐπὶ Κρήτεσσι] πρὸς Κρῆτας, ὡς “ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν” (Il. 2, 89). οὓς δὲ κατέλεξεν Ἑλένη (Il. 3, 166), τούτους πάλιν ἡμῖν δηλοῖ· καὶ ὃ παραλέλοιπεν ἐκεῖ, τοῦτο ὧδε ἀναπληροῖ.
253. συὶ εἴκελος] διώκειν γὰρ οὐ δύναται ὡς μεσαιπόλιος· ἢ ὅτι
δεύτερον λέοντος σῦς. Αἴας δὲ καὶ Ἀγαμέμνων καὶ Ἀχιλλεὺς εἰς
λέοντος εἰκόνα φέρονται ἀλκιμωτάτου ζῴου.
254. πυμάτας ὤτρυνε φάλαγγας] οὐκ εἶπε συνῆν αὐταῖς, ἀλλʼ
οἷον εἰς ἔρεισμα αὐτῶν ἦν. ἦσαν οὖν οἱ μὲν ἐχόμενοι ἔργου, οἱ δὲ
παρασκευαζόμενοι· τὸν πλέονα δὲ πόνον ἀναδέχεται, καὶ τὸ τιμιώ-
τερον ἀφίησι τῷ βασιλεῖ. τινὸς δὲ πύματα τὰ ἀριστερὰ τῆς παρα-
τάξεως.
257. πέρι μέν σε τίω] τῶν τιμῶν αὐτὸν ὑπομνήσας προθυμότερον εἰς τὸ παρὸν ποιεῖ, τῶν αὐτῶν ἐφιέμενον πάλιν.
258. ἐνὶ πτολέμῳ] τῇ διαιρέσει τῶν λαφύρων. ἀλλοίῳ δὲ τῇ
προεδρίᾳ, τῇ συμβουλῇ. ὅσα δὲ εἶπεν Ἑλένη, ἀνακεφαλαιοῦται,
Ἰδομενεὺς θεὸς ὣς, Αἴας ἕρκος Ἀχαιῶν, Ἀγαμέμνων ἀγαθὸς βασι-
λεὺς, Ὀδυσσεὺς δόλιος.
259. ἐν δαίθʼ] τίμιον τοῦτο παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ἔτι παρὰ
Κυμαίοις. γερούσιον δὲ τὸν τοῖς ἐντίμοις διδόμενον· κατελείπετο
γάρ τι τῶν λαφύρων εἰς τὰς κοινὰς εὐωχίας.
266. Ἀτρείδη, μάλα μέν τοι] συντόμως ἄρα καὶ μετρίως· οὐ γὰρ ἀριστεύσειν ὑπισχνεῖται, ἀλλʼ οὐκ ἀδικήσειν τὴν ἑταιρείαν.
274. νέφος] τὸ πυκνὸν καὶ καταπληκτικὸν τῆς φάλαγγος μιᾷ
λέξει περιέλαβεν, εἰκάσας μέλανι καὶ σκυθρωπῷ νέφει. ἀπὸ δὲ τῆς
μεταφορᾶς καὶ εἰκόνα πεποίηκεν.
275. αἰπόλος] ὑψίνομοι γὰρ αἱ αἶγες καὶ δύσριγοι. καλῶς δὲ
ἀπὸ ὕψους ὁρᾷ, οὐδενὸς ἐπιπροσθοῦντος τῇ θέᾳ. πελάγιον δὲ νέφος
277. μελάντερον] ὡς ἀδινώτερον. μελανώτερον δέ ἐστι τῶν ἄλλων νεφῶν.
278. λαίλαπα] τὴν μεθʼ ὑετοῦ αὔραν· “ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθών” (Il. 16, 384).
279. ὑπό τε σπέος ἤλασε μῆλα] κύουσα γὰρ ἡ ὄϊς, ἐὰν ἔξω
ἀκούσῃ βροντῆς, ἐξαμβλοϊ.
281. πυκιναὶ] πυκνούμεναι γὰρ καὶ μελαινόμεναι ὁρῶνται.
282. πεφρικυῖαι] ὠρθωμέναι· καὶ “ἔφριξεν δὲ μάχη” (Il. 13. 339). βραχὺ δὲ διασταλτέον εἰς τὸ σάκεσίν τε· ἐξ αὐτῶν γὰρ ἦσαν μελανθεῖσαι, ἐκ δὲ τῶν δοράτων ὀρθωθεῖσαι.
285. Ἀργείων ἡγήτορε] τοῦτο προτρεπτικῶς. ἢ πρόμαχοι καὶ ἡγούμενοι τῶν ἄλλων Ἕλλήνων ἐν ταῖς μάχαις.
286. εἰς τὸ μέν διαστολὴ, εἰς δὲ τὸ ὀτρυνέμεν ἀνυπόκριτος.
τὸ δὲ ἑξῆς, ὑμᾶς μὲν οὔτι κελεύω μάχεσθαι· οὐ γὰρ ἔοικεν ὀτρυ-
νέμεν. καὶ Ἰδομενέα μὲν τῆς τιμῆς καὶ τοῦ γέρως ὑπέμνησε, τοὺς
δὲ τῇ φιλοτιμίᾳ προὐτρέψατο.
289. πᾶσι] τοῖς ἡγεμόσιν, ἵνα πρὸς ὁμοτίμους ἡ σύγκρισις ᾖ. ἐπὶ δὲ Νέστορος “τοιοῦτοι δέκα μοι” (Il. 2, 372). φαίνεται οὖν προτιμῶν ἀνδρείας φρόνησιν.
295. Πελάγων καὶ Ἀλάστωρ καὶ Βίας καὶ ἐν Τρωσίν εἰσιν.
296. *Πορφυρίου. διὰ τί τὴν τάξιν ταύτην ἐποίησεν, ἱππῆας
μὲν πρῶτον, πεζοὺς δʼ ἐξόπισθε, κακοὺς δʼ ἐς μέσσον; ἄτοπον γὰρ
τὸ τοὺς ἱππέας πρὸ τῆς φάλαγγος ποιῆσαι, καὶ τούτων μεταξὺ
τοὺς φαύλους. λύει δʼ Ἀριστοτέλης· ἢ οὐ πρὸ τῆς φάλαγγος
λέγειν τοὺς ἱππεῖς φησὶν, ἀλλʼ ἐπὶ τοῖς κέρασιν· καὶ οὕτως πρῶτοι
εἶεν ἄν. τοὺς δὲ κακοὺς οὐ τόπῳ διορίζει, ἀλλʼ ἐναλλὰξ μεταξὺ
ἀνδρείου τὸν ἀσθενέστερον, πεζοὺς δʼ ἐξόπισθεν τῶν ἱππέων, ὥστε τὰ
μὲν κέρατα κρατεῖν τοὺς ἱππέας, μετὰ δὲ τούτους τοὺς πεζούς.
πανταχοῦ δὲ μεταξὺ τῶν ἀνδρείων ἱππέων τε καὶ πεζῶν τετάχθαι
οὕτω τάττειν δοκεῖ· ὥστε ἀπὸ τοῦ ἔθους ἡ λύσις, οἱ δὲ ἀπὸ τῆς
λέξεως. τὸ γὰρ πρῶτον δῆλον τὸ δεξιὸν κέρας, ὄπισθεν δὲ τὸ ἀρι-
στερόν. πρώτονς οὖν εἰκὸς εἰρῆσθαι τοὺς ἐπὶ τοῦ δεξιοῦ μέρους
ἑστῶτας, ὄπισθεν δὲ τοὺς ἐπὶ τοῦ ἀριστεροῦ, ὡς εἰκὸς, μεταξὺ
τετάχθαι τοὺς δειλούς· οὕτω γὰρ καὶ λόγον ἔξει τὸ “ὄφρα καὶ οὐκ
ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ (300).”
οὐ δεόντως, φασὶ, τὴν πρώτην τάξιν οἱ ἱππεῖς ἔχουσι, κινδύνου
ὄντος, εἰ τροπὴ γένηται τῶν ἱππέων, συμπατηθῆναι τὴν ἀκολουθοῦσαν
τάξιν. ἀγνοοῦσι δὲ ὅτι οἱ πεζοὶ ὄπισθέν εἰσιν, ὅπως τῶν ἱππέων
ὑποχωρούντων διιστάμενοι δέχοιντο αὐτοὺς, ὃ καὶ γεφύρας πολέμου
καλεῖ, καὶ πάλιν ἑνούμενοι ὡς τεῖχος δέχοιντο τοὺς πολεμίους ἐπιόν-
τας· μεταξὺ δὲ δύο ἀνδρείων ἔνα κακὸν ἔβαλλε. τινὲς δὲ τὸ ἔμ-
προσθεν καὶ ὄπισθεν ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ κέρως λαμβάνουσι·
τοὺς δὲ κακοὺς τετάχθαι ἐν μέσῳ, ἵνα καὶ ὑπὸ τούτων καὶ ὑπʼ ἐκείνων
ἀναγκάζωνται πολεμεῖν. ἀλλὰ φαίνεται πεζοῖς οὐδὲν ἐπιτάσσων.
βραχὺ δὲ διασταλτέον εἰς τὸ ὄχεσφι· κοινὸν γὰρ τὸ στῆσεν.
299. ἕρκος ἔμεν πολέμοιο] ἵνα τῶν ἱππέων ὑποχωρούντων οὗτοι
τοὺς ἐπιόντας δέχοιντο. μέσον δὲ τοὺς κακοὺς, ἵνα μιμοῖντο τοὺς
ἔμπροσθεν καὶ ὑπὸ τῶν ὄπισθεν ἐπείγοιντο. κακοὺς δὲ ἤτοι τοὺς ἐκ
πάντων ἢ τοὺς ἐκ μόνων πεζῶν· οἱ δὲ, ὅτι ἐν τοῖς δύο τάγμασι τοὺς
κακοὺς ἐμέσασεν.
302. σφοὺς ἵππους ἐχέμεν] ἐπὶ τῷ τὰς φάλαγγας πολεμεῖν καὶ μὴ διαλύειν τὸ στῖφος. θαυμασίως δὲ καὶ τὸ λιποτακτεῖν κωλύει, μηδὲ τοῖς ἀριστεῦσιν ἐάσας τρόπον ἐκτροπῆς μηδὲ τοῖς ἄλλοις· ἴσον γὰρ ἑκάτερος τῇ οἰκείᾳ ἀπουσίᾳ λυμαίνεται τὴν τάξιν.
303. ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μέτεισιν.
306. ἕτερ’] τὰ τῶν πολεμίων. εἰ γὰρ ἐπὶ τῶν ὁμοφύλων, εἶπεν ἂν ἄλλα· πολλαὶ γὰρ αἱ τάξεις.
*ἵκηται] τοῦτο τὸ ῥῆμα κατὰ τὴν ἑρμηνείαν ζητεῖται αὐτήν· καὶ
οἱ μέν φασι παραγγέλλειν αὐτὸν ἵνα, ὃς ἂν πολεμίου ἅρματος ἐπιβῇ,
μάχηται καὶ μὴ ἐξελαύνειν σπουδάζῃ· οἱ δὲ οὕτως, ὅστις δʼ ἂν
ἀποπέσῃ τοῦ ἰδίου ἅρματος καὶ ἐπὶ τοῦ πλησίον παραγένηται, μὴ
ἡνιοχείτω διὰ τὸ εἶναι αὐτὸν ἐν ἀγνοίᾳ τοῦ ἤθους τῶν ἵππων, δόρατι
δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους, ὅ ἐστι πολεμείτω.
307. ἔγχει ὀρεξάσθω] ἐκ παρεπομένου· οἱ γὰρ ἀποθνήσκοντες ἐκτείνονται. αἱρετώτερον δέ φησι τοῦτο, ὅτι μεῖζον τὸ ἕτερον κακόν.
308. ἐπαμφοτερίζει ἡ χρῆσις παρὰ τῷ ποιητῇ, ποτὲ μὲν διὰ τοῦ
ε, ποτὲ δὲ διὰ τοῦ ι. τρία δὲ παρείληφε χρήσιμα, διάταξιν, ἀπειλὴν,
ζῆλον.
310. πάλαι πολέμων εὖ εἰδώς] εὐτύχησε γὰρ πολλαχοῦ, ὡς ἐν Ἤλιδι, καὶ πρὸ τούτου τοῦ Ἰλιακοῦ πολέμου.
313. εἴθʼ ὡς θυμός] ἁρμόζουσαν τῷ γήρᾳ ποιεῖ τὴν εὐχὴν, καὶ ταύτῃ αὐτὸν τιμᾷ. θυμὸς δὲ ἡ προαίρεσις.
315. *ὁμοίιον] ἰστέον ὅτι ὁ ποιητὴς πανταχοῦ τὸ ὁμοίιον ἐπὶ τοῦ φαύλου λαμβάνει, οἷον ἐνταῦθα, καὶ “ἀλλʼ ἤτοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν” (Od. 3, 236). “ὁπότʼ ἂν τέλος ἔλθῃ ὁμοιίου πολέμοιο” (Il. 9, 440).
γῆρας ὁμοίιον, θάνατος ὁμοίιος, νεῖκος ὁμοίιον (Il. 4, 444).
319. ὣς ἔμεν ὡς ὅτε] καὶ φιλόμυθος ὢν ὁ γέρων ἄκρως κατεμέ-
τρησε τὸν καιρόν· ἑξῆς δὲ αὐτὸν πληροῖ. μετὰ δὲ τοῦ ν τὸ ἔμεν.
Πύλιοι μὲν οὖν πρὸς Ἀρκάδας ἐπολέμουν περὶ ὅρων γῆς· γίνεται
δὲ αὐτοῖς συμβολὴ περὶ τὸν Ἀκίδαντα ποταμόν. Ἐρευθαλίωνος δὲ
τοῦ Ξανθίππου προτρεπομένου τὸν βουλόμενον Νέστωρ ἀντιστὰς
ἐνίκησεν. ὑπὸ δὲ τῆς ἡδονῆς ἁλλόμενος ἐκπεπήδηκε τοῦ περιορισθέν-
τος χωρίου· ὅθεν Ἀρκάδες Ἐρευθαλίωνα μᾶλλον ἔφασαν νικῆσαι.
καὶ συμβαλόντες ἐκ δευτέρου, εἶτα κοινῇ περιγράψαντες τοὺς χώρους,
ἔθαψαν Ἐρευθαλίωνα, καὶ τῷ σήματι ἐπέγραψαν “ἐνθάδʼ Ἐρευθα-
λίωνα φίλοι περὶ τύμβον ἔθηκαν, Ἀρκαδίης βασιλῆα, γένος ἔξοχον
Ἀμφιδάμαντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.”
ἱστορεῖ Ἀρίαιθος.
320. πάντα] λείπει τὸ ἡδέα ἐνταῦθα.
321. νῦν αὖτέ με γῆρας ἱκάνει] οὐκ εἶπεν, εἰ τότε ἰσχυρὸς ἦν, νῦν εὔβουλός εἰμι, διὰ τὸ φορτικὸν, ἀλλὰ τὰς ἡλικίας ἀντὶ τῶν ἀρετῶν ὑπήλλαξεν.
322. ἱππεῦσι μετέσσομαι] οὐ γὰρ δύναται πεζὸς μάχεσθαι διὰ
τὸ γῆρας.
323. βουλῇ καὶ μύθοισι] ὑπηρετεῖ γὰρ ὁ λόγος τῇ βουλῇ.
324. αἰχμὰς δʼ αἰχμάσσουσι] πάντα ἀπὸ μέρους τὰ ὅπλα.
330. οὐκ ἀλαπαδναί] ὡς ἀπολογίαν τῆς ἀργίας ποιούμενος οὐκ ἀλαπαδνὰς αὐτάς φησιν.
331. ὁ λαὸς, φησὶν, αὐτῶν οὔπω ἤκουσε τῆς βοῆς· οὐ γὰρ ἠλά- λαξαν οἱ Τρῶες, ἵνα μὴ νοηθῶσιν.
334. εἴτε διὰ τοῦτο ἔστασαν, ἵνα οἱ Τρῶες πρότερον κατάρξωσιν,
εἴτε ἵνα τινὲς ἄλλοι τῶν Ἑλλήνων. ἄμφω δὲ ἄλογα, καὶ τὸ ὑπὸ
τῶν Τρώων προληφθῆναι (οὐ γὰρ μικρὰ καὶ τοῦτο βλάπτει) καὶ τὸ
ὑπὸ τῶν οἰκείων· δεῖ γὰρ συντεταγμένους ἅπαντας πολεμεῖν. ἁρμόζει
δὲ μᾶλλον τὸ πρότερον, ἵνα οἱ Τρῶες παραβαίνοντες τὰς συνθήκας
καὶ τῆς μάχης ἄρξωσιν. ἀλλὰ τούτῳ δοκεῖ ἐναντιοῦσθαι τὸ “νῦν δὲ
φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν” (347). ἢ λείπει ἡ
κατά εἰς τὸ ὁρμήσειεν, ὡς τὸ “ὡρμήθη δʼ Ἀκάμαντος” (Il. 14,
488). θέλουσι δὲ πρὸ ἑαυτῶν ἄλλους Ἕλληνας ἄρξασθαι τῆς μάχης,
ἀσυκοφαντήτους ἑαυτοὺς ἐκ παντὸς πρὸς τὸ θεῖον πειρώμενοι σῶσαι.
διὸ καὶ δόλιον αὐτὸν καλεῖ Ἀγαμέμνων, ἐπεὶ οὐ φιλέλλην, ἀλλὰ
φίλαυτος φωρᾶται. καὶ ὁ μὲν ἕνα πύργον περιμένει, ὁ δʼ ὀνειδίζων
δέκα πύργοι Ἀχαιῶν φησίν.
338. ὦ υἱὲ Πετεῶο] τὸν μὲν τῇ τοῦ πατρὸς ὑπεροχῇ κατῄσχυνε τῷ δὲ παρρησιαστικώτερον ὡς φίλῳ ἐπιφέρεται, τοῖς ἄλλοις δι᾿ αὐτοῦ μείζονα τὴν προτροπὴν ποιῶν.
339. κακοῖσι δόλοισι] μέσον γὰρ ὁ δόλος· καὶ ἐπὶ μὲν τοῦ κακοῦ
μόνως, ἐπὶ δὲ τοῦ ἀμφοτέρους εἰδότος “εἰδὼς παντοίους τε δόλους
(Il. 3, 202). τοῦτο δέ φησιν ὅτι καὶ τῆς βοῆς ᾔσθετο καὶ ἀνε-
βάλετο.
340. καταπτώσσοντες] προτρεπτικὸν τὸ πτώσσειν ἀνδρείᾳ ψυχῇ λεγόμενον.
343. δαιτὸς ἀκουάζεσθον ἐμεῖο] οὐ περὶ βρωμάτων, ἀλλὰ περὶ τιμῆς ὁ λόγος· τινὲς δὲ τὸ δαιτός τῷ ἐμεῖο συντάττουσιν.
344. δαῖτα γέρουσιν] ὅμοιόν ἐστι τῷ “γερούσιον αἴθοπα οἶνον” (259). αἰσχρὸν δέ ἐστιν ἐν μὲν τῷ συμποσίῳ τοῖς ἀρίστοις κατα- λέγεσθαι, ἐν δὲ πολέμῳ τοῖς ἐσχάτοις.
347. καὶ εἰ δέκα πύργοι Ἀχαιῶν] ἔλυσε τὸ ἔμπροσθεν ἀμφί- βολον· καὶ οἱ μὲν ἕνα ἀναμένουσιν, ὁ δὲ ὀνειδίζων δέκα φησίν.
350. φαντασίαν ἐποίησε τοῦ ἀπερισκέπτως ἐξενεχθέντος λόγου· πρὸς γὰρ φυλακὴν τῶν φαύλων αὐτοὺς ἡ φύσις ἔχει.
351. πῶς δὴ φῄς] ἠθικόν ἐστι καὶ τῶν πρώτων ὑπομνηστικόν. ἐν
μὲν οὖν τῷ μεθιέμεν τελεία, ἐν δὲ τῷ Ἄρηα ὑποστιγμή.
353. ἢν ἐθέλῃσθα] ἐὰν ἀποσχόμενος τῶν ἀγώνων ἡμᾶς ἐποπτεύειν βούλῃ.
354. προσυνίστησι τὰ πρόσωπα καὶ τὰς διαθέσεις· ἢ ὡς φιλό- δοξος καὶ τὸν παῖδα συνίστησιν.
356. ἐπιμειδήσας προσέφη] σχήματι ἅμα καὶ λόγῳ θεραπεύει αὐτὸν διὰ τὴν ὕβριν.
357. πάλιν δʼ ὅγε λάζετο] εἰς τοὐναντίον μετήγαγε τὸ “κακοῖσι δόλοισι κεκασμένε” (339).
359. περιώσιον] περισσὸν, πλέον Μενεσθέως.
362. ἀρεσσόμεθʼ] εἰς τὸ σοὶ ἀρέσκον μετάξομεν. τεχνικὸν δὲ τὸ ὁμολογεῖν εἰς τὰ μὴ δέοντα ὑπὸ τῆς ὀργῆς ἐξῆχθαι.
366. ἑσταότʼ ἔν θʼ ἵπποισι] ζηλωτὴς γὰρ Ὀδυσσεὺς Διομήδους,
καὶ οὗτος αὐτοῦ. πικρότερον δὲ τούτου καθάπτεται, ἐπεὶ καὶ ἐφʼ
ἅρματος ἵστατο· ὃ συνεὶς καθήλατο. εὐτρέπιστο μὲν οὖν πρὸς τὴν
μάχην, ὅμως Ὀδυσσέα ἀνέμενεν.
370. Τυδέος υἱέ] τὴν ὕβριν μειοῖ ὁ ἔπαινος τοῦ πατρός· ἡδέα γὰρ τὰ τῶν πατέρων ἐγκώμια λεγόμενα. ξενικωτέρας δὲ διαλέξεις βούλεται εἰσαγαγεῖν· ἢ ἐν κεφαλαίοις μὲν εἴρηται, τῇ δὲ ποιήσει ἐπιτέταται.
375. οὐδὲ ἴδον] ἀπὸ κοινοῦ τὸ πονεύμενον ἐνταῦθα. δῶμεν δὲ τὴν ἀδολεσχίαν τῷ τεταραγμένῳ Ἀγαμέμνονι.
377. ξεῖνος] ξένος καὶ ὁ δεχόμενος καὶ ὁ δεχθείς· “ξεῖνος γάρ
μοι ἅδʼ ἐστί” (Od. 8, 208). πρόξενος ὁ ὑπὸ πόλεως ἠξιωμένος
ὥστε προΐστασθαι αὐτῆς. ἰδιόξενος, ὡς ὁ Μέντωρ τῷ Τηλεμάχῳ.
382. πρὸ ὁδοῦ] ἔμπροσθεν τῆς ὁδοῦ, ὅ ἐστιν εἰς Θήβας. τινὲς δὲ
εἰς τὸ ἐγένοντο ὑποστίζουσι, καὶ τῷ λεχεποίην τὴν τελείαν παρ-
έχονται, πλεονάζειν λέγοντες τὸν δέ.
383. λεχεποίην] παρὰ τὸ λέχος ἢ τὸν λόχον.
389. ἀεθλεύειν προκαλίζετο] μετὰ τὸ δεῖπνον οἱ ἀγῶνες ἐγίνοντο· καὶ Πηνελόπη τὸ τόξον μετὰ τὸ δεῖπνον τίθησιν. ἴσως δὲ καὶ τοὺς ἄλλους Ἀργείους εὐτέλιζον διὰ τὸ αὐτοῦ βραχύ. βουλόμενος οὖν τοῦ μώμου ἑαυτὸν ἀπαλλάξαι καὶ τοὺς οἰκείους τοῦτο ποιεῖ.
392. λόχον εἷσαν] ἵνα μὴ τοῖς Ἀργείοις ἀπαγγείλῃ τὴν ἀσθέ- νειαν Θηβαίων.
396. καὶ τοῖσιν] οὐ μόνον, φησὶ, τοὺς προκληθέντας ἐνίκησεν, ἀλλὰ τούτους καὶ ἀνῄρησεν.
398. θεῶν τεράεσσι πιθήσας] ἡ Ἀθηνᾶ γὰρ αὐτῷ εἶπεν ὅτι ἐάγη
αὐτοῦ τὸ δόρυ.
400. οὐ γὰρ μετεῖχε λόγου Τυδεύς. Ἀντίμαχος δέ φησιν ὅτι
παρὰ συφόρβοις ἐτράφη· καὶ Εὐριπίδης (Suppl. 902) “οὐδʼ ἐν
λόγοις ἦν δεινὸς, ἀλλʼ ἐν ἀσπίδι.” πιθανῶς δὲ προφυλαξάμενος ἀγο-
ρητὴν αὐτόν φησιν, ἵνα πρὸς τὴν ἀπολογίαν ὀκνήσῃ· διὸ οὐδὲν προσ-
φθέγγεται ὁ Διομήδης.
401. τὸν δʼ οὔτι προσέφη κρατερὸς Διομήδης] πῶς οὗτος νεώτερος
ὢν τὴν ἐπίπληξιν ἤνεγκεν, ὁ δὲ Ὀδυσσεὺς καὶ πρεσβύτερος καὶ φρονι-
μώτερος ὢν ὠργίσθη καὶ ἐχαλέπηνε; ῥητέον δὲ ὅτι δἰ αὐτὸ τοῦτο, ἐπεὶ
καὶ πρεσβύτερός ἐστι καὶ φρονιμώτερος, τὴν βλασφημίαν οὐ φέρει·
τιμᾶσθαι γὰρ σφᾶς αὐτοὺς οἱ πρεσβύτεροι νομίζουσι δεῖν. ἄλλως τε
οὐχ ὁμοίως ἀμφοτέροις ἐπέπληξε, τὸν μὲν πανοῦργον εἰπὼν, τὸν δὲ τοῦ
πατρὸς ἥττονα· ὁ γὰρ τοῦ πατρὸς ἔπαινος ἐμείου τὴν ὕβριν. πρὸς
τούτοις ἐπιπληχθεὶς ὡς λάλος οὐκ ἤμελλεν ἐπιβεβαιοῦν τὸ λάλος εἶναι.
402. αἰδεσθεὶς βασιλῆος ἐνιπήν] σώφρων, ὅστις οὐδέποτε τοὺς
πολεμίους δείσας φοβεῖται τὴν ἐπίπληξιν τοῦ στρατηγοῦ. καὶ νῦν
μὲν, ἵνα μὴ δοκῇ εἶναι λάλος, ἡσυχάζει· τοῖς γε μὴν ἔργοις δείξας
ἑαυτὸν ἐφάμιλλον τῷ πατρί φησιν “ἀλκὴν μέν μοι (φησὶ) πρῶτον
ὀνείδισας” (Il. 9, 34). καὶ τὸ κρατερός δὲ νῦν ἔμφασιν ἔχει, πλη-
ροῦν ὃ παρέλιπεν ὁ βασιλεύς.
404. ἐν τῷ τῆς ἀρετῆς ἀγῶνι οὐ γονεῦσί φησι δεῖν παραχωρεῖν. παρύψωσε δὲ ἑαυτὸν καὶ τῷ μέγα καὶ τὴν μαρτυρίαν ἐπήγαγε. τοῦτο δὲ, ὅτι οὐ δεῖ ταῖς τῶν προγόνων ἀρεταῖς κοσμεῖσθαι. οὐδεὶς δὲ παρʼ Ὁμήρῳ πατέρα αἰνέσει εἰ μὴ κακοδαίμονα τέκνα.
ὁ τρόπος ἐπαναφορά. στρατεύσαντες μὲν οὖν οἱ τῶν ἀρχαίων ἀπό-
γονοι τὰς Θήβας κατέσκαψαν καὶ τὸν βασιλέα Λαοδάμαντα ἀνεῖλον,
ἐννέα ὄντες τὸν ἀριθμὸν οὗτοι, Αἰγιαλεὺς Ἀδράστου, Θέρσανδρος
Πολυνείκους, Διομήδης Τυδέως, Σθένελος Καπανέως, Ἀλκμαίων καὶ
Ἀμφίλοχος Ἀμφιαράου, Στρατόλαος Παρθενοπαίου, Πολύδωρος
Ἱππομέδοντος, Μέδων Ἐτεόκλου.
407. ἀγαγόνθʼ] ἐπειδὴ δύο εἰσὶν οἱ κακολογούμενοι, ἔδειξε καὶ νῦν τὴν σύμπνευσιν αὐτῶν· καὶ “αὐτὰρ ἐγὼ Σθένελός τε” (Il. 9, 48).
409. σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο] ὑποφαίνει ὡς διὰ δεισι- δαιμονίαν οὐκ ἠθέλησαν ἄρχειν τῆς πρὸς τοὺς Τρῶας συμβολῆς, ἣν οἱ πατέρες μὴ κτησάμενοι ἀπώλοντο.
412. τέττα σιωπῇ ἧσο] δασυντέον τὸ ἧσο. ἔστι δὲ ἐπίδειξις χρηστοῦ ἤθους τὸ μὴ δεῖν ταῖς τῶν πατέρων ἐπαίρεσθαι συμφοραῖς· καὶ ἐνδείκνυται τῷ βασιλεῖ ὡς ἀδίκως μὲν ὕβρισται, συγγινώσκει δὲ διὰ τὸν καιρόν. τὸ δὲ τέττα ἐπίρρημά ἐστι σχετλιαστικὸν, ἀντὶ τοῦ νήπιε, ὑπὸ πρεσβυτέρου λεγόμενον πρὸς νεώτερον.
413. οὐ γὰρ ἐγὼ νεμεσῶ] αἰδεῖται μὲν ἀποκρίνεσθαι πρὸς τὸν
βασιλέα, ὅμως οὐ παραλέλοιπε τὴν πρὸς αὐτὸν ἀπόκρισιν ἐν τῷ πρὸς
Σθένελον λόγῳ. δέδεικται οὖν καὶ ἐκ τούτου τὸ περὶ τὰς ἀποκρίσεις
αὐτοῦ φιλότιμον· διὰ τοῦτο γὰρ οὐκ ἀντιλέγει ὅτι ἀμείνονα τοῦ
πατρὸς αὐτὸν ἐν τῇ δημηγορίᾳ εἶπεν. νομοθετεῖ δὲ ποῖον δεῖ τὸν
ἄρχοντα περὶ τοὺς ἀρχομένους εἶναι καὶ μᾶλλον ἐπαινεῖ ὡς αὐτοῦ καὶ
τῆς φθορᾶς καὶ τῆς σωτηρίας τὰ τέλη ἀναλαμβάνεσθαι μέλλοντος.
422. ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ] οὐ πρὸς τὸν ἦχον, ἀλλὰ τὴν ἐπάλληλον
τῶν φαλάγγων φοράν· πορεύονται γὰρ “σιγῇ δειδιότες σημάντορας”
(431). Ζέφυρον γὰρ παρέλαβεν ἄνωθεν ἐπικυλίοντα τὰ κύματα,
ἠρεμαίως τε ἄρχεται, ἐπιτείνεται δὲ ὕστερον· διὸ καὶ τὸ ὑποκινή-
σαντος. καὶ οὕτως κατὰ μέρος αὔξει τὰ τοῦ πολέμου, προανυψοῖ δὲ
καὶ νῦν τὸ Διομήδους πρόσωπον.
423. Ζεφύρου ὕπο κινήσαντος] Πτολεμαῖος ἀναστρέφει τὴν πρό-
426. ἀποπτύει δʼ ἁλὸς ἄχνην] πτύελος γὰρ τῆς θαλάσσης ἐστὶν ὁ ἀφρὸς, ὃν ἐρευγομένη ἐκχέει.
429. ἀκὴν ἴσαν] ὅμοιον τῷ “ἀκὴν ἐγένοντο σιωπῇ” (Il. 3. 95).
τὸ δὲ ἑξῆς οὕτως, οἱ δὲ ἄλλοι ἀκὴν ἴσαν σιγῇ. ἄρρητος δὲ ἡ ἐπίνοια
σιωπὴν τοσούτου στρατοῦ εἰκάσαντος ἀφωνίᾳ. ὑποφαίνει γοῦν ἄκρως
ὡς εὐπειθεῖς Ἕλληνες, τοὺς πολεμίους οὐ δεδιότες, ἀλλὰ μᾶλλον
τοὺς ἡγεμόνας.
433. Τρῶες δʼ ὥστʼ ὄϊες] εἴωθεν ἀεὶ ἀντιπαραβάλλειν τὸ θορυ-
βῶδες τῶν Τρώων. δειλὸν δὲ καὶ κατωφερὲς ἡ ὄϊς.
434. γάλα λευκόν] *Πορφυρίου. αἰτιῶνταί τινες τὰς τοιαύτας
προσθήκας ὡς περιττὰς, γάλα λευκόν. ποῖον γὰρ γάλα μέλαν;
τάφρον ὀρυκτήν (Il. 8, 179)· πῶς γὰρ ἂν γένοιτο τάφρος; ὑγρὸν
ἔλαιον (Il. 23, 281)· ξηρὸν γὰρ πότʼ ἂν γένοιτο: ὀφθαλμοῖσιν ἰδών
(Il. 3, 28)· πῶς γὰρ ἄν τις ἴδοι οἱ δʼ οὔασι πάντες ἄκουον (Il.
12, 442)· οὐ γάρ πως ἄλλῃ αἰσθήσει ἀκούομεν. ἀλλʼ ὅτε δὴ
Λυκίην ἷξε Ξάνθον τε ῥέοντα (Il. 6, 172)· ποῖος γὰρ ἄλλος ποτα-
μὸς οὐ ῥεῖ; ἔστι δὲ ἡ μὲν ὀρυκτὴ τάφρος πρὸς τὰς οὐκ ἐξ ὀρύ-
γματος συνισταμένας τάφρους, ἤτοι ἀντιδιαιρουμένη, ἐκ χάσματος
δὲ γῆς ἢ ἐξ ὑδάτων παρόδου ἢ ἐξ ἄλλης αἰτίας· ἢ ὀρυκτὴ τάφρος ἡ
βαθὺ τὸ ὄρυγμα διαφαίνουσα· ὅταν γὰρ βαθὺ γένηται σκάμμα καὶ
ἐπικίνδυνον εἰς διάβασιν, τότε ἀπείληφε τοῦ ὀρύγματος τὴν δύναμιν.
τὸ δὲ γάλα λευκὸν, ὅτι σκιὰν οὐκ ἐπιδέχεται. ὑγρὸν δὲ τὸ ἔλαιον,
ὅτι τὰ μὲν ἄλλα ὑγρὰ ἐκχυθέντα, εἰ καὶ παραυτίκα τὰ δευθέντα
μαλακύνει, ἀλλʼ οὖν ταχέως ξηραίνεται καὶ ἐκβληθέντα κραῦρα καὶ
περίξηρα καταλείπει τὰ δεδευμένα· τὸ ἔλαιον δὲ ἐπὶ πολὺ διαμένει
καὶ ἀνυγραίνει τὸ δεξάμενον, μαλακώτερόν τε ποιεῖ πρὸς τὴν ἁρὴν
τὸ φύσει ἁπαλόν. τὸ δὲ ἰδεῖν ὀφθαλμοῖσιν ἀντιδιαίρεσιν ἔχει πρὸς
τὸν διὰ φαντασίας βλέποντά τι, ὥσπερ καὶ κατὰ τοὺς ὕπνους δοκοῦ-
μεν ὁρᾶν τι καὶ διηγουμένων ἄλλων ἀναπλάσσομεν τὰ διηγήματα·
τὸ δὲ θεάσασθαι δἰ ὀφθαλμῶν σημαίνει τὴν ἐναργῆ θέαν καὶ τὴν δἰ
αὐτοῦ κατάληψιν διὰ τῆς οἰκείας πρὸς τὸ ὁρώμενον αἰσθήσεως.
διέκρινε τὸν ποταμὸν τῷ ῥεύματι, ἢ τὸν σφόδρα ῥέοντα βούλεται
λέγειν, ὡς τὸν δινήεντα· ἢ Ξάνθον ῥέοντα, ὡς εἰ ἔλεγε Ξάνθου ῥοάς·
ἢ τὸν καλῶς ῥέοντα, ὡς “ποιητὰς ἐσέχυντο πύλας” (Il. 12, 470)
τὰς εὖ πεποιημένας· ἢ ποιηταὶ πύλαι αἱ τέλος ἤδη λαβοῦσαι καὶ
ἀποτετελεσμέναι. καὶ ὅλως ἐπὶ πάντων τῶν τοιούτων ζητῶν τις
εὑρήσει εὔλογον τὴν τῆς προσθήκης αἰτίαν.
435. ἀζηχὲς] ηὔξησε τὸν θόρυβον παραλαβὼν τὰς ὄϊς ἀντιμη- καζούσας τοῖς νεογνοῖς.
437. οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος] εἰκότως τὸ βάρβαρον θορυβεῖ
μᾶλλον, ἑτερόγλωσσον ὄν· ὃ γὰρ μή ἐστιν ὁμόφωνον, τοῦτο ἀνάγκη
θορυβεῖν.
439. ὦρσε δὲ τοὺς μὲν Ἄρης] μεγαλοπρεπὴς ἡ φαντασία· δεῖ γὰρ αὐτοὺς ὅμοια τῶν ἡγουμένων πράσσειν. ἄλλως τε καὶ τὴν πρώτην συμβολὴν μᾶλλον αὔξει.
440. ἄπληστον, πολύ. παραγενέσθαι δὲ αὐτούς φησιν οὐχ ὡς
συμμάχους, ἀλλʼ ἐκ τῶν ἡμετέρων ταῦτα παθῶν ἐπλάσατο.
*καὶ Ἔρις] περὶ τῆς Ἔριδος οὐδʼ ὑπεσταλμένως ἠλληγόρησεν
Ὅμηρος, οὐδʼ ὥστε δεῖσθαι λεπτῆς τινὸς εἰκασίας, ἀλλʼ ἐκ τοῦ
φανεροῦ τὰ κατʼ αὐτὴν πεπόμπευκεν “ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσ-
σεται, αὐτὰρ ἔπειτα οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει.”
διὰ γὰρ τούτων τῶν ἐπῶν οὐ θεὰ οὕτω τις παντάπασι τερατώδης
ὑφʼ Ὁμήρου μεμόρφωται, τὰς πρὸς ἑκάτερον μεταβολὰς τοῦ σώ-
ματος ἀπίστως ἔχουσα, καὶ ποτὲ μὲν ἐπὶ τῆς γῆς ἐρριμμένη, ποτὲ
δʼ εἰς ἄπειρον αἰθέρος ἐκτεινομένη μέγεθος, ἀλλʼ ὅπερ ἔθος συμβαί-
νειν ἀεὶ τοῖς φιλονεικοῦσι πάθος ἐκ ταύτης τῆς ἀλληγορίας ἐδήλωσεν·
ἀρχομένη γὰρ ἀπὸ λιτῆς αἰτίας ἡ ἔρις, ἐπειδὰν ὑποκινηθῇ πρὸς
μέγα δή τι κακὸν διογκοῦται. καὶ ταῦτα μὲν ἴσως μετριώτερα.
441. κασιγνήτη] ἀπὸ τῆς ὁμοιότητος τῶν παθῶν πλάττει καὶ τὰς συγγενείας, ὡς Δεῖμος καὶ Φόβος καὶ Ἔρις. ἔστιν οὖν ἀδελφὴ οὐ τῇ συγγενείᾳ, ἀλλὰ τοῖς τρόποις. ποιητικῶς δὲ καὶ τῆς Ἔριδος τὸ πάθος ἐσήμανεν.
445. ὀφέλλουσα στόνον ἀνδρῶν] ἀπὸ γὰρ τοῦ ἐρίζειν καὶ πλείων ὁ
φόνος γίνεται.
447. *σύν ῥʼ ἔβαλον ῥινούς] ἐλέγομεν περὶ τῶν παραβολῶν ὅτι
πολλάκις τὰ οἰκεῖα τοῖς πράγμασιν ὀνόματα περιτίθησι τοῖς ἐν
ταῖς παραβολαῖς ὁμοιώμασιν, ἐν πολλοῖς δὲ καὶ ἔμπαλιν. εἰς δὲ
πίστιν τούτου παρακείσθω καὶ ταῦτα. συμβάλλουσι μὲν ἀλλήλοις
στρατοὶ τὸν πόλεμον, “σύν ῥ’ ἔβαλον ῥινοὺς, σὺν δʼ ἔγχεα καὶ
μένεʼ ἀνδρῶν” (Il. 12, 181). μίσγονται δὲ ποταμοὶ καὶ τὰ ὑγρά
“οἱ μὲν ἂρ οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ” (Od. 1, 110).
ὅθεν τὸ καταδεχόμενον τοὺς ποταμοὺς χωρίον μισγάγκεια εἴρηται.
ἀλλʼ ὅμω ςαὐτὸς ἐναλλὰξ ἐπὶ μὲν τῶν ποταμῶν ἔφη τὸ συμβάλλειν
ὅπερ ἦν ἐπὶ τῶν ἀνθρώπων “εἰς μισγάγκειαν συμβάλλετον ὄβριμον
ὕδωρ” (Il. 4, 453). ἐπὶ δὲ τῶν στρατῶν τὸ μίσγεσθαι, ὅπερ ἦν
οἰκεῖον ποταμῷ “ὣς τῶν μισγομένων γένετʼ ἰαχή τε φόβος τε”
(Il. 4, 456). συνεχώρει δὲ τὸ μέτρον εἰπεῖν ἐς μισγάγκειαν συμ-
μίσγετον ὄβριμον ὕδωρ, Ὁμηρικοῦ ὄντος τοῦ παρετυμολογεῖν ὡς τὸ
“τέμενος τάμον” (Il. 6, 194). καὶ “κειμήλια κεῖται” (Il. 6, 47).
καὶ “ἅρπαι ἀνηρείψαντο” (Od. 1, 241). καὶ “μένος οἴχεται ὃ πρὶν
ἔχεσκες” (Il. 5, 472). καὶ “φής που ἄτερ λαῶν πόλιν ἑξέμεν”
(Il. 5, 473). ὁ δὲ προείλετο τὴν ἀντίδοσιν τῶν ὀνομάτων εἰς ἑνωτικὴν
τοῦ φραζομένου πρὸς τὸ εἰκαζόμενον, εἴ γε αἱ αὐταὶ φωναὶ πρέ-
πουσιν ἑκατέρις, ἐπὶ δὲ τῶν Αἰάντων καὶ τολμήσας νέφος εἶπε,
καὶ κατὰ μεταφορὰν πεζῶν καὶ ὡς εὔλογον τὴν τόλμαν τῇ παρα-
βολῇ ἐπιστώσατο, καὶ τὰς φωνὰς ἤμειψεν ἐπειπὼν τὸ παραβληθὲν
τῷ παραβαλλομένῳ. “ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν
ἀνδρῶν, τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν” (Il. 4,
273). προαναφωνήσας οὖν νέφος πεζῶν ἐξ αὐτοῦ πλάσσει παρα-
βολὴν “ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ ἐρχόμενον
λαίλαπα εἶπεν, ὅ ἐστι πρᾶγμα στρατιώτου, ἐπὶ δὲ τῆς φάλαγγος
κίνυντο, ὅπερ ἐπὶ νέφους τάττει κινήσει πυκινὴν νεφέλην καὶ πυκιναὶ
φάλαγγες καὶ κυάνεον νέφος καὶ κυάνεαι φάλαγγες· ἤμειψε καὶ
ἐπὶ τοῦ λέοντος καὶ τῆς Πηνελόπης τὰς φωνάς “ὅσσα δὲ μερμή-
ριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ δείσας ὁππότε μιν δόλιον περὶ κύκλον
ἄγουσι, τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος” (Od.
792—794). μτρμηρίζει μὲν γὰρ κυρίως ἄνθρωπος, ὁρμαίνει δὲ λέων.
ὁ δʼ ἐνήλλαξε. τῷ δὲ τήκεσθαι κυρίως ἐπὶ τῆς χιόνος χρησάμενος
ἐνδιατρίβειν ὡς ἐναργεῖ πολλάκις οὐκ ὤκνησε καὶ τῷ αὐτῷ χρή-
σασθαι ἐπὶ τῆς διὰ λύπην τοῖς δακρύοις διαρρεομένης, “ὡς δὲ χιὼν
κατατήκετ᾿—ἥν τʼ εὖρος κατέτηξε, τηκομένης δʼ ἄρα τῆς—ὣς τῆς
τήκετο καλὰ παρήϊα δακρυχεούσης” (Od. 19, 205), καίτοι ἐν
ἄλλοις εἰπὼν “τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί.”
σύν ῥʼ ἔβαλον ῥινοὺς, σὺν δʼ ἔγχεα] τὰς μὲν πρὸς τὸ μηδὲν
παθεῖν, τὰ δὲ, ἵνα τι δράσωσιν.
448. ὀμφαλόεσσαι] τὰς εὐομφάλους, ὡς πύλας ποιητάς ἤτοι εὐποιήτους. ὁτὲ μὲν οὖν αὐτὰς εὐκύκλους, ὁτὲ δὲ ὀμφαλοέσσας καλεῖ, τὴν ἀπὸ τοῦ κέντρου πρὸς τὸ τέλος τυπῶν αὐτῶν ἰσότητα, καὶ πάντοσʼ ἐΐσας.
449. ὀρυμαγδός ἐστι πολέμου ἢ ὕδατος ἦχος, ἔχων ἐπὶ πολέμου
κτύπον ὅπλων, στρατιωτῶν ἀλαλαγμὸν, ἡγητόρων παράκλησιν, εὐχὴν
ἀγωνιώντων, οἰμωγὴν ἀπολλυμένων, θρῆνον ἐπὶ πεπτωκόσιν. ἔστιν οὖν
ὀρυμαγδὸς ἔνθα ὄρνυται ὅμαδος.
450. οἰμωγή τε καὶ εὐχωλὴ] ἀκριβῶς ἔχει ἡ λέξις· πρότερον
γὰρ ἂν ὁ παθὼν οἰμώξειεν, εἶθ᾿ ὁ δράσας ἐπʼ αὐτῷ μεγάλως χαροῖτο
καὶ αὐχήσοι.
ῥέε] ἐμφαντικῶς· οὐ γὰρ εἶπεν ἐρραίνετο, ἀλλʼ ὡς εἰ λέγοι ὅτι ἐπήγαζεν αὐτὴ τὸ αἷμα διὰ τὸ πλῆθος. κρουνοὶ δὲ στεινοί τινες καὶ βαθεῖαι ἐκρύσεις.
452. ὡς δʼ ὅτε] ἔστιν ἀκοῦσαι δύο ποταμῶν ἤχου. πανταχόθεν
δὲ αὐτῶν ηὔξησε τὸν ἦχον. οὐ γὰρ διὰ πεδίων, ἀλλʼ ἐξ ὄρους ῥέουσιν,
ἵνα μὴ ῥύσις, ἀλλʼ ἐμβολὴ ὕδατος εἴη· καὶ εἰς τὸν αὐτὸν κατα-
φέρονται τόπον, τῇ συμπτώσει τῶν ὑδάτων πολὺν ἀπεργαζόμενοι
τὸν ἦχον· καὶ κρουνῶν ἐκ μεγάλων προστίθησι, τῷ πλήθει τοῦ
καταρρέοντος ὕδατος τραχὺν ἐγείρων τὸν ψόφον· καὶ τὸ κοίλωμα
τὸ δεχόμενον αὐτοὺς μισγάγκεια εἴρηται, τραχυνόμενον τῇ ὀνομα-
τοποιίᾳ καὶ συναπειλοῦν τῷ ῥεύματι. ἴσως δὲ καὶ δύο τοὺς ποταμοὺς
παρέλαβεν οὐκ αὐξήσεως μόνον ἕνεκεν, ἀλλʼ ὅτι εἰσὶ καὶ τὰ στρα-
τεύματα δύο. καὶ τούτους ἐμπίπτοντας ἀλλήλοις· καὶ γὰρ οἱ
στρατοὶ ἀλλήλοις ἐπιφέρονται.
453. μισγάγκειαν] ὁ τόπος ἐν ᾧ μίγνυνται οἱ ποταμοί. τὸ δὲ ἑξῆς οὕτως· ὡς δὲ χείμαρροι κατʼ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλε- τον τὸ ὕδωρ ἐκ τῶν κρουνῶν ἔσω τῆς χαράδρης, ὣς τῶν μισγομένων.
455. τῶν δέ τε τηλόσε] εἰς μακρὰν, φησὶν, ἀφικνουμένων ὁ
ψόφος ἀκούεται. ἄμεινον δὲ τηλόθι γράφειν καὶ πρὸς τὸν ποιμένα
ἀποδιδόναι· ἀποκέκλεισται γὰρ τηλόθι που χειμῶνος ὄντος ὁ ποιμήν.
457. πρῶτος δʼ Ἀντίλοχος] τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ καὶ
ἄλλην ἀριστείαν αὐτοῦ οὐ γράφει. ἄλλως τε καὶ ζηλοῖ τὸν πατέρα·
“πρῶτος” γάρ φησιν “ἐγὼν ἕλον ἄνδρα” (Il. 11, 738). καὶ
θεατὴν αὐτὸν ἔχει. θερμότητος δὲ τοῦτο νεωτερικῆς ἔργον. ἢ Τρῶες
κατεφρόνουν Νέστορος, καὶ κατὰ τοῦτο μᾶλλον τὸ μέρος πρώτως
ἔκρουσαν.
*Πορφυρίου. κορυστήν] γελοίως ὁ Ἀπίων τοὺς ἱπποκορυστὰς
ἀπέδωκε τοὺς κόρυθας ἔχοντας ἱππείαις θριξὶ κεκοσμημένας. εἰ γὰρ
παρὰ τὴν κόρυν συνέκειτο, κἂν ἱπποκόρυθες ἐλέγοντο· νῦν δὲ σημαίνει
τὸν ἔφιππον ὁπλίτην· κορυστὴς γὰρ ἀπὸ μέρους ὁπλίτης καὶ μαχη-
τής. “ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύο Αἴαντε κορυστά” (Il. 13, 201)·
καὶ τὸν Ἄρεα δὲ ἔφη χαλκοκορυστήν. “Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ
Ἕκτορι χαλκοκορυστῇ” (Il. 5, 699), τὸν ὁπλίτην σημαίνων καὶ
ἀντίθετον τῷ ἱπποκορυστῇ. ἐκ δὲ τοῦ κορύεσθαι, ὅπερ ἐν πλεονασμῷ
τοῦ θ ἔφη κορύθεται, ἥ τε περικεφαλαία κόρυς, καὶ κορύνη ἀμυν-
τήριον ἐκ κεφαλῆς ῥοπὴν ἔχον καὶ βάρος, παρὸ καὶ ῥόπαλον λέγε-
ται, καὶ κορυνήτης ὁ τῇ κορύνῃ χρώμενος. ἔμπαλιν δὲ τὸ εἰς τὸ
μένον ἐστὶ, σκηρίπτεσθαι” (Od. 17, 195). ἐν δὲ τῷ ἱπποκορυστής
δύναται ἡ ἵππου γενικὴ συγκεῖσθαι, ἀντὶ τοῦ ἱππεῖς, ὡς τὸ “ἐν, δʼ
ἄρα τοῖσιν ἀρήϊος ἵστατ’ Ἀχιλλεὺς ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπι-
διώτας” (Il. 16, 167)· τοὺς γὰρ ἵππους τοῖς ἀσπιδιώταις ἀνδράσιν
ἀντιτιθεὶς, τουτέστι τοῖς ὁπλίταις, ἐμήνυσεν ὅτι ἀντὶ τῶν ἱππέων
τοὺς ἵππους ἔφη, ᾧ τρόπῳ καὶ ἐν τῇ συνηθείᾳ λέγομεν ἡ ἵππος τῶν
Περσῶν ἐνίκησεν ἀντὶ τοῦ οἱ ἱππεῖς. ἡγεμονικώτεροι δὲ τῶν πεζῶν
οὗτοι· διὸ ὀτρύνει ἵππους τε καὶ ἀνέρας. καὶ τὸ εὕδειν οὖν ἀνέρας
ἱπποκορυστάς κατʼ ἐπικράτειαν εἰρημένον δηλοῖ ὅτι οὐ μόνον οἱ
ἱππεῖς, ἀλλὰ καὶ οἱ πεζοὶ, οὐδʼ οἱ ἄνδρες μόνον, ἀλλὰ καὶ αἱ γυναῖκες
ἐκάθευδον.
458. Θαλυσιάδην Ἐχέπωλον] κύριον τὸ δεύτερον· τότε γὰρ ἐπιθε- τικῶς, ὅτε λέγει ταχύπωλον καὶ εὔπωλον. οὐ χρῆται δὲ πατρωνυμι- κοῖς ἀντὶ κυρίων, εἰ μὴ ἐπὶ τοῦ Ἀργεάδην πολύμηλον (Il. 16, 417).
461. τὸν δὲ σκότος] ἱκανὴ μὲν καὶ ἡ αἰφνίδιος ὁρμὴ καὶ ἡ ἀπρό-
οπτος πληγὴ, εἰ καὶ καιρία μὴ ἦν, εἰς τὸ θανατῶσαι· νῦν δὲ καὶ
ἄμφω ἐπισυμβαίνει· καὶ γὰρ αὐτῆς τῆς μήνιγγος ἥψατο, ἣ διείργει
τὸν ἐγκέφαλον ἄνω καὶ κάτω κειμένη καὶ μόνως περιφυλάττουσα·
ἄχρι γὰρ τῆς τοῦ ἐγκεφάλου βάσεως αὐτῆς εἰσέθορε τὸ δόρυ.
σημείωσαι δὲ ὅτι τοὺς περὶ κεφαλὴν βαλλομένους ἀνωδύνως φησὶ
τελευτᾶν “τόν ῥʼ ἔβαλε κεφαλὴν ὑπὲρ οὔατος, ὦκα δὲ θυμὸς ᾤχετʼ
ἀπὸ μελέων” (Il. 16, 606)· “αὐτὰρ ἔπειτʼ Εὐρύαλον πέτρῳ βάλε
μέσσην κακκεφαλὴν, ἀμφὶ δέ οἱ θάνατος χύτο” (ib. 415)· τοῦ
κυρίου γὰρ τρωθέντος τόπου καιρίως ἀκολουθεῖ θάνατος τῇ πληγῇ,
οὐδὲ ὀλίγον χρόνον εἰς ἀντίληψιν τῆς ὀδύνης παρέχων. καὶ ἐπὶ
ὀμφαλοῦ ταὐτὸ “ἔνθα μάλιστα γίνετʼ Ἄρης ἀλεγεινός” (Il.
58)· “ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν, γνὺξ δʼ ἔριπʼ οἰμώξας” (Il.
20, 416). οἱ γὰρ περὶ γαστέρα τόποι νευρώδεις ὄντες τὴν ἀπὸ
τῶν ἡγεμονικῶν αἴσθησιν πλειόνως δέχονται.
462. ἤριπε] εἰς τὴν ἔραν ἔπεσε.
463. ὕπτιος γὰρ ἔπεσεν ὑπὸ τῆς ὁρμῆς τοῦ δόρατος.
465. ὑπʼ ἐκ] ἡ ὑπό τὸν ὑποκύψαντα δηλοῖ, ἡ δὲ ἔξ τὴν ἔξω τοῦ κειμένου φοράν.
466. μίνυνθα δέ] δικαίως κολάζεται ὡς αἰσχροκερδὴς, δέον γὰρ
τῶν ζωῶν ἅπτεσθαι.
468. πλευρὰ τά οἱ—ἐξεφαάνθη] οἱ ἑταῖροι, φησὶ, τὰ πλευρὰ ἐθεάσαντο. καίριος δὲ ἡ πληγὴ κατὰ καρδίας ἢ πνεύμονος ἐνεχθεῖσα. τὸ δὲ παῤ ἀσπίδος ἀντὶ τοῦ παρενεχθέντος τοῦ ὅπλου. διδάσκει δὲ μηδὲν ἀσκόπως ποιεῖν.
470. ἔργον ἐτύχθη] ἀνανεοῦται τὴν στάσιν, καὶ πλείους δίδωσι τὰς τῶν ἀριστέων πτώσεις, καὶ τὸν πόλεμον ἐπιφανέστερον ποιεῖ. ἱκανὴν δὲ πίστιν ἐπάγει τοῖς λόγοις ὡς αὐτόπτης ὤν.
471. Τρώων καὶ Ἀχαιῶν] ἤλλακται ἡ φράσις· πρῶτοι γὰρ ὥρμησαν Ἕλληνες διὰ τὸν ἐξ αὐτῶν πεσόντα Ἐλεφήνορα.
473. Ἀνθεμίωνος υἱόν] πολλὴν πίστιν ἐπιφέρει τῷ λόγῳ ὡς αὐτόπτης ὢν, οὐ ψιλὸν τοῦ τετρωμένου τὸ ὄνομα θεὶς, ἀλλὰ καὶ τὴν αἰτίαν διʼ ἣν ἐκαλεῖτο Σιμοείσιος, καὶ τοῦ πατρὸς τὸ ὄνομα καὶ τὸ χωρίον ἐν ἐτέχθη, καὶ ἐπὶ τί πορευομένη ἡ μήτηρ ἔτεκεν αὐτὸν, καὶ τὴν ἡλικίαν ἣν ἔχων ἀπέθανεν, ὅτι ἠΐθεος ἦν.
476. μῆλα ὁ ποιητὴς τὰ πρόβατα καὶ τὰς αἶγας, Ἡρόδοτος δὲ τὰ τετράποδα πάντα.
477. οὐδὲ τοκεῦσι] διδάσκει μὴ καραδοκεῖν τὴν ἀπὸ τῶν παίδων γηροκομίαν τοὺς τοκεῖς διὰ τὸ ἄδηλον.
480. πρῶτον] ἐν τοῖς προμάχοις δηλονότι πρῶτον.
482. ὁ δʼ ἐν κονίῃσι] καίριος ὁ τόπος· διελθὸν γὰρ τὸν πνεύμονα περὶ τὸν ὦμον ἀνέσχεν.
αἴγειρος ὥς] ποιητικὴ ἡ ἀναστροφὴ, οὐ μετρική.
483. μέχρι τούτου τὰ τῆς ὁμοιώσεως· τὰ δὲ λοιπὰ ἐναβρυνό- μενός φησι καὶ διώκων τὴν ἡδονήν.
484. ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασιν] τὰ γὰρ ἄοζα ἕτοιμα πρὸς κάμψιν. παρυδατίῳ δὲ φυτῷ εἴκασε τὸν παρὰ ποταμὸν γεγενημένον.
487. παράκειται τῷ ποταμῷ διὰ τὸ ὑπʼ αὐτοῦ ἐαγῆναι, ὡς τὸ
491. *Πορφυρίου. ἀδύνατόν φασιν εἶναι ἐπὶ τὸν Αἴαντα τὸ βέλος
πεμφθὲν εἰς Ἰθακήσιον ἐλθεῖν· οἱ γὰρ Ἰθακήσιοι πόρρω τεταγμένοι
εἰσὶ, καὶ οὐ κατὰ τοὺς Σαλαμινίους καὶ Λοκρούς. λύεται δὲ ἐκ τῆς
λέξεως· ὁ γὰρ ἑταῖρος οὐ πάντως πολίτης, ἀλλὰ καὶ φίλος καὶ
συμπράττων. οὕτω καὶ Πάτροκλος Ἀχιλλέως οὐ πολίτης, ἀλλʼ
ἑταῖρος.
πῶς ἑταῖρον αὐτόν φησιν Ὀδυσσέως, μὴ στρατευομένων Ἰθακη-
σίων πλησίον Σαλαμινίων; ἑταῖρον οὖν νῦν οὐ τὸν πολίτην, ἀλλὰ τὸν
συνεργόν φησιν· τί γὰρ ἄτοπον εἰ Σαλαμίνιος ὢν ἑταῖρός ἐστιν
Ὀδυσσεῖ; οἱ δὲ, ὅτι συγκέχυται ἡ μάχη. ἢ ὅτι ὁ Αἴας πάσας
ἐπῄεί τὰς τάξεις βοηθῶν. καὶ που γὰρ καὶ Ὀδυσσεῖ βοηθεῖ, ὡς
δηλοῖ ἡ πεδιὰς μάχη (Il. 11, 472). καὶ Μενεσθεῖ βοηθεῖ ἐν τῇ
τειχομαχίᾳ (Il. 12, 370)· καὶ Μενέλαος αὐτὸν ἐπὶ Πατρόκλου
προσκαλεῖται (Il. 17, 120).
492. βουβῶνα] ἐμπεφύκασι τοῖς βουβῶσι μεγάλαι ἀρτηρίαι καὶ φλέβες αἱμορραγίας ποιοῦσαι, αἳ βοηθούμεναι μὲν ἐπικίνδυνοι, ἀμε- λούμεναι δὲ θανατώδεις εἰσίν.
493. νεκρὸς δέ οἱ ἔκπεσε χειρός] ὡς ἐκεῖ “μινυνθάδιος δέ οἱ γένεθʼ ὁρμή” (466). περὶ ὃ δὲ μάλιστα ἐσπούδαζον, τούτου αὐτοὺς ὁ ποιητὴς στερῶν μᾶλλον κολάζει.
496. ἐγγὺς ἐών] ἐγγὺς τοῦ Λεύκου, καὶ τούτου ὑπερασπίζων.
497. παπτήνας] οἰκεῖον τὸ προνοητικὸν τῷ Ὀδυσσεῖ· οὐ γὰρ ὡς
Ἐλεφήνωρ· οὗτος γὰρ περιεσκόπει μὴ γυμνόν τι εἴη τοῦ σώματος.
κεκάδοντο δὲ διὰ τὴν τοῦ δόρατος ὁρμὴν, οἱ μὲν ἔνθεν, οἱ δὲ ἐκεῖθεν
διαχωρισθέντες.
499. Δημοκόωντα] πρῶτος οὗτος Πριαμιδῶν ἀναιρεῖται.
500. Ἀβυδόθεν] τῆς Ἑλλησποντίδος Ἀβύδου μέμνηται· τὰς
γὰρ πλησίον τῆς Τροίας πόλεις ἀσφαλεστέρας ἔδει εἶναι ὡς τῶν
ἐπιτηδείων χορηγούς· διὸ οὐ πεπόρθηνται ὑπὸ Ἀχιλλέως. τὸ δὲ παῤ
ἵππων ἀντὶ τοῦ ἐκ τῶν ἵππων, ὡς ἐκεῖ ὄντων τῶν ἱπποστασίων
Πριάμου· οἱ δὲ ἀντὶ τοῦ ἐφʼ ἵππων.
502. κόρσην] τὸν κρόταφον λέγει· ἐπίκορσα γάρ φασιν Ἀττικοὶ τὰ ὑπεράνω τῶν γνάθων. ὡς οὖν ἕλος ἔλαφος, οὕτω κόρση κόρταφος κρόταφος.
505. χώρησαν δ᾿] πῶς νικῶσιν Ἕλληνες, οὓς ὁ Ζεὺς θέλει
ἡττᾶσθαι; ἐροῦμεν ὅτι Ζεὺς ἐᾷ Τρῶας ποινὰς τῶν πλημμελη-
μάτων τίνειν· ἢ ὅτι δἰ ἀμφοτέρων τὴν τῶν Ἑλλήνων δύναμιν, ἵνα
καὶ συμμαχῶν Τρωσὶν ἐπιδείξηται τὴν χάριν, εἴ γε ὃν ἔτρεψε μόνος
Αἴας, οὗτος ἅμα Διὶ τοὺς πάντας Ἕλληνας διώκει.
506. νεκρούς] τοὺς ἰδίους. φιλάλληλοι γὰρ, καὶ ὑπὲρ Ἐλεφή- νορος πόλεμος γίνεται, καὶ νῦν ὑπὲρ Λεύκου.
507. νεμέσησε δʼ Ἀπόλλων] φθονεῖ μὲν τῇ τῶν Ἀχαιῶν εὐπρα- γίᾳ, συνάχθεται δὲ τῇ τῶν Τρώων δυσπραγίᾳ. καλῶς δὲ πρῶτοι βοηθοῦνται, ἵνα καὶ Ἀθηνᾶ τούτοις εὐκόλως παραστῇ.
508. *Περγάμου ἐκκατιδών] τῆς ἀκροπόλεως. ἰστέον δὲ ὅτι οἱ
παλαιοὶ ἔκτιζον τὰς ἀκροπόλεις ἐν τοῖς ὑψηλοῖς τόποις διὰ τὸ ἐκεῖ
προσφεύγειν ἀπὸ τῶν κοιλοτέρων τόπων τοὺς ἐνοικοῦντας ἐν τοῖς
κατακλυσμοῖς.
510. οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος] καὶ Ἀγησίλαος μαχόμενος ὑπεμίμνησκεν ὅτι πρὸς ἀνθρώπους καὶ τρωτοὺς ἡ μάχη· ὑπερβολὴ δὲ δέους, εἴ γε τοιούτους ὑπειλήφασι τοὺς πολεμίους.
512. οὐδʼ Ἀχιλεύς] εἰδότας ὑπομιμνήσκει θρασυτέρους ποιῶν, καὶ ἡμᾶς εἰς ὑπόμνησιν ἄγει τῆς Ἀχιλλέως ἐξόδου καὶ ἐπιπόθησιν· ἅμα δὲ καὶ τὸ πρόσωπον αὔξει.
513. πέσσει] ἐπὶ πολὺ κατέχει. πολὺ δὲ τὸ μεταξὺ διάστημα
μετὰ τὴν βλάστησιν τῶν καρπῶν ἄχρι τῆς πέψεως· ὅθεν καὶ τὴν
παραβολὴν εἴληφε ταύτην.
515. Τριτογένεια] ὅτι γεννηθεῖσαν ἔτρεσαν αὐτὴν οἱ θεοί.
*ἢ ἡ τὸ τρεῖν τοῖς πολεμίοις γεννῶσα, ἢ ἡ ἐπὶ τῷ Τρίτωνι πο- ταμῷ τῆς Λιβύης γεννηθεῖσα.
516. ὅθι μεθιέντας ἴδοιτο] οὐχ ἁπλῶς ὡς Ἀπόλλων τοὺς πάντας,
ἀλλὰ τοὺς ἀμελεῖς. τοῦτο γὰρ διορθώσεως δύναται τυχεῖν, πταῖσμα
ὂν ἑκούσιον· τὸ δὲ μὴ δύνασθαι φυσικόν.
517. ἔνθʼ Ἀμαρυγκείδην] νῦν ἀπὸ τῶν Ἑλλήνων ἤρξατο, ἐπειδὴ τότε ἀπὸ τῶν Τρώων. μοιρίδιον δὲ τὸν θάνατόν φησιν. καὶ τὸ ἐπέδησε δὲ καλῶς, ἐπεὶ κατὰ τὸν πόδα ἐβλήθη.
520. πῶς ἐν τῷ καταλόγῳ (Il. 2, 844) φησὶν ὅτι Θρήϊκας ἦγε σὺν Ἀκάμαντι, ὅσους Ἑλλήσποντος ἐντὸς ἐέργει, νῦν δὲ λέγει ὅτι Αἰνόθεν εἰληλούθει; ἢ τάχα οὗτοι μὲν πάντες περιῴκουν, τὰ δὲ βασίλεια ἐν Αἴνῳ ἦν τὰ αὐτοῦ.
522. ὕπτιος] εἰκότως ὕπτιος· σφοδρὰ γὰρ ἡ πληγὴ, ὅτι τὰ ὀστᾶ
καὶ ἄμφω τὼ τένοντε συνηλόησεν ὁ λίθος.
523. χεῖρε—πετάσσας] τοῦτο ποιεῖ συμμαχίαν αἰτῶν.
526. *χολάδες καλοῦνται τὰ ἔντερα, ἐπειδὴ εἰς αὐτὰ χεῖται ἡ
ξανθὴ χολὴ, τοῦτο μηχανησαμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνε-
σθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν ἀπόκρισιν
τῶν περιττῶν· ἤμελλε γὰρ ψυχρὰ ὄντα τῇ κράσει ἀργὰ μένειν καὶ
μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν· τοιαῦτα γὰρ τὰ νευρώδη πάντα.
τὰ παχέα ἔντερα· ὅθεν καὶ χόλιξ. χύντο δὲ, ὅτι μαλθακὰ καὶ ὀλ σθηρὰ τὰ ἔντερα.
534. χασάμενος] καλῶς οὐκ ἐπὶ αὐτῶν, ἀλλὰ χασάμενος,
μήποτε γυμνωθῇ τῆς ἀσπίδος.
539. οὐκέτι] πλεονάζει τὸ ἔτι· παντοδαπὰς δὲ πληγὰς καὶ πτώματα διελθὼν ἐπαναπαύει τὸν ἀκροατήν.
540. ἄβλητος καὶ ἀνούτατος λέγεται ὁ ἔτι μήτε ἀπὸ δια-
στήματος τρωθεὶς δόρατι ἢ ὀϊκτῳ μήτε ἐκ τοῦ σύνεγγυς ξίφει·
τοῦτο γὰρ διαφέρει βολὴ τρώσεως. βάλλω ἐκ τοῦ πόρρω, ἐξ οὗ καὶ
βολή· τιτρώσκω ἐκ τοῦ σύνεγγυς, ὃ ἡ τρῶσις.
541. δινεύοι] συστρέφοιτο· ὅθεν καὶ αἱ συστροφαὶ τῶν ἀνέμων καὶ τῶν ὑδάτων δῖναι καλοῦνται.
ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη] θεατὴν ἑαυτῷ ἀνέπλασε τῆς μάχης,
ἵν᾿ ἀθορύβως σκοπῇ καὶ ἐν μέσοις τοῖς μαχομένοις, καὶ ἵνα ἀκριβῶς
θεῷτο.
1. ἔνθʼ αὖ] τότε ὅτε καὶ πολλοὶ ἀπώλοντο.
Διομήδεϊ] πῶς ἐν τῷ καταλόγῳ δεύτερον εἰπὼν Ἀχιλλέως Αἴαντα
(Il. 2, 768) τὴν πρώτην ἀριστείαν οὐ τούτῳ, τῷ δὲ Διομήδει ἀνατί-
θησιν; ἢ ὅτι ὁ μὲν δυσκίνητος καὶ μεγαλόφρων τὴν φύσιν ὑπάρχων
κατὰ πᾶσαν τὴν μάχην ἦν ἄριστος, ὁ δὲ ὀξὺς καὶ φιλότιμος ὢν ὑπὸ
τὸ πλῆθος προτροπὴ τὸν καθʼ ἔνα ἀμελέστερον ἐργάζεται, ἡ δὲ πρὸς
ἕνα τινὰ μονομαχία εὐθαρσέστερον καὶ γενναιότερον.
2. *μένος καὶ θάρσος] τὸ μένος ἐστὶ τοῦ σώματος, τὸ δὲ θάρσος
τῆς ψυχῆς· ἵν᾿ οὖν δύνηται καὶ θαρρῇ, ἀμφότερα δέδωκεν αὐτῷ·
πολλοὶ γὰρ δύνανται μὲν, οὐ θαρροῦσι δέ. θάρσος δὲ κατὰ μὲν
τοὺς Στωϊκοὺς φιλοσόφους τὸ ἀσφαλῶς πεποιθέναι αὑτῷ ὅτι οὐδενὶ
ἂν δεινῷ περιπέσοιεν, κατὰ δὲ τοὺς ἐξ Ἀκαδημίας καὶ τοὺς Ἐρετρι-
κοὺς ἐπίτασις θαρραλέα, κατὰ δὲ τοὺς Κυρηναϊκοὺς καὶ Ἐπικουρείους
εὐσταθεῖν κατὰ διάνοιαν καὶ λόγον ἐν δεινῶν ὑπομοναῖς, ὥς φησιν
ὁ ποιητὴς “καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἔθηκεν᾿ (Il. 17, 570).
τί θάρσος οὖν ἐστί; τὸ εὔλογον παράστημα τῆς ψυχῆς, θράσος δὲ
τοὐναντίον. ἕτερον γὰρ ἑτέρου χαριζόμενον ἄπρακτον. οὐχ ὡς πρότερον
δὲ μὴ ἔχοντος, ἀλλὰ τὸ ἔμφυτον ηὔξησεν. Θαρσὼ δὲ παρά τισιν ἡ
Ἀθηνᾶ τιμᾶται. λέγεται δὲ θάρσος τὸ ὑπὸ θεοῦ ἔπαρμα τῆς ψυχῆς.
ἔκδηλος δὲ ὅτι ἐπεσκοπεῖτο ὑπὸ τῆς Ἀχιλλέως ἀρετῆς.
μετὰ πᾶσιν] ἀντὶ τοῦ ἐν πᾶσιν εἰς τὸ “σφῶϊ μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόοντας” (Il. 4, 341).
3. ἄροιτο] ἀπὸ τοῦ αἴρω. ἔστι δὲ μέσου δευτέρου ἀορίστου.
4. ἄλλο φῶς ἀντὶ Ἀχιλλέως τοῖς Ἕλλησιν ἤστραψεν ὁ ποιητής. ἀστέρα δὲ ἐνταῦθα τὸν Ἀρκτοῦρον λέγει.
6. λείπει ἡ ἔξ. Ὠκεανὸς δὲ ὁ ὁρίζων, παρὰ τὸ ὠκέως περὶ αὐτὸν ἀνύεσθαι τὸν δρόμον τῶν ἄστρων. ὥσπερ δὲ ἐπὶ σωμάτων τὰ λαμ- πρότερα λελοῦσθαί φαμεν, οὕτως καὶ ἐπὶ ἡλίου καὶ τῶν ἄλλων ἄστρων. καὶ “πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοάων” (Il. 18, 240).
**Κλέανδρος ὁ Συρακούσιος ἐν τῷ περὶ τοῦ ὁρίζοντος Ὅμηρόν φησι
πρῶτον ἔννοιαν ὁρίζοντος δηλῶσαι, οὐκ ὀνομάσαντα μὲν ὁρίζοντα
(μαθηματικὴ γὰρ ἥδε ἡ κλῆσις), εἰπόντα δὲ ἐπὶ τοῦ κυνὸς “λαμπρὸν
παμφαίνων Ὠκεανοῦ·” ὁ γὰρ τοιοῦτος ἄνεισι μὲν ἐκ τοῦ Ὠκεανοῦ,
ὅτε ἔτι κέκρυπται, ὑπερκύψας δὲ τὸν ὁρίζοντα λαμπρὸν παμφαίνησι
λελουμένος Ὠκεανοῖο· οὐ λέληθε δὲ καὶ τὸν Ἄρατον ἁρπάσαντα τὴν
φωνὴν ἐπὶ τοῦ ὁρίζοντος φάναι “ὑψόθεν Ὠκεανοῖο” (26).
7. *πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων] ἀδύνατον τοῦτο· πῶς
γὰρ ἂν ἔζησεν ὁ οὕτω καιόμενος ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ὤμων;
ἐγχωρεῖ μὲν οὕτως τῷ ἔθει λύειν, ὅτι συγκεχώρηται τὸ δοκεῖν τοὺς
θεοὺς δύνασθαι τοιαῦτα δρᾶν τινὰ, ἃ τοῖς πάσχουσιν ἀκίνδυνά εἰσι κατὰ
τὴν ἐκείνων προαίρεσιν· λύεται δὲ καὶ ἐκ τῆς λέξεως διχῶς, ἢ ὅτι τὸ
πῦρ οὐ κυριολογεῖ, ἀλλʼ ἐπὶ τῆς λαμπηδόνος τίθησιν, ἢ ὅτι μετωνυμι-
κῶς ἀπὸ κρατός τε καὶ ὤμων λέγει ἀπὸ τῶν περιεχομένων ἐπὶ τὰ
περιέχοντα· προείρηται γὰρ δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος
ἀκάματον πῦρ. ἢ καὶ ἐκ τοῦ ἔθους· εἴωθε γὰρ ἐπὶ τῶν μαχομένων
τὸ πῦρ λαμβάνειν εἰς παράστασιν τῆς συντόνου καὶ ἐνθέρμου ὁρμῆς·
“ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο” (Il. 11, 596) καὶ
“μάχης καυστειρῆς ἀντιβολῆσαι” (Il. 4, 342). καὶ τὰ περὶ τὸν
Διομήδη οὖν παραστατικὰ τῆς κατὰ τοὺς ὤμους καὶ τὰς χεῖρας
ἐνθέρμου ὁρμῆς καὶ τῆς κατὰ τὴν κεφαλὴν πυκνοτέρας ἐπιστροφῆς·
οὕτω γὰρ καὶ κορυθαίολος εἴρηται.
πῦρ ἐνταῦθα τὴν λαμπηδόνα καλεῖ.
8. κατὰ μέσσον] ἐκεῖ γὰρ ἡ μάχη τὰ τῶν πολεμιστῶν ἄνθη συναγείρει ἀεί.
9. ἦν δέ τις] τοῦτο τὸ εἶδος διήγησις λέγεται. τρεῖς ἀρεταὶ
διηγήσεως, σαφήνεια, συντομία, πιθανότης, ἃπερ ἐνέθηκεν, τὸ ἔθνος,
τὸ ὄνομα, τὸν τρόπον, τὴν τύχην, τὴν ἀρχὴν, τῶν παίδων τὰ ὀνόματα
καὶ τὴν ἀρετὴν παραστήσας.
Δάρης εἴρηται διὰ τὸ τὰ θύη ἐκδέρειν.
10. ἱρεύς] ἀπὸ τοῦ ἱερεὺς συνήλειπται ὡς πόλιες πόλις. ψιλοῦται
δὲ, ἐπεὶ τὸ ι μακρὸν ψιλοῦται μὴ ὂν ἐκ κλίσεως μηδὲ διὰ χρείαν
ἐκτεινόμενον.
15. πρότερος] πρότερος Διομήδους· οἰκεῖον δὲ τῷ προπηδῶντι καὶ προακοντίζειν. ἀεὶ δὲ τοὺς πρώτους εἰσάγει ἐπὶ τὸ πλεῖστον ὀλλυ- μένους. ἅμα δὲ παρίστησιν ὅτι θρασεῖς οἱ Τρῶες.
20. *Ἰδαῖος δʼ ἀπόρουσε] κατηγορεῖ καὶ τούτου Ζωΐλος, ὅτι λίαν,
φησὶ, γελοίως πεποίηκε τὸν δαῖον ἀπολιπόντα τοὺς ἵππους καὶ
τὸ ἅρμα φεύγειν. ῥητέον οὖν ὅτι κατέθορε μὲν τοῦ ἅρματος ὡς
ὑπερασπίσων τῷ ἀδελφῷ, εὐλαβηθεὶς δὲ τὸν πολέμιον εἰς φυγὴν
τῷ ξίφει κατὰ τοῦ πολεμίου.
λιπὼν περικαλλέα δίφρον] ἵνα ἀσχολία Διομήδει τὸ λάφυρον γένηται.
21. ἀδελφειοῦ κταμένοιο] κατακερτομεῖ αὐτὸν ὀνειδίζων τὴν
δειλίαν· Ὀδυσσεὺς δὲ ὑπὲρ Λεύκου ἀγωνίζεται ἑταίρου μόνον
ὄντος.
22. οὐδὲ γὰρ οὐδέ] ἡ μία μὲν περισσὴ ἀπόφασις· “οὐδὲ γὰρ οὐδὲ βίη,” “οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός” (Il. 6, 130). καὶ ἔστιν ἡ μία μὲν ἐπὶ τοῦ πράγματος, ἡ ἑτέρα δὲ ἐπὶ τοῦ προσώπου. καὶ μὴ φονεύσαντι δὲ Διομήδει τὴν τῆς σφαγῆς ψῆφον δίδωσιν.
23. Ἥφαιστος ἔρυτο] ηὔξηται μὲν Διομήδης ἀντιτασσομένου θεοῦ, πεπαιδεύμεθα δὲ ἡμεῖς εὐσεβεῖν· καὶ γὰρ Ἑλλήνων ὁ θεὸς, ἀλλʼ ὅμως ἀμείβεται τὸν θεράποντα. εὐχάριστος δὲ ὁ Ἥφαιστος καὶ περὶ Θέτιν.
24. μὴ πάγχυ] ἐμφαίνει διὰ τούτου ὅτι παίδων ἑτέρων οὐκ εἶχεν
ἐλπίδα Δάρης.
25. ἵππους δʼ ἐξελάσας] ἱππομανὴς ἀεὶ ὁ Διομήδης· Ἀργεῖος γὰρ, τὸ δὲ Ἄργος ἱππόβοτον.
26. κατάγειν] ἐν ταπεινῷ γὰρ τὸ ναύσταθμον, ἡ δὲ πόλις ἠνεμό- εσσα.
28. καὶ μὴν ἀπήλαστο τὸ ἅρμα. ἢ τῷ τόπῳ τῶν ἁρμάτων φησίν. διό τινες ἔλεγον, παῤ ὄχεσφι πᾶσιν ὀρίνθη θυμὸς, ἵνʼ ᾖ οὕτως, τοῖς ἁρματηλάταις ὁ θυμὸς ὠρίνθη προσδοκῶσι τὸ δεινὸν καὶ ἐφʼ ἑαυτοὺς ἥξειν. τὰ δὲ ἐπείγοντα πρῶτον εἰπὼν ἐπιφέρει καὶ τῶν Τρώων τὸ πάθος.
31. Ἆρες Ἄρες] ἐπαναλήψεως ὁ τρόπος. ὁ δὲ Ἰξίων τὸ δεύτερον ὀξύνει· οὐδέποτε γὰρ κλητικὴ παρὰ τῷ ποιητῇ ἀναδιπλασιάζεται. ἔστι δὲ ἀντὶ τοῦ βλαπτικέ. ἡ παράδοσις δὲ οὐχ οὕτως ἔχει.
32. οὐκ ἂν δὴ] ἀγωγὸν τὸ ἐρωτηματικὸν, τὸ δὲ προστατικὸν καὶ
37. Τρῶας δʼ ἔκλιναν Δαναοί] εἰκότως ἐπὶ τῇ Ἄρεως ἀπουσίᾳ καὶ τῇ ταραχῇ ᾗ παρέσχον οἱ Δάρητος παῖδες τοῦτο γίνεται.
38. πρῶτος δὲ ἄναξ] ἄτοπον γὰρ εἶναι ἀργὸν καὶ τοῖς ἄλλοις
ἐγκαλοῦντα.
39. Ἁλιζώνων] τῶν Παφλαγόνων, διὰ τὸ ὑπεζῶσθαι τῇ ἁλί. καὶ ἐπὶ μὲν τῶν Δαρητιδῶν προετύπωσε τὴν μάχην, νῦν δὲ καὶ τὸ λεληθότως ἐπεῖπε· πρώτῳ γάρ φησι στρεφθέντι.
Ὀδίον] τὸ κύριον παροξύνεται, τὸ δὲ προσηγορικὸν προπαροξύ-
νεται.
40. μεταφρένῳ] μεθʼ ὅ εἰσιν αἱ φρένες. οὐδένα δὲ τῶν Ἀχαιῶν οὕτω φονεύει, εἰ μὴ τὸν ἔκδοτον ὑπὸ θεῶν Πάτροκλον.
43. Ἰδομενεύς παρὰ τὴν Ἴδην. δεύτερος δὲ Ἀγαμέμνονος
ἀριστεύει ὡς ὑποσχόμενος αὐτῷ. εἶτα Μενέλαος· οὐ γὰρ συνεχώρει
τὸ τραῦμα συνανδραγαθεῖν τῷ ἀδελφῷ.
44. Τάρνη ἐστὶν ἡ νῦν καλουμένη Σάρδις.
46. ἵππων ἐπιβησόμενον] ἐφαψάμενον τοῦ ἅρματος καὶ μέλλοντα τελειῶσαι τὴν βάσιν ἔφθασεν ἡ τοῦ πολεμίου πληγή.
48. ἐσύλευον θεράποντες] ἐν ἀκμῇ γὰρ τὰ τῆς συμβολῆς.
Ἐλεφήνωρ δὲ παρὰ καιρὸν τοῦτο ποιῶν ἀναιρεῖται. σώζεται δὲ καὶ
τὸ τοῦ βασιλέως ἀξίωμα.
49. Σκαμάνδριον] οἰκεῖον κυνηγῷ τὸ ὄνομα· ποταμοὶ γὰρ αὐτοῖς ἡ διαγωγὴ καὶ ὗλαι.
50. Ἀτρείδης Μενέλαος] καταπλήττει τοὺς πολεμίους καὶ θαρ-
σύνει τοὺς Ἀχαιοὺς, ὑπογυίως τρωθεὶς καὶ μαχόμενος.
51. δίδαξε γὰρ Ἄρτεμις αὐτή] τὰς ἐν ταῖς τέχναις ἐξοχὰς προσάπτει θεοῖς.
53. ἀλλʼ οὔ οἱ] δείκνυται διὰ τούτου τὸ τοῦ μοιριδίου ἀπαρά- βατον.
55. ἀλλά μινʼ Ἀτρείδης] ἀσθενὴς γὰρ ἡ βολὴ Πανδά άρου ἣν ἐβλήθη Μενέλαος· ἐξῆπται δὲ τῇ προθυμίᾳ ἢ διὰ τὴν ἀσέβειαν τῶν Τρώων ἢ διὰ τὴν τῶν θεῶν ἐπικουρίαν.
58. πρηνής] ἀπὸ τῆς τοῦ δόρατος βίας ἀνατραπείς. ἔδειξε δὲ ἡμῖν ὅπλα κραδαινόμενα τῇ τοῦ τεθνεῶτος πτώσει.
59. Φέρεκλος ὁ κλόνον φέρων διὰ τῶν νέων.
61. ἐφίλατο Παλλὰς Ἀθήνη] ὡς ὀργανική. διδάσκει δὲ μὴ κα- κῶς κεχρῆσθαι τοῖς παρὰ θεῶν δώροις, μηδὲ συμπράττειν ἀδίκοις.
62. ὃς] ὁ Ἁρμονίδης, ἐπειδὴ ὁ Φέρεκλος πρὸς τὰ δεύτερα ὑπαντᾷ,
ὡς καὶ Λυκόφρων (97) “τράμπις σʼ ὀχήσει καὶ Φερέκλειοι πόδες.”
ὁ δὲ Ἁρμονίδης ὄνομά ἐστι κύριον.
νῆας ἐΐσας] ἴσας φησὶ τὰς ναῦς, ὅτι ἀντιρρόπως πορεύονται. ἀντίρ-
ροπος δέ ἐστι ναῦς ἡ ἔχουσα ἴσα τὰ πλεῦρα κατά τε μέγεθος καὶ
σχῆμα καὶ βάρος.
64. Λακεδαιμονίους φασὶ λιμῷ πιεζομένους τὸ αἴτιον ἀνακρίνειν
τὸν θεόν· τὸν δὲ εἰπεῖν ἐξιλάσκεσθαι τοὺς ἐν Τροίᾳ κρονίους δαίμονας,
Χιμαιρέα τε καὶ Λύκον· τὸν δὲ Μενέλαον ἀπελθόντα εἰς Ἴλιον
ἐπιτελεῖν τὰ προσταχθέντα· συμμίξαντα δὲ Ἀλεξάνδρῳ ἅμα αὐτῷ
ἀπιέναι εἰς Δελφοὺς, ἐρησόμενον περὶ παίδων γονῆς· ἐρωτᾶν δὲ καὶ
Ἀλέξανδρον ὅπως ἂν ἁρπάσοι τὴν Ἑλένην· τὸν δὲ θεὸν εἰπεῖν
“τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δʼ Ἀχαιῶν, οὐκέθ᾿ ὁμὰ
φρονέοντες ἐμὸν ποτὶ νηὸν ἔβητε, ἤτοι ὁ μὲν γενεὴν ἵππου διζήμενος
εὑρεῖν, αὐτὰρ ὁ πῶλον ἑλεῖν; τί νυ μήσεαι, ὦ μάκαρ ὦ Ζεῦ;ʼʼ
τοὺς δὲ μὴ νοήσαντας ὑποστρέψαι. τοῦτο οὖν φασὶ λέγειν τὸν
ποιητὴν, ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδει.
* Ἑλλάνικος δέ φησι χρησμὸν δοθῆναι τοῖς Τρωσὶν ἀπέχεσθαι μὲν ναυτιλίας, γεωργίᾳ δὲ προσέχειν, μὴ τῇ θαλάσσῃ χρώμενοι ἀπολέσωσιν ἑαυτούς τε καὶ τὴν πόλιν.
67. κατὰ κύστιν] αἰσχρὸν τὸ τραῦμα τοῦ τῆς πορνείας ναυπηγοῦ.
δηλοῦται δὲ καὶ ἡ τῆς πληγῆς βία· ὀστέοις γὰρ ἡ κύστις σκέπεται,
ἃ παρῆλθε τὸ δόρυ.
68. πιθανὸν σπασμοῦ γεγονότος καὶ τὸν τρωθέντα συννεῦσαι.
70. βάρβαρον ἔθος τὸ τῶν πολλῶν γυναικῶν· Λαέρτης γοῦν “χόλον
ἀλέεινε γυναικός” (Od. 1, 433). τάχα γὰρ ἥγνευεν αὐτή. νόμον δὲ
τοιοῦτον ὑπογράφει ταῖς γυναιξὶν ὁ ποιητής. σώφρονος γὰρ γυναικὸς
τὸ γεγονὸς ἁμάρτημα τοῦ ἀνδρὸς σκέπειν. δείκνυσι δὲ διὰ Θεανοῦς
73. ἰνίον] τὸ κοῖλον τοῦ τένοντος. κέκληται δὲ οὕτως διὰ τὸ
νευρῶδες εἶναι. ἢ πλατὺ καὶ παχὺ νεῦρον τὸ ἀπὸ κεφαλῆς καθῆκον
ἐπὶ τὸν αὐχένα.
74. ἀντικρὺ δʼ ἀνʼ ὀδόντας] ὑπὸ τὴν γλῶσσαν διιὼν ὁ χαλκὸς τοὺς ὀδόντας ἀνέτεμεν. ὀξέως δὲ διὰ ἀναίμων ὀστέων διιόντος τοῦ σιδήρου ψυχρὸν αὐτὸν ὀνομάζει. ἀλλαχοῦ δὲ “πᾶν δʼ ὑπεθερμάνθη ξίφος” (Il. 16, 333).
75. εἰκότως τελευτᾷ· ἠνέχθη γὰρ τὸ δόρυ, καθὸ λήγει ὁ ἐγκέ- φαλος καὶ ὁ μυελὸς ἄρχεται ὁ νωτιαῖος. ἴσον δὲ τῇ τοῦ ἐγκεφάλου κοιλία δύναται τοῦτο τὸ μέρος.
*ψυχρὸν] ἢ διὰ τὸ ψυχρὸν καὶ ἄθερμον εἶναι τὸν σίδηρον, ἢ τὸν
τοῦ ψύχους ποιητικὸν, διὰ τὸ ἀποψύχεσθαι τοὺς ἀναιρουμένους ὑπʼ
αὐτοῦ· τὸν γοῦν ψυχροποιὸν σίδηρον τοῖς ὀδοῦσιν ἔλαβεν.
78. θεὸς δʼ ὣς τίετο δήμῳ] διδάσκει πῶς χρὴ πρὸς τοὺς ἱερεῖς διακεῖσθαι.
80, 81. τὸ ἑξῆς οὕτως, μεταδρομάδην ἀίξας ἤτοι ἐπιδιώξας τὸν φεύγοντα.
81. τὸ ῥᾴδιον τῆς ἐκτομῆς ἐδήλωσεν ἔξεσεν εἰπὼν, οὐκ ἀπέ- κοψεν.
82. οἶκτον ἔχει ἡ χεὶρ δίχα παντὸς τοῦ σώματος κειμένη· ὑπʼ ὄψιν γοῦν ἤγαγε τὸ πάθος.
83. ἔλλαβε πορφύρεος θάνατος] ὁ μέλας, ὡς τὸ “πορφύρεον δέ ἑ
κῦμα κάλυψεν” (Il. 23, 693).
84. οἱ μέν] ὡς καὶ ἄλλων τινῶν ἀσήμων ἐνεργησάντων.
85. ἡδὺ τὸ τῆς ἀποστροφῆς ὡς πρὸς πρόσωπον, οἷον “φαίης κεν ζάκοτόν τέ τινʼ ἔμμεναι” (Il. 3, 220)· ἡ δὲ τῆς ἑρμηνείας θερμότης τὸν βεβακχευμένον Διομήδεα δείκνυσιν.
87. θῦνε] ἐνθουσιωδῶς μετά τινος ὁρμῆς ἐφέρετο. ἐπέτεινε δὲ αὐτὸν τῷ χειμάρρῳ, προεικονίσας ἡμῖν τί ἐστι χείμαρρος· οὐ μόνον δὲ, ἀλλὰ καὶ τῷ πλήθοντι, καλῶς δὲ κἀκ τῶν πασχόντων τοῦ ποταμοῦ τὴν βίαν ηὔξησεν.
88. *χειμάρρῳ] χτίμαρρος ὁ μὴ ἀέναον τὸ ὕδωρ ἔχων, ἀλλὰ χειμῶνος πληρούμενος ὑπὸ τῶν συνεχῶν ὄμβρων.
89. τὸν δ᾿] ἡδὺ τὸ τῆς ἐναλλαγῆς τῆς πτώσεως ἐν τῇ ἐπαναλήψει, καὶ πάλιν ἐν τῇ γενικῇ “πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε” (92).
90. * ἀλωάων] χωρίων ἀμπελοφύτων ἢ δενδροφύτων.
92. αἰζηῶν] ἀντὶ τοῦ ἀνθρώπων· ἐμφαντικῶς δὲ καὶ τὰ ὑπὸ νεανιῶν οἰκοδομούμενα παρασύρεσθαί φησιν.
98. καὶ βάλʼ ἐπαΐσσοντα] καλῶς τιτρώσκει Διομήδεα, ἐπεὶ
ῥέζοντά τι καὶ παθεῖν ἔοικεν. ἡ δὲ ὁρμὴ ἡ Διομήδους, καὶ τῷ βέλει
συνήργησεν.
99. θώρηκος] τοῦτον ἐγκωμιάζων Ἕκτωρ ἡφαιστότευκτον οἶδε καλεῖν (Il. 8, 195), ἐπεὶ καὶ τὸ Πανδάρου τόξον Ἀπόλλωνος. γύαλον δὲ τὸ περὶ τὸν ὦμον κοῖλον τοῦ θώρακος μέρος.
101. ἄϋσε Λυκάονος ἀγλαὸς υἱός] οὐδεὶς τῶν βαλλόντων ἢ μόνος
οὗτος ὁ ἀλαζὼν ἐφθέγξατο. διὸ ὥσπερ ἐλέγχων αὐτοῦ τὸ φλύαρόν
φησι “τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν.” οὐ φθέγγεται δὲ τρώσας
Μενέλαον, ὅτι ἡ πρᾶξις αἰσχρὰ, καὶ ἔλεγχον βασιλείας ἔχει καὶ
παρασπονδισμόν.
103. ἄριστος] ἀντὶ τοῦ ἀριστεύς· Αἴας γὰρ μετʼ Ἀχιλλέα. ἢ
διὰ τὴν εὐδαιμονίαν· “ὃν δὴ ἐγῶ κάρτιστον Ἀχαιῶν” (Il. 6, 98).
ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον τὸν τρωθέντα φησὶν ὑπʼ αὐτοῦ.
108. ἔστη] γενναῖον τὸ Διομήδους ἦθος, ὅτι μὴ τελείως ἀναχωρεπῖ, καίπερ καιρίαν λαβὼν τὴν πληγήν.
110. ὄφρα μοι] οὐδὲν ἀποιμώζει πρὸς τὴν πληγὴν, ἀλλὰ φέρει
γενναίως καὶ μόνην τὴν χρείαν ἐπιζητεῖ.
111. Σθένελος δέ] πρεπόντως οὐδὲν ἐπιζητεῖ Σθένελος· καὶ γὰρ ἀνοίκειον τῷ καιρῷ.
112. βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου] αὕτη ἐστὶν ἡ κατὰ
διωσμὸν βελουλκία, ἵνα μὴ πάλιν τιτρώσκοιτο ταῖς ἀκίσιν ὑποστρε-
φούσαις.
113. ἀνηκόντιζε] ἐμφαντικὴ ἡ μεταφορὰ τοῦ αἵματος ἀναθέοντος μετὰ βίας· ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος.
114. ἠρᾶτο] οὐ περὶ τῆς ἰάσεως, ἀλλὰ τῆς τοῦ βαλόντος εὔχεται
τιμωρίας. οἰκείως δὲ τοῖς παθήμασιν οἱ εὐχόμενοι τοῖς θεοῖς τὰ
116. μοι] ἀντὶ τοῦ μου. προῳκονόμησε δὲ τὸν Τυδέα ὁ ποιητής.
117. ὑποστικτέον εἰς τὸ πολέμῳ. ἄμεινον δὲ ὀρθοτονεῖν τὸ ἐμέ,
ἴν᾿ ᾖ καὶ ἐμὲ ὡς ἐκεῖνον.
118. ἢ ἐμὲ ἰσχῦσαι πάλλειν τὸ δόρυ κατὰ τοῦ βαλόντος, ἢ ἐκεῖνον ἐλθεῖν πρὸς ἀντίστασιν τοῦ ἐμοῦ δόρατος. μόνον δὲ πλησιάσαι Πάνδαρον εὔχεται· πέποιθε γὰρ αἱρήσειν αὐτόν.
119. ὅς μ᾿ ἔβαλε φθάμενος] καλῶς ἐπὶ τὴν τύχην, οὐκ ἐπὶ τὴν
ἀρετὴν τοῦ βαλόντος ἀνήνεγκε τὴν ἀνδραγαθίαν. ἅπτεται δὲ τῶν
κρειττόνων ἡ τῶν χειρόνων μεγαλαυχία.
122. γυῖα δ᾿ ἔθηκεν ἐλαφρά] οἰκείως· τρωθεὶς γὰρ ἐβεβάρητο. οὐκ ἔχομεν οὖν εἰπεῖν, πῶς ἀριστεύει πάλιν;
126. Τυδεύς] φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ Τυδέα τρωθέντα
ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι· Ἀμφιάρεων
δὲ φονεύσαντα αὐτὸν δοῦναι τὴν κεφαλὴν Τυδεῖ· τὸν δὲ δίκην θηρὸς
ἀναπτύξαντα ῥοφεῖν τὸν ἐγκέφαλον. κατ᾿ ἐκεῖνο δὲ καιροῦ παρεῖναι
Ἀθηνᾶν ἀθανασίαν αὐτῷ ἐξ οὐρανοῦ φέρουσαν, καὶ διὰ τὸ μύσος
ἀπεστράφθαι. τὸν δὲ θεασάμενον παρακαλέσαι κἂν τῷ παιδὶ αὐτοῦ
χαρίσασθαι τὴν ἀθανασίαν. ἱστορεῖ Φερεκύδης.
127. * Πορφυρίου. διὰ τί ἡ Ἀθηνᾶ ἀφείλετο τῷ Διομήδει τὴν
ἀχλὺν, ὄφῤ εὖ γινώσκοι πότερον θεός ἐστιν ἢ ἄνθρωπος; καί φαμεν
μέχρι τοῦ τὴν Ἀφροδίτην τρῶσαι καὶ τὸν Ἄρεα ἔδωκεν αὐτῷ τὴν
δωρεὰν, ἀλλ᾿ οὐκ ἀεί. τρωθέντων δὲ τούτων. πάλιν κατὰ τὸ σιωπώ-
μενον ἀποδίδοται καὶ ἡ οἰκεία ἀχλὺς, δι᾿ ἣν ἀγνοεῖ καὶ τὸν Γλαῦκον.
καὶ ἀναπυνθάνεται πότερον θεός ἐστιν ἢ ἄνθρωπος.
παιδευτικῶς ἐδογμάτισεν ἀχλὺν ἐπικεχύσθαι τοῖς ἀνθρώποις, ὅπως ἀεὶ δοκοῖμεν ἡμῖν παρεστάναι τὸν θάνατον καὶ τὸ θεῖον εὐχοίμεθα.
128. ὄφῤ εὖ γινώσκοις] ὅπως εὖ διακρίνοιο καὶ τὸν ἄτρεπτον θεὸν
καὶ τὸν ὡς ἄνδρα πάλιν θεόν.
131. ἀτὰρ εἴ κε] ἡ γὰρ πρακτικὴ φρόνησις, καὶ καταφρονεῖν αὐτὸν παρασκευάζει τῶν ἡδονῶν.
132. διὰ τί κατὰ χειρὸς τιτρώσκεται ἡ Ἀφροδίτη: ὅτι τῆς χειρὸς λαβομένη παρῄνει τὴν Ἑλένην.
136. ὥστε λέοντα] καλῶς τῶν μὲν τετραπόδων τὰ ἀσθενέστερα παρείληφε, τῶν δὲ θηρίων τὸν ἀλκιμώτατον λέοντα, καὶ τὸν μὲν ὑπὸ τῆς πληγῆς ἠρεθισμένον, τὰ δὲ τοῦ φυλάττοντος ἔρημα.
137. ἐπ᾿ εἰροπόκοις ὀΐεσσιν] ἀντὶ τοῦ ταῖς ἐπαύλεσιν, ὡς τὸ “ποιμαίνων δ᾿ ἐπ᾿ ὄεσσι μίγη” (Il. 6, 25).
*Πορφυρίου. ἐν μὲν τοῖς ἀγροῖς τὰς οἰκοδομὰς οὕτω καταλέγου-
σιν. αὐλὴ, καὶ ἐν ταύτῃ σταθμοὶ, ἔνθα ἕστηκε τὰ ζῷα, καὶ κλισίαι,
ἔνθα καθεύδουσιν οἱ ἄνθρωποι, καὶ σηκοὶ, ἔνθα ἐγκλείουσι τὰ νεογνὰ,
ὅταν τὰς μητέρας ἀμέλγωσιν ἢ εἰς νομὴν ἐκπέμπωσι. καὶ ἐπὶ μὲν
τῆς αὐλῆς “ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ᾿ εἰροπόκοις ὀΐεσσιν χραύσῃ
μέν τ᾿ αὐλῆς ὑπεράλμενον, οὐδὲ δαμάσσῃ.” λέγει δὲ καὶ μέσαυλον,
ὅτι ὁ τῆς αὐλῆς τόπος ἐν μέσῳ ἐστὶ τῶν βοῶν καὶ ἀπὸ μεσαύλοιο
(Il. 11, 548) αὐλῆς. ἐν χόρτῳ δέ φησι (ib. 774) τῷ περιωρισμένῳ
τόπῳ καὶ περιέχοντι τὸ χώρισμα τῆς αὐλῆς. περὶ δὲ τῶν σταθμῶν
“ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ᾿ ἐρῆμα φοβεῖται,” δηλονότι
εἰς τόπον ἐνδοτέρω τῆς αὐλῆς, ὃν σταθμὸν προσηγόρευον ἀπὸ τῶν
ἑστώτων ἐν αὐτῷ ζῴων. διὸ καὶ Ἥφαιστος ποιεῖ “σταθμούς τε
κατηρεφέας ἠδὲ σηκούς” (Il. 18, 589)· κατηρεφεῖς γὰρ καὶ ἐστε-
γασμέναι αἱ κλισίαι διὰ τὸ τὴν αὐλὴν μὴ εἶναι τοιαύτην· τὸ γὰρ
κατηρεφέας ἐκ κοινοῦ τῶν τε κλισιῶν καὶ τῶν σταθμῶν ἀκούουσιν.
σηκοὶ δὲ ἔνθα συνέκλειον τὰ νεογνά· “ὡς δ᾿ ὅταν ἄγραυλοι πόριες
περὶ βοῦς ἀγελαίας ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,
πᾶσαι ἅμα σπαίρουσιν ἐναντίαι, οὐδέ τι σηκοὶ ἴσχουσ᾿ , ἀλλ᾿ ἀδινὸν
μυκώμεναι ἀμφιθέουσι μητέρας” (Od. 10, 410). ἔρσας καλεῖ ὁ
ποιητὴς τὰς ἁπαλὰς καὶ νεογνὰς, καὶ νεηγενέας γαλαθηνάς (Od. 4,
336). συμβέβηκε ταύτας ἐν τοῖς μυχοῖς καθεῖρχθαι. καὶ πάλιν
“Τρῶες δ᾿ , ὥστ᾿ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ μυρίαι ἑστήκασιν,
ἀμελγόμεναι γάλα λευκὸν, ἀζηχὲς μεμακυῖαν ἀκούουσαι ὄπα ἀρνῶν”
(Il. 4, 433)· αὗται γὰρ ἐν τῇ αὐλῇ ἀμέλγονται, τὰ δὲ ἀρνία ἐν τῷ
σηκῷ κατακέκλεισται. λέγει δὲ πάλιν “στείνοντο δὲ σηκοὶ ἀρνῶν
ἡδ᾿ ἐρίφων” (Od. 9, 219). ἐκ τούτων τοίνυν μεταφέρων ἐπὶ τῶν
Τρώων φευγόντων φησὶν “ἔνθα κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα
γένοντο, καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες” (Il. 8, 130)·
κατὰ γὰρ παράλειψιν τῆς αὐλῆς ἔφη τὰ ἕρκεα· ἐν γὰρ ἄλλοις τὸ
πλῆρες ἔφη “καὶ τότ᾿ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας ῥήξας
ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς” (Il. 9, 475)· καὶ πάλιν ἄλλως
ἔφη “παρὲκ μέγα τειχίον αὐλῆς” (Od. 16, 165)· ἄλλοι δὲ ἀκρι-
βέστερον αἰθούσας λέγουσι τῆς αὐλῆς τὰς στοὰς, ἵνα μὴ ἔξω ὦσι
τῆς αὐλῆς, ἀλλὰ τὸ μὲν ἄστεγον καὶ ὑπαίθριον αὐλὴ, αἱ δὲ πέριξ
τοῦ ὑπαιθρίου στοαὶ αἴθουσαι· αὐτὸς γὰρ ἔφη “οὐδέποτ᾿ ἔσβη πῦρ,
ἕτερον μὲν ὑπ᾿ αἰθούσῃ εὐερκέος αὐλῆς, ἄλλο δ᾿ ἐνὶ προδόμῳ πρόσθεν
θαλάμοιο θυράων” (Il. 9, 471). ἦσαν γὰρ μετὰ τὰς αἰθούσας οἱ
πρόδομοι, ὧν πάλιν ἐνδότεροι θάλαμοι, σὓς καὶ μυχοὺς καλοῦσι διὰ
τοῦτο· “κέκλετο δ᾿ Ἀρήτη λευκώλενος ἀμφιπόλοισι δέμνι᾿ ὑπ᾿ αἰ-
θούσῃ θέμεναι” (Od. 7, 335)· εἶτα ἐπιφέρει “ὣς ὁ μὲν ἔνθα καθεῦδε
πολύτλας δῖος Ὀδυσσεὺς τρητοῖς ἐν λεχέεσσιν ὑπ᾿ αἰθούσῃ ἐριδούπῳ·
Ἀλκίνοος δ᾿ ἄῤ ἔλεκτο μυχῷ δόμου ὑψηλοῖο.” ὅτι γὰρ τῆς αὐλῆς
τῆς αὐτῆς ἔνδον εἰσὶν οἱ δόμοι, σαφῶς παρίστησι διὰ τούτων “αὐτίκ᾿
ἔπειτ᾿ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος” (Od. 16. 407)· εἶτα
ἐπάγει “κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς αὐλῆς ἐκτὸς
ἐὼν, οἱ δ᾿ ἐνδόθι μῆτιν ὕφαινον.” καὶ πρόδομος οὖν ὁ μεταξὺ τόπος
τοῦ τε δόμου καὶ τοῦ θαλάμου· “ἄλλο δ᾿ ἐπὶ προδόμῳ πρόσθεν θα-
λάμοιο θυράων” (Il. 9, 473). καὶ ὅταν οὖν λέγῃ “ἀλλ᾿ ἐξελθόντες
μεγάρων ἕζεσθε θύραζε ἐκ φόνου εἰς αὐλήν” (Od. 22, 375), ἐκ τῶν
δόμων λέγει.
138. χραύσῃ] εὖ τὸ μὴ φάναι τύψῃ ἢ βάλῃ, ἀλλὰ θίξῃ διὰ τὴν ἐπιπολαίαν πληγήν.
140. **οἱ μὲν οὕτως ἑρμηνεύουσιν, ἔνιοι δὲ οὕτως, τάδ᾿ ἐρῆμα,
τουτέστι τὰ πρόβατα ἔρημα γενόμενα τοῦ ποιμένος φεύγει.
141. ἀγχηστῖναι] οὕτως γὰρ συνέρχονται ἀλλήλαις, ἐπειδὰν
πτοηθῶσιν. ἤτοι δὲ τὰς ζώσας φησὶν ἢ τὰς καταβαλλομένας. διὰ
δὲ τοῦ κέχυνται τὸ πλῆθος δηλοῖ, ὡς τὸ “μελισσάων ἀδινάων”
142. ἔξω ὢν ἅλλεται κατὰ τῆς αὐλῆς. ἢ ἀντὶ τοῦ καθάλλεται. ἢ
ὑπεράλλεται τῆς αὐλῆς, ὡς ἐξωγκῶσθαι λέγομεν τὸ ὑπερυψῶσθαι.
ἔμφασις δὲ, εἴγε καὶ ὑψηλῆς οὔσης τῆς αὐλῆς ἅλλεται αὐτήν. ἔστι
δὲ ὡς τὸ “Τρώων ὁρμήσειαν” (Il. 4, 335)· οὐ γὰρ ἀναχωροῦντι τῷ
λέοντι εἴκασεν αὐτόν.
143. ὣς μεμαώς] δῆλον ὅτι τῆς προθυμίας ἐποιήσατο τὴν ὁμοίω- σιν. οὐκέτι δὲ καθ᾿ ἕνα, ἀλλὰ σύνδυο ἀναιρεῖ. ὅρα δὲ τὴν ποικιλίαν τῆς ἑρμηνείας.
147. πλῆξεν] ἀπὸ μετοχῆς εἰς ῥῆμα, ὡς τὸ “ἰοῖσίν τε τιτυσκό- μενοι λάεσσί τ᾿ ἔβαλλον” (Il. 3, 80).
150. καὶ ἄλλως ἔστιν εἰπεῖν οἷσπερ μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ
γέρων ἔκρινε τοὺς ὀνείρους. ἔστι γὰρ ἕν τι τῶν ἀμφιβόλω· ἤτοι γε
ἐμαντεύσατο ὡς οὐκ ἐπανερχομένοις, ἢ ἐν ἤθει λέλεκται, καὶ οὐ
προεῖπε διὰ τῶν ὀνείρων ὅτι ἀναιρεθήσονται. οὐχ ὅτι οὐδαμῶς ἔκρινεν
αὐτοῖς ἐρχομένοις ὁ πατὴρ τοὺς ὀνείρους καὶ τὰ συμβησόμενα ἐμαν-
τεύσατο, ἀλλ᾿ ὅτι οὐκ ἐπανήξουσιν ἀπὸ τοῦ πολέμου ἔκρινεν αὐτοῖς
τοὺς ὀνείρους.
ἐρχομένοις εἰς τὴν μάχην οὐκ ἐμαντεύσατο. ἔστι δὲ ὅμοιον τῷ
“ἀλλ᾿ οὔ οἱ τότε γε χραῖσμ᾿ Ἄρτεμις” (53).
153. *τηλυγέτω] ὅτι μὲν ὁ τηλύγετος δηλοῖ παῤ αὐτῷ καὶ τὸν
μόνον γενόμενον παρίστησι τὰ ὑφ᾿ Ἑλένης περὶ Ἑρμιόνης λεγόμενα
“παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν” (Il. 3, 175). ση-
μαίνει δὲ τὸν τηλοῦ τῆς ἡλικίας τῷ πατρὶ γεγονότα, ὡς ἐνταῦθα· ὡς
ἐπὶ δυοῖν γὰρ γηράσκοντι τῷ πατρὶ γενομένων ἔφη “ἄμφω τηλυ-
γέτω· ὁ δ᾿ ἐτείρετο γήραϊ λυγρῷ, υἱὸν δ᾿ οὐκ ἔτεκ᾿ ἄλλον.” ἐπὶ
τοίνυν τοῦ Ἰδομενέως, ὅταν λέγῃ “ἀλλ᾿ οὐκ Ἰδομενῆα φόβος λάβε
τηλύγετον ὥς” (Il. 13, 470), ἐνδέχεται μὲν ἀκοῦσαι ἀπὸ τῶν μονο-
γενῶν παίδων κατὰ μεταφορὰν τὸν μεμονωμένον, ἐνδέχεται δὲ καὶ ὡς
τηλοῦ γενεᾶς ὄντα, τουτέστι πρεσβύτην· ἔφη γὰρ περὶ αὐτοῦ “ἔνθα,
μεσαιπόλιός περ ἐὼν, Δαναοῖσι κελεύσας, Ἰδομενεὺς Τρώεσσι μετάλ-
μενος ἐν φόβον ὦρσε (ib. 361). παρέχει δὲ τὴν ἀμφίβολον ἐκ-
δοχὴν αὐτὸν ποιήσας λέγοντα τὸν Ἰδομενέα ἐπιόντος τοῦ Αἰνείου
τηλύγετόν γε ἔοικεν ἐπὶ τοῦ μὴ ὁμήλικος, ἀλλὰ πρεσβυτέρου καὶ
τῆς τηλοτέρας γενεᾶς ὄντος, ὡς ἔφη ποτὲ ἐπὶ τοῦ μὴ ὁμήλικος
“οὗτος δὲ προτέρας γενεῆς προτέρων τ᾿ ἀνθρώπων” (Il. 23, 790).
ἀλλ᾿ Ἰδομενεὺς μὲν μεσαιπόλιος, καὶ διὰ τοῦτο τῆς προτέρας
γενεᾶς.
μεθ᾿ σὓς οὐκ ἐπαιδοποίησεν ὁ πατὴρ, οἱ τῆλε τῆς ἡλικίας γενομένῳ τῷ πατρὶ τεχθέντες. ἐλέγχει δὲ τοὺς ἐπὶ γήρᾳ οἰομένους δεῖν παιδο- ποιεῖν, ὅπως διαδόχοις χρήσαιντο, ὡς κακῶς οἰομένους· νικᾷ γὰρ ἡ πήρωσις.
158. χηρωσταί] οἱ τὸν χῆρον οἶκον διανεμόμενοι κληρονόμοι.
χηρωσταί δὲ ὡς ἀθληταί. προληπτικῶς δὲ τοῦτό φησιν· οὔπω γὰρ
ἀπέθανεν ὁ γέρων.
162. εἰπὼν τὸ γενικὸν ἐπὶ τὰ ἴδια ἔρχεται. ὁ δὲ ἠέ ἀντὶ τοῦ καί, ὡς τὸ “εἰ δέ κ᾿ Ἄλρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων” (Il. 20, 138).
166. *ἀλαπάζοντα] κενοῦντα· διὸ καὶ Ἀθηναῖοι τὰ κενώματα λάπαθα καλοῦσιν, ἐκ μεταφορᾶς τῆς λαπάθου καλουμένης βοτάνης. ἡ γὰρ λάπαθος κενωτική ἐστι τῶν κατὰ γαστέρα παθῶν· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀλαπάζοντα.
167. βῆ δ᾿ ἴμεν] τὸ ὁμοειδὲς ἐκκλίνει, καὶ πρόθυμον Πάνδαρον
ποιεῖ ἀθυμοῦντα ἐπὶ Διομήδει.
169. εὗρε Λυκάονος υἱόν] αὐτὸς ἔξω κινδύνων στὰς τοξότην ἀντι- καθίστησιν αὐτῷ· οὐ γὰρ ἐθέλει κινδυνεύειν Αἰνείας.
171. πτερόεντες ὀϊστοί] οἰκεῖα τὰ ἐγκώμια τῶν ὀἵστῶν τῇ προ- τροπῇ, ὡς εἰς αὐτὸν ἀφορώσης μόνον τῆς τῶν Τρώων σωτηρίας.
172. *οὔτις] κατὰ ἀπόφασιν, ἀντὶ τοῦ οὐδείς.
177. εἰ μή τις] πρὸς τὸ ἀμφίβολον, εἰ μὴ οὗτος αὐτὸς θεός ἐστιν ὁ ἐναντιούμενος, ἢ εἰ μή τις θεὸς ἐγκοτῶν τοῖς Τρωσὶ τῷ πολεμίῳ ἀρήγει. οἰκείως ὑπονοεῖ θεὸν ὁ προελθὼν ἐκ θεᾶς. ἅμα δὲ καὶ ἦθος ὁ λόγος ἔχει.
178. κατὰ παρολκήν ἐστιν ἡ ἐπί πρόθεσις· διὸ οὐκ ἀμείβει τὸν τόνον.
182. καὶ πῶς γινώσκει πολέμιον ὄντα; ὅτι ἔστιν ὅτε καὶ κατ᾿
αὐτὸν τὸν πόλεμον συναντῶσιν ἀλλήλοις καὶ γνωρίζονται, ἔστι δ᾿
ὅτε καὶ μὴ ὄντος πολέμου κατοπτεύοντες βλέπουσι τοὺς ἀλλήλων
ἀριστεῖς.
*αὐλώπιδι] περικεφαλαίᾳ αὐλίσκον ἐχούσῃ καθ᾿ ὃν πήγνυται ὁ λόφος. τρυφαλείᾳ δὲ τῇ φάλους ἐχούσῃ τρεῖς· φάλοι δέ εἰσιν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας χρυσοῖ ἧλοι ἢ ἀστερίσκοι.
191. οὐκ ἐδάμασσα] ἠθικῶς φησὶ διὰ τὸ μὴ ἀναιρεθῆναι αὐτόν.
193. ἀλλά που ἐν μεγάροισι] κερτομεῖ τὸ ἑαυτοῦ φιλάργυρον, ὡς ἀμελοῦντος τῆς ἰδίας σωτηρίας χρημάτων φειδοῖ.
194. πρωτοπαγεῖς] πρώτως παγέντες, ὅ ἐστιν ἐξόχως, ἢ νέοι. ὅρα τὸν φειδωλὸν καὶ ἀχράντους φυλάξαντα ὡς ἀναθήματα τοὺς δίφρους, καὶ ταῦτα πλῆθος ἔχοντα συνωρίδων.
196. ἐρεπτόμενοι] κυρίως ἀπὸ τῆς ἔρας λαμβάνοντες· οὕτω γὰρ δηλοῖ διαιρουμένη ἡ λέξις.
197. γέρων] ἐπιτείνει τὴν φειδωλίαν· τοὐναντίον γὰρ ἔδει. τὸ φιλότιμον δὲ τῶν νέων ἐπέχουσιν οἱ γονεῖς ὡς γέροντες· ὁ δὲ καὶ τοῦ γέροντος ἐναντίως μικρολογώτερος ὤφθη.
203. ἄδδην] Νικίας δὲ διὰ δύο γράφει δδ διὰ τὸ μέτρον, ὁμοίως
τῷ “κύον ἀδδεές (Ιl. 21, 481). καὶ ψιλοῖ. ὁ δὲ Ἀρίσταρχος δ᾿
ἑνὸς δ καὶ βραχέως καὶ δασέως τὸ γὰρ ᾱ πρὸ τοῦ δ δεκτικὸν μὲν
ψιλοῦται, ἀδολέσχης ἀδρανής, μὴ οὕτως δὲ ἔχον δασύνεται “ἅδε δ᾿
Ἕκτορι” (Ιl. 12, 80) “ἅδος τέ μιν ἵκετο θυμόν” (Ιl. 11, 88).
καὶ τὸ Ἄδωνις δέ τινες δασύνουσι παρὰ τὸ ἥδω.
206. ἤδη γὰρ δοιοῖσιν] ὡς πρὸς φίλον ὁμιλῶν ἐξέλκεται ὑπὸ μεγαλαυχίας καὶ τὰ ἑαυτοῦ ὁμολογεῖν ἀπόρρητα.
208. ἀτρεκὲς αἷμ᾿ ἔσσευα] ἀντὶ τοῦ ἀτρεκέως εἶδον αὐτὸ, οὐκ ἠπάτημαι. διαστολὴ δὲ εἰς τὸ βαλών.
211. μετὰ τὸ Τρώεσσιν ἀναπαύσασθαι δεῖ· ἡγούμην τῶν Τρώων
χάριν φέρων τῷ Ἕκτορι. τὸ δὲ Τρώεσσιν καθολικῶς, ὡς τὸ “Τρώων
δ᾿ οἰώθη καὶ Ἀχαιῶν” (Ιl. 6, 1), καὶ τοῖς ὑφ᾿ Ἕκτορος τεταγ-
μένοις, ὡς τὸ “Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ”
216. διακλάσσας] διὰ τῆς διπλασιάσεως τοῦ σ τὸν ἀπὸ τῆς συντριβῆς τῶν κεράτων γινόμενον ἦχον ἐμιμήσατο.
ἀνεμώλια] ἀνέμοις ἀπολέσθαι ὀφείλοντα, οἷον ἀλλαχοῦ (Od. 1, 241) φησὶν “ἅρπυιαι ἀνηρείψαντο,” τουτέστι θύελλαι, ἄνεμοι νιφώ- δεις.
219. νώ] ἐπὶ τῷδε τῷ ἀνδρί· ἐνταῦθα δὲ μόνον κέχρηται τῷ νω καὶ ἐν Ὀδυσσείᾳ ἅπαξ.
222. Τρώϊοι] τοῦτο κοινὸν, εἰ μὴ τοὺς ἀπὸ Τρωὸς λάβοιμεν. Τμώϊοι] ἢ οἱ τῷ Τρωὶ κεχαρισμένοι ἀντὶ τῆς ἁρπαγῆς Γανυ- μήδους.
223. συνέτεμε τὸ ἐγκώμιον πρὸς εἰδότα λέγων. Διομήδης δὲ (263) ἐξέτεινεν, ὅπως μὴ καταφρονήσῃ ὁ Σθένελος.
224. τὼ καὶ νῶῖ] πιθανῶς ἀλαζονευόμενος ἐπ᾿ αὐτοῖς στέρεται αὐτῶν, καὶ πρὸ πείρας φυγὴν προσδοκᾷ. Διομήδης δὲ τοὐναντίον.
226. * σιγαλόεντα] τὰ εὐδιάσειστα, ἢ λαμπρὰ καὶ ποικίλα καὶ
θαυμαστὰ τῇ κατασκευῇ καὶ σιωπὴν ἐκ τοῦ θαύματος ἐντιθέντα,
οἱονεὶ σιγηλόεντά τινα ὄντα.
227. δέξαι] ἀπὸ τοῦ ἡνιόχου.
Ζηνόδοτος ἐπιβήσομαι· φησὶ γοῦν “εἰς ἅρματα ποικίλα βάντες”
(239). ἐὰν δὲ γραφῇ ἀποβήσομαι, ἀντὶ τοῦ ἐκστήσομαι τῆς ἐπι-
μελείας αὐτῶν.
231. ὡς ἄπειρος προφασίζεται, ἐπεί τοι Κεβριόνου ἀποθανόντος” ἄλλον Ἕκτωρ δίδωσιν ἡνίοχον, καὶ Διομήδης σὺν αὐτοῖς ἀγωνίζεται, καὶ Μενέλαος Αἴθῃ τῇ Ἀγαμέμνονος ἵππῳ.
233. *ματήσετον] μάταιόν τι πράξωσιν.
οὐδὲ περὶ αὐτῶν χρηστόν τι μαντεύεται. Δημοσθένης δέ φησι
“δεῖ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς,
241. τοὺς δὲ ἴδε Σθένελος] ὡς ἀπὸ τοῦ δίφρου ὑψηλότερος ὢν ἐθεᾶτο. ἢ ὡς ἀσχολουμένου Διομήδους περὶ τοὺς πολεμίους.
242. αἶψα] ἐπείγει γὰρ τοὺς λόγους ὁ καιρός.
245. ἀπέλεθρον] ἀντὶ τοῦ ἄμετρον, πολλήν· τὸ γὰρ πλέθρον μέτρον ἐστὶ γῆς, ἔχον πήχεις ξς΄ δίμοιρον.
ὁ μέν] ἀντὶ τοῦ τούτων ὁ μέν, ὁ δέ ὡς τὸ “ἐξ ὁμόθεν πεφυῶτε, ὁ
μὲν φυλίης, ὁ δ᾿ ἐλαίης” (Od. 5, 477). στιγμὴ δὲ εἰς τὸ ἔχοντας·
ἀπέλεθρον δὲ λέγει τὴν ἀνάριθμον. τὸ δὲ πέλεθρον ἔχει πήχεις ξς΄
καὶ δίμοιρον.
246. υἱὸς δ᾿ αὖτε Λυκάονος] οὐκ ἀκαίρως γενεαλογεῖ· συνίστησι γὰρ ἐκ προγόνων αὐτοὺς, οὐκ εὐχερῆ τὴν πρὸς τούτους μάχην δεικνύς. καὶ ἐπὶ μὲν τοῦ πατρὸς εὔχεται, ἐπὶ δὲ τῆς μητρὸς ἐστίν, ὡς τὸ “μήτηρ μέν τέ μέ φησιν” (Od. 1, 215).
249. ἐφ᾿ ἵππων] ἀντὶ τοῦ εἰς ἵππους, ὥσπερ ἐπὶ Ἀθηνῶν πλεῖν φαμὲν, καὶ “πέτανται ἐπ᾿ ὠκεανοῖο ῥοάων” (Il. 3, 5).
οὐκ ἀναχωρεῖν αὐτῷ τῆς μάχης ἐπὶ τῶν ἵππων κελεύει, ἀλλ᾿ ἀναβῆναι ἐπὶ τὸ ἅρμα καὶ μὴ πεζὸν πρὸς ἱππέας ἀγωνίζεσθαι· ἐπικίνδυνον γάρ.
252. ὡς γενναῖος καὶ τὴν ἐπὶ τὸ ἅρμα ἀνάβασιν φυγὴν ὁρίζει, καὶ τὸ μετακινῆσαί τι τῆς στάσεως ἐν οἵᾳ κατελήφθη. ἠθικὸν δὲ τὸ σέ, καὶ τῶν πάνυ φίλων. ἠθικὸν δὲ καὶ τὸ ὀΐω.
256. ἔα] συστέλλεται τὸ ᾱ καὶ βαρύνεται, ἵν᾿ ᾖ παρατατικοῦ
εἴων εἴας εἴα, καὶ τὸ προστακτικόν “ἀλλ᾿ ἔα ὥς οἱ πρῶτα δόσαν
γέρας” (Il. 1, 276). ποιητικῶς οὖν συνέσταλται τὸ α καὶ ἔστιν ὁ
παρατατικὸς ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ἐνεστώς ἐστιν, ἔθει Ὁμη-
ρικῷ λυθήσεται· τὰ γὰρ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον
καὶ τρίτον πρόσωπον πολλάκις διαλύει εἰς δύο ᾱᾱ, ὧν τὸ μὲν πρῶτον
συνέσταλται, τὸ δὲ δεύτερον ἐκτέταται καὶ σὺν τῷ ῑ γράφεται “οὐχ
ὁράᾳς οἷος κἀγώ” (Il. 21, 108), “ἥτ᾿ ἐκπεράᾳ μέγα λαῖτμα”
(Od. 9, 323), “οὐκ ἐάᾳ Κρονίδης” (Il. 8, 414). τοῦτο τοίνυν τὸ
ἐάᾳ ἀποκέκοπται, ἔνθεν καὶ συνεστάλη τὸ α καὶ βεβάρυνται. ἀν-
δρείου δὲ καὶ εὐσεβοῦς τὰ τοιαῦτα ῥήματα, τῷ πάντα τῇ θείᾳ ἀνατι-
θέναι προνοίᾳ.
257. τούτω δ᾿ οὐ] πολὺ τὸ διάφορον αὐτοῦ καὶ τῶν Πανδάρου λόγων.
258. γενναῖον τὸ λῆμα, εἰ μὴ ἀμφοτέρων, ἀλλά γε τοῦ ἑτέρου κρατήσειν πέπεισται. ἅμα δὲ καὶ ἀνθρωπίνως οὐ περὶ τῶν δύο ἀπο- φαίνεται, τὸ δὲ ὅλον τῇ Ἀθηνᾷ ἀνατίθησιν.
284. * κενεῶνα τὸν ὑπὸ τὰς πλευρὰς τόπον, τὴν λαγόνα, διὰ
τὸ κενὸν εἶναι αὐτὸν ὀστέων.
293. παρὰ νείατον ἀνθερεῶνα] ζητοῦσι πῶς τοῦ Πανδάρου τῷ
δόρατι πεπληγότος κατὰ τὸν ὀφθαλμὸν τὸ δόρυ ἐξῆλθε διὰ τοῦ
γενείου. ῥητέον οὖν ὅτι ἡ Ἀθηνᾶ μείζων οὖσα καὶ ὑψηλοτέρα ἄνωθεν
κατενεχθῆναι ἐποίησε τὸ δόρυ, ῥῖνα παῤ ὀφθαλμὸν, καὶ οὕτως
λευκοὺς διεπέρησεν ὀδόντας.
306. *ἰσχίον λέγεται τὸ ὑπὸ τὴν ὀσφῦν ὀστέον, εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται καὶ κοτύλη παρὰ τὴν κοιλότητα.
334. *ὀπάζων] ἡ λέξις αὕτη πλείονα σημαίνει, ποτὲ μὲν τὸ
περιποιεῖν καὶ διδόναι, ὡς ἐκεῖ “Τρωσὶ μὲν καὶ Ἕκτορι κῦδος
ὀπάζει.” ποτὲ δὲ τὸ καταφέρεσθαι, ὡς ἐν ἐκείνοις “χειμάρρους κατ᾿
ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ” (ΙΙ. 11, 493)· ποτὲ δὲ τὸ ἐπιλέ-
γεσθαι, ὡς τὸ “ἦ, καὶ νεώτερον υἱὸν ὀπάσσατο κυδαλίμοιο” (ΙΙ. 19,
238)· ποτὲ δὲ τὸ διώκειν, ὡς ἐνταῦθα.
336. *πολλάκις ἡ καθ᾿ Ὁμήρου τραγῳδία σκηνοβατεῖ παρὰ τοῖς
ἀγνωμόνως αὐτὸν ἐθέλουσι συκοφαντεῖν, ὅτι παρεισάγει κατὰ τήνδε
τὴν ῥαψῳδίαν τιτρωσκομένους θεοὺς, Ἀφροδίτην τὸ πρότερον ὑπὸ
Διομήδους, εἶτα Ἄρην. προστιθέασι δὲ τούτοις ὅσα κατὰ παρηγι-
ρίαν ἡ Διώνη περὶ τῶν ἔτι πρότερον ἀτυχησάντων ἀπαγγέλλει θεῶν.
ἐν μέρει δ᾿ ὑπὲρ ἑκάστου τὸν λόγον ἀποδώσομεν ἡμεῖς, οὐδεμιᾶς
ἐκτὸς ὄντα φιλοσοφίας. Διομήδης γὰρ Ἀθηνᾶν ἔχων σύμμαχον.
τουτέστι τὴν φρόνησιν, ἔτρωσεν Ἀφροδίτην, ἤτοι τὴν ἀφροσύνην, οὐ
πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ. πολλῶν οὖν φονευομένων, ἀλληγορικῶς
Ὅμηρος τὴν βαρβαρικὴν ἀφροσύνην τετρῶσθαί φησιν ὑπὸ Διομή-
δους. ὁμοίως δὲ ὁ Ἄρης οὐδέν ἐστιν ἄλλο πλὴν ὁ πόλεμος, παρὰ τὴν
ἀρὴν ὠνομασμένος, ἥπερ ἐστὶν ἡ βλάβη. γένοιτο δ᾿ ἂν ἡμῖν τοῦτο
σαφὲς ἐκ τοῦ λέγειν αὐτὸν “μαινόμενον, τυκτὸν κακὸν, ἀλλοπρόσ-
αλλον” (831)· ἐπιθέτοις γὰρ ἁρμόζουσι πολέμῳ κέχρηται μᾶλλον
ἢ θεῷ. μανίας γάρ εἰσι πλήρεις ἅπαντες οἱ μαχόμενοι, πρὸς τὸν κατ᾿
ἀλλήλων φόνον ἐνθουσιαστικῶς ζέσαντες. καὶ τὸ ἀλλοπρόσαλλον
ἑτέρωθί που διὰ πλειόνων ἐξηγεῖται, λέγων “ξυνὸς Ἐνυάλιος, καί τε
κτανέοντα κατέκτα” (Ιl. 18, 309)· νεμεσηταὶ γὰρ αἱ πολέμων ἐπ᾿
ἀμφότερα ῥοπαὶ, καὶ τὸ νικηθὲν οὐδὲ προσαντῆσαν αἰφνιδίως πολ-
λάκις ἐκράτησεν, ὥστε τῆς ἐν ταῖς μάχαις ἀμφιβολίας ἄλλοτε
πρὸς ἄλλους μεταφοιτώσης ἐτύμως κακὸν ἀλλοπρόσαλλον εἴρηκε τὸν
πόλεμον. ἐτρώθη δὲ ὑπὸ Διομήδους Ἄρης οὐ κατ᾿ ἄλλο τι μέρος,
ἀλλὰ νείατον ἐς κενεῶνα σφόδρα πιθανῶς· ἐπὶ γὰρ τὰ κενὰ τῆς μὴ
πάνυ φρουρουμένης τῶν ἀντιπάλων τάξεως παρεισελθὼν εὐμαρῶς
ἐτρέψατο τοὺς βαρβάρους. καὶ μὴν χάλκεον λέγει τὸν Ἄρην, τὰς τῶν
μαχομένων πανοπλίας ὑποσημαίνων· σπάνιος γὰρ ἦν ὁ σίδηρος ἐν
τῷ πάλαι χρόνῳ, τὸ δὲ σύμπαν ἐσκέποντο χαλκῷ. διὰ τοῦτό φησιν
“ὄσσε ἄμεργεν αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων θωρήκων τε
νεοσμήκτων” (Ιl. 13, 340). ἀναβοᾷ δὲ τρωθεὶς “ὅσσον τ᾿ ἐννεά-
χιλοι ἐπίαχον ἢ δεκάχιλοι” (860). καὶ τοῦτο δὲ τεκμήριον πολλῶν
διωκομένων ἐν τῷ πολέμῳ πολεμίων· οὐ γὰρ ἂν εἷς θεὸς ἀνεβόησε
τοσοῦτον, ἀλλ᾿ ἡ φεύγουσα μυρίανδρος, ὡς οἶμαι, τῶν βαρβάρων
φάλαγξ, ὥστ᾿ ἐναργέσι τεκμηρίοις καὶ διὰ τῶν κατὰ μέρος ἐδεί-
ξαμεν οὐκ Ἄρην τὸν τετρωμένον ὑπὸ Διομήδους, ἀλλὰ τὸν πόλεμον.
αὗται δ᾿ αἱ παρεκβάσεις τῶν προτέρων ἀλληγοριῶν, δι᾿ ὧν καὶ τεχ-
νικωτέραν ἔχουσιν ἐμπειρίαν, ἐν οἷς φησὶ “τλῆ μὲν Ἄρης, ὅτε μιν
ἀνέστειλαν. ἄχρι μὲν οὖν τρισκαίδεκα ὁ οἶκος μηνῶν αὐτῶν ἀκλινὴς
καὶ ἀστασίαστος ἐν ὁμονοίᾳ καὶ εἰρήνῃ διεστρατήγει, μητρυιὰ δὲ
παρεισπεσοῦσα φιλόνεικος, οἰκίας νόσος, ἀνέτρεψε πάντα καὶ διέ-
φθειρε τὴν πρώτην εὐστάθειαν. ἐκ δευτέρας δὲ πάλιν ὁμοίας ταραχῆς
ἀναφθείσης, ἔδοξεν ὁ Ἄρης ἀπὸ τοῦ δεσμωτηρίου λυθῆναι, τουτέστιν
ὁ πόλεμος. Ἡροκλέα δὲ νομιστέον οὐκ ἀπὸ σωματικῆς δυνάμεως
ἀναχθέντα τοσοῦτον ἰσχῦσαι τοῖς τότε χρόνοις, ἀλλ᾿ ἀνὴρ ἔμφρων
καὶ σοφίας οὐρανίου μύστης γεγονὼς, ὡσπερεὶ κατὰ βαθείας ἀχλύος
ἐπιδεδυκυῖαν ἐφώτισε τὴν οἰκουμένην, καθάπερ ὁμολογοῦσιν οἱ φιλό-
σοφοι καὶ Στωϊκῶν οἱ δοκιμώτεροι. περὶ μὲν οὖν τῶν ἄλλων ἄθλων,
ὁπόσοι τῆς παῤ Ὁμήρου μνήμης ὑστεροῦσι, τί δεῖ παρὰ καιρὸν ἐκ-
μηκύνειν φιλοτεχνοῦντας; ὅτι κάπρον μὲν εἷλε τὴν ἐπιπολάζουσαν
ἀνθρώποις ἀκολασίαν, λέοντα δὲ τὴν ἀκρίτως ὁρμῶσαν ἐφ᾿ ἃ μὴ δεῖ
φορὰν, κατ᾿ αὐτὸ δὲ θυμοὺς ἀλόγους πεδήσας, τὸν ὑβριστὴν ταῦ-
ρον ἐνομίσθη δεδεκέναι. δειλίαν γε μὴν ἐφυγάδευσεν ἐκ τοῦ βίου τὴν
κεραυνίαν ἔλαφον. καί τις ἀπρεπῶς ὀνομαζόμενος ἆθλος αὐτῷ Αὐ-
γέου κόπρος ἐκμεμόχθηται, διακαθήραντος αὐτοῦ τὴν ἐπιτρέχουσαν
ἀνθρώποις ἀσέλγειαν. ὄρνεις δὲ τὰς ὑπηνέμους ἐλπίδας, αἳ βόσκουσι
τὸν βίον ἡμῶν, ἀπεσκέδασε δὲ καὶ τὸν πολύχουν κόπρον. καὶ τὴν πολυ-
κέφαλον Ὕδραν, τὴν ἡδονὴν, ἥτις ὅταν ἐκκοπῇ πάλιν ἄρχεται βλαστά-
νειν, ὥσπερ διὰ πυρός τινος τῆς παραινέσεως ἐξέκαυσεν. αὐτός γε μὴν
ὁ τρικέφαλος δειχθεὶς ἡλίῳ Κέρβερος εἰκότως ἂν τὴν τριμερῆ φιλο-
σοφίαν ὑπαινίττοιτο· τὸ μὲν γὰρ αὐτῆς λογικὸν, τὸ δὲ ἠθικὸν, τὸ δὲ
φυσικὸν ὀνομάζεται, ταῦτα δ᾿ ὥσπερ ἀφ᾿ ἑνὸς αὐχένος ἐκπεφυκότα
τριχῆ κατὰ κεφαλὴν μερίζεται. περὶ μὲν δὴ τῶν ἄλλων ἄθλων,
ὥσπερ εἶπον, ἐν συντόμῳ δεδήλωται· τετρωμένην δ᾿ Ὀμηρος ὑπε-
στήσατο τὴν Ἥραν, τοῦτο ἀκριβῶς παραστῆσαι βουλόμενος, ὅτι
τὸν θολερὸν ἀέρα καὶ πρὸ τῆς ἑκάστου διανοίας ὑπαχλύοντα πρῶτος
Ὅμηρος ἀλληγορικῶς παρέδωκε τοῖς μετ᾿ αὐτὸν ἀρύσασθαι πάνθ᾿
ὅσα πρῶτος παρεφιλοσόφησεν.
341. *οὐ γάρ] ἄλογος ὁ συλλογισμός. οὐ γὰρ διότι σῖτον καὶ
οἷνον οὐ προσφέρονται, διὰ τοῦτό εἰσιν ἀναίμονες καὶ ἀθάνατοι·
πολλὰ γὰρ καὶ ἄλλα ζῷα οὐ προσφέρεται ταῦτα. λύεται δὲ ἐκ τῆς
λέξεως· ὑπακοῦσαι γὰρ δεῖ τῷ “οὐ σῖτον ἔδουσιν,” ἀλλ᾿ ἀμβροσίαν,
τῷ δὲ “οὐ πίνουσιν οἶνον,” ἀλλὰ νέκταρ.
* οὐ διὰ τὸ μὴ ἄρτον αὐτοὺς ἐσθίειν μήτε οἶνον πίνειν θεοὶ ὑπάρ-
χουσιν, ἀλλὰ διὰ τὸ ἀθανάτους εἶναι τῶν τοιούτων τροφῶν ἀπέχονται.
τὸ δὲ ἀναίμονες ἀντὶ τοῦ ἄνευ αἵματος, ἐπεὶ οὐ τρέφονται. ἀθάνατοι
δὲ, ὅτι ἀναίμονες· ὁ γὰρ θάνατος ψύξει τοῦ θερμοῦ γίνεται.
342. τὸ τοὔνεκα ἀντὶ τοῦ διὰ τοῦτο. τουτέστι διὰ τοῦτό εἰσιν ἀν- αίμονες καὶ ἀθάνατοικαλέονται, διότι οὔτε σῖτον ἔδουσ᾿ οὔτε οἶνον πίνουσι.
348. *δηιοτῆτος] παρὰ τὸ ἐν αὐτῇ δῃοῦσθαι πολλοὺς, ὅ ἐστιν ἀφανίζεσθαι.
356. ἐκέκλιτο] ἐκέκλιτο ἀπὸ τοῦ κλίνω, ὡς τὸ “σάκε᾿ ὤμοισι κλίναντες” (ΙΙ. 11, 592) καὶ “στήλῃ κεκλιμένος ἀνδροκμήτῳ” (ΙΙ. 11, 371).
357. διαστολὴ εἰς τὸ ἐριποῦσα, καὶ τὸ ἑξῆς κασιγνήτοιο φίλοιο.
οἰκεῖον δὲ καὶ τὸ γνύξ τῇ ἀνάλκιδι, ὡς τὸ “ἡ δ᾿ ἐν γούνασι πῖπτε
Διώνης” (370).
358. πολλὰ λισσομένη] οὐκ εὖ φασὶ προσκεῖσθαί τινες τὸ πολλά· καὶ γὰρ ἐραστής ἐστι καὶ ἀδελφὸς, καὶ τοῖς αὐτοῖς βοηθεῖ. ῥητέον δὲ ὅτι τὸ γυναικεῖον καὶ ἀσθενὲς ἐμφαίνει ἡ πολλὴ δέησις καὶ τὸ γονυπετεῖν.
371. βιωτικὰ ταῦτα, καὶ τὸ τοὺς προβεβηκότας τῶν παίδων ὡς μικροὺς ὑπὸ τῶν γονέων θωπεύεσθαι. διὰ δὲ τὸ τρυφερὸν τῆς δαί- μονος πῖπτεν εἶπεν, ἅμα καὶ τὴν ἐκ τοῦ τραύματος παρειμένην ἐμφῆναι θέλων.
373. *τοῦτο καὶ κατ᾿ ἐρώτησιν καὶ κατ᾿ ἀγανάκτησιν καὶ κατὰ θαυμασμόν.
374. μαψιδίως] ἴδιον γονέων ἀδικοῦσι παισὶν ὑπερασπίζειν. τὸ δὲ ἐνωπῇ ἤτοι ἐν ὄψει ἀδικοῦσαν. * τινὲς δὲ γράφουσιν ἐνιπῇ.
376. ὑπέρθυμος] ἀλόγιστος καὶ μεστὸς θυμοῦ.
377. οὕνεκ᾿ ἐγῶ φίλον υἱόν] ηὔξησε τὸ θράσος Διομήδους, εὔλο- γον ἔχουσα τὴν αἰτίαν.
380. ἀλλ᾿ ἤδη Δαναοί] ὡς Τρωσὶ βοηθοῦσα κοινοποιεῖται τὸ πταῖσμα, καὶ ἵνα μὴ δοκῇ μόνη ἀδικεῖσθαι.
384. ἐξ ἀνδρῶν] τινὲς συνάπτουσιν, ἵν᾿ ᾖ δι᾿ ἀνδρῶν ἀλλήλους
κακοποιοῦντες.
385. Ἀδώνιδος τοῦ Κινύρου ἐρασθεῖσα Ἀφροδίτη, καὶ τὸν φθόνον
ὑφορωμένη, παρέθετο τοῖς περὶ Ὦτον καὶ Ἐφιάλτην, οἳ θέσει μὲν
ἦσαν Ἀλωέως, φύσει δὲ Ποσειδῶνος καὶ Ἰφιμεδείας. τοῦτον θηρολε-
τοῦντα ἐν τῷ Λιβάνῳ τῆς Ἀραβίας ἀναιρεῖ Ἄρης. οἱ δὲ ὀργισθέντες
ἐπὶ τρισκαίδεκα μῆνας ἀποκλείσαντες τὸν Ἄρεα εἶχον ἐν εἱρκτῇ. ἡ
δὲ τούτων μητρυιὰ Ἠερίβοια, ἡ Εὐρυμάχου τοῦ Ἑρμοῦ, ἀπήγγελ-
λεν Ἑρμῇ. ὁ δὲ καὶ ταύτῃ χαριζόμενος καὶ τῇ Ἥρᾳ κλέπτει τὸν
Ἄρεα. ὁ δὲ φυγὼν εἰς Νάξον ἧκε, καὶ κατέκρυψεν ἑαυτὸν εἰς τὴν
σιδηροβρῶτιν λεγομένην πέτραν. ἐκεῖνοι δὲ ἐρασθέντες τῶν Ἥᾶς
καὶ Ἀρτέμιδος γάμων ἀλλήλους ἐν κυνηγεσίοις ἀπέκτειναν· κατὰ
πρόνοιαν γὰρ Ἀρτέμιδος ἔλαφος διὰ μέσων διῆλθεν αὐτῶν, καθ᾿ ἧς
ῥίψαντες ἀμφότεροι διεχρήσαντο ἀλλήλους. ἐπίτηδες δὲ μύθους
συλλέξας ὁ ποιητὴς Διώνῃ περιτίθησι, δι᾿ ὧν Διομήδης ἀπαλλάτ-
τεται τοῦ τῆς βλασφημίας ἀντιποίνου, ὡς οὐ καιναῖς, ἀλλὰ παλαιαῖς
πιθήσας παραδόσεσιν. οὐδὲν δὲ ἄτοπον τοὺς Ποσειδῶνος δῆσαι
Ἄρεα.
*οὕτω βέλτιον φιλοσοφεῖν διὰ τῆσδε τῆς ῥαψῳδίας, ὡς καὶ δι᾿
ὅλης τῆς ποιήσεως. Ἄρην ὀνομάζει τὸν θυμὸν, Ὦτον δὲ καὶ Ἐφιάλ-
την τοὺς ἐν παιδείᾳ λόγους. τούτων γὰρ ὁ μέν τις ἐκ μαθήσεως καὶ
διδασκαλίας κινεῖται, ὁ δ᾿ ἕτερός ἐστιν ἐνδιάθετος καὶ ἐκ φύσεως
παραπεμπόμενος τοῖς ἀνθρώποις. τὸν μὲν οὖν διὰ τῆς μαθήσεως
διδασκόμενον λόγον Ὦτον προσηγόρευσεν, ὅτι. διὰ τῶν ὤτων αὐτὸν
καὶ τῆς ἀκοῆς ἐκμανθάνομεν παιδευόμενοι· τὸν δὲ ἐνδιάθετον καὶ ἐκ
φύσεως παραπεμπόμενον τοῖς ἀνθρώποις Ἐφιάλτην ὠνόμασεν, οἷον
τὸν αὐτομάτως ἐφαλλόμενον, τουτέστιν ἐμβαλλόμενον, ταῖς ἀκοαῖς.
ἐκπαιδεύουσι καὶ διδάσκουσι τοὺς ἀνθρώπους μετὰ γνώμης ἅπαντα
πράττειν καὶ μὴ πολλῇ ὀργῇ χρωμένους κατὰ τῶν φίλων ἀνήκεστόν
τι πράττειν, ἐκδιδάσκουσι δὲ καὶ ὃν τρόπον δεῖ γονέων ἐπιμελεῖσθαι
καὶ φίλων καὶ ἀδελφῶν κήδεσθαι καὶ τῶν ἄλλων πάντων. αὖθις δὲ
λυθῆναι αὐτὸν ὑπὸ Ἑρμοῦ, Ἠεριβοίας τοῦτο μηνυούσης, Ἑρμῆν
πάλιν ὀνομάζων τὸν λόγον, ὅτι ἑρμηνεὺς γίνεται πάντων ὁ λόγος,
Ἠερίβοιαν δὲ ὀνομάζων τὴν στάσιν παρὰ τὸ μεγίστῃ φωνῇ χρῆσθαι
τὰ στασιάζοντα πλήθη ἐν ταῖς πόλεσιν, ἐπειδὴ πολλάκις ὁ λόγος ἐξου-
σίαν δίδωσι τῷ θυμῷ χρῆσθαι τῇ οἰκείᾳ ῥώμῃ, ὅταν ὑπὲρ πατρίδος
δέῃ καὶ ὑπὲρ παίδων καὶ γονέων καὶ κτημάτων καὶ πολιτείας πρὸς
πολεμίους ἀγωνίζεσθαι. τότε γὰρ ὁ λόγος οὐκέτι κατέχει τὸν θυμὸν,
οὐδὲ εἴργει χρῆσθαι τῇ οἰκείᾳ δυνάμει, ἀλλὰ τοὐναντίον αὐτὸς καὶ
παρακελεύεται καὶ προτρέπει χρῆσθαι κατὰ τῶν οἰκείων, μᾶλλον δὲ
τῶν ἐχθίστων, ἵνα μὴ ὑπὸ πολεμίων ληφθέντες κακῶς πάθωσιν.
388. ἀπόλοιτο] ἢ ὑπερβολικῶς εἶπεν, ἢ ἀντὶ τοῦ ἀφανὴς ἐγένετο,
ὥσπερ φαμὲν “ἀπόλωλεν ὁ παῖς.”
392. φιλόσοφος Ἡρακλῆς καὶ σοφίας οὐρανίου μύστης, ὃς
ὥσπερ εἰς τὰ βάθη εἰσδεδυκυῖαν ἀχλύος τὴν φιλοσοφίαν ἐφώτισε.
τὸν θολερὸν τοίνυν ἀέρα καὶ πρὸς τὴν ἑκάστου διάνοιαν ἐπαχλύοντα
πρῶτος Ἡροκλῆς θείῳ διήρθρωσε λόγῳ, τὴν ἑκάστου τῶν ἀνθρώπων
ἄνοιαν πολλαῖς νουθεσίαις κατατρώσας. ὅθεν ἀπὸ γῆς εἰς οὐρανὸν
ἀφίησι τὰ βέλη· πᾶς γὰρ φιλόσοφος ἐν ἐπιγείῳ σώματι πτηνὸν
ὥσπερ τι βέλος τὸν νοῦν εἰς τὰ μετέωρα διαπέμπεται. διὰ δὲ τοῦ
τριγώνου βέλους ἡ τριμερὴς ἡμῖν φιλοσοφία δεδήλωται. μετὰ δὲ
Ηραν τοξεύει Ἅιδην· οὐδεὶς γὰρ ἄβατος φιλοσοφίᾳ χῶρος, ἀλλὰ
μετὰ τὸν οὐρανὸν ἐζήτηκε τὴν κατωτάτω φύσιν. διὸ καὶ ἀνεληλυ-
θέναι τὸν Ἅιδην φησὶ, μόνον οὐχὶ συνάπτων ἄμφω τὰς γνώσεις· καὶ
τὸν ἀλαμπῆ γὰρ πᾶσιν ἀνθρώποις τόπον ὁ τῆς φιλοσοφίας ὀϊστὸς
295. τλῆ δ᾿ Ἀΐδης] φασὶν Ἡρακλέα, ἐπιταχθέντα ὑπὸ Πλούτω-
νος ἄνευ ἀσπίδος καὶ σιδήρου χειρώσασθαι τὸν Κέρβερον, τῇ μὲν
δορᾷ χρήσασθαι ἀντὶ ἀσπίδος, ταῖς δὲ λιθίναις ἀκίσιν ἀντὶ τῶν βε-
λῶν· μετὰ δὲ τὴν νίκην πάλιν ἐναντιουμένου τοῦ θεοῦ τὸν Ἡρακλέα
ὀργισθέντα τοξεῦσαι αὐτόν.
401. τῷ ἐπί] πρὸς τὸ πεῖσαι τὴν θυγατέρα ἐναργῶς περὶ τοῦ
πλήγματος διαλέγεται. οὐκ ἀναστρεπτέον δὲ τὴν πρόθεσιν· τῷ γὰρ
ἑξῆς συντέτακται.
402. ἠκέσατ᾿ ] ηὔξησε τὴν ἰατρικὴν, εἴ γε καὶ θεοὶ δέονται αὐτῆς. παραμυθεῖται δὲ τὴν παῖδα ὡς οὐδὲν ἐκ τῆς πληγῆς πεισομένην. Παιήονα δὲ οὐ τὸν Ἀπόλλωνα λέγει.
404. τόξοισιν] οὐδέποτε οἶδεν ὁ ποιητὴς Ἡρακλέα ῥοπάλῳ χρώ- μενον.
405. σοὶ δ᾿ ἐπί] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἀνῆκε συντέτακται. οὐχ ὑπὸ θνητοῦ δὲ τέτρωται, ἀλλ᾿ ὑπὸ θεοῦ ἰσοτίμου· καὶ ὁ ὑπηρετήσας δὲ οὐκ ἀβλαβὴς ἐκφέρεται.
406. νήπιος] ἡδὺ τὸ τῆς ἐξαλλαγῆς. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.
407. μάλ᾿ οὐ δηναιός] οὐ μάλα δηναιὸς καὶ χρόνιος. εἰς εὐσέ- βειαν δὲ ἡμᾶς διὰ τούτων παρακαλεῖ.
408. οὐδέ τί μιν] σεμνύνει τὴν παιδοποιίαν, τοὺς ἀσεβοῦντας
κολάζεσθαι λέγων ἀτεκνίᾳ. εἰ δὲ λέγοις, καὶ μὴν “τέτρατον ἦμαρ
ἔην ὅτ᾿ ἐν Ἄργεϊ” (Od. 3, 180), ἴσθι ὡς οἱ ἑταῖροι ὑπέστρεψαν, οὐ
Διομήδης. λανθάνει δὲ τὸ ταπεινὸν τῆς λέξεως παρεντεθὲν καὶ διὰ
τὸ λέγον καὶ διὰ τὸ ἀκοῦον πρόσωπον· οὐ γὰρ ἐξ ἄρσενος λέγεται,
οὐχ ἥρωος, οὐ θεοῦ, ἀλλ᾿ ὑπὸ θεᾶς καὶ μητρὸς ἐναγκαλισαμένης τὴν
παῖδα.
412. μὴ δὴν Αἰγιάλεια] φασὶν Αἰγιάλειαν τὴν μίαν τῶν Ἀδρηστί-
δων, τὴν νεωτέραν, γυναῖκα Διομήδους οὖσαν, σφόδρα αὐτὸν ἐπιποθεῖν
καὶ ἀπολοφύρεσθαι τὰς νύκτας. ὕστερον δὲ κατὰ μῆνιν Ἀφροδίτης
τινες, ἀπολέσθαι ὑπὸ Ἰουνίου τοῦ Δαύνου παιδὸς ἐν κυνηγεσίοις·
ὅθεν, ὡς φασιν, αὐτὸν μὲν ἀπεθέωσεν Ἀθηνᾶ, τοὺς δὲ ἑταίρους εἰς
ἐρωδιοὺς μετέβαλεν. τὸ δὲ δήν ἄμεινον εἶναι χρονικὸν ἐπίρρημα, ἵν᾿
ᾖ τὸ ἑξῆς οὕτω, φραζέσθω μή πώς τις αὐτῷ ἀμείνων σεῖο μάχηται,
καὶ μὴ δὴν, ὅ ἐστιν ἐπὶ πολὺ, μείνῃ αὐτὸν ἡ γυνὴ θρηνοῦσα.
βουλευέσθω μή πως ἡ Αἰγιάλεια ποθοῦσα αὐτὸν, ἀκούσασα δὲ τὴν αὐτοῦ ἀπώλειαν, θρηνοῦσα ἐκ τοῦ ὕπνου τοὺς οἰκείους ἀνεγείρῃ. οὐκ οἶδε δὲ ὁ ποιητὴς τὸν τοῦ Κομήτου πόθον.
414. τὸν ἄριστον Ἀχαιῶν] εἰρωνεία ἐστί· τὸν φρόνημα ἔχοντα
ὅτι ἄριστός ἐστιν. ἢ ὡς αὐτὴ λέξει θρηνοῦσα. ἢ καὶ πρὸς παραμυ-
θίαν τῆς Ἀφροδίτης λέγει, ὅτι ὁ τρώσας αὐτὴν ἄριστος τῶν ἄλλων
ἐστὶν, ἀλλ᾿ οὐκ οὐδαμινός.
416. ἀπ᾿ ἰχῶ] Ἀττικόν ἐστι κατὰ ἀποκοπὴν τοῦ ρ καὶ α, ἢ κατὰ συναίρεσιν, ἰχῶρα ἰχῶ. ἡ δὲ ἀπό πρὸς τὸ ὀμόργνυ τάττεται, ἢ πρὸς τὸ χειρός.
417. ἄλθετο χείρ] ἔδειξεν ἐπὶ ποίῳ τραύματι ἤσχαλλεν Ἀφρο- δίτη, ὅπου οὐκ ἐδέησεν ἰατροῦ. καὶ ὅτι τὸ λάλον ἐνδείκνυται τῶν γυναικῶν, πῶς τε τὰ δοκοῦντα μικρὰ μεγάλα διὰ τὸ λάλοι εἶναι ποιοῦσιν. ἄλθετο δὲ τὸ ὑγιοῦτο, ἐκ τοῦ ἄλθω τὸ αὔξω· τὰ γὰρ ὑγιῆ καὶ αὔξεται.
419. κερτομίοις] ἐπεὶ ἐκερτόμησεν αὐτὰς ὁ Ζεύς “δοιαὶ μὲν Μενελάου” (ΙΙ. 4, 7), τρωθείσης Ἀφροδίτης ἀντικερτομοῦσι τὸν Δία. τοῦτο δὲ καὶ αὐτὸς συνεὶς ἐμειδίασεν. ἅμα δὲ τὴν κατὰ Διομήδους ὀργὴν μαλάσσουσιν, ἃ μέλλουσι κατηγορεῖσθαι, ταῦτα προδιασύρουσαι.
420. εὖ τὸ τῇ Ἀθηνᾷ τὴν τῆς εἰρωνείας προκαταρχὴν ἐπιθεῖναι· ἡ γὰρ Ἥρα μείζονός ἐστιν ἀξιώματος.
422. ἦ μάλα δή τινα Κύπρις] ὡς προκαταρχούσης τῆς εἰς Ἑλέ- νην ἀδικίας. διὰ δὲ τοῦ καταμύξατο λεληθότως ἀπολογεῖται.
*τὸ ἀνιεῖσα ἀντὶ τοῦ ἀναπείθουσα.
*τὸ ἐπίθετον τῆς Ἀφροδίτης, ὃ οὐκ ἐνόησαν οἱ πρὸ ἡμῶν τί ση-
μαίνει. συμπλανηθέντες γὰρ τῷ ἡσιόδῳ ἔδοξαν ὅτι Κύπρις λέγεται,
ὥς φησιν Ἡσίοδος, Κυπρογένεια, διὸ γεννᾶται ἐν τῷ περικλύστῳ,
ἐν Κύπρῳ (Th. 199), ὥσπερ καὶ τὴν φιλομειδῆ, ὅτι μηδέων ἐξε-
φαάνθη. Ὅμηρος δ᾿ οὐκ εἶπεν οὕτως, ἀλλὰ τὴν μειδιάματα φιλοῦ-
σαν, οἷον ἱλαρὰν, διὰ τὴν ἐγκειμένην αὐτῇ δύναμιν ἀπὸ τῆς συνου-
σίας. ὥσπερ οὖν τὸ πῦρ Ἥφαιστον λέγει ὁμωνύμως τῷ εὑρόντι,
οὕτω καὶ Ἀφροδίτην ποτὲ τὴν ἀνδρὸς πρὸς γυναῖκα συνουσίαν, ἡνίκα
ἂν περὶ τῶν μνηστήρων λέγῃ “καὶ ἐκλελάθοντ᾿ Ἀφροδίτης, ἣν ἄῤ
ὑπὸ μνηστῆρσιν ἔχον, μίσγοντο δὲ λάθρῃ” (Od. 22, 444). τὸ οὖν
ἐπίθετον τὸ διὰ τοῦ Κύπρις σημαινόμενον ἀπὸ τῆς περὶ αὐτὴν δυνά-
μεως Ὁμήρῳ παρείληπται. ἔστι γοῦν κατὰ συγκοπὴν εἰρημένον
κυόπορις, ἡ τὸ κύειν πορίζουσα· ἴδιον γὰρ Ἀφροδίτης τοῦτο· οὐ γὰρ
ἄλλως γυναῖκες κυΐσκουσιν χωρὶς τῆς Ἀφροδισιακῆς συνουσίας. τὸ
δὲ πλανῆσαν τὸν Ἡσίοδον καὶ τοὺς ἄλλους ἐστὶ τὸ ἐν τῇ Θ ῥαψῳδίᾳ
λεγόμενον “ἡ δ᾿ ἄρα Κύπρον ἵκανε, φιλομμειδὴς Ἀφροδίτη, ἐς
Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις” (Od. 8, 362). οὐκ
εἴ τις δ᾿ ἔν τινι τόπῳ τετίμηται, ἐκεῖθι καὶ γεγέννηται καὶ διὰ τοῦτο
τῷ ἐπιθέτῳ κοσμεῖται. οὐδέποτε γοῦν Δήλιος ὁ Ἀπόλλων παῤ
Ὁμήρῳ οὐδὲ Πύθιος· καίτοι γε καὶ ἑκάτερον τῶν ἱερῶν οἶδε, δι᾿ ὧν
φησὶ ποτὲ μὲν “Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοί-
νικος νέον ἔρνος ἀνερχόμενόν γ᾿ ἐνόησα” (Od. 6, 162), ποτὲ δὲ “οὐδ᾿
ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι
πετρηέσσῃ” (ΙΙ. 9, 404). οὐδ᾿ ἐπεί φησιν “ἵκετο δ᾿ εἰς Αἰγὰς.
ὅθι οἱ κλυτὰ δώματ᾿ ἔασιν” (Od. 5. 381), Αἰγαῖός ποτε εἵρηται ὁ
Ποσειδῶν παῤ Ὁμήρῳ. καὶ ἡ Κυθέρεια δὲ καθ᾿ Ὅμορον οὐχ ὅτι
“προσέκυρσε Κυθήροις” (Hesiod. T. 198). οἶδε μὲν γὰρ τὰ
Κύθηρα, οὐκ ἀπὸ τούτου δὲ εἴρηται. Κυθέρεια δὲ ἡ κευθόμενον ἔχουσα
ἐν ἑαυτῇ τὸν πάσης τῆς ἐρωτικῆς φιλίας ἐξηρτημένον ἱμάντα, οἷον
πειθόμεθα τοῖς νεωτέροις, οἱ φασιν ἀπὸ Ἀλαλκομενίου τινὸς εἰρῆσθαι,
οὐδʼ ὡς Ἐρατοσθένης παρήκουσεν Ὁμηροῦ εἰπόντος “Ἑρμείας ἀκά-
κητα” (Il. 16, 185), ἤγουν ἀπὸ Ἀκακησίου ὄρους, ἀλλʼ ὁ μηδενὸς
κακοῦ μεταδοτικὸς, ἐπεὶ καὶ δοτὴρ ἑάων. πάντʼ οὖν ἀπὸ τῶν παρεπο-
μένων τοῖς θεοῖς· καὶ γὰρ ἡ γλαυκῶπις οὐκ ἀπὸ τοῦ “ἡ τʼ ἄκρης
θῖνα Γλαυκώπιον ἵζει,” ἀλλʼ ἀπὸ τῆς περὶ τὴν πρόσοψιν τῶν ὀφθαλμῶν
καταπλήξεως. καὶ τἄλλα δὲ τῶν ἐπιθέτων ἐπιοῦσιν ἡμῖν πάρεστιν
ὁρᾶν οὐκ ἀπὸ τῶν ἱερῶν τόπων ὠνομασμένα, ἀπὸ δὲ τῶν ψυχικῶν
ἐνεργειῶν, ἢ νὴ Δία συμβεβηκότων περὶ τὸ σῶμα, ὡς ἡ λευκώλενος
Ἥρη καὶ ἀργυρόπεζα Θέτις καὶ Φοῖβος Ἀπόλλων καὶ ἀκερσεκόμης,
καὶ πάλιν ἀπὸ πράξεως, Ἕκατος, Ἑκάτη, ἑκατηβελέτης, ἑκηβόλος·
Ἄρτεμις δὲ καὶ ἀγροτέρα καὶ ἰοχέαιρα καὶ πάντα τὰ παραπλήσια.
καὶ γὰρ εἰ σπανίως Ἑλικώνιον τὸν Ποσειδῶνα εἴρηκεν ἀπὸ Ἑλικῶνος,
ὡς ὁ Ἀρίσταρχος βούλεται, ἐπεὶ ἡ Βοιωτία ὅλη ἱερὰ Ποσειδῶνος —
οὐ γὰρ ἀρέσκει ἀπὸ Ἑλίκης, ἐπεί φησιν “οἱ δέ τοι εἰς Ἑλίκην τε
καὶ Αἰγὰς δῶρʼ ἀνάγουσιν” (Il. 8, 203)· Ἑλικήϊον γὰρ ἂν εἶπε.
συγχωροῦντος τοῦ μέτρου—· δύναται δὲ Ἑλικώνιος λέγεσθαι διὰ
τὸ ἕλικας καὶ περιφερεῖς εἶναι τὰς τῆς θαλάσσης δίνας. ἔτι δὲ
εἴπερ ἦν ἡ Κύπρις ἀπὸ τῆς Κύπρου, πολλῷ μᾶλλον ἀπὸ τῆς Πάφου,
ἐν ᾗ “βωμός τε θυήεις αὐτῆς (Od. 8, 363), Παφίη ἐλέγετο· ἀλλʼ
οὐδέποτε Παφίην εἶπε τὴν Ἀφροδίτην ὁ Ὅμηρος, ὡς οἱ νεώτεροι.
γὰρ ἡ Ἴδη τῆς Τροίας, οἰκείως ἡ Ἑκάβη ἔσχηκε παρονομάσαι τὸν
Δία Ἰδαῖον. ὁ δὲ Ὅμηρος οὐκ ἂν εἶπεν ἀπὸ τῆς Κύπρου τὸ ἐπίθε-
τον, ἐξ ἰδίου προσώπου λέγων “ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ.”
425. πρὸς τὸ ἀσθενὲς τῆς πληγῆς. Ἀρίσταρχος δὲ τὸ ἀραιήν
ἐπὶ μὲν τοῦ ἀσθενῆ δασύνει, ἐπὶ δὲ τοῦ ἐπιβλαβῆ ψιλοῖ. τὸ δὲ
κατεμύξατο καταμύξατό φησι διὰ τοῦ α.
428. οὔ τοι τέκνον ἐμόν] τὸ γνῶθι σαυτὸν ἐνταῦθα λέγει. οὐδὲν δέ φησιν· οἶδε γὰρ αὐτὴν τὴν αἰτίαν ἔχουσαν διὰ τὴν ἁρπαγὴν Ἀλε- ξάνδρου, ἣν ταῖς αὐτῆς βουλαῖς ἐποιήσατο. διὸ οὐδὲ αὐτὴ φθέγγεται ὡς ἡμαρτηκυῖα, ἀλλὰ μᾶλλον ἀσκεῖ σιωπήν.
429. ἔργα γάμοιο] τὰ περὶ τὸν ἔρωτά φησι καὶ τοὺς ἐργαζομένους τὸν γάμον.
432. Αἰνείᾳ δ᾿ ἐπόρουσε] οὐδὲν πράσσει, δεικνὺς ὡς οὐδὲ τὸ κατὰ Ἀφροδίτην αὐτοῦ ἦν.
443. ἀνεχάζετο τυτθὸν ὀπίσσω] ἐμφαίνει τὴν ἀρετὴν Διομήδους
διὰ τοῦ τυτθόν. ἐπὶ δὲ Πατρόκλου πολλὸν ὀπίσω φησίν (Il. 16,
710)· ὑπ᾿ οὐδενὸς γὰρ θεοῦ βοηθεῖται, καὶ τὸν Ἀπόλλωνα δεδοικέν.
446. ὅθι οἱ νηός γ᾿ ἐτέτυκτο] καὶ Ἀθηνᾶς δὲ ἦν αὐτόθι ναός· “νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ οἴξασαι” (Il. 6, 88).
448. ἀκέοντο] θεοὶ γὰρ εἰς ἀνθρώπους πράσσειν πάντα πεφύκασιν.
κύδαινόν τε] λόγῳ παρεμυθοῦντο. ἀκολούθως δὲ τοῖς ἰατρικοῖς παραγ-
γέλμασι τοὺς τραυματίας λόγῳ θεραπεύει. ἄλλως τε καὶ Ἀφροδίτης
ἦν υἱὸς καὶ τῶν Τρώων ἄριστος μεθ᾿ Ἕκτορα.
449. αὐτὰρ ὁ εἴδωλον τεῦξ᾿ ἀργυρότοξος Ἀπολλων] εἴδωλον μὲν
ἀκούει πᾶν τὸ δημιούργημα τοῦ κόσμου, ὅπερ τύπος ὂν τοῦ ὄντως
ὄντος ὑπὸ πάντων μὲν τῶν ἐγκοσμίων θεῶν κοσμεῖται, προηγουμένως
δὲ ὑπὸ ἡλίου, ὅς ἐστιν ἡγεμὼν παντὸς γενητοῦ τε καὶ ὁρατοῦ. οὐδὲν
δὲ ἧττόν ἐστι τὸ Αἰνείου εἴδωλον υἱοῦ Ἀφροδίτης καὶ Τρωὸς, ὅ ἐστι
451. ἀμφὶ δ᾿ ἄῤ εἰδώλῳ] καὶ πῶς Διομήδης οὐ μηνύει τοῖς
Ἀχαιοῖς ὅτι εἴδωλον ἦν, τὴν ἀχλὺν ἀφῃρημένος “ὄφῤ εὖ γινώσκοι
θεὸν ἠδὲ καὶ ἄνδρα;” ῥητέον δὲ ὅτι τὸ εἴδωλον ἀμφοτέρων τούτων
ἐστέρηται.
453. *Πορφυρίου. τὸ λαισήϊα εἰ καὶ ἄλλοι ἄλλως ἀποδεδώκασιν,
ἀλλ᾿ ἐγώ φημι σάκη λέγειν κοῦφα ἤγουν ἐλαφρά (τοῦτο γὰρ δηλοῖ
τὸ πτερόεντα), λαισήϊα δὲ εἰρῆσθαι τὰ ἐν τῇ λαιᾷ βασταζόμενα
μικρὰ ἀσπιδίσκια, ὥς ποτε ἔφη “ὁ δ᾿ ἀριστερὸν ὦμον ἔκαμνεν,
ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον” (ΙΙ. 16, 106). πτερόεντα δὲ ὡς
κοῦφα· “τῷ δ᾿ εὖτε πτερὰ γίνετο (ΙΙ. 19, 386).
λαισήϊα οἱ μὲν τοὺς ἐπιμήκεις θυρεοὺς, οἱ δὲ ἐκ τριχωδῶν δερμά-
των γεγονότα· οἱ δὲ καὶ λάσια εἶναί φασιν.
454. Ἄρηα] φυλάσσεται μὲν αὐτὸς τὴν πρὸς Ἀθηνᾶν ἔχθραν, πείθει δὲ τὸν ἀλλοπρόσαλλον.
461. Τρωὰς] ἀντὶ τοῦ Τρωῖκάς· καὶ δεῖ ὑποστίζειν εἰς τὸ στί-
χας. εἰ δὲ γράφει Τρῶας, ὑποστικτέον εἰς τὸν δέ, ἵν᾿ ᾖ τὰς δὲ
στίχας, ἤτοι τάξεις ὁ οὖλος Ἄρης μεταβὰς τοὺς Τρῶας ὤτρυνεν· ἢ
οὕτως τοὺς Τρῶας μετελθὼν ὁ Ἄρης τὰς στίχας ὤτρυνεν.
465. ἐς τί] τὸ ἐς ἀντὶ τοῦ ἕως, τὸ δὲ τί ἀντὶ τοῦ τίνος, ἵν᾿ ᾖ ἕως τίνος· διὸ καὶ εἰς τὸ τί ἡ ὀξεῖα. καὶ ἔστι πρόθεσις ἀντὶ ἐπιρρή- ματος.
466. ἢ εἰσόκεν ἀμφὶ πύλῃς] ὅμοιόν ἐστι τῷ “ἢ μένετε Τρῶας” (ΙΙ. 4. 247).
467. κεῖται ἀνὴρ] οὐκ ἀγνοῶν τὰ περὶ αὐτοῦ τοῦτο λέγει, ἀλλὰ παρορμῶν. εὖ δὲ τὸ μὴ Ἀφροδίτης νῦν φάναι, ἀλλ᾿ Ἀγχίσου, ἵνα δειχθῇ ὅτι συγγενής ἐστιν αὐτῶν ὁ ἀνῃρημένος.
472. μένος οἴχεται] ἀνεδύετο γὰρ τὴν μάχην, οὐ διὰ δειλίαν, ἀλλὰ τὴν τῶν ὅρκων σύγχυσιν, οὓς αὐτὸς ἐπεπρυτανεύκει.
473. φῆς] ὑπέλαβες· οὐ γὰρ ἂν Ἕκτωρ ἐφθέγξατό τι τοιοῦτον εἰς τοὺς συμμάχους. λαῶν δὲ λέγει τῶν τῆς πόλεως.
477. ἔνειμεν] οὕτως αἱ Ἀριστάρχου. τὸ ἁπλοῦν ἐστὶν εἰμέν·
πᾶν δὲ ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον.
479. τηλοῦ γὰρ Λυκίη] ὅμοια τοῖς Ἀχιλλέως “ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα” (ΙΙ. 1, 156).
480. ἔνθ᾿ ἄλοχόν τε] ὅτι τῶν φιλτάτων προὔκρινα τὴν σὴν φιλίαν, οὐχ ὡς ἀστυγείτονα δεδιὼς, ἀλλ᾿ οὐδὲ πόθῳ χρημάτων ἁλούς.
481. κτήματα πολλά] ἔχω, φησὶ, τὰ πρὸς ζωὴν, ὥστε μὴ μάτην ὑπὲρ ἀλλοτρίων κινδυνεύειν.
482. ἀλλὰ καὶ ὣς] ἀντιπαραβαλὼν ἑκατέρους τοὺς λαλοῦντας, ὄψει πόσον πρὸς αἰσχύνην ὁρῶσιν οἱ λόγοι.
485. τύνη δ᾿ ἕστηκας] ἀπὸ τοῦ σύ ἐστιν ἐν παραγωγῇ τύνη. πῶς
δὲ ἂν αὐτὸς ἀμελῶν τοὺς ἄλλους πείσειε προκινδυνεύειν αὐτοῦ;
486. ὤρεσσι] ταῖς ὑμῶν. ὅμοιον δέ ἐστι τῷ “ἄλοχοι δ᾿ ἄλλοισι μιγεῖεν” (ΙΙ. 3, 301). αὔξει δὲ τὸν γάμον. ὤρεσσι δὲ ἀπὸ τοῦ ὀαρίζειν κατὰ συγκοπήν· καὶ “ὀάρων ἕνεκα σφετεράων” (ΙΙ. 9, 327).
487. *ἁψῖσι] ψιλωτέον τὸ ἀψῖσι.
ἁλόντε] ὑμεῖς καὶ αἱ γυναῖκες. ἀλλοτριοῖ δὲ τῶν κινδύνων ἑαυτὸν, ὡς περὶ τῶν ἐκείνοις συμφερόντων λαλῶν. ἡ δὲ τοῦ λίνου ὁμοίωσις οἰκεία, πολλῶν καὶ διαφόρων ἀνθρώπων ὡς ἰχθύων περιληφθέντων.
490. σοὶ δὲ χρὴ] ὀνειδιστικῶς· ὃν ἐχρῆν καὶ τοὺς ἄλλους ὀτρύ-
νειν, ὑπὸ τῶν συμμάχων προτρέπεται.
492. *ἐχέμεν] ἐπιμελεῖσθαι, καὶ βαστάζειν καὶ ὑπομένειν τὸν πόλεμον καὶ μὴ ὑποχωρεῖν καὶ φεύγειν.
ἀποθέσθαι ἐνιπήν] τοιοῦτος γὰρ Ἕκτωρ· “οὐ γὰρ ἐγὼ πληθὺν
διζήμενος ἐνθάδ᾿ ἀφ᾿ ὑμετέρων πολίων ἤγειρα ἕκαστον” (ΙΙ. 17, 221).
ἀπὸ κοινοῦ δὲ τὸ χρή.
493. δάκε] ἠνίασε· “θυμοδακὴς γὰρ ὁ μῦθος” (Od. 8, 185).
494. αὐτίκα δ᾿ ἐξ ὀχέων] ἔδει γὰρ ἔργοις, ἀλλ᾿ οὐ λόγοις ἀπολο- γεῖσθαι.
495. καὶ εἰς τὸ δοῦρα δύναται καὶ εἰς τὸ στρατόν εἶναι στιγμή· εὐκρινὲς γὰρ κατ᾿ ἄμφω τὸ νόημα.
499. ἀλῳάς] ὡς ἀγαθάς· ἀπὸ γὰρ τοῦ ἀλῳή, ὃ σὺν τῷ ι γρά- φεται· ἀπὸ γὰρ τοῦ ἀλοιῶ ἐστίν.
502. ὑπολευκαίνονται ἀχυρμιαί] καλῶς ἡ ὑπό· οὐ γὰρ ἀθρόα ἡ
τῶν ἀχύρων ἐπὶ τὴν ἅλω φορὰ, κατ᾿ ὀλίγον δὲ ἑτεροιοῦται τὸ χρῶμα
τοῦ ὑποδεχομένου αὐτὰ χωρίου· ὁμοίως δὲ καὶ τοῖς μαχομένοις κατ᾿
ὀλίγον προσεκάθιζεν ὁ κονιορτός. κατ᾿ ὀξεῖαν δὲ τὸ ἀχυρμιαί, Ἰωνι-
κώτερον ὂν, ὡς τὸ ἀγυιαί θαμειαί ταρφειαί. εἰσὶ δὲ οἱ τόποι ἔνθα
ἐκτινάσσεται τὰ ἄχυρα.
505. ἂψ ἐπιμισγομένων] ἐκ δευτέρου τῶν Τρώων προσμιγνύντων τοῖς Ἀχαιοῖς. καὶ οἱ μὲν ἡνίοχοι ἐπιστρέφουσι τοὺς ἵππους, οἱ δὲ ἐπιβάται τὸ μένος φέρουσιν.
506. ἀμφὶ δὲ νύκτα] ὁ Ἄρης σκοτοῖ αὐτοὺς, ὡς εἰ καὶ θέλοιεν,
μὴ δύναιντο φυγεῖν, ὡς τὸ “πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν” (ΙΙ. 21,
6). ἢ ἑαυτὸν ἐσκέπασεν, ὅπως μὴ ὁρῷτο κακῶν τοὺς Ἕλληνας. ἢ
ἵνα οἱ μὲν λευκανθέντες ὁρῷντο, οἱ δὲ σκέποιντο. στιγμὴ δὲ εἰς τὸ
μάχῃ.
509. *χρυσάορον αὐτὸν ὠνόμασεν οὐχ ὡς ὑπεζωσμένον χρυσοῦν
ξίφος (ἀνοίκειον γὰρ Ἀπόλλωνι τὸ ὅπλον· τοξότης γὰρ ὁ θεός),
ἀλλ᾿ ἐπειδήπερ ἐξ ἀνατολῆς χρυσῷ μάλιστα τὸ φέγγος ὁραθὲν ἔοικεν,
εὑρέθη πρέπον ἡλίῳ διὰ τὰς ἀκτῖνας τὸ χρυσάωρ. ὅθεν, οἶμαι, κἀν
τῇ θεομαχίᾳ Ποσειδῶνι ἵσταται διαμιλλώμενος· ἀεὶ γὰρ ἄσπονδος
ἔχθρα πυρὶ καὶ ὕδατι, τῶν δύο στοιχείων ἐναντίαν πρὸς ἄλληλα φύσιν
ἀποκεκληρωμένων. διὰ τοῦθ᾿ ὁ Ποσειδῶν, ὑγρά τις ὕλη καὶ παρὰ
τὴν πόσιν οὕτως ὠνομασμένος, ἐξ ἀντιπάλου μάχεται ταῖς διαπύροις
ἀκτῖσι τοῦ ἡλίου· πρὸς γὰρ Ἀπόλλωνα ποίαν ἔχει πρόφασιν ἐξαίρετον
ἀπεχθείας;
511. πιθανῶς αὐτοὶ τῆς ἀδικίας προάρχουσιν, ἵνα μὴ προλάβῃ ἡ θεομαχία.
512. πίονος] τοῦ κεκνισωμένου καὶ λελιπασμένου.
516. μετάλλησάν γε μὲν οὔτι] πιθανῶς τὸ ψυχρὸν τῆς δισσολο- γίας περιεῖλε, τὴν διάθεσιν αὐτῶν τὴν ἄδικον ἤδη ἐμφήνας.
520. οἱ δὲ καὶ αὐτοί] ἱκανὸν καὶ τοῦτο πρὸς αὔξησιν. ἄλλως τε
καὶ τὴν παρὰ τῶν ἀκουόντων εὔνοιαν κτῶνται ἔρημοι θεῶν ὄντες Ἕλ-
ληνες· δικαίως οὖν ἀνθίσταται ἡ Ἀθηνᾶ τῷ Ἄρει.
522. νεφέλῃσιν ἐοικότες] διὰ τί μὴ πύργοις ἢ ὄρεσιν; ὅτι ὕστερον κινηθήσονται.
523. νηνεμίης] ποικίλως ἄνω μὲν ἀπὸ ταραχῆς ἀνέμου ἔλαβε τὴν εἰκόνα, ἐνταῦθα δὲ ἀπὸ νηνεμίας.
524. ὄφῤ] τὸ ἐν ὅσῳ ἐνταῦθα δολοῖ. τὸ δὲ εὕδησιν τὸ εὕδει.
τὸ δὲ ἀτρέμας καὶ τοῖς ἄνω δύναται καὶ τοῖς κάτω συνάπτεσθαι.
526. ἀέντες] ὡς τιθέντες· ἀπὸ τοῦ ἄημι παράγεται.
528. πολλὰ κελεύων] ἄνω παραλιπὼν αὐτὸν, ἰάσατο διὰ τοῦ πολλά τὸ ἐλλεῖπον.
529. ἀνέρες ἔστε] οὐκ εἶπεν ἀνδρεῖοι, ἀλλὰ μὴ προδῶτε, φησὶ,
τὴν φύσιν.
530. ἀλλήλους τ᾿ αἰδεῖσθε] εἰκότως· κατὰ φῦλα γάρ εἰσι. δογ- ματίζει δὲ ὅτι χρήσιμον αἰδὼς οὐ μόνον ἐν εἰρήνῃ, ἀλλὰ καὶ ἐν πολέμῳ. μετρίως δὲ οὐ λέγει αἰσχύνθητε ἐμὲ, ἀλλ᾿ ἀλλήλους. τελεία δὲ εἰς τὸ ὑσμίνας.
531. αἰδομένων δ᾿ ἀνδρῶν] οὐ γὰρ τὸ περὶ αὐτοῦ μόνον σκοπεῖ. ἀλλ᾿ αὐτός τε χωρίζεται συμμαχίας καὶ τοὺς ἄλλους χωρίζει.
533. * Πορφυρίου. τὸ ἦ ὅτι μὲν ταυτὸν σημαίνει τῷ ἔφη δισυλ-
λάβῳ καὶ τῷ φῆ διγραμμάτῳ ῥήματι παῤ Ὁμήρῳ δῆλον· καὶ δοκεῖ
γεγενῆσθαι τὸ ἡ ἀπὸ τοῦ φῆ κατὰ ἀφαίρεσιν τοῦ φ. ζητοῦσι δὲ τίς
ἡ διαφορὰ τοῦ ἦ πρὸς τὸ φῆ. διαφέρειν δὲ φαίνεται ὅτι τὸ μὲν
ἐπὶ προειρημένοις λόγοις ἐπιλέγεται, οἷον ἐν τούτοις “ἦ καὶ κυανέῃ-
σιν ἐπ᾿ ὀφρύσι νεῦσε Κρονίων” (ΙΙ. 1, 528) “ἦ καὶ ἐπ᾿ ἀργυρέῃ
κώπῃ σχέθε χεῖρα βαρεῖαν (ib. 219)· προειπόντος γὰρ τοῦ Διὸς
καὶ τοῦ Ἀχιλλέως ταῦτα ὁ ποιητὴς λέγει, καὶ δι᾿ ἀμφοτέρων ὅλων
τῶν ποιήσεων οὕτως αὐτὸ καὶ μόνον ὑποτάττει. τὸ δὲ φῆ καὶ τὸ ἔφη
καὶ προτάσσεται τῶν ῥηθησομένων λόγων, καὶ τούτοις ὑποτάσσεται.
καὶ μία μὲν αὕτη διαφορὰ τοῦ φῆ καὶ ἔφη πρὸς τὸ ἦ, δευτέρα δὲ
αὕτη· τὸ μὲν γὰρ ἦ καθ᾿ ἕνα σχηματισμὸν ἐκφέρεται, καὶ σημαίνει
ῥῆμα τὸ εἶπεν, ὁριστικὸν ἑνικὸν ἀορίστου χρόνου, δηλωτικὸν ὑπάρ-
χον τρίτου προσώπου· τὸ δὲ φῆ κλίσιν εἰς ἅπαντας τοὺς χρόνους καὶ
τοὺς ἀριθμοὺς καὶ τὰ πρόσωπα καὶ τὰ γένη λαμβάνεται, καὶ τρέπεται
καθάπερ τῶν ἄλλων ῥημάτων τὰ παραπλήσια. παρὰ δὲ τοῖς Ἀττι-
κοῖς ἐστί τι μονοσύλλαβον ῥῆμα καὶ μονογράμματον ἦ, σημαίνει δὲ
μὲν εἰς δύο συλλαβὰς διαιρῶν αὐτὸ καὶ δύο γράμματα βραχέα, οἷον
ἐπὶ τοῦ Νέστορος “εἴ ποτε κοῦρος ἔα, νῦν αὖτέ με γῆρας ἱκάνει”
(ΙΙ. 4, 321) καὶ “τοῖος ἔα ἐν πολέμῳ, ἔργον δέ μοι οὐ φίλον ἦεν”
(Od. 14, 222)· τούτων τὸ πρότερον ἐκτείνων γράμμα εἰς τὸ συγγενὲς
τὸ η, οἷον “ἀλλ᾿ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης” (Od.
10, 156). ἐν γὰρ τούτοις ταυτόν τι λέγει τῷ ἤμην. τὸ δὲ μονοσύλ-
λαβον οὐχ εὑρίσκομεν παῤ αὐτῷ κατὰ τῆς δυνάμεως ταύτης, ἀλλὰ
κατὰ τῆς ἑτέρας μόνον. τῶν δὲ Ἀττικῶν ἐστὶ παρὰ Κρατίνῳ ἐν
Πυτίνῃ “γυνὴ δ᾿ ἐκείνου πρότερον ἦ, νῦν δ᾿ οὐκέτι,” καὶ παρὰ
τῷ Σοφοκλεῖ ἐν τῇ Νιόβῃ (fr. 399) “ἦ γὰρ φίλη ἐγὼ τῶνδε τοῦ
προφερτέρου, καὶ ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ( Ο. R. 1123) “ἦ δοῦλος
οὐκ ὠνητὸς, ἀλλ᾿ οἰκοτραφής,” καὶ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ
(Rep. 1 p. 328 c.) “οὐ γὰρ ἐγὼ ἔτι ἐν δυνάμει ἦ τοῦ ῥᾳδίως.”
καὶ ἀκόντισε] καλῶς τοῖς ἑαυτοῦ πρώτως ὑπακούει κελεύσμασιν,
τύπον τοῖς ἄλλοις παρεχόμενος.
539. νειαίρῃ δ᾿ ἐν γαστρί] τῷ παχεῖ ἐντέρῳ, ἢ τῇ κύστει.
541. ἕλεν ἄνδρας ἀρίστους] δικαίως, ἐπεὶ καὶ ἀριστεὺς, καὶ παρώ- ξυνται διὰ τὸν ἑταῖρον, καὶ προθυμίαν ἔχει τὴν Ἀπόλλωνος.
542. υἷε Διοκλῆος] Ἑλληνικὸν καὶ φιλάδελφον τὸ συναποθνήσκειν τοῖς ἀδελφοῖς, ἀλλ᾿ οὐχ οἷον τὸ Φηγέως ἦθος (11).
543. τῶν ῥα πατήρ] προσυνίστησιν αὐτοὺς, τὴν περὶ αὐτῶν μάχην αὔξων. οὐ μέμνηται δὲ αὐτῶν ἐν τῷ καταλόγῳ, ἐπεὶ Μεσ- σήνιοί εἰσιν, οἳ καὶ ὑπὸ Μενελάῳ δῶρα ἐτέλουν. διὰ τοῦτο καὶ πεσόντων αὐτῶν ἄλλος οὐδεὶς ἢ Μενέλαος ἐλεεῖ.
550. ἡβήσαντε] ηυξησε τὸ πάθος, καὶ ὅτι ἡβῶντες καὶ ὅτι δίδυ-
μοι ἦσαν δηλώσας, καὶ εἰς οἶκτον κινεῖ τὸν ἀκροατήν.
554. οἵω τώ γε λέοντε] λέοντε μὲν διὰ τὸ εὐγενὲς ἄνωθεν καὶ εἰς
556. ἁρπάζοντε] ἁρπάζειν λέγεται ἐπὶ τῶν κωλυομένων λαβεῖν·
διὰ μιᾶς οὖν λέξεως ἐδήλωσε καὶ τῶν πασχόντων τὴν ἄμυναν καὶ τῶν
ἁρπαζόντων τὴν βίαν.
557, 558. σταθμοὺς ἀνθρώπων —ἀνδρῶν ἐν παλάμῃσι] πιθανῶς ἐπὶ μὲν τῶν βλαπτομένων τὸ τῶν ἀνθρώπων ἔθηκεν ὄνομα, ἐπὶ δὲ τῶν κτεινόντων τὰ θηρία τὸ τῶν ἀνδρῶν.
560. περιπαθῶς τὸ ἐλάτῃσιν ὑψηλῇσι διά τε τὸ κάλλος καὶ
τὴν ἥβην.
563. Ἄρης] ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεοὺς, πλέον πάντων τὸν ἀλλοπρόσαλλον Ἄρεα.
567. ἀποσφήλειε] ἀποτυχεῖν ποιήσειεν· “αὐτίκα γάρ” φησι “μνήσονται Ἀχαιοί” (ΙΙ. 4, 172).
569. *ἐχέτην] ἐκράτουν.
570. Ἀντίλοχος δέ] ἐν τοῖς καιροῖς τοῖς τοιούτοις ὀξὺς ἀεὶ ὁ
Ἀντίλοχος. τιμᾷ δὲ αὐτὸν διὰ Νέστορα τιμῶντα τοὺς βασιλεῖς
καὶ ὑπ᾿ αὐτῶν τιμώμενον. καὶ ὁ μὲν Ἀλέξανδρος ὡς ἠδικηκὼς
τοῖς Τρωσὶν “ἀπήχθετο ἶσον κηρὶ μελαίνῃ” (ΙΙ. 3, 454), ὁ δὲ
Μενέλαος εὐνοεῖται ὑπὸ τῶν Ἑλλήνων ὡς ἠδικημένος.
572. ὡς εἶδεν δύο φῶτε] δείκνυσιν ὅσον αἰδὼς καὶ φιλαλληλία, ἣν ἔχειν συνεβούλευσεν Ἀγαμέμνων.
574. καλῶς τὸ δειλώ· προεῖπε γὰρ τὸ ἐμπαθὲς τῆς ἡλικίας,
τῆς ὁμογενείας, τοῦ θανάτου, τῆς περὶ τοὺς φίλους σπουδῆς· μηδέπω
γὰρ καλοῦντος τοῦ καιροῦ ἧκον ἐπίκουροι.
576. * Πορφυρίου. τὸ “ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον
Ἄρηϊ” μάχεται τῷ ἐν τῇ παρὰ νηυσὶ μάχῃ ζῶντι καὶ ἑπομένῳ τῷ
παιδὶ Ἁρπαλίωνι· “παρὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων” (ΙΙ.
13, 658). ἡ δὲ λύσις ἀπὸ τῆς λέξεως· καὶ γὰρ ὁ Πυλαιμένης
ὁμώνυμος εἶναι δύναται· καὶ τὸ “μετὰ δέ σφι πατὴρ κίε δάκρυα
λείβων” μετωνυμικῶς ἐκδέχεται ἡ τοῦ πατρὸς μνήμη· καὶ τὸ
“ἔνθα Πυλαιμένεα ἑλέτην” οὐ πάντως ἐστὶν ἀνεῖλον, ἀλλὰ κάτε-
ἑτέρου εἰς τὸ αὐτό. πῶς οὖν τῷ υἱῷ ἕπεται δάκρυα λείβων ἐν τῇ
ἐπὶ ταῖς ναυσὶ μάχῃ· “ἔνθα” γάρ “οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος
βασιλῆος” (ΙΙ. 13, 643): ἔστιν οὖν ὁμωνυμία· καὶ ὁ μὲν βασι-
λεὺς, οὗτος δὲ ἄρχων. διὸ καὶ ἡ πλείων σπουδὴ ἐκεῖσε γίνεται
Παφλαγόνων καὶ Ἀλεξάνδρου.
*ἀτάλαντον] τὸ τάλαντον ὁ μὲν Ἀριστοτέλης ἄλλως ἐξηγεῖται, καὶ
εὑρήσεις τοῦτο ἔμπροσθεν ἐν τῷ Ν εἰς τὸν οὕτως ἔχοντα στίχον “ὣς
φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἀρηϊ” (ΙΙ. 13, 295). ὁ δὲ Διόδωρος
ὡς φησιν ἐν τῷ περὶ σταθμῶν, τάλαντόν ἐστι μνῶν ξ΄, ἡ δὲ μνᾶ
δραχμῶν ρ΄, ἡ δὲ δραχμὴ ὀβολῶν ς΄, ὁ δὲ ὀβολὸς χαλκῶν η΄, ὁ δὲ
χαλκοῦς λεπτῶν ζ΄. τὸ τάλαντον δὲ τὸ νῦν λεγόμενον Ἀττικόν· παρὰ
δὲ Σικελιώταις τὸ μὲν ἀρχαῖον ἦν μνῶν κδ΄, νῦν δὲ ιβ΄. δύναται δὲ
εἶναι τρία ἡμιωβόλια, ὡς ἐν τοῖς περὶ Σώφρονος Ἀπολλόδωρος ἐκ
τῶν Διογενιανοῦ τῆς ἐπιτομῆς Ἑλληνικῶν ὀνομάτων.
582. ἐκ δ᾿ ἄρα χειρῶν] ἐπώδυνος ἡ πληγή· διὸ καὶ τὰς ἡνίας ἀπέβαλε καὶ φεύγων μηδ᾿ ὅλως εὐάλωτος γίνεται.
583. λεύκ᾿ ἐλέφαντι] λείπει τὸ ὡς, ἵν᾿ ᾖ λευκὰ ὡς ἐλέφας. οἱ
δὲ, ἐξ ἐλεφαντίνων λελευκασμένα ὀστῶν· ἔχουσι γὰρ αἱ ἡνίαι ἐλε-
φαντίνους ἀστραγάλους ἑκατέρωθεν, δι᾿ ὧν ἕλκουσιν οἱ ἡνίοχοι.
584. ξίφει ἤλασε κόρσην] πῶς ἐπὶ τοῦ ἅρματος ἑστηκὼς τὴν κεφαλὴν ξίφει πλήττεται; τάχα οὖν τὰς ἡνίας ἀναλαβεῖν θέλων ἢ ναρκήσας ὑπὸ τῆς πληγῆς κατέκυψεν.
586. βρεχμόν] βρεχμὸς λέγεται ἡ τοῦ αὐχένος σπονδυλώδης ἀρχή· καὶ βρέχμα δὲ τὸ τοῦ θώρακος ἀπόπτυγμα.
587. δηθὰ μάλ᾿ εἱστήκει] οὐκ ἀπίθανον τοῦτο· ἠνέχθη γὰρ μεταξὺ τῶν
ἵππων καὶ τοῦ ἅρματος, καὶ ἦν ἡ μὲν κεφαλὴ βυθισθεῖσα, οἱ δὲ ὦμοι
ἑδραῖοι ὄντες μετὰ τοῦ σώματος, οἱ δὲ πόδες τῷ ἅρματι ἐρειδόμενοι.
γέγονε δὲ τοῦτο διὰ τὸ τοῦ θανάτου αἰφνίδιον· ψυχορραγῶν γὰρ ἔτι
ἔπνει καὶ ἐνήλατο. ἀκριβῶς δὲ τὸ κύμβαχον διὰ τούτου ἐπεξηγήσατο.
593. ἔχουσα κυδοιμὸν] ἡ δύναμιν ἐν αὑτῇ θορυβώδη ἔχουσα, ἢ
596. ῥίγησε] ἐπεὶ ἀπείρητο αὐτῷ μὴ συνάπτειν τινὶ τῶν ἄλλων θεῶν πόλεμον.
597. ἀπάλαμνος] ἄπειρος, ἐπεὶ καὶ Διομήδης ἄπειρος τῆς πρὸς
Ἄρεα μάχης. τὸ δὲ ἄπειρος, ἤγουν τοῦ νήχεσθαι ἄπειρος.
605. ἀλλὰ πρὸς Τρῶας] κατ᾿ ὀλίγον ἀναχωρεῖτε ὑποποδίζοντες. διδάσκει δὲ πῶς δεῖ τὰς τροπὰς ποιεῖσθαι.· ἄμφω ποιεῖ, τῷ τε θεῷ εἴκειν παραινεῖ, καὶ τὸν πόλεμον μὴ ἐκ- φεύγειν προτρέπεται.
609. Μενέσθην] ὥσπερ ἀπὸ τοῦ ὅρος Ὀρέστης, οὕτως ἀπὸ τοῦ μένος Μενέστης, καὶ μεταβολῇ Μενέσθης.
613. ἀλλά ἑ Μοῖρα] διδάσκει τοὺς πλουσίους θνητὰ φρονεῖν καὶ τὸν θάνατον νομίζειν μηδὲν ἧττον παρεῖναι, ἀλλὰ μὴ πλούτῳ ἐπῆρθαι.
619. σάκος δ᾿ ἀνεδέξατο πολλά] τὸ πλῆθος τῶν βληθέντων δορά-
των καὶ τὴν ἀνδρείαν τοῦ βαλλομένου δηλοῖ.
631. *υῖός θ᾿ υἱωνός τε Διός] ὁ μὲν Σαρπηδὼν υἱὸς τοῦ Διὸς, ὁ δὲ Τληπόλεμος υἱὸς Ἡρακλέους, ἔγγονος δὲ Διός.
φασὶν Εὐρώπῃ τῇ Φοίνικος ἀνθολογούσῃ φανῆναι τὸν Δία ἐν σχή-
ματι ταύρου κρόκον ἐκ τῶν ῥινῶν βλαστάνοντος· ἐπικαθεσθείσης δὲ
τοῖς νώτοις τῆς κόρης εἰς ἀπανθισμὸν, ἁρπάσας εἰς Κρήτην ἐκόμισεν·
ἀφ᾿ ἧς φασὶ Σαρπηδόνα γενέσθαι.
ταχέως ἄμφω ἐδήλωσεν· τὸν μὲν γὰρ ἴσμεν διὰ τοῦ καταλόγου,
τὸν δὲ νῦν γνωσόμεθα. πῶς οὖν συγγενεῖς ὄντες μάχονται: οὐκ
ἐδόκει μιαρὸς εἶναι ὁ ἐν πολέμῳ θάνατος. ἄλλως τε καὶ ἀρνοῦνται
τὴν συγγένειαν· φησὶ γὰρ ὅτι “ψευδόμενοι δέ σέ φασι Διὸς γόνον”
(635).
635. ψευδόμενοι δέ] ἀλλοτριοῖ αὐτὸν ἐκείνου ἐφ᾿ αὐτὸς αὐχεῖ.
ἄλογος δὲ ὁ μὴ τὰ ἑαυτοῦ διεξιὼν, ἀλλὰ τὰ τοῦ πατρός. ἡρέμα οὖν
ἐλέγχει ὁ ποιητὴς τοὺς ἐπὶ πατράσιν αὐχοῦντας καὶ τούτου χάριν
ἐθέλοντας πρωτεύειν· διὸ καὶ Τληπόλεμον ἀναιρεῖ.
638. δασυντέον τὸ οἷον· θαυμαστικὸν γάρ. τινὲς δὲ ψιλοῦσι καὶ
ἐκδέχονται ἀντὶ τοῦ μόνον. οἱ δὲ ὑφ᾿ ἓν ἀλλοῖον, ἵν᾿ ᾖ οὕτως·
πάντες μὲν ἀγαθοὶ οἱ ἀπὸ Διὸς, ἐξηλλαγμένον δὲ καὶ ὑπὲρ πάντας
639. θρασυμέμνονα] τοὺς θρασεῖς καὶ ἀπηνεῖς ὑπομένοντα. φασὶ δὲ ἀεὶ Λυκίους Ῥοδίοις ἐχθρεύειν.
640. δεῦῥ ἐλθὼν] εὖ τὸ παράδειγμα τῆς Ἡρακλέους ἀρετῆς, ὅτι
οὐκ ἄλλοθεν αὐτὸ φέρει ἢ ἐκ τῆς νῦν πολεμουμένης πόλεως. Μενε-
κλῆς δέ φησιν ἐψεῦσθαι τὴν ἐπὶ Ἴλιον στρατείαν.
642. χήρωσε] αὕτη ἡ μεταφορὰ τὴν μετὰ λύπης ἐδήλωσεν ἐρη- μίαν. τὸ δὲ κακός ἀντὶ τοῦ δειλός.
649. ἀνέρος ἀφραδίῃσιν] εὐτέλισε τὴν δύναμιν Ἡρακλέους, τὴν
ἀδικίαν Λαομέδοντος αἰτίαν εἶναι φήσας τῆς ἁλώσεως. ἔδει δὲ
ἐπαγαγεῖν, σὺ δὲ ἀδίκως πολεμῶν ἀλώσῃ, οὐχ αἱρήσεις ἡμᾶς δικαίως
πολεμοῦντας· ὁ δὲ θυμῷ φερόμενος ἐκομμάτισε τὸ ἔπος. ἢ ἠθικὸς ὁ
λόγος, οἷον ἐκεῖνος μὲν τὴν Ἴλιον εἷλεν, ἐγὼ δὲ σέ· τὰ δὲ ἐν μέσῳ
πρὸς μείωσιν Ἡρακλέους ἐστίν.
651. οὐδ᾿ ἀπέδωχ᾿ ἵππους] ἐξ ἀμφοῖν δηλοῦται ἡ ἱστορία· ὁ μὲν γάρ φησιν ὅτι διὰ ἵππους, ὁ δὲ διὰ ποίους ἵππους. λέγει δὲ τὴν περὶ τὸ ἀμφίχυτον τεῖχος ἱστορίαν (ΙΙ. 20, 145).
653. ἐξ ἐμέθεν τεύξεσθαι] ὁ μὲν Τληπόλεμος πρότερος καυχη-
σάμενος ἀναιρεῖται, ὁ δὲ Σαρπηδὼν μόνον τιτρώσκεται, ἐπεὶ ἀνταλα-
ζονεύεται.
654. κλντοπώλῳ] ἐνδόξους ἵππους ἔχοντι, ἢ οὗ κλυτή ἐστιν ἡ
ἐπιπώλησις, οἷον ἀκουστὴ διὰ τὰς ἐπὶ τοῖς ἀποθνήσκουσιν οἰμωγάς.
ἢ ἔοικε τῷ ἐπιθέτῳ καὶ κατὰ τοῦ Ἅιδου κεχρῆσθαι διὰ τὴν τῆς Περ-
σεφόνης ἁρπαγήν. ἢ κλυτοπώλῳ τῷ ἱππικῷ. ἁρμόδιον τὸ ἐπίθετον·
ἅμα γὰρ νοήματι τὰ πανταχοῦ ζῷα καταλαμβάνει.
656. ὁ μὲν Ἀρίσταρχος τὸ ἁμαρτῇ χωρὶς τοῦ ι γράφει καὶ
ὀξύνει, οἱ δὲ περὶ Ἡρωδιανὸν περισπῶσι καὶ προσγράφουσι, παρὰ τὸ
659. νὺξ ἐκάλυψεν] τοῦ βρόγχου διαιρεθέντος καὶ τῆς ἀναπνοῆς
εἰργομένης ταχὺς ὁ θάνατος ἐπεγένετο. ὑπὸ συγγενοῦς δὲ ἀναιρεῖται,
ὅτι καὶ συγγενῆ ἀνεῖλε τὸν Λικύμνιον· “φίλον” γὰρ “μήτρωα
κατέκτα” (Il. 2, 662).
662. πατὴρ δ᾿ ἔτι] προαναφωνεῖ μὲν διὰ τοῦ ἔτι τὸν τοῦ Σαρπη- δόνος θάνατον, παραμυθεῖται δὲ καὶ τὴν ἧτταν τοῦ πολεμίου, ἀργὸν ποιήσας αὐτόν.
667. ἐπ᾿ αὐτῷ ταρασσομένων, ἢ οἷον ἐπιβῆναι αὐτὸν σπευδόντων.
ἄκρως δέ ἐστι μιμητὴς ἀληθείας ὁ ποιητής· πολλὰ γὰρ τῶν χρησί-
μων σπεύδοντες παρορῶμεν.
670. μαίμησε δέ οἱ] συνεπάθησε, φησὶ, καὶ συνήλγησε τῷ νεκρώ.
671. μερμήριξε] διδάσκει δι᾿ Ὀδυσσέως κἀν τοῖς κινδύνοις φρο- νήσει δεῖν χρῆσθαι, μὴ θυμῷ καὶ πάθει.
672. προτέρω] ἀπὸ τοῦ προσσοτέρω γέγονεν ἐν συγκοπῇ.
683. ὀλοφυδνόν] οἰκτρὸν καὶ ταπεινὸν διὰ τὸ ἐπιθυμεῖν ἐν τῇ
σφετέρᾳ ἀποθανεῖν. ἐπιρραπίζει δὲ διὰ τούτων ὁ ποιητὴς τοὺς οἰομέ-
νους τὸ μὴ ἐν τῇ οἰκείᾳ ἀποθανεῖν μηδὲν εἶναι.
Χρομίος καὶ Ὀδίος καὶ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων τιθέ-
μενα παροξύνεται, πλὴν τοῦ Ἄνιος, Ξένιος, Κρόνιος, Ἅλιος.
686. ἐπεὶ οὐκ ἄῤ ἔμελλον ἔγωγε] ἐντέχνως ὑπομιμνήσκει τῆς συμμαχικῆς χάριτος τὸν Ἕκτορα.
689. οὔτι προσέφη] πέπονθε γὰρ τῇ ὄψει καὶ τῷ λόγῳ. ἀλλ᾿ οὐδὲ ἀδολεσχίας ὁ τοιοῦτος ἦν καιρός.
690. λελιημένος] τῷ θυμῷ θερμαινόμενος καὶ ὑποκαιόμενος· λια- ρὸν γὰρ τὸ θερμόν.
693. ἀπαγαγὼν ἡμῶν τὸν νοῦν τῆς μάχης ὑπὸ ἀνθηρὸν ἵζει δρῦν
τὸν τραυματίαν. καλῶς δὲ αὕτη ἱερὰ τοῦ Διὸς, ἐπεὶ βαλάνοις πρώην
ἐχρῶντο, καὶ ἵνα ὑπὸ τοῦ πατρὸς ἰαθῇ· πλησιάζον γὰρ ἦν καὶ ἱερὸν,
εἰς ὃ παρεγένετο, εἰ καὶ ἐπὶ δρῦν λέγει.
695. * Πορφυρίου. ὅς οἱ φίλος ἦεν ἑταῖρος] τοὺς ἑταίρους ἀπὸ τῶν
φίλων διαιρεῖ· οἱ μὲν γὰρ ἑταῖροι οἱ προσοικειωθέντες κατὰ φιλίαν,
οἱ δὲ φίλοι οἰκεῖοι καὶ κατὰ γένος προσήκοντες, ὥσπερ καὶ ὁ ἔτης καὶ
εἶδος. ὁμοίως δ᾿ αὖ “σοὶ δ᾿ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἣν σὺ
μενοινᾷς· τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώϊός εἰμι, ὅς τοι νῆα θοὴν
στελέω καὶ ἅμ᾿ ἕψομαι αὐτός” (Od. 2, 285)· καὶ “ἑγὼ δ᾿ ἀνὰ
δῆμον ἑταίρους αἶψ᾿ ἐθελοντῆρας συλλέξομαι” (ib. 292). καὶ μετα-
φέρων ἐκ τοῦ ἐῦκνήμιδας Ἀχαιοὺς λέγει “Τηλέμαχ᾿ , ἤδη μέν τοι
ἐϋκνήμιδες ἑταῖροι (ib. 402), καὶ ἐκ τοῦ κομόωντες Ἀχαιοί “εὗρεν
ἔπειτ᾿ ἐπὶ θινὶ καρηκομόωντας ἑταίρους lib. 408). φίλος δὲ υἱὸς,
καὶ φίλη μήτηρ, καὶ φίλα γυῖα, καὶ φίλαι χεῖρες. καὶ διακρίνων
“ἢ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ, ἠὲ φίλων ἐν χερσὶν.
ἐπεὶ πόλεμον τολύπευσεν” (Od. 1, 237)· οὐκ ἂν, φησὶν, ἐλυπήθην,
εἰ ἐν τῇ Τροίᾳ μετὰ τῶν αὐτοῦ ἑταίρων ἀπώλετο πολεμῶν, ἢ εἰ
κατεργασάμενος τὸν πόλεμον καὶ ἐπανελθὼν ἐν ταῖς χερσὶ τῶν οἰ-
κείων ἐτελεύτησεν. καταχρώμενος δὲ καὶ τὴν φύξιν ἑταίραν τοῦ
φόβου λέγει “φύζα φόβου κρυόεντος ἑταίρη” (Il. 9, 2), καὶ ἄνεμον
“ἴκμενον οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρον” (Od. 11, 7). καὶ
πάλιν ὅλην τὴν οἰκειότητά φησι δηλῶν “ὄφρα ἴδῃ πρότερόν τε πόσιν
πηούς τε φίλους τε” (Il. 3, 163), τὸν ἄνδρα, τοὺς συγγενεῖς. τοὺς
οἰκείους. διὸ ἐπιζητεῖ ἡ Ἑλένη τοὺς ἀδελφούς.
696. ψυχή τὸ ἐκπνεόμενον πνεῦμα. διὰ τὴν αἱμορραγίαν δὲ ὠλι- γώρησε πάντως.
697. ἀμπνύνθη] ἀνέλαβε τὴν πνοήν. ὃ δὲ ἐνέλιπε τῷ πνεύματι, προσεπορίζετο ὁ ἄνεμος. κάπος δὲ λέγεται τὸ πνεῦμα.
* ἀμπνύνθη] ἐν ἑαυτῷ γέγονεν.
700. οὔτε ποτὲ προτρέποντο]τὸ γὰρ προτροπάδην φεύγειν ὄνειδος ἡγεῖ- ται. ἐπεξηγεῖται δὲ αὐτὸ σαφέστερον διὰ τοῦ “αἰὲν ὀπίσσω χάζοντο.
703. διὰ τοῦ α τὸ ἐξενάριξαν.
704. χάλκεος Ἄρης] αὔξων τὴν Ἕκτορος ἀρετὴν συνέζευξεν αὐτὸν τῷ Ἄρει. οὐκ ἀτόπως δὲ τρωθήσεται καὶ δι᾿ ἑαυτοῦ φονεύων ὁ Ἄρης.
708. τὸ Ὕλη ἐνταῦθα μὲν συστέλλει, ἐν δὲ τῷ καταλόγῳ ἐκτείνει “ἠδ᾿ Ὕλην καὶ Πετεῶνα” (Il. 2, 500).
μέγα πλούτοιο μεμηλώς] μεγάλως τῆς γεωργίας ἐπιμελόμενος, ὅπως ἐκ ταύτης κτήσαιτο πλοῦτον.
709. κεκλιμένος] ἀντὶ τοῦ παρακείμενος, ὡς τὸ “αἵθ᾿ ἁλὶ κεκλί-
αται” (Od. 4, 608).
722. Ἥβη δ᾿ ] ὑπηρετικήν τινα τὴν Ἥβην παρεισάγει ὁ ποιητής·
καὶ ἀνωτέρω γὰρ (Il. 4, 2) εὐωχουμένοις τοῖς θεοῖς διηκόνει. ἐν δὲ
τοῖς ἑξῆς (905) καὶ τὸν Ἄρεα λούει· παρθενικὸν γὰρ τὸ τοιοῦτον, ὡς
Τηλέμαχον Πολυκάστη (Od. 3, 464). τὸν δὲ τῆς Ἥρας δίφρον
οὕτως ἡ Δημὼ φυσιολογεῖ. Ἥραν γάρ φησιν εἶναι τὸν ἀέρα, τὴν δὲ
φύσιν τοῦ στοιχείου τὸν ποιητὴν ἐκτιθέμενον τὰ μὲν περίγεια αὐτοῦ
μέρη, ἅπερ ἐστὶ ζοφωδέστερά τε καὶ πολὺ τὸ γεῶδες ἔχοντα, ταῖς
παχυτέραις ὕλαις εἰκάζειν, χαλκῷ τε καὶ σιδήρῳ· καὶ χρυσὸν δὲ
μερικῶς ἐγκατέμιξεν, ἴσως διὰ τὸ ποσῶς ὑπὸ ἡλίου φωτίζεσθαι· τὰ
δὲ μετεωρότερα, τὸν ῥυμόν φημι, ἀργύρεον λέγει, τὸ δὲ πάντων ἀνω-
τέρω καὶ συνημμένον τῷ αἰθέρι χρύσεον ζυγόν (συνέζευκται γὰρ τού-
τῳ), ἱμάντας δὲ χρυσοῦς καὶ ἀργυροῦς τοὺς ἐξ ἡλίου καὶ σελήνης
φωτισμοὺς, δύο δὲ ἄντυγας τὸ ὑπόγειόν τε καὶ ὑπέργειον ἡμισφαί-
ριον.
723. τὰ μὲν ἐνεργῆ μέρη τοῦ ἅρματος ταῖς στερεαῖς ὕλαις κοσμεῖ, τὰ δὲ ἄλλα ταῖς πολυτελέσιν.
ὀκτάκνημα] κνῆμαι αἱ ἀπὸ τῆς χοινικίδος ἕως τῆς τοῦ τροχοῦ διήκουσαι ῥάβδοι.
ἄξονι] ἄξων τὸ εἰς τὰς χοινικίδας ἐμβαλλόμενον ἑκατέρου τροχοῦ
ξύλον.
724. ἴτυς] ἡ ἁψὶς εἰς ἣν αἱ κνῆμαι αἱ ἀπὸ τῆς χοινικίδος ἐμπήγνυνται.
725. * ἐπίσσωτρα] τὰ ἐπάνω τῶν τροχῶν σίδηρα, ἃ καὶ κανθοὶ
καλοῦνται, ἤγουν ὁ ἔξωθεν τὸν τροχὸν συνέχων σίδηρος ἢ χαλκὸς, ἃ
καὶ στέφανοι.
ἐπίσσωτρον τὸ εἰς γῆν κυλινδούμενον, ἤτοι τοῦ παντὸς περιφεροῦς τὸ τελευταῖον.
ἔν τισι διὰ τοῦ ο ὀπίσσωτρα.
726. πλῆμναι λέγονται διὰ τὸ πλήσσεσθαι ὑπὸ τοῦ ἄξονος· ταύ- τας δὲ ἔνιοι χνόας ὀνομάζουσι. καλῶς δὲ καὶ τὸ εἰσί πρὸς ἀληθείας ὑπόληψιν. εἰσὶ δὲ πλῆμναι αἱ χοινικίδες.
727. δίφρος] ἀπὸ τοῦ δύο φέρειν.
728. ἄντυγες] τὰ ἐπὶ τοῦ δίφρου ἡμίκυκλα, ἔνθεν καὶ τὰ ἡνία
ἐξάπτονται.
729. ῥυμός] τὸ ἀπὸ τοῦ δίφρου μέχρι τοῦ ζυγοῦ ξύλον, ἀπὸ τοῦ ἐρύειν.
730. ζυγὸς παρὰ τὸ δύο εἰς ἓν αὐτὸν ἄγειν.
λέπαδνα] τὰ περιτραχήλια τῶν ἵππων κύκλα.
734. πέπλον] πρέπω πρέπαλος πέπαλος πέπλος. τὸ δὲ κατέ- χευεν ἀντὶ τοῦ τὰς περόνας λύσασα καταφέρεσθαι ἀφῆκε. γυμνὴν δὲ ἡμῖν τὴν Ἀθηνᾶν διὰ τῆς λέξεως παρέστησεν.
736. ἡ] δασυντέον τὸ η· ἄρθρον γάρ ἐστιν ἀντωνυμικόν. τινὲς δὲ
ψιλοῦσι, σύνδεσμον ἐκδεχόμενοι τὸν η ἠδέ, κακῶς. οὗτος δὲ ὁ χιτὼν
ἐπιτήδειός ἐστιν ἐν πολέμῳ, ἵν᾿ ᾖ ἴση περιβολὴ Διὸς καὶ Ἀθηνᾶς ὡς
Ἀχιλλέως καὶ Αἴαντος. τεύχεσι δὲ λέγει τῇ αἰγίδι καὶ τῇ περι-
κεφαλαίᾳ.
739. δεινήν] διὰ τὸ δυνάμεις ἀρεαϊκὰς ἐντετυπῶσθαι ἐν αὐτῇ. ἐστεφάνωτο] κύκλῳ περιείχετο· ἀναστρεπτέον δὲ τὴν περι.
740. ἐν δ᾿ Ἔρις] ἄδηλον εἰ εἴδωλα ταῦτά ἐστιν ἢ διαθέσεις, ὡς τὸ “ἔνθ᾿ ἔνι μὲν φιλότης” (ΙΙ. 14, 216).
741. * Πορφυρίου. διὰ τί ποτὲ μέν φησι τὴν κεφαλὴν τῆς Γορ-
γόνος ἐν Ἅιδου εἶναι, λέγων “μή μοι Γοργείην κεφαλὴν δεινοῖο πε-
λώρου ἐξ Ἅιδου πέμψειε” (Od. 11, 633), ποτὲ δὲ τὴν Ἀθηνᾶν
ἔχειν ἐν τῇ αἰγίδι, λέγων “βάλετ᾿ αἰγίδα θυσσανόεσσαν,” καὶ ἐπάγει
“ἐν δ᾿ ἔρις, ἐν δ᾿ ἀλκὴ, ἐν δὲ κρυόεσσα ἰωκὴ, ἐν δέ τε Γοργείη
κεφαλὴ δεινοῖο πελώρου.” φησὶ δ᾿ Ἀριστοτέλης ὅτι μήποτε ἐν τῇ
ἀσπίδι οὐκ αὐτὴν εἶχε τὴν κεφαλὴν τῆς Γοργόνος, ὥσπερ οὐδὲ τὴν
Ἔριν οὐδὲ τὴν κρυόεσσαν ἰωκὴν, ἀλλὰ τὸ ἐκ τῆς Γοργόνος γιγνό-
μενον τοῖς ἐνορῶσι πάθος καταπληκτικόν. καὶ μήποτε πάλιν ῥητέον
ὅτι οὐκ αὐτὴν εἶχεν, ἀλλ᾿ ὅτι γεγραμμένον τῇ ἀσπίδι ὥσπερ σημεῖόν
Ἀχαιῶν.”
οἷον κατάστημά τι γοργότητος δεινὸν ἦν καὶ βλοσυρόν. Ἡσίοδος γὰρ τὸν τῶν Γοργόνων μῦθον διέπλασε.
*πέλωρ ὄνομα οὐδέτερον· σημαίνει δὲ τὸ ἐξαίσιον καὶ φοβερὸν,
καὶ γίνεται παρὰ τὸ πέλω τὸ ὑπάρχω καὶ τὸ ὤρα, ὃ σημαίνει τὴν
φροντίδα, οἷς ὑπάρχει ἀεὶ ἡ φροντὶς διὰ τὸ μέγεθος. ἐτυμολογεῖται
δὲ οὕτως· παράγεται δὲ παρὰ τὸ προσπελάζειν καὶ προσεγγίζειν τῷ
Ὠρίωνι, ὡς λέγει ὁ ποιητὴς ἐν τῳ Χ, διὰ τὸ μέγεθος αὐτοῦ, ὅτι εἶδεν
ὁ Πρίαμος τὸν Ἀχιλλέα “παμφαίνονθ᾿ ὥστ᾿ ἀστέῤ ἐπεσσύμενον
πεδίοιο, ὅς ῥά τ᾿ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ φαίνονται
πολλοῖσι μετ᾿ ἄστρασι νυκτὸς ἀμολγᾷ, ὅν τε κύν᾿ Ὠρίωνος ἐπίκλησιν
καλέουσι· λαμπρότατος μὲν ὅ γ᾿ ἐστὶ, κακὸν δέ τι σῆμα τέτυκται.”
λοιπὸν πέλωρ πέλωρος, τὸ οὐδέτερον πέλωρον.
742. σμερδνή] ὡς ἀλαπάζω ἀλαπαδνός, οὕτως μερίζω μεριδνός καὶ σμερδνός.
*μερίζεται γὰρ ἡ ψυχὴ τῶν ὁρώντων τῷ φόβῳ, καὶ οὐκ ἐᾷ ἐν τῷ αὐτῷ μένειν.
*τέρας] τὸ σημεῖον. διαφέρει δὲ ὅτι τὸ μὲν τέρας ἐστὶ τὸ παρὰ
φύσιν γινόμενον πρᾶγμα, οἷον ἐπὶ τῆς στρουθοῦ (ΙΙ. 2, 313)· οὐδέ-
ποτε γὰρ ἡ στρουθὸς ὀκτὼ γεννᾷ· σημεῖον δὲ τὸ παρὰ τὴν κοινὴν
συνήθειαν γινόμενον.
744. ἑκατὸν πόλεων πρυλέεσσ᾿ ἀραρυῖαν] εἶχε γὰρ, φασὶν, ἐν
ἑαυτῇ ὁπλίτας τετυπωμένους πόλεων ρ΄. ὑποτυποῖ δὲ ἡμῖν τὸ μέγε-
θος τῆς φερούσης· εἰ γὰρ ἡ κόρυς τοσαύτη, πόσον τὸ μέγεθος τῆς
περικειμένης; καὶ ἐπὶ Ποσειδῶνος “ὅσον τ᾿ ἐννεάχιλοι” (ΙΙ. 14,
148)· οὐ γὰρ εἰπὼν τὸ μέγεθος αὐτοῦ, ὥσπερ οὐδὲ τὸ τῆς Ἀθηνᾶς,
κατ᾿ ἔμφασιν δέδωκε συλλογίζεσθαι πηλίκος ἦν ὁ τὴν τοιαύτην
φωνὴν ἔχων.
745. φλόγεα] τὰ κατὰ τὴν κίνησιν ὡς πῦρ, ἢ μᾶλλον ἀεί.
746. οὐκ ἄνδρας εἶπεν, ἀλλ᾿ ὑπερφυῶς στίχας ἀνδρῶν.
749. Ὧραι] ἐπεὶ τὴν τῶν οὐρανίων τάξιν καὶ τοὺς καιροὺς διοι-
κοῦσιν. ἐμφαίνεται δὲ καὶ τὸ ἀξίωμα τῶν θεῶν, εἴ γε ἑκοῦσαι αἱ
πύλαι εἴκουσιν αὐταῖς. οὐρανὸν δὲ νῦν τὸν ὑπὲρ τὰ νέφη λέγει
τόπον.
*ἔχον] τὸ ἔχον ἐνταῦθα ἀντὶ τοῦ ἐφύλασσον.
752. κεντρηνεκέας] τοὺς οὕτω φέροντας ἑαυτοὺς καὶ τοὺς ἐπιβά- τας ὡς ὑπὸ κέντρου μαστιζομένους, παρὰ τὸ κέντρον καὶ τὸ ἐνεγκεῖν.
757. Ζεῦ πάτερ] χαριέντως τὸν υἱὸν ἁμαρτάνοντα παρὰ γνώμην
τοῦ κυρίου κολάζειν οὐκ ἐπιχειρεῖ. πῶς οὖν Ἀθηνᾶ τοῦτο οὐκ ἀνα-
μένει: ὅτι οὐκ ἴδιον Ἀφροδίτης πόλεμος, ὡς καὶ Ζεὺς “οὔ τοι,
τέκνον ἐμὸν, δέδοται πολεμήϊα ἔργα” (428).
759. ἕκηλοι] δασυντέον· τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεται, εἰ μὴ ἐκ κλίσεως εἴη. σεσημείωται τὸ ἐκεχειρία.
760. τέρπονται] πιθανῶς, ἵνα μὴ δοκῇ μάτην τετρῶσθαι.
765. ἔπορσον Ἀθηναίην] ἄνωθεν κατασκευάζει τὴν τρῶσιν Ἄρεως. ἄλλως τε τὸν ταραχώδη ἡ τῆς συνέσεως προεστηκυῖα καταλύει.
770. διὰ τοῦ ἐν ἡμῖν ὀξυτάτου ἐδήλωσε τὸ τάχος τῶν ἵππων·
ὅσον γάρ τις ἐκτείνει τὴν ὄψιν, εἰς τὸν παρὰ θάλασσαν ἀτενίζων
ἀέρα, μηδενὸς ἀντιπίπτοντος, ἀλλὰ τοῦ ὁρωμένου παντὸς ἀέρος
ὄντος, τοσοῦτον, φησὶν, ἐστὶ τὸ βῆμα τῶν θείων ἵππων ὁρμώντων.
ἠεροειδὲς δὲ τὸ τοῦ ἀέρος εἶδος.
*Πορφυρίου. ἀέρα λέγει τὸ ὁμιχλῶδες καὶ ἀόρατον· “ἀὴρ γὰρ
παρὰ νηυσὶ βαθεῖ᾿ ἦν” (Od. 9, 144)· ὅθεν καὶ ἠεροφοῖτις Ἐρινύς
(ΙΙ. 9, 571) ἡ σκοτεινῶς καὶ ὁμιχλωδῶς φοιτῶσα. τὸ οὖν ἠεροειδές
ὅσον εἶδε μέχρι τοῦ ἀεροειδοῦς, τουτέστι τοῦ ἀφανοῦς καὶ ἀχλυώδους.
ἠερόφωνοι οὖν κήρυκες, ὧν ἡ φωνὴ καὶ μέχρι τοῦ ἀφανοῦς καὶ ἀχ-
λυώδους διικνεῖται, ὅπερ ἐν ἄλλοις “φωνὴ δ᾿ αἰθέῤ ἵκανεν” (ΙΙ. 15,
686). ἀφανὴς δὲ οὗτος ἀνθρώποις.
772. ὑψηχέες] ὑψαύχενες, ἤτοι εἰς ὕψος ἀειρόμενοι μετὰ ἤχου. ἄριστοι γὰρ οἱ κυμβαλίζοντες ἵπποι.
774. τὸ σχῆμα προεπίζευξις· προθεὶς γὰρ ἓν ὄνομα δυϊκὸν ἐπάγει
πληθυντικὸν, καὶ λοιπὸν ἀναπληροῖ τῇ ἐπαγωγῇ· “ἔνθα μὲν εἰς
Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε” (Od. 10, 513) “εἰ
776. ἠέρα πουλὺν] ἀντὶ τοῦ πολλήν. ἀεὶ γὰρ θηλυκῶς φησὶ καὶ τὸ σκότος δηλοῖ τὸ δὲ ἐπὶ τοῦ συνήθους ἅπαξ εἶπε “δι᾿ ἀέρος αἰθέῤ ἵκανεν” (Il. 4, 288).
777. τοῖσιν δ᾿ ἀμβροσίην Σιμόεις] ποιητικοῦ κάλλους ἴδια ταῦτα, ὡς καὶ ἐπὶ τοῦ λέχους τοῦ Διός (Il. 14, 347). καλῶς δὲ οὐχ ὁ Σκάμανδρος ἀνέτειλε· Τρωσὶ γὰρ ἦν βοηθὸς οὗτος.
778. ἴθμαθ᾿ ὁμοῖαι] τὴν ὁρμὴν καὶ τὴν πτῆσιν· ἄτοπον γὰρ
τρυφερῶς βαδίζειν τὰς εἰς πόλεμον ἐσκευασμένας. ἄλλως. καλῶς
τῶν βουλομένων λαθεῖν τὰ ἴχνη περιστεραῖς εἴκασεν· ἀφανῆ γὰρ
αὐτῶν τὰ ἴχνη, ὡς Ἀριστοτέλης. ἢ καὶ διὰ τὸ καθαρὸν, ἢ διὰ τὸ ταχύ.
*οὐ περιστεραὶ γενόμεναι, ἀλλ᾿ ὅμοιαι τοῖς ἴθμασιν ἤγουν τοῖς ὁρμήμασι καὶ ταῖς πτήσεσι τῶν περιστερῶν εἰς τὸ στρατόπεδον ἔρχονται· τὸ γὰρ ὡς πελειάδας τὰς θεὰς πορεύεσθαι ἀπρεπές.
785. Στέντορι] τινὲς αὐτὸν Θρᾷκά φασιν, Ἑρμῇ δὲ περὶ μεγα- λοφωνίας ἐρίσαντα λέγουσιν ἀναιρεθῆναι, αὐτὸν δὲ καὶ τὴν διὰ κόχλου μηχανὴν εἰς τὰς μάχας εὑρεῖν. ἔθος δὲ Ὁμήρῳ τοῖς μὴ παροῦσιν εἰκάζειν τοὺς θεούς.
786. ἔν τισιν οὐκ ἦν ὁ στίχος, διὰ τὴν ὑπερβολὴν ταύτην τὴν
ψυχράν.
788. Ἀχιλλεύς] οὐκ ἐῷ λήθῃ δίδοσθαι τὸ ὄνομα τοῦτο ὁ ποιητής.
789. Δαρδανιάων] τῶν Σκαιῶν· φησὶ γὰρ “ἀλλ᾿ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανον” (Il. 9, 354).
795. ἀναψύχοντα, τό μιν βάλε] γυμνοῦντα πρὸς τὸ ἀποβαλεῖν
τὸν λύθρον. οὐ τὸ ἕλκος δὲ ἔβαλεν, ἀλλὰ βαλῶν εἰργάσατο ἕλκος,
ὡς τὸ “νεκρὸν ἄγειν προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς” (Il.
24, 151). πάντως γὰρ ὁ κτανὼν νεκρὸν εἰργάσατο. ἀνδρείου δὲ καὶ
καρτερικοῦ τὸ μὴ εἰς τὰς ναῦς μετὰ τὸ τραῦμα ἀναχωρῆσαι.
797. Ἀρίσταρχος τείρετο, αἱ δὲ κοιναὶ τρίβετο.
799. ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο] ἄκρως τοῦ ἀνθρωπίνου ἤθους μέμνηται· τοῦτο γὰρ καὶ νῦν γίνεται.
801. Τυδεύς] τῇ ἐπαναλήψει τοῦ ὀνόματος ηὔξηται Τυδεύς.
802. καί ῥ᾿ ὅτε περ] καὶ ὅτε αὐτὸν ἐγὼ ἀπετρεπόμην, ἡνίκα ἦλθεν ἄγγελος εἰς Θήβας, ὅμως ἐκεῖνος μαχητὴς ἦν. τὸ δὲ ἑξῆς ἀσύνδετον.
803. ἐκπαιφάσσειν] φῶ τὸ φαίνω, φάσσω, ἀναδιπλασιασμῷ
παφάσσω, πλεονασμῷ παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πτῶ πταίνω
παπταίνω. ἐκπαιφάσσειν δὲ τὸ φανεροῦν ἑαυτὸν, ἀλλ᾿ ἐν ἀγγέλου
μᾶλλον εἶναι σχήματι. δύναται δὲ εἰς τὸ ἐκπαιφάσσειν εἶναι στιγμὴ,
εἶτα ἀπὸ ἄλλης ἀρχῆς τὸ ὅτ᾿ ἤλυθεν.
ὅτε ἦλθε, φησὶν, εἰς Θήβας, ἐγὼ μὲν ἐκέλευον δαίνυσθαι, ὁ δὲ
ἐπολέμει. ὑπερβολὴ δὲ, εἴ γε καὶ ὑπὸ τῆς πολεμικωτάτης θεοῦ
κελεύεται ἡσυχάζειν ὡς ἂν ἄμετρον ἔχων δύναμιν.
807. πάντα] πάντα κοῦρον, ἢ τὰ ἀγωνίσματα. οὐ καθόλου δὲ εὑρέθη παρὰ Ἀριστάρχῳ τὸ “ῥηϊδίως· τοίη τοι ἐγὼν ἐπιτάρροθος ἦα·” ἐναντίον γάρ ἐστι τοῖς προκειμένοις.
809. σοὶ δ᾿ ἤτοι] ἐκ τῆς τοιαύτης ἀντιπαραθέσεως ἐλέγχει αὐτόν.
811. κάματος πολυάϊξ] ἐκ γὰρ πολλῆς κινήσεως ὁ κόπος.
812. ἀκήριον] τὸ εἰς ἀψυχίαν σε ἄγον φησίν.
827. μήτε σύ γ᾿ Ἄρηα] οὐ καθολικὴ, ἀλλὰ πρὸς τὸ παρὸν προ-
τρεπτικὴ ἡ παραίνεσις.
831. τυκτὸν κακόν] οὐ μόνον, φησὶ, φυσικὸν, ἀλλὰ καὶ ἐπιτη- δευτόν.
836. *ἐμμαπέως] αὐτίκα, εὐθὺς, ἅμα τῷ λόγῳ. γίνεται δὲ ἐκ τοῦ ἅμα καὶ τοῦ ἔπος, καὶ κατὰ ἀναστροφὴν ἐμμαπέως.
838. ἐμψύχως τὸ ἔβραχεν, ὡς τὸ “ἔκλαγξαν δ᾿ ἄῤ ὀϊστοί” (ΙΙ. 1, 46).
843. Ὀχησίου] Ὀχήσιος Οἰνέως υἱὸς, ὥς φησι Νίκανδρος ἐν τοῖς Αἰτωλικοῖς. κατὰ Διομήδους οὖν καὶ αὕτη τοῦ Ἄρεως ἡ πρᾶξις.
845. μή μιν ἴδοι] ἐπὶ τῷ πρὸ τῆς πληγῆς λαθεῖν· ἀμέλει μετὰ τὴν πληγὴν ὁρᾶται, ὡς καὶ τὸν Ἄρεα κατ᾿ αὐτῆς πρὸς τὸν Δία λέγειν.
851. ὑπέρ] τινὲς ἀντὶ τῆς ὑπὸ, ἵνα τρώσῃ αὐτὸν λαθών.
853. καὶ τό γε] δύναται μὲν Ἄρεϊ μονομαχεῖν Ἀθηνᾶ, φυλάσσει δὲ τὸν πόλεμον εἰς ἕτερον ὁ ποιητὴς καιρόν.
855. μόνον ὁρμᾶται Διομήδης, καὶ μόνον ἔχει τρώσεως ὄνομα.
δύο οὖν παρίστησι, καὶ τοὺς ἀσθενεῖς τῶν κρειττόνων ποιῶν κρατεῖν
διὰ προστασίας θεοῦ καὶ τοὺς ἀτακτοῦντας κολάζων.·
857. νείατον ἐς κενεῶνα] κατὰ τὸ ἔσχατον τῆς λαγόνος ἤτοι τὸ
ἐνδότατον. εἰ οὖν ἑπταπέλεθρος ὁ Ἄρης, πῶς τὸ δόρυ Διομήδους
τρῶσαι αὐτὸν δύναται κατὰ κενεῶνος ; ὅτι νῦν ἀνδρὶ εἴκασται·
“πάρα γάρ οἱ κεῖνος Ἄρης” φησὶ “βροτῷ ἀνδρὶ ἐοικώς.” τὸ δὲ
μίτρην κατὰ δοτικὴν Ἀρίσταρχος, Ἡρωδιανὸς δὲ μετὰ τοῦ ν, ὃ καὶ
βέλτιον.
865. καύματος ἐξ] ὅταν γὰρ καυματώδους οὔσης τῆς ἡμέρας
πρὸς ἀνατολὴν ἢ δύσιν ὁ ἀὴρ μέλας δοκῇ, προσδοκῶσιν ἄνεμον. τὸ δὲ
ἑξῆς οὕτως, ἐκ καύματος ἀνέμου ὁρμήσαντος δυσαέος, ὅ ἐστι σφο-
δροῦ. γίνονται γὰρ καὶ καυσωνικαὶ πνοαὶ κατὰ τὰς ἐαρινὰς καὶ θερι-
νὰς ὥρας, ὅτε νότοι πνέουσιν.
867. *τὸ ὁμοῦ ὁμοίως τοῖς νέφεσι διὰ τὸ σκοτεινόν.
εἰς τὸ νεφέεσσι διαστολὴ, ἵν᾿ ᾖ ἐγγὺς τῶν νεφῶν. καὶ Δημο-
σθένης “Ἄθηναῖοι δέ εἰσιν ὁμοῦ δισμύριοι” (adv. Aristogit. 1 p.
785). οἱ δὲ συνάπτουσιν ὅλον, ἀντὶ τοῦ ὑπὸ νεφῶν καλυπτόμενος καὶ
ἀνιὼν εἰς οὐρανόν.
870. αἷμα] οὐκέτι προσέθηκε τὸ ἰχώρ· προεδίδαξε γὰρ ἡμᾶς ὁποῖόν τί ἐστιν ἰχώρ.
871. ὀλοφυρόμενος] κυρίως ὀλοφυρμὸς ὁ μετὰ τίλσεως τριχῶν
θρῆνος, παρὰ τὸ τὰς οὔλας, ὅ ἐστι τὰς τρίχας, φύρειν.
874. ἀλλήλων ἰότητι] χαριζόμενοι, φησὶν, ἀνθρώποις ἀλλήλους διατίθεμεν κακῶς, οὐχ ὑπ᾿ ἀνθρώπων δὲ πάσχομεν· οὗτοι γὰρ ἀσθε- νεῖς πρὸς ἡμᾶς εἰσίν.
875. σοί] ἢ διὰ σέ, ἢ σὺ πᾶσι πολέμιος εἶ, ταύτην ἐπιτρέπων
καθ᾿ ἡμῶν ἀδεῶς. τὸ δὲ τέκες ἁπλοῖκῶς, ὡς ἐπὶ Ἡφαίστου “ἀλλὰ
τοκῆε δύω” (Od. 8, 312).
876. ἀήσυλα] ἥδω ἥσω, ἥσυλον καὶ ἀήσυλον. δηλοῖ δὲ τὰ μὴ τέρποντα καὶ ἥδοντα, μᾶλλον δὲ λυποῦντα.
877. ἄλλοι μὲν γάρ] τῇ ἀντιπαραθέσει χαλεπωτέραν ἐποιήσατο τὴν κατηγορίαν. διὰ δὲ τοῦ πειθηνίου καὶ τοὺς ἄλλους θεοὺς ἐπά- γεται.
878. περὶ πρόσωπον τὸ σχῆμα, ὡς παρὰ Εὐριπίδῃ (Or. 1483) “διαπρεπεῖς ἐγένοντο Φρύγες,” ἕκαστος καλῶς μαχόμενος.
879. προτιβάλλεαι] ὑπερβάλλεις, νικᾶς, ὅπως ὑπακούοι σοι.
880. αὐτὸς ἐγείναο] τοῦτο δέδωκεν ἀφορμὴν Ἡσιόδῳ τὸ αὐτὸς ἀντὶ τοῦ μόνος λαβεῖν, ὅπερ ὁ ποιητὴς οὐκ οἶδεν, ἀλλὰ λέγει ἀνιεῖς αὐτὴν, ἐπεὶ καὶ σὺ ἀΐδηλον αὐτὴν ἐγέννησας, ἤτοι ἐπιβλαβῆ.
882. *μαργαίνειν] μαίνεσθαι· καὶ μάργος ὁ μαινόμενος.
883. Κύπριδα μέν] ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων ἄρχεσθαι κατηγοριῶν, ἀλλ᾿ ἐξ ἑτέρων ὡμολογημένων.
884. δαίμονι ἶσος] ἐπιφθόνως καὶ κινητικῶς τοῦτό φησιν· ἢ ἀλα- ζονικῶς, ἵνα μὴ δοκῇ ὑπὸ τοῦ τυχόντος τετρῶσθαι.
886. πήματ᾿ ἔπασχον] καὶ πῶς ἂν ὁ Ἄρης ἔπασχε δεινὰ ἐν τοῖς
νεκροῖς κείμενος; εἰ μὲν γὰρ ζῶν, πῶς ἐπιφέρει διαστέλλων “ἤ κεν
ζὼς ἀμενηνός;” εἰ δὲ καὶ τεθνηκὼς, πῶς θεὸς ἀποθανεῖν ἠδύνατο ὡς
καὶ ἀποθανὼν ἔτι ἔπασχε δεινά; λύσις γὰρ τῶν δεινῶν ὁ θάνατος.
ῥητέον οὖν ὅτι ὁ δεύτερος ἢ ἀντὶ τοῦ εἴ συναπτικοῦ κεῖται, ὡς τὸ
“ὄφρα καὶ Ἕκτωρ εἴσεται, ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃ-
σιν” (ΙΙ. 16, 243)· καὶ ὁ λόγος οὕτως, δεινὰ ἂν ἔπασχον ἐν τοῖς
νεκροῖς κείμενος, εἰ ζῶν ἀσθενὴς διὰ τὸ τραῦμα ἦν.
887. ζώς] ἡ γενικὴ ζωοῦ· ἀπὸ γὰρ τοῦ ζωός ἐστιν ἡ συναίρεσις.
890. ἔχθιστος δέ μοί ἐσσι] ἀπαλλάσσει ἡμᾶς ὁ ποιητὴς τῶν
τοιούτων, καὶ πατρὶ ὄντι μεμισῆσθαι διὰ ταῦτα λέγων τῷ Διὶ τὸν
Ἄρεα. ἄχθεται δὲ αὐτῷ οὐχ ὅτι ἔριδι χαίρει, ἐπεὶ καὶ αὐτὸς γελῶ
ὅδ᾿ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας (ΙΙ. 21, 391), ἀλλ᾿ ὅτι ἀεὶ καὶ πάνυ.
καὶ οἰνόφλυξ λέγεται ὁ οἴνῳ χαίρων.
892. μητρός τοι μένος] τῆς Ἥρας μέγας ὁ θυμὸς κατὰ σοῦ. ἢ ἀνίκητός σού ἐστιν ἡ μήτηρ, πρὸς ἣν ἀντιτάσσῃ.
893. *σπουδῇ] ἀντὶ τοῦ μόλις.
895. ἀλλ᾿ οὐ μάν] ἔδειξεν ἦθος πατέρων διὰ τούτου τοῦ σχή- ματος.
898. εἰ μὴ ὅτι αὐτὴν ὡς πατὴρ ἐπέχω τῆς κατὰ σοῦ ὁρμῆς, πάλαι ἂν, φησὶν, ἦς τῶν ποτὲ οὐρανίων Τιτάνων ὑποχθονιώτερος.
902. ὡς δ᾿ ὅτ᾿ ὀπὸς] οὕτω καὶ τὸ φάρμακον, φησὶν, συνέπηξε τὸ
αἷμα καὶ ἐσάρκωσε τὴν πληγήν. ταχέως δὲ παρῆλθε τὸν τῆς ἰάσεως
τρόπον· ὁ μὲν γάρ ἐστι θεὸς καὶ τὴν τέχνην ἔχων, ὁ δὲ θεὸς καὶ τὴν
ἴασιν φθάνων.
*ὀπὸς ἡ παρὰ τοῖς ἰδιώταις λεγομένη πιτύα. ἔνιοι δὲ λέγουσι τὸν ἀπὸ τῶν σύκων ὀπόν· βέλτιον δὲ τὸ πρῶτον.
903. κυκόωντι] δοτικὴ ἀντὶ γενικῆς· κυκόωντι γὰρ ἀντὶ τοῦ ὑπὸ κυκόωντος.
905. ὡς ἀλλοπρόσαλλος ἤδη ἐπιλέλησται ὧν πέπονθε· διὸ τὸ ἔπος Ζηνόδοτος ἀθετεῖ.
907. αἱ δ᾿ αὖτις] καλῶς οὐ πάρεισιν ὅτε ἐνετύγχανεν Ἄρης, ἵνα μήτε ἀδολεσχοῖεν μήτε κατὰ δειλίαν δοκοῖεν σιωπᾶν. οὐ διὰ τῶν ἵππων δὲ ὑποστρέφουσι· προετερατολόγησε γὰρ αὐτοὺς ὁ ποιητής.
1. Τρώων] ἡ Τροία τὰ μὲν θαλάσσια πρὸς Ἑλλήσποντον ἔχει.
τὰ δὲ βόρεια πρὸς Ζέλειαν, τὰ δὲ ὑποκείμενα πρὸς Φρυγίαν, τὰ δὲ
μεσημβρινὰ πρὸς Λυδίαν. ὡς φιλέλλην δὲ ἐπάγει τοὺς θεοὺς, καὶ ἐξέ-
τασιν ἀμφοτέρων ποιεῖ. ἐμονώθη δὲ ἡ μάχη τῆς τῶν θεῶν συμμαχίας
οὕτως· Ἥρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν Ὅλυμπον ἀπίασιν, Ἀπόλ-
λων δὲ εἰς Πέργαμον· ὁ δὲ Ἄρης καὶ ἡ Ἀφροδίτη τέτρωνται ὑπὸ
Διομήδους. τινὲς δὲ τὸ οἰώθη ἀντὶ τοῦ ἰσώθη, ὡμοιώθη. φύλοπις
δὲ ὁ ἐμφύλιος πόλεμος κακῶς παρά τισι λέγεται· ἀλλ᾿ ἡ μετὰ
βοῆς φῦλα συνάπτουσα ἀμφότερα τῶν τε Τρώων καὶ Ἑλλήνων
μάχη. λέγεται δὲ καὶ ἡ κατὰ φῦλα, οἷον ἔθνους μετὰ ἑταίρου
οἰκείου πολεμούντων ἄλλων διὰ τὸ ὁμοψυχεῖν· “κρῖνε” γάρ φησιν
“ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγαμέμνον” (ΙΙ. 2, 362).
*φύλοπις] ἀπὸ τοῦ κατὰ φῦλα μάχεσθαι συνερχομένους.
2. ἔνθα καὶ ἔνθ᾿ ] ἢ ἐν τῷ διώκειν καὶ φεύγειν, ἢ ἐπὶ τὰ δεξιὰ καὶ
ἀριστερά. ἐξηγεῖται δὲ τὸ πολυάϊκος πολέμοιο (ΙΙ. 1, 165). ἴθυσε
δὲ τὸ ἰθὺς ὥρμησεν.
4. πρότερον ἐγέγραπτο “μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ στομαλίμνης·” ὕστερον δὲ Ἀρίσταρχος ταύτην τὴν γραφὴν εὑρὼν ἐνέκρινεν. Χαῖρις δὲ γράφει “μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Σιμόεντος.”
Ξάνθοιο] διὰ τὸ τραχὺ τοῦ Σκαμάνδρου εὗρεν ὄνομα τῷ μέτρῳ
ἐμπῖπτον, ἵνα μὴ δόξῃ ἄτιμον εἶναι. πολλάκις δὲ καὶ ἐφ᾿ ὧν τὸ
μέτρον οὐ κωλύεται, διττὰ ὀνόματα τάττει· “χαλκίδα κικλήσκουσι
θεοὶ, ἄνδρες δὲ κύμινδιν” (ΙΙ. 15, 291) “ὃν Βριάρεων καλέουσι θεοὶ,
ἄνδρες δέ τε πάντες Αἰγαιῶνα” (ΙΙ. 1, 403)· “ἄνδρες Βατίειαν
κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα” (ΙΙ. 2, 813). διὰ ταύτην τὴν
αἰτίαν καὶ τῷ Ἕκτορος υἱῷ Σκαμανδρίῳ ἕτερον ὄνομα περιτίθησι τὸ
Ἀστυάναξ. εἰ δέ τις ἐπιζητεῖ πῶς ἐν τοῖς ἑξῆς οὐ μόνον Ξάνθον,
ἀλλὰ καὶ Σκάμανδρον τὸν ποταμόν φησιν, ἴστω ὅτι ψεύδους παρεῖχεν
ὑποψίαν τὸ μὴ παραλαβεῖν ποτὲ τὸ κύριον.
5. Αἴας δὲ πρῶτος] τρισὶ μεταφοραῖς κέχρηται ἐπιφαίνων τὴν
ὁμοιότητα. ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο
πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ· καὶ πάλιν ὃ δύναται ῥῆξις
ἐσθῆτος τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἐδυνήθη ῥησσομένη ἡ φάλαγξ
καὶ τὸν στρατὸν παραβλάπτουσα· καὶ πάλιν ὡς ὀνίνησι φῶς τοὺς
σκότῳ κατεχομένους, οὕτως καὶ τοὺς θλιβομένους ὑπὸ τῆς τοῦ πολέμου
ἀχλύος ἡ τοῦ Αἴαντος ἐπέλαμψεν βοήθεια.
6. * ζητεῖται πῶς Αἴας ἀνελὼν τὸν Ἀκάμαντα “φόως δ᾿ ἑτά- ροισιν ἔθηκε,” μήπω ἀριστείας αὐτοῖς παραδεδομένης. ῥητέον οὖν ὅτι κατὰ τοῦτο φοβερὸς ἔδοξεν ὁ Ἀκάμας εἶναι, καθὸ ὁ Ἄρης αὐτῷ ἀπείκασται πολλοὺς Ἑλλήνων ἀναιρῶν.
9. κόρυθος φάλον] τὸ τῆς περικεφαλαίας λαμπρὸν, τὸ προμετω- πίδιον.
10. τινὲς τὸ μετώπω δυϊκῶς. καὶ ἀλλαχοῦ γάρ φησιν “ἐμῆς κόρυθος λεύσσουσι μέτωπα” (ΙΙ. 16, 70).
12. Ἄξυλον] οἰκεῖον φιλοξένῳ τὸ ὄνομα· Ἄξυλος γὰρ παρὰ τὸ
ἄγειν, ὡς καὶ παρὰ τὸ καλεῖν Καλήσιος. τινὲς δὲ τὸν ξύλα δαπα-
νῶντά φασιν, ἐπιτάσει τοῦ α.
14. ἀφνειὸς βιότοιο] πλούσιος τῷ βίῳ. δηλονότι δι᾿ ὅλης πλουτῶν τῆς ζωῆς.
15. πάντας, φησὶ, τοὺς παρατυγχάνοντας. ἡ δὲ ἐπί ἀντὶ τῆς παρά, ὡς τὸ ἐπὶ λιμένι οἰκῶν.
*Πορφυρίου. τὸ ὁδῷ ἔπι οἰκία ναίων οὐκ ἔστι τὸ παρὰ τὴν ὁδὸν
οἰκῶν, ἀλλ᾿ ἡ ἐπί δηλοῖ ἐν τούτοις τὸ ὑψηλὸν ἀπὸ τῆς γῆς· ἐπεὶ
τοίνυν ἐστὶν ἡ οἰκία ὑψηλοτέρα τῆς γῆς, καὶ ὁ οἰκῶν ἐν αὐτῇ ἐπάνω
γῆς οἰκεῖ. οὕτως ἔφη καὶ τὸ “τὴν μὲν ἔπειτ᾿ ἐπὶ βωμὸν ἄγων
πολύμητις Ὀδυσσεύς” (ΙΙ. 1, 440), ἤγουν παρὰ τὸν βωμὸν, ὅτι
κυρίως βωμὸς κατασκεύασμα ἐλέγετο ἀναβαθμοὺς καὶ βήματα ἔχον,
ὑψηλὸν ἀπὸ τῆς γῆς· διὰ τοῦτο οὖν ἐπὶ βωμὸν Ὀδυσσεὺς ἄγει. καὶ
οὗτος μὲν ὁ βωμὸς θυήεις, εἰς ὃν ἀναβαίνειν ἔστιν. ἔστι δὲ καὶ ἄλλος
ὅπου τὰ ἅρματα ἐτίθετο· “ἅρματα δ᾿ ἂμ βωμοῖσι τίθει” (ΙΙ. 8,
441). καὶ ἐπὶ τούτου οἰκείως χρησάμενος τῇ ἀνά προθέσει, καὶ τὸ
“ἥδ᾿ ἧσται ἐπ᾿ ἐσχάρῃ” (Od. 6, 305) σημαίνει ὡς τοῦ θρόνου
ὑψηλοτέρου ὄντος τῆς ἐσχάρας, καὶ τὸ “γενεὴ δέ τοι ἔστ᾿ ἐπὶ λίμνῃ
Γυγαίῃ” (ΙΙ. 20, 390), ἡ γένεσις καὶ ἡ γονὴ καὶ ὁ τόπος ἐν ὕψει
τῆς λίμνης.
16. ἀλλά οἱ οὔτις] δοκεῖ ἡ προσθήκη αὕτη τὸ κάλλιστόν τε καὶ
βιωφελὲς ἐξευτελίζειν ὡς οὐκ ὂν καλόν· καίτοι μᾶλλον ἐχρῆν καὶ
βοηθόν τινα ἐκ θεῶν τούτῳ ἀναπλάσαι, ἵν᾿ ἡμεῖς προτρεπώμεθα ἐπὶ
τὸ φιλόξενον. ἢ οὖν ἁπλῶς ἀναπεφώνηται, ὡς τὸ “οὐδὲ ἑκηβολίαι”
(ΙΙ. 5, 54)· ἢ ἀποδοκιμάζει τὴν ἄκριτον φιλοξενίαν καὶ τὸ μὴ
ἐπικρίνειν ποῖός τίς ἐστιν μέλλει δεξιὰν συνάπτειν. ἐναρέτων γὰρ
ἴδιον οὐχὶ τὸ πάντας φιλεῖν, ἀλλὰ τινάς· διὸ οὐδένα φίλον ἔσχεν.
εἶτα καὶ ἐπίορκος μετὰ τῶν ἄλλων ὑπόκειται· τὰ δὲ καλὰ καθα-
ρεύειν ἀπὸ τῶν ἐναντίων ὀφείλει.
17. πρόσθεν ὑπαντιάσας] ἢ ὑπερασπίσας, ἢ ἐναντιωθεὶς Διομήδει,
ἢ ἀντὶ τοῦ πρὸ τούτου, ἵνα ᾖ πρὸς Διομήδην καὶ καθ᾿ ὑπερβατόν·
ἀλλὰ πρόσθεν ὑπαντιάσας ἄμφω θυμὸν ἀπηύρα, τουτέστιν ἀμφοτέ-
ρων ἀφελόμενος τὸν θυμὸν αὐτοὺς ἀφείλετο· ἀφῃρημένης γὰρ τῆς
ψυχῆς κωφὸν τὸ σῶμα λείπεται.
19. πλεονάζει ἡ ὑπό, ὡς τὸ ὑποδμώς. ἢ ὅτι καὶ ὁ παραβάτης ἡνίοχος λέγεται, ὡς τὸ “θρασὺν ἡνίοχον φέροντες Ἕκτορα” (ΙΙ. 8, 89). τὸ δὲ γαῖαν ἐδύτην φησὶν, ὅτι γῆν ταφέντες ἐνεδύσαντο.
21. Αἴσηπον] οὗτος μὲν ἐξ Αἰσήπου τοῦ ποταμοῦ λέγεται, ὁ δὲ Πήδασος παρὰ τὸ πηδᾶν. οἱ δὲ περὶ Ἀρίσταρχον Πήρεχον τὴν Πήδασον λέγουσιν.
22. Νηΐς] ἢ παρὰ τὰ νήματα ἢ παρὰ τὰ νήϊα ξύλα· φασὶ γὰρ
τὰς λεγομένας Νηΐδας νύμφας ἐν ἑλώδεσιν ὄρεσι διαιτᾶσθαι. τὸ δὲ
Ἀβαρβαρέη κύριον· λέγει δὲ τὸ πολὺ καὶ χυδαῖον ἀβέρβηλον.
23. ἀγαυοῦ] τῷ γένει ἢ τῷ κάλλει· τὸν γὰρ Λαομέδοντος τρόπον οὐκ ἐπαινεῖ, ἐπειδὴ τοὺς περὶ Ἀπόλλωνα καὶ Ποσειδῶνα θεοὺς ἠδί- κησε, καὶ αὖθις Ἡρακλέα.
24. σκότιον τὸν ἐξ ἀδᾳδουχήτων γάμων λέγει. σκότιον δὲ ὡς
λόγιον· τὸ γὰρ κύριον παροξύνεται παρὰ Πινδάρῳ.
*σκότιον τὸν ἐκ λαθραίας μίξεως γεννηθέντα. τὸ δὲ κύριον ὄνομα Σκοτίος.
25. Ἀττικῶς ἀπὸ τῶν ὄντων τὸν τόπον δηλοῖ, ὡς τὸ “δήεις τόν
γε σύεσσι παρήμενον” (Od. 13, 407).
*τὸ ἐπί ἀντὶ τῆς παρά.
27. καὶ μὲν τῶν] οὗ μὲν τὰ γένη τῶν θανάτων προλέγει, οὗ δὲ ἐπιλέγει ἀεί ποτε.
35. ταύτην τὴν Πήδασον Μονηνίαν φασὶ τὸ πρότερον καλεῖσθαι·
Ἀχιλλέως δὲ αὐτὴν ἐπὶ πολὺ πολιορκοῦντος, εἶτα μέλλοντος ἀνα-
χωρεῖν, πηδήσασά τις παρθένος ἐρασθεῖσα αὐτοῦ ἐν μήλῳ ἔγραψεν
οὕτως “μὴ σπεῦδ᾿ , Ἀχιλλεῦ. πρὶν Μονηνίαν ἕλῃς· ὕδωρ γὰρ οὐκ
ἔχουσι· διψῶσιν κακῶς.” ὁ δὲ περιμείνας ὑπέταξε τὴν πόλιν, καὶ
Πήδασον ὠνόμασε διὰ τὴν παρθένον.
37. ζωὸν ἕλ᾿ ] καλὸν ἐπεισόδιον πρὸς ἐξαλλαγὴν ταυτότητος.
ἀτυζομένω] ἀπὸ τοῦ ἄττω, ἀτῶ, ἀτύσω, Αἰολικῶς ἀτύζω.
39. μυρικίνῳ] ἐπεὶ μεταξὺ ποταμῶν ἡ μάχη, εἰκότως μυρῖκαι πολλαί· καὶ ἐπὶ Δόλωνος “θῆκεν ἀνὰ μυρίκην” (Il. 10, 466). ἀγκύλον δὲ διὰ τοὺς τροχούς.
40. ῥυμῷ] ἐνταῦθα ἢ τὸν ἄξονα λέγει, ἢ τὸ τοῦ ῥυμοῦ τέλος, ὃ προσερείδεται τῷ ζυγῷ. ἄμεινον δὲ λέγειν τὸν ἄξονα· καὶ γὰρ καὶ “παρὰ τροχὸν ἐξεκυλίσθη” (42).
αὐτὼ μέν] γραφικῶς οἱ μὲν ἵπποι φεύγουσιν ἐπικειμένου τοῦ
ζυγοῦ· τὸ δὲ ἅρμα ἐπιπλέκεται μυρίκης κλάδῳ· ὁ δὲ Ἄδραστος
κυλισθεὶς ἐκ τοῦ ἅρματος κεῖται παρὰ τὸν τροχὸν ἐπὶ πρόσωπον· ὁ
δὲ Μενέλαος ἀνατετακὼς τὸ δόρυ ἐφέστηκεν αὐτῷ.
46. ἄξια δέξαι ἄποινα] οὐχ ὥρισε ποσότητα, ἀλλ᾿ ἐν ἑαυτῷ τὸν ἀριθμὸν κατέλιπεν. ἀπὸ δὲ διηγηματικοῦ εἰς μιμητικὸν μέτεισιν.
48. πολύκμητος] ὁ ἤδη εἰργασμένος, ἢ ὁ πολλοὺς κάμνειν (ὅ
ἐστιν ἀποθνήσκειν) ποιῶν· ἢ ὁ εἰς πολλοὺς καμάτους ἐπιτήδειος· ἢ
ὁ δυσκατέργαστος. ταῦτα δὲ λέγει, ἵνα μὴ ὡς πένητι αὐτῷ ἀπι-
στήσῃ.
49. χαρίσαιτο] μετὰ χαρᾶς δοίη. ἢ τὴν πρᾶσιν ἑτέρῳ ὀνόματι περιεκάλυψεν.
51. τῷ δ᾿ ἄρα θυμόν] μαλθακός ἐστιν αἰχμητὴς, ὅτι λόγος πολε- μίου τὴν ψυχὴν αὐτοῦ ὤρινεν.
53. καταξέμεν] ὑψηλὴ γὰρ καὶ ἀνεμόεσσα ἡ Ἴλιος.
54. ἦλθε θέων] ἦλθε πρὸ τοῦ συνθέσθαι Μενέλαον. τὸ δὲ ἀντίος
ὁ μὲν Ζηνόδοτος διὰ τοῦ ν γράφει, ἀντίον, ὁ δὲ Ἀρίσταρχος διὰ τοῦ
σ, ἀντίος· ὃ καὶ ἄμεινον.
56. ἦ] περισπαστέον τὸν ἦ· διαπορητικὸς γάρ ἐστι. πολὺ δὲ τὸ ἦθος ἐμφαίνει, λέγων ἆρα καλὰ πέπονθας πρὸς αὐτῶν.
58. στικτέον εἰς τὸ ἡμετέρας.
μηδ᾿ ὅντινα γαστέρι μήτηρ] μισητὰ καὶ οὐχ ἁρμόζοντα βασιλι-
κῷ ἤθει τὰ ῥήματα· τρόπου γὰρ ἐνδείκνυσι θηριότητα, ὁ δὲ ἀκροατὴς
ἄνθρωπος ὢν μισεῖ τὸ ἄγαν πικρὸν καὶ ἀπάνθρωπον. ὅθεν κἀν ταῖς
τραγῳδίαις κρύπτουσι τοὺς δρῶντας τὰ τοιαῦτα ἐν ταῖς σκηναῖς, καὶ
ἢ φωναῖς τισὶν ἐξακουομέναις ἢ δι᾿ ἀγγέλων ὕστερον σημαίνουσι
τὰ πραχθέντα, οὐδὲν ἄλλο ἢ φοβούμενοι μὴ αὐτοὶ συμμισηθῶσι τοῖς
δρωμένοις. δεκτέον δὲ λέγειν ὅτι εἰ μὲν ἔλεγε ταῦτα πρὸ τῆς ἐπιορ-
κίας, ἦν ἂν ἔγκλημα· ἐπειδὴ δὲ μετὰ τοὺς ὅρκους καὶ τὴν παράβα-
σιν, οὐκ ἐπαχθῆ· σχεδὸν γὰρ καὶ ὁ ἀκροατὴς τοῦτο βούλεται, τὸ
60. ἀκήδεστοι] μὴ ἔχοντες τὸν κηδεύοντα. ἄφαντοι δὲ, ὡς μηδὲ μνημεῖον αὐτῶν παραλείπεσθαι.
62. αἴσιμα] τὰ πρέποντα τοῖς ἀδικουμένοις. ἐμαρτύρησε δὲ αὐτῷ ὡς καλῶς διαθεμένῳ τοὺς λόγους. ὁ δὲ Μενέλαος ὡς ἱκέτην οὐ φονεύει. μέτριον οὖν καὶ ἀόργητον τὸ τούτου ἦθος χαρακτηρίζει· ὁ πρότερον γὰρ ἀδικηθεὶς, νῦν δὲ τρωθεὶς ἐπὶ σπονδαῖς, φείδεται τοῦ πολεμίου.
66. μακρόν] ὡς πρὸς τὴν ἑαυτοῦ δύναμιν μακρόν· ἢ καὶ αὐτὸς ὑπὸ τῆς χαρᾶς ἐπιρρώννυται.
70. κτείνωμεν] τῷ πόνῳ συζεύγνυσιν ἑαυτὸν, δυσωπῶν τοὺς νέους.
διὰ δὲ τὸ νεμεσητὸν οὐ πρὸ τῆς συμβολῆς τοῦτο παραινεῖ. τακτικὸς
γάρ ἐστι καὶ καλῶς παραινεῖν οἶδε. νεκροὺς δὲ λέγει τεθνειῶτας
τὸ ὂν δηλῶν, ὡς τάφρον ὀρυκτήν. ὁ δὲ Ζηνόδοτος “Τρώων ἀμπεδίον
συλήσομεν ἔντεα νεκρῶν,” ἵνα μὴ μόνον εἰς τὴν πρᾶξιν, ἀλλὰ καὶ εἰς
τὸ κέρδος συμπεριλαμβάνοι ἑαυτὸν ὁ Νέστωρ. ἀγνοεῖ δὲ ὅτι ἔθος
ἐστὶν Ὁμηρικὸν τὸ τοιοῦτον, ὡς τὸ “ἀλλ᾿ ἄγεθ᾿ , ὡς ἂν ἐγὼ εἴπω,
πειθώμεθα πάντες” (ΙΙ. 2, 139)· ὤφειλε γὰρ πείθεσθε. καὶ “νῦν
μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσιν” (ΙΙ. 18, 298). ἔδει
γὰρ εἰπεῖν ἑλώμεθα.
73. ἔνθα κεν αὖτε Τρῶες] λίαν οἶδε τὸ τῆς εἱμαρμένης ὁ ποιη- τὴς, ὡς καὶ ἐπὶ Ἀχιλλέως. καὶ νῦν οὖν ἀπεφθάρησαν ἂν, εἰ μὴ ἱκέτευσαν.
77. διὰ τὸ ἀλαζονικὸν συμπεριλαμβάνει καὶ Αἰνείαν· τραχὺς γὰρ ὁ Ἕκτωρ πρὸς τοὺς συμβούλους.
78. ἐγκέκλιται] ἐρήρεισται, ἐπίκειται, ἐκ μεταφορᾶς τῶν καμ-
νόντων ἀρρωστίαις καὶ προσαναπαυομένων ἰσχυροτέροις σώμασιν, ἢ
τῶν ζυγοστατουμένων. Λυκίων δὲ κατ᾿ ἐξοχὴν τῶν συμμάχων. φησὶ
δὲ ὅτι ἐὰν ὑμεῖς ἀπόλησθε, στραφήσεται ὁ πόλεμος καὶ ἡ βουλή.
*Πορφυρίου. τί βούλεται τὸ “Αἰνεία τε καὶ Ἕκτορ ἐπεὶ—
φρονέειν τε;” τὸ μὲν οὖν ἐγκεκλίσθαι τὸν πόνον αὐτοῖς ἔχει τὴν
μεταφορὰν ἤτοι ἀπὸ τῶν χειραγωγουμένων δι᾿ ἀσθένειαν καὶ ἐπικλι-
των· καὶ ἡ αἰτία, οὕνεκ᾿ ἄριστοι πᾶσαν ἐπ᾿ ἰθύν ἐστε. ἡ ἰθὺς οὖν ἡ
ὁρμὴ, ἀπὸ τοῦ πρόσω φέρεσθαι· ἐπὶ πᾶσαν οὖν ὁρμὴν καὶ τοῦ φρονεῖν
καὶ τοῦ μάχεσθαί ἐστε ἄριστοι. ἢ ἰθὺς ἡ ὀρθότης· ἄριστοι οὖν ἐστὲ
ἐν πάση ὀρθότητι τοῦ τε φρονεῖν καὶ μάχεσθαι.
ἀρετὴ τῶν ἡγουμένων βουλεύεσθαι μὲν ἄριστα τὸ συμφέρον,
πράττειν δὲ κάλλιστα τὸ βεβουλευμένον. θεραπεύει δὲ αὐτοὺς, ἵνα
ὡς φρόνιμοι δέξωνται τὴν συμβουλήν. Ἕκτορα δὲ πέμπει ὡς πεί-
σοντα τὴν θεὸν διὰ τῆς ἀξιοπιστίας.
80. στῆτ᾿ αὐτοῦ καὶ λαὸν ἐρυκάκετε] ὁ τρόπος σύλληψις· τῷ
μὲν ἑνὶ στῆναι κελεύει πρὸ τῶν πυλῶν μὴ συγχωροῦντι φυγεῖν, τῷ
δὲ ἑτέρῳ περιιέναι ὀτρύνοντι. ἢ τὸ στῆτε τῆς φυγῆς παύεσθε. οἱ
δὲ ἀντιστρέφουσιν, ὡς τὸ “εἵματά τ᾿ ἀμφιέσασα θυώδεα καὶ λού-
σασα” (Od. 5, 264).
81. χερσὶ γυναικῶν] καλῶς οὐκ εἶπε πύλῃσιν ἢ οἴκοισιν, τοῦτο
γὰρ εὐσχημονέστερον, ἀλλὰ χερσὶ γυναικῶν· τοῦτο δὲ ἀσχημονέ-
στερον καὶ ἀτιμότερον.
84. ἡμεῖς] ἐγὼ καὶ Αἰνείας. πιθανῶς δὲ τοῖς ἐπικινδύνοις ἑαυτὸν καταλέγει.
87. γεραιάς] τινὲς γεραιράς ἀναγινώσκουσιν, ἵνα δηλοῖ τὰς ἱερείας, τὰς ἐκ τῶν ἱερῶν γέρας δεχομένας.
88. εἰς τό γλαυκώπιδος στικτέον, καὶ λείπει ἡ εἴς· συνάγου- σα εἰς τὸν ναὸν τὰς γεραιὰς καὶ ἀνοίξασα τὰς θύρας αὐτοῦ ἐν τῇ ἀκροπόλει. ἢ περισσοὶ οἱ δύο στίχοι· διὸ οὐδὲ ὑπὸ τοῦ Ἕκτορος λέγονται· οὐ γὰρ αὐτῇ τὸ οἶξαι προσῆκεν.
90. διδάσκει ἐκ τῶν καλλιστευόντων τὸ θεῖον τιμᾶν.
92. ἡ ἐπί ἀντὶ τῆς παρά, ὁμοίως τῷ “ἡ μὲν ἐπ᾿ ἐσχάρῃ ἧστο.”
Στράβων γάρ φησι καθῆσθαι πρώην τὰ ἀγάλματα τῆς Ἀθηνᾶς. ἢ
ἐξαρτῆσαι αὐτῆς κελεύει. φασὶ δὲ τὸ διοπετὲς ἀνδρὸς δορὰν ἠμ-
*πῶς δὲ ὀρθοῦ ὄντος τοῦ Παλλαδίου τὸν πέπλον ἐπὶ γούνασι
θεῖναι παρακελεύεται; καὶ τινὲς μὲν οὖν φασὶν ὅτι πολλὰ τῶν
Παλλαδίων κάθηται. οἱ δὲ ἀπὸ μέρους τὸ ὅλον σῶμα, ὡς ἐπὶ τοῦ
ἐϋκνήμιδες Ἀχαιοί. οἱ δὲ, ὅτι γούνατα καὶ τὰς ἱκετείας φησί·
λέγει γὰρ “ἀλλ᾿ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται” (Od. 1,
267), τουτέστιν ἐν τῇ τῶν θεῶν λιτανείᾳ καὶ δεήσει. θεῖναι τὸν
πέπλον ἐπὶ γούνασιν Ἀθηναίης ἀντὶ τοῦ ἐπὶ λιτανείᾳ καὶ δεήσει.
καὶ τὸ ἐπί οὖν ἀντὶ τῆς παρά, ὡς ἐν τῷ “ποιμαίνων δ᾿ ἐπ᾿ ὄεσσιν
ἐμίγη φιλότητι” (Il. 6, 25) ἀντὶ τοῦ παρὰ τοῖς ὄεσσιν. οὕτω
γοῦν καὶ ἐπὶ γούνασιν ἀντὶ τοῦ παρὰ γούνασιν Ἀθηναίης.
102. οὔτι κασιγνήτῳ ἀπίθησεν] καὶ γὰρ καὶ τὸ μονομάχιον τούτῳ
πεισθεὶς ἐποίησεν. δεισιδαίμων δὲ ὢν οὐ θέλει παρέργως τὴν θυσίαν
γενέσθαι. ἄλλως τε παροξύνει αὐτοὺς καὶ καταλείπει Αἰνείαν. ἢ
πρὸς ἀνάπαυσιν τῶν στρατευμάτων. διὸ καὶ τὸ μονομάχιον Γλαύκου
παράγεται. ἢ ἐπεὶ ὠνείδισται ὑπὸ Σαρπηδόνος, Ἀλέξανδρον θέλει
παρεγεῖραι.
106. ἐλελίχθησαν] διεγείρει γὰρ αὐτὸν ἡ τοῦ “πάντη ἐποιχό- μενοι” (Il. 6, 81) ἔπειξις.
108. δέ] ὁ δέ ἀντὶ τοῦ γάρ.
109. ὡς] ἀντὶ τοῦ οὕτως· τινὲς δὲ συνάπτουσιν ὅλον, τὸ ὡς ἀντὶ τοῦ ὅτε λέγοντες.
110. ἐκέκλετο] ἀπὸ τοῦ κέλω ἐκέλετο, καὶ πλεονασμῷ τοῦ κ ἐκέκλετο.
112. ἐπιπληχθεὶς ὑπὸ Σαρπηδόνος μετριώτερος γέγονε, καὶ τὴν προσφώνησιν φιλανθρωποτέραν ποιεῖται.
113. ὄφῤ ἂν ἐγὼ βείω] ταύτην τὴν ἀπολογίαν ποιεῖται, ἵνα μὴ δοκῇ φεύγειν.
114. βουλευτῇσι] ὁ μὲν Ἕλενος ἔλεγεν “εἰπὲ δ᾿ ἔπειτα μητέρι
σῇ καὶ ἐμῇ· ἡ δὲ ξυνάγουσα γεραιάς.” ὁ δὲ Ἕκτωρ τὴν μὲν ὑπὲρ
Διομήδους ἐκκλέπτει εὐχὴν, τοῦ δὲ εὐπρεποῦς ἕνεκα προστίθησι τοὺς
προβούλους γέροντας. πιθανῶς δὲ καὶ τοῖς βουλευταῖς φησὶν, ἵνα
μὴ δοκῇ γυναῖκας μόνας ἐπὶ τοῦ στρατεύματος ὀνομάζειν.
115. δαίμοσιν ἀρήσασθαι] ἐπέρρωσεν αὐτοὺς χρηστῇ ἐλπίδι· δε- δίασι γὰρ ὡς παρασπονδήσαντες.
116. ἀπέβη] καὶ πῶς ἔδει τοσαύτῃ περιστάσει συνεχομένων τῶν
Τρώων ἀναχωρεῖν καὶ μὴ μᾶλλον ἐπικηρυκεύσασθαι τὴν θυσίαν;
ἀλλ᾿ ᾔδει τοὺς Τρῶας ἐθελοκακοῦντας τῇ ἀπουσίᾳ Ἀλεξάνδρου, καὶ
μᾶλλον ἐπὶ τοῦτον ὥρμητο, ἵνα διεγείρῃ καὶ αὐτόν.
*Πορφυρίου. ἡ εἰς τὴν Ἴλιον ἐπάνοδος τοῦ Ἕκτορος ἀλόγως
ἔχειν δοκεῖ· καὶ γὰρ διὰ κήρυκος τὰ περὶ τὴν θυσίαν ἀποσταλῆναι
ἡδύνατο. ἡ λύσις ἐκ τοῦ καιροῦ. τῶν γὰρ Τρώων ἐθελοκακούντων
διὰ τὴν τοῦ Ἀλεξάνδρου ἀπουσίαν, τὸ πλέον ἐπὶ τούτους πορεύεται.
*ἀποροῦσιν ἐπὶ τῇ ἀποστάσει Ἕκτορός τινες τῇ εἰς τὴν πόλιν
γεγονυίᾳ, πάσης οὕτως τῆς ῥοπῆς τῶν πραγμάτων παρὰ τοῖς Ἕλλη-
σιν οὔσης. δυνάμενος ὁ Ἕκτωρ καὶ ἄλλον ἀποστέλλειν πρὸς τὴν
μητέρα, ἵνα εὔξηται καὶ τὰς ἄλλας εἰς τοῦτο παρακαλέσῃ, οὐ ποιεῖ
τοῦτο, ἀλλ\᾿ αὐτὸς ἄπεισιν. οἱ μέν φασιν, ὅπως τῇ γυναικὶ διαλεχθῇ,
τοῦτο τὸν ποιητὴν οἰκονομῆσαι· οἱ δὲ τοῦτο μὲν ἄλλως φασὶν ἐπα-
κολουθῆσαι, προηγούμενον δὲ ἰδεῖν ὡς εὔλογον εἶναι ἀπαίτησιν. . . . .
φασὶν ὅτι παρών τε οὐδὲν ὠφέλει καὶ ἀπελθὼν ἐξ ὧν ὁ μάντις ἔλεγεν
ἀπαλλαγὴν τῶν παρόντων εὕρισκε, παρασκευάσας τὸ θεῖον εὐμενές.
καὶ οὐ μικρὰν δὲ ἔφασαν ἐπιστροφὴν τοῦ θείου εἶναι τὸ ἢ διὰ τοῦ
τυχόντος ἢ διὰ τοῦ προεστῶτος τῶν πραγμάτων γίνεσθαι τὴν θερα-
πείαν, ἐπεὶ οὐδὲ τὸ ὑπὸ οἰκέτου τυχεῖν διακονίας ὅμοιον τῷ ὑπὸ τοῦ
υἱοῦ ἢ ἀδελφοῦ ἢ γυναικός· ὑπὸ τῶν ἀρίστων γὰρ τιμωμένους τοὺς
θεοὺς εἰκὸς μᾶλλον χαίρειν ἢ ὑπὸ τῶν τυχόντων. ἔπειτ᾿ οὐ περὶ τοῦ
Ἕκτορος ζητεῖν δεῖ, διὰ τί χωρίζεται πεισθεὶς τῷ μάντει καὶ τούτου
ἀναθεῖναι τὸν χαριέστατον ἠδὲ μέγιστον, καὶ βουθυσίας ὑποσχέσθαι,
καὶ διὰ πρεσβυτίδων γυναικῶν καὶ ἐντίμων καὶ τῶν ἱερειῶν γενέσθαι
τὰς εὐχὰς, οὑτωσὶ δὲ καὶ ὅτι διὰ πρεσβευτοῦ καὶ ἀξιόχρεω Ἕκτορος
παντὶ λῷον ἐφάνη τὴν πραγματείαν γενέσθαι, μείζονα ἔχοντος τὴν
τοῦ συμφέροντος κατάληψιν ἢ οἱ ἄλλοι ἰδιῶται. καὶ μῆνις θεῶν
πολλάκις ἰδίως διά τινος λύεται προσώπου, καὶ διὰ τοῦδε μᾶλλον
τοῦ ἱερείου ἢ τοῦδε, καὶ τῶνδε παρόντων ἢ τῶνδε. χωρὶς δὲ τούτων,
οὐκ ἔρημον ἄρχοντος κατέλιπε τὸ στρατόπεδον, ἀλλ᾿ οἵ τε ἀδελφοὶ
παρῆσαν πολλοὶ καὶ ὁ Αἰνείας καὶ οἱ Ἀντηνορίδαι καὶ Πουλυδάμας,
ἀξίωμα ἐπὶ τῷ μάχεσθαι καὶ φρόνημα οὐ μικρὸν ἔχοντες. δεῖ οὖν
μᾶλλον λογίζεσθαι διὰ τὴν εἰρημένην χρείαν καὶ ἄλλα παρευρίσκειν
ὠφελεῖν μέλλοντα τοὺς οἰκείους, ὧν καὶ τὸ ἐξαγαγεῖν κρυπτόμενον
τὸν Ἀλέξανδρον καὶ οἴκοι διατρίβοντα· πρὸς ὃν εἰκὸς ἀγανακτοῦντας
τοὺς Τρῶας ἐθελοκακεῖν ἐν τῷ πολέμῳ. ῥᾳδίως δὲ οὐκ ἂν ἐξήγγελλε,
πέμψας ἄλλους πρὸς αὐτόν.
117. ἀμφὶ δέ μιν σφυρὰ] ἐναργῶς ἐδήλωσε θέοντα καὶ ὑπὸ τῆς
ἀμφιβρότης ἀσπίδος τυπτόμενον. καταλλήλως δὲ εἶπεν ὅτι κατὰ τὰ
σφυρὰ καὶ τὸν αὐχένα ἡ δερματίνη ἄντυξ αὐτὸν ἔτυπτεν. οὐκ ἐπὶ
ἵππων δὲ ἀναχωρεῖ διὰ τὸ μὴ δοκεῖν φεύγειν, ἢ ἐπεί πρὸς ἱκετείαν
ἄπεισιν· ἢ ὅπως καὶ οἱ πολέμιοι θεώμενοι τὸ ἅρμα μὴ δοκοῖεν αὐτὸν
ἀπηλλάχθαι.
119. διαναπαύει τὸν ἀκροατὴν γενεαλογίας καὶ μύθους παρεμβα-
λὼν, οὐκ ἐᾷ τε κενὴν τὴν ἄφιξιν Ἕκτορος, ὅ τε στρατὸς διαναπαύεται
ἀφορῶν τὸ τέλος τῶν ἀριστέων. καὶ Ἑλλήνων ὑποχωρησάντων καὶ
κενοῦ ὄντος τοῦ μεταιχμίου προπηδᾷ Γλαῦκος. ἐν τάχει μὲν οὖν
πέφρασται, ὅμως δὲ πρὸς ὠφέλειαν ταῦτα ὁ ποιητὴς ἐπεξείργα-
σται.
120. ἐς μέσον ἀμφοτέρων] διεστῶτες γὰρ ἦσαν καὶ ἀναπαυ- όμενοι.
123. τίς δὲ σύ ἐσσι] μέχρι γὰρ τοῦ τρῶσαι τοὺς θεοὺς τὴν ἀχλὺν ἀφῄρητο· νῦν δὲ περίκειται αὐτήν.
124. οὐ μὲν γάρ ποτ᾿ ὄπωπα] δευτέραν γὰρ Σαρπηδόνος ἔχων τὴν τάξιν οὐ προεμάχει. ἢ ἐν τῇ πρὸς ἐμὲ, φησὶ, μάχῃ οὔ πώ σε τεθέαμαι.
125. προβέβηκας] ὡς δὴ ἀναπαυομένων τῶν φαλάγγων χώραν λαβὼν ἔπεισιν αὐτῷ.
127. δυστήνων] κακὴν ἐχόντων τὴν στάσιν, ἢ δυσθανῶν.
128. ὡς τὸ “βὰν δὲ κατ᾿ Ἰδαίων ὀρέων” (Il. 8, 410) καὶ “ὣς
φαμένη κατέβαιν᾿ ὑπερώϊα σιγαλόεντα” (Od. 18, 205), ἵνα καὶ
τοῦτο τῷ εἰλήλουθας συντάσσοιτο. οἱ δὲ ἀντὶ τῆς ἀπό. τοῦτο δέ
φησιν, ἐπεὶ εἶπε “φὰν δέ τιν᾿ ἀθανάτων” (108)· τὸ γὰρ παρά-
δοξον τῆς τόλμης ἀπιστεῖν αὐτὸν εἰκότως ἐργάζεται.
129. * Πορφυρίου. πῶς, φασὶ, λέγει Διομήδης “οὐκ ἂν ἔγωγε—
Λυκούργου” καὶ τὰ ἑξῆς; πῶς γὰρ παραιτεῖσθαι λέγων τὸ θεομα-
χεῖν αὐτὸς μὲν δύο τέτρωκε θεοὺς ἤδη, τὸν Διόνυσον δὲ ἐν αὐτοῖς
τούτοις μαινόμενον λέγει καὶ πεφευγέναι εἰς θάλασσαν φοβηθέντα;
ἄτοπον γὰρ καὶ ψεύστην ὁμοῦ καὶ βλάσφημον τὸν Διομήδη κατε-
λέγχον. λύσις. τὸ μὲν οὖν τρῶσαι θεοὺς οὐ κατὰ προαίρεσιν αὐτοῦ
γέγονε, καθ᾿ ὑπηρεσίαν δὲ ἄλλης θεοῦ, κατὰ θεῶν ἕπεσθαι καὶ αὐτῆς
κελευσάσης. τοῖς δύο δ᾿ εἰρηκυίας Ἀθηνᾶς μόνοις δεῖν ἐναντιωθῆναι,
καὶ διὰ τούτους τὴν ὁμίχλην ἀφελούσης καὶ τὴν ἀπὸ τούτων μόνων
ἀγνωσίαν ἀφῃρημένης, προσθείσης δὲ “μή τί σύ γ᾿ ἀθανάτοισι
θεοῖς ἀντικρὺ μάχεσθαι τοῖς ἄλλοις” (Il. 5, 130), καὶ τοῦ Διομή-
δους εἰπόντος “ἀλλ᾿ ἔτι σῶν μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας, οὔ μ᾿
εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι τοῖς ἄλλοις” (ib. 818),
Γλαύκου δὲ θρασύτερον ἐπιόντος, εὐλαβεῖται μή τις εἴη θεὸς, καὶ
τῆς παραγγελίας εἰς μνήμην ἀγείρει, λέγων “οὐκ ἂν ἔγωγε θεοῖσιν
ἐπουρανίοισι μαχοίμην.” μαινόμενος δὲ ὁ Διόνυσος οὐ κατὰ βλασ-
φημίαν εἴρηται, ἀλλὰ παραστατικῶς τῆς τοῦ θεοῦ κατὰ βακχείαν
ὁρμῆς. φλέγοντος ἰσχυρῶς καὶ ἀκμάζοντος καὶ ἐρρωμένου ἐν τῇ τῆς
χορείας καταστάσει, ὁμοίως τῷ “μαίνετο δ᾿ ὡς ὅτ᾿ Ἄρης ἐγχέσ-
παλος ἢ ὀλοὸν πῦρ” (Il. 15, 605). καὶ ἐν τῇ συνηθείᾳ δὲ ἐπὶ τῶν
ἥρωσιν ἀνατέθεικεν. τὰ δὲ κατὰ τὴν Λυκούργειαν οἰκεῖον ἦν εἰδέναι
τῷ Διομήδει. Οἰνεὺς γὰρ ὁ πάππος αὐτοῦ ὁμόλεκτρος λέγεται
Διονύσῳ γενέσθαι· οἶδεν οὖν εἰκότως τὰ κατὰ τὸν Διόνυσον, καὶ
ὁποίου τέλους ἔτυχεν ὁ πρὸς τοῦτον μαχεσάμενος Λυκοῦργος. ἐναρ-
γῶς δὲ καὶ ἐν ὀλίγοις καὶ κυρίᾳ τῇ λέξει χρώμενος χορείαν ἀπήγγειλε
Βακχῶν· ὁ μὲν γὰρ Λυκοῦργος τὸν πέλεκυν ἀνατετακὼς ὁρᾶται
(οὗτος γάρ ἐστιν ὁ βουπλήξ), αἱ δὲ φεύγουσαι κατὰ τὸ ὄρος, οἱ δὲ
θύρσοι κείμενοι χαμαὶ, ὁ δὲ Διόνυσος διὰ δέος καταδυόμενος εἰς τὴν
θάλασσαν ὡς ἂν ἔτι παῖς, καὶ Θέτις ὑποδεχομένη τοῖς κόλποις ὡς
νήπιον ἔτι καὶ παῖδα, τὸν δὲ δεδιότα διὰ τὴν ἀπειλὴν τοῦ ἐπανατεινα-
μένου τὸν πέλεκυν ἀνδροφόνου Λυκούργου. καὶ τὸ τὰ θύσθλα δὲ
καταχέαι φάναι, ἀλλὰ μὴ ῥῖψαι, τὸ ἁβρὸν τῶν περὶ τὸν Διόνυσον
Βακχῶν παραστήσει.
132. νομίζουσί τινες μηδὲ Διόνυσον εἶναι παῤ Ὀμήρῳ θεὸν,
ἐπειδήπερ ὑπὸ Λυκούργου διώκεται, καὶ μόλις δοκεῖ σωτηρίας τυχεῖν
Θέτιδος αὐτῷ παραστάσης. τὸ δ᾿ ἐστὶν οἴνου συγκομιδῆς γεωργικὴ
ἀλληγορία, δι᾿ ὧν φησὶν “ὅς ποτε μαινομένοιο—κόλπῳ δειδιότα.”
μαινόμενον μὲν εἴρηκεν ἀντὶ Διονύσου τὸν οἶνον, ἐπειδήπερ οἱ πλείονες
τῷ πότῳ χρώμενοι τοῦ λογισμοῦ διασφάλλονται, ὥσπερ τὸ δέος
χλωρόν καὶ πευκεδανὸν, εἰ τύχοι, λέγει τὸν πόλεμον· ἃ γὰρ ἀπ᾿
αὐτῶν συμβαίνει, ταῦτα ἐκείνοις εἴρηκε περιάψας ὅθεν ἄρχεται τὰ
πάθη. Λυκοῦργος δὲ ἀνὴρ καὶ ἀμπέλου λήξεως δεσπότης, μετὰ τὴν
ὀπωρινὴν ὥραν, ὅτε συγκομιδὴ τῶν Διονυσιακῶν καρπῶν ἐστὶν, ἐπὶ τὴν
εὐφορωτάτην ἐξεληλύθει Νῦσαν. τιθήνας δὲ τοῦ Διονύσου νομίζειν
δεῖ τὰς ἀμπέλους. καὶ μετὰ τοῦτο ἔτι δρεπομένων τῶν βοτρύων φησὶ
“Διώνυσος δὲ φοβηθεὶς,” ἐπειδήπερ ὁ μὲν φόβος εἴωθε τρέπειν τὴν
διάνοιαν, ὁ δὲ τῆς σταφυλῆς καρπὸς τρεπόμενος, θλιβόμενος εἰς οἶνον·
δέος εἶπε καὶ τρόμον. οὕτως ὁ Ὅμηρος οὐ φιλοσοφεῖν μόνον ἀλλη-
γορικῶς, ἀλλὰ καὶ θεωρεῖν ἐπίσταται. θύσθλα δὲ αἱ κράδαι αἱ βακ-
χικαὶ, ἤτοι συκῆς φύλλα. ἔνιοι δὲ τὰ ἐπιφερόμενα τοῖς βωμοῖς· οἱ
δὲ τὰ φύλλα τῆς ἀμπέλου, ἢ κισσὸν, ἢ κλάδους, ῥάβδους, νάρθηκας,
θύματα, στεφάνους, χοάς.
133. ἐν διαφόροις τόποις ἱστοροῦσι τὰ περὶ Νυσίαν· ἄμεινον δὲ τὰ περὶ Θράκην ἀκούειν καὶ Σαμοθρᾴην, καὶ τὸν Διόνυσον ἐκεῖσε δύνειν ἔνθα καὶ Θέτις διῆγε “μεσσηγὺ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης” (Il. 24, 78).
134. θύσθλα] οἱ μὲν τοὺς κλάδους, οἱ δὲ τὰς ἀμπέλους, οἱ δὲ τοὺς
θύρσους, οὓς ἐβάσταζον, ὃ καὶ ἄμεινον.
135. φοβηθείς] μικρὸς γὰρ ἦν ἀπὸ τοῦ καὶ τὰς τιθήνας αὐτῷ συγκαταλέγεσθαι καὶ εἰς τὸν κόλπον αὐτὸν δεδυκέναι καὶ Λυκοῦργον μὴ τιμωρήσασθαι.
138. ῥεῖα ζώοντες] ὁ γὰρ ἡμῶν βίος παρὰ τὴν βίαν ὅλως ἐστίν.
139. τυφλὸν ἔθηκε] ἐπεὶ τὰς τελετὰς ὁρῶν οὐκ ἐσωφρόνει, οἰκείως τὰς ὄψεις κολάζεται.
148. τηλεθόωσα] εἰς ὕψος θάλλουσα καὶ αὐξομένη.
149. ἠμὲν—ἠδ᾿] δύναται μὲν καὶ ἄρθρα εἶναι, ἄμεινον δὲ συνδέ-
σμους αὐτοὺς ἐκδέχεσθαι. Ἀλεξίων δὲ εὐθύνει τὰ ἄρθρα σολοικισμὸν
κατὰ τὴν φράσιν νομίζων, καί φησι, πῶς ἑνικὸν ὂν τὸ γενεή ἐπιμε-
ρίζεσθαι δύναται; κακῶς δέ· δύναται γὰρ καὶ ἐξ ἑνικοῦ ἐπιμερισμὸς
γενέσθαι.
*φύει] τὸ φύω σημαίνει τρία, τὸ ἀναβλαστάνω, ὡς ἐνταῦθα, καὶ
τὸ ὑπάρχω, ὡς τὸ “θεὸς περφυκώς,” καὶ τὸ κρατῶ καὶ περιπλέκομαι,
ὡς τὸ “ἐν τʼ ἄρα οἱ φῦ χειρί (Il. 6, 253) καὶ τὸ “ὣς ἔχετʼ
ἐμπεφυυῖα” (Il. 1, 513).
150. εἰς τὸ θέλεις ὑποστικτέον, ἵνα ᾖ τὸ δαήμεναι ἀντί τοῦ δάηθι.
152. τὴν Κόρινθον λέγει. εἰσὶ δὲ Ἔφυραι καὶ ἄλλαι, ἡ ἐν Θεσπρωτίᾳ, ἡ ἐν Θεσσαλίᾳ, ἡ ἐν Οἰνόῃ, καὶ νῆσος περὶ Μῆλον.
153. κέρδιστος] μέσον ἐστὶ τοῦτο τὸ ὄνομα· ὡς συγγενὴς δὲ οὐ βλασφημεῖ. ἡ δὲ ἐπανάληψις τὸν ἔνδοξον παρίστησι καὶ τὸν συνετόν.
155. * Βελλεροφόντην] οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους. ἀνελῶν
δὲ Βέλλερον τὸν Κορινθίων δυνάστην Βελλεροφόντης ἐκλήθη. ἦν δὲ
φύσει μὲν παῖς Ποσειδῶνος, ἐπικλήσει δὲ Γλαύκου. λαβὼν δὲ παρὰ
Ποσειδῶνος τὸν Μεδούσης τῆς Γορυόνος Πήγασον πτερωτὸν ἵππον
(διὰ γὰρ τοῦτο ἔσχε καὶ τὴν προσηγορίαν, ὅτι ἐκπεπηδήκει ἐκ τοῦ
τῆς Γοργόνος τραχήλου), τούτῳ ἐπωχεῖτο. δράσας δὲ ἐμφύλιον
φόνον, Βέλλερον γάρ τινα, ὡς ἔφην, τῶν πολιτῶν ἀποκτείνας φεύγει
εἰς Ἄργος· τυχὼν δὲ καθαρσίων παρὰ τοῦ βασιλέως Προίτου μετʼ
αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ Προίτου γυνὴ, ἐρασθεῖσα τοῦ Βελ-
λεροφόντου, ἐδέετο ὅπως συνευνασθῇ· ὁ δὲ δεξιούμενος τὸ ὅσιον
ἀντέλεγεν. ἡ δὲ Ἄντεια δείσασα μὴ τῷ Προίτῳ προλαβὼν ἐξείποι
τοὺς αὐτῆς ἔρωτας, ἔφθασε τὸν Βελλεροφόντην κατειποῦσα ὡς ἄρα
εἴη βεβιασμένη παῤ αὐτοῦ. ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἠβου-
λήθηἀποκτεῖναι τὸν Βελλεροφόντην, πέμπει δὲ αὐτὸν εἰς Λυκίαν
πρὸς τὸν πενθερὸν Ἰοβάτην, ἀδοκήτως καθʼ ἑαυτοῦ κομίζοντα γράμ-
ματα. ὁ δὲ πολλοῖς αὐτὸν ἐγγυμνάσας ἄθλοις, ὡς οὐχ ἑώρα φθειρό-
μενον, ὑπετόπησε τὴν κατʼ αὐτοῦ στρατηγῆσαι δεινὴν καταβολήν·
τοσοῦτον γὰρ κακῶν ὄχλον τῇ δυνάμει κατηγωνίσατο. ἔδωκε δὲ
αὐτῷ τὴν ἰδίαν θυγατέρα Κασάνδραν καὶ τῆς βασιλείας μοῖράν τινα.
ἐπαρθέντα δὲ αὐτὸν ἐφʼ οἷς ἔπραξε λέγεται θελῆσαι μετὰ τοῦ Πη-
γάσου τὸν οὐρανόν κατοπτεῦσαι· τὰ γὰρ νῶτα, ὡς ἔφαμεν, πτερωτὰ
εἶχεν ὁ ἵππος· τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ,
ὅθεν ἐκπεσεῖν μὲν τὸν Βελλεροφόντην καὶ κατενεχθῆναι εἰς τὸ τῆς
Λυκίας πεδίον, ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα, τὸν δὲ ἵππον
λαβεῖν τὴν Ἠῶ δεηθεῖσαν τοῦ Διὸς δῶρον πρὸς τὸ ἀκόπως περιιέναι
τὰς τοῦ κόσμου περιόδους. ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τραγῳ-
δουμένοις.
Λεωφόντης ἐκαλεῖτο· Βέλλερον δὲ ἱππικῇ φονεύσας οὕτως ὠνόμασται.
156. κάλλος τε καὶ ἠνορέην] οὐδὲν γὰρ κάλλος ἄνευ ἀνδρείας. δυεῖν δὲ ὄντων πλεονεκτημάτων τὴν ἀνδρείαν ἐρατεινὴν εἶπεν.
158. ὅς ῥʼ ἐκ δήμου] ὁ Προῖτος ἐκ τοῦ τῶν Ἀργείων δήμου, διὰ
τὴν ἀρχήν· τοὺς γὰρ Ἀργείους ὁ Ζεὺς τῇ βασιλείᾳ Προίτου ὑπέταξεν.
160. ἀποτρέπων ἡμᾶς τοῦ τοιούτου μανίαν ὀνομάζει τὸ πάθος· ἢ καὶ δῖα οὖσα ἐπεμήνατο. τινὲς δὲ Διάντεια ὁμοῦ ἀναγινώσκουσι, κακῶς, ἀγνοοῦντες ὅτι τὸ δῖα πολλαχῶς παρʼ Ὁμήρῳ νοεῖται.
162. πεῖθʼ] ὁ παρατατικὸς τὴν πολλάκις τοῦτο λέγουσαν ἐδήλωσε.
τὸ δὲ ἀγαθὰ φρονέοντα ἀφʼ ἑαυτοῦ ἐκπεφώνηκε· κἀκεῖ γὰρ κατὰ
μοιχῶν νομοθετῶν φησὶν “ὡς ἀπόλοιτο καὶ ἄλλος” (Od. 1, 47) καὶ
“οὐκ ἀρετᾷ κακὰ ἔργα” (Od. 8, 329). δῆλον δὲ ἦν καὶ μὴ προσ-
τεθέντος τοῦ ὀνόματος ὅτι Βελλεροφόντης λέγεται. περὶ γὰρ
τούτου ὁ λόγος ἦν. ἀλλʼ ὅμως ἐπὶ τῇ σωφροσύνῃ τοῦ ἀνδρὸς ἡδόμενος
διὰ στόμα αὐτὸν ἔχει· οἷς γὰρ ἡδόμεθα, τούτους ἀνὰ στόμα ἀεὶ
περιφέρομεν.
164. τεθναίης] καλόν σοι, φησὶ, τὸ ἀποθανεῖν, εἰ μὴ κατισχύσεις τοῦ καθυβρίσαντός σε· ἀλλʼ εἰ βούλει ζῆν, ἐκεῖνον ἄνελε· εἰ γὰρ ἐμὲ ἠθέλησε βιάσασθαι, οὐδὲ σοῦ φείσεται. δείκνυσι δὲ ὅτι τέλος ἔρωτος ἀποτυχόντος μῖσός ἐστιν.
* Πορφυρίου. οὐχ ὥς τινες ἐξεδέξαντο τεθνήξῃ ἀναιρεθεὶς ὑπὸ τοῦ
ἐπιβούλου, εἰ μὴ φθάσας σὺ τοῦτον ἀποκτείναις. ἔστι δὲ ἠθικὴ ἡ
φράσις λεγούσης ὅτι καλόν σοι ἀποθανεῖν, Προῖτε, εἰ μὴ τιμωρήσεις
τὸν ὑβρίσαντά σε διὰ τὸ θέλειν μιγῆναί μοι οὐκ ἐθελούσῃ· ἀποθάνοις,
ὦ Προῖτε, εἰ μή μʼ ἐκδικήσειας κατὰ ἀρὰν λεγούσης· συντόμως δὲ
τὰ ἀρχαῖα δελήλωκε μιγῆναι οὐκ ἐθελούσῃ, ἀλλʼ οὐχ ὥσπερ Ἡσίοδος
τὰ περὶ τοῦ Πηλέως καὶ τῆς Ἀκάστου γυναικὸς διὰ μικρῶν ἐπεξελθών.
165. μιγήμεναι οὐκ ἐθελούσῃ] τρεῖς τρόποι μίξεων· ἢ βούλεταί
τις μὴ βουλομένῃ μιγῆναι, ὡς νῦν οὗτος λοιδορεῖται· ἢ μὴ βουλό-
μενος βουλομένῃ, ὡς Ὀδυσσεὺς “παρʼ οὐκ ἐθέλων ἐθελούσῃ” (Od.
5, 155) τῇ Καλυψοῖ· ἢ ὡς Αἴγισθος τῇ Κλυταιμήστρᾳ ἐθέλων
ἐθελούσῃ (Od. 3, 272). τέταρτος δὲ τρόπος οὐκ ἔστιν· οὐδεὶς γὰρ
ἄκων ἀκούσῃ πώποτε μίγνυται.
166. οἷον] ἀντὶ τοῦ παράδοξον. πῶς δὲ οὐκ ἤλεγξεν: ἢ διασύρει διὰ τούτου τὸ τῶν ἀνδρῶν γυναικοπαθὲς Ὅμηρος.
168. σήματα μέν τὰ γράμματα, πίνακα δὲ τὸ λεγόμενον
πινακίδιον.
172. ῥέοντα] καὶ ποῖος, φασὶ, ποταμὸς οὐ ῥεῖ; ῥητέον ὅτι ἐπεὶ Ξάν- θος ἐστὶ Λυκίας πόλις, πρὸς ἀντιδιαστολὴν ἀπλῶς τὸ ῥέοντα τέθεικεν. ἢ τὸν ἀέναον λέγει καὶ ἀεὶ ὡσαύτως ἔχοντα. ἢ μᾶλλον τὸν ῥευματώδη.
173. τῖεν] ἢ ὡς παρὰ κηδεστοῦ ἥκοντα φιλοφρονεῖται, ἢ ὅτι ἐν
θυσίαις αὐτὸν εὗρεν· ἢ ὀκνῶν οὗτος οὐκ ἀπεδίδου, μὴ θέλων τάχιστα
διὰ τὴν γυναῖκα ἀποδημεῖν.
180. θεῖον γένος] τὰ τερατώδη εἰς θεοὺς ἀναφέρει. ἤτοι οὖν διὰ τὸ παρηλλαγμένῃ κεχρῆσθαι φύσει, ἢ διὰ τὸ ἐκ Τυφῶνος καὶ Ἐχίδνης μυθολογεῖσθαι γεννηθῆναι αὐτήν.
181. πρόσθε λέων] εἰ τὸ πλεῖον καὶ ἐμπρόσθιον μέρος εἶχε λέοντος,
ἔδει αὐτὸ χίμαιραν μὴ καλεῖσθαι, ἀλλὰ λέοντα. ἦν οὖν τὸ πᾶν
χίμαιρα, ἀφʼ οὗ καὶ ὠνομάζετο, κεφαλὴν δὲ εἶχε λεαίνης, οὐρὰν δὲ
δράκοντος. τοίνυν πῦρ εἰσάγεται ἀναπνέουσα διὰ τοῦ στόματος τοῦ
λέοντος. Ἡσίοδος δὲ ἠπατήθη τρικέφαλον αὐτὴν εἰπών.
183. θεῶν τεράεσσι πιθήσας] ἀπίστου ὄντος πῶς τὸ τοιοῦτον θηρίον ἀνάλωσε, τὸ ἄπιστον ἰάσατο, θείαν ἐπαγαγὼν δύναμιν.
185. φάτο] εὖ τὸ μὴ εἰπεῖν ὅτι ἄλλοι ἔφασαν, ἀλλʼ αὐτὸς ὁ πεπειραμένος.
186. Ἀμαζόνας] αὗται γὰρ κατατρέχουσαι τὴν Ἀσίαν ἐληίζοντο· οὐ μόνον δὲ, ἀλλὰ καὶ Φρυγίην εἰσήλυθον.
187. * Ἀμαζόναι] ἔνιοι λέγουσιν ὅτι οὐκ ἤσαν γυναῖκες αἱ στρατεύ-
σασαι, ἀλλʼ ἄνδρες βάρβαροι. ἐφόρουν δὲ χιτῶνας ποδήρεις καὶ τὴν
κόμην ἀνεδοῦντο μίτραις, ἐξυρῶντο δὲ καὶ τοὺς πώγωνας, καὶ διὰ
τοῦτο ἐκαλοῦντο παρὰ τῶν πολεμίων γυναῖκες. Ἀμαζόνες δὲ τὸ
γένος, μάχεσθαι δʼ ἀγαθοὶ ἤσαν· στρατείαν δὲ γυναικὸς οὐδέποτε
εἰκὸς γενέσθαι· οὐδὲ γὰρ νῦν οὐδαμοῦ.
188. φῶτας ἀρίστους] διδάσκει μόνους τοὺς ἀρίστους λοχᾶν· “ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶνʼ (Il. 13, 277). ἀπὸ ἰδίας δὲ ὁ στίχος ἀρχῆς.
189. λόχον] δῆλον ὡς καὶ αὐτὸς διὰ τὴν καλοκαγαθίαν τοῦ ἀνδρὸς οὐκ ἠθέλησεν αὐτὸν προφανῶς φονεῦσαι.
191. ἡ πρᾶξις αὐτὸν ὡς θεοῦ ἔδειξεν υἱόν· ἐκ τῶν πράξεων γὰρ τὰς εὐγενείας ἀξιοῖ κρίνεσθαι ὁ ποιητής.
194. Λύκιοι] ὡς τῶν δεινῶν διʼ αὐτοῦ ἀπηλλαγμένοι· πολλὰ γὰρ παρὰ τῶν γειτονούντων δεινὰ καθʼ ἑκάστην ἔπασχον.
199. καὶ πῶς ἐν ἑτέρᾳ ἱστορίᾳ Εὐρώπης αὐτόν φησιν: λέγομεν;
δὲ ὅτι ἡ αὐτή ἐστιν. εἴρηται γὰρ Εὐρώπη οὐχὶ κυρίως, ἀλλὰ τοῦ
ρ πλεονάζοντος· εὐόφθαλμος γὰρ ἦν.
200. καὶ κεῖνος] ὥσπερ καὶ οἱ ἀπόγονοι αὐτοῦ Ἴσανδρος καὶ Λαοδάμεια, ἢ ὡς οἱ ὑπʼ αὐτοῦ ἀναιρεθέντες.
*τίς ἡ αἰτία, φασὶ, τοῦ τὸν Βελλεροφόντην ἀπεχθῆ θεοῖς γενέσθαι
καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν ἐκκλίνειν; καὶ πρὸς τίνα ἔχει
τὴν ἀναφορὰν τὸ “ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,
ἤτοι ὁ καππεδίον τὸ ἀλήϊον οἶος ἀλᾶτο;” τόν θʼ ἑαυτοῦ πρόγονον πῶς
οὐκ ἀφρόνως ὁ Γλαῦκος ἀπεχθῆ γενέσθαι θεοῖς καταγγέλλει, ἀφʼ
οὗ τὴν τῆς ξενίας φιλίαν καταβάλλεσθαι ἔμελλεν; ῥητέον δὲ ὅτι
οὐδέπω γνωρισθεὶς ὁ Γλαῦκος Διομήδει, καὶ ὡς προγονικὴν ἔχων
πρὸς αὐτὸν φιλίαν, ὑπεύθυνός ἐστιν ἁπλϊκώτερον διηγούμενος τὰ
κατὰ τὸν πάππον καὶ ἀληθέστερον μᾶλλον ἢ κεχαρισμένως. ὥσπερ
δʼ ἐν ἀρχῇ διέσυρε τὰ ἀνθρώπινα, τὸ φρύαγμα τοῦ Διομήδους καθαι-
ρῶν “Τυδείδη μεγάθυμε, τίη—ἠδ᾿ ἀπολήγει,” οὕτω καθαιρεῖ διʼ
οἰκείων παραδειγμάτων. ἢ μήποτε τῶν καθόλου ῥηθέντων περὶ ἀνθρώ-
πων ἐν τοῖς πρόσθεν πίστις ἡ περὶ τόν πρόγονον μεταβολὴ ἐκ το-
σαύτης ἀρετῆς καὶ εὐδαιμονίας γενομένη. ἐκεῖνο δὲ πάλιν ὅπερ
ἔπρεπε τῷ ἀπογόνῳ γεγονέναι τὴν συμφορὰν, οὐκ ἀπεκάλυψε.
μήποτʼ οὖν ὥς φαμεν “ἀλλʼ ὅτε δὴ καὶ κεῖνος,” ἀναφορὰν εἰς τὰ
καθόλου περὶ τῶν ἀνθρώπων ῥηθέντα, ὡς θάλλει τε ὁμοῦ καὶ πάλιν
μαραίνεται. κἀκεῖνος οὖν ὅτε τὰ ἀνθρώπινα πάσχειν ἔμελλε καὶ
ταῖς τύχαις ἐνίσχεσθαι ταῖς ἀνθρωπίναις, μεταβέβληκεν. ἐπειδὴ
τὰς μὲν εὐτυχίας εἰώθασιν ἀναφέρειν εἰς τὸ θεοφιλὲς, τὰς δὲ
δυστυχίας εἰς ἀπέχθειαν θεῶν, τὴν μεταβολὴν ἐπὶ τὸ χεῖρον τοῦ
Βελλεροφόντου εἰκότως εἰς ἀπέχθειαν θεῶν ἀνατέθεικεν. ὅτι δὲ
πολλή τις ἡ κατʼ αὐτὸν μεταβολὴ γέγονε δηλοῖ ἃ καταλέγει
δυστυχήματα αὐτοῦ· Ἴσανδρον μὲν γὰρ τὸν υἱὸν αὐτοῦ Ἄρης
μαρνάμενον Σολύμοισι κατέκτανε, Λαιδάμειαν δὲ τὴν θυγατέρα
χωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. οὐκ ἀπεικὸς οὖν ὑπερπαθή-
σαντα αὐτὸν ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ φιλέρημον γενέσθαι, καί
πενθοῦντα ἀνακαλεῖσθαι τοὺς θεοὺς ὡς θεομισῆ γενόμενον. ἅπερ
οὖν ἐκεῖνος δυστυχῆ περὶ ἑαυτοῦ κατακέκρικε, ταῦτʼ εἰς τὰ γένη
διαδοθέντα εἰκὸς ἦν μὴ ἀγνοῆσαι τὸν ἔκγονον. ἄμεινον γὰρ διὰ τὰ
τέκνα φάναι τὸ τῆς λύπης μέγεθος γενέσθαι ἢ νόσῳ ἀνενέγκαι
τὴν αἰτίαν τῇ τῶν μελαγχολώντων, οἳ φιλέρημοι γίνονται καὶ
ἢ Ἀμφιάνακτι ἐκ τῶν γραμμάτων· τούτῳ δʼ ἀκόλουθον εἶναι καὶ
τὸ πάτον ἀνθρώπων ἀλεείνων. φασὶ δὲ τοὺς ὕστερον Πισίδας κληθέν-
τας σολύμους πρότερον κεκλῆσθαι.
201. ἀλήιον οἶος ἀλᾶτο] ἡ τῶν παίδων ἀπώλεια γέγονεν αὐτῷ
τοῦ μονασμοῦ αἰτία, ὡς καὶ τῷ Λαέρτῃ. ἀλήϊον δὲ πεδίον, ὅπερ
ᾤκει ἀλεείνων τοὺς ἀνθρώπους. τάχα δὲ καὶ τὰ τῆς τύχης εἰς
θεοὺς ἀναφέρει. ὥσπερ δὲ ἐν ἀρχῇ διέσυρε τὰ ἀνθρώπινα, τὸ φρύ-
αγμα Διομήδους καθαιρῶν, καὶ νῦν οὐκ ἀπώκνησε τὴν τῆς τύχης
περὶ τὸν πρόγονον ὁμολογῆσαι μεταβολήν. ἢ τάχα πιστοῦται τὰ
ἀγαθὰ διὰ τῆς ὁμολογίας τῶν ἀτυχιῶν. τὸ δὲ ἀλήϊον τινὲς ἐδάσυ-
ναν παρὰ τὸ τοὺς ἅλας ἐκεῖ πήγνυσθαι· ἄμεινον δὲ ψιλοῦν ἀπὸ
τῆς ἄλης.
*ἀξιῶν δὲ ἐγὼ Ὅμηρον ἐξ Ὀμήρου σαφηνίζειν, αὐτὸν ἐξηγούμενον
ἑαυτὸν ὑπεδείκνυον, ποτὲ μὲν παρακειμένως, ἄλλοτε δʼ ἐν ἄλλοις.
τῷ γὰρ εἰροκόμῳ παράκειται συνεζευγμένη ἡ ἐξήγησις· “γρηῒ δέ
μιν εἰκυῖα παλαιγενέι προσέειπεν εἰροκόμῳ” (Il. 3, 386). τίς οὖν
ἡ εἰροκόμος; “ἥ οἱ” φησίν “ἤσκειν εἴρια καλά·” ἡ γὰρ ἀσκοῦσα τὰ
ἔρια αὐτοῦ ἐξηγησαμένου εἴη ἂν ἡ εἰροκόμος· κομεῖν δὲ τὸ ἀσκεῖν
καὶ καλλωπίζειν, ὡς τὸ “χρυσὸν κέρασι περιχεύῃ ἀσκήσας, ἵνʼ
ἄγαλμα θεὰ κεχαροίατʼ ἰδοῦσα” (Od. 3, 437). καὶ πάλιν “ἄλλους
τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους” (Od. 2, 65). τίνες οὖν οἱ
περικτίονες; ἐπάγει “οἳ περιναιετάουσι.” “βοῦν ἦνιν εὐρυμέτωπον
ἀδμήτην” (Il. 10, 292). ἆρʼ οὖν τὸ ἀδμήτην τὴν ἄγαμον δηλοῖ;
οὐχὶ, ἀλλὰ “τὴν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ.” καὶ πάλιν “ἔνθ᾿
οἵ γʼ οὐκέτι πάμπαν ἀφέστασαν, ἦρχε γὰρ Ἄρης” (Il. 21, 391).
τί οὖν ἔστιν ἦρχε; “καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσεν.” ἐπὶ δὲ τῆς
φίλῳ τάμε Χείρων Πηλίου ἐκ κορυφῆς.” ἀλλʼ ἐπεὶ μελίη τὸ δόρυ
ἀπὸ τοῦ δένδρου τῆς μελίας, καὶ “οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη
τάμε” (Il. 22, 328). δῆλον ὡς καὶ τὸ μείλινον ἔγχος (Il. 5,
655) ἐκ μελίας τοῦ δένδρου, οὐ μὴν ὡς οἱ πολλοὶ, τὸ μακρόν.
καὶ ἔγχεα ὀξυόεντα (ib. 568) τὰ ἐξ ὀξύας τοῦ δένδρου, ὡς καὶ
Ἀρχίλοχος “ὀξύη ποτᾶτο,” ἀλλʼ οὐ τὰ ὀξέα, ὡς οἱ γραμματικοὶ
ἀποδεδώκασιν. πάλιν ἔφη “ἤτοι ὁ καππεδίον τὸ ἀλήϊον.” διὰ τί οὖν
ἀλήϊον; ἆρά γε παρὰ τὸ ἄσπορον καὶ μὴ ἔχον λήϊα; οὐδαμοῦ, ἀλλʼ
ἐκ τοῦ οἶον αὐτὸν ἐν αὐτῷ ἀλᾶσθαι. καὶ τί οὖν τὸ οἶον ἀλᾶσθαι;
ἐξηγεῖται “πάτον ἀνθρώπων ἀλεείνων.” ἐν δὲ τῷ “καὶ μέν οἱ Λύκιοι
τέμενος τάμον” ταχέως δεδήλωκεν ὅτι ἀπὸ τοῦ τετεμνῆσθαι καὶ
ἀφωρίσθαι τὸ τέμενος λέγεται “τέμενος τάμον.” οὕτω καὶ κει-
μήλια ἔφη κεῖσθαι (47)· ἀπὸ γὰρ τοῦ κεῖσθαι κειμήλια λέγεται.
πάλιν πτωχὸν ἔφη πανδήμιον (Od. 18, 1). τίς οὖν οὗτος; “ὃς
κατὰ ἄστυ πτωχεύεσκʼ Ἰθάκης,” ἀλλʼ οὐχ ὡς Ὀδυσσεὺς ἐν μιᾷ
οἰκίῳ. πάλιν δέ “μετέπρεπε γαστέρι μάργῃ (ib.). τίς οὖν ἡ
γαστριμαργία; ὥσπερ ὅρον ποιούμενος ἐπάγει “ἀζηχὲς φαγέμεν
καὶ πιέμεν,” τὸ ἀδιαλείπτως ἐσθίειν καὶ πίνειν μεταλαβὼν εἰς τὸ
ἀζηχές. ὃ ἐν ἄλλοις (Od. 9, 74) ἔφη “συνεχὲς αἰεί.” καὶ ἐπὶ
ἄλλου μὲν ἔφη ἐν πᾶσι διαπρέποντος “ὁ δʼ ἔπρεπε καὶ διὰ πάντων”
(Il. 12, 104), ἐπὶ δὲ τοῦ Ἴρου “μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ,”
ὅτι ἐπὶ τῇ γαστριμαργίᾳ μόνῃ διέπρεπε. πόθεν οὖν Ἶρος καλεῖται;
“οὕνεκ᾿ ἀπαγγέλλεσκε κιὼν, ὅτε πού τις ἀνώγοι” (Od. 18, 7).
καὶ πάλιν “οὐκ ἀίεις ὅτι δή μοι ἐπιλλίζουσιν Ἀχαιοί” (ib. 11).
τί οὖν τὸ ἐπιλλίζειν; τὸ διανεύειν· “ἑλκέμεναι δὲ κέλονται,” ἀπὸ
τοῦ τοὺς διανεύοντας ἐπίλλειν τοὺς ὀφθαλμούς· καὶ ἰλλάδες οἱ
συνεστραμμένοι ἱμάντες, ὡς ἀλλαχοῦ ἔφη “ἐν δὲ στρόφος ἦεν
ἀορτήρ” (Od. 13, 438). “τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος
καὶ τὸ “γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους” (Il. 8,
402), σκελεαγεῖς ποιήσω· ἐπάγει γὰρ “κατὰ δʼ ἅρματα ἄξω.”
φιλοτιμεῖται καὶ τὸ λυκόφως ἐξηγήσασθαι οἷόν ἐστιν “ἦμος δʼ
οὔτ᾿ ἄρ πω ἠὼς, ἔτι δʼ ἀμφιλύκη νύξ” (Il. 7, 433)· οὐ γὰρ εἰ
μηδέπω ἠὼς, ἔτι ἦν ἡ νὺξ, ἀλλʼ ἡ ἀμφιλύκη ἦν, ὁ βαθὺς ὄρθρος.
ἠῶ δὲ λέγει νῦν τὸν ὄρθρον καὶ τὸ πρὸ ἀνατολῆς ἡλίου πεφωτισμένον
διάστημα· ὅτι γὰρ καὶ τοῦτο τὸ διάστημα λέγει ἠῶ δηλοῖ ἐπὶ τῆς
νεὼς τοῦ Τηλεμάχου εἰπὼν “παννυχίη μὲν ἄρʼ ἥγε καὶ ἠῶ πεῖρε
κέλευθον” (Od. 2, 434), ἐπάγει “ἠέλιος δʼ ἀνόρουσε λιπὼν περι-
καλλέα λίμνην” (Od. 3, 1). καὶ ἡμεῖς δὲ τὸ πρὸ ἡλίου ἐξ ἑωθινοῦ
φαμὲν καὶ ἕωθεν, ὅπερ ὁ ποιητὴς “ἠῶθεν δʼ ἀγορήνδε” φησίν (Od.
1, 372). ἕως οὖν καὶ ἠώς τὸ πρὸ ἀνατολῆς ἡλίου· τὸ δὲ πρὸ τῆς
ἕω λυκόφως καὶ νὺξ ἀμφιλύκη. λέγει μέντοι καὶ τὸ ἀπὸ ἀνατολῆς
ἡλίου ἄχρι μεσημβρίας διάστημα ἠῶ. “ἔσσεται ἢ ἠὼς ἢ δείλη
ἢ μέσον ἦμαρ” (Il. 21, 111) “ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν
ἦμαρ” (Il. 8. 66) “εὗον παννύχιοι καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ”
(Od. 7. 288). λέγει ἠῶ καὶ ὅλην τὴν ἡμέραν “ἥδε δὴ ἠὼς εἶσι δυσώ-
νυμος” (Od. 19, 571) “ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη” (Il. 12, 155).
περὶ οὗ φησὶν “ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν ἐλθὼν
ἐκ Λήμνοιο (ib. 45). ἠὼς δὲ καὶ ἡ θεός· “ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο
ῥοδοδάκτυιλος ἠώς” (Od. 5, 121). πάλιν αὐτὸν ἐξηγεῖται παρακειμένως
διʼ ὧν ἐπάγει ἐν τούτοις “Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός” (Od. 18,
75). τί οὖν τὸ κακῶς ὀρίνεσθαι τὸν θυμόν; ἐπάγει “δειδιότα.” τί
οὖν παρακολούθημα δέους; “σάρκες δὲ περιτρομέοντο μέλεσσιν.” ὁ
δὲ δειλὸς κακὸς, ἀφʼ οὗ τὸ κακόν· καὶ πάλιν τὸ δεδιέναι, ὅπερ πάθος ἐν
τῇ ψυχῇ γίνεται, καὶ τὸ τρέμειν, ὅπερ ἐν τῷ σώματι, ἐπιτέμνων ἔφη
“εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς” (ib. 80). ἐπιμένων δὲ
τῇ ψυχρᾷ φύσει τοῦ φόβου, κρυόεντα καλεῖ τὸν φόβον “φόβου
κρυόεντος ἑταίρη” (Il. 9, 2) καὶ ἐν ἄλλοις “ψυχρὸν δέος εἷλε”
καὶ “ῥίγησεν δʼ ὁ γέρων” (Il. 3, 259). φοβηθείς. εἰ δʼ ὁ φόβος
202. πάτον ἀνθρώπων ἀλεείνων] οὐχ ὡς οἱ νεώτεροί φασι, μελαγ-
χολήσας, ἀλλʼ ὀδυνώμενος ἐπὶ τῇ τῶν ἑαυτοῦ παίδων ἀπωλείᾳ
ἐμόναζε. διδάσκει δὲ πόσην ἔχει ψυχαγωγίαν ἡ συντυχία, καὶ
μάλιστα ἡ τῶν ἰδίων, ὅτι διʼ αὐτοὺς τὴν ψυχὴν ἀπελέγετο.
203. *ὁ δέ ἀντὶ τοῦ γάρ.
204. Σολύμοισι] ἴσως γηράσαντος τοῦ Βελλεροφόντου πάλιν
ἀπέστησαν, ὁ δὲ τῆς παρτῴας ἀντιποιούμενος ἀρχῆς ἐπολέμει
αὐτοῖς.
206. * τὴν Λαοδάμειαν.
280. αἰὲν ἀριστεύειν] τοῦτο ἀναφέρει πρὸς τὸ ὑπὸ Διομήδους εἰρημένον “ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἀπάντων” (125).
211. αἵματος] τοῦ σπέρματος λέγει· τὸ γὰρ αἷμα εἰς θορὸν μεταβάλλεται. οἱ γοῦν συνεχῶς ἀφροδισιάζοντες τελευταῖον αἷμα φέρουσιν· τὸ γὰρ μεταβαλλόμενον ἀναλώσαντες τὸ ἀμετάβλητον ἐξέλκουσιν.
212. γήθησε] ἔοικε διὰ τὸ ὄνομα Βελλεροφόντου καὶ τοὺς πολλοὺς
ἀνασχέσθαι τοῦ Γλαύκου λόγους.
213. ἔγχος μὲν κατέπηξεν] γραφικῶς καὶ τοῦτο. ἵνα γὰρ μηκέτι πόλεμος εἶναι δοκῇ, καταπήγνυσι τὸ ἔγχος ὁ Διομήδης.
214. μειλιχίοισι] ἐπὶ φιλοξενίαν προτρέπεται, δεικνὺς ὡς καὶ ἐκ κινδύνων ῥύεται.
220. Βελλεροφόντης δὲ] ὁ μὲν ὡς μένοντι δίδωσιν, ὁ δὲ ὡς ἐκδη- μοῦντι.
221. καί μιν ἐγὼ] ἄπαιδος γὰρ τελευτῶντος Οἰνέως Διομήδης αὐτὸν κληρονομεῖ.
*τὸν πάππον ἤτοι τὸν Οἰνέα.
226. ἔγχεα δʼ ἀλλήλων] ἀλλήλων τὰ ἔγχη ἐκκλίνωμεν. γράφεται
δὲ καὶ ἔγχεσιν, ἵνʼ ᾖ ἀλλήλων ἀποτύχωμεν, καίτοι ἐν πλήθει
ὄντες· τὸ γὰρ διʼ ὁμίλου ἀντὶ τοῦ ἐπὶ παντὸς τοῦ πλήθους, ὅπως
γνῶσιν ὅτι ξεῖνοί εἰσιν· ἢ διὰ πάσης τῆς μάχης, ὡς τὸ “τανσσά-
228. ὅν κε θεός γε πόρῃ] καίτοι εὐημερῶν παραπεφυλαγμένως λαλεῖ, ὡς πρὸς φίλον μετριάζων.
230. τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν] ἁπλοϊκῶς φηοὶ τοῦτο διὰ φιλίας σύμβολον, ἀλλʼ οὐ διʼ αἰσχροκέρδειαν. οἵδε] δῆλον οὖν ὡς ἐν ἡσυχίᾳ εἰσὶ τὰ πλήθη καραδοκοῦντες τὸ τέλος.
234. Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς] εἰκότως ὁ Γλαῦκος
τοῦ προγόνου τὸ φιλότιμον ἀκούσας Βελλεροφόντου χρυσὸν δωρεῖται
πρὸς τὸ παρόν· ἄλλως τε ὑπερήδεται τῇ συντυχίᾳ, γενόμενος ἰδιό-
ξενος τοῦ παναρίστου Διομήδους. τὸ δὲ ἐξέλετο ἀντὶ τοῦ ὑπερηύ-
ξησε τῇ φιλοτιμίᾳ, ὡς τὸ “γέρας ἔξελον” (Il. 16, 56). ἢ μᾶλλον
αἰτιᾶται αὐτὸν, ὅτι λαμπροῖς ὅπλοις ἐκοσμεῖτο κατὰ ἑαυτοῦ καὶ
τῶν συμμάχων· ὅπου γὰρ ταῦτα, εὔκαιρος ἡ τῶν πολεμίων ὁρμή.
καὶ πῶς οὐ Διομήδης φρενῶν λείπεται γυμνούμενος, πρὸ μικροῦ
τῶν Τρώων παρασπονδησάντων; τάχα οὖν τὸν ζωστῆρα μόνον καὶ
τὸ ξίφος ὡς οἱ περὶ Ἕκτορα (Il. 7, 303) ἤμειψαν· οὐ γὰρ ἂν
τὴν ἀσπίδα πρὸς χάριν ἐδίδουν. ἢ γὰρ ἂν προὔκρινε τὴν Αἴαντος
Ἕκτωρ, εἰ ἐδίδοτο, ὑπὲρ τὴν Νέστορος.
*Πορφυρίου. διὰ τί ὁ μὲν Γλαῦκος προήχθη εἰς φιλοτιμίαν τοῦ
ἀλλάσσειν τὰ ὅπλα χρυσᾶ ὄντα πρὸς Διομήδην, ὁ δὲ ποιητὴς ἐπι-
τιμᾷ ὡς οὐ δέον, οὐδʼ εἰ φίλος εἴη. προΐεσθαι πλείονος ἄξιον; προ-
γόνων ὁ Γλαῦκος φιλοτιμίαν ἐξηγησαμένου Διομήδους ἀκούσας
οὐκ ᾠήθη δεῖν ἐλαττοῦσθαι ταύτης· “Οἰνεὺς γάρ ποτε—δέπας
ἀμφικύπελλον” (216–220). ταῦτʼ οὖν ἀκούσας ὁ Γλαῦκος προήχθη
εἰς φιλοτιμίαν προγονικήν. ὡς γὰρ Βελλεροφόντης ζωστῆρος οὐκ
ἀπηξίωσε χρυσοῦν ἔκπωμα δοῦναι καὶ ὅλως χρύσεον δεδώρηται τῷ
ξένῳ, οὕτω καὶ αὐτὸς χρυσὸν ὃν εἶχε περικείμενον δοῦναι προήχθη,
ἀκούσας παρὰ τοῦ φοβερωτάτου Διομήδους τῶν τότε “τῷ νῦν σοὶ
μὲν ἐγὼ ξεῖνος φίλος Ἄργει μέσσῳ εἰμὶ, σὺ δʼ ἐν Λυκίῃ, ὅτε κεν
ἐν πολέμῳ καὶ χρώμενος προίετο· οὐδὲν γὰρ ἀλλοιότερον, ὥσπερ
ἂν εἰ ἀπέβαλε τὰ ὅπλα. ἐπιτιμᾷ οὖν ὅτι κρείττω προίετο οὐκ εἰς
τιμὴν, ἀλλʼ εἰς χρῆσιν· ἀναγκαῖον δὲ τοῦτο δηλῶσαι εἰπόντα τὴν
ἀξίαν. τινὲς δὲ οὐ καταμέμφεσθαί φασιν ἐν τῷ φάναι Κρονίδης
δὲ φρένας ἐξέλετο Ζεύς. τὸ γὰρ ἐξελεῖν δηλοῖ καὶ τὸ εἰς μέγα
ἆραι καὶ αὐξῆσαι, ὡς ἐν τῷ “κούρην ἣν ἄρα μοι γέρας ἔξελον
υἷες Ἀχαιῶν” (Il. 16, 56)· δηλοῖ γὰρ ἣν εἰς τιμὴν γεραίροντες
μεταδεδώκασι καὶ τὸ γέρας μου αὔξοντες· γέρας γὰρ ἔξελον,
ἐξαίρετον ποιοῦντες. τὰ δὲ γινόμενα ὡς ἐπὶ τὸ πολὺ θεοῖς εἰώθασιν
ἀνάπτειν. τὸ μέντοι “ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου
ἀντὶ τοῦ ἐν ὄψει πάντων, ὡς εἰδέναι αὐτοὺς ὅτι ξένοι ἀλλήλων ἐσμέν.
ἢ μὴ μόνον ἀλλήλων φειδώμεθα, ἀλλὰ καὶ οἱ ὅμιλοι ἡμῶν. ἀλλʼ οὗτοι
μὲν διὰ προγονικὴν φιλίαν τὸν πρὸς ἀλλήλους ἐσπείσαντο πόλεμον,
Σαρπηδὼν δὲ καὶ Τληπόλεμος, συγγενεῖς ὄντες καὶ τοῦτο γινώ-
σκοντες, συνελθόντες διὰ θανάτου ἐκρίθησαν, τοῦ μὲν ἀποθανόντος,
τοῦ δὲ τρωθέντος. οὕτως ἡ λεγομένη συγγένεια πρὸς φιλίαν οὐδὲν
συνεργεῖ.
*ἄλλως. ἀσύμφορον δοκεῖ εἶναι ἄφρονας καλεῖν τοὺς λαμπροὺς
τὰς ψυχάς καὶ ἀποκλείειν τὰς μεγαλοψυχίας τῶν ξένων πρὸς ἀλλή-
λους. οἱ μὲν οὖν ἀπὸ τῆς λέξεως λύουσι, τὸ ἐξέλετο ἀποδιδόντες
τὸ ἐξαίρετον καὶ ἔκκριτον ἐποίησε, βιαίως πως· οἱ δὲ περίφρασιν
εἶναι, κκΓλαύκῳ φρένας ἐξέλετο· μὴ γὰρ ἀμειψάμενος, ἀλλʼ ἀπειθήσας
ἀνῃρέθη ἂν, πολὺ βιαιότερον ἀποδιδόντες. οἱ δὲ πρὸς τὸν καιρὸν, ὅτι
ὁ χρυσὸς ἐπιτηδειότερος πρὸς τὸν πόλεμον, διὰ τὸ στίλβον τῶν
ὅπλων. ἐμοὶ δὲ οὐδ᾿ οὕτως καλῶς· “καὶ γάρ τε λιταί εἰσι Διὸς
κοῦραι μεγάλοιο, χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ” (Il.
9, 502).
236. ἑκατόμβοιʼ] ἑκατὸν ἄξια νομισμάτων. οἱ γὰρ Ἀθηναῖοι ἐν τοῖς ἑαυτῶν νομίσμασι βοῦν ἐνετύπουν.
237. Ἕκτωρ δʼ ὡς] εὐκαίρως μεταβαίνει, τὸ διάκενον τῆς πορείας
Ἕκτορος ἀναπληρώσας τοῖς διὰ Γλαύκου καὶ Διομήδους.
238. ἄλοχοι θέον ἠδὲ θύγατρες] ἤδη ἐπὶ τὸ περιπαθὲς ἔρχεται· διὸ οὐδὲ γερόντων ἐμνήσθη, ἀλλὰ γυναικῶν. οἰκεῖον δὲ ἐπʼ αὐτῶν τὸ θέειν.
239. παῖδας] ἀντὶ τοῦ ὑπὲρ παίδων. ψιλωτέον δὲ τὸ ἔτας. ἔται δὲ λέγονται καὶ οἱ πολῖται καὶ οἱ συγγενεῖς.
240. εὔχεσθαι ἀνώγει] ὡς πάντων περιόντων χρηστὰς ὑπέδειξεν ἐλπίδας· οὐδεὶς γὰρ ὑπὲρ τεθνεώτων εὔχεται.
241. πάσας ἑξείης] ὅτι πρὸς πάσας ἐφεξῆς τὴν αὐτὴν ἐποιεῖτο ἀπόκρισν.
242. ἀλλʼ ὅτε δή] τὸ ἑξῆς, ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον (251),
ἔνθα οἱ ἠπιόδωρος· τὰ δὲ ἑξῆς διὰ μέσου. αἴθουσαι δὲ τὰ τῆς αὐλῆς
τειχία.
245. παῖδες] ἴσως οἱ περὶ ἕκτορα ἀνδρωθέντες καὶ βασιλικοὶ γεγονότες ἀπέστησαν τοῦ πατρός.
248. τέγεοι θάλαμοι] ὑπερῷοι ἐπὶ τοῦ στέγους ᾠκοδόμηντο·
τοιοῦτοι γὰρ κατεσκευάζοντο ταῖς γυναιξὶ πρὸς τὸ μὴ ὁρᾶσθαι
συνεχῶς ἀνδράσιν.
251. ἠπιόδωρος] δῶρον παρὰ τῆς φύσεως ἔχουσα τὸ εἶναι ἠπία, ὅτι κλαυθμυριζομένοις τοῖς παισὶ μαζὸν προτείνουσι τὸν λαθικηδέα (II. 22. 83).
252. Λαοδίκην ἐσάγουσα] πρὸς Λαοδίκην εἴσεισι, πευσομένη τὴν αἰτίαν διʼ ἣν ἐξήγαγεν Ἑλένην· αὐτῇ γὰρ ἡ Ἴρις εἰκασθεῖσα ἐξήγα- γεν αὐτὴν εἰς τὸ τεῖχος. τὸ δὲ ἐσάγους σα ἀντὶ τοῦ εἰσιοῦσα, ὥς φαμεν ποῖ εἰσάγεις ἀντὶ τοῦ ποῖ εἰσέρχῃ. τινὲς δὲ τὴν ἐς ἀντὶ τῆς πρός, ἵνʼ ᾖ πρὸς Λαοδίκην.
*Πορφυρίου. τὸ ἐσάγουσα οὐκέτι κατὰ τό σύνηθές ἐστιν οἷον
εἰσφέρουσα· οὐ γὰρ ἐσάγειν μεθʼ ἑαυτῆς λέγει τὴν Λαοδίκην, ἀλλὰ
πρὸς τὴν Λαοδίκην εἰσπορευομένη. εἰσῄει γὰρ πρὸς Λαοδίκην, ἀλλʼ
ἐπεὶ ταύτῃ ὁμοιωθεῖσα ἡ Ἀφροδίτη τὴν Ἑλένην ἐπὶ τὸ τεῖχος
ἐξήγαγεν “εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀντηνορίδης
ἔσχε κρείων Ἑλικάων, Λαοδίκην” (Il. 3, 122). νομίζουσα γὰρ
ὄντως εἰς τὸ τεῖχος ὑπὸ τῆς Λαοδίκης ἀπῆχθαι, εἰσῄει τὴν αἰτίαν
τῆς ἐξόδου πολυπραγμονήσασα.
255. δυσώνυμοι] οὐδὲ γάρ οὐδὲ τὸ ὄνομα αὐτῶν ὀνομάζειν ἐθέλει,
256. σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν] δεόντως τὴν τοῦ παιδὸς ἀρετὴν ἐξειδυῖα φυγὴν οὐχ ὑπώπτευσεν.
260. πίῃσθα] μητρὸς ἦθος ἀναφαίνεται διὰ τούτου. καὶ γὰρ ἀεὶ
φαγεῖν καὶ πιεῖν ἀξιοῦσι τὰ τέκνα. πιθανὸν δὲ αὐτὸν νοεῖν διψῆν ἀπὸ
τῆς κινήσεως τοῦ πολέμου. ὑφαιρουμένη δὲ αὐτοῦ τὴν αἰδῶ καὶ τὸ
σπείσῃς εἶπεν. ὀνίνησι δὲ οἶνος μέτριος ποθεὶς, δύναμίν τε ἐμποιεῖ,
ὡς τὸ τὸ γάρ μένος ἐστὶ καὶ ἀλκή” (Il. 9, 706). ὁ δὲ, ἐπεὶ
πραΰνει ὁ οἶνος, βούλεται δὲ ἄγριος πρὸς τοὺς πολεμίους εἶναι,
παραιτεῖται. ἢ ὅτι δίχα τροφῆς βλάπτει, τῶν νεύρων καθαπτό-
μενος. ἄλλως τε στρατιώταις μὲν θράσος πορίζεται, στρατηγοὺς
δὲ τῆς φρονήσεως ὑπεκλύει, μόνους δὲ τοὺς ἀποκαμόντας ὠφελεῖ·
ὁ δὲ ἔτι ἰσχύει. ἢ ἐν ὑπερβατῷ ἐστὶ, χερσὶ δʼ ἀνίπτοισιν Διὶ
λείβειν ἅζομαι, μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι.
ἄλλως τε ὁ μὲν μετὰ πόνους οἶνος ὠφέλιμος, ὁ δὲ πρὸ πόνου ἐπι-
βλαβής.
261. μένος] ἡ προθυμία, παρὰ τὸ μένω ῥῆμα, ὃ δηλοῖ τὸ προθυ-
μοῦμαι, ὅθεν ὁ παρακείμενος γράφεται μέμακα, ὁ μέσος μέμαα, ἐξ
οὗ καὶ τὸ “μεμαὼς ἀπὸ θυμὸν ἀλέσσαι.” ἔστι δὲ καὶ μέμονα ὁ
πορακείμενος. ἀπὸ τοῦ μένω μενῶ καὶ ὡς φθείρω φθαρτὸς, οὕτω
μένω ματὸς, καὶ αὐτόματος.
* εἰς τὸ “ἀνδρί δὲ κεκμηῶτι μὲνος μέγα οἶνος ἀέξει,” πῶς ἑξῆς (265)
λέγει “μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ, μή μʼ ἀπογυι-
ώσῃς μένεος, ἀλκῆς τε λάθωμαι;” λύοιτο δʼ ἂν προσώπῳ μὲν, ὅτι
οὐ πάντες τὰ αὐτὰ δοκιμάζουσι, λέξει δὲ ὡς ὑπερβατῶς, ὅτι μεμνη-
μένος τοῦ πατρὸς ἔκλαιε· (λείβων οὖν ἀντὶ τοῦ λείβειν ποιῶν εἴρηκε.]
μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ· χερσὶ δʼ ἀνίπτοισιν
Διὶ λείβειν αἴθοπα οἶνον ἅζομαι, μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε
λάθωμαι.
262. ἔτῃσι] πολίταις. εὖ δὲ τὸ μὴ φάναι ἑαυτῷ μηδὲ τοῖς οἰ- κείοις· τοῦτο γὰρ ἡγεμόνι πρέπον.
264. μελίφρονα] τὸν ἀναγκάζοντα ἡδέα διανοεῖσθαι· ἱλαρωτέρους γὰρ ποιεῖ ὡς τὰ πολλὰ τοὺς πίνοντας· ὁ δὲ ἐν πολέμῳ οὐ βούλεται πρᾶος εἶναι.
265. *ζητεῖται πῶς ποτὲ ἐναντία ἑαυτῷ ὁ ποιητὴς λέγει· προει-
πῶν γὰρ “ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει” νῦν ἐπάγει.
“μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι.” ἡ μὲν οὖν ὑπὸ
πολλῶν γενομένη λύσις τοῦ ζητήματος τοιαύτη, ὅτι ἕτερὸν ἐστι πρόσ-
ωπον Ἑκάβης τὸ λέγον ὠφέλιμον εἶναι τὸν οἶνον, ἕτερον δὲ τὸ τοῦ
Ἕκτορος τὸ ἀρνούμενον· οὐδὲν δὲ θαυμαστὸν εἰ παρὰ τῷ ποιητῇ
ἐναντία λέγεται ὑπὸ διαφόρων φωνῶν· ὅσα μὲν γὰρ ἔφη αὐτὸς ἀφʼ
ἑαυτοῦ καὶ ἐξ ἰδίου προσώπου, ταῦτα δεῖ ἀκόλουθα εἶναι καὶ μὴ
ἐναντία ἀλλήλοις· ὅσα δὲ προσώποις περιτίθησιν, οὐκ αὐτοῦ εἰσὶν,
ἀλλὰ τῶν λεγόντων νοεῖται· ὅθεν καὶ ἐπιδέχεται πολλάκις διαφω-
νίαν, ὥσπερ καὶ ἐν τούτοις. ἡ μὲν γὰρ Ἑκάβη οὐκ εἰδυῖα τὸν
κάματον τῶν ἀνδρῶν ταύτης ἐστὶ τῆς γνώμης, ὁ δὲ Ἕκτωρ μάλιστα
ἐπιστάμενος ἀντιλέγει. ἔπειτα καὶ ἡ μὲν πρεσβῦτις ἦν, χαίρει δὲ
τῷ οἴνῳ ἡ ἡλικία αὕτη· ἐπωφελὴς γὰρ ταύτῃ ἐστὶν ὁ οἶνος, θερμὸς
ὢν καὶ ὑγρὸς ψυχρᾷ οὔσῃ καὶ ξηρᾷ, καὶ ἀναρρώννυσιν αὐτήν· ὁ δὲ
Ἕκτωρ νέος ἦν καὶ ἀκμαῖος. ἄμεινον δέ ἐστιν ἐκεῖνο λέγειν, καὶ
δεικνύειν ἑκάτερον τῶν εἰρημένων ἔχεσθαι λόγου, καὶ μὴ εἶναι ἐναντία
τὰ περὶ τοῦ οἴνου λεγόμενα, ἐὰν σκοπῇ τις ὅτι ἐπὶ παντὸς πράγμα-
τος ὁ καιρὸς καὶ τὸ μέτρον πολὺ διαλλάττει. οὕτως οὖν καὶ ἐπὶ
τούτου· τῷ μὲν γὰρ μέτρια πεπονηκότι πρὸς ἰσχὺν ὁ οἶνος συμφέρει,
τὸν δὲ πάνυ κεκμηκότα σφάλλει· ὅπερ συμβέβηκε τῷ Ἕκτορι, οὐ
μόνον δὲ ἐπὶ τοῦ πολέμου, ἀλλὰ καὶ ὑπὸ τοῦ ἐπὶ τὴν πόλιν δρόμου.
ἄλλως τε καὶ οὐδὲ σιτίου οὐδενὸς ἐγέγευστο· ἡ γὰρ τροφὴ σὺν τῷ
οἴνῳ τὸ πλεῖστον συμβάλλεται εἰς δύναμιν, ὥσπερ καὶ ἀλλαχοῦ
εἶπεν ὁ ποιητὴς “σίτου καὶ οἴνου, τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή”
(Il. 9, 706) καὶ πάλιν “ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ
ἐδωδῆς ἀνδράσι δυσμενέεσσι πανημέριον πολεμίζει” (Il. 19, 168)
καὶ τὰ λοιπά. λύεται δὲ τὸ προκείμενον καὶ οὕτως, ὅτι τὸ μένος
διχῶς κεῖται, καὶ ἐπὶ θυμοῦ καὶ ὀργῆς καὶ δυνάμεως. ἡ μὲν οὖν
Ἑκάβη φύσει τοῦ πιόντος οἶνον τὴν δύναμιν αὔξειν λέγει, ὁ δὲ μα-
ραίνεσθαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ πιόντος λέγει ὑπὸ τοῦ οἴνου·
ὥστε μὴ κεῖσθαι ἐναντία.
266. χερσὶ δʼ ἀνίπτοισιν] ἄμφω τὰς προτάσεις Ἑκά;ης παραι-
τεῖται ὁ Ἕκτωρ. ἠδύνατο μὲν οὖν ῥᾳδίως κομισθῆναι ὕδωρ κελευ-
σάσης, ἵνα πρότερον νίψηται καὶ λυθῇ αὐτοῦ ἡ πρόφασις· ἀλλʼ οὐ
τοῦτο ἦν ἔθος ἀρχαῖον τὸ τὰς χεῖρας ἀπονίπτεσθαι μόνον, ἀλλὰ τὸ
ῥημάτων γίνεται.
268. αἵματι] τῷ ἐκ πολέμου, ὁμοίως καὶ λύθρῳ τῷ τῇ κόνει ἐπιμίκτῳ. τοῦ εὐχετάασθαι δὲ τὸ δεύτερον ᾱ συσταλτέον· τὰ γὰρ εἰς θαι ἀπαρέμφατα προπαροξυνόμενα βραχυπαράληκτά εἰσι, τὰ δὲ παροξυνόμενα μακροπαράληκτα.
270. θυέεσσιν] ἃ ἡμεῖς θυμιάματά φαμεν, οἱ δὲ Ἀττικοὶ θηλύ- ματα ἀπὸ τοῦ ἐκθηλύνειν. ἐπὶ δὲ τῶν ἐμψύχων κυρίως τὸ ἱερεῦσαι λέγεται, ὅ ἐστι σφάξαι.
272. καί τοι πολὺ φίλτατος αὐτῇ] ἵνα ἐκ προθυμίας ᾖ τὸ δῶρον.
280. Πάριν μετελεύσομαι] ἵνα μὴ διʼ Ἀνδρομάχην δοκῇ τῆς
μητρὸς ὑπεξίστασθαι. καλῶς δὲ τὰ ἀναγκαῖα τῶν ἡδέων προκρίνει·
τοῦτο γάρ ἐστι φρονήσεως τὸ πάντα εἰδέναι, τὰ δὲ ὠφέλιμα αἱρετώ-
τερα ἡγεῖσθαι.
282. ἐνδείκνυται διὰ τούτου τὸ ἀπειθὲς, μᾶλλον δὲ ἐμπαθὲς Ἀλλε-
ξάνδρου. οὐκ εἶπε δὲ ὅτι σὺ αὐτὸν ἔτρεφες, ἵνα μὴ μᾶλλον λυπήσῃ
αὐτὴν ὡς κακοῦ θρέπτριαν, ἀλλʼ ὁ Ὀλύμπιος.
283. οὐ προσέθηκεν οὐδὲ ἐνταῦθα τὸ σοί, ἵνα ἔτι ἔχῃ ἐλπίδας ὡς ἡ πόλις οὐχ ἁλώσεται.
284. εἰ κεῖνόν γε] εἰ εἶδον, φησὶν, αὐτὸν ἀλεσθέντα, ὑπέλαβον ἂν
κατὰ φρένα χωρὶς ταλαιπωρίας καὶ θλίψεως ἐπιλαθέσθαι αὐτοῦ,
καίπερ μὴ οὕτως διὰ τὸ φιλάδελφον ἐπιλαθόμενος.
286. ἡ δὲ μολοῦσα] εὔκαιρος ἡ ἀποσιώπησις· οὕτε γὰρ συναινεῖν τῇ Ἀλεξάνδρου ἀρᾷ βούλεται ὡς μήτηρ, οὔτε ἀπολογεῖσθαι, ἵνα μὴ παροξύνῃ Ἕκτορα,
291. ἤγαγε Σιδονίηθεν] δεδιὼς γὰρ τὸν διωγμὸν διὰ Φοινίκης καὶ
Αἰγύπτου ἦλθεν. περιεργασία δὲ Ἀλεξάνδρου τὸ μὴ μόνους πέπλους.
ὠνήσασθαι, ἀλλὰ καὶ τὰς ἐργαζομένας πρίασθαι.
*κλέψας τὴν Ἑλένην ἀπὸ τῆς Λακεδαίμονος, οὐχ ἣν ἦλθεν ὁδὸν
οὐδὲ τὸν κατʼ εὐθεῖαν πλοῦν ἐπορεύθη, ἵνα μὴ διωχθεὶς καταληφθῇ,
*ἐπιπλώς] μετοχὴ, ἀόριστος πρότερος· ὁ ἐνεστὼς ἐπιπλώω βαρυ-
τόνως διὰ τοῦ ω μεγάλου, ὡς ζώω γνώω, ἐξ οὗ καὶ τὸ ἐγνώσθη.
οὕτως οὖν ἐστὶ καὶ τὸ πλώω. γίνεται οὖν ἐκ τοῦ πλέω πλόω διὰ τοῦ
ο μικροῦ, καὶ ἐπαυξήσει τοῦ ο εἰς ω μέγα ποιητικῶς πλώω βαρύ-
τονον, ἐπειδὴ τὰ κατʼ ἐπαύξησιν τοῦ ὁ εἰς ω γινόμενα ῥήματα, εἰ
μὲν καθαριεύουσι, βαρύνονται οἷον ζώω γνώω πλώω, εἰ δὲ οὐ καθα-
ριεύουσι, περισπῶνται, οἷον νωμῶ στρωφῶ. λοιπὸν ἐκ τοῦ πλώω ὁ
ἀόριστος ἔπλωσα, καὶ μετὰ τῆς ἐπί προθέσεως ἡ μετοχὴ ἐπιπλώσας,
καὶ ἀφαιρέσει τῆς ας συλλαβῆς ἐπιπλώς.
292. καλῶς τὸ ἀνήγαγε. βορειοτέρα γὰρ τῆς Ἑλλάδος ἡ Ἴλιος.
293. Ἑκάβη φέρε] τὰ σπουδαῖα διʼ ἑαυτῶν αἱ ἐλεύθεραι οἰκονο-
μοῦσι παρʼ Ὁμήρῳ. καὶ νῦν μὲν ἡ Ἑκάβη τὸν πέπλον ἐκφέρει,
ἑτέρωθι δὲ ἡ Ἑλένη τῷ Τηλεμάχῳ πάλιν δίδωσι πέπλον (Od.
15, 123), ἀλλὰ καὶ ἡ Πηνελόπη τοῖς μνηστῆρσι τὸ τόξον (Od.
21, 59).
295. νείατος ἄλλων] ὧν γὰρ ἡ χρῆσις συνεχὴς, ταῦτα καὶ πρό- χειρα· εἷς δὲ μὴ χρῷτό τις, ταῦτα καὶ νείατα.
300. τὴν γὰρ Τρῶες] οὔτε κληρωτοὺς οὔτε ἐκ γένους βούλεται
τοὺς ἱερεῖς εἶναι, οὔτε ψήφῳ ἑνὸς, ἀλλʼ οὓς πλῆθος ψηφιζόμενον
ἕλοιτο, διὰ τὸ πολλὰς δημοτικὰς τοῖς προχειριζομένοις καὶ προχει-
ρίζουσι τὰς αἰτίας ἀνακύπτειν.
304. εὐχομένη δʼ ἠρᾶτο] ὅτι τὸν ἱερέα περὶ τῶν κοινῶν εὔχεσθαι
δεῖ, οὐκ ἰδία ἕκαστον. ἑκάστου δὲ τὸ ἀξίωμα οἶδεν ὁ ποιητής· τὴν
Θεανὼ γοῦν Ἑκάβης παρισταμένης ποιεῖ εὐχομένην, καὶ τὸν Χρύσην
τῷ Ἀπόλλωνι ὑπὲρ Ἑλλήνων παρόντος Ὀδυσσέως.
305. ἐρυσίπτολι] οἰκεῖον καὶ ἁρμόδιον ταῖς περὶ σωτηρίας εὐχο- μέναις τῆς πόλεως τὸ ἐρυσίπτολι, ὡς καὶ ἐκεῖ “Ἀθηναίῃ ληίτιδι” (Il. 10, 460).
307. Σκαιῶν προπάροιθε πυλάων] ὡς μέχοι τούτου ἐλάσαντος αὐτοῦ τοὺς Τρῶας. ἔμφασιν δὲ ἔχει βιαζομένου ἐμπεσεῖσθαι εἰς τὴν πόλιν.
311. ἀνένευε] τῇ γνώμῃ ἀνένευεν. ἀλλʼ ἐπὶ μόνῃ τῇ ἀναιρέσει, ἐπεὶ καὶ παύει Διομήδεα διὰ τῆς Αἴαντος μονομαχίας πρὸς Ἕκτορα.
διὰ τί ὠνομάσθη ἡ Ἀθηνᾶ Παλλάς: ῥητέον οὖν ὅτι Παλλάδιον
Παλλάδιον τοῦτο κατενεχθῆναι τῷ Τρωὶ βασιλεύοντι Φρυγῶν. τοῦτο
Διομήδης καὶ Ὀδυσσεὺς, ὅτε τὴν πρεσβείαν ἐποιήσαντο πρὸς
Πρίαμον, ἐκ τοῦ ἱεροῦ ἐσύλησαν, προδεδωκυίας αὐτὸ Θεανοῦς τῆς
τοῦ Ἀντήνορος γυναικὸς, ἱερείας τυγχανούσης καὶ φυλαττούσης
αὐτό· ἦσαν γὰρ ἀπὸ χρησμοῦ καὶ Ἀντήνορος μαθόντες ὅτι, ἕως
οὗ μένει τὸ Παλλάδιον ἐν τῇ Τροίᾳ, ἀσάλευτος ἔσται ἡ βασιλεία
τῶν Φρυγῶν. πολλὴ τοίνυν μεταξὺ Α.ἴαντος καὶ Ὀδυσσέως ἐκινήθη
ἔρις, τίς τοῦτο εἰς τὴν ἰδίαν ἀπενέγκοι πατρίδα, δικαζόντων αὐτοὺς
τῶν ἄλλων βασιλέων καὶ προμάχων. πολλῶν τοίνυν μεταξὺ λόγων
κινηθέντων καὶ γενομένης ὀψίας ἔδοξεν αὐτοῖς παραθέσθαι τὸ βρέτας
Διομήδει, μέχρις ἂν γένηται πρωΐ. καὶ τούτου γενομένου διὰ τῆς
νυκτὸς εὑρέθη ὁ Αἴας ἐσφαγμένος ἀδήλως. ὑπενόουν δὲ δόλῳ φονεῦσαι
αὐτὸν τὸν Ὀδυσσέα. καὶ φιλονεικήσαντες πρὸς ἀλλήλους ἀπέπλευ-
σαν. ὅπερ Παλλάδιον ἀνέθεντο τῇ Ἀθηνᾷ. ἕτεροι δέ φασιν ὡς παλλα-
δίων χρυσουμένων ἐν ταῖς πρῴραις τῶν τριήρων, οἱ Ἀθηναῖοι ἀγάλματά
τινα ξύλινα τῇ Ἀθηνᾷ καθίδρυον, ὧν ἐπεμελοῦντο μέλλοντες πλεῖν.
314. αὐτὸς ἔτευξε] ὡς περὶ ἁβροδιαίτου καὶ τοῦτό φησιν· οὐκ ἐβουλήθη γὰρ σὺν τοῖς ἀδελφοῖς καὶ κηδεσταῖς κατοικεῖν, ἀλλʼ ἑαυτῷ ἰδίᾳ οἴκησιν ἐδείματο.
315. τέκτονες κυρίως οἱ λαοξόοι. τὸ δὲ ἔτευξεν ἀντὶ τοῦ εὖ
ἐπεστάτησε· καλλωπιστὴς γὰρ ἦν καὶ ἴσως πρὸς ζῆλον τῆς Μενε-
λάον οἰκίας ποιεῖ, ὥστε εἰ ἦν αὐτῷ δυνατὸν, ἥρπασεν ἂν καὶ αὐτήν.
316. οἴκημα αὐτῷ ἐποίησαν ἐν ᾧ ἦν θάλαμος, ὅ ἐστι νυμφικὸς κοι- τωνίσκος, καὶ δῶμα, τουτέστιν ἀνδρών, καὶ αὐλή, ὅ ἐστι τὸ ἐξώτερον.
319. ἑνδεκάπηχυ] ἕνδεκα πηχῶν, ἐπεὶ τὸ κολλητὸν δύο καὶ εἰ-
κοσίπηχυ. πρὸς ὑπογραμμὸν δὲ καὶ προτροπὴν Ἀλεξάνδρου θρασὺς
φαίνεται ὁ Ἕκτωρ διὰ τοῦ δόρατος· ἄμα δὲ καὶ προμηνύει τὴν
ἄφιξιν. τὸ δὲ ἔχε ἀντὶ τοῦ ἐκράτει.
320. πόρκης] πόρκης καλεῖται ὁ τῆς ἐπιδορατίδος δακτύλιος.
*παρὰ τὸ πέρω πέπορα, πόρκης.
321. τὸν καλλωπιστὴν δηλοῖ καὶ ἐναβρυνόμενον τῇ γυναικὶ, καὶ μόνον οὐχὶ διʼ αὐτὴν τὰ ὅπλα μεταχειριζόμενον.
*τὸ επω σημαίνει τέσσαρα, τὸ λέγω, ὡς τὸ “ἄνδρα μοι
ἔννεπε Μοῦσα” (Od. 1, 1), καὶ τὸ ἀκολουθῶ, ὡς τὸ “ἢ οὐχ ἑπέ-
σθην Λακεδαίμονος ἐξ ἐρατεινῆς” (Il. 3, 239), τὸ εὐτρεπίζω, ὡς
ἐνταῦθα, καὶ τὸ διοικῶ, ὡς τὸ “ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος
πολέμοιο χεῖρες ἐμαὶ διέπουσιν” (Il. 1, 165).
322. βραχὺ διασταλτέον εἰς τὸ θώρηκα, ἵνα ᾖ πρὸς τὸ ἕποντα.
*τινὲς φόωντα, τουτέστι λαμπρύνοντα.
323. Ἑλένη] ἐμπρακτοτέρα λίαν ἐστὶν αὕτη τοῦ Ἀλεξάνδρου. τὸ δὲ ἔργα ἀντὶ τοῦ περὶ τῶν ἔργων.
325. αἰσχροῖς] λοιδόροις. παρʼ ἑαυτοῦ δὲ ἐξήνεγκεν ὁ ποιητὴς τὸν στίχον.
326. οὐ μὲν καλὰ χόλον] ἀφορμὴν λαμβάνει διὰ τῆς αὐτοῦ
ἀργίας (οὐ γὰρ ὡς ἀσθενοῦς, ἀλλʼ ὡς ῥᾳθύμου αὐτοῦ κατηγορεῖ), καί
φησιν, οὐχ ὑγιῶς ἐν ἑαυτῷ τὴν μῆνιν ἔχεις· σοὶ γὰρ οἱ Τρῶες μηνί-
ουσιν, ὡς θελησάντων αὐτὸν ἐκδοῦναι Μενελάῳ. ἢ χόλον τὴν ῥᾳθυ-
μίαν λέγει. ἐβούλετο μὲν οὖν αὐτοῦ πλειόνως καθάψασθαι, ἀλλʼ
οὐκ ἔδει αὐτὸν ἐπὶ Ἑλένης λοιδορεῖσθαι.
327. λαοὶ μέν] περικέκοπται ὁ λόγος· ἐφυλάξατο γὰρ ἐπαγα- γεῖν σὺ δὲ καθέζῃ ἀκίνδυνος.
336. δασυντέον τὸ ἥμην, ἀντὶ τοῦ ἐκαθήμην· ἄμεινον γάρ. τινὲς δὲ ψιλοῦσιν, ἀντὶ τοῦ ἤμην, ὃ δηλοῖ τὸ ὑπῆρχον.
*ἄχεϊ προτραπέσθαι] διὰ τὴν λύπην τοῦ δυσημερήματος ἤθελον ἀποτραπῆναι μικρὸν τῆς μάχης. ἢ ἤθελον διὰ τὴν ἧτταν λυπούμενος μεῖναι καὶ κατακλιθῆναι· ἢ ἐβουλόμην ἐκ τῆς συμβάσης μοι λύπης διὰ τὴν ἧτταν παρατροπήν τινα καὶ παραμυθίαν εὑρεῖν.
εἶξαι τῇ συμφορᾷ καὶ ἡσυχάσαι. δέον μὲν οὖν ἦν τὸ πταῖσμα
ἔργοις ἀνανεοῦσθαι· οὗτος δὲ διὰ ἡσυχίας φησὶν ἀνακτᾶσθαι ἐαυτόν.
338. *ὥρμησ᾿] ὁρμηθῆναι ἐποίησεν.
339. νίκη δʼ ἐπαμείβεται] ὡς τὸ “κεῖνον δʼ αὖθις ἐγώ” (Il. 3, 440). τῇ δὲ τύχῃ, οὐ τῷ πολεμίῳ περιάπτει τὸ κατόρθωμα.
342. οὔτι προσέφη] καλῶς οὐδὲ ἀποκρίσεως αὐτὸν ἠξίωσεν εἰπόντα “νῦν δέ με παρειποῦσʼ ἄλοχος,” ἀλλὰ τῇ Ἑλένῃ αὐτὸν παρορμᾶν παραινεῖ.
343. προσηύδα μειλιχίοισι] προσάγεται αὐτόν· ξυνίησι γὰρ ὡς διὰ τὴν πρὸς αὐτὴν αἰδῶ τὰς ἐπιπλήξεις παρῆκεν.
344. δᾶερ ἐμεῖο κυνός] τῷ συγγενικῷ ὀνόματι προσοικειοῦται τὸν Ἕκτορα· ἐπεὶ δὲ διʼ αὐτὴν ἀτυχοῦσι Τρῶες, προαναγγέλλει τε τὴν ἑαυτῆς κατηγορίαν καὶ τὴν εὔνοιαν αὐτῶν ἐπισπᾶται.
345. ὅτε με πρῶτον τέκε μήτηρ] ὡς καὶ παρʼ αὐτὴν τὴν γένεσιν εἱμαρμένων τούτων, ἅπερ αὐτῆς ἐδόκει εἶναι πλημμελήματα.
348. ἀπόερσε] ψιλωτέον τὸ ἔρσε. πᾶν γὰρ φωνῆεν λῆγον εἰς ρ ἐπιφερομένου τοῦ σ ψίλουσθαι θέλει. πιθανῶς δὲ παρέδραμε τὴν τῶν αὐτῇ εἰργασμένων αἰσχύνην.
349. τεκμήραντο] εἰς τέλος ἤγαγον, ἀπὸ τοῦ τέκμαρ.
351. ᾔδη νέμεσίν τε καὶ αἴσχεα] ᾔδει πρὸς τὸ φυλάσσεσθαι καὶ
μὴ εἰς αὐτὰ ἐμπίπτειν.
διδάσκει ὁ ποιητὴς τὰς ἐπιγαμίας πρὸς συνετοὺς ποιεῖσθαι· ἡ γοῦν Ἑλένη πλούσιον ἄνδρα ἔχουσα τὸν Ἀλέξανδρον καὶ υἱὸν βασι- λέως εὔχεται συνετοῦ γεγενῆσθαι γυνή.
354. ἀλλʼ ἄγε νῦν] τὸ συνεχὲς τοῦ λόγου ἐκεῖνο ἦν, δᾶερ ἐμεῖο
κυνώπιδος, εἴσελθε καὶ ἕζεο. μέσα δὲ παρενθεῖσα πλείονα ἀπʼ ἄλλης
ἀρχῆς ἤρξατο, ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕξεο. τὸ δὲ δᾶερ ἕνεκα
φιλοφροσύνης λαμβάνει. εἴσελθε δὲ, ὅτι μέχρι τῆς αὐλῆς προελη-
λύθει· φιλοφρονητικὸν δὲ τοῦτο.
355. ἔστι μὲν νῦν ἀντιδιασταλτικὴ ἡ σέ ἀντωνυμία καὶ ἐχρῆν
αὐτὴν ὀρθοτονεῖσθαι, ἡ δὲ συνήθεια ἐγκλιτικῶς ἀνέγνω.
356. εἵνεκʼ ἐμεῖο] Ἕκτωρ μὲν οὐ συμπαραλαμβάνει αὐτὴν Ἀλεξάνδρῳ· “σέο γάρ” φησιν “εἵνεκʼ ἀϋτή τε πόλεμός τε” (328). ἡ δὲ τὴν αἰτίαν καὶ εἰς ἑαυτὴν φέρει, προκαταλαμβάνουσα αὐτόν.
357. Πτολεμαῖος ἀναστρέφει τὴν ἐπί, Πρακλέων δὲ οὔ. ἰᾶται
δὲ τὰ ἑαυτῆς πταίσματα καὶ λεληθότως αὔξει τὴν ποίησιν.
359. Πορφυρίου. οὐκ οἶδ᾿ ὅθεν τῶν γραμματικῶν τινὲς τὸ
αἰόλον ἐπὶ τοῦ ποικίλου παρʼ Ὁμήρῳ ἀκούειν ἀξιοῦσιν· οὕτω γοῦν τὸ
αἰολόπωλον (Il. 3, 1S5) ἀποδιδόασι, καὶ “πόδας αἰόλος ἵππος” (Il.
19, 404), καὶ τὸ “αἰόλος ὄφις” (Il. 12, 208). οὐκ ἔστι δὲ οὕτως,
τοῦ θύειν καὶ εἰλεῖν· θύειν δὲ τὸ σφοδρῶς καὶ ἀκαθέκτως ὁρμᾶν δίκην
μαινομένων· “γὰρ ὅ γʼ ὀλοῇσι φρεσὶ θύει” (Il. 1, 342) καὶ
“θῦνε διὰ προμάχων (Il. 5, 250)· ὅθεν καὶ θυάδες αἱ Βάκχαι.
ὡς οὖν ἀελλόπος Ἴρις λέγεται (Il. 8, 409), ἣν μεταλαβὼν ποδήνε-
μον προσηγόρευσεν (Il. 2, 786), καὶ τὰς ἀέλλας εἰς τοὺς ἀνέμους
μεταλαμβάνει, οὕτως τὸν ποδώκη ἵππον μεταλαμβάνων πόδας αἰόλος
ἵππος ἔφη· καὶ ὥσπερ εἰπὼν ἀργίποδας κύνας (Il. 24, 211) κατὰ
παράληψιν ἀλλαχοῦ ἔφη καὶ κύνας ἀργούς (Il. 1, 50), οὕτω τοὺς
τοὺς πόδας αἰόλους ἵππους κατὰ παράληψιν αἰολοπώλους εἶπε. καὶ
αἰόλαι οὖν εὐλαὶ (Il. 22, 509) ἀπὸ τοῦ ταχέως εἰλεῖσθαι. εἴρηνται
καὶ σφῆκες μέσον αἰόλαι (Il. 12, 167) αἱ κατὰ μέσον συνεχῶς
κινούμεναι καὶ εἰλούμεναι. καὶ κορυθαίολος οὖν ὁ συνεχῶς κινῶν τὴν
κόρυθα, ὃ μεταποιῶν ἐπὶ τοῦ Ἄρεως ἔφη “ἶσος Ἐνυαλίῳ κορυθάικι”
(Il. 22, 132). λύσεις δʼ ἐντεῦθεν καὶ τὸ “ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ
πολέος πυρὸς αἰθομένοιο, ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ
ἔνθα αἰόλλῃ” (Od. 20, 25)· δηλοῖ τὸ εἰλεῖν καὶ συνεχῶς στρέφειν.
ἐκ δὲ τοῦ κορυθάϊκι λύσεις τὸ “Δωριέες τε τριχάϊκες (Od. 19,
177), οἱ συνεχῶς τὰς τρίχας διὰ τὸ δραστικὸν κινοῦντες· καρηκο-
μόωντες γὰρ εἴρηνται οἱ Ἀχαιοί.
360. φιλέουσά περ] πιθανῶς προσέθηκε τὸ φιλέουσα, ἵνα μὴ ὑπʼ
ἀπεχθείας δοκῇ μὴ καθέζεσθαι.
ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν] στρατιωτικὸν τὸ τῆς ἀλαζονείας καὶ οἰκεῖον Ἕκτορος. οὐκ ἠξίωσε δὲ διαλέξασθαι Ἀλεξάνδρῳ, τὸ πᾶν τῇ γυναικὶ ἐπιτρέπων.
364. ἐδήλωσεν ὅτι οὐ χρονίσει ἐν τῷ τῇ γυναικὶ ὁμιλεῖν.
366. οἰκῆας] τοὺς ἐν τῷ οἴκῳ· ἀσυμπαθοῦς γὰρ τὸ ἐλθόντα μὴ ἰδεῖν· προὔκρινε δὲ τῶν ἡδέων τὰ ἀναγκαῖα.
367. οὐ γάρ τʼ οἶδ᾿] οὐ γὰρ τέως· πολεμικὸς δὲ ὢν ὑποπτεύει τῶν πολεμικῶν κινδύνων τὸ ἄδηλον.
370. εὖ ναιετάοντας] διὰ τὴν τῶν δεσποτῶν πρόνοιαν καὶ φρόνησιν· ἐπὶ δὲ Ἀλεξάνδρου (314) μόνον καλά.
371. οὐδʼ εὗρ᾿ Ἀνδρομάχην] ἐκκλίνων τὸ ὁμοειδὲς πιθανῶς ἐποίησε
τὴν Ἀνδρομάχην μὴ εὑρισκομένην ἔνδον. ἄμα δὲ καὶ κρίνειν τὸν
ἀκροατὴν ἀξιοῖ ὅσης ἐπληρώθη μὲν λύπη εὑρῶν Ἑλένην, Ἀνδρομά-
χην δὲ οὔ. ἀπῄει δὲ κατηφὴς, τῶν φιλτάτων μὴ θεαθέντων· ἐν γὰρ
τῷ τείχει παραδόξως συντυγχάνει αὐτοῖς.
373. πύργῳ ἐφεστήκει] τὴν αἰτίαν τῆς ἐξόδου φησὶ, παραμυθού-
μενος ἡμᾶς συναχθομένους τῷ Ἕκτορι. βούλεται δὲ ὥσπερ ἱκετήριον
τὸν πατέρα τῷ Διὶ προτεῖναι τὸν παῖδα διὰ τὸ τοῦ πολέμου ῥιψονκίν-
δυνον.
376. νημερτέα] ἐπίρρημα, ἀπὸ τοῦ νημερτές οὐδετέρου. τοῦτο
ἐκ τοῦ νημερτής. τοῦτο παρὰ τὸ ἁμαρτῶ τὸ ἀποτυγχάνω, καὶ μετὰ
τοῦ νη στερητικοῦ νηαμαρτής, οἱονεὶ ὁ μὴ ἀποτυγχάνων τοῦ σκοποῦ
τοῦ λόγου, τουτέστι μὴ ψευδόμενος· καὶ τροπῇ τοῦ ᾱ εἰς ε νημερ-
τὴς.
377. λευκώλενος] τοῦ ποιητοῦ τὸ ἐπίθετον, οὐ τοῦ Ἕκτορος. λέγει δὲ καὶ τὰς αἰτίας διʼ ἃς προϊέναι τὰς σώφρονας δεῖ.
381. * ὀτρηρή] ἡ δραστικὴ, ἡ μὴ ἀναμένουσα ὀτρυνθῆναι παρά
τινος, ἀλλὰ διʼ ἑαυτῆς παροτρυνομένη ἅπαντα ποιεῖν. γέγονε δὲ
παρὰ τὸ τρέω τὸ φοβοῦμαι.
383. οὔτε πη] ὀργιζομένῳ τῷ Ἕκτορι ἀπολογεῖται ὑπὲρ αὐτῆς ἡ θεράπαινα, ὡς οὐ χαιρούσης προόδοις, ἠναγκασμένης δὲ νῦν φιλαν- δρίας χάριν, ἵνα μᾶλλον οἰκτίσῃ αὐτὴν ὁ Ἕκτωρ.
389. μαινομένῃ εἰκυῖα] ἵνα ἀπροαιρέτως δοκῇ ἐκβεβακχεῦσθαι.
παῖδα δὲ φέρει τιθήνη, ἢ ὅτι ὑποτίτθιος ἦν, ἢ ὅτι ἐν τοῖς δεινοῖς οὐκ
ἐῶσι μόνους τοὺς παῖδας.
390. ὁ δʼ ἀπέσσυτο] οὐκ ἀποκρίνεται ὑπὸ θυμοῦ. εὖ δὲ τὸ μὴ
περιμεῖναι τὴν γυναῖκα· καὶ ἔστιν ἰδεῖν ἀντικείμενα τὰ πρόσωπα,
Ἕκτορος μὲν προτιμήσαντος τῶν φιλτάτων τὴν βοήθειαν τῶν πολιτῶν,
Ἀλεξὰνδρου δὲ τῇ Ἑλένῃ παρακαθημένου.
392. διερχόμενος μέγα ἄστυ] μετὰ τὸ διελθεῖν τὰς λεωφόρους καὶ πρὸς τέλει ἐλθεῖν. τοῦτο δέ φησιν, ἵνα ὁ ἀκροατὴς ἀγωνιώτερος γένηται.
394. ἔνθ᾿ ἄλοχος] ἀναβέβηκεν ἐπὶ τὸ τεῖχος ὡς ἐκεῖθεν ὀψομένη
τὸν Ἕκτορα, οὐδαμοῦ δὲ ὁρωμένου οἴκαδε ἐπανέρχεται, καὶ ἰδοῦσα
Ἀδράμυστις ὁ Πελασγὸς ἀφικόμενος εἰς τὴν Ἴδην τὴν ἐν Λυκίᾳ
κτίζει πόλιν Ἀδραμύστειαν καλουμένην· ἔχων δὲ θυγατέρα Θήβην
ἔπαθλον δρόμου αὐτὴν ὥρισε τῷ βουλομένῳ. Ἡρακλῆς δὲ ταύτην
λαβὼν καὶ τὴν πόλιν Ὑπόλακον Θήβην ὠνόμασεν, ὅτι ὑπέρκειται
αὐτῆς πλακῶδες ὄρος, συνεχεῖς ἔχον πέτρας.
400. ἀταλάφρονα] μὴ δυνάμενον τλῆναι κακοπάθειαν.
401. ἀλίγκιον ἀστέρι καλῷ] προπαραδίδωσιν ἡμῖν τὸ χαρίεν τοῦ
παιδὸς, ἵνα προσανέχωμεν αὐτῷ τὸν νοῦν, ὅταν εἴπῃ “οὗ παιδὸς
ὀρίξατο” (466). πρέπον δὲ παιδίῳ τὸ μὴ ἡλίῳ ἢ σελήνῃ, ἀλλʼ ἀστέρι
εἰκασθῆναι.
402, 403. ἄμφω πρέποντα. ὁ μὲν γὰρ οὐ βουλόμενος ὀνειδίζειν
τοῖς ὑποτεταγμένοις ἦν παρεῖχεν αὐτοῖς σωτηρίαν, ἀπὸ τοῦ ἐγχωρίου
Σκαμάνδρου καλεῖ τὸν υἱόν· οἱ δὲ Τρῶες, ἀνθʼ ὧν ἐφύλαττεν αὐτοὺς
ὁμολογοῦντες χάριν, Ἀστυάνακτα καλοῦσιν, οἰκείαν θέμενοι τὴν προσ-
ηγορίαν· καὶ γὰρ καὶ οὗτος Ἕκτωρ ἐκαλεῖτο διὰ τὸ ἔχειν “ἀλόχους
κεδνάς” (Il. 24, 730). προτρέπει δὲ ἡμᾶς ἐπʼ ἀρετὴν διʼ ὧν καὶ
παισὶν αἴτιοι εὐκλείας οἱ ἀγαθοί.
404. μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ] τοῦτο γὰρ ἡρωϊκὸν καὶ
μεγαλοφυὲς, τὸ μὴ ἀθρόως γελᾶν. χαρίζεσθαι δὲ δοκοῦσι ταῖς
γυναιξὶ τοὺς παῖδας φιλοφρονοῦντες· συνδέσιμος γὰρ ἀνδρῶν καὶ
γυναικῶν ἡ παιδοποιία. πατρικὸν δὲ καὶ τὸ σχῆμα· προσαγορεύομεν
γὰρ μειδιασμῷ τοὺς παῖδας τοὺς μηδέπω μὲν λόγους συνιέντας, γνω-
ρίζοντας δὲ ἤδη τὴν ὄψιν.
405. παρίστατο δακρυχέουσα] ἤδη προὐδίδαξε τί μέλλει λεχθῆ- ναι. πιθανὸν δὲ ἀπὸ τῆς ἀπροσδοκήτου χαρὰς κλαίειν τὴν γυναῖκα. γραφικῶς δὲ ὁ μὲν μειδιᾷ ἀφορῶν εἰς τὸ παιδίον, ἡ δὲ δακρύουσα παρέστηκεν αὐτῷ.
406. φῦ χειρί] τὸ δυσαποσπάστως ἔχεσθαι τοῦ ἀνδρὸς δηλοῖ τὸ
φῦ χειρί
407. φθίσει σε τὸ σὸν μένος] διὰ τὴν φιλοστοργίαν πέπεισται
409. σεῦ ἔσομαι] οὐ τῇ κοινῇ χηρείᾳ, ἀλλὰ τῇ Ἕκτορος ἄχ-
θεται.
410. πάντες ἐφορμηθέντες] ἔνα γὰρ ἕκαστον αὐτοῦ ἥττονα ἡγεῖ- ται αὕτη.
411. σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι] φίλανδρον τὸ ἦθος αὐτῆς. ἡ δὲ ἀντωνυμία πολλάκις παραληφθεῖσα πάθος καὶ ἦθος κινεῖ.
412. ἔσται θαλπωρή] περιπαθῶς φησὶν ὅτι ἄμα σοὶ πάντα τὰ ἐμοὶ ἀπολοῦνται καλὰ, ἀλλὰ καὶ τὸ κοινότατον πάντων ἀνθρώπων ἀφαιρεθήσεται, ἡ ἐλπίς. τὸ δὲ πότμον ἐπίσπῃς ἀντὶ τοῦ ὑπὸ πότμου καταληφθήσῃ.
413. οὐδέ μοι ἔστι πατὴρ] οἶκτον ἐπάγεται ἀντὶ πάντων αὐτὸν
λέγουσα ἔχειν. ἐλεοῦμεν γὰρ μᾶλλον τοὺς ἡμῶν μόνον ἠρτημένους.
οὐκ ἀγνοοῦντι μὲν οὖν διαλέγεται, ἀλλʼ ἐκ πάντων τῶν οἰκείων αὔξει
τὸν Ἕκτορα· οἱ γὰρ ἀτυχοῦντες φιλοῦσι καὶ πρὸς εἰδότας λέγειν
τὸ μῆκος τοῦ λόγου. τὸ δὲ ἀμόν ἐν μὲν τῇ Ἰλιακῇ προσῳδίᾳ φησὶν
ὁ Ἡρωδιανὸς Δωρικώτερον εἶναι ἀπὸ τοῦ ἁμέτερον· ἐν δὲ ἐπιμερισμῷ
φησὶν ὅτι ἀπὸ τοῦ ἐμὸν ἐκτέταται τὸ ε εἰς ᾱ μακρόν.
417. ὡς τίμιον καὶ βασιλικόν. οὐ περιττὰ δὲ ταῦτα· ἀξίωμα γὰρ τοῦ πατρὸς ἐμφαίνει, ὃν ᾐδέσθη καὶ πολέμιος.
420. * νύμφαι ὀρεστιάδες] σημειωτέον ὅτι καὶ ἐν τοῖς ὄρεσι καὶ
ἐν ταῖς πηγαῖς οἶδε θεὰς, ἃς νύμφας καλεῖ “νύμφαι κρηναῖαι”
(Od. 17, 240) καὶ “νύμφαι ἀρεστιάδες, κοῦραι Διός.” οὕτως πεπλη-
ρῶσθαι θείων δυνάμεων Ὅμηρος ἡγεῖται πάντα.
423. κατέπεφνε Ἀχιλλεύς] λεληθότως ὑποβάλλει αὐτῷ κἀκ τούτου τὸν Ἀχιλλέα φοβεῖσθαι.
428. πατρὸς] μητροπάτορος· τεθνήκει γὰρ Ἡετίων ἤδη.
429. Ἕκτορ, ἀτὰρ σύ μοι] τὸ σχῆμα καλεῖται σχέσις· ἐμφαίνει δὲ εὔνοιαν καὶ πάθος ψυχῆς.
430. θαλερός] ἀγαπητός· “τοιόνδε θάλος” (Od. 6, 157) οἷον ἀγάπημα.
431. αὐτοῦ μίμνʼ] ἡ μὲν Ἑλένη ὡς αἴτιον τοῦ πολέμου ἐκπέμπει τὸν Πάριν, ἡ δὲ ὡς ῥιψοκίνδυνον κατέχει. καλῶς δὲ οὐ μένειν αὐτὸν οἴκοι ἀξιοῖ (οἶδε γὰρ ὅτι οὐ πείσει), ἀλλʼ ἐπὶ τοῦ τείχους μένειν, ὅθεν καὶ ἀμυνεῖται τοὺς πολεμίους, ὅθεν καὶ σωθήσεται.
433. οὐ πρέποντα μὲν τὰ τῆς ὑποθήκης γυναικὶ, ἀλλʼ εἰ καὶ
γυναικὶ μὴ πρέπει, ἀλλά γε τῇ Ἀνδρομάχῃ, ἐπεὶ καὶ τὸ ἱπποκομεῖν
οὐ γυναικὸς, ἡ δὲ Ἀωδρομάχη καὶ τοῦτο ποιεῖ (Il. 8, 168), ὡς
καὶ φίλανδρος, ἐπιμελουμένη δὲ καὶ τῶν φερόντων αὐτῆς τὸν ἄνδρα
τοῦτο ποιεῖ.
*ὑπόκειται γὰρ ἡ Ἀνδρομάχη τοιαύτη, καὶ οὐκ ἀπείρως καὶ τοὺς
Ἕκτορος ἵππους τημελοῦσα.
434. περίπλασμά τι τοῦτό ἐστιν, ὅπως αὐτὸν ἀποστήσῃ τοῦ πεδίου· διὸ οὐδὲ ἀποκρίνεται περὶ τούτου.
*ἐπίδρομον, καθʼ ὃ ἔστιν ἐπιδραμεῖν τὴν ἀπὸ τοῦ τείχους κατερ- χομένην ὁδὸν καὶ ἀναβῆναι τὴν αὐτήν.
436. ἀμφʼ Αἴαντε] περιειργάσατο παρά τινος τὰ ὀνόματα. ἅμα δὲ θέλει ὁ ποιητὴς δηλῶσαί τι τῶν μετὰ Γλαῦκον καὶ Διομήδην γεγονότων. διὰ τί δὲ, φασὶν, οὐ συνεῖδε ταῦτα ὁ Ἕκτωρ: φαμὲν δὲ ὅτι συνεῖδεν “ἐμοὶ” γάρ φησι “τάδε πάντα μέλει, γύναι.”
438. θεοπροπίας εὖ εἰδώς] ὑποβάλλει ταῦτα προοικονομῶν ὡς
κατὰ τοῦτο τὸ μέρος εἵμαρτο ἁλῶναι τὴν Ἴλιον.
441. τάδε πάντα] ἡ ὀρφανία καὶ ἡ χηρεία καὶ ἡ τῶν πολεμίων σκόπησις.
442. αἰδέομαι Τρῶας καὶ Τρωάδας] νόμος γὰρ ἄρχουσιν αἰδεῖ. σθαι τοὺς ὑποτεταγμένους· χεῖρον δὲ παρὰ γυναιξὶν ἀκούειν δειλόν.
444. μάθον ἔμμεναι ἐσθλός] διδακταὶ γὰρ αἱ ἀρεταί. ἄμεινον δὲ τὸ ἔμαθον ἀντὶ τοῦ εἴωθα. ἐξ ἐπιλογισμοῦ δὲ τοῦτό φησιν.
445. ὁ Νικάνωρ φησὶν ὅτι δεῖ στίζειν εἰς τὸ ἀεί. ἵνα μὴ τοῦ συνδέσμου ὑπερβατὸν γένηται.
446. ἀρνύμενος πατρός τε] οὐ μόνον, φησὶν, ἑαυτῷ τὴν δόξαν,
ἀλλὰ καὶ τῷ πατρὶ σῶσαι σπουδάζω.
448. οὐκ ἐκφοβεῖ, εἰ καὶ τῆς ἁλώσεως μέμνηται, ἀλλὰ μᾶλλον
εὐπαράμυθον ποιεῖ, καὶ τὴν αὑτοῦ φιλοστοργίαν πρὸς τὴν γυναῖκα ἐμ-
φαίνει· διὸ οὐδὲ τὸν τῆς ἁλώσεως ὁρίζει χρόνον. ὃν δὲ δεινῶν χρόνος
450. οὔ μοι Τρώων τόσσον μέλει] ἐπεὶ ἐκεῖνοι ἑκόντες ἐδυστύχουν,
ἐπιτρέποντες Ἀλεξάνδρῳ ἀδικεῖν· ἡ δὲ Ἀνδρομάχη διὰ τὰς ἐκείνων
ἁμαρτίας προητυχήκει, τοσούτων οἰκείων στερηθεῖσα ἐν ἡμέρᾳ μιᾷ.
ὑπερέβαλε δὲ τὴν τῆς γυναικὸς φιλοστοργίαν. ἡ μὲν γὰρ ἀντὶ τῶν
οὐκέτι ὄντων αὐτὸν οἰκείων ἔθετο, ὁ δὲ καὶ τῶν περιόντων αὐτὴν προ-
τιμᾷ· ἄμα δὲ ἐλεεινὴ καὶ ἡ ἡλικία καὶ ἡ δουλεία. μιμεῖται δὲ καὶ
βαρβάρων φιλογύναιον ἦθος, οἳ περὶ πλείστου ποιοῦνται τὰς γυναῖκας.
454. ὅσσον σεῖ᾿] δεινῶν γὰρ πάντων χείρων ἡ τῶν γυναικῶν ὕβρις.
456. ἐν Ἄργεϊ ἐοῦσα] ὑπὸ ἄλλης κελευομένη· τοῦτο γὰρ τὴν ὕβριν φέρει, οὐχὶ τὸ ἔργον, σύνηθες ὂν ταῖς παλαιαῖς.
458. πόλλʼ ἀεκαζομένη] τέτακται μὲν ἡ δουλεία εἰς ὑδροφορίαν καὶ ἱστουργίαν· ὁ δὲ κατʼ ἄμφω τίθησιν ἐπίτασιν. θαρρῶν δὲ τῇ σωφροσύνῃ αὐτῆς, ὅτι οὐκ ἂν ὑπομείνειεν ἑκουσίως προδοῦναι ἑαυτῆς τὸ σῶμα, ἑτέρου ἀνδρὸς οὐ μέμνηται.
460. ὃς ἀριστεύεσκε μάχεσθαι] παρέδραμε τὰ ἑαυτοῦ· ἔστι δὲ
ἐν τῇ λέξει πάντα ὑπονοεῖν. ἐπιγραμματικὸν δὲ ἔχει τύπον ὁ στίχος.
464. ἀλλά με τεθνειῶτα] καὶ πάλιν ἡ Ἕκτορος ὑπερβάλλει φιλία. ἡ μὲν γὰρ Ἀνδρομάχη στερηθεῖσα τοῦ Ἕκτορος θανεῖν εὔ- χεται, ὁ δὲ μὴ κλαιούσης αὐτῆς ἀκοῦσας.
468. ἀτυχθείς] ἐπὶ τῇ τοῦ πατρὸς ὄψει ταραχθείς. ἠθικὸν δὲ καὶ
τοῦτο ὅτι οὐκ ἄλλον, ἀλλὰ τὸν πατέρα φοβεῖται.
καὶ χωρὶς μέν τινος μορμολύττοντος δυσαποσπάστως ἔχουσι τῶν
τροφῶν· τοῦτον δὲ καὶ ἡ ὄψις φοβεῖ· οὕτως δέ ἐστιν ἐναργείας
μεστὰ τὰ ἔπη, ὅτι οὐ μόνον ἀκούεται τὰ πράγματα, ἀλλὰ καὶ ὁρᾶ-
ται. λαβὼν δὲ τοῦτο ἐκ τοῦ βίου ὁ ποιητὴς ἄκρως περιεγένετο τῆς
μιμήσεως. πρῶτος δὲ παῖδας ἐν τραγῳδίᾳ εἰσάγει.
469. διασταλτέον εἰς τὰ τέλη τῶν τριῶν ἐπῶν· ἔστι γὰρ ἀτυ- χθεὶς ὄψιν ταρβήσας χαλκὸν καὶ λόφον νοήσας ἀπονεύοντα.
417. ἐκ δʼ ἐγέλασσε] ἀπὸ τῆς πολλῆς αὐτῶν λύπης ἡ μικρὰ τοῦ παιδὸς αἰτία φυσικόν τινα κινεῖ καὶ μέτριον γέλωτα.
472. μιμητικῶς καὶ τοῦτο· εὐάλωτος γὰρ καὶ ὁ τραχὺς φιλο- στοργίᾳ τέκνου.
474. κύσε πῆλέ τε] τοῦτο γὰρ ποιοῦμεν πρὸς διάχυσιν αὐτῶν.
ἄκρως δὲ περιεγένετο τοῦ ἤθους, οὐδέν τι λυπήσας τὴν ἡρωϊκὴν συμ-
μετρίαν. ταῖς δὲ χερσὶ λαβόμενος αὐτοῦ τὴν ἐπιθυμίαν πληροῖ,
ἐπεὶ μὴ δύναται περιπλακῆναι αὐτοῦ.
476. δότε δὴ καὶ τόνδε] φιλότιμος ἡ εὐχή. διαχυθεὶς δὲ ἐπιλέ- λησται τῶν πρώην· ἢ ὅτι δυνατὸν θεοῖς καὶ παρʼ ἐλπίδα τι ποιῆσαι. ὡς νῦν δέ ἐστι πλούσιος οὐκ εὔχεται τὸν υἱὸν γενέσθαι, ἀλλʼ ἢ μόνον ἄρχοντα καὶ ἀνδρεῖον, τὴν μητέρα θρασύνων, ἵνʼ ἔχῃ ἐπίκουρον.
479. πατρὸς δʼ ὅγε] φυσικῶς ἐκ τοῦ βίου τοῦτο ἔλαβεν· ἅπασι γὰρ τῶν ἄλλων ἀμείνονες εἶναι θέλοντες μόνοις εὐχόμεθα παισὶν ἡττᾶσθαι.
480. οὐκ ἀεὶ πολεμεῖσθαι καὶ πολεμεῖν εὔχεται, ἀλλʼ ἐν μόναις ἄριστον εἶναι ταῖς χρείαις.
484. δακρυόεν γελάσασα] δυνατῶς καὶ σοφῶς ῥηθὲν ὡς ἀνερμή- νευτον πεφώραται. ἔστι δὲ εὐπρεπές· οὐ γὰρ ὡς ἁπλοῦν τὸ πάθος, ἀλλὰ σύνθετον ἐξ ἐναντίων παθῶν, ἡδονῆς καὶ λύπης· εἰς γέλωτα μὲν γὰρ αὐτὴν προήγαγε τὸ βρέφος, εἰς δάκρυον δὲ ἡ περὶ τοῦ Ἕκτορος ἀγωνία.
487. οὐ γάρ τις] ὑποθεὶς ἑαυτὸν τῇ εἱμαρμένῃ, ἴσον ἐποίησε τό τε κινδυνεύειν καὶ τὸ ἀσφαλῶς ζῆν.
488. * Πορφυρίου. ἐζήτησάν τινες πῶς ἐνταῦθα ἀπαράβατον
λέγει τὴν μοῖραν ὁ ποιητὴς, ἐν δὲ τῇ Ὀδυσσείᾳ παραβατὸν ὑφίστα-
ται, ὅταν λέγῃ “ὡς καὶ νῦν Ἀτρείδαο ὑπὲρ μόρον Ἀτρείδαο γῆμʼ
ἄλοχον” (Od. 1, 35). λύεται δὲ τοῦτο ἐκ τοῦ δείκνυσθαι ὅτι τριχῶς
ἡ μοῖρα παρὰ τῷ ποιητῇ λέγεται, ἡ εἱμαρμένη, ἡ μερὶς καὶ τὸ
καθῆκον. ὅταν οὖν λέγῃ “μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα
δαῖτα” (Od. 3, 66). τὰς μερίδας λέγει. ὅταν δὲ λέγῃ “ἔλλαχε
πορφύρεος θάνατος καὶ μοῖρα κραταιή” (Il. 5, 83), τὴν εἱμαρμένην
σημαίνει. ὅταν δὲ ἐπὶ τῶν Τρώων φευγόντων λέγῃ “οὐ κατὰ μοῖραν
τάφρον διεπέρων” (Il. 16, 367), οὐ κατὰ τὸ καθῆκον διεπέρων τὴν
τάφρον λέγει, ἀλλʼ αἰσχρῶς. καὶ ἐπὶ τῶν οὖν προκειμένων, ἐν μὲν
τῷ “μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν” τὴν
εἱμαρμένην λέγει· ὅταν δὲ “ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον,” οὐ
ἄλληλα οὐδὲν ἀπεικὸς τὰ διάφορα πρόσωπα. ὡσαύτως δὲ καὶ ἐπὶ
τῶν Ἑλλήνων ὅταν λέγῃ “ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος
ἐτύχθη” (Il. 2, 155), παρὰ τὸ καθῆκον ἀκουσόμεθα. Ὅμηρος
μέντοι ἀπαράβατον τὴν μοῖραν τὴν κατὰ τὴν εἱμαρμένην οἶδεν ἐν οἷς
φησὶ “καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, τείχει ὕπο
Τρώων εὐηγενέων ἀπολέσθαι” (Il. 23, 80) καὶ πάλιν “ἀλλά ἑ
μοῖρα ἦγ᾿ ἐπικουρήσαντα μετὰ Πρίαμόν τε καὶ υἶας” (ll. 5, 613).
κρατεῖν δʼ οὐ μόνον ἀνθρώπων, ἀλλὰ καὶ θεῶν ἀποφαίνεται, ὥς που
καὶ ὁ Ἄρης φησὶν “εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ
κεῖσθαι ὁμοῦ νεκύεσσι” (Il. 15, 117) καὶ ὁ Ποσειδῶν πρὸς τὴν Ἴριν
“ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, ὁπόταν ἰσόμορον
καὶ ὁμῇ πεπρωμένον αἴσῃ νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν”
(ib. 208), ἀφʼ ὧν δηλοῖ ὡς τὴν πεπρωμένην καὶ αὐτῶν τῶν θεῶν
ἐπικρατεῖν γινώσκει. διὸ καὶ ὑπείκειν αὐτῇ καὶ τὸν ὑπέρτατον θεὸν
Δία, καὶ “ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ” (Il. 16,
441) αὐτοῦ τε υἱὸν νενομισμένον μὴ θελῆσαι θανάτοιο δυσηχέος
ἐξαναλῦσαι, ἀλλὰ μᾶλλον αἱματοέσσας ψιάδας κατέχευεν ἔραζε,
παῖδα φίλον τιμῶν. διὸ καὶ Πάτροκλος “ἀλλά με μοῖρʼ ὀλοὴ καὶ
Λητοῦς ἔκτανεν υἱός” (ib. 849). οὕτω καὶ περὶ Ἡρακλέους λέγει
“οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος, ὅς κεν φίλτατος ἔσκε Διὶ Κρονίωνι
ἄνακτι, ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης” (Il.
18, 117)· καὶ ἀλλαχοῦ “ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα
τελευτᾷ· ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι” (ib. 328).
ἀλλὰ καὶ Ἡρακλῆος τὰ μὲν ὅπλα δοῦναι ὑπισχνεῖται, τὴν δὲ μοῖ-
ραν παρατρέψαι ἀρνεῖται· “αἰ γάρ μοι θανάτοιο δυσηχέος ὧδε
δυναίμην νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι” (ib. 464),
ἔστι δὲ καὶ ἄλλα μυρία ἀφʼ ὧν δείκνυται Ὅμηρος ἀπαράβατον
λέγων τὴν τοῦ θανάτου μοῖραν.
489. φαίνεται καὶ τὴν μαθηματικὴν πρῶτος εἰδὼς Ὅμηρος, ἐν ἡ τὴν τῆς γενέσεως ὥραν τὰ ἀποτελέσματα περιέχει.
490. διὰ βραχέων τῶν ῥημάτων βίον καὶ οἰκονομίαν σώφρονος
491. * Πορφυρίου. διαφέρει τὰ ἠλάκατα τῆς ἠλακάτης, καὶ ἡ
διαφορὰ ἥδε. ἡ μὲν γὰρ ἠλακάτη δηλοῖ τὸ ξύλον εἰς ὃ περιειλοῦσι
τὸ ἔριον αἱ νήθουσαι, ἠλάκατα δὲ αὐτὰ τὰ ἔρια τὰ περιειλούμενα τῇ
ἠλακάτῃ. τὴν μὲν οὖν ἠλακάτην διὰ τούτων δεδήλωκεν, ὡς ἐν τῇ
Ὀδυσσείᾳ (4, 135) “ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.”
τετανύσθαι δὲ αὐτὴν εἶπε διὰ τὸ εἶναι ἐπιμήκη τε καὶ λείαν. τὰ δὲ
ἐπὶ τῆς ἠλακάτης ἔρια “ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα
ἰδέσθαι” (Od. 6, 306) καὶ ἔτι δὲ “παρʼ ἠλάκατα στροφαλίζετο”
(Od. 18, 315). λέγει δὲ καὶ χρυσῆν τὴν ἠλακάτην, ὡς τὸ “χωρὶς
δʼ αὖθ᾿ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα, χρυσῆν τʼ ἠλακάτην
τάλαρόν θʼ ὑπόκυκλον ὄπασσε· τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέ-
θηκε φέρουσα νήματος ἀσκητοῖο βεβυσμένον” (Od. 4, 130). καὶ ἡ
χρυσηλάκατος δὲ Ἄρτεμις ἀπὸ τῆς ὁμοιότητος καὶ τῆς κατασκευῆς
τῆς ἠλακάτης εἴρηται χρυσοῦν τόξον ἔχουσα· “Ἥρῃ δʼ ἀντέστη
χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα” (Il. 20, 70).
492. πόλεμος δʼ] ταῦτά φησι διὰ τὰς παραινέσεις αὐτῆς. ἔστι
δὲ ἤθη σκοπεῖν διάφορα Ἀλεξάνδρου καὶ Ἕκτορος· ὁ μὲν γάρ φησι
“πόλεμος δʼ ἄνδρεσσι μελήσει,” ὁ δὲ Ἀλέξανδρος “νῦν δέ με
παρειποῦσʼ ἄλοχος” (337).
496. ἐντροπαλιζομένη] ἀπῆγε μὲν ἡ ἐπίπληξις, ἐπέστρεφε δὲ ἡ εὔνοια· ποία γὰρ ἂν ἦν τοιοῦτον ἄνδρα τοιούτῳ κινδύνῳ προπέμπουσα;
499. ἐνῶρσεν] ἢ διηγησαμένη, ἢ ἀπὸ τῶν ἰδίων δακρύων. ηὔξησε
δὲ τὸ συμπαθὲς διὰ τοῦ παρανόμου θρήνου· κλαίουσι γὰρ ἔτι ζῶντα.
ἅμα δὲ καὶ ἐνδείκνυται ὡς δεῖ οὕτω δεσπόζειν, ἵνα καὶ εὐνοῶνται.
503. οὐδὲ Πάρις δήθυνεν] δῆλον οὖν ὡς διὰ τοῦτον ἐνδιέτριβεν
δηθύνων Ἕκτωρ, ἵνα μετʼ αὐτοῦ προελθὼν παραθαρσύνῃ τοὺς Τρῶας
ἰδόντας αὐτὸν παραδόξως σεσωσμένον, ὡς τῶν θεῶν εὐνοϊκῶς ἐχόντων
πρὸς αὐτούς.
505. πεποιθώς] ἑαυτῷ πρόεισιν ἀρέσκων, τὴν ἧτταν οὐδʼ ὅλως ἐνθυμούμενος.
506. στατὸς] ὁ τῆς ἀγέλης ἀποσπασθεὶς καὶ ἐπὶ φάτνης ἑστώς·
οὕτω γὰρ ποθεῖ τὴν συνήθη δίαιταν. ἀκοστήσας δὲ τὸ ἡσυχάσας
507. δεσμὸν] δεσμὸς οὖν Ἀλεξάνδρου ἡ Ἑλένη νοηθήσεται. ὑψηχῶν, ἐριγδουπῶν, κυμβαλίζων· ἀρίστῳ γὰρ ἵππῳ χηλὴ ἡ κοίλη, ἡ καὶ κυμβαλίζει.
508. φιλόλουτρον τὸ ζῷον· ἐν ποταμῷ δὲ, ἐπεὶ τοῖς θολεροῖς ἥδεται ὕδασιν. οὐ πονεῖν δὲ ἐθελήσας τοῦτο ποιεῖ, ἀλλὰ μεταβολὴν τῆς στάσεως εὑρεῖν.
509. χαῖται] δοκεῖ ἡ κόμη τοῖς ἵπποις μεγαλοπρεπείας εἶναι
αἰτία. καὶ Πάρις δὲ εὔκομος. πρεπόντως δὲ τοῦτο ἐπὶ τοῦ καλλω-
πιστοῦ· καὶ τὸ παράδειγμα ἀπὸ γαυρικοῦ ἵππου καὶ ἀλογίστου.
510, 511. ὁ δʼ ἀγλαΐηφι πεποιθώς] ἀντὶ τοῦ τὸν δὲ πεποιθότα.
καὶ τὸ ῥίμφα ἑ ἀντὶ τοῦ αὐτόν.
513. διαστολὴ εἰς τὸ ἠλέκτωρ. δύο δὲ παραβολὰς ἐνταῦθα ἔμιξεν.
*ἠλέκτωρ δὲ ἐπιθετικῶς ὁ ἥλιος, ὅτι ἀλέκτρους ποιεῖ ἡμᾶς ἀνι- σταμένους ἐκ τῆς κοίτης.
514. καγχαλόων] ὡς ἠγαπημένος τῇ Ἀφροδίτῃ γαυριῶ ἐν μέσαις ταῖς Τρωάσιν. ὁ δὲ Ἀχιλλεὺς κυνάστρῳ εἴκασται (Il. 22, 26), ἅμα τῷ λαμπρῷ καὶ τὸ φθοροποιὸν ἐπιφερόμενος.
516. ὅθι ᾗ ὀάριζε γυναικί] οἰκονομικῶς οὐ παρατυγχάνει ταῖς ὁμιλίαις· τί γὰρ ἂν ἔδρασεν ὁ γυναικώδης ἀκούσας εἰπόντος Ἕκ- τορος “ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει;” καταλιπὼν γὰρ ἂν τὴν μάχην πάλιν οἴκοι ἐκαθέζετο παρὰ τῇ Ἑλένῃ.
517. πρότερος] ὡς τὸ πταῖσμα θεραπεύων ἑαυτοῦ.
518. ἠθεῖʼ] παρὰ τὸ θεῖος τὸ σημαντικὸν τοῦ θαυμασίου, κατὰ
πλεονασμὸν τοῦ η, διὸ καὶ προπερισπαστέον. ταῦτα δέ τινες προσ-
αγορευτικὰ λέγουσιν. οὐδέποτε δὲ περί τινος αὐτά φησιν ὁ ποιητὴς,
ἀλλὰ πρός τινα. ἔστιν οὖν τὸ μὲν τέττα φίλου, τὸ ἄττα τροφέως,
τὸ πάππα πατρὸς, τὸ ἠθεῖε ἀδελφοῦ. τὸ δὲ ἦ μάλα πευστικὸν καὶ
ἠθικόν.
*τινὸς δὲ τὸ ἠθεῖος παρὰ τὸ θεῖος κανονίζουσι, καὶ κατὰ πλεονα-
σμὸν τοῦ η γέγονεν ἠθεῖος· πλεονάζει γὰρ τὸ ᾖ ἐν πολλαῖς λέξεσιν,
ὡς μύει ἠμύει, “τῷ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος” (Il.
2, 373), πεδανός ἠπεδανός· εὐγενής εὐηγενής· “τείχει ὑπὸ Τρώων
εὐηγενέων ἀπολέσθαι” (Il. 23, 81).
521. δαιμόνιʼ οὐκ ἄν τις] ὁμοίως τοῖς προτέροις ἀμελείας αὐτὸν κατακρίνει, οὐ βουλόμενος αὐτοῦ κἂν τὴν μικρὰν ταύτην θραύειν ὁρμήν.
523. *μεθίεις τε καὶ οὐκ ἐθέλεις] τί γὰρ μεθίει τε καὶ τί οὐκ
ἐθέλει; ἐκ τῶν προρρηθέντων ἔστι λαβεῖν. προεῖπε δὲ “δαιμόνιʼ οὐκ
ἄν τίς τοι ἀνὴρ, ὃς ἐναίσιμος εἴη, ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ
ἄλκιμός ἐσσι.” μεθίεις οὖν τὸ ἔργον τῆς μάχης, καὶ οὐκ ἐθέλεις
μάχεσθαι, ὥσπερ ἐν ἄλλοις ἐκ πλήρους ἔφη “οὕστινας αὗ μεθιέντας
ἴδοι στυγεροῦ πολέμοιο” (Il. 4, 240).
524. ἄχνυται ἐν θυμῷ] φιλαδέλφως ἀπολογεῖται ὑπὲρ τῶν
ὕβρεων. θυμῷ δὲ τῷ λογισμῷ· καὶ “ἕτερος δέ με θυμὸς ἔρυκε”
(Od. 9, 302). λυποῦμαι οὖν, φησὶ, λογιζόμενος, ὅταν κατὰ σοῦ
ὕβρεις ἀκούω. τοῦτο δὲ λέγει διὰ τὸν τοῦ Σαρπηδόνος λόγον.
526. ἀρεσσόμεθʼ] ἁρμοσόμεθα ἢ πρὸς Τρῶας ἢ πρὸς ἀλλήλους.
τοῦτο δὲ παρʼ Ὁμήρῳ φασὶν οἱ μετὰ τὸ ἀδικῆσαι εἰς εὐμένειαν προ-
τρεπόμενοι τὸν ἀδικηθέντα.
518. κρητῆρα στήσασθαι ἐλεύθερον] τὸν ἐπὶ ἐλευθερίᾳ ἱστώμενον.
529. ἐκ Τροίης ἐλάσαντας] μεγαλοφυῶς, ἵνα μὴ εἴπῃ φόβων ἀπηλλαγμένους.
1. πυλέων ἐξέσσυτο] διὰ τῶν πυλῶν ἐξώρμησε. δηλοῖ δὲ τὸ πρό- θυμον Ἕκτορος, ὃ ἐδείκνυτο πρὸς προτροπὴν Ἀλεξάνδρου· διὸ καὶ ὁ ποιητὴς ἐπάγει κἀκείνου τὴν προθυμίαν.
2. τῷ δʼ ἅμ᾿ Ἀλέξανδρος] διδάσκει ὅσον ἐστὶ προτροπὴ κατὰ καιρὸν γινομένη.
3. πολεμίζειν ἠδὲ μάχεσθαι] ἐπανείληφε τὸ αὐτὸ πρὸς ἔμφασιν τῆς προθυμίας.
5. οὖρον] καὶ ἀλλαχοῦ ἐπὶ λήξει τῶν δεινῶν “ἀσπάσιος γῆ νηχο- μένοισι φανείη” (Od. 23, 233) φησίν. ἐνταῦθα δὲ μεσοῦντος τοῦ δεινοῦ τὸν οὖρον ἔλαβεν.
8. εἰς τὸ ἑλέτην βραχεῖα διαστολή· πρῶτος δὲ ἀριστεύει Ἀλέ- ξανδρος ὡς προπετής· “Τρωσὶ μὲν προμάχιζεν” (Il. 3, 16). ἢ ὡς ἐξ ἀναπαύσεως ὢν καὶ ὑπὸ τῶν Ἕκτορος λόγων ἠρεθισμένος.
9. Μενέσθιον] δοκεῖ μάχεσθαι ἑαυτῷ ὁ ποιητὴς, ἀεὶ πρεσβύτατον
λέγων Νέστορα τῶν ἐπὶ Ἴλιον στρατευσάντων (“μετὰ δὲ τριτάτοι-
σιν ἄνασσεν” Il. 1, 252), ἐνταῦθα δὲ Μενέσθιον· δυσὶ γὰρ γενεαῖς
παράγεται πρεσβύτερος ὢν τοῦ Νέστορος. Ἀρηϊθίου γὰρ λέγει τοῦ
ἐπικαλουμένου Κορυνήτου παῖδα εἶναι Μενέσθιον· ὑπὸ δὲ Λυκούργου
φησὶν ἀνῃρῆσθαι τὸν Ἀρηίθοον, ὃν δὴ καὶ λαβεῖν αὐτοῦ τὰ ὅπλα·
γηράσαντα δὲ τοῦτον Ἐρευθαλίωνα παραδοῦναι· τὸν δὲ Ἐρευθαλίωνα
ὑπὸ Νέστορος ἀναιρεθῆναι νέου ὄντος. φησὶ γὰρ “γενεῇ δὲ νεώτατος
ἔσκον ἀπάντων” (153). ῥητέον δὲ ὅτι ἴσως ἀπέθανεν Ἀρηίθοος ἐνιαυ-
σιαῖον ἐάσας τὸν υἱὸν, ἀνεῖλε δὲ τὸν Ἀρηίθοον ὁ Λυκοῦργος ἤδη
γηραιὸς ὤν· φησὶ γὰρ “πέφνε δόλῳ, οὔτι κράτεΐ γε” (142). ὀλίγον
δὲ ἐπιβιοὺς δύναται Ἐρευθαλίωνι παραχωρεῖν τὴν πανοπλίαν. προ-
καλούμενος δὲ οὗτος τοὺς Πυλίους οὐκ ἀπεικότως ὑπὸ Νέστορος ἀ-
ναιρεῖται νέου ὄντος, ὥστε Νέστορα μὲν εἶναι Μενεσθίου πρεσβύτερον,
τῶν δὲ ἄλλων τῶν ἐπὶ Ἴλιον στρατευσάντων μείζονα Μενέσθιον. ἢ
τῇ τοῦ ὀνόματος πλανῶνται ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενεσθίου πατὴρ
Ἀρηίθοος Βοιωτὸς ἦν, ὁ δὲ ὑπὸ Λυκούργου ἀναιρεθεὶς Ἀρκάς.
*Πορφυρίου. ἀδύνατον Μενέσθιον τοῦ Κορυνήτου υἱὸν ὄντα πολε-
μεῖν· πρεσβύτερος γὰρ ἂν εἴη Νέστορος, εἴ γε τὸν Κορυνήτην
Λυκοῦργος ἀνεῖλεν, γηράσας δὲ οὗτος Ἐρευθαλίωνι κατέλιπε τὴν
κορύνην, τοῦτον δὲ Νέστωρ νεώτατος ὢν ἀνεῖλεν. ἡ δὲ λύσις ἀπὸ τῆς
λέξεως· ὁμώνυμος γὰρ πατὴρ υἱῷ, καὶ ὅταν φῇ ὃν κορυνήτης, οὐ τὸν
Μενέσθιον λέγει, ἀλλὰ τὸν Ἀρηίθοον τὸν Μενεσθίου πατέρα, ὥστε
εἶναι τὸν Κορυνήτην πάππον τοῦ Μενεσθίου.
11. ὀξυόεντι] ἀπὸ παραγωγῆς τοῦ ὀξύς, ὡς φαίδιμος φαιδιμόεις·
“φαιδιμόεντες Ἐπειοί” (Il. 13, 686).
12. στεφάνης] εἶδος περικεφαλαίας ἐξοχὴν ἔχον. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς τῶν ὀρῶν στεφάνης.
*ὡς τὸ “ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσει.” ἔστι δὲ καὶ κόσμος γυναικεῖος.
13. Γλαῦκος] καλῶς τρίτος ἀριστεύει, μὴ σβέσας τὴν πρὸς
15. τινὲς δεξιάδην ἐπιάλμενον ἤτοι ἀπὸ τῶν δεξιῶν ἐπιβαίνοντα.
17. τοὺς δʼ ὡς οὖν ἐνόησε θεά] ἀγωνιστικὸν τὸν πόλεμον τῇ
ὁρμῇ τῶν θεῶν ποιεῖ, καὶ διαναπαύει τὸ ὁμοειδές. ὡς φιλέλλην δὲ
καὶ τοὺς τρεῖς τοὺς ἀπολωλότας πολλοὺς εἶναι δοκεῖ.
21. Περγάμου ἐκκατιδών] ὅτι αὐτὸς Περγάμῳ ἄκρῃ ἐφίζετο· παρατηρεῖ γὰρ μή τις θεῶν ἐπίθηται Τρωσίν.
22. ἀξιοπίστως ἔθηκε καὶ τὸν τόπον. ἔστι δὲ τοῦτο τὸ δένδρον
καὶ ἰσχυρὸν καὶ πολυχρόνιον. φηγὸς δὲ παρὰ τὸ φάγω, ὅ ἐστι τρώγω·
τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες τὰ ἔξω ἔκαιον διὰ θέρμην· ὅθεν
καὶ βαλανεῖα.
24. τίπτε σὺ δʼ αὖ μεμαυῖα] τί πάλιν ἐθέλουσα ποιεῖν, ἐπειδὴ ἡ πρώτη αὐτῆς ὁρμὴ μέγιστα τοῖς Ἀχαιοῖς συνεβάλετο.
26. ἐπίθετον τοῦτο τῆς νίκης. γίνεται δὲ ὅταν οἱ πρότερον νική-
σαντες ἐξ ἑτεροδυναμίας τινὸς παρεισβαλούσης ἡττηθῶσιν.
28. ὑποστικτέον καὶ εἰς τὸ πίθοιο καὶ εἰς τὸ εἴη. τινὲς δὲ τῷ πίθοιο τελείαν νέμουσιν.
29. νῦν μὲν] ὁ μὲν ἀκροατὴς δεινὰ ἐλπίζει ἐπὶ τῇ παρόδῳ τῶν
θεῶν, οἷα καὶ πρώην γέγονεν· ὁ δὲ ἀνακόπτει τὸ προσδοκώμενον, καὶ
ἅμα ἀντεισάγει τὴν ἀλαζονείαν Εκτορος, τὴν αἰδῶ Ἑλλήνων, τὴν
σπουδὴν Μενελάου καὶ Ἀγαμέμνονος, τὴν Νέστορος δημηγορίαν.
34. τὰ γὰρ φρονέουσα καὶ αὐτή] ἧκε γὰρ πρὸς τὸ μηδὲν βλα- βῆναι τὸ Ἑλλνικόν· ἡ γὰρ ἡσυχία οὐδὲν αὐτοὺς ἔβλαπτεν.
36. πῶς] οὐκ ἔδει γὰρ ἀλόγως τὴν παῦσιν γίνεσθαι ἐν τῇ τοιαύτῃ
ἀκμῇ τοῦ πολέμου.
38. Ἕκτορος ὄρσωμεν κρατερὸν μένος] ἵνα μικρὰν ἀνακωχὴν δῷ Τρωσίν· εἶπε γὰρ “ὡς δὲ θεός” (4). συναινεῖ δὲ καὶ Ἀθηνᾶ πρὸς τὸ κεχαρισμένον ταῖς Τρωάδων εὐχαῖς.
39. τὸ μὲν οἰόθεν ἐξ οἴου σημαίνει, ὡς τὸ οὐρανόθεν· ἰδίως δὲ ὁ
ποιητὴς χρῆται αὐτῷ ἀντὶ τοῦ οἴῳ, τουτέστι μόνος μόνῳ.
40. ἄμεινον τελείαν δοῦναι εἰς τὸ δηϊτῆτι, καὶ τὸν ἑξῆς δέ ἀντὶ τοῦ γάρ λέγειν.
44. φασὶν Ἕλενον καὶ Κασάνδραν διδύμους εἶναι, λαθόντας δέ
47. Διὶ μῆτιν ἀτὰ άλαντε] διδάσκει ὅτι δεῖ τὸν ἄρχοντα μὴ μόνον
μιᾶς πόλεως, παντὸς δὲ τοῦ κόσμου προνοεῖν δύνασθαι.
48. κασίγνητος δέ τοί εἰμι] βραχεῖ προοιμίῳ τῆς φύσεως ὑπο- μιμνήσκων προτρέπεται.
52. οὐ γάρ πω] πάντοτε θαρσύνει αὐτόν· ἐπʼ οὐδεμιᾷ γὰρ χρείᾳ
ὡς Ἀλέξανδρος μέγιστον αἱρεῖται τὸν κίνδυνον. ἄλλως τε προεμ-
φαίνει τὴν ἀρετὴν Αἴαντος, ὡς εἰ μὴ τὸ μοιρίδιον ἐπεῖχε, κἂν ἀπώ-
λεσεν Ἕκτορα.
ἐπισπεῖν] ὥσπερ τὸ πλεῖν, οὕτω καὶ τὸ ἐπισπεῖν· πᾶν δὲ ἀπαρέμ- φατον ἐν τῇ συνθέσει φυλάσσει τὸν αὐτὸν τόνον.
53. ὣς γὰρ ἐγὼν ὄπ᾿ ἄκουσα θεῶν] καὶ μὴν οὕτε τοῦτο εἰρήκασιν,
οὔτε παραστάντες αὐτῷ εἶπον ἃ ἐβούλοντο. ἢ τοίνυν ὑπολύει τὴν
μαντικήν· καὶ γὰρ ὁ τυχῶν ἀκούσας δύναται λέγειν, ἵνα ᾖ τὸ
ἤκουσα ἀντὶ τοῦ ᾐσθόμην, ὡς τὸ “μάλιστα δέ τʼ ἔκλυον αὐτοί”
(Od. 6, 185)· ἢ τὸ ἑξῆς οὕτως, αὐτὸς δὲ προκάλεσσαι· ὣς γὰρ
ἐγὼν ἄπ᾿ ἄκουσα, δηλονότι τὸ δεῖν προκαλέσασθαι. ἐν δὲ τῷ μεταξὺ
ἔφη “οὐ γάρ πώ τοι μοῖρα θανεῖν,” τοῦτο παρʼ ἑαυτοῦ προσθεὶς διὰ
τὸ θαρσῦναι.
54. ἐχάρη] ὡς ἀκινδύνως εὐδοξήσων καὶ τὴν πρώην θεραπεύσων ἀργίαν.
55. καί ῥʼ ἐς μέσσον ἰών] τὸ φιλότιμον ὑπέφηνε τῷ μὴ ἀποκρί-
νασθαι. οὐ διακηρυκεύεται δὲ, ἀλλὰ πρὸς κατάπληξιν τῶν πολεμίων
καὶ ἰδίαν δόξαν αὐτουργεῖ.
56. μέσσου διὰ τὸ ἄπρακτον. ἀκμαζούσης γὰρ τῆς μάχης οὐκ ἐνῆν βοᾶν. ἐπὶ δὲ τοῦ Ἀλεξάνδρου ἀρχὴ τῆς μάχης ἦν.
57. κὰδ δʼ Ἀγαμέμνων] ᾤετο γὰρ αὐτὸν μετεγνωκέναι τὴν παρά-
βασιν καὶ ἐν συμβουλίᾳ δημογερόντων γεγονέναι ἐν τῇ πόλει.
59. αἰγυπιοῖσιν] σαρκοφάγον τὸ ζῷον. παιδεύει δὲ τὰ τοιαῦτα
ζῷα ὁρῶντας θνητότητα ὑπονοεῖν, καὶ ἐν αὐτῷ τῷ πολέμῳ λογισμῷ
χρῆσθαι τῷ θυμῷ. ὑψῶν δὲ τὰ πραττόμενα θεατὰς αὐτῶν ὑπογράφει
61. ἀνδράσι τερπόμενοι] φιλοσόφως οἷς ἕκαστος πρόσκειται, ὡς
ἰδίοις τέρπονται κτήμασιν. γὰρ ἐμφύτως τις ἔγκειται, τούτῳ καὶ
ὑπερήδεται, μηδὲν φροντίζων τοῦ ἀπολλυμένου. οὐκ ἀμφοτέροις δὲ
ἀμφότεροι τέρπονται, ἀλλʼ εἴς ἑνί. ἐχρῆν δὲ μετὰ τοῦτο τοὺς λόγους
ἐπαγαγεῖν Ἕκτορος, ὅπως φιλοτίμως ἐκλιπαρεῖ· ἀλλὰ τῇ τοῦ πλή-
θους διαγραφῇ καὶ εἰκόνα παραφέρει.
62. ἀσπίσι καὶ κορύθεσσι] ἡ τοιαύτη προφορὰ φαντασίαν μὲν τῇ διανοίᾳ, κόσμον δὲ τῇ ἀπαγγελίᾳ ποιεῖ.
φρίσσει τις φόβῳ ἢ ψύχει ἢ ὀργῇ. ἐψύχωσεν οὖν τὰ ὅπλα. φρίσσειν λέγων αὐτὰ διὰ τῆς παραβολῆς. φρὶξ δὲ λέγεται καὶ ἡ ἐπανάστασις τῶν κυμάτων.
64. πόντον ὑπʼ αὐτῇ] διὰ τοῦ ν τὸ πόντον, μελάνει δέ τε πόντον
ὑπʼ αὐτῇ, καὶ ἔστι, μέλανα ποιεῖ τὸν πόντον ὑπὸ τῇ φρικὶ ὁ Ζέφυρος.
ἔστι δὲ Ὁμηρικὸν τὸ σχῆμα. εἰ δὲ γράφεται μελάνει δέ τε πόντος
ὑπʼ αὐτῇ, τὸ μελάνει ἀντὶ τοῦ μελαίνεται ὑπὸ τῇ φρικὶ τοῦ Ζεφύρου.
ἄμεινον δὲ τὸ πρῶτον. τὸ δὲ μελάνει ἀπὸ βαρυτόνου ἐνεστῶτος ἀπο-
βολῇ τοῦ ῑ, ὡς τὸ κοιλάνει ἀντὶ τοῦ κοιλαίνει. καλῶς δὲ τὴν τῶν
ὅπλων ἠρεμίαν καὶ ἀργίαν κινήσει Ζεφύρου παρέβαλεν· οὐ γὰρ
ἀθρόως ἐμπίπτει ὁ ἄνεμος οὗτος τῇ θαλάσσῃ, μελαίνων δὲ αὐτὴν καὶ
οἱονεὶ ἐπιστίζων κατὰ μικρὸν ἐγείρεται. καὶ ἀλλαχοῦ δέ φησιν
“Ζεφύρου ὑποκινήσαντος” (Il. 4, 423).
69. Κρονίδης] εἰς θεοὺς ἀναφέρει τὴν αἰτίαν, Τρῶας ἐλευθερῶν καὶ τὸ παράδοξον προφέρων τῆς προκλήσεως.
70. ἀμφοτέροισιν] πιθανῶς ἐξ ἴσου τὸν κίνδυνον ἀμφοτέροις κατέ- στησε, παρελὼν Ἑλλήνων τὴν τῶν θεῶν ἐπικουρίαν.
72. ἢ αὐτοί] ἔδει ἐπαγαγεῖν ἢ ἡμεῖς παρὰ ταῖς ναυσὶν ὑμᾶς ἕλοιμεν. διὰ δὲ τὸ νεμεσητὸν οὕτως ἐσχημάτισε τὸν λόγον.
75. ἵνα πάντες αἰδεσθῶσι μὴ προβαλλόμενοι, κουφότερον διαλέ-
γεται, ὅθεν καὶ δῖον ἑαυτὸν κατʼ ἐξοχὴν ἐκάλεσεν. οὐκ ἀπαιτεῖται
δὲ ὅρκων προσθήκη, ὅτι πρὸς μόνην ἀνάπαυσιν τοῦ στρατοῦ ἡ μάχη
γίνεται, ἢ ὅτι ἔναγχος τοὺς ὅρκους παρέβησαν. γίνονται δὲ αἱ
τοιαῦται προφωνήσεις διʼ ἐξοχὴν, ὡς τὸ “Ζῆνʼ ὕπατον” (Il. 8, 22),
δι᾿ οἶκτον, ὡς τὸ “Σαρπηδόνος ἀμφιμάχεσθαι” (Il. 16, 496), καὶ
δι᾿ ἦθος, ὡς τὸ “οὐδὲ σύ γʼ ἔγνως Παλλάδʼ Ἀθηναίην” (0dd. 13, 299).
79. σῶμα δέ] βαρβαρικὸν τὸ σπεύδειν περὶ τὰς ταφάς. περι- παθῶς δὲ προκατασκευάζει ὁ ποιητὴς πρὸς ὃ μάλιστα ἀπεύχεται δυστυχήσαντα.
85. ταρχύσωσι] ἀπὸ τοῦ ταρχύω. καὶ ταρχύματα δὲ ἃ τοῖς νεκροῖς πρὸς κηδείαν ὡς νενομισμένα ἐποίουν.
86. σῆμά τέ οἱ] λεληθότως ἀποτρέπει τῆς μονομαχίας τοὺς
Ἕλληνας. αὐτὸς γὰρ ἔμελλεν ἀναιρούμενος θάπτεσθαι ἐν Ἰλίῳ
πόρρω τῆς θαλάττης, ὥστε μηδεμίαν γίνεσθαι μνήμην τῷ φονεύσαντι·
τοῦ δὲ ἀντιπάλου ἐπὶ τοῦ Ἑλλησπόντου ταφέντος ἀείμνηστον κλέος
ἔχειν ἔμελλε παρὰ τοῖς πλέουσιν. διὸ καὶ ἐγκαλλωπιζόμενος δυοῖν
ἐποῖν οἷον ἐπεγκολάπτει καὶ ἐπιγράφει τῷ τάφῳ “ἀνδρὸς μὲν τόδε
σῆμα, ὅν ποτʼ ἀριστεύοντα.” τὸ δὲ πλατεῖ Ἑλλησπόντῳ, καθʼ ὃ
μέρος ἐστὶ πλατύτατος ἑαυτοῦ περὶ τὰς ἐκροὰς τοῦ Σκαμάνδρου. ἐπὶ
πάντων δὲ κοινὸν τὸ ὄφρα.
89. ὡς ἤδη νενικηκὼς ἐπιγράφει τῷ τάφῳ τὸ ἐπινίκιον, οὐκ ἐπὶ
τεθνηκότι, ἀλλʼ οὐδὲ γινωσκομένῳ τῷ μέλλοντι μονομαχεῖν, τὸ ἐπική-
δειον τρὸ τοῦ θανάτου διατιθείς. ἀριστεύοντα δὲ προστίθησι πρὸς
ἰδίαν ἐπίτασιν, εἰ καὶ τοῦ ἀρίστου φανεῖται κρείττων. φιλότιμος δὲ
καὶ ἀλαζὼν καὶ βαρβαροήθης ἀεὶ ὁ Ἕκτωρ χαρακτηρίζεται.
93. αἴδεσθεν μὲν ἀνήνασθαι] δειλῶν γὰρ καὶ ἀσθενῶν τὸ ἔργον.
δεδίασι δὲ τὴν ἐκ τῶν βασιλέων περιμένοντες κέλευσιν, ὡς δῆλον
ἐπὶ τῶν ἑξῆς. ἢ ὑπὸ θεοῦ ὡρμῆσθαι αὐτὸν ὑπονοοῦντες πρὸ ὀλίγου
ἡττώμενον· καὶ γὰρ καὶ τοῦ Διομήδους ἀκηκόασι τὸ “παρὰ γάρ οἱ
κεῖνος Ἄρης” (Il. 5. 604).
*Πορφυρίου. διὰ τί προκαλουμένου Ἕκτορος εἰς μονομαχίαν οἱ
μὲν ἄλλοι ἄριστοι αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι,
Μενέλαος δὲ πρῶτος ἀνίσταται, καὶ μεμψάμενος τοὺς ἄλλους κατε-
δύσατο τεύχεα καλὰ, μάχεσθαι προθυμούμενος· ὅτε δὲ προτραπέντες
οἱ ἐννέα ἀνίσταντο, οὐδαμοῦ οὗτος ἐν τούτοις εὑρίσκεται, ἀλλʼ Ἀγα-
μέμνων καὶ Διομήδης καὶ οἱ Αἴαντες καὶ Ἰδομενεὺς καὶ Μηριόνης
καὶ Εὐρύπυλος καὶ Θόας καὶ Ὀδυσσεύς; φησὶ δὲ ὁ Ἀριστοτέλης
ὅτι ἅπαξ ἀκούσας “μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχε-
σθαι Ἕκτορι” (I11) οὐκ ἔμελλεν αὖθις ἀνίστασθαι· καὶ ὅτι τὸ
πρότερον ἐκ φιλονεικίας ἡ ἀνάστασις· καὶ ὅτι ἤδη μονομαχήσας
94. Μενέλαος] ὡς αἴτιος ὢν τοῦ παντὸς καὶ πλέον ὀδυνώμενος.
καὶ ἐν τῇ πρὸς Ἀλέξανδρον δὲ μονομαχίᾳ οὕτως προπετεύεται. διὰ
δὲ τοῦ ὀψέ διδάσκει μὴ παραχρῆμα ποιεῖσθαι τὰς ἀποκρίσεις.
97. αἰνόθεν αἰνῶς] ἐκ δεινοῦ δεινὰ, ἢ καὶ τῶν δεινῶν δεινότερα. ἐκ τῶν δεινοτάτων ὑμῶν πράξεων δεινοτέρα καὶ ἡ λώβη γενήσεται.
99. ὕδωρ καὶ γαῖα γένοισθε] τῶν στοιχείων ὕδωρ καὶ γῆ κατὰ
φύσιν ἀκίνητα, τὰ δὲ ἄλλα κινητὰ διʼ ἑαυτῶν. ταῦτα οὖν φησὶ τὴν
ἀκινησίαν ὀνειδίζων, ἢ ἐξ ὧν συνεστήκασιν, εἰς ταῦτα αὐτοὺς ἀναλυ-
θῆναι εὔχεται. καὶ Ξενοφάνης “πάντες γὰρ γαίης τε καὶ ὕδατος
ἐκγενόμεσθα· ἐκ γῆς γὰρ πάντα καὶ εἰς γῆν τελευτᾷ.”
101. θωρήξομαι] πῶς ἐν πολέμῳ ὢν οὐκ ἦν ὡπλισμένος φαμὲν
ὅτι ἀσφαλέστερα ὅπλα ἀναλαβεῖν θέλει, μέλλων εἰσιέναι εἰς μονο-
μαχίαν.
102. τὸ ἄνισον οἶδεν, ὡς καὶ Πρίαμος “Ζεὺς μὲν τό γ’ οἶδε” (Il. 3, 308).
104. ἔνθα κέ τοι] εἰς κίνδυνον προαναγαγὼν τὴν ὑπόθεσιν καὶ
λύσιν τοῦ παντὸς πιθανῶς ἀνίστησι τὸν ἀδελφόν. φιλοστόργως δὲ
πρὸς αὐτὸν ποιεῖται τὸν λόγον ὁ ποιητὴς, καὶ συμπαθῶς προανεφώνησεν
αὐτοῦ τὸν κίνδυνον. καὶ τὸ βασιλῆες δὲ χαρίεν καὶ εὐνοϊκὸν, διὰ
τὸ προλαβεῖν τοὺς φίλους τὴν σπουδὴν Ἀγαμέμνονος.
107. αὐτός τʼ Ἀτρείδης] διὰ τί τὸν μὲν Ἀλέξανδρον κελεύει
μονομαχεῖν Ἕκτωρ, τὸν δὲ Μενέλαον κωλύει κινδυνεύειν Ἀγαμέμνων
καὶ οἱ ἄλλοι βασιλεῖς; ὅτι τοῦ μὲν Ἀλεξάνδρου ἀδικοῦντος ἡδέως
οἱ Τρῶες εἶχον, τὸν δὲ ὡς ἀδικούμενον ἐλεοῦσιν.
109. ἀφραίνεις] παραφρονεῖς, μωραίνεις, ἀσυνετεῖς· φιλοδόξως
γὰρ, οὐ φρονίμως ἐσπούδακεν ἐπὶ τῇ μάχῃ. δεῖ οὖν τὸ κατὰ δύναμιν,
οὐ τὸ κατὰ προθυμίαν σκοπεῖν.
111. ἔριδος] τῆς πρὸς Ἀχαιοὺς ἔριδος. ἔστι δὲ τοῦτο τὸ γνῶθι σαυτόν.
112. τεχνικῶς ἥττονα πολύ φησιν Εκτορος, ὅπως μὴ τῶν ἄλλων Ἑλλήνων καταφρονεῖν ὑποπτευθῇ, τὸν μὲν τοῦ κινδύνου ῥυόμενος, τοὺς δὲ κινδυνεύειν προτρεπόμενος.
113. καὶ δʼ Ἀχιλεὺς] τοῦτον παρέλαβεν, οὗ καὶ Μενέλαος οὐκ αἰδεῖται ἥττων εἶναι ὁμολογεῖν, οὐκ ἄλλον τινὰ τῶν ὀλίγῳ τοῦ Μενε- λάου κρειττόνων. ἀναπολεῖ δὲ πανταχοῦ τὸ ὄνομα Ἀχιλλέως ὑπὲρ τοῦ μὴ λήθῃ δοθῆναι.
116. τούτῳ δὲ πρόμον ἄλλον] ἐντέχνως παρνπέμνησεν ὅτι πάντως
δεῖ τινὰ αὐτῶν ἀναστῆναι.
122. γηθόσυνοι θεράποντες] τὴν πρὸς αὐτὸν ἀπάντων κηδεμονίαν δηλοῖ.
123. Νέστωρ] πιθανῶς τοῦτον ἐπιπλήσσοντα παρεισάγει, ὃς διὰ τὴν ἡλικίαν οὐκ ἐπισπᾶται τὸ ὅμοιον ἔγκλημα.
124. ὢ πόποι] λειπόμενοι γὰρ οἱ γέροντες δυνάμεως τῷ σχετλιά- ζειν ἐμφαίνουσι τὴν οἰκείαν προθυμίαν. μόνον οὐχὶ δὲ τὴν Ἑλλάδα πᾶσαν αὐτοὺς ἐλεεῖν φησίν. εὖ δὲ καὶ τὸ μὴ λύπην εἰπεῖν ἐν αὐτοῖς, ἀλλὰ πένθος, καὶ μέγα.
125. Πηλεύς] διδάσκει ὅτι τοὺς γέροντας δεῖ καὶ ἀπόντας τιμᾶν,
ὡς Πηλεῖ μέλει Ἑλλήνων καὶ μὴ παρόντι· ἀνόητον δέ φασι τὸ μὴ
τοὺς γονεῖς αὐτῶν παραλαβεῖν ἀχθομένους, ἀλλὰ τὸν Πηλέα, ὃν ἔδει
χαίρειν δυστυχούντων Ἑλλήνων διὰ τὴν Ἀχιλλέως ὕβριν. ἔστι δὲ
ἔντεχνον· εἰ γὰρ ὁ τοῦ πολεμίου πατὴρ ἀθυμεῖ, πόσῳ μᾶλλον οἱ ὑμῶν;
ἅμα δὲ καὶ ὑπομιμνήσκει Ἀγαμέμνονα Ἀχιλλέως, ὅτι ὁ νῦν προκα-
λούμενος πάντας “ὄφρʼ Ἀχιλεὺς μετʼ Ἀχαιοῖσι πολέμιζεν, οὐκ
ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ” (Il. 9, 352)· ἐπα-
χθὲς γὰρ ἦν οὕτω σαφῶς ὀνειδίσαι. προμνηστεύει οὖν τὰς λιτὰς,
καὶ τοῖς βαρβάροις δὲ ἐμφαίνει ὅτι οὐκ ἔσται ἡ Ἀχιλλέως ὀργὴ
πολυχρόνιος, τοῦ Πηλέως οὕτως πρὸς τοὺς Ἕλληνας διακειμένου.
ὑποθωπεύει δὲ λεληθότως τὸν Ἀχιλλέα.
126. βουληφόρος] ὁ φέρων εἰς πέρας ἃ βούλεται. συνίστησι δὲ τὸ πρόσωπον, ὅπως ὁ τούτου σχετλιασμὸς δεινὸς γένηται.
128. θαυμασίως τῆς εὐγενείας αὐτοὺς ὑπέμνησεν, οὐκ αὐτὸς
ἐπαινῶν τοὺς γονεῖς αὐτῶν, ἀλλὰ Πηλέα τὸν ἄκρον ἐπʼ εὐγενείᾳ
131. θυμὸν ἀπὸ μελέων] δηλοῖ ὅτι παρέσπαρται ἡ ψυχὴ παντὶ
τῷ σώματι. ταῦτα δὲ πάσχει, φησὶν, ὅτι τοιούτοις ἀγενέσι καὶ δει-
λοῖς τὸν ἴδιον υἱὸν πεπίστευκεν.
132. αἰ γὰρ] οὐκ ἄκαιρος ἡ πρότασις· ἐπιτιμήσας γὰρ τοῖς
ἀρίστοις, ὤφειλεν ἀποδεῖξαι διὰ τῆς παραθέσεως τῶν πεπραγμένων
αὑτῷ ὅτι δεόντως ἄγει ταύτην τὴν παρρησίαν, ἵνα πρὸς ζῆλον αὐτοὺς
τῶν ὁμοίων κινήσῃ. μέτριος μὲν οὖν ὁ λόγος τῇ φαντασίᾳ, πικρὸς δὲ
τῇ δυνάμει· εἰ γὰρ ὁ Πηλεὺς τὰ ὑμῶν ἀκούων δεινὰ θανεῖν εὔχεται,
πόσῳ μᾶλλον ἐγὼ ὁ τοσαῦτα ποιήσας ἐν νεότητι καὶ νῦν ὁρῶν ὑμᾶς;
πραγματικῶς δὲ καὶ πρὸς Ἀχιλλέα ἀποτείνεται· εἰ γὰρ οὕτως
βαρέως οἴσει ὁ Πηλεὺς τὴν τῶν ἀλλοτρίων ἀνανδρίαν, πῶς οὐκ ἂν
μᾶλλον ἐπὶ τῷ υἱῷ ἄχθοιτο;
138. Ἀρηιθόου] οὗτος μὲν ὁ Ἀρηίθους Βοιωτὸς ἦν τὸ γένος. Ἀρκάσι δὲ συνεμάχει. τοῦτον δὲ Λυκοῦργος ὁ Ἀρκὰς φθόνῳ ἀναιρεῖ. εὐκαίρως δὲ ἐνταῦθα ἐρευνᾷ, πρώην ἀπλῶς παρελθών.
139. γυναῖκες] ἔμφασις τοῦ κλέους ὅτι καὶ γυναιξίν ἐγνώσθη.
143. ὅδʼ ἄρʼ οὐ κορύνη] οὐ διὰ τὸ στενὸν οὐκ ἐχραίσμησεν, ἀλλὰ
διὰ τὴν πρόληψιν.
146. τά οἱ πόρε χάλκεος Ἄρης] λεληθότως τὸν ἴδιον ἔπαινον αὔξει ὁ Νέστωρ, εἰ περιεγένετο ἀνδρὸς ὅπλα φοροῦντος θεῖα.
153. θάρσεϊ ᾡ] τῷ ἑαυτοῦ· “βουλὴ γὰρ ἄρχει, χεὶρ δʼ ἐπεξερ-
γάζεται.” νεώτερος δὲ ἤμην, φησὶ, διὸ καὶ ἐθάρσουν. ἐντέχνως δὲ
τοὺς μὲν πρεσβυτέρους ἀπολύει τοῦ κινδύνου, τοὺς δὲ νεωτέρους
ἀνίστησιν.
154. δῶκε δέ μοι εὖχος Ἀθήνη] ὅτι δεῖ τὰ ἴδια θεοῖς ἀναφέρειν· καὶ γὰρ συνεργοῦσι τοῖς προθύμοις.
155. τὸν δὴ] οὐχ ἑαυτὸν μήκιστον εἶπε καὶ κάρτιστον, ἀλλὰ τῷ
μὲν Ἐρευθαλίωνι ταῦτα ἐμαρτύρησεν, ἐκείνου δὲ περιγεγενῆσθαι
λέγων λεληθότως καὶ ἀνεπιφθόνως αὑτὸνηὔξησε. ζηλωτὸν δὲ ἑαυτὸν
καθιστὰς προτρέπει αὐτοὺς εἰς ἔννοιαν ἀγωνίας.
156. ἀπὸ τῶν ἀριθμουμένων ἐπὶ τὰ μετρούμενα μεταβαίνει μεγέθη. παρήορος δὲ ἤτοι εἰς μῆκος καὶ πλάτος παρηρτημένος.
1159. ὑμέων δʼ οἵπερ ἔασιν] τὸ σχῆμα τοῦτό ἐστιν ὃ καλεῖται περὶ πρόσωπον.
162. Ἀγαμέμνων] καὶ ὡς βασιλεὺς προτρέπων, καὶ ὡς ἀχθόμενος τῇ μελλήσει αὐτῶν. καὶ τὸν ἀδελφὸν δὲ ἐπισχὼν ἐνδείκνυται ὅτι καὶ αὐτὸς οὐ δέδιεν Ἕκτορα, εἰ καὶ ἐκεῖνον ἐκώλυσεν.
163. Τυδείδης] φιλοτιμεῖται γὰρ ἐπὶ τοῖς πεπραγμένοις, καὶ θερμότερός ἐστι τῶν Αἰάντων.
164. Αἴαντες] δευτερεύει γὰρ Αἴας Ἀχιλλέως, συνανέστησε δὲ
αὐτῷ καὶ τὸν Λοκρόν “ἶσον” γάρ φησι “θυμὸν ἔχοντες” (Il. 13,
704). πολεμεῖ δὲ νῦν καὶ κρατεῖ, ἵνα ὅταν ἡττᾶται Ἕκτορι, τὸν
Δία νοοῖμεν.
165. Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος] ἐκείνων μὲν λείπονται, Εὐρυπύλου δὲ καὶ Θόαντος ὑπερέχουσι. συνεργεῖ δὲ ἀεὶ Μηριόνης τῷ Ἰδομενεῖ.
167. Εὐρύπυλος] κρείττων καὶ οὗτος τὰ πολεμικὰ Θόαντος· περὶ
λόγους γὰρ μᾶλλον δεινὸς ὁ Θόας “ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν
νίκων” (Il. 15, 283).
168. Ὀδυσσεύς] ἔσχατος τέθειται οὐχ ὡς δειλὸς, ἀλλʼ ὡς σοφός· πάντα γὰρ λογισμῷ πράττων εἰς πάντα μέλλει.
170. Νέστωρ] ὁ καὶ ἀναστῆναι προτρέψας, οὐχ ὁ βασιλεὺς, ὃς
πονεῖν ἐθέλει ἀεί.
171, 172. αἱ πᾶσαι πεπάλασθε, ὅ ἐστι τῷ κλήρῳ ἤτοι τῷ
λαχμῷ κινήθητε. ἕκαστος, φησὶ, τῷ ἑαυτοῦ κλήρῳ ἐν λαχήσει κινή-
θητε. ἀπὸ τοῦ πάλλω παλάσσω. τὸ δὲ πεπάλαχθε τὸ μολύνθητε
δηλοῖ. τὸ δὲ διαμπερές τὸ διηνεκῶς, ἀπὸ πέρατος εἰς πέρας ἐλ-
θόντος τοῦ κλήρου, ὅ ἐστι διὰ πάντων. εἶτα ἀπὸ ἄλλης ἀρχῆς, ὃς
γὰρ ἂν λάχῃ, καὶ Ελληνας καὶ ἑαυτὸν ὠφελήσει. τινὲς δὲ τελείαν
εἰς τὸ λάχῃσι. λέγει δὲ ὅτι κληρώθητε· λάχοι γὰρ ἄν τις. οἱ δὲ
στίζουσιν εἰς τὸ πεπάλασθε, εἶτα, ὃς γὰρ ἂν λάχῃ, διηνεκῶς καὶ εἰς
πάντα τὸν βίον ὠφελήσει τοὺς Ἕλληνας. ἀνοήτως δὲ, φασὶν, ἐπὶ
κλῆρον ἔρχεται· δέον γὰρ ἑλέσθαι τὸν ἄριστον πάντων, ὅπου τοιοῦτος
ὁ κίνδυνος ἦν, τὸν δὲ φαυλότατον ἐᾶσαι. τοῦτο δὲ ποιεῖ ὁ Νέστωρ,
ἵνα μηδενὸς προκριθέντος ὑβρισθῶσιν οἱ λοιποὶ, τῷ τε πολεμίῳ ἐνδεί-
κνυται ὅτι οὐχ ἔνα μόνον οἴεται ἀξιόχρεων εἰς τὴν πρὸς αὐτὸν μάχην,
καὶ ἵνα μήτε νικήσας τὸν ἄριστον δοκῇ νενικηκέναι, ἀλλὰ τὸν ὑπὸ
κλήρου δεδομένον, μήτε λειφθεὶς ὑπὸ τοῦ ἀρίστου λελεῖφθαι, ἀλλʼ
175. γράμμασιν ἐσημήναντο. καὶ πῶς ὁ κῆρυξ οὐδὲ οἱ ἄλλοι γνωρίζουσιν; ὅτι ἐθνικὰ ἦν;
177. λαοὶ δʼ ἠρήσαντο] ἡδέα ταῦτα καὶ Ἑλληνικὰ, τὸ ἀγωνιᾶν
τοὺς Ἕλληνας περὶ τῆς εὐδοξίας.
179. ἢ Αἴαντα] τάξιν ἡ εὐχὴ ἔχει, τὸν πρῶτον κατʼ ἀλκὴν καὶ τὸν δεύτερον καὶ τὸν τρίτον καταλέγουσα.
181. πάλλεν δὲ — Νέστωρ] ὡς μὴ κακουργηθῆναί τι περὶ τὸν κλῆρον· πιστότατος γὰρ οὗτος ἦν περὶ τῶν ἄλλων.
182. ὃν ἄρʼ ἤθελον αὐτοί] πιθανῶς εἴρηται τοῦτο (εὐχῆς γὰρ τὸ ἔργον ἦν) καὶ κεχαρισμένως τῷ ἀκροατῇ.
184. βαρυντέον τὸ ἐνδέξια· ἐπίρρημα γάρ ἐστιν, ἀντὶ τοῦ ἐνδε- ξίως.
185. οὐ γιγνώσκοντες] οὐχ οἱ αὐτοὶ γὰρ ἤσαν παρὰ πᾶσι τοῖς
Ἕλλησι χαρακτῆρες· διάφορα δὲ καὶ τὰ τῶν στοιχείων ὀνόματα.
Καλλίστρατος δὲ ὁ Σάμιος ἐπὶ τῶν Πελοποννησιακῶν ταύτην μετή-
νεγκε τὴν γραμματικὴν καὶ παρέδωκεν Ἀθηναίοις, ὥς φησιν Ἕφορος.
τέως δὲ ἡμῶν ἐξαρτᾷ τὸν νοῦν, οὐκ εὐθὺς ἐπὶ τὸν Αἴαντα φέρων τὸν
κλῆρον.
189. γήθησε δὲ θυμῷ] καλῶς οὐκ εἶπεν ἐμειδίασε· τοῦτο γὰρ εἰρωνικὸν ἐπὶ τῶν φίλων ἦν· βάλλει δὲ χαμαὶ τὸν κλῆρον, τύπον τῆς ἥττης Ἕκτορο παρεντιθείς.
192. δοκέω νικησέμεν] μέτριον καὶ Ἑλληνικὸν τὸ ἦθος· οὐχ ὡς ὁ Ἕκτωρ γὰρ περὶ τῶν ἀδήλων ὑπισχνεῖται.
194. εὔχεσθε] Ἑλληνικὸν τὸ πρὸ τῶν κινδύνων εὔχεσθαι. ἅμα καὶ τὸ διάκενον πληροῖ. ἡ δὲ τῶν πολλῶν εὐχὴ εἰσακούεται, ὅτι καὶ τὸν κράτιστον ἐπὶ θεοὺς δεῖ καταφεύγειν.
195. σιγῇ ἐφʼ ὑμείων] ἵνα μὴ δόξωσι δεδοικότες τὸν Εκτορα ἐπʼ εὐχὰς τρέπεσθαι.
197. βίῃ] ἐκ δυοῖν γὰρ ἡ νίκη προσγίνεται. ἀνδρείας καὶ πολυ-
πειρίας, ὧν τὸ μὲν ὡς ἐγνωσμένον παρῆκε, τὸ δὲ ἐξῆς ἐπεξεργάζεται.
μετρίως δέ φησιν ὅτι μὴ βουλόμενόν με οὐδεὶς βουλόμενος βιάσα-
σθαι βιάσεται. καὶ τίς, φασὶ, βούλεται βιασθῆναι; διὰ τούτου
199. ἔλπομαι ἐν Σαλαμῖνι] καλῶς τὴν ἐκ παιδείας ἀρετὴν τῇ
θρεψαμένῃ περιάπτει πατρίδι· καὶ τοῦτο γὰρ Ἑλληνικὸν καὶ φιλο-
δἱκαιον.
202. Ἴδηθεν] καλῶς ἐγχωρίως καλεῖ τὸν θεὸν, ἵνα καὶ ἀγωνίζον- ται, ἵνα μὴ παρὰ μόνοις Τρωσὶ τιμώμενος ἐναντίος εἴη Αἴαντι.
204. εἰ δὲ καὶ Εκτοτα] θέλων αὐτοὺς ἐπʼ ἴσης διαλλάξαι ὁ ποιητὴς οὐδένα συνίστησιν, οὐδὲ ἐν τῇ εὐχῇ.
208. οἷός τε πελώριος ἔρχεται Ἄρης] ἤδη προεπαίρει τὸν Αἴαντα καὶ τὴν ἔκβασιν ὑποφαίνει. καὶ ἀπήρκει μὲν καὶ μέχρι τούτου τὸ τῆς εἰκόνος, προσφιλοτιμεῖται δὲ ὁ ποιητὴς τὰ λοιπά. ἐκτείνει δὲ καὶ τὰς συλλαβὰς, τὸ σχῆμα τῆς ὄψεως καὶ τῆς πορείας δηλῶν Αἴαντος.
212. προσώπασι] ἀπὸ τῆς πρόσωπα εὐθείας Αἰολικῶς προσώπατα
καὶ προσώπασιν. εὖ δὲ τὸ πληθυντικῶς χρήσασθαι· σμικρύνει γὰρ
τὸ πρόσωπον καὶ ἀποστενοῖ δειλία, χαρὰ δὲ πληθύνει τε καὶ διαχέει.
πολλὰ δὲ τεκμήρια τῆς τοῦ Αἴαντος γενναιότητος· καὶ λαχὼν γὰρ
ἥσθη, πλησίον δὲ ὄντα γνοὺς τὸν κλῆρον μειδιᾷ, οὐ γελᾶ· τὸ μὲν
γὰρ γελᾶν θρασύτητος καὶ ἀφροσύνης, τὸ δὲ μειδιᾶν γέλωτος μὲν
αὐστηρότερον, σκυθρωπίας δὲ φαιδρότερον, ἐκπλῆττον Ἕκτορα, θρα-
σῦνον δὲ τοὺς φίλους· μειδιόων γὰρ, οἷον ἥμερόν τι καὶ γενναῖον
ἔχων τὸ πρόσωπον.
213. βιβάς] ἡ κίνησις τοῦ σώματος τὸ τῆς ψυχῆς ὑπεμφαίνει
θάρσος· τῶν δὲ δειλῶν “μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας
ἵζει” (Il. 13. 281).
214. Ἀργεῖοι μέγʼ ἐγήθεον] ἣν ὁ ποιητὴς ἔχει διάθεσιν, καὶ τοῖς προσώποις περιάπτει. ἀπὸ δὲ τῆς τῶν ὁρώντων σχέσεως καὶ τὸν ὁρώμενον ηὔξησεν.
215. Τρῶας δὲ τρόμος] οὐ μόνος ὁ κινδυνεύων ἔτρεμεν, ἀλλὰ καὶ οἱ ἄλλοι.
216. θυμὸς ἐνὶ στήθεσσι πάτασσεν] τὴν κίνησιν καὶ ἀγωνίαν τῆς
διανοίας ὑπέγραψε, τῶν δὲ σημείων τῆς δειλίας οὐδὲν παρέλαβεν, ὡς
217. ἀλλʼ οὔπως ἔτι εἶχεν ὑποτρέσαι] ὡς εἴ γε δυνατὸν ἦν, κἂν ἔφυγε. ταῦτα δὲ καὶ περὶ τοῦ Ἴρου νόει.
219. Αἴας δʼ ἐγγύθεν ἦλθς] γενναῖος γὰρ ἂν οὐ μένει τὸν προκα- λεσάμενον.
220. χάλκεον, ἑπταβόειον] δόξαν ἡμῖν ἀληθείας ἐμποιῆσαι θέλων,
τὸν τρόπον τῆς κατασκευῆς καὶ τὸν τεχνίτην καὶ τὴν πόλιν ὑπέ-
γραψε, καὶ μαρτυρεῖ αὐτῷ ὡς τῶν ἄλλων τεχνιτῶν ἐν τεχνητοῖς
ἀρίστῳ.
222. αἰόλον] ποικίλον· διὸ καὶ τὸ τεύχων πρόσκειται· δηλοῖ γὰρ τὸ καλλωπίζων.
225. ἀπειλήσας δὲ προσηύδα] νωθὴς μέν ἐστι, κινηθεὶς δὲ ὀργὴν
ἐνδείκνυται, ἀφʼ ἧς αὐτῷ καὶ ἡ κίνησις· εὐμεγέθης γὰρ ὢν κινεῖσθαι
οὐ δύναται. τὴν ὀργὴν δὲ καὶ πρὸ τῶν λόγων τῷ σχήματι ἐπεδεί-
ξατο.
227. οἷοι καὶ Δαναοῖσιν] οὐκ εἶπεν ὅτι γνώσῃ οἷός εἰμι, κοινο- ποιεῖται δὲ ἅπαντα τοῖς φίλοις καὶ ἕνα ἐκ πολλῶν ἑαυτόν φησιν· οὐχ ὡς ὁ Ἕκτωρ δὲ αὐχεῖ τὸ “οἶδ᾿ ἐπὶ δεξιὰ, οῖδʼ ἐπʼ ἀριστερά”
228. Ἀχιλλῆα] ἐπίτηδες καταπλήττει τὸν πολέμιον τῇ τοῦ κρείτ- τονος προσδοκίᾳ, ὅπως μὴ εὔελπις ᾖ οἰόμενος τεθνάναι ἢ ἀποπεπλευ- κέναι τὸν πολέμιον.
*Πορφυρίου. διὰ τί ὁ Αἴας τῷ Ἕκτορι δεδήλωκε τὴν τοῦ Ἀχιλ-
λέως μῆνιν; οὐδεμία γὰρ ἀνάγκη ἦν, οὐδὲ φρονίμου ἀνδρὸς τὰ παρʼ
αὑτοῦ κακὰ τοῖς πολεμίοις ἐξαγγέλλειν. ἢ ὅτι ἐγίνωσκον οἱ Τρῶες
τὴν μῆνιν Ἀχιλλέως ὑποδεῖξαι πάντως· ὁ γὰρ Ἀπόλλων ἐδήλωσεν
αὐτοῖς ἐν οἷς φησὶν “οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἡϋκόμοιο
μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει” (Il. 4, 512). εἰ
δʼ ἀγνοοῦσι τὴν ὀργὴν οἱ Τρῶες, καὶ οὕτως τὸ τῆς δηλώσεως ἀναγκαῖον,
μὴ ἐν τῷ λοιμῷ τεθνηκέναι νομίσωσιν αὐτόν. λύσις· Ἀριστοτέλης
δὲ, ἵνα μὴ οἴηται τὸν Ἀχιλλέα ἀποδεδειλιακέναι, ἀλλὰ κἀκεῖνον καὶ
ἄλλους αὐτοῦ εἶναι κρείττους. εἶτα εἰπὼν “νῦν δὴ σάφα εἴσεαι
ἀναγκαῖον οὖν δηλῶσαι τί πέπονθεν Ἀχιλλεὺς, καὶ ὅτι μηνίων οὐ
πάρεστιν, ἀλλʼ οὐχὶ τεθνηκὼς ἢ ἀποπλεύσας, ἀλλʼ ὅτι ἐν νηυσὶ κο-
ρωνίσι μηνίων· ὀργὴ δʼ ἐν ἀγαθοῖς ἀνδράσιν εὐδιάλυτον.
231. τοῖοι] οἱ γλωσσογράφοι τὸ τοῖοι ἀντὶ τοῦ ἀγαθοί· ὅθεν καὶ Καλλίμαχος τῷ “τοίων δεῖ” κέχρηται.
232. ἄρχε] βραδὺς γὰρ καὶ δεύτερος ἀεὶ ὁ Αἴας. ἅμα δὲ εὐτε- λίζει τὸ προπετές. ἢ καὶ αὐτὸν εὐτελίζων τοῦτό φησιν εἰρωνικῶς.
235. μή τί μευ] συνεῖδε καὶ ὁ Ἕκτωρ ὅτι μεμφόμενος καὶ κατα- πλήττων αὐτὸν ἄρχειν κελεύει τῆς μάχης.
238. δεξιὰ μὲν τὸ φεύγειν, ἀριστερὰ δὲ τὸ διώκειν.
241. ὄρχησις γὰρ καὶ παιδιὰ γενναίων ὁ πόλεμος. πολλὴν δὲ εὐχέρειαν τῶν δεινῶν ἐμφαίνει.
242. ἀλλʼ οὐ γάρ σʼ ἐθέλω] καίτοι πάντα τρόπον μάχης εἰδὼς, φησὶν, οὐ θέλω σε λάθρα βαλεῖν· ἡ γὰρ μετὰ ἀπάτης ἀριστεία αἰσχρά. ἠθικὸν δὲ καὶ τὸ τοιοῦτον, οἱονεὶ μέγαν καὶ θαυμαστόν.
248. ἑβδομάτῃ] ἢ καὶ τὸν χαλκὸν συναριθμήσεις, ἵνα καὶ αὐτός. ἐστιν ἡ ἑβδόμη ῥινὸς, ἢ ὄγδοον αὐτὸν λάβῃς· ὃ καὶ ἄμεινον.
252. ἠρήρειστο] ἐτράχυνε τὰς συλλαβὰς, τὴν βίαν τῆς εἰσόδου δηλῶν.
255. τὼ δʼ ἐκσπασαμένω] ἀπὸ τῆς τοῦ ἑτέρου ἀσπίδος τὸ ἴδιον
ἑκάτερος.
258. Πριαμίδης μέν] ἐνάρχεται πάλιν οὗτος ἀμβλυνθείσης τῆς ἀκμῆς ἐν τῇ πρώτῃ βολῇ.
261. στυφέλιξε] εἰς τοὔμπροσθεν ὁρμῶντα ἔστησε καὶ ἐπέσχεν.
262. φυλάσσει μὲν Ἕκκορα τῇ ὑποθέσει, τὴν δὲ καιρίαν πληγὴν
Αἴαντι δίδωσιν, ἐπὶ τὸ ἐπικίνδυνον φέρων τὴν ὑπόθεσιν.
263. ἀλλʼ οὐδʼ ὣς] Αἴαντα ἐπιτείνει, τὸ πρόθυμον τοῦ ἕκτορος αὔξων.
264. λίθον εἵλετο] ἡττώμενος ἐν τῇ συστάδην μετάγει τὴν μάχην ὡς πρὸς ἄτρωτον ἢ βαρύοπλον πολεμῶν.
269. ἐπέρεισε δὲ ἶν᾿ ἀπέλεθρον] συνεπέδωκεν ὅλον τὸ σῶμα τῇ βολῇ, καὶ πάσῃ δυνάμει ἐχρήσατο.
270. ἀσπίδʼ ἔαξε] ἐπὶ μὲν Ἕκτορος τὸ ἀσθενὲς τῆς βολῆς δηλῶν
“περιήχησέ” φησιν (267), ὡσανεὶ μηδὲ τοῦ ὀμφαλοῦ θλασθέντος·
ἐπὶ δὲ τοῦ Αἴαντος κατέαξε τὴν ἀσπίδα ὡς καὶ ὑπʼ αὐτῆς πεσεῖν τὸν
Ἕκτορα.
271, 272. ἐξετανύσθη ἀσπίδι ἐγχριμφθείς] οὐκ εἶπεν ὑπὸ τοῦ
λίθου, ἀλλὰ καὶ ὑπὸ τῆς ἀσπίδος· συνῶσε γὰρ αὐτὴν ἐπʼ αὐτὸν ἡ
βολή.
273. ὀξυντέον τὸ αὐτοσχεδόν· τὰ γὰρ εἰς δον ἐπιρρήματα ἐν τῇ συνθέσει φυλάττουσι τὸν τόνον.
274. εἰ μὴ κήρυκες] οἰκονομικῶς σῶσαι θέλων τὸν Ἕκτορα οὕτω διαλύει τὴν μάχην.
276. Ταλθύβιός τε καὶ Ἰδαῖος] ὁ μὲν Ἰδαῖος εἰκότως προσέρ-
χεται, τὸν Ἕκτορα σώσων κινδυνεύοντα· ὁ δὲ Ταλθύβιος οὐκέτι, τὴν
νίκην τοῦ Αἴαντος ἀφαιρούμενος. φαμὲν δὲ ὅτι οὐδέπω ἀκριβὴς ἦν ἡ
νίκη περὶ τὸν Αἴαντα· ἐπὶ ξίφη γὰρ αὐτοὺς ὡρμῆσθαι λέγει, ἔνθα
μάλιστα τύχης, οὐ τέχνης καὶ ἰσχύος, κρίσις τὸ πλεῖστον ἔχει· ἀπὸ
ἴσου γὰρ ὁρμῶνται· ἔτι τε καὶ τὸν Ἕκτορα ὁρᾷ ὑπὸ θεῶν βοηθού-
μενον. ἀλλὰ καὶ διὰ τὸ τῆς νυκτὸς κατάστημα. κατὰ τὸ σιωπώ-
μενον δὲ οἱ ἡγεμόνες αὐτοὺς πέμπουσιν.
279. παῖδε φίλω] ὁ μὲν σεμνοποιῶν τὰ καθʼ ἑαυτὸν παῖδε φίλω φησὶν, ὁ δὲ Αἴας ἐξ ὀνόματος Ἰδαῖε.
281. ἄμφω δʼ αἰχμητά] ἴσους αὐτοὺς ἔφησε, τὴν τοῦ Ἕκτορος ἧτταν καλύπτων.
284. Ἕκτορι ταῦτα κελεύετε μυθήσασθαι] πράου μὲν τὸ ἦθος· οὐ
γὰρ προσφιλονεικεῖ κρατῶν τῇ μάχη· συνετοῦ δὲ, ὅτι μὴ εὐθέως τῷ
κήρυκι συνεχώρησεν, ἵνα μὴ ἄσμενος δοκῇ τὴν διάλυσιν προσίεσθαι,
ἀλλὰ τὸν προκαλεσάμενον ᾠήθη δεῖν περὶ διαλύσεως ποιεῖσθαι τὸν
λόγον. ἀξιόπιστον δὲ ἑαυτῷ πορίζει νίκην· τὸ μὲν γὰρ φονεύειν
κοινὸν, τὸ δὲ ὁμολογίαν ἥττης δέξασθαι καὶ ἀπαγορεύσαντα ἐᾶσαι
ἀξιόπιστον. διὸ καὶ νῦν ἐγκωμιάζει αὐτὸν, ὑπογυίως τῆς ἀρετῆς
289. ὑποστικτέον εἰς τὸ πινυτήν ἢ εἰς τὸ ἐσσί. καλῶς δὲ τὸ
Ἀχαιῶν, ἵνα μὴ καὶ ἑαυτὸν ἐμπεριλάβῃ· ἀλαζὼν γάρ ἐστι, καὶ
οὐδὲ ὑπὸ τοῦ ἀρίστου πλεονεκτεῖσθαι θέλει. ἢ μᾶλλον, οὐ μόνον ἐμοῦ
ἐσσὶ κρείττων, ἀλλὰ καὶ τῶν Ἀχαιῶν.
291. σήμερον] ἐπεὶ τὸ νῦν ἀόριστόν ἐστι, διὰ τοῦτο καὶ τὸ σήμε- ρον προστέθειται.
292. δώῃ δʼ ἑτέροισί γε νίκην] ἐντέχνως ἑαυτὸν τῆς νίκης ὑπεξί- στησιν, ὡς νῦν μὴ νικηθείς.
293. νὺξ δʼ ἤδη] εὐπροσώπως καὶ τοῦτο, ἵνα διὰ τὸν καιρὸν εἴκειν δοκῆ. τὸ δὲ πιθέσθαι (282) παροξυτόνως· μέσος γάρ ἐστι δεύτερος ἀόριστος.
295. καλῶς ἐπὶ Αἴαντος ἡ προσθήκη· πολλοὺς γὰρ εἶχεν ἰσο-
θύμους, οἳ συνέστησαν αὐτῷ κληρωσόμενοι. εὐφρανεῖς μὲν οὖν, φησὶ,
πάντας, ἐπεὶ δὲ φθονοῦνται τοῖς ἀρίστοις οἱ ἄριστοι, ἀλλά γε τοὺς
σοὺς ἑταίρους. Ἕκτωρ δὲ ἀντιζήλους οὐκ ἔχει.
298. θεῖον ἀγῶνα τὸν περὶ τὰ ἱερὰ, ἔνθα οἱ θεοὶ αὐλίζονται διὰ τὰ ἀγάλματα. γράφεται δὲ καὶ θύονται, ὡς Ἡρωδιανός· οὕτω γὰρ ἄμεινον.
299. δῶρα δʼ ἄγ᾿] ἵνα δοκῇ καὶ ἐξ ἴσου ἀπηλλάχθαι, καὶ ἐπαγό- μενος τὴν φιλίαν Αἴαντος.
302. ἀρθμήσαντε] ἁρμοσθέντες καὶ συμβιβασθέντες.
303. ὁ μὲν ἀφρόνως ἄοπλον ἐκδίδωσιν ἑαυτόν· ὁ δὲ ὅμως καὶ
προπαρασπονδησάντων Τρώων οὐδὲν πλημμελεῖ. ἄλλως τε ἐπεποίθει
ὁ” Ἕκτωρ μηδὲν πείσεσθαι· “οὐ γάρ πώ τοι μοῖρα θανεῖν” ἤκου-
σεν (52).
304. σὺν κολεῷ] οὐ περιττὸν τὸ ἔπος, ἀλλʼ ἐπειδὴ ἐσπασμένον ἦν τὸ ξίφος, ἵνα μὴ μόνον νοοῖμεν αὐτό.
306, 307. ἐπὶ μὲν Αἴαντος τὸν λαόν, ἐπὶ δὲ Ἕκτορος ὅμαδόν
φησι, διαστείλας· ἀεὶ γὰρ θορυβώδεις αὐτοὺς ἐκδέχεται.
308. ὡς εἶδον ζωόν] καλῶς θαυμάζουσι καὶ χαίρουσιν ὡς ἀνέλ- πιστον πρᾶγμα ἰδόντες. ἐπὶ μὲν οὖν Ἕκτορος τὴν ἀνέλπιστον σωτη- ρίαν ἐδήλωσεν, ἐπὶ δὲ Αἴαντος τὴν ἐπὶ τῇ νίκῃ ἡδονήν.
310. ἀελπτέοντες] μείζων αὐτοῖς ἡ χαρὰ, ὅτι ἐξ ἀπροσδοκήτου
τὸν στρατηγὸν ἐδέξαντο.
312. νίκῃ] τέτρωται γὰρ καὶ πέπτωκε καὶ ἀπηγόρευσε τῇ μάχῃ ὁ Ἕκτωρ.
314. τοῖσι δὲ] ἡ μὲν τιμὴ εἰς Δία γίνεται, ἡ δὲ χρεία τῶν χρεῶν εἰς τοὺς στρατιώτας.
321. νώτοισιν] τὰ γὰρ τῆς ἀνδραγαθίας ἆθλα εὐτελῆ, ὡς κότινος
καὶ σέλινα, τὰ δὲ δὴ τῆς πλεονεξίας χρυσὸς καὶ ἄργυρος. ἅμα δὲ
διὰ τὸ μὴ δεῖξαι τῷ πολεμίῳ τὰ νῶτα.
325. πρόσθεν ἀρίστη φαίνετο βουλή] Ἀχιλλέα τὸ ὅσον ἐφʼ ἑαυτῷ
χαλεπαίνοντα διήλλαξεν Ἀγαμέμνονι· καὶ τοὺς Ἕλληνας ὁρμῶντας
εἰς τὰς πατρίδας ἐπέσχε· καὶ περὶ διατάξεως ὑπέθετο “ὡς φρήτρη
φρήτρηφιν ἀρήγῃ” (Il. 2, 263)· καὶ τοὺς ἀριστέας ὀκνοῦντας εἰς
τὴν πρὸς Ἕκτορα μάχην ἀνήγειρεν.
327. Ἀτρεῖδαί τε καὶ ἄλλοι] καλῶς τὴν ἀρχὴν τῆς συμβουλίας εἰς τὸν ἄρχοντα φέρει, μηδὲ τοὺς ἄλλους παρείς.
328. πολλοὶ γάρ] εἴωθεν ἀεὶ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, τὴν αἰτίαν
προτάσσων τοῦ πράγματος· προθυμοτέρους δὲ τοὺς ζῶντας ποιεῖ,
τῶν τεθνεώτων μεταποιούμενος· αἰσχρὸν γὰρ ἐδόκει τὸ μὴ ἀξιοῦσθαι
ταφῆς. ἅμα δὲ καὶ διαναπαύειν θέλει τὸν ἀκροατὴν καὶ τειχομα-
χίαν εἰσφέρειν. δῆλον δὲ ὡς ἑκάστοτε τὰς ἀναιρέσεις ποιοῦνται τῶν
νεκρῶν.
332. τοῦτο πρὸς παραμυθίαν μὲν τῶν ζώντων εἴρηται, οὐχ οὕτως δὲ πέπρακται διὰ τὴν στάσιν τῶν Ἀτρειδῶν. τὸ δὲ κυκλήσομεν ἀντὶ τοῦ ἐπὶ τὰς ἁμάξας θήσομεν· κύκλα γὰρ οἱ τροχοί.
334. ἀπὸ πρὸ] ὁ Ἡρωδιανὸς τῆς ἀπό φυλάσσει τὸν τόνον, καὶ
συντάσσει αὐτὴν τῷ νεῶν· τὴν δὲ πρό ὡς πλεονάζουσαν κοιμίζει.
τινὲς δὲ τοῦ ἀπόπροθι ἀποκοπὴν αὐτὸ νομίζουσιν. ἢ ἡ ἀπό σημαίνει
τὸ ἄποθεν, τὸ δὲ πρὸ νεῶν ἀντὶ τοῦ πλησίον, τουτέστι καύσομεν
αὐτοὺς ὀλίγον μὲν ἡμῶν ἄποθεν, πρὸ τῶν νεῶν δέ.
336. ὑποστικτέον εἰς τὸ χεύομεν. τὸ δὲ ἐξαγαγόντες ὅμοιόν
ἐστι τῷ “Λαοδίκην ἐσά ἐσάγουσα (Il. 6, 252) ἀντὶ τοῦ εἰσερχομένη.
οὕτω καὶ τὸ ἐξαγαγόντες ἀντὶ τοῦ ἐξελθόντες τὸ δὲ ἄκριτον ἀντὶ
τοῦ ἀγνώριστον, ἀχώριστον, ὅμοιον τῷ λοιπῷ πεδίῳ. τὸ δὲ ὦκα
προστέθειται, ἵνα πιθανὸν δοκῇ τὸ ἐν μιᾷ ἡμέρᾳ τεῖχος.
339. μία μὲν ἱππήλατος ἐπὶ τὸ ἀριστερὸν τοῦ ναυστάθμου. τὰς δὲ λοιπὰς πυλίδας εἶχον πρὸς τὰς ἄλλας μικρὰς χρείας.
345. ἀγορὴ γένετʼ] ἔδει γὰρ τῶν τοῦ βασιλέως υἱῶν ἡττωμένων καὶ κινδυνευσάσης τῆς πόλεως ὑπὸ Διομήδους, δυσελπίδων ὄντων διὰ τὴν παράβασιν σκοπεῖν τι τῶν ἀναγκαίων. ἔστι δὲ ἐν αὐτοῖς Νέστωρ ὁ Ἀντήνωρ.
346. δεινὴ, τετρηχυῖα] τεταραγμένη, ἢ διὰ τὰ προλεχθέντα, ἢ
διὰ τὸ “πολύκλητοι δʼ ἔσαν” (Il. 4, 438), ἢ διὰ τὸ διχογνωμονεῖν
περὶ Ἑλένης, ὡς Ἀντήνωρ καὶ Ἀντίμαχος. δηλοῖ ὡς οὐχ οἱ βασι-
λεῖς συνήγαγον αὐτοὺς, ἀλλʼ ἀγανακτοῦντες ἧκον εἰς τὰ βασίλεια.
*τὸ δὲ τετρηχυῖα ἐκ τοῦ ταράσσω τετάραχα, καὶ συγκοπῇ καὶ τροπῇ Ἰωνικῇ τέτρηχα καὶ τετρηχυῖα.
347. Ἀντήνωρ] ὡς πρόξενος Ἑλλήνων καὶ ἀεὶ δημηγορῶν καὶ θεοσεβής. Ἕκτωρ δὲ σιωπᾷ αἰσχυνόμενος διαλύειν τὴν μάχην, ἵνα μὴ δοκῇ πρὸς τὸ τέλος ἡττῆσθαι.
351. δώομεν] μετρίως καὶ ἑαυτὸν συγκαταλέγει, ἵνα μὴ πικρό- τερον χρήσηται τῷ ἐλέγχῳ.
353. τὸ ἴνα ἀντὶ τοῦ ἐάν παρὰ Ἡρωδιανῷ· δυνατὸν γὰρ σύν- δεσμον ἀντὶ συνδέσμου παραλαβεῖν. παρὰ δὲ τοῖς ἄλλοις ὠβέλι- σται.
357. οὐκέτʼ ἐμοὶ φίλα] οὐ γὰρ τὰ κοινῇ συμφέροντα βούλεται ἀκούειν, ἀλλὰ τὰ πρὸς ἰδίαν χάριν.
358. ἄλλον μῦθον ἀμείνονα] καίτοι οὐδὲν ἦν βέλτιον τοῦ δοῦναι τὰ ἀλλότρια καὶ τοῖς ὅρκοις ἐμμένειν. οὗτος δὲ ἡττώμενος θηλυ- μανίας ὡς πολέμιον αὐτὸν διαβάλλει.
360. ἐξ ἄρα δή τοι] αὐτὸς ἐν μεγίστῃ φρενοβλαβείᾳ ὢν τοῦτο ὀνειδίζει τῷ γέροντι.
362. ἀντικρύ] κατὰ πρόσωπον καὶ ἐξ ἐναντίας πάντων. χαρακ- τηρίζει δὲ κιναίδου λόγον καὶ τέλεον ἀπηρυθριακότος· διὰ γοῦν τοῦ ἀποδώσω ὁμολογεῖ ἀδίκως κατέχειν.
364. καὶ ἔτʼ οἴκοθεν] οὐχ ὡς πεισομένων Ἑλλήνων, ἀλλʼ ὅπως ἔχει βουλῆς ἐνδεικνύμενος ταῦτά φησιν.
367. ἐϋφρονέων] οὔτε γὰρ Ἀντήνορι ἀντιλέγει οὔτε τῷ παιδὶ, πολιτικὴν ὑφορώμενος στάσιν διὰ τοὺς συναιρομένους αὐτοῖς. ἢ τάχα καὶ τοὺς Ἕλληνας ἀκούων δυσχεράναντας τῷ μήκει τῆς μάχης ᾤετο δέξασθαι τὴν πρεσβείαν.
375. πυκινὸν ἔπος] ὅτι τοῦτο τοὺς κάμνοντας ἀνακτήσεται, καὶ
ἵνα ἀδεῶς ἐπιμιγνύμενοι ἀλλήλοις ἀφορμὴν τοῦ ποιῆσαι εἰρήνην
382. εἰν ἀγορῇ] οὐκ εἰς ἐκκλησίαν, ἀλλʼ ἕωθεν πρὸς Ἀγαμέμνονα ἐλθόντας, καὶ εἴ τι δέοι πράσσειν τῶν βουλευθέντων ἐρομένους.
τοῦ εἵνεκα νεῖκος ὀρώρει] τὸ τυραννικὸν Ἀλεξάνδρου δεικνὺς
πραοτέρους κατὰ τῶν Τρώων ποιεῖ τοὺς Ἕλληνας.
393. ψεύδεται εἰς τὸ κεχαρισμένον Τρωσὶ, καὶ ἵνα ἐάσωσι ταφῆναι τοὺς Τρῶας, καὶ γνόντες ὡς οὐχ οἷοί τέ εἰσιν ἀναγκάσαι Ἀλέξανδρον ἀποπλεύσωσιν.
398. πάντες ἀκὴν ἐγένοντο] στρατηγικῶς τέως ὁ Ἀγαμέμνων
σιωπᾷ, ἐπιτρέπων τοῖς Ἀχαιοῖς τὸ πέρας, ὅπως αἰσχυνόμενοι μηδὲν
ἄνανδρον εἴπωσι, καὶ ἵνα καταπλαγῶσι Τρῶες τῇ τῶν συμμάχων
προθυμίᾳ.
399. ὀψὲ δὲ] ἀνέμενε γὰρ τὴν τῶν Ἀτρειδῶν γνώμην· ὡς πεποι- θὼς δὲ τῇ ἑαυτοῦ ἀριστείᾳ ἀνίσταται.
401. γνωτὸν] καὶ διὰ τὴν παράβασιν καὶ διὰ τὸ σπεύδειν αὐτοὺς ἐπὶ τὴν τῆς μάχης διάλυσιν.
403. ἐπίαχον] σύμψηφοι γὰρ γίνονται τῇ καταθέσει· διό φησιν “ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις.”
407. ὑποκρίνονται] ἀποκρίνονται. ὅθεν καὶ ὑποκριτὴς ὁ πρὸς τὸν
χορὸν διαλεγόμενος.
408. μετὰ ὑποκρίσεως δεῖ ὑποστίζειν εἰς τὸ νεκροῖσι. μεγαλο- φυῶς δὲ οὐκ ἀποκρύπτει τὴν ἰδίαν γνώμην. ἠθικεύεται δὲ δοκῶν αὐτοῖς χαρίζεσθαι.
409. οὐ γάρ τις φειδὼ νεκύων] Ἀττικὴ ἡ σύνταξις. οὐ γάρ τις
φειδὼ γίνεται τοῖς τεθνεῶσι νέκυσι χαρίζεσθαι· τοῦτο γὰρ δηλοῖ τὸ
μειλισσέμεν, ἐπεὶ γλυκεῖα ἡ χάρις. φησὶ δὲ ὅτι οὐδέν ἐστι
κέρδος τοὺς τῶν πολεμίων νεκροὺς ἀτάφους εἶναι.
411. ὅρκια] ἢ τὰ νῦν καὶ περὶ τῶν νεκρῶν, ἢ τὰ πρότερον καὶ ἃ παρέβησαν, ἵνα ἐκδειματώσῃ αὐτούς.
416. ἀπέειπε] ἀπεδοκίμασε καὶ ὡς ἀνωφελῆ ἀνήγγειλεν, ὅτι μὴ προσεδέξαντο τὴν πρεσβείαν οἱ Ἕλληνες.
417. τοὶ δʼ ὡπλίζοντο] οὐκ ἔδει γὰρ λόγων, ἀλλὰ τοῦ ἔργου ἀντέχεσθαι.
418. τὸ ἀμφότερον κατὰ δύο μέρη, ἤγουν οἱ μὲν εἰς τοὺς νεκροὺς,
οἱ δὲ εἰς τὰ ξύλα ἄγειν.
421. προσέβαλλεν] καλῶς τῷ παρατατικῷ ἐχρήσατο· κατʼ ὀλί- γον γὰρ φωτίζει τὴν γῆν ὁ ἥλιος σφαιροειδῆ οὖσαν.
426. δάκρυα θερμὰ χέοντες] βαρβάρων ἴδιον ὁ θρῆνος, τῶν δὲ Ἑλλήνων τὸ μεγαλόψυχον· μόνον γὰρ ἀχνύμενοί φησιν (431). τὸ γὰρ μηδʼ ὅλως λυπεῖσθαι ἀπαθείας ἐστίν.
427. οὐδʼ εἴα κλαίειν] ἵνα μὴ κατάδηλοι τοῖς πολεμίοις εἶεν ὡς μαλακιζόμενοι.
433. ἀμφιλύκη] παρὰ τὴν ἐλύκην, ὅ ἐστι σκιὰν Δωρικῶς. καὶ λυκόφως δὲ τὸ μεταξὺ σκότους καὶ σκιᾶς.
*τὸ πρὸς ὄρθρον βαθὺν λυκόφως, τὸ μὴ καθαρὸν φῶς, ἀλλʼ ἔτι
σκοτῶδες.
*Πορφυρίου. οὐ γὰρ εἰ μηδέπω ἠὼς, ἔτι ἦν ἡ νὺξ, ἀλλʼ ἡ ἀμφι-
λύκη ἦν, ὁ βαθὺς ὄρθρος. ἠῶ δὲ λέγει νῦν τὸν ὄρθρον καὶ τὸ πρὸ ἀνατο-
λῆς ἡλίου πεφωτισμένον διάστημα· ὅτι γὰρ καὶ τοῦτο τὸ διάστημα
λέγει ἠῶ δηλοῖ ἐπὶ τῆς νηὸς τοῦ Τηλεμάχου εἰπὼν “παννυχίη μὲν
ἄρʼ ἥγε καὶ ἠῶ πεῖρε κέλευθον (Od. 2, 434) ἐπάγει “ἠέλιος δʼ
ἀνόρουσε λιπὼν περικαλλέα λίμνην.” καὶ ἡμεῖς δὲ τὸ πρὸ ἡλίου ἐξ
ἑωθινοῦ φαμὲν καὶ ἕωθεν, ὅπερ ὁ ποιητὴς “ἠῶθεν δʼ ἀγορήνδε” (Od. 1,
372) φησίν. ἕως οὖν καὶ ἠὼς τὸ πρὸ ἀνατολῆς ἡλίου· τὸ δὲ πρὸ τῆς
ἕω λυκόφως καὶ νὺξ ἀμφιλύκη. λέγει μέντοι καὶ τὸ ἀπὸ ἀνατολῆς
ἡλίου ἄχρι μεσημβρίας διάστημα ἠῶ· “ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ
μέσον ἦμαρ᾿ (Il. 21, 111)· ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν
ἦμαρ” (Il. 8, 66)· “εὗδον παννύχιοι καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ”
(Od. 7, 288). ἄλλοι δὲ γράφουσιν καὶ μέσην νύκτα. λέγει ἠῶ καὶ
ὅλην τὴν ἡμέραν· “ἥδε δὴ ἠὼς εἰσι δυσώνυμος” (Od. 19, 571)·
“ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη” (Il. 21, 155), περὶ οὗ φησὶν “ἕν-
δεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν ἐλθὼν ἐκ Λήμνοιο” (ib.
45). ἠὼς δὲ καὶ ἡ θεός· “ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος
ἠώς (Od. 5, 121).
434. κριτὸς] εἰς αὐτὸ τοῦτο κριθεὶς τὸ τὰ περὶ τὴν πυρκαιὰν
ἐκπονῆσαι.
435. τύμβον δʼ] οὐ προστέθειται θρῆνος ἐνταῦθα· τὰ γὰρ ἀνάξια
443. παρεκτείνων τὸ ἔργον τὴν τῶν θεῶν ἀγορὰν παρέλαβεν· ἄτοπον γὰρ ἦν εἰπεῖν “ὣς οἱ μὲν πονέοντο,” εἶτʼ εὐθὺς “δύσετό τʼ ἡέλιος.”
445. Ποσειδάων] ἀναιρῆσαι τὸ πλάσμα τοῦ τείχους σπουδάζων
ὁ ποιητὴς, ὥσπερ ἀπὸ μηχανῆς βοήθειαν πορίζεται εἰς τὸ μηδένα
ἐπιζητεῖν ὕστερον τὰ τῶν τειχῶν ἴχνη. οὐδενὶ δὲ ἥρμοττεν ἡ κατη-
γορία ἢ Ποσειδῶνι καὶ Ἀπόλλωνι, ἀντιτειχιζόντων τῶν Ἑλλήνων τῷ
Τρωϊκῷ τείχει. καὶ ὁ μὲν Ἀπόλλων οὐ λαλεῖ, ἵνα μὴ αὐτὸν ἐπι-
πλήξῃ ἡ Ἥρα, Ποσειδῶν δὲ Ἑλληνικὸς ὢν θεὸς δοκεῖ ἀπαθῶς τῶν
Ἑλλήνων κατηγορεῖν.
446. ἀνακοινώσεται διὰ θυσιῶν, συνεργοὺς αὐτοὺς θέλων λαβεῖν· οἱ γὰρ θύοντες εἴσονται παρὰ θεῶν εἰ δεῖ ἔργοις ἐγχειρεῖν ἢ οὔ.
451. κλέος ἔσται] ἴσως διὰ τὴν ποίησιν αὐτοῦ· διὰ γὰρ ταύτην
τὸ τεῖχος ἀοίδιμον ἔσται, οὐ δομηθὲν τοῖς Ἕλλησιν, ἀλλʼ Ὁμήρῳ
γενόμενον διὰ τὴν ἐπʼ αὐτῷ μάχην. διὰ δὲ τοῦ ὅσον τʼ ἐπικίδνα-
ται ἡώς ὑπερβολικῶς καὶ τὴν ἀοίκητον δηλοῖ.
466. βουφόνεον] βουφονεῖν ἐστὶν οὐ τὸ θύειν θεοῖς (ἄτοπον γὰρ
ἐπὶ θυσίας φόνον λέγειν), ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατα-
σκευήν.
467. ἐπιτηδείως ἐδήλωσεν ὅθεν αὐτοῖς ἡ χορηγία ἦν.
475. ἀνδραπόδεσσι] οὐ περισπούδαστος γὰρ ἡ τῶν ἀνδραπόδων κτῆσις ἐκεῖσε οὖσιν ἦν πρὸς φυλακήν.
479. σμερδαλέα κτυπέων] προκινεῖ καὶ ἀγωνιᾶν ποιεῖ τὸν ἀκροα-
τὴν ἐπὶ τοῖς ἐσομένοις ὁ ποιητής.
480. χέον] καλῶς τὸ χέον, ἐπεὶ μὴ προσίεται τὴν σπονδὴν ὁ Ζεὺς, ὡς καὶ ἐπὶ τοῦ μονομαχίου Ἀλεξάνδρου (Il. 3, 296).
481. τὸ δεύτερον πρίν ἀντὶ τοῦ πρὶν ἤ, τὸ δὲ πρῶτον ἀντὶ τοῦ πρότερον.
482. κοίμησον] ἀνεκλίθησαν, ὡς τὸ “ Εὐρυνόμη δʼ ἄῤ ἐπὶ χλαῖ- ναν βάλε κοιμηθέντι (Od. 20, 4).”
ὕπνου δῶρον] αὐτὸ τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωματοειδὴς ὕπνος δωρεῖται.
ταύτην τὴν ῥαψῳδίαν κόλον μάχην καλοῦσι· συντέμνει γὰρ τὴν διήγησιν, συναχθόμενος τοῖς Ἀχαιοῖς.
1. * Πορφυρίου. ποσαχῶς μὲν τῷ τῆς ἠοῦς ὀνόματι κέχρηται
Ὅμηρος εἴρηται, καὶ ὅτι οὐχ ἀπλῶς οἶδε τὰ στοιχεῖα, ὡς οἱ πολλοὶ,
ἀπροστάτευτα καὶ ἄνευ οἰκείου θεοῦ· ἀλλʼ ὥσπερ οἱ θεολόγοι ἴσασι
μὲν καὶ ποταμὸν καὶ τὸ ῥέον ὕδωρ καὶ θεὸν πάλιν τὸν τοῦ ῥείθρου
προστάτην, ᾧ δὴ καὶ εὔχονται καὶ θύουσιν, οὐ τῷ ὕδατι δήπου, ἀλλὰ
τῷ προεστηκότι δαίμονι τοῦ ποταμοῦ, οὕτως καὶ Ὁμηρος, ὅπου γε
οὐδὲ τὸ μεθημερινὸν φῶς τῆς ἡμέρας εἴασεν ἀπροστάτευτον, ἀλλὰ
καὶ τοῦ μεθημερινοῦ φωτὸς εἰσήγαγε τὴν ἠῶ, ὥσπερ καὶ τοῦ νυκτε-
ρινοῦ σκότους τὴν νύκτα· τὴν δʼ ἤδη καὶ ὁ Ζεὺς ἄζεται μὴ ἀποθύ-
μια ἔρδοι (Il. 14, 261). καὶ ποσαχῶς μὲν ἠὼς παρʼ αὐτῷ λέγεται
εἴρηται· ὅτι δὲ ἡ κροκόπεπλος καὶ ἡ ῥοδοδάκτυλος ἐπὶ τῆς δαίμονος
λέγεται δῆλον· ἐπεὶ δὲ τὰ ἐπίθετα ἐκ τοῦ περὶ τὸ ὁρώμενον τῆς
ἡμέρας καταστήματος εἴληπται, ἐξηγεῖται τὸ ἐκ ποίας μὲν καταλή-
ψεως ἡ κροκόπεπλος, ἐκ ποίας δὲ ἡ ῥοδοδάκτυλος. φημὶ τοίνυν ὡς
διὰ μὲν τῆς τοῦ κρόκου χρόας δηλοῖ ὀλίγον τῆς ἡμέρας φῶς πολλῷ
τῷ τῆς νυκτὸς μέλανι κιρνώμενον· ὅταν δὲ λέγῃ “ ἦμος δʼ ἠριγένεια
φάνη ῥοδοδάκτυλος ἠώς,” διὰ τῆς τοῦ ῥόδου χροιᾶς δηλοῦν αὐτὸν
ὀλίγον τὸ τῆς νυκτὸς μέλαν πολλῷ τῷ τῆς ἡμέρας φωτὶ χρώμενον.
καὶ ὅτι τοῦτο νοεῖ δῆλον ἔστω ἐκεῖθεν· μνησθεὶς γὰρ ἑωσφόρου, ὡς
νυκτὸς ἔτʼ οὔσης ἀνατέλλει, ἐπάγει αὐτῷ τὴν κροκόπεπλον ἠῶ “ἦμος
ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ
ἅλα κίδνατο ἠώς” (Il. 23, 226). γεννήσας δὲ ἐκ τῆς κροκοπέπλου
τὸν ὄρθρον, ἐπάγει τὴν ῥοδοδάκτυλον “ἦμος δʼ ἠριγένεια φάνη ῥοδο-
δάκτυλος ἠώς” (Il. 1, 477). ἐν δὲ τῷ “ἠὼς μὲν κροκόπεπλος
ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,” τοῦ κίδνασθαι δηλοῦντος τὸ σκορπίζεσθαι,
ὡς ἐν τῷ “σκίδναται κατὰ στρατόν,” δύο ταῦτα τηρήσεως ἄξια
ὑπεδείκνυεν, ἓν μὲν ὅτι ἐκίδνατο ἔφη πᾶσαν ἐπʼ αἶαν, ὅπερ παρά-
τασιν ἔχει, οὐ συντἑλειαν, οἷον τὸ ἐσκεδάσθη. ἐπεὶ δὲ σφαιροειδοῦς
ὄντος τοῦ κόσμου καὶ τῆς γῆς οὐχ ἅμα παρὰ πᾶσι κατὰ τὸ αὐτὸ ὁ
ἔμψυχος καὶ ἐνσώματος, τὸ δὲ ἀπʼ αὐτῆς φῶς σκεδάννυται περὶ τὴν
γῆν. ὁ δὲ λαβὼν τὴν σωματοειδῆ θεὸν ἐν τῷ κροκόπεπλος συνήρτησεν
αὐτὴν τῷ σκεδαννυμένῳ ἀπʼ αὐτῆς φωτὶ, εἰπὼν αὐτὴν, ἀλλʼ οὐχὶ τὸ
ἀπʼ αὐτῆς φῶς σκεδάννυσθαι· “ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο
πᾶσαν ἐπʼ αἶαν.” οὐ γὰρ δήποτε ἡ σωματοειδὴς ἐπεπόρευτο, ἀλλὰ
τὸ ἀπʼ αὐτῆς ἡμερινὸν φῶς. ἀλλʼ οἶδεν, ὅπου τὸ ἀποτέλεσμα, ἐκεῖ
καὶ τὸ ἀποτελούμενον. ὅτι δὲ καὶ ἐπὶ τῶν ἄλλων οἶδε τὸ ποιοῦν καὶ τὸ
ἀποτελούμενον, λάμβανε πρῶτον ἐπὶ τῆς νυκτὸς, τό μὲν ἀποτέλεσμα
“νὺξ δʼ ἤδη τελέθει, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι” (Il. 7, 282), “ αί
δέ τοι νύκτες ἀθέσφατοι” (Od. 15, 391), “ἐκ νυκτὸς δʼ ἄνεμοι
χαλεποί” (Od. 12, 286), τὴν δὲ δεσπότιν “εἰ μὴ νὺξ δμήτειρα τε
θεῶν ἐσάωσε καὶ ἀνδρῶν” (Il. 14, 259) “τὴν ἱκόμην φεύγων” (ib.)
καὶ “ἅζετο γὰρ μὴ νυκτὶ θοῇ ἀποθύμια ἔρδοι᾿ (ib.). οὕτω καὶ
Ἥβη ἀποτέλεσμα καὶ θεὸς ταύτης προστάτις· “οἳ νῶϊν ἀγάσαντο
παρʼ ἀλλήλοισι μένοντες ἥβης ταρφθῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι”
(Od. 23, 211), τῆς νεότητος καὶ ἀκμῆς τῆς ἐν νεότητι σφριγώσης·
“ὄφρ᾿ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσιν” (Od. 8, 181) “οὐδέ τί
ἥβης δεύεται” (ib. 136)· ἐπὶ γὰρ πάντων τὰ ἀποτελέσματα λέ-
γεται. ἐπὶ δὲ τῆς θεοῦ “μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐῳνο-
χόει” (Il. 4, 2)· “τὸν δʼ Ἥβη λοῦσεν” (Il. 5. 905)· ἐν γὰρ
τοῖς ἀγηράτοις καὶ ἀεὶ ἡβῶσιν οἰνοχόον τὴν Ἥβην καὶ ὑπηρέτιν
ἐποίησεν. ἐκ τούτων λύσεις πῶς ἀγάστονόν τε λέγει τὴν Ἀμφιτρίτην,
ὅταν εἴπῃ “καὶ εἴ ποθι μεῖζον ἔνεστι κῆτος, ἃ μυρία βόσκει ἀγά-
στονος Αμφιτρίτη” (Od. 12, 96), καὶ πάλιν κλυτόν ἐν οἷς φησίν
“ἢ ἔτι μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων ἐξ ἁλὸς οἷά τε πολλὰ
τρέφει” (Od. 5, 421). κλυτὸς μὲν γὰρ ἡ θεὸς, ἡ μεγάλη δαίμων,
ἀγάστονος δὲ ἡ θάλασσα. οὕτως καὶ γῆ μὲν τὸ στοιχεῖον· “ἕλε
γαῖαν ἀγοστῷ” (Il. 11, 425) καὶ “κάππεσεν ἐν γαίῃ·” ἡ δὲ θεός
“ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν” (Il. 15, 36) καὶ
ποιεῖ λέγοντα “κλῦθι, ἄναξ, ὅτις ἐσσί” (Od. 5, 445)· εὔχεται δὲ
τῷ ποταμῷ, ὡς ἂν ἑκάστου ἔχοντος δαίμονα. ὁ δὲ καὶ ἐν ταῖς
κρήναις οἶδε θεὰς, ἃς νύμφας καλεῖ· “νύμφαι κρηναῖαι κοῦραι
Διός” (Od. 17, 240), καὶ ἄλλαι “νύμφαι ὀρεστιάδες κοῦραι Διός”
(Il. 6, 420). οὕτω πεπληρῶσθαι θείων δυνάμεων Ὅμηρος ἡγεῖτο
ἅπαντα.
*κροκόπεπλος δὲ ἡ Ἠὼς λέγεται ὅταν πολὺ σκότους ἔχῃ, ὀλίγον δὲ φωτός. τὸ δὲ ῥοδοδάκτυλος ἐναντίον. ποιητικὴ δέ ἐστιν ἡ περί- φρασις, ὡς εἰ εἶπεν ἡμέρα μὲν γέγονεν. τὸ δὲ ἐκίδνατο ἐν παρα- τάσει· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφʼ ἓν φωτίζεται.
2. Ζεὺς δὲ] εἰκότως νῦν ἄρχεται συμμαχεῖν Τρωσὶν ὁ Ζεὺς,
ὁπότε τῆς παραβάσεως δίκην ἀπέτισαν Διομήδει καὶ Πάνδαρος
ἀνῃρέθη καὶ Τρῶες ὡμολόγησαν τὴν παράβασιν διʼ ὧν πέμπουσιν
Ἰδαῖον ἀπολογούμενοι τοῖς Ἕλλησιν. αὔξει δὲ τὰ Ἑλλήνων ὁ ποιη-
τὴς, εἴ γε καὶ ἐκκλησίας ἐδέησε τῷ Διί. ἐν δὲ τοῖς ἑξῆς καὶ κεραυ-
νῶν δεῖται πρὸς τὴν ἧτταν αὐτῶν. καὶ ἐν ἄλλοις μὲν ποιεῖ ἐκκλη-
σιάζοντας τοὺς θεοὺς, ἀλλʼ ἁπλούστερον, ἐνταῦθα δὲ καὶ Ζεὺς
συνάγει καὶ πρωτολογεῖ, τόπος τε ἀποδείκνυται τῇ ἀγορᾷ, ὡς δὴ καὶ
περὶ μεγάλων καὶ ἀναγκαίων. δηλοῖ δὲ καὶ ἡ ἕωθεν ἀγορὰ τὸ παν-
νύχιον αὐτὸν περὶ αὐτῆς ἐσκέφθαι· ἄλλως τε καὶ προεῖπε “ παννύ-
χιος δέ σφιν κακὰ μήδετο” (Il. 7, 478). μέγα οὖν εἰ ἐν τοιούτῳ
καιρῷ κἂν ἀντέσχον οἱ Ἕλληνες.
* Πορφυρίου. ἀγορὴ καὶ ὁ τόπος ἔνθα ἀγορεύουσιν, ὡς τὸ “ ἷζον
δʼ εἰν ἀγορῇ τετιηότες” (Il. 9, 13). ἀγορὴ καὶ ἡ δημηγορία καὶ ὁ
λόγος, ὡς τὸ “ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν νίκων” (Il. 15, 283).
καὶ ἡ ἐκκλησία, ὡς τὸ “τῇ δεκάτῃ δʼ ἀγορήνδε καλέσσατο” (Il. Ι,
54). νῦν δὲ θεῶν ἀγορὴ, τῶν θεῶν ἄγυρις, ἡ συναγωγὴ καὶ τὸ ἄθροι-
σμα, ὡς ἐν τῷ “κινήθη δʼ ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης” (Il.
2, 144). τὸ δὲ ἄθροισμα ἐνίοτε ἀγῶνα καλεῖ, ὡς τὸ, “νεῶν ἐν
θοντο δηλοῖ τὸ καθʼ ἕνα συνιόντες, τὸ δὲ ὁμηγερέες μετὰ τὸ ἀθροι-
σθῆναι τοὺς καθʼ ἕνα ὁμοῦ πάντας γενέσθαι· ὅτε οὖν ὁμοῦ συνηθροι-
σμένοι ἐγένοντο οἱ καθʼ ἕνα ἀθροισθέντες “τοῖσι δʼ ἀνιστάμενος
μετέφη πόδας ὠκὺς Ἀχιλλεύς” (ib. 58). οὐκ ἀπιθάνως δὲ οἱ τερπι-
κέραυνον οὐ τὸν τερπόμενον τῷ κεραυνῷ ἀποδιδόντες, ἀλλὰ κατὰ
μετάθεσιν τοῦ ρ τὸν τρεπικέραυνον, τὸν τρέποντα τοὺς ἐναντίους τῷ
κεραυνῷ, ὡς δρατὰ σώματα ἔφη (Il. 23, 169) τὰ δαρτὰ καὶ τὴν
καρδίαν κραδίην. τὸ μέντοι ἀγορεύειν σημαίνει τὸ δημηγορεῖν, ὡς τὸ
“τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχ’ ἀγορεύειν” (Od. 2. 15), καὶ
τὸ διαλέγεσθαι, ὡς τὸ “ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον”
II. 5, 274). ἀγείρειν καὶ ἤγειρα ἐπί τε τοῦ ἀθροίζειν, ὡς “λαὸν
ἤγειρα” (Od. 2, 41), καὶ ἐπὶ τοῦ παροξῦναι, ὡς “Τρωσὶ θυμὸν
ἀγεῖραι” (Il. 5, 510). καὶ τὸ κατʼ ἔλλειψιν “ἤδη γάρ οἱ ἐφῆκα
βέλος, ἤγειρα δὲ μᾶλλον” (Il. 5, 188 et 208) ἀντὶ τοῦ παρώξυνα.
τερπικέραυνος] ὁ τοῖς κεραυνοῖς τρέπων τοὺς ἐναντίους.
3. *φυσικῆς ἐξάπτεται θεωρίας καὶ ὅταν ὁ Ζεὺς εἰς τὸ αὐτὸ
συναθροίσας ἅπαντας τοὺς θεοὺς ἄρχηται τῶν μεγάλων ἀπειλῶν, καθή-
μενος ἀκροτάτῃ κορυφῇ πολυδειράδος Ὀὐλύμποιο, πρῶτος ἕστηκεν
αὐτὸς, ἐπειδὴ τὴν ἀνωτάτω τάξιν, ὥσπερ ἐδηλοῦμεν, ἡ αἰθεριώδης
ἐπέχει φύσις. σειρὰν δʼ ἀπήρτησεν ἀπὸ τοῦ αἰθέρος χρυσῆν· οἱ γὰρ
δεινοὶ τῶν φιλοσόφων περὶ ταῦτα ἀνάμματα πυρὸς εἶναι τὰς τῶν
ἀστέρων περιόδους νομίζουσι. τὸ δὲ σφαιρικὸν ἡμῖν τοῦ κόσμου
σχῆμα διʼ ἑνὸς ἐμέτρησε στίχου, εἰπὼν “τόσσον ἔνερθʼ Ἄΐδεω ὅσον
οὐρανός ἐστʼ ἀπὸ γαίης.” ἑστία δέ τις οὖσα καὶ κέντρου δύναμιν
ἐπέχουσα καθίδρυται βεβαίως ἡ γῆ πᾶσα, κύκλῳ δʼ ὑπὲρ αὐτὴν ὁ
οὐρανὸς ἀπαύστοις περιφοραῖς εἰλούμενος ἀπʼ ἀνατολῆς εἰς δύσιν τὸν
ἀεὶ δρόμον ἐλαύνει. συγκαθέλκεται δὲ ἡ τῶν ἀπλανῶν σφαῖρα.
4. ἡ ὑπό πρὸς τὸ ἤκουον· διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν,
ἀλλὰ πρὸς τὸ πειθαρχικὸν χρὴ νοεῖν· ὑπακούειν γάρ ἐστι τὸ τὰ λεγό-
μενα πράσσειν ἀκούοντας, ἑκόντας ἢ ἄκοντας.
5. πάντες] κοινοποιεῖται τὸ βούλευμα, ἵνα μὴ λυπήσῃ τοὺς Ἀχαϊκούς. τὸ δὲ θέαιναι διʼ Ἥραν καὶ Ἀθηνᾶν.
*Πορφυρίου. ἐν τῇ Διὸς δημηγορίᾳ τῇ οὕτως ἐχούσῃ “κέκλυτέ
μευ πάντες τε θεοί πᾶσαί τε θέαιναι,” ὅτι μὲν ἄξιον διὰ τὴν τῶν
Ἀχαιῶν ἀρετὴν ἐκκλησίας δεῆσαι ὑπελήφθη τῷ Διὶ, ἐν δὲ τοῖς ἑξῆς
καὶ ὄμβρων καὶ κεραυνῶν, ἵνα ἡττηθῶσι, καλῶς εἴρηται καὶ ἐν ἄλ-
λοις, καὶ ὅτι βούλεται μὲν εἴργειν τῆς συμμαχίας τὴν Ἥραν καὶ
τὴν Ἀθηνᾶν, ἃς οἶδε μάλιστα τῇ γνώμῃ αὐτοῦ ἐναντιωθησομένας,
κοινὸν δὲ ποιεῖται περὶ πάντων τῶν θεῶν τὸν λόγον καὶ τῶν Τρωσὶν ἐπα-
μυνόντων, ἵνα μὴ ταύταις ἀντιπράττειν μόναις δοκῇ· διὸ καὶ μάλιστα
ἀποτείνεται τὸν λόγον πρὸς τὰς θηλείας ʼκέκλυτέ μευ πάντες τε
θεοὶ πᾶσαί τε θέαιναι,” καὶ ἀπὸ τῶν θηλειῶν ἄρχεται “μήτε τις
οὖν θήλεια θεὸς τό γε μήτε τις ἄρσην.” καὶ μὴν κἀκεῖνο λύεται
καλῶς. πῶς γὰρ ὑπεσχημένος ὁ Ζεὺς τοῖς Τρωσὶν ἐπικουρίαν οὐκ
εὐθὺς ἐποίησε νικῶντας αὐτοὺς κατὰ τὴν πρώτην τῆς Ἰλιάδος ἀρχὴν,
ἀλλὰ νῦν μετὰ ἧτταν καὶ τοσοῦτον τῶν Τρώων φόνον; ἔδει γὰρ αὐ-
τοὺς πρότερον, φασὶν, ἀντὶ τῆς τῶν ὅρκων παραβάσεως δοῦναι δίκην.
ἃ γὰρ ὁ ποιητὴς ἐφρόνει, ταῦτα ποιεῖ τινὰ λέγοντα· λέγει γὰρ ὁ
Ἀγαμέμνων “Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων, αὐτὸς
ἐπισείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν τῆσδʼ ἀπάτης κοτέων” (Il. 4,
166). ἅμα δὲ καὶ ἠθέλησεν ἀλκιμωτέρους Ἕλληνας ἐπιδείξας, τότε
τοῖς Τρωσὶ τὴν παρὰ τοῦ Διὸς βοήθειαν ἐπαγαγεῖν. καὶ τὸ ὁμοειδὲς
δὲ ἐφυλάξατο· ἦν γὰρ ὁμοειδὲς Τρωσὶ μάχη παραγαγεῖν τοὺς
Ἕλληνας ἡττωμένους· ποικίλλειν γὰρ θέλει. ὅθεν ἐν μὲν τῇ προ-
τέρᾳ μάχ ἀμφοτέροις βοηθοῦντας ἐποίησε τοὺς θεοὺς, ἐν αὐτῇ δὲ
μόνον τὸν Δία τοῖς βαρβάροις. εἶτα πάλιν ἐρεῖ “ἀμφοτέροισι δʼ
πρὸς ἃ καὶ παρακελεύεται μηδένα ἀντιπρᾶξαι τῶν θεῶν. ἐργάσασθαι
δʼ ἠβούλετο εἰς τέλος “ὡς Ἀχιλῆα τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ
νηυσὶν Ἀχαιῶν” (Il. 2, 3)· ἔφη γὰρ “οὐ γὰρ ἐμὸν παλινάγρετον
οὐδʼ ἀπατηλὸν οὐδʼ ἀτελεύτητον, ὅ τί κεν κεφαλῇ κατανεύσω” (Il. Ι,
526). ταῦτα οὖν ἔφη, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα, εἰς
τέλος ἀγάγω. καὶ ἡ παροιμία “μήπω μέγʼ εἴπῃς, πρὶν τελευτή-
σαντʼ ἴδῃς,” ἤγουν μὴ θαυμάσῃς τὸν μέγα ἐπαγγελλόμενον. ἀσαφῆ
δὲ ἐάσας ὅσα ἐξεπίτηδες ἔφη τάχιστα ἐκτελέσειν, ὡς σαφῶς εἰπὼν
ἐπ άγει “ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω” καὶ τὰ ἑξῆς.
ὅθεν οὐκ ἔστι περισσὸν τὸ ὃν δʼ ἂν ἐγὼ, οὐδʼ ἐντεῦθεν ἄρχεται τοῦ
λόγου, ἀλλʼ ἐκ τοῦ “αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.”
ἀκόλουθον ὡς δηλώσαντος τὸ βούλημα τὸ “ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε
θεῶν ἐθέλοντα νοήσω.” λέγουσι δὲ κἀν τούτῳ περιττεύειν τὸ ἐθέ.
λουτά· ἔδει γὰρ “ὃν δʼ ἂν ἐγὼ νοήσω ἐλθόντα Τρώεσσιν ἀρηγέμεν.”
οὐκ ἔστι δὲ περισσὸν, ἀλλʼ ἔστιν ἡ διάνοια, ὃν δʼ ἂν ἐγὼ νοήσω ἢ
Τρώεσσι θέλοντα ἀρηγέμεν, ἢ Δαναοῖσιν ἐλθόντα.
7. θεὸς] τὸ θεός κοινὸν, ᾧ ἀντὶ ἄρθρου παραπέπλεκται τὸ θήλεια καὶ ἄρσην.
ἀπὸ τῶν θηλειῶν ἄρχεται, ὑπονοῶν αὐτῶν τὸ θορυβῶδες καὶ ἄτα-
κτον· ἧττον γὰρ οἱ ἄρρενες ἢ αἱ θήλειαι ταραχώδεις εἰσί. ταῦτα
δὲ διʼ Ἥραν καὶ Ἀθηνᾶν φησίν.
8. διακέρσαι] διακόψαι· ὅθεν καὶ κέρμα τὸ εἰς μικρὰ διακεκομ- μένον. ἐμὸν δὲ ἔπος τὴν ἐμήν φησιν ἐπαγγελίαν ἣν ὑπεσχόμην Θέτιδι. πρόθυμος δέ ἐστι, δεικνὺς οἵους δεῖ περὶ τὰς ὑποσχέσεις εἶναι.
9. τάχιστα] σπεύδει γὰρ ἐξαγαγεῖν Πάτροκλον καὶ τιμῆσαι Ἀχιλλέα. ποῖα δὲ ἔργα φησί; τὸ τιμῆσαι μὲν αὐτὸν, πολλοὺς δὲ τῶν Ἑλλήνων ἀπολέσαι. πιθανῶς δὲ οὐκ ἐπεξηγεῖται αὐτά.
10. τὸ ἑξῆς οὕτως· ὃν ἂν ἐγὼ ἴδω τῶν θεῶν χωρὶς ἐμοῦ καὶ δίχα
12. ἄμεινον ὑποστίζειν εἰς τὸ πληγείς, καὶ ἔστιν ἀντὶ τοῦ κεραυνωθείς. διδάσκει δὲ ὡς οἱ παραβαίνοντες τὰ τῶν ἀρχόντων θεσπίσματα κολαστέοι εἰσίν.
13. ἐς Τάρταρον] ἐναντίος Ὀλύμπῳ ὁ Τάρταρος· ὁ μὲν γὰρ οὔποτʼ ἀνέμοισι τινάσσεται οὐδέ ποτʼ ὄμβρῳ (Od. 6, 43), οὗτος δὲ τετάρα- κται καὶ ψυχρὸς εἶναι δοκεῖ· ὅθεν καὶ τὸ σφόδρα ῥιγοῦν ταρταρίζειν φασί. καὶ ὁ μὲν ὅλος καταλάμπεται, ὁ δὲ ἠεροειδής ἐστιν.
14. βέρεθρον] οἱ Ἀττικοὶ βάραθρον αὐτό φασιν. πῶς δὲ δύναταί
τις ἐκεῖσε κατελθεῖν ; φαμὲν δὲ ὅτι οἱ ἀπειλοῦντες τὰ ἀδύνατα
σχεδὸν ἀπειλοῦσι πρὸς κατάπληξιν.
15. ἔνθα σιδήρειαί τε πύλαι] κολαστήριον γάρ ἐστι φυλάσσον τοὺς δεσμώτας· καὶ “πυλάρταο κρατεροῖο” (Il.13, 415). φοβερὰν δὲ δείκνυσι τὴν ἄνοδον διὰ τούτου.
16. τὰ οὐράνια, ὥς φησι, τρία διαστήματα ἔχει, ἀέρα μέχρι
νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων καὶ τῆς Διὸς ἀρχῆςʼ
οὕτω καὶ ἀπὸ τῆς γῆς εἰς Ἅίδου, ἀπὸ δὲ Ἅιδου εἰς τὸν Τάρταρον.
δῆλον δὲ ὡς τὸ μέσον κέντρον ἐστὶν ἡ γῆ. ἔδει δὲ εἰπεῖν, τόσσον
ἔνερθε γῆς ὅσον ἀπʼ αὐτῆς εἰς οὐρανόν. τάχα οὖν τὸ Ἄΐδεω ἀπὸ τῆς
ἀρχῆς τοῦ Ἅιδου φησίν.
18. πειρήσασθε] τῷ ἀποτόμως ἀπειλοῦντι καὶ τὴν ῥώμην οὐκ ἄτοπον ἐνδείκνυσθαι.
εἰ βούλεσθε, φησὶ, τὴν διαφορὰν γνῶναι, πειράθητε. μεγάλα δὲ
ὄντα τὰ προστάγματα μείζοσιν ὑπερβολαῖς ἐπιστώσατο. τοῦτον δὲ
καὶ τὸν ἑξῆς συνάπτει Νικάνωρ· εἰς δὲ τὸ κρεμ άσαντες τελείαν
τίθησιν.
22. πάντες] ταῦτά φησι δεικνὺς ὡς οὐ καθʼ ἕνα, συλλήβδην δὲ πάντων κρείττων ἐστίν.
Ζῆνʼ ὕπατον μήστωρʼ] δείκνυσιν οἷς δεῖ κοσμεῖσθαι τὸν ἄρχοντα,
ῥώμῃ καὶ συνέσει.
24. αὐτῇ κεν γαίῃ] λείπει ἡ σύν, ὡς τὸ “αὐτῇσι ῥίζῃσι” (Il. 9, 542). πιθανῶς δὲ οὐ μόνους εἶπεν ἀνασπάσειν θεοὺς, ἀλλὰ καὶ τὸν περιέχοντα αὐτοὺς τόπον τὸν Ὄλυμπον.
25. περὶ ῥίον Οὐλύμποιο] ἵνα αὐτὸ δεσμεύσας καὶ τὰ λοιπὰ ἐπάρῃ, συνερριζωμένης αὐτῷ μὲν τῆς γῆς, τῇ δὲ γῇ τῆς θαλάττης.
27. περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων] ἔδει μὲν τὸ ἀσθενέ- στερον προτάξαι· ἀλλʼ ἢ τὸ μέτρον αἴτιον ἐγένετο, ἢ τοὺς θεοὺς εὐτελίζων τοῦτό φησιν.
30. Ἀθήνη] πιθανῶς οὐχ ἡ Ἥρα λέγει· ἐξεκαύθη γὰρ ἂν μεγάλη
ἔρις, εἰωθυίας ἀεὶ πρὸς τὸν Δία ἀντιλέγειν. Ἀθηνᾶ δὲ μετʼ αἰδοῦς τῷ
πατρὶ διαλέγεται μετριώτερον, οὐχ ὡς ἡ Ἥρα φθεγγομένη. ἄλλως
τε καὶ τοῖς προοιμίοις αὐτὸν ἐξαίρει, καὶ τὰ μὲν κελευσθέντα φησὶν
ἀποπληροῦν, ὑποθήκης δὲ ἀξιοῖ μὴ φθονῆσαι, καὶ ταῦτα οὐχ ἵνα
αὐτῷ ἐμποδίσῃ, ἀλλʼ ἵνα μὴ πάντες ἀπόλωνται.
31. μετρίοις χρῆται λόγοις· πατέρα γὰρ αὐτὸν ἐν προοιμίοις ἀποκαλεῖ καὶ τῶν ἄλλων θεῶν μέγιστον, καὶ τῇ ὑπεροχῇ ἣν ἔχειν βούλεται μαρτυρεῖ συντόμως αὐτή.
33. ἀλλʼ ἔμπης Δαναῶν] ὁ μὲν οὐκ ἐγύμνωσεν ἑαυτοῦ τὴν γνώμην
ὅτι τοῖς Τρωσὶν ἐπικουρεῖν θέλει, ἀλλʼ ἀμφοτέροις βοηθεῖν ἐκέλευσε
κωλύειν· ἡ δὲ ξυνεῖσα ἤλεγξεν αὐτοῦ τὴν προαίρεσιν.
34. κακὸν οἶτον] διὰ τὸ εἶναι κακὸν ἄχθεται, οὐχ ὅτι μόνον ἀπο- λοῦνται· ὃ καὶ οἶκτον κινεῖ.
36. βουλὴν δʼ] τὸ μὲν ἐπαμῦναι ἔργῳ ἐναντίωσιν ἔχει τοῦ Διός·
τὸ δὲ λόγῳ πρὸς τὸ μὴ πάντας ἀπολέσθαι, ἀλλὰ δεηθῆναι Ἀχιλλέως
καὶ αὐτὸς θέλει.
39. Τριτογένεια] Μῆτιν τὴν Ὠλκεανοῦ, ὥς φασιν, εἰς πολλὰ τὴν
μορφὴν ἀμείβουσαν βουλόμενος ὁ Ζεὺς παρʼ ἑαυτῷ ἔχειν, κατέπιεν
ἔγκυον οὖσαν ὑπὸ Βρόντου τοῦ Κύκλωπος· τελεσφορηθείσης δὲ τῆς
παιδὸς, ὁ Ζεὺς διὰ τῆς κεφαλῆς τεκὼν δίδωσι τῷ Τρίτωνι τῷ πο-
ταμῷ τρέφειν. ὅθεν Τριτογένεια ἐκλήθη ὡς ἐκ τριῶν συναυξηθεῖσα,
Βρόντου Διὸς Τρίτωνος. Δημόκριτος δὲ ἐτυμολογῶν τὸ ὄνομα φησὶν
ὅτι φρόνησίς ἐστιν ἀφʼ ἧς τρία συμβαίνει ἀπογεννᾶσθαι ἀγαθὰ, εὖ
λογίζεσθαι, λέγειν καλῶς, πράττειν ἃ δεῖ. ἢ ὅτι τρίτῃ φθίνοντος
ἐτέχθη. καὶ παροιμία “παῖς μοι τριτογενὴς εἴη, μὴ τριτογένεια.”
ἀρρενώδεις γὰρ αἱ τοιαῦται γυναῖκες.
40. πρόφρονι] ἀντὶ τοῦ ὑπέρφρονι, ὡς “πρὸ παίδων καὶ πρὸ
γυναικῶν” (57), ὁ λόγος οὖν οὗτος· οὐ βούλομαί σοι τυραννικὴν
41. ὑπʼ ὄχεσφι τιτύσκετο] οἰκεῖον τῷ ἀπειλοῦντι τὸ αὐτουργεῖν.
43. χρυσὸν] τὴν αἰγίδα φησὶν, ὡς καὶ ἀλλαχοῦ “περὶ δʼ αἰγίδι πάντα κάλυψε χρυσείῃ” (Il. 24, 20).
46. οὐδέποτέ φησιν ἀπʼ Ὀλύμπου ἀστερόεντος· ἔνθεν δῆλον ὅτι Ὄλυμπος οὐ τὸν οὐράνιον τόπον δηλοῖ, ἀλλὰ τὸν ὑπʼ οὐρανόν.
47, 48. Ἴδην—Γάργαρον] ἐν ὑπερβατῷ. οἷον ἴδην Γάργαρον ἀντὶ τοῦ ἐς Γάργαρον Ἴδης, ὡς τὸ “ἡ δʼ ἄρα Κύπρον ἵκανεν ἐς Πάφον” (Od. 8, 362). ἔστι δὲ καὶ Γάργαρος πόλις.
47. ἁρμόδιον δὲ τῷ ὄρει τὸ μητέρα θηρῶν· λέγεται γὰρ ὄφεις ἐνεγκεῖν, οἳ τῷ μεγέθει τοὺς ἐλάφους ἀναιροῦσιν, εἰλούμενοι περὶ τὰ σκέλη καὶ τοὺς αὐχένας, καὶ τοῖς δένδροις προσαρτῶντες αὑτοὺς, καὶ οὕτω διαφθείροντες.
51. κύδεϊ γαίων] τῇ ἑαυτοῦ ἐνηδόμενος δόξῃ καὶ ἀρετῇ.
53. * Πορφυρίου. δεῖπνον λέγεται καὶ τὸ ἐξ ἑωθινοῦ ἀκράτισμα,
ὡς νῦν ἐν τοῖς προκειμένοις, καὶ τὸ ὑφʼ ἡμῶν λεγόμενον ἄριστον, ὡς
ἐν τῷ “ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσατο δεῖπνον” (Il. ΙΙ, 86).
καὶ πάλιν ἄριστον τὸ ἀκράτισμα· “ἐντύναντο ἄριστον” (Il. 24,
124). τὸ δʼ ἐν τοῖς προκειμένοις “ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο” οὐκ
ἔστιν ὑπερβατὸν, ὥς τινες, ἀπεθωρήσσοντο δὲ αὐτοῦ, ἀλλά φησιν ἀπὸ
τοῦ δείπνου ἐθωρήσσοντο. καὶ ἔστι πεζοτέρα ἡ φράσις, καὶ διὰ τοῦτο
λανθάνει τὸ νόημα.
56. καὶ πῶς φησὶ “πολλέων ἐκ πολίων ;” νῦν οὖν τοὺς ἰθαγενεῖς
φησί. διὸ καὶ τὸ “πρό τε παίδων καὶ πρὸ γυναικῶν.” ἢ ἑαυτῶν
ἥττους γενόμενοι διὰ τὸν θάνατον. ἀναγκαίως δὲ καὶ τὸ μέμα σαν
ἐπιφέρει, ἵνα μὴ νομίσωμεν αὐτοὺς ἐπτηχότας ἐξιέναι διὰ τὴν προ-
γενομένην ἧτταν.
58. * Πορφυρίου. πᾶσαι δʼ ἀΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός]
οὐ λέγει περὶ τῶν ἐν Ἰλίῳ πυλῶν μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐν τῷ
ναυστάθμῳ τῶν Ἑλλήνων, οὐδὲ λαὸν τὸν Τρωϊκὸν μόνον, ἀλλὰ καὶ
τὸν Ἑλληνικόν· τούτῳ γὰρ ἀκόλουθον καὶ τὸ “οἱ δʼ ὅτε δή ῥʼ ἐς
χῶρον ἔνα ξυνιόντες ἵκοντ.” εἶτα ἐπάγει ὅτι συνέβαλλον παντάπασι
τὰς ἀσπίδας ταῖς ἀσπίσι, τὰ ἔγχη τοῖς ἔγχεσι, τὰς δυνάμεις ταῖς
62. ἐξ ἐπαναλήψεως αἱ ἀσπίδες· καὶ γὰρ καὶ ῥινοὺς τὰς αὐτάς
φησι. τὸ δὲ ἔπληντο πρὸς φαντασίαν τῶν ῥηθησομένων· ὅμοιον δέ
ἐστι τῷ, “ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε᾿ (Il. 13,131). πρὸ δὲ τοῦ κατὰ
μέρος ἐξαίρει τὸν τῶν ἀκροατῶν νοῦν.
66. τὴν μέχρι μεσημβρίας λέγει αὔξησιν, ὡς σφαιροειδῶς τῷ
οὐρανῷ προσαναβαίνοντος τοῦ ἡλίου. ἱερὸν δὲ διὰ τὸ ἐν τούτῳ τοῖς
θεοῖς θύειν· τὸ γὰρ μεσημβρινὸν τοῖς κατοιχομένοις ἐνέμετο. πρὸς
πίστιν δὲ καὶ τὸν καιρὸν ἔλαβεν. ἠὼς δὲ σημαίνει τὸν ὄρθρον, καὶ
τὴν ἕως ἕκτης, καὶ τὴν ἡμέραν. εἰς τρία δὲ διαιρεῖ τὴν ὅλην περίοδον
τῆς ἡμέρας· “ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ” (Il. 21, 211).
68. γινώσκει καὶ μεσουράνημα, ὃ καὶ νῦν δηλοῖ· ἔστι δὲ τὸ ἴσον
ἀπόστημα ἀνατολῆς τε καὶ δύσεως. δείκνυσι δὲ διὰ τοῦ ἀμφιβε-
βήκει ὅτι μείζων ὁ ἥλιος τοῦ οὐρανοῦ· τὸ γὰρ ἀμφιβῆναι μείζονός
ἐστι περὶ ἔλαττον, ὡς λέοντες μὲν σκύμνοις περιβαίνουσι, κύνες δὲ
σκύλαξιν.
69. * τάλαντα] ποιητικῶς τὸ δισταζόμενον ἐπανάγει τῷ ζυγῷ.
οἱ Στωϊκοὶ δέ φασιν ὡς ταυτὸν εἱμαρμένη καὶ Ζεύς. διττὸν δὲ τὸ
τῆς Μοίρας ἀπαράβατον, ὡς τὸ δεῖ θνητὸν ὄντα ἀποθανεῖν, οὗ οὐδὲ
Ζεὺς κρατεῖ, ὡς ἐπὶ Σαρπηδόνος· τὸ δὲ ταχὺ ἢ βραδὺ, ὡς ἐπὶ
Ἀχιλλέως, οὗ κρατεῖ Ζεύς. ταῦτα μὲν οὖν λεγόμενα ἔχει φαντα-
σίαν, δρώμενα δὲ οὐδέν ἐστι διὰ τὸ σύνηθες.
70. * Πορφυρίου. πῶς δύο κῆρας ἐντίθησιν ὁ Ζεὺς ὥσπερ ἀνὰ
μίαν ἑκατέρου στρατοῦ, ἐν δὲ τοῖς ἑξῆς (73) πλείους αὐτάς φησιν
“αἱ μὲν Ἀχαιῶν κῆρες ;” ὅτι αἱ δύο καὶ πολλαὶ ἂν εἶεν· λέγομεν
γοῦν διττὰ πράγματα. πλειόνων δὲ ἔμφασιν διδόντος τοῦ ὀνόματος,
εἰκότως ἐν τῇ μεταλήψει πλέονας εἶπεν. ἔστι δὲ τὸ σχῆμα συνεκδο-
χικῶν σχημάτων ἕν. κὴρ δὲ εἴρηται παρὰ τὸ καίω. διὰ πυρὸς γὰρ
ἐθάπτοντο. εἰ δὲ τὴν ψυχὴν δηλοῖ, παρὰ τὸν κηρόν· δίκην γὰρ αὐτοῦ
τὰ μαθήματα ἐν ἑαυτῇ ἀπομάττεται.
*Πορφυρίου. πρὸς Αἰσχύλον ψυχοστασίαν γράψαντα· καὶ τὸ κῆρ
Ἀχαιῶν.” ἀντὶ γὰρ τοῦ φάναι ῥέπε δὲ ἡ κὴρ τῶν Ἀχαιῶν,
μεταλαβὼν ἔφη “ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν·” ἡ κὴρ δὲ
εἴληπται οὐχ ἑνὸς τῶν Ἑλλήνων μία, ἀλλὰ πάντων, οὐδὲ Τρώων
ἑνὸς μία, ἀλλὰ πάντων, διὸ καὶ ἐπάγει “αἱ μὲν Ἀχαιῶν κῆρες.”
ὡς ἡ ἵππος τῶν πολεμίων σημαίνει τὸ πλῆθος, οὕτως ἡ κὴρ τῶν
Ἑλλήνων αἱ κῆρες ἦσαν. καὶ τὸ ἐπὶ χθονὶ ἕζεσθαι τὸ πρὸς γῆν
ῥέψαι δηλοῖ, τὸ δʼ ἐς οὐρανὸν ἀρθῆναι τὸ ὑπερτέραν γενέσθαι.
συμβολικῶς δὲ λαμβάνει τὰ μὲν ῥέποντα πρὸς τὰ χθόνια θανα-
τικὰ, τὰ δὲ πρὸς τὸν οὐρανὸν ζωτικά· ζωηφόρα γὰρ τὰ οὐράνια.
θανατηφόρα δὲ τὰ χθόνια. ὅπερ ἀγνοήσαντές τινες ἠθέτησαν τὰ
ἔπη ἐν οἷς φησὶν “αἱ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν,” νομίσαντες ὅτι τὸ
ἑζέσθην δυϊκόν ἐστιν, ὡς ἀποδεξαμένων τινῶν ὅτι ἀνὰ δύο τίθησι κῆρας
εἰς τὸν ζυγόν. οὐ σημαίνει δὲ τὸ ἑζέσθην, ἀλλʼ ἀντὶ τοῦ ἕζοντο, ὡς
“μιάνθην αἵματι μηροί” (Il. 4, 146)· ἀντὶ γὰρ τοῦ ἐμιάνθησαν
ἐπὶ πληθυντικοῦ κεῖται· εἰ γὰρ ἦν ἐπὶ δυϊκοῦ, ἔφη ἂν μιανθήτην ὡς
κλινθήτην καὶ ἡσθήτην. ἑζέσθην οὖν ἀντὶ τοῦ ἕζεσθεν, ὅπερ ἀντὶ τοῦ
ἑζέσθησαν, ὡς τὸ ἐκόσμηθεν ἀντὶ τοῦ ἐκοσμήθησαν.
72. αἴσιμον ἦμαρ] οὐκ ἄρα, φησὶν, ἐχαρίσατο τῇ Θέτιδι, εἰ
μοιρίδιον ἦν. φαμὲν δὲ ὅτι εἰς ἐπίτασιν τῆς Μοίρας καὶ αὐτὸς
ὁπλίζεται κατʼ αὐτῶν· ὅπερ ἦν τῆς χάριτος.
73. αἱ μὲν Ἀχαιῶν κῆρες] ὅμοιόν ἐστι τῷ “δύω δέ τε θύραι
εἰσὶν, αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν” (Od. 13, 109),
οἷον δύο μὲν τὰ μέρη, ἀρκτικὸν καὶ μεσημβρινὸν, καὶ δύο θυρῶν ἔξο-
δοι, εἰς δὲ τὸ κατὰ μέρος πλείονες αἱ κῆρες. ἀπὸ μὲν οὖν τοῦ ζυγοῦ
τὸ μέγεθος τοῦ ταλαντεύοντος δηλοῖ· ἐπειδὴ δὲ τὰ ἐπίγεια θνητὰ, τὰ
μὲν δυστυχῆ πλησιάζει τῇ γῇ, τὰ δὲ εὐτυχῆ μετεώρῳ τῇ πλάστιγγι
ἕπεται. τὸ δὲ ἐξέσθην ἀντὶ τοῦ ἕζεσθεν ὡς ἄερθεν· ὅμοιον δέ ἐστι
τῷ “μιάνθην αἵματι μηροί” ἀντὶ τοῦ ἐμιάνθησαν.
75. * Πορφυρίου. πῶς ἔφη τὸν κεραυνὸν σέλας δαιόμενον; σέλας μὲν γὰρ ἡ φωτὸς ἔλλαμψις· καυθεῖσα δὲ καὶ ἐκπυρωθεῖσα κεραυνὸς γίνεται, καὶ οὐκ ἀστραπὴ μόνον.
τὸ σέλας δηλοῖ τὴν ἔλλαμψιν· βουλόμενος οὖν εἰπεῖν ὡς οὐκ ἦν
ἀστραπὴ τὸ γενόμενον, ἀλλὰ κεραυνὸς μετὰ τὴν βροντὴν, προσέθηκε
τὸ δαιόμενον· ἡ γὰρ πρὸ βροντῆς ἀστραπὴ οὐ κεραυνός· μετὰ γὰρ
τὴν βροντὴν ὁ κεραυνὸς, ὅς ἐστι καυστικός.
77. καὶ πάντας] δαιμονίαν ὑποφαίνει τῶν Ἀχαιῶν τὴν φυγὴν,
αὔξων αὐτούς· ἑτέρου γὰρ ὑποχωροῦντος καὶ οἱ λοιποὶ τοῦτο ποιοῦσι.
δόξαν γὰρ ἔχουσι περὶ αὑτῶν ὡς οὐδείς ἐστι φυγοπόλεμος, ἀλλʼ ἕνα
θυμὸν ἔχουσιν. ὅταν οὖν ἴδωσι τοὺς ἀρίστους ὑποχωροῦντας, οὐκ
ἐξ ἀναλκίας ὑποπτεύουσι φεύγειν, ἀλλὰ θεομηνίαν νοοῦσιν εἶναι· ὃ
γέγονε καὶ νῦν.
78. ἔνθʼ οὔτʼ Ἰδομενεὺς] ὡς φιλέλλην παρατρέχει τὰ δυσχερῆ.
ἐπʼ ὀλίγα πρόσωπα τὴν ἧτταν φέρων. καὶ ἡ ἐκλογὴ δὲ τῶν ὀνομάτων
θεραπεύοντός ἐστι τὴν φυγήν· οὐ γὰρ εἶπεν ἔφυγον, ἀλλὰ περιπετείᾳ
τινὶ περιέπεσον. ἐκφαίνει δὲ ὅτι βουλόμενοι κακοῖς ἀγωνίζεσθαι ὑπὸ
τοῦ Διὸς ἐπηρεάζονται.
80. οὖρος] μεταφορικῶς ὁ ἄνεμος· διʼ αὐτοῦ γὰρ ἰθύνεται τὰ
πράγματα, καὶ εἰ οὗτος ἀπολεῖται, συναπόλλυσι σχεδὸν τὸ πᾶν. οὐκ
εἰσάγει δὲ αὐτὸν ἀναιροῦντα διὰ τὸ ἀπίθανον· ἀλλʼ οὐδὲ πάσχοντά
τι διὰ τὴν ἐξαίρετον φυλακὴν περὶ αὐτόν. οὐ τυχόντα δὲ διὰ τούτου
ἐκίνησεν ἡμῖν ἀγῶνα. ἐπεὶ δὲ ἄπιστον ἦν τοσούτων νέων φευγόντων
μόνον μεῖναι τὸν γέροντα, ὥσπερ ἐν ἀπολογίας μέρει ἐπιφέρει τὸ
οὔτι ἑκών.
82. δῖος Ἀλέξανδρος] καὶ πόρρωθεν πολεμεῖ, καὶ οὐκ ἄνδρα το- ξεύει, ἀλλ᾿ ἵππον γέροντος βάλλει, καὶ συμπλέκεται αὐτῷ πάντων Ἑλλήνων φευγόντων.
83. πρῶται] ἀντὶ τοῦ ἄκραι. θανάσιμος δέ ἐστιν ὁ τόπος διὰ τὸ τὸν ἐγκέφαλον πλησιάζειν ταῖς μήνιγξιν.
87. ὄφρ’ ὁ γέρων] οἴκτου χάριν τὸ γέρων τίθησιν, ἐν ἀγωνίᾳ δὲ καθιστὰς τὸν ἀκροατὴν, καὶ τὸν δεινὸν Ἕκτορα αὐτῷ ἐπάγει, διὰ δὲ τοῦ ἀπέτεμνε τὸ νωθρὸν τοῦ γήρως ἐδήλωσεν.
*ἀπέτεμνε] δεινός ἐστιν ὁ Ὅμηρος καὶ διὰ μιᾶς λέξεως ὅλον τὸν
*παρηορίας] τὰς ἔξωθεν παρατεταμένας τῶν ἵππων ἡνίας, τοὺς λώρους.
91. Διομήδης] εἰκότως Διομήδης τὸν πρεσβύτην κινδυνεύοντα
ὁρᾷ ὡς ἀναχωρῶν ἔσχατος· θελήσας γὰρ μονομαχῆσαι, ἀποσφαλεὶς
δὲ τῷ κλήρῳ, νῦν καὶ τοῦ καιροῦ μὴ συγχυροῦντος πειρᾶται πολε-
μεῖν. βοηθεῖ δὲ τῷ Νέστορι διὰ τὸ χάριεν αὐτοῦ τῶν ἠθῶν.
92. ἐποτρύνων Ὀδυσῆα] ἐν σχήματι ἐδήλωσεν ὡς καὶ Ὀδυσσεὺς ἔφυγεν, ἄνω μὴ μνησθεὶς αὐτοῦ. ἀεὶ δὲ ἀσφαλὴς Διομήδης, καὶ μόνος οὐδαμῆ θέλει πορεύεσθαι.
93. πολυμήχανʼ Ὀδυσσεῦ] πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον τέθειται.
δεῖ γὰρ τὸν στρατιώτην τοιοῦτον εἶναι. γεωργός μὲν γὰρ ἀπὸ τοῦ
καλῶς ἐν πόᾳ τὴν ἅρπην καὶ τὰ ἄλλα τῆς γεωργίας ὅπλα κινεῖν
γινώσκεται, κυβερνήτης δὲ ἀπὸ τοῦ πόδα νηὸς ἰθύνειν καλῶς, τέκτων
ἀπὸ τῆς εὐθεσίας τῶν λίθων καὶ τῆς εὐπριστίας τῶν ξύλων, ναυπηγὸς
ἀπὸ τῆς νηὸς, κυνηγὸς ἀπὸ τῆς κυναγωγῆς καὶ τῆς ὀρεσινομίας,
μάντις ἀπὸ τῶν ἐκβάσεων, μάγειρος ἀπὸ τοῦ ὡς δεῖ ὀπτᾶν καὶ δαι-
τρεύειν, ἰατρὸς ἀπὸ τοῦ νόσους γινώσκειν καὶ τάμνειν ἰοὺς, μουσικὸς
καὶ ἀοιδὸς ἐξ ᾠδῶν κάλλους καὶ μύθων, πύκτης καὶ παλαιστὴς ἐξ
εὐστροφίας καὶ χειρῶν συμπλοκῆς, τοξότης ἀπὸ διασκέψεως ἀρί-
στης, ἀκοντιστὴς ἀπὸ τοῦ εὖ πάλλειν τὸ δόρυ, ῥήτωρ ἀπὸ πιθανό-
τητος, στρατηγός ἀπὸ φρονήσεως καὶ ἀνδρείας, στρατιώτης ἀπὸ
πολυμηχανίας καί πολυπειρίας.
94. οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ ποιοῦντα ἔργον. ὀλίγον
δὲ διασταλτέον εἰς τὸ βαλ ών, ἵνʼ ᾖ, ποῦ φεύγεις μεταβαλὼν τὰ
νῶτα, ὡς οἱ δειλοὶ ἐν ὁμίλῳ καὶ θορύβῳ; ἢ πῆ φεύγεις ἐν ὁμίλῳ
ὡς κακὸς, ἵνʼ ᾖ εἰς τὸ κακὸς ὥς ἡ στιγμὴ, τὸ δὲ ἐν ὁμίλῳ τῷ
ἑξῆς συναπτέον. ἀπὸ δὲ τοῦ εὐπρεποῦς καὶ συμφέροντος ἀναστέλλει
τὴν φυγήν. αἰσχρότερον δὲ καὶ τὸ πῆξαι τοῦ ἰκοντίσαι.
97. οὐδʼ ἐσάκουσε] οὐκ ᾔσθετο ὑπὸ τοῦ θορύβου, ἢ οὐκ ἐπείσθη διὰ τὸν καιρόν· φεύγει γὰρ σὺν Αἴαντι καὶ θεομαχεῖν οὐκ ἐθέλει· ἐν γὰρ δαιμονίοις φόβοις φεύγουσι καὶ παῖδες θεῶν. πῶς γὰρ δειλὸς ὁ μετὰ πάντας φεύγων; οὐ γὰρ ἂν Διομήδης τοῦτον μόνον ἐκάλει.
99. *τὸ αὐτός ἐνταῦθα ἀντὶ τοῦ μόνος.
101. ἔπεα πτερόεντα προσηύδα] τὰ μὲν πράγματα τάχιστα γέγονεν, ἡ δὲ τῶν λόγων σχολὴ ποιητική.
103. λέλυται] πέπηγε γὰρ ἐν τῇ νεότητι, τέλος δὲ λύσεως θάνατος.
104. ἠπεδανὸς] ἀσθενὴς, ἢ ἄτεχνος, οἱονεὶ ἀπεδανὸς, ὁ μὴ
δυνάμενος ἐν τῷ πεδίῳ στῆναι διὰ τὸ ἀσθενές. ὑπογράφων δὲ ἄνω τὸ
ἀσθενὲς τοῦ γέροντος οὐδὲν περὶ τοῦ ἰδίου σθένους ἀνθυπήγαγεν, ἀλλʼ
ἐλπίδα αὐτῷ ὑπογράφει σωτηρίας διὰ τὸ τάχος. εἰκότως δὲ ὅλα
συνήγαγε τὰ κακὰ, ὅπως πείσῃ τῷ ἰδίῳ ἐπιβῆναι ἅρματι τὸν
εἰπόντα “ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων” (Il. 4, 304). εὖ δὲ τὸ μὴ
τὸν Νέστορα ταῦτα προβαλέσθαι εἰς τὸ τυχεῖν βοηθείας. ἐγκώμιον
δὲ Νέστορος ἔχει ὁ λόγος, ὃς οὐδὲ τῷ γήραϊ δὴ τρυχόμενος
ἀμελεῖ.
108. ἠθικῶς τὸν χθὲς ἀνάγει χρόνον, ὡς καὶ ἐν Ὀδυσσείᾳ Φι-
λοίτιος “τοῦτό σοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας ἀντιθέῳ
Ὀδυσῆϊ” (Od. 22, 290). ἅμα δὲ καὶ θαρσαλεώτερον ποιεῖ τὸν
γέροντα ἡ Αἰνείου ἧττα.
111. καὶ ἐμόν] ἐμόν φησι διʼ Ἀχιλλέα, ἢ μβᾶλλον Αἴαντα τὸν μονομαχήσαντα αὐτῷ ὑπογυίως.
114. Σθένελός τε καὶ Εὐρυμέδων] ἐν σχήματι ἐδήλωσε τὸ δοκοῦν
παραλελεῖφθαι· οὐ γὰρ εἴρηκεν ἀνωτέρω ποῖοι ἦσαν οἱ θεράποντες.
φασὶ δὲ τὸν Σθένελον ἀπὸ τοῦ τείχους κατενεχθέντα τρωθῆναι τὸ
σκέλος· διὰ τοῦτο οὐ πολεμεῖ, ἀλλʼ ἡνιοχεῖ Διομήδει.
115. τὰ δʼ εἰς ἀμφοτέρω] οἰκονομικῶς ἐπὶ τὸ ἅρμα Διομήδους
ἀναβιβάζει τὸν Νέστορα, ἵνα πεισθῇ φυγεῖν καὶ εἶξαι ταῖς τοῦ
Νέστορος παραινέσεσι· Σθενέλῳ γὰρ οὐκ ἂν ἐπείσθη, ὅπου γε μηδὲ
ἐν τοῖς ἀνωτέρω, ἀναβῆναι ἐπὶ τὸ ἄρμα παραινοῦντι.
116. ἡνία] τὰ ἡνία αὐτῶν ἐξ ἀστραγαλίσκων ἐλεφαντίνων ἦσαν, ὅθεν καὶ τὸ “ἡνία λεύκʼ ἐλέφαντι” (Il. 5, 583). σημειωτέον δὲ ὅτι οἱ πρώην βασιλεῖς καὶ πολεμισταὶ καὶ ἡνίοχοι ἐτύγχανον.
117. Ἕκτορος ἄγχι γένοντο] εἰ τοσοῦτον ἀπῆν, διὰ τί μὴ φεύγει; τὸ ὅλον πραγματεύεται πρὸς τὸ μὴ ἀθρόως καὶ ἄνευ πόνου νικᾶν τοὺς Τρῶας, ἀλλὰ τοὺς φεύγοντας ἀνακωχὴν λαβεῖν. ἄλλως τε ἢ νική- σειν οἴεται, ἢ νικώμενος ῥᾳδίως φεύξεσθαι.
120. υἱὸς Θ η βαίου οὐ τῷ γένει· κύριον γάρ ἐστιν ὄνομα, ὡς καὶ
ἐν Ὀδυσσείᾳ ὁ Αἰγύπτιος.
122. ὑπερώησαν] ὥσπερ τὸ ὑπεχώρησαν παρὰ τὴν χώραν, οὕτως τὸ ὑπερώησαν παρὰ τὴν ἔραν. δηλοῖ δὲ καὶ τὴν ὁρμὴν, ὡς τὸ “ἐρωήσει περὶ δουρί” (Il. Ι, 303). ἀναγκαῖον δὲ τοῦτο εἰς τοὐπίσω φερομένου τοῦ ἡνιόχου.
πύκασε] ἐσκέπασε, περιεκάλυψεν, ἀπὸ τοῦ πυκάζειν, ὅ ἐστι καλύ- πτειν.
126. θρασύν] θρασύς ἐστι καὶ ὁ ἡνίοχος ἀναλόγως αὐτῷ, διὰ τὸ ὁμοψυχεῖν.
130. ἔνθα κε λοιγὸς ἔην] δῆλον ὡς καὶ ἄλλα διαθεμένου Διομή-
δους. τέως δὲ ἡ τῶν Ἀχαιῶν φυγὴ οὐ μεμένηκεν ἄπρακτος, ἀλλὰ
Τρῶες ἀναιροῦνται.
131. σήκασθεν] εἰς σηκὸν κατεκλείσθησαν. σηκὸς δὲ εἴρηται
οἱονεὶ ἱστηκός τις ὢν, ἀπὸ τοῦ ἐν αὐτῷ ἵστασθαι τὰ θρέμματα. ὅθεν
καὶ οἱ νεώτεροι τῶν ποιητῶν σηκόν λέγουσι τὸν ναὸν, ἀπὸ τοῦ ἐν
αὐτῷ ἵστασθαι τὰ ἀγάλματα.
* καὶ τὴν Διομήδους ἀρετὴν αὔξει καὶ τὴν τῶν βαρβάρων δειλίαν κωμῳδεῖ, εἴ γε καὶ τοῦ Διὸς ἐπαμύνοντος εἱρχθῆναι ἐκινδύνευσαν προβάτων τρόπον, καὶ οὐδὲ τούτων τελείων· ἀρνῶν γάρ φησιν.
134. πρόσθʼ ἵππων] πεφεισμένως καὶ τοῦτο· ἐκδειματοῦν γὰρ
μόνον αὐτὸν βούλεται, ἐπεὶ οὐδὲ αὐτὸς μισέλλην ὑπάρχει ὁ Ζεύς.
135. δεινὴ δὲ φλὸξ ὦρτο] δεινὴ γάρ ἐστιν ἡ δυσωδία αὐτοῦ, ὅταν προσψαύσῃ ὕλῃ τινὶ, καὶ πικραίνει τὴν αἴσθησιν.
137. ἐκ χειρῶν φύγον ἡνία] εἰ γὰρ παρατηρεῖ τὰς διοσημείας ὁ
Νέστωρ ἐν οἷς φησὶν “ἀστράπτων ἐπιδέξι᾿ ἐναίσιμα” (Il. 2, 353),
πῶς ἀντιτάξεται αὐταῖς; ἢ οὐχ ὑπὸ τοῦ δέους τὰς ἡνίας εἴασεν,
ἀλλʼ οἱ ἵπποι καταπτήξαντες ὑπὸ τοῖς ἅρμασι τῇ βίᾳ καὶ αὐτὰς
ἐπεσπάσαντο.
139. φόβονδʼ ἔχε] ἡ εὔκαιρος φυγὴ οὐκ αἰσχύνει. τοῦτο δὲ διὰ
140. ἐκ Διὸς οὐχ ἔπετʼ ἀλκή] ἵνα μὴ τῷ θεῷ ἀντιστῇ, λέγει
ὅτι οὐ βοηθῇ, φησὶ, παρʼ αὐτοῦ. εὐπρεπῶς δὲ οὐκ εἶπεν ὅτι ἐναν-
τιοῦταί σοι ὁ θεός· ὑπεκλύοντος γὰρ ὁ λόγος ἦν.
141, 142. νῦν—σήμερον] δηλοῖ διὰ τῆς ἐπαναλήψεως ὅτι πρὸς
ὀλίγον ἔσται αὐτῷ ἡ χαρά· νῦν γάρ φησι, καὶ τὸ σήμερον προστί-
θησιν, ἵνα μὴ τὸ νῦν ᾖ ἀόριστον. καὶ οὐδὲ τὸν Ἕκτορα φοβερὸν, ἀλλὰ
τὸν Δία φησίν. καὶ χρηστὰς αὐτῷ ὑπογράφει ἐλπίδας, ἵνα μὴ
αἰδεσθῇ φυγεῖν ὡς ἂν μὴ δυνάμενος τὴν ἧτταν ἀνακαλέσασθαι. οὐ
δὲ δὲ τὸ ἄδηλον ὁρίζειν, ἀλλὰ μόνον ἀγαθὴν προσδέχεσθαι ἐλπίδα.
143. εἰρύσσαιτο] λείπει ἡ μετά. τὸ δὲ ὅλον οὕτως· ἀνὴρ δὲ τὸν
τοῦ Διὸς νοῦν, παρʼ ὃ θέλει αὐτὸς ὁ Ζεὺς, οὐκ ἂν μεθελκύσαι οὐδὲ
μεταθείη.
144. πολὺ φέρτερός ἐστιν] ὅτι ἡ ἀνθρωπίνη ἰσχὺς, οἵα τε ἂν ᾖ, πρὸς τὴν θείαν οὐδέν ἐστιν.
146. κατὰ μοῖραν ἔειπες] θεοσεβὴς γὰρ ὁ Διομήδης, εἴ γέ φησι “σὺν γὰρ θεῷ εἰλήλουθμεν” (Il. 9, 49).
148. Ἕκτωρ γάρ ποτε φήσει] κάν τούτοις τὸ φιλότιμον Διομή- δους ἐμφαίνεται, ὃς μὴ μόνον παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν σπου- δάζει, ἀλλὰ καὶ παρὰ τοῖς πολεμίοις.
150. τότε μοι χάνοι εὐρεῖα χθών] τὸ εὐρεῖα ἀντὶ τοῦ εὐρέως. κρείσσων δὲ, φησὶ, θάνατος ψόγου.
152. διὰ τοῦ οἴ μοι τὸν λόγον ἐκφαυλίζει ὡς ἀνάξιον ὄντα τοῦ λέγοντος. εἰς δὲ τὸ δαΐφρονος στικτέον.
154. ἀλλʼ οὐ πείσονται] πρῶτον μὲν ἄδηλον εἰ ἐρεῖ, ἄλλως τε ὅτι οὐ πείσει· καθάπτεται δὲ τῶν φροντιζόντων τί ἐροῦσιν αὐτοῖς οἱ ἄνθρωποι, τοῦ δὲ πράγματος ὁποῖόν ἐστιν ἀμελούντων.
157. φρονίμως οὔτε ἀντίρρησιν Διομήδους ἀναμένει, οὔτε ψιά. ζεται αὐτὸν φιλότιμον φεύγειν ὄντα ὁμολογεῖν, ἀλλʼ αὐτὸς τρέπει τοὺς ἵππους, ἵνα μηδὲ ἐκ τούτων μειώσῃ Διομήδεα ὁ ποιητής.
159. χέοντο] ἔμφασιν ἐκίνησεν ἡ μεταφορά. δηλοῖ δὲ ὅτι λίαν ἀπελείποντο, ἐπεὶ πῶς αὐτὸν βλασφημεῖ ὁ Ἕκτωρ λόγοις,
163. ἀντιτέτυξο] διὰ τοῦ ι εἶχον αἱ ἐκδόσεις· ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ε ἐξέθετο. ἔστι δὲ τὸ ὅλον οὕτως, γυναικὸς ἄρα ἴσος ἦσθα.
164. ὅτι μικρόφθαλμος, ὥς φασί τινες, ὁ Διομήδης ἦν, ἢ ὑπόρ-
ραιβος, ὃ καὶ ὀνειδίζεται. τὸ δὲ οὐκ εἴξαντος, οὐχ ὑποχωρήσαντος,
ἀλλὰ μείναντος, ὅπερ οὐ σὺ, φησὶ, ποιεῖς. ἀναφέρει δὲ τὸν λόγον ἐπὶ
τὰ ὑπὸ Ἰδαίου ἀπαγγελθέντα Τρωσίν.
166. λόγον κακὸν καὶ ἀγγελίαν· δώσω γάρ σοὶ, φησὶν, ὑπόμνησιν,
ὅταν ἐν ταῖς ναυσὶ κρατήσω σου. ἢ μᾶλλον τὴν δαίμονα ἤτοι τὴν
τοῦ θανάτου ψῆφον.
167. διάνδιχα μερμήριξεν] πῶς δύο εἰπὼν τὸν Διομήδην μεριμνῆ-
σαι, ἓν ἐπάγει; φαμὲν δὲ ὡς δύο βουλὰς ἐμερίμνησεν εἰς ἓν νευού-
σας, ἵππους τε στρέψαι καὶ ἐναντίβιον πολεμῆσαι. ἢ ὡς ὡμολογη-
μένον ἀφίησι τὸ ἕν· ἤτοι τὸ ἢ στραφῆναι ἢ μὴ στραφῆναι, ὃ
κατέλιπεν.
169. φρένα μὲν τὸ λογιστικὸν, θυμὸν δὲ τὸ θυμοειδές. ἐπεμε- ρίζετο οὖν, φησὶν, ὑπό τε τοῦ νοῦ κωλυόμενος καὶ τοὐναντίον ὑπὸ τοῦ θυμοῦ διεγειρόμενος πρὸς τὴν πρᾶξιν.
171. σῆμα τιθεὶς] ἀντὶ τοῦ σημαίνων. εἰς δὲ τὸ Τρώεσσι
στιγμή. τί δὲ ἦν τὸ σῆμα; μάχης ἑτεραλκέα νίκην.
175. γινώσκω δʼ ὅτι μοι] στρατηγικῶς τὴν εὐημερίαν αὐτοῖς δηλοῖ. οἰκειοῦται δὲ αὐτὴν ὑπερηφάνως, καὶ οὐ μετριοφρονεῖ.
178. οὐδενόσωρα] ὑφ᾿ ἓν τὸ οὐδενόσωρα, εἰ καὶ σπάνιος ἡ τοιαύτη
σύνθεσις· λέγω δὲ ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνός
γενικῆς τελείας. τινὲς δὲ οὐδενὸς φυλακτικά. πιθανὸν δὲ καὶ τοῦ
ὑπογύου ἔργου μεμνῆσθαι, τῶν Ἀχαιῶν τὴν πρᾶξιν ἐξευτελίζοντα.
180. ἀλλʼ ὅτε κεν] ἀλαζονεύεται, ὡς οὐ πρὸ μικροῦ σηκασθεὶς ἠΰτε ἄρνες (131).
181. μνημοσύνη τις ἔπειτα] ἀλαζονείαν ἔχει τὸ πρὸ τῆς νίκης
τὴν τοῦ πυρὸς διορίζεσθαι χρείαν. ἅμα δὲ καὶ τὸ προνοεῖσθαι στρα-
τηγικόν ἐστιν.
185. ἀθετεῖται ὁ στίχος, πρῶτόν γε καὶ διὰ τὸ σύ, εἶτα διὰ τὰ
ὀνόματα· Λάμπος γὰρ τῆς Ἠοῦς ἐστὶν ἵππος, Ξάνθος Ἀχιλλέως
δύο ἅρματα δηλοῦν βούλεται. “τὸν δὲ ἐλατῆρα ἀφίει ἀκαχήμενον”
(Il. 11, 702) τὸν ἐξ ἑκατέρας συνωρίδος. εἴποι δʼ ἄν τις πρὸς
τοῦτο ὅτι εἰκὸς, τῶν ἄλλων τεθρίπποις μὴ χρωμένων, τὸν Ἕκτορα
θαρσῆσαι τέσσαρας ἵππους ὑποζεῦξαι πρὸς κατάπληξιν τῶν πολεμίων·
ἀπόγονος γάρ ἐστι Τρωὸς, ᾧ Ζεὺς ὑπὲρ Γανυμήδους ἔδωκεν ἵππους,
καὶ φιλότιμός ἐστι περὶ ἱππικήν· οἶδε γὰρ ἵππος ἀγαθὸς πρὸς
ἱππικὴν ἐγείρειν, ὡς καὶ πρὸς πόλεμον διάφορα ὅπλα καὶ θηρευτικὴ
κύων καλῶς ἰχνηλατῶν ἐπὶ τὸ κυνηγέσιον. διὸ καὶ τὸν Ἕκτορα
θρασὺν ἡνίοχόν φησιν Ὅμηρος, καὶ οὐ μόνον τοῦτον θρασὺν, ἀλλὰ
καὶ τὸν ἡνιοχοῦντα αὐτῷ Ἀρχεπτόλεμον· οὐ τοῦ τυχόντος γὰρ ἦν
τὸ τέτρωρον ἡνιοχεῖν. φασὶ δὲ, εἰ τέτρωρον ἦν, πῶς ὡς πρὸς
δυϊκὸν ἀποτείνεται καί φησι “ νῦν μοι τὴν κομιδὴν ἀποτίνετον” καὶ
“ἐφομαρτεῖτον καὶ σπεύδετον;” ῥητέον δὲ καὶ πρὸς τοῦτο ὅτι οὐ
πρὸς ἕκαστον ἵππον λέγει, ἀλλὰ πρὸς τὰ ἐξ αὐτῶν συστήματα· δύο
γὰρ ζύγιοι ἦσαν καὶ δύο παρήοροι. τοὺς μὲν οὖν ζυγίους ἀνθʼ ἑνὸς,
τοὺς δὲ παρηόρους ἀνθʼ ἑτέρου λαμβάνει. ὅμοιον δέ ἐστι τῷ “τόφρα
μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο” (67)· πρὸς ἑκατέραν γὰρ κἀκεῖνο
στρατιάν· καὶ τῷ “τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις,
μήπως ὡς ἀψῖσι λίνου ἁλόντε” (Il. 5, 485)· πρὸς γὰρ τὸν Ἕκτορα
καὶ τοὺς Τρῶας. τρισὶ δὲ ἵπποις ἐχρῶντο οἱ ἥρωες, ἵνα τρωθέντος
ἑνὸς τῶν ζυγίων εἰς τὴν τούτου χώραν ὁ παρήορος ἄγηται. οἱ δὲ
Ὁμηρικοὶ θεοὶ συνωρίσι χρῶνται, ἐπεὶ τιτρωσκόμενοι οὐχ ὁρῶνται.
ὁ δὲ Ἕκτωρ ἐτόλμησε προσθεῖναι τὸν τέταρτον ἅμα μὲν διὰ τὰ
προειρημένα, ἅμα δὲ καὶ τῶν δυοῖν ἵππων ὑφορώμενος τὴν τρῶσιν.
καθʼ ἑκάστην δὲ κλητικὴν βραχεῖα διαστολή. οὑκ ἐῶσι δὲ οἱ σύν-
δεσμοι, ὥς τινες, δύο εἶναι κύρια καὶ δύο ἐπίθετα ὀνόματα.
187. Ἀνδρομάχη] οἰκονομικὴ γὰρ ἦν, καὶ εἰς σωτηρίαν τοῦ
ἀνδρὸς ἐπισπεύδουσα, εἴ γε καὶ τὰ ὅπλα αὐτοῦ δέχεται, ὡς δηλοῖ ὁ
Ζεύς “ὅ οἱ οὔτι μάχης ἐκνοστήσαντι δέξεται Ἀνδρομάχη κλυτὰ
διὰ τὸ “ὅτε θυμὸς ἀνώγοι·” ψυχρὸν γὰρ καὶ τοῦτο ἐπὶ ἵππων. ἔστιν
οὖν ὑπερβατόν· ὑμῖν προτέροις πυρὸν παρέθηκεν ἢ ἐμοὶ τὸν αὐτὸν
πυρὸν ἔθηκεν, οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι, ἵνʼ ᾖ τὸ
πυρὸν ἔθηκεν ἀπὸ κοινοῦ.
189. * ἐγκεράσασα] εἰς κέρας ἐγχέασα· πρὸ γὰρ τοῦ εὑρεθῆναι
τὴν τῶν ποτηρίων χρείαν εἰς κέρας ἔπινον.
192. ἄτοπον νῦν φυσιολογεῖν Ἕκτορα. δηλοῖ δὲ ὅτι τὰ Ἐρευ- θαλίωνος ὅπλα τίμια, καὶ ὅτι εἰ περιέσται τοῦ συνετοῦ καὶ ἀνδρείου, τοὺς λοιποὺς εὐκόλως Ἕλληνας ἕξει.
193. κανόνας] τὰς ῥάβδους αἷς ἐκράτουν τὰς ἀσπίδας· οὔπω γὰρ
ἐχρῶντο τοῖς πόρπαξιν, σὓς ὄχανα ἐκάλουν· ὕστερον γὰρ οὗτοι
ἐπενοήθησαν ὑπὸ Καρῶν, ὡς καὶ Ἀνακρέων φησὶ “Καριεργέος
ὀχάνοιο” ἐπεὶ οὐδʼ ἐκ πόρπακος εἶχον τὰς ἀσπίδας ἠρτημένας, ἀλλʼ
ἐκ τελαμώνων· διὰ τοῦτο πρὸς τὸ κατευθύνειν αὐτὰς ἐχρῶντο
κανόσιν, δύο σχήματα ἀποτελοῦντα ἐργασάμενοι.
197. νηῶν ἐπιβησέμεν] καὶ πῶς πρὸ ὀλίγου καῦσαι αὐτὰς ἤθελεν; κωμῳδεῖ διὰ τούτου ὁ ποιητὴς τὸ τῶν βαρβάρων εὐμετάβολον.
199. σείσατο δʼ εἰνὶ θρόνῳ] γυναικεῖον ἦθος ὑπογράφει διὰ τῆς
Ἥρας, ἣ νικᾶται μὲν τῇ ἀπειλῇ Διὸς καὶ κατὰ χώραν μένει, οὐκ
ἠρεμεῖ δὲ τὸ σῶμα ὑπὸ τῆς ὀργῆς, καὶ τὸν ὁμότιμον Διὶ Ποσειδῶνα
διεγείρει. καὶ νῦν μὲν μέχρι λόγων προέρχεται· ἑξῆς δὲ (218)
ἐντίθησιν Ἀγαμέμνονι αὐτῷ ποιπνύσαντι θοῶς ἐγεῖραι Ἀχαιούς·
τέλεον δὲ ἡττηθεῖσα ὑπὸ τοῦ θυμοῦ καὶ προσέρχεται.
201. ἠθικῶς αὐτῷ διαλέγεται, καί φησι, τῶν ἄλλων θεῶν ἀμελούν-
των τοῦ Ἑλληνικοῦ οὐδὲ σὺ τοὺς Ἕλληνας ἐλεεῖς. παροξύνει δὲ
αὐτὸν καὶ διὰ τῶν ἐπιθέτων, ἰσότιμον ἀποφαίνουσα τῷ Διί καὶ
ἀξιόμαχον.
203. οἱ δέ τοι εἰς Ἑλίκην] προτρεπτικὸν καὶ τοῦτο πρὸς τὴν βοήθειαν. Ἑλίκη δέ ἐστι τῆς Ἀχαΐας πόλις, ὑπὸ σεισμοῦ ἠφανι- σμένη. Αἰγαὶ δὲ νῆσος πλησίον Εὐβοίας.
204. σὺ δέ σφισι βούλεο νίκην] ἠθικῶς καὶ τοῦτο· οἷον εἰ θελή- σειας, δύνασαι καὶ βοηθῆσαι αὐτοῖς· βούλεο οὖν, φησὶν, αὐτοῖς τὴν νίκην.
206. στικτέον εἰς τὸ ἐρυκέμεν. τὸ δὲ ἑξῆς, εὐρύοπα Ζήν
(ἀντὶ τοῦ Ζεύς) αὐτοῦ κεν ἀκάχοιτο. οὐ γὰρ εἰκὸς ἐπιβουλεύειν τῷ
Διὶ καὶ αὐτὸν κωλῦσαι σπεύδειν τὴν παρʼ αὐτοῦ κολασθεῖσαν πολ-
λάκις. ἐμφαίνεται δὲ αὐτῆς καὶ τὸ ἄγαν θρασύ· ὁ γὰρ γυναικεῖος
θυμὸς θρασύτερος ὢν τῶν ὑπερεχόντων καταφρονεῖν ἀλόγως ποιεῖ.
207. ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θετέον, ὅτι τὸ πρὸ τῆς ἀποστρόφου
σύμφωνον τῷ ἐπιφερομένῳ συνάπτεται φωνήεντι. μετὰ δὲ τὸ ἡ
στιγμή· καὶ μεταξὺ γὰρ συλλαβῆς καὶ μετὰ συναλοιφῆς καὶ ἐν
ἀρχῇ στίχου πολλάκις ποιητικῶς ἡ στιγμὴ τίθεται.
208. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη] οὐκ ἔφη κοινῶς “τὴν δʼ ἠμείβετ’ ἔπειτα,” ἀλλὰ διὰ τοῦ σχετλιασμοῦ τὸ θράσος αὐτῆς προαναστέλλει.
209. ἁπτοεπές] ἁπτομένη, ἢ ἀάπτους λέγουσα λόγους, ἢ ἀπτόητε· διὸ καὶ “ποῖον τὸν μῦθον ἔειπες” ἀντὶ τοῦ τὸν ποῖον, Ἀττικῶς. ἀναπαύων δὲ ἡμᾶς ἀπὸ τῆς διηγήσεως τῶν Ἑλληνικῶν ἀτυχημάτων τὸν τῶν θεῶν παρεισάγει διάλογον.
210. οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι] πῶς οὖν ἐν τῇ περὶ τὰς νῆας μάχῃ
ἠναντίωται αὐτὸς τῷ Διί; ὅτι ἐκεῖσε αὐτὸν ὁ πολὺς τῶν Ἑλλήνων
ἀνέπεισεν ὄλεθρος.
213. τοῦτο δήλωσίς ἐστι τοῦ συνεληλάσθαι τοὺς Ἕλληνας εἰς
τὸ μεταξὺ τῆς τάφρου καὶ τοῦ τείχους στενόν. τὸ δὲ ἑξῆς, ὅσον
εἶχε διάστημα ἀπὸ τῶν νεῶν ἡ ἔξω τοῦ τείχους τάφρος, πλῆθεν
ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀποκλεισθέντων καὶ μὴ δυνηθέντων εἰσδρα-
μεῖν ἐν τῷ τείχει, ἀλλὰ μηδὲ τολμήσαντος ἔξω τῆς τάφρου μεῖναί
τινος. ἔνιοι δὲ τὰ δύο διαστήματα πεπληρῶσθαί φασι, τό τε ἀπὸ
τῶν νεῶν ἕως τοῦ τείχους καὶ τὸ ἀπὸ τοῦ τείχους ἕως τῆς τάφρου.
τινὲς δὲ οὕτως· ὅσον ἀπέεργεν ἡ τάφρος ἐκ τοῦ πύργου τῶν νεῶν,
τουτέστιν ἐκ τοῦ πύργου τοῦ διὰ τὰς ναῦς γενομένου.
217. καί νύ κεν ἔπρησε] εἰς ἄκρον τοὺς κινδύνους εἴωθεν ἐξάγειν, ἀεὶ ἐναγώνιον ποιῶν τὸν ἀκροατὴν, εὐθύς τε τὴν ἴασιν αὐτοῖς ἐπιφέρει.
218.εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ] ἐν καταπλήξει γὰρ ἦσαν ἅπαντες· τοῦτο δὲ ἰάσατο ἡ Ἀγαμέμνονος προτροπή. δεῖ δὲ αὐτουργεῖν ἐν τοῖς δεινοῖς τοὺς ἄρχοντας.
221. πορφύρεον μέγα φᾶρος] κατὰ τὸ σιωπώμενον ἔλαβε τὸ
φᾶρος. ἐπισείων δὲ αὐτὸ τῷ παραδόξῳ τοῦ σχήματος ἐπιστρέφειν
πειρᾶται τοὺς ἔσω τείχους εἰσελθόντας.
227. διαπρύσιον] διαπορεύσιμον καὶ μέγα καὶ εἰς πάντας ἧκον.
228. εἶδος ἀγητοί] οἱ τὰ μὲν παρὰ τῆς φύσεως εὐποροῦντες,
οἰκείᾳ δὲ κακίᾳ ἀμελοῦντες, ὡς καὶ ἀλλαχοῦ “οὐκ ἄρα σοί γε ἐπὶ
εἴδεϊ καὶ φρένες ἦσαν” (Od. 17, 454). δηλοῖ δὲ ὅτι οὐδέν ἐστι
κάλλος δίχα δυνάμεως.
229. λεληθότως τῶν προγεγονότων αὐτοὺς ὑπομιμνήσκει. πιθανῶς δὲ συμπεριέλαβε καὶ ἑαυτὸν, ἵνα μὴ ἄντικρυς αὐτοὺς διατρέψῃ.
230. τὸ ὁπότε ἀντὶ τοῦ ποτέ· οἱ δὲ στίζουσιν εἰς τὸ Λήμνῳ,
λείποντος τοῦ ἦμεν. δείκνυσι δὲ ὡς αἱ παρὰ κύλικας ὑποσχέσεις
ἀβέβαιοι. πρῶτος δὲ Ὅμηρος ἔργαψε στράτευμα μεθύον καὶ μεγα-
λορρημονοῦν, ἐν δὲ ἀνάγκαις χρειώδεσι σωφρονοῦν καὶ ἀτυχοῦν.
233. ἄνθʼ] τὸ πλῆρες μᾶλλον ἄντα, ὡς καὶ τῷ Ἡρωδιανῷ ἀρέσκει, οὐχὶ δὲ ἀντί, καθώς Ἀριστάρχῳ ἔδοξεν.
* Πορφυρίου. οὐκ ἔστι τὸ “Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε
ἕκαστος στήσεσθʼ ἐν πολέμῳ” πρὸς ἑκατὸν καὶ διακοσίους μάχεσθαι
ἐν πολέμῳ, ὥς τινες ἀποδεδώκασιν, ἀλλʼ ὡς εἰ ἔλεγεν, ἀντίσταθμοι
καὶ ἰσοβαρεῖς ἑκατὸν καὶ διακοσίων ἕκαστος ἠπείλει γενέσθαι ἐν τῷ
πολέμῳ. τῇ γὰρ διανοίᾳ ταύτῃ ἀκόλουθον τὸ “νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί
εἰμεν Ἕκτορος·” ἀπὸ μὲν γὰρ τῶν ἐν τοῖς ζυγοῖς ἱσταμένων τε καὶ
πιπρασκομένων εἴρηται. ἐπὶ μὲν τούτων ἔφασκεν ἕκαστον αὑτὸν λέγειν
ἀντίσταθμον εἶναι ἑκατὸν καὶ διακοσίων, ἐπὶ δὲ τοῦ Ἕκτορος “οὐδʼ
εἴ κεν σαυτὸν χρυσῷ ἐρύσασθαι Δαρδανίδης Πρίαμος” (Il. 22, 351),
οἷον ἴσον χρυσῷ καὶ ἰσόσταθμον χρυσοῦ. τὸ δʼ ἐρύσασθαι ἀντὶ τοῦ
στῆσαι.
236. Ζεῦ πάτερ] διὰ τῆς ἀναφωνήσεως ταύτης καὶ ὀνειδίζει καὶ ψυχαγωγεῖ, τὴν αἰτίαν εἰς θεοὺς ἀναφέρων. οἰκειοῦται δὲ τὴν συμ- φορὰν, ὅπως καταιδῇ παρακαλῶν. μέγαν δέ φησιν ὀνειδισμὸν τὸ τοιοῦτον εἶναι, εἰ πάντες ἄξιοι ἑνὸς τοῦ Ἕκτορος οὐκ εἰσὶν, ἀλλʼ ὡς νεβροὶ ἡσσῶνται λέοντος.
239. ἔρρων] φθορὰν ὀδυνώμενος, ἀλλʼ οὐ πλοῦν ὀνομάζει τὴν ὁδόν. παιδεύει δὲ ἡμᾶς καὶ ἐπὶ ξένης ὄντας θεῷ προσανέχειν ἀεὶ, ἀφ᾿ οὗ πᾶν τὸ διδόμενον.
242. ἀλλὰ, Ζεῦ] Ἕλλην ὢν καὶ ἀγαθὰ φρονῶν τῆς εἰς θεοὺς ἐλπίδος οὐδέποτε ἀφίσταται. παιδευτικοὶ δὲ οἱ λόγοι.
243. αὐτοὺς δή περ] ἐλεεινὸν ἡ παρʼ ἐλπίδας ἀτυχία. πάλαι γὰρ περὶ νίκης εὐχόμενοι νῦν περὶ τῆς σφῶν αἰτοῦσι σωτηρίας.
245. ὀλοφύρατο δακρυχέοντα] ἐν ἄλλῳ ὀλοφύρετο. καὶ ὅτι ἐδάκρυεν Ἀγαμέμνων νῦν ἐσήμανεν.
247. οἱ μέν φασι τικτομένου τοῦ Διὸς τεχθῆναι καὶ τὸν
ἀετόν· σἱ δὲ ὅτι ἐν τῇ γιγαντομαχίᾳ αἴσιος τῷ Διὶ ἐγένετο.
εἴρηται δὲ ἀετὸς παρὰ τὸ ἀεὶ ἐτεὸν αὐτὸν εἶναι, ὅ ἐστιν ἀληθῆ.
τελειότατον δὲ ἤτοι τὸν τελεστικώτατον, ἢ τὸν μέγαν.
ὁ νεβρὸς δὲ τοὺς κατεπτηχότας Ἕλληνας δηλοῖ, ὁ κοινὸς
βωμὸς τὴν κοινὴν ἅπασιν ἀπὸ τοῦ Διὸς σωτηρίαν· ἄδειαν γὰρ
τοῖς καταφεύγουσιν ὁ βωμὸς πορίζεται. ὅτι δὲ κοινὸς, καὶ τὸ
πανομφαίῳ δηλοῖ, οἷον ἀπὸ πάσης φωνῆς καὶ γλώττης τετιμη-
μένῳ.
248. νεβρὸν] νεβρὸς ὁ νεωστὶ βορὰν δεχόμενος, ἢ πρὸς αὐτὴν ἐπιτήδειος.
250. πανομφαίῳ] τινὲς τῷ ὑπὸ πάντων φωνουμέν??, παρόσον αὐτός ἐστι κατά τινα λόγον ὁ ἀήρ· ὅθεν καὶ ὁ λόγος. ὀμφὴ δὲ ἡ φωνὴ, διὰ τὸ τὸ ὂν φαίνειν. καλῶς δὲ τοῦ τείχους ἐντὸς τὸ σημεῖον ἐγένετο· εἰ γὰρ εἶδον αὐτὸ οἱ Τρῶες, πλέον ἂν ἐθάρρησαν.
*τοῦτο γὰρ δηλοῦσθαι παρʼ Ἀράτῳ (2) ἐν τῷ “μεσταὶ δὲ Διὸς
πᾶσαι μὲν ἀγυιαὶ, πᾶσαι δʼ ἀνθρώπων ἀγοραί·” Ὅμηρον δὲ μήποτʼ
ἐπὶ ψιλῆς φωνῆς ἀνθρωπίνου τὴν ὄτταν θεῖναι ἢ τὴν ὀμφὴν, ἀλλ᾿
ἀεὶ ἐπὶ τῆς θείας κληδόνος.
251. ὅτʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις] ἐπὶ γὰρ τοῖς Ἀγαμέμνονος
γέγονε λόγοις· διὸ καὶ φανερὸν τοῖς Ἕλλησιν ἦν ὡς πάντως ἠλέηται
ὑπὸ Διός.
252. μᾶλλον ἐπὶ Τρώεσσι θόρον] ὅτι καὶ πρώην ἦσαν πρόθυμοι ἐκ τῶν Ἀγαμέμνονος παρορμήσεων· μᾶλλον δὲ νῦν ἐθάρρησαν τοῦ σημείου φανέντος αὐτοῖς.
254. Τυδείδαο] τελευταῖος γὰρ ὑποχωρῶν πρῶτός ἐστιν εἰς
ὑποστροφήν· ἄλλως τε καὶ παρώξυνται ὑφʼ Ἕκτορος. δείκνυσι δὲ
257. ὁ μὲν] ὅτι Τρώες εὐθέως ἐτράπησαν· ἐν δὲ τῇ τηλικαύτῃ Ἑλλήνων τροπῇ οὐδεὶς οὐδαμοῦ πλήττεται.
261. τὸν δὲ μετʼ Ἀτρεῖδαι] τὴν μὲν φυγὴν τῶν Ἑλλήνων ἀπαγ-
γέλλων οὐ πολλῶν δεῖται τῶν ὀνομάτων, νῦν δὲ εἰς τὴν μάχην ἐπιστρέ-
φων αὐτοὺς τῶν πλείστων μέμνηται.
266. Τεῦκρος δʼ εἴνατος] διῄρηκεν ὡς μέλλων περὶ αὐτοῦ λέγειν. ἔνδον δέ ἐστιν Ὀδυσσεὺς τὸν λαὸν διεγείρων. ἀλλʼ οὐδὲ Θόαντος μέμνηται, καὶ οὐ πάντως ἐστὶ δειλός.
268. ὑπεξέφερεν] ἀντὶ τοῦ ἔμπροσθεν αὐτοῦ ἔφερε. τοῦτο δὲ καὶ τὴν φιλαδελφίαν τῶν Τελαμωνίων ἐδήλωσε, καὶ τὸ μέγεθος φανεροῖ τῆς ἀσπίδος τῆς περιλαμβανούσης αὐτούς.
269. βραχεῖα διαστολὴ εἰς τὸ παπτήνας· ἡδὺς δὲ ὁ λόγος, καὶ τὸ σχῆμα ὅμοιον.
274. Ὀρσίλοχον μὲν] φιλέλλην ὢν τοὺς μὲν ἐξ αὐτῶν ἐν τῇ πρώην ἥττῃ τελευτήσαντας οὐ καταλέγει νεκροὺς, τοὺς δὲ τῶν Τρώων ἀεὶ ἀριθμεῖ καὶ νῦν.
279. φάλαγγας] τὸ πλῆθος τῶν ἀναιρουμένων διὰ τῆς φάλαγγος ἐδήλωσεν.
281. φίλη κεφαλή] εἰς εὔνοιαν αὐτὸν διὰ τῆς φιλίας ἐπάγεται, καὶ τοῦ πατρὸς ὑπομνήσας καὶ τῆς ἡγεμονίας, ὅπως μὴ ἀνάξιος τούτων ὀφθῇ. καλὴ δὲ καὶ ἡ τοῦ βάλλε παράτασις.
282. αἴ κέν τι φόως] λεληθότως αὐτὸν κατὰ τοῦ Ἕκτορος
ὁπλίζει· ὅθεν κἀκεῖνος συνιείς φησι “τοῦτον δʼ οὐ δύναμαι βαλέειν
κύνα.”
283. ὅ σʼ ἔτρεφε] τὸ ἀντὶ τοῦ ὅς. πανταχόθεν δὲ αὐτὸν προτρέπει, ὡς καὶ τὸν πατέρα καὶ τοὺς Ἕλληνας πάντας εὐεργετή- σοντα.
284. ** Ἡακλῆς, πορθήσας Ἴλιον, Ἡσιόνην τὴν Λαομέδοντος
θυγατέρα, Πριάμου δὲ ἀδελφὴν ἔλαβεν αἰχμάλωτον, καὶ ἔδωκεν
αὐτὴν γέρας Τελαμῶνι. ὡς οὖν ἀπὸ Τρωϊκῆς γυναικὸς τεχθέντα τὸν
παῖδα Τεῦκρον ἐκάλεσαν, προαναπέμψαντες τὸν τόνον καὶ ποιή-
σαντες κύριον· Τευκροὶ γὰρ οἱ Τρῶες ἀπὸ τοῦ βασιλεύσαντος αὐτῶν
οὐκ ὀνειδίζει, ἀλλʼ ἐπαινεῖ, ὅτι διὰ τὴν τοῦ τρόπου χρηστότητα
καίπερ νόθος ὢν οὕτως ἐτράφη. ἄλλως τε διδάσκει ὅτι οὐκ ἔστιν
ὄνειδος τὰ ἴδια ἀκούειν. ἀλλʼ οὐδὲ ὄνειδος ἦν ἡ νοθεία παρὰ τοῖς
παλαιοῖς. πολεμεῖ δὲ τοὺς ὁμοφύλους βαρβαρόθεν καὶ αὐτὸς ὢν, ὅτι
τῇ φιλαδελφίᾳ μᾶλλον ἡττᾶται.
289. *πρεσβήϊον] τὸ ὑπὲρ τιμῆς διδόμενον δῶρον.
291. ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι] τοιαύτην, φησὶ, δώσω σοι ἣν ἂν ἀξιώσαις κτᾶσθαι καὶ γαμετήν.
293. τὸ σπεύδειν ἐνταῦθα τὸ κακοπαθεῖν δηλοῖ, ἢ μᾶλλον ἐπείγεσθαι.
296. δεδεγμένος] εἰρωνευόμενος τοῦτό φησιν ἀντὶ τοῦ δεξιούμενος καὶ φιλοφρονούμενος· τοῦτο γὰρ δηλοῖ τὸ δεδεγμένος ἀπὸ τοῦ δέχεσθαι.
299. κύνα διὰ τὸ θρασὺ καὶ πολύλαλον, ὡς καὶ ἀλλαχοῦ.
306. ὅλον ὅλῳ παραβέβληται μηδενὸς ἐλλείποντος. ἔστι δὲ διά- κενος ὁ μήκων· διὸ βαρεῖται. κοινὸν δέ ἐστι τὸ κάρη βάλεν.
307. καρπῷ βριθομένη] λείπει τὸ ἐστίν· ἐκδέχεται δὲ Νικάνωρ
τὴν μετοχὴν ἀντὶ ῥήματος. νοτίῃσι δὲ, ὅτι εἰ μὴ ἦν ὑγρὰ, οὐκ ἂν
ἐκέκλιτο, ἀλλʼ ἐκέκλαστο.
311. παρέσφηλεν γὰρ Ἀπόλλων] καὶ τὸν Ἕκτορα σώζει, καὶ Τεῦκρον ἐπαινεῖ ὡς μὴ ἀποτυχόντα, ἀλλὰ σφαλέντα· παρέσφηλε δὲ ἢ τὸν Τεῦκρον ἢ τὸ τόξον.
312. μόνους τοὺς Ἕκτορος ἡνιόχους ἐποίησεν ἐν τῷ πολέμῳ
τιτρωσκομένους, ἄνω μὲν Ἠνιοπέα, νῦν δὲ Ἀρχεπτόλεμον, μετὰ δὲ
ταῦτα Κεβριόνην· θρασὺς γὰρ ἡνίοχός ἐστιν Ἕκτωρ. διδάσκει δὲ ὁ
ποιητὴς ὅτι βλάπτει ἡ πρὸς τοὺς θρασεῖς φιλία.
313. ἱέμενον πόλεμονδε] ἐμφαίνει διὰ τούτου ὅτι ἔδρασεν ἄν τι
χαλεπὸν, εἰ μὴ ὑπὸ Ἀπόλλωνος μὲν παρεσφάλη, ὑπὸ δὲ Ἕκτορος
ἐτρώθη.
325. ὅθι κληῒς ἀποέργει] περὶ τὸν σύνδεσμον τῆς ὠμοπλάτης ἤτοι τὴν ἀκρωμίαν. καίριον δὲ τοῦτο ὡς πρὸς τοξότην καλεῖ.
328. νάρκησε δὲ χείρ] ποῖος ὦμος βέβληται; δῆλον ὅτι ὁ ἀριστε-
ρὸς, διό φησι “τόξον δέ οἱ ἔκπεσε χειρός.” ἄλλως τε τὸν προβεβλη-
μένον ὦμον εἰκὸς πεπλῆχθαι, οὐχὶ τὸν συνεσταλμένον ἐν τῷ το-
ξεύειν. προδιέλυσε δὲ τὴν ὁρμὴν τοῦ λίθου ἡ κοπεῖσα νευρά.
* Πορφυρίου. ἐν τούτοις τοῖς ἔπεσι τοῖς περὶ τοῦ Τεύκρου εἰρη-
μένοις ζητοῦσι ποίαν χεῖρα τέτρωται ὁ Τεῦκρος, καὶ πότερον τὴν
νευρὰν ἐπὶ τὸν ὦμον ἕλκει, καθάπερ οἱ Σκύθαι· τοῦτο γὰρ ᾤετο
Νεοτέλης, ὅλην βίβλον γράψας περὶ τῆς κατὰ τοὺς ἥρωας τοξείας,
καὶ τοὺς μὲν Κρῆτας φάμενος τὴν νευρὰν ἕλκειν ἐπὶ τὸν μαστὸν, τὴν
δὲ τάσιν κυκλοτερῆ ποιεῖσθαι, τῶν Σκυθῶν οὐκ ἐπὶ τὸν μαστὸν, ἀλλʼ
ἐπὶ τὸν ὦμον ἑλκόντων, μὴ προέχειν τὰ εὐώνυμα μέρη τοξεύοντα τὰ
δεξιά. ῥητέον δὲ ὅτι αὐερύοντα οὐ δεῖ συνάπτειν τῷ παρʼ ὦμον,
ἀλλὰ στίξαντα ἐν τῷ αὐερύοντα τὸ ἑξῆς λέγειν, παρʼ ὦμον ὅθι κληῒς
ἀποέργει αὐχένα τε στῆθός τε· τοῦτο γὰρ τῷ μὲν τὴν νευρὰν ἐπὶ τὸν
ὦμον ἕλκειν οὐ συνάδει, τῷ δʼ ἐμφῆναι βουλομένῳ τὴν παρʼ ὦμον
πληγὴν, ὅπερ καὶ ποσὶ μάλιστα συνᾴδει· παρὰ γὰρ τὸν ὦμον ἡ
κλείς ἐστιν, ἀποδιαιροῦσα τὸ στῆθος ἀπὸ τοῦ αὐχένος. τοῦτο μὲν
οἶμαι οὕτως λύεται. φαμὲν δὲ ὅτι παρὰ τὸν ἀριστερὸν ὦμον ὁ λίθος
κατηνέχθη. οὐκ ἐκ τῶν προκειμένων δὲ ἐπῶν, ἀλλʼ ἐξ ὦν ἐπάγει,
ἔδειξε· “ῥῆξε δέ οἱ νευρὴν, νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ, στῆ δὲ γνὺξ
ἐριπὼν, τόξον δέ οἱ ἔκπεσε χειρός,” οὐ μὰ Δία τῆς δεξιᾶς, ἀλλὰ τῆς
εὐωνύμου. καὶ συνέβη ταύτην ναρκῆσαι κατὰ τὴν πρὸς τὸν ὦμον
συνάφειαν, ὅνπερ καὶ πεπληγέναι συνέβαινε. προσεχῆ γὰρ τῇ μὲν
δεξιᾶ χειρὶ τὰ δεξιὰ τῶν ὑπὲρ αὐτὴν, τῇ δʼ ἀριστερᾷ ἐν συναφῇ τὰ
ἐναντία· καὶ οὐκ ἠδύνατο τῆς κρατούσης τὸ τόξον ἀριστερᾶς χειρὸς
ναρκησάσης, καὶ διὰ τοῦτο ἀποβαλούσης τὸ τόξον, μᾶλλον ὁ δεξιὸς
ὦμος βεβλῆσθαι, ἀλλʼ οὐχ ὁ τῆς πεπονθυίας ἀριστερᾶς, ἐπεὶ καὶ
προβάλλοντες μὲν τὸν ἀριστερὸν ὦμον, συστέλλοντες δὲ εἰς ἑαυτοὺς
τὸν δεξιὸν τοξεύουσιν· ἑτοιμότερον δὲ εἰς βολὴν τὸ προβεβλημένον τοῦ
κρυπτομένου.
331. περίβη] τὴν προθυμίαν καὶ σπουδὴν αὐτοῦ διὰ τοῦ θέων ἐδήλωσεν, ἐπεὶ οὐ μακρόθεν ἦν, ἀλλʼ ἐγγύς.
335. Ὀλύμπιος] πάλιν ἐπὶ τὸν Δία τὸ τῆς νίκης αἴτιον ἀναφέρει, μὴ θέλων μωμῆσαι Ἕλληνας.
336. οἱ δʼ ἰθὺς τάφροιο] τῇ ταραχῇ τῶν φευγόντων μόνον οὐχὶ
καὶ οἱ ἄριστοι τῇ τάφρῳ φεύγοντες ἐνέπεσον.
338. ὡς δʼ ὅτε τίς τε κύων] οὐ δεόντως, φασὶ, τῷ κυνὶ ἓν ζῷον
διώκοντι παραβάλλει τὸν Ἕκτορα διώκοντα πολλούς. ἄλλως τε οὐκ
ἔδει εἰκάζειν τὸν διώκοντα κυνὶ, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ
ζῴω, τῷ λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ
εἴκασται κυνὶ ἑνὶ καὶ ὁ ἀποκτεινόμενος θηρὶ ἑνί· φησὶ γὰρ “αἰὲν
ἀποκτείνων τὸν ὀπίστατον” (342). πρὸς δὲ τὸ δεύτερον ὅτι ἡ παρα-
βολὴ οὐ πρὸς ἰσχὺν, ἀλλὰ πρὸς τάχος· κύνες γὰρ ἐν ταῖς θήραις
ἐπιτήδειοι πρὸς δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί.
τὰ δὲ ἄγρια ζῷα φεύγειν εἴωθε τὰ πολλά. διὰ τοῦτο οἱ ὑποχωροῦντες
Ἕλληνες τοῖς φεύγουσιν εἰκάζονται. ἔπειτα καὶ δεόντως τοῖς
ἀλκιμωτέροις ζῴοις φεύγουσι παρέβαλε τοὺς Ἕλληνας· προεῖχον
γὰρ τῇ ῥώμῃ, καὶ τὰ νῦν δυστυχοῦσι, καὶ ἀεὶ ὁ ποιητὴς εἴωθε κακο-
πραγοῦντας αὐτοὺς θηρσὶν εἰκάζειν.
339. ἅπτηται κατόπισθε] εὖ τὸ ἅπτηται· οὐ γὰρ ἐπιλαμβάνεται,
ἐπιπηδᾷ δὲ ὑλακτῶν. εὖ δὲ καὶ τὸ ὄπισθεν· ἀντίος γὰρ οὐ πρόσεισι
τῷ θηρίῳ, τὴν ἐμβολὴν αὐτοῦ φοβούμενος. καλῶς δὲ οὐ τῇ πλευρᾷ
ἐπίκειται, ἀλλὰ τοῖς γλουτοῖς καὶ τοῖς ἰσχίοις πρὸς τὸ ῥαδίως
ἐκκλίνειν τὴν ἐπιστροφὴν τοῦ θηρίου. ἐπιφέρει γοῦν “ἑλισσόμενόν
τε δοκεύει.” καὶ ἐν τῇ δυστυχίᾳ δὲ ὑψοῦται τὸ Ἕλληνικόν.
345. ἐρητύοντο μένοντες] οὐ κατὰ τοὺς Τρῶας πεφυζότες ἔμενον ἠΰτε νεβροί (Il. 22, 1)· φιλάλληλον γὰρ καὶ αἰδέσιμον ἀεὶ τὸ Ἑλληνικόν. εὔχονται δὲ θεοῖς καὶ ἀλλήλους παρακαλοῦσιν.
348. ἀμφιπεριστρώφα] οὐ περιττὴ ἡ ἑτέρα πρόθεσις, ἀλλʼ
ἐναργῶς δείκνυσι τὴν ἐν ταὐτῷ γινομένην συνεχῆ τοῦ Ἕκτορος
συστροφὴν, ζητοῦντος κατὰ ποῖον εἰσελάσει μέρος τοὺς ἑαυτοῦ
ἵππους.
349. Ἀρίσταρχος μὲν οἴματά φησιν, οἱ δὲ ἄλλοι ὄμματα· φησὶ
γὰρ βλοσυρῶπις· καὶ ἀπὸ τῶν ὀμμάτων δὲ εἴωθε καὶ τοῦ προσώπου
350. τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ] ἀναρτᾷ πάλιν ἡμᾶς ἀπὸ τῶν
παρόντων, μὴ διηγούμενος ὡς φιλέλλην τὴν τῶν Ἑλλήνων δυστυ-
χίαν.
351. αἶψα δʼ Ἀθηναίην] δείκνυσι τὸ αἶψα ὅτι δίχα ἐπιλογισμοῦ τοῦτο ποιεῖ· διὸ καὶ μεταμεληθήσεται ὕστερον. ἀποτυχοῦσα δὲ Ποσειδῶνος ταύτην ἀναπείθει.
352. ὦ πόποι] οἰκεῖον τῇ σχετλιαζούσῃ τὸ προοίμιον. κατʼ ἐρώτη-
σιν δὲ αὐτῇ διαλέγεται· οὐκέτι, φησὶ, κἂν ἐσχάτως τειρομένων κεκα-
δησόμεθα Ἑλλήνων; τὸ δὲ κεκαδησόμεθα ἀντὶ τοῦ φροντιοῦμεν,
ἀπὸ τοῦ κήδεσθαι.
353. *κεκαδησόμεθ᾿] φροντιοῦμεν· ἐκ γὰρ τοῦ κήδω γίνεται.
355. ἀνδρὸς ἑνὸς ῥιπῇ] τεχνικῶς οὐ κατὰ Διὸς αὐτὴν ὀτρύνει, μή
πως αἰδεσθῇ τῷ πατρὶ ἐναντιοῦσθαι· ἡ δὲ συνίησι τὸ σιωπηθὲν, καί
φησιν “ἀλλὰ πατὴρ οὑμός.” ἐμφαντικὴ δὲ ἡ μεταφορά· τὸ γὰρ
ῥιπῇ ἐπὶ ἀνέμου καὶ πυρὸς τάττεται, ἄμφω δὲ ἔχει ἐπὶ Ἕκτορος·
“ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ” (Il. 11, 297) καὶ
“μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ” (Il. 15,
605).
358. καὶ λίην οὗτός γε] καὶ μὴν περὶ τούτου μὲν οὐδέν μοι μέλει, φησίν· ἀπολεῖται γὰρ ὅσον οὐδέπω· ὁ δὲ πατήρ ἐστιν ὁ ἐμὸς αἴτιος.
360. μαίνεται] ἐνθουσιᾷ, ὡς τὸ “μαίνετο δʼ ὡς ὅτʼ Ἄρης” (Il.
15, 605). τὸ φιλότιμον δὲ τῆς κακώσεως δηλοῖ.
362. οὐδέ τι τῶν μέμνηται] πρὸς μὲν τὸν Δία εὐπρεπὴς ἡ εἰς
τὸν Ἡροκλέα τῆς εὐεργεσίας ἀνάμνησις, πρὸς δὲ τὴν Ἥραν οὐκέτι·
αὕτη γὰρ ἠναντίωτο αὐτῇ σωζούσῃ τὸν Ἡρακλέα. ἢ ἐκεῖνο ῥητέον,
ὅτι ἀνθρώπινόν τι ἔχει ἡ εἰκών· πολλὴν γὰρ σπουδὴν εἴς τινας εἰσε-
νεγκάμενοι καὶ διʼ αὐτῶν τοῖς ἀναγκαίοις εἰς ἀπέχθειαν ἐλθόντες,
ἀχαρίστων ὄντων τῶν εὖ πεπονθότων, εἰώθαμεν σχετλιάζοντες εἰσφέ-
ρειν πρὸς σὓς ἀπηχθήμεθα τὴν τῶν εὐεργετηθέντων ἀχαριστίαν μεμ-
φόμενοι ἑαυτοῖς ἐπὶ τῇ ἀβούλῳ κρίσει.
364. ἤτοι ὁ μέν] τὸ εὐσεβὲς Ἡρακλέους δηλοῖ καὶ τὴν ἑαυτῆς αὔξει ἐπικουρίαν.
368. κύνα στυγεροῦ Ἀΐδαο] ἀπὸ τοῦ μείζονος ἄθλου πάντας δηλοῖ. οἶδε δὲ τὸν κύνα καὶ τὴν φύσιν αὐτοῦ. Πίνδαρος μὲν οὖν ἑκατὸν, Ἡσίοδος δὲ πεντήκοντα κεφαλὰς αὐτὸν ἔχειν φησίν.
** τὸν Κέρβερον. τελεσθέντων τῶν Ἡρακλέους ἄθλων ἐν μηνὶ καὶ ἔτεσιν ὀκτὼ, μὴ προσδεχόμενος Εὐρυσθεὺς τόν τε τῶν Αὐγέου βο- σκημάτων ἆθλον καὶ τὸν τῆς Ὕδρας, ἑνδέκατον ἐπέταξεν ἆθλον αὐτῷ, τὸν Κέρβερον ἐξ Ἄιδου κομίζειν.
369. αἰπὰ] προσάντη καὶ ἄνωθεν καταρρέοντα. τὸν πλοῦν δὲ τοῦ
Κωκυτοῦ φησὶν, ὅς ἐστι Στυγὸς ὕδατος ἀπόρρωξ. Στυγὸς δὲ διὰ τὴν
ἐπὶ τῷ θανάτῳ κατήφειαν.
370. στυγέει] οὐκ εἶπεν ὅτι οὐκ ἀντευηργετήθην, ἀλλʼ ἠθικῶς ὅτι μᾶλλον καὶ μεμίσημαι.
371. τὴν μὲν Θέτιδος χάριν ἀπέκρυψε, λέγουσα δωρεὰν αὐτὴν
εὐεργετεῖσθαι, τὴν δὲ ἰδίαν ὠνείδισε μὴ εὐεργετουμένη.
373. ἠθικῶς τῶν φιλοφρονήσεων τοῦ πατρὸς μέμνηται, αὐτὰ τὰ ὀνόματα εἰποῦσα οἷς παρακαλῶν αὐτὴν ὁ Ζεὺς πρὸς τὰς ἰδίας ὑπεκορίζετο χρείας.
374. ἀλλὰ σὺ μὲν] οὐχ ὡς ἥττονι κελεύει, ἀλλὰ καιρὸν λαμβά-
νουσα πρὸς τὸν ὁπλισμόν.
378. γηθήσει προφανείσας] ἠθικῶς καὶ τοῦτο πρὸς τὸ “ὁ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς” (455). προφανείσα δὲ γράφει Ἀρί- σταρχος, δυϊκῶς. ὁ δὲ Ἡρωδιανὸς προφανείσας βούλεται, συστέλ- λων Δωρικῶς τὸ α, ᾧ καὶ πειθόμεθα.
393. πύλαι μύκον οὐρανοῦ] οὕτως λέγει ἐπὶ τῶν θυρῶν ἀεὶ, ταύτην μιμούμενος τὴν φωνήν· “τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος· τόσον ἔβραχε καλὰ θύρετρα” (Od. 21, 48 et 49).
399. ταχεῖα] ἀντὶ τοῦ τάχεως, ὡς τὸ “λῦσε δʼ ἀγορὴν αἰψηρήν”
408. ἐνικλᾶν] ἐμποδίζειν. εἴληπται δὲ ἡ μεταφορὰ ἀπὸ τῶν εἰς τὰς ἀσπίδας ἀποθραυομένων δοράτων.
τὰ μὲν θεῖα ἐᾷ, σκοπεῖ δὲ τὰ βιωτικά· ἐναντιοῦνται γὰρ ἀλλή- λοις ἄνδρες καἰ γυναῖκες.
411. πρώτῃσιν] ἄκραις, ὡς τὸ “ἐν πρώτῳ ῥυμῷ” (Il. 6, 40)· οὐ γὰρ πολλαὶ πύλαι τοῦ Ὀλύμπου. πολὺ δὲ τάχος ὑποφαίνεται τῆς Ἴριδος.
413. πῆ μέματον] καλῶς μηδὲ προσφωνήσασα αὐτὰς τοῦ πράγ- ματος ἄρχεται. οἰκεῖον δὲ τῇ ἐπιπληττούσῃ πολλαῖς ἀρχαῖς κεχρῆσθαι.
415. Ἀρίσταρχος διὰ τοῦ η, καὶ ἔστιν ἀντὶ τοῦ ὡς, ἵνʼ ᾖ σύμ-
φωνον τῷ “ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται”
420. οὐκ ἔδει, φασὶ, ταῦτα πρὸς τῆς Ἴριδος λέγεσθαι, ἀλλὰ μόνον τὰ τῆς ἀπειλῆς. ταῦτα δὲ σχετλιάζων φησὶν, ἢ οὐ σχετλιάζων. ἀλλʼ ἐντέχνως τὴν ὁμόνοιαν αὐτῶν διιστὰς, διʼ ὧν τὴν μὲν ἀεὶ ἐναν- τιοῦσθαι αὑτῷ λέγει, τὴν δὲ νῦν καὶ πρῶτον, ἵνα αἰδεσθῇ μεταβάλ- λεσθαι.
423, 424. ἀθετοῦνται διὰ τὸ τραχύ· ὅσῳ δὲ δεινά ἐστι, τοσούτῳ
τὴν κηδομένην ἐμφαίνει. θεραπεύεται δὲ καὶ διὰ τοῦ εἰ ἐτεόν γε
τολμήσεις· οὐ γὰρ ἄντικρυς αὐτὴν ἀναιδῆ λέγει, ἀλλʼ εἰ ἐθελήσειε
μάχεσθαι τῷ Διί. πιθανῶς δὲ οὐκ ἤρκεσεν αὐτῇ ἀπαγγεῖλαι μόνον
τὰ παρὰ Διὸς, ἀλλὰ καὶ παρʼ αὑτῆς τι προσέθηκε. τοιαύτη δὲ
ὁρᾶται καὶ ὅτε πρὸς τὸν Ποσειδῶνα πέμπεται (Il. 15, 178. 201),
οὐ μόνον τὴν τοῦ ἀγγέλου, ἀλλὰ καὶ τὴν τοῦ συμβούλου ἀποπλη-
ροῦσα χώραν.
424. Διὸς ἄντα] ῥητορικῶς ἀμφοτέρας ἐνέθηκε τὰς προσηγορίας,
ἐκεῖ μὲν ἐντρέπουσα σῷ πατρὶ, νῦν δὲ ἐκδειματοῦσα Διὸς ἄντα
φησί. καὶ ἡ μὲν καθʼ Ἕκτορος ὁρμᾷ, ἡ δὲ ἀλλοιωτικῇ στάσει
χρωμένη κατὰ Διὸς αὐτήν φησι πολεμεῖν.
425. ἀπέβη] οὐ περιμένει τὴν ἀπόκρισιν, ἀλλʼ ἐν ταῖς ἀπειλαῖς αὐτὰς καταλείπει πρὸς κατάπληξιν μείζονα.
426. Ἥρη] ἡ καὶ τῆς συμβουλῆς προκατάρξασα.
428. τὸν ἐναντιούμενον ηὔξησε καὶ τὴν αἰτίαν ἐμείωσεν, ἕνεκεν ἀνθρώπων λέγουσα μὴ δεῖν διαφέρεσθαι τῷ Διί.
ὅταν εἰς τὴν ἀξίαν ἀτενίσῃ τῶν θεῶν, τότε φησὶν αὐτοὺς μὴ
κινεῖσθαι περὶ θνητῶν, ὡς οὐδὲ ἂν ἡμεῖς περὶ μυρμήκων· ὅταν δὲ
ἐπιλογίσηται τὴν ποιητικὴν, ἕπεται τοῖς μύθοις καὶ τὴν ὑπόθεσιν
ἐκτραγῳδεῖ, συμμαχίας καὶ θεομαχίας παράγων.
433. τῇσιν δʼ Ὧραι] διὰ τοῦτο αὐταῖς αί Ὧραι ὑπηρετοῦσιν, ὅτι οὐκέτι τῷ Διὶ μέλλουσιν ἐναντιοῦσθαι.
435. ἐνώπια παμφανόωντα] τοὺς παροδίους τοίχους· οὗτοι γὰρ
μόνοι φαίνονται τοῖς παριοῦσιν. τινὲς δὲ τὸ ἑξῆς ἅρματα παμφα-
νόωντα.
439. οὐκ εἶπεν ἤλαυνεν, ἀλλʼ ἐδίωκεν ἐμφαντικῶς διὰ τὸ ταχὺ, ὡς τὸ “ῥίμφα διωκομένη” (Od. 13, 162), ἤτοι ἐπειγομένη.
440. ἐννοσίγαιος] διὰ φιλαδελφίαν τοῦτο, οὐ διὰ τὴν τοῦ Διὸς
ποιεῖ ἐνδοξότητα.
444. ἀμφὶς] χωρὶς, οὐκ εἰς τὴν συνήθη ἕδραν· ἀλλαχοῦ “πλησίον ἥσθην” (Il. 4, 21)· ὅθεν φησὶν “οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι” (478).
446. ἔγνω] διὰ τῆς καθέδρας ἢ τῆς σκυθρωπότητος.
448. οὐ μέν θην] τινὲς ἐν ἐρωτήσει, καὶ περὶ τῆς προτέρας νοοῦσι μάχης, οἷον οὐκ ἀπήρκεσεν ὑμῖν ἐκεῖνα· οἱ δὲ ἐν ἀποφάσει καὶ περὶ τῆς νῦν κερτομικῶς.
462. αἰνότατε Κρονίδη] οὐκ ἔδει λέγειν Ζεῦ πάτερ· οὐ γὰρ
φιλοφρονεῖται· οὐδʼ αἰνότατε Κρονίδη, πρὸς τὸ μὴ ἐρεθίσαι αὐτόν.
αὐτοῦ οὖν ἄρχεται τοῦ πράγματος. καὶ ἡ Ἀθηνᾶ δὲ ταὐτὰ ἔλεγεν
(33), ἀλλὰ φιλοφρόνως· διὸ ἐδάμασε τὸν Δία· ἡ δὲ ἐντεταμένως·
διὸ ἐπιτείνει τὴν τοῦ Διὸς ὀργήν.
472. ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν] κινητικὰ μὲν ταῦτα τῶν ἀκουόντων, ἀλλʼ ὁρίζων τὸ πέρας παραμυθεῖται τὴν ἀτυχίαν.
473. τὸ οὐκ ἀποπαύσεται καὶ τὸ ὄβριμμος πρὸς τὸ ἔτι λυπεῖν προστέθεινται.
477. θέσφατον] τὸ μοιρίδιον προβάλλεται, ἵνα μὴ δοκῇ τυραννεῖν.
479. γαίης καὶ πόντοιο] δείκνυσιν ὁ ποιητὴς ὅτι συναπολήγει
γῆ καὶ θάλασσα, ὡς ἂν τοῦ ὕδατος περικεχυμένου τῇ γῇ σφαιρικῶς
484. τὸν δʼ οὔτι προσέφη] ἐν καιρῷ ἡ ἀποσιώπησις· οὔτε γὰρ ἐπαινεῖν ἔχει τὰ λεχθέντα οὔτε ἀντιλέγειν πρὸς ὀργὴν τοιαύτην.
485. ἐν δʼ ἔκεσʼ Ὠκεανῷ] τῷ ὁρίζοντι, φησὶν, ὃς διατειχίζει τοῦ
κόσμου τὸ φανερὸν καὶ ἀφανές. οὐκ ἀληθῆ δὲ δηλοῖ ἔμπτωσιν τοῦ
ἡλίου, ἀλλὰ φαντασίαν δίδωσιν ὡς ἐπὶ τὸν Ὠκεανὸν ἔρχεται ἐπὶ τὴν
δύσιν ἐλθών.
486. ἕλκον νύκτα μέλαιναν] τῇ ἀσθενείᾳ τοῦ τῶν ἀκτίνων φωτὸς
ἐφέλκεται ἡ νύξ. εὖ δὲ καὶ ὁ παρατατικός· σφαιροειδὴς γὰρ οὖσα ἡ
γῆ οὐ πᾶσα ὑφ’ ἓν σκιάζεται.
βραχεῖαν ταύτην τὴν μάχην ἐποίησεν, ἐγχρονίζειν οὐ θέλων ταῖς τῶν Ἕλλήνων δυστυχίαις· ὅθεν μέρος μάχης καλεῖται.
490. νόσφι νεῶν ἀγαγὼν] συνελάσας μέχρι τῶν νεῶν αὐτοὺς
ἀφίσταται παρὰ τὸν ποταμὸν πρὸς τὸ μήτε τοῖς πολεμίοις ἐξακού-
εσθαι μήτε μακρὰν ἀπεῖναι τῆς πόλεως.
493. Διὶ φίλος] οὐδαμοῦ μᾶλλον ὁ Ἕκτωρ ἐν καιρῷ ἐλέχθη Διὶ φίλος ἢ νῦν, εἴ γε καὶ θεοῖς διʼ αὐτὸν ἀπέχθεται.
494. ἔγχος ἔχʼ ἑνδεκάπηχυ] καλῶς οὐ σκῆπτρον κατέχων δημη- γορεῖ, ἀλλὰ τὰ τῆς ἀνδρείας σημεῖα προβαλλόμενος.
498. νῦν ἐφάμην] ὑπερηφανίας μεστὸς ὁ λόγος· οὐ γὰρ εὔνους θέλει ποιήσασθαι τοὺς ἀκροωμένους, ἀλλὰ μόνον καυχήσασθαι, οὐχ ὡς τὸ “ὦ φίλοι ἥρωες Δαναοί” (Il. 2, 110). καὶ πάλιν δὲ τὸ κοινὸν οἰκειοῦται κατόρθωμα καὶ πάλιν τῇ νίκῃ γαυριᾷ.
503. στρατηγικῶς πρὸ αὐτῶν τῶν ἵππων φροντίζει, ὃ καὶ Ἀνδρο-
μάχη ποιεῖ· “ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν” (188).
507. οὐκ ἔστιν ἐπὶ τοῦ σίτου κοινὸν τὸ ἄξεσθε· οὐδὲν γὰρ τῶν ἀψύχων ἄγεται, φέρεται δὲ μᾶλλον. προσυπακουστέον τὸ φέρετε.
509. καίωμεν πυρὰ] πρὸς ἀσφάλειαν μὲν ἑαυτῶν, κατάπληξιν δὲ
τῶν πολεμίων. στρατηγικῶς δὲ εὐέλπιδας αὐτοὺς ποιεῖ διὰ τῆς τῶν
πολεμίων φυγῆς.
513. βέλος] τὸ ἐκ βολῆς τραῦμα, ὡς τὸ “ὡς δʼ ὅταν ἀδίνουσαν ἔχῃ βέλος” (Il. 11. 269).
519. λέξασθαι] παρὰ τὸ λέχος, καὶ ξύλα λέξασθαι, καὶ “Τρῶας μὲν λέξασθαι” (Il. 2, 125), ὅθεν καὶ λογάδες καὶ σύλλογος Ἀχαιῶν.
520. θηλύτεραι] τῶν ἄλλων ζῴων, ἢ τῶν παρθένων. αἱ τετοκυῖαι, φησὶ, τὴν συνήθη ἐπικουρίαν πρασσέτωσαν, συνεργοῦσαι κατὰ δύνα- μιν τοῖς κακοπαθοῦσιν.
523. ὧδʼ ἔστω] τυραννικῶς αὐτοῖς, οὐχὶ βασιλικῶς διαλέγεται, ἐπηρμένος τῇ ἀλαζονείᾳ.
524. *ὑγιής] ὁ ἀπαραποίητος καὶ ἀπαράβατος.
527. ἐξελάαν ἐνθένδε] ὅρα τὸ παλίμβολον Ἕκτορος· τῇ γυναικὶ ἔλεγεν “ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρή” (Il. 6, 448). ὧδε δὲ ἄλλως. ἐκεῖ μὲν γὰρ τῶν Τρώων ἡττωμένων δύσελπις ἦν, ἐνταῦθα δὲ τῇ μάχῃ κρατῶν ἐλπίζει τὰ χρηστά.
532. ἐντέχνως ἐφʼ ἑαυτοῦ μὲν εἶπεν ὅτι οὐκ ἀπωσθήσεται, ἐπὶ δὲ. τοῦ Διομήδους ὅτι ἀναιρεθήσεται καὶ ὅτι σκῦλα παρέξει αὐτῷ ἀπο- θανών. στρατηγικῶς δὲ παραθαρσύνει αὐτούς· δεδίασι γὰρ Διομήδην διὰ τὴν ὑπόγυιον ἀριστείαν· καὶ τὸ Τυδείδης προσλαβὸν τὸ ἄρθρον οὐκ ἀργὴν τὴν ἀναφορὰν ἔχει.
535. ἀμφʼ αὐτὸν ἑταῖροι] ἀπὸ κοινοῦ ληπτέον τὸ κείσονται.
539. εἴην ἀθάνατος] βαρβαρικὸν τὸ εὔχεσθαι τὰ ἀδύνατα.
542. κελάδησαν] καλῶς ἐπὶ μὲν Ἑλλήνων φησίν “ Ἀργεῖοι δὲ μέγʼ ἴαχον” (Il. 2, 333). ἐπὶ δὲ Τρώων κελάδησαν λέγει· θορυ- βῶδες γὰρ ἀεὶ τὸ βαρβαρικόν.
555. *Πορφυρίου. ἐκ τοῦ ἀδυνάτου καὶ τοῦτο· πῶς γὰρ δυνατὸν
περὶ τὴν φαεινὴν σελήνην ἀριπρεπῆ εἶναι τὰ ἄστρα: λύεται δὲ ἐκ
τῆς λέξεως. τὸ φαεινὴν οὐκ ἐπὶ τῆς τότε, ἀλλʼ ἐπὶ τῆς φύσει, ὡς
ἐπὶ τούτου “κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν” (Od. 6,
74), οὐκ ἐπὶ τῆς τότε, ἀλλʼ ἐπὶ τῆς φύσει· καὶ “πλήθει γὰρ δή
μοι νεκύων ἐρατεινὰ ῥέεθρα (Il. 21, 218). τὸ ἀμφὶ σελήνην φαεινὴν
φύσει· οὕτω συντακτέον· ὅτε γὰρ ἐκείνη φαεινὴ, οὐ πάντως ἀριπρεπῆ
τὰ ἄστρα, ἀλλʼ ὅταν μὴ φαίνηται, ἢ φαίνοιτο μὲν, οὐ μὴν φαεινὴ,
ἀλλά πως ἀμαυρὰ καὶ ἀλαμπὴς, τινὶ αἰτίᾳ ἐπηλυγαζομένη.
οἱ μὲν ἄρτι φαίνεσθαι ἀρχομένην, “οἱ δὲ λεπτὴν, ὡς τὸ μάστιγα φαεινήν” (Il. 10, 500)· οἱ δὲ τὴν φύσει φαεινήν. προσφυῶς δὲ τῷ νυκτερινῷ φωτὶ παρεικάζει αὐτά.
560. ἄλλως ἐσχημάτισε τὸν λόγον, οὐκ ἐπενεγκὼν τῷ “ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα” τὸ “οὕτως μεταξὺ νεῶν.”
563. ἀφορμὴν λαβῶν καὶ τῶν Τρώων ἡμῖν τὸν ἀριθμὸν ἐδήλωσεν, ὅτι ἀμφὶ τὰς πέντε μυριάδας ἐστὶν ὁ τῶν πολιτῶν· οἱ γὰρ ἐπίκουροι καθεύδουσι Τρωσὶ τὴν φυλακὴν ἐπιτρέψαντες.
Λιτὰς μὲν τὴν ῥαψμδίαν καλοῦσιν. ἐπειδὴ δὲ οἱ Τρῶες ἐκ παρα-
δόξου νικῶσι, βέλεσι Διὸς, οὐκ οἰκείᾳ δυνάμει, παντὶ πόνῳ τὴν
τύχην φυλάττουσι, παρεμβολὴν ἐπὶ τῷ ναυστάθμῳ ποιούμενοι. τοῖς
δὲ Ἕλλησιν ἅπαντα δυσχερῆ, πρῶτα μὲν ἐν καιρῷ μὴ παρόντος
ἀγαθοῦ συμμάχου, εἶτα καὶ μετὰ παράβασιν τοσοῦτον εὐτυχούντων
Τρώων οἱ κεραυνοὶ τοῦ Διός· μάλιστα δὲ πάντων ὁ τὴν αἰτίαν ἔχων
Ἀγαμέμνων ἄχθεται. ὅταν δὲ ἄλλων πραγμάτων ἄρχεσθαι μέλλῃ,
ὡς οἱ νόμιμοι τῶν ἱστοριογράφων, παραγραφὰς ἐμβάλλει· μεταβαί-
νων γὰρ ἐπὶ τὰ Ἑλλήνων ἀπεκορύφωσε τὸν λόγον.
1. Τρῶες φυλακὰς ἔχον— Ἀχαιοὺς—ἔχε φύζα] ὅρα πῶς τὸ
ἀντίθετον ἑνὶ ἐδήλωσε ῥήματι, Τρῶες ἔχον— Ἀχαιοὺς ἔχε.
2. θεσπεσίη] ἡ βουλήσει θεῶν προσγεγενημένη. φύζα δὲ ἀεὶ μὲν ἡ μετὰ δέους φυγὴ, ὅθεν καὶ “φυζακίνῃς ἐλάφοισι” (Il. 13, 102)· νῦν δὲ ἔκπληξις. ἀπολογεῖται δὲ ὅτι ἐκ θεῶν. κρυόεις δὲ φόβος ὁ ψυχρός· τὸ γὰρ θερμὸν ἐπιλείπει τοὺς δεδιότας.
3. πένθεϊ] οἱ μὲν ἄλλοι ἐν φυγῇ, οἱ δὲ ἄριστοι ἐν πένθει· ἀνάξιον γὰρ Ἑλληνικῶν ἀρχόντων ἡ φυγή. μάλιστα δὲ αὐτῶν ἅπτονται αἱ συμφοραί· καὶ γὰρ τὰς τῶν κατορθωμάτων αἰτίας ἐπὶ τούτους ἀνά- γομεν. τὸ μὲν οὖν βεβολήατο ἐπὶ ψυχῆς, τὸ δὲ βεβλήατο ἐπὶ σώ- ματος.
4. καὶ γὰρ καὶ τὰ τούτους λυποῦντα διττὰ, ἡ τῶν παρελθόντων ἔκπληξις καὶ δέος τῶν μελλόντων.
* νὖν δοκεῖ πρὸς μηεμίαν χρείαν δυοῖν ἀνέμοιν εἰκόνα παραλαμ-
βάνειν· εἰ γὰρ αὐξήσεως ἕνεκα, ἔδει τοὺς τέσσαρας, ὡς ἐν ἄλλοις
“σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς καὶ Βορέης
αἰθρηγενέτης, μέγα κῦμα κνλίνδων” (Od. 5, 295). λύει δὲ τὴν
ἀπορίαν αὑτὸς, ὡς καὶ Ἀπολλώνιος ὁ τοῦ Μόλωνος παρέστησε· δύο
γὰρ πάθεσι χειμαζομένους ποιήσας τοὺς Ἀχαιοὺς, φόβῳ μὲν ἐν οἷς
εἴρηκε “θεσπεσίη ἔχε φύζα, φόβου κρυόεντος ἑταίρη,” λύπῃ δὲ ἐν
οἷς ἐπάγει “πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι·” δεδίασι
γὰρ τὰ μέλλοντα, βαρέως δὲ φέρουσι τὰ γεγονότα οἱ ἄριστοι· δύο
οὖν πάθεσι συνεχομένους εἰπὼν τοὺς Ἕλληνας προσηκόντως ἀπει-
κάζει πελάγει δυσὶ πνεύμασιν ἐξεγειρομένῳ. τὸ θεσπεσίη δʼ ἔχε
φύζα δηλοῖ τὸν οὐ προσγινόμενον αὐτοῖς διὰ δειλίαν φόβον, ἀλλʼ ἐκ
βουλήσεως θεῶν, ὥς που καὶ ἐν ἄλλοις αὐτὸς ἀντέθηκεν, εἰπὼν
“γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις ἢ ἀνδρῶν κακότητι
καὶ ἀφραδίῃ πολέμοιο” (Il. 2, 367), τουτέστι θείᾳ βουλήσει καὶ
οὐ συμφύτῳ κακίᾳ. ἔστι δὲ καὶ ἐπίθετον ἄλλων τὸ τῆς θεσπεσίας,
ὡς τὸ θεσπέσιον πλοῦτον καὶ θεσπεσίη φύζα. ἐκ κοινοῦ ἔσται ἡ
κακότης· γνώσῃ πότερον θεσπεσίῃ κακότητι ἢ ἀνδρῶν κακότητι.
δηλοῦται δὲ οὕτως ἡ θεία. φύζα δέ ἐστιν ἡ φυγή· φόβου δὲ φίλη
λέγεται, ὅτι ὁ φοβούμενος τὴν φυγὴν προσεταιρίζεται. καὶ τὸ μὲν
βεβολήατο τὴν βούλησιν βεβλάφθαι δηλοῖ, τὸ δὲ βεβλῆσθαι δηλοῖ
τὸ σῶμα. ἀνιστόρητον δέ φασιν εἶναι τὸ τοὺς ἀμφοτέρους, ἤγουν τὸν
Βορέαν καὶ τὸν Ζέφυρον, πνέειν ἐκ τῆς Θρᾴκης· οὐ γὰρ πνέουσιν
ἀμφότεροι ἐξ αὐτῆς. λύεται δὲ ἐκ τῆς λέξεως τρόπῳ συλληπτικῷ·
τὸ γὰρ θατέρῳ συμβεβηκὸς ἐπʼ ἀμφοῖν τέθεικεν. ἔστι δὲ καὶ
ἑτέρως. ὁμωνύμως γὰρ τὰ πνεύματα καὶ οἱ προεστῶτες αὐτῶν
θεοὶ λέγονται· τοὺς δὲ σωματικῶς ἐν Θρᾴκῃ κατοικοῦντας ὑπο-
τίθεται ὁ ποιητής.
6. ἄμυδις] ἅμα τῷ πνεῦσαι τοὺς ἀνέμους. ψιλωτέον δὲ τὸ ἄμυδις. Αἰολικὸν γὰρ καὶ τόνον καὶ πνεῦμα ἐδέξατο.
7. δύο εἰσὶ προθέσεις. ἀμέλει καὶ τρέπεται τὸ ξ εἰς τὸ κ, παρὲκ
μέγα, παρὲκ νόον. τινὲς δὲ ἓν μέρος λόγου, ὅπερ ἐστὶν ἐπίρρημα.
11. τὸ μὲν πλῆθος οὐ σννάγει, ἐπεὶ ἐν ταῖς δνσπραγίαις ὀργί-
ζονται τοῖς ἄρχουσιν, ἐπʼ ἐκείνονς τὴν αἰτίαν τῆς συμφορᾶς ἀνα-
φέροντες. ἄλλως τε εἰ καὶ μηδὲν δυστυχήσαντες οὕτω πρώην
ἐδέξαντο τὴν φυγὴν, πόσῳ μᾶλλον νῦν δνστυχῄσαντες; κατʼ ὄνομα
δὲ τοὺς ἀρίστους σννάγει, ἵνα μὴ ἔκπυστα γένηται τοῖς πολεμίοις
τὰ πρασσόμενα, ἢ καὶ πρὸς τὸ μὴ ταράξαι τοὺς οἰκείους. οὐδὲ ἐν
ταῖς δυστυχίαις οὖν ἐξίσταται τῶν πρακτέων ὁ βασιλεύς.
14. ἵστατο δακρυχέων] διὰ τοῦ βαρέως στενάζειν τὸ δακρυχέειν δηλοῦται, ὡς τὸ “ἑζόμενοι λεύκαινον ὕδωρ” (Od. 12, 172). τοῦτο δὲ ποιεῖ, ἵνα ἐλεεινὸς γεγονὼς μὴ καταλειφθῇ παρʼ αὐτῶν.
15. δνοφερόν] μετὰ δονήσεως φερόμενον. τῷ δὲ ψόφῳ ὁ στεναγμὸς εἴκασται.
17. * Πορφυρίον. διὰ τί λέγοντα ποιεῖ ἐν δήμῳ “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,” τοὺς ἡγήτορας καὶ βασιλεῖς προσφωνῶν, καίπερ πάντων παρόντων; φησίν εὖν ὁ Ἀριστοτέλης ὅτι ὁ μὲν δῆμος μόνου τοῦ ἀκοῦσαι κύριος, οἱ δὲ ἡγεμόνες καὶ τοῦ πρᾶξαι.
τὴν μὲν πρώτην πεῖραν ὁ Ἀγαμέμνων σύμπαντος τοῦ πλήθους
ἐποιεῖτο καὶ “ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος” ἔλεγεν·
νῦν δὲ ταύτην δευτέραν πεῖραν εἰς τοὺς Ἀργείων ἡγεμόνας φέρει,
δεδοικὼς μὴ καὶ τούτων τὴν γνώμην ἡ γενομένη ἧττα καὶ ὁ παρὰ
τοῦ Διὸς φόβος ἀνέτρεψεν. ὅτι γὰρ ἀποπειρωμένου ἦν καὶ ἐξ αὐτῆς
τῆς συνόδου μανθάνομεν καὶ ἐξ ὧν Ἀγαμέμνων τὴν Διομήδους
ἐπίπληξιν φέρει, οὐκ ἐνεγκὼν τὸ πρῶτον τὴν τοῦ κρείττονος Ἀχιλ-
λέως δικαιολογίαν. δῆλον δὲ καὶ ἐξ ὧν ὁ Νέστωρ, ὡς τὴν τοῦ βασι-
λέως γνώμην εἰδὼς, τὸν Διομήδην ἐπαινεῖ, πρότερον ἐπιτιμήσας τῷ
Ἀχιλλεῖ.
18. Ζεύς με μέγα Κρονίδης] ἀπαλλάττει τῆς κατηγορίας ἑαυτόν. οὐ πρὸς τὸ πλῆθος δὲ ἀποτείνεται, ἐπεὶ μόνοι ἡγεμόνες οἱ παρόντες εἰσίν. τότε δέ μοι, φησὶν, ὑπέσχετο καὶ κατένευσε τὴν Ἴλιον ἐκπορ- θήσαντα ἀναστρέψαι, ὅτε αὐτῷ ἐν Αὐλίδι τὰς θυσίας ἐποιοῦμεν, καὶ τὸ τέρας ἡμῖν ὑπέφηνεν ἀκριβῶς.
25. ἔτι καὶ λύσει] ὑπόψυχρόν ἐστι τὸ διστάζειν περὶ τῆς ἁλώσεως Τροίας ἐν τοιαύτῃ δεινῇ συγκεκλεισμένον τῇ περιστάσει.
29. ἀκήν] ἀπὸ τοῦ ἄγη γίνεται· οἱ γὰρ ὑπερβάλλοντες θαυμασμοὶ
ἐκπλήσσουσι, πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει, ὡς καὶ τὸ “βῆ δʼ
ἀκέων” (Il. Ι, 34) ἀντὶ τοῦ ἐκπλαγείς. ἄγη καὶ παρὰ τὴν ἀχανίαν
ἄχη καὶ ἄγη· οὕτε οὖν μένοντες χρηστὴν εἶχον ἐλπίδα οὔτε φεύγειν
εὐκλεὲς ἡγοῦντο. ἅμα δὲ καὶ τὴν προτέραν πεῖραν εἰδότες ὑπο-
πτεύουσι τίς ὁ νοῦς τοῦ λέγοντος. ἔοικε δὲ αὐτὸς ὁ ποιητὴς διστά-
ζειν τίνα ἀντιτάξει τῇ ῥητορείᾳ Ἀγαμέμνονος εὖ ἐχούσῃ καὶ κηδε-
μονικῶς.
31. Διομήδης] οἰκεία Διομήδους ἡ ῥητορεία· τὸν γὰρ παραιβάτην
Ἕκτορος ἐφόνευσε, τὴν σώζουσαν Ἀλέξανδρον ἔτρωσε, τοὺς Αἰνείου
ἵππους ἔλαβε, χρύσεια ὅπλα ἔσχεν, Ἰδαίῳ μόνος ἀντεῖπε, τοὺς
κεραυνοὺς μόνος ὑπέμεινεν, ἔφυγεν ὕστατος, ὑπέστρεψε πρῶτος·
ὀνειδισθεὶς δὲ ὑπὸ Ἀγαμέμνονος εὐκαίρως αὐτὸν νῦν ἀντονειδίζει
μετὰ τὴν ἀριστείαν, ἀρετῇ δὲ καὶ θυμῷ καὶ φιλοδοξίᾳ παρώξυνται.
εἰ δὲ ἦν γέρων, ἐδόκει ἐκγελᾶν ἀλλοτρίους πόνους· εἰ δὲ ἀσύνετος
ἐτύγχανεν, ὑπωπτεύετο πάντως τῆς ἀσφαλείας καταφρονῶν.
32. σοὶ πρῶτα] εἰπὼν τὸ πρῶτα, δηλοῖ ὡς καὶ τοῖς ἄλλοις ἐπι-
μέμφεται τῇ φυγῇ διὰ τῆς σιωπῆς συναινοῦσι. μάχην δέ φησι τὴν
τοῦ λόγου ἐναντίωσιν.
33. προδιόρθωσίς ἐστιν, ἐπειδὴ αὐτοῦ σφοδρότερον μέλλει καθά-
πτεσθαι, ὡς ἐφιεμένου μὴ ἄλλοτε ἢ ἐν ταῖς δημηγορίαις ἀντιλέγειν
τοῖς βασιλεῦσι. προπαραιτεῖται δὲ τὴν ὀργὴν, ἀξιῶν δέξασθαι τὴν
πρὸς τὸ συμφέρον ἀλήθειαν, καὶ δηλῶν ὡς τοῖς εἰρημένοις, οὐκ αὐτῷ
ἀπέχθεται. εὖ δὲ καὶ τὸ μή τι χολωθῇς, ἀξιοπίστως εἰρημένον·
εἰ γὰρ καὶ οἶδε τὰ καταθύμια αὐτῷ λέξων, ὅμως ἀναφέρει πρὸς τὸ
“στυγέῃ δὲ καὶ ἄλλος” (Il. 1, 186). θέμις δὲ τῆς δημηγορίας τὸ
τὸ δοκοῦν παρρησιάζεσθαι.
34. πρῶτον] οὐ πρῶτον, ἀλλὰ πρῶτος. δηλοῖ δὲ τὸ μόνος, οἷον
μετὰ σεαυτοῦ μὴ ἔχων ἕτερον· οὐ γάρ τίς με, φησὶ, καὶ ἄλλος
ὕβρισεν, ἀλλὰ σὺ πρῶτος, ἤτοι μόνος αὐτὸς καὶ τέλος καὶ ἀρχή.
ὃν δὲ βαρύτατα φέρων ἠνέσχετο ψόγον δειλίας, περὶ τούτου πρῶτον
**περὶ τῆς δυνάμεώς μου ὠνείδισάς με ἐν τοῖς Δαναοῖς ὡς ἀσθενῆ
καὶ ἄπειρον πολέμου. ἤτοι δὲ ἐν ἤθει λέγει. τὴν μέντοι ἀναφορὰν
ἔχει ταῦτα ἐπὶ τὰ ῥηθέντα ὑπὸ Ἀγαμέμνονος ἐν τῇ Δ. ῥαψῳδίᾳ
(370) “ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο, τί πτώσσεις; τί δʼ
ὀπιπτεύεις πολέμοιο γεφύρας ;”
36. ἀνεπαχθῶς τοῦτό φησι διὰ τὸ σῶσαι τὸν Νέστορα· διὸ κἀκεῖνος λέγει “ πολέμῳ ἔνι καρτερός ἐσσι” (53).
37. διάνδιχʼ ἔδωκε] διῃρημένως τὸ ἕτερον τῶν δυεῖν, οὐχ ἑκά-
τερον.
38. σκήπτρῳ μέν] προθεραπεύει διὰ τούτου, ὡς δειλοῦ μέλλων καθάπτεσθαι.
39. ὅ τε] τὸ ἄμφω κεκτῆσθαι, ὡς οὐ τέλειος εἴη βασιλεὺς ὁ μὴ
ἔχων τὰ δύο· καὶ ὅτι ἡ μὲν δύναμις βασιλείαν περιποιεῖ, ἡ δὲ
βασιλεία πρὸς κτῆσιν ἀλκῆς ἀδύνατος. δύο δέ εἰσι, τὸ μὲν ἐκτύχης,
τὸ δὲ ἐξ ἀρετῆς, ὅπερ ἀποδέχεται ὁ ποιητὴς, ὡς μὴ δεήσοντος
πόνου. καὶ Ἀχιλλεὺς οὖν ταὐτὰ ὀνειδίζει. οὐ πειστέοι δὲ ἀντιπο-
λιτευόμενοι· τὰ δὲ ἀπαθῆ τῶν προσώπων πρὸς μαρτύρησιν ἱκανὰ,
οἷον τὸ “βασιλεύς τʼ ἀγαθός” (Il. 3, 179) καὶ τὸ “ἢ αὐτὸν
βασιλῆα” (Il. 7, 180).
40. δαιμόνιʼ] εὔκαιρος ὁ ἔπαινος διὰ τὰ κατʼ αὐτοῦ εἰρημένα.
43. ἔρχεο, πάρ τοι ὁδός] πικρὰ μὲν τῷ ἀκούεσθαι, ἥδιστα δέ
ἐστι τῷ νοεῖν. ταῦτα γὰρ ἀκούειν ἐθέλει Ἀγαμέμνων παρὰ τῶν
Ἀχαιῶν, ὅτι ἐθελονταὶ τὸν κίνδυνον ἀναδέχονται, ὡς δημοκρατούμενοι,
οὐ βιαζόμενοι.
44. αἵ τοι ἕποντο Μυκήνηθεν] τούτων γὰρ ἄρχει μόνων, οὐ Ἑλλήνων. πῶς δὲ οὐκ αἰσχρὸν σὺν πολλῷ ἐλθόντα στόλῳ μάταιον ὑποχωρεῖν:
45. ἄλλοι μενέουσι] ῥητορικῶς αὐτῶν προενεχυράζει τὴν γνώ-
μην.
46. ὑποστικτέον εἰς τὸ αὐτοί, καὶ λείπει τὸ θέλουσι φυγεῖν· ἢ κοινὸν τὸ ἐπέσ συται ὥστε νέεσθαι. κομματικῶς δὲ εἶπε, μιμού- μενος τὸν θυμούμενον.
48. προτρεπόμενος αὐτοὺς οὐκ ἐδίστασεν, ἀλλὰ προθύμως φθέγ- γεται ταῦτα.
49. τῶν λόγων τὸ ὑψηλὸν τῇ θείᾳ προνοίᾳ λύει. ἔστι δὲ ὅμοιον τῷ “πειθόμενοι τεράεσσι θεῶν” (Il. 4, 408).
52. ἡ σιωπὴ Ἀγαμέμνονος ἀπόπειραν δευτέραν ἔχει τῶν Ἑλλή-
νων. οὔτε δὲ ἀντιπράσσει τῷ Διομήδει (θυμήρη γὰρ εἶπεν) οὔτε ὡς
ἡδόμενος συναινεῖ, ἵνα μὴ πρὸς τὸ μέλλον ἄπιστον ἑαυτὸν καταστήσῃ
τοιοῦτόν τι τεχνάσασθαι. καλῶς δὲ μετὰ τὸ μαθεῖν τὴν γνώμην τῶν
Ἀχαιῶν ἐπάγει τὸν λόγον ὁ Νέστωρ.
55. δύο γὰρ τὰ ἀκυροῦντα πάντα, ἥ τε τῶν λόγων ἐναντίωσις καὶ
ἡ μέμψις.
οἷς ἀμφοῖν ἐλοιδόρησε τὸν βασιλέα, τούτοις αὐτὸν προὔχειν
φησὶν, ἀλλʼ οὐκ ἄκρως· οὕτε γὰρ κρατερώτατον εἶπεν, ἵνα μὴ τοὺς
ἄλλους λυπήσῃ καὶ αὐτοὺς τῆς ἀνδρείας ἀντιποιουμένους, ἀλλὰ καὶ
μετὰ πάντας ὁμήλικας, ἵνα μὴ τοὺς πρεσβυτέρους ἀνιάσῃ.
ἄλλως τε καὶ ἀνατρέψαι αὐτοῦ τὸν λόγον βούλεται· διὸ καὶ οὐ
συνετώτατον καλεῖ αὐτόν.
* τουτέστιν οὐκ ἐπλήρωσας τὸν λόγον σου. τὰ μὲν γὰρ πρὸς τὸν βασιλέα δεόντως εἴρηκας. ἐλλείπει δὲ τὰ τῆς συμβουλῆς καὶ παραφυλακῆς, ἅπερ αὐτὸς ἀναπληροῖ.
57. τῷ τῆς συγγενείας ὀνόματι τὴν ἐξ αὐτοῦ ἐπισπᾶται εὔνοιαν. ὅρα δὲ ὁπόσοι οἱ ἔπαινοι· σχεδὸν γὰρ αὐτῷ ἀπένειμε τὸ πᾶν τῆς συμβουλῆς.
60. ὃς σεῖο γεραίτερος] ἀνεπιφθόνως οὐ τὴν σύνεσιν, ἀλλὰ τὴν
ἡλικίαν προβάλλεται, διὰ ταύτης ἔχειν ἀξιῶν τὸ κρεῖττον καὶ
λογιώτερον.
61. ἐξείπω καὶ πάντα διίξομαι] τοῦτο πρὸς τὸ “ἀτὰρ οὐ τέλος ἵκεο μύθων” (56) ἀντιπαρατέθειται.
62. οὐδὲ κρείων Ἀγαμέμνων] πρὸς τὸ μὴ Διομήδην ἀντειπεῖν
τοῖς λεχθησομένοις. οἶδε δὲ Ἀγαμέμνονα εἰπόντα τὸ “εἰ δέ ποτʼ ἔς
γε μίαν βουλεύσομεν” (Il. 2, 379).
63. ὁ μὲν μένειν παρήγγειλεν, ὁ δὲ τοὺς συμμάχους ὁμονοοῦντας
ἔχειν. διδάσκει δὲ ὡς εἶναι μὲν πολεμικὸν δεῖ, δι ὧν φησὶν “οἷς
οὔτι μέλει πολεμήϊα ἔργα” (Il. 2, 338), οὐ μήν φιλοπόλεμον·
ἀνατρέπει γὰρ τοῦτο πᾶσαν πολιτείαν. Διομήδης δὲ νῦν μὲν οὐκ
ἀντεῖπεν, ἵνα μὴ ἀφρήτωρ δοκῇ· ὅτι δὲ οὐκ ἠρέσθη τῇ γνώμῃ,
δηλοῖ διὰ τοῦ “μὴ ὄφελες λίσσεσθαι” (698). καὶ τὸ μὲν κεφά-
λαιον τῆς συμβουλῆς ἐπὶ τοῦ πλήθους εἶπεν, ὅπως μὴ ὑπέρθηται τὰς
λιτὰς Ἀγαμέμνων, τὰ δὲ κατὰ μέρος ἐπὶ τῶν δείπνων. καὶ Ἰσοκρά-
της δὲ ἐν τῷ Πανηγυρικῷ, τῶν ῥητόρων συμβουλευόντων ἐν τῷ δήμῳ
πάντας πλεῖν ἐπὶ Ἀσίαν, δεῖν ἔλεγε πρῶτον τὰς Ἑλληνίδας διαλλάσ-
σειν πόλεις καὶ κοινῇ τὴν ὁρμὴν ποιεῖσθαι. ἀθέμιστο ς δέ ἐστιν ὁ
θηριώδης, ὅπου καὶ Κύκλωπες θεμιστεύουσι παίδων ἡδʼ ἀλόχων (Od.
9, 114), ἤτοι τὸ περὶ συγγένειαν φυλάσσουσι δίκαιον.
ἀνέστιος] ὁ γὰρ ἑστίαν νέμων καὶ βίον ἑδραῖον τιμῶν τῆς πρὸς τοὺς οἰκείους ἀπέχεται στάσεως.
65. νῦν μὲν] τοῦ καιροῦ στοχάζεται, καὶ προδείξας τὸ ὠφελοῦν σιωπᾷ τέως τὴν θεραπείαν.
66. δόρπα τʼ ἐφοπλισόμεσθα] ἄξιον γὰρ τοὺς κάμνοντας προνοεῖν τῆς θεραπείας τοῦ σώματος. φησὶ δὲ ἅτι οἱονεὶ ὅπλα τῆς μάχης ποιησώμεθα τὰ δόρπα.
67. τείχεος ἐκτός] ἵνα ὁρώμενοι τοῖς πολεμίοις καταπλήσσοιεν αὐτοὺς, ἔσω δὲ ὄντες τῆς τάφρου ἀσφαλεῖς ὦσιν.
70. δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔτοι ἀεικές] ἔθος
μὲν ἦν· ἀλλʼ οἴεται αὐτὸν τῇ ἐκπλήξει παραλείψειν τὸ
ἔθος. ἄριστος δὲ ὁ καιρὸς ἐπὶ ὀλίγων, ἔνθα τὸν ἔλεγχον προσδέ-
ξεται. νῦν γὰρ πάντες οἱ τῶν Ἀργείων ἡγήτορες καὶ μέδοντές εἰσι
συνειλεγμένοι· ἐπὶ δὲ τὸ δεῖπνον οἱ γέροντες μόνοι συνάγονται, ἐφʼ
ὧν ἤνεγκεν ἂν τὴν τοῦ γέροντος παρρησίαν ῥᾷον ὁ Ἀγαμέμνων. καὶ
ἄλλως ἐν οἴνῳ ῥᾴους ἑαυτῶν ἐσμὲν, τε ὁμοτράπεζος κοινωνία πάν-
τας φίλους ποιεῖ. διὸ καὶ Πέρσαι μεθύοντες συμβουλεύονται,
νήφοντες δʼ ἐπικρίνουσιν. καὶ τὸ μὲν πλῆθος ἀπαλλάσσει, χρηστὰς
ὑπογράψας ἐλσίδας περὶ τῶν λιτῶν, οὐ μὴν ἀναγκάσας ἐπʼ αὐτῶν
73. ὑποδεξίη] ἡ πρὸς ὑποδοχὴν χορογία. τινὲς δὲ οὕτως, ὅτι καὶ
πάντας, ἢν θέλῃς, εὐχερῶς ὑποδέξῃ. ἐπαίρει δὲ αὐτὸν διὰ τοῦ
“πολέεσσι δʼ ἀνάσσεις” εἰς τὸ μετὰ ταῦτα σχήσων ὑπήκοον.
74. τῷ πείσεαι ὅς κεν ἀρίστην] μετρίως οὐχ ἑαυτῷ ἀποδίδωσι. διδάσκει δὲ τὸν στρατηγὸν πολλῶν μὲν ἀκούειν, αἱρεῖσθαι δὲ τὸ κράτιστον.
76. ἐσθλῆς καὶ πυκινῆς] πρὸς τὸ πεῖσαι Ἀχιλλέα· οἶδε γὰρ
αὐτοῦ τὸ φιλότιμον.
77. τίς ἂν τάδε] οὐ λείπει τὸ ὁρῶν, ἀλλʼ ἔστι παλαιὰ συνήθεια ἡ ἐξ ἀντικειμένου, οἷον τίς οὐκ ἂν κλαύσειε.
78. ἐν τῷ πεῖσαι τὸν Ἀχιλλέα τὴν σωτηρίαν τίθεται. οὐδὲν γὰρ ἕτερον πράσσειν νυκτὸς ἐδύναντο.
81. ἀμφί τε Νεστορίδην] εὖ τοῦ περὶ φυλακῆς εἰσηγησαμένου πρῶτος ἀριθμεῖται ὁ υἱός· καὶ ὅτι ὁ παρὼν καιρὸς οὐκ εὐτελεῖς ἄνδρας ἐπέτρεπε φυλάσσειν.
88. πῦρ κείαντο] ταύτην τὴν πυρκαϊὰν πρὸς τὸ ποιῆσαι δεῖπνον
εὐτρεπίζουσιν· ἀσφαλέστερον γὰρ ἦν αὐτοῖς τὸ ἀπὸ σκότους ὁρᾶν
τοὺς πολεμίους. ἐπὶ μὲν οὖν τῶν κατεπτηχότων ψιλὴ καὶ ἡ τοῦ
δείπνου παρασκευὴ, καὶ ἑνικῶς πῦρ φησίν· ἐπὶ δὲ τῶν εὐημερούντων
βαρβάρων καὶ τὰ τῆς εὐωχίας μετὰ πολλῆς τῆς ἐπεξεργασίας
δεδήλωται “ἐκ πολιος δʼ ἄξαντο βόας” (Il. 8, 545) καὶ τὰ τῆς
φυλακῆς λαμπρότερα.
90. κλισίην] * Πορφυρίου. ὅλου βιβλίου ἐδέησε Δωροθέῳ τῷ
Ἀσκαλωνίτῃ εἰς ἐξήγησιν τοῦ παρʼ Ὁμήρῳ κλισίου. τρία δέ φησι
ζητεῖσθαι περὶ αὐτοῦ, περὶ τοῦ σημαινομένου, εἰ ταὐτὸ δηλοῦται τῷ
παρὰ Ἀττικοῖς, καὶ δεύτερον περὶ τῆς ὀρθογραφίας, πότερον διὰ
διφθόγγου ἡ πρώτη ἢ διὰ τοῦ ἰῶτα, καὶ τρίτον περὶ τῆς προσῳδίας,
πότερον παροξύτονον ἢ προπαροξύτονον. τὸ μὲν οὖν δηλούμενόν φησιν
διος· ἀπὸ γὰρ τοῦ κλίνω, ἐξ οὗ καὶ κλιντήρ καὶ κλισμός· καὶ οἱ
μὲν ἔχοντες ἀπέρεισιν τοῖς ὤμοις κλισμοί, οἱ δʼ ἄλλοι θρόνοι.
Ἀττικῶς δὲ κλιντήριον τὸ μικρὸν κλινίδιον λέγεται. τὸ οὖν χωροῦν
κλίνας πολλὰς καὶ θρόνους κλίσιον ἐκάλουν· ᾦ τρόπῳ καὶ τὸν κοιτῶνα
ἡμεῖς ἐκαλέσαμεν· δωμάτιον δὲ οἱ Ἀττικοὶ τὸν ἀφʼ ἡμῶν κοιτῶνα
ἔλεγον, Ὅμηρος δὲ θάλαμον. ἐμοὶ δὲ δοκεῖ, φησὶ Δωρόθεος, ἀπὸ
τοῦ κεκλίσθαι κατωνομάσθαι τοῦ σημαίνοντος τὸ περιειληφέναι καὶ
περιέχειν. Ἀρίσταρχος δὲ ἑτέρως ἐξηγήσατο· τὸ γὰρ “περὶ κλίσιον
θέε πάντη” (Od. 24, 208) δηλοῦν ὡς κύκλῳ τοῦ οἴκου στιβάδων
ᾠκοδομημένων, πρὸς αἷς οἱ θρόνοι ἔκειντο, ὥστε ἐπʼ αὐτῶν καθεζομέ-
νους δειπνεῖν, ἐπὶ δὲ τῶν στιβάδων κοιμᾶσθαι, ἵνα μὴ ἄλλος οἶκος ᾖ
τοῦ Λαέρτου, ἄλλο δὲ τὸ κλίσιον, ἀλλʼ ἐν τῷ οἴκῳ τοῦ Λαέρτου
εἰρῆσθαι τὴν ἐν κύκλῳ οἰκοδομίαν τῶν στιβάδων καὶ θέσιν τῶν
θρόνων. ἐμφαίνει δὲ ὅτι ὁ μὲν οἶκος Λαέρτου ἐν τῷ ἐντὸς καὶ περι-
εχομένῳ ὑπὸ τοῦ κλισίου, τῶν δὲ ἄλλων ἐν τῷ ἔξωθεν περιέχοντι
κλισίῳ. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τῇ Ὀδυσσέως οἰκίᾳ ὁ
θάλαμος τοῦ Τηλεμάχου μέσος ὑψηλὸς ᾠκοδόμητο, ὑπὸ τῆς αὐλῆς
περιεχόμενος· “Τηλέμαχος δὲ ὅθι οἱ θάλαμος ὑψηλὸς δέδμητο,
περισκέπτῳ ἐνὶ χώρῳ” (Od. 1, 425). καὶ γὰρ τοῦτον τὸν θάλαμον
κατὰ τὸ μέσον τῆς αὐλῆς κεῖσθαί φησι· διὸ καὶ περίσκεπτον ὠνόμασεν
οἷον περιφανῆ, διὰ τὸ πανταχόθεν περιέχεσθαι. τὸν αὐτὸν τρόπον καὶ
τὸν Λαέρτου οἶκον περιέχεσθαι, πανταχόθεν ὑπὸ τοῦ κλισίου κατὰ μέσον
ᾠκοδομημένον. τὸ γὰρ περιθεῖν τοῦτο δηλοῖ, οἷον καὶ Ἀρχίλοχος
δηλοῖ, ποιήσας “τοῖον γὰρ αὐλὴν ἕρκος ἀμφιδέδρομεν.ʼ ἔχει γὰρ
τὸ κλίσιον ἀναλογίαν τινὰ πρὸς τὰ τοιαῦτα, πρὸς τὰς παστάδας,
πρόδομος, ἐξέδρα· προῳκοδόμητο γὰρ οἰκήσεως τινος ἡ παστὰς καὶ
93. πάμπρωτος] οἷον προφθάσας ἐκείνους τοὺς τὴν γνώμην αὐτοῦ
ἀπαιτοῦντας. πρόσθεν δὲ, ὅτε παρῄνει Ἀγαμέμνονι παύσασθαι τῆς
πρὸς Ἀχιλλέα ὁρμῆς “ Ἀτρείδη σὺ δὲ παῦε τεὸν μένος” (Il. 1,
282)· καὶ ὅτε τὸ μονομάχιον ἦν καὶ ἤγειρε τοὺς Ἀχαιούς (Il. 7,
123).
97. ἐν σοὶ μέν] καταπτήξαντα αὐτὸν τῇ τῶν πολεμίων ὁρμῇ καὶ
τῇ τῶν συμμαχικῶν λόγων ταραχῇ καὶ συγχύσει ἀνακτᾶται καὶ
πρὸς πειθὼ παρακαλεῖ διὰ τῶν ἐγκωμίων.
πρὸς τὸ μὴ δοκεῖν ἐπιτάσσειν, κύριον αὐτὸν τῆς ἀπάντων ἀποφαίνει
γνώμης, προσεκτικόν τε ἀπεργάζεται, ὡς ὅλου τοῦ πράγματος ἐπʼ
αὐτῷ κειμένου. ἢ ἐπεὶ τότε εἰς αὐτὸν ἔληξε λέγων “λίσσομ
Ἀχιλλῆϊ μεθέμεν χόλον” (Il. 1, 283), ἐκείνην δὲ τὴν λῆξιν ἀρχὴν
ποιεῖται τοῦ νῦν διαλόγου.
99. σκῆπτρον διὰ τὸ κράτος, θέμιστας διὰ τὸ δίκαιον· οὔπω
γὰρ εἶχον γραπτοὺς νόμους, ἀλλὰ τὸ πᾶν ἐν τοῖς κρατοῦσιν ἦν·
ὅθεν καὶ δικασπόλοι. εὐγενῆ δὲ αὐτὸν ποιεῖ, τὰς εὐτυχίας ἐξαριθ-
μούμενος, καὶ ἄξια τῆς ἰδίας δόξης ποιεῖν ὑποτίθεται. καὶ ὅτι πρώτη
ἀρετή ἐστιν ἡ φρόνησις.
100. φάσθαι ἔπος ἡδʼ ἐπακοῦσαι] ἵνα ἐξ ἀπάντων αἱροῖτο τὸ χρήσιμον. ἅμα δὲ καὶ ἀναιρεῖ τὴν δόξαν τῆς ἥσσης, καθʼ ἥν τινες οἴονται ἀδοξεῖν τῷ πλησίον εἴς τι πειθόμενοι χρηστόν.
102. ὃ δήποτε τῆς παραινέσεως ἄρχῃ καὶ ἐπικρατυνθῇ, ἐκ σοῦ
γίνεται. καὶ ἀλλαχοῦ “ Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος
τε” (Od. 11, 345). ἴσον δὲ ἀπέφηνε τῷ συμβούλῳ τὸν βασιλέα
τὸν κυροῦντα τὸ τέλος, ὅπως μὴ φθονοίη ταῖς ἀγαθαῖς ὑποθήκαις·
οἶδε γὰρ φθόνῳ καὶ θυμῷ καὶ ζηλοτυπίαις ἀδίκοις πολλὰς πράξεις
ἀγαθὰς ἀνῃρημένας. τὸ πέρας οὖν τῶν λεγομένων ἐπὶ τὸν κορυφοῦντα
ἀναφέρει.
103. ὥς μοι δοκεῖ εἶναι ἄριστα] προσεκτικὸν μὲν τὸν ἀκροατὴν ποιεῖ διʼ ὧν ἄριστα ὑπισχνεῖται ἐρεῖν, εὔνουν δὲ, ὅτι μεθʼ ὑποστολῆς τὸ δοκεῖ προστέθειται.
104. ἐπὶ διαλλαγὰς τὸν βασιλέα φέρων, οὐκ ἐν ἐπιτιμήσεως
μέρει τὴν Ἀχιλλέως ἔχθραν προφέρει, ἀλλὰ μόνον ἄριστα συνεωρα-
κέναι φησὶν ἑαυτόν.
105. ἠμὲν πάλαι] εἰ τὰ μέλλοντα προγινώσκει ὁ Νέστωρ, πῶς καὶ περὶ τῶν ἐνεστώτων καλῶς οὐκ ὀφείλει νοεῖν.
106. ἐξέτι τοῦ ὅτε] οὐκ ὀνειδίσαι θέλει τὴν ἁμαρτίαν αὐτῷ, ἀλλὰ
παρακελεύεται μὴ δεύτερον ἐξαμαρτάνειν. προτρεπτικῶς δὲ αὐτῷ
διαλέγεται, καὶ τὴν πειθὼ τοῖς χείλεσι συνεπάγεται· τοῦτο γὰρ τῆς
φρονήσεως ἴδιον.
109. σὺ δὲ] δεξιῶς ὑπήλλαξε τὰ ὀνόματα, τὴν αὐθάδειαν μεγαλο- φροσύνην καλῶν καὶ τὸ προπετὲς εἶξαι λέγων. ἐν συντόμῳ δὲ καὶ τὰ Ἀχιλλέως εἰσφέρει κατορθώματα.
112. φραζώμεθʼ] προσποιεῖται τὴν παράκλησιν, ἵνα μὴ αἰσχυνθῇ βασιλεύς· τὸ γὰρ φράζου πικρότερον ἦν καὶ προστάξεως ἐχόμενον. καλαὶ δὲ αἱ λιταὶ διὰ τὸ ὁμοειδές, καὶ ἵνα προμαλαχθῇ Ἀχιλλεύς. δδἵ δὲ τὸν προαδικήσαντα παρακαλεῖν ἀεί.
113. δώροισίν τ—ἔπεσσί τε] ἴσην τῶν χρημάτων καὶ μείζονα
πρὸς πειθὼ τὴν τῶν λόγων ὑποτίθησι κτῆσιν.
115. ὁμολογεῖ τὴν πρᾶξιν, ἵνα μὴ αἰσχύνοιτο παρακαλῶν, καὶ
ἡμαρτηκέναι φησὶ, καὶ οὐκ ἀδικεῖται, εὔνοιαν ποριζόμενος ἑαυτῷ.
ἀπλοῦς δὲ ὁ τρόπος· τὸ μὲν γὰρ ἀεὶ χρηστὸν ἔχειν τὸν νοῦν μακάριον,
τὸ δὲ καὶ χρόνῳ μετανοῆσαι οὐκ ἄχαρι. τὸ δὲ ψεῦδος ἀντὶ τοῦ
ψευδῶς. τὸν ὅλον δὲ συναπτέον στίχον· μὴ στικτέον εἰς τὸ ψεῦδος,
ὥς τινες κακῶς.
119. λευγαλέῃσι] οἱονεὶ λοιγαλέῃσιν, ἀπὸ τοῦ λοιγός. λέγει δὲ, τῇ ὀργῇ πεισθείς· ὀλεθρεύειν γὰρ ὁ θυμὸς τὰς φρένας εἴωθεν.
120. ἐλενθερίως ὁμολογεῖ ὃ ὁ Νέστωρ ἐκοινώσατο. ἀπερείσια
δὲ, ἵνα μὴ σμικροψυχίας ἕνεκεν δοκῇ τὸν στρατὸν τῆς συμμαχίας
ἀποστερεῖν Ἀχιλλέως.
122. ἕπτ’ ἀπύρους τρίποδας] διήρηται ἡ ὑπόσχεσις εἰς δύο, εἴς
τε τόπους καὶ χρόνους, διὰ δὲ τῆς ποικιλίας τῶν δώρων θηρεύ-
σειν Ἀχιλλέα· εἴτε φιλότιμος, διὰ τῶν ἵππων, εἴτε φιλο-
χρήματος, πολὺν χρυσὸν καὶ χαλκὸν διδοὺς, εἴτε φιλογύνης εἵη,
123. αἴθωνας] τοὺς εἰς πῦρ βαλλομένους· “ὡς δὲ λέβης ζεῖ
ἔνδον” (Il. 21, 362). αἴθων δὲ ἀπὸ τοῦ ὑπαίθεσθαι ἤτοι ὑποκαίεσθαι.
καλῶς δὲ καὶ τόν ἄρτιον τῶν ἵππων ἀριθμὸν τίθησιν· ἱκανῶς γὰρ
ταῦτα πρὸς ἐπίζευξιν τυγχάνει. ἱπποτρόφοι δὲ οἱ Θεσσαλοὶ ἀεί.
124. πηγοὺς] μέλανας· τούτους γὰρ ἀρίστους φασὶν οἱ περὶ
ἵππων γράψαντες. τινὲς δὲ μεγάλους, εὐτραφεῖς, ὑψαύχενας.
ἀέθλια ποσσὶν ἄροντο] οὐκ ἐν Πελοποννήσῳ εἰσὶν οἱ ἵπποι ἠγω-
νισμένοι· εἶεν γὰρ ἂν ἤδη γέροντες, ἀλλ᾿ ἐν Ἰλίῳ νενικήκασιν ἐπί-
ταφίους ἀγῶνας.
125. οὔ κεν] διακόπτει τὸ τοῦ καταλόγου ὁμοιόσχημον, τῶν δώρων τὸ ὁμοειδὲς ἐκκλίνων. ἅμα δὲ καὶ ἑκάστην μερίδα σπουδαίαν ἀποδείκνυσι, καὶ δῶρα δώροις προστίθησι, καὶ τὴν εἰς ἔπειτα χάριν αὔξει. ἀλήϊος δὲ λέγεται ὁ μὴ ἔχων λήϊα.
128. ἑπτὰ γυναῖκας] ἐντέχνως τῶν ἄλλων δώρων μέσας ἔταξε τὰς γυναῖκας, ἵνα μὴ ὑπόνοιαν παράσχῃ ὡς ἀκρασίαν αὐτοῦ κατα- ψηφιζόμενος. καὶ περὶ μὲν ὧν οἶδε μαρτυρεῖ· περὶ δὲ τῶν Ἰλιάδων “αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.”
129. Λέσβον ἐϋκτιμένην ἕλεν αὐτός] πιθανῶς τὸν ἔπαινον
Ἀχιλλέως παρέμιξε, καὶ μόνον οὐχὶ παραχωρήσειν αὐτῷ τῶν αὐτοῦ
σκύλων φησίν. ἅμα δὲ καὶ ὑπʼ ὄψιν αὐτῷ τὴν δωρεὰν ἄγει, ἐμφαίνων
ὅτι ἃ οἶδεν ἐκεῖνος δίδωσιν. ἀπλοῦν δὲ τὸ ἦθος, καὶ πάντα πρὸς
πειθὼ ἐστίν.
132. δίχα τοῦ ν τὸ κούρη. διὰ δὲ τοῦ ὅρκου τὸν ζῆλον τοῦ ἔρωτος
τοῦ Ἀχιλλέως θεραπεύει, καὶ τὸ σῶφρον ἑαυτοῦ ἐνδείκνυται, διὰ
φιλοτιμίαν, οὐκ ἀκρασίας ἕνεκεν ἀφελόμενος αὐτήν.
134. δασυντέον καὶ ὀξυντέον τὸν η ἰσοδυναμοῦντα τῷ ὡς. θαυμα-
σίως δὲ φύσεως νόμῳ τὴν αἰσχρὰν λέξιν ἐκάλυψε, τὰ τῆς συμπλο-
κῆς ταπεινὰ καὶ ἀνθρώπινα τιμιωτάταις ἐπισκιάζων ταῖς λέξεσιν.
εἰς τρεῖς δὲ χρόνους ἡ διαίρεσις γέγονεν, εἰς τὸ “αὐτίκα πάντα,”
εἰς τὸ “εἰ δέ κεν αὖτε ἄστυ μέγα,” καὶ εἰς τὸ “εἰ δέ κεν Ἄργος
ἱκοίμην” (141).
139. αὐτὸς ἑλέσθω] τὴν γὰρ δωρεὰν ἡ ἐκλογὴ ποιεῖ μείζονα. μακρὰν δὲ ἑαυτὸν τοῦ γυναικείου τίθησι πόθου.
140. Ἑλένην] οὐχ ὡς αἰχμάλωτον συγκαταλέγει, ἀλλʼ ὡς ἐν κάλλει πρεσβεύουσαν.
141. οὖθαρ ἀρούρης] τῆς γῆς τὸ τροφιμώτερον.
143. τηλύγετος] μονογενὴς, ἢ μεθʼ ὃν οὐ παιδοποιεῖ τις. τινὲς δὲ λείπειν φασὶ τὸ ὡς.
145. οἰκεῖα θυγατράσι βασιλέως τὰ ὀνόματα· τρία γάρ εἰσιν ἃ συνέχει τὴν ἀρχὴν, νόμος ὀρθὸς, ἔπειτα κρίσις καὶ ἰσχύς.
146. διὰ τῆς ἐπιγαμίας πιστοῦται τὴν φιλίαν, ὅπως μὴ δοκῇ
πρὸς τὴν χρείαν κολακεύειν.
149. ἑπτὰ δέ οἱ δώσω] ἄδηλον εἴτε φερνὴν ἐπὶ τῇ θυγατρὶ καὶ ταύτας δίδωσιν, εἴτε ἐκτὸς, ὡς καὶ τὰ ἄλλα δῶρα. ἄμεινον δὲ ἀντὶ φερνῆς αὐτὰς ἡγεῖσθαι.
150. Μεσσηνίδης αὗται πόλεις, ἡ δὲ Μεσσήνη εἰς τὸν τῶν
Λακεδαιμονίων νομὸν πάλαι συνετέλει· πῶς οὖν, φασὶν, Ἀγαμέμνων
ταύτας δίδωσιν οὐκ οὔσας αὑτοῦ; φασὶ δὲ αὐτὰς Κλυταιμνήστρας
εἶναι. ἢ ὅτι κοινὰ ἡγεῖται τὰ τοῦ ἀδελφοῦ, ὡς κἀκεῖνος τὴν Αἴθην
ὑπομένει (Il. 23, 295), ὡς καὶ Μενέλαος ἱκετεύει αὐτόν. διὰ τί δὲ
οὐ μέμνηται αὐτῶν ἐν τῷ καταλόγῳ; ὅτι νεωστὶ ὑπὸ Διοσκούρων
ἦσαν πορθηθεῖσαι, τῶν δὲ πεπορθημένων οὐ ποιεῖ συμμαχίαν, ὡς οὐδὲ
Νηρίκου· φύσει γάρ εἰσι πολέμιοι τοῖς πορθήσασιν. ἢ περὶ αὐτῶν
φησὶν ἐν οἷς λέγει “Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφ’ Ἑλίκην
εὐρεῖαν” (Il. 2, 575). μεγάλη δὲ ἡ δόξα Ἀχιλλεῖ. ὅταν καὶ τῶν
πόρρω χωρίων ἄρχῃ. διὰ δὲ τῶν ἐπιθέτων σεμνοποιῶν μικροῦ δεῖν
τὰς πόλεις τῆς Πηλέως ἀρχῆς μείζους φησί· διάφοροι μὲν γά
εἰσι τοῖς καρποῖς, ποικίλαι δὲ ταῖς φύσεσι τῶν ζῴων, διαφερόντως
δὲ ταῖς κατοικίαις φιλάνθρωποι, ταῖς δὲ ἀγωγαῖς εὐνομώταται.
153. νέαται] ὁμοίως τῷ κέαται. σημαίνει δὲ τὸ οἰκοῦνται ἀπὸ
τοῦ νῶ τοῦ δηλοῦντος τὸ οἰκῶ, οὗ παραγωγὸν νέω καὶ πλεονασμῷ
νεάω. παράλιοι δέ εἰσιν, ἵνα καὶ τῶν ἐκ θαλάσσης ἀγαθῶν ἀπολαύωσι
παρακείμεναι αὐτῇ.
155. θεὸν ὣς] ὡς θεῷ, φησὶ, προσάγοντες τὰς ἀπαρχὰς τῶν ὄντων.
156. οὐ στασιαζόντων, φησὶν, ἄρξει ἀνδρῶν, ἀλλὰ πειθαρχούντων καὶ τῷ σκήπτρῳ ὑπεικόντων. τελέουσι δὲ ἀντὶ τοῦ ἀεὶ τελοῖεν. λιπαρὰς δὲ τὰς θέμιστας καλῶν τοῦτο δηλοῖ, ὅτι τὸ κρίνειν καλῶς εὐδαιμονίαν ἄγει.
158. διὰ τί οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ λέγονται, τὸν δὲ Ἅιθην
ἀνελεήμονά φησιν εἶναι; ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰς ἑαυτοὺς χαλε-
παίνουσιν ἁμαρτημάτων, διὸ καὶ συγγινώσκουσιν, ὁ δὲ περὶ τῶν ἰδίων
καὶ ἀλλοτρίων, διὸ ἀνηλεής ἐστιν· ὅθεν ἐν οὐδεμιᾷ πόλει Ἅιδου
βωμός ἐστιν. Αἰσχύλος (fr. 156) φησὶν “ μόνος γὰρ θεῶν Θάνατος
οὐ δώρων ἐρᾷ, οὐδʼ ἐπιθυμεῖ σπονδῶν.” ἀναγκαῖον δὲ τὸ μετὰ τὰ
δῶρα τὴν παράκλησιν ἐπαγαγεῖν διὰ τὸ ὑπεκκλίνειν τὸ ἀλαζονικόν.
ἀμείλιχος δὲ ὁ ἀγοήτευτος καὶ ἀδάμαστος· δύο γάρ εἰσιν
οἷς πείθομεν, λόγῳ καὶ βίῳ. διὰ δὲ τοῦ Ἄιδου ἐδήλωσεν ὡς, ἐάν τις
ἐστιν ἀμείλιχος, βδελυρὸς τοῖς πᾶσιν ἔσται.
160. ὅσσον βασιλεύτερός εἰμι] ὡσανεὶ δέησιν προσάγει τὴν
ἡλικίαν καὶ τὸ σκῆπτρον, οἷς εἴκουσι καὶ μεγαλόφρονες. ἐξέφυγε
δὲ τὸ ἐλεεινόν, εἴκειν αὐτὸν ἀπαιτῶν τοῖς μείζοσιν ἀξιώμασιν.
*τὸ δὲ ὅσσον ἐνταῦθα οὐκ ἔστι πλήθους ἐμφαντικὸν, ἀλλʼ ἀντὶ
τοῦ καθόσον εἰμὶ βασιλικώτερος. σημαίνει καὶ τὸ ὀλίγον, ὡς τὸ
ὅσον βιῶσαί με, ὅσον ζῆσαι. καὶ τὸ σχεδόν, ὡς τὸ ὅσον οὐκ ἀποτε-
τέλεστο, ὅσον οὐκ ἤδη πονήρως τε καὶ ἀθλίως ἀπολουμένων. καὶ τὸ
ταχύ, ὅσον οὔπω ἀντὶ τοῦ μετʼ ὀλίγον ἢ ἀντὶ τοῦ ἤδη, ὡς τὸ “ δὲ
ἅμα ἐνθυμούμενος τὴν ὅσον οὕπω ἀπορίαν τῶν ἀναγκαίων λύει τὴν
πολιορκίαν·” καὶ “ἐπιπεσεῖσθαι γὰρ ὅσον οὕπω τὴν οἰκίαν·” καὶ
αὖθις “ὅσον οὔπω προσεδόκα τοὺς βαρβάρους.” ὅσῳ καὶ ὁπόσῳ·
“ὅσῳ πλέον ἥμισυ παντός,” τουτέστι τὸ ὀλίγον μετὰ δικαιοσύνης
τοῦ πολλοῦ μετὰ ἀδικίας πλείονα ἔχει τὴν ὄνησιν, Ἡσίοδός φησιν
(0. 40).
165. τοὺς ἐξ ὀνόματος πρέσβεις. καλῶς δὲ πρεσβείαν ἀποστέλ-
λει, ἵνα ἢ πείσωσιν αὐτὸν ἢ πραότερον ἐργάσωνται. τάχιστα δὲ
διὰ τὸν ἐπείγοντα τῆς νυκτὸς καιρόν.
167. αὐτὸς οὐκ ἄπεισιν ἢ διὰ τὸ γῆρας, ἢ ὑποπτεύεσθαι παρὰ τῷ
(Il. 2, 346). εἰ δὲ ἐν τῷ ἐπιταφίῳ φιάλην αὐτῷ ἐδωρήσατο, οὐδὲν
θαυμαστὸν, εἰ τὴν ἔχθραν ἀποθέμενος τὴν πρὸς Ἀγαμέμνονα λύει
καὶ τὴν πρὸς Νέστορα ὑποψίαν. ἢ ἀδήλου ὄντος εἰ πείσειε, καλῶς
ἑτέρους ἔπεμψεν· πεισάντων γὰρ ἔμελλεν αὐτὸς ἔχειν τὴν δόξαν ὡς
εἰσηγησάμενος, ἀποτευχθείσης δὲ τῆς ἱκεσίας αἰτίαν ἔσχον οἱ πρέσ-
βεις ἐνδεῶς διειλεγμένοι.
168. Φοῖνιξ] ἀπὸ τῆς Ἀχιλλέως σκηνῆς δεῖ νοεῖν ἥκειν τὸν
Φοίνικα ὡς ἐπὶ θέαν τῆς μάχης, ὅτι ἐδόκουν εἶναι ἐν δεινοῖς συνε-
λασθέντες εἰς τὸ τεῖχος, κἀνταῦθα γενόμενον κατασχεθῆναι ὑπὸ τῶν
ἀριστέων εἰς τὴν εὐωχίαν· ἐθεράπευον γὰρ αὐτὸν ὡς τροφέα Ἀχιλλέως.
ἴσως δὲ καὶ συμβιβάσαι αὐτοὺς θέλων παρῆν καὶ ἰάσασθαι τὴν ἀργίαν
Ἀχιλλέως. πέμπεται οὖν ὁ Φοῖνιξ οὐχ ὡς πρεσβευτής -δύο γὰρ ἦν
ἔθος πρεσβεύειν· “ἄνδρε δύω κρίνας” (Od. 9, 89) καὶ “ ἀγγελίην
ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ” (Il. 11, 140) -ἀλλ’ ἵνα τοῖς πρεσβευ-
ταῖς συλλάβηται. διό φησιν “ἡγησάσθω,” ὡς ἐκεῖθεν ἥκοντος αὐτοῦ
καὶ πάλιν ἐπανελθεῖν ἀνάγκην ἔχοντος, ὅπου καὶ μὴ πρεσβεύσαντός
φησιν “ Ἀτρείδῃ ἥρωι φέρων χάριν” (613) καὶ “Φοῖνιξ δʼ αὖθι
παρ᾿ ἄμμι μένων κατακοιμηθήτω” (427), ὡς μέλλοντος αὐτοῦ ἐπα-
νιέναι πρὸς Ἀγαμέμνονα καὶ ἀπαγγεῖλαι ἃ ἤκονσεν.
169. Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς] καὶ τούτων ἠπείλησε
τὸ γέρας ἀφελέσθαι Ἀγαμέμνων. πρεσβεύουσιν οὖν ὡς συνυ-
βρισθέντες καὶ μὴ μνησικακήσαντες, ἵνα δυσωπήσωσιν αὐτόν.
ἕκαστον δὲ τῶν ἀπιόντων ὑποθωπεύει.
170. κηρύκων] καὶ κήρυκες συμπαραγίνονται, ἵνα δηλωθῇ ὅτι
δημοσία ἡ πρεσβεία ἐστί. Ταλθύβιος δὲ οὐδέποτε παραγίνεται, ὅτι
Ἀγαμέμνονός ἐστιν ὑπηρέτης.
172. ὄφρα Διί] ὅτι δεῖ ἐν παντὶ καιρῷ ἐκ θεῶν ἄρχεσθαι,
μάλιστα δὲ ἐν κινδύνοις· οὕτω γὰρ προθυμότερον ἐπὶ τὴν πρᾶξιν
180. κατὰ τὸ δέον διαστρέφων τοὺς ὀφθαλμοὺς, καὶ οἷον τῇ ὄψει
ἱκετεύων ὡς ἐπὶ σωτηρίαν τοῦ παντὸς ἐσταλμένους. ἕκαστον δὲ
ἀντὶ τοῦ ἑκάτερον· οὐ γὰρ παρῆν Φοῖνιξ, ἐπεὶ καταισχύνεται διὰ τοῦ
“ Ὀδυσσῆϊ δὲ μάλιστα.”
183. γαιηόχῳ] τὸ γὰρ παρὸν εἰς μνήμην ἕτοιμον. καὶ Εὔμαιος θύει ταῖς νύμφαις, καὶ Ἕλληνες ἐπικαλοῦνται τὸν δαῖον Δία, καὶ νῦν δὲ Ποσειδῶνα, ὅτι ἐπίκουρος τῶν Ἀχαιῶν. ἢ ὅτι Νηρηίδος παῖς ἐστὶν Ἀχιλλεὺς, τῶν δὲ ἐναλίων θεῶν οὗτός ἐστι βασιλεύς.
184. περισπαστέον τὸ πεπιθεῖν· δεύτερος γάρ ἐστιν ἀόριστος. τὸ δὲ μεγάλας εὐκαίρως· οὐ γὰρ ἔπεισαν.
186. τερπόμενον φόρμιγγι] οἰκεῖον τῷ ἥρωϊ νυκτὸς οὕσης γυμνά-
ζεσθαι μᾶλλον τὰ μουσικὰ, ἀλλὰ μὴ διαπαννυχίζειν· παραμύθια
γὰρ ταῦτα θυμοῦ καὶ λύπης. ἔστι δὲ νέος καὶ φιλόμουσος, καὶ
λάφυρον ἔχων τὴν κιθάραν· καὶ οὐ θηλυδριώδη μέλη, ἀλλὰ κλέα
ἀνδρῶν ᾄδει. ἢ οἰόμενος ἥξειν αὐτοὺς σοβαρεύεται. καλῶς δὲ ἀπούσης
τῆς ἐρωμένης ᾄδει, ὅπως μὴ δοκοίη κωμάζειν. ἢ ὅτι πεφρόντικε μὲν
τῆς τῶν Ἑλλήνων ἀσφαλείας, προσποιεῖται δὲ καταφρονεῖν· φησὶ
γοῦν “δῖε Μενοιτιάδη, νῦν ὀίω περὶ γούνατʼ ἐμὰ λίσσεσθαι Ἀχαιούς”
(Il. 11, 608). καὶ πάλιν “ὄρσεο, διογενὲς Πατρόκλεις, ἱπποκέλευθε·
λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηίοιο ἐρωήν” (Il. 16, 126). οὐκ ἤθελε
δὲ ἀργῶν σώματι καὶ ψυχῇ ἀργεῖν, ἀλλʼ ἡτοίμαζεν αὐτὴν πρὸς
τὰς πράξεις, καὶ ἐπʼ εἰρήνης τὰ τοῦ πολέμου μελετᾷ, ὡς καὶ οἱ
Μυρμιδόνες.
ἵππον διὰ πόλεμον, δίσκον καὶ κιθάραν πρὸς σωματικὴν καὶ ψυχι- κὴν γυμνασίαν εἶχον. σύντροφον δὲ ὄργανον εὑρὼν οὐ παρῆκεν. οὐ γὰρ οἴκοθεν εἵλετο. καὶ ἴσως Ἑλληνικὸν ἄνδρα εὑρὼν Ἠετίωνα σὺν τοῖς ὅπλοις ἐκήδευσε, καὶ τοῖς ἐκείνου χρῆται.
*ζυγὸν δὲ λέγει πῆχυν τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κόλλαβοι.
οὕτω δὲ λέγονται οἱ πάσσαλοι ὧν ἐξάπτονται αἱ χορδαὶ, παρὰ τὸ
κεκολλῆσθαι.
189. κλέα ἀνδρῶν] ὅτι ἀειμνήστους δεῖ τοὺς ἀγαθοὺς εἶναι· οἱ γὰρ ἀοιδοὶ διὰ τῶν παλαιῶν ἱστοριῶν τοὺς ἀκούοντας ἐσωφρόνιζον. προσέθηκε δὲ τὸ ἀνδρῶν, ἐπειδὴ καὶ θεῶν ἄδουσι γάμους.
190. Πάτροκλος δέ οἱ οἶος] ἡδεῖα γὰρ ἐπίδειξις ἡ ἐπὶ τῶν φίλων. ἤτοι δὲ μόνον αὐτὸν καθέζεσθαι λέγει, ἢ μόνον ἐναντίον παρὰ τοὺς ἄλλους Μυρμιδόνας· καὶ ὅτι ἐν ἡσυχίᾳ δεῖ τῆς μουσικῆς ἀκούειν.
193. ταφὼν δʼ ἀνόρουσεν] διὰ τὸ φίλον, ἢ διὰ τὸ χαίρειν ἐπὶ
τῇ προσδοκωμένῃ πρεσβείᾳ, ἢ διὰ τὸ νυκτὸς αὐτοὺς ἤδη οὔσης
μέσης παρεῖναι.
*τὸ δὲ ταφών ἀντὶ τοῦ ἐκπλαγείς, ἐκ μεταφορᾶς τῶν τάφων·
καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα τὸ μέλλον δεινόν.
τάφος δὲ σημαίνει τρία, τὴν ἔκπληξιν, ὡς ἐνταῦθα καὶ ὡς τὸ “τάφος
ἕλε πάντας Ἀχαιούς” (Od. 21, 122)· καὶ τὸ δεῖπνον, ὡς τὸ
“ἤτοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν” (Od. 3, 309) καὶ
“ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο” (Il. 24, 804)·
καὶ ὄνομα νήσου, ὡς τὸ “ξεῖνος δʼ οὕτος πατρώϊος ἐκ Τάφου ἐστίν”
(Od. 1, 417).
194. ὧδε στικτέον. ὑπὸ γὰρ φιλοφροσύνης ἀπήντησεν αὐτοῖς οὕτως ὡς εἶχε, σὺν τῇ κιθάρᾳ. τινὲς δὲ ὑφ’ ἕν “αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος·” καὶ τὴν φόρμιγγα, φασὶν, ἐκεῖσε καταλιπῶν ὡς αἰδού- μνος.
196. τὼ καὶ δεικνύμενος] δεξιούμενος, φιλοφρονούμενος.
197. ἀμφοτέρους τοὺς συνδέσμους περισπαστέον· βεβαιωτικοὶ γάρ εἰσι. τὸ δὲ τί ἀντὶ τοῦ τινός. δυσωπεῖ δὲ αὐτοὺς ὡς παρὰ τὸν τῶν φίλων θεσμὸν διʼ ἀνάγκην ἐλθόντας. οὐχ ὁμολογεῖ δὲ εἰδέναι τὰ περὶ τῆς ἐντεύξεως.
203. ζωρότερον] ἀκρατότερον, παρὰ τὸ ζῆν· οἱ δέ ταχύτερον.
ἢ ἴσως ὡς μουσικὸς καὶ ὑδαρέστερον πίνων, ἀφʼ ὧν ὀνειδίζει καὶ
οἰνοφλυγίαν Ἀγαμέμνονι.
* Πορφυρίου. ἀπρεπὲς δὲ τὸ ὡς ἐπὶ κῶμον ἥκουσιν ἀκρατότερον
διδόναι παρακελεύεσθαι. καὶ οἱ μὲν ἀπὸ τῆς λέξεως λύουσι· τὸ γὰρ
ζωρότερον τάχιον· οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι νύξ· οἱ δὲ ἀπὸ τοῦ
ἔθους· τοὺς γὰρ ἥρωας, ἄλλως καταπονουμένους, δαψιλεστέροις
τοῖς πρὸς τὴν δίαιταν χρῆσθαι εἰκός.
206. κρεῖον μέγα κάββαλεν] εἰς ταπεινὴν τάξιν μαγειρικὴν κατερ-
χόμενος οὐδὲν ἧττον τὴν ἡρωϊκὴν διαφυλάττει σεμνότητα. ἔμφασιν
καὶ ἐπὶ ἡλίου αὐγὴ λέγεται. ἥλιος δέ ἐστι τὸ ἄστρον· ἡμεῖς δὲ ἀφυῶς φαμὲν ἐν ἡλίῳ καθῆσθαι.
208. σιάλοιο] ἐντροφίου, ἁπαλοτρεφοῦς· ὅθεν καὶ τὸ “ἁπαλοτρε- φέος σιάλοιο” (Il. 21, 363).
209. ἐν σχήματι ἔδειξεν ὡς καὶ Αὐτομέδων ἔνδον ἦν μετὰ Πατρό- κλου, ὡς καὶ αὐτὸς φίλτατος.
τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς] τὸν τῶν πολλῶν ἐκβάλλει τῦφον
ἡμῶν ἑαυτῷ ὑπηρετούμενος ὁ Ἀχιλλεύς.
214. ἁλὸς θείοιο] ἢ ὅτι τὰ ἁλίπαστα διαμένει, ἢ ὅτι τὰς φιλίας συνάγει. κρατευτάων δὲ ἢ τῶν ἁλοθηκῶν, ἢ τῶν ἐξοχῶν τῆς ἐσχάρας. ἐκβάλλει δὲ ἐκ τοῦ πυρὸς, ἵνα μὴ ἐκεῖσε πάττων ἐνοχλῇ.
215. ἑλεοῖσιν] ἐπιμήκεσι τραπέζαις μαγειρικαῖς, ἐξ ἑλείων
ῥάβδων πεπλεγμέναις.
218. ἀντίον ἷζεν Ὀδυσσῆος] ὡς διαλεξόμενος· οἶδε γὰρ ὅτι αὐτὸς τὴν πρεσβείαν πεπίστευται.
219. θῦσαι] ἀπάρξασθαι ἢ θυμιᾶσαι, ὡς τὸ “πῦρ δὲ κείαντες ἐθύσαμεν” (Od. 9, 231).
220. βάλλε θυηλάς] δεισιδαίμων ὃς καὶ ἐπὶ τροφῆς τοῖς θεοῖς ἀπάρχεται, καὶ ἀποπλεῦσαι θέλει ἱερὰ Διὶ ῥέξας αὔριον (357).
222. πῶς παρὰ Ἀγαμέμνονι δεδειπνηκότες νῦν πάλιν ἐσθίουσιν:
ἢ οὖν τὸ Πατρόκλῳ καὶ Ἀχιλλεῖ συμβεβηκὸς συλληπτικῶς περὶ
πάντων εἶπεν, ἢ συλλήβδην ἐσθίουσιν εἰς ἔνδειξιν τοῦ ἥδεσθαι τῇ
παρʼ αὐτῷ ἑστιάσει.
223. οὐχ ἵνα εἴπῃ, ἀλλʼ εἰ καιρός ἐστιν· Ὀδυσσεὺς γὰρ προ-
σκεπτόμενος τί δεῖ λέγειν, τὸν καιρὸν οὐχ ὁρᾷ. σύννους δὲ ὢν ταῦτα
Ὀδυσσεὺς αὐτὸς λέγειν ἄρχεται, οὐχ ὑπὸ βασκανίας τοῦ Φοίνικος
τὸν λόγον προαρπάζων, ἀλλὰ τὸ δυσχερὲς ἐφʼ ἑαυτὸν φέρων· οἶδε
γὰρ δυνησόμενος ἀντιτάξασθαι Ἀχιλλεῖ. ἴσως δὲ οὐδὲ ἐπιτήδειον
εἶναι τὸν Φοίνικα ἐλογίζετο ἄρχειν τοῦ λόγου, ὅπως μὴ ὡς οἰκείῳ
ἀπιστήσας Ἀχιλλεὺς ἀναστείλῃ καὶ τὸν αὐτῶν λόγον. Αἴας δὲ οὐ
λέγει· βραδὺς γάρ ἐστι καὶ μεμψίμοιρος.
225. δαιτὸς μὲν] πρὸς τὸ διαχέαι τὸ σκυθρωπὸν αὐτοῦ, ὃν ἦν σκεψάμενος λόγον ἀφῆκε, καὶ ἀπὸ τοῦ καιροῦ ἔλαβε τὸ προοίμιον, ὡς τὸ “ὦ γέρον, οὐχ ἑκὰς οὕτος ἀνὴρ, ὃς λαὸν ἤγειρα” (Od. 2, 40).
226. * Ἀγαμέμνονος Ἀτρείδαο] διὰ τί τὸν ἐχθρὸν οὕτως ὠνόμασε
προπετῶς, οὐ προθεραπεύσας; ῥητέον οὖν ὅτι εἴτε ἐνδεικνύμενος
Ἀχιλλεῖ ὅτι ὁ πρότερον ὑβρίσας ἱκέτης καθέστηκεν· ἢ πάνυ ῥητο-
ρικῶς ὁ ἀνὴρ εἰς φιλίαν ἄγει τοὺς ἀμφοτέρους, καὶ τῇ τραπέζῃ
δυσωπῶν, καὶ μόνον οὐχὶ τοῦτο λέγων, ὡς ὁμόσιτος αὐτῷ διʼ ἡμῶν
γεγένησαι· καὶ γὰρ ἐκείνου καὶ σοῦ μετεσχήκαμεν τραπέζης.
λεληθότως ἐσήμανεν ὡς ἐξ αὐτοῦ ἐπέμφθησαν, οὐ διαρρήδην,
ὅπως μὴ τραχὺς γένηται Ἀχιλλεύς. καλῶς δὲ τὰ περὶ τὴν ἑστίασιν
ὅμοια τῇ παρʼ ἐκείνῳ λέγει, ἐν ᾗ οὐδεμίαν ἑώρα φιλοτιμίαν· τὴν δὲ
σωτηρίαν ἐν Ἀχιλλεῖ κεῖσθαι μόνῳ φησί· τοῦτο γὰρ λέγει, ἥκομεν
αἰτοῦντες ὃ ἐξ ἄλλου λαβεῖν οὐ δυνάμεθα. ὅτι διὰ φιλίαν ἠνέσχοντο
τῆς παρʼ αὐτῷ ξενίας.
228. εἰς δύο στάσεις διεῖλε τὸν λόγον, εἰς τὴν παρορμητικὴν,
τραγῳδήσας τὰς συμφορὰς, καὶ εἰς τὸ καλὸν καὶ ἀναγκαῖον καὶ
συμφέρον ποιήσας τὴν παρόρμησιν· καὶ εἰς τὴν ἀλλοιωτικὴν, ἧς
μέρος τὸ ὑπαλλακτικόν· ἀντὶ γὰρ Ἀγαμέμνονος τὴν στρατιὰν
ἔλαβεν.
230. ἐν δοιῇ] παρὰ τὸ δέω τὸ διαχωρίζω, δοή καὶ δοιή· ἐξ οὗ καὶ τὸ “δοάσσατο θυμῷ” ἀντὶ τοῦ τῶν δύο τὸ ἓν ἐξελέξατο.
τὸ πρῶτον κεφάλαιον τὸν κίνδυνον τῶν νεῶν περιέχει. τεχνικῶς δὲ ἐξαίρει, δεικνὺς ὡς ἐπὶ τηλικούτοις τὴν χάριν τίσουσιν Ἕλληνες.
231. δύσεαι ἀλκήν] ὡς νῦν ἐκδεδυμένου αὐτήν. λέγει δὲ τὴν εἰς τὸν πόλεμον ὁρμήν. τὴν δὲ πάντων σωτηρίαν εἰς αὐτὸν ἀνάγει, ἵνα πεισθῆναι ὡς φιλότιμος ἕλοιτο.
232. ἐγγὺς γὰρ νηῶν] ἔνθεν ἡ διήγησις. τῷ δὲ τόπῳ τὸν κίνδυνον
ηὔξησεν, ὃ καὶ περιέμενεν Ἀχιλλεύς. διʼ ὧν δὲ οἱ ἱκέται μείζονα
τὴν χρείαν ποιοῦνται, τὴν προθυμίαν αὔξουσι τῶν ἐπικούρων.
233. ἐπίκουροι] ὀνειδίζει ὅτι καὶ ἀδικοῦσιν αὐτοῖς παραμένουσιν οἱ σύμμαχοι· ὁ δὲ Ἀχιλλεὺς τῆς Ἑλλήνων συμμαχίας ἀπέστη καὶ διὰ λόγων μόνων.
236. Ζεὺς δέ] θεραπεύων τὸν Ἀχιλλέα φησὶν ὅτι καὶ τὸ θεῖον τοῖς ὑβρίσασιν αὐτὸν Ἕλλησι συνωργίσθη.
237, 238. Ἕκτωρ] ὀνομάζων αὐτὸν κινεῖ τὸν Ἀχιλλέα. τὸ δὲ μαίνεται καὶ λύσσα δηλοῖ εὐχερῶς κρατηθήσεσθαι τὸν ἀπροαιρέ- τως κινδυνεύοντα.
λύσσα] τὸ ἐναντίον· αὐτὸς γὰρ αὐτὴν ἐνδέδυται. πολλὴ δὲ ἡ τοῦ θράσους ἔμφασις. ἐρεθισμὸς δὲ ἱκανὸς ὁ τῶν ἐχθρῶν ἔπαινος.
241. * ἄκρα κόρυμβα] διὰ τί δὲ πρῶτον ἀποκόπτει, εἶδʼ οὕτως τὸ πῦρ ἐμβάλλει; ἐπειδὴ ἐπὶ τῶν ἀκροστολίων ἦσαν ἀγάλματα καὶ εἰκόνες τῶν θεῶν· ἐκκλίνων οὖν τὴν τῶν θεῶν ὀργὴν τοῦτο ποιεῖ.
οὐκ ἀγαπᾶν φησὶν αὐτὸν μόνον ἐμπρῆσαι τὰς ναῦς, ἀλλὰ καὶ τὰ κόρυμβα ἀποκόψαι θέλειν, ὥσπερ τρόπαια τῆς κατὰ τῶν Ἑλλήνων νίκης ἀναθεῖναι σπεύδοντα. ταῦτα δὲ πάντα κινητικά.
247. καλῶς τὸ ὀψέ· εἰ γὰρ καὶ δύο γεγόνασι τῆς μάχης ἡμέ-
ραι, ἀλλʼ οὖν γε τοῖς κεκακωμένοις ὁ τῆς δυστυχίας χρόνος, κἂν ἐπʼ
ὀλίγον γένηται, πολὺς εἶναι δοκεῖ. καὶ ἡ τοῦ χρόνου δὲ αὔξησις
ἔνδειξίς ἐστιν ὡς ἱκανῶς ἐποινήθησαν Ἕλληνες. τάχα δὲ καὶ τοιοῦτός
ἐστιν ὁ λόγος· εἰ μέλλεις ποτὲ ἀμύνειν, νῦν ἄμυνον. συνάδει δὲ καὶ
τὸ ἑξῆς, ὅτι εἰ μὴ νῦν ἐπαμύνῃ, οὐχ εὑρήσεις οὐδαμοῦ τὴν τοῦ κακοῦ
ἴασιν.
υἷας Ἀχαιῶν] οὐκ Ἀγαμέμνονά φησι· τοῦτο γὰρ κατακρύπτει διὰ τὸ μὴ αἴφνης παροξῦναι αὐτόν.
249, 250. οὐδέ τι μῆχος] οὐδεμία ἔσται μηχανὴ τοῦ κακοῦ πραχθέντος θεραπείαν εὑρεῖν. πρὸς τὸ παρὸν δὲ ἡ γνώμη· τινὰ γὰρ τῶν κακῶν ἰάσεως τυγχάνει.
249. τὸ “οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω” ἐντέχνως
αὐτῷ προβάλλεται· τοῦτο γὰρ περὶ Ἀγαμέμνονος ἔλεγε τοῖς κήρυξιν
(Il. 1, 343). ἐφʼ ἕτερον δὲ κεφάλαιον ἔρχεται, ὡς καὶ αὐτῷ συμ-
φέρον καὶ ὠφέλιμον τὸ μὴ παριδεῖν τὸν νῦν καιρόν. τὸ δὲ οὐδέ τι
μῆχος ἔσται, οὐδεμία ἔσται μηχανὴ ῥεχθέντος τοῦ κακοῦ τούτου·
καὶ νηῶν ἐμπρησθεισῶν οὐκ ἔστι μηχανὴν εὑρεῖν· καὶ “ἀμηχανίη δʼ
ἔχε θυμόν” (Od. 9, 295).
252. ἦ μὲν σοί γε πατὴρ] τοῦτο δεύτερον κεφάλαιον, εἰς ἐπιεί-
πρὸς Πάτροκλον (Il. 11, 785).
253. Ἀγαμέμνονι] ὡσανεὶ δευτέρῳ πατρί. ἐντέχνως οὖν οὐκ εἶπε σὺν Ἀγαμέμνονι.
254. συνετῶν τὸ τὰς φύσεις τῶν υἱῶν καταμαθόντας πρὸς ταύ-
τας ἁρμόττεσθαι τοὺς λόγους, ὡς καὶ ὁ Πηλεὺς εἰδὼς Ἀχιλλέα
ἀνδρεῖον μὲν, ὀργίλον δὲ καὶ πλήρη φιλοτιμίας, παραινεῖ αὐτῷ
ἀποθέσθαι τὸ τοῦ ἤθους φιλόνεικον, ὡς ἐκ τούτου μάλιστα τευξόμενον
τιμῆς ἧς ὀρεγόμενον αὐτὸν ἑώρα. ἔστι δὲ πιστὸς ὡς πατὴρ καὶ ἐν
πολέμοις πολλάκις εὐδοκιμήσας.
255. αἴ κʼ ἐθέλωσι] εὖ τὸ ἐθέλωσι· δηλοῖ γὰρ ὡς οὐ δώσουσιν,
εἰ ἀνάξιος ὅλος ὀφθείη τῆς δωρεᾶς.
257. ἔριδος κακομηχάνου] πρὸς τὴν ἀγαθὴν διέστειλεν, ἐπείπερ οἱ ἐρίζοντες κακὰ τοῖς πλησίον μηχανῶνται. δείκνυσι δὲ ὅτι οὐ τοσοῦτον ὀνίνησιν ἰσχὺς, ὅσον ἡ πρὸς τοὺς φίλους ἔρις βλάπτει.
258. ἠμὲν νέοι ἠδὲ γέροντες] εἰ μὴ ὑποθήκη πατρὸς ἦν τὸ λεγό-
μενον, κἂν ἠρέθισεν Ἀχιλλέα, ὑποσημαίνων ὡς ἀσχημονεῖ νῦν καὶ
παρὰ νέοις καὶ παρὰ γέρουσιν.
259. λήθεαι] πράως καθήψατο, οὐκ ἀμελεῖν αὐτὸν φήσας, ἀλλʼ ἐπιλελῆσθαι. ὄνομα οὖν ἐξελέξατο συγγνώμης ἄξιον.
ἀλλʼ ἔτι καὶ νῦν] καλῶς τὸ νῦν, ἵνα καὶ τὸν ἱκέτην παραδηλώσῃ.
ἅμα δὲ ὑποφαίνει ὡς οὗτος αὐτῷ νῦν ὑποτάττεται ᾧ ὁ πατὴρ αὐτὸν
ὑπέταξεν· μετὰ δὲ τοὺς τοῦ πατρὸς λόγους, πεπάνας αὐτὸν, προσ-
φέρει τὰ δῶρα· αἰσχροκερδὲς γὰρ ἦν τὸ ἀπʼ ἀρχῆς. τρίτον δὲ
κεφάλαιόν ἐστι τὸ περὶ τῶν δώρων.
262. εἰ δὲ] ἄγε σύ. δυσχεραίνοντος δὲ αὐτοῦ πρὸς τὸ ὄνομα τῶν
δωρεῶν δεῖται ἀκουσθῆναι. ἢ τάχα ἔμφασις τοῦ πλήθους τῶν δοθη-
σομένων ἐστίν.
265. *Πορφυρίου. τί βούλεται τὸ αἴθωνας δὲ λέβητας
ἐείκοσιν; καὶ οἱ αὐτοὶ τοῖς ἀπύροις, ὅπαν εἴπῃ ἄπυρον λέβητα
νους.
300. εἰ δέ τοι Ἀτρείδης] τέταρτον κεφάλαιον δεητικὸν ὑπὲρ τῶν
Ἑλλήνων. ὑποφορᾷ δὲ χρῆται, προλαμβάνων αὐτοῦ τὴν ἀντίρρησιν,
καὶ τῇ Ἀγαμέμνονος ἔχθρᾳ ἀντιτίθησι τὸν ἁπάντων ἔλεον, καὶ μόνον
οὐχὶ πᾶσαν ἱκετεύουσαν παράγει Ελλάδα. ἐπὶ τὴν δευτέραν δὲ
μεταβέβηκε στάσιν, καὶ πανταχόθεν πείθειν πειρᾶται, ὑποσχέσει,
δεήσει, ὠφελίμῳ, ἐλέῳ. εἰς δύο δὲ μερίζει τὴν ἱκετείαν, εἰς Ἀγα-
μέμνονα καὶ Ἕλληνας.
303. τρία ποιεῖ, τῷ μὲν καλῷ τῆς ἐπικουρίας τὸ φιλότιμον
συνάπτει. ἀντὶ δὲ τῆς κατὰ τοῦ ἀδικήσαντος ὀργῆς τὴν τῶν ἀτυ-
χούντων ἱκετείαν οἰκτίζεται. τὸ δὲ ἀνθέλκον τοῦ θυμοῦ ἐπιρρεπὲς
ποιεῖ φθόνῳ τῶν περὶ τοὺς ἐχθροὺς εὐτυχημάτων.
304. νῦν] ὡς πρώην αὐτοῦ πτώσσοντος ἐν τῷ τείχει, ὥστε, φησὶ, μὴ ἀπολέσῃς τὸν καιρὸν ἐν ᾧ μεγάλα δυνήσῃ ἐπιδείξασθαι κατὰ τῶν πολεμίων.
309. τὸν Ἀχιλλέα παραδίδωσι φιλότιμον, ἁπλοῦν, φιλαλήθη, βαρύθυμον, εἴρωνα. καὶ ὅσα μὲν φθέγγεται συνετὰ, ταῦτα αὐτῷ ἡ παιδεία δέδωκεν, ὅσα δὲ αὐθάδη καὶ μεγαλόφρονα, ταῦτα ὑπὸ τῆς φύσεως λέγειν προάγεται.
γυμνός ἐστιν ὑπὸ τῆς ὀργῆς, καὶ περιπλοκὰς οὐκ οἶδε λόγων.
ἔδει γὰρ δικαιολογεῖσθαι, εἶθ᾿ οὕτω τὴν ἀπόφασιν εἰπεῖν. ὁ δὲ
τοὐναντίον ποιεῖ· ἔστι γὰρ θυμὸς μεστὸς ἀκοσμήτου παρρησίας.
τοσοῦτον δὲ ἀπέχει πειθοῦς, ὅτι καὶ τῶν ἄλλων προαναστέλλει τοὺς
λόγους “ὡς μή μοι τρύζητε παρήμενοι.” πάντες δὲ οἱ παρὰ θυμὸν
ἀπειλοῦντες πίστιν ἐπάγουσι τοῖς ἰδίοις λόγοις, οἱ μὲν λόγῳ, οἱ δὲ
διʼ ἀποδείξεων, οἱ δὲ διὰ γνωμῶν, ὃ νῦν ποιεῖ. ἀπηλεγέως δὲ
ἀπαγορευτικῶς, διαρρήδην. ἢ συντόμως, ἀπὸ τοῦ λῆξαι, ὅ ἐστι
παῦσαι· φιλοσύντομος γὰρ ὁ θυμός. ἢ ἀσυμπαθῶς καὶ ἀπηλγημένως.
οἱ γὰρ λυπεῖν ἐθέλοντες τὰς χρηστὰς ἐκκόπτουσιν ἐλπίδας. ὅρα δὲ ὡς
*τὸ ἀπηλεγέως σημαίνει τὸ ἀφροντίστως· γίνεται γὰρ ἐκ τοῦ ἀπό καὶ τοῦ ἀλέγω τὸ φροντίζω.
311. αὐθαδῶς ἐπισκώπτει τὴν ἐπιτέχνησιν τῶν λόγων Ὀδυσσέως,
καὶ Φοίνικα προανακόπτει, ὃν ὑποπτεύει παρακεκλῆσθαι ὑπὸ Ἀγα-
μέμνονος. τρύζητε δὲ ἤτοι τρύχητε τὴν ἀκοὴν καὶ βαρύνητε.
312. ὁμῶς Ἀΐδαο πύλῃσιν] πλέον πάντων Ἀχιλλεὺς μισεῖ τὸν
θάνατον διὰ τὸ ἄπρακτον. τάχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ
διαβάλλειν τὸν θάνατον, ἐπεὶ πῶς ἄν τις τοὺς γονέας σέβοι τοὺς τὸ
ζῆν αὐτῷ παρασχομένους, εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακὸν ἐκ
τῶν ἐναντίων ὁ θάνατος;
315. οὔτʼ ἐμέ γʼ] τὸ ἐλεεινὸν τῶν λόγων Ὀδυσσέως ἐξέκοψε, καὶ
τὸ μὲν κεφάλαιον τῆς ἀντιρρήσεώς ἐστι τὸ μὴ πεισθήσεσθαι τοῖς
λεγομένοις· ἀλλʼ ἐπεὶ τὸ ἀτιμασθὲν ἀπλήρωτον πρὸς ἀγανάκτησιν,
εἰς μῆκος ἐξέλκεται λόγων.
316. οὔτʼ ἄλλους Δαναούς] πρὸς τὸ “εἰ δέ τοι Ἀτρείδης μὲν
ἀπήχθετο, σὺ δʼ ἄλλους περ Ἀχαιούς” (300)· ἀνέτρεψεν οὖν καὶ
ταύτην τὴν στάσιν. τάχα δὲ καὶ βουλόμενος εἰπεῖν ὅτι οὐδὲ ὑμεῖς
πείσετε οἱ πρέσβεις, εὐπρεπῶς τῷ κοινῷ τῶν Ἑλλήνων ὀνόματι
συμπεριέλαβε καὶ αὐτούς. καλῶς δὲ οὐκ εἶπεν οὐκ ἐλεῶ αὐτοὺς,
ἀλλʼ οὐ πείσουσί με.
318. ἴση μοῖρα] τοῦτο γὰρ μάλιστα τοὺς χρηστοὺς λυπεῖ, ὅταν μὴ κατʼ ἀξίαν τιμῶνται.
320. κάτθανʼ ὁμῶς] ὅρον οὐκ ἔχει κατηγορίας θυμός. τοῦτο δὲ
πρὸς τὸ “τύμβον δʼ ἀμφὶ πυρήν” (Ιl. 7, 336)· οὐ γὰρ πρὸς τὰς
πράξεις ὁ τάφος.
321. περίκειται] περισσὸν τῶν ἄλλων ἀπόκειται.
ἐπεὶ πάθον] διὰ μὲν οὖν τοῦ “πάθον ἄλγεα” τὸ ἐπίπονον αὐτοῦ
παρίστησι, διὰ δὲ τῆς μάστακος τὸ κηδεμονικὸν, διὰ δὲ τοῦ ἀγρυ-
πνεῖν καὶ νύκτας οὐκ ὀλίγας τὴν πρόνοιαν καὶ ἐπιμέλειαν, διὰ δὲ τοῦ
τὰ ποριζόμενα ἐκ τῆς μάχης ἐπὶ τὸν βασιλέα πάντα ἀναφέρειν τὸ
ἐλεύθερον τῆς ψυχῆς, διὰ δὲ τῶν πόλεων ὧν ἐχειρώσατο τὸ ἑαυτοῦ
ἀνδρεῖον.
323. ὡς δʼ ὄρνις] εἰς τὸ ἐπιδεικτικὸν ἐρχόμενος διὰ τῆς κηδεμο-
νίας αὔξει τὴν ῥώμην, τοσοῦτον προὔχειν φάσκων Ἑλλήνων ὅσον
μήτηρ νεοσσῶν. εὖ δὲ τὸ μηδὲν τῶν τετραπόδων λαβεῖν εἰς τέκνου
φιλοστοργίαν· ταῦτα γὰρ τρέφοντα τῷ γάλακτι οὐδὲν ἧττον
ὠφελεῖται τῶν τρεφομένων. αἱ γὰρ ἀνάμελκτοι καὶ νοσώδεις· “οὔ-
θατα γάρ” φησι “σφαραγεῦντο” (Od. 9, 440). ἡ δὲ ὄρνις τὴν
ἑαυτῆς τροφὴν εἰς τοὺς νεοττοὺς ἀναλίσκει. ὅθεν καὶ πιθανῶς
ἐπήνεγκε τὸ “κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ.” εὗ δὲ καὶ τὸ ἀπτῆσιν·
οἱ γὰρ πετόμενοι, κἂν ὀλίγον, προσπορίζονται.
326. αἱματόεντα] διὰ φόνων ἦν ὁ βίος, οὐ διʼ ἐμὴν δὲ ἡδονήν·
“οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ ἤλυθον” (Il. 1, 152), ἀλλὰ διὰ τὸ
γύναιον Μενελάου· τοῦτο γὰρ δηλοῖ τὸ ὀάρων ἕνεκα σφετεράων. ἢ
τολμηρῶς, φησὶ, πολεμῶν πρὸς ἄνδρας ὑπὲρ παίδων καὶ γυναίων
ῥιψοκινδύνως ἀγωνιζομένους.
328. δώδεκα δὴ] ἐντέχνως τὰς πράξεις ἐπάγει, πίστιν τοῖς
προειρημένοις φέρων. εὖ δὲ καὶ τὸ μὴ κατʼ ἄνδρα τὰ πραχθέντα
φράζειν, ἀλλὰ κατὰ πόλεις, ἅμα δὲ καὶ συμπληροῖ τὴν ὑπόθεσιν.
Σηστὸν δὲ καὶ Ἄβυδον οὐ πορθεῖ ὡς ἠσφαλισμένας· λαφύρων γὰρ
ἔδει, οὐ κατορθωμάτων.
332. ὄπισθε μένων] ἐμοῦ, φησὶν, ἐκδημοῦντος· τὴν δειλίαν δὲ
Ἀγαμέμνονος τὸ ὄπισθεν ἐμφαίνει. ἀμφοτέρωθεν δὲ ηὔξηται ἡ
ἀχαριστία αὐτοῦ, ὅτι τοιαῦτα καὶ τοσαῦτα λαβὼν, καὶ βραχὺ δοὺς
γέρας τῷ κομίσαντι, καὶ τοῦτο ὕστερον ἀφῄρηται.
334. ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα] τεχνικῶς ἐνδείκνυται ὅτι
καὶ τὰ νῦν αὐτῷ διδόμενα δῶρα μέρος εἰσὶν ὧν Ἀγαμέμνων ἐσφε-
τερίζετο παρʼ αὐτοῦ λαμβάνων ἀδίκως.
336. ηὔξησε τὴν ὕβριν, ἄλοχον αὐτὴν εἰπὼν καὶ θυμαρέα.
ἐπιφθόνως δέ φησι, τοῖς μὲν ἄλλοις ἐφύλαξε τὰ γέρα, ἐμοὶ δὲ οὔ.
εὐπρεπῶς δὲ οὐκ εἶπεν ὑμῖν. ἄτοπον δὲ εἰ πολλὰ μὲν ἔχων, μικρὰ δὲ
παρέχων οὐδὲ ἐπʼ ἴσης τῶν ἄλλων ἐᾷ αὐτῷ τὰ κοινῇ δοθέντα. γρά-
φεται δὲ καὶ εἳλετʼ ἔχειν ἀντὶ τοῦ ἠθέλησεν, ὅπερ ὁ Ἡρωδιανὸς
ἀποδέχεται ὡς ἄμεινον.
παριαύων] οὐ συνιαύων, διὰ τὸ βίαιον. φησὶ γοῦν τὸ “δμωῇσι δὲ γυναιξὶ παρευνάζεσθαι ἀνάγκῃ” (Od. 22, 37).
339. ἢ οὐχ Ἑλένης ἕνεκ’] πρακτικὸς ὁ λόγος, δεικνὺς τὸν Ἀγα-
μέμνονα ἢ ἀσύνετον ἢ ἄδικον. εἰ μὲν γὰρ μικρὸν ἡγεῖται τὸ ἀδικη-
340. τὸ τοιοῦτον ἐπιμονὴ λέγεται, ὅταν τις αἰτίαν ἔχων ἐπί τινι
μὴ φεύγῃ τὸ ἔγκλημα. καὶ Ἀχιλλεὺς οὖν, ἐπεὶ τὴν διαβολὴν εἶχεν
ὡς γυναικὸς χάριν ὀργισθεὶς, εἰς τὸ ὅτι δικαίως ἐχαλέπηνεν ἔρχεται,
καὶ πρῶτον μὲν διέστρεψε, δυσαπόκριτον προβαλλόμενος “ἢ μοῦνοι
φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεῖδαι;ʼʼ εἶτα πανδήμῳ
ψήρῳ τὴν γνώμην ἐπεσφραγίσατο “ἐπεὶ ὅστις ἀνὴρ ἀγαθὸς καὶ
ἐχέφρων.” τεχνικῶς δὲ τὸ ἄνομον ἰᾶται διὰ τοῦ παρὰ τοῖς σπουδαίοις
ἰσότιμον εἶναι τὸν γάμον.
344. νῦν δʼ ἐπεὶ] πολλὰ ὑπισχνούμενος καὶ τὸ βραχὺ ἀφῄρηται.
ὥσπερ δὲ σπινθὴρ κεκρυμμένος, ὕστερον δὲ τὸ πᾶν τῆς ὕλης κατανα-
λώσας ἔκδηλος γίνεται, οὕτως ὁ ἥρως τοὺς ἐπιπλάστους λόγους
ἀποσειόμενος πεφανέρωται. ἴσως δὲ ὑποσχόμενος αὐτὸν ἐντίμως
ἀποπέμψειν καὶ μετὰ δόξης νῦν ἠπάτησεν.
346. ἀλλ’, Ὀδυσεῦ, σὺν σοὶ] οὕτε γὰρ Φοίνικα ἔδει εἰρωνεύεσθαι
ὡς τροφέα, οὔτε μὴν Αἴαντα ὡς ἀνδρεῖον, Ὀδυσσέα δὲ ὡς φυγόντα.
τοῦτο δὲ διὰ τὸ “παρʼ ἔμοιγε καὶ ἄλλοι” (Il. 1, 174).
348. μάλα πολλά] εἰρωνικὸς ὁ λόγος· ὧν γὰρ καταφρονοῦμεν, ταῦτα αὔξομεν. ἔοικε δὲ τὴν βουλὴν Νέστορος εὐτελίζειν.
349. ἤλασε] ἐξέτεινεν ἀπὸ τοῦ σιδήρου, ἢ μᾶλλον ὤρυξεν.
353. ἐθέλεσκε] ἐδύνατο. καὶ ἀνάπαλιν “οὕτε τελευτὴν ποιῆσαι
δύναται” (Od. 1, 249). μείζων δὲ ἄρα τοῦ τείχους Ἀχιλλεὺς, εἴ
γε τούτῳ μὲν ἐπαυλίζεται ὁ Ἕκτωρ, ἐκεῖνον δὲ ἔφευγε. νῦν δὲ
Ὀδυσσέως εἰς Δία φέροντος τὴν αἰτίαν τῆς εὐημερίας τῶν Τρώων,
Ἀχιλλεὺς ἐπὶ τὴν ἑαυτοῦ ἀπουσίαν τρέπει.
356. οὐκ ἐθέλω] τινὲς εἰρωνικῶς ἀντὶ τοῦ οὐ δύναμαι, διὰ τὸν
Ἀγαμέμνονος λόγον “καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἐνὶ κυδιανείρῃ
ἔρριγʼ ἀντιβολῆσαι (Il. 7, 113).
357. αὔριον ἱρὰ] τὸ ἑξῆς οὕτως· ἐπὴν αὔριον ἱρὰ Διὶ ῥέξας καὶ
νηήσας τὰς ναῦς ἅλαδε προερύσσω, ὄψεαι ἢν ἐθέλῃσθα πλέοντας
359. ἐθέλῃσθα] δυνηθήσῃ· ἐὰν οἱ πολέμιοι, φησὶν, ἐπιτρέπωσί σοι. ἠθικῶς δὲ εἰρωνεύεται.
361. ἄνδρας ἐρεσσέμεναι μεμαῶτας] τὸ περὶ τὸν ἀπόπλουν αὐτῶν πρόθυμον διὰ τούτου ἐδήλωσεν.
πιθανῶς προσέθηκε καὶ τοῦτο, ἵνα ἀπελπίσωσι καὶ τὴν παρὰ τῶν Μυρμιδόνων ἐπικουρίαν, ὡς συναχθομένων αὐτῶν τῇ ἀτιμίᾳ.
*ἦρι δὲ τῷ ὀρθρινῷ καιρῷ.
363. ἤματί κεν τριτάτῳ] ἐμπείρως τοῦτό φησι· τοσοῦτος γάρ ἐστιν ὁ ἀπὸ Ἑλλησπόντου εἰς τὴν Φθίαν ἀπόπλους τοῖς ἀνέμῳ χρωμένοις οὐρίῳ.
364. ἔστι δέ μοι μάλα πολλὰ] ἀντίθεσιν ποιεῖται τῶν δώρων
Ἀγαμέμνονος, ὅτι μοι, φησὶν, οὐ χρεία αὐτῶν ἔχοντι πολλὰ, τοῦτο
μὲν τὰ τοῦ Πηλέως, τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωϊκῶν λαφύρων ἐδέξατο.
τὸ δὲ ἔρρων φησὶ δυσαρεστῶν τῇ στρατείᾳ.
365. ἄλλον δʼ ἐνθένδε χρυσόν] ταῦτα ἀντιτίθησι πρὸς τὸ “νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω” (279) καὶ πρὸς τὸ “Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν” (281).
366. πολιόν] ἢ τὸν τίμιον διὰ τὰς γεωργίας, ἢ τὸν πολιτικὸν διὰ τὰ ὅπλα, ἢ τὸν μέλανα κατὰ ἀντίφρασιν.
367. ἅσσʼ ἔλαχόν γε] ἔλαχον, φησὶν, ὁμοίως τῷ ψιλῷ πλήθει.
λέγει γοῦν “τῶν δʼ ἄλλων ἅ μοί εἰσι·” ταῦτα γὰρ οὐκ εἰλήφει
παρὰ τοῦ Ἀγαμέμνονος· τὸ γὰρ γέρας ἐξαίρετον καὶ τοῦ διδόντος
ἦν. διὰ τοῦτο γοῦν κἀκεῖνος, ὡς ἐξὸν ὃ ἔδωκε λαβεῖν, ἀφαιρεῖται.
πάλιν δὲ τὸ κυμάζον πάθος εἵλκυσεν αὐτοῦ τὴν μνήμην ἐπὶ τὸν
Ἀγαμέμνονα. δεινοποιῶν δὲ τὴν ὕβριν Ἀγαμέμνονος φησὶ τὸ ὥσπερ
ἔδωκεν, ἐκεῖ δὲ ἐπανιστὰς τὸ πλῆθος “δόσαν δέ μοι υἷες Ἀχαιῶν.”
369. τῷ πάντʼ ἀγορευέμεν] πιθανῶς, ἵνα μὴ τὸν Ἀγαμέμνονα
εὐφράνωσιν ἀφελόντες τι τῶν τραχύτερον εἰρημένων, αὐτὸν δὲ ταπει-
νὸν ἀποφήνωσι, πραότερον τῆς ἀπειλῆς ἀποπρεσβεύσαντες. ἔστι δὲ
καὶ χαρακτηριστικὸν τῶν ὀργιζομένων τὸ ἀξιοῦν αὐτὰς τὰς φωνὰς
ἅμα δὲ καὶ ὡς δίκαια λέγων ἐπὶ πλειόνων αὐτὰ βούλεται ἐξετά-
ζεσθαι.
371. ἐξαπατήσειν] εἴ γε οἴεται, φησὶ, περὶ ἐμοῦ λέγων ἀπατήσειν
τοὺς Ἀχαιούς· ἐμὲ γὰρ οὐ πείθειν, ἀλλʼ οὐδὲ ὁρᾶν δυνήσεται,
καίπερ ὢν ἀναιδὴς, διὰ τὴν συνείδησιν τῶν μεγίστων ἀδικημάτων.
ταῦτα δὲ καθʼ ἑαυτὸν νοητέον λέγειν, ἵνʼ ᾖ κομματικὴ ἡ ἀπαγγελία,
τὸν θυμούμενον δηλοῦσα.
375. ἐκ γὰρ δή] ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶττον διακο-
πτόμενοι· ἐν γοῦν τέτρασι στίχοις ὀκτώ εἰσιν αὐτοτελεῖς λόγοι καὶ
τοσαῦται αἱ στιγμαὶ, ἀπὸ τοῦ ἐκ γὰρ δή με ἕως τοῦ ἐν καρὸς
αἴσῃ. τὸ δὲ ἐξῆς, οὐ συμφράσομαι αὐτῷ οὐδʼ ἀπατήσει με, οὐδὲ ἐάν
μοι δεκάκις τόσα δοίη. οὐ μόνον δὲ τὰ πολεμικὰ ἤσκητο ὁ
Ἀχιλλεὺς, ἀλλὰ καὶ βουλεύειν ἄριστος ἦν· καὶ γὰρ καὶ διδάσκαλον
ἔπεμψεν ἅμα αὐτῷ ὁ πατήρ “μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε
ἔργων” (443).
376. ἐξαπάφοιτʼ] ἀπὸ τῶν ταῖς ἁφαῖς φιλοφρονουμένων. εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι ὑπὸ φίλου, τὸ δὲ δὶς μωρίας. ὅρα δὲ ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει.
377. ἐρρέτω] ἱκανὴν οἴεται τιμωρίαν παρὰ τοῦ ἐχθροῦ λαμβάνειν
τὸ ἀπαλλάσσεσθαι τῆς φιλίας αὐτοῦ, ὡς εἰώθαμεν λέγειν ἑαυτὸν
ἐχέτω.
378. *Πορφυρίου. ἐν καρὸς αἴσῃ] ἀπὸ τῶν Καρῶν, οὓς ἀεὶ λοι-
δορεῖ ὁ ποιητὴς, οἷον ἐν μοίρᾳ Καρὸς, οἱονεὶ δούλου. τὸ καρός Ἀλκαῖος
μὲν ὁ ἐπιγραμματοποιὸς ἐγκέφαλον ἤκουσεν (Anth. Pal. 9, 519),
ἀπὸ τοῦ ἐν τῷ κάρᾳ εἶναι· τὰ γὰρ παλαιὰ τῶν γραϊδίων ἀπορρίπτει
τὸν ἐγκέφαλον. λέγει οὖν τὸ τίω δέ μιν ἐν καρὸς αἴσῃ, τουτέστι
τιμῶμαι αὐτὸν ἐν ᾗ μοίρᾳ αἱ γυναῖκες τὸν ἐγκέφαλον. Ἀρχίλοχος
δὲ, τιμῶμαι αὐτὸν ἐν μισθοφόρου καὶ τοῦ τυχόντος στρατιώτου
ὁ ποιητὴς τῷ ἐν καρὸς αἴσῃ τὸ “εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο
κηρόθι μᾶλλον” (300) καὶ “ἶσον γάρ σφιν ἀπήχθετο κηρὶ μελαίνῃ”
(Il. 3, 454)· καὶ ὁ αὐτὸς Ἀχιλλεὺς “ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς
Ἀϊδαο πύλῃσιν” (312).
ὅμοιόν ἐστι τῷ “ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ
μελαίνῃ.” πρὸς τὸ δεύτερον δὲ κεφάλαιον, τὴν τοῦ Πηλέως παραί-
νεσιν, μηδὲν ἀντειπεῖν ἔχων, παρῆκεν αὐτὸ ἀμνημόνευτον.
379. δεκάκις τε καὶ εἰκοσάκις] πλείσταις ὑπερβολαῖς λόγων
εἰώθασιν οἱ ὀργιζόμενοι χρῆσθαι. ἵνα δὲ μὴ ὑπόνοιαν δῷ ὡς πλειόνων
ὀρεγόμενος, ἢ ὅτι δώροις αὐτὸν πείσουσιν, ἀπεριορίστῳ ἀριθμῷ δώρων
ἐχρήσατο καὶ οὐδὲ οὕτως πεισθήσεσθαι ἐπαγγέλλεται.
381. δύο πόλεις συνήγαγεν ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ κομώσας
πλούτῳ, καὶ οὐδὲ ταύταις ἠρκέσθη, ἀλλὰ καὶ ἐπὶ τὸν ἀόριστον
ἀριθμὸν ψάμμου τε καὶ κόνεως τὴν ὑπερβολὴν ἐποιήσατο τοῦ λόγου,
ὡς εἰ ἔλεγεν ὑπὲρ τὰ τῆς οἰκουμένης ἀγαθά. Ὀρχομενὸν δὲ τὴν τῆς
Βοιωτίας φησὶν, ὃν Μινύαι κατῴκησαν, πολὺ δὲ τούτῳ παράκειται
πεδίον, εἰ πιστός ἐστιν Ἑφορος, πλῆρες πολλῶν ἀγαθῶν, ὧν ταῖς
ἐκεῖσε τιμωμέναις Χάρισι πέμπουσιν οἱ περίοικοι.
383. * Πορφυρίου. ζητεῖται πότερον τὸ μέγεθος τῆς πόλεως δηλῶ-
σαι βούλεται ὡς ἂν ἐχούσης πύλας ἑκατὸν, ἢ τῶν πυλῶν τὸ μέγεθος
ὡς ἐκ διακοσίων ἁρμάτων καθʼ ἑκάστην ἅμα εἰσιέναι δυναμένων, ἢ τὸ
μέγεθος τῆς δυνάμεως, ὅπερ καὶ βούλεται. εἰ γὰρ διακόσιοι ἄνδρες
καθʼ ἑκάστην εἰσίασιν, οἱ διακόσιοι ἐπὶ τὰ ἑκατὸν πολλαπλασια-
σθέντες δισμύριοι ἂν εἶεν· καὶ οὐδὲν μέγα εἰ δισμύριοι ἄνδρες
οἰκοῦσι τὴν πόλιν. ῥητέον δὲ ὅτι μέγεθος πόλεως δηλοῖ καὶ δυνάμεως
μέγεθος, οὐκέτι δὲ πυλῶν· οὐδὲ γὰρ καὶ τὸ ἅμα τοὺς διακοσίους
εἰσιέναι δεδήλωκεν, ἀλλὰ μόνον ὅτι καθʼ ἑκάστην ἐξίασι διακόσιοι,
οἳ καὶ ἕπεσθαι ἀλλήλοις ἠδύναντο. μέγεθος δὲ τῆς πόλεως δηλοῖ
ἄνθρωποι, ἀμφίβολον πότερον ἓν ἕκαστος ἔχει ἅρμα, καὶ οὕτως ἔσον-
ται σ΄ ὄντων υ΄ ἵπποι· ἢ σ΄ ἄνδρες ἔχουσιν ἅρματα, ἐν ἑκάστῳ
ἅρματι ἡνιόχου καὶ παραβάτου ὄντος, ὡς ρ΄ μὲν εἶναι τὰ ἅρματα,
ἵππους δὲ σ΄ καὶ ἀνθρώπους σ΄, καὶ ἅρματα μὲν τὰ πάντα μύρια,
ἵππους δὲ δισμυρίους· ἐκείνων γὰρ ἅρματα μέν εἰσι σ΄, ἵπποι δὲ
τετρακισμύριοι, ἡνίοχοι δὲ δισμύριοι σύμπαντες. ἑκατέρων δὲ ἡ
δύναμις μεγάλη φαίνεται, ἢ τετρακισμυρίων ἵππων τρεφομένων ἢ
καὶ δισμυρίων. ἦν δὲ τὸ παλαιὸν τὰ Αἰγύπτου βασίλεια, καὶ πολ-
λοὺς εἰς αὐτὴν ἀνῆγον φόρους Αἰγύπτιοι Λίβυες Αἰθίοπες καὶ ἄλλα
ἔθνη. νῦν δὲ Διόσπολις καλοῦνται αἱ τὸ παλαιὸν Θῆβαι, καί φασι
δείκνυσθαι περὶ τὴν Διόσπολιν πολλῶν πυλῶν ἴχνη. ὡς δὲ Κάστωρ
ἰστορεῖ, ἡ Διόσπολις ἡ μεγάλη, πρὸ τοῦ ὑπὸ Περσῶν ἀφανισθῆναι,
κώμας μὲν εἶχε τρισμυρίας γλ΄, ἀρούρας δὲ γψ΄, ἀνθρώπων δὲ
μυριάδας ψ΄, ρ΄ δὲ πύλαις διεκοσμεῖτο. ταύτην ἐτείχισε βασιλεὺς
Ὄσιρις. τινὲς δέ φασι τῶν ἱερέων ὅτι ρ΄ εἶχε πύλας, ἐξ ἐκάστης
δὲ ὁπλῖται μέν μύριοι, χίλιοι δὲ ἱππεῖς ἐξεστράτευον, ἁρματηλάται
δὲ σ΄. Θῆβαι δὲ ὀνομάζονται ὑπὸ Ἑλλήνων ἀπὸ Θήβης τῆς Νείλου
θυγατρός· οἱ δὲ Ἐπάφου εἶπον αὐτὴν, οἱ δὲ Πρωτέως τοῦ Ποσειδῶνος,
οἱ δὲ Λίβυος τοῦ Ἠπείρου.
οὐ τὸ πλάτος τῶν πυλῶν θέλει σημαίνειν (οὐδὲ γὰρ ἅμα
πάντας ἐξιέναι φησίν), ἀλλὰ τὸ μέγεθος τῆς πόλεως καὶ τὸ πλῆθος
τῶν ἀνδρῶν, εἴ γε πύλας μὲν ρ΄ ἔχει, ἄνδρας δὲ ἁρματοφόρους
δισμυρίους. ἐν ταύτῃ δὲ ἦν πρότερον τὰ βασίλεια τῆς Αἰγύπτου,
εἰς ἃ πολλοὺς ἔφερον φόρους Λίβυες, Αἰγύπτιοι, Αἰθίοπες, νῦν δὲ
Διόσπολις ὀνομάζεται. εἶχε δὲ κώμας μὲν τρισμυρίας γλ΄, ἀρούρας
δὲ ??ψ καὶ πύλας ρ΄, ἀνδρῶν δὲ μυριάδας ψ. ταύτην ἐτείχισεν ὁ
βασιλεὺς Ὄσιρις, ἐξ ἑκάστης δὲ πύλης ἐστράτευον ὁπλῖται μὲν
385. οὐδὲ ἐπὶ τῶν προειρημένων ἔστησε τὸ τίμημα τῆς ὕβρεως. καλῶς δὲ ἀμφότερα συμπεριέλαβε τῷ λόγῳ, τήν τε θαλαττίαν καὶ πεδιάδα.
387. πρίν γʼ ἀπὸ πᾶσαν] ἡρέμα ὑπώλισθεν εἰς τὸ ἀληθὲς, καὶ ἐκκόψας τὴν ἐλπίδα πάλιν αὐτοῖς ὥρισε πρόστιμον τὴν τοῦ ἐχθροῦ ποινήν.
388. τοῦτο ἐδόκει ὀχυρὸν ἔχειν ὡς ἀξιῶν γαμβρεύσειν αὐτῷ. τοῦτον δὲ πλεῖον λυπεῖ τὸ εὐτελίζεσθαι τὸν τῆς Βρισηΐδος γάμον.
389. οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ] μεγίστῃ χρῆται τῇ ὑπερβολῇ. δύο δὲ οἶδεν ἀρετὰς γυναικὸς, κάλλος καὶ ἔργα φρονήσεως· ἀνδρὸς δὲ “μύθων τε ῥητῆρʼ εἶναι πρηκτῆρά τε ἔργων” (443).
392. ὅστις οἷ] ὅστις ἄξιος, φησὶν, αὐτοῦ ἐστὶν, καὶ ὅστις ἐμοῦ
ἢ πάντων ἀνθρώπων βασιλεύτερός ἐστιν· ἔλεγε γὰρ (160) “καί
μοι ὑποστήτω, ὅσον βασιλεύτερός εἰμι” διδάσκει δὲ ὡς οὐδὲν
ὀνίνησι τυραννὶς ἐπὶ γνώμῃ ἀδίκῳ.
394. Πηλεύς θήν μοι] φιλοπάτορα καὶ σώφρονα ἑαυτὸν ἀποδεί- κνυσι, κἀκεῖνον κρείττονα γάμον ὃν ἂν ὁ πατὴρ ἕλοιτο.
396. ἀριστήων] ὀνειδίζει τὴν ἀνανδρίαν τῷ Ἀγαμέμνονι, γενναίων
κηδεστῶν, οὐχὶ τοιούτου δεῖσθαι λέγων. ἐν ᾧ δὲ προὔχει, ἐν τούτῳ
ποιεῖται τὴν κρίσιν.
397. τοῦτό φησιν ὡς πολλῶν ἐπιδικασομένων γαμβρεύσειν αὐτῷ διὰ τὴν ἀρετήν.
399. μνηστὴν] τὴν γὰρ Ἀγαμέμνονος οὐ λογίζεται μνηστὴν,
ἐπεὶ δῶρον αὐτῷ δίδοται. δοτικῆς δὲ τὸ γήμαντι· γάμου δὲ τέλος
οὐ κτῆσις, οὐ κάλλος, οὐκ ἄλλο τι τῶν τοιούτων, εἰ μὴ τῶν συνόντων
ἡ ὁμόνοια καὶ τὸ ἁρμόδιον, ὅπερ φησὶν “οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον
καὶ ἄρειον, ἢ ὅθʼ ὁμοφρονέοντε” (Od. 6, 182). ἢ εἰρωνεύεται ὡς
γαμήσων κατὰ τὸ ἑαυτοῦ ἀξίωμα· φησὶ γοῦν (391) “ὁ δʼ Ἀχαιῶν
ἄλλον ἑλέσθω ὅστις οἷ τʼ ἐπέοικεν.”
400. τὰ γέρων ἐκτήσατο Πηλεύς] λέγει ὅτι πατρῷα ἔχειν δεῖ
401. ἐμφαίνει τι τοῖς παροῦσιν, εἴ γε δώρων προήσεται τὴν ψυχὴν,
αὐτῶν δῶρα διδόντων ὑπὲρ σωτηρίας τῆς ψυχῆς ἑαυτῶν· καὶ ὅτι
πρώην κατεφρόνει αὐτῆς, ἀχαρίστῳ χαριζόμενος ἀνδρί. ὅτι δὲ οὐ
φιλοψυχεῖ, πρὸς τὴν μητέρα φησὶν “αὐτίκα τεθναίην” (Il. 18,
98).
404. * ἀφήτορος] τοῦ Ἀπόλλωνος, ἤτοι ὁμοφήτορος, τοῦ ὁμοῦ ἢ
ὁμοίως πᾶσι προφητεύοντος καὶ μαντευομένου, τῷ τε πλουσίῳ καὶ
πένητι. ἢ τοξικοῦ, ἀπὸ τῆς τῶν βελῶν ἀφέσεως. ἢ τοῦ πολυφήτορος,
τουτέστι τοῦ πολλὰς φήμας ἀφιέντος· ὃ καὶ ἄμεινον.
οἱ μὲν ἀσαφήτορος, οἱ δὲ τοξότου. ἕκαστον δὲ ἀγωνιστὴν δύσθυμον ποιεῖ τὸ ἐπταισμένον ὑποδηλῶν τοῦ πολέμου. ἡδεῖα δὲ ἡ περίφρασις καὶ πλήρης ἐναργείας.
405. * Πυθοῖ] Πυθὼ πόλις Φωκίδος, ἧς οἱ οἰκήτορες Δελφοί.
ἔστι δὲ ἱερὰ Ἀπόλλωνος. κέκληται δὲ ἤτοι ἀπὸ τοῦ πυνθάνεσθαι
τῆς Πυθίας τοὺς μαντευομένους, ἢ ἀπὸ τοῦ τοξευθῆναι τὸν τοῦ
χρηστηρίου φύλακα δράκοντα ὑπὸ Ἀπόλλωνος αὐτόθι καὶ πυσθῆναι,
ὅ ἐστι σαπῆναι.
410. μήτηρ γάρ τέ μέ φησι] διὰ τοῦ φησί δηλοῖ ὅτι ὑπογυίως
αὐτῷ εἴρηκεν· εὖ δὲ τὴν τῆς μητρὸς ἐδήλωσε πρόρρησιν. ἐμφαίνεται
δὲ ὡς ἔστιν ἀνοήτου χρημάτων ἕνεκεν εἰς πρόδηλον ἑαυτὸν ἐμβαλεῖν
θάνατον, καὶ ὅτι ἄφρονές εἰσιν οἱ δεόμενοι ὑπὲρ τῆς ἑαυτῶν σωτη-
ρίας ἕτερον ἐπὶ δώροις τελευτᾶν· καὶ ἵνα ἀποπλέοντι μὲν αὐτῷ
συγγινώσκωσι, βοηθοῦντι δὲ μεγίστην ὁμολογοῖεν χάριν. τὸ ἀμφί-
βολον δὲ τῆς μοίρας καὶ ἐν ἄλλοις οἶδε, διʼ ὧν Τειρεσίας φησὶν
Ὀδυσσεῖ “τὰς εἰ μέν κʼ ἀσινέας ἐᾷς, εἰ δέ κε σίνηαι” (Od. 11,
110).
417. καὶ δʼ ἄν τοῖς ἄλλοισιν] τοσοῦτον ἀπέχει πειθοῦς ὥστε καὶ
τοὺς λοιποὺς ὑποχωρεῖν βούλεται. πιθανῶς δὲ ἀφίστησιν αὐτοὺς τοῦ
πολέμου, τὸ ἀδύνατον τῆς ἁλώσεως προβαλλόμενος.
418. δήετε] τεχνικῶς πρὸς αὐτὸν ἀπέστρεψε τὸν λόγον, ἐπεὶ καὶ
420. χεῖρα ἑὴν ὑπερέσχε] ὑπερασπίζει· ἐν χερσὶ γὰρ ἡ πᾶσα δύναμις. μεγάλη δὲ ἡ φαντασία, ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ Διὸς, ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος.
421. ἀριστήεσσιν Ἀχαιῶν] νῦν οὐδὲ λόγον ποιεῖ Ἀγαμέμνονος, καίτοι πρώην λέγων “τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω” (369). ἢ ὡς μὴ αὐτοῦ μόνου πέμψαντος, ἀλλὰ καὶ τῶν λοιπῶν. ἢ τῷ θυμῷ ὑπερκαείς.
425. ἑτοίμη] εὔληπτος, φανερὰ, ἕτοιμος. λέγει δὲ τοῦτο, ὅτι
ματαία ἐστὶν αὕτη ἡ βουλὴ ἣν ἐβουλεύσαντο οἱ Ἕλληνες, πέμψαν-
τες ὑμᾶς πρέσβεις πρός με ὡς δυναμένους πεῖσαί με.
427. Φοῖνιξ δʼ αὖθι] τοῦτο εἰς πίστιν τοῦ τῷ ἦρι ἀποπλεῦσαι.
προσκρούει δὲ Φοίνικι ὡς παρʼ Ἀγαμέμνονι διατρίψαντι· καὶ ἑξῆς
“ Ἀτρείδῃ ἥρωϊ φέρων χάριν” (613). ἅμα δὲ καὶ προεκκόπτει
αὐτὸν τῆς λιτῆς.
429. ἢν ἐθέλῃσιν] ἢν ἐθέλῃσι, φησὶ, προέσθαι Ἀγαμέμνονα. διὸ καὶ αὐτός φησι “πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο, φίλον τέκος” (437).
ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω] οὐ γὰρ ἦν εἰκὸς βιάζεσθαι ὁ πατὴρ πειθαρχεῖν ἐκέλευσεν.
431. μάλα γὰρ κρατερῶς] ἐμαρτύρησεν ἑαυτῷ ὁ ποιητὴς ὅτι ἀπότομον λόγον τῷ Ἀχιλλεῖ περιέθηκεν. ἄκρως γὰρ διέθηκε τὸν Ἀχιλλέως λόγον, φύσει, φρονήματι, ἀξιώματι, ἤθει.
432. ὀψὲ δὲ δὴ] φρονίμως τὸ μὴ εὐθέως τοῖς Ὀδυσσέως λόγοις
τοὺς ἑαυτοῦ ἐπιβαλεῖν, ἀλλʼ ἀντειπεῖν πρῶτον ἐᾶσαι τὸν Ἀχιλλέα
καὶ ἐκχέαι τὸν θυμόν. ἀλλʼ οὐδὲ παυσαμένου Ἀχιλλέως αἴφνης
ἄρχεται, οὐδὲ ἀρξάμενος εὐθὺς τὴν συμβουλίαν προάγει, ἀλλὰ
δακρύσας προσοχὴν καὶ ἔλεον ἐπισπᾶται· οἴκτῳ γὰρ τὸ πλέον
ἀγωνίζεται καὶ διηγήμασιν οἰκείων ἀτυχημάτων. τὸν δὲ λόγον οὐκ
ἐπὶ ἱκετείαν ἀνάγει, ἀλλʼ ἐπὶ τὸ συμφέρον Ἀχιλλεῖ. ὀψὲ δὲ τοῦτο
ποιεῖ, ὅτι πάντες ἠπόρησαν.
433. δάκρυʼ ἀναπρήσας] φησὶν, οὐκ ἔστεξε τὸ δάκρυον. συνείκει
μὲν οὖν ἀπʼ ἀρχῆς, εἶτα ἐπάγει τὴν λιτήν. τὸ δὲ εἰ μὲν δή ὡς
παραδόξου τῆς κρίσεως οὕσης· προσεδόκων γὰρ, φησὶν, ὡς παρα-
κληθεὶς μενεῖς. ὥσπερ δὲ Ὀδυσσεὺς ἐκ τοῦ παρόντος ἔλαβε τὸ
435. ἀμύνειν νηυσὶ] τὸ ἀνεπίφθονον τῶν ὀνομάτων καὶ τὸ ἔσχατον
τῶν κινδύνων ἐδήλωσε, τὸ Ἀγαμέμνονος πρόσωπον σιωπήσας, ὡς καὶ
Ὀδυσσεύς.
436. χόλος ἔμπεσε θυμῷ] δείκνυσιν ὅτι διὰ θυμὸν καταφρονεῖ τοῦ δικαίου, οὗ μάλιστα δεῖ τὸν πεπαιδευμένον κρατεῖν.
437. πῶς ἂν ἔπειτʼ] φάσκων ἀποπλευσεῖσθαι μετʼ αὐτοῦ, διότι
Πηλεὺς ὡς διδάσκαλον συνέπεμψεν αὐτὸν, τεχνικῶς ἐνέφηνεν ὅτι
προσῆκόν ἐστι τὸ μὴ ἀπειθεῖν τῷ διδασκάλῳ. εἰ δὲ ὡς διδασκάλῳ
ἐκέλευσε πείθεσθαι, χαλεπῶς ἂν ἤνεγκεν Ἀχιλλεύς. νῦν δὲ, δι᾿ ἃς
αἰτίας ἐκεῖνον τὸ κελευόμενον ποιεῖν ἔδει, διὰ ταύτας αὐτὸς ἀκολου-
θήσειν φησὶν, ὡς ἂν μὴ φάναι ὡς οὐ χωρισθείη τοῦ Ἀχιλλέως, ἀλλʼ
ὡς πυνθανόμενον λέγειν· διαγανακτοῦντος γὰρ ἦθος ἐμφαίνεται.
ἅμα δὲ καὶ τὸν Ἀχιλλέα εὐμενῆ ἀπεργάζεται, οὐδεμίαν λέγων
ὑπολείπεσθαι αὐτῷ ἄλλην ἐλπίδα. προσαγωγὸν δὲ καὶ τὸ φίλον
τέκος· λέγει γὰρ ὅτι διὰ τὴν φιλοστοργίαν καὶ παρὰ τὸ δέον αὐτῷ
πείσεται.
438. σοὶ δέ μʼ ἔπεμπε] ὡς ὀπάων οὖν, φησὶν, οὐκ ὀφείλω
ἀπολιπέσθαι. τοῦτο δὲ δυσωπεῖ αὐτόν· τὸν γὰρ διδάσκαλον δεῖ
κελεύειν.
439. ἐκ Φθίης Ἀγαμέμνονι] λεληθότως δείκνυσιν ὅτι ἀπειθεῖ τῷ πατρὶ, τούτου ἀποστὰς, ᾧ καὶ πόρρωθεν αὐτὸν ἀπέστειλεν.
440. νήπιον] εἰ νηπίου ὄντος οὐ προπεφάσισται πρὸς τὴν αἴτησιν
ὁ πατὴρ, πῶς, φησὶ, νῦν τελειωθεὶς οὐ πολεμεῖς;
441. ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι] ἄμφω τὰς ἀρετὰς κυδιανείρας φησί. νῦν δὲ μᾶλλον ἐχρῆν ἐπαινεῖν τὰ ψυχικά.
442. διδασκέμεναι] ἰᾶται τῇ ἡλικίᾳ τὸ τραχὺ τῆς λέξεως. τὸ δὲ
τάδε, εἰς ἃ νῦν ἁμαρτάνεις. καὶ ὅτι οὕπω τετέλεσται ἡ μάθησις,
διὰ τῆς παρατάσεως ἐδήλωσεν· οὐ γὰρ εἶπε διδάξαι. εἰ οὖν σύμ-
βουλος ἐπέμφθη, νῦν δὲ βοᾷ τὸ πρᾶγμα, βοᾷ δὲ δεόμενον συμ-
βουλῆς, πῶς αὐτῷ οὐ πείθεσθαι δεῖ ;
443. σημείωσαι ὅτι τὸ ὁμοιοτέλευτον ὁ ποιητὴς ἔφυγε μεταβαλὼν
τὴν φράσιν· οὐ γὰρ εἶπε μύθων τε καὶ ἔργων ῥητῆρα ἀπὸ κοινοῦ, ἀλλ’
δείκνυσιν ὅτι διδακτὸν ἡ ἀρετή. εἴπετο δὲ αὐτῷ ὁ Φοῖνιξ ὑπο-
δείξων ἅ τε λεκτέον καὶ ἃ χρὴ πράττειν. εἰ ὑπὸ Φοίνικος οὖν
πεπαίδευται, τί παρὰ Χείρωνος ἐδιδάχθη; δῆλον ὅτι πολεμικὴν καὶ
ἰατρικήν.
446. γῆρας] γῆρας, φησὶ, τὸ μάλιστά με νῦν ἐνοχλοῦν. διὰ δὲ τοῦ ἀποξύσας ἐδήλωσε προσπεπλασμένην ἀσθένειαν παλαιῷ σώματι. καὶ αὐτῷ δὲ τῷ τῆς συλλαβῆς χρόνῳ τὸ δυσαφαίρετον τοῦ γήρως δηλοῖ. Ἀττική τέ ἐστιν ἡ ἔκτασις.
448. *φεύγων νείκεα πατρὸς] Φοῖνιξ ὁ Ἀμύντορος ἐξέπεσε τῆς
οἰκείας γῆς διὰ ταύτην τὴν αἰτίαν. τοῦ πατρὸς αὐτοῦ παλλακίδα
μὲν ὀνόματι Κλυτίαν ἀγαπῶντος, Ἱπποδάμειαν δὲ, ἐξ ἧς τὸν Φοίνικα
ἔτεκε, στυγοῦντος, δεηθείσης τῆς μητρὸς τῇ παλλακίδι τοῦ πατρὸς
ἐμίγη. γνοὺς δὲ ὁ πατὴρ ἐπηράσατο τῷ παιδὶ περὶ τέκνων. δείσας
δὲ Φοῖνιξ τὸν πατέρα καὶ τὰς ὑπʼ αὐτοῦ γενομένας ἀρὰς φεύγει.
Πηλεὺς δὲ, ὅστις ὑποδεξάμενος αὐτὸν διὰ τὴν συγγένειαν δίδωσιν
αὐτῷ τὴν Δολοπίαν χώραν, καὶ Ἀχιλλέα τὸν υἱὸν μικρὸν ὄντα εἰς
ἀνατροφὴν παραδίδωσιν.
μυθολόγοι οἱ γέροντες, καὶ παραδείγμασι παραμυθούμενοι. ἄλλως
τε ψυχαγωγεῖ τὴν ὀργὴν ὁ μῦθος. εἰπεῖν δὲ θέλει τὰς εὐεργεσίας
Πηλέως, εἴ πως πείσειεν ὅτι εὔνους αὐτῷ ἐστί· καὶ ὅτι λιταῖς οὐ
πεισθεὶς ἐν ἀλλοδαπῇ ἄπαις διήγαγεν. ἡδεῖα δὲ ἡ ἀκρόασις τῶν
οἰκείας συμφορὰς διηγουμένων. καὶ ὁ κυνικὸς δὲ Διογένης τοῖς
συνοῦσιν ὡμολόγει οἵας εἶχεν ὁρμὰς πρὸ τοῦ φιλοσοφεῖν, ὡς ἄρχειν
αὑτοῦ μὴ δυνάμενος τῶν ἄλλων ἤθελεν. ἀκριβὴς δὲ διδασκαλία ἡ
πεῖρα· διὸ καὶ τοσαῦτα ἡμαρτηκότι τῷ Φοίνικι καὶ ἐν προσκρούσει
τοῦ πατρὸς γεγονότι τὸν υἱὸν ἐπιτρέπει ὁ Πηλεύς· ἑώρα γὰρ
αὐτὸν αἰσθόμενον τῆς ἁμαρτίας διʼ ὧν ἑαυτῷ τὴν ἑκούσιον ἐπήγαγε
φυγήν.
449. παλλακίδος] οὐ τῆς ἤδη μιγείσης, ἀλλὰ τῆς εἰς τοῦτο
τρεφομένης· φησὶ γοῦν προμιγῆναι. οὐκ ἀντίκειται δὲ τὸ ὅτι τὴν
μὲν ἐφίλει, ἠτίμαζε δὲ τὴν γυναῖκα· ἔπραττε γὰρ ταῦτα ἐν νῷ
ἔχων ἤδη τὴν πρὸς αὐτὴν ὁμιλίαν. τοῦτο οὖν ὁ Φοῖνιξ ἐποίησεν εἰς
τῶν γονέων τὴν ὁμόνοιαν. οἰκείως δὲ ταῦτα πρὸς τὸν ἕνεκα τῆς
452. ἵνʼ ἐχθήρειε] ῥᾷστα γὰρ ἀνδρὸς ἀφίσταται γέροντος γυνὴ
νέα, πειραθεῖσα νέου καὶ ἰσχυροτέρου ἀνδρός· ἧττον γὰρ οἱ γέροντες
ἀφροδισιάζειν δύνανται.
*Πορφυρίου. ἀπρεπὲς τοιαῦτα περὶ αὑτοῦ διεξιέναι πρὸς μηδὲν
ἀναγκαῖον. οἱ μὲν οὖν ἀπὸ τῆς λέξεως λύουσιν, ὅτι προμιγῆναι
οὐδεμίαν ἔχει ἀτοπίαν, οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι τὰς παλλακίδας
διαβάλλει πρὸς τὸν Ἀχιλλέα ἕνεκα τῆς Βρισηΐδος χαλεπαί-
νοντα.
453. τῇ πιθόμην καὶ ἔρεξα] ὡς πρὸς ὁμόνοιαν γονέων τὸ τοιοῦτον
ἐποίησε· φησὶ γοῦν “ἡ δʼ αἰὲν ἐμὲ λισσέσκετο.” καὶ πάλιν τῆς
διχοστασίας αὐτῶν κρείττονα τὴν φυγὴν ἡγήσατο. ἐν ἤθει δὲ δεῖ
τὸν στίχον ἀναγινώσκειν ὡς μετανοοῦντος αὐτοῦ· διὸ καὶ ἐμπε-
πίστευται Ἀχιλλέα· ὁ γάρ τι πταίσας πάντως καὶ φυλάττεται.
καὶ Σοφοκλῆς (Fragm. 750) “ὃς μὴ πέπονθε τἀμὰ, μὴ βουλευέτω.”
οἱ δὲ εὖ πρὸς γονεῖς ἔχοντες ἐπʼ ἴσης μὲν αὐτοὺς ἀγαπῶσιν, ἐπα-
μύνουσι δὲ τῷ καταπονουμένῳ. ἢ τάχα βούλεται λέγειν ὅτι οὐ
πάντα πειστέον μητρί· Θέτις γοῦν ἔλεγεν “ἀλλὰ σὺ μὲν νῦν νηυσὶ
παρήμενος ὠκυπόροισι μήνιʼ Ἀχαιοῖσιν” (Il. 1, 421), ἀλλὰ μᾶλλον
πατρὶ τῷ λέγοντι “φιλοφροσύνη γὰρ ἀμείνων” (256). ἀγαθοὶ δὲ
διδάσκαλοι οἱ ἐν παθημάτων πείρᾳ γενόμενοι· καὶ Χείρωνα γάρ
φασι τρωθέντα τὴν χεῖρα τὴν περὶ βοτανῶν ἐπιτηδεῦσαι ἰατρικὴν,
τὴν δὲ περὶ τὰς διαίτας τὸν Σηλυβριανὸν Ἡρόδικον, ὃς ἐμπεσὼν
διὰ τοὺς πόνους εἰς φθόην ἐπιπόνως τὴν τέχνην ταύτην ἐμελέτη-
σεν.
454. Ἐρινῦς] τὰς καταχθονίους δαίμονας, ὡς τιμωρητικὰς πατρῴων ἀσεβημάτων, ὧν τὰ ὀνόματα Ἀληκτὼ, Τισιφόνη, Μέγαιρα. εἴρηνται δὲ παρὰ τὸ ἐκ τῆς ἔρας, ἤγουν τῆς γῆς, εἶναι.
455. μή ποτε γούνασιν οἷσιν ἐφέζεσθαι φίλον υἱόν] ἐοικυῖα κατάρα τῷ ἀτιμάσαντι πατέρα τὸ τὴν ἀπὸ τῶν παίδων μὴ δέξασθαι τιμήν. πᾶς δʼ εὖ φρονῶν πατὴρ υἱῶν υἱοῖς εὔχεται πάππος γενέσθαι μᾶλλον.
457. Ζεύς τε] πῶς ὁ μὲν εὔχεται ταῖς Ἐρινύσι, τὰς δὲ εὐχὰς αὐτῷ ἐκτελεῖ Αιθης καὶ Περσεφόνη; ὅτι αὐτοκράτορες τῶν τιμω- ριῶν ὄντες τὴν τοῦ κολάζειν ἐξουσίαν τοῖς ἄλλοις δαίμοσι παρέ- χονται.
463. κατὰ μέγαρα στρωφᾶσθαι] ἐδήλωσεν ὅτι ἐν ταῖς ἀδιαλλά-
κτοις ἔχθραις οὐδέν ἐστι τοῦ φεύγειν ἄμεινον.
464. ὅτι πᾶσιν ἠγαπημένος ἦν διά τε τὸ κάλλος καὶ φρόνημα, ὁ δὲ πατὴρ ὀργιζόμενος ἦν διὰ τὸν τῆς παλλακίδος ἔρωτα.
468. * Πορφυρίου. δῆλον ὅτι οἱ σύες θαλέθοντες ἀλοιφῇ καὶ
πιμελεῖς ὄντες εὑόμενοι τῇ φλογὶ καὶ ὀπτώμενοι τανύονται, ὃ
σημαίνει τὸ ἐκτήκοντας, ἀπὸ τοῦ τετανοὺς γίνεσθαι τοὺς ἰσχναι-
νομένους.
472. πῦρ ἕτερον μέν] ἄλλο παρὰ τὸ τοῦ θαλάμου, ὅπου αὐτὸς ἦν· τρίτον δὲ τὸ ἐν τῇ στοᾷ καιόμενον.
473. ἄλλο δʼ ἐνὶ προδόμῳ] μετήγαγε τὴν τάξιν. θάλαμος μὲν γὰρ
ὁ ἔσω οἶκος, τὸ δὲ πρὸ αὐτοῦ πρόδομος· αἴθουσα δὲ τὸ περίστυλον,
τουτέστι τὸ πρὸς ἥλιον τετραμμένον παρὰ τὸ ἀεὶ αἴθεσθαι.
476. ῥήξας ἐξῆλθον] τῷ μὲν Φοίνικι ἡ μεταβολὴ ἀδύνατος διὰ τὴν ὀργὴν τοῦ πατρὸς, τῷ δὲ Ἀχιλλεῖ καὶ ἔνδοξος διὰ τὴν τοῦ πατρὸς παραίνεσιν.
477. ῥεῖα] τῷ ὑπέρθορον συναπτέον τὸ ῥεῖα· λαθεῖν γὰρ ῥᾳδίως ἀδύνατον οὕτω φυλαττόμενον. ῥεῖα δὲ διὰ τὸ τῆς νεότητος ἄνθος.
480. ἄναχθ᾿] ἐμὸν, φησὶν, ἄνακτα, διὰ τὴν παρʼ αὐτοῦ γεγονυῖαν εὔνοιαν.
*Πορφυρίου. διὰ τί ὁ Πηλεὺς τὸν Φοίνικα τοιαῦτα ἡμαρτηκότα,
ὥστε τῇ παλλακίδι τοῦ πατρὸς συγγενέσθαι καὶ τῷ πατρὶ ἐπιβου-
λεῦσαι, ὅμως διδάσκαλον τῷ υἱῷ συνέπεμψεν; ἢ ὅτι ὥσπερ ἰατροὶ
ἄριστοι ἐγγίνονται οὐχ οἱ μὴ ἠρρωστηκότες, οὐδὲ ἠρρωστηκότες μὲν,
μὴ εἰδότες δὲ τὰ ἁμαρτήματα καὶ τὰς αἰτίας, ἀλλʼ οἱ ἄμφω
ἔχοντες, οὕτω καὶ σύμβουλοι ἄριστοι οὐχ οἱ ἄπειροι τῶν ἁμαρτη-
μάτων, ἀλλʼ οἱ ἔμπειροι, οὐδὲ οἱ ἐν ἐμπειρίᾳ μὲν γενόμενοι, μὴ
οἰόμενοι δὲ ἡμαρτηκέναι, ὃ παρῆν τῷ Φοίνικι· καὶ γὰρ ἥμαρτε,
καὶ ἁμαρτὼν ἔγνω ὅτι ἥμαρτε καὶ προσεπιγνοὺς ὅτι ἥμαρτεν ἑαυτὸν
τετιμώρηκε διὰ τῆς ἑκουσίου φυγῆς. ὁ τοιοῦτος ἂν εἴη ἄριστος
καὶ ἱκετεύσαντα, καὶ διὰ φυγῆς ἐξιλασκόμενον τὴν τοῦ πατρὸς
μῆνιν οὐ παρῃτήσατο δέξασθαι, οὕτω τὸν ἱκετεύσαντα Ἀγαμέμνονα
ἀνθʼ ὧν εἰς τὴν παλλακίδα πλημμελεῖν ἐδόκει μὴ ἄτοπον εἶναι
προσήσεσθαι, μήτʼ οὖν τῷ Ἀχιλλεῖ, μήτε τῷ Φοίνικι ὑπὲρ αὐτοῦ
πρεσβεύειν.
482. μοῦνον, τηλύγετον] εὖ τὸ μὴ ἀρκεσθῆναι τῇ πρὸς τοὺς υἱοὺς
τῶν πατέρων φιλοστοργίᾳ, καίτοι ὑπερβολὴν μὴ δεχομένῃ, ἀλλʼ
ἐπενέγκαι τὸ μοῦνον· μᾶλλον γὰρ οἱ μονογενεῖς φιλοῦνται, μὴ
μεριζομένης εἰς πολλοὺς τῆς φιλοστοργίας. καὶ οὐδὲ τούτῳ ἀρκε-
σθεὶς προσέθηκε τὸ τηλύγετον· οὗτος δέ ἐστιν ὁ τῆς γονῆς τέλος
ἔχων, μεθʼ. ὃν ἕτερος σὐ γίνεται· ἐπὶ τούτοις γὰρ τὴν τῶν γονέων
συμπάθειαν ἔστιν ἰδεῖν, ἅπασαν τὴν ἐλπίδα ἐν τῇ τούτων σωτηρίᾳ
τιθεμένων. δυσωπητικὰ δὲ Ἀχιλλέως ταῦτα, καὶ ὅτι μὴ πεισθεὶς
ἀτιμάσει τοῦτον ὃν ὁ πατὴρ ἐτίμησεν. ἅμα δὲ καὶ ὅτι ἐν ταῖς φυγαῖς
οὐδὲν οὕτως συμβάλλεται ὡς φρόνησις καὶ παιδεία, διʼ ἃς ὁ Φοῖνιξ
ὑπὸ Πηλέως ἐτιμήθη.
485. τοσοῦτον] δυσωπητικὸν τὸ τῆς δείξεως, ὡς καὶ Σοφοκλῆς (El. 13) “καί σʼ ἐθρεψάμην τοσόνδʼ ἐς ἥβης.”
486. οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ] οὐκ οἶδεν ὁ ποιητὴς παρὰ Χείρωνι
αὐτὸν τραφέντα, ἀλλʼ οἱ νεώτεροι. δεινὸν οὖν τὸ ἐν τῇ πρώτῃ ἡλικίᾳ
τοσοῦτον στέρξαντα ἀπειθεῖν τελειωθέντα.
489. ὄψου] πᾶν τὸ ἐσθιόμενον ὄψον καλεῖται. ἐπὶ τὰ εὐτελέστερα
δὲ καταβὰς ἔδειξε τὴν ἰσχὺν τοῦ λόγου διὰ τοῦ προταμών·
πρῶτον γὰρ τέμνοντες παρέχουσι, καὶ ἐπισχών, ὡς “λαθικηδέα
μαζὸν ἐπέσχον” (Il. 22, 83). οὐκ ἂν δὲ διὰ κοινοῦ ὀνόματος ἑτέρως
αὐτὸ φράσειας.
491. ἀποβλύζων] ὠνοματοπεποίηται ἀφράστως. καλῶς δὲ προ- δανεισθείσας ἀπαιτεῖ χάριτας, εἶτα ἐπάγει τὸ “ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς,” νῦν ἰδιούμενος τὴν σωτηρίαν τῶν Ἑλλήνων πάντων.
494. ὀρθοτονεῖται τὸ σέ, ὅτι δεικτικόν ἐστιν.
496. οὐδέ τί σε χρή] ἅπερ Ὀδυσσεὺς εἰπεῖν ἐφυλάξατο (πικρὸν γὰρ ἦν), ἐπὶ δὲ τὸν Πηλέα ἀνήγαγε, ταῦτα Φοίνικι δίδωσιν ἡ τῆς ἀνατροφῆς παρρησία.
497. ἀποφθεγματικόν ἐστιν, ὅταν βιωφελές τι διʼ ὀλίγης ἐκφέ-
ρηται λέξεως. ἐπίφθονος δὲ ὁ λόγος· ὡς θεοῦ γὰρ ἧκον δεησόμενοι.
καὶ λεληθότως διδάσκει ὅτι μὴ πειθόμενος λιταῖς, αἷς καὶ θεοὶ
πείθονται, ἀσεβεῖ καὶ εἰς θεοὺς καὶ εἰς τὴν ἑαυτοῦ μητέρα.
499. θυέεσσι] καὶ ἀναντίρρητος ἄρα ἡ ἐπιχείρησις αὐτῶν. ἕτοιμον δὲ αὐτὸν ποιεῖ διὰ τούτων πρὸς τὴν τῶν δώρων λῆψιν.
500. λαθεῖν μὲν γὰρ ἀδύνατον τοὺς πάντα ἐφορῶντας, ἀλλʼ οὐδὲ βιάσασθαι τοὺς ἰσχυροτέρους. μία οὖν ὁδὸς ἐκφυγῆς, ἡ ἱκετεία.
502. πρὸς ἐντροπὴν Διὸς κούρας αὐτάς φησιν· ἢ διὰ τὸ “Ζεὺς
ἐπιτιμήτωρ ἱκετάων” (Od. 9, 270)· ἢ παρόσον ὁ Ζεὺς πατὴρ
ἀνδρῶν τε θεῶν τε λέγεται. μυθικῶς δὲ ὡς γέρων ὑποβάλλει ὅτι ὅρα
μή σοι διὰ τὴν ὑπεροψίαν ἔσται τι δεινόν.
503. ἀπὸ τῶν συμβαινόντων περὶ τοὺς ἱκέτας παθημάτων τὰς
μορφὰς τῶν αἰτήσεων διετύπωσεν. ὅσα δὲ κρατεῖ τῆς ἡμετέρας δυνά-
μεως, θεῖα ὠνόμαζον. χωλαὶ δὲ διὰ τὸ μόγις εἰς δεήσεις ἔρχεσθαι·
ῥυσαὶ δὲ διὰ τὸ σκυθρωπάζειν· παραβλῶπες δὲ, ὅτι παριδόντες
τι τῶν ἀναγκαίων παρακαλοῦμεν ὕστερον.
*ῥυσαὶ ἐπὶ τοῦ μετώπου συστροφὰς τοῦ δέρματος ἔχουσαι·
παραβλῶπες διάστροφοι τοὺς ὀφθαλμοὺς, ἐπειδὴ οἱ ἱκετεύοντες
ὑπὲρ τοῦ ἐλεεινοὶ φαίνεσθαι προσίασιν οἰκτρὰ τὰ σχήματα αὑτῶν
καὶ τὰς θέας ἔχοντες. Διὸς δὲ θυγατέρας ταύτας καλεῖ, ὥστε
σεβασμιωτέρας φαίνεσθαι. ἔνιοι δʼ οὕτως εἰσὶν ἀμαθεῖς ὡς αἰτιᾶσθαι
τὸν Ὅμηρον καὶ περὶ τῶν Λιτῶν, εἰ τὰς Διὸς γονὰς οὕτως ὕβρισεν,
διάστροφον αὐταῖς περιθεὶς ἀμορφίας χαρακτῆρα “καὶ γάρ τε Λιταί
εἰσι Διὸς κοῦραι μεγάλοιο, χωλαί τε ῥυσαί τε παραβλῶπες τέ
ὀφθαλμώ.” ἐν δὲ τούτοις τοῖς ἔπεσι τὸ τῶν ἱκετευόντων σχῆμα
διαπέπλασται. πᾶσα γὰρ οὖν συνείδησις ἁμαρτόντος ἀνθρώπου
ἔλεον· ὅθεν εὐλόγως οὐ τὰς Διὸς θυγατέρας, ἀλλὰ τοὺς ἱκετεύοντας
ἀπεφήνατο χωλούς τε ῥυσούς τε παραβλῶπάς τʼ ὀφθαλμὼ, τοὔμ-
παλιν δὲ τὴν ἄτην κρατεράν τε καὶ ἀρτίπουν· κρατερὸν γὰρ αὐτῆς
τὸ ἄφρον· ἀλογίστου γὰρ ὁρμῆς ὑπόπλεως δρομὰς ὣς ἐπὶ πᾶσαν
ἀδικίαν ἵεται. παθῶν οὖν ἀνθρωπίνων ὡσπερεὶ ζωγράφος ἐστὶν Ὅμηρος,
ἀλληγορικῶς τὸ συμβαῖνον ἡμῖν θεῶν περιθεὶς ὀνόμασιν.
504. καὶ μετόπισθʼ] ἁμαρτάνοντες γὰρ καὶ βλαβέντες ὕστερον παρακαλοῦμεν, φροντίζομεν δὲ τῶν ὑπὸ τῆς Ἄτης πεπραγμένων· συνέπονται οὖν αὐτῇ αἱ Λιταί.
505. σθεναρή τε καὶ ἀρτίπος] εἰκότως διὰ τὸ ἐξ ὑπεροχῆς τῆς
ἰσχύος τὰς βλάβας γίνεσθαι. οὐκ ἔστι δὲ ἐναντίον τῷ ἑτέρωθι (Il.
19, 92) λεγομένῳ, ὅτι τῆς Ἄτης ἁπαλὼ τὼ πόδε· ἐκεῖ γὰρ ὡς
λεληθότως αὐτῆς ἐπιούσης τοῖς ἀνθρώποις ἀκούσιον θέλει δεῖξαι τὸ
πταῖσμα.
509. τὸν δὲ μέγʼ ὤνησαν] ὑπὲρ αὐτοῦ οὖν ἐστὶν, ὅπως ἐν ἀσφα-
λείᾳ διάγοι ἐπικούρους ἔχων· εἰκὸς γὰρ καὶ αὐτὸν ἁμαρτῆσαι καὶ
εὐμενεῖς τοὺς ἱκετευομένους ἕξειν. φυσιολογεῖ οὖν μὴ θέλων εἰπεῖν
ἐξ ὀνόματος ὡς καὶ αὐτὸς βλαβήσεται μὴ πεισθείς· ὅθεν ἐπάγει
“ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σύ.”
512. ἵνα βλαφθεὶς ἀποτίσῃ] ἵνα καὶ αὐτὸς ἐν ἄτῃ γεγονὼς ἐπὶ
τὰς λιτὰς καταφύγῃ.
514. ἥ τʼ ἄλλων περ] καὶ ἄλλοι, φησὶν, εἰσὶν ἀγαθοὶ ἀδικηθέντες, αἰδούμενοι δὲ τὰς λιτάς.
515. δῶρα] ταῦτα τὴν ἱκετείαν δηλοῖ καὶ τὸν ἐνυποπίπτοντα
Ἀγαμέμνονα. καὶ διὰ τοῦ φέροι αὐτὸν παρέστησε. καὶ τὸ μὲν
520. ἀρίστους] οὗτος πρεσβευτὴς οὐκ ἔστιν, ἐπεὶ οὐκ ἂν ἑαυτὸν ἐπῄνει.
521. κρινάμενος κατὰ λαόν] ὁ μὲν γὰρ συνέσει, ὁ δὲ ἰσχύι
προύχει. λέγει δὲ ὅτι καὶ δίχα Ἀγαμέμνονος ὤφειλεν αὐτοῖς
πείθεσθαι.
522. φίλτατοι] ἐλεγκτικῶς, ὅτι εἰπὼν “οἱ γὰρ φίλτατοι ἄνδρες
ἐμῷ ὑπέασι μελάθρῳ” (204) νῦν ἀπειθεῖ τοῖς φιλτάτοις.
τὸ δὲ ἐλέγξῃς ἀντὶ τοῦ ὀνειδίσῃς· “τὰ δʼ ἐλέγχεα πάντα λέλει-
πται” (Il. 24, 260)· ὡς τῆς αἰσχύνης τοῦ μὴ πείθειν ἀνατρεχούσης
εἰς αὐτούς.
*μὴ ἀτιμάσῃς, μὴ ὀνειδίσῃς τὸν ὑπὲρ τῆς ἀξιώσεως καὶ πρεσβείας λόγον αὐτῶν μηδὲ τὴν ἄφιξιν αὐτῶν.
523. πρὶν δʼ οὔτι νεμεσσητὸν] τὸ πρώην μηνίειν ἀνεμέσητον εἰπὼν,
ἐκ τοῦ ἐναντίου τὸ νῦν νεμεσητόν φησιν.
525. χόλος ἵκοι] περὶ πάντων τοῦτο. εἶτα τὸν Μελέαγρον ἐπὶ τῇ ἰσότητι παρέλαβεν· οὐ γὰρ ἂν ἐφάνη τὸ δεινὸν τοῦ μὴ πεισθῆναι, εἴ τινα παρέλαβε τῶν πεισθέντων.
527. μέμνημαι τόδε ἔργον] ὑποδιήγησις τὸ τοιοῦτον καλεῖται.
ὁμοίαν δὲ μῆνιν παραγράφει. Ἀχιλλεὺς τοῖς Ἕλλησιν οὺκ ἐπαμύνει
διʼ Ἀγαμέμνονα, καὶ ὁ Μελέαγρος τοῖς Αἰτωλοῖς διὰ τὴν μητέρα.
ἀρχὴ μήνιδος Ἀχιλλεῖ χόλος Ἀπόλλωνος, καὶ τῷ Μελεάγρῳ Ἀρτέ-
μιδος ὀργή· Ἀχιλλεῖ Βρισηίδος ὕβρις, Μελεάγρῳ δὲ Ἀταλάντης.
πρὸς ἑκάτερον πρεσβεύουσι, δῶρα δώσειν ὑπισχνούμενοι. τὰ λοιπὰ
ὁ Φοῖνιξ εὔχεται ὅμοια μὴ γενέσθαι· ὅμως γεγόνασιν. οὐδέτερος
αὐτῶν εἶξε τοῖς δεομένοις. τὸν Μελέαγρον ἐποίησεν ἡ γυνὴ ἐξελ-
θεῖν, τοῦ πολέμου ἐπὶ θύραις ὄντος· καὶ ὁ Πάτροκλος πλησίον τῶν
πολεμίων ὄντων δεηθεὶς προελθεῖν, ἔπειτα ἀποθανὼν, ἠνάγκασε τῆς
ἔχθρας παύσασθαι τὸν Ἀχιλλέα. ὅπερ καὶ Μελέαγρος πέπονθεν.
528. ἐπεὶ κατὰ τοῦ Ἀχιλλέως ἐκφέρει τὸ παράδειγμα, φησὶν, ἐπὶ φίλων γάρ μοί ἐστιν ὁ λόγος.
529. ἀντὶ τοῦ εἰπεῖν Κουρῆτες καὶ Καλυδώνιοι ἐπὶ τὸ γενικώ-
τερον ἧκε. διχῆ δὲ διῄρηται ἡ Αἰτωλία, καὶ τῆς μὲν Καλυδωνίας
οἰκεῖον δὲ διδασκάλῳ ἐκ τῶν παλαιῶν σωφρονίζειν τοὺς νέους. ποι-
κίλλει δὲ τὴν δέησιν, πιστούμενος τὰς ἱστορίας διὰ τῶν παλαιῶν
προσώπων.
534. * θαλύσια] τὰς ὑπὲρ εὐθαλείας καὶ εὐφορίας τῶν καρπῶν .
διδομένας θυσίας μετὰ τὴν συγκομιδὴν τῶν καρπῶν τοῖς τε ἄλλοις
θεοῖς καὶ τῇ Δήμητρι.
δηλοῖ ὅτι ἀεὶ δεῖ μεμνῆσθαι θεοῦ. ἅπαξ δὲ κεῖται ἡ λέξις. δηλοῖ δὲ ἃ ἡμεῖς φαμὲν συγκομιστήρια.
**Οἰνεὺς Αἰτωλίας δυνάστης τὰς ἀπαρχὰς τῶν ἐτησίων καρπῶν
τοῖς θεοῖς θύων Ἄρτεμιν μόνην παρέλιπεν. ἡ δὲ θεὸς ὀργισθεῖσα
μέγα τοῖς Αἰτωλοῖς συὸς χρῆμα ἔπεμψεν, ὃς οὐ μόνον τὴν χώραν,
ἀλλὰ καὶ τοὺς ἐνοικοῦντας διέφθειρε. Καλυδώνιοι δὲ καὶ Πλευρώνιοι
προῆλθον ἐπὶ τοῦτον. Μελέαγρος δὲ ὁ Οἰνέως πρῶτος ἐπιτυχῶν,
γέρας τὰ τοῦ συὸς ἀκροθίνια λαβὼν, τὴν κεφαλὴν καὶ τὸ δέρμα,
Ἀταλάντῃ διʼ ἔρωτα δωρεῖται· καὶ γὰρ αὐτὴ συνεξῆλθεν αὐτοῖς ἐπὶ
κυνηγίᾳ. οἱ δὲ Θεστίου μὲν παῖδες, ἀδελφοὶ δὲ τῆς Μελεάγρου
μητρὸς Ἀλθαίας, ὀργίλως ἐπὶ τούτῳ διατεθέντες ἐπεβούλευον τῷ
Μελεάγρῳ. ὁ δὲ προγνοὺς σὓς μὲν ἀπέκτεινεν, οὓς δὲ εἰς φυγὴν
τραπῆναι ἐποίησε· διόπερ Πλευρώνιοι τοῖς Καλυδωνίοις ἐπεστρά-
τευον. Μελέαγρος δὲ κατʼ ἀρχὰς τῇ μητρὶ μηνιῶν οὐκ ἐβοήθει τῇ
πατρίδι, πορθουμένης δὲ ἤδη τῆς πόλεως πεισθεὶς ὑπὸ Κλεοπάτρας
τῆς γυναικὸς, καὶ προελθὼν οὓς μὲν ἀνεῖλεν, οὓς δὲ ἠνάγκασεν
ἐκεῖθεν κατὰ κρημνῶν ἐνεχθῆναι. Ἀλθαία δὲ μηνιῶσα τῷ παιδὶ
τὴν ὑπὸ Μοιρῶν δεδομένην δᾷδα κατέφλεξεν· ἦν δὲ πεπρωμένον
ἐκείνης κατακαείσης καὶ τὸν Μελέαγρον ἀποθανεῖν. φθαρέντος δὲ τοῦ
παιδὸς Ἀλθαία μετανοήσασα ἑαυτὴν ἀναιρεῖ.
537. ἢ λάθετʼ ἢ οὐκ ἐνόησε] ἀπὸ μετοχῶν εἰς ῥῆμα μετῆλθε.
λάθετο δὲ ἀντὶ τοῦ ἑκὼν παρεπέμψατο· οὐκ ἐνόησε δὲ οὐκ ἔλαβεν
538. δῖον γένος] πρὸς Ἀχιλλέα· οὐδέποτε γὰρ ἐπὶ θεοῦ τάσσει
τὴν λέξιν. ὁ δὲ Νικάνωρ ἐπὶ Ἀρτέμιδος.
539. ἐπὶ] οἱ μὲν ἀναστρέφουσιν, ἵνʼ ᾖ ἐπῶρσεν· οἱ δὲ ἐκδεξά- μενοι χλούνην τὴν χλόην ἐνέκλιναν, ἵνα γένηται τὸ ἑξῆς ἐπὶ τὴν . χλούνην.
**χλούνην] οἱ μὲν ἀφριστήν· χλουδεῖν γὰρ τὸ ἀφρίζειν τινὲς
Δωριέων ἔλεγον. ἄλλοι δὲ κακοῦργον· καὶ γὰρ τῶν ἀρχαίων ἰαμβο-
ποιῶν τινὰ φάναι “ἄνδρα δʼ ἑσπέρης καθεύδοντα ἀπʼ ὦν ἔδυσε χλού-
νης.” Ξενοφῶντα δὲ γένος τι Ἰνδῶν φάναι τὸν χλούνην εἶναι, καθά-
περ καὶ παρʼ Αἰσχύλῳ ἐν Ἠδωνοῖς (Fr. 63) “μακροσκελὴς μὲν
ἄρα μὴ χλούνης τις ἦ.” τινὲς δὲ τῶν τὰ Αἰολικὰ ἀναγεγραφότων
Χλούνην τόπον τινὰ καλεῖσθαί φασι περὶ Καλυδῶνα, ἐν ᾧ τὸν
κάπρον διατρίβειν, καὶ διὰ τοῦτο χλούνην προσαγορευθῆναι. τινὲς
δὲ ἐπὶ τὸ αὐτὸ παρατείνοντα τὸν ποιητὴν σῦν ἄγριον εἰρηκέναι.
οἱ μὲν τὸν ἐντομίαν. κνώμενοι γὰρ πρὸς τὰ φυτὰ παρατρίβονται
καὶ ἀγριώτεροι γίνονται. οἱ δὲ τὸν ἐν χλόῃ διάγοντα· τὸν γὰρ οἰκο-
τραφῆ σίαλόν φησιν· οἱ δὲ τὸν εἰς γῆν καταβάλλοντα τὰ φυτά.
540. ἔθων] εἰθισμένος τοῖς τόποις διατρίβειν. οἰκεία δὲ τιμωρία τῷ περὶ καρποὺς ἡμαρτηκότι.
**τὸ ἔθων ὅμοιον τῷ “οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες” (Il. 16,
260), τουτέστιν ἐξ ἔθους ἐπιφοιτῶντες. καὶ οἱ ἐθήμονες δὲ ἐν-
τεῦθεν.
541. τὰ ἄλλα ἐπʼ ἄλλοις προτιθέμενα, ὅ ἐστι συνεχῆ. φησὶ γοῦν καὶ “σάκος σάκει προθελύμνῳ” (Il. 13, 130) καὶ “τετραθέλυμ- νον” (Il. 15, 479).
542. μήλων] ἐξ ἑνὸς τὸ πᾶν· “ καὶ μηλέαι ἀγλαόκαρποι” (Od. 7, 115). μηλοφόρον δὲ καὶ τὴν Δήμητρα τιμῶσιν.
543. Μελέαγρος] ἴσως ὅτι πρῶτος ἔβαλεν· ἅμα δὲ καὶ ἡ Ἀτα- λάντη. Μελέαγρος δὲ παρὰ τὸ ἐν μελέτῃ τῆς ἄγρας εἶναι· κυνηγοὶ γὰρ οἱ Αἰτωλοί.
546. οὐ ζῶν μόνον, ἀλλὰ καὶ τελευτήσας διὰ τὴν ἐπʼ αὐτῷ μάχην. ἀλεγεινῆς δὲ, ὅτι ἀλγοῦμεν ἐπὶ τοῖς ἀποθνήσκουσιν.
548. ἀμφὶ συὸς κεφαλῇ] δείκνυσιν ὅτι οἱ θεοβλαβεῖς περὶ τῶν οὐδενὸς ἀξίων διαφέρονται πρὸς ἀλλήλους. ἐσιώπησε δὲ τὴν Ἀταλάν- την, αἰδούμενος τὸν Ἀχιλλέα.
*ταῦτα συνέκειτο δοθῆναι ἀριστεῖα τῷ πρώτως βαλόντι τὸν σῦν.
λαβὼν δὲ αὐτὰ ὁ Μελέαγρος ἐδωρήσατο Ἀταλάντῃ τῇ Ἰάσου,
Ἀρκάδι τὸ γένος. λοχήσαντες δὲ αὐτὴν οἱ μήτρωες τοῦ Μελεάγρου
ἀφείλαντο τὸ γέρας τῆς κόρης. ἐφʼ ᾧ ὀργισθεὶς ὁ Μελέαγρος διε-
χειρίσατο αὐτούς. λυπηθεῖσα δὲ ἐπὶ τοῖς ἀδελφοῖς ἡ τοῦ Μελεάγρου
μήτηρ Ἀλθαία κατέφλεξε τὸν ὑπὸ Μοιρῶν αὐτῇ δοθέντα δαλὸν,
ὄντα συνεκτικὸν τῆς Μελεάγρου ζωῆς, ᾧ συνδιεφθάρη καὶ ὁ Μελέ-
αγρος.
554. οἰδάνει] οἰδαίνεσθαι ποιεῖ, ὡς τὸ μελάνει. καὶ ὅτι μὲν ἀνθρώ-
πινον τὸ πάθος οἶδεν, ἀλλὰ περιγίνεσθαι παραινεῖ, καὶ ἡμᾶς μὲν
αὐτῆς ἐκτρέπει, τῷ δὲ Ἀχιλλεῖ συγγινώσκει.
555. καθόλου τὸ φίλῃ· οὐ γὰρ ἦν αὐτῷ τότε φίλη ἡ μήτηρ.
557. κούρῃ Μαρπήσσης] Ἴδας ὁ Ἀφαρέως μὲν παῖς κατʼ
ἐπίκλησιν, γόνος δὲ Ποσειδῶνος, Λακεδαιμόνιος δὲ τὸ γένος, ἐπιθυ-
μήσας γάμου παραγίνεται εἰς Ὀρτυγίαν τὴν ἐν Χαλκίδι, καὶ
ἐντεῦθεν ἁρπάζει τὴν Εὐηνοῦ θυγατέρα Μάρπησσαν. ἔχων δὲ ἵππους
Ποσειδῶνος ἠπείγετο. ὁ δὲ Εὐηνὸς εἰς ἐπιζήτησιν ἐξῆλθε τῆς
θυγατρὸς, ἐλθὼν δὲ κατὰ τὸν Λυκόρμαν ποταμὸν τῆς Αἰτωλίας, μὴ
καταλαβὼν, ἑαυτὸν ἐκεῖ καθῆκεν· ὅθεν ὁ Λυκόρμας Εὐηνὸς μετωνο-
μάσθη. κατὰ δὲ τὴν Ἀρήνην ἀπαντήσας ὁ Ἀπόλλων τῷ Ἴδᾳ λαμβά-
νεται τῆς Μαρπήσσης· ὁ δὲ ἔτεινε τὸ τόξον καὶ διεφέρετο περὶ τοῦ
γάμου. οἷς κριτὴς ὁ Ζεὺς γενόμενος αἵρεσιν τοῦ γάμου ἐπὶ τῇ
Μαρπήσσῃ τίθεται. ἡ δὲ δείσασα μὴ αὐτὴν ἐπὶ γήρᾳ καταλίπῃ ὁ
**Εὐηνὸς Ἄρεως παῖς, βασιλεὺς Αἰτωλίας, ἔχων θυγατέρα
Μάρπησσαν τοὔνομα εὐπρεπεστάτην, τοὺς μνηστευομένους αὐτὴν
προεκαλεῖτο εἰς ἁρματηλασίας ἀγῶνα, λέγων ἐκδώσειν τῷ διαφεύ-
γοντι αὐτὸν διώκοντα. τοὺς δὲ λειφθέντας καρατομῶν, ἐπετίθει τὰς
κεφαλὰς ἐπὶ τῶν τοίχων τῆς οἰκίας εἰς κατάπληξιν τῶν λοιπῶν.
πολλῶν τοίνυν ἤδη ἀνῃρημένων, Ἴδας Ἀφαρέως μὲν υἱὸς, ταῖς δʼ
ἀληθείαις Ποσειδῶνος, τελευταῖον λαβὼν παρὰ τοῦ πατρὸς ἵππους
ποδωκεστάτους, ἥρπασε τὴν κόρην χορεύουσαν ἐν Ἀρτέμιδος. Εὐη-
νὸς δὲ ὡς οὐκ ἠδύνατο καταλαβεῖν, ἀποσφάξας τοὺς ἵππους οὓς
εἶχεν, ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλατταν, μᾶλλον δὲ εἰς τὸν Λυκόρμαν
ποταμὸν, ὃς ἀπʼ αὐτοῦ Εὐηνὸς προσηγορεύθη. διαπεφευγότι δὲ τῷ
Ἴδᾳ τὸν κίνδυνον Ἀπόλλων ἠναντιοῦτο περὶ τῆς κόρης, βουλόμενος
ἀφαρπάζειν αὐτήν. προϊόντων δὲ αὐτῶν εἰς τὴν μάχην, Ζεὺς πέμψας
Ἑρμῆν ἐπέτρεψε τῇ κόρῃ ἑλέσθαι ὃν ἂν βούληται. ἡ δὲ εἵλετο τὸν
Ἴδαν, εὐλαβηθεῖσα μὴ γηράσασαν αὐτὴν ἀπολίπῃ Ἀπόλλων.
καλλισφύρου] σημεῖόν ἐστι συμμετρίας σώματος· αἱ γὰρ παχεῖαι τοῖς ἐρῶσιν οὐκ ἀγαθαί. τὸ δὲ θῆλυ εἶδος ἐκ τῶν σφυρῶν καὶ τῆς ζώνης καὶ τῆς ὄψεως ὁρᾶται.
559. τῶν τότε] ἐπαινετὸν τὸ ἀκριβὲς περὶ τὴν ἑκάστου ἠθοποιίαν. ὁ μὲν οὖν Φοῖνιξ κάρτιστον εἰπὼν τὸν Ἴδαν, ἵνα μὴ δόξῃ καὶ τοῦ Ἀχιλλέως αὐτὸν προτετιμηκέναι, ἐπήνεγκε “τῶν τότε.” τῷ δὲ Νέστορι ἀθωπεύτως εἴρηται “οὐ γάρ πω τοίους ἴδον” (Il. 1, 262).
561. τὴν δὲ τότʼ] τὴν Κλεοπάτραν ὁ Ἴδας καὶ ἡ Μάρπησσα.
ἀπὸ τῶν αὐτοῖς δὲ συμβεβηκότων τὴν Κλεοπάτραν οὕτως ἐκάλουν,
ὡς Μεγαπένθης καὶ Ὀδυσοεύς· ἔκλαιε δὲ ἡ Μάρπησσα καλοῦσα
τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτὴν, τὴν Μάρπησσαν, ἥρπασεν ὁ Ἀπόλλων.
562. Ἁλκυόνην] ἀντὶ τοῦ Ἁλκυόνα. γίνεται δὲ παρὰ τὸ ἐν ἁλὶ κύειν.
*Κῆϋξ ὁ Φωσφόρου τοῦ ἀστέρος, Ἁλκυόνην γήμας τὴν Αἰόλου,
μέγα φρονήσας ἐφʼ ἑαυτῷ θεὸς ἐβούλετο νομίζεσθαι· διόπερ ἥ τε
καὶ ἐπέταξε τοῖς ἀνέμοις, καθʼ ὃν καιρὸν ἡ ἁλκυόνη τίκτει, μὴ πνεῖν
μέχρι ιδ΄ ἡμερῶν τοῦ χειμῶνος αὐξανομένου. ἐπώνυμον δὲ ἀντὶ τοῦ
φερώνυμον καὶ ἐκ τοῦ συμβεβηκότος οἰκείως κείμενον. Κλεοπάτραν
οὖν, φησὶ, φερωνύμως καὶ Ἁλκυόνην ἐκάλουν διὰ τὸ τὴν μητέρα
Μάρπησσαν δίκην ἀλκυόνος κλαῦσαι, ὅτε ἀφῃρεῖτο αὐτὴν ὁ Ἀπόλ-
λων. ἁλκυὼν δὲ παρὰ τὸ ἐν ἁλὶ κύειν. οἱ οὖν γονεῖς ἀπὸ τῶν αὐτῇ
συμβεβηκότων οὕτως ἐκάλουν αὐτὴν Κλεοπάτραν, ὡς Μεγαπένθην καὶ
Εὐρυσάκη καὶ Ὀδυσσέα καὶ Νεοπτόλεμον· ἔκλαιεν οὖν τὸν ἄνδρα
Ἴδαν, ὅτε ἥρπασεν αὐτὴν ὁ Ἀπόλλων.
567. κασιγνήτοιο φόνοιο] τοῦ ἀδελφικοῦ. λείπει δὲ ἡ περί.
568. **χερσὶν ἀλοία] ταῖς χερσὶν ἔπληττεν. εὔχονται δὲ οί ἥρωες τοῖς μὲν οὐρανίοις θεοῖς ἄνω τὰς χεῖρας ἀνίσχοντες “μεγάλʼ εὐχετόωντο ἕκαστος” (Il. 8, 347)· τοῖς δὲ θαλασσίοις “πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς” (Il. 1, 351), εἰς θάλασσαν δηλονότι· τοῖς δὲ καταχθονίοις κόπτοντες τὴν γῆν, ὡς ἐνθάδε φησίν.
570. * τὸ πρόχνυ σημαίνει δύο· τὸ πρόγονυ, ὡς ἐνταῦθα, καὶ τὸ παντελῶς, ὡς “πρόχνυ, ἐπεὶ πολλῶν ἐπὶ γούνατʼ ἔλυσε” (Od. 14, 69).
571. ἠεροφοῖτις] ἡ ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ
ἀπροοράτως ἔρχονται. πῶς δὲ Αιθην ἐπικαλεῖται, ἡ δὲ Ἐρινὺς
ἔρχεται; δῆλον ὡς ὑπηρέτις.
573. δοῦπός ἐστι ψόφος δέος ἐμποιῶν τοῖς ἀκούουσι.
579. ἐπίτηδες καὶ τοῦτο λέγει, ἵνα τὰ Ἀγαμέμνονος δῶρα δείξῃ μείζονα. γύης δέ ἐστι μέτρον γῆς, μικρῷ τῶν δέκα ὀργυιῶν ἔλασσον.
580. ψιλὴν διὰ τοῦ ι, ἤτοι γυμνὴν φυτῶν· λείπει δὲ ἡ εἰς, ἵνʼ
ᾖ ἥμισυ καὶ ψιλὴν εἰς ἄροσιν.
583. σείων] πράως κινῶν διὰ τὸ γῆρας. τοῦτο δὲ ἐποίει, ὅτι ἤδη οἱ πολέμιοι τὸ τεῖχος ἀμφέβαινον.
584. γράφεται μὲν κασίγνηται κατὰ Ἀρίσταρχον, δύναται
δὲ μᾶλλον κασίγνητοι· πλείους γὰρ αὐτῷ οἱ ἀδελφοὶ ἦσαν· “οὐ
γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν” (Il. 2, 641). δύνανται δὲ
συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ αἱ θήλειαι ἀκούεσθαι. παρα-
καλεῖ δὲ καὶ ἡ μήτηρ, ἡ αἰτία τῆς Μελεάγρου ὀργῆς, ὡς καὶ Ἀγα-
μέμνων.
586. οἵ οἱ κεδνότατοι καὶ φίλτατοι] ὡς οἱ νῦν. τοιοῦτον δὲ εὗρε παράδειγμα τὸ ἱκανὸν πρὸς πειθώ.
590. παράκοιτις] καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ πείθεσθαι;
ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ὁ ἔρως. ὅτι γὰρ οὐ γυναικοκρατεῖται
δῆλον· οὐ γὰρ ἐρωτικοῖς αὐτὴ ἐχρήσατο ῥήμασιν, ἀλλὰ πεφθέντος
τοῦ θυμοῦ τότε παρακαλεῖ.
593. ἀμαθύνει] σποδὸν καὶ κόνιν ἐργάζεται, ἣν καὶ ἄμαθον εἶπεν.
598. εἴξας ᾧ θυμῷ] πάλαι ὅτε ὠργίζετο, οὐ νῦν ὅτε ἤμυνεν. ἢ
θυμὸν τὸν ἐπιλογισμόν φησι· τοὺς γὰρ ἀναγκαίους παρεὶς τῇ
γυναικὶ πέπεισται.
600. μή μοι ταῦτα νόει φρεσί] μόγις παρρησιάζεται, καὶ ὡς μέγα κακὸν ἀπεύχεται αὐτῷ.
602. ἐπὶ δώροις] ἀντὶ τοῦ μετὰ δώρων. ἐλέγχει δὲ ὅτι καὶ ἄκων ὕστερον αὐτόκλητος ἐπικουρήσει.
605. τιμῆς] οἱ μὲν ἀντὶ τοῦ τιμήεις κατὰ συναίρεσιν. Ἀρίσταρ- χος δὲ, τῆς τιμῆς, φησὶν, ἔσῃ· διὸ καὶ ἐπάγει “οὐ χρεὼ τιμῆς.” τοῖς γὰρ ἔμπροσθεν ἀντειπεῖν οὐκ ἔχων ἐκ τοῦ ἐσχάτου ἄρχεται.
607, 608. πρὸς τὸ εἰρημένον ὑπὸ Φοίνικος “ἶσον γάρ σε θεῷ
τίσουσιν Ἀχαιοί” (603) φησὶν ὁ Ἀχιλλεὺς “οὔ τί με ταύτης
χρεὼ τιμῆς ἥ μʼ ἕξει,” ὅ ἐστιν, οὐκ ἀγαθόν μοι τοιαύτη τιμὴ, δι᾿
ἣν ἐγὼ μέχρι θανάτου ταῖς ναυσὶν ἐνδιατρίψω. εἶπε γὰρ “εἰ μέν κʼ
αὖθι μένω, ὤλετο μέν μοι νόστος” (412). πιθανῶς δὲ τῇ τοῦ
Ἀγαμέμνονος τιμῇ ἀντέθηκε τὴν παρὰ τοῦ Διός. οὐ καλῶς δὲ
κέχρηται ταῖς εὐτυχίαις.
612. μή μοι σύγχει θυμόν] ὁμολογεῖ μὲν ἡττῆσθαι τῷ ἐλέῳ, τὴν δὲ ἀφορμὴν διαβάλλει.
615. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν] δεῖγμά ἐστιν ὅπως χρὴ διακεῖσθαι τοὺς φίλους συναιρομένους ἀλλήλοις τὰ φίλα.
616. ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς] κοινὰ γὰρ τὰ
617. *σὺ δ] διὰ τί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλλεύς; ῥητέον
οὖν ὅτι γνοὺς παρακεκλῆσθαι αὐτὸν ὑπὸ Ἀγαμέμνονος τῇ πρεσ-
βείᾳ ἐφοβήθη μὴ μετὰ μείζονος δεήσεως πάλιν ἐκπεμφθῇ, καὶ
δὶς ἀτιμάζειν ἀνάγκην ἕξει. οἱ δὲ ὡς ὡμολογημένον αὐτὸ λαμβάνουσιν,
ὅτι ὡς τροφέα αὐτὸν κατέχει.
619. φρασσόμεθʼ ἢ κε] ὀργῆς ἴδιον τὸ μὴ ἐφʼ ἑνὶ τὴν γνώμην
ἐρείδειν. εὔελπιν δὲ ποιεῖ τὸν γέροντα, σκοπήσειν λέγων τὸ συμ-
φέρον.
622. ἐκ κλισίης νόστοιο μεδοίατο] παρενοχλεῖσθαι ἐπὶ πλέον οὐ θέλει ταῖς νουθεσίαις· οἶδε γὰρ ὅτι παρόντες δυσωπήσουσι. καὶ πάλιν γὰρ τραχέως διώκειν οὐχ Ἑλληνικόν.
τοῖσι δʼ ἄῤ Αἴας] τέσσαρές εἰσι ῥήτορες· Ὀδυσσεὺς συνετὸς,
πανοῦργος, θεραπευτικός· Ἀχιλλεὺς θυμικὸς, μεγαλόφρων· Φοῖνιξ
ἠθικὸς, πρᾶος, παιδευτικός· Αἴας ἀνδρεῖος, σεμνὸς, μεγαλόφρων,
ἁπλοῦς, δυσκίνητος, βαθύς. εἰ δέ που κινηθείη εὐκαίρως, εὐστόχως
καὶ διὰ βραχέων φησίν. νῦν γοῦν οὐκ ἐκινήθη πρὶν ὁ Ἀχιλλεὺς
αὐτὸν ἐπὶ παντὶ δυσχεραίνων παρώξυνεν. ἐλευθερίως δὲ ἄρχεται, ὡς
οὐδὲ πρεσβεύσασθαι πρὸς τὸν τοιοῦτον ἐχθρὸν ἐχρῆν· ἐκείνου δὲ
Πατρόκλῳ διαλεχθέντος, καὶ αὐτὸς πρὸς τὸν συμπρεσβευτήν.
ἄτοπον δὲ ἦν μετὰ Φοίνικα καὶ Ὀδυσσέα πείθειν· τὸ δὲ μὴ λαλεῖν
περισσὴν αὐτῷ τὴν πάροδον ἐποίει.
625. ἴομεν] εὖ τὸ μὴ ἀπὸ δεήσεως ἄρξασθαι, ἀλλ᾿ ἀγανακτοῦντα.
πολλὴν δὲ ἐμφαίνει μεγαλοφροσύνην, κελεύων ἀπαλλάσσεσθαι.
626. ἀπαγγεῖλαι δὲ τάχιστα] ὑποκνίζει, μή ποτε πορισάμενοι
μηχανὴν σωτηρίας οὐ δεηθῶσιν αὐτοῦ. ἅμα δὲ καὶ τὸ πλῆθος τῶν
καραδοκούντων δυσωπεῖ Ἀχιλλέα. ἔοικε δὲ δηλοῦν ὡς ὅτι δευτέρας
ἁπάντων δεῖ πρεσβείας. ἢ ἐλέγχει τὸ ἀπηνὲς αὐτοῦ διὰ τοῦ “καὶ
οὐκ ἀγαθόν.”
630. σχέτλιος] ἴδιον τῶν θυμουμένων μὴ πρὸς τοὺς μεμφομένους
ἀποτείνεσθαι. τὸ δὲ “οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων”
631. ποινήν] ἔθος γὰρ ἦν τοῖς συγγενέσι διδόναι, πρὸς τὸ μὴ πλέον τοῦ ἐνιαυτοῦ φεύγειν. λέγει οὖν, μὴ λαβὼν ἐκεῖνος οὐκ ἐᾷ μόνον ἐνιαυτὸν φεύγειν.
636. σοὶ] ἐντέχνως ἡ μετάβασις ἐκ τοῦ περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτὸν ἐγένετο. χρῆται δὲ παρρησίᾳ ὡς ἀνδρεῖος ἢ ὡς συγ- γενής.
637. εἵνεκα κούρης] ἵνα μὴ διʼ ἀκολασίαν, ἀλλὰ διὰ γέρας
μικρὸν δοκῇ λυπεῖσθαι. καὶ ὁ μὲν Ἀχιλλεὺς εἰς γυναῖκα ἠδικῆσθαι
ἔφη, οὗτος δὲ κούρην αὐτήν φησι, διασύρων αὐτοῦ τὴν πρόφασιν.
καλῶς δὲ ταῦτα μετὰ τὴν πέψιν τοῦ θυμοῦ.
639. ἵλαον] μεγαλοφυῶς θωπείας ὁ λόγος μετέχει· θεοποιεῖ γὰρ αὐτὸν διὰ τοῦ ἵλαον.
640. αἴδεσσαι δὲ μέλαθρον] ἀξιολόγῳ ὀνόματι ἱκετεύει· τὸ γὰρ
αἴδεσσαι μέλαθρον τοὺς πρόσφυγας τῆς ἑστίας λέγει, αἴδεσσαι.
τὸ δὲ ὁμοτράπεζον καὶ ὁμόστεγον προτείνας καὶ πολέμιον ἂν ἐκίνη-
σεν, ὡς καὶ τοῦ οἴκου συμπρεσβεύοντος.
641. ἐκ τοῦ πλήθους φήσας τοὺς εὐνουστάτους καὶ συγγενικω-
τάτους ἥκειν πολλὰ διʼ ὀλίγων ἐσήμανεν, ὑπεροψίας ἐπιτίμησιν,
μετριότητος ὑπόμνησιν, αἰδῶ τῶν ἀνθρωπίνων παθῶν, ἔλεον ἱκεσίας,
ἐντροπὴν συγγενείας, καὶ οἷος ἂν ἔοι ἀνὴρ, ἀρετῇ μὲν ἴσος, ἀνθρω-
πισμῷ δὲ βελτίων, λόγῳ δὲ σύμβουλος, συγγενὴς δὲ γενναῖος, ὥστε
μηδʼ ὁτιοῦν ἀντειπεῖν Ἀχιλλέα.
646. ὁμολογεῖ θυμῷ κρατεῖσθαι διὰ τὸ δεινὸν τῆς ῥητορικῆς ἢ
σύντομον. ὅτι δὲ ἰσχυρὸς ὁ λόγος δηλοῖ τὸ “οὐ γὰρ πρὶν πολέ-
μοιο.”
647. μνήσομαι] πάλιν τῆς ἐξ Ἀγαμέμνονος ὕβρεως μέμνηται, δεικνὺς ὡς βούλεται μὲν εἴκειν, τὸ δὲ μέγεθος αὐτῆς οὐκ ἐπι- τρέπει.
ἀσύφηλον] ἀντὶ τοῦ ἀσυφήλως· δηλοῖ δὲ τὸ μετὰ παραλογισμοῦ βλάπτειν.
649. ἀλλʼ ὑμεῖς ἔρχεσθε] ἔχει τινὰ ἐλπίδα. νῦν γὰρ, φησὶν. ἀποπρεσβεύσασθε· ὕστερον δὲ ταῦτα ποιήσω. σκληρὸν δὲ ἦν τὸ μετὰ τῆς προθέσεως εἰπεῖν ἀπέρχεσθε.
650. πολέμοιο μεδήσομαι] πρὸς μὲν Ὀδνσσέα ἀποπλεύσεσθαί
φησιν (ἔτι γὰρ αὐτὸν σφόδρα ἡ ὀργὴ ἐξέμαινε), πρὸς δὲ Φοίνικα
ἤδη πραϋνόμενος σκέψασθαι περὶ τοῦ μένειν, τὸν δὲ Αἴαντα αἰδε-
σθεὶς τότε ἐπαμυνεῖν ἡνίκα πλησίον γένωνται οἱ πολέμιοι, οὔτε
ἀνέλπιστον τὴν συμμαχίαν τοῖς Ἕλλησι καταστῆσαι θέλων οὔτε
ἕτοιμον, ἵνα μὴ μέτρια πεπονθέναι δοκῇ.
651. Ἕκτορα δῖον] οὐχ Ὁμηρικὸν τὸ ἐπίθετον, ἀλλʼ ὁ Ἀχιλλεὺς
πεποίηκεν αὐτὸ, λυπῶν τοὺς Ἀχαιούς. καὶ Ὀδυσσεῖ ἔλεγε (356)
“νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν Εκτορι δίῳ.”
654. σμύξαι] σμύχειν ἐστὶ τὸ καπνὸν μόνον διὰ τοῦ πυρὸς ἀνίεσθαι, ὃ καὶ τύφεσθαι λέγεται.
657. Πάτροκλος οὐ λαλεῖ, ἵνα μὴ νῦν προσκρούσας Ἀχιλλεῖ
ὕστερον μὴ πείσῃ.
661. ῥῆγός τε] ῥῆξαί ἐστι τὸ βάψαι. βαπτὸν οὖν περιβόλαιόν φησιν· οἱ δὲ τάπητα. οἰκεία δὲ ἡ κοίτη τῷ γέροντι. καὶ ὁ Νέστωρ καθεύδει “εὐνῇ ἔνι μαλακῇ (Il. 10, 75). καὶ ῥηγεῖς οἱ βαφεῖς.
671. ἐρέοντο] πάντες αὐτὸν ἐξερωτῶσι, προσδοκῶντες χρηστόν τι
καὶ τῆς σφῶν σωτηρίας παρ᾿ αὐτοῦ τεκμήριον ἐναργὲς ἀκούσεσθαι.
673. πολύαινʼ Ὀδυσεῦ] διὰ τὸ φρονιμώτερος εἶναι τῶν ἄλλων τὸ πλεῖστον αὐτῷ τῆς πρεσβείας ἐπετέτραπτο· ὅθεν καὶ Νέστωρ “Οδυσσῆϊ δὲ μάλιστα” (180) φησὶ, καὶ οὗτος αὐτὸν πρὸ τῶν ἄλλων ἐρωτᾷ. οὗ γὰρ φρόνησις, ἀνδρείας οὐ τόσον φροντίς.
674. οὐ περὶ τῆς ἀποδοχῆς καὶ τῆς δεξιώσεως αὐτὸν ἐρωτᾷ, ἢ περὶ τῆς τῶν δώρων λήψεως, ἀλλὰ τὸ καιριώτατον πάντων προμα- θεῖν ἐπείγεται.
678. καλῶς τὸ σβέσαι· δίκην γὰρ πυρὸς ὁ θυμὸς τὰ ἐντὸς ὑπο- σμύχει.
681. σόῃς] καὶ μὴν Φοίνικι μὲν ἔλεγε “φρασσόμεθʼ ἤ κε νεώ.
μεθα,” Αἴαντι δὲ “οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι.” ἀλλʼ ἴσως
ἔπη.
688. *τὸ ὣς ἔφατʼ ἐνταῦθα μὴ νόει, ὥς τινες κακῶς, ἀντὶ τοῦ
οὕτως εἶπεν Ὀδυσσεὺς πρὸς Ἀγαμέμνονα, ἀλλὰ τὸ ὡς ἔφατο ὁ
Ἀχιλλεύς· ὁ γὰρ Ὀδυσσεὺς ἀπαγγέλλει πρὸς τὸν Ἀγαμέμνονα τὰ
παρὰ Ἀχιλλέως αὑτῷ λεχθέντα. διὸ καί φησιν Ὀδυσσεὺς πρὸς
Ἀγαμέμνονα, “εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν οἵ μοι ἕποντο.”
*Πορφυρίου. ἐν τῷ μουσείῳ τῷ κατὰ Ἀλεξάνδρειαν νόμος ἦν
προβάλλεσθαι ζητήματα καὶ τὰς γινομένας λύσεις ἀναγράφεσθαι.
προεβλήθη οὖν, πῶς τοῦ Ἀχιλλέως τοῖς πρὸς αὐτὸν ἐλθοῦσι πρέσ-
βεσι ταύτην δεδωκότος ἀπόφασιν “οὐ γὰρ πρὶν—νῆας ἱκέσθαι·
ἀμφὶ δέ τοι—σχήσεσθαι ὀΐω” (650—1—2—4—5) Ὀδυσσεὺς ἐρω-
τώμενος τὰ περὶ τῆς πρεσβείας τοῦτο μὲν οὔ φησιν, ἀλλὰ τὸ
“αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι νῆας ἐῦσσέλμους ἅλαδʼ
ἑλκέμεν ἀμφιελίσσας·” παραπρεσβείας γὰρ εἶναι τὸ μὴ τἀληθῆ
ἀπαγγέλλειν. πρὸς τοῦτο ὁ λύων ἔφασκε τἀληθῆ μὲν ἀπαγγεῖλαι
τὸν Ὀδυσσέα, οὐχ ἃ πρὸς ἄλλους εἴρηκεν εἰπόντα, ἀλλʼ ἃ πρὸς
ἑαυτὸν καὶ ἃ ἤκουσε παρʼ Ἀχιλλέως· ἦν δὲ πρὸς αὐτὸν ῥηθέντα “νῦν
δʼ ἐπεὶ—μεμαῶτας” (356—361). ὅταν μὲν οὖν ὁ μὲν εἴπῃ αὔριον
πορεύεσθαι, ὁ δʼ Ὀδυσσεὺς ἅμʼ ἠοῖ φαινομένηφι, τἀληθὲς ἂν εἴη
ἀπηγγελκώς. οὐ μέντοι ἁπλῶς ἔφη ὅτι ταῦτα εἴρηκεν Ἀχιλλεὺς,
ἀλλ᾿ ὅτι ἠπείλησεν, ἀπειλὴν τὸ πρᾶγμα καὶ οὐκ ἔργον ἀποφαίνων,
διʼ ἃ ἤκουσε πρὸς τοὺς ἄλλους ὑπʼ αὐτοῦ λεγόμενα, ὧν πρὸς μὲν τὸν
Φοίνικα “φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἠὲ μένωμεν” (619),
πρὸς δὲ τὸν Αἴαντα, πρίν γʼ υἱὸν Πριάμοιο ἐλθεῖν ἐπὶ τὴν σκηνὴν, οὐ
πρότερον ἕξεσθαι τοῦ πολέμου. τί οὖν ἔδει τὰ πρὸς τοὺς ἄλλους
λέγειν, ἀλλʼ οὐχὶ μόνον ἐπικρίνειν τὰ πρὸς αὐτὸν ῥηθέντα; ἀπειλαὶ
δὲ ἦσαν ἐξ ὧν πρὸς τοὺς ἄλλους μετὰ ταῦτα ἔφη. εἰ δʼ αὔτως καὶ
εἰσὶ καὶ οἵδε] συντέμνει διὰ τὸ ἀηδὲς τῆς ὑποθέσεως, ἄλλως τε. ἵνα μὴ δοκῇ ἀτιμάζειν τοὺς λοιπούς.
690. Φοῖνιξ δʼ] οὐχ ὡς πρεσβεύσαντος τοῦ Φοίνικος, ἀλλʼ εἰς πίστιν τοῦ ἀποπλευσεῖσθαι.
697. Ἀτρείδη] οὐδὲ ὅλως ἐσχημάτισε τὸν λόγον πρὸς Νέστορα, εἰπόντα “ἀτὰρ οὐ τέλος ἵκεο μύθων” (56), ἀλλʼ ὡς συναλγῶν Ἀγαμέμνονι ταῦτά φησιν.
698. μὴ ὄφελες] ἀντὶ τοῦ οὐκ ὄφελες. ἀεὶ δὲ ἀντιστασιώτης τοῦ Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται.
699. μυρία δῶρα διδούς] ἐπαινεῖ αὐτοῦ τὴν προαίρεσιν ὡς ὑπὲρ τῶν Ἀχαιῶν πολλὰ παρασχόντος.
709. καὶ δʼ αὐτὸς] ἀπὸ τοῦ κοιμήσασθε πληθυντικοῦ ἐπὶ τὸ
ἑνικὸν μετεσχημάτισε τὸν λόγον· ἐπὶ γὰρ τὸν Ἀγαμέμνονα μετῆλθε.
στρατηγικῶς δὲ καὶ αὐτὸν βούλεται πολεμεῖν, πρὸς τὸ καταπλῆξαι
τοὺς ἐναντίους τῷ προθυμοποιηθῆναι τὸν βασιλέα.
1. *ἄλλοι μὲν — εὗδον] εἰκότως· ἀμφότερα γὰρ ὕπνου ἀγωγὰ,
καὶ ὁ ἐκ τῆς μάχης κάματος καὶ ἡ ἐπὶ τῇ ἥττῃ δυσθυμία. παρὰ
νηυσὶ δὲ λέγει, ἐπεὶ οἱ φύλακες ἐκτὸς τῶν νηῶν ἦσαν, οἷς τὸ ἐγρη-
γορέναι ἀναγκαῖον. οὔτε δὲ οἱ ἀριστεῖς διʼ ὅλης τῆς νυκτὸς ἐκάθευδον,
ἀλλʼ Ὅμηρος τὸ παννύχιοι καὶ πανημέριοι εἴωθε τιθέναι καὶ ἐπὶ
τῶν κατὰ μέρος· “παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο ψυχὴ
ἐφεστήκει” (Il. 23, 105)· “παννύχιοι μὲν ἔπειτα καρηκομόωντες
Ἀχαιοί” (Il. 7, 476)· “οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο”
(ΙI. 1, 472).
2. παννύχιοι] νῦν τὸ παννύχιοι οὐ σημαίνει τὸ διʼ ὅλης τῆς νυκτὸς, ἀλλὰ τὸ πλεῖστον μέρος τῆς νυκτός.
μαλακῷ] τῷ πάντας μαλάσσοντι, ὅθεν καὶ πανδαμάτωρ καλεῖται.
3. ἀλλʼ οὐκ Ἀτρείδην] ἀγρυπνεῖ ὁ στρατηγὸς πρῶτα μὲν ὅτι
“οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα” (Ιl. 2, 24)—τὰ μὲν
γὰρ ἄλλα τῆς τύχης, τοῦ δὲ ἀμελεῖν ἡ αἰτία ἀπαραίτητος τοῖς
στρατηγοῖς —, καὶ ὅτι τοὺς πρώην πολιορκουμένους ὁρῷ πολιορκοῦν-
τας, καὶ ὅτι ἡ εἰς Ἀχιλλέα ἐλπὶς ἐξεκέκοπτο, ἧς μάλιστα τὴν
αἰτίαν εἶχεν. πολλῶν δὲ κατὰ τὴν ποίησιν διηνυσμένων μετὰ μάχας
ἱππικὰς καὶ πεζὰς, θεῶν τρώσεις, μονομαχίας, δημηγορίας, ἐκκλη-
σίας ἀνδρῶν καὶ θεῶν, πρεσβείας, καὶ μέχρι τῆς Ἴδης καταγαγὼν
τὸν Δία, καὶ ἀστραπαῖς καὶ κεραυνοῖς ποιήσας ἡττώμενον τὸ Ἑλλη-
νικὸν, ἐπʼ ἄλλο εἶδος τρέπεται ὁ ποιητὴς, διὰ δόλου καὶ νυκτὸς ἀπο-
πληρῶν τὴν ἡμερινὴν ἀτυχίαν τῶν Ἀχαιῶν.
4. πολλὰ φρεσὶν ὁρμαίνοντα] τὸ πολυμερὲς καὶ ἀπέραντον τῆς φροντίδος διὰ τοῦ πολλὰ ὁρμαίνειν ἐδήλωσεν.
5. πρὸς τὸ διαπύρως καὶ ὀξέως καὶ μετὰ σκέμματος γίνεσθαι τοὺς
στεναγμούς. μεγαλοπρεπῶς δὲ τὸν τῆς Ἑλλάδος στρατηγὸν εἴκασε
τῷ μεγίστῳ θεῷ.
6. τὸ ἀθέσφατον τῷ χάλαζαν συναπτέον. εἰς τρία δὲ διῄρηκεν, εἰς ὄμβρον, εἰς χάλαζαν καὶ νιφετόν. χάλαζα μὲν οὖν ἐστὶ τὸ παχὺ ὕδωρ, νιφετὸς δὲ τὸ λεπτομερέστερον. διὸ ἐπάγει ἐπάλυνεν, ἐπέ- πασσε· πασπάλη γὰρ ἡ γυρίς.
8. φθαρτικὸν γάρ ἐστι τὸ στόμα τῶν διʼ αὐτοῦ φερομένων σιτίων.
10. νειόθεν ἐκ κραδίης] ἐκ τῶν ἐσωτάτω λογισμῶν· ἔνδον γὰρ ἐν
τοῖς ἐπιλογισμοῖς τὰ δεινὰ ὁρῶν καθʼ ἑαυτὸν στένει. ἐντεῦθεν κινη-
θεὶς Φιλότιμος ἐν καρδίᾳ τὸ ἡγεμονικὸν ἔθετο· ὅθεν γὰρ τὸ χαίρειν
καὶ τὸ λυπεῖσθαι τὰς ἀρχὰς ἔχει, δῆλον ὅτι ὁ νοῦς ἐκεῖθεν
ἤρτηται.
11. * Πορφυρίου. ἀδύνατον, φασὶν, ἐν τῇ σκηνῇ ὄντα κατιδεῖν
εἰς τὸ πεδίον. ῥητέον οὖν ὅτι ἰδεῖν καὶ ἀθρῆσαι λέγομεν καὶ τὸ τῇ
διανοίᾳ σκέψασθαι. ἐγχωρεῖ δὲ καὶ οὕτως ἔχειν τὴν σκηνὴν ὥστε
δύνασθαι ἀπιδεῖν· ἔθος γὰρ τοῖς βασιλεῦσι τοιαῦτα κατασκευάζειν
ἀφʼ ὧν περιόψονται.
ἢ ὅτι ἐφʼ ὕψους ἡ σκηνὴ ἡ βασιλικὴ, ἢ ὅτι οἱ Τρῶες ἐπὶ
14. αὐτὰρ ὅτʼ ἐς νῆας] πανταχόθεν τὸ ἐναντίον ὁρῶν ἐδυσφόρει.
οὐκ ἐπεξῆλθε δὲ ὅσα περὶ τοὺς Ἕλληνας ἦν δεδοικὼς, ἀλλʼ ἠρκέσθη
τῇ τῶν εὐημερούντων διαθέσει ἐμφῆναι τὴν τῶν δυστυχούντων κατά-
στασιν· ἀεὶ γὰρ φιλέλλην ὁ ποιητής.
17. ἥδε δέ οἱ] τὸ προνοητικὸν αὐτοῦ καὶ ἐν ταῖς συμφοραῖς δη-
λοῦται, μὴ ἀποφάσκοντος τοῖς δεινοῖς. δείκνυσι δὲ ὅτι δεῖ καὶ ἐν τοῖς
κακοῖς ἐπὶ σοφίαν καταφεύγειν. αὐτουργεῖ δὲ δυσωπῶν αὐτὸν, ὅπως
τοῦ βασιλέως καὶ τοῦ γέροντος διαφοιτώντων ὑπακούσωσιν οἱ λοιποί.
23. δαφοινὸν] λίαν φονευτικόν. τινὲς δὲ πυρρόν.
δέρμα λέοντος] τινὲς ἐκ τούτου χειμέριόν φασι τὸν καιρόν· σκέπη
γὰρ ὄμβρων ἦν ἡ λεοντῆ. τὸν δὲ Μενέλαον ὡς ἥττω παρδαλῆν ἐνδύει,
Δόλωνα δὲ ὡς δειλὸν καὶ ἐπὶ λαθρίδιον πρᾶξιν ὁρμῶντα λυκῆν.
25. ὣς δʼ αὕτως] κατὰ τὸν αὐτὸν καιρὸν τῷ Ἀγαμέμνονι· ἀλλ᾿ ὁ ποιητὴς τῷ βασιλικωτέρῳ προσώπῳ ἀπένειμε τὴν προτέραν τάξιν τοῦ λόγου, ὥστε καὶ τῶν ἀριστέων οὓς μὲν διήγειρεν Ἀγαμέμνων, ἀκρι- βῶς διεξέρχεται, οὓς δὲ Μενέλαος ἐπὶ κεφαλαίου.
29. τὸ μὲν ζῷον πόρδαλις, ἡ δὲ δορὰ παρδαλέη γράφεται.
32, 33. διὰ τάχους ἐνέφηνε τὸ ἀξίωμα καὶ τοὺς ἀρχομένους,
ὅπως πρὸς τοὺς ἄρχοντας διακεῖσθαι δέον, καὶ τοὺς ἄρχοντας ὁποίους
ὀφείλουσιν ἑαυτοὺς παρέχειν τοῖς ἀρχομένοις, ἵνα ὡς θεοὶ τιμῶνται.
δῆλον δὲ ὡς προεταράχθη Μενέλαος, ὁ δὲ ποιητὴς καταπλῆξαι ἠθέ-
λησε διὰ τοῦ βασιλικωτέρου προσώπου.
35. νηῒ] ἀντὶ τοῦ νηός. εἰ δὲ ἄλλων ἐδεῖτο, πόσῳ μᾶλλον ἀδελφο;
36. πρότερος] ὡς κατεπτηχότος τοῦ βασιλέως· ἢ ὅτι ἐνδιδυσκό- μενον αὐτὸν εὗρεν, ὅθεν καὶ ἐξ αὐτοῦ ἄρχεται.
*τὸ πρότερος διαφέρει τοῦ πρῶτος, ὅτι ὁ μὲν πρότερος ἐπὶ δύο
λαμβάνεται, ὡς ἐνταῦθα καὶ ὡς ἐπὶ Τληπολέμου καὶ Σαρπηδόνος
“τὸν καὶ Τληπόλεμος πρότερος” (Ιl. 5, 632)· καὶ τῷ μὲν προτέρῳ
βῶν καὶ τὰ προοίμια τῶν διηγήσεων· τὸ κατʼ ἀξίαν, ὡς τὸ πρῶτοί
εἰσιν οἱ ἄρχοντες τῶν ἀρχομένων.
38. προὔλαβε τὴν Νέστορος γνώμην τὴν περὶ τοῦ δεῖν κατα-
σκόπους πέμπειν, τοῦ καιροῦ αὐτῷ τὴν ἐπίνοιαν τοῦ ἔργου ὑποβάλ-
λοντος. καὶ τὸν ἀδελφὸν ὁπλιζόμενον ὁρῶν, καὶ αὐτὸν τοῦτο βουλεύ-
εσθαι ὑπονοεῖ.
39. δείδω μὴ οὔ τις] ὡς ἤδη δεδειγμένης τῆς βουλῆς ἐπι- λογισμὸν εἰσάγει. εἰς κίνησιν δὲ τὸν ἀκροατὴν εἰσάγει διὰ τὸ δυσχερές.
43. σεμνὸν τὸ τοῦ βασιλέως εἰς ἐπίσκεψιν πλείονα φερομένου.
ἅμα δὲ καὶ ὁ ποιητὴς ἀναρτᾷ τὸν ἀκροατήν. τὸ δὲ χρεώ οἱ μὲν ἀντὶ
τοῦ χρεία λέγουσιν, οἱ δὲ ἀντὶ τοῦ δεῖ, οἷον δεῖ ἐμὲ καὶ σὲ βουλῆς,
ἤτοι περὶ βουλῆς διανοεῖσθαι ἀρίστης.
44. κερδαλέης] ἐπωφελοῦς· δεῖ γὰρ, φησὶ, τὰ ἀπὸ τῆς τύχης προσγινόμενα ταῖς βουλαῖς ἀντισηκοῦν.
46. θεοσεβὴς ὑπόνοια μὴ διʼ Ἀχιλλέα, διὰ δὲ θυσίας λέγειν τὸν Δία βοηθεῖν.
47. οὐ γάρ πω ἰδόμην] ηὔξησε τὰ ἔργα τοῦ Εκτορος, ἀνυπέρ- βλητα φήσας αὐτὰ εἶναι καἰ ὄψει καὶ ἀκοῇ.
50. ἁπλοϊκῶς δεῖ λαμβάνειν· οὐ γὰρ πρὸς Ἀχιλλέα ἡ σύγκρισις.
53. ἀλλʼ ἴθι νῦν] πρεπόντως τὴν τάξιν ἐμέρισεν ἀμφοτέροις·
καὶ ὁ μὲν νεώτερος καὶ ἥττων τὸ ἀξίωμα ἐπὶ τοὺς πόρρω σκηνοῦντας
ἀπέρχεται, ὁ δὲ πρεσβύτερος καὶ βασιλικώτερος ἐπὶ τὸν συνετώ-
τατον Νέστορα, σὺν ἐκείνῳ δὲ καὶ τοὺς ἄλλους ἐγείρει. πρεπόντως
δὲ καὶ ἐπὶ μὲν τῶν νεωτέρων καὶ ἧττον ἐνδόξων τὸ κάλεσον προστα-
κτικῶς εἶπε· περὶ δὲ τοῦ Νέστορος παραπεφυλαγμένως φησὶν αἴ κʼ
ἐθέλῃσιν, ἀντὶ τοῦ ἐὰν αὐτῷ δόξῃ χρήσιμον εἶναι, ἐπὶ τῇ ἐκείνου
γνώμῃ τὴν πᾶσαν κρίσιν ποιούμενος.
56. ἱερὸν τέλος] ὅτι τοῖς καθεύδουσιν ἄδειαν παρέχουσιν, ὅ ἐστι θεοῦ ἴδιον.
*ἤτοι μέγα, ἢ ἀπηλλαγμένον τῶν λοιπῶν ἔργων. τέλος δὲ τὸ
τάγμα. σημαίνει δὲ ἡ λέξις πολλὰ, ποτὲ μὲν τὸ τάγμα, ὡς
ἐνθάδε, ποτὲ δὲ τοῦ συμπεπληρωμένου πράγματος ἢ ἔργου τέλος,
ποτὲ δὲ τὴν ἐκ τῶν ἐπεισαγομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι
πρόσοδον, ποτὲ δὲ τὰς ἀρχὰς καὶ τὰ ἀξιώματα, ὡς ἔστιν εὑρεῖν
παρά τε Θουκυδίδῃ καὶ Ξενοφῶντι καὶ Εὐριπίδῃ· “τοῖς ἐν τέλει
βεβῶσι πείσομαι·” ποτὲ δὲ τὸ δαπάνημα, ὡς Εὐριπίδης ἐν Πολυ-
είδῳ (Fr. 640) “μάτην γὰρ οἴκῳ σὸν τόδʼ ἐκβαίη τέλος” καὶ
Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς (p. 73, 8) “Χερρόνησον δὲ ἐν τοῖς
αὐτοῦ τέλεσι διορύξει·” ποτὲ δὲ τὴν ἑορτὴν, ὡς Εὐριπίδης ἐν Μηδείᾳ
(1382) “σεμνὴν ἑορτὴν καὶ τέλος προσάψομαι.”
57. κείνου γάρ κε μάλιστα] διὰ δύο, ὅτι τε τὸν υἱὸν παρέσχεν
αὐτῶν ἄρχειν, καὶ αὐτὸς δυσωπεῖ παρὼν καὶ ἐπιμελόμενος. παιδευ-
τικῶς δὲ ὁ βασιλεὺς ἑτέρῳ παραχωρεῖ τὰ τῆς πειθοῦς.
61. πῶς γάρ] πιθανῶς· ὁ μὲν γὰρ ἐκπεπληγὼς οὐ προνοεῖ τὸ πᾶν τῆς ἐπιταγῆς, ὁ δὲ ὡς προπαρεσκευασμένος ἐρωτᾷ τὸ πῶς.
62. αὖθι] ἐν τοῖς φύλαξιν· ὅθεν καὶ Ἀγαμέμνων ἑξῆς (126)
πρὸς τὸν Νέστορά φησιν “ἐκείνους δὲ κιχησόμεθα πρὸ πυλάων ἐν
φυλάκεσσιν.”
*διαφέρει τὸ αὖθι τοῦ αὖθις. τὸ μὲν γὰρ αὖθί ἐστι τοπικὸν
ἐπίρρημα, καὶ γίνεται ἀπὸ τοῦ αὐτόθι· τοῦτο ἐκ τοῦ αὐτοῦ, ὡς τὸ
“αὐτοῦ κʼ ἔνθ᾿ ἀκάχοιτο” (Ιl. 8, 207), τὴν εἰς τόπον σχέσιν, ἀντὶ
τοῦ ἐκεῖσε. καὶ ὥσπερ ἀπὸ τοῦ ἀγχοῦ γίνεται ἀγχόθι, οὕτως καὶ
ἀπὸ τοῦ αὐτοῦ αὐτόθι, καὶ συγκοπῇ αὖθι. τὸ δὲ αὖθις σημαίνει
πάλιν καὶ μετὰ ταῦτα.
67. φθέγγεο] τεχνικῶς, ἵνα ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος ὢν, μή πως ὑπονοήσωσιν ἔφοδον εἶναι πολεμίων. καὶ Νέστωρ πρὸς Ἀγαμέμνονά φησι (85) “φθέγγεο μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο.”
67. ἐγρήγορθαι] πρὸς τὸ διαμένειν τὴν φυλακήν. ἐπεὶ δὲ τὸ ἄνωχθι ἀνοίκειον τῷ καιρῷ, πρόσκειται τὸ πάντας κυδαίνων.
68. πατρόθεν ἐκ γενεῆς] ὡς ὅταν λέγῃ “διογενὲς Λαερτιάδη·” τὸν πατέρα γὰρ δηλοῖ, τὸ δὲ διογενὲς τὸν ἀρχηγὸν τοῦ γένους.
*Πορφυρίου. φθέγγεο δ᾿ ᾗ κεν —μεγαλίζεο θυμῷ] ταῦτα σημειωτέον
ὡς ἐπιτήδεια εἰς αἰτίας ἀπόδοσιν, διʼ ἣν εἰώθασιν οὕτω πρὸς ἀλλήλους
διαλέγεσθαι οἱ ἥρωες “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ·”
εἶναι γὰρ φιλοφρονουμένων τὸν τοιοῦτον τρόπον τῆς προσαγορεύσεως.
τὸ μὲν οὖν πατρόθεν ὀνομάζειν ἐστὶν ἐν τῷ Λαερτιάδη, τὸ δὲ ἐκ
γενεῆς τὸ ἐκ γενάρχου, οἷον τὸ διογενές· ἐκ γὰρ τοῦ Διὸς τοῦ
ἀρχηγέτου τοῦ γένους εἴληπται τὸ διογενές. τὸ δὲ οὕτως ὀνομάζειν
κυδαίνοντός ἐστι τοὺς καλουμένους. τί οὖν τὸ μηδὲ μεγαλίζεο
θυμῷ ; οὐ γὰρ, ὥσπερ οἱ γραμματικοὶ, τὸ μὴ μέγα ἡγοῦ τὸ τοιοῦτον
καὶ τὸ οὕτω προσφωνεῖν· ἀλλὰ σημαίνει, μὴ μεγάλυνε σεαυτοῦ τὴν
ψυχὴν, ἐξ οὗ σημαίνεται, μὴ ὑπερόπτης γίνου μηδʼ ἀνάξιον σαυτοῦ
τὸ ἄλλον κυδαίνειν ἡγοῦ. ταυτὸν γὰρ τοῦτο καὶ ἐν ἄλλοις ἔφη “σὺ
δὲ μεγαλήτορα θυμὸν ἴσχειν ἐν στήθεσσι” (Il. 9, 255)· ὅμοιον γὰρ
τῷ μὴ μεγαλίζεο θυμῷ τὸ ἴσχειν ἐν στήθεσι θυμὸν μεγαλήτορα, ᾧ
ἐπάγει “φιλοφροσύνη γὰρ ἀμείνων·” ταυτὸν οὖν τῷ πάντας κυδαί-
νων. καὶ ἡ Πηνελόπη δὲ λέγει “οὐ γάρ τι μεγαλίζομαι οὐδʼ ἀθερί-
ζω” (Od. 23, 174), οὐχ ὑπερηφανῶ ὥς τις μεγάλη, οὐδέ σʼ ὡς
μικρὸν καὶ ἀνάξιον ἀτιμάζω· ἀθερίζειν γὰρ, ἀπὸ τῶν ἀποκρινομένων
ἀθέρων, τὸ ἀτιμάζοντα ἀποκρίνειν ὡς τοῦ μηδενὸς ἄξιον, ὡς ἀθέρας
ἀπὸ τοῦ καρποῦ ἀποκρίνοντα· “καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον” (Ιl.
1, 261), οὔ ποτέ με ἐν ἀθέρων μοίρᾳ εἶχον. ταυτὸ δὲ τὸ ἀθερίζειν
ἐστὶ τῷ ἀπόβλητόν τι ποιεῖσθαι· “οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται”
(Ιl. 2, 361), ὧ ἀντικείσεται τὸ “ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν
ἀρίστους κρινάμενοι κατὰ λαὸν Ἀχαϊκόν” (Ιl. 9, 520) καὶ “αἰσυ-
μνῆται δʼ ἔκκριτοι ἐννέα πάντες ἀνέσταν” (Od. 8, 258). ἐξηγού-
μενος δὲ τὸ ἀθερίζειν ἔφη “τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ
ἀθερίζω.” ἔστι δὲ τὸ ἀναίνομαι οὐχὶ ἐπαινῶ, διὸ ἴσον ἂν εἴη τῷ
πάντας κυδαίνειν. καὶ τὸ οὐχ ἅλιον δὲ ἴσον τῷ οὐκ ἀθερίζειν, οὐκ
ἀποβολῆς ἄξιον τῆς θαλάττης· τὸ μὲν γὰρ ἀθερίζειν ἀπὸ τῶν ἀπο-
κρινομένων ἀθέρων, ὁ δὲ ἅλιος ἀπὸ τῶν εἰς ἅλα βαλλομένων, ὡς τὸ
(Il. 14, 131) καταφρονοῦντες καὶ ὑπερηφανοῦντες διὰ τὸ αὐτοῖς
χωρίζεσθαι, ὥς που ἔφη “ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκο-
χίτωνες ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται” (Ιl. 11, 694).
οἱ μέντοι συνείκοντες καὶ τῆς ὑπεροψίας παυόμενοι· “ ὡς ὁ μὲν
Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ, εἴξας ᾧ θυμῷ” (Ιl. 9, 597).
70. ἀλλὰ καὶ αὐτοί] πρὸς τὸ πρόθυμον τοῦ ἀδελφοῦ. καὶ ἔστι συμπαθὲς τὸ δύο βασιλεῖς οὕτως αὐτουργεῖν.
72. εὖ ἐπιτείλας] ἐπεσημήνατο τοὺς λόγους ὡς καὶ καλῶς εἰρη- μένους καὶ παραγγελθέντας στρατηγικῶς.
75. εὐνῇ ἔνι μαλακῇ] οὐδὲ ταῦτα ἐᾷ, ἀλλὰ τὸ πρέπον αὐτοῖς
σώζει. μαλακὴ γὰρ στρωμνή ἐστι τῷ γέροντι, ὡς καὶ τῷ Φοίνικι·
τῷ δὲ Διομήδει νεωτέρῳ ὄντι ὑπέστρωτο ῥινὸς βοός (155)· τὸν
δὲ Ὀδυσσέα κατέκλινεν Εὔμαιος ὑποβαλὼν ῥῶπας καὶ δέρμα αἰγός
(Od. 14, 49).
79. ἀφαιρεῖ τὰς προφάσεις τῶν ἀργεῖν ἐθελόντων, δεικνὺς ὡς καὶ
τοῖς φυσικοῖς ἐλαττώμασιν οἶδεν ἀντιτάσσεσθαι προθυμία.
80. εἰς τὸ ἀγκῶνος ἡ διαστολή. λείπει δὲ ὁ καί, ἵνʼ ᾖ καὶ κεφα- λὴν ἐπαείρας.
82. τίς δʼ οὗτος] τετάρακται μέν· σκόπει δὲ τὴν προσοχὴν τοῦ
γέροντος, ὃς οὐδὲ φθεγγομένου τοῦ Ἀγαμέμνονος ᾔσθετο καὶ προὔλαβε
τὸν λόγον διὰ τῆς ἐρωτήσεως. ἔθος δὲ τοῖς γέρουσιν ἀϋπνεῖν καὶ μηδὲν
φροντίζουσιν· οὗτος δὲ καὶ διὰ τὸν καιρὸν τοῦτο ποιεῖ.
85. φθέγγεο] ταρασσόμενός φησιν, εἰπὲ διʼ ἣν αἰτίαν πρὸς ἐμὲ ἦλθες· ἐκπλήττεται γὰρ ὑπονοῶν τὴν τῶν πολεμίων ἔφοδον.
87. ὦ Νέστορ Νηληϊάδη] ὃ προσέταξε τῷ Μενελάῳ, καὶ αὐτὸς
ποιεῖ, πατρόθεν ἐκ γενεῆς αὐτὸν καλῶν.
88. ἅμα τῇ ἐκφωνήσει τοῦ ὀνόματος τὸ πάθος ἤρξατο κινεῖν, τὰς συμφορὰς παρατιθείς.
91. ὧδʼ] ὧδε μόνος, ὡς ὁρᾷς, περιέρχομαι. ἀσύνδετος δὲ ὢν ὁ λόγος τὸ κομματικὸν τοῦ πάθους δηλοῖ.
94. ἀλαλύκτημαι] παρὰ τὸ ἀλάλημαι ἡ λέξις. τῷ δὲ πλεονασμῷ τῶν στοιχείων ἐπιτετάρακται. φαντασία δέ τις προσπίπτει τῆς ἐκπηδῆσαι βιαζομένης καρδίας.
96. οὐδὲ σέ γʼ ὕπνος ἱκάνει] ἵνα μὴ δόξῃ ἐμποδίζειν πρὸς τὸν ὕπνον τῷ γέροντι.
98. ἀδηκότες] ἀηδισθέντες. ὕπνῳ δὲ τῇ ἀγρυπνίᾳ λέγει· “ὕπνῳ καὶ καμάτῳ ἀρημένος” (Od. 6, 2).
100. περισσὸν τὸ τί. ἐξήλλαξε δὲ τὴν φράσιν· ἔδει γὰρ εἰπεῖν, μὴ ἐκεῖνοι μὲν ἀμελήσωσιν, οἱ δὲ πολέμιοι ἀπροόπτως ἐπέλθωσιν.
104. οὔ θην Ἕκτορι πάντα] αἱ γὰρ ἄκραι τῶν εὐτυχιῶν μετα-
βολὰς ποιοῦσι. πιθανῶς μὲν οὖν νῦν παραθαρσύνει τὸν Ἀγαμέμνονα·
ὁρᾷ γὰρ αὐτὸν ὑπὸ τῆς συμφορᾶς τεταπεινωμένον· ἐν δὲ τοῖς ἑξῆς
τὸν Διομήδην φοβεῖ, εὑρὼν βαθέως καθεύδοντα. δεῖ γὰρ, ὡς ἔοικε,
τοὺς μὲν πεφοβημένους θαρσύνειν, τοὺς δὲ θαρροῦντας φοβεῖν, ὅπως
μήτε τῷ δέει τις ἐκπλήττοιτο μήτε τῷ θάρσει ἀπαρασκεύαστος
γίνοιτο.
108. ἐγείρομεν] καλῶς οὐχ ὁ Ἀγαμέμνων καθʼ ἑαυτὸν ἐγείρει τοὺς ἀριστέας, ἔχων τὴν αἰτίαν τῆς Ἀχιλλέως ὀργῆς.
114. ἀλλὰ φίλον περ ἐόντα] χαρίεν τὸ τῆς ὑποθέσεως· ὅπερ γὰρ εὑρίσκετσι ἤδη πεποιηκὼς Μενέλαος, περὶ αὐτοῦ μέμφεται.
120. ἄλλοτε μέν σε] οὐχ ὡς συκοφαντοῦντι τῷ Νέστορι μέμ- φεται, οὐδὲ καθάπαξ ὑπεραπολογεῖται τοῦ ἀδελφοῦ, ἀλλʼ ὁμολογεῖ αὐτὸν ἐνίοτε ἀμελεῖν. δεξιῶς οὖν τὸν λόγον ἐκέρασεν.
122. οὔτʼ ὄκνῳ εἴκων] φιλαδέλφως ἀπολογεῖται. δύο δέ ἐστι διʼ ὧν ἡ ῥαθυμία γίνεται, ἀμέλεια καὶ ἄνοια.
124. μάλʼ ἐπέγρετο] ἐπέστη ταχέως. ἐδήλωσε δὲ ὡς πολλῷ προὔλαβεν αὐτὸν ἐκεῖνος ἀναστάς.
129. οὔ τίς οἱ] οὐδεὶς οὐδέπω τῶν κελευομένων ἀντερεῖ, ὅταν αὐτουργοῦντα τὸν βασιλέα ὁρᾷ.
138. ἀνέγειρε— Νέστωρ] οὐδὲν ἔτι ποιεῖ Ἀγαμέμνων, ἀλλʼ ἕπε-
ται αὐτῷ, τοῦτο δηλοῦντος τοῦ ποιητοῦ, ὡς ἐν ταῖς χρείαις ὁ λόγῳ
δυνατὸς ὀφείλει πάντα πράττειν, οὐ βασιλεύς.
140. δυσωπεῖται γὰρ Νέστορος καλοῦντος. οὐ δειλὸς δὲ, ὅτι ἐντὸς τῆς σκηνῆς καθεύδει· οὐ γὰρ πρὸς ἀσφάλειαν αἱ σκηναὶ, ἀλλὰ πρὸς σκέπην αὐτοῖς πεποίηνται.
141. ταῦτα ὡς σχετλιάζων, ὅτι θορυβοῦσι τοὺς στρατιώτας μόνοι
οἱ βασιλεῖς νυκτὸς περιιόντες· δέδιε γὰρ μή τι νεώτερόν ἐστιν ἐν τῷ
στρατῷ.
145. μὴ νεμέσα] παραιτεῖται τὴν μέμψιν, οὐ νεώτερόν τι σημαί- νων, ἀλλὰ διὰ τὰ ἐνεστῶτα· ὃ συνεὶς Ὀδυσσεὺς ἕπεται μηδʼ ὁτιοῦν ἀντιλέγων.
149. ἀμφʼ ὤμοισι σάκος θέτο] δειλὸς, φασὶν, οὗτος, ὅτι ἀσπίδα
καὶ οὐ δόρυ ἀναλαμβάνει. ἴσως δὲ σιωπωμένῃ τῇ ἀποκρίσει χρῆται
πρὸς τὸν Νέστορα εἰπόντα βουλεύσεσθαι πότερον φευκτέα ἢ μενετέα,
ἐμφαίνων διὰ τῆς ἀσπίδος ὅτι μενετέα. δόρυ μὲν γὰρ φέρουσι καὶ
μὴ μαχόμενοι, ἀσπὶς δὲ μενόντων ἐστὶ καὶ μαχομένων.
151. σὺν τεύχεσιν] οὐχ ὡπλισμένος (δειλοῦ γάρ), ἀλλʼ οἷον
πλησίον ἔχων τὰ τεύχη. καλῶς δὲ οἱ ἑταῖροι τὴν μεθʼ ἡμέραν τάξιν
φυλάττουσιν, περιστοιχοῦντες τὸν βασιλέα. στρατηγικὸν δὲ καὶ τὸ
αἰθριοκοιτεῖν.
153. τρόπον τινὰ περιχαρακοῦντα τὸν ἡγεμόνα. ἐμφαίνει δὲ καὶ
διὰ τούτου ὁ ποιητὴς τὸ ἀνδρεῖον Διομήδους καὶ ἕτοιμον εἰς μάχην·
στρατιωτικῶς δὲ τοῖς αὐτοῖς ὅπλοις χρῶνται καὶ πρὸς πόνον καὶ
πρὸς ἀνάπαυλαν. τῷ δὲ σκιάζοντι τῆς νυκτὸς ἀντιπεριέστησε τὴν ἐκ
τῶν αἰχμῶν ἀναλάμπουσαν αὐγήν. σαυρωτὴρ δὲ ἡ δορατοδόκη καλεῖ-
ται· παρὰ δέ τισιν ὁ καυλὸς τοῦ δόρατος.
*Πορφυρίου. φαύλη δοκεῖ εἶναι ἡ τῶν δοράτων ἐπὶ σαυρωτῆρας
στάσις· καὶ δὴ πανταχοῦ θόρυβον ἤδη πεποίηκε νύκτωρ ἓν μόνον
πεσόν. λύει δʼ Ἀριστοτέλης λέγων ὅτι τοιαῦτα ἀεὶ ποιεῖ Ὅμηρος
οἷα ἦν τότε. ἦν δὲ τοιαῦτα τὰ παλαιὰ οἷάπερ καὶ νῦν ἐν τοῖς βαρ-
βάροις. πολλοὶ δὲ οὕτω χρῶνται τῶν βαρβάρων.
156. τάπης] ἀναγκαῖον σκληρᾶς οὔσης τῆς στρωμνῆς τὸ προσ-
κεφάλαιον εἶναι ἁπαλὸν, ἵνα μικρὸν ἀναπαύοιτο. τάπης δέ ἐστιν ὁ ἐκ
τοῦ ἑτέρου μέρους ἔχων μαλλὸν, ἀμφιτάπης δὲ ὁ ἐξ ἀμφοτέρων.
158. * λὰξ] εὐτόνως τῷ δακτύλῳ τοῦ. ποδὸς τοῦ κοίλου μέρους ἁψάμενος τοῦ Διομήδους ποδὸς, ὡς δῆλον ἐκ τῶν ἐπιφερομένων “ὤτρυνέ τε νείκεσέ τʼ ἄντην.”
εἰκὸς αὐτὸν διὰ τοὺς μεθʼ ἡμέραν κόπους οὐκ αἰσθάνεσθαι φωνούν- των. δυσωπητικὸν δὲ τὸ ὑπὸ τοῦ γέροντος ἀνίστασθαι· διὸ καὶ λὰξ αὐτὸν ἀνίστησι, τὴν ἀπρονοησίαν ὀνειδίζων.
160. οὐκ ἀίεις] Ἀγαμέμνονα μὲν καταπληχθέντα παραμυθεῖ-
ται, Διομήδεα δὲ ἀμελοῦντα ἀναπτεροῖ, καὶ ἄμφω βελτίους ποιεῖ.
τὸ δὲ ἀΐεις ἀντὶ τοῦ ἀκούεις, πρὸς πλείονα ἐπίτασιν ὡς πλησίον
αὐτῶν ὄντων.
*θρωσμὸς δέ ἐστι τόπος ὑψηλὸς ἐν τῷ πεδίῳ πρὸ τῆς Ἰλίου, ὃς ὀνοματικῶς καλεῖται Θρωσμὸς, ὡς καὶ ἕτερος Καλλικολώνη, ᾧ στρα- τοπέδῳ ἐχρῶντο οἱ Τρῶες, εἴ ποτε τῆς πόλεως ἔξω τάσσοιντο.
164. σχέτλιος ὁ ἄξια ἀγανακτήσεως πράσσων. εἰώθαμεν δὲ ἀμελείας ἐγκαλούμενοι φιλοπονωτέρους τοῦ δέοντος φάσκειν τοὺς ἐγκαλοῦντας, τῷ ἐπαίνῳ ἐκείνων τὸν ἴδιον ἀπολυόμενοι ψόγον, οὐχ ἑαυτοὺς ἧττον τοῦ δέοντος φάσκοντες πονεῖν, ἀλλʼ ἐκείνους τοῦ δυνα- τοῦ περισσότερον.
167. ἀμήχανος] ἀνίκητος, πρὸς ὃν οὐδὲ τὸ γῆράς τι μηχανήσα- σθαι δύναται.
οὔ νυ καὶ ἄλλοι —γεραιέ] ἀμήχανος γὰρ, πρὸς ὃν οὐδὲ τὸ γῆράς
τι ἐμηχανήσατο, ἐξ οὗ νοεῖται τὸ ἀνίκητος. οὕτω καὶ ἐπὶ τῆς Ἥρας
“ἦ μάλα δὴ κακότεχνος, ἀμήχανε, σὸς δόλος, Ἥρη” (Ιl. 15, 14),
τουτέστιν ἀήττητε, πρὸς ἣν οὐδὲν ἔστι μηχανήσασθαι. ὁ δʼ ἀπὸ κοι-
νοῦ τρόπος ἐστὶ καὶ παρʼ αὐτῷ καὶ ἐν τοῖς τοιούτοις· “οὐ γὰρ
πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους” (Ιl. 1, 154)· ἀπὸ
κοινοῦ γὰρ οὐδὲ τοὺς ἵππους ἤλασαν. “ὣς οἱ μὲν παρὰ νηυσὶ κορω-
νίσι θωρήσσοντο, Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο” (Ιl.
20, 1)· ἐκ κοινοῦ γὰρ θωρήσσοντο. “παννύχιοι μὲν ἔπειτα καρηκο-
μόωντες Ἀχαιοὶ δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι” (Ιl.
8, 476), δαίνυντο δηλονότι. “πολλὰ δὲ τόνδε κασιγνήτη καὶ πότνια
μήτηρ ἐλίσσονθʼ, ὁ δὲ μᾶλλον ἀναίνετο, πολλὰ δʼ ἑταῖροι” (Ιl. 9,
580)· ἐκ κοινοῦ γὰρ τὸ ἐλίσσοντο. “ἀγαθὴ δὲ παραίφασίς ἐστιν
ἑταίρου” (Ιl. 11, 793) ἀγαθοῦ· οὐ πᾶσα γὰρ παραίφασίς ἐστιν
ἀγαθὴ, ἀλλὰ τοῦ ἀγαθοῦ, ὥστʼ ἐκ κοινοῦ τὸ ἀγαθή· τὸ δʼ ἐπὶ τοῦ
ἑταίρου ἀκουστέον ἀρσενικῶς. πάλιν “ οἱ δʼ ἀμφʼ Ἰδομενῆα θωρήσ-
σοντο· Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις, συὶ εἴκελος ἀλκήν” (Ιl. 4,
252)· τὸ γὰρ θωρήσσετο προσυπακούομεν ἀπὸ τοῦ θωρήσσοντο.
“χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ” (Ιl. 16, 588)·
θεράποντες (Ιl. 16, 271)· ἀπὸ τοῦ ἄριστος καὶ ἄριστοι οἱ θεράποντες
ἀκουσθήσονται. “οὐδʼ ἄρʼ ἔμελλε δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ
οἶκον ἐόντων” (Od. 4, 716)· ἐκ κοινοῦ δίφρων. “καμάτῳ τε καὶ
ἱδρῷ νωλεμὲς ἀεὶ γούνατά τε κνῆμαί τε παλάσσετο” (Il. 17, 385)·
ὡς ἐκ κοινοῦ τὸ παλάσσοντο ληπτέον, καὶ ἐπὶ μὲν τῶν γονάτων
οἰκείως εἴρητο, ἐπὶ δὲ τῶν κνημῶν ὑπακουστέον. “ἐκ πόλιος δʼ
ἄξεσθε βόας καὶ ἴφια μῆλα καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνί-
ζεσθε, σῖτον δʼ ἐκ μεγάρων” (Il. 8, 505)· οὔτε γὰρ οἰνίζεσθε οὔτε
ἄξεσθε, ἀλλὰ φέρετε ἢ λαμβάνετε. καὶ πάλιν “οἱ μὲν ἔπειθʼ ἵζοντο
κατὰ στίχας, ᾗχι ἑκάστῳ ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔ-
κειτο” (Il. 3, 326)· οὐ γὰρ καὶ οἱ ἵπποι ἔκειντο, ἀλλὰ τὸ εἱστήκει-
σαν ἀκούομεν ἢ ἦσαν, ὡς ἐπὶ τοῦ “ποῦ δέ οἱ ἔντεα κεῖτο ἀρήϊα, ποῦ
δέ οἱ ἵπποι” (407); ὑπακουσόμεθα γὰρ τὸ εἰσίν ἢ εἱστήκεισαν·
“οὐ μὰν ἀκληεῖς Λυκίην κατακοιρανέουσιν ἡμέτεροι βασιλῆες, ἔδουσί
τε πίονα μῆλα οἶνόν τʼ ἔξαιτον” (Ιl. 12, 318), δηλονότι πίνουσι. τὰ
τοιαῦτα παρατηρῶν τις πολλὰ λύσει τῶν ζητουμένων κατὰ τὸ παρα-
πλήσιον. τούτοις γὰρ ὅμοιον τὸ “ἀλλὰ πολὺ πρὶν φραζώμεθʼ ὥς κεν
καταπαύσομεν, ἠδὲ καὶ αὐτοὶ παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε
λώϊόν ἐστιν” (Od. 2, 167). ἐκ κοινοῦ γὰρ δεῖ λαβεῖν τὸ παυέσθων,
καὶ σχηματίσαι οἰκείως τοῖς ἑξῆς, ἵνʼ ᾖ καὶ γὰρ καὶ αὐτοῖς ἄφαρ
παυσαμένοις καὶ ταχέως, πρὶν ἐλθεῖν τὸν Ὀδυσσέα, λώϊόν ἐστι·
προείρηται γὰρ “ἀλλά που ἤδη ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα
φυτεύει πάντεσσι.” τὸ δὲ “ἄφαρ χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν”
(Ιl. 13, 814) ἐν ὑπερβατῷ εἴρηται, ἐπεὶ εἰσὶ γὰρ καὶ ἡμῖν χεῖρες
ὥστʼ ἄφαρ ἀμύνειν. τὸ δὲ “αἰ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὁ κρατερὸς
Διομήδης ὧδ’ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους” (Ιl. 9,
537), δῆλον οὐ τὸ ταχέως. ἀπὸ δὲ τοῦ ἄφαρ ἔοικεν ἐν συνηθείᾳ εἶναι
τῶν Ἀλεξανδρέων τὸ λέγειν ἄφαρ πεποίηκε τὸ ἐσπευσμένως καὶ
τεθορυβημένως. Ὅμηρος δὲ ἀπὸ τοῦ ἄφαρ πεποίηκε τὸ ἀφάρτεροι,
166). λέγει δʼ οὖν ὡσαύτως, ὅπερ καὶ ἐν τῇ συνηθείᾳ λέγεται,
ὡσαύτως με ἀδικεῖς ὡς καὶ πολλάκις. καὶ ὅταν οὖν λέγῃ “αὕτως
γὰρ ἐπέεσσʼ ἐριδαίνομεν” (Ιl. 2, 342), λείπειν φήσομεν τὸ ὥς, ἵνʼ
ᾖ ὡσαύτως γὰρ λόγοις μόνοις ἐριδαίνομεν, μηχανὴν δὲ εὑρεῖν, οὗ
ἕνεκα ἐληλύθειμεν, οὐ δυνάμεθα. ὅμοιον καὶ τὸ “ἀλλ’ αὕτως ἀλάλη-
μαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ” (Il. 23, 74), τουτέστιν ὡσαύτως ὡς
κατῆλθον, καὶ ἐξ οὗ κατῆλθον, ὁμοίως ἀλάλημαι. οὕτως ἀκουσόμεθα
καὶ τὸ “οὔπω μέν φασιν φαγέμεν καὶ πιέμεν αὕτως” (Od. 16, 143)·
ὡσαύτως καὶ ὁμοίως. “κτενέει δέ με γυμνὸν ἐόντα αὕτως ὥστε
γυναῖκα” (Il. 22, 124), ὡσαύτως ὡς γυναῖκα. “αὕτως οὔτε θεᾶς
υἱὸς φίλος οὕτε θεοῖο” (50)· ὡσαύτως οὔτε θεᾶς υἱὸς ἔρεξεν οὔτε
θεοῖο.
169. ναὶ δὴ] ὁ γέρων ἐπαινεθεὶς ἰᾶται τὸ “τί πάννυχον ὕπνον
ἀωτεῖς;” φρονίμως δὲ οὐ συνεχώρησε τοῦτο ὅτι φιλοπονώτερός ἐστι
τῶν ἄλλων (φορτικὸν γὰρ ἦν), διὰ τὸ τὸν καιρὸν ἐπικίνδυνον εἶναι καὶ
τῆς παρὰ δύναμιν φιλοπονίας δεόμενον.
176. τὸ ἑξῆς ἄνστησον, εἴ μʼ ἐλεαίρεις. οὐκ ἐπιτακτικῶς δέ φησιν, ἀλλʼ εἰ ταῖς ἀληθείαις ἐλεεῖς με, διὰ τὸ “σὺ μὲν πόνου οὔποτε λήγεις.” τὸ δὲ “σὺ γάρ ἐσσι νεώτερος” πρὸς τὸ “καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν.”
179. βῆ δʼ ἰέναι] ταχέως πάνυ καὶ μεγαλείως τοῦτο ποιεῖ· οὐδὲν γὰρ ἔδει διατρίβειν περὶ πρᾶξιν μηδὲν ἠθικὸν μηδὲ ἀξιόπιστον ἔχουσαν.
182. οὔτε κατακλίνονται δεόντως, ἵνα μὴ καταβαρηθῶσιν ὕπνῳ,
οὔτε ἑστήκασιν, ἵνα μὴ τῆς χρείας προκάμωσιν. οἰκεῖον δὲ φύλαξι
τὸ μὴ κοιμᾶσθαι μηδὲ πρὸς βραχὺ ἀποθέσθαι τὴν ἀσπίδα.
183. θείως τὴν τῶν φυλάκων ἀγρυπνίαν τῇ τῶν κυνῶν παρέβαλε, καὶ ταῦτα ποιμενικῶν· ὀξυήκοοι γὰρ καὶ ἄγρυπνοι, ἔπειτα καὶ λέοντος προσδοκῶντες ἔφοδον.
186. σφιν] αὐτοῖς τοῖς κυσί· θορύβου γὰρ παρεμπεσόντος, κἂν οἱ ἄνδρες ἀφυπνώσωσιν, οὐκέτι κοιμῶνται οἱ κύνες. διὸ ὑπερβολικῶς εἶπε τὸ ὄλωλεν, ὡς μηδὲ ὕστερον εἰ βουληθεῖεν ὑπνωσόντων.
187. κοινῶς ὡς ἂν εἴποις, κακὴν νύκτα διήγαγον· καὶ ἔστι παθη-
τικὸν ὑπὸ τοῦ ποιητοῦ προσκείμενον. ἅμα δὲ καὶ ἐξηγεῖται τὸ δυσω-
ρήσονται· δηλοῖ γὰρ τὴν δυσχερῆ παραφυλακήν.
192. οὕτω νῦν] τεχνικῶς διὰ τοῦ παραγγεῖλαι αὐτοῖς ὁμοίως φυλάττειν ἐπῄνεσέ τε ἅμα καὶ προσέταξεν ἀνεπιφθόνως. εὖ δὲ καὶ τὸ φίλα τέκνα· τῷ γὰρ συγγενικῷ ὀνόματι τὴν ἀπὸ τοῦ ὕπνου νενίκηκεν ἡδονήν.
193. μὴ χάρμα] τὸ μάλιστα λυποῦν παρέλαβε, χαρὰν πολεμίων. ὡς ἐν ὑποθήκῃ δὲ λέγων, ἐν αὐτοῖς εἶναι τὴν πᾶσαν Ἑλλήνων σωτη- ρίαν φησίν.
194. ὑπὲρ γεροντικὴν προθυμίαν καὶ πρῶτος πρόεισι, δυσωπῶν
αὐτούς. διὰ τί δὲ μὴ μᾶλλον ἔσω τοῦ τείχους ἀσφαλέστερον βου-
λεύονται; ἀλλʼ ἐν τῷ στρατεύματι νυκτὸς περιιόντες θόρυβον ἂν
ἐκίνησαν, καὶ ταῦτα προτεταλαιπωρημένων ἤδη τῶν Ἑλλήνων. ἄλλως
τε ἄτοπον ἦν εἰς κατασκοπὴν ὀτρύνοντας μὴ τολμᾶν προιέναι τῶν
πυλῶν. ἔτι δὲ καὶ πρὸς παραμυθίαν τῶν μελλόντων ἐκπέμπεσθαι.
198. * Πορφυρίου. ἄλογον τὸ μὴ ἐντὸς τῆς τάφρου τὸ συνέδριον
εἶναι. λύεται δὲ ἐκ τοῦ καιροῦ· οὐ γὰρ τὸ θορυβεῖν τοὺς ἐν στρα-
τοπέδῳ προσῆκον. θαρραλεώτερόν τε τὸν κατάσκοπον ἐχρῆν ποιεῖν
παρακαθήμενον καὶ οὐδὲν μέλλοντα πείσεσθαι δεινὸν, τῶν φυλάκων
περὶ τὴν τάφρον τυγχανόντων.
*Πορφυρίου. ἠπόρησεν Ἀριστοτέλης διὰ τί ἔξω τοῦ τείχους
ἐποίησε τοὺς ἀριστέας βουλευομένους ἐν νυκτηγορίᾳ, ἐξὸν ἐντὸς τοῦ
τείχους ἐν ἀσφαλεῖ. καί φησι· πρῶτον μὲν οὖν οὐκ εἰκὸς ἦν ἀπο-
κινδυνεύειν τοὺς Τρῶας οὐδʼ ἐπιτίθεσθαι νύκτωρ· οὐ γὰρ τῶν εὐτυ-
χούντων ἦν ἀποκινδυνεύειν· ἔπειτα ἐν ἐρημίᾳ καὶ καθʼ ἡσυχίαν βου-
λεύεσθαι περὶ τῶν τηλικούτων ἔθος. ἄτοπον δʼ ἂν ἦν εἰ ἠξίουν μὲν
πορευθῆναί τινας εἰς τοὺς Τρῶας, αὐτοὶ δὲ οὐδὲ μικρὸν προελθεῖν
τούτων ἀποστάντες, ἐν ἡσυχίᾳ μὲν καὶ ἐν ἀπορρήτῳ ἐποιοῦντο, μὴ
ἀναμεμιγμένοι τοῖς φύλαξιν, ἐν ἀσφαλεῖ δέ· πλησίον γὰρ τῶν
φυλάκων. καὶ ἅμα ταχέως ἦν ἐπιτελέσαι τὰ δόξαντα. ὁ δὲ νεκύων
χῶρος πλήρης μὲν τῶν κειμένων πτωμάτων, ὀλίγον δὲ καθαρὸν ἔχων
νεκρῶν, ἔνθα καθέζοιντο, τοῦ περὶ τὴν τάφρον παντὸς χωρίου πλήρους
ὄντος τῶν ἀνῃρημένων. ἀπολογούμενος δὲ διότι ἄταφοι ἦσαν, ἐπάγει
ὅτι τῶν πολεμίων νυκτὸς γέγονεν ἡ ἀναχώρησις καὶ σχολὴν οὐκ ἐν-
δέδωκεν ὁ καιρὸς εἰς ταφὴν, νυκτὸς μὲν καταλαβούσης, ἐκ δὲ τῆς
ἥττης ὑπὸ τοῦ καμάτου εἰς ὕπνον τετραμμένων πάντων. φησὶ γὰρ
“μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ κοιμήσωνται, ἀτὰρ
φυλακῆς ἐπὶ πάγχυ λάθωνται” (98) καὶ “ὅθεν αὖτις ἀπετράπετʼ
ὄβριμος Ἕκτωρ” (200) καὶ τὰ ἑξῆς.
ὀρυκτήν] τὴν εὖ ὀρυχθεῖσαν, ὅ ἐστι βαθεῖαν· ἢ ἀντιδιαστέλλει πρὸς τὰς ἐκ τῶν ὄμβρων γινομένας ῥωγάδας.
199. διεφαίνετο] ὡς ἐν σκότῳ οὐ καθαρῶς ἐφαίνετο. ἐκίνησε δὲ
ἡμῶν τὴν διάνοιαν τῷ ἐναργεῖ, τὸ μὲν περὶ τὴν τάφρον ἅπαν χωρίον
φήσας πλῆρες εἶναι νεκρῶν, ὀλίγον δὲ τὸν καθαρὸν τόπον.
204. οὐκ ἂν δή τις] ἐξ αὐτοῦ τοῦ πράγματος ἄρχεται· οὐκ ἔδει
γὰρ προοιμίων, ἀλλʼ ὀξυβουλίας ἐν τῷ τοιούτῳ καιρῷ. ὑποθετικῶς δὲ
ἄρχεται, οὐ προστακτικῶς. εὖ δὲ καὶ τὸ μὴ ἕνα ἐκλέξασθαι· ἐλύπει
γὰρ αὐτὸν ὡς καταφρονῶν τῆς αὐτοῦ σωτηρίας, καὶ τοὺς λοιποὺς
ᾔσχυνε. φιλοτιμίαν οὖν τοῖς ἀρίστοις εἰς ἀλλήλους ἐμβαλὼν τοὺς
ἀτόλμους οὐκ ἤλεγξεν, ἀλλʼ ἡσυχίαν αὐτοῖς ἀνεπίφθονον δέδωκεν. εὖ
δὲ καὶ τὸ αὐθαίρετον· οὐ γὰρ ἐμοὶ, φησὶ, πεπίθοιτο, ἀλλʼ ἑῷ αὐτοῦ
θυμῷ, καὶ τολμήεντι, ὅ ἐστι περιεκτικὸν τῆς προκειμένης πράξεως.
206. ὑποστίζων εἰς τὸ ἐλθεῖν τελείου ὡς εἰς τὸ Ἀχαιούς, καὶ τελειῶν εἰς τὸ ἐλθεῖν ἀπόδος εἰς τὸ ἀνθρώπους.
ἕλοι] ζωγρήσει πρὸς τὸ πυθέσθαι τὰ τῶν πολεμίων. διὰ δὲ τοῦ ἐσχ ατόωντα τὸ ἀκίνδυνον ὑπέφηνε τῆς πράξεως.
207. *φῆμιν] εἰώθασιν οἱ πολεμούμενοι φήμας τινὰς λέγειν ἐν
ἑαυτοῖς, οἷον Λακεδαιμονίων βουλευομένων ποῖον χωρίον ἐπιτειχίσουσι
τῆς Ἀττικῆς, Ἀλκιβιάδης συνεβούλευσε πέμπειν εἰς Ἀθήνας κατα-
σκόπους, οἵτινες παραγενόμενοι ἤκουσαν αὐτῶν τῶν Ἀθηναίων δια-
λεγομένων ὅτι τὴν Δεκέλειαν μέλλουσιν ἐπιτειχίζειν οἱ πολέμιοι·
καὶ οὕτως Λακεδαιμόνιοι ἐπετείχισαν τὴν Δεκέλειαν.
211. πανταχόθεν προτρέπεται, τῷ εὐχερεῖ, τῷ ἀκινδύνῳ, τῷ εὐκλεεῖ.
215. τῶν πάντων] μέγας οὖν ἔσται, ἀριστεῖα παρʼ ἰδίων λαμ-
βάνων· καὶ τὸ δῶρον ἐκ μεγίστης προφάσεως διδόμενον. ἔσται δὲ
αὐτῷ ἀγέλη μελάνων ὀΐων, ὃ σπάνιόν ἐστι καὶ σύμβολον τῆς νυκτι-
πραξίας.
217. αἰεὶ δʼ ἐν δαίτῃσι] ἐκ τούτου δῆλον ὡς οὐ πάντες ἀεὶ ἐκα- λοῦντο. ἢ τὸ ἀεί τὸ αὐτόματον δηλοῖ τῆς ἑστιάσεως.
221. οὐκ εἰκῆ τὸ ἐγγὺς ἐόντα, ἀλλʼ ὅτι μέγαν κίνδυνον ἀναδέ-
χεται. τοῦτο δὲ οὐχ οὕτως ἐξαίρων ἑαυτόν φησιν, ἀλλʼ ὡς καὶ ἑτέρου
τινὸς συνεργοῦ δεόμενος.
223. μᾶλλον θαλπωρή] ἐπιτήδειόν ἐστι πανταχοῦ τὸ κοινωνὸν ἐν τοῖς δεινοῖς αἱρεῖσθαι, ὅπερ μὴ ποιήσας Δόλων ἀποτυγχάνει.
227. οἱ δʼ ἔθελον] προτρέπει ἐπὶ τὰ καλὰ τῶν ἔργων δεικνὺς ὅτι
πᾶς ἀνὴρ ἀγαθὸς πρὸς ὁντιναοῦν κίνδυνον ἐλθεῖν θέλων πολλοὺς ἕξει
συγκινδυνεύοντας.
233. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ] πάντα Νέστωρ διῴκησε κατα-
πληχθέντος τοῦ βασιλέως. ἄτοπον δὲ ἦν τὸ ἄφωνον αὐτὸν μεῖναι·
νῦν οὖν τῷ θάρσει τῶν ἀριστέων ὥσπερ ἀνασφήλας φησὶ περὶ τοῦ
ἀδελφοῦ.
235. τὸν μὲν δὴ ἕταρον] τεχνικῶς ἔχει ὁ λόγος. καὶ γὰρ ὁρῶν
τοὺς ἀνθρώπους πολλάκις καὶ παρὰ γνώμην τοὺς ἐν ἀξιώμασι προτι-
μῶντας, ἰδίᾳ μὲν ὤκνησεν ὑπὲρ τοῦ ἀδελφοῦ ποιήσασθαι τὸν λόγον,
ἵνα μὴ τοῦ κινδύνου αὐτὸν ὑπεκκλέπτειν δοκῇ, κοινῇ δὲ ὑπὲρ ἁπάντων
λέγει τὸν ἄριστον αἱρεῖσθαι.
237. τοὺς πρὸς τὰ ἔργα ἡμῖν χρησίμους ἐσομένους ἀξιοῖ Ὅμηρος σκοπεῖν, οὐ τοὺς εὐγενεῖς ἢ πλουσίους, ὥσπερ καὶ ἰατροὺς οὐ τοὺς πλουσίους παραλαμβάνομεν ἐν ταῖς νόσοις, ἀλλὰ τοὺς ἰάσασθαι δυναμένους.
243. Ὀδυσῆος] τῇ ἑαυτοῦ θαρρῶν ἀνδρείᾳ σύμβουλον μόνον αἱρεῖται.
244. οὗ πέρι] ἀληθὴς ὁ ἐν τοῖς κινδύνοις ἔπαινος πᾶσαν αἰδῶ παρωσάμενος. ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπολογεῖται, οὐ διʼ ἀνδρείαν φήσας αὐτὸν αἱρεῖσθαι, ἀλλὰ διὰ φρόνησιν.
247. νοστήσαιμεν] πρὸς τὸ φιλάλληλον οὐκ εἶπε νοστήσαιμι, καὶ ὑποφαίνει ὡς εἰ ἄλλον εἵλετο, αἴτιος ἂν θανάτου ἀμφοτέροις ἐγεγόνει. καὶ δείκνυσιν ὅτι κρείττων ἀνδρείας φρόνησις.
249. ἐντεῦθεν τὸ μηδὲν ἄγαν δηλοῦται. ἀριστέως δὲ τὸ θέλειν
μὲν εὐφημίαν, οὐκ ἀνέχεσθαι δὲ αὐτῆς· περισσὸς γὰρ ὁ μεταξὺ
τῶν φίλων ἔπαινος.
251. μάλα γὰρ νὺξ ἄνεται] ἤδη πρὸ τῆς ἐξόδου περὶ τοῦ καιροῦ συμβουλεύει, κατεπείγων αὐτόν· ἄτοπον γὰρ πρὸς ἠῶ κατασκόπους πέμπεσθαι. δεόντως οὖν αὐτὸν εἵλετο.
252. * Πορφυρίου. ἡ συναγωγὴ τῶν ζητουμένων γέγονε μὲν ἤδη
καὶ παρʼ ἄλλοις· ἡμεῖς δὲ τὰ προβλήματα λαμβάνοντες παρὰ τῶν
ἐζητηκότων τὰς λύσεις ἐπικρίνομεν ἃς ἐκεῖνοι ὑπέταξαν τοῖς προ-
βλήμασιν, καὶ τινὰς μὲν τούτων ἐγκρίνομεν, τινὰς δὲ παραιτούμεθα,
τὰς δʼ αὐτοὶ ἐξευρίσκομεν, τὰς δὲ πειρώμεθα διορθοῦν καὶ ἐξεργά-
ζεσθαι, ὥσπερ τοῖς ἐντυγχάνουσιν ἔσται δῆλον. αὐτίκα τῶν παλαιῶν
ζητημάτων ὡμολόγηται εἶναι τὸ τοιοῦτο, ἐν οἷς φησὶν “ἄστρα δὲ
δὴ προβέβηκε, παρῴχηκεν δὲ πλέον νὺξ τῶν δύο μοιράων, τριτάτη δʼ
ἔτι μοῖρα λέλειπται.᾿ πῶς γὰρ, εἰ αἱ δύο μοῖραι ἐξήκουσιν αὐταί
τε καὶ ἔτι τούτων πλέον, ἡ τριτάτη μοῖρα λέλειπται, ἀλλʼ οὐχὶ τῆς
τρίτης μόριον; ὅθεν καί τινες προστιθέντες τὸ σ ἠξίουν “τριτάτης
δʼ ἔτι μοῖρα λέλειπται” γράφειν, ἵνα τῆς τρίτης μερίς τις ᾖ κατα-
λελειμμένη, ἀλλʼ οὐχ ὅλη ἡ τρίτη. Μητρόδωρος μὲν οὖν τὸ πλεῖον
δύο σημαίνειν φησὶ παρʼ Ὁμήρῳ· καὶ γὰρ τὸ σύνηθες, ὡς ὅταν λέγῃ
“νώτου ἀποπροταμὼν, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο” (Od. 8, 475) καὶ
“ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσιν”
(Ιl. 1, 165). σημαίνει καὶ τὸ πλῆρες, ὡς ἐν τῷ “σὸν δὲ πλεῖον
λεγόμενος ἐν τῇ τρίτῃ λέγει μίαν ἀπολείπεσθαι ἔτι ἡμέραν, κἂν
μὴ περὶ ὄρθρον ποιῆται τοὺς λόγους, οὕτως καὶ τὸν Ὀδυσσέα, εἰ καὶ
πλέον ἦν παρῳχηκὸς τῶν δύο μοιρῶν, τὴν τρίτην φάναι καταλείπε-
σθαι, ἐπειδὴ τριμεροῦς οὔσης τῆς νυκτὸς ἕκαστον μέρος ἕν τι λαμ-
βάνεται, ὥστε κἂν ἐλλιπὲς ᾖ τοῦτο καὶ μὴ ὁλόκληρον, ἀλλʼ ἀριθμεῖ.
σθαί γε τρίτην, τῷ τάξιν τῶν ἡμερῶν ἔχειν τὴν τρίτην· οὕτω γὰρ καὶ
ἄνθρωπον παρὰ πόδα γενόμενον ἔτι τνγχάνειν τῆς ὅλης προσηγορίας.
ἄλλοι δέ φασιν ἔθος ἔχειν τοὺς ποιητὰς τῷ ἀπηρτισμένῳ χρῆσθαι
ἀριθμῷ, ὁτὲ μὲν τὰ ἐπιτρέχοντα τοῖς ἀριθμοῖς περιγράφοντας ὑπὲρ
τοῦ ὁλοσχερεῖ καὶ ἀπηρτισμένῳ χρῆσθαι, ὅταν χιλιόναυν στρατὸν
φήσειε τῶν Ἕλληνων— ἦσαν δὲ αἱ νῆες χίλιαι ἑκατὸν ὀγδοήκοντα
ἕξ—, καὶ ἔτι “πύργους εἴκοσι μιᾷ στολῇ, πεζοῖς μὲν ἕνδεκα, ναυσὶ
δὲ δυώδεκα” ἀντὶ τοῦ κγ΄· ὁτὲ δὲ τὸν προκείμενον περιγράφουσι, τῷ
ἐπιτρέχοντι ἀρκούμενοι, οἷον (Pind. fr. 157) “κατὰ μὲν φίλα τέκνα
ἔπεφνε θάλλοντα ἥβᾳ δυώδεκα, αὐτὸν δὲ τρίτον” ἀντὶ τοῦ τρίτον
καὶ δέκατον· καὶ “τετράτῳ δʼ αὐτὸς πεδάθη,” φησὶν ὁ Πίνδαρος
(fr. 100), ἀντὶ τοῦ τετάρτῳ καὶ δεκάτῳ· “ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι,
πέμπτῳ δὲ γαμοῖτο (Hesiod. O. 696) ἀντὶ- τοῦ τεσσαρεσκαιδεκάτῳ
καὶ πεντεκαιδεκάτῳ. Εὔπολίς τε Χρτυσῷ γένει
δεκάτῳ μηνὶ τοῦ τοκετοῦ ταῖς γυναιξὶ γιγνομένου φησὶν Ὅμηρος
“χαῖρε γυνὴ φιλότητι, περιπλομένου δʼ ἐνιαυτοῦ τέξῃ ἀγλαὰ τέκνα”
(Od. 11, 248). καὶ “ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέ-
μοντο” (Il. 2, 649) καὶ “πολλοὶ ἀπειρέσιοι καὶ ἐνενήκοντα πόληες”
(Od. 19, 174)· ἢ γὰρ κατὰ τὸ ἕτερον προστίθησιν ἢ κατὰ τὸ ἕτερον
ἀφαιρεῖ. ὁμοίως καὶ “πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντο”
(Il. 1, 601), οὐχ ἅμα τῇ ἕῳ ἀρξαμένων πίνειν· καὶ “πᾶν δʼ ἦμαρ
μάρναντο περὶ Σκαιῇσι πύλῃσι” (Il. 18, 453), καίπερ βραχέος
γινομένου χρόνου ὑπὲρ τὴν μάχην. καὶ τῶν Ὀλυμπίων δὲ ἐναλλὰξ
ἀγομένων διὰ ν΄ μηνῶν καὶ μθ΄, οἱ ποιηταὶ πεντηκοντάμηνόν φασι τὴν
πανήγυριν εἶναι. οὕτως οὖν οὐδὲν κωλύει καὶ τῆς τρίτης μοίρας ἐλλι-
ποῦς οὔσης οὐχ ὁλόκληρον τρίτην αὐτὴν ὀνομάσαι μοῖραν. Ἀριστο-
τέλης δὲ οὕτως ἀξιοῖ λύειν, ἐν οἷς φησίν· ἡ εἰς β΄ διαίρεσις εἰς
ἴσην δύναται γενέσθαι ἐν τούτοις, ἐπειδὴ τὸ πλέον τοῦ ἡμίσεος ἀόρι-
στόν ἐστιν. ὅταν τοσοῦτον αὐξηθῇ ὡς τοῦ ὅλου τρίτον ἀπολείπεσθαι,
ἀκριβοῦς ἂν εἴη τὸ ἀφορίσαι τοῦτο καὶ δηλῶσαι ὅσον ἐστὶ τὸ κατα-
λειφθὲν, ἵνα ὅσον ηὐξήθη τοῦ ὅλου τὸ ἥμισυ δῆλον γένηται. οἷον τῶν
ς΄ ἥμισυ τὰ γ΄. εἴπερ διαιρεθείη τὰ ς΄ εἰς β΄ ἴσα, ἔσται γ΄ ἐὰν τὸ
ἕτερον μέρος αὐξηθῇ, ἄδηλον πότερον μορίῳ ἀριθμοῦ ἢ ὅλῃ μονάδι.
ἐὰν οὖν ὅλῃ μονάδι πλέον γένηται τὸ μέρος τὸ ὑπολειπόμενον, τρίτον
ἔσται τοῦ ὅλου, ὥστε καὶ ὁ εἰπὼν τῶν β΄ μερῶν θάτερον πλέον γινό-
μενον καταλέλοιπε τριτάτην μοῖραν δεδήλωκεν ὅτι ἐν αὐξήσει τὸ
πλέον μονάδι γέγονε, τεσσάρων γεγονότων τῶν τριῶν καὶ β΄ ὑπολει-
πομένων, ὅπερ ἦν τῶν ς΄ τὸ τρίτον. ἐπεὶ οὖν καὶ τῆς νυκτὸς αἱ ιβ΄
μοῖραι εἰς β΄ ἴσας μερίδας μερίζεσθαι δύνανται εἰς ς΄, ηὐξήθη δὲ
καὶ πλέον γεγονὸς θάτερον μέρος, ἄδηλον δὲ τὸ πόσαις ὥραις — καὶ
γὰρ μιᾷ καὶ δύο καὶ τρισὶ καὶ πλείοσιν ἡ αὔξησις δύναται γίνεσθαι
—, ἀφορίζει ὁ ποιητὴς τό ἀόριστον τοῦ πλείονος πόσον ἦν, καὶ ὅτι
β΄ ὥραις ηὐξήθη, ἐπήγαγεν ὅτι τριτάτη μοῖρα λέλειπται, ὡς η΄ μὲν
νυχθημέρου τῶν ώρῶν τὸ αὐτὸ ζητούμενον, καὶ λεγέτω τις ὅτι πλέον
τι τῶν εἰς β΄ μοίρας νεμομένων ὡρῶν παρώχηκεν, ἔτι μὴ ἀφορίσας
τὸ πόσον, ἐπαγέτω δὲ ὅτι ἡ τρίτη μοῖρα τοῦ παντὸς λέλειπται· δῆ-
λον γίνεται ὅτι τῆς εἰς β΄ διαιρέσεως εἰς ιβ΄ καὶ ιβ΄ γενομένης, τοῦ
τρίτου καταλειφθέντος τοῦ παντὸς, ὅπερ ἐστὶν η΄, θάτερον μέρος τὸ
πλέον ἐν τέτρασιν ἔσχεν, ὥστε ις΄ ὥρας τὰς πάσας παρεληλυθέναι,
ὑπολείπεσθαι δὲ η΄ ἐν οἷς οὖν εἰς β΄ ἴσα καὶ εἰς γ΄ ἐστὶ διαίρεσις,
ἐάν τις εἰς β΄ πλεονάσαντα τὸ γ΄ τῆς εἰς γ΄ καταλίποι, ἀφορίζει ὅσῳ
πλέον ἡ αὔξησις γέγονε. σοφῶς οὖν ὁ ποιητὴς τὸ ἀόριστον τρίτον
τῆς αὐξήσεως τοῦ ἡμίσεος δεδήλωκεν ἵσον ἦν, ὅτι ὥραις δύο καὶ
ὀγδόῃ παρεληλύθει ὥρα, διὰ τοῦ φάναι “ τριτάτη δʼ ἔτι γὰρ μοῖρα
λέλειπται.” εἰδὼς γάρ τις ἵτι ιβ΄ μὲν αἱ ὧραι πᾶσαι τῆς νυκτὸς,
ὧν ἡ εἰς δύο μὲν μοίρας διαίρεσις ς΄ καὶ ς΄ ποιεῖ, ἡ δὲ εἰς γ΄ δ΄ καὶ
δ΄, καὶ ἀκούσας τῆς εἰς β΄ μοίρας διαιρέσεως πλέον τι παρυχηκέναι,
εἶτα γνοὺς ὅτι τῆς εἰς γ΄ τὸ τρίτον ἐπιμένει, ὅπερ ἐστὶν ραι δ΄,
εὐθὺς γινώσκει ὅτι ἀπὸ τοῦ μεσονυκτίου β΄ ὧραι ἦσαν παραλλάξασαι
μεταβάντος. Αὐτόχθων δέ φησιν ὅτι τετελεσμένων τῶν β΄ μοιρῶν,
λειπομένης δὲ τῆς τρίτης, εἰκότως φησὶν ὡς παρῆλθε τὸ πλέον ἡ
νὴξ οὖσα μοιρῶν β΄· πλέον γὰρ μέρος εἰσὶ τῆς νυκτὸς α΄ β΄, εἴ γε
τὰ β΄ τοῦ ἑνὸς πλείονα. τὸ οὖν παρώχηκεν, ὅτι παροιχομένων τῶν β΄
μοιρῶν τῷ πλείονι ἡ νὺξ παρῴχηκεν. οὕτω γὰρ οὐδʼ ἁμάρτημα ἔσται
ἐν τῷ πλέῳ, ὅπερ θηλυκῶς ἀκούοντές τινες ἡμαρτῆσθαι λέγουσιν
ἀντὶ τοῦ ἡ πλείων· ἔστι γὰρ τῷ πλέῳ ἡ νὺξ παρυχηκυῖα μέρει, του-
τέστι τῷ πλείονι καὶ μείζονι μέρει παρήλλαχε, τῶν β΄ μερῶν παρῳ-
χημένων. Ἀπίων δὲ αὐτῶν τῶν β΄ τὸ πλέον μέρος ἀνηλῶσθαι λέγει,
ὥστε καὶ τῆς δευτέρας εἶναι λείψανον, καὶ ὧν οὖν τὸ πλέον παρά-
χηκεν, τὸ τρίτον καταλείπεται· περὶ γὰρ νύκτας μέσας ἀναστὰς
ὀλίγον χρόνον περὶ τὰς ἐρωτήσεις διέτριψαν· καὶ κτείναντες αὐτὸν
μετὰ ταῦτα ἐπὶ τοὺς Θρᾷκας ἔρχονται· καὶ βραδύνουσιν αὐτοῖς
περὶ τὸν τούτων φόνον ἡ Ἀθηνᾶ ἐπὶ τὰς ναῦς ἀπαλλάττεσθαι παραι-
νεῖ· καὶ ἐπανελθόντες λούονταί τε καὶ ἀριστοποιοῦνται, καὶ τότε
ἡμέρα γίνεται. Ὀδυσσεὺς δὲ λέγει “ἐγγύθι δʼ ἠώς,” τὴν διέξοδον
ἐπείγων· οὐδὲ γὰρ εὔλογον πλησιαζούσης τῆς ἕω κατάσκοπον πέμ-
πεσθαι, ἀλλὰ καὶ πάνυ ἐπισφαλές. τὸ δὲ πλέω δύναται μὲν καὶ ὡς
πληθυντικὸν οὐδέτερον παρειλῆφθαι, τὰ πλείονα ἐκ τῶν δύο μοιρῶν
παρῆλθεν· ἢ πλείονα παρὰ μοίρας τὰς δύο, ὥς που καὶ ὁ Θουκυδίδης
λέγει “ἀλλὰ καὶ ταύτην τὴν στρατιὰν θαλάσσῃ ἤδη πλείω χρώτ
μένοι συνῆλθον” (1, 3). δύναται δὲ καὶ θηλυκὸν ἑνικὸν εἶναι, πτῶσιν
αἰτιατικὴν προβάλλον, ἡ νὺξ παρῆλθε τὴν πλείονα μοῖραν τῶν δύο
μοιρῶν. πιθανῶς δὲ οὐδένα ἄλλον τὴν τῶν ἄστρων πορείαν ἐποίησε
φυλάττοντα ἢ τὸν Ὀδυσσέα, προοικονομῶν εἰς τὴν Ὀδύσσειαν· ἐκεῖ
γὰρ αὐτῷ ὁ πλοῦς ἀνύεται “Πλῃάδας εἰσορόωντι καὶ ὀψὲ δύοντα
Βοώτην (5, 272).
*λέγοντος τοῦ Ὀδυσσέως “ ἄστρα δὲ δὴ προβέβηκε” ζητήσειεν
ἄν τις τί δηλοῖ τὸ προβέβηκεν, καὶ ποῖά εἰσι τὰ ἄστρα ἐξ ὡν στο-
χάζεται τὴν ωραν. τὸ γὰρ ἐκ τῆς ἄρκτου λέγειν οὐχ ὑγιές· οὐ γὰρ
ἐκ τῶν ἀειφανῶν, ἀλλʼ ἐκ τῶν ἀνατελλόντων καὶ δυομένων τὰς ἄρας
τεκμαίρεσθαι ἔστιν. οἱ δὲ οὐδʼ ἐπʼ ἄλλου φασὶν οἷόν τε ἢ ἐπὶ τῆς
ἄρκτου εἰρῆσθαι διὰ τοῦ προκεῖσθαι τὸ προβεβηκέναι· σημειωσά-
μενον γὰρ τοὺς τόπους καθʼ ὅραν ὡς ἐπιλαμβάνουσι στρεφόμενοι τῆς
ἄρκτου οἱ ἀστέρες, προβεβηκέναι φάναι ἐπὶ πλέον κατὰ τὴν στροφὴν
χυρήσαντας. οἱ δὲ ἀπὸ τῶν Πληιάδων καὶ Ὑάδων καὶ δρίωνος, ἥτοε
δὲ ἀνατολὴν ἑὥαν ποιουμένων καὶ προβεβηκότων ἀπὸ τῆς ἀνατολῆς,
Πληιάδων δύσιν ποιουμένων καὶ ἤδη προβαινόντων εἰς τὴν δύσιν· τὸ
αὐτὸ γὰρ καὶ ἐν τῷ “ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα
βεβήκει (Od. 12, 312) ἢ ὡς πρὸς ἀνατολὴν ἢ πρὸς δύσιν, τὸ μέν-
ζῳδίων οὖν τῶν ἐπιφερομένων τῷ δωδεκατημορίῳ τούτῳ ἐν ῷ ὁ ἥλιος
ἔδυ, τὴν ὥραν στοχάζεται Ὀδυσσεύς. ἢ ἀπλῶς πάντα, φησὶ, τὰ
ἄστρα προβέβηκε, τουτέστι προκεχώρηκεν εἰς δύσιν τὰ ἀφʼ ἑσπέρας
ἐν τῇ ἀνατολῇ φανέντα, ὡς καὶ νῦν φαμὲν, πολὺ προῆλθε τῆς ἡμέρας,
εἰς δύσιν λέγοντες προελθεῖν· ἐφʼ ὧν γὰρ ἀπὸ πέρατος εἰς πέρας
ἐστί τις δρόμος, ὅταν ἤδη πρὸς τῷ ἑτέρῳ πέρατι ὁρώμενα φαίνηται,
προβεβηκέναι λέγοιτʼ ἂν ἀφʼ οὗ πρῶτον ὁρμώμενα ὡφθη. ὅτι δὲ καὶ
τὴν ἡμέραν καὶ τὴν νύκτα εἰς τρία διαιρεῖ δῆλον. ἐπὶ μὲν γὰρ τῆς
ἡμέρας “ἔσσεται ἠὼς ἢ δείλης ἢ μέσον ἤμαρ” (Il. 21, 111), ἐπὶ
δὲ τῆς νυκτὸς “ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην” (Od. 12, 312).
παρῆλθον τῆς νυκτὸς αἱ β’ πλήρεις μοῖραι· οἱ δὲ, ὅτι τὸ πλέον
τῶν β΄ μοιρῶν τῆς νυκτὸς παρῆλθεν. αἱ β΄ δὲ μοῖραι η΄ εἰσιν ὧραι·
τούτων τὸ πλέον, ὅ ἐστιν αἱ ζ΄, παρῆλθεν· ἐσμὲν δὲ ἐν ὅγδόῃ ὥρᾳ,
λείπονται δὲ τέσσαρες. τὸ δὲ ὅλον οὕτως· παρῆλθεν ἡ πλείων ἤδη
μοῖρα τῶν β΄ τῆς νυκτὸς μοιρῶν, ἵνα λείπηται μέρος τι τῶν β καὶ
τρίτη τελεία.
255. Τυδείδῃ μὲν δῶκε] ἵνα μὴ ἀπιόντες πάλιν εἰς τὰς σκηνὰς χρονοτριβοῖεν. ὁπλίζει δὲ αὐτὸν ὁ Θρασυμήδης ὡς νεωστὶ τὸν Νέ- στορα σώσαντα.
258. ὁ φάλος ὀμφαλός ἐστιν ἀσπίδι μικρῷ παραπλήσιος. κεῖται
δὲ κατὰ τὸ μέτωπον, ὑπερέχων τῶν ὀφρύων, ἀποσκιάζων τὴν αὐγὴν
τοῦ ἡλίου. ἦν δὲ ἄφαλος καὶ ἄλοφος διὰ τὸ λανθάνειν· καταῖτυξ δὲ
παρὰ τὸ κάτω τετύχθαι· οὐ γὰρ ἔχει λόφον.
259. ῥύεται δὲ κάρη] δείκνυσιν ὅτι πρὸς μόνην σκέπην, οὐ πρὸς
κόσμον πεποίηται, ὥστε τῇ μὲν ἐμπλοκῇ τῶν ἱμάντων δυσδιάλυτον
εἶναι τὸ κράνος, τὴν δὲ ἔξωθεν ἐπιφάνειαν σκέπεσθαι μετὰ τῶν
ὀδόντων πυκνῶς ἐρεισθέντων.
266. τὴν μὲν κλοπὴν ἐν Ἐλεῶνί φησι γενέσθαι τῆς Ἀμύντορος καταίτυγος (Ἑλεὼν δὲ πόλις τῆς Βοιωτίας), τὴν δὲ διανομὴν ἐν Σκανδείᾳ πόλει Κυθήρων.
268. Σκάνδειαν] κατὰ παράλειψίν ἐστι τῆς εἰς προθέσεως,
271. δὴ τότʼ Ὀδυσσῆος] ἡδεῖα ἡ περιπέτεια, τὸ διὰ τοσούτων ἐλθοῦσαν αὐτὴν πάλιν σκεπάσαι Ὀδυσσέα τὸν ἐξ Αὐτολύκου.
272. ὅπλοισιν ἐνὶ δεινοῖσιν] ἴσως διὰ τὴν κατάπληξιν τῆς προσ-
δοκωμένης αὐτῶν λαθραίας πράξεως τὴν δεινότητα τοῖς ὅπλοις
προσῆψεν.
273. πάντας ἀρίστους] μένοντας καὶ καραδοκοῦντας δηλονότι τὴν ἀπόβασιν.
274. ἀγαθὸν λίαν τὸ σημεῖον τοῖς ἐνεδρεύουσιν, ὡς φησιν Ἕρμων.
ἐδήλου δὲ ὅτι οὐχ ὁραθήσονται μὲν, ἔκπυστα δὲ καὶ ἄκρυπτα δρά-
σουσιν ἐν τοῖς πολεμίοις. ἐρωδιὸν δὲ ἔπεμψεν, ἐπεὶ ἑλώδης ὁ παρὰ
τῷ Σκαμάνδρῳ τόπος καὶ ὑδατῶδες τὸ ὄρνεον. ἐδήλου οὖν τὴν ἐπὶ
τὰς ναῦς ὑποστροφήν.
*ἐρωδιόν] Ζωίλος ὁ κληθεὶς Ὁμηρομάστιξ γένει μὲν ἦν Ἀμ-
φιπολίτης, τοῦ δὲ Ἰσοκρατικοῦ διδασκαλείου, ὃς ἔγραψε τὰ καθʼ
Ὁμήρου γυμνασίας ἕνεκα, εἰωθότων καὶ τῶν ῥητόρων ἐν τοῖς ποιη-
ταῖς γυμνάζεσθαι. οὗτος ἄλλα τε πολλὰ Ὁμηροῦ κατηγόρει καὶ
τὰ περὶ τοῦ ἐρωδιοῦ, ὃν ἐν τῇ νυκτεγερσίᾳ ἔπεμψε τοῖς περὶ τὸν
Ὀδυσσέα ἡ Ἀθηνᾶ, ὃν, φησὶν, οὐκ εἶδον ὀφθαλμοῖσιν, ἀλλὰ κλάγ-
ξαντος ἄκουσαν. πῶς γὰρ, φησί, χαῖρε δὲ τῷ ὄρνιθι Ὀδυσσεύς;
εἰκὸς γὰρ ἦν ὑπολαβεῖν περιβοήτους ἔσεσθαι· φωνὴ γὰρ σημεῖόν
ἐστι τοῖς λανθάνειν προαιρουμένοις ὑπεναντίον. Μεγακλείδης, ὅτι
μαντικῶς ταῦτα ἐποίησεν· δηλοῖ γὰρ ὅτι φωνὴν ἤκουσαν μόνον.
οὐκοῦν οὕτως ἀπέβη τὸ μέλλον· αὐτοὶ μὲν γὰρ ὑπὸ τῶν πολεμίων
οὐκ ώφθησαν, ἤκουσαν δὲ τὰ βουλεύματα καὶ τὰς τάξεις Δόλωνος
ἐξαγγείλαντος. πῶς ἂν οὖν οἰωνὸς σαφέστερος φανείη; Ἀλέξανδρος
δὲ ὁ Μύνδιος ἐν τῷ τρίτῳ περὶ ζὡων ἠπόρει διὰ τί ἡ Ἀθηνῶ ἐπὶ
τὴν κατασκοπὴν πορευομένοις τοῖς περὶ τὸν Ὀδυσσέα οὐ τὴν γλαῦκα
τὴν ἰδίαν ὄρνιν ἔπεμψε σημαίνουσαν τῇ φωνῇ, καὶ ταῦτα νυκτερινὴν
οὖσαν ὄρνιν, ἀλλʼ ὅτι ἱερὸν τοῦ Ποσειδῶνος καὶ ἑτέρων τινῶν θεῶν.
φασὶν οὖν λύοντες ὅτι ἑλώδους ὄντος τοῦ τόπου, τῶν ζῳων τούτων
νυκτὸς ἐν τοῖς ποταμοῖς καὶ τοῖς τέλμασι νεμομένων, διὰ τούτου
σημῆναί τι τοῖς κατασκόποις ἠβουλήθη, καὶ οὐ τῆς τὸ ὕδωρ καὶ
τὸν πόλεμον ἔπραττον. ἐπεὶ δʼ αὐτίκα δράσειν ἔμελλον, ἐγγὺς
ὁδοῖό φησι· τὰ γὰρ ἐγγὺς ἀπανταχοῦ ἐστὶ σημεῖα. ἐν δεξιῷ δὲ
χώρᾳ ἡ κλαγγὴ αὐτοῖς γίνεται, ὅτι ἡ δεξιὰ ἀλλοτρία χώρα, ἐν ᾗ
τοῖς δυσμενέσιν ἔμελλον ἔσεσθαι ἀλγηδόνες, τοῖς δʼ ἀκούσασι χαρά
τε καὶ ἔρυμα. ὁ γὰρ ἐρωδιὸς οὗτος ὡς ἐπὶ τὸ πολὺ τότε κλαγγάζει,
ἡνίκα εὗ πράττει καὶ εὐθυμεῖ ἄγρας ἕνεκα. ἔτι δὲ ὁ ἐρωδιὸς λέγεται
ἀφροδισίων ἕνεκα αἷμα δακρύειν, καὶ προπίπτειν αὐτοῦ τοὺς ὀφθαλ-
μοὺς, καὶ ἀποθνήσκειν, ὥστε τῇ δεξιᾷ χώρᾳ ὀφθεὶς ἐν τῇ ἀλλοτρίᾳ
τοὺς ἀλλοτρίους καὶ πολεμίους γάμων ἕνεκα ἐδήλου τεθνήξεσθαι.
καὶ Ἕρμων δὲ ὁ Δήλιος γράφει “ἐρωδιὸς ὁ πελλὸς ἐν πεδίῳ φαινό-
μενος δαπέδου μεδέοντός ἐστι Ποσειδῶνος, ἄρμενος εἰς πόλεμόν τε
καὶ ἐν νήεσσι μάχεσθαι ἐσθλὸς, καὶ πεζοῖσι καὶ ἱππήεσσιν ἄριστος,
ἐν πεδίῳ θεμένοισι μάχην, ἐν ὄρει δέ τε χείρων φαινόμενος, μάλα
γὰρ πέλεται νικηφόρος ὄρνις, ἔς τε βρομίην ὀρμένω ἀπειλίην ἄρμε-
νος, ὁπλίτην κεν ἄγων οἶκόνδε νέοιτο.” οὕτω δὲ καὶ ἀξιοῦσιν οὐ
Παλλὰς Ἀθηναίη γράφειν, ἀλλὰ πελλόν· τοὺς δὲ μεταγράψαντας
τῷ ἐπιθέτῳ ψυχαγωγηθῆναι, οὐ τῇ ἀληθεία δὲ ἀκολουθῆσαι· ὅθεν καὶ
Ζώπυρος ἐν τετάρτῳ Μιλήτου κτίσεως γράφει· ἐν τῇ νυκτεγερσίᾳ
τοῦ ποιητοῦ θέντος πελλὸν Ἀθηναίη, μεταγράφουσί τινες καί
φασι Παλλὰς Ἀθηναίη, τῷ ἐπιθέτῳ ψυχαγωγούμενοι, ἀλλʼ οὐ τῇ
ἀληθείᾳ ἀκολουθοῦντες. τρία δὲ γένη ἐστὶν ἐρωδιῶν, καὶ τῇ χροιῶ
διαλλάσσοντα ἀλλήλων καὶ τῇ πράξει διάφορα ὄντα καὶ τῇ φωνῇ·
ἂν μέντοι γένος ἐστὶν ἐρωδιῶν, τὸ καλούμενον πύγαργον, ὅπερ ἐστὶ
πρὸς γάμον τῶν πάντων δυσαντητότατον· ἐν γὰρ τῷ συνουσιάζειν
ἀπόλλυται μετὰ πόνου· προβάλλει γὰρ τοὺς ὀφθαλμοὺς καὶ αἰμορτ
ῥογεῖ. ἄλλος ἐστὶν ἐρωδιὸς, ὃν καλοῦσιν ἀφροδίσιον· οὗτος δὲ ἐν μἐν
τῇ συνουσίᾳ ἁρμόζει, πρὸς δὲ γάμον καὶ συμφωνίαν βίου αἰσίῳ-
εἶναι τὸν ἐν τῇ ὀχείᾳ τοὺς ὀφθαλμοὺς αἱμάσσοντα, ἀλλὰ τὸν πελλὸν,
γράφων ὑδε· “ἀστερίας, ὁ δʼ αὐτὸς καλεῖται ὄκνος· οὗτος οὐδὲν
ἐργάζεται. πελλός· οὕτος ὅταν ὀχεύῃ, κραυγάζει καὶ ἐκ τῶν ὀφθαλ-
μῶν ἀφίησιν αἷμα, καὶ τίκτουσιν ἐπιπόνως αἱ θήλειαι. λευκός· οὗτος
ἀνωδύνως ἐν ἀμφότεροις ἀπαλλάσσεται.”
ἐγγὺς ὁδοῖο] ἐγγὺς τῆς ἐξόδου, πρὸ τοῦ πόρρω αὐτοὺς ἀποβῆναι.
275. δηλοῖ ὅτι οὐκ ὀφθήσονται μὲν, εἴσονται δὲ τὰ τῶν πολεμίων ἐκ τῆς φωνῆς Δόλωνος.
278. καλῶς οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα ἐπικαλοῦνται καὶ ἀκούονται, ὁ δὲ βάρβαρος Δόλων μὴ εὐχόμενος ἀποτυγχάνει.
279. παρίστασαι] καὶ τοῦτο πραγματικῶς· προθυμότερον γὰρ καὶ ἄνθρωποι καὶ θεοὶ εὐεργετοῦσι τοὺς ὑπὲρ ὥν πεπόνθασι χάριν ὁμολογοῦντας.
280. κινύμενος] ὑπερβολικῶς εἶπε, οἷον καὶ ἐπὶ μικράν τινα πρᾶξιν ὁρμῶν.
286. δύναται μὲν καὶ εἰς τὸ Τυδέϊ δίῳ ἡ στιγμὴ τάττεσθαι, δύναται δὲ καὶ εἰς τὸ νήψας· τὸ γὰρ ἐς Θήβας ἄμφω συντάσ- σειν ἀκώλυτόν ἐστιν.
288. καλῶς μειλίχιον ἔφη λόγον τὸν διαλλαγὰς εὐαγγελιζό- μμενον.
291. ὧς νῦν μοι] ὅρα πῶς ὁ συνετώτερος Ὀδυσσεὺς τὴν εὐχὴν ἐκοινοποίησεν, οὗτος δὲ ἰδία καὶ ἄλλως.
299. ὑπὸ τὸν αὐτὸν χρόνον ἀμφότεροι τοὺς κατασκόπους πέμ- πουσι· συντνγχάνουσι γὰρ ἀλλήλοις ἰόντες· ἀλλʼ ὁ ποιητὴς ἐτίμησε τὸ Ἕλληνικὸν τῇ προτέρᾳ τάξει τοῦ λόγου.
300. πάντας ἀρίστους] ὁ μὲν Ἕκτωρ θορυβώδης καὶ ἀλαζών ὀν πάντας ἀνοήτως συγκαλεῖ τοὺς ἀρίστους, ἔνθα δέος καὶ ἐκπεσεῖν τι τῶν ἀπορρήτων, οἱ δὲ Ἕλληνες βραχεῖς.
303. τίς κέν μοι] ὁ μὲν Ἕκτωρ μετὰ προστάξεως τὸν ὑπα-
κουσόμενον τῇ χρείᾳ καλεῖ, ὁ δὲ Νέστωρ ὑποτίθεται. καὶ οἱ μὲν ᾶ
308. ὁ μὲν Νέστωρ τὴν πρᾶξιν ἐξεφαύλισεν, ἐπὶ φήμης ἀκοὴν πέμπων τὸν κατάσκοπον ἢ ἐπὶ σύλληψίν τινος πολεμίου μονωθέντος· ὁ δἡ Ἕκτωρ ἐπὶ τὴν περὶ τῶν ὅλων γνῶσιν.
314. ἦν δέ τις] διηγήσεως ἐδέησε πρὸς τὸ σημᾶναι τὸ ἄδηλον τοῦ ἀνδρὸς, ὅπως τοιοῦτος ὡν τῶν Ἀχιλλέως ἵππων ἐρᾷ καὶ μετʼ ὀλίγον προδότης γίνεται. ταχέως δὲ πανία ἐδήλωσε, τὸ ἔθνος, τὸ ὄνομα αὐτοῦ τε καὶ τοῦ πατρὸς, τὴν τέχνην, τὴν τύχην, ὅτι πλού- σιος, τὴν μορφὴν τοῦ Δόλωνος καὶ τὴν ὠκύτητα.
315. ὅμως καίπερ ἔχων πάντα, διʼ ἀλαζονείαν ἠράσθη κέρδους. τὸ γὰρ πλουτεῖν καὶ ἱπποτροφίας ἐμποιεῖ πόθον. εὔελπις δὲ ἦν ὡς εἰ ληφθείη, διὰ τούτων λυτρωθήσεται.
318. ὅς ῥα τότε] δοκεῖ διαγανακτεῖν ὁ ποιητὴς, οἷος ὢν οἵοις ἐπιχειρεῖ.
319. Ἔκτορ, ἔμʼ ὀτρύνει] ὁ μὲν Διομήδης προσλαβέσθαι συνεργὸν ἔσπευσε, καὶ τὸ ἐπικίνδυνον τοῦ πράγματος καὶ τὸ νεμεσητὸν ὑφορώ- μενος· ὁ δὲ ἀνοήτως μόνος ὁρμᾷ.
320. ἔκ τε πυθέσθαι] τὰ ἀκριβῆ περὶ πάντων ἀκοῦσαι· ὁ δὲ εἴ τινα που δηίων ἕλοι ὡς ἐκ παραδόξου.
321. τὸ ἄπιστον δηλοῖ τῶν βαρβάρων, ὅτι τὰς πίστεις ὅρκοις, οὐ τρόποις ἀγαθοῖς βεβαιοῦσιν.
323. οἴ φορέουσιν ἀμύμονα Πηλείωνα] ὁ μὲν Ἕκτωρ ἀρίστους δώσειν φησὶν, ὁ δὲ τοὺς Ἀχιλλέως αἰτεῖ, τούτους εἰδὼς ἀρίστους. δηλοῖ δὲ ἀμφοτέρων τὴν ἀτοπίαν καὶ ἄνοιαν.
324. οὐκ ἄποθεν τῆς οἰήσεως ὴς ἔχεις περὶ ἐμοῦ. ἢ οὐκ ἐξ ὑπολήψεως ἀπαγγελῶ, ἀλλὰ μετὰ ἀκριβείας περὶ πάντων μαθών.
328. καί οἱ ὄμοσσεν] μωρότερος τοῦ αἰτοῦντος ὁ ἐπαγγειλάμενος· ὄμνυσι γὰρ ὡς ἤδη τὰ λάφυρα διαιρῶν.
334. λευκοῦ, ὡς ἄφρων· κατάφωρος γὰρ διʼ αὐτοῦ ἐγένετο. ὁ δὲ
Ἀριστοφάνης τεφρώδους φησί· λέγει γὰρ μὴ εἶναι λύκον λευκόν.
335. ἰκτις ἐστι κατʼ Ἀριστοτέλην ζῷον ὀρνιθοφάγον, ὅμοιον μικρῷ κυνιδίῳ, οὗ τὸ δέρμα φορεῖ. τάχα οὖν ὁ ποιητὴς κατὰ ἀφαί- ρεσιν αὐτὸ ἐποίησε τοῦ πρώτου ι.
339. ὡς προνοῶν μὴ καὶ παρὰ τῶν πολεμίων εἴη τις δόλος· ὁ δὲ Διομήδης, καταφρονῶν τῶν κινδύνων, οὐ προνοεῖ. πῶς δὲ τὸν ἐρωδιὸν μὴ ὁρῶντες αὐτὸν ὁρῶσιν; ἴσως ὅτι πρὸς ὄρθρον ἡ σελήνη ἀνέσχεν.
343. ἢ τινα συλήσων] οὐ γὰρ οὕτω ῥάδιον οἴεται τὸ μόνον εἰς
κατασκοπὴν ἀφικέσθαι. ἐῶσι δὲ παρελθεῖν, μὴ εἰδότες τὴν ὠκύτητα
αὐτοῦ.
346. εἰ δʼ ἄμμε] εἰ δὲ πλαγίαν ὡς ἐπὶ τὴν πόλιν ποιεῖται τὴν ὁδὸν, ἀπόστρεφε πάλιν αὐτὸν ἐπὶ τὰς ναῦς.
350. παρέδραμεν ἀφραδίῃσιν] παρέδραμε, φησὶν, ἀσυνέτως, σὺ
θεασάμενος αὐτούς. δεῖ δὲ τοὺς κατασκόπους τὴν ὄψιν περιάγειν
πρὸς ἐπίγνωσιν ἀκριβῆ..
351. ὅσον ἀροτριῶσα ἡ ἡμίονος ὑπογράφειν δύναται, ὅ ἐστι πλέθρον.
∗Ἀρίσταρχος οὕτως ἐξηγήσατο. ὅσον, φησὶν, ἐξ ἑνὸς καὶ ὁμοῦ
ὑπό τινος ἀφεθέντος καὶ ἀπολυθέντος ζεύγους ἡμιόνων καὶ ζεύγους
ἄλλου βοῶν, φθάσωσι καὶ προλάβωσι τὰς βοῦς αἱ ἡμίονοι (ταχύτεραι
γάρ εἰσι τῶν βοῶν), τοσοῦτον, φησὶν, ἐάσαντες διάστημα παρελθεῖν
τὸν Δόλωνα μεταστραφέντες ἐδίωξαν.
353. ἐν γὰρ τῇ πρώτῃ αὔλακι σχολαιοτέρων προσδεῖ ζῷων πρὸς
τὸ βαθυτέραν γενέσθαι τὴν αὔλακα, ἐν δὲ τῇ νειῷ ὀξυτέρων·
προευτρέπισται γὰρ τῷ ἔαρι.
* πηκτὸν ἄροτρον] τὸ τὸν γύην προσπεπηγότα ἔχον· αὐτόγυον δὲ τὸ ἐξ αὐτοῦ μονόξυλον. καὶ Ἡσίοδος δοιὰ ἄροτρά φησι θέσθαι, “αὐτόγυον καὶ πηκτόν” (Ο. 433).
360. νῦν μὲν κυσὶν αὐτοὺς εἰκάζει διὰ τὸ ἀγρευτικὸν, πρότερον δὲ λέουσι διὰ τὸ εὐσταθές.
361. ἐμμενές] ἐν τούτῳ γάρ ἐστι τῶν κυνῶν τὸ κράτιστον. ταῦτα γὰρ τὰ ζῷα φύσει μέν ἐστι ταχέα, ὑπεκλυόμενα δὲ διὰ τὴν ἀσθέ- νειανʼ οἱ δὲ κύνες τοὐναντίον.
362. μεμηκώς] τὸν καταληφθησόμενον δηλοῖ· περικατάληπτοι γὰρ γινόμενοι βοῶσιν οἱ λαγωοί.
369. δουρὶ δʼ ἐπαίσσων] ὑπόνοιαν διδοὺς ὅτι βαλεῖαύτόν. ἐνεργείας
370. δουρὶ κιχήσομαι] οἷον εἰ μὴ τοῖς ποσὶ δύναμαι. καὶ πῶς
ἅμα τῇ ἀπειλῇ ἀφῆκεν; ὅτι ὀξυλαβείας ἔδει, καὶ οὐκ ἕτο ὡς
ἀπειλῇ μόνῃ πεισθήσεται. ὑπόνοιαν δὲ αὐτῷ δίδωσιν ὡς οὐ βούλεται
αὐτὸν ἀνελεῖν, ἵνα ὑπήκοον ἔχῃ πρὸς τὴν ἀνάκρισιν.
372. ἑκὼν δʼ ἡμάρτανε] ζῶντα γὰρ κρατῆσαι βούλεται πρὸς τὸ τῆς ἐπερωτήσεως χρήσιμον. ἔξεστι δὲ εἰπεῖν ὅτι καὶ τὰ βέλη ὡς ἔμψυχα τῷ ποιητῇ συναγωνίζεται.
375. ἄκρως ἐδήλωσε πάθος δυσερμήνευτον, τοῖς δειλοῖς παρα-
κολουθοῦν, τὸν θρασύδειλον Δόλωνα ὑπογράφων, καὶ τοῖς ἐσχάτοις
ἐξευτελίζων ὀνόμασι. τὸ δὲ βαμβαίνειν δηλοῖ τὸ ἱκεσίας καὶ λόγων
ἀπορεῖν, καὶ δεδιότα ἵστασθαι, καὶ τρέμειν, καὶ ἀσαφῆ φωνὴν
προιέναι ὑπὸ τοῦ φόβου. ἄραβος δὲ κυρίως ἡ ἐν τῷ ἄρει γινομένη
βοή.
378. βαρβαρικὸν τὸ εὐθὺς περὶ ἑαυτοῦ διαλέγεσθαι, καὶ ἵνα ὡς ἀγενοῦς αὐτοῦ καταφρονήσαντες μὴ ταχὺ φονεύσωσιν.
382. Ὀδυσσεύς] ἑκατέρῳ προσώπῳ τὴν πρέπουσαν ἀπένειμε
τάξιν. ὅπου μὲν γὰρ ἀκοντίσαι καὶ κατασχεῖν τὸν πολέμιον
χρεία, ἐκεῖ Διομήδης ἐνεργεῖ, ὅπου δὲ λόγον δοῦναι καὶ λαβεῖν,
Ὀδυσσεύς.
387. ἐπίτηδες ἐνδόσιμον αὑτῷ καιρὸν φευσμάτων δίδωσιν, ὅπως αὐτοῦ δοκιμάσῃ τοὺς λόγους. τί γὰρ παρέτρεχε τοὺς νεκροὺς, εἴπερ σκυλεῦσαι θέλει;
390. ὑπὸ δʼ ἔτρεμε γυῖα] κατάσκοπος γὰρ ἐφωράθη, καὶ εἰ μὴ
ἀληθεύοι, σωτηρίας ἐλπίδα οὐχ ὁρᾷ. αἱ δὲ συνεχεῖς πεύσεις οὐκ
ἐῶσιν εἰς ψεύδη τραπῆναι.
391. πολλῇσίν μʼ ἄτῃσι] ἄτας ἔφη τὰς ἐπὶ κακῷ ὑποσχέσεις. ὡς ἀναγκασθεὶς δὲ καὶ δελεασθεὶς καὶ τὴν φρενοβλάβειαν αὐτοῦ ὑποτίθεται, ἔλεον θηρώμενος.
394. θοὴν] ἐπεὶ μετὰ δύσιν ἡλίου τάχιστα σκότος γίνεται, ἢ ἐπεὶ διὰ τὸν ὕπνον ἥττονα αὐτὴν ἡγούμεθα. ἢ τὴν θετικήν· ἀποτίθησι γὰρ ἡμᾶς εἰς ἀνάπαυλαν.
395. ἀνδρῶν δυσμενέων] ὑπομιμνήσκει τῆς ἔχθρας αὐτοὺς καθʼ Εκτορος, ἀναζωπυρῶν αὐτῶν τὸν θυμόν.
401. ἡ ῥά νύ τοι] δεόντως τὴν τοῦ ἐλπίσαντος, οὐ τοῦ ὑποσχο- μένου τοσοῦτον αἰτιᾶται ἄνοιαν.
406. ποῦ-λίπες Ἕκτορα] καλῶς τοῦτο πυνθάνονται, ἵνα ἐγρηγο-
ρότος μὲν καὶ διέποντος τὰς φυλακὰς ἀπόσχοιντο, καθεύδοντος δὲ
ἐπιχειρήσειαν αὐτὸν ἀνελεῖν.
407. ποῦ δέ οἱ ἔντεα] εἰκὸς γὰρ ἦν ὡς βασιλέα σκηνοποιεῖσθαι στρατηγικώτερον· ἵνα οὖν κἂν ἀφέλωνται τὰ ὅπλα αὐτοῦ, τούτου χάριν ἐπερωτῶσιν.
δεῖ τὸ ἑστᾶσι τῷ ἵπποι προσυπακούειν· οὐ γὰρ κοινὸν τὸ κε ῖται.
413. * Πορφυρίου. τὸ καταλέξω οὐκ ἔστιν ἀπλῶς ἐρῶ, ἀλλʼ εἰς
τέλος τοῦ λόγου ἀφίξομαι καὶ καταλέξω. ταυτὸν γάρ ἐστι τῷ
“ἀτὰρ οὐ τέλος ἵκεο μύθων” (Il. 9, 56) καὶ “ἐπεὶ ὦ παιδὶ
ἑκάστου πείρατʼ ἔειπεν” (Il. 23, 350). τὸ διεξελθεῖν οὖν τὸν λόγον
μέχρι τοῦ ἀπολῆξαι.
415. στρατηγικῶς τὸν τόπον τοῦτον ἐπελέξατο μέσον ὄντα τοῦ πεδίου, ἵνα μὴ οἱ Ἕλληνες ἀποπλεῖν βουλόμενοι λάθοιεν, μήτε εἰς τὴν πόλιν λόχος εἰσέλθῃ.
417. οὔτις κεκριμένη] ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι τὴν φυλακὴν ἑκουσίως. καὶ πολλῆς τῆς ἀλαζονείας· καταφρονεῖ γὰρ Ἑλλήνων.
418. πυρὸς ἐσχάραι] ἐσχάρα σημαίνει ε΄· τὴν πυρὰν, καὶ τὴν
ἑστίαν, καὶ τὸ ῥυπαρὸν καὶ καυθὲν ἕλκος, καὶ τὸν βωμὸν, ὡς παρ’
Εὐριπίδῃ ἐν Ἡροκλεῖ (922), καὶ τὴν κυρίως λεγομένην.
ὅσαι Τρώων εἰσὶν ἑστίαι καὶ οἰκίαι. οἱονεὶ ὅσοι εἰσὶν ἐθάδες Τρῶες, οὗτοι φυλάσσουσιν. ἐκ γὰρ τῆς ἑστίας τὸν πολίτην δηλοῖ. ἀνέστιος δὲ ὁ ἄπολις καὶ ἄοικος.
* Πορφυρίου. τοῦ ποιητοῦ πολλάκις ἐπισημαινομένου περὶ τῶν
στρατόν” (Il. 9, 232) καὶ πάλιν “ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωκὸν
ἀθρήσειεν, θαύμαζεν πυρὰ πολλὰ, τὰ καίετο Ἰλιόθι πρό” (11),
εἰκότως ἀσαφέστατόν ἐστι τὸ τοῦ Δόλωνος, ὅτι ἐρωτηθεὶς “πῶς δαὶ
τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;” ἀποκρίνεται “φυλακὰς
δʼ ἂς εἴρεαι ἥρως, οῦ τις κεκριμένη ῥύεται στρατὸς, οὐδὲ φυλάσσει·
ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη, οἵ τʼ ἐγρηγόρθασι,
φυλασσέμεναί τε κέλονται ἀλλήλοις.” τί γὰρ βούλεται τὸ “ὅσσαι
μὲν πυρὸς ἐσχάραι,ʼ προδεδηλωμένου ὅτι πολλὰς πυρὰς ἔκαιον; ὃ
ἀποροῦντας οὐκ ἔστι ῥηιδίως συνιδεῖν. λύοντες οὖν λέγομεν ἡμεῖς
ὅτι τῶν ἐν τῷ πεδίῳ πυρῶν νῦν οὐ ποιεῖται τὸν λόγον, ἀλλὰ βούλεται
εἰπεῖν ὡς ὅσοι Τρῶες αὐθιγενεῖς καὶ οὐ ξένοι, ἀλλʼ ἑστίαν ἔχοντες,
ὅπερ ἐν ἄλλοις περὶ τῶν αὐτῶν λέγει “Τρῶας μὲν λέξασθαι ἐφέστιοι
ὅσσοι ἔασι” (Il. 2, 125), τουτέστιν ὅσοι πῦρ τε καὶ ἑστίας ἔχοντες,
ὡς καὶ ἐν ἄλλοις “ἤλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος” (Od. 23, 55).
τουτέστιν εἰς τὴν αὑτοῦ ἑστίαν· ἑστία γὰρ ὁ οἶκος· ὃ γὰρ εἶπεν
οἰκίαν ἐνοικοῦντος “ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων”
(Od. 7, 248). τὸ οὖν “ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι” δηλοῖ.
ὅσσαι Τρώων ἑστίαι, ἐξ οὗ ὅσοι Τρώων ἐφέστιοι καὶ πολῖται καὶ
ἑστιούχῳ Διὶ θύουσιν, ὥσπερ καὶ ὁ Φήμιος “Διὸς μεγάλου ποτὶ
βωμὸν ἑρκείου” (Od. 22, 334) καταφεύγει, δηλονότι κατὰ πᾶσαν
τὴν ἡμέραν ἔθυον. ὅτι γὰρ τοὺς πολίτας εἶπε μὴ λείπειν ἐνταῦθα τῆς
διὰ τοῦ πυρὸς ἐσχάρας, δηλοῖ τὰ ἐπαγόμενα “οἷσιν ἀνάγκη, οἵ τʼ
ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται ἀλλήλοις, ἀτὰρ αὖτε πολύ-
κλητοι ἐπίκουροι εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν.” ἐκ
τούτων λύσεις καὶ τὸ περὶ τῶν Φαιάκων εἰρημένον “πᾶσι γὰρ
ἐφέστιόν ἐστιν ἑκάστῳ” (Od. 6, 265). λέγει γὰρ, οὐδεὶς ξένος
ἐστὶν, ἀλλὰ πάντες πολῖται καὶ ἐφέστιον πῦρ ἔχοντες. διὰ δὲ τοῦ
ψιλοῦ ἐξενήνεκται ὡς τὸ δέχεσθε δέκεσθε.
419. φυλασσέμεναί τε κέλονται] δῆλον ἐκ τούτου ὡς ἐξ ἐπιταγῆς
ἡ φυλακή. ἐντεῦθεν οἱ νομοθέται γυναικονόμον ὁρίζουσιν αἱρεῖσθα
τὸν γεγαμηκότα, καὶ παιδονόμον οὐκ ἄπαιδα, ἵνα ἐκ τῶν οἴκοι τὴν
συμπάθειαν ἔχοντες πολλὴν ποιῶνται τὴν ἐπιμέλειαν. εὗ δὲ τὸ μὴ
μόνον ἰδία ἕκαστον ἀγρυπνεῖν. ἀλλὰ καὶ ἀλλήλοις παρακελεύεσθαι,
ἵνα ὁ τῷ ὕπνῳ νικώμενος ὑπὸ τοῦ πλησίον ἐγείρηται.
421. Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν] τὸ ἀσυμπαθὲς δηλοἱ
τῶν βαρβάρων. εὐλόγως γὰρ ἀποκρίνεται· ἠρωτήθη γάρ.
424. ἕως τοῦ νῦν ἀναπαύειν δεῖ τὴνἀνάγνωσιντὰδὲ λοιπὰ ἀπὸ ἄλλης λέγειν ἀρχῆς κατʼ ἐρώτησιν. τὸ δὲ ἑξῆς οὕτως· πῶς γὰρ νῦν εὕδουσι;
427. καὶ ταῦτα] καὶ πλείονα ἄν ἠρωτήθη λέγει, σύμβουλος γενόμενος τοῦ ὀλέθρου τῶν συμμάχυν.
428. πρὸς μὲν ἁλὸς Κᾶρες] πρὸς σύγκρισιν τῆς Θύμβρης προσ- τέθειται τὸ ἁλός. θαλασσοκράτορας δέ φασι πρώην Κᾶρας εἶναι.
431. ψρύγες] οἱ μὲν νεώτεροι συγχέουσι Φρύγας καὶ Τρῶας· φαίνεται δὲ ὁ ποιητὴς ἐπικούρους Τρώων αὐτοὺς καλῶν.
433. εἰ γὰρ δὴ μέματον] οἱ μἐν περὶ Ὀδυσσέα οὐ τρανῶς ἐξέφηναν τὴν βούλησιν· ὁ δὲ συμβάλλεται αὐτῶν τῇ σκέψει. καὶ μιᾶς ψυχῆς ἀτυχίᾳ προδίδωσιν ὅλον τὸ συμμαχικόν.
434. οἵδ’] οἱονεὶ χειρὶ δείκνυσιν καθʼ ὃν τόπον ἐστρατοπεδεύκασιν.
ἀπάνευθε δὲ διὰ τὸ μὴ μεμῖχθαι τοῖς ἄλλοις. τὸ δὲ νεήλυδες
πρὸς τὴν ἀπειρίαν τῶν τόπων καὶ τὴν πάρεσιν τὴν ἀπὸ τοῦ κόπου.
ἔσχατοι δὲ Τρώων, ἀπὸ δὲ νεῶν πρῶτοι.
435. Ῥῆσος Στρυμόνος τοῦ ποταμοῦ Θράκης καὶ Εὐτέρπης τῆς
Μούσης υἱός. ἱστορεῖ δὲ Πίνδαρος (Fr. 181) ὅτι καὶ μίαν ἡμέραν
πολεμήσας πρὸς Ἕλληνας μέγιστα αὐτοῖς ἀνεδείξατο κακά. κατὰ
δὲ θείαν πρόνοιαν νυκτὸς αὐτὸν Διομήδης ἀναιρεῖ.
436. καλλίστους ἵππους] ὡς φίλιππος κἀκείνους ἐσκόπησε· κινδυνεύει γὰρ διὰ ἵππους· ἢ ὡς μέγιστα χαριζόμενος ἀντὶ τῆς ἰδίας ψυχῆς. τοσοῦτον δὲ ἀπέσχε τοῦ λαβεῖν ἵππους, ὅτι καὶ τῶν ἐν τῷ ἰδίῳ στρατοπέδῳ καλλίστων προδότης ἐγένετο.
437. δύο ὑπερβολὰς ἐνῆκεν ἐντέχνως, τὴν μὲν ἐξ ὑπερθέσεως,
τὴν δὲ ἐξ ὁμοιώσεως. καὶ ἐφʼ ἑκατέρας παρέλαβε τὸ οἰκεῖον· χιόνος
μἐν γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν.
ἐπαινετέον δὲ καὶ τὴν φράσιν, ὅτι κατʼ αἰτιατικὴν δυνάμενος
εἰπεῖν λευκοτέρους χιόνος, καὶ τοῦ μέτρου ἐπιδεχομένου, θαυμαστι-
κῶς κατʼ ἰδίαν ἀνεφώνησε τὸν ἔπαινον, καὶ λείπει τὸ εἰσίν. οἱ δὲ
πτώσεως μετάθεσιν τὸ τοιοῦτον ὠνόμασαν.
καὶ εἴ γε νεήλυδες ἤσαν πῶς ἐγίνωσκε τὸ τάχος: ἢ ὡς ἀκούσας, ἢ ὡς ἀποσεμνύνων πρὸς τὸ μὴ ἀναιρεθῆναι.
438. χρυσῷ] τὸ σμικροπρεπὲς τοῦ ἀνδρὸς ἄκρως κωμῳδεῖ, ὅτι περὶ
χρυσὸν ἐπτόηται.
442. ἀλλʼ ἐμὲ μὲν] πέπεισται ὅτι μέγιστα αὐτοῖς ἐχαρίσατο,
καὶ ἐπὶ μαρτυρίαν πιστὴν κατέρχεται· εἰ γὰρ μὴ τοῦτο προσέθηκεν,
εὐήθεις ἂν ἤσαν οἱ περὶ Διομήδην πιστεύσαντες αὐτῷ καὶ εἰς τοὺς
Τρῶας παρελθόντες. δῆλον γὰρ ὡς οὐκ ἠπάτα, φυλάττεσθαι παρὰ
τοῖς πολεμίοις μέλλων.
447. καὶ πῶς ἥδεισαν αὐτοῦ τὸ ὄνομα; εἰκὸς ἦν ὡς κήρυκος υἱὸν- πολλάκις συμπαρεῖναι τῷ πατρί. ἢ ἠρώτησαν κρατήσαντες.
* Πορφυρίου. ἀδύνατον τὸν οὕτω δῆλον μὴ γινώσκεσθαι ὑπὸ τῶν
Ἑλληνικῶς ὁ κοινωνήσας αὐτῷ φιλανθρώποις λόγοις οὐ φονεύει,
ἀλλʼ ἄλλος.
450. ἧ τε καὶ ὕστερον] ἐπεὶ οὐχ Ἑλληνικὸν τὸ τὸν ἱκέτην
ἀναιρεῖν, προφάσεις ἀναγκαίας περιέθηκεν. ἄμα δὲ καὶ ἄτοπον ἦν
αὐτὸν πάλιν ὑποστρέφειν εἰς τὰς ναῦς. ἅμα δὲ καὶ ὡς προδότην
ἀναιρεῖ· ὑπὸ γὰρ ἐκείνων μεμίσηται πρῶτον, οἷς τοὺς οἰκείους παρέ-
δωκεν.
454. ὁ μέν μιν ἔμελλε] ἀνόητος ὁ μετὰ τοιαύτην ἀπόκρισιν λιπαρεῖν μέλλων. τάχιστα δὲ αὐτὸν ὁ ποιητὴς ἀναιρεῖ, ἵνα μὴ φθάσῃ γονυπετῶν.
477. φθεγγομένου] ἅμα τῷ ἄρξασθαι φωνὴν ἀφεῖναι, πρίν
σαφηνισθῆναι τὸ λεγόμενον· καὶ ἀνῆλθε μὲν τὸ πνεῦμα μέχρι τοῦ
στόματος, καὶ τὸν τόπον ὅλον πληρῶσαν ἐξεχύθη τῇ τμήσει τῆς
κεφαλῆς, ὡς εἰ καὶ σωλῆνά τινες μεστὸν ὕδατος διατέμοιεν, ἡ μὲν
τῆς ἐπεισροῆς φορὰ εἴργεται, τὸ δὲ ἤδη διελθὸν ἐκχεῖται.
460. καὶ τά γʼ Ἀθηναίῃ] διδάσκει τῶν κατορθουμένων αἴτιον τὸ
θεῖον οἴεσθαι. καὶ τὸ ἐπίθετον δὲ οἰκεῖον τῷ καιρῷ, ἐκ τῆς πράξεως
εἰλημμένον. οἰκείως δὲ φονεύει μὲν Διομήδης, ἀνατίθησι δʼ Ὀδυσ-
σεύς.
461. πανταχόθεν ἐκίνησε τὴν ἐνάργειαν, ἐκ τοῦ ἱκετεύειν μέλ-
λοντος, ἐκ τῶν διακοπτομένων ἀθρόως τενόντων, ἐκ τῆς φθεγγομένης
κεφαλῆς μετὰ τὸ πεσεῖν, ἐκ τοῦ σκυλεύοντος τὰ ὅπλα καὶ εἰς ὕψος
ἀνέχοντος.
463. ἐπιδόσεων καὶ δώρων ἀξιώσομεν. προτρεπτικὸν δὲ τοῦτο εἰς συμμαχίαν.
473. τριστοιχεί] ἵνα ὥσι τρία τάγματα πρὸ Ῥήσου, ἀφʼ ὁν
ἑκάστου τέσσαρες ἄνδρες ἀναιροῦνται· τρισκαιδέκατος δὲ ὁ Ῥῆσος.
475. ἐπιδιφριὰς μέρος τοῦ δίφρου καθʼ ὃ ἐπιβαίνειν εἰώθασιν. ἔγνωσαν δὲ ἢ ἀπὸ τοῦ τὸν Ῥῆσον μέσον εἶναι ἰδίῳ, ἢ ἀπὸ τῆς τῶν ἵππων θέας.
479. ∗ Πορφυρίου. φέρτερον τὸν κρείττω λέγει, τὸν φέρειν
ἰσχύοντα, ποιήσας τοὔνομα ἀπὸ τοῦ φέρειν δύνασθαι μᾶλλον τὰ
προσπίπτοντα. τούτου οὖν ἐν εἴδει ὁ ὁπλότερος, ὁ φέρειν μᾶλλον
ὅπλον δυνάμενος. ἀντιφερίζει δὲ ὁ ἐξ ἐναντίας τῷ φέροντι ἀντιφερί-
ζων τὸ ἴσον. τὸ δʼ αὐτὸ καὶ ἰσοφαρίζει λέγει, ἤτοι ἀπὸ τῶν φερόντων
ἐναντία ὅπλα, ἢ καὶ ἀπὸ τῶν ὑποζυγίων “ἥλικες ἰσοφόροι” (Od. 18,
373). ἀπὸ τοῦ φέρειν δὲ καὶ τὸ “ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν
μένος,ʼ ὡς εἰ ἔλεγε τὸ ὅπλον· καὶ “μή μοι δῶρʼ ἐρατὰ πρόφερε
ρυσῆς Ἀφροδίτης” (ll. 3, 64).
480. δηλοῖ ὡς μᾶλλον ἐπιτηδειότερος ὡν εἰς τὸ φονεύειν τούτου
λαβέσθαι ὀφείλει. εἶτα σοφῶς Διομήδει παρέχει τὴν αἵρεσιν.
εἰκότως τὸ μὲν εὐχερέστερον τῷ πρακτικῷ, τὸ δὲ δυσχερέστερον
τῷ βουλευτικῷ δίδωσιν.
483. ἐπιστροφάδην] ἐπιστρέφων τὴν ὄψιν, ἵνα λάθῃ. ἢ τῇ καὶ
τῇ, ὡς ἐπὶ Ἀχιλλέως· ὃ καὶ ἄμεινον. στόνος δὲ οἷον ὡς ἐν ὕπνῳ
ἀναιρουμένων.
*μετʼ ἐπιστροφῆς, ἐφʼ ἑκάτερα τὰ μέρη στρεφόμενος.
* ἐρτειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ
ἐπιστάτην καθάπερ ἀνδρὸς ἑνὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα ἐγκλί-
νωμεν, καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος
περιενεχθέντος, καὶ μεταλαβόντες τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφά-
νειαν δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάστῳ τῶν τε παραστατῶν καὶ
ἐπιστατῶν.
485. ὡς δὲ λέων] οἰκεία ἐπʼ ἀμφοῖν τοῖν προσώποιν ἡ παραβολή· καὶ γὰρ οὗτοι τῆς ἐκ τοῦ βασιλέως φυλακῆς κοιμωμένου ἐστέρηντο.
490. τὸν δʼ Ὀδυσεὺς] τὸ προγνωστικὸν καὶ φρόνιμον Ὀδυσσέως ἐνδείκνυται· ἐπὶ μὲν γὰρ ἄλλων ἵππων φησὶ “στείβοντες νέκυάς τε” (Il. 11, 534), ἐπὶ δὲ τῶν νεηλύδων καὶ μήπω πειραθέντων πολέμου μεταφέρει τοὺς νεκρούς. δὶς δὲ τὸ τοῦ Ὀδυσσέως ἔλαβεν ὄνομα, σχῆμα κινῶν· ἐδύνατο γὰρ ἡ διάνοια καὶ ἅπαξ αὐτὸ ἔχειν
496. τοῦτο ἐπὶ τῶν ἀπὸ τοῦ ἔθους· ὅταν γάρ τις νυκτὸς κακῷ τινὶ περιπέσῃ, φαμὲν ὅτι κακὸν ὄναρ εἴδεν ὁ δεῖνα.
499. σὺν δʼ ἤειρεν] συνέζευξεν αὐτοὺς τοῖς ἱμᾶσι. τουτέστι
500. ἐπεὶ οὐ μάστιγα φαεινήν] ἀνθρωπίνως, ἵνα τοῖς λοιποῖς
πιστεύσωμεν· οὐ γὰρ ἄτοπον ἐν τοιαύτῃ ταραχῇ παρεῖσθαί τι, καὶ
τοῦτο οὐ τῶν ἀναγκαίων. ἀλλὰ καὶ ὅμως ἀντʼ αὐτοῦ Ὀδυσσεὺς
μἐμηχάνηται.
502. ἄναρθρον καὶ βαρβαρικὴν φωνὴν μιμούμενος, ὥστε μηδένα τῶν πολεμίων, εἰ τύχοι τις ἐγρηγορῶν, αἰσθέσθαι. οὐ γὰρ συμπαρ- εῖναι αὐτῷ ἐδύνατο, ἐλάσας πόρρω τοὺς ἵππους.
503. αὐτὰρ ὁ μερμήριζε] φιλότιμος γὰρ ὡν καὶ νέος δυσαπαλ- λάκτως εἶχε τοῦ εὑρήματος.
505, 506. δύο εἰσὶ βουλαὶ, ἢ εἰς Θρᾶκας τραπῆναι ἢ τὸν δίφρον ἀφελέσθαι· τὸ δὲ περὶ τοῦ δίφρου εἰς δύο διήρηται, ἢ ἑλκύσαι αὐτὸν ἢ βαστάσαι. ἀλλʼ οὐδὲν τούτων ἀκίνδυνον ἦν σωθῆναι αὐτόν.
509. νόστου δὴ μνῆσαι] ὅτι δεῖ μάλιστα ἐν ταῖς εὐτυχίαις τὸ μέλλον σκοπεῖν, καὶ μὴ ἀπλήστως χρῆσθαι αὐταῖς. τοῦτον δʼ εἶχε τὸν νοῦν Ὀδυσσεύς· διὸ ῥοιζήσας καλεῖ Διομήδην.
510. οὐ μόνον διὰ τοῦ πεφοβημένος, ἀλλὰ καὶ διὰ τοῦ θεός ἐκδειματοῖ. τὸ δὲ ἄλλος ἐσήμανεν ὅτι καὶ αὐτὴ θεός ἐστιν.
513. κέλησι μὲν οὐδʼ ἐν τοῖς ἀγῶσιν εἰσάγει χρωμένους· νῦν δὲ διὰ τὴν χρείαν.
515. πῶς οὐκ ἀλαός ἐστι τοσούτων πεφονευμένων; οὐ λέγει ὅτι
ἐφύλασσε τὰ πρασσόμενα· πεκεκήρυκτο γὰρ ὑπὸ Διὸς μηδένα
μηδενὶ στρατεύματι βοηθεῖν· ἀλλʼ ὡς εἶδεν ἐλθοῦσαν Ἀθηνᾶν πρὸς
Διομήδην, καὶ αὐτὸς ἦλθε. βραδέως δὲ ἐνεργεῖ. δεδιὼς Δία, ἡ δὲ
Ἀθηνᾶ ταχέως. εἴωθε γὰρ παραβαίνειν τὰς ἐντολὰς Διός.
519. Ῥήσου ἀνεψιόν] οἰκτρὸν τὸ τὸν ἴδιον ἀνεψιὸν ἐπισκέψασθαι τὸ δεινόν. οὐ μὴν δὲ θρήνους περιτίθησι, καίτοι εὐπορῶν, ἀλλʼ ἐν ἑτέρῳ μέρει τῆς ποιήσεως τηρεῖ αὐτοὺς ἐπὶ Ἕκτορι τεθνεῶτι.
522. ὀνόμηνεν] ἀνεκαλέσατο· τοῦτο γὰρ συμβαίνει τοῖς ἐκπλητ- τομένοις.
523. Τρώων δὲ κλαγγή] ἄκρως τοὺς ἐπτοημένους παρέστησε διὰ τῆς βοῆς καὶ τοῦ θορύβου καὶ τῆς ἐπὶ τὸ αὐτὸ συνδρομῆς.
524. θηεῦντο δὲ] τὸ θαῦμα τῶν θεωμένων τὸ δεινὸν ὑποφαίνει τῶν
δραθέντων· ἀγνοοῦντες γὰρ ὅθεν ἡ ἐρημία ἐθαύμαζον.
532. Νέστωρ δὲ πρῶτος] εἰκότως· τῶν φρονιμωτέρων γὰρ αἱ αἰσθήσεις ὀξύτεραι. ἢ καὶ ὅτι τῶν ἄλλων μᾶλλον προσεῖχεν ὡς ἄν τῆς ἐκπομπῆς τῶν κατασκόπων τὴν αἰτίαν ἐπιφερόμενος· ἔοικεν οὖν παρακαλεῖν ὁ ποιητὴς μή τινα καταφρονεῖν γήρως, συνέσεις γὰρ ἔχει πλείονας καὶ ἀρείονας.
*πρῶτος τοῦ ψόφου τῶν ποδῶν ἥσθετο ἀγωνιῶν διὰ τὸ αὐτὸν εἰση- γητὴν γεγονέναι τῆς κατασκοπῆς. ὡς οὖν γνώμην δοὺς εἰς τὸ ἐκπεμ- φθῆναι τοὺς ἄνδρας οὐ μόνον ἠγωνία περὶ αὐτῶν, ἀλλὰ καὶ τῇ ψυχῇ συνεπεδήμει αὐτοῖς.
534. ψεύσομαι ἢ ἔτυμον ἐρέω] ἐν ἀμφιβόλῳ αὐτὸ ἐᾷ, ἵνα ἐπιτυ-
χῶν μὲν δοξασθῇ, ἀποτυχῶν δὲ μὴ ἐλεγχθῇ.
536, 537. αἰ γὰρ] διʼ εὐχῆς ἐσήμανε τὴν ἰδίαν ὑπόνοιαν. τὸ δὲ ἄφαρ ἀπιστοῦντός ἐστιν εἰ ἐν τοιούτῳ καιρῷ τοιαῦτα πεπράχασιν.
538. ἀνθρωπίνως οὐκ ὥκνησε καὶ τῶν ἀπευκταίων τι λαβεῖν·
μεγαλοφυῶς δὲ προαναιρῶν τὴν αἰσχύνην φησὶν ὑπὸ TΤρώων ὀρυ-
μαγδοῦ.
544. πολύαινʼ Ὀδυσεῦ] Διομήδην ἐάσας τὸν προηγουμένως ἀποσταλέντα, παρʼ Ὀδυσσέως πυνθάνεται ὡς συνετωτέρου.
546. πόρεν θεὸς] εὐφραντικὰ ταῦτα τοῦ ἀκροατοῦ. λέγει δὲ ἤ διὰ
τὸ κάλλος, ἢ διὰ τὸ ἀμήχανον εἶναι δύο εἰς σκοπὴν ἀπελθόντας
τοιαῦτα λαβεῖν λάφυρα.
547. διὰ τῆς μεταβάσεως τῶν πτώσεων ἡ τοῦ θαυμάζοντος ἔκ- πληξις δηλοῦται, μὴ μετὰ στοχασμοῦ αὐτοῖς ὁμιλοῦντος.
556. ῥεῖα θεός] αἰδημόνως οὐκ ἀνασκευάζει τὴν ὑπόνοιαν τοῦ γέροντος, ἀλλʼ αὔξει μᾶλλον τὰ θεῶν εὐσεβῶς.
559. Θρηίκιοι] ἀπὸ τῶν ἵππων ἀρξάμενος δικαίως ‘Ρῆσον καὶ Θρᾷκας συνῆψεν, εἶτα Δόλωνα, ἀναστρέφων τὴν διήγησιν. οὐδὲ ἐν τῇ ἀπελάσει δὲ τῶν ἵππων ἑαυτὸν συμπεριέλαβεν.
560. ἀρίστους] οὐ γὰρ ἂν συνεκοιμῶντο τῷ βασιλεῖ, εἰ μὴ ἄριστοι ἐτύγχανον.
561. πῶς τοῦ Ῥήσου καὶ τῶν δώδεκα ἑταίρων συναριθμουμένων τρισκαιδέκατός ἐστιν ὁ Δόλων: δῆλον οὖν ὅτι τὸν Ῥῆσον κατʼ ἐξο- χὴν ὑπεξεῖλεν.
*Πορφυρίου. πῶς εἰπὼν “ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο, τὸν
τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα (494) πάλιν διηγούμενος
νεήλυδες σῦς ἐρεείνεις, νρηίκιοι, τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομή-
δης ἔκτανε.” τοῦτον μὲν καθʼ ἑαυτὸν χωρίσας ἄνόμασεν, εἶτʼ ἐπάγει
“πὰρ δʼ ἑτάρους δυοκαίδεκα,” μεθʼ ὧν ἐξῃρημένου τοῦ βασιλέως
τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν. καὶ αὐτὸς δʼ ἐπεσημήνατο ὅτι
παρὰ τὸν Ῥῆσον ἀριθμεῖται τοὺς ἑταίρους καὶ οὐ σὺν τούτῳ κατα-
λέγει τοὺς ἄλλους· ἔφη γὰρ “τὸν δέ σφιν ἄνακτα ἀγαθὸς Διομή-
δης ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα,” ιβ΄ μὲν τοὺς ἑταίρους, τὸν
δὲ σκοπὸν τρισκαιδέκατον. ἑαυτὸν δὲ κοινωνὸν θεὶς τῆς λήψεως τοῦ
σκοποῦ, οὐκ ἔφη ἀπεκτείναμεν, ἀλλὰ εἵλομεν, ἐπεὶ ὥσπερ καὶ τοὺς
ἄλλους Διομήδης ἀνεῖλε, συνέλαβε δὲ τὸν σκοπὸν Διομήδει Ὀδυσ-
σεύς. καὶ Ὅμηρος ἀεὶ τοὺς βασιλεῖς τῶν στρατιωτῶν χωρίζει κατʼ
ἐξοχήν. ἔθει οὖν κατὰ τὸν ἀριθμὸν κεχώρισται ὁ Ῥῆσος, ὡς ἐπὶ τοῦ
“Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Εκτορα” (Il. 13, 1).
εἵλομεν] ἐκοινώνησε γὰρ καὶ αὐτὸς τῷ φόνῳ τοῦ Δόλωνος. ἐπιεικὲς
δὲ κἀν τούτῳ ἐμφαίνει ἤθος Ὀδυσσεύς· οὐ γὰρ εἶπεν ἐκτείναμεν,
διὰ τὸ ὑπὸ Διομήδους πληγέντα θανεῖν τὸν Δόλωνα, ἀλλʼ εἵλομεν.
562. τόν ῥα διοπτῆρα] ὑπόνοιαν δίδωσιν ὅτι καὶ περὶ τῶν ἄλλων μεμάθηκε παρὰ Δόλωνος, σιωπᾷ δὲ διὰ τὸν καιρόν.
564. τάφροιο διήλασε] καλῶς ἀνεῖρξε τῶν πολλῶν τὰς ἐρωτήσεις,
τῆς περὶ τὰς ναῦς ἄρξας ἐπανόδου· οὐ γὰρ τοσαύτην κίνησιν ἔχει
τὰ λυπηρὰ ὁπόσην τὰ ἡδέα.
568. Διομήδεος ἵπποι] αὐτοῦ γὰρ τὸ κατόρθωμα· ὁ δὲ δεισιδαί μων Ὀδυσσεὺς τὰ ἀφιερωμένα τῇ θεῷ λαμβάνει.
570. *ἔναρα μὲν πάντα τὰ ὅπλα περιεκτικῶς λέγονται, κυρίως
δὲ ὅσα ἤγαγε καὶ συνήρμοσεν, ἤγουν ὁ θώραξ καὶ ἡ κυνέη καὶ αἱ
κνημῖδες.
571. ὄφρ᾿] ἀντὶ τοῦ ἕως. ὁ δὲ νοῦς, ἕως εὐπορήσαντες ἱερεῖα ἀναθῶσιν Ἀθηνᾷ. τὸ δὲ ἑτοιμασ αίατο ἀντὶ τοῦ ἑτοιμάσαιντο.
573. βραχεῖα διαστολὴ εἰς τὸ ἐσβάντες, καὶ κοινὸν τὸ ἀμφί· τὸν ἀμφὶ τὰς κνήμας ἱδρῶ καἰ τὸν λόφον.
576. * ἀσαμίνθους] λεκάνας, παρὰ τὸ τὴν ἄσαν ἤγουν τὸν ῥύπον μινύθειν, ὅ ἐστιν ἐλαττοῦν καὶ μειοῦν.
577. τὼ δὲ λοεσσαμένω] διὰ τὸν κάματον θεραπείας αὐτοῖς τοῦ σώματος ἔδει, ἄλλως τε καὶ μέλλουσιν ἐξιέναι ἐπὶ τὸν πόλεμον.
578. δείπνῳ ἐφιζανέτην] κατὰ τὸ σιωπώμενον τὸ ἱερεῖον σφάξαντες
ἀνατιθέασι τὰ δῶρα, ὕστερον δὲ εὐωχοῦνται.
1. ὡς φιλέλλην ὁ ποιητὴς μέχρι τῶν νεῶν τοὺς Ἕλληνας συνε-
λάσας, καὶ ἐπαυλιζομένους ταῖς ναυσὶ ποιήσας τοὺς βαρβάρους, οὐκ
εὐθέως τειχομαχίαν ἐποίησεν οὐδὲ τὴν ἐπὶ ταῖς ναυσὶ μάχην, ὅπερ
καὶ κατὰ δόξαν ἦν τοῖς ἀκροωμένοις, ἀλλὰ πρότερον τὴν Ἀγαμέμνο-
νος ἀριστείαν διέγραψε, καὶ μετʼ αὐτὴν τὴν τῶν ἄλλων ἀριστέων,
εἶτα ἐπειδὴ τοὺς ἀρίστους ἐπὶ τὰς ναῦς ἀπέστειλε τρωθέντας, τότε
τοὺς Ἕλληνας ἐποίησεν ἡττωμένους. ἐπειδὴ δὲ μεμονωμένους τοὺς
Ἕλληνας ἀπίθανον ἦν παρεισάγειν ἀνδραγαθοῦντας ἕωθεν, εὐλόγως
ἡ νὺξ παραμυθεῖται αὐτῶν τὴν ἧτταν, καὶ τοσοῦτον ὡς συνωθῆσαι
πάλιν μέχρι τείχους τοὺς Τρῶας, ἄχρις ὅτου τῆς τοῦ Διὸς τύχωσιν
ἐπικουρίας· ἐπιδείκνυσι γὰρ ὅτι τύχαις, οὐ γνώμαις ἐλείποντο
Ἕλληνες. δικαίως μὲν οὖν Ἀγαμέμνων ἀριστεύει· θαρροῦντα μὲν
γὰρ τοῖς πράγμασιν οὐκ εὔλογον ἦν αὐτὸν ἐπὶ τοὺς κινδύνους φέρε-
σθαι, ἀλλὰ διὰ τὴν ἡγεμονίαν ἀσφαλέστερον μᾶλλον ἢ φιλοκινδυ-
νότερον ἀγωνίζεσθαι· ἐπὶ ξυροῦ δὲ νῦν, καὶ ταῦτα διʼ αὐτὸν, ὄντων
Ἕλλήνων ἀναγκαίως κινδυνεύει. γέγονε δὲ ἀντίστροφα τὰ πράγματα·
καὶ Διομήδης γὰρ ὑπʼ Ἀγαμέμνονος ὀνειδισθεὶς εὐδοκιμεῖ, καὶ
πάλιν Ἀγαμέμνων ὑπὸ Διομήδους· Ἕκτωρ δὲ μεγάλα ὑπισχνού-
μενος διώκεται.
*ιθωνὸς Λαομέδοντός ἐστι παῖς, ἀδελφὸς Πριάμου, Ἠμέρας σύνευνος.
τὸ δὲ Ἠὼς δʼ ἐκ λεχέων νομιστέον, ὅτι ἀπὸ τοῦ ἡλίου ἡμέρα
γίνεται. Τιθωνοῖο δὲ, οἱονεὶ Τιτανοῖο· Τιτὰν γὰρ ὁ Ἀπόλλων, ὅτι
ἀπὸ Λητοῦς. τοῦτον δὲ καὶ ἥλιον νενομίκαμεν. ἐκ λεχέων δὲ, ὅτι σὺν
αὐτῷ ἀεὶ θεωρεῖται· ἡμέρα γάρ ἐστι πεφωτισμένος ἀὴρ ἡλίου ὑπὲρ
γῆν ὄντος.
Ἱερώνυμός φησι τὸν Τιθωνὸν αἰτήσασθαι ἀθανασίαν παρὰ τῆς
Ἠοῦς, οὐ μέντοι καὶ ἀγηρασίαν· ὡς δὲ πολλῷ τῷ γήρᾳ χρώμενος
ἐδυσφόρει, αἰτήσασθαι θάνατον· τὴν δὲ ἀδυνατοῦσαν εἰς τέττιγα
αὐτὸν μεταβαλεῖν, ὅπως ἥδοιτο διηνεκῶς τῆς φωνῆς ἀκούουσα.
ἀγαυοῦ δὲ ἤτοι ἀγαστοῦ ἐπὶ τῷ κάλλει. τινὲς δὲ παρειλῆφθαί
φασι τὸν Τιθωνὸν διὰ τὸ εὐημερεῖν Τρῶας. ἔστιν οὖν ἡ περίφρασις
ποιητική· τοῦτο γὰρ διαλλάττει τῆς ῥητορικῆς, ἦς ἡ μὲν τὸ πεζὸν
οἰδεν, ἡ δὲ φεύγει αὐτό.
2. ἀθανάτοισι] ἀθανάτους νῦν οὐχὶ τὰ οὐράνια ἀκουστέον (ἀεὶ γὰρ
ἐν φωτί εἰσιν), ἀλλʼ ἤτοι τὰ στοιχεῖα ἢ τὰ περί γῆν θειότερα ζύα
καὶ ἀέρια. ἢ ἐπεὶ ἐν τῷ Ὀλύμπῳ ὑποτίθεται ὁ ποιητὴς οἰκεῖν τοὺς
θεοὺς, ὄρος δὲ ὁ Ὀλυμπος, ἁρμοδίως τῷ πλάσματί φησιν αὐτοὺς
καὶ ἐν σκότῳ ποτὲ εἶναι.
3. Ζεὺς δʼ Ἕριδα] ἀγῶνας πάλιν τῇ ποιήσει κινῶν Δία παρορμᾶν
τὸ Ἕλληνικόν φησιν· οὐ γὰρ ἂν καταπτήξαντες προῆλθον εἰς μάχην.
τοὺς δὲ Τρῶας ἐγεῖραι ἱκανὸν ἦν τὸ ἐκ τῆς προγενομένης νυκτὸς
θάρσος.
4. *πολέμοιο τέρας] οἱ μὲν τὸν πόλεμον, οἱ δὲ ἀστραπὴν, οἱ δὲ δόρυ, οί δὲ Ἷριν.
13. τοῖσι δʼ ἄφαρ] δεδήλωκε τὴν πρώην αὐτῶν ὁρμὴν ἐγειρομένηνʼ
κακωθεῖσι γὰρ οὐδὲν ἕτερον ἦν πρὸ ὀφθαλμῶν ἢ τὸ φεύγειν.
16. ἐν δʼ αὐτὸς] οὐ γὰρ ἐπιτάσσων, ἀλλὰ ποιῶν προθύμους ἔχει τοὺς ὑπηκόους.
20. Κινύρης] οὗτος Βίαντος μὲν ἦν παῖς, βασιλεὺς δὲ Κύπρου.
ζάπλουτος δὲ ὡν παριόντας Ἕλληνας ἐξένισε, καὶ ὑπέσχετο αὐτοῖς
ἐν Ἰλίῳ πέμψειν τὰ πρὸς τὸν βίον. φασὶ δὲ αὐτὸν ἀμελήσαντα τῶν
ὑποσχέσεων καταραθῆναι ὑπὸ Ἀγαμέμνονος, καὶ αὐτὸν μὲν ὑπὸ
Ἀπόλλωνος ἀναιρεθῆναι, ἐπείπερ ἡμιλλᾶτο αὐτῷ εἰς μουσικὴν, τὰς
δὲ θυγατέρας αὐτοῦ πεντήκοντα οὔσας ἁλέσθαι εἰς θάλασσαν. ἀφε-
στήκασι μὲν οὖν Κύπριοι Ἕλλήνων, καὶ ὡς μὴ συντελοῦντες εἰς
Ἕλληνας οὐδὲ συστρατεύουσιν. οἰκειοῦνται δὲ δώροις τὴν Ἑλ-
λήνων φιλίαν· οὐ γὰρ ὑπὲρ τοῦ μὴ στρατεῦσαι τὰ δῶρα διδόασιν,
ἀλλὰ χαριζόμενοι, φησὶ, βασιλῆϊ· ἠκούετο γὰρ, φησὶν, εἰς Κύπρον
τὸ μέγα κλέος.
24. οἴμοι μὲν αἱ ὁδοὶ, νῦν δὲ αἱ ὀρθαὶ ῥάβδοι· ἢ ὡς ἐζωσμέναι,
ὃ καὶ ἄμεινον. παραλλλήλους δὲ λάβωριεν τὰς ῥάβδους, ἵνʼ ᾖ ποικίλον
26. ὀρωρέχατο ποτὶ δειρήν] ὥστε σκέπειν τὰ ἀσκέπαστα. φησὶ
γὰρ “ὅθι κληἴδες καὶ στῆθος φαίνετο, βεβλήκει ὑπὲρ ἄντυγος
ἀγχόθι δειρῆςʼ (Il. 22, 324). ἔστι δὲ περὶ ἑκατέραν κλεῖν εἴς,
μέσον δὲ εἷς, εἷς εἰς τὸν πρηγορεῶνα. ἐμψύχους δὲ παρίστησιν
αὐτοὺς διὰ τοῦ ὀρααρέχατο. τὸ δὲ ἑκάτερθεν πῶς συντακτέον;
δῆλον ὅτι ἓξ ἤσαν οἱ δράκοντες, ἐξ ἑκατέρου μέρους τοῦ θώρακος
τρεῖς ἀναφερόμενοι, καὶ τὰς τέσσαρας κεφαλὰς συμπλέκοντες, ἀνα-
τείνοντες δὲ τὰς δύο.
27. Ἴρισσιν ἐοικότες] τῷ κυρτώματι ἢ τῷ χρώματι· φησὶ γὰρ
Σενοφάνης “ἦν τʼ Ἴριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε πορφύρεον
καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι.” ἢ πρὸς τὴν διάστασιν αὐτῶν ἡ
ὁμοίωσις.
28. τέρας μερόπων ἀνθρώπων] καὶ ἐπὶ τῶν διαττόντων διδάσκει ὅτι οὐκ αὐτόματά εἰσιν, ἀλλʼ ὑπὸ θείαν αἰτίαν.
36. Γοργὼ] γοργότητά τινα καὶ κατάπληξιν τῶν ὁρώντων. τὸν γὰρ περὶ Γοργοῦς μῦθον Ἡσίοδος ἔπλασεν.
40. ἀμφιστεφέες] ἀλλήλαις περιπεπλεγμέναι, διὰ τὸ ἑνὸς αὐ- χένος εἶναι. ἢ εἰς ἀλλήλας ἀπεστραμμέναι.
45. ἐπὶ δʼ ἐγδούπησαν] οὐ μόνον τῇ ὁπλίσει, ἀλλὰ καὶ ταῖς διο- σημίαις προφαντάζει τὸν ἀκροατήν.
48. ἵππους εὗ κατὰ κόσμον] ἐντειλάμενοι τοῖς ἡνιόχοις οἱ παρα-
βάται ἐπὶ τῇ τάφρῳ σὺν τοῖς ἵπποις ἀναμένειν αὐτοὺς, ἐν ὅσῳ
τοὺς ἵππους ἐκεῖνοι ζευγνύουσι καὶ αὐτοὶ ἅμα αὐτοῖς διαβαίνουσι
τὴν τάφρον.
51. μεθʼ ἱππήψων] ἔφθασαν οἱ πεζοὶ ἐν τῇ τάφρῳ μετὰ τῶν ἵπ-
πων κοσμηθέντες, δηλονότι ἐάσαντες τοὺς πεζοὺς τοῖς ἵπποις καὶ τὰ
ἅρματα πρὸς τὸ ἀγαγεῖν αὐτά.
53. ὧρσε κακὸν Κρονίδης] ὁ Ζεὺς αὐτοὺς προτρέπεται, ὅπως ἐξελθόντων καὶ τρωθέντων ἐξαγάγοι Πάτροκλον.
*Πορφυρίου. ἐζήτηται πῶς ἐνεδέχετο ἔχειν τὰς νεφέλας αἷμα.
τὸ παρʼ ἡμῖν πῦρ γλυκέα ἀπεργάζεται, τί χρὴ προσδοκᾶν πυρὸς ὅπερ
ἤλιον λέγομεν; τὸ ἀναπεμφθὲν οὖν τοῦτο ὕδωρ μέχρι διεσκέδασται
μετέωρον φερόμενον, ταν εἰς τὸ αὐτὸ συστραφῇ βαρούμενον, κάτω
φέρεται καὶ ὄμβρος γίνεται. καὶ ἡ αἰτία· ὅταν νέφεσιν ἐλαυνομέ-
νοις ὑπʼ ἀνέμου ἐμπέσῃ πνεῦμα ἐναντίον καὶ νέφη ἕτερα ὑπὸ τούτου
διωκόμενα, τὰ μὲν πρῶτα συστρέφεται, τὰ δʼ ὄπισθεν αὐτοῖς ἐπιφε-
ρόμενα παχύνεται καὶ μελαίνεται, καὶ καταρραγέντα ὑπὸ τοῦ βάρους
ὄμβρον ἐγέννησεν. εἴπερ οὖν οἱ ποταμοὶ, πολλοῦ κατʼ αὐτοὺς συντε-
λουμένου τοῦ φόνου, σαν αἵματος ἀνάπλεοι, εἰκότως τὸ ἀναφερό-
μενον ἀπʼ αὐτῶν ὕδωρ γίνεται ὄμβρος αἱματώδης· καὶ τοῦτο μυθῶδες
δοκοῦν οὐκ ἀποφεύγει τὸ πιθανόν.
ὅτι σύνεγγύς ἐστιν ὁ ἀὴρ τοῦ αἰθέρος. ἢ ὅτι Διός ἐστιν ἔργον τὸ τοιοῦτον καὶ οὐχ ὑετός· διὸ καὶ ἐνήλλακται. μαγμέναι δέ εἰσιν αἱ σταγόνες, ἐπειδὴ καὶ οἱ περὶ Γροίαν ποταμοὶ ἐκ τῶν ἀναιρουμένων αἱματώδεις ἤσαν.
58. ὃς Τρωσί] οὐ μάτην ἡ προσθήκη, ἀλλʼ ἐμφαίνει τὴν τάξιν τῶν ἀνδρῶν· μετὰ γὰρ Ἕκτορα οὗτος δεύτερος. διὸ καὶ ζηλοτυπία τις ἦν ἐν αὐτοῖς· φησὶ γὰρ “αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ, οὕνεκ’ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οῦ τι τίεσκεν” (Il. 13, 460).
61. ἀσπίδα πάντοσ’ ἐίσην] οἷός τε ἦν ὁ ποιητὴς, διελθὼν περὶ τῆς
Ἀγαμέμνονος ἀσπίδος, ἐκφράσαι καὶ τὴν Ἕκτορος· ἀλλὰ τῇ παρα-
βολῇ τὸ κίνημά γε καὶ λαμπρὸν τῶν ὅπλων ἐσήμανεν. ἴσως δέ τινα
τῶν κομητῶν ἀστέρων φησὶ, καὶ τὴν φθορὰν προδηλοῖ.
62. οἷος δʼ ἐκ νεφέων] ἐμφερεστάτη ἡ εἰκὼν πρός τε τὴν λαμ-
πρότητα καὶ τὸ μὴ διηνεκῶς φαίνεσθαι, ἀλλʼ ἔσθʼ ὅτε καὶ ἀποκρύ-
πτεσθαι. ὥσπερ οὖν ὁ ἀστὴρ ἐν τῇ κινήσει ἐνίοτε καὶ ὑπονέφελος
γίνεται, οὕτω καὶ Ἕκτορά φησι καὶ ἀπολάμπεσθαι τοῖς ὅπλοις καὶ
ἀποκρύπτεσθαι ὑπὸ τοῦ πλήθους, ἄλλοτε ἐπʼ ἄλλα μέρη φαινόμενον.
*ολιος] ὁ ὀλέθρου σημαντικός. λέγει δὲ τὸν κύνα, περὶ οὗ καὶ
αὐτόθι καὶ ἀγωγὴν κυκλοτερῆ λαβόντος διὰ τὴν προσβάλλουσαν
αὐτῷ ἀπό τε τοῦ ἡλίου καὶ τῶν ἄλλων ἀστέρων λαμπηδόνα.
67. ὅστʼ ἀμητῆρες] τοὺς μαχομένους ξίφεσι καὶ δόρασι τοῖς θερίζουσι διὰ τῶν δρεπάνων εἰκότως παρείκασεν.
ἐναντίοι ἀλλήλοισιν] τὸ παλαιὸν γὰρ οὕτως ἐθέριζον, ἀπὸ τῶν
περάτων ἀρχόμενοι καὶ εἰς τὰ μέσα τελευτῶντες. τὸ δὲ ἐλαύνοντες
πρὸς τὴν σύντομον ἀναίρεσιν. ἐν πλατεῖ δὲ ληΐῳ εἰκός ἐστι πολλοὺς
ἐργάζεσθαι.
69. ταρφέα] τὸ εὐχερὲς καὶ δυσαρίθμητον τῶν πιπτόντων δηλοῖ.
72. ἰσοκέφαλος ἦν αὐτοῖς ἡ μάχη. λύκοι δὲ διὰ τὸ πρόθυμον
καὶ κατὰ τὸ πλῆθος δραστικόν· ὁ γὰρ λέων μόνος ἀγωνίζεται.
76. ἐνὶ μεγάροισι καθείατο] οὐδὲ ὁρᾶν δυνάμενοι τὴν μάχην διὰ τὸ ἐλαθῆναι ὑπὸ Διός. θαυμαστῶς οὖν τέως ἰσορροποῦσιν Ἕλληνες, καὶ ταῦτα ἀπὸ δυστυχίας ὄντες· μετʼ οὐ πολὺ δὲ καὶ περιέσονται τῶν Τρώων.
84. ἱερὸν ἤμαρ] ἱερὸν καλεῖται τὸ ἕως μεσημβρίας, ἡνίκα αἱ θυσίαι γίνονται καὶ τὰ πρακτικὰ πάντα.
86. ἤμος δὲ δρυτόμος] ἄκρως τὸν καιρὸν ἐδήλωσεν, ἀπὸ τῶν κατει-
θισμένων καὶ πᾶσι γνωρίμων τὴν δήλωσιν ποιησάμενος· οὕπω γὰρ
ἦν ὥραις μετρητὴ ἡ ἡμέρα. ὁρᾶται δὲ ἡ ἀρετὴ τῶν Ἕλλήνων, ὅτι
οὐδὲ τῷ καιρῷ παραχυροῦσι τῷ πάντας διαλύειν ἐκ τῶν ἔργων πεφυ-
κότι.
δεῖπνον τὸ ἑωθινὸν ἄριστον· εὐθέως γὰρ μετὰ τὸν ὄρθρον αὔξην λαμβανούσης τῆς ἡμέρας ὁ ὑλοτόμος ἐπὶ τὸ ἑωθινὸν ἄριστον ἔρχεται.
87. ἐπεί τʼ ἐκορέσσατο χεῖρας] διδάσκει μετὰ τοὺς πόνους ἐμφο-
ρεῖσθαι σιτίων πρὸς τό εὐόρεκτον.
90. σφῇ ἀρετῇ] λέγει ὅτι κεκοπωμένοι ἤσαν τοῖς σώμασιν, ἀντι- τάσσονται δὲ τῷ κόπῳ ταῖς ψυχικαῖς ἀρεταῖς.
91. κεκλόμενοι ἑτάροισι] διδάσκει ὡς κἀν τοῖς δεινοῖς τὸ φιλάλ- ληλον πέφυκε σώζειν ἡμᾶς.
92. πρῶτος ὄρουσʼ] ἀποτυχῶν γὰρ Ἀχιλλέως ἢ λαμπρὸς εἶναι θέλει ἢ εὐκλεῶς ἀναιρεθῆναι.
93. αὐτὸν, ἔπειτα δʼ ἑταῖρον] ἐν κεφαλαίοις εἰπὼν ὡς ἀνήρηνται,
τὸ πῶς ἐπάγει κατὰ μέρος. διὰ δὲ τοῦ φόνου τοῦ δευτέρου ἐδήλωσε
καὶ περὶ τοῦ πρώτου· εἰπὼν γὰρ ὡς ἐξ ἵππων κατεπάλμενος ἀνῃρηται,
δηλοῖ ὡς ὁ πρῶτος ἐπιβεβηκώς τῷ δίφρῳ πεφόνευται.
98. πεπάλακτο] διεβρέχετο, ὡς τὸ “παλάσσετο δʼ αἵματι θώρηξ”
(Il. 5. 100). φησὶν οὖν τὸν ἐγκέφαλον ἐμπεπλῆσθαι τοῦ αἵματος·
σφιγγομένου γὰρ τοῦ δόρατος ὑπὸ τοῦ ὀστέου, ἔξω εἴργεται προελθεῖν
τὸ αἷμα, ἔσω δὲ ἐπισυνάγεται, καθάπερ ἐπὶ τῶν βληθέντων λίθῳ,
ὅταν συντριβῇ μὲν τὰ ὀστᾶ, μὴ διαιρεθῇ δὲ ἡ ἐπιφάνεια, ἐντὸς
χεῖται τὸ αἷμα τῆς ἔξω φορᾶς εἰργομενον.
100. οὐ συνάπτει Νικάνωρ, ἀλλὰ τὸ παμφαίνοντας δηλοῦν φησὶ τὸ νέον αὐτῶν. Πῖος δὲ τὰ στήθη περιφαίνοντας. οἱ δὲ ὅλον, στήθεσι παμφαίνοντας χιτῶνας.
103. σημειωτέον ὅτι οὗτος ὁ στίχος πρὸς τὸ πρῶτον ἀπαντᾷ, νόθον καὶ γνήσιον· ἐδήλωσε γὰρ φιλοτέχνως διὰ τούτου ποῖος ὁ νόθος ἦν.
104. ἐφʼ ἑκάστου πίπτοντος ἢ γένος ἢ τύχην ἢ σχῆμα πτώματος δηλῶν ποικίλλει τὸ ὑποκείμενον.
105. μόσχοισι] οὐκ ἀπίθανος ἡ μεταφορὰ, ἀπὸ τῶν ἀπαλῶν ἔτι
βοῶν ἐπὶ τὰ τρυφερὰ τῶν φυτῶν ἀγομένη.
106. *ἔθος ἦν τοῖς παλαιοῖς κατὰ τὴν πρώτην ἡλικίαν βουκολεῖν ἢ ἱπποφορβεῖν καρτερίας καὶ ἀσκήσεως ἕνεκεν.
110. σπερχόμενος δʼ ἀπὸ τοῖιν] εἰώθασιν ἐπισαρκάζειν τοῖς ἐπι-
σήμοις τῶν φονευομένων. νῦν οὖν ἐπείπερ ὀξύς ἐστιν ὁ καιρὸς, ἄμφω
δηλοῖ, καὶ ὡς ἐπεγίνωσκεν αὐτοὺς, καὶ ὡς ὁ καιρὸς οὐκ εἴα λαλεῖν.
113. ὡς δὲ λέων] εἰς τὸ δυνατὸν καὶ βασιλικὸν Ἀγαμέμνονος ὁ
λέων παρείληπται. ἡ δὲ παραβολὴ πρὸς τὸ μὴ δύνασθαι τῇ ἐκείνων
ἀναιρέσει βοηθῆσαί τινα τῶν Τρώων. λίαν δέ ἐστιν ἐμφερεστάτη·
νεβροὶ γὰρ οἱ νέοι Πριαμίδαι, μήτηρ οἱ Τρῶες, προθυμίᾳ μὲν τῶν
νεβρῶν ὑπερέχοντες καὶ κηδεμονίᾳ, κατεπτηχότες δέ. πιθανῶς δὲ οὐκ
ἐπʼ ἄλλων τοῦτο παρέλαβεν, ἀλλʼ ἐπὶ τῶν ΙΠριάμου παίδων, ἐφʼ οἷς
τὴν μὲν προθυμίαν σφοδροτέραν εἶναι, ἀδύνατον δὲ τοῖς Τρωσὶν
ὑπάρχειν.
115. εἰς εὐνὴν] τὴν τοῦ λέοντος ἰδίαν, ἀπου ἀγνοοῦσα αὐτοὺς
ἄπαλόν τέ σφʼ ἤτορ ἀπηύρα] οὕτως Ἀριστοτέλης καὶ Ἀντίπατρος
ὁ ἰατρὸς συναύξεσθαί φασι τῷ σώματι τὴν ψυχὴν, καὶ συμμειοῦσθαι
πάλιν.
117. αὐτὴν γάρ μιν] ἵνα μὴ δοκῇ χαρίζεσθαι Ἕλλησι, λεληθότως τῇ παραβολῇ τὸ ἀγενὲς τῶν Τρώων δηλοῖ.
123. δαίφρονος] οὐ πολεμικοῦ, ἀλλὰ τῇ βουλῇ τοὺς πολεμίους
μόνον διεγείροντος. γράφεται δὲ καὶ κακόφρονος.
ἵ ς ῥα μάλιστα οὐκ εἴασκεν, ὡς καὶ ἄλλων αὐτῷ συμπραττόν- των. ἐπάγεται οὖν κατʼ αὐτῶν τὸν ἀκροατήν. ἐμέρισε δὲ τὸ διήγημα, πρῶτον μὲν τὴν αἰτίαν εἰπὼν, εἶτα τὸ εἴασκεν ἐπαγαγών.
127. ὁμοῦ τῷ Ἀγαμέμνονι, ἀντὶ τοῦ ἐν ταὐτῷ. διὰ δὲ τοῦ
φύγον ἡνία καὶ τοῦ κυκηθήτην αἰτίαν δίδωσι τοῦ ταραχθέντας
περιπεσεῖν Ἀγαμέμνονι· διὰ γὰρ τὴν ταραχὴν καὶ ἀφηνίασιν τῶν
ἵππων συμπλέκονται αὐτῷ.
130. τὼ δʼ ἔτ’ ἐκ δίφρου] καινὸν τὸ τῆς διαθέσεως. ἔνα ἱκε-
τεύουσι δύο, καὶ πεζὸν ἐποχούμενοι ἅρματι, οὐδʼ ὁτιοῦν τῆς φυγῆς
προνοούμενοι.
131. ἄξια] καὶ τοῦτο προσαγωγὸν ὡς ληψομένου ὅσα βούλεται· εἰς εὐσέβειαν δὲ ἡμᾶς παρακαλεῖ, τὸν ἐξ ἀσεβείας χρηματισάμενον στερίσκων τῶν παίδων, διʼ σῦς καὶ μάλιστα συνῆγε τὸν χρυσόν.
132. πολλὰ ὁδ’ ἐν Ἀντιμάχοιο] οὐδεὶς Ἑλλήνων τοιοῦτος· εἰσὶ
γὰρ πλούτῳ μᾶλλον ἢ δυνάμει ἐναβρυνόμενοι.
134. δύο εἰσὶ τὰ ἐναντιούμενα, τὸ θέλειν καὶ τὸ δύνασθαι, ἄπερ ἄμφω προβάλλονται· τὸ γὰρ χαρίσαιτο ὡς μὴ ποιησόντων αὐτῷ αἴσθησιν τῶν δώρων. ἀνοήτως δὲ τοῦ πατρὸς αὐτὸν ὑπομιμνήσκουσιν.
137. ἀμείλικτον μὲν ἑαυτοῖς, δικαίαν δέ.
138. εἰ μὲν δὴ] εἰρωνικῶς τοῦτό φησιν ὡς δὴ φιλίας παλαιᾶς μνείαν τινὰ ποιούμενος.
δαίφρονος] καὶ τοῦτο ἐν εἰρωνείᾳ· φαύλην γὰρ γνώμην εἰσενεγκὼν
εἰς Τρῶας διήγειρε πολεμεῖν. εἰ δὲ καὶ τὸν πολεμικὸν δηλοῖ, κατʼ
140. *ἀγγελίην] δύο σημαίνει, τὸ ἄγγελμα, ὡς ἐν τῷ “ ἀγγε- λίην εἴποιμι περίφρονι Πηνελοπείῃ” (Od. 15, 313), καὶ τὸν ἄγγε- λον ἤτοι τὸν πρέσβιν, ὡς ἐνταῦθα.
μετ ὀνόματος εἰρηνικοῦ ἥκοντα παρὰ τὸν τῶν ἀνθρώπων νόμον φονεύειν ἐπεχείρησεν.
142. λώβην] ῆν ἐλωβήσατο εἰς Ελληνας. διδάσκει δὲ ὅτι τὰ πατέρων καὶ παισὶ φυλάττονται.
146. οἰκεία ἡ κόλασις τῷ τοῦ πατρὸς ἀδικήματι· κεφαλὴ γὰρ
ἀποτέμνεται ἡ φθεγξαμένη γνώμην πονηρὰν, καἰ χεῖρες αἳ χρυσὸν
ἔλαβον.
147. ὁ κυλινδρώδης λίθος οὕτως καλεῖται, ᾧ ἐμφερὲς καὶ τὸ
σκεῦος ὁ ὅλμος. δεῖ δὲ πάσχειν ἐξαίρετα υἱοὺς ὄντας τοῦ αἰτίου τοῦ
πολέμου. καὶ ὅσῳ μὲν δεινὰ ποιεῖ, φιλαδελφίας ἐμφαίνει μέγεθος·
εἰ δὲ Μενέλαος ᾖν, μικροψυχίας ἂν αὐτοῦ κατεγνώκειμεν, εἰ ὑπὲρ
ἑαυτοῦ πικρός οὕτως ἐφαίνετο.
151. ἐρτο κονίη] ὁ γὰρ κονιορτὸς κόνις ἐστὶν ώρμημένη, ὅπερ ἄλλως ἐνταῦθα φράζει.
154. Ἀργείοισι κελεύων] οὐ μόνον αὐτὸν ἀριστεύοντα ποιεῖ, ἀλλὰ
καὶ τοῖς λοιποῖς εὐδοκιμήσεως σἴτίον γινόμενον.
155. ἀξύλῳ] πολυξύλῳ, ἀφʼ ἦς οὐδεὶς ἐξυλίσατο, ἵνα πλῆθος ἔχοι ξύλων καὶ ἐκ παλαιοῦ τμηθεῖσα ξηροτάτη καὶ πρὸς καῦσιν ἐπιτηδεία ἔοι. ἡ παραβολὴ οὖν πρὸς τὴν συνέχειαν τῶν πιπτόντων. τί δὲ ὀξύτερον ἢ εὐκινητότερον πυρός;
* Πορφυρίου. ἄξυλον ὕλην οἱ μὲν τὴν πολύξυλον ἀποδεδώκασιν,
οἱ δὲ τὴν ὁμόξυλον. δηλοῖ γὰρ, φασὶ, τὸ α καὶ τὸ ὁμοῦ, ὡς ἐπὶ τοῦ
ἀκόλουθος (ἔστι γὰρ ὁμοκέλευθος) καὶ ἄβρομοι, ἅμα βρόμῳ, καὶ
ἀίαχοι, ἅμα ἰαχή. οὕτως καὶ ἄλοχος καὶ ἄκοιτις ἡ ὁμόλεχος καὶ
ὁμόκοιτις. καὶ ἄξυλος οὖν ἡ ὁμόξυλος διὰ τὸ πυκνόν. ἐμοὶ δὲ δοκεῖ
ἄξυλον λέγειν οὐ κατὰ στέρησιν τοῦ ξύλου (ἐπάγει γὰρ “οἱ δέ τε
θάμνοι πρόρριζοι πίπτουσιν”), ἀλλὰ κατὰ στέρησιν τοῦ ξυλίσασθαι,
ἵνα ᾖ ἄξυλος ῦλη ἐξ ἡς οὐδείς πω ἐξυλεύσατο, τουτέστιν ἀφʼ ἧς
ἀλόχων βοηθῆσαι· λέγει γὰρ Ἕκτωρ “ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους
καὶ νήπια τέκνα προφρονέως ῥύοισθε” (Il. 17, 223)· λοιπὸν δὲ ἐν
καταχρήσει γέγονεν ἐπὶ τοῦ ὁπωσοῦν συμμαχεῖν· καὶ τὸ ἀΐδηλον δὲ
πῦρ οὐκ ἔστι τὸ μεγαλόδηλον, ἀλλὰ τὸ ἀδηλοποιὸν, ἐξ οὗ σημαίνει
τὸ ἀφανιστικόν. οὕτως γοῦν ἔφη “ σὺ δὲ κτείνεις ἀιδήλως” (Il. 21,
220). ἀφανίζων καὶ ἀδήλους ποιῶν. οὐ κακῶς δὲ καὶ Σέξτος ἀίδηλον
ἀποδέδωκε τὸ ἐξ ἀδήλου ἐμπεσόν. ἡ παραβολὴ οὖν πρὸς τὴν συνέ-
χειαν τῶν πιπτόντων· τί δʼ ὀξύτερον ἢ εὐκινητότερον πυρός;
156. εἰλυφόων] σημαντικῶς τῷ ὀνόματι χρῆται· δηλοῖ γὰρ τὴν
μετὰ ἑλίξεως καὶ περιστροφῆς τοῦ πυρὸς κίνησιν. εἰς ἐπίτασιν δὲ
καὶ ἄνεμον ἐπιγενέσθαι φησίν.
157. πρόρριζοι] τῶν γὰρ ὑπογείων οὐ δύναται τοσοῦτον ἅπτεσθαι.
159. φευγόντων] τοῦτο γὰρ αἴτιον τῆς ἀσώστου αὐτῶν ἀπωλείας, ὅτι οὐδὲ ἀνθιστάμενοι ἀνῇρηντο.
162. γύπεσσιν πολὺ φίλτεροι] μάλα εὐπρεπῶς ἔφρασεν ὅτι
φίλτεροι ἤσαν τοῖς γυψὶν ὅτε ἀπέθανον ἢ ταῖς γυναιξὶν ὅτε ἔζων.
ἢ τοῖς μὲν γυψὶν ἔμελον, ταῖς δὲ γυναιξὶν οὔ.
163. ἀντὶ τοῦ ἔξω τῶν βελῶν. ἐντέχνως δὲ ἔχει καὶ ταῦτα· τό
τε γὰρ παρόντα ἐλαττοῦσθαι Ἀγαμέμνονι οὐ σύμφωνον τῇ ποιήσει,
τό τε περιφεύγειν αὐτὸν οὐ τῆς θρασύτητος Εκτορος. καλῶς οὖν
τὸν Δία φησὶν αὐτὸν ἐξαγαγεῖν, ὡς εἴπερ παρῆν, ἀπέλαυσεν ἂν τοῦ
δεινοῦ.
165. οἱ μὲν ἀντὶ τοῦ σφενδονηδόν, οἱ δὲ ἀντὶ τοῦ σπευστικῶς εἵπετο.
170. * Σκαιάς τε πύλας] κατὰ τρεῖς τρόπους λέγονται Σκαιαὶ
πύλαι, ἢ ἀπὸ Σκαιοῦ τοῦ δημιουργήσαντος αὐτὰς, ἢ ὅτι ἐν τοῖς
σκαιοῖς ἤγουν τοῖς ἀριστεροῖς μέρεσι κεῖνται. σκαιὰ γὰρ τὰ
ἀριστερὰ, ὡς καὶ ὁ ποιητὴς ἐδήλωσεν εἰπὼν “εἴτʼ ἐπὶ διξίʼ ἴοσι
183. * πιδηέσσης] πῖδαξ γίνεται παρὰ τὸ πιδῶ τὸ ἱδρῶ· ἱδρῶτα
γὰρ τῆς γῆς οἱ φυσικοὶ τὰς πηγὰς λέγουσιν. ἢ ἐκ τοῦ πίνω πῖναξ
καὶ πῖδαξ.
190. * μάρνασθαι] ἐκ τοῦ μάρνημι. τοῦτο ἐκ τοῦ μαραίνω, ὃ σημαίνει τὸ φθείρω· ὁ μέλλων μαρανῶ, καὶ συγκοπῇ μαρνῶ, καὶ ἐξ αὐτοῦ μάρνημι.
* ὑσμίνην] ὑπομένῃ γίνεται ἐκ τοῦ ὑπομένω ὑπομονή, καὶ συγ-
κοπῇ καὶ πλεονασμῷ τοῦ γίνεται ὑσμίνη· δεῖ γὰρ ὑπομονῆς ἐν
τῷ πολέμῳ.
218. ἔσπετε νῦν μοι Μοῦσαι] ἐπὶ τοῖς μεγίστοις τὰς Μούσας καλεῖ, ὡς ἐρῶν τι καινότερον· αἱ γὰρ τοιαῦται προπαρασκευαὶ ἀκ- μαιοτέρας ποιοῦσι τὰς προσοχὰς τοῖς ἀκροαταῖς.
221. τοῦτο οὕτως συντακτέον “Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε (231), ὅς ῥα τότʼ Ἀτρείδεω Ἀγαμέμνονος ἀντίος ἦλθε,” καὶ τοὺς λοιποὺς ἐννέα στίχους διὰ μέσου.
223. τὸ Κισσῆς ἀπὸ τοῦ Κισσέας κατὰ κρᾶσιν· διὸ περι-
σπαστέον. ὡς νεώτατον δὲ εἰς εἰρηνικὰ χωρία διδόασιν ἐκτρέφεσθαι
οἱ γονεῖς.
227. ὡς νέος καὶ νεωτέρων πραγμάτων ἐρῶν· φιλοπόλεμοι γὰρ οἱ νέοι, ὡς καὶ Πίνδαρος (Fr. 76) “γλυκὺς ἀπείρῳ πόλεμος, ἐμπείρων δέ τις ταρβεῖ προσιόντα νιν.”
233. ἀξιοπίστως, ἵνα μὴ πάντα ἐπιτυγχάνοντα εἰσάγῃ. ἅμα δὲ
καὶ τὸ ἀνθρώπινον ἐνδείκνυται.
234. κατὰ ζώνην θώρηκος ἔνερθε] οὐ τὸν θώρακα δηλοῖ, ἀλλὰ τὴν καλουμένην θωρακοζώνην. τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω μέρος αὐτῆς, ὡς ὅταν λέγῃ “ἀγκῶνος ἔνερθεν” (252), κατὰ τὸ τοῦ ἀγκῶνος κάτω μέρος.
239. ἐφʼ ἑαυτῷ, ὥστε μὴ χρήσασθαι ἔτι ἐκεῖνον τῷ δόρατι. ἐφʼ ἑαυτῷ δὲ ἕλκει, οὐ δεδιὼς ἔτι τὴν τρῶσιν διὰ τὸ ἀνακεκλάσθαι τὴν αἰχμήν· δῆλον γὰρ ὅτι ἅμα ἕλκων καὶ ὑποχωρεῖ· ὀρθοτονητέον δὲ τὴν οἷ, καὶ εἰς σύνθετον μεταληπτέον.
συντόμως ἅμα καὶ ἀληθῶς τῇ παραβολῇ ἐχρήσατο· καὶ οἱ λέοντες γὰρ ὑφαρπάζουσι τῶν κυνηγετῶν τὰ δόρατα, ἀφαιρούμενοι τῶν κτεινόντων τὰ ὅπλα, καὶ λανθάνουσιν ἑαυτοὺς τιτρώσκοντες.
242. ἐπεὶ περὶ θαλάμου ἔμπροσθεν διελέγετο καὶ κοίτης τῆς
παρὰ γυναικὶ, περιπαθῶς τῇ ἐπιφωνήσει ἐχρήσατο. ἀστοῖσι δὲ
τοῖς Τρωσὶν, ἐπεὶ Ἀντήνορος ἦν παῖς.
243. ἦς οὔτι χάριν ἴδε] ἤτοι οὐκ ἐχάρη ἐπὶ τῇ συμβιώσει αὐ- τῆς οὐδὲ ἐπὶ τῇ τεκνοποιήσει.
244. ὑπέστη] ὑπέσχετο ἐκ τῆς γονῆς τῶν ποιμνίων ἀποδοῦναι καὶ ταῦτα. περιπαθῶς δέ φησιν ὅτι σπουδάσας περὶ τὴν γυναῖκα.
247. τεύχεα καλιά] ἔοικε διαφέροντα εἶναι τὰ ὅπλα ὡς νέου καὶ νυμφιδίου· διὸ οὐδὲ παρέρχεται αὐτὰ ὡς τἄλλα.
251. λαθὼν Ἀγαμέμνονα] ἠνάγκαστο μὲν διὰ τὸ πάθος τοῦ
ἀδελφοῦ παρακινδυνεύειν, οὐ τολμᾷ δὲ, ἀλλὰ κλέπτει τὴν μάχην
λεληθότως. δυστυχίας οὖν, οὐκ ἀνανδρίας ἐγκαλεῖται Ἀγαμέμνωνʼ
ἀριστεύων γὰρ ὑπό τινος εὐτελοῦς ἐκ πλαγίου τιτρώσκεται. Μενέλαος
δὲ τοὐναντίον μαλθακὸς μὲν αἰχμητὴς, ἄλλως δὲ μακάριος. διδάσκει
οὖν ὁ ποιητὴς ὡς οὐ τέλεια τὰ μὴ ῥώμης, φρονήσεως καὶ τύχης ποσῶς
εὐποροῦντα.
256. στερεὸν, ὑπὸ ἀνέμων γεγυμνασμένον τὰς ἶνας· ἢ ἀνεμοτρε-
πὲς, τὸ ἀντιτασσόμενον καὶ ἀνέμοις ξύλον διὰ στεριφότητα.
261. ᾧ ἐπικουρῶν ὁ Κοων ἔτρωσεν Ἀγαμέμνονα, ἐπʼ αὐτῷ δὲ τρωθεὶς κατέπεσεν.
266. ὄφρ’ οἱ αἷμ’ ἔτι] ἰατρικῶς· μέχρι γὰρ τούτου ἀφλέγμαντά ἐστι τὰ ἕλκη.
268. ὀξεῖαι] ὡς γὰρ ὑπὸ κέντρων, οὕτως ἀπὸ τῶν τοιούτων φλεγμονῶν ἀλγοῦμεν. κυριώτατα οὖν κεῖται τὸ ὀξεῖαι, καὶ ἔστι δυσ- μετάληπτον, μόνοις δῆλον τοῖς πεπειραμένοις. πάντα δὲ ὀδυνηρὰ ἔλαβε τὰ ὀνόματα, τὸ ὀξὺ, τὸ δριμὺ, τὸ πικρὸν, ἐπιτείνων τὸν πόνον.
269. ὡς δʼ ὅταν ἀδίνουσαν] πρὸς τοὺς νυγμοὺς τῆς ἀλγηδόνος
εἴκασται· πῶς γὰρ ἄνανδρος ὁ εἰργασμένος τοιαῦτα;
* Πορφυρίου. ἐπεὶ παραβολῆς ἐμνήσθημεν, σκέψαι τὴν τοῦ
ὀδύνῃσιν” (Od. 9, 415)· ἔστι δὲ τῆς παραβολῆς τὸ ὠδίνων, τῆς δὲ
ἀνταποδόσεως τὸ ὀδύνῃσιν. πάλιν δὲ εἰπὼν ἐπὶ τῆς τοῦ Ἕκτορος
κατὰ τῶν Ἕλλήνων ὁρμῆς “ ὀλοοίτροχος ὡς ἀπὸ πέτρης, ὅν τε κατὰ
στεφάνης ποταμὸς χειμάρροος σεῖ” (Il. 13, 137), κατὰ τὴν
αὐτὴν φανταο ίαν πεποίηκε περὶ αὐτοῦ λέγοντα τὸν Διομήδην “νῶῖν
δἡ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ” (Il. 11, 347). ὁ δὲ
ὄβριμος οἰκεῖος ἀψύχῳ ὁρμῇ. οὐ γὰρ θρασὺν ἔφη οὐδὲ κορυθαίολον,
οἷς ἰδίοις αὐτὸν προσαγορεύειν εἴωθεν. πάλιν ἐπὶ τοῦ Νέστορος,
σκεπτομένου ποῖ τράπηται, “ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων
ἠὲ μετʼ Ἀτρείδην Ἀγαμέμνονα” (Il. 14, 21), ὅλην τὴν παραβολὴν
διεξελθών “ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ, ὀσσό-
μενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα, αὕτως οὐδʼ ἄρα τε προκυλίν-
δεται οὐδʼ ἑτέρωσε, πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς
οὖρον” (ib. 16)· εἶτα ἐπʼ Ἀγήνορος προτραπέντος μὲν ὑπʼ Ἄπόλ-
λωνος ὑποστῆναι Ἀχιλλέα. ὅμως δὲ τὴν θέαν αὐτοῦ καταπλαγέντος,
ἠρκέσθη τῷ ὀνόματι “πολλὰ δέ οἱ κραδίη πόρφυρε κιόντι” (Il. 21,
551). πάλιν τε εἰπὼν ἐπὶ τῆς ῥᾶς “ὡς δʼ ὅταν ἀίξῃ νόος ἀνέρος,
ὅστʼ ἐπὶ πολλὴν γαῖαν ἐληλυθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ ἔνθα ἴη
ἢ ἔνθα, μενοινήσειέ τε πολλὰ, ὡς κραιπνῶς μεμαυῖα διέπτατο πότνια
ῥῆ” (Il. 15, 80), καὶ ἀπὸ μὲν τοῦ νοῦ ποιήσας παραβολὴν, ἀπὸ
δὲ τοῦ πέτεσθαι ἀποδοὺς τὴν ἀνταπόδοσιν, συντέμνων τὰ αὐτὰ ἐν
ἄλλοις φησὶν “ώσεὶ πτερὸν ἠὲ νόημα” (Od. 7, 36· θαυμαστὸν δὲ
αὐτῷ κἀκεῖνο. ἐκ μεταφορᾶς γάρ τι τολμηρότερον φθεγξάμενος
οἰκείαν ἐπάγει παραβολὴν, κρατύνων δὲ αὐτὴν ὡς εὔλογον ἔσχε τὴν
τόλμαν. εἰπὼν “ κραδίη δέ οἱ ἔνδον ὑλάκτει” (Od. 20, 13), ἐπάγει
“ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρʼ ἀγνοιήσασʼ
ὑλάει, μέμονέν τε μάχεσθαι.” καὶ ἐπὶ τῶν στρατοπέδων ἀντικαθημέ-
νων “τῶν δὲ στίχες εἵατο πυκναὶ, ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι
πεφρικυῖαι” (Il. 7, 61) εἰπών, ἐπήγαγεν “οἵη δὲ ζεφύροιο ἐχεύατο
περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρὸ, αἵτʼ ἐπεὶ οὖν-ῥοάων,ʼ ἧ
σχεδὸν μόνῃ τῶν παραβολῶν οὐκ ἀνταπέδωκεν, ὡς τῆς ὁμοιώσεως
ἄμα καὶ μεταφορᾶς προεχουσῶν τὴν ἀνταπόδοσιν. πάλιν τε αὐτοῦ
παρατηρητέον ἐκεῖνο. τάς τε γὰρ οἰκείως τιθεμένας φωνὰς ἐπὶ τῶν
πραγμάτων πολλάκις εἰς τὰς παραβολὰς μετατίθησι, καὶ τὰς ἐπὶ
τῶν παραβολῶν εἰς τὰ πράγματα, οἷον ἔθνη στρατιωτῶν λέγεται,
σμήνη δὲ μελισσῶν· παραβαλὼν δὲ τὰ πλήθη τῶν στρατιωτῶν
ὀνόματι ἐπὶ τῶν μελισσῶν κέχρηται “ἠΰτʼ ἔθνεα εἶσι μελισσάων
ἀδινάων” (Il. 2, 87), ὃ πλήθους ἀνθρώπων ἐστὶν ὄνομα. οὕτως
ὀλοοιτρόχῳ λίθῳ τὴν ὁρμὴν τοῦ Ἕκτορος ἀπεικάζων (Il. 13, 137)
ἀναθρώσκειν τέ φησι τὸν λίθον καὶ πέτεσθαι· καὶ τελευτῶν, ὡς ἀπʼ
αὐτοῦ τοῦ στρατιώτου ἀφιγμένον, ἀλλʼ οὐχὶ τοῦ λίθου, ἐπάγει “ὁ δʼ
ἀσφαλέως θέει ἔμπεδον, εἰσόκεν ἔλθῃ.” οὕτω καὶ ἐπὶ τοῦ κύματος,
ὃ τάξεσιν ἀπεικάζει στρατοπέδου, προειπὼν “Κς δʼ ὅτʼ ἐν αἰγιαλῷ
πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτʼ ἐπασσύτερον ζεφύρου ὑποκινήσαντος”
(Il. 4, 422) μετάγει ἀπὸ τῶν στρατιωτῶν ἐπὶ τὰ ἑξῆς· “πόντῳ
μὲν τὰ πρῶτα κορύσσεται,ʼ ἀνάπαλιν δὲ τὰς τῶν παραβολῶν μετα-
τίθησι φωνὰς ἐπὶ τὰ πράγματα, ὡς ἐπὶ τοῦ Ἀχιλλέως “ὡς δʼ ὅτʼ
ἀριζήλη φωνὴ, ὅτε τʼ ἴαχε σάλπιγξ” (Il. 18, 19) εἰπών ἐπάγει
μετατιθεὶς ἀπὸ τῆς σάλπιγγος ἐπὶ τὸν ἄνθρωπον “εἱ δʼ ὡς οὖν ἄϊον
ὄπα χάλκεον Αἰακίδαο.” κεκινδύνευται αὐτῷ ἐκεῖνα, οἷον “σιδήρειος
δʼ ὀρυμαγδὸς χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο” (Il. 17,
424)ʼ ὡς γὰρ ἐξ ἀντιτυπίας χαλκοῦ καὶ σιδήρου τὴν φαντασίαν εἰς
τὸν ἐκ πόντου ἤχον κεκίνηκεν.
270. μογοστόκοι] αἱ ἐπὶ τῶν μόγις τικτουσῶν τεταγμέναι.
* ἡ αἱ μογοῦσαι ἤτοι κακοπαθοῦσαι ἐπὶ τοῖς τῶν γυναικῶν τόκοις.
271. ἀμφίβολον τὸ ἔχουσαι· ἢ γὰρ ἐπιμελείας ἀξιοῦσαι, ὡς τὸ “καί μοι κῆπον ἔχει” (Od. 4, 736), ἢ ἐπέχουσαι τὰς πικρὰς ὠδῖνας καὶ εἴργουσαι. ἄμεινον δὲ τὸ πρῶτον.
272. διὰ τοῦ δῦνον τὸ σφοδρὸν τῆς πληγῆς καὶ τὴν εἰς βάθος χωρήσασαν ἀλγηδόνα ἐσήμανεν.
273. ἐς δίφρον δʼ ἀνόρουσε] πρῶτον τὸν βασιλέα, ἔπειτα τοὺς ἀριστεῖς ἐξάγει, ὅπως ἀναρχίας ἕνεκεν, οὐκ ἀσθενείας δοκοίη τῶν νεῶν ἡ καῦσις γενέσθαι. πῶς δὲ οὐδένα στρατηγὸν ἀνθʼ ἑαυτοῦ κατέλιπεν; ἵνα μὴ προτιμήσας ἕνα τοῖς λοιποῖς ἀπέχθηται.
274. ἤχθετο] ἀπολογεῖται, ὅτι οὐκ ἂν ἀπηλλάγη, εἰ μὴ τῆς
ψυχῆς αὐτοῦ ἥπτετο τὸ δεινόν.
276. ὦ φίλοι] εὗ τοῖς ἀριστεῦσιν ἐντέλλεται ἀπιών· εἰ γὰρ μὴ τὴν αἰτίαν τῆς ὑποχαρήσεως ἐσήμανε, κἂν δεινότερα ὑπενόησαν περὶ αὐτοῦ.
279. εἴασε Τρώεσσι] οὐκ ἐπεξεργάζεται τὰ τοῦ τραύματος, ἀλλʼ
εὐπρεπῶς ἐνεδείξατο ὅτι ὑπὸ θεοῦ κωλυθεὶς ἀγωνίσασθαι διʼ ὅλης
ἡμέρας νῦν ἀναχωρεῖ.
282. ἄφρεον] ἔστιν ἰδεῖν τὸν ἀφρὸν τῶν ἵππων μέχρι τῶν στηθῶν καταφερόμενον καὶ τὸν κονιορτὸν ἀναφερόμενον κάτωθεν.
290. ὑπέρτερον] ἢ τοῦ τῶν Ἑλλήνων ὑπέρτερον, ἢ οὗ πρότερον
ἐκτήσασθε.
291. μένος καὶ θυμὸν ἐκ παραλλήλου· μένος δὲ καὶ τὴν ψυχὴν εἴωθε καλεῖν.
292. ὡς δʼ ὅτε πού τις] διὰ τῆς παραβολῆς ἀσθενεστέρους τοὺς Τρῶας καὶ θρασυτέρους παρίστησιν.
297. ὑπεραέϊ] ἀντὶ τοῦ ἄνωθεν φερομένῃ, ἥτις ἐστὶν ἀπαραφύ- λακτος καὶ σφοδροτέρα. πρὸς δὲ τὴν ἀπροσδόκητον τοῦτο εἴρηται ἐπιφάνειαν Ἕκτορος καὶ τὴν ὁρμήν. ἐμφαντικῶς δὲ καὶ τὸ ἅλμα καὶ ἡ ἔμπτωσις τοῦ ἥρωος ταραχὴν παρέστησεν.
299. ἔνθα τίνα πρῶτον] ἐπὶ τῇ λύπῃ τῶν Ἀχαιῶν οὐκ αἰτεῖ τὴν
Μοῦσαν, ἀλλὰ μόνον ἑαυτὸν ἐρωτᾷ.
300. ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν] δείκνυσιν ὅτι νόθα τὰ κατορθώ- ματα. ὡς ἐν παρόδῳ δὲ καταλέγει τοὺς ἀναιρουμένους, ἐπικρύπτων τῇ βραχυλογίᾳ τὸ ὄνειδος.
301. Ἀσαῖον] προπερισπαστέον· παρὰ γὰρ τὸ αἶσά ἐστι καὶ
304. ἡγεμόνας] ἢ τῶν· τάξεων, φησὶν, ἡγεμόνας, ἢ τοὺς προμα- χίζοντας. ἵνα δὲ μὴ δοκῇ χαρίζεσθαι Ἕλλησι, καὶ τοῦτον ἡγεμόνας λέγει ἀναιρεῖν, ἀλλʼ οὐ σύνδυο, ὡς Ἀγαμέμνων.
305. ὡς ὁπότε νέφεα] ἡ ὁμοίωσις πρὸς τὸ συνεχὲς τῶν ἀναιρου-
μένων. ὡς γὰρ νέφη, φησί, διώκει ζέφυρος ἄνεμος ὑπὸ νότου συνηγ-
μένα, οὕτως διώκων ἀνήρει τὸ πλῆθος ὁ Ἕκτωρ. καλῶς δὲ τοὺς
πυκνωθέντας μὲν ὑπὸ Ἀγαμέμνονος, διασκεδασθέντας δὲ ὑπὸ Ἕκτορος
νέφεσιν εἴκασεν, ἃ συνάγει μὲν νότος, διώκει δὲ ζέφυρος. ηὔξησε δὲ
καὶ τὸν ζέφυρον, μέγα κῦμα ὑπʼ αὐτοῦ ἀνεγείρεσθαι λέγων. οἶδε δὲ
καὶ τὰς ἀνέμων φύσεις ὁ ποιητής.
306. ἀργεστᾶο] εἰ μὲν τὸν Εὖρον δηλοῖ, ἔστι κύριον προπαροξυνό-
μενον· εἰ δὲ ᾖ τοῦ νότου ἐπίθετον, προπερισπᾶται. δηλοὶ δὲ ἢ τὸν
λευκὸν ἢ τὸν ταχύν. εἰς τὸ νότοιο δὲ ὀλίγη διαστολὴ, ἵνʼ ᾖ, ὡς
δὲ ζέφυρος κινήσει νέφη ἃ συνήγαγε νότος, οὕτως Ἕκτωρ τοὺς ὑπὸ
Ἀγαμέμνονος συνηγμένους.
307. πολλόν] οὐκ ἐπὶ ἀριθμοῦ, ἀλλʼ ἐπὶ μεγέθους ἡ λέξις, ὡς τὸ “πολλὸς γάρ τις ἔκειτο” (Il. 7, 150). ἄχνη δὲ ἦς ἔχεσθαι οὐ. δυνάμεθα διὰ τὸ λεπτόν.
308. πολυπλάγκτοιο] τοῦ πανταχοῦ τὰ κύματα περιάγοντος.
313. τί παθόντε] ἠρέμα ἀπολογεῖται περὶ τῆς ἐν τῇ προτέρᾳ
μάχ) φυγῆς. τότε γὰρ εἶξεν Ὀδυσσεὺς, ὅτε τὸ Ἕλληνικὸν κεραυνοῖς
ἐφόβει ὁ Ζεὺς, ἀλογίστως δὲ ὁ Διομήδης ἀνθίστατο. ἐνταῦθα δὲ
οὐδενὸς τοιούτου γενομένου ὀλισθηρῶς μὲν ὁ Διομήδης ἀφέστηκεν, ὁ
δἡ Ὀδυσσεὺς εὐλόγως μένει, καί φησι τί παθόντε λελάσμεθα, ἤτοι
τί τὸ φοβοῦν ἡμᾶς ἐστίν;
314. δὴ γὰρ ἔλεγχος] εὗ τὸ μὴ τοῦ θανάτου πεφροντικέναι, ἀλλὰ μᾶλλον τῆς αἰσχύνης ἧς ἐπεφέρετο τὸ πρᾶγμα.
316. ἤτοι ἐγῶ μενέω] ὡς ἔμφρων ὁ Διομήδης αἰσθάνεται μὲν τὰ
θεῶν, οὐ προφασίζεται δὲ ὡς γενναῖος.
318. ἡμέων ἔσσεται ἤδος] ἀπὸ τῆς ἀγχιστρόφου μάχης τοῦτο
νοεῖ· Ὀδυσσεὺς δὲ βασανίζει τὸν καιρόν. οἰκονομικῶς δὲ ὁ ποιητὴς
ἐπιρρίπτει αὐτοὺς τοῖς δεινοῖς, ὅπως τρωθέντες ὑποχωρήσωσι καὶ ὄἰ
327. τὸ ἑξῆς, φεύγοντες Ἕκτορα δῖον ἀσπασίως ἀνέπνεον. ὅρα δὲ τὸ ὄφελος τῶν Ὀδυσσέως λόγων· παρορμήσας γὰρ τὸν Διομήδην αἴτιος ἐγένετο τοῖς ἄλλοις Ἕλλησι σωτηρίας.
331, 332. οὔτε ἀπειθεῖν πατράσιν ἀξιοῖ οὕτε μαντικῆς καταφρο- νεῖν, θανάτῳ τοὺς ταῦτα δράσαντας κολάσας.
336. πρὸς τὸ ἀξιόπιστον· οὐ γὰρ ἂν ἠρίστευον ἀντιτασσομένου
Διός. φιλέλλην δὲ ὡν ὁ Ζεὺς, τὸ πρόθυμον αὐτῶν αἰδεσθεὶς, πρὸς
ὀλίγον ἐνδίδωσιν. ἢ τοῦτο θέλει εἰπεῖν, ὡς ἰσοβαρὴς αὐτοῖς ἐν
ἐκείνῃ τῇ ἡμέρᾳ γέγονεν ἡ μάχη. ἀριστεύει μὲν γὰρ Ἀγαμέμνων,
ἔπειτα Ἕκτωρ· εἶτα τιτρώσκονται οὗτοι, ἐτρώθη δὲ καὶ Ἕκτωρ.
346. ἐγγὺς ἐόντα] οὐκ ἀφίστανται ἀλλήλων· ἴσασι γὰρ ὡς τὸ κοινόν αἴτιον αὐτοῖς τῶν κατορθωμάτων.
347. κυλίνδεται] ἀντὶ τοῦ ἐπιπέμπεται· οἶδε γὰρ ὡς τὸ δαιμόνιον
αὐτῷ συνεργεῖ.
348. ἀλλʼ ἄγε δὴ στέωμεν] ἀντιφιλοτιμοῦνται ταῖς προθυμίαις. ὅρα δὲ ὅτι βλέποντες παρόντα κίνδυνον οὐ περὶ φυγῆς διανοοῦνται.
354. * Πορφυρίου. ἀπέλεθρον] τουτέστιν ἀμέτρητον, ὃ οὐκ
ἔστι μέτρῳ οὐδὲ πελέθρῳ μετρῆσαι. οὕτως ἐστὶ καὶ τὸ ἀμαιμάκετον,
ὦ οὐκ ἔστι μῆκος παραβαλεῖν· “ἱστὸν ἀμαιμάκετον” (Od. 14,
311), ὃν ἐν ἄλλοις ἔφη περιμήκετον, περισσῶς μέγαν. καἰ ἡ ἀμαι-
μάκετος οὖν χίμαιρα τὴν μεγάλην δηλοῖ, πρὸς ῆν οὐκ ἔστι μέγεθος
τῶν ὁμοίων παραβαλεῖν· πρὸς γὰρ τὰ ὁμογενῆ τὰ πρός τι· “ἡ δʼ
ἄρ’ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων” (Il. 6, 180).
355. στῆ δὲ γνὺξ ἐριπών] ἔστη ἐπὶ γόνυ πεσών, καὶ σκότωσις αὐτῷ γέγονεν.
356. * Πορφυρίου. προεβλήθη ποίου γένους τὸ ὅσσε, καὶ τίς ἡ
ἑνικὴ εὐθεῖα. οἱ μὲν οὖν ἔφασαν, ὥσπερ ἀπὸ τοῦ θῆρε τοῦ δυικοῦ κατʼ
ἀποβολὴν τοῦ ε τὸ ἑνικὸν γίνεται θήρ, οὕτως καὶ τοῦ ὄσσε τὸ ἑνικόν
ἐστιν ὅσς, διὰ δύο σ. ἐλέγχονται δέ· οὐ γὰρ ἐπὶ πάντων ταὐτὸ
γίνεται. ἰδοὺ γὰρ ἀπὸ τοῦ δμῶε οὐ γίνεται τὸ ἑνικὸν δμῶ,
οὐδὲ ἀπὸ τοῦ φῶτε φῶτ· οὕτως οὐδὲ ἀπὸ τοῦ ὅσσε ὄσς. ἡ
δὲ αἰτία· ἐπὶ τὸ ρ καὶ τὸ ν τῶν ἀμεταπτώτων κατά γε τὸ
ἑτέρου σ. τῶν γὰρ εἰς ος ληγόντων ὀνομάτων τὰ δυῖκὰ εἰς ω λήγει.
ῥητέον οὖν ὅτι τὸ ὅσσε οὐκ ἔστιν ἀρσενικὸν δυῖκόν· φησὶ γὰρ ὁ
ποιητὴς “τὸ δέ οἱ ὅσσε πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον” (Il.
13, 616), οὐχ αἱματόεντες. οὐδετέραν οὖν ληπτέον εὐθεῖαν, καὶ ἔσται
τὸ ὅσσος ὡς ἕρκος βέλος τεῖχος. τὸ δὲ πληθυντικὸν κατʼ Ἀθηναίους
μὲν ἕρκη βέλη τείχη, κατὰ δὲ τοὺς Ἴωνας ἕλκεα βέλεα τείχεα· καὶ
δῆλον ὅτι ὄσσεα. τῶν δὲ εἰς ὰ πληθυντικῶν τὰ δυῖκὰ καὶ οὐδέτερα
εἰς ε τελευτᾷ, οἷον ὄμματα ὁμματε, γράμματα γράμματε· καὶ
Ἀριστοφάνης ἐν Πλούτῳ 1454) “γρύζειν δὲ καὶ τολμᾶτον, ὦ καθάρ-
ματε;” σαφὲς οὖν ὅτι καὶ τείχεε λέξουσι δυῖκὰ καὶ ὅσσεε. εἶτα
κατὰ ἀφαίρεσιν ὄσσε ἐγένετο.
357. ἐρωήν] τὴν ὁρμήν. δηλοὶ δὲ ἡ λέξις καὶ τὴν ὑποχώ- ρησιν.
358. ἐφάνη, παρὰ τὸ εἰδῶ· ἢ κατήχθη, παρὰ τὸ εἴω τὸ δηλοῦν τὸ πορεύομαι.
362. ἐξ αὗ νῦν] εἰκότως ἐπικαυχᾶται τῷ Ἕκτορι, ἐπεὶ κἀκεῖνος ἐπεκαυχήσατο κατʼ αὐτοῦ εἰπὼν “ἔρρε κακὴ γλήνη” (Il. 8, 164).
366. εἴ πού τις καὶ ἐμοί] οἶδε μὲν ὡς ἐπίκουρον ἔχει τὴν λθηνᾶν, οὐ μὴν ἐπεκαυχήσατο ἀλαζονικώτερον, ἀλλὰ μετρίως.
369. αὐτὰρ Ἀλέξανδρος] καὶ τὸν Διομήδην λάθρα τιτρωσκόμενον
εἰσάγει, ὡς καὶ τὸν Ἀγαμέμνονα. ὅρα δὲ ὅτι τῷ Ἄλεξάνδρου ὀνό-
ματι ὡς ἐπὶ πολὺ τὴν Ἑλένην προστίθησιν, ὥσπερ ἀναμιμνήσκων
τῆς ἀσελγείας αὐτοῦ τοὺς ἀκούοντας.
371. παρακεκρυμμένος καὶ κεκαλυμμένος, ώσεὶ νεκρὸς, φησὶ, παρὰ
νεκρῷ ἑστηκώς. ἀνδροκμήτῳ δὲ, ὑφʼ ᾧ ἀνὴρ καμων ἔκειτο· ἢ ἀνδρὶ
πονηθέντι.
372. δημογέροντος] καὶ τοὺς βασιλεῖς οὕτως ἐκάλουν ὡς παρὰ
375. εὗ τὸ παρατατικῶς εἰπεῖν ἀνεῖλκεν, ἵνα δὴ ἐναργῶς ἐπι- δείξῃ τὸν τοῦ πολεμίου ἐπιτυχεῖν στοχαζόμενον. πῆχυς δὲ τόξον ἐκ δύο συμβεβλημένον κεράτων.
379. ἐκ λόχου ἀμπήδησε] εὗ τὸν ἀφανῶς τοξεύοντα ἐκ λόχου λέγει ἀναπηδῆσαι. ἀσχημόνως δὲ πάνυ ὡς μέγα τι κατωρθωκὰὼς βοᾷ· κατακρύψας γὰρ ἑαυτὸν ἔνα ἔτρωσεν, ἀλλʼ οὐδὲ τοῦτον ἀνεῖλεν.
383. ὡς δειλὸς καὶ περὶ τῶν ἄλλων ὑπείληφεν ὡς φοβουμένων. ἔστι δὲ καὶ ἀνοήτων τὸ τοὺς οἰκείους ἐπὶ τῶν πολεμίων ἐλέγχειν.
385. τοξότα λωβητήρ] ἀλλὰ καὶ οἱ θεοὶ, φασὶ, τοξόται, καὶ τῶν
ἡρώων οἱ κράτιστοι, Ἀπόλλων, Ἄρτεμις, Ἡρακλῆς, Εὔρυτος,
ἀλλὰ καὶ ἐν τοῖς πρὸς Ἴλιον στρατευομένοις Μηριόνης, ψιλοκτήτης,
Τεῦκρος. οὐχ ὅτι δὲ τοξότης, ὀνειδίζει, ἀλλʼ ὅτι φαῦλος· τοῦτο γὰρ
ἐμφαίνει τὸ λωβητήρ. εἶτα πάλιν τῇ τριχί, φησὶ, κάλλιστε ἐπὶ
ἀπάτῃ παρθένων· οὐδὲ γὰρ οὐδὲ τὸ κομᾶν κακόν ἐστι καθʼ ἑαυτό. τὸ
δὲ κέρᾳ σὺν τῷ ι ἡ παράδοσις, δοτικὴν ἐκδεχομένη· τινὲς δὲ πληθυν-
τικῶς ἥκουσαν.
386. εἰ μὲν δὴ ἀντίβιον] γενναῖόν ἐστι τὸ πάσχοντα αὐθωρὸν προκαλεῖσθαι τὸν βαλόντα.
388. ἄκρως οὐ πληγὴν, ἀλλʼ ἐπιγραφήν φησιν· ὁ δὲ ποιητὴς τἀληθὲς λέγων ἔφη “διαμπερὲς ἰὸς ἐν γαίῃ πάγη” (377).
390. κωφόν] μεταφορικῶς τὸ μὴ αἴσθησιν τοῖς τιτρωσκομένοις ἐμποιοῦν.
395. οὐκ ἔστι σύνθετον τὸ περὶ πλέες, ἀλλὰ κατὰ παράθεσιν ἡ
περί. ὅθεν οἰκειοτονεῖται.
397. ἔστη πρόσθʼ] τὸ φιλικὸν πάλιν Ὀδυσσέως ὁρᾶται, καὶ τὸ ἀξιόπιστον Διομήδους δείκνυται. εὐπρεπῶς δὲ οὐ φαίνεται Διομήδης παρακαλῶν εἰς τοῦτό τινα. διὰ δὲ τὸν καιρὸν οὐχ οἱ δύο περὶ τὴν τοῦ ἑνὸς θεραπείαν καταγίνονται.
403. εἶπε] ποιητικῶς τὰ ἐνθυμηθέντα ὡς εἰρημένα διατυποῖ. ἅμα δὲ καὶ διδάσκει ὅτι οὐ μανικῶς δεῖ ὁρμᾶν εἰς τὰ δεινά.
405. * Πορφυρίου. ἀσύμφορον ἀναπείθειν δεινότερον εἶναι τοῦ ἀποθανεῖν τὸ φυγεῖν. λύεται δὲ ἀπὸ τῆς λέξεως· τὸ γὰρ ἀλώω δύναται καὶ ἐπὶ τοῦ ζωγρηθῶ εἶναι.
τοῦτο, φησὶ, δεινότερον πάντων, εἰ ζωγρηθῶ καὶ αἰχμαλωτισθῶ· οὐδεὶς γὰρ Ἑλλήνων τοῦτο πέπονθεν.
407. ἀλλὰ τίη μοι] χρησίμως πρὸς τὴν οἰκονομίαν ἔχει τὰ τοῦ ἐπιλογισμοῦ τῷ Ὀδυσσεῖ· ἐπειδὴ γὰρ ναυμαχίαν εἰσάγειν βούλεται ὁ ποιητὴς, προτιτρώσκει τοὺς ἀρίστους· ἄτοπον γὰρ ἦν παρόντων καίεσθαι τὰς ναῦς.
412. τόφρα δʼ ἐπί] δεινὴ ἡ ἀγωνία· οὐ γὰρ εἰ θέλοι ὑποχωρεῖν,
ἔξεστιν αὐτῷ.
414. ὡς δʼ ὅτε κάπριον] ἐναργὲς τὸ παράδειγμα πρὸς τὸ καθʼ ἔνα μὲν ὑπερέχειν τῶν κυκλωσάντων, ὀχλεῖσθαι δὲ τῷ πλήθει.
416. θήγων λευκὸν ὀδόντα] καὶ τοῦτο ἐμφερές· καὶ οὗτος γὰρ λογισμῷ προπαρεσκεύασται.
μετὰ γναμπτοῖσι γένυσσιν] συμπαρατρίβει γὰρ τὸ γένειον, ἀκο- νῶν τὸν ὀδόντα. οὐ γὰρ ἐπὶ τὸ δάκνειν ὁ κάπρος ὁρμᾷ, ἵνα ἀναστείλῃ τὰς γένυς, τῇ δὲ ἐμβολῇ μόνον ἀμύνεται.
421. στιγμὴ εἰς τὸ ὕπερθεν· οἱ δὲ ὕπερθε μετάλμενος, ἵνʼ ᾖ ἐκ τοῦ ἄνωθεν μέρους ἀρθείς.
424. πρότμησιν] οἱ μὲν τὸν ἀπὸ κύστεως ἄχρι τοῦ ὀμφαλοῦ τό- πον, οἱ δὲ τὴν ὀσφὺν, ῆν οὐδαμοῦ ὁ ποιητὴς τιτρώσκει ὡς αἰτίαν τῶν ζωογονούντων σπερμάτων.
425. ἀγοστῷ] τῇ δρακὶ, παρὰ τὸ ἄγειν. οἱ δὲ τῇ ἀγκάλῃ· οὐ δύναται δὲ ἀγκῶνι λέγεσθαι· οὐδεὶς γὰρ μετʼ αὐτοῦ δράσσεται γῆς.
427. εὐηγενέος] τοῦ τῷ σώματι εὐφυοῦς.
430. πολύαινε] πιστὸς ὁ ἐκ πολεμίων ἔπαινος. ἢ εἰρωνεύεται. ἢ παρὰ τὸ αἰνόν ἐστιν ἡ σύνθεσις.
433. ἢ κεν ἐμῷ ὑπὸ δουρί] βάρβαρος ἡ ἀλαζονεία, ἐν τοιούτῳ προφερομένη καιρῷ μεθʼ ὑπερβαλλούσης ὑπερηφανίας.
437. χρόα] τὴν ἐπιφάνειαν τοῦ σώματος, οὐ τὴν ἄχρι τῶν ἔσω μερὰῶν σάρκωσιν.
439. ἔγνω ὁ Ὀδυσσεὺς ὅτι οὐκ εἰς καίριον ταύτῃ ἐτελεύτησεν ἡ
βολή. φησὶ γὰρ “ὣς εἰπὼν οὔτησεν, οὐδέ τʼ ἔασε Παλλάς·” καὶ
446. αἰσχρὰ ἡ φυγὴ ἀπειλῇ μόνῃ γενομένη τραυματίου ἀνδρός.
οὐκ ἄτοπον δὲ ἀλαζονεύεσθαι Ὀδυσσέα προάρξαντος ἐκείνου. καὶ ὅτι
παρʼ ὀλίγον ἀνῃρημένος κεκράτηκε τοῦ πολεμίου.
451. φθῆ σε] εἰ καὶ ἔφυγες, φησὶ, κιχήμενον ἔφθη σε τὸ τέλος τοῦ θανάτου.
455. ἐπεί κε θάνω] ἐὰν ἐκ τοῦ τραύματος τούτου, φησὶ, τοιοῦτόν
τι ἐπακολουθήσῃ. προενεχυριάζει δὲ τὴν γνώμην τῶν Ἀχαιῶν, ὡς
ὑπὲρ αὐτῶν ἀποθνήσκων.
457. ἐκ χροὸς] τοῦ ἰδίου χροός. μεῖζον δὲ ἐφάνη τὸ κατόρθωμα Ὀδυσσέως ἐκ τῆς ἐπιφορᾶς, ὅτι ἀκμὴν ἐμπεπηγότος τοῦ δόρατος τὸν πολέμιον ἀνήρησεν.
458. ἀνέσσυτο] σημείωσαι ὅτι ἐπὶ μὲν τῆς λεπτοτέρας πληγῆς
ἀνηκόντιζέ φησιν, ἐπὶ δὲ τῆς μείζονος ἀνέσσυτο· τὸ γὰρ πολὺ οὐκ
ἀκοντίζεται.
459. αἷμ’ Ὀδυσῆος] καλῶς ἄρα Λυκοῦργος ἐνομοθέτησε Λακεδαι- μονίοις ἐσθῆτα φοινικῆν ἐν τοῖς πολέμοις φορεῖν, ἵνʼ εἰ τρωθείη τις, λανθάνοι τοὺς πολεμίους διὰ τὸ ὁμόχρουν.
461. αὐτὰρ ὅγʼ ἐξοπίσω] συγγνωστέον· ἐν ἐσχάτοις γάρ ἐστιν. εἰκότως οὖν ὑποχωρεῖ καὶ βοᾷ τοὺς συμμάχους.
462. ὅσον κεφαλὴ χάδε φωτός] ἀντὶ τοῦ εἰπεῖν αὐτοῦ φωτός
εἶπε. τὸ δὲ σχῆμα πολλαχοῦ, ὡς καὶ ἐν Ὀδυσσείᾳ (6, 129), “ὡς
ῥύοιτο περὶ χροῒ μήδεα φωτός·” δείκνυσι δὲ διττὴν εἶναι τὴν φωνῆν,
τὴν μὲν θωρακικὴν, τὴν δὲ πλατεῖαν καὶ οἱονεὶ σφοδροτέραν ἐκ κε-
φαλῆς.
463. ἄῖεν- Μενέλαος] ὀφείλει γὰρ νῦν προσεκτικὸς εἶναι μᾶλ-
λον διὰ τὴν ἀπουσίαν Ἀγαμέμνονος· ἢ ὡς αἴτιος τῆς μάχης. ἢ ὡς
φίλος Ὀδυσσέως. αἰσθόμενος δὲ ὡς οὐκ ἔστιν ἀξιόμαχος, προσλαβεῖν
Ἀἴαντα διανοεῖται.
464. ἐγγὺς ἐόντα] χαρίεν τὸ τῆς περιπετείας, ὅτι ὁ ἀλκιμώτατος ἐγγὺς εὑρέθη Αἴας.
467. τῷ ἰκέλη] οὐχὶ τῷ Ὀδυσεῖ ἰκέλη, ἀλλʼ αὐτῷ τῷ ὡς εῖ ὲ
469. ἀλεξέμεναι γὰρ ἄμεινον] ἄμεινόν φησιν ἐκείνῳ βοηθεῖν ἢ σχολάζειν ὥδε.
475. ἀμφʼ ἔλαφον] οὐ δειλὸς Ὀδυσσεὺς, ὅτι ἐλάφῳ εἴκασται·
οὐ γὰρ ἰσχύος δηλωτικὸν τὸ τῆς παραβολῆς, ἀλλὰ τῶν ὁμοίων παθη-
μάτων. θανόντι δὲ αὐτὸν ἐλάφῳ εἰκάζει, ἵνα αὐξήσῃ τὸν κίνδυνον.
ἔστι δὲ ἡ παραβολὴ μερικὴ πρός τε τὴν πληγὴν καὶ τὸ πλῆθος τῶν
βαρβάρων καὶ τὴν ἀπουσίαν τοῦ βαλόντος· καὶ ὥσπερ θῶας ἀπε-
λαύνει λέων ἐπιφανεὶς, οὕτως Αἴας τοὺς Τρῶας.
478. αὐτὰρ ἐπειδή] πρὸς τὸ πιθανὴν γενέσθαι τὴν ἔφοδον τῶν πολλῶν ζῷων. ἄγει δὲ καὶ ἐπʼ ἐκεῖνο ἡ ἔννοια, ὅτι οὐδʼ ἂν τῷ Ὀδυσ- σεῖ προσῆλθον οἱ βάρβαροι, εἰ μὴ διὰ τὸ τετρῶσθαι ὑπεῖξεν.
484. στιγμὴ εἰς τὸ ἀΐσσων. οὐ πρὸς Τρωσὶ δὲ ἐφορμᾷ (ἄπι- στον γὰρ τοῦτο), ἀλλʼ εἰς τὸ ἐκφοβῆσαι μόνον.
488. θεράπων] ὁ τοῦ Μενελάου· Ὀδυσσεὺς γὰρ οὐκ ἔχει ἵππους ἄτε δὴ νησιώτης.
490. στιγμὴ εἰς τὸ Πριαμίδην· εἶτα μετʼ ἐμφάσεως ἡ ἐπα- νάληψις· καὶ πάλιν εἰς τὸ υἱόν τελεία.
492. καὶ ἐπὶ Διομήδους ἡ παραβολή· ἀλλὰ τότε μείζων τούτου
ἐκεῖνος διὰ τὴν ἐπικουρίαν Ἀθηνᾶς. οὐ μὴν οὐδὲ αὕτη εἰκῆ πρόσκει-
ται· τὸ γὰρ κάτεισι τὴν ἀκώλυτον ὑποφαίνει ὁρμὴν, καὶ τὸ ὀπαζό-
μενος οἷον ἐπειγόμενος.
494. δρῦς ἀξαλέας] ἢ τὰς μὴ παρὰ τὸν ποταμὸν, ἀλλʼ ἄνω που
οὔσας, ἵνα τὸ πλῆθος τοῦ ῥείθρου δηλοῖ ἢ ἂς οἱ δρυτόμοι τιθέασι
πρὸς τὸ ξηρανθῆναι· διὰ δὲ τὸ δυσμετακόμιστον ἐῶσι τὸν ποταμὸν
ἀγαγεῖν. διὰ δὲ τοῦ πολλαπλασιάζειν τὸ πολλάς ἐπαίρει τὸν
λόγον.
504. κελεύθου] τῆς ὡς πρὸς τοὺς πολεμίους ὁρμῆς καὶ ἧς εἶχον κατʼ αὐτῶν προθυμίας.
507. κατὰ δεξιὸν ὦμὸν] εἰς τὸν ὥμον τέτρωται, ἵνα μηδὲ τοῖς τρω- θεῖσιν ἐπαρκῇ μέλεσιν.
509. μετακλινθέντος] ἐπὶ θάτερον μέρος τῆς ῥοπῆς γενομένης.
510. Ἰδομενεὺς προσεφώνεε Νέστορα] οὐχ ὅτι τὸ δέον μᾶλλον
ὁρᾷ τοῦ Νέστορος, ἀλλʼ ὅτι ἀπίθανον ἦν τοῦτον τὸν λόγον περιθεῖναι
512. πὰρ δὲ Μαχάων] τοῦτον ἠδύνατο ὁ ποιητὴς καὶ πεζὸν ἐπὶ
τὰς ναῦς ἀγαγεῖν· τὸν γὰρ ὐμον ἦν τετρωμένος· οἰκονομικῶς δὲ
ἐφʼ ἅρματος αὐτὸν ἐποίησεν ἀπιόντα διὰ τὸ τῶν ἵππων τάχος, ἵνα
παραδράμῃ τοῦ Ἀχιλλέως τὴν ὄψιν, καὶ μὴ δυνηθεὶς καταμαθεῖν
ἀκριβῶς τίς ἐστι τὸν Πάτροκλον τοῦτο εἰσόμενον ἐκπέμψῃ. ἔστι
δὲ τὸ μὲν ἄγρει παρορμητικὸν ἐπίρρημα, τὸ δὲ ἄγε παρακελευ-
στικόν.
515. ἐμείωσε, φασὶ, τὸν ἔπαινον, μερικὴν αὐτῷ προσθεὶς τὴν
εἴδησιν· καίτοι φησὶν “ὅς ῥά τε πάσης εὗ εἰδῇ σοφίας” (Il. 15,
411). οἱ μὲν οὖν φασὶν ὅτι τὸ χειρουργικὸν καὶ τὸ φαρμακευτικὸν
εὕρητο παρὰ τοῖς παλαιοῖς· τοῦ γὰρ διαιτητικοῦ Ἡρόδικος μὲν
ἤρξατο, συνετέλεσε δὲ καὶ Ἱπποκράτης, ΙΠραξαγόρας, ρύσιππος.
ἔνιοι δέ φασιν ὡς οὐδὲ ἐπὶ πάντας τοὺς ἰατροὺς ὁ ἔπαινος οὗτός
ἐστι κοινὸς, ἀλλὰ τὸν Μαχάονα μόνον χειρουργεῖν θέλουσι· τὸν γὰρ
Ποδαλείριον διαιτᾶσθαί φασι τὰς νόσους. καὶ τεκμήριον, ὅτι Ἀγα-
μέμνων τρωθέντος Μενελάου οὐ Ποδαλείριον καλεῖ, ἀλλὰ τὸν Μα-
χάονα. εἰ δὲ μὴ παράγει τινὰ διαιτώμενον, οὐ θαῦμα· διὰ γὰρ τὸ
ἀπρεπὲς παρῆκε τὴν δίαιταν· αἰσχρὸν γὰρ ἦν τὸν ἥρωα πυρέττοντα
παραλαβεῖν ἢ κενούμενον τὴν γαστέρα ἢ προποτιζόμενον. ἢ μόνων
τῶν ἐν πολέμῳ ἐνεργούντων μέμνηται· εἰσὶ δὲ φάρμακα καὶ χει-
ρουργίαι. εἰ δὲ ἀπὸ τῶν ἡττόνων ὁ ἔπαινος, καὶ τοῦτο ἰατρικῆς
ἐγκώμιον, τὸ καὶ τὰ ἥττω μέρη ταύτης εἶναι πολλῶν ἀντάξια.
519. ἐμάστιξεν ἐπὶ τῷ ἐλαύνειν. ἢ Ἀττικῶς λείπει τὸ ὥστε· ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς, ὡς τὸ “βῆ δὲ θέειν” (617) ἀντὶ τοῦ θέων.
529. προβαλόντες] μέσον ἀλλήλων κινήσαντες.
531. ἵμασεν καλλίτριχας ἵππους] εὗ τὸ μὴ ἀναμεῖναι τοὺς τοῦ Ἕκτορος λόγους· τάχα γὰρ οὐδὲ ἥκειν ἤθελεν ἐκεῖσε διʼ Ἀἴαντα.
534. φαντασίαν ποιεῖ ἡ ἔπειξις, ὅστε διὰ τῶν πτωμάτων ἔρ-
χεσθαι. εἴωθε δὲ ἀπὸ τῶν συμβεβηκότων δηλοῦν τὰ πράγματα· νῦν
δὲ ἀπὸ τοῦ ἀναφερομένου αἵματος, ὥστε πιμπλάναι τὸν ἄξονα καὶ
τὰς ἄντυγας, τὸ πλῆθος ἐνέφηνε τῶν νεκρῶν. καὶ ἀλλαχοῦ θέλων
536. ἃς ἄρʼ] ἃς ἔβαλλον ἄντυγας αἱ ἀπὸ τἄν ἐπισσώτρων ῥαθά- μιγγες ἤτοι ῥαντισμοί.
539. μίνυνθα δὲ χάζετο δουρός] σσον βολῆς δόρατος· τινὲς δέ
φασιν ὡς οὐδʼ ὅλως ἐχάζετο.
542. Αἴαντος δʼ ἀλέεινε μάχην] ἐντεῦθεν φαίνεται τὸ γνῶθι σαυτόν· δῆλον γὰρ ὡς πάντας τοὺς ἀρίστους σκοπῶν ὑπεχώρει, καί- τοι Διὸς περὶ μόνου εἰπόντος Ἀγαμέμνονος.
547. ἐντροπαλιζόμενος] εἰς ἑκάτερα μεταστρεφόμενος, καὶ τὸ
φεύγειν καὶ τὸ ὁρμᾶν· διὸ καὶ φυλάσσει τὰ ὀπίσω μὲν διὰ τοῦ
σάκους, μή πως πληγῇ τό μετάφρενον, τὰ δὲ ἔμπροσθεν διὰ τοῦ
θώρακος. ἔστι δὲ ἡ φυγὴ Αἴαντος ἄλλων ἀριστεία. ἄτρωτον δὲ
αὐτὸν ὁ ποιητὴς καὶ ἐν αὐτῇ τῇ ναυμαχίᾳ τηρεῖ.
548. ὡς δʼ αἴθωνα λέοντα] πρὸς τὴν τόλμαν ὁ λόγος. αἴθωνα
δὲ, ὅτι μόνος ὁρᾷ καὶ γεννώμενος καὶ κοιμώμενος.
*Πορφυρίου. διὰ τί ὁτὲ μὲν λέοντι παραβάλλει τὸν Αἴαντα, ὁτὲ
δὲ ἐν ἄλλοις ὄνῳ; ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίνονται, αὐξή-
σεως, ἐναργείας, σαφηνείας· εἰς τὸ πρόσφορον δὲ ἓν ἑκάτερον ἐτήρη-
σεν ὁ ποιητὴς, ἄγοντα καὶ φονεύοντα λέοντος δίκην καὶ τῶν πολεμίων
ἀναχωροῦντα ὡς ὄνον. ταῖς γὰρ φύσεσι τῶν ζῴων καὶ τὸ ὀκνηρὸν
πρὸς φυγὴν καὶ τὸ ταχὺ πρὸς μάχην τοῦ ἥρωος δεδήλωκεν.
550. πῖαρ] τὴν κρατίστην καὶ λιπαρωτέραν τῶν βοῶν· ἐπὶ ταύτην γὰρ ὁ αἴθων ἀεὶ ὁρμαᾷ.
555."ἠῶθεν] ἑσπέρᾳ, φησὶν, ἐπιθέμενος μόγις ἠῶθεν ὑποχωρεῖ.
557. ἤῖε] ῥῆμα ἐξελέξατο ἐμφαῖνον ἀναχώρησιν θορύβου καὶ ταραχῆς ἀπηλλαγμένην.
πόλλʼ ἀέκων] ἐνεθυμεῖτο γὰρ τόν τε κίνδυνον τῶν νεῶν καὶ τὸ τῆς ὑποχωρήσεως ἄσχημον.
558. ὡς δʼ ὅτʼ ὄνος] ἡ παραβολὴ πρὸς τὴν καταφρόνησιν τῶν
Τρώων, ὅτι οὐκ αὐτοὺς φεύγει, ἀλλὰ Δία. πρός τε τὴν στάσιν τὴν
*τὸ δὲ ἐβιήσατο ἀντὶ τοῦ βίᾳ ἐνίκησεν.
559. ἐάγη] οὐχ ὑπὸ τῶν παίδων, ἀλλὰ πάντοτε ὑπὸ ἄλλων· οῦτως γὰρ ἐθὰς ὤν οὐκ ἀλεγίζει πληγῶν.
*∗ῥόπαλα δὲ τὰ ξύλα ἀπὸ τοῦ ῥαπίζειν, ἢ τῇ ῥοπῇ, ὅ ἐστι φορᾷ, ἀλλοιοῦν καὶ συντρίβειν, ἵνα δείξῃ αὐτοῦ τὸ γενναῖον.
566. μνησάσκετο θούριδος ἀλκῆς] καίπερ καταστασιαζόμενος ὑπὸ τοῦ θεοῦ τῆς φύσεως οὐκ ἤθελεν ἐξίστασθαι.
569. πάντας δὲ προέεργε] ὡς ἕρκος Ἀχαιῶν εἴργει τοὺς πολε-
μίους. ὥσπερ δὲ ἐπιλαθόμενος ὅτι φεύγειν αὐτὸν βούλεται Ζεὺς,
ἀριστεύει πάλιν· ὁρμῶν γὰρ ἵστατο καὶ ἀπετείχιζε Τρῶας, εὐκαιρίαν
ἀκίνδυνον τοῦ φεύγειν ἐμποιῶν τοῖς φίλοις. ἔστιν οὖν θύνων ἵστατο
(570).
574. ἄσαι] ἐνεργητικὸν ἀντὶ παθητικοῦ· ὤφειλε γὰρ ἄσασθαι.
577. στῆ ῥα παρʼ αὐτόν] παθητικῶς Αἴαντα ὑπʼ Εὐρυπύλου
εἰσάγει βοηθούμενον· νῦν γὰρ οὐκ ἔχει κρείσσονα, τῶν ἄλλων τετρω-
μένων. εὗ δὲ τὸ μὴ τὸν Αἴαντα βοηθὸν ἐπικαλεῖσθαι, τὸν δὲ Εὐρύ-
πυλον αὐτομάτως ἥκειν.
579. ἤπαρ ὑπὸ πραπίδων] ὑποκάτω γάρ εἰσι τῶν φρενῶν. ἔστι δέ τι σπλάγχνον οὕτω λεγόμενον· οὐ γὰρ ταύτας φησὶν, αἷς νοοῦμεν.
*φρένας ὁ ποιητὴς καὶ πάντες οἱ παλαιοὶ ποιηταὶ τὸ διάφραγμα
ἐκάλουν, παρόσον φλεγμαῖνον τοῦτο ὡς νευρῶδες ἔχει συμπάσχοντα
τὸν ἐγκέφαλον καὶ παρακολουθοῦσι μέγισται παραφρονήσεις. πηγὴ
δὲ ὅλου τοῦ νευρώδους γένους ὁ ἐγκέφαλος, ὥσπερ ἀρτηριῶν καρδία
καὶ φλεβῶν ἤπαρ.
580. αἴνυτο τεύχεʼ ἀπʼ ὀμων] σκοπός ἐστιν αὐτῷ τοὺς ἀναιρου-
μένους σκυλεύειν. χαρακτηρίζει δὲ τὴν τοῦ Ἀλεξάνδρου δειλίαν, ὅτι
μὴ προσελθεῖν τεθάρρηκεν, ἀλλʼ ἐπιτηρήσας μὴ μαχόμενον τότε
τοξεύει.
584. δόναξ] ἐκ ξύλου γὰρ καὶ καλάμων ἤσαν τὰ βέλη.
586. ἤῦσεν] εἰκότως βοᾶ· μακρὰν γὰρ ἤσαν πεφευγότες οἱ Ἕλληνες.
590. φεύξεσθʼ] τῆς ἀρετῆς Αἴαντος ἔνδειξις ὅτι οὐ φεύξεται, ἀλλὰ μέχρι θανάτου μενεῖ μαχόμενος. ἢ οὐχ οἷός τε ἔσται τὸν πόλεμον ἐκφυγεῖν, καίπερ γενναῖος ὤν.
593. σάκεʼ ὤμοισι κλίναντες] ἤτοι τὰς ἀσπίδας ἐπιθέντες τοῖς ὔμοις.
595. στῆ δὲ μεταστρεφθείς] ἐν τῷ πλήθει τῶν ἑταίρων μετε- βάλετο καὶ πρὸς αὐτοὺς μετεστράφη.
596. δέμας πυρός] τὴν σφοδρότητα τῆς μάχης παρίστησι, πυρὶ
τὴν γενομένην ἐν αὐτῇ φθορὰν εἰκάσας· λέγει δὲ ὅτι ἐμάχοντο ὡς
πῦρ διακαῖον ὕλην.
*εἴωθεν ἐπὶ τῶν μαχομένων τὸ πῦρ λαμβάνειν εἰς παράστασιν
τῆς συντόνου καὶ ἐνθέρμου ὁρμῆς· “ὣς οἱ μὲν μάρναντο δέμας
πυρὸς αἰθομένοιο” καὶ ʼμάχης καυστείρἥς ἀντιβολῆσαι” (Il. 4,
342). καὶ τὰ περὶ Διομήδην οὖν (Il. 5, 4) παραστατικὰ τῆς κατὰ
τοὺς ὤμους καὶ τὰς χεῖρας ἐνθέρμου ὁρμῆς καὶ τῆς κατὰ τὴν κε-
φαλὴν πυκνοτέρας ἐπιστροφῆς. οὕτω καὶ κορυθαίολος ὁ Ἕκτωρ
εἴρηται.
597. έηλήιαι ἵπποι] αἱ ἐκ τῆς ηλέως ἀγέλης.
*αἱ ἀπόγονοι τῶν ἵππων ἐκείνων· οὐ γὰρ δυνατὸν ἦν φθάσαι ἐπὶ τὸν γέροντα Νέστορα τὰς ἵππους τοῦ ηλέως ζώσας. ώσπερ καὶ Τρώῖοι ἵπποι οἱ ἀπὸ τοῦ Τρωὸς, κατὰ διαδοχὴν τοῦ ἀπʼ ἐκείνων.
598. ἤγον δὲ Μαχάονα] τοὺς πλείους τῶν ἀριστέων τρώσας πλὴν
Ἀἴαντος τοῦ Τελαμωνίου ἐπὶ τὰς ναῦς ἀπέστειλεν, Ἀγαμέμνονα
Διομήδην Ὀδυσσέα Μαχάονα Εὐρύπυλον καὶ τὸν Τεῦκρον ἑξῆς, ἵνα
εὔλογον τοῖς Ἀχαιοῖς τῆς ἥττης παράσχῃ αἰτίαν. εἶτα τούτους ἐπὶ
τὰς ναῦς ἀπαγαγὼν εἰς ἔπαινον Ἀἴαντος τὰ λοιπὰ καταναλίσκει ἕως
τῆς Πατρόκλου ἐξόδου· καὶ τὸν Πάτροκλον ἀνελὼν ἐπὶ τὸν Αἴαντα
ἐπανέρχεται μέχρι τῆς Ἀχιλλέως ἐξόδου· καὶ τοῦτον ἐπὶ τὴν μάχην
προαγαγὼν εἰς τὰ ἀνδραγαθήματα αὐτοῦ τελειοῖ τὴν Ἰλιάδα. καλῶς
δὲ τὸ μὲν ἔφερον ἐπὶ Νέστορος, ἐπὶ δὲ Μαχάονος ἰδίᾳ τὸ ἦγον διὰ
τὸ τῆς πληγῆς βαρύ.
599. τὸν δέ] τὸν Νέστορα ἰδῶν ἐγνώρισεν, οὐ μὴν τὸν Μαχάονα.
600. τὸ φιλότιμον καὶ φιλοπόλεμον ἐνδείκνυται, θεωρὸν αὐτὸν παρεισάγων τῆς μάχς.
602. αἶψα δʼ ἑταῖρον] παρεμπεσοῦσαν τὴν εὐκαιρίαν ἁρπάσαι θέλει καὶ παρακληθεὶς ἐξελθεῖν.
604. ἀναπτεροῖ τὸν ἀκροατὴν ἡ ἀναφώνησις ἐπειγόμενον μαθεῖν
τί τὸ κακὸν ἦν. τὴν προσοχὴν δὲ ἐργάζεται διὰ βραχείας τῆς δεί-
ξεως· εἰ γὰρ πλέον ἐπεξειργάσατο, διέφθειρεν ἂν τὸν ἑξῆς λόγον καὶ
ἀπήμβλυνε τὴν ποίησιν.
609. νῦν ὀίω] ἔδειξεν ὃ ἐκ πολλοῦ ἤθελεν. νῦν νομίζω, φησί.
πάντας τοὺς Ἀχαιοὺς ἱκετεύσειν με. ἤδη δὲ προμαλαχθεὶς ἦν ἐκ
τῶν Φοίνικος λόγων.
611. *ἀλλʼ ἴῶι νῦν] διὰ τί τὸν Πάτροκλον ὁ Ἀχιλλεὺς πέμπει;
ῥητέον οὖν ὅτι κατʼ οἰκονομίαν. ἐπειδὴ γὰρ ἄπρακτος ἡ πρεσβεία
γεγένηται, διὰ Πατρόκλου βούλεται Νέστορα κατορθῶσαι τοῦτο
ὅπερ οὐκ ἐποίησαν οἱ πρέσβεις. ὥστε προῳκονόμησε τοῦτο ὁ ποιητὴς
οὕτως, ἵνα καὶ Νέστορος τὴν τῶν λόγων δύναμιν παραστήσῃ καὶ
Ἀχιλλέα δείξῃ μετʼ εὐλόγου προφάσεως εἰς τὸν πόλεμον ἐξαγαγόντα
τὸν Πάτροκλον.
616. σιωπηλὸς ἀεὶ καὶ συνετὸς ὁ Πάτροκλος. οὐ θαῦμα οὖν εἴ γε τὸν τοιοῦτον ἐκίνησε Νέστωρ καὶ μετὰ δακρύων ἐντυγχάνει Ἀχιλλεῖ.
617. βῆ δὲ θέειν] συνορῶν τὸ ἐνδόσιμον Ἀχιλλέως σπεύδει καὶ δρόμῳ χρῆται, συγχαίρων τοῖς Ἕλλησιν.
618. οἱ δʼ ὅτε] οἱ περὶ Νέστορα εἰς τὴν Νέστορος σκηνὴν παρε- γένοντο.
619. αὐτοὶ μέν] καιρὸν δίδωσι τοῦ βαδίζειν Πατρόκλῳ, καὶ τὸ
διάκενον τῆς ὁδοῦ πληροῖ, ταῦτα μέσον ἐνθείς.
620. πεζὸς Εὐρυμέδων εἵπετο· σχολαίτερον γὰρ Νέστωρ ἤλαυνε διὰ Μαχάονα. οὐ γὰρ τρεῖς ἐν τῷ ἅρματι.
624. οὐ δεόντως, φασὶν, ὁ Μαχάων, καὶ ταῦτα ἰατρὸς ὢν, τὸν
κυκεῶ προσφέρεται, συνεστῶτα ἐκ μέλανος οἴνου (τοιοῦτος γὰρ ὁ
Πράμνιος) καὶ τυροῦ ἐπικεκνησμένου καὶ ἀλφίτων· φλεγματώδη δὲ
ταῦτα καὶ πολέμια τοῖς τραυματίαις. πρῶτον μὲν οὖν φαμὲν ὅτι
τὴν δίαιταν ἠγνόουν, καὶ ἀνδρειότερα ὅμως εἶχον τὰ σώματα, ὡς καὶ
χύνει καὶ συστέλλει· ὅθεν καὶ τοῖς κοιλιακοῖς αὐτὸν ἔνιοι προσά-
γουσι διὰ τὸ εἴργειν τὸ ὑγρόν. ἀλλὰ καὶ τὸ ἄλφιτον παχύνει τὰ
ὑγρά. καὶ τὸ κρόμυόν ἐστι διουρητικὸν, καἰ μάχεται τῇ φλεγμονῇ·
ὅθεν καὶ τοῖς κυνοδήκτοις αὐθωρὸν προσάγεται. ἢ οὐ πρὸς θεραπείαν,
ἀλλὰ πρὸς ἀνάψυξιν ἐδίδοτο τὸ πόμα· καὶ Νέστωρ γοῦν λαμβάνει·
τοῖς κακοπαθοῦσι γὰρ ἐπιτήδειος ὁ κυκεὼν, τροφὴν ἅμα καὶ ποτὸν ἔχων.
*Πορφυρίου. ὅλος ὁ τόπος οὗτος ἐλέγχεται ὡς παρὰ τὴν ἰατρικὴν
ἱστορίαν πεποιημένος. ὅσοι μὲν οὖν λύουσιν ὡς τῶν ἡρώων ἑτέρως
εἰθισμένων θεραπεύεσθαι διὰ τὸ μὴ ταῖς αὐταῖς διαίταις τοὺς ἰατροὺς
ἐπιπολάζειν χρωμένους, ἀπὸ τοῦ ἔθους ἀπολογοῦνται· ὅσοι δʼ ἐλέγ-
χονσι τὴν σύνθεσιν πάντων ἐξαλλάσσειν τὴν καθʼ ἕκαστον δύναμιν,
ἀπὸ τῆς λέξεως ἐπιχειροῦσιν. οἱ δὲ συνιστάντες οὐκ εἶναι χαλεπὸν
τὸ τραῦμα, οὐδὲ πρὸς θεραπείαν δίδοσθαι τὸ πόμα, τῷ δὲ κοινῷ ἔθει
πίνειν οὐ μόνον τὸν Μαχάονα, ἀλλὰ καὶ τὸν Νέστορα τὸ τοῖς κεκμηκόσι
σκευαζόμενον ποτὸν (τοιοῦτον γὰρ προσφέρειν καὶ τὴν Κίρκην τοῖς
πρὸς αὐτὴν καταγομένοις) ἀπὸ τοῦ καιροῦ λύουσιν.
628. ἐπιπροίηλε] ἐξέτεινε· πτυκταὶ γὰρ ἤσαν αἱ τράπεζαι. ἡ δὲ πρό τὸ ἔμπροσθεν δηλοῖ.
629. πέζαν οὐκ ἀεὶ τὸν πόδα, ἀλλὰ καὶ τὸ ἄκρον λέγει. οὐκ ἔστι κυανόποδα, ἀλλὰ τὴν ἀπὸ κυανοῦ ἔχουσαν τὸν κύκλον τὸν ἔξωθεν.
630. τελεία εἰς τὸ κρόμυον, εἶτα δὲ μέλι χλωρόν. τὸ δὲ ποι ῷ ὄψον ἀπὸ κοινοῦ τῷ παντὶ κυκεῶ. τεῦχε, φησὶ, κυκεῶ ἄμα ποτῷ καὶ ὄψον ὄντα· τὸ μὲν γὰρ μέλι καὶ ὁ οἶνος ποτὸν, τὰ δὲ λοιπὰ ὄψον· πᾶν δὲ τὸ ἐσθιόμενον ὄψον καλεῖται.
634. τέσσαρʼ ἔσαν] συνηρτημένα μὲν ἀλλήλοις τὰ ὥτα, διά-
στασιν δὲ ἔχοντα, ὥστε πρὸς τὸ βαθὺ τοῦ ποτηρίου καὶ τὰς λαβὰς
εἶναι. τὸ σχῆμα οὖν τῶν ὕτων γίνεται διπλοῦν ω.
δοιαὶ δὲ πελειάδες] καὶ τὴν τορευτικὴν ὁ ποιητὴς ἐπίσταται. ὀκτὼ
635. διπλοῦς ἦν ὁ πυθμὴν, ἥσσων ὑπὸ μείζονος περιεχόμενος. Ἀρί-
σταρχος δὲ τὴν ὑπό πρὸς τὸ ἤσαν συντάσσει. τινὲς δὲ ὑτφʼ ἓν
τὸ ὑποπυθμένες, ἵνʼ ᾖ τῶν πελειάδων ἐπίθετον, οἷον δῦ. δʼ ἕτεραι
πελειάδες ἤσαν τοῖς πυθμέσιν ὑποκείμεναι.
636. οὐχ, ὧς τινες, ἐπὶ Μαχάονος τὁ ἄλλος ἐκδέχεσθαι χρὴ,
ἀλλʼ ἀορίστως πρὸς ἔπαινον τοῦ γέροντος· θέλει γὰρ εἰπεῖν ὅτι
παντὸς νέου σωφρονέστερον ἐβάσταζε τὸ ποτόν. ἔνιοι δὲ ἀπὸ κοινοῦ
τὸ γέρων, ἵνʼ ᾖ, ἄλλος μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων Νέστωρ
ἀμογητὶ ἄειρεν.
*Στησίμβροτος δέ φησιν, ἵνα δοκῇ εἰκότως πολλὰ ἔτη βεβιω- κέναι· εἰ γὰρ παράμονος ἡ ἰσχὺς καὶ οὐχ ὑπὸ γήρως μεμάρανται, καὶ τὰ τῆς ζωῆς εὔλογον εἶναι παραπλήσια. Γλαῦκος δὲ, ὅτι κατὰ διάμετρον ἐλάμβανε τὰ ὦτα, ἐκ μέσου δὲ πᾶν εὔφορον.
637. ἀμογητὶ ἄειρεν] τὰ γὰρ ἄχθη οὐχ οἱ ἰσχυροὶ, ἀλλʼ οί ἔμ-
πειροι φέρουσι. διπλῶν γὰρ τῶν ὤτων ὄντων καὶ τοῦ ποτηρίου
μεγίστου, οὐκ ἂν νέος ἀπεκίνησεν αὐτὸ τῆς τραπέζης, οὐ διὰ τὸ μὴ
δύνασθαι, ἀλλὰ διὰ τὸ πῶς μὴ εἰδέναι· εἰ γὰρ οὐχ ὡς ἔδει αὐτὸ
ἦρε, θραῦσιν ἂν ἠπείλησε· δίχειρα γὰρ δυσὶν ἀφ’ ἑκάστης χειρὸς
δακτύλοις τῶν ὕτων λαμβανόμενον ἐχρῆν κινεῖν ἀκόπως.
639. Πραμνείῳ] οἱ μὲν μέλανι, οἱ δὲ γένος ἀμπέλου, οἱ δὲ αὐ- στηρῷ, οἱ δὲ πραΰνοντι τὸ μένος, οἱ δὲ μονίμῳ.
642. πολυκαγκέα] πολλὴν ἔχουσαν ξηρότητα· ὅθεν καὶ κάγκανα ξύλα.
645. ἀπὸ θρόνου ὥρτο] διὰ τὸν καιρόν. διδάσκει οὖν καὶ γέροντας νέοις εἴκειν πρὸς ὄφελος.
647. ἀναίνετο] προφασίζεται σπουδὴν, ἵνα καὶ μένων χαρίζοιτο καὶ μὴ μένων ἀνέγκλητος εἵη.
654. τάχα κεν καὶ ἀναίτιον] πρὸς τὸ νεμεσητός ]καὶ τοῦτο. ἐπι-
τείνει δὲ αὐτοῦ τὸ θυμικὸν, ἵνʼ ἀναίτιος ῇ μὴ πειθόμενος.
656. τίπτε τʼ ἄρ’ ὧδʼ Ἀχιλεὺς] διὰ τί, φησὶν, οἰκτείρει τοὺς
τετρωμένονς, ἀγνοῶν τὴν παντελῆ ἀπώλειαν; διὰ τί τὸ κατʼ ἄνδρα
665. ἐσθλός] δυνατὸς ἤτοι δυνάμενος. οὔτε φιλίᾳ οὕτε ἐλέῳ
δίδωσι χώραν. εὖ δὲ καὶ τὸ Ἀχαιῶν, ἀλλὰ μὴ Ἀγαμέμνονος·
ἐάσας γὰρ τὸν αἴτιον τῆς ὀργῆς τοὺς ἐλεεινοὺς προβάλλεται.
666. τὴν ὁλοσχερῆ τῶν νεῶν ἀπώλειαν ἐμφῆναι θέλει· εἰ μὴ γὰρ τὰς πρώτας καύσουσιν, οὐκ ἂν οὐδὲ τὰς παρὰ θάλασσαν.
668. πικρῶς καθάπτεται τῆς ὠμότητος Ἀχιλλέως, εἰ ἀναμένει
τοὺς Ἀχαιοὺς ἑξῆς ἰδεῖν φονευομένους. ἐλεεινῶς δὲ καὶ ἑαυτὸν
καταλέγει.
669. οἵη πάρος ἔσκεν] ἐρεθιστικὸν τοῦτο· εἴ γε ἐγὼ νέος ἦν, φησὶν, οὐκ ἂν ὑμῶν ἐδεόμεθα. ἐντέχνως δὲ πρὸς μὲν τοὺς θυμου- μένους τὴν φρόνησιν, πρὸς δὲ τοὺς ἀργοῦντας τὴν ἥβην φέρει, ζῆλον ἐμποιῶν τῶν ἔργων.
670. ἔδ’ ὣς ἡβώοιμι] διδάσκει ὡς οὐ δεῖ ἐπὶ ἀπράκτοις ἀναλί- σκειν τὰς ἡλικίας. ἴδια δὲ διηγεῖται κατορθώματα, εἰς ζῆλον καλῶν τὸν ἀκούοντα. καὶ διὰ τοῦ παρὰ γνώμην τοῦ πατρὸς πολεμῆσαι προ- τρέπεται αὐτόν.
671. ὡς ὁπότʼ λείοισι] ἐξ ἀναστροφῆς τὸ διήγημα· ἐπὶ γὰρ
τοῖς ἐπιμηκεστέροις τῶν διηγημάτων τὸ μὲν ἀπʼ ἀρχῆς ἰέναι ἐπὶ τὴν
ἀφήγησιν ἀμβλυτέραν τὴν ἀκρόασιν καθίστησι, τὸ δὲ ἐκ τῶν πρα-
κτικῶν ἄρχεσθαι ἡδύ· ἡ δὲ ἀρχὴ τοῦ διηγήματος οὕτως ἔχει. Ἡρα-
κλῆς ἐκάκωσε τὴν Πύλον, καὶ τοὺς ιαʼ τῶν Νηλέως παίδων ἀνεῖλε.
διὸ Πλεῖοι περιφρονήσαντες ἔθλιβον αὐτοὺς, καὶ δὴ Ἀὐγείας ὁ τῶν
Ἠλείων βασιλεὺς ἀφικομένους ἵππους έηλέως ἐπὶ Ὀλυμπιακὸν
ἀγῶνα ἢ τινα τῶν ἐπιταφίων ἀφείλετο. τοῦτο ἐκίνησε Πυλίους.
γενομένης δὲ μάχης ἀποθνήσκουσι μὲν καὶ ἄλλοι, ἀλλὰ καὶ Ἴτυ-
μονεὺς ὑπὸ τοῦ Μέστορος. νικήσαντες δὲ οἱ περὶ Πύλον τὴν λείαν
διενείμαντο. ἐπιστρατεύουσι δὲ αὐτοῖς ἡμέρᾳ τρίτῃ ἐκεῖνοι· πολιορ-
κούντων δὲ αὐτῶν τὸν Θρύον φήμη τις ἦλθεν εἰς Πύλον μηνύουσα
τὴν ἔφοδον τῶν πολεμίων. στρατεύσαντες δὲ Πύλιοι πάλιν νικῶσι
τοὺς Ἠλείους, καὶ ἀριστεύει Νέστωρ.
674. ῥύσια] τὰ ἀντὶ τινῶν ἑλκόμενα, οἱονεὶ ἃ ἀντὶ τῶν ἡρπα- σμένων ἡρπάζομεν.
675. ἐν πρώτοισιν] ἢ πρῶτον ἀνῃρῆσθαι αὐτόν φησιν, ἢ ἐν πρώ- τοις μαχόμενον.
676. περίτρεσαν] περὶ πᾶσαν ὁδὸν ἔφυγον.
677. ἤλιθα πολλήν] λίαν ἠθροισμένην· ἐξ οὗ καὶ ἠλίθιος ὁ
παχὺς τὸν νοῦν καὶ μὴ ἀκριβής. ἢ παρὰ τὸ ἀλίσαι, ὅ ἐστιν
ἀθροῖσαι.
678. πεντήκοντα βοῶν ἀγέλας] αἰδήμων ὁ Πάτροκλος· ἐπειγό- μενος γὰρ ἀνέχεται μακρολογοῦντος τοῦ γέροντος. οἰκονομικῶς δὲ πέπλασται ἡ μακρολογία, ἵνα Εὐρύπυλος ἐκ τῆς μάχης φθάσας ἐλθεῖν περιτύχῃ Πατρόκλῳ καὶ θεραπευθῇ.
686. χρέως] δάνειον· οἷς γὰρ οἱ ὀφείλοντες καταβάλλουσι, καὶ οἱ ἀδίκως λαμβάνοντες καταβάλλειν ὀφείλουσιν.
*δίῃ] δίη ὠνομάσθη ἀπὸ τοῦ τιμᾶσθαι παρʼ αὐτῇ τὸν Δία, οὗ καὶ πανήγυρις. τριετῆ γὰρ χρόνον ἤγετο τὰ Ὀλύμπια, ἔνθα καὶ ἡγωνιζοντο οἱ ἀπὸ τῆς Ἑλλάδος πάντες.
688. ∗Ἐπειοί] Ἠλεῖοι ἀπὸ Ἐπειοῦ βασιλέως. οὕτως· Ποσει- δῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς Ἠλεῖος ὁ κτίσας Ἤλιδα. Ἠλείου δὲ Ἄλεξις καὶ Ἐπειὸς, ἀφʼ οὗ Ἠπειοὶ, ὥς φησιν Ἀριστο- τέλης ἐν τῷ πέπλῳ.
εἰς τὸ ὄφελλον ὑποστιγμὴν δεῖ γράφειν, εἰς δὲ τὸ ἦμεν τελείαν·
εἶτα λέγει τὸ ὁπόθεν κεκακωμένοι. ἐὰν δὲ εἰς τὸ ὄφελλον στίξωμεν,
ὁ ἑξῆς στίχος κατʼ ἰδίαν ἀναπεφώνηται, καὶ τὸ ὡς ἀντὶ τοῦ οὕτως.
690. φασὶ τῶν Θηβαίων διαφερομένων τοῖς Ὀρχομενίοις καὶ πολεμούντων αὐτοῖς, οἱ Πύλιοι ὡς οἰκείοις συνηγωνίζοντο· ὅθεν Ἡρα- κλῆς ὀργισθεὶς τοὺς Πυλίους ἐπολιόρκησεν.
692. δώδεκα γὰρ Νηλῆος ἐκ Νηλέως τοῦ Τυροῦς καὶ Ποσειδῶνος
καὶ ἐκ λλώριδος τῆς Ἀμφίονος καὶ Νιόβης γίνονται παῖδες οἵδε,
Περικλύμενος, Πεισίστρατος, Ἄλκιμος, ψήνωρ, Πυλαιμένης,
Λυσίμαχος, Ἱπποκόων, Πεισήνωρ, Ἱππόλοχος, Ἀγησίλαος, Λύσιπ-
πος καὶ Νέστωρ· οὗτος δὲ γαμεῖ Μνησιόχην τὴν Ἀμφιδάμαντος,
ἐξ ἧς καὶ αὐτὸς γεννᾷ παῖδας ἑπτά.
699. δύο ἦσαν συνωρίδες, ἵνα εἰ ἡ ἑτέρα πάθοι, ἡ ἑτέρα ἀγω- νίζοιτο· ἄμφω δὲ πρὸς μίαν νίκην. οἱ γὰρ ἥρωες οὐδέποτε τετρώρῳ χρῶνται.
700. περὶ τρίποδος] οὐκ οἶδε τὰ Ὀλύμπια ὁ ποιητὴς, ἀλλὰ περί τινος χρηματικοῦ ἀγῶνός φησιν ἀπελθεῖν τοὺς ἵππους.
703. ἐπέων] δείκνυσιν ὅτι οὐ μόνον τοὺς ἵππους ἀφείλετο, ἀλλὰ καὶ αὐτὸν ἐβλασφήμει ἐν τῇ ἀφαιρέσει.
708. εἰς τὸ ὁμῶς ὀλίγη διαστολή.
711. Θρυόεσσαν λέγει, ἣν καὶ Θρύον εἶπεν, Ἀλφειοῖο πόρον (Il. 2, 592). αἱ περιγραφαὶ δὲ προσεκτικοὺς ἀπεργάζονται τοὺς ἀκροατάς. ἔστι δὲ ὅριον ἔσχατον, ὁρίζον Πύλον καὶ Ἦλιν.
715. ἄγγελος ἦλθε] οὖ πεμφθεῖσα ὑπό τινος, ἀλλʼ ἀφʼ ἑαυτῆς.
ἧκε δὲ, ὅτι τότε μὲν πρὸς ἀγροίκους ἦν ἡ μάχη, νῦν δὲ πρὸς ἐμπείρους
πολέμου.
717. οὐδέ με Νηλεύς] τεχνικῶς τῷ παραδείγματι διδάσκει Πά- τροκλον, εἰ καὶ Ἀχιλλεὺς αὐτὸν εἴργει, λαθόντα προελθεῖν εἰς μάχην.
719. οὐ γάρ πω] καὶ πῶς πρότερον ἐνίκησεν; ὅτι πρὸς ἀπείρους ἦν ἡ μάχη, τὰ δὲ νῦν πρὸς ἐπιστήμονας.
721. καὶ πεζός περ ἐών] καὶ τοῦτο πρὸς ἔλεγχον Ἀχιλλέως τοῦ θαυμαστὸν ἱππικὸν ἔχοντος.
725. τὸ πολύαρχον καινίζει τὴν ἀκρόασιν, καὶ τὸ ὁμοειδὲς ἀπο-
κόπτει, καὶ σαφήνειαν προβάλλει, καὶ ἀνάπαυλαν τῇ ἀκοῇ καὶ
προσοχὴν ἐμποιεῖ, παραδιδοῦσα μὲν τῇ μνήμῃ τὰ εἰρημένα, τοῖς δὲ
ἑξῆς προσέχειν ἐξ ἀρχῆς ἀναγκάζουσα.
730. τελέεσσι] τοῖς τάγμασι. δείκνυσι δὲ ὅτι οὐδὲ κοιμώμενοι ἢ ἐσθίοντες διέλυον τὰς τάξεις.
731. κατεκοιμήθημεν ἐν ἔντεσι] στρατιωτικὸν καὶ τοῦτο παράγ- γελμα, τὸ ἅμα τοῖς ὅπλοις κοιμᾶσθαι.
734. πρὶν ἀπολέσαι, μέγας αὐτοῖς ὁ κίνδυνος ὤφθη.
738. κόμισσα δὲ μώνυχας ἵππους] ὅτι πάντα προθυμίᾳ κατορ- θοῦται, ὅπου γε καὶ ἃ εἶρξεν ὁ πατὴρ, ταῦτα ἑαυτῷ πεπόρισται.
741. ἢ τόσα φάρμακα] τοῦτο πρὸς αὔξησιν τῆς ἑαυτοῦ ἀρετῆς, εἴ γε μηδὲ ἡ γυνὴ ἔσωσεν αὐτὸν, φάρμακα εἰδυῖα πολλά.
754. ἀσπιδέος] κυκλοτεροῦς· ὅταν γὰρ ἐν ἀναπεπταμένῳ τόπῳ ὦμεν, κυκλοτερῆ αὐτὸν ὁρῶμεν. οἱ δὲ, τοῦ ἀσπίδας ἔχοντος διὰ τὸ πλῆθος.
* ἢ ἐν ᾧ αἱ τῶν ἀνῃρημένων ἀσπίδες ἔκειντο. ἢ ἐπιμήκους.
759. τοὺς μὲν Πυλίους Ἀχαιοὺς, τοὺς δὲ Πλείους Ἐπειοὺς διαι-
ρῶν καλεῖ.
761. Νέστορί τʼ ἀνδρῶν] ὀνομαστὶ ἑαυτὸν λέγει, ἀναμιμούμενος τὴν φωνὴν τῶν ἐπαινούντων. ἅμα δὲ καὶ ἐμφαίνει Πατρόκλῳ ὡς καὶ αὐτὸς ἰσοθέου τεύξεται τιμῆς πολεμῶν.
763. λέγει ὅτι ἔχων ἀρετὴν οὐ μεταδίδωσιν, ἀλλὰ μόνος ὀνήσεται. ἢ οὐδὲ μόνος, τοῖς εἰς ἔπειτα μὴ λιπὼν ζῆλον.
ἦ τέ μιν οἴω] λέγει ὅτι καὶ ἡ αὐτοῦ ἀγριότης εἰς ἔλεον τραπήσε- ται τοῦ δεινοῦ γεγονότος. οὐ παρακαλεῖ δὲ, ὅτι νεωστὶ τὰς παρα- κλήσεις ἀπέβαλε.
763. ὦ πέπον, μὲν σοί γε] καὶ Ὀδυσσεὺς τοιαῦτα ἐν ταῖς
Λιταῖς ἔλεγεν, ἀλλʼ ὁ μὲν κεφαλαίοις, ὁ δὲ καὶ τοῦ καιροῦ καὶ τοῦ
τόπου ὑπομιμνήσκει.
767. ἀθετοῦνται στίχοι ιθ'. πῶς γὰρ ὧδὲ μὲν Πηλεὺς ἀριστεύειν
ἐπιτάσσει, ἐν δὲ ταῖς Λιταῖς μεγαλήτορα θυμὸν ἴσχειν; ὅτι οὗ
δέονται, τούτου ὑπομιμνήσκουσιν· ὁρῷ γὰρ ὁ Νέστωρ ὡς ἐλώφησε
νυν τῆς ὀργῆς. καὶ διὰ τί Πηλεὺς τοὺς περὶ Νέστορα οὐ φιλοφρο-
νεῖται, ἀλλʼ Ἀχιλλεύς; σπουδάζει ἀποδεῖξαι Ἀχιλλέα τότε μὲν
προθύμως ὑποδεξάμενον, νῦν δὲ ἀποδοκιμάζοντα. αὔξει δὲ νῦν τὸν
Πάτροκλον, ὡς δεόμενος αὐτοῦ, καὶ ἡρέμα διδάσκει ὅτι σύμμαχος
τῷ Ἀγαμέμνονι πέμπεται, οὐχὶ προσθήκη τῆς συμμαχίας Ἀχιλ-
λέως. ἐν καιρῷ δὲ ἐδήλωσε τὰ τῆς στρατολογίας, ὅτι οἱ ἀριστεῖς
εἰς τὸ λαὸν ἀγείρειν ἐκπέμπονται.
769. Πηλῆος δʼ ἱκόμεσθα] ὁ δέ ἀντὶ τοῦ γάρ. εἰπὼν δὲ ὅτι τῶν παραινέσεων ἠκούσαμεν ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει, δηλῶν πῶς ἄρα καὶ ἤκουσαν.
773. ἐπὶ τῶν θεῶν μαρτύρων συμμάχους ὑμᾶς παρειλήφαμεν,
σὓς καὶ νῦν ἀδικεῖτε, φησὶ, τῆς συμμαχίας ἀφιστάμενοι.
778. ἐς δʼ ἄγε] οὐκ ἐκ προπετείας τοῦτο ποιεῖ Ἀχιλλεὺς, ἀλλʼ ἐκ φιλοξενίας.
779. ξείνια] ἔλεγχός ἐστι τῆς Ἀχιλλέως ὠμότητος, ὅτι φιλο-
φρονησάμενος καὶ μεταδοὺς ξενίων περιορᾷ νῦν τοὺς ξένους ἀναιρου-
μένους.
785. σοὶ δʼ αὖθ] ὅσα ἐβούλετο Πατρόκλῳ παραινεῖν, ταῦτα
ποιεῖ τὸν Μενοίτιον ὑποτιθέμενον, ὡς καὶ τῷ Ἀχιλλεῖ Ὀδυσσεύς.
καὶ ἀμφότεροι δεόντως, ἵνα μὴ δόξωσιν οἱ ἀκούοντες Ὀδυσσέα ἢ
786. *Πορφυρίου εἰς τὸ γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς.
οὐ λέγει ὅτι τῇ γεννήσει σοῦ ἐστὶν ὑπερέχων, ἵνʼ ᾖ πρεσβύτερος.
ὥς τινες τῶν τραγικῶν ἤκουσαν· πῶς γὰρ ἂν ἐπήγαγε “πρεσβύτερος
δὲ σύ ἐσσι·” ἀλλʼ ὑπερτέραν γενεὰν λέγει οὐ τὴν χρόνῳ ὑπερέχουσαν,
ἀλλὰ γένους ἀξίῳ, ὥς που ἔφη “τὸν μὲν ἀρείω καλλείπειν, σὺ δὲ·
χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων, ἐς γενεὴν ὁρόων,” καὶ ἐπάγει “μηδʼ
εἰ βασιλεύτερός ἐστι (Il. 10, 237). τὸ γενεῇ ὑπέρτερος ἔφη ἐν
ἄλλοις “Τρώων εὐηγενέων” (Il. 23, 81) καὶ “εὐηγενέος Σώκοιο”
(427), καὶ τὸ ἐναντίον “τῷ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα
φάντες (Il. 14, 126).
788. τουτέστιν, σὲ ἐκείνῳ οὐ δεῖ πείθεσθαι φησὶν, νῦν δὲ τὸ ἐναντίον ποιεῖς. διδάσκει δὲ ἡμᾶς διδαχῆς καὶ ὑποθήκης ἀνέ- χεσθαι.
790. λήθεαι] εὐπρεπῶς τὴν ἀπείθειαν λήθην ὠνόμασεν, ἐπαγό- μενος αὐτόν.
792. τίς δʼ οἶδ’ εἴ κεν] περιεῖλε τὸν ὄκνον αὐτοῦ, ἄδηλον εἶναι
τὴν ἀπείθειαν Ἀχιλλέως ὑπογράφων. ἅμα δὲ καὶ εὔελπιν ποιεῖ τῇ
παρὰ τοῦ δαίμονος ἐπικουρίᾳ· ἴσως γὰρ, φησὶ, καὶ τὸ δαιμόνιον
συμβαλεῖταί σοι.
793. * ἑταίρου] τουτέστιν ἀγαθοῦ ἑταίρου.
794. εἰ δέ τινα] εἰδὼς τὸ φιλόδοξον αὐτοῦ ἐρεθίζει, φιλοψυχίαν
καὶ φόβον κινδύνων ὀνειδίζων. δύο δὲ προβέβληται, καὶ ἀμφοτέρων
ἐπέτυχεν. ἔστι δὲ ἀπάσης ἀντιλογίας στερητικόν· βοηθείτω γὰρ,
φησὶ, μὴ κινδυνεύων αὐτός.
798. καί τοι τεύχεα καλὰ δότω] οἶδε τὸ φιλότιμον Ἀχιλλέως, ὅπως ἡ δόξα τῆς μάχης πάλιν εἰς αὐτὸν ἀναθράμῃ. ἅμα δὲ καὶ θεραπείαν ἔχει Ἀχιλλέως, εἰ τὰ ἐκείνου ὅπλα ὀφθέντα καὶ ἄλλος τις δόξας εἶναι Ἀχιλλεὺς ἀριστεύει.
800. ἀρήῖοι] εὗ τὸ ἐπίθετον· πολεμικοὶ μὲν ὄντες, τὸ δὲ νῦν δυστυχοῦντες.
801. πρὸς τὴν ἀνάγκην μόνον, φησί, μικρόν συμμαχῆσαι δεῖ· ἐν
βραχεῖ γὰρ καὶ συντόμῳ δύναται αὐτοῖς τὰ τῆς ἐπικουρίας γενέσθαι.
802. κεκμηότας ἄνδρας ἀῦτῇ] ἢ τοὺς κεκοπωμένους τῇ μάχῃ· ἢ
τοῦτό φησιν, ὅτι οἱ ἀναπαυόμενοι τοὺς κεκοπωμένους ἀῦτῇ μόνῃ ἤτοι
βοῇ ὤσεσθε. τοῦτο γὰρ οἰκειότερον εἰπεῖν τῷ ῥᾳδίαν ἀποφαίνοντι τὴν
νίκην.
805. βῆ δὲ θέειν] διὰ τοῦ θέειν ἐδήλωσεν ὅσην εἶχε προθυμίαν· ὅθεν καὶ ἐπαναλαμβάνεται πάλιν τὴν λέξιν.
809. ἔνθα οἱ Εὐρύπυλος] οἰκονομικῶς, ἵνα καὶ τῇ θέᾳ τοῦ τρω-
θέντος καὶ τοῖς λόγοις πλέον ὀρινθῇ καὶ τῷ ἐσομένῳ πτώματι τοῦ
τείχους.
811. σκάζων] διὰ βραχέων πολλὰ δεδήλωκε· τοῦ μὲν γὰρ καμάτου σημεῖον ὁ ἱδρὼς, τοῦ τραύματος τὸ αἷμα, τῆς ἀλγηδόνος δὲ τὸ σκάζειν.
νότιος] ὁ ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος.
813. νόος γε μὲν ἔμπεδος ἦεν] οἰκονομικῶς αὐτῷ τὸν νοῦν ἐφύ- λαξεν ὁ ποιητὴς, ἵνα Πατρόκλῳ εὐσταθῶς ὁμιλῇ.
816. δειλοὶ Δαναῶν ἡγήτορες] εὗ τὸ μὴ πρὸς Εὐρύπυλον ποιή-
σασθαι τὸν λόγον, μηδὲ τὴν τούτου συμφορὰν ἀπολοφύρεσθαι, ἀλλὰ
τοὺς σύμπαντας ἡγεμόνας ἀνακαλεῖν, καὶ τούτων θρηνεῖν τὰ παθή-
ματα, ὡς ἐν τῷ Εὐρυπύλῳ αὐτὰ θεώμενον.
820. ἦ ῥʼ ἔτι που σχήσουσι] ὅρα πῶς παντελῶς ἀπεγνώκει τὰ Ἑλληνικὰ ὑπὸ τῶν Νέστορος λόγων καμφθείς.
824. δύναται τὸ πεσέονται καὶ ἐπὶ τῶν Ἑλλήνων καὶ ἐπὶ τῶν
Τρώων νοεῖσθαι, ὥς φησιν Ἐπαφρόδιτος.
829. ἔκταμʼ ὀῖστόν] ἴδιον τοῖς κάμνουσιν ἐπιτάσσειν τοῖς ἰατροῖς ἂ δεῖ πράττειν, διὰ τὸ ἐπείγεσθαι ταῖς ὀδύναις.
830. ἤπια φάρμακα] οὗτος μὲν ὡς ἀλγῶν πραέα φάρμακα βούλεται· ὁ δὲ ῥίζαν πικρὰν βάλλει ὡς εἰδώς.
832. δικαιότατος Κενταύρων] φιλοξενώτατος· δίκαια γὰρ τὰ ξένια. ἐπιμέλεια δὲ ἦν τοῖς παλαιοῖς μουσικῆς καὶ ἰατρικῆς.
835. χρηίζοντα καὶ αὐτόν] οἱ γὰρ ἄλλους, φησὶν, ἰώμενοι νῦν χρῄζουσι καὶ αὐτοὶ τῶν ἰωμένων.
842. ὑπὸ στέρνοιο λαβών] ὑπολαβὼν αὐτὸν τοῦ στήθους. ὅρα δὲ τὴν ἀνάγκην ὅση ἦν.
844. ἐκτανύσας] διὰ τί ἐκτανύει καὶ οὐχ ἑστῶτος βελουλκεῖ;
ἠδύνατο μὲν καὶ ἑστῶτος βελουλκῆσαι, ἀλλʼ οὐ μόνον τοῦ βελουλ-
κεῖν ἔδει· συνεαγέντος γὰρ τοῦ βέλους ἔνδοθεν τοῦ μηροῦ, οὐκ
ἄλλως ἦν αὐτὸ ἐκβληθῆναι ἢ διὰ χειρουργίας, ὅθεν φησὶ τὸ τάμνε
μαχαίρῃ· καὶ δῆλον ὡς μαχαίρᾳ τὸ σῶμα τεμὼν ἐκβάλλει αὐτό.
846. τινὲς Ἀχίλλειαν τὴν βοτάνην καλοῦσιν. καὶ πόθεν αὐτῷ
τὸ φάρμακον; ἴσως μὲν συμπεριφέρει τὴν ῥίζαν ὡς χρήσιμον εἰ
ἐντύχοι τραυματίᾳ φίλῳ· καὶ μάλιστα εἰκὸς αὐτὸν νῦν εἰληφέναι,
ὅτι ἐπὶ τραυματίαν ἔρχεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνος
τὴν ῥίζαν ἔμπειρος ὤν. ἴσως δὲ καὶ θεράπων πεμφθεὶς κατὰ τὸ
σιωπώμενον ἐκόμισεν.
διὰ τί χερσὶ καὶ οὐ μᾶλλον λειαντικοῖς ὀργάνοις; ὅτι οὐκ ἔδει
πολλῆς λεπτότητος τῷ φαρμάκῳ, τοῦ αἵματος, ὥς φησι, κελαρύ-
ζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες. τῷ δὲ Μενελάῳ
ἐπιπάσσει τὸ φάρμακον βραχείας οὔσης τῆς τοῦ αἵματος φορᾶς.
Τῆς ἠπιότητος δεῖγμα Πατρόκλου τὸ μηδὲ μετὰ τὴν χειρουργίαν
ἀποστῆναι Εὐρυπύλου. τάχα δὲ ἡ περὶ Εὐρύπυλον ταραχὴ λαθέσθαι
αὐτὸν Ἀχιλλέως ἐποίησεν. πάλιν δὲ μεταβέβηκεν ἐπὶ τὰς μάχας ὁ
ποιητής. ἔδει γὰρ τὰ τῆς μάχης εἰπεῖν, ὅπως θεασάμενος Πάτροκλος
κινηθείη μᾶλλον εἰς ἔλεον. εἰ δὲ ἐπιμηκεστέρα γέγονεν ἡ ἐπιμέλεια,
μὴ θαυμάσῃς· διαφόρους γὰρ πράξεις ἐν ἑνὶ λέγειν καιρῷ ἀδύνατον.
3. ὁμιλαδόν] καθʼ ὁμίλους, ὡς φυλαδόν κατὰ φυλὰς, οἷον οὐ καθ᾿ ἕνα ἄνδρα, ἀλλʼ ὅλων τῶν τάξεων ἐγίνετο συμβολή.
3, 4. οὐδʼ ἄρʼ ἔμελλεν τάφρος] τετρωμένων τῶν ἀριστέων μένειν
ἐν τῇ πεδιάδι Ἕλληνες οὐκ ἐδύναντο. ἀναγκαίως οὖν τὴν πεδιάδα
μάχην ἐπὶ τειχομαχίαν μεταφέρειν βούλεται· τούτου γὰρ χάριν
καὶ ἀνέπλασε τὴν τειχοποιίαν, ὑπὲρ τοῦ ἀγῶνας κινῆσαι ἐπὶ τῇ·
τειχομαχίᾳ. ἐπὶ οὖν τοῦ Τρωῖκοῦ τείχους τοῦτο ἀμήχανον (θεοποίη-
τον γὰρ ἦν)· ἐπτὶ δὲ αὐτὸς ἀνήγειρε τὸ τεῖχος, διὰ τοῦτο καὶ
5. ἡ ἀμφί τὴν συνάφειαν καὶ ἐγγύτητα δηλοῖ, ὥσπερ φαμέν “περὶ τοῦτον οἰκῶ τὸν τόπον,ʼ τὴν πλησίον δηλοῦντες σχέσιν.
6. ἤλασαν] ἐξέτειναν, ἀπὸ μεταφορᾶς τῶν σιδήρων.
7. διὰ τοῦτο αὐτὸ ἐποίησαν, ἵνα σώζοι αὐτῶν τὸν ναύσταθμον καὶ αὐτούς. δείκνυσι δὲ ὅτι πάντων ἀρχηγὸν ἡγεῖσθαι δεῖ τὸ θεῖον· διὰ γὰρ τοῦτο αὐτοὶ μὲν ἀτυχοῦσι νῦν, τοῦτο δὲ φθείρεται.
9. ἔμπεδον] οὐκ ἔστιν ἀντὶ τοῦ ἀσφαλές· ἐπεπόρθητο γὰρ ὑπὸ Σαρπηδόνος καὶ Ἕκτορος· ἀλλʼ ἀντὶ τοῦ ἐν τῷ πεδίῳ τὰ θεμέλια ἔχον.
12. * Πορφυρίου. διὰ τί σχεδὸν ὅλου καταλυθέντος τοῦ τείχους
ἐν τῷ πολέμῳ, πρῶτον μὲν ὑπὸ Σαρπηδόνος, “Σαρπηδὼν δʼ ἄρʼ
ἔπαλξιν —τεῖχος ἐγυμνώθη” (397—399), μετὰ δὲ ταῦτα ὑπὸ τοῦ
Ἀπόλλωνος “προπάροιθε δὲ Φοῖβος Ἀπόλλων καπέτοιο βαθείης,
ποσὶν ἐρείπων ἐς μέσον κατέβαλε, γεφύρωσε δὲ κέλευθον” (Il. 15,
355— 357). καὶ μετʼ ὀλίγον πάλιν (361—366) “ἔρειπε δὲ τεῖχος
Ἀχαιῶν ῥεῖα μάλʼ ὡς ὅτε τις ψάμαθον παῖς ἄγχι θαλάσσης· ὥς
ῥα σὺ, ἤῖε Φοῖβε, πολὺν κάματον καὶ ὀῖζὺν σύγχεας Ἀργείων.”
πῶς οὖν πεπτωκότος τοῦ μέρους τοῦ τείχους φησὶν ὁ ποιητὴς
“ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς, τόφρα δὲ καὶ
μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν·” ὅτε δὲ, φησὶν, ἑάλω ἡ πόλις
“ Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν, δὴ τότε μητιόωντο
Ποσειδάων καὶ Ἀπόλλων τεῖχος ἀμαλδῦναι;” ῥητέον οὖν ὅτι
ἔμπεδον οὐ τὸ ἑδραῖον καὶ νῦν σημαίνει ἡ λέξις, ἀλλὰ κυρίως τὸ
ἐν τῷ πεδίῳ· καὶ πεπτωκὸς δὲ τὸ τεῖχρς ἐν τῷ πεδίῳ ἔκειτο. οὐκ
εἰς πτῶσιν οὖν τινὰ ἡ ἀναβολὴ, ἀλλʼ εἴς τε τὴν τοῦ παντὸς πτῶσιν
καὶ εἰς τὴν ἐκ τοῦ πεδίου ἐκβολήν· τὸ γὰρ ἐπάγγελμα “ ὄφρα κε
θᾶσσον ἁλίπλοα τείχεα θείη” (26) καὶ “πάντα θεμείλια κύμασι
πέμπε” (28) “λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον, αὖτις
δʼ ἠῖόνα μεγάλην ψαμάθοισι κάλυψε, τεῖχος ἀμαλδύνας” (30— 32).
ἀντίκειται οὖν τὸ ἀμαλδῦναι τὸ τεῖχος, ὅπερ ἐστὶν ἀφανίσαι ἐκ τοῦ
τόπου ἐν ἦν τῷ ἔμπεδον εἶναι. οὐκ ἂν οὖν τὸ ἔμπεδον σημαίνοι τὸ
ὀρθὸν ὅλον καὶ ἀκίνητον, ἀλλὰ μόνον τὸ ἐν πεδίῳ κείμενον. οὕτω καὶ
Ἄρατος (13) ἐπὶ τῶν φυτῶν τῷ ἔμπεδον κέχρηται, εἰπὼν “ὄφρ
ἔμπεδα πάντα φύωνται” ἀντὶ τοῦ ἐν πεδίῳ καὶ τῇ γῇ κείμενα.
* Πορφυρίου. ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην—ἔμπεδον ἦεν. ἀπορίαν
εἰκότως παρέσχε τὰ ἔπη ταῦτα, ἃ περὶ τοῦ τείχους τῶν Ἀχαιῶν
ὁ ποιητὴς ἀναπεφώνηκεν. τὸ γὰρ τεῖχος τῶν Ἀχαιῶν οὐκ ἔμενεν
ἔμπεδον ἐφʼ ὅσον ὁ μὲν Ἕκτωρ ἔζη καὶ ἐμήνιεν Ἀχιλλεὺς, ἡ δὲ τοῦ
Πριάμου πόλις ἀνάλωτος ἔμενεν, μετὰ δὲ τὴν ἅλωσιν Ἰλίου καὶ τὸν
ἀπόπλουν τῶν Ἀχαιῶν τότε κατηρείφθη· ἔτι γὰρ τοῦ πολέμου συνε-
στῶτος καὶ Ἀχιλλέως μηνίοντος, Ἕκτορος δὲ περιόντος καὶ ἀριστεύ-
οντος ὑπὸ τῶν Τρώων τὸ τεῖχος τῶν Ἀχαιῶν κατηρείφθη καὶ διο-
δεύσιμον γέγονε τοῖς πολεμίοις· ὁ μὲν γὰρ Σαρπηδὼν τὰς ἐπάλξεις
αὐτοῦ καὶ μέρος τι καταβέβληκεν, ὁ δὲ Ἕκτωρ τοὺς ὀχῆας αὐτοῦ καὶ
τὰς πύλας διέρρηξεν, ὁ δὲ Ἀπόλλων σχεδὸν ὅλον αὐτὸ διέλυσε. φησὶ
γὰρ ἐπὶ μὲν Σαρπηδόνος (397) “Σαρπηδὼν δʼ ἄρ ἔπαλξιν ἑλῶν χερσὶ
στιβαρῇσιν ἕλχ’, ἡ δʼ ἔσπετο πᾶσα διαμπερές· αὐτὰρ ὕπερθε τεῖχος
ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον” ἐκὶ δὲ τοῦ Ἕκτορος (452)
“ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας, αἵ ῥα πύλας εἴρυντο
πύκα στιβαρῶς ἀραρυίας, στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἐρεισάμενος
βάλε μέσσας, εὖ διαβὰς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη, ῥῆξε
δʼ ἀπʼ ἀμφοτέρους θαιροὺς, πέσε δὲ λίθος εἴσω βριθοσύνῃ, μέγα δʼ
ἀμφὶ πύλαι μύκον· οὐδʼ ἂρ ὀχῆες ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν
ἄλλυδις ἄλλῃ, λαὸς ὑπαὶ ῥιπῆς, ὁ δʼ ἄρ ἔσθορε φαίδιμος Ἕκτωρ,
κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον τεῖχος ὑπερβαίνειν·
τοὶ δʼ ὀτρύνοντος ἄκουσαν, αὐτίκα δʼ οἱ μὲν τεῖχος ὑπέρβασαν, οἱ
δὲ κατʼ αὐτὰς ποιητὰς ἐσέχυντο πύλας” ἐπὶ δὲ τοῦ Ἀπόλλωνος καὶ
τῶν Τρώων (15, 360) “τῇ ῥʼ οἵγε προχέοντο —θαλάσσης ἢ ἀθύρματα
νηπιέῃσιν, ἄψ αὖτις—σύγχεας Ἀργείων.” οἱ δὲ Πανέλληνες τοῖς
γεγενημένοις μαρτυροῦντές φασι συμφώνως “ τεῖχος μὲν γὰρ δὴ
κατήριπεν-ἀλίαστον ἔχουσι.” τὸ καταριφὲν οὖν τεῖχος οὐχ ὑπὸ
ἀνθρώπων μόνον, ἀλλὰ καὶ θεῶν ἐν τῷ τῆς μήνιδος χρόνῳ, τοῦτο
λέγειν ἀσφαλὲς καὶ ἀρηρὸς ἐν τῷ τοῦ πολέμου καιρῷ διαμεμενη-
κέναι μέχρι πορθήσεως Ἰλίου ἄπορον εἰς λύσιν. οἱ μὲν οὖν γραμ-
ματικοὶ κατὰ τοῦ πλείστου μέρους ἀξιοῦσι λέγειν ἔμπεδον· ὀλίγον
γὰρ εἶναι τὸ σαλευθὲν ὑπὸ τῶν Τρώων. ἀγνοοῦσι δὲ οὗτοι ὅτι τινὰ,
κἂν ἐκ μέρους πάθῃ, οὕτʼ ἔμπεδά ἐστιν οὕτʼ ἀρηρότα. καὶ ἀμφορεὺς
διατρηθεὶς, κἂν σχεδὸν ὅλον τὸ κύτος ἄθραυστον ᾖ, οὐκέτʼ ἐστὶν
δίδυμοι, ὁ μὲν ἔμπεδον ἡνιόχευεν” (Il. 23, 641). ἀλλὰ κυρίως νῦν
ἐξενήνεκται, τὸ πέδον ἐχούσης ἐντεταγμένον τῆς λέξεως, ὥστε
σημαίνοι ἂν τὸ ἐν τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον· ἀντέθηκε
γὰρ τὸ ἔμπεδον τῷ ἁλιπλόῳ, τὸ ἐν τῷ πεδίῳ πρὸς τὸ αὖθις ἁλίπλουν
γενόμενον· οὐ γὰρ ἔφη τόφρα δὲ καὶ μέγα τεῖχος ἀπόρθητον ἦν
καὶ ἄθραυστον, ἀλλʼ ἔμπεδον, καὶ πάλιν “οὔτι πολὺν χρόνον ἔμπεδον
ἦεν.” τί οὖν πάσχει ὕστερον; τῶν ποταμῶν πάντων, φησὶν, “ὁμόσε
στόματʼ ἔτραπε —συνεχὲς, ὄφρα — μογέοντες Ἀχαιοὶ, λεῖα δʼ
ἐποίησε παρʼ ἀγάρροον Ἑλλήσποντον” (24—30)· ὥστε εἰ καὶ
πεπτωκὸς ἦν τὸ τεῖχος, ἀλλʼ ἐπὶ τῷ πέδῳ ἦν τὰ πτώματα καὶ τὰ
θεμέλια· ὕστερον δὲ πάντα διʼ ὕδατός φησιν εἰς θάλασσαν ἐξενεχθῆ-
ναι. συνεστώσης δὲ τῆς πόλεως οὐδὲν τοῦ τείχους ἁλίπλουν γέγονεν,
οὐδʼ ὅτε Ξάνθος ἐπλημμύρει κατʼ Ἀχιλλέως. καὶ τὸ κατὰ μετα-
φορὰν δʼ ἔμπεδον, τὸ σημαῖνον τὸ ἀκίνητον, ἀπὸ τῶν ἐν τῷ πέδῳ
μενόντων ἀκινήτων λέγεται. τὸ δὲ τεῖχος καθʼ αὑτὸ μὲν ἐκινήθη, ἐκ
μέντοι τοῦ πεδίου οὐ κατηνέχθη εἰς θάλασσαν, ὅπερ φησὶν αὐτὸ
ὕστερον παθεῖν.
15. ἐπεὶ εἰς τὸν Ἕκτορος θάνατον μέλλει τελευτᾶν ἡ ποίησις, ἵνα μὴ οἰηθείη τις ἐπικρατέστερα εἶναι τὰ τῶν Τρώων, εἶπεν ὅτι ἐπορθήθη, ἵνα μὴ ἀτελεσφορήτους Ἕλληνας ἐάσῃ.
19. Ἰδαίων ὀρέων] ἢ τῶν ἀκρωρειῶν τῆς Ἴδης Λεκτοῦ καὶ Γαρ- γάρου καὶ Φαλάκρας, ἢ ἀντὶ τοῦ ἑνικοῦ τῆς Ἴδης πληθυντικῶς φησί.
22. βοάγρια] τὰ εἰς τὴν βοὴν ἀγειρόμενα. ἢ βόεια γέρρα, ὅ ἐστι δέρρα. ἢ τὰ ἐξ ἀγρίων βοῶν γενόμενα.
23. οὐδέποτε τοὺς σὺν Ἀγαμέμνονι ἡμιθέους ὠνόμασεν· ἆρα οὖν τοὺς σὺν Ἡρακλεῖ φησίν; ἢ καὶ τοῦτο πρὸς αὔξησιν τοῦ πάθους.
25. * Πορφυρίου. ἄλογον τοὺς μὲν ἀνθρώπους μιᾷ ἡμέρᾳ τὸ τεῖ-
χος, τοὺς δὲ θεοὺς ἐννέα ἡμέραις καθελεῖν. οἱ μὲν οὖν ἐκ τῆς λέξεως
ἀπρεπεστέρας οὔσης τῆς ὑπηρεσίας.
*Πορφυρίου. διὰ τί τὸ τεῖχος οἱ μὲν Ἀχαιοὶ μιᾷ ἡμέρᾳ ἐποίη-
σαν, ὁ δὲ Ἀπόλλων καὶ ὁ Ποσειδῶν ἐννέα ἡμέραις κατέβαλον;
ἄλογον γὰρ τὸ μὲν χαλεπώτερον ῥᾳδίως τοὺς ἀνθρώπους ποιῆσαι, τὸ
δὲ ῥᾷον τὸ καταβαλεῖν τοῦ οἰκοδομῆσαι τοὺς θεοὺς μόλις. ῥητέον δὲ,
οὐκ εἰς τὸ καταβαλεῖν ταῖς ἐννέα ἡμέραις κέχρηται, ἀλλʼ εἰς τὸ
ἁλίπλοα γενέσθαι καὶ τὰ θεμέλια καὶ εἰς τὴν θάλασσαν κατενεχθῆ-
ναι “ φιτρῶν καὶ λάων τὰ θέσαν μογέοντες Ἀχαιοί,” καὶ ἔτι λειῶ-
σαί τε τὸν τόπον καὶ “αὖθις δʼ ἠῖόνα μεγάλην ψαμάθοισι καλύψαι.”
οὐ μὴν τὰ πρὸς τὸ καταβαλεῖν συνηρτημένα εἰς τὸ τέλειον τοῦ
ἀφανισμοῦ καὶ τῆς ἠῖόνος τὴν εἰς τὸ ἐξ ἀρχῆς ἀποκατάστασιν. ἅμα
δὲ καὶ τῷ ποιητῇ ἡ μὲν τῶν Ἀχαιῶν τειχοποιία οὐ παρεῖχε τὴν
διατριβήν· οὐ γὰρ εὐπρεπὲς τοὺς ἀριστέας ποιῆσαι λιθοφοροῦντας·
ἡ δὲ τῶν θεῶν μεγαλοπρεπής· τοῖς γὰρ ποταμοῖς καὶ τῇ τριαίνῃ
διέλυον τὸ τεῖχος. Καλλίστρατος δὲ ἠξίου ἓν δʼ ἦμαρ ἐς τεῖχος
γράφειν, δασύνοντας τὸ ἓν, ἐπεὶ μηδέποτε καθʼ ἑαυτὸ τὸ ἐννῆμαρ ὁ
ποιητὴς εἴρηκεν, ἀλλὰ πάντως ἐπάγων τὴν δεκάτην. “ἐννῆμαρ μὲν
ἀνὰ στρατὸν, τῇ δεκάτῃ τε” (Il. 1, 53).
27. τὸ αὐτός τὸ τοιοῦτον ἐπὶ δεσπότου καὶ βασιλέως τίθεται. ἔστι δὲ καὶ Ποσειδῶν πάντων ἄρχων ὑδάτων.
*οἶμαι δʼ ἔγωγε καὶ τὸ Ἑλληνικὸν τεῖχος, ὃ πρὸς καιρὸν ἔρυμα
τῆς ἰδίας ἀσφαλείας ἐπύργωσαν, οὐχ ὑπὸ τοῦ συμμάχου καθῃρῆ-
σθαι Ποσειδῶνος, ἀλλʼ ὑπὸ ὑετοῦ δαψιλοῦς γενομένου καὶ τῶν ἀπʼ
Ἴδης ποταμῶν πλημμυοάντων συνέβη καταρριφθῆναι· ὅθεν ἐπώνυμος
τοῦ πάθους γέγονεν ὁ τῆς ὑγρᾶς φύσεως προσταίη, Ποσειδῶν, εἰκὸς
δὲ καὶ σεισμοῖς διατιναχθὲν ὑπονοστῆσαι τὸ κατασκεύασμα· δοκεῖ
δὲ ὁ Ποσειδῶν ἐννοσίγαιος καὶ σεισίχθων εἶναι, τοῖς τοιούτοις τῶν
*δοκεῖ μοι λεπτῶς ἐξετάζοντι μηδὲ τὸ κατὰ τὴν τρίαιναν ἀφιλο-
σόφητον εἶναι, διʼ ἧς ὑφίσταται τοὺς λίθους ἀναμεμοχλεῦσθαι τοῦ
τείχους· τὰ γάρ τοι σεισμῶν διαφέροντα τοῖς παθήμασιν οἱ φυ-
σικοὶ λέγουσιν εἶναι, καί τινας ἰδίους χαρακτῆρας ἐπιγράφουσιν
αὐτοῖς, βρασματίαν τινὰ καὶ χασματίαν καὶ κλιματίαν προσαγο-
ρεύοντες. τριπλαῖς οὖν καθώπλισεν αἰχμαῖς τὸν τῶν σεισμῶν σἴτιον
θεόν. ἀμέλει πρὸς βραχὺ κινηθέντων αὐτῶν τρέμε δʼ οὔρεα μακρὰ
καὶ ὕλη” (Il. 13, 18), τὸ τῶν σεισμῶν ἰδίωμα τοῦ ποιητοῦ διαση-
μήναντος ἡμῖν.
ἁλμυρὰ καὶ γλυκέα καὶ μικτὰ ὕδατά εἰσιν, ἅπερ ὑφʼ ἑαυτὸν ἔχων πάντοτε ἐκεῖσε ἤγαγεν.
29. τὰ θέσαν μογέοντες Ἀχαιοί] τοῦτο ἀνεφώνησεν ὡς συναλγῶν τῷ κόπῳ αὐτῶν. μογέοντες δὲ ἀντὶ τοῦ ἀτυχοῦντες.
36. στικτέον εἰς τὸ δούρατα, καὶ τὴν κατά ἐκδεκτέον.
37. μάστιγα Διὸς τὸν κεραυνόν φησι· προαναφωνεῖ δὲ ὅτι ἐκ Διὸς ἡ ἧσσα ἦν Ἑλλήνων.
41. ὡς δʼ ὅταν] πρὸς ἓν μόνον ἤνεγκε τὴν εἰκόνα, πρὸς τὸν
Ἕκτορα τὸν ἐν τοῖς Τρωσὶν εἱλούμενον καὶ φοβοῦντα τοὺς ἀκοντι-
στὰς καὶ πολεμικοὺς Ἕλληνας.
46. * ταρβεῖ] τρισὶ παραγωγαῖς ὁ Ἡρωδιανὸς τοῦτο ὑπέβαλεν·
πρῶτον ἐκ τοῦ ταράσσω, τάραβος καὶ τάρβος· δεύτερον, ὅτι ἐκ τοῦ
τρέπω ὁ δεύτερος ἀόριστος ἔταρπον, τάρπος, καὶ τροπῇ τοῦ π εἰς β
τάρβος· τρίτον, ὅτι τείρω τὸ καταπονῶ, ὁ δεύτερος ἀόριστος ἔταρον,
τόρος, καὶ πλεονασμῷ τοῦ β τάρβος, ἐξ οὗ καὶ ῥῆμα ταρβῶ.
διδάσκει μέτρῳ χρῆσθαι ἐν τοῖς πλεονεκτήμασι· ταῦτα γὰρ εἰ
μὴ ῥυθμίζοιτο, ἀναιρεῖ τοὺς ἔχοντας.
49. εἱλίσσεθʼ ἑταίρους] στικτέον εἰς τὸ ἑλίσσετο, καὶ ἔστιν
ἀντὶ τοῦ εἱλεῖτο· οὐδέποτε γὰρ Ἕκτωρ ὡς ἀλαζὼν παρακαλεῖ. οἱ δὲ
52. ἀπὸ γὰρ δειδίσσετο τάφρος] ἄκρως τὰ περὶ τὴν τάφρον δεινοποιεῖ, ἀγῶνας κινῶν τῷ ἀκροατῇ καὶ ἀνελπιστίαν τῆς διαβάσεως καὶ προσοχὴν τοῦ ἐσομένου τολμήματος.
53. οὔτʼ ἄρʼ ὑπερθορέειν] θατέρῳ γὰρ τρόπῳ διελθεῖν ἦν ἀναγκαῖον,
ἢ ὑπερθορόντας, εἴπερ ἦν σχεδὸν, ἢ διαπεράσαντας βάδην, εἴπερ ἦν
εὐδιάβατος. ἀμφότερα οὖν παρέλαβε πρὸς τὸ ἀμήχανον· καὶ ἔστι
τὸ οὕτʼ ἄρʼ ὑπερθορέειν ἐξήγησις τοῦ εὐρεῖα, τοῦ δὲ οὕτε περῆσαι τὸ
ἐπιφερόμενον. ἀμφοτέρωθεν δὲ οἱ σκόλοπες, ὥστε μήτε τὴν κατά-
βασιν ῥᾳδίαν εἶναι μήτε τὴν ἔκβασιν.
57. πυκνοὺς εἰς τὸ μὴ μεσάζεσθαι, μεγάλους εἰς τὸ μὴ ὑπερ- βαίνειν.
62. ἀφραδέως] οὐκ εἶπε θρασέως διʼ Ἕκτορα. καὶ τὸ ἐλαύνο-
μεν δὲ τεχνικόν· καὶ ἑαυτὸν γὰρ ἐμπεριλαμβάνει ὡς πρόθυμος μὲν ὢν
ὑπακούειν Ἔκτορι, διὰ δὲ τὸ ἀσύμφορον ἀποτρέπων τῆς ἐπιχειρήσεως.
64. ἀπὸ κοινοῦ μὲν τὸ ἑστᾶσιν· ἐπὶ δὲ τοῦ τείχους μεταβάλ- λεται ὁ ἀριθμὸς ἀντὶ τοῦ ἵσταται.
66. ἱππεῦσι] δῆλον ὅτι οὐδὲ πεζοῖς. ἵνα δὲ μὴ περὶ πάντων λέγων
παροξύνῃ Ἕκτορα, περὶ μὲν τῶν πεζῶν οὐδὲν λέγει, περὶ μόνων δὲ
τῶν ἱππέων προβάλλεται. ἑξῆς δέ φησιν, αὐτοὶ πρυλέες Ἕκτορι
πάντες ἑπώμεθ’, οἱονεὶ ἂν οὗτος ἀγάγῃ ἡμᾶς, ὡς οὐκ αὐτὸς ἀρεσκό-
μενος τῇ διόδῳ. στεῖνος δὲ ὀνομάζει ἀεὶ τὸν δυσχερῆ τόπον· προ-
περισπᾶται δέ.
τρώσεσθαι] ἐλαττωθήσεσθαι καὶ τραπήσεσθαι· Ἴωνες γὰρ τὰς
τροπὰς τρώματα καλοῦσι· καὶ “οἶνός σε τρώει” (Od. 21, 293)
ἀντὶ τοῦ παρατρέπει.
69. ἡ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι] ὡς ἔμφρων ταῦτά φησιν· οἶδε γὰρ
ὅτι πρόσκαιρός ἐστιν ἡ εὐτυχία, καὶ τοῦ μέλλοντος προνοεῖ. εὔχο-
μαι μὲν γὰρ, φησὶ, τοῦτο εἶναι· ἐννοῶ δὲ καὶ τὸ ἕτερον, ὅτι καὶ
ἐν τῇ ὑποστροφῇ χείρονα πεισόμεθα. ἴσως οὖν καθόλου τῆς δια-
βάσεως ἀποτρέπει, ἀλλʼ οὐ τολμᾷ τοῦτο πρὸς τὸν Ἕκτορα
λέγειν.
70. νωνύμους] ἄνευ ὕμνων, ὅ ἐστιν εὐφημίας τῆς διὰ θρήνων, ἀποβολῇ τοῦ ν. ἢ ἀνωνύμους.
72. ἐνιπλήξωμεν] ἀκουσίως, μᾶλλον δὲ ἑκουσίως ἐμπέσωμεν.
73. ἐπίσταται τὸ μέγεθος τοῦ κινδύνου· ἐμφαντικῶς δὲ αὐτὸν παρέστησε διὰ τοῦ περὶ τὸν ἄγγελον διανοήματος.
74. ἑλιχθέντων ὑπʼ Ἀχαιῶν] ἡμῶν κυκλωθέντων ὑπὸ τῶν Ἀχαιῶν, ὥστε ὅλος ὁ σκοπὸς αὐτῷ μὴ διαβαίνειν τὴν τάφρον.
78. Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες] προσαγωγῶς πάνυ ἐπαίρει
αὐτόν· ἡρέμα δὲ ὑποδείκνυσι τὸν κίνδυνον, ὡς οὐκ αὐτὸς τῇ διαβάσει
ἀρεσκόμενος.
81. αὐτίκα] εἰκότως οὐδὲ ἀποκρίνεται διὰ τὴν ἔπειξιν. τὸ δὲ αὐτίκα τῆς σπουδῆς σημαντικόν.
86. διαστάντες τῶν ἵππων, ἢ ἑαυτῶν· ἀρτύναντες δὲ καταρτί-
σαντες.
87. πένταχα κοσμηθέντες] τοσαῦται τῶν Τρώων ἡγεμονίαι, ἐπεὶ πέντε ἦσαν πύλαι. ἢ ἵνα ἀνὰ δύο μέσον δορυφοροῖεν Ἕκτορα, ὃ καὶ ἄμεινόν μοι δοκεῖ εἶναι.
92. ἄκρως ἐπεξειργάσατο τὴν προθυμίαν Ἕκτορος καὶ ὅτι τοῦ
ἡνιόχου ἀπέσχετο καὶ τοῦτον παρέλαβεν ὡς ἐπὶ ἀναγκαίαν πρᾶ-
ξιν.
93. κατὰ γαστρὸς ἔχουσα ἡ Ἕκάβη ὄναρ ἐθεάσατο, ὅτι ἔτεκε
δαλὸν ὑφʼ οὗ κατεφλέχθη πᾶσα ἡ πόλις. τὸ οὖν τεχθὲν οὐ γνώμῃ
τῶν μάντεων ἐξετέθη, ἀλλὰ γνώμῃ θεῶν, ὃ ὑπὸ τοῦ εὑρόντος ἐτράφη
βουκόλου· ἄρκτον γὰρ αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος ἀνέθρεψεν.
ἐκλήθη οὖν Πάρις, οὐχ ὅτι, ὥς τινές φασιν, ἐν πήρᾳ ἐτράφη, ἀλλʼ
ὅτι ἐτράφη καὶ παρῆλθε μόρον· ὕστερον δὲ Ἀλέξανδρος, ὅτι τῇ
πατρίδι ἠλέξησεν, ὅ ἐστιν ἐβοήθησε, ἐπελθόντος πολέμου.
96. Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι] μέλλων αὐτοῦ θρα-
σεῖαν διηγεῖσθαι πρᾶξιν, εἰκότως ἀπεσημειώσατο αὐτὸν διὰ τῶν
ἵππων καὶ τοῦ πατρός.
103. * Πορφυρίου. πολλάκις ἀπὸ διαφόρων κλίσεων συνέμπτωσις
γενομένη πλανῷ τοὺς πολλοὺς, ὡς ἑνὸς ὄντος τοῦ σημαινομένου,
ὥσπερ ἔχει τὸ εἴσαντο. σημαίνει γὰρ καὶ τὸ ὑπέλαβον καὶ τὸ
ἐπορεύθησαν, καὶ ἴσος καὶ ὅμοιος γενόμενος· ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ
εἴδω, τὸ δὲ ἐπορεύθη ἀπὸ τοῦ ἔω, τὸ δὲ ὡμοιώθη ἀπὸ τοῦ ἐίσκω. τὸ
(Il. 13, 45) ὁμοιώσας· καὶ “τῷ μιν ἐεισάμενος” (Il. 2, 22), καὶ
“εἴσατο δὲ φθογγήν” (ib. 791) ἀντὶ τοῦ ὡμοίωσεν, καὶ “εἰδόμενος
Ἀκάμαντι θοῷ” (Il. 5, 462). τὸ μέντοι “εἴσατο νηῶν ἐπʼ ἀρι-
στερά” (Il. 12, 118) ἀπὸ τοῦ ἴω γέγονεν, ἀφ’ οὗ καὶ τὸ ἴομεν·
σημαίνει γὰρ τὸ ἐπορεύθη. τὸ δὲ εἴσατο ἀντὶ τοῦ ὑπέλαβεν ἐκ τοῦ
εἴδῶ, ὁ μέλλων εἴσω. τὸ δὲ εἴσατο ἀντὶ τοῦ ὡμοίωται ἀπὸ τοῦ
ἐίσκω. τὸ δὲ εἴσατο ἀντὶ τοῦ ἐπορεύθη ἀπὸ τοῦ ἔω. ὡσαύτως κἀν
τῷ “αὐτὰρ ἐγὼ ζεφύροιο καὶ ἀργεστᾶο νότοιο εἴσομαι” ἤγουν
πορεύσομαι “ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν” (Il. 21, 334).
ὁμοίως δὲ ἔχει καὶ τὸ “ἴθι οἱ καταείσατο γαίῃ” (Il. 11, 358)
ἀντὶ τοῦ κατεπορεύθη καὶ ἐν τῇ γῇ ἐπάγη, ἐπεστηρίχθη· καὶ ἐν
ἄλλοις “ἐν γαίῃ ἵσταντο” (ib. 574). καὶ εἴσομαι ἀντὶ τοῦ γνώ-
σομαι, ὡς τὸ “εἴσομαι εἴ κέ μʼ ὁ Τυδείδης” (Il. 8, 532).
105. ἄραρον] ἔφραξαν, ἐπύκνωσαν, ὥπλισαν. τὸ δὲ βόεσσιν
ἀπὸ τοῦ πλεονάζοντος· τινὲς γάρ φασιν ὅτι περιχρύσους εἶχον
ἀσπίδας.
107. ἐμπεσεῖσθαι ἔλεγον τοὺς Ἕλληνας ταῖς αὑτῶν νηυσί· πᾶν γὰρ τὸ βουλῇ καὶ δυνάμει προφέρον τῶν Τρώων ἦν ἐκεῖ.
108. ἔνθʼ ἄλλοι] πάντων ἄμα καὶ πολιτῶν καὶ ξένων πεισθέντων
Πολυδάμαντι, Ἄσιος ἀποβῆναι οὐ θέλει. λέγονται μὲν οὖν ἐπίκουροι
οἱ πολεμουμένοις ἥκοντες βοηθοὶ, σύμμαχοι δὲ οἱ σὺν αὐτοῖς ἐξελ-
θόντες.
110. ἀλλʼ οὐχ Ὑρτακίδης] βαρβαρικὴ ἡ ἀπείθεια. μιμούμενος
δὲ ὁ ποιητὴς τὴν ἀλήθειαν ἕνα γοῦν τὸν ἀπειθοῦντα εἰσάγει. διὰ τί
δὲ ἔνα τοῦτον; ὅτι μάλιστα τοῖς ἵπποις ἠγάλλετο, καταστέλλει
οὖν τὴν τῶν πολλῶν ἀλαζονείαν.
113. σημαντικωτάτῳ ὀνόματι κέχρηται τῷ νήπιος ἐν ταῖς ἀνα- φωνήσεσι, καὶ πάνυ ἁρμοδίῳ.
114. τὸ παιδαριῶδες αὐτοῦ ἐσήμανεν ἐν τοιούτῳ καιρῷ καὶ τόπῳ
116. πρόσθεν γάρ] τεχνικὸν καὶ τὸ τὴν ἀναίρεσιν προειπεῖν, καὶ ὑφʼ ὅτου γενήσεται· οὕτως γὰρ ὁ ἀκροατὴς πολυπραγμονοίη καὶ τοῖς ἔμπροσθεν ἐντυχεῖν.
118. αἰτίαν ἐπάγει τῆς ὑπὸ τοῦ Ἰδομενέως ἀναιρέσεως Ἀσίου, ὅτι ἐπὶ τὰ ἀριστερὰ τῶν νεῶν ὥρμησεν ὅπου ἐκεῖνος ἦν, ἔνθα ἡ ἱππή- λατος πύλη. τὸ δὲ εἴσατο ἀπὸ τοῦ εἶμι· διὸ καὶ ψιλοῦται. δηλοῖ δὲ ἡ λέξις τρία, τὸ ὥρμησεν, ὡς ἐνταῦθα· τὸ ἐφάνη, ὡς τὸ “εἴσατο δʼ ὡς ὅτε ῥινόντ·” τὸ ἔγνω, ἐξ οὖ καὶ τὸ “εἴσομαι αἴ κέ μʼ ὁ Τυδείδης.”
121. ὀχῆα] τὸν ἐξ ἑκατέρου μέρους ἐπιβαλλόμενον μοχλόν· φησὶ γὰρ “δοιοὶ δʼ ἔντοσθεν ὀχῆες” (455).
122. * τὸ ἀναπεπταμένας εἶχον ἀνέρες οὐκ ἔστιν ἀντὶ τοῦ ἠνεῳγ-
μένας μόνον, ἀλλʼ ἠνεῳγμένας κατεῖχον αὐτὰς, ὅπως τοὺς μὲν φίλους
εἰσδέχωνται, τῶν δʼ ἐχθρῶν βιαζομένων ἐπικλείωσιν. αὐτὸς δὲ τὴν
λύσιν δέδωκε σαφέστερον ἐπὶ τοῦ Πριάμου παραστήσας, ἔνθα φησὶ
“πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰσόκε λαοὶ ἔλθωσιν προτὶ ἄστυ
πεφυζότες· αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες, αὖθις
ἐπιθέμεναι σανίδας πυκινῶς ἀραρυίας” (Il. 21, 531).
124. ἰθύς] κατʼ εὐθὺ τῶν πυλῶν. φρονέων δὲ, ἐπὶ φρονήματι
ἐπαιρόμενος.
τοὶ δʼ ἅμʼ ἕποντο] ὅμοιοι τούτῳ καὶ οἱ ἑπόμενοι· διὸ ἐπʼ αὐτῶν τῷ ἐπιφθέγματι ἐχρήσατο, εὐήθη αὐτῶν τὴν εἰσβολὴν ἐλέγχων.
127. δύʼ ἀνέρας] ὑπερβάλλων ὁ ἔπαινος, ὅτι τὴν τοσούτων ἐπι-
φορὰν δύο ἀπεκρούσαντο. ἐνίους μὲν γὰρ διʼ ὅλου ἐξέχοντας προάγει,
ἐνίους δὲ ἐν τοῖς κατὰ μέρος συνίστησιν. ἄριστοι οὖν οἱ ἐν τῷ ἐπι-
σφαλεστάτῳ κινδύνῳ ἀνδρισάμενοι, ἐν ᾧ καὶ τοὺς λοιποὺς Ἕλληνας
φεύγειν συνέβαινεν.
127— 154. * Πορφυρίου. ἐν τῇ τειχομαχίᾳ τεταράχθαι δοκεῖ τὰ
ἔπη ταῦτα. Ἀσίου ἐπελθόντος κατὰ τὰς πύλας τῷ τείχει ἐπιλέγει
ὁ ποιητὴς περὶ αὐτοῦ τε καὶ τῶν μετʼ αὐτοῦ “νήπιοι, ἐν δὲ —οὔρε-
σιν ὑψικάρηνοι” (127—132). διὰ γὰρ τούτων εἰπὼν τὸν Λεοντέα
καὶ Πολυποίτην πυλάων προπάροιθεν ἑστάναι ὡς δρῦς, ἀναμένοντας
ἐπερχόμενον μέγαν Ἄσιον, οὐδὲ φέβοντο, εἶτα ἐπαγαγὼν περὶ τῶν
τούτων φαίνεται ταραχὴ τῶν ἐπῶν, πρότερον μὲν ὡς ἔξω ἑσταότων,
αὖθις δὲ ὡς ἔνδον ὄντων καὶ ἐξιόντων. ὅθεν οἱ μὲν ἠξίουν προτάττειν
ταῦτα τὰ ἔπη “οἱ δʼ ἤτοι εἵως μὲν εὐκνήμιδας Ἀχαιούς,” ἵνʼ ᾖ τὸ
ἀκόλουθον τοιοῦτον, “ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους, υἷας
ὑπερθύμους Λαπιθάων αἰχμητάων· οἱ δʼ ἤτοι εἵως μὲν ἐῦκνήμιδας
Ἀχαιοὺς ὄρνυον·” εἶτα συνάψαντες τοὺς ἐφεξῆς, ὧν ἡ ἀρχὴ “αὐ-
τὰρ ἐπειδὴ τεῖχος, Τρῶας, ἀτὰρ Δαναῶν, ἐκ δὲ τὼ ἀίξαντε, ἀγροτέ-
ροισι σύεσσιν, ἀνδρῶν ἠδὲ κυνῶν, ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι
φαεινὸς ἄντην βαλλομένων, λαοῖσιν καθύπερθε,” εἶτα ἀνατρέχουσιν
ἐπὶ τὸ “τὼ μὲν ἄρα προπάροιθε,ʼ καὶ καταβάντες τοὺς δέκα στί-
χους ἄχρι τοῦ “ Ἀσιάδην τʼ Ἀδάμαντα,ʼ ἐπάγουσιν “οἱ δʼ ἄρα
χτρμαδίοισι” καὶ τὰ ἑξῆς. Ἡφαιστίων δὲ διπλῆν τὴν γραφὴν
εἶναι ἔφη, καὶ δεῖν περιγράφειν ἢ τοὺς ι΄ στίχους τοὺς ἀπὸ τοῦ
“τὼ μὲν ἄρα προπάροιθε” (131) μέχρι τοῦ “ Ἀσιάδην τʼ Ἀδά-
μαντα” (140), ἢ τοὺς ιγ΄ τοὺς ἀπὸ τοῦ “οἱ δʼ ἤτοι εἵως μὲν ἐύκνή-
μιδας Ἀχαιούς” (141) μέχρι τοῦ “λαοῖσιν καθύπερθε” (153).
μήποτε δὴ κἂν οὕτως μένῃ ἡ γραφὴ καὶ ἡ τάξις, οὐδὲν ἄτοπον, πρό-
τερον μὲν εἰπόντος τοῦ ποιητοῦ ὅτι περὶ τὰς πύλας ἦσαν οἱ περὶ τὸν
Πολυποίτην “ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους,ʼ ἐπισομηνα-
μένου τε ὅτι καὶ ἔξωθεν ἑστῶτας εὗρον, εἶτα καὶ ἐπαναδραμόντος,
ὅπως περὶ τὰς πύλας ἔχοντες τούς τʼ ἔσω παρορμῶντες, ἐπιόντας
βλέποντες τοὺς περὶ τὸν Ἄσιον· αὐτοί τε προεκδραμόντες ἀνέμενον
πάντες ἔξω τὸν Ἄσιν καὶ γὰρ οὗτος εἷς τρόπος ἑρμηνείας, ἐκ τῶν
ὕστερον ἀρξάμενον ἀναδραμεῖν εἰς τὰ πρῶτα καὶ πάλιν συνάψαι
ταῦτα τοῖς ὑστέροις. καὶ ἔστι συνήθης ὁ τρόπος τῆς ἑρμηνείας τῷ
ποιητῇ. οὕτως γὰρ εὐθὺς κατʼ ἀρχὰς τὴν μῆνιν εἰπὼν κεφαλαιωδῶς,
ὅσων κακῶν αἰτία γέγονε τοῖς Ελλησιν, ὕστερον ἐπὶ τὰ αἴτια ἀνα-
τρέχει ταύτης, καὶ ἐπεξεργάζεται διʼ ὅλης τῆς ποιήσεως τὰ κατʼ
πρὸ τῶν πυλῶν ἑστῶτες ἐπερχόμενον τὸν Ἄσιον, ἐπαναδραμὼν ἐξη-
γεῖται τὰ κατὰ μέρος, ὅτι τέως μὲν ἔνδον ἦσαν προτρεπόμενοι τοὺς
Ἀχαιοὺς ἀμύνεσθαι περὶ νηῶν, εἶτα ἐπειδὴ ἐθεάσαντο τοὺς περὶ τὸν
Ἄσιον ἐπιόντας καὶ πεφευγότας τοὺς Ἕλληνας, αὐτοὶ ἀΐξαντες πυλάων
πρόσθεν μαχέσθην. τὰ οὖν κεφαλαιωδῶς ἐκτιθέμενα προλαμβάνειν
εἴωθε τὸ συμπέρασμα, τὰ δὲ ἀνάπτυξιν ἔχοντα πολλῶν εἰς τὴν ἀρχὴν
ἀναδραμόντα, οὕτω κάτεισιν ἐπὶ τὸ τέλος.
132. δρύες] μάλιστα γὰρ βαθύρριζοι καὶ οὐχ ὑπείκουσαι ἀνέμοις οὐδὲ τοῖς τῶν ὄμβρων κατακλυσμοῖς. ἢ ἐξ ἑνὸς τὸ πᾶν.
134. διηνεκέεσσʼ] εἰς πλάτος καὶ μῆκος διηκούσαις. τῷ δὲ
ψόφῳ τῶν ὀνομάτων τὸ μέγεθος ἐμφαίνει.
144. ἀτὰρ Δαναῶν] ἐν τῷ περὶ Λαπιθῶν λόγῳ κατέθηκε καὶ τὰ ὑπὸ τῶν ἄλλων πραττόμενα, ὅτι πρότερον μὲν ἔβαλον ἄνωθεν, ὕστερον δὲ ἐφόδου γενομένης σφοδροτέρας ἐξέλιπον τὸ τεῖχος.
146. σύεσσιν ἐοικότε] ἡ προκειμένη ἀπὸ τῶν δρυῶν εἰκὼν πρὸς
τὴν στάσιν, ἡ δὲ τῶν συῶν πρὸς τὴν καρτερίαν τῶν βελῶν· καὶ τὸ
δύο ὄντας ἀνθίστασθαι πολλοῖς ἀτάκτως βάλλουσιν εἴκασε συσὶ πρὸς
πολλῶν κυνηγετῶν ἔφοδον ἀνθισταμένοις.
148. δοχμώ] ὀξυτονητέον τὸ δοχμώ· δυικὸν γάρ ἐστιν. ἔστι δὲ
ἀντὶ τοῦ δόχμιοι ἤτοι πλάγιοι· παρʼ ἑκάτερα γὰρ αὐτοῖς πεφύκασιν
οἱ ὀδόντες. ἐκτάμνοντε δὲ τὴν ὕλην ἐν τῷ παραθήγειν δηλονότι
τοὺς ὀδόντας.
149. πρυμνήν] ἄκραν, πρόρριζον. τὸ ὑπαὶ δέ τε δὲ τῷ ὀδόντων συντακτέον,
152. ἄντην βαλλομένων] ἤτοι ἀμεταστρέπτως μαχομένων· οἱ
γὰρ γενναῖοι ἐξ ἐναντίας μαχόμενοι τρώσεις δέχονται.
153. δῆλον ὡς οὐ πάντες τοῦ τείχους κατῆλθον, ἀλλὰ μέρη τινὰ ἐκεῖ ἐλέλειπτο.
157. ἅς τʼ ἄνεμος] πρὸς τὸ σύντονον καὶ πληκτικὸν τῶν λίθων.
εἰς ἐπίτασιν δὲ τὸν ἄνεμον παρέλαβε πρὸς τὸ σφοδροτέραν γενέσθαι τὴν καταφοράν.
160. ἀμφʼ αὖον] δύο μέρη λόγου, ἀμφὶ καὶ αὖον. ἵνʼ ᾖ ἀμφʼ αὐτοὺς αὖον, ἀΰτευν.
162. πεπλήγετο μηρώ] ἀδύνατον τοῦτο ἐπὶ ὡπλισμένου· ἔστι δὲ
μόνον τῆς λύπης δηλωτικὸν, ὡς ἐν ὀχλήματι γενόμενον.
164. φιλοψευδής] φιλῶν ἀπατᾶν· ψεύδεσθαι γὰρ τὸ ἀπατᾶν.
ἴσως δὲ διὰ τὰς βροντὰς τοῦτό φησιν, ὡς δῆθεν ταύτας σημεῖα
νίκης εἰληφώς. ὀξύνεται δέ· τὰ γὰρ εἰς ης ὑπὲρ μίαν συλλαβὴν
ὀξυνόμενα ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον, σεσημειωμένου τοῦ
ἀληθής. καὶ τὸ κριτής δὲ ἔσθʼ ὅτε κατὰ μεταβολὴν τονοῦται.
167. ἀξιόπιστος ὁ παρὰ τῶν πολεμίων ἔπαινος. εὐτελεῖ δὲ ζῴῳ καὶ θυμικῷ παρέβαλε, τὴν μὲν ἀλκὴν ὁμολογεῖν ἀναγκαζόμενος, ἀφαιρούμενος δέ τι τοῦ τῶν ἀνδρῶν ἀξιώματος διὰ τὴν τοῦ ζῴου σμικρότητα.
170. ἀμύνονται περὶ τέκνων] συλληπτικὸν τὸ σχῆμα· τοῦτο γὰρ σφηκῶν, μελισσῶν δὲ τὸ ὑπὲρ τοῦ μέλιτος.
171. ἐν ὑπερβολῇ τὸ δύο· οἱ μὲν γὰρ τῶν τέκνων προῖστάμενοι σφῆκες καὶ τῶν μελίτων αἱ μέλιτται πλείους εἰσίν· οὗτοι δὲ καὶ δύο ὄντες κρείττονα διαπράττονται.
174. Ἕκτορι γάρ] ἠθικῶς τῇ ἀναφωνήσει χρῆται, θεραπεύων τὸν ἀκροατὴν, ὅτι οὐκ ἐκ τῆς Ἕκτορος ἀρετῆς τοιαῦτα Ἕλληνες ἐπε- πόνθεισαν, ἀλλʼ ἐκ τῆς Διὸς ἐπικουρίας, οὗ τὸ κατόρθωμα.
175. ἀθετεῖ Ἀρίσταρχος, πρῶτον μὲν διὰ τὸ πύλας ἄλλας ὀνο-
μάζεσθαι· ἀρέσκει γὰρ αὐτῷ μίαν εἶναι. εἶτα διὰ τὸ “ἀργαλέον
δέ με ταῦτα·” φησὶ γὰρ ὅτι καὶ μὴν ἔφρασε τὴν τειχομαχίαν·
εἶτα καὶ διὰ τὸ Λαπίθαι· οὐ γὰρ δεῖ, φησὶ, καὶ τοὺς πατέρας καὶ
τοὺς υἱοὺς Λαπίθας καλεῖν. Πῖος δὲ ἀπολογούμενος πρὸς τὰς ἀθε-
τήσεις Ἀριστάρχου ταῦτά φησιν, ὅτι Ἄσιος μὲν περὶ τὴν μίαν
πύλην τὴν ἱππήλατον ἐμάχετο, οἱ δὲ περὶ αὐτὸν περὶ τὰς μικρὰς
πύλας. τῷ δὲ ἄλλας μικρὰς εἶναι οὐδεὶς εὗ φρονῶν ἀντείποι· πῶς
γὰρ τοσοῦτον πλῆθος ἐν τῷ φεύγειν διὰ μιᾶς εἰσῄει τὸ δὲ “ἀργα-
λέον δέ με ταῦτα” πάνυ μετρίως φησὶν εἰρῆσθαι· ἀνδρῶν γὰρ ἀναι-
ρουμένων κατάλογον διεξιὼν καὶ τρόπους τῶν ἀναιρέσεων καὶ λόγους
τῶν ἀναιρούντων καὶ πιπτόντων καὶ συμπτώματα τῆς τύχης καὶ πολυ-
μερῆ μάχην, εἰκότως ἐνδείκνυται δυσχερῆ τὴν τούτων διήγησιν. τὸ δὲ
177. τὸ θερμὸν τῆς μάχης πῦρ φησί· δύναται δὲ καὶ κυρίως
λέγειν, ἵνα καὶ τὸ τεῖχος αὐτῶν ἐμπρῆσαι ἐπιχειροῦντας τοὺς βαρ-
βάρους εἰσάγῃ. καὶ τὸ λάῖνον ἐπήγαγεν ὥσπερ ἐπιμωκώμενος τοὺς
ἐπιχειροῦντας ἐμπρῆσαι λίθους. ὑποστικτέον δὲ εἰς τὸ πῦρ· τὸ γὰρ
τεῖχός ἐστι λάῖνον· οἱ δὲ τὸ πῦρ. θεσπιδαὲς δὲ τὸ καυστικὸν ἢ
τὸ ἐκ θεοῦ σταλέν.
λιθίνου τοῦ τείχους ὄντος καὶ τῶν Τρώων βαλλόντων καὶ βαλλο-
μένων πῦρ ἅπτεσθαί φησι πανταχόθεν τοῦ τείχους. ἔχει δὲ ἔμφασιν
ὁ λόγος.
178. εἰς τὸ πέρ ὑποστικτέον, καὶ τὰ ἑξῆς συνδετέον.
179. θεοὶ δʼ ἀκαχείατο] ἐλπίδα ὑποβάλλει τοῖς ἀκροαταῖς ὅτι οὐκ ἦν ταῦτα ἀρεστὰ θεοῖς, ἀλλὰ διενοοῦντο μὲν βοηθεῖν, ᾐδοῦντο δὲ Δία.
181. σὺν δʼ ἔβαλον] ἐπεὶ προεῖπεν “ Ἕκτορι γάρ οἱ θυμός” (174), τό μὲν εἰς ὕστερον ταμιεύεται, ἐπὶ δὲ τοῦ παρόντος πλεονεκ- τοῦντας ποιεῖ τοὺς Ἕλληνας, ἕως ἄν ἡ ἀπὸ τοῦ Διὸς βοήθεια μετα- γάγῃ τὴν εὐημερίαν ἐπὶ τὸν Ἕκτορα.
197. οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν] καὶ τοῦτο πρὸς παραμυθίαν,
ὅτι τὸ πλεῖστον καὶ ἀκμαιότατον τῶν βαρβάρων ἦν τὸ ἐν τῇ μάχῃ
πλεονεκτῆσαν.
201. μέσος διῆλθεν, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ τὸν Τρωικὸν λαὸν ἀφορίζων, ἐν δεξιῷ δὲ δηλονότι τὸ Ἕλληνικὸν στρατόπεδον ἔχων.
*ἀριστερὰ γὰρ σημεῖα ἀπαίσια· τὰ δὲ δεξιὰ συμφέροντα.
202. φοινήεντα] ᾑμαγμένον· καὶ γὰρ ἤσθιεν αὐτόν.
203. οὔπω λήθετο χάρμης] ὁ δράκων. πιθανῶς δὲ τὸ οὕπω, οἷον καίτοι ἤδη λελωβημένος. καὶ τὸ ἔτι δὲ ἀσπαίροντα τὸν ἤδη κε- κακωμένον παρίστησι, καὶ τὸ φοινήεντα τὸν ὑπὸ τεῦ ἰδίου πεφοι- νιγμένον αἵματος.
*ζητεῖται δὲ πῶς ὁ Ζεὺς ἐπικρατεστέρους θέλων ποιῆσαι τοὺς Τρῶας, σημεῖον αὐτοῖς κωλυτικὸν ἐπιπέμπει· φησὶ γὰρ “ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν” ῥητέον ὅτι νίκην μὲν ἐβούλετο τοῖς Τρωσὶν, ἐξελεῖν δὲ τὸ δέος τῶν Ἑλλήνων· οὐ γὰρ κατὰ προαίρε- σιν αὐτοὺς ἰδίαν ἐμίσει, ἀλλὰ χαριζόμενος Θέτιδι.
204. κόψε] τὸ ταχὺ τῆς πληγῆς διὰ τῆς λέξεως ἐσήμανεν.
205. * ἰδνωθείς] ἐπιστραφεὶς, ὁ τὸ ἰνίον δονηθεὶς καὶ ἐπικαμ- φθείς. γίνεται δὲ ἀπὸ τοῦ ἵζω, ὃ καὶ δασύνεται· καὶ γίνεται ἰδνῶ, τραπέντος τοῦ ζ εἰς δ Δωρικῶς καὶ πλεονασμῷ τοῦ ν, ὡς ἀλαπάζω ἀλαπαδνός. τὸ δὲ ἰδνῶ ψιλοῦται.
ἰδνωθείς] τὸ ὑγρὸν τοῦ δράκοντος ἐσήμανε· τοσοῦτον, φησὶν, ἐπι- καμφθεὶς ὡς καὶ τὰς ἶνας αὐτοῦ δονηθῆναι.
206. μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ] ἐν τῷ μεταιχρμίῳ πρὸς τὸ μὴ διαβῆναι· ὡς γὰρ ἀετὸς ἠστόχησε τούτου, οὕτω Τρῶες Ἑλλήνων.
207. πνοιῆς ἀνέμοιο] τῷ πνέοντι ἀνέμῳ δοὺς ἑαυτὸν διὰ τὸ ὀδυνη-
θῆναι.
211. * Ἡρακλέους πορθήσαντος Ἴλιον, Πρίαμος ὁ Λαομέδοντος
παραλαβὼν τὴν βασιλείαν ἔπεμψεν εἰς Δελφοὺς, μαντευσόμενος
περὶ τῶν ἐνεστώτων. οἱ δὲ πορευθέντες χρησμόν τε λαβόντες Πάν-
θουν ἕνα τῶν Δελφῶν ἄγουσιν, ὅπως κατὰ τὸ συνεχές μαντεύηται
Πριάμῳ. γήμας δὲ οὗτος θυγατέρα Κλυτίου Προνόμην γεννᾷ Πολυ-
δάμαντα, τήν τε μαντικὴν ἀναδιδάσκει. λέγεται δὲ μιᾷ νυκτὶ γεννη-
θῆναι τοῦτόν τε καὶ τὸν Ἕκτορα.
213. προλαμβάνει τὴν ἐπίπληξιν τοῦ βασιλέως, ὑπομαλάσσων
αὐτόν· φησὶ γοῦν ὅτι οὐκ ἔστιν ἰσηγορία τοῖς δημόταις πρὸς τοὺς
βασιλεῖς. παρέξ δὲ ἤτοι παρὰ τὸ δέον καὶ κελευόμενον πράσσειν.
215. ἐξερέω] δηλονότι μόνῳ σοί· Ἕκτωρ γὰρ οὐ τὴν παραίνεσιν ἀποστρέφεται, ἀλλὰ τὴν ἐν ἅπασιν ἰσηγορίαν. τὰ δὲ Ἑλληνικὰ πλησίον δημοκρατίας, καὶ παρρησία πολλὴ τοῖς ἡγεμόσιν.
217. ἄμεινον τελειοῦν εἰς τὸ ὀΐομαι, καὶ τὸ ἑξῆς τοῖς μετʼ αὐτὸ
συνάπτειν.
223. ὣς ἡμεῖς] ὥσπερ γὰρ κατʼ ἀρχὰς, φησὶ, κρατήσας ὁ ἀετὸς ὕστερον κακόν τι προσλαβὼν ἀφῆκε τὴν ἄγραν, οὕτω καὶ αὐτοὶ πεισόμεθα.
225. αὐτὰ κέλευθα] τὴν αὐτὴν ὁδὸν δι’ ἧς ἤλθομεν. λείπει δὲ
τὸ τά.
228. οὕτως ἂν ὑποκρίναιτο θεόπροπος, καὶ πειθοίατο αὐτῷ οἱ λαοί· ἢ ὃς καὶ οἶδεν ἀξιόπιστός ἐστιν· ἑαυτὸν δὲ ἔοικεν ἀποδέχε- σθαι τῆς ἐπιλύσεως ὁ ποιητής.
235. λαθέσθαι] ἀμελῆσαι. διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. οὐ μαντικὴν δὲ ἀναιρεῖ, ἀλλὰ τὴν Διὸς προτιμᾷ γνώμην.
237. τύνη δʼ οἰωνοῖσι] ὁ φρόνιμος καὶ θεὸν τιμᾶν οἶδε καὶ οἰωνοῖς πείθεσθαι, ὅπερ Ἕκτωρ οὐ συνίησιν.
238. τῶν] οὐ πάντων, ἀλλὰ τῶν φανέντων τὰ νῦν.
243. εἷς οἰωνός] ἐκεῖνος μόνος ἄριστος οἰωνὸς ὁ ὑπὲρ πάτρης κελεύων ἀγωνίζεσθαι. διδάσκει δὲ ἡμᾶς φιλοπάτριδας εἶναι.
247. οὐ γάρ τοι κραδίη μενεδήῖος] ἀποτρέπει τοὺς ἄλλους πεί- θεσθαι αὐτῷ, τὸ τῆς συμβουλῆς δειλίαν εἰπών.
250. αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ] ἀναγκαίως καὶ τοῦτο. ὁ γὰρ τοῦ
συμβουλεύσαντος μὴ ἀνασχόμενος δῆλον ὡς οὐδὲ τοῦ πεισθέντος.
253. ὦρσεν] ποιητικῶς τοῦτο· συνδραμόντος γὰρ τοῦ πλήθους εἰκὸς αὐτὴν γενέσθαι.
258. κρόσσας] τὰς πολεμικὰς κλίμακας· λείπει δὲ ἡ κατά, ἵνʼ ᾖ κατὰ τῶν πύργων ἔρυον.
*οἱ δὲ τοὺς ἐν τοῖς πύργοις ἐξέχοντας λίθους.
*Πορφυρίου. ὁ Ἀρίσταρχος ἐπὶ κλιμάκων ἀκούσας, καὶ τὸ προ-
κρόσσας ἀποδιδοὺς ἐπὶ τῶν νεῶν κλιμακηδὸν (“τῷ ῥα προκρόσσας
ἔρυον Il. 14, 35), τὸ πύργων ἔρυον ἀποδίδωσιν ἐπὶ τοὺς πύργους
ἔρυον, ἀποδιδοὺς ἀνεῖλκον, ὡς κλειστῶν καὶ συγκαμπτῶν οὐσῶν τῶν
κλιμάκων. παραμυθεῖται δὲ ἐξ Ὁμήρου τὸ πύργων ἔρυον ἀποδιδοὺς
ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους ἔρυον, ἐκ τούτων “οἱ δὲ μένοντες ἕστασαν
ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειεν” (Il. 4,
333) ἀντὶ τοῦ ἐπὶ τοὺς Τρῶας ὁρμήσειεν. οὕτω καὶ τὸ πύργων
ἔρυον ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους ἔρυον. καὶ “ἀκόντισαν Ἰδομενῆος”
(Il. 13, 502). οὐκ εἰσὶ δὲ κρόσσαι αἱ κλίμακες, ἀλλὰ μᾶλλον οἱ
ἐξέχοντες λίθοι ἐν τοῖς πύργοις, σὓς ποιοῦσιν εἰς τὸ ἐμποδίζειν τὰς
τῶν μηχανημάτων ἐμβολάς. οὕτω καὶ κρόσσους ἱματίων λέγομεν
τοὺς ἐξέχοντας στήμονας· καὶ πρόκροσσαι δὲ αἱ νῆες αἱ μὴ ἐπʼ ἴσου
στίχου εἱλκυσμέναι, ἀλλʼ ἐξέχουσαί εἰσιν, ἐφʼ ὧν διὰ τὸ μὴ πάντοε
ἔχειν ἰσαρίθμους “στήλας τε προβλῆτας ἐμόχλεον,ʼ τοὺς λεγο-
μένους προμαχῶνας.
*τινὲς κρόσσας λέγουσιν. ὄργανά τινα πρὸς τειχομαχίαν ἐπιτή-
δεια, ἔχοντα ἔνδον ἀνάβασιν, καλυπτομένην ἕως ἂν εἰς τοὺς πύργους
ἔρειπον ἐπάλξεις] κατέβαλον τὰς ἐπάλξεις πρὸς τὸ γυμνῶσαι τούτων τοὺς ὑπʼ αὐτὰς κρυπτομένους Ἕλληνας.
259. στήλας τοὺς θεμελίους, παρὰ τὸ ἐπʼ αὐτῶν τὸ τεῖχος ἵστασθαι. οἱ δὲ τὰς ἀντηρίδας. * ἤτοι τοὺς προμαχῶνας.
262. οὐδέ νύ πω Δαναοὶ χάζοντο] οὐχ ὑπεχώρουν αὐτοῖς εἰσελ- θεῖν διὰ τῆς ἐπὶ τὰς ναῦς φερούσης ὁδοῦ. πιθανῶς δὲ πάνυ· ἔδει γὰρ πρὸ τῆς ἁλώσεως τοῦ τείχους ἀγῶνας θέσθαι τινάς.
263. ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις] τὰ διάκενα τῶν ἐπάλξεων φράξαντες τοῖς ὅπλοις. αἱ μὲν γὰρ ἐπάλξεις πρόβολοι γίνονται τοῖς στρατιώταις, τὸ δὲ διάκενον αὐτῶν ταῖς ἀσπίσι προσαναπλη- ροῦται.
267. ἄλλον μειλιχίοις, ἄλλον] κατʼ ἀξίαν πρὸς ἕκαστον, ὅπερ καὶ
ἐν ἄλλοις· “ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα (Il. 2, 188).
“ὃν δʼ αὖ δήμου ἄνδρα” (198). προσυπακουστέον δὲ τῷ μειλιχίοις
τὸ ἐκολάκευον, ὡς τὸ “ἔδουσι πίονα μῆλα οἶνόν τʼ ἔξαιτον” (319)·
λείπει γὰρ τὸ πίνουσιν.
271. νῦν ἔπλετο ἔργον ἅπασι] πάντες γὰρ χρήσιμοι, ἀπὸ τείχους
ἀμυνόμενοι, ὅπερ καὶ γυναῖκες ποιοῦσιν.
272. καὶ δʼ αὐτοὶ] διὰ τοῦ ἰδίου συνειδότος πάντας δυσωπεῖ καὶ εἰς ἔννοιαν τῶν κινδύνων ἕκαστον ἄγει.
276. νεῖκος] Ἡρωδιανὸς διὰ μόνου τοῦ ι, ἵνα δηλοῖ τὸ νίκομα.
τὸ δὲ δίεσθαι προπαροξυντέον· παρατατικοῦ γάρ ἐστιν, ἀπὸ τοῦ
δίημι. περιουσία δὲ δυνάμεως τὸ καὶ διῶξαι προσδοκᾶν τοὺς πολε-
μίους.
278. ὥστε νιφάδες] μικρῷ πρόσθεν ἐχρήσατο τῇ εἰκόνι. “νι-
φάδες δʼ ὣς πῖπτον ἔραζε, ἅς τʼ ἄνεμος ζαής” (156). ἐκεῖ μὲν
οὖν πρὸς τὴν πλῆξιν τὸν ἄνεμον ἔλαβε, πρὸς δὲ τὴν συνεχῆ φορὰν
νῦν καὶ τὸ μὴ ἀποκρυσταλλοῦσθαι τὴν χιόνα.
279. ἤματι χειμερίῳ] καλῶς χειμέριον τὴν ἡμέραν παρέλαβε· γίνονται γὰρ καὶ ἐν ἔαρι νιφάδες, ἀλλʼ οὐ πυκναί.
282. ὑψηλῶν ὀρέων κορυφάς] εὗ τῇ τάξει ἐχρήσατο· πρῶτον γὰρ
τὰ ὄρη νίφεται, ἔπειτα σφοδροῦ τοῦ χειμῶνος γενομένου κάτεισι καἰ
ἐπὶ τὰ χθαμαλώτερα.
285. ἢ ὅτι τῆς ὁρμῆς τὴν χιόνα ἐρύκεται, ἢ διὰ τὸ γεφυρωθῆναι τῇ χιόνι τὸν αἰγιαλὸν τὸ κῦμα ἐρύκεται.
287. *θαμειαί] σημειωτέον ὅτι τοὺς λίθους θηλυκῶς κέκληκεν.
289. τεῖχος ὑπὲρ πᾶν] ἀπὸ γῆς ἕως ἄνω. τὸ δὲ ἑξῆς, ὑπὲρ δὲ τὸ πᾶν τὸ τεῖχος. οὐκ ἀναγκαῖον οὖν ἀναστρέφειν τὴν πρόθεσιν.
292. * Εὐρώπην τὴν Φοίνικος Ζεὺς θεασάμενος ἔν τινι λειμῶνι
μετὰ νυμφῶν ἄνθη ἀναλέγουσαν ἠράσθη αὐτῆς, καὶ κατελθὼν
ἤλλαξεν ἑαυτὸν εἰς ταῦρον καὶ ἀπὸ τοῦ στόματος κρόκον ἔπνει.
ὥστε τὴν Εὐρώπην ἀπατήσας ἐβάστασε, καὶ διαπορθμεύσας εἰς
Κρήτην ἐμίγη αὐτῇ· εἶβʼ οὕτως συνώκισεν αὐτὴν Ἀστερίωνι
τῷ Κρητῶν βασιλεῖ. γενομένη δὲ ἔγκυος ἐκείνη τρεῖς ἐγέν-
νησε παῖδας Μίνωα Σαρπηδόνα καὶ Ῥαδάμανθυν. ἱστορεῖ Ἡσί-
οδος.
293. ὦρσεν ἐπʼ Ἀργείοισιν] οὐ γνήσιος οὖν ἡ ἀρετή. δοκεῖ δέ
μοι τὸ τοῦ Σαρπηδόνος οὐ μάτην παρειλῆφθαι, ἀλλʼ ἵνα καὶ μέγα τι
χαρίσηται Πατρόκλῳ τοιοῦτον ἀναιρήσαντι.
295. ἐξήλατον] ἐξελασθεῖσαν, ἤτοι χαλκῆν· οὐ γὰρ ἓξ ἔχει. ψιλοῖ οὖν ὁ Νικάνωρ, καὶ τὴν ἔξω χαλκὸν ἔχουσαν ἐξηγεῖται.
297. διηνεκέσιν] ἀπὸ τοῦ ἴτυος εἰς ἴτυν. προπαρασκευάζει δὲ ἀεὶ τοὺς ἀριστεύοντας, ἐξαίρων ἡμᾶς εἰς προσοχήν.
298. δύο δοῦρε] ἕτερον ἐν τῇ ἀσπίδι, τὸ δὲ ἐν τῇ δεξιᾷ. κινου- μένου δὲ αὐτοῦ ἄμφω τινάσσεται.
300. δηρὸν ἔῃ κρειῶν] ἐπεξειργάσατο τὴν προκειμένην εἰκόνα· ἐνταῦθα γὰρ καὶ λιμώττει ὁ λέων, καὶ οὐ νεμομένῳ ζῴῳ ἐπιτυγχάνει, εἰς ἔπαυλιν δὲ αὐτὸν ὁ λιμὸς ἄγει.
303. σὺν κυσὶ καὶ δούρεσσι] οἱονεὶ εἰ εὕροι αὐτοὺς προπαρεσκευ- ασμένους πρὸς τὴν ἔφοδον αὐτοῦ, οὐ βούλεται ἀναχωρεῖν μὴ πρότερον πεῖραν ἑαυτοῦ δοὺς ἢ λαβών.
305. τὸ ἥρπαξε τὴν ἐκ μεθόδου δηλοῖ προσβολήν. πρὸς τὸν θα- νατῶντα δὲ λέοντα τὸ πρόθυμον Σαρπηδόνος παρέβαλεν.
310. τίη δή] τί δή, Ἀττικῶς. διὰ δὲ τὸ ἐργῶδες τῆς ἐγχειρή-
σεως ἑταιροποιεῖται. αἰδήμονος δὲ οἱ λόγοι καὶ μεγαλοψύχου καὶ
εὐγνώμονος· αἰδεῖται γὰρ ταῖς τιμαῖς πλεονεκτεῖν καὶ μὴ ταῖς
312. θεοὺς ὣς εἰσορόωσι] οἱ Λύκιοι ἡμᾶς ὡς θεοὺς ὁρῶσιν· αἰ-
σχρὸν δὲ τοὺς ἐν θεῶν μοίρᾳ τεταγμένους μηδὲ ἄνδρας ἀξιολόγους
φαίνεσθαι. διδάσκει δὲ ὡς οὐ δεῖ μὴ προκινδυνεύοντα βασιλέα
σθαι.
320. *οἶνόν τʼ ἔξαιτον] ἐκ κοινοῦ τὸ πίνουσι.
322. εἰ μὲν γάρ] εὐγενὴς ἡ γνώμη. τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν
ἡγεῖται πάντων, τὸ δὲ μετʼ εὐκλείας τῶν ἀγαθῶν μόνων· καὶ τὴν
παραυτίκα σωτηρίαν οὐκ ἀπαλλαγὴν θανάτου, ἀλλʼ ἀναβολὴν χρόνου
μικρὰν μετʼ ἀδοξίας γινομένην φησὶν εἶναι.
326. ἔμπης] ὁμοίως πᾶσιν. ἔμφασιν δὲ ἔχει καὶ τὸ ἐφεστᾶσι. μυρίας δέ φησι προφάσεις τὴν τοῦ θανάτου ἔχειν μοῖραν, ὥστε καὶ μὴ πολεμήσαντας ἱκανὴν φονεύειν εἶναι.
τὸ ἑξῆς, νῦν δʼ ἴομεν. τὸ σχῆμα δὲ τοῦ λόγου μετρία
σις καλεῖται· εἰπὼν γὰρ τὸ δεῖν τῶν κινδύνων ἀφίστασθαι, εἰ ἐνῆν
ἀθάνατον εἶναι, τῷ ἀδύνατον ὑπάρχειν τὸ προτεινόμενον τὴν παρρη-
σίαν τοῦ δεῖν κινδυνεύειν εἰσηγήσατο.
329. οὐδὲ Γλαῦκος ἀπετράπετʼ] ὀρθῶς οὐδὲν ἀποκρινόμενος ἕπεται· ὁ γὰρ καιρὸς αὐτὸν ἤπειγεν.
330. πάλιν ἄλλῃ παρασκευῇ χρῆται ὥστε νεώτερον τὸν ἀγῶνα φαίνεσθαι, προσεκτικωτέρους τοὺς ἀκροατὰς ποιῶν.
332. τοῦ γὰρ δὴ πρὸς πύργον] ὅπου αὐτὸς φυλάττειν ἐτέτακτο. ὡς συνετὸς δὲ προασφαλίζεται.
334. τὸ ἡγεμόνων ἄκρως προσέθηκεν, οἷς διʼ αἰδῶ ἀπαραίτητος
ἡ συμμαχία. διδάσκει οὖν Ὅμηρος οἵους δεῖ εἶναι τοὺς ἄρχοντας,
ὡς ἀμείνους τῶν ὑποτεταγμένων. ἄλλως τε τοῖς ἡγεμόσιν εἰκός καὶ
πλῆθος ἕπεσθαι.
ἑτάροισιν] τὸ φιλόστοργον αὐτοῦ ἐνδείκνυται· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ, ἀλλʼ ὑπὲρ τῶν ἑταίρων δέδοικε. παιδευτικὸς δὲ ὁ λόγος.
336. οὐκ εἰκῆ τὸ νέον· χθὲς γὰρ ὑπὸ Ἕκτορος ἐτρώθη· νεωστὶ οὖν προῆλθε τῆς σκηνῆς, ὁρῶν τὸν κίνδυνον.
337. ἀλλʼ οὔπως] ἀλλʼ οὐκ ἦν αὐτῷ ἐγγύθεν βοήσαντι ἀκου- σθῆναι· ἐντεῦθεν ἀγγέλου ἐδέησεν.
340. ἐπὶ πάσας γὰρ ὁ ὀχεὺς κεκλιμένος ἦν. ἢ ἐπὶ πάσας ἤρ-
χοντο οἱ πολέμιοι.
343. Αἴαντα κάλεσσον] φίλος γὰρ αὐτοῦ ὡς Σαλαμίνιος ἦν ὁ. Τελαμώνιος· εἶτα δεδιὼς ἐπάγει “ἀμφοτέρω μὲν μᾶλλον.” ἔστι δὲ ἤθικὰ ταῦτα καὶ ἐγγὺς ἀληθείας, ἅπερ ἄκρως ἀπομιμεῖται ὁ ποιητής.
356. μίνυνθά περ] δεξιότητος ἀγγέλου σημεῖον· προσάγεται γὰρ
φάσκων ἐπʼ ὀλίγον ἔσεσθαι τὴν βοήθειαν.
366. θαυμαστῶς ἐφʼ ἑτέραν μάχην ἀπιὼν καὶ τῶν ἐνθάδε προνοεῖ ὡς γενναῖος καὶ πολεμόπειρος.
367. Δαναοὺς ὀτρύνετον] οὐ γὰρ εὔσχημον τὸ τοῖς ἡγεμόσι καὶ ὁμοτίμοις ἐντέλλεσθαι.
381. ὑπέρτατος] ὑπερμεγέθης. ἔστι δὲ ὁ στίχος ὅλος δακτυ- λικός.
382. ἄκρως τὸ ἔχοι· οὐ γὰρ ἔφη βάλοι, καίτοι ἐγχωροῦντος
τοῦ μέτρου. ἔστιν οὖν ἐπίτασις· ὃν οὐδὲ κατέχειν ἀμφοτέραις ἐδύ-
νατό τις, τοῦτον ῥηῖδίως τῇ ἑτέρᾳ ἀφίησιν Αἴας. καὶ τὸ οὐδὲ μάλʼ
ἡβῶν πρὸς ἐπίτασιν πλείονα ἔγκειται.
383. ὑψόθεν ἔμβαλʼ ἀείρας] ἤτοι μετεωρίσας τὴν χεῖρα πρὸς τὸ βιαιοτέραν γενέσθαι τὴν τρῶσιν.
385. *κυβιστῇ, ἢ δύτῃ, ἢ δελφῖνι. τὸ δὲ ἀρνευτῆρι παρὰ τοὺς
ἄρνας· καὶ γὰρ οὗτοι ἐπὶ κεφαλὴν ἑαυτοὺς ῥίπτουσιν, ὥσπερ ἀέρα
εὔδιον κηρύττοντες καὶ γαλήνην.
386. κάππεσʼ] ἤδη γὰρ ἐπιβεβηκότες ἦσαν τῷ τείχει. ὀστέα δὲ ἀπὸ μέρους τὸ ὅλον σῶμα· οὐ γὰρ ἐν τοῖς ἀναισθήτοις ἡ ψυχή.
388. μάλα ὤνησαν πολλοὶ ἐλθόντες βοηθοὶ Αἴας καὶ Τεῦκρος· ὅθεν καὶ τὰ ἄκρα τῆς Σαρπηδόνος στρατιᾶς παρείλοντο.
389. ἀρίστου γὰρ τοξότου τὸ ἐσκεμμένως βάλλειν καὶ τὰ καίρια τηρεῖν.
390. ἂψ δʼ ἀπὸ τείχεος ἆλτο] προσηρεικὼς τῷ τείχει ὁ Γλαῦκος πάλιν ἀναχωρεῖ, ἵνα μὴ τοῖς ἑτέροις Τρωσὶν αἴτιος γένηται δειλίας, καυχήσεως δὲ τοῖς Ἀχαιοῖς.
392. Σαρπήδοντι δʼ ἄχος γένετο] ἐδηλώθη ἡ διάθεσις τοῦ φίλου· διὰ γὰρ τὴν περίστασιν οὐκ ἐξάγειν, οὐ παραμυθεῖσθαι ἐδύνατο.
393. αὐτίκʼ ἐπεί τʼ ἐνόησεν] τὸ ἑξῆς, ἐπεὶ αὐτίκα ἐνόησεν· παρ- έλκει γὰρ ὁ τέ.
395. ἐκ δʼ ἔσπασεν ἔγχος] δῆλον ὅτι πλησίον ὢν καὶ τρῶσαι ἐκ χειρὸς δυνάμενος· ἤδη γὰρ ἐπέβη τῷ τείχει.
397. ἔπαλξιν ἑλών] καθέλκει τὴν ἔπαλξιν πρὸς τὸ εἰσπηδῆσαι· σαθρὰ δὲ οὖσα κατηνέχθη. τινὲς δέ φασι κάτωθεν λαβεῖν τὴν ἔπαλξιν· ἔστι γὰρ ταπεινὸν τὸ τεῖχος.
402. ἀλλὰ Ζεύς] ἄκρως κἀνταῦθα τῇ προσθήκῃ τὴν ἀποτυχίαν τοῦ Τεύκρου ἰάσατο. καὶ τοῖς βάλλουσι γὰρ χαρίζεται, καὶ Πατρό- κλῳ σώζει αὐτόν.
405. μεμαῶτα] μετὰ προθυμίας ἐφαλλόμενον.
406. χώρησεν] κατὰ τὴν ἀνάβασιν δηλονότι τὴν εἰς τὸ τεῖχος
ἐκωλύθη.
413. ὑποδδείσαντες] ἐπὶ δὲ τῶν Ἕλλήνων ἅμα τῷ δέει καὶ αἰδῶ παρα- λαμβάνει· οὐ γὰρ ὡς τυράννοις ἐξ ἐπιταγῆς ὑπακούουσιν οἱ Ἕλληνες.
416. δέ σφισι φαίνετο ἔργον] ἀνεφαίνετο αὐτοῖς μέγα ἔργον, οἷον ἡ μάχη μείζων καὶ δεινοτέρα καθίστατο.
417. οὔτε γάρ] ἀντίθεσις τὸ σχῆμα· ἀκριβῶς γὰρ ἴσα πρὸς ἴσα ἀντιτίθησιν.
421. ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον] περὶ ὅρων ἁμιλλῶνται· οὐδὲν γὰρ τούτου ἰσορροπώτερον.
422. μέτρ’] μέτρα τοὺς γεωμετρικοὺς καλάμους. ἐπιξύνῳ δὲ
κοινοὺς ὅρους ἐχούσῃ.
426. λαισήϊα] τὰ καὶ τῇ λαιᾷ δυνάμενα πάλλεσθαι ἀσπίδια.
430. συνελὼν τὸν περὶ πάντων λόγον ηὔξησε τὴν ἔμφασιν, καὶ ἐναργῶς τὸ τεῖχος ᾑμαγμένον δείκνυσιν.
433. ὥστε τάλαντα γυνὴ χερνῆτις] πάλιν τὸ ἰσοπαλὲς τῶν
μαχομένων παρέβαλε ζυγῷ· οὐδὲν γὰρ οὕτως ἀκριβὲς πρὸς ἰσότητα.
καὶ ἡ ταλαντεύουσα οὐκ ἔστι δέσποινα οἰκίας· ταύτην γὰρ οὐ λυπεῖ
πολλάκις τὸ παρὰ βραχὺ ἴσον. ἀλλʼ οὐδὲ θεραπαινίς· οὐ γὰρ αὗται
ζητοῦσι τὸ ἀκριβὲς εἰς τοσοῦτον, ἅτε δὴ ὑπὸ τοῦ δεσπότου τρεφό-
μεναι. ἡ δὲ τῇ ἀληθείᾳ χερνῆτις λίαν ἀκριβολογεῖται. ἔστι δὲ ἡ
χερσὶ τὰ πρὸς τὸ ζῆν ποριζομένη.
434. ἀμφίς] ἑκατέρωθεν· μή ποτε παριδοῦσα ἀποστερηθῇ ὀλίγου μισθοῦ τιμῆς. οὐ δύναται δὲ εἰς τὸ ἀμφίς εἶναι στιγμή· οὐδέποτε γὰρ ὁ ἐννεακαιδέκατος χρόνος τοῦ ἔπους διαστολὴν δέχεται.
437. ὑπέρτερον τῶν Ἑλλήνων. ἢ ὃ πρώην οὐκ εἶχεν.
439. * διαπρύσιον] διὰ παντὸς τοῦ πέρατος ἀκουσθῆναι δυνάμενον. ἢ διαπεράσιμον εἰς ἀκοάς. ἢ διαφανὲς καὶ σημαντικὸν, ἀπὸ τεῦ πυρός.
441. καὶ νηυσίν] πρὶν παρέλθῃ τὸ τεῖχος, βαρβαρικῷ ἔθει ἀλα-
ζονεύεται περὶ τῶν νεῶν, ὥστε φοβῆσαι τοὺς Ἕλληνας.
442. οὔασι πάντες ἄκουον] οὐ παρʼ ἑτέρων. ἢ ἀναπεπταμένοις τοῖς ὠσὶ καὶ προθύμοις.
445. τὸ σύντομον καὶ ἰσχυρὸν διὰ τοῦ ἁρπάξας ἐδήλωσεν.
446. ὕπερθεν] τῷ εἰς ἀέρα νεύοντι μέρει. τοῦτο δὲ διὰ τὸ εἶναι
εὐσύλληπτον, καὶ ἵνα ῥᾳδίως τῇ ὀξύτητι τὰς πύλας διασχίσῃ ὡς
πέλεκυς.
447. τὸν δʼ οὔ κε δύʼ ἀνέρε] διττὴ ἡ ἐπίτασις, καὶ τῶν δύο μὴ κινούντων τὸν λίθον, καὶ τοῦ ἑνὸς πάλλοντος ἐλαφρῶς.
451. ἄρσενος] ὅτι τραχύτερος. ἢ ὅτι ῥυπωδέστερος, ἢ ὅτι μέγας
ὁ τοῦ ἄρσενος πόκος, ἢ ὅτι ἐμφερὴς τῷ χρώματι καὶ τῇ τραχύτητι τοῦ
λίθου ἐστί. θέλει δὲ παραστῆσαι τὸ τοῦ λίθου μέγεθος.
456. ἐπημοιβοί] εἰς μέσον συνάπτοντες· οἱ δὲ, εἷς ἐφʼ ἕνα· μία δὲ ἐπʼ αὐτῶν κλεὶς ἥρμοστο.
458. εὖ διαβάς] συνεργεῖ γὰρ ἡ διάβασις πρὸς βιαιοτέραν τοῦ
βαλλομένου φοράν.
459. θαιρούς] τὸν ἄνω καὶ κάτω στρόφιγγα θαιροὺς καλεῖ. λέγον- ται δὲ θαιροὶ διὰ τὸ διʼ αὐτῶν θεῖν τὰς πύλας.
461. σανίδες δέ] πανταχόθεν ἐκίνησε τὴν ἐνέργειαν, ἐκ τοῦ
βαλόντος, ἐκ τῶν διαρριπτουμένων σανίδων, ἐκ τοῦ εἰσπηδῶντος καὶ
φοβερὸν βλέποντος, ἐκ τῆς τῶν ὅπλων λαμπηδόνος, ἐκ τῶν κατεχο-
μένων δοράτων, ἐκ τῶν ὑπερβαινόντων τὸ τεῖχος καθʼ ὃ μέρος ἔρρηξε
Σαρπηδὼν, ἐκ τῶν τρεχόντων εἰς τὰς πύλας καθʼ ὃ μέρος ἔρρηξεν
αὐτὰς ὁ Ἕκτωρ.
462. ὁ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ] οὐδέν τι τῶν ἔνδον δεινῶν
ὑπολογισάμενος. πάντα οὖν τοῦ θράσους σημαντικὰ καὶ τὰ ἑξῆς
ὀνόματα.
463. νυκτὶ θοῇ] νυκτὶ τὰ φοβερὰ ὁμοιοῦσιν, ὡς ἐκ τῶν ἐναντίων τοὺς εὐέκτους λέγουσιν ἡμέρους· παρὰ γὰρ τὸ ἡμέρα ἥμερος.
ὑπώπια] ἀπὸ μέρους ὅλος.
465. οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντιβολήσας] ὥσπερ ἐπὶ γραφῆς δείκνυσιν ὁποῖος ἦν ὁ Ἕκτωρ εἰσδραμὼν εἰς τὸ τεῖχος.
466. νόσφι θεῶν] ἅμα μὲν ἐπαίρει τὰ τοῦ Ἕκτορος, ἅμα δὲ καὶ τεχνικῶς ὑπὲρ Ἕλλήνων ἀπολογεῖται, ἀντισχεῖν πρὸς τὴν ἐκδρομὴν Ἕκτορος μὴ δυνηθέντων.
470. ἐσέχυντο] ἐμφαντικῶς τῷ ὀνόματι· διὰ στενῆς γὰρ γενο- μένης τῆς εἰσόδου καὶ ὠστιζομένων τῶν εἰσιόντων ἢ τῶν ἤδη εἰσελη- λυθότων.
1. ΖΕῪΣ δʼ ἐπεί] ἐρειφθέντος τοῦ τείχους καὶ τροπῆς γενο-
μένης λοιπὸν ἦν ἀναστῆναι Ἀχιλλέα. ὁ δὲ ποιητὴς μῆκός τε καὶ
ποικιλίαν περιποιεῖ διὰ τῆς ἀσχολίας τοῦ Διός. ἅμα δὲ ἐπειδὴ
ἔφθασε περὶ τοῦ Ἕκτορος προειπὼν “οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντι-
βολήσας νόσφι θεῶν” (Il. 12, 465), ἀναγκαίως τῷ ἀνυπόστατον
ἔχοντι τὴν δύναμιν τὸν Ποσειδῶνα ἀντιστρατεύει. πῶς δʼ ἂν ἐτόλ-
μησε Ποσειδῶν προελθεῖν μὴ ἀσχολουμένου Διός; διὰ τούτων δὲ
σχεδὸν βοῷ ὁ ποιητὴς οὐκ ἴδιον τῶν Τρώων γεγενῆσθαι τὸ κατόρ-
θωμα, ἀλλὰ τοῦ Διός. περιπαθῶς δὲ ἄγαν τὸ νηυσίν, οἷον οὐ τῷ
τείχει μόνον, ἀλλὰ καὶ ταῖς ναυσὶν, ἥπερ ἔτι μόνη τῶν Ἑλλήνων
ἐλπίς.
*ἐπεί σημαίνει τρία· τὸ ἐπεί, τὸ ὅτι, ὡς τὸ “ἐπεὶ πολὺν ὤλεσα
λαόν” (Il. 2, 115), καὶ τὸ ὅτε, ὡς νῦν, καὶ τὸ ἀφʼ οὗ.
*Τρῶας] κεχώρικε τῶν λοιπῶν Τρώων τὸν Ἕτορα κατʼ
ἐξοχήν. οὗτος καὶ μετὰ τὴν Ἰλίου πόρθησιν, καὶ μετὰ θάνατον
τὴν ἀπὸ τῶν θεῶν εὐτύχησε τιμήν. οἱ γὰρ ἐν Βοιωτίᾳ Θηβαῖοι
πιεζόμενοι κακοῖς ἐμαντεύοντο περὶ ἀπαλλαγῆς. χρησμὸς δὲ αὐτοῖς
ἐδόθη παύσεσθαι τὰ δεινὰ, ἐὰν ἐξ Ὀφρυνίου τῆς Τρωάδος τὰ Ἕκ-
τορος ὀστᾶ διακομισθῶσιν εἰς τὸν παρ᾿ αὐτοῖς καλούμενον τόπον
Διὸς γονάς. οἱ δὲ τοῦτο ποιήσαντες καὶ τῶν κακῶν ἀπαλλαγέντες
διὰ τιμῆς ἔσχον Ἕκτορα, κατά τε τὰ ἐπείγοντα ἐπικαλοῦνται τὴν
αὐτοῦ ἐπιφάνειαν. ἡ ἱστορία παρὰ Ἀριστοδήμῳ.
Ἕκτορα νηυσὶ πέλασσε] πρὸς τὸ δεύτερον ὑπήντησε· πρῶτος γὰρ Ἕκτωρ εἰσῆλθεν. ὑπεξεῖλε δὲ αὐτὸν ἰδίῳ.
2. τοὺς μέν] ἐὰν ἐπʼ ἀμφοτέρων λέγῃ, Τρώων καὶ Ἑλλήνων,
ἁπλούστερόν ἐστιν· ἐὰν δὲ περὶ τῶν Τρώων μόνων, ἐμφαίνεται ἦθος
κατακερτομοῦντος τοῦ ποιητοῦ ὅτι μάτην ἐπόνουν· οὐ γὰρ ἔμελλον
ἀλλοκότως ὑπὸ βαρβάρων ἁλώσεσθαι.
πόνος δηλοῖ τὴν ἐνέργειαν, ὡς τὸ “παύσαντο δὲ πόνου” (Il. 1, 467), ἢ τὴν κακοπάθειαν, ὡς τὸ “ἦ μὴν καὶ πόνος ἐστίν” (Il. 2, 291).
3. τὸ πάλιν τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ, σύνηθες δέ
ἐστιν Ὁμήρῳ. δηλοῖ δὲ ταῦτα ἡ λέξις· τὸ ἀλλαχοῦ, ὡς ἐνταῦθα·
τὸ ἐκ δευτέρου, ὡς τὸ “πάλιν ποίησε γέροντα” (Il. 16, 456). τὸ
εἰς τοὐπίσω· ὡς τὸ “χειρὶ πάλιν ἐρύσασα” (Il. 5, 836). καὶ τὸ
ἐναντίως· ὡς τὸ “οὐδὲ πάλιν ἐρέει” (Il. 9, 56). δείκνυσι δὲ ὅτι
οὐδὲν ἀθεώρητον τῷ δημιουργῷ θεῷ. φαεινώ δὲ διʼ ὧν τὸ φάος
δίδοται τοῖς ὁρῶσι.
*Πορφυρίου. αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ] ἀδύνατόν φασιν·
εἰ γὰρ ἀπετράπη ἀπὸ τῆς Ἰλίου ἐπὶ τὴν Μυσίαν κατὰ τὰ τῆς Ἀσίας
ἔθνη, ἀδύνατον τὴν Θράκην καθορᾶν οὖσαν ἐν τῇ Εὐρώπῃ. λύεται δὲ
ἐκ τῆς λέξεως· οὐ γὰρ λέγει τὴν Θρᾴκην αὐτὸν βλέπειν, ἀλλὰ τὴν
Θρᾳκῶν γῆν, ἧς ἦσαν ἄποικοι, κατοικοῦντες δὲ Ἀσίαν Βιθυνοί τε καὶ
οἱ Θυνοὶ Θρακῶν ἄποικοι.
5. Ἀγαυῶν Ἱππημολγῶν] Ἀγαυοὶ ὄνομα ἔθνους· οὗτοι δὲ ἵππους ἀμέλγοντες αὐτοὶ τῷ γάλακτι ἐτρέφοντο.
6. * Ἀβίων] τῶν βιοῖς μὴ χρωμένων, ἤγουν τόξοις.
πάντων Σκυθῶν ὑποκυψάντων Ἀλεξάνδρῳ μόνους Ἀβίους φασὶν
οὐχ ὑπεῖξαι, μόνον δὲ ἐπισκεψαμένους τὴν ψυχὴν τοῦ ἀνδρὸς ἐπικη-
ρυκεύσασθαι πρὸς αὐτόν. οὓς δικαιοτάτους φησὶ διὰ τὸ ἀνεπίμικτον,
ἣ ὅτι κοινοὺς ἔχουσι παῖδας καὶ γυναῖκας καὶ τὰ πάντα πλὴν ξίφους
καὶ ποτηρίου. τούτοις αὐτόματος ἡ γῆ φύει βοτάνας, ζῷον δὲ οὐδὲν
ἐσθίουσιν· ἄβιοι δὲ οἱ ἀνέστιοι.
10. ἄλη ἄλαιος, καὶ ἀλαός Αἰολικῶς. διδάσκει δὲ διαφορὰν ἐπιμελείας καὶ ῥᾳθυμίας. πιθανῶς δὲ τοὺς στρατηγοὺς καταστρα- τηγοῦντας ἀλλήλων ἐποίησεν· ὁ μὲν γὰρ Ζεὺς ἀποδημοῦντος ἐν Αἰθιοπίᾳ Ποσειδῶνος ἐπανάγει Ὀδυσσέα, Ποσειδῶν δὲ νῦν ἐνεργεῖ.
11. θαμάζων] θεωρῶν, ὡς τὸ “ἱστάμενοι θαύμαζον” (Il. 18, 490).
13. Θρηϊκίης] ἔστι γὰρ καὶ ἄλλη Σάμος περὶ Μυκαλησσὸν, καὶ ἑπέρα περὶ Πελοπόννησον.
15. ἕζετ’ ἰών] οὐ νῦν ἕζετο, ἀλλʼ ὅτε ἐκάκου τὰ Ἑλληικὰ ὁ
Ζεύς. ἔδει οὖν πρῶτον εἰπεῖν ὅτι ἐκάθισεν, εἶδ’ οὕτως ὅτι ἑώρα τὴν
μάχην.
18. κραιπνὰ ποσὶ προβιβάς] εἰ συνεχὲς, φησί, προέβαινε, πῶς παρακατιών φησι “τρὶς μὲν ὀρέξατο;” ἢ τάχα τό κραιπνά ἀντὶ τοῦ πρόθυμα καὶ ἰσχυρά.
20. τρὶς μέν] ὑπερφυῶς τοσαύτην θάλασσαν καὶ ἔθνη τρισὶ βή- μασι παρῆλθεν. τίνος δὲ ἕνεκεν ἐπὶ τὰς Αἰγὰς ἄπεισι, δυνάμενος ἐν Τροίᾳ εὐθὺς γευέσθαι μετὰ τὸ λιπεῖν τὴν Σαμοθρᾴκην; ἴσως οὖν πρὸς κατάπληξιν τῶν Τρώων ἄπεισι τὸ ξίφος ληψόμενος. αὗται δὲ αἱ Αἰγαὶ νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει, ὅθεν καὶ καλεῖται.
*Πορφυρίου. ἐζήτηται διὰ τί εὐθέος οὐ πορεύεται εἰς Τροίαν ὁ
Ποσειδῶν, ἀλλὰ τὸν χρόνον δαπανᾷ πορευθεὶς εἰς Αἰγάς. ῥητέον οὖν
ὅτι δυοῖν ἕνεκα πραγμάτοιν μεμηχάνηται αὐτῷ ἡ ἀποδημία, πρῶτον
μὲν ἵνα ἀποπλανήσῃ τὸν Δία ὡς ἀπολελοιπὼς τὸν πόλεμον, δεύτερον
δὲ ἵνα καθοπλισθῇ εἰς τὸν τοῦ Διὸς πόλεμον, ἐὰν ἄρα φωραθεὶς εἰς
τὴν συμμαχίαν κισδυνεύσῃ.
21. * Αἰγάς] πόλις Ἀχαΐας ἐν Πελοποννήσῳ, ἔνθα τιμᾶται ὁ
Ποσειδῶν, ἄγεται δὲ καὶ Διονύσῳ ἑορτὴ, ἐν ᾗ θαυμάσιον ἐπιτελεῖ-
σθαί φασιν, ἔργον ἐπειδὰν ὁ χορὸς συστὰς τὰς τοῦ δαίμονος τελετὰς
ὀργιάζῃ· ἄμπελοι γὰρ ἃς καλοῦσιν ἐφημέρους ἀνισχούσης μὲν
ἡμέρας βλαστάνονσι καρπὸν, ὥστε δρέποντας αὐτοὺς ἑσπέρας οἶνον
ἄφθονον ἔχειν. ἡ ἱστορία παρὰ Εὐφορίωνι.
κλυτὰ δώματα] τινὲς ὑποκλυζόμενα· οἱ δὲ διὰ τὴν δύναμιν τοῦ
23. ὑπʼ ὄχεσφι τιτύσκετο] ὑποζευγνὺς τοῖς ὄχεσιν εὐτρέπιζεν.
24. *ἐθείρῃσιν] ἔθειραι εἴρηνται αἱ τρίχες παρὰ τὸ ἐξ ἔθους εἴρεσθαι, ἤγουν συμπλέκεσθαι.
25. χρυσὸν δʼ αὐτός] πάντα ποιητικά· ἀπὸ γὰρ τῆς παρʼ ἡμῖν τιμωμένης ὕλης καὶ παρὰ θεοῖς λαμβάνει χρύσεα δώματα καὶ χρυ- σᾶς τὰς τῶν ἵππων ἐθείρας. καὶ νῦν δὲ χρυσὸν λαμβάνει, τουτέστι πανοπλίαν χρυσῆν, καὶ μάστιγα χρυσῆν· καὶ ἑξῆς τοῖς ἵπποις περι- βάλλει πέδας χρυσᾶς.
27. ἄταλλε] ἐσκίρτα· ἀπὸ τῶν νηπίων ἡ μεταφορά. ἐπὶ δὲ Ἑρμοῦ τὸ πέλαγος διανύοντος (Od. 5, 51) οὐδὲν τοιοῦτον γίνεται· τῷ δὲ τῆς θαλάσσης δεσπότῃ οἰκεῖα ταῦτα. τὸ δὲ ὑπʼ αὐτοῦ ἀντὶ τοῦ διʼ αὐτόν, ὡς τὸ “ὑπὸ τῆς νόσου ἀδυναμεῖ.”
28. πάντοθεν] ταῦτά εἰσι τὰ εἰς θεν τῷ ο παραληγόμενα καὶ
προπαροξυνόμενα ἐπιρρήματα, οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκά-
στοθεν ἀπόπροθεν πάντοθεν. τὸ δὲ κευθμῶν οἱ μὲν συγκοπήν φασιν,
οἱ δὲ ὅτι κευθμῶν Ἰακῶς εἴρηται.
29. γηθοσύνη] ὁ μὲν Ἀρίσταρχος ὀρθὴν αὐτήν φησιν, ὁ δὲ Ἡρω-
διανὸς δοτικὴν διὰ πολλῶν ἀποδείκνυσι. λέγει δὲ ὅτι τόπον παρεῖχε
τῷ θεῷ, καὶ οὐκ ἀνθίστατο κυμαίνουσα, ἀλλὰ διίστατο, ἤτοι ὡδοποίει.
31. ἐΰσκαρθμοι] εὖ σκαίροντες, ἢ εὔποδες. τινὲς δὲ καὶ τὸν δρό- μον σκαρθμὸν ὀνομάζουσιν, ἵνʼ ᾖ ταχεῖς.
*σκαρθμὸς δὲ κατὰ διάλεκτον ὁ πούς.
32. σπέος] σπήλαιον ἀφώτιστον, παρὰ τὴν σβέσιν.
37. ἀρρήκτους ἀλύτους] διχῶς ὁ δεσμὸς ἀφανίζεται, ἢ ῥήξει ἢ λύσει· ἄμφω δὲ συμπεριέλαβεν.
39. Τρῶες δέ] ἐπὶ τὰ πρῶτα ἐπαναφέρει τὸν λόγον· “οἱ δʼ ἐσέ-
χυντο νῆας ἀνὰ γλαφυράς.” πρὸς δὲ τὸ εὐκίνητον καὶ ἁρπακτικὸν
καὶ ἠχητικὸν τούτοις εἰκάζει, ὅθεν οὐδʼ ἐμψύχοις, οἷον λέουσιν ἢ
λύκοις, διὰ τὴν ἄλογον ὁρμήν. ἀκόλουθα δὲ καὶ τὰ ἐπιφερόμενα·
ἀπὸ γὰρ ἀνέμου καὶ πυρὸς ἦχος γίνεται.
41. ἄβρομοι] πολύβρομοι· φύσει γὰρ ὄντες θορυβώδεις τῇ νίκῃ πλεῖον θορυβοῦσιν. ἔλαβε δὲ τὸν μὲν βρόμον ἀπὸ τοῦ πυρὸς, τὴν δὲ ἰαχὴν ἀπὸ τῆς θυέλλης.
*αὐίαχοι] ἀντὶ τοῦ ἀνιάχοι· τοῦ γὰρ ν ἐξαιρεθέντος ὑπεισῆλθε τὸ ῡ, ὡς καὶ τὸ ἀγαθοὶ ἀγαυοί.
44. Ἀργείους ὤτρυνε] τὰ ἐναντία δύο ἔλαβε· δύο γάρ εἰσιν ὧν χρὴ προΐστασθαι, τῶν ἀσθενῶν πρὸς διόρθωσιν, καὶ τῶν ὑγιῶν πρὸς παίδευσιν.
45. ἐπεὶ ὑπὲρ Ἀχιλλέως κατʼ Ἀγαμέμνονος μέλλει λέγειν, πρὸς τὸ πιστωθῆναι Κάλχαντι εἴκασται.
49. ἄλλῃ] κατὰ ἄλλην παράταξιν· πένταχα γὰρ ἦσαν κοσμηθέντες.
52. περιδείδια] ὑπερδέδια. οὐκ ἀναστρέφεται δὲ ἡ περί, ὅτε τὸ περισσῶς δηλοῖ.
53. λυσσώδης] λύσσα γίνεται παρὰ τὸ τὰς σώας λύειν φρένας.
54. ὃς Διός] ἀλαζονεύεται· φησὶ γὰρ “τιοίμην δʼ ὡς τίετʼ Ἀθη- ναίη, ὡς ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν” (Il. 8, 540) καὶ “ἐπὴν ἐς νῆας ἵκωμαι, μνημοσύνη πυρὸς γενέσθω” (ib. 181).
59. σκηπανίῳ] Κυρηναῖοι οὕτω καλοῦσι τὸ σκῆπτρον. σκῆπτρον
δὲ καὶ δόρυ Ποσειδῶνος ἡ τρίαινα.
62. ὥστʼ ἴρηξ] παραβολικὸς, οὐ φανταστικὸς ὁ λόγος. ὠκύ- πτερος δὲ ὁ τὴν ὠκύτητα ἐν πτεροῖς ἔχων.
63. ἀπʼ αἰγίλιπος πέτρης] μέλλων γὰρ ἀεὶ θηρᾶν ἀνέρχεται ἐφʼ ὕψους.
64. ἕτερον τῷ εἴδει· τῶν γὰρ ὁμοφύλων ἱέραξ οὐχ ἅπτεται.
66. πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας] ὡς ἰδίαν ἔχων ὁ Τελαμώνιος δύναμιν οὐ ταχέως ἤσθετο τῆς ἐπικουρίας· ὡς δὲ ἀσθενέστερος ὁ Λοκρὸς εὐθὺς νοεῖ.
71. *ἴχνια] παρὰ τὸ ἵξω ἵγμαι ἵγνιον καὶ ἴχνιον.
ἀναχωροῦντος αὐτοῦ τὰς ἀποχαράξεις τῶν ποδῶν ἔγνων, φησὶ, μὴ ἀπομαξαμένας ἴχνος. τὸ δὲ ῥεῖα πρὸς τὸ ἀπιόντος· ῥᾳδίως γὰρ ἀπηλλάγη ὡς θεός.
82. χάρμῃ τῇ μάχῃ· ἡ γὰρ χαρὰ χάρμα καλεῖται. νῦν δὲ, ὡς Ἀρίσταρχος, τῇ εἰς τὸν πόλεμον προθυμίᾳ.
84. ἀνέψυχον] ἀναψῦξαι ἐστὶ τὸ ἀναπαῦσαι τὸ πνεῦμα καὶ ἐν ἀδείᾳ ἀναπνεῦσαι· καὶ γὰρ ἡ ψυχὴ πνεῦμά ἐστιν.
86. καί σφιν ἄχος] διπλοῦν ἦν αὐτοῖς τὸ δεινόν· τὴν μὲν γὰρ ψυχὴν ἄχος, τὸ δὲ σῶμα κάματος ἐδάμαζεν.
*ἄχος παρὰ τὸ χέω, μετὰ τοῦ στερητικοῦ ᾱ, τὸ μὴ διαχέον τὴν
ἐπʼ ἀλλοτρίοις κακοῖς· πάσχει γάρ τις καὶ σὺ ἐλεεῖς.
περιπαθῶς πάνυ, ὅτι ὁρῶντες ἐν ὄψει τὸ κακὸν ἐπαμύνειν ἤσαν
ἀδύνατοι· ὅθεν καὶ ἐπαναλαμβάνει τὸ “τοὺς οἵ γʼ εἰσορόωντες”
(88)· τὰ γὰρ σχετλιώτατα τῶν δεινῶν τὰ ἐν ὄψει ἐστὶν ὁρώμενα.
εἰς ἔσχατον δὲ προῆκται τὰ τῶν Ἑλλήνων· ὅρα γὰρ ἐπὶ τῆς παρα-
τάξεως στρατιώτας κλαίοντας ἐνόπλους, καὶ ταῦτα Ἕλληνας.
88. *ὑπ᾿ ὀφρύσι δάκρυα λεῖβον] οἱ γὰρ ὀφθαλμοὶ καθʼ Ὅμηρον ὑπὸ ταῖς ὀφρύσι· ὡς τὸ κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινώ” (Il. 14, 236). διὰ δὲ τούτων ἐδάκρυον.
95. αἰδώς] λείπει τὸ ἔστω. Ἑλληνικῶς δὲ τὸ τῆς αἰδοῦς προ-
βάλλεται, ὁ δὲ Ἕκτωρ τοῖς βαρβάροις οὐ τὸ αἰσχρὸν, ἀλλὰ τὸν
φόβον· εὖ δὲ καὶ τῆς ἀκμῆς ὑπομιμνήσκει ἐπὶ δειλίᾳ συγγνώμην
ἐχούσῃ· διὸ καὶ δὶς ἐπανέλαβε τὸ ὄνομα. οἱ δὲ τὸ κοῦροι ἀντὶ τοῦ
εὐγενεῖς.
96. ἁμάς] αὐτὸς γὰρ αὐτὰς εἰς Ἴλιον ἤγαγε· “καὶ νήεσσί”
φησιν “ἡγήσατʼ Ἀχαιῶν” (Il. 1, 71).
98. νῦν δὴ εἴδεται ἦμαρ] φαίνεται. λείπει δὲ τὸ τοῦ, τοῦ ὑπὸ Τρωσὶ δαμῆναι. ἀντὶ τοῦ προφανές ἐστιν ὡς ἐν τῇ νῦν ἡμέρᾳ ἀπο- λούμεθα. ἐντέχνως δὲ τὸ φιλότιμον αὔξει τῶν νέων, τὴν αἰτίαν τοῦ σωθῆναι καὶ ἀπολέσθαι αὐτοῖς ἀναφέρων.
101. Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας] ἐν ἤθει μετὰ θαύματος. μεγάλη δὲ ἡ ἔμφασις· ἔστι γὰρ μυρία προσυπακοῦσαι, οἷον τοὺς βαρβάρους ἐπὶ τὰς Ἑλληνικὰς, τοὺς δειλοὺς ἐπὶ τὰς τῶν γενναίων, τοὺς ὀλίγους ἐπὶ τὰς τῶν πλεόνων.
102. φυζακινῆς] ἐντέχνως τῷ ψόγῳ τῶν Τρώων ἐνέβαλε τὴν
κατηγορίαν Ἑλλήνων· ποῖοι γὰρ ἂν εἶεν οἱ ὑπὸ τοιούτων ἡττώμενοι;
103. θώων] ὅμοιον ὑαίνῃ τὸ ζῷον. φασὶ δὲ αὐτὸ ἅμα τῷ τίκτε- σθαι βαδίζειν· ἡ δὲ βάδισις αὐτοῦ ἁλματώδης.
ἤϊα τὰ τοῦ εἶναι αἴτια, ἢ τοῦ ἰέναι· οἱ γὰρ πεινῶντες τὰ γυῖα βαρύνονται.
* ἤϊα δὲ τὰ βρώματα, οὐ τὰ ἐν οἴκῳ, ἀλλὰ τὰ ἐν τῇ ὁδῷ· “δεῦτε
αἱροῦσιν.
108. μεθημοσύνῃσί τε λαῶν] καλῶς οὐκ εἶπεν ἀσθενείαις, ἀλλὰ μεθημοσύναις. λέγει δὲ τὰ εἰς ἀρέσκειαν τοῦ πλήθους· οἶδε γὰρ αὐτοὺς ἀεὶ παρὰ τὰς ἀτυχίας μεμψιμοίρως ἔχοντας τοῖς τυράννοις.
109. οὐκ ἐθέλουσιν] εὖ τὸ μὴ φάναι οὐκ ἐθέλετε· πρὸς βασιλι-
κοὺς γὰρ ἄνδρας ὁ λόγος, οὓς ἐλέγχειν ἀντικρὺ παρῃτήσατο. ἐπὶ δὲ
τὸν ὑποτεταγμένον ὄχλον τὸν λόγον ἔτρεψε, καὶ δοκεῖ μὲν κατὰ τῶν
ἄλλων λέγειν, ἡ δʼ ἐπαναφορὰ πρὸς τοὺς ἀκούοντας γίνεται.
115. ἀκεώμεθα] τὴν ἑαυτῶν ἀμέλειαν θεραπεύσωμεν. τινὲς δὲ
τὴν εἰς Ἀχιλλέα ἀτιμίαν· ῥᾷστον γὰρ πρὸς ἐπανόρθωσιν τὸ ἁμαρ-
τηθὲν τοῖς ἐναρέτοις ἀνδράσιν.
*τὸ δὲ ἀκεώμεθα ἀντὶ τοῦ ἰασώμεθα διὰ τάχους τὸ γεγονὸς ἁμάρ- τημα· εὐίατοι γὰρ καὶ εὐθεράπευτοι αἱ τῶν ἀγαθῶν φρένες, ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατιθέμεναι, εὐθεράπευτοι οὖσαι. ἢ θεραπευτικαί εἰσι.
117. πάντες ἄριστοι ἐόντες] τῷ ἐπαίνῳ θεραπεύει καὶ μειζόνως ἐλέγχει ὡς διαφθείροντας τὴν φύσιν τῇ ῥαθυμίᾳ.
120. ὦ πέπονες] τινὲς ἀντὶ τοῦ προσηνεῖς· τάχα γὰρ παραμυ- θεῖται αὐτούς. μεῖζον δὲ κακόν, δηλονότι τοῦ νῦν.
122. αἰδῶ καὶ νέμεσιν] τήν τε κοινὴν αἰσχύνην καὶ τὴν ἐξ ἄλλων
προσγινομένην μέμψιν. μεγάλη γὰρ, φησὶ, πολέμου φιλονεικία
διανίσταται.
123, 124. μετὰ θαύματος τὸ δίστιχον προενεκτέον, ὡς τὸ “Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας” (101). βοὴν δὲ ἀγαθὸν αὐτὸν καλεῖ πρὸς ἐρεθισμὸν ἐκείνων.
125. κελευτιόων] κελευτής κελευτιῶ κελευτιόω. ἴσως δὲ οὐ τὸ προστάσσων δηλοῖ, ἀλλὰ τὸ διεγείρων.
* γαιήοχος] ὁ Ποσειδῶν ὁ ἔχων ἤγουν βαστάζων τὴν γῆν· ἐπὶ
γὰρ τοῦ ὕδατος ἡ γῆ ἐστήρικται. ὁ αὐτὸς καὶ ἐννοσίγαιος ὡς κινῶν
127. οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο] ἀλλὰ μᾶλλον θαυμάσειεν. ἔστι
δὲ μετὰ συλλογισμοῦ ὁ ἔπαινος, οὐκ αὐτοῦ τοῦ λέγοντος ἐκτιθεμένου
τὴν εἰκόνα τοῦ πράγματος, διʼ ἐμφάσεως δὲ καταλείποντος τοῖς
ἀκροαταῖς σκοπεῖν ὁποῖαί τινες ἦσαν.
130. φράξαντες δόρυ δουρί] συνέβαλον μὲν ἀλλήλοις φαλαγ-
γηδὸν, συμβαλόντες δὲ διέλυον τὴν φάλαγγα, ἐπεὶ πῶς ὥρμων καὶ
ὑπεχώρουν καὶ ἐσκύλευον: καὶ ἔοικεν ὡσεὶ πρόπειρά τις εἶναι τῆς
ὑπομονῆς τῶν πολεμίων. ἢ πρὸς τὸ ἀναδέξασθαι τὸν Ἕκτορα ἐπύ-
κνωσαν ἑαυτούς. πάντες μὲν οὖν ἐν ἀσπίσι καὶ θώραξι καὶ κράνεσι
καὶ λόγχαις· τούτων δὲ οἱ μὲν πρωτοστάται κατὰ τὸ μέτωπον ἦσαν,
πάντες ὁμοίως τὰ δόρατα κατὰ τὴν προβολὴν ἔχοντες· κατόπιν δὲ
τούτων οἱ δευτεροστάται, κατὰ τὰ δεξιὰ πλευρὰ τῶν πρωτοστατῶν
προβεβληκότες τὰ δόρατα, μείζω δυσὶ πήχεσιν· οἱ δὲ τρίτοι παρ᾿
ἀμφοτέρους ὁμοίως, ὥστε εἰς τρεῖς ἀρχὰς ἀνέχειν τὰ δόρατα· οἱ
τέταρτοι δὲ καὶ πέμπτοι τὰς αἰχμὰς εἶχον ὀρθὰς, ὡς εἴ τι κενοῖτο
τῆς τάξεως τιτρωσκομένων ἢ φονευομένων, τοῦτο πληροῦν.
*προθελύμνῳ] Ἀνδρόμαχος ἐν ἐτυμολογικοῖς φησὶ κυρίως λέγεσθαι
προθέλυμνα τὰ ἐπαλλήλους κλάδους ἔχοντα δένδρα, διὰ τὸ θηλυμα-
νεῖν.
132. φάλοι μὲν τὰ προμετωπίδια ἐπαναστήματα, ὧν καὶ ὁ λόφος ἔχεται, λόφος δὲ τὸ τῆς μέσης περικεφαλαίας ἐκ τριχῶν ἀνάστημα. τὸ δὲ πᾶν οὕτως, οἱ τῶν κορύθων λόφοι ἀλλήλων ἔψαυον. ἱππόκομοι δὲ αἱ ἱππείους ἔχουσαι κόμας.
134. ἔγχεα δʼ ἐπτύσσοντο] αὐτὰ τὰ ἔγχη κραδαινόμενα πτυσ- σομένοις ἔοικε. γίνεται δὲ ἐκ τοῦ πτύω τὸ βάλλω πτύσσω πλεο- νασμῷ τοῦ σ. θρασειάων δὲ τῶν θρασείαις ψυχαῖς ὑπηρετουσῶν.
136. προὔτυψαν] προπαρενέβαλον ἢ προσέπεσον καὶ συνῆλθον. ταῦτα δὲ τῇ εὐημερίᾳ θαρροῦντες.
137. *ὀλοοίτροχος] ὁ ἐν τῷ τρέχειν ὀλοὸς, ἐπεὶ καταφερόμενος πᾶν τὸ ἐμπῖπτον βλάπτει.
*ὅλος τροχοειδής. οἱ δὲ ἐν τῷ τρέχειν δεινός. καλῶς δὲ βάρ- βαρον καὶ ἄλογον ὁρμὴν ἀψύχῳ βάρει εἴκασεν.
139. ἀναγκαίως τὸ ἀσπέτῳ πρὸς τὸ δυνηθῆναι πέτραν ῥῆξαι. ἀναιδέος δὲ τῆς ἀνενδότου καὶ σκληρᾶς. τὰ δὲ ἔχματα τὰ ἐξέ- χοντα καὶ μὴ ἐῶντα κυλισθῆναι αὐτόν.
141. ἀσφαλέως] ἀνεμποδίστως, μὴ σφαλλόμενος τῆς τοῦ θεῖν σφοδρότητος.
143. εἵως] ἕως τινὸς μέν. οἱ δὲ ἀντὶ τοῦ τέως.
146. μάλʼ ἐγχριμφθείς] ἀντὶ τοῦ λίαν ταῖς φάλαγξιν ἐμπελασθείς.
147. ἀμφιγύοισιν] ἀμφοτέρωθεν βλάπτουσι καὶ γόον ἐπάγουσιν,
ἀπὸ αἰχμῆς τε καὶ στύρακος.
149. διαπρύσιον] διαφανὲς, τουτέστι τῇ φωνῇ ὡς πυρσῷ ἐσή- μανεν. ἢ τὰς πάντων διαπερῶν ἀκοάς.
151. παρμένετʼ] περιμένετε ἀλλήλους. αὐτὸς γὰρ ἔχει Δία, καὶ οὐ προσδεῖταί τινος.
153. οἴῳ] ἄμεινον εἶναι μόνῳ, ἵνα μὴ Ἕκτωρ διστάζῃ, ἢ τὸ ὀΐω ἀντὶ τοῦ πέπεισμαι· “ἢ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν” (Il. 1, 78).
155. μένος λέγει τὴν προθυμίαν, παρὰ τὸ μένω τὸ προθυμοῦμαι.
158. ὑπασπίδια προποδίζων] οὐ προβάλλων τὰ ἴχνη πρὸ τῆς
ἀσπίδος. ἐν βραχεῖ δὲ δεδήλωται ὁ μετέωρα βαίνων καὶ τῷ κύκλῳ
τῆς ἰδίας ἀσπίδος τὸ σῶμα κρύπτων.
*ἐκ τούτου δῆλον ὅτι οὐκ εἶχεν ὁ Δηίφοβος ἀμφιβρότην ἀσπίδα.
160. καὶ βάλεν οὐδʼ ἀφάμαρτε] βάλλειν καὶ οὐχ ἁμαρτεῖν παρὰ τῷ ποιητῇ τὸ αὐτὸ δηλοῖ· οἷον ἐπέτυχεν, ἀλλʼ οὐκ ἀπέτυχεν.
161. τῆς δʼ οὔτι διήλασεν] οὐδὲ τὸ τυχὸν, φησὶ, διʼ αὐτῆς ἦλθε.
162. ἐν καυλῷ] ἀντὶ τοῦ κατὰ τὸν καυλὸν, ὡς τὸ “ἄξαντ᾿ ἐν πρώτῳ ῥυμῷ” (Il. 6, 40). λέγει δὲ τὸ καθιέμενον εἰς τὸ κοῖλον τοῦ δόρατος μέρος.
165. χώσατο] συνεχύθη τὴν ψυχήν· οὔτε γὰρ ἐπὶ χαρᾶς οὔτε
ἐπὶ ὀργῆς τίθεται. καὶ φθέγγεται μὲν οὐδέν (οὐ γὰρ οἰκεῖον ἦν τῷ
καιρῷ), τῇ δὲ ψυχῇ λελύπηται.
168. οἰσόμενος] ἑαυτῷ. διὰ τί δὲ οὐκ ἄλλον πέμπει, ἀλλʼ αὐτὸς
ἄπεισιν: ὅτι ἐν τῷ θορύβῳ κεχώρισται τῶν δορυφόρων, καὶ ἡ σκηνὴ
πλησίον ἦν, καὶ οἱ πεμπόμενοι οὐχ ὁμοίως ταχεῖς· καὶ παρὼν δὲ
ὅμοιος ἦν τῷ μὴ παρόντι δόρυ μὴ ἔχων. τοὺς μὲν οὖν ὡς τραυματίας
*διαφέρει δὲ τὸ οἴσων τοῦ οἰσόμενος· οἴσων μὲν γὰρ ἑτέρῳ,
ὡς τὸ “οἴσετε δʼ ἄρνα λευκόν” (Il. 3, 103), οἰσόμενος δὲ
ἑαυτᾷ.
171. Ἴμβριον αἰχμητήν] πιθανῶς ἐφʼ ἑκάστῳ τῶν ἐπισήμων τὴν διήγησιν κατὰ τὰς ἀναιρέσεις ἐκφέρει· τὸ μὲν γὰρ προεκθέσθαι περὶ ἑκάστον περιττὰν, τὸ δὲ ἐν τοῖς συμπτώμασι παραδιηγεῖσθαι πι- θανόν.
179. ἥ τʼ ὄρεος κορυφῇ] ἐν πεδίῳ γὰρ οὐ φύεται ἢ μικρά. ἔμ- φασιν δὲ ἔχει ἄνωθεν πίπτουσα ἡ μελία. περιφαινομένου δὲ περιορωμένου, ἢ ὑπερφαινομένου.
180. φύλλα τοὺς κλάδους, ὡς οὗτος τὰ ὅπλα· τέρενα δὲ τὰ χλωρά. ἔοικε δὲ ὁ ποιητὴς τῇ μελίᾳ συνάχθεσθαι.
181. * βράχε] ὠνοματοπεποίηκεν. ἐντεῦθεν δὲ ἀπὸ τοῦ ἤχου τῶν ὑδάτων καὶ τὸ βρέχειν ὠνόμασται.
184. ἄντα ἰδών] λείπει τὸ φερόμενον. χάλκεον δὲ ἀπὸ μέρους.
187. δούπησεν δὲ πεσών] κατὰ καρδίας καὶ πνεύμονος ἡ πληγή· διὸ ταχεῖα καὶ ἡ πτῶσις.
191. τὴν εὐθεῖαν χρώς φησιν ὁ ποιητὴς, τὰς δὲ πλαγίας ὡς ἀπὸ τοῦ χροῦς κλίνει. καὶ συντίθησι δὲ τὴν λέξιν, ταμεσίχροας (Il. 13, 340.) λέγων ὡς ἀπὸ τῆς ταμεσίχρους εὐθείας. οὕτως δὲ καλεῖ καὶ τὴν ἐπιφάνειαν καὶ τὴν ἐντοσθίδιον σάρκωσιν.
πᾶς] ὅλος Ἕκτωρ, ἢ ὁ χρὼς αὐτοῦ.
192. ὀμφαλόν] τὸ μέσον, ἢ τὸ ἐπιτιθέμενον αὐτῇ πρὸς κόσμον.
194. νεκρῶν ἀμφοτέρων] ὥστε μήτε τὸν πολέμιον σκυλεῦσαι μήτε τὸ τοῦ οἰκείου σῶμα λαβεῖν.
198. τὰ ἐν τῇ παραβολῇ ὡς καθʼ ὑπόθεσιν ἐκδεκτέον. οὐ γὰρ
συμμαχοῦσιν ἀλλήλοις λέοντες, ἀλλὰ τοῦ ἑνὰς ἁρπάσαντος συναρ-
πάζει ὑπαντῶν ὁ ἕτερος, ἑκατέρου τὴν ἄγραν εἰς ἑαυτὸν κατάγοντος,
ὡς καὶ Αἰσχύλος (Fr. 33) “εἷλκον ἄνω λυκηδόν.”
199. *ῥωπήϊα] οἱ τόποι ἐν οἷς ῥῶπες φύονται. ῥῶπες δὲ πολύ- φυλλα καὶ ἱμαντώδη φυτὰ δρυῶν.
203. κόψεν Ὀϊλιάδης] οὐ γὰρ ἦν τοῦτο τῆς μεγαλοπρεπείας τοῦ Τελαμωνίου τὸ νεκροῦ τεμεῖν κεφαλὴν καὶ τοῖς πολεμίοις ῥίπτειν, ἀλλὰ περὶ τοὺς ζῶντας ἐπονεῖτο.
ὑπεραπολογεῖται αὐτοῦ ὁ ποιητὴς παρεντιεὶς τὸ κεχολωμένος.
θαυμαστῶς δὲ τῇ ἐπεξεργασίᾳ χρῆται· ὁ μὲν Ἕκτωρ τοῦ Ἀμφι-
μάχου οὐδὲ τὸ κράνος ἀφελεῖν ἐδυνήθη, ὁ δὲ Ἕλλην οὐ μόνον τὰ
ὅπλα ἐσύλησεν, ἀλλὰ καὶ τὸ σῶμα ἐλυμήνατο. ὠμὸν δέ φασι καὶ
οὐχ Ἑλληνικὸν τὸ ἔργον· ἀλλὰ σύγγνωστον ὑπὲρ φίλου ἀγανακ-
τοῦντι, ὃ δηλοῖ καὶ τὸ ἐπιφώνημα.
204. σφαιρηδόν] δίκην σφαίρας. τὸ δὲ ἑξῆς οὕτως, ἧκε δέ μιν
διʼ ὁμίλου σφαιρηδὸν, συστρέψας τὴν χεῖρα πρὸς τὸ εὔτονον τῆς
βολῆς. χαρίεν δὲ τὸ σύμπτωμα· ὁ μὲν γὰρ ἁπλῶς ἔρριψεν εἰς τοὺς
πολεμίους, συνέβη δὲ παρὰ τὸν Ἕκτορα ἐνεχθῆναι τὴν κεφαλὴν
ὥσπερ εἰς ἔλεγχον ὧν αὐτὸς ἀπέτυχεν.
207. υἱωνοῖο] τοῦ Ἀμφιμάχου δηλονότι, ὃν ὁ Ἕκτωρ ἀνεῖλεν.
210. δουρικλυτός] ἁρμόδιον τὸ ἐπίθετο· οἱ γὰρ λοιποὶ Κρῆτες τοξόται μόνον ἦσαν.
211. ἑταίρου] λείπει τὸ τίνος· οὐ γὰρ ἐξ ὀνόματος αὐτὸν ἐκάλε-
σεν ὅστις ἦν. λέγει δὲ ὅτι συνήντησεν αὐτῷ ἐρχόμενος ἀπὸ σκηνῆς
τινὸς ἑταίρου, οὗ καὶ ἡ σκηνὴ πλησίον τῆς μάχης ἦν, καὶ εἰς τὴν
ἰδίαν πόρρω οὖσαν ἀπιών. πρὸ Μηριόνου δὲ ἀναχωρεῖ τῆς μάχης.
212. ἰγνύην λέγει τὸ ὀπίσω τοῦ γόνατος μέρος, παρὰ τὸ ἱκνεῖ- σθαι. ἦλθε δὲ ἀντὶ τοῦ ἀπηνέχθη εἰς τὴν σκηνήν.
216. εἰσάμενος φθογγὴν] ἀπὸ μέρους δηλονότι τὸ ὅλον σῶμα.
219. Ἰδομενεῦ] ὁ μὲν ἀκροατὴς ἀκούσας τὸ “καὶ τότε δὴ περὶ
κῆρι Ποσειδάων ἐχολώθη” προσδοκᾷ τινὰ συμβολὴν πολέμου γενέσθαι
μεγίστην· ὁ δὲ ποιητὴς φιλοποίκιλος ὢν ἄλλα ἐπεισάγει, τὴν συνάν-
τησιν αὐτοῦ, τὴν ἐρώτησιν καὶ ἀπόκρισιν, τὸν ὁπλισμὸν Ἰδομενέως,
καὶ ἕτερα. ἀπειλαὶ δὲ αἱ καυχήσεις.
224. οὔτε τις ὄκνῳ] πάντα περιέλαβεν ἐξ ὧν ἄν τις αἰτιαθείη·
ἢ γὰρ διʼ ἀπειρίαν ἢ διὰ δέος ἢ διʼ ὄκνον φεύγουσι τὰ δεινά.
228. μενεδήϊος] μένων τοὺς δηΐους. Ἑλληνικὸν δὲ τὸ φρόνημα· οὐ γὰρ ἀποκάμνει ταῖς τύχαις, ἀλλὰ καὶ ἄλλους προτρέπεται.
233. κυνῶν μέλπηθρα γένοιτο] παίγνια· μετὰ κόρον γὰρ σφαι-
235. ἀλλʼ ἄγε] Ἑλληνικῶς τε καὶ λίαν φιλαλλήλως εἰς προθυ- μίαν ἀλείφουσιν ἀλλήλους, ὃ χαρακτὴρ γενναίων.
236. σπεύδειν] μετὰ κακοπαθείας καὶ ταλαιπωρίας ἐνεργεῖν.
237. οὐδεμίαν καταλείπει τοῖς γενναίοις πρόφασιν εἰς τὸ μὴ ἀνδρίζεσθαι, εἴγε καὶ δειλοὶ ἀλλήλοις συνιόντες συμφέροντα δρῶσιν ἔργα. εἰ γὰρ τῶν μάλα λυγρῶν συμφέρουσα γίνεται ἡ ἀρετὴ, πόσῳ μᾶλλον τῶν γενναίων;
238. νῶϊ δέ] τὸ φορτικὸν ἐξέφυγεν, εἰπὼν ὅτι καὶ γενναίοις
ἰσόμαχοί ἐσμεν ἡμεῖς· ἐπιστάμεθα γὰρ ἀντὶ τοῦ δυνάμεθα.
242. ἀστεροπῇ ἐναλίγκιος] πρὸς τὴν λαμπρότητα τῶν ὅπλων καὶ πρὸς τὸ τάχος τοῦ φοροῦντος ἡ ὁμοίωσις. οὐκ ἐπειδὴ δὲ ἔτρεχεν, ἔλαμπεν, ἀλλʼ ὅτι καὶ ἔτρεχε καὶ ἔλαμπεν ὁ χαλκὸς, ἀστεροπῇ αὐτὸν εἰκάζει.
249. ἐν ἑνὶ στίχῳ καὶ τῆς συγγενείας καὶ τῆς ἰσχύος καὶ τῆς φιλίας αὐτὸν ὑπέμνησεν.
251. ἠέ τι βέβληαι] ἆρα μέρος, φησὶ, τι τοῦ σώματος ἐτρώθης, καὶ ἡ ἀκίς σε τείρει;
252. ἠέ τευ ἀγγελίης] ἀπό τινος, ἢ περί τινος. τὸ δὲ μετʼ ἐμέ
ἀντὶ τοῦ ἐπʼ ἐμέ ἢ περὶ ἐμέ.
257. κατεάξαμεν ὃ πρὶν ἔχεσκον] πληθυντικῷ ἑνικὸν ἐπήγαγεν Αἰολικῶς. οἱ δὲ κατέαξα μὲν, ἵνα ᾖ, ὃ πρὶν μὲν εἶχον, κατέαξα.
261. ἐνώπια παμφανόωντα] τοὺς κατὰ τὴν εἴσοδον τοίχους, ἤτοι
τοὺς ἀπέναντι τῶν εἰσόδων. οἱ δὲ τὰ πρόθυρα διʼ ὧν τὸ φῶς εἰσέρ-
ἀργεῖν.
262. οὐ γὰρ ὀΐω] οὐκ ἀλαζονεύεται, ἀλλʼ ἐρεθίζει αὐτὸν, λελη- θότως ἐπιδεικνὺς ὡς ἔστι καὶ πολεμίου δόρατι ὡπλισμένον μὴ ἀργεῖν.
265. γανόωντες] στίλβοντες, ἀπὸ μεταφορᾶς τῆς γῆς τῆς κομώ-
σης τοῖς καρποῖς.
268. οὐ σχεδὸν ἔστιν ἑλέσθαι] δηλοῖ ὅτι ἄκων τῆς μάχης ὑπο- λείπεται, ὅπου μηδὲ ἐφʼ ὃ ὥρμηται βαδίζειν ἐθέλει, ἀλλὰ ἀναδύεται.
269. οὐδὲ γὰρ οὐδʼ ἐμέ] τὸ ἓν οὔ περιττεύει. τὸ δὲ λελασμένον ἀντὶ τοῦ ἐπιλήσμονα, ἢ ἐπιλαθέσθαι.
270. μετὰ πρώτοισι] ἀντὶ τοῦ ἐν πρώτοις. δοτέον δὲ Μηριόνῃ τὸν ἔπαινον πρὸς ἰδίαν ὠφέλειαν. Ἰδομενεὺς μὲν γὰρ αὐτὸν ἀπὸ τῶν ἰδίων ἐγκωμίων προτρέπεται· ὁ δὲ ἀντεπεισάγει ὡς αὐτεπάγγελτός ἐστιν ἐν τῇ μάχῃ.
275. ἀρετήν] τὴν κατὰ τὸν πολεμον ἀνδρείαν. τὸ δὲ ταῦτα
λέγεσθαι ἀντὶ τοῦ περὶ τούτων λέγειν.
276. * εἰ γὰρ νῦν] οὕτως συντακτέον· εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι ἐς λόχον· οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο. τὰ δὲ λοιπὰ διὰ μέσου πρὸς τὸ δυσυπομόνητον εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν ἐνέδραν.
277. ἔνθα μάλιστʼ] ἐν μὲν γὰρ τοῖς πολέμοις ἔστι συνιδεῖν πρὸς ποίους καὶ πόσους πολεμοῦμεν· ἐν δὲ τοῖς λόχοις εὐτολμία φανεροῦται.
279. κακοῦ] τοῦ δειλοῦ· ψυχῆς γὰρ κάκωσις ἡ δειλία.
281. μετοκλάζει] ὀκλάζων μετακαθέζεται ὁ δειλός· ἢ ὁ θυμὸς
αὐτὸν ὀκλάζειν ποιεῖ. ἐπεξηγεῖται δὲ τὸ μετοκλάζει διὰ τοῦ ἐπʼ
ἀμφοτέρους πόδας ἵζει. ἀκόπως δὲ τὸ σχῆμα τοῦ ἀποδειλιῶντος
ἐσήμανε καὶ συμμεταβάλλοντος τὸ σῶμα ταῖς τῆς ψυχῆς μεταβο-
λαῖς· ἅμα καὶ τοῦ δειλοῦ. ἐζωγράφησε δὲ ἀμφοτέρους, παρακαλῶν
ἡμᾶς εἰς ἀλκήν.
282. κῆρας ὀϊομένῳ] πολλοὺς θανάτους ὑπονοοῦντι.
284. οὔτε τι λίην] ἀντὶ τοῦ οὐδὲ ὅλως. ἢ ὅτι τὸ μηδὲ ὅλως φοβεῖσθαι ἀναισθησία· ἡ γὰρ ἀρετὴ μεσότης, οὐκ ἀκρότης.
287. τεόν γε] τοῦ θαρσαλέου δηλονότι. λείπει δὲ τὸ τίς.
291. προμάχων ὀαριστύν] τὴν μάχην μεταφορικῶς· κυρίως γὰρ
ὀαρίζειν τὸ διδόναι τι καὶ λαμβάνειν καὶ ὁμιλεῖν.
292. νηπύτιοι] πνυτὸν γὰρ τὸν φρόνιμον ἔλεγον· ὅθεν καὶ τοῦτο μετὰ τοῦ νη στερητικοῦ καὶ τῆς ἀποβολῆς τοῦ ν.
297. μέγα πτολέμοιο μεμηλώς] πολλὴν φροντίδα μάχης ἔχων.
298. οἷος δὲ] δύο δυσὶ πολεμικοῖς δαίμοσιν ἀπείκασεν, ἐμφερῆ
λαβὼν εἰκόνα. ἅμα δὲ καὶ τὴν τάξιν διὰ τῆς εἰκόνος τετήρηκεν·
ὡς γὰρ ὁ Φόβος τῷ πατρὶ ἕπεται ἐν τῇ τάξει, οὕτω, καὶ ὁ Μηριόνης
τῷ φίλῳ, νέος τε πρεσβυτέρῳ, καὶ τὴν τοῦ θεράποντος χώραν ἔχων.
πόλεμονδε μέτεισι] ἢ τὸ δε περισσὸν, ἢ τῷ μετά, ἵνʼ ᾖ πόλεμόνδε εἶσι.
299. ἀεὶ Ἐνυαλίῳ πὸν Μηριόνην εἰκάζων, νῦυ τὴν δευτέραν ἀπέ- νειμεν αὐτῷ τὸ άξιν διὰ τὸ σὺυ Ἰδομενεῖ εἶναι.
301. ἐκ Θρῄκης] ὅτι παρʼ αὐτοῖς μᾶλλον τιμῶνται καὶ διαπρί- βουσιν.
Ἐφύρους λέγει τοὺς Θεσπρωτούς· μάχιμοι δὲ οὗτοι καὶ δραστή- ριοι· Φλεγύας δὲ τοὺς Γορτυνίους.
307. Δευκαλίδη] ἀπὸ τοῦ Δευκαλιωνίδη κατὰ συγκοπὴν ἐγένετο. τὸ δὲ πῆ ἀντὶ σοῦ ποῦ.
309. ἐπεὶ οὔ ποθι] οὐδαμοῦ, φησὶν, ἐνδεεῖς τοσοῦτον οἶμαι τῶν
βοηθησόντων εἶναι τοὺς Ἀχαιοὺς, ὅσον ἐπὶ τὰ ἀριστερά· ἐκεῖ γὰρ
ἐρράγη τὸ τεῆχος, καὶ ὁ Ἕκπωρ ἐκεῖ ἐμάχετο.
315. ἄδην ἐλόωσι] λίαν ἀπελάσουσι· γίνεται δὲ τὸ ἄδην παρὰ τὸ ἄδος, ὃ δηλοῖ τὸ πλῆθος. ἐσσύμενον δὲ τὸ ἐφιέμενον.
321. μέγας Τελαμώνισς Αἴας] ὄντως μέγας ὁ Αἴας ἐστὶ, καὶ
ὑπʼ αὐτῶν ἐπαιοεῖπαι διὰ τὴν ἀοδρείαν.
322. ἔδοι] πολλάκις γὰρ θεοὶ ἀνδράσιν ὁμοιοῦνται· διὸ προσέθηκε τὸ ἔδοι. ἀκτή δὲ πὸ προηγμένον καὶ τῶν ἄλλων προτιμηθέν.
324. οὐδʼ ἂν Ἀχιλλῆι] θέλει λέγειν ὅτι τὸ βίαιον Ἀχιλλέως μόνος Αἴας ὑπομένει. ἐναβρύνεται δὲ ἀεὶ τῷ Ἀχιλλεῖ.
325. ποσὶ δʼ οὔπως ἔστιν ἐρίζειν] δικαίως· πρεσβύτερος γάρ ἐστιν. ἡ δὲ τοῦ τάχους ὑπεξαίρεσις τὸ τῆς ἀλκῆς πιστὸν ἐμφαίνει.
326. ὧδ’] οὕτως ὡς ἔχεις νῦν ὁρμῆς. τὸ δὲ ἔχε ἀντὶ τοῦ πορεύου, βάδιζε.
329. ἦρχ’ ἴμεν] θαυμάσια τὰ ἤθη· καὶ γὰρ παρὸν αὐτοῖς ἡσυχάζειν
οὗτοι δὲ ταττόμενοι συνήθως, τὸ κοινῇ λυσιτελοῦν τοῦ ἰδίᾳ προκρίνουσιν.
333. ὁμόν] ἰσοβαρές· λέγει δὲ τῶν περὶ Ἰδομενέα Τρώων. πρυμνῇσι δὲ ταῖς ἐσχάταις.
334. λιγέων] τῶν ἐπησίων λέγει· οὗτοι γὰρ θέρους πνέουσιν, ὅτε
κόνις ἐστίν. εἰκότως δὲ λιγεῖς εἴρηνται· κατὰ λεπτοῦ γὰρ πνέοντες
ἀέρος ὑποσυρίττουσιν.
335. ὅτε τε πλείστη κόνις] ψαφαρὰ γάρ ἐστιν ἡ γῆ διὰ τὴν ἔκκαυσιν τοῦ κυνός.
336. οἵ τʼ ἄμυδις] λείπει τὸ πνέοντες, ἵνʼ ᾖ, οἳ ὁμοῦ πνέοντες ὑποσύρουσι τὴν κόνιν διʼ ἦς ὁμίχλη μεγίστη γίνεται.
337. ὣς ἄρα τῶν] τὸ συμπεφυρμένον αὐτῶν εἴκασε τῇ ὑπὸ τῶν ἀνέμων μιγείσῃ κόνει.
339. ἔφριξεν δὲ μάχη] ποιητικῶς ἔφη φρίττειν τὴν μάχην διὰ τῆς ἀνατάσεως τῶν δοράτων. ἐγγὺς δὲ παραβολῆς ἡ μεταφορά· ἐν βραχεῖ γοῦν τὸ μετέωρον τῶν δοράτων καὶ τὴν κίνησιν δηλοῖ.
340. ἄμερδεν] ἐστέρισκε τοῦ ὁρᾶν.
* Πορφυρίου. ἠξίους ἡμᾶς παρατηροῦντας τὴν τοῦ ποιητοῦ ἐν πᾶσι
λεπτουργίαν ἰχνεύειν καὶ τὴν ἐν τοῖς ὀνόμασιν αὐτοῦ πρὸς αὑτὸν
ὁμολογίαν. φωτὸς γὰρ ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν ὄντος συμμέτρον
διʼ οὗ ὁρῶμεν τὰ πεφωτισμένα, τὴν τυφλότητα ὁτὲ μέν φησιν
“ὀφθαλμοῦ ἀλάωσεν” (Od.1, 69), ἀφῃρῆσθαι τὸ λεύσσει παριστὰς,
ὁτὲ δὲ “ὀφθαλμῶν μὲν ἄμερσε” (Od. 8, 64), τὸ τοῦ μαίρειν ἐστερῆ-
σθαι λέγων σκοτεινόν· καὶ τὸ τοῦ μαίρειν ἀφῃρημένον εἴδωλον
ἀμαυρὸν ἔφη (Od. 4, 824)· φωτὸς γὰρ παρουσία καὶ ὀφθαλμὸς
ὁρῶν τὰ ὁρώμενα φαίνεται. διττῆς οὖν ὀφθαλμῶν οὔσης καὶ κατὰ
Πλάτωνα ἐπιταράξεως—ἢ γὰρ διὰ σκότος ἢ διʼ ὑπερβολὴν τοῦ
συμμέτρου φωτός —τὸ μὲν διὰ σκότος καὶ τὸ μήτε μαίρειν μήτε
μαρμαίρειν ἀμέρθη εἶπε καὶ ἀμαυρὸν, τὸ δὲ διὰ στιλβηδόνα ἐπὶ τοῦ
χαλκοῦ· “ὄσσε δʼ ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἀπολαμπομενάων
θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν” (Il. 13, 340). ὅθεν καὶ
ἐπίθετον τοῦ χαλκοῦ ἐφιλοτέχνησε, τὸ νώροπα χαλκόν (Il. 2, 578)
καὶ ἤνοπι χαλκῷ (Il. 16, 408), σημαίνων τὸν μὴ ἐῶντα τοὺς ὦπας
ὁρᾶν διὰ τὴν προσοῦσαν στιλβηδόνα. εἰ δὴ τὸ μέρδειν τὸ μαίρειν
ἐστὶ καὶ τὸ μὴ μέρδειν ποιοῦν ἀμέρδειν, τὸ ἄγαν μέρδειν σμερ-
δαλέον ἂν εἴη, τῆς ζα ἐγκειμένης ὡς τὸ ζαχρηεῖς. ὅταν οὖν ἐπὶ τοῦ
δράκοντος λέγῃ “σμερδαλέον δὲ δέδορκε” (Il.22,95). τὸ ἄγαν στίλ-
βον τῶν ὀφθαλμῶν ἀκουσόμεθα· καὶ γὰρ δράκων παρὰ τὸ δράκειν
εἴρηται. ἐπὶ τῶν λεόντων δὲ ἐσαύτως τὸ “σμερδαλέω δὲ λέοντε”
(Il. 18, 579) ἐπὶ τῆς ἐκφοβούσης αὐτῶν ἐνοράσεως ἐκδεξόμεθα· καὶ
γὰρ ὁ λέων παρὰ τὸ λεύσσειν ὠνόμασται. αὐτὸς γὰρ ἡρμήνευσε τί τὸ
σμερδαλέον ἐπʼ αὐτῶν, εἰπὼν γλαυκιόων (Il. 20, 172). παὶ ἡ ἀσπὶς
δὲ τῆς Ἀθηνᾶς διὰ τὴν μαρμαρυγὴν “δεινή τε σμερδνή τε” (Il.
εἴρηται· μέλαινα γὰρ ἡ σκιὰ, οἷον “σκιόωντο δὲ πᾶσαι ἀγυιαί”
(Od. 2, 388), τουτέστι δύντος τοῦ ἡλίου συνεσκοτοῦντο. ὀξὸ δὲ τὸ
λευκὸν, ὡς τὸ μέλαν ἀμβλύ· ἡ οὖν ὀξὺ ὁρῶσα γλαυκῶπις. ἀπὸ
δὲ τοῦ γάλακτος καὶ τῆς στιλβηδόνος γλαυκὴ καὶ ἡ θάλασσα
εἴρηται, καὶ ἡ τοῦ ὀφθαλμοῦ κόρη γλήνη καὶ ὁ ἐν σκιᾷ τρεφόμενος
καὶ λευκὸς καὶ τρίγληνα τὰ ἐλλόβια, ἀπὸ τοῦ ἐν λευκότητι στίλ-
βειν· καὶ “ὃς γλήνεα πολλὰ κεχάνδει” (Il. 24, 192), τὰ μὴ
ἐρυπωμένα ἱμάτια, ἀλλὰ στιλπνὰ διὰ καθαρότητα. καὶ ζοφου-
μένη θάλασσα “μελάνει δέ τε πόντος” (Il. 7, 64) λέγεται,
ἀτάραχος γὰρ οὖσα καὶ διειδής ἐστι “λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη”
(Od. 10, 94)ʼ καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ γάλακτος εἴρηται.
καὶ ἐπεὶ τὸ μέλαν σκυθρωπὸν, τὸ δὲ λευκὸν ἀντίκειται τῷ μέλανι,
ἱλαρὸν ἂν εἴη, γέλως δʼ ἡ ἱλαρότης· “γέλασε δὲ πᾶσα περὶ χθών”
φησί “χαλκοῦ ὑπὸ στεροπῆς” (Il. 19, 362), τουτέστι λαμπρυν-
θεῖσα φαιδρὰ γέγονεν. οὕτω νόει καὶ τὸ κόρυθες καὶ τὸ θώρηκες
λαμπρὸν γανόωντες (265), ἀπὸ τῆς αὐγῆς τῆς λαμπούσης καὶ διὰ
τῆς στιλβηδόνος φαιδρυνομένης. καὶ ὁ γαίων δὲ τῷ κύδεῖ (Il. 1,
405), ὁ διαχεόμενος καὶ λαμπρυνόμενος διὰ τὴν δόξαν, ἐπειδὴ φῶς
ἐστὶν ἐπὶ τοῖς ὀφθαλμοῖς, ὅταν μὲν ἥμερον βλέπωσιν, φάεα αὐτὰ
καλεῖ (“κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά” Od. 16,
15), καὶ ἥμερον ζῷον ἄνθρωπος φῶς ζωῆς ἔτι μετέχον, ἀπὸ τοῦ ἐν
τοῖς ὀφθαλμοῖς φωτός· ὅταν γὰρ ἀποθάνῃ “κατὰ δʼ ὅσσʼ ἐρεβεννὴ
νὺξ ἐκάλυψεν” (Il. 5, 659)· ὅταν γὰρ ἐξαγριωθῶσιν ὑπʼ ὀργῆς
καὶ ἐκκαυθῶσιν, ἔτι μὲν ἀρχομένης τῆς ὀργῆς “πυρὶ λαμπετόωντι
ἐίκτην” (Il. 1, 104), κρατησάσης δὲ “πῦρ ὀφθαλμοῖσι δεδορκώς
(Od. 19, 446)· καὶ γὰρ τὸ φῶς ἀπὸ πυρός. καὶ τὸ ὕφαιμον δὲ
ὁρᾶν, διὰ τὸ πυρὶ ἐοικέναι τὸ αἷμα, σμερδαλέον εἴρηται· “σμερδα-
λέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ” (Od. 6, 137) τουτέστιν
ὕφαιμον βλέπων διὰ τὸ πυρωποὺς ἔχειν τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἁλός.
δὲ λαμπρᾶς καὶ διαφανοῦς, “σμερδαλέον κονάβησαν ἀυσάντων ὑπʼ
Ἀχαιῶν (Il. 2, 334) καὶ “σμερδνὸν βοόων” (Il. 15, 687)· καὶ
γὰρ ἐπʼ ὀρχήσεως συντόνου μεταφέρων “μαρμαρυγάς” ἔφη “θηεῖτο
ποδῶν” (Od. 8, 265), τὰς ἐν τῇ κινήσει στιλβηδόνας, ἂς ποιεῖ καὶ
τὸ πῦρ κινούμενον. καὶ οὐχ οἱ φιλόσοφοι πρῶτοι τὸ λευκὸν ἀφωρί-
σαντο τὸ διακριτικὸν ὄψεως, ἀλλὰ πρὸ αὐτῶν Ὅμηρος, μαρμαίρειν
λέγων τὸ λάμπειν, ὅ ἐστι μερίζειν καὶ διαιρεῖν, ἀφʼ οὗ τὸ διακρίνειν·
ὅθεν τὸ μὴ μερίζον, ἀλλὰ σκοτεινὸν ἀμαυρόν. καὶ ὅτι παρὰ τὸ μερί-
ζειν καὶ διακρίνειν καὶ διαιρεῖν κέκληκε τὸ φωτίζειν μαρμαίρειν,
δηλοῖ τὸ φῶς δάος καλέσας (ὡς τὸ “δάος μετὰ χερσὶν ἔχουσαι”
Il. 24, 647), ἀφʼ οὗ αἱ δεκτικαὶ τοῦ φωτὸς δαίδες καὶ δᾷδες.
342. νεοσμήκτων] οὐ καινῶν, φησὶν, ἀλλὰ διὰ τοῦ ἐπιθέτου τὴν περὶ αὐτὰ τῶν ἐχόντων δηλοῖ ἐπιμέλειαν.
χαρίεν καὶ τὸ ποικίλως τὴν κατʼ εἶδος διαφορὰν φράζειν, καὶ τὰς
μὲν κόρυθας λαμπομένας, τοὺς δὲ θώρακας νεοσμήκτους, καὶ φαεινὰς
τὰς ἀσπίδας. διδάσκει οὖν ἐπιμελεῖσθαι τῶν ὅπλων τοὺς περὶ αὐτὰ
ἀναστρεφομένους.
343. εἴη] ἀντὶ τοῦ ἦν. κατὰ συλλογισμὸν δὲ ἡ αὔξησις· εἰ γὰρ ὁ μόνον ὁρῶν ἐλυπήθη, τί μᾶλλον ἐπὶ τῶν ἐνεργούντων αὐτῶν δεῖ σκοπεῖν;
345. ἀμφίς] κεχωρισμένως καὶ μετʼ ἀμφισβητήσεως.
348. κυδαίνων Ἀχιλῆα] τὸ “Διὸς δʼ ἐτελείετο βουλή” (Il. 1, 5) δηλοῖ. ὑπὲρ παραμυθίας δὲ τῶν ἀκροατῶν ταῦτα διὰ μέσου φησί· σχεδὸν γὰρ ἀποδείκνυσιν ἀμφοτέρους τοῖς Ἕλλησι βοηθοῦντας, τὸν μὲν ἑνὶ, τὸν δὲ τῷ πλήθει.
351. μετελθών] ἡ μετά πρὸς τὸ Ἀργείους. καὶ ἔστιν ἀντὶ τῆς ἐπί.
352. ὑπεξαναδύς] ἡ ὑπό τὴν κάτω δηλοῖ σχέσιν, τὴν ἔξω ἡ ἔξ, καὶ
τὴν ἄνω ἡ ἀνά. ἢ περισσὸν τὸ ὑπέξ· ἀναστρέφει δὲ αὐτὸ ἐν τῷ
354. ἴα πάτρη] ἀντὶ τοῦ μία πατριά. ἠρέμα δὲ ἀφαιρεῖ διὰ
τούτου τὸ ἐπὶ τῇ γενεᾷ οἴημα τῶν ἀνθρώπων· τιμιώτερα γὰρ τὰ
πλεονεκτήματα.
355. ἀλλὰ Ζεὺς πρότερος] τοὺς πρεσβυτέρους ἀεὶ πολυπειρο-
τέρους φησίν. ἄμφω δὲ εἰς σύστασιν παρέλαβε, τό τε τῆς ἡλικίας
καὶ τῆς σοφίας. οὐ γὰρ περὶ τῆς δυνάμεως εἶπεν· αὔξει γὰρ τῇ
δυνάμει Ποσειδῶνα, καὶ τιμῆ, οὐ ῥώμῃ φησὶν αὐτὸν εἴκειν Διί.
διατείνει δὲ καὶ ἐπὶ πάντων ὁ λόγος, ὅτι δεῖ αἰδεῖσθαι ἀδελφοὺς
πρεσβυτέρους ἅμα καὶ σοφωτέρους.
358. * ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν τὰ πέρατα τῆς μάχης καὶ τοῦ
πολέμου τείναντες κατʼ ἀμφοτέρων τῶν στρατῶν ἔδησαν ἰσχυρῷ
δεσμῷ, ὃς δεσμὸς πολλοῖς αἴτιος ἀπωλείας ἐγένετο· τέλος γὰρ
ὑποτίθεται ἀλληγορικῶς τὰς ἑκατέρωθεν ἐξοχὰς ἐπιπεπλεγμένας,
μίαν μὲν τῶν Τρώων, μίαν δὲ τῶν Ἑλλήνων καὶ Ποσειδῶνος κατὰ
Διὸς γνώμην, καὶ τῶν ἐγκαταπεπλεγμένων κτεινομένων, ἀπὸ τῶν
ἐξοχῶν δὲ τῶν μὴ δυναμένων μήτε ῥαγῆναι μήτε λυθῆναι. ταῦτα
οὖν ἀλληγορεῖ εἰς τὸ ἰσόρροπον αὐτῶν τὴν ἰσχὺν συστῆσαι διὰ τὰς
τῶν θεῶν βοηθείας.
μικτὴ ἡ ἀλληγορία. ἔχει δέ τι ἴδιον ἡ παραβολή· οὐ γὰρ ἰδίᾳ
περὶ ἑκατέρου εἶπε τῆς τε εἰκόνος καὶ τοῦ εἰκονιζομένου πράγματος,
ὅτι ὥσπερ οἱ ἐξασφαλιζόμενοι τοὺς δεσμοὺς, τὰ πέρατα αὐτῶν
ἄλλοις ἐπιβαλόντες δεσμοῖς καὶ συμπλέξαντες, δυσδιάλυτον ποιοῦσι
τὸν δεσμὸν, οὕτω καὶ οἱ θεοὶ τὴν φιλονεικίαν τῶν στρατευμάτων
ἔπλεξαν ὥστε δυσδιάλυτον αὐτὴν γενέσθαι· ἀλλʼ ὥσπερ ἐπὶ μετα-
φορᾶς κέχρηται ἀπὸ τῶν δεσμῶν ἐπὶ τὴν μάχην. ἔριδος γὰρ πέρας
καὶ πολέμου πέρας ὡσπερ σχοινίων πέρατα ὠνόμασε· καὶ τὸ ἐπαλ-
λάξαι δὲ ὡς ἐπὶ δεσμοῦ ἔλαβε, καὶ τὸ τανύσαι, καὶ τὰ ἑξῆς
ὀνόματα. τὸ δὲ λεγόμενον οὕτως, ὅτι ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸ
πέρας τῆς ἔριδος καὶ τοῦ πολέμου συμπλέξαντες ἥπλωσαν αὐτὸ ἐπʼ
ἀμφοτέρων τῶν στρατιωτῶν. Κράτης δὲ ἐπʼ ἀμφοτέρων τῶν στρατευ-
*Πορφυρίον. ἐν τοῖς οὕτω λεγομένοις “τὼ δʼ ἔριδος —γούναʼ
ἔλυσεν” δυνατώτερα καὶ τολμηρότερα ἀπὸ τῶν εἰς πέρατα σχοινία
συμβαλλόντων καὶ εἰς δεσμὸν ἐπαλλαττόντων τὰ πέρατα, ἔπειτα
τεινόντων μετενήνοχεν, ἔριδος, λέγων, καὶ πολέμου τὰ πέρατα
ἐναλλάξαντες καὶ δήσαντες ἐτάνυσαν ἐπʼ ἀλλήλους, οὕτως ἰσχυρῶς
τὴν ἔριν τῷ πολέμῳ συνδήσαντες, ὡς τὸν δεσμὸν τοῦτον ἄρρηκτον
μὲν εἶναι καὶ ἄλυτον αὐτοῖς, πολλῶν δὲ γούνατʼ ἔλυσεν. σκέψαι δὲ
εἰ μὴ κακοζήλως εἶπε τὸν μὲν δεσμὸν ἄρρηκτον καὶ ἄλυτον, πολλῶν
δὲ γούνατʼ ἔλυσεν. ἐν δὲ ἄλλοις οὐκ ἔφη ἄρρηκτον, ἀλλʼ “ἐν, δ᾿
αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν (Il. 20, 55) καὶ ἐν ἄλλοις.
359. *ἐπαλλάξαντες] ἐπιπλέξαντες καὶ ὡσανεὶ δήσαντες.
361. σπαρτοπόλιος δηλονότι, ὠμογέρων δὲ Ὀδυσσεὺς μετʼ αὐτὸν, γέρων δὲ Νέστωρ μετʼ Ὀδυσσέα.
363. ἤτοι ἔνδον τοῦ οἴκου Πριάμου, ἢ ἔνδον Ἰλίου. ἄμεινον δὲ τὸ
ἔνδον ἐόντα ἀντὶ τοῦ ἐνόντα καὶ παρόντα, ὡς τὸ “δεῖπνον δὲ ξείνῳ
δότω ταμίη ἔνδον ἐόντων” (Od. 7, 166), ὃ ἀντιφράζων φησὶ “χαρι-
ζομένη παρεόντων” Κάβησα δὲ πόλις Ἑλλησποντίς.
364. ὅς ῥα νέον] κατὰ τοῦτο ἄρα καὶ φοβῆσαι τοὺς Τρῶάς φησι
τὸν Ἰδομενέα, ὅτι συμμαχίαν αὐτῶν νεωτέραν ἀφείλετο. θαυμα-
στῶς δὲ ἐπὶ μὲν Αἴαντος ἔφη “φόως δʼ ἑτάροισιν ἔθηκε” (Il. 6,
7)· γενναῖος ὁ ἐκεῖσε ἀναιρεθεὶς Ἀκάμας· ἐπὶ δὲ Ὀθρυονέως οὐ
σωτηρίαν φησὶν ὑπὸ Ἰδομενέως τοῖς Ἕλλησι γενέσθαι, ἀλλὰ φόβον
τοῖς βαρβάροις· ἀλαζόνος γάρ τινος καὶ ἀνοήτου, ἀλλʼ οὐκ ἀνδρείου
ἀναιρεθέντος ἀπίθανον ἦν ὠφεληθήσεσθαι Ἕλληνας. αὔξεται δὲ διὰ
τοῦ φόβου τῶν Τρώων καὶ ἡ Ὀθρυονέως ἀλαζονεία, ὡς δηλονότι
κἀκείνων ταῖς ὑποσχέσεσι πεπιστευκότων.
365. αὕτη τῶν ἀγάμων ἀρίστη ἦν, τῶν δὲ γαμηθεισῶν Λαοδίκη.
τινὲς δὲ εἰς τὸ θυγατρῶν στίζουσιν. οἱ δὲ εἶδος τὴν εἴδησίν φασι
τῆς μαντείας. βαρβαρικὸν δὲ καὶ τοῦτο· οὐδέποτε γὰρ εὑρήσομεν
παρʼ Ἕλλησι τὸ ἐπὶ μισθῷ στρατεύειν καὶ πρότερον αἰτεῖν καὶ
παρέχουσιν.
366. ἀνάεδνον] δίχα τοῦ δοῦναι ἕδνα.
371. βιβάντα] ὡς ἱστάντα· οἰκεῖον δὲ τῷ ὑψηλόφρονι καὶ τὸ βάδισμα. ὡς μεγαλοφρονοῦντος δὲ αὐτοῦ ἐπὶ τῷ θώρακι περὶ τούτου ἀναφωνεῖ.
374. ἢ ἐπὶ τῶν αὐτομόλων ἢ ἐπὶ πάντων αἰχμαλώτων ἢ ἐπὶ τῶν
ἐπʼ ἐλπιδι ἐπαγγελμάτων αἱ ἀναφωνήσεις τάττονται. οἱ μὲν οὖν Τρῶες
αὐτὸν ἐλπίδι νίκης θαυμάζουσι, καὶ ἀναιρουμένου φοβοῦνται· οἱ δὲ
Ἕλληνες ἐπὶ ἀβελτηρίᾳ ἐπιφωνοῦσιν. φονεύων δὲ αὐτὸν ὁ Ἰδομενεὺς
διδάσκει μὴ τὰ ὑπὲρ δύναμιν ἐπαγγέλλεσθαι, μήτε μὴν ταῖς
τοιαύταις πιστεύειν ὑποσχέσεσιν. οὐ καυχηματίαν δὲ προφέρει
λόγον, ἀλλὰ σαρκασμοῦ ἀνάπλεων· λέγει γὰρ αἰνίζομαι ἤτοι
ἐπαινῶ, παρὰ τὸν αἶνον, ἢ φοβοῦμαι, παρὰ τὸ αἰνόν.
376. ἐλέγχει αὐτοῦ τὸ ἀνόητον ὁ Ἰδομενεὺς καὶ τὴν ὑπόσχεσιν
ὀνειδίζει. ἔστι δὲ τὸ ὁ δʼ ἀνθʼ ὑποτακτικοῦ, ὃς δὴ ὑπέσχετο, ὁμοίως
τῷ “ὁ δέ οἱ παρελέξατο λάθρη” (Il. 2, 515).
381. συνώμεθα] ἤτοι συνθώμεθα· ὅθεν καὶ τὰς συνθήκας συνη- μοσύνας φησί. λέγει δὲ ὅτι συμβόλαια ποιήσωμεν.
382. πενθεροί· οἱ τὰ ἕδνα λαμβάνοντες. ὀξύνεται δὲ ὡς τὸ χρυ- σωταί.
384. τῷ δʼ Ἄσιος] πιθανὸν τὸ ἀλαζόνι ἐπιβοηθεῖν τὸν ὁμοιότρο- πον, καὶ ἄμφω ὑφʼ ἑνὸς ἀναιρεῖσθαι.
385. πεζὸς πρόσθʼ ἵππων] καὶ ταῦτα εἰς τὸ ἦθος Ἀσίου, ὅτι οὐκ
ἀφειστήκει τοῦ ἅρματος· ἄλλῳ γὰρ οὐδενὶ ἐπήλπιζεν ἢ τῷ κάλλει
τῶν ἵππων. τὸ ἕτοιμον δὲ τῆς φυγῆς καὶ τὴν δειλίαν δηλοῖ· οὕτω
γὰρ ἦν παρεσκευασμένος ὡς καταπνεῖσθαι ὑπὸ τῶν ἵππων.
388. λαιμὸν ὑπʼ ἀνθερεῶνα] τὸν ὑπʼ ἀνθερεῶνα λαιμόν. τινὲς δὲ περισσεύειν φασὶ τὴν πρό, ἵνʼ ᾖ διήλασεν. ὁ δὲ Ἡρωδιανός φησιν ὅτι εἰς τὸ πρόσθεν διήλασεν.
389. ἀχτρΐς] ἡ λεύκη· ταύτην γὰρ, φασὶν, Ἡρακλῆς ἀνήγαγεν ἐξ Ἀχέροντος, ὃς ποταμός ἐστι τῶν καταχθονίων.
390. βλωθρή] τινὲς ἁπαλήν, κατὰ Ἀρκάδας· οἱ δὲ ὑψηλήν,
κατὰ Βοιωτοὺς, ἤτοι φλοιοβαρῆ, κατὰ Μάγνητας, ἢ τραχεῖαν, κατὰ
Δρύοπας, ἢ ηὐξημένην, κατὰ Τυρσηνοὺς, ἢ σκληράν, κατὰ Καρυ-
στίους. ἄκρως δὲ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι, δρυσὶν
ὑψικόμοισιν, ἰτέαι ὠλεσίκαρποι, αἰγείρων ὑδατοτρεφέων, τανύφλοιόν
τε κράνειαν.
οὔρεσι τέκτονες] Νικίας ὑφʼ ἓν οὐρεσιτέκτονες κακῶς· ἔδει γὰρ καὶ
τὸ οὔρεσι βουκόλοι (571) συνάπτειν. ἄλλως τε ἔσονται οἱ ὄρη κατα-
σκευάζοντες. δύο οὖν μέρη λόγου ἐστὶ, καὶ λείπει τὸ οὖσαν.
391. νεήκεσι] ὡς εὐμήκεσι. δηλοῖ δὲ τὸ νεακονήτοις.
392. πρόσθʼ ἵππων καὶ δίφρου] διὰ τούτων τὴν περὶ τὸ ἅρμα ματαίαν αὐτοῦ σπουδὴν ἐμφανίζει.
393. βεβρυχώς] ἐναργῶς δείκνυσιν εἴδωλον ἥρωος ἐν αὐτῷ τῷ
θυμῷ τὴν ψυχὴν ἀφιέντος καὶ ἀπρὶξ τῆς γῆς δεδραγμένου. τινὲς δὲ
ἓν ἐξ ἀμφοῖν· ἐν τῷ βρυχᾶν γὰρ, φασὶ, τοῖς ὀδοῦσιν ἐδράσσετο τῆς
γῆς. τὸ δὲ αἱματοέσσης μερικῶς ἀκουστέον, οἷον τῆς διʼ αὐτοῦ
αἱματοέσσης· καὶ γὰρ ἔμφασις δεδράχθαι αὐτὸν κόνεως πεφυρμένης
τῷ ὑπʼ αὐτοῦ αἵματι.
394. ἐκ δέ οἱ ἡνίοχος] ἐξεπλάγη τὰς φρένας ὁ ἡνίοχος ὡς ἐπί
τινι παραδόξῳ· εἰκὸς γὰρ καὶ τὸν Ἀσίου ἡνίοχον ἀλαζόνα τινὰ καὶ
ἀνόητον εἶναι, καὶ ἀκαταμάχητον τὸν δεσπότην οἰόμενον, εἶτα τῷ
παραδόξῳ πτώματι ἐκπεπληγμένον. πιθανὸν τὸ πλάσμα εἰς τὸ
ἁλῶναι καὶ τοὺς ἵππους· οὐ γὰρ ἦν ἐκ τοῦ εὐχεροῦς ἁλίσκεσθαι, εἰ
ἐσωφρόνει. διὰ τὴν ἔκπληξιν οὖν αὐτοῦ πιθανῶς τὸ τοιοῦτο πράτ-
τεαι.
407. δινωτήν] περιφερῆ· δῖνος γὰρ ὁ τόρνος.
408. ἐάλη] συνειλήθη καὶ συνεκρύβη. ὁ δὲ Ἕκτωρ “ἀλεύατο.”
“ὁ δὲ Πουλυδάμας λιάσθη” (Il. 5, 320). τοσαύτη γάρ ἐστι τῷ
ποιητῇ εὐπορία.
409. καρφαλέον] ἐναργεστάτη ἡ ὀνομασία· τοῦ γὰρ δόρατος
πληγὴν μὲν οὐ ποιήσαντος, διαδραμόντος δὲ, ἄκρως τὸν ψόφον τῆς
*καρφαλέον καὶ τὸ κατάξηρον· ὅθεν καὶ κάρφος.
411. ἀλλʼ ἔβαλʼ Ἱππασιδην] προσυνίστησι τὸν Δηΐφοβον, ἐπεὶ
διάδοχος Ἕκτορος ἔσται. ἀλλʼ ὅρα πάλιν τὴν τέχνην· ἀποτυχίᾳ γὰρ
τοῦ Ἰδομενέως ἄλλον ἀναιρεῖ κατά τινα τύχην ἐπιτυχών.
412. ἧπαρ ὑπὸ πραπίδων] ἔβαλεν αὐτὸν εἰς τὸ ἧπαρ ὑποκάτω τῶν φρενῶν. φρένες δὲ αἱ διεζωσμέναι τὸν ὑπὸ τῷ πνεύμονι καὶ τῇ καρδίᾳ τόπον, ὃς καλεῖται διάφραγμα.
413. ἔκπαγλον] ὑβριστικόν. ἐξελέγχει δὲ ὁ ποιητὴς τὸ ἄκαιρον·
οὐδὲν γὰρ μέγα διαπραξάμενος, οὐδὲ ἐπιτυχῶν τοῦ προκειμένου, οὐδέ τινα
τῶν ἐπισήμων ἀνελὼν κομπάζει. σαρκασμὸς δὲ ταῦτα διʼ Ἰδομενέα.
419. οὐδʼ ἀχνύμενός περ] ὡς τῆς λύπης κολοβούσης τὰς ὁρμάς. διὸ καὶ Ἀχιλλεὺς καμὼν καὶ ὑπὲρ Πατρόκλου λυπούμενος οὐ κατε- λάμβανεν Ἕκτορα.
420. περίβη] ἵνα μὴ ὑπὸ πολεμίων σκυλευθῇ.
423. ἐπὶ τῶν φερόντων· Ζηνόδοτος δὲ γελοίως ἐπὶ τοῦ νεκροῦ.
425. νυκτὶ καλύψαι] περιφραστικῶς ἀντὶ τοῦ ἀναιρῆσαι.
428. Ἑλληνικὸν τὸ φρόνημα τὸ ὑπὲρ φίλων ἑτοίμως ἔχειν πεσεῖν.
δουπῆσαι δὲ τὸ ἐν πολέμῳ ἀποθανεῖν, ἐξ οὗ καὶ τὸ “δεδουπότος
Οἰδιπόδαο” (Il. 23. 679).
γαμβρὸς δʼ ἦν] ὑπὲρ ποικιλίας ἐξήλλαξε τὴν ἀπαγγελίαν, οὐκ ἐπιμείνας ἐπὶ τῆς αἰτιατικῆς.
430. περὶ κῆρι] ὑπὲρ τὸ τῆς φύσεως μέτρον.
432. κάλλεῖ καὶ ἔργοισιν] καὶ ταῦτα εἰς σύστασιν τοῦ Ἀλκα-
θόου, ὅτι διʼ ἀρετὴν τῆς ἀρίστης ἔτυχε γυναικός. ἔχει δέ τι παιδευ-
τικὸν ὁ λόγος, ὅτι καὶ τοῖς γονεῦσι πρὸς τοὺς παῖδας εὔνοια πλείων
γίνεται διʼ ἀρετὴν, οὐ διὰ τὴν φύσιν.
434. Ποσειδάων ἐδάμασσε] διὰ τὸ πιθανὸν καὶ ταῦτα πρόσκειται, μή πως ἀπιστοῖτο Ἰδομενεὺς ὑπὲρ τὴν ἡλικίαν τινὰ κατορθῶν.
435. θέλξας ὄσσε φαεινά] μεταβαλὼν τῆς ὀξυωπίας· ἵστατο γὰρ ἀκίνητος οὐχ ὁρῶν, τρόπον τινὰ τῆς ψυχῆς νεκρῷ ἐνοικούσης τῷ σώ- ματι. μετεβλήθη γὰρ τῆς πρὶν εὐτονίας.
τὸ θέλξας ἀντὶ τοῦ παρατρέψας, ὡς τὸ “αὐτὰρ Ἀχαιῶν θέλγε
νόον” (Il. 12, 254). ὅμοιον τῷ “στρεφεδίνηθεν δέ οί ὅσσε” (Il.
16. 792).
437. στήλην] παρὰ τὴν στάσιν καὶ τὸ λίαν ἡ στήλη ὠνόμα- στα.
438. στῆθος μέσον] ἐδίδαξε ποῦ κεῖται ἡ καρδία, ὡς καὶ Εὐδήμῳ δοκεῖ.
439. ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα] περιέρρηξεν αὐτοῦ τὸν χιτῶνα.
441. αὖον] ἀντὶ τοῦ ὀξύ· καὶ ἔστιν ἀκοῦσαι σχιζομένου θώρακος ψόφον. ἐρεικόμενος δὲ ἀντὶ τοῦ σχιζόμενος.
443. * ἀσπαίρουσα] τὸ σπαίρειν καὶ τὸ σκαίρειν τινὲς συγ-
χέουσιν, ταυτὸν δηλοῦν νομίζοντες, καίπερ Ὀμήρου διακρίνοντος·
τὸ μὲν γὰρ σπαίρειν μετὰ τοῦ α κατὰ Ἀττικὴν συνήθειαν λέγει
ἀσπαίρειν· “ἀσπαίροντα δʼ ἔπειτα” (Od. 12, 254) καὶ “ἀσπαί-
ροντα λαβών” (Od. 19, 229) καὶ “ἥ ῥά οἱ ἀσπαίρουσα καὶ
οὐρίαχον πελέμιξεν ἔγχεος” καὶ “ἤσπαιρʼ ὡς ὅτε βοῦς” (571).
τὸ δὲ σκαίρειν οὐκέτι μετὰ τοῦ α· “μολπῇ δʼ ἰῦγμῷ τε ποσὶ σκαί-
ροντες ἕποντο” (Il. 18, 572). ἔστιν οὖν ἡ διαφορὰ, ὅτι τὸ μὲν
σπαίρειν καὶ ἀσπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὃ γίνεται ἐν
ἰχθύσι καὶ τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοῒ, τὸ δὲ σκαίρειν ἔμ-
μουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθμον. οἶμαι δʼ ἔγωγε καὶ τῶν
ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον κατὰ διαφόρους ἐννοίας διαφόρως
προσηγορεῦσθαι, τῆς κινήσεως οὐχ ὁμοίας ἑκατέρων γινομένης, τὸ δὲ
σκαίρω πάντως ὀξυτέρας φωνῆς· ἀφʼ ἦς καὶ τὴν πολύσκαρθμον
Μυρίνην προσεῖπεν ὁ ποιητής (Il. 2, 814). μίαν τῶν Ἀμαζόνων, ὥς
φασι, καὶ εὐσκάρθμους ἵππους (31). ἀπὸ δὲ τοῦ αὐτοῦ ἐν τῇ συνη-
θεία τὸ σκιρτᾶν καὶ σκαρδαμυκτεῖν τοὺς ὀφθαλμοὺς εἴρηται.
οὐρίαχον] τὴν ἐπιδορατίδα. ἔδειξε δὲ ὁρμῶντα προσωτέρω τὸν σί-
δηρον καὶ ἀνακρουόμενον τῷ παλμῷ τῆς καρδίας, καὶ δηλοῖ ὡς μετὰ
θάνατον τοῦ ἄλλου σώματος ἔτι ζῇ ἡ καρδία.
444. ἀφίει μένος ὄβριμος Ἄρης] τὴν εἰς τοὔμπροσθεν ὁρμὴν ὁ σίδηρος ἠφίει, μὴ συγχωρούμενος ὑπὸ τῆς καρδίας. οἱ δὲ, τὴν ψυχὴν ἀφιέναι τὸ μένος ἐποίει.
446. ᾖ ἄρα] ὄντως ἄρα δή τινος νομίζομεν ἄξιον εἶναι τὸ τοὺς
τρεῖς τούτους ἀνθʼ ἑνὸς ἀνῃρῆσθαι, ἐφʼ ὦ σὺ μάτην πεφιλοτίμησο. ἢ
450. ἐπίουρον] οἱ μὲν ὡς τὸ ἐπίσκοπον· οἱ δὲ ἀναστρέφουσι τὴν ἐπί· οἱ δὲ παρέλκειν αὐτὴν βούλονται. ἄμεινον δὲ τὸ πρῶτον.
452. ἔμʼ ἔτικτε] ὀρθοτονητέον τὴν ἀντωνυμίαν· ἔστι γὰρ ἀντιδια-
σταλτική. τίκτειν δὲ τὸ κτίζειν.
453. εὐρείῃ] μεγάλῃ· “τοῦ μέν τοι κλέος εὐρύ” (Od. 19, 333) καὶ “εὐρύοπα Ζῆν’” (Il. 8, 206) καὶ εὐρυσθενές (Il. 7, 455).
456. ἑταρίσσαιτο] συνεργὸν καλέοιτο.
458. δοάσσατο] τοῦ δοκῶ παραγωγόν ἐστι, δοκῶ δοκήσω δοκάσσω,
ἐδοκάσσατο δοκάσσατο, ἀποβολῇ τοῦ κ δοάσσατο.
460. ἐπεμήνιε] ἐπεμέμφετο καὶ ᾐτιᾶτο.
461. οὔτι τίεσκεν] ὡς τιμώμενον αὐτὸν ὑπὸ τῶν Τρώων καὶ παρα- βλάπτοντα τὴν βασιλικὴν τιμὴν οὐκ ἐτίμα, δεδιὼς τὴν ἐπιβουλήν.
404. γαμβρῷ] τῷ τῆς ἀδελφῆς ἀνδρί. “οἶος σὺν γαμβροῖσι
κασιγνήτοισί τε σοῖσιν” (Il. 5, 474).
465. ἐπαμύνομεν] καλῶς καὶ ἑαυτὸν τῇ ἐπικουρίᾳ συναριθμεῖ πρὸς τὴν ἐκείνου αἰδῶ.
468. θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν] τῶν γὰρ παλμῶν αἰτία ἡ τοῦ περὶ καρδίαν αἵματος θέρμη.
469. βῆ δὲ μετʼ Ἰδομενῆα] ἡ γὰρ τοῦ φίλου συμφορὰ τὴν πρὸς τὸν ἐχθρὸν ἀμαυροῖ μῆνιν.
470. *τηλύγετον] ὁ τέλος τῆς γεννήσεως ἔχων, μεθʼ ὃν ἄλλος
οὐκ ἐτέχθη τῷ πατρί· οἱ τοιοῦτοι γὰρ ὡς ἐπίπαν δειλοὶ, ὑγρᾷ ἀνα-
τρεφόμενοι διαίτῃ. καὶ πῶς αὐτός φησι “δείδια δʼ αἰνῶς Αἰνείαν
(481): ἤτοι νῦν τὴν φυγήν φησιν.
τὸ τηλύγετος ἐνταῦθα ἐπὶ τοῦ πρεσβυτέρου, οὐκ ἐπὶ τοῦ μονο-
γενοῦς ἢ ἐπὶ τοῦ ὁμήλικος. ὅτι δὲ ἐπὶ τοῦ πρεσβυτέρου καὶ τῆς
τηλοτέρας γενεᾶς ὄντος, δῆλον ἀπὸ τοῦ εἰρηκέναι αὐτὸν ἐπὶ τοῦ μὴ
ὁμήλικος “οὗτος δὲ προτέρης γενεῆς, προτέρων δʼ ἀνθρώπων” (Il. 23,
790). ἀλλʼ Ἰδομενεὺς μὲν μεσαιπόλιος, καὶ διὰ τοῦτο τῆς προτέρας
γενεᾶς. προέγραψα καὶ τὰ περὶ τούτου πλατύτερον.
471. ἀλκί] ἀπὸ τῆς ἄλξ εὐθείας, ὅθεν καὶ ἄλξις καὶ ἔπαλξις.
472. κολοσυρτόν] ὁ μετὰ κολωοῦ ἐπισυρμός. ἢ ὁ μέγας θόρυβος· κόλον γὰρ τὸ μέγα, καὶ ὁ μεγάλην ἁφὴν ἔχων κόλαφος καλεῖται.
476. ὣς μένεν] τὸ μὲν μεῖναι γενναίου, τὸ δὲ καλεῖν τοὺς ἑταίρους ἀσφαλοῦς· προδιδόντος γάρ ἐστιν ἑαυτὸν τὸ τὴν παροῦσαν μὴ καλεῖν συμμαχίαν, ἀλλʼ οἰκεία τὸ πᾶν ἐπιτρέπειν δυνάμει.
481. οἴῳ] ἀντὶ τοῦ μονωθέντι. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.
484. ἥβης ἄνθος] τινὲς τὸν καιρὸν τῶν κε΄ ἐτῶν, οἱ δὲ τῶν μ', ἐπεὶ
καὶ Ἡσίμδός φησι “τοῖς ἅμα τεσσαρακονταέτης αἰζηὸς ἕποιτο”
(Ο. 439). τὴν δὲ ἥβην Ἡσίοδος καὶ ἐπὶ κτηνῶν, ὡς τὸ “ἥβης
μέτρον ἔχοντε” (ib. 436)· ὁ δὲ ποιητὴς καὶ ἐπὶ φυτῶν, ὡς τὸ
“ἡμερὶς ἡβώωσα” (Od. 5, 69). τὸ δὲ ὅτε ἐὰν μὲν ᾖ χρονικὸν.
ἔσται ἡ διάνοια οὕτως, ὅτε περὶ ἕκαστον ἄνδρα ἡ οἰκεία ἰσχὺς ἀκ-
μάζει· ἐὰν δὲ ᾖ δύο μέρη λόγου, οὕτως, ὅ ἐστιν ἀνδρὶ κράτος μέγι-
στον, τὸ ἐν τῷ ἀκμαιοτάτῳ τῆς ἡλικίας εἶναι. κράτος δὲ εὐρωστία,
εὐτολμία.
485. τῷδʼ ἐπὶ θυμῷ] ἐφʼ ᾧ νῦν ἐγώ εἰμι.
486. φέροιτο —ἠὲ φεροίμην] λείπει τὸ κατʼ ἐμοῦ καὶ κατʼ
αὐτοῦ.
489. ἐκέκλετο οἷς ἑτάροισι] καίτοι νέος ὣν μόνος αὐτὸν οὐχ ὑπο- μένει.
490. Δηίφοβον] ἄκρως ἐξήλεγξεν ὁ ποιητὴς τὸν Δηίφοβον ἀπο- στάντα τῆς μάχης, ὅτι νῦν αὐτὸν Αἰνείας προσκαλεῖται.
493. γάνυται] χαίρει· μάλιστα γὰρ αὐτὰ πιαίνει ποτὸν, δοκεῖ τε μᾶλλον ὑγιαίνειν τὰ ζῷα ὅταν ὀρέγηται ποτοῦ· ὅθεν θέρους οἱ ποιμένες ἀλοτροφοῦσιν αὐτά. πῶς δὲ τοὺς τοσούτους ἡγεμόνας ἑνὶ κτίλῳ εἴκασεν ὅτι πάντων ἡγεμονικώτατος ἦν Αἰνείας.
502. εἰ αὐτοσχεδὸν ὡρμήθησαν, πῶς ἀκοντίζει: ὑποκεχωρήκει
γὰρ Ἰδομενεὺς ὡς πόρρωθεν ἀγωνιούμενος.
506. Ἰδομενεὺς δʼ ἄρα] θαυμασίως ἀμφοτέρους μὲν ἀποτυγχά-
νοντας ἀλλήλων εἰσήγαγεν, ἀλλὰ τὸν μὲν καθάπαξ μάτην ἀφιέντα
τὸ δόρυ ἐπὶ, τὴν γῆν, τὸν δὲ τοῦ μὲν Αἰνείου ἀποτυγχάνοντα, ἄλλον
δέ τινα ἀναιροῦντα. τὸ δὲ ἐξαίρετον ἐνταῦθα παραφυλακτέον, ὅτι
κατὰ τὸ ῥητὸν οὐκ εἶπεν ὁ ποιητὴς τὴν ἄφεσιν τὴν ἀπὸ τοῦ Ἰδο-
μενέως καὶ τὴν ἀποτυχίαν, ἀλλʼ ἀπλῶς ἔφη βεβλῆσθαι τὸν Οἰνό-
μαον· καίτοι οὐ τοῦτο προκείμενον τῷ Ἲδομενεῖ, ἀλλʼ ἀποτυχίᾳ τοῦ
Αἰνείου τοῦτον βάλλει· ὁ δὲ ὡς προηγουμένως τούτου κατεστοχα-
σμένου πεπίηται τὸν λόγον.
507. ῥῆξε] διέτεμεν, ὥστε διῃρῆσθαι τὴν σύμφυσιν· διὰ γὰρ τὴν ὑγρότητα, καὶ διὰ τὸ ἀεὶ ἐν τῇ εὐρνχωρίᾳ πνεῦμα ἔχειν, καὶ διὰ τὸ τῷ μεσεντερίῳ λαγαρῶς προσδεδέσθαι ἄτακτον ἔχοντα τὴν κίνησιν, ῥᾳδίως προπίπτειν πέφυκε. γύαλον δὲ τὸ κύτος.
512. ἔμπεδα] τὰ μὴ ὑπὸ δειλίας σαλευόμενα. ποδῶν δὲ γυῖα
μερικῶς οἱ πόδες.
513. οὔτʼ ἄρʼ ἐπαῖξαι μεθʼ ἑὸν βέλος] οὕτε ὁρμῆσαι ἐπὶ τὸ ἴδιον βέλος. τοῦτο δὲ καθολικώτερον εἶπε διὰ τὴν ἡλικίαν, ἐπεὶ καὶ τοῦ Οἰνομάου ἐξέσπασε τὸ δόρυ καὶ τοῦ Ὀθρυονέως.
515. τρέσσαι δʼ οὐκέτι] εἰκότως οὖν καὶ ἔμπροσθεν συῒ αὐτὸν
εἴκασε, τῷ διʼ ὑπομονῆς ἑδραίας, οὐ διʼ εὐκινησίας ἀμυνομένῳ τοὺς
ἐπιόντας. δείκνυσι δὲ ὅτι οἱ πόδες φέρουσιν, οὐ φέρονται.
519. υἱὸν Ἐνυαλίοιο] Ἀσκάλαφος παρὰ τὸ ἀσκελὲς τῆς ἁρῆς, ἤτοι ὁ λίαν σκληρός.
521. βριήπυος] παρεξηλλαγμένον ἐστὶ τοῦ βοὴν ἀγαθὸς, ὡς
ποδάρκης καὶ ποδήνεμος. ἢ διὰ τοὺς βρυγμοὺς τῶν πολεμίων. ἀν-
θρωποπαθεῖς δὲ οἱ Ὁμηρικοὶ θεοί. ὅρα γὰρ οἷος ἔσται Ἄρης ὁπλιζό-
μενος ἐπὶ τοὺς αὐθέντας τοῦ παιδὸς, δηλαδὴ ἐπὶ τοὺς φίλους Τρῶας.
*ἐζήτηται δὲ πῶς θεὸς ὢν ὁ Ἄρης οὐκ ἤδει περὶ τοῦ υἱοῦ. ῥητέον
οὖν ὅτι παρὰ τῷ ποιητῇ οἱ θεοὶ σωματικῶς λαμβανόμενοι ἀνθρωποειτ
δῶς ἐφίστανται, ἀθανασίᾳ γὰρ διαφέροντες μόνον ἀνθρώπων, τοῖς
αὐτοῖς ἐνέχονται πάθεσιν.
527. Δηΐφοβος μέν] ὡς ἐπὶ τὸ πολὺ σκυλεύοντες εὑρίσκονται οἱ
Ἕλληνες· ἐνταῦθα δὲ ὁ Δηΐφοβος ὥσπερ κλοπῇ κέχρηται καὶ ὀξυ-
λαβείᾳ. καὶ ὅρα τὸ ῥῆμα· οὐ γὰρ ἐσκύλευσεν ἔφη, ἀλλʼ ἥρπασε
τὴν πήληκα. πλὴν οὐδὲ οὕτως ἀποφέρεται τὸ σκῦλον οὗτος, ἀλλὰ
τρωθεὶς ἀφίησιν αὐτό.
532. πρυμνοῖο] ἄκρου, τοῦ πρὸς τὸν ὦμον, ὡς νεαίρην γαστέρα, καὶ ἁπαλοῖο αὐχένος, ἔνθα μάλιστα ἁπαλὸς ὁ αὐχήν.
536. μάχης ἠδὲ πτολέμοιο] καὶ τῶν μαχομένων καὶ πολεμούντων.
πολλὰς δὲ τροπὰς τῆς μάχης λαμβανούσης, ἐμποδισθέντες ἀπηνέχ-
θησαν εἵ τινα τόπον.
541. ὥσπερ Ἑρμέας, οὕτως Αἰνέας, καθὼς Ἡρωδιανῷ δοκεῖ.
543. ἑάφθη] ἐπηκολούθησε καὶ συνέπεσε, παρὰ τὸ ἕπω, ὃ δηλοῖ τὸ ἀκολουθῶ· ὅθεν καὶ δασύνεται.
547. ἥ τʼ ἀνὰ νῶτα] οἶδε καὶ τὴν ἀνατομὴν ὁ ποιητής. λέγει δὲ τὴν καλουμένην κοίλην φλέβα, τὴν ἐκ δεξιῶν τῆς ῥάχεως ἀνερχο- μένην ἀπὸ τοῦ ἥπατος, καὶ κατὰ τὸ διάφραγμα χωροῦσαν ἐπὶ τὴν καρδίαν καὶ ἀπὸ ταύτης ἐπὶ τὸν τράχηλον.
548. ὀρθῶς ἐπὶ τὴν πληγὴν ἐποίησε πίπτοντα· τῆς φλεβὸς γὰρ
διακοπείσης καὶ μηδεμιᾶς ἀντισχέσεως γενομένης ἐπʼ αὐτὸ τὸ ἀλ-
γοῦν ἠνέχθη.
554. Ποσειδάων] ἅμα μὲν ἐπεὶ πρόγονος, ὥς φασιν, αὐτοῦ ἐστίν·
ὅθεν καὶ ἐν Ὀδυσσείᾳ (3, 43) τούτῳ θύοντες φαίνονται· άμα δὲ
ἔγκειται καὶ τὸ παιδευτικὸν, ὅτι τῶν θεοφιλῶν οἱ παῖδες διασώ-
ζονται· ἐπάγει γὰρ ὅτι παῖς ἦν Νέστορος.
558. τιτύσκετο δὲ φρεσὶν ᾗσιν] πᾶσα προσοχὴ παρὰ τούτῳ εὑρί- σκεται, καίτοι νέῳ ὄντι καὶ οὐχ ὑπερέχοντι τὸ σῶμα, ἀλλὰ διὰ σύνεσιν κατορθοῦντι.
562. ἀμενήνωσεν] μεταφορικῶς ἀπὸ τοῦ βαλόντος, ἀνίσχυρον
εἰργάσατο· ἡ γὰρ αἰχμὴ μένος οὐκ ἔχει.
563. βιότοιο μεγήρας] φθονήσας Ἀδάμαντι μὴ τὸν βίον Ἀντι- λόχου ἀφέληται· ἢ φθονήσας Ἀδάμαντι τοῦ βίου καὶ ποιήσας αὐτὸν ἀναιρεθῆναι.
564. σκῶλον λέγει τὸν σκόλοπα· οἱ γὰρ ἄγροικοι ἀποξύνοντες τὰ
ξύλα πυρακτοῦσι τὸ ἄκρον, ὅπως πιληθὲν εἴη στερρότερον· χρῶνται
δὲ αὐτῷ ἀντὶ αἰχμῆς. ἐπεὶ οὖν τὸ δόρυ τὴν ἐνεργὸν δύναμιν οὐκ
εἶχεν, ἔμεινε τοσοῦτον διελθὸν ὅσον σκῶλος περονεῖ.
*Ἀπίων δέ φησι τὸν σκῶλον πεπυρακτωμένην ῥάβδον, Ἀρί-
σταρχος δὲ ἀκάνθης τι γένος. ταύτας εἰώθασι πυρπολεῖν, καὶ στερεώ-
σαντες ἐφʼ ὁρμήματα χρῆσθαι καὶ πρὸς ἄλλας χρείας.
567. ἀπιόντα] προχωροῦντα, ὑποποδίζοντα· οὐ γὰρ στραφέντα·
διὸ ἔμπροσθεν τιτρώσκεται κατὰ τὸ ἦτρον, ὃ νευρῶδες λίαν ἐστὶ καὶ
ἐπώδυνον· ὅθεν οἱ διακεντοῦντες τοὺς ὑδερικοὺς οὐ κεντοῦσι κατω-
τέρω τοῦ ὀμφαλοῦ, διὰ τὸ σπασμοὺς προσγίνεσθαι. ἴσως δὲ ἐντρο-
παλιζόμενος ὑπεχώρει, ἐπεὶ οὐκ ἂν κατὰ τὴν ὀσφῦν ἀναχωρῶν
ἐτρώθη.
570. ἑσπόμενος] ἀκολουθῶν. τινὲς δὲ σχόμενος ἀντὶ τοῦ συνε- χόμενος.
571. ἡ προσθήκη τοῦ οὔρεσι ἄγριον δείκνυσι τὸν ταῦρον.
572. ἰλλάσιν] τοῖς ἐξ ἱμάντων σχοινίοις.
574. ὄφρα οἱ ἐκ χροός] ὅρα διὰ τούτου τὸ καίριον τῆς βολῆς· ἅμα γὰρ τὸ δόρυ καὶ τὴν ψυχὴν αὐτοῦ ἀνέσπασεν.
577. Θρηῖκίῳ] μόνοι γὰρ οἱ Θρᾷκες μεγίστοις ξίφεσι χρῶνται.
ἢ οὖν ἀπό τινος Θρᾳκὸς ἐπικούρου τότε ἀνέλαβεν, ἢ καὶ πρὶν ὡς
καλλιστεῦον εἶχεν. ἔστι δὲ ἡ καλουμένη παρʼ αὐτοῖς ῥομφαία. τὸ
δὲ ἄραξεν ἀντὶ τοῦ τοὺς ἱμάντας ἀπέτεμεν.
583. τόξου πῆχυν ἀνεῖλκεν] οἱ μὲν τὴν νευρὰν κατὰ Δωριεῖς, οἱ δὲ τὸ κέρας.
588. τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς
ἔχοντα, οἷς καὶ τοὺς ἀστάχυας ἀναρρίπτουσι, θρίνακας καλοῦσιν.
589. θρώσκωσιν κύαμοι] περιφερεῖς γὰρ ὄντες ῥᾷον τῶν πυρῶν ἀφάλλονται. τῷ δὲ ἐπιθέτῳ κεκάλυπται τὸ ταπεινὸν τῆς λέξεως.
590. καὶ τίνα καὶ πότε δεῖ λικμᾶν ἐδίδαξ λέγει γὰρ ὅτι καὶ
ῥωμαλέος ἔσται ὁ λικμῶν πρὸς τὸ ἀναβάλλειν αὐτὰ, τὸν ἄνεμον ἔχων
συνεργόν.
599. οἰὸς ἀώτῳ] ἐξ ἐρίων γὰρ συνέπλεκον τὰ κῶλα τῆς σφεν- δόνης, οὐχ ὡς νῦν νεύροις, ἵνα διατείνοιτο ἐν τῇ ἀπορρίψει. πολλὰ δὲ δηλοῖ τὸ ἄωτον, ὥς φησιν Ἐπαφρόδιτος· νῦν δὲ τὸ τοῦ ἐρίου λεπτότερον καὶ καθαρώτερον, ὅθεν καὶ αἱ σφενδόναι ἐπλέκοντο.
608. ἐπέσχε τὴν ὁρμὴν τοῦ δόρατος. καυλῷ δὲ τῷ τῆς ἐπιδορα- τίδος αὐλῷ, εἰς ὃν ἐνίεται τὸ ξύλον.
611. ὑπʼ ἀσπίδος] τὴν ὑπὸ τὴν ἀσπίδα κρυπτομένην· ἔφερον γὰρ πρὸς τὸ κατασχίσαι τὰς ναῦς, ἀλλὰ καὶ πρὸς τὴν μάχην ἐχρῶντο αὐταῖς.
612. ἐλαΐνῳ] παρὰ τὸ ἐλαία· ἐλαίινος γὰρ ἦν, καὶ Ἀττικῶς ὑφῄρηται τὸ ῑ.
πελέκκῳ] τῷ στειλειῷ, διὰ τὸ περιέχεσθαι ὑπὸ τοῦ πελέκεως. τινὲς δὲ καὶ αὐτὸν τὸν πέλεκυν οὕτως, ὡς καὶ τό ἡμιπέλεκκα δηλοῖ.
617. δυικῶς τὸ αἱματόεντε. διὰ δὲ τοῦ πέσεν ἐδήλωσεν οὐ
χυθέντας τοὺς ὀφθαλμοὺς, ἀλλʼ ἅμα τῇ ἰδίᾳ πήξει ἐκπεπτωκότας.
ἐπεὶ γὰρ κατὰ τὴν ἄνω τῆς ῥινὸς ἀρχὴν γέγονεν ἡ πληγὴ, πιθανὸν
ἐντεῦθεν ἐξωσθῆναι τοὺς ὀφθαλμοὺς ἐκ ῥίζης.
620. λείψετέ θην] οὐκέτι παρέσεσθε, φησὶ, πολεμήσοντες ἐπʼ
621. ὑπερφίαλοι] ἄσπονδοι, παράνομοι. εἰρωνικῶς δὲ τὸ ἀκόρη- τοι, ἐπεί φησιν “ἀμφὶ σὲ Πηλέως υἱὲ μάχης ἀκόρητον” (Il. 20, 2). ἢ οἱ μηδὲ καίπερ πολεμούμενοι καὶ φθειρόμενοι τὴν Ἑλένην ἀποδιδόντες.
622. ὁ μέν ἀντὶ τοῦ μήν· οὐ γὰρ ἔχει τὸν δέ. ὁ δὲ νοῦς οὕτως· τοῖς εἰς ἐμὲ ὑμῖν πραχθεῖσιν ἄλλο οὐδὲν ἐνδεῖται γενέσθαι δεινόν.
623. κακαὶ κύνες] κατωφερεῖς διʼ Ἀλέξανδρον, ἢ ἀναιδεῖς δἰ Ἕκτορα. ἄκρως δὲ καὶ τῷ θηλυκῷ κατεχρήσατο, εἰς τὴν ἀνανδρίαν τῶν βαρβάρων. πρὸς δὲ μόνην ὑπήντησε τὴν λώβην.
626. καὶ κτήματα πάντα] μετὰ γὰρ πολυτελοῦς κατασκευῆς, ὡς ἐπὶ θυσίαν ἥκουσα, ἥρπαστο ὑπʼ αὐτοῦ.
631. Ζεῦ πάτερ] ἠθικὴ καὶ ἔμψυχος ἡ δικαιολογία ὡς πρὸς παρόντα τὸν Δία. τὸ δὲ περὶ φρένας ἔμμεναι ἀντὶ τοῦ ταῖς φρεσὶ περιεῖναι τῶν ἄλλων.
τὸ ἄλλων πρὸς τὸ ἀνδρῶν ἀποδοτέον, ἤτοι πάντων· τὸ δὲ θεῶν συναπτέον τῷ λοιπῶν. εὖ δὲ τὸ μὴ προσθεῖναι, σὺ δὲ ἀνόητος εὑρέθης, καὶ πάντα δὲ ἐκ σοῦ ἐστὶ τὰ γινόμενα· κρατεῖ γὰρ ὡς ἐχέφρων τῆς λύπης.
633. οἷον] ἀντὶ τοῦ πῶς· ἔστι δὲ μετὰ θαύματος καὶ μέμψεως,
ἅμα μὲν ἐπεὶ ταμίας ἐστὶ πολέμου, ἅμα δʼ ἐπεὶ Τρωσὶν ἐβοήθει διὰ
Θέτιν.
636. πάντων μὲν κόρος] κἀκείνων κόρος ἐστὶν ων τις ἐφίεται πλησθῆναι μᾶλλον τῆς τοῦ πολέμου πλησμονῆς.
637. περισσὸν αὐτὸν εἶναί φασί τινες· ἥττων γὰρ ἡ ἐπιθυμία
τῆς μολπῆς. ἢ ὅτι ἔμελεν αὐτοῖς “χοροῖο νέον λήγοντας καθίζειν”
(Il. 3, 394). ἀμύμονος δὲ τοῦ ἀμωμήτου· ἔστι δέ τις καὶ φαύλη
ὄρχησις.
638. τῶν κέν τις] τούτων καὶ μᾶλλον ἐπιθυμεῖ τις κορεσθῆναι·
πολέμου δὲ οὐδὲ τὴν ἀρχὴν θεάσασθαι βούλεται, ἢ πλησθῆναι καὶ
διακορὴς γενέσθαι. οἱ δὲ Τρῶες τούτου ἀκόρητοί εἰσιν. ὅτι δὲ
ἀδικήσαντες μάχονται, τοῦτο ὕβρεως, οὐκ ἀνδρείας. τὸ δὲ ἐξῆς οὕτως,
πάντων μὲν κόρος ἐστὶ, Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.
640. τὰ μὲν ἔντε’—αἱματόεντα] τὰ μὲν αἱματ όεντα ἔντεα, ὡς τὸ “τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα” (Il. 1, 11).
643. ἔνιοι τοῦτον ἐνόμιζον εἶναι τὸν ἐν τῇ E(576) ἀναιρεθέντα·.
“ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ, ἀρχὸν Παφλαγόνων.”
ἔστιν οὖν ὁμωνυμία, ἐκείνου μὲν ἄρχοντος ὄντος, τούτου δὲ βασιλέως.
πολλαὶ γὰρ παρὰ τῷ ποιητῇ ὁμωνυμίαι· Σχεδίοι γὰρ δύο Φωκέων
ἡγούμενοι, ὁ μὲν Περιμήδους, ὁ δὲ Ἰφίτου, σὓς ἀμφοτέρους Ἕκτωρ
ἀναιρεῖ· Εὐρυμέδοντες δύο ἡνίοχοι, ὁ μὲν Ἀγαμέμνονος, ὁ δὲ
Νέστορος· κήρυκες Εὐρυβάται δύο, ὁ μὲν Ὀδυσσέως, ὁ δὲ Ἀγαμέ-
μνονος· Ἄδραστοι τρεῖς βάρβαροι, ὁ μὲν ὑπὸ Διομήδους, ὁ δὲ ὑπὸ
Μενελάου, ὁ δὲ ὑπὸ Πατρόκλου ἀναιρούμενος· Ἀκάμαντες δύο, ὁ
μὲν Εὐσώρου, ὁ δὲ Ἀντήνορος· Ἀστύνοοι δύο, ὁ μὲν ὑπὸ Διομήδους
ἀναιρούμενος, ὁ δὲ Πολυδάμαντος ἡνίοχος· Θόωνες βάρβαροι τρεῖς,.
ὁ μὲν ὑπὸ Διομήδους, ὁ δὲ ὑκὸ Ὀδυσσέως, ὁ δὲ ὑπὸ Ἀντιλόχου
ἀναιρούμενος· Μελάνιπποι τρεῖς, ὁ μὲν ὑπὸ Ἕκτορος παραινούμενος
ἐμπεσεῖν ταῖς ναυσὶν, ὁ δὲ ὑπὸ Τεύκρου, ὁ δὲ ὑπὸ Πατρόκλου ἀναι-
ρούμενος· Ὀφελέσται δύο, ὁ μὲν ὑπʼ Εὐρυπύλου, ὁ δὲ ὑπʼ Αἴαντος·
Πυλάρται δύο, ὁ μὲν ὑπʼ Αἴαντος, ὁ δὲ ὑνὸ Πατρόκλου· Πείσαν-
δροι δύο, ὁ μὲν ὑπʼ Ἀγαμέμνονος, ὁ δὲ ὑπὸ Μενελάου.
652. ὑπʼ ὀστέον ἐξεπέρησεν] δηλονότι φεύγοντος. τοῦτο δὲ Ἕλλην οὐχ εὑρίσκεται πεπονθώς. ὡς ἐπίπαν δὲ ὑπὸ Μηριόνου οὕτως τιτρώ- σκονται.
654. θυμὸν ἀποπνείων] ἐντεῦθεν δῆλον ὅτι πνεῦμα ἡ ψυχή. ὡς σκώληξ δὲ, ὅτι ἢν θίγῃ τις αὐτοῦ, ἀκινητεῖ.
657. ἀνέσαντες] ἤτοι καθίσαντες, μᾶλλον δὲ ἀναθέντες. νεκρὸς
γάρ ἐστιν. οὐδένα δὲ τῶν ἀποθανόντων οὕτως ἐξάγει· διὸ ἀθετεῖται ὁ
στίχος. ἢ δίφρῳ ἀπάγεται ὡς μακρὰν τῆς μάχης οὔσης· ἐπὶ ναυσὶ
γὰρ μάχονται.
662. ἀπλοῦς ὁ στίχος ἐστὶ καὶ ἀποίκιλος. μὴ θέλων δὲ αὐτὸν οὕτως ἐᾶσαι, ἄλλης ἀρχῆς ἐπελάβετο.
664. ἀγαθός] ἐξ ἀγαθότητος γὰρ πάσχουσιν ἄμφω, καὶ ὁ νέος, ὅτι ἧκεν εἰδὼς τὸν θάνατον, καὶ ὁ πατὴρ, ὅτι οὐκ ἐκώλυσεν αὐτόν.
665. ὅς ῥʼ εὖ εἰδὼς] οὐκ εἶπεν ὅτι ὁ πατὴρ τάδε προεῖπεν αὐτῷ περὶ τοῦ τέλους, ἵνα μὴ ἀδολεσχεῖν δοκῇ, καὶ ἵνα τὸ τελευταῖον προθῇ τοῦ διηγήματος καὶ τῷ παραδόξῳ τῆς ἀναφωνήσεως εἰς προσ- οχὴν τὸν ἀκροατὴν ἐπισπάσηται, εἶτα ἐξ ἀναστροφῆς πάλιν διηγῇ- ται.
670. νοῦσον] τὴν ἐν γήρᾳ τιμωρίαν. ἢ νόσον ἀπλῶς.
671. ὑπὸ γναθμοῖο καὶ οὔατος] ὑπὸ τῆς γνάθου, ἤτοι κατὰ τὸν ὑπὸ τὸ οὖς τόπον. οἱ δὲ γνάθον τὴν σιαγόνα.
675. ἐπʼ ἀριστερὰ τοῦ Ἕκτορος, οὐ τοῦ στρατοῦ· εἰ γὰρ ἐπʼ ἀριστεροῖς ἐστὶν ἡ πύλη διʼ ἧς εἰσῆλθεν, αὐτόπτης ἂν ἐγίνετο.
677. τοῖος] ἀντὶ τοῦ μετὰ τοσαύτης προθυμίας.
678. πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν] οὐ πᾶν τὸ ἔργον ἦν τοῦ θεοῦ, ἀλλὰ πρὸς τῷ αὐτῶν σθένει καὶ αὐτὸς ἐπεκούρει. δηλοὶ δὲ ὅτι ἀεὶ ταῖς προθυμίαις συμβάλλεται τὸ θεῖον.
683. τεῖχος χθαμαλώτατον] ἀντὶ τοῦ χθαμαλόν, ὡς “ἀκρό-
τατον δʼ ἂρ ὀιστός” (Il. 4, 139)· ἦν δὲ χθαμαλὸν διὰ τὸ ἀφῃρῆ-
σθαι τῆς ἐπάλξεως ὑπὸ Σαρπηδόνος, ἢ ὡς πρὸς σύγκρισιν τοῦ
πολυανδρίου, ὡς ἠπειγμένως ποιήσαντες οὐκ ἐξωμάλισαν αὐτό· διὸ
καὶ ἡ ὑπέρβασις τοῖς βαρβάροις δυνατὴ ἐγένετο.
685. ἄλλοι εἰσὶ παρὰ τοὺς Ἴωνας Ἰάονες· φησὶ γὰρ Ἀνδροτίων
ὅτι στήλην ἔστησαν ἐπὶ Λακεδαίμονος διορίσαντες οὕτως “τάδʼ
οὐχὶ Πελοπόννησος, ἀλλʼ Ἰάονες,” Ἴωνες δὲ ἐκ τοῦ ἑτέρου μέρους
οὕτως “τάδʼ ἐστὶ Πελοπόννησος, οὐκ Ἰάονες,ʼ ὥστε τοὺς μὲν ἔνθεν
εἶναι, τοὺς δὲ ἐκεῖθεν.
ἑλκεχίτωνες] οἱ ἐν τοῖς χιτῶσι τῶν ἐναντίων ἕλκη ποιοῦντες. οἱ δὲ, ὅτι μέχρι τῆς Περικλέους στρατηγίας ποδήρεις εἶχον χιτῶνας.
686. Φθιῶται μὲν οἱ ὑπὸ Ἀχιλλεῖ, Φθῖοι δὲ οἱ ὑπὸ Πρωτεσιλάῳ καὶ Φιλοκτήτῃ.
φαιδιμόεντες] ἀντὶ τοῦ φαίδιμοι, παραγώγως. τινὲς δὲ σύνθετον ὑπονοοῦσι τὴν λέξιν, ἵνʼ ᾖ λαμπρὰς πανοπλίας ἔχοντες.
687. μόγις ὁρμῶντα ἐπεῖχον.
703. οἴνοπε] οἰνώδεις εἰς τὸ ὁρᾶν· οἱ δὲ μέλανες, ὡς τὸ “οἴνοπα πόντον” (Il. 1, 350). καὶ Πτολεμαῖος γὰρ εἰς τὸ τῆς Ἀρσινόης χιλιάροτρον τέμενος μέλανας ἐνῆκε βοῦς. τὴν τάξιν δὲ τῆς στάσεως καὶ τὴν προθυμίαν ἡ παραβολὴ δηλοῖ.
705. κεράεσσι] συμπάσχειν φασὶ τοῖς ποσὶ τὰ κέρατα τῇ δια-
τάσει τῶν νεύρων· διὸ μετὰ τὸν κάματον ἀλείφειν δεῖ αὐτὰ κηρῷ ἢ
ἐλαίῳ ἢ πίσσῃ, ὡς Ἀριστοτέλης φησίν (H. A. 8, 7). πρυμνοῖς δὲ
τοῖς παρὰ τὴν σάρκα.
706. ἀμφὶς ἐέργει] ἀπʼ ἀλλήλων αὐτοὺς, φησὶν, ὁ ζυγὸς χωρίζει.
707. ὦλκα λέγει τὴν αὔλακα, τέλ σον δὲ τὸ βάθος, ἢ τὸ πέρας τῆς γῆς, ὅπερ τέμνει τὸ ἄροτρον.
710. οἵ οἱ σάκος ἐξεδέχοντο] τὸ τληπαθὲς Αἴαντος δείκνυσιν, εἴγε πολλοὶ καὶ ἀγαθοὶ τὸ σάκος αὑτοῦ διαδέχονται ἀποκάμνοντος, δεδιότες μή πως αὐτοῦ ἀγανακτήσαντος ἀπόλοιντο.
712. οὐδ· ἄρʼ Ὀῖλάδῃ] λεληθότως δεδήλωκε τὴν αἰτίαν τῆς συμπνοίας τῶν Αἰάντων· ἐν ὀλίγῳ γὰρ χωρίῳ γινομένης τῆς μάχης, ἀχρεῖοι ἦσαν οἱ Λοκροὶ ψιλοὶ ὄντες. κοσμεῖ οὖν αὐτοὺς διὰ προβλή- ματός τινος· ὑποδύντες γὰρ ὑπὸ τοὺς ὁπλίτας Σαλαμινίους ὄπιθεν βάλλουσιν.
719. οἱ μέν] οἱ Σαλαμίνιοι δηλονότι.
725. λείπει ἡ πρός, ἵνʼ ᾖ πρὸς θρασύν.
726. Ἕκτορ] ἐν καιρῷ ἀναμιμνήσκει τὸν Εκτορα τῆς ἰδίας συμ-
βουλῆς· ἔλεγε γὰρ “μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν”
(Il. 12, 216). ἀλλʼ οὐκ ἄντικρυς αὐτῷ λέγει ὅτι παρακούσας τῆς
συμβουλῆς ἐκάκωσας τὴν στρατιάν· ἀπήχθετο γὰρ τῷ βασιλεῖ, καὶ
φιλονεικότερον αὐτὸν ἐποίει καὶ ἄλλως θρασὺν ὄντα. εἰς πολλὰ οὖν
τρέπει τὸν λόγον, τῇ γνωμολογίᾳ χρώμενος. ἀμήχανος δὲ ἀνίκητος,
ἢ ἀπαραμύθητος, τοῖς βουλομένοις σε πείθειν ἀμηχανίαν παρέχων.
παραρρητοῖσι δὲ παρηγορητικοῖς λόγοις, παραμυθήμασιν, ὑποθή-
καις· οἱ δὲ συμβούλοις.
727. ἐν ἐρωτήσει ὁ λόγος. πραγματικῶς δὲ ἐν ἑνὶ στίχῳ θεο- φίλειαν καὶ ἀνδρείαν αὐτῷ μαρτυρῶν, ἕτοιμον πρὸς πειθὼ ποιεῖ.
728. τοὔνεκα καὶ βουλῇ] καὶ τοῦτο τεχνικῶς. οὐ γὰρ ἀνδρεῖον
μὲν, ἀνόητον δὲ αὐτὸν ἔφη, ἀλλὰ λεληθότως τὴν ἀνδρείαν εἰς ψόγον
αὐτῷ τρέπει, αἰτίαν τοῦτο φάσκων τοῦ ἀπειθεῖν τοῖς ὀρθῶς συμβου-
λεύουσιν.
730. πάντα εἰς θεὸν ἀναφέρει ὁ ποιητὴς, καὶ δείκνυσιν ὅτι αἱ ἀρεταὶ θεόσδοτοι. πιθανῶς δὲ τὸ μὲν ἐκείνου ἐν πρώτοις, δεύτερον δὲ τὸ ἴδιον πλεονέκτημα.
733. τοῦ δέ] τοῦ νοῦ. ἐπαυρίσκονται δὲ ἀπολαύουσιν· “ἐσθλὸς γὰρ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται” (Hesiod. O. 293).
734. πολεῖς] πολλούς. ἤδη δὲ προεῖπε “τοῦ δέ τε πολλοὶ
ἐπαυρίσκονται.” ἐὰν δὲ τὰς πόλεις ἀκούσωμεν, μείζων ἔσται ὁ
πλεονάζει ὁ κεν. λέγει δὲ ὅτι μᾶλλον τῶν ἄλλων διέγνω τὴν ἐκ τοῦ πράγματος ὠφέλειαν καὶ σωτηρίαν.
735. δεόντως ἐπάγει νῦν τὴν ἰδίαν γνώμην, προπαρασκευάσας
πρὸς πειθὼ τὸν στρατηγόν.
736. εἴωθεν ἀπὸ τοῦ γάρ ἄρχεσθαι οὐκ αἰτιολογικῶς. στέφανος
δὲ ὁ κύκλος, ἀπὸ τῆς στεφάνης τῶν γυναικῶν· ἡ δὲ περί πρὸς τὸ
δέδηεν. λέγει δὲ τὸ ὅλον ὅτι ὁ πόλεμος εἰς σὲ περισσῶς ἀνάκειται,
ἢ ὅτι ὁ τοῦ πολέμου κύκλος παρὰ τῶν πολεμίων ἤδη σε περιεί-
ληφεν.
737. Τρῶες δέ] τοῦτʼ ἄν εἴη ἀγαθοῦ συμβούλου τὸ μὴ μόνον τὰ καθʼ ἑαυτὸν καὶ τὸν στρατηγὸν ἰδεῖν, ἀλλὰ καὶ τὸ πᾶν κατασκέψα- σθαι, ὃ νῦν ὁ Πολυδάμας ποιεῖ.
740. ἀρίστους] ἀντὶ τοῦ ἀριστεῖς. πιθανῶς δὲ χρῆται τῇ συμ-
βουλῇ, ἵνα μάθῃ ὁ Ἕκτωρ τοὺς ἀνῃρημένους καὶ ἀναχωρήσῃ. ἐκ τοῦ
καλέσαι, φησὶ, τοὺς ἀρίστους βουλευσόμεθα τὸ συμφέρον.
742. ἤ κεν] καθόλου ἐστὶ τῆς ἑτέρας γνώμης ὁ Πολυδάμας, ἀλλʼ
οὐ φανερῶς λέγει· ἠπίστατο γὰρ οὐ δεξόμενον τὸν Ἔκτορα. ἄμφω
οὖν τέθεικεν, ἵνα ἐπʼ ἐκείνῳ ᾖ τὸ ἑλέσθαι. ὅτι γὰρ ὡς παράδοξον
αὐτὸ πρῶτον τέθεικε δῆλον ἐκ τῆς ἐπιφορᾶς “αἴ κʼ ἐθέλῃσι θεός,”
ὡς δύσκολον καὶ ἐπὶ μόνῳ θεῷ κείμενον τὸ ἑλεῖν τὰς ναῦς.
745. σταθμῷ ἀποδῶσι τὴν χθεσινὴν ἡμῶν εὐημερίαν· ἐν τῇ κόλῳ μάχῃ γὰρ εὐτύχησαν Τρῶες. θεραπεύει δὲ τὸν Ἕκτορα λελη- θόσιν ἐπαίνοις, ὑπομιμνήσκων αὐτὸν τῶν χθὲς αὐτῷ κατωρθωμένων.
*οἱ δὲ ἀρχαῖοι σταθμῷ ἐδάνειζον χρυσίον καὶ ἀργύριον καὶ τὰ
παραπλήσια, ὡς νομισμάτων τότε μὴ ὑπαρχόντων. τὸ δὲ μὴ τὸ
χθιζὸν ἀποτίσωνται χρεῖος ἀντὶ τοῦ ἴσον ἀπολάβωσιν, ὡς ἐν
ζυγῷ τὸ ἴσον στήσαντες καὶ ἀπομετρούμενοι ὄφλημα· χρεῖος γὰρ
τὸ χρέος εἶπε καὶ ὄφλημα, οὐχ ἀπλῶς τὸ πρᾶγμα. φησὶν οὖν,
δέδοικα μὴ ὡς δανεισάμενοι χθὲς τὴν νίκην ἀποδῶμεν αὐτοῖς, σταθμῷ
στήσαντες τὸ χρέος.
748. ἅδε δʼ Εκτορι μῦθος] διδάσκει πείθεσθαι τοῖς καιροῖς.
τοιοῦτος γὰρ ἦν καὶ Ἀγαμέμνων, ἐπιπλήσσων Ὀδυσσεῖ καὶ Διομήδει
751. ἐρύκακε] μὴ ἔα χωρίζεσθαι, ἀλλʼ εἰς ταὐτὸ σύναγε.
754. καὶ Ὄλυμπος ἄρα ὄρος· φησὶ γὰρ “κατʼ Ὀλύμπου νιφό- εντος.” πρὸς δὲ μέγεθος ἡ εἰκὼν, ἐπεὶ τὸ ὄρος ἀκίνητόν ἐστιν.
756. ἀγαπήνορα] τὸν διὰ τὴν οἰκείαν ἀνδρείαν ἀγαπώμενον.
761. ταχίστῃ συλλήψει ἐδήλωσεν ὧν μὲν τρῶσιν, ὧν δὲ τέλεον ἀναίρεσιν· Ἕλενος δὲ καὶ Δηίφοβος οὐκ ἀπήμονες, Ὀθρυονεὺς δὲ καὶ Ἄσιος οὐκ ἀνώλεθροι.
763. κέατο ψυχὰς ὀλέσαντες] πρὸς τὸ δεύτερον ὑπήντησε, τὸ
οὐδʼ ἀνωλέθρους.
764. βεβλημένοι οὐτάμενοί τε] συλληπτικῶς· ἐβέβλητο γὰρ Ἕλενος, οὔταστο δὲ Δηίφοβος.
765. ἀριστερὰ μὲν τοῦ Εκτορος, δεξιὰ, δὲ τοῦ τείχους.
766. Ἑλένης πόσιν] ἐσπούδαζε γὰρ ἀνὴρ αὐτῆς εἶναι, εἰ καὶ
μοιχὸς ἦν. ἢ τὸν τέως ἔχοντα αὐτὴν πόσιν λέγει· διὸ Μενέλαον
οὐδέποτε πόσιν αὐτῆς καλεῖ.
768. προσέφη αἰσχροῖς ἐπέεσσιν] ὡς αἴτιον τῆς μάχης, καὶ ἐπεὶ
διʼ αὐτὸν ὁ τῶν ἀρίστων κίνδυνος. ἔχει δὲ ἦθος ὁ λόγος· αὐτὸς γὰρ
μᾶλλον αἴτιος τῆς ἐκείνων ἀπωλείας γεγονὼς, ὡς ἀναγκάσας αὐτοὺς
διαβῆναι τὸ τεῖχος, ἄλλῳ τὴν αἰτίαν ἀναφέρει· ὅπερ ἴδιον τῶν
δυσχεραινόντων καὶ τὰ ἴδια ἁμαρτήματα μετατιθέντων. ὃ καὶ
ἐξελέγχει ὁ Πάρις ἐν τῇ ἀποκρίσει “Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον
αἰτιάασθαι” (775).
769. τὸ εἶδος ἄριστε τῷ γυναιμανές συνάπτει, ἵνʼ ᾖ ὁ λόγος
οὕτως, ἐπί μοιχείᾳ καλλωπιζόμενε· μέμφεται γὰρ τὸ κάλλος αὐτοῦ
οὐχ ὡς κακὸν, ἀλλʼ ὡς αἴτιον κακοῦ.
772. ἠθικῶς ὁ τοί ἐνταῦθα· οὐ γὰρ παρέλκει, ἀλλὰ ἔχει χώραν
κυριωτάτην, ἐπεὶ καὶ τὸ ὅλον διʼ Ἄλέξανδρον πράττεται. εἰκονικῶς
δὲ ὁ ποιητὴς προβάλλεται τὴν φωνὴν καὶ τὸ βλέμμα τοῦ σχετλιά-
ζοντος. κατʼ ἄκρης δὲ διόλου ἕως τῆς ἀκροπόλεως.
773. σῶς] σωζόμενος· τοῦτο γὰρ ὀλέθρου σωζομένου, τὸ ὄλεθρον ἐμποιεῖν τοῖς ἐντυγχάνουσιν. οἱ δὲ ἰσχυρός. οἱ δὲ πλήρης. οἱ δὲ σωστέος, ἵνʼ ᾖ νῦν σοι σωστέον τὸν ὄλεθρον, ὅ ἐστι, νῦν ὀφείλεις σκοπῆσαι πῶς σωθήσῃ.
776. ἐρωῆσαι] τὴν ἐπὶ τὰ ὀπίσω ὁρμὴν ποιῆσαι ὑποχωρῆσαι· οὐ γὰρ νῦν.
778. ἐξ οὗ] ἐξ ὅτου παρώρμησας τοὺς ἑταίρους ἐπὶ ταῖς ναυσίν. ἡρέμα δὲ ἐλέγχει ὅτι ἐκεῖνος αἴτιος ἀναγκάσας ἐλθεῖν· σαφῶς δὲ ἐλέγχειν οὐ δύναται.
779. ὁμιλέομεν Δαναοῖσι] κατὰ ἴλας συμβάλλομεν αὐτοῖς.
782. τετυμμένω ἐγχείῃσι] σύλληψις· φησὶ γὰρ “δουρὶ βρα- χίονα τύψε” (529) καὶ περὶ ἑτέρου “τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον” (594).
786. ἀλκῆς] ὅση μοι πάρεστι δύναμις, παραυξήσω τὴν ἀλκὴν,
οὐκ ἐλαττώσω.
787. πὰρ δύναμιν] τῶν πάνυ χρησίμων ἡ γνώμη καὶ καθʼ ἑαυτὴν ὑπάρχονσα.
793. ἀμοιβοί] οἱ μὲν, πεζοί· οἱ δὲ, ἀμειβόμενοι Πρίαμον ὑπὲρ
ὧν ἐπεκούρησε Τρωσὶ, μᾶλλον δὲ Φρυξίν οἱ δὲ, διάδοχοι τῶν προκα-
μόντων, ἵνʼ ᾖ ἔπαινος τῶν Ἑλλήνων διαδοχῇ μὴ κεχρημένων.
*ἀμοιβοί] οἱ ἐξ ἀμοιβῆς καὶ ἐναλλάξεως παραγεγονότες συμμα-
χῆσαι τοῖς Τρωσὶν ἀντὶ τῶν πρότερον συνεργούντων αὐτοῖς πολιτῶν·
διὰ γὰρ τὸ ἐπὶ δέκα ἔτη τὸν πόλεμον ἀνύεσθαι οἱ πρῶτοι, κεκμη-
κότες κατὰ τὴν μάχην, ἰσαρίθμων αὐτοῖς ἄλλων ἀποστελλομένων
ἀποπέμπονται, ὡς εἰκός. ἐξ ἀμοιβῆς ἀμύνοντες. ἢ οἱ ἀμοιβὴν
ἀποδιδόντες τῷ Πριάμῳ διὰ τὸ καὶ αὐτὸν συμμαχῆσαι Φρυξίν
(Il. 3, 188). ἐπιφέρει γὰρ “ἠοῖ τῇ προτέρῃ·” λέγει γὰρ ἐν τῷ
καταλόγῳ “Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδής” (Il.
2, 861). οἷον ἀμοιβοί πεζοί· διὰ γὰρ τῆς ἀμοιβῆς τῶν ποδῶν γίνεται
ἡ τῶν πεζῶν ἔφοδος.
795. ἀτάλαντοι ἀέλλῃ] κατʼ ἀρχὰς μὲν ἀέλλῃ τὴν ἔφοδον αὐτῶν
παρέβαλε διὰ τὸ σφοδρὸν τῆς ὁρμῆς, ὕστερον δὲ τὸ πλῆθος εἴκασε
πελάγει· ὄχλον γὰρ κίνησις καὶ ὁρμὴ θαλάσσης παραπλήσια. διʼ
ἔμφασιν δὲ καὶ τὸ ἀργαλέων ἀνέμων πρόσκειται, ἵνα τοὺς
σφοδροὺς ἐμφήνῃ.
796. ὑπὸ βροντῆς] μετὰ βροντῆς ἐπιφέρεται μὲν ὡς ἐπὶ τὸ πέδον, ἀποσκήπτει δὲ εἰς θάλασσαν, ὃ καὶ καλεῖται σκηπτός.
797. θεσπεσίῳ] θείῳ. δηλοῦν οὖν θέλει τὴν ἀπὸ τοῦ θεοῦ κατα- βεβηκυῖαν ἄελλαν.
798. κύματα παφλάζοντα] δεῖξαι θέλει καὶ φύσιν κυμάτων. καί
μοι δοκεῖ καὶ τὸν ἦχον μιμήσασθαι διὰ τῆς περὶ τὴν σύνθεσιν τῶν
σημείων τραχύτητος. ὅρα δὲ καὶ τὸ ὁμοιοκατάληκτον, κύματα
παφλάζοντα, κυρτὰ, φαληριόωντα. καὶ ἔχει ἕκαστον τῶν
ὀνομάτων ἰδίαν χάριν· τὰ μὲν γὰρ παφλάζοντα πρὸς τὸν ἦχον, τὰ
δὲ κυρτὰ πρὸς τὸν ὄγκον, τὰ δὲ φαληριόωντα πρὸς τὸ χρῶμα. προ-
ειπὼν δὲ “ἐν δέ τε πολλὰ κύματα,” ἐπεξηγεῖται πῶς πολλά· “πρὸ
μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα.” εἰς δὲ τὴν συνέχειαν τῆς ἐπιφορᾶς
τῶν πολεμίων ἡ εἰκών.
παφλάζοντα] ἐν τῷ ἀναζεῖν ἠχοῦντα, πρὸς τὸν Τρωῖκὸν πόλεμον.
799. φαληριόωντα] λευκανθίζοντα τῷ ἀφρῷ ὡς καὶ οὗτοι τῇ παντενχίᾳ.
*ἐκ τοῦ φῶ τὸ φαίνω, ὁ μέλλων φάσω, ἀφʼ οὗ καὶ φαλόν τὸ
λαμπρὸν, ἐξ οὗ καὶ φάλαρον (“καπφάλαρʼ εὐποίητα Il. 16, 106)·
ἐξ αὐτοῦ καὶ φαλακρός ὁ τὸ κάρα φάλαρον ἔχων, τουτέστι λαμ-
πρόν. καὶ ὥσπερ ἔρευθος ἐρευθιῶ, οὕτως καὶ φάλαρον φαλαριῶ, καὶ
τροπῇ τοῦ α εἰς η φαληριῶ.
800. πρὸ μὲν πρόσω μέν, ἐπί ὀπίσω.
806. προποδίζων] ἡρέμα ἕτερον ἐφʼ ἑτέρῳ πόδα τιθείς.
807. ὑπασπίδια προβιβῶντι] μετὰ πολλῆς ἀσφαλείας βαίνοντι. τῷ δὲ βαδίσματι καὶ τῇ προτροπῇ δείκνυσιν ἄνδρα βάρβαρον ἐνδει- κνύμενον τὴν εὐψυχίαν.
810, 811. δαιμονίως τῷ ἤθει χρῆται· τὸν μὲν γὰρ κίνδυνον ἴδιον
αὐτῷ καθίστησι διὰ τοῦ σχεδὸν ἐλθέ, τὴν δὲ ἀρετὴν κοινὴν ἀπάν-
των· “οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν”
814. ἄφαρ ῥᾳδίως. τινὲς δὲ, ἐλπίζει ἄφαρ ἐξαλαπάξειν, εἰσὶ δὲ χεῖρες καὶ ἡμῖν ὥστε ἀμύνειν. ἢ εἰσὶ καὶ ἡμῖν χεῖρες ὥστε ἄφαρ ἀμύνειν.
817. σοὶ δʼ αὐτῷ φημὶ] οὐ προμαντεύεται, ἀλλὰ στοχάζεται· ἤκουσε γὰρ καὶ Ἀχιλλέως “ἀμφὶ δέ τοι τἠμῇ κλισίῃ Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀίω” (Il. 9, 645)· ὅθεν καὶ τὸ περισσὸν ὑποφαίνει.
824. ἁμαρτοεπές] τῶν βελτίστων λόγων ἁμαρτάνων. ἐπιλέλησται δὲ τοῦ “ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε καὶ πινυτήν” (Il.7,288).
βουγάῖε] τὴν γῆν ἐργαζόμενε βοῦ, διὰ τὸ δυσκίνητον καὶ μὴ
δρομικὸν, ὡς Ἀχιλλεὺς, καὶ μέγα τοῦ σώματος. ἢ ἐπὶ τῇ ἀσπίδι
γαίων. βουκαῖος δὲ ὁ ἀγροῖκος, ὡς Νίκανδρος “βουκαῖός τʼ ἀλέγοι
καὶ ὀροιτύπος.”
*Πορφυρίου. τὸ βουγάῖον ἀκουστέον διὰ τὸ ὑπερμεγέθη ἔχειν
βοείαν ἀσπίδα, ὡς εἰ ἔλεγεν ὁ γαίων ἐπὶ τῇ ἀσπίδι, ὡς κύδεῖ γαίων.
ἐνὶ δὲ τοῦ Ἴρου “νῦν μὲν μήτʼ εἴης βουγάῖs μήτε γένοιο” (Od. 18,
78) χαριεντιζομένου ἀκουστέον διὰ τὸ μέγεθος, ὡς ὑπερμεγέθη ἂν
ἔχοντος ἀσπίδα. λέγει δὲ μὴ εἴης μέγας μηδὲ γένοιο μέγας, ᾧ
ὅμοιον τὸ “ἦ μάλα Ἶρος ἄῖροςʼ (ib. 72) “ἀπαγγέλλων ὅτε πού τις
ἀνώγοι” (ib. 7). τούτῳ ὅμοιον τὸ “οὕτω γάρ κεν δή μοι ἐῦκλείη τʼ
ἀρετή τε εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα” (Od. 14,
402)· ταὐτὸ τῷ εἴη καὶ γένοιτο.
825. αἱ γάρ] τέσσαρα εὔχεται, καὶ παῖς Διὸς εἶναι, καὶ ὡς θεὸς ἀεὶ, καὶ ἐξ Ἥρας, καὶ ἴσος Ἀθηνᾷ καὶ Ἀπόλλωνι.
830. μακρόν] τὸ μέγα, ἢ τὸ κατὰ βάθος ἐρχόμενον. λειριόεντα δὲ εὐτραφῆ καὶ ἀνθηρόν. χρόα δὲ λέγει τὴν ἕως ὀστῶν σάρκωσιν.
831. σημειωτέον τὸ ἔπος· ὁ γὰρ περὶ λύμης σώματος ἀπειλῶν
περὶ σῶμα αἰκισθήσεται.
835. ἐπίαχον] δηλονότι ἀνθιστάμενοι, ὥστε ἐκ τῆς ἑκατέρων βοῆς μέγαν τινὰ ἦχον γενέσθαι.
837. ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάς] ἐν τάχει τὸ μέγεθος τῆς βοῆς
ἐσήμανεν εἰς ὅσον ἤρθη· Διὸς γὰρ αὐγὰς λέγει τὸν οὐρανόν· τὸ
δὲ μέγιστον ἔξαλμα οὐρανός ἐστι καὶ γῆ.
1. Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχή] καθελὼν τὸ τεῖχος ὁ ποιητὴς,
καὶ τοὺς Τρῶας εἰσαγαγὼν, καὶ ἀναλώσας τὰ πολλὰ περιπτώματα
καὶ τὰς ἐνεργείας τῶν λόγων, τὴν ἐπὶ ταῖς ναυσὶ μάχην ὑπερτίθεται
διὰ Νέστορος καὶ τῆς τοῦ Διὸς κοιμήσεως, καὶ δείκνυσιν ὡς ἄκων
ἐλιμπάνετο Νέστωρ τῆς μάχης συνὼν Μαχάονι διὰ τὸ αὐτὸν αἴτιον
εἶναι τῆς τῶν ἄλλων σωτηρίας. ἀπάγει οὖν ἡμᾶς ἀπὸ τοῦ ὁμοειδοῦς,
ἐμποδὼν γίνεται τοῖς σπουδαίοις.
ἰαχή] τὸ ἰδίωμα, φησὶ, τῆς βοῆς οὐκ ἔλαθεν αὐτὸν ὡς πάλαι πολέμων εὗ εἰδότα. τὸ δὲ λανθάνειν δηλοῖ καὶ τὸ ἀκούειν μὲν, ἐθελον- τὴν δὲ παραιτεῖσθαί τι.
πίνοντά περ ἔμπης] ἀκολάστως, φασὶ, καὶ ὡς μέθυσος πίνει.
τάχα οὖν τὸν κυκεῶνα πίνειν φησὶν, ὃς εἶχε καὶ οἶνον. τινὲς δὲ
στίζουσιν εἰς τὸ ἰαχὴ, καὶ τὸ ἑξῆς οὕτως, ἀλλὰ καὶ πρὸς τὸν
Ἀσκληπιάδην πίνοντα ἔφη. ὁ δὲ Ἀρίσταρχος ἀντὶ τοῦ ὁμοίως τῷ
Μαχάονι, ὡς τὸ “σὺ δὲ χαῖρε καὶ ἔμπης” (Od. 5, 205). παρών τε
καὶ ἀπών. τόν τε πέρ πλεονάζειν, ὡς τὸ “ἔφυγόν περ αἰπὺν
ὄλεθρον” (Od. 17, 47).
2. ἡ πρός πρὸς τὸ Ἀσκληπιάδην. Ξάνθης δὲ καὶ Ἀσκληπιοῦ υίὸς ὁ Μαχάων.
3. * τὸ ἔσται τοῦ γενήσεται διαφέρει· τὸ μὲν γὰρ ἐπὶ τοῦ
ὑπάρχοντος, ὡς “ἔσται γέρων,” τὸ δὲ ἐπὶ τοῦ μὴ ὄντος, ὡς τὸ
“γενήσεται παῖς.”
4. θαλερῶν] ἀπὸ τῶν νέων ἔτι καὶ θαλλόντων φυτῶν παρείληπται ἡ μεταφορά. λείπει δὲ τῷ λόγῳ τὸ ἔστιν.
5. ἀντὶ τοῦ πῖθι, ὡς τὸ “διεφαίνετο χῶρος πιπτόντων” (Il. 10,
199) ἀντὶ τοῦ πεσόντων. ὡς ἐπιπολαίας δὲ οὔσης τῆς πληγῆς,
ἅμα δὲ καὶ ὡς ἰατρὸς ὢν καταφρονεῖ τῆς διαίτης καὶ πρὸς τὸ
ποτὸν ἀδιαφορεῖ.
6. εἰσόκε θερμὰ λοετρά] προανακτησάμενος αὐτὸν τῷ κυκεῶνι,
τότε λούει, ἀλλʼ οὐκ εὐθέως, ἵνα μὴ ἀτονῶν γένηται ἀτονώτερος,
οὐ τὰ θερμὰ δὲ θερμήνῃ, ἀλλὰ θερμήνῃ ἅ ἐστι θερμαντικὰ μετὰ τὸ
θερμανθῆναι.
7. βρότος μὲν ὁ ἐξ αἵματος ῥύπος, βρωτὸν δὲ τὸ ἐσθιόμενον, καὶ βροτὸς ὁ φθειρόμενος ἄνθρωπος. ἀναστρεπτέον δὲ τὴν πρόθεσιν πρὸς τὸ λούσῃ.
8. εἴσομαι] ὄψομαι, ἢ γνώσομαι. περιωπὴ δὲ πᾶν ὅθεν ἔστι
περιοπτεύειν. λέγει δὲ ἢ κρημνόν τινα ἢ πρύμναν νεώς.
9. τετυγμένον] εὔτυκτον, ὡς τὸ ὀρυκτὴν τάφρον καὶ, πύλας ποιη- τάς· ἐν γὰρ πᾶσι λείπει τὸ εὖ.
11. διδάσκει ὅπως δεῖ περὶ κτημάτων πατέρας πρὸς παῖδας καὶ
παῖδας διακεῖσθαι πρὸς πατέρας, μηδὲν ἡγουμένους οἰκεῖον. τάχα
γοῦν ὑποχωρῶν τῆς μάχης ὁ Νέστωρ τὴν κρείττονα ἀσπίδα τῷ υἱῷ
κατέλιπεν.
12. ἄλκιμον εἴρηται κατὰ τὴν πρὸς τὸν φοροῦντα ἤτοι κομίζοντα ἀναφοράν. ἀκάχμένον δὲ ἀκὴν ἔχον, ἠκονημένον, μὴ εἶκον, σκληρὸν, ἀντίτυπον.
13. τάχα δʼ εἴσιδεν ἔργον ἀεικές] δαιμονίως τὴν ἔπειξιν τοῦ
πρεσβύτου παρέστησεν· οὐ γὰρ προσωτέρω προελθὼν περισκοπεῖ,
ἀλλʼ ἄμα τῷ τῆς σκηνῆς ἐκτὸς γενέσθαι· ἦσαν γὰρ ἔγγιστα.
τάχα δὲ τὸ ταχέως.
15. Τρῶας ὑπερθύμους] τῇ ἐπιφορᾷ διέλυσε τὴν ἀμφιβολίαν, ὡς
τὸ “ἡ δʼ ἑτέρη θέρει προρέει” (Il. 22, 151)· ἐδήλωσε γὰρ ὡς ἡ
ἄλλη χειμῶνος ῥεῖ.
ὡς φιλέλλην αὔξει τὴν συμφορὰν, ἐπεὶ οὐ πᾶν, ἀλλὰ μόνη πέπτωκεν ἡ ἔπαλξις.
16. πορφύρει] ἀντὶ τοῦ μελαίνεται, ὡς τὸ πορφύρεος θάνατος. ἢ κατὰ βάθους κινεῖται· πορφύρειν γὰρ τὸ κατὰ βάθος μεριμνᾶν.
κωφῷ] ἀφώνῳ, μηδέπω παφλάζοντι· καὶ κωφὸν ὕδωρ τὸ ἄροιζον, κωφὴν δὲ γαῖαν τὴν ἀναίσθητον. τοῦτο δὲ Ἀττικοὶ κολόκυμα, Αἰολεῖς δὲ σκώληκα καλοῦσι. καλῶς δὲ μελαίνεσθαί φησι τὸ πέλαγος τὸ μηδέπω ὕπαφρον γενόμενον ἐκ κυμάτων παφλαζόντων.
18. παρέλκει ὁ τέ· τὸ δὲ πρό εἰς τοὔμπροσθεν, τὸ δὲ ἑτέρωσε
εἰς τοὐπίσω, ἵνʼ ᾖ ἀπὸ κοινοῦ τὸ κυλίνδεται, ὅ ἐστιν οὐδʼ ἔμπρο-
σθεν ἀνακάμπτει τό κῦμα.
19. ἀπλανῆ, σταθερὸν, ἢ τῶν ἄλλων κεχωρισμένον. οὖρος δὲ
παρὰ τὸ ὀρούειν. διδάσκει δὲ ὅτι τὸ ἄνω θερμὸν τὸν ἀέρα κινοῦν
ἄνεμον ποιεῖ, λῦον τὴν περικειμένην ὕλην· εἰσὶ δὲ ἐξ ἰκμάδος·
ὅθεν καὶ ἴκμενος οὖρος, καὶ Ἴκμιος Ζεὺς τιμᾶται, ὁ τῶν ἀνέμων
δεσπότης.
21. τὸ τέλειον διχθάδια. ὥσπερ δὲ τὸ κῦμα ἀργοῦν ἔστηκε πρὸ
τῆς ἐμβολῆς τοῦ ἀνέμου, οὕτω καὶ ὁ γέρων. ἔστι δὲ ταῦτα τοῦ
βουλευτικοῦ καὶ ἔμφρονος, ἐπιμένοντος ἐπὶ πλέον ταῖς σκέψεσι.
περισπαστέον δὲ τὸν δεύτερον η, ὡς δοκεῖ τῷ Ἡρωδιανῷ. ὡς λίαν
24. οἱ δʼ ἀλλήλους ἐνάριζον] ἐμάχοντο γὰρ ἐκεῖνοι πρὸς σὒς
ἐλθεῖν ἐβούλετο. τοῦτο γὰρ ἐπήγαγε πρὸς τὸ “ἢ μεθʼ ὅμιλον ἴοι
Δαναῶν.”
26. ἀμφιγύοισιν] ἀμφοτέρωθεν γυῶσαι δυναμένοις, ἢ ἀμφοτέρω- θεν γυῖα ἔχουσι καὶ ἐπερείδεσθαι ἰσχύουσι· γυῖα δὲ δοράτων τὰ ἄκρα τοῦ σιδήρου.
27. ξύμβληντο] συνέβαλον κατὰ συντυχίαν. ἢ ὥσπερ ὁ Νέστωρ ὑπὸ τῆς βοῆς κινηθεὶς πρόεισιν, οὕτω καὶ οἱ συνηγμένοι τραυματίαι ἐπὶ τὴν τοῦ βασιλέως σκηνὴν, τεταραγμένοι ἐπὶ τῇ βοῇ, ὁμοῦ προ- έρχονται.
28. πὰρ νηῶν] ἀπὸ τῶν πρὸς θάλασσαν ἐπὶ τὰς ἐν τῷ τείχει.
καὶ μὴν μόνος ἐν αὐτοῖς Διομήδης ἐβέβλητο. οὐκ ἔστιν οὖν
σύλληψις· αἱ γὰρ συλλήψεις ἀπὸ τῶν ἴσων ἢ ἀπὸ τῶν πλειόνων
γίνονται, ὡς καὶ τὸ “οὐτάμενοί περ ἀνάγκῃ” (128). ἔστι δὲ εἶδος
ἀντὶ γένους, ἀντὶ τοῦ ὅσοι τετρωμένοι ἦσαν. καὶ ἀλλαχοῦ “ὅντινα
τοῦτον ἄγει βεβλημένον” (Il. 11, 612) ἀντὶ τοῦ τετρωμένον· οὐ
γὰρ δὴ ᾔδει Ἀχιλλεὺς πότερον ἐξ ἀφέσεως ἢ συστάδην τέτρωται ὁ
σὺν τῷ Νέστορι.
30. πολλὸν γάρ ῥʼ ἀπάνευθε] ἐπεξηγεῖται τὸ ἀνιόντες. ἔστι δὲ περιπαθὴς ὁ λόγος, ὅτι καίπερ μακρὰν ὄντες ὅμως ᾔεισαν ἐπὶ τὴν μάχην.
31. τὰς γὰρ πρώτας] ὅτι οὐκ ἐν διστιχίᾳ ἦσαν, ὥς φησι Κρά-
της· εἶπε γὰρ ἂν προτέρας· καὶ “νηῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ
τῶν πρωτέων” (Il. 15, 656). ἔστι δὲ ὁ πρῶτος τῶν πρός τι, καὶ
εἰσὶ πρῶται μὲν αἱ πρὸς τῇ θαλάσσῃ νενεωλκημέναι (ἑξῆς γοῦν — 75
φησὶ “νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης” ), ἔσχαται
δὲ αἱ πρὸς τῷ τείχει. αἱ δὲ τοῦ Ἀγαμέμνονος νῆες πᾶσαι πρὸς
τῇ θαλάσσῃ ἦσαν, ὥς πού φησιν ὁ Διομήδης “νῆες δέ τοι ἄγχι
θαλάσσης” (Il. 9, 43). τὸ δὲ πρυμνῇσιν ἀντὶ τοῦ ἐσχάταις. ὁ
δὲ Ἡρακλέων νῦν μὲν τὰς πρὸς τῷ τείχει καὶ πρώτας φησὶν,
ἑξῆς δὲ τὰς πρὸς τῇ θαλάσσῃ· “νῆες ὅσαι πρῶται εἰρύαται ἄγχε
θαλάσσης.” τὸ δὲ πρύμνῃσιν ἀντὶ τοῦ πρύμναις.
32. πρύμνῃσιν] τινὲς προπεριέσπασαν, ἐσχάταις ἐκδεχόμενοι, οὐχ ὑγιῶς. πρύμνῃσιν οὖν ταῖς πρύμναις, καὶ ἔστιν ἡ ἐπί ἀντὶ τῆς παρά· οὐ δύναται δὲ ταῖς ἐσχάταις· οὐ γὰρ πρυμνὸν ἄλλο ἄλλου, ἀλλʼ αὐτὸ ἑαυτοῦ· πρυμνὸν δὲ σκέλος τὸ περὶ ἄκραν τὴν σάρκωσιν.
33. εὐρύς] ἀντὶ τοῦ μέγας, ὡς τὸ εὐρυκρείων. πλεονάζει δὲ τὸ ἓν οὔ.
35. προκρόσσας] κλιμακηδόν· τὴν ἑτέραν πρὸ τῆς ἑτέρας.
36. διὰ τὸ ἔχειν ἐν αὑτῷ κοιλότητα πρὸς τὸ καθορμίζεσθαι τὰς
ναῦς. ἄκραι δὲ τὰ κέρατα τοῦ ναυστάθμου, ὧν ἐκτὸς οὐκ ἦν ναῦς.
ὅσον οὖν, φησί, στόμα συνέκλειον αἱ ἄκραι τῆς ἠῖόνος, τουτέστιν
ἀπὸ τοῦ ἑνὸς κέρως ἐπὶ τὸ ἕτερον.
37. ὀψείοντες] ὀπτικῶς ἔχοντες, ὄψεσθαι θέλοντες. ἡ παραγωγὴ δὲ αὕτη ἡ διὰ τοῦ ειω ἀπὸ ἐνεστώτων ἢ ἀπὸ μελλόντων γίνεται. κλίνεται δὲ μέχρι παρατατικοῦ.
38. ἀθρόοι] πλήθους γὰρ ἀρχὴ ἡ τριάς· ἢ ὡς καὶ ἄλλων ἀσομο- τέρων αὐτοῖς ἑπομένων. ἢ ἄθροοι, ἵνʼ ᾖ ἄφωνοι.
39. ἄχνυτο δέ σφι θυμός] τῶν μὲν τραυμάτων κατεφρόνουν ὡς γενναῖοι, τὸν θυμὸν δὲ διὰ τοὺς συμμάχους ἤλγουν.
40. Ἡρωδιανὸς πῆξεν ἀποδέχεται, ἵνʼ ᾖ τὸ ἐν ἀκινησίᾳ ἐποίησεν·
ἐπί τινι γὰρ χαλεπῷ τὴν ἀποχώρησιν αὐτοῦ ὑπώπτευσαν. ἦ μᾶλλον
ἐπέρρωσεν· ἡ γὰρ ἐλπὶς αὐτῶν ὁ λόγος αὐτοῦ. Ἀρίσταρχος δὲ
πτῆξεν ἀντὶ τοῦ ἐταπείνωσεν ἢ ἐπτόησεν.
41. τεταραγμένου τὸ ἦθος τὸ μὴ περιμεῖναι τὸν Νέστορος λόγον, ἀλλʼ αὐτὸν ἄρξασθαι.
43. φθισήνορα] τὸν τοὺς ἀνδρείους ἀναιροῦντα. καλῶς δὲ πρῶτος πυνθάνεται πῶς καταλιμπάνει τὴν μάχην· ἤδει γὰρ αὐτὸν τῷ γήρᾳ μὴ ἐπιτρέποντα. οὐ μὴν αἱ ἀποκρίσεις τοῦ πρεσβύτου πρὸς τοῦτο γεγόνασιν· ἀκαίρως γὰρ δισσολογεῖν ἔμελλεν ὁ ποιητής.
45. τῇ προτεραίᾳ ταῦτα εἴρηται· “μνημοσύνη τις ἔπειτα πυ-
ρός.” τὸ δὲ ποτέ καὶ ἐπʼ ἐλαχίστου τίθεται χρόνου.
53. ταῦτά γʼ ἑτοῖμα] πρὸς τὸ “δείδω μὴ δή μοι τελέσῃ ἔπος” φησὶ δὲ ὅτι ταῦτα μὲν οὕτως ὡς ἐκεῖνος ἠπείλησεν ἔσται, καὶ οὐκ ἂν παραποιήσαι αὐτὰ ὁ Ζεύς.
60. ἐπιμίξ] ἀθρόως ἀναμεμιγμένοι, ὥστε τῇ ὄψει μὴ διαγινώ- σκειν τοὺς πίπτοντας.
61. ἡμεῖς δὲ φραζώμεθʼ] παιδευτικῶς· ἔστι γὰρ καὶ ἐν τοῖς
ἀνιάτοις καὶ ἐσχάτοις πράγμασι διὰ συνέσεως ἀνασφῆλαι. καὶ νῦν
γοῦν ὁ Νέστωρ ἀντὶ τῶν ἀνῃρημένων, ἀντὶ τοῦ διακεκομμένου τείχους,
ἐπὶ τὴν φρόνησιν καταφεύγει. ἐμφαντικῶς δὲ καὶ τῷ ῥήματι χρῆ-
ται· ῥέξει γὰρ ἔφη, οὐ μηχανήσεται, ὥσπερ ἐργαζομένου τοῦ νοῦ
καὶ αὐτὰς τὰς πράξεις ἀποτελοῦντος.
73. κυδάνει] ὡς μελάνει καὶ οἰδάνει ἀντὶ τοῦ μελαίνει καὶ οἰ- δαίνει, καὶ κυδαίνει.
75. ἢ νοσῶν οὐχ ὁρᾷ τὸ χρειῶδες, ἢ τῶν ἀριστέων πειρᾶται· οἶδε
γὰρ ὅτι ἐν ἡσυχίᾳ μὲν τῶν πραγμάτων κειμένων ὑποπίπτουσι τοῖς
ὑπερέχουσιν ἕκαστος, κινδύνου δὲ ἐπιγενομένου δηλοῦσι τὴν προαί-
ρεσιν, οὐδὲν τῆς οἰκείας ἀσφαλείας προτιμῶντες. καὶ ἰδίως μὲν
αὐτὸς πάλιν δοκιμάζειν βούλεται· καὶ πρὸς σώφρονας ὁ λόγος, καὶ
οὐκ εὐθὺ πηδήσουσι πρὸς πρᾶξιν. βούλεται δὲ παρακληθῆναι ἑαυτῷ
τὸν στρατὸν, ἀλλὰ διὰ τῶν ἡγεμόνων· διʼ ἑαυτοῦ γὰρ οὐκ ἐδύνατο,
ὡς τοῦ παρόντος κινδύνου διὰ τὴν Ἀχιλλέως μῆνιν τὴν αἰτίαν φέρων.
*Πορφυρίου. ἐζήτηται πῶς ὁ Ἀγαμέμνων οὕτως ἀστρατηγήτως
φυγεῖν προστάσσει τοῖς Ἕλλησι. ῥητέον οὖν ὅτι ὁ Ἀγαμέμνων
γινώσκων αὐτοὺς μὴ φευξομένους διὰ τὴν οἰκείαν ἀρετὴν, καὶ ὅτι
οὐδὲ λαθεῖν ἠδύναντο τοὺς πολεμίους, ἐπιτρέπει αὐτοῖς φεύγειν, ἵνα
μὴ δόξῃ παρὰ δύναμιν κατέχων ἕνεκα τοῦ καθʼ ἑαυτὸν χρησίμου αἴ-
τιος γίνεσθαι τοῦ πάντας ἀπολέσθαι, τοὐναντίον δὲ εὔνοιαν αὑτῷ
πορίσηται διὰ τὸ πᾶν ὁτιοῦν αἱρεῖσθαι ποιεῖν καὶ ὑπομένειν καὶ τὴν
ἐκ τῆς φυγῆς ἀδοξίαν ἕνεκεν τῆς ἐκείνων σωτηρίας.
77. ὕψι] τὸ γὰρ ὑγρὸν ὑψηλότερον τῆς γῆς· διὸ ἀνάπλους μὲν ἡ ἀναγωγὴ καλεῖται, κατάπλους δὲ ἡ προσόρμισις. καὶ “ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὅρμισαν” (Od. 4, 785).
78. ἀβρότη] ἐν ᾗ φόνοι οὐ γίνονται· ἔλυον γὰρ νυκτὸς τὰς τάξεις.
ἢ μεταληπτικῶς ἡ φῶς μὴ ἔχουσα· βροτὸς γὰρ ὁ φώς· καὶ Αἰσχύ-
λος (Pr. 2.) “ἄβροτον εἰς ἐρημίαν,” δῆλον ἐν φὼς οὐ γίνεται.
φυγέειν κακόν] αἰσθάνεται αἰσχρὰ συμβουλεύων, ἀλλʼ ὅρα τί προστίθησιν· οὐ γὰρ ἔφη φυγεῖν τὸν πόλεμον, ὅπερ ἦν ἀπρεπέστα- τον, ἀλλὰ κακόν. καὶ τὸ οὐδʼ ἀνὰ νύκτα εἰς ἐπίτασιν, καίτοι γε ἀγεννὲς ἦν τὸ νυκτὸς ὥσπερ δραπετεῦσαι τὴν μάχην.
83. Ἀτρείδη] καλῶς ἐπιπλήσσοντα παράγων τὸν Ὀδυσσέα περι-
εῖλε τὰ λοιπὰ τῶν ὀνομάτων, τὸ κύδιστε καὶ τὸ ἄναξ. ἕρκος δὲ τὴν
ἔξοδον τῶν ὀδόντων. καὶ γὰρ ἦν παράδοξον τὸν εἰπόντα “ἱδρώσει τε-
λαμών” (Il. 2, 388) καὶ ἀπειλήσαντα τοῖς φυγοῦσιν (“ὃν δέ κʼ
ἐγὼν ἀπάνευθε μάχης” ib. 391) νῦν λέγειν “οὐ γάρ τις νέμεσις
φυγέειν.”
84. τὸ πρῶτον ἐπιχείρημα ἀπὸ τῶν ἀκουόντων λαμβάνει, ὅτι πρὸς τοιούτους οὐκ ἔδει συμβουλεύειν τοιαῦτα. οὐλόμενε δὲ ὀλέθρων αἴτιε. ὡς ἐν ἰδιάζουσι δὲ σοβαρῶς ἐπιπλήσσει· μετεσχηκὼς γᾶρ τῆς πρώτης ἀποπείρας, οἶδεν ὅτι καὶ νῦν πεῖραν καθίησιν. ἔχει οὖν καιρὸν ἡ παρρησία.
86. *μεταφορικῶς ἀπὸ τῶν ἔργων ὅσα ἐκλείπει ἐπὶ ταυτὸν συνά- γεται· ὅσα οἱ τελεσιουργοὶ τολύπας καλοῦσι· καὶ γὰρ ἐπὶ τῶν πολέμων τὸ παραπλήσιον γίνεται ἐξ ὀλίγων πλαττομένων καὶ νοου- μένων ἐπὶ τὸ αὐτὸ συνελθόντων κατορθωμάτων.
88. οὕτω δή] τὸ δεύτερον ἐπιχείρημα ἀπʼ αὐτοῦ τοῦ πράγματος,
ὅτι εἰ καὶ ἄλλοι ἦσαν οἱ ὑποτεταγμένοι, οὐκ ἔδει τοιαῦτα συμβου-
λεύειν οὐδὲ καταλείπειν τὰ προκείμενα. εἶτα τρίτον, ὅτι ἀνάξια
βασιλέως ἐφθέγξατο.
90. σίγα· μή τίς τʼ ἄλλος] δαιμονίως ὡς πρὸς ἁμαρτόντα διαλέ- γεται, καί φησιν ὅτι ἀρκέσει σοι πρὸς ἡμᾶς τοὺς φίλους τὸ εἰρημένον.
91. οὐδὲν αἰσχρότερον οἶδεν ὁ ποιητὴς τοῦ λιποτακτεῖν·
ἀμέλει καὶ Ἀγαμέμνων ἀλλαχοῦ αὐτοὺς ἐξωνείδισεν. ἄντικρυς δὲ
ἐξελέγχει ὅτι οὐ βασιλικὸς ὁ λόγος ἐστί. καὶ ῥητορικὸν δὲ τὸ
σχῆμα, ὅταν αἰτιώμενοί τινας πεφεισμένως μὴ τὰς κυρίας ὀνομα-
σίας τῶν ἁμαρτημάτων λέγωμεν· ἔδει γὰρ εἰπεῖν, ὡς οὐδὲ ἰδιώτης
ἀξιώσει λέγειν.
99. ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ] ἡμῖν δὲ ἀνυπέρβλητος ἐπιγί- νηται ὄλεθρος.
101. ἀποπαπτανέουσιν] περιβλέψουσι καὶ πτοηθήσονται, δηλονότι
102. ὄρχαμε λαῶν] ἠθικὸν τοῦτο· κατακερτομεῖ γὰρ τὴν βουλὴν ὡς οὐ βασιλεῖ ἁρμόζουσαν, καὶ οἱονεὶ λέγει ὅτι σὺ ὁ βασιλεὺς πάντα συγχέεις.
104. καθίκεο] διδάσκει φέρειν πράως τὰς λοιδορίας, ἐὰν ἐν καιρῷ καὶ ἐπὶ συμφέροντι γίνωνται.
105. ἀτὰρ οὐ μέν] ἄριστα τρέπει τοὺς λόγους ἐπὶ ἕτερα, ὡς πάντα ὑπὲρ Ἑλλήνων σκοπῶν.
107. εἴη] ἀντὶ τοῦ ἴτω· “καὶ τῷ προσιόντι προσεῖναι” (Hesiod.
O. 351) ἀντὶ τοῦ προσιέναι. διδάσκει δὲ παντὸς δέχεσθαι τὴν παραί-
νεσιν ἐν καιρῷ κινδύνου.
108. ἀσμένῳ] ἀπὸ τῆς ἡσμένος μετοχῆς γέγονεν ὄνομα, ὅθεν καὶ τὸ πνεῦμα ἤμειπται.
110. ἐγγὺς ἀνήρ] ἐγγὺς, φησὶν, ὅστις ἀμείνονα μῆτιν ἐνίψει.
ματεύσομεν δὲ ἐρευνήσομεν, ζητήσομεν· ὑποβάλλει γὰρ καὶ
ἑαυτὸν τοῖς ζητοῦσι. μέτριος δὲ ὁ λόγος, οὐκ ἔχων ἐπίπληξιν·
ἀπήρκει γὰρ Ὀδυσσεὺς εἰς τοῦτο· ἄλλως τε τὸ πλήσσειν θαμὰ
ἀπέχθειαν οὐ κηδεμονίαν ἐμφαίνει.
*Πορφυρίου. ἐζήτηται διὰ τί νῦν Διομήδης συμβουλεύει καὶ οὐχ
ὁ Νέστωρ. ῥητέον οὖν ὅτι τὸ μὲν γῆρας ἐν τοῖς δεινοῖς ἐστὶν ἐπι-
σχετικὸν, ἡ δὲ νεότης θαρσαλεωτέρα. ἄλλως τε καὶ Διομήδης ἐν τῇ
προτέρᾳ βουλῇ θαυμασθεὶς νῦν μᾶλλον τεθάρρηκε, καὶ προήρπασε
τῶν πρεσβυτέρων τοὺς λόγους.
113. πατρὸς δʼ ἐξ ἀγαθοῦ] καίτοι ἴδια λέγειν ἔχων, ὅμως τὰ τοῦ
πατρὸς προβάλλεται· τούτῳ γὰρ αὐτὸν συνέκρινεν Ἀγαμέμνων.
114. τὸ Θήβῃσι καὶ ὄνομα καὶ ἐπίρρημα δύναται εἶναι. Ὁμη- ρικὸν δὲ τὸ ταῖς παρεκβάσεσι διαναπαύειν τὸν ἀκροατήν.
116. συλλήψει ἐχρήσατο· οἱ μὲν γὰρ δύο ἐν Πλευρῶνι, ὁ δὲ Οἰνεὺς ἐν Καλυδῶνι ᾤκει.
120. *καὶ διὰ τί νῦν ὁ Διομήδης ἑαυτὸν γενεαλογεῖ; ῥητέον οὖν ὅτι πάνυ ῥητορικῶς· δεῖ γὰρ ἐν ταῖς συμβουλαῖς προαποδεικνύειν ὡς εἰσὶν οὐχ οἱ τυχόντες, ἀλλὰ πολλῷ κρείττους, ἵνʼ οὕτως ὡς ἂν καλλίονες εἰπόντες πείσωνται.
τὴν μὲν τῆς φυγῆς αἰτίαν ἐσιώπησε, μόνον θεοθελῆ εἰπὼν, τὰ δὲ πρὸς ἀρετὴν καὶ πλοῦτον εἶπεν.
*εὐσχημόνως ὁ Διομήδης παρεσιώπησε τὴν τοῦ πατρὸς φυγήν·
Τυδεὺς γὰρ ἀνελὼν Λυκωπέα καὶ Ἀλκάθουν ἑαυτοῦ παῖδας ἔφυγεν. ἡ
δʼ ἀληθεστέρα ἱστορία ἐστὶν αὕτη. Τυδεὺς ὁ Οἰνέως Αἰτωλὸς μὲν ἦν
τὸ γένος, ἀνδρειότατος δὲ τῶν κατʼ αὐτὸν γενόμενος ἔτι νέος ὢν ἐθεά-
σατο τὸν πατέρα διὰ γῆρας ὑπὸ τῶν Ἀγρίου παίδων τῆς βασιλείας
ἐκβαλλόμενον· διόπερ ἀναιρεῖ τούς τε ἀνεψιοὺς καὶ σὺν αὐτοῖς ἀκου-
σίως τὸν ἀδελφόν. φεύγων δʼ εἰς Ἄργος πρὸς Ἄδραστον τὸν βα-
σιλέα τῆς χώρας καθαρσίων τε τυγχάνει πρὸς αὐτοῦ, καὶ λαμβάνει
τὴν θυγατέρα αὐτοῦ Δηιπύλην. ἡ ἱστορία παρὰ Φερεκύδει.
123. *ὄρχατοι] κῆποι.
124. πάντα τὰ τετράποδα πρόβατα ἐκάλουν οἱ παλαιοὶ διὰ τὸ
πρὸ τῶν ὀπισθίων βάσεων ἑτέρας ἐμπροσθίους ἔχειν, καθὼς καὶ
Ἡσίοδός φησι (Ο. 558) “χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώ-
ποις.”
128. καὶ οὐτάμενοί περ ἀνάγκῃ] καλῶς οὐχ ὁ Νέστωρ ταῦτα λέγει, ἀλλʼ εἴς τῶν τετρωμένων. δεῖ δὲ πρὸς βραχὺ στίξαι εἰς τὸ πέρ, εἶτα τὸ ἀνάγκῃ ἐπαγαγεῖν, ἵνʼ ὥσπερ αἰτίαν τῆς ἐξόδου ἐπι- φέρῃ τὴν περιεστῶσαν ἀνάγκην.
129. ἐχώμεθα] λείπει ἡ ἀπό. τὸ δὲ ἔπειτα ἀντὶ τοῦ δή.
131. ἐνήσομεν τῷ πολέμῳ. οἱ δὲ ἀνήσομεν, ἤτοι πείσομεν. τὴν δὲ ἀφορμὴν τῆς συμβουλίας ἀπὸ τῶν Νέστορος λόγων λαμβάνει καὶ κελεύει τοὺς μὲν ἄλλους κινεῖν πόλεμον, αὐτοὺς δὲ μή.
136. μετʼ αὐτούς πρὸς αὐτούς. παλαιὸς δʼ ὁ γέρων λίαν, καλῶς
δὲ ἐπὶ τοῦ ὄχλου Κάλχαντι εἴκασται, διʼ οὗ καὶ ἔπειθεν· εὐδοκίμησε
γὰρ περὶ τὸν λοιμὸν ἐκεῖνος. οὐ προσέθηκε δὲ τίνι εἴκασται, ἀλλʼ
ἀπλῶς φωτὶ παλαιῷ, καὶ μόνον αὐτῷ τὰ τῆς ἡλικίας εἰς πίστιν
ἀπήρκεσεν δηλώσας.
139. Ἀχιλλῆος ὀλοὸν κῆρ] ἀεὶ καταδρομήν τινα εὑρίσκομεν
Ἀγαμέμνονος ἐν τοῖς πρὸς Ἀχιλλέα πεπραγμένοις· νῦν δὲ τοὐναν-
τίον. καὶ ἔστιν ἁρμόδιον τῷ καιρῷ παραμυθίαν τινὰ παρέχειν τῷ
Ἀγαμέμνονι, ὅτι οὐ διὰ τὴν αὐτοῦ ἁμαρτίαν, ἀλλὰ διὰ τὴν
Ἀχιλλέως ἀφροσύνην δυστυχεῖ τὸ Ἑλληνικόν.
140. φύζα] ἡ μεγίστη μετὰ δέους φυγήʼ γίνεται δὲ παρὰ τὸ ζα καὶ τὴν φυγήν.
141. ἔνι] ἔνεισιν. ὁ δὲ τρόπος μετατύπωσις· ἐκ συνθήκης γὰρ ἀπλοῦν ἐποίησε. λέγει δὲ ὅτι τὸ ἐπιχαίρειν κακοῖς ἑτέρων ἄφρονος ἀνδρός.
οὐδʼ ἠβαιαί] ἐκ τοῦ βαίνω γίνεται βαινός καὶ βαιός καὶ πλεο- νασμῷ τοῦ η ἠβαιός· ὡς τὸ μύει ἠμύει· πεδανός ἠπεδανός· ἢ ἐκ τοῦ βαίνω βαινὸς καὶ βαιός· καὶ μετὰ τοῦ α στερητικοῦ ἀβαιὸς καὶ τροπῇ τοῦ α εἰς η ἠβαιὸς ὁ ἐπʼ ὀλίγον χρόνον βεβηκώς.
142. ὣς] οὕτως ὡς Ἕλληνες. ἢ ὡς ἡμᾶς θέλει. ἢ ὡς ἔστιν
ἀκλεής. σιφλώσειε δὲ οἱ μὲν κακώσειεν, οἱ δὲ μωμητὸν ποιή-
σειεν, οἱ δὲ γέλωτα θείη, οἱ δὲ ἐκλύσειεν.
145. * κονίσουσι] ἐκ τοῦ παρακολουθοῦντος νοεῖται τὸ φεύξονται· οἱ γὰρ φεύγοντες κατὰ τὸν δρόμον ἐγείρουσι κόνιν.
147. μέγʼ ἄῦσεν] ἵνα δείξῃ ὅτι θεός ἐστιν. ὅρα δὲ τὴν ποικιλίαν
πρότερον μὲν ἐκ τοῦ ἴχνους ἐπιγινώσκεται· νῦν δὲ βοᾷ μέγα, ἵνα
ἐκ τῆς βοῆς συνῶσι. πῶς δὲ ὁ κλέπτων τὴν μάχην βοᾷ: ἐπεὶ εἶπεν
“ἠχὴ δʼ ἀμφοτέρων ἵτετʼ αἰθέρα καὶ Διὸς αὐγάς” (Il. 13, 837).
*πῶς δὲ, φησὶν, ὁ Ποσειδῶν, ὁμοιωθεὶς πρεσβύτῃ ὑπὲρ τὴν ἡλικίαν
ἐφθέγγετο: ῥητέον ὅτι τῇ μὲν ὄψει πρεσβύτης ἐφαίνετο, τῇ δὲ
φωνῇ τὴν τοῦ θεοῦ δύναμιν ἐπεδείκνυτο.
150. ἐν στήθεσφιν] ἐκ ψυχῆς· ἔστι γὰρ ἐν τοῖς στήθεσι, μέρος δὲ αὐτῆς ἡ βοή· ἐπεὶ πῶς φησὶν “ὅσον κεφαλὴ χάδε φωτός” (Il. 11, 462).
153. Ἥρη δʼ εἰσεῖδε] ἤδη προσδοκωμένου τοῦ κινδύνου τῶν νεῶν
ἀνυπερθέτως, ἑτέρῳ ἐπεισοδίῳ ἐκαινοποίησε τὴν ὑπόθεσιν, μετάγει τε
ἡμᾶς ἐπὶ τὰ οὐράνια καὶ ἐρωτικὰς διηγήσεις ποιεῖται, ἅμα διδάσκων
μὴ νικᾶσθαι ταῖς ἡδοναῖς.
155. * ποιπνύειν ἐστὶ τὸ μετὰ πνεύματος καὶ σπουδῆς ποιεῖν τι·
ἔγκειται οὖν τὸ ποιεῖν καὶ τὸ πνύειν. τὸ δὲ πνύω ἐκ τοῦ πονῶ πονύω
καὶ συγκοπῇ πνύω.
158. στυγερός] καταπληκτικὸς, ἢ μισητός. ἔστι δὲ καὶ τοῦτο ἦθος τῶν γυναικῶν· ἀποτυγχάνουσαι γὰρ τῶν προκειμένων στυγοῦσι τοὺς ἄνδρας.
160. ὅππως ἐξαπάφοιτο] τρία εἰσὶ διʼ ὧν περιγινόμεθα, βία, πειθὼ, ἀπάτη. θεωροῦσα οὖν αὐτὸν ἄμαχον μὲν διὰ τὴν ἰσχὺν, ἄπιστον δὲ τὴν γνώμην, ἐπὶ τὴν ἀπάτην κατέφυγεν.
163. παραδραθέειν] τότε γὰρ τὸ δρᾶν τι ἀποτιθέμεθα, ὅ ἐστι πράττειν.
*ἐκ τοῦ δρῶ τὸ ἐνεργῶ. ἐξ οὗ καὶ δρήθω τὸ κοιμοῦμαι κατὰ ἀντίφρασιν· οἱ γὰρ κοιμούμενοι οὐδὲ ἐνεργοῦσιν.
164. ἀπήμονα] κυρίως ἐπίθετον τοῦ ὕπνου· λύει γὰρ μελεδήματα θυμοῦ. λιαρὸν δὲ λίαν ἀρηρότα, ὅ ἐστι προσκολλώμενον, ἢ θερμόν· θερμαίνει γὰρ τὸ σῶμα· ᾗ δὲ χροιῇ τῷ ἰδίῳ αὐτῆς σώματι.
165. πευκαλίμῃσι] δριμείαις, παρὰ τὴν πεύκην, ἢ πυκναῖς, παρὰ τὸ πύκα.
166. ἐς θάλαμον] οὐκ ἐπὶ ὅπλα· μία γὰρ τοῖς ἀσθενέσι τῶν ἄλλων ὁδὸς, ἡδονῇ περιγίνεσθαι τῶν μειζόνων.
167. ἐπῆρσε] ἐπήρεισεν, ἢ ἐφήρμοσεν.
168. τριχῶς ἡ γραφή ἐστι, τὴν δέ τὴν κλεῖν, τὸν δέ τὸν θάλα- μον, τὰς δέ τὰς θύρας.
170. θαυμασία ἡ μίμησις· ἐν ἀπορρήτῳ γὰρ τὰ τοιαῦτα πράτ- τουσιν, ὡς ἂν μὴ ὑποβολιμαῖον ἐκ τέχνης κομμωτικῆς τὸ κάλλος αὐταῖς, ἀλλὰ γνήσιον φαίνοιτο.
171. λύματα] παρὰ τὸ λυμαίνεσθαι τὸν χρῶτα. τὸ δὲ κάθηρε προπαροξυτόνως, ἀπὸ τοῦ καθαίρω, ἐκάθηρε, καὶ Ἰακῶς κάθηρεν.
172. δασύνεται τὸ ἑδανόν. παρὰ γὰρ τὸ ἡδονή ἡδανόν καὶ ἑδανόν.
173. κινυμένοιο] ἀναχεομένου. πολλὴ δὲ τῆς εὐωδίας ἡ ἐνέργεια, τὸν κόσμον ἀποπληροῦσα.
174. ὁμοίως ὡς ἐς οὐρανὸν, οὕτω καὶ ἐς γῆν.
176. πεξαμένη] διακρίνασα καὶ διαχωρίσασα. τὸ δὲ πλοκάμους
ἔπλεξε παρωνομασία ἐτυμολογική. μέμφεται δὲ Πλάτων τὸν
κόσμον, ἀγνοῶν ὡς ἀνθρωποπαθεῖς τοὺς θεοὺς ὁ ποιητὴς εἰσάγει.
παραφυλακτέον δὲ τὸ παιδευτικὸν, ὅτι οὐ κομμωτρίας εἰσήγαγε τῇ
θεῷ, ἀλλʼ αὐτὴν ἑαυτῇ πάντα ὑπηρετοῦσαν.
179. ἔξυσʼ] ἐκέρκισεν· ξύουσι γὰρ τὴν κρόκην πρὸς τὸ πυκνωθῆναι. οἱ δὲ ἐλέανεν, ἀπὸ μεταφορᾶς τῶν ξύλων. οἱ δὲ ἀντὶ τοῦ ἔγναψε μετὰ τὸ ὑφανθῆναι.
180. ἐνετῇσι] ἵημι ἱτή ἑτή. λέγει δὲ τὴν τῶν περονῶν εἰσβολήν.
182. ἕρματα τὰ τοῖς ὠσὶ πρὸς κόσμον προσαπτόμενα, παρὰ τὸ ἐνείρεσθαι τούτοις. λοβοὶ δὲ τὰ τῶν ὤτων ἄκρα, παρὰ τὸ λαμβάνειν τι καὶ δέχεσθαι, λαβοί τινες ὄντες καὶ τροπῇ λοβοί.
183. τρίγληνα] οἱ μὲν ἀξιοθέατα, ὡς “γλήνεα πολλὰ κεχάνδει”
(Il. 24, 192)· οἱ δὲ ἐκ τριῶν ζῳδίων συγκείμενα· οἱ δὲ τριόφθαλμα.
ἅπερ οἱ Ἀττικοί τριοττίδας καλοῦσιν.
ἐκπεπονημένα τῇ κατασκευῇ καὶ μεμεριμνημένα τῇ τέχνῃ.
184. κρηδέμνῳ] κεφαλοδεσμίῳ, παρὰ τὸ τὴν κάραν δεσμεῖν.
185. νηγατέῳ] ὥσπερ παρὰ τὸ τείνομαι γίνεται τατός, οὕτως
παρὰ τὸ γείνομαι γατός, καὶ μετὰ τοῦ νέον νεήγατος, καὶ ἐν ὑπερθέσει
τοῦ ε νηγάτεος.
187. αὐτὰρ ἐπειδή] οὐδὲν παρέλιπε τῶν γυναικείων κοσμημάτων,
οὐ τὰ νίπτρα, οὐ τὴν τῶν ἀλειμμάτων περιεργίαν, οὐ τὴν ἐμπλοκὴν,
σὐ τὴν ἐσθῆτα, οὐ τὸν ἔξωθεν κόσμον περὶ τὰ ὦτα, περὶ τὴν κεφαλὴν,
περὶ τοὺς πόδας. τῷ οὖν φυσικῷ κάλλει τὴν ἐκ τῆς τέχνης ἠθέλησεν
εὐπρέπειαν προσάψαι. καίτοι δὲ τῶν περὶ ταῦτα δεινῶν γυμνὰς γρα-
φόντων ἢ πλασσόντων τὰς γυναῖκας πρὸς ἀπάτην, ὁ ποιητὴς παρα-
λιπὼν γυμνουμένην αὐτὴν δεῖξαι, ἵνα μὴ εἰς αἰσχρὰν ἐνέργειαν τὴν
τῶν ἀκροωμένων διάνοιαν προκαλέσηται, κοσμηθεῖσαν ἐνεφάνισε, καὶ
λόγοις πλειόνων αὐτὴν διετύπωσε χρωμάτων.
188. καλεσσαμένη δʼ Ἀφροδίτην] οὐκ ἀπέχρησεν αὐτῇ μόνος ὁ
κόσμος, ἀλλὰ καὶ ἄλλης τινὸς συλλήψεως δεῖται. διδάσκει δὲ ὁ λόγος
ὅτι αἱ τοιαῦται ὑπὸ τῶν γυναικῶν ἡδοναὶ οὐ χωρὶς περιέργου τινὸς
δυνάμεως γίνονται, πρὸς ἣν παρεσκευάσθαι δεῖ τὸν ἔμφρονα. ἅμα δὲ
κἀκεῖνο νοητέον ὅτι οὐχ ἀπλοῦν φαίνεται τῷ Ὁμήρῳ τὸ περιγενέσθαι
σοφοῦ· διὰ τοῦτο καὶ Ἥρα πολλὰ πραγματεύεται εἰς τὸ περιγε-
νέσθαι Διός.
189. τῶν ἄλλων ἀπάνευθε] δεῖ γὰρ τοιούτοις ἐγχειροῦσαν
κρύφα λέγειν. ἐπεὶ καὶ ἐν ἀπορρήτοις τὰ τοιαῦτα πράττουσιν αἱ
γυναῖκες.
190. ἦ ῥά νύ μοι] ὑποθετικῶς διαλέγεται, καὶ θυγατέρα αὐτὴν διὰ τὴν χρείαν καλεῖ.
192. οὕνεκʼ ἐγώ] πιθανῶς τὴν ὑπὲρ τῶν στρατευμάτων διαφορὰν παρήγαγε, προλαμβάνουσα αὐτῆς τὴν ἀντίρρησιν.
196. καὶ εἰ τετελεσμένον ἔσται] καὶ εἰ ἑτέρῳ τινὶ τετελεσμένον
τυγχάνει, ὡς τὸ μὴ προγενόμενον οὐκ ἂν ὕστερόν ποτε γένοιτο. ἢ εἰ
τελεσθησόμενόν ἐστι· τῶν γὰρ πραγμάτων τὰ μὲν εἰδικῶς ἄπορα, τὰ
δὲ κοινῶς ἀδύνατα.
199. δαμνᾷ] ἀποκοπὴ τοῦ δάμνασαι, Δωρικῶς. πρακτικὰ δὲ ἅπαντα· καὶ γὰρ τὸ ἐπαίρειν αὐτῆς τὴν δύναμιν ἐπαγωγότατον. ἅμα δὲ καὶ σύστασιν ἔχει ὁ λόγος, ἵνα πιθανὸν φανῇ καὶ τὸν Δία τοῖς τοιούτοις κρατηθῆναι.
200. *Πορφυρίου. πῶς πολλάκις Ὅμηρος τὴν γῆν ἄπειρον εἰπὼν
διὰ τούτων “ταί μιν φέρον ἐφʼ ὑγρὴν ἀπείρονα γαῖαν” (Od. 1, 97)
καὶ πάλιν “γαῖαν ἀπειρεσίην” (Il. 20, 58), πάλιν διὰ τῆς Ἥρας
“εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης;” μάχεται γὰρ τὸ
ἅμα μὲν αὐτὴν πεπερασμένην, ἅμα δʼ ἀπείρονα ἀποφαίνεσθαι. εἰ
μὲν οὖν ἡ τοῦ ἀπείρου φωνὴ ἓν σημαινόμενον περιεῖχε, τὸ κατὰ
ποσὸν ἀδιεξίτητον καὶ ἀπειρομέγεθες ἐναντιολογία ἂν ἦν· πῶς γὰρ
ἡ ἀπειρομεγέθης γῆ πέρατα ἂν ἔχοι; ἐπειδὴ δὲ τὸ ἄπειρον πολλαχῶς
λέγεται, ἄτοπον ἂν εἴη πλειόνων ὄντων τῶν σημαινομένων ἐφʼ ἓν
ἀποταξαμένους ἐλθεῖν, καὶ τοῦτο μαχόμενον. δεικτέον οὖν κατὰ
ποῖον σημαινόμενον τὴν πεπερασμένην ἐνδέχεται καὶ ἄπειρον λέγειν.
ἡ τοίνυν τοῦ ἀπείρου φωνὴ τάσσεται μὲν καὶ κατὰ ποσόν. διττὸν δὲ
τοῦτο, ἢ κατὰ μέγεθος ἢ κατὰ πλῆθος, κατὰ μέγεθος μὲν, ὅταν
ζητῶμεν εἰ ἄπειρος ὁ κόσμος, κατὰ πλῆθος δὲ, ὅταν εἰ ἄπειροι οἱ
κόσμοι, ὡρισμένοι μὲν κατὰ μέγεθος, κατὰ δὲ πλῆθος ἀδιεξίτητοι
ὄντες. σημαίνει δὲ τὸ ἄπειρον καὶ τὸ πεπερασμένον μὲν τῇ ἑαυτοῦ.
φύσει, ἡμῖν δʼ ἀπερίληπτον, ᾧ δὴ σημαινομένῳ χρῆται Ὅμηρος,
ὅταν λέγῃ “Κρήτη τις γαῖʼ ἔστι μέσῳ ἐνὶ οἴνοπι πόντῳ, καλὴ καὶ
πίειρα, περίρρυτος, ἐν δʼ ἄνθρωποι πολλοὶ ἀπειρέσιοι” (Od. 19, 172).
καὶ ἐπὶ τοῦ Χρύσου δὲ τὰ ἄποινα ὑπὲρ τῆς θυγατρὸς κομίσαντος
“φέρων” φησὶν “ἀπερείσιʼ ἄποινα” (Il. 1, 13). ὅπερ ἐστὶ πολλὰ
τῷ πλήθει. τρία μὲν οὖν ταῦτα σημαινόμενα ἐκ τῆς τοῦ ἀπείρου
φωνῆς κατὰ ποσὸν δεδήλωται. σημαίνει δὲ καὶ ἐπὶ τοῦ κατὰ τὸ
εἶδος διαφέροντος καὶ ἄγαν καλοῦ, ὡς παῤ Ἡσιόδῳ ἐν γυναικῶν
καταλόγῳ ἐπὶ τῆς Ἀγήνορος παιδὸς Δημοδόκης
ἀπερείσιʼ ἄποινα λέγεσθαι, οἷον ὑπερβαλλόντως καλὰ καὶ περικαλλῆ.
λέγεται δὲ ἄπειρον κατʼ ἄλλο σημαινόμενον καὶ ἐπὶ τοῦ κατὰ σῶμα
κυκλοτεροῦς τε καὶ σφαιροειδοῦς· τῶν γὰρ πεπερασμένων ἃ μὲν
πρὸς πέρασι λέγεται ὡρισμένοις πεπεράσθαι, ἃ δὲ οὒ, ὡς φέρε ἀπὸ
γραμμῶν ἢ οἷον τοῦ τετραγώνου. πρὸς πέρασι μέν ἐστι τοῖς ἀπό
του καὶ ἐπί τι· δύο γὰρ ὄντων περάτων τὸ μέν ἐστιν ἀρχὴ ἀφʼ
οὗ, τὸ δὲ τέλος εἰς ὅ· ἔστι γὰρ ἐπʼ αὐτοῖς τὸ ποθέν ποι· τῆς δὲ
ὅλης τοῦ κύκλου περιφερείας οὐκέτι. πᾶν γὰρ ὃ ἄν τις ἐπινοήσῃ
σημεῖον, ἀρχή τέ ἐστι καὶ πέρας· ξυνὸν γὰρ ἀρχὴ καὶ πέρας ἐπὶ
κύκλου περιφερείας κατὰ τὸν Ἡράκλειτον. τοῦ τοίνυν κύκλου κατὰ
τὴν περιφέρειαν ὄντος πεπερασμένου καὶ μὴ ἀπείρου κατὰ τὸ διεξί-
τητον, οὐκ ἂν λέγοιτο πρὸς πέρασιν αὐτὴ πεπεράνθαι, κατὰ δὲ τὸ μὴ
ἔχειν ποθέν ποι διάφορα πέρατα, πᾶν τε τὸ ληφθὲν ἀρχὴν εἶναι καὶ
πέρας, ἄπειρον ἐκάλουν τὸν κύκλον. ὡσαύτως δὲ καὶ τὴν σφαῖραν, οὔτε
ἄπειρον καὶ ἀδιεξίτητον οὖσαν κατὰ μέγεθος οὕτε κατὰ ἀριθμὸν, κατὰ
δὲ τὸ μὴ πέρασι διαφόροις ἀφορίζεσθαι, τῆς φωνῆς κατὰ τὰς συντάξεις
ἄλλα τε ἀτὰρ δὴ καὶ τὸ πολύ σημαινούσης. οὕτως γὰρ ἀχανὲς πέλα-
γος τὸ μέγα πάνυ, καὶ ὁ ἐν Δελφοῖς θεὸς ἀφήτωρ, ὁ πολυφήτωρ καὶ
πολλὰς ἀφιεὶς φήμας, οὐχ ὁ μηδεμίαν, καὶ ἄξυλος ὕλη ἡ πολύξυλος.
οὕτω καὶ ἄπειρος κύκλος ὁ πολυπείρων· οὗ γὰρ ἂν ἔλθῃ τις, τοῦτο
αὐτὸ τὸ πέρας ἐστί. σημαινούσης δὲ τῆς α καὶ τὸ ἴσον, ὡς τὸ
ἀρρεπές τὸ ἰσορρεπές καὶ ἀτάλαντον τὸ ἰσοτάλαντον, δύναται καὶ
ἀπείρων ἰσοπέρατος εἶναι, ὅτι ὅμοιος πάντη κατὰ τὰ πέρατα. τὸ δὲ
ἴσον ἐπὶ μόνων σχημάτων κύκλου τε καὶ σφαίρας γίνεται. ὅμοια γὰρ
ταῦτα πάντοθεν διὰ τὴν ἐκ μέσου πρὸς τὸ πέρας ἴσην ἀποχὴν εἶναι
πάντη. διὰ τοῦτο δὲ καὶ ὁμοιομερὴς ἥ τε τοῦ κύκλου περιφέρεια καὶ
ἡ τῆς σφαίρας ἐπιφάνεια· καὶ τὸ ὅμοιον πάντη ἐπὶ μόνων τῶν
σχημάτων τούτων λέγεται. εὐλόγως οὖν οἱ παλαιοὶ ἐπὶ τὸ προσα-
γορεύειν τόν τε κύκλον καὶ τὴν σφαῖραν ἀπείρονα προήχθησαν. οὕτω
407) τὰς ἐν κύκλῳ ἑστώσας ἐν ἀπείρονι σχήματί φησιν ἵστασθαι·
καὶ ὁ λοχαγὸς ταξίαρχος. καὶ Εὐριπίδης (Orest. 25) ἐπὶ τοῦ
συνερραμμένου πανταχῆ χιτῶνος καὶ κατὰ τοῦτο ὁμοίου (πέριξ οὖν ἡ
Κλυταιμνήστρα τὸν Ἀγαμέμνονα ἐνέδυσεν) “ἢ πόσιν περιβαλοῦσʼ
ὑφάσματι ἀπείρονι.” καὶ ἐπὶ τοῦ αἰθέρος κυκλοτεροῦς ὄντος εἰπὼν
(fr. 935) “ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα,” ἐπήγαγε κατὰ τί
ἄπειρον εἴρηκεν, ὅτι κατὰ τὸ τὴν γῆν ἔχειν πέριξ ὑγραῖσιν ἀγκάλαις.
μήποτε δὲ καὶ ὅταν Ὅμηρος λέγῃ “δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες
ἀμφὶς ἔχοιεν” (Od. 8, 340), οἱ ἀπείρονες δεσμοὶ οὐ σημαίνουσι
πλῆθος, ἀλλὰ τοὺς ἰσχυροὺς, οἵ εἰσιν ἔγκυκλοι καὶ κρικωτοί· πρὸς
γὰρ τὴν ἐρώτησιν ἡ ἀπόκρισις ἔσται κατὰ λόγον, τοῦ σημαινομένου
οὕτως ἀποδοθέντος· ἤρετο μὲν γὰρ αὐτὸν εἰ θέλοι δεσμοῖσι κρατεροῖσι
πιεσθεὶς εὕδειν παρὰ τῇ Ἀφροδίτῃ, ὁ δὲ ἀποκρίνεται “εἴη μοι πολ-
λάκις τοσούτοις δεσμοῖς δεθέντα εὕδειν,” ἴσον τῷ πολυπλασίοις καὶ
πρὸς τούτοις ἀπείροσιν, ἐν ταὐτῷ λέγων τῷ ἰσχυροῖς· τοῦτο γὰρ
αὐτὸς ἐπύθετο· “ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
εὕδειν” (ib. 336). τὸ δὲ ἰσχυροῖς δηλοῖ διὰ τῆς ἀπείρονες φωνῆς
ἀναφέρων ἐπὶ τοὺς κρικωτοὺς καὶ ταύτῃ δυσλύτους. ὡς γὰρ ἀλλα-
χοῦ εἶπε “πέδας ἀρρήκτους ἀλύτους” (Il. 13, 36), τοῦτο ἐνταῦθα
τοὺς ἀπείρονας δεσμοὺς, τοὺς ἀλύτους διὰ τὸ ἐν κύκλῳ περιέχειν,
εἰ γὰρ ἀπείρονες ἀκούοιμεν ὡς ἄπειροι πλήθει, ἄλογος ἔσται ἡ ἀπό-
φασις, τρὶς τόσσους εἰπεῖν καὶ ἀπείρους· τὸ γὰρ τρὶς τόσσους
ἄλογον δὲ πρὸς τὸ πολλοῖς ὅπερ οὐκ ἐπύθετο ἀποκρίνεσθαι, πρὸς δὲ τὸ
κρατεροῖσι μηδὲν φάναι. λέγοι ἂν οὖν τὸ μὲν τρὶς τόσσους πολλαπλα-
σίους, ἀπείρονας δὲ τοὺς κραταιοὺς, ὥστε τὸ ἄπειρον καὶ ἐπὶ σχήμα-
τος πεπερασμένου καθʼ Ὅμηρον τίθεσθαι. καὶ ἔστι τοῦ κυκλοτεροῦς
ἴδιον καὶ σφαιροειδοῦς, εἴγε καὶ αὐτὸς πείρατα γαίης φησὶ καὶ
ἀπείρονα γαῖαν, ἀδύνατον δὲ καὶ ἐπὶ τοῦ κατὰ μέγεθος ἢ κατὰ ποσὸν
ἀδιεξιτήτου ἀπείρου τίθεσθαι πέρας, ἐπὶ δὲ τοῦ περιφεροῦς οἷόν τε.
ὥστε συνάγεται, εἴπερ ἡ γῆ πεπερασμένη ῥηθεῖσα ἄπειρος πάλιν
ἐρρήθη, μὴ διὰ τὸ ἐξίτητον αὐτὴν εἶναι κατὰ μέγεθος εἰρῆσθαι
ἄπειρον, διὰ δὲ τὸ σφαιροειδῆ εἶναι, καὶ τοιαύτην αὐτὴν κατὰ σχῆμα
ὑπειλῆφθαι τῷ Ὁμήρῳ. εἰ δὲ καὶ ἀπειρέσιος ὡς μεγάλη ἀκούοιτο
καὶ ἀπερίληπτος εἰς γνῶσιν ἡμετέραν, οὐδʼ οὕτως ἀντιπίπτει κατὰ
τὴν πρός τι σχέσιν· πολλὴ μὲν γὰρ οἰκουμένη τῆς καθʼ ἡμᾶς
ἠπείρου, πολλὴ δὲ θάλασσα, πολλὴ δʼ ἀντίπερα ταύτης χέρσος
διειργομένη τῷ τοῦ Ὠκεανοῦ χεύματι (“μέσσῳ γὰρ μεγάλοι ποτα-
μοὶ καὶ δεινὰ ῥέεθρα, Ὠκεανὸν μὲν πρῶτον ὃν οὔπω ἔστι περῆσαι”
Od. 11, 157)· τῆς δʼ οἰκουμένης αὐτῆς εἴ τις ἐπίδοι τὰ μεγέθη
καθόλου τε καὶ κατὰ μέρη, καὶ τῆς θαλάσσης τά τε πελάγη καὶ
τοὺς κόλπους τοὺς μεγάλους τε καὶ μικροὺς, πολλοῦ χρόνου δέοιτʼ
ἂν πρὸς τὴν διήγησιν. κἂν μέντοι ἀπειρεσίη λέγοιτο διὰ τὸ κάλλος,
οὐδʼ οὕτως ἀντιπίπτει τῇ φύσει αὐτῆς τὸ σημαινόμενον, καθάπερ
τοῖς διαγράφειν τὰ κατʼ αὐτὴν βουλομένοις ἐστὶ πρόδηλον.
201. πιθανῶς αὐτὴν πλανᾷ ἐκτοπίζουσα τὸν ἔλεγχον καὶ μακρὰν καθιστᾶσα τὴν ὑποψίαν. τὴν γῆν φησὶ Τηθὺν οἱονεὶ τιθήνην τινὰ οὖσαν καὶ τροφὸν πάντων.
202. εἰκότως μνήμονα εὐεργεσιῶν ἑαυτὴν ἀπογράφει, καὶ ταύτην- εὔελπιν ποιοῦσα ὡς ἀποληψομένην τὰς χάριτας.
208. τὸ κείνω πρὸς τὸ ἀνέσαιμι, παραπείσασα, φησὶ, τὴν ψυ- χήν. τὸ δὲ ὁμωθῆναι εἰς ταὐτὸ συνελθεῖν.
210. αἰεί κέ σφι φίλη] λεληθότως λέγει ὅτι καὶ σὲ τὴν τῆς τιμῆς μοι αἰτίαν ἀεὶ νομιῶ φίλην.
212. οὐκ ἔστʼ οὐδὲ ἔοικε] πῶς ἡ ἄλλους ἐξαπατῶσα ἀπατᾶται
νῦν; ἢ ὅτι οὐκ ἀλεξιφάρμακον ἀπάτης ἡγεῖσθαι δεῖ τὸν κεστόν· ἔστι
γὰρ μόνης συνουσίας περιποιητικὸς, φιλοτιμουμένη δέ φησι περὶ
αὐτοῦ τὸ “ὅ τι φρεσὶ σῇσι μενοινᾷς·” οὐδὲν οὖν κωλύει αὐτήν τε
ἀπατᾶσθαι καὶ ἄλλους ἀπατᾶν δύνασθαι.
214. κεστὸν ἱμάντα] οὐκ ἔστιν ὄνομα τοῦ ἱμάντος ὁ κεστὸς, ἀλλὰ ἐπίθετον διὰ τὸ πεποικίλθαι.
216. * Πορφυρίου. διὰ τί τὰ ἐρωτικὰ ἐν ἱμάντι φησὶν Ὅμηρος
κατεστίχθαι; “ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος.” φησὶν οὖν Σά-
τυρος, ἐπεὶ πληγῶν ἄξια δρῶσιν οἱ ἐρῶντες· Ἀπίων δὲ, ἐπειδὴ
δεσμοῖς ἐοίκασι καὶ βρόχοις οἱ ἔρωτες καὶ τὰ τῶν ἐρώντων πάθη·
Ἀρίσταρχος δὲ, ὅτι ἄχρι τοῦ δέρματος διικνεῖται τὰ ἐρωτικὰ πάθη.
τήκοντα τοὺς ἐρῶντας καὶ ἀποξύοντα διὰ τῆς στύψεως τὰ μέλη.
217. ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων] προκατασκευάζει διὰ τούτου, ἵνα μὴ θαυμάζωμεν εἰ Ζεὺς ἠπάτηται. καὶ ἐπὶ θυμοῦ δέ φησιν “οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων” (Il. 9, 554). διδάσκει δὲ ὡς εἰ καὶ συνετὸς εἴη τις, ἁλίσκεται τοῖς τοῦ νοῦ πάθεσιν, εἰ μὴ ἑαυτῷ προσέχοι. πάρφασις δὲ ἡ διὰ λόγου παράπεισις.
219. τῆ] ἐκ τούτου γίνεται καὶ τήθη ἡ λέγουσα “δέξαι θήλασον·” θῶ γὰρ τὸ θηλάζω, ἐξ οὖ καὶ τὸ “θήσατο μαζόν (Il. 24, 58). κόλπῳ] τῷ τοῦ ἱματίου κόλπῳ, τῷ κατὰ τὸ στῆθος πτύγματι τοῦ πέπλου, ἐπειδὴ οἱ ταῦτα παρέχοντες παραγγέλλουσι μὴ ὁρᾶσθαι, ἵνα μὴ ἀλλοιοῖτο τῇ ὄψει τῇ ἀλλοτρίᾳ τὰ μαγγανεύματα.
222. ἀντὶ τοῦ ὑποστρέψειν· οὕτως Ἀρίσταρχος. τινὲς δὲ τὸν γενέεσθαι μέσον μέλλοντα ἐδέξαντο διαλελυμένως· γίνω γὰρ γενῶ γενοῦμαι γενεῖσθαι, καὶ διαιρέσει γενέεσθαι. οὐκ ἔσῃ, φησὶν, ἄπρα- κτος οὗ προθυμῇ.
225. Μακεδὼν ὁ Δίωνος καὶ Αἰθυίας, κατέχων τὴν ὅλην Θρᾴκην,
ἀφʼ ἑαυτοῦ Μακεδονίαν ὠνόμασε, γεννᾷ δὲ παῖδας δύο, Ἄμαθον καὶ
τάτην καθίστησι τὴν διήγησιν.
229. ἐξ Ἀθόω] ἡ ἐπέκτασις ποιητική. εἴρηται δὲ ἀπὸ Γίγαντος τοῦ Ἄθω. οῦτο δὲ ὤρυξε Ξέρξης, καταπλῆξαι βουλόμενος Ἕλ- ληνας. τοῦτο δὲ τὸ ὄρος στάδια τριακόσια Λήμνου ἀπέχον σκιάζει αὐτήν· προπαροξύνεται δέ· πλεονασμὸς γάρ ἐστι τοῦ ο.
230. πόλιν Θόαντος τὴν ὑπὸ Θόαντος πολισθεῖσάν φησιν. εἰσὶ δὲ τῆς Λήμνου πόλεις δύο, Ἡφαιστιὰς καὶ Μύριννα. ὅμοιον δέ ἐστι τῷ “Ἴδην δʼ εἰσαφίκανε Λεκτόν” (283) “Κύπρον ἵκ κανεν ἐς Πάφον” (Od. 8, 362)· ἔθος γάρ ἐστιν αὐτῷ τοῖς ὅλοις τὰ μερικὰ ἐπάγειν.
231. ἐνθ᾿ Ὕπνῳ ξύμβλητο] πολυοίνων ὄντων καὶ φιλοίνων τῶν Λη-
μνίων εἰκότως ἐκεῖσε διατρίβει ὁ Ὕπνος· καὶ γὰρ πολὺν ἔχουσιν οἶνον,
ὥστε καὶ τοῖς Ἕλλησι χορηγεῖν· καὶ γὰρ καὶ οἱ Λήμνιοι παῖδες Αἰ-
γύπτου, ὑπὸ τῶν γυναικῶν διὰ τὴν πολλὴν ἀναιροῦνται ἀκρασίαν. εἴωθε
δὲ ὁ Ὕπνος ἐπὶ πάντας καὶ μᾶλλον ἐπὶ τοὺς μεθύσους ἐνδιατρίβειν.
κασιγνήτῳ Θανάτοιο] Μνησίμαχος ὁ κωμικὸς περὶ Ὕπνου
διαλεγόμενός φησιν ὅτι “ὕπνος ἐστὶ μικρὸν καὶ μερικὸν θανάτου
μυστήριον·” ὁ μὲν γὰρ θάνατος ἀπὸ ἰσχυρᾶς γίνεται καὶ τελείας
λύσεως σώματος, ὁ δὲ ὕπνος ἀπὸ μικρᾶς καὶ καιρὸν ἐχούσης· ἀμφό-
τεροι δὲ κακῶν ἀναπαύουσι. καὶ ὁ μὲν χωρίζει ψυχὴν, ὁ δὲ συστέλλει
μικρόν· καὶ ὁ μὲν διαλύει αἰσθήσεις, ὁ δὲ στερίσκει μόνον.
233. ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων] ἀλλαχοῦ γοῦν φησὶν “ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος” (Il. 2, 1). ὥσπερ οὖν τὸν κεστὸν ἀπεθαύμασεν, οὕτω καὶ τὸν Ὕπνον σεμνολογεῖ πρὸς πειθὼ ὑπαγομένη.
235. Ἀττικῶς ἀντὶ τοῦ ὀφλήσω. ἐπίτηδες δὲ ὑπέμνησεν αὐτὸν
τῆς προγεγονυίας εὐεργεσίας· μνήμη γὰρ χάριτος παλαιᾶς παρα-
σκευαστικὴ δευτέρας. οὐκ ἐγύμνωσε δὲ διὰ τὰ παρακολουθήσαντα
τότε τῷ Ὕπνῳ τὴν χάριν.
238. θρόνον] οὐ προλέγει τὸν τῆς Χάριτος γάμον, ἀλλὰ φυλάττει εἰ ἀντιλέξει. καλῶς δὲ θρόνον ὑπισχνεῖται· ἴδιον γὰρ τοῦ Ὕπνου, καὶ πρὸς ἀνάπαυσιν πεποίηται.
239. Ἤφαιστος] εἰς πίστιν τῆς ὑποσχέσεως καὶ Ἡφαίστου
μνημονεύει, ὅτι ἐκ προχείρου παρέξει παρὰ τοῦ ἰδίου αὐτίκα λα-
βοῦσα υἱοῦ.
240. θρῆνυν] οὐδέτερον μέν ἐστι λῆγον εἰς υ· οὗτος δὲ ἀρσενικῶς αὑτὸ ἔφη. γίνεται δὲ παρὰ τὸ θρᾶνον, ὅ ἐστι μικρὸν ὑποπόδιον.
243. πρέσβα] ἀντὶ τοῦ πρεσβυτάτη, ὡς τὸ “δῖα θεάων.” τὴν ἴσην δὲ τιμὴν ἀνταπέδωκεν αὐτῇ.
245. καὶ ἂν ποταμοῖο ῥέεθρα] τεχνικώτατα διαλέγεται, τοῦ μὲν
καὶ νῦν κρατῆσαι τοῦ Διὸς δύνασθαι πίστιν ἐπάγων ἐκ τῶν ἐπὶ τῷ
Ὠκεανῷ, τοῦ δὲ μὴ δύνασθαι νῦν ποιῆσαι ἀπολογίαν κομίζων τὸ
μηδὲ πρόσθεν αὐτῷ λυσιτελῆσαι τοῦτο πρᾶξαι, ἐξ οὗ δύο χρήσιμα
πράττει, τήν τε δοθησομένην ἐπιτείνει δωρεὰν, καὶ τῆς παλαιᾶς εὐερ-
γεσίας τὴν Ἥραν ὑπομιμνήσκει· λέγει γὰρ ὅμως πρὸς ταῦτα ὑπη-
ρετήσειν, ἃ μὴ κίνδυνον αὐτῷ φέροι.
246. *γένεσις] πῶς Ἡσιόδου (Th. 216) πάντων πρῶτον εἰπόντος
γεγενῆσθαι τὸ Χάος, Ὅμηρός φησι γεγενῆσθαι τὸν Ὠκεανὸν ποτα-
μόν; ῥητέον οὖν ὅτι ἕκαστος εἴρηκεν ὡς ἐβούλετο, Ὅμηρος δὲ φιλο
σοφώτερον· τὸ γὰρ ὕδωρ τῶν πάντων ἡ ζωὴ, καὶ προέχει τῶν τεσ-
σάρων στοιχείων, ὅθεν καὶ Πίνδαρος ἄριστον αὐτό φησιν.
ἐκ γὰρ ὕδατος πάντα τὰ στοιχεῖα· ὅθεν καὶ τὸ σπέρμα πνεῦμά ἐστιν ὑγρῷ κραθέν. διὸ καὶ κουροτρόφοι καλοῦνται οἱ ποταμοί.
249. Ἀρίσταρχος ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμή, ἵνʼ ᾖ, ἤδη γάρ
με καὶ εἰς ἄλλο ἐπαίδευσεν ἡ σὴ πρόσταξις. εἰ γὰρ ἦν ὅτι τῇ ἰδίῳ
ὁ Ζεὺς, ἔδει ἐπάγειν ὑπέρθυμος υἱὸς ἑός. οἱ δὲ ἄλλοτε ᾗ ἐπίνυσσεν
ἐφετμῇ, τουτέστι τῇ ἰδίᾳ ἐσωφρόνισε καὶ ἐνουθέτησεν ἀπειλῇ. λέγει
δὲ τὸ πρᾶγμα κίνδυνον φέρειν, ἵνα καὶ παρωσάμενος συγγνώμην ἔχῃ
καὶ ποιῶν μείζονα δοκῇ αὐτῇ χαρίζεσθαι.
252. Διὸς νόον] τὸν Δία, ὅς ἐστιν ὁ τοῦ κόσμου νοῦς.
253. ἀμφιχυθείς] ὑγρὸς γὰρ ὁ ὕπνος, καὶ μᾶλλον τοῖς ὑγροῖς ἐπιχεόμενος.
255. * Κόωνδ᾿] Ἡρακλῆς ἀνακομιζόμενος μετὰ τὸ πορθῆσαι
Τροίαν, γενόμενός τε κατὰ τὸ Αἰγαῖον πέλαγος, βουλήσει Ἥρας
σφοδρῷ συνεσχέθη ἀνέμῳ· κατασυρεὶς δὲ εἰς Κῶν τὴν Μεροπίδα
ἐκωλύθη ἐπιβῆναι τῆς νήσου ὑπὸ Εὐρυπύλου τοῦ Ποσειδῶνος, βασι-
λεύοντος αὐτῆς. βιασάμενος δὲ καὶ ὡς λῃστὴς ἐπιβὰς ἀνεῖλε τόν
τε Εὐρύπυλον καὶ τοὺς παῖδας αὐτοῦ, μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ
Χαλκιόπῃ Θεσσαλὸν ἐγέννησεν. ἡ ἱστορία παρὰ Φερεκύδει.
εὖ ναιομένην] ἢ δι᾿ εὐβοσίαν, ἢ τὴν οὐ τότε, ἀλλʼ ὕστερον, ἢ τὴν ὑπὸ τῶν γενναίων οἰκουμένην, οἳ νομίσαντες αὐτὸν λῃστὴν ἐπηρέασαν αὐτῷ.
256. φίλων] ἢ τῶν πολιτῶν ἢ τῶν ἰδίων, ὡς τὸ “ἀπὸ μὲν φίλα εἵματα δύσω” (Il. 2, 261)· ἰδίᾳ γὰρ νηῒ ἐκεῖ κατῆλθεν.
257. θεούς] δηλονότι τοὺς συλλαμβάνοντας τῇ Ἥρᾳ. ἡ δὲ ἀπό-
τασις εἰς τὸν Ἥφαιστον· φησὶ γοῦν ἐν τῇ A (590) “ἤδη γάρ με
καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα ῥῖψε ποδὸς τεταγών.” ὅτι δὲ ἐπε-
βοήθουν τινὲς τῇ Ἥρᾳ, τοῦτο διέθηκεν ὁ Ζεὺς εἰπὼν ἐν τοῖς ἑξῆς
“λῦσαι δʼ οὐκ ἐδύναντο· ὃν δὲ λάβοιμι, ῥίπτασκον” (Il. 15, 22).
τὸ δὲ ἔξοχα πάντων ἀντὶ τοῦ κατʼ ἐξοχὴν παρὰ πάντας.
258. ἄϊστον] ἀνιστόρητον. τὸ δὲ ἔμβαλε ἀντὶ τοῦ ἐμβαλὼν
ἐποίησεν, ὡς τὸ “βροτὸς οὔτασεν ἀνήρ” (Il. 5, 361) ἀντὶ τοῦ
οὐτάσας ἐποίησεν.
259. δαιμονίως τοῦτο λέγει· ὡς γὰρ τὸν Ὕπνον ἄνακτα θεῶν καὶ ἀνθρώπων φησὶν, οὕτω καὶ τὴν Νύκτα δμήτειραν θεῶν καὶ ἀνδρῶν, ἤτοι δαμάστριαν.
260. ἱκόμην] ἱκέτευσα. εἰκότως· φυσικώτερος γὰρ ὁ ἐν νυκτὶ
ὕπνος τοῦ μεθʼ ἡμέραν.
261. θοῇ] τινὲς φίλῃ, ὃ καὶ ἄμεινον· τί γὰρ πρὸς τιμὴν ἡ θοὴ Νύξ; διδάσκει δὲ ὡς χρὴ καὶ ὀργῆς κρατεῖν εἰς πρόσωπον αἰδέσιμον ἀφορῶντας.
262. ἀμήχανον] πρὸς ὃ μηχανὴν σωτηρίας οὐκ ἂν εὑροίμην.
264. Ὕπνε, τίη δέ] ἄκρως διασύρει τὸ πᾶν, οὐδὲ ἀξιοῦσα εἰς ἔν-
νοιαν αὐτὸν λαμβάνειν οὐδὲ παραβάλλειν τὰ παρόντα ἐκείνοις· οὐ
γὰρ ὁμοίως κινηθήσεσθαι τὸν Δία ἐπὶ τοῖς Τρωσὶ κακωθεῖσιν, ὡς
265. τὸ μὲν η βαρυνόμενον ἐρώτησιν δηλοῖ, τὸ δὲ περισπώμενον ἀπόρησιν.
267. ἀλλʼ ἴθʼ ἐγώ] τεχνικὸν καὶ τοῦτο· ὡς γὰρ ἤδη πείσασα οὐκ-
έτι αἰτεῖ, ἀλλʼ ὑπουργεῖν λοιπὸν προτρέπει. συνάπτει δὲ τῇ προ-
τροπῇ καὶ τὴν ὑπόσχεσιν.
*Πορφυρίου. διὰ τί Ἥρας ὑποσχομένης τῷ Ὕπνῳ δώσειν
θρόνον ἀρνεῖται, αἰτεῖται δὲ Χααρίτων μίαν ὁπλοτεράων; καὶ τί βού-
λεται ἡ ὁπλοτέρα Χάρις; ῥητέον οὖν· τὸν μὲν θρόνον ἀρνεῖται, ὅτι
Ὕπνος θρόνου οὐ δεῖται· Θανάτου γὰρ τὸ τοιοῦτον, περιφοίτητον δὲ
ὁ Ὕπνος πάθος ἐστὶ καὶ τῶν ἐπιόντων καὶ τῶν ἀπιόντων. Χάριν
δὲ αἰτεῖται οὐ προκαταρκτικὴν, ἀλλʼ ἀμειπτικήν· ἀνθʼ ὧν γὰρ εὖ
ποιεῖ, ἀξιοῖ λαβεῖν τὴν ἀμοιβὴν, οὐκ ἐξ ὧν αὐτὸς προκατήρχθη. αἱ μὲν
οὖν προκατάρχουσαι Χάριτες εἶεν ἂν πρεσβύτεραι, αἱ δὲ ἀμειπτικαὶ
ἔτι νεώτεραι· μεταγενέστερον γὰρ, καὶ διὰ τοῦτο νεώτερον, τὸ δεύτερον
τοῦ προτέρου. διόπερ τῶν ὁπλοτέρων φησὶν αἰτεῖσθαι μίαν Χαρίτων.
270. χήρατο δʼ Ὕπνος] πιθανῶς, ὁτὲ μὲν θρόνον ὠνόμασεν, οὐκ
ἤνυσεν, ὁτὲ δὲ γάμον, ἐπιτείνοντος τὴν ἐπιθυμίαν τοῦ κεστοῦ· πρὸς
γὰρ ἐρωτικὰ μόνα δυνατώτατός ἐστι. δύο δὲ θεοὺς ἡ Ἥρα διʼ ἡδονῆς
ἐξηπάτησεν.
271. ἀάατον] ὑπερεπιτατικὸν εἶναι τὸ τοιοῦτόν φασιν, ὃ ταυτόν ἐστιν ἑνὶ ἀπλῷ. δηλοῖ δὲ τὸ λίαν βλαπτικώτατον. κατὰ Στυγὸς δὲ ὀμνύναι λέγει, ὅτι τὸ Στυγὸς ὕδωρ στυγνότητος αἴτιόν ἐστι τοῖς ψευδομένοις, ἀπελέγχον αὐτοὺς καὶ τοῦ ἐν ἡδονῇ ζῆν στερίσκον.
*τὸ α καὶ στέρησιν καὶ ἐπίτασιν δηλοῖ, ὡς ἀβλαβὲς μὲν τοῖς εὐόρκοις, πολυβλαβὲς δὲ τοῖς ἐπιόρκοις.
272. *τὰ βαρύτατα τῶν στοιχείων ὄμνυσι, καθάπερ ἐν τῇ συνη- θείᾳ λέγομεν ξηρὸν καὶ ὑγρόν.
κατὰ ξηροῦ καὶ ὑγροῦ ὀμνύουσιν, ἐπεὶ πάντα ἐκ ξηροῦ καὶ ὑγροῦ
τὴν σύστασιν ἔχουσιν.
273. μαρμαρέην] τὴν λαμπρότητος θρεπτικὴν, ἤτοι τοῦ ἡλίου· ἄναμμα γὰρ, φησὶν, ἡλίου νοερὸν θάλασσα.
274. θεοὶ Κρόνον ἀμφὶς ἐόντες] ἢ συγκολαζόμενοι αὐτῷ, ἢ μᾶλ- λον ὑπʼ αὐτῷ ταγέντες. Τιτᾶνες δέ εἰσιν οἱ Οὐρανοῦ παῖδες, Κρόνος, Κρεῖος, Ὑπερίων, Ἰαπετὸς, Κοῖος.
276. Πασιθέην] ἐπίτηδες μὲν ἐσιώπησεν ἡ Ἥρα τὸ ὄνομα τῆς
ἐρωμένης, ἵνα μὴ ὀνειδίζῃ τὸν ἔρωτα· ὁ δὲ Ὕπνος καὶ τὸ ὄνομα
προσέθηκεν εἰς βεβαίωσιν. Πασιθέην δὲ, ὅτι πανταχοῦ δεῖ θέειν καὶ
μὴ κεκρύφθαι τὴν χάριν. οὐκ οἶδε δὲ τὰ παῤ Ἡσιόδῳ ὀνόματα τῶν
Χαρίτων. ὑποφαίνει δὲ διὰ τούτου ὡς οὐδὲ κοιμώμενον ἐπιλανθάνε-
σθαι χάριτος δεῖ, καὶ ὅτι τῷ Ὕπνῳ ἔνεστιν ἡδονὴ καὶ χάρις· Πίν-
δαρος δὲ χάριτος ἄρχοντα πρὸ πάντων τὸν ὕπνον ποιεῖ, αἰνιττόμενος τὸ
συμβαῖνον περὶ τοὺς χαρίτων τυγχάνοντας, καί φησι, “παλαιὰ μὲν
εὕδει χάρις,” ὡς λήθης καὶ ὕπνου τοὺς περὶ χάριν ἀχαρίστους ἔχοντος.
279. τοὺς ὑποταρταρίους] τοὺς ἐν τῷ Ταρτάρῳ ὄντας· οὐδὲν γάρ ἐστιν ὑπὸ Τάρταρον. Τιτὰν δὲ παρὰ τὸ τιτός, τιτάν.
282. πρήσσοντε] περῶ πρῶ, ὡς βείω βῶ, βορῶ βρῶ, ὁ μέλλων
πρήσω.
283, 284. τὸ Ἴδην ἀντὶ τοῦ Ἴδης· ἔστι δὲ μέρος Ἴδης τὸ
Λεκτόν. ἐν ὑπερβατῷ δὲ καὶ ἀναστροφῇ ἑρμηνευτέον τὸ δίστιχον
οὕτως, ἵνα μὴ δύσφραστον ᾖ, Ἴδης δʼ ἱκέσθην πολυπίδακος Λεκτόν·
τὼ δʼ ἐπὶ χέρσου πρῶτον βήτην ὅθι λιπέτην ἅλα. ἀκροτάτη δὲ ὕλη
ἡ χαμαίζηλος πᾶσα καὶ μικρὰ βοτάνη.
*Λεκτὸν δὲ ὠνομάσθη ἐκ τοῦ ἐν αὐτῷ κατακλιθῆναι Δία καὶ Ἥραν.
286, 287. πάρος Διὸς ὅσσε ἰδέσθαι] πρὶν ἴδῃ τοὺς ὀφθαλμοὺς
τοῦ Διὸς, ὅπως μὴ πρὸ τοῦ δέοντος αὐτὸν κοιμίσῃ. ἐμφαντικώτατα
δὲ εἴρηται, ὡς ἅμα τῷ προσβλέψαι τινὶ εὐθὺς κατακοιμίζοντος. τὸ
δὲ εἰς ἐλάτην ἀντὶ τοῦ ἐπὶ ἐλάτην· ἔστι δὲ ἐπίμηκες καὶ ἄκαρπον
δένδρον, ὡς ὁ ὕπνος.
288. μακροτάτη] μακροτάτην φησὶν ὡς πολλῶν καὶ ἄλλων οὐσῶν ἐκεῖ. καλῶς δὲ τότε· νῦν γὰρ οὐ φύεται ἐκεῖ.
289. ἔνθʼ ἧστʼ ὄζοισι] πιθανῶς, ἵνα καὶ διὰ τὸ ὕψος καὶ διὰ τοὺς
κλάδους καὶ διὰ τὴν μεταμόρφωσιν μὴ ὁρῷτο.
290. ὄρνιθι λιγυρῇ ἐναλίγκιος] κατὰ τὴν καθέδραν· ἡ γὰρ ὄρνις οὐ καθέζεται. κρύπτει δὲ ἡ χαλκὶς ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλά- δους. εἰς δὲ τὸ ἐν ὄρεσι λείπει τὸ διατρίβουσαν.
291. χαλκίδα —κύμινδιν] ὁ κύμινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας,
292. Γάργαρον] τὸ ἄκρον Γάργαρον, ἡ δὲ πόλις θηλυκῶς, καὶ οἱ πολῖται Γαργαρεῖς.
294. ὡς δʼ ἴδεν] ἐπαναλαμβάνει τὸ ἴδεν, ὑποφαίνων ὡς οὐκ ἐν
παρέργῳ αὐτὴν εἶδεν. ὅμοιον δέ ἐστι τῷ “ἠράσατ᾿ ὀφθαλμοῖσιν
ἰδών” (Il. 16, 182). τὸ δὲ πυκινάς πρὸς ἐπίτασιν τοῦ πάθους.
ἀμφεκάλυψε δὲ ἀντὶ τοῦ ἤγρευσεν, ἀπὸ τῶν δικτύων.
295. * Ἥραν τρεφομένην παρὰ τοῖς γονεῦσιν εἷς τῶν Γιγάντων
βιασάμενος Εὐρυμέδων ἔγκυον ἐποίησεν· ἡ δὲ Προμηθέα ἐγέννησεν.
Ζεὺς δὲ ὕστερον γήμας τὴν ἀδελφὴν, καὶ γνοὺς τὰ γενόμενα, τὸν
μὲν Εὐρυμέδοντα κατεταρτάρωσε, τὸν δὲ Προμηθέα προφάσει τοῦ
πυρὸς δεσμοῖς ἀνήρτησεν. ἡ ἱστορία παρὰ Εὐφορίωνι.
296. φίλους λήθοντε τοκῆας] καὶ πῶς φησὶ (202) παῤ Ὠκεανῷ
αὐτὴν τρέφεσθαι; ἢ τὸ ἀτιτάλλειν οὐκ ἐκ νηπίας, ἀλλὰ τὸ ἐπιμελῶς
τρέφειν φησί· “τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ
φάτνῃ” (Il. 5, 271). λάθρα οὖν ἐμίγη. ὅτε δὲ ἐταρταρώθη ὁ
Κρόνος, ὡς παρθένος ὑπονοουμένη ἐξεδόθη Διὶ παρὰ Τηθύος καὶ
Ὠκεανοῦ. τεκοῦσαν δὲ τὸν Ἥφαιστον ἐκ τῆς νοθείας τῆς πρώτης
φασὶ προσποιεῖσθαι ὅτι ἄνευ μίξεως κύει. φασὶ δὲ τὸν Δία ἐν Σάμῳ
λάθρα τῶν γονέων ἀποπαρθενεῦσαι τὴν Ἥραν· ὅθεν Σάμιοι μνηστεύ-
οντες τὰς κόρας λάθρα συγκοιμίζουσιν, εἶτα παρρησίᾳ ποιοῦσι τοὺς
γάμους. τοκῆας οὖν τοὺς περὶ Κρόνον καὶ Ῥέαν· ἔνιοι δὲ τοὺς προ-
γόνους τοὺς περὶ Ὠκεανὸν καὶ Τηθύν.
297. στῆ δʼ αὐτῆς προπάροιθεν] κινηθεὶς ὑπὸ τῆς ἐπιθυμίας εἰκό-
τως αὐτὸς τῇ γυναικὶ πρόσεισιν.
298. τόδʼ ἱκάνεις] λείπει τὸ ὄρος· οὐ γινώσκει δὲ τὴν συσκευὴν διὰ τὰ πάθη “ἅ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.”
299. ἵπποι δʼ οὐ παρέασι] ἁρμοδίως πάνυ καταπαύει τὴν ὁδὸν ὡς
μὴ τῶν ἐπιτηδείων παρόντων, ἵνα πείσας μένειν εὗ τῇ σχολῇ χρή-
σηται· οὐ γὰρ πιθανὸν ἦν ἀποτρέψαντα τῆς ὁδοῦ θέλειν ἐμπελάζειν.
προφάσει οὖν χρῆται. ἡ δὲ δολίως ἐπιτείνει τὴν ἐπιθυμίαν τοῦ ἀν-
δρὸς, φάσκουσα πάντα αὐτῇ εὐτρεπῆ εἶναι τὰ πρὸς τὴν ὁδόν. δολίαν
δὲ εἰσάγει τὴν Ἥραν καὶ ἐν τῷ περὶ Ἡροκλέους· “δολοφροσύνῃσʼ
301. ἀθετοῦνται οἱ στίχοι ὡς ἀμβλύνοντες τὴν ἐπιθυμίαν Διὸς,
κακῶς· οὐ γὰρ ἠμβλύνθη. περὶ ἀφροδισίων γὰρ λέγουσα ἐπιτείνει
τὸ πάθος, καὶ τὸν πόθον πλέον ἐξάπτει. ἄλλως τε λέγονται, ἵνα μὴ
ὕστερον αἰτία ᾖ ὡς εἰς τοῦτο ἐπίτηδες ἐλθοῦσα.
304. καί σφʼ ἄκριτα νείκεα λύσω] καὶ πῶς ἐν τῇ A μετὰ τῶν θεῶν ἐλθοῦσα ἐς Ὠκεανὸν οὐ διήλλαξε τὴν ἔριν; ἀλλʼ ὅτι οὐ σὺν αὐτοῖς ἦν, δῆλον ἐξ ὧν ἀπʼ οὐρανοῦ πέμπει τὴν Ἀθηνᾶν παύσουσαν τῶν στρατηγῶν τὴν ἔριν.
*Πορφυρίου. διὰ τί ἡ Ἥρα ὅτε μὲν μετὰ τοῦ Διὸς ᾤχετο ἐπὶ
τὸν Ὠκεανὸν, οὐ διέλυσε τὴν Τηθὺν καὶ τὸν Ὠκεανὸν, ὕστερον δὲ
ἡμέραις πέντε ἢ δέκα πέντε ἐπεχείρει ἐπὶ τοῦτο πορεύεσθαι; οὐ
γὰρ δὴ μετʼ ἐκείνας γε διηνέχθησαν· πάλαι γάρ φησιν αὐτοὺς ἀπέ-
χεσθαι εὐνῆς καὶ φιλότητος. ἢ οὐ λέγει ὁ ποιητὴς ὅτι ἐπορεύετο
ἐπὶ τοῦτο, ἀλλʼ ὅτι σκηπτομένη τοῦτο ἔπλαττε· τὸν δὲ δολοφρο-
νέουσα προσηύδα πότνια Ἥρη” (300). καὶ “ἵπποι δʼ ἐν πρυμνω-
ρείῃ πολυπίδακος Ἴδης ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ
ὑγρήν” (307)· οὐδαμοῦ δὲ ἦσαν οἱ ἵπποι, ὥστε οὐδʼ ἡ πορεία ὄντως
ἐπὶ τοῦτο παρεσκεύασται. ἔπειτα οἱ Αἰθίοπες παρὰ τὸν Ὠκεανὸν
οἰκοῦσιν· Ὠκεανὸς δὲ καὶ τὸ ὕδωρ καὶ ὁ θεὸς, καὶ οὐχ ὁ τῷ ὕδατι
ἐντυγχάνων κύκλῳ πᾶσαν περιθέοντι τὴν γῆν πάντως καὶ τῷ θεῷ
ἐντυγχάνει κατὰ πᾶν μέρος τοῦ ὕδατος. οὐδʼ ἐλθοῦσα μετὰ τοῦ
Διὸς ἐπʼ ἄλλα ἂν ἀπῆλθε, πάρεργα ἑκάτερα ποιουμένη, καὶ ἐγκατα-
λιποῦσα τὸν ἡγεμόνα ᾧ πάντες οἱ ἄλλοι θεοὶ ἠκολούθουν· “Ζεὺς
γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας” (Il. 1, 423) καὶ τὰ
ἑξῆς. καὶ ταῦτα μὲν, δόντες αὐτῇ ἀπεληλυθέναι μετὰ τοῦ Διὸς,
οὕτω λύομεν· ὅτι δὲ οὐκ ἀπεληλύθει δηλοῖ τὸ ὀργιζομένῳ Ἀχιλλεῖ
παραγινομένην τὴν Ἀθηνᾶν λέγειν ὑφʼ Ἥρας πεπέμφθαι. πῶς οὖν.
εἰ μὴ ἀπῆλθον καὶ αὐταὶ, εἴρηται “θεοὶ δʼ ἄμα πάντες ἕποντο” (ib.
424): καὶ διὰ τί φήσας πάντας τοὺς θεοὺς εἰς Αἰθιοπίαν ἐληλυ-
θέναι “θεοὶ δʼ ἅμα πάντες ἕποντο,” τὴν Ἀθηνᾶν ἐκ τοῦ οὐρανοῦ
φησὶν ἐλθεῖν παρὰ τῆς Ἥρας πρὸς τὸν Ἀχιλλέα; μήποτε δὲ συλ-
ληπτικῶς εἴρηται ἀπὸ τοῦ πλείστου τὸ πᾶν. ὥσπερ γὰρ ἐπὶ τῶν
δὴ θεῶν ἔμελλεν ὁ οὐρανὸς καταλείπεσθαι ἔρημος.
307. πρυμνωρείῃ] ὡς ἀκρωρείᾳ· σημαίνει δὲ τὸ πρὸς τῇ ῥίζῃ τοῦ ὄρους πρὸς τὸ ἔδαφος ἐρριζωμένον.
310. μή πώς μοι] ἐντέχνως αὐτὸν γοητεύει ὡς τῇ ἐξουσίᾳ ἐκείνου
τὰς ἰδίας ἐπιτελοῦσα χρείας. καὶ γυναιξὶ δὲ νομοθετεῖ τὰς ἐξόδους
ποιεῖσθαι συγκεχωρημένας ὑπὸ τῶν ἀνδρῶν.
313. Ἥρη κεῖσε μέν] ὅρα οἷόν ἐστιν ἡ φιληδονία, ὑπέρθεσιν οὐ δεχόμενον καὶ τῶν καθηκόντων ἐμποιοῦν ἀμέλειαν.
314. τραπείομεν] ἀντὶ τοῦ τερφθῶμεν· ἐκτρέπει γὰρ τοῦ δέοντος ἡ ἡδονή.
315. οὐ γάρ πώ ποτε] τίνος ἕνεκεν τοσοῦτον ἀκρατῆ παρίστησι
τὸν Δία ὡς μὴ δύνασθαι κρατεῖν ἑαυτοῦ; φαμὲν οὖν ὡς ἀπελογή-
σατο περὶ τούτου ἐν οἷς φησὶν “ἄ τʼ ἔκλεψε νόον.” ἄλλως τε δι-
δάξαι βούλεται τοὺς νέους ὁ ποιητὴς ὅσον ἐστὶ χαλεπὸν μὴ κρατεῖν
τῶν παθῶν, ὅπου γε καὶ Ζεὺς ὁ παγκρατὴς πάθει νικηθεὶς ἐζημιώθη
τὴν ὄνησιν ἢ ἐξ ἀγρυπνίας περιεποιήσατο.
οὐδὲ γυναικός] ἀντὶ τοῦ θνητῆς, ὡς καὶ ἀλλαχοῦ “ἢ θεὸς ἠὲ γυνή᾿ (Od. 10, 228). ὡς μείζονα δὲ τὸν γυναικεῖον ἐπήγαγεν ἔρωτα· ἢ ὅτι ὁ τῶν ὁμοφύλων ἔρως οὐ λίαν ἐστὶν ἐπιτεταμένος, ὡς ὁ τῶν παρὰ φύσιν.
317. Ἰξιονίης ἀλόχοιο] τῆς εἰς ὕστερον γενομένης Ἰξίονος· παρ- θένῳ γὰρ ὁ Ζεὺς συγγίνεται.
319. *Δανάης] Δανάη Ἀκρισίου θυγάτηρ, ἢ Διὶ συγκοιμηθεῖσα
Περσέα ἐγέννησε. χρωμένῳ γὰρ, φασὶ, τῷ Ἀκρισίῳ περὶ γενέσεως
ἀρρένων παίδων ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρὸς αὐτοῦ καὶ
αὐτὸν κτεῖναι· δείσας δὲ ὁ Ἀκρίσιος τοῦτο, κατὰ γῆς θάλαμον χαλκοῦν
κατασκευάσας τὴν Δανάην ἐφρούρει. αὐτὴ δὲ, ὥς φησι Πίνδαρος
ἀνατραφῆναι τὸν παῖδα παρὰ Πολυδέκτῃ ἢ, ὡς ἔνιοί φασιν, ὑπὸ
Δίκτυος τοῦ ἀδελφοῦ Πολυδέκτου. φυγόντος δὲ ὕστερον Ἀκρισίου
τὴν Ἀργείων βασιλείαν παρέλαβε Περσεύς.
323. Ἀλκμήνης] Ἀλκμήνης τῆς Ἠλεκτρύονος καὶ Ἀναξοῦς τῆς
Ἀγκαίου ἠράσθη Ἀμφιτρύων, ὃς ἀνελὼν Ἠλεκτρύονα βοῶν ἀμφισ-
βητήσεως χάριν ἐξ Ἄργους ἔφυγεν εἰς Θήίας· σὺν αὐτῷ δὲ
καὶ Ἀλκμήνη. ὑποδεχθέντες δὲ ἀσμένως παρὰ τῶν βασιλευόντων
τῆς πόλεως Κρέοντος καὶ Ἡνιόχης τιμῆς ἐτύγχανον μεγίστης. οὐ
βουλομένης δὲ Ἀλκμήνης γαμηθῆναι, εἰ μὴ οἱ φονεῖς τῶν ἀδελφῶν
αὐτῆς ἀναιρεθῶσι Τηλεβόαι, κατηγωνίσατο αὐτοὺς Ἀμφιτρύων,
προσλαβόμενος συμμάχους Βοιωτοὺς καὶ Λοκροὺς, ἔτι δὲ καὶ
Φωκεῖς, ἐνιαυτὸν προσεδρεύσας. ὡς δὲ ὑποστρέψας ἀπὸ τῆς στρα-
τείας ἦγε τοὺς γάμους ἑαυτοῦ τε καὶ Ἀλκμήνης, τῇ αὐτῇ νυκτὶ
ἐρασθεὶς αὐτῆς ὁ Ζεὺς καὶ εἰκασθεὶς Ἀμφιτρύωνι ἐμίγη καὶ υἱὸν
ἐποίησεν· ὁμοίως δὲ καὶ Ἀμφιτρύων τῇ αὐτῇ νυκτί. ἤδη δʼ ἐκείνης
τὸν ἑπταμηνιαῖον χρόνον τῆς μίξεως ἐχούσης, γεννᾶται Ἡρακλῆς
μὲν ἐκ Διὸς, Ἰφικλῆς δὲ ἐξ Ἀμφιτρύωνος. φασὶ δὲ Δία συγκοι-
μώμενον Ἀλκμήνῃ πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς ἡμέρας·
ὅθεν ἐπὶ τρεῖς νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς τὸν τριέσπερον
Ἡροκλέα ἐποίησεν. ἡ ἱστορία παρὰ Φερεκύδει.
325. *Σεμέλης] Σεμέλης τῆς Κάδμου θυγατρὸς Ζεὺς ἐρασθεὶς
Ἥρας κρύφα συνευνάζεται. ἐξαπατηθεῖσα οὖν αὕτη ὑπὸ Ἥρας,
ἐπινεύσαντος αὐτῇ Διὸς πᾶν τὸ αἰτηθὲν ποιῆσαι, αἰτεῖται τοιοῦτον
αὐτὸν ἐλθεῖν οἷος ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ μὴ δυνάμενος
Διώνυσον] Διόνυσος ἀπὸ τοῦ Διὸς καὶ τῆς Νύσης τοῦ ὄρους. οἱ
δὲ Διόνυξος· κερασφόρος γὰρ τεχθεὶς ἔνυξε τὸν μηρὸν τοῦ Διός.
326. * καλλιπλοκάμοιο] πλοκάμους τοὺς στάχυας δεῖ νοεῖν, ὡς καὶ ἱστοροῦσιν αὐτὴν ἐστεμμένην τοῖς στάχυσιν.
330. αἰνότατε Κρονίδη] γυναικικῷ τῷ ἤθει ἐπιπλήττει ὡς ἀπηρυ-
θριακότα· αἰδῶ δὲ προφασίζεται, ἀπάξαι αὐτὸν τῆς Ἴδης θέλουσα
πρὸς τὴν εὐκαιρίαν τῆς ἐπικουρίας.
338. ἔστιν τοι θάλαμος] δοκεῖ μὲν αἰδημόνως διαλέγεσθαι, ἔστι δὲ οὐδὲ τοῦτο ἄτεχνον αὐτῇ, ἀλλὰ θέλει κατακλεῖσαι τὸν Δία εἰς τὸ δωμάτιον, ἵνα μὴ διαναστὰς ἐκ προχείρου ἀθρήσῃ τὴν μάχην.
342. θεόν] ἄμεινον θεῶν, ὡς ἀνδρῶν. πᾶς δὲ τόπος τῇ νομίμῳ
μίξει θάλαμός ἐστι, τῇ δὲ ἀθέσμῳ οὔ. ἀμέλει Ἄρεα οὐκ ἔκρυψεν
οὐδὲ ἡφαιστότευκτος ὢν ὁ θάλαμος.
343. ἀμφικαλύψω] περιβαλῶ, ὡς τὸ “πέπλοιο φαεινοῦ πτύγμʼ ἐκάλυψεν” (Il. 5, 315).
344. χρύσεον] μὴ μεμφέσθω Πλάτων χρυσοῦν νέφος καὶ ἥλιον
νικῶν, οἷον ἂν οὐδὲ Ἥφαιστος ποιήσειε, καὶ εὐνὴν ἐξ ἀνθέων· τρεῖς
δέ εἰσι τρόποι καθʼ οὒς πᾶσα ποίησις θεωρεῖται, ὁ μιμητικὸς τοῦ
ἀληθοῦς, φιλοπάτωρ, μισογύνης, ἄπιστος, παρρησιαστής· ὁ κατὰ
φαντασίαν τῆς ἀληθείας, ὃν δεῖ μὴ κατὰ μέρος ἐξετάζειν, οἷον οὐχ
ὅτι ψυχαὶ γεύονται καὶ λαλοῦσι, πάντως ἐρεῖ τις καὶ γλῶσσαν
ἔχουσι καὶ βρόγχον· τρίτος δὲ ὁ καθʼ ὑπέρθεσιν τῆς ἀληθείας καὶ
φαντασίας, Κύκλωπες, Λαιστρυγόνες, καὶ ταῦτα τὰ περὶ θεῶν.
345. οὗ τε καὶ ὀξύτατον] πῶς οὖν ὁ Ὕπνος διικνεῖται διὰ τοῦ νέφους; ἢ οὐχ ὁ σωματοειδὴς ὕπνος, ἀλλὰ τὸ πάθος.
346. * ἦ ῥα, καὶ ἀγκὰς] πολλήν τινα χλεύην καὶ μακρὸν ἡγοῦντο
κατάγελων τοὺς ἀκαίρους Διὸς ὕπνους ἐν Ἴδῃ καὶ τὴν ὄρειον ὥσπερ
ἀλόγοις ζῴοις ὑπεστρωμένηνεὐνὴν, ἐν ᾗ δυσὶ τοῖς ἀφρονεστάτοις πάθεσι
“στυγερὸς δʼ αὐτῇ ἔπλετο θυμός” (158). μετὰ μικρὸν δὲ ἀποκρου-
σαμένη τὸ συννεφὲς τῆς ἀηδίας “λύματα πάντα κάθηρεν, ἀλείψατο
δὲ λίπʼ ἐλαίῳ ἀμβροσίῳ ἑανῷ” (171) ἡ λιπαρὰ καὶ γόνιμος ὥρα·
διὰ τοῦτο μετὰ τῆς τῶν ἀνθέων εὐωδίας ὑποσημαίνεται τοιούτῳ χρί-
σματι τὴν Ἥραν ἀλειψαμένην. τούς τε πλοκάμους αὐτήν φησιν
ἀναπλέξασθαι “καλοὺς, ἀμβροσίους, ἐκ κράατος ἀθανάτοιο” (175),
τὴν τῶν φυτῶν αἰνιττόμενος αὔξην, ἐπειδὴ δένδρον ἅπαν κομᾷ καὶ
θριξὶν ὁμοίως ἀπὸ τῶν κλάδων ἀναρτᾶται τὰ φύλλα. δίδωσι δὲ
ἐγκόλπιον τῷ ἀέρι καὶ τὸν κεστὸν ἱμάντα “ἔνθʼ ἔνι μὲν φιλότης, ἐν
δʼ ἵμερος, ἐν δʼ ὀαριστύς” (216), ἐπειδήπερ αὕτη μάλιστα τοῦ
ἔτους ἡ ὥρα τὸ τερπνότατον ἐπεκληρώσατο τῶν ἡδονῶν μέρος· οὔτε
γὰρ ὑπὸ τοῦ κρύους λίαν πεπήγαμεν οὔτʼ ἄγαν θαλπόμεθα, μεταίχ-
μιον δέ τι τῆς ἑκατέρωθεν εὐκρασίας ἐν τοῖς σώμασιν ἀνεῖται. τοῦ-
τον τοίνυν τὸν ἀέρα συνέμιξεν Ὅμηρος μετὰ μικρὸν τῷ αἰθέρι· διὰ
τοῦτο ἐπὶ τῆς ὑψηλοτάτης ἀκρωρείας καταλαμβάνεται ὁ Ζεὺς, ἐν ᾗ
“διʼ ἠέρος αἰθέῤ ἵκανεν.” ἔνθα δὲ κίρναται καθὲν ἀναμιχθεὶς ὁ ἀὴρ τῷ
αἰθέρι, ἐμφαντικῶς τοῖς ὀνόμασιν εἶπεν “ἦ ῥα, καὶ ἀγκὰς ἔμαρπτε
Κρόνου παῖς ἣν παράκοιτιν·” ἀγκαλίζεται γὰρ ἐν κύκλῳ περιέχων
ὁ αἰθὴρ ὑφηπλωμένον αὐτῷ τὸν ἀέρα. τῆς δὲ συνόδου καὶ κράσεως
αὐτοῦ τὸ πέρας ἐδήλωσε τὴν ἐαρινὴν, εἰπὼν “τοῖσι δʼ ὑπὸ χθὼν
δῖα φύεν νεοθηλέα ποίην, λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον
πυκνὸν καὶ μαλακὸν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργεν.” ἴδια στέφη
ταῦτα τῆς ἀρτιθαλοῦς ὥρας, ἐπειδὰν ἐκ τῶν χειμερινῶν παγετῶν ἡ
γῆ στερίφη καὶ μεμυκυῖα πηγὰς κυοφορουμένας ἔνδον ὠδῖνος ἐκ-
φήνῃ. προσεπισφραγιζόμενος δὲ τοῦτο τὸν λωτὸν εἶπεν ἑρσήεντα
τὸν δροσερὸν τῆς ἐαρινῆς καταστάσεως ἐμφανέστερον ποιῶν καιρόν.
“ἐπὶ δὲ νεφέλην ἕσσαντο καλὴν, χρυσείην, στιλπναὶ δʼ ἀπέπιπτον
περὶ τὴν Ἴδην κορυφαῖον ἡμῖν νέφος τῆς ἐαρινῆς ὕρας δημιουργὸν
Ὅμηρος ἐδήλωσεν.
347. τοῖσι δʼ ὑπὸ χθών] ἐμπεσὼν εἰς φορτικοῦ πράγματος διή-
γησιν ἐφʼ ἕτερα τὸν λόγον μετήγαγε, τὰ ἀπὸ τῆς γῆς φυόμενα ἄνθη
καὶ τὸ νέφος, διʼ ὧν ἀπέκλεισε τὸ περαιτέρω πολυπραγμονεῖν ἡμᾶς.
ἀνθηρῶς δὲ γράφει τὴν εὐνὴν, καὶ προθεὶς τὸ γένος ποίην ἐπιφέρει τὸ
εἶδος. οὐκ εἶπε δὲ ῥόδον διὰ τὸ ἀκανθῶδες. νεοθηλέα δὲ, ἐπεὶ τὴν
ἄλλην ἐνεμήθη καὶ ἐπάτησε τὰ ζῷα. κατὰ συλλογισμὸν δὲ ἡ ὑπερ-
οχὴ, εἴγε καὶ τὰ ἄψυχα αἰσθάνεται τῆς δυνάμεως τοῦ θείου.
351. στιλπναί] ὥσπερ παρὰ τὸ θάλπω θαλπνός, τέρπω τερπνός,
οὕτως παρὰ τὸ στίλβω στιλπνός.
355. ἀγγελίην ἐρέων] διὰ τὴν ἐπαγγελίαν τῆς ἐρωμένης καὶ ἃ μὴ κελεύεται ὁ Ὕπνος ποιεῖ· οὐ γάρ ἐστι τῶν συμμαχούντων, ὡς οὐδὲ Ἥλιος οὐδὲ ἡ Δημήτηρ.
πόθεν μαθὼν ταῦτα ἀπαγγέλλει; ἢ συνῆκεν ἐκ τοῦ εἰρημένου ὑπὸ
τῆς Ἥρας “ἦ φῂς ὣς Τρώεσσιν ἀρηγέμεν εὐρύοπα Ζῆνʼ.” (265).
360. Ἥρη δʼ ἐν φιλότητι] οὐκ ἀναγκαίως, φασὶ, τὸ ἀπόρρητον ἐξήνεγκεν. ἢ πρὸς τὸ θαρραλεώτερον ποιῆσαι Ποσειδῶνα τὴν τέχνην τῆς Ἥρας ἐδήλωσεν.
362. ἀνῆκεν] ἀπὸ τῶν ἵππων ἡ μεταφορὰ, οἷς τὰς ἡνίας ἀνιᾶσιν.
364. ἐν ἤθει καὶ κατʼ ἐρώτησιν ὁ λόγος. διεγείρει δὲ αὐτοὺς διὰ τοῦ λέγειν ὅτι τὰς νῆας ὁ Ἕκτωρ ἑλεῖ.
366. εὔχεται] οὐκ ἔλπεται, ἀλλʼ εὔχεται· καυχηματίας γάρ ἐστιν ὁ Ἕκτωρ. ἐμείωσε δὲ αὐτὸν οὐκ ἀλκῇ θαρροῦντα, ἀλλὰ τῇ σπάνει τῶν πολεμίων.
368. οὔτι λίην] πεφεισμένως· ἄμεινον γὰρ τοῦ οὐδʼ ὅλως. οὐ τοσαύτη, φησὶ, χρεία γένηται Ἀχιλλέως, ἐὰν ἀλλήλους παροξύνω- μεν εἰς βοήθειαν. διδάσκει δὲ ὅτι δυνατὸν περιγίνεσθαι τῶν πολεμίων τοὺς ὁμοψύχους καὶ φιλαλλήλους.
372. βαρυντέον τὸ παναίθῃσι. τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ
δισύλλαβα ὀξυνόμενα, ἐν τῇ συνθέσει μὴ γινόμενα κύρια, τοτὲ μὲν
φυλάσσει τὸν τόνον, ὅταν μετὰ προθέσεως συντίθηται, ὡς τὸ ἀνατολή·
εἰ δὲ μετὰ ἄλλου τινὸς, ἀναβιβάζει τὸν τόνον, ἱστοδόκη καπνοδόκη.
ὥστε καὶ τὸ ὑδρορρόη παρὰ Ἀττικοῖς ἀναλόγως βαρύνεται, τὸ δὲ
ἀναρροή ὀξύνεται. παναίθῃσι δὲ ἀντὶ τοῦ ὁλολάμποις.
379. τοὺς δʼ αὐτοὶ βασιλῆες] καλῶς αὐτοὺς οἱ τραυματίαι κοσμοῦσιν, ἐκ τῆς ἰδίας διεγείροντες εὐψυχίας πρός προτροπὴν γενναίων ἔργων.
382. ἐσθλὰ μὲν ἐσθλός] τοῦτο ποιοῦσιν, ὅπως τὰ ἀσφαλέστερα
ἔχοντες οἱ ἄριστοι κινδυνεύοιεν προθύμως. καὶ πῶς μετενδιδύσκονται;
ἐπισφαλὲς γὰρ εἶναι δοκεῖ τὸ ἐναλλάσσειν τὰς πανοπλίας ἐν πολέμῳ,
ὁπότε καὶ τοὺς ὡπλισμένους ἐπιτηροῦντες ἐτίτρωσκον· “ῤ᾿ ἴδε
γυμνωθέντα βραχίονα” (Il. 12, 389). ἔχουσιν οὖν σκέπην τὰς ναῦς.
ἀλλʼ οὐκ ἂν ὡμολόγησέ τις χείρων εἶναι, ὡς μὴ ἀτιμασθείη, ἀλλ᾿
ἑωρῶντο. εἰκός τε ἦν αὐτοὺς πεισθήσεσθαι διὰ τὸ μέγεθος τοῦ ἐπὶ
ταῖς ναυσὶ κινδύνου, ἐπεὶ καὶ οἱ πλέοντες ἐν κινδύνῳ αὐτόχειρες
γίνονται τῶν σκευῶν, τοὺς ναύτας παρωσάμενοι, εἰ ἄτεχνοί εἰσι.
πῶς τε οὐκ ἔμελλον ἀπὸ τοῦ νῦν γενναίως ἕκαστος πολεμεῖν, εἰδὼς
ὡς ζῶν ὑπὸ πολίτου σκυλευθήσεται μὴ πολεμῶν;
383. νώροπα] τὸν λαμπρὸν καὶ εὐόρατον, παρὰ τὸ νοῆσαι, οἷον νοηρός νωρός νῶροψ.
392. ἐκλύσθη] ἐκλυδωνίσθη σνναγανακτοῦσα Ποσειδῶνι καὶ αὔξουσα τὴν βοὴν τῶν Ἀχαιῶν. παρατηρητέον δὲ ὅτι πρὶν εἰπεῖν τι τῶν κατὰ τὴν μάχην, θορυβεῖ τὸν ἀκροατήν.
394. οὔτε θαλάσσης κῦμα] περισπούδαστόν τι δηλοῖ τὰς τοιαύτας
πληθύνων παραβολάς. τρία δὲ ταῦτα ἴσμεν ἐν ἀνθρώποις ἰσχυρότατα,
θαλάσσης κίνησιν, πυρὸς βρόμον, ἀνέμου ὁρμήν. παρέλαβε δὲ αὐτὰ
πρὸς αὔξησιν, καί φησιν, οὔτε κῦμα πελάγιον περιρρησσόμενον
ἄκρῳ τόπῳ κατὰ χαλεπὴν λύσσαν Βορέου, εἶτα τὸν βρόμον τοῦ
πυρὸς οὐ κατοικιδίου, ἀλλʼ οὔρεος ἐν βήσσῃς, ὅ ἐστι κοιλώμασι·
ψιλαὶ γὰρ αἱ ἀκρώρειαι, ὡς εἶναι ὅλου ὄρους ἐμπρησμόν. εἶτα ὁ
ἄνεμος οὐ διὰ μαλακοῦ ἀέρος ἀνεμποδίστως θέων, ἀλλὰ διʼ ἀντιτύπων·
διὰ τοῦ βοάᾳ δηλοῖ ὡς οὐκ εἰς ὁμαλὴν ἠϊόνα ἐκπίπτει, εἰς ἀνώ-
μαλον δὲ χέρσον, καὶ πνοιῇ βορέαο, ὃς εἴωθε κύματα μακρὰ κυλίνδειν.
ἀλεγεινῇ δὲ, ἀλγεῖν παρεχούσῃ τοῖς ἐντυγχάνουσιν.
402. ἀκόντισε φαίδιμος Ἕκτωρ] ἄρχει τῆς συμβολῆς ἅμα μὲν
ὡς προπετὴς καὶ ἐπαιρόμενος, ἅμα δὲ καὶ τὸ ἀξιόπιστον τῷ λόγῳ
πρόσκειται, ἵνα πιθανὸν γένηται τοῦτον ἀρξάμενον τῆς συμβολῆς καὶ
κακόν τι παθεῖν. οὐ συστάδην δὲ ἀγωνίζεται, πειραθεὶς αὐτοῦ ἐκ τοῦ
μονομαχίου.
406. τώ οἱ ῥυσάσθην] τινὲς ὑπονοοῦσι θώρακα καὶ αὐτὸν μὴ ἔχειν. ἐκ τοῦ λέγειν, οἱ δύο τελαμῶνες αὐτὸν ἔσωσαν, κακῶς· διὰ γὰρ τὸ ἀτελὲς τῆς βολῆς τοῦτο μόνον λέγει.
χώσατο] ἐς ἂν εἰδὼς ὅτι παρώξυνται ὁ ἄριστος ἐπʼ αὐτῷ εἰς ὑποχώρησιν ἐτράπη.
408. ἐχάζετο] οὐ φεύγοντα ἐξ ὑποστροφῆς, ἀλλʼ οἷον ὑποχω- ροῦντα.
410. ἔχματα] ἐρείσματα πρὸς τὸ μὴ ἔνθα καὶ ἔνθα κλίνεσθαι.
413. τινὲς τὸν ἄτρακτον, ἀπὸ τοῦ περιστρέφεσθαι· οἱ δὲ τὸν βέμβικα· οἱ δὲ στρογγύλον λίθον. ὑπεροχὴ δὲ ῥώμης ἄνδρα τηλι- κοῦτον ἔνοπλον οὕτω δεδινῆσθαι. τινὲς δὲ ἐπὶ τοῦ λίθου ἀκούουσι· πῶς γὰρ ἂν ὑπὸ χερμαδίου οὕτω περιεστράφη; πῶς τε δρυὶ εἰκάζε- ται, ἡ πεσοῦσα αὐτοῦ μένει;
414. ὁ Αἴας Διὶ εἴκασται, ὁ λίθος κεραυνῷ, ὁ Ἕκτωρ δρυῒ μεγίστῃ πεσούσῃ ἐκ ῥιζῶν.
415. πρόρριζος] ἱστορικῶς· ἅπαντα γὰρ τὰ διόβλητα τῶν δέν- δρων ἐκ ῥιζῶν ἀνασπᾶται.
419. ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη] ἐπʼ αὐτῷ (δηλονότι τῷ δόρατι)
πεσόντι ἐπισυνήφθη καὶ ἐπηκολούθησεν ἡ ἀσπὶς καὶ ἡ κόρυς· ἅμα
γὰρ ὅλῳ συγκατηνέχθη τῷ σώματι.
424. οὐτάσαι ἐγγὺς, βαλεῖν πόρρωθεν.
εἰκότως πολὺ τὸ τῆς σπουδῆς· “αὐτὸς γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ” Il. 6, 403). ὅρα δὲ πῶς ἐπὶ τὸ ἀκρότατον ἐξάγει τὰς ἀγωνίας.
427. τῶν δʼ ἄλλων οὔτις] οὐ μόνον πάντας τοὺς ὑπερμαχοῦντας
κατέλεξεν, ἀλλὰ συλλήβδην τοὺς λοιποὺς ἐπιφέρει, ὥστε πάντη
πιθανὴν γενέσθαι τὴν σωτηρίαν αὐτοῦ. λέγει δὲ ὅτι τῶν ἄλλων οὐκ
ἦν τις ὃς ἠμέλησεν.
429. ἵκεθ᾿ ἵππους] καταχρηστικῶς· κυρίως γὰρ ἱκέσθαι τὸ ποσὶ παραγενέσθαι.
433. πόρον λέγει τὸ διαβατὸν μέρος τοῦ ποταμοῦ, διὰ τὸ πορεύσιμον εἶναι.
434. * Πορφυρίου. ἐναντίον δοκεῖ τὸ ἅμα μὲν φάναι “Ξάνθου
δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,” ἅμα δὲ ἐπὶ τοῦ Ὠκεανοῦ φάναι
“ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα” (Il. 21, 196).
λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως καθʼ ἑκάτερα· καὶ γὰρ τὸ πάντες δύναται
λέγειν ἀντὶ τοῦ πλείους, καὶ ποταμὸς ὁμωνύμως λέγεται ὅ τε θεὸς
καὶ ῥεῦμα, ὅστε τὸν μὲν θεὸν ἐκ Διὸς εἶναι, τὸ δὲ ῥεῦμα ἐξ Ὠκε-
ανοῦ· λέγεται γὰρ ὁ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε.
*ἄλλως. πῶς ποτὲ μὲν λέγει “τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,
ἐξ οὗ περ πάντες ποταμοί,” ἑτέρωθεν δὲ “Ξάνθου δινήεντος, ὃν ἀθάνατος
τέκετο Ζεύς ;” ἡ δὲ λύσις ἐκ τοῦ προσώπου· τὸ μὲν γὰρ ἐκ Διὸς
εἶναι ὁ ποιητὴς λέγει, ἐξ Ὠκεανοῦ δὲ ὁ Ἀχιλλεύς. οὐδὲν οὖν ἄτοπον
ἐν διαφόροις προσώποις διαφωνίαν συνίστασθαι.
436. ἀμπνύνθη] ἀνεκτήσατο τὸ πνεῦμα, ἔμφρων ἐγένετο.
437. ἑζόμενος δʼ ἐπὶ γοῦνα] κακῶς· οὐδεὶς γὰρ ἐπὶ γονάτων
καθέζεται· δύο γὰρ στάσεις, ἡ μὲν κατὰ φύσιν, ἡ δὲ ἐπὶ τῶν
γονάτων· φησὶ γοῦν “στῆ δὲ γνὺξ ἐριπών” (Il. 8, 329). ἔστιν οὖν,
ἑζόμενος δὲ τὸ αἷμα ἐπὶ τῶν γονάτων ἀπέμεσσεν· ἀνοίκειος δὲ τῷ
καιρῷ ἡ ἐνέργεια. πάντα δὲ δυνατῶς πέφρασται, ὡς καὶ ἐπὶ Σαρ-
πηδόνος.
438. αὖτις δʼ ἐξοπίσω] ἐναργῶς πάνυ· προσενεχθέντος γὰρ αὐτῷ
τοῦ ὕδατος πρὸς ὀλίγον ἑαυτὸν συνέλεξεν, ἐμέσας δὲ τὸ αἷμα πάλιν
παρείθη.
439. βέλος] τὸ τραῦμα· “ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσοι” (Il. 8, 513).
445. Σατνιόεντος] ἐπήγαγε τὴν αἰτίαν τοῦ ὀνόματος, ἐμφῆναι θέλων διὰ τί Σάτνιος ἐκαλεῖτο.
452. ἀγοστῷ] ἔδει ἀγοστοῖς· φησὶ γὰρ ὅτι τὰς χεῖρας ἐξέτεινεν ὡς πολὺ τῆς γῆς περιλαβεῖν. ἀγοστῷ δὲ τῷ ἕως τοῦ ἀγκῶνος περὶ τὴν συναγωγὴν καὶ ἐπίκαμψιν τοῦ ἀγκῶνος.
454. μεγαθύμου Πανθοίδαο] ἀντὶ τοῦ τὸν ἐμόν. ἕκαστον δὲ τῶν ῥημάτων ἐναργὲς καὶ φαντασίαν ἔχον βαρβαρικήν.
456. κόμισε χροΐ] ἐν τῷ ἰδίῳ ἔλαβε σώματι καὶ ἀπηνέγκατο.
457. σκηπτόμενον] σκηριπτόμενον καὶ ἐρειδόμενον. σαρκασμὸς δὲ ὁ τρόπος.
459. Αἴαντι δὲ μάλιστα] ἐπεὶ γὰρ οὗτος μέλλει ἀριστεύειν, πιθανὸν τῇ ἀρετῇ τοῦ ἀνδρὸς συμπρᾶξαι καὶ τὸ βάρβαρον χλεύ- ασμα.
463. λικριφίς] παρὰ τὸ λέχριον, ὃ δηλοῖ τὸ πλάγιον. ἅπαξ δὲ
νῦν καὶ ἐν Ὀδυσσείᾳ (19, 451). ὁ δὲ τόνος ὁμοίως τῷ ἀπρίξ. οἱ δὲ,
λίαν ἐγχρίμπτων καὶ προσπελάζων τῇ γῇ.
464. τῷ γάρ ῥα θεοί] τούτῳ γὰρ ἐπεκλώσθη τὸ εἱμαρμένον.
465. ἐν συνεοχμῷ] τῷ συνέχοντι τὸν τράχηλον πρὸς τῇ κεφαλῇ
τόπῳ, τουτέστι τῷ τελευταίῳ σπονδύλῳ. γίνεται δὲ παρὰ τὸ ἔχω,
ἐχμός, ἐοχμός, συνεοχμός. νείατον δὲ ἀστράγαλον τὸν συνά-
πτοντα τὸν τράχηλον τῷ ἰνίῳ, ὃ καλεῖται παρὰ τῶν ἰατρῶν θέσις
ἐγκεφάλου. τοὺς δὲ ἐν τοῖς ποσὶν ἀστραγάλους Ἀριστοτέλης φησὶν
οὔτε ἄνθρωπον ἔχειν οὔτε ἄλλο τι τῶν μονωνύχων καὶ ἀκεράτων.
467. τοῦ δὲ πολὺ πρότερον] ἐπεὶ τὸ ἡγεμονικὸν περὶ καρδίαν,
φησὶν ὅτι τῆς κεφαλῆς πεσούσης ἀκέραιον σὺν τῇ καρδίᾳ ἔμενε τὸ
σῶμα. μήποτε δὲ ὑπερβολικῶς τὸ τῆς ἀναιρέσεως τάχος ἐνέ-
φηνεν.
470. οὐκ ἀκαίρως καυχᾶται, ἐκείνου κομπάζειν προαρξαμένου.
473. κασίγνητος Ἀντήνορος] εἰκὸς ἀνοχὰς πρὸ τῆς μήνιδος γεγε-
νῆσθαι διʼ ὧν συνῄεσαν ἀλλήλοις, ὡς καὶ ἐν τῇ συλλογῇ τῶν νεκρῶν
καὶ ταῖς ταφαῖς Ἕκτορος.
475. ἦ ῤ᾿ εὖ γινώσκων] διὰ τῆς ἐπιφωνήσεως τὸ τῶν λόγων ἦθος παρέστησεν ὁ ποιητὴς, ὅτι τὸ ὅλον ἐν εἰρωνείᾳ ἐξέφερεν ὡς ἀμφιβάλλοντος ἐκείνου, ὅτι τῶν δευτέραν ἐχόντων τάξιν οὗτός ἐστιν.
476. ποικίλως πάνυ ἀνέστρεψε τὰ πράγματα, προτάξας μὲν τὴν ἀναίρεσιν, ἐπαγαγὼν δὲ τί πράττων ἀνῃρέθη.
479. ἰόμωροι] ἰοῖς μοῖραν διδόντες, ἢ περὶ αὐτοὺς κακοπαθοῦντες,
ἢ ἰοὺς ὀξεῖς ἔχοντες· μόρον γὰρ τὸ ὀξὺ Κύπριοι, ὅθεν καὶ ὑλακό-
μωροι. ὅρα δὲ οἷόν ἐστι τὸ βάρβαρον ἦθος, ἀκρίτως τοῖς ὀνείδεσι
χρώμενον.
ἀπειλάων ἀκόρητοι] μὴ πληροῦντες τὰς ἀπειλὰς, ἀτελείωτα καυχώμενοι.
485. Ἄρεως] τοῦ ἐν πολέμῳ θανάτου. οἱ δὲ περὶ Ζηνόδοτον ἀρῆς, ἵν᾿ ἐπὶ πάσης βλάβης λαμβάνοιτο.
488. Ἀκάμαντος] λείπει ἡ κατά. διὰ δὲ τοῦ ὡρμήθη τὴν ἐρωὴν ἐπέφρασεν.
491. Ἑρμείας] τὰς εὐποτμίας καὶ τὸ εὖ βιοῦν καὶ πλουσίως εἰς
τοῦτον ἀνάγουσι. μυθολογοῦσι γὰρ ἄγγελον εἶναι καὶ πομπὸν ψυχῶν.
οἱ οὖν πολλὰ κεκτημένοι καὶ ζῶντες πλεῖστα τούτῳ τὴν χάριν
ἀναφέρουσι. διὸ καὶ τὸ κοινὸν τῶν θεῶν εἰδικὸν αὑτοῦ ἔχει· διάκτορος
γὰρ καὶ δώτωρ ἑάων. καὶ κλέπτης δέ ἐστιν, ἐπεὶ εὐχερές ἐστιν
αὐτῷ, ὡς τὸ δοῦναι, καὶ τὸ ἀφελέσθαι. ἐπιμελῶς δὲ ἐκτηνοτρόφουν
οἱ παλαιοί.
492. μοῦνον τέκεν Ἰλιονῆα] πιθανῶς εἰς τὸ παθητικὸν αὐτὸν
μόνον φησὶ γενέσθαι τῷ πατρὶ, καὶ ὅτι τἄλλα αὐτῷ εὖ ἔχει πράγ-
ματα, καὶ τετίμηται ὑφ᾿ Ἕρμοῦ. συνιστὰς δὲ τοὺς ἀναιρουμένους
θεραπεύει τοὺς ἀναιροῦντας.
493. θέμεθλα] θέσιν, ῥίζαν, θεμέλια. γλήνην δὲ τὴν κόρην, παρὰ τὸ αἰγλήεσσαν εἶναι.
497. φῆ] τὸ ἔφη ῥῆμά ἐστιν, οὐχ ὡς Ζηνόδοτος ἀντὶ τοῦ ως, ἀλλὰ τὸ ἔφη· πέφραδεν ηὔδα ἐκ παραλλήλου ταὐτά. κώδεια δέ ἐστιν ἡ τῆς μήκωνος κεφαλή. εἰκάζει δὲ τὴν ἐπʼ ἄκρου τοῦ δόρατος ἐμπεπαρμένην κεφαλὴν τῇ τῷ ἰδίῳ καυλῷ συνημμένῃ κωδείᾳ. λείπει δὲ μετὰ τὸ ἔφη τὸ ως.
504. γανύσσεται] μεταφορικῶς· γάνος γὰρ ἡ χαρὰ καὶ τὸ λάμ- πρυσίμα.
508. ἔσπετε νῦν μοι] οὐκ ἀτόπως τῷ προοιμίῳ χρῆται· καινότης γὰρ γέγονε μάχης ἀμειψάντων τῶν ἀριστέων τὰ ὅπλα.
509. ἀνδράγρια] ἀθετοῦσι διὰ τὸ ξένον τῆς λέξεως καὶ μὴ κείμενον
ἀλλαχοῦ. ἤτοι δὲ τὰ σκῦλα τὰ ἀπὸ ἀνδρῶν ἀγρευόμενα, ἢ ἀντʼ ἀνδρῶν·
ὅταν γὰρ μὴ δυνηθῶσιν ἀνελεῖν, ἀλλ᾿ οὖν τὸν ἀναιρεθέντα σκυλεύουσιν.
ἐκ δὲ τοῦ παρακολουθοῦντος τὸ προηγούμενον, ἀντὶ τοῦ τίς πρῶτος
τῶν Ἑλλήνων ἀνεῖλέ τινα τῶν πολεμίων; τοῦτο γὰρ ἀποκρίνονται αἱ
Μοῦσαι. σημαίνει δὲ σκῦλα ἠγρευμένα παρὰ ἀνδρῶν· ἀγρεῖν γὰρ
τὸ λαμβάνειν. δεῖ δὲ νοεῖν ὅτι κατὰ τὸ σιωπώμενον τοὺς προπεσόν-
τας ἐσκύλευσαν.
518. κατʼ οὐταμένην] ἐτυμολογικὸς ὁ τρόπος· οὕτως δέ φησιν ἐξιέναι τὴν ψυχὴν διὰ τὸ ἅμα τῷ αἵματι χωρίζεσθαι αὐτήν.
521. ἐπισπέσθαι] ἐπιδιῶξαι, ἐπακολουθῆσαι τῇ τῶν ποδῶν ὁρμῇ. παροξύνεται δὲ τὸ ἐπισπέσθαι. καὶ τὸ ὅμοιος προπαροξύνεται· τὸ γὰρ ὁμοῖος μεταγενεστέρων Ἀττικῶν ἐστὶν ἐφεύρημα.
1. αὐτὰρ ἐπεί] ἡ ἀναφορὰ πρὸς τὸ “πάπτηνεν δὲ ἕκαστος ὅπη
φύγοι αἰπὺν ὄλεθρον” (Il. 14, 507)· ἐνθάδε γὰρ τὸ πέρας τῆς διώ-
ξεως προσέθηκεν.
διά τε σκόλοπας] ἀντὶ τοῦ διὰ σκολόπων καὶ τάφρου, ὡς τὸ “διά
τʼ ἔντεα καὶ μέλαν αἷμα” (Il. 10, 298). ἢ τὸ ἑξῆς, διέβησαν. ἡ δὲ
διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσδιόδευτον ἐιμφαίνει· οὐ
γὰρ ἔφυγον “τῇ περ Ἀχαιοὶ ἐκ πεδίου νίσσοντο” (Il. 12, 118),
ἀλλὰ διὰ τῆς τάφρου.
2. πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν] τοῦτο διὰ μέσου· ἄλλοι γὰρ ἔδαμεν, ἄλλοι δὲ ἔφυγον.
3. οἱ μὲν δὴ] οἱ ἔξω καταλειφθέντες· οὐδεὶς γὰρ σὺν ἵπποις
εἰσῆλθεν ἢ Ἄσιος Ὑρτακίδης. ἢ τοὺς ἡνιόχους φησίν· εἶπε γὰρ
“ἵππους μὲν θεράποντες ἐρυκόντων” (Il. 12, 76). ἢ αὐτοὺς τοὺς
ἐκφυγόντας, θέλοντας ἑαυτούς τε τῆς φυγῆς ἀναλαβεῖν καὶ περι-
σῶσαι τὰ ἄρματα· διὸ καὶ ἐρητύοντο εἶπεν. ἡ γὰρ χρεία αὐτὴ
καὶ οὐδεὶς ἄλλος κατεῖχεν αὐτούς. οὐ γὰρ ἀλλήλους ἐκδεχόμενοι·
οὐ γὰρ τοῦτο τοῦ τῶν βαρβάρων ἔθους· φαίνονται γὰρ ἀεὶ τῆς ἰδίας
σωτηρίας φροντίζοντες.
4. δείους] εἴωθεν Ἰωνικῶς αὐτὰ συναιρεῖν· “τοίου μιν θάρσευς πλῆσεν” (Il. 17, 573) “ἐξ Ἐρέβευς ἄξοντα κύνα” (Il. 8, 368). ἀλλὰ νῦν ἡ κακοφωνία κράσει ἐποίησεν αὐτὸν χρῆσθαι.
6. ἀναΐξας] ἀνορμήσας τῆς κατακλίσεως, συναισθόμενος τῆς ἀπάτης καὶ ἑαυτοῦ κατεγνωκὼς ὅτι ὕπνωσεν.
ἴδε δὲ Τρῶας καὶ Ἀχαιούς] θαυμασίως ἐν τάχει πάντα παρέλαβε,
τῶν μὲν τὴν φυγὴν, τῶν δὲ τὴν ἀριστείαν, τοῦ Ποσειδῶνος τὴν βοή-
θειαν, τοῦ Ἕκτορος τὴν πάθην, ἵνα ἐκ πολλῶν φαίνηται κεκινημένος
ἐπὶ τὴν ὀργὴν ὁ Ζεύς. περὶ δὲ τοῦ Ἕκτορος καὶ ἀναγκαίως ἐπεξερ-
γάζεται, ἵνα μὴ μόνον διὰ τὴν ἀπάτην χαλεπήνῃ, ἀλλὰ καὶ διὰ τὸν
Ἕκτορα, ὃς διʼ αὐτὸν τοιάδε ἔπαθε· φησὶ γο πρὸς Πολυδάμαντα
“ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι” (Il. 12, 235) ὡς
αὐτῷ πεπιστευκὼς καὶ μαχόμενος.
7. ὀρινομένους] μετὰ λύπης ταρασσομένους· ἔφυγον γὰρ μετὰ
ἀπελπισμοῦ. κλονέοντας δὲ ἀπὸ τοῦ κλονῶ· τοῦτο δὲ παρὰ τὸ
κατακλᾶν ἢ τὴν κλίσιν.
8. μετὰ δέ σφι] ὡς “ἔκδηλος μετὰ πᾶσιν” (Il. 5, 2) ἀντὶ τοῦ ἐν πᾶσιν. δηλοῖ δὲ καὶ τὴν ἐπί, ὡς τὸ “μεταΐξας θάνατον τεῦξε (Od. 21, 11), καὶ τὴν πρός, ὡς τὸ “ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς” (Il. 20, 14).
9. κείμενον] ἀντὶ τοῦ πεπτωκότα, ὡς τὸ “ὁ δʼ ἐπʼ ἐννέα κεῖτο
πέλεθρα” (Od. 11, 577). δηλοὶ δὲ καὶ τὸ τεθάφθαι (“ἔνθα μὲν
Αἴας κεῖται” Od. 3, 109), καὶ τὸ κυρίως (“κεῖται Πάτροκλος”
Il. 18, 20), καὶ τὸ νεκρὸν ἐρρίφθαι (“κεῖται πὰρ νήεσσι νέκυς”
Il. 22, 386), καὶ τὸ διάγειν, ὡς τὸ “κεῖτο παρὰ μνηστῇ ἀλόχῳ”
(Il. 9, 556), καὶ τὸ ἔστιν, ὡς τὸ “θεῶν ἐν γούνασι κεῖται” (Il.
17, 514).
10. εἴαθʼ] ὁ μὲν Ἀρίσταρχος ψιλοῖ, ἀπὸ τοῦ εἰμὶ ἐκδεχόμενος
ἀντὶ τοῦ ὑπῆρχον (“ἔνθʼ ἄρα οἱ μύλαι εἴατο” Od. 20, 106)· ὁ δὲ
Ἡρωδιανὸς δασύνει ἀπὸ τοῦ ἕω τοῦ καθέζομαι, ἵνα δηλοῖ τὸ περιε-
κύκλουν καὶ παρεκάθηντο.
ἀργαλέῳ ἔχετʼ ἄσθματι] συνείχετο, φησὶν, οὐκ εὐπόρῳ, ἀλλὰ ἀσταθμήτῳ καὶ ἀσθενεῖ καὶ οὐκ εὐθεῖ πνεύματι.
κῆρ ἀπινύσσων] ἀπίνυτος ὢν τὴν ψυχὴν, ἀντὶ τοῦ παραφρονῶν καὶ
13. δεινὰ δʼ ὑπόδρα ἰδών] πῶς ὀ κεστὸς αὐτὸν οὐκ ἐπράῦνεν;
ἐρώτων μόνον ἐστὶ κινητικὸς, οὐκ ἄλλων. ἄλλως τε ἡ περὶ αὐτὸν
ἀπάτη ὑπεροχῆς ἦν ἐλάττωσις, καὶ μετὰ τοσαύτας ἀπειλάς. εἰκό-
τως δὲ χαλεπαίνει, ψευδὴς πρὸς Θέτιν ἀποδειχθεὶς καὶ Ἕκτορα.
14. κακότεχνος] ὁ ἐπὶ κακῷ τεχνηθείς· ἔστι γὰρ καὶ χρηστὸς
δόλος. τὸ δὲ ἑξῆς μάλα ἀμήχανε, ἦ δὴ κακότεχνος σὸς δόλος. ἀμή-
χ ανε δὲ, πρὸς ἣν οὐκ ἔστι μηχανήσασθαι· “ἀμήχανός ἐσσι γεραιέ”
(Il. 10, 167). δηλοῖ δὲ καὶ τὸ ἄπορον· “ἀμήχανα ἔργα γένοντο”
(Il. 8, 130). πολλάκις δὲ ἁμαρτάνοντες ἐπὶ τοὺς πλησίον ἄγομεν
τὰς αἰτίας.
16. κακορραφίης] κακομηχανίας· ἑξῆς γοῦν φησὶν “κακὰ μη- τιόωσα” (27). ἢ κακοσυνθεσίας καὶ κακοβουλίας.
17. πρώτη] ἀντὶ τοῦ προτέρα, τοῦ Ποσειδῶνος δηλονότι (ἄμφω γὰρ συμμαχοῦσι τοῖς Ἕλλησιν) ἢ τῶν Ἑλλήνων. πρὶν τούτους φησὶν ἀπολαῦσαι καὶ ἐπαύρασθαι τῆς σῆς δολιότητος. προπαροξυν- τέον δὲ τὸ ἐπαύρηαι· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος.
πληγῇσιν ἱμάσσω] κυρίως ἱμάντι πλήξω, τροπικῶς δὲ νῦν κεραυ-
νώσω· μάστιγα γὰρ Διὸς τὸν κεραυνόν φησι· “Διὸς μάστιγι δα-
μέντες” (Il. 12, 37), δηλονότι τῷ φόβῳ τῆς χθιζῆς κεραυνοβολίας.
21. ταῦτα ὁ Ὕπνος παρέλιπε, πόνον καὶ λύπην τῇ Ἥρᾳ φέροντα· ἃ δὲ εἶπεν ἐκεῖνος, νῦν ὁ Ζεὺς παρέλιπεν· οὐ γὰρ κατὰ ἀπόντος ἔδει θρασύνεσθαι. τὸ δὲ ἐκρέμω ἀπὸ τοῦ ἐκρέμασο ἐκρέμαο ἐκρέμω.
*καὶ ἔμπροσθεν περὶ τούτων εἴρηται ἱκανῶς, ἀκριβῶς δὲ νῦν.
διὰ γὰρ τούτων ὁ ποιητὴς τὴν κοσμικὴν αἰνίττεται φύσιν, Δία μὲν
καὶ Ζῆνα τὸν ἀνωτάτω ὑποτιθέμενος ἀέρα διάπυρον, Ἥραν δὲ τὸν δεύ-
τερον· καὶ ταύτην φησὶν ὑπὸ Ὠκεανοῦ τεθράφθαι, ἐπειδὴ ἐκ τῆς
τῶν ὑγρῶν ἀναθυμιάσεως γίνεται ὁ ἀήρ. ἄκμονας δὲ γῆν καὶ θάλασ-
σαν λέγει. χρυσοῦν δὲ δεσμὸν τὸ αἰθέριον πῦρ, ὄτι ἐν τῷ ἀνωτάτω
μέρει συνῆπται αὐτῷ ὁ ἀήρ. καὶ ῥιπτόμενον τὸν Ἥφαιστον εἰς θά-
λασσαν, παρόσον μεταβάλλει εἰς ἄλληλα τὰ στοιχεῖα, πῦρ μὲν εἰς
ὑπὸ Κρόνου, ἐπειδήπερ ἡ μεταβολὴ τῶν ὑγρῶν εἰς στερρότητα
πήγνυται· κρύπτεσθαι δὲ τὸν Δία διὰ τὸ τὸ ζῆν ἐπικρατεῖν τῷ τῷ
χειμῶνι τοὺς καρποὺς ἀφανίζεσθαι πλεοναζόντων τῶν ὑγρῶν.
*Ἡρακλείτου. ἡ τῶν ἐπιφυομένων τῷ Ὁμῄρῳ τόλμα τοὺς τῆς
Ἥρας δεσμοὺς αἰτιᾶται, καὶ νομίζουσιν ὕλην τινὰ δαψιλῆ τῆς ἀθέου
πρὸς Ὅμηρον ἔχειν μανίας “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ
δὲ ποδοῖ ϊν ἄκμονας—ἐκρέμω.” λέληθε δʼ αὐτοὺς ὅτι τούτοις τοῖς
ἔπεσιν ἡ τοῦ παντὸς ἐκτεθεολόγηται γένεσις, καὶ τὰ συνεχῶς ᾀδόμενα
τέσσαρα στοιχεῖα τούτων τῶν στίχων ἐστὶ τάξις, καθάπερ ἤδη μοι
λέλεκται, πρῶτος αἰθὴρ, καὶ μετὰ τοῦτον ἀὴρ, εἶθ᾿ ὕδωρ τε καὶ γῆ
τελευταία, τὰ πάντων δημιουργὰ στοιχεῖα. ταῦτα δʼ ἀλλήλοις ἐπι-
κιρνώμενα ζωογόνα τε καὶ τῶν ἀψύχων ἀρχίγονα καθίσταται. Ζεὺς
τοίνυν ὁ πρῶτος τὸν ἑαυτοῦ ἀέρα κατέστησε, στερεοὶ δʼ ἄκμονες ὑπὸ
ταῖς ἐσχάταις αὐτοῦ τοῦ ἀέρος βάσεσιν ὕδωρ τε καὶ γῆ. καὶ τοῦτο
ὅτι τοιοῦτόν ἐστιν, ἐφʼ ἑκάστης λέξεως, εἴ τις ἀληθῶς ἐθέλοι σκο-
πεῖν τἀληθὲς, εὑρήσει. “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν·” ἀπὸ
γὰρ τῶν ἀνωτάτω καὶ μετεώρων τόπων φασὶν αὐτὴν ἀπηρτῆσθαι.
“περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον, ἄρρηκτον.” τί τοῦτο τὸ καινὸν
αἴνιγμα τῆς κολακευούσης τιμωρίας; πῶς ὀργιζόμενος ὁ Ζεὺς πολυ-
τελεῖ δεσμῷ τὴν κολαζομένην ἠμύνατο, χρυσοῦν ἀντὶ κραταιοτέρου
σιδήρου τὸν δεσμὸν ἐπινοήσας; ἀλλʼ ἔοικε τὸ μεταίχμιον αἰθέρος τε
καὶ ἀέρος χρυσῷ μάλιστα τὴν χρόαν ἐμφερὲς εἶναι. πάνυ δὲ πιθα-
νῶς, καθʼ ὃ μέρος ἀλλήλοις ἐπισυνάπτουσι. λήγων μὲν γὰρ ὁ αἰθὴρ,
ἀρχόμενος δὲ μετʼ ἐκεῖνον ὁ ἀὴρ, χρυσοῦν ὑπεστήσαντο δεσμόν. ἐπι-
φέρει γοῦν “σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω,” τὸν ἄχρι νεφῶν
τοῦ παντὸς εἰς τἀναντία μεταβολὴ, τὸ μὴ δυνηθὲν ἂν διαζευχθῆναί
ποτε κυρίως ὠνόμασεν ἄρρηκτον. ταύτην δὲ τὴν τετράδα τῶν στοι-
χείων καὶ μετὰ μικρὸν ἐν τοῖς ὅρκοις διεσάφησεν Ἥρα· “ἴστω νῦν
τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε καὶ τὸ κατειβόμενον Στυγὸς
ὕδωρ” (36)· τρισὶ γὰρ ὅρκοις τὴν ὁμόφυλον αὑτῇ καὶ συγγενῆ
φύσιν ὠνόμασεν, ὕδωρ τε καὶ γῆν καὶ τὸν ὕπερθεν οὐρανὸν, τουτέστι
τὸν αἰθέρα· τέταρτον γάρ στοιχεῖον ἦν ἡ ὀμνύουσα. διαπορῶν γέ
τοι καὶ ἐπὶ πολλοῖς ἀλληγορικῶς παριστάναι βουλόμενος ταυτὶ τὰ
στοιχεῖα, καὶ μετʼ ὀλίγον ἐν τοῖς Ποσειδῶνος πρὸς Ἶριν λόγοις αὐτὰ
τάδʼ ὑφίσταται, λέγων “ἤτοι ἐγὼν ἔλαχον ναιέμεν αἰεὶ πολιὴν ἅλα,
παλλομένην, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα, Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν
εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν· γαῖα δέ τοι ξυνὴ πάντων καὶ μακρὸς
Ὄλυμπος” (190). οὐ μὰ Δί᾿, οὐ κλῆρος ὁ μυθευόμενος ἐν Σικυῶνι
ταῦτα, καὶ διαίρεσις ἀδελφῶν οὕτως ἀνώμαλος ὡς οὐρανὸν ἀντιτι-
θέναι θαλάσσῃ καὶ Ταρτάρῳ. πᾶς γὰρ ὁ μῦθος ἠλληγόρηται περὶ
τῶν τεσσάρων στοιχείων, πατὴρ δὲ τῶν ὅλων ὁ χρόνος, καὶ τελείως
ἀμήχανον γενέσθαι τι τῶν ὄντων δίχα χρόνου· διὸ ῥίζα τῶν στοι-
χείων οὗτός ἐστιν. μητέρα δʼ αὐτοῖς ἔνειμεν εἶναι Ῥέαν, ἐπειδὴ ῥύσει
τινὶ καὶ ἀεννάῳ κινήσει τὸ πᾶν οἰκονομεῖται. χρόνου δὲ καὶ ῥύσεως
τέκνα γῆν τε καὶ ὕδωρ αἰθέρα τε καὶ ἀέρα σὺν αὐτῷ ὑπεστήσατο.
καὶ τῇ μὲν πυρώδει φύσει τόπον ἔνειμεν οὐρανὸν, τὴν δʼ ὑγρὰν οὐσίαν
Ποσειδῶνι προσέθηκε· τρίτον δὲ Ἅιδην, τὸν ἀφώτιστον ἀέρα δηλοῖ·
κοινὸν δʼ ἀπάντων καὶ ἑδραιότατον στοιχεῖον ἀπεφήνατο εἶναι τὴν
γῆν, ὥσπερ ἑστίαν τινὰ τῆς τῶν ὅλων δημιουργίας· “γαῖα δέ τι
ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.” διὰ τοῦτο δέ μοι δοκεῖ συνεχῶς
ἀλληγορεῖν ὑπὲρ αὐτῶν, ἵνα ἡ δοκοῦσα τοῖς ἔπεσιν ἐφεδρεύειν ἀσά-
φεια σαφὴς τῷ διηνεκεῖ τῆς παραδόσεως ᾖ.
ἠλάστεον] ἄλαστα ταῦτα εἶναι ἔφασκον, ἢ ἐταράσσοντο, παρὰ τὴν ἄλην.
μακρὸν, καθὸ καὶ ὄρος καλεῖται. τὸν δὲ οὐρανὸν εὐρὺν καλεῖ.
22. ἢ ἀπὸ τοῦ παρίστασθαι καὶ ἀλαστεῖν οὐκ ἐδύναντο λῦσαι·
ἢ ὃν λάβοιμι παριστάμενον, ἔρριπτον ἐξ οὐρανοῦ. βηλοῦ δὲ τοῦ
βαθμοῦ, παρὰ τὸν βήσω μέλλοντα. οὐδὲν δὲ παράδοξον καὶ ἐν
οὐρανῷ βηλὸν ὀνομάζειν, ὅπου γε καὶ πύλας εἶναι λέγουσιν.
24. ὀλιγηπελέων] ὀλίγον ἔχων τὸ πέλειν.
τινὲς θυμός, ἀντὶ τοῦ ὀργή· ἄμεινον δὲ θυμόν γράφειν, ἵνα δηλοῖ τὸ ἔνδον θερμὸν ἤτοι τὴν ψυχήν.
25. ἀζηχής] σκληρὰ, ἀπὸ τῆς ἄζης, ἥ ἐστι ξηρασία ἐναντία τοῖς θάλλουσι φυτοῖς. λέγει δὲ ἴσως τὴν διὰ τὴν ἀπάτην ὀργήν.
26. ξὺν Βορέῃ] ἄδηλον πότερον Ἥρα καὶ Βορέας ἀνέπεισαν τὰς θυέλλας, ἢ Ἥρα ἅμα Βορρᾷ καὶ τὰς θυέλλας ἔπεισεν. ἄμεινον δὲ τὸ δεύτερον.
27. ἀτρύγετον τρύγα μὴ ἔχοντα, ἤτοι ἄβυσσον, ἢ ἄκαρπον, παρὰ τὴν τρύγην, ὡς Εὐριπίδης (Phoen. 210), ἀκάρπιστα πεδία λέγων τὴν θάλασσαν.
31. οὐκ εἶπεν ἀπατώμενος αὐτὸς παύσεσθαι, ἀλλὰ παύσειν ἐκείνην, τὴν ἑαυτοῦ ἁμαρτίαν αὐτῇ προσάπτων.
36. τόδε] τοῦτο περὶ οὗ καὶ ὁ ὅρκος ἐτέτακτο. κατὰ τῶν προ-
γόνων δὲ ἢ τῶν ὁμοιογενῶν ὄμνυσι στοιχείων· τὸ γὰρ οὐράνιον πῦρ
αἰθέρα καλεῖ ὁ ποιητής. διὰ τριῶν δὲ ἦν ἔθος ὀμνύναι, ὡς Δράκων
ἔταξε, Δία Ποσειδῶνα Ἀθηνᾶν· οἱ δὲ Δία Ποσειδῶνα Δήμητρα.
ὡς Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους (p. 747). καὶ ὁ ποιητὴς
“Σεῦ πάτερ Ἀθηναίη καὶ Ἄπολλον” (Il. 2, 371) καὶ “Σεὺς
ξενίη τε τράπεζα ἱστίη τʼ Ὀδυσῆος” (Od. 14, 158).
38. δεινότατος] σεβάσμιος, ὡς “δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον” (Il. 18, 394).
40. κουρίδιον] συμπαθῶς δελεάζουσα τῆς ἐκ παίδων μίξεως
ὑπέμνησεν. εἰς ὁμόνοιαν δὲ ἄνδρας καὶ γυναῖκας καλῶν ὁ ποιητὴς
σεμνύνει τὴν κοινωνίαν, ὅρκον αὐτὸν μέγιστον ποιῶν. ὁ μὲν οὖν Ζεὺς
φιλότητα καὶ εὐνὴν εἶπεν (32), ἡ δὲ σεμνοτέραις προσηγορίαις.
χρῆται, μὴ θέλουσα ἐκφαυλίζειν τὴν κοινωνίαν.
44. τειρομένους] ἔλεον ὑπὲρ Ἕλλήνων κινεῖ καὶ ὑπεραπολογεῖται Ποσειδῶνος.
45. παραμυθησαίμην] παραινέσαιμι· συνωνυμεῖ γὰρ μῦθος καὶ αἶνος. τοσοῦτον, φησὶν, ἀπέχω τοῦ ἐναντιοῦσθαί σοι ὥστε κἀκείνῳ παραινεῖν.
46. τῇ ἴμεν] ταύτῃ πορεύεσθαι ᾗ ἂν κελεύῃς σὺ, καὶ ἐν παντί σοι ἡγεμόνι χρῆσθαι.
47. μείδησεν] ἢ διὰ τὸ καὶ ὑπὲρ Ποσειδῶνος ἀπολογήσασθαι, ἢ μᾶλλον διὰ τὸ λέχος· ἐνήργει δὲ ἄρα ὁ κεστός.
49. δὴ σύ γʼ ἔπειτα] ἐκ παραλλήλου τὸ ἔπειτα ἀντὶ τοῦ δή, ὡς
τὸ “δὴ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο” (Od. 5, 391).
50. ἶσον ἐμοὶ φρονέουσα] ἀντὶ τοῦ ὁμονοοῦσα καὶ ταὐτὸ βουλο- μένη.
51. τὸ τῷ νῦν ἀντὶ τοῦ ὁμοίως.
52. μετὰ σὸν καὶ ἐμὸν κῆρ] ὑπαλλακτικῶς εἶπεν, ἀντὶ τοῦ ἐπὶ
τὰ ὑπὸ σοῦ καὶ ἐμοῦ πραττόμενα καὶ νοούμενα.
56. ἀθετοῦνται ὡς περιττοὶ εἴκοσι καὶ δύο στίχοι, ὅτι οὐκ
ἀρεστοὶ Ἥρᾳ, καὶ ὅτι οὐκ ἐμπίπτουσι ταῖς ναυσὶν Ἀχιλλέως. καὶ
εἰ ἔκρινεν ἀπολέσθαι Σαρπηδόνα, τί ἐκεῖ (Il. 16, 433) οἰκτίζεται;
καὶ ἡ παλίωξις οὐκ ὀρθῶς· ἀφʼ οὗ γὰρ Ἀχιλλεὺς ἐξῆλθεν, οὐκ
ἐτράπησαν Ἀχαιοί. καὶ τὸ “Ἀθηναίης διὰ βουλάς.” διὰ τί γὰρ
μὴ Ἥρας, καίτοι παρούσης: ῥητέον οὖν ὅτι τὸ σχῆμά ἐστι προανα-
κεφαλαίωσις, ὡς Ὀδυσσεὺς (Od. 16, 258) προαναφωνεῖ Τηλεμάχω
τὴν μνηστηροκτονίαν, ἀλλʼ οὐδὲν ἧσσον καὶ διὰ τῶν πρακτικῶν
αὐτίκα διηγεῖται. εἰσὶ δὲ τῇ Ἥρᾳ εἰ καὶ μὴ νῦν τερπνὰ, ἀλλʼ οὖν
γε χαρᾶς περιποιητικὰ τὰ λεγόμενα. πεσεῖν δὲ εἰς τὰς ναῦς ἀντὶ
τοῦ δεηθῆναι Ἀχιλλέως, ὡς φαμεν “ἐνέπεσεν εἰς τὰς χεῖράς σου.”
οἰκτίζεται δὲ Σαρπηδόνα, κρίνων μὴ ἐν Ἰλίῳ ἀπολεῖσθαι. πόθεν δὲ
δῆλον, εἰ μετὰ θάνατον Ἀχιλλέως γεγόνασι τροπαί; τό τε Ἀθηναίης,
ἐπεὶ σὺν Ἐπειῷ τὸν ἵππον ἐποίησε. πρὸς δὲ τούτοις παραμυθεῖται
τὸν ἀκροατὴν, τὴν ἅλωσιν Τροίας σκιαγραφῶν αὐτῷ· τίς γὰρ ἂν
ἠνέσχετο ἐμπιπραμένων τῶν Ἑλληνικῶν νεῶν καὶ Αἴαντος φεύγοντος,
εἰ μὴ ἀπέκειτο ταῖς ψυχαῖς τῶν ἐντυγχανόντων ὅτι οἱ ταῦτα πρά-
ξαντες κρατηθήσονταί ποτε;
*παλίωξις δέ ἐστιν ἡ ἐξ ὑποστροφῆς τῶν φευγόντων δίωξις, ὅταν οἱ πρότερον φεύγοντες ὕστερον πάλιν αὐτοὶ διώκωσι θαρρήσαντες.
70. αἰὲν ἐγὼ τεύχοιμι διαμπερές] τουτέστιν εἰς τὸ αὐτὸ
αὐτὴν ἐάσω, καὶ ἄλλην οὐ ποιήσω παλίωξιν.
Ἴλιον] ἀεὶ θηλυκῶς λέγει ὁ ποιητής· νῦν οὖν οὐκ ἀπὸ μόνης τῆς πόλεως, ἀλλʼ ὅλου τοῦ τόπου καλεῖ. τινὲς δὲ Ἴλιον ἐκπέρσωσι γράφουσιν.
72. παύσω] ἄνευ τοῦ σ οἱ περὶ Ἡρωδιανόν. διὰ τί δὲ χολᾷ τοῖς
Ἕλλησιν οὕτως ; προσποιεῖται τελειῶσαι τὴν ἱκετείαν Θέτιδος,
καὶ ἵνα μὴ πάλιν αὐτὸν ἡ Ἥρα ἱκετεύσῃ, ἀπεφήνατο οὕτως.
73. ἐνθάδ᾿] ἔδει εἰπεῖν ἐν τῇ μάχῃ· ἄκυρον γὰρ τὸ ἐνθοάδε. πρὸς σύγκρισιν οὖν Ὀλύμπου τὸ ἐνθάδε· πλησιαιτέρα γὰρ Ὀλύμπου ἡ Ἴδη ὡς πρὸς Ἴλιον.
80. * ὥσπερ νοῦς ἀνδρὸς πολλὴν ἐπεληλυθὼς γῆν καὶ πολλὰ ἱστο- ρηκὼς ἐν ὑπομνήσει ποιεῖται τὰ ἱστορήματα καὶ ταχέως ἄλλοτε ἐπʼ ἄλλο μεταβαίνει, οὕτω καὶ ἡ Ἥρα τότε ἐκ τῆς Ἴδης ὀξέως παρε- γένετο εἰς τὸν Ὄλυμπον.
ἐν ἄλλοις ἁπλούστερον καὶ συντομώτερον εἶπε τὸ νόημα· ἐνταῦθα
δὲ καὶ ἐπεξειργάσατο τὸ τάχος, καὶ οὐ παντὶ νῷ προσάπτει τὸν
λόγον, ἀλλʼ ἀπλανήτου καὶ συνετοῦ ἀνδρός.
82. *τὸ δὲ ἔνθʼ εἴη ἢ ἔνθα σὺν τῷ ν οἱ᾿ Ἀριστάρχειοι γράφουσι,
καὶ σημαίνει τὸ ὑπῆρχον, ὡς αὐτοῦ τοῦ ἀνδρὸς ἐπιλογιζομένου ποῖ
πορευοίμην. ὁ δὲ λόγος οὕτως, εἰς ἐκείνην τὴν χώραν ἢ ἐκείνην
πορευθείην ἢ πορευοίμην.
μενοινήσειε (δηλονότι ὁ ἀνήρ) πολλὰ μέρη τῆς γῆς, καὶ νοήσει ἐν οἷς ἔσται καὶ πορεύσεται.
86. δέπασσιν] οἱ περὶ Ζηνόδοτον ἀγνοήσαντες ἐπέεσ σι γρά- φονσιν· ἐλέγχονται δὲ φανερῶς ὑπὸ τοῦ “Θέμιστι δὲ δέκτο δέπας.”
87. ἡ δʼ ἄλλους μὲν] οὐχὶ τοὺς ἄλλους ἠτίμασε καὶ ταύτην προὔκρινεν, ἀλλʼ ἔφθασε, φησὶ, τοὺς λοιπούς· διὸ παῤ αὐτῆς λαμ- βάνει αὐτό.
88. γράφουσι μέν τινες θέουσα, ἄμεινον δὲ τὸ φέρουσα·
91. ἐφόβησε] οὐ κατὰ προαίρεσιν ἐληλυθέναι ἐποίησεν, ἀλλʼ ὅμοιόν τι φυγῇ παθεῖν.
94. ὑπερφίαλος] ὅτι τῶν μέσων ἐστὶν ἡ λέξις, καὶ νῦν μὲν ἐπὶ
ψόγου κεῖται, ἀντὶ τοῦ οὐκ ἔνσπονδος, ἐν ἄλλοις δὲ ἐπὶ ἐγκωμίου·
“ὑπερφιάλοισι μεθʼ ἡμῖν δαίνυσαι” (Od. 21, 289). ἀπηνής δὲ ὁ
ἄποθεν τοῦ αἰνεῖσθαι, ἢ τοῦ νεύειν ἐς ἅ τις βούλεται, ἢ τῶν ἡνίων
τῆς χρηστότητος.
95. ἄρχε θεοῖσι] παρὰ γὰρ ἀνθρώποις πολλὰ διὰ μέθην ἄτοπα
γίνεται. διδάσκει δὲ ὅτι δεῖ τὸ δίκαιον ἐν τοῖς πότοις γίνεσθαι καὶ
σώζεσθαι.
96. μετὰ πᾶσιν ἀθανάτοισιν] ἀντὶ τοῦ ἃ ἐπὶ πάντων ἀθανάτων πιφαύσκεται, οἷον ἐνδείκνυται καὶ οὐ κρυφίως ποιεῖ. ὑπερβολικῶς δέ φησιν, ὡς ἤδη πεπραχότος ταῦτα τοῦ Διός.
98. κεχαρησέμεν] χαροποιήσειν.
99. οὔτε θεοῖς] πρὸς τὸν Ἄρην ταῦτα διʼ Ἀσκάλαφον.
εἴπερ τις] ἠθικῶς· εἴγε, φησὶν, ὅλως ὀφείλετε ὑμεῖς εὐωχεῖσθαι
τὴν ψυχὴν εὐφραινόμενοι. δολερὸν δὲ καὶ γυναικεῖον ἐνέφηνεν ἦθος·
ἀδικήσασα γὰρ Δία ἐπʼ αὐτοῦ μὲν ἀπολογεῖται, νῦν δὲ ἠδικῆσθαί
φησι καὶ τὸν Δία ὑπερφίαλον καλεῖ καὶ ἐπανίστησιν αὐτῷ τοὺς θεούς.
101. ὄχθησαν] ἐμετεωρίσθησαν, ἢ ἐβαρύνθησαν, ἢ ἠχθέσθησαν, παρὰ τὸ ἄχθος.
οὗτός ἐστιν ὁ Σαρδόνιος γέλως, ὁ μετὰ δηγμοῦ τῆς καρδίας γινόμενος.
103. ἰάνθη] διεχύθη, ἐκινήθη· ἰαίνεται δὲ δηλονότι χαῖρον. ἰαίνειν δὲ κυρίως τὸ θερμαίνειν.
μεμψαμένη ἐπὶ τῷ μὴ δέξασθαι τοὺς λόγους αὐτῆς· ἢ τῷ Διὶ μεμφομένη ἐν πᾶσιν ηὔδα.
105, 106. τὸ πρῶτον η περισπαστέον· ἔστι γὰρ διαπορητικόν·
τοὺς δὲ ἐξῆς βαρυντέον· εἰσὶ γὰρ διαζευκτικοὶ ἢ παραδιαζευκτικοί.
106. * ἀφήμενος] ἀποκαθήμενος.
107. φησὶν] λογίζεται, ὡς τὸ “οὐ μὲν γάρ ποτέ φησι κακὸν
πείσεσθαι” (Od. 18, 131). ὅτι δὲ οὐ πρὸς πεῖραν, ἀλλὰ πρὸς
πειθαρχίαν οἱ λόγοι, δῆλον ἐξ ὧν φησὶν “οὐκ ἀΐεις ἅ τέ φησι θεὰ
λευκώλενος Ἥρη” (130).
108. διακριδὸν εἶναι ἄριστος] τοῦτο πρὸς τὸ “τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν” (Il. 8, 27). ὡς ταπεινόφρονας δὲ αὐτοὺς ἐλέγχει. πειράζουσα εἰ φράσαιντο κατὰ Διός· ὅθτν ἐκείνων σιωπησάντων κερτομοῦσα τὸν ἐπίπλαστον ἐγέλασε γέλωτα, τόν τε Ἄρην ἐπανί- στησι τῷ Διὶ καὶ τῆς συμμαχίας τῶν Τρώων ἀπανίστησιν.
109. ἔχεθʼ] ἀνέχεσθε. διδάσκει δὲ στέργειν τὴν θείαν διοίκησιν. τὸ δὲ ὔμμι ἀντὶ τοῦ ὑμῶν. δεῖ δὲ νοεῖν ὡς οὐ μόνον περὶ τὸν Ἄρην δεινοῦ τινὸς συμβεβηκότος, ἀλλὰ καὶ περὶ τοὺς ἄλλους τῆς ὁμοίας οὔσης προσδοκίας.
112. ὃν] ἑαυτοῦ· ἔστι δὲ ὅμοιον τῷ “μήτηρ μέν τέ μέ φησι”
(Od. 1, 215). φασὶ δὲ τὸν Ἀσκάλαφον εἰς Ἑβραΐδα τεθάφθαι γῆν·
διὸ καὶ Σαμάρειαν καλεῖσθαι, διὰ τὸ σῆμα ὃ Ἄρης ἐποίησεν.
116. ἐπὶ νῆας Ἀχαιῶν] νῦν ἀποδείκνυται ἀλλοπρόσαλλος, μὴ
γινώσκων οὐδʼ ὅπη βαδιεῖται. εἰ μὲν γὰρ Ἕλλησι συμμαχήσει,
ἀλλοπρόσαλλος εὑρίσκεται, εἰ δὲ Τρωσὶν, οὐκ ἐκδικῶν τὸν υἱὸν, ἀλλὰ
καὶ τῷ φόνῳ αὐτοῦ συμβαλλόμενος.
121. μείζων] τοῦ πρὸς Ἥραν καὶ Ἀθηνᾶν καὶ Ποσειδῶνα χόλου.
123. πᾶσι] ἀντὶ τοῦ πάντων. εἰκότως δὲ ὡς δεδοικυῖα τὸν πατέρα καὶ ἤδη πεπαιδευμένη μὴ ἐναντιοῦσθαι περὶ τῶν μελλόντων ἡ γλαυ- κῶπις φροντίζει.
127. ἡ] ὅτι ἐξ ἀναλήψεως τὰ ἄρθρα λαμβάνει. ὁμοίως τῷ “αὐ- τὰρ Ἀθηναίη κούρη Διός,” “ἡ δὲ χιτῶνʼ ἐνδῦσα Διός” (Il. 5, 733, 736). καθάπτεσθαι δέ ἐστι καὶ τὸ πραΰνειν καὶ τὸ ἐξονειδίζειν· νῦν δὲ τὸ λόγῳ προσφωνεῖν. εἰκότως δὲ ὁ μὲν κεκίνηται εὐθὺς ὡς ὢν προπετὴς, καταπαύει δὲ αὐτὸν ἡ Ἀθηνᾶ ὡς συνέσεως προεστηκυῖα.
128. δεῖ στίζειν εἰς τὸ μαινόμενε, τὸ δὲ ἑξῆς ὅλον συνάπτειν, φρένας ἠλὲ διέφθορας, ἤτοι τὰς φρένας, ὦ ἠλὲ, ἀπώλεσας. τοῦ δὲ ἠλεέ εἴτε ἀποκοπὴ εἴτε συγκοπή ἐστι· γίνεται δὲ παρὰ τὴν ἄλην, ἵνʼ ᾖ πεπλανημένε.
*αὐτὸς δὲ ἐπάγει πρὸς μὲν τὸ μαινόμενε “ἦ νύ τοι αὕτως
οὔατʼ ἀκουέμεν ἐστί,” πρὸς δὲ τὸ τὰς φρένας διέφθορας ἠλέ “νόος
δʼ ἀπόλωλε καὶ αἰδώς.” ἐπὶ μὲν οὖν τοῦ μαινόμενε τὸ τὰς φρένας
διεφθάρθαι κατηγόρησεν, ἐπὶ δὲ τοῦ κούφου καὶ μὴ βεβαίου τὸ
ἀεσίφρων.
ἦ νύ τοι αὕτως] εἰς τὸ μάτην ἀκούειν ἔχων τὰ ὦτα, οὐ μέντοι
τὰ ἀκουόμενα διακρίνειν.
137. μάρψει] κυρίως χερσὶ συλλήψεται· μάρη γὰρ ἡ χεὶρ κατὰ Πίνδαρον, ὅθεν καὶ εὐμαρές. δηλοῖ δὲ ἀπλῶς καὶ τὸ καταλαμβάνειν· καὶ μάρνασθαι δὲ τὸ διὰ χειρῶν μάχεσθαι. τάχα οὖν οὐ τοιοῦτος ὁ Ζεὺς, ἀλλʼ εἰς δέος Ἄρεως ἐπιτείνει τὸν λόγον· ἢ τὸ περὶ τοὺς ἄρχοντας πάθος ἐνδείκνυται.
138. χόλον υἷος] τὸν ὑπὲρ τοῦ παιδὸς χόλον. διδάσκει δὲ τὰ τοῦ τέλους πράως φέρειν, ὡς κατὰ πάντων τὸ ἀπαράβατον ἔχοντος.
141. ἀδύνατον, φησὶ, πᾶσαν γένεσιν ἀνθρωπίνην θανάτου ῥύεσθαι, ὅπου μηδὲ ἕνα τις ῥύεται· εἰ γὰρ καὶ πρὸς καιρὸν ῥυσθῇ, πάλιν φθαρήσεται.
142. ἵδρυσε θρόνῳ ἔνι] τὸ βίαιον τῆς ἕδρας ἡ διακοπὴ δηλοῖ· ἔστι γὰρ ἐνίδρυσεν.
143. διὰ τί ἐκτὸς αὐτοὺς καλεῖ, ὁρῶσα παροξυνόμενον Ἄρην;
ἵνα μὴ ἐπʼ αὐτοῦ πέμπουσα αὐτοὺς πλέον αὐτὸν ἐρεθίσῃ ὡς ἐπὶ πόλε-
μον πέμπουσα, εἰκότως ἔξω καλεῖ· λογισαμένη γὰρ πότερον κρύφα
ἢ ἐπὶ πάντων αὐτοῖς διαλεχθῇ, τὸ ἀσφαλέστερον αἱρεῖται.
147, 148. οἱ δύο ἀθετοῦνται· ἔστι γὰρ ἐμβρόντητον τὸ λέγειν
“ἄπιτε καὶ ὃ ἂν εἴπῃ ποιήσατε·” καὶ γὰρ εἰ μὴ ἐκέλευσεν, οὐκ
ἔμελλον παρακούειν Διός. ἄλλως τε πῶς φησὶ πείθεσθαι Διὶ τοῖς
καθʼ Ἑλλήνων πεμφθησομένοις; ἢ τάχα μεμψίμοιροί εἰσιν οἱ λόγοι,
ἀπέλθετε ποιήσοντες ἃ κελεύει Ζεύς· ὅθεν τὸ δυσάρεστον ἐμφαίνει,
ὥς φαμεν πρός τινα ὀργιζόμενοι, ποίει ὃ θέλεις. ὅτι δὲ μεμψίμοιροι οἱ
λόγοι δῆλον ἀπὸ τοῦ σιωπῆσαι τὴν αἰτίαν τῆς κλήσεως· φυσικὸν γάρ
ἐστι μηδὲ μεμνῆσθαι τῶν λυπηρῶν ἐπὶ πλέον· διὸ συνέτεμε τὸν λόγον.
153. θυόεν νέφος] τὸ τεθυμιαμένον ἀπό τε τῶν τῆς γῆς ἀνθῶν καὶ
τοῦ τῆς Ἥρας μύρου.
155. οὐδέ σφωϊν] ἐγκλιτικῶς· οὐ γὰρ ἐχολώθη αὐτοῖς ἰδὼν αὐ- τούς. ἀόργητος δὲ ἔμεινε διὰ τὴν ταχεῖαν αὐτῶν παρουσίαν.
157. Ἶριν δὲ προτέρην] πρεπόντως πάνυ, ἵνα ἀποστήσας τὸν Πο- σειδῶνα τῆς μάχης τότε παρορμήσῃ τὸν Ἕκτορα διὰ τοῦ Ἀπόλλωνος.
159. πάντα, τὰ μέλλοντα λεχθῆναι· τὸ δὲ ἀγγεῖλαι ἀντὶ τοῦ ἄγγειλον. τοῦτο δὲ προσέθηκεν· ἐπεὶ πρὸς ἴσον ἡ ἀποστολή. καλῶς δὲ καίτοι πάντων δεσπόζων λόγοις ἡμέροις χρῆται, παιδεύων πραότητα.
161. δῖαν] μεγάλην· οἱ δὲ ὑγρὰν, παρὰ τὸ διαίνειν. οἱ δὲ φο- βερὰν, ὡς “δῖα Χάρυβδις” (Od. 12, 104).
162. εἰκότως σκληροτέρως ἐπανατείνεται εἰ μὴ τῶν πρώτων
165, 166. βίῃ—καὶ γενεῇ] ἡ μὲν δύναμις δέος, ἡ δὲ γενεὰ αἰδῶ ποιεῖ· ἀρχικὸν δὲ τὸ ἀπὸ τοῦ δεινοτέρου ἄρξασθαι.
166. οὐκ ὄθεται] οὐκ ἐπιστρέφεται τοῦ μὴ ἰσηγορεῖν, ἀλλὰ
δηλονότι ἰσηγορεῖ.
167. στυγέουσι] καταπλήσσονται, ὡς τὸ “κατὰ δʼ ἔστυγον αὐτήν” (Od. 10, 113).
170. πτῆται] ταχέως φέρηται. τούτοις δὲ εἴκασται ἃ καὶ ση-
μαίνει ἡ Ἶρις· νιφὰς δὲ χιὼν, χάλαζα πεπηγὸς ὕδωρ μετὰ βροχῆς·
θέλει οὖν σημᾶναι τὴν ὀρθρίαν αὐτῆς πορείαν καὶ τὸ τάχος. ψυχρὴ
δὲ νιφὰς ἡ φύσει ψυχρά. ῥιπῆς δὲ ῥίψεως· ῥίψει γὰρ παραπλήσιόν
τι πάσχουσιν οἱ ἄνεμοι. πῶς δὲ νίφων ὁ βορρᾶς αἰθρηγενής ἐστιν;
ἤτοι οὖν παρέλκει τὸ ἐπίθετον, ὡς τὸ “πῆ ἔβη Ἀνδρομάχη λευκώ-
λενος” (Il. 6, 377), ἢ ἀπὸ τοῦ πλεονάζοντος· σκιόεντα γὰρ ὄντα τὰ
νέφη πνοιῇσι λιγυρῇσι διασκίδνησιν (Il. 5, 26). οἱ δὲ, ὅτι τὸ ψῦχος
παῤ αὐτῷ αἶθρος καλεῖται. τάχος οὖν δίδωσι τῇ χιόνι ὁ ἄνεμος·
βορρᾶ δὲ πνέοντος νιφετὸς ἐπιγίνεται. καὶ ἀλλαχοῦ “νὺξ δʼ ἄῤ
ἐπῆλθε κακὴ βορέαο πεσόντος” (ib. 475).”
174. γαιήοχε κυανοχαῖτα] ἐδόξασεν αὐτὸν τοῖς δύο ἐπιθέτοις,
καὶ οὐκ ἐντολὴν αὐτῷ, ἀλλʼ ἀγγελίην λέγει φέρειν παρὰ Διός. οἷον
οὐχ ἑκοῦσα, φησὶν, εἰς τοῦτο ἥκω, ἀλλʼ ἀποσταλεῖσα.
179. ὁ καί πρόσκειται, ἵνα δείξῃ ὡς οὐκ ἄρξει ὁ Ζεὺς τῆς μάχης. ἀλλʼ ἀμυνόμενος παρέσται. τὸ δὲ ἠπείλει ἀντὶ τοῦ ἔλεγεν.
180. ὑπεξαλέασθαι] ἐκκλῖναι καὶ φυλάξασθαι. παρέλκουσι δὲ
αἱ προθέσεις.
185. ὑπὲρ τὴν ἑαυτοῦ ἰσχύν. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μὴ ἀνα- λογούντων ὅπλων.
188. Ζεύς] οἱ μὲν αἰθὴρ, οἱ δὲ ὁ διοικῶν τὰ πάντα λόγος, οἱ δὲ
τὸ ἡγεμονικὸν τοῦ κόσμου. εἴρηται δὲ παρὰ τὸ ζῶ· τοῦ γὰρ ζῆν
αἴτιος. Ποσειδῶν δὲ τὸ συνέχον σἴτιον τὴν θάλασσαν καὶ ἡ αὐτῆς
θεία δύναμις, ἐπεὶ πόσεως αἴτιος· διηθουμένης γὰρ θαλάσσης ἐκρέ-
ουσι ποταμοί. καὶ ὑετοὶ νᾶμα ἀπὸ θαλάσσης ἔχουσι· καὶ Ἀττικοὶ
τὸν περὶ χειμερίους τροπὰς μῆνα Ποσειδεῶνα καλοῦσιν. ὁ δὲ Ἀΐδης
παρὰ τὸ ἄω, ὅ ἐστι πνέω· οὐ γάρ μόνον τάς ψυχᾶς συνέχει, αἵ
εἰσι πνεύματα, ἀλλὰ καὶ τοῖς καρποῖς αἴτιός ἐστιν ἀναπνοῆς καὶ
189. Πορφυρίου. δοκεῖ ἐναντιοῦσθαι πρὸς τὸ πάντα τὸ “γαῖα δʼ
ἔτι ξυνὴ πάντων” (193)· οὐ γὰρ ἔτι πάντα δέδασται τούτων μὴ δεδα-
σμένων. λύοιτο δʼ ἂν τῇ λέξει· τὸ γὰρ πάντα ἢ πάντως παρέλκει, ὡς
ἐπὶ τοῦ “δέκα πάντα τάλαντα” (Il. 24, 232). ἐὰν δὲ λάβωμεν
αὐτὸ περισσὸν, τί λοιπὸν δέδασται; ἢ ἀντὶ τοῦ πλεῖστα· συνεχῶς
γὰρ τὸ πάντες ἐπὶ τοῦ πλεονάζοντος τίθεται, ὡς εἰ ἔλεγεν, τὰ πλείονα
μεμέρισται πλὴν γῆς τε καὶ οὐρανοῦ· ταῦτα γὰρ ἔτι κοινά.
φυσικὴ δὲ γίνεται διάταξις. ὁ μὲν γὰρ τὸ ζῆν παρασχόμενος
Ζεὺς ὠνόμασται, ὁ δὲ τὴν ὑγρὰν οὐσίαν ἀπὸ τῆς πόσεως Ποσειδῶν,
Ἅιδης δὲ ὁ θάνατος παρὰ τὸ σκοτεινὸν καὶ ἀειδὲς τῆς τῶν ἀνθρώπων
ἀπωλείας. ὅλων δὲ τῶν στοιχείων ἡ γῆ εὑρίσκεται καὶ τὰ λοιπὰ
τρία στοιχεῖα· τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται, καὶ πυρὸς ἀναδό-
σεις περὶ αὐτὴν γίνονται, ὥσπερ κατὰ τὴν Αἴτνην ἐν Σικελίᾳ καὶ
περὶ τοὺς Ἡφαίστου κρατῆρας καὶ περὶ τὸ τῆς Λυκίας Κέρατον
καὶ ὅσα τοιαῦτα. καὶ ὁ ἀὴρ δὲ περὶ αὐτήν ἐστι. καλῶς δὲ καὶ
τὸν Ὄλυμπόν φησι κοινὸν, ἐπεὶ καὶ ὁ οὐρανὸς τὴν γένεσιν ἐκ τῶν
τεσσάρων κέκτηται στοιχείων.
190. ἤτοι ἐγὼν ἔλαχον] οὐ πάντως πρῶτος, ἐπεὶ προτέτακται. διδάσκει δὲ κληροποιεῖσθαι τὰς διανομὰς καὶ μὴ φθονεῖν τοῖς περὶ κλῆρον εὐτυχήσασιν. ὁ δὲ κλῆρος τὸ εὐνοϊκὸν δείκνυσι τοῦ Διός. οὐ γὰρ ἀθετεῖ τοὺς ἀδελφοὺς, καὶ ταῦτα δυνάμενος αὐτῇ τε τῇ γῇ καὶ τῇ θαλάσσῃ πάντας ἀνέλκειν.
πολιὴν ἅλα] ὅτι τὴν κεφαλὴν ἤτοι τὴν ἐπιφάνειαν ἔχει ἀφρίζου- σαν. οὕτω δὲ καὶ τὸ θέρος διὰ τὴν λευκότητα. οἱ δὲ τὴν πολλήν· πλείων γὰρ τῆς γῆς ἡ θάλασσα.
191. ζόφον ἠερόεντα] τὰ ἀφώτιστα μέρη τῆς γῆς καὶ τὸν περὶ γῆν ὑγρὸν ἀέρα.
192. Ζεὺς δʼ ἔλαχʼ οὐρανόν] πάντα τὸν ὑπὲρ γῆς ἀέρα τῷ Διί
φησι δοθῆναι, διὰ μὲν τῶν νεφελῶν τὸν φωτιζόμενον ἀέρα, ὅπερ ἐστὶν
ἀπὸ γῆς ἕως νεφελῶν, διὰ δὲ τοῦ αἰθέρος τὸν ὑπὲρ τὰ νέφη τόπον, ὃν
καὶ οὐρανὸν ὀνομάζει· ἔστι δὲ οὕτος ἄχρι τῆς ζώνης τῆς σελήνης καὶ
τῶν πλανητῶν. ἀμέλει καὶ πύλας οὐρανοῦ τὰ νέφη ὀνομάζει. πιθα-
νῶς δὲ εἶπε κοινὴν ἀπόντων εἶναι τὴν γῆν· αἵ τε γὰρ ἄνωθεν ἀπὸ
Διὸς βολαὶ ἐπὶ ταυτὸν ἀφίενται ὑετοῦ καὶ χιόνος καὶ χαλάζης καὶ
κεραυνῶν, ἥ τε τοῦ Ἅιδου μοῖρα ὑπὸ γῆν ἐστὶ, καὶ τὸ περιέχον τὸ ὕδωρ
οὐδὲν ἄλλο ἐστὶν ἢ γῆ. εἰκότως δὲ συνάπτει τὴν γῆν τῷ Ὀλύμπῳ
ὡς ὄρει· κατʼ ἐξοχὴν γὰρ Ὄλυμπος καὶ γῆ κοινὰ τοῖς πᾶσίν εἰσιν.
194. ἐπιστρέφομαι, διὰ φροντίδος ἔχω, παρὰ τὴν βίαν. τινὲς δὲ, οὐκ ἀποσοβηθήσομαι τῆς βοηθείας διὰ τὸν Δία, ὡς τὸ “ὄφῤ ἂν ἐγὼ προτὶ Ἴλιον βείω” (Il. 6, 113). φησὶν οὖν ὅτι τοῦ κοινοῦ πάντως ἀπελαύνομαι χωρίου.
196. *χερσὶ δὲ μή τί με] ὁ νοῦς, μηδὲ ὡς χερσὶ κακὸν ὄντα εἰς
δέος ἀγέτω· ἢ ὡς κακὸν ὄντα εἰς τὸν διὰ χειρῶν ἀγέτω πόλεμον· ἢ
ὡς χερσὶν ὑπερέχων.
μηδαμῶς με, φησὶν, ὡς πάγχυ κακὸν ἐκφοβείτω. καταλιμπάνει δὲ νοεῖν ὅτι ὁ Ζεὺς ἰσοπάλῳ ἀπειλεῖ.
197. θυγατέρεσσιν] τὰς θηλείας πρὸς καταβιβασμὸν προσέταξεν.
198. ἐκπάγλοις] ὑπερηφάνοις, ἢ ὑπερέχουσιν. ἐνισσέμεν δὲ τὸ ἐπιπλήσσειν, παρὰ τὴν ἐνιπήν.
199. ὀτρύνοντος] κελεύοντος, ἐπιτάσσοντος.
201. οὕτω γὰρ δή] ἐπειδὴ ἐπὶ τὸ τραχύτερον προῆκται τὰ τῆς
ἀποκρίσεως, βούλεται ὁ ποιητὴς τὸ μὲν ἦθος διαφυλάξαι τῶν ὀργι-
ζομένων, καταπαῦσαι δὲ τὴν ἁψιμαχίαν διὰ τῆς Ἴριδος. ἔχει δέ τι
ἦθος ὁ λόγος. οὐδὲ γὰρ ἀποτρέπουσα αὐτὸν συμβουλεύει ὅτι οὐ χρὴ
τόδε πράττειν, ἀλλʼ ἠθικῶς πυνθάνεται εἰ βούλεται ἀπηνῆ λόγον καὶ
κρατερὸν ἀπαγγεῖλαι αὐτὴν τῷ Διί. καὶ ἐξῆς πάλιν τὸ ὅμοιον σχῆμα
τοῦ λόγου· οὐ γὰρ εἶπε μετάστρεψον, ἀλλʼ εἴ τι μεταστρέψεις, πάλιν
πυνθανομένη. χρηστὸν δὲ πρὸς μίμησιν ἦθος ἀγγέλου παρέλαβεν.
203. στρεπταί] πρὸς τὰ ἐσθλὰ, φαύλων δὲ πρὸς τὰ φαῦλα. ἐν βραχεῖ δὲ τὸ Ἡσιόδου (O. 295) περιείληφεν “ἐσθλὸς δʼ αὖ κἀ- κεῖνος ὃς εὖ εἰπόντι πίθηται.”
204. οἶσθʼ] τοῦτο δυνατόν ἐστι καὶ ἐν ἐρωτήσει καὶ ἐν ἀποφάσει προάγειν. ἕπονται δὲ ἐπακολουθοῦσι καὶ συμμαχοῦσιν. πιθανῶς δὲ πρὸς τὸν λέγοντα “μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω” οὐκέτι φησὶν ὅτι ἰσχυρότερός σού ἐστιν, ἀλλὰ πρεσβύτερος· τὸ γάρ τοῦ γήρως πλεονέκτημα ἀνεπίφθονον.
206. τοῦτο ἔπος] ἢ τὸ “στρεπταὶ δέ τε φρένες,” ἢ τὸ “ὡς πρεσβυτέροισιν Ἐρινύες,” ἢ, ὃ καὶ ἄμεινον, πάντα τὸν λόγον τῆς Ἴριδος.
207. ἐσθλὸν καὶ τό] καὶ Εὐριπίδης “ἐν ἀγγέλῳ γὰρ κρυπτὸς
ὀρθοῦται λόγος.” ἄγγελον δὲ ἐσθλὸν ἔφα τιμὰν μεγίσταν πράγματι
παντὶ φέρειν Πίνδαρος (Pyth. 4, 494).
209. ὁμῇ] ὁμοίᾳ μεμερισμένον μοίρᾳ. τὸ δὲ ὁπόταν ἀντὶ τοῦ ἡνίκα, ἢ μᾶλλον ἀντὶ τοῦ ὅτι.
210. χολωτοῖσιν ἐπέεσσιν] πικροῖς, παρὰ τὴν χολήν· ἢ εἰς χόλον ἐρεθίζουσιν.
211. νεμεσσηθείς] μεμψάμενος αὐτῷ καὶ καταγνοὺς, ἢ μεμπτὸν ἡγησάμενος τὸ ἀντειπεῖν ἐκείνῳ.
212. ἀθετοῦνται οἱ ἕξ· πρὸς τί γὰρ ἡ ἀπειλή; ἀλλά φαμεν ὡς
εὐπρεπῶς ἐκστῆναι θέλει. εἰ δὲ ἤκουσεν ὡς ἀλώσεται Ἴλιος, πῶς νῦν
ἀπιστεῖ; ἀλλὰ καὶ Ἀγαμέμνων “ἀλλά μοι αἰνὸν ἄχος σέθεν
ἔσσεται” (Il. 4, 169), καίτοι εἰδὼς παρὰ Κάλχαντος. ἄλλως τε
δεῖ ἀντεπαχθῆναι τῷ “ἀλλʼ ἤτοι νῦν μέν κε.” εὐσχήμονα δὲ τὴν
ἀπαλλαγὴν ὁρίζεται, ἐπανατείνων τὴν ὀργὴν εἰς ὕστερον, ὡς καὶ
Ἀχιλλεὺς “τῶν δʼ ἄλλων ἅ μοί ἐστι” (Il. 1, 300).
215. πεφιδήσεται] ἀπὸ τοῦ φείδω φιδῶ, ὡς πείθω πιθῶ, τεύχω
τυχῶ· “τύχησε γὰρ ἐρχομένη νηῦς” (Od. 19, 291).
219. δῦνε δὲ πόντον ἰών] ἡνίκα μὲν σύμμαχον αὐτὸν ἦγε τοῖς Ἀχαιοῖς, ἐκαλλιγράφησε τὴν πορείαν· νῦν δὲ συνέτεμεν, ἐπεὶ μετὰ λύπης γίνεται. τὸ δὲ πόθεσαν δηλοῖ ὅτι ἐπὶ θάτερα γέγονεν αὐτοῖς ἡ μεταβολή.
221. μεθʼ Ἕκτορα] πρός ἢ ἐπί. πρεπόντως δὲ ὅτε Ποσειδῶνα
μετεπέμψατο, Ἀπόλλωνα τότε ἔπεμψεν· οὐ γὰρ ὤφειλεν αὐτὸν τῷ
224. *πάνυ γὰρ ἀπόπειραν τῆς ἡμετέρας δυνάμεως ἔλαβον καὶ οἱ περὶ Κρόνον Τιτᾶνες οἱ ἐν τῷ Ταρτάρῳ ὄντες.
225. οἵπερ ἐνέρτεροι] πρὸς σύγκρισιν τῶν μετὰ Ἀιδωνέως δια-
γόντων· ἄναξ γοῦν ἐνέρων Ἀϊδωνεύς. ἔστιν οὖν ἐνερώτερος ἐνέρτερος
κατὰ συγκοπὴν, καὶ ἀποβολῇ νέρτερος.
226. ἠμὲν ἐμοί] ἐμοὶ μὲν διὰ τὸ μὴ τιμωρήσασθαι τὸν ἀδελφὸν, ἐκείνῳ δὲ διὰ τὸ μὴ βληθῆναι· τὸ γὰρ ἀνιδρωτί ἐπὶ Ποσειδῶνος κεῖται.
227. χρονικόν ἐστιν ἐπίρρημα τὸ πάροιθε. νεμεσσηθείς δὲ ἤτοι μεμπτὸν ἡγησάμενος τὸ ἀντειπεῖν μοι, ἢ αἰδεσθεὶς, παρὰ τὴν νέμεσιν.
229. * Κρόνος χρησμὸν λαβὼν ὅτι ὁ ἴδιος υἱὸς μεταστήσει τῆς
βασιλείας αὐτὸν τὰ γεννώμενα κατέπινεν. Ῥέα δὲ τεκοῦσα Δία
Κρόνῳ μὲν ἀντʼ αὐτοῦ λίθον σπαργανώσασα ἔδωκε καταπιεῖν, τὸ δὲ
παιδίον εἰς Κρήτην διακομίσασα ἔδωκε τρέφειν Θέμιδι καὶ
Ἀμαλθείᾳ, ἣ ἦν ἡ αἴξ. ταύτην οἱ Τιτᾶνες ὁπότε θεάσαιντο, ἐφο-
βοῦντο. αὕτη δὲ τοὺς ἑαυτῆς μαζοὺς ὑπέχουσα ἔτρεφε τὸ παιδίον.
αὐξηθεὶς δὲ ὁ Ζεὺς μετέστησε τῆς βασιλείας τὸν πατέρα. τῶν
δὲ Τιτάνων πολεμούντων αὐτὸν Θέμις συνεβούλευσε τῷ τῆς Ἀμαλ-
θείας δέρματι σκεπαστηρίῳ χρήσασθαι· ὥστε εἶναι ἀεὶ αὐτὸ
φόβητρον. πεισθεὶς δὲ ὁ Ζεὺς ἐποίησε καὶ τοὺς Τιτᾶνας ἐνίκησεν.
ἐντεῦθεν αὐτόν φασιν αἰγίοχον προσαγορευθῆναι.
230. τῇ μάλʼ ἐπισσείων φοβέειν] μάλα φοβεῖν, ἢ μάλα ἐπισείων.
Ἄρην δὲ οὐ πέμπει ὡς νεότρωτον, ἢ διʼ Ἀσκάλαφον, ἵνα μὴ μετα-
τραπῇ εἰς Ἕλληνας. ἥρωες δὲ πάντες οἱ ἐπὶ τὸ Ἴλιον στρατευσά-
μενοι. πολλαὶ δὲ αἰτίαι τῆς ἥττης Ἑλλήνων, Ποσειδῶνος ὑποχώ-
ρησις, Ἀπόλλωνος κάθοδος, αἰγίδος ἐπεισόδιον.
234. οὐκ εἶπε βοηθήσω τοῖς Ἀχαιοῖς, ἀλλὰ φράσομαι, ἵνα
μὴ δύσθυμον ἐργάσηται τὸν Ἀπόλλωνα. ἔργον μὲν οὖν τὴν ἔξοδον
Πατρόκλου, ἔπος δὲ τὸ “ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπη νόος ἐστὶν
ἑκάστῳ” (Il. 20, 25).
237. ἵρηκι ἐοικώς] δυοῖν θεῶν κάθοδον ἐκφράζων, ἐπὶ μὲν τῆς
241. ἀντὶ τοῦ ἀναγνωρίζων καὶ ὑπομιμνησκόμενος ἀρτίως τῆς
ἑκάστου ὄψεως· οὐκ ἐκ προχείρου γὰρ ἐγίνωσκε τοὺς παρεστῶτας.
244. νόοφιν καὶ ἀπό ταυτόν ἐστιν. ἠθικὸς δὲ ὁ λόγος, ὡς πρὸς νοσοῦντά φαμεν τί κατάκεισαι; ὀλιγηπελέων δὲ ὀλίγην ἔχων τοῦ πέλειν μοῖραν, ἐγγὺς ὢν τοῦ ἐκλεῖψαι.
246. ὀλιγοδρανέων] ἀπὸ τοῦ ὀλιγηπελέων μετείληπται, ἵνʼ ᾖ
ὀλίγον ἔχων τὸ δρᾶν. καὶ πῶς οἶδεν ὅτι θεός ἐστιν; ἀπὸ τοῦ ἐρέσθαι·
πάντες γὰρ ᾔδεισαν οἱ Τρῶες τὸ γεγονὸς, καὶ οὐκ ἂν αὐτὸν ἀνηρώτων.
252. ἄιον ἦτορ] ἤλγησα· ἥψατο γὰρ τῆς ψυχῆς ἡ ἄλγησις, ὥστε καὶ αἴσθησιν αὐτῇ γενέσθαι.
254. Κρονίων] ὑπὸ μεγίστου καὶ ὑπερέχοντος θεοῦ φήσας
αὐτὸν πεπέμφθαι οὐ τὴν τυχοῦσαν δίδωσιν ἐλπίδα.
256. χρυσάορον] τὸν χρυσοῦν ἀορτῆρα περὶ τὴν κιθάραν ἔχοντα· καὶ Πίνδαρος χρυσάορα Ὀρφέα φησί. τινὲς δὲ χρυσοῦν ξίφο, ἔχοντα.
*Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος εὗρε λύραν, κλέψας
δὲ καὶ τοὺς Ἀπόλλωνος βόας εὑρέθη ὑπὸ τοῦ Ἀπόλλωνος διὰ τῆς
μαντικῆς. ἀπειλοῦντος δὲ τοῦ Ἀπόλλωνος ἔκλεψεν αὐτοῦ καὶ τὰ ἐπὶ
τῶν ὤμων τόξα. μειδιάσας δὲ ὁ θεὸς ἔδωκεν αὐτῷ τὴν μαντικὴν
ῥάβδον, ἀφʼ ἧς καὶ χρυσόρραπις ὁ Ἑρμῆς προσηγορεύθη, ἔλαβε δὲ
παῤ αὐτοῦ τὴν λύραν· ὅθεν καὶ χρυσάωρ ὠνομάσθη, ἀπὸ τοῦ τῆς
κιθάρας ἀορτῆρος.
258. ἱπεῦσιν ἐπότρυνον πολέεσσι] πολλοῖς ἱππεῦσιν ἐπίταξον.
προοικονομεῖ δὲ ἐντεῦθεν ὥστε ἀπὸ ἴσου ὕψους γενέσθαι τὴν μάχην·
“οἱ μὲν” γὰρ “ἀφʼ ἵππων, οἱ δὲ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάν-
τες” (384). ἄλλως τε ἔδει ἐπὶ τῇ δευτέρᾳ εἰσελάσει καὶ περιττόν
τι φαίνεσθαι· πρότερον μὲν γὰρ πεζοὶ διέβαινον τὴν τάφρον, νῦν δὲ
διὰ τὸν Ἀπόλλωνα μεῖζόν τι πράττεται.
261. τρέψω δʼ ἥρωας Ἀχαιούς] ὡς τὴν τάφρον καταβαλὼν, ἢ τοὺς Ἀχαιοὺς τρεψάμενος, ἵνʼ ᾖ ὁ δέ ἀντὶ τοῦ γάρ.
262. ὣς εἰπὼν ἔμπνευσε] ἀναγκαία ἡ προσθήκη πρὸς σύγκρισιν τοῦ πρὶν δεινῶς κεκακωμένου.
270. ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν] ὅτε ᾔσθετο ὅτι ἣν ἔκλυεν αὐδὴν, θεοῦ ἐστί.
272. ἀγροιῶται] ἀγρόται. οὕτω δὲ τοὺς θηρευτὰς ἀεί φασιν οἱ Ἀττικοί.
273. τὸν μέν] τὸν αἴγαγρον· οὗτος γὰρ τῶν ἠλιβατούντων ἐστίν.
δάσκιος δὲ ἡ λίαν σκιώδης ἢ δασύσκιος. ἠλίβατος δὲ ἧς ἁμαρτάνο-
μεν τῆς βάσεως. ἢ ἡ μόνῳ ἡλίῳ βαινομένη.
274. περισσὸν τὸ τέ. αἴσιμον δὲ τὸ εἱμαρμένον· οἶδε γὰρ αὐτὴν καὶ μέχρι ζῴων φθάνουσαν. οἱ δὲ ἀντὶ τοῦ καθῆκον.
275. λίς] παρὰ τὸ λιαρὸν, ἢ τὸ λεῖον· λεῖος γάρ ἐστι πλὴν τῆς
χαίτης. ἢ παρὰ τὸ λίαν φθείρειν.
276. εἰς ὁδόν] ἀντὶ τοῦ ἐν ὁδῷ· ἢ καὶ μεμαῶτας εἰς ὁδὸν πάντας ἔτρεψε καὶ στῆναι αὐτοῦ παρεσκεύασεν.
277. φασὶ τὸ ἕως μετὰ συνδέσμου ὂν καὶ τὸ τινός ἐν παραλείψει
ἐκδέχεσθαι. ὁμιλαδόν δέ ἐστιν ἐπίρρημα μεσότητος, καὶ ἔστιν ἀντὶ
τοῦ πολεμικῶς ἢ ἀθροιστικῶς. τὸ δὲ αἰέν ἐνεστῶνα δηλοῖ, οἷον ἐν
ἐκείνῳ τῷ καιρῷ τῆς μάχης.
280. πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός] ἡ ψυχὴ ἐνενεύκει εἰς
τοὺς πόδας, ὅπως διʼ αὐτῶν σωθῶσιν· ἢ ταῖς ψυχαῖς ἐταπεινώθησαν
καὶ κατέπεσον· ἢ τὸ πὰρ ποσίν ἀντὶ τοῦ παραυτά. οὐ δειλιῶντες δὲ
τὸν Ἕκτορα, ἀλλὰ διὰ τὸ παράδοξον τῆς ἀναστάσεως σκοποῦντες μὴ
καὶ θεὸς ᾖ ὁ μαχόμενος.
287. ὢ πόποι] τοῦτο ἀναφωνεῖται ἐπί τινι πάθει ὑποφαῖνόν τι παράδοξον. ἔστι δὲ καὶ προσφωνηματικόν· δισσῶς γὰρ λέγεται.
293. ὧδε μενοινῶν] οὕτως διαμάχεσθαι ἡμῖν προθυμούμενος.
295. πληθὺν μὲν προτὶ νῆας] ἵνα μὴ ἄρδην διωκόμενοι ὑπὸ τῆς ἵππου τῆς περὶ Ἕκτορα ἐμπέσωσι τῇ τάφρῳ. ἄλλως τε καὶ ἀσθενὴς ὄχλος καὶ ἀχρεῖος πρὸς ἄμυναν καὶ μᾶλλον τροπῆς περι- ποιητικός.
297. στείομεν] καὶ ἀλλαχοῦ “ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλε- ξώμεσθα μένοντες” (Il. 22, 231). πλεονάζει δὲ ὁ κέν.
305. ἡ πληθὺς—ἀπονέοντο] πρὸς τὸ σημαινόμενον, οὐ πρὸς τὸ πληθύς ὑπήντησε τὸ ἀπονέοντο.
309. ἀμφιδάσειαν] οἱ μὲν ἀμφίμαλλον, οἱ δὲ κύκλῳ δασεῖαν, διὰ
τοὺς θυσάνους. προπαροξυντέον δὲ κἄν τε σύνθετόν ἐστι κἄν τε παρα-
σύνθετον.
313. ὀξεῖʼ ἀμφοτέρωθεν] πανταχόθεν τὴν ἐνέργειαν ηὔξησεν, ἐκ τῆς βοῆς τῶν μαχομένων, ἐκ τῶν βαλλομένων βελῶν, ἐκ τῶν δορά- των, ὧν μὲν ἐπὶ σκοπὸν φερομένων, ὧν δὲ μάτην ῥιπτομένων.
316. μεσσηγύ] μεσσηγὺ ἵστατο, μεσοπαγῆ ἐγίνετο, μέχρι τοῦ μέσον ἐμπεπηγμένα τῇ γῇ. ἄλλως. ἐπιθυμοῦντα τῶν ἐφʼ οὓς ἐβάλλετο, ἐν τῇ διὰ μέσου γῇ ἐπήγνυτο.
317. λιλαιόμενα] λῶ λαίω λιλαίω, ὡς κερῶ κεραίω (“ζωρότε- ρον δὲ κέραιε Il. 9, 203).
320. κατένωπα] ὁ μὲν Ἀρίσταρχος προπερισπᾶ, ἵνʼ ᾖ ἀπὸ τοῦ ἐνωπήν ἐνῶπα ὡς ἰωκήν ἰῶκα, ἵνα δηλοῖ τὸ κατὰ πρόσωπον· ὁ δὲ Ἡρωδιανὸς προπαροξύνει, λέγων αὐτὸ εἶναι ἀπὸ τοῦ ἐνώπιον καὶ ἐνώπια, ὃ σημαίνει τὰ ἐναντία, κατὰ συγκοπὴν, ὡς τὰ σιτία σῖτα.
322. ἔθελξε] παρέλυσεν, ἐσκότωσεν. τοῦτο δέ φησιν ἐπὶ τοῦ τὸν λογισμὸν οὐκ ἐκ φανεροῦ φθείρεσθαι.
324. δύω] δύο μὲν λέοντας παρείληφεν, ἐπεὶ καὶ οἱ τοὺς
Ἀχαιοὺς ταράττοντες δύο εἰσὶν, Ἕκτωρ καὶ Ἀπόλλων. νυκτὸς δὲ
οὗτοι ἐπιτίθενται· ὁ γὰρ ἐν ἡμέρᾳ φόβος ἥττων. εἰς ἐπίτασιν δὲ
τὴν ἀσέληνον καὶ τῆς νυκτὸς τὸ μεσαίτατον παρείληφε. τό τε
ἐξαπίνης χαλεπὸν πρὸς τὸ μὴ παραφυλάξασθαι. καὶ ὁ ποιμὴν
αὐτοῖς οὐ πάρεστι βοηθὸς, ὡς οὐδὲ ὁ Ποσειδῶν τοῖς Ἕλλησι συμ-
μαχτῖ.
326. ἀνάλκιδες] ἀνάλκιδες τότε γενόμενοι, ὡς “κυκλοτερὲς μέγα τόξον (Il. 4, 124). παραφυλακτέον δὲ ὅτι τῇ Ἑλληνικῇ φυγῇ θεὸν ἀεὶ ἀντιπαρατάττει.
328. κεδασθείσης ὑσμίνης] τῆς τάξεως διαλυθείσης· τότε γὰρ
ἄλλοι ἄλλῃ φέρονται. μέγα δὲ τὸ παρὸν δυστύχημα· αἱ γὰρ ἀναι-
ρέσεις τῶν ἡγεμόνων ἢ τῶν περὶ τούτους ἀριστέων ἔσονται.
336. γνωτὸς ὁ ἀδελφὸς, ὁ πλέον τῶν ἄλλων Ἐριώπιδι γνωριζό- μενος.
339. Μηκιστῆ] περισπαστέον, εἴτε κατὰ ἀποκοπὴν τοῦ α, ὡς
Τυδῆα Τυδῆ, εἴτε Δωρική ἐστιν ἡ κρᾶσις, Μηκιστέα Μηκιστῆ, ὃ
καὶ ἄμεινον.
340. πρώτῃ ἐν ὑσμίνῃ] ἐν τοῖς προαγωνισταῖς· οὐ γὰρ νῦν ἐστὶν ἡ πρώτη συμβολή.
341. νείατον] τὸν πρὸς τῷ αὐχένι· Ἐχίος γὰρ πρώτῃ ἐν ὑσμίνῃ, οὗτος δὲ νείατος.
342. ἐν προμάχοισι] τινὲς ἐν πυμάτοισι, καὶ οἰκεῖον τοῦτο Πάριδι. ἢ ἐν πρώτοις τῶν διωκόντων ὢν ὁ Πάρις, οὐκ αὐτὸν ἐν τοῖς προμάχοισι φεύγοντα. μόνος δὲ οὗτος Ἑλλήνων ὄπιθεν τέτρωται, καὶ Ἠϊονεὺς ἐν τῇ Η (11) ὑφ᾿ Ἕκτορος.
344. ἐνιπλήξαντες] τὴν μετὰ δέους γινομένην ἄτακτον ἔμπτωσιν
διὰ τῆς λέξεως ἐδήλωσεν.
345. ἀνάγκῃ] δαιμονία ἡ προσθήκη· οὐ γὰρ διʼ ἀνανδρίαν ἔπραξαν τοῦτο, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν θεῶν ἀνάγκην.
347. νηυσὶν ἐπισσεύεσθαι] ὡς ἐπὶ τὰς ναῦς ὁρμᾶν. λείπει δὲ τὸ λέγω· ἢ ἀπαρέμφατά εἰσιν ἀντὶ προστακτικῶν.
349. αὐτοῦ οἱ θάνατον] βαρβαρικὴ ἡ ἀπειλὴ καὶ τὸ πρόσταγμα, οὐ γὰρ ὡς ὁ Νέστωρ φησὶν (Il. 6, 70) “ἀλλʼ ἄνδρας κτείνωμεν, ἔπειτα δὲ καὶ τὰ ἕκηλοι νεκροὺς ἀμπεδίον συλήσετε,” ἀλλὰ θρασέως καὶ ἀπηνῶς.
350. λελάχωσι] ἀντὶ τοῦ λαχεῖν ποιήσουσιν. ἐντεῦθεν νόμος τὸν
προδότην μὴ θάπτεσθαι.
351. τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐν τῷ ἐρύουσι. ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος.
352. κατωμαδόν] κατὰ τῶν ἰδίων ὤμων, ἀφʼ οὗ τὸν βάρβαρον καὶ μετὰ θυμοῦ παριππεύοντα δηλοῖ.
ἤλασεν ἵππους] ἤλαυνεν ἐπὶ στίχας τοὺς ἵππους, τοῖς Τρωσὶ κεκλόμενος. ὅρα δὲ πῶς καὶ ἤλαυνε καὶ ἐπολέμει.
356. ὄχθας καπέτοιο] τὰς ἀνασκαφὰς τῆς τάφρου δηλονότι. Ἀργεῖοι οὖν τὴν τάφρον κάπετον ὠνόμαζον.
359. σθένεος πειρώμενος] εὖ τὸ μὴ ἁπλῶς ἀκοντίζοντα παρα-
λαβεῖν, ἀλλὰ τῆς ἑαυτοῦ ἥβης ἀποπειρώμενον, ὥστε ἐπὶ πλέον
ἐξικέσθαι.
*τὸ ᾗσιν ἀντὶ τοῦ πέμψῃ. τὸ σι ἐπέκτασίς ἐστιν.
362. ῥεῖα μάλʼ] διαναπαύουσι τῶν πόνων αἱ παραβολαὶ, καὶ
ταπεινὴ μὲν ἡ εἰκὼν, ὅμως πᾶσι γνωστή. ἀπὸ κοινοῦ δὲ τὸ συνέ-
χεεν.
363. ἀθύρματο] πιθανῶς παίγνιά φησι τὰ δώματα τῶν νηπίων.
364. ποσὶν καὶ χερσίν] ὅλῳ γὰρ ἐφάλλεται τῷ σώματι. χρὴ δὲ
ἐπὶ τὸ χερσί διαστείλαντα πρὸς βραχὺ ἐπάγειν καθʼ αὑτὸ τὸ ἀθύρων,
ἵνα ᾖ τοῦ ὅλου ἐπεξήγησις· εἰ γὰρ συνάψομεν, ἔσται ἀθύρειν τὸ
πατεῖν ἀκύρως.
365. ἤϊε] Ἀρίσταρχος δασύνει, παρὰ τὴν ἕσιν τῶν βελῶν· ὁ δὲ Ἡρωδιανὸς ψιλοῖ· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντος ψιλοῦται. οἱ δὲ παρὰ τὸ ἰέναι· ἥλιος γάρ ἐστιν. ἔστι δὲ περιπαθὴς ἡ ἀναφώνησις, καὶ ἐμφαντικὴ τῆς δυνάμεως τοῦ θείου.
366. αὐτοῖσι δὲ φύζαν ἐνῶρσας] ἐν ὅλοις σχεδὸν διαμαρτύρεται ὅτι οὐ τὸν Ἕκτορα ἔφυγον, ἀλλὰ τὸν θεόν.
369. εὐχετόωντο] δυστυχίας ἐπίτασις καὶ σωτηρίας ἀπόγνωσις εὐχὴ θεῶν. πιθανῶς δὲ τὰς τοῦ πλήθους ἐν κεφαλαίοις εἶπε, τὴν δὲ τοῦ εὐσεβεστάτου διεσάφησε.
371. ἀστερόεντα] οὐ τὸν τότε, ἀλλὰ τὸν τῇ φύσει.
372. ἐν Ἄργεΐ περ] ὅλην τὴν Ἑλλάδα· περισσὸς δὲ ὁ πέρ. πιθανὸν δὲ τὸ μὴ ὑπὲρ ὧν αὐτὸς ἔθυσε σωτηρίαν αἰτεῖν· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ δέδοικεν, ἀλλʼ ὑπὲρ πάντων· διὸ τὴν κοινὴν εὐσέβειαν προ- βάλλεται.
374. κατένευσας φησὶ πρὸς τὸ τὴν ὑπόσχεσιν ποιῆσαι ἀμε- τάπτωτον.
377. παιδευτικὰ ταῦτα διὰ τὸ ἐπισημαίνεσθαι τὸν θεὸν ἑνὸς
ἀνδρὸς εὐχῇ. ἄκρως δὲ κεκράτηκε τῆς οἰκονομίας ὁ ποιητής. τὸ
μὲν γὰρ μηδὲν ἐπιγενέσθαι τῷ πρεσβύτῃ σημεῖον ἀπίθανον, τὸ δὲ
381. ὥστε μέγα κῦμα] ἀεὶ ἑαυτὸν παρευδοκιμεῖ ὁ ποιητὴς ταῖς
ὁμοιώσεσι· τί γὰρ ἐναργέστερον ἢ ἐμφαντικώτερον ἢ καθάπαξ συμ-
φωνότερον ταύτης τῆς εἰκόνος χειμῶνι μὲν τὸν κίνδυνον εἰκάζει,
σκάφει δὲ τὸ τεῖχος, τοὺς δὲ μετὰ βοῆς ἐπιόντας κύμασιν· οἱ δὲ
Τρῶες ὑπερέβησαν τὸ τεῖχος ὡς παφλάζοντα κύματα. εὐρυπόροιο
δὲ μεγαλοπόρου, ἀναπεπταμένης, πλατείας· μείζονα γὰρ τὰ ἐν τῇ
τοιαύτῃ θαλάσσῃ κύματα.
382. ὑπὲρ τοίχων] ὥσπερ ὅταν τὸ κῦμα γένηται τῶν τοίχων τῆς
νεὼς ὑψηλότερον, οὕτως Τρῶες τοῦ τείχους.
385. ἵππους δʼ εἰσελάσαντες] ἰδίωμά φησιν Ἀρίσταρχος γεγενῆ-
σθαι περὶ τὴν μάχην. τῶν γὰρ Τρώων ἕως τοῦ τείχους γεγονότων
οἱ Ἕλληνες ἐπὶ τῶν πρυμνῶν μάχονται· διὸ οἱ Τρῶες ὅπως ἀπὸ ἴσου
βάλλοιεν ὕψους, ἀπὸ τῶν ἁρματείων δίφρων αὐτοὶ μάχονται, ὥστε
ἀποστραφῆναι τοὺς ἵππους ὡς ἐπὶ τὴν Ἴλιον. ἔσονται δὲ καὶ οἱ
ἡνίοχοι ὡς ἐπὶ τὴν πόλιν τετραμμένοι, τὰ δὲ νῶτα δόντες τοῖς
πολεμίοις, οἱ δὲ παραβάται σκέποντες αὐτοὺς ἅμα καὶ μαχόμενοι·
διὸ καὶ ὁ ἡνίοχος Πουλυδάμαντος Κλεῖτος κατὰ τὸν αὐχένα τέτρω-
ται.
386. αὐτοσχεδόν] αὐτόθεν, ἐκ τοῦ σύνεγγυς τόπου· τὴν γὰρ σύνεγγυς ἀντίστασιν σχεδίην καλοῦσιν. ἐκπλήττων δὲ τὸν ἀκροατὴν ναυμαχίᾳ ἅμα ἱππομαχίαν κατέμιξεν.
389. ναύμαχα] παρὰ τὸ ναῦς γίνεται καὶ τὸ μάχη· ναυμάχος
μὲν οὖν ὁ ἀνὴρ, ὡς παμφάγος, ναύμαχον δὲ τὸ δόρυ. φασὶ δὲ μήπω
γνωρίζεσθαι παῤ αὐτοῖς ναυμαχίαν. ὅπως δὲ μὴ βλάπτοιεν τοὺς ἀπὸ
γῆς συμπολεμοῦντας, τοῦτο ἐπετήδευσαν, καὶ ἵνα μὴ ἀνταναχθῶσιν
οἱ Τρῶες. κολλήεντα δὲ ὑπὸ βλήτρων δηλονότι· φησὶ γοῦν καὶ
ἀλλαχοῦ (678) “κολλητὸν βλήτροισι.” στόμα δὲ τὸ ἄκρον, παρὰ
τὸ τμητικὸν εἶναι. δηλοῖ δὲ ὅτι οὐκ εἶχον κατʼ ἄμφω τὰ μέρη σίδη-
ρον· τοῖς γὰρ εἰς γῆν πηγνυμένοις καὶ σαυρωτῆρες ἦσαν. ταῦτα δὲ
ἐπὶ τῶν νηῶν ἔκειτο.
390. Πάτροκλος δʼ] ὅταν ἐπὶ τὰ ἄκρα ἀγάγῃ τὴν ποίησιν, τότε
ταῖς μεταβάσεσι χρῆται συνεχῶς, τὴν προσοχὴν τῶν ἀκροατῶν
ἐρευνῶν. μεταβαίνει οὖν ἐπὶ τὸν Πάτροκλον νῦν· ἐπὶ τούτῳ γὰρ καὶ
393. τὸν ἔτερπε λόγοις] εἰκότως· καὶ Μένανδρος γὰρ ἔφη ὡς
“ἰατρός ἐστιν ὁ λόγος ἀνθρώποις νόσων· ψυχῶν γὰρ οὗτος μόνος
ἔχει κουφίσματα,” πρὸς τὸ μὴ συγκαταπίπτειν τῷ σώματι τὴν
ψυχὴν, ἀλλʼ ὑπερορᾶν τὸ βάρος τοῦ σώματος.
394. ἀκήματα] ἀκέσματα, θεραπεύματα.
402. σπεύσομʼ] ταχυνῶ, ἐνεργῶς πορεύσομαι.
403. τίς δʼ εἶδ᾿] δῆλός ἐστι κεχειρωμένος τοῖς λόγοις Νέστορος (Il. 11, 792), διʼ ὧν αὐτοὺς ἐπὶ μνήμης ἄγει.
404. ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου] ἡ ἐξ ἑταίρου γινομένη παραμυθία ἀγαθὴ, οὐχ ἡ δυνάμει ῥητορείας. διὸ οὐδὲ Νέστωρ, ἀλλ᾿ οἱ φίλοι ἐν ταῖς Λιταῖς πρεσβεύουσιν.
405. ὅτι οἱ πόδες αὐτὸν ἔφερον, οὐκ αὐτὸς τοὺς πόδας, σημείω- σαι. ἢ ἀμφοτέρων μὲν ἡ ἐνέργεια, τὸ δὲ πλεῖον τῶν ποδῶν.
αὐτὰρ Ἀχαιοί] ἔδει τὸ ἑξῆς παραγαγεῖν ὅτι ὁ Πάτροκλος τῷ
Ἀχιλλεῖ παρίστατο· ἀλλὰ τὸ διάστημα τῆς ὁδοῦ μέσην ἔχει τὴν
μάχην. εἰκότως δὲ ἰσορροποῦσιν· οἱ μὲν γὰρ ἐλπίδι τοῦ νικᾶν, οἱ
δὲ ἀπογνώσει σωτηρίας ἑστᾶσιν. οὐ τοῖς συμμάχοις δὲ αὐτοὺς
ἐλάσσους εἶπεν Ἑλλήνων, ἀλλὰ μόνους. οἱ δὲ ἀντὶ τοῦ ἀσθενεστέρους.
410. στάθμη] πρὸς τὸ ἀκριβὲς τῆς ἰσότητος ἐν ἄλλοις μὲν
τάλαντα ἕλκουσαν ἔλαβεν, ἀλλαχοῦ δὲ ζυγὸν καὶ μέτρα γῆς· νῦν δὲ
ὑπὸ τέκτονος ἐμπείρου ἐξιθυνόμενον ξύλον πρὸς τὴν στάθμην. δυνατῶς
δὲ πάντα φράζει. σημείωσαι δὲ ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὠνόμασεν,
οὐ τὴν λογικὴν, ἀλλὰ τὴν τεκτονικὴν τέχνην· οἱ γὰρ παλαιοὶ πάντας
σοφιστὰς ἐκάλουν, πλὴν οἱ νεώτεροι οὐκ ἠθέλησαν ταυτὸν τῇ γνώσει
φέρειν καὶ ταῦτα ὄνομα. οἱ δὲ φιλόσοφοι φιλοσοφίαν εἶναι ὁρίζον-
ται ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῆς περὶ ἑκάτε-
ρον αἰτίας.
* στάθμη δέ ἐστι σχοινίον λεπτὸν ἐρυθρῷ ἢ μέλανι χρώματι κεχρισμένον.
412. ὑποθημοσύνῃσιν] διδασκαλίαις. τοῦ γὰρ νηΐου εἴ τις οὐκ
ἀκριβώσει τὴν ἰσότητα, κινδυνεύει πάντως ἑτεροβαροῦς γινομένης τῆς
νηός.
413. ἐπὶ ἶσα] πῶς ἴσοι εἰσὶ τοσοῦτον πρότερον τῶν Τρώων ὑπερεχόντων; ἢ τάχα στάσει, οὐ δυνάμει· οἱ μὲν γὰρ ἀπὸ τῶν νεῶν, οἱ δὲ ἀπὸ τῶν ἁρμάτων. παρακελεύεται δὲ τῷ ἀκροατῇ ὁ ποιητὴς μείζω ἡγεῖσθαι τῶν λόγων τὰ ἔργα· ὡς ἔνια δὲ καὶ ὑπερ- βαίνων ὑπονοεῖν ἡμῖν αὐτὰ δίδωσιν.
415. ἐείσατο] ὥρμησεν. ἀκέσασθαι δὲ τὴν ἧτταν θέλει, ὑπὸ θεῶν φυσώμενος.
418. δαίμων] ἢ ὁ Ἀπόλλων ἢ ὁ Ζεύς. παρατήρει δὲ πάλιν τὴν προσθήκην, ὅτι τὴν ἐπὶ τὰς ναῦς παρουσίαν Ἕκτορος θεῷ ἀνα- φέρει.
426. περισσός ἐστιν ὁ πω. οὐ γὰρ προστάσσει νῦν μὲν μένειν, ὕστερον δὲ ὑποχωρῆσαι. στείνεϊ δὲ τῷ μεταξὺ νεῶν καὶ τῆς τάξεως τῶν ἵππων στενῷ τόπῳ.
439. Ἀρίσταρχος τέκεσσι, κακῶς· οὐ γὰρ ἔχουσι παῖδας.
ὅτι δὲ καὶ τοὺς γονεῖς οἱ παλαιοὶ ἐτίμων δῆλον ἀπὸ τοῦ λέγειν
“μεμνῆσθαι πατέρος καὶ μητέρος.” ὁμοπάτριος δὲ ὁ Τεῦκρος
Αἴαντος.
441. ὠκύμοροι] οἱ ταχέως τὸν μόρον τοῖς εἰς οὓς ἐμπέσωσι τελει- οῦντες.
ἡ τῆς τοξικῆς ἐμπειρία· οὐ γὰρ τόξον αὐτῷ παρέσχεν ὁ Ἀπόλ-
λων, ἀλλὰ τὴν ἐκ τῶν τόξων ἑκηβολίαν.
449—451. ἀθετοῦνται οἱ τρεῖς. οἱ μὲν γὰρ ἐπίκουροι δεόντως ἂν
λέγοιντο χαρίζεσθαι Ἕκτορι, ὡς Πάνδαρος “ἡγεόμην Τρώεσσι
φέρων χάριν Ἕκτορι δίῳ” (Il. 5, 221)· ἀνοίκειον δέ φησιν ὁ Ἀρί-
σταρχος ἐπὶ πολίτου τὸ Τρώεσσι χαριζόμενος. καὶ διὰ τὴν πληγὴν
ἀθετητέος ὁ στίχος. πῶς γὰρ ἡνίοχος ὢν ὄπιθεν βάλλεται; ἄτοπον
γάρ ἐστι τὸ ἀπεστραμμένους εἶναι τοὺς δίφρους· ἐπρηνίσθησαν γὰρ
ἂν οἱ παραβάται μόνον κινηθέντων τῶν ἵππων εἰς τὴν πτέρναν τοῦ
δίφρου ἑστῶτες. ῥητέον δὲ ὅτι χαρίζεται τῷ Ἕκτορι καὶ αὐτὸς ἴσως
ὡς ἐπίκουρος· Δαρδάνιος γὰρ ἦν. καθʼ Ὅμηρον γοῦν ἄλλη ἐστὶν ἡ
Τροία καὶ ἄλλη ἡ Δαρδανία. εἰκὸς δὲ αὐτὸν ἐπαινεῖν, ὅπου μόνος
ἄνευ παραβάτου πολεμεῖ, διὸ καὶ βάλλεται ἴσως στραφείς· ποικίλη·
γάρ ἐστιν ἡ μάχη. αὐχένα δὲ ὁ ποιητὴς τὴν πᾶσαν περιφέρειαν
τοῦ τραχήλου φησίν. ἀντιπρόσωποι οὖν ἐμάχοντο. εἰ δὲ λέγοις
454. Πουλυδάμας καὶ πρῶτος] ὁ ἄναξ τῶν ἵππων ἐναντίος ὑπήν- τησεν αὐτοῖς δίχα τοῦ ἡνιόχου ἀπιοῦσιν.
460. ἐξείλετο θυμόν] λείπει τὸ αὐτοῦ. τὸ δὲ Τεῦκρον ἀπηύρα
ἀντὶ τοῦ Τεύκρου.
463. κατὰ μεταφορὰν τοῦ φοροῦντος. ἀφοπλίζει δὲ τοὺς ἀρι- στεῖς, φλέξαι θέλων τὰς ναῦς, νῦν μὲν Τεῦκρον, ἑξῆς δὲ Αἴαντα.
465. χαλκοβαρής] τὸ γὰρ χαλκωθὲν μέρος καταφέρεται τῷ βάρει.
467. ἐπὶ μήδεα κείρει] τὸ ἑξῆς ἐπικείρει, οἷον οὐκ ἐᾷ αὔξεσθαι.
471. Ζηνόδοτος πρῴην γράφει· ἀλλʼ ἔμφασιν ἔχει πλείονος χρόνου τὸ πρῴην. τὸ δὲ πρώϊον σημαίνει πρωΐας. ἐν γὰρ τῇ κόλῳ μάχῃ· ἐν τῇ πρὸ ταύτης ἡμέρᾳ ἐρράγη ὑφʼ Ἕκτορος· ὥστε εὔλογον τῇ ἑξῆς ἡμέρᾳ πρωίας ἐμβαλεῖν τῆν νευρὰν τῷ τόξῳ.
472. ταρφέας] οὓς συνεχῶς βάλλεις κατὰ τῶν πολεμίων· οὐ γὰρ τῶν ἰῶν ἐπίθετον. εὐψύχου δὲ τὸ ἀντιπαρατάσσεσθαι τῇ τύχῃ καὶ μὴ ἀπολήγειν πρὸς τοὺς. κινδύνους.
477. μνησώμεθα χάρμης] οἷον μὴ προώμεθα τὴν μάχην, ἀλλὰ μᾶλλον ἔτι μνησθῶμεν αὐτῆς.
489. ἀναγκαίως τὸ διόθεν, ἵνα τοὺς μὲν ἐπιρρώσῃ, τοὺς δὲ περι- δεεῖς καταστήσῃ. τῇ τῶν θεῶν οὖν ἐλπίδι ἀνεγείρει τὸν στρατόν. βλαφθέντα δὲ βεβλαμμένα τῆς τῶν τόξων χρήσεως.
490. ἡ νίκη ὅταν ἐκ θεοῦ γένηται, φανερά ἐστι, φησίν.
491. ὅτοισι] τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἀπὸ γὰρ τοῦ ὅτοισίν
ἐστιν.
492. ὅτινας] ἀπὸ τοῦ ὅτις ἀναφορικοῦ, ὃ καθʼ ἓν μέρος λόγου ἐστίν
495. θάνατον καὶ πότμον] ἡ διπλῆ προφορὰ πρὸς τὴν τοῦ βλή- μενος ἠὲ τυπείς διαβολήν.
496. τεθνάτω] οὐ κεκράτηκε τῆς συμβουλῆς παραινέσας ὑπὲρ
πατρίδος κινδυνεύειν μὴ ἀναβάλλεσθαι, ἀλλὰ καὶ τὰ περὶ τῶν
593). καὶ Δημοσθένης αὔξων τὴν Μειδίου κακίαν φησὶ (p. 521)
“καταδείσαντες γὰρ αὐτὸν καὶ τὸ τούτου θράσος καὶ τοὺς περὶ
αὐτὸν ἑταίρους καὶ τὸν πλοῦτον καὶ τἄλλα δὴ ὅσα πρὸς αὐτὸν, ἔφυ-
γον ἐκποδών.”
497. περὶ πολλοῦ γὰρ τὴν τῶν γυναικῶν ὕβριν ἐποιοῦντο καὶ τὰς
ψυχὰς ὑπὲρ τῶν οἰκείων ἐτίθεντο.
καὶ παῖδες ὀπίσσω] ἠδύνατο μὲν εἰπεῖν καὶ νήπια τέκνα, ἀλλὰ τῷ σεμνοτέρῳ ὀνόματι τῶν παίδων χρῆται, παῖδας καλῶν τὴν πᾶσαν γενεὰν καὶ διαδοχήν. καλὴ δὲ καὶ ἡ προσθήκη τοῦ ὀπίσω, αἰωνίαν διαδοχὴν τοῦ γένους παριστᾶσα.
498. κλῆρος χυριτικὴ περίκτησις καὶ οὐσία, ἐπεὶ οἱ πρῶτοι κατα- λαβόντες χώραν κλήρῳ αὐτὴν διενέμοντο.
ἡ οὐσία, ὡς τὸ “τοὶ δὲ ζωήν τε καὶ ἐπὶ κλήρους ἐδάσαντο” (Od. 14, 208). εἰκότως δὲ πάντα ἐπεξεργάζεται, παραμυθίαν τῷ θανάτῳ ἐπιφέρων, ὡς ἀντιτιθεὶς αὐτῷ τὰ λυσιτελῆ.
500. μένος] τὴν προθυμίαν, παρὰ τὸ μένω. θυμὸν δὲ τὴν ψυχὴν, ἢ αὐτὸν τὸν κυρίως θυμόν.
502. αἰδώς] λείπει τὸ γινέσθω. καλὴ δὲ παῤ Ἕλλησιν αἰδοῦς ὑπόμνησις, οὐ φόβος ἀπειλούμενος καὶ νεκρὸς ἄταφος, ὡς παῤ Ἕκτορι.
ἄρκιον] ὠφέλιμον, ἢ ἕτοιμον, ὃ καὶ ἄμεινον. οἱ δύο δὲ η ἀντὶ τοῦ καί, οἷον καὶ σωθῆναι καὶ ἀπολέσθαι, σωθῆναι μὲν νικῶντας, ἀπολέ- σθαι δὲ μὴ, ἐπεὶ τοῦ δίχα νίκης σωθῆναι κρείττων ὁ θάνατος. οὐ μόνον δὲ ἔργοις, ἀλλὰ καὶ λόγοις ἀλλήλοις ἀνταγωνίζονται.
504. ἢ ἔλπεσθʼ] ἦθος καὶ εἰρωνεία καὶ βάρος μεθʼ ὑποκρίσεως
αὐτοῦ τὰ ὡμολογημένα πυνθανομένου.
505. ἐμβαδόν] πεζῇ· ὅθεν εἰ μὴ πεζεύοιτο ἡ ὁδὸς, ἄβατος καλεῖ- ται. ἢ τὸν ἐμβατήριον ῥυθμὸν, πρὸς ὃν Λακεδαιμόνιοι νικῶντες εἰσβάλλουσιν.
506. ἢ οὐκ ὀτρύνοντος ἀκούετε] πάνυ ἐναργῶς ἀπὸ τοῦ ὑπογύως πραχθέντος τὴν προτροπὴν λαμβάνει.
507. ὃς δὴ νῆας] διόλου παραφυλακτέον ὅτι οὐκ ἀφίσταται τοῦ τῶν νεῶν κινδύνου· ἔσχατον γὰρ τοῦτον πάντων ἡγεῖται κίνδυνον.
508. χορόν] ἐνέργειαν τοῦ χορεύειν· ἐπικαλούμενος γὰρ “Τρῶες
καὶ Λύκιοι” οὐκ εἰς χορὸν αὐτοὺς βοᾷ καλῶν.
509. οὔτις τοῦδε νόος] τὸν Αἴαντα νῦν ἄριστον σύμβουλον προή-
γαγε τοῦ πολέμου ἀναγκάζοντος· ἄπεστι μὲν γὰρ ὁ βασιλεὺς, ἱκανὸς
καὶ εἰπεῖν καὶ πρᾶξαι τυγχάνων, ἄπεστι δὲ Ὀδυσσεὺς καὶ Διομήδης,
τραυματίαι γενόμενοι· ὁ δὲ Νέστωρ γέρων καὶ τῶν νέων φευγόντων
φαίνεται ἀδυνατῶν. τὸ δὲ αὐτοσχεδίῃ μετὰ τοῦ ν τινές. οὐδὲν δέ
φησιν ἡμῖν ἐστὶ προτιμότερον ἢ χωρῆσαι εἰς χεῖρας.
511. * στρεύγεσθαι στραγγίζεσθαι, ταλαιπωρεῖν, κακοπαθεῖν.
αἱρετώτερον καθʼ ἕνα χρόνον ζῆν ἢ τεθνάναι συντόμως μᾶλλον ἢ
περισσῶς κάμνειν ἐν πολυχρονίῳ μάχῃ οὕτως ὑπὸ χειρόνων πολεμου-
μένοις. τὸ δὲ καθʼ ἕνα χρόνον ἀντὶ τοῦ ἐν ὀλίγῳ καιρῷ.
513. ὑπʼ ἀνδράσι χειροτέροισι] ἀντὶ τοῦ ὑπὸ ἀνδρῶν ἡσσόνων. γενναίου δὲ τὸ κἀν ταῖς συμφοραῖς διαφυλάττειν τὸ φρόνημα, καὶ χείρους ἡγεῖσθαι καὶ νικῶντας τοὺς Τρῶας. ἅμα δὲ καὶ πρὸς ἐντρο- πὴν Ἑλλήνων, ὅτι ὑπὸ χειρόνων ἡττῶνται.
520. ὕπαιθα λιάσθη] εἰς τοὔμπροσθεν ἀνεχώρησεν· ἴσως γὰρ ἐκεῖνος ἐκ πλαγίου ὥρμησεν, ὁ δὲ ἐπὶ τὸ ἔμπροσθεν ὁρμήσας ἄπρα- κτον ἐποίησε τὴν βολήν.
536. κύμβαχον] τὸ διάκενον τὸ ὑπὲρ κεφαλῆς, ὅθεν καὶ κύμβια,
τοιουτώδη ποτήρια. εἰς τοῦτο δὲ καθίεται ὁ λόφος. εἴρηται δὲ οὕ-
τως, ὅτι τὴν κεφαλὴν κύμβην ἔλεγον, ὅθεν καὶ τὸ κυβιστᾶν. παρὰ
δὲ Αἰολεῦσι κύμβη καλεῖται ἡ τῆς ῥάχεως ἀπὸ αὐχένος ἀρχή.
538. νέον φοίνικι φαεινός] φοινικῷ χρώματι νεωστὶ λελαμπρυσ- μένος.
539. ἤλπετο νίκην] ἑκάτερος αὐτῶν δηλονότι, οὐ μόνος ὁ τύψας.
540. τῷ Μέγητι δηλονότι. περισσὸς δέ ἐστιν ὁ δέ.
541. εὐράξ] οὐ τὸ ἐκ πλαγίου δηλοῖ, ἀλλὰ τὸ κατὰ τὸ ἔμπρο- σθεν, ἢ ὄπισθεν, παρὰ τὸ εὖρος.
ὦμον] τὸν δεξιὸν ὦμον· εὔλογον γὰρ τὸν Μενέλαον μὴ τὰ γυμνὰ
545. κασιγνήτοισι] συγγενέσιν· ἔτι γὰρ παῤ Ἴωσι τοὺς συγ- γενεῖς κασιγνήτους φασὶ καλεῖσθαι. ἢ τοῖς ἀδελφοῖς· πρὸ δὲ τῶν ἀδελφῶν τὸν Μελάνιππον ὠνείδισεν.
546. ἐνένισπεν] ἐπέπληξεν, ἀπὸ τῆς ἐνιπῆς, ἐστιν ἐπίπληξις.
553. οὕτω δὴ] ὃν τρόπον νῦν, φησὶ, μεθίεμεν, οὕτω μεθήσομεν καὶ οὐκ ἀντιληψόμεθα τῶν συγγενῶν.
555. ἡ περί πρὸς τὸ ἕπουσι· τὸ γὰρ ἕπω ἐν τοῖς ἐνεργητικοῖς κινήμασι παρὰ τῷ ποιητῇ προθέσει συντάσσεται.
556. ἀλλʼ ἕπευ] ἀλλʼ ἕπου· τῆς γὰρ πρὸς Ἀργείους, φησὶν, οὐκ ἀποστατέον μάχης, πρὶν ἢ κατακτείνωμεν ἢ ἐκεῖνοι ἡμᾶς ἑλόντες τὴν Ἴλιον πορθήσωσι. μέγας οὖν καὶ τελευταῖος ἀγὼν πρόκειται, ὥστε ἀναγκαῖον καὶ τὸν ἀκροατὴν τῷ ἀκμαιοτάτῳ τούτῳ μέρει τῆς ποιήσεως προσσχεῖν.
563. τῶν αἰδουμένων ἀλλήλους καὶ ἀγωνιζομένων πλείονες σώζον- ται ἤπερ φονεύονται· ἐπὰν δὲ φύγωσι, καὶ ἀδοξία καὶ ἀσθένεια αὐτοὺς καταλαμβάνει.
568. Ἀντίλοχον δʼ ὤτρυνε— Μενέλαος] φαίνεταί τις αὐτοῖς
ὑποῦσα φιλία διὰ τὴν γειτνίασιν· τὸ δὲ ὁμότροπον καὶ φιλικὸν
ὀχυρὸν καὶ δυσκαταγώνιστον.
574. ἀμφὶ ἓ παπτήνας] τὰ περὶ ἑαυτοῦ σκοπήσας, μή τις αὐτὸν ἐξαλλόμενον τῶν ἄλλων βάλῃ, ὡς καὶ Ὀδυσσεύς. ὑπὸ δὲ αὐτοῦ, φησὶν, ἀκοντίσαντος διεχωρίσθησαν οἱ Τρῶες.
577. νισσόμενον πόλεμόνδε] οὐ νῦν πρῶτον ἐξιόντα, ἀλλὰ διὰ τὴν
τροπὴν Ἕκτορος ἐπὶ τὸ δρᾶσαί τι ὁρμῶντα.
581. ἐτύχησε βαλών] ἔτυχε βαλῶν, τυχῶν ἔβαλε. τοσοῦτον δὲ Ἀντίλοχος μείζων Μελανίππου ὅσον νεβροῦ κύων. τὸ ἀδεὲς δὲ καὶ ταχὺ καὶ πρόθυμον τοῦ Ἀντιλόχου διὰ τοῦ κυνὸς δηλοῖ.
586. θηρὶ κακὸν ῥέξαντι ἐοικώς] δαιμονίως τῇ παραβολῇ κέχρη-
ται· καὶ γὰρ ἡ φυγὴ τούτῳ κατὰ πρόνοιαν, οὐ κατὰ δειλίαν γίνεται.
καλῶς δὲ οὐκέτι παραβέβληται κυνί· οὐ γὰρ ἔδει τὸν ἥρωα φεύγοντα
κυνὶ εἰκάζειν, ἀλλὰ λέοντι οὐ δεδιότι τοὺς ἐναντίους, ἀλλʼ ἔφοδον
πλειόνων ὑφορωμένῳ ἀγροίκων.
594. θέλγε] ἐπὶ τὸ χεῖρον ἠπάτα. βασανίζει δὲ τὴν διάνοιαν τοῦ ἀκροατοῦ τὸν ἐμπρησμὸν προσδοκῶντος.
598. Θέτιδος δʼ ἐξαίσιον ἀρήν] ἄδικον· τοὐναντίον γὰρ ἐναίσιμα
τὰ καθήκοντα καὶ δίκαια. ἢ ὑπεραγόντως μεγάλην. ἀρὴν δὲ αἴτη-
σιν· καὶ γὰρ ἡ εὐχὴ αἴτησις παρὰ θεοῦ τυγχάνει. ἢ τὴν καθʼ
Ἑλλήνων κατάραν· ὡς φιλέλλην δὲ λοιδορεῖ τὴν εὐχὴν Θέτιδος.
601. δὴ τοῦ] ἐπιστάμενος τοὺς ἀκροωμένους συναχθομένους τοῖς Ἕλλησιν, εὐέλπιδας ἀπεργάζεται τῇ τῆς μελλούσης νίκης προεκθέσει.
605. μαίνετο] ἐναργῶς ἐκινεῖτο τῷ σώματι. καὶ χαλεπὸν μὲν εἰς
ἔννοιαν ἐλθεῖν καὶ σωφρονοῦντος Ἄρεως· ὁ δὲ καὶ τὸ μαίνετο προσέ-
θηκε. καὶ οὐ μέχρι τούτου τὴν εἰκόνα ἵστησιν, ἀλλʼ ἀφρίζειν αὐτῷ
τὸ στόμα τρόπον φησὶ θηρίου, καὶ τὰ ὄμματα λάμπειν ὥσπερ
ἐνθουσιῶντος.
* καὶ ἐν τῇ συνηθεία δὲ ἐπὶ τῶν ὑπερβαλλόντων ἐν τοῖς ἔργοις
κατʼ ἀνδρείαν μαίνεταί φαμεν, μανίαν τὴν ἐνθουσιαστικὴν πρᾶξιν
λέγοντες. καὶ Πλάτων δὲ διαιρῶν τὰς μανίας δείκνυσι τὰς ἀγαθάς
τε καὶ θείας αἵτινές εἰσιν. ὁμοίως καὶ ἐπὶ τοῦ Διονύσον μαινό-
μενος εἴρηται, οὐ κατὰ βλασφημίαν, ἀλλὰ παραστατικῶς τῆς τοῦ
θεοῦ κατὰ βακχείαν ὁρμῆς, φλέγοντος ἰσχυρῶς καὶ ἀκμάζοντος
ἐρρωμένως ἐν τῇ τῆς χορείας καταστάσει.
607. ἀφλοισμός] ἀφρισμός κατὰ Αἰτωλούς· λαμβάνεται δὲ καὶ πεποιημένως ἐπὶ ἰδιώματος ὕδατος ἤχου.
610. ἀθετοῦνται ε΄, διὰ τὸ λέγειν ὅτι ὀλιγοχρόνιον αὐτὸν ἐτίμα,
καὶ ὅτι ἀπʼ αἰθέρος· ἀπὸ γὰρ Ἴδης ἦν. καὶ διὰ τοῦ μαρναμένοιο νοεῖται
τὸ Ἕκτορος. ἔστι δὲ τὸ γάρ ἀντὶ τοῦ δέ. τὸ δὲ ὄνομα ἐπανείληπται
πρὸς πλείονα ἔμφασιν· εἴωθε γὰρ θαυμάζων τινὰ τῶν ἔργων πολλάκις
ἐπαναλαμβάνειν τὸ ὄνομα. τὸ δὲ ἀπʼ αἰθέρος, ὅτι ὁ αἰθέριος Ζεύς·
οὐ γὰρ ἀπὸ τῆς μερικῆς αὐτὸν, ἀλλʼ ἀπὸ τῆς τελείας διατριβῆς
ἐχαρακτήρισε. καὶ ἡ πρόληψις δέ ἐστι σχῆμα ποιητικόν. προσεκτικὸν
δὲ ταῦτα τὸν ἀκροατὴν καὶ περιπαθέστερον ἐργάζονται. καὶ τοῦ λέ-
γοντος ἦθος χρηστὸν, καὶ ὡς συναλγοῦντος ἡ πίστις.
618. ἠΰτε πέτρη] ἡ μὲν ἐμβολὴ τῶν βαρβάρων κύμασιν ἀεὶ εἴκα- σται, ἡ δὲ τῶν Ἑλλήνων καρτερία τῷ τῆς πέτρας ἀκινήτῳ καὶ δυσπαθεῖ.
619. ἠλίβατος] ψιλοῖ ἡ παράδοσις· παρὰ γὰρ τὸ ἀλιτεῖν ἐστὶ τοὺς ἐπιβαίνοντας αὐτῆς.
620. λιγέων] ἦχον ἀποτελούντων τῇ βίᾳ. κέλευθα δὲ τὰς ἐφόδους.
621. οἱ μὲν ἀκτῇ, οἱ δὲ αὐτήν, ὃ καὶ ἄμεινον, ἵνʼ ᾖ τὰ ὑπὸ
θαλάσσης πρὸς αὐτὴν ἐξωθούμενα κύματα τὴν πέτραν.
623. λαμπόμενος πυρί] περιλαμπόμενος ὑπὸ τῶν ὅπλων ὡς ὑπὸ πυρός.
624. ἐν δʼ ἔπεσʼ] εὖ τὸ μὴ φάναι ἐπῆλθεν ἢ ἐπέδραμεν, ἀλλ᾿
ἐνέπεσε, σφοδρὰν ἐμφαίνων τὴν βίαν εἰς ἐπίτασιν. πεπύκνωται δὲ
ταῖς παραβολαῖς ὁ τόπος πρὸς ἔμφασιν τῶν πραγμάτων.
625. ηὐξημένον ὑπὸ ἀνέμου, ὡς εἶναι ὑποκάτω τῶν νεφῶν καὶ πλησιάζειν αὐτοῖς. οἱ δὲ ἀνεμοτρεφές φασι τὸ εὔτονον. ὁ δὲ κόμπος τῶν λεγομένων καὶ ὁ ψόφος τῶν ὀνομάτων οὐκ ἐᾷ ἰδεῖν τὴν ναῦν ἀφρῷ κεκαλυμμένην.
626. πᾶσάν φησι δηλονότι τὴν ναῦν τῷ ἀφρῷ τοῦ κύματος περι- καλυφθεῖσαν ὑποκρυβῆναι.
δεινὸς ἀήτης] ἀρρενικῶς τὸ ἀήτης, ὡς τὸ “κλυτὸς Ἀμφιτρίτη”
(Od. 5, 422). τινὲς κακῶς νοήσαντες θηλυκῶς ἐκφέρουσιν· ἡ γὰρ
ἀρσενικὴ ἐκφορὰ ἐμφαντικώτερον τὸν λόγον ἀπεργάζεται καὶ τὸν
ἄνεμον σφοδρότερον δείκνυσιν.
627. ἱστίῳ ἐμβρέμεται] προσλακτίζων αὐτῷ τῇ βίᾳ δηλονότι. ναῦται δʼ εἶεν ἂν οἱ ἐπιβάται. τούτους γάρ τις καὶ βραχὺς κίν- δυνος κλονεῖ· ἐπὶ τοὺς ναύτας δὲ φθάνων ὁ φόβος μέγεθος μεγίστου κινδύνου παρίστησιν.
628. τυτθὸν γάρ] τὸ τυχὸν γὰρ ἀπέχουσι τοῦ θανάτου. πρῶτος δὲ εἶπε τοῦτο Ἀνάχαρσις ὁ Σκύθης, ὃς ἐρόμενός τινα τῶν ναυτῶν πόσον ἀπέχομεν τοῦ ὕδατος, καὶ μαθὼν ὡς τέσσαρας δακτύλους, τοσοῦτον, φησὶ, καὶ τοῦ θανάτον. καὶ Ἀρατος (299) “ὀλίγον δὲ διὰ ξύλον.”
629. ἐδαίζετο θυμός] διεκόπτετο ἡ ψυχὴ ἀγωνιῶσα. πρὸς τὸ τελευταῖον δὲ τῆς παραβολῆς τὸ “τρομέουσι δέ τε φρένα ναῦται” τὴν ἀνταπόδοσιν ἐπήγαγε τῆς παραβολῆς.
630. ὥστε λέων] πολλὰς ἤδη ἐφόδους λεόντων παρέλαβεν εἰς
ὁμοίωσιν, νῦν δὲ ἐξεῦρέ τι καινόν· πρόκειται γὰρ πρωτόπειρος
νομεὺς ἀνεπιστήμων τῆς πρὸς λέοντας μάχης. καὶ νεμομένας τὰς
βοῦς παρέλαβεν, εἰκότως· οὐδὲ γὰρ Ἕλληνες ἐπὶ παρατάξεώς εἰσιν,
ἀλλʼ ἐσκεδασμένοι, ὥστε καὶ εὔκολον εἶναι τὴν ἐπιχείρησιν διὰ τὸ
ἄτακτον.
631. εἱαμενῇ] καθύδρῳ τόπῳ. καὶ οἱ μὲν παρὰ τὴν ἄνεσιν καὶ ἀνάδοσιν τῶν λιβάδων· οἱ δὲ τοὺς τόπους ἀφʼ ὥν τοῦ ὕδατος ὑπεκ- ρυέντος πόαι γίνονται.
632. οὔπω σάφα εἰδώς] οὐ κατʼ εὐτονίαν σώματος· οἷος γὰρ
δήποτʼ ἂν ᾖ, οὐ δύναται εἷς ὢν πολεμεῖν λέοντι· ἀλλὰ κατʼ ἐμπει-
ρίαν· ὁ γὰρ ἔμπειρος τῆς πρὸς τὸ θηρίον μάχης ἢ κύνας προσαφῆκεν
ἢ λαμπάδας προσάγει.
633. ἕλικος] τὸ ἀπλοῦν ἀντὶ συνθέτου, ὡς καὶ Διονύσιός φησιν,
ἀντὶ τοῦ εἰλίποδος. φονῇσι δὲ τῷ φόνῳ, ἢ τῷ τόπῳ ἔνθα πεφό-
νευται.
635. ὁμοστιχάει] συμπορεύεται. βάρβαρον δέ φησιν εἶναι αὐτὸ Διονύσιος.
639. * Κοπρῆος] οὗτος ἦν κῆρυξ τοῦ τῶν Ἀργείων βασιλέως, ὃς
τὰς παρὰ Εὐρυσθέως ἐντολὰς ἔλεγε τῷ Ἡρακλεῖ τῶν ἄθλων ἕνεκα
ἔξωθεν τῆς πόλεως μένοντι· δεδοικὼς γὰρ αὐτὸν οὐκ εἴα ἔνδον εἰσελ-
εῖν.
644. ὅς ῥα τόθ᾿ Ἕκτορι] ὥστε οὐδὲ τοῦτο ἀφʼ ἑαυτοῦ κατορθώσας φαίνεται ὁ Ἕκτωρ, τῇ δὲ τοῦ Περιφήτου δυστυχίᾳ συγκέχρηται· τὸ γὰρ πτῶμα συνέπραξε πρὸς τὸ εὐχερῆ γενέσθαι τὴν ἀναίρεσιν.
645. παραποδισθεὶς τῷ μήκει τῆς ἀσπίδος κατὰ τὴν ἄντυγα ὕπτιος κατηνέχθη. πάλτο δὲ ἀντὶ τοῦ ἐπελάσθη. ἐσπράφη δὲ ὅπως φυλάξηται, συστείλας ἑαυτὸν ὑπὸ τὴν ἀσπίδα.
651. λείπει ἡ περί. τινὲς δὲ Αἰολικῶς τὸ πέρ ἀντʼ αὐτῆς λαμ- βάνουσιν. ἀήθης δὲ Ὁμήρῳ ἡ τοιαύτη συναλοιφή.
653. εἰσωποὶ δʼ ἐγένοντο νεῶν] ὑπέστειλαν ἑαυτοὺς ἐπὶ τὰς ναῦς καὶ ἐντὸς αὐτῶν αἱ ἄκραι νῆες ἔλαβον αὐτούς. εἰς γὰρ τὰ μεταξὺ διαστήματα φεύγουσι, βραχύ τι μέρος ὑπολειπόμενοι τῶν νεῶν, ὡς τὰς πρύμνας αὐτοὺς ὑποβεβηκέναι. οἱ δὲ, ὅτι ὑποχωρησάντων τῶν Ἑλλήνων ἐν ἀπόψει γέγονε τὸ πλῆθος τῶν νεῶν τοῖς Τρωσίν.
656. τῶν πρωτέων] ἀπὸ τοῦ πρώτων. μέμφεται δὲ Διονύσιος· οὐ
γὰρ τὸ πρώτων, φησὶ, περισπᾶται. παρὰ κλισίῃσι δὲ ὡς μετὰ
τὰς πρύμνας τῶν πρώτων νεῶν παρεσκηνωμένων αὐτῶν πρὸς ταῖς
πρῴραις. στρατὸν δὲ νῦν τὸ στρατόπεδον. αἰδὼς δὲ καὶ δέος, τὸ
μὲν ἵνα μὴ φανῶσι κακοὶ, τὸ δὲ περὶ τῶν νεῶν. τὸ δὲ ἀζηχές ἢ
λίαν σκληρῶς ἢ ἀδιαλείπτως.
*Πορφυρίου. διὰ τί οὐ τὰς πρώτας ναῦς ἐνέπρησαν οἱ Τρῶες “εἰσωποὶ δʼ ἐγένοντο νεῶν, πέρι δʼ ἔσχεθον ἄκραι;” πότερον ὅπως πλείστους ἀπὸ τῆς περιεχομένης διαφθείρωσιν, ἢ ὅπως μὴ διὰ πυρὸς ἀναχωρήσωσιν; ἢ ὅτι αὐτοῦ ἦσαν, ὧν ἤδη ἐντὸς ἦσαν.
662. ἄλλων ἀνθρώπων] τὴν ἐξ ἄλλων παρακολουθοῦσαν αἰσχύνην. πολὺς δὲ ὁ τῆς αἰδοῦς λόγος· καὶ ἀλλήλους φησὶν αἰδομένους καὶ τοὺς ἄλλους ἀνθρώπους. ταῦτα δὲ πρὸς διέγερσιν.
663. παίδων ἠδʼ ἀλόχων] ἵνα μηδὲ ἐκείνοις ὄνειδος ἐπακολουθήσῃ
διʼ ὑμᾶς. καλῶς δὲ ἔχει ἡ προτροπὴ τέκνων καὶ γάμων ἀσφάλειαν,
πλούτου φυλακὴν ἀναφαίρετον, γονέων ζώντων μὲν αἰδῶ, τεθνηκότων
δὲ μνήμην. πρεπόντως δὲ τὰ περὶ τέκνων καὶ γυναικῶν οὐ τοῖς
Αἴαντος ἐμφέρεται λόγοις, ἀλλὰ τοῖς Νέστορος· πατρὸς γὰρ
ἐπέχει τάξιν. διήκει δὲ ἡ παράκλησις οἷς μὲν ὁλοτελῶς, οἷς δὲ
μερικῶς.
665. τῶν ὕπερ] ἀντὶ τοῦ διʼ αὐτῶν· ἵνα, φησὶν, οὕτω σπεύδητε ὡς ἐκείνους ὁρῶντες δεομένους.
668. ἀθετοῦνται στίχοι τρεῖς· οὐ γὰρ προδιεσάφησεν ὡς εἶχον
ἀχλύν τινα. πόθεν δὲ καὶ ἡ Ἀθηνᾶ ἄφνω ἐφάνη νῦν, πρὶν συγκαθη-
μένη τοῖς θεοῖς τοῖς ἄλλοις; εἰ μὴ λέγοις ὅτι σχῆμα ἐλλειπτικὸν
ὂν δίδωσι νοεῖν τοῖς ἀκροαταῖς διὰ τούτου ὅτι ἠχλύωντο, ἡ δὲ Ἀθηνᾶ
ἐδύνατο καὶ ἀποῦσα ἀφαιρεῖσθαι αὐτὴν, ὡς τὸ “εἰ μὴ ἐπὶ φρεσὶ
θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη” (Il. 8, 218)· οὐ γὰρ ἐκεῖ
παρῆν.
670. ἠμέν] ἔδει ἐπαγαγεῖν ἠδέ, εἰ μή τί γε ὁ καί ἀντʼ αὐτοῦ
ἐστὶν, ἵν᾿ ᾖ καὶ περὶ τῶν νεῶν καὶ περὶ τοῦ πολέμου.
674. οὐδʼ ἄῤ ἔτʼ Αἴαντι] οὐ μόνον γὰρ τοὺς ἄλλους, ἀλλὰ καὶ Αἴαντα ὁ Νέστωρ ἔρρωσε τῷ λόγῳ. ὅρα δὲ οἷόν ἐστιν ἡ κατὰ καιρὸν προτροπή.
676. ἴκρια] οἱ μὲν τὰ καταστρώματα, οἱ δὲ τὰ κατὰ πρῷραν καὶ πρύμναν σανιδώματα. ἢ τὰ ἐξέχοντα ἄκρα. ἢ τὰς καταγωγάς.
678. βλήτροισι] συμβλήμασι καὶ συνεμπλοκαῖς.
679. ὑφʼ ἓν τὸ κελητίζειν· παραγωγὸν γάρ ἐστι παρὰ τὴν κέλη-
τος γενικὴν, ἐπεὶ ἔδει κέληθʼ ἵζειν. ἀδιανόητον δὲ τὸ ἵπποις κέλητα ὁ
ἵζειν. ἔστι δὲ ἀναχρονισμός· οὐ χρῶνται γὰρ κέλησιν οἱ Ἕλληνες.
ἡ δὲ παραβολὴ τὸ γενναῖον αὐτοῦ καὶ εὐσταθὲς δείκνυσιν, ἄλλοτε
ἐπʼ ἄλλην ναῦν μεταπηδῶντος ῥᾳδίως. ὁ μὲν εἷς οὖν ἐζευγμένος
ἵππος κέλης ὠνόμασται, οἱ δὲ δύο ἅμιπποι, ὃ καὶ ξυνωρίς· οἱ δὲ
τέσσαρες τέτρωρον καὶ τέθριππον.
680. ἐκ πολέων πίσυρας συναγείρεται] ἀντὶ τοῦ ἐκ πολλῶν τοὺς ἐπιτηδείους, οἷον ἀρίστους καὶ ἰσοταχεῖς συναγάγῃ ἐκλεξάμενος· κίνδυνος γὰρ ἐκπεσεῖν μεθαλλομένῳ ἀπὸ ἄλλου εἰς ἄλλον. οἱ δὲ συναείρεται, ἀντὶ τοῦ συζεύξει, ὡς τὸ “σὺν δʼ ἤειρεν ἱμᾶσιν” (Il. 10, 499).
687. αἰεί] ἀντὶ τοῦ συνεχῶς. κατʼ ἐκείνην δὲ τὴν ἡμέραν, ὡς τὸ “αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον” (Il. 23, 502).
690. ὥστʼ ὀρνίθων] ἀπὸ καταφρονουμένου μὲν ζῴου τὴν παρα-
βολὴν φέρει τοῖς Ἕλλησιν, ὡς καὶ ἀλλαχοῦ “τῶν δʼ ὥστε ψαρῶν”
(Il. 17, 755). ἀλλὰ καὶ παραμυθεῖται ἀντιτάσσων τὸν Δία. αἴθων
δὲ θερμὸς, ἢ ξανθὸς, ἢ μέλας.
695. χειρί] λείπει τὸ ὡς. οἱ δὲ τῇ δυνάμει ἢ ἐκπληκτικὸν τὸ τῆς φαντασίας· ἡ χεὶρ τοῦ Διὸς μέχρι τῆς γῆς φθάνει θνητὸν ὠθοῦσα.
696. δριμεῖα] ὀξεῖα ἀπὸ τῶν ὀσφραντῶν· ὡς νῦν ἀρχὴν τοῦ πολέ-
μου λαβόντος.
700. οὐκ ἔφασαν φεύξεσθαι] οὐ λέγει ὅτι ἀπεγνωκότες τῆς σωτη- ρίας ἐμάχοντο, ἀλλʼ ὅτι ταύτην εἶχον τὴν διάνοιαν ὡς μέχρι θανάτου μαχησόμενοι ἢ φευξόμενοι. οἱ δὲ Τρῶες ἤλπιζον τὰς ναῦς ἐμπρήσειν καὶ κτεῖναι τοὺς Ἀχαιούς.
705. ἢ Πρωτεσίλαον ἔνεικεν] εὐπρεπῶς ἐπὶ τὴν τοιαύτην ναῦν
ἤγαγε τὸν Ἕκτορα, ἧς οὕτε τὸν ἡγεμόνα μέμψασθαι ἐνῆν μὴ κωλύ-
σαντα τὴν οἰκείαν ναῦν ἐμπιπραμένην (θανὼν γὰρ ἦν) τούς τε πολίτας
συγγνώμης ἄν τις ἀξιώσαι εἰ ἀστρατήγητοι ὄντες ἀδυνάτως εἶχον
ἐπιβοηθεῖν. ἵνα οὖν μὴ κατὰ ζῶντός τινος ἐπάξῃ τὸ ὄνειδος, τὴν
Πρωτεσιλάου φησί. καὶ ὅτι κατὰ τὰς πύλας πρώτη ἦν.
709. ἀϊκάς τὰς ὁρμὰς, ἀπὸ τοῦ ἀίσσω. τόξων δὲ τῶν τοξευ- μάτων. ἀμφὶς δὲ χωρὶς ἀλλήλων, ἢ ἀντὶ τοῦ περιέμενον, ὡς “Κρόνον ἀμφὶς ἐόντες” (Il. 14, 274).
711. ἀθετεῖ Ἀρίσταρχος· ἐπιφέρει γὰρ, φησὶ, περὶ ξιφῶν.
φασὶ δὲ ὅτι πληθύνει τὰς τῶν ὅπλων φωνὰς διὰ τὸ φαντάζειν τὸν
ἀκροατήν.
713. μελάνδετα] σιδηρόδετα, ἐπεί φησιν Ἡσίοδος (O. 151) “μέλας δʼ οὐκ ἔσκε σίδηρος.” οἷον ἐκ σιδήρου τὰς λαβὰς ἔχοντα δεδεμένας· τὴν δὲ λαβὴν δεσμὸν καλεῖ ὁ Σιμωνίδης. οἱ δὲ ἐπιμελῶς ἐνδεδεμένα ὡς πρὸς τὴν λαβήν.
714. ἐκ χειρῶν] σὺν ταῖς χερσὶν ἀποκοπτόμενα, ἄλλα δὲ σὺν ὤμοις· γελοῖον γὰρ τὸ οἴεσθαι ἀπὸ τῶν ὤμων ἐκπίπτειν τὰς μαχαίρας.
p717. ἄφλαστον] οὐ τὸ ἀκροστόλιον, ἀλλὰ τὸ ἐπὶ τῆς πρύμνης
εἰς ὕψος τεταμένον ἐκ κανονίων πλατέων, διήκοντος διʼ αὐτοῦ πλατέος
κανονίου, θρανίτου μὲν ὠνομασμένου, ὑπηρεισμένου δὲ τῷ στυλίσκῳ
τῷ ὄπιθεν τοῦ κυβερνήτου. κρέμανται δὲ ἐκ τῶν κανονίων καὶ τοῦ
θρανίτου τὰ ἡνία. ἀκροστόλιον δὲ τὸ ἀπὸ τῆς πτυχῆς ἀνατεῖνον ἐπὶ
πρῷραν ξύλον· πτυχὴ δέ ἐστιν ὅπου ζωγραφοῦνται οἱ ὀφθαλμοὶ καὶ
τὸ τῆς νηὸς ἐπιγέγραπται ὄνομα. τινὲς δὲ τὸ ἄφλαστον ἐπιρρηματι-
κῶς γράφουσιν, ἵνʼ ᾖ τὸ ἄμφω ταῖς χερσὶν ἐπεστραμμένως ἐπει-
λῆφθαι τῆς νηός.
719. νῦν ἡμῖν] ἀντὶ τοῦ πάντων πόνων ἰσόρροπον ἡμέραν ὁ Ζεὺς ἐχαρίσατο.
720. θεῶν ἀέκητι] ἄδηλον πότερον παρὰ γνώμην θεῶν μολοῦσαι, ἢ ἡμῖν πήματα θέσαν θεῶν ἀέκητι.
κακότητι] ἀβουλίᾳ. τὸ δὲ ἴδιον ἀσθενὲς τοῖς γέρουσι περιάπτει· οὐ γὰρ ἤθελεν ἐξιέναι δι᾿ Ἀχιλλέα.
728. ἀνεχάζετο] ὅπως τῷ μεγίστῳ χρήσηται δόρατι, οἰόμενος μᾶλλον ἀποθανεῖν ἢ παραχωρήσειν Ἕκτορι.
729. τὴν τῶν κωπηλατῶν καθέδραν, ἢ τὴν τοῦ κυβερνήτου. Ἀττι-
κοὶ δὲ θρᾶνον τὸ τοῦ κωπηλάτου φασὶ, καὶ θρανίτας αὐτούς.
735. ὅμοιος τῷ πρώην ὁ λόγος, τὸ μὲν ἐρωτήσεως ἔχων, τὸ δὲ ἀποφάσεως. λέγει δὲ ὅτι ἄρα ἐλπίζομεν ἥξειν ἐπικούρους μετὰ ταῦτα; οὐδαμῶς.
738. ἑτεραλκέα] ἑτεραλκούμενον ἔχοντες τὸν ἴδιον δῆμον. οἱ δὲ,
τὸν ἀπὸ τῆς πόλεως δῆμον ἔχοντες ἑτέραν ἡμῖν ἀλκὴν περικοιοῦντα.
πάντα δὲ εἰρωνικῶς.
740. κεκλιμένοι] προσερηρεισμένοι καὶ προσανακείμενοι· συνέ- σταλται δέ. ἐμφαντικῶς δὲ πάντα πέφρασται.
741. σὺν τῷ ι τὸ μειλιχίῃ· τὸ γὰρ ἑξῆς τοιοῦτον, διὸ τὸ τοῦ πολέμου φῶς ἡμῖν ἐν ταῖς χερσὶν, οὐκ ἐν τῇ μειλιχίᾳ ἀπαντήσει, ἵνʼ ᾖ οὕτως· τὸ τοῦ πολέμου φῶς ἐν χερσὶ, οὐκ ἐν προσηνείᾳ πολέμου· εἰ δὲ χωρὶς τοῦ ι τὸ μειλιχίῃ, οὕτως ἐξηγητέον· οὐκ ἔστι προσήνεια οἰκεία πολέμου, ἵνʼ ᾖ τὸ ἡμιστίχιον γνωριμώτερον.
διὸ ἐν ταῖς χερσὶν ἡμῶν καὶ τῷ μάχεσθαι ἡ σωτηρία, οὐχὶ ἐν τῷ μειλιχίους ἡμᾶς καὶ πράους εἶναι τοῖς πολεμίοις, ὅ ἐστιν, οὔ τις περὶ τὸν πόλεμον φιλανθρωπία.
742. ἔφεπʼ ἔγχει] καίτοι πολέμιον ἔχων Δία.
1. οἱ μέν] οὐ περὶ Ἕκτορος καὶ Αἴαντος ποιεῖται τὸν λόγον, ἀλλὰ
περὶ ἀμφοτέρων τῶν στρατευμάτων· οἱ μὲν γὰρ ὡς ἀρχηγὸν πονηρῶν
ἔργων ἀπολέσθαι θέλουσιν, οἱ δὲ καὶ μετὰ θάνατον χάριν εἰδότες τῷ
δεσπότῃ σῶσαι τὴν ναῦν προῄρηνται. ὡς μέλλων δὲ ἑτέρων μεγάλων
ἐνάρχεσθαι πραγμάτων, παραγραφὴν ἐνέβαλε τὸν στίχον. ἔστι δὲ
τοιαῦτα πολλὰ παῤ Ὁμήρῳ· “ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχονʼ”
(ll. 9, 1)· “ὣς οἱ μὲν μάρναντο” (Il. 11, 596)· “ὣς ὁ μὲν ἐν
κλισίῃσιν” (Il. 12, 1)· “ὣς οἱ μὲν στενάχοντο·” “ὣς ὁ μὲν ἔνθʼ
ἠρᾶτο” (Od. 7, 1)· ἡ δὲ περί ἀντὶ τοῦ ἕνεκα ἀντιφράζεται· δηλοῖ
δὲ καὶ τὴν ὑπέρ, ὡς τὸ “λεπτὸν καὶ περίμετρον” (Od. 2, 95),
καὶ τὸ περισσῶς· “τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ”
(Il. 13, 430).
ἐϋσσέλμοιο] σέλμα ἐστὶ τὸ μεταξὺ τῶν σανιδωμάτων, ὃ σελὶς
καλεῖται καὶ καθέδρα ἐστὶ τοῦ ἐρέτου. ἀπὸ δὲ τοῦ σέλμα εὔσελμος.
γέγονε δὲ παρὰ τὸ σέλλω, τὸ σημαῖνον τὸ ὁρμῶ. ἐξ οὗ καὶ ὅλμος
ὁ μεθʼ ὁρμῆς ῥιπτούμενος λίθος. οἱ δὲ καλὰ σπάρτα ἐχούσης·
σελμὶς γὰρ λέγεται τὸ σπάρτον.
3. ἡ βαθύυδρος, ᾗ κατὰ τοὺς φυσικοὺς μέλαν ἐστὶ τὸ ὕδωρ. εἰκότως δὲ ὁ πρᾶος Πάτροκλος κλαίει, τὰ μὲν ἀκοῇ, τὰ δὲ ὄψει τῶν δεινῶν ἐπισκοπήσας. διὸ οὐδὲ φθέγξασθαί τι οἷός τέ ἐστι, συγκεχυ- μένος ὑπὸ τῶν δακρύων, ἀλλὰ σιωπῶν ἵσταται, διὰ τοῦ σχήματος τὸν ἔλεον ἐπαγόμενος.
4. αἰγίλιπος] ὑψηλῆς, ἧς καὶ αἶγες ἀπολείπονται διὰ τὸ ὕψος· ἐλαφρὰ δὲ ἔχουσι καὶ νευρώδη σκέλη αἱ αἶγες. οἱ δὲ καθύγρου καὶ λιπαινούσης τὰς αἶγας. ἀθρόων δὲ ἔκχυσιν δακρύων παριστᾷ καὶ κατὰ πετρῶν φησὶ ῥεῖν τὴν κρήνην· τὰ γὰρ ἀφʼ ὑψηλῶν φερόμενα ὕδατα σφοδροτέραν ἔκχυσιν ἐμφαίνει.
7. ἠΰτε κούρη] πᾶσαν ἡλικίαν εἰσαγαγὼν ὁ ποιητὴς, γερόντων
νέων ἐφήβων, ἐπεὶ καὶ βρέφος εἰσήγαγε τὸν Ἀστυάνακτα, θήλειαν
οὐ δυνάμενος εἰσαγαγεῖν διὰ παραβολῆς τὸ λεῖπον πρόσωπον ἀνεπλή-
ρωσε, καὶ λαβὼν εὐτελὲς πρᾶγμα μεγαλοπρεπῶς καὶ μετʼ ἐναργείας
αὐτὸ ἐκφέρει. δεκτέον δὲ τὴν μητέρα χερνῆτιν, σπεύδουσαν “ἵνα
παισὶν ἀεικέα μισθὸν ἕληται” (Il. 12, 435) καὶ οὐ θέλουσαν αὐτὴν
ἀνελεῖν· κατὰ γὰρ Ἡσίοδον “χαλεπὴ ὑπόπορτις ἔριθος” (O. 601).
ἄτοπος δὲ ἔσται αὐτὸς μὲν ἕνεκα παλλακίδος κλαίων, τὸν δὲ Πάτρο-
κλον κόρην καλῶν ἐπὶ τοιούτοις δακρύοντα δεινοῖς. ἴσως οὖν αὐτὸν
ἐπίτηδες ἐταπείνωσε, παύων τῆς ἱκετείας. ὅπως δʼ ἄν τις ἤθους
ἔχοι, τοὺς πέλας ψέγει. οἱ μὲν σκληροὶ τοὺς ἐπιεικεῖς καὶ πράους
γυναιξὶν εἰκάζουσιν· οἱ δὲ ἐπιεικεῖς τοὺς στερεοὺς ἀγρίους καὶ
ἀνημέρους φασί. οὐκ ἠρκέσθη δὲ τῷ κούρη, προσέθηκε δὲ καὶ τὸ
νηπίη, προανελεῖν αὐτοῦ θέλων τῇ αἰδοῖ τὴν δέησιν.
8. ἅμα μητρὶ θέουσ] οὐχ ἅμα ἐκείνῃ θεούσῃ καὶ αὐτὴ συνθεῖ,
ἀλλὰ προσυπακουστέον τῷ μητρί τὸ βαδιζούσῃ, ὅπως συνεξανύῃ
θέουσα ἡ κόρη. καλῶς δὲ τὸ ἀνώγει· αἱ γὰρ τῶν βρεφῶν ἀξιώσεις
τοῖς κελεύσμασιν ἐοίκασιν.
9. εἱανοῦ] τοῦ ἐνδυτηρίου πέπλου. καὶ ἐν ἄλλοις “πέπλον μὲν
κατέχευεν ἑανόν” (Il. 5, 734). σημειωτέον δὲ ὅτι καὶ ἐπὶ εὐτελοῦς
πέπλου. δηλοῖ δὲ καὶ τὸ λαμπρόν· “ἑανοῦ κασσιτέροιο” (Il.
613). ἁπτομένη δὲ τὸ ἐπισπωμένη, ὡς τὸ “πρύμνης νεὸς ἥψατο”
(Il. 15, 704). δηλοῖ δὲ καὶ τὸ καθικνεῖσθαι, ὡς τὸ “ἅπτηται κατό-
πισθεν” (Il. 8, 339). ὅθεν καὶ καθάπτεσθαι τὸ διὰ λόγων καθι-
κνεῖσθαι.
10. ὄφρ᾿] ἵνα ᾖ ἕως· προσλιπαροῦσι γὰρ ἄχρις ἂν οὗ βούλονται τύχωσιν.
12. πιφαύσκεαι] προορᾷς, προσημαίνεις. εἰρωνευόμενος δὲ ταῦτά φησιν· ἐπίσταται γὰρ περὶ οὗ κλαίει, καὶ τελευταῖον τοῦτο ἐπιφέρει “ἠὲ σύ γʼ Ἀργείων ὀλοφύρεαι ὡς ὀλέκονται;”
16. τῶν κε] περὶ ὧν ἂν, οὐχὶ ἑκάτερος περὶ τοῦ ἰδίου, ἀλλὰ περὶ τῶν ἀλλήλων· τοῦτο γὰρ τὸ δεῖγμα τῆς τελείας καὶ ἀληθοῦς ἀγάπης τῶν φίλων.
καλὸν διάταγμα πῶς χρὴ περὶ γονέας ἔχειν, καὶ ὡς ἡ τούτων τελευτὴ πάντων ἔσχατόν ἐστι κακόν.
17. Ἀργείων] ἠθικῶς πάνυ καὶ ἐπὶ τοῦτο ἧκε τελευταῖον, καίτοι γε ἀκριβῶς εἰδὼς τὴν πρόφασιν τῶν δακρύων. ἅμα δὲ καὶ ὡς ἤδη μετατεθεὶς τὴν γνώμην εἰς τοὺς περὶ Ἕλλήνων προκαλεῖται λόγους· διὰ τοῦτο γὰρ αὐτὸν καὶ ἀπεστάλκει πρὸς Νέστορα.
18. ὑπερβασίης] τῆς παραβάσεως τοῦ δικαίου. λεληθότως δὲ
ὑπεραπολογεῖται, ὡς ἀδικηθεὶς ὤργισται.
21. ὁμιλητικὴ ἡ ἀρχὴ καὶ θεραπεύουσα φιλότιμον ἄνδρα. ὁ δὲ λόγος φιλικὴν ἔχει δέησιν, ἔλεον ἀτυχούντων, ἐπίπληξιν ἀπηνείας, μεγάλου ἔργον καὶ ῥᾳδίως ἀνυσθησομένου ἐλπίδα.
22. μὴ νεμέσα] λείπει τὸ δεδακρυμένῳ. κλαίοντί μοι, φησὶ,
μὴ μέμφου· εὐλόγως γὰρ ἐπὶ τοῖς Ἑλληνικοῖς ἀτυχήμασι τοῦτο
πράττω.
25. τῷ μὲν καταλόγῳ τῶν τραυματιῶν ἐκπλήσσειν αὐτοῦ τὴν
διάνοιαν οἴεται, οὐ προτάττει δὲ Ἀγαμέμνονα, ἵνα μὴ προήσηται τὴν
ἔντευξιν ἐπὶ τῷ ὀνόματι χαλεπήνας ὁ Ἀχιλλεύς. ἀλλʼ οὐδὲ ἔσχατον·
δέος γὰρ ἦν μὴ τῇ τοῦ ὀνόματος μνήμῃ ἀνανεύσῃ πρὸς τὸ παρόν.
διὸ εἰς μέσην αὐτὸν ἔταξε χώραν. πρῶτον δὲ Διομήδην, πρὸς ὃν
μάλιστα δυσχεραίνει λέγοντα ὡς “μὴ ὄφελες λίσσεσθαι” (Il. 9,
698)· εἶτα Ὀδυσσέα φίλον ὄντα καὶ χθὲς ὁμώροφον γεγονότα.
Εὐρυπύλῳ δὲ δέδωκε τὴν ἐσχάτην τάξιν. ὡς δὲ ἐκταραχθεὶς ἐξελά-
θετο Μαχάονος, διʼ ὃν καὶ ἐπέμφθη. τάχα δὲ σιωπᾷ τὸν Μαχάονα,
ὑποφαίνων ὡς τούτων αὐτόπτης γεγονὼς οὐδὲ συνέτυχε Νέστορι, ἵνα
μὴ δοκῇ ταῦτα παῤ ἐκείνου ἀκηκοὼς λέγειν. τινὲς δὲ ἤθελον μὴ
τετρῶσθαι Μαχάονα, διʼ ὧν οὐ θεραπεύεται. οἱ δέ φασιν ὡς ἔθος
27. κατὰ μηρόν] ἀντὶ τοῦ ἐπὶ τὸν μηρὸν, ὡς τὸ “νύξε δέ μιν
κατὰ χεῖρα” (Il. 11. 252). ἔστι δὲ καὶ ἀντὶ τῆς ἐξ, ὡς τὸ “βῆ δὲ
κατʼ Οὐλύμποιο καρήνων” (Il. 1, 44).
28. ἡ ἀμφί πρὸς τὸ τοὺς, ἵνʼ ᾖ ἀμφὶ μὲν τούτους. ὅτι δὲ κατὰ
ἔθνος ἰατροὶ ἦσαν, δῆλον ἀπὸ Ἰδομενέως· “ὁ δʼ ἰητροῖς ἐπιτείλας”
(Il. 13, 213). τοῦτο δὲ λέγει αὔξων τὸ δεινόν· οὐδένα γὰρ ἐν πολέ-
μῳ περιοδεύοντα εἶδεν. πολυφάρμακοι δὲ οὐχ οἱ ἑκάστης νόσου
φάρμακα ἔχοντες, ἀλλʼ οἱ ἑκάστῃ νόσῳ ποικίλας προσάγοντες
θεραπείας.
29. ἀμήχανος] ἀπροσμηχάνητος, πρὸς ὃν οὐκ ἔστι μηχανὴν
εὑρεῖν. ἐκείνους μὲν γὰρ, φησὶν, ἰάσονται οἱ ἰατροί· σὺ δὲ ἔοικας
ἀνίατος εἶναι τὴν ψυχήν.
30. μὴ ἐμέ] καλῶς διὰ τῆς εἰς ἑαυτὸν εὐχῆς ἀπέστρεψε τὸν Ἀχιλλέα τῆς νόσου. ἀντιμετείληφε δὲ τὴν μῆνιν εἰς τὸ χόλος. ἢ τάχα ἐφʼ ἑαυτοῦ εὔξατο μὴ κατὰ τὸ τυχὸν ἐμπεσεῖν εἰς χόλον, πόσῳ δὲ μᾶλλον εἰς μῆνιν.
31. αἰναρέτη] σύνθετόν ἐστι παρὰ θηλυκὸν, ὡς τὸ ὑψαγόρη μισο-
γύνη, ὅπερ ἀγνοοῦντες γράφουσιν αἰναρέτης, ἵνʼ ᾖ ὁ χόλος ὁ πολέ-
μιος καὶ ἐχθρὸς ταῖς ἀρεταῖς. ἡ δὲ δίχα τοῦ σ ἀνάγνωσις Ἀριστάρ-
χειός ἐστι, καὶ ἔστιν εἰς αἰνὸν χρώμενε τῇ ἀρετῇ, εἰς ὄλεθρον, οὐκ
εἰς σωτηρίαν. διʼ ἑνὸς δὲ ὀνοματος ἔπαινον ἔμιξε καὶ ψόγον· ὅτι μὲν γὰρ
ἔχει ἀρετὴν, φησὶν, ὅτι δὲ οὐκ ἐπʼ ἀγαθῷ τῶν φίλων, διαβάλλει.
τίς σευ ἄλλος ὀνήσεται ὀψίγονός περ] γίνεται γὰρ ἐκ τοῦ ζήλου
καὶ ἐκ τῆς μιμήσεως τῶν παλαιῶν ὠφέλειά τις. ὅθεν καὶ Νέστωρ
τὰς οἰκείας διηγεῖται πράξεις, ζῆλον ἐντιθεὶς τοῖς ἀκούουσιν.
33. οὐκ ἄρα σοί γε] οὖκ ἦν, φησὶν, ὡς ἔοικέ σοι πατήρ. προαι-
τησάμενος δὲ συγγνώμην διὰ τοῦ δακρύειν πικρότερον ἅπτεται τῶν
ἐγκλημάτων· τοιαῦτα γὰρ τὰ τῶν φίλων, καὶ μᾶλλον ὅταν πρὸς
κρείσσους παρρησιάζωνται.
34. γλαυκὴ δέ σʼ ἔτικτε θάλασσα] διὰ τὸ σκυθρωπὸν καὶ
ἡ δὲ τὴν θάλασσαν.
36. εἰ δέ τινα] ἐρεθιστικῶς ταῦτα τῷ φιλοδόξῳ φησὶ, πρὸς ὃ μάλιστα δηχθεὶς ἀπολογεῖται ὡς οὐ δέει θανάτου τὸ λιποτάξιον πεποίηται.
37. Θέτις καταναγκασθεῖσα ὑπὸ Διὸς Πηλεῖ γαμηθῆναι τὰ
γεννώμενα παιδία εἰς πῦρ ἔβαλλε, νομίζουσα τὰς θνητὰς τῷ πυρὶ
σάρκας καταφλέξειν, τὸ δὲ ἀθάνατον διαφυλάξειν. οὕτως ἓξ παῖδας
διέφθειρεν. ἕβδομον δὲ γενόμενον Ἀχιλλέα ὁμοίως εἰς πῦρ βάλλει·
θεασάμενος δὲ Πηλεὺς ἀφήρπασε τὸν παῖδα, καὶ ἐνεγκὼν εἰς τὸ
Πήλιον ὄρος τρέφειν παρέδωκε Χείρωνι. ὁ δὲ λεόντων καὶ ἄρκτων
μυελοῖς τρέφων ἐκάλεσεν Ἀχιλλέα· διδάξας δὲ τὴν ἰατρικὴν τέχνην
καὶ λυρικὴν καὶ μουσικὴν ἀπέδωκε τῷ πατρί. ἀγανακτήσασα δὲ
Θέτις καὶ καταλιποῦσα τὸν Πηλέα ἐχωρίσθη εἰς θάλασσαν. στρα-
τευομένῳ δὲ Ἀχιλλεῖ ἐπὶ Ἴλιον προεῖπεν ὅτι πολεμῶν μὲν Τρωσὶ
ζωὴν ὀλιγοχρόνιον κτήσεται, πλείστην δὲ τὴν δόξαν, ἀπεχόμενος δὲ
τῆς μάχης ἄδοξον μὲν βίον, πολυχρόνιον δὲ διάξει. ἃ μαθὼν ὁ
Ἀχιλλεὺς, δόξαν αἰώνιον ζωῆς προσκαίρου προκρίνας, ἐστράτευσεν.
ἡ ἱστορία παρὰ Λυκόφρονι.
41. ἴσκοντες] ὁμοιοῦντες. οἱ δὲ νεώτεροι ἐπὶ τοῦ λέγοντος τάττουσι
τὴν λέξιν. καλῶς δὲ καὶ λίαν ἐντέχνως, ὀνειδίσας δειλίαν, ἐγγὺς
τέθεικε τὸ τῆς ὑπεροχῆς, εἰ καὶ μόνη φαντασία Ἀχιλλέως ἱκανὴ
τρέψασθαι τοὺς πολεμίους.
43. ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο] ἡ περιλειπομένη αὐτοῖς τοῦ
πολέμου ἀναπνοὴ μικρά ἐστιν· ἔτι γὰρ ὅσον καὶ ἀπολώλασι· δεῖ οὖν
ταχὺ ἐπιβοηθῆσαι. ἢ καὶ οὕτως· ὀλίγον ἐστὶ δι᾿ οὗ ἀνάπνευσις
πολέμου γίνεται, ἵνα κατασκευάζῃ ὅτι ἐκείνους μὲν μέγα ὠφελήσο-
μεν, αὐτοὶ δὲ ὀλίγον πονήσομεν. καὶ ἔσται σύμφωνον καὶ τὸ ἐπιφε-
ρόμενον, τὸ “ῥεῖα δέ κʼ ἀκμῆτες·” δεῖ γὰρ ἐπὶ τελεντῇ τοῦ λόγου καὶ
ῥᾴστην τὴν βοήθειαν ἀποδεῖξαι, ἵνα καὶ διὰ τούτου προτρέψηται.
46. μέγα νήπιος] ὡς ἀνεννόητος τῶν μελλόντων. αἱ δὲ προαναφω- νήσεις αὗται τὸν ἀκροατὴν ἐπαίρουσιν, ἤδη προσδοκῶντα τὸ δεινόν.
47. λιτέσθαι] ἐχρῆν μὲν αὐτὸ προπαροξύνεσθαι· ἐνεστῶτος γάρ
ἐστιν, ὡς καὶ τὸ νοητὸν ἀπαιτεῖ. ὅμως ἡ παράδοσις παροξύνει·
ἐνεστῶτος γὰρ ὂν ὡς ἀορίστου παρωξύνθη. ἔχεται δὲ καὶ λόγου· τὰ
γὰρ εἰς σθαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν
εἰς μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους τὸ ι συνεσταλμένον, μὴ
ἐπιφερομένου διπλοῦ μηδὲ δύο συμφώνων, παροξύνεται, ἱκέσθαι
ἰδέσθαι λιπέσθαι πιθέσθαι καὶ λιτέσθαι. λέγει δὲ ὅτι ἔμελλε πρὸς
ἑαυτοῦ βλάβην παρακαλεῖν· ἤτοι ἡ παράκλησις αὐτοῦ εἰς θάνατον
ἐτελεύτα. τὸ δὲ ἔμελλεν ἀντὶ τοῦ ἐῴκει· οὐ γὰρ αὖθις ἔμελλε
παρακαλεῖν.
50. ἥντινα] Ἀρίσταρχος εἴ τινα, ἴνʼ ᾖ ἠθικώτερον· εἰ καὶ οἶδα,
φησὶ, τινὰ μαντείαν, ἀλλʼ οὐ φροντίζω αὐτῆς. μέμνηται δὲ τῆς
μαντείας ἐν ταῖς λιταῖς. σχετλιάζει οὖν πρὸς τὸ “εἰ δέ τινα φρεσὶ
σῇσι” (36). πρὸς δὲ τὸν Πάτροκλον καὶ εὔλογος ἡ ἀγανάκτησις,
ὅτι ὡς ἀγνοῶν τὴν αἰτίαν τῆς μήνιδος Ἀχιλλέως ταῦτα ἔφη· ὅθεν
καὶ ἄνωθεν διηγεῖται τὸ γνωριμώτατον, ἐξελέγχων αὐτὸν ὅτι τὴν
αἰτίαν εἰδὼς τῆς ὀργῆς ἄλλας ὑπονοίας ἐκόμιζε μὴ οὔσας ἱκα-
νάς.
53. ἀμέρσαι] μέρους στερῆσαι. μέτριον δὲ τὸ μὴ φάναι κρείσ- σονα, ἀλλʼ ὅμοιον.
54. ἂψ ἀφελέσθαι] δοὺς πάλιν στερῆσαι. τὸ δὲ ὅτε ἀντὶ τοῦ
ἐπεί· ἢ ἀντὶ τοῦ ὅστε, ἵνʼ ᾖ, ὁππότʼ ἀνὴρ ὅστε κράτει προβεβήκῃ,
τὸν ὅμοιον ἐθέλῃσιν ἀμέρσαι. προβεβήκῃ δὲ προὔχει τῶν ἄλλων.
κράτεϊ δὲ τῇ ἀρχῇ, τῇ βασιλείᾳ. ἴσως δὲ ἐκείνων μέμνηται ὧν
ἔλεγε Νέστωρ· “ἀλλʼ ὅδε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσ-
σει” (Il. 1, 281). καὶ Ἀγαμέμνων “καί μοι ὑποστήτω ὅσσον
βασιλεύτερός εἰμι” (Il. 9, 160).
56. τὸν φόβον τοῦ θανάτου ἀπωσάμενος ἐπὶ τὴν ἀργὴν μετέστησε
τὴν αἰτίαν. καὶ πρὸς εἰδότα μέν φησιν, ὃς καὶ τῆς χειρὸς ἐξήγαγε
τὴν παῖδα καὶ παρέδωκε τοῖς κήρυξιν, ἔστι δὲ ἤθικόν. ἔθος γὰρ τοῖς
θυμουμένοις τὰ αὐτὰ πρὸς τοὺς εἰδότας διηγεῖσθαι. ἄλλως τε καὶ
ἀνάγκη προσβαλεῖν τὴν αἰτίαν, ἐπεὶ ὑπερτίθεται τὴν ἔξοδον. καὶ τῷ
58. οὔτε τὸ κρείων ἁρμόζον ἐχθρῷ παρὰ ἐχθροῦ, οὔτε τὸ ἐκ
χειρῶν ἀφείλετο Ἀγαμέμνων ἀληθές· οἱ γὰρ κήρυκες παρέλαβον
αὐτήν. ῥητέον δὲ ὡς τὸ μὲν πρότερον ἐν ἤθει ἀναπεφώνηται, ὥσπερ
εἰ ἔλεγεν ὁ θαυμάσιος καὶ κράτιστος· τὸ δὲ δεύτερον οὐ ψεῦδος, ὅτι
τὰς αἰτίας οὐ τοῖς ὑπηρέταις, ἀλλὰ τοῖς ἐπιτάττουσι λογιστέον.
ἔχει δὲ καὶ ἔνδειξιν ὁ λόγος πολλὴν, καὶ αὔξει τὴν κατηγορίαν. ἐν
δὲ τῇ ῥητορικῇ καὶ ἑνὸς ὀνόματος χρῆσις εὔκαιρος τὸ ὅλον ἑτερο-
ποιεῖ.
59. ἀτίμητον μετανάστην] ὁ μὲν Ἀρίσταρχος γράφει μετανα-
στήν, καὶ πρὸς τὴν Βρισηίδα ἀκούει· ὁ δὲ Ἡρωδιανὸς αἰτιατικὴν
ἀντὶ γενικῆς φησὶν, ἵνʼ ᾖ, ὡς ἐκ χειρὸς ἀτιμήτου μετανάστου
ἀφείλετο. ἐδόκουν δὲ ἀτιμότεροι εἶναι οἱ μέτοικοι ὡς διὰ μοχθηρίαν
τρόπων τὰς ἰδίας ἐῶντες.
61. ἀσπερχές] ἀδιαλείπτως, ἄγαν ἐπιτεταμένως, ἀμεταβλητί.
64. τύνη δʼ] οὐ βούλεται ταχεῖαν κρίσιν ἐπαγαγεῖν τῷ πολέμῳ·
διὸ κατασχὼν Ἀχιλλέα προαπόπειράν τινα διὰ Πατρόκλου ποιεῖται,
ἵνα λαμπρὸν τοῦτον ἐπιδείξας λαμπρότερον μετʼ αὐτὸν ἐξαγάγῃ
Ἀχιλλέα.
65. ἄρχε μάχεσθαι] πρὸς τὸ μάχεσθαι ἡγοῦ, οὐ πρὸς τὸ δεσπό- ζειν.
66. εἰ δὴ ταῦτα οὕτως ἔχει ὡς φῆς. γράφεται δὲ καὶ ἡ δή, ἵνʼ
ᾖ, ἐν ᾧ τόπῳ τὸ τῶν πολεμούντων πλῆθος ἀμετακίνητόν ἐστιν, ἐκεῖ
καὶ αὐτὸς ἄρχε Μυρμιδόνεσσι.
68. κεκλίαται] προσανάκεινται καὶ περικλείονται τῷ τῆς θαλάσ. σης αἰγιαλῷ. ἀεὶ δὲ ἡ κλίσις παῤ Ὁμήρῳ τὴν περιοχὴν δηλοῖ.
*Πορφυρίου. ἠγνόησαν οἱ πολλοὶ ὅτι ἡ κλίσις παῤ Ὁμήρῳ τὴν
περιοχὴν σημαίνει, καὶ πάντα τὰ ἐσχηματισμένα ἀπʼ αὐτῆς ῥήματα,
“εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα ἥμενον, ἠέρι δʼ
ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω” (Il. 5, 355), δῆλον περιέχεται.
καὶ περὶ τοῦ “κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο” (Od. 13,
235), κεῖται περιεχομένη. πάλιν ὡσαύτως καὶ τὸ “ὅς ῥ᾿ ἐν Ὕλῃ
ναίεσκε μέγα πλούτοιο μεμηλὼς, λίμνῃ κεκλιμένος” (Il. 5, 708),
δῆλον περιεχόμενος. καὶ τὸ “οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ
πέπαυται, ἀσπίσι κεκλιμένοι” (Il. 3, 134) ἀντὶ τοῦ περιεχόμενοι
ὑπὸ τῶν ἀσπίδων. γέγονε δὲ ἀπὸ τοῦ κλείω· τὸ γὰρ ἀποκλεισθὲν
περιέχεται· “οὐδὲ πύλῃσιν εὗρεν ἐπικεκλιμένας σανίδας” (Il. 12,
120). τὸ δʼ αὐτὸ παρίστησι καὶ τὸ “ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ
πύκα θωρηκτάων πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα” (Il. 15, 739), ἀντὶ
τοῦ ὑπὸ τοῦ πόντου περιεχόμενοι.
69. * Τρώων δὲ πόλις] πόλις διχῶς λέγεται, ἥ τε κατασκευὴ τῶν οἰκημάτων καὶ τὸ κατοικοῦν πλῆθος.
διὰ τοῦ πόλις τοὺς πολίτας παρέστησεν, ἀπὸ τοῦ περιέχοντος τὸ
ἐντὸς δηλῶν.
70. λεύσουσι] ἡ πόλις ἢ οἱ Τρῶες. οὐκ ἐξέκλινον δὲ οἱ παλαιοὶ τὸ αὐτοέπαινον. μεγαλοφυῶς δὲ φθέγγεται· οὐ γὰρ ἔφη ὅτι δεδοί- κασι μαχόμενον, ἀλλʼ ὡς μηδὲ τὴν αὐγὴν τῶν ὅπλων αὐτοῦ ὑφιστα- μένων τῶν βαρβάρων.
71. ἐγγύθι λαμπομένης] ἧς καὶ μακρὰν ἀπούσης οὗτοι δοκοῦσι πλησίον εἶναι διὰ τὸν φόβον.
προαναφθέγγεται τὴν παραποτάμιον μάχην· φησὶ γὰρ ὁ Σκά-
μανδρος “οὐδέ τί πη δύναμαι προχέειν ῥόον, στεινόμενος νεκύεσσιν”
(Il. 21, 219). ἔναυλοι δὲ τὰ ἐν ὄρεσι κοιλώματα. οἱ δὲ ἐναύλους
τοὺς παρὰ τὴν τάφρον τόπους, ἔνθα ἐστρατοπέδευσαν οἱ Τρῶες. οἱ
δὲ τοὺς ἀγρούς. οἱ δὲ στενὰς διώρυχας· ἔναυλος γὰρ πᾶν τὸ στενὸν
καὶ βαθὺ καὶ ἐπίμηκες.
73. εἰδείη] εἰδὼς ἦν· οὐ γὰρ εἰς φιλίαν αὐτὸν προκαλεῖται. καλῶς δὲ ἔφρασε τὸ εὐνοεῖν.
74. οὐ γὰρ Τυδείδεω] πρὸς τὸ “μὴ ὄφελες λίσσεσθαι” (Il. 9, 692) ἀντιλέγει· καὶ ὅτι αὐχηματίας ὢν ἔλεγεν “εἰ καὶ ἐμὸν δόρυ μαίνεται.”
76. οὐδέπω Ἀτρείδεω ὀπὸς ἔκλυον] ὅτι στρατηγὸς ὢν οὐ θαρρεῖ
προτρέπειν τὰ πλήθη. οἱ δὲ πρὸς τὸ “καὶ δʼ Ἀχιλεὺς τούτῳ γε
μάχῃ ἔνι ἔρριγʼ ἀντιβολῆσαι” (Il. 7, 113). οἱ δὲ, ὅτι πρὸ τῆς
ἀριστείας ἐβόησεν· “ἠδὲ ζώννυσθαι ἄνωγεν” (Il. 11, 15).
* Πορφυρίου. διὰ τί δὲ Ἀχιλλεὺς ἐπὶ καθαιρέσει Διομήδους
μέμνηται καὶ Ἀγαμέμνονος καὶ οὐδενὸς ἄλλου, λέγων “οὐ γὰρ Τυ-
δείδεω Διομήδεος, οὐδέ πω Ἀτρείδεω;” ῥητέον οὖν ὅτι Ἀγαμέμνων
μὲν εἰκότως ἦν ἐχθρὸς αὐτοῦ, καὶ Διομήδης δὲ διὰ λόγους ὑβριστι-
κοὺς, οὓς εἰς αὐτὸν ἀπερρίφει μετὰ τὴν πρεσβείαν· λέγει γὰρ
“μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα” (Il. 9, 698).
77. ἐχθρῆς ἐκ κεφαλῆς] τὸ ἦθος τοῦ ὠργισμένου ἔτι διατηρεῖ ὁ
ποιητής· γενόμενος γὰρ ἐπὶ τὸ ὄνομα τοῦ Ἀγαμέμνονος, καθὸ καὶ
κεκίνηται, ἐνδιατρίβει βλασφημῶν.
80. νεῶν ἀπὸ λοιγὸν ἀμύνων] οὐκ ἀφίσταται τοῦ ὀνόματος τῶν
νεῶν. τοῦτο δὲ διʼ ὅλου παραγγέλλει, τὸν ἀπὸ τῶν νεῶν κίνδυνον
ἀπώσασθαι μόνον, μὴ περαιτέρω δὲ προβαλεῖν ἑαυτόν. διὸ καὶ
ἐπιφέρει “μὴ δὴ πυρὸς αἰθομένοιο νῆας ἐνιπρήσωσι” καὶ ἑξῆς “ἐκ
νηῶν ἐλάσας ἰέναι πάλιν.” διὰ γὰρ τὴν εἰς Ἀγαμέμνονα ὀργὴν οὐ
βούλεται ἄλλο τι καταπράξασθαι ἢ τὰς ναῦς περισῶσαι.
83. πείθεο δʼ ὥς τοι ἐγὼ] βάσκανον ἐνταῦθα τὸ ἦθος οὐκ ἐῶντος
τὸν φίλον ἀπολαμπρύνεσθαι τέλεον. ἀπρεπὲς δὲ καὶ τὸ παλλακίδος
καὶ δώρων μεμνῆσθαι. ἢ τοίνυν ὡς φιλέταιρος ἐξίστησιν αὐτὸν τῶν
κινδύνων, εἰδὼς ὑπὲρ μὲν τῶν νεῶν ἅπαντας αὐτῷ συγκινδυνεύσοντας,
μετὰ δὲ ταῦτα οὐκέτι θελήσοντας συνακολουθεῖν διὰ τὸν κάματον.
πῶς οὖν οὐκ ἐκφέρει ταῦτα πρὸς τὸν Πάτροκλον, εἴπερ οὕτω διε-
νοεῖτο; ἢ τὸ μὲν ἀληθὲς εἰπὼν ᾔδει Πάτροκλον τῆς ἰδίας σωτηρίας
καταφρονήσοντα· ἐφʼ ἑαυτὸν δὲ περισπάσας τὴν αἰτίαν ᾔδει Πάτρο-
κλον φυλαξόμενον. ὅτι δὲ κηδεμονικῶς ταῦτα τῷ φίλῳ συμβουλεύει
ἐπιμαρτυρεῖ καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς· “νήπιος, εἰ δὲ ἔπος Πη-
ληϊάδαο φύλαξεν, ἡ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο”
(686). ὑποφαίνει δὲ τὴν προαίρεσιν αὐτοῦ, ἐπαγαγὼν τὸ “μή τις
85. ὀρθοτονητέον τὴν οἱ· ἄρθρον γάρ ἐστι πληθυντικὸν, ἵνʼ ᾖ οἱ
δὲ Ἕλληνες. ἔρωτα δὲ παλλακίδος καὶ φιλαργυρίαν ἐπιδείκνυνται
οἱ στίχοι.
87. ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν] ἀπελάσας, φησὶ, μόνον τῶν νεῶν ἵεσο τῇδε, μὴ φιλοτιμότερον τῇ νίκῃ χρώμενος καὶ διώκων.
94. ἐμβήῃ] ἐμποδὼν στῇ, ἐναντίως σοι τῇ βάσει χρήσεται· ἤτοι ἐναντιωθῇ σοι εἰς πάλην.
98. μήτε τις οὖν Τρώων] τινὲς ὑπερβολικῶς φασὶν ἀντὶ τοῦ ἀπό-
λοιντο οἱ ἀριστεῖς. ἢ καὶ δεόντως πεποίηται τὴν εὐχὴν, τοὺς μὲν
μισῶν ὡς πολεμίους, τοὺς δὲ ὡς ὑπεριδόντας ὑβριζόμενον. ἄλλως τε
καὶ αὔξει τὴν εἰς Πάτροκλον χάριν, εἰ τοὺς Ἕλληνας σώζει διʼ αὐ-
τὸν, οὓς ἀπολέσθαι θέλει, ὡς οὐ κατὰ κηδεμονίαν τῶν Ἕλλήνων ἐκ-
πέμπων τὴν συμμαχίαν, ἀλλὰ τῷ Πατρόκλῳ ἀντιλέγειν μὴ βουλό-
μενος.
99. παροξυντέον τὸ ἐκδύμεν· ἔστι γὰρ ἀπὸ τοῦ ἐκδύμεναι ἀπα- ρεμφάτου, ἵνʼ ᾖ ὁ λόγος, ἡμῖν δὲ γένοιτο ἐκδῦναι τὸν ὄλεθρον. καὶ λείπει τὸ εἴη.
101. ὣς οἱ μέν] μέτεισιν ἐπὶ τὴν μάχην, ὅπως τὴν ναῦν ἐμπιπρα-
μένην δείξας Ἀχιλλεῖ τὸν Πάτροκλον ἐξαγάγῃ. καλῶς δὲ τῇ ἐκ-
λογῇ τῶν ὀνομάτων χρῆται· φυγὴν γὰρ οὐκ ὠνόμασεν, ἀλλʼ ὅτι
μένειν οὐκ ἐδύνατο, καὶ τὰς πολλὰς αἰτίας ἐπάγει. θαυμάσιον δὲ τὸ
κατὰ τὴν ἀπαγγελίαν ὁρῶ. φασὶ μὲν γὰρ ὅτι οἱ ποιηταὶ φαντασίαν
παρέχουσι τῷ λόγῳ ἐπὶ τροπικὰ χωροῦντες, καὶ παῤ αὐτῷ Ὁμήρῳ
ἐστὶ πολλὰ τοιαῦτα· ἐνταῦθα δὲ χωρὶς παραβολῆς τοιαύτης πάσης
καὶ τροπικῆς ἀπαγγελίας ἐπῆρται ὁ λόγος, ἐπʼ αὐτῶν τῶν πραγμά-
των γινομένης τῆς φράσεως.
πῶς πάντα ὑπισχνούμενος εἰδέναι οὐ λέγει ταῦτα; ἔλεγον ὅτι
πράγματα μὲν μνημονεῦσαι ῥᾴδιον, οὐ μὴν λόγους· ἀφανίζονται γὰρ
τὰ ἔπη πτερόεντα ὄντα.
104. πρὸς ἐπίτασιν ἐπλεόνασε τῷ ῥήματι, βάλλοντες λέγων καὶ βαλλομένη καὶ βάλλετο. ἀμίμητα δὲ ταῦτα καὶ γραφεῦσι καὶ πλάσταις.
σὺν τῷ ν τὸ δεινήν, ὡς Ἡρωδιανός. ὅρα δὲ πῶς καὶ μὴ ψαύοντες ἀκοντίζουσι τῆς κεφαλῆς καὶ ψαύοντες τύπτουσι τὴν ἀσπίδα. ὁ δὲ ἕστηκεν ἀκίνητος τὴν προσβολήν. καὶ ἔστιν αὐτὸν παραβάλλοντας τῷ Ἕκτορι τὴν ὑπεροχὴν γνῶναι· ὁ μὲν γὰρ ὑπὸ Διομήδους τὴν κόρυθα θλίβεὶς σκοτοδινιᾷ, ὁ δὲ ὑπὸ πολλῶν βαλλόμενος ἀνέχεται.
106. ἄμεινον καὶ φάλαρα γράφειν, ὡς τῶν παλαιῶν οἱ πλείους, ἵνʼ ᾖ καὶ ἡ πήληξ ἐβάλλετο καὶ τὰ φάλαρα. ἡ πήληξ μὲν οὖν εἰς ὃ τὸν λόφον τιθέασι, φάλαρα δὲ τὰ κατὰ τὰς παρειὰς ἐπιπίπτοντα μέρη, διὰ τὸ φανὰ εἶναι καὶ λαμπρά· ὡς δὲ ὁ Θρᾷξ, ὁ ἑκατέρωθεν αὐτῆς κόσμος.
108. ἐρείδοντες] πατάσσοντες. κυρίως δὲ ἐρεῖσαι τὸ ἐκ χειρὸς πατάξαι. εὕρηται δὲ καὶ ἐπὶ βολῆς· “καὶ διὰ θώρηκος πολυδαι- δάλου ἠρήρειστο” (Il. 3, 358), ἤτοι ἥρμοστο.
112. ὡς παράδοξον μέλλων λέγειν τὴν ὑποχώρησιν Αἴαντος, τὸν
ἀκροατὴν προσεκτικώτερον ποιεῖ τοῖς παρὰ Μουσῶν λόγοις. συνέτεμε
δὲ τὸ προοίμιον ἐπειγόμενος τῷ καιρῷ· ἐκεῖνος μὲν γὰρ ὁ λόγος
ἐδέετο τερατείας, ἐξαρίθμησιν ἔχων νεῶν καὶ ἡγεμόνων, ὁ δὲ μιᾶς
νεὼς ἐμπρησμόν.
114. Ἕκτωρ Αἴαντος] πάλιν ἐπὶ τὸ κινδυνωδέστατον προήγαγε τὴν
ὑπόθεσιν· παράδοξον γὰρ τὸ Αἴαντος ἐγγὺς παραστῆσαι τὸν Ἕκτορα.
ἀλλʼ οὐδετέρου τρῶσιν ὑπέθετο, τοῦ μὲν διὰ τὴν ὑπεροχὴν, εἰ καὶ ὑπὸ
θεοῦ νῦν καταστασιάζεται, τοῦ δὲ διὰ τὴν ἀπὸ τοῦ Διὸς βοήθειαν.
ἔδει γὰρ τὸν ἕτερόν γε βλαβῆναι καὶ ἀνανδρίας κριθῆναι. διὰ μέσου
οὖν ἐχώρησε, τὴν ὑποχώρησιν Αἴαντος τῷ δόρατι περιθείς. δείκνυσι
δὲ ὅτι οὐδὲ θεῷ εἶξεν, εἰ μὴ ἀχρεῖον αὐτῷ τὸ δόρυ ἐγένετο.
115. καυλόν] τὸ καθιέμενον μέρος εἰς τὴν ἐπιδορατίδα. εἰ δʼ ἀπάραξε, πῶς ἐπιφέρει “τῆλε δʼ ἀπʼ αὐτοῦ αἰχμὴ χαλκείη;” ἔστιν οὖν νοεῖν περὶ τὴν ἀπαγγελίαν τάχος, καὶ ὅτι τὸ μὲν ἀπάραξε περὶ ὅλου τοῦ πραγματός φησιν, ἔπειτα τὰ κατὰ μέρος ὑποτίθησιν.
117. πῆλʼ αὕτως] ἐκράδαινε πρὸς τὸ διαγνῶναι εἰ τέλεον ἠχρή-
στωται· διασείσαντος δὲ αὐτοῦ ἀπέρριπται ἡ αἰχμή. οἱ δὲ τὸ
κόλον ἀντὶ τοῦ κολοβωθησόμενον. οἱ δὲ προειρῆσθαι τὸ κεφάλαιον,
ἐπανειρῆσθαι δὲ ὡς γέγονεν ἕκαστον, ὡς τὸ “ὡς πολέας πέφνοντα
120. ῥίγησεν] οὐ τὸν Ἕκτορα, ἀλλὰ τὰ τῶν θεῶν ἔργα. καὶ
σχεδὸν μὲν νενίκηται, ἡ δὲ νίκη οὐ τοῦ Ἕκτορος, ἀλλὰ θεῶν.
κεῖρε] παρατατικῶς· τὸ γὰρ ἑξῆς ἐστὶν, ἔγνω Αἴας εἰς ἄπορον
ἥκουσαν αὐτῷ τὴν μάχην, ὡς μηδὲν δύνασθαι ἔτι μηχανήσασθαι· ὁ
γὰρ Ζεὺς ἐπέκειρε τὰ βουλεύματα τῶν Ἀχαιῶν.
123. μόνως ἀσβέστη ἀναγνωστέον, οὐ κατασβεστή· οὕτως γὰρ
εἴωθε λέγειν “ἄσβεστος γέλως.” καὶ τὸ σχῆμα δὲ Ὁμηρικόν· ὡς
τὸ ἀρίγνωτος ἀριγνώτη, ἄσβεστος ἀσβέστη. δηλοῖ δὲ τὸ δυσκα-
τάσβεστος. οἱ δὲ τάχιστα σβεσθησομένη.
κέχυτο] ὡς ἐπὶ ὑγροῦ καταχεθέντος ἐμφαντικῶς τῷ ῥήματι χρῆ
ται διὰ τὸ τάχος καὶ τὴν ὁρμὴν τῆς τοῦ πυρὸς διαδόσεως. ἀλλὰ
γὰρ καὶ τὰ ὑπεκκαύματα καὶ ἡ καιομένη ὕλη πέφυκεν εὐδιάλυτος
εἶναι διά τε τὰ ξύλα καὶ τὸ χρίσμα τῆς πίττης.
125. μηρὼ πληξάμενος] μεγίστη νῦν καὶ καιρία ἡ συμφορὰ, ὅπου γε καὶ Ἀχιλλέα εἰς τὴν τοιαύτην μετέβαλε λύπην καὶ ἀγωνίαν.
126. ἱπποκέλευθε] ἱππικώτατε, τοῖς ἵπποις εὐτρεπίζων ὁδὸν, ἢ ἐφʼ
ἵππων τὴν πορείαν ποιούμενε.
127. λεύσσω δή] ἤδη πέρας οἱ λόγοι αὐτοῦ ἀπειλήφασι, καὶ μέμ- νηται αὐτῶν. διὸ καὶ μεταβάλλεται· ἠπείλει γὰρ μὴ πρὶν ἐξιέναι πρὶν ταῖς ναυσὶν ἐπελθεῖν τοὺς Τρῶας.
129. δαιμονίως ἐπισπεύδει, οὐκ ἐπιτρέπων πάντα τῷ φίλῳ, ἀλλὰ
μέρος τι καὶ αὐτὸς συμβαλλόμενος, ὅπερ ἀγάπης τεκμήριον.
134. ποικίλον ἀστερόεντα] ἄστρων κεχρωματισμένον καὶ πεποι- κιλμένον μορφαῖς.
140. ἔγχος δʼ οὐχ ἕλετ᾿ οἶον] ἐχρῆν γάρ τι ἐξαίρετον εἶναι τῷ
Ἀχιλλεῖ. ἄλλως τε οὐκ ἦν τέκτων Ἥφαιστος· οὐ γάρ ἐστιν ἐν
οὐρανῷ ξύλα. εἰκότως οὖν ὅπερ οὐκ ἐνῆν κατασκευάσαι, τοῦτο
Ἀχιλλεῖ τετήρηκε. κατέκρυψε μέντοι τὸ πλάσμα τῇ τοῦ Ἀχιλλέως
ὑπεροχῇ, διʼ ἀσθένειαν οὐ δυνηθῆναι φήσας τὸν Πάτροκλον καὶ τῷ
δόρατι χρῆσθαι.
*προκατεσκεύακε μόνον αὐτὸ τὸ δόρυ σώζεσθαι διὰ τὸ ξύλα μὴ
ἐργάζεσθαι τὸν Ἥφαιστον. κατὰ γὰρ τὸν Πηλέως καὶ Θέτιδος
141, 142. ἀστερίσκους ἔχουσι κακῶς· φησὶ γὰρ Ζηνόδοτος ὅτι ποῖόν τι ἦν ὡς μὴ δύνασθαι αὐτὸ αἴρειν τοὺς ἥρωας; ἔστι δὲ κατὰ συλλογισμόν ὁ ἔπαινος καὶ σύγκρισιν.
142. ἐπίστατο] ἡδύνατο. καὶ Σοφοκλῆς (fr. 969 a.) “οὐ πώποθʼ
ὑμᾶς συμβαλεῖν ἐπίσταμαι.” τῇ ἐπιστήμῃ δὲ προσάπτει τὴν δύ-
ναμιν.
145. ἵππους δʼ Αὐτομέδοντα] ζῶντος Πατρόκλου οὐκ ἦν Αὐτο- μέδων ἡνίοχος Ἀχιλλέως. προπαρασκευάζει δὲ νῦν ἵνα καὶ Ἀχιλλεὺς αὐτῷ χρήσηται ἡνιόχῳ.
146. παιδευτικὸν καὶ τοῦτο, ὅτι μετʼ Ἀχιλλέα εἶχεν αὐτόν· τὸ
γὰρ συμμέτρους εἶναι τὰς φιλίας ἄριστον καὶ τοὺς φίλους εἰς πίστιν
διεγεῖρον.
147. πιστότατος] πιστότατόν φησι τὸν παρὰ τὴν μάχην οὐκ ἐγκαταλιμπάνοντα τοὺς φίλους, οἷον ὁ ἐν πολέμῳ κοινωνεῖν θέλων τῶν κινδύνων μεγάλην πίστιν τῇ φιλίᾳ παρέχεται.
148. ὕπαγε ζυγόν] ὑπὸ ζυγὸν ἦγεν, ὑπεζεύγνυεν.
149. Ξάνθον καὶ Βαλίον] τὸν μὲν ἀπὸ τῆς χροιᾶς ὀνομάζει, τὸν
δὲ ἀπὸ τοῦ πηδᾶν. ἐν δὲ τῷ καταλόγῳ περὶ αὐτῶν οὐδὲν λέγει,
ὅτι μὴ ἐν πολέμῳ ἐξῄεισαν· οὐδὲ γὰρ περὶ τῶν Μυρμιδόνων· σκοπὸς
γὰρ ἦν αὐτῷ τοὺς πολεμοῦντας ἐμφῆναι. νυνὶ δὲ μερικῶς πως αὐτῶν
βούλεται μνημονεῦσαι, ὅτε καὶ ἐπὶ πόλεμον ἐξάγει. εἰκότως δὲ
Ἁρπυίας Ποδάργης καὶ Ζεφύρου τοὺς ἵππους καλεῖ διὰ τὸ τάχος
τὸ ὑπερβάλλον, ὅτι καὶ εὔψυχοι καὶ καρτερικοὶ καὶ πολύπονοι. φησὶ
δὲ καὶ Ἀριστοτέλης ὅτι μόναι ὁτὲ μὲν πρὸς νότον, ὁτὲ δὲ πρὸς βορρᾶν
ὡς ἐξ ἀνέμου κύουσιν.
152. παρηορίῃσιν] παρηρτημέναις σειραῖς πρὸς τὴν ζεῦξιν τοῦ
περισσοῦ ἵππου. διὰ τί δὲ δεῖται παρηόρου; οἱ μὲν γὰρ ἄλλοι δεόν-
τως πρὸς τὸ εἰ κάμοι ἢ τρωθείη εἷς ἀντεπεισάγεσθαι τὸν παρήορον
ἀντὶ αὐτοῦ· τοῖς δὲ ἀθανάτοις ποῖον δέος τρωθῆναι ἢ καμεῖν; ἔστιν
προσέθηκεν ἐκείνοις, ἵνα ἐγκόπτοιντο ἐν τῷ δρόμῳ· μέτριον γὰρ εἶναι
τὸ τάχος αὐτῶν ἐβούλετο καὶ οὐχ ὑπερβάλλον σφόδρα, ἐπεὶ καὶ
τοῦτο ἄχρηστον ἐνίοτε. ἢ τάχα τὸν ἡνίοχον ἐπαινεῖ δυνάμενον ἀνα-
χαιτίζειν τὴν ὁρμὴν τῶν ἀθανάτων ἵππων, ὅπως ἂν ὁ θνητὸς αὐτοῖς
ἰσοδρομῇ. ἢ βούλεται ὁ ποιητὴς τὴν φύσιν ἐνδείκνυσθαι τοῦ ἥρωος,
μικτὴν οὖσαν ἐκ θνητοῦ καὶ ἀθανάτου. πῶς δὲ ἀλεγεινοὶ ὄντες ἀν-
δράσι Πατρόκλῳ ὑποτάσσονται; ἀλεγεινὸν οὖν ἐστὶ τὸ μετὰ τῆς
δεούσης καὶ μεγίστης φροντίδος γινόμενον.
156. οἱ δέ] διὰ μακροῦ ἀπέδωκεν αὐτῷ τὸ ῥώοντο (166). κε-
κορεσμένοις δὲ εἴκασε καὶ ἐπὶ ποτὸν ἐρχομένοις, ἐπεὶ πεινῶντες
μὲν διασκεδάννυνται ἄλλος ἄλλοσε ἐς νομὰς, ἐς ποτὸν δὲ ἀθρόοι
ἀπίασιν.
159. φοινόν] πεφοινιγμένον ἀπὸ τοῦ αἵματος. λέγει δὲ καὶ
“αἵματι φοινικόεις” (Il. 23, 717) καὶ “χλαῖναν θέτο φοινικό-
εσσαν” (Od. 14, 500) καὶ “ἡνία φοινικόεντα” (Il. 8, 116). καὶ
“φοίνικι μιήνῃ” (Il. 4, 141) καὶ Φοίνικες, οἳ παρὰ τὴν ἐρυθρὰν
θάλασσαν ᾤκουν, ἣν Φοινίκην Διονύσιος καλεῖ. καὶ τὸ φυτὸν, ὅτι
ὡς ἐπὶ τὸ πολὺ φοινίκεον ποιεῖ καρπόν. καὶ “φοινήεντα δράκοντα”
(Il. 12, 202) ἀπὸ τοῦ φοινός.
160. στικτέον εἰς τὸ ἴασι καὶ εἰς τὸ ἄκρον, ἵνʼ ᾖ λάψοντες ἀπὸ
τῆς κρήνης τὸ ἄκρον ὕδωρ· οὐ γὰρ καθιᾶσι τὴν γλῶσσαν εἰς τὸ
ὕδωρ ὡς οἱ βόες.
161. λάψοντες] πιόμενοι. Ζηνόδοτος δὲ λάψαντες, ἐμπλησθεῖ-
σιν αὐτοὺς εἰκάζων, οὐ καλῶς. ὠνοματοπεποίηται δὲ ἡ λέξις ἀπὸ
τοῦ γινομένου ἤχου ἐν τῇ πόσει τῶν κυνῶν καὶ τῶν λύκων.
ἀραιῇσιν] δασείαις, ἀσθενέσιν, ἐπιμήκεσιν. ἢ λεπταῖς. ἢ βλα-
πτικαῖς.
162. * Πορφυρίου. ἀσαφὲς τὸ “λάψοντες γλώσσῃσιν ἀραιῇσιν
μέλαν ὕδωρ ἄκρον, ἐρευγόμενοι φόνον αἵματος.” δεῖ δὲ στίζειν μὲν
166. ῥώοντʼ] ἐρρωμένως καὶ μετὰ πολλῆς προθυμίας καὶ γενναιό- τητος περὶ αὐτὸν ἵσταντο, ἐπιθυμίαν ἔχοντες αἵματος πολεμίου, ὡς οἱ λύκοι.
167. ἵππους] τοὺς ἱππέας, ὥς φαμεν νικᾶν τὴν ἵππον τῶν πολε-
μίων· ὅθεν ἀντέταξεν αὐτῷ τὸ ἀσπιδιώτας. ἢ τοὺς ἰδίους ἵππους
ὀτρύνων καὶ διεγείρων.
170. πῶς, φασὶν, ἐν ἅπασιν αὔξων Ἀχιλλέα τούτῳ μειοῖ, ἀνὰ
πεντήκοντα μόνον λέγων ἔχειν τὰς ναῦς; τινὲς μὲν οὖν φασὶν ὅτι
οὐκ ἐν πλήθει ἡ ἀρετὴ, ἀλλʼ ἐν τοῖς περὶ αὐτὴν σεμνύνεται. Ἀρί-
σταρχος δέ φησιν ὅτι διὰ τοῦ ἐπὶ κληῖσιν ἐδήλωσεν ὡς μόνοι οἱ
ἐρέται ἦσαν ἀνὰ πεντήκοντα· τὸ δὲ λοιπὸν πλῆθος τῶν πολεμιστῶν
οὐκ ἐμνημόνευσεν, ὅπερ ἐπιφέρονται αἱ νῆες.
172. μέγα κρατέων] τὴν κατὰ πάντων ἔχων ἐξουσίαν καὶ αὐτῶν τῶν ἀρχόντων ἄρχων· τοιοῦτοι γάρ εἰσιν οἱ πάντες εὐρυκρείοντες.
174. διιπετέος] λαμπροῦ. καὶ Εὐριπίδης (Bacch. 266) “λαμπρό-
τερός τίς ἐστι καὶ διιπετέστερος.” ἐπεὶ δὲ χειμάρρους, πρόσκειται
τὸ Σπερχειοῖο, ἀπὸ τοῦ σπέρχω τὸ κατεπείγω· σφοδρῶς γὰρ οἱ
χειμάρροι ῥέουσιν. ἀκάμαντι δὲ, ὅτι οἱ παυόμενοι πόροι δοκοῦσιν
ὥσπερ ἀποκαμόντες ἑστάναι. φασὶ δὲ Πέλωρα τὸν γίγαντα, ἐρασθέντα
Πολυδώρης, ἐπιτηρῆσαι αὐτὴν πότε λούεται ἐν τῷ Σπερχειῷ· καὶ
ὅτε αὐτὴν εἶδεν εἰσελθοῦσαν, καὶ αὐτὸν εἰσελθεῖν καὶ ὑποκρυβῆναι
τῷ ὕδατι· εἶτα πρὸς τὸ μέσον γεγονυῖαν κρατῆσαι ὡς ἐν προφάσει
δῆθεν Σπερχειοῦ, καὶ μιγῆναι αὐτῇ. ἀφʼ οὗ ὁ Μενέσθιος.
175. Πηλῆος] ἑτέρου, φασὶ, Πηλέως. εἰ γὰρ ἦν ἀδελφιδοῦς
Ἀχιλλέως, πῶς οὐκ ἐμνήσθη αὐτοῦ ἢ τῆς ἀδελφῆς ἐν τῷ Ἅιδῃ
περὶ τοῦ πατρὸς ἐρωτῶν καὶ τοῦ υἱοῦ; ἅμα τε οὐκ οἶδεν ὁ ποιητὴς
Πηλέα ἑτέρᾳ συνελθόντα γυναικί. οἱ δὲ νεώτεροι ἀδελφιδοῦν αὐτοῦ
λέγουσιν· ὅθεν καὶ τῆς πρώτης τάξεως ἡγεῖται, καὶ πολέμων ἐπι-
στήμων μαρτυρεῖται, καὶ ὡς Ἀχιλλέως ἀδελφὴν γαμῶν ἀπερείσια
δίδωσιν. εἰ δὲ μὴ ἐμνήσθη αὐτῆς ἢ τούτου, οὐ ξένον· περὶ γὰρ τῶν
καιριωτέρων αὐτῷ ἡ φροντίς. ἄλλως τε ἐπειδὴ νόθη ἦν ἡ Πολυδώρη
179. ἑτέρης] ἀντὶ τοῦ τῆς δευτέρας τάξεως.
180. παρθένιος] ὁ ἐκ νομιζομένης παρθένου γεννηθείς.
προειπὼν τὸ κεφάλαιον πάλιν ἐπὶ μέρους ἐξηγεῖται. χορῷ δὲ
καλή οἱονεὶ καλὴ ἐν χορῷ οὖσα, καλλίχορος· ἀρετῆς γάρ ἐστι καὶ
τοῦτο παρθένων. διὰ τοῦτο καὶ μετὰ μελπομένῃσιν αὐτῆς ἠράσθη.
181. κρατύς] πάντων γὰρ περιγίνεται ὁ λόγος· ὅθεν καὶ σῶκος, διὰ τὸ σωκεῖν, ὅ ἐστιν ἰσχύειν.
183. χρυσοῖς βέλεσι χρωμένης· τὸν κάλαμον γὰρ τῶν βελῶν
τινὲς ἠλακάτην φασί. κελαδεινῆς δὲ διὰ τὰς ἐν θήραις ἐκβοήσεις,
ἢ διὰ τὰς χορείας.
185. ἀκάκητα] πάντων ἀγαθῶν αἴτιος. καὶ οἱ μὲν θεοὶ κοινῇ δοτῆρες ἑάων, ὁ δὲ Ἑρμῆς ἰδίᾳ δώτωρ ἑάων.
195. Πηλείωνος ἑταῖρον] τὸν Πάτροκλον κατʼ ἐξοχὴν δηλοῖ.
196. γέρων ἱππήλατα] τινὲς γράφουσι γερήνιος ἱππότα Φοῖνιξ,
λέγοντες ὡς καὶ Νέστωρ διὰ τὸ εἶναι γέρων οὕτως ἐκαλεῖτο. δαι-
μονίως δὲ παρέλιπεν ἐπὶ τούτου τὸν πλείονα λόγον, ἐπεὶ φθάνει καὶ
τὸν βίον καὶ τὸ γένος αὐτοῦ διασημήνας ἡμῖν. οὐκ ἔδει δὲ παρὰ
Πηλέως λαβόντα τὴν Δολόπων ἀρχὴν διὰ τὸ γῆρας αὐτῆς ἀφαιρε-
θῆναι.
200. ἀπειλάων] ἀπειλῶν συνήθως, ἢ τῶν καυχήσεων. πραότητα
δὲ Ἀχιλλέως ἐμφαίνει ὁ λόγος, τότε μὲν ὑπερενεγκόντος τὰς ὕβρεις,
νῦν δὲ ἀντὶ προτροπῆς αὐτὰς προβαλλομένου. οὐδὲν δὲ τῶν πρακτέων
παρέλιπεν, ἀλλὰ καὶ τάσσει καὶ προτρέπει, διὰ τῶν ἰδίων λόγων
αὐτοὺς ἐντρέπων. καί φησιν, μή τίς μοι ἀπειλάων λελαθέσθω, ἵνα
μὴ δοκῆτε πρὸ μὲν τῶν κινδύνων εἶναι θρασεῖς, ἐν αὐτοῖς δὲ δειλοί.
202. λείπει τὸ ταῦτα λέγοντες. πάλιν δὲ οἰκείως τὴν σύνταξιν τοῦ ἐπιμεριζομένου ἀπέδωκε. τινὲς δὲ μητιάασθε, κακῶς.
203. διὰ τὸ ἄμετρον τῆς ὀργῆς. χόλος δέ ἐστι τὸ περὶ ψυχὴν
πάθος, ἢ ἡ χολή.
208. ἐντέχνως χάριν αὐτοῖς δοκεῖ κατατίθεσθαι προπέμπων, καὶ τὴν ὁρμὴν ἔρωτα κέκληκε· καὶ ὡς ἐπιτυχόντας ὧν ἐπεθύμουν, ἀνδρί- ζεσθαι παρακελεύεται.
211. ἄρθεν] ἡρμόσθησαν, ὡς δῆλον ἐκ τῆς παραβολῆς. οἱ δὲ ἀντὶ τοῦ ἐπήρθησαν καὶ φρονήματος ἐπληρώθησαν.
213. ὑψηλοῖο] ταῦτα γὰρ μᾶλλον καταπνεόμενα κρεῖττον οἰκοδο- μεῖται· ἀμελέστερον δὲ τὰ ταπεινά.
221. χηλοῦ] παρὰ τὸ κῆλα, ὅ ἐστι ξύλα· οἱ δὲ παρὰ τὸ χῶ τὸ
χωρῶ. καλεῖται δὲ παρὰ μὲν Λάκωσι κιβωτὸς, παρὰ δὲ Ἀττικοῖς
λάρναξ, παρὰ δὲ Μιτυληναίοις ἀντίπηξ.
222. οὐκ ἄρα κεχώρισται Πηλέως μετὰ τὴν γένεσιν Ἀχιλλέως ἡ Θέτις, ἀλλὰ μέχρι γήρως σύνεστιν αὐτῷ. δῆλον δὲ καὶ ἐκ τοῦ “πολλάκι γὰρ σέο πατρὸς ἐνὶ μεγάρῳ” (Il. 1, 396).
224. οὔλων] εὐειλήτων διὰ μαλακότητα, ἀφʼ οὗ καὶ οὐλόθριξ.
227. Ἀρίσταρχος τὸ ὅτε διὰ τοῦ ι. οὐ γὰρ ὅτε Διὶ, καὶ τοῖς ἄλλοις ἔθυεν. καλῶς δὲ τῷ προπάτορι Διὶ ἀφώρισε μόνῳ τὴν φιά- λην.
231. μέσῳ ἕρκεϊ] ἐπεὶ ἐν μέσῳ τοῦ οἴκου ἑρκείου Διὸς βωμὸς
ἵδρυται, μεσέρκειον καλοῦσι τὸν Δία. ἕρκεϊ δὲ τῷ περιφράγματι
τῆς σκηνῆς.
233. * Δήμων φησὶν ὅτι τὸ τοῦ Διὸς μαντεῖον ἐν Δωδώνῃ λέβησιν
ἐν κύκλῳ περιείληπται· τούτους δὲ ψαύειν ἀλλήλους καὶ κρουσθέντος
τοῦ ἑνὸς ἠχεῖν ἐκ διαδοχῆς πάντας, ὡς διὰ πολλοῦ χρόνου γίνεσθαι
τῆς ἠχῆς τὴν περίοδον. Ἀριστοτέλης δὲ ὡς πλάσμα διελέγχων, δύο
φησὶ στύλους εἶναι, καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα, ἐπὶ θατέρου δὲ
παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας σειο-
μένους ὑπʼ ἀνέμου τῷ λέβητι προσκρούειν· τὸν δὲ τυπτόμενον
ἠχεῖν.
*Δωδώνη δὲ πόλις ἐν Θεσπρωτίᾳ Πελασγίᾳ, ἐν ᾗ ἵσταται δρῦς,
ἐν ἡ μαντεῖον ἦν γυναικῶν προφητίδων· καὶ εἰσιόντων τῶν μαντευο-
μένων ἐκινεῖτο δῆθεν ἡ δρῦς ἠχοῦσα, αἱ δὲ ἐφθέγγοντο ὅτι τάδε λέγει
Ζεύς. καὶ ἀνδριὰς ἵστατο ἐν ὕψει ῥάβδον κατέχων, καὶ παῤ αὐτὸν
λέβης ἵστατο· καὶ ἔπαιεν ὁ ἀνδριὰς τὸν λέβητα, ἐξ οὗ ἦχός τις
ἐναρμόνιος ἀπετελεῖτο· αἱ δὲ τῶν δαιμόνων φωναὶ ἄναρθροί εἰσιν.
εἰκότως τὸν πολίτην καὶ γείτονα καὶ προπάτορα θεὸν ἐπικαλεῖται,
ὡς καὶ Χρύσης τὸν Σμινθέα (Il. 1, 39) καὶ τὸν Λυκογενῆ Πάνδαρος
(Il. 4, 101). ὁ δὲ Δωδωναῖος καὶ νάιος· ὑδρηλὰ γὰρ τὰ ἐκεῖ χωρία.
δὲ, ὅτι ὑπὸ Πελασγῶν ἵδρυται τὸ περὶ Δωδώνην τέμενος. οἱ δὲ
Πελαργικέ· λόφον γὰρ εἶναι λευκὸν ἐκεῖ φασὶν οὕτω καλούμενον.
οἱ δὲ Πελαστικέ, οὗ πέλας ἐστὶν ὁ ἀήρ. τηλόθι δὲ ναίων,
ὅτι ἄποθεν ἡμῶν ὁ αἰθήρ· Ζεὺς γάρ ἐστιν ἡ τοῦ κόσμου ψυχὴ,
ἀεροειδὴς οὖσα.
234. ἀπὸ Σελλοῦ τοῦ Θετταλοῦ τοῦτο τὸ γένος, ὅθεν κατὰ δια- δοχὴν οἱ τοῦ Διὸς ἱερεῖς ἐγίνοντο.
235. οἱ φυλασσόμενοι μή τι μιαρὸν πατῆσαι. ἢ μὴ προϊόντες
τοῦ ἱεροῦ, ὡς μὴ δεῖσθαι νίπτρων· οἱ δὲ ἀντὶ τοῦ ἀνιπτάμενοι ταῖς
διανοίαις καὶ μετεωρολόγοι. χαμαιεῦναι δὲ οἱ χαμαὶ ὄντες καὶ τὰ
πόρρω σκοποῦντες.
236. τὴν ἀπὸ τῆς μητρὸς δέησιν ἑαυτοῦ εὐχὴν νενόμικεν· ὁ γὰρ τὴν Θέτιν αὐτῷ ἀνεὶς Ἀχιλλεὺς ἦν, καὶ εἰς αὐτὸν ἄγεται ἡ εὐχή.
239. αὐτὸς μὲν γάρ] ὡς πρὸς παρόντα τὸν θεὸν, ἀγνοοῦντα δὲ, ἀνθρωπείως διαλέγεται· πάντα γὰρ οἶδεν ὁ θεός.
241. κῦδος] πρέπον Ἀχιλλεῖ δόξαν αἰτεῖσθαι πρὸ σωτηρίας· διὸ καὶ ὁ Ζεὺς διδοὺς τὸ ἕτερον τὸ μεῖζον αὐτῷ δίδωσι, φημὶ δὲ τὴν ἀνδραγαθίαν· οὐδεὶς γὰρ πάντα κατορθοῖ παρὰ θεῶν τὰ αἰτού- μενα.
244. θεράπων] φασὶν ἠκολουθηκέναι Πάτροκλον Ἀχιλλεῖ ὡς ἡνίο-
χον. πῶς οὖν Ἀχιλλεῖ συναγωνίζεται ἡνίοχος ὤν; καὶ τί θαυμαστὸν
ἡνιοχοῦντα καιρῷ καὶ ἀναιρεῖν; ὅπου γε καὶ Αὐτομέδων τοῦτο ποιῶν
φαίνεται.
247. ἀσκηθής] ἐκ τοῦ ἀσκῶ, ὃ δηλοῖ τὸ θεραπεύω καὶ ὑγιάζω· ἡ δὲ προσθήκη τοῦ μοί τὸ φιλόστοργον ἦθος δηλοῖ.
248. τεύχεσί τε σὺν πᾶσι] ἴσον νομίζει θάνατον καὶ ἀποβολὴν ὅπλων.
255. στῆ δὲ] εἰκότως θεατὴς τῆς μάχης γίνεται, καραδοκῶν τὸ ἀποβησόμενον.
259. σφήκεσσιν ἐοικότες] παρόσον ὁμοθυμαδὸν ὁρμῶσι τῶν σκηνῶν
260. εἰνοδίοις] παρὰ τὴν ὁδὸν ἔχουσι τὴν σφηκιάν. ἐριδμαίνωσι δὲ εἰς ἔριν ἐμβάλλωσιν· οἱ δὲ ἐρεθίζωσιν. ἔθοντες δὲ ἐξ ἔθους ἔχοντες.
261. ἀθετεῖται διὰ τὴν ταυτολογίαν· τὸ γὰρ ἀεί ταυτόν ἐστι τῷ
ἔθοντες, τὸ δὲ κερτομέοντες τῷ ἐριδμαίνωσιν, τὸ δὲ ἐπὶ ὁδῷ τῷ εἰνο-
δίοις. ἄλλως τε ὁ ποιητὴς κερτομίζειν ἀεί φησι τὸ διὰ λόγων ἐρεθί-
ζειν, οὐκ ἔργῳ. τινὲς δὲ ὁδῷ ἔπι οἰκίʼ ἔχοντες γράφουσιν, ἐπὶ
τῶν παίδων ἀκούοντες. καὶ εἰς τὸ κερτομέοντες λείπει τὸ οἱ, ἵνʼ ᾖ
οἱ κερτομικοί.
263. παρά τίς τε κιών] παροδεύων τις. πλεονάζει οὖν ὁ τέ σύν- δεσμος.
267. βοὴ δʼ ἄσβεστος ὀρώρει] Ἀχαιῶν μὲν ἐπὶ τῆ χαρᾷ βοη- σάντων, Τρώων δὲ θορυβηθέντων.
268. ἑτάροισιν] οὔπω ἐμβάλλουσιν εἰς πόλεμον, ἀλλὰ περὶ αὐτὸν
οὖσιν, ἐπεὶ οὐδʼ ἂν ἠκούσθη τῇ βοῇ. καλῶς δὲ ἐπὶ μὲν Ἀχιλλέως
ἡσυχίαν ἄγει· νῦν δὲ ἐπʼ ἐξουσίας γεγονὼς παρακαλεῖ γενναίαν
καὶ φιλόστοργον παράκλησιν, φίλους τε Ἀχιλλέως καλῶν ἰσάζεσθαι
παρακαλεῖ τοῦ φίλῳ.
271. ὡς ἂν Πηλείδην τιμήσομεν] μέγαν αὐτοῖς ὑπογράφει σκο-
πὸν, τὴν Ἀχιλλέως τιμὴν εἰς ἀνδραγαθίαν.
273. γνῷ δὲ καὶ Ἀτρείδης] ἔμφρων ὁ Πάτροκλος ὁ παρόντα μὲν
ἐλέγχων μετὰ παρρησίας (“νηλεὲς, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱπ
πότα Πηλεὺς οὐδὲ Θέτις μήτηρ”), ὑπὲρ ἀπόντος δὲ τοῦ φίλου ἀπο-
λογούμενος. ἅμα δὲ καὶ ἐμβριθὴς ἡ παράκλησις, δεῖξαι σπεύδοντος
Ἀγαμέμνονι ὡς αἴτιος τῆς Ἑλληνικῆς γέγονε συμφορᾶς.
276. ἐν δʼ ἔπεσον] ἀκολούθως τοῖς Ἀχιλλέως παραγγέλμασιν ἐπικρατέως ἐνέπεσον.
278. εἴδοντο Μενοιτίου] αὐτοὶ μὲν οὐκ εἶδον ὡς Μενοιτίου υἱὸν, προαναπεφώνηκε δὲ τοῦτο ἀφʼ ἑαυτοῦ ὁ ποιητής.
279. αὐτὸν καὶ θεράποντα] Αὐτομέδοντα ἐν τοῖς ὅπλοις ὄντα Πατρόκλου ᾤοντο εἶναι Πάτροκλον, Πάτροκλον δὲ Ἀχιλλέα.
280. πᾶσιν] ἀντὶ τοῦ πάντων. ἐνδείκνυται δὲ ὁ ποιητὴς τοὺς πολλοὺς οὐκ ἀληθείᾳ, δόξῃ δὲ καὶ φαντασίᾳ τῶν πραγμάτων ἐχο- μένους.
286. νηῒ πάρα πρνμνῇ] καλῶς τῇ κινδυνευούσῃ νηὶ πρώτῃ ἐπι- κουρεῖ· τοῦτο γὰρ ἔλεγεν Ἀχιλλεύς “μὴ δὴ νῆας ἕλωσι” (128).
290. ἐκ πλήρους ἡ ἀμφί. τὸ δὲ ἑξῆς, ἀμφί μιν ἤτοι περὶ αὐτὸν
οἱ Παίονες ἐφόβηθεν. ἐκ πρώτου δʼ ηὔξηται τοῦ Πατρόκλου ἡ ἀρετὴ,
οὐ τὸν τυχόντα ἀνελόντος. πιθανὸν δὲ φεύγειν τοὺς ἄλλους διὰ τὴν
ὑπεροχὴν τοῦ ἀναιρεθέντος.
293. ἔσβεσεν] τῆς σβέσεως αἴτιος ἐγένετο. σβεννύει δὲ Πά- τροκλος ὅπερ ὁ Ζεὺς ἀνῆψεν. ἐπαινετὰ δὲ τὰ ἔπη ὡς ἐν τῷ τάχει καὶ τὴν ἀξιοπιστίαν ἔχοντα.
294. ἐναργῶς ἔχει τὸ ἡμιδαής· σχεδὸν γὰρ αἴρει τὰς αἰσθή-
σεις ἡ τῶν ὀνομάτων αἴσθησις, καὶ ἐν ὄψει τὸ πρᾶγμα δείκνυσιν.
τοὶ δʼ ἐφόβηθεν] ὅρα ὅτι οὐκ ἀφίσταται τοῦ ῥήματος· τοῦτο γάρ
ἐστι τὸ καιρὸν παρασχὸν κατασβέσαι τὴν ναῦν, ἡ τῶν πολεμίων
ὑποχώρησις.
297. ὡς δʼ ὅτʼ ἀφ᾿ ὑψηλῆς κορυφῆς] ἐπεὶ ἐν ταῖς ἀκρωρείαις
πυκνὰ νέφη ἐπικαθίσαντα σκοτίζειν εἴωθε τὸν ὑποκείμενον τόπον,
εἰκότως εἴληπται ἡ παραβολή.
299. σκοπιαί] τόποι ἐπιτήδειοι πρὸς τὴν πόρρω σκοπήν.
300. ὑπερράγη ἄσπετος αἰθήρ] τῶν νεφῶν διαρραγέντων ὤφθη αἰθὴρ, ὥς φαμεν ῥαγῆναι τὸν ὑετόν.
303. οὐ γάρ] δαιμονίως ἔτι συνέχει τὸν ἀγῶνα ὁ ποιητής· οὐ γὰρ πιθανὸν μηδενὸς δὲ νοῦ γενομένου προτροπάδην τοὺς βαρβάρους φυ- γεῖν.
306. κεδασθείσης ὑσμίνη,] ἄλλος γὰρ ἄλλῃ ἔφυγεν. διὰ δὲ τῶν
Μυρμιδόνων σβέσας τὸ πῦρ καὶ τοὺς πολεμίους ἐάσας, τοὺς ἡγε-
μόνας προήγαγεν ἀριστεύοντας, δεικνὺς ὡς οὐ σβέννυται τὸ γενναῖον
τῶν ἀνδρῶν ἐν ταῖς συμφοραῖς. οὐκ ἐδεήθησαν οὖν ἀναψύξεως, ἀλλʼ
ἐκθυμότερον ἀφʼ ὧν ἔπαθον ἀμύνονται τοὺς Τρῶας.
308. στρεφθέντος] εἰς φυγὴν δηλονότι.
313. Ἀριστοφάνης ὑφορμηθέντα, ἀντὶ τοῦ ὑποχωρήσαντα· καί
οὐκ ἄχαρις ἡ γραφή.
314. πρυμνὸν σκέλος] τὸ ἔσχατον πρὸς τὸν μηρόν. λέγει δὲ τὴν γαστροκνημίαν. ὀρεξάμενος δὲ πρὸς τὸ τύψαι· ὁ γὰρ τύπτων ἐκτείνει τὴν χεῖρα.
315. μέμφονται λέγοντες τὰς πρὸς τοὺς μῦς πληγὰς ἐπωδύνους
μὲν, μὴ θανασίμους δὲ διὰ τὸ οὐ συνάπτεσθαί τινι τῶν καιρίων. οἱ
αὐτῇ τὰς φλέβας. καλῶς δὲ καὶ πάχιστον αὐτόν φησιν· ὁ γὰρ ἐν
τῷ σώματι παχύτατος μῦς ἐν τῇ κνήμῃ ἐστὶ καταγόμενος ἐπὶ
τὴν πτέρναν, ὃς καὶ τένων καλεῖται.
317. Νεστορίδαι] ἀντὶ τοῦ Νεστοριδῶν· ἢ ἀπὸ κοινοῦ τὸ οὔτασαν.
δεῖγμα δὲ φιλαδελφίας καινὸν παρέλαβε, καὶ τὸν λόγον ἥδιστα
κατεσχημάτισεν.
321. τοῦ δʼ] ὑπερφυὴς ἡ ποικιλία· οὐ γὰρ ἔφη ὅτι δύο ἀδελφοὶ
δυσὶν ἀδελφοῖς ἐπεχώρησαν, ἀλλὰ μετὰ τὴν τοῦ προτέρου ἀναίρεσιν
ὁ δεύτερος ἐπαμύνων τῷ ἀδελφῷ ἐπιχωρεῖ τῷ Ἀντιλόχῳ, ἀναιρεῖ δὲ
αὐτὸν Θρασυμήδης ὑπερμαχῶν τοῦ ἀδελφοῦ. τὴν ἑκατέρου οὖν διόλου
φιλαδελφίαν ἐμφαίνει, τοῦ μὲν διʼ ἀδελφὸν ἀποθανόντος, τοῦ δὲ δι᾿
ἀδελφὸν ἀνελόντος.
323. πρυμνὸν δὲ βραχίονα] τὸν ἔσχατον μυῶνα τοῦ βραχίονος
ἀπέδρυψεν ἡ ἀκωκὴ τοῦ δόρατος. εἰ μὲν οὖν τοῦ ἐγκεφάλου ἀποπέ-
φυκε τὰ νεῦρα εἰς νωτιαῖον μυελὸν, ἐκ νεύρων δὲ οἱ μύες, ἐκ καρδίας
δὲ αἱ φλέβες εἰς τὸν μῦν, συμπάθειαν ἔχουσι καὶ τὰ καίρια· ὅθεν
αἱ ἀθρόαι τῶν μυῶν πληγαὶ θανατοῦσιν.
324. τὸ ἑξῆς, ἀπάραξεν ὀστέον ἄχρις. τὸ δὲ ἄχρις ἀντὶ τοῦ ἕως ὀστέου· τὸ γὰρ ἄχρις καὶ χρονικὸν καὶ τοπικὸν, ὡς νῦν.
330. Αἴας δέ] πιθανῶς τὸ ζωγρῆσαι οὐκ ἄλλῳ τινὶ περιέθηκεν ἢ
τῷ Ὀϊλέως Αἴαντι· ἔστι γὰρ τάχιστος. διὸ καὶ τὸ ἐπορούσας
πρόσκειται· ἱκανώτατος γὰρ ἦν τῶν ἄλλων ἐπιδραμὼν συλλαβεῖν
τινά.
333. πᾶν] ἀντὶ τοῦ ὅλον. τοῦτο δὲ ἐμφαίνει τὴν ἀθρόαν αἱμορ- ραγίαν. ἀλλαχοῦ δὲ “ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν” (Il. 5, 75).
τὸ τὸν δέ ἀντὶ τοῦ τοῦ δέ· ἡ δὲ κατά πρὸς τὸ ἔλαβεν.
335. Πηνέλεως] τὸ διήγημα κατὰ ἀναστροφήν· οὐ γὰρ πρῶτον
ἀποτυχόντας εἰσάγει, εἶτα διὰ τοῦτο συμπλεκομένους, ἀλλʼ ὥσπερ
336. μέλεον] ματαίως. οἱ τραγικοὶ δὲ τὸ μέλεον ἐπὶ τοῦ οἰκτροῦ τάσσουσιν. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.
339. ἐρραίσθη] διεκλάσθη καὶ διεφθάρη ὑπὸ τῆς βίας τοῦ τύ-
ψαντος.
θεῖνε] ἀντὶ παρῳχημένου τοῦ ἐπάταξε. ποικίλλει δὲ συνήθως τὰς πληγάς.
345. κατὰ στόμα] ποικίλως πάνυ· φθάνει γὰρ τὸ ἐναντίον δια-
θέμενος τοῦ περὶ Πάνδαρον. τοῦ μὲν γὰρ ἄνωθεν πληγέντος τὸ δόρυ
διὰ τοῦ στόματος διέρχεται· ἐνταῦθα δὲ ἡ μὲν πληγὴ διὰ τοῦ στό-
ματος γίνεται, διαπερᾷ δὲ τὸ δόρυ διὰ τῆς κεφαλῆς.
347. νέρθεν ὑπʼ ἐγκεφάλοιο] ἐπάνω τῆς ὑπερώας ἠνέχθη ἡ πληγὴ
κατὰ τὸν ἐγκέφαλον. οἱ δὲ ὀδόντες κατὰ τὴν ἐπιδρομὴν τοῦ δόρατος
ἐξετινάχθησαν. ὀστέα δὲ Ἀπολλώνιος τοὺς σπονδύλους φησίν. οἰ-
κείως δὲ ἐπὶ μὲν τῶν ὀστῶν ἐκέασθεν, ἐπὶ δὲ τῶν ὀδόντων ἐτίναχ-
θεν, ἐπὶ δὲ τοῦ δόρατος ἐξεπέρησέ φησιν.
348. ἐνέπλησθεν δέ οἱ] ἡ αἱμορραγία ὅλην τὴν κεφαλὴν διελ-
θοῦσα διὰ τῶν ὀφθαλμῶν ἐφάνη μάλιστα· εἰσὶ γὰρ ἐξ ὑμένων λεπ-
τῶν. ὅθεν οἱ ἰκτεριῶντες ἀπʼ ὀφθαλμῶν δῆλοι τὰ πρῶτα γίνονται,
τῆς χολῆς ὑποδραμούσης.
350. πρῆσε] ἐξεφύσησε· καὶ ἀλλαχοῦ “ἐν δʼ ἄνεμος πρῆσεν” (Il. 1, 481). εἰκὸς δὲ τῶν ἐν τῇ κεφαλῇ φλεβῶν διακοπεισῶν προ- χυθὲν τὸ αἷμα διὰ τῶν ὀφθαλμῶν καὶ τοῦ στόματος καὶ τῶν ῥινῶν χωρῆσαι.
352. ὡς δὲ λύκοι] ὅταν ἑνὸς ἔφοδον δηλῶσαι θέλῃ, λέοντα εἰς τὴν εἰκόνα παραλαμβάνει. νῦν δὲ τὴν τοῦ πλήθους ἔφοδον ἐμ- φῆναι βουληθεὶς τὰ ἀγεληδὸν ἐφορμῶντα ζῷα παρέλαβε, τοὺς λύκους.
353. μήλων] προβάτων καὶ αἰγῶν. πάντα γὰρ παρὰ τοῖς πα-
λαιοῖς κοινῶς τὰ θρέμματα πρόβατα ἐκαλοῦντο, καὶ Εὔπολις προβα-
τικὸν χορὸν τὸν ἐξ αἰγῶν φησί· ὑπὲκ μήλων δὲ αἱρεύμενοι·
ἀντὶ τοῦ ὑπεξαιρούμενοι τῶν προβάτων.
357. δυσκελάδου] προσφυὲς τὸ ἐπίθετον· βοῶσι γὰρ καὶ οἱ διώ- κοντες καὶ οἱ διωκόμενοι.
358. δαιμονίως οὐκ ἄλλῳ περίκειται τὸ ἐπιτηρεῖν τὸν Ἕκτορα, ἀλλὰ τῷ Αἴαντι, εἰκότως· ἔχει γάρ τι πρὸς αὐτὸν ὁ ἥρως ὡς ἂν διʼ αὐτὸν ἀποκρουσθεὶς τῆς νεώς· εἰκὸς οὖν αὐτὸν σπεύδειν ἀποδοῦναι τὰ ὅμοια.
361. σκοπεύων ἐφύλαττεν ἑαυτόν. καλῶς δὲ ἐπὶ μὲν τοῦ ταχέος
καὶ κούφου ῥοῖζόν φησιν, ἐπὶ δὲ τοῦ βραδέος καὶ βαρέος δοῦπον.
364. νέφος ἔρχεται] οὐ τὴν ἄνω φορὰν ποιούμενον (πῶς γὰρ ἐξ
αἰθέρος γινομένης τῆς λαίλαπος ὑψοῦται τὰ νέφη;) ἀλλὰ τὴν εἰς
πλάτος. οὕτω καὶ οἱ Τρῶες προσεδρεύοντες πρώην τῷ ναυστάθμῳ
ἐπεξετάθησαν εἰς τὸ πεδίον. Ὄλυμπος δὲ καὶ οὐρανὸς ὁ περὶ τὰ
νέφη τόπος. λέγει δὲ ὅτι ἀπὸ τοῦ τόπου, οὗ εἰσὶ κινούμεναι, περιέρ-
χονται τὸν ὅλον οὐρανόν. ἐξήλλαξε δὲ τὸν λόγον, εἰπὼν Ὄλυμπον καὶ
οὐρανόν. δίης δὲ τῆς ὑπὸ Διὸς ἀρχομένης. τὸ δὲ λαίλαπα τείνῃ,
ὅταν, φησὶν, ὁ Ζεὺς ἐκ τῆς αἰθρίας ἐπιτείνῃ λαίλαπα. ἐν δὲ τοῖς
ὑπομνήμασι κατὰ δοτικὴν ἦν λαίλαπι, ἵνʼ ᾖ ὅταν ὁ Ζεὺς ἐν λαί-
λαπι παρατείνῃ τὰ νέφη.
367. Ἕκτορα δʼ ἵπποι] καὶ μὴν ἔξω τὴν ἵππον εἴασαν. ἀλλὰ ὁ Ἀπόλλων ἱππήλατον αὐτοῖς ἐποίησεν· “αὐτὰρ ἐγὼ προπάροιθεν ἰὼν ἵπποισι κέλευθον πᾶσαν λειανέω” (Il. 15, 260) καὶ “ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχονται” (ib. 385).
371. ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ] πρὸς τὰς συνωρίδας αἷς ἐχρῶντο Τρῶες τὸ δυϊκόν. πρώτῳ δὲ ῥυμῷ τῷ ἄκρῳ πρὸς τὸν ζυγόν· οἱ δὲ τῷ πρὸς τὸν ἄξονα.
374. τμάγεν] διεκόπησαν καὶ διεσκορπίσθησαν ἀπʼ ἀλλήλων. διʼ
ὧν δὲ μεστοῖ τὰς ὁδοὺς πάσας, τὸ πλῆθος παρίστησι· “πολλαὶ γὰρ
ἀνὰ στρατόν εἰσι κέλευθοι” (Il. 10, 66).
378. ὑπὸ δʼ ἄξοσι] οἱ Τρῶες, φησὶ, πρηνεῖς πίπτοντες ὑπὸ τοῖς ἄξοσιν ἐγίνοντο, εἰς οὓς καὶ ἀνεκυμβαλίαζον οἱ δίφροι, ὡς τοὺς πίπτοντας αἰτίους πτωμάτων τοῖς ἐπιβάταις γίνεσθαι. πρηνεῖς δὲ ἔπιπτον ὡς ὄπισθεν τιτρωσκόμενοι.
379. ἀνεκυμβαλίαζον] ἀνεπήδων, ἀνεκουφίζοντο, ἀπὸ τῶν κυμ-
βάλων ἃ προσκρουόμενα ἀλλήλοις ὑπερπηδᾷ. ἅμα δὲ καὶ βομβῶδες
ὃν τὸ ῥῆμα ἔμφασιν ἔδωκε τῇ ἀνατροπῇ. τὸ δὲ ἑξῆς οὕτως ἐγὼ
οἶμαι, ὑπὸ τῶν ἀξόνων πρηνεῖς ἔπιπτον ἐξ ἀχέων. οἳ γὰρ δίφροι
383. ἔκφερον] ἐξενηνόχεισαν διὰ τῆς ὑπʼ Ἀπόλλωνος γεγονυίας
ὁδοῦ. πῶς δὲ αὐτὸν οὐ διώκει Πάτροκλος; ὅτι τάχιον ἐξελάσας
προέφυγεν. ἄτοπον δὲ ἦν ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν
λοιπῶν.
385. ὀπωρινῷ] τῷ μετοπωρινῷ· καὶ γὰρ ὄμβρος πολὺς κατὰ τὸ μετόπωρον γίνεται. Ὁμήρῳ δὲ οὐκ ἀρκεῖ τὸ φυσικὸν μόνον πρὸς αὔξησιν, ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ θείου ὀργὴν παρέλαβεν, ὠφελῶν κἀν ταῖς παραβολαῖς καὶ δεικνὺς ὅσα τοῖς ἀδικοῦσι συμπίπτει δεινά.
387. οἳ βίῃ] οἳ κακῶς κρίνοντες σκολιὰς ποιήσουσι τὰς θέμιστας. παιδευτικὰ δὲ πρὸς τοὺς βασιλεῖς ταῦτα καὶ τοὺς κριτὰς φαίνεται. ἔοικε γὰρ τὸ θεῖον τοὺς ἀδίκους κολάζειν.
388. θεῶν ὄπιν οὐκ ἀλέγοντες] τὴν τῶν θεῶν ἐπιστροφὴν μὴ ἔχοντες ἐν λόγῳ.
390. κλιτῦς] κλίματα ὀρῶν. μεμάκρυνται δὲ τὸ κλι καὶ περι- σπᾶται τὸ τυς, ἐπεὶ ἀπὸ τοῦ κλιτύας, ὡς ὀσφύας ὀσφῦς.
χαράδραι] κυρίως οἱ κοῖλοι τόποι, παρὰ τὸ κεχαράχθαι· νυνὶ δὲ αἱ ῥύσεις. χάραδρος μὲν οὖν ὁ ἐν γεωλόφοις κατερρηγμένος τόπος, χαράδρα δὲ ὁ ἐν ἐπιπέδοις.
391. στενάχουσι ῥέουσαι] πρὸς τοῦτο ἡ πᾶσα παραβολή· τὰ δὲ ἄλλα εὐσεβείας χάριν παρενέθηκεν.
392. ἐπικάρ] τὸ τέλειον ἐπὶ κάρα, ὅ ἐστιν ἄνωθεν κάτω. ἄμεινον δὲ ἐπὶ κρασὶν, ὡς εἶναι οὕτω τὸ τέλειον, διὰ τὸ σύνηθες τῶν ἀποκοπῶν.
393. ὣς] ὡς αἱ χαράδραι. κέχρηται δὲ ἐνταῦθα τῇ παρισώσει·
μεγάλα στενάχουσι ῥέουσαι· εἶτα ἀντέθηκε μεγάλα στενά-
χοντο θέουσαι.
394. Πάτροκλος δʼ ἐπεὶ οὖν] θαυμάσειεν ἄν τις τὴν Ὁμήρου
φύσιν κατὰ πολλὰ ὅτι λανθάνει τὰ ὅμοια λέγων, ὥστε δοκεῖν ἄλλα
καὶ ἄλλα εἶναι. ταῦτα γοῦν οὐδὲν διαφέρει τῶν ἐπʼ Ἀχιλλεῖ λεγο-
μένων, ὅπου κατὰ νώτου φησὶν αὐτὸν τῶν πολεμίων γενόμενον τὴν
ἑτέραν μοῖραν τῶν βαρβάρων διώκειν· “ἔνθα διατμήξας τοὺς μὲν
πεδίονδʼ ἐδίωκεν” (Il. 21, 3).
395. παλιμπετές] παλιμπετῶς· ἀπὸ τῶν εἰς τοὐπίσω πιπτόντων βελῶν.
399. ἔνθʼ ἤτοι Πρόνοον] συντόμως ἅμα καὶ κεχαρισμένως τῷ ἀκροατῇ πεποίηται τὴν τῶν Ἑλλήνων ἐκδίκησιν. ὁ μὲν οὖν Πρόνοος παραιβάτης ἦν, διὸ καὶ ἀσπίδα φέρει· ὁ δὲ Θέστωρ ἡνίοχος αὐτοῦ.
402. εὐξέστῳ] ἀδιαίρετον διὰ τὸ μέτρον.
403. ἁλείς] συστραφεὶς ἐν ἑαυτῷ ὑπὸ τοῦ φόβου καὶ τῆς ἐκ- πλήξεως.
405. διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων] διέπειρε τῶν ὀδόντων αὐτοῦ, ἀττικῶς.
406. ἐμφαντικῶς τῇ προσθήκῃ τοῦ ὑπὲρ ἄντυγος καὶ τὸν
τόπον ἔδειξε διʼ οὗ εἷλκε, καὶ τὸ πρᾶγμα ὑπʼ ὄψιν ἤγαγε. παντά-
πασι δὲ ἡ παραβολὴ ὡμοίωται. καταδέδυκε γὰρ ἐν τῷ δίφρῳ ὡς
ὁ ἰχθὺς ἐν τῇ θαλάσσῃ. καὶ ὁ μὲν ἐν τῷ ἀγκίστρῳ, ὁ δὲ τῇ αἰχμῇ
ἐνέχεται. κεχήνασιν ἀμφότεροι. καὶ ὁ μὲν ἕλκων παραβέβληται τῷ
ἁλιεύοντι, ὁ δὲ ἑλκόμενος τῷ ἰχθύι, τὸ δὲ δόρυ δι᾿ οὗ εἵλκετο τῷ
ἁλιευτικῷ καλάμῳ.
407. ἱερὸν ἰχθύν] οἱ μὲν τὸν ἀνθίαν, ἐπεὶ Ἀριστοτέλης ἐν τῷ θ΄
(9, 37) περὶ ζῴων ἱστορεῖ τι ὅπου δʼ ἂν ἀνθίας ὁραθῇ, οὐκ ἀδικεῖ
τι θηρίον· καὶ σημείῳ χρώμενοι κατακολυμβῶσιν οἱ σπογγιεῖς. οἱ
δὲ χρύσοφρυν, οἱ δὲ πομπίλον. ἄμεινον δὲ μέγαν καὶ ἀσυνήθη. οἱ
δὲ διερόν. διδάσκει δὲ ποῦ δεῖ τοὺς ἁλιέας καθέζεσθαι, οὐ παῤ
αἰγιαλῷ, ὅπου σπάνιος ἰχθὺς παρατρέχει.
408. λίνῳ] τῇ διὰ νεύρων ἢ τριχῶν ἱππείων ὁρμιᾷ· καὶ ταῦτα γὰρ λίνα φασί. τὸ δὲ θύραζε ἀντὶ τοῦ ἔξωθεν, ὁμοίως τῷ “δόρυ μείλινον ὦσε θύραζε (Il. 5, 694).
χαλκῷ] τῷ ἀγκίστρῳ· ἀπὸ δὲ τοῦ ὅλου τὸ μερικόν· μόνος δὲ τῶν ἀψύχων ποικίλην ἔχει φωνήν. ἢ καὶ ὁ ἄσημος· τὸ γὰρ ἤνοπι δηλοῖ τὸ ἐμφώνῳ· τυπτόμενος γὰρ ἦχον ποιὸν ἀποτελεῖ.
411. βάλε πέτρῳ] πῶς λίθων εὐπορεῖ ἐφʼ ἅρματος ὤν; ἔοικε
κατὰ τὸ σιωπώμενον καταβεβηκέναι ἀπὸ τοῦ δίφρου, εἶτα μετὰ τὸ
πλῆξαι τὸν Εὐρύαλον πάλιν ἐπαναβεβηκέναι. ὅτι γὰρ ἐφʼ ἅρματός
ἐστι πάλιν ἑξῆς (427) φησὶν “Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν.
ἔκθορε δίφρου.” καὶ τὸ ἐπεσσύμενον ἐπὶ μὲν πεζοῦ οἰκεῖον, ἀπίθανον
δὲ ἐπὶ ἱππότου.
414. θυμοραϊστής] τετρασυλλάβως καὶ βαρυτόνως ὁ Γλαῦκός
415. αὐτὰρ ἔπειτʼ] διὰ καλλίστης καὶ ταχείας τῆς φράσεως καταλέγει τίσιν ἐπιτρέχει· τὸ γὰρ ἐπὶ πάντων κατὰ μέρος ἐπεξερ- γάσασθαι ἀδόλεσχον ἦν.
419. Σαρπηδὼν δʼ] ὡς τῷ Ἀχιλλεῖ τὸν ἄριστον τῶν Τρώων φυλάσσων, τῷ Πατρόκλῳ τὸν ἄριστον τῶν συμμάχων ἄγει εἰς μάχην. ἔδει δὲ ἀπὸ τῶν πολεμίων γενέσθαι τινὰ ὑπεναντίωσιν· τὸ γὰρ μέχρι παντὸς ἀναιρουμένους αὐτοὺς εἰσάγειν ἀπίθανον καὶ ἀργόν.
ἀμιτροχίτωνας] οὐχ ὑποζωννυμένους μίτρας τοῖς θώραξιν, ἢ
ἀζώστους· οὐδέποτε δὲ μίτραν φησὶ τὴν ζώνην ὁ ποιητής. ἄτοπον δὲ
οὕτω καταφρονεῖν καὶ μὴ χρῆσθαι μίτρᾳ, ὅπου γε καὶ Ἄρης αὐτῇ
χρῆται. οἱ δὲ τοὺς ἅμα θώρακι συνηρτημένην ἔχοντας μίτραν. οἱ δὲ,
οὐκ ἐπὶ πάντων τὸ ἐπίθετον, ἀλλʼ ἐπὶ τῶν ἀνῃρημένων, οἷον ὅτι εἶδεν
αὐτοὺς ἀμιτροχίτωνας γεγενημένους διὰ τὸ ἐσκυλεῦσθαι.
422. νῦν θοοὶ ἔστε] ἀγαθοὶ καὶ ταχεῖς εἰς τὸ πολεμεῖν γίνεσθε, ὡς τὸ “νῦν τοι ἐελδέσθω πόλεμος κακὸς, εἰ θοός ἐσσι” (494). και- ρίως δὲ κεῖται τὸ νῦν, οἷον εἰ καὶ πρότερον ἐφεύγετε, νῦν ἐπιστρέ- ψατε ἑαυτούς.
423. ἀντήσω] ἐναντίος ἥξω. ἀνύσιμοι δὲ αἱ ἐκ τῶν πονούντων
παραινέσεις.
428. ὥστ᾿ αἰγυπιοί] ἄκρως τὸ ὁμοίωμα παρετήρησεν· οὐ γὰρ ἀσφαλῶς συμβάλλει τὰ ζῷα ταῦτα εἰς μάχην. πρὸς τὸ ἰσοδυναμοῦν οὖν τῶν ἀντιμαχομένων τῇ εἰκόνι κέχρηται, ἐνδείξασθαι βουλόμενος ὅτι ὅμοιοι ἦσαν.
431. τοὺς δὲ ἰδών] ἅμα μὲν ἵνα διάστημα γένηται ἀπὸ τῆς μάχης, ἐπιβάλλει ταῦτα ὁ ποιητής· οὐδὲ γὰρ ἦν ἄξιον τοιοῦτον ὄντα τὸν Σαρπηδόνα ἀνεπισήμαντον ἐᾶσαι· ἅμα δὲ προσοχὴν ἐργάζεται τῇ τοῦ μονομαχίου σκέψει.
433. μοι] οὐ μεμπτέον τὸν ποιητὴν τὰ τῇ συγγενείᾳ παρεπό-
μενα κατὰ μέρος διεξιόντα. διδάσκει δὲ παιδευτικῶς ὁ ποιητὴς διὰ
τούτων ὅτι δεῖ τοῖς συμβαίνουσιν ἐμμένειν ἀνιαροῖς, ὅπου καἰ Ζεὺς ὁ
τῶν θεῶν ἄριστος.
438. οὐκ ἔστι δισταγμοῦ τὸ ἢ ἤδη δαμάσσω· οὐ γὰρ τοῦτο
441. πεπρωμένον αἴσῃ] κεκριμένον τῇ μοίρᾳ. εὐπρεπῶς δὲ ἀντι- λέγει, οὐ διὰ τὴν πρὸς βαρβάρους ἀπέχθειαν τὰ ἐναντία συμβου- λεύειν προσποιουμένη, ἀλλὰ διὰ τὸ καθόλου καθῆκον.
446. μή τις ἔπειτα] ἰσχυρότατα ἀντιλέγει, φάσκουσα μιμή- σεσθαι καὶ τοὺς ἄλλους τὴν Διὸς διάθεσιν· χρὴ γὰρ ὑπόδειγμα ὥσπερ τοῖς ὑπηκόοις εἶναι τὸν βασιλέα. ἔστιν οὖν τὸ κατὰ παρά- θεσιν ἐνθύμημα.
449. υἱέες ἀθανάτων] Ἰάλμενος Ἄρεως, Μενέσθιος Σπερχειοῦ,
Εὔδωρος Ἑρμοῦ, Ἀχιλλεὺς Θέτιδος, Αἰνείας Ἀφροδίτης.
454. πέμπειν μιν] δεξιόν ἐστι τοῦτο τὴν ἀποθύμια διαλεγομένην τὸ μέν τι ἀνατρέπειν, τὸ δὲ χαρίζεσθαι. ἁρμόδια δὲ καὶ ταῦτα τῇ μητρυιᾷ· συγχωρεῖ γὰρ τὸ μηδὲν ἐκεῖνον ὠφελοῦν.
459. αἱματοέσσας δὲ ψιάδας] ἁρμόδιος ἡ τερατεία, ἐφʼ ἥρωϊ
τοιούτῳ καὶ πατρὸς πενθοῦντος Διὸς τὸ τὸν κόσμον μόνον οὐχὶ συνά-
χθεσθαι.
*Πορφυρίου. πολλάκις ἐν ταῖς μεταβολαῖς τῶν μεγάλων πρα-
γμάτων ἱστοροῦσι τεράστια τῷ βίῳ συμφέρεσθαι καὶ σημεῖα ποτα-
μῶν τε καὶ πηγαίων ναμάτων αἱμοφορύκτοις νάμασιν ἐκμαινομένων,
ὡς ἐπʼ Ἀσωποῦ τε καὶ Δίρκης παραδιδόασιν οἱ πάλαι μῦθοι. λόγος
δʼ ἔχει καὶ κατὰ νεφῶν ψεκάδας ὕεσθαι φόνου τισὶ κηλῖσιν ἐπικε-
χρωσμένας. ἐπεὶ τοίνυν ἡ μεταβολὴ τῆς μάχης ἀθρόαν φυγὴν
ἐμποιήσειν ἔμελλε τοῖς βαρβάροις, ἐγγὺς δʼ ὁ τοῦ κατʼ ἀλκὴν ἀρί-
στου Σαρπηδόνος ὄλεθρος, ὡσπερεὶ τεράστια προφανῆ ταύτης τῆς
συμφορᾶς ἀγγελτικά φησιν “αἱματοέσσας δὲ ψιάδας κατέχευεν
ἔραζε.” τοῦτον δὴ τὸν φονέα ὄμβρον ἀλληγορικῶς εἶπεν αἰθέρος
δάκρυα, Διὸς μὲν οὔ (ἄκλαυστος γάρ), ἐκ δὲ τῶν ὑπεράνω τόπων
ὡσπερεὶ θρήνοις μεμιγμένου καταρραγέντος ὑετοῦ. ταυτὶ μὲν ἴσως
ἐλάττω τεκμήρια περὶ τῶν ἠλληγορημένων.
460. παῖδα] ἀπήρκεσεν αὐτῷ τοῦτο τὸ ὄνομα πρὸς ἔνδειξιν τῆς τοῦ θεοῦ διαθέσεως.
463. Θρασύδημον] χαρίεν τὸ πρὸ τῆς ἀναιρέσεως προαγῶνά τινα γενέσθαι· ὁ μὲν γὰρ βάλλει τὸν θεράποντα, ὁ δὲ τὸν Πήδασον.
465. νείαιραν] ἀπὸ τοῦ τὰ σιτία νεῖσθαι διʼ αὐτῆς· οὐδαμοῦ γὰρ χρῆται ἐπὶ τοῦ ἐσχάτου τῷ ἐπιθέτῳ τούτῳ.
470. κρίκε] γράφεται καὶ τρίγε· πάντα δὲ τῶν κατὰ μίμησίν
εἰσι. γραφικῶς δὲ ἔδειξε τὸν μὲν παρήορον κείμενον, τὰς δὲ ἡνίας
συγκεχυμένας, τοὺς δὲ ἵππους διεστῶτας, τὸ δὲ ζυγὸν ἠχοῦν τῇ
παρατρίψει.
475. ἰθυνθήτην] εἰς ὀρθὸν κατέστησαν. οὐχ ὡς αἰτίαν δὲ τὸ ἰθυν- θῆναι τοὺς ἵππους παρέλαβε τῆς συνόδου τῶν ἡρώων· οὐ γὰρ ἐπὶ τῶν ἁρμάτων μάχονται· ἀλλὰ τὰ περὶ τοὺς ἵππους διηγησάμενος ἐπὶ τὰ περὶ Πάτροκλον μεταβαίνει.
ῥυτῆρσι] ἀντὶ τοῦ ἑλκυστῆρσι, παρὰ τὸ ἐρύω τὸ λαμβάνω. δηλοῖ δὲ καὶ τὸν βοηθὸν, ὡς τὸ “ῥυτῆρα βίου τʼ ἔμεναι” (Od. 21, 173)· παρὰ τὸ ῥύω τὸ σώζω.
481. φρένες] τὸ ὑπὸ πνεύμονα διάζωμα τοῦ θώρακος. τοῖς δὲ τὰς
φρένας τρωθεῖσιν ἕπεται ἐρεύγεσθαι τὸ μεῖζον καὶ μεγάλας τὰς
ἐκπνοὰς ποιεῖσθαι. ἔρχαται δὲ, οἷον εἰργμέναι εἰσίν. αἱμορραγίας
δὲ γενομένης θνήσκει· θάτερον γοῦν μέρος τοῦ πνεύμονος τὴν ἐκ τῶν
ὑμένων ἔχει σκέπην, καὶ ἔστιν ἀπαθές.
*καὶ οὐ θαῦμα εἰ φθέγγεται. διελθὸν δὲ τὸ δόρυ τὸ διάφραγμα, ὃ καλεῖται φρένες, μέχρι καρδίας ἤνυσεν, ἣν λέγει κῆρ.
ἀδινόν] πυκνὸν, παρὰ τὸ ἄδην. κέαρ δέ φησι τὴν καρδίαν· πυκνὴ δὲ αὕτη καὶ νευρώδης κατὰ τὴν οὐσίαν.
487. ἠΰτε ταῦρον] ἡ πρώτη εἰκῶν πρὸς τὸ πτῶμα καὶ τὴν ἐπὶ
πολὺ ἔκτασιν, ἡ δὲ δευτέρα πρὸς τὴν στοναχήν. ἅμα δὲ καὶ παρα-
βέβληται τῇ τοῦ Σαρπηδόνος πρὸς τοὺς ἄλλους Τρῶας ὑπεροχῇ ὡς
ταύρου ἐν ἀγέλῃ βοῶν.
491. *τὸ μενεαίνω σημαίνει γ, τὸ λειποψυχῶ, ὡς ἐνταῦθα· καὶ τὸ ὀργίζομαι, ὡς τὸ “νήπιοι οἳ Ζηνὶ μενεαίνομεν” (Il. 15, 104), καὶ τὸ προθυμοῦμαι, ὡς τὸ “μενέαινε κῦδος ἀρέσθαι.”
494. ἐελδέσθω] ἐν ἐπιθυμίᾳ γινέσθω. τὸ δὲ κακός ἀντὶ τοῦ
θρασύς. πῶς γὰρ ἂν προτρέπων αὐτὸν πολεμεῖν κακὸν εἶπε τὸν πόλε-
μον;
498. κατηφείη καὶ ὄνειδος] αἴτιος αἰσχύνης καὶ ὀνείδους. ἐνά- ρετος δὲ ὁ ἥρως οὐ τὸν θάνατον αἰδούμενος, ἀλλὰ τὸ τὰ λάφυρα καταλεῖψαι τοῖς πολεμίοις.
500. νεῶν] ἄμεινον παροξυτόνως ἀναγινώσκειν νέων· οὐ γὰρ παρὰ ταῖς ναυσίν ἐστιν ὁ κίνδυνος νῦν. ἔστι δὲ ὅμοιον τῷ “νέων δʼ ἀλά- παζε φάλαγγας” (Il. 11, 503).
ἀγῶνι] τῷ ἀθροίσματι τῶν νεῶν· οἱ δὲ τῇ μάχη.
502. τέλος θανάτοιο] τέλος θανάτου αὐτὸ τὸ ἀποπνεῦσαι· διαλε-
γόμενος γὰρ τελευτᾷ.
504. φρένες] τὰς σωματικὰς λέγει φρένας· κατʼ ἐκεῖνο γὰρ γέγονεν ἡ πληγή. τῷ δόρατί φησιν ἐξελκομένῳ οἱ ὑμένες ἐνείχοντο τοῦ διαφράγματος.
507. λίπεν] διὰ τοῦ ε· τὸ γὰρ ἑξῆς ἐστὶν, ἐπειδὴ τὰ ἅρματα
ἐλείφθησαν τῶν ἀνάκτων, τουτέστι τῶν δεσποτῶν ἠρημώθησαν.
508. ἀίοντι] παρατατικῇ φωνῇ ἀντὶ συντελικῆς ἐχρήσατο.
515. Ἀρίσταρχος τὸ πλῆρες ἀντὶ τοῦ παντὸς, Ζηνόδοτος δὲ ἀντὶ τοῦ παντί. ἄμεινον δὲ τὸ τοπικὸν, ὡς Ἡρωδιανός. ἡ δὲ δοτικὴ ἀντὶ γενικῆς.
519. τερσῆναι δύναται] οὐ δύναται ξηρανθῆναι τὸ αἷμα. ἀλλαχοῦ δὲ τὴν ξηρασίαν φησὶν ὀδύνης ποιητικήν.
527. τὸ ἔκλυε ἀντὶ τοῦ ἐπήκουσεν· οὐδέποτε γὰρ ἐπὶ ψιλῆς ἀκοῆς τάσσει τὸ ῥῆμα.
530. Γλαῦκος δʼ ἔγνω] τὸ γὰρ παραυτίκα παῦσαι τὴν ὀδύνην καὶ
μένους αὐτὸν ἐμπλῆσαι προφανῶς θεῖον ἦν.
532. πρῶτα μὲν ὤτρυνε] ὑπεκκαύματα τῷ πολέμῳ πάλιν δίδωσιν ὁ ποιητής.
542. δίκῃσί τε καὶ σθένεϊ ᾧ] ταῦτα γὰρ σώζει, τὸ μὲν πόλιν καὶ
οἰκήτορας, τὸ δὲ ἀπεῖργον τοὺς πολεμίους. Αἰσχύλος (fr. 311ª)
“ὅπου γὰρ ἰσχὺς συζυγοῦσι καὶ δίκη, ποία ξυνωρὶς τῶνδε καρτερω-
τέρα;” τὴν δίκην δὲ προτάσσει ὡς μᾶλλον τῶν ἄλλων ἁρμόζουσαν
βασιλεῖ.
544. ἀλλὰ φίλοι πάρστητε] ἀπὸ τῶν ὀνειδιστικῶν εἰς τοὺς ἱκετι-
κοὺς ἧκε, καὶ ἀπὸ τῶν πρὸς τὸν Ἕκτορα ἐπὶ τὸ πλῆθος τὸν λόγον
μετήγαγεν.
545. *τὸ ἀεικίσσωσιν ἀντὶ τοῦ ὑβρίσωσιν. αἰκία δὲ οὐχ ἡ ὕβρις
μόνον, ἀλλὰ καὶ τὸ αἶσχος, παρὰ τὸ μὴ ἐοικέναι, ὃ δηλοῖ τὸ καθή-
κειν, ὥς φησι “δαίνυ δαῖτα γέρουσιν, ἔοικέ τοι οὔτι ἀεικές” (Il. 9,
70), ὡς εἰ ἔλεγε, πρέπει σοι καὶ καθήκει τοῦτο. ὅτι δὲ ἡ αἰκία καὶ
547. τοὺς ἐπὶ νηυσί] παλαιᾶς ἀνδραγαθίας ὑπέμνησεν, ὅπως μὴ
ἀπολέσωσιν αὐτὴν τοῖς νῦν.
548. κρῆθεν] κάρα κάρηθεν τὸ ἀνάλογον, καὶ κατὰ συγκοπὴν κρῆ- θεν, καὶ μετὰ τῆς προθέσεως κατακρῆθεν.
549. ἕρμα] τὸ σήκωμα καὶ ὑποστήριγμα τῆς νεὼς πρὸς τὸ μὴ
ἀνατρέπεσθαι ἐν τῷ νεωλκεῖσθαι· νῦν οὖν τούτου φησὶν ἀναιρεθέντος
ἀνατραπήσεται ἡ Ἴλιος. αὔξει δὲ τὸν οἶκτον, ἐπιμαρτυρῶν τῷ ἀπο-
θανόντι.
557. οἷοί περ πάρος ἦτε] πρὸς τοὺς πόνους προθυμίαν ἐργάζεται τῶν προπεπονημένων ἡ μαρτυρία.
τῶν πεπραγμένων αὐτῷ ὑπομιμνήσκει πρὸς ἀμύνης ὑπόμνησιν.
πῶς δὲ ἀλλαχοῦ φησὶν “Ἕκτωρ Πριαμίδης ἐσήλατο” (Il. 12,
437); ἢ τάχα ἑκάτερος τῆς ἰδίας φάλαγγος.
558. * πῶς ἑτέρωθι λέγων ὁ ποιητὴς τὸν Ἕκτορα πρῶτον ἐσάλ-
λεσθαι νῦν λέγει τὸν Σαρπηδόνα; ῥητέον οὖν ὅτι τὸ ἐσήλατο ἀντὶ
τοῦ ἐσάλευσεν τότε τὴν ἔπαλξιν πρῶτος ἐπισπασάμενος. καὶ ψιλῶς
ἀναγνωστέον καὶ διʼ ἑνὸς λ.
559. ἀεικισσαίμεθʼ ἑλόντες] ὅπερ σπεύδει δρᾶσαι, τοῦτο αὐτὸς
κινδυνεύει παθεῖν ὑφʼ Ἕκτορος, ὡς κἀκεῖνος ὑπʼ Ἀχιλλέως· οὕτως
τὰ τῆς Ἀδραστείας ἐνδείκνυται. πῶς δὲ μείλιχον ὑποστησάμενος
τὸν ἄνδρα ἦθος αὐτῷ νῦν περιέθηκεν ὠμὸν, τὸ θέλειν λυμήνασθαι
σῶμα ἀναίσθητον; ἢ τάχα τὸ προκείμενον ἀπολογία ἐστὶ τῆς ὠμό-
τητος “ὃς πρῶτος ἐσήλατο,” καὶ χαλεπαίνει δικαίως τῷ πρῶτον ἐς
τὸ τεῖχος εἰσθορόντι.
567. νύκτʼ ὀλοήν] σκότον, ὡς τὸ “ὀρώρει δʼ οὐρανόθεν νύξ” ( Od.
5, 294). καὶ ἐπὶ Πατρόκλῳ “ἐπεὶ οὐδὲ Μενοιτιάδην ἤχθαιρε” (Il.
17, 270). δεινὴν τὴν μάχην ἤγειρε· μόνος γὰρ ἐν ἀμφοτέροις τοῖς
στρατοῖς Διὸς υἱός.
569. ὦσαν δὲ πρότεροι Τρῶες] πιθανῶς, ὡς μὴ πάντα τοῖς Ἕλ-
λησι καταχαρίζεσθαι δοκοίη· γενομένης γὰρ τῆς Γλαύκου προτροπῆς
572. ἐν Βουδείῳ] τὸ Βούδειον πόλις Φθιῶτις, ἀπὸ Βουδείου τοῦ Ἄργου ὠνομασμένη. πῶς δὲ ἂν ἱκέτευε τὸν βασιλέα τῆς ἑαυτοῦ πόλεως; ἢ τάχα ἑτέρα παρὰ ταύτην ἐστί.
574. ἡ ἔς ἀντὶ τῆς πρός. σημειωτέον δὲ ὅτι ἕως τῆς ἐπὶ Ἴλ0- ιον στρατείας συνῆν Θέτις Πηλεῖ. ἱκέτευσε δὲ, ἱκέτης ἦλθε. τὸ ἥμερον δὲ Πηλέως δείκνυται ἀπὸ Πατρόκλου Φοίνικος καὶ τούτου.
581. Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο] δριμυτέραν τὴν μάχην ἐργά-
ζεται, οὐ τὸν τυχόντα ποιῶν ἀναιρούμενον, ἀλλʼ ἑταῖρον Πατρόκλου,
ἵνʼ ἐπὶ τούτῳ πλέον χαλεπήνῃ.
582. ἵρηκι ἐοικώς] πρὸς τὴν ὁρμὴν καὶ τὸν ἀπʼ αὐτοῦ γενόμενον
φόβον τοῖς πολεμίοις. εἶτα παρέλαβεν ἐπὶ φόβου καὶ τῶν φευγόν-
των τὰ ἀγεληδὸν ἱπτάμενα τῶν ὀρνέων καὶ εὐκαταφρόνητα, κολοιοὺς
καὶ ψᾶρας.
589. αἰγανέη εἴρηται ἀπὸ τοῦ νεῖσθαι εἰς αἶγας· ἔστι δὲ εἴδος ἀκοντίου. ταναοῖο δὲ τεταμένης. οὐ βούλεται δὲ πλέον τοὺς Τρῶας φεύγειν· διὸ εἴληφε σύμμετρον ἀκοντίου διάστημα, βουλόμενος σημᾶναι τὸ ὅσον ὑπεχώρησαν.
590. ἥν ῥά τʼ ἀνήρ] ἣν ἀφῇ ἀνὴρ ἐν ἄθλῳ πειρώμενος, ἢ καὶ ἐν πολέμῳ, οὐχὶ πειρώμενος ἔτι· τίς γὰρ ἂν πεῖρα ἐν πολέμῳ γένοιτο; ἀλλὰ τὸ μὲν πειρώμενος ἐπὶ τοῦ ἐν ἀγῶνι βεβλημένου ἀκοντίου τέτακται, τὸ δὲ ἢ ὲ καὶ ἐν πολέμῳ πρὸς τὸ ἀφέηκεν. ἡ δὲ ὑπό ἀντὶ τῆς μετά, ἢ πλεονάζει. τινὲς δὲ ὑπὸ δηίων πειραζόμενος.
593. Γλαῦκος δέ] ποικίλως χρῆται τῇ τάξει· μετὰ γὰρ τὴν τοῦ Γλαύκου προτροπὴν ἄρχεται ὁ Ἕκτωρ τοῦ ἔργου ὡς ἂν ὑπερέχων· ἐν δὲ τῇ ὑποστροφῇ τὰ πρωτεῖα Γλαύκῳ περίκειται.
594. ἐτράπετʼ] ἐδήλωσεν αὐτὸ σαφέστερον διὰ τοῦ “στρεφθεὶς
ἐξαπίνης” (598). καινὸς δὲ ὁ τρόπος· ὁ γὰρ φεύγων ἐπιστραφεὶς
κτείνει τὸν διώκοντα.
601. στὰν δʼ ἀμφʼ αὐτόν] ἔστησαν περὶ τὸν Γλαῦκον, ἐπιβοη- θοῦντες τῷ προκαταρξαμένῳ τῆς ὑποστροφῆς.
606. ὑπὸ γναθμοῖο καὶ οὔατος] μεταξὺ τοῦ ὀστοῦ τῆς σιαγόνος καὶ τοῦ ὠτός.
611. πρόσσω γὰρ κατέκυψε] ὑπὲρ τοῦ ἀξιοπίστου τὸν μὲν Αἰνείαν ἐπιτυγχάνοντα ποιεῖ· ἐπέτυχε γὰρ, εἰ μὴ κατέκυψεν ὁ Μηριόνης. καὶ τὸ τοῖς Ἕλλησι χαρίζεται διὰ τὴν σωτηρίαν Μηριόνου.
617. τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα- κατέπαυσε]
Κρῆτες γὰρ ἀσκοῦσι τὴν ἐνόπλιον ὄρχησιν, ἔμπειροι ὄντες ἀπὸ
τῆς τῶν Κουρήτων μυθολογίας· ἄκρως δὲ ἐξεφαύλισε τὸ εὐκίνητον
τοῦ ἀνδρός· βουλόμενος γὰρ αὐτὸν ἐλαφρὸν εἰπεῖν, τοῦτο παρατρέ-
ψας εἰς ὄρχησιν ἐχλεύασεν. ἠπίστατο γὰρ ἐν ἑαυτῷ ὅτι εὐστόχως
μὲν ἀφῆκε, διὰ δὲ τὴν ἐκείνου παρατροπὴν γέγονεν ἡ ἁμαρτία.
*ἐπυρρίχιζον δὲ τοῖς ὅπλοις οἱ Κρῆτες, ὅ ἐστι σὺν τοῖς ὅπλοις
τὴν πυρρίχην καὶ ἔνοπλον ὄρχησιν ἠσκοῦντο· τρία δὲ εἴδη τῆς ὀρχή-
σεως, πυρρίχη, σίκιννις, ἥτις ἐστὶν ἱερατικὴ, καὶ ὁ κορδακισμὸς,
αἰσχρός τις ὢν καὶ μᾶλλον κοσμικοῖς ἁρμόδιος.
620. χαλεπόν] ἀδύνατον καὶ ἀτελείωτον.
621. σβέσαι μένος] σβέσις γὰρ δυνάμεως ὁ θάνατος. ἔμψυχος δὲ
ἡ μεταφορά. καὶ εἰκότως· ὁ γὰρ θάνατος σβέννυσι τὴν δύναμιν.
πάντων ὅς κε σευ] πρὸς τὸ σχῆμα γὰρ ὁ λόγος.
628. οὔτοι Τρῶες ὀνειδείοις] ἀποτροπὴ τοῦ λοίδορον εἶναι, ὅπου καὶ τοὺς πολεμίους οὐκ ἐᾷ λοιδορεῖν, διδάσκει δὲ καὶ αὐτοὺς δρᾶν ἐν ἐκείνῳ τῷ καιρῷ, μὴ λέγειν κακῶς.
630. *ἐν γάρ] ὁ γὰρ πόλεμος χειρῶν δεῖται πρὸς κατόρθωσιν, ἡ δὲ ἐκκλησία λόγων.
633. πρὸς τὸ πᾶν ἁρμόζει ἡ παραβολὴ, πρός τε τὸν ἄναρθρον κτύπον, ἅμα δὲ καὶ τοῖς τεμνομένοις ὅπλοις τὰ τεμνόμενα σώματα εἴκασται, καὶ τὰ ξίφη τοῖς πελέκεσι παραβέβληται.
636. χαλκοῦ] τῶν χαλκῶν ἀσπίδων. ῥινοῦ δὲ τῶν ἀκατεργάστων βοῶν, ὅ ἐστι τῶν λαισηίων. εὐποιητάων δὲ τῶν εὖ γεγονυιῶν.
638. φράδμων] ἔμπειρος, ἐπιστήμων, εἰδὼς καὶ γινώσκων ἀκριβῶς τὸν Σαρπηδόνα.
*φράδμων λέγεται καὶ ὁ διορατικὸς καὶ ὀξὺς, καὶ ὁ ἔμπειρος,
καὶ ὁ ἐπιστήμων. ὁ δὲ λόγος, οὐδὲ ὁ πάνυ γνώριμος καὶ συνήθης
τῷ Σαρπηδόνι ἠδύνατο γνωρίσαι αὐτὸν διὰ τὸ αἵματι καὶ κόνει
πεφύρθαι.
641. ὡς ὅτε μυῖαι] πρὸς τὸ πλῆθος καὶ τὸ πρόθυμον ἡ παραβολή.
642. περιγλαγέας] περισσῶς γεγαλακτωμένας, ὅ ἐστι πληθούσας γάλακτος, ἢ καταβεβρεγμένος. πέλλα δὲ ξύλινον ἄγγος, ἀπὸ τοῦ καταπεπελεκῆσθαι.
647. ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων] τί δήποτε τιμήσειν
ὑποσχόμενος Ἀχιλλέα μεῖζον αὐτὸν ἔβλαψε: καὶ γάρ φησιν “ἀλλὰ
τί μοι τῶν ἦδος” (Il. 18, 80). ἢ μὴ δεόντως χρησάμενος τῇ παρὰ
Διὸς δωρεᾷ ἀτυχεῖ· οὐ γὰρ ἀποχρῆν ἡγήσατο, εἰ μὴ τὸ πᾶν ἀπό-
λοιτο τῶν Ἀχαιῶν, καὶ τὰς λιτὰς οὐ προσήκατο.
653. θεράπων Πηληιάδεω] πολλὴ ἡ εἰς Ἀχιλλέα τιμὴ, ὅπου καὶ τοῦ υἱοῦ φονέα ὄντα τὸν Πάτροκλον τιμᾷ διὰ τὴν Ἀχιλλέως τιμήν.
657. κέκλετο τῷ ἔργῳ, οὐ τῇ φωνῇ, ὡς τὸ “Ἀργείων προκαλί- ζετο πάντας ἀρίστους” (Il. 3, 19). ἀγαθοῦ δὲ στρατηγοῦ τὸ μὴ ἄλλῳ ἢ θεῷ εἴκειν.
663. ἔντεʼ ἕλοντο] εἰ γὰρ ἀσκύλευτον αὐτὸν ἔκλεψεν Ἀπόλλων, οὐδʼ ἂν ἐτόλμησαν Ἀχαιοὶ πρὸς τὸ τεῖχος ἐλθεῖν.
666. Ἀπόλλωνα] ὡς κατὰ τὸ σιωπώμενον εἰς Ἴδην ἀφικομένου Ἀπόλλωνος. μικρᾷ δὲ παρεκβάσει τὸν ἀκροατὴν ἀναπαύει καμόντα.
669. ἀπό ἄποθεν, πρό δὲ ἔμπροσθεν.
672. διδυμάοσιν] τελευτώντων γὰρ ἐκλείπει παντελῶς ἡ ψυχὴ, καθευδόντων δὲ ἡ δύναμις αὐτῆς συστέλλεται.
674. κασίγνητοι ἁπλοῖκῶς νῦν πάντες οἱ συγγενεῖς· οὐδεὶς γὰρ ἀδελφοὺς Σαρπηδόνος ἱστόρηκεν.
676. οὐδʼ ἄρα] οὐδὲ φθέγγεταί τι μικρὸν τοῦ καιροῦ κατεπεί- γοντος.
684. Πάτροκλος δʼ ἵπποισι] ὑποστρέφει ὁ Πάτροκλος διὰ τὸ μὴ
προτροπάδην τοὺς Τρῶας φεύγειν, ἀλλʼ ἔτι ἀνθίστασθαι. οἱ δὲ, ἐπεὶ
“νεώτεροι ἀφραδέουσιν” (Od. 7, 294). ὁ δὲ ποιητής φησιν “ἀλλ᾿
αἰεί τε Διὸς κρείσσων νόος” (688). ὁ μὲν γὰρ Ἀχιλλεὺς συνεβού-
λευσε τὰ ἄριστα, κρατεῖ δὲ ἡ τοῦ Διὸς γνώμη, βουλομένου αὐτὸν
ἀνελεῖν ὑπὲρ ἐκδικίας Σαρπηδόνος.
693. Πατρόκλεις] ἥδισται αἱ ἀποστροφαὶ τῷ ποιητικῷ εἴδει. ἄλλως τε καὶ ἀεὶ προσπάσχει ὁ ποιητὴς ἠθικῶς τῷ Πατρόκλῳ.
702. ἀγκῶνος] ἐξοχῆς. καὶ ὁ Ἕκτωρ “πύργῳ ἐπὶ προὔχοντι”
704. χείρεσσʼ ἀθανάτῃσι] ἄμφω ταῖς χερσὶν ἀπωθούμενος τὴν ἀσπίδα. ἐμφαντικὸς δὲ ὁ λόγος.
705. ἀλλʼ ὅτε δή] ᾔδει μὲν ἀκούσας ὅτι “μάλα τούς γε φιλεῖ
ἑκάεργος Ἀπόλλων” (94), ἀπόνηρος δὲ ὢν ἐπελάθετο τοῦ λόγου, ἢ
καὶ φιλοδοξῶν· διὸ κινδυνεύει ἀναιρεθῆναι.
709. οὐδʼ ὑπ᾿ Ἀχιλλῆος] ἐπικεκαλυμμένως ἐνδείκνυται ὡς οὐκ Ἀχιλλεὺς πορθεῖ τὴν Ἴλιον· προετελεύτησε γὰρ χάριν Πολυξένης.
717. μήτρως] μητρὸς ἀδελφός. οἱ δὲ νεώτεροι τὸν πρὸς μητρὸς
πάππον μήτρωα καλοῦσιν. εἰκότως δὲ τούτῳ εἴκασται, ἵνα διὰ τὴν
συγγένειαν δέξηται τὴν παραίνεσιν.
721. Ἕκτορ, τίπτε] καὶ τοῦτο προτροπῆς ἐστὶν εἶδος, τὸ μαρτυ- ρεῖν μὲν ἀρετὴν, ἐλέγχειν δὲ ὡς ἀνάξια πράττοντα.
739. μετώπιον τὸ μεσόφρυον, τὸν μεταξὺ τῶν ὠπῶν τόπον.
740. σύνελεν] συνέχεε καὶ εἰς ἓν συνήγαγεν.
741. χαμαὶ πέσον] δῆλον ὅτι ἐκθλιβέντες ὑπὸ τῶν συντριβέντων ὀστῶν.
742. αὐτοῦ πρόσθε ποδῶν] ἔμπροσθεν τῶν Πατρόκλου ποδῶν ἐξα- κοντισθέντες. ἢ ὅπου ἔμελλε κυβιστῶν ὁ νεκρὸς ἕξειν τοὺς πόδας.
744. διὰ τοῦ κε τὸ τῶν ῥηθησομένων λόγων ἦθος καὶ τὸ εἶδος ἀπογυμνοῦται.
747. τήθεα διφῶν] οὐχ ὅμοια ταῦτα τῇ ἄλλῃ περὶ τοὺς ἥρωας
διαίτῃ· οὐδὲ γὰρ οὐδὲ τοὺς ἁβροδιαίτους Φαίακας ἢ μνηστῆρας τοῖς·
τοιούτοις χρωμένους εἰσήγαγεν. ἤτοι οὖν ὅπερ αὐτὸς ἀλλαχόθεν ἠπί-
στατο Πάτροκλος τοῖς ἥρωσι περιέθηκεν, οὐχ ὡς ἀεὶ χρωμένων τοῖς
ὀστρείοις πρὸς τροφὴν τῶν ἡρώων, πρὸς ἀνάγκην δὲ ἐν πλῷ. οὐδὲ γὰρ
ἰχθύσι χρωμένους εἰσήγαγεν ἢ ὄρνισιν· ἀλλʼ ὅμως δι᾿ ἀνάγκην καὶ
τοῖς τοιούτοις ἐπιχειροῦσιν οἱ Ὀδυσσέως ἑταῖροι (Od. 4, 368).
καθόλου γὰρ τὴν τοιαύτην χρῆσιν διὰ τὸ μικροπρεπὲς παρῃτήσατο,
κρέασι δὲ ὀπτοῖς χρῆσθαι αὐτούς φησιν, ἵνα καὶ ἐπʼ Ἀχιλλέως
εἰπεῖν δυνηθῇ “τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνε δʼ ἄρα δῖος Ἀχιλλεύς”
(Il. 9, 209). ὅρα δὲ οἷον ἦν ἰχθὺν καθαίρειν τὸν τῆς Θέτιδος ἢ τὸν
ζωμὸν ἕψειν.
τήθεα] εἶδος ὀστρείου. ὠνόμασται δὲ ὅτι ἀπόθετά ἐστι καὶ οὐκ ἐπινήχεται· προσπέπλασται γὰρ ταῖς πέτραις.
748. δυσπέμφελος] δυσχείμερος, ὁ πόντος δηλονότι ὁ μὴ εὐχερῶς πέμπων τὰς ναῦς. κολυμβητὴν δὲ ἄκρον δείκνυσι, τοῦ θηρᾶν οὐκ ἀφιστάμενον οὐδὲ χαλεπαινούσης τῆς θαλάσσης.
752. δαιμονίως τῇ εἰκόνι χρῆται· μέλλοντα γὰρ αὐτὸν τελευτᾶν λέοντι εἰκάζει ὑπʼ ἀλκῆς καὶ προθυμίας ἔν τινι ἐφόδῳ ἀνῃρημένῳ· διὸ καὶ πρόσκειται τὸ ἑή τέ μιν ὤλεσεν ἀλκή. καὶ τὸ ἀντιπρόσ- ωπον δὲ ὄντα κατὰ τὸ στῆθος πληγῆναι τῆς ἀρετῆς καὶ τοῦ θράσους σημεῖον.
756. λέονθʼ ὣς] ἡ εἰκὼν ἐμφερεστάτη ἐπί τε τῶν μαχομένων καὶ περὶ οὗ ἡ μάχη· πεφονευμένῳ γὰρ ζῴῳ ὁ πεφονευμένος Κεβριόνης εἴκασται.
762. Ἕκτωρ μὲν κεφαλῆφιν] ἐναργέστατα ἔδειξε τὴν ὁλκὴν τοῦ σώματος, προσθεὶς καὶ τὰ μέρη ὧν ἐχόμενοι οὗτοι ἀνθεῖλκον.
765. ὡς δʼ εὖρός τε νότος τʼ] ἡ παραβολὴ πρὸς τὸ συρράσσειν καὶ συμπλέκεσθαι ἀλλήλοις. ἔστιν οὖν ἰδεῖν διὰ τῶν ἐπῶν δύο ἀνέ- μων μάχην, ἑκατέρου κρατεῖν βιαζομένου.
766. εὖ τὸ βαθεῖαν εἰπεῖν τὴν ὕλην· σφοδρὸς γὰρ οὕτως ὁ ἄνεμος ἐμπίπτει διέξοδον οὐκ ἔχων.
770. τὸ συνεκτικὸν τῆς παραβολῆς τὸ ἐπʼ ἀλλήλοισι θορόν- τες ἐστίν.
772. ἀμφί] περί, οὐκ ἐν αὐτῷ.
775. ὁ δὲ στροφάλιγγι] καὶ ἡδέως ἐπεφώνησε καὶ περιπαθῶς.
εἰς δὲ τὸ στροφάλιγγι λείπει ἡ ἔν.
780. ὑπὲρ αἶσαν] ὑπὲρ βίαν, ἢ πλέον ἢ κατὰ τὸ μέτρον, ὑπὲρ τὸ καθῆκον.
784. τρὶς μέν] τρίτον, φησὶν, ὁρμήσας τρὶς ἐννέα ἀνεῖλεν, ὅπερ ἀπίθανον. ἢ τάχα τῇ ὁρμῇ καιρὸν παρεῖχεν.
787. Πάτροκλε] ἡ ἀποστροφὴ σημαίνει τὸν συναχθόμενον. σοὶ
γὰρ, φησὶν, ὦ Πάτροκλε, τῷ οὕτως ὑπʼ Ἀχιλλέως ἀγαπωμένῳ, τῷ
τὸ πᾶν εἰς σωτηρίαν τῶν Ἑλλήνων πραγματευσαμένῳ, τῷ Νέστορος
φιλοπόνως ἀνασχομένῳ, τῷ φιλοστόργως Εὐρύπυλον ἰασαμένῳ, τῷ
ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.
792. καταπρηνεῖ] πλατείᾳ καὶ διατεταμένῃ.
στρεφεδίνηθεν] περιενεχθέντα ἐστράφη. ἐκ δύο δὲ ὀνομάτων τὸ αὐτὸ δηλούντων τραχεῖαν συνθεὶς τὴν προσηγορίαν τὴν βίαν τῆς πληγῆς παρίστησιν.
793. κυνέην βάλε Φοῖβος Ἀπόλλων] ἀφοπλίζει αὐτὸν, ἴσον τῇ
ὁπλίσει ἀπεργαζόμενος Ἕκτορα Ἀχιλλεῖ. ἅμα δὲ καὶ διαναπαύων
τὸν ἀκροατὴν ὁπλοποιίαν παρεισάγει καὶ ἐπιτερπῆ κοσμοποιίαν. οὐ
θέλει δὲ μετὰ θάνατον σκυλευθῆναι Πάτροκλον· αἰσχρὸν γὰρ Ἕλ-
λησιν ἦν. ἔλεον δὲ καὶ ἀνδρείαν Πατρόκλου φησὶν ὡς οὐκ ἄλλως
κρατηθέντος ἢ ἐν τῇ γυμνώσει τῶν ὅπλων.
797. ἱππόκομον] ἵππου κόμην ἔχουσαν. διὸ καὶ προπαροξύνε- ται.
800. σχεδόθεν] ἐκ τοῦ σύνεγγυς χρόνου· ἢ ὡς τὸ “σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη.” τὴν ἀγανάκτησιν δὲ τῶν ἀκουόντων ἰᾶται, οὐκ ἐπὶ πολὺ φάσκων ἀπολαύειν τῶν ὅπλων Ἕκτορα.
801. ὅλον ἐκ μέσου, καθὸ κατεῖχεν αὐτό.
806. στῆ δὲ ταφών] ἔστη δὲ παραπληγεὶς καὶ πρὸς τὸν θεὸν ὄπιθεν ὄντα ἀπεστραμμένος, ὃς αὐτὸν ἀπέδυσε. διὸ καὶ εἰς τὰ μετάφρενα τιτρώσκεται.
810. ὡς τῶν τότε τοιαύτην ἐχόντων μελέτην ὥστε τοὺς ἀντελαύ-
νοντας ἀναστρέφειν τῶν ἁρμάτων. διδασκόμενος δὲ πεῖραν λαμβά-
νων. πόλεμον δὲ τὸν ἐν Ἰλίῳ φησί· νέος γὰρ ἦν, ὡς ὁ ποιητὴς δηλοῖ.
814. οὐδʼ ὑπέμεινε] φιλέλλην ὁ ποιητὴς, κατακωμῳδῶν τῶν βαρ- βάρων καὶ τὴν τοῦ Πατρόκλου δύναμιν αὔξων.
817. ἐχάζετο] ταῦτα τοῦ ἀληθοῦς ἔχεται. εἰ γὰρ προσέθηκεν ὅτι
καὶ γυμνὸς ἐπολέμει, ἐξέπιπτε τοῦ πιθανοῦ.
822. δούπησεν] τῷ σώματι· ὅπλα γὰρ οὐκ εἶχε. δηλοὶ δὲ ὅτι ἀπέθανεν.
ἤκαχε λαὸν Ἀχαιῶν] διὰ τὴν Πατρόκλου ἀρετὴν, διὰ τὸ Ἀχιλ- λέως ἐπʼ αὐτῷ πένθος, διὰ τὴν προσδοκωμένην τροπὴν, διὰ τὸ μηδε- μίαν φθάσαι ἀποδοῦναι χάριν ὡς εὐεργέτῃ.
823. ἀκάμαντα] ἰσχυρὸν, ἰσχυρότερον. μέχρι μὲν οὖν ἴσοι ἦσαν, λέουσιν αὐτοὺς εἴκαζε, νῦν δὲ ἐπεὶ ἐνδεέστεροι, ζῴοις ἀνίσως.
825. πίδακος ἀμφʼ ὀλίγης] ἐν μὲν γὰρ κρήνῃ ἀφθόνως ῥεούσῃ οὐκ εἰκὸς περὶ ὕδατος μάχεσθαι· ἐν δὲ τῇ βραχείᾳ πίδακι ὥσπερ ἆθλον πρόκειται τῷ νικῶντι τὸ ποτόν.
ἐθέλουσι δὲ πιέμεν] τὸ δίψος παρέλαβεν εἰς αἰτίαν τῆς συμπλο- κῆς, ἐπεὶ οὐδʼ ἂν περὶ ταύτης ἔρις ἦν αὐτοῖς.
826. ἀσθμαίνοντα] φύσει γὰρ τοιοῦτος ὁ σῦς· πολλῷ δὲ μᾶλλον διὰ τὴν μάχην ἀσθμαίνει. δηλοῖ δὲ τὸν ἀγωνιζόμενον.
833. ὅρα τὸ ἔμπληκτον τοῦ βαρβάρου· τὴν γὰρ ἀλαζονείαν ἐξε- λέγχων αὐτὸς εἰς τὰ ὅμοια ἐμπίπτει, καὶ οὐ θείαν τὴν νίκην οἴεται, ἀλλὰ τῆς αὐτοῦ δυνάμεως.
834. ὀρωρέχαται] ὁρμῶνται, ἢ ἐκτέτανται, ὡς τὸ “τανύοντο δὲ μώνυχες ἵπποι” (375).
836. ἦμαρ ἀναγκαῖον] τὸ εἰς ἀνάγκην ἄγον, ὃ καὶ δούλιον ἦμαρ” (Il. 6, 463).
839. μή μοι πρίν] κατὰ τὸ πιθανὸν μιμεῖται, τίνας εἰκὸς εἰρῆ-
σθαι λόγους ὑπʼ Ἀχιλλέως, ὅτε αὐτὸν ἐξέπεμπεν ἐξ ὑπολήψεως.
845. Ζεύς] ἐπεὶ αὐτὸς συνεχώρησεν. ὃ δὲ ᾔδει ὁ ποιητὴς, τοῦτο τῷ ἡρωϊκῷ προσώπῳ περιέθηκε. τὸ δʼ ἐδάμασσαν ἀντὶ τοῦ δαμα- σθῆναι ἐποίησαν.
847. τοιοῦτοι δʼ εἴπερ] ἀξιομίμητον τὸ ἦθος· οὐ γὰρ κατεπλάγη
τὸν θάνατον, οὐ τὸ βάθος τῶν ἀλγηδόνων, οὐ τὴν ἐρημίαν τοῦ βοηθή-
σοντος, ἀλλʼ ἔτι μεστός ἐστι φρυάγματος καὶ ἐρεθίζει μᾶλλον ἢ
ἱκετεύει, ἀντιποιούμενος τῆς νίκης καὶ τελευτῶν.
850. πολλοστὸς, ὡς τὸ “ἀσπασίη τρίλλιστος” (Il. 8, 488). οἱ
δὲ Μοῖραν καὶ Ἀπόλλωνα ἕν· ἄμφω γὰρ θεοί. οἱ δὲ κατὰ κοινοῦ
τὴν Μοῖραν παρειλῆφθαι. τινὲς δὲ τὸ ἐξεναρίζειν ἐπὶ τῶν αὐτοχεί-
ρων, καὶ οὕτως Ἕκτωρ τρίτος. τινὲς δὲ καθʼ ὑπερβατὸν, ἵνʼ ᾖ τρίτος·
Εὔφορβος, σὺ δέ με ἐξεναρίζεις. αὔξει δὲ αὑτὸν ὡς ὑπὸ πολλῶν
854. πόθεν ὁ Πάτροκλος οἶδεν ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα)
δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ, ὅτι ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ
σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται· θείας γάρ ἐστι
μέρος φύσεως, καὶ θειοτέρα γίνεται χωρισθεῖσα τῆς ὕλης τοῦ σώμα-
τος καὶ πρὸς τὸ οἰκεῖον ἀναδραμοῦσα.
856. δῆλον ἐντεῦθεν ὅτι πνεῦμά ἐστιν ἡ ψυχὴ, κατὰ παντὸς οἰκοῦν τοῦ σώματος.
857. ὃν πότμον γοόωσα] λυπεῖται ἡ ψυχὴ, μή ποτε ἀνάξια πρά-
ξασα ἑαυτῆς ἀναξίοις περιπέσῃ, καὶ ὅτι σῶμα ἐᾷ ἀκμάζον. ὁ δὲ
Πυθαγόρας κακῶς φησὶν ὅτι ἡ ψυχὴ μετὰ τὸ ἐξελθεῖν εἰς φυτά
τινα καὶ σώματα καὶ θάμνους μεταβάλλεται, ὅθεν καὶ λελύπηται.
πρὸς ἀρετὴν δὲ μᾶλλον ὁ ποιητὴς συγκαλεῖ, μή ποτε κακὰ διαπρα-
ξάμενοι τοῖς αὐτοῖς περιπέσωμεν. ἀνδροτῆτα δὲ οὐ τὴν ἀνδρείαν,
ἀλλὰ τὴν ἀνθρωπότητα, τὴν ἀνδρὸς φύσιν· ἀνδρείαν γὰρ οὐ κατα-
λείπει, ἀρετὴν οὖσαν ἰδίαν.
*ὁ Πυθαγόρας ἔλεγεν ὅτι ἡ ψυχὴ τελευτῶντος ἀνθρώπου καὶ τῶν
ἄλλων ἀπάντων, ἀπαλλαγεῖσα τοῦ σώματος, ἐν ἐκείνῳ γίνεται ἐν ᾧ
πλανωμένη ἐγκαταληφθῇ γεννωμένῳ ζῴῳ, ἢ καὶ ἐν φυτῷ, τοῦτο
Ὅμηρος ἐν τῷ Ἕκτορος καὶ Πατρόκλου θανάτῳ προὔβαλεν· γεν-
ναίους γὰρ ἄνδρας παράγων ἀποθνήσκοντας, τὴν ψυχήν φησιν ἀπαλ-
λαττομένην θρηνεῖν τὴν μοῖραν αὑτῆς, ἀχθομένην ὅτι καταλείπει
ἀκμάζοντα καὶ εὐσθενῆ σώματα, καὶ δεδοικυῖαν μὴ ἐγκαταληφθῇ
μοχθηρῷ τινὶ γεννωμένῳ, ᾧ λυπηθήσεται συνοῦσα, ἢ ἐπί τινι ἄλλῳ.
ἅμα δὲ διὰ τοῦτο καὶ πρὸς ἀρετὴν ἡμᾶς προτρέπει, δηλῶν ὡς τὰ
γενναῖα σώματα καὶ ἡ ψυχὴ καταλιποῦσα θρηνεῖ. κακῶς δὲ τοῦτα
ἔλεγεν ὁ Πυθαγόρας.
860. *τίς δʼ οἶδ᾿] τοῦτο διαπορητικόν.
δειλοῦ ὁ λόγος· τὰ δὲ ὑπʼ Ἀχιλλέως ἀνδρεῖα· “τέθναθι” γάρ
φησι μὴ διστάζων· “κῆρα δʼ ἐγῶ τότε δέξομαι” (Il. 22, 365).
1. Μενέλαον] εὖ Πατρόκλου πεσόντος πρῶτος αἰσθάνεται Μενέ-
λαος· φησὶ γὰρ “ὃς κεῖται ἐμῆς ἕνεκ᾿ ἐνθάδε τιμῆς” (92). καὶ
ὅτι ὁμότροποι· ἄμφω γὰρ ἤπιοι. ὁ δὲ Μενέλαος οὐ μόνον πρὸς τοὺς
ὑπʼ αὐτὸν πρᾶος ἦν, ἀλλʼ ἤδη καὶ πρὸς τοὺς πολεμίους. ἢ ὅτι καὶ
περὶ πάντας σπουδαῖος ὁρᾶται, ὃς καί Ὀδυσσέως καταπονουμένου
ἄγων ἧκεν Ἀἴαντα, καὶ τοῦ ἀδελφοῦ προανέστη· ἢ προθυμότερον
σύμμαχον ἑαυτῷ ποιῶν Ἀχιλλέα. ἄλλως τε οἱ ἄλλοι τραυματίαι
εἰσὶ, πλὴν Αἴαντος, ὃν νῦν οὐκ ἔδει ὑπείκειν Ἕκτορι.
2. Τρώεσσι] Ἕκτορι καὶ Εὐφόρβῳ· καὶ γὰρ καὶ τοὺς Δαρδα-
νίους Τρῶάς φησιν.
4. τὸν Αἴαντα λέοντι εἰκάζει διὰ τὸ καρτερὸν καὶ ἰσχυρὸν, τὸν
Ὀδυσσέα κυνὶ διὰ τὸ ταπεινότερον μὲν, ὅμως δὲ θαρσαλέον· τὸν δὲ
Μενέλαον συμπαθεῖ μὲν ζῴῳ, οὐ μὴν βιαίῳ· τοῦτο γὰρ τῷ ἤθει τοῦ
ἀνδρὸς καὶ τῇ παρούσῃ τύχῃ οἰκεῖον. εὖ δὲ ἀντὶ τοῦ ὀνόματος τὸ
μήτηρ ἔλαβε, τὸ φιλοστοργότατον τῆς φύσεως ὄνομα. τὸ δὲ πόρ-
τακι ὑποκοριστικῶς. τριχῶς δὲ τὸ ὄνομα παῤ αὐτῷ λέγεται·
πόρταξ, ὡς νῦν· πόρις “ὡς δʼ ὅταν ἄγραυλοι πόριες” (Od. 10, 410).
πόρτις, ὡς τὸ “πόρτιος ἠὲ βοός” (Il. 5, 162).
*τὸ δὲ πόρτακι οἱονεὶ πορίῳ, παρὰ τὸ νεωστὶ πορεύεσθαι καὶ βαίνειν.
5. πρωτοτόκος] πρὸς τὸ μὴ εἶναι ἀσθενῆ, ἀλλὰ καὶ φιλόστοργον. κινυρή δὲ οἰκτρόφωνος· πρόσκειται δὲ διὰ τὴν Μενελάου λύπην. ὑφ᾿ ἓν δὲ, ἵνʼ ᾖ ἐν τῷ τίκτειν θρηνοῦσα. εἰδυῖα δὲ ἀντὶ τοῦ ἐγνωκυῖα καὶ ἐπισταμένη.
*πρωτοτόκος ἡ πρώτως γεννήσασα, πρωτότοκος δὲ ἡ πρώτως
τεχθεῖσα.
8. τοῦ] αὐτοῦ, τοῦ Μενελάου ἢ Πατρόκλου.
9. οὐδʼ ἄρα Πάνθου υἱός] ὡς γὰρ ἐν κυνηγεσίοις πρωτόλεια τῷ πρώτως βαλόντι δίδονται, οὕτω καὶ οὗτος τῶν ὅπλων ἀντιποιεῖται· εἰ γὰρ καὶ γεγύμνωται, ἀλλʼ εἰκὸς αὐτῷ παρακεῖσθαι τὰ ὅπλα.
19. πολυκίνητος ὁ λόγος. ἐσχετλίασε πρῶτον, εἶτʼ ἐλογίσατο
τὴν ὑπεροψίαν τῶν Πανθοιδῶν, καὶ οὕτως ἐπὶ τὴν ὑπόμνησιν τῶν
πάλαι μετῆλθεν· εἶτα μετὰ ἤθους ἀπειλεῖ τῷ πολεμίῳ, ἀναχωρεῖν
20. πρῶτον ἔθηκε τὸν πόρδαλιν· θρασὺ γὰρ τὸ ζῷον τοῦτο. δεύ-
τερον δὲ τὸν λέοντα· μετὰ γὰρ θράσους δεῖ καὶ ἀλκῆς. τρίτον σῦν,
οὐχ ὡς γενναιότερον, ἀλλʼ ὡς ἀλογίστῳ ὁρμῇ φερόμενον, λεόντων καὶ
πορδάλεων πολλάκις τὸ παθεῖν φύλασσομένων· διὰ τοῦτο ἐπήνεγκεν
“οὗ τε μέγιστος θυμός.” ἄλλως τε λέων μὲν καὶ πόρδαλις πολ-
λάκις ἡμεροῦνται, οὗτος δὲ ἀεὶ ἄγριος.
*πόρδαλις ἀρσενικόν· ἀπὸ τοῦ προσάλλεσθαι δὲ γίνεται· πάρ- δαλις δὲ θηλυκὸν ἀπὸ τοῦ παραβάλλεσθαι.
23. Πάνθου υἷες] Εὔφορβος, Πολυδάμας, Ὑπερήνωρ· οὗτοι Πανθοῖδαι.
24. ἢ πρὸ τῆς μήνιδος ἢ νῦν κατὰ τὸ σιωπώμενον ἀνήρηται. ἢ τάχα ἐν τῇ Ξ αὐτῶν συμβαλόντων πεφόνευται, ἔνθα φησὶν “Ἀτρεί- δης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν” (516). φεύγων οὖν ἀνῄ- ρηται. ἢ τάχα ἔθος Ὁμηρικὸν τὸ ἔνια παραλείπειν καὶ ὕστερον φράζειν. περισσὸν δὲ τὸ ἓν οὔ.
25. ἀπόνηθ᾿] ὄνησιν ἔλαβεν. ὤνατο δὲ ὠνείδισεν· ὠνόσατο δὲ ἐμέμψατο.
27. συγγνωστός ἐστιν ἰδίας ἑαυτοῦ ἀπαγγέλλων πράξεις· οὐκ ἄλλου γάρ τινος μέμνηται ἢ ἀδελφοῦ Εὐφόρβου, ἐκ τῶν οἰκείων δυστυχημάτων ἀνακόπτων αὐτοῦ τὸ θράσος.
31. τὸ ἑξῆς, ἐς πληθὺν ἰέναι, πρίν τι κακὸν παθέειν. ῥεχθὲν δὲ, φησὶ, νήπιος ἔγνω, ὅτε μηδέν ἐστιν ὄφελος. παροιμιακὸν δὲ τοῦτο. εὐμνημόνευτον δὲ αὐτὸ ποιεῖ ἡ συντομία τῆς ἐπαγγελίας.
37. μισητὸν καὶ ἐπάρατον, παρὰ τὸ ἀρά. ὀξύνεται δὲ ἐπίθετον ὄν.
41. οὐκ ἔσται, φησὶν, ἡμῖν ἀπείρατος ὁ πόνος τοῦ ἀμύνεσθαι ἢ
φεύγειν, ἀλλὰ δηλονότι διὰ πείρας ἐλευσόμεθα καὶ οὐ χωρὶς μάχης
ἐσόμεθα, ὥστε ἢ ἀνδρίσασθαι ἢ φυγεῖν.
46. ἐπευξάμενος Διί] τοιοῦτος πανταχοῦ Μενέλαος, κἀν τῷ πρὸς Ἀλέξανδρον μονομαχίῳ.
47. θέμεθλα] τοῦ βρόγχου τὴν θέσιν, ἤτοι τὰ τοῦ λαιμοῦ τέλη.
48. βαρείῃ] τοῦ πράγματός ἐστι τὸ ἐπίθετον· βαρεῖαν γὰρ χεῖρα
49. εἰκότως διῆλθε· καὶ γὰρ ἡ τρώσασα χεὶρ βαρεῖα καὶ ὁ αὐ- χὴν ἁπαλὸς, ὥστε ἐπετήδευσε μονομάχιον ἐπιδεῖξαι δύο καλῶν. καὶ γὰρ Μενέλαος ξανθὸς, εὔμηρος, καλλίσφυρος· καὶ οὗτος δὲ χαριτόεις.
51. οὐκ εἰκῆ ἡ ἐπεξεργασία τῆς κόμης· ἀλλʼ ἐπεὶ ἔφθη εἰπὼν (Il. 16, 795) “μιάνθησαν δὲ ἔθειραι αἵματι καὶ κονίῃσι,” παραμυθίαν εἰσφέρει τοῖς λυπουμένοις ὑπὲρ Πατρόκλου, ψευδεῖς ἀντιπαραθεὶς τρίχας ταῖς οὐ ψευδέσιν.
*Χαρίτεσσιν ὁμοῖαι] ἀπίθανον δέ ἐστιν· ἀμόρφωτος γὰρ ἡ κόμη,
εἰ μὴ οὕτως. Μακεδόνες δὲ καὶ Κύπριοι χάριτας λέγουσι τὰς συνε-
στραμμένας καὶ οὔλας μυρσίνας, ἅς φαμεν στεφανίτιδας.
52. πλοχμοί] οἱ πεπλεγμένοι πλόκαμοι.
οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο] παρειμέναι οἱ ἄνωθεν περιε-
δέδεντο. ἔστι δὲ βαρβαρικὸς ὁ κόσμος. τὰ τοιαῦτα δέ τινες καλοῦσι
κάλυκας.
53. ἐλαίης] Λαπίθαι μὲν δρυσίν “αἵ τʼ ἄνεμον μίμνουσι καὶ
ὑετόν” (Il. 12, 132) εἰκάζονται, Ἕκτωρ δὲ πεπτωκὼς δρυὶ κεραυ-
νωθείσῃ (Il. 13, 389)· τῷ γὰρ μεγέθει ἐκείνων ἥρμοττεν ἡ τῶν
τοιούτων δένδρων εἰκών. ἐνταῦθα δὲ ὡραῖον γράφων τὸν Εὔφορβον
ἐλαίαν παρέλαβε, δένδρον εὐειδὲς καὶ τῷ ἀειθαλεῖ τὸ κάλλος διαφυ-
λάττον. σκόπει δὲ τὰς κατὰ μέρος ἐξεργασίας. τὸ μὲν πρῶτον οὐκ
ἔφη φυτοκομεῖσθαι τὸ δένδρον, ἀλλʼ ὡς ἐπὶ ζῴου ἐμψύχου τρέφεσθαι,
δηλῶν τὸ ἥμερον καὶ εὐάγωγον τῆς φύσεως τοῦ φυτοῦ, καὶ μὴ αὐτο-
ματίζον, ἀλλʼ ἐπιμελείᾳ γεωργῶν αὐξόμενον ἐν τόπῳ ἐρήμῳ φυτῶν,
ἵνα μὴ ἐμποδίζηται τῇ ἐκφύσει τῶν πλησίον ῥιζῶν. συνεργεῖ δὲ αὐ-
τῷ καὶ τὸ ὕδωρ πρὸς αὔξησιν, καὶ τὰ λοιπὰ δὲ ἔσται τὰ τῆς ψυχῆς
καὶ τῶν ἔξωθεν. παρείληφε δὲ καὶ τοὺς παντοίους ἀνέμους, ἵνα εὔ-
τονον γινόμενον τὸν καρπὸν φυλάττῃ.
54. φυσικόν ἐστι τὸ κοτινοφόρους εἶναι τοὺς ὑψηλοὺς τόπους·
ἀμέλει ἐκεῖ καὶ ταύτην ἵστασθαι βούλεται πρὸς τὸ μὴ ἐκκόπτεσθαι
ὑπὸ τῶν ὁδοιπόρων, καὶ ὅτι σύντροφα ὄντα τὰ τοιαῦτα φυτὰ ἀλλήλων
τὴν εὐφυίαν ἀφαιροῦνται.
ἀναβέβρυχεν] ἀναπηγάζει, ἀναβλυστάνει, ἀναδίδοται.
55. πνοιαὶ δονέουσιν] ἵν᾿ ἑδραῖον γένηται· τὰ γὰρ μὴ τοιαῦτα ἀσθενῆ εἰσὶ καὶ ἐπισκήπτοντος ἀνέμου τὸν καρπὸν ἀπόλλυσιν.
56. βρύει] νεωστὶ θάλλει. ἄνθεϊ δὲ λευκῷ τῷ κυπρισμῷ τῆς
ἐλαίας· οὐ γὰρ τελεσφορεῖ τὸν καρπὸν διὰ τὸ νέον. ἀπὸ δὲ τοῦ βρύω
τοῦ ἄρτι θάλλω γίνεται καὶ ἔμβρυον.
58. βόθρου τʼ ἐξέστρεψε] μετέωροι γὰρ αἱ τῆς ἐλαίας ῥίζαι· διὸ
καὶ γυρόσε ἐπισκάπτουσιν αὐτάς. ἐμφαντικῶς δὲ καὶ τὴν ἔξ πρό-
θεσιν παρείληφε, δεικνὺς τὴν ἐλαίαν σὺν ταῖς ῥίζαις ἀναβεβλημένην.
λείοις δὲ χρησάμενος τοῖς ἔπεσι, νῦν συνεπάχυνε τῷ πάθει τὴν ἀπαγ-
γελίαν. ὅρα δὲ πῶς ἐπὶ μὲν τῆς τροφῆς αὐτῆς πνοὰς ἀνέμων φησὶν,
ἐπὶ δὲ τῆς πτώσεως ἄνεμον καὶ λαίλαπα.
62. ἥτις ἀρίστη] πάντα παρέλαβε, πάσῃ μὲν τῇ ἀγέλῃ τὸ πλῆ-
θος τῶν Τρώων εἰκάζων, τὸν δὲ Εὔφορβον ὄντα ἄριστον τῇ ἀρίστῃ
αὐτῶν. ὅτι δὲ ἄριστος, μαρτυρεῖ ὁ ποιητής· “Πατρόκλῳ περιβὰς
Τρώων τὸν ἄριστον ἔπεφνε” (80). τὸν κτείναντα Μενέλαον λέοντι,
τὴν ἀπραξίαν τῶν Τρωϊκῶν ἀριστέων βουκόλοις καὶ κυσὶν ἐπαμῦναι
μὴ δυναμένοις.
*τὸ δὲ λαφύσσει ἀντὶ τοῦ μετὰ σκυλμοῦ καὶ σπαραγμοῦ λά- βρως ἐσθίει.
65. δῃῶν σὺν τῷ ι, καὶ περισπᾶται. ἔστι γὰρ τὸ θέμα δηϊόω.
68. * ἀγροικικῇ φωνῇ προσφωνοῦσι, παρὰ τὸ ἰού ἐπίρρημα.
76. ἀλεγεινοὶ] πολυφρόντιδες καὶ πολλοῦ λόγου δεόμενοι εἰς τὸ ἀνθρώπῳ ὑποταγῆναι. ἢ δυσχερεῖς.
86. κατʼ οὐταμένην ὠτειλήν] κατὰ τὸ ἐξ οὐτήσεως τραῦμα.
87. βῆ δὲ διὰ προμάχων] ἀναγκαίως, ἵνʼ ἐν τοσούτῳ ὁ Μενέλαος ἔχῃ καιρὸν διαλογίσασθαι· ὁ μὲν γὰρ συγκαλεῖ τοὺς ἀρίστους, ὁ δὲ σκέπτεται περὶ αὐτοῦ.
91. μοι ἐγών] εἰκότως ἐμβαθύνει τῷ λογισμῷ· μένειν μὲν γὰρ
ἡ ἐκ Πατρόκλου τιμὴ καὶ ὁ ψόγος Ἑλλήνων προτρέπει, φεύγειν δὲ
τὸ πλῆθος τῶν Τρώων καὶ ὁ Ζεύς. δαιμονίως δὲ ἑαυτὸν δυσωπεῖ
παραμεῖναι τῷ διʼ αὐτὸν τελευτήσαντι.
τὸ ἑξῆς καταλίπω· διὸ ἀναστρεπτέον τὴν πρόθεσιν.
92. *ὃς κεῖται ἐμῆς ἕνεκ᾿ ἐνθάδε τιμῆς] ἢ ἕνεκα τῆς ἐμῆς τιμω- ρίας, τουτέστι τοῦ ἐμὲ τιμωρῆσαι τοὺς Τρῶας.
93. διστακτικόν ἐστι τὸ μή. προκατασκευάζει δὲ ὅπως πιθανὴ ἡ ἀναχώρησις γένηται.
98. ὁππότʼ ἀνήρ] ὅταν ἀνὴρ ἐθέλῃ παρὰ γνώμην θεοῦ μάχεσθαι ἀνδρὶ ὅν κε θεὸς τιμᾶ. δηλοῖ γὰρ καὶ τὴν παρά ἡ πρός.
*ὁπόταν, φησὶν, ἐθέλῃ τις ἀνθρώπῳ μάχεσθαι οὗ θεὸς προέστηκεν,
ἐν κακοῖσι γίνεται, ὅ ἐστι, διὰ φωτὸς εὑρίσκεται δαίμονι μαχόμενος,
ἀντὶ τοῦ διʼ ἀνθρώπου. ὃς γὰρ ἂν διὰ ἀνθρώπου θεῷ μάχηται, τάχα
αὐτῷ μέγα πῆμα κυλίσθη.
101. ἐκ θεόφιν] θεόθεν. περισσὴ δὲ ἡ ἐξ.
102. βοὴν ἀγαθοῖο] τινὲς τὴν φωνήν· σπανίως γὰρ αὐτὸν βοὴν
ἀγαθόν φησι.
104. καὶ πρὸς δαίμονά περ] θαρσήσας τῇ τοῦ Αἴαντος ἀλκῇ καὶ μείζονα προσφθέγγεται. αὔξει δὲ Αἴαντα ὡς δυνάμενον.
109. ὥστε λῖς] οὕτως γὰρ καὶ λέων ὑποχωρεῖ, μὴ διδοὺς τὰ νῶτα τοῖς διώκουσιν, ἀλλὰ κατʼ ὀλίγον ὑποβαίνων.
110. πολὺς γὰρ γίνεται θόρυβος κυνῶν ἀνδρῶν ὅπλων βοῆς, ὅπως ἀναχωρήσῃ παθὼν μὲν οὐδὲν, δρᾶσαι δὲ κωλυθείς. τὸ δὲ ἔγχεσι καὶ φωνῇ πρὸς τὸ δεύτερον ὑπήντησεν.
112. παχνοῦται] φρίσσει, ἢ λυπεῖται· τὰ γὰρ προσηνῆ καὶ καλὰ
θερμὰ ἐκάλουν, ὥσπερ καὶ τὰ λυπηρὰ καὶ κακὰ ψυχρά. με σσαύ-
λοιο δὲ τῆς ἐπαύλεως.
117. θαρσύνονθʼ ἑτάρους] ἔνδειξις καὶ τοῦτο τῆς Αἴαντος ἀρετῆς, εἰς μάχην προτρεπομένου οὕσπερ Ἀπόλλων φοβεῖ.
118. θεσπέσιος ὁ ἐκ θεοῦ τοῖς ἀνθρώποις ἐμπίπτων.
123. θυμὸν ὄρινε] ἐλυπήθη μὲν, οὐ συνεσχέθη δὲ τῇ ἀφωνίᾳ ὡς
Ἀντίλοχος. ἐκεῖνος γὰρ καὶ ἀφωνεῖ.
125. Πάτροκλον] ἀντὶ τοῦ Πατρόκλου Ἀττικῶς κατεχρήσατο.
πῶς δὲ Ἀπόλλωνος σκυλεύσαντος περὶ Ἕκτορός φησιν; ἢ τάχα περὶ
μόνων τῶν κνημίδων φησίν. ἢ ὡς Ὀδυσσεύς φησι “σκοπὸν εἵλομεν”
(Il. 10, 561) κατὰ συνεκδοχὴν, οὕτω καὶ Ἀπόλλωνος ἀφῃρημένου
τὸν κοινωνὸν τῶν κατορθωμάτων συναριθμεῖ.
127. τὸν δὲ νέκυν] εὔλογον προκατασκενάζει τὴν εἰς τὸν Ἕκτορα αἰκίαν, λέγων ὅτι αὐτὸς ταύτην διαθεῖναι περὶ τὸν Πάτροκλον ἔσπευσεν.
131. Τρωσὶ φέρειν προτὶ ἄστυ] ἀντίθες τῷ κατὰ τὸν Μενέλαον. ὁ μὲν ἀναχωρεῖ συμμαχίαν προσκαλεσόμενος, ὁ δὲ οὐχ ἵνα ὠφελήσῃ τοὺς φίλους, ἀλλʼ ἵνα κοσμήσηται τοῖς ὅπλοις, ὥσπερ μειράκιον ἐπὶ στολῇ αὐχοῦν.
133. ὥς τίς τε λέων] ἐπὶ μὲν τῆς προτέρας παραβολῆς (4) ἀντὶ
τοῦ κυρίου τῷ τῆς μητρὸς ἐχρήσατο ὀνόματι· ἐπεὶ δὲ ἀπεμφαῖνον ἦν
ἐνταῦθα κατὰ τοῦ λέοντος χρήσασθαί τινι τοιούτῳ, τῷ μὲν κυριωτέρῳ
κέχρηται κατὰ τούτου, τοὺς δὲ σκύμνους αὐτοῦ τέκνα ὀνομάζει τῷ
φιλοστόργῳ ὀνόματι. καλῶς δὲ καὶ νήπια ποιεῖ τὰ τέκνα· μείζων
γὰρ ἡ περὶ τούτων φροντίς. φασὶ δὲ μὴ σκυμναγωγεῖν τὸν λέοντα.
ἴσως οὖν τὴν θήλειάν φησιν· οὐκ οἶδε γὰρ Ὅμηρος τὸ λέαινα· διὸ
φθάσας εἰπεῖν λέων ὅλα ἀρσενικῶς ἐπάγει. καὶ ἀλλαχοῦ “ἐπεί σε
λέοντα γυναιξὶ Ζεὺς ἔθηκε” (Il. 21, 483). τὸ μέγεθος δὲ Αἴαντος
ὑποφαίνει ἡ παραβολή.
134. νήπι᾿ ἄγοντι] φυσικὴν οἶδε τὴν τῶν τέκνων φιλοστοργίαν.
καὶ ἐπὶ μὲν ὀρνίθων φησὶν “μάστακ᾿ ἐπεί κε λάβῃσιν, ἀπτῆσι νεοσ-
σοῖσι προφέρεται” (Il. 9, 324)· ἐπὶ κυνῶν “ὡς δὲ λέων ἀμαλῇσι
περὶ σκυλάκεσσι“(Od. 20, 14)· ἐπὶ θρεμμάτων “ὥς τις περὶ
πόρτακι μήτηρ” (4)· ἐπὶ θηρίων ἀγρίων, ὡς νῦν.
135. *ἐπακτῆρες] κυνηγοί.
136. * ἐπισκύνιον λέγεται τὸ ἐπάνω τῶν ὀφθαλμῶν μέρος, ἤτοι δέρμα τὸ συνοφρύωμα τοῦ μετώπου. ὅθεν καὶ σκύζεσθαι τὸ ὀργί- ζεσθαι, διὰ τὸ ἐνδιάθετον γίνεσθαι τοῦτο τὸ μέρος τοῖς ὀργιζομένοις.
142. δειλίαν αὐτῷ ὀνειδίζει, ὃ μάλιστα αὐτὸν κινεῖν ἔμελλεν. ἐπεὶ δὲ δικαίως ἀγανακτεῖ, φέρει αὐτὸν ὀνειδίζοντα.
143. * Πορφυρίου. φύξηλίς ἐστιν ὁ φεύγων τὰς ἴλας, δειλὸς δὲ
ὁ δεδιὼς τὰς ἴλας, μενεδήιος δὲ ὁ ὑπομένων τὴν δηϊοτῆτα, ἐσθλὸς δὲ.
ὁ ἐθελοντὴς μαχόμενος, οἱονεὶ ἐθελός. ὁ δὲ ἐναντίος “οὐκ ἐθέλεσκε
μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ” (Il. 9, 353) ἀντὶ τοῦ οὐχ
ὑπέμεινεν ἄποθεν τῶν τειχῶν μάχεσθαι. οὕτως ἔχει καὶ τὸ “ἦ σʼ
αὕτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα” τοῦ δὲ φυξήλιος “οὐ γάρ
τοι κραδίη μενεδήιος οὐδὲ μαχήμων” (Il. 12, 247)· καὶ τὸ “οἷον.
ἀναίξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινεν· οὐ μὲν γάρ τι κακὸς εἰς
ὦπα” (Od. 1, 410) δηλοῖ οὐχ ὑπέμεινε γνῶναι οὔτε ἡμᾶς αὐτὸν οὔτʼ
αὐτὸν ἡμᾶς.
146. οὐ γάρ τις] ὅρα τὴν τάξιν τοῦ λόγου καὶ τὴν τομήν. πρῶ- τον ἔθηκε τὸ κατὰ τὸν Ἕκτορα, ὡς ἀφέστηκε τῆς μάχης καὶ ἀμελεῖ τῶν συμμάχων· εἶτα ἐπάγει τὸ καθʼ ἑαυτὸν, ὡς δίκαιον ποιῶν εἰ ἀποσταίη καὶ αὐτὸς μετὰ τῶν Λυκίων· καὶ τὴν αἰτίαν ἐπεξεργά- ζεται, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν.
οἱ στρατιῶται, φησὶν, ὁρῶντες τοὺς τελευτήσαντας ἀνεκδικήτους ἀποστήσονται τοῦ κινδύνου, ἐπεὶ οὐκ ἔστι χαριστέον σοι τοῦτο. ἀντὶ τοῦ ὡς ἔοικε γάρ ἐστι τὸ ἄρα· οἷον οὐ γάρ ἐστί σοι τοῦτο εἰς χάρι- τος τάξιν. ἢ οὐδὲν αὐτοῖς χαρίζῃ.
149. πῶς κε σὺ χείρονα] ὁ γὰρ τοῦ βασιλέως πεσόντος ἀμελήσας
ποῖος φανεῖται περὶ τοὺς ἐκείνου χείρονας; τὸ δὲ μεθʼ ὅμιλον
οἱονεὶ ἐν πολέμῳ ἢ ἐκ πολέμου.
151. τὸ κάλλιπες τὸν ἐθελόκακον δηλοῖ. πῶς δὲ δίκαιον τὸν ξένον, τὸν φίλον, τὸν σύμμαχον περιορᾶσθαι;
152. πόλλʼ] πολλάκις, πολλαχῶς. ἢ λείπει ἡ κατά.
155. *πεφήσεται] προφανὴς γενήσεται.
156. εἰ γὰρ νῦν] ἀπειλήσας τὴν ἐπάνοδον πάλιν προτρέπει ἐπὶ τὴν βοήθειαν, ὀργιζομένου καὶ κηδομένου ἐμφαίνων ἦθος. λεληθότως δὲ καὶ Τρώων καθάπτεται.
163. *λύσειαν] ἀνταποδοῖεν.
164. ὃς μέγʼ ἄριστος] ἀξιόπιστα τὰ ἐγκώμια ὑπὸ πολεμίου λεγό- μενα. τεχνικῶς δὲ μέγα δείκνυσι τὸ κατόρθωμα, μᾶλλον προτρέπων αὐτούς.
167. στήμεναι ἄντα] οὐ μόνον οὐκ ἀντιστῆναι ἠδυνήθης, φησὶν, ἀλλʼ οὐδὲ ἀντιβλέψαι.
170. οὐκ εὐπορῶν ἀπολογίας ὡς ὑβρισμένος μὲν ἀγανακτεῖ, πρὸς δὲ τὰ κατηγορηθέντα οὐδὲν ἀποκρίνεται, καὶ τὴν αἰτίαν ψεύδεται, εἰς τὸν Δία τὸ ὅλον ἀναφέρων.
181. τὸ ἑξῆς οὕτως, ἤ τινα καὶ μεμαῶτα ἀμυνέμεναι σχήσω τῆς ἀλκῆς.
186. ὄφῤ ἂν ἐγὼν] προσεδόκησεν ἄν τις αὐτὸν δυσωπηθέντα τοῖς λόγοις ὡς καὶ αὐτὸς ἐπηγγείλατο, κινηθῆναι ἐπὶ τῷ πράγματι, ὁ δὲ ἐπιλέλησται μὲν ὧν αὐτὸς εἶπεν, ἠμέλησε δὲ τῶν ὀνειδῶν, ἐπὶ δὲ τὴν ἑαυτοῦ ἐπιθυμίαν ἐξάγεται.
189. θέων δʼ ἐκίχανεν ἑταίρους] ἔπεμψε μὲν τοὺς φέροντας τὰ
190. μετασπών] τινὲς ἐβάρυναν, οὐκ εὖ. οὐδεμία γὰρ μετοχὴ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, εἰ μὴ τὸ ἄκων.
197. γηράς] ἀποκοπὴ τοῦ γηράσας, ὡς τὸ ὑποφθάς ἀντὶ τοῦ
ὑποφθάσας καὶ ἐπιπλώς. τινὲς δὲ ἀπὸ τοῦ γήρημι, ὡς κίχρημι.
ὅθεν καὶ τὸ “γηράντεσσι τοκεῦσι” (Hesiod. O. 186)· παρατάσεως
γὰρ μᾶλλόν ἐστιν ἢ συντελείας, γηρῶσι τοῖς γονεῦσι καὶ ἐν παρα-
τάσει οὖσι τοῦ γηρᾶν, οὐχὶ τέλος λαβοῦσι τοῦ γήρως· ὁ γὰρ τέλος
λαβὼν τέθνηκε. καὶ ἐνθάδε οὖν τὸ γηράς ἀντὶ τοῦ γηρῶν, οὐ γη-
ράσας.
198. τὸν δʼ ὡς] ἐλέγξαι βουλόμενος τὴν κενοσπουδίαν Ἕκτορος
οὐκ ἐκ τοῦ ἰδίου προσώπου τὸν λόγον ἐποιήσατο· ἐφαίνετο γὰρ ἂν
πρὸς ἀπέχθειαν κατηγορῶν. περιθεὶς δὲ τῷ Διὶ τοὺς λόγους ἀξιοπι-
στότερον τοῦ βαρβάρου κατηγόρησεν.
201. σχετλιάζων ἐπὶ τῷ ἐπάρματι τῆς εὐτυχίας διδάσκει με- τριάζειν.
207. πάθος ἐργάζεται ταῖς ἀλλοτρίαις συμφοραῖς συναλγοῦν τὸ πρόσωπον. ἡ φιλανδρία δὲ Ἀνδρομάχης δείκνυται, εἰωθυίας ὁπλίζειν Ἕκτορα. καὶ εἰ μὲν ἔμελλέ τις τῶν ἀκουόντων ἀγανακτήσειν ὅτι χρᾶται τοῖς Ἀχιλλέως ὅπλοις, μαθὼν ὅτι οὐκ ἐπὶ πολὺ ἠλέησεν ἂν τὸν Ἕκτορα.
208. νεῦσε Κρονίων] τραγῳδίαν ἔχει τὸ ἐπὶ κυρώσει μεγάλων παθῶν νεῦμα. ἐπένευσεν οὖν ἵνα νικήσῃ· τὸ γὰρ ἀποθανεῖν ἐπέπρωτο.
210. *ἥρμοσε τεύχεʼ] τὸν Δία ἀκουστέον ἁρμόσαι τὰ ὅπλα τῷ Ἕκτορι, οὐ τὰ ὅπλα συγκαθίσαι· οὐ γὰρ Ἀχιλλεῖ ὁ Ἕκτωρ ἰσο- μεγέθης.
δῦ δέ μιν Ἄρης] εἰσῆλθεν εἰς αὐτὸν ὁ Ἄρης διά τε τὴν Διός ἐπίνευσιν καὶ τῶν ὅπλων χάριν. Ἄρης δὲ πολέμου ἔρως.
211. ἐνυάλιος] φονικὸς, παρὰ τὸ ἔνω τὸ φονεύω καὶ τὸ ἅλις. ἀπὸ δὲ τοῦ ἔνω καὶ τὸ αὐθέντης συντέθειται.
215. προπαρασκευή τις τῆς μάχης ἔοικε γίνεσθαι ὑπὸ τοῦ ποιη-
τοῦ· ἅμα δὲ καὶ ἀκόλουθον τῇ κενοδοξίᾳ Ἕκτορος τὸ καθʼ ἕκαστον
220. κέκλυτε] ἐπῆρται τῇ εὐτυχίᾳ, καὶ ἄλλως ὑπὸ τοῦ Γλαύκου
δεινῶς ὀνειδισθεὶς ἀνταποδίδωσι τοῖς ἐχθροῖς τὴν ὕβριν. παραβάλω-
μεν δὲ Ἑλληνικὸν καὶ βάρβαρον ἦθος. ἄμφω προτρέπουσιν ἐπὶ τὴν
μάχην, Ἕκτωρ καὶ Μενέλαος· ἀλλʼ ὁ μὲν οὐδὲ ῥῆμα φιλοφροσύνης
εἶπεν, ὁ δὲ “ὦ φίλοι Ἀργείων ἡγήτορες” (248)· καὶ ὁ μὲν δημο-
σίας τιμῆς καὶ σιτήσεως ὑπομιμνήσκει, ὁ δὲ δώρων καὶ ἐδωδῆς,
φορτικὴν καὶ δουλοπρεπῆ ὀνειδίζων αὐτοῖς δόσιν, καὶ ἐκτρίβειν τὸ
ὑπήκοόν φησιν, ὁμολογῶν ὅτι ἄκων καὶ μισθῷ προτρέπει· καὶ ὁμο-
λογεῖ ἄχθεσθαι τοῖς λαμβάνουσι, λέγων ὅτι ἐκ τοῦ λαοῦ ὧν εὐπο-
ροῦσιν αὐτοῖς ἡ εὐπορία γίνεται· ὁ δὲ καὶ Νέμεσιν προβάλλεται.
225. *κατατρύχω] ἀντὶ τοῦ καταπονῶ τοὺς Τρῶας, ἀναγκάζω παρέχειν τοῖς συμμάχοις δωρεὰς καὶ εὐωχίας.
227. ἢ ἀπολέσθω] ὡς χαλεπαίνων τῷ ἀδήλῳ τῆς τύχης, τὴν χείρω ἐλπίδα προὔθηκεν. ὅρα δὲ τὴν εὐήθειαν· ἀξιοῖ μετὰ ἀναιδείας ἀντὶ τῶν τροφῶν ὧν παρεῖχεν ἀντιδοῦναι τὰς ψυχάς.
230. εἴξῃ δέ οἱ Αἴας] ἐμφαντικῶς οὐκ εἶπε κρατήσει Αἴαντος,
ἀλλ᾿ ᾧ εἴξει μόνον, ἀντὶ σύμπαντος τοῦ πλήθους παραλαβὼν αὐτὸν,
καὶ εἰκότως· κατέπληξε γὰρ αὐτὸν ἐκ τοῦ μονομαχίου καὶ τοῦ λίθου
τῆς βολῆς.
233. βρίσαντες] συνασπίσαντες, εἰς τὸ αὐτὸ πάντες ὁρμήσαντες.
234. οὐκ ἀπεικότως φησὶν αὐτοὺς ἐλπίσαι ταῦτα· πάντες γὰρ
ἐλπίζουσιν. ὅρα δὲ πῶς ἀντέθηκε τῷ παντὶ πλήθει τῶν Τρώων τὸν
Αἴαντα.
236. νήπιοι] ἐπεὶ ἐδεινοποίησε τὴν προθυμίαν τῶν Τρώων, διὰ τοῦτο προαναφωνεῖ τὸ ἐσόμενον εἰς εὐθυμίαν τῶν ἀκουόντων.
238. τὸ Περιπατητικὸν δόγμα οἶδεν ὁ ποιητὴς πρῶτος, ὅτι οὐδὲ
αὐτὸς ὁ ἀνάρετος ἄφοβος οὐδὲ ἀπαθής· ὁ γὰρ Αἴας οὐ φεύγει, ἀλλ᾿
ὁμολογεῖ δεδιέναι καὶ συμμαχίαν αἰτεῖ.
240. ἢ ὡς κυβερνήτης ἀγαθὸς προσκοπεῖ τὸν ἐσόμενον κλύδωνα τῆς μάχης, ἐν δὲ τοῖς πρακτέοις ἀριστεύει· ἢ τάχα τὸν ἀκροατὴν ἐγείρων ὁ πσιητὴς καὶ αὐτὸν τὸν ἰσχυρότατον ἀγωνιῶντα παρίστησιν.
242. ἡ περί ἀντὶ τῆς ὑπέρ, ἵνʼ ᾖ ὑπὲρ ἐμῆς κεφαλῆς.
243. ἐπεὶ πολέμοιο νέφος] ἐπεὶ ὡς νέφος πολέμου ὁ Ἕκτωρ πάντα καλύπτει. ἢ ἐπεὶ ὁ Ἕκτωρ τὸ νέφος τοῦ πολέμου ἐπάγων, ὅ ἐστι τὸ πλῆθος, πάντοθεν ἡμᾶς περικαλύπτει.
245. ἀκούσῃ καὶ μὴ καταπτήξῃ τὸν πόλεμον. ἢ διὰ τὸν κτύπον τῶν ἀσπίδων καὶ τὸν θόρυβον τῶν μαχομένων· ὃ καὶ ἄμεινον.
248. ὦ φίλοι] τεθεῖσα ἐκ παραλλήλου ἡ δημηγορία αὕτη τῇ τοῦ Ἕκτορος ἤλεγξε μὲν τὸ τῶν βαρβάρων ἀνόητον, ἔδειξε δὲ τὴν Ἑλλη- νικὴν σύνεσιν. εἰς γὰρ τὸ αὐτὸ πρᾶγμα ὁ μὲν Ἕκτωρ τροφὴν ἐγκα- λέσας ὠνείδισε μᾶλλον ἢ ἐδυσώπησεν, ὁ δὲ τιμῆς αὐτοὺς ὑπομνήσας προετρέψατο.
250. δήμια] τὰ ἐκ τῶν κοινῶν καὶ δημοσίων χρημάτων χορηγού- μενα τοῖς βασιλεῦσιν.
255. Πάτροκλον] αὐτῷ τῷ ὀνόματι ἠρκέσθη πρὸς δυσώπησιν.
αἰδέσθητε, φησὶ, Πάτροκλον ὑπὸ κυνῶν σπαραχθῆναι, οὐδὲν τῶν
προσόντων αὐτῷ προσλαβὼν, οὐ τὸ μειλίχιον, οὐ τὸ φιλέταιρον, οὐ
τὸ σωτήριον.
*μολπὴ δὲ νῦν ἡ παιδιά· οἱ γὰρ κύνες, ὁπόταν χορτασθῶσι, παίζουσι τοῖς λειψάνοις.
256. ταχὺς Αἴας] προπετὴς οὗτος καὶ ταχὺς τὴν γνώμην.
263. οὐ μόνον ῥεύματι ποταμοῦ οὐδὲ κύματι θαλάσσης εἴκασε
τὸν ἦχον, ἀλλʼ ἄμφω συνέπλεξε· καὶ ἔστιν ἰδεῖν κῦμα μέγα θαλάσ-
σης ἐπιφερόμενον ποταμοῦ ῥεύματι καὶ τῷ ἀνακόπτεσθαι βρυχώ-
μενον, καὶ τὰς ἑκατέρωθεν τοῦ ποταμοῦ θαλασσίας ἠῖόνας ἠχούσας,
ὃ ἐμιμήσατο διὰ τῆς ἐπεκτάσεως τοῦ βοόωσιν. αὕτη ἡ εἰκὼν
Πλάτωνος ἔκαυσε τὰ ποιήματα· οὕτως ἐναργέστερον τοῦ ὁρωμένου
τὸ ἀκουόμενον παρέστησε. δεικτικὸν δὲ καὶ τὸ ἐρευγομένης. τὸ
δὲ ἔξω τὴν ἐπὶ πλεῖστον ἔκχυσιν τῆς θαλάσσης δηλοῖ. φασὶ δὲ καὶ
Σόλωνα τὸν νομοθέτην, μιμησάμενον τὴν Ὁμήρου ποίησιν ἐν ἅπασιν,
ἐνθάδε γενόμενον διαπορῆσαι, καὶ θαυμάσαντα κατακαῦσαι πάντα τὰ
ἴδια σκέμματα, ὡς καὶ Πλάτων. τῆς γὰρ ἐπαλλήλου τῶν ὑδάτων
ἐκβολῆς ἡ τοῦ βοόωσιν ἀναδίπλωσις ὁμοίαν ἀπετέλεσε συνοδίαν.
διιπετέος] ἐξ ὄμβρου συγκινουμένου. μεγαλοφυῶς δὲ οὐδένα πα-
ραλαμβάνει τῶν ἀεννάων ποταμῶν (ἠρεμαιότεροι γὰρ οὗτοι), ἀλλὰ
χειμάρρουν, πρός τε τὸ αὐξῆσαι τὸ μέγεθος τῆς βοῆς καὶ πρὸς τὸ
*Πορφυρίου. θαυμάσειεν ἄν τις τοὺς τὸν ποταμὸν οἰηθέντας, ὃν
Ὅμηρος Αἴγυπτον ποταμὸν κέκληκε, διιπετῆ εἰρῆσθαι διὰ τὸ ἀφα-
νεῖς ἔχειν τὰς πηγὰς κατὰ τοὺς Αἰγυπτίους ἐν οὐρανῷ καὶ οὐρανόθεν
ῥεῖν· λέγει γὰρ “οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν, πρὶν δʼ
ὅταν Αἰγύπτοιο διιπετέος ποταμοῖο αὖθις ὕδωρ ἔλθῃς” (Od. 4, 475).
πρῶτον μὲν γὰρ καὶ τὸν Σπερχειὸν διιπετῆ λέγει (“υἱὸν Σπερχειοῖο
διιπετέος ποταμοῖο Il. 16, 174) καὶ τὸν πρὸς τῇ Φαιάκων γῇ
(“ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο Od. 7, 284· “ἀλλ᾿ ὅτε δὴ
ποταμοῖο κατὰ στόμα καλλιρόοιο” Od. 5, 441). καὶ ἁπλῶς δὲ
πάντας διιπετεῖς ἐν παραβολῇ λέγει (“ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπε-
τέος ποταμοῖο βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον”) τὸ παντὶ ποταμῷ
καὶ τὴν ἐκβολὴν εἰς θάλασσαν ποιουμένῳ παρακολουθοῦν παρὰ τὸν
ἦχον διατακτικῶς ἐμφανίζων. διιπετεῖς οὖν λέγει τοὺς ποταμοὺς
τοὺς ἐκ Διὸς γεγεννημένους· τῷ γὰρ πεσεῖν ἀντὶ τοῦ γεννᾶσθαι
χρᾶται, ὡς τὸ “ὅστις ἐπʼ ἤματι τᾷδε πέσῃ μετὰ ποσσὶ γυναικός”
(Il. 19, 110). ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦς “Ξάνθου δινή-
εντος, ὃν ἀθάνατος τέκετο Ζεύς” (Il. 14, 434). τοῦτο δὲ, ὅτι φύσει
οἱ ποταμοὶ ἐκ Διὸς πληροῦνται, ὥς που ἔφη, “καί σφιν Διὸς ὄμ-
βρος ἀέξει” (Od. 9, 111)· λόγῳ καὶ τὰς νύμφας τοῦ Διὸς
θυγατέρας λέγει· “νύμφαι κρηναῖαι κοῦραι Διός” (Od. 17, 240)·
ἔτι “νύμφαι ὀρεστιάδες κοῦραι Διός” (Il. 6, 420), ἐπειδὴ καὶ τὰ ἐν
τοῖς ὄρεσι φυτὰ τῷ τοῦ Διὸς ὄμβρῳ τρέφεται. Ζηνόδωρος δὲ διιπετῆ
τὸν διαυγῆ ἀποδίδωσιν· διὰ τοῦτο καὶ γράφει διειπετῆ διὰ τῆς ει
διφθόγγου.
264. ὠνοματοπεποίηται ἡ λέξις. ποτὶ ῥόον δὲ, ὅτι ἀντιπίπτει τῷ ῥεύματι τοῦ ποταμοῦ τὸ τῆς θαλάττης.
268. ἀμφὶ δʼ ἄρα σφιν] ἐπὶ τιμῇ Πατρόκλου τοῦτο φαίνεται
πράττων, ὥσπερ καὶ ἐπὶ Σαρπηδόνος (Il. 16, 459) “αἱματοέσσας
δὲ ψιάδας” ἀφίησι. καίτοι δὲ ὑποσχόμενος Ἕκτορι μέγα κράτος
ἐγγυαλίξαι, νῦν φαίνεται κηδόμενος τοῦ Πατρόκλου· εὐσεβὴς γὰρ
διʼ ὅλης τῆς ποιήσεως εὑρίσκεται.
272. μίσησεν] μισητὸν ἡγήσατο, οἷον καταβρωθῆναι αὐτὸν κυσὶν οὐκ ἠθέλησεν.
277. ἀλλὰ νέκυν ἐρύοντο] μικροψυχίας κατηγόρημα, εἰ τῆς τῶν πολεμίων ἠμέλουν σφαγῆς, καὶ ταῦτα ἐπιθυμοῦντες, διὰ τὸ ἑλκύσαι τὸν νεκρόν.
281. συῒ εἴκελος] εὖ τὸ μὴ λέοντα παραλαβεῖν, ἀλλὰ κάπρον
ζῷον φεῦγον· οὗτος γὰρ εἴωθεν ἐν ταῖς φυγαῖς στρέφεσθαι πυκνῶς
καὶ ἀναιρεῖν τοὺς διώκοντας.
290. δησάμενος τελαμῶνι] ἐναργὴς καὶ καινοπρεπὴς ἡ διάθεσις· ἐπεὶ γὰρ δέδιε πλησιάζων τοῖς ἀντιπάλοις, ἕλκει τὸ σῶμα κεκρυμ- μένος. διὸ καὶ κατὰ κεφαλῆς πλήττεται.
297. παῤ αὐλόν] τινὲς, καθʼ ὃ μέρος τοῦ δόρατος τὸ ξύλον εἰσέρ-
χεται, ἐπεὶ καὶ τὰς αἰγανέας δολιχαύλους φησίν (Od. 9, 156).
οἱ δὲ τὸν ἄκρον ἐξακοντισμὸν τοῦ αἵματος, ὡς ἄνω που πηδήσαντος
τοῦ ἐγκεφάλου. θέλει δὲ εἰπεῖν ὅτι ἐκράθη ὁ ἐγκέφαλος τῷ αἵματι·
διὸ καὶ αἱματόεντα ἔφη αὐτόν.
298. αὖθι] παρὰ τῷ Πατρόκλῳ, πρίν τι δρᾶσαι, πρὶν αὐτὸν
ἑλκύσαι.
300. ἐπὶ νεκρῷ] ἐναντίον τῷ ἄγχι τὸ ἐπί, εἰ μὴ ἀντὶ τῆς παρά ᾖ.
309. τὸν βάλʼ] πολλὴν ἐμφαίνει πανταχοῦ τὴν ποικιλίαν· νῦν γὰρ προεῖπε τοῦ θανάτου τὸ γεγονὸς, ἀλλαχοῦ δὲ τὸ ἐναντίον.
310. νείατον ὦμον] τὸ ἔσχατον μέρος τοῦ ὤμου, ὡς τὸ “νεαίρῃ
δʼ ἐν γαστρί” (Il. 5, 539).
313. διὰ τοῦ μέσην γαστέρα τὸν ὀμφαλὸν δηλοῖ.
314. διὰ δʼ ἔντερα] παράδοξον καὶ τὸ διὰ τῆς ἐπιφανείας τοῦ σώματος προχυθῆναι ἔντερα. τὸ δὲ διὰ τοῦ θώρακος πολὺ θαυμασιώ- τερον· ἐννόησον γὰρ οἵα ἡ θεωρία.
317. ἐρύσαντο δὲ νεκρούς] πῶς μὴ καὶ Πάτροκλον εἵλκυσαν; ὅτι περὶ τοῦτον οἱ Τρῶες σπουδαιότεροι ἦσαν, τῶν δὲ ἰδίων καὶ ἠμέλουν νεκρῶν.
321. Διὸς αἶσαν] ἀντὶ τοῦ γνώμην Διός· ὀργιζομένου γὰρ Ἀχιλ- λέως τιμᾶν ἤθελε Τρῶας, ὡς διʼ Ἴριδος ὑπέσχετο.
324. κήρυκι] διὰ μέτρον συσταλτέον τὸ ρυ. τὸ δὲ Ἠπυτίδῃ τινὲς πατρωνυμικῶς· ἀλλʼ ἀπὸ τοῦ Ἠπύτης Ἠπυτάδης ὤφειλεν. ἔστιν οὖν παραγωγὸν ἀπὸ τοῦ “ἠπύτα κῆρυξ” (Il. 7, 384).
325. γήρασκε] ἡ ἡλικία καὶ ἡ φιλία ἑτοίμη πρὸς πειθώ.
327. ὑπὲρ θεόν] ἀπέφυγε τὸ κοινὸν, τὸ εἰπεῖν καὶ ἐναντιουμένου θεοῦ. προτρεπτικὸς δὲ ὁ λόγος καὶ ἐλεγκτικός.
*δείκνυσι δὲ ὅτι ἕτεροι καὶ ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ ὄντες τῷ πλήθει ὀλίγοι γενναίως μάχονται, ἐλέγχων τοὺς μὴ μαχομένους καὶ πολυπληθείᾳ προὔχοντας καὶ βοηθεία θεοῦ.
328. ἴδον ἀνέρας ἄλλους] ἀξιόπιστος ὁ λόγος, κήρυκος περικεί- μενος πρόσωπον· πλάνητες γὰρ οὗτοι καὶ πολλὰ ἱστορηκότες. ἑώ- ρακα οὖν, φησὶ, καὶ τῷ πλήθει ἥττονας καὶ τὴν ἀπὸ τῶν θεῶν βοή- θειαν ἐναντίαν ἔχοντας, ἐπὶ μόνῳ δὲ κατορθοῦντας τῷ σθένει. ἐλεγ- κτικῶς δὲ ἡ παράθεσις γίνεται.
330. πλήθεΐ τε σφετέρῳ] τῷ ἰδίῳ πλήθει, οὐκ ἐπικουρικῷ. τὸ δὲ
ὑπερδέα σφόδρα ἐνδεῆ, ὥστε ἔνεστι καὶ ἐπὶ τῶν λειπομένων τῷ
ἀριθμῷ πλῆθος ὀνομάζειν. τὸ δὲ σχῆμα ἐκ τοῦ ἐναντίου δείκνυται,
ὅτι ἕτεροι καὶ ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ τῷ πλήθει ὀλίγοι ὄντες
γενναίως μάχονται. ἐλέγχει δὲ τούτους μὴ μαχομένους καὶ πολυ-
πληθείᾳ προὔχοντας καὶ συμμαχίᾳ θεοῦ.
332. ἄσπετον] μεγάλως. ἔστι δὲ ἄσπετον, ᾧ οὐκ ἄν τις παρα- κολουθήσειε διὰ τὸ μέγεθος.
336. *ἥδε] ἀντὶ τοῦ ὧδε, τροπῇ τοῦ ω εἰς η.
339. ὕπατον μήστωρα μάχης] μέγιστον ποιητὴν καὶ τεχνίτην
τῆς μάχης.
354. ἔρχατο] συνειρμένοι ἦσαν, παρὰ τὸ εἴρω τὸ συμπλέκω. διὸ ψιλώσομεν τὴν λέξιν.
358. οὔτε τινὰ προμάχεσθαι] καὶ Νέστωρ τοῦτο παραινεῖ·
“μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς οἶος πρόσθʼ ἄλλων
μεμάτω Τρώεσσι μάχεσθαι” (Il. 4, 303). καὶ γὰρ οὐχ ἧττον
λυπεῖ τοῦ φεύγοντος ὁ προμαχῶν, διασπῶν τὴν τάξιν.
365. ἀλλήλοις καθʼ ὅμιλον ἀλεξέμεναι] στρατηγικῶς δείκνυσι
πόθεν γίνεται νίκη, οὐ τὸ ἰδίᾳ λυσιτελὲς σκοποῦντος ἑκάστου, μᾶλλον
δὲ τὸ τοῦ πλησίον. καὶ “ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισι”
(Il. 3, 9). σωτήριον ἄρα ἐν εἰρήνῃ καὶ πολέμῳ ἡ πρὸς φίλους
εὔνοια.
368. μάχης ἔπι θʼ ὅσσοι ἄριστοι] περισσὸς ὁ τέ· ἔστι δὲ οὕτως· ὅσοι γὰρ ἄριστοι ἐπὶ τὴν μάχην, περὶ τὸν Μενοιτιάδην ἕστασαν καὶ ἠέρι κατείχοντο.
371. *εὔκηλοι] ἥσυχοι ἐκ διαδοχῆς· ἐπιφέρει γὰρ “μεταπαυ- όμενοι δὲ μάχοντο,” ὅ ἐστιν, οἱ μὲν ἀναπαυόμενοι, οἱ δὲ μαχόμενοι ἐκ διαδοχῆς καὶ ἀναπαύσεως.
373. γαίης οὐδʼ ὀρέων] οὔτε χαμόθεν ἦν νέφος ἰδεῖν οὔτε ἐπὶ ὅρους
ἀναβάντα. τὴν βαθεῖαν οὖν αἰθρίαν ἐδήλωσεν· καὶ γὰρ ἐν ταῖς αἰ-
θρίαις ἔστιν ἰδεῖν ἐπὶ τῶν ὀρῶν νέφη τινά.
μεταπαυόμενοι] ἐκ διαδοχῆς ἀναπαυόμενοι. ὡς ἀντιποιεῖται μὲν ὁ λέγων ἐμόν ἐστι, μεταποιεῖται δὲ ὁ καὶ ἐμόν ἐστιν. οὔτως Ἀρί- σταρχος.
377. δύο δʼ οὔπω φῶτε πεπύσθην] οὐχ ὡς τῶν ἄλλων πυθομένων
(ἄτοπον γὰρ ἐπὶ πάντας διαβῆναι τὴν φήμην), ἀλλὰ τῶν ἀρίστων.
τοῦτο δὲ ποιεῖ, ἐπεὶ θάτερον αὐτῶν ἀποστέλλειν ἐθέλει φίλτατον ὄντα
Ἀχιλλεῖ.
381. ἐπιοσσομένω] ἐπιβλέποντες, ἵνα τῶν μὲν πιπτόντων ὑπερ-
μαχοῖεν, τοὺς δὲ φυγάδας προτρέποιντο. ἄλλως. προορώμενοι καὶ
προσδοκῶντες μήτε ἀποθνήσκειν τοὺς ἑταίρους μήτε φεύγειν, ἐπὶ τῆς
αὐτῆς ἔμενον τάξεως.
382. ἐπετέλλετο] τοῦ ὑπερμαχεῖν δηλονότι τῶν ἑταίρων.
384. πανημερίοις] ἐν τῷ λειπομένῳ παντὶ μέρει τῆς ἡμέρας.
386. γούνατά τε] εὖ τὸ μὴ ἐπὶ κεφαλαίου τὰ μέλη φράσαι,
ἀλλὰ κατὰ μέρος ὅλον ἐπελθεῖν τὸ σῶμα· τοῦτο γὰρ καὶ ἐνάργειαν
προβάλλει καὶ τῆς ταλαιπωρίας τὸ μέγεθος δείκνυσι. τὰ δὲ μέσα
καὶ τὸν θώρακα ῥᾴδια πρὸς ἱδρῶτα ὄντα παρέλιπεν. ἀκατάλληλον δὲ
τὸ ὀφθαλμοὶ παλάσσετο. ἔστι δὲ ὅμοιον τῷ “ἔνθα Ποσειδάων
κατʼ ἄῤ ἕζετο καὶ θεοὶ ἄλλοι” (Il. 20, 149). πρὸς μὲν τὰ γούνατα
τὸ παλάσσετο προσυπακούομεν, τοῖς δὲ πληθυντικοῖς τὸ παλάσ-
σοντο.
389. ὡς δʼ ὅτʼ ἀνήρ] ἐνδείξασθαι θέλων καὶ τὴν βίαν τῶν ἑλκόν-
των καὶ τὴν τοῦ ἑλκομένου σώματος ταλαιπωρίαν, δορὰν διατεινο-
μένην παραλαμβάνει, καὶ ταύτην ἀκμαίαν, ἥτις πολλὴν ἐπίδοσιν
ποιεῖται, καὶ ἐλαίῳ διάβροχον· τούτῳ γὰρ τὰ κατεσκληκότα μαλάτ-
τονται. οὔπω δὲ ἐπαττάλευον τὰς βύρσας ἴσως. ἔστι δὲ ἐξ εὐτελοῦς
μὲν ἡ εἰκὼν, τῇ δὲ ἐναργείᾳ κεκόσμηται.
393. τάνυται δέ τε πᾶσα διαπρό] διατείνεται δὲ πᾶσα εἰς τοὔμ-
προσθεν μεγεθυνομένη· τὸ γὰρ πάχος λεπτυνόμενον εἰς μέγεθος
ἄγεται.
401. οὐδʼ ἄρα πω] εἴωθε συμπάθειαν ἐγείρειν διὰ τούτων, ἐπὰν οἱ τὰ μέγιστα δυστυχοῦντες ἐν ἀγνοίᾳ τῶν κακῶν εἶεν καὶ ἐπὶ χρη- στοτέρων φέρωνται ἐλπίδων, ὡς Ἀνδρομάχη καὶ Δόλων καὶ νῦν Ἀχιλλεύς.
404. τό μιν οὔποτε ἔλπετο θυμός] παιδευτικὸς ὁ λόγος ὅτι οὐ δεῖ
ἀεὶ ταῖς ἐλπίσι πεποιθέναι.
409. νόημα] τὴν θέλησιν καὶ βουλήν. τινὲς δὲ τῶν φιλοσόφων μοῖραν ἔλεγον εἶναι τὴν τοῦ θεοῦ βουλήν.
415. ὦ φίλοι] πολλὴ σπουδὴ ἑκατέρῳ στρατῷ τοῦ νεκροῦ κρατῆ-
σαι, τοῖς μὲν αἰδουμένοις δεύτερον ἁμαρτεῖν εἰς Ἀχιλλέα, τοῖς δὲ
βουλομένοις ἀμύνεσθαι Ἀχιλλέα ὧν πρότερον ἔπαθον ὑπʼ αὐτοῦ.
λέγει δὲ ὅτι δεῖ προτιθέναι τὴν εὔκλειαν τῆς σωτηρίας.
421. εἰ καὶ μοῖρα] οἱ μὲν Ἕλληνες ἀποθανεῖν εὔχονται τοῦ νε- κροῦ μὴ κρατήσαντες· οἱ δὲ μελλητικῶς φάσκουσιν, εἰ καὶ μοιρίδιον ἡμῖν ἀποθανεῖν, τῆς μάχης οὐ δεῖ ἀφίστασθαι.
424. σιδήρειος] ὁ στερεὸς καὶ πολυΐσχυρος.
425. ἀτρυγέτοιο] ἀτρύτου. ἢ ἐπεὶ καὶ αὐτὸς ὁμοίως τῇ θαλάσσῃ οὐ τρυγᾶται.
426. ἵπποι δʼ] μετάγει τὸν λόγον ἀπὸ τῶν συνεχῶν πόνων. ἔστι
δὲ τὸ ζῷον φρενῆρες καὶ οἰκειότητα φυσικὴν ἔχον τοῦ προγινώσκειν
τὰ ἐν πολέμῳ καὶ εἰς συναίσθησιν ἔρχεται τοῦ ἐπιβάτου ἀποτυχόν.
430. θοῇ] ταχυποιῷ. ἐπεμαίετο δὲ ἀντὶ τοῦ ἥπτετο καὶ ἐμά- στιζεν.
432. πλατύν] οὐ τὸν καθόλου πλατὺν, ἀλλὰ τὸν καθʼ ὃ μέρος ἑαυτοῦ ἐστὶ πλατύτατος.
434. ὥστε στήλη] πλέον τι ἔχει ἡ παραβολή· οὐ γὰρ τὴν στά- σιν μόνον σημαίνει, ἀλλὰ καὶ τὴν ποιότητα, τὴν ἐπὶ τῷ πένθει. πρὸς γὰρ τὴν κατηφῆ στάσιν ἡ παραβολή.
437. ἐνισκίμψαντες] ἀντὶ τοῦ προσερείσαντες καὶ πελάσαντες διὰ λύπης ὑπερβολήν.
440. ἀμφοτέροισι] τοῖς ἵπποις δηλονότι.
443. ἆ δειλώ] τὸ ὅλον εἰς καταβολὴν τοῦ ἀνθρωπίνου γένους· εἰ
γὰρ οἱ ἵπποι διὰ τὸ συνωμιληκέναι ἀνθρώποις ἐν χαλεποῖς γίνονται
καὶ διὰ τοῦτο δειλοὶ, πόσῳ μᾶλλον αὐτοὶ οἱ ἄνθρωποι; εἶτα καὶ
447. πάντων ὅσσα τε γαῖαν ἐπιπνείει] ὑπὲρ πάντα τὰ γαῖαν ἐπιπνείει. λείπει δὲ ἡ κατά. πᾶν μὲν οὖν ἔμψυχον ὑποπέπτωκεν ἀτυχίαις, πλέον δὲ ὁ ἄνθρωπος.
453. σφίσι] δηλονότι τοῖς Τρωσί. προλέγει δὲ, ἵνα μὴ λυπῇ τὸν ἀκροατὴν ἐπὶ πλεῖον, τὴν προθεσμίαν διδάξας τῆς εὐημερίας.
459. τοῖσι δʼ ἐπʼ Αὐτομέδων] κρεῖττον γὰρ τόδε ἀλέξειν τῷ ἑταίρῳ ᾤετο. ἄλλως τε οἱ ἵπποι αὐτὸν ἐκεῖσε ἄγουσιν.
463. ᾕρει τὸ κατελάμβανεν, ὡς τὸ “ἐκ δέκα ποδῶν ᾕρει λέγων τοὺς ῥήτορας·” νῦν δὲ ἀντὶ τοῦ ἀνῄρει.
464. ἱερῷ] τῷ μὴ ἄλλῳ ἐπιβατῷ ἢ Ἀχιλλεῖ.
477. θεόφιν μήστωρ ἀτάλαντος] ἴσος θεοῖς εἰς τὸ κατεργάσα- σθαί τι.
483. ἀπόρουσε] τοῦ ἰδίου ἅρματος, καὶ κατῆλθε πεζῇ πολεμήσων.
486. ἵππω τώδʼ ἐνόησα] εὐτυχήσας τῆς πανοπλίας ἐπιθυμεῖ καὶ
τῶν ἵππων. προτρέπεται δὲ τὸν Αἰνείαν οὐ μόνον ὡς ἀριστέα, ἀλλὰ
καὶ ὡς ἀσχάλλοντα τῇ ἀφαιρέσει τῶν ἰδίων ἵππων.
492. βοέῃς] συλληπτικῶς· ἣν γὰρ εἶχεν ὁ Ἕκτωρ, οὐ βοεία ἦν.
507. Αἴαντε] πιθανὸν ἀνακεχωρηκότος Ἕκτορος καὶ τὸν Αἴαντα τολμῆσαι τὸ σῶμα καταλιπεῖν τοῖς μετʼ αὐτὸν ἀρίστοις, ἔνθεν αὐτῷ ἐντυγχάνει.
514. ἐν γούνασι] ἐν τοῖς κόλποις, διὰ τὸ τὰ ἐν αὐτοῖς ἀποκεί- μενα πρόχειρα εἶναι. οἱ δὲ, ἀπὸ μέρους τῇ δυνάμει.
520, 521. ἄμφω ηὔξησε, τὸν μὲν πέλεκυν τῇ ὀξύτητι, τὸν δὲ
ἄνδρα τῷ αἰζηός, ὡς εὐτονωτέραν τὴν καταφορὰν γενέσθαι. ὁ δὲ
τόπος τῆς πληγῆς καιριώτατος· ὄπιθε γάρ φησι κεράτων εἰς τὴν
ἀρχὴν τῶν νευρῶν. περὶ γὰρ τὰς τῶν κεράτων ῥίζας πυκνὰ καὶ
συνεχῆ τὰ νευρὰ καὶ αἱ ἀρτηρίαι κεῖνται.
522. πᾶσαν] ἢν γὰρ μὴ ὅλον διακοπῇ τὸ νευρὸν, οὐ πίπτει ὁ
βοῦς. καὶ τὸ μὲν ἑξῆς ἐστὶ διατάμῃ, τῇ δὲ διακοπῇ τῆς λέξεως
μεμίμηται τὸ γινόμενον. οὐκ ἀναστρέφεται δὲ ἡ διά, ἵνα μὴ συνεμ-
πέσῃ τῇ Δία αἰτιατικῇ, ἡ δὲ ἀντί καὶ ἀμφί ὡς τρίχρονοι.
προθορών] βοῶν μὲν οἰκεῖον τὸ προπίπτειν, τῶν δὲ ἄλλων ζῴων τὸ
ἀνακλᾶσθαι.
523. προθορὼν πέσεν] προπίπτειν μέλλοντα βίαιος οὖσα ἡ πληγὴ ἀνέστρεψεν. ἡ δὲ παραβολὴ πρὸς τὸ προθορεῖν μόνον· καὶ γὰρ οὗτος προέθορε μὲν ὡς ταῦρος, οὐκ ἔπεσε δὲ ὡς αὐτός.
524. νηδυΐοισι] τοῖς κατὰ νηδὺν σπλάγχνοις· ἅπαξ δὲ εἴρηται ἡ
λέξις.
529. ἔνθα δʼ ἔπειτʼ ἀφίει] τότε δὲ ἵστη τὴν ὁρμὴν ὁ σίδηρος· ὅταν γὰρ μηκέτι προϊέναι ἰσχύσῃ, τὸ τηνικαῦτα ἱστάμενος κραδαί- νεται.
538. ἦ δὴ μάν] ἴδιον τῷ παῤ ἐλπίδα εὐτυχήσαντι καὶ πλέον τι
φθέγγεσθαι κατὰ τῶν ἐχθρῶν.
547. Ἶριν] ὅταν ἐξ ἐναντίας τῷ ἡλίῳ νέφος στῇ πεπιλημένον καὶ
πλῆρες ὕδατος, αἱ δὲ ἀκτῖνες προσπίπτωσι τῷ νέφει καὶ καθάπερ
ἀπὸ κέντρου τοῦ ἡλίου περιγράφωσι κύκλους, τότε τοῦ μὲν τῶν ἀκ-
τίνων ἐρυθροῦ ἀνειμένου πρὸς τὸ κροκοειδὲς, τοῦ δὲ ἐν τῷ νέφει
μέλανος ἐκλυομένου πρὸς κυάνεον, ἡ κρᾶσις ἀμφοῖν Ἶρίς ἐστι. καὶ
Ἀναξαγόρας δέ φησιν Ἶριν νεφέλῃσιν ἀντιλάμπειν τῷ ἡλίῳ. χει-
μῶνος οὖν ἐστὶ σύμβολον· τὸ γὰρ περιχεόμενον ὕδωρ τῷ νέφει
ἄνεμον ἐποίησεν ἢ ἐξέχεεν ὄμβρον. τὸ δὲ πορφυρέην, ἀπὸ μέρους
τὴν ποικίλην· ἢ ὅτι ἔχει τινὰ πορφυρίζοντα. πιθανῶς δὲ τὴν τῆς
θεοῦ κατάβασιν θειοτέρᾳ εἰκόνι ὡμοίωσεν.
553. πρῶτον δʼ Ἀτρέος υἱόν] οὐκ εἰκῆ, ἀλλʼ ἐπεὶ φαίνεται οὗτος μόνος ἀγωνιῶν ὑπὲρ Πατρόκλου.
555. δέμας καὶ ἀτειρέα φωνήν] δύο γάρ ἐστι δι᾿ ὧν μάλιστα
γνωρίζομεν, φωνὴ καὶ εἶδος. εἰκότως δὲ Φοίνικι εἴκασται· ἡγεῖτο
γὰρ καὶ αὐτὸς φάλαγγος, καὶ μέλει αὐτῷ λίαν περὶ Πατρόκλου.
ἅμα δὲ καὶ τὸ γῆρας ἱκανὸν πρὸς αἰδῶ.
556. κατηφείη] αἰσχύνη, ἀπὸ τοῦ κάτω ἔχειν τὰ φάη.
557. ἐντρέπει αὐτὸν τῇ μνήμῃ Ἀχιλλέως, οὗ δέονται πρὸς τὴν μάχην.
564. ἐσεμάσσατο θυμόν] ἔπληξέ μου τὴν ψυχήν· μάσσασθαι γὰρ τὸ ἅψασθαι· καὶ μέχρι δὲ νῦν ἐν τῇ συνηθείᾳ φαμὲν “ἥψατό μου ὁ θάνατος τοῦ φίλου τοῦδε ἢ συγγενοῦς.”
565. πυρός] διὰ τὸ εὐκίνητον καὶ θρασύ.
567. γήθησεν δὲ θεά] “ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε· τιμώ-
μενοι χαίρουσιν ἀνθρώπων ὕπο” (Eurip. Hippol. 7).
570. πιθανῶς οὐ μυίᾳ αὐτὸν εἴκασεν (ἦν γὰρ ἀναξία τοῦ ἥρωος ἡ εἰκών), ἀλλὰ τὸ θάρσος αὐτῆς προσέθηκεν. ἐπὶ τὰ ἐλάχιστα δὲ κατάγεται, τὸ ἁρμόδιον τῷ πράγματι ζητῶν. αἱ δὲ ποιητικαὶ λέξεις ἐπικαλύπτουσι τὸ ταπεινόν. πρὸς τὸ ἰταμὸν οὖν καὶ ἐπίμονον ἡ εἰκών.
*οὗτος γὰρ ἀποτρεπόμενος εἰς ἄλλον τόπον ἔτρεχεν εἰς τὸν αὐτόν.
575. Ποδῆς υἱὸς Ἠετίωνος] ἐπισημαίνεται πάντα, πόλιν ὄνομα
γένος φιλίαν, ὡς ἀνιχνεύσας τὴν ἀλήθειαν. ὁ δὲ Ἠετίων ὁμώνυμος
τῷ τῆς Ἀνδρομάχης. εἰ δὲ ἦν τῶν Κιλίκων ὁ Ποδῆς, εἶπεν ἂν ὅτι
μάλιστα τῶν βασιλέων αὐτὸν ἐτίμα, οὐ τοῦ δήμου. προαπώλοντο
δὲ καὶ οἱ Ἀνδρομάχης ἀδελφοί. καὶ τὸ ἀφνειός δὲ δείκνυσιν ὡς
ἕτερος ἦν· ὁ γὰρ τοῦ Ἀνδρομάχης πατρὸς οἶκος ἠρήμωτο.
577. εἰλαπιναστής] σύσσιτος, ἐν τῷ εὐωχεῖσθαι φίλος.
578. κατὰ ζωστῆρα] πιθανὸν τὸν εἰλαπιναστὴν κατὰ γαστρὸς τυφθῆναι ὑπὸ Λάκωνος ἀνδρὸς, οἵ εἰσι γαστριμαργίας ἐλεύθεροι.
584. ξείνων φίλτατος] ἐπεὶ περὶ φίλου ὀνειδίζει, δεόντως φίλῳ ὡμοίωται πρὸς τὸ αἰσχῦναι αὐτόν.
588. *πρέποντας πολεμίῳ περιτέθεικε τοὺς λόγους ὁ ποιητὴς, ἐπεί τοί γε οὐκ ᾔδει δειλὸν τὸν Μενέλαον· βοὴν γὰρ ἀγαθὸν παντα- χοῦ καλεῖ αὐτὸν, ὅ ἐστιν ἐν μάχῃ ἀνδρεῖον.
594. μαρμαρέην μὲν τοῖς ἀμυνομένοις, τοῖς δὲ καταπονουμένοις ἐρεμνήν.
597. φόβοιο] οὐ δειλὸς, εἴπερ εἴκει Διί. εἰ δὲ πρῶτος, τέτρωται
γὰρ καὶ πρόσω τετραμμένος. ὅτι δὲ γενναῖος, συμφεύγουσι πάντες.
εἰ δʼ ἀσθενὴς, πῶς ὁ Ποσειδῶν “Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον
ἦλθε κελεύων Πηνέλεών θʼ ἥρωα” (Il. 13, 92).
599. ἐπιλίγδην] ἐπιξεστικῶς. καὶ πῶς ὀστέον ἄχρις; ἢ μᾶλλον κατʼ ἐπιδρομήν.
600. Πουλυδάμαντος] οὐ προειπὼν τὸν τρώσαντα νῦν διεσάφησε, ποικίλλων καὶ χαριτοποιῶν τὸν λόγον τῇ ἐξαλλαγῇ.
605. σκόπει τὸ τῆς ἀπαγγελίας τάχος· προειπὼν γὰρ τὰ περὶ τοῦ Ἕκτορος, ὡς ἐπὶ τὸν Λήϊτον ὥρμησε, νῦν τὴν Ἑλληνικὴν ἀρετὴν διηγεῖται. καὶ φεύγοντας αὐτοὺς ἐγκωμιάζει, ὅτι καίπερ πεφοβη- μένοι ἀρτίως ὑπὸ Διὸς ἀγωνίζονται.
607. ἐβόησαν φοβηθέντες μὴ πάθῃ τι.
608. Ἰδομενῆος] κατὰ Ἰδομενέως βάλλει νεωστὶ τῷ δίφρῳ ἐπι-
βάντος· πεζὸς γὰρ ἐκ τοῦ ναυστάθμου ἦλθε, καὶ δὴ πεσὼν ἂν ὕψωσε
τοὺς Τρῶας, εἰ μὴ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ τοῦ Μηριόνου
ἅρμα, ὃς ἐκ Λύκτου Μηριόνῃ συνεστράτευσεν. λέγει δὲ ὅτι ἤδη
ἀναβῆναι φθάσαντος Ἰδομενέως ἧκε τὸ βέλος, καὶ τὸν ἡνίοχον ἔτρωσε
κατὰ τύχην. εἰ μὴ οὖν ἤνεγκε τοὺς ἵππους τροπῆς γεγονυίας, μεσαι-
πόλιος ὢν ὁ Ἰδομενεὺς καὶ μὴ δυνάμενος φεύγειν ἀπώλετο ἄν.
617. ὑπὸ γναθμοῖο] ὑπὸ τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε διὰ
τῆς ἑτέρας· καὶ οὐκ ἔστιν ἀδύνατον τοῦ μὲν Ἕκτορος πεζοῦ βαλόν-
τος, τοῦ δὲ τῷ ἅρματι ἐπιβεβηκότος. εἰκότως δὲ πλαγία ἡ πληγὴ
γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους. ἔστι δὲ τὸ ἑξῆς, ἀτὰρ
Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε, τὸν βάλʼ ὑπὸ γναθμοῖο· τὰ δὲ ἄλλα
ἐν μέσῳ.
618. δόρυ πρυμνόν] ἡ ἐπιδορατὶς, ὡς πρῴρας οὔσης τοῦ στύρακος.
620. καὶ τά γε] τὸ ἑξῆς οὕτως, καὶ τά γε Μηριόνης ἐκ πεδίου
ἔλαβε κύψας. ἀνελόμενος, φησὶ, χαμόθεν τὰ ἡνία ἐπιδίδωσι τῷ
Ἰδομενεῖ, αὐτὸς πεζὸς ὤν· ὅτι γὰρ οὐκ ἔστιν ἐν τῷ ἅρματι δηλοῖ
τὸ μάστιε νῦν. φιλικὸν δὲ τὸ ἦθος τοῦ Ἕλληνος· αὐτὸς μὲν γὰρ
ὡς νέος καὶ ἀκμάζων ἔτι κινδυνεύειν βούλεται, τὸν δὲ μεσαιπόλιον
ἀποπέμπει, τὴν ἀσφάλειαν αὐτῷ ποριζόμενος.
634. ἐμφαντικὸν τὸ αὐτοί περ, οἷον ἡμεῖς μόνοι οἱ καταλελειμ- μένοι ὑπὸ τῶν φευγόντων. ἢ τῇ ἰδίᾳ ἀρετῇ, οὐ τῇ ἀπὸ θεῶν συλ- λήψει. ζηλωτὰ δὲ ταῦτα· καὶ τὸν Δία γὰρ πολέμιον οἶδε, καὶ οὐ καταλείπει τὸν νεκρόν.
640. εἴη δʼ ὅστις] ἐπεὶ τελευταῖον τοῦτο βοήθημα τῆς δυστυχίας,
εἰς τοῦτο εἰκότως καταφεύγει.
645. ῥῦσαι ὑπʼ ἠέρος] θαυμαστὸν τὸ ἦθος· οὐ γὰρ σωτηρίαν αἰτεῖ, ἀλλὰ τὸ μὴ ἐμποδίζεσθαι ἀπὸ ἔργων ἀγαθῶν. διὸ καίπερ ἐναν- τιούμενος ὑπακούει ὁ Ζεύς.
648. δάκρυ χέοντα] τουτέστι τῆς κατὰ παράλειψιν διηγήσεως·
652. ἔμφασιν ἔχει τῆς δυσπραγίας τὸ αἴκεν, ὡς οὐκ ἐλπίζοντος ἔτι ζῆν οὐδὲ τοῦτον.
657. ὥς τίς τε λέων] πολλαὶ αἱ εἰκόνες τοῦ ἥρωος, καὶ ἑκάστη κατὰ καιρὸν ἁρμόδιος. πρῶτον γὰρ αὐτὸν εἴκασε διὰ τὴν φιλοστορ- γίαν βοῒ, νῦν δὲ λέοντι ἀκούσιον ποιουμένῳ ἀναχώρησιν· καὶ ἑξῆς διὰ τὴν ὀξυδορκίαν ἀετῷ παρέβαλεν.
663. καιόμεναί τε δεταί] καὶ Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησὶ
λέοντα μάλιστα τὸ πῦρ δεδοικέναι. δεταὶ δὲ ὀξυτόνως αἱ συνδεδε-
μέναι ἐκ ξύλων λαμπάδες.
666. ἤϊε πόλλʼ ἀέκων] πρὸς τοῦτο μόνον ἡ παραβολή· τὰ δὲ ἐν μέσῳ πρὸς οὐδὲν ἐξείργασται περιτιθέμενον τῷ ἥρωϊ.
667. πρὸ φόβοιο] ἀντὶ τοῦ ὑπὸ φόβου, ὡς τὸ “ἀεθλεύων πρὸ
ἄνακτος” (Il. 24, 734).
670. ἐνηείης] πολλαὶ μὲν αἱ τοῦ ἥρωος ἀρεταί· νῦν δὲ παρέ- λαβε τὴν μάλιστα δυσωπῆσαι δυναμένην. ὅτι δὲ πρᾶος ἦν δῆλον ἐξ ὧν Νέστορος ἐπιμελῶς ἀκούει, φιλοστόργως Εὐρύπυλον ἰᾶται, κλαίει πρὸς Ἀχιλλέα.
671. πᾶσιν] ἔνδειξις τῆς ἀρετῆς Πατρόκλου. ἔστι δὲ παιδευτικὸς ὁ λόγος, ὅτι οἱ χρηστοὶ τὴν γνώμην τῆς πάντων φροντίδος ἀξιοῦνται.
674. ἀξιοπίστως τὸ φασίν προσέθηκεν, ὡς πρὸ τοῦ ἐπιβαλέσθαι
τῇ ποιήσει ἐξητακὼς ἀκριβῶς ἅπαντα. φησὶ δὲ καὶ Ἀριστοτέλης
ὡς ἵστησι τοὺς νεοσσοὺς πρὸς τὸν ἥλιον, ἀναγκάζων βλέπειν· καὶ ὁ
μὲν δυνηθεὶς ὁρᾶν τοῦ ἀετοῦ υἱός ἐστιν, ὁ δὲ μὴ ἐκβέβληται καὶ
γέγονεν ἁλιαίετος.
676. πάντοθεν αὔξει τὴν ὀξυωπίαν· ὑψηλὸς ὢν γὰρ πέταται, τὸ
δὲ κατασκοπούμενον λαγὼς, τῇ χροιᾷ γεῶδες ὡς μὴ ῥᾳδίως διακρί-
νεσθαι, καὶ τῷ μεγέθει βραχύ. βοηθεῖ δὲ καὶ ὁ θάμνος, ὑφʼ οὗ
κέκρυπται ὁ λαγώς.
681. ἴδοιτο] οἱ μὲν μετὰ τοῦ ν, διὰ τὸ πλῆθος, οἱ δὲ χωρὶς τοῦ ν, ὡς τὸ τάδε παιδία παίζει. λέγει δὲ ὅτι διεστρέφοντο οἱ ὀφθαλ- μοὶ, εἴ που θεάσαιντο Νέστορος υἱόν.
689. παρατήρει ποσάκις εἰπὼν περὶ τῆς ἀναιρέσεως Πατρόκλου οὐδαμοῦ προσκορὴς ἐφάνη.
698. ἐζήτηται πῶς οὐκ ἔστιν Αὐτομέδων μηνυτὴς τῆς τοῦ Πα-
τρόκλου ἀναιρέσεως, ἀλλʼ Ἀντίλοχος, καὶ διὰ τί γυμνὸς τρέχει.
ῥητέον οὖν ὅτι Αὐτομέδοντα μὲν αἰσχρὸν ἦν μετὰ τῶν ἵππων ἔρχε-
σθαι πρὸς Ἀχιλλέα ἄπρακτον, τῶν ἄλλων ἀγωνιζομένων περὶ τοῦ
σώματος· Ἀντίλοχος δὲ ταχύτερος ὢν τῶν ἄλλων προεκρίθη, καὶ
γυμνὸς πρόεισι, μετὰ τῶν ὅπλων τὰς συμφορὰς ἐκπομπεύειν παραι-
τούμενος, ἢ διὰ τὸ μὴ βαρούμενον τοῖς ὅπλοις χρονίσαι ἐν τῇ ὁδῷ.
πάντοθεν ἐπεσημήνατο τὸ πένθος, μάλιστα δὲ ἐκ τοῦ μηδὲ
πυθέσθαι τὸν τρόπον τῆς τελευτῆς. γίνεται οὖν ἡ σιωπὴ παντὸς
λόγου μείζων. ἔστι δὲ καὶ φίλος Πατρόκλῳ, καὶ πρὸς τῇ αὐτοῦ
φιλίᾳ Νέστωρ αἴτιος ἐγεγόνει τοῦ θανάτου αὐτοῦ. ἄριστα δὲ ᾠκονό-
μησεν ὁ ποιητὴς τὴν ἄγνοιαν τοῦ Πατρόκλου θανάτου, ὡς καὶ ἐπὶ
Ἀνδρομάχης· καὶ γὰρ καὶ αὕτη ἐκτὸς ὑπονοίας οὖσα τοῦ τεθνηκέναι
τὸν Ἕκτορα ἐν χαλεπωτέρῳ γίνεται πένθει ἀκούσασα.
700. πόδες φέρον] τρόπον τινὰ τὸ πένθος ἀράμενον αὐτὸν ᾤχετο· φησὶ γοῦν “πόδες φέρον.” ἐφʼ ἅρματος δὲ οὐκ ἄπεισιν ὡς ταπεινῶν ἄγγελος· ἢ τὸ πένθος αὐτὸν τοῦτο συνιδεῖν οὐκ ἐᾷ.
705. ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.
711. οὐ γάρ πως ἄν] πολλάκις γὰρ ὑπὸ περιστάσεως πράξαντές τι ὕστερον συνορῶμεν τὸ ἀδύνατον αὐτοῦ.
712. ἡμεῖς δʼ αὐτοί περ] γενναῖον πρὸς προτροπὴν τὸ ἀπὸ τῶν ἰδίων ἐνδείκνυσθαι καὶ μὴ περιμένειν τὴν ἑτέρων ἐπικουρίαν.
720. ὁμώνυμοι] πάντοθεν προτρέπει τὸν Λοκρόν. καὶ Ἀλέξανδρος,
ἐν Πέρσαις τινὰ ἰδὼν Ἀλέξανδρον ἀνδριζόμενον, ἴσος, φησὶν, ὄφθητι
τῆς ὁμωνυμίας.
722. ἐμφαντικῶς ἐμήνυσε τοὺς περιειληφότας ὥσπερ τὸν νεκρόν·
καίτοι ἐνῆν καὶ ἄλλως εἰπεῖν, ἐρύοντο· ἀλλ᾿ οὐκ ἦν οἰκεῖον τῆς
προσηνείας Πατρόκλου τὸ ἕλκεσθαι. ἐγγὺς δὲ θέλουσι τῶν νεῶν
κομίσαι, ἵνα κἂν καταπονῶνται, βοηθήσῃ Ἀχιλλεύς. διὰ δὲ τοῦ
ἀγκάζοντο τὸ μοχθηρὸν ἐνέφηνεν.
725. κύνεσσιν ἐοικότες] πρὸς τὸ θράσος τῶν Τρώων ἡ παραβολή· καὶ τὴν αἰτίαν δὲ τοῦ θάρσους παρίστησι τὸ βλημένῳ. ἀλλὰ καὶ τὸ ἑλίξεται συμπράττει· στρέφεται γὰρ τοῦτο μόνον τῶν ζῴων διωκόμενον, ὁ κάπρος.
727. ἕως μέν] ἕως τινός.
731. οἱ μὲν ἐγγὺς ξίφεσιν, οἱ δὲ πόρρω δόρασιν.
737. ἠΰτε πῦρ] ὃ κατὰ μεταφορὰν ἐξήγαγεν ἑτέρωθι, καυστειρὴν τὴν μάχην λέγων (Il. 4, 342. 12, 316), τοῦτο νῦν ἐπεξεργασάμενος εἰς παραβολὴν ἄγει. ηὔξησε δὲ αὐτὸ διὰ τοῦ ἀνέμου καὶ τοῦ αἰφνι- δίου, ἵνα λανθάνον νέμηται.
742. ὥσθʼ ἡμίονοι] βόες μὲν ἰσορρόπως ἕλκουσιν ἑκάτερος φέρων
τὸ ἴδιον βάρος· ἡμίονοι δὲ διωθούμενοι τὸ βάρος ἀντιμεταβάλλουσιν
ἀλλήλοις. τοιοῦτον ἔπασχον καὶ οἱ τὸν νεκρὸν κομίζοντες, εὐχερῆ τὴν
δίοδον διὰ τὴν ἐπιφορὰν τῶν πολεμίων οὐκ ἔχοντες. κατὰ τὰς
ἀποκλίσεις τοῦ φερομένου ἑκάτερος ἐβαρεῖτο· διὸ ἐπιτείνων τὸ
ταλαίπωρον αὐτῶν σκολιὰν παρέλαβεν ὁδὸν, καὶ μακρὸν τὸ ἑλκόμενον
ξύλον διὰ τῆς ὁδοῦ. τὸ δὲ ἀμφιβαλόντες, ἰσοβαρήσαντες τῇ
δοκῷ τὴν προθυμίαν, ἢ συμπλέξαντες καὶ ἑνώσαντες τὴν ἀλλήλων
δύναμιν τῇ δοκῷ.
747. πρών] προοχὴ ὄρους. ἰσχάνει δὲ τῆς εἰς θάλασσαν ἐκρύ-
σεως. ἄκρως δὲ οὐκ ἐμψύχοις αὐτοὺς εἴκασεν, ἀλλʼ ἀσαλεύτοις
πρήοσιν, ἀντέχουσι ποταμοῖς. ἔστι δὲ ἡ εἰκὼν ὅλη πρὸς ὅλον.
Αἴαντες γὰρ ἐρριζωμένῳ ὄρει εἰσὶ παραβεβλημένοι, ὕδατι δὲ οἱ
Τρῶες. ὡς δὲ ὁ πρὼν κωλύει τὸ ἐπιφερόμενον ὕδωρ εἰς τὸ χωρίον
ἐλθεῖν, τὸ δὲ περιεχόμενον εἰς τὸ ὑποκείμενον πεδίον ῥεῖ, οὕτως ἐπὶ
τῷ σώματι Πατρόκλου ἑδραίως ἑστῶτες ἀπέτρεπον τοὺς Τρῶας ἐπὶ
ἄλλο μέρος.
748. πεδίοιο διαπρύσιον τετυχηκώς] διόλου προήκων καὶ διατετα- μένος τοῦ πεδίου ὁ πρών.
755. ὥστε ψαρῶν νέφος] ταπεινοῖ τοὺς Ἕλληνας τῇ παραβολῇ
πρὸς σύγκρισιν τοῦ πολεμοῦντος Διός. τὴν αὐτὴν δὲ εἰκόνα καὶ ἐπὶ
τῶν βαρβάρων ἔλαβεν, ὅτε αὐτοὺς ὁ Πάτροκλος ἐδίωκεν· “ἴρηκι
ἐοικὼς ᾠκέϊ, ὅστʼ ἐφόβησε κολοιούς τε ψῆράς τε” (Il. 16, 583).
ἀλλʼ ἐκεῖνοι οὐκ ἐναντιουμένου θεοῦ ταῦτα πάσχουσιν, ἀλλὰ διὰ τὴν
ἀρετὴν τοῦ διώκοντος· τούτοις δὲ ὁ Ζεὺς αἴτιος τῆς ταπεινῆς εἰκόνος.
σκιὰν ἑαυτῶν, ἄλλους κολοιοὺς ὁρᾶν νομίζουσιν· εἶτα ἐπιπεσόντες τῷ
ἐλαίῳ, ὡς δῆθεν πρὸς τοὺς ἑταίρους κατιόντες, ἁλίσκονται συγκολλη-
θέντες τὰ πτερὰ τῷ ἐλαίῳ. ἵπτανται δὲ καὶ ἀγεληδόν· ὅτε δὲ ἴδωσιν
ἱέρακα, συστραφέντες εἰς ἀλλήλους ὀξὺ βοῶσιν, ὅπερ Ὅμηρος οὖλον
ἐκάλεσεν. ἐπὶ μὲν οὖν Τρώων ἔλαβε τοὺς κολοιοὺς διὰ τὸ ταραχῶδες
καὶ ἀνόητον, ἐπὶ δὲ Ἑλλήνων διὰ τὸ φιλάλληλον. ἀεὶ γὰρ ἡ
πτῆσις αὐτῶν ἀγεληδὸν γίνεται. τὴν ἀγέλην δὲ νέφος ὠνόμασεν
οὐ διὰ τὸ πλῆθος μόνον, ἀλλὰ καὶ ὅτι ἐπισκιάζει τὸν ἀέρα τῇ
πυκνότητι.
756. κεκλήγοντες] πρὸς τὸ σημαινόμενον ὑπήντησεν.
757. κίρκον] ὁ γὰρ ἀετὸς μεγάλα φονεύει, ἐπὶ δὲ τῶν εὐτελῶν καὶ ἀσθενῶν οὐδέποτε κάτεισιν.
760. τεύχεα καλὰ πέσον] πεφεισμένως οὐκ εἶπεν ὅτι οἱ Ἕλληνες
ἀπέβαλον τὰ ὅπλα, ἵνα μὴ ῥιψάσπιδας εἴπῃ, ἀλλʼ ὅτι ἔπεσον, ὡς
οὐχ ἑκοντὶ ῥιψάντων, ἀλλʼ ἐκ τύχης τοῦ παθήματος γενομένου. καὶ
τὸ μὲν πρᾶγμα μεμήνυται, οὐδὲν δὲ αἰσχρὸν τῶν Ἑλλήνων κατεῖ-
πεν,
761. πολέμου δʼ οὐ γίνετʼ ἐρωή] οὐκ ἔστιν ἐναντίον τὸ λέγειν καὶ
φεύγειν αὐτοὺς καὶ μὴ γίνεσθαι ἐρωὴν τοῦ πολέμου· ἔφευγε μὲν γὰρ
ὁ πολὺς καὶ χυδαῖος τῶν Ἑλλήνων ὄχλος, οὐχ ὑπερώουν δὲ οἱ Αἴαντες
καὶ οἱ ὑπερμαχοῦντες τοῦ νεκροῦ. ἐρωὴ δὲ ἡ ἐπίσχεσις.
1. δέμας πυρός] λείπει τὸ ὡς· ὡς πῦρ γὰρ ἐμάχοντο μετὰ πάσης
ἐνεργείας· καὶ γὰρ τὴν μάχην καυστειρὰν λέγει καὶ ἔμπυρον. ποι-
κίλλει δὲ πάλιν μετάγων ἡμᾶς ἐπὶ τὰς σκηνάς. τινὲς δέ φασιν,
3. προπάροιθε] τοπικῶς ὡς τὸ “κὰδ δʼ ἔβαλε προπάροιθε νεώς”
(9, 482). ἀλλὰ καὶ χρονικῶς ὡς τὸ “οὔτις ἀνὴρ προπάροιθε μακάρ-
τατος” (Od. 11, 482).
κατὰ πρύμναν καὶ πρῷραν ἀνατεταμένων, ὀρθοκεφάλων· κραῖρα γὰρ ἡ κεφαλή.
4. τὰ φρονέοντʼ] οἱ περὶ τῶν φίλων ἀγωνιῶντες ἐν τοῖς κινδύνοις δυσέλπιδές εἰσιν. ἔστι δὲ τῶν ἐν ἀτυχίᾳ προληπτικὸς ὁ νοῦς.
6. ὤ μοι ἐγώ] περιπαθῶς ἄγαν ἑαυτὸν ἀπολοφύρεται ἐπὶ τῇ ὑπονοουμένῃ τοῦ φίλον συμφορᾷ. μεγαλοφυῶς δὲ ἀπὸ τῆς φυγῆς τῶν Ἀχαιῶν στοχάζετσι πεπτωκέναι Πάτροκλον· οὐκ ἂν γὰρ αὐτοῦ ζῶντος ἔφυγον, ἧκεν ἂν αὐτὸς πρὸς Ἀχιλλέα.
7. νηυσὶν ἔπι] ἐπὶ τὰς ναῦς. ἀναστρεπτέον τὴν πρόθεσιν, ὁμοίως
καὶ ἐπὶ τοῦ “νηυσὶν ἔπι προέηκα” (439).
ἀτυζόμενοι] βεβλαμμένοι, ἢ φεύγοντες· πεποίηται δὲ ἡ λέξις παρὰ τὸ ἄτη.
*τινὲς δὲ ἀντὶ τοῦ ἐκπληττόμενοι καὶ ὀδυρόμενοι.
9. διεπέφραδε καί μοι ἔειπε] ὅμοιόν ἐστι τῷ “ἔπος τʼ ἔφατʼ ἔκ
τʼ ὀνόμαζεν.”
10. Ἄκτωρ Λοκρὸς μὲν ἦν τὸ γένος, ἀπὸ Ὀπόεντος πόλεως,
γήμας δὲ ἐν Οἰνώνῃ πόλει Φθιώτιδι γεννᾷ Μενοίτιον τὸν τοῦ Πατρό-
κλου· ὅθεν ἀναγκαίως τὸν Πάτροκλον Μυρμιδόνα καλεῖ. διὸ καὶ
ἄριστον, οὐ κρείττονα εἶπεν. ἐπὰν γὰρ πρὸς πολλοὺς ὁμογενεῖς
συγκρίνωμεν, τῷ ὑπερθετικῷ χρώμεθα, οἷον πλουσιώτατος Ἀλεξαν-
δρέων Πτολεμαῖος, εἰ δὲ πρὸς ἀλλογενεῖς, τῷ συγκριτικῷ. τὸ γὰρ
συγκριτικὸν οὔπω τὴν τελείαν ἔχει λέξιν· ἀμέλει γέ τοι καὶ ἔτι
ἐπιτείνεται· τὸ δὲ ὑπερθετικὸν τὸ τέλος εἴληχε. πιθανὸν δὲ τὸ μὴ
ὀνομαστὶ περὶ Πατρόκλου προειρηκέναι τὴν Θέτιν· καὶ γὰρ ὁ τῶν
χρησμῶν χαρακτὴρ τοιοῦτος, ἐχόμενος τοῦ ἀμφιβόλου.
12. ἢ μάλα δὴ τέθνηκε] ἀντὶ τοῦ λίαν κατείληφα ὅτι τέθνηκε· μάλα οἶδα καὶ πέπεισμαι.
13. σχέτλιος] ὁ ἑαυτῷ κακῶν αἴτιος, ὁ τλήμων. ἀναφαίνεται δὲ ἐνταῦθα ἡ γνώμη τοῦ Ἀχιλλέως, ὅτι κατὰ πρόνοιαν τοῦ φίλου ἀπέχεσθαι τοῦ τείχους συνεβούλευεν, οὐ βασκαίνων (Il. 16, 87).
14. Ἕκτορι] ἀπὸ μέρους τοῖς πᾶσι Τρωσίν.
17. δάκρυα θερμὰ χέων] ὥσπερ συναλγῶν ἐπὶ τῇ Πατρόκλου
συμφορᾷ ὁ ποιητὴς ἐπιφωνεῖ ὅτι ἀλεγεινὴ ἡ ἀγγελία ἦν τῷ τὸν
Πάτροκλον ἀγγεῖλαι τετελευτηκότα.
18. ὤ μοι] περιπαθῶς καὶ ἀξίως τῆς φιλίας ἀναφθέγγεται, οὐκ
ἐπὶ τὸν τεθνεῶτα οὐδὲ ἐπὶ τὸν ἀκούοντα, ἀλλʼ ἐφʼ ἑαυτὸν ἀνενεγκὼν
τὴν ἀτυχίαν· διὰ γὰρ τοῦ ὤ μοι οἰκειοῦται τὴν συμφοράν. τὸ δὲ
Πηλέως ὡς τοιούτου πατρὸς ὢν μετριάζει ταῖς συμφοραῖς. τὸ δὲ
λυγρῆς ἔννοιαν αὐτῷ τοῦ δεινοῦ δίδωσιν.
20. κεῖται Πάτροκλος] προδοὺς τὰ ἴχνη τῆς συμφορᾶς τῷ δακρύῳ
καὶ τῇ προφωνήσει οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται· αἰφνίδιον γὰρ
προσπεσόντα τὰ δεινὰ τοῖς ἀκούουσιν ἐξίστησιν. κεῖται δὲ, οἷον οὐκ
ἀνήρπασται. διὰ δὲ τοῦ ἀμφὶ μάχονται εὐμενῆ τοῖς Ἀχαιοῖς
ἀπεργάζεται. ἱκανῶς δὲ ἐτάχυνε τὸν κακάγγελον ἐν ὅλοις τέσσαρσι
στίχοις· καὶ ἐν βραχεῖ πάντα ἐδήλωσε, τὸν ἀποθανόντα, τοὺς
ὑπερμαχομένους, τὸν κτείναντα. οὐκ ἐζήλωσαν δὲ τοῦτο οἱ τραγικοὶ,
ἀλλὰ τοῖς λυπουμένοις μακρὰς ἐπάγουσι τὰς διηγήσεις τῶν συμ-
φορῶν.
21. ἀτὰρ τά γε τεύχεʼ ἔχει] δεδήλωκε μετὰ συντομίας τὸ γεγε- νημένον πρᾶγμα ἀναγκαίως, καὶ τὸ συμβὰν τῷ ἥρωϊ εὐσχημόνως ἀπήγγειλεν· οὐ γὰρ ἔφη, σκυλεύσας τὰ ὅπλα ἔχει, ἀλλὰ μόνον ἐσήμανεν.
23. κόνιν] τὴν σποδόν φησιν.
25. νεκταρέῳ] εὐώδει, ἢ εὐπρεπεῖ, ἢ θείῳ.
28. δμωαὶ δʼ] φιλοπενθὴς γυνὴ βάρβαρος αἰχμάλωτος, καὶ διὰ
τὸ πρᾶον τοῦ ἀποθανόντος καὶ τὴν τιμὴν τοῦ ζῶντος. εἰ δὲ αὗται
θρηνοῦσι, πῶς οὐκ ἂν Ἀχιλλεύς; ἐκ περιουσίας δὲ τοῦτό φησι· μὴ
μνησθέντος γοῦν οὐδεὶς ἐπεζήτησεν.
34. δείδιε γὰρ] ἐφοβεῖτο γὰρ, φησὶν, Ἀχιλλεὺς μὴ καὶ ἀποδει-
ροτομήσῃ Ἕκτωρ τὸν Πάτροκλον· ὁ δὲ Ἀντίλοχος, φασὶ, πρὸς τὸ
35. σμερδαλέον δʼ ᾤμωξεν] θρηνητικὸν ἀνεφθέγξατο. προκατα-
σκευὴ δὲ χρειώδης τῆς μεγαλοφωνίας Ἀχιλλέως· “τρὶς μὲν ἀπὸ
τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεὺς, τρὶς δὲ κυκήθησαν Τρῶες”
(228). συνετῶς δὲ οἰμώξαντα μόνον αὐτὸν παρεισάγει· λόγον
γὰρ οἰκεῖον εὑρέσθαι οὐκ ἐνῆν εὐθέως τηλικαύτῃ συμφορᾷ πεπλη-
γότι.
44. Δεξαμένη] τινὲς ὀξυτόνως διὰ τὸ Δεξαμενός. ἀντιτάσσεται δὲ αὐτοῖς τὸ Δαναός Δανάη καὶ κολωνός κολώνη.
54. δυσαριστοτόκεια] ἐπὶ κακῷ τὸν ἄριστον τεκοῦσα, ἄριστον καὶ δύστηνον. καὶ Ὀλυμπιὰς ἐντεῦθεν περὶ Ἀλεξάνδρου φησὶ “κρείσσων γέγονεν ἢ μητρὶ συνέφερεν.”
57. γουνῷ ἀλωῆς] τῷ γονίμῳ. τινὲς δὲ τὸ γεώλοφόν φασιν, ὃ καὶ
τῶν καταιγίδων ἀπήλλακται καὶ ταῖς πραείαις αὔραις αὔξει μᾶλλον
τὰ φυτά.
59. τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις] οὐκοῦν δεινότερα τῶν θνητῶν πέπονθεν ἡ Θέτις· κεκέρδηκε γὰρ ἐκ τῆς ἰδίας φύσεως τὸ πρὸ πολλοῦ λυπεῖσθαι καὶ θρηνεῖν, προεγνωκυῖα τὸν τοῦ παιδὸς θάνατον.
63. ἴδοιμι] ἀντὶ τοῦ συντύχοιμι. καὶ ἐν Ὀδυσσείᾳ (9, 229)
“ὄφῤ αὐτόν τε ἴδοιμι,” καὶ “ὄψομαι δώματα πατρός” (141).
64. ἀπό] οὐκ ἀναστρεπτέον τὴν ἀπό· τότε γὰρ οὐκ ἀναστρέφεται
ὅτε δηλοῦσα τὴν ἄποθεν συντάσσεται γενικῇ, μὴ πιπτουσῶν μεταξὺ
ἄλλων λέξεων· “ἀπὸ ἧς ἀλόχοιο” “ἀπὸ πατρίδος ἄνδρα κατακτάς.”
πρόσκειται μὴ πιπτουσῶν μεταξὺ ἄλλων λέξεων διὰ τὸ “πολλὸν γὰρ
ἄπο πλυνοί εἰσι πόληος” (Od. 6, 640)· ἐνθάδε γὰρ ἀναστρέφεται.
68. ἐπισχερώ] ὀξύνεται, καὶ δηλοῖ τὸ ἐφεξῆς. τοῦτο δὲ σεση- μείωται, καὶ τὸ ἰώ· οὐδὲν γὰρ εἰς ω λῆγον ἐπίρρημα ὀξύνεται, εἰ μὴ τὰ δύο ταῦτα.
71. ὀξὺ δὲ κωκύσασα] περιπαθὲς τὸ σχῆμα, ὅτι πάλιν κωκύει
θεασαμένη τὴν κατάστασιν τοῦ παιδὸς καὶ ὑπʼ αὐτῆς τῆς ὄψεως
κινηθεῖσα.
75. πρίν γʼ εὔχεο] κατὰ τὸ λεληθός· ἢ ἐπεί φησι “πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο” (Il. 1, 393).
77. ἀεκήλια] ἃ ἄκοντες πάσχομεν, ὅ ἐστι δυσχερῆ. Ἀρίσταρχος δέ φησι τὰ ἀναγκάζοντα αὐτοὺς σιωπᾶν. ἢ παρὰ τὸ ἕκηλος, τὰ μὴ ἡσύχια μηδὲ εἰρηναῖα.
80. τί μοι τῶν ἦδος] ὑπερβολὴ φιλίας, ὅτι οὐδὲν αὐτὸν ἥδει ὡς ἡ ζωὴ τοῦ φίλου.
82. περιπαθῶς πάνυ τὸ ἀπώλεσα ὡς ἐπὶ κτήματος μεγάλου τοῦ φίλου. Πυθαγόρειοι δὲ ἐρωτώμενοι τί ἐστι φίλος, ἔλεγον ἄλλος ἐγώ.
84. τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν] δεινὸν αὐτῷ δοκεῖ λάφυρον γενέσθαι
πολεμίῳ κτῆμα πατρὸς καὶ δῶρα θεῶν. κινεῖται δὲ καὶ τῷ τοῦ
Ἕκτορος φθόνῳ· φιλότιμος γάρ. ἅμα δὲ καὶ ἐν χρείᾳ ὅπλων ἐστί·
διὸ πολυλογεῖ περὶ αὐτῶν.
86. αὖθι] ἀναφορικῶς, ἐκεῖ ἐν τῷ τόπῳ τῶν Νηρηΐδων. φιλο- μήτωρ δὲ ὁ εὐχόμενος μὴ γενέσθαι, διὰ τὸ μὴ λυπῆσαι τὴν μητέρα.
88. συμφορὰν ἑαυτὸν τῇ τεκούσῃ γεγενῆσθαι ὁμολογῶν, ἔλεον ἑαυτῷ θηρᾶται. ἠθικὸν δέ ἐστι καὶ βιωφελὲς τὸ πρᾶγμα· εἰώθαμεν γὰρ λέγειν τοῖς φίλοις ὡς αἴτιοί ἐσμεν τῶν κακῶν.
92. πρῶτος] ἔδει πρότερος· δύο γάρ εἰσιν. ἐμφαντικῶς δὲ ἄγαν
πάντα μὲν ὁμοῦ συνήγαγε τὰ κεφάλαια, οὐ μετʼ ἄλλους δὲ ἐπιθυμεῖν
φησὶ τῆς Ἕκτορος ἀναιρέσεως, ἀλλʼ ἐκείνου προτέρου.
τὴν μὲν ἀπό οὐκ ἀναστρεπτέον· ἔστι γὰρ ἀπολέσῃ. τὴν δὲ ὑπό οἱ μὲν συντάσσοντες τῷ δουρί ὀρθοτονοῦσιν, οἱ δὲ τῷ ἐμῷ ἀναστρέφουσιν.
93. ὑπὲρ ὧν εἵλκυσεν, ἵνα ἀνθελκυσθῇ.
95. ὠκύμορος δή μοι] περιπαθῶς ἀνεβόησεν ἀποτρέπουσα τῆς ἐξόδου αὐτόν. περιπαθὲς δὲ καὶ τὸ τὴν αὐτὴν εἶναι προθεσμίαν Ἀχιλλεῖ τῆς τε τοῦ ἐχθροῦ τιμωρίας καὶ τῆς αὐτοῦ μεταλλα- γῆς.
98. διὰ τί τὸν Ἀχιλλέα οὕτως ἀνώμαλον πεποίηκεν, ὅς γε, ὅτε
ἔζη, τεθνάναι ἐβούλετο, τεθνεὼς δὲ ζῆν δουλεύων μᾶλλον ἢ ἔχειν τὴν
τοῦ Ἅιδου βασιλείαν (Od. 11, 488); ἢ οὔτε τὸ τεθνάναι δι᾿ αὑτὸ
αἱρεῖσθαι φαίνεται οὔτε τὸ ζῆν, ἀλλὰ μόνα τὰ καλὰ ἔργα, καὶ ὅπως
πράττῃ ταῦτα. ἵνα μὲν γὰρ βοηθήσῃ τῷ Πατρόκλῳ, τεθναίην φησὶν,
ρίαν παράδειγμα, εἴ γε τοῖς τοσούτοις μὴ πεισθεὶς δώροις δίχα
τούτων καὶ θάνατον αἱρεῖται ὑπὲρ φίλου.
100. ἐμεῖο δὲ δῆσεν] ὅμοιον τῷ “ἦ μάλα πολλὸν ἀποιχομένου
Ὀδυσῆος δεύῃ” (Od. 1, 254). ἔστι δὲ ἀντὶ τοῦ ἐδέησεν. ἀρῆς
δὲ τῆς βλάβης, ὡς τὸ “Μέντορ, ἄμυνον ἀρήν” (Od. 22, 208).
ἐμοῦ γὰρ, φησὶν, ἐδέησε τῷ Πατρόκλῳ ὥστε με βοηθὸν τῆς βλάβης
γενέσθαι. τινὲς δὲ Ἄρεως τοῦ πολέμου· καὶ ἔστιν ὁ λόγος τοιοῦτος,
ἐμοῦ δὲ ἐδέησε τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεως, καθʼ ὃν ἀπώλετο
Πάτροκλος.
101. τὸ ἑξῆς, νῦν δʼ ἐπεὶ οὐ νέομαί γε, εἶμʼ ὄφρα φίλης κεφαλῆς
ὀλετῆρα κιχείω. τὰ δὲ ἄλλα διὰ μέσου.
104. ἐτώσιον ἄχθος ἀρούρης] τὴν ἀπραξίαν δηλοῖ τοῦ μεγέθους τοῦ ἥρωος, εἴ γε ἡ πάντα φέρουσα γῆ αὐτὸν οὐ φέρει ἀργοῦντα.
105. οἷος οὔτις] ἐπὶ τοῖς προφανέσι πλεονεκτήμασιν ἀνεμέσητον
τὸ ἑαυτὸν ἐπαινεῖν. ἔθος γὰρ τοῖς παλαιοῖς ἑαυτοὺς ἐγκωμιάζειν. διὰ
δὲ τοῦ ἐγκωμίου ἑαυτοῦ κατηγορεῖ, ὅτι γε τοῖς ταλαιπώροις οὐκ
ἤμυνε τοιοῦτος ὤν.
108. πολύφρονά περ] ἀπολογία αὕτη Ἀχιλλέως, ὅτι καὶ περὶ τοὺς ἄγαν φρονίμους τὸ πάθος συμβαίνει. χαλεπῆναι δὲ τὸ εἰς χαλεπότητα ἀχθῆναι.
*τὸ δὲ ἐφέηκεν ἀντὶ τοῦ ἐν ἐφέσει ποιεῖ γενέσθσι τοῦ χαλεπῆναι καὶ τὸν πολύφρονα.
109. καταλειβομένοιο] τοῦ ἐν μελισσουργείοις καταστάζοντος. βούλεται δὲ διὰ τούτου τὸ πλῆθος ἐμφῆναι.
110. ἠΰτε καπνός] θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος διʼ
ὄρεξιν ἀντιλυπήσεως. τοῦτον δὲ τὸν ὅρον πρῶτος Ὅμηρος παρέδωκε·
καπνὸν δὲ τὸ πῦρ φησὶν, ὡς τὸ “κάπνισάν τε κατὰ κλισίας” (Il.
2, 399)· ἄτοπον γὰρ καιομένῃ καὶ λαμπούσῃ φλογὶ καπνὸν εἰκά-
*δῆλον δὲ ὅτι κατὰ ἀναθυμίασιν τὴν ἀπὸ τῆς ὀργῆς φερομένην ὁ θυμὸς ἀναφέρεται.
111. Ἀγαμέμνων] ἡρέμα παραπολογεῖται ὑπὲρ ἑαυτοῦ ὅτι ἄλλος
αἴτιος τῆς ὀργῆς κατέστη.
112. ἀλλὰ τὰ μέν] ἤδη τινὰ μετάνοιαν πορίζεται τῇ ὀργῇ. ὅρα
δὲ τὴν τοῦ θυμοῦ ὑπερβολήν· τὸ γὰρ ἀχνύμενοί περ τοιοῦτόν ἐστι,
καίπερ ἠδικημένοι καὶ δικαίως ἂν ἐπʼ αὐτοῖς ἐπὶ πλεῖον μηνίσαντες.
οὐκοῦν δύο ὄντων τῶν παθῶν περὶ τὴν ψυχὴν Ἀχιλλέως, ὀργῆς καὶ
λύπης, θάτερον κεκράτηκε. καὶ τὸ ἐπιφερόμενον τοιοῦτόν τι ὑπο-
βάλλει, ὅτι ὑπὸ μείζονος ἀνάγκης κρατηθῆναι δεῖ τὴν ὀργήν· πάντων
δὲ μεῖζον τὸ ἐπὶ Πατρόκλῳ πάθος· διὸ δεῖ τὴν μῆνιν ἀπορρίψαντα
τιμωρήσασθαι τοὺς πολεμίους. θυμὸν δὲ τὸ θυμικὸν πάθος, τὴν
ὀργήν.
115. κῆρα δʼ ἐγώ] γενναία ἡ ὑπομονὴ τῆς εἱμαρμένης. ἐμφαν- τικὸν δὲ καὶ τὸ δέξομαι, οἷον προθύμως ὑποστήσομαι.
117. οὐδὲ γὰρ οὐδέ] περισσὴ ἡ μία ἀπόφασις. παρηγορία δὲ γέγονε τὸ Ἡράκλειον παράδειγμα Ἀχιλλεῖ καὶ τῇ μητρί· παραμυ- θία γὰρ τῶν ἐν συμφοραῖς ἡ περὶ κρείσσους ἀτυχία.
121. κείσομʼ ἐπεί κε θάνω] ἡ μὲν Θέτις εἶργε διὰ τὸν θάνατον· ὁ δὲ δαιμονίως ἀντέθηκεν ὅτι τῶν τετελευτηκότων ἴδιον ἡ ἀργία καὶ τὸ ἄπρακτον καὶ τὸ κεῖσθαι. τίς οὖν χρεία καὶ ἐν τῷ ζῆν τὴν ἀπραξίαν τοῦ θανάτου μιμεῖσθαι;
122. καί τινα Τρωϊάδων] ἤδη ὑπʼ ὄψιν λαμβάνει τὰ ἐπακολουθή-
σοντα τοῖς πολεμίοις δεινὰ, ὥσπερ ἐμπιμπλάμενος τῆς αὐτῶν τιμω-
ρίας διὰ τῆς ἐλπίδος.
126. μηδέ μʼ ἔρυκε] τὸν πλείω λόγον αὐτῆς περιτέμνει ὡς ἐμπο-
δίζοντα τῇ σπουδῇ. ὅλος δὲ τὴν ἐκδίκησιν τοῦ φίλου σκοπῶν οὐδὲ
ἐπιλογίζεται τὸ κατὰ τὰ ὅπλα, ὅτι ἄπορος αὐτῷ νῦν ἡ ἔξοδος. ὅρα
δὲ πῶς δηρὸν χρόνον λέγει τὰς δώδεκα τῆς τῶν θεῶν ἐκδημίας
ἡμέρας καὶ τὰς τρεῖς τὰς ἐν ταῖς παρατάξεσι· τὸν γὰρ ὀλίγον
χρόνον πολὺν ἡγεῖται διὰ τὸ ἐνειθίσθαι τῷ πολέμῳ καὶ μὴ θέλειν
ἀργεῖν. καὶ ὁ ποιητής φησι “δηρὸν δὲ μάχης ἐπέπαυτο (Il. 19,
128. ναὶ δή] γενναῖον καὶ τῆς Θέτιδος τὸ ἦθος, ἐν δευτέρῳ τιθε- μένης τὴν ἰδίαν συμφορὰν τῆς τοῦ παιδὸς εὐκλείας, καὶ ἐπαινούσης τὸν ὑπὲρ τῶν φίλων κίνδυνον, ὃς λυπεῖν ἔμελλε τὴν μητέρα.
131. χάλκεα] κεχαλκευμένα· καὶ τὸν χρυσοχόον γὰρ χαλκέα καλεῖ· “ἦλθε δὲ χαλκεὺς, ὅπλʼ ἐν χερσὶν ἔχων, χαλκήϊα, οἷσί τε χρυσὸν εἰργάζετο” (Od. 3, 432).
136. *νεῦμαι] πορεύσομαι.
137. τεύχεα καλὰ φέρουσα] ἐπαγγέλλεται αὐτῷ κομίσαι ὅπλα,
εἰδυῖα Ἥφαιστον τὸν ἄριστον δημιουργὸν χάριτας αὐτῇ εἰδότα
πολλάς.
141. ὀψόμεναί τε γέρονθʼ] νόμον τίθεται συνεῖναι γονεῦσι, καὶ ὑπὲρ τῆς ἀπουσίας, ὅτε χωρισθεῖεν, ἀπολογεῖσθαι· τοῦτο γὰρ δηλοῖ τὸ “καί οἱ πάντʼ ἀγορεύσατε.”
143. αἴ κ᾿ ἐθέλῃσι] πρὸς μὲν τὸν Ἀχιλλέα διωρίσατο ὅτι πάντως οἴσοι ὅπλα παῤ Ἡφαίστου· πρὸς δὲ τὰς ἀδελφὰς ἀμφιβόλως· φορτικὸν γὰρ ἦν πρὸς ὁμοτίμους θρασύτερον διαλέγεσθαι, ὥσπερ ἐπι- τάττειν μέλλουσαν τῷ Ἡφαίστῳ.
145. αἱ δʼ] αἱ διαιρέσεις θαυμασταὶ καὶ τὸν νοῦν ἀναρτῶσαι τῶν
ἀκροατῶν· αἱ μὲν τάδε ἔπραττον, ἡ δὲ Θέτις ἀπῄει πρὸς τὸν Ἥφαι-
στον, οἱ δὲ Ἀχαιοὶ ἐν τοιούτοις ἦσαν.
148. αὐτὰρ Ἀχαιοί] δαιμονίως ἀναλαμβάνει ἀφʼ ὧν ἀπέλιπεν· καὶ τὸ διάκενον τῆς πορείας Θέτιδος ποικίλλει ταῖς περὶ Πάτροκλον πράξεσι.
151. τοῖς μὲν ἀκροαταῖς ἐλπὶς ἦν ἐξειλκύσθαι Πάτροκλον· ὁ δὲ πάλιν ἐπιταράττει τὴν διάνοιαν, ἵνα ἐπὶ τὸ ἀκμαιότατον προαγαγὼν τὴν ἀγωνίαν πιθανὴν ποιήσηται τὴν Ἀχιλλέως ἔξοδον.
158. ἔμπεδον] ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τῷ πέδῳ ἑδραίων οἰκοδομῶν ἢ τῶν φυτῶν.
160. μέγα ἰάχων] καὶ τοῦτο πρὸς τὴν τῶν πολεμίων κατά- πληξιν.
161. παντάπασιν εἴκασται λέοντι μὲν ὁ Ἕκτωρ, ὁ δὲ νεκρὸς σώ- ματι ζῴου, ἄψυχον ἀψύχῳ, οἱ δὲ Αἴαντες ποιμέσιν. ἐπείγεται δὲ καὶ τῇ πείνῃ ὁ λέων.
162. δίεσθαι] ὁμοίως τῷ τίθεσθαι· ἐνεστῶτος γάρ ἐστιν ἀπὸ τοῦ διημι.
168. διὰ τί, φασὶ, κρύβδα Διός; καὶ μήν φησι “μίσησεν δʼ
ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι” (Il. 17, 272). ἀλλʼ ἐπεὶ ὑπέ-
σχετο Ἕκτορι ἀριστεύειν ἕως ἑσπέρας, διὰ τοῦτο αὐτὸν λάθρα βού-
λεται προαναστῆσαι, ἵνα τὸν τοῦ Διὸς ματαιώσῃ λόγον.
177. πῆξαι ἀνὰ σκολόπεσσι] πάντα ὑπὲρ παροξυσμοῦ τίθησιν· οἶδε γὰρ αὐτὸν ὑπὸ Θνέτιδος ἐντεταλμένον μὴ ἐξιέναι.
179. Πάτροκλον Τρωῇσι κυσί] δαιμονίως διέτεμε τὴν αἰκίαν,
καὶ τὸ μὲν ἐν τῇ διηγήσει ἐξήνεγκεν, ὅτι ἀνασταυρῶσαι τὴν κεφαλὴν
βούλεται Ἕκτωρ, τὸ δὲ ἐν τῇ προτροπῇ κατάκειται, ὅτι ἀνόσιον ὑπὸ
κυνῶν αἰκισθέντα περιιδεῖν Πάτροκλον.
180. σοὶ λώβη] ὡς φιλεταίρῳ καὶ πρακτικῷ.
182. ἀναγκαίως γνῶναι βούλεται εἰ τῆς κελευσάσης μένειν ἀξιο- πιστότερός ἐστιν ὁ προστάσσων ἐξιέναι.
185. οὐδʼ οἶδε Κρονίδης] δεόντως καὶ τοῦτο, ἵνα ἐπισπεύσῃ τὴν ἔξοδον πρὶν μαθεῖν τὸν Δία.
188. πῶς τʼ ἄῤ ἴω] θαυμαστοὶ οἱ διάλογοι, πάσας ἐν συντόμῳ τὰς ἐρωτήσεις περιέχοντες· ἔδει γὰρ καὶ τὴν ἀπορίαν τῶν ὅπλων καὶ τὰ παρὰ τῆς μητρὸς ἀντιθεῖναι.
191. παροισέμεν] Ἀρίσταρχος ἀναστρέφει τὴν πρόθεσιν πρὸς τὸ μὴ ἀμφιβάλλεσθαι τὸν λόγον, καίτοι τῶν συναλειφομένων μὴ ἀνα- στρεφομένων, ὡς καὶ Ἀπολλώνιός φησιν. ἐπείσθη δὲ αὐτῷ καὶ ἡ παράδοσις.
192. διὰ τί τοῖς Πατρόκλου ὅπλοις οὐχ ὁπλίζεται; φασίν Αὐ-
τομέδοντα φορεῖν τὰ Πατρόκλου, ὅπως δόξῃ Πάτροκλος εἶναι. ἢ ὅτι
μείζονα μὲν ἴσως ἁρμοσθεῖεν ἥσσονι, οὐ μέντοι τὸ ἀνάπαλιν, ὥστε
οὐκ ἠδύνατο αὐτοῖς ὁπλισθῆναι Ἀχιλλεύς. ἢ τῷ μεγέθει μὲν ἴσα ἦν,
ἀσθενῆ δέ. διὸ οὐχ ἥρμοττεν Ἀχιλλεῖ προπηδῶντι εἰς πάντα κίνδυνον.
194. ἔλπομʼ ἐνὶ Τρώεσσιν ὁμιλεῖ] λείπει τὸ ὅτι· ἔλπομαι ὅτι
καὶ αὐτὸς ἐν πρώτοις ὁμιλεῖ.
207. ὡς δʼ ὅτε καπνός] καπνὸν ἐκ παρεπομένου τὸ πῦρ φασὶν, ὡς
τὸ “κάπνισάν τε κατὰ κλισίας” (Il. 2, 399). οἱ δὲ διὰ τὸ πλεῖον
ὑψοῦσθαι τὸν καπνὸν τοῦ πυρὸς καὶ μάλιστα ἡμέρας ὁρᾶσθαι. καλῶς
211. πυρσοί] ἔθος ἦν τοῖς ἀρχαίοις τῇ μὲν ἡμέρᾳ τοὺς πολεμίους
διὰ καπνοῦ μηνύειν, τῇ δὲ νυκτὶ φλόγα ἀνάπτειν καὶ συμμαχίαν
ἐπικαλουμένοις.
*ἐπήτριμοι] οἱ ἐκ φρυγανώδους ὕλης ἀναπτόμενοι ἀλλεπάλληλοι.
216. μητρὸς γὰρ] ἐτρέπετο τῷ λογισμῷ ἐπὶ τὴν τῆς μητρὸς ἐν- τολὴν καὶ ᾐδεῖτο αὐτήν.
217. ἐπεὶ ἄπιστον ἦν ἐν τοσούτῳ θορύβῳ τὸ μὴ μόνον ἀκουσθῆναι, ἀλλὰ καὶ ταραχὴν ἐμποιῆσαι, εἰκότως τὴν Ἀθηνᾶν συνεπιφθεγγο- μένην παρέλαβεν.
219. σάλπιγξ] αὐτὸς μὲν οἶδε σάλπιγγα, οὐκ εἰσάγει δὲ ἥρωας
αὐτῇ χρωμένους. τῆς δὲ σάλπιγγος τῆς Ἑλληνικῆς τὸ μὲν μέγεθος
ἐπίμηκες, ἡ δὲ φωνὴ παχεῖα καὶ μεγίστη, ἥτις ἐν πολέμῳ τὸ πλῆθος
καλοῦσα κινεῖ.
220. ἢ πλεονάζει ἡ ὑπό, ἢ τὸ ἑξῆς, ὡς δʼ ὅτʼ ἀριζήλη φωνὴ δηΐων ὕπο θυμοραϊστέων. περιπλομένων δὲ περικαθεζομένων.
εὐλόγως τῷ χαλκεοφώνῳ Ἀχιλλεῖ τὴν χαλκεόφωνον σάλπιγγα
εἴκασε· καὶ τῷ εἰς μάχην δὲ βοῶντι ἡ εἰκὼν ἀπὸ πολεμικοῦ ὀργάνου
εἴληπται.
230. ἔνθα δέ] ἄδηλον εἰ καθʼ ἑκάστην κραυγὴν ὤλλυντο οἱ δώδεκα, ἢ μόνην τὴν ἐσχάτην. τοσοῦτος δὲ ἦν ὁ τάραχος τῆς φάλαγγος ὡς περιπταίοντας τοῖς ἅρμασιν ἀπόλλυσθαι.
236. φέρτρῳ] φορείῳ. ἐπʼ ἀσπίδος δὲ ἤ τινος τοιούτου φέρουσιν.
240. ἐπεὶ ὑπέσχετο Ζεύς (Il. 17, 455) “δύῃ τʼ ἠέλιος.” Ἀπόλ- λων δὲ ὁ ἥλιος, ὃς ἄκων δύνει· ἠπίστατο γὰρ πρὸς ἀριστείαν Τρωσὶ δοθεῖσαν παρὰ Διὸς τὴν ἡμέραν. μυθικὸν δέ ἐστι τὸ ὅλον.
245. ἄκρως τὴν πτοίαν αὐτῶν δηλοῖ· πλῆθος γάρ ἐστι συντρέχον
εἰς ἐκκλησίαν οὐ στρατηγοῦ καλοῦντος, ἀλλὰ τοῦ φόβου· καὶ ἑστῶτες
ἐκκλησιάζουσιν, οὐδὲ τὸν ἡμερινὸν πόνον ὀλίγῳ παραμυθησάμενοι· καὶ
ἰδιώτης δημηγορεῖ, τὸν στρατηγὸν παρωσάμενος.
248. ὁ δέ ἀντὶ τοῦ γάρ.
250. σύστασίν τινα ἐποιήσατο τοῦ μέλλοντος ῥηθήσεσθαι λόγον·
πρόσσω τὸ παρελθὸν, ἐπειδὴ τὸ ἔμπροσθεν βλέπεται· καλεῖται
δὲ πρόνοια. ὀπίσσω δὲ τὸ μέλλον, ὅτι ἀφανές ἐστι· καλεῖται δὲ
ἀγχίνοια.
251. Ἕκτορι δʼ ἦεν ἑταῖρος] διὸ παρρησιάζεται ἀεὶ πρὸς τὸ συμ- φέρον αὐτῷ, ὥστε δεῖ τοὺς ἑταίρονς οὐ τὰ προσφιλῆ, ἀλλὰ τὰ συμ- φέροντα λέγειν.
ἔννοιαν ἔχει τινὰ γενναίαν τὸ λεγόμενον, ὅτι οὐκ ἐν ταῖς ἡλικίαις,
ἀλλὰ παρὰ τὰς φύσεις ἡ σύνεσις τοῖς ἀνθρώποις ἐπιγίνεται.
254. εἰς ἐπίτασιν εὐθὺς αὐτοὺς ἄγει διὰ τῆς εἰσβολῆς, λέγων ὅτι πολλῆς ἐπισκέψεως τὰ παρόντα δεῖται· ἔδει γὰρ πρῶτον τὸν σύμ- βουλον δεῖξαι ὅτι περὶ μεγάλων ἡ σκέψις. καὶ τὸ φίλοι προσαγω- γὸν, ἵνα ἐμφήνῃ τὴν κηδεμονίαν.
255. ἄστυδε νῦν ἰέναι] κεφάλαια συμβουλευτικὰ τὸ καλόν, τὸ
δυνατόν, τὸ ἀναγκαῖον, τὸ συμφέρον· ὧν τὸ καλὸν πρὸς δόξαν ὁρᾷ, ὃ
καὶ παρῆκε διὰ τὸν καιρόν (τὸ γὰρ ἀναχωρεῖν πλῆρες ἀδοξίας), τοῖς
δὲ ἄλλοις ἀγωνίζεται. καὶ γὰρ δυνατόν φησι τὸ ἀναχωρεῖν νῦν, τὸ
δὲ εἰς τὴν ἐπιοῦσαν ἡμέραν ἀδύνατον καταληφθέντας ὑπὸ Ἀχιλλέως·
καὶ δυνατὸν τὸ ἀπὸ τείχους πολεμεῖν, εἰ δὲ καταλάβοι Ἀχιλλεὺς,
οὔ. τὸ δὲ συμφέρον, ὅτι νῦν ἀβλαβεῖς ἀπελεύσονται. ἀναγκαῖον δὲ
ἡ φυλακὴ τῆς Ἰλίου, νυκτὸς μὲν ἀγρυπνούντων, ἡμέρας δὲ ἀπὸ τεί-
χους πολεμούντων. μεγίστην δὲ ἔμφασιν ἔχει τὸ νῦν· ὃ γὰρ ὑπο-
βάλλει, τοιοῦτόν ἐστι· νῦν πορεύεσθε· μὴ περιμένετε τὴν μεθʼ ἡμέ-
ραν φυγήν· τότε γὰρ πάντως φεύξεσθε βιασθέντες. ἄμεινον οὖν
προνοῆσαι τῆς ἀσφαλείας καὶ προλαβεῖν τὸν κίνδυνον.
257. οὗτος ἀνήρ] οὗτος ὃν ἔχομεν ἐν νῷ. ἠθικὸν δὲ τὸ μὴ ὀνομά- σαι Ἀχιλλέα· ἐν γὰρ τῷ οὗτος μείζονα τὴν ἔμφασιν εἰργάσατο.
258. ἀναγκαία ἡ ἀπαγγελία· ῥᾴδιοι, φησὶν, ἡμῖν ἦσαν εἰς πόλε-
μον, τουτέστιν εὖ ἡμῖν ἥττηντο.
261. δείδοικα ποδώκεα Πηλείωνα] ἀναγκαῖον καὶ τοῦτο, ἵνα δείξῃ ὅτι οὐ κατʼ ἴδιον ὄκνον ἀναχωρεῖν κελεύει, ἀλλὰ διὰ τὸ ἐμπείρως ἔχειν Ἀχιλλέως.
262. ὑπέρβιος] τοῦτο ἰδίᾳ ἀναγνωστέον. ἤ ἐστιν, ὑπεράγων τῇ βίᾳ.
264. δατέονται] μερίζονται τὸν πόλεμον νικῶντες καὶ νικώμενοι, ἢ ἄλλος ἄλλο τι πράσσοντες μερίζονται τὰ τοῦ πολέμου ἔργα, ὁ μὲν τοξεύων, ὁ δὲ ἀκοντίζων, ὁ δὲ σκυλεύων.
266. ἀλλʼ ἴομεν] ἄκρως προτρέπει ἁρπάσαι τὸν καιρὸν καὶ τοῦ
κινδύνου τὴν ἀσφάλειαν προνοῆσαι, οὐχ ὑπόνοιαν, ἀλλʼ ἀλήθειαν
βεβαίαν προβαλλόμενος.
269. καιρίως κεῖται τὸ σὺν τε ύχεσιν· ἄοπλος γὰρ ἦν, φησὶ, πρὸς τῷ καὶ νύκτα ἐπιγεγονέναι· διόπερ νῦν ἡμῶν ἀπέσχετο.
270. γνώσεται αὐτὸν πάσχων παῤ αὐτοῦ κακῶς. διὰ τί δὲ μὴ
ἰδία ταῦτα πρὸς Ἕκτορά φησιν; ὅτι τὸ πλῆθος ἐξαίφνης τὸ πολὺ
καὶ ταραχῶδες εἰς ἐκκλησίαν συνέρρευσεν.
271. οὐκ ἐν βλασφημίᾳ ταῦτα καὶ εἰρωνείᾳ φησὶν, ἀλλʼ ἐκφοβεῖ, ἵνα δέξωνται τὴν συμβουλήν.
272. εἴθε δέ μοι τοῦτο οὐ μόνον μὴ ὀφθείη, ἀλλὰ μηδὲ ἀκουσθείη.
274. νύκτα μέν] διὰ νυκτὸς κρατερῶς βουλευσόμεθα· τὴν δὲ πόλιν
οἱ πύργοι σώσουσιν.
σθένος τὴν δύναμιν, ὅ ἐστι τὴν στρατιάν. οὕτω καὶ οἱ συγγρα-
φεῖς δύναμιν καλοῦσι τὸ στράτευμα. φησὶν οὖν ὡς νυκτὸς ἐν ἐκκλη-
σίᾳ βουλευσόμενοι συνάξουσι τὸν στρατόν. ἢ ἰσχυροποιήσομεν ἑαυ-
τοὺς ἠθροισμένοι, ὅ ἐστιν, ἐν τῷ ἠθροῖσθαι φυλαχθησόμεθα· τὸ γὰρ
εἰν ἀγορῇ νῦν οὐκ ἐν ἐκκλησίᾳ σημαίνει, ἀλλʼ ἐν τῷ ἀθροίσματι.
275. πύλαι] νῦν αἱ δίοδοι· ἀλλαχοῦ δὲ ἐπὶ τῶν πυλῶν· “ἐν χερσὶ πύλας ἔχετε” (Il. 21, 531)· “ἔρρηξε δὲ πύλας καὶ μακρὸν ὀχῆα” (Il. 13, 124).
277. τὸ πρῶϊ καὶ ἕως ἕκτης ὥρας δηλοῖ· διὸ προσέθηκε τὸ
ὑπηοῖοι, ὡς καὶ Φιλήμων φησὶν “μεμίσθωνταί με δείλης πρωΐας”
ἀντὶ τοῦ ἀρχομένης δείλης.
278. στησόμεθʼ ἀμπύργους] ἀναγκαίως τῷ προδεδιδαγμένῳ κιν-
δύνῳ ἐκ τοῦ μένειν ἀντέθηκε τὴν ἐκ τῆς ἀναχωρήσεως ἀσφάλειαν,
καὶ ὅτι ὁ πολέμιος μᾶλλον κινδυνεύσει ἢ ἡμεῖς.
281. πλανῶν, παρὰ τὴν ἄλην, ὡς τὸ “ἐμὸν μένος ἀλυσκάζει” (Od. 9, 457). ὑποφαίνει δὲ ἡ λέξις τὸν μετὰ ἀναστροφῆς ἐλαύ- νοντα τοὺς ἵππους καὶ διαπειρώμενον εἰσελάσαι εἰς τὴν πόλιν.
283. οἷον τεθνήξεται πρότερον ἢ πέρσει, ὡς τὸ “οὐ λύσω πρίν μιν καὶ γῆρας ἔπεισιν” (Il. 1, 29).
284. ὑπόδρα ἰδών] τὸ βλέμμα δηλοῖ ὅτι δυσαρεστεῖ πρὸς τοὺς λόγους.
285. σὺ μὲν οὐκέτ᾿ ἐμοὶ φίλα] τυραννικὴ ἡ ἀνταπόκρισις· οὐ γὰρ
ὅτι μὴ σύμφορα εἰσηγήσατο, ἀνατρέπει, ἀλλʼ ὅτι οὐχ ἡδέα.
286. ὁ μὲν τῆς ἀσφαλείας φροντίζων σεμνοῖς ὀνόμασιν ἐχρήσατο· ὁ δὲ μετατίθησι τὰ ὀνόματα, δυσωπῶν τοὺς ἀκούοντας, ἀλήμεναι λέγων τὸ ἀναχωρῆσαι καὶ “ἐελμένοι ἐνδόθι πύργων.”
288. μέροπες] οἱ μερισθεῖσαν καὶ διαρθρωθεῖσαν τὴν ὄπα ἔχοντες.
οἱ δὲ τὴν κτῆσιν μερισθέντες.
290. ἐξαπόλωλε δόμων κειμήλια καλά] ὁ τοῦ Ἕκτορος λόγος
μετὰ τοῦ καλοῦ καὶ τὸ συμφέρον ἔχει, τουτέστι, συμφέροντος μέρος
ἐστὶ καὶ τὰ περὶ τῶν χρημάτων, ἃ πολυχρονίῳ πολέμῳ ἐξαναλῶσθαι
λέγει. δείκνυσιν ὅτι μείζων ἡ βλάβη πολιορκουμένων ἢ τῇ συμβολῇ
κρίσιν διδόντων.
293. ὅτε πέρ μοι ἔδωκε Κρόνου παῖς] στρατηγικῶς μὲν αὐτοὺς ὑπέμνησε τῆς εὐνοίας τῶν θεῶν, βαρβαρικῶς δὲ καὶ ἀλαζονικῶς τὸ πᾶν εἰς ἑαυτὸν ἀναφέρει.
296. εἰ μέχρι τοῦ ἐπιπείσεται προήγαγε τὸν λόγον, ἔννοιαν
ἐδίδου ὡς μὴ πειθομένων ἑκοντὶ Πουλυδάμαντι τῶν Τρώων· ὁ δὲ
τυραννικῶς τὴν κρίσιν οὐ τῷ πλήθει κατέλιπεν, ἀλλ᾿ ἐπὶ τὴν
ἑαυτοῦ ἐξουσίαν περιέσπασεν ὡς διὰ φόβον Ἕκτορος οὐ πεισομένων
αὐτῶν.
298. ὁ πλούσιος δότω τοῖς ἄλλοις, ὅπως αὐτοὺς συμμάχους ἔχοι
καὶ φύλακας τῶν ἰδίων. ἐμφαίνει δὲ ὡς ὁ Πολυδάμας πλούσιος ὢν
δειλιᾷ προκινδυνεύειν. φησὶ γοῦν, ὅστις τῶν Τρώων λυπεῖ τὸ κοινὸν
αὐτὸς ἔχων πλείστην οὐσίαν, ἐκείνην δημευέσθω· καὶ ἔστι τοῦτο
προτρεπτικὸν τοῦ πλήθους. ὑπονοεῖ δὲ τοὺς πλουσίους ὀκνεῖν ἐκστρα-
τεύεσθαι δειλιῶντας κινδυνεύειν.
305. εἰ ἐτεόν] καλὸν τὸ διστάζειν καὶ τέως ἔτι μὴ κυρῶσαι ὅτι ἀνέστη. παρὰ ναῦφι δὲ, ἀπὸ τῶν νεῶν.
306. ἄλγιον] ἐπίπονον, ἀδύνατον. εἰς δὲ τὸ ἐθέλῃσι λείπει τὸ μάχεσθαι.
308. πρὸς τὸ δοκοῦν εἶναι ἀναντίρρητον, ὅτι ἀμείνων Ἀχιλλεὺς,
λέα.
309. *Πορφυρίου. πρὸς τοὺς ἀδυναμίαν Ὁμήρου κατηγοροῦντας ἐκ
τοῦ πολλάκις τὰς αὐτὰς ῥήσεις ποιεῖν ἢ λέγοντας τούς τε ἐκπέμ-
ποντας καὶ τοὺς πεμπομένους ἀγγέλους καὶ κήρυκας, ἢ διηγουμένους
πράξεις ἢ λόγους ῥηθέντας πρότερον, ἄξιον σημειοῦσθαι ὅτι ποικίλλων
αὐτὸς ἑαυτὸν ἄλλως καὶ ἄλλως ἑρμηνεύει διὰ δύναμιν. οἷον εἰπὼν τὸ
“ξυνὸς Ἐνυάλιος” καὶ ἐξηγησάμενος πῶς κοινός (“καί τε κτανέοντα
κατέκτα”), ἄλλως τοῦτο λέγων φησὶν “ἡ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ
ἄλλον” (Il. 11, 410), καὶ πάλιν ἄλλως “ἤ κε φέρῃσι μέγα κράτος
ἤ κε φεροίμην” (308) “ἕλοιμί κεν ἤ κεν ἁλοίην” (Il. 22, 253),
καὶ πάλιν “νίκη δʼ ἐπαμείβεται ἄνδρας” (Il. 6, 339). πάλιν τὸ
τειχίσαι πόλιν καὶ κύκλῳ περιβαλεῖν τὸ τεῖχος ἢ ὅλως τὰ κυκλο-
τερῶς συνέχοντά τι ἑρμηνεύων λέγει “ἀμφὶ δὲ τεῖχος ἔλασσε
πόλει” (Od. 6, 9) καὶ “περὶ δʼ ἕρκος ἔλασσε” (564) καὶ “ἤλασε
τάφρον ἐπʼ αὐτῷ” (Il. 9, 349). εἶτʼ ἄλλως ἑρμηνεύων φησὶ “τεῖχος
ἐς ἀμφίχυτον” (Il. 20, 145) τὸ πέριξ κεχυμένον. καὶ ἐπʼ οἴκου
κύκλῳ περιέχοντος “περὶ δὲ κλισίη θέε πάντῃ” (Od. 24, 208), ὡς
τὸ “περὶ δὲ χρύσεος θέε πόρκης” (Il. 6, 320). καὶ ἄλλως “ἐν δὲ
μετώπῳ λευκὸν σῆμʼ ἐτέτυκτο περίτροχον ἠΰτε μήνη” (Il. 23, 454).
ὅρα δὲ ἄλλων ὀνομάτων ἀφθονίαν ἐν ἑνὶ καὶ ταὐτῷ μέρει. “ἄνδρα”
φησὶ “βαλὼν,” καὶ ἐπάγει “τὸν δὲ σκότος ὅσσε κάλυψεν” (Il. 6,
711). εἶτ᾿ “Ἄξυλον δʼ ἄῤ ἔπεφνε,” καὶ ἐπιφέρει “ἀλλʼ ἄμφω
θυμὸν ἀπηῦρα” (ib. 12. 17), ἔπειτʼ ἄλλως “Δρῆσόν τʼ Εὐρύαλος
καὶ Ὀφέλτιον ἐξενάριξεν” (ib. 20), εἶτα “καὶ μὲν τῶν ὑπέλυσε
μένος” (ib. 27). αὖθις “Ἀστύαλον δʼ ἄῤ ἔπεφνεν” (ib. 29),
ἔπειτα “Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο” (ib. 32)· μεθʼ ἃ ἐπιφέρει
“Φύλακον δʼ ἕλε Λήϊτος ἥρως” (ib. 35), εἶτα ἀνάπαλιν “Ἄδρηστον
δʼ ἄῤ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ζωὸν ἕλε” (ib. 37), ἔπειτα
311. ἐκ γάρ σφεων] ἡ ἐλπὶς τοῦ δημοβορῆσαι οὐκ ἐᾷ αὐτοὺς
προνοῆσαι τὸ μέλλον, καὶ ἡ τοῦ Ἕκτορος ὑπόσχεσις ἐπαγγειλαμένου
ὑποστήσεσθαι Ἀχιλλέα. πρός τε τὴν ὅλην ποίησιν πιθανὴν τὴν
οἰκονομίαν ὁ ποιητὴς διέθετο. εἰ γὰρ ἔφυγον εἰς τὴν πόλιν, ταὐτὰ
τοῖς ἐν ἀρχῇ ἐγένετο, τειχήρεις τε οἱ Τρῶες καὶ πολιορκία· καὶ
οὐδʼ ἂν ὁ Ἕκτωρ ἀπώλετο, κωλυόμενος ὑπὸ τῶν δημογερόντων προ-
ελθεῖν· καὶ κατέστη ἂν ἐξαγώνιον τὸ λοιπὸν μέρος τῆς Ἰλιάδος.
δείκνυσιν ὅτι τῆς ἑαυτοῦ γνώμης αὐτοκράτωρ ἐστὶν οὐδείς.
316. ἀδινοῦ] λεπτοῦ καὶ ἀσθενοῦς, ὡς διὰ τὸ μὴ δύνασθαι μεῖζον λέγειν· τοιοῦτον γὰρ τὸ φθέγμα τοῦ λυπουμένου. οἱ δὲ δαψιλοῦς, παρὰ τὸ ἄδην.
317. χεῖρας] τὰς ἑαυτοῦ χεῖρας ἐπιθεὶς τοῖς στήθεσσι τοῦ
ἑταίρου, ἢ τοῖς ἑαυτοῦ στήθεσσιν ἐπιθέμενος τὰς χεῖρας τοῦ
ἑταίρου.
318. ἀκολούθως τῷ Ἀχιλλέως ἀξιώματι τὴν εἰκόνα παρέλαβεν,
οὐκ ἄλλῳ τινὶ ζῴῳ, ἀλλὰ λέοντι παραβαλὼν, καὶ τὴν λύπην τῇ λύπῃ
ὁμοιώσας· οὐδὲν γὰρ ἂν ἐμφαντικώτερον φανείη πρὸς τὸ δεῖξαι τὴν
Πατρόκλου φιλίαν τῆς πρὸς τὰ τέκνα τῶν γεγεννηκότων διαθέσεως.
ὅλον δὲ πρὸς ὅλον παραβέβληται· τό τε γὰρ λυπούμενον ἅμα καὶ
ὀργιζόμενον διὰ τῆς παραβολῆς ἔδειξε. καὶ ἑκατέρων ἡ λύπη παρα-
πλησία, ἀπολειφθέντων τῆς βοηθείας, καὶ ὁ ζητῶν τὸν ἐλαφηβόλον
τῷ παρὰ Ἕκτορος δίκην λαβεῖν ἐπειγομένῳ.
322. δριμύς] ἡ μεταφορὰ ἀπὸ τῶν γευομένων μετείληπται.
324. περιπαθὲς τὸ προοίμιον· μάλιστα γὰρ οἱ ἐν ἀξίᾳ μὴ πλη- ροῦντες τὰς ὑποσχέσεις ἄχθονται.
326. περίκλυτον ἀπάξειν ἀντὶ τοῦ ἔνδοξον γενόμενον ἐκ τῆς νίκης.
περιπαθὲς δὲ καὶ τοῦτο, ὅτι φησὶν τοῦ πατρὸς ἀπέσπασα Πάτροκλον,
οὐκ ἂν ἐκπέμψαντος αὐτὸν εἰ μὴ διὰ τὰς ἐμὰς ὑποσχέσεις.
327. Ἴλιον ἐκπέρσαντα] ἀνατυπωσάμενος ἑαυτῷ πλείονα ἡδέα
ὁ Ἀχιλλεὺς, πορθούμενον Ἴλιον καὶ ἑαυτὸν σὺν τῷ φίλῳ ἀπονο-
στοῦντα καὶ ἀποδιδόντα Μενοιτίῳ τὸν Πάτροκλον, οὐκ ἐπὶ τῷ
θανάτῳ μόνον ἀποδύρεται, ἀλλʼ ἐπὶ πᾶσι λυπεῖται τοῖς ἀπὸ τῆς
ἐλπίδος προσδοκηθεῖσιν. δῆλον δὲ ὡς οὐδὲν αὐτῷ ἐν Φθία περὶ
329. *ἐρεῦσαι] φοινῖξαι, ἐκ τοῦ ἐρεύθω τὸ βάπτω, ἐξ οὗ καὶ
ἐρυθρός καὶ Ἐρυθραῖον πέλαγος. ἐκλήθη δὲ Ἐρυθραῖον ἀπὸ Ἐρυθροῦ
τινὸς βασιλέως· ἀποθανόντος γὰρ αὐτοῦ ἔρριψαν αὐτὸν ἐν τῇ θαλάσσῃ,
ἐπιγράψαντες τῷ αὐτοῦ τάφῳ οὕτως “ἐνθάδε τύμβος ἁλὸς παμμε-
δέοντος Ἐρυθροῦ.”
331. ἱππηλάτα] ἱππικός. ἄκρως δὲ ἀντιτίθησι τῷ Μενοιτίῳ τὸν ἑαυτοῦ πατέρα, ὅτι οὐ μόνος αὐτὸς τὰ ὅμοια πείσεται τῷ φίλῳ, ἀλλὰ καὶ οἱ γονεῖς αὐτοῦ ὅμοια Μενοιτίῳ καρτερήσουσιν.
333. Πάτροκλε] περιπαθὲς καὶ ἠθικὸν τὸ πρὸς τοὺς τεθνεῶτας ὡς ζῶντας διαλέγεσθαι· καὶ ἔστι τοῦτο ἔμψυχον εἶδος τῶν λόγων.
334. οὔ σε πρὶν κτεριῶ] πῶς, φησὶν, ἄταφον ἐάσω τὸ σῶμα,
τῆς τοῦ Ἕκτορος ἀναιρέσεως ἀδήλου οὕσης; ῥητέον δὲ ὅτι παρὰ
τῆς μητρὸς ἐδιδάχθη ὅτι ἐγγὺς αὐτῷ φόνος ἐστί. πῶς δὲ τὰ
ἑαυτοῦ ὅπλα Ἕκτορός φησιν; ἢ τοίνυν τὸ Ἕκτορος πρὸς τὸ κε-
φαλήν μόνον ἐκληπτέον· ἢ ὅτι καὶ αὐτὰ τοῦ ἀφελομένου κτῆμα
γέγονεν.
335. μεγαθύμου] αὔξει τὸν θάνατον τοῦ φίλου καὶ τὴν ἐπικουρίαν ἑαυτοῦ.
336. ἀποδειροτομήσω] κυρίως ἡ τῶν ἀλόγων, παρόσον ἐκεῖθεν ἐκδέρονται· καταχρηστικῶς δὲ νῦν.
341. καμόμεσθα] ἐκ παρεπομένου· οἱ γὰρ κτώμενοι κακοπα- θοῦσιν.
342. πιείρας] εὐγείους, ὡς τὸ “ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας”
(Od. 9, 135). φιλοστόργως δὲ τὸν Πάτροκλον συνεργὸν ὑποφαίνει
τῶν κατορθωμάτων, καὶ ἀπὸ τῶν ἑαυτῶν οἰκτίζεται εἰς τὰ κατʼ
αὐτόν.
346. λοετροχόον] εἰς ὃν τὰ λοετρὰ ἐγχέονται. εἰς ταπεινῶν δὲ
πραγμάτων ἀπαγγελίαν ἐμπεσὼν ἐκάλυψεν αὐτὰ τῇ συνθέσει τῶν
ἐπιθέτων. τὸ δὲ τὰ μικρὰ καὶ ἄδοξα μεγαλοπρεπῶς ἐξενεγκεῖν καὶ
σεμνῶς ἀπαγγεῖλαι θαυμασίας καὶ μεγίστης ἐστὶ δυνάμεως.
349. ἤνοπι] λεπτῷ καὶ καθαρῷ, ἐν ᾧ ἔστι καὶ ἐνοπτρίσασθαι· ἔστι δὲ ὡς τὸ “φαεινὴν ἀμφὶ σελήνην” (Il. 8, 555).
351. συλληπτικῶς καὶ τὴν Εὐφόρβου ὠτειλήν φησι. καλῶς δὲ ὠτειλὰς εἶπε· πλείονες γὰρ ἦσαν, καὶ ὅτι Ἕκτωρ αὐτὸν οὐτάσας ἀναιρεῖ.
ἐννεώροιο] νέου. ξηραντικῷ δὲ ἐλαίῳ χρῆται, ὃ φυλάσσει τοὺς νεκροὺς, ὡς τὸ κέδρινον.
352. ἑανῷ] οὐ λαμπρῷ· ἐπάγει γὰρ “καθύπερθε δὲ φάρει λευκῷ.” ἔστιν οὖν λεπτῷ, ὡς “ἑανοῦ κασσιτέροιο” (613) τοῦ εἰς λεπτὸν ἐλαθέντος. οἱ δὲ ἑανῷ τῷ ἐνδυτικῷ. οἱ δὲ ἐξ ἀντιφράσεως τῷ ποικίλῳ.
356. Ζεὺς δʼ Ἥρην] Ζηνοδώρῳ τῷ συγγράψαντι περὶ τῆς Ὁμήρου
συνηθείας τὰ δέκα βιβλία συγγέγραπται καὶ περὶ τούτου τοῦ τόπου·
ἐν ᾧ συγγράμματι πειρᾶται ἀποδεικνύναι διεσκευασμένον τοῦτον τὸν
τόπον, ἐπῶν ιγ΄. πρῶτον γάρ φησι τὰς εἰσαγομένας τῶν θεῶν ὁμιλίας
οὐκ ἐκτὸς τῆς ὑποθέσεως παραλαμβάνεσθαι, ἀλλʼ ἢ ὑπὲρ διδαχῆς
τινὸς τῶν εἰς τὴν Ἰλιάδα συντελούντων ἢ καὶ ὑπὲρ ἐπιδείξεως
ἱστορίας παλαιᾶς, οἷον τὴν Διώνην πρὸς Ἀφροδίτην λέγουσαν
“τέτλαθι τέκνον ἐμόν· πολλοὶ γὰρ δὴ τλῆμεν· τλῆ μὲν Ἄρης”
(Il. 5, 382)· ἱστορίαν γὰρ παλαιὰν ἐκτίθεται. τὴν δὲ Ἥρας πρὸς
Δία ἐπικερτόμησιν· “Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι ὅττι
κεν εἴπω; ἦ μάλα δή τινα Κύπρις (ib. 421)· διδάσκει γὰρ ὅτι
ὑπὸ Ἀφροδίτης ἠπατήθη Ἑλένη. καὶ τὰς ἄλλας δὲ ὁμιλίας τῶν
θεῶν οὐκ εἰκῆ φησὶ παραλαμβάνεσθαι. ταύτην δὲ οὔτε ἱστορίαν
φησὶ λέγειν, οὔτε τοῖς ὑποκειμένοις πράγμασι πλέον τι προστιθέναι.
ἔπειτα μέλλοντα τὸν Ὅμηρον διατίθεσθαι τὰ περὶ Ἡφαίστου πρὸς
Θέτιν, οὐκ ἂν πρὸ αὐτῆς ἄλλην διάλεξιν θεῶν παραλαβεῖν, ποικίλλειν
ἀεὶ εἰωθότα τὴν ποίησιν, καὶ ἀπὸ μὲν τῶν ἀνθρωπίνων ἐπὶ τὰ θεῖα,
ἀπὸ δὲ τῶν θείων ἐπὶ τὰ ἀνθρώπινα μεταβάλλειν. εἶτα ἀνόητον τὸ
λέγειν “ἔπρηξας καὶ ἔπειτα,” ὡς ἐκ πείσματος παρηκολουθηκότος
τοῦ γενομένου· οὐδὲ γὰρ ῥητῶς δεδήλωκεν ὁ ποιητὴς ὅτι ταῦτα
ὕστερον ἔμαθεν ὁ Ζεὺς, ὡς ἐν τῇ A (522) “ἀλλὰ σὺ μὲν αὖτις
τῇ δὲ Ἀθηνᾷ χαλεπαίνειν πλέον. καὶ ὅτι πολλὴ ἡ ἀλογία φαίνεται,
εἰ παρὰ καιρὸν ἡλίου δύναντος ὑπὸ Ἥρας (241) οὐδὲν περὶ τούτου
ἐγκαλεῖ ὁ Ζεὺς, παρεγχειρουμένης τῆς τοῦ κόσμου τάξεως. πῶς
τε οὐκ ἐναντίον φάσκειν περὶ Διὸς (Il. 17, 268) “μίσησε δʼ ἄρα
μιν δηΐων κυσὶ κύρμα γενέσθαι,” νῦν δὲ ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ
ἀγανακτεῖν; οὐδὲν γὰρ ἄλλο πέπρακται ἐκ τῆς Ἀχιλλέως ἀναστά-
σεως ἢ τὸ μηδὲν παθεῖν. πῶς τε τὴν ἀπὸ Ἴδης μετάβασιν τοῦ Διὸς
οὐ δεδήλωκεν; ἀλλὰ τοῦτο μὲν συγχωρητέον κατὰ τὸ σιωπώμενον
γεγενῆσθαι· τὰ δὲ ἄλλα σαθρά ἐστι καὶ ὕποπτα. ἥ γε μὴν ἀπο-
λογία τῆς Ἥρας καὶ ἀνοήτως ἔχει· δέον γὰρ προβαλέσθαι ὅτι κακὸν
οὐδὲν εἰργάσατο τοὺς Τρῶας σώσασα Πάτροκλον, ὅπερ καὶ τῷ Διὶ
ἐκεχάριστο, ἡ δέ φησιν ὅτι “οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη
κακὰ ῥέξαι.” οὐδὲν γὰρ ἄλλο πράττει νῦν ἢ συκοφαντεῖ ἑαυτήν.
ταῦτα ὡς ἐν κεφαλαίοις ὑπὸ Ζηνοδώρου συγγέγραπται. ἀφαιρου-
μένων δὲ τῶν ιγ΄ στίχων τὸ λοιπὸν ἁρμονίαν ἔχει.
357. περισσὸς ὁ καί· τὸ δὲ ἔπειτα ἀντὶ τοῦ παραυτίκα νῦν. ἠθικῶς δὲ διαλέγεται ὡς ἐπιμεινάσης αὐτῆς τῇ ἐξ ἀρχῆς βουλῇ. ἐμψύχως δὲ τὴν ὑπερβολὴν ἔδειξε τῆς φιλίας.
362. καὶ μὲν δή πού τις] ὀργισθεὶς αὐτῷ ὃ πρόθηται ποιήσειν ποιεῖ.
364. οὔτε ἀρνεῖται τὸ γεγονὸς, οὔτε ὡς δικαίως ἔπραξε παρ- ρησιάζεται· θεραπεύουσα δὲ τὸν Δία ἠθικῶς φησὶν ὅτι δίκαιον ἦν ἐκτελεσθῆναι τὰ τῆς ἐπιθυμίας αὐτῆς, οὔσης καὶ γυναικὸς καὶ ἀδελφῆς.
367. οὐκ ὄφελον] ἀντὶ τοῦ οὐκ ἔμελλον. ἐπερωτηματικὸς δέ ἐστιν
ὁ λόγος.
368. ἀγόρευον] κυρίως τὸ ἐν πλήθει λέγειν ἀγορεύειν, καὶ τὸ ἀλλήλους ἐπὶ πλήθους. ταῦτα δὲ ἐπὶ δύο ἔταξε καταχρηστικῶς.
370. ἄφθιτον] ἀκατάλυτον. ἀστερόεντα δὲ τὸν λαμπρὸν, οὐχὶ τὸν ἀστερώδη.
372. τὸν δʼ εὗῤ ἱδρώοντα] πρὸ πολλοῦ ταῦτα ᾠκονόμηται ἐπὶ
τῆς A ῥαψῳδίας, καὶ δημιουργὸς οὗτος ὁ θεὸς εἰσῆκται, καὶ τοὺς
θαλάμους τοῖς θεοῖς κατασκευάζει καὶ τὸ σκῆπτρον τῷ Διὶ, ἵνʼ ἐπὶ
τῆς μείζονος χρείας μὴ παράδοξος ἡ ταχυτὴς φανῇ. ἑλισσόμενον
δὲ ἀντὶ τοῦ εἰλούμενον· καὶ ὅτι ἡ πυρώδης οὐσία εἰλεῖται.
373. σπεύδοντα] οὐκ ἐπὶ τοῦ κακοπαθεῖν νῦν κεῖται τὸ σπεύδειν.
ἐργάζεται δὲ οὐ δεόμενος τῶν ἀναγκαίων, ἀλλὰ μὴ ῥᾳθυμεῖν διδάσκει
ὁ ποιητὴς, ὅπου καὶ θεοὶ ἐργάζονται. τὰ δὲ ἔμψυχα ἔργα πίστιν
τῆς ἀσπιδοποιίας ἔχει. δῆλος δέ ἐστιν εἰδὼς μηχανικήν.
375. ἡ ὑπό πρὸς τὸ ἔθηκε. τινὲς δὲ ὑπόκυκλα ὑφʼ ἓν, ὡς ὑπο- πόδια, κακῶς.
376. *νῦν τὸν ναὸν λέγει. ἀγὼν δὲ σημαίνει ε΄, τὸν τόπον, ὡς τὸ
“λείηναν δὲ χορὸν, καλὸν δʼ εὔρυναν ἀγῶνα” (Od. 8, 260)· τὸ
ἄθροισμα “ἦλθε μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη” (Il. 20,
33)· τὸ πλῆθος, ὡς τὸ “λῦτο δʼ ἀγών” (Il. 24, 1)· τὸ ἆθλον,
ἀγῶνος ἆθλα· τὸν ναὸν, ὡς ἐνταῦθα καὶ “αἵ τέ μοι εὐχόμεναι θεῖον
δύσονται ἀγῶνα” (Il. 7, 298).
377. διὰ τῶν τοιούτων προσθηκῶν γίνεται πιστὸς ὁ λόγος· ὁμολο-
γεῖ γὰρ αὐτὸς ὁ ποιητὴς ὅτι θαυμαστά εἰσι καὶ ἐκπλήττοντα.
378. τόσσον] ἀντὶ τοῦ ὅλον· οἱ δὲ, ἐπὶ τοσοῦτον ἔσχον τὸ τέλος ὥστε τῶν ὤτων προσδεῖσθαι. τινὲς δὲ τόσσον τὸ λοιπόν.
379. ἤρτυε] ἡτοίμαζε. κόπτε δὲ ἀντὶ τοῦ ἤλαυνε. δεσμούς
δὲ τὰς λαβὰς, ἢ τοὺς ἥλους οἷς ἐστήρικται ἡ λαβὴ, ὥστε καταπεῖραι
τὰ ὦτα. μείζων δὲ ἡ χάρις τοῦ καταλιπόντος ἡμιτελὲς τὸ ἔργον.
*ἥλους, καθὸ συμβάλλουσι καὶ συνδεσμοῦσι τὰ ὦτα τοῦ τρί- ποδος.
382. ἴδε προμολοῦσα Χάρις] προϋπαντᾷ τῇ εὐεργετησάσῃ ἡ τοῦ
Ἡφαίστου χάρις, ὅτι δεῖ τοὺς εὐεργέτας ἑτοίμως ἀμείβεσθαι. διὰ
δὲ τὸ χαρίεντα εἶναι τὰ δημιουργήματα Χάριν αὐτῷ καὶ Ἀφροδίτην
συνοικίζουσιν. ἢ ὡς πλουσίῳ συνοικεῖ· τούτοις γὰρ ἕπεται τὸ χαρί-
ζεσθαι. τὸ δὲ καλή, ὅτι οὐδὲν χάριτος ἡδύτερον τῷ διδόντι καὶ τῷ
λαμβάνοντι.
383. ὤπυιε] παρὰ τὴν ὄπα, ὅθεν καὶ ὄαροι· ἢ διὰ τὰς πρὸ τῶν
385. ἡ χρηστὴ προσηγορία τὸ ἦθος ἐνδείκνυται τῆς Ἡφαίστου χάριτος. ἄγαν δὲ ὁ στίχος συντετρόχασται τῇ προθυμίᾳ τῆς ἐρω- τήσεως.
386. οὔτι] ἀντὶ τοῦ οὐδαμῶς. ἐν ἤθει δὲ, ὥς φαμεν τί σοὶ πρὸς ἡμᾶς; οὐ γὰρ πυκνῶς εἴωθας ἡμῖν ἥκειν.
387. προτέρω] ἀντὶ τοῦ ἐς τὸ ἔμπροσθεν.
392. ὧδε] οὕτως ὡς ἔχεις σχήματος· τοῦτο γὰρ ἄν σπουδαῖον
φαίνοιτο, ὡς Ἀχιλλεὺς “αὐτῇ σὺν φόρμιγγι” (Il. 9, 194). οὐδέ-
ποτε δὲ τὸ ὧδε τοπικῶς εὕρηται παρὰ τῷ ποιητῇ. σύντομος δὲ ὁ
λόγος καὶ πρέπων Χάριτι σπευδούσῃ πρὸς ἀπόδοσιν.
394. οὐκ ἐμέλλησεν ὁ Ἥφαιστος· οὐδὲ γὰρ προελθὼν καὶ θεασά-
μενος τὴν Θέτιν ἤρξατο τῶν λόγων, ἀλλʼ ἐντὸς ὢν ἀναβοᾷ· διό
φησιν ἑξῆς “ἦ καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη.” ἄκρως δὲ
παιδεύει ὁ λόγος τῶν χαρίτων μὴ ἐπιλανθάνεσθαι.
395. ἥ μʼ ἐσάωσʼ] καλῶς αὐτὸς μέμνηται τῆς εὐεργεσίας, οὐ
Θέτις· ὀνειδιζούσης γὰρ ἦν· ὡς Δημοσθένης “ἐγὼ νομίζω τὸν εὗ
παθόντα δεῖν ἀεὶ μεμνῆσθαι πάντα τὸν χρόνον, τὸν ποιήσαντα δ᾿
εὐθὺς ἐπιλελῆσθαι.” ὁ δὲ Ζεύς (ἔδει γὰρ αὐτὸν τύραννον ὁμολο-
γεῖσθαι τῷ μέλλειν δεδέσθαι) λόγῳ μὲν οὐχ ὁμολογεῖ, ἔργῳ δὲ
ἀποδίδωσι. χρηστὸν οὖν τὸ ἦθος ἐπικουρούσης ἀεὶ τοῖς δεομένοις,
Ἡφαίστῳ, Διονύσῳ, Διί. καὶ τῆς ποιήσεως δέ ἐστιν οἰκονομία ἡ
τῆς Θέτιδος χρηστοήθεια· Διὶ μὲν ἀμύνει, ἵνα κακώσῃ Ἕλληνας,
Ἡφαίστῳ, ἵνα ποιήσῃ Ἀχιλλεῖ πανοπλίαν, Διονύσῳ διὰ τὸν κρατῆρα
ὃν ἔχει Ἀχιλλεύς.
οὐ λέγει ὅτι ἄνωθεν ἀπʼ οὐρανοῦ ἔρριψεν αὐτὸν ἡ μήτηρ, ἀλλὰ τὸ πεσόντα τεχθέντα ἐστὶν, ὡς τὸ “πέσῃ μετὰ ποσσὶ γυναικός” (Il. 19, 110). τὸ δὲ τῆλε ἀντὶ τοῦ τηλόθι· παῤ Ὠκεανῷ γὰρ ἐγεννήθη.
396. κυνώπιδος] ἐπὶ μνήμην ἐλθὼν τῶν ἀτυχημάτων λοιδορεῖται τῇ μητρί.
ἡ μὲν τοῦ παιδὸς δόξαν προέκρινεν· ἡ δὲ Θέτις τὸν ξένον, εἰ καὶ χωλὸς ἦν, οὐκ ἀπεβάλετο.
399. εὐχάριστος ὁ καὶ τῆς ἀπούσης εὐεργέτιδος μνημονεύων.
μᾶλλον δὲ ἦθος ἐμφαίνει ἐπαναληφθὲν τὸ ταύτης ὄνομα.
ἀψορρόου] ταχυρρόου, ἐπειδὴ Ὠκεανός· ἢ παλιρρόου διὰ τὸ κύκλῳ περιθεῖν τὴν γῆν.
400. πολλά] οὐκ ἀναστρεπτέον τὴν παρά, ἐπεὶ πᾶσα πρόθεσις συναληλιμμένη καὶ μὴ ἔχουσα ἀνάπαυσιν οὐκ ἀναστρέφεται. σεση- μείωται τὸ “στεῦτο γὰρ Ἡφαίστοιο πάῤ οἰσέμεν” (191).
δαίδαλα] μικρὰ τορεύματα· οἰκεῖα δὲ ταῦτα καὶ τῇ ἡλικίᾳ τοῦ δημιουργοῦ καὶ ταῖς ὑποδεξαμέναις αὐτὸν θεαῖς.
401. κάλυκας] ἐμφερῆ ῥόδοις ἐνώτια· οἱ δὲ δακτυλίους· οἱ δὲ χρυσᾶς σύριγγας τοὺς πλοκάμους περιεχούσας φασίν.
403. *μορμύρων] ἀναβράσσων, ἢ θηριούμενος, παρὰ τὴν μορμώ.
οὐδέ τις ἄλλος] δεῖγμα χρηστότητος· οὐ γὰρ μόνον ἔλαβον καὶ
ἔτρεφον, ἀλλὰ καὶ ἐν ἀρρήτῳ φυλακῇ, ἵνα μὴ λάθοι ἐπιβουλευθεὶς
ὑπὸ Κρόνου.
407. ζωάγρια] χαριστήρια τοῦ εἰς τὸ ζῆν ἦχθαι διʼ αὐτῆς.
409. ὅπλα] τὰ πρός τι εὔθετα καὶ συνεργοῦντα τῷ τεχνίτῃ.
410. ἀκμοθέτοιο] τοῦ ἐπὶ τῷ ἀκμοθέτῳ ἔργου.
πέλωρ αἴητον] τὸ πέλωρ ἀεὶ ἐπὶ μεγέθους τάσσεται. τὸ δὲ αἴητον ὁ Ἡρωδιανὸς σχηματίζει παρὰ τὸ εἰμί, ἐτόν ἄητον αἴητον, τὸ μέγα καὶ ἀνυπέρβλητον καὶ παρὰ μηδενὶ ὄν. τινὲς δὲ ὁ αἰετηδὸν χωλεύων· τὰ γὰρ γαμψώνυχα τῶν ὀρνέων χωλεύει.
411. ἁραιαί] λεπταί· εἰ δὲ ψιλοῦμεν, βεβλαμμέναι.
415. αὐχένα τε στιβαρόν] ἄνωθεν γὰρ παχεῖς εἰσὶν οἱ τὰ κάτω μέρη πεπηρωμένοι.
λαχνήεντα] ἡ γὰρ πυρώδης οὐσία καὶ ἐν ἡμῖν αἰτία τῆς τριχο- φυΐας.
416. χιτῶνʼ] ὡς ἐργάτης, οὐ φᾶρος.
424. ἐπαινετὸς ὁ ἄρχων τοῦ λόγου καὶ μὴ περιμείνας τὴν αἴτησιν. δείκνυται δὲ καὶ τὸ σύντομον τοῦ ἐπειγομένου ἀποδοῦναι, καὶ τὸ σῶφρον τῆς ἐπαγγελίας ὡς δυνατὰ ἐπαγγελλομένου.
425. πάρος γε μέν] ἐκ τούτου καὶ αὐτὸς ἐπισημαίνεται χρείας
ἕνεκεν ἥκειν τὴν Θέτιν, τῷ πρόσθεν οὐκ εἰωθυῖαν τοῦτο πράσσειν.
429. *Ἥλιος] μετὰ τὴν τελευτὴν Ἡφαίστου τοῦ βασιλέως
Αἰγύπτου Ἥλιος ὁ υἱὸς αὐτοῦ τὴν ἀρχὴν διεδέξατο, ζήσας ἡμέρας
τοίνυν Ἥλιος τὴν τοῦ πατρὸς φυλάσσων νομοθεσίαν, εὑρηκὼς μοι-
χευομένην γυναῖκα, ταύτην ἐθριάμβευσεν· ὅπερ μετέβαλε ποιητικῶς
ὁ Ὅμηρος, ὅτι ὁ Ἥλιος τὴν Ἀφροδίτην ἔδειξε μιγνυμένην τῷ Ἄρεϊ.
Ἀφροδίτην μὲν τὴν ἐπιθυμίαν καλέσας, Ἄρεα δὲ τὸν μετʼ αὐτῆς
καταληφθέντα στρατιώτην.
ἦ ἄρα δή τις] ἐμιμήσατο ἦθος γυναικεῖον, οὐ περὶ ὧν ἠρώτηται ἀποκρινομένη, ἀλλὰ περὶ ὧν ἐλελύπητο.
431. Ζεὺς ἄλγεʼ ἔδωκεν] καὶ πῶς φησὶν ἡ Ἥρα (Il. 24, 60)
“καὶ ἀνδρὶ πόρον παράκοιτιν;” ἢ ὅτι τῶν συμβαινόντων τῷ Διὶ
τὴν αἰτίαν ἀναφέρουσιν ὡς ἄρχοντι· ἢ ὅτι αὐτὸς αὐτῇ αἴτιος τοῦ
γάμον.
433. ἔτλην] οἰκεία ἡ λέξις ἐπὶ τῆς ἀκούσης.
435. ἀρημένος] βεβλαμμένος τῇ ταπεινώσει τοῦ γήρως.
ἀπὸ κοινοῦ τὸ “ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν.”
437. ἔξοχον ἡρώων] οὐ μόνον υἱοῦ φησὶν, ἀλλὰ καὶ ἀριστέως
στερίσκομαι, τὸ δεινότερον.
442. οἰκεῖον μητρὶ τὸ ζώει μοι.
πάντα οὖν δεινὰ, ὅτι καὶ ὠκύμορος καὶ τὸν βραχὺν τοῦτον χρόνον λυπεῖται.
444. ἀνακεφαλαίωσις αὕτη· κακῶς οὖν Ἀρίσταρχος ἀθετεῖ. πῶς
γὰρ οὐκ ἄτοπον τὰ μὲν περὶ τοῦ γάμου παλαιά τε ὄντα καὶ πᾶσι
δῆλα λέγειν, σιωπᾶν δὲ διʼ ὃ ἦλθεν;
457. γούναθʼ ἱκάνομαι] ἱκετεύω. ἀπὸ ἐλέου δὲ ἤρξατο καὶ εἰς ἔλεον κατέπαυσε τὸν λόγον, οὐχ ὡς ἀπαιτοῦσα χάριν, ἀλλʼ ὡς δεομένη.
458. ἄνευ τοῦ ω τὸ ἐμῷ· ἐκτέθλιπται γάρ. ἔλεον δὲ ἐκίνησε,
πρὸς ὀλιγοχρόνιον χρῆσιν αἰτουμένη παῤ αὐτοῦ τὴν τῶν ὅπλων χάριν.
460. τινὲς ἐπὶ τοῦ θώρακος τὸ ὅ· ἀλλὰ πάντα ἀπώλεσε, καὶ οὐκ ἂν περὶ τῆς ἀπωλείας μόνου τοῦ θώρακος εἶπεν. οἱ δὲ ἐπὶ τοῦ ἑταῖρος, ἵνα λίπῃ ταῦτα. τινὲς δὲ, ἃ γὰρ ἦν οἱ ὅπλα. πῶς δὲ ξίφος οὐκ αἰτεῖ; ὅτι καὶ ἄλλα ἴσως εἶχεν ἰσοπαλῆ τῷ ἀπολομένῳ ξίφει.
463. ταῦτα] τὰ περὶ τῶν ὅπλων, περὶ ὧν καὶ διαλέγεται αὐτῷ.
464. εὔχρηστον ἦθος εὐχομένου δύνασθαι πρὸς ἀπόδοσιν χάριτος οὐ μόνον τὰ αἰτηθέντα ποιεῖν, ἀλλὰ περὶ ὧν ἀδυνάτως ἔχει.
466. παρέσσεται] παῤ αὐτῷ ἔσται. ἑτοίμως δὲ ἐπαγγέλλεται,
οὐ τόπον, οὐ χρόνον προβαλλόμενος. καὶ ἡ μὲν ὡς δεομένη μακρη-
γορεῖ· ὁ δὲ οὐδὲ λόγων αὐτῇ δευτέρων καιρὸν δίδωσι τῇ σπουδῇ,
ἐπειδὴ ἄτοπον ἦν ἐν τῇ ἐξόδῳ σπεύδοντος Ἀχιλλέως ἔτι ἐγχρονίζειν
τῷ λόγῳ. βούλεται δὲ τὸν τῆς νυκτὸς καιρὸν ἀναλῶσαι τῇ ὁπλο-
ποιίμ.
468. *ἐνταῦθα μεγάλῃ τινὶ καὶ κοσμοτόκῳ διανοίᾳ τὴν τῶν
ὅλων περιήθροισε γέννησιν· ὅθεν γὰρ αἱ πρῶται τοῦ παντὸς ἔφυσαν
ἀρχαὶ, καὶ τίς ὁ τούτων δημιουργὸς, καὶ πῶς ἕκαστα πληρωθέντα
διεκρίθη, σαφέσι τεκμηρίοις παρέστησε, τὴν Ἀχιλλέως ἀσπίδα
τῆς κοσμικῆς περιόδου χαλκευσάμενος εἰκόνα. καὶ τὸ πρῶτον
ὑπεστήσατο τῆς παντελοῦς δημιουργίας νύκτα καιρὸν, ἐπειδήπερ
αὕτη χρόνου πάτρια κεκλήρωται, καὶ πρὶν ἢ διακριθῆναι τὰ νῦν
βλεπόμενα νὺξ ἦν τὸ σύμπαν, ὃ δὴ χάος ποιητῶν ὀνομάζουσι
παῖδες. οὐ γὰρ οὕτως ἄθλιόν τινα καὶ κακοδαίμονα παρεισάγει τὸν
Ἥφαιστον, ὡς μηδὲ νυκτὸς ἀνάπαυσιν ἔχειν τῆς χειρωνακτικῆς
ἐργασίας, ὅπου γε καὶ παῤ ἀνθρώποις ἀθλίοις ἄτοπον εἶναι δοκεῖ τὸ
μηδὲ τὴν νύκτα τῶν πόνων ἐκεχειρίαν ἄγειν. ἀλλʼ οὐκ ἔστι ταῦτα
χαλκεύων Ἀχιλλεῖ πανοπλίαν Ἥφαιστος, οὐδʼ ἐν οὐρανῷ βουνοὶ
χαλκοῦ καὶ κασσιτέρου ἀργύρου τε καὶ χρυσοῦ εἰσίν· ἀμήχανον γὰρ
τὰς ἀηδεῖς καὶ φιλαργύρους γῆς νόσους ἐπʼ οὐρανὸν ἀναβῆναι·
φυσικῶς δὲ τῆς ἀμόρφου ποτὲ καὶ μὴ διακεκριμένης ὕλης τὸν καιρὸν
ἀποφηνάμενος εἶναι νύκτα, δημιουργὸν, ἡνίκα ἔμελλε τὰ πάντα μορ-
φοῦσθαι, τὸν Ἥφαιστον ἐπέστησε, τουτέστι τὴν θερμὴν οὐσίαν·
πυρὸς γὰρ δὴ κατὰ τὸν φυσικὸν Ἡράκλειτον ἀμοιβῇ τὰ πάντα
γίνεται. ὅθεν συνοικοῦσαν οὐκ ἀπιθάνως τῷ τῶν ὅλων ἀρχιτέκτονι
πεποίηκε τὴν Χάριν· ἔμελλε γὰρ ἤδη τῷ κόσμῳ χαριεῖσθαι τὸν
ἴδιον κόσμον. ὗλαι δὲ τίνες αὐτῇ τῆς κατασκευῆς; “χαλκὸν δʼ ἐν
πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε.” εἰ μὲν Ἀχιλλεῖ κατεσκεύασε
πανοπλίαν, πάντα ἔδει χρυσὸν εἶναι· καὶ γὰρ οἶμαι σχέτλιον
αὐτοῦ χαλκεύεται, σφαιροειδὲς ἔχουσα σχῆμα, διʼ οὗ τὸν κόσμον
ἡμῖν ἐμφανῶς ἐσήμανεν, ὃν οὐκ ἀπὸ τῆς ὁπλοποιίας μόνον, ἀλλὰ καὶ
διʼ ἄλλων τεκμηρίων ἐπίσταται κυκλοειδῆ. συντόμως δὲ ἐν παρεκ-
βάσει τὰς ὑπὲρ τούτων φιλοτεχνοῦντες ἀποδείξεις δηλώσομεν.
συνεχῶς τοίνυν τὸν ἥλιον ἀκάμαντα καὶ ἀλέκτορα καὶ ὑπερίονα
προσαγορεύει, διὰ τῶν ἐπιθέτων οὐκ ἄλλο τι πλὴν τὸ σχῆμα τοῦτο
σημαίνων. ὅ τε γὰρ ἀκάμας ὁ μὴ κάμνων ἔοικε καὶ ὅρους ἔχων
οὐκ ἀνατολὴν ἢ δύσιν, ἀλλὰ τὴν ἀεὶ περίδρομον ἀνάγκην. ἠλέκτωρ
δὲ δυοῖν θάτερον· ἢ ἀλέκτωρ ὁ θεὸς ὀνομάζεται μηδέπω κοίτης
ἐπιψαύων, ἢ τάχα πιθανώτερον, ἐπιελίκτωρ τις ὢν καὶ κυκλοτερεῖ
φορῷ διʼ ἡμέρας καὶ νυκτὸς τὸν κόσμον ἀναμετρούμενος. ὑπερίονα
δὲ νομιστέον αὐτὸν τὸν ὑπεριέμενον ἀεὶ τῆς γῆς, ὥσπερ οἶμαι καὶ
Ξενοφάνης ὁ Κολοφώνιός φησιν “ἠέλιος θʼ ὑπεριέμενος γαῖάν τʼ
ἐπιθάλπων.” εἰ γὰρ πατρωνυμικῶς αὐτὸν ἠθέλησεν ὀνομάζειν, εἶπεν
ἂν Υπεριονίδην ὡς Ἀτρείδην τὸν Ἀγαμέμνονα καὶ Πηλείδην τὸν
Ἀχιλλέα. ἥ τε θοὴ νὺξ οὐκ ἄλλο τι σημαίνει ἢ τὸ σφαιροειδὲς
ὅλου τοῦ πόλου σχῆμα· τὸν γὰρ αὐτὸν ἡλίῳ δρόμον ἡ νὺξ ἀνύει, καὶ
πᾶς ὁ καταλειφθεὶς ὑπʼ ἐκείνου τόπος ὑπὸ ταύτης εὐθὺς ἐκμε-
λαίνεται. σαφῶς γοῦν ἑτέρωθί που τοῦτο μηνύων φησὶν “ἐν δʼ ἔπεσʼ
Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο, ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον
ἄρουραν” (Il. 8, 485). ὥσπερ γὰρ ἀπηρτημένην ἑαυτῷ τὴν νύκτα
κατόπιν ἐφέλκεται, συγχωροῦσαν τοῖς ἡλίου τάχεσιν. εἰκότως οὖν
αὐτὴν Ὅμηρος εἴρηκε θοήν. δύναταί γε μὴν πιθανώτερόν τις ἐπιχει-
ρῶν θοὴν ὀνομάζειν μεταληπτικῶς οὐ τὴν κατὰ κίνησιν ὀξεῖαν, ἀλλὰ
τὴν κατὰ σχῆμα· καὶ γὰρ ἑτέρωθί πού φησιν “ἔνθεν δʼ αὖ νήσοισιν
ἐπιπροέηκε θοῇσιν” (Od. 15, 299), οὐ τὸ τάχος τῶν ἐρριζωμένων
νήσων (ἠλίθιον γάρ) δηλῶσαι ἐσπουδακὼς, ἀλλὰ τὸ σχῆμα, ὡς
ὀξεῖαν ἀπολήγουσαν ἀποτελεῖν γραμμήν. εἰκότως οὖν νύκτα θοὴν
τῆς ἀρχῆς εἰς λεπτὸν ἀποστενοῦσθαι πέρας. ἐπειδάν γε μὴν ἴσον
ᾖ τὸ καταλάμπον τῷ καταλαμπομένῳ, κυλίνδρου δίκην ἡ σκιὰ πρὸς
ἴσον ἐν ταῖς ἑκατέρωθεν ἔχει γραμμαῖς. βουλόμενος οὖν Ὅμηρος τὸν
ἥλιον ἄλλως μείζονα τῆς γῆς κατὰ τὴν τῶν πλείστων φιλοσόφων
ἔννοιαν ἀποδεῖξαι, εὐλόγως θοὴν τὴν νύκτα προσηγόρευσεν, εἰς ὀξὺ τὸ
πρὸς τῷ πέρατι σχῆμα λήγουσαν, ἅτε οἶμαι μήτε κυλινδροειδῶς
μήτε καλαθοειδῶς τῆς σκιᾶς πίπτειν δυναμένης, ἀλλὰ τὸν λεγόμενον
κῶνον ἀποτελούσης· ὃ δὴ πρῶτος Ὅμηρος ἐκ μιᾶς λέξεως ὑπαινιξά-
μενος τὰς μυρίας τῶν φιλοσόφων ἁμίλλας ὑποτέτμηκεν. καὶ μὴν αἱ
φοραὶ τῶν ἐναντίων ἀνέμων δηλοῦσι τὸ τοῦ κόσμου σφαιροειδές.
Βορέας μὲν γὰρ ἀπὸ τῆς ἄρκτου πνέων μετέωρος “μέγα κῦμα
κυλίνδει” (Od. 5, 296)· τὴν γὰρ ἀπὸ τοῦ μεταρσίου φορὰν ἐπὶ
τὸ ταπεινότερον ἐκ μιᾶς λέξεως κατεκύλισεν ὁ στίχος. τοὔμπαλιν
δὲ ἐπὶ τοῦ νότου, πνέοντος ἀπὸ τῶν κατωτάτω τόπων, ἱστόρησεν·
“ἔνθα νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ” (Od. 3, 295)· τὴν
ἀπὸ. τοῦ ταπεινοτέρου κίνησιν εἰς τὸ μετέωρον ἀνακυκλοῖ. ἔτι γε μὴν
μετὰ τῶν ἄλλων ἀπείρονα γαῖαν ὀνομάζει. καὶ πάλιν ἐπὶ τῆς Ἥρας
“εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης” (Il. 14, 200).
οὐδέπω μαχομέναις δόξαις πρὸς αὑτὸν στασιάζων, ἀλλʼ ἐπειδὴ πᾶν
σφαιροειδὲς σχῆμα ἄπειρόν ἐστι καὶ πεπερασμένον· τὸ δὲ ὅρον τινὰ
καὶ περιγραφὴν ἔχον εὐλόγως αὐτὸ πεπεράσθαι νομιστέον, ἄπειρον δʼ
ἂν ὁ κύκλος ὀνομάζοιτο δικαίως, ἐπειδήπερ ἀμήχανόν ἐστι δεῖξαι
πέρας ἐν αὐτῷ τι. τὸ γὰρ νομισθὲν εἶναι τέλος ἐξ ἴσου γένοιτʼ ἂν
ἀρχή. ταυτὶ μὲν οὖν ἀθρόα τεκμήρια τοῦ σφαιροειδῆ τὸν κόσμον εἶναι
παῤ Ὁμήρῳ, τὸ δʼ ἐναργέστατόν ἐστι σύμβολον ἡ τῆς Ἀχιλλέως
ἀσπίδος κατασκευή· κυκλοτερὲς γὰρ τῷ σχήματι κεχάλκευκεν ὅπλον
Ἥφαιστος, ὥσπερ εἰκόνα τῆς κοσμικῆς περιόδου. μυθικῶς μὲν
οὖν ἀσπίδα χαλκευομένην ὑποστησάμενος ἁρμόζουσαν Ἀχιλλεῖ τὴν
διὰ πάντων ἐχάραξε πορείαν. τίς δὲ ἦν αὕτη; “στησάμενοι δʼ ἐμά-
θεμελιοῦχον ἐκρότησε τὴν γῆν, εἶτα ἐπὶ ταύτης καθάπερ τινὰ θείαν
στέγην τὸν οὐρανὸν ἐπωρόφωσε, καὶ κατὰ τῶν ἀναπεπταμένων αὐτῆς
κόλπων ἀθρόαν ἔχεε τὴν θάλατταν, εὐθύς τε ἡλίῳ καὶ σελήνῃ τὰ
διακριθέντα τῶν στοιχείων ἀπὸ τοῦ παλαιοῦ χάους ἐφώτισεν, “ἐν
δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται” (485), διʼ οὗ
μάλιστα σφαιροειδῆ παραδέδωκεν ἡμῖν τὸν κόσμον· ὥσπερ γὰρ ὁ
στέφανος κυκλοτερὴς τῆς κεφαλῆς κόσμος ἐστὶν, οὕτως τὰ διεζωκότα
τὴν οὐράνιον ἀψῖδα κατὰ σφαιροειδοῦς ἐπῃρμένα σχήματος εἰκότως
οὐρανοῦ στέφανον ὠνόμασεν. διακριβολογησάμενος δὲ ὑπὲρ τῶν
ὁλοσχερῶν ἀστέρων, καὶ κατὰ μέρος ἐπιφανέστατα δεδήλωκεν· οὐ γὰρ
ἡδύνατο πάντα θεολογεῖν, ὥσπερ Εὔδοξος ἢ Ἄρατος, Ἰλιάδα γράφων,
ταῦτα ἀντὶ τῶν μὴ φαινομένων ὑποστησάμενος ἑαυτῷ. μεταβέβηκεν
οὖν ἀλληγορικῶς ἐπὶ τὰς δύο πόλεις, τὴν μὲν εἰρήνης, τὴν δὲ πολέμου
παρεισάγων, ἵνα μηδʼ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος ἀπʼ ἄλλου τινὸς
ἢ παῤ Ὁμήρου τὴν Σικελικὴν ἀρύσηται δόξαν. ἅμα γὰρ τοῖς τέσ-
σαρσι στοιχείοις κατὰ τὴν φυσικὴν θεωρίαν παραδέδωκε τὸ νεῖκος
καὶ τὴν φιλίαν. τούτων δʼ ἑκάτερον Ὅμηρος ὑποσημαίνων πόλεις
δύο ἐνεχάλκευσε τῇ ἀσπίδι, τὴν μὲν εἰρήνης, τουτέστι φιλίας, τὴν
δὲ πολέμου, τουτέστι νείκους. πτύχας δὲ ὑπεστήσατο τῆς ἀσπίδος
πέντε σχεδὸν, οὐκ ἄλλο τι πλὴν τὰς ἐμπεποικιλμένας τῷ κόσμῳ
ζώνας ὑπαινιξάμενος. ἡ μὲν γὰρ ἀνωτάτω περὶ τὸν βόρειον εἰλεῖται
πόλον, ἀρκτικὴν δὲ αὐτὴν ὀνομάζουσιν· ἡ δὲ ἐφεξῆς εὔκρατός ἐστιν·
εἶτα τὴν τρίτην δ ακεκαυμένην καλοῦσιν· ἡ τετάρτη δʼ ὁμωνύμως τῇ
δευτέρᾳ εὔκρατος ὀνομάζεται· πέμπτη δʼ ἐπωνύμως τοῦ νοτίου
μέρους, ἡ νότιός τε καὶ ἀντάρκτιος καλουμένη. τούτων αἱ μὲν δύο
τελέως ἀοίκητοι διὰ τὸ κρύος, ἥ τε τὸν βόρειον εἰληχυῖα πόλον καὶ ἡ
τὸν ἀπάντικρυ νότιον. ὁμοίως δʼ αὐταῖς ἡ διακεκαυμένη καθʼ ὑπερ-
βολὴν τῆς πυρώδους οὐσίας οὐδενὶ βατὴ ζῴῳ. δύο δὲ τὰς εὐκράτους
ἑτέρωθί που “ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσι,” τὴν δὲ μίαν χρυσῆν
εἰπὼν, τὴν διακεκαυμένην, ἐπειδήπερ ἡ πυρώδης οὐσία κατὰ τὴν
χρόαν ἐμφερεστάτη χρυσῷ· “δύο δʼ ἔνδοθι κασσιτέροιο,” τὰς
εὐκράτους ὑποσημαίνων· ὑγρὰ γὰρ ἡ ὕλη καὶ τελέως εὔθικτος ἡ τοῦ
κασσιτέρου, δι᾿ ἧς τὸ περὶ τὰς ζώνας εὐαφὲς ἡμῖν καὶ μαλθακὸν
ἐδήλωσεν. τὸ μὲν οὖν ἐν οὐρανῷ σεμνὸν ἐργαστήριον Ἡφαίστου τὴν
ἱερὰν φύσιν οὕτως ἐδημιούργησεν.
470. κεκράτηκεν ἀρρήτου πράγματος, ὅτι ὅτε Ἥφαιστος ἔσπευ- δε, καὶ αὐταὶ ἠπείγοντο καὶ τεχνικῶς ἐφύσων. καὶ τὸ παντοίην δὲ τοιοῦτόν ἐστιν, οἷον ὁτὲ μὲν ἐπῃρμένην, ποτὲ δὲ σύμμετρον.
474. ἀτειρέα] τῶν γὰρ ἄλλων χωνευομένων αὐτὸς ἐλαυνόμενος πολὺν εἰς τὸ δημιουργηθῆναι τῷ τεχνίτῃ παρέχει κόπον. κοινὸν δὲ καὶ ἐπὶ τοῦ κασσιτέρου τὸ ἀτειρέα.
477. δαιμονίως τὸν πλάστην αὐτὸς διέπλασεν, ὥσπερ ἐπὶ σκηνῆς
ἐκκυκλήσας καὶ δείξας ἡμῖν ἐν φανερῷ τὸ ἐργαστήριον. μεγάλην
δὲ καὶ σφῦραν ἔλαβεν· οὔπω γὰρ τοῦ λεπτουργεῖν καιρὸς, ἀλλὰ
πρῶτον ἐξελάσαι τὴν ὕλην.
*πυράγρην] τὸν χαλκευτικὸν καρκίνον, τὸν ὀξύλαβον, παρὰ τὸ πῦρ ἀγρεύειν.
479. * ἄντυγα] τὸν ἔξωθεν τῆς ἀσπίδος κύκλον.
480. τρίπλακα] τρίπτυχον. μαρμαρέην δὲ διὰ τὸν ἐπικεχυμέ- νον αὐτῇ τέχνῃ τὸν Ὠκεανόν.
481. πτύχες] τὰ ἐλάσματα τῆς ἀσπίδος.
484. τινὲς τήν ποτε πλήθουσαν, ὡς “ἠΰκομος Νιόβη” (Il. 24, 602). οἱ δὲ φυσικοὶ ἀεί φασι τὸ ἡμισφαίριον αὐτῆς, εἰ καὶ μὴ φαίνεται ἡμῖν, πλήθειν. οἱ δὲ τὴν πληρωτικὴν σωμάτων κογχυλίων τε καὶ δένδρων καὶ ποταμῶν καὶ θαλάσσης καὶ τῶν ἄλλων.
*εἴρηται δὲ σελήνη παρὰ τὸ σέλας νέον.
485. * τείρεα] παρὰ τὸ τερατώδη καὶ σημεῖα ταῦτα εἶναι.
488. εἰκότως αὐτὸν ἐπιτηρεῖ, ὅτι καὶ τὴν αὐτὴν κίνησιν αὐτῷ
ποιεῖται, ὥσπερ φησὶν ὁ Ἄρατος (226) “ὅς ῥά τε καὶ μήκιστα διω-
κόμενος περὶ κύκλα οὐδὲν ἀφαυρότερον τροχάει κυνοσουρίδος ἄρκτου.”
οὐκ ὀνομάζει δὲ τὴν ἄλλην, ἐπειδὴ τῶν ἐμφανεστέρων μέμνηται.
489. τὸ οἴη οὐκ ἔχει τὴν σύγκρισιν πρὸς ἅπαντα τὰ ζῴδια, ἀλλὰ πρὸς μόνα τὰ τῇ ἀσπίδι ἐντετυπωμένα· εἰσὶ γὰρ καὶ ἄλλα μὴ δύνοντα.
*ἀνιστόρητόν ἐστι τοῦτο· κατηγοροῦσι μὲν γὰρ κατὰ τὸν περὶ τῆς
ἄρκτου λόγον φάσκοντος “οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.”
καθόλου γὰρ πάντα τὰ ἐν τῷ ἀρκτικῷ μὴ δύνειν. λύοιτο δʼ ἂν ἐκ τῆς
ἀναφορᾶς τῶν πρὸς ἃ εἴρηται διὰ τῆς λέξεως· εἰρημένου γὰρ
“Πληϊάδας θ᾿—Ὠρίωνα δοκεύει” (486—488), τὸ “οἴη δʼ ἄμμορός
ἐστι λοετρῶν Ὠκεανοῖο” πρὸς ταῦτα τὰ ῥηθέντα ἄστρα καὶ τὰ
συγκαταλεχθέντα ἔχει τὴν ἀναφοράν. κἂν διαιρῆται δὲ, εἶτα ἡ δʼ
ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο, κατὰ λέξιν ἡ λύσις ὑπάρχει.
ἀπρεπὲς δὲ δοκεῖ τὸ τῶν περὶ θεοὺς τὰ πλεῖστα παῤ Ὁμήρῳ
λελέχθαι, ὧν ἡ λύσις κατὰ τὸ πλεῖστον ἀπὸ ἔθους λαμβάνεται· ἐξ
ἔθους γάρ τινος τοῖς ποιηταῖς παρακεχώρηται καὶ τοῖς ζωγράφοις
καὶ τοῖς πλάσταις ἀνθρωποπαθείας τῶν θεῶν διατυποῦν καὶ μάχας
αὐτῶν πρὸς ἀλλήλους καὶ θητείας καὶ ἀλλοιώσεις διαμυθολογεῖν.
490. ἐν δὲ δύω] ἐπὶ τὰ ἐπίγεια φέρεται. διοικουμένου δὲ τοῦ
βίου πολέμῳ καὶ εἰρήνῃ, τὰ ἐν ἀμφοτέροις τοῖς καιροῖς συμβαίνοντα
πρὸς ἐκλογὴν τοῦ ἀμείνονος παραβέβληται. ἐπειδὴ δὲ ἡ μὲν Ἰλιὰς
ὄψιν εἶχε πολέμου, ἀμνημόνευτος δὲ ἦν ἡ εἰρήνη, τοῦ πολέμου πρὸς
492. ὕπο] μετά. Ἀθήνησι δὲ οὕτως τὰς νύμφας ἄγουσι.
493. * πολὺς δʼ ὑμέναιος ὀρώρει] τὸν ὑμέναιον ἐτυμολογοῦσι
φυσικῶς, ἐπεὶ ὑμήν ἐστιν ὁ ῥηγνύμενος ἐπὶ τῇ διακορήσει τῶν παρ-
θένων. οἱ δὲ, ὅτι Ὑμέναιός τις παραπλέων τὰς Ἀθήνας κατέλαβεν
ἁρπαζομένας παρθένους ὑπὸ Πελασγῶν τινῶν, αἷς ἐπιφανεὶς αἴτιος
γέγονε τοῦ μὴ βιασθῆναι αὐτάς. διὰ οὖν τοῦτο ὕμνον τινὰ ἔλεγον
εἰς αὐτὸν, ὃν ἐκάλεσαν ὑμέναιον.
ὁ ἐπὶ ὁμονοίᾳ ᾀδόμενος· ἢ παρὰ τὸ ὁμοῦ εὐνάζειν αὐτούς.
495. Φρὺξ ὁ αὐλός. ἄρα τῆς τότε εἰρηνευσούσης Ἰλίου παρά- δειγμα ἡ πόλις· καὶ ὅτε γὰρ νυκτηγρετοῦσι Τρῶες, αὐλοῦσιν, παρὰ δὲ Ἕλλησιν οὐδαμοῦ αὐλός. οὐχ ὡς ἀποτελουμένου δὲ ἤχου τινὸς ἐν τῇ ἀσπίδι τοῦτο ἀναγράφει, ἀλλʼ οἷον τὰ εἴδωλα ὡς αὐλοῦντα καὶ κιθαρίζοντα ἦν. τὸ δὲ θαύμαζον ἀντὶ τοῦ ἐθεώρουν.
497. λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι] ἀγορὴ ὁ τόπος ἐν ᾧ ἀγείρονται. ἡδονὴν δὲ διαγράψας μέτεισιν ἐπὶ τοὺς τὰ τοιαῦτα τηροῦντας νόμους. ἔστι δὲ ἡ στάσις καταστοχαστικὴ, τοῦ μὲν λέγοντος δεδωκέναι τὴν ποινὴν, τοῦ δὲ ἀρνουμένου εἰληφέναι τὴν ποινὴν, ἣν παρέχοντες ἔφευ- γον τὸ ἔγκλημα τοῦ φόνου.
498. ποινῆς] προστίμου, ὃ καὶ ὑποφόνιον ἐκάλουν.
499. ἀποφθιμένου] ὁ μὲν διεβεβαιοῦτο λέγων δεδωκέναι τὸ ἀρκοῦν πρὸς ὅλον τὸ ἀδίκημα, ὁ δὲ ἠρνεῖτο.
501. ἄμφω δʼ ἱέσθην] ἄμφω δὲ μάρτυρα παρεῖχον τῶν λεγομένων,
καὶ ἐπὶ τούτῳ ἔθεντο τὸ πέρας τῆς δίκης· ἀντὶ τοῦ ἤθελον ἄμφω ἐπὶ
τῷ μάρτυρι πέρας λαβεῖν τὴν δίκην.
502. ἀμφοτέροισιν ἐπήπυον] ἐπεφώνουν ἀμφοτέρωθεν ὡς βοηθοί.
503. γέροντες] γέροντας ἀξιοῖ δικάζειν ὡς συνέσει καὶ πολυπειρίᾳ πραγμάτων προὔχοντας· τὸν δὲ τόπον αὐτῶν ἱερὸν διὰ τὸ δίκαιον, ὥστε εἰς τὸ θεῖον ἀσεβοῦσιν οἱ παρακρίνοντες καὶ οἱ ἀπειθοῦντες.
505. ἠεροφώνων] ὧν ἡ φωνὴ μέχρι τοῦ ἐμφανοῦς ἱκνεῖται, ὃ ἀλλαχοῦ εἶπε “φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν” (Il. 15, 686). ἢ τῶν τὸν ἀέρα φωνούντων· ἀὴρ γὰρ πεπληγμένος ἐστὶν ἡ φωνή.
506. συμπεριέφερον τὰ σκῆπτρα τοῖς λεγομένοις, ὡς καὶ οἱ
οὐ πάντες βουλευσάμενοι μίαν ἐξέφερον γνώμην, ἐναλλὰξ δὲ ἕκα- στος τὸ δοκοῦν δίκαιον ἀπέφαινεν. ὁ δὲ Ἀρίσταρχός φησιν ἀντὶ τοῦ κατὰ τάξιν τῆς ἡλικίας.
508. τῷ δόμεν] ἐπὶ δικαιοσύνην παρακαλῶν τοὺς δικαστὰς, ἆθλον δικαιοκρισίας φησὶν αὐτοῖς παρὰ τῶν δικαζομένων δίδοσθαι. ἄδηλον δὲ ὁπότερον πρὸς ἓν ἢ πρὸς δύο ἀπέθεντο, ἵνα ἢ ὁ νικήσας ἢ ὁ ἡττη- θεὶς δῷ τῷ δικαστῇ, διὰ τὸ συκοφαντεῖν πολλούς. τοῦτο δὲ καλεῖται συνηγορικὸν τέλος.
509. τὴν δʼ ἑτέρην] οὕτως ἐξηγητέον· πόλιν τινὰ περικαθεσθέντες
δύο πολεμίων στρατοὶ τὴν λείαν ἀφείλοντο. ἠνάγκαζον δὲ καὶ τὴν
κτῆσιν διανείμασθαι τοὺς πολίτας ἐπὶ τῷ παῦσαι τὸν πόλεμον. οἱ
δὲ πολῖται οὐκ ἐπείθοντο, ἀλλὰ σκοποὺς πέμψαντες ἐλόχων ὁπότε
ἥξουσι τὰ θρέμματα αὐτῶν ἐπὶ νομὴν, ἵνα ἀφέλοιντο τῶν πολεμίων.
καὶ δὴ τοῦτο ποιοῦσιν. οἱ δὲ τὸν θόρυβον ἀκούσαντες —ἔτυχον γὰρ
περὶ τούτου σκοποῦντες, πότερον ἀρκεσθήσονται τῇ λείᾳ ἢ πολεμή-
σοιεν—ἐπιβάντες τῶν ἵππων συνῆψαν πόλεμον.
δύω στρατοί] ἢ ὁ πολιορκῶν καὶ πολιορκούμενος, ἢ δύο ἐπὶ δια- φόροις ἥκοντες αἰτίαις, ὁμονοήσαντες δὲ κατὰ τῆς πόλεως.
*Πορφυρίου. πολλῆς ταραχῆς πλήρη ἔδοξεν εἶναι τὰ ἔπη ταῦτα
“τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ εἴατο λαῶν, τεύχεσι λαμ-
πόμενοι, δίχα δέ σφισιν ἥνδανε βουλή” μέχρι τοῦ “ἐν δʼ ἐτίθει
νειὸν μαλακὴν, πίειραν ἄρουραν” (541). ταράσσει γὰρ τοὺς πολλοὺς
οἱ δύο στρατοὶ, ἆρά γε πολέμιοί εἰσι τῶν κατοικούντων καὶ ἀλλήλοις
φίλοι, ἢ εἷς μὲν τῶν ἐκ τῆς πόλεως, ὁ δʼ ἕτερος πολέμιος· καὶ πρὸς
τίνας διχονοοῦσιν, ἆρά γε πρὸς ἀλλήλους ἢ πρὸς τοὺς ἔνδον· καὶ ἐπὶ
τίνων τὸ “οἱ δʼ οὔπω πείθοντο,” ἆρά γε τῶν εἴσω ἢ τοῦ ἑτέρου
στρατοῦ. καὶ πάλιν ἐπὶ τίνος τὸ “λόχῳ δʼ ὑπεθωρήσσοντο,” ἆρά γε
ὁ ἕτερος τῶν στρατῶν ἢ οἱ ἔνδον· καὶ τίνων οἱ σκοποί καὶ τίνων ἡ
λεία· πῶς τε, εἰ τῶν ἔνδον ἡ λεία, ὁ λόχος παρʼ αὐτῶν· καὶ τίνες οἱ
ἐπεξιόντες, ἆρα οἱ δύο στρατοὶ ἢ οἱ ἕτεροι· ὅλως τε τίς ἡ διατύπωσις
τῆς πλάσεως. ἐν τῷ δευτέρῳ τῶν ἐξηγητικῶν φησὶν Ἀλέξανδρος ὁ
περὶ τῶν ἐν τῇ πόλει, τὸ δὲ “λόχῳ δʼ ὑπεθωρήσσοντο” περὶ τῶν
πολεμίων, καὶ τὸ “οἱ δʼ ἴσαν” περὶ τῶν πολεμίων τῶν εἰς τὴν ἐνέ-
δραν ἀπιόντων. οἱ δὲ σκοποὶ τῶν πολεμίων εἰσί. τὸ δὲ “οἱ δʼ ὡς οὖν
ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσίν” ἐπὶ τῶν ἐν τῇ πόλει ἀκούει·
ἐκαθέζοντο γὰρ ἐν ἐκκλησίᾳ βουλευόμενοι, τὰ τείχη φρουρεῖν παρα-
δόντες τῇ ἀπολέμῳ ἡλικίᾳ· τὸ γὰρ “ἱράων προπάροιθε καθήμενοι”
σημαίνει ἐκκλησιῶν, ἐν αἷς εἴρουσι καὶ ἐκκλησιάζουσιν. ὅτε δʼ αὐ-
τοῖς ἐμηνύθη τὰ κατὰ τὰ ποίμνια, ἐπιτρέχουσι, καὶ ἐξελθόντες συμ-
βάλλουσι μάχην. εἶχε δʼ ἂν πιθανότητα ἡ διατύπωσις, εἰ μὴ πρῶ-
τον μὲν βεβιασμένη ἡ ἀπόδοσις ἦν τοῦ τοιούτου στίχου “οἱ δʼ οὔπω
πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.” τὸ μὲν γὰρ “οἱ δʼ οὔπω πεί-
θοντο” ἀξιοῖ περὶ τῶν ἔνδον διακούειν, τὸ δὲ “λόχῳ δʼ ὑπεθωρήσ-
σοντο” περὶ τῶν ἐκτὸς, ἵνʼ ᾖ τὸ “οἱ δʼ οὔπω πείθοντο” ἀντὶ τοῦ μὴ
πειθομένων αὐτῶν εἰς λόχον ἐθωρήσσοντο οἱ τὰς προκλήσεις ποιού-
μενοι. τὸ δὲ “οἱ δʼ οὔπω πείθοντο” ἂν ἀκούωσιν ἀντὶ τοῦ μὴ πειθο-
μένων αὐτῶν, βίαιον. πάλιν δὲ μεταξὺ τοῦ “λόχῳ δʼ ὑπεθωρήσσοντο,
οἱ δʼ ἴσαν” ἐμβεβλῆσθαι φάσκειν περὶ τῶν ἔνδον, ὅτι οἱ ἀπόλεμοι
ἐτειχοφυλάκουν ὑπʼ ἀσθενείας, ἔστιν ἐλεγχόντων τὸν ποιητὴν μὴ
δυνάμενον φράζειν ἀταράχως. πάντως δὲ λόχος οὐκ ἐκ πάντων ἦν
τῶν ἐν τοῖς δύο στρατοπέδοις, ἀλλὰ τινῶν· πῶς οὖν ὑπεξίασιν οἱ ἐν
τῇ πόλει φανερῶς τε καὶ ἀδεῶς τῶν πολιορκούντων κωλυόντων; ἀμεί-
νους οὖν οἱ οὕτω διατυπώσαντες τὸ πλάσμα. δύο στρατοὶ ἐπελθόντες
πόλει τὴν λείαν περιήλασαν, καὶ τὴν πόλιν πολιορκοῦντες ἀξιοῦσι
τῶν ἐν αὐτῇ κτημάτων λαβεῖν τὸ ἥμισυ ἐφʼ ᾧ τε καταθέσθαι τὸν
πόλεμον. οἱ δʼ ἐν τῇ πόλει οὐκ ἐπείθοντο, ἀλλʼ ἐνεδρεύσαντες ἐπὶ
πότον ἐρχόμενα τὰ τετράποδα ἀπήλασαν. οἱ πολέμιοι δὲ στρατοὶ,
καίπερ ἐκκλησιάζοντες, ἐπεὶ ἐπύθοντο τοῦτο, τῶν ἵππων ἐπιβάντες
ἐπῆλθον αὐτοῖς· ὅτι γὰρ αὐτοί εἰσι (λέγω δὲ οἱ στρατοί) ἐκκλησιά-
ζοντες, δεδήλωκε περὶ αὐτῶν εἰπὼν “δίχα δέ σφισιν ἥνδανε βουλλή.”
σκοποὶ τῶν εἰς τὸν λόχον ἐξελθόντων. καὶ οἱ τερπόμενοι ταῖς σύριγξι
νομεῖς εἰ μὲν τῶν πολεμίων εἶεν, ἔχει λόγον, εἰ δὲ τῶν ἐν τῇ πόλει,
παράλογον. οὐ γὰρ οἱ τῶν πολιορκουμένων ἐτέρποντο, ἀλλʼ οἱ τῶν
πολιορκούντων. καὶ λοιπὸν ἀκολούθως ἐπελθόντων τῶν στρατῶν περι-
κάθητο μὲν οὐδεὶς τὴν πόλιν, μάχη δὲ περὶ τὸν λόχον γίνεται. ἄλλοι
δὲ ἠξίουν τῶν δύο στρατῶν τὸν μὲν φίλιον εἶναι τῶν ἔνδον, τὸν δὲ
πολέμιον· καὶ τὸν μὲν πολέμιον ἑλεῖν βούλεσθαι τὴν πόλιν, τὸν δὲ
φίλιον ἀξιοῦν τὰ ἡμίση δοῦναι τῶν ἐν τῇ πόλει κτημάτων· τοὺς δὲ
πολεμίους μήπω πείθεσθαι, ἀλλὰ βουλεύεσθαι· ὧν βουλευομένων,
λόχον αὐτῶν τῇ πόλει συστῆσαι τοὺς τῶν ἔνδον φίλους στρατιώτας.
τετάρακται δὲ καὶ ἡ τοιαύτη ἐκδοχὴ, ὡς ἐπιόντι σοι κατʼ αὐτὰ τὰ
ἔπη ἔσται δῆλον, ὥστε ἡ δευτέρα ἀπόδοσις ἔχεται τῆς Ὁμηρικῆς
διανοίας. ἐκεῖνο μέντοι παρελθεῖν οὐκ ἄξιον, ὅτι οἱ τερὶ Παρμενίσκον
στίζειν ἠξίουν ἐπὶ τοῦ “τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια
τέκνα ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας” (514)
μετὰ τὸ ῥύατο, εἶτα συνῆπτον τὸ ἑξῆς “ἐφεσταότες, μετὰ δʼ ἀνέρες
οὓς ἔχε γῆρας.” ἐὰν γὰρ τοῖς ἄνω, φασὶ, συνάψωμεν, σολοικισμὸς
ἔσται, ἐπεὶ θηλυκὸν πρόκειται καὶ οὐδέτερον, τὸ δὲ ἑσταότες ἀρ-
σενικόν. ἐδυνάμην οὖν φάναι πρὸς αὐτοὺς ὅτι καὶ οὕτως Ὅμηρος
πολλὰ σχηματίζει· καὶ αὐτὸς γὰρ λέγει “κλυτὸς Ἱπποδάμεια”
(Il. 2, 742) καὶ “θῆλυς ἀϋτμή” καὶ “ὀλοώτατος ὀδμή” (Od. 4,
442) καὶ “ὄπα χάλκεον” (222) καὶ “ἁλὸς πολιοῖο” (Il. 20, 229).
καὶ ἐπὶ δυϊκῶν “οὐκ ἂν ἐφ᾿ ἡμετέρων ὀχέων πληγέντε κεραυνῷ” (Il.
8, 455). ἄλλως τε ἐν τοῖς τέκνοις καὶ οἱ ἀνέρες εἰσί· τί οὖν κωλύει
πρὸς τὸ σημαινόμενον ἀπηντηκέναι, ὡς ἐπʼ ἄλλων μυρίων, οἷον
“νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη, τὸ μὲν οὔποτʼ ἐρωεῖ” (Od.
12. 74); πρὸς γὰρ τὸ νέφος ἡ ἀπόδοσις. πάλιν “ἠδʼ ἐπὶ δεξιὰ ἠδʼ
καὶ δύο σχήματα ἔμιξεν ἐπὶ τοῦ “διάνδιχα πάντα δάσασθαι, κτῆ-
σιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·” τὸ γὰρ ἅπαντα πρὸς
τὰ κτήματα ἀναφέρεται, τὸ δὲ ὅσην πρὸς τὴν κτῆσιν. ἐμοὶ δὲ δοκεῖ
παραπλήσιόν τι νῦν κἀνθάδε πεπονθέναι τὴν φράσιν τῷ λεγομένῳ
Ἀλκμανικῷ σχήματι, ὅπερ ἐστὶ τοιοῦτον· “ἔνθα μὲν εἰς Ἀχέροντα
Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε” (Od. 10, 513), “εἰ δέ κʼ
Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων” (Il. 20, 138). ὥσπερ
γὰρ ἐν τούτοις ἐν μέσῳ κεῖται ὃ ἔδει ἐπάγεσθαι, οὕτω καὶ ἐπὶ τῶν
νῦν ζητουμένων· εἰ γοῦν τὸ ἐφεσταότες ἐπαγάγωμεν τῷ “μετὰ δʼ
ἀνέρες οὓς ἔχε γῆρας,” οὐδʼ ἃν ἔτι ζητοῖτο. μόνῳ δὲ τούτῳ διαφέρει
τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖς παῤ ἀριθμὸν σχήμασιν ὑπο-
πίπτει, τοῦτο δὲ τοῖς παρὰ γένος. ὑπερβατῷ δὲ ἀμφότερα λύεται.
510. δίχα δέ] τοῖς πολιορκοῦσιν ἐσχισμένη ἦν ἡ γνώμη· ἐὰν μὲν θελήσωσιν οἱ πολιορκούμενοι τὰ οἰκεῖα διανείμασθαι κτήματα, ἀπαλ- λάττεσθαι τῆς πολιορκίας, εἰ δὲ μὴ, πορθῆσαι τὴν πόλιν.
511. ἔμψυχός ἐστιν ἡ γραφὴ, ὡς καὶ τὰ ἀφανῆ δηλοῦν. τὸ δὲ πάντα πρὸς τὰ σημαινόμενα κτήματα ἀπέδωκεν.
513. οὔπω] παρέλκει τὸ πω, ὡς τὸ “οὐδέπω Ἀτρείδεω ὀπὸς ἔκλυον” (Il. 16, 76). λέγει οὖν ὅτι οὐκ ἐπείθοντο οἱ πολῖται. δεῖ δὲ νοεῖν τὴν λείαν ἣν οἱ πολέμιοι ἀφείλοντο, τούτους λοχῆσαι σπεύδειν.
515. τινὲς εἰς τὸ ῥύατο στίζουσιν, ἵνα τῷ ἀνέρες μόνῳ ἁρμόσῃ
τὸ ἐφεσταότες, ἵνα ὃ ἔδει ἐπάγεσθαι, τοῦτο ἐν μέσῳ κέηται· ἔδει
γὰρ “μετὰ δʼ ἀνέρες ἐφεσταότες.” ὁ Πλάτων δὲ ἐν τοῖς νόμοις
ἀξιοῖ γυμνάζεσθαι γυναῖκας τὰ πολεμικὰ, παῤ Ὀμήρου μαθών. καὶ
Σαυροματῶν αἱ γυναῖκες τὴν αὐτὴν τοῖς ἀνδράσιν ἐνδυόμεναι στολὴν
πολεμοῦσιν.
516. οἱ δʼ ἴσαν] οἱ ἀπὸ τῆς πόλεως ἐξήεσαν εἰς τὸν λόχον. ὡς ἠδικημένοις δὲ καὶ τὸ θεῖον συλλαμβάνει.
518. μεγάλω] δυνάμει, οὐ μεγέθει.
519. ὑπολίζονες] ἥττους τῷ μεγέθει τοῦ σώματος· ὁ δὲ Ἐπα-
520. εἶκε] ἀντὶ τοῦ πρέπον καὶ ἐφικτὸν ἦν.
521. ἐν ποταμῷ] ἀντὶ τοῦ παρὰ τῷ ποταμῷ.
ἀρδμός] ἀρδεία καὶ ἀπάρυσις ὕδατος. καὶ ἐν Ὀδυσσείᾳ “ἐν δʼ
ἀρδμοὶ ἐπηετανοί” (Od. 13, 247). ἐκτατέον δὲ τὴν ἄρχουσαν αὐ-
τοῦ. βοτοῖσι δὲ γραπτέον, ὅθεν καὶ βοτῆρες καὶ βοτάνη.
523. τοῖσι] αὐτοῖς τοῖς ἐνεδρεύουσι.
525. οἱ δέ] οἱ βοῦς καὶ τὰ μῆλα· περὶ ἀμφοτέρων γὰρ ὁ λόγος.
526. δόλον δʼ οὔτι προνόησαν] διὰ τὸ ἀπροσδόκητον· οὐ γὰρ εἰκὸς
ἦν τοὺς πολιορκουμένους τοῖς πολιορκοῦσιν ἐπελθεῖν.
528. τάμνον] ἀπήλαυνον.
530. δηλονότι οἱ πολιορκοῦντες, ὧν τὰ ποίμνια ἠλαύνετο.
531. ἱράων] τῶν βουλευτηρίων.
535. ἐν δʼ Ἔρις] κατὰ τὴν τάξιν τῶν πραγμάτων καὶ τὰς ὀνο-
μασίας ἔθηκεν.
*ἐν τάξει τῶν συμβαινόντων λέγει· ἄρχεται γὰρ Ἔρις, καὶ τελευτᾷ εἰς πόλεμον· ὁ δὲ πόλεμος ἀποτελευτᾷ εἰς κῆρας. αἱ δὲ τοῦ πολέμου κῆρες πολλαί· διὸ “ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.”
536. ἔχουσα] πρὸς τὸ Ἔρις ὑπήντηκεν.
538. φόνου πλῆρες, ὡς τὸ “Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι
δαίξαι χαλκῷ ῥωγαλέον” (Il. 2, 416), διερρωγὸς τῷ σιδήρῳ. δηλοῖ
δὲ τὸ δαφοινόν τὸ σφόδρα φονικόν. δαφοινοὶ θῶες (Il. 11, 474) καὶ
δράκων δαφοινός (Il. 2, 308). ἀλλὰ ταῦτα μὲν ἐνεργητικά· τὸ δὲ
αἷμα δαφοινὸν καὶ αὐτὸ σφόδρα φόνου πλῆρες. καὶ ἡ δασπλῆτις δὲ
Ἐρινὺς (Od. 15, 234) ἡ σφόδρα προσπελάζουσα, ἀπροσπέλαστος.
539. ὥστε ζωοὶ βροτοί] οὐκ ἄρα ζωὰ ἦν τὰ ἐπιγεγραμμένα, ἀλλʼ ὅμοια ζωοῖς ἐκ τῆς ποικιλίας τῶν χρωμάτων.
541. τρίτον ἐστὶ τοῦτο· μετὰ γὰρ τὰ θεῖα καὶ τὰς πόλεις γεώργιόν
τι παραλαμβάνει. δαιμονίως δὲ διὰ τῶν ἐπιθέτων ἔδειξεν εἰς ὁποίαν
δεῖ γῆν πόνον κατατίθεσθαι, εἰς μαλακὴν καὶ εὔβωλον.
542. εὐρεῖαν] ἀκόλουθόν ἐστι καὶ τοῦτο· ταύτην γὰρ πολλοῖς ζεύγεσί φησιν ἀροῦσθαι ὡς εὐρεῖαν.
*τρίπολον] τρὶς ἐστραμμένην καὶ ἠροτριασμένην.
545. δέπας μελιηδέος οἴνου] πλουσίου ὁ ἀγρὸς, παῤ ὃν πονοῦσι μὲν αὐλακίζοντες ἐν βάθει τὴν γῆν, ἀνακτῶνται δὲ αὑτοὺς τῷ πότῳ.
546. ὄγμους] οὔτε τὴν ἐπίστιχον τάξιν φησὶν Ἐπαφρόδιτος,
οὔτε παρὰ τὸ οἴγειν· τὰς ἑλκύσεις δέ φησι, παρὰ τὸ ἕλκω, ὄλγμος,
ἐξ οὗ καὶ ὄλξ, ἢ τὴν συνέχειαν τῶν αὐλάκων.
547. ἱέμενοι] ἔσπευδον παρὰ τὰ ἔργα διὰ τὸ ἐπὶ χεῖρα αὐτοῖς κεῖσθαι τὴν πόσιν.
548. ἀρηρομένῃ] ἢ ἐνδεῖ τὸ σίγμα ἀπὸ τοῦ ἀρηροσμένη· ἢ παρὰ
τὸ ἀρῶ ἀροτῶ, ἡρότημαι, ἠροτημένη, ἡρομένη· ἢ ἀπὸ τοῦ ἀρῶ ἄρωμι
ἀρους, ἡρομένος, ἠρομένη, Ἀττικῶς ἀρηρομένη.
550. βασιλήϊον] τὸν δεσπότην τοῦ κλήρου βασιλέα φησίν. ἢ βασιλικὸν αὐτῷ περιτίθησι κάλλος, τὸ καλλιστεῦον καὶ ἔντιμον διαγράψαι θέλων.
*οἱ μίσθιοι, οἱ ἐπὶ μισθῷ ἐργαζόμενοι τὴν ἔραν ἢ τὴν γῆν.
551. ἤμων] δαιμονίως πᾶσαν γεωργίας ἰδέαν κατέγραψε τῇ ἀσπίδι, περὶ ἀρότρου, περὶ θερισμοῦ. μετέπειτα δὲ καὶ ἀμπελό- φυτον διατυπώσει· τὸ γὰρ ὅλον τοῦ τρόπου διδασκαλικόν ἐστιν. δρεπάνας] Ἰωνικῶς· οὗτοι γὰρ τρέπουσι πάντα εἰς θηλυκὰ, ὡς τὸ τάφρη καὶ ἀστραγάλη.
552"δράγματα] δραγμάτων γὰρ ἐπιλαβόμενοι θερίζουσι, καὶ τεμόντες ἐῶσι κεῖσθαι· ἄλλοι δὲ δεσμοῦσιν.
* δράγματα δὲ τὰ τῶν χειρῶν πληρώματα.
553. ἀμαλλοδετῆρες] οἱ ἐκ τῶν ἀμαλλῶν δεσμὰ ποιοῦντες. ἐλ-
λεδανοῖσι δὲ τοῖς τῶν ἀσταχύων δεσμοῖς, οὓς οὐλοδέτας καλοῦσιν·
οὐλαὶ γὰρ αἱ κριθαί.
557. καὶ τὸ ἐφεστάναι αὐτὸν πιθανόν, καὶ τὸ χαίρειν ἐπὶ τοῖς ἔργοις, καὶ τὸ μὴ κατεπείγοντος αὐτοῦ τὰ ἔργα γίνεσθαι· δεῖ γὰρ μὴ φόβῳ, ἀλλὰ πραότητι τὸν βασιλέα ζητεῖν τὸ ὑπουργεῖσθαι.
560. πάντες οἱ μισθοῦ ἐργαζόμενοι, καὶ μάλιστα οἱ τὴν ἔραν,
ἔριθοι λέγονται.
561. σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν] ὡς ἐν γραφῇ κατακλω-
μένας βότρυσι δείκνυσι τὰς ἀμπέλους. πάντα δὲ τέλεια ἔγραψε,
σελήνην τε πλήθουσαν καὶ τὸ λήϊον βαθὺ καὶ τὴν ἀλωὴν ἤδη κεκαρ-
ποφορηκυῖαν, ἵνα περικαλλῆ τὴν φαντασίαν τῶν ἐντετυπωμένων
παρεχόντων ὁ δημιουργὸς ἐπαινεθείη.
563. κάμαξι] τοῖς. ἀπὸ καλάμων καὶ ξύλων ἀναβαστάγμασι. πολυειδῶς δὲ τὰς ἀμπέλους φράζει. αἱ μὲν γὰρ αὐτῶν χθαμαλαὶ κατ᾿ ὄρχους εἰσὶν, αἱ δὲ σκέπουσαι τὸ σπέος Καλυψοῦς, ἄλλαι δὲ ξύλοις καὶ καλάμοις βασταζόμεναι ὡς νῦν.
564. ἀμφὶ δέ] πρὸς τὸ δυσεπιχείρητον τοῖς κακουργεῖν βουλο-
μένοις εἶναι καὶ ἡ τάφρος ἔσκαπται καὶ τὸ τειχίον προβέβληται·
ὅθεν ἐπιφέρει μία δ᾿ οἴη ἀταρπιτός, ὅπως οἱ μὴ δι᾿ αὐτῆς ἰόντες
κατάφωροι ὡς κλέπται εἶεν.
567. ἀταλά] καλῶς οἱ θάλλοντες καρποὶ ὑπὸ θαλλόντων σωμά- των φέρονται.
570. Ἀρίσταρχος εἶδος ᾠδῆς τὸν λίνον φησὶν, ὡς παιᾶνα καὶ εἴ
τι τοιοῦτον, ἀπὸ Λίνου τοῦ ἥρωος. ἡ δὲ κατὰ τὸν Λίνον ἱστορία
παρὰ Φιλοχόρῳ ἱστόρηται. φασὶ γὰρ ὅτι τὸ πρῶτον ἀντὶ χορδῶν
λίνῳ ἐχρῶντο πρὸς τὴν κιθάραν. ὁ δὲ ἥρως οὗτος ὁ Λίνος καταλύσας
τὸ λίνον πρῶτος χορδαῖς ἐχρήσατο, καὶ διὰ τοῦτο ὑπὸ Ἀπόλλωνος
ἀνῃρέθη. φασὶ δὲ αὐτὸν ἐν Θήβαις ταφῆναι καὶ τιμηθῆναι θρηνώ-
δεσιν ᾠδαῖς, ἃς λινῳδίας ἐκάλεσαν. ἔστι δὲ μέλος θρηνητικὸν ὁ λίνος
μετ᾿ ἰσχνοφωνίας ᾀδόμενος. ἆρα οὖν ὁ νεανίας διὰ τῆς μιμήσεως
ταύτης τὰ κατὰ τὸν Λίνον ᾖδεν; ἐθρηνεῖτο γὰρ οὗτος παρὰ τῶν
Μουσῶν οὕτως· “ὦ Λίνε θεοῖσι τετιμημένε, σοὶ γὰρ πρώτῳ μέλος
ἔδωκαν ἀθάνατοι ἀνθρώποισι φωναῖς λιγυραῖς ἀεῖσαι· Φοῖβος δέ σε
κότῳ ἀναιρεῖ, Μοῦσαι δέ σε θρηνέουσιν.” ἡ δὲ ὑπό περιττεύει.
τάχα οὖν ᾄδεῖν τοῖς τρυγῶσι λέγει τὸν νέον πρὸς τέρψιν καὶ ἐπικου-
φισμὸν τῶν πόνων.
572. τὸ σπαίρειν ὁ ποιητὴς κατὰ Ἀττικοὺς ἀσπαίρειν φησὶ
μετὰ τοῦ α, οἷον “ἀσπαίροντα λάων,” “ἤσπαιῤ ὡς ὅτε βοῦς” (Il.
13, 571) τὸ δὲ σκαίρειν οὐκέτι. τὸ μὲν οὖν σπαίρειν ἄμουσόν τινα
δηλοῖ κίνησιν, ὅ τινες ἐν ἰχθύσι καὶ τῷ δεδεμένῳ βοὶ λαμβάνουσι,
τὸ δὲ σκαίρειν ἔμμουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθμον. οἶμαι δὲ
ἔγωγε καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον οὕτω προσηγορεῦ-
σθαι. τῆς κινήσεως οὐχ ὁμοίως ἑκατέρῳ γινομένης, τῷ δὲ σκάρῳ πάντως
573. ὀρθοκραιράων] εὔκεροι γὰρ οἱ κάλλιστοι βόες. ὀρθοκραι- ράων δὲ ὡς πρὸς σύγκρισιν τῶν κριῶν.
574. χρυσοῖο τετεύχατο κασσιτέρου τε] ὑπὲρ τοῦ ἐξαλλαγήν τινα φαίνεσθαι περὶ τὴν χροιὰν τὰς δύο ὕλας παρέλαβεν.
575. μυκηθμῷ] παραδόξως καὶ τὴν φωνὴν ἐμιμήσατο. ὅτε δὲ
ἐξίασι τῶν βοοστασίων, ταχεῖς τε καὶ σκιρτῶντές εἰσι· διὸ καὶ τὸ
ἐπεσσεύοντο, οἷον μετά τινος ταχυτῆτος καὶ σφοδρότητος ἐπο-
ρεύοντο. *κόπρου] βοοστασίου.
576. ῥοδανόν] τὸν ῥᾳδίως ἀναφύοντα, ἢ τὸν εὐκίνητον διὰ λεπτό-
τητα· καὶ ῥοδανίζειν γὰρ αἱ γυναῖκές φασι τὸ συνεχῶς τὴν κρόκην
τινάσσειν. οἱ δὲ ῥοανόν ἤτοι ῥευστικὸν, κατὰ πλεονασμόν. οἱ δὲ
τὸν ἰσχνοκαλαμώδη. Ζηνόδοτος δὲ γράφει κραδαλόν ἀντὶ τοῦ εὐκί-
νητον, οἱονεὶ κραδανόν τινα ὄντα, παρὰ τὸ κραδαίνεσθαι. λέγει δὲ ὅτι
πορεύονται ἐπὶ τὸν καλαμῶνα τὸν δι᾿ ἰσχνότητα καλάμων ἢ ὕψος
εὐκράδαντον.
580. ἐρύγμηλον] τὸν τῇ δυνάμει τῶν ἄλλων ἡγούμενον, ἐκ τοῦ ἐρύγω τὸ ὑπερισχύω, ἐξ οὗ καὶ ἐρύγειν τὸ μετὰ βίας ἀνασπᾶν τὸ πνεῦμα· προπαροξύνεται δέ. γίνεται οὖν ἐρύγω ἐρύγηλος καὶ ἐρύγ- μηλος πλεονασμῷ.
583. λαφύσσετον] ἔδει διὰ τοῦ η· ἢ τάχα ἐνεστώς ἐστιν ἀντὶ
παρῳχηκότος. δηλοῖ δὲ τὸ ἐπὶ πολὺ κενοῦν.
584. ἐνδίεσαν] ἐδίωκον, παρὰ τὸ δίημι, ὃ δηλοῖ τὸ διώκω.
588. βήσσῃ] οἱ μὲν βόες παρὰ τὸν ποταμὸν, αἱ δὲ ὄϊς ἐν βήσσῃ. τουτέστι κοιλώματι γῆς ὥστε βαίνεσθαι, οὐ γεωλόφῳ.
589. σταθμούς] τὰς κατ᾿ ἀγροὺς τῶν θρεμμάτων στάσεις· κλι-
σίας τὰς τῶν ποιμένων οἰκίας, σηκοὺς ἔνθα κοιμῶνται τὰ θρέμματα.
590. χορόν] τὸν πρὸς χορείαν τόπον. δῆλον δὲ ἐκ τοῦ ἐπιφερο- μένου “ἔνθα μὲν ἠΐθεοι ὠρχεῦντο,” ἤτοι ἐν τῷ τόπῳ.
*Θησεὺς παραγενόμενος ἐξ Ἀφιδνῶν εἰς Ἀθήνας νεωστὶ κατέ-
λαβε τὸν δασμὸν ἀποπεμπόμενον Μίνωϊ εἰς Κρήτην, τοὺς δὶς ζ΄
ἠϊθέους καὶ παρθένους. ἐτέλουν δὲ τὸν δασμὸν οἱ Ἀθηναῖοι τοῦτον ἐπὶ
τῷ δεδολοφονηκέναι Ἀνδρόγεων τὸν παῖδα Μίνωος ἀγωνιζόμενον καὶ
νικῶντα παῤ αὐτοῖς τὰ Παναθήναια. ἑκόντα οὖν φασὶν αὐτὸν
συγκαταλέξαι τοῖς ἀπιοῦσι, καὶ γενόμενον εἰς Κρήτην ἡδέως ὀφθῆναι
ὑπὸ Ἀριάδνης τῆς τοῦ Μίνωος θυγατρὸς, καὶ διὰ τοῦτο τέχνῃ
Δαιδάλου σωθῆναι τρόπῳ τοιῷδε. μίτων ἀγαθῖδα ἔδωκε Δαίδαλος
τῇ Ἀριάδνῃ, εἰπὼν δοῦναι τῷ Θησεῖ, ὅπως τὴν ἀρχὴν ἐξάψας τῆς
εἰσόδου τῆς ἀγαθῖδος, οὕτως ἀνελὼν αὐτὴν εἰσέλθοι εἰς τὸν λαβύ-
ρινθον, καὶ περιγενόμενος τοῦ θηρίου πάλιν ἔχοι ῥᾳδίαν τὴν ἔξοδον τοῦ
λαβυρίνθου ποικίλως ἐπιπεπλεγμένας ἔχοντος εἰσόδους. ἐξελὼν δὲ
μετὰ τὸ νικῆσαι ὁ Θησεὺς μετὰ τῶν ἠϊθέων καὶ παρθένων, χορὸν
τοιοῦτον ἔπλεκεν ἐν κύκλῳ τοῖς θεοῖς, ὁποία καὶ ἡ τοῦ λαβυρίνθου
εἴσοδός τε καὶ ἔξοδος ἐγεγόνει, ἧς δὴ χορείας τὴν ἐμπειρίαν ὁ
Δαίδαλος αὐτοῖς ὑποδείξας ἐποίησεν. λαβύρινθος δέ ἐστι σπήλαιον
δυσέκβατον ἢ τόπος κοχλιώδης.
591. πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶς ὁ θεὸς τὸν ἄνθρωπον
μιμεῖται. καὶ οἱ μὲν ψιλοῦσι τὸ οἷον, συνάπτοντες αὐτὸ τῷ ἴκελον,
μιμητὴν τῶν ἔργων Ἡφαίστου ποιοῦντες τὸν Δαίδαλον, ἵν᾿ ᾖ τούτῳ
μόνον ὁ Δαίδαλος ἐποίησεν ὅμοιον χορὸν, ὁ δὲ Ἥφαιστος δηλονότι
πολλὰ τοιαῦτα εἰργάσατο. ἢ τάχα ἔξεστιν ἐκεῖνο φάσκειν, ὅτι ἐπεὶ
πρώην διακεχυρισμένως ἐχόρευον ἄνδρες τε καὶ γυναῖκες, οἱ μετὰ
Θησέως σωθέντες ἐκ τοῦ λαβυρίνθου ἠΐθεοι καὶ παρθένοι ἀναμὶξ ἐχό-
ρευσαν, ὅπερ ὁ θεὸς ἐμιμήσατο, οὐ τὴν τέχνην Δαιδάλου. ἴσως δὲ
καὶ διδάσκει ὁ ποιητὴς μιμεῖσθαι τὰ χρηστὰ, εἰ καὶ ἐξ εὐτελῶν εἶεν.
593. ἀλφεσίβοιαι] τέλειαι, θρέμματα ἤδη δεξάμεναι παρὰ μνη- στήρων.
595. ὀθόνας ἐνδυτηρίους πέπλους, παρὰ τὸ ἔσθος, ἐσθόνη τις οὖσα.
596. ἦκα στίλβοντας ἐλαίῳ] οὐ καταλάμπρους, ἀλλ᾿ ἡσυχῆ ὡς
599. ἐπισταμένοισι] ἐπιστημονικοῖς. τὴν δὲ ὀξύτητα τῆς ἐν
κύκλῳ κινήσεως αὐτῶν τροχῷ εἴκασεν· ὀξύτητος γὰρ χάριν τὸ τοῦ
κεραμικοῦ τροχοῦ παράδειγμα, ὅς ἐστι τοῦ ἑτέρου τῇ κινήσει ὀξύ-
τερος. καλῶς δὲ καὶ τὸ ἄρμενον· εἴτε γὰρ μείζων εἴτε ἐλάττων
γένοιτο, ἐμποδίζει τῇ χρείᾳ. καὶ τὸ πειρήσεται θαυμάσιον· οὐ-
δέπω γὰρ ἐργαζόμενον τὸν τροχὸν ἔλαβεν· ἐν γὰρ τῷ ἐργάζεσθαι ὁ
πηλὸς βαρύνων ἐμποδίζει πρὸς τὸ ὀξύ. λέγει δὲ ὅτι ποτὲ μὲν κνκλο-
τερῆ τὸν δρόμον ἐποιοῦντο, ποτὲ δὲ ἀντιμέτωποι ἀλλήλοις γινόμενοι
κατ᾿ ὀρθὸν δι᾿ ἀλλήλων ἔθεον.
604. ἐκ τῆς διαθέσεως τῶν θεωμένων ἐξῆρε τὸ κάλλος καὶ τὴν τέχνην τῶν ὀρχουμένων.
κυβιστητῆρε] οἱ μετὰ κυβιστήσεως ὀρχούμενοι.
609. θώρηκα φαεινότερον πυρὸς αὐγῆς] διὰ τί μὴ πλείονα περὶ τοῦ θώρακος φράζει; φαμὲν ὅτι ἔφθη ἐκφράσαι τὸν Ἀγαμέμνονος θώρακα (ΙΙ. 11, 19), ὃς καὶ αὐτὸς ἡφαιστότευκτος ἦν, καὶ νῦν οὐ φράζει, ὡς καὶ τὴν Πατρόκλου πυρὰν δεινολογήσας τὴν Ἕκτορος παρέδραμεν.
612. τῇ μαλακῇ ὕλη διὰ τὸ εὐποίητον χρῆται. ἑανοῦ δὲ μα- λακοῦ, λεπτοῦ, λαμπροῦ.
613. τὰ πολεμιστήρια ὅπλα ἐκάλεσεν ὁμοίως ἡμῖν. διὰ δὲ τὴν ὑπερβολὴν τῶν κατασκευασμάτων τῷ κάμεν ἐχρήσατο.
615. ἵρηξ ὥς] ὀξεῖαν αὐτῆς τὴν ἀπαλλαγὴν πεποίηκε σπευδούσης
τελειῶσαι τὴν ὑπόσχεσιν τῷ παιδί.
1. ῥοάων] Βοιώτιος ἡ φωνή· ποιοῦσι δὲ καὶ ἀπὸ τῶν εἰς ες
ἀρσενικῶν· “Ἄρτεμι Κρητάων πότνια·” καὶ ἀπὸ τῶν εἰς ος·
3. θεοῦ πάρα δῶρα] τὰ παρὰ θεοῦ δωρηθέντα. διὸ ἀναστρεπτέον, ὡς καὶ τὸ “Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο” (10).
4. περικείμενον] περιπεπλεγμένον· διὸ οὐκ ἀναστρεπτέον τὴν
πρόθεσιν, ὥς φησιν Ἡρωδιανός. μόνον οὐχὶ δὲ διὰ τῆς μεταφορᾶς
τὸν τῷ νεκρῷ προσηλωμένον ἐδήλωσεν. ἐπὶ δὲ τῆς γυναικὸς “ἀμφ᾿
αὐτῷ χυμένη” φησί (284). δαιμονίως δὲ ἀμφότερα καὶ λίαν
μιμητικῶς.
5. κλαίοντα] πάντας τοὺς ἥρωας ἁπλότητος χάριν εὐχερῶς ἄγει
ἐπὶ τὰ δάκρυα. λιγέως δὲ ἡδέως, ὀξέως· “μετὰ γάρ τε καὶ
ἄλγεσιν ἥδεται ἀνήρ” (Od. 15, 399).
7, 8. ἔν τ᾿ ἄρα οἱ φῦ χειρί] διὰ μὲν τῆς λέξεως ταύτης δηλοῖ ὅτι μάταιόν τι καὶ περιττὸν ποιεῖ νεκρῷ συμπεπλεγμένος, διὰ δὲ τοῦ ἐάσομεν ὡς συμπάσχουσα ὑπάγεται τὸν παῖδα.
8. πρῶτα] ἅπαξ. ἰότητι δὲ ὁρμῇ, παρὰ τὸ ἰέναι. πάντα δὲ πρὸς τὸ θεῖον ἀναφέρουσι, καὶ μᾶλλον οἱ ἀτυχεῖς.
11. οἷ᾿ οὔ πώ τις ἀνὴρ] νῦν γὰρ φιλοτιμησάμενος Ἥφαιστος κρείττονα τῶν πρώτων εἴργασται. ὁ δὲ τῶν ὅπλων ἔπαινος χρήσιμος εἰς τὸ διεγεῖραι τὸν φιλότιμον Ἀχιλλέα.
13. ἀνέβραχε] ἀντὶ τοῦ φωνὴν ἀφῆκεν. ἔστι δὲ ἡ λέξις πεποιη- μένη. ὡς τὸ “ἔβραχε δὲ θύρετρα” (Od. 21, 49) καὶ “ἔκλαγξαν ὀϊστοί” (ΙΙ. 1, 56). οὐκ ἄρα οὖν ἔμψυχα ἦν, ἀλλ᾿ ἤχησαν. οἱ δὲ Μυρμιδόνες τὸ κάλλος ἐκπλήττονται, ἀντοφθαλμεῖν μὴ δυνάμε- νοι.
16. ὥς μιν μᾶλλον ἔδυ χόλος] πολλὴ ἡ τῶν ἄλλων ὑπεροχή· οὐ μόνον γὰρ παραμένει, ἀλλὰ καὶ θυμοῦται ὑπὲρ τῆς τῶν Τρώων ἀφαιρέσεως· ἠρέθισται γὰρ τῇ ὁμοιότητι. ἢ ὅτι “αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος” (Od. 16, 294).
17. ὡσεὶ σέλας ἐξεφαάνθη] ὡς πῦρ ἐφάνησαν ὑπὸ τοῦ θυμοῦ.
σέλας δὲ κυρίως τὸ νυκτερινὸν φῶς, ἀφ᾿ οὗ καὶ σελήνη· ἢ πᾶν πῦρ,
παρὰ τὸ σαλεύεσθαι.
18. ἐν χείρεσσιν ἔχων] ψηλαφῶν· οὐ γὰρ εἰς χεῖρας αὐτῷ ταῦτα ἀνετίθετο.
21. ὅπλα μὲν πάντα κοινῶς τὰ συντελοῦντα εἰς χρείαν τινά· νῦν δὲ τὰ πολεμικά φησιν.
ἐν ἑαυτῳ τὸ πρᾶγμα τὴν ὑπερβολὴν ἔχον ὑπεροχὴν οὐκ ἐπιδέ- χεται μείζονα.
24. ἄλκιμον υἱόν] τὸν τότε, οὐ τὸν νῦν· ἁρμόζει δὲ τῇ συμπαθείᾳ
ἡ τῆς ἀλκῆς ὑπόμνησις, καὶ τῆς αἰκίας αὐτὸν ἐλεεῖ. καὶ τὸ “μή μοι”
δὲ πολλῆς ἐστὶ φιλίας καὶ συμπαθείας.
25. μυῖαι καδδῦσαι] ἐντίκτουσι γὰρ αἱ μυῖαί τι ταῖς σαρξὶν, ἐξ
ὧν οἱ σκώληκες γίνονται. χαλκότυπος δὲ ἡ χαλκῷ τετυπωμένη.
συλληπτικῶς δὲ εἶπε πάσας ὠτειλάς· πεσόντα γὰρ πολλοὶ
ἔτρωσαν, ὡς καὶ Ἕκτορα· “οὐδ᾿ ἄρα οἵ τις ἀνουτητί γε παρέστη”
(ΙΙ. 22, 371). ὀξυτόνως δὲ τὰς εὐλάς, ὅπερ ἀπὸ τῆς εἰλήσεως
παρῆκται.
27. *ἀπογυμνωθῇ δὲ καὶ φανερωθῇ ὁ αἰὼν, ἤγουν ὁ νωτιαῖος μυελός.
κατὰ δὲ χρόα πάντα σαπήῃ] ὁ νεκρὸς κατασαπῇ τὸν χρόα Ἀτ- τικῶς δὲ ἔχει ἡ σύνταξις.
30. ἄγρια νῦν τὰ θρασέα καὶ ἀναιδῆ καλεῖ. ἀρηϊφάτους δὲ τοὺς ὑπὸ σιδήρου πεφονευμένους.
32. τελεσφόρον] τὸν εἰς τέλος φέροντα τὰ φυόμενα.
36. ἀλκήν] τινὲς τὴν πανοπλίαν· ἔστι δὲ ὅμοιον τῷ “ἀναιδείην ἐπιειμένε” (ΙΙ. 1, 149).
44. σίτοιο] σῖτος μὲν καλεῖται καὶ ὁ κατειργασμένος καὶ ὁ ἀκα- τέργαστος, πυρὸς δὲ μόνος ὁ ἀκατέργαστος. ἔνδειξιν δὲ τῆς ἀρετῆς Ἀχιλλέως ἔχει ἡ τοῦ τοσούτου πλήθους σύνοδος.
46. ἐξεφάνη] αἰφνιδίως ὤφθη. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.
49. ἔγχει] ἑκάτερος τῷ ἰδίῳ, ὡς τὸ “φεύγωμεν φίλην ἐς πατρίδα γαῖαν” (ΙΙ. 2, 140).
56. ἆρά σοι δοκεῖ τὰ τῆς ἔριδος καλῶς ἡμῖν προκεχωρηκέναι; ὁ
γὰρ Ἡρωδιανὸς τὸν ἦ σύνδεσμον περισπᾷ· ἔστι γὰρ, φησὶν,
ἀρκτικὸς, τῆς κλητικῆς ἀνάπαυσιν δεχομένης. τινὲς δὲ καθ᾿ ὑπερ-
βατὸν αὐτὸν ποιοῦντες συντάσσουσι τῷ ὅτε νῶ περ, ἵνα τὸ ὅλον
τοιοῦτον ἦ· ἄρτι τοῦτο ἀμφοτέροις ἔπλετο ἄρειον ἤπερ ὅτε ἡμεῖς
ἀχνύμενοι μενεήναμεν.
58. ἔριδι μενεήναμεν] ὡς τὸ “ἔριδι συνέηκε” (ΙΙ. 1, 8). πιθανῶς
59. ἐν νήεσσι] παραυτὰ ὅτε ἐνέβη ἐπὶ τῆς νεὼς μετὰ τῆς ἄλλης λείας. δεινοποιεῖ δὲ τὸν λόγον διὰ τὴν Πατρόκλου τελευτήν.
62. ὑφ᾿ ἓν τὸ ἀπομηνίσαντος. ἡ δὲ ἀπό ἀντὶ τῆς ἐπί, ὡς τὸ
“Πριάμῳ ἐπεμήνιε δίῳ” (ΙΙ. 13, 460). ἢ παντελῶς μηνίσαντος.
63. Ἕκτορι] ὁ μὲν Νέστωρ ἔλεγεν “ἦ κεν γηθήσαι Πρίαμος” (ΙΙ. 1, 255)· ὁ δὲ παρωξυμμένος ἀντὶ τοῦ Πριάμου τὸν Ἕκτορα λαμβάνει.
64. δηρόν] τῶν γὰρ κακῶν μόλις ἐπιλανθανόμεθα· διὸ καὶ ἄλαστα
καλοῦνται.
65. προτετύχθαι] προγενέσθαι αὐτὰ λογισώμεθα καὶ μὴ νῦν εἶναι.
68. *ἀσκελέως] ἀντὶ τοῦ ἄγαν σκληρῶς· σκέλλειν γάρ ἐστι τὸ
σκληροποιεῖν, καὶ ὁ σκέλετος κατεσκληκὼς διὰ τὴν ἀσαρκίαν, καὶ
Ἀσκληπιὸς κατὰ στέρησιν ἠπιότητος ὁ διὰ ἰατρικῆς μὴ ἐῶν σκέλ-
λεσθαι. οἱ δὲ ἀπέδωκαν ἀσκελέως ἀδιαλείπτως κατὰ μέμψιν. τὸ
γὰρ ἀσκελὲς ἄβατον, ἀπόρευτον.
69. ὄτρυνον πόλεμόνδε] τὴν ἐξουσίαν τῆς ἐξόδου τῷ βασιλεῖ ἀναφέρει.
71. ἰαύειν] παραυλίζεσθαι. σαρκαστικὸς δὲ ὁ λόγος.
72. ἀσπασίως] ἡδέως, ἢ ἀπροσδοκήτως. τοῦτο δὲ διὰ τὴν σύντονον φυγήν.
*Πορφυρίου. γόνυ κάμψειν] οἱ φεύγοντες τεταμένον ἔχουσι τὸ γό-
νυ, οἱ δὲ καθήμενοι κεκαμμένον. ἀσπασίως οὖν, φησὶ, καθεδεῖταί τις
τῶν φευγόντων ἐκ τοῦ πολέμου, ὃς καὶ ἀναπαύσει αὑτὸν καὶ τὰ
σκέλη, ἐκ τοῦ συντόνου τῆς φυγῆς δρόμου καθίσας.
76. τοῖσι] τούτοις οἷς Ἀχιλλεὺς ἐδημηγόρησεν.
77. αὐτόθεν ἐξ ἕδρης] μὴ ἀναστάς· φησὶ γοῦν ἑξῆς “ἂν δ᾿
Ἀγαμέμνων ἵστατο” (249). ἢ οὐ προελθὼν εἰς μέσην τὴν ἐκκλη-
σίαν, ἵν᾿ ᾖ, ἀναστὰς ἐδημηγόρει οὐκ ἐν μέσοις, ἀλλ᾿ ἐκ τῆς ἕδρας
τῶν βασιλέων. Ἐπαφρόδιτος δέ φησιν ὅτι καθεζόμενος ἐδημηγόρει,
ὅπως μὴ ἔκπυστοι οἱ μῦθοι γένωνται ταπεινοὶ ὅντες· ἢ ὅτι τὸ τραῦμα
αὐτὸν ἵστασθαι οὐκ ἐᾷ.
79. * ἑσταότος μὲν —ἐὼν ἀγορητής] Ἀρίσταρχος οὖν ᾠήθη
ἀποσφάττει. κἂν προσκείμενον δὲ τῷ στίχῳ ᾖ τὸ “αὐτόθεν ἐξ
ἕδρης,” ἀκουσόμεθα ἐκ τοῦ τῶν ἀριστέων συνεδρίου, ὥστ᾿ ἐν ἐκείνοις
ὄντα λέγειν αὐτὸν καὶ οὐκ ἐν μέσῳ τῷ πλήθει. Ἀπολλώνιος μὲν οὖν
ὁ διδάσκαλος ἡμῶν, καὶ αὐτὸς συγκαταθέμενος ὅτι ἕστηκεν ὁ Ἀγα-
μέμνων, παραιτεῖται, φησὶ, τὸν ὑποβολέα ὡς ἂν ἐκ τοῦ αὐτοσχεδίου
λέγειν μέλλων· ἐμοῦ γάρ φησιν ἀκούσατε, καὶ μηδείς μοι ὑποβαλ-
λέτω, ἵν᾿ εἴπω· χαλεπὸν γὰρ τὸ ὑποβαλλόντων ἀκούειν τῷ ἐπιστή-
μονι τοῦ λέγειν. καὶ πῶς γὰρ ἄν τις ἐν πολλῷ ὁμάδῳ ἀκούσειε τοῦ
ὑποβτάλλοντος, ἢ ὁ ἀκούσας εἴποι; ὥστε καὶ λιγὺν ὄντα δημηγόρον,
καὶ δύναμιν ἔχοντα τοῦ αὐτοσχεδιάζειν, βλάπτεσθαι ἐμποδιζόμε-
νον τῷ ἐξ ὑποβολῆς λέγειν ἐν πολλῷ θορύβῳ. εἶχε δ᾿ ἄν τινα λόγον
ἡ ἐξήγησις, εἰ ἐγίνωσκεν ὍΙμηρος τὸ τοιοῦτον εἶδος τῆς δημηγορίας,
λέγω δὲ τὸ ἐξ ἀναγνώσεως καὶ γραφῆς ὑποβαλλόμενον. Ἀλέξανδρος
δὲ ὁ Κοτιαεύς φησι λέγων· καλῶς ἔχει τὸ ἑστῶτος τοῦ δημηγο-
ροῦντος ἀκούειν, καὶ μὴ ὑποκρούειν αὐτὸν καὶ ἐμποδίζειν· τοῦτο γὰρ
σημαίνει τὸ ὑββάλλειν· χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῇ
εἰπεῖν. τὸ γὰρ “χαλεπὸν ἐπιστάμενόν περ ἐόντα” κατὰ Ἀττικὴν
συνήθειαν πλεονάζει τὸ ἐόντα· ἐκείνοις γὰρ ἦν σύνηθες λέγειν “μὴ
προδοὺς ἡμᾶς γένῃ” ἀντὶ τοῦ μὴ προδῷς καὶ “παίζεις ἔχων” ἀντὶ
τοῦ διαπαίζεις. καὶ ἐνταῦθα χαλεπὸν γὰρ ἐπιστάμενόν περ ἐόντα,
ἀντὶ τοῦ τὸν ἐπιστάμενον θορυβεῖσθαι χαλεπὸν, ὡς καὶ τοῦ
ἐπιστήμονος ῥήτορος ἐν θορύβῳ χαλεπῶς δημηγοροῦντος. ἐ μοὶ δὲ
δοκεῖ δύνασθαί τινα οὕτως ἀποδιδόναι τὴν διάνοιαν. ἐκκλησίας
ἀθροισθείσης ὁ Ἀγαμέμνων παύει προοιμιαζόμενος τὸν θόρυβον,
λέγων ὡς ἡ ἐκκλησία οὐ πρὸς αὐτοὺς ἔχει τὴν ἀπότασιν, οὐδὲ δεῖν
νῦν ὑποκρούειν, ζητοῦντας μαθεῖν τίνος ἕνεκα συνεληλύθασιν· χαλεπὸν
γὰρ θορυβεῖν τὸν ἐπιστάμενον τὰ ὄντα. τίνα δὲ ἦν τὰ ὄντα πάντες που
ἐγίνωσκον, ὅτι ἐμήνισαν πρὸς ἀλλήλους Ἀχιλλεὺς καὶ Ἀγαμέμνων
ἀγνοοῦντα, ἢ ζητοῦντα περὶ ὧν οἶδεν ἀκούειν. καὶ ὅτι τοῦτο νοεῖ,
δῆλον δι᾿ ὧν ἐπάγει “Πηλείδῃ μὲν ἐγὼν ἐνδείξομαι, αὐτὰρ οἱ ἄλλοι
σύνθεσθ᾿ Ἀργεῖοι ἠμὲν νέοι ἠδὲ γέροντες.” λέγει γὰρ ὅτι ἡ ἀπότασις
μὲν τοῦ λόγου πρὸς τὸν Ἀχιλλέα ἐστὶν, οὐ πρὸς ὑμᾶς τοὺς εἰδότας
δι᾿ ἃ συνεληλύθαμεν. ἔστιν οὖν ὁ νοῦς· μὴ θορυβεῖτε, ὦ ἄνδρες,
ὑποκρούοντες διὰ τί συνεληλύθαμεν· ἐπίστασθε γὰρ τὰ πάντα, καὶ ὁ
λόγος μοι τὰ νῦν οὐ πρὸς ὑμᾶς, ἀλλὰ πρὸς τὸν Ἀχιλλέα ἔχει τὴν
ἀπότασιν· χαλεπὸν γὰρ τοὺς εἰδότας τὴν αἰτίαν τῆς συνόδου ὡς
μὴ εἰδότας θορυβεῖν, καὶ διὰ τοῦτο ἐμποδίζειν καὶ τῷ λέγοντι καὶ
τῷ ἀκούοντι, πρὸς ὃν ὁ λόγος ὁ παρὼν ἕστηκε. πολλὰ δὲ τοιαῦτα καὶ
παρὰ τοῖς ῥήτορσι προοίμια ἐπιγράφεται πρὸς τοὺς θορύβους.
*εἰδὼς ὁ Ἀγαμέμνων ὅτι μέλλει θορυβεῖσθαι ὡς αἴτιος γεγονὼς φθορᾶς τῇ Ἑλληνικῇ στρατιᾷ, ἡσυχίαν ἑαυτῷ προκατασκευάζει λέγων δύσκολον εἶναι ἐν πολλῷ θορύβῳ διαλέγεσθαι. ἔνιοι δὲ καθεζό- μενον τὸν Ἀχιλλέα ὑπενόησαν δημηγορεῖν.
τινὲς ἐσταότως ἀντὶ τοῦ εὐσταθῶς, ἡσύχως, ἀρκούντως, ἐθε-
λόντως. οἱ δέ φασι τοὺς φιλαχιλλεῖς κραυγάζειν καὶ ὑποκρούεσθαι
τὸν λόγον, ὡς τὸ “τὸν δ᾿ ἄῤ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς”
(ΙΙ. 1, 292). καλὸν οὖν, φησί, σιωπῇ τοῦ ἑσταότος ἀκούειν, καὶ μὴ
διακόπτειν ἐξ ὑποβολῆς τὸν λόγον· ὑββάλλειν γὰρ τὸ ὑποκρούεσθαι
θορύβῳ τὸν λέγοντα.
82. βλάβεται] βλάπτω βλάβω ὡς κρύπτω κρύβω. λέγει δὲ ὅτι κἂν λίαν τίς ἐστι σοφὸς, οἱ δὲ λαοὶ μὴ γλωσσοκρατοῖεν, βλάπτεται καὶ οἷον ἐπιλήσμων τῶν λόγων γίνεται.
83. ἐνδείξομαι] οἷον τὴν ἀπότασιν τῶν λόγων πρὸς Ἀχιλλέα
ποιήσομαι φανερῶς.
οἷον διαλέξομαι καὶ πρὸς αὐτὸν ἀπερείσω τὸν λόγον· ὅθεν καὶ ἀριδείκετος, πρὸς ὅν τις δι᾿ ἀξίωμα τὸν λόγον ἀπερείδει. τὸ δὲ σύν- θεσθε δηλοῖ τὸ κατὰ νοῦν λάβετε. βούλεται δὲ αὐτὸν ταπεινοῖς εὐμενίσασθαι λόγοις, καὶ οὐχ ὑψηγορεῖ.
85. τοῦτον] ποῖον τοῦτον; τὸν “ἄρ τι τόδ᾿ ἀμφοτέροισιν ἄρειον” (56). εὔνοιαν δὲ αὐτοῖς παῤ Ἀχιλλέως πορίζεται ὡς ἀγανακτήσασιν ἐπὶ τῇ ὕβρει αὐτοῦ· ἐλελύπητο γὰρ καὶ εἰς Ἕλληνας ὡς μὴ ἐπαμύναντας τῷ δι᾿ αὐτοὺς ὑβρισθέντι.
86. καί τέ με νεικείεσκον] ὁ γὰρ Νέστωρ φησὶ “σὺ δὲ σῷ
μεγαλήτορι θυμῷ εἴξας, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας” (ΙΙ. 9,
109). Θερσίτης “ὃς καὶ νῦν Ἀχιλῆα, ἕο μέγ᾿ ἀμείνονα φῶτα,
ἠτίμησεν” (ΙΙ. 2, 240). πιθανῶς δὲ οὐκ ἐπὶ ὁπότερον αὐτῶν ἄγει
τὴν αἰτίαν. καὶ νῦν γὰρ οἱ ἀδυνατοῦντες ἀπ᾿ αὐτῆς τῆς ἀληθείας
ἀπολογεῖσθαι τῇ τύχῃ τῆς εἱμαρμένης τὸ ὅλον ἀναφέρουσιν αἴτιον.
87. τινὲς τὸ η ἄρθρον ἐδέξαντο, ἵν᾿ ᾖ ἡ ἐροφοῖτις, παρὰ τὴν ἔραν, ἡ ἐν τῇ γῇ φοιτῶσα ἢ οἷον ἐρεβοφοῖτις. ἄμεινον δὲ γράφειν ἠεροφοῖτις, ὅ ἐστιν ἡ ἐξ ἀφανοῦς φοιτῶσα. οὕτως Ἡρωδιανός.
89. Ἀχιλλῆος γέρας] ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.
90. στικτέον εἰς τὸ ῥέξαιμι καὶ εἰς τὸ τέλος τοῦ στίχου, ἵν᾿ ᾖ
οὗτος μὲν καθολικὸς ὁ λόγος, θεὸς τὸ πάντων ἔχει τέλος, τὸ δὲ
ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστίν, ὡς ἔθος. τὴν δὲ διά ὁ
μὲν Ἀσκαλωνίτης περισσὴν ἡγεῖται, ὁ δὲ Δίδυμος σημαίνειν τὸ
διόλου, ὡς καὶ διαλείτης ὁ διόλου ἁμαρτάνων, ἣ δι᾿ ἑαυτῆς πάντα
τελεῖ. Λεσβοκλῆς δὲ διαιρεῖ εἰς τὸν δή σύνδεσμον καὶ τὸ ἴα ὄνομα,
ἵν᾿ ᾖ μία δὴ θεὸς ἡ Ἄτη τὸ πάντων ἔχει τέλος.
91. πρέσβα Διὸς θυγάτηρ] κατ᾿ εὐφημισμὸν ὁ λόγος, οἷον καθὸ
θεὸς, πρέσβα πᾶσι καὶ τιμία, ἐπεὶ πῶς αὐτὴν οὐλομένην καλεῖ; τὸ
δὲ πρέσβα ἀπὸ τοῦ πρέσβεια συγκέκοπται. συγγνώμην δὲ ἑαυτῷ
ποριζόμενος ὡς θεοβλαβεῖ αὔξει τὴν δαίμονα, ὡς ὑπὸ μεγίστης θεοῦ
βλαπτόμενος, καὶ ἵνα τοὺς ἁμαρτάνοντας μὴ μέμφοιτό τις.
92. ἁπαλοὶ πόδες] λανθάνει γὰρ ἐπιφοιτῶσα· ἢ ὅτι αἱ πρῶται τῆς Ἄτης ἀρχαὶ ἁπαλαί. ὅταν δὲ εἴπῃ “ἡ δ᾿ Ἄτη σθεναρή τε καὶ ἀρτίπους” (ΙΙ. 9, 505), τὴν τοὺς ὑβρίσαντας ἱκέτην μετερχομένην δηλοῖ.
93. κατ᾿ ἀνδρῶν κράατα] οὐ γὰρ πίπτει βλάβη οὐδεμία χαμαὶ,
ἀλλ᾿ εἰς κεφαλήν τινος ἀποσκήπτει τὴν ἀτυχίαν, καὶ ἐπὶ κράατα
βαίνει τὸν νοῦν βλάπτουσα, ὅς ἐστιν ἐν τῇ κεφαλῇ· ἢ ὅτι ταπει-
94. ἕτερον] τὸν ἕνα τῶν παροργισάντων. ἢ οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ ἕτερον.
95. ἐν οἷς ἐλεεινολογεῖται ὑψοῖ ἑαυτὸν, εἰκάζων τῷ μεγίστῳ
θεῷ· μακρολογεῖ δὲ, θεραπεύων Ἀχιλλέα, ὡς οὐκ αὐτὸς αὐτῷ τῆς
ἀπωλείας αἴτιος Πατρόκλου· καλῶς δὲ καὶ ἐκ Πελοποννήσου τὸ
παράδειγμα ἔλαβεν.
96. φάσ᾿ ] ἄδηλα γὰρ τὰ περὶ θεῶν. ἤ φασιν ὅτι καὶ τὸν Ζῆν᾿ ἄσατο, ὅ ἐστιν ἔβλαψεν.
97. διὰ τοῦ θῆλυς οὐ μόνον τὴν φύσιν, ἀλλὰ καὶ τὸ ἀσθενὲς παρέστησεν αὐτῆς τὸ πρὸς τὸν Δία.
100. διαβεβαιούμενος· δεόντως δὲ εἰς τοῦτο ἦλθε τὸ διήγημα·
ὡς γὰρ ἠνιᾶτο Ζεὺς ὁρῶν τὸν Ἡρακλέα ὑποτασσόμενον, οὕτω κἀγώ.
πῶς δὲ τὰ παρὰ θεοῖς οἶδε γινόμενα; ῥητέον δὲ ὅτι κοινὸν ὄντα τὸν
μῦθον παρείληφεν.
103. μογοστόκος] ἡ παραιρουμένη τὸν μόγον τῶν τοκετῶν.
104. ἐκφανεῖ] ἐξαγάγῃ πρὸς τὸ φῶς καὶ φανερώσει, ὅ ἐστι γεννηθῆναι ποιήσει.
105. τῶν] τούτων· λείπει δὲ τὸ τῶν ἄρθρον, ὡς τὸ “εἵνεκα τῆς
ἀρετῆς ἐριδαίνομεν” (Od. 2, 206), ἵν᾿ ᾖ τῆς γενεῆς τούτων τῶν
ἀνδρῶν. μεγάλη δὲ παραίνεσις πρὸς τὸ μὴ ἐπιορκεῖν, εἴ γε καὶ
ἀμφιβόλου ὄντος τοῦ “ἐξ ἐμεῦ αἵματος” —δηλοῖ γὰρ καὶ υἱοὺς καὶ
ἀπογόνους—οὐ παρέβη ὁ Ζεὺς τὸ ἐπάγγελμα.
αἵματος] μεταφορικῶς ἀντὶ τοῦ γένους, ὡς καὶ παῤ ἡμῖν ἔτι
λέγεται, ὁ γὰρ παῖς οὗτος αἷμά μού ἐστιν.
107. εἰκότως ψεύδεσθαι αὐτόν φησιν, ἐρεθίζουσα ἐπὶ τὸν ὅρκον.
108. διὰ τί μὴ νεῦσαι αὐτὸν κελεύει; ἢ τάχα φοβουμένη μὴ μετατεθῇ, ἐπὶ τὸ ἰσχυρότερον ἔρχεται.
110. μετὰ ποσσὶ γυναικός] μεταξὺ τῶν τῆς γυναικὸς ποδῶν. εὐσχημόνως δὲ καὶ σοφῶς ἀνήνεγκε τὴν λοχείαν.
115. ᾔδη] ᾔδεεν ἡ Ἥρα.
116. Περσηϊάδαο] πέντε γὰρ παῖδες γεγόνασι Περσέως, Ἀλκαῖος Ἠλεκτρύων, Μήστωρ, Ἕλειος, Σθένελος, οὗ Εὐρυσθεύς.
117. μείς] Ἰωνικόν ἐστι, καὶ κλίνεται τῷ μήν ὁμοίως.
118. *ἡ πρό δηλοῖ τὸ πρὸ τοῦ δέοντος. καὶ ἠλιτόμηνον δὲ καλεῖ τὸν ἡμαρτηκότα τῶν δεόντων μηνῶν.
*ἠλιτόμηνον] ἤγουν τῶν θ. ἑπταμηνιαῖος γὰρ ὁ Εὐρυσθεὺς ἦν. ἀλιτεῖν οὖν τὸ ἀποτυχεῖν.
119. Εἰλειθυίας] ὠδῖνας κατὰ μετωνυμίαν, ὡς Ἄρης ὁ σίδηρος
καὶ τὸ πῦρ Ἥφαιστος.
*Ζεὺς μιγεὶς τῇ Ἠλεκτρύονος Ἀλκμήνῃ (ὃν τρόπον, εἴρηται ἐν τῇ
Ξ) ἔγκυον κατέστησε, μελλούσης δὲ τίκτειν ὤμοσεν ἐν θεοῖς τὸν
ἐκείνῃ τῇ ἡμέρᾳ γεννηθέντα τῶν ἐξ αὑτοῦ βασιλεύσειν. Ἤρα δὲ
ζηλοτύπως διατεθεῖσα τὰς μὲν Ἀλκμήνης ὠδῖνας ἐπέσχεν, Ἀντιβίαν
δὲ, ἥν τινες Νικίππην εἶπον, τὴν Σθενέλου γυναῖκα, κυοφοροῦσαν
Εὐρυσθέα ἑπτάμηνον τεκεῖν ἐποίησεν· ὅθεν καὶ τὰ ἑπτάμηνα γεννώ-
μενα ζωῆς μοῖραν εἴληχε. βασιλεύων δὲ Εὐρυσθεὺς Ἡροκλεῖ τοὺς
ἄθλους ἐπέτασσεν, οὓς τελειώσας κατὰ τὰς Ἀθηνᾶς καὶ Ἀπόλλωνος
ὑποσχέσεις ἀθανασίας μετέλαβεν. ἡ ἱστορία παρὰ Ῥιανῷ.
120. ἀγγελέουσα] μέλλουσα ἀπαγγέλλειν τὰ γεγονότα.
123. βέλτιον στίζειν εἰς τὸ Περσηῖάδαο, καὶ καθ᾿ ἑαυτὸ τὸ σὸν γένος ἐᾶν, ἵνα λείπῃ τὸ ἐστίν.
126. * λιπαροπλοκάμοιο] εὐτρίχου.
οἱ μὲν, ἀπὸ τῆς ἑαυτοῦ κεφαλῆς τῆς λιπαροπλοκάμου εἷλε τὴν
Ἄτην· φησὶ γὰρ (93) “ἀνδρῶν καὶ θεῶν κράατα βαίνει.” ἀλλ᾿
οὐδέποτε πλοκάμους ἐπὶ ἀνδρὸς εἶπε. τί οὖν ἐστὶ τὸ “πλοχμοί θ᾿
οἱ χρυσῷ τε καὶ ἀργύρῳ” (ΙΙ. 17, 52): οἱ δὲ τὸ κεφαλῆς λιπα-
ροπλοκάμου ἐπὶ τῆς Ἄτης ἤκουσαν· ἀλλ᾿ οὐδέποτε κεφαλῆς
ῥιπτοῦνται παῤ Ὁμήρῳ, ἀλλ᾿ ἢ ποδὸς, ὡς Ἥφαιστος (ΙΙ. 1, 591),
ἢ χειρὸς, ὡς Ἀστυάναξ (ΙΙ. 24, 735) “ῥίψει χειρὸς ἔχων ἀπὸ
πύργου.” ἐροῦμεν δὲ ὅτι ἐκεῖνοι ἄρρενες ἦσαν· ἄτοπον δὲ γυναικὶ
ῥίπτεσθαι ποδός. λιπαροπλόκαμος δ᾿ ἡ Ἄτη, ὅτι ξηρασίας αἰτία
τοῖς βλαπτομένοις, ὡς καὶ Ὕπνος γρηγορῶν τοὺς ἄλλους ὑπνοῦν
ποιεῖ.
131. ἔργ᾿ ἀνθρώπων] τὴν γῆν· ταύτην γὰρ ἐργάζονται οἱ ἄνθρω- ποι. εἰς Ἴλιον δὲ ἡνέχθαι φασὶν, ἀφ᾿ οὗ καὶ Ἄτης λόφος.
132. τήν] δι᾿ ἥν. ἐπαινετέον δὲ τὸ ἀψευδὲς Διός· οὐ γὰρ εἶπεν ὡς Εὐριπίδης (Hippol. 611) “ἡ γλῶσσ᾿ ὀμώμοκεν.”
139. ἄλλους] ἢ σύμπαντας (ἀποδίδωσι γὰρ αὐτῷ πάλιν τὴν στρατηγίαν) ἢ τοὺς Μυρμιδόνας πάντας.
140. παρασχεῖν] ἀντὶ τοῦ παράσχω· ἢ λείπει τὸ ἕτοιμός εἰμι.
μεγαλοφρόνως δὲ καίτοι αὐτοματίζοντι Ἀχιλλεῖ δῶρα δίδωσιν.
141. χθιζός] τῇ νυκτὶ τῆς χθὲς ἡμέρας· οὐ γὰρ ἄλλως τὸ χθὲς συμ- φωνήσει. φαίνεται οὖν εἰδὼς προϋποστᾶσαν τὴν νύκτα τῆς ἡμέρας.
142. Ἄρηος] ἀπὸ τοῦ πολέμου εἰς τὸν πόλεμον.
143. οὐδαμοῦ τῆς Ἰλιάδος θεράποντας καλεῖ τοὺς δούλους, ἀλλὰ
τοὺς ὑποδεεστέρους καὶ ὑπηρετικοὺς τῶν φίλων. τὸ δὲ οἴσουσι
συλληπτικῶς· τὰ γὰρ ἔμψυχα οὐ φέρονται, ἀλλὰ ἄγονται.
147. ὑποστικτέον εἰς τὸ ἐθέλῃσθα, τοῦ παρασχέμεν ἀντὶ τοῦ παράσχε κειμένου καὶ τοῦ ἐχέμεν ἀντὶ τοῦ ἔχε. ἡ δὲ ἔπειτα συλ- λαβὴ παροξυνομένη (148) σημαίνει τὸ πάρεστιν.
148. ὑποστικτέον εἰς τὸ ἐχέμεν· καλῶς δὲ καὶ δέχεσθαί φησι τὰ δῶρα, ἵνα μὴ εὐτελίζειν αὐτὰ δοκῇ. καὶ συγχωρεῖν, ὅπως μὴ ἐπὶ μισθῷ πολεμοίη, ἀλλ᾿ ἐπὶ ἐκδικήσει τοῦ φίλου.
149. κλοτοπεύειν] τινὲς καλολογεῖν, οἱονεὶ κλυτεπεύειν. ἢ κλέπ- τειν τὴν μάχην.
*ἢ ὡς ἔνιοι, στρατεύεσθαι· τουτέστιν οὐ χρὴ ἐνταῦθα ὄντας στρα- τεύεσθαι, ἀλλ᾿ ἐν τῷ πολέμῳ.
150. μέγα ἔργον] τὸ ἀναιρεθῆναι Ἕκτορα καὶ δίκην ὑπὲρ Πατρό- κλου λαβεῖν.
151. ὡς κέ τις αὖτ᾿ Ἀχιλῆα] ὅπως ἂν ἐμέ. ἠθικῶς δὲ ἑαυτὸν
ὀνομάζει· ἐμὲ, φησὶν, Ἀχιλλέα, ὃν οὐ προσεδόκων οἱ Τρῶες φανή-
σεσθαι.
152. ὑποστικτέον εἰς τὸ φάλαγγας. ὁ δὲ λόγος οὕτως· οὕτως δέ τις ὑμῶν μαχέσθω, ὡς ἂν ἐμὲ Ἀχιλλέα ἴδοι Τρώων ὀλέκοντα φάλαγγας, μεμνημένος τοῦ μιμεῖσθαί με.
154. Ὀδυσσεύς] Νέστωρ σιωπᾷ· ὕποπτος γάρ ἐστι τῷ Ἀχιλλεῖ διὰ τὸν θάνατον Πατρόκλου.
156. νήστιας] οὐ δι᾿ ἑαυτὸν, ἀλλὰ τοὺς συμπαρόντας ἀσίτους
λέγει. ἐπαίρει δὲ Ἀχιλλέα, προτάσσων τὸν ἔπαινον. καὶ ὁ μὲν ὡς
160. ἀλλὰ πάσασθαι ἄνωχθι] τοῦτο εὐπρεπῶς· οὐ γὰρ ἀντιλέγει
καθάπαξ, ἀλλὰ τὰ τοῦ συμβούλου πράττει, τὴν μὲν ἐξουσίαν τοῦ
παντὸς ἀπονέμων Ἀχιλλεῖ, παρακαλῶν δὲ ἐπιμεληθῆναι ἐπιτρέψαι
τοὺς στρατιώτας.
163. ἄκμηνος σίτοιο] ἄγευστος, παρὰ τὴν ἀκμήν· οὕτω δὲ Αἰο-
λεῖς τὴν ἀσιτίαν λέγουσιν. οἱ δὲ, μὴ παραβαλὼν ἐν ἀκμῇ ἀρίστου.
οἱ δὲ, ἀκμάζων ἐν ἀσιτίᾳ. ἢ ὁ χωρὶς ἰκμάδος ὁ ξηρός.
165. λάθρη] ἀντὶ τοῦ κατὰ μικρόν.
166. Ἴωνες δίψα, Ἀττικοὶ δίψος.
167. ὃς δέ κ᾿ ἀνὴρ οἴνοιο κορεσσάμενος] καὶ Πλάτων ἐν τοῖς νόμοις
φησὶ πιόντα τὸν ἄνθρωπον ἱλεώτερον ἢ πρότερον γίνεσθαι, ἀγαθῶν
τε ἐλπίδων καὶ δυνάμεως πληροῦσθαι· παρρησίας γὰρ μεστοῦται
καὶ ἐλευθερίας πάσης καὶ ἀφοβίας, ὡς πρᾶξαί τι ἀόκνως ἔχει· ὅθεν
Λακεδαιμόνιοι ἀκρατοποτοῦντες ὁπλίζονται.
170. πρὶν πάντας ἐρωῆσαι πολέμοιο] πρὶν παύσασθαι τῆς μάχης. οἱ δὲ παροξύνουσι τὸ ἐρωῆσαι ἀντὶ τοῦ ἐρωήσειεν.
171. ἄνωχθι] πάλιν ἠθικῶς ἐπ᾿ ἐκείνῳ τὴν ἐξουσίαν καταλείπει τοῦ κελεῦσαι, ὡς ἂν μὴ δοκοίη ἐξ ἐπιτάγματος τούτου ταῦτα συγ- χωρεῖν, ἀλλ᾿ ἑκουσίως πεισθεὶς ὁ Ἀχιλλεύς.
172. ὅπλεσθαι] ἐκ τοῦ ὁπλέεσθαι συγκέκοπται· φησὶ γὰρ “ὥπ- λεον” (Od. 6, 73) ἀντὶ τοῦ ἡτοίμαζον.
τὰ δὲ δῶρα] εἰκότως περὶ τῶν δώρων ὑφηγεῖται, τὸ κεκρυμμένον σαφηνίσαι βουλόμενος· αὐτὸς γὰρ πρεσβευσάμενος σπεύδει δι᾿ ἑαυ- τοῦ ἀποδοθῆναι αὐτά. καὶ εἰδὼς αὐτὸν φιλοῦντα Βρισηίδα διὰ προ- φάσεως αὐτὴν ἄγει.
174. σὺ δὲ φρεσὶ σῆσιν ἰανθῇς] γενναίως χρῆται τῷ διανοήματι·
οὐ γὰρ ἔφη ὡς ἂν πλουσιώτερος γένῃ, ἀλλὰ τὸ τῆς τιμῆς προβάλ-
λεται. ἰανθῇς ἤτοι διαχυθεὶς εὐφρανθῇς διὰ τὴν τιμήν. τούτῳ τῷ
διανοήματι ἁρμόττει καὶ τὸ ἵνα πάντες Ἀχαιοὶ ὀφθαλμοῖσιν
δωσιν· ἡδὺ γὰρ τὸ ἐπὶ πολλῶν φαίνεσθαι τιμώμενον.
175. ὀμνυέτω δέ τοι] καὶ τὸ τὸν Ἀγαμέμνονα ἀρχόμενον τοῦ
λόγου τοῦτο προσθεῖναι μειρακιῶδες ἂν ἐφάνη, καὶ τὸ τὸν Ἀχιλλέα
τοῦτο ἀπαιτεῖν πάνυ ἀναίσχυντον καὶ τῷ καιρῷ οὐχ ἁρμόττον, κει-
μένου Πατρόκλου περὶ τῆς παλλακίδος ἀκριβολογεῖσθαι. ἄκρως οὖν
ὁ διαλλακτὴς τὸ παῤ ἀμφοτέρων σιωπηθὲν ἐξελέγχει, ὅλως πεῖσαι ὁ
τὸν Ἀχιλλέα σπουδάζων ἀποθέσθαι τὴν πρὸς Ἀγαμέμνονα μῆνιν·
μέμνηται γὰρ ὧν παρὰ τὴν πρεσβείαν ἔλεγε “τῇ παριαύων τερ-
πέσθω” (ΙΙ. 9, 336). ὅτι δὲ καὶ Ἀγαμέμνων ἑτοίμως εἶχεν ὀμόσαι
δῆλον ἐξ ὧν ὑπισχνεῖται τοὺς πρέσβεις ἐκπέμπων “καὶ ἐπὶ μέγαν
ὅρκον ὀμοῦμαι μήποτε τῆς εὐνῆς ἐπιβήμεναι” (ib. 132). καλῶς οὖν
συνιστὰς αὐτοῦ τὴν σωφροσύνην ἐπὶ τοῦ στρατοῦ φησὶν “ὀμνυέτω
δέ τοι ὅρκον.” ὅθεν καὶ ὁ βασιλεύς φησι “χαίρω σεῦ, Λαερτιάδη,
τὸν μῦθον ἀκούσας” (185).
179. δαιτί] πρὸς τὸ μὴ ἄσιτον αὐτὸν ἐξελθεῖν. σεμνοποιεῖ δὲ τὴν τροφὴν, βασιλικὴν ἑστίασιν αὐτὴν καλῶν.
180. δίκης] τοῦ δικαίου, ἵνα μηδὲν δέῃ σοι τοῦ δικαίου. τὰ δῶρα διὰ τὴν ἄμυναν, ὅρκον διὰ τὴν ἐρωμένην, ἑστίασιν διὰ τὴν ὕβριν.
181. σὺ δ᾿ ἔπειτα] ἐπειδὴ μικροπρεπῆ καὶ ἀγανάκτησιν φέροντα
ἐπέταξε τὸ ὀμόσαι περὶ τοῦ παλλακιδίου, ἄκρως αὐτὸν ἐπάγεται, ὅτι
καὶ αὐτῷ συμφέροντα συνεβούλευσεν· ὑφιστάμενος γὰρ τὴν ἐπὶ τῇ
ἀναιρέσει τοῦ ἠδικημένου ἐπακολουθήσασαν αἰσχύνην ἀποσχήσῃ καὶ
εἰς τὸ ἑξῆς τῆς πλημμελείας. νῦν οὖν, φησὶ, τὰ δίκαια ποιήσας καὶ
περὶ ἄλλον ἔσῃ δικαιότερος.
183. *ἄνδῤ ἀπαρέσσασθαι] ἀμφίβολον διὰ τὴν αἰτιατικήν. ἔστι
δὲ ὁ λόγος περὶ τοῦ βασιλέως, ὅτι οὐκ ἔστι νεμεσητὸν, εἰ βασιλεὺς
ἄνδρα βλάψας καὶ τῆς ἀδικίας προϋπάρξας ἀπαρέσεται αὐτόν. ἔστι
δὲ τὸ ἀπαρέσσασθαι τὸ τῆς ἀρᾶς ἀπᾶραι, τουτέστι τῆς βλάβης
ἀπαλλάξασθαι καὶ ἐξιλάσασθαι.
χαλεπήνῃ] χαλεπότητος καὶ ἀδικίας ἄρξῃ. θαρρούντως δὲ ταῦτά
φησιν Ὀδυσσεὺς, ὅτι πολλάκις ἀκήκοεν Ἀγαμέμνονος (ΙΙ. 2, 378)
“ἐγὼ δ᾿ ἦρχον χαλεπαίνων.”
189. τέως] ἐν τοσούτῳ, ἐν ὀλίγῳ, δίχα τοῦ πέρ. καὶ βραχὺ διασταλτέον ἐπὶ τὸ τέως πρὸς τὸ σαφὲς, καὶ ἵνα διὰ τῆς σιωπῆς τοῦ χρόνου τὸ μέρος σώζηται. ἐν δὲ ταῖς εἰκαιοτέραις μετὰ τοῦ πέρ.
190. μίμνετε δ᾿ ἄλλοι πάντες] φιλοδοξῆσαι γὰρ θέλει, ὑπὲρ πάν-
των τὰ δῶρα ἐπὶ πάντων διδούς.
197. περὶ ἀφροδισίων ὀμνὺς κάπρον θύει, ἢ ὡς μὴ ἐγνωσμένου τοῖς Ἕλλησι τοῦ περὶ Ἀδώνιδος μύθου, ἢ ὅτι περὶ τοῦ μὴ συγγεγο- νέναι ὄμνυσι, τὸ ἐναντίον θύων. πρὸς δὲ τὰ ὁρκία τρισίν ἐχρῶντο Ἀττικοὶ, κάπρῳ, κριῷ, ταύρῳ.
ταμέειν] λείπει τὸ ὥστε. τῶν δὲ ὁρκίων ἐτέμνοντο τοὺς λαιμούς·
ὅθεν καὶ ὁρκιοτομεῖν ἔλεγον.
201. μεταπαυσωλή] ἡ μετὰ ταῦτα ἀνάπαυσις.
202. μένος] ἡ κατὰ τῶν πολεμίων ὀργή. τὸ δὲ ᾖσιν ἀντὶ τοῦ ὑπάρχῃ.
203. οἱ μέν] ἵνα μὴ δοκῇ διὰ Πάτροκλον μόνον πολεμεῖν, ἀλλὰ
καὶ τοὺς λοιποὺς, κοινοποιεῖ τὸν λόγον.
205. ὑμεῖς] πρὸς Ὀδυσσέα καὶ Ἀγαμέμνονα.
207. νήστιας ἀκμήνους] νῆστις μὲν ὁ οὐ πάντως λιμώσσων, ἄκμηνος δὲ ὁ εἰς ἀκμὴν ἥκων τοῦ πεινῆν καὶ δεόμενος τοῦ φαγεῖν.
208. ἡ μετά τὸ μετὰ εὐφροσύνης καὶ χαρᾶς τῆς ἐκ τῆς ἥσσης
τῶν πολεμίων γενησομένης.
τισαίμεθα] ἐκπράξαιμεν, ἀπαιτήσαιμεν.
209. ὅπως ἂν ἔμοιγε] εἰ καὶ ὑμῖν, ἀλλ᾿ οὐκ ἐμοί.
212. * κεῖται ἀνὰ πρόθυρον] κεῖται ἐπὶ τὴν θύραν ὁρῶν, ὅ ἐστι
τετραμμένους ἐν αὐτῇ ἔχων τοὺς πόδας. οὕτω γὰρ τίθενται οἱ νεκροὶ
διὰ τὸ ἐξερχομένους τοῦ ἀνθρωπίνου βίου μηκέτι ἀναστρέφειν εἰς
τοὺς οἴκους.
πρὸς τὴν θύραν ὁρῶν, ὡς ἔθους ὄντος τούτου. προὐτίθεσαν δὲ αὐ- τοὺς, εἶτα ἔθαπτον, εἶτα ἐτυμβοχόουν, εἶτα ἐκτέριζον.
216. ὦ Ἀχιλεῦ] ἤρξατο μὲν ὡς ἄν τις μάλιστα θεραπεύσειε
νέον φιλότιμον, προεπαινέσας δὲ ἀνεπιφθόνως ἑαυτῷ ἀποδίδωσι τὰ
τῆς φρονήσεως, διὰ γῆρας τοῦτο φάσκων ἔχειν, ᾧ εἶξέ γε ὁ νεώ-
τερος ἐλπίδι τοῦ ἔσεσθαι συνετώτερος γεγηρακώς.
218. θαυμασία καὶ διαβόητος ἡ στιγμὴ ἡ εἰς τὸ προβαλοί-
μην, καὶ ἀναφέρεται εἰς Ἀριστοκλέα· ἀπρεπὲς γὰρ δοκεῖ αὐτῷ τὸ
πολλόν τοῖς ἡγουμένοις συνάπτειν. ἐμοὶ μέντοι οὐδεμίαν ἀπρέπειαν
ἐμφαίνειν δοκεῖ· τὴν γὰρ ἐναντίαν ἀρετὴν ἀπένειμεν Ὀδυσσεὺς
Ἀχιλλεῖ. ὡς γὰρ τῷ “κρείσσων εἶς ἐμέθεν καὶ φέρτερος” πρόσ-
κειται τὸ “οὐκ ὀλίγον περ,” οὕτως κἀνθάδε τὸ πολλόν. βέλτιον οὖν
ἐκείνων ἐπιδεύεαι ἀνδρῶν” (ΙΙ. 5, 636).
220. μύθοισιν] τοῖς ἀπὸ τῶν λόγων προστασσομένοις ἔργοις.
222. ὁ τρόπος μικτὴ ἀλληγορία· εἰ γὰρ εἶπε “ταμίης καρποῖο
τέτυκται,” τελεία ἦν ἀλληγορία. ἄμητος δὲ ὁ καιρὸς τοῦ ἀμᾶν
προπαροξυτόνως, ὡς καὶ παῤ Ἡσιόδῳ “ἄρχεσθ᾿ ἀμήτοιο” (0. 382)·
ὀξύνεται δὲ αὐτὸς ὁ καρπός· ὁ δὲ νοῦς ὅλος οὕτως· ὅταν κλῖμα καὶ
τροπὴ τῆς μάχης γένηται, ἐν ὀλίγῳ διώξαντες χρόνῳ πολλὰ κατα-
βαλοῦμεν τῶν πολεμίων σώματα.
*Πορφυρίου. ζητοῦσι τίνα νοῦν ἔχει τὰ ἔπη ταῦτα ᾐνιγμένα ὑπὸ
τοῦ Ὀδυσσέως “αἶψά τε φυλόπιδος—τέτυκται” ἐπεὶ ἡ ἄμητος
λέξις σημαίνει καὶ τὸν χρόνον ἐν ᾧ ἀμῶσι, τουτέστι τὸν θερισμὸν,
σημαίνει δὲ καὶ τὸν ἀμώμενον καρπὸν, καθ᾿ ἑκάτερα τῶν δύο σημαινο-
μένων ἐκδεξάμενοι πειραθῶμεν τῶν δύο σαφῆ ποιῆσαι τὴν διάνοιαν.
ἔσται τοίνυν ἐκ τοῦ σημαινομένου δῆλον ὡς καλάμη μὲν λέγεται τὸ
τῶν ἀποθνησκόντων πλῆθος, ἀμητὸς δὲ καὶ καρπὸς οἱ σωζόμενοι. φησὶν
οὖν ταχέως κόρον γίνεσθαι ἐκείνης τῆς μάχης, ἐν ᾗ πολὺς μὲν ὁ πίπτων,
ὀλίγοι δὲ οἱ σωζόμενοι· ἐξ οὗ δηλοῦται ὅτι τῆς σφοδροτάτης μάχης
ἐν ταύτῃ ταχὺς ὁ κόρος, καὶ μάλιστα ὅταν τύχῃ τις διὰ λιμὸν
ἠσθενηκώς· ἐν ᾧ δ᾿ ἂν οὖν πολέμῳ κλίναντος τοῦ Διὸς τὴν νίκην καὶ
ἑτερορρεποῦς τῆς μάχης γεγονυίας πολὺς μὲν ᾖ ὁ ἀναιρούμενος, ὀλί-
γος δὲ ὁ περισωζόμενος, κόρος ἐνταῦθα ταχέως γίνεται, τῶν μὲν
καλάμην πολλὴν ἐκλεγόντων, ἀμητὸν δὲ καὶ καρπὸν ὀλίγον ἐώντων.
τὴν δὲ καλάμην καὶ τὸν καρπὸν ἐπὶ τῶν τραπέντων ἀκουσόμεθα, ὧν
πολὺς μὲν ὁ ἀποθνήσκων, ὃς τέτακται ἐπὶ τῆς καλάμης, ὀλίγος δὲ ὁ
διασωζόμενος, ὃς τέτακται ἐπὶ τοῦ καρποῦ· τὸν δὲ κόρον ἴσχει
ταχὺν τοὺς ταῦτα δρῶντας καὶ νικῶντας, οἱ τοῖς ἀμηταῖς εἶεν ἂν
ἀνάλογοι. οὕτως ἄρα δὴ ἐπὶ τῶν αὐτῶν τὸ ἀμητὸς ὀλίγιστος ἀκου-
στέον· οὐκέτι γὰρ ἑτερορρεπὴς ἔσται ἡ μάχη. οὐδ᾿ οἱ μὲν νικῶντες,
οἱ δὲ ἡττώμενοι, ἀλλ᾿ ἐπ᾿ ἴσης ἀμφοῖν πολλὴ μὲν ἡ καλάμη, ὀλίγος
δὲ ὁ καρπὸς, καὶ οἱ ἀμῶντες ζητηθήσονται. κἂν ἄμητον δὲ ἐπὶ τοῦ
ἔσεσθαί φησι τοῖς διώκουσιν ἅμα καὶ παίουσι καὶ φονεύουσι, καὶ
κόρον αὐτίκα λήψεσθαι νήστις ὄντας. ἐνδείξασθαι δὲ ταῦτα μᾶλλον
καὶ αἰνίξασθαι βούλεται ἢ φανερῶς λέγων δόξαν κολακείας ἀπενέγ-
κασθαι. λέγει οὖν, ἐν ὀλίγῳ χρόνῳ τροπῆς γενομένης τῶν πολεμίων,
πολλῶν ἀναιρουμένων ἐκ πρώτης καὶ βραχείας τῆς συμβολῆς, αἶψα
κόρος ἡμῖν γίνεται, ἐὰν μὴ τύχωμεν τὸν μέλλοντα κάματον διὰ τῆς
τροφῆς προανακτησάμενοι. πεποίηται δὲ τὴν ἀλληγορίαν ὁ ποιητὴς
ἐκ τῆς παραβολῆς ἐκείνης “οἱ δ᾿ ὥστ᾿ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ᾿ ἄρουραν πυρῶν ἢ κριθῶν, τὰ
δὲ δράγματα ταρφέα πίπτει” (ΙΙ. 11, 67). εἶτ᾿ ἀνταποδίδωσιν “ὣς
Τρῶες καὶ Ἀχαιοὶ ἐπ᾿ ἀλλήλοισι θορόντες δηΐουν, οἱ δ᾿ ἕτεροι μνώοντ᾿
ὀλοοῖο φόβοιο” (ib. 70). ἀλλ᾿ οὗτοι μὲν τὸν ἄμητον παρέτειναν ἰσό-
παλοι ὄντες· ἐφ᾿ ἧς δ᾿ ἂν μάχης τροπὴ γένηται ἐκ μικρᾶς συμβολῆς
καὶ ὀλίγου ἀμήτου, ταχὺς ὁ κόρος τοῖς ἀναιροῦσι καὶ τὴν καλάμην
πολλὴν ποιοῦσιν, εἰ μὴ τύχωσι τὴν ἰσχὺν διὰ τῆς τροφῆς αὐταρκῆ
παρασκευάσαντες. μήποτε δὲ ὁ ἄμητος οὐ τὴν ἐπικαρπίαν, ἀλλὰ
τὸν χρόνον τῆς ἐνεργείας δηλοῖ· αὐτὸς γὰρ ὁ Ὀδυσσεὺς πρὸς τὸν
Ἀχιλλέα ταῦτα προεῖπεν· “οὐ γὰρ ἀνὴρ—ἐρωῆσαι πολέμοιο”
(162—170)· ὀλίγος οὖν ἄμητος καὶ ὁ χρόνος ὁ τοῦ ἀμᾶν γίνεται
καὶ τοῦ πλείστην καλάμην ἔχειν καὶ πολλοὺς ἀναιρεῖν, τροπὴν τοῦ
Διὸς ἐμβαλόντος τοῖς πολεμίοις, ἐὰν μὴ τύχωσιν οἱ ἀναιροῦντες
τροφῆς μετειληφότες, ἵν᾿ ᾖ ὁ λόγος, ἐν ἡ δ᾿ ἂν μάχῃ ἐν ὀλίγῳ
χρόνῳ πολὺς ᾖ ὁ ἀναιρούμενος τροπῆς γενομένης, εὐθέως ἐν ταύτῃ
ὁ κόρος. διὸ δεῖ ἰσχύειν τοὺ βουλομένους ἐπὶ πλέον τυχεῖν τῆς
νίκης.
καλάμην τοὺς νεκρούς.
226. ἐπήτριμοι] ἀπὸ τῶν ἐν τοῖς ὕφεσιν ἐπαλλήλων στημόνων ἡ μεταφορὰ, ἃ ἤτρια καλοῦνται καὶ ἕτερα ἐφ᾿ ἑτέροις ἐστίν.
227. πόνοιο] τοῦ ἐν πολέμῳ ἔργου.
228. καταθάπτειν] ἀντὶ τοῦ καίειν. καὶ ἡ Πατρόκλου ψυχὴ ὅτε φησὶ “θάπτε μ᾿ ὅττι τάχιστα” (ΙΙ. 23, 71), ἀντὶ τοῦ καῖέ με. οὐ πάντα δὲ λέγει νεκρὸν, ἀλλὰ τοὺς ἐν πολέμῳ.
229. ἐπ᾿ ἤματι] ἐπ᾿ αὐτῇ τῇ τῆς ταφῆς ἡμέρᾳ. ταῦτα δὲ πρὸς
παραμυθίαν τὴν ἐπὶ Πατρόκλῳ φησί. βραχὺ δὲ διασταλτέον εἰς τὸ
ἔχοντας.
230. πολέμοιο] λείπει ἡ ἔκ. ἡ δὲ περί πρὸς τὸ λίπωνται.
231. ὄφῤ ἔτι μᾶλλον] τοσοῦτον εἰς ἀρετὴν ὁ ποιητὴς ὁρᾷ, ὅτι καὶ τὴν ἀναγκαίαν τροφὴν ταύτης ἕνεκα δεῖν προσφέρεσθαί φησι.
233. μηδέ τις] μή τις τῶν λαῶν τὴν ἐξ ἑτέρου ὀτρυντὺν ἐκδε- χέσθω, ἀλλ᾿ αὐτοκέλευστος ἐξίτω. ἔστι δὲ ἡ λέξις Ἀντιμάχειος· χαίρει δὲ καὶ Ἐρατοσθένης ταῖς τοιαύταις ἐκφοραῖς, ὡς τὸ “πολλὴ ἀντιμαχητύς.”
235. κακὸν ἐκείνῳ τῷ περιμένοντι.
238. ὀπάσσατο] διὰ φωνῆς ἐπεσπάσατο τὴν ὄπα. ἢ ὀπαδοὺς ἔλαβεν. ἢ δι᾿ ὀφθαλμῶν προσελάβετο, παρὰ τοὺς ὦπας.
245. ἀμύμονα] κρεῖσσον τῶν ἔργων ἐστὶ τὸ ἐπίθετον.
252. χείρεσσι] τῇ μὲν γὰρ λαιᾷ ἀντελάβετο τοῦ κουλεοῦ, τῇ δὲ
δεξιᾷ τῆς λαβῆς. μάχαιραν δὲ τὴν παραξιφίδα, ἣν νῦν ζωνομά-
χαιραν καλοῦσιν.
254. ἀπὸ τρίχας ἀρξάμενος] ἀπήρχοντο τῶν τριχῶν τοῖς θεοῖς, ὅτι κοσμοῦσιν ἡμᾶς αἱ τρίχες καθ᾿ ὅλου τοῦ σώματος, ἢ ὅτι ἐπὶ ἐσθῆτος τετριχωμένοις οὐκ ἐχρῶντο δέρμασιν.
257. εὐξάμενος] εὐχόμενος· εὔχετο γὰρ, οὐκ ἤδη εὔξατο.
258. ἴστω] μαρτυρείτω, ὅθεν καὶ ἴστωρ ὁ μάρτυς. φοβεραὶ δὲ αἱ ἀραὶ, ζῶντι μὲν κινδύνους ἐπάγουσαι ἐκ Διὸς καὶ Ἡλίου, τεθνεῶτι δὲ κολασμὸν ἐξ Ἐρινύων. δείκνυσι δὲ ὅτι δεινὸν στρατηγοῖς ἀκολα- σίας ψόγος.
262. οὔτ᾿ εὐνῆς] οὔτε κοίτης χάριν, τουτέστι τοῦ στρῶσαι ὑπερ-
βολικῶς· οὐ γὰρ περὶ μίξεως λέγει.
263. ἀπροτίμαστος] ἀνέπαφος· μάσασθαι γὰρ τὸ ἐφάψασθαι·
265. ὅτις σφ᾿ ἀλίτηται ὀμόσσας] ὃς ὀμόσας εἰς αὐτοὺς ἁμαρ- τήσει.
267. πολιῆς ἁλός] πλοΐμης, ἢ λευκῆς, ἢ τιμίας, ἢ πολλῆς·
ὡς γὰρ παρὰ τὸ ἔσχατος ἐσχάτη ἐσχατιά καὶ σκοπή σκοπιά, οὕτως
καὶ παρὰ τὸ πολλός πολλή πολιή, τὸ διὰ πολλοῦ χρόνου ἐρχόμενον,
καὶ πολιά. μήποτε οὖν ἀπὸ τοῦ συμβεβηκότος ἐπὶ λευκῆς ἐστίν·
ἐκεῖνο μὲν γὰρ εἴρηται, ἐπεὶ πολλῷ χρόνῳ ἥκει, τοῦτο δὲ ἐπὶ μόνης
εἴρηται τῆς λευκότητος.
λαῖτμα] λάταμα λέγεται τὸ μέγα ἔκταμα᾿ μήποτε οὖν ἐξ αὐτοῦ ἐστὶ κατὰ συγκοπὴν, καὶ δηλοῖ τὸ μέγα κῦμα.
268. *βόσιν ἰχθύσιν] σημειωτέον ὅτι τὰ ἀπὸ τῶν ὅρκων ἱερεῖα οὐκ ἤσθιον, ἀλλ᾿ ἔρριπτον ἢ ἔκαιον.
ὡς ποτὸν πόσις, δοτὸν δόσις, οὕτω βοτὸν βόσις· παρὰ τὸν αἰγι-
αλὸν δὲ ἄρα ἡ ἐκκλησία.
270. Ζεῦ πάτερ] διὰ τὸ τοῦ ὅρκου μέγεθος πιστεύσας τῇ σωφρο- σύνῃ τοῦ βασιλέως ἐπὶ θεὸν ἄγει τὴν αἰτίαν τῆς μήνιδος.
δίδοισθα] οἱ μὲν βαρύνουσιν ὡς Αἰολικὸν, ἀπὸ τοῦ δίδοιμι, δίδοις
δίδοισθα, ὡς τίθησθα· οἱ δὲ περισπῶσιν, ἐπέκτασιν εἶναι οἰόμενοι
ἀπὸ τοῦ διδοῖς.
273. τὸ ἀμήχανος τῷ ἑξῆς συναπτέον, ἵνα ἐπὶ τοῦ Διὸς ᾖ, πρὸς ὃν οὐδείς τι δύναται μηχανήσασθαι· ἀμήχανον γὰρ τὸ ἀδύνατον καλεῖται.
276. λῦσεν δ᾿ ἀγορὴν] καὶ γὰρ αὐτὸς ἤγειρεν αὐτήν. αἰψηρήν
δὲ ἐπίρρημα ἀντὶ τοῦ ταχέως, ὡς τὸ “θοὴν ἀλεγύνετε δαῖτα” (Od.
8, 38) ἀντὶ τοῦ θοῶς. λαιψηρὸν δὲ τὸ ἐν καιρῷ γινόμενον σύντομον.
281. ἀγέλην φησὶ τὸ συναχθὲν πλῆθος αὐτῷ· οὐ φορβάδων δὲ ἵππων, ἀλλὰ πολεμιστηρίων, ὧν τοὺς ἡνιόχους ἀνεῖλεν. ἀζεύκτους δὲ ἵππους οὐκ εἶχεν. οὐ γὰρ δεδαμασμένους ἤδη μετὰ φορβάδων ἔβαλλον.
282. Βρισηΐς] ἐνθάδε μόνον αὐτὴν καὶ ἐν τῇ A Ἀγαμέμνων ἐξ
ὀνόματος παρέλαβεν. ἔστι δὲ φίλανδρος, ὡς ἀπὸ τῶν ῥηθησομέ-
νων καὶ τοῦ “ἡ δ᾿ ἀέκουσ᾿ ἅμα τοῖσι γυνὴ κίε” (ΙΙ. 1, 348).
καὶ οἱ μὲν δημογέροντες περὶ Ἑλένης φασὶν “αἰνῶς ἀθανάτῃσι
σεμνῶς πέφρασται καὶ λίαν ἐστὶ γραφικὸς, τῷ δὲ μιμητικῷ συμπ-
παθὴς καὶ γοερός· τὸ γὰρ τοιοῦτον πρόσωπον τὸ θεαῖς ἐοικὸς, περὶ
οὗ ὁ Ἀχιλλεὺς τοσούτοις κακοῖς ἐνέβαλε τοὺς ὁμοφύλους, οὗ χάριν
ἀρνεῖται γάμον βασιλίδος, ποῖον οὐκ ἂν οἶκτον κινήσειεν ἐλεεινὰς
προϊέμενον φωνὰς καὶ πηγὰς δακρύων, τά τε κάλλιστα τοῦ σώματος
αἰκιζόμενον μέλη;
χρυσῇ] ἀπὸ τῆς παῤ ἡμῖν τιμίας ὕλης τὴν ἔντιμόν φησι.
283. χαλκῷ] παλαιὰ ἡ χρῆσις τοῦ χαλκὸν ὀνομάζειν τὸν σίδηρον. ἀμέλει καὶ χαλκέας λέγομεν τοὺς τὸν σίδηρον ἐργαζομένους. δε- δαϊγμένον δὲ τὸν λελωβημένον.
284. χυμένη] πρὸς τὸ ἁπαλὸν τοῦ γυναικείου σώματος. ἡ συν- τομία τῆς φράσεως τὸ περιπαθὲς αὐτῆς καὶ σπουδαῖον ἐμφαίνει. λίγ᾿ ἐκώκυε] εἰς ἡδονὴν προκαλουμένη τοὺς ἀκούοντας, ὡς καὶ Θδέτις· “μέγα γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ” (Od. 15, 400).
285. ἁπαλὴν δειρήν] ἐπέτεινε τὸν οἶκτον ἡ ἁπαλὴ δειρὴ καὶ τὸ
καλὸν πρόσωπον. δοκεῖ δὲ καὶ αὐτὸς συνάχθεσθαι αἰκιζομένῃ αὐτῇ,
ὡς ἀνοίκειον ἀμύσσεσθαι τὰ καλὰ μέλη.
288. ζωὸν μέν σε ἔλειπον] ἀξιοπίστως ἔχει τὰ τοῦ θρήνου· οὐ
γὰρ τὰ ἐπ᾿ αὐτῷ ἀπολοφύρεται μόνον, ἀλλὰ καὶ τὰ αὐτῇ ἐπακολου-
θήσαντα· ἐκπλήττει γὰρ αὐτὴν τὸ μεταξὺ τῆς ζωῆς καὶ τοῦ θανάτου
βράχιστον ὄν. παρατατικῇ δὲ φωνῇ ἐχρήσατο ὡς μόγις ἄκουσα
πεπορευμένη καὶ πάλιν βραδέως ὑποστρέψασα διὰ τὸ μὴ ἡδέως θεά-
σασθαι τὸ πτῶμα Πατρόκλου. διὸ καὶ ἐπήγαγε κακὸν ἐκ κακοῦ·
τῆς γὰρ παῤ Ἀγαμέμνονι διατριβῆς, φησὶ, τοῦτό μοι χεῖρον.
291. ἔδοσάν με] με ἠγγύησαν καὶ ἐμνήστευσαν· παρθένος
γὰρ ἦν, διὸ καὶ κούρη λέγεται. τὸ τοῦ πατρὸς δὲ ὄνομα πρόκειται τοῦ
τῆς μητρὸς ὡς τὸ πρῶτον αἴτιον αὐτοῦ ἔχοντος. σωφροσύνης δέ ἐστι
δεῖγμα ὁ παρὰ γονέων νυμφίος. φιλάνδρου δὲ γυναικὸς τὸ προθεῖναι
τῆς τῶν ἀδελφῶν τὴν τοῦ ἀνδρὸς ἀπώλειαν· τοιαύτη δὲ καὶ Ἀνδρο-
μάχη. οἰκεῖον δὲ τοῖς πενθοῦσι καταφέρεσθαι ἐπὶ τὴν μνήμην τῶν
οἰκείων κακῶν.
292. εἶδον] ἐπιτείνεται τῇ ὄψει τὰ παθήματα. καὶ Σοφοκλῆς (0ed. R. 1278) “ἡ γὰρ ὄψις οὐ πάρα.” ὄψις γὰρ ὅτων κριτικω- τέρα πᾶσιν.
294. κηδείους] προσφιλεῖς, πεφροντισμένους μοι· ἢ ἀνίαν μοι
παρασχόντας. ἀπαραμύθητον δὲ τὸ ἅμα πάντας ἀποθανεῖν· εἰ γὰρ
καθεὶς ἦν, τῇ ἐλπίδι τῶν περιλειπομένων ἐκουφίζετο τὸ πένθος. τὸ
δὲ ἐπέσπον τὸ πρόθυμον τῶν ὑπερμαχούντων τῆς πατρίδος δηλοῖ·
οὐ γάρ φησιν ὅτι ἐπῆλθεν αὐτοῖς θάνατος, ἀλλ᾿ αὐτοὶ ηὐτομόλησαν.
295. ἄνδῤ ἐμόν] ἔμφασιν φιλανδρίας ἔχει τὸ δεύτερον ἐπιμνη-
σθῆναι τοῦ ἀνδρός. ποικίλως δὲ αὐτοῦ ἐμνήσθη κοινῇ τε καὶ εἰδικῇ
προσηγορίᾳ, καὶ μετὰ ταῦτα θεῖον αὐτὸν ἐκάλεσεν.
297. Ἀχιλλῆος θείοιο] πρὸς σύστασιν Ἀχιλλέως καὶ αὐτὴ λέγει,
Πατρόκλου θεῖον αὐτὸν ἀκούουσα λέγοντος· ἢ πειραθεῖσα διαθέσεως
αὐτοῦ θεῖον καλεῖ. ἐπίτασιν δὲ ἔχει ταῦτα· οὐ γὰρ μόνον ἄχρι τῆς
ἐν Ἰλίῳ διατριβῆς ἔλεγεν ἔχειν αὐτὴν ὅμευνον, ἀλλὰ καὶ ναυτικῷ
στόλῳ πολυτελῶς εἰς Φθίαν ἄξειν κἀκεῖ τὸν γάμον ἐπιτελέσαι. ὡς
πρᾶος δὲ πολλὴν ὑπέφαινεν αὐτῇ ἐλπίδα. εἰς δὲ τὸ κουριδίην
λείπει τὸ ὡς.
300. μείλιχον ἀεί] ἐπεὶ ἐδόκει τοῖς θρήνοις ὑπερεκπίπτειν, ἀλλό-
τριον τῷ γένει ἄνθρωπον οὕτως ὀλοφυρομένη, δαιμονίως ἄμφω ὁ ποιη-
τὴς τετήρηκε, καὶ πάθος ἐπαγόμενος διὰ τοῦ προσώπου τῆς Βρισηΐ-
δος, καὶ ὑπὲρ τοῦ πιθανὸν τὸν λόγον καταστῆναι αἰτίαν θεὶς τῆς
τοιαύτης εὐνοίας τὴν ἀπὸ τοῦ Πατρόκλου κηδεμονίαν πρὸς τὴν γυ-
ναῖκα. διδάσκει δὲ ἀντιποιεῖσθαι πραότητος, εἴγε καὶ μετὰ θάνατον
εὔνοιαν πορίζεται τοῖς ἔχουσιν.
310. Ἀτρείδα μενέτην] εἰκότως Ἀγαμέμνων ὡς ἂν βασιλεὺς.
καὶ Ὀδυσσεύς· διαλλακτὴς γὰρ γέγονεν. ἀλλὰ καὶ Νέστωρ διὰ
τὴν ἡλικίαν, καὶ Ἰδομενεὺς ὁμοίως. Φοῖνιξ δὲ οὐ μόνον διὰ τὴν ἡλι-
κίαν, ἀλλὰ καὶ ὡς διδάσκαλος Ἀχιλλέως. πῶς δὲ Αἴας συγγενὴς
ὢν οὐ συμπάρεστιν; ὀργίζεται διὰ τὴν πρεσβείαν. βαρύμηνις γάρ.
καὶ πῶς τὸν ἐπιτάφιον ἀγωνίζεται; ἀρετῆς χάριν καὶ φιλίας τοῦ
ἠπιωτάτου Πατρόκλου.
312. τέρποντες] πειρώμενοι τέρπειν, ἢ ἀποτρέποντες τῆς λύπης. οἶδε δὲ καὶ τὸ παραμυθητικὸν μέρος φιλοσοφίας ὁ ποιητής.
313. πολέμου στόμα] τὸ τομώτατον καὶ ἀναλωτικώτατον μέρος τοῦ πολέμου.
314. ἀνενείκατο] κάτωθεν τὴν φωνὴν ἀθρόαν ἐκ βάθους ἀνήνεγκεν.
316. παρὰ δεῖπνον ἔθηκας] ἀπὸ τῶν γινομένων ὁ θρῆνος· ἐπεὶ γὰρ
ᾔτουν αὐτὸν φαγεῖν, ὑπομιμνήσκεται τραπέζης ἣν ὁ φίλος αὐτῷ
παρετίθει πολλάκις. ἠθικὸν δὲ τὸ ὡς ζῶντι διαλέγεσθαι τῷ νεκρῷ.
καὶ λαρὸν δεῖπνόν φησι τὸ ὑπὸ τῶν τοῦ φίλου χειρῶν παρατιθέ-
μενον, τουτέστιν ἡδύ.
317. ὀτραλέως] διεγερτικῶς. ἤτοι καὶ τοὺς ἄλλους ὑπηρέτας εἰς
τοῦτο παροτρύνων. σημειωτέον δὲ ὅτι καὶ πρὸ τῆς μήνιδος παρα-
τάξεις ἦσαν.
322. τοῦ πατρός] ἡ προσθήκη τοῦ ἄρθρου τὴν ἐξοχὴν παρίστησι. τοῦτο δὲ ὅτι ὁ μὲν εὔχετο πρὸ τοῦ παιδὸς ἀποθανεῖν, τῷ δὲ ὠφείλετο τὸ ζῆν· καὶ ὅτι τὸ πρόσφατον πάθος τοῦ μέλλοντος ἐπικρατεῖ. καὶ ἄλλως δὲ ἐπὶ νεότητος οὐκ ἔστι νεμεσητὸν τὸ λέγειν.
323. τέρεν θαλερὸν, νέον· ἀεὶ γὰρ ἐπιμιμνησκόμενος καθ᾿ ἑκά- στην νεάζει δακρύων. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν θαλλόντων φυτῶν· ταῦτα γὰρ μαλακὰ ἔχει φύλλα.
325. ῥιγεδανῆς] στυγητῆς· τὰ γὰρ λύπην τῇ ψυχῇ περιβάλλοντα καὶ λυπηρὰ καλοῦνται καὶ μισητὰ διὰ τὸ βλάπτειν.
326. φασὶν Ἀχιλλέα ἀπὸ τῆς πρὸς Τήλεφον ἀναζευγνύντα μά-
χης προσορμισθῆναι ἐκεῖ· “Πηλείδην δ᾿ Ἀχιλῆα φέρε Σκῦρόνδε
θύελλα. ἔστι δὲ ἐν τῇ Εὐβοίᾳ νῆσος, λιμένας ἔχουσα Ἀχίλλειον
καὶ Κρήσιον. Νεοπτόλεμος δὲ ἀπὸ τοῦ πατρὸς ὠνόμασται, ὅτι νέος
ὢν ἐπολέμησεν. ἔστι δὲ, ὥς τινες, ἐξ Ἰφιγενείας· φησὶ γὰρ Δοῦρις
ὅτι κλαπεῖσα εἰς Σκῦρον ἐξετέθη ὑπ᾿ αὐτοῦ.
ἡ δὲ ἑτέρα ἱστορία διαψεύδεται. ὅρα δε πῶς ἀπὸ γενικῆς εἰς
αἰτιατικὴν ἡ μετάβασις γέγονεν. ὀδύρεται δὲ τὴν ἰδίαν ἀτυχίαν ὡς
ἴσως αὐτὸν καὶ υἱοῦ στερήσουσαν. * ἡ δὲ ἑτέρα ἱστορία ἔχει οὕτως.
Ἀλεξάνδρου Ἑλένην ἁρπάσαντος Ἀγαμέμνων καὶ Μενέλαος τοὺς
Ἕλληνας κατὰ τῶν Τρώων ἐστρατολόγησαν. Πηλεὺς δὲ προγινώ-
σκων ὅτι μοιρίδιον ἦν ἐν Τροίᾳ θανεῖν Ἀχιλλέα, παραγενόμενος
εἰς Σκῦρον πρὸς Λυκομήδην τὸν βασιλέα παρέθετο τὸν Ἀχιλλέα.
ὁ δὲ γυναικείαν ἐσθῆτα ἀμφιάσας αὐτὸν ὡς κόρην ἀνέτρεφε μετὰ
ὅπλα καὶ ταλάρους ἔρριψαν σὺν ἰστουργικοῖς ἐργαλείοις ἔμπροσθεν
τοῦ παρθενῶνος. αἱ μὲν οὖν κόραι ἐπὶ τοὺς ταλάρους ὥρμησαν καὶ
τὰ λοιπὰ, ὁ δ᾿ Ἀχιλλεὺς ἀνελόμενος τὰ ὅπλα κατάφωρος γέγονε
καὶ συνεστρατεύσατο. πρότερον δὲ ταῖς παρθένοις συνδιατρίβων
ἔφθειρε Δηϊδάμειαν τὴν Λυκομήδους, ἥτις ἐξ αὐτοῦ ἐγέννησε Πύρρον
τὸν ὕστερον Νεοπτόλεμον κληθέντα, ὅστις τοῖς Ἕλλησι νέος ὢν
συνεστρατεύσατο μετὰ θάνατον τοῦ πατρός. ἡ ἱστορία παρὰ τοῖς
κυκλικοῖς.
333. ἀρσενικῶς τὸ δμῶας· συνυπακούεται δὲ αὐτῷ καὶ τὸ θηλυκόν.
342. ἀποίχεαι] κεχώρισαι. ἑῆος δὲ τοῦ ἀγαθοῦ, ἀπὸ τοῦ ἠῶ. ὅθεν καὶ τὸ “ἠοίη προλιποῦσα δόμους” (Hesiod. Scut. 1).
*ἀμβροσίην ἐρατεινήν] εὐωχίας αἰτίαν· αὕτη γὰρ ἐρατεινή·
“δαιτὸς ἐπηράτου ἔργα μέμηλεν” (II. 9, 228). ἄσιτον μὲν οὖν
αὐτὸν ποιεῖ διὰ τὸ πάθος τοῦ φίλου· διὰ δὲ τὸ πιστὸν εἰς θεοὺς
ἀνάγει τὴν αἰτίαν.
350. ἅρπῃ] τῷ ἰκτίνῳ. οἱ δὲ, ζῷον θαλάσσιον πολεμοῦν λάρῳ,
ὃ φιλεῖ τὴν τροφὴν ἣν ἂν συνάγῃ φυλάττειν ἐπὶ τοῖς γάμφεσι,
καὶ τοῖς νεοσσοῖς ἐπιχορηγεῖν· ᾧ νῦν εἴκασε τὴν Ἀθηνᾶν οἰκείως.
οἱ δὲ τὸν ἰκτῖνον, ὅτι ἐφ᾿ ὕψους ἱπτάμενος ὅπου θέλει καταρ-
ράσσει.
358. αἰθρηγενέος] τοῦ αἰθρίας αἰτίου καὶ γεννητικοῦ, τουτέστι τοῦ ψύχους· ψῦχος γὰρ ὁ Βορρᾶς ἐπιφέρει.
362. γέλασσε δὲ πᾶσα περὶ χθών] περιήστραψεν· ἀπὸ γὰρ τῶν
τοιούτων περιστίλψεων διάχυσις γίνεται τοῦ περὶ γῆν ἀέρος. τινὲς
δὲ τὸ περί ἀντὶ τοῦ περισσῶς.
374. ἠΰτε μήνης] καλῶς οὐχ ἡλίῳ εἴκασται διὰ τὴν τῶν ὑλῶν μελανότητα· παρέπονται γὰρ καὶ τῇ σελήνῃ τινὲς μελανότητες.
377. τοὺς δ᾿ οὐκ ἐθέλοντας] οὐκ ἐῶνται, φησὶν, ὑπὸ τῶν πνοῶν πλησιάσαι τῇ γῇ, ἀλλ᾿ ἄκοντες πελαγίζονται.
381. ἀστὴρ ὥς] πιθανὴ ἡ ὁμοίωσις· τὴν μὲν γὰρ ἀσπίδα σελήνῃ, τὸ δὲ κράνος ἀστέρι, τὸν δὲ Ἀχιλλέα ἡλίῳ παραβάλλει.
382. ἵππουρις] καταχρηστικῶς· οὐ γὰρ τοιαύτη ἦν. ἔθειραι δὲ
αἱ τημεληθεῖσαι τρίχες.
384. πειρήθη] ἐπειρήθη ὅπως εἰδῇ πότερον ἔσφιγκται ἢ σαλεύεται περὶ τῷ σώματι. τὸ δὲ ἐντρέχοι, εἰ συνάλλεσθαι τοῖς ὅπλοις δύναιτο καὶ μὴ ἐμποδίζοιτο.
386. Πορφυρίου. τινές φασιν ὅτι ἐμετεώριζεν αὐτὸν ὁ κόσμος
καὶ γαυριᾶν ἐποίει. ἢ τάχα ἡ συμμετρία τῶν ὅπλων καὶ κουφότητα
ἐνεποίει, ὡς μὴ δοκεῖν αὐτὸν φέρειν ταῦτα, ἀλλ᾿ αὐτὸν τοῦτον. εἰ δὲ
μείζονα ἦν, βαρύτερα ἂν ὑπῆρχε. καὶ τὰ πτερὰ δὲ πολλὴν ἁρμονίαν
ἔχει. ὁ δὲ λόγος ὑπερβολή· τὰ ὅπλα γοῦν, φησὶ, κοῦφα γεγόνασιν
ὡς πτερὰ, καὶ ᾖρε καὶ ἐκούφιζε τὸν Ἀχιλλέα, ὡς ὄρνιθας τὰ πτερά·
τὸ γὰρ ἄειρεν ἐπὶ τοῦ ἐκούφιζε· “Νέστωρ δ᾿ ὁ γέρων ἀμογητὶ
ἄειρε” (ΙΙ. 11. 637)· “ἤ μ᾿ ἀνάειῤ ἢ ἐγὼ σέ” (ΙΙ. 23. 724).
τετόλμηται γοῦν ὁ λόγος ὡς τῶν ὅπλων βασταζόντων τὸν Ἀχιλλέα,
οὐ βασταζομένων.
388—391. οὗτοι καὶ ἐπὶ Πατρόκλου κεῖνται, ἵνα γνῶμεν διὰ τί
παρέλιπεν αὐτὸ, καὶ ἐνταῦθα πρὸς αὔξησιν Ἀχιλλέως, ὅτι τὸ ἄλλοις
μὴ φορητὸν εὐκόλως οὗτος περιῆγε. βριθὺ δὲ τὸ ἐπώδυνον· τὸ γὰρ
βάρος ἐπὶ τῶν δοράτων ἄχρηστον.
389. * Πορφυρίου. τὸ “ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλ-
λεύς” ἐξηγοῦνται ἀντὶ τοῦ ἠδύνατο· προειπὼν γάρ φησι “τὸ μὲν
οὐ δύνατ᾿ ἄλλος Ἀχαιῶν πάλλειν.” πλανῶνται δέ· τῇ γὰρ ἐπιστή-
μῃ καὶ τὴν δύναμιν προσάπτει, ὥς πού φησιν “ἐπεὶ οὐδ᾿ ἐμὲ νήϊδά
γ᾿ οὕτως ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε” (ΙΙ. 7,
198) καὶ “φῶθ᾿ Ἡρακλῆα μεγάλων ἐπιίστορα ἔργων” (Od. 21,
26), τουτέστιν ἐπιγνώμονα καὶ ἐπιστήμονα, ὡς τὸ “ἴστορα δ᾿
Ἀτρείδην Ἀγαμέμνονα θείομεν ἄμφω” (ΙΙ. 23, 486) καὶ “ἄμφω
δ᾿ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι” (ΙΙ. 18, 501), τουτέστιν ἐπὶ
ἐπιστήμονι δικῶν κρίσεως.
393. λέπαδν᾿ ] τοὺς καθιεμένους κατὰ τῶν ἱππείων τραχήλων περιστηθίους ἱμάντας πρὸς τὸ δεσμεῖν.
396. χειρὶ λαβῶν ἀραρυῖαν] τῇ χειρὶ ἀραρυῖαν, οἷον οὐκ ἐξολι- σθαίνουσαν τῆς χειρός.
398. ἠλέκτωρ] ὁ εἰς λέκτρον μὴ ἐρχόμενος. ἢ παρὰ τὸ μὴ
κοιμᾶσθαι εἰλούμενον, διὸ καὶ ἵππους αὐτῷ οὐχ ὑποζεύγνυσι, τὸν
δὲ οὐρανὸν ὄχημα αὐτοῦ φησίν. ἢ μᾶλλον ὁ μὴ κοιμίζων· τὰ γὰρ
εἰς τωρ κατ᾿ ἐνεργείας τάσσει, σημάντωρ κοσμήτωρ. λέγω δὲ τὸ
κοιμίζω, ὅθεν καὶ λέχος· ὑπερίων δὲ ὅτι καὶ ὅτε αὐτὸν δοκοῦμεν
ἡμεῖς κάτω φέρεσθαι, καὶ τότε τὴν γῆν κυκλοῖ καὶ ὑπεράνω ἡμῶν
ἐστίν. εἰκότως δὲ πυρὸς αὐγῇ τὸν θώρακα (ΙΙ. 18, 610), τὸ δὲ
σάκος σελήνῃ (374), τὸ δὲ κράνος ἀστέρι εἰκάσας (381), τὸν
ἐκ πάντων τούτων καταλαμπόμενον ἡλίῳ μάλιστα εἰκάζει τῷ λαμ-
προτάτῳ.
*συνεχῶς τοίνυν τὸν ἥλιον ἀκάμαντα καὶ ἠλέκτορα καὶ ὑπερίονα
προσαγορεύει, διὰ τῶν ἐπιθέτων οὐκ ἄλλο τι πλὴν τοῦτο τὸ σχῆμα
σημαίνων. ὅ τε γὰρ ἀκάμας, ὁ μὴ κάμνων, ἔοικεν ὅρους ἔχειν οὐκ
ἀνατολὴν καὶ δύσιν, ἀλλὰ τὴν ἀεὶ περίδρομον ἀνάγκην. ἠλέκτωρ δὲ
δυοῖν θάτερον, ἢ ἤλεκτρος ὁ θεὸς ὀνομάζεται μηδέποτε κοίτης ἐπι-
ψαύων, ἢ τάχα πιθανώτερον, ἐπιελίκτωρ τις ὢν καὶ κυκλοτερεῖ φορῷ
δι᾿ ἡμέρας καὶ νυκτὸς ἀναμετρούμενος τὸν κόσμον. ὑπερίονα δὲ
νομιστέον αὐτὸν ὡς ὑπεριέμενον ἀεὶ τῆς γῆς, ὥσπερ, οἶμαι, καὶ
Ξενοφάνης ὁ Κολοφώνιός φησιν “ἠέλιός θ᾿ ὑπεριέμενος γαῖάν τ᾿
ἐπιθάλπων.” εἰ γὰρ πατρωνυμικῶς αὐτὸν ἠθέλησεν ὀνομάζειν, εἶπεν
ἂν Ὑπεριονίδην, ὡς Ἀτρείδην εἶπε τὸν Ἀγαμέμνονα καὶ Πηλείδην τὸν
Ἀχιλλέα.
401. ἄλλως] μὴ ὡς ἐπὶ Πατρόκλῳ. ἔστι δὲ ὁ μὲν Αὐτομέδων
θνητὸς, οἱ δὲ ἵπποι ἀθάνατοι· διὸ μᾶλλον ἐγκαλεῖ τοῖς σώζειν δυνα-
μένοις. ἢ ὅτι διὰ τῶν ἵππων καὶ τῷ ἡνιόχῳ ἐπιπλήττει.
405. παρέκλινε τὴν κεφαλὴν, ἐπιστρέφων ἑαυτὸν ὥστε ἐναντίος τῷ Ἀχιλλεῖ γενέσθαι καὶ πρὸς αὐτὸν λαλῆσαι.
406. ζεύγλης] ζεύγλη τὸ ὑπὸ τὸν ζυγὸν μέρος, εἰς ὃ ὁ τράχηλος
ἐντίθεται.
407. αὐδήεντα] λογικοῦ ζῴου φωνὴν ἔχοντα. οὐκ εὐπρεπὲς δὲ,
φασὶ, τὴν Ἥραν παραιτίαν λύπης γενέσθαι τῷ Ἀχιλλεῖ. ῥητέον
δὲ ὅτι εἰς πρᾶγμα τολμηρὸν καταβαίνων ὁ ποιητὴς, τὸ φωνῆς μετέ-
τὸ “αὐδήεντα δ᾿ ἔθηκε θεὰ λευκώλενος Ἥρη” οὐκ ἔστι φωνὴν
ἔχοντα, ἀλλ᾿ ἀνθρωπείᾳ φθεγγόμενον ὀπὶ ὡς οἱ ἄνθρωποι, καὶ ὡς
παράδοξον ἐπεσημήνατο. καὶ τὸ “Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς
αὐδήεσσα” (Od. 10, 136) σημαίνει τὸ ἀνθρωπίνως φθεγγομένη,
οὐχ ὡς θεός. διὰ σημείων γὰρ, οἰωνῶν καὶ ἱερείων καὶ θυσιῶν, καὶ
δι᾿ ὀνείρων καὶ ἐφετμῶν, καὶ οὐκ αὐδῆς φθέγγονται οἱ θεοί. καὶ
ἀλλαχόθι “οἵ τ᾿ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων” (Od. 4,
353), τῶν θεοπροπίων λέγει. ἡ δὲ Κίρκη “καλὸν ἀοιδιάει” (Od.
10, 227) ὡς ἄνθρωπος.
411. νωχελίῃ] νωχελία παρὰ τὸ μὴ δύνασθαι κέλλειν· ὅθεν παρῆκται καὶ χελώνη.
413. θεῶν ὤριστος] ἥλιος γάρ ἐστιν ὁ μείζων πάντων τῶν ἄστρων.
417. θεῷ τε καὶ ἀνέρι] φασὶ γὰρ ὅτι ἐν σχήματι Πάριδος ὁ Ἀπόλλων αὐτὸν ἐτόξευσεν διὰ τὸν Πολυξένης ἔρωτα.
418. Ἐρινύες ἔσχεθον αὐδήν] ἐπίσκοποι γάρ εἰσι τῶν παρὰ φύσιν.
ἢ τὸν περὶ θανάτου λόγον ἀνεγράψαντο.
423. ἄδην ἐλάσαι] ἀθρόως κορέσαι καὶ πληρῶσαι. μεγαλο- φυῶς δὲ οὐδὲ πλησίον τοῦ κινδύνου γενόμενος ἀποτρέπεται τῆς ὁρμήσεως, βουλόμενος καὶ ἐν αὐτῇ τῇ τελευτῇ ἀνδραγαθίαις ἐνθα- νεῖν.
2. ἀμφὶ σὲ, Πηλέος υἱέ] ὅτι πάσης τῆς στρατείας ἡγεμὼν
αὐτὸς ἐγένετο καὶ αὐτῶν τῶν ἡγεμόνων. ὀρθοτονητέον δὲ τὴν ἀντω-
νυμίαν διὰ τὴν πρόθεσιν. προσφωνεῖ δὲ ὁ ποιητὴς ἡρωϊκοῖς μὲν
προσώποις πέντε, Ἀχιλλεῖ Μελανίππῳ Πατρόκλῳ Εὐμαίῳ Μενε-
λάῳ, θεῶν δὲ Ἀπόλλωνι· “ἀμφὶ σὲ ἤϊε Φοῖβε” (152).
εἰ μὲν πληθυντικῶς εἴπωμεν, ἡ στιγμὴ εἰς τὸ υἱέ· εἰ δὲ ἑνικῶς, ἐπὶ Ἀχιλλέως, διαστολὴ εἰς τὸ ἀκόρητον.
3. * θρωσμῷ πεδίοιο] ὑψηλῷ τόπῳ, ὅθεν ἔστι καταθορεῖν καὶ πη- δῆσαι. γίνεται δὲ ἐκ τοῦ θορῶ θρῶ. ἔνθα καὶ τὰς θεὰς κριθῆναι λέγουσι περὶ κάλλους.
4. πρὸς μὲν τὰς ψιλὰς ἀγγελίας Ἴριδι χρῆται· ὅταν δὲ μεῖζόν
δέῃ διοικῆσαι, τὸν Ἑρμῆν ἀποστέλλει· νῦν δὲ, ὡς νομιμωτάτης
ἐσομένης τῆς ἀγορᾶς καὶ τέλος ἐπιθεῖναι μελλούσης τοῖς πράγμασι,
πρὸς τὴν σύγκλησιν τῇ Θέμιδι χρῆται, οὐχ ὡς κήρυκι, ἀλλ᾿ ὅτι
καὶ τὰς τῶν “ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει” (Od. 2, 69),
διὰ τὸ κατὰ νόμους ἐγχειρεῖν τοῖς πρακτέοις. τὸ δὲ Θέμιστα
Ἀττικῶς ἀντὶ τοῦ Θέμιστι. μεγαλοφυὴς δὲ ἡ ἔξοδος Ἀχιλλέως,
ὅπου γε ἐκκλησία θεῶν δι᾿ αὐτὸν γίνεται καὶ θεομαχία.
5. κρατὸς ἄπ᾿ Οὐλύμποιο] ἐκεῖσε γὰρ ὁ οἶκὸς τοῦ Διὸς, καἰ
αὐτόθεν αὐτὴν παρακελεύεται εἰς τοῦτο. πολυπτύχου δὲ πολλὰς
ἀνακλίσεις ἔχοντος· ἢ ἰσχυροῦ, ἀπὸ τῶν πολυπτύχων ἀσπίδων.
7. οὔτε τις οὖν ποταμῶν ἀπέην] τὴν γῆν παρῆκε, μὴ διορισάμενος
εἴτε παραγέγονεν εἴτε καὶ οὔ. τάχα οὖν ὡς ὡμολογημένον αὐτὸ
παρῆκεν ὁ ποιητής· ἀνάγκη γὰρ μένοντος τοῦ Ὠκεανοῦ καὶ τὴν
γῆν μένειν· περὶ γὰρ ταύτην τὸ ὕδωρ. οὐκ ἔδει δὲ τῶν ἐξ αὐτῶν
κινουμένων καὶ ταῦτα κινεῖσθαι· ὡς γὰρ πρόγονοι πάντων ἀκίνητοι
μένουσιν. * ἢ ἵνα μὴ κωλύῃ αὐτοὺς τῆς πρὸς ἀλλήλους μάχης
πρεσβύτης ὤν.
8. * αἵ τ᾿ ἄλσεα καλὰ νέμονται] αἱ τὰ ἄλση κατοικοῦσαι νύμφαι
ἀλσηΐδες καλοῦνται, αἱ δὲ ἐπὶ τῶν δένδρων ἁμαδρυάδες, αἱ δὲ τὰ
νάματα τῶν ὑδάτων ναΐδες καὶ ὑδριάδες. αἱ δὲ ἐπὶ τῶν βοσκημάτων
ἐπιμηλίδες, αἱ δὲ ἐπὶ τῶν ὀρῶν ὀρειάδες, καὶ ὅσαι ταύταις ὅμοιαι.
ὁμοίως δὲ καὶ αἱ ἐπὶ τῶν ἑλῶν ἑλειονόμοι. πείσεα δὲ τὰ βοτανώδη
καὶ ὑδρηλὰ χωρία· ὅθεν ἔστι πεῖσαι ἤγουν ποτίσαι.
πίω πίσω πεῖσος, πλεονασμῷ τοῦ ε, ὡς μύω μύσω μύσος· τοῖς
γὰρ μιαιφόνοις οὐκ ἐξῆν προσβλέπειν τινί.
11. αἴθουσαί εἰσι τόποι πρόστωοι, ὑφ᾿ ἡλίου καταλαμπόμενοι.
13. ἐπεὶ πρότερον ἐξελαθῆναί φησιν αὐτὸν τῆς μάχης ὑπὸ τοῦ
16. τίπτ᾿ αὖτ᾿ ] ἀξίωμα ἐμφαίνει αὐτοῦ ὡς προλαμβάνοντος τοὺς
λόγους τοῦ Διός. τὸ δὲ αὖτε παραπληροῖ, ἢ σημαίνει τὸ πάλιν,
ἵνα φαίνηται ἀπομνημονεύων ἠθικῶς τῶν πρόσθεν, ὅτε αὐτοῖς ἀπη-
γόρευε μάχεσθαι.
21. ὧν] ἤτοι ἀνδρῶν. μέλουσι δὲ αὐτῷ ὡς πατέρι θεῶν καὶ ἀνδρῶν. ὁ δὲ πέρ περιττεύει.
23. βέλτιον τὸ ἥμενος τοῖς ἄνω συνάπτειν, ἵνα μὴ δύο μετοχαὶ
ἀσυνδέτως κέωνται. τέρψεται δὲ διὰ τὸ σώζεσθαι τὸ μοιρίδιον, ἢ
ἁλισκομένης τῆς Ἰλίου. ἐπάγει γοῦν· “εἰ γὰρ Ἀχιλλεὺς οἶος Τρωσὶ
μαχεῖται, οὐδὲ μίνυνθ᾿ ἕξουσιν”.
25. ἀμφοτέροισι δ᾿ ἀρήγεθ᾿ ] τοῖς μὲν Ἀχαιοῖς, μὴ νῦν ἀπὸ τοῦ
Ἀπόλλωνος Ἀχιλλεὺς τοξευθῇ, τοῖς δὲ Τρωσὶ, μὴ ὑπ᾿ Ἀχιλλέως
πάντες ἀπόλωνται. ἐκτραγῳδῶν δὲ τὰς ποιήσεις, θεῶν παρατάξεις
συμμίσγει αὐταῖς.
26. εἰ γὰρ Ἀχιλλεὺς οἶος] δόξειεν ἂν τοὐναντίον ἢ ὁ Ζεὺς
βούλεται γίνεσθαι, τῶν θεῶν ἐκπεμπομένων ἐπὶ τὴν μάχην. ὁ μὲν
γάρ φησιν, εἰ μὴ παραγένοιντο, οὐδὲ πρὸς ὀλίγον ἀνθέξουσιν οἱ
Τρῶες μαχόμενοι τῷ Ἀχιλλεῖ, ἐκ δὲ τοῦ ἀφικνεῖσθαι αὐτοὺς
μᾶλλον ἰσχυρότερος γίνεται τῷ εἶναι τοὺς Ἑλληνικοὺς θεοὺς ἰσχυ-
ροτέρους τῶν Τρωϊκῶν· ἐὰν γὰρ δύο ἀνίσοις ἴσα προστεθῇ, τὰ ὅπλα
ἐστὶν ἄνισα· ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆς ὑπερεχόντων μένει.
εἰ δὲ καὶ ἴσοι ἦσαν, περιττὴ ἦν ἡ ἐπικουρία τῶν θεῶν. ἐροῦμεν δὲ
ὡς οὐ διὰ τὴν μάχην τῶν θεῶν ἡ κάθοδος γέγονεν, ἀλλ᾿ ἵνα πρόφασις
Ἀχιλλεῖ τῆς ἀπάτης Ἀπόλλωνος γένηται (ΙΙ. 21, 599), δυνηθῇ δὲ
καὶ Σκάμανδρος παρεμποδίσαι Ἀχιλλεῖ.
29. ἑταίρου χώεται] λείπει ἡ περί· τὸ δὲ αἰνῶς δύναται ἑκατέ- ροις συνάπτεσθαι.
30. Ἀριστοφάνης καὶ οἱ πλείους ὑφ᾿ ἓν προήνεγκαν τὸ ὑπέρ- μορον, ὡς ὑπέρβιον, ἵνα ἀντὶ τοῦ ὑπερμόρως κέηται· δύναται μέντοι καὶ ὑπὲρ μόρον κατὰ διάλυσιν λέγεσθαι.
33. Ἥρη μέν] Ἥρα εἰς νόμιμον γάμον ἀδικηθέντι Μενελάῳ
βοηθεῖ, Ἀθηνᾶ δὲ τοῖς δικαίως καὶ φρονίμως μαχομένοις. Ἐριούνης
δὲ ὁ ἐρευνητικός (λόγος γάρ ἐστιν) ἢ ὁ μέγιστα ὠφελῶν, πλεονάζοντος
τοῦ υ. Ποσειδῶν δὲ, ὅτι ἀπὸ θαλάσσης πρὸς τοὺς ἐν τῇ ξηρᾷ πολε-
μοῦσιν· Ἥφαιστος δὲ διὰ τὸ φρόνιμος καὶ μηχανικὸς καὶ τεχνίτης
εἶναι, οἷοι καὶ Ἕλληνες.
37. ῥώοντο] ἐρρωμένως ἐπειρῶντο βί ζειν.
38. ἐς δὲ Τρῶας Ἄρης] ὁ μὲν Ἄρης ἁρπαγῆς καὶ βίας δεσπόζει
ὡς οἱ Τρῶες, ὁ δὲ Φοῖβος καὶ Ἄρτεμις χορῶν δεσπόζουσι καὶ
παιγνίων· καὶ οἱ Τρῶες δὲ “χοροιτυπίῃσιν ἄριστοι” (ib. 261)·
ἅμα δὲ ὅτι καὶ τοξόται εἰσὶ τοῖς Τρωσὶν ὁμοίως. Λητὼ δὲ, ὅτι
ἐπιλήσμονες ἐξ ἀφροτύνης ἦσαν. ὁ δὲ Ξάνθος, ὅτι δίκην ὕδατος
πρὸς τὰς αἰσχρότητας ἐφέροντο. τι δὲ πορνικοὶ καὶ θηλυδρίαι, καὶ
ἡ Ἀφροδίτη συνέπεται. ὁ μέντοι Αιδης οὐ βοηθεῖ, ὅτι ἀπωλείαις
ἥδεται, ὁ Ἥλιος, ὅτι πάντας ἂν ὁμοίως ἔβλαψε σκοτοποιῶν. Δημή-
τηρ δὲ καὶ Διόνυσος καρποφόροι ὄντες ἄχθονται τῷ πολέμῳ δῃοῦντι
τοὺς καρπούς.
39. ἀκερσεκόμης] ἐπεὶ κουροτρόφος· ἐπὶ δὲ τοῖς πένθεσιν ἐκεί- ροντο. δηλοῖ τοίνυν τὸν ᾧ εὔχοντο ἀπενθεῖς τηρεῖσθαι.
*ἢ ἀκερσεκόμης ὁ μὴ κειρόμενος τὴν κόμην, ἀλλ᾿ ἀεὶ κομῶν, διὰ
τὰς ἀκτῖνας· ἴσος γὰρ ἡλίῳ ὁ Ἀπόλλων.
48. λαοσσόος] πῶς λαοσσόον τὴν Ἔριν προσηγόρευσεν: οὐ γὰρ
σώζουσα φαίνεται, ἀλλὰ φθείρουσα μᾶλλον τὰ πλήθη. ῥητέον δὲ
ὅτι ἔριν νῦν τὴν τῶν Ἑλληνικῶν καὶ Τρωῖκῶν θεῶν φιλονεικίαν φησίν·
ἡ γὰρ τούτων πρὸς ἀλλήλους ἔρις σωστικὴ ἐγένετο τῶν ἀνδρῶν.
52. ἀκροτάτης πόλιος] ἰδίως διαλύσας τὴν λέξιν ὑπερτέθεικε τὸ
ἄκρον αὐτῆς, ἀντὶ τοῦ ἄκρης ἀκροτάτης εἰπών. ἐξ ὕψους δὲ βοᾷ,
πάντα τὸν τόπον πληρῶν τῆς βοῆς.
53. θεῶν ἐπὶ Καλλικολώνῃ] Δημήτριος ὁ Σκήψιος λόφον εἶναί
φησι μεταξὺ Ἰλιέων καὶ Σιμοῦντος, ὃς ἀπέχει κατὰ διάμετρον
Σιμοῦντος μὲν στάδια πέντε, Ἰλιέων δὲ στάδια δέκα. θεοῖς δὲ αὐτὴν
ἀνατίθησιν ὡς πλήθουσαν λιβάσι καὶ λειμῶσι. τὸ δὲ θεῶν καὶ θέων
δύναται γράφεσθαι, ἵνα δηλοῖ τὸν ἐπειγόμενον.
57. αὐτὰρ ἔνερθε] κάτωθεν· ἐνοσίχθων γάρ ἐστιν.
58. * ἀπειρεσίην] τὴν πέρας μὴ ἔχουσαν, διὰ τὸ σφαιροειδῆ εἶναι.
59. πολυπίδακος] πῖδαξ παρὰ τὸ ἰδῶ τὸ ἱδρῶ· ἱδρῶτα γὰρ τῆς γῆς οἱ φυσικοὶ τὰς πηγὰς λέγουσιν· ἢ ἐκ τοῦ πίνω πῖναξ πῖδαξ.
61. ἄναξ ἐνέρων Ἀϊδωνεύς] εἰ ὁ τοῦ θανάτου δεσπότης δέδιε, τίνα χρὴ νομίζειν περὶ τοὺς ἀνθρώπους συμβῆναι διάθεσιν; οὐ παρατάσ- σει δὲ Ἅιδην· ἀπωλείαις γὰρ ἥδεται. ἢ καὶ σεμνότερον αὐτὸν νομίσας· Δία γοῦν καταχθόνιον αὐτὸν καλεῖ.
67. *διὰ τί δὲ οὗτοι οἱ θεοὶ προῄρηνται βοηθεῖν τοῖς Ἕλλη
σιν, Ἥρα, Ἀθηνᾶ, Ποσειδῶν, Ἥφαιστος, Ἑρμῆς, τοῖς δὲ Τρωσὶν
Ἄρης, Ἀπόλλων, Ἄρτεμις, Λητὼ, Σκάμανδρος, Ἀφροδίτη: ῥητέον
οὖν ὅτι Ἥρα μὲν Ἕλλησι βοηθεῖ, ὅτι γαμήλιός ἐστιν ἡ θεὸς, μισεῖ
δὲ μοιχὸν ὄντα τὸν Ἀλέξανδρον· ἢ ὅτι ἐν τῷ Ἀργει ἐτιμᾶτο λαμπρῶς,
ὅθεν φησὶν ὁ ποιητὴς “Ἥρη τ᾿ Ἀργείη·᾿” ἢ ὅτι ὡς τὸ Ἄργὸς,
οὕτως ἦν οἰκεία αὐτῇ καὶ ἡ Σπάρτη καὶ ἡ Μυκήνη, ὥς φησιν ἐν τῇ
Δ (51). Ἀθηνᾶ δὲ διὰ τὸ ἀποδοκιμασθῆναι ὑπὸ Ἀλεξάνδρου, ἢ διὰ
τὸ ἀλλοτρίους εἶναι τῆς συνέσεως τοὺς βαρβάρους. Ποσειδῶν δὲ,
ἐπεὶ οἱ πλείους τῶν Ἕλλήνων νησιῶταί εἰσιν, καὶ διὰ τὸ ὀργίζεσθαι
μὲν Λαομέδοντι ἐπὶ ἀποστερήσει μισθοῦ τῆς τειχοποιίας. Ἑρμῆς δὲ
Λητοῖ, ἤτοι ὁ λόγος τῇ λήθῃ ἢ ὅτι ἐξ Ἀρκαδίας, ἢ ὅτι κήρυκας
ἀποσταλέντας πρὸς αὐτοὺς ὑπὸ Ἑλλήνων ἐπὶ διαλύσει τῶν διαφορῶν
τοξικοὶ δὲ καὶ οἱ Τρῶες, καὶ ἐν πρώτοις Ἀλέξανδρος· ἢ ὅτι κιθα-
ριστὴς καὶ εὔμορφος, ὡς Ἀλέξανδρος. Ἄρτεμις δὲ καὶ Λητὼ χαρι-
ζόμεναι τῷ Ἀπόλλωνι, ἢ ὅτι παρὰ τοῖς βαρβάροις τιμῶνται. Ξάν-
θος δὲ ὡς ὑπὲρ οἰκείας χώρας μάχεται. ἡ δὲ Ἀφροδίτη διὰ τὸ ὑπὸ
Ἀλεξάνδρου προκριθῆναι· καὶ σχεδὸν εἰπεῖν αὕτη ἀνθίσταται τῷ
πολέμῳ· καὶ εἰκότως πάρεστι βοηθὸς τοῖς Τρωσίν.
*τοῦ ἀσυμφόρου μὲν ὁ περὶ θεῶν ἔχεται καθόλου λόγος, ὁμοίως
δὲ καὶ τοῦ ἀπρεποῦς· οὐ γὰρ πρέποντας τοὺς ὑπὲρ τῶν θεῶν μύθους
φησίν. πρὸς δὲ τὴν τοιαύτην ἐπίλυσιν οἱ μὲν ἀπὸ τῆς λέξεως κατη-
γοροῦντες, ἀλληγορίᾳ πάντα εἰρῆσθαι νομίζοντες ὑπὲρ τῆς τῶν στοι-
χείων φύσεως, οἷον ταῖς ἐναντιώσεσι τῶν θεῶν· καὶ γάρ φασι τὸ
ξηρὸν τῷ ὑγρῷ καὶ τὸ θερμὸν τῷ ψυχρῷ μάχεσθαι καὶ τὸ κοῦφον τῷ
βαρεῖ. ἔτι δὲ τὸ μὲν ὕδωρ σβεστικὸν εἶναι τοῦ πυρὸς, τὸ δὲ πῦρ
ξηραντικὸν τοῦ ὕδατος. ὁμοίως δὲ καὶ πᾶσι στοιχείοις ἐξ ὧν τὸ πᾶν
συνέστηκεν, ὑπάρχει ἡ ἐναντίωσις, καὶ κατὰ μέρος μὲν ἐπιδέχεσθαι
φθορὰν ἅπαξ, τὰ πάντα δὲ μένειν αἰωνίως· μάχας δὲ διατίθεσθαι
αὐτὸν, διονομάζοντα τὸ μὲν πῦρ Ἀπόλλωνα καὶ Ἥλιον καὶ Ἥφαι-
στον, τὸ δὲ ὕδωρ Ποσειδῶνα καὶ Σκάμανδρον, τὴν δ᾿ αὖ σελήνην
Ἄρτεμιν, τὸν ἀέρα δὲ Ἥραν, καὶ τὰ λοιπὰ ὁμοίως. ἔσθ᾿ ὅτε καὶ
ταῖς διαθέσεσιν ὀνόματα θεῶν τιθέναι, τῇ μὲν φρονήσει τὴν Ἀθηνᾶν,
τῇ δ᾿ ἀφροσύνῃ τὸν Ἄρεα, τῇ δ᾿ ἐπιθυμίᾳ τὴν Ἀφροδίτην, τῷ λόγῳ
δὲ τὸν Ἑρμῆν, καὶ προσοικειοῦσι τούτοις. οὗτος μὲν οὖν τρόπος
ἀπολογίας ἀρχαῖος ὢν πάνυ καὶ ἀπὸ Θεαγένους τοῦ Ῥηγίνου, ὃς
πρῶτος ἔγραψε περὶ Ὁμήρου, τοιοῦτός ἐστιν ἀπὸ τῆς λέξεως. ἔνιοι
δὲ ἀπὸ ἔθους ἀπολογοῦνται· συγκεχώρηνται γὰρ ὑπὸ τῶν πόλεων καὶ
τῶν νομοθετῶν τοιαῦτα περὶ θεῶν μὴ μόνον ᾄδειν ἐν ποιήσεσιν, ἀλλὰ
καὶ τοῖς μυστηρίοις παραδιδόναι, ἔν τε ἱεροῖς ἀναθήμασι, καὶ ἔτι
σύμφωνα τοῖς μύθοις κατασκευάζειν, καὶ τὸν πέπλον ἀνάγειν ἐνυ-
φάσκοντας. τὸ μὲν οὖν λίαν ἔν τε τῷ ἀσυμφόρῳ ταράττον καὶ τῷ
ἀπρεπεῖ τοιοῦτόν ἐστι· τὰ δ᾿ ἐπὶ μέρους δίιμεν, ὡς μὲν ἀσύμφορα
ταῦτα κατηγορεῖται.
*φρικώδης καὶ χαλεπὸς ἀνίσταται ἐφ᾿ Ὁμήρῳ τῶν συκοφαντούν-
των φθόνος ὑπὲρ τῆς θεομαχίας· οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν
φύλοπις αἰνὴ παῤ αὐτῷ συνέρρωγεν, ἀλλ᾿ οὐράνιοι ταραχαὶ καὶ
στάσεις τὸ θεῖον ἐπινέμονται· “ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος
ἄνακτος ἵστατο Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα, ἄντα δ᾿ Ἐνυα-
λίοιο θεὰ γλαυκῶπις Ἀθήνη, Ἥρη δ᾿ ἀντέστη χρυσηλάκατος κελα-
δεινὴ—βαθυδίνης.” οὐκέτι ταῦθ᾿ Ἕκτωρ πρὸς Αἴαντα μαχόμενος,
οὐδ᾿ Ἀχιλλεὺς πρὸς Ἕκτορα καὶ μετὰ Πατρόκλου Σαρπηδών· ἀλλὰ
τὸν μέγαν οὐρανοῦ πόλεμον ἀγωνοθετήσας Ὅμηρος οὐδ᾿ ἄχρι μελ-
λήσεως τὸ κακὸν ὥλισεν, ἀλλ᾿ ὁμόσε τοῖς θεοῖς συνέρραψεν ἀλλή-
λους· ἑπτὰ μὲν γὰρ Ἄρης ἐπέσχε πέλεθρα πεσὼν, ἐκόνισε δὲ
χαίτας· μετὰ δὲ ταῦτα Ἀφροδίτης λύτο γούνατα καὶ φίλον ἦτορ·
Ἄρτεμις δὲ καὶ προσεξυβρίσθη, τοῖς ἰδίοις τόξοις ὡς νηπία κόρη
σωφρονισθεῖσα· Ξάνθος δὲ παῤ ὀλίγον ὁ ποταμὸς ἐρρύη διὰ Ἥφαι-
στον. ὅμως δ᾿ οὖν ταῦτα πάντα κατ᾿ ἀρχὴν μὲν οὐδ᾿ ὅλως σφόδρα
πείθειν δύνανται τοὺς πολλούς· εἰ δὲ θελήσει τις ἐνδότερον καταβὰς
τῶν Ὁμηρικῶν ὀργίων ἐποπτεῦσαι τὴν μυστικὴν αὐτοῦ σοφίαν, ἐπι-
γνώσεται τὸ δοκοῦν αὐτῷ ἀσέβημα πηλίκης μεστόν ἐστι φιλοσοφίας.
ἐνίοις μὲν οὖν ἀρέσκει λέγειν τὴν τῶν ἑπτὰ πλανητῶν ἀστέρων ἐν
ἑνὶ ζῳδίῳ σύνοδον ὑφ᾿ Ὁμήρου διὰ τούτων δὴ λεχθεῖσαν· φθορὰ δὲ
παντελὴς, ὅταν τοῦτο γένηται. σύγχυσιν οὖν τοῦ παντὸς ὑπαινίτ-
τεται, συνάγων εἰς ἓν Ἀπόλλωνα, τουτέστιν ἥλιον, καὶ Ἄρτεμιν, ἥν
φαμεν εἶναι σελήνην, τόν τε τῆς Ἀφροδίτης καὶ Ἄρεως, ἔτι δὲ
ζεῦξις οὕτω πεφιλοσόφηται. ἄρχουσι τῆς μάχης Ἀθηνᾶ καὶ Ἄρης.
τουτέστιν ἀφροσύνη καὶ φρόνησις· ὁ μὲν γὰρ, ὥσπερ ἔφην, μαινό-
μενός ἐστιν (“τυκτὸν κακὸν, ἀλλοπρόσαλλον”) ἡ δ᾿ ἐν πᾶσι θεοῖς
“μήτι τε κλέεται καὶ κέρδεσιν.” ἀδιάλλακτος μὴν ἔχθρα τοῖς τὰ
βέλτιστα διευκρινοῦσι λογισμοῖς πρὸς τὴν οὐδὲν ὁρῶσαν ἀφροσύνην·
ὡς δὲ μάλιστα τὸν βίον ὀνήσειν ἔμελλεν, οὕτω διηυκρίνησε τὰ τῆς
μάχης· οὐ γὰρ ἡ μεμηνυῖα καὶ παραπλὴξ ἀναισθησία τῆς συνέ-
σεως γέγονε κρείσσων, ἐνίκησε δὲ Ἀθηνᾶ τὸν Ἄρην καὶ κατὰ τῆς γῆς
ἐξέτεινεν, ἐπειδήπερ ἅπασα κακία χαμαιπετὴς καὶ ἐν τοῖς ταπεινοτέ-
ροις ἔρριπται βάθροις, πατούμενον νόσημα καὶ πρὸς πᾶσαν ὕβριν
ὑποκείμενον. ἀμέλει συνεξέτεινεν αὐτῷ τὴν Ἀφροδίτην, τουτέστι
τὴν ἀκολασίαν· τὼ μὲν γὰρ ἄμφω κεῖτο ἐπὶ χθονὶ πουλυβοτείρῃ
συγγενῆ καὶ τοῖς πάθεσι γειτνιῶντα νοσήματα. Λητοῖ δ᾿ ἀντέστη
Ἑρμῆς, ἐπειδήπερ ὁ μὲν οὐδὲν ἄλλο πλὴν ἄγγελός ἐστι τῶν ἔνδον ἐν
ἡμῖν παθῶν· λόγῳ δὲ παντὶ μάχεται Λητῶ, οἱονεὶ ληθώ τις οὖσα
καθ᾿ ἑνὸς στοιχείου μετάθεσιν· τὸ γὰρ ἀμνημονούμενον οὐκέτι ἀγ-
γελθῆναι δύναται, διὸ δὴ καὶ μητέρα Μουσῶν Μνημοσύνην ἱστοροῦσι,
τὰς προστάτιδας λόγου θεὰς ὑπὸ μνήμης γεγεννῆσθαι λέγοντες.
εἰκότως οὖν τὴν λήθην πρὸς ἀντίπαλον ἅμιλλαν ἐξωρμηκέναι. δικαίως
δ᾿ ὑπεῖξεν αὐτῇ· λόγου γὰρ ἧττα λήθη, καὶ τὸ φανερὸν ὑπ᾿ ἀμνηστίας
ἐν κωφῇ νενίκηται σιωπῇ. τῶν γε μὴν ὑπολειπομένων θεῶν ἡ μάχη
φυσικωτέρα. ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος ἵστατ᾿
Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα.” ὕδατι πῦρ ἀντέθηκεν, τὸν
μὲν ἥλιον Ἀπόλλωνα προσαγορεύσας, τὴν δ᾿ ὑγρὰν φύσιν Ποσει-
δῶνα. τούτων δ᾿ ἑκάτερον ὡς ἐναντίαν ἔχον δύναμιν τί δεῖ καὶ λέγειν,
φθαρτικὰ γὰρ κατ᾿ ἐπικράτειαν θάτερον θατέρου. καὶ μὴν ὑπὸ λεπτῆς
τῆς περὶ τὴν ἀλήθειαν θεωρίας διαλύειν ἔστιν ἀμφοῖν τὴν μάχην,
ἐπειδήπερ ἡλίου τροφὴν ἀπεφηνάμεθα τὴν ἔνυγρον οὐσίαν, καὶ μάλιστα
τὴν ἁλμυράν· λεληθότως γὰρ ἀπὸ τῆς γῆς τὸ δίυγρον ἀνασπῶν τῆς
μενον ἀεὶ πολέμιόν ἐστι τῷ τέμνοντι διὰ τοῦτ᾿ ἐχθρὰν ἀέρι τὴν
σελήνην ὑπεστήσατο, τὴν ἐν ἀέρι αὐτῆς φορὰν καὶ τοὺς δρόμους ὑπο-
σημαίνων. εἰκότως δὲ ταχέως νενικῆσθαι τὴν σελήνην, ἐπειδήπερ ὁ
μὲν ἀὴρ πολὺς καὶ πάντη κεχυμένος, ἡ δ᾿ ἐλάττων καὶ συνεχῶς ὑπὸ
τῶν ἀερίων παθῶν ἀμαυρουμένη, τοῦτο μὲν ἐκλείψεσι, τοῦτο δ᾿ ἀχλύϊ
καὶ ταῖς ὑποτρεχούσαις νεφέλαις. διὰ τοῦτο τῆς νίκης καὶ τὰ βρα-
βεῖα τῷ μείζονι καὶ συνεχῶς βλάπτοντι προσέθηκεν. “ἄντα δ᾿ ἄῤ
Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης.” ἐν τοῖς ὑπὲρ Ἀπόλλωνος
καὶ Ποσειδῶνος λόγοις τὸν οὐράνιον ἡμῖν αἰθέρα καὶ τὴν ἀκήρατον
ἡλίου φλόγα δηλώσας ἡμῖν νῦν μεταβέβηκεν ἐπὶ τὸ θνητὸν πῦρ, καὶ
τοῦτο ἀνθώπλισε τῷ ποταμῷ, τὴν διάφορον ἑκατέρῳ φύσιν εἰς μάχην
παροτρύνας. πρότερον μὲν οὖν εἴκοντα τὸν ἥλιον παρεισάγει Ποσει-
δῶνι, νῦν δὲ τὴν ὑγρὰν οὐσίαν ὑπὸ τῆς πυρώδους ἡττωμένην· δυνα-
τώτερον γὰρ τόδε τὸ στοιχεῖον θατέρου. τίς οὖν οὕτω μέμηνεν ὡς
θεοὺς μαχομένους ἀλλήλοις παρεισάγειν, Ὁμήρου φυσικῶς ταῦτα
δι᾿ ἀλληγορίας θεολογήσαντος;
68. Ἀπόλλων] λοιμῶν αἴτιος ὁ Ἀπόλλων, τοῦ περιγείου μέρους
σὺν Ἀρτέμιδι δεσπότης ὢν, ὑγείας δὲ Ποσειδῶν, διὰ τῶν πνοῶν ἀπο-
καθαίρων πάντα. χολᾷ δὲ Ἀπόλλωνι ὡς ἐπικουροῦντι παρὰ τὸ δέον
Τρωσίν. ὅσον δὲ κακὸν ἡ στάσις, ὅτε καὶ πρεσβυτέροις νέους ἀντι-
τάσσει.
69. Ἐνυάλιος ὁ Ἄρης ἐπιθετικῶς, καὶ οὐχ ἕτερος θεός.
Ἀθήνη] φρόνησίς ἐστι, διὸ καὶ φυλάττει τὰς ἀκροπόλεις· ὁ δὲ
Ἄρης ταραχώδης καὶ ἀλλοπρόσαλλος. παρθένος ἡ Ἀθηνᾶ, ὁ δὲ
Ἄρης μοιχός· καὶ ὁ Τρωϊκὸς δὲ πόλεμος ἐκ μοιχείας τὴν ἀρχὴν
εἴληφεν. Ἐνυάλιος δὲ παρὰ τὸ αὔειν, ὅ ἐστι φωνεῖν, ἢ παρὰ τὸ ἕνω,
ὅθεν καὶ αὐθέντης.
70. ὁ μὲν συναπτόμενος τῷ αἰθέρι ὑγρὸς ἀὴρ σωτήριός ἐστιν, διὸ
καὶ τελεία καὶ Εἰλειθυιῶν μήτηρ ἡ Ἥρα, ὁ δὲ περίγειος ἀὴρ Ἀρτέ-
μιδ ἀνάκειται· “ἐπεί σε λέοντα γυναιξὶν Ζεὺς ἔθηκεν.” ἡ μὲν γὰρ
Ἄρτεμις σελήνη, ἡ δὲ Ἥρα ἀὴρ ἡλίῳ καὶ αἰθέρι καθαρῶς κιρνά-
72. παρὰ τὸ σώζω σῶκος, ὁ σωστικώτατος. ἀνθίσταται δὲ, ὡς ἔθος,
τῷ λόγῳ καὶ τῇ φρονήσει ἀφροσύνη καὶ λήθη καὶ ἀλογία.
74. ὃν Ξάνθον καλέουσι] τὸ ὕδωρ ἀνθίσταται τῷ πυρί· καλεῖται δὲ Ξάνθος, ἐπεὶ τὰ σώματα τῶν λουομένων ἢ τοὺς καρποὺς ξανθίζει. ἐνταῦθα δὲ μόνον τὴν διωνυμίαν ἐπισημαίνεται.
*Σκάμανδρον] φασὶ τὸν Ἡρακλέα δίψει ποτὲ κατασχεθέντα εὔ.
ξασθαι τῷ Διὶ πατρὶ ἐπιδεῖξαι αὐτῷ μικρὰν λιβάδα· ὁ δὲ μὴ θέλων
αὐτὸν κατατρύχεσθαι, ῥίψας κεραυνὸν ἀνέδωκε μικρὰν λιβάδα, ἣν
θεασάμενος ὁ Ἡρακλῆς καὶ σκάψας εἰς τὸ πλουσιώτερον ἐποίησε
φέρεσθαι. καὶ διὰ τοῦτο ἐκλήθη Σκάμανδρος, διὰ τὸ ἐσκάφθαι ὑπὸ
τοῦ ἀνδρὸς, ἢ διὰ τὸ καμάτου καὶ κόπου παραίτιον γενέσθαι τῷ
ἀνδρί.
75. αὐτὰρ Ἀχιλλεύς] ἐφαμίλλους θεοῖς δείκνυσι τοὺς ἥρωας, παράλληλον θεὶς τὴν μνήμην αὐτῶν.
76. Ἕκτορος ἄντα] εἰς τὴν καθ᾿ Ἕκτορος ἐναντίαν μάχην. μάλιστά ἑ] μάλιστα αὐτόν.
78. ταλαύρινον] ἐν πολέμῳ καρτερικόν.
80. ἀντία Πηλείωνος] ἀμβλύνων αὐτοῦ τὴν καθ᾿ Ἕκτορος ὁρμήν.
84. παιδευτικὰ ταῦτα, τῆς παρὰ τοῖς συμποσίοις προπετείας ἀπαλλάσσοντα, δι᾿ ὧν φησὶ τὸν Αἰνείαν διὰ τὰς παῤ οἴνῳ ὑποσχέ- σεις ὀλίγου δεῖν κινδυνεῦσαι. οἰνοποτάζων δὲ πίνων, οὐχὶ ἐσθίων. βασιλεῖς δὲ καὶ τοὺς κατὰ μέρος ἄρχοντας λέγει.
89. διόλου παρατηρητέον ὅτι κατὰ μέρος τὰ ἔργα τοῦ Ἀχιλλέως
δεόντως δεδήλωκεν· γίνεται δὲ καὶ ἀξιοπιστότερον τὸ παρὰ τοῦ
πολεμίου ἐγκώμιον.
95. οἱ πρόσθεν ἰοῦσα] εὐπρεπῶς ἐπεκάλυψε τὴν ἧτταν, φάμενος Ἀθηνᾶν αὐτῷ συλλαμβάνεσθαι. φιλαλήθης δὲ ὢν οὐκ ἀποκρύπτει τὴν ἧτταν.
φάος τὴν σωτηρίαν, ὡς τὸ “ἤν πού τι φόως Δαναοῖσι γέρωμαι” (ΙΙ. 16, 39).
98. αἰεὶ γὰρ πάρα εἴς γε θεῶν] εὐπρεπῶς καὶ τοῦτο, ἵνα διὰ τὴν τῶν θεῶν βοήθειαν καὶ μὴ διὰ τὴν ἰδίαν δειλίαν ὀκνεῖν δοκῇ.
101. ἶσον τείνειε] τροπικῶς τῷ ῥήματι ἀπὸ τῶν ζυγῶν κέχρηται.
105. καὶ δὲ σέ] ὀρθοτονητέον τὴν ἀντωνυμίαν καὶ τὸν δε ἀντὶ τοῦ γαρ ἐκδεκτέον.
109. λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω] ἀναγκαῖον καὶ τοῦτο· καταπλήξει γὰρ αὐτὸν ὁ Ἀχιλλεὺς, ὅπερ ἔδει προλαβεῖν τὸν θεὸν πρὸ τῆς συμβολῆς. λευγαλέοις δὲ εὐτελέσι καὶ ἀχρείοις πρὸς τοὺς ἐκδεχομένους· λευγαλέος δὲ θάνατος ὁ ὀλέθριος.
*τινὲς τὸ ἀρειῇ, τῇ ἀπὸ τοῦ Ἄρεως βλάβῃ.
113. οὐλαμόν] τὸ πύκνωμα, ἀπὸ τῆς οὐλότητος, ἢ τὴν εἴλησιν.
114. ἐκδέχεται Ἡρωδιανὸς τὸ η ὡς ἄρθρον, τὸν δὲ δή παραπλη-
ρωματικὸν σύνδεσμον, ἵν᾿ ᾖ, οὐδ᾿ ἔλαθε λευκώλενον Ἤρην, ἣ δή. τὸ
δὲ ἄμυδις ψιλοῦται καίτοι παρὰ τὸ ὁμοῦ ὄν· καὶ ἀμάδις αὐτὸ ἔδει
εἶναι ὡς χαμάδις, ἀλλὰ τροπῆς γενομένης Αἰολικῆς ἅπαξ τοῦ α εἰς
υ ἐψιλώθη καὶ τὸ πνεῦμα. προπαροξύνεται δὲ ὁμοίως τῷ ἄλλυδις·
καὶ ἔστι δύο ταῦτα προπαροξυνόμενα τῶν εἰς δίς ἐπιρρημάτων τῷ ν
παραληγόμενα.
125. ἠθέτηνται στίχοι δ᾿ ὡς ἐναντιούμενοι τοῖς ὑπὸ Διὸς εἰρημέ-
νοις “δείδω μὴ καὶ τεῖχος ὑπὲρ μόρον ἐξαλαπάξῃ” (30). ἢ αὔξει
τὴν πρὸς ἐκεῖνον φιλοστοργίαν τῷ δεδοικέναι.
127. αἶσα] τὸν τοῦ παντὸς λόγον Ζῆνα καλεῖ, ἐπεὶ τοῦ ζῆν αἴ-
τιος, Δία δὲ, ἐπεὶ διὰ τοῦτον τὰ πάντα, αἶσαν δὲ παρὰ τὸ δαίω τὸ
μερίζω, καὶ μοῖραν καὶ εἱμαρμένην παρὰ τὸ μείρω· πεπρωμένην, ὅτι
πάντας εἰς πέρας ἄγει· Λάχεσιν δὲ παρὰ τὸ ἕκαστον λαγχάνειν ἃ
μέλλει πείσεσθαι· πρόνοιαν δὲ δι᾿ ὧν εὐρύοπα καλεῖ αὐτόν. τῆς δὲ
ἀνάγκης ἀπαραβάτου αἰτίας οὔσης, φησὶν “ἀναγκαίη γὰρ ἐπείγει”
(Od. 19, 73). τύχην δὲ οὐδ᾿ ὅλως οἶδεν ὁ ποιητὴς, εἰ μὴ τὰ ἀπὸ
ταύτης, ὡς τὸ “τύχε κατὰ στεφάνης.”
133. παρὲκ νόον] παρὰ τὸ καθήκοντα νοῦν. πάνυ δὲ φρονίμως οὐ
βούλεται τῆς μάχης ἄρχειν ὡς συνετός.
138. ἄρχωσι] Ἀρίσταρχος προκρίνει τὴν διὰ τοῦ ω γραφήν·
γράφεται γὰρ καὶ ἄρχῃσι. ἔμφασιν δὲ ἔχει τὸ ὀκνεῖν μὲν ἄρχε-
140. παῤ αὐτόφι] παῤ αὐτοῖς, οὐ παῤ αὐτά· προεῖπε γὰρ τὸ αὐτίκα.
145. ἀμφίχυτον] τὸ περικεχυμένον· φησὶ γὰρ “χεύαντες δὲ τὸ
σῆμα πάλιν κίον” (ΙΙ. 23, 257). οὐκ ἐκ λίθων δὲ, ἀλλʼ ἐξ ἀναχώ-
ματος ἦν, ὑπὲρ τοῦ ῥᾳδίως ἀνατρέχειν τὸν Ἠροκλέα ἐπ᾿ αὐτὸ, τὴν
τοῦ κήτους ὑποφεύγοντα ἔφοδον.
146. * Ποσειδῶν καὶ Ἀπόλλων, προστάξαντος Διὸς Λαομέδοντι
θητεῦσαι, ἐπὶ μισθῷ τεταγμένῳ τὸ τεῖχος κατασκευάζουσιν, Λαο-
μέδων δὲ παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας, μὴ δοὺς τοὺς
μισθοὺς, ἀπήλασεν αὐτούς. ἀγανακτήσας δὲ Ποσειδῶν ἔπεμψε τῇ
χώρᾳ κῆτος, ὃ τούς τε παρατυγχάνοντας ἀνθρώπους καὶ τοὺς γιγνο-
μένους καρποὺς διέφθειρεν· μαντευομένῳ δὲ Λαομέδοντι χρησμὸς
ἐδόθη Ἡσιόνην τὴν θυγατέρα Λαομέδοντος βορὰν ἐκδοῦναι τῷ κήτει
καὶ οὕτως ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ. προθεὶς δὲ ἐκεῖνος τὴν θυγα-
τέρα, μισθὸν ἐκήρυξε τῷ τὸ κῆτος ἀνελόντι τοὺς ἀθανάτους ἵππους
δώσειν, οὓς Τρωὶ Ζεὺς ἀντὶ Γανυμήδους ἔδωκεν. Ἡροκλῆς δὲ παρα-
γενόμενος ὑπέσχετο τὸν ἆθλον κατορθώσειν, καὶ Ἀθηνᾶς αὐτῷ πρό-
βλημα ποιησάσης τὸ καλούμενον ἀμφίχυτον τεῖχος, εἰσδὺς διὰ τοῦ
στόματος εἰς τὴν κοιλίαν τοῦ κήτους, αὐτοῦ τὰς λαγόνας διέφθειρεν.
ὁ δὲ Λαομέδων ὑπαλλάξας θνητοὺς δίδωσιν ἵππους. μαθὼν δὲ Ἡρα-
κλῆς ἐπεστράτευσε καὶ Ἴλιον ἐπόρθησε, καὶ οὕτως ἔλαβε τοὺς ἵπ-
πους. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ.
149. καὶ θεοὶ ἄλλοι] οὐ πάντες, ἀλλ᾿ οἱ Ἑλληνικοί· καραδοκοῦσι γὰρ τὴν ἐκείνων καταρχήν.
152. ἀμφὶ σέ] ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὁμοίως τῷ “ἀμφὶ
σὲ, Πηλέως υἱέΡ (2). τὸ δὲ ἤϊε παρὰ τὸ ἱέναι τὰ βέλη, καὶ δασύ-
νεται· ἢ παρὰ τὴν ἴασιν, καὶ ψιλοῦται.
154. δυσηλεγέος] κακοκοιμήτου· οὐκ ἔστι γὰρ αὐτὸν κοιμηθῆναι δίχα πολλῶν θανάτων. ἢ κακὰς φροντίδας ἔχοντος. εἰ δὲ θεοὶ ὀκνοῦσι πολεμεῖν, πολλῷ μᾶλλον ἡμεῖς.
157. κάρκαιρε] ἐκραδαίνετο, ἐσείετο, ἐψόφει.
162. βριαρῇ] καταπληκτικῇ, ὡς τὸ “βριθὺ, μέγα, στιβαρόν” (ΙΙ. 5, 746)· οὐ γὰρ ἐγκώμιον δόρατος τὸ βαρύ.
164. λέων ὡς] λέοντι εἴκασται οὐ πεινάοντι ἢ τὸ πῖαρ ἑλεῖν
θέλοντι ἢ σκυμναγωγοῦντι, ἀλλ᾿ ὅλην χώραν λυμαινομένῳ, ἣν γεωρ-
γεῖν μὴ δυνάμενοι συνίασι κατ᾿ αὐτοῦ. ὁ δὲ πρῶτα μὲν φαύλως
κινεῖται ὡς ὅτε θελήσειε κρατεῖν αὐτῶν δυνάμενος· ἐπὰν δὲ βληθῇ,
ἐρεθίζεται καὶ συστρέφει ἑαυτὸν πρὸς τὸ μειζόνως πηδῆσαι.
168. ἐάλη] συνεστράφη πρὸς τὸ πηδῆσαι.
169. εἰ μέν ἐστιν εὐθείας τὸ κραδίη, τοιοῦτόν ἐστιν, στένει ἡ
καρδία ἥτις ἐστὶν ἦτορ· εἰ δὲ δοτικῆς, ἀγγεῖον τῆς ψυχῆς ὑπονοητέον
τὴν καρδίαν.. τὸ δὲ πρότερον ὁμηρικώτερον· φησὶ γὰρ (Od. 20, 18)
“τέτλαθι κραδίη” ἀντὶ τοῦ ψυχή.
170. οὐρῇ δὲ] ἔχει γὰρ ὑπὸ τῇ οὐρᾷ κέντρον μέλαν, ὡς κεράτιον, δι᾿ οὗ ἑαυτὸν μαστίζει ὑφ᾿ οὗ νυττόμενος 33πλέον ἀγριοῦται.
172. γλαυκιόων] ἔμπυρον ὁρῶν, παρὰ τὸ γλαύσω, ἀφ᾿ οὗ καὶ
γλαὺξ, ὃ μόνον τῶν σαρκοφάγων καὶ γαμψωνύχων οὐ τίκτει τυφλὰ
διὰ τὸ πολὺ πυρῶδες, ὃ περὶ τοὺς ὀφθαλμοὺς ἔχει, ὃ τμητικὸν ὃν
διεγείρει τὴν θέαν· διὸ καὶ ἐν ταῖς σκοτομήναις τῶν νυκτῶν ὁρᾷ.
καὶ μὴ τετρωμένον τρωθέντι λέοντι εἰκάζει· τότε γὰρ ἰσχυρότερος
ἑαυτοῦ γίνεται. ἢ ὅτι ὅσον τὸ καθ᾿ ἑαυτὸν, ἔτρωσεν αὐτὸν Αἰνείας·
τότε γὰρ ὡς τρωθεὶς ὥρμησε· τὰ γὰρ πρῶτα καὶ ἀπέτρεπεν αὐτὸν,
καθ᾿ Ἕκτορος ὡρμημένος.
180. ἐντέχνως ἄξιον βασιλείας ἀποφαίνει τὸ κατόρθωμα.
ἀθετοῦνται στίχοι ἑπτὰ ὡς καὶ τὴν διάνοιαν ἀπρεπεῖς καὶ τὴν
σύνθεσιν εὐτελεῖς. πῶς γὰρ ὁ τοσοῦτον σπεύδων κατὰ τῶν ἐχθρῶν
ἤμβλυνται τοσοῦτον; ἢ τάχα ἔντεχνοι οἱ λόγοι· μέγιστον γὰρ εἰς
κατάπληξιν τῶν ὁμοφύλων φεύγων ὁ πρῶτος ὀφθεὶς, καὶ στρατηγικόν
τὸ ἀκινδύνως φοβεῖν τοὺς πολεμίους. καὶ καθ᾿ Ἕκτορος ἔχει τὴν
πᾶσαν ὁρμήν· φησὶ γὰρ “Ἕκτορος ἄντα μάλιστα” (76). εἰκότως
οὖν πρῶτα μὲν ὁρμῇ λέοντος αὐτὸν ἐκδειματοῖ, ὡς δὲ μένει, λόγοις,
σπεύδων ἐπὶ Ἕκτορα. ἄλλως καὶ κερτομεῖ τὸν Αἰνείαν ὡς ἐνεδρεύ-
οντα τῇ Πριάμου ἀρχῆ.
181. λείπει τὸ ἀντί. ἢ ἐν Τρωσὶν ἀνάξειν μετὰ τῆς τιμῆς τοῦ Πριάμου.
183. ἀεσίφρων] κοῦφος καὶ ἀσύνετος τὴν φρένα.
*ἀεσίφρων λέγεται ὁ μὴ διεγηγερμένος τὰς φρένας. γίνεται δὲ ἐκ τοῦ ἄω τὸ κοιμῶμαι, ἀφ᾿ οὗ καὶ τὸ “τί πάννυχον ὕπνον ἀωτεῖς” (Ιl. 10, 159);
187. ἤδη μὲν σέ γε] ἔθος ἀρχαῖον τὸ ἐξονειδίζειν δειλίαν ἢ καὶ
ἀχαριστίαν· καὶ ἀλλαχοῦ “ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων”
(Od. 16, 424). καὶ τὸ μὲν ἀμεταστρεπτὶ φεύγειν ὀνειδισμός ἐστιν
ἐσχάτης δειλίας· αὐτὸς δέ φησιν ἑλεῖν καὶ τὴν ὑποδεξαμένην αὐτὸν
πόλιν.
188. ἀναστρεπτέον τὴν ἀπό· τινὲς δὲ τῷ σεῦα συντάσσουσιν
αὐτήν.
194. ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο] ἀναλαβέσθαι αὐτόν φησι τὸν θεὸν καὶ ἀλλαχοῦ διασῶσαι, ἐπεὶ μὴ εὑρέθη ἐν Λυρνησσῷ.
198. πρίν τι κακὸν παθέειν] ὁρῶν αὐτοῦ τὴν προθυμίαν σημειοῦται τὸν ἐσόμενον αὐτῷ ὄλεθρον.
200. μὴ δή μ᾿ ἐπέεσσι] ἀποσιωπᾷ τὰ περὶ τῆς ἥττης· ἀπρεπὲς γὰρ τὸ συνομολογεῖν πρὸς τὸν πολέμιον. ἐν δὲ τῷ πρὸς Ἀπόλλωνα λόγῳ εὐπρεπέστερον αὐτὰ ἀνωμολόγησεν (90).
202. κερτομίας τοὺς σαρκασμοὺς οὓς εἶπεν ὡς περὶ τῆς ἀρχῆς
αὐτοῦ μαχομένου· αἴσυλα δὲ τὰς παρὰ τὸ καθῆκον λεγομένας
ἀπειλάς. πιθανῶς δὲ τοῖς λόγοις Ἀπόλλωνος καταχρῆται πρὸς τὸν
φόβον καὶ αὐτὸς, ὑπομιμνήσκων ὅτι μείονος γενέσεως τυγχάνει παῤ
αὑτόν.
204. πρόκλυτ᾿ ] προηκουσμένα καὶ προεγνωσμένα.
210. ἕτεροι] διὰ τὸ δύο εἶναι τοὺς γονέας ἑκατέρου. δῆλον δὲ ὅτι
ἔτι ζῆ Ἀγχίσης.
211. ἑκατέροις δύναται προσδίδοσθαι τὸ σήμερον πρὸς διάφορον στιγμήν.
213. δαήμεναι] παρῆκται ἡ ὁμιλία κατὰ ποιητικὴν συνήθειαν
πρὸς ὠφέλειαν τῶν ἀκροατῶν, ἵνα τὴν Τρωῖκὴν γενεαλογίαν μάθωμεν. ἢ
ὅτι τοῖς πολεμίοις ἐξεταζόμενα τὰ γένη λαμπρότητα μεγίστην φέρει·
τοὺς γὰρ εὐγενεῖς καὶ εὐψύχους νομίζουσιν. ἀεὶ δὲ σπεύδει ὁ ποιητὴς
παραπλέκειν τὰ ἀρχαῖα γένη, ὥσπερ ἐν τῇ Γλαύκου καὶ Διομήδους
συστάσει ὅλον τὸ Αἰόλου γένος εἶπεν. ἔοικε δὲ λέγειν ὅτι τὸ μὲν
κατὰ μητέρα γένος τοιοῦτο· εἰ δὲ καὶ τὸ κατὰ πατέρα θέλεις,
πολλοῖς ὂν γνώριμον, ἄκουε.
215. * Δάρδανος ὁ υἱὸς Διὸς καὶ Ἡλέκτρας τῆς Ἄτλαντος θυγατρὸς, διιὼν τὴν Σαμοθρφᾴκην, ἐπομβρίας γενομένης κατασκευάσας σχεδίαν καὶ ἀσκὸν αὑτῷ περιθεὶς διεκομίσθη εἰς τὴν Ἴδην τῆς Τρωά- δος, καὶ ἀποβὰς Διὸς ὑποθεμένου κτίζει πόλιν, ἣν ἀφ᾿ ἑαυτοῦ Δαρ- δανίαν ἐκάλεσεν. ἡ ἱστορία παρὰ Λυκόφρονι.
221. φιλόλουτρον γάρ ἐστι τὸ ζῷον, ἥδεται δὲ τοῖς ἕλεσι καὶ τοῖς θολεροῖς τῶν ὑδάτων.
βουκολέοντο] κατὰ μετάθεσιν ὁ λόγος, ὡς καὶ Εὐριπίδης (Phoen. 28) “ἱπποβουκόλοι ἄνδρες.”
223. τάων καὶ Βορέης ἠράσσατο] ἄδηλον μὴ τῶν πώλων ἠράσθη.
φησὶ δὲ Ἀριστοτέλης ὁρμητικωτάτην εἶναι τὴν ἵππον πρὸς συνδυ-
ασμὸν, καὶ ἐξανεμουμένην πρὸς ἄρκτον ἢ πρὸς νότον τίκτειν.
τάων] τούτων· λείπει δὲ τὸ τινῶν, τούτων τινῶν καὶ Βορέης ἠράσ- σατο· οὐ γὰρ πασῶν.
227. ἀνθερίκων] ὑπερβολικῶς εἶπεν, ἔστι δὲ ἀνθέρικος, ὥς τινες, ὁ
τοῦ ἀσφοδέλου καυλός. οἱ δὲ τοὺς ἀθέρας τοῦ σίτου φασὶν, ὡς καὶ
Ἡσίοδος “ἐπὶ πυραμίνους ἀθέρας φοίτασκε πόδεσσιν.”
228. Ἀρίσταρχος ἄλλοτε, ὁ δὲ Ἡωδιανὸς ἀλλ᾿ ὅτε.
ῥηγμῖνος δὲ τῆς ἐπιφανείας· ὡς τὸ “ἡμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν” (Od. 12, 214).
233. ὃς δή] ἔσχατον αὐτὸν ὀνομάσας πάλιν ἀνέλαβεν, ἐπείπερ αὐτῷ γένος οὐχ ὑπελείπετο.
234. ἀνηρείψαντο] ἀπὸ τῆς ἔρας ἀνεβάστασαν. ὑφ᾿ ἓν δὲ τὸ
ἀνηρείψαντο. τινὲς δὲ τὸν ἂν σύνδεσμον ἀνεδέξαντο, ἵν᾿ ᾖ ὁ λόγος
οὕτως· τοῦτον δὲ ὅσον ἕνεκα τοῦ κάλλους καὶ ἀνηρείψαντο ἂν οἱ
θεοὶ, δηλονότι εἰ μὴ ἐτεθνήκει. καὶ γὰρ οὐδέποτε, φασὶ, παρὰ τῷ
ποιητῇ εἰσάγεται οἰνοχοεύων ὁ Γανυμήδης. ἀλλὰ πρὸς τοῦτο
λεκτέον, πρῶτον μὲν ὡς οὐδέποτε χωρὶς τοῦ αν ὁ ποιητὴς λέγει τὸ
ἠρείψαντο· ἔπειτα ἐν ἑτέροις λέγει “δῶχ᾿ υἷος ποινὴν Γανυμή-
δεος.” τὸ δὲ πάντων μεῖζον, ὁ καί συμπλεκτικὸς ἐπιζητεῖ πράγ-
ματα ἃ συμπλέκει, ὁ δὲ ἄν ἀναιρετικός ἐστι πάντων τῶν προῦ-
παρχόντων· πῶς οὖν δύναται συνταχθῆναι ὁ ἄν τῷ καί; εἰ δέ
φασιν ὡς οὐ φαίνεται διακονούμενος τοῖς θεοῖς, ἴστωσαν ὅτι δύο
συμπόσια παρεισάγονται, καὶ ἐν μὲν τῷ πρώτῳ γέλωτος ἕνεκεν ὁ
πλάσασθαι τῷ πατρὶ ὡς θύελλα αὐτὸν ἥρπασεν. ἐξ αὐτῶν δὲ πρῶτον
ἡ παιδεραστία ἤρξατο· τῇ γὰρ εὐεξίᾳ τῶν σωμάτων ἐκινήθησαν κατ᾿
ἀλλήλων.
*Πορφυρίου. κατηγοροῦσι τοῦ ποιητοῦ ὡς μαχόμενα λέγοντος,
ὅταν ποτὲ μὲν τὸν Γανυμήδην οἰνοχόον εἶναι τῶν θεῶν λέγῃ, ποτὲ
δὲ τὴν Ἥβην. οὐκοῦν λύσομεν ὀνόματι καὶ λέξει, ὅτι οὐχὶ τῶν
θεῶν, ἀλλὰ τοῦ Διὸς αὐτὸν οἰνοχόον ἀποφαίνει (ἔχει γὰρ ἡ λέξις
οὕτως “τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν”), ἡ δὲ Ἥβη
τοῖς θεοῖς οἰνοχοεῖ. προσώπῳ δὲ, ὅτι τὸ μὲν ἐκ τοῦ ποιητοῦ λέγεται,
τὸ δὲ ἐξ Αἰνείου, ὃν εἰκὸς μεγαλύνειν τὸ αὑτοῦ γένος. καιρῷ δὲ καὶ
χρόνῳ, ὡς ἐγχωρεῖ πάλαι ποτὲ αὐτὸν ἁρπασθέντα πρὸς τὴν διακονίαν
ταύτην ὑπὸ τοῦ θνητὸν εἶναι μηκέτι παραμένειν ἕως τῶν Ἰλιακῶν.
ἔθει δὲ, ὡς πολλοῖς νενομισμένον ἐστὶν οἰνοχόοις χρῆσθαι ἄρρεσι καὶ
θηλείαις, ὥστε οὐδ᾿ ἐν θεοῖς ἄτοπον τοῦτο. τὸ μὲν οὖν ἐναντίον οὕτως
ἐλέγχεται, τὸ δ᾿ ἀδύνατον ἐγκαλεῖται οὕτως.
240. Ἕκτορα] ἀπὸ τοῦ ἀρίστου τῶν Πριαμιδῶν ἠρκέσθη τὸ σύμ- παν δηλῶσαι γένος.
242. ἀρετήν] τὴν ἀνδρείαν. τοῦτο δὲ διὰ τὸν ὀνειδισμὸν τῆς
φυγῆς, ὡς καὶ Ἕκτωρ “ὅστε καὶ ἄλκιμον ἄνδρα φοβεῖ” (Ιl. 17,
177). ἢ τὴν βασιλικὴν δόξαν. φησὶν οὖν ὅτι νῦν μὲν οὗτοι ἔχουσιν,
ὕστερον δὲ ἡμεῖς σχήσομεν.
248. καθολικὸς ὁ λόγος, ἀμοιβὴν δεικνὺς φαύλων τε καὶ χρηστῶν λόγων. ἔνι] ἔνεισιν.
249. πολὺς νομός] ὥστε πολλὰ εἰπεῖν, καὶ ἐπαινέσαι καὶ ψέξαι,
καὶ εἰς ἑκάτερα τὸν λόγον ἀγαγεῖν. ὀξύνεται δὲ τὸ νομός, οἷον
πανταχοῦ τοῦ λόγου ἰόντος καὶ νεμομένου.
251. ὁ η τῷ μὲν τί ὑποτασσόμενος ὀξύνεται, τῷ δὲ ἐπεί περι- σπᾶται.
252. ὥστε γυναῖκας] φησὶ γὰρ Ἀριστοτέλης “γυνὴ ἀνδρὸς ἐπι- φθονώτερον, μεμψιμοιρότερον, φιλολοίδορον, φιλοπληκτικώτερον, μᾶλ- λον ἀρίδακρυ.”
253. χολωσάμεναι] περὶ ἔριδος εἰς χόλον ἀχθεῖσαι. τοῦτο δὲ περὶ ἀσέμνων γυναικῶν.
255. πολλά τε ὄντα καὶ οὐκ ὄντα· πολλὰ τῆς ἀληθείας ἐχόμενα καὶ πολλὰ ψευδῆ.
259. ἤλασεν] ἔπληξεν, ὡς τὸ “πολέες γὰρ ἐπ᾿ αὐτῷ χαλκὸν
ἔλασσαν” (ΙΙ. 24, 421).
265. ῥηΐδια τὰ δυνατά. λέγει δὲ ὅτι τρωτὰ μὲν, οὐ ῥηΐδια δὲ εἰς τὸ δαμασθῆναι. ἢ τάχα τὸ Ἀχιλλέως πρόσωπον ὑπεξαίρων οὕτως ἀποσεμνύνει τὰ ὅπλα· ὁ γὰρ Ἄρης ἡφαιστότευκτα φορῶν νείατον ἐς κενεῶνα τιτρώσκεται (ΙΙ. 5, 857).
268. * Πορφυρίου. τὸ “οὐδέ ποτ᾿ Αἰνείαο—δῶρα θεοῖο” δοκεῖ μάχεσθαι τῷ “ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας,” ὥστε ἔρρηξεν. ἔστι δὲ ἀπὸ τῆς λέξεως ἡ λύσις καθ᾿ ἑκάτερον· εἰ γὰρ μὴ διόλου διῆλθεν, οὐκ ἔρρηξε τὸ σάκος. καὶ τὸ ἔλασσεν οὐ πάντως ἔρρηξε τὸ σάκος, ἀλλὰ διέθλασεν.
269. *ἀτρώτων ὑπαρχόντων παῤ Ὁμήρῳ τῶν Ἀχιλλέως ὅπλων,
ἔξωθεν κατ᾿ ἐνίους τεταγμένης διὰ τὸν πλείονα κόσμον τῆς χρυσῆς
πτυχὸς, οὕτως ἀποδοτέον τὸν λόγον· ἀλλὰ μέχρι μὲν δύο πτυχῶν
προῆλθεν ἡ τῆς πληγῆς ἐνέργεια, εἴξεως καὶ οἱονεὶ συνιζήσεως
γενομένης, ἐν δὲ τῇ τρίτῃ συνεσχέθη. ἀπορία. πῶς, φασὶν, ἄτρω-
τον ὑποστησάμενος τὴν ἀσπίδα νῦν τοῦτο λέγει; ῥητέον οὖν ὅτι ὁ
χρυσὸς μαλθακώτερος ὢν χαλκοῦ ἢ σιδήρου ἐνέδωκε τῷ δόρατι καὶ
ἐκοιλάνθη, καὶ ἐγένετο κοιλότης, καὶ οὐ τρῶσις.
271. τὰς δύο χαλκείας] μέσην νομιστέον τὴν χρυσῆν· ἁπαλώ-
τερος γὰρ ὢν ὁ χρυσὸς ἐκλελυμένον τὸ δόρυ μετὰ τὴν τῶν χαλκῶν
βίαν εὐχερῶς ὑποδέξεται. ὅτι γὰρ οὐκ ἦν ἐν τῇ ἐπιφανείᾳ τῆς
δευτέραν τὴν χαλκῆν ὡς ἰσχυρὰν, μέσας τὰς δύο κασσιτερίνας πρὸς
τὸ συνάπτειν τὰς πτύχας, καὶ πέμπτην τὴν χαλκῆν. ὅτι δὲ ἐν τῇ
ἐπιφανείᾳ ἡ χρυσῆ δῆλον ἐξ ὧν φησὶ “χρυσείη περ ἐοῦσα.” καὶ
οὐκ ἂν τὸ καλλιστεῦον ἀπέκρυψε. τὸ δὲ ἔσχετο, τῆς ὁρμῆς ἐπαύ-
σατο· οὐχ ὅτι οὐκ ἔτρωσεν, ἀλλ᾿ ὅτι τὸ πλατὺ τῆς ἐπιδορατίδος
οὐ διῆλθεν, ἀλλ᾿ ἐνεσχέθη κατὰ τὸ μέρος τοῦτο ἐν τῷ χρυσέῳ. τοῦ
γὰρ δόρατος ἡ μὲν ἀκμὴ τιτρώσκει, τὸ δὲ πλάτος τέμνει. τὴν μὲν
οὖν ἐκ τῆς ἀκμῆς νύξιν ἐδέξατο ὁ χρυσὸς, καὶ δι᾿ αὐτοῦ ὁ ὑποκεί-
μενος χαλκὸς, τὴν δὲ ἐκ τοῦ πλάτους τομὴν οὐκέτι παρεδέξατο ὁ
χρυσός· οὐκοῦν ἡ πρὸς τὸ πλάτος τοῦ σιδήρου ἀντίβασις τῆς χρνσῆς
ἐπέσχε τὴν τῆς ὅλης ἀσπίδος διακοπήν.
*Πορφυρίου. ἐν τῇ Αἰνείου πρὸς Ἀχιλλέα μάχῃ ζήτησιν πα-
ρέσχε τὰ ἔπη ταῦτα “ἦ ῥα, καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον
ἔγχος” καὶ τὰ ἑξῆς μέχρι καὶ αὐτοῦ τοῦ στίχου (272) “τὴν δὲ
μίαν χρνσῆν, τῇ ῥ᾿ ἔσχετο μείλινον ἔγχος.” τῆς γὰρ χρυσῆς πτυχὸς
δοκούσης πρώτης εἶναι, εἴ γε κόσμου εἵνεκα τὴν χρυσῆν εἰς τὸ ἔξω
καὶ ὁρώμενον πρώτην ἐνέθηκεν, ὑπ᾿ αὐτὴν δὲ στερεότητος ἕνεκα τὰς
δύο χαλκᾶς μαλάγματος χάριν καὶ τελευταίας κασσιτερίνας, πῶς
δύο τε διέκοψε πτύχας καὶ ἐν τῇ χρυσῇ πτυχὶ ἔξω οὔσῃ καὶ διατμη-
θείσῃ ἐνεσχέθη τὸ δόρυ; ἀπολυόμενοι οὖν τὴν ἀπορίαν οἱ πλεῖστοι,
τὸ ἔλασεν οὔ φασιν εἰλῆφθαι ἄνωθεν διέκοψεν, ἀλλ᾿ ἀντὶ τοῦ διέ-
θλασεν· θλασθῆναι μὲν γὰρ καὶ κοιλανθῆναι δύο πτύχας, τὴν χρυσῆν
καὶ μίαν τῶν χαλκῶν ὑπὸ τὴν χρυσῆν, μὴ διακοπῆναι δὲ, ἀλλὰ
σχεθέντος ἐν τῇ χρυσῇ τοῦ δόρατος, καὶ κοιλάναντος μὲν αὐτὴν
καὶ τὴν ὑπ᾿ αὐτὴν, οὐ διακόψαντος δέ. οἱ δὲ καὶ αὐτόθεν ἀξιοῦσι
μὴ ἔλασσε γράφειν, ἀλλὰ θλάσεν, ἄνωθεν φάσκοντες ἁμαρτόντα
τινα γράψαι τὸ ε, τὴν λοιπὴν περιφέρειαν τοῦ θ παρέντα· ἄτρωτα
γὰρ ὄντα τὰ ἡφαιστότευκτα μὴ διακοπῆναι. ἐγὼ δὲ ἐν τῇ χρυσῇ
τὸ μὴ τὸ αὐτὸ παθεῖν τὴν χρυσῆν, ὅπερ αἱ ἄλλαι, δηλοῖ. οἱ δ᾿ αὖ
τὴν πρώτην παθεῖν βούλονται καὶ μᾶλλον ἤπερ τὴν ὑπ᾿ αὐτήν· οὐ
γὰρ ἂν ἐνεσχέθη ἐν τῇ τρίτῃ, εἰ μὴ ἡ δευτέρα ἐπ᾿ ἔλαττον ἔπαθε τῆς
πρώτης. φημὶ τοίνυν ὡς οὐ κόσμου χάριν οὐδὲ τέρψεως ὁ Ἤφαιστος
κέχρηται τῇ χρυσῇ πτυχὶ, ἀλλ᾿ εὐτονίας. εὐτονώτερος δὲ χαλκοῦ
χρυσός. μέσην οὖν τὴν τοῦ χρυσοῦ πτύχα ἐξύφανεν εἰς συνοχὴν τοῦ
παντὸς σάκους· ἁπαλώτερος γὰρ ὢν καὶ εὔτονος ὁ χρυσὸς, ὑποκεί-
μενος τῷ χαλκῷ, διεδέχετο τὴν ὁρμὴν ἐκλυθεῖσαν ὑπὸ τῆς τοῦ
χαλκοῦ ἀντιτυπίας εἰς τὸ ἄτρωτον ὑπὸ τῆς προσούσης αὐτῷ εὐτο-
νίας. πρῶτος δὲ ὢν ὁ χρυσὸς καὶ παθὼν ὑπὸ τῆς ἐμβολῆς πρῶτος,
ταχεῖαν παρεῖχε τὴν διακοπὴν ταῖς ἐκ τῶν εὐθραύστων συνεστώσαις.
ὅτι δὲ καὶ χαλκαῖ πτύχες ἦσαν ἐν τῇ ἔξωθεν ἐπιφανείᾳ, μέση δὲ
μετὰ ταύτην ἡ χρυσῆ, ὑφ᾿ ἣν αἱ τοῦ κασσιτέρου, δηλοῖ τὸ ἐν τῇ
ὁπλοποιίᾳ ἐπισημαίνεσθαι τὸν ποιητὴν ὅτι τάδε μὲν ἐκ χρυσοῦ
ἐποίησεν, τάδε δὲ ἐξ ἄλλης ὕλης, ἐκ χαλκοῦ δὲ μὴ εἰπεῖν, ὡς ἂν
τορεύοντος αὐτοῦ ἐν ἄλλῃ πτυχὶ τὰ πλάσματα· “ἦρχε δ᾿ ἄρα
σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη, ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα
ἕσθην” (ΙΙ. 18. 516). πῶς γὰρ αὐτοὺς χρυσοῦς ἔφῃ, χρυσῆς οὔσης
τῆς ὑποκειμένης ἐπιφανείας, εἰ μὴ ἐξηλλαγμένα ταῦτα παρὰ τὸ
ὑποκείμενον ἐποίει, ἤτοι ἐγκυκλῶν ἢ ἐγκολλῶν ἢ ἐντορεύων; καὶ
νειὸς χρυσῆ “ἀρηρομένῃ δὲ ἐῴκει χρυσείῃ περ ἐούσῃ” (ib. 548).
“ἐν δ᾿ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν, καλὴν, χρυσείην,
μέλανες δ᾿ ἀνὰ βότρυες ἦσαν, εἱστήκει δὲ κάμαξι διαμπερὲς ἀργυ-
ρέῃσιν· ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ᾿ ἕρκος ἔλασσε κασσιτέρου””
(ib. 561). καὶ πάλιν “ἐν δ᾿ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων· αἱ
δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε· χρύσειοι δὲ νομῆες ἅμ᾿
ἐστιχόωντο βόεσσι” (ib. 573). καὶ πάλιν “καί ῥ᾿ αἱ μὲν καλὰς
στεφάνας ἔχον, οἱ δὲ μαχαίρας εἶχον χρυσείας ἐξ ἀργυρέων τελα-
μώνων” (ib. 597). τῶν γὰρ ἐμποικιλλομένων ἔστιν ὧν τὰς ὕλας
ἔδει οὖν μηδὲ θλασθῆναι, ὅπερ ἀξιοῦσιν ἔλασσεν ἀκούειν, εἴγε μηδ᾿
ὑπείκειν αὐτὰ ἔλεγεν. ῥητῶς δ᾿ αὐτὸς ἔφη ὅτι οὐκ ἔρρηξε μὲν τὸ
σάκος, χρυσὸς δ᾿ ἐρύκακε δῶρα θεοῖο.” δύο δὲ διήλασε πτύχας.
ἐσχέθη δ᾿ ἐν τῇ χρυσῇ, δι᾿ ἣν οὐκ ἐρράγη διὰ παντός. πάνυ δὲ
δυνατῶς τὴν κατασκευὴν ἐδήλωσεν, καὶ τὸ μέχρι τίνος ἡ ῥῆξις· πέντε
μὲν γὰρ πτύχας ἤλασε Κυλλοποδίων. εἶτα λέγει πρὸς τῇ ἐπιφανείᾳ
πρώτας ὅτι καὶ πρῶται “τὰς δύο χαλκείας,” εἶτα τὰς ἀντικειμένας
ταῖς πρώταις ἐσχάτας· “δύο δ᾿ ἐνδόθι κασσιτέροιο.” τὸ δ᾿ ἐνδόθι
πρόκειται, ἵνα τὰς χαλκᾶς ἐξωτάτας νοήσωμεν, ὡς τὰς τοῦ κασσι-
τέρου ἐνδόθι, εἶτα λοιπὴν τὴν μέσην· “τὴν δὲ μίαν χρυσῆν.” εἰ οὖν
“τῆς ἔσχετο μείλινον ἔγχος,” αἱ δύο χαλκαῖ ἐτρώθησαν πρῶται ὡς
οὖσαι πρῶται, αἱ δὲ τρεῖς ἔμειναν ἄτρωτοι· χρυσὸς γὰρ ἐρύκακε
δῶρα θεοῖο.” οὕτω δὲ καὶ ἐπὶ τῆς Αἰνείου ἀσπίδος ὕπεστιν ὁ χαλκὸς
τῇ βύρσῃ, ὁ μαλακώτερος τῇ ξηροτέρᾳ· καὶ οὐ κόσμου ἕνεκα χαλκὸς
πρόσκειται ἐν ἐπιφανείᾳ, ἀλλ᾿ ὑπόκειται δι᾿ ἀσφάλειαν, ὡς ἐπὶ τῆς
Ἀχιλλέως ὁ χρυσός· λέγει γὰρ ἐπὶ τῆς Αἰνείου “δεύτερος αὖτ᾿
Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος, καὶ βάλεν Αἰνείαο κατ᾿ ἀσπίδα
πάντοσ᾿ ἐΐσην, ἄντυγ᾿ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκὸς, λεπτο-
τάτη δ᾿ ἐπέην ῥινὸς βοός.” κἂν μέντοι ἀκούωμεν “τὰς δύο χαλκείας”
τὴν πρώτην καὶ τὴν πέμπτην, “δύο δ᾿ ἐνδόθι” τούτων τὰς κασσι-
τερίνας τὴν δευτέραν καὶ τὴν τετάρτην, καὶ οὕτως μέση καὶ τρίτη
ἐντὸς ἡ χρυσῆ “τῇ ῥ᾿ ἔσχετο μείλινον ἔγχος,” μιᾶς καὶ κασσιτερί-
νης ῥαγείσης.
275. πρώτην] τὴν ἄκραν, ὡς τὸ “ἐν πρώτῳ ῥυμῷ” (ΙΙ. 6, 40). πρὸς τὸ εὐκατάκλειστον δὲ λεπτύνεται ὁ χαλκός.
277. λάκε] διεκόπη, ὡς καὶ ἐν τοῖς ἱματίοις λακίδες λέγονται αἱ διακοπαί.
278. ἐάλη] συνειλήθη.
280. ἀμφοτέρους ἕλε κύκλους] τὸν βύρσινον καὶ τὸν χαλκοῦν.
289. τό] ἢ τὸ σάκος, ἢ αὐτὸ τὸ πρᾶγμα τὸ βληθῆναι τὴν κόρυθα ἢ τὸ σάκος, ἅπερ οὐκ ἔμελλε βληθέντα ὄλεθρον ἐπάξειν τῷ Ἀχιλλεῖ· ἰσχυρὰ γὰρ ἦσαν.
291. εἰ μὴ ἄῤ ὀξὺ νόησε] ἅμα τῷ διανοήματι δεῖ κινῆσαι καὶ τὸν λόγον τῶν θεῶν, εἴ γε καὶ τὰ ἔργα αὐτῶν τοιαῦτα.
εἰ γὰρ τοσαῦτα λέγων ἐνεβράδυνεν, ἀνῃρέθη ἂν Αἰνείας. πῶς δὲ ἡ Ἀφροδίτη οὐ βοηθεῖ τῷ υἱῷ; ὅτι δέδιε τὴν Παλλάδα.
293. ἄχος μεγαλήτορος Αἰνείαο] λείπει ἡ περί.
306. ἤδη γάρ] διὰ τὴν τῶν ὅρκων παράβασιν μισητὸν ὁ Ζεὺς ἡγήσατο τὸ τοῦ Πριάμου γένος.
307. τὸ νῦν τὸ μέλλον δηλοῖ. οἱ δὲ Αἰνείου ἀπόγονοι καὶ Ῥώμην κτίζουσιν· οὐ γὰρ οἱ τῶν παίδων παῖδες μόνης ἄρχουσι τῆς Ἰλίου. οἱ δέ φασιν, οὐδὲ τὸ Ἴλιον Αἰνείας ἔκτισεν, ἀλλὰ τὸ βίη ἀντὶ τοῦ γενεά λαμβάνουσι.
* Ἀφροδίτη, χρησμοῦ ἐκπεσόντος ὅτι τῆς Πριαμιδῶν ἀρχῆς κατα-
λυθείσης οἱ ἀπ᾿ Ἀγχίσου Τρώων βασιλεύσουσιν, Ἀγχίσῃ ἤδη
παρηκμακότι συνῆλθεν· τεκοῦσα δ' Αἰνείαν, καὶ βουλομένη πρό-
φασι κατασκευάσαι τῆς Πριαμιδῶν καταλύσεως, Ἀλεξάνδρῳ πόθον
Ἑλένης ἐνέβαλε, καὶ μετὰ τὴν ἁρπαγὴν τῷ μὲν δοκεῖν τοῖς Τρωσὶ
συνεμάχει, ταῖς δὲ ἀληθείαις τὴν ἧτταν αὐτῶν παρηγόρει, ἵνα μὴ
παντελῶς ἀποδώσουσι τὴν Ἑλένην. ἡ ἱστορία παρὰ Ἀκουσιλάῳ.
322—324. ἀθετοῦσί τινες τοὺς στίχους ὡς ἐναντίους τοῖς προκειμέ-
νοις. οὐ γὰρ ἔστη ἐν τῇ ἀσπίδι τὸ δόρυ· φησὶ γὰρ “διὰ πρὸ Πηλιὰς
ἤϊξεν μελίη” καὶ “ἐγχείη δ᾿ ἄῤ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη ἱεμένη.”
ἔοικε δὲ τοιοῦτον σχῆμα περὶ τὴν πληγὴν γεγενῆσθαι· κατὰ μὲν
γὰρ τὴν αἰχμὴν ἐμπεπήγει τῇ γῇ, κατὰ δὲ τὸν στύρακα τῇ ἀσπίδι·
ὅθεν τῆς ἀσπίδος προσερειδομένης τῷ δόρατι ὥρμησεν οὗτος εἰς τὴν
τοῦ λίθου βολήν.
327. ἄμεινον μὴ ἀναστρέφειν τὴν ἀπο, ἵν᾿ ᾖ ἀπορούσας.
329. Καύκωνες] περὶ Παφλαγονίαν φασὶν οἰκεῖν τοὺς Καύκωνας.
καὶ πῶς οὐ συγκατέλεξεν αὐτοὺς ἐν τῷ καταλόγῳ; ἢ τοίνυν νεήλυδές
εἰσιν, ἢ ἐν τοῖς Λέλεξι περιέχονται.
332. ἀτέοντα] φρενοβλαβοῦντα ἢ ἀφροντιστοῦντα, “ὁ δὲ πρῶτον μὲν ἀτίζων ἔρχεται” (166). Καλλίμαχος “Μουσῶν δὲ κενὸς ἀνὴρ ἀτέει,” τὸ ἀτέοντα ὡς νοέοντα· ἔστι γὰρ τῆς πρώτης τῶν περι- σπωμένων συζυγίας ὁμοίως τῷ νοέοντι.
334. σεῦ] ὀρθοτονητέον διὰ τὴν ἀντιδιαστολήν.
φίλτερος ἀθανάτοισι] πολλάκις γὰρ καὶ ἰσχυροῦ περιγίνεται θεοφιλής.
335. συμβλήσεαι] ἀπροοράτως συμβάλῃς. πρὸς κατάπληξιν καὶ τὸ ὑπὲρ μοῖραν τέθειται. οὐ μόνον δὲ διασώζει, ἀλλὰ καὶ εἰς τὸ μέλλον ὑποθήκας δίδωσι σωτηρίας.
362. στιχός] ὡς τριχὸς, ἀπ᾿ εὐθείας τῆς στίξ. λέγει δὲ ὅτι πορεύσομαι ἕως τοῦ διόλου, ἤτοι τοῦ πέρατος τῆς φάλαγγος.
367. καί κεν ἐγὼν ἐπέεσσι] εἰς τὰ ἔργα κελεύει ἀφορᾶν, οὐκ εἰς τὰς ἐπαγγελίας. τάχα δὲ διδάσκει μὴ μέγα κατὰ τῶν ἀπόντων φρονεῖν.
370. κολούει] ἀτελὲς ποιεῖ, ὡς τὸ “πῆλ᾿ αὕτως ἐν χειρὶ κόλον δόρυ” (ΙΙ. 16, 117).
372. ποικίλον τὸ διανόημα, καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον, καὶ διὰ τῆς ἐπαναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς ἀμφοῖν δυνάμεως, πυρὸς μὲν ὀξύτητα, σιδήρου δὲ καρτερίαν παραλαβόν.
375. καὶ τότ᾿ ἄῤ Ἕκτορα εἶκε] λείπει ἡ πρός, ἵν᾿ ᾖ πρὸς Ἕκ- τορα.
376. μηκέτι] μηδαμῶς προμάχει, ἀλλὰ σὺν τοῖς ἄλλοις αὐτὸν ἐκδέχου. ταμιεύεται δὲ ὁ ποιητὴς τὸ πρόσωπον Ἕκτορος εἰς τὰ τελευταῖς.
383. ἐσθλὸν Ὀτρυντείδην] ἔθος μὲν αὐτῷ ποικίλλειν ἐν ταῖς
ἐπιδιηγήσεσι τὸν λόγον, νυνὶ δὲ καιριώτατα χρῆται τῷ τοιούτῳ εἴδει·
μετὰ γὰρ τὰς τοσαύτας μάχας καὶ ἀναιρέσεις ἔδει καὶ ἄλλοις
ἔξωθεν ἔπεσι χρήσασθαι διὰ τὸ προσκορές. ἅμα δὲ καὶ περὶ τοῦ
συστῆσαι τὸν πρώτως ὑπ᾿ Ἀχιλλέως ἀνῃρημένον, ὅτι οὐ τῶν τυχόν-
των ἦν.
385. *Τμώλῳ] ὄρος Λυδίας.
διὰ τοῦ δ τὸ Ὕδης· ἔστι γὰρ πόλις Λυδίας. γράφεται δὲ καὶ
386. ἰθὺς μεμαῶτα] ἀντὶ τοῦ εἰς εὐθὺ ὁρμῶντα.
387. πᾶσα] ἀντὶ τοῦ ὅλη.
388. δούπησεν] ἐκ τοῦ παρακολουθοῦντος ἀντὶ τοῦ ἀπέθανεν.
390. δεικτικόν ἐστι τὸ ἐνθάδε, καὶ πρὸ μιᾶς ἔχει τὸν τόνον.
392. Ὕλλῳ ἐπ᾿ ἰχθυόεντι] τὸ σχῆμα ὁμοιόπτωτον. ἐν βραχεῖ δὲ τό τε πλῆθος ἔδειξε τῶν ἰχθύων τοῦ Ὕλλου, τοῦ τε Ἕρμου τὸ ταχὺ τῶν ῥευμάτων· δυσπέρατος γάρ ἐστιν.
394. δατέοντο] ἐναργῶς ἔδειξεν αἰκισμὸν σώματος ὑπὸ τῶν παρα-
θεόντων τροχῶν διαιρουμένου.
395. ἐν ὀλίγοις ὅλα δεδήλωκε, τὸ ὄνομα, τὸν τρόπον, τὸν πατέρα,
τὸν τόπον ἐφ᾿ ὃν ἡ πληγὴ, ὅτι ἐπὶ τὴν κεφαλὴν, καὶ ὅτι διὰ τῆς
κυνέης, καὶ κατὰ ποῖον μέρος τῆς κεφαλῆς, καὶ μέχρι ποῦ διῆλθε.
καὶ ἡ ἐπεξεργασία δὲ θαυμασία. ἄμφω γὰρ κατὰ τῆς κεφαλῆς
τέτρωνται· ἀλλ᾿ ὁ μὲν πρόσω ἱέμενος κατὰ μέσην τὴν κεφαλὴν
τέτρωται, ὁ δὲ ἤδη παρατρέχων, ὡς ἔοικε, καὶ εἰς φυγὴν ὁρμώμενος
διὰ τοῦ κροτάφου. ὁ δὲ τρίτος κατὰ τὸ μετάφρενον ἀπεστραμμένος
τιτρώσκεται.
396. ἐσθλὸν ἀλεξητῆρα] ἀγαθὸν ἐν τῇ μάχῃ βοηθόν. δύναται δὲ
καὶ εἰς τὸ ἐσθλόν ἡ στιγμὴ τίθεσθαι, καὶ γράφεσθαι μάχης.
404. οἱ Αἰολεῖς παρὰ τὰς γενικὰς τῶν πρωτοτύπων ποιοῦσι
κτητικοὺς τύπους, ἑτέρων ἑτέρωνος ἑτερώνιος, ἀνεμώνιος, ἐτυμώνιος,
Ἑλικώνιος. τὰ δὲ διὰ τοῦ ιος, εἰ μὲν τὸ πρωτότυπον εἰς ος ἔχει,
διὰ τοῦ ησιος, Ἴθακος Ἰθακήσιος, βροτήσιος, ἐτήσιος· εἰ δὲ τρέποιτο
τὸ η τοῦ πρωτοτύπου εἰς α παρὰ Δωριεῦσι, διὰ τοῦ ᾱ, Πρυμνάσιον,
Κορυφάσιον. οὕτως ἔχει καὶ τὸ κοράσιον, ὃ μᾶλλόν ἐστι Μακεδονικόν.
φασὶν ἐν Μιλήτῳ ἱερὸν Ποσειδῶνος Ἑλικωνίου ἱδρῦσθαι. σύνηθες
δὲ τοῖς ἐκεῖ καθ᾿ ἕκαστον ἔτος ἐγκυκλεῖν τὰς θυσίας τῷ θεῷ, σημεῖα
λαμβάνουσιν ἀπὸ τῆς τῶν ταύρων ἐρυγῆς· βοώντων γὰρ τῶν ταύρων
δοκοῦσιν εὐμενῆ τε εἶναι τὸν θεὸν καὶ τὴν θυσίαν ἀσπάζεσθαι. εἰκό-
τως δὲ οὗτος ἀνερυγγάνων τὸ αἷμα καὶ ὀξέως ἀποθνήσκει· τὴν γὰρ
410. πάντας] ἐνίκα τοὺς νόθους μόνον· ὁ γὰρ Πολίτης “σκοπὸς
ἷζε ποδωκείῃσι πεποιθώς” (Il. 2, 792). ἐπινοεῖ δὲ ἑκάστῳ τὸ πρὸς
διήγησιν ἡδύ. λέγει δὲ ὅτι τὸ πλεονέκτημα ἀνέπεισεν αὐτὸν ἀντιστῆ-
ναι Ἀχιλλεῖ, ἐλπίσαντα φεύξεσθαι ταχύ.
414. νῶτα παραίσσοντος] τὰ νῶτα παρακλίνοντος.
ὀχῆες] ἧλοι ἢ κρίκοι. συνέχεσθαι δὲ τὸν ζωστῆρα πρὸς τὸν θώρακα
νοητέον. ἢ καθʼ ὑπερβατὸν ἐκδεκτέον, ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφα-
λὸν ὅθι ζωστῆρος ὀχῆες. διπλοὶ δὲ ἦσαν οἱ θώρακες κατὰ τὸν τῆς
ζώσεως τόπον.
418. ποτὶ οἷ δʼ ἔλαβε] πρὸς ἑαυτὸν ἀποκλιθεὶς ἔλαβε τὰ ἔντερα. περισπαστέον δὲ τὴν οἷ.
421. κάρ ῥά οἱ ὀφθαλμῶν] ὁ γὰρ ἔλεος ἀμελεῖν αὐτὸν τῆς ψυχῆς τε καὶ τῆς ἐντολῆς Ἀπόλλωνος ποιεῖ.
424. ἀνέπαλτο] ἐδήλωσε διὰ τῆς λέξεως τὸν ὑπὸ τῆς ἡδονῆς οἷον ἑαυτοῦ κρείττω γενόμενον.
425. ἐσεμάσσετο θυμόν] ἥψατο τῆς ψυχῆς, ἢ ἐκηλίδωσεν.
427. ἀνὰ πτολέμοιο γεφύρας] ἐν τοῖς μεταξὺ τῶν στάσεων διαστήμασιν.
431. Πηλείδη μὴ δή] σύντομος ὁ λόγος τοῦ πρὸς τιμωρίαν σπεύ- δοντος. πρὸς Αἰνείαν δὲ πλείων ἀποτέταται λόγος.
434. κατʼ εἰρωνείαν τὸ ἐσθλός· προεῖπε γὰρ τὸ “οὐ ταρβήσας” 25 (430).
435. ἐν γούνασι] ἱκεσίαις, λιταῖς, ἢ κόλποις, ἢ δυνάμει.
439. ἐπὶ τὸ πνοιῇ βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον.
*πάλιν] ἐπὶ τὸ ἕτερον μέρος τοῦ Ἀχιλλέως, ὅ ἐστι τὸ ἐναν- τίον.
440. ἦκα μάλα ψύξασα] τῇ κινήσει τῆς χειρὸς ἡρέμα ἐξανεμί- σασα, ὡς τὸ “ψύχεος ἱμείρων παρελέξατο” (Od. 10, 555).
443. τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων] πιθανῶς ἀναρτᾷ τὴν ἐπιθυμίαν
τῶν ἀκροατῶν, εἰς τέλος τῶν ποιήσεων ἑαυτῷ ταμιευόμενος τὴν
σφαγὴν Ἕκτορος. πρὸς δὲ τὸ ἄπιστον βοηθείᾳ χρῆται, ὥσπερ
ἀπολογούμενος ὑπὲρ τοῦ ἀπιθάνου διὰ τοῦ ῥεῖα μάλʼ.
451. ᾧ ἔοικας εὔχεσθαι παραγινόμενος εἰς τὰς μάχας.
453. εἴ πού τις] καὶ τῆς νῦν ἀποτυχίας παιδευτικῶς τὴν αἰτίαν εἰς θεοὺς ἀνήγαγε καὶ τῆς αὖθις ἐπιτυχίας. τὸ δὲ ἀνύω βαρυντέον· ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος.
454. ἐπιείσομαι] ἐπιπορεύσομαι. ὡς πρόσθεν δὲ ἀποτυχὼν Αἰνείου
εἰς τὸ πλῆθος τρέπεται, οὕτω καὶ νῦν.
456. ὁ δὲ τὸν μὲν ἔασε] ἐπιτρέχει τὸν τῶν βαρβάρων θάνατον, ἐπὶ τῇ εὐχερείᾳ καὶ ὀξύτητι Ἀχιλλέως ταχύνας καὶ αὐτὸς τὸν λόγον.
461. βραχὺ διασταλτέον εἰς τὸ ἐφορμηθείς. εἰκότως δὲ τὸν
μὲν πρῶτον διὰ βολῆς ἀναιρεῖ, τὸν δὲ ἕτερον τῷ ξίφει, πλησίον
γενόμενος. παρέλιπε δὲ αὐτῶν τὰς πληγὰς, ἵνα μὴ πρὸς κόρον ὁ
λόγος ᾖ.
463. Τρῶα δʼ Ἀλαστορίδην] παραλλάσσων τὸ ὁμοειδὲς ἐποίησέ
τινα ἱκετεύοντα. τὸ δʼ ἑξῆς, Τρῶα δʼ Ἀλαστορίδην φασγάνῳ οὖτα
καθʼ ἦπαρ, καὶ τὰ λοιπὰ διὰ μέσου. ἢ κοινὸν τὸ ἔτυψεν ἐκδεκτέον
ἀπὸ τοῦ σχεδὸν ἄορι τύψας (462).
464. δασυντέον τὸ ευ· ἔστι γὰρ ἀντὶ τοῦ αὑτοῦ.
467. γλυκύθυμος] οὐκ ἀνειμένος τῷ θυμῷ καὶ ἠπιόφρων, ἀλλʼ ἐκ
τοῦ ἐναντίου σκληρὸς καὶ χαλεπός. ὁ μὲν γὰρ ὡς ἀκμάζοντος τοῦ
πένθους περίλυπός ἐστιν· ὅτε γὰρ θάπτομεν τοὺς φίλους, τότε μά-
λιστα αὐτῶν ἐλπίζοντες στερίσκεσθαι αὔξομεν τὴν ὀδύνην. οὐκ ἐπαι-
νῶν δὲ ὁ ποιητὴς τὸ θυμικὸν σκληρόφρονα αὐτὸν καλεῖ.
470. ὄλισθεν] ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος· αἱμορραγία
δὲ πολλὴ γέγονε δύο μεγίστων ἀγγείων διῃρημένων, τοῦ ἥπατος καὶ
τῆς κοιλίας τῆς τε πύλης, ἥτις ἐστὶ κατὰ τὰ σκαιά. τὸ δὲ αἷμα,
φησὶ, κατὰ τοῦ ἥπατος ἐκκρουνίζον τὸν τοῦ χιτῶνος ἔπλησε κόλπον.
476. δαιμονίως τὸ βάθος τῆς πληγῆς διὰ τῆς λέξεως παρέδειξεν.
478. τένοντές εἰσιν αἱ ἀπονευρώσεις τῶν μυῶν, διʼ ὧν γίνονται αἱ ἐκτάσεις καί κάμψεις.
483. τινὲς εὐθεῖαν τὸ σφονδυλίων ἐκδέχονται, ἵνʼ ᾖ ὁ σφονδυ- λίων μυελός.
484. Πείρεω ὁμοίως τῷ Μενέλεω· ἡ γὰρ εὐθεῖά ἐστι Πείρεως. ἐν ἄλλοις δὲ Πείροος λέγεται καὶ Πείρως.
490. πολλάκις χρησάμενος τῇ ἀπὸ τοῦ πυρὸς παραβολῇ ἐμψύχῳ
νῦν τῇ ὀνοματοποιίᾳ χρῆται, μαιμᾶν λέγων τὸ πῦρ ὡς πᾶσαν ἐπειγό-
μενον τὴν ὕλην ἀναλῶσαι. πάντα δὲ πᾶσι παραβέβληται. ἥ τε
γὰρ προθυμία τοῦ Ἀχιλλέως ὁμοία τῇ τοῦ πυρὸς ἐπιδρομῇ· καὶ τὸ
πλῆθος τῶν ἀναιρουμένων ὅμοιον τῷ τῆς ὕλης βάθει· καὶ τὸ εὐμε-
ταχείριστον τῶν Τρώων τῷ τῆς ὕλης καταξήρῳ ἀπείκασται· διά τε
τοῦ εἰλυφάζει τὴν ἐπὶ πλεῖον εἴλησιν τοῦ πυρὸς ἔδειξεν.
*ἄγκεα] τοῦ ὄρους τὰ μὲν ἀνωτάτω ἀκρώρειαι, τὰ δὲ ὑψηλὰ σκο-
πιαὶ, τὰ δὲ προνενευκότα πρῶνες, τὰ δὲ κεκλιμένα κλιτύες, τὰ δὲ
βάσιμα βῆσσαι, τὰ δὲ κοῖλα ἄγκη, τὰ δὲ σύνδενδρα νάπαι, τὰ δὲ
κάτω πρυμνώρειαι, ἡ δὲ παρὰ ταῖς πρυμνωρείαις πεδιὰς παρόριον.
497. ὑπό] οὐκ ἀναστρεπτέον τὴν ὑπο· ἔστι γὰρ ὑπὸ ποσσὶν, ὡς ἐκεῖ ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος” (Il. 3, 13).
502. κῦδος] τὸ ἐκ τῆς ἀναιρέσεως Εκτορος, ἢ καὶ τὸ ἐκ τοῦ συνειλῆσαι τοὺς πολεμίους εἰς τὸ ἄστυ.
1. ἀλλʼ ὅτε δή] πᾶσαν ἰδέαν μάχης διελθὼν ἐν τῷ πεδίῳ καὶ περὶ
τὸ τεῖχος καὶ ἐν ταῖς ναυσὶ, καινόν τι ἐξεῦρεν ἐπὶ τῇ Ἀχιλλέως
ἐξόδῳ, τὴν παρὰ τῷ ποταμῷ μάχην, καινάς τινας διαθέσεις ἐπεισ-
φέρων τῇ ποιήσει. τετάρτην γὰρ ταύτην συνιστὰς μάχην ἐπὶ λήξει
τῆς ποιήσεως, ἐπεὶ μὴ ἀξιομάχους οἴδε τοὺς βαρβάρους Ἀχιλλεῖ,
καὶ ἄτοπον εἰς ἀκατέργαστον λῆξαι τὴν ποίησιν, θεῶν τε μάχην
παρεισάγει καὶ τὸν ποταμὸν ἀντιτίθησιν, εὔλογον ἀφορμὴν λαβὼν
τὴν ἀπὸ τῶν νεκρῶν στένωσιν.
πόρον τὸν πορευτὸν αὐτοῦ τόπον· οἱ δὲ τὸν ῥοῦν. οἱ δὲ πόρον Ξάνθου
κατὰ περίφρασιν τὸν Ξάνθον.
2. Ξάνθο υ μὲν τοῦ ξανθὰς ποιοῦντος τὰς τρίχας, δινήεντος δὲ τοῦ περιφερῆ ῥεύματα ἔχοντος.
ὃν ἀθάνατος τέκετο Ζεύς] πῶς μετέπειτα μέν φησιν ἐπὶ τοῦ
Ὠκεανοῦ “ἐξ οὗ περ πάντες ποταμοί,” νῦν δὲ Διὸς τὸν Ξάνθον
γενεαλογεῖ; ῥητέον δὲ ὅτι τοῦ μὲν ὡς θεοῦ τιμωμένου πατὴρ ὁ Ζεὺς,
τοῦ δὲ ῥεύματος χορηγὸς Ὠκεανὸς, ἐξ οὗ περ πάντες ποταμοί·
διὰ τί πάντων τῶν ποταμῶν ῥεόντων ἐξ Ὠκεανοῦ, μόνον τὸν Ξάνθον
ὁ ποιητής φησιν “ὃν ἀθάνατος τέκετο Ζεύς ;” πῶς οὖν καὶ Ὠκεανοῦ
καὶ Διὸς παῖς: ῥητέον οὖν ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς,
εἴγε οἱ ὄμβροι μὲν ἐκ Διὸς, ὄμβρῳ δὲ οὖτος αὔξεται. φέρεται δὲ
καὶ ἄλλη τις ἱστορία, ὅτι ὁ Ἡρακλῆς ποτὲ δίψει κατασχεθεὶς ηὔξατο
τῷ πατρὶ Διὶ ἐπιδεῖξαι αὐτῷ νᾶμα, ὁ δὲ μὴ θέλων αὐτὸν τρύχεσθαι,
ῥίψας κεραυνὸν, ἀνέδωκε μικρὰν λιβάδα, ἣν θεασάμενος ὁ Ἡρακλῆς,
καὶ σκάψας εἰς τὸ πλουσιώτερον μετεισφέρεσθαι, ἐπωνόμασε Σκά-
μανδρον, οἱονεὶ Κάμανδρον γενόμενον ἤγουν καμάτου ἑαυτῷ παραίτιον.
ὅθεν εἰκότως ὁ ποιητὴς τὴν αὐτοῦ γένεσιν προσῆψε τῷ Διί. Ξάνθος
δὲ προσηγορεύθη ἀφ’ οὗ περὶ τοῦ κάλλους ἐκρίνοντο Ἥρα Ἀθηνᾶ
Ἀφροδίτη, ὅτι ἐν αὐτῷ λουσάμεναι κόμας ἔσχον ξανθάς.
3. ἔνθα διατμήξας] θαυμαστήν τινα φαντασίαν ὑποτίθεται, το- σαύτας μυριάδας ἀνδρῶν ὑφ’ ἑνὸς διαιρεθῆναι, καὶ μεταξὺ τῶν δυοῖν αὐτὸν τάξεων εἶναι τάχα οὖν ποικίλλει τὸν λόγον, μόνον αὐτὸν λαμ- βάνων· ἤσαν δὲ καὶ οἱ λοιποὶ ἐκεῖσε.
4. ἤπερ Ἀχαιοί] δείκνυσιν ὅτι δι’ ἧς ὑπερηφάνως ἐδίωκον Τρῶες,
ταύτῃ διώκονται.
5. ἐμαίνετο] ἐνθουσιωδῶς ἐμάχετο. διὸ οὐκ εἶπεν ἐμάρνατο.
6. καὶ τὸ προχέοντο, ὡς καὶ ἐπὶ τῶν προβάτων “ἐπʼ ἀλλήλῃσι κέχυνται” (Il. 5, 141), τὸ ἄτακτον καὶ ἀνώμαλον τῆς φυγῆς τού- των δηλοῖ. πεφυζότες δὲ ἀντὶ τοῦ δειλιῶντες.
7. πίτνα] ἐξέτεινε. εἰλεῦντο δὲ τὸ συνωθοῦντο.
9. οὐκ εἶπεν ἐνέβησαν, ἀλλʼ ἐνέπεσον, τὸ ἀκούσιον βουλόμενος σημᾶναι. πάταγος δὲ ψόφος ἐκ τριῶν γινόμενος, ὅπλων, βοῆς, ὕδατος.
10. ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον] αἱ περὶ τὸν ποταμὸν
ὄχθαι ἀμφίαχον. ἢ πρὸς ἔμφασιν αἱ δύο κεῖνται προθέσεις, τὸ μέ-
γεθος καὶ πλῆθος τῆς βοῆς παραδηλοῦσαι. ὄχθη δὲ καὶ κρημνὸς
ταὐτά· φησὶ γὰρ “μεσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης” (172) καὶ
“οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι” (175).
12. ὡς δʼ ὅθ’] ἐπεὶ ταπεινὴ ἡ εἰκῶν, ἐφαίδρυνεν αὐτὴν τῷ ῥιπῆς
καὶ τῷ ἠερέθονται. καίουσι δὲ οἱ γεωργοὶ πῦρ, διώκοντες αὐτὰς
τοῦ σπόρου. ἐμφερέστατα δὲ καὶ ἐφʼ ἑκατέρου τῇ εἰκόνι κέχρηται·
τὸ μὲν γὰρ ἀκαταμάχητον τοῦ διώκοντος πυρὶ παρέβαλε, τὸ δὲ
ἄπρακτον τῶν φευγόντων ἀκρίσιν. ἀκρὶς δὲ παρὰ τὸ ἀκρίζειν, ὅ ἐστι
τὰ ἄκρα τρώγειν. ἠερέθονται δὲ τὸ ἐρεθίζονται.
14. ψιλωτέον τὸ ὄρμενον· ἀπὸ γὰρ τοῦ ὄρω ἐστὶ ψιλούμενον καὶ βαρυνόμενον ὀρόμενον ὄρμενον.
πτώσσουσι] ἐμπίπτουσι καταπληχθεῖσαι.
16. κελάδων] ὁ κελάδων ἀντὶ τοῦ ἠχῶν, παροξυτόνως δέ· παρὰ
ποταμὸν γὰρ κελάδοντα, οὐ κελαδοῦντα, φησίν.
18. κεκλιμένον] ἀνακεκλιμένον, ἀνακείμενον, προσερηρεισμένον.
20. ἐπιστροφάδην] συνεστραμμένως, ἰσχυρῶς, ἢ μηδένα τόπον
παραλιμπάνων. ὑπʼ ὄψιν δὲ ἤγαγε τὸ πρᾶγμα καὶ τὸ πλῆθος τῶν
ἀναιρουμένων παρέστησε. στόνος δὲ ἀεικής ὁ δεινὸς καὶ χαλεπὸς
στεναγμός.
22. ὡς δʼ ὑπὸ δελφῖνος] καλῶς τὰ τῆς παραβολῆς· ὅτε γὰρ ὁ διώκων ἐπὶ γῆς ἦν, οἱ δὲ φεύγοντες ἐπὶ τὸν ποταμὸν συνωθοῦντο, πυρὶ καὶ ἀκρίσιν ὡμοίωσεν· ὅτε δὲ ἐν ὕδατι ὁ διώκων καὶ οἱ διωκόμενοι, πρὸς τὸν ὑποκείμενον τόπον ἡ παραβολὴ συνάδει.
μεγακήτεος] μεταφορικῶς μεγάλου, ἢ μέγα κύτος ἔχοντος, ὡς “μεγακήτεϊ νηΐ” (Il. 8, 222).
23. μυχοὺς τὰς καταδύσεις. γίνεται δὲ παρὰ τὴν νύκτα, νυχὸς καὶ μυχός.
25. δεινοῖο] μεγάλου καὶ θαυμαστοῦ.
26. πτῶσσον] κατέπτησσον ταπεινοῦντες ἑαυτούς. κρημνοὺς δὲ τὰς ἐπικρεμαμένας ὄχθας τοῖς ὕδασιν.
27. λέξατο κούρους] ἐκλέγεται αὐτοὺς ὡς εἰς θυσίαν μέλλων
παριστάνειν Πατρόκλῳ κατὰ τὴν ὑπόσχεσιν. μεγάλην δὲ τὴν
ὑπεροχὴν καὶ διὰ τούτου παρίστησιν, ἐπιλέξασθαι αὐτὸν τοὺς αἰχμα-
λώτους λέγων οἵους καὶ ὅσους ἐβούλετο, καὶ καθʼ ἕνα συνδῆσαι
πάλιν, ὥσπερ ἀνδράποδα προτείνοντας τὰς χεῖρας. τοίνυν συνυπούρ-
γουν αὐτῷ οἱ ἑταῖροι ἐν τούτοις πᾶσι. τὸ δὲ ὅλον ἦν τὸ αὐτοῦ.
31. τοὺς αὐτοὶ φορέεσκον] περιπαθῶς καὶ τοῦτο· δείκνυσι γὰρ
στρεπτοῖσι] ἀντὶ τοῦ εὐκλώστοις· ἐνήθετο γὰρ καὶ ἡ κρόκη διὰ στρεπτοῖο χιτῶνος. οὐδέποτε δὲ ἐγινώσκετο τὸ ῥοδανίζειν, ἀλλὰ νήθειν. Μένανδρος “κρόκην δὲ νήσει καὶ στήμονα.”
34. ἔνθʼ υἱεῖ Πριάμοιο συνήντετο] μετέβαλε τὴν διήγησιν εἰς ἄλλην διάθεσιν, ποικίλλων αὐτήν. πρῶτος οὖν καὶ τὸ τῶν περιπε- τειῶν εἶδος ἔδειξε, ποικίλον ὂν καὶ θεατρικὸν καὶ κινητικόν. πάντα δὲ λέγων ἀληθοποιεῖται τὸν λόγον. τὸ δὲ υἱεῖ περισπαστέον καὶ διὰ διφθόγγου γραπτέον· ὡς ἀπὸ τοῦ υἱεύς γὰρ γίνεται.
36. ἀλωῆς] δενδροφόρου γῆς. οὐκ ἐθέλοντα δὲ ἀντὶ τοῦ μετὰ βίας.
37. ἐρινεόν] ἀντὶ τοῦ ἐρινεοῦ, ὡς τὸ “γυναῖκα μαζόν” (Il. 24,
58). ἀπὸ τοῦ γενικοῦ δὲ εἰς τὸ εἰδικὸν μεταβέβηκε. καὶ εἰ δια-
στείλαιμεν βραχὺ εἰς τὸ τάμνε, εὐλογώτερον ἂν τὸ σχῆμα γένοιτο,
ὡς πρὸς τὸ σημαινόμενον ἀπηντηκότος αὐτοῦ. τὸ δὲ ὄρπηξ ψιλοῦται·
ἔστι γὰρ παρὰ τὸ ὄρω, πλεονασμῷ τοῦ π.
39. ἀνώϊστον] ἀνεπιλόγιστον· νωΐσασθαι γὰρ τὸ νοῆσαι. ἀναγ- καίως δὲ προεκτίθεται τὰ περὶ αὐτὸν ἅπαντα, ἵνα ἑξῆς ἱκετεύοντος αὐτοῦ γνώριμος ὁ λόγος καταστῇ.
40. *ἐπέρασσεν] ἀντὶ τοῦ περάσας ἐπώλησεν.
42. ξεῖνός μιν ἐλύσατο] ἐκεῖ ἐπιξενωθεὶς ἠλευθέρωσεν. τὸ δὲ ἑξῆς, ξεῖνός μιν ἐρύσσατο Ἴμβριος Ἠετίων.
46. ἐλθὼν ἐκ Λήμνοιο] σωθεὶς ἀπὸ τῆς Λημνίας δουλείας ἐτέρ- πετο.
48. περισσὸς ὁ καί. ἴσως δὲ τὸ φιλόψνχον αὐτοῦ κωμῳδεῖ καὶ τὸ τοῦ τρόπου δειλόν.
50. γυμνὸν, ἄτερ κόρυθος] οὕτως γὰρ καὶ πέπραται, οὕτως καὶ ἐγνωρίσθη.
55. ὑπερβολικῶς εἶπε, τάχα Τρῶες καὶ ἐξ Ἅιδου φεύξονται,
ὅπου θαλασσοκρατούντων Ἑλλήνων ἀπὸ νήσου ἔφυγον. ὁ δὲ Πῖος
στίζει εἰς τὸ μεγαλήτορες. τὸ δὲ ἑξῆς ἐν ἤθει φησίν· ἀναστή-
σονται ἄρα καὶ οἱ τεθνεῶτες, εἴ γε οὗτος ἴσχυσε διαπεραιωθῆναι.
60. ἀλλʼ ἄγε δὴ καὶ δουρός] γενναῖον ἦθος καὶ ἐπάνω τῶν δεινῶν κείμενον ἡ εἰρωνεία παρίστησιν.
64. μένων] ὁ μὲν περιμένει, διὰ τὴν ὑπεροχὴν τεθαρρηκὼς ἑαυτῷ καὶ οὐχ οἷον ἁρπάζων τὸν καιρόν· ὁ δὲ ἐμπέδως πάντα ὁρῶν ἄφυκτα αὐτῷ αὐτὸς πρόσεισι.
65. περὶ δʼ ἤθελε θυμῷ] ἐπιτείνει τὸ φιλόζωον, ὅπως συγγνώμην ἔχοι παρατείνων τὰ τῆς δεήσεως.
67. ἔστιν ἰδεῖν ὥσπερ ἐν γραφῇ τὸν μὲν ἐπανατεινόμενον τὸ δόρυ, τρῶσαι θέλοντα, τὸν δὲ φθάσαντα τὴν πληγὴν καὶ τοῖς γόνασι πίπτοντα· καὶ τὴν μὲν αἰχμὴν τῇ γῇ προσπεπηγυῖαν, τὸν δὲ καὶ τὸ δόρυ κατέχοντα καὶ τῶν γονάτων ἐχόμενον.
70. ἄμεναι] γεύσασθαι.
74. σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον] ὡς ἱκέτην προσδέχου. δύο γὰρ πρὸς σωτηρίαν ἀνυστικὰ, αἰδὼς καὶ ἔλεος.
75. ἀντί τοί εἰμ’ ἱκέταο] ἴσος ἱκέτῃ εἰμί. ἱκέταο δὲ τοῦ εἰς τὴν
ἑστίαν ἥκοντος καὶ ἱκετεύοντος. πιθανὴ δὲ ἡ ἐπανάληψις· ὁ γὰρ
αἰχμάλωτος ἱκέτην ἑαυτόν φησιν. ἱκέτην γὰρ κυρίως καλοῦμεν τὸν
ἑκουσίως καταφυγόντα· ὁ δὲ τῷ ὁμωρόφιος γεγονέναι καὶ τροφῆς
μετεσχηκέναι εἰς τὸ τῶν ἱκετῶν δίκαιον ἑαυτὸν τάττει.
76. * Πορφυρίου. ἀποροῦσι πῶς ὁ ἱκετεύων πρὸς τὸν Ἀχιλλέα ἔφη
“πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημητέρος ἀκτήν.” τὸ γὰρ λέγειν,
καθάπερ Στησίμβροτος, ὅτι οἱ βάρβαροι ἄλφιτα οὐκ ἐσθίουσιν, ἅλ’
ἄρτους κριθίνους, ψεῦδος· ἤσθιε γὰρ ὡς ἂν βασιλέως ὢν υἱὸς, καὶ
οὐδαμῶς τοῦτο ὁ ποιητὴς ἐπεσημήνατο. ἡ δὲ λύσις, ὅτι παρʼ Ἕλ-
λησι πρώτῳ καὶ ξένῳ τῷ Ἀχιλλεῖ γεγονέναι φησί· πρὸς γὰρ τὴν
ἱκεσίαν εἶχέ τινα βοήθειαν τοῦτο, ὥσπερ τετυχηκὼς ξενικῆς τραπέζης
παρʼ ἐκείνῳ πρῶτον.
Δημητέρος ἀκτήν] τὸ τοῦ σίτου λεπτότερον. λέγεται δὲ ἀκτὴ ἡ
ἄγουσα ἡμᾶς καὶ πορεύεσθαι ποιοῦσα. ἄτοπον δὲ τὸν μεταδόντα
τροφῆς, ἐξ ἦς ἄνθρωποι ζῶμεν, τῆς ζωῆς ἀφαιρεῖσθαι. καὶ Δημη-
τέρος φησὶν εἰς δεισιδαιμονίαν παρακαλῶν. καὶ ὁ μὲν εἰς τροφὴν
ἐπὶ τῷ πωλῆσαι παρέλαβεν, ὁ δὲ τοῦτο εἰς τὸ τῶν ἱκετῶν δίκαιον
ἔλαβεν. καὶ θαυμάσαι ἄξιον τὴν εὐπορίαν τοῦ ποιητοῦ. πολεμίῳ
γὰρ προσώπῳ λόγον περιθεὶς, ὅμως εὐπόρησε πρὸς τὴν σωτηρίαν
εὐλόγου προφάσεως.
79. * ἑκατόμβοιον] οἱ παλαιοὶ, πρὶν ἐπινοηθῆναι τὰ νομίσματα
80. εὐκτικῶς, ἀντὶ τοῦ λυθησοίμην παρασχὼν τοσαῦτα τριπλα- σίως· πρὸς ὅ φησι “μή μοι ἄποινα πιφαύσκεο” (99).
83. ἔοικα, φησὶν, ἀπεχθὴς γεγονέναι τῷ Διί. ἄκρως δὲ διαγράφει δειλὸν, ἀπεγνωκότα μὲν, ὅμως τὴν διʼ ἐλέους σωτηρίαν ἀναμένοντα· ἔχεται γὰρ ἀπάντων ἡ ἀμείνων ἐλπίς.
86. Ἄλτεω] τὸ αὐτὸ ὄνομα διχῶς ἐσχημάτισεν, Ἄλταο ὡς Ἀτρείδαο καὶ Ἄλτεω ὡς Μενέλεω. σημειωτέον δὲ τὴν ἐπανάληψιν. λέγει δὲ ταῦτα, ἵνα δείξῃ ὅτι καὶ πρὸς μητρὸς εὐγενής ἐστι καὶ πολλὰ δύναται δοῦναι. ἅμα δὲ ὅτι οἱ ἐν τύχαις μεγίσταις ἐλεοῦνται ἀτυχοῦντες.
88. τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος] αὔξει τὸ γένος, Πρίαμον λέγων ἐπιθυμῆσαι αὐτῆς. ἀλλοτριῶν δὲ ἑαυτὸν τοῦ γένους Ἕκτορος, φησὶ πολλὰς δὲ καὶ ἄλλας.
96. ἐνηέα] ἐν τῷ ἐπιθέτῳ τοῦ φίλου μαλάσσειν αὐτὸν οἴεται, διδάσκων ζηλοῦν τὴν προσήνειαν τοῦ φίλου.
99. νήπιε] διὰ τοῦ ἐπιθέτου πᾶσαν ἐλπίδα τοῦ πείθειν ἐξέκοψε.
100. πρὶν μὲν γὰρ Πάτροκλον] τάχα φησὶν ὅτι ἐκεῖνος ἦν ὁ πρὸς τοὺς ἁλισκομένους αὐτὸς ἡμερῶν· ὅθεν καὶ αἱ αἰχμαλωτίδες αὐτὸν ὡς ἤπιον καὶ ἀγαθὸν αὑταῖς ἀπωδύροντο.
101. τόφρα] τότε. πλεονάζει τὸ τι. τὸ δὲ πεφιδέσθαι παροξυ-
τόνως, ὡς τὸ ἱκέσθαι (Il. 1, 19)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος.
105. περὶ δʼ αὖ Πριάμοιο] ὁ μὲν ἔλεγεν οὐκ εἰμὶ Ἑκάβης, ὁ δὲ ἀντέθηκεν, ἀλλὰ Πριάμου εἶ. καὶ ὁ μὲν ἐπʼ εὐγενείᾳ τὸ ὄνομα Πρι- άμου ἔλαβεν, ὁ δὲ διὰ τοῦτο φονεύειν αὐτόν φησιν.
106. πιθανὴ τοῦ φίλος ἡ εἰρωνεία πρὸς τὸν ξενίαν προβαλλό-
μενον. θανάτου δὲ κρείσσων ὢν παραμυθεῖται τὸν ἀγεννῶς τοῦ ζῆν
ἐφιέμενον. τινὲς δὲ ἀξιοῦσι μετὰ τὸ θάνε στίζειν, ἵνʼ ᾖ, ὁ φίλος
Πάτροκλος ἔθανε, καὶ σὺ τί θρηνεῖς οὕτως;
108. καλός τε μέγας τε] ὁπότερον γὰρ ἂν θατέρου στερηθῇ, πρὸς σωματικὸν κόσμον ἀτελές.
110. οὐκ ἀναστρεπτέον τὴν ἐπί· τὸ γὰρ ἑξῆς ἐστὶν ἐπὶ σοὶ καὶ
μετὰ τὴν ἕκτην, ἢ καὶ δείλη ὀψία καλεῖται. εὐθεῖαι δέ εἰσιν αἱ
τρεῖς. τὸ δὲ δείλη χωρὶς τοῦ σ, ὥς φησι Δίδυμος.
112. Ἄρῃ] τῷ σιδήρῳ· τινὲς δὲ ἀρῇ βλάβῃ βέλους ἢ δόρατος.
113. ἢ ὅγε δουρί] πέπεισται γὰρ ὡς οὐδεὶς αὐτῷ συνελθὼν συ- στάδην μαχεῖται.
114. αὐτοῦ] ἐν ᾧ ἦν ἑστὼς καὶ ἱκετεύων τόπῳ.
115. ἀπογνοὺς τῆς ζωῆς, τὸν σύντομον αἱρεῖται θάνατον.
120. ποταμόνδε] τὸ μὲν τοὺς ἐν τῷ ποταμῷ ὄντας ἐπιβάντα
ἀναιρεῖν σκυθρωπὸν μὲν, ὅμως συγγνωστόν· τὸ δὲ καὶ τοὺς ἐν τῇ γῇ
ἀναιρουμένους εἰς τὸ ῥεῖθρον ἐμβάλλειν αἰτίαν παρέχει τῷ ποταμῷ
εἰς τὴν κατʼ Ἀχιλλέως ἐπιβουλήν. ἀλλὰ μὴν καὶ βλασφημεῖ
αὐτόν· θηρώμενος γὰρ ὁ ποιητὴς τὴν πρὸς τὸν ποταμὸν μάχην, ἐξευ-
ρίσκει πιθανὰς αἰτίας.
122. κεῖσο] τινὲς ἧ σο γράφουσιν, ἀντὶ τοῦ δίαγε, ὕπαρχε, ὃ καὶ δασύνεται. τὸ δὲ ἐνταυθοῖ περισπαστέον Ἀττικῶς.
123. ἀπολιχμήσονται] καταφάγωσιν· ἀπὸ τοῦ λείχειν δὲ εἴ- ληπται τὸ λιχμᾶν. ἀκηδέες δὲ οἱ μὴ κηδόμενοί τινων.
οὐδέ σε μήτηρ] ἐπεὶ πολλὰ περὶ τῆς μητρὸς προὐβάλετο ἐκεῖνος,
ὅτι ώραία καὶ πλουσία ἦν, οὗτος, ὥσπερ ὑπερεμπιπλάμενος τῆς εἰς
τοὺς πολεμίους κολάσεως, φησὶν ὅτι οὐδὲ ἐκείνη σοι ἐπιχαρήσεται,
οἱονεὶ κἀκείνην τιμωρούμενος διʼ αὐτοῦ.
125. εἴσω ἁλός] ἀντὶ τοῦ εἰς ἁλός, πλεονασμῷ τοῦ ω.
126. ὁ μὲν Ἀρίσταρχος φρῖκʼ ἐπαίξει, οἱ δὲ ἄλλοι ὑπαίξει.
οὕτως δὲ Ἀρίσταρχος ἐξηγεῖται· τῶν ἰχθύων τις κατὰ τὸ κῦμα
θρώσκων, ὅ ἐστι κολυμβῶν, ἐπὶ τὴν φρῖκα ἀίξει, ἵνα φάγῃ σε φερό-
μενον. δεῖ γὰρ τὸν μέλλοντα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω
μετέωρον ἐπὶ τὴν φρῖκα τῆς θαλάσσης ἐλθεῖν. τὸ δὲ πᾶν οὕτως·
νεοσφαγὴς μὲν ὢν καταδύσῃ πρὸς τὸ βάθος τοῦ ποταμοῦ, ἔνθα σὺν
τοῖς ἰχθύσιν ὢν ἀπολιχμηθήσῃ τοῦ αἵματος· ἐπὶ πλέον δέ σε ἄταφον
*ὁ μὲν Ἀριστοφάνης βούλεται τὸν ἰχθὺν, ὥστε καταφαγεῖν τὸν
Λυκάονος δημὸν, ἢ διαφαγόντα, θρώσκειν κατὰ κῦμα καὶ ὑπαίσσειν
τὴν φρῖκα· καί φησιν, ἐπιπολῆς ἐπινήξεται τῷ ἀφρῷ τοῦ ὕδατος
ὑποδεδυκὼς, ἐπειδὴ καὶ τῶν ἀποθανόντων τὰ σώματα, ἕως ἂν εἴη
πρόσφατα, ἄνωθεν ἐπιπλεῖν εἴωθε. πρῶτον μὲν οὖν οὐκ ἔστιν ἐπι-
νοῆσαι νηχόμενον ἰχθὺν ὑπεράνω μὲν ὕδατος, ὑποκάτω δὲ ἀφροῦ τοῦ
ὕδατος, οὐδὲ τούτων μεταξὺ νεκρὸν ἄνδρα φερόμενον. ἀλλʼ οὐδὲ τὴν
φρῖκα ἀκούειν δύναμαι τὸν ἀφρὸν, Ὁμήρου μὲν μέλαιναν φρῖκα
λέγοντος, τούτου δὲ ἀξιοῦντος τὸ λευκότατον ἀκούειν. ἐπί τε τοῦ
Πρωτέως λέγει πάλιν Ὅμηρος “μελαίνῃ φρικὶ καλυφθείς” (Od. 4.
402)· καὶ ἀλλαχοῦ “ὡς δʼ ὅδʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται
ἰχθὺς, θινὶ ἔπι φυκόεντι, μέλαν τέ ἑ κῦμʼ ἐκάλυψε” (Il. 23, 692).
καὶ ἀλλαχοῦ τῆς φρικός μνημονεύσας ἐπάγει μελάνει δέ τε πόν-
τος ὑπʼ αὐτῆς” (Il. 7, 64). καὶ ἔστιν ἡ φρὶξ κινουμένου τοῦ πνεύ-
ματος ἀρχή. Σιμωνίδης δὲ αὐτὴν καὶ δεῖξαι πειρώμενος οὕτως ἔφη
“ἐς ἅλα στίζουσα πνοιά.” τὸ δὲ λέγειν ὅτι τὰ πρόσφατα σώματα
φέρεται τῶν κυμάτων ἐπιπολῆς ψεῦδος. τοὐναντίον γὰρ ἐν ἀρχῇ μὲν
διὰ στερρότητα καὶ πυκνότητα τοῦ σώματος ἰσχυρότερος ὢν τοῦ στη-
ρίζοντος ὕδατος ὁ νεκρὸς διισταμένου καταδύεται, σχήματι καταβαίνων
καὶ βάρει· πληρούμενος δὲ τῆς ὑγρότητος, πλείω τόπον ἐπιλαμ-
βάνων τῷ σχήματι, μετέωρος αἴρεται, βάρει τοῦ φέροντος ἐλαττού-
μενος. τίς οὖν ὁ νοῦς τῶν ἐπῶν; διττὴ γὰρ ἡ γραφή· ἐν οἷς μὲν γὰρ
γράφεται μέλαιναν φρῖχʼ ὑπαΐξει, ἐν οἷς δὲ γράφεται μέλαιναν
φρῖχʼ ὑπαλύξει. κἂν μὲν κρατοίη τὸ ὑπαΐξει, φήσομεν λέγειν αὐ-
τὸν, τῶν πηδώντων τις κατὰ τὸ κῦμα ἰχθύων ὑπὸ τὴν φρῖκα ἀΐξει,
τουτέστιν ἐκ τοῦ ἄνωθεν θρώσκειν παυσάμενος ὑπὸ τὴν φρῖκα ὑποδύ-
σεται καὶ ὁρμήσει κάτω, συγκαταφερόμενος τῷ νεκρῷ, ὃς φάγοι ἂν
τὸν Λυκάονος δημόν. τοῦτο μὲν οὖν, εἰ ἐπιπολῆς τοῦ κύματος θρώ-
σκειν ὑπακούομεν. εἰ δʼ ἐκ βάθους ἀναπηδῶντα ἐπὶ τὸ κῦμα, ἔσται
εἰς τὸ βάθος τοῦ κύματος ὁ ἰχθὺς, φεύγων τῆς φρικὸς τὴν ψυχρό-
τητα. καὶ γὰρ αὐτῷ πολεμιωτάτη· τοῦ γοῦν χειμῶνος ἐκ τοῦ πε-
λάγους εἰς τὴν γῆν καταίρουσιν οἱ ἰχθύες· πολλοὺς δὲ αὐτῶν καὶ
φωλεύειν κατὰ τοῦ βάθους διὰ τὴν αὐτὴν αἰτίαν ἱστορεῖ καὶ ὁ Ἀρι-
στοτέλης ἐν τῷ ἑβδόμῳ περὶ ζῴων φύσεως. ψυχροτάτη δʼ ἡ φρίκη,
καὶ μάλιστα ἂν Βόρειος ᾖ. γενόμενος δὲ ἐν τῷ βάθει ἔδεται τὸ
λίπος τοῦ Λυκάονος. οὐδεὶς δέ μοι τούτων δοκεῖ ὀρθῶς ἀποδεδωκέναι
τὸν νοῦν τῶν ἐπῶν. οὐ γὰρ εὐθύς φησιν Ὅμηρος αὐτὸν σφαγέντα
καὶ ῥιφθέντα τοῦτο παθεῖν, ἵνα ἐκδεχώμεθα ὅτι κάτω ἐνεχθέντος ὁ
ἰχθὺς κάτα χωρεῖν λέγοιτο εἰς τὰ βάθη τοῦ κύματος ἐπὶ τὴν βρῶ-
σιν, ἀλλʼ ἐξενεχθέντα ὑπὸ τοῦ Σκαμάνδρου ἐπὶ τὴν θάλασσαν, ὥστε
οὐκέτι ὑποβρύχιον, ἄνωθεν δὲ αὐτὸν ἐπιπλεῖν ἀνάγκη. ἔχει γὰρ οὕτω
τὰ ἔπη· “ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλῆς αἷμʼ ἀπο-
λιχμήσονται ἀκηδέες, οὐδέ σε μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται,
ἀλλὰ Σκάμανδρος οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον, θρώσκων
τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαίξει, ἰχθὺς ὃς κε φάγῃσι Λυκάονος
ἀργέτα δημόν.” νεοσφαγῆ μὲν οὖν ὄντα φησὶ κεῖσθαι μετʼ ἰχθύσιν,
ὡς ἂν κάτω ἀπενεχθέντα, ὅπου φησὶ τῆς ὠτειλῆς αὐτὸν αἷμα ἀπο-
λιχμήσασθαι τοὺς ἰχθύας· χρονίζοντα δὲ ἄταφον ἐκβληθῆναι εἰς
θάλατταν ὑπὸ τοῦ ποταμοῦ, ὅτε καὶ ἀναπλεῦσαι ἀνάγκη, καὶ θρώ-
σκοντα οὐχ ὑπὲρ τὸ κῦμα ἰχθὺν, ἀλλὰ κατὰ κῦμα (κατὰ κῦμα γὰρ
ἔφη, οὐχ ὑπὲρ κῦμα) ὑπὸ τὴν φρῖκα ἀίξαι· τὸ γὰρ μέτρον τῆς εἰς
τὰ ἄνω ὁρμῆς τοῦ ἰχθύος δηλῶν ἀφορίζει, ἀλλʼ ἄχρι τῆς φρικός·.
οὐ γὰρ ἂν ἐπέθρωσκε κατὰ κῦμα, ἀλλʼ ὑπὲρ τὸ κῦμα, εἰ καὶ τὴν
φρῖκα ὑπερεπήδα. ἐκφερομένου οὖν ὑπὸ τῶν ἐκβολῶν τοῦ ποταμοῦ
πηδῆσαι κατὰ τὸ κῦμά φησι τὸν ἰχθὺν, καὶ γενέσθαι ἄνω ὑπὸ τὴν
φρῖκα, ἔνθα ἐντεύξεται τῷ νεκρῷ. οὕτως ἐξηγήσαντο καὶ οἱ Ἀρι-
στάρχειοι, λέγοντες, ὑπὸ τὴν φρῖκα ἀΐξει τις τῶν ἰχθύων κατὰ τὸ
στηκὸς τῆς θαλάττης ἐπιπολῆς, οὐ τὸ κρύος φησὶν Ὅμηρος φρῖκα·
“ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέου ἀναπάλλεται ἰχθύς” (Il. 23, 692).
τῆς ἐπιτρεχούσης κατὰ τὴν θάλατταν πρὸ τῆς τοῦ ἀνέμου ἐμβολῆς·
καὶ ἐπὶ τοῦ συὸς κατὰ μεταφορὰν “φρίξας εὖ λοφιήν” (Od. 19.
446)· καὶ “ἔφριξε δὲ μάχη φθισίμβροτος ἐγχείῃσιν” (Il. 13,
339).
131. δηθά] ἐκ πολλοῦ δηλονότι χρόνου.
135. νόσφιν ἐμεῖο] λείπει τὸ ὄντος.
136. χολώσατο κηρόθι μᾶλλον] ῥιφέντος Λυκάονος ᾖρκται τοῦ θυμοῦ· νῦν δὲ μᾶλλονδιὰ τὸ κακῶς ἀκοῦσαι.
140. Ἀστεροπαίῳ] πῶς πρὸ έ ἡμερῶν τὸν κατάλογον ποιησά-
μενος Ἀστεροπαῖον παρέλιπε, λέγοντα ῥητῶς πρὸ ιά ἡμερῶν ἐληλυ-
θέναι; οὐ θαυμαστὸν οὖν τὸ παραλιπεῖν αὐτὸν ἐν τῷ καταλόγῳʼ
μόνων γὰρ ἐμνήσθη τῶν τὴν κυρίαν ἡγεμονίαν ἐχόντων. ἐν δὲ τοῖς
κατὰ μέρος καὶ τοὺς μετʼ ἐκείνους τεταγμένους παρέλαβεν, ὡς ἐπὶ
Ἀθηναίων· ἐν μὲν γὰρ τῷ καταλόγῳ Μενεσθέα φησὶν εἶναι τὸν
ἡγεμόνα, ἐν δὲ τῇ ἐπὶ ναυσὶ μάχῃ “Φείδας τε Στιχίος τε Βίας τʼ
ἐΰ; (Il. 13. 691). οὕτως οὖν ἔσται καὶ ἐπὶ Ἀστεροπαίου. ὁ μὲν
γὰρ Πυραίχμης τὴν πρώτην τῶν Παιόνων ἡγεμονίαν εἶχε, τὴν δὲ
δευτέραν Ἀστεροπαῖος, νυνὶ δὲ τὴν πᾶσαν αὐτῷ ἡγεμονίαν ἀνατίθησι
διὰ τὸ τὸν Πυραίχμην ὑπὸ Πατρόκλου ἀνῃρῆσθαι.
141. υἱέι Πηλεγόνος] τίς χρεία τοῦ πατρὸς, μέλλοντος αὐτοῦ
γενεαλογεῖν αὑτόν; ἀλλʼ ὁ μὲν ὡς μὴ γνώριμος Ἀχιλλεῖ (τῶν γὰρ
ἐπηλύδων ἦν) ἐδίδαξεν αὐτὸν τὸ γένος· ὁ δὲ ποιητὴς, ἵνα μὴ ἐκεῖνος
τῷ οἰκείῳ ἐπιμένοι καταλόγῳ, ἐνταῦθα συνέτεμε καὶ τὴν μητέρα
ἐδίδαξεν.
145. μένος δέ οἱ ἐν φρεσὶ θῆκε] ψυχικὴ γὰρ ἀρετή ἐστιν ἡ εὐ- θαρσία. πιθανῶς δὲ αὐτὸν υἱὸν ποιεῖ ποταμοῦ, ἵνα πλέον ἐρεθίσῃ τὸν ποταμόν.
147. οὐδʼ ἐλέαιρεν] Πῖος ψυχρόν φησι τὸ ἐπίθετον, εἴτε ἐπὶ τῶν
150. τίς πόθεν εἶς ἀνδρῶν] πιθανὴ ἡ εἰσβολὴ ἐκ τοῦ καιροῦ, ὅτι τῶν ἄλλων φευγόντων οὗτος μόνος ἀντέστη.
155. δολιχεγχέας] καὶ πῶς ἐν τῷ καταλόγῳ (Il. 2, 848) ἀγκυ- λοτόξους αὐτούς φησιν; ἴσως οὖν διττὸν ἦν τὸ γένος, τὸ μὲν τοξεῦον, τὸ δὲ ἀκοντίζον. ἢ καὶ ἐπαμφοτερίζουσιν, ὡς καὶ Τεῦκρος. παρ- οξύνεται δὲ τὸ δολιχεγχέας ὡς εὐειδέας.
158. *δύναται καὶ τὸ γαῖαν μὴ τὴν γῆν λέγειν, ἀλλʼ ὄνομα
κρήνης. φέρει δὲ τὸ ἔπος καὶ Εὔδοξος δίχα τοῦ ν· “Ἀξιοῦ κάλ-
λιστον ὕδωρ ἐπικίδναται Αἶα·” πολλῶν γὰρ ποταμῶν ἐμβαλλόντων
εἰς τὸν Ἀξιὸν θολερῶν, Αἶα ἡ κρήνη διαυγέστατον ἀνίησιν ὕδωρ.
162. *ἁμαρτῇ δούρασιν ἀμφίς] ἅμα ἀφῆκε δύο δόρατα.
ἀμφίς] δίχα· “τὼ δʼ ἀμφὶς φρονέοντε” (Il. 13, 345). “ζυγὸν
ἐΐξοον ἀμφὶς ἐέργει” (ib. 706) ἀντὶ τοῦ εἰς ἑκάτερα διείργει· δηλοῖ
οὖν τὸ ἐξ ἑκατέρου μέρους· περιδέξιος γὰρ ἦν. ἀμφίβολον δὲ πότερον
ἁμαρτῇ ἀνέσχεν ἢ ἁμαρτῇ ἀφῆκε. τάχα οὖν ἀνέσχεν, οὐκ ἀφῆκεν.
τὴν δὲ ἀσπίδα ἀπέβαλεν ὡς δύσχρηστον ἐν ὕδασι. δύναται δὲ καὶ πελτάριον ἔχειν ὡς οἱ τοξόται.
163. περιδέξιος] τινὲς ἀντὶ τοῦ ὑπερδέξιος, ὡς τὸ “περίεσσι γυναικῶν” (Od. 18, 247). οἱ δὲ μεγαλοδέξιος· τινὲς δὲ ἀμφιδέ- ξιος.
165. χρυσὸς γὰρ ἐρύκακε] οὐκοῦν ἐπιπόλαιος ἦν ὁ χρυσός. εἰ δέ
φησιν ὅτι μέχρι τινὸς ἔρρηξεν, μέσος ἦν ὁ χρυσὸς, ὡς Πορφύριος.
δύναται δὲ καὶ οὕτως εἶναι πρῶτος.
166. * ἐπιγράβδην] ἐπιξεστικῶς, ἄχρι μόνου τοῦ δέρματος.
167. οὐδέποτε Ἀχιλλεὺς τιτρώσκεται ἢ ὑπὸ μόνου τούτου.
169. ἡ μεταφορὰ ἀπὸ τοῦ “ἰθὺ βέλος πέτεται.” ἀπὸ δὲ τοῦ
φοροῦντος τὸ πλεονέκτημα ἐπὶ τό φορούμενον μετήγαγεν. ἔστιν οὖν
κατʼ εὐθὺ πετομένην.
172. μεσσοπαλές] μέχρι τοῦ μέσου παλλόμενον· οὕτω γὰρ τὸ μετὰ βίας ἐκπεμφθὲν σημαίνει, ὅτι μέχρι τοῦ μέσου καταπεπηγὸς τὸ δόρυ περὶ τὸν οὐρίαχον ἐπάλλετο. δηλοῖ δὲ καὶ τὸ ὑποκείμενον ἔδαφος τελματῶδες ὄν.
179. σχεδόν] λείπει τὸ ἐλθών.
181. χολάδες] τὰ ἔντερα, ἀπὸ τῆς κοιλότητος ἢ τοῦ κεχαλάσθαι. οἱ δὲ ὅτι τὰ ἔντερα τὴν ξανθὴν ἔχει χολήν· τῆς γὰρ χολῆς ἡ μὲν ξανθὴ, ὅθεν ἴκτερος, ἡ δὲ μέλαινα, ἀφʼ ἦς αἱ μελαγχολίαι.
185. παισίν] ἀντὶ τοῦ ἐκγόνοις· περιττεύει δὲ ὁ περ.
186. προπερισπαστέον τὸ φῆσθα· παρατατικοῦ γάρ ἐστιν, ὁ δὲ Τυραννίων βαρύνει ὡς ἐνεστῶτος.
190. ἁλιμοιρηέντων] κυρίως μύρεσθαι τὸ ἐπὶ μόρῳ τινὸς θρηνεῖν, ὅπερ καὶ ἐνταῦθα Ἀρίσταρχος οὐ καλῶς ὑπενόησε, διὰ ψιλοῦ γράφων τοῦ υ· δηλοῖ γὰρ τοὺς τὴν ἰδίαν μοῖραν εἰσβάλλοντας ἐν ἁλί.
192. μέγας, φησὶν, ἐστὶν ὁ ποταμὸς, εἴ γε δύναται καὶ χραι- σμεῖν, ἵνα μὴ στίζωμεν εἰς τὸ μέγας. εἰ δὲ ᾖ στιγμὴ εἰς τὸ μέγας, λέγει ὅτι εἰ δύναται χραισμεῖν, χραισμείτω.
194. Ἀχελώϊος] τῶν ἄλλων πάντων ποταμῶν μείζονα εἶναι λέγου-
σιν Ἀχελῷον· ὅθεν καὶ κρείοντα αὐτὸν πρὸς τοὺς ἄλλους λέγει. ῥεῖ
δὲ διʼ Ἀκαρνανίας καὶ Δωδώνης.
*ἐναντίον δὲ δοκεῖ τὸ ἅμα μὲν φάναι “Ξάνθου δινήεντος, ὃν ἀθά-
νατος τέκετο Ζεύς,” ἅμα δὲ ἐπὶ τοῦ Ὠκεανοῦ φάναι, “ἐξ οὗπερ
πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα.” λύεται δὲ ἐκ τῆς λέξεως καθʼ
ἕτερον· καὶ γὰρ τὸ πάντες δύναται λέγειν ἀντὶ τοῦ πλείους, καὶ
ποταμὸς ὁμωνύμως λέγεται ὅ τε θεὸς καὶ τὸ ῥεῦμα, ὥστε τὸν μὲν
θεὸν ἐκ Διὸς εἶναι, τὸ δὲ ῥεῦμα ἐξ Ὠκεανοῦ· Ζεὺς γὰρ πατὴρ ἀν-
δρῶν τε θεῶν τε.
* Ἡρακλῆς εἰς Ἄιδου κατελθὼν ἐπὶ Κέρβερον συνέτυχε Μελεά-
γρῳ τῷ Οἰνέως, οὗ καὶ δεηθέντος γῆμαι τὴν ἀδελφὴν Δηϊάνειραν
ἐπανελθὼν εἰς φῶς ἔσπευσεν εἰς Αἰτωλίαν πρὸς Οἰνέα. καταλαβὼν
δὲ μνηστευόμενον τὴν κόρην Ἀχελῷον τὸν πλησίον ποταμὸν, διεπά-
λαισεν αὐτῷ ταύρου μορφὴν ἔχοντι· οὗ καὶ ἀποσπάσας τὸ ἕτερον
τῶν κεράτων ἔλαβε τὴν παρθένον. φασὶ δὲ αὐτὸν Ἀχελῷον παρὰ
Ἀμαλθείας τῆς Ὠκεανοῦ κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ καὶ τὸ
ἴδιον ἀπολαβεῖν. δοκεῖ δὲ τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος
εἶναι ὁ Ἀχελῷος· διὸ καὶ πᾶν ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται.
ἱστορεῖ Πίνδαρος.
196. πᾶσα θάλασσα] δηλονότι ὅλη· ἢ ἐπεὶ πολλὰ πελάγη εἰσὶν,
197. μακρά] βαθέα, ὡς τὸ ἐναντίον “ἠϊόνος προπάροιθε βαθείης” (Il. 2, 92) ἀντὶ τοῦ τῆς μακρᾶς. νάουσι δὲ τὸ βλυστάνουσιν.
203. ἐγχέλυες] χωρίζει αὐτὰς τῶν ἰχθύων, ἐπεὶ οῦτε ἐξ ὀχείας
γίνονται οὔτε σπερματικοὺς οὔθʼ ὑστερικοὺς ἔχουσι πόρους· οὐκ εἰς
θῆλυ καὶ ἄρρεν διακρίνονται, ἀλλʼ ἐκ τῶν καλουμένων γῆς ἐντέρων
αὐτόματα συνίστανται ἐν τῷ πηλῷ. ζῶσι δὲ ὄμβρῳ καὶ ὕδατι.
φασὶ δὲ καὶ ἀλληλοφάγους αὐτὰς εἶναι, καὶ ζῆν ἑπτὰ ἢ ὀκτὼ ἔτη.
φησὶ δὲ ὡς καὶ οἱ ἐν βάθει ἰχθύες ἀνέβρασσον ἐσθίοντες αὐτόν· ἢ
ὅτι μάλιστα τῶν ἄλλων ἰχθύων σαρκοφαγεῖ.
204. συναπτέον δὲ ὅλον τὸν στίχον· τὸ γὰρ ἑξῆς ἐστὶ δημὸν ἐπι- νεφρίδιον. τὸ δὲ ἐρεπτόμ ενοι καὶ κείροντες δισσολογεῖται. κεί- ροντες δὲ ἤτοι ἀπλήστως ἐσθίοντες· ὅθεν καὶ κόρος.
ἐπινεφρίδιον] περὶ γὰρ τοὺς νεφροὺς πολλή ἐστιν ἡ πιμελή. εἴ. ρηνται δὲ νεφροὶ, ἀφʼ ὧν νείφεται τὰ οὖρα. ἐρέπτεσθαι δὲ κυρίως τὸ ἀπὸ τῆς ἔρας τῇ γλώσσῃ ἐπαίρειν.
214. αἴσυλα] τὰ τῆς αἴσης ἐστερημένα, ὅ ἐστι τοῦ δικαίου καὶ
τῆς ἰσότητος. οὐκ ἀναστρεπτέον δὲ τὴν περί· ἔστι γὰρ ἀντὶ τοῦ
περισσῶς.
218. ἐρατεινὰ ῥέεθρα] καλῶς τὸ ἐπίθετον, εἰς ἔνδειξιν τοῦ ὅτι τὰ τοιαῦτα ῥεύματα μεμίανται.
219. δῖαν] μεγάλην, ἀπὸ μεταφορᾶς τοῦ Διός.
221. ἔασον] πληρώθητι, κορέσθητι, παρὰ τὸ ἆσαι. ἢ ἔασον τοῦ
μιαίνειν τῷ φόνῳ τὰ ῥεύματα.
223. ἔσται ταῦτα Σκάμανδρε] ὑποχωρῆσαι τοῦ ῥείθρου καὶ πάλιν ἐξῆς ἐπεισβαίνει τῷ ῥείθρῳ. ὅθεν αὐτῷ ἐπεξέρχεται ὁ ποταμός.
229. οὐ σύ γε βουλάς] διὰ τὸ “ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπη νόος
ἐστὶν ἑκάστου” (Il. 20, 25). καὶ πρὸς τὸ “εἰ γὰρ Ἀχιλλεὺς οἶος
ἐπὶ Τρώεσσι μαχεῖται” (ib. 26). ὑπομιμνήσκει οὖν ὅτι δεῖ κωλύειν
ἀριστεύοντα οὕτως τὸν Ἀχιλλέα, ἐξουσίαν ἅπαξ δόντος τοῦ Διός.
232. δείελος ὀψὲ δύων] τὴν τοῦ ἡλίου δύσιν, ὀψίαν δείλην ὑπὸ
234. ἐδεινοποίησε τὸν λόγον τοῖς ὀνόμασιν· τὸ μὲν γὰρ ἐπέσ-
σ υτο σφοδρὰν τὴν ὁρμὴν παρίστησι, τὸ δὲ οἶδμα ἀπὸ τῆς θαλάσσης
μετήνεγκε, τὸ δὲ θύων τὴν ἐμμανῆ δηλοῖ ὁρμήν. ἡ μεταφορὰ δὲ
τοῦ κυκωμένου ταραττόμενον ὅλον τὸν ποταμὸν παρίστησιν.
237. *ἐντεῦθεν ὁρμηθέντες τὸν Ἀχελῷον ἐταύρωσαν Ἡρακλεῖ
ἀγωνιζόμενον. Ἀρχίλοχος μὲν οὐκ ἐτόλμησεν Ἀχελῷον ὡς ποταμὸν
Ἡροκλεῖ συμβαλεῖν, ἀλλʼ ὡς ταῦρον· Ὅμηρος δὲ πρῶτος ποταμοῦ
καὶ ἥρωος ἠγωνοθέτησε μάχην. ἑκάτερος οὖν τὴν αὐτὴν ὑπόθεσιν
ἐμέτρησε τῇ δυνάμει, καὶ οὐκ ηὐλαβήθη Ὅμηρὸς μὴ ἀπολειφθῇ,
πάσης ὕλης ὑψηλοτέραν ἔχων φύσιν. ἔστι δὲ αὐτῷ ὁ Ἀχιλλεὺς προοί-
μιον πυρὸς καὶ ὕδατος μάχης, ἀντιπάλων στοιχείων.
*ἠΰτε ταῦρος] ἐντεῦθεν κινηθέντες οἱ μεθʼ Ὅμηρον ποιηταὶ ταυ- ρομόρφους λέγουσιν εἶναι τοὺς ποταμούς.
238. στικτέον εἰς τὸ χέρσονδε, ἵνα μὴ ὁ νοῦς ἐμποδίζοιτο.
242. * Ἑλλάνικος ἐν δευτέρῳ Τρωϊκῶν “ὑπὸ δὲ τοῦτον τὸν χρόνον ἐν
τῇ Ἴδῃ” φησὶν “ὁ θεὸς ὗε, ὅθεν ὁ Σκάμανδρος τὸ ῥεῖθρον ὑπερβαλών
ὑπὸ τοῦ ὀμβρίου ὕδατος τὸ ἔχον κοῖλα χωρία ἐπῆλθεν. τῷ ῥοῒ τούτῳ
ὁ Ἀχιλλεὺς ἡγούμενος τοῦ στρατοῦ πρῶτος ἐνέτυχε, καὶ δείσας τὸν
ῥοῦν, μή τί μιν πημήνῃ, ἐν πεδίῳ πτελέας πεφυκυίας λαβόμενος
ἐμετεώρισεν ἑαυτόν· οἱ δʼ ἄλλοι προιδόμενοι τὸν ῥοῦν ἐτράποντο ὅπου
ἐδύναντο ἕκαστος, ἄλλος ἄλλῃ, καὶ ἐπὶ τὰ τῶν ὀρῶν ὑπερέχοντα τοῦ
πεδίου ἀνέβαινε.” Σερούϊος δὲ ἐν τρίτῳ τῶν Τρωικῶν “πλῆθος δὴ
νεκρῶν ἐσωρεύθη κατὰ τὸν ῥοῦν· εἶτα ἀνακοπτομένου τοῦ ῥεύματος
διὰ τὸ ἀποπεφράχθαι τὸν πόρον ἐλιμνάζετο ὁ ποταμός.”
243. οὐ παρέλκει τὸ ἐκ ῥιζῶν· βαθύρριζον γὰρ τὸ δένδρον. ὅθεν καὶ ὅλῳ συγκατηνέχθη τῷ κρημνῷ.
244. κρημνὸν ἅπαντα διῶσεν] τὴν συνεχομένην ὑπὸ τῶν ῥιζῶν πᾶσαν γῆν διέλυσε. προπερισπωμένως δὲ τὸ διῶσεν.
247. ἤϊξε] εἰ τοὺς πολεμίους διώκων ὠκύτατος ἦν, χρὴ ἐννοεῖν περὶ τῆς ἰδίας σωτηρίας δεδοικὼς ὁποῖος ἦν.
249. ἐπὶ μὲν τῶν τῆς θαλάσσης κυμάτων λέγει “κυρτὰ φαλη-
ριόωντα” (Il. 13, 799)· ἀκριβέστατα δὲ ἐπὶ τῶν ποταμῶν παρε-
252. Ἀριστοτέλης μελανόστου ἀναγινώσκει, τοῦ μέλανα ὀστᾶ
ἔχοντος· ἀγνοεῖ δὲ ὡς οὐ δεῖ ἀπὸ τῶν ἀφανῶν ποιεῖσθαι τὰ ἐπίθετα.
οἱ δὲ μελανόσσου, μέλανας ὀφθαλμοὺς ἔχοντος. Ἀρίσταρχος
μέλανός του· ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴς τῷ ἐγκλιτικῷ τον οὐ χρῆται.
ἄμεινον οὖν ἄρθρον αὐτὸ ἐκδέχεσθαι· οὐ γὰρ ἀεὶ λείπει τοῖς ἄρθροις
ὁ ποιητής.
257. ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγός] ἀπὸ τοῦ ἁδροῦ ἐπὶ τὸ ἰσχνὸν ἔρ-
χεται καὶ ἀνθηρόν. ἡ δὲ παραβολὴ πρὸς τὴν ταχεῖαν ἐπιφορὰν καὶ
τὴν παραλλαγὴν τοῦ ὕδατος. κόσμου δὲ ἕνεκα παρεδιηγήσατο τὰ
λοιπά. παραφυλάττει δὲ τὴν ἐπεξεργασίαν· ἀπὸ κρήνης μὲν τὴν
φορὰν τοῦ ὕδατος πρὸς τὸ δαψιλὲς τῆς ἐπιρρύσεως, ἐν κατάντει δὲ
χωρίῳ πρὸς τὸ συνεχὲς καὶ ταχὺ τοῦ ῥεύματος. ὀχετηγὸς δὲ ὁ
ὑδραγωγός· ὀχετοὶ γὰρ αἱ ἐπιρρύσεις.
259. μάκελλαν] μάκελλα ἡ σκαλὶς ἡ μακέλλουσα καὶ κινοῦσα· δίκελλα γὰρ ἡ διχόθεν κέλλουσα. ἀμάρη δὲ ἡ ὑδρορόη, παρὰ τὸ τῇ ἄμῃ ῥεῖν, ἢ παρὰ τὸ τὰ μὴ παραπεφυκότα αὐτῇ μαραίνεσθαι.
ἐξ ἔχματα βάλλων] τὰ κωλύματα τῆς διώρυχος ἐκβάλλων.
260, 261. ἡ ὑπό πρὸς τὸ ὀχλεῦνται, ἵνʼ ᾖ ὑποκινοῦνται.
261. κελαρύζει] μετὰ κελάδου ῥεῖ, ἢ κατὰ ἀντίθεσιν λακερύζει.
262. προαλεῖ] κατάντει, καθʼ ὃν τὸ ὕδωρ ἔρχεται ἅλις.
264. λαιψηρόν] λίαν ταχύν.
265. ὁρμήσειε] τινὲς ἀντὶ τοῦ διανοήσειε. γράφεται δὲ καὶ
οἰμήσειε. προκρίνει δὲ Ἀρίσταρχος τὴν διὰ τοῦ ρ γραφήν.
266. εἴ μιν ἅπαντες] ἀντὶ τοῦ εἰ μηδένα ἔχει βοηθὸν, ἀλλὰ πάντας ἐπιβούλους· ἢ εἰ ἄρα δύναταί τισι τῶν θεῶν καὶ εἰς μάχην ἐλθεῖν.
269. ὅλον τὸ πεδίον πέλαγος γεγενημένον ὑπὸ τοῦ ποταμοῦ
ἔδειξεν, ὥστε καὶ τοὺς ὤμους ἐπικλύζειν τοῦ Ἀχιλλέως. καὶ πρὸς
μὲν ἀλήθειαν ταῦτα οὐ πιθανά· τί γὰρ ἐπράττετο περὶ τοὺς ἄλλους
στρατιώτας; ἀπίθανον γὰρ μόνον τὸν Ἀχιλλέα ὑπὸ τοῦ ποταμοῦ
ταῦτα πάσχειν. πρὸς δὲ τὴν ποίησιν καὶ λίαν παράδεκτα. πλάζειν
271. ὑπέρεπτε] ὑπήσθιεν, ὑπέσπα. ἐμφαντικῶς δὲ τὴν κατὰ μικρὸν ὑπονοστοῦσαν γῆν ἔδειξεν, ὅπως ἀκρατὴς εἴη τῆς βάσεως ὁ ἥρως.
*ὑπέρεπτε] ὑπέσυρεν.
273. ἐμὲ τὸν ἐλεεινόν. ἢ λείπει τὸ ὄντα. τὸν ἀκλεῆ δὲ θάνατον ὀδύρεται. καὶ Λεωνίδας τὴν χεῖρα βληθεὶς ἀποθνήσκων ὠδύρετο ὅτι μὴ ἔχων τὴν χεῖρα τελευτᾷ.
276. ψεύδεσσιν] προπαροξυτόνως ὡς βέλεσιν ἀπὸ τοῦ ψεῦδος,
οὐ γὰρ ἐπίκειταί τινι ἐπιθετικῶς.
ἔθελγεν] μεγαλοφυῶς ἐπὶ τῇ τοῦ τοιούτου θανάτου ἐλπίδι θέλγε- σθαί φησιν, ὥσπερ ἡδέσι λόγοις πιστεύσας. λυπεῖ οὖν αὐτὸν οὐχ ἡ τελευτὴ, ἀλλʼ ὁ τρόπος.
278. λαιψηροῖς] τοῖς αἰφνίδιον ἀποκτείνουσιν.
279. ὥς μʼ ὄφελ’ Ἕκτωρ κτεῖναι] ὅρα τὸ μεγαλοφυές· οὐ γὰρ μόνον τὸν ἐν πολέμῳ θάνατον αἱρεῖται, ἀλλὰ καὶ ὑπὸ τοῦ ἀρίστου ἀναιρεθῆναι. ἔοικεν οὖν καὶ ἡ Θέτις δικαίως ἀποκρύψασθαι τὴν ἀλήθειαν καὶ τὸν Ἀπόλλω ἀντὶ Ἀλεξάνδρου παραλαβεῖν.
τέτραφʼ] ἀντὶ τοῦ ἐτράφη· τὰ γὰρ ἐνεργητικὰ τούτου τοῦ ῥήματος
ἀντὶ παθητικῶν τάσσει.
280. ἀγαθὸν δέ κεν ἐξενάριξεν] οὐχ ὅτι καὶ νῦν οὐκ ἔστιν ἀγαθὸς ὁ Ἀχιλλεὺς, κἂν ὑπὸ τοῦ ποταμοῦ φθαρείη, ἀλλὰ τοιοῦτόν ἐστιν ὃ λέγει, ἀγαθὸν ὄντα καὶ πράττοντά τι γενναῖον.
282. ἐρχθέντʼ] ψιλωτέον δέ. ἔστι γὰρ παρὰ τὸ εἴργω. Ἀττικοὶ
δὲ δασύνουσιν.
ὡς παῖδα συφορβόν] πρὸς τὸ ἀγεννὲς καὶ εὐτελὲς τοῦ θανάτου καὶ διὰ τῆς ἡλικίας καὶ διὰ τοῦ ἐπιτηδεύματος ταπεινοῖ τὸ πρόσω- πον· καὶ παιδὶ συφορβῷ ἑαυτὸν εἰκάζει ὁ λέγων “ἐγὼ καλός τε μέγας τε” (108).
283. ἔναυλος] χειμάρρους διὰ στενοῦ τόπου καὶ περιμήκους ποιούμενος τὴν ῥύσιν.
ἀποέρσῃ] παρὰ τὴν ἔρσαν. κυρίως τὸ ἐν ὕδατι ἀπολέσθαι.
284. μάλʼ ὦκα] ἔδει γὰρ πολλοῦ τάχους εἰς τὸ. ἀνακτήσασθαι
τὸν οὕτως ἠθυμηκότα. δύο δὲ θεοὶ πάρεισιν, καὶ οὐ μόνον διαλέγονται,
ἀλλὰ καὶ πιστοῦσιν ἑαυτούς.
286. χειρὶ δὲ χεῖρα λαβόντες] τῆς δεξιᾶς πίστιν ἐποίησαν· ἔθει γὰρ ἀρχαιοτέρῳ οὕτως εἰς βεβαίωσιν ἀληθῆ ἐπιστοῦντο ἀλλήλοις.
288. τρέε] ὑποχώρει καὶ φεῦγε. ἱκαναὶ δὲ αἱ προσθῆκαι ὑπὲρ
τοῦ θαρσῆσαι Ἀχιλλέα, ὅτι τε θεοί εἰσιν οἱ συμμαχοῦντες, καὶ ὁ
Ζεὺς ἐπένευσε, καὶ τὸ μοιρίδιον οὕτως ἐλήλυθε. πρὸς δὲ τοὺς
ζητοῦντας πῶς διαλέγονται μὲν αὐτῷ οἱ θεοὶ, οὐκ ἐπιβοηθοῦσι δὲ,
ῥητέον ὅτι ἕτερος ἦν ὁ τῷ Σκαμάνδρῳ ἀντιτεταγμένος.
293. αἱ κε πίθηαι] οὐ πάνυ οἰκεῖόν φησιν αὐτὸ ὁ Πῖος· διὰ τί
γὰρ ἔμελλε μὴ πεισθήσεσθαι καὶ θεοῖς καὶ τὰ κεχαρισμένα συμ-
βουλεύουσι: τάχα οὖν πρὸς τὰ ἑξῇ ἐστί “σὺ δ’ Ἕκτορι θυμὸν
ἀπούρας ἂψ ἐπὶ νῆας ἴμεν.” ὁρῶσι γὰρ αὐτὸν ἐπιτεταμένως ἔχοντα
πρὸς τὸν φόνον τῶν πολεμίων καὶ δυσκόλως ἀφεξόμενον τῆς σφαγῆς,
κἂν Ἕκτορος κρατήσῃ.
294. μὴ πρίν] ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον· τὸ γὰρ ἀπαρέμ- φατον ἀντὶ προστακτικοῦ ἐστιν.
296. στικτέον εἰς τὸ φύγῃσι· τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς, τοῦ ἀπαρεμφάτου ἀντὶ προστακτικοῦ κειμένου.
299. τὸ ἑξῆς αὐτὰρ ὁ βῆ ἐς πεδίον· τὰ δὲ ἄλλα διὰ μέσου
κεῖται. ὑπεκκαύματα δὲ δέδωκε τῇ ἀπαγγελίᾳ, τὸν μὲν ὑπὸ θεῶν
ῥώσας, τὸν δὲ Σκάμανδρον μᾶλλον κατʼ αὐτοῦ προσεταιριζόμενον καὶ
προσεπιτιθέμενον εἰπών.
301. δαῒ κταμένων] ἄμεινον οὖν κατὰ διάστασιν ἀναγινώσκειν τὸ δαὶ κταμένων, ὡς τὸ Ἄρηϊ κταμένων.
302. καὶ νέκυες] ἀλλὰ τριταῖοι πλέουσιν. τάχα οὖν ἡ τῶν ῥευμάτων σφοδρότης αὐτοὺς ἀνῆκεν.
303. ἀΐσσοντος ἀνʼ ἰθύν] ἀνὰ τὴν ἀναφορὰν τοῦ ὕδατος ὁρμῶντος.
306. κόρυσσε] ἐμετεώριζεν ἢ ὥπλιζε κατὰ Ἀχιλλέως.
308. φίλε κασίγνητε] καὶ ἀδελφὸν κατὰ ἀνθρώπου παρακαλεῖ καὶ ὑπὲρ φίλης πόλεως.
310. Τρῶες δέ] οἱ Τρῶες, φησὶν, οὐ μενοῦσιν Ἀχιλλέα κατὰ τὴν
μάχην· χρεία οὖν ὀξυλαβείας πρὸς τὸ σῶσαι αὐτήν.
312. ἐναύλους] τοὺς χειμάρρους, τὰς στενὰς διώρυχας.
316. οὔτε βίην] δαιμονίως κατείλοχε πάντα οἷς ἐπηρμένος Ἀχιλλεὺς ὑπερηφάνως διέκειτο, ὑπὸ ἀνδρείας, ὑπὸ κάλλους, ὑπὸ τῆς πανοπλίας.
317. νειόθι λίμνης] πρὸς τὸ κατώτατον τῆς θαλάσσης μέρος.
319. χέραδος] τὸ πλῆθος τῶν ποταμίων ἢ θαλασσίων ψηφίδων, ἢ τῶν εἰς χερμαδίας ἐπιτηδείων λίθων, ἢ πᾶσαν ἀκαθαρσίαν συρρέ- ουσαν ἐκ τῶν ὑδάτων.
*οὐκ ὀλίγον οὖν πλῆθος τῶν ποταμίων λίθων ἐπισωρεύσας χώσω.
320. ἐπιστήσονται] δυνήσονται· “ἐπίστατο πῆλαι Ἀχιλλεύς” (Il. 16, 142).
321. ἄσιν] τὸν ἐν ὕδασι συρφετὸν καὶ ξηρὸν, ἀπὸ τῆς ἄζης. οἱ δὲ τὴν ἐκ τοῦ ποταμοῦ δεῖσαν· ὅθεν καὶ Ἄσιον τὸν λειμῶνα ἤκουσαν.
*καὶ ἀσιογεῖαι αἱ αἱμασιαί.
323. τυμβοχοῆσʼ] τὸ πλῆρες τυμβοχοῆσαί ἐστι· χυτοὺς γὰρ τοὺς τάφους. διὸ περισπαστέον τὸ η. οὕτως καὶ Ἀρίσταρχος οὐκ ἔσται, φησὶν, αὐτῷ χρεία χώσεως τάφου.
325. μορμύρων] ἀναβράσσων, ἢ θηριούμενος, παρὰ τὴν μορμώ.
ἔστι δὲ ἀπαραμίλλητα ταῦτα τοῦ Ὁμήρου· οὐ γὰρ μόνον τῇ μεγα-
ληγορίᾳ τῶν ὀνομάτων, ἀλλὰ καὶ τῇ ἐννοίᾳ κατώρθωται· ἔστι δὲ
ἰδεῖν κῦμα μετέωρον αἵματι καὶ ἀφρῷ μεμιγμένον, καὶ τούτῳ ἐπι-
πλέοντα σώματα.
327. κατὰ δʼ ᾕρεε] κατέβαλλε καὶ κατεπόνει, ἀπὸ τοῦ αἱρῶ τὸ
καταβάλλω. καὶ δασύνεται.
331. προπαροξυτόνως τὸ κυλλοπόδιον· εἰς δὲ τὸ τέκος ἡ στιγμή. διδασκαλία δέ ἐστι στρατηγικῶν πραγμάτων· εὐμήχανον γὰρ εἶναι δεῖ, καὶ συνορᾶν ταχέως δύνασθαι τίνα καὶ ποῖα τίσι καὶ οἵοις μάχεται, καὶ τίνων ἀφεκτέον, καὶ τίσι πολεμητέον.
332. ἠΐσκομεν] εἰκότως νομίζομεν ὅτι ἐναντίον ἐστὶ τὸ ὕδωρ τῷ πυρί.
333. πιφαύσκεο] ἐνδείκνυε, ἐξύφαπτε.
334. Ζεφύροιο] Ζέφυρος παρὰ τὸν ζόφον· καὶ ἡ ἀπὸ δύσεως
πνοὴ ζοφόπνοια καλεῖται. ἀργεστὴς δὲ ὁ Νότος, ὅτι λευκαίνει τὰς
νεφέλας.
* τὸ δὲ εἴσομαι ἀντὶ τοῦ πορεύσομαι.
336. Τρώων κεφαλάς] αὐτοὺς τοὺς Τρῶας. φλέγμα δὲ τὴν φλόγα, ὡς καῦμα τὴν καῦσιν.
339. *ἀρειῆ] ἀπειλῇ.
343. *Πορφυρίου. πρῶτα μὲν ἐν πεδίῳ] ἵνα ἀναξηράνῃ τὸ εἰς αὐτὸ
ἐκκεχυμένον ὕδωρ. καῖε δὲ νεκροὺς, Ἀχιλλέα δὲ οὔ· οὐδὲ γὰρ ὁ
Σκάμανδρος τοὺς Τρῶας ἔπνιγεν. καὶ διὰ τί τοῦ Σκαμάνδρου καιο-
μένου ὁ Ἀχιλλεὺς ἐν ζέοντι αὐτῷ ἀποληφθεὶς ἐπνίγετο μὲν, οὐκ
ἐκαίετο δέ; ἢ διότι οὐχ ὅλος ὁ ποταμὸς ἐκαίετο. ἐνδέχεται οὖν μὴ
ἐν τοῖς τοιούτοις αὐτὸν τοῦ ποταμοῦ μορίοις εἶναι· καὶ γὰρ ἂν
οὕτως γε ὁ Ἥφαιστος ἦν αὐτὸν ὁ διαφθείρων, ὃν οὐκ. εἰκὸς βοηθεῖν
μὲν αὐτῷ, τοῦτο δὲ μὴ ὁρᾶν ὅπως μὴ, ἔνθα ἦν ἐκεῖνος, ὁ ποταμὸς
πονήσῃ, ὡς οὖν ὁ Σκάμανδρος πνίγων Ἀχιλλέα τοὺς ἐμβεβηκότας
τῶν Τρώων εἰς αὐτὸν “ζωοὺς δʼ ἐσάω κατὰ καλὰ ῥέεθρα, κρύπτων
ἐν δίνῃσιν” (238), οὕτω καὶ ὁ Ἥφαιστος τὸν μὲν ποταμὸν ἔκαιε,
τῷ δʼ Ἀχιλλεῖ διὰ τοῦ πυρὸς συνεμάχει.
καὶ πῶς μὴ ἐκαίετο Ἀχιλλεύς; ὥσπερ ὁ Σκάμανδρος Ἀχιλλέα
μὲν ἔπνιγε, Τρῶας δὲ ἔσωζεν, οὕτω καὶ ὁ Ἥφαιστος πᾶν μὲν
ὑφάπτει τὸ ἄλλο τοῦ ποταμοῦ πλὴν ἐκείνου τοῦ τόπου ἔνθα ἦν
Ἀχιλλεύς.
346. ὀπωρινὸς Βορέης] ἰσχυρότεροι γὰρ κατὰ τὴν ὀπώραν οἱ Βορέαι πνέουσιν. εὐκταῖον δὲ ἀρδευθείσῃ γῇ Βορρᾶν ἐπιβαλεῖν· πυκνουμένης γὰρ τῆς ἐπιφανείας δύνει κατὰ ῥιζῶν ἡ νοτίς. ὀπωρινὸς δὲ ὁ θερινός. οἱ δὲ ἐτησίαι ξηρότεροι τοῦ ἐν χειμῶνι Βορέου.
347. ὅστις ἐθείρῃ] ὁ γεωργὸς ὅστις ἔθος ἔχει σκάπτειν αὐτήν.
350. καίοντο πτελέαι] δηλονότι ὑποφυγόντος τοῦ ποταμοῦ καὶ εἰς τὸ ἴδιον ῥεῖθρον τραπέντος. τοῖς δὲ ὑπʼ αὐτοῦ τραφεῖσιν ὕλῃ χρῆται κατʼ αὐτοῦ.
354. κυβίστων] σημαντικώτερον οὐκ ἂν εὕροιμεν ὄνομα. οὐ γὰρ
ἀναπάλλεσθαι τοὺς ἰχθύας ἔφη, ὅπερ καὶ χωρὶς πυρὸς συμβαίη ἄν·
ἀλλὰ τοὺς ἀναπαλλομένους τε ἅμα καὶ καταδυομένους πάλιν ὑπὸ
τῆς φλογὸς διὰ τοῦ ῥήματος ἔδειξεν.
357. οὕτις σοί γε] ἀνίκητον γὰρ τὸ πῦρ, καὶ σίδηρον γοῦν
361. ἀνὰ δʼ ἔφλυε] ἀνέζει· ἔνθεν καὶ τὸ ἐκ θερμότητος ἀνάστημα φλυκτὶς, καὶ φλύαρος ὁ ἀναζέων τοῖς λόγοις. ἐμφαντικῶς δὲ ἄγαν ὡς ἐπὶ ἀγγείου καιομένου.
362. ἐμφαντικῶς τὸ ἔνδον, ἵνα καὶ τὴν κοιλότητα δείξῃ καὶ τὴν κάτωθεν ἀνάζεσιν. κοῖλα δὲ ἀμφότερα, καὶ ὁ ποταμὸς καὶ ὁ λέβης.
τὸ ἑξῆς, ζεῖ ἔνδον πάντοθεν ἀμβολάδην. καὶ ἡμεῖς ὑπὲρ τῶν
ζεόντων φαμὲν ἀναβάλλειν τὸ χαλκίον. ἀναζεῖ οὖν πάντοθεν διὰ τὴν
τῆς φλογὸς ὑπερβολήν.
363. κνίσην] σὺν τῷν Ἀρίσταρχος. τὸ δὲ μελδόμενος ἀντὶ τοῦ τήκων.
κνίση δὲ πᾶν τὸ πιμελές. τινὲς δὲ οὐδετέρως ἤκουον, ἵνʼ ᾖ τὰ κνίση, ὡς
τὸ “Τηλέμαχος τεμένη νέμεται” (Od.11,184)· ἀλλʼ ἀεὶ παρʼ Ὁμήρῳ
ἡ κνίσα θηλυκῶς εἴρηται. Ἑρμογένης δὲ ἐν τῷ περὶ τῶν ε΄ προβλη-
μάτων γράφει κνίσῃ μελδόμενος ἵνʼ ᾖ τῇ κνίσῃ λιπαινόμενος, ὡς τὸ
“μέλη ἤλδανε ποιμένι λαῶν” (Od. 18, 70). μέλδειν δὲ κυρίως τὸ τὰ
μέλη ἔδειν ἢ ἀλδάνειν. κνίσα δὲ σημαίνει τὴν ἐκ τῶν κρεῶν ἀναθυμίασιν,
ὡς ὅταν λέγῃ “καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀϋτμή” (Od. 12,
369) καὶ “κνίση δʼ οὐρανὸν ἷκε” (Il. 1, 317). σημαίνει δὲ καὶ τὸ
λίπος, ὡς ἐπὶ τῶν γαστέρων ἔφη “ἐμπλείην κνίσης τε καὶ αἵματος”
(Od. 18, 118). σημαίνει δὲ καὶ τὸν ἐπίπλουν, ὡς ὅταν λέγῃ “κατά
τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες” (Il. 1, 460). διπλᾶ γὰρ
τὰ κνίση ποιήσαντες τοὺς μηροὺς ἐκάλυψαν. δίπτυχα δὲ αὐτὰ τὰ
κνίση· ἐπειδὴ γὰρ δύο οἱ μηροὶ, τὸν ἐπίπλουν εἰς δύο διελόντες
ἑκάτερον τῶν μηρῶν θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυπτον. σιάλοιο
δὲ τοῦ ἐντροφίου καὶ σιτευτοῦ.
*Πορφυρίου. οἱ μὲν οὖν διορθοῦντες ἠξίουν μετὰ τοῦ ν γράφειν,
κνίσην μελδόμενος, ἀντὶ τοῦ τήκων ἀκούοντες, ἵνʼ ᾖ τὴν κνίσαν
τήκων. οὐκ εἶχον δὲ παρʼ Ὁμήρῳ δεικνύναι οὐδετέρως τὸ κνίσσος
λεγόμενον, ἀλλʼ ἀεὶ θηλυκῶς· “κνίσση δʼ οὐρανὸν ἷκεν” (Il. 1, 317)
καὶ “κνίσσην ἐκ πεδίου ἄνεμοι φέρον” (Il. 8, 549). μήποτε οὖν
οὐκ ἔστι μελδόμενος τὸ τήκων· οὐδὲ κεῖται τὸ ἔδειν, ἀλλὰ τὸ ἔλδειν.
ὅπερ οὖν λελυμένως ἔφη “μέλη ἤλδανε ποιμένι λαῶν” (Od. 18, 69),
οὕτως, κνίσσῃ μελδόμενος ἀντὶ τοῦ κνίσσῃ μέλη ἐδόμενος, δοτικὴν
ἀντὶ τῆς γενικῆς λαβών· ἢ τῇ κνίσσῃ ζεούσῃ αὐξάνων τὰ μέλη ἤτοι
τὰ κρέη· ἢ αὐτὸς τῇ κνίσσῃ τοῦ εὐτραφοῦς χοίρου ὁ λέβης λιπαι-
νόμενος καὶ τηκόμενος.
366. οὐδʼ ἔθελε] οὐκ ἡδύνατο. ἀϋτμὴ δὲ ἡ ἐξατμιζομένη πυρώδης
πνοή. τὸ μὲν γὰρ καθαρὸν ὕδωρ, ὡς τὴν ἰδίαν φύσιν ἔχον, ἀκο-
λούθως ὅπη θέλει ῥεῖ, τὸ δὲ θερμαινόμενον βραδυπόρον γίνεται, πολὺ
τῆς δυνάμεως ἀφῃρημένον. Ἥφαιστος δέ ἐστιν ἡ πυρώδης ὅλη οὐσία,
Σκάμανδρος δὲ μέρος τῆς οὐσίας τοῦ ὕδατος.
369. τίπτε] ἐπὶ τίνι αἰτίᾳ; τὸ δὲ ἐπέχραεν ἀντὶ τοῦ μετὰ
λυπήσεως ἐπῆλθε, βλαπτικῶς ἐφώρμησεν.
370. ἐξ ἄλλων] παρὰ τοὺς ἄλλους Ἑλληνικοὺς θεοὺς, ἢ ὑπὲρ τοὺς ἄλλους συμμάχους τῶν Τρώων ὥρμησεν ἐμὲ λυπεῖν.
373. ἐπὶ καὶ τόδʼ ὀμοῦμαι] ἐπὶ τούτοις καὶ τόδʼ ὀμοῦμαι. ἢ ἐπομοῦμαι μετὰ τὸ λῆξαι.
374. ἐπὶ Τρώεσσιν] τὸ ἑξῆς ἐπαλεξήσειν.
375. μαλερῷ] παρὰ τὴν ἀλέαν, πλεονασμῷ τοῦ μ. δηλονότι τῷ θερμῷ καὶ καυστικῷ.
ἀναφωνεῖ τὸ τέλος τῆς ἱστορίας εὐκαίρως ὁ ποιητής· οὐ γὰρ προκόψει μέχρι τούτων αὐτῷ τὸ σύγγραμμα.
379. ἀγακλέες] εὔκαιρον πρὸς τὴν νίκην τὸ ἐπίθετον.
380. στυφελίζειν] σκληρῶς τύπτειν καὶ βλάπτειν.
386. ἄητο] ᾐωρεῖτο, ἢ ὥρμα. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλλήλοις ἀντιπνεόντων ἀνέμων.
388. σάλπιγξεν] εὖ πόλεμον θεῶν κελεύσματι οὐρανοῦ διήγειρεν.
περιήχησε τοίνυν διαδεδομένης τῆς φωνῆς, ὅ φησιν ἀλλαχοῦ “ἠχὴ
δʼ ἀμφοτέρων ἵκετ’ αἰθέρα” (Il. 13, 837). καινὸν δὲ ἐποίησε τὸ
διανόημα, σαλπίζειν τὸν οὐρανὸν φήσας· εἰ γὰρ εἶπεν ἐβρόντησεν,
οὐδὲν ἂν εἰσηγήσατο παράδοξον.
389. χαίρει γὰρ ἵνʼ ἐπιτεθῇ τέλος τῷ προστάγματι. καὶ Ἀγα-
μέμνων ἔχαιρεν “ὅτʼ ἄριστοι Ἀχαιῶν δηριόωντο,” ἐπεὶ ἑώρα περὶ
*Πορφυρίου. τὸ “ἀμφὶ δὲ σάλπιγξεν — Ζεὺς ἐγέλασσε—ξυνιόν-
τας” δοκεῖ ἐναντίον εἶναι τῷ ὑπὸ Διὸς λεγομένῳ πρὸς Ἄρεα “αἰεὶ
γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε” (Il. 5, 891). ἡ δὲ
λύσις ἐκ τῆς λέξεως· τὸ γὰρ αἰεί προσκείμενον τὴν διαφωνίαν ἔλυσεν.
392. πρῶτον γὰρ αἱ ἀσπίδες τιτρώσκονται, εἶτα τὰ σώματα.
ῥινοτόρος καλεῖται ἐκ τοῦ τιτρώσκειν καὶ διακόπτειν τοὺς
ῥινούς· ῥινοὶ δὲ καλοῦνται αἱ ἀσπίδες, ὅτι ἐκ βοείων βυρσῶν εἰσίν.
ὁμοίως δὲ καὶ τὸ τῶν ἀνθρώπων δέρμα.
395. ἄητον] μέγα, παρὰ τὴν αἶαν.
397. πάντων ἔσχαμτον· ἡ γὰρ ὁψία ὁ ἔσχατος καιρὸς, ἵνα λέγῃ,
τὸ δὲ πάντων ἔσχατον αὐτὴ λαβοῦσα τὸ ἔγχος ἔπληξάς με. ἢ τὸ
ὁλόλαμπρον, ὡς ταυτὸν εἶναι τῷ πάνοπτον πρωτοτύπῳ. κακῶς δὲ τῆς
ἑαυτοῦ ἥσσης ὑπομιμνήσκει· ἔδει γὰρ ὡς Ζεὺς “ἢ οὐ μέμνῃ ὅτε
τʼ ἐκρέμω ὑψόθεν” (Il. 15, 18). ἢ θέλει αὐτὴν πλῆξαι ὡς δίκην
νῦν ληψόμενος.
398. ἰθὺς ἐμεῦ ὦσας] ἐξ ἐναντίας ἐμοῦ τὸ δόρυ ἰθύσας.
399. ἀποτισέμεν] διὰ τιμωρίας ἐκτίσειν.
402. τῇ] ἐκεῖ.
405. οὖρον ἀρούρης] ὅριον γῆς.
406. αὐχένα] ὅτι ὑψαύχην ἡ ὕβρις.
407. πέλεθρα] τὸ πλέθρον ἔχει πόδας ἑκατὸν, πήχεις ἑξήκοντα
ἓξ δίμοιρον. εἰ δὲ ζητοίης πῶς Διομήδης ἔφθασε τρῶσαι τὸν τηλι-
κοῦτον, ἴσθι ὡς συνεργούσης Ἀθήνης.
408. ἀμφαράβησε] ἄραβος κυρίως ἡ ἐν Ἄρει βοὴ, καταχρηστι- κῶς δὲ ἦχος ὅπλων.
410. ὅσσον ἀρείων] ἔστι γὰρ ἡ μὲν ἐξ ἀνδρὸς μόνου, ὁ δὲ καὶ ἐκ
γυναικός. καὶ ἡ μὲν ἔνοπλος γεννηθεῖσα συμπεφυκυῖαν τοῖς ὅπλοις
τὴν ἀρετὴν ἔχει· ἄλλως τε τὸ δίκαιον ἀεὶ ἐπικρατεῖν πέφυκεν.
412. Ἐρινύας] τὰς κατάρας. οὕτω δὲ ὡς πρὸς κρείσσονας ἐθέλων μάχεσθαι.
416. ἐπειδὴ τὸ πλέον διὰ γυναικείας αἰσχρότητας καὶ πορνείας
417. ἐσαγείρατο θυμόν] τὸ ζωτικὸν πνεῦμα συνέλεξε. παρατατικοῦ δὲ τὸ ἐσαγείρατο.
422. κατὰ κλόνον] κλόνος ἡ μάχη, ἐν ἡ κλονοῦνται οἱ πολεμοῦντες.
424. ἐπιεισαμένη] ἐφορμήσασα, ἐπελθοῦσα. πρὸς στήθεα δὲ, ὅτι ἐκεῖσε ἡ ἀφροσύνη ἐγκάθηται.
428. ἀεὶ τὸ νῦν φυλάσσον τὸν χρόνον καὶ τὸν τόνον φυλάσσει· εἴ που δὲ συσταλῇ διὰ μέτρον, ἐγκλίνεται.
430. τλήμονες] εὔτολμοι. οἱ δὲ τραγικοὶ ἐπὶ δυστυχοῦς τιθέασι
τὴν λέξιν.
435. κρείων] ὁ τῆς αὐξήσεως αἴτιος· ὑγρός γὰρ, καὶ κραίνειν δηλοῖ τὸ τελειοῦν.
436. οὐ πολεμοῦμεν, οὐ μιγνύμεθα· μίγνυσθαι γὰρ λέγεται τὸ
πολεμεῖν. αἰσχρὸν δὲ τὸ ἀργεῖν μαχομένων τῶν ὁμοφύλων. καὶ τὸ
πρεσβύτην δὲ τῆς μάχης ἄρχειν δεινότερον.
440. καλόν] δηλονότι τὸ ἄρχειν.
441. ἔχες] ἀντὶ τοῦ εἶχες.
444. πὰρ Διός] τινὲς ἐξ οὐρανοῦ, ἀπὸ τοῦ Διὸς οἴκου· οὐ παρα- δίδωσι δὲ Ὅμηρος τὴν αἰτίαν διʼ ἢν ἐθήτευσαν.
445. μισθῷ ἔπι ῥητῷ] μισθὸς λέγεται ἡ ἐλαχίστη ἀμοιβὴ, παρὰ
τὸ μεῖον. ῥητῷ δὲ τῷ ὡρισμένῳ· ὅθεν καὶ αἱ ὡρισμέναι συνθῆκαι
ῥῆτραι καλοῦνται. πῶς δὲ Ἀπόλλων οὐ μέμνηται τῆς παρὰ Λαο-
μέδοντι θητείας, Ποσειδῶν δὲ τούτου μνείαν ποιεῖται; ῥητέον οὖν
ὅτι Ποσειδῶν μὲν εἰκότως· καὶ γὰρ Ἕλλησι βοηθεῖ Ἀπόλλων δὲ
οὐ μνησικακεῖ, διότι μᾶλλον τιμᾶται παρʼ αὐτῶν· πᾶσα δὲ χάρις,
κἂν τελευταία ᾖ, δύναται μείζω ἐγκλήματα λῦσαι.
447. ἵνʼ ἄρρηκτος πόλις εἴη] ἀσφάλιος γὰρ καὶ θεμελιοῦχος ὁ
Ποσειδῶν καὶ πάντων σύστασις· ὁ δὲ Ἀπόλλων νόμιος ὡς ἐπὶ
πλεῖστον καὶ τῶν θρεμμάτων αὐξητικός. φασὶ δὲ ὡς ἐπεὶ ἀρχὴν ὡς
ἐπὶ πᾶν ὁ λοιμὸς ἀπὸ τετραπόδων λαμβάνει, αὐτοῖς αὐτὸν ἐπέστη-
σαν, ὅπως ἀναβαλλόμενος ἅπτεσθαι αὐτῶν ἔσται καὶ τοῖς ἀνθρώποις
σωτήρ.
* φασὶ τὸν Ἀπόλλωνα κεκλῆσθαι νόμιον διὰ τοιαύτην αἰτίαν. οἱ
παλαιοὶ τοὺς λοιμοὺς ἐξ Ἀπόλλωνος ἐνόμιζον εἶναι. πᾶς δὲ λοιμὸς
ἀπὸ τῶν ἀλόγων ἄρχεται, ὥς φησιν Ὅμηρος “οὐρῆας μὲν πρῶ-
τον ἐπῴχετο καὶ κύνας ἀργούς” (Il. 1, 50). βουλόμενοι οὖν τὸν
θεὸν δυσωπεῖν, ἵνα τοὺς λοιμοὺς ἀποστρέψῃ, νόμιον καὶ φύλακα
τῶν βοσκημάτων ἐκάλεσαν· ὅθεν Ὅμηρον εἰπεῖν ὅτι ἐβουκόλησε
παρὰ Λαομέδοντι καὶ Ἀδμήτῳ ἱπποφόρβησεν. ἡ δὲ ἱστορία παρὰ
Ἀπολλοδώρῳ.
448. *ἕλικας] ἑλικοειδῆ κέρατα ἐχούσας.
450. πολυγηθέες] αἱ πολλοῖς αἴτιαι τοῦ χαίρειν· αὔξουσι γὰρ
τοὺς καρπούς. ἢ ἐς πολλὴν ἄγουσαι χαρὰν τοὺς καρπιζομένους.
451. ἐξέφερον] ἀντὶ τοῦ ἐμήνυον καὶ ἐφανέρουν. ἐβιήσατο δὲ ἀντὶ τοῦ μετὰ βίας ἔσχε παρʼ ἑαυτῷ.
454. τηλεδαπάων] τηλοῦ τὸ πέδον ἐχουσῶν, ἤτοι μακρὰν ἀπὸ τῆς Τροίας οὐσῶν.
455. στεῦτο] κατὰ ψυχὴν ἔσπευδε. λεψέμεν δὲ τὸ σιδήρῳ τεμεῖν.
462. οὐκ ἄν με σαόφρονα] εἰ μάχην σοι, φησὶ, συμβαλοίμην, ὃ μὴ δεῖ, οὐκ ἂν ἔτι με συνετὸν ὑπολάβοις.
464. δειλῶν] ἀσθενῶν· Δειλᾶς γὰρ ὁ Θρᾷξ ἐφεῦρε πρῶτον τὸν εἰς
φόνους κλῆρον.
465. ζαφλεγέες τελέθουσιν] μεγαλόφρονες γίνονται, καίπερ θνητὴν σιτούμενοι τροφήν. ὅταν δὲ ἀποβλέψῃ εἰς τὴν θείαν ὁ ποιητὴς φύσιν, τότε τὰ ἀνθρώπεια εὐτελίζει πράγματα.
467. δηριαάσθων] τὸ δεύτερον α ἐκτέταται, ὥσπερ ἐπὶ τοῦ ἀδιαι-
ρέτου.
468. πάλιν ἐτράπετʼ] ἐπεὶ ὁ ἥλιος ἐκ θαλάσσης τρέφεται, εἰκό- τως αὐτῷ μάχην οὐ συμβάλλει. ἔστι δὲ παιδευτικὸς ὁ λόγος πρὸς τὸ αἰδεῖσθαι τοὺς εὐεργέτας, καὶ μᾶλλον τοὺς πρεσβυτέρους.
470. πότνια] ἡ δεσπότις. μεταβαλῶν δὲ Ἀνακρέων φησὶ
“δέσποινʼ Ἄρτεμι θηρῶν.” οἰκεῖον δὲ αὐτῇ τὸ προπετὲς, διὸ καὶ
βλάβῃ περιπίπτει.
473. μέλεον] ἄμοχθον καὶ ἄλυπον.
474. ἀνεμώλιον] ἀνεμωλίως, ἀντὶ τοῦ ἀπράκτως.
478. τὴν δʼ οὔτι προσέφη] προείρηκε γὰρ τὴν αἰτίαν τῆς παραι- τήσεως. δισσολογεῖν δʼ οὐ βούλεται ὁ ποιητής.
479. προσέφη] ἀπὸ κοινοῦ τὸ προσέφη, ὡς κἀκεῖ “παῖδά τέ σοι ἀγέμεν Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην” (Il. 1, 443)· ἀπὸ κοινοῦ γὰρ τὸ ἀγέμεν.
482. μένος ἀντιφέρεσθαι] ἐξ ἐναντίας τὸ ἐμὸν μένος φέρειν. ἐπεὶ δὲ εῖπε “τί νυ τόξον ἔχεις,” ἐγώ σοι χαλεπὴ πολέμιος ἔσομαι.
483. τὸ λέοντα ἀντὶ τοῦ λέαιναν· οὐδέποτε δὲ παρʼ Ὁμήρῳ
εὕρηται τὸ λέαινα. λέγει δὲ αὐτὴν λέαιναν διὰ τὸ ἀναιρετικὸν,
ἐπειδὴ κατὰ μὲν τὰς πανσελήνους νύκτας, ὥς φησι Χρύσιππος,
εὐτοκώταται γίνονται αἱ γυναῖκες, κατὰ δὲ τὰς σκοτομαίνας δύστοκοι
ἄγαν.
485. ἐναίρειν] φονεύειν, ἢ σκυλεύειν. τοῦτο δὲ λέγει, ὅτι τῆς νυκτὸς πανσελήνου οὔσης οἱ κυνηγοὶ τοὺς θῆρας σκυλεύουσιν.
487. στικτέον εἰς τὸ δαήμεναι· ἔστι δὲ ἀντὶ τοῦ δάηθι.
489. χεῖρας] τῆς Ἀρτέμιδος δηλονότι. ἔμφασιν δὲ ἔχει πολλῆς δυνάμεως.
490. ποιητικῶς ἀντὶ βελῶν τόξα φησίν. ἢ πᾶσαν τὴν τοξικὴν παρετοιμασίαν.
492. ἐντροπαλιζομένη] ἐξ ὑποστροφῆς ἀνθισταμένη. τινὲς δὲ κατʼ αἰτιατικὴν ἤκουσαν, ἵνʼ ᾗ ἐκτρέπουσαν τὰς ὄψεις πρὸς τὰς τῆς χειρὸς καταφοράς.
495. ἀπὸ τοῦ χωρεῖν. λέγει δὲ πέτραν διαγωγὰς ἔχουσαν πολλὰς,
ὥστε χωρεῖσθαί τι. σημειωτέον δὲ ὅτι προεξηγήσατο τίς ἡ χηραμὸς,
κοίλη πέτρα, καὶ νῦν ἐπεξηγήσατο.
498. οὔτι μαχήσομαι] ἄτοπον γὰρ τὸν λόγιον καὶ εἰρηνικὸν θεὸν μάχεσθαι. ἄλλως τε ἄνοπλοι ἀμφότεροι, καὶ ἄτοπος ἡ δίχα ὅπλων μάχῃ.
499. πληκτίζεσθʼ] μάχεσθαι. τῶν ἅπαξ δὲ εἰρημένων ἡ λέξις.
501. εὔχεσθαι ἐμὲ νικήσειν] καλῶς ἄτυφος ὁ λογικὸς θεὸς, μηδὲ ἀδοξίας φροντίσας· λέγει γὰρ ὅτι εἰ βούλει, καυχῶ ὡς ἐμὲ νικήσασα.
502. τόξα] συλληπτικῶς τά τε τόξα καὶ τὰ βέλη· ὡς γὰρ
506. ἐφέζετο γούνασι] ἀφελὴς ἡ διάθεσις καὶ μὴ πρέπουσα
γυναικὶ, καὶ μάλιστα παρθένῳ. ἢ τάχα ὡς θυγάτηρ τοῦτο ποιεῖ.
ἡ δὲ Ἀφροδίτη οὐκ ἐν τοῖς γόνασι τοῦ Διὸς, ἀλλʼ ἐν τοῖς τῆς
Διώνης, καίτοι γεγαμημένη οὖσα. πῶς δὲ ἡ μὲν ἐμπίπτει, ἡ δὲ
ἐφέζεται; ὅτι ἐκείνη διὰ τὸ καταπονεῖσθαι τῇ πληγῇ ἐφέζεσθαι
οὐ δύναται.
507. ἑανὸς τρέμε] διὰ τῆς ἐσθῆτος ἐμφῆναι τὸ σῶμα βούλεται
τρέμον αὐτῆς.
509. τίς νύ σε] εἰδὼς ἐρωτᾷ, ἠθικῶς ἀγνοεῖν προσποιού- μενος.
*τὸ τίς ἐρωτηματικόν.
511. ἐϋστέφανος] ἐπικεφάλιος γὰρ ὁ τῶν γυναικῶν κόσμος.
κελαδεινὴ δὲ παρὰ τὸ κοῖλα. ἢ παρὰ τὸν κέλαδον ὃν ποιοῦσιν οἱ
κυνηγοί.
513. ἐφῆπται] ἀντὶ τοῦ ἐπισυνδέδεται καὶ ηὔξηται καὶ πεπλή- θυνται. τινὲς δὲ καὶ νείκεα πληθυντικῶς γράφουσι.
514. τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον] οὔτε γὰρ ἀπολύει τὴν
Ἥραν τοῦ ἐγκλήματος, ἵνα μὴ λυπῇ τὴν ὑβρισθεῖσαν, οὔτε αὐτῇ
ἐγκαλεῖ, ἵνα μὴ πλέον ὀργισθῇ.
523. ὡς δʼ ὅτε καπνὸς ἰὼν ἄστεος αἰθομένοιο] πηλίκον δέ ἐστι τὸ
πῦρ οὗ τὸ τέλος ἅπτεται τοῦ οὐρανοῦ; καὶ τοῦτο δὲ λέγει θεόπεμπτον,
ἵνα μὴ ταχέως σβεννύηται. τὴν ἐπὶ πλεῖστον δὲ νέμησιν τοῦ Ἀχιλ-
λέως ἡ παραβολὴ τοῦ πυρὸς ἐνέφηνεν.
526. Πρίαμος θείου ἐπὶ πύργου] ἐναργῶς ὁ τῆς ἀγωνίας μεστὸς
γέρων δείκνυται τοῖς τείχεσιν ἐπιβεβηκώς. μεταγαγὼν δὲ ὁ ποιητὴς
τὴν στρατείαν ἐπὶ τὰ ἔνδον, οὐκ ἄλλῳ πιθανὸν ἐνόμισε προσκεῖσθαι
τὰ τῆς διατάξεως ἢ τῷ Πριάμῳ· βασιλεὺς μὲν γάρ ἐστι καὶ συνε-
τὸς, τῶν δὲ ἔργων διὰ τὴν ἡλικίαν ἀπεχόμενος. θεῖον δὲ τὸν πύργον
λέγει παρόσον ἐστὶ θεοποίητος.
528. πεφυζότες] ἀπὸ τοῦ φύζα· ὅθεν ἄφυζαν Ἴωνες ἐκάλουν τὸν λέοντα.
530. τοῦ καιροῦ ἐπείγοντος καὶ ὁ γέρων στρατηγεῖ. πᾶσαν δὲ φιλοφροσύνην τὴν πρὸς τοὺς φύλακας ὁ καιρὸς ἀφαιρεῖται· Νέστωρ δʼ “εὕτω νῦν φίλα τέκνα φυλάσσετε” (Il. 10, 192).
533. κλονέει] ἀντὶ τοῦ κινεῖ καὶ ταράσσει τὸ πλῆθος· ὅθεν καὶ κλόνις ἡ εὐκίνητος ὀσφύς.
νῦν οἴω] πρεσβυτικῶς τὸν καιρὸν ὁρᾷ, ὅτι εἰς κακὸν προχωρήσει, καὶ ὀλοθρευθήσεσθαί φησι τοὺς Τρῶας.
534. ἀλέντες] ἐκκλίναντες, ἢ συστραφέντες.
536. οὖλος] καὶ Καλλίμαχός φησιν “οὔλου μῆτερ Ἄρηος,” ἤτοι τοῦ ὀλοθρευτικοῦ.
537. ἀπῶσαν] ἀπεκρούσαντο καὶ ἄποθεν τῶν πυλῶν ἀπώσαντο ὡς συνεκτικοὺς ὄντας αὐτῶν.
538. σωτηρίαν δηλονότι παρέσχον τοῖς φεύγουσι Τρωσὶ διὰ τὸ εἰσέρχεσθαι εἰς τὸ τεῖχος.
539. ἀντίος] τῷ Ἀχιλλεῖ. ἡ δὲ στιγμὴ εἰς τὸ ἐξέθορεν.
541. καρχαλέοι] ξηραίνει γὰρ καὶ τραχύνει τὴν γλῶσσαν ἡ πολλὴ δίψα. ἄκρως δὲ ὑπέγραψε τὴν φυγὴν καὶ τὸ σχῆμα τῶν διωκομένων.
542. ἐπίρρημα ἀντὶ τοῦ σφεδανῶς, ἤτοι μετʼ ἐπιτάσεως καὶ
βίας. οἱ δὲ σφεδανῶν γράφουσιν, ἵνʼ ᾖ μετοχῆς, ἀντὶ τοῦ
κατεπείγων αὐτοὺς, ἢ τῷ θυμῷ ἐπαιρόμενος, ἢ φονῶν, ἀπὸ τοῦ
φόνος.
543. κῦδος ἀρέσθαι] κῦδος τὸ τοῦ Ἕκτορος λαβέσθαι, ὡς τὸ “ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα” (Il. 22, 393).
544. ὑψίπυλον Τροίην] ὁμωνύμως τῇ χώρᾳ τὴν Ἴλιον εἴρηκεν· οὐ
γάρ ἐστιν ἡ χώρα πύλας ἔχουσα.
549. φηγῷ κεκλιμένος] ἀντὶ τοῦ ὑποκρυπτόμενος τῇ δρυί.
551. *πόρφυρε] παρὰ τὸ πορφύρω, ὃ σημαίνει τὸ διανοοῦμαι καὶ σκέπτομαι.
555. αἱρήσει με καὶ ὥς] καὶ οὕτως συλλήψεταί με καὶ οὐδὲ
ἀμυνόμενον ἀναιρήσει, ὡς ἀνάλκιδα δηλονότι.
556. διὰ τὸν εἴ σύνδεσμον ὑποστικτέον μετὰ τὸ ῥωπή ϊα δύω, τοῦ ἑξῆς συνδέσμου περιττεύοντος, τοῦ δέ. δύναται δὲ καὶ στίζεσθαι ἐπὶ τοῦ δύω, τοῦ εἴ συνδέσμου κειμένου ἀντὶ τοῦ ἄρα διαπορητικοῦ. ἔσται δὲ καὶ οὕτως ὁ ἄν περιττός.
557. ἄλλῃ] ἀντὶ τοῦ εἰς τόπον ἄλλον.
558. Ἰλήϊον] τὸ πρὸς τῷ τάφῳ τοῦ Ἴλου. ὁ δὲ Κράτης Ἰδήϊον γράφει, ἵνʼ ᾖ τὸ ὑποκείμενον τῇ Ἴδῃ.
559. κατά τε ῥωπήϊα δύω] ὑποκρυβήσομαι τοῖς θαμνώδεσι τόποις.
561. ἱδρῶ ἀποψυχθείς] πνεύμασι τὸν ἱδρῶτα ξηράνας.
563. ἀπαειρόμενον] ἀντὶ τοῦ ἀπαίροντα καὶ ἀποχωροῦντα.
*Πορφυρίου. τὸ μή μʼ ἀπαειρόμενον πόλιος πεδίονδε νοήσῃ μετε-
νήνεκται ἀπὸ τῶν πλεόντων καὶ ἐπαιρόντων τοὺς ἱστούς· “ἱστόν δʼ
εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες” (Od. 2,
424). οὕτω δὲ λέγουσι καὶ τὸ ἐπαίρειν. οὕτως ἔχει καὶ τὸ “μῆλα
γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν” (Od. 21, 18) ἀντὶ τοῦ
ἀείραντες ἀπήλασαν.
569. ἐν δὲ ἴα ψυχή] ὁ διαλογισμὸς ἀνθρώπινος, ὅτι ἓν σῶμα καὶ
μία ψυχὴ καὶ τρωτὸς ὁ χρώς· ἀλλὰ τὴν ἀρετὴν αὐτοῦ οὐδαμοῦ
ἐνθυμεῖται. εἰ δὲ τοιαῦτα πάντες ἐνενόουν οἱ μαχόμενοι, οὐκ ἂν
ἔδεισάν ποτε τοὺς πολεμίους.
571. ἀλεὶς μένεν] συστρέψας τὸ πρώην ὁρμώμενον σῶμα εἰς φυγὴν ἔμενεν.
573. ὐΐτε πόρδαλις] θυμικὸν τὸ ζῷον καὶ πολεμικὸν μέχρι
θανάτου. τοσοῦτον δὲ τῶν ἄλλων προὔχει ὅσον ἐκεῖνα τῶν ἡμέρων.
ἐν δὲ παρδάλεσι καὶ ἄρκτοις τὰ θήλεα ἰσχυρότερα.
575. Ἀρίσταρχός τινάς φησι γράφειν κυνυλαγμόν· καὶ Στησί-
χορος ἔοικεν οὕτως ἀνεγνωκέναι· φησὶ γὰρ “ἀπειρέσιοι κυνυλαγ-
μοί.” οὐχ ὁρῶμεν δέ τι πλέον ἐκ τῆς συνθέσεως· ὁ γὰρ ὑλαγμὸς
καὶ χωρὶς τοῦ προσκεῖσθαι τὸ ὄνομα ἰδίως ἐπὶ κυνῶν ἀκούεται, ὡς
ὁ χρεμετισμὸς ἐπὶ τῶν ἵππων. ἄλλως τε τὰ εἰς γμος ῥηματικὰ
μετὰ προθέσεως πέφυκε συντίθεσθαι, τῆς αὐτῆς τάσεως μενούσης,
παιγμός ἐμπαιγμός, κηρυγμός ἐκκηρυγμός. καὶ τὸ ὑλαγμός οὖν
παρὰ τὸ ὑλάσσειν γεγονὸς οὐ συντεθήσεται μετʼ ἄλλου μέρους λόγου.
σύνδεσμος οὖν ἐστὶν ὁ κέν.
581. ἀσπίδα μὲν πρόσθʼ ἔσχετο] φησὶν Ἡρακλέων ἐν Ῥώμῃ τοῦτο τεθεᾶσθαι. ὁ δὲ βαλὼν, φησὶ, τὸ θωράκιον ὃ περιέκειτο, ἑτέρῳ περιέθηκεν ὡπλισμένῳ καὶ ἀκμῆτι, ἵνα ἐπʼ αὐτὸν τραπῇ.
582. τιτύσκετο] κατεστοχάζετο.
583. περισπῶμεν τὸν ἤ σύνδεσμον, ἠθικὸν καὶ ἐρωτηματικὸν ὄντα.
588. σὺ δʼ ἐνθάδε] ἡ πεπρωμένη σοι, φησὶν, ἐνθάδε τελευτηθή- σεται, καὶ παρʼ ἡμῶν ἀναιρεθήσῃ.
589. ἔκπαγλος] προπετὴς, θρασύς.
591. κνήμην] τὴν κνημῖδα.
598. ἡσύχιον] λάθρα, κρυφῆ καὶ ἀθορύβως.
602. πυροφόρου] εὐθέτου πρὸς ἄροσιν.
604. τυτθὸν ὑπεκπροθέοντα] θνητὴν γὰρ ἐμιμεῖτο ταχυτῆτα, καταλιμπάνων ἐλπίδα τῷ διώκοντι.
605. ὑποστικτέον εἰς τὸ οἷσιν· ἡ γὰρ ἀνταπόδοσις, ἕως ὁ τόν, τόφρʼ ἄλλοι Τρῶες.
606. πεφοβημένοι ἦλθον ὁμίλῳ] ὑπὸ τῶν Ἑλλήνων διωκόμενοι. ἀλλὰ διὰ τὸ τὸν λόγον εἶναι περὶ τῆς Ἀχιλλέως ἀριστείας, παραι- τεῖται καὶ ἄλλους εἰσάγειν ἀριστεύοντας.
ὡς ειχε ποδῶν ἕκαστος ἐσώζετο, μὴ μεμνημένος τῶν συμμάχων, ἀλλὰ τὸ καθʼ ἑαυτὸν σκοπῶν.
1. πεφυζότες] καὶ τὴν μετὰ δέους κατάπληξιν οὕτως καλεῖ.
ἔστιν οὖν ἀντὶ τοῦ δεδειλιακότες· καὶ ἔστιν ὅμοιον τῷ “τίπτʼ αὔτως
ἔστητε τεθηπότες ἠΰτε νεβροί” (Il. 4, 243). ἔστιν οὖν φύζα φύζῶ.
ὡς κίσσα κισσῶ· καὶ μέσος παρακείμενος πέφυζα, οὗ ἡ μετοχὴ
πεφυζώς.
νεβροί] νεβροὶ οἱ νεωστὶ ἐπὶ βορὰν ἰόντες· ἢ νεόποροι, οἱ μηδέπω δυνάμενοι πορεύεσθαι. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νεβροί.
2. ἱδρῶ ἀπεψύχοντο] ἀντὶ τοῦ τὸν ἱδρῶτα τῷ ἀνέμῳ ἀνεψύχοντο
καὶ παρηγοροῦντο. ὁ δὲ Ἀρίσταρχος ἀνεψύχοντο γράφει. χαριέ-
στερον δὲ τὸ ἀπεψύχοντο.
ἀκέοντο] ἀκεῖσθαι κυρίως τὸ τὸ ἄχος ἰᾶσθαι· ὅθεν Φρύγες ἀκεστήν τὸν ἰατρὸν, καὶ Ἀθηναῖοι ἀκέστριαν.
δίψαν] δίψα Ἰωνικῶς, δίψος δὲ Ἀττικῶς.
3. κεκλιμένοι καλῇσιν ἐπάλξεσιν] ἤτοι ἐπαναπαυόμενοι καὶ ἐπε-
ρειδόμενοι ταῖς ἐπάλξεσιν, διὰ τὸν κόπον, ὡς Αὐτόχθων καὶ Ἐπαφρό-
διτος διὰ τὸν κόπονʼ χαρίεν γὰρ τὸ μὴ ἀναχωρεῖν ἀπὸ τοῦ τείχους
*Πορφυρίου. ἠγνόησαν οἱ πολλοὶ ὅτι ἡ κλίσις παρʼ Ὁμήρῳ τὴν
περιοχὴν σημαίνει, καὶ πάντα τὰ ἐσχηματισμένα ἀπʼ αὐτῆς ῥήματα·
“ὣς οἱ μὲν κατὰ ἄστυ πεφυζότει ἠΰτε νεβροὶ κεκλιμένοι καλῇσιν
ἐπάλξεσιν” (1—4)· λέγει γὰρ, περιεχόμενοι τῷ τείχει οἱ Τρῶες, οἱ
δʼ Ἄχαιοὶ τὰ σάκη τοῖς ὤμοις περιέχοντες. οὕτω λύσεις καὶ τὸ “οἱ
δʼ ἐπὶ ῥηγμῖνι θαλάσσης κεκλίατο” (Il. 16, 67)· λέγει γὰρ ὅτι
περιεχόμενοι ὑπὸ τῶν Τρώων ἐπὶ ῥηγμῖνι θαλάσσης συνηλάθησαν.
καὶ τὸ “ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω” (Il. 5, 356) δηλοῖ
περιείχετο. καὶ τὸ “κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο” (Od.
13, 235) ἀντὶ τοῦ κεῖται περιεχομένη. καὶ πάλιν “δʼ ἐν, Ὕλῃ
ναίεσκε, μέγα πλούτοιο μεμηλὼς, λίμνῃ κεκλιμένος” (Il. 5, 708)
δηλοῖ περιεχόμενος. καὶ “ἀσπίσι κεκλιμένοι” (Il. 3, 135) ἀντὶ
τοῦ περιεχόμενοι ὑπὸ τῶν ἀσπίδων. ἀπὸ τοῦ κλείω δὲ γέγονεν· τὸ
γὰρ ἀποκλεισθὲν περιέχεται· καὶ τὸ “ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ
πύκα θωρηκτάων πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα” (Il. 15, 739) ἀντὶ
τοῦ ὑπὸ τοῦ πόντου περιεχόμενοι.
6. ἐν ἀριστερῷ τοῦ τείχους αἱ πύλαι ἔκειντο, αἳ ἐκαλοῦντο Δαρ- δανίαι.
11. ἤ νύ τοι] ἆρα, φησὶν, οὐ κεκόπωσαι διώκων τοὺς Τρῶας; τὸ δὲ ἐφόβησας, εἰς φυγὴν ἔτρεψας.
12. οἱ δή τοι] ἐκεῖνοι, φησὶ, σοῦ ἐνταῦθα ἀποκλιθέντος πρὸς τὴν πόλιν συνεστράφησαν.
13. οὔτι μόρσιμός εἰμι] οὐκ εἰμὶ, φησὶ, φονεύσιμος. οἷον οὐχ
ὑπόκειμαι μοίρᾳ, ὡς Ἕκτωρ ὃν ἤλπισας διώκειν.
15. ἔβλαψάς μʼ ἑκάεργε] στοχάζεται ἢ ἀπὸ τοῦ “μάλα τούς γε
φιλεῖ ἑκάεργος Ἀπόλλων” (Il. 16, 94). ἢ ὅτι καὶ ἀπὸ Αἰνείου
γινώσκει ὅτι αὐτός ἐστιν ὁ ἐμποδίζων, παρὰ Ποσειδῶνος μαθών (Il.
20, 330). ὀλοώτατε δὲ ὀλέθρου παρασκευαστικὲ, δηλονότι ἐμοί
τινὲς δὲ δολοώτατε, διὰ τὸ “δόλῳ γὰρ ἔθελγεν Ἀπόλλωνʼ (Il. 21,
604). ἐκθύμως δὲ παρρησιάζεται, ἀφῃρημένος ἑταίρου καὶ νίκης.
20. ἦ σʼ ἂν τισαίμην] ἐτισάμην ἄν σε, εἴ μοι δύναμις ἦν ἴση τῇ σῇ. γενναῖος δὲ ὁ μὴ καταπτησσόμενος τὸν φονέα, καὶ μεγαλόφρων ὁ μετὰ θάρσους ἀπειλῶν θεῷ.
22. ἀεθλοφόρος] νικητής. πρὸς τὸ τάχος δὲ καὶ τὸ σοβαρόν. καὶ μᾶλλον κέλητι αὐτὸν εἰκάζει· εἷς γὰρ ὄχημα οὐ φέρει. κέλητα οὖν φησὶν ἁμιλλώμενον ὀχήματι.
23. θέῃσι πεδίοιο ἀντὶ τοῦ διὰ τοῦ πεδίου.
24. λαιψηρά] ἀντὶ τοῦ λαιψηρῶς ἤτοι λίαν ταχέως.
25. τὸν δʼ ὁ γέρων Πρίαμος] ἡ γὰρ περὶ τὸν υἱὸν εὔνοια παραι- ρεῖται τὴν ἀμβλυωπίαν τοῦ γήρως. ἄλλως τε προτρέχει τῶν αἰσθή- σέων ὁ νοῦς· καὶ “νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει.”
26. πάλιν διὰ πεδίου.
27. εἶσι] ἐξέρχεται καὶ ἄνεισιν. ἔδει δὲ πρὸ ὀπώρας εἰπεῖν· τότε
γὰρ ἡ τοῦ κυνὸς ἐπιτολὴ γίνεται.
28. ἄστρασιν] κατὰ μεταπλασμὸν γίνεται ὡς τὸ πρόβασι καὶ ἔγκασιν.
29. κύνʼ Ὠρίωνος] τὸν ἀστρῷον κύνα οὕτως ἔφη. ἔνιοι δέ φασι τὸν
κατηστερισμένον κύνα οὐκ Ὠρίωνος, ἀλλʼ Ἠριγόνης ὑπάρχειν, ὃν
καταστερισθῆναι διὰ τοιαύτην αἰτίαν. Ἰκάριος γένος μὲν ἦν Ἀθη-
ναῖος, ἔσχε δὲ θυγατέρα μονογενῆ Ἠριγόνην, ἥτις κύνα νήπιον ἔτρεφε.
ξενίσας δέ ποτε τὸν Διόνυσον ὁ Ἰκάριος ἔλαβεν ἀπʼ αὐτοῦ οἶνόν τε
καὶ ἀμπέλου κλῆμα. κατὰ δὲ τὰς τοῦ θεοῦ ὑποθήκας περιῄει τὴν
γῆν, προφαίνων τὴν τοῦ Διονύσου χάριν, ἔχων σὺν ἑαυτῷ τὸν κύνα.
γενόμενος δὲ ἐκτὸς τῆς πόλεως βουκόλοις οἶνον παρέσχεν· τῶν δὲ
ἀθρόως ἐμφορησαμένων οἱ μὲν εἰς βαθὺν ὕπνον ἐτράπησαν, οἱ δὲ
περιλειπόμενοι, θανάσιμον νομίσαντες εἶναι τό πόμα, πλήσσοντες
ἐφόνευσαν τὸν Ἰκάριον. μεθʼ ἡμέραν δὲ νηψάντων αὐτῶν, καταγνόντες
ἑαυτῶν εἰς φυγὴν ἐτράπησαν. ὁ δὲ κύων ὑποστρέψας πρὸς τὴν
Ἠριγόνην δι’ ὠρυγμοῦ ἐμήνυσεν αὐτῇ τὰ γεγονότα· ἡ δὲ μαθοῦσα
τἀληθὲς ἑαυτὴν ἀνήρτησε. νόσου δὲ ἐν Ἀθήναις γενομένης, κατὰ
χρησμὸν Ἀθηναῖοι τόν τε Ἰκάριον καὶ τὴν Ἠριγόνην ἐνιαυσιαίαις
τιμαῖς ἐγέραιρον. ὧν καὶ καταστερισθέντων, Ἰκάριος μὲν Βοώτης
ἐκλήθη, Ἠριγόνη δὲ παρθένος· ὁ δὲ κύων τὴν ἑαυτοῦ ὀνομασίαν
ἔσχεν. ἱστορεῖ Ἐρατοσθένης ἐν τοῖς ἑαυτοῦ καταλόγοις.
32. χαλκὸς ἔλαμπε] ἔδει χρυσὸς ἔλαμπεν ἀπὸ κρείσσονος καὶ
34. ὑψόσʼ ἀνασχόμενος] πρῶτον τοῖς θεοῖς ἄρας τὰς χεῖρας, οὕτω κόπτει τὴν κεφαλήν.
36. Ἀχιλῆϊ μάχεσθαι] ἄξιον ζητήσεως πῶς ἀπόντος Ἀχιλλέως
μηδεὶς πολεμεῖ Ἕκτορι. ἢ τάχα συνεπορεύοντο αὐτῷ καὶ οἱ λοιποὶ
ἀριστεῖς διώκοντι Ἀπόλλωνα. Μεγακλείδης δέ φησι ταῦτα πάντα
πλάσματα εἶναι.
37. χεῖρας ὀρεγνύς] ὡς ἐπʼ αὐτὸν ἐκτείνας τὰς χεῖρας· ἔδει γὰρ
οὐ μόνον λόγοις παρακαλέσαι τὸν Ἕκτορα, ἀλλὰ καὶ διὰ τοῦ σχή-
ματος, ἵνʼ εἰ τύχοι μὴ ἀκούσας τῶν λεγομένων, ἀλλὰ οὖν τὸ σχῆμα
τοῦ πατρὸς ὁρῶν οἰκτείρῃ τὸν γέροντα.
38. Ἕκτορ] πιθανῶς διεῖλε τὸν οἶκτον εἰς μέρη, τό τε πρὸ θανάτου
καὶ μετὰ θάνατον, ἵνα μήτε μακρὸς εἵη μήτε ἀσυμπαθής. πῶς οὖν
Ἀλεξάνδρου μὲν τὸ μονομάχιον οὐ καρτερεῖ θεωρεῖν, Ἕκτορος δέ;
ἢ ὅτι ὁ μὲν ἐν τῷ πεδίῳ συνέβαλεν, ὁ δὲ πρὸ τοῦ τείχους, ἔνθα
παρῆσαν πάντες τῷ μεγέθει τοῦ κινδύνου καταπλησσόμενοι. ἄλλως
τε ἐκεῖνον μὲν ἀπιὼν ἐᾷ πολεμεῖν, εἰδὼς ὀλίγον λειπόμενον Μενελάου
καὶ τῶν θανάτων πρόξενον γεγονότα, καὶ ὅτι οὐδὲν πρὸς σωτηρίαν τῆς
πόλεως ἐκεῖνος ὡς Ἕκτωρ ἠδύνατο· τὸν δὲ μένων ἱκετεύει μὴ πολε-
μεῖν, τὸ διάφορον ἑκατέρων εἰδὼς τῆς τε ἰσχύος καὶ τῆς πρὸς τὴν
πόλιν ὠφελείας. ἄλλως τε οὐ θεατὴς τοῦ πολεμεῖν, ἀλλʼ ἱκέτης τοῦ
μὴ πολεμεῖν ἐπιμένει.
ἀνέρα τοῦτον] οἱονεὶ δακτυλοδεικτεῖ αὐτῷ τὸν Ἀχιλλέα.
39. οἶος] περικόπτει αὐτοῦ πάσας τὰς ἀντιρρήσεις, λέγων ὅτι εἰ
μένειν δεῖ, ἀλλʼ οὐ μόνον.
41. αἴθε θεοῖσι φίλος] ἀντὶ τοῦ εἰπεῖν, εἴθε ἐχθρὸς τοῖς θεοῖς γένοιτο ὡς ἐμοὶ, ὁμοίως εἶπε τῷ “τίω δέ μιν ἐν Καρὸς αἴσῃ” (Il. 9, 378). σημειοῦνται δέ τινες ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδή- λωκεν.
42. τινὲς ἔδοιντο γράφουσιν εὐκτικῶς. ἃ δὲ ἀπεύχεται τῷ παιδὶ, ταῦτα τῷ πολεμίῳ ἀρᾶται.
44. εὖνιν] ὅ ἐστιν εὐναζόμενον, ἐξ οὗ τὸ ἡσυχάζον δηλοῦτσι, ἐξ
οὗ τὸ ἠρημωμένον, ἐξ οὗ τὸ ἐστερημένον· ἢ παρὰ τὸ εἷς ἑνός ἕνις
48. κρείουσα γυναικῶν] ἀντὶ τοῦ βασιλικωτάτη καὶ ἐντιμοτάτη,
ὡς τὸ “δίας γυναικῶν.”
49. εἰ μὲν ζώουσι] ἐλεεινὴ λίαν ἡ ἄγνοια τοῦ πατρός. ὁ δὲ
Ἕκτωρ ἥδει περὶ τῆς ἀναιρέσεως αὐτῶν. ἴσως δὲ διὰ τοῦτο λέγει,
ἵνα εἰ μὴ ἐκεῖνοι ζῶσι καὶ ἀναρρύονται, κἂν οὗτος ὑπολειφθῇ, τὸν
πατέρα ἐλεήσας τῆς στερήσεως τῶν τοσούτων καὶ τοιούτων υἱῶν.
περισσὸς ὁ ἄν· εἰ γὰρ ἦν εὐκτικὸν, ἔδει τὸ ἑξῆς ἀπολυσαίμεθα.
ἢ παραπληρωματικός ἐστιν.
51. Ἀρίσταρχος ὑφʼ ἓν ὡς πασιμέλουσα (Od. 12, 70). ἐν δὲ
Ὀδυσσεία “ὄνομα κλυτὸς Αἴθων” κατὰ παράθεσιν. εἰ δὲ, φασὶν,
οὐκ ἔστιν ἐξ οὐδετέρου καὶ ἀρσενικοῦ σύνθετον, τί ἐστι τὸ Ἀστυάναξ
καὶ ποιηματογράφος; κατὰ σύνθεσιν οὖν ἐστὶν, ὡς τὸ τοξόκλυτος
παρὰ Πινδάρῳ καὶ περίκλυτος.
53. τοὶ τεκόμεσθα] ὁμοίως τῷ “Δάρδανον αὖ τέκετο” (Il. 19, 215) ἐπὶ ἀρσενικοῦ.
55. ἢν μὴ καὶ σὺ θάνῃς] οὐδεὶς γὰρ αὐτοὺς ποθήσει σοῦ περιόντος.
ἄκρως δὲ αὐτὸν ὑπερηύξησε· τὴν μὲν γὰρ τῶν ἄλλων παίδων ἀναί-
ρεσιν μόνοις φησὶ τοῖς γονεῦσι πένθος παρασχεῖν, τὸν δὲ Ἕκτορος
θάνατον δημοσίαν ἔσεσθαι συμφορὰν, ἵνα εἰ καὶ πρὸς τὴν ἰδίαν
σωτηρίαν ὀλιγωροίη, ἀλλὰ οὖν τῶν κοινῇ συμφερόντων προνοησάμενος
ἀποστῇ τοῦ κινδύνου.
[*ὁ νοῦς τῶν ἐπῶν οὕτως ἔχει· τοῖς ἄλλοις δὲ λαοῖς ὀλίγη γενή- σεται ἡ θλῖψις, ἐὰν οὐ θάνῃς καὶ σὺ, δαμασθεὶς ὑπὸ τοῦ Ἀχιλλέως, ὅστε ἢν καὶ σὺ ἀποθάνῃς, μεγάλη ἐσεῖται τοῖς λαοῖς καὶ ἡ ὑπὲρ ἐκείνων λύπη.]
56. τεῖχος τὴν πόλιν· Καλλίμαχος “ὁ δʼ ἐκ Λοκρῶν τείχεος
Ἰταλικοῦ παρῆν ἀμύντωρ.” φιλοπάτριδα δὲ ὄντα ὑπομιμνήσκει τῆς
πόλεως. τινὲς δὲ συμπαθέστερον γράφουσιν ἐμὸν θάλος.
στικτέον δὲ μετὰ τὸ Τρῳάς, ἵνα ἀπʼ ἄλλης ἀρχῆς ἀπαγορευτικὸς ὁ λόγος γένηται, μηδὲ μέγα κῦδος ὀρέξῃς.
56, 57. ὄφρα σαώσῃς Τρῶας] φιλότιμον δὲ αὐτὸν εἰδὸς ὑπήλ- λαξε τὴν ἀδοξίαν πρὸς εὔκλειαν, καὶ κοινὴν σωτηρίαν αὐτῷ τὴν φυγὴν εἶναι λέγει.
58. φίλης αἰῶνος] ἔοικε ταῦτα πατρὶ καὶ γέροντι καὶ πεῖσαι
θέλοντι, ἐγκωμιάζειν τὸ ζῆν καὶ ἐπὶ φιλοψυχίαν παρακαλεῖν. ἀντι-
τέθεικε δὲ τῇ τοῦ ἐχθροῦ δόξῃ τὴν αὐτοῦ ἀτυχίαν, εἰς φθόνον κινῶν
τὸν Ἕκτορα. ἡ δὲ κατασκευὴ ἀπὸ τοῦ ποιεῖν καὶ πάσχειν.
59. ἀντὶ τοῦ ἔτι τὸν εὖ φρονοῦντα καὶ συμβουλεύοντα. ἢ ἀντὶ τοῦ ζῶντα· τὸ γὰρ ζωτικὸν φρένας καλεῖ, ὡς ἐπὶ Πατρόκλου “ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν” (Il. 23, 104), ὅ ἐστι τὸ συνεκτικὸν τοῦ ζῆν.
60. γήραος οὐδῷ] ἐξόδῳ τοῦ βίρυ, ἐφʼ ᾧ ἤδη ὁ βίος ἐπεραιώθη καὶ διεξελήλυθεν ἐξ αὐτοῦ.
62. ἐναργῶς πέφρακε τὰ τῶν πορθήσεων, ὡς καὶ ἐν ἄλλοις· “ἄν-
δρας μὲν κτείνουσι, πόλιν δέ τε” (Il. 9, 593). καὶ μὴ γράψας δὲ
τὴν Ἰλίου πόρθησιν ὅμως ἐδήλωσεν αὐτῆς τὰ παθήματα, πᾶσαν
ἡλικίαν τὴν ἐν πολέμῳ τι πάσχουσαν παραλαβών. ταῖς δὲ γυναιξὶν
ἡ εἰς τὸ σῶμα ὕβρις δαιμονίως μείζων πάντων, καὶ τοῖς ἀνδράσιν
ἐπιφθονωτέρα. πάντα δὲ ὑπʼ ὄψιν ἤγαγεν ἐν βράχε, χρησάμενος
ἅμα καὶ ἀπεριέργως ταῖς λέξεσιν· οὐ γὰρ ὑψορόφους ἢ δαιδαλέους
θαλάμους λέγει, οὐδὲ θύγατρας καλλικόμους ἢ καλλισφύρους· ἀλλ’
ἀπήλλακται τῶν ἐπιθέτων αὐτῷ τὰ δυστυχοῦντα τῶν σωμάτων.
63. κεραιζομένους] ἡ μεταφορὰ ἀπὸ τῶν τοῖς κέρασι βαλλόντων ζῴων· ὅθεν τὸν ἄθυμον καὶ ἀόργητον ἀκέραιον καλοῦμεν.
65. νυούς] τὰς τῶν υἱῶν γυναῖκας.
66. περισσὸς ὁ ἄν. πρώταις δὲ θύραις ταῖς αὐλείοις, ταῖς ὑπὸ
τὴν εἴσοδον. πρώταις ὡς πρὸς τὰς ἔνδον. καὶ τὸ πύματον δὲ πολ-
λῆς οἰκτρότητος, οἷον θεασάμενον πάντα τὰ προκείμενα δεινά.
67. ὠμηστής καὶ ὀρχηστής παραγωγὰ, οὐ σύνθετα. τὸ δὲ ἐρύου-
σιν ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος. οἰκτροτάτη δὲ ἡ μετὰ θάνατον
αἰκία· καὶ ὅτι οὐδὲ ἐν τοῖς βασιλείοις ταφήσεται, ἀλλʼ ἔξω που
ῥιφήσεται.
68. ῥεθέων] τῶν μελῶν. δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ
ζωτικὸν καὶ ψυχικόν ἐστι. ῥέθη δὲ τὰ ζῶντα μέλη, διʼ ὧν ῥέζεταί
τι· Αἰολεῖς δὲ τὸ πρόσωπον· καὶ ῥεθομαλίδας τοὺς εὐπροσώπους
69. Ἡρωδιανὸς θυραωρούς γράφει· πύλας γὰρ ἐπὶ πόλεώς
φασι. παλαιὸν δὲ ἔθος τηρεῖσθαι κυσὶ τοὺς πυλῶνας, ἵνα βαΰζοντες
δηλοῖεν τοῖς ἔνδον τοὺς ξένους.
70. ἀλύσσοντες] ἄγαν λυσσῶντες· τοῦτο γὰρ τοῖς κατοικιδίοις συμβαίνει κυσὶν, ἐπὴν γεύσωνται σώματος. οἱ δὲ, ἐν ἄλῃ ἰόντες, ὡς τὸ “ἡ δʼ ἀλύουσʼ ἀπεβήσετο.” οἱ δὲ παρὰ τὴν ἄλυν, ὅ ἐστι παίγνιον, ὁμοίως τῷ “κυνῶν μέλπηθρα.”
71. νέῳ δέ τε πάντʼ ἐπέοικεν] δοκεῖ τοῦτο προτρεπτικὸν εἶναι
μᾶλλον ἐπὶ θάνατον ἢ ἀποτρεπτικόν· καίτοι φαίνεται βουλόμενος
πείθειν τὸν Ἕκτορα εἰσιέναι εἰς τὸ τεῖχος καὶ μὴ ὑπομένειν τὸν
Ἀχιλλέα. ῥητέον δὲ ὅτι τῷ ἅπαξ ἀναγκασθέντι ἀποθανεῖν νέῳ τοῦτο
ἔοικεν, ὁ δὲ τὸν ἐκ προπετείας ὑφίστατο θάνατον. διό φησι σαφηνί-
ζων τὸν νοῦν “πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ,” ὡς ἄρα
καλὸν τὸ ἀποθανεῖν ὑπὲρ πατρίδος καὶ οἰκείων ἐπὶ λυσιτελείᾳ τῶν
προσηκόντων, ἵνʼ ᾖ, πάντα δὲ τὰ τῆς αἰκίας καλά εἰσι τῷ θανόντι,
ἐὰν ἐκ τοῦ ἀποθανεῖν καλόν τι φανῇ καὶ λυσιτελές. σὺ δὲ, φησὶ,
ῥιψοκινδύνως ταῦτα βούλει παθεῖν, οὐκ ὠφελῶν τοὺς οἰκείους.
75. αἰδώς ἐστιν ἡ ἀπὸ τῆς τοῦ σώματος ὄψεως αἰσχύνη.
77. πολιάς] ὅρα πῶς εἰς αὐτὰ λήγει ἀφ’ ὧν ἤρξατο· “ᾤμωξεν δʼ ὁ γέρων, κεφαλὴν δʼ ὅγε κόψατο χερσίν.—ἦ ῥʼ ὁ γέρων, πολιὰς δʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ τίλλων ἐκ κεφαλῆς” (33— 78).
79. μήτηρ δʼ αὖθʼ ἑτέρωθεν] παθητικὰ ταῦτα, καὶ κόρον φέροντα
τῷ μήκει· διὸ ταμιεύεται τὴν Ἀνδρομάχην ἐπὶ νεκρῷ καὶ συρομένῳ
τῷ Ἕκτορι, ἵνα μὴ πάλιν οἱ αὐτοὶ θρῆνοι ὦσιν.
80. γυμνοῦσα τὸ περὶ τοὺς μαζοὺς κόλπωμα· καὶ “αἶγας ἀνιε-
μένους” ἀντὶ τοῦ γυμνοῦντας καὶ ἐκδέροντας. κινητικὸν δὲ καὶ γρα-
φικὸν τὸ σχῆμα. ἔδειξε δὲ ὅσον φιλοτεκνότεραι γυναῖκες· ὁ μὲν
γὰρ περὶ ἑαυτοῦ δέδιεν, ἡ δὲ περὶ παιδὸς καὶ ἄνω καὶ κάτω βοᾷ
“φίλον θάλος, ὃν τέκον αὐτή” (87), τῶν ἐπὶ τῇ πατρίδι δεινῶν
ἐπιλελησμένη. παρατηρητέον δὲ καὶ τὸ σχῆμα τοῦ λόγου, ἀπὸ
μετοχῆς εἰς ῥῆμα μεταβαῖνον. ἀποκαλύπτει δὲ ὡς ἀπὸ τοῦ κόλπου
82. τέκνον ἐμόν] οὐκ ἀρκεῖται τῷ τέκνον, ἀλλὰ τὸ ταραχῶδες καὶ
ἐναγώνιον τῆς ψυχῆς παρασκευάζει αὐτὴν καὶ τὸ ἐμόν προσθεῖναι.
τὸ δὲ αἴδεο ἀντὶ τοῦ ἀπόδος τούτοις τὴν χάριν ὑπὲρ ὧν σοι ἐποί-
ησαν.
83. αὐτήν] εἰ μὴ σαυτὸν, φησὶν, ἐλεεῖς καὶ τῆς σῆς φροντίζεις
ζωῆς, ἐμὲ αὐτὴν τὴν γεννήτριαν καὶ τροφὸν ἐλέησον. συναπτέον δὲ
μέχρι τοῦ ἐπέσχον, καὶ ἀπὸ ἄλλης ἀρχῆς τὸ εἴ ποτέ τοι λαθι-
κηδέα μαζὸν ἐπέσχον· μετὰ δὲ τὸ ἐπέσχον ὑποστιγμή.
84. φίλε τέκνον] πρὸς τὸ σημαινόμενον ὑπήντησε. τὸ δὲ ἄμυνε ἀντὶ τοῦ ἀμύνου. ἱκανὰ δὲ ταῦτα πρὸς πειθώ· οὐ γὰρ ἀποστῆναι τῆς μάχης αὐτῷ συμβουλεύει, ἀλλὰ μετὰ ἀσφαλείας ἀπομάχεσθαι.
ἄκρως δὲ τῶν φυσικῶν ὀνομάτων οὐκ ἀφίσταται, Ἕκτορ, φίλον
τέκνον, φίλον θάλος, ὃν τέκον αὐτή.
85. ἐών γραπτέον, οὐκ ἰών. πρόμος δὲ ὁ πρὸ τῶν ἄλλων μαχό- μενος, οὐχ ὁ βασιλεύς.
86. σχέτλιος] ὁ πολλῶν ἡμῖν αἴτιος κακῶν. ἐπιφωνήσεις δὲ πολλὰς καὶ ποικίλας ἀπαιτεῖ τὸ πάθος.
88. οὐδʼ ἄλοχος] φίλοικτον χρῆμα γυνή. καὶ τοῦτο μέγα τοῖς τεθνεῶσιν ᾤοντο. πολύδωρος δὲ ἡ εὔμορφος· περὶ γὰρ τούτων πολλὰ τοῖς συγγενέσιν ἐδίδοτο.
τὸ μέγα νῦν ἐπὶ τόπου. οἶδε δὲ αὐτὸν τοῦτο μάλιστα δεδοικότα,
τὴν τοῦ σώματος ἀπώλειαν· διὸ καὶ εἰς μέσον αὐτὸ ἤγαγε· φησὶ
γὰρ οὗτος πρὸς Αἴαντα “οἴςαδʼ ἐμὸν σῶμα δόμεναι πάλιν” (Il.
7,79).
91. πολλὰ λισσομένω] σημαίνει ὅτι πολλὰ παραλέλοιπεν, ἃ προσε- πινοεῖν δεῖ.
ἔστι γὰρ θρασὺς μὲν καὶ ἕτοιμος, ἀλόγιστος δὲ καὶ ἀμετά-
βλητος.
93. χειῇ] ἐπὶ μὲν τῶν ἄλλων ζῴων ξυλόχους τε καὶ εὐνάς φησι·
δύναται γὰρ καὶ ἕτερα ζῷα χωρῆσαι. νῦν δὲ χειὰν, τὴν αὐτὸν μόνον
χωροῦσαν καὶ τρόπον τινὰ ἔλυτρον αὐτοῦ οὖσαν· “οὐδὸς ἀμφοτέρους
*ὀρέστερον] ὁ ἐν ὄρει διατρίβων.
95. σμερδαλέον δέ] εἰκαστικὸς ὁ λόγος· βλέπων γὰρ χαλεπὸν,
ἑλίσσει τὴν σπεῖραν περὶ τὴν χειάν· γίνεται γὰρ ἐπὶ τῇ μάχῃ αὐ-
τοῦ τεθηγμένου ὅ τε ἑλιγμὸς τῶν σφονδύλων χαλεπὸς καὶ ὁ συριγμὸς
σφόδρα φοβερὸς καὶ τὸ βλέμμα δεινὸν καὶ ὕφαιμοι οἱ ὀφθαλμοί. ἡ
δὲ τροφὴ ὕλη τῆς ὀργῆς, ἡ δὲ στάσις τεκμήριον τῆς ῥώμης καὶ
εὐτολμίας, ὁ δὲ τόπος ἔρημος καὶ ἀνήμερος πρὸς κατάπληξιν.
97. πύργῳ ἔπι προὔχοντι] παρὰ τὸ προέχον τοῦ πύργου, ὡς
νείατον ἀνθερεῶνα καὶ νείαιραν γαστέρα. ἡ δὲ ἐπί ἀντὶ τῆς παρά.
ὑπονοητέον δὲ τὴν οἰκοδομὴν κάτωθεν οὖσαν πλατεῖαν καὶ καταλή-
γειν εἰς στενόν. προὔχοντα δὲ τὸ προέχον τοῦ πύργον λέγει.
99. ὦ μοι ἐγών] διαπόρησις ὁ τρόπος. δείκνυσι δὲ ὅσον κακὸν ἡ φιλοτιμία· διὰ γὰρ τὸ μὴ ἀκοῦσαι κακὸς ὑπὸ κακωτέρου ἀπόλλυται. καὶ ἔστιν ὁ λογισμὸς γενναίου μὲν φρονήματος, ἄφρονος δὲ μᾶλλον· κακὸν γὰρ κακῷ ἠθέλησεν ἰάσασθαι.
100. ἀναθήσει] ἀντὶ τοῦ περιάψει. καὶ πάλιν ἐκ τοῦ ἐναντίου “ἀγάλματʼ ἀνῆψεν” (Od. 3, 274) ἀντὶ τοῦ ἀνατέθεικεν. Ἀττικοὶ δέ φασιν ἀναθεῖναι τὸ φορτίον ἀντὶ τοῦ ἐπιθεῖναι. οἱ δὲ ἀντὶ τοῦ αὐξήσει.
101. τὸ ἑξῆς, ὅς μʼ ἐκέλευε νύχθʼ ὕπο τήνδʼ ὀλοὴν Τρωσὶ ποτὶ
πτόλιν ἡγήσεσθαι. στικτέον δὲ εἰς τὸ ὀλοήν· ἐὰν γὰρ συνάψωμεν,
ἐναντίον φαίνεται· οὐ γὰρ νυκτὸς ωρμησεν Ἀχιλλεὺς, νυκτός μέντοι
ὁ Πολυδάμας συνεβούλευσεν (Il. 18, 254).
105. καὶ Τρῳάδας] τὰ γὰρ τῶν γυναικῶν ὀνείδη χαλεπώτερα.
106. κακώτερος] ἀντὶ τοῦ ἥσσων· οὐ γὰρ κακὸς Ἕκτωρ. ἔθος
δὲ τοῖς χείροσι ψέγειν τὰ τῶν κρεισσόνων ἔργα, καὶ τοῖς μείζοσιν
ἀνιαρὸν τὸ ὑπὸ ἐλασσόνων κακολογεῖσθαι.
110. ἠέ κεν αὐτῷ ὀλέσθαι] οἰωνίζεται νῦν ἐν κινδύνῳ ὢν τῶν δυσ- χερῶν τι καὶ τῶν καλῶν.
πρὸ πόληος] ὑπὲρ τῆς πόλεως· ὑπὲρ αὐτῆς γὰρ ἀγωνίζεται.
111. εἰ δέ κεν] ἤρτηται μέχρι τοῦ (122) “ἀλλὰ τίη μοι ταῦτα,”
καὶ οὐκ ἔχει ἀνταπόδοσιν. ἤτοι οὖν διαπορητικός ἐστιν ὁ λόγος·
ἆρα τὴν ἀσπίδα κατάθωμαι καὶ τὴν περικεφαλαίαν καὶ τὰ καὶ τὰ
ποιήσω· λέγει δὲ ἀποθέσθαι τὰ ὅπλα, ὅπως μὴ δοκῇ ὡς πολεμίῳ
προσιέναι· ἢ ἵνα μὴ διὰ τῆς θέας τῶν ὅπλων ἐπʼ αὐτὸν ὁρμήσῃ. ὅσον
δέ ἐστιν ἐν ταῖς νίκαις ἀφόρητος, τοσοῦτον ἐν ταῖς ἀτυχίαις ταπει-
νός. ἄλλως τε τὸ μὲν ἀπόντα ἐνθυμεῖσθαι συνετοῦ, τὸ δὲ ἐκλέγεσθαι
τὰ ἄριστα γενναίου.
118. ἅμα δʼ ἀμφὶς ἄλλʼ ἀποδάσεσθαι] ἅμα τῇ προτέρᾳ ὑπο-
σχέσει καὶ ἕτερα, χωρὶς ὡν Ἀλέξανδρος ἥρπασεν. οἱ δὲ τὸ ἀμφίς
ἀντὶ τοῦ δίχα, ὅ ἐστιν εἰς δύο· ταύτην δὲ τὴν ἀντέκτισιν ἴσως
ποινὴν Ἀγαμέμνων καλεῖ.
119. μετόπισθε] μετὰ τὴν πρὸς Ἀχιλλέα ὑπόσχεσιν. γερού-
σιον δὲ σεμνὸν, ἢ τὸν τοῖς γέρουσιν ὀφείλοντα προτείνεσθαι. τὸ δὲ
Τρωσίν ἀντὶ τοῦ παρὰ Τρώων.
123. διὰ τοῦ ἰών ἐδήλωσεν ὅτι τὸ ἵκωμαι ἀντὶ τοῦ ἱκετεύσω, ὡς τὸ “τὴν ἱκόμην φεύγων.” ἀνάπαλιν δὲ ἐκεῖ “ἐς Πηλῆʼ ἱκέτευσεν” (Il. 16. 574) ῆτοι ἦλθεν.
124. αἰδέσεται] μετὰ αἰδοῦς ἀποδέξεται.
γυμνὸν ἐόντα] τοῦτο γὰρ αἰσχρὸν ἡγεῖται, εἰ δίχα τῶν ὅπλων ἀποθανεῖται.
126. * οὐκ ἔστι, φησίν, ἄντικρυς Ἀχιλλέως μύθους διηγεῖσθαι,
ὁποίους ἂν παρθένοι καὶ ἠΐθεοι. οἱ γὰρ ἀρχαῖοι νομαδικῷ βίῳ χρώ-
μενοι μηδέπω οἰκίας κεκτημένος ἀναίδην ἀλλήλοις ἐπιπλεκόμενοι
εἰς κοῖλα τῶν δρυῶν καὶ τῶν λίθων ἐξετίθεσαν τὰ γεννώμενα βρέφη.
εὑρίσκοντες δέ τινες ταῦτα ἐνόμιζον ἐκ τούτων γεγεννῆσθαι, αἱ τί-
κτουσαι γυναῖκες ἀνέτρεφον τὰ ἐκτιθέμενα παρὰ τούτων βρέφη ἐν
τοῖς κοιλώμασι τῶν δρυῶν καὶ πετρῶν. τοῦτο δὲ καὶ κατὰ τὴν Ὀδύσ-
σειαν ἐμφαίνει· “οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου” (Od. 19,
163) καὶ τὰ ἑξῆς.
127. ληρῶδες ἀρχαιολογίας διηγεῖσθαι, ἀπὸ τοῦ τὸ παλαιὸν ὀρει-
νόμων ὄντων τῶν ἀνθρώπων ἐκεῖσε τίκτεσθαι· ἢ χρησμοὺς διηγεῖσθαι·
129. ἔριδι ξυνελαυνέμεν] εἰς ἔριν ἢ μετʼ ἔριδος συμβαλεῖν.
130. εἴδομεν] λείπει τὸ ἵνα. καίτοι δὲ προλογισάμενος οὐ μένει τὴν θέαν Ἀχιλλέως, ἀλλὰ νικᾶται τῷ πάθει.
131. ὁ δέ οἱ σχεδὸν ἦλθεν] ὑφʼ ἓν πάντα πράττεται. οἱ μὲν δέονται, ὁ δὲ διαλογίζεται, ὁ δὲ ἔπεισιν. ἅμα δὲ πάντα λέγειν ἀδύνατον.
132. κορυθάῖκι] τῷ κινοῦντι ἐν τοῖς πολέμοις τὴν περικεφαλαίαν· “ἀμφὶ δὲ πήληξ σμερδαλέον κροτάφοισι τινάσσετο” (Il. 15, 609).
135. ἠελίου ἀνιόντος] πρὶν διασκεδάσει τὰς αὐγὰς, ὅτε καὶ ὁρα- θῆναι δύναται.
136. ὑπερβατῶς, Ἕκτορα δʼ ἕλε τρόμος.
137. ὀπίσω δὲ πύλας λίπε] φεύγει γὰρ ἐπὶ τὸν ἐρινεὸν καὶ τὸ τοῦ Ἴλου σῆμα εἰς τὰ δεξιὰ τῆς πόλεως· ὁ γὰρ Ἀχιλλεὺς ἀπὸ τοῦ Σκαμάνδρου καὶ τῶν ἀριστερῶν μερῶν ἀναστρέφει. ἢ ὀπίσω ἀντὶ τοῦ κατὰ νώτου, καὶ πυλῶν ἐφʼ ὧν ὁ Πρίαμος εἱστήκει.
φοβηθείς γὰρ βῆ ἀντὶ τοῦ φεύγων ἀπέβη.
139. κίρκος ὄρεσφιν] ὄρειος γάρ ἐστι καὶ ὀξύπτερος καλεῖται διὰ τὸ τάχος τῆς οἰκείας πτήσεως.
141. πάλιν φοβεῖται ἀντὶ τοῦ φεύγει. ὕπαιθα δὲ ἀντὶ τοῦ ἔμπροσθεν ἢ ἐκ πλαγίου.
ὀξὺ λεληκώς] ἐγγὺς γὰρ γεγονὼς πυκνὰς τὰς ἐπιπτήσεις ποιεῖ
καὶ βοᾷ τῇ τοῦ λαβεῖν ἐλπίδι. ἰδίωμα δὲ φωνῆς τὸ λεληκέναι ὡς τὸ
κλάζειν.
145. σκοπιὴν καὶ ἐρινεόν] οὐ τὸν ὄντα πρὸς τὸ τεῖχος, ἀλλʼ ἐπὶ τὸ σῆμα τοῦ Ἴλου.
146. τὸ ἑξῆς, κατʼ ἀμαξιτὸν αἰὲν ἐσσεύοντο ὑπὲκ τείχεος. βραχύ
δὲ διασταλτέον μετὰ τὸ ὑπέκ. ἐμφαντικώτατα δὲ κεῖνται αἱ προ-
θέσεις. δηλοῦσι γὰρ τὸν μὲν ὑποδῦναι τὸ τεῖχος σπεύδοντα, τὸν δὲ
ἐξωθοῦντα αὐτόν. ἀμαξιτὸς δὲ ἡ λεωφόρος καὶ βασιλικὴ ὁδός.·
147. κρουνοὶ καλοῦνται καὶ οἱ ἀπὸ τῶν ὀρέων μετὰ ψόφου καὶ
κρούσεως νάοντες χειμάρροι. νῦν δὲ αἱ τῶν πηγῶν ἀπόρροιαι· ὁ γὰρ
Σκάμανδρος κατὰ ἀνατολὰς τῆς Ἴδης ῥεῖ, πρὸ τριῶν τῆς Ἰλίο
*Πορφυρίου. ζητοῦσί τινες πῶς τὸν Σκάμανδρον ἀπὸ τῆς Ἴδης
εἰπὼν ῥεῖν (κατηρίθμητο γὰρ δῖός τε Σκάμανδρος τοῖς ἀπʼ Ἰδαίων
ὀρέων ἅλαδε προρέουσιν Il. 12, 19. 21) ὕστερόν φησιν “κρουνὼ δʼ
ἵκανον καλλιρρόω, ἔνθα δὲ πηγαὶ δοιαὶ ἀναΐσσουσιν Σκαμάνδρου δινή-
εντος,” ὑπὸ τὸ τεῖχος τὰς πηγὰς τοῦ Σκαμάνδρου λέγων ῥεῖν· μά-
χεται γὰρ δὴ τὸ ἐν τῷ πεδίῳ ὑπὲκ κατʼ ἀμαξιτὸν τὰς πηγὰς εἶναι
τοῦ Σκαμάνδρου τῷ ἐκ τῆς Ἴδης αὐτὸν λέγοντι ῥεῖν. λύεται δὲ ἐκ
τῆς παραλείψεως τῆς ἔξ. ἔστι γὰρ τὸ πλῆρες, ὅτι πηγαὶ δύο ἐκ
τοῦ Σκαμάνδρου ἀνίασι κατὰ τὸ πεδίον, ἀλλʼ οὐχ ὅτι τοῦ Σκαμάν-
δρου εἰσὶν αἱ ἐν τῷ πεδίῳ πηγαί.
149. ὕδατι λιαρῷ ῥέει] ἀντὶ τοῦ περιρρέεται τῷ ὕδατι. προσ- ληπτέον δὲ τὸ χειμῶνι.
152. χιόνι ψυχρῇ] ψυχροτέρα γὰρ χαλάζης χιών· καὶ θέρους γὰρ γίνεται χάλαζα. ὁ δὲ κρύσταλλος καὶ τῆς χιόνος ψυχρότερος.
154. καλοὶ λαΐνεοι] ἐκ καλῶν λίθων γεγονότες, ἢ διαυγὲς ὕδωρ
ἔχοντες.
157. διώκων] ἀεὶ τὸ διώκειν ἐπὶ τοῦ φεύγοντός τινος κατόπιν ἐπι- τρέχοντος τίθησιν.
159. βοείην] τὸ παλαιὸν γὰρ ἐν ἀγῶνι βύρσας ἐδίδουν ἔπαθλα.
καὶ ἱερεῖον μὲν πᾶν θῦμα, ἰδίως δὲ παρὰ Ἀττικοῖς τὸ πρόβατον.
ἄρνυσθαι τὸ ἀντί τινος λαμβάνειν τι.
161. ἐλεεινὸν τὸ πρᾶγμα· τὸ θατέρου γὰρ ἴδιον κοινὸν ἆθλον ἦν ἀμφοτέρων, τοῦ μὲν, εἰ ἐκφύγοι, τὸ ἴδιον ὡς ἆθλον ἔχοντος, τοῦ δὲ, εἰ προφθάσοι, τὸ ἐκείνου λαμβάνοντος.
162. ὡς δʼ ὅτʼ ἀεθλοφόροι] οὐχ ἀπλῶς δρόμον ἵππων παρέλαβεν,
ἀλλ ἀγωνιστῶν, καὶ οὐ καθολικὸν δρόμον, ἀλλὰ τὸν περὶ τὰ τέρ-
ματα, ὅτε ὀξύτερον θέουσι πλησιαζούσης τῆς νίκης. ἴδε δὲ τὸ ἆθλον,
ὅτι μέγα· ὡς περὶ μεγάλων γὰρ πάσῃ προθυμίᾳ χρῶνται.
163. ῥίμφα] λίαν ταχέως, μετʼ εὐμαρείας.
164. κατατεθνειῶτος] ἡ κατά ἀντὶ τῆς ἐπί, ἐπὶ ἀνδρὸς τεθνεῶτος. οὐκ οἶδε δὲ στεφανίτας, ἀλλʼ ἐπιταφίους ἀγῶνας.
165. περιδινηθήτην] δίκην τόρνου περιεστράφησαν. τὸ τάχος δὲ
καὶ τὸ εἰς μίαν τρέχειν αὐτοὺς γραμμὴν διὰ τούτου δηλοῦται. πῶς
δὲ, φασὶν, ὁ ποδωκίστατος πάντων οὐ καταλαμβάνει τὸν Ἕκτορα;
πρόχειρον μὲν οὖν τὸ λέγειν ὅτι Ἀπόλλωνα ἔχει συμμαχοῦντα· καὶ
ὅτι ὁ μὲν Ἀχιλλεὺς ἄριστός ἐστι πλὴν κέκμηκεν ὑπὸ Ξάνθου καὶ
Ἀγήνορος· ὁ δὲ Ἕκτωρ καὶ ἀναπέπαυται παρὰ τῷ τείχει καὶ περὶ
ψυχῆς τρέχει. οὐκ ἦν τε ἐξ εὐθείας ἡ δίωξις τῷ Ἀχιλλεῖ προϋπο-
τρέχοντι καὶ παρεκκλίνοντι τὸν Ἕκτορα.
168. τὸ διωκόμενον ἀντὶ τοῦ διώκοντα. ἄτοπον γὰρ μεμνῆσθαι Ἕκτορος, μή γε μὴν Ἀχιλλέως.
170. Ἕκτορος] λείπει ἡ περί.
ὅς μοι πολλὰ βοῶν] τοῦτο πρὸς τὴν ἡμετέραν εὐσέβειαν.
172. πόλει ἀκροτάτῃ] τῇ ἀκροπόλει, ὡς (Il. 5, 754) ἀκροτάτῃ
κορυφῇ.
174. ἀλλʼ ἄγετε φράζεσθε] διδάσκει παρρησίας μεταδιδόναι τοῖς ἀρχομένοις καὶ κοινωνεῖν αὐτοῖς τῆς βουλῆς.
181. ἐπαινέομεν] εὖ τὸ μὴ εἰπεῖν μεμφόμεθά σοι.
183. * Πορφυρίου. ὁ νοῦς ἀσαφὴς, ὅντινα ἀγνοήσαντες ἠθέτησαν
τὰ ἔπη. ἡ δὲ ἀσάφεια ἐκ τοῦ πρόφρονι· ἀπέδοσαν γὰρ ὡς δηλοῦν-
τος τοῦ ποιητοῦ διὰ τοῦ πρόφρονι, οὐ κατὰ σπουδὴν ταῦτα ἀγορεύω.
ἔστι δὲ οὐ τοῦτο, ἀλλὰ τῇ πρό κέχρηται ἀντὶ τῆς ὑπέρ συνήθως, ὡς
ἐν τῷ “ἀεθλεύων πρὸ ἄνακτος ἀμειλίκτου” (Il. 24, 734) ἀντὶ τοῦ
ὑπὲρ ἄνακτος, καὶ ἐν τῷ “χρείῃ ἀναγκαίῃ πρό τε παίδων καὶ πρὸ
γυναικῶν (Il. 8, 57) ἀντὶ τοῦ ὑπὲρ παίδων καὶ γυναικῶν βούλεται
λέγειν. φησὶν οὖν καὶ ἐνταῦθα, οὐ καθʼ ὑπερφροσύνην οὐδʼ ὡς τύραν-
νος λέγω ταῦτα. βούλομαι γὰρ ἤπιος εἶναι καὶ πρᾶος. καὶ ὁ τοί οὖν
παραπληρωματικὸς, καὶ οὐκ ἀντὶ τοῦ σοί παρείληπται. πρέπουσα
τοίνυν ἡ διάνοια ἄρχοντι, βουλομένῳ ἐνδείκνυσθαι βασιλικὴν ἠπιότητα
καὶ οὐ τυραννικὴν ἀγριότητα· οἱ γὰρ ῥηθέντες μετʼ ἀπειλῆς λόγοι
ὑπέρφρονα θυμὸν, καὶ ὃν ἐν ἄλλοις ἀγήνορα ἔφη, ἐνεδείκνυντο.
184. ἐθέλω δέ τοι ἤπιος εἶναι] ταυτὸν ἡ παρὰ θεοῖς εἱμαρμένη
ὃ νόμος παρὰ ἀνθρώποις. ὡς οὖν ὁ παρʼ ἡμῖν κριτὴς οὐ παρανόμως
δικάζει, οὐδὲ Ζεὺς παρὰ τὴν εἱμαρμένην. πολλάκις δὲ καὶ ἠπιότητος
185. ἐρώει] μὴ ἀποχώρει, ὡς τὸ “ἐρωῆσαι πολέμοιο (Il.13,776).
189. ὄρεσφι] διʼ ὀρέων ἢ ἐν ὄρεσι. περισσὸν δὲ τὸ ἐλάφοιο· ὁ
γὰρ νεβρὸς ἐπὶ ἐλάφου μόνον, ὡς καὶ ὁ μόσχος ἐπὶ βοὸς καὶ ὁ πῶλος
ἐφʼ ἵππου λέγεται.
190. ἀντὶ τοῦ διʼ ἀγκῶν καὶ βησσῶν, ὡς τὸ “διά τʼ ἔντεα καὶ
μέλαν αἷμα” (Il. 10, 298). τοῦ δὲ ὅρους τὰ μὲν ἀνωτάτω ἀκρώ-
ρειαι, τὰ δὲ ὑψηλὰ σκοπιαὶ, τὰ δὲ προνενευκότα πρῶνες, τὰ δὲ κεκλι-
μένα κλιτύες, τὰ δὲ βάσιμα βῆσσαι, τὰ δὲ κοῖλα ἄγκη, τὰ δὲ
σύνδενδρα νάπαι, τὰ δὲ κάτω πρυμνώρειαι, ἡ δὲ παρὰ ταῖς πρυμνω-
ρείαις πεδιὰς παρόριον.
191. καταπτήξας] ὑποπεσών. θάμνῳ δὲ τῇ συμφυάδι τῶν μι-
κρῶν δένδρων, παρὰ τὸ θαμινόν. ἔμπεδον δὲ τὸ ἀνενδότως. τινὲς δὲ
εἰς τὸ ἐναποτετυπωμένον ἴχνος ἐν τῷ πεδίῳ ἀπὸ τῆς βάσεως τοῦ νεκροῦ.
193. ὣς Ἕκτωρ οὐ λῆθε] ἡ παραβολὴ πρὸς τὴν δίωξιν μόνον· οὐδὲ γὰρ κρύπτεται ὁ Ἕκτωρ. ἢ ὅτι καὶ αὐτὸς καιρὸν παρεφύλαττεν ὑποφυγεῖν εἰς τὴν πόλιν, ὡς ὁ νεβρὸς εἰς τὸν θάμνον.
194. ὁσσάκι δʼ ὁρμήσειε] ὁσάκις ἂν κατὰ τὰς πύλας γενόμενος
Ἕκτωρ ἐλογίζετο παρεισδῦναι εἰς τὴν πόλιν ἐπειχθεὶς τῷ δρόμῳ,
τοσάκις τὸν ἔνδον ἔχων δρόμον Ἀχιλλεὺς ἐδίωκεν αὐτὸν εἰς τὸ πεδίον.
197. τοσσάκι μιν προπάροιθεν] πρῶτος αὐτοῦ γινόμενος πρὸς τὴν πόλιν ἀπέστρεφεν εἰς τοὐπίσω. ἐπὶ χρόνου δὲ τὸ προπάροιθεν.
199. τὸ ἄπρακτον θέλει δηλῶσαι· ὡς γὰρ ἐκεῖνα φαντασία καὶ
οὐκ ἀλήθειά εἰσιν, οὕτω καὶ οὗτοι οὐδὲν ἤνυον, οὕτε οὗτος τὸ φεύγειν
οὕτε οὗτος τὸ καταλαβεῖν· δοκοῦν γὰρ ἑκάτερον γενέσθαι οὐδέτερον
γίνεται. καλῶς δὲ καὶ ἐπὶ τὴν μετάφρασιν ἦλθε, τῷ ὑποφεύγειν
ἀντιθεὶς τὸ ἀλύξαι καὶ τῷ διώκειν τὸ μάρψαι.
205. λαοῖσι δʼ ἀνένευε] Μεγακλείδης πλάσμα εἶναί φησι τοῦτο
τὸ μονομάχιον· πῶς γὰρ τοσαύτας μυριάδας νεύματι Ἀχιλλεὺς
ἀπέστρεφεν;
208. τὸ τέταρτον] Διοκλῆς φησὶν ὅτι συμβαίνει τῷ κύκλῳ περι-
τρέχοντι εἰς τὸν αὐτὸν τόπον παραγίνεσθαι. τρεῖς γὰρ ποιήσαντες
209. δύο κῆρε] κῆρας τὰς μοίρας λέγει, οὐ τὰς ψυχὰς, ὡς ἐξεδέ-
ξατο φαύλως Αἰσχύλος· ἐπάγει γὰρ τὴν μέν, τὸ κέαρ δὲ λέγεται
οὐδετέρως ἐπὶ τῆς ψυχῆς. ὡς δὲ οἱ καταδικάζοντες τὴν ψῆφον ἐπι-
φέρουσιν ὑπὲρ τοῦ κυρῶσαι, οὕτως καὶ ὁ Ζεὺς τῷ ζυγῷ χρῆται.
213. ᾤχετο δʼ εἰς Ἀΐδαο] ὑπερβολικῶς, ὡς ἤδη τοῦ Ἕκτορος κατὰ τὸν τῆς πεπρωμένης λόγον μηκέτι ἐν τοῖς ζῶσιν ὄντος.
216. νῶϊ] ἀντὶ τοῦ ἡμᾶς.
218. δηϊώσαντε] καταπολεμήσαντας.
221. προπροκυλινδόμενος] πρὸ τοῦ Διὸς προκυλινδόμενος. ποιοῦσι δὲ τοῦτο οἱ ἱκετεύοντες· “κυλινδόμενος κατὰ κόπρον” (414). τινὲς δὲ προασπίζων τοῦ Διός.
222. ἄμπνυε] ἐν σεαυτῷ γενοῦ καὶ τὸ πνεῦμα συνάγαγε.
227. Δηϊφόβῳ εἰκυῖα] οὗτος γὰρ μετὰ θάνατον Πάριδος ἡγήσατο
τῆς στρατιᾶς. ὡς δῆθεν δὲ συμμαχήσων ἔρχεται.
ἄτοπον θεὸν οὖσαν πλανᾶν τὸν Ἕκτορα. ἢ τὰ ἴσα πράττει Ἀπόλ- λωνι, ἐπεὶ κἀκεῖνος ἐπέθετο Πατρόκλῳ καὶ Ἀχιλλεῖ.
229. ἠθεῖʼ] σεπτικὴ φωνὴ πρὸς πρεσβύτερον ἀδελφόν· “ἀλλά
μιν ἠθεῖον καλέω” (Od. 14, 147) ἀντὶ τοῦ ὡς πρεσβύτερον ἀδελφὸν
σέβω καὶ αἰδοῦμαι. ἔστι δὲ ὑποπτεῦσαι τῶν Πριαμιδῶν πρεσβύ-
τερον εἶναι τὸν Ἕκτορα.
234. γνωτῶν] γνωτὸς ὁ ἀδελφὸς παρὰ τὸ πλέον τῶν ἄλλων γνω- ρίζεσθαι.
235. τιμήσασθαι] λείπει τὸ σέ, ἵνʼ ᾖ νῦν δὲ καὶ μᾶλλον κατὰ
νοῦν ἔχω τιμῆσαί σε.
241. τοῖον] τοίως ὡς μηδένα συγχωρεῖσθαι πολεμεῖν αὐτῷ.
246. σῷ δουρί] εὖ τὸν κίνδυνον ἐκοινοποιήσατο, τὴν δὲ νίκην μόνῳ περιῆψεν Ἕκτορι.
247. ἢ περισσὸς ὁ καί, ἢ τὸ φαμένη ἀντὶ τοῦ ἔφη. ἢ πρὸς τῷ
ταῦτα εἰρηκέναι καὶ δολίως ἡγήσατο.
251. δίον] ἔδεισα· “περὶ γὰρ δίε ποιμένι λαῶν” (Il. 5, 566). ἢ ἐδιώχθην, ὡς τὸ “ἀπὸ μεγάροιο δίεσθαι” (Od. 17, 398). ἢ φο- βηθεὶς ἔφυγον.
253. ἕλοιμί κεν ἤ κεν ἀλοίην] τὰ ἀμείνω πρῶτα λέγει καὶ λίαν θρασύνεται. ἔστι δὲ τὸ θράσος αὐτοῦ ἐλεεινὸν, ἐκ φενακισμοῦ καὶ πλάνης ἐγειρόμενον.
254. ἐπιδώμεθα] ἑαυτοῖς μάρτυρας καὶ ἀναδόχους ἢ ἐπόπτας
ποιήσωμεν πρὸς τὸ ἰδεῖν. ἢ εἰς οὐρανὸν ἀποβλέψωμεν, οὗ εἰσὶν οἱ
θεοί. ἢ ἐπικαλεσώμεθα αὐτούς.
255. ἁρμονιάων] ἁρμογῶν, ἀφʼ οὗ δηλοῖ τὸ ὁμολογιῶν, συνθηκῶν, συμβολῶν.
257. καμμονίην] τὴν μονομερῆ νίκην. περὶ ὃ δὲ μάλιστα δέδιεν, αἰκιζόμενος ὁ Ἕκτωρ οἶκτον κινεῖ.
261. ἄλαστε] ἄλαστόν φησι τὸν ἀνεπίληστα κακὰ δεδρακότα. συνημοσύνας δὲ συνθήκας· οἱ γὰρ συντιθέμενοι εἰς ταὐτὸν ἀφιᾶσι τὴν γνώμην.
συνημοσύνας] σύμβολα καὶ κοινοβουλίαι.
263. οὐδὲ λύκοι τε καὶ ἄρνες] ἐντεῦθεν ἡ παροιμία φησὶν “οὕτως
φιλοῦσι λύκοι τοὺς ἄρνας ὡς φιλέουσιν ἀντερασταί.”
265. φιλήμεναι] ἀντὶ τοῦ φιλῆσαι ἀλλήλους.
266. εἰς τοῦτο ἡ διάνοια καταστρέφει, ὅτι πρότερον συμβήσεται τὸν ἕτερον ἡμῶν πεσεῖν πρὶν ἢ ὅρκους ἡμᾶς ποιήσασθαι.
270. οὔ τοι ἔτʼ ἔοθʼ ὑπάλυξις] ἡ καύχησις ὑπὲρ ἄνθρωπον· οὐ
γὰρ ἀνατίθησι τῇ τύχῃ τὰς ἐλπίδας, ἀλλὰ θαρρῶν τῇ θεῷ διαβε-
βαιοῦται τὸ μέλλον.
272. κήδεʼ ἐμῶν ἑτάρων] ὁ νοῦς οὕτως· νῦν δώσεις δίκας ὑπὲρ τῆς λυπήσεως τῆς γενομένης μοι ἕνεκεν τῶν ἑταίρων.
274. ἠλεύατο] ἐναγώνιον τὴν στάσιν ποιεῖ διὰ τῆς ἀποτυχίας,
καὶ μικροῦ δεῖν τῆς νίκης ἐλπίδας Ἕκτορι δίδωσιν. ἐπιλειψάσης δὲ
ἐκεῖνον τῆς Μοίρας καὶ οἱ θεοὶ πάντες ἐῶσιν.
280. ἔφης γε] ἔφης γε μὲν εἰδέναι, οὐκ ᾔόεις δὲ ἀκριβῶς. ταῦτα δὲ διὰ τὸ “ἄφαρ δέ σε Παλλὰς Ἀθήνη ἔγχει ἐμῷ δαμάᾳ” (270).
281. ἀπηρτισμένος εἰς τὸ λέγειν ὥστε πιστεύεσθαι. ἐπίκλο-
πος δὲ ἠσκηκὼς λόγοις ἀπατᾶν, διὰ λόγων τοὺς πολλοὺς παραλογι-
ζόμενος.
284. ἰθὺς μεμαῶτι] εἰς τοὔμπροσθεν κατὰ σοῦ μοι χωροῦντι. ἀγαθὰ δὲ ταῦτα τοῖς νέοις πρὸς μίμησιν.
285. ἄλευε] προπαροξυτόνως· ἔστι γὰρ προστακτικόν. ἐν εἰρω- νείᾳ δὲ ὁ λόγος.
286. ὡς] ἀντὶ τοῦ εἴθε. ἀπʼ ἄλλης δὲ ἀρχῆς τοῦτο.
293. κατηφήσας] κάτω τὰ φάη ἔχων. οὐδὲ δέ : οὐ γάρ ἀεὶ δὲ
δύο ἔχων δόρατα (“πάλλων γάρ” φησιν “ὀξέα δοῦρα” Il. 6, 104.
11, 212). πῶς νῦν οὐκ ἔχει: ἢ κατὰ τὸ σιωπώμενον θάτερον ἐν τῷ
δρόμῳ πρὸς βάρος ὂν ἀπεβάλετο.
294. ἅπαξ ἐχρήσατο. τὸ παράσημον δὲ τῶν ὅπλων τὴν ἀρετὴν ἐμφαίνει τοῦ φοροῦντος.
297. ὦ πόποι] ἐλεεινοτάτη ἡ ἀναφώνησις καὶ εἰς οἶκτον κινοῦσα.
300, 301. βραχὺ διασταλτέον εἰς τὸ κακός, καὶ στικτέον τὸ
ἄνευθεν· τὸ δὲ ἀλέη καθʼ ἑαυτὸ προενεκτέον, λείποντος τοῦ ἔστι.
δηλοῖ δὲ τὴν ὑπάλυξιν καὶ ἔκκλισιν.
304. ἀσπουδί] δίχα ταλαιπωρίας.
305. μέγα] λείπει τὸ ἀγαθόν, ὡς Ἀλκμὰν “μέγα γείτονι γεί-
των.” ἢ τὸ εἰς τοὺς πολεμίους κακὸν, ὡς καὶ τοὺς ἐσομένους
πυθέσθαι.
307. τέτατο] ἀπὸ τελαμῶνος ἤρτηται.
308. ἀλείς] ἀθρόον συστραφείς· οἱ γὰρ εἰς δρόμον ἑαυτοὺς δόντες οὐκ ἀνειμένως πορεύονται.
310. ἀμαλήν] ἁπαλὴν, κατὰ συγγένειαν τῶν στοιχείων. οἱ δὲ ἅμα τῇ μητρὶ ἁλλομένην. οἱ δὲ τὴν μὴ ἔχουσαν τὸ μᾶλλον, ὅ ἐστι τὸ ἰσχυρόν.
317. νυκτὸς ἀμολγῷ] τὴν ἑσπέραν ἀμολγὸν καλεῖ· καὶ τότε γὰρ ἀμέλγονται τὰ θρέμματα. λέγει δὲ ἀλλαχοῦ καὶ τὸ μεσονύκτιον.
318. ἀπὸ τοῦ ἑσπέρα ἕσπερος. τὸ δὲ ἑσπέρα παρὰ τὸ τῆς ἕω
πέρας εἶναι. καλεῖται δὲ ὁ ἕσπερος καὶ ἑωσφόρος κατὰ καιρῶν μετα-
βολάς· ὅταν μὲν προηγούμενος τοῦ ἡλίου συνδύνῃ αὐτῷ πρῶτος τῶν
ἄλλων, ἕσπερος, ὅταν δὲ ἑπόμενος ἡλίῳ προανατείλῃ, τότε ἑωσφόρος
καλεῖται. κάλλιστος δέ ἐστιν, ἐπεὶ μέγας καὶ λαμπρότατος. θαυ-
μασίως οὖν ὁ ποιητὴς, ὅτε μέν ἐστιν ἑωσφόρος, φησὶν “ἔρχεται
ἀγγέλλων φάος ἠοῦς ἠριγενείης” (Od.13, 94) καὶ “εἶσι φόως ἐρέων”
(Il. 23, 226)· ὁρῶμεν γὰρ αὐτὸν ἀνατέλλοντα πρὸ τοῦ ὁρίζοντος.
ὅτε δέ ἐστιν ἕσπερος, οὐδεὶς αὐτὸν ὁρᾷ ἀνατέλλοντα, ἀλλʼ ὑπὲρ τὴν γῆν μετέωρον ἱστάμενον ἐν τῷ δύνοντι τοῦ οὐρανοῦ μέρει.
ἵσταται] καὶ μὴν τῶν πλανήτων ἐστὶν ἤτοι τῆς Ἀφροδίτης· ἢ οὖν ἀντὶ τοῦ ἀνίσταται, ἀνατέλλει· ἢ πρὸς τὴν ἡμῶν φαντασίαν, καθὸ οὐ δυνάμεθα συνιδεῖν τὸν δρόμον αὐτοῦ.
319. εὐήκεος] καλὴν ἀκὴν ἐχούσης.
321. ὅπη εἴξειε] ὅπου χωρήσειεν ἡ αἰχμή.
322. ὅταν τὸ μὲν ἀπολειπόμενον ἔλασσον εἴη, τὸ δὲ γεγονὸς πλεῖον, τόσσον φησίν· “οἳ τόσσον μὲν ἔχον τέλος” (Il. 18, 378). λέγει δὲ ὅτι τὸ μὲν πλεῖον σῶμα τὰ τεύχη κατεῖχε κρυπτόμενον.
324. τὸ μὲν ἄλλο σῶμα ἐσκέπετο· ἐκεῖνος δὲ ὁ τόπος ἐφαίνετο, ὅπου αἱ κληῖδες τῆς λαυκανίης τὸν αὐχένα συνέχουσιν. ἐμφαίνει δὲ ὅσον ἐρεθισμὸν ἐποίει Ἀχιλλέϊ ἡ θέα αὐτοῦ. κληῖδες δὲ αἱ ἀπὸ τῶν ὤμῶν διήκουσαι διατάσεις τῶν νεύρων καὶ συνέχουσαι τὸν αὐχένα. λαυκανίη δὲ ἡ περὶ τὸν γαργαρεῶνα τῶν ἔξωθεν μυῶν συνοχή.
325. *ψυχῆς ὤκιστος ὄλεθρος] καίτοι ἀθάνατον οἶδε τὴν ψυχήν.
νῦν οὖν τὴν ἀφάνειάν φησιν αὐτῆς καὶ τὸν ἀπὸ τοῦ σώματος χωρι-
σμόν. Πραξαγόρας δὲ ἐν τῇ ἀνατομῇ οὕτως φησί· “μετὰ δὲ τὴν
τῆς γλώττης θέσιν ὑπέρκειται κατὰ τὸ ἔσχατον τοῦ οὐρανοῦ ἡ κιονίς·
μετὰ δὲ ταύτην φάρυγξ καὶ στόμαχος. ἔστι δὲ ὁ μὲν φάρυγξ ἐκ
τοῦ ἐμπροσθίου, ὁ δὲ στόμαχος ἐκ τοῦ ὀπισθίου, προσπεφυκὼς τοῖς
τοῦ τραχήλου σπονδύλοις. καὶ ὁ μὲν φάρυγξ ἐμφύεται εἰς τὸν
πνεύμονα, ὁ δὲ στόμαχος εἰς τὴν κοιλίαν. μεταξὺ δὲ φάρυγγος καὶ
γλώσσης ἐπιγλωσσὶς, ἐπιπωματίζουσα τοῦ φάρυγγος τὸ στόμα.
Ποσειδώνιος δέ φησι κατὰ ῥιπὴν τῆς τροφῆς σκέπεσθαι ὑπὸ τῆς
ἐπιγλωττίδος τὸν βρόγχον.
328. ἀσφάραγος ὁ γαργαρεών. ἴσως δὲ ἐκκλίναντος αὐτοῦ πλα- γία γέγονεν ἡ πληγὴ καὶ οὐ διεκόπη ὅλος. καὶ τοῦτο δὲ, ἵνα καὶ ἀποθνήσκων μὴ ἀπροσφώνητος ᾖ. εἴωθε δὲ τὰ ἐκ τύχης ὡς ἐξ αἰτίας λέγειν.
333. ἀμείνων] σοῦ δηλονότι· οὐ γὰρ φιλῶν Πάτροκλον συνέκρινεν ἂν αὐτὸν ἑαυτῷ.
334. μετόπισθε] ἢ τοπικῶς, ὡς τὸ “νῦν δέ σε τῶν ὄπισθεν γουνά- ζομαι” (Od. 11, 66), ἢ χρονικῶς ἀντὶ τοῦ μετὰ ταῦτα.
335. σὲ μὲν κύνες] ἀφορμὴν αὐτῷ δέδωκε δεήσεως, ἀπειλήσας περὶ τῆς αἰκίσεως· πολλὴν γὰρ πρόνοιαν εἶχε τοῦ θάπτεσθαι.
336. ἀϊκῶς] ἀπὸ τοῦ αἰκέως, ὃ δηλοῖ τὸ αἰκιστικῶς, γίνεται αἰκῶς καὶ ἀϊκῶς.
337. ὀλιγοδρανέων] ὀλίγον τοῦ δρᾶν ἔχων. πολὺς δὲ ἔλεος τοῦ
πρὸς τῷ τελευτᾶν φωνὴν ἀφιέντος.
338. ὑπὲρ ψυχῆς] κατὰ ψυχῆς, ὡς τὸ “ὑπὲρ πατρὸς καὶ μητρὸς γουνάζομαι” (Od. 13, 324).
346. τὸ ἑξῆς, οὐκ ἔστιν ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι· αἱ
γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήῃ ὤμ’ ἀποταμνόμενον κρέα
ἔδμεναι. μεταξὺ δὲ ἀνεφώνησε τὸ οἷά μʼ ἔοργας.
ἐκλύει τὴν ἔμφασιν τὸ ἀποταμνόμενον, εἰ μὴ ἀντὶ τοῦ ἀπο- σπαράσσοντα κεῖται.
349. εἰκοσαπλᾶ, εἰκοσάκις ἐξισούμενα τοῖς ὑπὸ σοῦ νοουμένοις δώροις· τὸ γὰρ ἐρίζειν καὶ ἐπὶ τοῦ ἐξισοῦσθαι τάσσεται.
εἰκοσινήριτʼ] ὑφʼ ἂν ἀναγνωστέον, ὡς τὸ εἰκοσάβοια· παραφυλα- κτέον δὲ ὅτι ὁ εἴκοσιν ἀριθμὸς, ὅταν συντίθηται, εἰς λήγει. τὸ γὰρ ν τοῦ εἴκοσίν ἐστι καὶ ἔστι τὰ εἰκοσάκις ἐρίζοντα καὶ ἐξισού- μένα.
350. στήσωσʼ] παραστήσωσιν, ἢ ἰσόσταθμά σοι κομίσωσιν.
351. οὐδʼ εἴ κεν] οὐδὲ ἐάν σοι ἰσοστάθμῳ χρυσῷ ἀναλαβεῖν βου- ληθῇ· οὐδὲ ἐὰν θελήσῃ σε πρὸς χρυσὸν ἀντιστῆσαι. τοῦτο δὲ ὑπερ- βολικῶς εἶπεν.
354. κατὰ πάντα δάσονται] ἀντὶ τοῦ κατέδονται. ἔμφασιν δὲ ἔχει τῆς διακοπῆς τὸ ὑπερβατόν.
355. τὸν δὲ καταθνήσκων] δαιμονίως τὸν καιρὸν στοχάζεται· ἔμπροσθεν μὲν γὰρ ὠλιγοδράνει παρʼ αὐτὴν τὴν τρῶσιν, νυνὶ δὲ ἀπο- θνήσκει.
356. προτιόσσομαι] προσφθέγγομαι, παρὰ τὴν ὄσσαν, ἢ προ- ορῶμαι.
358. μὴ ὁ ἐμὸς θάνατος τὴν ἐκ θεῶν μῆνιν ἐπὶ σὲ ἐρεθίσῃ.
359. οἱ μέν φασιν ὅτι ταῦτα λέγει, ἐπεὶ αἱ ψυχαὶ ἐξερχόμεναι μαντικαὶ γίνονται, οἱ δὲ, ὅτι στοχάζεται αὐτὸν εἰς τὴν πόλιν εἰσελ- θεῖν σπεύδοντα καὶ λοχηθῆναι ὑπονοεῖ.
365. κῆρα δʼ ἐγὼ τότε δέξομαι] καλὸν τοῖς νέοις μεμνῆσθαι τῶν ἐπῶν· ὁ δὲ Ἕκτωρ φιλόψυχος ὤν φησι πρὸς Πάτροκλον “τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον” (Il. 16, 859); ὑπερβολὴ δὲ μανίας τὸ πρὸς νεκρὸν ὁμιλεῖν.
369. περίδραμον] ὡς ἐπὶ παράδοξον γὰρ πρᾶγμα συντρέχουσι.
370. φυὴν καὶ εἶδος ἀγητόν] καὶ ταῦτα εἰς οἶκτον τοῦ ἀνῃρη- μένου.
371. δημώδους πλήθους τὸ ἔργον· συνέχονται γὰρ δύο πάθεσιν, ἐκπλήξει τε καὶ μίσει. αὔξεται δὲ διὰ τούτου ἡ ἀρετὴ τοῦ κειμένου.
373. ἦ μάλα δή] σαρκαστικὸς ὁ λόγος, ὅταν ἐν ἐπαίνῳ λεγόμενος
ψόγον ἔχῃ. ὡς τὸ “ἦ μάλʼ ἐλαφρὸς ἀνήρ” (Il. 16, 745).
375. καὶ οὐτήσασκε παραστάς] ἅμα λέγοντες ἐτίτρωσκον. τὸ δὲ ὁμοιοτέλευτον σχῆμα οὐκ ἐπὶ τέλους· ἔνθεν λανθάνει τὸν ἀκροατὴν προσέχοντα ταῖς αἰκίαις Ἕκτορος.
378. Ἑλληνικῶς κοινοποιεῖται τὴν νίκην, τὸ συμμαχικὸν ἀναζω-
πυρῶν. οἴχεταὶ φησι τοῖς Τρωσὶ τὰ πράγματα μετὰ τελευτὴν
Ἕκτορος.
379. παιδευτικὸν καὶ τοῦτο πρὸς εὐσέβειαν· ἐπὶ τηλικούτῳ γὰρ
κατορθώματι οὐδὲν ἀλαζονεύεται. τὴν δὲ αἰτίαν τοῦ πράγματος
προὔθηκεν· ἔδει γὰρ εἰπεῖν δεῦτε πειραθῶμεν εἰ καταληψόμεθα τὴν
πόλιν, ἐπειδὴ τόνδε ἄνδρα.
381. ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν] στρατηγικῶς μὲν τὸν καιρὸν συνίησι, καταπλήσσων τοὺς πολεμίους παρὰ τὴν πτῶσιν τῶν ἀπολωλότων· φιλοστόργως δὲ μετάγεται, τὸ φιλέταιρον προθεὶς τοῦ φιλοτίμου.
390. αὐτὰρ ἐγὼ καὶ κεῖθι] κάλλιστα πρὸς φιλεταιρίαν τὰ ἔπη καὶ φίλοις ἀναγινώσκειν ἁρμόδια.
391. οὐ μόνον συμποτικὴ καὶ μετ’ ὀρχήσεως ἡ πάλαι μουσικὴ,
ἀλλὰ καὶ εἰς θρήνους ἐπιτηδεία. πῶς δὲ τὸν πολέμιον Ἀπόλλωνα
ὑμνεῖ; οὗ ὁ ὕμνος. ἢ ὡς Τρῶες Ἀθηνᾶν εὐμενίζονται (Il. 6, 87),
οὕτως οὗτος τὸν θεόν· οὐδεὶς γὰρ ἐχθρὸς εἶναι δύναται θεῷ. ἢ εὕρημα
μὲν αὐτοῦ ὁ παιὰν, οὐ πάντως δὲ ἀεὶ εἰς αὐτὸν ᾀδόμενος.
395. ἀεικέα] χαλεπὰ καὶ αἰκιστικὰ, ἢ ἀπρεπῆ. μήδετο δὲ ἀντὶ τοῦ εἰργάζετο.
397. *ἐς σφυρὸν ἐκ πτέρνης] διὰ τί Ἀχιλλεὺς θανόντα σύρει
τὸν Ἕκτορα; λέγομεν οὖν ὅτι οὐ διʼ ὠμότητα, ὅς γε καὶ Ἠετίωνα
μαχός φησιν ὅτι πάτριόν ἐστι Θετταλοῖς τοὺς τῶν φιλτάτων φονέας
σύρειν περὶ τοὺς τῶν φονευθέντων τάφους· Σῖμον γάρ φησι, Θεσ-
σαλὸν τὸ γένος, Εὐρυδάμαντα τὸν Μειδίου ἀποκτείναντα Θράσυλλον
τὸν ἀδελφὸν αὐτοῦ ἄρξασθαι τοῦ νόμου πρῶτον· τοῦτον γὰρ ἐξάψαι
τοῦ δίφρου τὸν φονέα καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον ἕλκειν.
ὡς Θεσσαλὸν οὖν καὶ τὸν Ἀχιλλέα πατρίῳ ἔθει τοῦτο ποιῆσαι καὶ
δῆσαι τὸν Ἕκτορα.
ἐκ τῶν σφυρῶν καὶ τοῦ κάτω μέρους τῆς πτέρνης ἐτρύπησεν, ὥστε ὑπολύσασθαι τὴν ἀγκύλην.
402. πίτναντο] ἐξεπετάννυντο καὶ πρὸς γῆν ἥπλωντο.
406. τίλλε κόμην] οὐ λειποψυχεῖ ὡς ἐθὰς φόνων υἱῶν πολλῶν καὶ προαρξαμένη τῆς λύπης ἐν τῷ διώκεσθαι αὐτόν. τῇ δὲ Ἀνδρομάχῃ ἀθρόον προσέπεσε τὸ πάθος.
408. ἐπὶ μὲν ἄρρενος ᾤμωξεν, ἐπὶ δὲ τῆς θηλείας κώκυσεν· ἡ
μὲν γὰρ ἄναρθρος, ὁ δὲ μετὰ λόγου. καὶ ἑξῆς “κωκυτῷ τʼ εἴχοντο”
γυναῖκες δηλονότι “καὶ οἰμωγῇ” ἄνδρες.
410. *ὁ λόγος τοιοῦτος· τοιούτῳ θρήνῳ ὅμοιον ἦν ὥσπερ εἰ κατε- φλέγετο ὑπὸ τοῦ πυρὸς ἡ Ἴλιος ἅπασα.
411. σμύχεσθαι τὸ ἐκ τοῦ κατʼ ὀλίγον αὔξεσθαι τὸ πῦρ μὴ τρε- πόμενον ἐς φλόγα.
414. κατὰ κόπρον] ἀντὶ τοῦ κατὰ τὸν συρφετὸν τῆς γῆς. ἔστι δὲ καὶ ἐπίγραμμα εἰς Ἐπίχαρμον οὕτως· “εἰμὶ νεκρὸς, νεκρὸς δὲ κόπρος, γῆ δʼ ἡ κόπρος ἐστίν· εἰ δέ γε γῆ θεός ἐστʼ, οὐ νεκρὸς, ἀλλὰ θεός.”
416. καί μʼ οἶον ἐάσατε] εἰ καὶ ὑμεῖς, φησὶ, δειλιᾶτε ἐξελθεῖν, ἀλλʼ ἐμὲ μόνον ἐάσατε.
418. ἀτάσθαλον ὀβριμοεργόν] λοιδορεῖ ὃν ἱκετεύει, ἐπεὶ στασιάζει ἐπʼ αὐτῷ τῷ πάθει.
420. καὶ δέ νυ τῷδε πατήρ] προμελετᾷ τὴν ἱκετηρίαν· καὶ γὰρ
ἱκετεύων τὰ περὶ τοῦ πατρὸς πρῶτον προβάλλεται· “μνῆσαι πατρὸς
σεῖο” (Il. 24, 486).
428. δυσάμμορος] δεδιπλασίακε πρὸς τὴν ἐπίτασιν· τὸ γὰρ δυς καὶ α ταυτὸν δηλοῦσιν.
430. ἀδινοῦ] πυκνοῦ καὶ συνεχοῦς. ἢ οἰκτροῦ κατὰ Αἰτωλούς.
431. τέκνον] ἡ συνεχὴς τοῦ ὀνόματος ἀνάκλησις ἐπικουφίζει
μικρόν. τὸ δὲ βείομαι Ἀρίσταρχος διὰ τοῦ ι γράφει, ἵνʼ ᾖ πῶς
βιώσομαι καὶ ζήσομαι σοῦ θανόντος. τὸ δὲ αἰνὰ παθοῦσα τεκοῦσα
γράφει, ἵνʼ ᾖ ὅμοιον τῷ δυσαριστοτόκεια. τινὲς δὲ ἀντὶ τοῦ πῶς ἀπο-
βήσομαι, πῶς φροντισθήσομαι, ὡς τὸ “οὔτι βέομαι Διός” (Il. 15,
194) ἤτοι οὐ φροντίζω.
*Πορφυρίου. τί νυ βείομαι] τουτέστιν εἰς τί βιώσομαι. τὸ δὲ
βείω παρὰ τὸ βαίνειν τὸν ζῶντα ἐπὶ τὴν γῆν· “ὄφρ’ ἂν ἐγὼ βείω
προτὶ Ἵλιον” (Il. 6, 113). ὅτι γὰρ ζῶντα λέγει τὸ ἕκαστον ἐπὶ τῆς
γῆς βαδίζειν “ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει” (Il. 17, 447).
αἰῶνα δὲ λέγει τὸν ἑκάστου βίον· “ἐκ δʼ αἰὼν πέφαται” (Il. 19,
27)· ἔφθαρται δὲ αὐτοῦ ὁ βίος· καὶ “μινυνθάδιος δέ οἱ αἰών”
(Il. 4, 478). ὅπερ ἐν ἄλλοις “ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο (Il. 24.
725), ἀπὸ τοῦ βίου νέος, οὐ γηράσας τὸν βίον οὐδὲ τὸν αἰῶνα καὶ
βίον πολυχρόνιον ἔσχες. καὶ πάλιν “φίλης αἰῶνος ἀμερθῇς” (Il.
22, 58), ὅμοιον τῷ “γλυκὺς αἰών” (Od. 5, 152). καὶ τίς ὁ αἰὼν
ἐξηγούμενος “τῆς περ ῥηΐστη βιοτή” (Od. 4, 565). τὰ δὲ. τῇ
βιοτῇ ἀναγκαῖα βίοτος· “βίοτον δέ οἱ ἄλλοι ἔδουσι” (Od. 13,
419). καὶ ζωήν· “ἡ γάρ οἱ ζωὴ ἦν ἄσπετος, οὔ τινι τόσση” (Od.
14, 96).
433. εὐχωλή] ἐμοὶ, φησὶ, δόξα ᾖς, τοῖς δὲ πολίταις ὄφελος. καὶ καθʼ ἑκάστην ἡμέραν, ὡς θεῷ σωτῆρί σοι εὔχοντο, ἀλλʼ ὁ ζῶν ἰσόθεος νῦν οὐδὲ θανὼν εὐτυχής.
440. καλῶς τὸ μυχῷ προσέθηκε, πρὸς τὸ μὴ ῥᾳδίως αἴσθεσθαι.
441. δίπλακα] διπλοίδα, ἣν οἷόν τε διπλῆν περιβαλέσθαι. θρόα δὲ τὰ βαπτὰ ἔρια. ἡ δὲ ἐν πρὸς τὸ ἔπασσεν. δηλοῖ δὲ κατὰ Κυπρίους τὸ ποικίλλειν· ἀφʼ οὗ καὶ παστός.
444. Ἕκτορι θερμὰ λοετρά] αὔξει τὸ πάθος· τοσοῦτον γὰρ
ἀπέχει τοῦ ἐννοεῖν τι τῶν συμβεβηκότων ὡς καὶ λουτρὰ τῷ ἀνδρὶ
παρασκευάζειν, μονονουχὶ ὁρῶσα αὐτόν· διὸ καὶ ἐπεφώνησεν ὁ ποιη-
τὴς συμπαθῶς τὸ νηπίη οὐδὲ νόησεν, ὥσπερ ἐλεῶν τὴν ἄγνοιαν
αὐτῆς.
447. *κωκυτοῦ δʼ ἤκουσε] ἐζήτηται πῶς τοσούτου γενομένου
θορύβου μόλις Ἀνδρομάχη προῆλθεν; ῥητέον οὖν ὅτι ἡ προτέρα τοῦ
ἀνδρὸς ἐπιζήτησις (Il. 6, 490). σωφρονεστέραν αὐτὴν ποιεῖ.
448. ἐλελίχθη] ἀνυπέρβλητον τὸ πάθος· ἐννοεῖν γὰρ χρὴ ποδαπὴ
ἔσται ἐπιγνοῦσα τὴν συμφορὰν, ὁπότε ἐν ἀμφιβόλῳ τῇ ὑπονοίᾳ
κατείληπται μὲν τρόμῳ, ὅπερ σημαίνει διὰ τοῦ τῆς δʼ ἐλελίχθη
γυῖα, ἀκρατὴς δὲ γέγονε τῶν ἐν χερσίν. οὐ γὰρ ἀποβάλλει τὴν
κερκίδα ὡς ἐγνωκυῖα τὸ κακὸν, ἀλλὰ χαλασθέντων αὐτῇ τῶν μελῶν
ἐκπίπτει τῶν χειρῶν.
451. ἑκυρῆς ὀπὸς ἔκλυον] δι’ ἔθους μὲν γὰρ οἰμωγῆς ἤκουε, τὸ δὲ τῆς Ἑκάβης λίαν αὐτὴν ἐξένισεν.
452. πάλλεται ἦτορ ἀνὰ στόμα] ἐμφαντικῶς δηλοῖ τὴν ψυχὴν
ἐκπηδῆσαι βιαζομένην. καὶ Καλλίμαχος “ἐκόλλησαν γὰρ ἀνίοι
γούνατα” (Lau. Pllad. 83).
455. θρασὺν Ἕκτορα] οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον· φησὶ γοῦν “φθίσει σε τὸ σὸν μένος” (Il. 6, 407).
459. τὸ ὃν μένος οὐδενὶ εἴκων] προέτρεχε, φησὶν, οὐδενὶ παρα-
χωρῶν τὴν ἑαυτοῦ ψυχικὴν δύναμιν.
463. ἔστη παπτήνασ’] εὖ τὸ μὴ πυθέσθαι παρʼ ἑτέρων· ψυχῆς γὰρ φιλάνδρου καὶ ταρασσομένης ἔργον τὸ αὐτόπτιν ἐθέλειν γενέσθαι τῶν τοιούτων.
465. ἀπὸ τῆς Ἀχιλλέως διαθέσεως ἀκηδέστως φησὶ καὶ τοὺς
ἵππους ἕλκειν. οἶκτον δὲ ἔχει καὶ τὸ ἐν ὄψει τῶν φιλτάτων ἕλκεσθαι,
οὐδενὸς ἀμύνειν δυναμένου.
466. τῆς μὲν τὸ πάθος ἐμάρανεν ἡ κατʼ ὀλίγον θέα, τὴν δὲ ἡ αἰφνίδιος ὄψις ἐπάταξεν.
467. ἀπὸ δὲ ψυχὴν ἐκάπυσσεν] ὑπερβολικῶς, ἀντὶ τοῦ ἐξέ- πνευσε.
468. καὶ πῶς ἀποψύξασα ἐνεργεῖ; ἔστι δὲ σύνηθες Ὁμήρῳ τὸ
ὀφειλόμενον ἁπλῶς ἑρμηνεύεσθαι ἐν δυσὶ περικοπαῖς ἐκφέρειν· “αὐ-
τὰρ ἐπὴν πάντα τελευτήσῃς τε καὶ ἔρξῃς” (Od. 1, 293) ἀντὶ τοῦ
ἔρξας τελευτήσῃς· “ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας” (Il. 21,
537) ἀπώσαντες ἄνεσαν· “τιμήσῃ, ὀλέσῃ δὲ πολέας” (Il. 2, 4)
ἀντὶ τοῦ ὀλέσας τιμήσῃ· “φθέγγεο καὶ ἐγρήγορθαι ἄνωχθι” (Il.
10, 67) ἀντὶ τοῦ φθεγγόμενος ἄνωχθι γρηγορεῖν. οὕτως “ἐκάπυσσε,
τῆλε δʼ ἔχεεν” ἀντὶ τοῦ χέασα τῆλε ἐκάπυσσε. τινὲς δὲ ὡς τὸ
“θρέψασα τεκοῦσά τε” (Od. 12, 134).
δέσματα σιγαλόεντα] εἰς μνήμην ἄγει τῆς παλαιᾶς εὐδαιμονίας,
ὅπως τῇ μεταβολῇ αὐξήσῃ τὸν οἶκτον. μὴ ἐῶν δὲ ἡμᾶς ἄσχημόν τι
σκοπεῖν περὶ τὸ πτῶμα τῆς γυναικὸς, ἠσχόληκέ τε ἡμᾶς περὶ τὴν
κεφαλὴν αὐτῆς καὶ περιέστησε τὰς συγγενεῖς. ὅρα δὲ καὶ ἐν τοῖς
λεπτοτάτοις τὴν παρατήρησιν τοῦ ποιητοῦ. ἐπὶ μὲν γὰρ τῆς Ἑκά.
βης διὰ συντόμων εἶπεν “ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην” (406)·
ἑνὸς γὰρ ἔδει καλύμματος τῇ προσβύτιδι· ἐπὶ δὲ ταύτης ὡς ἂν
νέας καὶ μάλιστα γυναικὸς τοῦ μᾶλλον εὐδοκιμοῦντος ἐπεξεργασίᾳ
χρῆται.
469. ἄμπυξ ἀρσενικῶς τὸ διάδημα τὸ πρὸς ἀνάδησιν τῶν τριχῶν,
ἃς περιστέλλοντες οἱ παλαιοὶ ὑπὸ τοῦτον περιήγοντο. καὶ νῦν ἀμ-
πυκίζειν τὸ τὰς ἐμπροσθίους τρίχας ἀναδεῖσθαι. καὶ “χρυσάμπυκες
ἵπποι” διὰ τὸ δεῖσθαι στροφίῳ τὰς κορνφαίας τῶν τριχῶν. ἀνα-
δέσμη δὲ σειρὰ ἣν κύκλῳ περὶ τοὺς κροτάφους ἀναδοῦνται. κρή-
δεμνον δὲ τὸ ὠμοφόριον, ὡς τὸ σχομένη λιπαρὰ κρήδεμνα” (Od.
1, 334)
473. γαλόῳ] μετὰ τοῦ ι γραπτέον· ἔστι γὰρ πληθυντικὴ εὐθεῖα Ἀττικὴ, ὡς τὸ οἱ Μενέλεῳ. σημαίνει δὲ τὰς τοῦ ἀνδρὸς ἀδελφάς. εἰνατέρες δὲ αἱ γυναῖκες τῶν τοῦ ἀνδρὸς ἀδελφῶν.
474. ἀτυζομένην] ταρασσομένην, ἄτῃ συνεχομένην. ἢ ἑαυτὴν
ἀπορρῖψαι τοῦ τείχους θέλουσαν· ἔλεγε γὰρ “ἐμοὶ δέ κε κέρδιον εἴη
σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι” (Il. 6, 410). ἔστι δὲ ἰδεῖν-
9, 10. ἐκάπυσσε] ἐκάππυσσε 23. * ἀναδεῖσθαι] ἀναδεῖν
475. Ἀρίσταρχος ἔμπνυτο γράφει, ἔμπνους ἐγένετο, ἐν ἑαυτῇ τὸ πνεῦμα ἤγαγε καὶ συνῆξεν.
θυμὸς ἀγέρθη] ἡθροίσθη ἡ ψυχὴ, ἐσκορπισμένη οὖσα τὸ πρίν.
476. ἀμβλήδην] ἀντὶ τοῦ οὐκ τἀπὸ τῶν ἐνεστώτων ἀρξαμένη δεινῶν, ἀλλʼ ἐκ προοιμίων ἑτέρων.
477. Ἕκτορ, ἐγὼ δύστηνος] ἠθικὸς ὁ λόγος καὶ ἁρμόδιος γυναικί.
λέγει δὲ ἑαυτὴν δύστηνον διὰ τὸ μὴ συναποθανεῖν· ὁ γὰρ ἀποθανὼν
πάντων ἀπήλλακται τῶν δεινῶν. στικτέον δὲ μετά τε τὸ Ἕκτορ
καὶ μετὰ τὸ δύστηνος.
484. αὕτως] ἀντὶ τοῦ ὡσαύτως ἐμοί· ἐγὼ γὰρ χήρα, καὶ οὗτος
νήπιος καὶ ὀρφανός. ἢ ὃν ματαίως ἐτέκομεν. σύνηθες γὰρ ταῖς
γυναιξὶν ἐν τῇ μνήμῃ τῶν ἀνδρῶν τῆς ὀρφανίας τῶν παίδων μνημο-
νεύειν.
485. τέκομεν σύ τʼ ἐγώ τε] πρὸς τὴν τῶν παίδων γένεσιν ἀμφο- τέρων ἡ ἐνέργεια.
486. οὔτε σοὶ οὗτος] δαιμονίως ἔμιξε τὸ πάθος, ἐφʼ ἑκατέρῳ οἶ-
κτον κινοῦσα, ἐπί τε τῷ ἀπολειφθέντι τῆς τοῦ πατρὸς ἀρετῆς, ἐπί
τε τῷ μὴ ἀπολαύσαντι τοῦ παιδός.
487. ἕως τοῦ “δακρυόεις δέ τʼ ἄνεισιν” ἀθετοῦνται στίχοι ιγ΄,
ὡς καὶ τὴν σύνθεσιν εὐτελεῖς καὶ τῷ καιρῷ ἀνάρμοστοι· ἀδολεσχίαν
γὰρ ποιοῦσι τοσούτῳ προσώπῳ περικείμενοι. ἀλλὰ ἦθος γυναικῶν
ἄκρως ἀπεμιμήσατο· σύνηθες γὰρ γυναιξὶ πολυλογεῖν ἐν τοῖς πέν-
θεσι καὶ μάλιστα ἐπὶ τοῖς πάθεσι πάθος κινεῖν.
489. ἀπουρήσουσιν] κυρίως τῶν ὅρων ἀφαιρήσονται· ὁ μὲν γὰρ Πρίαμος ἔργον ἐσχάτου γήρως, ἄλλος δὲ οὐκ ἔστιν ὁ ἐλεήσων τὴν ὀρφανίαν αὐτοῦ. ἡ δὲ ἀτυχία πάντα τὰ χείρω προσδοκᾶν αὐτὴν ποιεῖ.
490. ἦμαρ δʼ ὀρφανικόν] τὸ τῆς ὀρφανίας ἦμαρ τῶν ἀμφηλικιω- τῶν ἔρημον τίθησι τὸν παῖδα. οἱ δὲ διεσταλμένως πᾶν, εἶτα ἀφή- λικα, ἵνʼ ᾖ πᾶν ἦμαρ ὀρφανικὸν παῖδα ἀφήλικα τίθησιν, ὅ ἐστιν ἐκτὸς τῶν ἡλικιωτῶν.
491. πάντα δʼ ὑπεμνήμυκε] πάντα αὐτὸν τὰ δεινὰ εἰς ἀνάμνησιν
*ἔνιοι τὸ ὑπεμνήμυκεν ἀντὶ τοῦ στυγνάζειν καὶ καταμεμύχθαι.
494. κοτύλη εἶδος ποτηρίου, ἢ τὸ κοῖλον τῆς χειρός.
495. ὑπερώη τὰ οὖλα, ἢ ἀπὸ μέρους τὸ ὅλον στόμα. οἱ δὲ τὸν γαργαρεῶνα.
496. ἀμφιθαλὴς ὁ ἐπʼ ἀμφοῖν μητρὶ καὶ πατρὶ καὶ πλούτῳ εὐδαίμων, παρὰ τὸ ἀμφοτέρωθεν θάλλειν. ἅπαξ δὲ εἴρηται ὁ ἀμφι- θαλὴς παρ’ Ὁμήρῳ.
500. Ἀστυάναξ] τὸ ἀπὸ τῆς εὐδαιμονίας αὐτῷ συμβὰν ὄνομα λέγουσα πλέον οἰκτίζεται καὶ συμπάθειαν κινεῖ.
501. ἐσήμανεν οἵοις τε καὶ ὅσοις δεῖ τιθηνεῖσθαι τοὺς παῖδας. εὖ δὲ τὸ ἁβροδίαιτον ἐδήλωσε τοῦ βασιλικοῦ καὶ μονογενοῦς παιδός.
503. ἀγκαλίδεσσι] ἔχουσι γὰρ ἐν ταῖς ἀγκάλαις στρωμνὴν σύμ-
μετρον· ἢ ὡς συγκοιμωμένης αὐτῷ. ἐμείωσε δὲ τὴν λέξιν ὁμοίως τῇ
βραχύτητι τοῦ παιδός.
504. θαλέων] παντοδαπῶν τροφῶν καὶ ἐδεσμάτων.
509. αἰόλαι] εὔστροφοι καὶ ποικίλαι. πιθανῶς δὲ ἀνέστρεψεν ἐπὶ τοὺς ὀδυρμοὺς ἀφʼ ὧν ἤρξατο.
511. λεπτά τε καὶ χαρίεντα] οὐ τὸν κόπον καὶ τὴν δυστυχίαν ἑαυτῆς, ἀλλὰ τὴν Ἕκτορος ἐμφαίνει, ὡς διʼ αὐτὸν τὰ τοιαῦτα ποιή- σασα, οἷς οὐκ ἐπανεπαύσατο.
512. πάντα καταφλέξω] παθητικὰ ταῦτα καὶ βιωτικά· συνα-
φανίζουσι γὰρ τοῖς τεθνεῶσι τὰ κάλλιστα, ἐξασφαλιζόμενοι αὐτὰ
εἰς ἑτέρων μὴ ἥκειν χρῆσιν. λέγει δὲ ὅτι ὄντως φλέξω αὐτά· σοὶ
γὰρ ἐξ αὐτῶν οὐδὲν ὄφελος.
2. νῆας τὸν τόπον τῶν νηῶν, Ἑλλήσποντον δὲ τὴν μέχρι Σιγείου θάλασσαν.
3. ἐσκίδναντο] ἀπʼ ἀλλήλων ἐχωρίζοντο.
4. ἀποσκίδνασθαι] ἀπʼ αὐτοῦ χωρίζεσθαι. ἢ παρέλκει ἡ ἀπό, ὡς τὸ ἀπητίμησεν (Il. 13, 113).
8. αὐτοῖς ἵπποισι] λείπει ἡ σύν.
10. τεταρπώμεσθα γόοιο] Αἰσχύλος fr. 382) φησὶν ὅτι στε- ναγμοὶ τῶν πόνων ἰάματα οὐ μέτρια τυγχάνουσιν.
14. ἰάσατο τὸ ἀπρεπὲς τοῦ κλαίειν ἐνόπλους στρατιώτας διὰ τῆς
Θέτιδος. καὶ ἦρξε μὲν τῆς οἰμωγῆς Ἀχιλλεὺς, οἱ δὲ συνῴμωξαν,
ὥσπερ ἐνδόσιμον λαβόντες καιρὸν ὑπʼ αὐτοῦ, καὶ πρότερον μὴ κλαύ-
βαντες.
15, 16. τινὲς διαστέλλουσιν ἐπὶ τὸ τεύχεα, ἵνα, φασὶ, τοῖς τῶν ἀνθρώπων δάκρυσιν αἵ τε ψάμαθοι καὶ τὰ ὅπλα βρέχηται· τερατῶδες γὰρ τὸ δακρύειν τὰ ὅπλα.
16. τοῖον] αὐξητικῶς καὶ θαυμαστικῶς μετʼ ἐμφάσεως, ἵνʼ ᾖ τὸν
μέγαν καὶ περιβόητον. οἱ δὲ γλωσσογράφοι ἀντὶ τοῦ ἀγαθὸν ἤκου-
βν,
μήστωρα φόβοιο] μήσασθαι φυγὴν πολεμίοις δυνάμενον.
17. ἀδινοῦ] ἀθρόου, οἰκτροῦ· δεῖ γὰρ ἐν τοῖς θρήνοις προῖέναι μὲν ἀθρόον τὸ πνεῦμα, μὴ δυνάμενον δὲ φέρειν ὑπεκλύεσθαι.
18. δίχα δύναται λέγεσθαι, ἐάν τε αὐτὸς ᾖ ὁ τὰς χεῖρας ἐπιθεὶς τῷ φίλῳ, ἐάν τε τὰς ἐκείνου χεῖρας τοῖς ἑαυτοῦ στήθεσιν ἐπιθείς.
19. χαῖρέ μοι] οἴκτου κινητικὸν ἡ πρὸς νεκροὺς ὁμιλία. κατέχεται
δὲ τῇ κοινῇ ἐννοίᾳ Ἀχιλλεὺς, καὶ ἔοικεν ἀηδές τι τὸν θάνατον ὑπει-
ληφέναι· τοῦτο γοῦν ἐν ὑπερβολῇ φησὶν, καὶ εἰν Ἀΐδαο δόμοισιν ὢν
χαῖρε, οἷον εἰ ἔστι παραμυθία τοῖς τετελευτηκόσι, ταύτην δέχου
παρʼ ἡμῶν.
21. ὠμὰ δάσασθαι] ὠμῶς ἀπομερίσασθαι. εἰώθασι δὲ οἱ κύνες ἄλλος ἄλλοσε ἀποσπᾶν καὶ μερίζεσθαι τὸ σῶμα.
24. ἀεικέα] ἀπεοικότα καὶ ἀπρεπῆ. τοῦτο δέ ἐστι τὸ ἐπὶ στόμα
ἐκτεῖναι τὸ σῶμα καὶ ἐνυβρίζειν τῷ οὐκ ἀντιλαμβανομένῳ. ἢ τοῦτο
ἀεικὲς τὸ τὸν μείζω παρὰ τῇ τοῦ ἥσσονος ἐρρῖφθαι σκηνῇ.
μήσατο] νῦν ἀντὶ τοῦ εἰργάζετο, ἐποίει.
26. οἱ δέ] ἀντὶ τοῦ τῶν δὲ ἕκαστος.
27. ὑψηχέας] ὑψοῦ ἠχοῦντας· φησὶ γοῦν “οὐρανὸν ἐς πολύχαλ-
κον ἐπέπληγον πόδες ἵππων” (Il. 5, 504). ἢ ὑψοῦ ἀνέχοντας ἑαυ-
τούς· φησὶ γοῦν “ὑψοῦ δὲ κάρη ἔχει” (Il. 6, 509).
29. ἢ τὴν μετὰ τὸν τάφον εὐωχίαν, ἵνʼ ᾖ τὸ δαίνυ ἀντὶ τοῦ παρε-
30. ἀργοί] ταχεῖς· ἀλλὰ εἰλίποδες. λευκοί· ἀλλʼ οὐ θύεται
λευκὰ τοῖς τεθνεῶσι· δῆλον γὰρ ἐκ τοῦ “ἔρθʼ ὄῖν ἀρνειὸν ῥέξειν
θῆλύν τε καὶ μέλαιναν” (Od. 10, 527) καὶ “ὄῖν ἱερευσέμεν οἴῳ
παμμέλανα” (ib. 524). ἢ οὖν μετὰ τὸ ἐκδαρῆναι διὰ τὴν πιμελήν·
ἢ ὅτι οὐ τῷ Πατρόκλῳ, ἀλλʼ εἰς τὸ δεῖπνον τῶν ζώντων τοὺς βόας
ἔθυον.
ὀρέχθεον] κατὰ μίμησιν ἤχου τραχέος πεποίηται τὸ ῥῆμα, ἀντὶ
τοῦ ἔστενον ἀναιρούμενοι.
*ἀπεκτείνοντο ἀναιρούμενοι· τὸ γὰρ ἰδίωμα μιμεῖται τῆς φωνῆς, ὃ προίενται ἀναιρούμενοι οἱ βόες. οἱ δὲ, διεκόπτοντο· ἀπὸ τούτου καὶ ἐρεγμὸς ὁ ἀποκεκομμένος κύαμος.
31. πολλοὶ δʼ ὄῖες καὶ μηκάδες αἶγες] οὐκέτι ὀρέχθεον, ἀλλ’
ἐμήκαζον. ἡ δὲ ἐπανάληψις τοῦ πολλοί τὸ πλῆθος ἐμφαίνει καὶ τὸ
ἀόριστον.
33. εὑόμενοι] τὸ εὕειν ἐστὶ τὸ ἀποκαίειν τὰς τρίχας.
34. ἔρρεεν αἷμα] οὐχ ὅτι ἥπτετο τοῦ νεκροῦ (κεῖται γὰρ ἐν τοῖς
λέχεσιν), ἀλλὰ περὶ αὐτὸν ἐχεῖτο. κοτυλήρυτον δὲ τὸ δαψιλὲς, τὸ
κοτύλῃ ἀρυόμενον, παρὰ τὸ ἀρύω ἀρύσω ἀρυτόν, κοτυλάρυτον. καθόλου
δὲ κοτύλας ἐκάλουν πάντα τὰ κοῖλα· καὶ Αἰσχύλος ἐν Ἡδωνοῖς (fr.
55) τὰ κύμβαλα· “ὁ δὲ χαλκοδέτοις κολύλαις ἠχεῖ.” ἔστι δὲ καὶ
τὸ μικρὸν ποτήριον, ὡς τὸ “κοτύλην τις τυτθὸν ἐπέσχεν” (Il. 22,
494) καὶ “πύρνον καὶ κοτύλην ὀρέξει” (Od. 15, 312). καὶ αἱ τῶν
πολυπόδων φολίδες, ὡς τὸ “πρὸς κοτυληδονόφιν πυκιναὶ λάῖγγες
ἔχονται (Od. 5, 433). καὶ τὸ κοῖλον τῆς χειρός. καὶ κοτυλίσκος
ὁ μικρὸς κρατήρ.
36. εἰς Ἀγαμέμνονα] ἀντὶ τοῦ πρός.
37. σπουδῇ] μόγις. παροξυτόνως δὲ τὸ παρπεπιθόντες· ἔστι
γὰρ δευτέρου ἀορίστου.
χωόμενον] συγκεχυμένον καὶ λυπούμενον.
39. ἐκέλευσαν, πληθυντικῶς, οἱ βασιλεῖς, ὡς Ἡρωδιανός.
40. εἰ πεπίθοιεν] φιλικῶς ἄγαν· προειλήφασι μὲν γὰρ ὅτι οὐκ ἐθελήσει, παρασκευάζονται δὲ ὅμως. τοῦτο δὲ δηλοῖ διὰ τοῦ εἰ πεπίθοιεν.
41. βρότον αἱματόεντα] τὸν ἐξ αἵματος μολυσμόν.
42. στερεῶς] ὁλοσχερῶς, ἀπαρακλήτως.
43. οὐ μὰ Ζῆνʼ] τὴν ἄρνησιν καὶ ἀπόμοσιν ὁμοῦ τέθεικεν. θεῶν ὕπατος καὶ ἄριστος] δυνάμει καὶ τιμῇ τῶν ἄλλων προὔχων θεῶν
44. καρήατος] λείπει τὸ ἐμοῦ· ἀσεβεῖν γὰρ οἱ φιλόστοργοι νομί-
ζουσι τὴν τοῦ σώματος ἐπιμέλειαν τῆς κηδείας προτιθέντες.
48. ἄκρως διὰ τοῦ πειθώμεθα τὸ πρὸς βίαν καὶ παρὰ τὸ δέον δηλοῖ.
50. παρά τε σχεῖν ὡς ἐπιεικές] παρασχεῖν ὡς ἁρμόζει καὶ καθῆ- κόν ἐστιν.
53. θᾶσσον ἀπʼ ὀφθαλμῶν] ἵνα ταχύτερον ἀπὸ τῆς ὄψεως ἡμῶν γένηται. τιμὴ γὰρ τοῦ νεκροῦ ἐθάκει τὸ τάχιον ταφῆναι.
55. οὐ παρέλκει νῦν τὸ ἐσσυμένως, ἀλλʼ ἑσπέρας οὔσης καὶ
κομίσαι τὴν ὕλην παρασκευαζομένους ἔδει ταχῦναι τὸ δεῖπνον. ἀπο-
σιωπᾷ δὲ τὴν περὶ τὸ δεῖπνον διάθεσιν· ἐν γὰρ πένθει καὶ κατηφείᾳ
ἦν. ἰστέον οὖν ὡς τὸ μὲν πρῶτον οἱ Μυρμιδόνες εὐωχοῦνται μόνοι,
νῦν δὲ καὶ Ἑλλήνων πλῆθος.
59. ἐπὶ θινί] πρέπουσα κοίτη πενθοῦντι καὶ ἀλύοντι. τάχα δὲ τὰς παρηγορίας τῶν φίλων οὐ φέρων καθʼ αὑτὸν τρέπεται, σχολάζειν τῷ πένθει θέλων.
62. * εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ] δικαίως οὖν προῳκονόμει τὸν δρόμον Ἀχιλλέως, ὅπως περιπαθὲς ἐπεισόδιον ἐνέγκῃ. πῶς γὰρ ἂν οὕτως ἔμφροντις βαθεῖ ὕπνῳ ἐβλήθη; τὸ δὲ εὖτε ἀντὶ τοῦ ἡνίκα.
65. Πατροκλῆος] ἐντεῦθεν Ἀντισθένης ὁμοσχήμονάς φησι τὰς
ψυχὰς τοῖς περιέχουσι σώμασιν εἶναι. ἄκρως δὲ ἐπεξεργάζεται τὴν
ἐπιφάνειαν τοῦ ὀνείρου· ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ ὁ τοῦ φίλου
τύπος.
πιθανὴ ἡ περιπέτεια· μετὰ γὰρ τοὺς Ἀχιλλέως θρήνους ἐξεῦρέ τι καινότερον, καὶ τῷ τετελευτηκότι λόγους περιτίθησι διὰ τοῦ ὀνείρου.
69. εὕδεις, αὐτὰρ ἐμεῖο] πλήρης φιλοστοργίας ὁ λόγος καὶ μέμ- ψεως ἠθικῆς. λελασμένος δὲ ὑπάρχεις ἀντὶ τοῦ ἐπιλέλησαι.
70. ἀκήδεις] περιπαθὲς τὸ ἀναμνῆσαι τῆς φιλίας. μαρτυρῶν δὲ
αὐτοῦ τὴν ἐν τῷ ζῆν ἐπιμέλειαν, ἐπὶ τὰ ἴσα προτρέπεται.
71. * Πορφυρίου. πῶς ὁ μὲν Πάτροκλος λέγει “θάπτε με ὅττι
τάχιστα, πύλας Ἀΐδαο περήσω,” εἰπὼν δὲ καὶ τὴν αἰτίαν προστί-
θησι διʼ ἣν βούλεται ταφῆναι (“τῆλέ με εἴργουσι ψυχαὶ, εἴδωλα
καμόντων” )· ἐν δὲ τῇ Ὀδυσσείᾳ (24, 1) ἀποθανόντων τῶν μνηστή-
ρων, πρὶν ταφῆναι φησὶν “Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
ἀνδρῶν μνηστήρων·” εἶτα ἄγει λαβὼν αὐτὰς εὐθὺς εἰς Ἅιδου, κἀκεῖ
τοῖς περὶ τὸν Ἀγαμέμνονα ἐντυγχάνουσιν. εἰ γὰρ οἱ ἄταφοι τοῖς
ἄλλοις οὐ μίγνυνται νεκροῖς, ἐνταῦθα δὲ πλησιάζουσιν, μὴ ἐναντίωμα
ᾖ. λύεται δὲ τοῦτο ἐκ τοῦ προσώπου· τὰ μὲν γὰρ περὶ τοὺς μνη-
στῆρας ὁ ποιητὴς ἀπεφήνατο, καὶ τὸ ἀληθὲς οὕτως ἔχει· τὰ δὲ
ἕτερα φαντασθῆναί φησι τὸν Ἀχιλλέα, εἴτε ἀληθῶς ἐπιστάντα αὐτὸν
εἴτε καὶ ἄλλως τοῦτο νομίσαντα.
74. εὐρυπυλές] τὸ πᾶσιν ἐφηπλωμένον.
78. γενναίως οὐδενὸς τῶν ἡδέων ἐμνήσθη, ἀλλʼ ἐν οἷς περὶ τῶν
συμφερόντων ἐβουλεύοντο.
79. ἀμφέχανε] κατέφαγε καὶ κατέπιεν.
80. καὶ δὲ σοὶ αὐτῷ] εὐαγγελίζεται αὐτῷ μετʼ οὐ πολὺ πρὸς αὐτὸν ἀπελεύσεσθαι, ἵνα μὴ τῆς κηδείας ἀμελῇ.
81. εὐηγενέων] τῶν καλοὺς ἀγροὺς ἐχόντων ἢ γένη. οἱ δὲ εὐη-
φενέων, παρὰ τὸ ἄφενος, τῶν καλῶς χρωμένων τῷ ἀφένῳ.
82. * τὸ ἐφήσομαι ἐντολήν σοι δώσω, ἐξ οὗ λέγονται ἐφέται οἱ ἐντολεῖς.
86. ἀνδροκτασίης] καταχρηστικῶς· παῖδα γὰρ ἀνεῖλεν τὸν Ἀμφι-
δάμαντος τὸν Λύσανδρον, παρʼ Ὀθρυονεῖ τῷ γραμματιστῇ, ἐν παιδιᾷ
ἀστραγάλων.
90. ὀνόμηνεν] καλεῖσθαι ἐποίησεν, ὅ ἐστιν εἶναι.
92. οὐ κενὴν σορὸν δέδωκεν αὐτῷ ἡ μήτηρ (δυσοιώνιστον γὰρ τοῦτο ἐπὶ πολέμῳ ἐξιόντι), ἀλλʼ ἴσως μεστὸν οἴνου ἀμφορέα, ὃν ἀξιοῖ σορὸν γενέσθαι. σορὸς δέ ἐστι κιβώτιον, οὗ ἔσω ὀροῦσαι ἔστιν.
*Διόνυσος Ἥφαιστον γενόμενον ἐν Νάξῳ μιᾷ τῶν Κυκλάδων
ξενίσας ἔλαβε παρʼ αὐτοῦ δῶρον χρύσεον ἀμφορέα. διωχθεὶς δὲ
ὕστερον ὑπὸ Λυκούργου καὶ καταφυγὼν εἰς θάλασσαν, φιλοφρόνως
αὐτὸν ὑποδεξαμένης Θέτιδος ἔδωκεν αὐτῇ τὸν ἡφαιστότευκτον
ἀμφορέα. ἡ δὲ τῷ παιδὶ ἐχαρίσατο, ὅπως μετὰ θάνατον ἐν αὐτῷ
ἀποτεθῇ τὰ ὀστᾶ αὐτοῦ. ἱστορεῖ Στησίχορος.
96. πάντα μάλʼ ἐκτελέω] βραχὺς ὁ λόγος καὶ ἐμφαίνων τὸν σπεύ-
δοντα πρὸς τὴν ἀμοιβήν. μῆκος δὲ λόγου ὄκνον χάριτος ἀναδέχεται.
100. ἠΰτε καπνός] διὰ τὸ λεπτὸν καὶ ἀφανὲς καὶ πνευματῶδες.
101. τετριγυῖα] ἐλεεινὰ βοόωσα, ὡς ἐπὶ τῶν νεοσσῶν (Il. 2, 314).
102. χερσί τε συμπλατάγησεν] ἐπὶ τῇ παραδόξῳ φαντασίᾳ τὰς χεῖρας συνέκρουσεν.
ἔπος ὀλοφυδνὸν τὸ μετὰ τίλσεως τριχῶν γενόμενον.
104. φρένες] τινὲς σῶμα· μέρος γὰρ σώματος αἱ φρένες. τοῦτο δὲ εἶπε, παρʼ ὅσον ἐκταθεὶς οὐκ ἔλαβε. κάλλιον δὲ, ὅτι φρένας οἱ τεθνεῶτες οὐκ ἔχουσιν. ἐμέμφετο γὰρ ὡς ἠμελημένος. ἢ εἰσὶ μὲν, οὐ μὴν πάμπαν.
107. θέσκελον] ἀληθῶς, ὡσεὶ θεοῦ τὴν ὁμοιότητα κατασκευά- σντος.
108. τοῖσι δὲ πᾶσιν] ὑπερβολὴ πένθους ἐστὶν, ὥστε οἱ τὰς παρα- μυθίας ὀφείλοντες προσφέρειν αὐτοὶ κατάρχονται δακρύειν.
115. *σειράς] σχοίνους.
116. πάραντα] μήτε ἀνωφερῆ μήτε κατωφερῆ, ἀλλʼ εὐθύτομα. δόχμια δὲ τὰ ἐκ πλαγίου.
119. κτυπέουσαι πῖπτον] ἤλλακται ἡ τάξις κατὰ παράφρασιν.
120. διαπλήσσοντες] διακόπτοντες πρὸς τὴν συμμετρίαν· τὸ δὲ διαπλίσσοντες ἀντὶ τοῦ τοῖς ποσὶ διαβάντες.
121. ποσσὶ δατεῦντο] διέκοπτον ταῖς ὁπλαῖς τὸ ἔδαφος, ἢ διεμε- ρίζοντο τοῖς ποσὶ τὴν γῆν· μερισμῷ γάρ τινι ὅμοιόν ἐστιν, ἄλλοτε ἄλλῃ τιθεμένων τῶν ποδῶν.
123. πάντες δʼ ὑλοτόμοι] νόμος γάρ ἐστι στρατιωτικὸς μηδένα κοῦφον ἐν ταῖς τοιαύταις χρείαις διατελεῖν.
125. ἐπισχερώ] ἐφεξῆς, παρὰ τὸ ἄλλο ἐπʼ ἄλλῳ τὴν σχέσιν ἔχειν.
131. ἐν τεύχεσσιν ἔδυνον] ἀντὶ τοῦ εἰς τὰ τεύχη.
132. ἐν δίφροισι] ἀντὶ τοῦ εἰς τοὺς δίφρους.
133. νέφος εἵπετο πεζῶν] τὸ πλῆθος διὰ τοῦ νέφους ἐδήλωσε, καὶ τὸ σχῆμα, καὶ πῶς ἐπορεύοντο.
135. καταείνυον] ἀντὶ τοῦ περιεκάλυπτον. τὸ πλῆθος δὲ τῶν κειρομένων διὰ τούτου ἐμφαίνει.
139. μενοεικέα] τὴν ἀρεσκομένην Ἀχιλλεῖ, ἢ τὴν πρέπουσαν τῇ πυρᾷ.
142. τοῖς ποταμοῖς ἔτρεφον τὰς κόμας, ἐπεὶ κουροτρόφοι νομί- ζονται, διὰ τὸ αὐξητικὸν τὸ ὑγρὸν εἶναι. ὅτι δὲ αὐξητικόν ἐστι, καὶ παῖδες πρώτῃ τροφῇ χρῶνται τῇ ὑγρᾷ.
143. ὀχθήσας] στενάξας, καὶ ὡς ἐπὶ τὴν πατρίδα καὶ τὸν Σπερ- χειὸν ἀποβλέψας.
147. δυνάμεως καὶ αὐξήσεως αἴτιον τὸ ὕδωρ· ὅθεν ἔνορχα θύουσιν, οἱονεὶ τὰ εὐθαλέστερα καὶ δυνάμει προὔχοντα τοῖς αἰτίοις τοῦ δύνασθαι.
155. εἰ μὴ Ἀχιλλεύς] τοσοῦτος ὁ θρῆνος ὅτι καὶ Ἀχιλλεὺς δια- γινώσκει τὴν ἀμετρίαν αὐτοῦ.
157. λείπει τὸ ὕστερον, ἵνʼ ᾖ, ἔστι καὶ ὕστερον ἆσαι γόοιο. ἐνέ- φηνε δὲ αὐτὸ διὰ τοῦ “νῦν δʼ ἀπὸ πυρκαῖῆς σκέδασον” (Il. 23, 158).
158. δεῖπνον] τὴν πρὸ τοῦ δείπνου τροφήν. ὑπερβολικῶς οὖν εἶπε
τὸ “καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος” (Il. 23, 154).
160. ὀξυτόνως τὸ κήδεός παρὰ τὸ κηδεύω, ὡς λοχεύω λοχεός. δηλοῖ δὲ τὸν κηδεύσιμον. τὸ δὲ ἑξῆς παραμενόντων ἄμμι οἱ ἀγοί.
*τὸ κηδεός τινὲς ἀντὶ τοῦ φροντίδος ἄξιος.
163. κηδεμόνες] οἱ εἰς τοῦτο τεταγμένοι πρὸς τὸ ἀδιασπάστως φροντίζειν αὐτοῦ παρὰ τοὺς ἄλλους.
164. ἑκατόμπεδον] ἑκατὸν ποδῶν πλευρὰς ἐκ παντὸς μέρους ἔχουσαν, ὡς τὸ τετράπους λίθος.
165. ἐν δὲ πυρῇ ὑπάτῃ] ἐν τῷ ἀνωτάτω αὐτῆς καὶ μέσῳ, ὡς τὸ
“ῥινὸς ὕπερ πυμάτης” (Il. 13, 616).
168. δημὸν ἑλών] πρὸς τὸ ταχὺ τὴν πιμελὴν ἐξυφαφθῆναι τοῦτο ποιεῖ Ἀχιλλεύς.
169. περὶ δὲ δρατὰ σώματα νήει] περὶ αὐτὸν ἐσώρευεν ὑπὲρ τοῦ καὶ τὴν ἀπʼ ἐκείνων πιμελὴν συμπράσσειν πρὸς τὴν καῦσιν. δρατὰ δὲ τὰ ἔκδαρτα κατὰ ἀντιστροφήν.
171. πρός] πρὸς τὸ σῶμα αὐτοῦ, ἢ πρὸς τὰς πλευρὰς, ἢ πρὸς ὃν ἔκειτο τόπον.
173. καὶ πρότερον λίαν ὠμὸν ὄντα πλέον ἠγρίωσε νῦν ὁ Πατρόκλου θάνατος, ὡς καὶ κύνας αὐτῷ συγκαίειν. διὸ ὡς ἀγανακτῶν ὁ ποιητής φησι (176) “κακὰ δὲ φρεσὶ μήδετο ἔργα.”
177. σιδήρεον] ἄμφω γὰρ τμητικὰ, πῦρ καὶ σίδηρος.
νέμοιτο] ἐμφαντικῶς ἀντὶ τοῦ φάγοι.
179. χαῖρέ μοι] ἀντὶ τοῦ ἥδου, ὅτι σοι τὰ πρὸς ἡδονὴν ἀπεπλή- ρωθα.
184. ἀπειλήσας] διὰ τῆς ἀναφωνήσεως ἐθεράπευσε τὸν ἀκροατήν·
ἤδη γὰρ συνέπασχε τῇ τοῦ Ἕκτορος αἰκίᾳ.
186. χρῖεν ἐλαίῳ] ἰσχυροποίησε τὸ σῶμα διὰ τῆς χρίσεως, ἵνα μὴ ἑλκόμενον ὑπʼ Ἀχιλλέως ἀποξέοιτο.
190. μὴ πρίν] μή πως πρὸ τοῦ ἀπολυθῆναι τοῖς οἰκείοις τὸ σῶμα σκελετῶδες ποιήσειεν.
192. οὐδὲ πυρή] τὴν ἔμφασιν διὰ τούτου τῶν ὑγρῶν ἐμφαίνει, νικησάντων τὸ πῦρ.
195. Βορέῃ καὶ Ζεφύρῳ] ὡς Θρᾳξί Θρᾴκη γὰρ Τροίας πλησίον.
198. ἀντὶ τοῦ ὁρμὴν λάβοι ἡ ὕλη τοῦ καῆναι, ἵνʼ ᾖ, ὕλη τʼ ἐσ-
σεύοιτο καήμεναι. εἰ δὲ ᾖ ὕλην τʼ ἐσσεύαιτο καήμεναι, ἀντὶ τοῦ ἵνʼ
ὁρμήσειαν οἱ ἄνεμοι τὴν ὕλην καίειν.
199. μετʼ ἄγγελος ἦλθʼ ἀνέμοισιν] Ἰωνικῶς, ἀντὶ τοῦ πρὸς
ἀνέμους ἧλθεν, ὡς Ἀρχίλοχος “μετέρχομαι σύμβουλον.” οὐκ
ἐποίησε δὲ ἐκείνους ἀκούοντας, ὅτι βούλεται δηλῶσαι ὡς ἡ Ἶρις
φανεῖσα πολλάκις ἀνέμων κίνησιν δηλοῖ, οἱονεὶ πρὸς διέγερσιν αὐτῶν
ὁρωμένη.
200. δυσαέος] οὐκ ἀεί, ἀλλὰ χειμῶνι. ἔστι γὰρ χειμῶνος μὲν δυσαὴς, θέρους δὲ προσηνής.
205. οὐχ ἕδος] οὐχ ἑδραστέον.
206. Αἰθιόπων ἐς γαῖαν] χαρίεν ἐν παρέργῳ δεδήλωκεν ὅτι ἀπηλλάγησαν οἱ θεοὶ τοῦ πολέμου καὶ παρʼ Αἰθίοψι πανηγυρίζουσι, πέρας ἐχόντων ἤδη τῶν περὶ τὴν Ἀχιλλέως βούλησιν. ἢ τάχα πρὸς ἀπαλλαγὴν τῶν ἐνοχλούντων ψεύδεται. χθὲς γὰρ θεαταὶ τῆς μάχης ἤσαν, καὶ ἔωθεν φιλονεικοῦσι περὶ Ἕκτορος.
208. τὸν δυσαῆ νῦν κελαδεινὸν εἶπεν· ἔστι δὲ ταυτὸν ἐκ παραλ- λήλου.
218. ὁ δὲ πάννυχος] πολὺ τὸ φιλέταιρον, ὅτι τοσαύτην ἀγρυπνίαν φέρει καὶ χοὰς τοσαύτας χέει.
222. ὡς δὲ πατήρ] αὔξησιν μεγίστην ὅλη ἔχει ἡ παραβολή· εἰς
γὰρ ἔνδειξιν στοργῆς πατρὶ παραβέβληται. ἀλλʼ οὐκ ἤρκεσεν
Ὁμήρῳ τὰ τῆς εἰκόνος· οὐ γὰρ τυχοῦσαν ἡλικίαν παιδὸς παρέ-
λαβεν, ἀλλὰ νυμφίον, τέλειον μὲν, παίδων δὲ οὔπω πατέρα, ὥστε
οὖν ὁ πατὴρ καὶ παῖδας ὄψεσθαι τοῦ παιδὸς προσδοκήσας, μετὰ τῆς
δευτέρας ἐλπίδος καὶ τὴν πρώτην ἀπώλεσεν.
223. νυμφίου] δηλοῖ ἡ λέξις καὶ τὸν ἤδη πατέρα παίδων· “νυμ- φίον ἐν μεγάροις μίαν οἴην παῖδα λιπόντα” (Od. 7, 65).
225. ἑρπύζων] βαρεῖά τις καὶ μογηρὰ κίνησις διὰ τοῦ ἑρπύζειν δηλοῦται. τοῦτο δὲ πρὸς τὸ ταπεινὸν Ἀχιλλέως διὰ τὴν λύπην.
232. κλίνθη κεκμηώς] ἐξέφρασε τὸν μετὰ πολὺν τὸν κόπον εἰς
ὕπνον ἀποκλίναντα. καὶ διὰ τοῦ ὄρουσε τὸ τάχος ἐνέφηνε τοῦ ὕπνου,
διὰ πολλὴν ἐπελθόντος ἀγρυπνίαν.
234. δοῦπος ἔγειρεν] τῶν γὰρ λυπουμένων ἐπιπόλαιος καὶ εὐδιά- λυτος ὁ ὕπνος.
243. φιάλῃ] ἀγγείῳ λεβητοειδεῖ, ἐκπεπλατυσμένῳ ἄνωθεν. δημῷ
δὲ τὰ ὀστᾶ καλύπτει πρὸς τὸ λιπαινόμενα μὴ εἶναι εὔσηπτα.
245. πολλόν] μέγαν· “πολλὸς γάρ τις ἔκειτο” (Il. 7, 156).
246. ἐπιεικέα τοῖον] ἠθικῶς, ἀντὶ τοῦ μικρὸν καὶ σύμμετρον.
248. δεύτεροι] ἔσχατοι. γενναίως δὲ τὸν ἑαυτοῦ οὐκ οἰκτίζεται θάνατον.
255. ὡς ὁ ζωγράφος προῦπογράφει πρῶτον, οὕτως καὶ οὗτοι προδιέγραψαν τὸ σχῆμα τοῦ τάφου. τὸ δὲ τορνογραφεῖν κυκλοτερῆ δείκνυσι τὸν τάφον.
τοῦτο ποιοῦσιν, ὅπως καὶ τὰ ὑπὸ τοῦ πυρὸς διαφθαρέντα μὴ ἐκτὸς
258. ἀγῶνα] τὸν τόπον ἐν ὦ ἀγωνίζονται. λείπει δὲ ἡ εἴς.
259. νηῶν] τοῦ τόπου ἔνθα ἤσαν· ἐν νεωλκηθείσῃ γὰρ νηὶ οὐδὲν τίθεται, οὐδὲ διατρίβει τις ἐν αὐτῇ· φησὶ γοῦν “οἰσέμεναι κλισίηθεν.”
*Πορφυρίου. ἐκ τούτου δείκνυται ὁ Ὅμηρος, ὁπόταν τὸ γένος προείπῃ
τὸ συνεκτικόν τινων, ἐπιφέρειν εἴωθε καὶ τὰ περιεχόμενα εἴδη, οὐ μέντοι
διὰ τοῦ διαζευκτικοῦ συνδέσμουλῆς οὐκ ἔστι συναγωγὸς, διὰ δὲ τοῦ συμ-
πλεκτικοῦ καὶ ἀναφορικοῦ καὶ ὑπάρχειν πάντα σημαίνοντος, ὥσπερ ἐν
τούτοις( Il. 23, 259) “νηῶν δʼ ἔκφερʼ ἄεθλα” τὸ γενικὸν τοῦτο. τὰ δὲ
εἴδη “λέβητάς τε τρίποδάς τε, ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα
κάρηνα, ἠδὲ γυναῖκας ἐῦζώνους πολιόν τε σίδηρον.” πάλιν εἰπὼν (Od.
3, 274) “πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν” ἐπάγει τὸ εἶδος “ὑφάσματά τε
χρυσόν τε” καὶ πάλιν εἰπὼν (Od. 9, 164) μῆλα ἐπάγει τὸ εἶδος “ὄῖές
τε καὶ αἶγες.” (Il.2,194) πάλιν φυτὸν είπν(Od. 24,246) ἐπάγει“οὐ
συκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη, οὐκ ὄχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς
κατὰ κῆπον.” πρὸς μὲν τὸ φυτὸν ἀπέδωκε τὴν συκῆν καί τὴν ἄμπελον καὶ
τὴν ἐλαίαν καὶ τὴν ὄχνην. πρὸς δὲ τὸν κῆπον ταῦτά τε καὶ τὴν πρασιάν.
λέγει γὰρ αὐτός που(Od. 4, 737) “καί μοι κῆπον ἔχει πολυδένδρεον·”
κῆπος δὲ ὁ καταπνεόμενος τόπος (Od. 7, 119) “ζεφυρίη πνείουσα τὰ.
μὲν φύει, ἄλλα δὲ πέσσει” καὶ (Il.22,467) “ἀπὸ δὲ ψυχὴν ἐκάπυσεν”
ἀντὶ τοῦ ἀπέπνευσε. πρασιὰν δὲ ἀπὸ τῶν λαχανευομένων τόπων, ἅπερ
καὶ ἐπʼ ἐσχάτοις φυτεύουσιν. (Od. 7,127) “ἔνθα δὲ κοσμηταὶ πρασιαὶ
κατὰ νείατον ὄρχόν.” καὶ τὰ ἑξῆς ἔπη. τὰ μὲν οὖν συνεκτικὰ πολλῶν
ὁμοῦ οὕτω, τὰ δὲ διαζευκτικὰ (Od. 17, 384) “μάντιν ἢ ἰητῆρα κακῶν
ἢ τέκτονα δούρων, ἢ καὶ θέσπιν ἀοιδόν.” τούτοις οὖν ὅμοιον τὸ (Il. 24
221)“τῶν οἳ μάντιες εἰσὶ θυοσκόοι, ἢ ἱερῆες.” ὁ δὲ Λειώδης ὅτι οὐκ ἔστι
μάντις δῆλον· οὐδὲν γὰρ ποιεῖ αὐτὸν προλέγοντα τοῖς μνηστῆρσιν ὥσπερ
τὸν Θεοκλύμενον (Od. 20, 351) “δειλοὶ, τί κακὸν τόδε πάσχετες
νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τʼ ἔνερθέ τε γοῦνα” καὶ
ἐπάγει (355) “εἰδώλων πλεῖον πρόθυρον, πλείη δὲ καὶ αὐλὴ ἱεμένων ἔρε-
βόσδε,” ὡς τῶν παρακολουθούντων αὐτοῖς δαιμόνων ἤδη ἀφισταμένων
καὶ εἰς Ἅιδου ἀπιόντων, ὡς καὶ ἐπὶ τοῦ Ἕκτορος ἔφη· “λεῖπεν δέ ἑ
Φοῖβος Ἀπόλλων.” καὶ ἐπὶ τῶν ἀποθνήσκειν μελλόντων (Il. 8, 73) “αἱ
μακρὰ πεφύκει” καὶ ἐπάγει “κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν
οὐρανομήκης,ʼ καὶ εἰπὼν “ὁ δʼ ἐρινεὸν ὀξέι χαλκῷ τάμνεν” ἐπάγει τὸ
εἰδικώτερον “νέους ὅρπηκας,ʼ καὶ πάλιν (Il. 10, 297) “ἀμφόνον”
εἰπὼν ἐπάγει τὰ ἐκ τοῦ φόνου “νέκυας διά τʼ ἔντεα καὶ μέλαν αἷμα.”
καὶ γὰρ οἱ νέκυες καὶ τὸ αἷμα καὶ τὰ ἔντεα ἐκ τοῦ φόνου. καὶ πάλιν
“ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν” (Il. 19,
214). λέγει δὲ καὶ τὸν τόπον ἔνθα οἱ φονευθέντες φόνον.
263. γυναῖκα μὲν τεχνῖτιν τῷ νικήσαντι τίθησιν, ὅτι σοφίας δεῖ καὶ τέχνης πρὸς τὴν νίκην, τρίποδα δὲ διὰ τὴν στάσιν καὶ καρτερίαν.
268. κεχανδότα] ἀντὶ τοῦ χανδάνοντα. λευκὸν δὲ τὸν καινόν.
269. πῶς τῷ τετάρτῳ πάντων μεῖζον δίδωσι: φησὶν οὖν ὁ
Ἀριστοτέλης μὴ εἶναι τὸ τάλαντον ὡρισμένον ποσὸν, ἀλλὰ καὶ
ἐπὶ ἥσσονος καὶ μείζονος λαμβάνεσθαι· νῦν μὲν γὰρ ὡς ἧττον
ἵππου λαμβάνεται, ἐν δὲ ταῖς λιταῖς (Il. 9, 122) ὡς μεῖζον.
εἶχε δὲ ποτὲ μὲν ἑκατὸν δραχμὰς, ποτὲ δὲ πεντήκοντα, ποτὲ δὲ
λ, ποτὲ εἰκοσιτέσσαρας, ποτὲ δ΄, ὥς φησι Τίμαιος, καὶ τὸ τελευ-
ταῖον μίαν.
270. ἀμφίθετον] οἱ μὲν ἐξ ἀμφοῖν μεροῖν αἰρομένην, οἱ δὲ παντα- χόθεν ἱσταμένην. ἀγγεῖον δὲ λεβητῶδες ἦν, δύο ἔχον ὦτα ἀμφοτέ- ρωθεν, διʼ ὧ ἐβαστάζετο.
271. μῦθον ἐν Ἀργείοισιν ἔειπε] οὐ διὰ κήρυκος· οὐ γὰρ πρὸς πάντας, ἀλλὰ πρὸς τοὺς ἀριστεῖς διαλέγεται.
281. ἐντεῦθεν Ξενοφῶν τὴν κεφαλὴν τῶν ἵππων ὕδατι πλύνειν ἀξιοῖ καὶ τὸ προκόμιον, ὁμοίως δὲ καὶ τῶν βοῶν· καὶ ἐλαίῳ τῷ ἀρκοῦντι λιπαίνειν.
287. ταχέες] ἀντὶ τοῦ ταχέως, ὡς τὸ “λῦσε δʼ ἀγορὴν αἰψηρήν” (Il. 19. 276).
289. ὃς ἱπποσύνῃ ἐκέκαστο] οὐ μόνον ἵππων ἀρετῇ θαρρῶν ἀνέστη πρῶτος, ἀλλὰ καὶ τέχνῃ ἱππικῇ.
293. ὦρτο ξανθὸς Μενέλαος] εἰς τιμὴν Ἀχιλλέως οἱ βασιλεῖς
ἀγωνίζονται. ἄτοπον δὲ ἦν, εἰ ἡσσήθη Ἀγαμέμνων· τὸ δὲ μηδέτερον
ἀγωνίσασθαι ἀπρεπές.
295. τὴν Ἀγαμεμνονέην] τὴν τοῦ ἀδελφοῦ ζεύγνυσιν ἵππον, ἵνα
τρόπον τινὰ κοινῇ ἀγωνίζοιντο. πρὸς δὲ τὸ φιλάδελφον οὐκ ἐντυγχά-
νοντα περὶ τῆς ἵππου πεποίηκεν αὐτὸν τῷ ἀδελφῷ, ἀλλὰ μετʼ
ἐξουσίας ζευγνύντα. ἔπαινος δέ ἐστι τοῦ δυναμένου εὐθύνειν τὸ
ἀνόμοιον ζεῦγος. τάχα δὲ καὶ συνεργεῖ πλέον ἡ θῆλυς· οὐ γὰρ
ἐδίδου ἀνοχὴν Ποδάργῳ τοῦ θηλυμανεῖν καὶ ἀμελεῖν τοῦ δρόμου.
καὶ ὑπαινίττεται ὁ ποιητὴς ὡς ὅτι περὶ τὰ παιδουργὰ μόρια μόνον
διαφέρειν ὀφείλουσιν ἄρρεν καὶ θῆλυ, κατὰ δὲ τὴν ἀρετὴν καὶ τὸ τοῦ
βίου πρακτικὸν οὐδεμία αὐτοῖς διαφορά.
297. δῶρʼ ἵνα μή οἱ ἕποιθʼ] ἀπεσέμνυνε τὴν ἵππον οὕτως αὐτὴν
εὐγενίσας, ὥστε καὶ δῶρον ἀστρατείας δοθῆναι. κρείττονα δὲ ἡγήσατο
πολεμικὴν ἵππον ὑπὲρ ἀπόλεμον ἄνθρωπον Ἀγαμέμνων.
301. οὐ μάτην Ἀντίλοχος ἀγωνίζεται· ἱππικοῦ γάρ ἐστι πατρός, καὶ παρέξει ἀφορμὴν τῷ πατρὶ ὑποθήκας αὐτῷ ἡνιοχείας παραδοῦναι.
303, 304. Πυλοιγενέες] γράφεται καὶ παλαιγενέες· “ἄμφω γὰρ ἀτέμβονται νεότητος” (445). τὸ δὲ ὠκύποδες ἐπὶ νεότητος, ὡς τὸ “ἐῦμελίης Πρίαμος” (Il. 17, 9).
305. εἰς ἀγαθτά] ἐπὶ τὸ ἀγαθὸν αὐτὸν σωφρονίζων καὶ ἐμβιβάζων εἰς τὴν νίκην καὶ περὶ ἱππικῆς διδάσκων.
310. τῷ τʼ οἴω] τὸ τέλειον τῷ τοι οἴω· σπανία δὲ παρʼ Ὁμήρῳ ἡ συναλοιφή. τινὲς δὲ τὸν τέ οἴονται, καὶ ἔστι περισσός.
311. ἀφάρτεροι] παρὰ τὸ ἄφαρ, ὃ σημαίνει τὸ εὐθέως, οἱ εἰθεῖς καὶ ταχύτατοι.
311, 312. οὐκ εἶπεν ὅτι κρείσσων τυγχάνεις, ἀλλʼ ὅτι οὐδὲ
ἥσσων.
314. 315. ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα] οὐ ὡς ἄμοιρον ἄθλου ἐσόμενον, ἀλλʼ ἵνα μὴ πέμπτος μείνῃ· εἰ γὰρ ἄεθλόν ἐστι τὸ ἐπὶ νίκῃ διδόμενον, ἄρα τὸ πέμπτον οὐκ ἔστιν ἄεθλον.
315. μήτι τοι δρυτόμος] ἵνα κατὰ τὴν φύσιν τοῦ ξύλου καὶ
ἁρμονίαν κόπτῃ, καὶ μὴ κατὰ τὸ ἐναντίον.
316. μήτι δʼ αὖτε κυβερνήτης] ἵν’ ἀντιτάττηται τῷ πνεύματι,
καὶ τὸ ἐπιὸν δεχόμενος ἀποκλῷ τὸ λειπόμενον· ἐκεῖνος γὰρ ἄριστος
κυβερνήτης, ὁ ἐν χειμῶνι ὀρθὴν ἄγων τὴν ναῦν. ἐρεχθομένην δὲ
319. ἐναντιότητος ἔλαβεν ἐνθύμημα, τέχνης ἐπιτυχίαν καὶ ἁμάρ-
τημα ἐπιτυχίας. οἱ μὲν γὰρ, φησὶν, ἀτεχνεῖς ὄντες, ἵππων δὲ γεν-
ναίων ἐπιτυχόντες, τῇ ἐπιτυχίᾳ τὴν ἧτταν ἐκτήσαντο, μὴ περιγενό-
μενοι τῶν ἵππων, ἀλλὰ διὰ τὸ εὔδρομον πλείστην ὁδὸν καὶ οὐκ εὐθεῖαν
εἱλούμενοι. ὁ δὲ τεχνίτης, κἂν βραδεῖς ἔχοι ἵππους, τάχιον τοῦ
τέλους εὐθυδρομῶν ἐφικνεῖται.
322. ὃς δέ κε κέρδεα εἴδῇ] τέχνης βουλεύμασι “κέρδεσιν, οὔτι τάχει γε παραφθάμενος” (515).
323. στρέφει ἐγγύθεν] κάμπτει ἐγγὺς τοῦ καμπτῆρος, ἵνα μὴ ἐξαγώνιος αὐτῷ γένηται ὁ δρόμος.
οὐδέ ἑ λήθει] οὐ λήθει αὐτὸν ἐὰν ἔξω τοῦ καμπτῆρος τρέχωσιν. ἢ
οὐ λήθει αὐτὸν τὸ ἐγγὺς τοῦ καμπτῆρος στρέφειν τοὺς ἵππους.
328. οὐ καταπύθεται] Θεόφραστός φησι (Hist. Plant. 5, 5) τὰ τοιαῦτα ξύλα κατορυσσόμενα ἢ ἐν λίμναις βρεχόμενα μὴ σήπεσθαι· ἐὰν δὲ ἐν θαλάσσῃ ᾖ, σήπεται.
330. ξυνοχῇσιν ὁδοῦ] ταῖς συμπτώσεσι ταῖς ἀπὸ εὐρυχωρίας εἰς
στενὸν συγκλειομέναις· ἀμφίς δὲ χωρὶς ἤγουν ἐκτὸς τῆς στενώσεως.
336. ἡρέμα κλιθῆναι πρὸς τὸ μὴ τρέψαι τὸν δίφρον, καὶ τὸν δε- ξιὸν ἵππον κεντρίσαι πρὸς τὸ δραμεῖν.
339. δοάσσεται] φαντασθῇ, νομισθῇ.
340. λίθου] τοῦ προειρημένου λίθου. “λᾶε δὲ τοῦ ἑκάτερθεν
ἐρηρέδαται δύο λευκώ” (329).
*πλήμνη δὲ οἱ μὲν ἀπὸ τοῦ πλήσσεσθαι τὸν ἄξονα ὑπʼ αὐτῆς· οἱ δὲ ἀπὸ τοῦ πληροῦν τὸν ἄξονα, ἐκ τοῦ πλῶ τὸ πληρῶ.
343. εἶναι] ἀντὶ τοῦ ἕσο. ἢ λείπει τὸ σπεῦδε.
345. οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι] οὐδεὶς μετὰ σὲ ὁρμῶν καταλάβοι
σε· εἰ δὲ καὶ καταλάβοι, ἀλλʼ οὐ παρέλθοι.
346. * Ἀρίονα] Ποσειδῶν ἐρασθεὶς Ἐρινύος, καὶ μεταβαλὼν τὴν
αὑτοῦ μορφὴν εἰς ἵππον, ἐμίγη κατὰ Βοιωτίαν παρὰ τῇ Τιλφούσῃ
κρήνῃ. ἡ δὲ ἔγκυος γενομένη ἵππον ἐγέννησεν, ὃς διὰ τὸ κρατιστεύειν
πῶλον παρέσχεν· ὑφʼ οὗ μόνος ὁ Ἄδραστος ἐκ τοῦ Θηβαῖκοῦ
πολέμου διεσώθη, τῶν ἄλλων ἀπολομένων. ἡ ἱστορία παρὰ τοῖς
κυκλικοῖς.
δῖν] διὰ τὸ λίαν ταχὺ τοῦ δρόμου καὶ τὸ κάλλος τοῦ εἴδους θειο-
τέρας αὐτὸν ὑπερβολικῶς ἔφησε φύσεως. καλῶς δὲ τὰ ἐν ἑκατέρᾳ
ἠπείρῳ διαφέροντα τῶν ἵππων γένη παρέλαβεν.
350. ἑκάστου πείρατ’] τὰ ἀπὸ τῆς ἐμπειρίας ἀποβησόμενα πρά- γματα.
351. Μηριόνης δʼ ἄρα] οὐδὲ ὁ Μηριόνης ἀσκόπως πρὸς τὴν ἀγω-
νίαν παρείληπται, ἀλλʼ ἵνα διάθηται τὰ περὶ τὸν Ἰδομενέα περιέ-
χοντα φιλονεικίαν ὄχλῳ πρέπουσαν.
353. ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο] ἐναγώνιον συνίστησι τὸν
ἀγῶνα, εἴγε ὁ πρῶτος ὕστερος καὶ ὁ ὕστερος πρῶτος ὁρᾶται. ἦν δὲ ὁ
δρόμος οὐ δόλιχος. κάμπτουσι δὲ ὀλιγάκις. ἔδει δὲ πολλάκις εἶναι
τὸν καμπτῆρα. δίαυλος οὖν ἐστὶ μακρότατος· διὸ καὶ σκοπὸς κά-
θηται Φοῖνιξ καὶ σημαίνει τὸ τέρμα τηλόθεν, μή πώς τις ἐντὸς τοῦ
καμπτῆρος κάμψῃ· ἅπαξ γὰρ ὁρῶνται ἐπὶ τοῦ αἰγιαλοῦ καὶ ἅπαξ
φιλονεικοῦσι περὶ αὐτῶν.
358. μεταστοιχεί] ἀντὶ τοῦ μετὰ στοιχειώσεως καὶ τάξεως.
361. μεμνέῳτο] ἐπιμέλοιτο· “μεμνῆσθαι πατρὸς καὶ μητρός”
(Od. 18, 267). προπαροξυντέον δὲ καὶ μετὰ τοῦ ι γραπτέον.
362. οἱ δʼ ἄρα πάντες] πᾶσαν φαντασίαν ἐναργῶς προβέβληται, ὡς μηδὲν ἧττον τοὺς ἀκροατὰς τῶν θεατῶν ἐσχηκέναι.
365. νόσφι νεῶν] ἤρξαντο μὲν ἀπὸ Σιγείου, ἔνθα ἦν Ἀχιλλεὺς,
ἔτρεχον δὲ ἐπὶ τὸ Ῥοίτειον· νόσφιν οὖν νεῶν τῶν πρὸς τῷ αἰγιαλῷ
νεωλκηθεισῶν. κατὰ δὲ Ἀρίσταρχον ὁ δρόμος γέγονεν ἐν τῷ ἀπὸ τοῦ
τείχους διαστήματι ἄχρι τῆς θαλάσσης.
368. ἐν μὲν τῇ πεδιάδι χθονὶ πίλνατο, ἐν δὲ τοῖς πετρώδεσιν ἄνω ᾖρτο. βεβαία δὲ αὐτῶν ἡ στάσις, ὅτι μὴ ἔπιπτον τῇ τῶν ἁρ- μάτων ἀναβολῇ.
372"ἐπέτοντο] πρὸς γὰρ τῷ τέλει πλέον ταχύνουσι διὰ τὴν νίκην. κονίοντες δὲ κονιόμενοι ἢ κόνιν ἐγείροντες.
382. ἀμφήριστον] ἀμφισβητήσιμον.
383. σεμνοποιῆσαι θέλων τὸν ἀγῶνα, καὶ θεοὺς συμφιλονεικοῦντας
εἰσάγει. κατὰ Διομήδους δὲ χωρεῖ ὁ Ἀπόλλων, ὅτι οὐ θεὸν μέγαν
ἅζετο, εἰ μὴ μόνῃ εὔχετο Ἀθηνᾷ.
* δεόντως τῶν Εὐμήλου ἵππων προνοούμενος εἰσάγεται ὁ Ἀπόλλων,
ἐπεὶ αὐτὸς ἀνεθρέψατο αὐτὰς κατὰ τὸν ποιητὴν λέγοντα “τὰς ἐν
Πιερίῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων, ἄμφω θηλείας, φόβον Ἄρεως
φερούσας” (Il. 2, 766). δοκεῖ γὰρ κατὰ τὸν μῦθον Ἀπόλλων θη-
τεῦσα Ἀλδμήτῳ τῷ Εὐμήλου πατρί.
384. χωομένοιο] συγχεομένου καὶ λελυπημένου ἐπὶ τῇ ἀτυχίᾳ.
387. ἐγκλιτέον τὴν οἷ· ἔστι δὲ ἀντὶ τοῦ αὐτοῦ.
388. ἐλεφηράμενος] παραλόγως καὶ ἀδίκως βλάψας αὐτόν.
391. δεῖ τοίνυν καὶ τὰς ἐπικουρίας πεφυλαγμένως ποιεῖσθαι,
ὅπως μὴ μᾶλλον, ὧν προῖστάμεθα, τούτους βλάπτοιμεν.
392. ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν] ἐτάχυνε τὴν ἀπαγγελίαν, μιμούρμλνος ψόφον ἁρμάτων κλωμένων.
393. ἀμφὶς ὁδοῦ δραμέτην] τῆς προκειμένης ὁδοῦ χωρὶς ἔδραμον.
ἐλύσθη] συνερρύη, συνέπεσεν, ὡς “λασίην ὑπὸ γαστέρʼ ἐλυσθείς”
(Od. 9, 433).
396. ἡ ὀνοματοποιία τοῦ θρυλίχθη τὴν ταραχὴν τοῦ θραυσθέντος προσώπου δηλοῖ.
397. θαλερὴ ἡ σύντονος καὶ μεγάλη.
398. παρατρέψας] νηφαλεωτάτη ἡ προσθήκη. τοῦτο γὰρ ἦν
δεξιοῦ ἡνιόχου, τὸ μὴ ἐπενεχθῆναι τῷ συντετριμμένῳ δίφρῳ.
403. ἔμβητον] ἠθικὴ ἡ προσφώνησις καὶ συνήθης· καὶ γὰρ οἱ ἐν πολέμῳ καὶ ὀνόματα αὐτοῖς εἰώθασι τιθέναι διὰ τὸ μὴ ξενοφωνοῦντας ἵστασθαι.
*σφῶϊ τιταίνετον] ἀντὶ τοῦ ὑμᾶς αὐτοὺς τείνετε πρὸς δρόμον.
γίνεται δὲ ἐκ τοῦ ταίνω τοῦ σημαίνοντος τὸ τείνω, ἀφʼ οὗ καὶ τι-
ταίνω.
405. οἷσιν Ἀθήνη] τὴν ἐκ τῆς Ἀθηνᾶς στοχάζεται βοήθειαν, ὡς ἂν συνετός. καὶ Αἴας (782) “ἥ μʼ ἔβλαψε θεά.”
408. μὴ σφῶιν ἐλεγχείην καταχεύῃ] αἰδοῖ καὶ φόβῳ διεγείρει
αὐτούς.
413. ἀποκηδήσαντε] ἀφροντιστήσαντες, ἀμελήσαντες.
419. τὸ γενικώτερον προέταξεν, ὅτι ἦν στενὴ ὁδός· εἶτα ἐπάγει ῥωχμὸς ἔην, ὅ ἐστι χάσμα ἐκ ῥύακος γεγενημένον. στεῖνος δὲ στέ- νωμα κοιλάδας ἔχον περικειμένας. βαρύνεται δὲ τὸ στεῖνος ὡς τὸ μάκρος.
420. ῥωχμὸς ἔην] ἔκρηξίς τις ἦν μικρὸν ἀνωτέρω τοῦ καμπτῆρος. ἐν δεξιᾷ Μενέλαος ἤλαυνεν.
422. ἁματροχιάς] τὰς εἰς ταὐτὸ συνόδους τῶν τροχῶν.
*Πορφυρίου. οὐ δεῖ δυσχεραίνειν εἰ τῶν νῦν παιδευτῶν τοὺς
πολλοὺς λανθάνει τινὰ τῶν Ὁμηρικῶν, ὅπου καὶ τὸν δοκοῦντα εἶναι
ἀκριβέστατον καὶ πολυγράμματον Καλλίμαχον ἔλαθεν ἡ διαφορὰ
τῆς ἁρματροχίας, ἣν ἔχει πρὸς τὴν χωρὶς τοῦ ρ λεγομένην ἁματρο-
χιάν. ἔστι δὲ ἁματροχιὰ τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι,
οἷον ὁμοδρομία τις οὖσα· τρόχους γὰρ τοὺς δρόμους ἔλεγον. ἁρμα-
τροχία δὲ τῶν τροχῶν τὸ ἴχνος. ἄμφω δὲ παρʼ Ὁμήρῳ κεῖται, τὰς
δυνάμεις αὐτοῦ τοῦ ποιητοῦ ἐξηγησαμένου. ὅτι γὰρ τὸ ἅμα τρέχειν
δηλοῖ ἡ ἁματροχιὰ παρίστησιν ἐπὶ τοῦ Μενελάου λέγων “τῇ ῥʼ
εἶχε Μενέλαος ἁματροχιὰς ἀλεείνων.” ὑπελείπετο γὰρ διὰ τὸν
ῥωχμὸν τῆς γῆς καὶ τὴν ῥῆξιν, τὴν συνέμπτωσιν τοῦ δρόμου φυλατ-
τόμενος. τοῦτο γὰρ μεταλαβὼν ἐν ἄλλοις ἐξηγήσατο, εἰπὼν (Il. 15,
635) “αἰὲν ὁμοστιχάει.” καὶ ἐπὶ τοῦ Εὐμαίου δὲ ἐχομένου τῆς
τροφοῦ καὶ συμβαδίζοντος μετὰ δρόμου αὐτή φησι (Od. 15, 450)
“παῖδα γὰρ ἀνδρὸς ἐῆος ἐνὶ μεγάροις ἀτιτάλλω, κερδαλέον δὴ τοῖον,
ἁματροχόωντα θύραζε,” τουτέστιν ἤδη μοι ἔξω συντρέχειν δυνάμενον
καὶ βάδην σὺν ἐμοὶ πορευόμενον, οὐκ ἐπικολπίδιον· “ἡ δέ με χειρὸς
ἑλοῦσα δόμων ἐξῆγε θύραζε.” ἁματροχιὰ μὲν οὖν οὕτως. μετὰ δὲ
τοῦ ρ, ἁρματροχία, ὅτι τὸ ἀπὸ τῶν τροχῶν δηλοῖ, αὐτὸς πάλιν παρί-
στησι λέγων “οὐδέ τι πολλὴ γίνετʼ ἐπισσώτρων ἁρματροχίη κατό-
πισθεν ἐν λεπτῇ κονίῃ” (504)· διὰ γὰρ τὸ λεπτὸν καὶ ὀλίγον τῆς
κόνεως μὴ πολὺ γίνεσθαι τὸ τῶν ἐπισσώτρων ἴχνος φησίν. ἐξηγή-
σατο δὲ πῶς γίνεται ἴχνος, ὅτι λειπόμενον ὀπίσω τοῦ ἱεμένου εἰς τὸ
ἔμπροσθεν. ἀγνοήσας δὲ ταῦτα ὁ Καλλίμαχός φησιν “ἀλλὰ θεόν-
των ὡς ἀνέμων οὐδεὶς εἶδεν ἁματροχιάς.ʼ βούλεται μὲν γὰρ εἰπεῖν
ὡς οὐδεὶς εἶδεν ἴχνος διὰ τὸ θεῖν ὡς ἀνέμους· ἁματροχιαὶ δὲ οὐ
424. ἐκ τῆς ὁδοῦ εἰς τὰς ῥωγάδας ἑαυτὸν δοὺς, ἵνα παρελάσῃ τὸν ἐντὸς ἔχων δρόμον ὀρθότερον, καὶ φθάσῃ ἐπί τὸν καμπτῆρα. ὁ δὲ Μενέλαος τὸν ἀσφαλέστερον ἤλαυνε δρόμον.
426. ἀφραδέως] ἀπείρως· οὐ γὰρ οἶδεν ὅτι κακουργεῖ. ἄνεχʼ] ἄνω ἔχε, μὴ ἐπίκεισο.
427. τάχα δʼ εὐρυτέρῃ] ὅταν παρέλθῃς τὸ στενὸν, ταχέως ἐν τῇ εὐρυτέρᾳ παρελάσεις.
428. κύρσας] συμπεσὼν, συρράξας, συμβαλών.
430. οὐκ ἀΐοντι ἐοικώς] προσποιούμενος μὴ ἀκούειν.
431. οὖρα τὰ ὁρμήματα. κατωμαδίοιο δὲ τοῦ κατὰ τῶν ὤμων φερομένου· ἄνωθεν γὰρ αὐτὸν ῥίπτουσι.
433. ἠρώησαν] ὑπεχώρησαν.
440. πεπνῦσθαι] ὁ γὰρ ἀδικῶν οὐ λογισθήσεται φρόνιμος
εἰκότως.
445. ἀτέμβονται νεότητος] στέρονται, ἐνδεεῖς εἰσὶ καὶ χρείαν ἔχοντες ἥβης.
450. πρῶτος δʼ Ἰδομενεύς] ἀγωνιᾷ γὰρ διὰ τὸν φίλον, καὶ διὰ τοῦτο εἰς τὴν περιωπὴν ἄνεισιν ὡς σκοπήσων ὃ συμβαίνει.
451. ἐκτὸς ἀγῶνος] καὶ πῶς ἐκτὸς ὄντας ἀγῶνος ὁ ἀγωνοθετῶν Ἀχιλλεὺς διαλύει; ἴσως οὖν αἰσθόμενος διαπληκτιζομένων ἀναστὰς κωλύει. περιωπὴ δὲ, ὅθεν ἔστι πάντας ἰδεῖν ἢ ὑπὸ πάντων ὁρᾶσθαι διὰ τὸ ὕψος.
452. ἄνευθεν ἐόντος] τουτέστι μακρὰν ἀπόντος τοῦ ἡνιόχου.
454. τόσον] ἀντὶ τοῦ ὅλον· οὕτω γάρ φησι πρὸς τὰ παρʼ ὀλίγον τετελεσμένα. οἱ δὲ γλωσσογράφοι τόσσον ἀντὶ τοῦ σῶμα. Χαμαι- λέων δέ φησι τοὺς τοιούτους ἵππους ἀρίστους εἶναι.
458. οἶος ἐγὼν ἵππους] καὶ ταῦτα εἰωθότα ἐν τοῖς ἀγῶσι· θρύ-
πτονται γὰρ ὡς ἀκριβέστερον θεώμενοί τινες, καὶ ἐν ἤθει καταλαζο-
νεύονται τῶν πολλῶν.
459. παροίτεροι] παρὰ τὸ πάρος, ἵνʼ ᾖ οἱ πρότεροι· καὶ πλεονάζει τὸ ι ὡς ἐν τῷ μυχοίτατοι (Od. 21, 146). οἱ δὲ ἀπὸ τοῦ πάροιθεν τοπικοῦ.
462. τὰς πρῶτα ἴδον] καμπτούσας μὲν γὰρ αὐτὰς εἶδε, μετὰ δὲ
τὸ κάμψαι οὐκέτι.
463. οὔ πω] περισσὸν τὸ πω· τὸ γὰρ πῆ τὴν εἰς τόπον δηλοῖ σχέσιν, οὐ τὸ πω.
466. οὐκ ἐτύχησεν ἑλίξας] ἀπέτυχε, φησὶ, τοῦ ἑλίξαι καὶ συ- στρέψαι τοὺς ἵππους.
468. ἐξερώησαν] ἔξω τοῦ δρόμου ὥρμησαν.
474. λαβρεύεαι] λάβρως καὶ οὐ μετὰ σκέψεως λαλεῖς. πρό- γλωσσος δὲ ἀεὶ καὶ θρασὺς Αἴας καὶ νῦν τὸ ἴδιον νόσημα φυσικῶς ἑτέρῳ ἐπιτίθησι· διὸ καὶ διὰ γλῶτταν κολάζεται νῦν καὶ ἐν τῷ ναυαγίῳ.
ἀγροικώδης μὲν ἡ λοιδορία, ἀλλὰ μιμεῖται διαθέσεις θεατῶν· δέ-
δοκται γὰρ τῷ ποιητῇ πᾶν εἶδος ἔργων καὶ λόγων διαγράψαι.
477. οὔτε τοι] οὕτε ἔκδηλον καὶ πολὺ ὁ ὀφθαλμός σου ὁρᾷ. ὀξύ- τατον δὲ, ὅτι τμητική ἐστιν ἡ θέα τοῦ ὑποκειμένου ἀέρος.
481. εὔληρα] ἅπαξ χρῆται τῇ λέξει. ὁ δὲ Ἡρωδιανὸς καὶ ἐπὶ.
ἱματίου καὶ ἐπὶ δεσμοῦ τίθεσθαί φησι τὴν λέξιν. ἔστι δὲ παρὰ τὸ
εἰλῶ, εἴληρα καὶ εὔληρα. δηλοῖ δὲ τὰ ἥνια.
483. κακοφραδές] κακολόγε, κακὰ ἐπιλογιζόμενε.
485. τὸ δεῦρο δηλοῖ καὶ τὸ εἰς τοῦτον τὸν τόπον. λέγεται δὲ καὶ ἐγκελευστικῶς, ὡς τὸ “δεῦρʼ ἄγ’ ἰών” (Od. 12, 184). τὸ δὲ νῦν ἐνθάδε διὰ τὸ μέτρον συσταλτέον.
συνθώμεθα. καὶ λείπει ἡ περί εἰς τὸ τρίποδος.
486. ἵστορα] μάρτυρα, συνθηκοφύλακα.
487. ἵνα γνοίης ἀποτίνων] ἵνα γνῷς, φησὶν, ἀποδιδοὺς καὶ ζημιού- μενος ὁποῖαι πρῶται ἵπποι.
490. προτέρω] ἀντὶ τοῦ εἰς τοὔμπροσθεν, εἰς μείζω προέβη τὰ
τῆς ἔριδος.
491. εἰ μὴ Ἀχιλλεύς] ὡς ἀγωνοθέτης γὰρ προΐσταται τῆς εὐκο- σμίας.
500. κατωμαδόν] κατὰ τῶν ὤμων τῶν ἰδίων ἵππων τὴν μάστιγα ἐπαίρων.
501. ὑψόσʼ ἀειρέσθην] τοῦτο πρὸς τὸ ἁβρὸν καὶ τὸ τῶν ποδῶν εὔρυθμον.
502. ἡνίοχον] τὸν Διομήδην. καὶ τοὺς ἱππέας γὰρ ἡνιόχους καλεῖ (Il. 11, 151)· καὶ οὐκ ἄτοπον.
504. οὐδέ τι πολλή] μετὰ τάχους γὰρ διαβαίνοντες οἱ τροχοὶ οὐ
πάνυ τὴν γῆν ἐχάρασσον.
507. στῆ δέ] ἀντὶ τοῦ ἐπαύσατο τοῦ δρόμου. ἀγῶνι δὲ τῷ ἀθροίσματι.
510. οὐδὲ μάτησε] οὐ μάταιον ἡγήσατο τὸ λαβεῖν τὸ ἆθλον. ἐξ οὗ τὸ οὐκ ἠφροντίστησεν, ἀφʼ οὗ τὸ οὐκ ἠμέλησε νοητέον.
515. κέρδεσιν οὔτι τάχει] Ἀντίλοχος μὲν διδαχθεὶς παρὰ τοῦ
πατρὸς παρατρέχει· ὁ δὲ ταχεῖς ἵππους ἔχων μέλλει παραδραμεῖν.
517. προσφυεστάτη ἡ εἰκών· χρῆται γὰρ τοῖς διαστήμασι τῶν ἁρμάτων, καὶ ἀπὸ τῆς ὁμοίας χρείας δέχεται τὴν εἰκόνα.
519. τοῦ μέν τε ψαύουσιν] ὅσον γὰρ διαβαίνει ὁ ἵππος τρέχων,
τοσοῦτον ἕπεται ὁ τροχός.
521. πεδίοιο] λείπει ἡ διά.
523. τινὲς δύο μέρη φασὶν, ἵνʼ ᾖ δίσκου οὖρα· ἄμεινον δὲ σύν- θετον εἶναι.
526. *προτέρω] ἀντὶ τοῦ πορρωτέρω.
529. δουρὸς ἐρωήν] ἔκτασιν καὶ ὁρμὴν δόρατος πορευομένου.
531. ἤκιστος] παρὰ τὸ ἦκα, ὃ δηλοῖ τὸ ἡσυχῆ. τοῦτο δὲ παρὰ τῷ ποιητῇ ψιλοῦται καὶ δηλοῖ τὸ ἐλάσσων, παρὰ δὲ Ἀττικοῖς δασύ- νεται καὶ σημαίνει τὸ οὐδὲ ὅλως. οἱ δὲ ἄτεχνος· ἄλλοι ἀσθενής.
533. τῶν ἔμπροσθεν αὐτοὺς ἕλκων, ὅ ἐστι διὰ τῶν ἀγωγέων ἕλκων
καὶ τῇ μάστιγι τοὺς αὐχένας τύπτων. συγκέκοπται δὲ ἀπὸ τοῦ
πρόσσωθεν, τὸν δὲ τόνον ἐφύλαξεν.
537. ἀλλʼ ἄγε δή οἱ δῶμεν] διδάσκει τοὺς παρὰ τὴν ἀξίαν ἀτυ- χοῦντας ἐλεεῖν καὶ μὴ τῆς ἀρετῆς ἐᾶν ὑπερτερεῖν τὴν τύχην.
538. ἀτὰρ τὰ πρῶτα] ἵνα μὴ δοκῇ Διομήδει ὕπουλος εἶναι καὶ φοβερός.
543. ὁ τοῦ Νέστορος υἱὸς Ἀντίλοχος καὶ λόγῳ καὶ πράξει ἐστὶ δυνατός· τὸ μὲν γὰρ κεχολώσομαι ἁπλουστάτης ἐστὶ διαθέσεως καὶ φιλεταιρίας, τὸν δὲ Μενέλαον ἠπιότητι νικᾷ. καὶ μεμίμηται νέου χρηστὸν ἦθος ὁ ποιητής.
546. ἀλλʼ ὤφελεν ἀθανάτοισιν] ἐναντιώσῃ οὖν τοῖς θεοῖς, εἰ ἀφή-
ρηνται ἐκεῖνοι, αὐτὸς δὲ δώσεις.
551. μεῖζον ἄεθλον] οὐδετέρως. εἴωθε δὲ καὶ ἀρσενικῶς λέγειν ὁ ποιητής.
556. χαίρων Ἀντιλόχῳ] λείπει ἡ ἐπί. ὅσῳ δὲ διατέταται πρὸς
561. χεῦμα] ἐδήλωσε τὸν ἐκκεχυμένον τε καὶ πεπηγμένον τῷ δόρατι κασσίτερον.
566. θυμὸν ἀχεύων] οὐ διὰ σμικρολογίαν ἐφίεται τοῦ μείζονος
ἄθλου, ἀλλὰ φύσει πάντες νικᾶν θέλομεν. φιλότιμος μὲν οὖν ἐστὶ
περὶ τὴν νίκην. ὅτι δὲ οὐ δύσερις, ἔδειξε παραχρῆμα διαλυσάμενος.
μέμφεται δὲ αὐτῷ ἀπατήσαντι καὶ παρὰ τὴν ἡρωῖκὴν ἁπλότητα
κακουργήσαντι.
568. χειρὶ σκῆπτρον ἔθηκε] σκῆπτρον δέχεται διὰ τὸ μέλλειν
δημηγορεῖν. ὁ δὲ Ἀντίλοχος πρὸς μόνον Μενέλαον διαλέγεται.
570. πεπνυμένε] φρόνιμον αὐτὸν εἰπὼν ἔδειξεν ἑκὼν ὡς ἥμαρτεν. οὕτω δὲ τὸ ἔγκλημα μεῖζον ἀποφανεῖται.
574. ἐς μέσον] ἐξ ἴσου, ἐκ παραλλήλου, μὴ ἑτεροβαρῶς. καὶ
ἐπιφέρει μηδʼ ἐπʼ ἀρωγῇ. καὶ ἔστιν ἡ διάνοια θαρροῦντος τῷ
δικαίῳ· οὐδένα γὰρ αὐτῶν διὰ τὸ ἀξίωμα καταχαρίσασθαι ἀξιοῖ.
579. καί μʼ οὔ τινά φημι] ἔδειξεν ὅτι τῷ εἰς ὅρκον προκαλουμένῳ οὐκ ἔστιν ὁ ἀντερῶν.
583. ῥαδινήν] λεπτὴν, ἐπιμήκη, χαριεστάτην.
585. ὄμνυθι] εἰκότως ἐπὶ ὅρκον καταφεύγει· οὐ γὰρ ἐπὶ τοῦ πλή-
θους γινομένης τῆς ἐπιθέσεως, οὐδʼ ὄντων μαρτύρων, ἐπὶ τὸ συνειδὸς
αὐτοῦ κατέφυγεν.
589. ὑπερβασίαι] αἱ παραβάσεις τοῦ δέοντος. ἔγνω δὲ ὡς οἱ εἴκοντες νικῶσι τοὺς φίλους. τὸ δὲ συγγνώμην δεχόμενον εἰς ἀπολο- γίαν φέρει τὴν ἡλικίαν.
590. κραιπνότερος] ὀξύτερος κατὰ κίνησιν καὶ πρᾶξιν· ἡ δὲ βουλὴ ἀσθενής.
591. φιλοτίμως τὴν μὲν νίκην προσποιεῖται, τοῦ δὲ ἄθλου ἐξ-
ίσταται ἑκών· ὁ γὰρ λέγων αὐτὸς δώσω κατασκευάζει ὅτι ἐμὴν
οὖσαν λήψῃ. τούτῳ δὲ συνᾴδει καὶ τὸ “εἰ καί νύ κεν οἴκοθεν
ἄλλο.”
593. ἐπαιτήσειας] ἐπὶ τῷ ἵππῳ αἰτήσειας μεῖζόν τι.
595. ἐκ θυμοῦ πεσέειν] πιθανῶς τὴν ἔχθραν ἔκπτωσιν φιλίας φησίν. θεραπευτικῶς δὲ ἀγαθὸν καὶ θεοφιλῆ αὐτὸν καὶ ἰσόθεον ἀποδείκνυσι. πρὸς μὲν Ἀχιλλέα τῇ δικαιολογικῇ στάσει ἐχρή- σατο, νῦν δὲ τῇ παρορμητικῇ, ἀφιστάμενος μὲν τοῦ δικαιολογεῖν, θεραπείαις δὲ καὶ τιμαῖς ὁμιλητικῶς ἀνακτώμενος.
598. ἰάνθη] καὶ οἱ γεωργοὶ πολλάκις ἱλαρὰ εἶναι λέγουσι τὰ φυτά. ὥσπερ δὲ τὸ λήῖον περιχυθὲν τῇ δρόσῳ φαιδρύνεται, μετα- βαῖνον ἀπὸ στυγνότητος εἰς κάλλος, οὕτω καὶ ὁ Μενέλαος.
599. ὅτε φρίσσουσιν ἄρουραι] ὅτε τελειοῦνται οἱ στάχυες· τότε
γὰρ φανερὰ γίνεται ἡ δρόσος, οὐχ ὅτε εἰσὶ ταπεινοί. ἢ ἀνορθοῦνται.
ἢ κινοῦνται.
603. ἀεσίφρων] ματαιόφρων, δολιόφρων, ἢ βλαψίφρων.
605. δείκνυσιν ὡς σκαιοῦ μὲν τὸ μὴ συνεγνωκέναι καθάπαξ ἁμαρ- τάνοντι, ἀσθενοῦς δὲ τὸ πολλάκις.
607. διὰ τούτων καὶ τὴν πρὸς ἅπαντας χάριν ὁμολογεῖ.
610. δώσω ἐμήν περ ἐοῦσαν] ἄκρως ἐλέγχει Ὅμηρος τὰς φύσεις τῶν ἀνθρώπων, ὅτι καὶ νέοις καὶ πρεσβυτέροις ἐνέστακται τὸ φιλό- τιμον. ὅρα γὰρ μεθʼ ὅσους λόγους ἀντιποιεῖται τῆς νίκης, καὶ παρα- χωρεῖν τοῦ ἰδίου ἄθλου φησὶν ἑκών.
612. Νοήμονι] ὄνομα κύριον καὶ ἐν Ὀδυσσείᾳ (2, 386) “υἱὸς
Φρονίοιο Νοήμων.”
616. τὴν Νέστορι] ἀγαθός ἐστι νομοθέτης, ἀξιῶν καὶ φρονήσεως ἄθλα τίθεσθαι. παρʼ Ὁμήρου τοίνυν διδαχθεὶς Ἰσοκράτης ἐπιτιμᾷ τοῖς μὴ φρονήσεως ἆθλα τιθεῖσιν. ὥσπερ δὲ τὸν βασιλέα, οὕτω καὶ τὸν συνετὸν ἀκονιτὶ στεφανοῖ.
δῶκεν Ἀχιλλεύς] ηὔξησε τὴν φιλοτιμίαν οὐ διὰ θεράποντος διδούς.
622. ἐνδύσεαι] μετὰ τοῦ σ· οὐδέποτε γὰρ Ὅμηρος τὴν ἐν ἀντὶ τῆς εἰς τίθησιν.
624. χαίρων] ἐπὶ τῇ τιμῇ δηλονότι.
626. ναὶ δή] εἰπόντος Ἀχιλλέως “οὐ γὰρ πύξ γε μαχήσεαι” ἠθικῶς φησὶν ὅτι ἀληθῶς λέγεις, οὐ διʼ ἄλλο ἢ τὸ γῆρας.
627. ἐξηγεῖται τί ἐστὶ γυῖα.
628. ἐλαφραί] ὅταν γὰρ ἐξασθενήσῃ τὸ κινοῦν πνεῦμα, βαρέα γίνεται τὰ μέλη.
631. βασιλῆος] ἢ οἱ τοῦ βασιλέως παῖδες, ἢ περὶ βασιλέως.
632. ἔνθʼ οὔ τίς μοι ὁμοῖος] ἀεὶ παραδείγμασιν οἰκείοις χρῆται, ὅταν τινὰ πρὸς πόλεμον ἢ πρὸς μονομάχιον παρορμᾷ. καὶ νῦν ἐν τοῖς ἐπὶ Πατρόκλῳ ἄθλοις παλαιοῦ ἐπιταφίου μέμνηται.
634. Κλυτομήδεα] οἰκεῖον πύκτῃ τὸ ὄνομα· δεῖ γὰρ αὐτὸν καλῶς τὰ πρὸς νίκην μηχανᾶσθαι.
635. Ἀγκαῖον] παρὰ τὸ “ἀγκὰς ἀλλήλων λαβέτην” (711)· μεγάλας γὰρ εἶχε χεῖρας. ἴσως δὲ καὶ παρὰ τὰς πλευρὰς Πλευ- ρώνιος. ἴσως δὲ ἀπὸ τῆς θέας ἀναστὰς ἠγωνίσατο τοῦ κήρυκος βοή- σαντος.
636. Ἴφικλον] παρὰ τὸ ἰφίκωλός τις εἶναι.
640. παρʼ αὐτόφι] παρʼ αὐτοῖς.
641. δίδυμοι] ἀντὶ τοῦ συμφυεῖς καὶ ἅμα γεγεννημένοι.
642. ἔμπεδον] ἀντὶ τοῦ ἑδραίως καὶ ἀσφαλῶς. πολλὴν δὲ ἔχει ἡ ἐπανάληψις ἔμφασιν.
643. νεώτεροι ἀντιοώντων] νομοθετεῖ καθʼ ἡλικίαν ἀεὶ ποιεῖν καὶ
μὴ ὑπὲρ ὅ τις δύναται σπεύδειν φαίνεσθαι.
646. κτερέιζε] γέραιρε καὶ δόξαζε τὸν σὸν φίλον τοῖς ἄθλοις. γίνεται δὲ παρὰ τὸ κτέρας, ὃ δηλοῖ τὸ κτῆμα. “τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον (Il. 10, 216).
649. ἦς τέ μʼ ἔοικε τετιμῆσθαι] ὕψωσεν ἑαυτὸν ὡς ὀφείλοντα
τιμᾶσθαι, εὐλόγιστον ἀποφήνας τὸν τιμήσαντα· τίνος γὰρ ἄλλου
ἐδεῖτο πρεσβύτης διηνυκὼς μὲν τοσαῦτα ἐπὶ νεότητος, εἰς χάριν δὲ
τῶν φίλων καὶ νῦν στρατεύων, ἐπʼ ἀξιώματος ὢν μεγίστου καὶ
παίδων πατὴρ καὶ οἴκου δεσπότης εὐδαίμονος.
652. αἶνον] τινὲς τὸν ἀπόκρυφον καὶ ἐσχηματισμένον λόγον, ἐπεὶ
ἐδόκει αὐτῷ ἐν ὑπονοίᾳ εἶναι, νυνὶ δὲ τεθεράπευκεν, ὡς τὸ “αἶνος μέντοι
ἀμύμων ὃν κατέλεξας” (Od. 14, 508). οὐ γὰρ τὸν ἔπαινόν
φησιν.
653. ἀλεγεινῆς] πολυφρόντιδος καὶ πολλῆς δεομένης τῆς ἐπισκέ- ψεως.
654. πρὸς τὴν ὑπομονὴν τοῦ πύκτου καὶ ὁ ἆθλος.
656. οἰκείως τὸ δέπας τῷ νικωμένῳ πρὸς ἀνάκτησιν δίψους, ἀφʼ οὗ μάλιστα νικῶνται· ἢ ὅτι οἱ πόται ἡσσῶνται.
658. Ἀτρείδη τε καὶ ἄλλοι] τοὺς ἀρίστους καλεῖ διὰ τὸ ἐνάγώ-
660. * Απόλλων] Φόρβας ἀνδρειότατος τῶν κατʼ αὐτὸν γενόμενος
πυγμῇ ἐνίκα, καὶ τοὺς μὲν παριόντας ἀγωνίζεσθαι ἀναγκάζων ἀνήρει,
ὑπὸ δὲ τῆς πολλῆς ὑπερηφανίας ἠβούλετο καὶ πρὸς τοὺς θεοὺς τὸ
ἴσον φρόνημα ἔχειν. διὸ Ἀπόλλων παραγενόμενος καὶ συστὰς αὐτῷ
ἀπέκτεινεν αὐτόν· ὅθεν. ἐξ ἐκείνου τῆς πυκτικῆς ἔφορος ἐνομίσθη ὁ
θεός. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς.
666. ἅψατο δʼ ἡμιόνου] πολὺ τὸ εἶδος καὶ ἀγωνιστικόν. πάντας
δὲ τοὺς μεγάλους ἡσσῶν τοῦτον στέφει, προδιατυπῶν ἡμῖν τὸ πρόσω-
πον πρὸς τὴν τοῦ ἵππου κατασκευήν.
670. μάχης ἐπιδεύομαι] τὸ ὁμολογεῖν ἐφʼ οἷς τις ἡσσᾶται πίστιν ἐμποιεῖ περὶ ὧν τις ἐπαγγέλλεται.
673. ἀντικρύ] ἐξ ἐναντίου ἀγωνιζόμενος. οὐ γὰρ κλέπτων τὴν
μάχην πέποιθα ἐμαυτῷ.
674. κηδεμόνες] οἱ κηδόμενοι αὐτοῦ.
675. ἐξοίσουσιν] φοράδην δηλονότι.
676. ἀκὴν ἐγένοντο] διὰ τὸ ὑπερήφανον τῆς ἀπειλῆς.
677. Εὐρύαλος] τρίτος ἐστὶ βασιλεὺς Ἀργείων μετὰ Διομήδην
καὶ Σθένελον. ἔστι δὲ υἱὸς Μηκιστέως, Μηκιστεὺς δὲ καὶ Ἄδραστος
Ταλαοῦ παῖδες.
679. ὅς] ὁ Μηκιστεύς· πρὸς γὰρ τὸ δεύτερον ὑπαντᾷ, καὶ συνάδει τῇ ἡλικίᾳ.
*τὸ δὲ δεδουπότος ἀντὶ τοῦ τεθνηκότος ἐν πολέμῳ.
680. ἐς τάφον] ἀντὶ τοῦ εἰς ἐπιτάφιον.
681. ἀμφεπονεῖτο] διὰ τὴν συγγένειαν· ἔστι γὰρ αὐτοῦ συγγενὴς μητρῷος ἐξ Εὐρυάλου.
683. ζῶμα] περιζώματα γὰρ ἕως ποδῶν διήκοντα ἐφόρουν πρὸς
τὸ μὴ εὐκόλως πλήττεσθαι. ὕστερον δὲ Ἀθήνησί τινων ἀγωνιζομένων
ἄρχοντος Ἱππομένους συνέβη ἕνα αὐτῶν πεσόντα πρὸς τὸ ἐμποδισθῆ-
ναι ὑπὸ τοῦ περιζώματος τελευτῆσαι. ὅθεν ἐθεσπίσθη γυμνοὺς ἀγωνί-
ζεσθαι μέχρι τοῦ νῦν. διὸ καὶ οἱ τόποι ἐν οἷς ἔκτοτε ἐπονοῦντο,
γυμνάσια καλοῦνται. νεώτερος οὖν Ἡσίοδος γυμνοὺς εἰσάγων ἀγω-
νιστάς.
686. ἄντα δʼ ἀνασχόμενοι] ἀνατεινάμενοι καὶ οἷον διατιναχθέντες.
688. χρόμαδος] ὠνοματοποίησε τὸν ψόφον· ἄμα γὰρ καὶ τρίζου- σιν οἱ πύκται, ἐπάγοντες τὰς πληγάς.
691. ὑπήριπε φαίδιμα γυῖα] εἰκότως· ὀστώδης γὰρ ὁ τόπος καὶ διασεῖσαι πᾶσαν τὴν κεφαλὴν δυνάμενος.
692. ὡς δʼ ὅθ] ὅταν ἀρχομένου πνεῖν ἀνέμου ὑποκινῆται καὶ οἷον μελαίνηται τὸ πέλαγος, τότε ἄλλονται οἱ ἰχθύες ἄνω καὶ κάτω. ἐναργὲς δὲ τὸ τῆς εἰκόνος· ἀναπηδᾷ γὰρ ἑκάτερος καὶ πάλιν κατα- φέρεται.
695. ὤρθωσε] νόμος γάρ ἐστι καὶ ἔθος ἄχρι καὶ νῦν τὸ μὴ
πεσόντα πλήσσειν.
697. παχύ] πολύ· τὸ γὰρ ὀλίγον τῷ σιέλῳ λεπτύνεται.
698. * τὲ καδδʼ ἀλλοφρονέοντα ἀντὶ τοῦ παραφρονοῦντα.
701. δεικνύμενος] φιλοτιμούμενος.
703. τὸν δέ] ἀπετιμῶντο τὸν τρίποδα δωδεκάβοιον.
704. γυναῖκʼ] διὰ τὸ μαλακὸν καὶ ἀσθενές.
709. κέρδεα εἰδώς] δείκνυσιν ὅτι ἐφάμιλλος τέχνη ἀνδρείας.
711. παλαιὸς καὶ ἀγροικώδης ὁ τρόπος· τὴν γὰρ εὐώνυμον ἑκά-
τερος ὑπὸ τὴν πλευρὰν ὑπέβαλλε τοῦ ἀγωνιστοῦ, τῇ δὲ δεξιᾷ κρατεῖ
τὴν ὑποβεβλημένην ἑκάτερος τοῦ ἀγκῶνος· τοῖς δὲ μετώποις ἀντη-
ρείδοντο. δηλοῖ δὲ τὸ ἀγκάς τὴν τῶν χειρῶν περιβολήν.
ἀμείβοντες] οἱ συστάται, οἳ τὸ σχῆμα τοῦ Λ στοιχείου ἀπο- τελοῦσιν.
714. τετρίγει δʼ ἄρα νῶτα] τοῦτο πρὸς τὸ βίαιον τῆς διατάσεως καὶ τὸ τῶν σωμάτων στερεόν.
715. ῥέεν ἱδρώς] τοσοῦτον ἦν βίαιος ἡ πρόστριψις. δεινὴ δὲ ἡ καρτερία καὶ τῶν ὑπομενόντων καὶ τῶν σφιγγόντων. δηλοῖ δὲ ὡς ἡ αὐτὴ μὲν αὐτοῖς ἦν στάσις, μετέστησαν δʼ ἐπὶ πολλὰ μέρη τοῦ σώματος· ἐπεὶ πῶς ὁ πολὺς ἱδρὼς ἔρρει ;
718. οὐκ ἀναστρεπτέον τὴν περί· δύναται γὰρ ἰσοδυναμεῖν τῷ
περισσῶς, ἵνʼ ᾖ ἀντὶ τοῦ ἐξαιρέτως πεποιημένου.
720. ἴς Ὀδυσῆος] ἡ μετὰ τέχνης· τούτῳ γὰρ ἐνίκα, οὐ βίᾳ. ἔστι δὲ παλαιστὴς ἐπιστήμων.
721. ἀνίαζον] εἰς ἀνίαν ἦγον· ἀηδὲς γάρ ἐστι θεαταῖς τὸ ἐπὶ πολὺ τῶν παλαιστῶν ἢ πυκτῶν ἰσόρροπον.
724. ἤ μʼ ἀνάειρʼ] εἰκότως προκαλεῖται· πέποιθε γὰρ ἀγωνίσασθαι τῇ ἰσχύι. εἰώθασι δʼ ἐν τοῖς ἀγῶσι τοῦτο ποιεῖν ὃ καλεῖται λαβὴ, καὶ ἀντιδιδόναι ἀλλήλοις ἢ τὸν νῶτον ἢ τὸν αὐχένα ἢ πολλάκις τὸν πόδα.
726. κώληπα] τὸν ἀστράγαλον, ἢ μᾶλλον τὴν ἰγνύην. λαβό-
μενος γὰρ τοῦ νώτου ἐπῆρεν· ὡς δὲ μετεωρισθέντος αὐτοῦ οἱ πόδες
πρὸς τοῖς γόνασιν ἐγένοντο, ὀπισθοβαροῦς ἤδη γεγονότος Αἴαντος,
τῇ πτέρνῃ βάλλει τὴν ἰγνύην. ὑπτιασθέντος δὲ Αἴαντος Ὀδυσσεὺς
ἐπί τὰ ἴδια στήθη πίπτει. δύναται δὲ καὶ ἐπὶ τὰ τοῦ Αἴαντος.
728. θάμβησάν τε] τὸν βουγάῖον καὶ ἀνδρεῖον ὑπὸ τοῦ ὠμογέρον-
τος καὶ ἥσσονος νικώμενον ὁρῶντες ἐθαύμαζον.
730. κίνησεν δʼ ἄρα τυτθόν] εἰς ὕψος μὲν ἆραι διὰ τὸ μέγεθος οὐ
δύναται· καὶ ἵνα μὴ ὃ ἐποίησε πάθῃ. ἄρας δὲ τοσοῦτον ὅσον τῆς
στάσεως παρακινῆσαι, τῷ δεξιῷ γόνατι παρατρίψας τὸ ἀριστερὸν
αὐτοῦ σκέλος ἔπαισε· καὶ πλάγιοι πίπτουσιν. ἔστι δὲ τὸ δεύτερον
πτῶμα Ὀδυσσέως· τῷ γὰρ βάρει καμὼν συναπεκύλισεν ἑαυτῷ τὸν
ἀντίπαλον. εἰ δὲ εἰς ὕψος ἦρεν, ἐδαπάνησεν ἂν τὴν ἑαυτοῦ δύναμιν.
735. μηκέτʼ ἐρίδεσθον] μὴ ἐρίζετε, φησὶν, ἔτι, μηδὲ καταπονεῖσθε κακοῦντες ἑαυτούς.
736. ἀέθλια δʼ ἶσʼ ἀνελόντες] τινές φασιν ὅτι τὸ πρῶτόν ἐστιν
Ὀδυσσέως, τὸ δὲ δεύτερον κοινόν. χαρίζεται δὲ ὡς συγγενεῖ.
742. ἐνίκα] τοὺς ἄλλους δηλονότι κρατῆρας.
743. Σιδόνες πολυδαίδαλοι] ἄριστοι τεχνῖται τὰ τοιαῦτα οἱ Σιδόνιοι. τὸ δὲ εἶδος εἰπὼν τὸ γένος ἐπήγαγεν.
745. στῆσαν δʼ ἐν λιμένεσσι] ἀντὶ τοῦ προσώρμισαν, ὡς τὸ
“στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ” (Od. 4, 581).
757. μεταστοιχεί] κατὰ τάξιν.
758. τέτατο δρόμος] ὀλίγος τις ἦν ὁ δρόμος, ἔνθα μηδὲ κάμψαι ἐνῆν. ἐπεὶ οὖν μὴ κάμπτουσιν, οὐ ταμιεύουσιν εἰς τὸ τέλος τὸ τάχος, ἀλλʼ εὐθέως προπηδῶσιν.
762. πηνίον] τὸ ὕφασμα, παρὰ τὸν Πᾶνα· οὗτος γὰρ εὑρείης ὑφασμάτων. παρὲκ μίτον δὲ ἀντὶ τοῦ παρὰ μίτον. πάντα δὲ τὰ ἔργα ἐν παραβολαῖς εἰπὼν νῦν καὶ περὶ γυναικωνίτιδος ἔφη.
764. πάρος κόνιν ἀμφιχυθῆναι] πολλὴ ἡ ἀγχιστεία, εἴγε φθάνει
765. ἀυτμένα] παρὰ τὸ ἀΰω, ὅ ἐστι φωνῶ· φωνῆς δὲ γένεσις ἡ πνοή. τοῦτο δὲ ὡς κολοβωτέρου ὄντος Αἴαντος.
767. τοῦτο τὸ εὐνοῖκὸν τῶν Ἑλλήνων παρίστησιν. καλῶς δὲ
προσέθηκε τὸ μάλα δὲ σπεύδοντι κέλευον· τοῖς γὰρ ἀμελοῦσιν
ἄτοπον συναγωνίζεσθαι.
768. πύματον] τὸν πρὸς αὐτὰ τὰ τέρματα.
770. κλῦθι θεά] σύντομος καὶ ἁρμόδιος ἡ εὐχὴ τῷ καιρῷ· ἀσθμαίνει γὰρ καὶ σπεύδει.
772. περισσὸς ὁ στίχος καὶ λύων τὸ ἐναγώνιον· οὐ γὰρ βεβαρη- μένα ἦν αὐτῷ τὰ μέλη. ἄλλως τε ἤρκει πρὸς νίκην τὸ πεσεῖν Αἴαντα· ἢ δείκνυσιν ὅτι τοῖς ἐκ ψυχῆς αἰτοῦσι τὸ θεῖον καὶ ὑπὲρ ὃ αἰτοῦνται δίδοται.
774. Αἴας μὲν ὄλισθε] ὑπὸ Ὀδυσσέως συνεχόμενος καὶ τοὺς
δέοντας δρόμους ὑπεκβὰς πίπτει πρηνής.
777. ὄνθου βοέου πλῆτο στόμα] κεχηνὼς γὰρ ἔτρεχε διὰ τὸ εὐκόλως ἀναπνεῖν. ὁ δὲ τὸν πρεσβύτην λαβραγόρην εἰπὼν (474) κατὰ τοῦ στόματος κολάζεται.
786. μειδιόων] προλαμβάνων τὸν κατάγελων καὶ ὑπεκλύων τὸ
φιλότιμον τῶν νικησάντων. πάντας δὲ τοὺς διαφέροντας ἔν τινι
ἡττωμένους ὁ ποιητὴς ἔδειξε, μὴ μέγα διδάσκων φρονεῖν.
789. Αἴας μέν] καὶ τὰς ἡλικίας τῶν ἡρώων σημᾶναι ἠθέλησεν· ἔστι γὰρ Ἀντίλοχος νέος, μείζων Αἴας, εἶτα ὁ βουγάῖος, εἶτα Ὀδυσσεὺς, εἶτα Ἰδομενεὺς, εἶτα Μέστωρ.
791. ὠμογέροντα] τὸν μὴ τέλεον ὑπὸ τοῦ γήρως καθηψημένον δηλοῖ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν κρεῶν τῶν ἑψηθέντων μὲν, οὐ μὴν τελείως.
793. κύδηνεν] γαῦρον ἐποίησε καὶ ὕψωσε διὰ τοῦ ἐπαίνου.
795. ὅσον ἐπιδέξιος ὁμιλία δύναται, διʼ Ἀντιλόχου ἐδήλωσεν.
804. ἀλλήλων—πειρηθῆναι] ἔοικε σκιομαχία τις εἶναι· οὐ γὰρ ἔχει τρώσεις· φησὶ γὰρ “καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομαι” (810). τάχα οὖν ὁ εὐθυνθεὶς εἰς τὸ τρῶσαι τὸν πλησίον εὐκόλως, σὐ τρώσας δὲ διὰ τὸ ὁμογενὲς, ἐκεῖνος νικᾷ.
805. ὀρεξάμενος] ἀντὶ τοῦ πατάξας, ἐκ παρεπομένου· συμβαίνει
γὰρ τοῖς πατάσσουσιν ἐκτείνεσθαι.
806. ἐνδίνων] τῶν ἔνδον τοῦ χρωτός· οἱ δὲ, τῶν ἐντὸς ὅπλων, ἀπὸ τοῦ ἔνδον.
818. Αἴας μέν] οὗτος ἁπλοῖκώτερον ποιεῖ καὶ γενναιότερον. ὁ δὲ Διομήδης κακοτέχνως καὶ φθονερῶς τὸν αὐχένα τηρεῖ.
821. αἰὲν ἐπʼ αὐχένι κῦρε] ἀεὶ ἐπὶ τῷ αὐχένι ἐτύγχανε· διὸ καὶ
δεδίασιν. ἐνταῦθα δὲ ὁ ποιητὴς τοὺς ἀρίστους ἡσσᾷ τοῖς ἐλάττοσιν,
Εὔμηλον Διομήδει καὶ Αἴαντα Ὀδυσσεῖ καὶ Ἀντίλοχον.
*ἱστόρηται ὅτι κατʼ ἐκεῖνο καιροῦ ἔτυχεν Ἡροκλῆς τῇ νήσῳ
Σαλαμῖνι κατά τινα χρείαν προσπελάσας, Τελαμῶνι δὲ ἄρτι γενέ-
σθαι τὸν παῖδα Αὄαντα. ἐπιστὰς οὖν Ἡροκλῆς καὶ ἀναλαβὼν τὸν
παῖδα περιέβαλε τῇ λεοντῇ, ἐφʼ ηὔξατο αὐτὸν γενέσθαι ἄτρωτον.
ὁ δὲ ηὐξήθη καὶ τὸ πᾶν τοῦ σώματος ἐγένετο ἄτρωτος πλὴν τοῦ
αὐχένος. τοῦτο γὰρ ἐδόκει τότε κατὰ τύχην κατὰ μέρος ἐπιβε-
βληκέναι τῇ λεοντῇ.
823. παυσαμένους ἐκέλευσαν] τῶν γὰρ ἀγαθῶν ἐν πολέμῳ ἀνδρῶν
ἐπιμελόμενοι, τὴν οἰκείαν ἡδονὴν τῆς ἐκείνων οὐ προκρίνουσι σωτη-
ρίας.
824. διὰ τί προκρίνει τὸν Αἴαντας; διὰ τὴν στάσιν· θρασὺς γὰρ ὢν οὐκ ἂν ἠνέσχετο, ἢ καὶ ἔτι πολεμῆσαι ἠθέλησεν.
825. ἐῦτμήτῳ] εὐκατασκευάστῳ. οὐκ ἦσαν δὲ παρὰ τοῖς παλαιοῖς
δερμάτινοι.
826. σόλον] ὥσπερ τοῖς μονομαχοῦσιν ὅπλα, οὕτω καὶ τοῖς δισκεύ-
ουσι τὸν δίσκον τίθησι. διὰ τί δὲ μὴ ποιεῖ καὶ δευτερεῖα; ὅτι μὴ
μέγα ἦν τὸ κατόρθωμα, ἀλλὰ καὶ μεμπτὸς ὁ ἀπολειπόμενος· ὁ δὲ
νικήσας εἶχε τὸν σόλον. σόλος δὲ παρὰ τὸ ὅλος εἶναι, ὅ ἐστι περι-
φέρὴς, καὶ α ὐτοχόωνος ὁ καθʼ ἑαυτὸν κεχωνευμένος καὶ μηδὲν ἔχων
ἐπείσακτον. ὁ δὲ Ἀρίσταρχός φησιν ὅτι χαλκοῦς ἦν· ὁ γὰρ σίδηρος
οὐ χωνεύεται. ὅταν δὲ εἴπῃ “ἀτεμβόμενος σιδήρου ποιμήν,” ση-
μαίνει ὡς ἀλλάξει τοῦ χαλκοῦ τὸν σίδηρον. ὁ δὲ δίσκος λίθος ἦν
κυκλοτερὴς, μέσον ἔχων ὀπὴν ἐξ ἧς ἐχάλων καλώδιον πρὸς τὸ μετεω-
ρίζοντας βάλλειν. καὶ ἐν Ὀδυσσείᾳ (8, 190) “βόμβησε δὲ λίθος.”
833. ἕξει μιν] οὐ σταθμῷ τὸ βάρος ἐνέφηνεν, ἀλλὰ χρήσει πολυ- χρονίῳ.
835. ποιμήν] δεῖται γὰρ σιδήρου ὁ ποιμὴν πρὸς τὸ χειμῶνος
838. ἄν δʼ Αἴας] ἰάσασθαι θέλων τὰ φθάσαντα καὶ δεῖξαι ὡς πάντα ἤσκηται, τούτῳ ἐπιχειρεῖ. οὐ τυγχάνει δὲ τὸ τέλειον τῷ ἤδη προκεκμηκέναι.
840. γέλασαν δʼ ἐπί] βούλεται εἰπεῖν ὅτι καταγέλαστος ἐγένετο ἐπʼ ὀλίγον βαλών· ἢ ὅτι εὐχερῶς ἧκεν αὐτὸν καὶ χαίροντες γελῶσιν.
845. καλαύροπα] ῥάβδον καλὴν ῥοπὴν ἔχουσαν. βάλλουσι δὲ
αὐτὴν ὅτε συνενωθείσας βούλονται διακρῖναι τὰς βοῦς. ἔχει δὲ ἐν τῷ
κάτω μέρει δεσμὸν, εἰς ὃν εἴρουσι τὴν χεῖρα. παρὰ τὸ ῥέπω δὲ
γίνεται ῥέψω ῥέψ ῥόψ καλαῦροψ. καὶ Ἀντίμαχος “πάντες δʼ ἐν
χείρεσσι καλαύροπας οὐατοέσσας ἕλον.” τῶν ἅπαξ δὲ εἰρημένων
ἐστὶν ἡ λέξις.
846. διὰ βοῦς] διὰ βοῶν, ὡς τὸ “διά τʼ ἔντεα” (806).
850. μέλανα, ὡς τὸ ἰοειδέα πόντον. οἱ δὲ εἰς βελῶν ἐργασίαν
ἐπιτήδειον, ἐξ οὗ τὸν καθαρόν· ἡ γὰρ εἰς λεπτὰ κατασκευὴ καθαροῦ
δεῖται σιδήρου.
851. διστόμους πελέκεις, δίχα τῶν στελεῶν· οἱ δὲ ὄνομα σταθ-
μοῦ ἑξάμνουν παρὰ τοῖς Βοιωτοῖς οὕτω λεγόμενον. οἱ δὲ κατά τινας
τάλαντον σιδήρου, κατὰ δὲ ἐνίους ἑκατὸν μνᾶς. οἱ δὲ ἃ τιθέντες διʼ
αὑτῶν ἐτόξευον. καὶ ἔστι χαρίεν· ὡς γὰρ τοῖς μονομάχοις ἆθλον
τέθεικε πανοπλίαν καὶ τοῖς δισκεύουσιν αὐτὸν τὸν δίσκον, οὕτω τοῖς
τοξεύουσι πελέκεας, οἷς εἰώθασι χρῆσθαι. δύο δὲ τίθησι διὰ τὸ μὴ
εἶναι πολλοὺς ἀρίστους τοξότας τοῖς Ἀχαιοῖς. ἡμιπέλεκκα δὲ τοὺς
μονοστόμους πελέκεις.
855. λείπει τὸ τάδε λέγων. εἴωθε δὲ μεταβαίνειν ἀπὸ τοῦ διηγη- ματικοῦ ἐπὶ τὸ μιμητικόν. ἔστι δὲ δυσχερέστερον τὸ τῆς περιστε- ρᾶς· τοῦ ἑνὸς γὰρ δέδεται ποδὸς, καὶ πτερυσσομένη δυσχερής ἐστι πρὸς τὴν βολήν.
859. ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο] καὶ πῶς φησὶν Ὀδυσσεὺς
“οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ” (Od. 8, 219). πρὸς τοὺς
ἀγνωρίστους καυχᾶται, ὡς καὶ τὸ “δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος
τις ὀστῷ (ib. 229).
861. κλήρους δʼ] ἴσως γὰρ ὁ πρῶτος βαλεῖ τὴν ὄρνιν καὶ νικήσει.
863. ἐπικρατέως] ἰσχυρῶς καὶ δυνάμει πολλῇ, πρὸς τὸ ἐπιτυχεῖν. ἠπείλησεν] οὐκ εὔξατο.
865. μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων] ἐπὶ εὐσέβειαν τοῦτο προ- τρέπει.
870. σπερχόμενος] ἐπειγόμενος ἀπέσπασε τῆς χειρὸς τοῦ Τεύκρου
τὸ τόξον· ἑνὶ γὰρ ἠγωνίζοντο τόξῳ ὡς ἑνὶ δίσκῳ. ὀιστὸν γὰρ ἐξ ὅτου
ἐκεῖνος ἐτόξευε καὶ ἐπὶ τὸν σκοπὸν ἴθυνεν, οὗτος ἀναλαβὼν κατεῖχεν.
* Πορφυρίου. τί λέγει ἐν τούτοις τοῖς ἔπεσι, ζητήσειεν ἄν τις·
“Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν, αὐτίκα δʼ ἰὸν ἧκεν ἐπικρατέως”
καὶ τὰ ἑξῆς μέχρι τοῦ “ἀτὰρ δὴ ὀῖστὸν ἔχεν πάλαι ὡς ἴθυνεν.”
οἱ μὲν ἔφασαν σπεύδοντα τὸν Μηριόνην ἑλκύσαι τὸ τόξον, τὸν
ὀῖστὸν ἔχοντα πάλαι ἐγκείμενον, δηλονότι ἐνηρμοσμένον τῇ νευρᾷ·
σημαίνει γὰρ διὰ τούτων ὅτι τοξεύοντος τοῦ Τεύκρου εἱστήκει ὁ
Μηριόνης κρατῶν τὸ τόξον ἐντεταμένον, ἡρμοσμένον ἔχων τὸν ὀῖστὸν
πάλαι ἐν τῇ νευρᾷ· τότε δʼ εἵλκυσε τὴν νευρὰν, ὡς ἴθυνε βέλος. ἢ
οὖν τοῦτο λέγει, ἢ ὅτι τὸ τόξον μὲν ἦν ἓν, ᾧ ἔμελλε τοξεύειν, βέλη
δὲ δύο, ἑκατέρῳ ἑνὸς δοθέντος. τὸν μὲν οὖν ὀϊστὸν κατεῖχε πάλαι ὁ
Μηριόνης ἕως ἴθυνεν ὁ Τεῦκρος καὶ ἐτόξευε λαχὼν πρῶτος· ἐπεὶ δʼ
ἀπετόξευσε καὶ ἀπέτυχε, σπερχόμενος ὁ Μηριόνης ἐξείλετο τὸ τόξον ἐκ
τῆς χειρὸς τοῦ Τεύκρου· τοῦτο γὰρ παρίστησι τὸ “σπερχόμενος—
ἴθυνεν.” ἐνηρμοσμένον τῇ νευρᾷ ἐξείρυσε τόξον ὡς ἴθυνε τὸν ὀῖστόν·
εἶχε πάλαι δηλονότι ἐνηρμοσμένον τῇ νευρᾷ. ἀντιδιαιρεῖ γὰρ τί μὲν
κατεῖχε πάλαι ὁ Μηριόνης καὶ τί ὕστερον ἔλαβε· τὸν μὲν γὰρ
ὀῖστὸν εἶχε πάλαι ὡς ἴθυνε. πῶς οὖν πάλαι; τοσοῦτόν φησι χρόνον
ὡς ἴθυνεν ὁ Τεῦκρος πρῶτος τοξεύων. τὸ δὲ τόξον ἐξείρυσε χειρὸς, ὃ
οὐ κατέσχεν αὐτὸς, τῆς τοῦ Τεύκρου. σπερχόμενος δὲ διὰ τὸ ἁρπά-
ζοντι ἐοικέναι, διὰ τὸ τάχος τῆς πετομένης περιστερᾶς.
877. πρόσθεν Μηριόναο] τὸ εὔστοχον ἐδήλωσε τῆς βολῆς διὰ τοῦ πρὸ τῶν ποδῶν τοῦ βαλόντος παγῆναι τὸ βέλος.
879. λίασθεν] ἀπεκλίθησαν, τὴν ἰδίαν ἁρμονίαν ἀφέντα.
880. ἀντὶ τοῦ ταχέως· ἢ ἐπειδὴ πνεῦμά ἐστι. πολλὰ δὲ ἐν τῇ ποιήσει κατορθώματα Τεύκρῳ περιάψας, νῦν τοῦτο Μηριόνῃ διὰ τὸ πιθανὸν πορίζεται.
885. ἀνθεματιαῖον ἤτοι ποικίλον, ἀπὸ τῶν ἐντετορευμένων ἀνθῶν, ἃ καὶ ἄνθεμα καλοῦσιν.
886. ἥμονες] τινὲς ῥήμονες· ἀλλʼ εἶπεν “ἥμασιν ἔπλευ ἄρι- στος” (Il.23, 891). ἀπὸ τοῦ ἥσω οὖν ἐστί. διὸ καὶ δασύνεται. καλῶς δὲ Ἀγαμέμνων ἀγωνίζεται ὡς καὶ αὐτὸς χρεωστῶν τῷ θανόντι· διʼ αὐτὸν γὰρ ἀναιρεῖται· καὶ ἵνα ἀνακτήσηται Ἀχιλλέα. πανταχοῦ δὲ εὔστοχός ἐστιν ἀκοντιστής.
892. ἀλλὰ σὺ μέν] ὡς βασιλέα ἀκονιτὶ στεφανοῖ, καὶ οὐ πρό- τερον, εἰ μὴ αὐτὸς ἐκέλευσεν.
897. κήρυκι δίδου περικαλλὲς ἄεθλον] δηλονότι ἐπὶ τῷ ἀπαγα- γεῖν εἰς τὴν βασιλικὴν σκηνήν.
1. λῦτο] εἰ μέν ἐστι μέσος δεύτερος ἀόριστος, ἀπὸ τῶν εἰς μι γίνεται, ὁμοίως τῷ “λύτο γούνατα” (Il. 21, 114), ὃ καὶ ἄμεινον· εἰ δὲ παρατατικὸς, ἀπὸ τοῦ ἐλύετο κατὰ κρᾶσιν ὁμοίως τῷ “ῥῦσθαι γενεήν τε τόκον τε” (Il. 15, 141). ἢ ἀπὸ τοῦ λέλυτο λύτο, ὡς βέ- βλητο βλῆτο.
ἀγών] ἢ τὸ πλῆθος, ὡς τὸ “ἀνʼ ἀγῶνα νεῶν” (Il. 20, 33)· ἢ αὐταὶ αἱ ἀγωνίσεις. παρὰ δὲ Βοιωτοῖς ἀγὼν ἡ ἀγορά· ὅθεν καὶ ἀγω- νίους θεοὺς Αἰσχύλος τοὺς ἀγοραίους. ἔστι δὲ καὶ ἀγὼν ὁ κυκλο- τερὴς τόπος καὶ μὴ ἔχων γωνίαν. οἱ δὲ, ἀπὸ ῥήματος τοῦ ἄγω ἀγών ὡς ἀείδω ἀηδών.
2. δόρποιο] δόρπος ἡ πρὸς ἑσπέραν τροφὴ, μεθʼ ἣν ἐπὶ τὸ ἰαύειν ἕρπομεν, ὅ ἐστι κοιμᾶσθαι· ἢ ἀπὸ τοῦ δρέπεσθαι τοὺς πόνους· ἢ δόροπόν τι ἂν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων. μέδοντο δὲ προε- νοῦντο, ἢ ἐφρόντιζον.
3. ταρπήμεναι] τέρψιν λαβεῖν. ἀπὸ κοινοῦ δὲ τὸ μέδοντο. λελη-
θότως δεδήλωκεν ὅτι μέχρις ἑσπέρας παρετάθη ὁ ἀγών.
4. κλαῖε] ἐπειδὴ ἀπὸ τῆς ἀνέσεως τοῦ ἀγῶνος ἐν ἄλλῃ κατα- στάσει πεποίηκε τὸν ἀκροατὴν, ὥστε ὑπονοεῖν μὴ καὶ ἀφῆκεν ἐκ τῆς ψυχῆς τὴν ἀνίαν ὁ Ἀχιλλεὺς, πάλιν ἐπὶ τὸ συνεκτικὸν μεταβαίνει πρόσωπον· μονωθεὶς γὰρ ὁ Ἀχιλλεὺς ἔτι τῇ λύπῃ κρατεῖται.
5. ᾕρει] ᾕρει μὲν, οὐχ ὁλοτελῶς δὲ διὰ τὸ πένθος. ἢ καὶ πάντας
δαμάζων αὐτὸν οὐχ ᾕρει, ὥστε ἀνωτέρω τὸ αἴτιον τοῦ ὕπνου ὁ κόπος
6. δεξιῶς ὑπόκειται τίνα ἦν τὰ ἀναμιμνήσκοντα αὐτὸν πένθους. οὐ
γὰρ ὅτι συνέπαιζεν, οὐδʼ ὅτι αὐτὸν ἐκολάκευεν, οὐδʼ ὅτι ἡδὺς συμ-
πότης ἦν, ὡς ὁ τοῦ Ἕκτορος “ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπινα-
στής” (Il. 17, 577), ἀλλʼ ὅτι κοινωνὸς ἀρετῆς καὶ γενναίων ἔργων.
οἱ δὲ ἀθετοῦντες τοὺς στίχους πῶς οὐκ ἐμβρόντητοι, ῥηματίων κακο-
σχόλων ἐχόμενοι καὶ τοιούτων ἐπῶν κατηγοροῦντες; ἀθετοῦνται δὲ,
ὅτι ἀνδροτής ἐστιν ἡ τοῦ ἀνδρὸς φύσις. ἀλλʼ εἶπε καὶ μένος ἡΰ. καὶ
ὅτι οὐδαμοῦ συνετολύπευσέ τι αὐτῷ. ἀλλ’ ἐν πᾶσιν αὐτοῦ τοῖς
ἔργοις εὑρίσκομεν ὅτι συνήργει· συνέκδημος γὰρ αὐτῷ ἐξ αὐτῆς τῆς
Φθίας ἦν.
7. τολύπευσε] εἰς τέλος ἤγαγεν, ἀπὸ τῶν ἐρίων· τολύπη γὰρ ἡ
σφαῖρα τῶν ἐρίων, ὅθεν τὸ ἐκ πολλῶν πραγμάτων εἰς ἔν τι κεφα-
λαιοῦν τολυπεύειν λέγεται. καλῶς δὲ καὶ τὸ πάθεν, ἐπεὶ ῥέξαντά
τι καὶ παθεῖν ἔοικεν.
8. πείρων] βαρυτόνως· φησὶ γοῦν “νύκτας τε καὶ ἠῶ πεῖρε κέλευ-
θον” (Od. 2, 434). καὶ “περὶ δουρὶ πεπαρμένος (ll. 21, 577). καὶ
ὡς σπείρω σπόρος, φθείρω φθόρος, οὕτως πείρω πόρος· “πόρους
ἁλὸς ἐξερεείνων” (Od. 12, 259). καὶ “ἀκροπόρους” (Od. 3, 463)
τοὺς πείροντας τὰ κρέα τοῖς ἄκροις. ἀπὸ δὲ τοῦ περῶ γίνεται πόρος
καὶ πορθμός.
11. πρηνής] οὐκ ἔχει πρόθεσιν ἡ λέξις· τὸ γὰρ “προπρηνέα τύψῃ” (Od. 22, 98) πλείονός ἐστιν ἐμφάσεως. τὸ δὲ τότε ἀντὶ τοῦ ἄλλοτε.
12. δινεύεσκʼ] περιήρχετο. ἀλύων δὲ ἀλώμενος τὴν ψυχὴν, λυπού- μενος, ἀστατῶν, ἀδημονῶν.
15. περισσὸς ὁ δέ, καὶ χωρίς τινος ἐμφάσεως κείμενος.
*Πορφυρίου. διὰ τί ὁ Ἀχιλλεὺς τὸν Ἕκτορα εἷλκε περὶ τὸν
τάφον τοῦ Πατρόκλου, παρὰ τὰ νενομισμένα ποιῶν εἰς τὸν νεκρόν,
ἢ παρανομοῦσι τὰ αὐτὰ οὐχ οἱ ἀμυνόμενοι, ἀλλʼ οἱ ἄρχοντες, ὁ δὲ
Ἕκτωρ πρότερος ἐνεχείρησε λωβήσασθαι τὸν Πάτροκλον τοιαῦτα·
τίς γὰρ ἡ γνώμη Ἕκτορος περὶ Πατρόκλου; “μάλιστα δὲ — ἁπ-
αλῆς ἀπὸ δειρῆς” (Il. 18, 175—7). εἵλκυσταί τε πρότερος Πάτροκλος
τροκλος δὲ φθάσας περιείλκυσται γυμνὸς ἐν τῷ πεδίῳ διὰ πρόφασιν
τῶν προθεμένων αἰκίσασθαι τὸ σῶμα, ὥστʼ ἀπολαμβάνοντι ἔοικεν ὁ
Ἕκτωρ ἃ δέδρακεν, οὐ μὴν πάσχοντι τὰ παράνομα. καὶ φιλανθρω-
πότερόν γε ὅτι μόνον, ἃ δρᾶσαι δεδύνηται, πέπονθεν, οὐχ ὅσα δὲ
δρᾶσαι διενοήθη. ἔστι δὲ λύσις, φησὶν Ἀριστοτέλης, καὶ εἰς τὰ
ὑπάρχοντα ἀνάγων ἔθη, ὅτι τοιαῦτα ἦν, ἐπεὶ καὶ νῦν ἐν Θετταλίᾳ
περιέλκουσι περὶ τοὺς τάφους.
16. τρίς] ἀντὶ τοῦ πολλάκις.
17. αὖτις ἐνὶ κλισίῃ] ἀπὸ τῆς ἑαυτοῦ σκηνῆς ἀρχόμενος αὐτὸν
ἐρύειν, καὶ πολλάκις ἐρύων, τελευταῖον πάλιν μέχρι τῆς σκηνῆς
γενόμενος ἐπαύετο τοῦ ἕλκειν αὐτόν.
ἀντὶ τοῦ ἑνὸς οἱ δύο σύνδεσμοι, ὡς τὸ “τόνδε δʼ ἐγὼν ἐπὶ νῆα δεδέ- ξομαι” (Il. 5, 238). τινὲς δὲ δέασκεν ἀντὶ τοῦ ἐδέσμενεν.
18. πλεονάζει ἡ πρό, ὡς τὸ “νῆάς τε προπάσας” (Il. 2, 493).
19. χροΐ] ἀντὶ τοῦ χροός. προτρέπεται δὲ ἡμᾶς διὰ τούτου πρὸς
ἔλεον καὶ ἐπιμέλειαν τῶν νεκρῶν.
20, 21. ἀθετοῦνται οἱ δύο. νέφει γὰρ αὐτὸν σκέπει· “τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε” (Il. 23, 188). καὶ αἰγὶς οὐκ ἔστιν αὐτοῦ.
22. * Πορφυρίου. τὸ ἀείκιζεν ἀντὶ τοῦ ὕβριζεν. αἰκία δὲ οὐχ
ἡ ὕβρις μόνον, ἀλλὰ καὶ τὸ αἶσχος, παρὰ τὸ μὴ ἐοικέναι, ὃ δηλοῖ τὸ
καθῆκον, ὥς φησιν “δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔτι ἀεικές”
(Il. 9, 70), ὡς εἰ ἔλεγε, πρέπει σοι καὶ καθήκει τοῦτο. ὅτι δὲ ἡ
αἰκία καὶ ἐπὶ τοῦ αἴσχους δηλοῖ εἰπὼν “τοῖο δʼ Ἀπόλλων πᾶσαν
ἀεικίην ἄπεχε χροΐ,” εἶτά φησιν, αἶσχος ἄπειρον, ἐξηγούμενος τὴν
αἰκίαν, “ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο ἕλκει ἀκηδέστως,
οὐδέ μιν αἰσχύνει” (416)· “κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαί-
ἀπεοικότα γενέσθαι δώσω τὸν νεκρόν. τὸ δὲ παρὰ τὸ καθῆκον ἀεικέ-
λιον λέγει· “δμωάς τε γυναῖκας ῥυστάζοντας ἀεικελίως” (Od. 16,
108). ῥυστάζειν δὲ τὸ ἕλκειν εἰς ὕβριν· “πῶς νῦν, εἴ τις ξένος ἐν
ἡμετέροισι δόμοισιν ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς, σοί
τʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι γένοιτο” (Od. 18, 223). τὴν
γὰρ ὕβριν ἔφη ῥυστακτὺν μεταφορικῶς ἀπὸ τῶν ἑλκομένων· οὐ γὰρ
εἱλκύσθη, ἀλλʼ ὑβρίσθη. τὸ μέντοι ἕλκειν εἰς ὕβριν ἔφη· “Λητὼ
δὲ εἵλκυσεν” ὕβρισε “Διὸς κυδρὴν παράκοιτιν” (Od. 11, 580).
καὶ ἐκ πλήρους ἐν ἄλλοις “ἑλκύσουσιν ἀεικελίως.” παρατηρητέον
δὲ τὰ ἐκ πλήρους παρʼ αὐτῷ λεγόμενα, ἵνα καὶ τὰ ἐλλιπῶς προενη-
νεγμένα ἐκεῖθεν ἀναπληρώσωμεν. ἐκ πλήρους μὲν γὰρ ἔφη “πῶς
κεν ἔοι τάδε ἔργα” (Il. 11, 837), ἐλλιπῶς δὲ “πῶς κʼ ἔοι, εἴ τις
νῶῖ θεῶν αἰειγενετάων εὕδοντʼ ἀθρήσειε” (Il. 14, 333)· καὶ ἔτι ἐλλι-
πέστερον “πῶς οὖν εἴ τις ξένος ἐν ἡμετέροισι δόμοισι” (Od. 18
223). τὸ δὲ πλῆρες “πῶς κεν ἔοι τάδε ἔργα.” ὅτι δὲ τὸ ἀεικίζειν
ἤτοι αἰκίζειν τὸ μὴ ἐοικότα ποιεῖν, δῆλον ἐκ τοῦ κατῄκισται, τουτ-
έστιν ἀνωμοίωται. καὶ ἀσκηθὴς οὖν ὁ μὴ παθὼν ἀεικέλια μηδὲ
ἀάσχετα μηδʼ αἰσχυνθεὶς, ἀλλʼ ὁλόκλορος. ἐξηγεῖται δὲ αὐτός·
“ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο τεύχεσί τε ξύμπασι καὶ
ἀγχιμάχοις ἑτάροισι” (Il. 16, 247). τούτῳ ἴσον τὸ ἀρτεμής. “ὡς
εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα” (Il. 7, 308).
23. ἀπὸ τούτου ὀκτὼ ἀθετοῦσι, καὶ τοὺς μὲν ἓξ οὐκ ἀλόγως. ὁ δὲ
πρῶτος ἐμοὶ δοκεῖ δεόντως κεχρῆσθαι, ὥστε τὴν συναφὴν εἶναι “τόνδʼ
τοὺς λόγους τοῦ Ἀπόλλωνος κοινῇ κατηγοροῦντος τῶν θεῶν. ἄντι-
κρυς οὖν ἐλέγχονται μὴ ὄντες Ὁμήρου· οὐκ ἔδει γὰρ θεοὺς τὸν αὐ-
τὸν θυμὸν ἔχειν Ἀχιλλεῖ. καὶ ὅτι Ποσειδῶν οὐ διὰ χειρὸς Ἀχαιοῖς
ἐπίκουρος. καὶ τὸ νείκεσσεν ἄκυρον ἐπὶ δικαστοῦ· ἐπὶ γὰρ τῶν
δικαζομένων αὐτὸ τίθησιν, ὡς τὸ “ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς”
(Il. 18, 498) “κρίνων νείκεα πολλὰ δικαζομένων” (Od. 12, 440).
οἱ δὲ νεώτεροι ἐπὶ τοῦ τὸ νεῖκος διαλύειν, ὡς Ἀντίμαχος “εὐνείκεστα
δʼ ἔσαν λόγια” ἀντὶ τοῦ εὐδιάκριτα. καὶ ἡ μέσαυλος σημαίνουσα
τὴν ἐν ὄρει οἴκησιν, Ὁμήρου παραδεδωκότος ἐν ἄστει τεθράφθαι τὸν
Ἀλέξανδρον καὶ μουσικὴν ἠσκηκέναι· “οὐκ ἄν τοι χραισμήσῃ κί-
θαρις ἥ τε κόμη τό τε εἶδος” (Il. 3, 54), μηδαμῶς ἀγροίκῳ ἁρμό-
ζοντα. τε μαχλοσύνη νεωτέρων ἐστίν· ἀμέλει οὐδαμοῦ αὐτῇ χρῆ-
ται, ἀλλʼ οὐδὲ ἐπὶ ἀνδρῶν τίθεται. τήν τε ἔριν τοῦ κάλλους οὐκ οἶδεν
ὁ ποιητής· οὐδαμοῦ γὰρ αὐτῆς ἐμνήσθη· καὶ ὁ Πρίαμος δὲ θεοῖς,
ἀλλʼ οὐ τῇ κρίσει τὴν αἰτίαν περιάπτει. πῶς δʼ ἄν τὰς ναῦς ἀρχει-
κάκους εἶπε (Il. 5. 63), καὶ οὐ τὴν κρίσιν;
24. * Ἀργειφόντην] οὐχ ὅτι κατὰ τοὺς Ἡσιόδου μύθους τὸν βουκόλον Ἰοῦς ἐφόνευσεν, ἀλλʼ ἐπειδὴ μία παντὸς λόγου φύσις ἐκφαίνειν ἐναργῶς τὸ νοούμενον.
*Ζεὺς ἐρασθεὶς Μαίας τῆς Ἀτλαντίδος λαθὼν Ἥραν ἐμίγη· ἡ
δὲ ἔγκυος γενομένη ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας Ἑρμῆν ἐγέννησεν,
ὅστις ἐπιθυμίαν ἔσχε τοῦ κλέπτειν, ὅτι καὶ Ζεὺς κλέψας τὴν Ἥραν
ἐμίγη Μαίᾳ. καὶ δή ποτε τῆς μητρὸς μετὰ τῶν ἀδελφῶν αὐτῆς
λουομένης λαθὼν ὑφείλετο τὰς ἐσθῆτας· γυμναὶ δὲ ἐκεῖναι οὖσαι
ἠπόρουν τί διαπράξωνται. γέλωτα δὲ διὰ τούτου Ἑρμῆς ποιήσας
27. ἔχον] διέκειντο· οὕτως, φησὶ, διαθέσεως εἶχον καὶ διέκειντο ὡς ἀπʼ αὐτῆς τῆς ἀρχῆς.
30. μαχλοσύνην] τὰ πρὸς πορνείαν ἐπιτήδεια, τὴν κόμην δηλονότι
καὶ τὸ εἶδος.
31. ἐκ τοῖο] ἐξ οὗ Ἕκτωρ ἀπέθανεν. εἶτα ὑλοτόμησαν, τρίτη δὲ
ἡ τοῦ ἀγῶνος, εἶτα μετὰ ταῦτα ἐννέα· φησὶ γοῦν (107) “ἐννῆμαρ
δὴ νεῖκος ἐν ἀθανάτοισιν ὀρώρει.” ἐπίτηδες δὲ ἀνοχὰς παρέχουσε
Τρωσὶ γνωσιμαχῆσαι. ἢ ὅτι πλέον ἐβούλετο Πάτροκλον ὁ στρατη-
γῶν Ἀχιλλεὺς πενθῆσαι.
33. σχέτλιοι] ἐπιβλαβῆ καὶ δυσανάσχετα πράσσοντες. λείπει δὲ ὁ καί, ἵνʼ ᾖ καὶ δηλήμονες, ὅ ἐστι φθαρτικοί. καὶ τοῖς μὲν Τρωϊ- κοῖς μέμφεται ὅτι τῶν θανόντων ἀμελοῦσι φίλων, τοῖς δὲ Ἑλληνικοῖς ὅτι πέρα τοῦ δέοντος θυμοῦνται.
36. οἰκτίζεται γονέων μνησθεὶς καὶ γαμετῆς καὶ τέκνων, εἰργο- μένων τῷ φιλτάτῳ τοῦ κοινοῦ μεταδοῦναι πυρός.
39. ὀλοῷ] ὀλοθρευτικῷ, ἢ ὀλέθρου ἀξίῳ.
ἐπαρήγειν] βούλεσθε προσεῖναι καὶ προστίθεσθαι καὶ τοῖς ἐκείνου εἴκειν θελήμασιν.
41. γναμπτόν] εὐπειθές. πιθανῶς δὲ τῇ εὐσεβείᾳ Ἕκτορος ἀντέ- θηκε τὴν Ἀχιλλέως ὠμότητα.
42. περισσόν ἐστιν, εἰ μὴ λείπει τινός.
46. μέλλει] ἀντὶ τοῦ ἔοικεν.
47. κασίγνητον ὁμογάστριον] οὗτοι γὰρ ἐνδιάθετοι ἀδελφοί· τοὺς
δὲ ὁμοπατρίους οὐκ ᾤοντο τελείας συγγενείας εἶναι· “ἐπεὶ οὐχ ὁμο-
γάστριος Έκτορός εἰμι” (Il. 21, 95).
49. τλητὸν γάρ] τοῦτο δείκνυσιν ὅτι δεῖ γενναίως τὰ συμβαίνοντα φέρειν ὡς μηδὲν τῆς ἀγανακτήσεως ὠφελούσης.
52. ἄμεινον] λείπει τὸ ἔσται, ἢ τοῦ παύσασθαι.
53. ἀθετεῖται· πῶς γὰρ ὃν ὀλοὸν εἶπεν, νῦν ἀγαθόν φησιν; ἢ ἀντὶ τοῦ ἀνδρείῳ ἐστίν.
54. κωφήν] ἀντὶ τοῦ ἀναίσθητον. κέχρηται δὲ τῷ εἰδικῷ ἀντὶ
γενικοῦ. κωφὸν δὲ καὶ τὸ μὴ προῖέμενον φωνήν· “κωφὸν γὰρ βέλος”
(Il. 11, 390) καὶ “κύματι κωφῷ” (Il. 14, 16). καλῶς δὲ τὸ ἀναί-
σθητον γῇ παρείκασεν. ἢ ὅτι ἀπὸ γῆς τὸ σῶμα, καὶ ὅτι βαρὺ καὶ
55. χολωσαμένη] ἐπὶ τῇ κατηγορίᾳ Ἀχιλλέως ὤργισται. τὴν δὲ
ἀπολογίαν πρὸς ἕτερα πεποίηται· οὐ γὰρ ὅτι οὐχ ἥμαρτεν ἀπολο-
γεῖται, ἀλλʼ ὥσπερ λαβὴν εἴληφε τὸ ὑπὸ Ἀπόλλωνος εἰρημένον
“ἀλλ’ ὀλοῷ Ἀχιλῆῖ θεοὶ βούλεσθʼ ἐπαρήγειν,” καί φησιν ὅτι δεόν-
τως οὗτος τιμᾶται διὰ τὴν ἀρετήν.
56. τεὸν ἔπος] πρέπον σεαυτῷ εἴρηκας· ἢ ἔοικε σὸν τὸ ἔπος εἶναι· ἢ εἴη ἂν καὶ τοῦτο τὸ ἔπος τῶν σῶν φλυαρημάτων.
57. θήσετε] ἀντὶ τοῦ θήσεις σὺ καὶ μόνος καὶ πρῶτος· οὐ γὰρ
ἄλλος τις.
58. γυναῖκα] ἀντὶ τοῦ γυναικός, ὡς τὸ “ὁ δʼ ἐρινεὸν τάμνε νέους ὅρπηκας (Il. 21, 73)· ἢ γυναικεῖον· ἢ παρέλκει τὸ μαζόν. ἢ λείπει εἰς τὸ μαζόν ἡ κατά.
60. ἀτίτηλα] ἔτι ἀταλὴν ἤτοι νέαν καὶ ἁπαλὴν οὖσαν ἀνεθρεψά-
μην.
62. ἀντιάασθε] εὐμοιρεῖτε καὶ μετελαγχάνετε.
63. αἰὲν ἄπιστε] ὡς ὑποσχομένου βοηθήσειν Ἀχαιοῖς· “ἐπέ- γναμψε γὰρ ἅπαντας Ἥρη λισσομένη” (Il. 2, 31).
64. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς] πιθανῶς
ὁ Ζεὺς διαδέχεται τὴν δικαιολογίαν τοῦ παιδὸς οὐ θελήσαντος ἐπὶ
τοῦ πατρὸς ἐρίζειν τῇ γυναικί.
65. ἀποσκύδμαινε] ὥσπερ ἐρίζω ἐριδμαίνω, οὕτω καὶ σκύζω
σκυδμαίνω. ἢ ἀπὸ τῶν ὀργιζομένων λεόντων ἐπὶ τῇ ἀφαιρέσει τῶν
σκύμνων. ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον ἐν τῷ ὀργίζεσθαι συστολῆς
τοῦ δέρματος.
66. οὐ μὲν γὰρ τιμή γε μί’ ἔσσεται] οὐχ ἕνα μόνον τιμήσομεν· ἢ οὐχ ὁμοία ἡ ἐπὶ πάντας ἔσται τιμή.
68. ἔμοιγʼ] λείπει τὸ δοκεῖ· ἢ ὡς ἐμοὶ καὶ τοῖς ἄλλοις ἦν φίλος.
69. ἐΐσης] τῆς ὀφειλούσης καὶ δεούσης· καὶ αὐτοῖς γὰρ μοίρας
ἀπένεμον καὶ ἀπήρχοντο ἐξ ὅλων τῶν μελῶν, τούτῳ δὲ πλέον.
71. κλέψαι μὲν ἐάσομεν] τὴν περὶ τοῦ κλέψαι βουλὴν ἐάσομεν.
73. μήτηρ παρμέμβλωκε] ψευδὲς τοῦτο. τάχα οὖν φησὶν ὅτι ὡς μήτηρ συμπάρεστιν αὐτῷ τῷ νεκρῷ Ἀχιλλεύς.
74. ἀλλ’ εἴ τις] ἀλλʼ εἴθε τις. ὥσπερ δὲ εἰπόντος “ἀλλʼ ἄγε δή
τινα μάντιν ἐρείομεν” (II.1,62) ἀνέστη Κάλχας, οὕτω καὶ νῦν ἡ Ἶρις.
Θέτιν] τὴν Θέτιν ἀποστέλλει πρὸς Ἀχιλλέα διὰ τὸ τῆς συμβου-
λῆς εὐπαράδεκτον. ἤκουε γὰρ αὐτῆς ὡς πάντα προειδυίης.
78. Σάμου] τῆς νῦν Σαμοθρᾴκης. σάμους δὲ τοὺς λόφους ἔλεγον. ἐκαλεῖτο δὲ Λευκωνία, εἶτα οἰκισθεῖσα ὑπὸ Σαμίων, ὧν τὰ σκάφη οἱ αἰχμάλωτοι Θρᾷκες κατέδυσαν, Σαμοθρᾴκη ὠνόμασται.
80. μολυβδαίνῃ] τῷ μολύβδῳ ὃ πρὸς τῇ ὁρμιᾷ καὶ τῷ ἀγκίστρῳ ἐστὶ πρὸς τὸ θᾶττον καθικνεῖσθαι τοῦ βυθοῦ.
81. κέρας] ὃ προσάπτουσι τῇ ὁρμιᾷ πρὸς τὸ μὴ ἐσθίεσθαι καὶ ὁμόχροον εἶναι τῇ θαλάσσῃ. οἱ δὲ νεώτεροι κέρας τὴν συμπλοκὴν τῶν τριχῶν.
85. ἔμελλε] ἀντὶ τοῦ ἐμοιρήθη, ἢ ἀντὶ τοῦ ἐῴκει.
86. ἐπειδὴ μέλλει καταστρέφειν τὸν λόγον εἰς τὰς Ἕκτορος
ταφὰς, προλαβεῖν τι ἐπιχειρεῖ τῶν ἑξῆς, καὶ τὸ κέντρον ἐγκαταλι-
πεῖν, ὡς ὁ κωμικός φησι, τοῖς ἀκροωμένοις, ὥστε ποθῆσαί τι καὶ
περὶ τῆς Ἀχιλλέως ἀναιρέσεως ἀκοῦσαι, καὶ ἐννοεῖν παρʼ ἑαυτοῖς
οἷος ἂν ἐγένετο ὁ ποιητὴς διατιθέμενος ταῦτα. καὶ ἔστι περιπαθὲς τὸ
κλαίειν τὸν ζῶντα.
88. ἄφθιτα] ἀναλλοίωτα καὶ ἀμετάβλητα.
90, 91. τὸ ἑξῆς, τίπτε μʼ ἄνωγε μίσγεσθʼ ἀθανάτοισιν. ἢ λείπει τὸ ἐλθεῖν μετὰ τὸ θεός.
91. ὁ δέ ἀντὶ τοῦ γάρ. ἄκριτα δὲ τὰ ἀναρίθμητα.
92. οὐδʼ ἅλιον ἔπος ἔσσεται] οὐ ματαιώσω τὴν κέλευσιν αὐτοῦ.
94. ἔσθος] παρὰ τὸ ἕω τὸ ἐνδύομαι· παρὰ τοῦτο δὲ ἡ ἐσθής. οἰκεῖον δὲ θαλασσίᾳ καὶ πενθούσῃ θεῷ τὸ μέλαν.
96. λιάζετο] ὑπεχωρίζετο, διίστατο, ὥσπερ ὁδὸν παρέχον.
97. οὐρανόν] τὸν ὑπερνέφιον τοῦ Ὀλύμπου τόπον. ἀκτὴν δὲ τὴν τοῦ μέλανος κόλπου.
100. εἶξε δʼ Ἀθήνη] ἡ μὲν Ἀθηνᾶ ὡς νεωτέρα τοῦ θρόνου ὑπείκει, ἡ δὲ Ἥρα ὡς βασιλὶς τῇ δεξιώσει φιλοτιμεῖται.
109. ἐΰσκοπον] συνετὸν, κατὰ τοῦ σκοποῦ φέροντα τὴν γνώμην.
110. προτιάπτω] ἀντὶ τοῦ προσάπτω καὶ παρέχω. προῖάπτω δὲ τὸ βλάπτω.
111. μετόπισθε] λείπει ὁ καί, ἵνʼ ᾖ καὶ εἰς ὕστερον θέλων τὴν πρὸς σὲ φιλίαν τηρῆσαι.
114. μαινομένῃσι] μανίας γὰρ ἴδιον τὸ αἰκίζεσθαι τὰ ἀναί— σθητα.
116. ἀπό θʼ Ἕκτορα λύσῃ] καὶ μὴν οὐκ ἤτησέ τις. ἢ ἐπεὶ ὡς μὴ ἀπολύσων διέκειτο, οὐδὲ ἐὰν ἀντίρροπον δοῖεν χρυσόν.
117. Ἶριν ἐφήσω] ἐντελουμένην αὐτῷ τὰ περὶ τούτου τὴν Ἶριν
ἀποπέμψω.
* Πορφυρίου. τὸ ἐφήσω οὐκ ἔσι ν ἐπιπέμψω ἀπλῶς, ἀλλ’ ἔστιν
ἐντολὰς αὐτῇ δοὺς πέμψω. τίς δὲ ἡ ἐντολή; “λύσασθαι φίλον υἱὸν,
ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν·” ἐφετμὴ γὰρ ἐντολὴ, παρὰ τὸ ἐφίεσθαι
γεγονυῖα, ὅ ἐστιν ἐντέλλεσθαι· “ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος
τάδε εἴρω” (Od. 13, 7), ὡς εἰ ἔλεγεν, ἐφετμὰς ποιούμενος.
123. ἀδινά] ἀθρόως καὶ ὡς ἐξ ἀνακλίσεως. ἢ ἀδιαλείπτως.
129. ἐντεῦθεν καὶ Πυθαγόρας παραινεῖ μὴ ἐσθίειν ζῴου καρδίαν· ὁ γὰρ ἐκείνην ἐσθίων καὶ τὴν ἑαυτοῦ ἐσθίει, τουτέστιν οὐδέποτε ἀτάραχον καὶ ἄλυπον ἑαυτὸν τηρεῖ.
134. δασυντέον τὸ πρῶτον ε τοῦ ἑέ. τῷ δὲ τόνῳ ὡς καλέ.
137. νεκροῖο δὲ δέξαι ἄποινα] τὰ μὲν ἄποινά φησιν ὑπὲρ ζώντων, σὺ δὲ ὑπὲρ νεκροῦ καὶ ἀχρήστου δέξαι αὐτὰ καὶ κερδάνῃς.
139. τῇδ’] ἀντὶ τοῦ ἐνθάδε. τὸ δὲ εἴη ἀντὶ τοῦ παραγένοιτο. ὁ δὲ Ζώπυρος ἀντὶ τοῦ ἔστω.
144. ταχεῖα] ἀντὶ τοῦ ταχέως.
148. μηδέ τις ἄλλος] ὑπὲρ τοῦ λαθεῖν. ἅμα δὲ καὶ ἔλεον ἡ μόνωσις ἐργίζεται.
149. μόνον ἀπελθεῖν μετὰ τοσούτων λύτρων ἀδύνατον, ἐπάγεσθαι
δέ τινα τῶν νέων εἰς πολεμίων στρατὸν ἀπίθανον. οὐ μόνον οὖν κῆρυξ
ἕπεται, ὅ ἐστι σπονδῶν καὶ πίστεως σύμβολον, ἀλλὰ καὶ οὗτος γέρων.
152. τάρβος ὁ φόβος ἀπὸ τοῦ τείρω τάρος καὶ πλεονασμῷ τάρβος.
156. οὔτʼ αὐτὸς] διὰ πάντων ἀσφαλῆ τὴν ἔξοδον αὐτῷ κατα-
σκευάζει, τὸν μὲν ἐν τῇ ὁδῷ κίνδυνον δι’ Ἑρμοῦ διαφεύξεσθαι
157. τάχιστα διέλαβε πόθεν οἱ ἄνθρωποι ἐπὶ τὸ ἀδικεῖν ἔρχον-
ται. ἢ γὰρ διʼ ἀσυνεσίαν, ὃ διὰ τοῦ ἄφρων· ἢ ἀκόντως, ὃ διὰ τοῦ
ἄσκοπος, ὃ δηλοῖ τὸν μὴ τοῦ συμφέροντος προνοούμενον· ἢ ἑκουσίως,
ὃ διὰ τοῦ ἀλιτήμων παρέστησεν, ὃ δηλοῖ τὸν ἀλιτάνευτον, τὸν
ἑκουσίως τοῦ δέοντος ἁμαρτάνοντα. ἠθικῶς δὲ ἀπολογεῖται
ὑπὲρ Ἀχιλλέως, διʼ ἃ εἶπεν Ἀπόλλων (40) “ᾦ οὕτʼ ἂρ φρένες
ἐναίσιμοι.”
158. ἐνδυκέως] ἐπιμελῶς. ἢ διόλου καὶ ὁλοτελῶς.
160. ἐνοπήν τε γόον τε] τὸν μετὰ θορύβου θρῆνον.
161. παῖδες μὲν πατέρʼ ἀμφί] οἶκτον ἔχει τὸ τοὺς παῖδας κλαίοντας κλαίοντι παρακαθῆσθαι τῷ γέροντι.
163. ἐντυπὰς ἐν χλαίνῃ] ἐντυπωδῶς, ὡς διὰ τῆς σκέπης ὁρᾶσθαι
τὸν τύπον. ἔστι δὲ ποιότητος ἐπίρρημα. ὑπερβολὴν δὲ πένθους ἀξίαν
οὐχ εὑρίσκων αὐτῷ περιθεῖναι ἐκάλυψεν αὐτὸν, ὑπονοεῖν ἡμῖν κατα-
λιμπάνων οἷον ἄρα ἦν αὐτῷ τὸ πένθος.
164. * κόπρος σημαίνει τρία, τὴν τῶν κήπων, ὡς καὶ ἡμεῖς
“δμῶες ἀνάγκῃ τέμενος μέγα κοπρίσσαντο” (Od.17, 299)· καὶ τὴν
τῶν βοῶν στάσιν, ὡς τὸ “μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο
νομόνδε” (Il. 18, 575)· καὶ τὴν κόνιν, ὡς ἐνταῦθα καὶ ὡς τὸ “ὑπὸ
δὲ στέρνοισι κονίη ἵστατ’ ἀειρομένη” (Il. 23, 365).
τοῖο γέροντος] τούτου τοῦ γέροντος. οἱ δὲ θαυμαστικῶς τὸ τοῖο.
165. καταμήσατο] ἀθρόως ἐπεσπάσατο, ὡς τὸ “ἄφαρ δʼ εὐνὴν
ἐπαμήσατο” (Od. 5, 482).
168. κέατο] τινὲς δὲ ἀντὶ τοῦ κεκαμένοι ἦσαν.
170. τυτθὸν φθεγξαμένη] πρὸς τὸ μὴ ἐκπλῆξαι τὸν γέροντα. ὁ δὲ ὅμως οὐδὲ τοῦτο ὑποφέρει· προπεπονθυῖα γὰρ ἡ ψυχὴ πᾶν τὸ μέλλον τοῦ παρόντος χεῖρον λογίζεται.
172. ὀσσομένη] προορωμένη. οἱ δὲ προαγγέλλουσα.
173. ἀγαθὰ φρονέουσα] φρονῆσαί σε ποιοῦσα ἀγαθά.
παρὰ Διὸς ἥκω σοι ἄγγελος.
190. ὁπλίσαι] ἀντὶ τοῦ εὐτρεπίσαι, παρὰ τὰ ὅπλα, ὡς τὸ ἐντῦναι παρὰ τὰ ἔντεα.
πείρινθα] τὸ τετράγωνον πλινθίον τὸ ἄνωθεν περιδούμενον ταῖς
ἀμάξαις. ἐκ ῥιπῶν δέ φασιν αὐτὸ πλέκεσθαι, ὥστε εἶναι ῥίπινθα,
τὰ ἐκ ῥιπῶν πλακέντα· ῥίπα δὲ λέγονται τὰ τῆς οἰσύας πλέγματα.
ὁ δὲ Ξενοφῶν κάνναθρον αὐτό φησι· κάννη γὰρ ἡ ψίαθος, ἵνʼ ᾖ
πλέγμα ψιαθῶδες, συνέχειν τὸν φόρτον δυνάμενον.
191. κηώεντα] τὸν εἰς τὸ κοιμᾶσθαι ἐπιτήδειον. ἔνιοι δὲ τὸν εὐώδη.
192. γλήνεα] χρήματα κατὰ Ἠλείους· οἱ δὲ ἀξιοθέατα πράγ- ματα. κυρίως δὲ γλήνεα τὰ κοροκόσμια λέγονται, τὸ ἑξῆς ἐπεκα- λέσατο.
197. τί τοι φρεσὶν εἴδεται εἶναι] ἀνθρώπινον τὸ ἀνατίθεσθαι τὸ
πρᾶγμα γυναικὶ κοινωνῷ τῶν παθημάτων. καὶ κέκρικε μὲν, ἐρωτᾷ δὲ
εἰ σύμψηφος ἔσται αὐτῷ. ὅτι γὰρ ἤθελε δῆλον· οὐ γὰρ πρὶν κατα-
βῆναι ἐρωτᾷ, ἀλλʼ ἐπὶ τοῖς δεδογμένοις ἀναφέρει τὴν γνώμην.
202. ἔκλεʼ] ἔκλεο κατὰ συγκοπὴν, ἀντὶ τοῦ ἐδεδόξασο.
206. ἀντιστρόφως. εἰ γάρ σʼ ἐσόψεται καὶ αἱρήσει, ἀντὶ τοῦ, εἰ μόνον θεάσεται, εὐθὺς ἀναιρήσει.
207. ὠμηστής] ὠμὸς καὶ ἄγριος καὶ αἱμοπότης.
208. οὐχ ὡς ἱκέτην σε δέξεται καὶ ἐλεήσει.
209. εἰ τῆς σωτηρίας τοῦ γέροντος προνοουμένη μόνον ἐφαίνετο,
ἀπρεπὴς ἦν παντελῶς ὁ λόγος, ὅτι καταφρονεῖ υἱοῦ τοιούτου ὑπὲρ
ἀσφαλείας πρεσβύτου δυστυχοῦς. νῦν δὲ ὡς ἀδυνατοῦσα κομίσασθαι
τὸν υἱὸν, οὐ βούλεται προσαποβαλέσθαι καὶ Πρίαμον.
212. δαιμονίως τῇ ἐμφάσει χρῆται· θανάσιμον γὰρ τὸ τοῦ
ἥπατος πάθος· καὶ μέσον, οὗ ἡ χολὴ καὶ πολὺ τὸ ἐσθιόμενον. καὶ
ἐν παρατάσει τὸ ἐσθίειν. τό τε ἐμφῦσα ἐμφαντικώτατον· οὐ γὰρ
λαβοῦσα τῇ χειρὶ, ἀλλʼ αὐτῷ προσφῦσα τῷ ἥπατι τὸ στόμα, ὡς
ἐπὶ σαρκοφάγου θηρίου. εἴγε δὲ μὴ προειλήφειμεν τὸ περὶ αὐτὴν
πάθος, δυσπαράδεκτον ἦν τὸ μέγεθος τῆς ὑπερβολῆς. οἰκεῖα δὲ
ταῦτα μητρὶ καὶ πρεσβύτιδι ὑπὲρ τέκνου οὐκ ἀναιρεθέντος μόνον,
ἀλλὰ καὶ αἰκιζομένου ἀτάφου.
213. ἄντιτα] τὸ τέλειον ἀντίτιτα, ἵνʼ ᾖ ἀντιτιμώρητα. συγκέ-
214. ἐπεὶ οὐχ ὁ τυχῶν ἦν οὐδὲ γύννις. τοιοῦτο δὲ καὶ τὸ “ἀνδρὶ πάρα κρατερῷ” ὡς πρὸς σύστασιν Ἕκτορος. αὔξεται δὲ τὸ πάθος ἐπὶ τῷ ἀναξίως ὑβριζομένῳ.
*τὸ κακιζόμενον ἀντὶ τοῦ ὡς δειλὸν καὶ ἄνανδρον.
215. πρό] δίχα τοῦ σ ὡς τὸ “οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι” (Il. 4, 156).
οὔτι φόβου μεμνημένον] φιλοστόργως ταῦτα, ἐπεί τοι φεύγοντα ἀνεῖλεν.
219. οὐδέ] ἀντὶ τοῦ οὐ γάρ.
220. ἄλλος] ἄλλος, καὶ μὴ θεός.
221. ἱερῆες οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι. τὰ μὲν γὰρ θυμιάματα θύη καλεῖται, τὰ δὲ σπλάγχνα ἱερά. θυοσκόοι δὲ οἱ ἐμπυρόσκοποι· καλοῦσι δὲ αὐτοὺς λιβανομάντεις.
222. ἢ παρέλκει τὸ μᾶλλον, ἢ μᾶλλον τοῦ ποιεῖν ἐχωριζόμεθα καὶ τοῦ βαδίζειν ἐπὶ τὰς ναῦς.
226. τῆς τῶν ἀκουόντων διανοίας ἥψατο ταῦτα λέγων.
227. ἐπὰν γόου ἐξ ἔρον εἵην] ἐπὰν κορεσθείην τῆς τοῦ ἐπʼ αὐτῷ θρήνου ἐπιθυμίας.
228. φωριαμῶν] ἔχουσι γὰρ ἃ φοροῦμεν· λέγει δὲ τὰ κιβώτια. ἐπιθήματα δὲ τὰ πώματα καὶ καλύμματα.
229. πέπλος, φᾶρος, χλαῖνα, χιτών· ὅτι διάφορα ταῦτα νῦν
ἐδήλωσεν. πέπλοι γὰρ ἃ περιεβάλλοντο μόναι γυναῖκες, καὶ “ἑανῷ
λιτὶ κάλυψαν” (Il. 18, 352) ἤτοι πέπλῳ. χιτὼν δὲ ἀνδρῷον ἔνδυμα,
φᾶρος ἱμάτιον ἀνδρῶν καὶ γυναικῶν, χλαῖνα τὸ περίβλημα τῆς
κλίνης.
235. ἐξεσίην] ἐπὶ δημοσίαν ἔκπεμψιν. δασύνεται δὲ ἡ δευτέρα συλλαβὴ, παρὰ τὸν ἥσω μέλλοντα ἑσία καὶ ἐξεσία.
238. αἰθούσης] αἱ πρόστωοι, παρὰ τὸ ὑπὸ τοῦ ἡλίου καταίθεσθαι.
αἰσχροῖσιν] κακοῖς. καὶ “αἴσχιστος δὲ ἀνήρ” (Il. 2, 216) ἀντὶ
τοῦ κάκιστος.
239. λωβητῆρες] ψεῦσται· “οὔτι σε λωβεύω τέκνον” (Od. 23, 26). οἱ δὲ ἐπονείδιστοι.
οὔ νυ καὶ ὑμῖν] ὡς οὐκ ἔχοντες, φησὶ, πένθος ἐμὲ παραμυθεῖθε.
ἐμοὶ, φησὶ, συμπαθήσοντες ἥκετε, οὐχὶ δὲ ἕκαστος ἴδιον ὁρίζετε
241. ὀνόσασθ᾿] ἐκφαυλίζετέ με ὡς μόνον δεινῶς πάσχοντα, καὶ δοκεῖτε αὐτοὶ οὐδὲν ἔχειν, οὐδὲ κοινὸν τὸ κακὸν εἶναι λογίζεσθε.
242. ἀτὰρ γνώσεσθε] μαθήσεσθε πάσχοντες κακῶς ὅτι Ἕκτωρ
ἀπώλετο.
243. ῥηΐτεροι γὰρ μᾶλλον] καὶ πρὶν μὲν ῥᾴδιοι τοῖς Ἕλλησιν ἤτε, εἰ μὴ Ἕκτωρ ἠρίστευε· νῦν δὲ ῥᾳδιώτεροι γενήσεσθε, ἤτοι εὐκόλως τῇ καθʼ ὑμῶν χρήσονται μόχη).
247. σκηπανίῳ] ῥάβδῳ, σκήπτρῳ. δίεπε δὲ ἀνέρας ἀντὶ τοῦ διὰ
τῶν ἀνδρῶν ᾔει. οἱ δὲ, διεῖργε καὶ διίστα τοὺς ἄνδρας. καὶ ἤπιος
μὲν αἰεί ἐστιν, νῦν δὲ ἡ λύπη Ἕκτορος καὶ τὸ πένθος δύσκολον
αὐτὸν ἐποίησεν ἀπειρηκότα τοῦ ζῆν.
248. σπερχομένοιο] ἐπειγομένου τοῦ διώκειν, ἢ σπέρχοντος. τοῦτο δὲ πρὸς τὸ ἀπειθὲς τῶν ὠστιζομένων τῶν βασιλείων οἰκημάτων.
249. οἰκεῖον μὲν τῷ πάθει τὸ δυσχεραίνειν πρὸς πάντας· λελη- θότως δὲ Ὅμηρος κατάλογον ποιεῖται τῶν ἔτι τῷ Πριάμῳ ὑπολει- φθέντων παίδων.
253. σπεύσατε] πᾶν γὰρ αὐτῷ βραδὺ φαίνεται πρὸς τὰ λύτρα,
κἂν καὶ ταχὺ ᾖ. παροξυτόνως δὲ τὸ κατηφόνες, ὡς τὸ κηληδόνες
σειρηδόνες. εἰς μαλακίαν δὲ αὐτοὺς ἐπισκώπτει ὡς στυγνίας αἰτίους.
γίνεται δὲ κατηφών ἀπὸ τοῦ κατηφῶ ὁ κάτω ἔχων τὰ φάη διʼ
αἰσχύνην ἢ ὀνειδισμὸν ἢ λύπην.
255. ὤ μοι ἐγώ] ἠθικὴ ἡ μεταξὺ ἀναφώνησις. ὀργιζόμενος δὲ
τοῖς λελειμμένοις ἀφορμὴν ἔσχεν ὀδύρεσθαι τοὺς τετελευτηκότας.
ἐλεεινὸν δὲ καὶ τὸ ἐπεὶ τέκον. οὐ δεινὸν οὖν τὸ μὴ γεννῆσαι ὡς τὸ
γεννηθέντας ἀπολέσαι. πάντα δὲ κινητικά· στενάζει, προστάσσει,
λοιδορεῖ.
258. Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν] οὐ μόνον διʼ ἀρετὴν
ἐξαίρετος ὁ τοῦ Ἕκτορος ἔπαινος, ἀλλὰ καὶ διὰ τὸ πρόσφατον τῆς
συμφορᾶς. ἠθικῶς δὲ Πρίαμος κρείττονά φησι τὸν παῖδα τοῦ δοκεῖν
ἐξ ἑαυτοῦ γεγεννῆσθαι.
262. ἐπιδήμιοι ἁρπακτῆρες] ἐν τῷ ἰδίῳ δήμῳ πρὸς τὸ ἀδικεῖν γενναῖοι. ἔνθεν τὸ (Aristoph. Pec. 1189) “οἴκοι μὲν λέοντες, ἐν μάχῃ δʼ ἀλώπεκες.”
265. οἱ δʼ ἄρα] δεόντως σιωπῶσιν. οὐδὲ γὰρ ἀντιλέγειν ἔδει πατρὶ πενθοῦντι.
266. ἐκ μέν] ἔξω μέν. πρᾶγμα δὲ βιωτικὸν ἐκόσμησε ποιητικῶν λέξεων ποικιλίᾳ.
267. πρωτοπαγῆ] πρώτως παγεῖσαν, ὅ ἐστιν ἐξόχως· ἢ πρῶτον
πεπηγυῖαν, ὅ ἐστι καινήν. ἔστι γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιότητος.
269. ὀμφαλόεν] ὑπεροχὰς ἔχον ἐν μέσῳ τινὰς, αἷς περιειλοῦνται οἱ ἱμάντες. οἱ δὲ, ἕνα μέσον ἔχοντες ὀμφαλὸν, ᾧ προσδεῖται ὁ ῥυμός.
οἰήκεσσι] κρίκοις, διʼ ὧν ἐνειρόμεναι αἱ ἡνίαι τοὺς ἵππους οἰακί-
ζουσιν. ἡ γὰρ ἡνία τρόπον τινὰ οἴηξ ἐστὶ τοῦ ἅρματος.
270. ζυγόδεσμον] ἱμάντα ἢ σχοῖνον, ὃ δεσμεῖ τὸν ζυγόν.
271. τὸ μέν] τὸ ζυγόδεσμον.
272. πέζῃ] πᾶν τὸ ἄκρον πέζα καλεῖται. ἔχει δὲ ὁ ῥυμὸς πέζας
δύο, τὴν πρὸς γῆν καὶ τὴν πρὸς τὸ ζυγόν. τὴν οὖν πρὸς τὸ ζυγὸν
πρώτην λέγει.
ἕστορι] τῷ κατὰ τὸ ἄκρον τοῦ ῥυμοῦ ἐμπεπηγότι πασσαλίσκῳ, περὶ ὃν ὁ κρίκος ἐμβαλλόμενος τῷ ζυγῷ ἐντίθεται. δασύνεται δὲ τὸ ἕστορι ἀπὸ τῆς ἕσεως.
273. ἑκάτερθεν ἔδησαν] ἑκατέρωθεν ἔδησαν, ἀμφαλλάσσοντες τὸν
ἐν μέσῳ τοῦ ζυγοῦ ὀμφαλὸν, ἵνα μὴ ἑτεροκλινήσῃ.
274. ὑπὸ γλωχῖνα] ὑπὸ τὴν γωνίαν τὴν γεγονυῖαν ἐκ τοῦ ῥυμοῦ καὶ τοῦ ζυγοῦ· ὅταν γὰρ συνδεθῇ τῷ ῥυμῷ ὁ ζυγὸς, ἀποτελοῦνταί τινες γωνίαι. δηλοῖ δὲ καὶ τὴν γλωσσίδα. ἔγναμψαν δὲ ἀπετερ- μάτισαν, ἵνα μὴ κρέμηται ὁ ἱμάς.
277. οὐ τοὺς μετὰ κανθηλίων νωτοφοροῦντας, ἀλλὰ τοὺς ἅρματα ἕλκοντας. καὶ Πίνδαρος τὰ ἅρματα ἔντεα φησιν· “ἱππείοις ἔντεσι μεταΐσσων” (Ol. 13, 28). ἢ τοὺς ἑτοίμους πρὸς τὰ ἔργα.
281, 282. ζευγνύσθην] ζευγνύναι προσέτασσον. τούτοις γὰρ διὰ
τῶν Πριαμιδῶν τὸ ζεῦγμα παρεσκευάζετο. καὶ οἰκοδομεῖ μὲν ὁ
ἐργάτης, οἰκοδομεῖται δὲ ὁ χορηγός. καὶ γλύφει μὲν ὁ γλυφεὺς,
γλύφεται δὲ ὁ δεσπότης, ζεύγνυσιν ὁ ὑπηρετῶν, ζεύγνυται δὲ ὁ
προστάσσων.
283. τετιηότι] περιλύπῳ.
285. λείψαντε] συλληπτικῶς· μόνος γὰρ σπένδει ὁ Πρίαμος.
292. αἴτει δʼ οἰωνόν] γυναικεῖον ἦθος τὸ ἐπὶ μαντείας καταφεύ- γειν, εἶ τί που περίφοβον σχοῖεν.
293. φασὶν ἐπὶ τὴν βασιλείαν ὁρμῶντι αὐτῷ αἰετὸν φανῆναι
σύμβολον τῆς εὐτυχίας καὶ τοῦ κράτους, ἔνθεν αὐτὸν τῶν ἄλλων
μᾶλλον ἐφίλει.
297. οὐκ ἂν—κελοίμην] ἐξ ἀντικειμένου φησὶν ὅτι κωλύσω σε.
300. πείθεται Πρίαμος οὐκ ἀπιστῶν Ἴριδι, ἀλλὰ τὴν γυναῖκα θαρσοποιῶν.
303. ἀκήρατον] καθαρὸν, ἀθόλωτον, ἀμίαντον.
304. χέρνιβον] οὐχ ὥς τινες τὸ ἀγγεῖον· ἐπιφέρει γὰρ πρόχοόν θʼ ἅμα. ἀεὶ δὲ παρὰ τῷ ποιητῇ τὸ ὕδωρ δηλοῖ.
306. μέσῳ ἕρκεῖ] ἐν τῷ μέσῳ τῆς αὐλῆς, ὅπου καὶ βωμὸς τοῦ ἑρκείου Διὸς ἦν, πρὸς ὃν μετὰ τὴν ἅλωσιν φυγὼν ἀπέσφακται.
309. ἐς Ἀχιλλῆος] ἀντὶ τοῦ πρὸς Ἀχιλλέα.
φίλον ἐλθεῖν] ὡς μὴ ἐχθρὸς προσδεχθείην· ἐλεεινὸν δὲ ἐλέου ἄξιον. καὶ ὡς ἐχθρὸς μὲν τῆς ἔχθρας αἰτεῖται λύσιν, ὡς δὲ δυστυχὴς ἐλέου τυχεῖν.
315. τελειότατον] ἐπιτελεστικὸν εἰς ὃ ἂν ὀφθείη. ἢ τὸν ἀξιώ-
ματι ὑπερέχοντα, ὡς λέων τελειότατος θηρῶν, τουτέστι κυριώτατος
καὶ βασιλικώτατος.
πιθανῶς οὐδὲν ἔχει ὁ ἀετὸς, ὅπως σημαίνῃ Πριάμῳ ὅτι οὐ μὴ συλληφθῇ ὑπὸ τῶν φυλάκων. μέλας δὲ ὣ τῆς εἰσόδου ἐδήλου τὸ λαθρίδιον, ὁ δὲ θηρητὴρ τὸ ἐπιτευκτικόν. οὐδὲν δὲ κτείνων οὐδὲ ἁρπάζων φαίνεται, ἀλλʼ ἥμερος, τοιοῦτον δηλῶν ἔσεσθαι Ἀχιλλέα.
*Πορφυρίον. ἐζητήθη ποίου μέμνηται ἐνταῦθα Ὅμηρος αἰετοῦ,
τοῦ πυγάργου ἢ τοῦ ἀφροδισίου ἢ πελλοῦ, περὶ ὧν φησὶν ἐν τῇ
Ἰλιυάδι Κ (274). καὶ πάλιν, “αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ
θηρητῆρος,” περὶ οὗ φησὶν ἐν τῇ Ἰλιάδι Φ (252). ἔστι δὲ ὁ αὐτὸς
καλούμενος μόρφνος ὀνόματι, καὶ μέλας δὲ ὣν, περὶ οὗ φησὶν Ἀρι-
στοτέλης· ἕτερος δὲ μέλας χρόαν καὶ μέγεθος ξλάχιστος καὶ
κράτιστος· οἰκεῖ δʼ ὄρη καὶ ὕλας, καλεῖται δὲ μελαναίετος καὶ
λαγωσφόνος, ἔστι δὲ ὠκυβόλος. ἐπεὶ τοίνυν κοινῶς αἰετὸν ἔφη,
προσέθηκε μέλανος, εἶτα ἐπικυρῶν τοῦ θηρητῆρος. οἱ δὲ κατε-
μὲν κράτιστον ἔφη, Ὅμηρος δὲ “ὅς θʼ ἅμα κάρτιστός τε καὶ
ὤκιστος πετεηνῶν.” εἴρθε δὲ καὶ ὁ Ἀρχίλοχος μελάμπυγον τοῦτον
καλεῖν· “ἤ τευ μελαμπύγου τύχῃς.” ἄλλος γὰρ ὁ πύγαργος, ἄλλος
δὲ ὁ μέλας ὅλος. διὰ τοῦτο καὶ μελάμπυγον. ἀλλʼ οὐκ ἐπὶ τούτους
ἀναφέρων θιάσους κατωμαδὸν πρὸς Ἡρακλέους φερομένους τὰς ὑπὸ
τὰ ἰσχία αὐτοῦ καταμαθεῖν πυγὰς, καὶ γελάσαντας οὕτω τυχεῖν
σωτηρίας, ἀλλὰ πρὸς τὸν πύγαργον ἀετὸν συγκρίνων καρτερὸν εἶπε
τὸν μελάμπυγα. διὸ οὔτε τὸ μέλανος τῷ τοῦ συναπτέον, οὔτε τὸ
μελανόσσου γραπτέον, οἷον μελανοφθάλμου· μελαναίετος γὰρ ὡς ὅλος
μέλας· οὕτε, ὥς φησιν Ἀρίσταρχος, ἐγκλίνοντες ἂν προφεροίμεθα
μέλανός του· ἐπιτηδεύων γὰρ εἶπε τοῦ θηρητῆρος, ἐπεὶ ὁ μέλας
τοιοῦτος. ἀλλὰ τὸ ἄρθρον λυπεῖ προσκείμενον. λυπείτω οὖν καὶ ἐπὶ τῷ
Τελαμωνιάδῃ καὶ Ἀσκληπιάδῃ καὶ “οὕνεκα τὸν Χρύσην ἠτίμασεν”
(Il. 1, 11). ἀπὸ δὲ τούτου ὅτι τὸν αὐτὸν μόρφνον καὶ περκνόν καλεῖ,
συναγάγοι ἄν τις ἐκ τοῦ κἀκεῖνον θηρητῆρα εἰπεῖν, μόρφνον θηρητῆρα,
εἰ μὴ ἄρα ἄλλος μὲν ὁ περκνὸς, ὃς καὶ θηρητὴρ κοινῶς εἴρηται,
ἄλλος δὲ ὁ μέλας, ὃς καὶ θηρητὴρ ἰδίως καλεῖται.
316. μόρφνον] ἀπὸ τοῦ μεμοιρῆσθαι περὶ τὸν φόνον, ἢ μόρον ἐπάγειν. οἱ δὲ εὔμορφον, οἱ δὲ μάρπτοντα. περκνὸν δὲ μέλανα· ἐξ οὗ καὶ βότρυς περκάζων, οἱονεὶ περκνάζων καὶ μελαινόμενος.
317. θύρη θαλάμοιο] τῶν γὰρ τοιούτων καὶ μέγισται αἱ θύραι, μάλιστα φιλοτιμουμένου τοῦ κατασκευάζοντος.
319. πτερά] καταχρηστικῶς αἱ πτέρυγες. κυρίως δὲ πτερὰ τὰ πτίλα. εἴσατο] ἀντὶ τοῦ ἐφάνη.
323. προθύροιο] τὰ τῆς αὐλῆς τειχία. Κύπριοι δὲ παστάδα
ἀμφίθυρον.
334. Ἑρμεία. σοὶ γάρ] ἀπήλλαξεν ὁ ποιητὴς ζητήσεως ἡμᾶς,
προσθεὶς τὴν αἰτ ίαν διὰ τί νῦν τῷ Ἑρμῇ χρῆται διακόνῳ καὶ οὐ τῇ
335. ἑταιρίσσαι] συνεργῆσαι. καὶ ἑταιρὶς ἡ συμπαραγινομένη
ἄλλοτε ἄλλῳ εἰς μῖξιν. ἢ φιλοποιήσασθαι· πρὸς γὰρ τὸ φίλον αὐτὸν
Ἀχιλλεῖ ποιῆσαι πέμπεται.
337. ὅτι ἴδῃ καὶ νοήσῃ ἐκ παραλλήλου ταυτόν ἐστιν.
338. Πηλείωνάδε] ἀντὶ τοῦ πρὸς Πηλείωνα ἢ ἐπὶ Πηλείωνα.
343. τῇ τʼ ἀνδρῶν ὄμματα] ὕπνον γὰρ καὶ ἐγέρσεως δεσπόζει· ὁ γὰρ λόγος κηλεῖ τε καὶ ἀναπτεροῖ ἀπὸ τῆς εὐαρμοστίας.
347. οἱ μὲν ὄνομα ἡλικίας· οἱ δὲ ἐρρωμένῳ, παρὰ τὸ σεύεσθαι εὖ·
οἱ δὲ εὐδαίμονι· οἱ δὲ δικαίῳ, παρὰ τὴν αἶσαν· οἱ δὲ εὐμοίρῳ καὶ
σεμνῷ, ἵνα ἐκπλήξῃ Πρίαμον· οἱ δὲ κοσμίῳ, πρὸς τὸ μὴ δέξασθαι
παρὰ Πριάμου δῶρα. Ἀρίσταρχος δὲ αἰσυμνητῆρι, ὅ ἐστι βασιλεῖ,
οἱονεὶ αἰσιονομητῆρι· οἱ γὰρ βασιλεῖς τὰ αἴσια νέμουσι. κούρῳ δὲ,
ὅπως αἰδεσθῇ τὸ γῆρας Πριάμου.
348. πρῶτον ὑπηνήτῃ] μεθόριον ἡλικίας ἀνδρὸς καὶ παιδὸς, ἁβρό-
τερον μὲν ἢ κατʼ ἄνδρα, γενναιότερον δὲ ἢ κατὰ παῖδα. περὶ τοὺς
τοιούτους δὲ ἦν καὶ ὁ Σωκρατικὸς ἔρως. καὶ μύσταξ μὲν αἱ ἐπὶ
τοῦ ἄνω χείλους τρίχες, τοῦ δὲ κάτω πάππος, αἱ δὲ ἐξ ἀμφοῖν
ὑπήνη, ἔνθεν καὶ ὑπηνήτης.
350. ὄφρα πίοιεν] διὰ γὰρ τὸ πένθος τοῖς κτήνεσιν οἴκοι ποτὸν οὐκ ἔδοσαν.
351. ἡ ἐν ἀντὶ τῆς παρά.
352. ἐφράσσατο] ἐν φρεσὶν εἶδε, συνεῖδε, διέγνω. Πρίαμος δὲ
ὅλος ἐστὶ περὶ τὸ πῶς παρακαλέσει Ἀχιλλέα· διὸ οὐχ ὁρᾶ. ὁ δὲ
κῆρυξ μᾶλλον τῆς τοῦ νεκροῦ λυτρώσεως ἢ τῆς ἰδίας σωτηρίας ἐφρόν-
τιζε. διὸ καὶ φεύγειν συμβουλεύει.
354. φραδέος] συνετοῦ· ὅθεν καὶ ἀφραδέες οἱ ἀσύνετοι.
355. διαρραίσεσθαι] διαφθαρήσεσθαι. ἴδιον δὲ βαρβάρων τὸ αἰεὶ
τὰ χείρω προσδοκᾶν.
356. φεύγωμεν ἐφʼ ἵππων] καταλείψαντες αὐτῷ δηλονότι τὰ τῆς ἀπήνης, ἵνʼ ἀσχοληθῇ περὶ αὐτά.
358. ὣς φάτο· σὺν δὲ γέροντι] ἄκρως μεμέρισται ὁ λόγος, περὶ
360. ταφών] στῆ δὲ μὴ δυνάμενος φωνῆσαι τῇ ἐκπλήξει.
365. ἀνάρσιοι] ἐναντίοι, ἀνάρμοστοι τὴν γνώμην, ἐχθροί.
366. *θοὴν διὰ νύκτα] ἡ θοὴ νὺξ οὐκ ἄλλο τι σημαίνει πλὴν τὸ
σφαιροειδὲς ὅλου τοῦ πόλου σχῆμα· τὸν γὰρ αὐτὸν ἡλίῳ δρόμον
ἡ νὺξ ἀνύει, καὶ πᾶς ὁ καταλειφθεὶς ὑπʼ ἐκείνου τόπος εὐθὺς ὑπὸ
ταύτης ἐκμελαίνεται. σαφῶς γοῦν ἑτέρωθί που τοῦτο μηνύων φησὶν
“έ, δὲ πέσʼ λκεανῷ λαμπρὸν φάος ἠελίοιο, ἕλκον νύκτα μέλαιναν
ἐπὶ ζείδωρον ἄρουραν” (Il. 8, 485)· ὥσπερ γὰρ ἀπηρτημένην ἑαυτοῦ
τὴν νύκτα κατόπιν ἐφέλκεται, σύγχρονον οὖσαν τοῖς ἡλίου τάχεσιν.
εἰκότως οὖν αὐτὴν Ὅμηρος εἴρηκε θοήν. δύναταί γε μὴν πιθανώτερόν
τις ἐπιχειρῶν θοὴν ὀνομάζειν μεταληπτικῶς οὐ τὴν κατὰ κίνησιν
ὀξεῖαν, ἀλλὰ τὴν κατὰ σχῆμα. καὶ γὰρ ἑτέρωθί πού φησιν “ἔνθεν
δʼ αὗ νήσοισιν ἐπιπροέηκα θοῇσιν” (Od. 15, 299)· οὐ τὸ τάχος τῶν
ἐρριζωμένων νήσων (λίθιον γὰρ) δηλῶσαι ἐσπούδακεν, ἀλλὰ τὸ
σχῆμα πρὸς ὀξεῖαν ἀπολήγουσαν ἀποτελεῖν γραμμήν. εἰκότως οὖν
νύκτα θοὴν λέγεσθαι τὴν ἐπʼ ὀξὺ τέλος τῆς ἐσχάτης σκιᾶς ἀποτερ-
ματίζουσαν. φυσικῶς δὲ περὶ τούτων ὁ λόγος ἀποδείκνυσιν ὅτι
σφαιροειδής ἐστιν ὁ κόσμος. τριχῆ γὰρ οἱ μαθηματικοὶ τὰ σχήματα
τῶν σκιῶν φασὶν ἀποπίπτειν. ἐπειδὰν γὰρ ἔλαττόν ἐστι τὸ περι-
λάμπον τοῦ καταλαμπομένου, τὴν σκιὰν συμβέβηκε καλαθοειδῶς
ὑπὸ τὴν ὑστάτην πλατύνεσθαι βάσιν, ἀπὸ λεπτῆς ἀνισταμένην τῆς
κατὰ κορυφὴν ἀρχῆς εἰς λεπτὸν ἀποστενοῦσθαι πέρας. ἐπειδάν γε
μὴν ἴσον ἡ τῷ καταλαμπομένῳ τὸ καταλάμπον, κυλίνδρου δίκην ἡ
σκιὰ πρὸς ἴσον ἐν ταῖς ἑκατέρωθεν ἔχει γραμμαῖς. βουλόμενος οὖν
Ὀμηρος τὸν ἥλιον ἄλλως μείζονα τῆς γῆς κατὰ τὴν τῶν πλείστων
φιλοσόφων ἔννοιαν ἀποδεῖξαι, εὐλόγως θοὴν τὴν νύκτα προσηγόρευ-
σεν, εἰς ὀξὺ τὸ πρὸς τῷ πέρατι σχῆμα λήγουσαν, ἄτε οἶμαι μήτε
κυλινδροειδῶς μήτε καλαθοειδῶς τῆς σκιᾶς πίπτειν δυναμένης, ἀλλὰ
τὸν λεγόμενον κῶνον ἀποτελούσης. ὃ δὴ πρῶτος θμηρος ἐκ μιᾶς
αλιν δὲ ὲπὶ τοῦ νότου, πνέοντος ἀπὸ τῶν κάτω τόπων, ἱστόρηκεν·
“ἔνθα νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ἀθεςῖʼ (Od. 3, 295), τὴν
ἀπὸ τοῦ ταπεινοτέρου κἱνησιν εἰς τὸ μετέωρον ἀνακυκλοῖ.
367. ὀνείατʼ] χρήματα, παρὰ τὴν ὄνησιν. δηλοῖ δὲ ἀλλαχόθι καὶ τὰ βρώματα.
τίς ἂν δή τοι νόος εἴη] τίνα ἔξεις νοῦν: τί διανοήσῃ; τί ἐργάσῃ;
371. φίλῳ δέ σε πατρὶ ἐΐσκω] διδάσκει φιλοπάτορας εἶναι καὶ τοὺς ἡλικιώτας τῶν πατέρων σώζειν. καὶ “μνῆσαι πατρός σεῖν” (486).
373. οὕτως, ὦ τέκνον, ἐπικίνδυνός ἐστιν ἡ πορεία. ἑωρακώς δὲ φιλοπάτορα, καὶ τέκνον ὀνομάζει.
376, 377. ἐντεῦθεν οἱ ἀπὸ τοῦ περιπάτου τὴν τριάδα τῶν ἀγαθῶν
εἰλήφεισαν· τὸ γὰρ δέμας καὶ εἶδος τῶν σωματικῶν, τὸ δὲ πέ-
πνυσαι τῶν ψυχικῶν· τὸ δὲ μακάρων ἔξεσσι ἐπʼ εὐγενείας εἴλη-
πται, καὶ οὔτε ψυχικὸν οὔτε σωματικόν ἐστι πλεονέκτημα.
ἔξεσσι] ἐκγέγονας, ἢ ἐκ μακάρων ἐσσί. ἀπὸ τῆς ὄψεως δὲ τοῦ
παιδὸς στοχάζεται ὁποῖοι οἱ γονεῖς εἰσί.
381. τοῦτο γὰρ ἔθος τοῖς πολεμουμένοις, ως που καὶ Πρίαμος Πολυμήστορι Πολύδωρον ἐξέθηκεν.
385. οὐ μὲν γάρ] οὐχ ὑστέριζεν ἐν τῷ πολέμῳ τῶν Ἑλλήνῶν.
388. ἐνίσπες] ὡς τὸ ἔδραμες· ὁριστικὸν γάρ ἐστιν ἀπὸ τοῦ ἤνισπες· τὸ προπαροξυνόμενον προστακτικόν ἐστι χωρὶς τοῦ σ, ὡς τὸ .“ἀληθές μοι ἐνίσπες.”
394. θαυμάζομεν] ἀντὶ τοῦ μετʼ ἐκπλήξεως ἐθεώμεθα.
397. τὸ ἑξῆς ἐκ Μυρμιδόνων εἰμί.
398. ἀφνειός] ἀναγκαίως, ἵνα μὴ ὡς ἄδοξος καὶ πένης εἰς τὴν τοῦ ἀδικεῖν ὑποψίαν κατενεχθῇ. τὸ δὲ γέρων, ὅτι ἐλεήσει ὡς ἐοικότα τῷ πατρί.
400. ἀναστρεπτέον τὴν μετα.
401. νῦν δʼ ἤλθον] κατασκοπήσων ἥκω, φησὶ, μή τις ἐξ ὑμῶν εἶη ἐνέδρα, ὡς ἑταῖρος ὀν Ἀχιλλέως, ὃς ἄρχει τῆς στρατιᾶς.
408. ἢ ἔτι πὰρ νήεσσιν] πρὸ πάντων περὶ τοῦ σώματος πυνθάνε- ται· τί γὰρ χρὴ ἀπιέναι μηκέτι ὄντος τοῦ σώματος;
409. μελεῖστί] τινὲς οἰκτρῶς, οὐκ εὗ· μέλεον γὰρ ὁ ποιητὴς τὸ
μάταιόν φησιν. ἔστιν οὖν ἀντὶ τοῦ κατὰ μέλος.
411. οὔπω] παρέλκει τὸ πω· οὐδὲ γὰρ μέλλουσι φαγεῖν.
413. ἐν κλισίῃσι] ἐν τῷ περιβόλῳ τοῦ ναυστάθμου.
414. πάντα μὲν διεξέρχεται ὅσα συμβαίνει τοῖς χρονίοις νεκροῖς,
οὐδὲν δὲ τούτων φησὶ πεπονθέναι τὸν Ἕκτορα, ἵνα ἀνακτήσηται τὸν
γέροντα.
419. ἐερσήεις] δεδροσισμένος, ὑγρότητα ἔχων, οὐ κατεσκελετευ- μένος.
420. οὐδέ ποθι μιαρός] οὐδὲ ἔν τινι μέρει μύσος ἔχων.
425. ἡ ῥʼ ἀγαθόν] λείπει τὸ ἐστίν. ἐναίσιμα δὲ ἀντὶ τοῦ ἐναισί.
μῶς, τουτέστιν εὐσεβῶς καὶ προθύμως. εἰς δὲ τὸ διδοῦναι τὸ ν διὰ
τὸ μέτρον ἐπλεόνασεν· ἢ ἀπὸ τοῦ διδόμεναι καθʼ ὑποστολὴν τοῦ μ
συνήλειψεν.
426. εἴ ποτʼ ἔην γε] ἀντὶ τοῦ καθʼ ὃν ἔζησε χρόνον.
428. τῶν] τῶν θυσιῶν δηλονότι.
429. ποτήριον δίδωσι σύμβολον εὐφροσύνης, ὡς εὐφρανθεὶς παρʼ αὐτοῦ τῷ ἐπὶ τοῦ παιδὸς λόγῳ. καλὸν δὲ, ἵνα πείσῃ αὐτὸν λαβεῖν.
430. * σύν γε θεοῖσιν] ἀντὶ τοῦ συμβοηθούντων καὶ τῶν θεῶν καὶ μὴ ἀντιπραττόντων.
434. παρὲξ Ἀχιλῆα] ἐκτὸς Ἀχιλλέως, ἢ χωρὶς, ὡς τὸ “παρὲξ
ἄγε νῆα” (Od. 15, 200). οὐ διʼ ὑπερηφανίαν δὲ ἀπωθεῖται τὴν
δόσιν, ἀλλὰ διὰ τὸ δέος Ἀχιλλέως· ἀπροφασίστως γὰρ ἀπωθεῖσθαι
τὴν χάριν ἄτοπον, καὶ δωροδοκεῖσθαι τὸν θεὸν ἀτοπώτερον.
435. δείδοικα καὶ αἰδέομαι] εἰκότως ἀμφότερα· καὶ γὰρ καὶ ἡ παροιμία φησὶν “ὅπου δέος, ἐκεῖ καὶ αἰδώς.”
436. συλεύειν] ἀληθῶς συλᾶν ἐδόκει, εἴ τι τῶν ἐκείνῳ φερομένων ὑφῃρεῖτο.
437. καί κε κλυτὸν Ἀργὸς ἱκοίμην] οὐ μόνον, φησὶ, μέχρι τῆς σκηνῆς Ἀχιλλέως, ἀλλὰ καὶ τῆς πατρίδος αὺτοῦ.
440. ἀναίξας Ἐριούνιος ἄρμα καὶ ἵππους] ἀνὰ τὸ ἅρμα καὶ τοὺς ἵππους ἀΐξας.
450. δοῦρʼ ἐλάτης] κλάδους δηλονότι. ἔρεψαν δὲ ἀντὶ τοῦ ἐστε- φάνωσαν, ἐκάλυψαν· ὅθεν καὶ ὀροφή.
451. λαχνήεντʼ] ἁπαλὸν καὶ χνοώδη· ἔστι δὲ εἶδος καλάμου.
452. ἀμφὶ δέ οἱ] περὶ αὐτὴν τὴν σκηνήν.
453. σταυροῖσιν] σταυροί εἰσι ξύλα ἀπεξυσμένα ἀμφοτέρωθεν καὶ προσπεπηγμένα τῇ γῇ πρὸς τὸ εἴργειν τοὺς εἰσιέναι βουλομένους. τὸ δὲ ἐπιβλής ὡς τὸ προβλής ὀξύνεται. μοχλὸς δέ ἐστιν ἐπιβαλό- μενος ἀπὸ τοίχου εἰς τοῖχον.
454. ἐπιρρήσσεσκον] ἐπέκλειον, ἀπὸ τοῦ γινομένου κατὰ τὴν κλεῖσιν ἤχου.
455. κλήῖδα] τὸν μοχλόν· τὰ γὰρ συνέχοντα τὴν ἐπικεκλεισμέ- νην θύραν κληῖδας καλεῖ. καὶ ἐν Ὀδυσσεία δὲ τὸ κλεῖθρον οὕτως ὠνόμασεν.
456. ἐπιρρήσεσκε] προσδεκτέον ὅτι καὶ ἤνοιγε. μεγάλην δὲ αὐτῷ
τὴν ὑπεροχὴν ἐμφαίνει, εἷ γε Διομήδης (Il. 5, 302) “χερμάδιον
λάβε χειρὶ ὃν οὐ δύο ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσιν,” ὁ δὲ
Ἀχιλλεὺς, ὃν τρεῖς Ἕλληνες ἀνέῳγον, μόνος ἀνέῳγεν. ὡς ἔοικεν
οὖν, ἑξαπλάσιον τῶν νῦν ἐδύνατο, εἴγε οἱ μὲν κατὰ τοὺς αὐτοῦ
χρόνους πρὸς δύο τῶν νῦν ἰσχύουσιν, αὐτὸς δὲ τῶν τότε πρὸς
τρεῖς.
460. ἄμβροτος] ἄφθαρτος, ὁ μὴ βροτοῖς ὅμοιος. ἀεὶ δὲ τὸ βροτός
συντιθέμενον τῷ μ πλεονάζει, πλὴν τοῦ “νὺξ ἀβρότη” (Il. 14, 78)
καὶ “ἀβροτάξομεν ἀλλήλοιιν” (Il. 10, 65). ἀναγκαίως δὲ ἑαυτὸν
ἐμφανίζει ἀπαλλαττόμενος, ἵνα εὐθαρσέστερον αὐτὸν καταστήσῃ.
τὸ δὲ παρεῖναι τὸν θεὸν τοῖς οἴκτοις καὶ ἐσθίουσιν αὐτοῖς οὐκ
εὐπρεπές· ἄλλως τε ὑπηνήτης ὢν ὑπόνοιαν ἐπιβουλῆς παρέσχεν ἂν
Ἀχιλλει.
462. πάλιν εἴσομαι] εἰς τοὐπίσω πορεύσομαι.
471. ἰθύς] κατʼ εὐθεῖαν, ὡς ἐπὶ τὸν οἶκον.
474. Ἄλκιμος] κατὰ μεταπλασμὸν ὁ Ἀλκιμέδων, ὡς Μελάνθιος καὶ Μελανθεύς.
480. ὡς δʼ ὅταν ἄνδρʼ ἄτη] ὡς εἰ φυγάς τις φονεὺς αἴφνης
ἀπανιστάμενος τῆς πατρίδος ἀπέρχεται πρὸς τὸν ἁγνίσοντα, καὶ
484. ἐς ἀλλήλους δὲ ἴδοντο] τὸ παράδοξον ἔδειξε τῆς εἰσόδου διὰ
τῶν ἀλλήλοις διανευόντων πόθεν καὶ τίς ὁ ξένος.
485. περισσὸς ὁ καί τὸ δὲ ἑξῆς πρὸς τόν.
486. μνῆσαι πατρὸς σεῖο] πολεμίῳ διαλεγόμενος, καὶ μισοῦντι
ἐξαιρέτως αὐτὸν καὶ τοὺς ἐκείνου διὰ τὴν τοῦ φίλου ἀποβολὴν, καὶ
τῶν παίδων δεσπότῃ ἄλλην ἀρχὴν οἰκειοτέραν οὐκ εἶχεν ἢ τὴν τοῦ
πατρὸς ὑπόμνησιν.
*σφόδρα τὸν Ἑρμῆν ἐναργῶς ἀκολουθοῦντα τῷ ριάμῳ δεδή-
λωκεν ὁ ποιητὴς ἀλληγορήσας· οὐδὲν γὰρ οὕτως ἔοικε πειθήνιον
ἀνδράσιν ὀργιζομένοις, οὐκ ἄργυρος, οὐ χρυσὸς, οὐ δώρων πολυτέ-
λεια· μειλίχιον δὲ καὶ προσηνὲς ἱκεσίας ὅπλον ἐστὶν ἡ διὰ τοῦ
λόγου πειθώ. πάνυ γοῦν ἀληθῶς Εὐριπίδης (fr. 70) φησὶν “οὐκ
ἔστι πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος.” τούτῳ τε Πρίαμος ὥσπερ
χυρῷ παντευχίᾳ καθώπλισται, καὶ μάλιστα τὴν Ἀχιλλέως
ἐπέκλασεν όργῆν, οὐκ ἐν ἀρχῇ δείξας δώδεκα πέπλους, δώδεκα δʼ
ἁπλοίδας χλαίνας τά τε λοιπὰ τῶν κομισθέντων δώρων· ἀλλʼ αἱ
πρῶται τῆς ἱκεσίας αὐτοῦ φωναὶ τοὺς ἄρρενας αὐτοῦ θυμοὺς ἐξεθή.
λυναν (“μνῆσαι πατρὸς—γήραος οὐδῷ,”) διʼ ὀλίγου προοιμίου τῶν
λόγων συναρπάσαντος Ἀχιλλέα, καὶ σχεδὸν ἀντὶ Πριάμου γεγονότος
Πηλέως. διὰ τοῦτο ἠλέηται μὲν ἄχρι τραπέζης, λουτροῖς δὲ
βοσκηθὲν ἀποδίδοται τὸ Ἕκτορος σῶμα. τοσοῦτον ἴσχυσεν ὁ τῶν
παθῶν ἑρμηνεὺς λόγος, ὃν ἀπέστειλεν Ὄμηρος αὐτοῦ τῆς ἱκετείας
παράκλητον. ἆρʼ οὐκ ἀπόχρη διʼ ὅλης τῆς Ἰλιάδος, συνάθεται
καὶ διηνεκὴς ἡ Ὀμήρου φιλοσοφία, ἐν ᾗ τὰ περὶ θεῶν ἠλληγό-
ρησεν.
θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ] θεοφιλῆ καὶ θεοῖς ὅμοιον εἰπὼν ἀπο-
τρέπει τῆς περὶ τὸν ἱκέτην ἀτιμίας, εἴγε καὶ θεοὶ τοὺς ἱκέτας
αὶδοῦνται.
488. περιναιέται ἀμφὶς ἐόντες] οἱ περίοικοι οἱ ἀμφὶς ὄντες,
ὅ ἐστι κεχωρισμένοι τῇ γνώμῃ καὶ ἐναντίοι, ἢ χωρὶς οἰκοῦντες,
490. ἀλλʼ ἤτοι κεῖνός γε] ηὔξησε τὸν ἔλεον, εἴγε ὁ μὲν τὸν ἔνα ἔχει, ὁ δὲ τῶν πεντήκοντα ἀφῆρηται.
496. ὑφʼ ἓν τὸ ἐννεακαίδεκα. Πάμφιλος δὲ εἰς τρία διήρησε μέρη.
497. ἔτικτον] καλὴ ἡ παράτασις· οὐ γὰρ εἶπεν ἔτεκον. ἔθος δὲ τοῖς βαρβάροις βασιλεῦσι παιδοποιεῖν ἐκ πλειόνων.
498. θοῦρος Ἄρης] δεδιως οὐ λέγει σὺ, ἵνα μὴ θυμώσῃ οὐ-
τόν.
499. οἶος ἔην, εἴρυτο δὲ ἄστυ] οἶος πρὸς τὸ σώζειν τὴν πόλιν.
ἓν δὲ πρᾶγμα δύο περικοπαῖς σέφρασται, ὡς τὸ “τὸ μὲν ἕλκος
τέρσετο, παύσατο δʼ αἴμαα” (Il. 11, 267) ἀντὶ τοῦ παυσαμένου τοῦ
αἵματος ἐτέρσετο τὸ ἕλκος· “ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνάσχον”
(Il. 3, 318), ἀνασχόντες εὔξαντο.
504. σοῦ πατρός] ὡς ἱκανοῦ πρὸς ἔλεον ἀπʼ αὐτοῦ ἤρξατο καὶ εἰς αὐτὸν ἔληξε. καλῶς δὲ καὶ ἐλεεινότερος· καταπονεῖται γὰρ καὶ ἐκεῖνος, ἀλλʼ οὗτος πλέον.
506. ἀνδρὸς παιδοφόνοιο] ταῦτα μὲν εἰς ὀργὴν ἄγοντα Ἀχιλλέα
ἔδει κρύπτεσθαι, ἀλλʼ ἐκ τοῦ πάθους εἰς τοῦτο παρεσύρη.
510. ἐλυσθείς] παρεθεὶς, ἢ συνειληθεὶς, ἢ κυλισθείς.
511. κλαῖεν ἑὸν πατέρʼ] λείπει καὶ ἐνταῦθα τὸ ἄλλοτε, ἵνʼ ἦ ἄλλοτε μέν.
διπλάσιος ὡν αὐτῷ ὁ θρῆνος παρισωθήσεται τοῖς δάκρυσι Πριά-
μου. ἐποίει δὲ αὐτῷ τὴν ἑκατέρου μνήμην ἡ Εκτορος καὶ Πριά-
μου.
514. χτιρὸς ἀνίστη] παράδοξον τὸ τὸν ἐχθρὸν οὕτω χτιραγω- γῆσαι καὶ τιμῆσαι. τάχα οὖν τοῦτο ποιεῖ τοῦ γήρως τοῦ πατρὸς μνησθείς.
523. κατακεῖσθαι ἐάσομεν] ἀποβαλέσθαι γὰρ τὸ πάθος ἀδύνατον, πλὴν τοῖς κλαυθμοῖς ἀναρριπίζειν οὐ δεῖ.
524. πρῆξις] ἄνυσις ἡ ἐκ θρήνου. λείπει δὲ ἡ ἐξ.
527. ἐν Διὸς οὔδει] ἀπὸ μέρους τῷ οἴκῳ.
μέμφεται τὴν δόξαν Πλάτων (Rep. 2 p. 98) λέγων ὡς ὁ θεὸς
ἀγαθὸν, οὐδὲν δὲ ἀγαθὸν βλαβερὸν, ὃ δὲ μὴ βλαβερὸν, οὐδὲ βλάπτει,
528. στικτέον εἰς τὸ δίδωσι, καὶ δύο τοὺς πίθους διὰ τῆς στιγμῆς παραδεκτέον.
532. βούβρωστις] σύντονος ὀδύνη μεγάλως τοὺς ἔχοντας ἀναλί- σκουσα· ἐν γὰρ ταῖς ἀτυχίαις ὑπὸ λύπης ἑαυτοὺς ἐσθίομεν, ὥσπερ Βελλεροφόντης (Il. 6, 202). οἱ δὲ ἀποδιδόντες λιμός ἀγνοοῦσιν ὅτι οὐ λιμώσσει Πρίαμος, ἀλλʼ ὀδυνᾶται.
536. ὄλβῳ δύναται τῇ φρονήσει, εἴγε καὶ ἄνολβος παρὰ
τωικοῖς ὁ ἀπαίδευτος. οἱ δὲ τῇ τῶν ἀγρῶν κτήσει.
541. γηράσκοντα κομίζω] γῆρας ἔχοντα οὐ γηροκομῶ.
544. ἄνω] ἀντὶ τῆς ἀνά, ἵνʼ τὸ ἑξῆς, ὅσον Λέσβος ἀνείργει
καὶ διορίζει. περιώριζε γὰρ τὴν ἀρχὴν Πριάμου ἀπὸ μεσημβρίας τῇ
Λέσβῳ, ἀπὸ ἀνατολῆς Φρυγίᾳ, ἀπὸ ἄρκτου Ἑλλησπόντῳ.
Μάκαρος] Μάκαρ ὁ Ἴοῦ, φονεύσας τὸν ἀδελφὸν Τενάγην, ἐκεῖσε
ᾤκησε, καὶ τὴν πόλιν οἰκίσας ἀπὸ τῆς γυναικὸς ὠνόμασεν. ἐκαλεῖτο
δὲ ἡ μὲν μήτηρ αὐτοῦ Μιτυλήνη, ἡ δὲ γυνὴ Λέσβος.
545. καθύπερθεν] ἐξ ἀνατολῆς, ἐπεὶ ἔστι καὶ ἄλλη θρυγία μικρὰ ὡς πρὸς δύσιν κειμένη.
546. διὰ τοῦ ν τὸ τῶν, ἵνʼ ᾖ τῶν οἰκούντων τὰς προειρημένας πόλεις.
549. ἀλίαστον] ἀλύτως ἢ ἀσυγχωρήτως.
554. ἀκηδής] ἠμελημένος. ἢ κηδείας παρʼ ἐμοῦ μὴ τυχών.
559. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδών] ἀγριαίνεται, ἵνα μὴ διὰ τὰς αἰκίας
εἰς θρῆνον ἐλθὼν ὁ Πρίαμος ταράξῃ αὐτόν. καὶ ὅτι συνεχῶς τοῦ ὀνό-
ματος Εκτορος ἐμέμνητο.
569. Ἀριστοτέλης φησὶν ἀνώμαλον εἶναι τὸ Ἀχιλλέως ἤθος. οἱ δέ φασιν ὅτι ἵνα ἀποστήσῃ αὐτὸν τοῦ ἐφʼ Ἕκτορι θρήνου, διὰ τοῦτο δεδίσσει.
570. λείπει ἡ παρά, ἵνʼ ᾖ τὰς παρὰ Διός.
572. λέων ὥς] ἡ ὁμοίωσις πρὸς τὸ εὐκίνητον καὶ ἀγριωπὸν, ἵνα καταπλήξῃ Πρίαμον τῇ θέᾳ.
577. τοῖο] τούτου. λείπει δὲ καὶ τὸ τοῦ ἄρθρον.
580. δύο, ἵνα τὸ μὲν ὑποτεθῇ, τὸ δὲ ἐπιτεθῇ. τὸν δὲ χιτῶνα πρὸς τὸ ἐνδύσασθαι. λαμβάνει δὲ δῶρα ὡς ἱλεούμενος Πάτροκλον,. καὶ ἵνα πλείονα ἔχῃ εἰς τὸν ἐπιτάφιον.
584. χόλον] ρωδιανὸς γόον γράφει· ποῖον γὰρ οὗτος εἶχε
χόλον, εἰ μὴ μᾶλλον γόον;
589. αὐτὸς τόν γʼ Ἀχιλεύς] ἐμεμάραντο γὰρ ὁ θυμός. οὐκ ἄτοπος δὲ ἡ μεταβολή. ὁ γὰρ τοῦ γέροντος οἰκτος αὐτὸν ἐκίνη- σεν.
595. τινὲς ἀθετοῦσι· τὴν γὰρ Διὸς κέλευσιν αἰτίαν ἔδει
λέγειν τῆς λύσεως. πῶς δὲ δώσει τῷ ἀποθανόντι; ἢ τάχα φησὶν
ὅτι καὶ τὴν Διὸς γνώμην πληρώσας, ὅμως οὐκ ἀνάξια τῆς εἰς σὲ
κακίας ἔλαβον. ἔθος δὲ τοὺς φόνους ἐπὶ χρήμασι λύειν. δώσει δὲ
ἀποθανόντι διʼ ἐπιταφίων εἰς αὐτὸν ἀγώνων.
598. τοῦ ἑτέρου] τοῦ πρὸς τὸ ἐξ ἐναντίας μέρος.
601. ἄγων] οὐκ ἐν τῇ σκηνῇ, ἀλλὰ καθʼ ὁδὸν, ἵνα μὴ πρὸς οἰκίον κινηθῇ.
602. τὴν Νιόβην οἱ μὲν Πέλοπος, οἱ δὲ Ταντάλου, οἱ δὲ Ζήθου,
οἱ δὲ Ἀλαλκομένεω γυναῖκά φασιν· ἡ δὲ συμφορὰ αὐτῆς, ὡς μέν
τινες, ἐν Λυδίῳ, ὡς δὲ ἔνιοι, ἐν Θήβαις ἀπολέσθαι, νοστῆσαι δὲ
αὐτὴν εἰς Λυδίαν. ἡ δὲ αἰτία τῆς τῶν παίδων συμφορᾶς, ὅτι Λητοῖ
παρισοῦτο, λέγουσα πλείονα τέκνα καὶ γενναιότερα τεκεῖν· ἦς οἱ
παῖδες ὀργισθέντες τοὺς αὐτῆς ἀνεῖλον, ἡ μὲν θήλεια τὰς θηλείας,
ὁ δὲ ἄρσην τοὺς ἄρσενας. αὐτὴ δὲ τῇ λύπῃ ἀφωνίᾳ κρατηθεῖσα ὡς
λίθος ἦν ἄφωνος. οἱ δὲ λαοὶ ἀσυμπαθεῖς ὡς λίθοι ἥσαν, μισοῦντεε
αὐτήν. τινὲς δέ φασιν ἤττον τὸ κατὰ τὴν Νιόβην εἶναι, ὅτι οὗτος
πεντήκοντα τέκνων ἐστέρηται. ἀλλʼ ἐκείνη πάντων ἅμα, οὗτος δὲ οὔ.
παραμυθητικὸν δὲ τὸ τῆς διηγήσεως εἶδος· κουφίζεται γὰρ τὰ πάθη
ταῖς ἀλλοτρίαις συμφοραῖς. ὡς Θηβαῖον δὲ ἄντα τὸν μῦθον καὶ
ἀγνοούμενον Πριάμῳ ἐπεξεργάζεται.
605. ῥητορικῶς τὴν διήγησιν ἀνέστρεψεν. ὅρα δὲ τὸ κάλλος·
ἔφαγε γὰρ καὶ Νιόβη. τίς δὲ αὕτη ἦν; ἡ δώδεκα ἀπολέσασα
παῖδας. ὑπὸ τίνος; ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος. διὰ τί; διʼ
ὑπερηφανίαν. ἴσως δὲ ὑπὸ λοιμοῦ διαφθαρέντες ἐνομίσθησαν οὕτω
*ψευδές ἐστι τὸ λιθωθῆναι τὴν Νιόβην, ἀλλʼ ἡ ἀλήθεια οὕτως
ἔχει· θανόντων τῶν παίδων αὐτῆς ἐποίησέ τις εἰκόνα λιθίνην, ἣν
ἔστησεν ἐπὶ τῷ τύμβῳ τῶν παίδων, ῆν βλέποντες οἱ παριόντες
ἔλεγον “Νιόβη λιθίνη ἕστηκεν ἐπὶ τῷ τύμβῳ,” ὥσπερ καὶ νῦν
λέγεται “παρὰ τὸν χαλκοῦν ρακλῆ ἐκαθήμην.”
608. ἡ δʼ αὐτή] αὐτὴ δὲ, ὡς τὲ “ὁ δʼ ἐρεύγετο” (Od. 9, 374) ἀντὶ τοῦ ἐρεύγετο δέ.
610. ἐν φόνῳ] ἐν τῷ τόπῳ οὗ ἐφονεύθησαν.
611. ἀσυμπαθεῖς· ὠργίζοντο γὰρ αὐτῇ, ἐπεὶ διὰ τὴν ἐκείνης ἀσέβειαν ὀλίγου δεῖν ἡ σύμπασα πόλις ἀπώλετο ἄν.
612. θάψαν θεοί] ταῦτα πρὸς τὸ μὴ ἀμελεῖν κηδείας, εἴγε καὶ θεομισεῖς ὄντες ἐτάφησαν.
614—617. ἀθετοῦνται δ΄· πῶς γὰρ ἡ λίθος ἐγεύσατο σίτου; πῶς δὲ καὶ κήδεα πέσσει;
615. Σίπυλος πόλις ἐστὶ Λυδίας καὶ Ἀχελῷος ποταμὸς ἐκεῖ παρακείμενος. θεάων δὲ εὐνάς, ὅτι ἐκεῖ Σεμέλῃ ὁ Ζεὺς συνεκοιμήθη.
616. αἵ τʼ ἀμφʼ Ἀχελώῖον] ἀπὸ τοῦ Ἀχελῳου ποταμοῦ τοῦ ἐν Αἰτωλίᾳ, ὃς ὠνόμασται ἀπὸ τοῦ τὰ ἄχη λύειν, ἢ ὅτι Ἀχελῷος κα- λεῖται πᾶν ὕδωρ. ἢ διὰ τοῦ η Ἀχελήῖον· Ἀχέλης γὰρ ποταμὸς ἀπὸ Σιπύλου ῥέει εἰς τὴν Σμυρναίων γῆν.
ἐρρώσαντο] φιλοσόφως καὶ ἐρρωμένως καὶ μετὰ συνέσεως ὠρχή-
σαντο.
617. ἀκύρως· πῶς γὰρ ἡ λίθος πέσσει; Φιλήμων δὲ ὁ κωμικός
φησιν “ἐγὼ λίθον μὲν τὴν Νιόβην μὰ τοὺς θεοὺς οὐδέποτʼ ἐπείσθην,
οὐδὲ νῦν πεισθήσομαι, ὡς τοῦτʼ ἐγένετʼ ἄνθρωπος, ὑπὸ δὲ τῶν
κακῶν τῶν συμπεσόντων τοῦ τε συμβάντος πάθους οὐδὲν λαλῆσαι
δυναμένη πρὸς οὐδένα, προσηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος.” ὁ δὲ
Λυδός φησιν ὅτι Ἀσωνίδης ἐρασθεὶς αὐτῆς μὴ πεισθείσης τὸν οἶκον
ἐνέπρησεν, ἡ δὲ φεύγουσα εὔξατο λιθωθῆναι καὶ ἐλιθώθη.
619. σίτου] ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον. χαρίεις δὲ ὁ πρὸς ἀνάκτησιν τοῦ γέροντος συνδειπνῶν, καίτοι προδειπνήσας.
630. ὅσσος ἔην οἷός τε] ὅσος ἐν μεγέθει, οἷος ἐν κάλλει. ταῦτα δὲ πρὸς ἔκπληξιν τῶν ἀκροατῶν.
632. καὶ μῦθον ἀκούων] ἀπὸ κοινοῦ τὸ ἀγαθόν. φησὶ γοῦν περὶ
αὐτοῦ “θεόφιν μήστωρ ἀτάλαντος” (Il. 7, 366).
635. λέξον] κλῖνον, κοίμισον· ἡ γὰρ διὰ χρόνου τροφὴ εἰς ὕπνον αὐτὸν καλεῖ.
636. ταρπώμεθα] δώδεκα γὰρ νύκτας ὄντι ἀΰπνῳ οὐκ ὀλίγην ἡ νὺξ τὴν τέρψιν ποριεῖται.
639. κήδεα μυρία πέσσω] ὑπὸ μυρίων καὶ ἀναριθμήτων κακῶν ἀναλίσκομαι.
648. ἐγκονέουσαι] ἐνεργοῦσαι καὶ πονοῦσαι· τὸ γὰρ πονεῖν Πακῶς κονεῖν λέγεται.
650. ἀφίστησιν αὐτὸν εὔκαιρον τὴν νύκτα πρὸς συνουσίαν ποιού-
μενος ὡς ἡ μήτηρ παρήνεσεν· ἢ βεβαιῶσαι θέλει ὡς πάντα διʼ
αὐτοῦ γίνονται καί πρὸς αὐτὸν φοιτῶσι πάντες.
657. ὑφ’ ἓν τὸ ποσσῆμαρ, ὡς ἐννῆμαρ· μεσότητος γάρ ἐστιν, ἀντὶ τοῦ ποσήμερον. ἐπεὶ δὲ ἅπαξ πεισθεὶς δίδωσι τὸν νεκρὸν, προ- νοεῖται καὶ τῆς κηδείας.
663. ἀξέμεν] λείπει τὸ ὥστε, ὥστε ἀξέμεν.
664. ἐννῆμαρ μέν] φιλοπενθὲς γὰρ τὸ βάρβαρον· ἢ ἅμα τῇ προφάσει τῆς κηδείας τὰ πρὸς πολιορκίαν ἑτοιμάζεται.
665. δαινῦτό τε λαός] ἀντὶ τοῦ τὸν ἐπιτάφιον δεῖπνον τῷ λαῷ ποιήσοιρμεν.
667. εὅπερ ἀνάγκη] ἀπειρηκὼς τῷ χρόνῳ ἢ ταῖς συμφοραῖς ἀνάγκην τὸν πόλεμον ἐκάλεσεν. ἐθεράπευσε δὲ τὸ φιλότιμον Ἀχιλ- λέως τῷ δέει τῶν πολεμίων.
671. πρὸς πίστιν ἡ τῆς δεξιᾶς χειρὸς κράτησις.
679. ἀλλʼ οὐχ μρμείαν] δεῖ οὖν καὶ ἡμᾶς τὸ θεῖον ὡς ἄγρυπνον
αἰδουμένους μὴ εἰκῆ τι πράσσειν.
681. ἱεροὺς πυλαωρούς] πιστοὺς, ἢ τοῦ στρατεύματος σωτῆρας.
686. σεῖο δέ κεν] ταῦτα πρὸς τὸ ἀποτρέψαι αὐτὸν τοῦ ὕπνου.
699. ἰκέλη χρυσῇ Ἀφροδίτῃ] κατʼ ἐπιφορὰν εἴγηται· ἔδει γὰρ
703. γέγωνέ τε] ἡ χαρὰ γὰρ ἰσχὺν δίδωσι καὶ βοῆς καὶ περιόδου. ἐχάρη δὲ ἰδοῦσα τὸν νεκρὸν ἀπροσδοκήτως ἀγόμενον.
706. χαίρει] ἀντὶ τοῦ συνευφραίνεσθε καὶ συγχαίρετε.
708. οὐδὲ γυνή] ἐναργῶς καὶ τὰς γυναῖκας συνεργούσας ἐποί- ησεν ἐπὶ τῇ παραδόξῳ θέᾳ τοῦ νεκροῦ καὶ τῇ σωτηρίᾳ τοῦ βασι- λέως.
711. τιλλέσθην] ἑαυτὰς καὶ τὰς ἰδίας κεφαλάς.
722. ἐξῆρχον μὲν ἐκεῖνοι τῶν λόγων, ὡς ἔοικε, καὶ διεδέχοντο αὐτοὺς αἱ γυναῖκες ἀντιφωνοῦσαι.
725. νέος ὅλεο] νέος ἐξεκόπης τῆς ζωῆς. ἀπὸ οἰκτροῦ δὲ ἤρξατο, τὴν ἐκκοπὴν τῆς ἤβης ὀδυρομένη· τοὺς γὰρ ἐν γήρᾳ θανόντας μᾶλλον εὐδαιμονίζομεν.
731. νηυσὶν οἰχήσονται] ἀντὶ τοῦ ἐπὶ νηῶν πορεύσονται.
734. ἀεθλεύων πρὸ ἄνακτος] κακοπαθῶν ὑπὲρ δεσπότου. καὶ Πίνδαρός φησι PIytt. 4, 72) “λυσίπονοι δεσποτῶν θεράποντες·” ὑπὲρ ἐκείνων γὰρ πλέουσι, γεωργοῦσιν, ἀχθοφορούσιν.
735. ῥίψει ἑλών] ἢ ὡς ἐκ στοχασμοῦ, ἢ ὡς ἔθους ὄντος τοὺς μὴ
δυναμένους δουλεύειν παῖδας ῥίπτεσθαι.
739. πατὴρ τεός] νῦν περὶ αὐτοῦ, εἶτα πρὸς αὐτόν.
741. ἀρητόν] ἐπάρατον, ἢ ἐπιβλαβῆ, ἢ ἀεὶ ῥητόν. ἐκ τοῦ περὶ αὐτοῦ δὲ εἰς τὸ πρὸς αὐτόν.
744. οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος] ταῦτα βιωτικά· γλυκὺ γὰρ
ἐν πένθεσιν αἱ τελευταῖαι τῶν φίλων φωναὶ πρὸς παραμυθίαν.
πυκινὸν δὲ ἔπος τὸ πρὸς βιοτείαν λυσιτελές.
746. ἐπὶ δέ] οὐ μετὰ τὸ θρηνῆσαι, ἀλλὰ σὺν αὐτῇ. οὐκ ἡδύνατο δὲ πάντα ὑφʼ ἓν εἰπεῖν.
752. ἐπεξηγεῖται τὸ πέρνασκε διὰ τοῦ πέρην.
753. ἀμιχθαλόεσσαν] κατὰ Κυπρίους εὐδαίμονα. οἱ δὲ πετρώδη καὶ ἀπόκρημνον. οἱ δὲ ἄμικτον, διὰ τὸ ἐκ θαλάσσης δυσπρόσιτον καὶ τὴν τραχύτητα. οἱ δὲ ὀμιχλώδη καὶ ἀπροόρατον τοῖς πλέουσιν.
757. πρόσφατος] νεωστὶ πεφονευμένος. ἢ ἀπὸ τῶν νεωστὶ πεφασμένων ἐκ γῆς φυτῶν, ἵνα δηλοῖ τὸ χλωρός.
759. ἀγανοῖς] πράοις διὰ τὸ ἀνώδυνον. γυναικείως δὲ μακαρίζει τὸ ἑστηκέναι αὐτῷ τὸ σῶμα.
765. τόδε εἰκοστὸν ἔτος] ψευδές· οὐ γὰρ εἰκοστὸν ἔτος δύναται
εἶναι, ἐξ οὗ εἰς τὸ Ἴλιον ἤλθεν Ἕλένη, εγε δεκαετὴς μὲν ὁ τοῦ
πολέμου χρόνος ὁμολογεῖται γεγονέναι, εἰκοστῷ δὲ Ὀδυσσεὺς εἰς
θάκην ἐπανελήλυθεν ἔτει. ῥητέον δὲ ὅτι δέκα ἔτη ἐστρατολόγουν,
χειμάζοντες ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνούμενοι. καὶ
γὰρ ἤκουον τὸν πλοῦτον καὶ τὴν ἰσχὺν τῶν Τρώων πολλὴν οὖσαν. καί
τινες δὲ παρητοῦντο τὸν πόλεμον, καὶ διὰ τοῦτο ἐκεῖ καθήμενοι
ἐστρατολόγουν. νῦν δὲ εἰκοστὸν ἔτος ἐστὶν ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης.
ἐπὶi δὲ Ὀδυσσέως τὰ δέκα ἔτη τῆς στρατολογίας οὐκ ἀριθμητέον.
776. δῆμος ἀπείρων] οὐ μόνον αἱ γυναῖκες, ἀλλὰ καὶ αὐτὸ τὸ
ἄπειρον πλῆθος. ἐπὶ πλείστῳ δὲ ἐλέει καταστρέφει τὴν Ἰλιάδα·
ὅθεν οἱ ῥήτορες ἐν τοῖς δικανικοῖς ἔσχατον τιθέασι τὸν οἶκτον ὡς
κινοῦντα τὸν ἀκροατήν.
777. τὸ ὁ γέρων διὰ τὸ οἰκτρὸν ἢ μᾶλλον τὸ ἔκτιμον πρόσκειται, ὡς τὸ 'Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν” (Il. I1, 636).
784. ἐννῆμαρ] σπεύδουσι γὰρ τῇ δεκάτῃ καὶ ἑνδεκάτῃ τελειῶσαι
τὸν τάφον· ἡ γὰρ ἑξῆς εἰς πόλεμον ἐταμιεύθη.
799. περὶ δὲ σκοποί] στρατηγικὸν τὸ μὴ ταῖς σπονδαῖς πιστεύ- σαντας ἀστρατηγήτους ἑαυτοὺς τοῖς πολεμίοις Ἕλλησι παραδοῦναι, καὶ νουνεχείας πολλῆς.
804. ὧς οἵ γʼ ἀμφίεπον] Μενεκράτης φησὶν αἰσθόμενον ἑαυτοῦ
ἀσθενείας τὸν ποιητὴν καὶ τοῦ μὴ ὁμοίως δύνασθαι φράζειν ἐᾶσαι τὰ
μεθʼ Ἕκτορα. καλῶς δὲ ἐταμιεύσατο ἑαυτῷ τὰ λοιπὰ τῶν ζητημά-
των εἰς τὴν Ὀδύσσειαν· μικρὰ γὰρ ἦν ἡ ὑπόθεσις περὶ τῆς οἰκίας
τοῦ Ὀδυσσέως μόνον· ἐν τῷ μέσῳ οὖν τὰ περὶ Μενελάου καὶ
Μέστορος καὶ Ἀγαμέμνονος καὶ ἀπλῶς περὶ τοῦ ἀπόπλου διέξεισι
καὶ τοῦ δουρείου ἵππου. ἄλλως τε πολιορκίαν μακρὰν οὐκ ἄξιον
διηγεῖσθαι αὐτόν.
26. κιχείω παρὰ] παρὰ τὸ κίω τὸ πορεύομαι . . . . κίχω, ὁ μέλλων κιχῶ καὶ σπερ . . . . σείω, οὕτω καὶ κιχῶ καὶ κιχείω.
28. χραίσμῃ] βοηθήσῃ. τὸ θέμα χραίσμω, τοῦτο ἀπὸ τοῦ
χρῆσις χρησίμω συστολῇ τοῦ η . . . . μῶ τοῦ ι χραίσμω.
σκῆπτρον] ἐκ τοῦ σκήπτω τὸ . . . . ζω, τὸ δὲ σκήπτω σημαίνει
δύο, τὸ. . . . ἵζω, ἐξ οὗ καὶ σκῆπτρον, καὶ τὸ προφασίζομαι, ἐξ
οὗ καὶ σκῆψις ἡ πρόφασις. τὸ δὲ σκῆψις ἡ πρόφασις ἐκ τοῦ
σκέπω ἢ . . . μελέτης ψευδὴς μαρτυρία. ὁ γὰρ σκεπτόμενος ψευδές
τι . . . . κρυφίως τοῦτο μελετᾷ καὶ οἱ. . . .
29. γῆρας ἡ τελευτὴ ἡλικίας, ἐξ οὗ. . . . τοῦτο δὲ ἐκ τοῦ ἐν τῇ γῇ ὅρᾶν.
30. τηλόθι ἐπίρρημα τοπικὸν ἀπὸ τοῦ τηλοῦ τοῦ παρὰ τὸ τέλος, ὡς τὸ ὑψοῦ ὑψόθεν, ἀγχοῦ ἀγχόθεν, οὕτω καὶ τὸ τηλόθι.
32. ἐρέθιζε ἐκ τοῦ. . . . ἐκ τοῦ ἔρις ἐρεθίζω. . . .
σαώτερος] παρὰ τὸ σῶ τὸ ὑγιαίνω σάω, ἐξ οὗ σάος καὶ σαότερος . . . . ἐξ οὗ σόος ἐκ τοῦ σῶ σῶος, ἐξ οὗ τὸ σώζω, ἐξ οὗ καὶ τὸ σόος ὡς τὸ. . . . λαὸς . . . . καὶ τροπῇ τοῦ ο εἰς ᾶ σᾶος. τὸ δὲ. . . .
33. μύθῳ] μῦθος σημαίνει δύο. τὸν σκοτεινὸν λόγον . . . . μύω
τὸ . . . . . . . . παρὰ τὸ μυῶ μυήσω τὸ διδάσκω μύηθος καὶ
μῦθος.
34. φλοῖσβος παρὰ τὸ φλογίζω . . . . καὶ ἀποβολῇ τοῦ γ . . . . φλοισμός . . . . β φλοῖσβος.
[Scholia versuum 26-34 partim obliterata in Veneto B·
omni ex parte integra leguntur in codice Lipsiensi et partim
in Tovnleiano, in utroque a manu recentiore, exscripta,
verbis leviter mutatis, ex Etymologico Magno. Quibus inter
se collatis haec sic supplenda et corrigenda esse patet, 26.
(ex Etym. M. p. 515. 53) κιχείω] παρὰ τὸ κίω τὸ πορεύομαι
πλεονασμῷ τοῦ χ γίνεται κίχω, ὁ μέλλων κιχῶ, καὶ ώσπερ παρὰ.
τὸ βρώσω βρωσείω, οὕτω καὶ κιχῶ καὶ κιχείω. 28. (in codicibus
Townleiano et Lipsiensi a manibus recentibus et similiter in
Etym. M. p. 814, 13) χραίσμῃ] βοηθήσῃ. τὸ θέμα χραίσμω.
τοῦτο ἀπὸ τοῦ χρήσιμος χρησίμω, συστολῇ τοῦ η εἰς τὸ α καὶ
μεταθέσει τοῦ 1 χραίσμω. (In Etym. M. χρησιμῶ et χραισμεῖ
scriptum. Brevius in Townl. et Lips. χραίσμῃ] ἀπὸ τοῦ
χρήσιμος γέγονε καὶ συστολῇ-τοῦ ι χραισμῶ). Duplicem ac-
centum, χραίσμω vel χραισμῶ, diserte testatur Etym. M. Scholion
totum integrius repetitur infra ad v. 566 p. 367, 9—13, ubi
recte scriptum est συστολῇ τοῦ η εἰς α καὶ ὑπερβιβασμῷ (ἐν μετα-
θέσει codices Townleianus et Lips. cum Etym. M.) τοῦ ῑ χραίσμω.
28. (in cod. Lips. et Etym. M. p. 717,2) σκῆπτρον] ἐκ τοῦ σκήπτω
τὸ ἐπακουμβίζω· τὸ δὲ σκήπτω σημαίνει δύο· τὸ ἐπακουμβίζω, ἐξ
οὗ καὶ σκῆπτρον, καὶ τὸ προφασίζομαι, ἐξ οὗ καὶ σκῆψις ἡ ποό-
φασις· τὸ δὲ σκῆψις ἡ πρόφασις ἐκ τοῦ σκέπτω, ἡ ἐκ μελέτης
ψευδὴς μαρτυρία. ὁ γὰρ σκεπτόμενος ψευδές τι εἰπεῖν, κρυφίως
τοῦτο μελετῷ καὶ οἱονεὶ ἐσκεπασμένος. 29. (cum cod. Lips.)
γῆρας ἡ τελευτὴ ἡλικίας, ἐξ οὗ καὶ γηραιός. τοῦτο δὲ ἐκ τοῦ ἐν
τῇ γῇ ὁρᾶν. 30. (Cum cod. Lips. et Etym. M. p. 757, 14)
τηλόθι] —οὕτω καὶ τὸ τηλόθι. 32. ἐρέθιζε —ἐρεθίζω] Non legun-
tur haec in Townl. et Lips. Ex paucis quae supersunt
verbis non potest colligi eadem omnia lecta fuisse quae in
Etym. M. p. 370, 31, ubi inepta memoratur etymologia ἀπὸ
τοῦ ἐρέθω καὶ τῆς ἔρας. Ibid. Scholi de v. σαώτερος reliquiae
comparandae cum Etym. M. p. 709, 15 et Epimerismis
Hom. in Crameri Anecd. Oxon. vol. 1 9. 393, 15. 33.
(cum cod. Lips. et Etym. M. p. 593, 43) μύθῳ] μῦθος σημαί-
νει δύο, τὸν σκοτεινὸν λόγον, καὶ γίνεται παρὰ τὸ καμμύω· καὶ
κατὰ ἀντίφρασιν ἡ μὴ φλέγουσα, ut in Etym. M.]
47. ἤῖε] ἐπορεύετο, ἐκ τοῦ εἴω τὸ πορεύομαι ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἷκα, ὁ μέσος εἶα, καὶ ἐν διαλύσει ἔῖα, καὶ τροπῇ τοῦ ε εἰς η, ἤῖα ἤῖας ἤῖε.
50. οὐρῆας] παρὰ τὸ ὅρος ὀρεύς καὶ ἡνίοχος ἡνιοχεύς, ἐν τῷ ὄρει
ἐργαζόμενος καὶ πλεονασμῷ τοῦ υ οὐρεύς. ἡ γενική κατὰ Ἴωνας
οὐρῆος.
52. θαμειαί παρὰ τὸ θαμά . . . . τὸ συνcχὲς καὶ πυκνόν. γίνεται οὖν θαμός καὶ θαμειός καὶ θαμειαί. τὸ δὲ θαμά ἐκ τοῦ ἅμα . . . . οὕτω καὶ ἀπὸ τοῦ θάλος θά . . . . Con. Etym. M. p.
57. ὁμηγερέες] ἐκ τοῦ ὁμοῦ καὶ τοῦ ἀγείρω τὸ συναθροίζω ὁμοαγειρὴς ὁμοαγειρέος καὶ ὁμηγερέος καὶ ὁμηγερέες.
60. ἀπονοστήσειν ἐκ τῆς ἀπό προθέσεως καὶ τοῦ νοστῶ . . . .
ἀνακομιδή. παρὰ δὲ τῇ συνηθείᾳ ὁ γλυκασμὸς λ . . . . τῶν ἐδεσ-
μάτων. καὶ Ὅμηρος “οὐδὲν γλύκιον ὴς πατρίδος” (Od. 9, 34).
γίνεται δὲ παρὰ τὸ νέω τὸ πορεύομαι . . . . νοστήσω.
75. ἑκατηβελέταο] Αἰολικῶς τοῦτο παρὰ τὸ ἵημι τὸ πέμπω,
οὗ παθητικὸν παρακείμενον ἔμαι ἕσαι ἔται ἔτης καὶ μετὰ τοῦ
βέλους βελέτης καὶ μετὰ τῆς ἑκῆ καὶ πλεονασμῷ τοῦ ατ ἑκατη-
βελέτης ὁ τὰ βέλη μηκόθεν βάλλων.
85. θεοπρόπιον] ἐκ τοῦ θεοπρόπος. τοῦτο ἐκ τοῦ θεοπροπῶ· ἔστι δὲ παρασύνθετον ἐκ τοῦ θεός καὶ τοῦ προέπω τὸ λέγω, ὁ τὰ ἐκ θεοῦ προλέγων. οὕτως οὖν καὶ τὸ θεοπρόπιον.
95. ἄποινα] οἱ μὲν ἐκ τοῦ φόνος ἄφονος ἄφοινος καὶ ἄποινος·
οἱ δὲ ἐκ τοῦ ποινὴ, ἡ τιμωρία, γίνεται ἄποινος. ἢ ἐκ τοῦ φονὴ, ὃ
σημαίνει τὸν τόπον τῶν ἀναιρουμένων, ὡς τὸ “ἐν ἀργαλέῃσι φονῇσι”
(Il. 10, 521).
102. κρείων ὄνομά ἐστι βασιλικόν· ἀπὸ γὰρ μετοχῆς μετήχθη εἰς
ὄνομα. γίνεται δὲ ἐκ τοῦ κρατῶ, ὃ σημαίνει τὸ ἄρχω, ἐξ οὗ κατὰ
114. χερείων ἐκ τοῦ χερειότερος καὶ κατὰ μεταπλασμὸν χέρειος.
σημαίνει δὲ τὸν ἐλάσσω καὶ γίνεται ἐκ τοῦ χείρ χειρός καὶ ἀφαι-
ρέσει τοῦ ἱ χερός. ἐξ οὗ χερείων. χερείων δὲ κυρίως ὁ ταῖς χερσὶν
ἥττων.
115. δέμας ἐκ τοῦ δέω τὸ δεσμεύω. δέδεκα δέδεμαι. δεσμὸς γὰρ ὡς τῆς ψυχῆς τὸ σῶμα παρὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν αὐτῷ.
120. γέρας ἐκ τοῦ ῥῶ τὸ ἐπιθυμῶ ἔρας καὶ γέρας.
124. ἴδμεν] οἱ μὲν ἐκ τοῦ ἴσημι, ἶσαμεν καὶ ἐν συγκοπῇ ἴσμεν,
καὶ τροπῇ τοῦ ὁ εἰς δ ἴδμεν· οἱ δὲ ἀπὸ τοῦ εἰδῶ τὸ γινώσκω. ὁ
δεύτερος ἀόριστος ἴδον ἴδομεν. καὶ ἀποβολῇ τοῦ --ο ἴδμεν.
143. καλλιπάρηος γίνεται ἐκ τοῦ κάλλος καὶ τοῦ παρειά. τοῦτο
δὲ παρὰ τὸ ἐπαίρω τὸ ἀνεσταλμένον μέρος τοῦ σώματος. τὰ δὲ παρὰ
τὸ κάλλος ἐν συνθέσει διὰ τοῦ ἱ γράφεται. οἱ δὲ Αἰολεῖς τὴν ει
δίφθογγον εἰς η τρέπουσι καὶ οἱ Δωριεῖς τὸ ε εἰς η.
147. ἑκάεργος ὁ τὰ ἕκαθεν ἐργαζόμενος, τουτέστιν ὁ ἥλιος, ὁ πόρρωθεν τῆς ἡμετέρας ἀφεστηκνς γῆς. εἰκὸς δέ ἐστιν ἑκάεργον ὁμώνυμον εἶναι τῆς ἐξ Ὑπερβορέων ἐπὶ Δῆλον τὰς ἀπαρχὰς ἐνεγ- κούσης.
149. κερδαλεόφρον, παρὰ τὸ κερδαλέος καὶ τὸ φρένα. τὸ δὲ κερδαλέον παρὰ τὸ κερδῶ κερδαίνω, τὸ κερδαίνω παρὰ τὸ κέαρ καὶ τὸ αἶνος, τουτέστιν ὁ τὸ κέαρ ἰαίνων.
152. αἰχμητάων παρὰ τὸ αἰχμά αἰχμῶ αἰχμᾶς αἰχμάσω αἰχμὴ,
ἤτοι παρὰ τὸ ἀίσσω γέγονε ἰαχή καὶ κράσει αἰχή καὶ πλεονασμῷ
τοῦ ἄρ. αἰχμή. Δωρικὴ δὲ ἡ διάλυσις. οἱ Δωριεῖς δὲ καὶ τὰς εἰς
ων γενικὰς τὰς ἀπὸ τῶν εἰς αι εὐθειῶν γινομένας διὰ τοῦ αων προ-
φέρουσιν, οἷον μέλισσαι μελισσάων, μέλαιναι μελαινάων.” μελαι-
νάων ὀδυνάων” (Il. 4, 191). αἰχμηταί αἰχμητάων. Similia in
Crameri Anecd. Oxon. vol. 1 p. 23, 23.
165. πολυάῖκος ἐκ τοῦ πολύ καὶ τοῦ ἀίσσω ἀίξω ἄϊξ ἄϊκος.
181. ὄθομαι παρὰ τὸ θέω καὶ ἐν ὑπερβιβασμῷ ἔθω καὶ τροπῇ τοῦ ο εἰς ε ὄθω, ἐξ οὗ ὀθόνη, ἐκ τοῦ ὅθω ὁ μέλλων ὄσω.
188. ἦτορ παρὰ τὸ ἀήτης ὁ ἄνεμος. τοῦτο ἐκ τοῦ ἄω τὸ πνέω, ἀῆτορ
καὶ ἀφαιρέσει τοῦ α ἤτορ· πνεῦμα γάρ ἐστιν ἡ ψυχή. Cont. Etym.
M. p. 439, 30 et Cramer. Anecd. Oxon. vol. 1 p. 182, 27.
189. μερμήριξε] παρὰ τὸ μερίζω· τοῦτο παρὰ τὸ μέρος· τοῦτο παρὰ τὸ μείρω μερῶ. μερίζω καὶ μερμερίζω, καὶ τροπῇ τοῦ ε εἰς η μερμηρίζω, ἐκ τοῦ ἐπὶ τάδε καὶ τάδε μερίζεσθαι τὴν ψυχὴν τοῦ μεριμνῶντος. ὅθεν καὶ μερμήρας τὰς φροντίδας καὶ μερίμνας ἔνιοι λέγουσιν.
190. φάσγανον] οἱ μὲν ἀπὸ τοῦ φῶ τὸ φονεύω, οἱ δὲ ἀπὸ τοῦ σφάζω, σφάγανον καὶ φάσγανον.
194. κολεοῖο] κολεός ἐκ τοῦ κοῖλον τὸ βαθύ· τοῦτο ἐκ τοῦ κῶ τὸ κεῖμαι, παρὰ τὸ κεῖσθαι ὅλον, κοιλεός, καὶ ἀφαιρέσει τοῦ ὁ ἢ τροπῇ τοῦ ῑ εἰς υ κουλεὸς καὶ κολεός.
ξίφος] παρὰ τὸ ὀξύνεσθαι πρὸς φόνον. γίνεται ἐκ τοῦ ξύω ξύσω ξύφος καὶ ξίφος.
199. θάμβησεν] ἐκ τοῦ θάμβος. τοῦτο παρὰ τὸ θάπος· τοῦτο παρὰ τὸ θήπω τὸ ἐκπλήττομαι. θαπῶ, καὶ πλεονασμῷ τοῦ μ καὶ τροπῇ τοῦ π εἰς β θαμβῶ θαμβήσω.
201. καί μιν] αὐτήν, ἀπὸ τοῦ τρίτου προσώπου πρωτοτύπου, ἐγώ, σύ, ἴ· τοῦτο γὰρ τὸ ἴ, ὡς τρίτον βραχυνόμενον πρόσωπον, ἐφέλκει τὸ ῦ, ἔτυψε ἔτυψεν· καὶ πλεονασμῷ τοῦ μ μίν, ὡς ἴα μία, χεράδιον χερμάδιον. σημαίνει δὲ τρία, αὐτόν, αὐτήν, αὐτό.
206. γλαυκῶπις παρὰ τὸ γλάσσω γλάζω τὸ λάμπω, ἢ παρὰ τὸ
γλαύκω, ἐξ οὗ καὶ γλαῦξ τὸ ὄρνεον.
210. ξίφος ἐκ τοῦ ξύω ξύφος καὶ ξίφος, τὸ πρὸς φόνον ὀξυνό- μενον. Idem fere ad v. 194.
213. ἀγλαά] ἐκ τοῦ ἀγάλλω, ἐφʼ οὗ τις ἀγάλλεται. ἢ παρὰ τὴν αἴγλην, ὅ ἐστιν ἀπὸ τοῦ ἀίσσειν· ὁρμᾶται γὰρ ἡ λαμπηδών.
237. φλοιός· ἐκ τοῦ φλῶ τὸ ἀναδίδωμι καὶ ἀναπέμπω, φλοῦς φλόος καὶ φλοιὸς.
303. αἶψα] ἐκ τοῦ ἴπτω τὸ βλάπτω, ἴψα ἴψα, καὶ μετὰ τοῦ στε- ρητικοῦ α ἄιψα, καὶ συναιρέσει αἶψα ἐπίρρημα· τὸ γὰρ ἀνεμπόδι- στον ταχέως γίνεται.
ἐρωήσει] παρὰ τὸ ῥῶ, ῥέω, τὸ φθείρω, ἐξ οὗ καὶ ῥᾶον, ὡς γνῶ γνώ· ὅθεν καὶ τὸ “ἐπερρώσαντο ἄνακτος.” καὶ γίνεται ῥωή, ὡς ζῶ ζωή, πλεονασμῷ τοῦ ε ἐρωή, καὶ ἐξ αὐτοῦ ῥῆμα ἐρωῶ, ἐρωήσω· ἢ παρὰ τὸ ῥέω, ἐρωή.
316. παρὰ θῖʼ] ἡ παρά τὸ ἔξω δηλοῖ, ὥσπερ καὶ παραπλεῖν τὸ
ἔξω πλέειν. αἰγιαλὸς μὲν οὖν κοινῷ εἴρηται ὀνόματι, καὶ ἔστι παρὰ
τὸ αἶαν ἐγγὺς ἁλὸς ἔχειν· ἔχει δὲ διαφορὰς τρεῖς, ἀκτὴν ῥηγμῖνα
καὶ θῖνα. ἀκτὴ μὲν οὖν εἴρηται ὁ πετρώδης αἰγιαλὸς, παρὰ τὸ ἄγ-
νυσθαι καὶ κλᾶσθαι ἐκεῖ τὰ κύματα. ῥηγμὶν δὲ ὁ πρὸς ἄνεμον
αἰγιαλὸς, παρὰ τὸ ῥήσσεσθαι ἐκεῖ τὰ κύματα· θὶν δὲ ὁ εὔδιος καὶ
ἡσύχιος αἰγιαλὸς, παρὰ τὸ μετὰ γαλήνης καὶ νηνεμίας ἐκεῖ τὰ
κύματα ἀποτίθεσθαι.
566. χραίσμωσι] βοηθήσωσι. ἔστι δὲ ὑποτακτικοῦ δευτέρου ἀορί-
στου. τὸ θέμα χραισμῶ. ὁ δεύτερος ἀόριστος ἔχραισμον. γέγονε δὲ
τὸ χραισμῶ ἀπὸ τοῦ χρήσιμος χρησιμῶ· συστολῇ τοῦ η εἰς α, καὶ
ἐν ὑπερβιβασμῷ τοῦ ι, χραισμῶ. τὸ δὲ χρήσιμος ἀπὸ τοῦ χρῄω,
ἢ ἀπὸ τοῦ χρῶ, χρήσω, ἀφʼ οὗ καὶ ἀχρεῖος. Similia supra ad v. 28.
596. κύκελλον] ποτήριον. γίνεται δὲ παρὰ τὸ κυφός ἢ παρὰ τὸ
κύπτω, τὸ κεκυρτωμένον καὶ περιφερές· ἢ παρὰ τὸ χύειν τὸν πηλὸν,
τουτέστι τὸν οἶνον. πηλὸς γὰρ παρὰ Ἀττικοῖς ὁ οἶνος, παρὰ τὸ
πάλλειν τὰς φρένας καὶ τὰς καρδίας τῶν πινόντων τοῦτον πολύν·
ἀφʼ οὗ καὶ κάπηλος, παρὰ τὸ κακύνειν τὸν πηλὸν ἤγουν τὸν οἶνον.
598. νέκταρ παρὰ νε στερητικὸν καὶ τὸ κτῶ τὸ φονεύω, τὸ μὴ τοῖς κτεινομένοις, ἀλλὰ τοῖς ἀθανάτοις διδόμενον.
50. λιγυφθόγγοισιν] ἐκ τοῦ λιγύς καὶ τοῦ φθόγγος. τὸ δὲ λιγύς παρὰ τὸ λέγω λεγύς καὶ λιγύς· ἢ ἀπὸ τοῦ λίαν ἡδύς.
52. ὥκα] ἐκ τοῦ ὠκύς ὠκέα ὦκα. τὸ δὲ ὠκύς παρὰ τὸ ἀκή, ὃ
σημαίνει τὴν ὀξύτητα. τὸ οὐδέτερον ἀκύ ἄκεα ἄκα, καὶ μεταθέσει
τοῦ ᾱ εἰς ἡ ἦκα, ὡς τὸ “ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγό-
ρευον” (Il. 3, 155). ἀντὶ τοῦ μετὰ ἡσυχίας, καὶ τροπῇ τοῦ ὰ εἰς ω
μέγα ὦκα, ὥσπερ φᾶρος τὸ ἱμάτιον, ἐξ οὗ φωριαμός. Similia in
Etym. M. p. 821, I2 et in Crameri Anecd. Oxon. vol. 1 p. 448.
55. ἠρτύνετο] ἐκ τοῦ ἀρτύω· τοῦτο δὲ παρὰ τὸ ἀρτῶ. τοῦτο παρὰ
τὸ ἄρω τὸ ἁρμόζω· ὁ μέλλων ἀρῶ ἀρώσω, Αἰολικῶς ἄρσω καὶ ἀρτός.
ἐκ γὰρ τοῦ ἀρτύω ἀρτύνω, ἐξ οὗ καὶ τὸ “ἡρτύνθη μάχη” (Il. 11,
216.)
67. ἔχοντες] τὸ ἔχω σημαίνει ιγ, τὸ κρατῶ· “ἐν δʼ ἄρα χειρὶ
3). τὸ φυλάσσω· “ὧς οἱ μὲν Τρῶες φυλακὰς ἔχον” (lI. 9, 1).
τὸ ἐπιμελοῦμαι· “ὅς μοι κῆπον ἔχει πολυδένδρεον” (Od. 4, 737).
τὸ συνοικῶ γυναικί “τὴν εἶχε κρείων Ἑλικάων” (Il. 3, 123). τὸ
ἐλαύνω· “τω διὰ Σκαιῶν πεδίων ἔχον ὠκέας ἵππους (ib. 263).
τὸ κτῶμαι· “ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ” (ib. 412). τὸ πλησιάζω,
ἐξ οὗ καὶ τὸ ἐγγύς, ὡς τὸ “ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι”
(Psalm. 139, 6). τὸ οἰκῶ, ὡς ἐνταῦθα. τὸ κατέχω καὶ κρατῶ· “τοὺς
δʼ ἤδη κάτεχεν φυσίζοος αίπ” (Il. 3, 243). τὸ βαστάζω· “τόξʼ μοι-
σιν ἔχων ἀμφηρεφέα τε φαρέτρην” (Il. 1, 45). τὸ κρύπτω. “Τἀλλὰ
καὶ μετόπισθεν ἔχει κότον ὄφρα τελέσσῃ” (ib. 82). τὸ φορῶ·
“τῶνδʼ οἱ μὲν λεπτὰς ὀθόνας ἔχον, οἱ δὲ μαχαίρας” (Il. 18, 595).
73. θέμις] παρὰ τὸ τίθημι τίθεμαι θεμός καὶ θέμις καὶ θέμιτα καὶ θέμιστας κατὰ πλεονασμόν.
75. ἐρητύειν] ἐκ τοῦ εἱρκτή εἱρκτύω, ἐξ αὐτοῦ ἐρητύω ἐρητύσω, ὁ μέσος παρακείμενος εἰρήτυκα, ὁ παθητικὸς εἰρήτυμαι ἐρητυθείην ἐρήτυθεν.
87. ἠΰτε] ἐκ τοῦ ὡς γίνεται, καὶ πῶς ἐκ τοῦ ὥς; κανών ἐστιν ὁ
λέγων ὅτι τὰ εἰς ως λήγοντα ἐπιρρήματα, συνυπάρχοντά τινι εἰς
η λήγει, καὶ ὁμοτονούμενα αὐτοῖς, οἷον πάντως πάντῃ, ἄλλως ἄλλῃ,
οὐδαμῶς οὐδαμῇ, διχῶς διχῆ. οὕτως οὖν καὶ ἀπὸ τοῦ ὣς ἦ, καὶ
πλεονασμῷ τοῦ ῦ ἠΰ. ψιλοῦται δὲ ὡς τοῦ πλεονάσαντος.
88. γλαφυρῆς] γίνεται ἐκ τοῦ γλάφω τὸ διορύττω, ἐξ οὗ καὶ
γλάφυ. σημαίνει δὲ τὸ σπήλαιον· “καὶ γλάφυ πετρῆεν” (Hesiod.
Op. 531). ἔστιν οὖν γλάφω γλάψω ἔγλαψα, ὡς τὸ “ἐν ψαμάθοισι
διαγλάψας ἁλίῃσιν” (Od. 4, 438). ἐπὶ δὲ τοῦ ἡδέος περὶ τοῦ διο-
ρύττειν καὶ κινεῖν τὴν ἀκοὴν πρὸς ἡδονήν.
90. ἄλις ἐκ τῆς ἁλός γενικῆς. ἐν αὐτῷ γὰρ ἱκανὸν καὶ ἀθρόον ἐστὶ τὸ ὕδωρ.
135. σπάρτα] ἐκ τοῦ σπαρτίου· τοῦτο ἐκ τοῦ σπειρῶ τὸ εἱ- λίσσω, ἐξ οὗ καὶ σπείρημα τὸ τοῦ ὄφεως εἵλιγμα. σπάρτον οὖν καὶ σπαρτίον. σπερ οὖν ἀπὸ τοῦ μηρία μῆρα, οὕτως καὶ ἀπὸ τοῦ σπαρτία σπάρτα.
142. στήθεσσιν] στῆθος ἐκ τοῦ σιτίον καὶ τοῦ ὔθω, σιτίωθόν τι
ὂν, παρὰ τὸ τὰ σιτία διʼ αὐτοῦ ὠθεῖσθαι· καὶ κατὰ συγκοπὴν στῶ-
θος καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν στῆθος. ἔνιοι δὲ παρὰ τὸ
ἵστημι, στήσω, στῆθος, τὸ ὀρθῶς ἱστάμενον, καὶ μὴ ἐπικεκαμμένως.
144. μακρά] ἐκ τοῦ μῆκος μηκρός καὶ μηκρόν, καὶ ὥσπερ ἐκ
τοῦ κῦδος κυδρὸς καὶ “κυδρὴ παράκοιτις,” οὕτω καὶ ἐκ τοῦ μῆκος
μηκρός καὶ μακρός. ἐτράπη γὰρ τὸ μακρὸν εἰς βραχύ.
145. νότος] παρὰ τὸ ὀνῶ τὸ βλάπτω, ὀνόσω, ὄνοτος, καὶ ἀφαι- ρέσει τοῦ ὅ, νότος, ὁ βλαπτικὸς οἱονεὶ τῶν καρπῶν καὶ σωμάτων.
147. Ζέφυρος ὁ ἐκ ζόφου φερόμενος, ἤγουν τῆς δύσεως· οἱ γὰρ
ἀρχαῖοι τὴν δύσιν ζόφον ἐκάλουν. ἔνιοι δὲ ἐκ τοῦ τὸ ζῆν φέρειν, ὁ
τὸ ζῆν πᾶσι παρέχων· τῷ γὰρ θέρει πνέοντος αὑτοῦ αὔξονται οἱ
καρποὶ διʼ ὧν τὸ ζῆν ἔχομεν. λήῖον ἐκ τοῦ λα ἐπιτατικοῦ καὶ τοῦ
ἴω τὸ πορεύομαι καὶ τροπῇ τοῦ α εἰς ῇ λήῖον.
157. αἰγιόχοιο] παρὰ τὸ αἴξ αἰγός αἰγί, καὶ τοῦ ὀχή, ὃ σημαίνει
τὴν τροφήν· λέγεται γὰρ αὐτὸν τεθηλακέναι Ἀμάλθειαν τὴν αἶγα.
οἱ δὲ, ὅτι σκέπαστρον αὐτῷ αἰγὶς ἦν ἀπὸ Κρητικῆς αἰγὸς ληφθεῖσα.
οἱ δὲ, ἀπὸ τοῦ καταιγίζειν τοῖς ἀνέμοις καὶ πνεύμασι· καλεῖται γὰρ
ὁ ἄνεμος αἰγίς. οἱ δὲ Αἶγα πρώτην τὴν τοῦ Πανὸς θυγατέρα. ἐκ
τοῦ ὀχή δὲ γίνεται καὶ εὐωχία, ἡ καλῶς ἡμᾶς τρέφουσα, κατʼ ἐπαύ-
ξησιν δὲ τοῦ ο εἰς ω.
170. ἐύσσέλμοιο] ὄνομα σύνθετον ἐὖσελμος, ἐκ τοῦ εὗ μορίου καὶ
τοῦ σέλμα, ἡ τῶν ἐρεσσόντων καθέδρα. καὶ ὥσπερ ἀπὸ τοῦ ἔρεισμα
γίνεται κατὰ συγκοπὴν ἕρμα, οὕτως ἐστὶ σελίς (σημαίνει δὲ τὴν
καθέδραν· καὶ σελάζω ἐξ αὐτοῦ) ἡ γενικὴ σελίδος, καὶ ἐξ αὐτοῦ
ῥῆμα σελίζω, σέλισμα, καὶ σέλμα· καὶ τρέπεται τὸ α εἰς ος, ὡς
σχῆμα εὔσχημος, σέλμα εὔσελμος, καὶ διαλύσει τῆς ἐν διφθόγγου
ἐὖσελμος.
191. ἵδρυε] ἐκ τοῦ ἵζω τὸ καθέζομαι· καὶ τροπῇ τοῦ ξ εἰς δ Αἰολικῶς, ὥσπερ ζυγός δυγός, γίνεται ἴδω, καὶ κατὰ παραγωγὴν ἰθύω, καὶ πλεονασμῷ τοῦ ρ ἱδρύω.
209. πολυφλοίσβοιο] φλοῖσβος ἡ τῶν κυμάτων ἀλλεπάλληλος
ἔγερσις καὶ συνεχὴς πάλιν ἀπόπαυσις. ἔστι δὲ ὄνομα πεποιημένον, ὡς
τὸ “λίγξε βιός” (Il. 4, 125). φλοῖσβος δὲ γίνεται ἐκ τοῦ φλογίζω,
φλογισμός, ἀποβολῇ τοῦ γ φλοϊσμός, καὶ συναιρέσει φλοισμός, καὶ
τροπῇ τοῦχμ εἰς β φλοῖσβος· κατὰ ἀντίφρασιν ἡ μὴ φλέγουσα· γίνεται
δὲ ἀπὸ τοῦ φλῶ τὸ ἀναπέμπω, φλέω, ὁ ἀναδιδόμενος ἤχος τῆς θαλάσ-
σης.
217. χωλός] ἐκ τοῦ κῶλον, ὃ σημαίνει τὸ ὀστοῦν, ὁ τὸ ὀστοῦν βεβλαμμένον ἔχων· καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ μεταβάσει τοῦ τόνου γίνεται χωλός.
ὤμῶ] ἐκ τοῦ οἴσω μέλλοντος· ὁ γὰρ ἐνεστώς οὐκ εἴρηται. καὶ ὥσπερ τρέπεται τὸ ω εἰς οἱ, ὡς ἀγκῶνος ἀγκώνη ἀγκοίνη, θῶ τὸ εὐωχοῦμαι θώσω θώνη καὶ θοίνη, οὕτω καὶ ἡ οἱ εἰς ω τρέπεται. Con. Etym. M. p. 822, 24.
218. κυρτώ] κυρτός παρὰ τὸ κύπτω, κυπτός, πλεονασμῷ τοῦ ρ
καὶ ἀποβολῇ τοῦ συμφώνου κυρτός. κύρτος δὲ, παροξύτονον, εἶδος
δικτύου, ὡς σπυρίδιον, τὸ λεγόμενον κυρτάριον.
συνοχωκότε] ἐκ τοῦ συνέχω συνοχῶ ῥῆμα· ὁ μέλλων συνοχήσω, συνώχηκα, συνωχηκώς, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν, διὰ δὲ τὸ μέτρον τὸ ὸ μικρόν.
219. λάχνη. παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ ἔχω τὸ κρατῶ, γίνεται λαέχνη, καὶ κατὰ κρᾶσιν λάχνη. παράγεται δὲ καὶ ἀπὸ τοῦ λάζω, τὸ κρατῶ, ὁ μέλλων λάξω, καὶ ἐξ αὐτοῦ λάχνη· οὐδὲν γὰρ εὐληπτότερον τῆς τριχός.
220. ἔχθιστος ἐκ τοῦ ἐχθρός· τοῦτο ἐκ τοῦ ἐκθορῶ, ἐκθορήσω,
ἔκθορος καὶ ἐχθρός, ὁ ἔξω ἡμῶν προδιερχόμενος. ἔχθιστος δὲ ἐκ τοῦ
ἐκθέειν ἡμῶν.
225. χατίζεις] ἐκ τοῦ αἰτῶ τὸ ζητῶ καὶ χρῥζω· ἀποβολῇ τοῦ ῑ ἀτῶ, καὶ πλεονασμῷ τοῦ χ χατῶ, καὶ κατὰ παραγωγὴν χατίζω. ἢ ἐκ τοῦ ματῶ ματίζω, καὶ τροπῇ τοῦ χμ εἰς χ χατίζω.
233. νόσφι] ἐκ τοῦ νὸ στερητικοῦ καὶ τοῦ ἕπω τὸ ἀκολουθῶ. καὶ
ἐξ αὐτοῦ νόεπι· καὶ ὥσπερ ἀπὸ τοῦ θεόφατον κατὰ ἀποβολὴν τοῦ ὁ
καὶ πλεονασμῷ τοῦ σ γίνεται θέσφατον, καὶ θέσπις θέσπις, ὡς τὸ
“θέσπιν κατεβρόντησεν,ʼ οὕτω καὶ τὸ νόεπι ἀποβολῇ τοῦ ε καὶ
πλεονασμῷ τοῦ σ γίνεται νόσπι, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ
νόσφι, ὁ μὴ ἀκολουθῶν, ἀλλὰ πόρρωθεν καὶ χωρὶς ὑπάρχων. γίνεται
ἑτέρηφι παρελθεῖν” (Hes. O. 214)· εἷ δὲ ἔχουσι δύο φωνήεντα κατὰ
τὴν λήγουσαν, τὸ τελευταῖον αὐτῶν ἀποβάλλουσιν, οἷον χαλκός
χαλκοῦ χαλκόφι· “πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός” (Il. 11,
351). νόστος νόστου νοστόφι, καὶ ἐν συγκοπῇ νόσφι. ἰστέον δὲ ὅτι
ἡ διὰ τῆς φι συλλαβῆς παραγωγὴ κατὰ πᾶσαν γίνεται πτῶσιν, καὶ
ἀπὸ εὐθείας μὲν οἷον ἑτέρη ἑτέρηφι “ὁδὸς δʼ ἑτέρηφι παρελθεῖντ”
ἀπὸ γενικῆς οἷον χαλκός χαλκοῦ χαλκόφι, νόστος νόστου νοστόφι
καὶ νόσφι· ἀπὸ δοτικῆς οἷον βίη βίηφι ' Ἕκτωρ φι βίηφι” (Il.
22, 107) ἀντὶ τοῦ ἐν βίᾳ, φρήτρη φρήτρηφι· ἀπὸ αἰτιατικῆς ὡς
δεξιὸν δεξιόφι “ἡ ἐπὶ δεξιόφι παντὸς στρατοῦ ἢ ἀνὰ μέσσους” (Il.
13, 308) ἀντὶ τοῦ ἐπὶ δεξιὸν· ἢ ἀπὸ κλητικῆς οἷον οὐρανία οὐρανίαφι
“οὐρανίαφι λίγʼ ἀείσομαι.” αὗται αἱ διὰ τῆς χι συλλαβῆς .
ἐπεκτάσεις τὸ αὐτὸ μέρος τοῦ λόγου φυλάττουσι, χυρὶς τοῦ νόσφι
καὶ ἶφι· ταῦτα γὰρ μετῆλθον εἰς ἐπιρρηματικὴν σύνταξιν.
235. ἐπιβασκέμεν ἀντὶ τοῦ ποιεῖν ἐπιβαίνειν.
242. λωβήσαιο] ἐκ τοῦ λωβῶ λωβήσω. τοῦτο ἐκ τοῦ λοβός,
ἀπὸ μεταφορᾶς τῶν ἠκρωτηριασμένων, ἐπειδὴ οἱ παλαιοὶ τοὺς ἔν τινι
ἀτοπήματι ἁλόντας ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὅτων ἀπέτεμνον, ὡς
καὶ ὁ ποιητὴς πρὸς τὸν Ἶρον (Od. 18, 86). καὶ ταῦτα ὁ θρίων. ὁ
δὲ ρωδιανὸς ἐκ τοῦ λαβή εἶναι λέγει, ὃ σημαίνει τὸ ξίφος· καὶ
τροπῇ τοῦ α εἰς ω καὶ ἀναδόσει τοῦ τόνου λώβη, ὡς ἀπὸ τοῦ φᾶρος
φαριαμός καὶ φωριαμός.
245. ἠνίπαπε] ἐκ τοῦ ἐνίπω τὸ ἐπιπλήσσω. τοῦτο ἐκ τοῦ ἐνέπω
τὸ λέγω· κυρίως γὰρ τὸ διὰ λόγων ἐπιπλήσσειν. ἐνίπτω γοῦν ἐνίψω,
ὁ παρακείμενος ἤνιφα, ὁ μέσος ἤνιπα καὶ ἠνίπαπα, ἐξ οὗ καὶ ἐνιπή,
ὡς τὸ “μάλα πὼς με καθίκεο θυμὸν ἐνιπή” (Il. 14, 104).
251. νόστος ἐκ τοῦ νέω τὸ πορεύομαι νέσω νόστος ὑποστροφή.
290. χήρα παρὰ τὸ χῶ τὸ χωρῶ, ὁ μέλλων χήσω, καὶ ἐξ αὐτοῦ
293. ἀσχαλάᾳ] ἔστιν ἄχος ἡ λύπη. ἐξ αὐτοῦ ἀχῶ, καὶ πλεονα-
σμῷ τῆς α, συλλαβῆς ἀχόλω, προσθέσει τοῦ σ ἀσχαλῶ, ἤσχαλον.
ἐκ τούτου οὖν ἀσχαλόω, ἀσχαλκς, ὁσχαλά.
πολυζύγῳ] πολυκραθέδρῳ, ἐκ τοῦ πολύς καὶ τοῦ ζυγός. ζυγὸς
δὲ σημαίνει δ, τὸ τῶν ἵππων ἅρμα, ὡς τὸ “ἱππείου δὲ ζυγοῦ θεὰ
ἥψατο φώνησέν τε” (Il. 5, 799). καὶ τὸν τῆς κιθάρας πῆχυν, εἰς
ὃν οἱ κόλλαβοι συμπεπήγασιν, ὡς τὸ “ἐπὶ δʼ ἀργύρεος ζυγὸς ἦεν”
(Il. 9, 187). καὶ τὰς τῶν ἐρεσσόντων καθέδρας, ὡς ἐνταῦθα· καὶ
τὸν κατὰ συνήθειαν παρʼ ἡμῖν λεγόμενον ζυγόν, τῶν βοῶν δηλονότι,
ὡς τὸ “τὴν οῦ πώ τις ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ” (Il. 10, 293).
316. ἀμφιαχυῖαν] ἐκ τῆς ἀμφί προθέσεως καὶ τοῦ ἰάχω. τὸ δὲ
ἰάχω ἐκ τοῦ ἰά, ἡ ἐκπεμπομένη φωνή, ἰάχω, ἰαχή· γίνεται δὲ ἐκ
τοῦ ἀμφιάζω, ἀμφίαχα, ἀμφιαχώς ἀμφιαχυῖα.
318. ἀρίζηλον] τὸν διάδηλον καὶ φανερόν. γίνεται δὲ ἐκ τοῦ αρι
ἐπιτατικοῦ μορίου καὶ τοῦ ζῆλος, τὸ δὲ ζῆλος ἐκ τοῦ δῆλος, τὸ δὲ
δῆλος ἐκ τοῦ δαλός, ὃ σημαίνει τὸν πεπυρακτωμένον σίδηρον. ἀναδό-
σει δὲ τοῦ τόνου καὶ τροπῇ τοῦ ὰ εἰς η δῆλος, καὶ μετὰ τῆς αρι
προσθέσεως καὶ προσθέσει τοῦ σ ἀρίσδηλος. ἐπεὶ δὲ τὸ ξ ἐκ τοῦ σ
καὶ δ σύγκειται, συναιρέσει τοῦ σ καὶ δ εἰς ζ γέγονεν ἀρίζηλος.
321. πέλωρα] πέλωρον τὸ ἐξαίσιον καὶ φοβερόν. γίνεται δὲ παρὰ
τὸ πέλω καὶ τὸ ὁρα ἡ φροντίς, οἷς ὑπάρχει ἀεὶ ἡ φροντὶς διὰ τὸ
μέγεθος. ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ πελάζειν καὶ προσεγγίζειν
τῷ Ὠλρίωνι.
ἄνεῳ] ἄφωνοι· γίνεται δὲ ἐκ τοῦ ἴα, ἡ ἐκπεμπομένη φωνὴ ἴος, καὶ μετὰ τοῦ στερητικοῦ α, ἄῖος καὶ ἄνιος ὁ ἄφωνος, καὶ τὸ Ἀττικὸν ἄνεως, ἄνεω.
338. νηπιάχοις] παρὰ τὸ χήπιον· τοῦτο παρὰ τὸ νή στερητικὸν
καὶ τὸ βίος, τὸ ἐστερημένον τῶν βιωτικῶν φροντίδων. ἢ παρὰ τὸ
τη καὶ τὸ βῶ τὸ λέγω, τὸ ἐστερημένον τοῦ λέγειν.
342. μδχος ῇ μηχανὴπαρὰ τὸ μήδω τὸ βουλεύομαι,μέμηχα μῆχος.
344. ἀστεμφὴς ὁ ἀμετάστρεπτος καὶ ἀμετάθετος. γίνεται δὲ
ἐκ τοῦ στρέφω, στρέφῃς. καὶ μετὰ τοῦ στερητικοῦ α, καὶ ἐν ὑπερ-
βιβασμῷ ἀστρεφής, καὶ μεταθέσει τοῦ ρ εἰς μ ἀστεμφής.
380. ἠβαιόν] ἐκ τοῦ βαίνω γίνεται βοός, καὶ πλεονασμῷ τοῦ ἱ βαιός, ὁ ἐπʼ ὀλίγον χρόνον βεβηκώς. πλεονασμῷ δὲ τοῦ 5, ἠβαιός, ὡς τὸ μύει ἠμύει· σημαίνει δὲ τὸ κλίνει.
388. τελαμών] παρὰ τὸ ταλάσσω, τὸ ὑπομένω. ἢ ἀπὸ τοῦ τέλος,
τελῶ τελέσω, καὶ ἐκ τούτου τετέλεσμαι, τελεσμός, ἀποβολῇ τοῦ σ
καὶ τροπῇ τοῦ ε εἰς α, τελαμών.
399. καπνίζω ἐκ τοῦ καπνός. τοῦτο παρὰ τὸ καίω καὶ τὸ πνοή· καπνὸς γὰρ κυρίως ἡ ἐκ τῆς καύσεως πνοή. ἐξ αὐτοῦ καπνίζω.
403. πίονα ἐκ τοῦ πίνω πίω πίων. οἱ δὲ παρὰ τὴν πόαν.
410. οὐλοχύτας] ἐκ τοῦ οὔλη, βαρυτόνως, ὃ σημαίνει τὴν κριθήν.
τοῦτο ἐκ τοῦ οὖλος· σημαίνει δὲ τὸν ὁλόκληρον ὡς τὸ “ἄρτον οὖλον
ἑλών” (Od. 17, 343). καὶ ἐξ αὐτοῦ οὔλη· πρὸ γὰρ τοῦ εὑρεθῆναι
τὸν Δημητριακὸν σῖτον ὁλοκλήρους τὰς κριθὰς ἤσθιον. οὖλος οὖν
γέγονεν ἐκ τοῦ ὅλος, πλεονασμῷ τοῦ υ· ὅλος γὰρ ὁ ὁλόκληρος. τὸ
οὔλη οὖν παροξυτόνως ἐπὶ τῆς κριθῆς. ἐκ τοῦ οὔλη οὖν καὶ τοῦ χύω
οὐλοχύται. οὐλή δὲ ὀξυτόνως ἐπὶ τῆς τρώσεως.
412. κύδιστος ἐκ τοῦ κῦδος· τοῦτο ἐκ τοῦ κύειν ἤδος, ἤγουν ἡδονήν, ὄφελος.
κελαινεφές] γίνεται ἐκ τοῦ μελαίνω καὶ τοῦ νέφος, ὁ τὰ νέφη
μελαίνων. τροπῇ τοῦ μ εἰς κ, καὶ κατὰ συγκοπὴν ὡς τανύω τανύ-
πεπλος, κελαινονεφές, καὶ συγκοπῇ τῆς νο συλλαβῆς, κελαινεφής.
413. ἠέλιος] κατὰ πλεονασμὸν τοῦ ε ποιητικῶς. γίνεται δὲ παρὰ
τὸ ἔλη, ὃ σημαίνει τὴν λαμπηδόνα, ἕλιος καὶ τροπῇ τοῦ ε εἰς η
ἥλιος, ὥσπερ ἔστιν ἔπω τὸ λέγω καὶ ἐξ αὐτοῦ ἐπύω καὶ τροπῇ τοῦ
ε εἰς η ἠπύω τὸ φωνῶ “ἠπύτα κῆρυξ” (Il. 7, 384). ἢ παρὰ τὸ
δῆλος ὁ φανερός, δήλιος καὶ ἀποβολῇ τοῦ ἥλιος, ὡς παρὰ τὸ δική
ἰωκή, καὶ δαίω τὸ μερίζω δαῖσα καὶ αἶσα, καὶ δαίμονα αἵμονα
“αἵμονα θήρης” (Il. 5, 49). ἢ παρὰ τὸ ἅλς ἁλός ἅλιος καὶ
ἥλιος· ἀνιμᾶσθαι γάρ φασιν οἱ φυσικοὶ τὸν ἥλιον τὸ τῆς θαλάσσης
ὕδωρ. καὶ Ποσειδῶν παρὰ τὸ τὴν πόσιν ἀναπίνειν τῷ δάει, τουτέστι
τῷ ἡλίῳ. δάος δὲ ἐκ τοῦ δαίω τὸ καίω.
κνέφας τὸ σκότος παρὰ τὸ κενὸν φάους εἶναι.
417. χαλκός παρὰ τὸ λάλυψ λάλυβος(σημαίνει δὲ ὄνομα ἔθνους)
τροπῇ τοῦ βῆ εἰς κ χαλκός· ἐκεἳ γὰρ λέγουσιν εὑρεθῆναι πρῶτον τὸν
σίδηρον. ἐκ τοῦ οὖν χάλυβος χαλβός καὶ χαλκός. ἐκλήθη δὲ χαλ-
κὸς ὁ σίδηρος διὰ τὸ πρῶτον εὑρεθῆναι τὸν χαλκὸν, ὕστερον δὲ τὸν
436. ἐγγυαλίξει] παρὰ τὸ ἐγγυαλίζω· τοῦτο παρὰ τὸ γῶ τὸ
χωρῶ καὶ δέχομαι· τοῦτο κατὰ παραγωγὴν γυῶ, ἐξ οὗ καὶ γύα τὰ
μέλη. ἔστιν οὖν γύον καὶ κατὰ παραγωγὴν γυίζω καὶ γυαλίζω καὶ
ἐγγυαλίζω, ὃ σημαίνει τὸ εἰς χεῖρας δοῦναί τι καὶ παρασχεῖν. ἢ καὶ
ἀπὸ τοῦ ἐγῶ τὸ ἀντιφωνῶ καὶ οἰκειῶ. ἢ παρὰ τὸ ἐγγὺς καὶ τὸ
ἁλίζω, ἀποβολῇ τοῦ σ, ἐγγυαλίζω.
443. κάρη ὄνομα οὐδέτερον αἰτιατικῆς τῶν πληθυντικῶν ἐκ τοῦ
κάρηνα, οὗ ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ κάρηνον, ἡ γενικὴ τῶν πληθυντικῶν
τῶν καρήνων, ὡς τὸ 'βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων” (Il. 1, 44).
σημαίνει δὲ τὸ ἀκρωτήριον, ὅ ἐστι τῶν κεφαλῶν. ὅτι δὲ πεπονθός
ἐστι τὸ κάρη καὶ οὐχ ὑγιὲς δῆλον. τὰ γὰρ εἰς η λήγοντα οὐδέτερα
οὐδέποτε ἑνικῆς πτώσεως ἐστιν, ἀλλʼ ἢ δυικῆς ἢ πληθυντικῆς, ὡς
τὸ τείχη βέλη σκέλη. τοῦτο δὲ τὸ κάρη οὕτε εὐθείας ἑνικῆς ἐστιν
οὕτε πληθυντικῆς. κατὰ συγκοπὴν οὖν ἄρα ἐστὶ τὸ κάρη ἐκ τοῦ
κάρηνα.
κάρη ὄνομα οὐδέτερον αἰτιατικῆς τῶν πληθυντικῶν. ἡ εὐθεῖα τῶν
ἑνικῶν τὸ κάρα. ἔστι δὲ τὸ ῥὰ καὶ μακρὸν καὶ βραχὺ, ὥσπερ τὸ
ἡμέρα. τὰ εἰς α λήγοντα οὐδέτερα συστέλλει τὸ α, βῆμα δῶμα,
πλὴν τοῦ κάρα, ὡς λέγει ὁ τεχνικός. τὸ κάρα λίπα ἄλειφα ἀποκοπή
ἐστιν. ἀεὶ δὲ ὁ ποιητὴς τῷ κάρη χρῆται. τὸ δὲ “ἐξ ὀρέων ἐπὶ κάρ”
(Il. 16, 392). ἐκ ποίου λέγεται εἶναι; ἀπὸ τοῦ κάρα ἢ ἀπὸ τοῦ
κάρη: λέγομεν οὖν ὅτι ἀπὸ τοῦ κάρη. εἶπον γὰρ ὅτι ὁ ποιητὴς
ἀεὶ τῷ κάρη χρῆται. τὸ δὲ κάρα γίνεται ἐκ τοῦ κέρας, ὃ σημαίνει
τὴν τρίχα, καὶ τροπῇ τοῦ α εἰς η Ἰωνικῶς γίνεται κάρη. ἢ παρὰ τὸ
κείρω τὸ κόπτω ἔκαρον.
κομόωντας] κομῶ. ἔστι δὲ συζυγίας πρώτης καὶ δευτέρας. καὶ τί
σημαίνει ὅτε ἐστὶ πρώτης, καὶ τί ὅτε δευτέρας, καὶ πόσα σημαίνει;
ὅτε μἐν οὖν ἐστι πρώτης, σημαίνει τὸ θεραπεύω καὶ ἐπιμελοῦμαι
“τούτω μὲν θεράποντε κομείτην” (Il. 8, 113). ἐξ οὗ καὶ κατὰ
παραγωγὴν κομίζω, ὡς τὸ κομίσατέ με. ὅτε δέ ἐστι δευτέρας συζυ-
γίας τῶν περισπωμένων, σημαίνει τὸ εὐφραίνομαι καὶ ἀγάλλομαι
καὶ τὸ τὰς τρίχας τρέφω. τὸ δὲ κόμη ἐκ τοῦ κόσμος· ὥσπερ γὰρ
κόσμον ὁ δημιουργὸς ἐνέθηκε τῷ ἀνθρώπῳ τὰς τρίχας. ἐκ δὲ τοῦ
κομῶ καὶ τοῦ ἵππος γίνεται ἱπποκόμος καὶ γηρωκόμος. βαρύνεται
455. ἀἶδηλον] ἐκ τοῦ εἰδῶ γίνεται ἰδνός· πολλὰ γάρ εἰσιν ὀνό- ματα· καὶ μετὰ τοῦ δῆλος, ὃ σημαίνει τὸ φανερός, γίνεται ἰδνόδηλος· καὶ μετὰ τοῦ στερητικοῦ ᾱ, ἀῖδνόδηλος, καὶ συγκοπῇ ἀἱδηλος.
460. χὴν χηνός· γίνεται ἐκ τοῦ ἠχῶ τὸ βοῶ· ἡ αἰτιατικὴ ἡχήνν, καὶ ἀποβολῇ τοῦ η, χήν. κραυγαστικὸν γὰρ τὸ ὄρνεον.
γέρανος παρὰ τὸ τὰ ἐν τῇ γῇ σπέρματα ἐρευνᾶν, γήρευνός τις ὡν, ὃς καὶ σπερμολόγος καλεῖται.
461. Ἀσίω] ἡ εὐθεῖα ὁ Ἀσίας τοῦ Ἀσίου, ὡς Αἰνείας Αἰνείου Αἰνείαο Αἰνείεω. οὕτως οὖν καὶ Ἀσίεω, καὶ κατὰ συγκοπὴν Ἀσίω.
λειμών ἐκ τοῦ λείβω τὸ στάζω, λείψω λέλειφα λέλειμμαι λειμών.
Καῦστριος ὡς κάπριος, ἀπὸ Καΰστρου. οὗτος ὁ Κάύστρος ἦν υἷος Πενθεσιλείας τῆς Ἀμαζόνος, ὃς ἐν Ἀσκαλῶνι ἔγημε τὴν Δερκετὼ, ἐξ ἧς ἔσχε τὴν Σεμίραμιν, ἥτις καὶ τὰ Βαβυλώνια τείχη κατε- σκεύασεν.
463. σμαραγῶ ἐκ τοῦ σμάραγος ὁ ψόφος καὶ ὁ ἤχος. γίνεται δὲ ἐκ
τοῦ σπαράσσω σπάραγος, καὶ τροπῇ τοῦ π εἰς μ σμάραγοςʼ κυρίως
σμάραγος ὁ ἀπὸ σπαραγμοῦ ἤχος. ἔστι δὲ καὶ ἕτερον σμαραγῶ ὃ
σημαίνει τὸ λάμπω, ἐξ οὗ σμάραγδος ὁ λίθος. γίνεται δὲ ἐκ τοῦ
μοιρῶ τὸ λάμπω, μάρω, μαράσσω, καὶ πλεονασμῷ τοῦ σ σμαράσσω
σμαραγῶ.
466. σμερδαλέον] ἐκ τοῦ σμερδνόν· τοῦτο παρὰ τὸ μερίζω, με- ριδνός, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ σ, σμερδνός· ἐξ αὐτοῦ σμερδναλέος, καὶ ἀποβολῇ τοῦ ν, σμερδαλέος· τῷ φόβῳ γὰρ μερί- ζεται ἡ ψυγὴ τῶν ὁρώντων, καὶ οὐκ ἐᾶται ἐν τῷ αὐτῷ μένειν.
κονάβιζε] ἀντὶ τοῦ ἐκ τῆς κονίας βοὴν ἀπετέλει. κυρίως γὰρ ἡ ἐκ
τῆς κονίας βοή, ὡς ἄραβος ἡ ἐκ τῆς ἔρας βοή. κονία δὲ ἡ κόνις· ἐκ
τοῦ καίνω, κονῶ, ἡ εἰς μικρὰ κεκομμένη καὶ τετμημένη γῆ.
471. γλάγος] τὸ γάλα. τοῦτο παρὰ τὸ καλόν, κάλα καὶ γάλα· τὸ καλὸν πρὸς ἀνατροφήν.
479. στέρνον παρὰ τὸ στερρὸν εἶναι.
6. Πυγμαίοισι] ἐκ τοῦ πυγμή, ὅ ἐστιν εἶδος ἀγῶνος. τοῦτο παρὰ τὸ πτύσσω πτύξω, πτυγμή, καὶ ἀποβολῇ τοῦ τ πυγμή. σημαίνει δὲ ὅτι κλείοντες τοὺς δακτύλους πλήττομεν. σημαίνει καὶ τὸν γρόν- θον. ἐκ τοῦ πυγμή γοῦν πυγμαῖος.
7. ἠέριαι] ὀρθριναί, ἐκ τοῦ ἀήρ ἡ ἀορασία. ἀήρ ἀέρος ἠέρος, τροπῇ τοῦ ᾶ εἰς η· ἐξ αὐτοῦ ἠερία, αἱ ἠέριαι.
18. δοῦρε] ἐκ τοῦ δρὺς δρυός, καὶ ὑπερβιβασμῷ δουρός, ἐπὶ παντὸς
λεγόμενον. ἢ παρὰ τὸ δέρω τὸ ἐκδέρω, ἤγουν τὸ λεπίζω· τοῦ γὰρ
φλοιοῦ λεπίζεται τὰ ξύλα· ἢ ἐκ τοῦ θορῶ, τὸ πηδῶ, θόρυ τὶ ἂν καὶ
δόρυ τὸ ἐκ τῆς γῆς ἀνατρέχον. καὶ ὁ ποιητὴς, “ἐπεὶ οὕπω τοῖον
ἀνήλυθεν ἐκ δόρυ αῖης” (Od. 6, 167).
26. αἰζηός· παρὰ τὸ αἰεὶ ζέειν καὶ ἀκμάζειν πρὸς τὴν ἡλικίαν γίνεται αἰζεός καὶ κατʼ ἐπαύξησιν τοῦ ε εἰς η αἰζηός.
35. ἄψ τὸ ὀπίσω· γίνεται ἐκ τοῦ α τοῦ σημαίνοντος τὸ ὁμοῦ,
καὶ πλεονασμῷ τοῦ ψ, ἄψ τὸ ὁμοκέλευθον· ὡς τὸ ἐρύω, ἀερύω,
καὶ πλεονασμῷ τοῦ ῦ, αὐερύω, τὸ εἰς τὸ ὀπίσω, ὡς τὸ αὐέρυσαν· ἢ
παρὰ τὸ ἔπω τὸ ἀκολουθῶ ἔψ καὶ ἄψ.
38. αἰσχρός· ὡς παρὰ τὸ κῦδος κυδρός, οὕτω καὶ ἀπὸ τοῦ αἶ-
σχος αἰσχρός· τὸ δὲ αἶσχος ἐκ τοῦ α στερητικοῦ καὶ τοῦ ἴσχω·
ἀΐσχω, αἶσχος· ὃ οὐκ ἄν τις βούλοιτο ἔχειν.
39. ἠπεροπευτής· ἐκ τοῦ ἔπω τὸ λέγω ὀπεύς καὶ πλεονασμῷ τοῦ περ καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ κακὸν ἠπεροπεύς, τροπῇ τοῦ α εἰς η, ὡς παρὰ τὸ ἔχω χεύς.
43. καγχαλόωσι] παρὰ τὸ χολόω, καὶ κατὰ ἀναδιπλασιασμὸν
καγχαλόω, παρὰ τὸ ἐν χαλάσματι γίνεσθαι τὴν ψυχὴν χαίρουσαν.
45. ἀλκή] παρὰ τὸ ἀρκῶ τὸ βοηθῶ, ἀρκή· καὶ μεταθέσει τοῦ ρ εἰς λ, ἀλκή. ἢ παρὰ τὸ ἀκμὴν τὴν ἡλικίας· τοῦτο παρὰ τὸ κμῶ τὸ κοπιῶ γίνεται κμή· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀκμή, ἡ μὴ ταχέως κάμνουσα καὶ κοπιῶσα, ἀλλὰ φέρειν κόπους δυναμένη.
47. ἑτάρους] ἐκ τοῦ ἑταῖρος· τοῦτο ἐκ τοῦ ἔθος ἐθαῖος, ὡς δρόμος δρομαῖος· πλεονασμῷ τοῦ ρ, ἐθαῖρος· τροπῇ δὲ τοῦ δασέος εἰς ψιλὸν γέγονεν ἑταῖρος, οἱονεὶ συνήθης καὶ φίλος.
ἐρίηρας] ἄγαν εὐαρμόστους καὶ φίλους τοῦ Ἄλεξάνδρου, τουτέ-
54. κίθαρις] ἡ κιθάρα. γίνεται δὲ παρὰ τὸ κίω τὸ κινῶ κιάρα καὶ
πλεονασμῷ τοῦ θ κιθάρα. ἐτυμολογεῖται δὲ παρὰ τὸ κινεῖν εἰς ἔρωτα
τοὺς ἀκούοντας.
71. κρείσσων] παρὰ τὸ κρατῶ κρατείω κροσσῶν, τροπῇ τοῦ α εἰς ε κρέσσων, ὡς βάραθρον βέρεθρον, πλεονασμῷ τοῦ ι κρείσσων.
83. στεῦται] ὑπισχνεῖται, διαβεβαιοῦται. γίνεται δὲ ἀπὸ τοῦ
στεύομαι στεύεται, καὶ ἐν συγκοπῇ στεῦται· τὸ θέμα στεύω· τοῦτο
ἀπὸ τοῦ στῶ.
92. ὁππότερος] τὰ ἀπὸ τοῦ οπ ἀρχόμενα δασύνεται. τὸ ἐρωτη- ματικὸν πότερος, καὶ τὸ ἀναφορικὸν πλεονασμῷ τοῦ ο, ὁπότερος· καὶ τὸ π ποιητικῶς πλεονάζει, σχήματι συνθέτου. γίνεται οὖν ἐκ τοῦ ὁποῖος καὶ τοῦ ἕτερος, ὁποιότερος καὶ ὁπότερος, ὁ ἕτερος τῶν δύο.
95. ἀκήν] ἡσύχως, ἐπίρρημα μεσότητος· σημαίνει δὲ καὶ τὸ
ἀφώνως. γίνεται δὲ παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν, κατὰ
μετάμειψιν τοῦ γ εἰς κ. ὡς ἔστι καὶ τὸ λυγαῖον, ὃ σημαίνει τὸ
σκοτεινόν, λυγόφως καὶ λυκόφως, οὕτω καὶ ἄγη ἄκη, καὶ κατὰ
μεταβολὴν τοῦ τόνου ἀκή, καὶ ἀκήν ἀντὶ τοῦ ἡσύχως. οἶδε γὰρ ἡ
ἔκπληξις καὶ ἀφωνίαν ἐμποιεῖν· ἢ παρὰ τὸ μὴ χαίνειν.
97. τὸ δὲ κέκλυτε σημαίνει δύο, γίνεται δὲ ἐκ τοῦ κλύω τὸ δοξ-
άζω καὶ τὸ ἀκούω. καὶ εἰ μὲν σημαίνει τὸ δοξάζω, γίνεται ἐκ τοῦ
κλέος, κλέω, καὶ σπερ ἀπὸ τοῦ ῥέω γίνεται ῥύω, ἀφʼ οὗ καὶ ῥυτόν,
καὶ ἀπὸ τοῦ χέω χύω καὶ ξέω ξύω, οὕτως καὶ ἀπὸ τοῦ κλέω κλύω,
ἀφʼ οὗ καὶ κλυτός, ὡς τὸ δουρικλυτός. εἰ δὲ σημαίνει τὸ ἀκούω,
γίνεται ἀπὸ τοῦ κλῶ τὸ καλῶ, κλύω κλῦμι ἔκλυν κλύε κλῦθι, καὶ
διπλασιασμῷ κέκλυθι· “κλῦθί μευ ἀργυρότοξε” (Il. 1, 37). ὡς
καὶ ἐνταῦθα.
99. πέποσθε] ὁ μὲν Ἡρωδιανὸς ἐκ τοῦ πήθω τὸ πανθάνω, πήσα
πέπηκα πέπησμαι πεπήσμεθα πέπησθε, καὶ συστολῇ τοῦ η εἰς ο.
ἔιοι δὲ ἐκ τοῦ πονῶ, πονήσω πεπόνηκα πεπόνημαι πεπόνησαι πεπο-
νήμεθα πεπόνησθε, καὶ ἀποκοπῇ τῆς τῆ συλλαβῆς πέποσθε ἀντὶ τοῦ
πεπόνθατε.
22. Scholion hoc ab τὸ δὲ incipit quia temere adiunctum est scholio manus primae ad hunc versum.
108. ὁπλότερος ὁ νεώτερος. ἔστι δὲ συγκριτικόν· ὡς δὲ τὸ
νεώτερος καὶ πρεσβύτερος τύπῳ μέν εἰσι συγκριτικὰ, τῇ δὲ φωνῇ
ἀντὶ ἁπλῶν παραλαμβάνονται, οὕτω καὶ τὸ ὁπλότερος τύπῳ μέν ἐστι
συγκριτικὸν, τῇ δὲ φωνῇ ἀνθʼ ἁπλοῦ παραλαμβάνεται. γίνεται οὖν
παρὰ τὸ ὅπλον, ὁ μᾶλλον ὅπλα φέρειν δυνάμενος ὡς πρὸς τὸν γέ-
ροντα.
ἠερέθονται] οἱ μὲν ἐκ τοῦ αἰωρῶ καὶ σείω, οἱ δὲ ἐκ τοῦ ἀείρω τὸ ἐπαίρω. ἐξ αὐτοῦ ἀερέθω, καὶ τροπῇ τοῦ ᾱ εἰς η ἠερέθω.
112. ὀϊζυρός] παρὰ τὸ ὀϊζύς· τοῦτο παρὰ τὸ οι σχετλιαστικὸν
ἐπίρρημα, ὅπερ πλεονασμῷ τῆς μοι συλλαβῆς γίνεται οἴμοι καὶ
οἰμώζω, καὶ κατὰ παραγωγὴν, ὀίζω. ἐξ αὐτοῦ ὀιζύω, ὡς πλήθω
πληθύω· καὶ διαλύσει τῆς οι διφθόγγου ὀϊζύω, ἀφʼ οὗ ὀϊζυρός.
117. καρπαλίμως] ταχέως. γίνεται δὲ παρὰ τὸ τὸ κάρ ἤγουν τὴν
κεφαλὴν πάλλεσθαι, διὰ τὸ ταχέως καὶ μετὰ δρόμου βαδίζειν. οἱ
δὲ ἐκ τοῦ κραιπνῶς, κραίπνιμος, πλεονασμῷ τῆς αλ συλλαβῆς, καὶ
τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, καὶ ἐκβολῇ τοῦ ῑ, καὶ μετα-
θέσει τοῦ ρ, καρπάλιμος, καρπαλίμων, καὶ καρπαλίμως.
119. ἄρνα· ἡ εὐθεῖα τῶν ἑνικῶν ῥήν, τὸ πρόβατον. γέγονε δὲ ἐκ
τοῦ ἀρῶ τὸ εὔχομαι, τὸ ὑπὲρ εὐχῆς διδόμενον. οἱ γὰρ παλαιοὶ διʼ
ἀρνῶν τὰς ἑαυτῶν θυσίας ἐποίουν. κλίνεται οὖν ῥανός, καὶ ἐν ὑπερ-
βιβασμῷ ἀρνός, καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ κλίνεται
ἀρνός ἀρνοῦ ἀρνόν, καὶ κατὰ μεταπλασμὸν ἄρνα. γίνωσκε δὲ ὅτι
ἀρνειός σημαίνει τὸν τέλειον, ἀρνός δὲ τὸν νεογνόν. οἱ δὲ λέγουσι
γίνεσθαι τὸν ἄρνα ἐκ τοῦ ῥήν, καὶ μετὰ τοῦ ᾱ μορίου καὶ ἀναδόσει
τοῦ τόνου, ἄρην, ἄρενος, ἄρενα, καὶ ἀποβολῇ τοῦ ε, ἄρνα.
121. λευκώλενος] παρὰ τὸ λευκός καὶ τὸ ὠλένη, ὃ σημαίνει τὸν βραχίονα· τοῦτο παρὰ τὸ διʼ αὐτοῦ ὁλοῦσθαι τὰς πράξεις, τουτέστι πληροῦσθαι. ὠλέναι δὲ λέγονται τὰ ἄνω τῶν βραχιόνων. τὸ δὲ λευκός παρὰ τὸ λεύσσω τὸ βλέπω, ὡς ἐκ τοῦ ἐναντίου τὸ μέλαν τὸ μὴ βλεπόμενον, παρὰ τὸ λάω τὸ βλέπω.
122. γάλως ἡ εὐθεῖα, τῆς γάλω, καὶ πλεονασμῷ τοῦ ο καὶ ἀναδόσει τοῦ τόνου, γαλόῳ.
126. πάσσω τὸ ποικίλλω, ἐξ οὗ καὶ παστὸς ὁ γαμικὸς θάλαμος, παρὰ τὸ πάσσεσθαι ἤγουν ποικίλλεσθαι τοῖς ὑφάσμασι καὶ ἑτέροις εἴδεσιν.
139. ἵμερος· ἐκ τοῦ ἵημι τὸ προθυμοῦμαι, καὶ μετὰ τῆς ἐπί
141. ἀργεννῇσι] ἀπὸ τοῦ ἀργός ὁ λευκὸς ἀργεννὸς ἀργεννή· ἀργὸς δὲ ὁ λευκὸς γίνεται παρὰ τὸ ἀήρ ἀέρος ἀργός. διειδὴς γὰρ καὶ διαφανὴς ὁ ἀὴρ, ἅτε λεπτομερέστατος ὡν.
ὀθόνῃσιν] ὀθόνη ἐκ τοῦ ὄθω τὸ ἐπιστρέφομαι, οἱονεὶ τὸ μαλακὸν καὶ εὐένδυτον καὶ εὐεπίστροφον.
152. λειριόεσσαν] παρὰ τὸ λείριον τὸ ἄνθος, ὃ γίνεται ἐκ τοῦ λεῖον τὸ ὁμαλὸν λείϊον, καὶ πλεονασμῶ τοῦ ρ, λείριον, ὡς ἔγχοε, ἔνεϊ ἔγχει, ἐγχειίδιον, καὶ πλεονασμῷ τοῦ ρ, ἐγχειρίδιον.
165. πηός, ἢ ὅτι κατὰ διάλεκτον εὑρέθη παός, ἢ ἐκ τῆς παρα- γωγῆς αὐτοῦ. ἔστι γὰρ πῶ τὸ σημαῖνον τὸ κτῶμαι· ὁ μέλλων πάσω· ἐξ οὗ καὶ πάμμων καὶ πολυπάμων· “πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ” (Il. 4, 434). παὸς καὶ τροπῇ τοῦ α εἰς η, πηός.
167. ἠύς] σημαίνει δύο, τὸν γενναῖον καὶ ἰσχυρὸν, καὶ τὸν ἀγαθόν.
καὶ ὁ μὲν ἰσχυρὸς παρὰ τὸ ἔω τὸ ὑπάρχω, ἐΰς καὶ ἡὐς· ὁ δὲ ἀγαθὸς
ἐκ τοῦ ἡδύς, ἀποβολῇ τοῦ δ, ἡὐς. ἐξ οὗ καὶ τὸ θηλυκόν ἠεῖα, ὡς
τὸ “νῦν τις ἐνηείης Πατρόκλοιο” (Il. 17, 676).
172. ἑκυρὸς ὁ πενθερὸς, παρὰ τὸ πρὸς ἑαυτὸν τὴν νύμφην ἄγειν.
γίνεται δὲ ἐκ τοῦ δέχω δεχύω δεχυρός, ὡς ἴσχω ἰσχύω ἰσχυρός·
ἀποβολῇ οὖν τοῦ δ καὶ τροπῇ τοῦ χ εἰς κ, ἑκυρός· ἢ παρὰ τὸ κύρω
τὸ ἐπιτυγχάνω, κυρὸς καὶ ἑκυρός.
175. θάλαμος] εἰ μὲν σημαίνει τὸν νέον οἶκον, ἐν ὦ εἰσέρχονται ὅ
τε νυμφίος καὶ ἡ νύμφη, γίνεται παρὰ τὸ θάλλω· δεῖ γὰρ ἐν αὐτῷ
θάλλοντας εἰσιέναι τὰ σώματα, τουτέστιν ἀκμάζοντας· εἰ δὲ σημαίνει
τὴν οἰκίαν, γίνεται παρὰ τὸ θάλπω, τὸ θερμαίνω.
182. ὄλβιος ἐκ τοῦ ὅλος καὶ τοῦ βίος, ὁλόβιος, ὁ πάνυ πλούσιος·
ἢ παρὰ τὸ οὖλος, ὃ σημαίνει τὸν ὑγιῆ, οὐλόβιος· ἀποβολῇ τοῦ νῦ, καὶ
συγκοπῇ τοῦ ο, ὄλβιος· φησὶ γὰρ, “οὖλέ τε καὶ μέγα χαῖρε,ʼ ἀντὶ
τοῦ ὑγίαινε. ὄλβιος οὖν ὁ ἐν μηδενὶ ἐνδεής. ἔνιοι δὲ ἐκ τοῦ ὅλος, καὶ
πλεονασμῷ τοῦ β, ὄλβος· ὅλος γὰρ ὁ ὁλόκληρος.
190. ἑλίκωπες] ἡ εὐθεῖα ἑλίκωψ. γίνεται οὖν ἐκ τοῦ ἑλίκη, ὃ
σημαίνει τὴν μεγάλην ἄρκτον, ὡς καὶ Ἄρατὸς (37) “ἑλίκῃ γε μὲν
ἄνδρες εἰν ἁλὶ τεκμαίροντες.” δύο οὖν εἰσὶν ἄρκτοι, αἱ ἡ μὲν μεγάλη
201. κραναῆς] τραχείας. τοῦτο παρὰ τὸ κρανίον, ὅπερ ἐστὶ
τραχὺ καὶ ὀστῶδες· τἐ, δʼ Ἰθάκῃ οὔτʼ ἄρ δρόμοι εὐρέες οὔτε τι
λειμὼν αἰγίβοτος” (Od. 4, 605).
213. ἐπιτροχάδην] τὸ σύντομον καὶ ταχὺ, ἐκ τοῦ τρόχοςτροχάδην. τὰ γὰρ ἀπὸ ὀνομάτων εἰς ος γινόμεναι ἐπιρρήματα διὰ τοῦ α ἐκφέρονται, οἷον νόμος νομάδην, σπόρος σποράδην, τρόχος τροχάδην. τὸ δὲ παμπή- δην ἐκ τοῦ πάμπαν.
214. παῦρα] ἀπὸ τοῦ παῦρος. σημαίνει δὲ τὸ ὀλίγον. γίνεται οὖν παρὰ τὸ παύω, παύσω, παῦρος· ὁ μὴ μέχρι πολλοῦ διήκων, ἀλλὰ ταχέως παύων. ὡς τὸ “παῦρα δασάσκετο” (Il. 9, 333).
236. δοιώ] ἡ εὐθεῖα τῶν ἑνικῶν ὁ δοιός· οἱ γὰρ Δωριεῖς τὴν ἐν τοῖς
ῥήμασιν ἀναλογίαν φυλάττοντες καὶ ἐν τοῖς ὀνόμασι πλεονάζουσι τῷ
ἱ. γίνεται δὲ ἐκ τοῦ δέω τὸ δεσμεύω θοός, καὶ πλεονασμῷ τοῦ ῑ
δοιός, δοιοῦ, καὶ δοιώ δυῖκόν.
247. ἀσκός] παρὰ τὸ σχῶ τὸ κρατῶ καὶ κατέχω, καὶ τὸ α ἐπιτα- τικόν· οἱονεὶ ὁ ὑγιὴς καὶ κατέχων τὸν οἶνον.
260. ὀτραλέως] ἔστι ῥῆμα τρῶ, τὸ φοβοῦμαι. ἐξ αὐτοῦ ὄνομα
ῥηματικὸν τρεύς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρεὺς ὁ ἄφοβος·
τροπῇ τοῦ α εἰς ο, ὀτρεύς· ἡ γενικὴ τῶν πληθυντικῶν ὀτρέων, καὶ τὸ
ἐπίρρημα ὀτρέως. καὶ ὥσπερ παρὰ τὸ κάρπνιμος πλεονασμῷ τῆς αλ.
συλλαβῆς γίνεται καρπάλιμος, οὕτω καὶ ἀπὸ τοῦ ὀτρέως πλεονασμῷ
τῆς αλ συλλαβῆς γίνεται ὀτραλέως.
261. ἡνία οἱ χαλινοὶ, παρὰ τὸ ἀνύω ἀνία καὶ ἡνία, κατὰ τροπὴν τοῦ α εἰς ῆ· σἰ αὐτῶν γὰρ τὰς ὁδοὺς τῶν ἵππων ἀνύομεν. οἱ δὲ παρὰ τὸ εἴς ἑνός, ἐνία καὶ ἡνία· διὸ καὶ δασύνεται.
266. ἐστιχόωντο· γίνεται οὖν ἐκ τοῦ στίξ στιχός στίχες αἱ
τάξεις. τὸ δὲ στίξ ἐκ τοῦ στείχω στιχῶ, ἀπὸ τοῦ στιχόω, ἐστιχό-
ουν τὸ τρίτον τῶν πληθυντικῶν, ἐστιχοώμεθα ἐστιχόωντο· “τῆς μὲν
ἰῆς στιχὸς δρχε Μενέσθιος (Il. 16, 123).
281. καταπέφνῃ] ῥῆμα ὑποτακτικὸν ἀορίστου δευτέρου. τὸ ῥῆμα
φένω· γίνεται οὖν ἐκ τοῦ φῶ τὸ φονεύω, ἐξ αὐτοῦ φόνος. τοῦ φένω
οὖν ὁ μέλλων φενῶ, ὁ δεύτερος ἀόριστος ἔφενον, καὶ μετὰ τῆς ἐπί,
292. στόμαχος, σιτόμαχός τις ὢν, ὁ τοῖς σιτίοις μαχόμενος· ἢ
ὅτι στόμα ἐστὶ τῶν χεομένων. ἢ ἐκ τοῦ στόμα καὶ τὸ μῆχος, τὸ
μοχάνημα· ἢ παρὰ τὸ στόμα καὶ τὸ χέω· διʼ αὐτοῦ γὰρ ἥ τε ξηρὰ
καὶ ὑγρὰ τροφὴ πρὸς τὴν γαστέρα χεῖται.
307. μαρνάμενος· μαχόμενος. γίνεται δὲ ἐκ τοῦ μάρνημι, τοῦτο
ἐκ τοῦ μαραίνω, ὃ σημαίνει τὸ φθείρω. ὁ μέλλων μαρανῶ, καὶ ἐν
συγκοπῇ μαρνῶ, καὶ ἐξ αὐτοῦ μάρνημι, μάρναμαι, μαρνάμενος,
οἱ δὲ, ἀπὸ τοῦ μαρνῶ. τοῦτο ἀπὸ τοῦ ἀρνός. οἱ παλαιοὶ γὰρ
τὰς πραγματείας μετὰ ἀρνῶν ἐποιοῦντο, ὅθεν καὶ τὸ ἀρνῶ ἀρνοῦμαι
σημαίνει. οἱ δὲ, ἀπὸ τοῦ μάρη ἡ χεὶρ, ἤγουν τὸ διὰ χειρῶν μάχεσθαι
κατὰ Πίνδαρον· ὅθεν καὶ εὐμαρές.
343. ἐῦκνήμιδας τοὺς καλὰς κνημῖδας ἐν ταῖς κνήμαις φοροῦντας,
ἤγουν φυλακτήρια. κνήμη δέ ἐστι τὸ ὄπισθεν τοῦ σκέλους, ἡ ἰγνύη.
γίνεται δὲ ἐκ τοῦ κινῶ κινήσω, κινήμη καὶ κνήμη.
355. ἀμπεπαλών] μετοχή, ἀόριστος β. γίνεται δὲ ἐκ τοῦ ἀνα- πάλλω. οἱ δὲ Ἴωνες εἰώθασιν ἐν τοῖς ῥήμασι καὶ ταῖς μετοχαῖς ἀναδιπλασιάζειν, λάχωσι λελάχωσι, λάθῃ “λελάθῃ δʼ ὀδυνάων” (ΙΙ. 15, 60).
356. ἀσπίς παρὰ τὸ σπίζω, ὃ σημαίνει τὸ ἐκτείνω καὶ μηκύνω· ὁ μέλλων σπίσω, σπίς, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀσπίς· ἡ μὴ εἰς ἔκτασιν μεμηκυμένη, ἀλλʼ εἰς περιφέρειαν κεκυκλωμένη.
357. ἔβριμος γίνεται παρὰ τὸ βρι ἐπίρρημα, τὸ μεγάλως καὶ
ἰσχυρῶς, βρίμος, καὶ πλεονασμῷ τοῦ ο, ὄβριμος· ἐκ τοῦ βρίμος οὖν
γίνεται βριμῶ καὶ ἐμβριμῶ, τὸ ἐπιτιμῶ.
359. λαπάρα· ἐκ τοῦ λαπάζω, τὸ κενῶ· τοῦτο ἐκ τοῦ λάπαθος ἡ βοτάνη· ἔστι δὲ κενωτικὴ τῆς γαστρός· τοῦτο ἐκ τοῦ λα ἐπιτατικοῦ καὶ τοῦ πάθος, ἡ τὸ πάθος ἀπελαύνουσα. λαπάρα δέ ἐστιν ὁ κενὸς τῶν ὀστέων τόπος ὁ ὑποκάτω τῶν πλευρῶν κείμενος.
διάμησε· ἐκ τοῦ διά καὶ τοῦ ἀμῶ τὸ θερίζω. γίνεται τὸ ἀμῶ ἐκ τοῦ ἄμη ἡ δρεπάνη.
360. ἀλεύατο] ἐξέφυγε. γίνεται οὖν ἐκ τοῦ ἀλῶ τὸ πλανῶ καὶ
ἐκκλίνω. τοῦτο ἐκ τοῦ λῶ, τὸ θέλω, καὶ μετὰ τοῦ στερητικοῦ ὰ, ἀλῶ·
οἱ γὰρ πλανώμενοι οὐ θέλοντες πλανῶνται, καὶ ὧν βούλονται οὐ
τυγχάνουσιν.
371. ἁπαλός, παρὰ τὸ ἀρὴ γίνεται ἄφαλός καὶ ἁπαλός, ὁ τῇ ἀφῇ εἴκων. τὸ δὲ ἀρή παρὰ τὸ ἄπτω, τὸ προσεγγίζω· ὁ μέλλων ἅψω, ὁ παρακείμενος ἧφα, ἡφὴ καὶ ἁφή.
372. τρυφαλείης] κανών ἐστιν ὁ λέγων, ὅτι ὁ δύο καὶ τρεῖς, μὴ
μετὰ τοῦ δέκα ἀριθμοῦ συντιθέμενος, εἰς τὰ ἐπιρρήματα τὰ δίς καὶ
τρίς μεταλαμβάνονται, οἷον διπρόσωπος, ὁ δύο πρόσωπα ἔχων, τρί-
πους, ὁ τρεῖς πόδας. οὕτως οὖν καὶ τρυφάλεια ἡ τρεῖς φάλους
ἔχουσα· τριφάλεια, καὶ κατὰ τροπὴν τρυφάλεια.
373. ἄσπετον] ἐκ τοῦ ἔπω τὸ λέγω. σπῶ, σπετός, καἰ μετὰ τοῦ
στερητικοῦ ὰ, ἄσπετος, οἱονεὶ ὁ πολὺς καὶ μέγας καὶ μὴ δννάμενος
λεχθῆναι.
385. ἐτίναξε] τὸ τινάσσω ἐκ τοῦ τιταίνω τὸ ἕλκω· τιτάνῳ, Αἰολικῶς τιτάνσω, καὶ ἐν ὑπερβιβασμῷ, τινάσσω· ἢ παρὰ τὸ ἴς ἡ δύναμις, ἰνός, ἰνάσσω καὶ τινάσσω.
409. εἰσόκε] ἐκ τῆς εἴς προθέσεως καὶ τοῦ ὅ ἄρθρου ἀναφορικοῦ
καὶ τὺ κέν συνδέσμου. ἔστι δὲ ἐπίρρημα χρόνου δηλωτικόν. ἀπο-
ροῦσι δέ τινες εἰ τὸ εἰσόκεν ἐν συνθέσει ἐστὶν ἢ ἐν παραθέσει· καὶ
λέγομεν ὅτι ἐν παραθέσει. κανῶν γάρ ἐστιν ὁ λέγων ὅτι τὰ εἰς ε
λήγοντα χρονικὰ ἐπιρρήματα θέλουσιν ἔχειν πρὸ τοῦ ε τὸ τ, ἐνίοτε
ἑκάστοτε ἄλλοτε, καὶ ὅτι οὐδέποτε κατʼ ἀρχὰς ὁ σύνδεσμος τίθεται.
ἔνιοι δὲ λἔγουσιν ὅτι ἐν συνθέσει ἐστίν· οὐδέποτε γὰρ εὑρίσκεται ὁ
ποιητὴς παραλαμβάνων τοῦτο τὸ ἐπίρρημα χωρίς τοῦ κέν συνδέσμου·
“εἰσόκεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε” (Il. 7, 71). ἢ ὡς
ἐνταῦθα. ἔστι δὶ εἰπεῖν ὅτι αἱ προθέσεις παρατιθέμεναι τοῖς
ὀνόμασιν ἔννοιαν ἔχουσαι τοπικὴν, ποιοῦνται τὰς ὑποσχέσεις, οἷον
οἴκου —ἐξ οἴκου, οἶκον—εἰς οἶκον. τὸν αὐτὸν τρόπον καὶ τὰ ἄρθρα
τὰ σημαίνοντα τὴν ἀναφοράν. ἡ δὲ ἀναφορὰ ἐν τῷ χρόνῳ οὖσα καὶ
λαβοῦσα τὴν παράθεσιν τῆς προθέσεως ποιεῖ σχέσιν χρονικὴν, οὗ-
ἐξ οὖ, ᾧ—ἐν ᾧ. ὃν τρόπον τὸ ἐξ οἴκου, ὅτε ἀπὸ τῆς προθέσεως,
οὐκέτι σχέσιν τοπικὴν σημαίνει, ὁμοίως καὶ τὸ εἰς οἰκον, τὸν αὐτὸν
τρόπον καὶ τὸ εἰσόκεν· ἐὰν ἀποστῇ τὸ ἕτερον τοῦ ἑτέρου, ἐκστήσεται
καὶ τὸ σημαινόμενον.
δοῦλος γίνεται παρὰ τὸ δύη ἡ κακοπάθεια· ἐξ αὐτοῦ παράγωγον ὄνομα δῦλος, καὶ πλεονασμῷ τοῦ ὸ, δοῦλος· ὁ ἐν τῷ δουλεύειν κακοπαθῶν.
76. στρατὸς παρὰ τὸ στερρῶς ἄττειν. ἢ παρὰ τὸ στρέφω, ἔστραμ- μαι, στραπτός, ὡς γέγραπται γραπτός, καὶ ἀποβολῇ τοῦ π, στρατός. ἢ παρὰ τὸ στερρῶς ἵστασθαι, στρατὸς ὁ συνεστραμμένος καὶ συνδε- δεμένος ὄχλος.
137. μίτρης] ἐκ τοῦ μίτος, ἡ διὰ μίτου ὑφαινομένη.
177. τύμβος, παρὰ τὸ τύφεσθαι ἐκεῖ τὸ νεκρὸν σῶμα.
186. ὑπένερθε· ἐκ τῆς ὑπό προθέσεως καὶ τοῦ ἔνερθεν ἐπίρρημα
τοπικόν. τὸ δὲ ἔνερθεν ἐκ τοῦ ἔνερος, ὃ σημαίνει τὸν νεκρὸν, ὡς τὸ
“ἄναξ ἐνέρων Ἀϊδωνεύς” (Il. 20, 61). ἐξ αὐτοῦ ἐνερόθεν καὶ
ἔνερθεν.
251. οὐλαμὸς ἡ συνεστραμμένη τάξις. γίνεται παρὰ τὸ εἰλῶ, ὅθεν καὶ τὰς τρίχας οὔλας φαμέν. ἢ παρὰ τὸ ὀλῶ τὸ συστρέφω.
276. ζέφυρος ἀνομάσθη διὰ τὸ πνέειν ἀπὸ ζόφου· τουτέστι τῆς δύσεως· οἱ γὰρ ἀρχαῖοι τὴν δύσιν ζόφον ἐκάλουν.
287. ἀνώγετον] ἐκ τοῦ ἀνώγω. τοῦτο ἐκ τοῦ ἀνάγω, τοῦτο ἐκ τοῦ
ἄναξ, οὗ ὁ μέλλων ἀνάξω, ὁ μέσος παρακείμενος ἄνηγα· καὶ ὥσπερ
ἐκ τοῦ πέπληγμαι παρακειμένου ἐγένετο ῥῆμα πεπλήγω, οὕτως καὶ
ἀπὸ τοῦ ἄνηγα μέσου παρακειμένου γίνεται ἀνήγω, καὶ τροπῇ τοῦ
μακροῦ εἰς μακρὸν, ἀνώγω· τοῖς γὰρ ἀνάσσουσι καὶ ἄρχουσι πέφυκε
τὸ κελεύειν. ἔχει δὲ καὶ μέλλοντα ἀνώξω, ὡς τὸ “πληθὺν δὲ ποτὶ
νῆας ἀνώξομεν ἀπονέεσθαι” (Il. 15, 295).
396. πότμος] γίνεται παρὰ τὸ πέτω ποτῶ, ἐξ αὐτοῦ πότος, καὶ
πλεονασμῷ τοῦ μ πότμος. σημαίνει δὲ τρία, τὸν θάνατον καὶ τὴν
ἐσχάτην σύμπτωσιν τοῦ βίου, ἀπὸ τοῦ πεσεῖν· ἐπὶ δὲ τῆς τύχης
παρὰ τὸ μεταπίπτειν, ἡ ὑπὸ τὴν πρώτην γένεσιν τοῦ βρέφους ἀπὸ
τοῦ πεσεῖν ἐπιμεριζομένη τύχη. γίνεται γὰρ παρὰ τὸ πτῶ, ὅπερ
ἐστὶ κατὰ συγκοπὴν τοῦ πίπτω, εἰς μος ὄνομα πτμός, καὶ πλεονασμῷ
τοῦ ὁ διὰ τὴν ἀσυνταξίαν τοῦ πτμ πότμος, ὁ ποιῶν πεσεῖν εἰς
γῆν. ἐπὶ δὲ τῆς τύχης παρὰ τὴν μετάπτωσιν· ὅθεν καὶ Μένανδρός
φησι· “τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ.”
434. ἀμέλγω γίνεται παρὰ τὸ ἄμα καὶ τὸ ἕλκω, ἁμαέλκω, καὶ συγκοπῇ ἁμέλκω, καὶ τροπῇ τοῦ k εἰς γ, ἀμέλγω· ἅμα γὰρ τῷ τὸν μαστὸν λαβεῖν τὸ γάλα ἐξέρχεται.
513. μάρναται] μάχεται· γίνεται οὖν ἐκ τοῦ μάρνημι· τοῦτο ἐκ
τοῦ μαραίνω, ὃ σημαίνει τὸ φθείρω. ὁ μέλλων μαρανῶ, καὶ συγκοπῇ
μαρνῶ, καὶ ἐξ αὐτοῦ μάρνημι.
31. βροτολοιγέ] βροτολοιγὸς παρὰ τὸ βροτὸς καὶ τὸ λοιγός· τὸ δὲ λοιγὸς ἐκ τοῦ λείπω λοιπὸς καὶ λοιγός, ὁ λεῖψιν τῶν ἀνθρώπων ἐργαζόμενος.
89. γέφυρα παρὰ τὸ γῆ καὶ τὸ φύρω, τὸ ἀναμιγνύω· ἡ ἐφʼ ὑγρῷ τόπῳ κειμένη. ἢ ἡ τῇ γῇ φυραθεῖσα.
91. ὄμβρος] γίνεται παρὰ τὸ ὁμοῦ καὶ τὸ ῥέω. ὁμόροός τις ὀν καὶ ἐν συγκοπῇ ὄμρος. καὶ ἐπεὶ πρὸ τοῦ ρ οὐ δύναται εἶναι τὸ μ, πλεονάζει τὸ βῆ καὶ γίνεται ὄμβρος.
94. πυκινή· παρὰ τὸ πετύω πετύσω καὶ πτύσσω. ἄλλο γὰρ οὐ σημαίνει τὸ πτύσσω, εἰ μὴ τὸ ἐπιπίπτειν ἕτερον πρὸς τὸν ἕτερον.
194. πέπλος. ἐκ τοῦ πρέπω πρέπαλος καὶ κατὰ ἀποκοπὴν πέπλος.
358. χρυσάμπυκας] ἄμπυξ σημαίνει δύο, τὸ γυναικεῖον ἀνάδεμα,
ὡς τὸ “ἄμπυκα κεκρύφαλον” (Il. 22, 469). καὶ τὸν χαλινὸν, ὡς
ἐνταῦθα.
372. ῥέζω σημαίνει τρία, τὸ πράττω, ὡς τὸ “νῦν δὲ τόδε μέγʼ
ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν” (Il. 2, 274). καὶ τὸ θύω, ὡς τὸ
“ἄλλος δʼ ἄλλῳ ἔρεξε θεῶν ἀειγενετάων” (ib. 400). καὶ τὸ τῇ χειρὶ
καταψῶ, ὡς ἐνταῦθα.
388. ἆτος ὁ ἀκόρεστος. γίνεται ἐκ τοῦ ἄω, τὸ εἰς κόρον ἄγω, ἐξ οὗ καὶ τὸ κορέσαι ὡς τὸ “αἵματος ἄσαι Ἄρηα ταλαύρινον πολε- μιστήν” (Il. 5, 289).
443. τυτθόν] τὸ μικρὸν ἔμβρυον. γίνεται οὖν ἐκ τοῦ τιτθή, ὃ ση-
μαίνει τὸν μαστόν, καὶ τροπῇ τοῦ ἱ εἰς ῦ τυτθόν καὶ τυτθή.
ὀπίσσω] ἐπίρρημα τοπικὸν, σχέσεως τῆς ἐν τόπῳ. σχέσεις δὲ τῶν τόπων εἰσὶν ς΄, ἄνω, κάτω, ἔμπροσθεν, ὄπισθεν, δεξιά, ἀριστερά.
γίνεται δὲ ἐκ τοῦ ὀπίζω τὸ ἀκολουθῶ καὶ κατόπιν διώκω· τὸ δὲ ὀπίζω ἐκ τοῦ ὄπις ἡ ἐπιστροφὴ, ὡς τὸ “θεῶν ὄπιν οὐκ ἀλέγοντες” (Il. 16, 388).
444. ἀλευάμενος] γίνεται ἐκ τοῦ ἀλῶ τὸ ἐκκλίνω καὶ πλανῶ. τὸ
ἀλῶ ἐκ τοῦ λῶ τὸ θέλω, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀλῶ. οἱ γὰρ
πλανώμενοι οὐ θέλοντες πλανῶνται, καὶ ὥν βούλονται οὐ τυγχά
θνUu.
521. ἰωκή. ἡ δίωξις. διώκῃ ἦν καὶ ἀποβολῇ τοῦ δ ἰωκή.
528. φοιτῶ. παραγίνομαι. γίνεται δὲ ἐκ τοῦ ὁδὸς, ὅπερ ἀπὸ τοῦ
ἔω τὸ πορεύομαι γίνεται. λοιπὸν ἐκ τοῦ ὁδός γίνεται περισπώμενον
ῥῆμα ὁδῶ, καὶ πλεονασμῷ τοῦ ῑ, οἰδῶ. καὶ τροπῇ τοῦ δ εἰς τ οἴτῶ.
καὶ πλεονασμῷ τοῦ φ, φοιτῶ· οὐδεὶς γὰρ φοιτᾶν οἶδεν, εἰ μὴ πορείαν
ποιῆται, ἥτις τὴν ὁδὸν σημαίνει.
579. κληὶς ἐκ τοῦ κλείω τὸ ἀσφαλίζω κλείσω κλείς· καὶ ἐν διαλύσει κλείς· καὶ τροπῇ τοῦ ε εἰς 5, κληίς.
586. κύμβαχος γίνεται παρὰ τὸ κυφὸν, τουτέστι τὸ περιφερὲς καὶ περιαγές, οἱονεὶ τὸ σκεπάζον τὸ βρέγμα· κύμβη γὰρ ἡ κεφαλὴ, ἔνθεν τὸ κυβιστᾶν (κυμβιστᾶν codex).
748. πρυλέεσσι] πεζοῖς. ὥσπερ δʼ ἀπὸ τοῦ δαμάζω δαμάσω
δάμαλις, οὕτως ἀπὸ τοῦ περῶ περύω περύσω πέρυλις καὶ συγκοπῇ
πρύλις.
800. ἦ ὀλίγον] ἀντὶ τοῦ κατʼ οὐδέν.
94. ἤνις. ἕνος ὁ ἐνιαυτὸς, παρώνυμον ἔνις, καὶ τροπῇ τοῦ ἱ εἰς η ἤνις ἤνιος Ἰωνικῶς. ἤνιας ἤνις συναλιφῇ, τὰς ἑνὸς οὔσας ἐνιαυτοῦ.
95. ἄστυ παρὰ τὸ ἄνω ἵστασθαι· οἱ γὰρ ἀρχαῖοι τὰς πόλεις ἐφʼ ὑψηλῷ τόπῳ ᾠκοδόμουν.
381. τρεερὸς καὶ κράσει τῶν δύο εε εἰς η τρηρὸς ὁ δειλός· οὗ
παρώνυμον τρήρων καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρηρός, τουτέστιν ὁ
δραστικὸς καὶ ἐρρωμένος τὴν γνώμην καὶ μὴ δειλὸς, καὶ τροπῇ τοῦ α
εἰς ὁ ὀτρηρός. καὶ ἀτρεύς κατὰ στέρησιν τοῦ τρεῖν ἐγένετο, ὅ ἐστι
φοβεῖσθαι καὶ κατὰ μετάθεσιν τοῦ ᾶ εἰς ο ότρεὺς, ἡ γενικὴ ὀτρῆος,
ὡς τὸ “λαοὺς δʼ Ὀτρῆοςʼ (Il. 3, 180).
467. κόλπον] παρὰ τὸ κοῖλον, ὃ σημαίνει τὸ βαθὺ, κόλος καὶ πλεονασμῷ τοῦ ὶ κόλπος.
212. νέρθεν, κάτωθεν. γίνεται οὖν ἐκ τοῦ ἔνερος, ὃ σημαίνει τὸν νεκρὸν, ὡς τὸ “ἄναξ ἐνέρων Ἄιδωνεύς.” ἐξ αὐτοῦ ἔνερος ἔνερθεν καὶ ἀποβολῇ τοῦ ὲ νέρθεν. οὕτως οὖν καὶ τὸ ὑπένερθεν ἐκ τῆς ὑπό προθέσεως καὶ τοῦ ἔνερθεν.
243. λάθρη. ἐκ τοῦ λήθω τὸ λανθάνω ἔλαθον λάθω, ἀφʼ οὗ λάθρα. ὁ γὰρ λάθρα τι ποιῶν ὑπολανθάνειν πολλοὺς εἴωθεν.
291. ὕστερον· νσπερ παρὰ τὴν πρό πρόθεσιν γίνεται πρότερος καὶ παρὰ τὴν ὑπέρ ὑπέρτερος, οὕτω καὶ παρὰ τὴν ὑπό ὑπότερος καὶ κατὰ συγκοπὴν ὕπτερος καὶ τροπῇ τοῦ π εἰς c ὕστερος.
319. τετύκοντο] ἀπὸ τοῦ τεύχω ὁ δεύτερος ἀόριστος ἔτυχον, ὡς ἐλεύθω ἤλυθον ὁ παθητικὸς μέσος ἀόριστος ἐτυχόμην· ἴστεον δὲ ὅτι πολλάκις ὁ β΄ ἀόριστος ἀναδιπλασιάζεται καὶ γίνεται τέτυχον τετυ- χόμην τετυχόμεθα τετύχεσθε τετύχοντο καὶ τροπῇ τοῦ χ εἰς κ τετύκοντο.
410. τὸ ὥκα ἐκ τοῦ ὠκέα ὥκα. τὸ δὲ ὠκέα ἐκ τοῦ ὠκύς. τὸ δὲ ὠκύς παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα καὶ τὸ οὐδέτερον ἀκύ ἄκεα ἄκα καὶ τροπῇ τοῦ α εἰς η ἦκα. ἐτράπη δὲ τὸ α εἰς ω, καὶ ὥσπερ ἀπὸ τοῦ φάρος, ὃ σημαίνει τὸ ἱμάτιον, γίνεται φαριαμός καὶ φωριαμός, οὕτω καὶ ἀπὸ τοῦ ἄκα τροπῇ τοῦ α εἰς ω ὥκα.
413. ἄψορρον] ὀπισθορμήτως. ἔστι δὲ μεσότητος ἐπίρρημα.
γίνεται δὲ ἐκ τοῦ ἄψ τοῦ σημαίνοντος τὸ ὀπίσσω καὶ τοῦ ὄρω τὸ
διεγείρω, πλεονασμῷ τοῦ ρ ποιητικῶς. τὸ δὲ ἄψ γίνεται ἐκ τοῦ α
τοῦ σημαίνοντος τὸ εἰς τὸ ὀπίσω (οὐ μόνον γὰρ τὸ α σημαίνει τὸ
ὁμοῦ)· καὶ πλεονασμῷ τοῦ ψ γίνεται ἄψ, καὶ ἐρύω αὐερύω τὸ εἰς
τὸ ὀπίσω, πλεονασμῷ τοῦ υ, ὡς τὸ “αὐέρυσαν μὲν πρῶτα” (Il. Ι,
459). οἱ δὲ τὸ ἄψ παρὰ τὸ ἔπω τὸ ἀκολουθῶ· ὁ μέλλων ἕψω, ἔψ
καὶ ἄψ.
479. ἐκ τοῦ σμερδνόν. τοῦτο ἐκ τοῦ μερίζω μεριδνὸν καὶ συγκοπῇ
καὶ πλεονασμῷ τοῦ σ σμερδνόν καὶ ἐξ αὐτοῦ σμερδναλέον καὶ ἀπο-
βολῇ τοῦ ν σμερδαλέον. μερίζεται γὰρ ἡ ψυχὴ τῶν ὁρώντων τῷ
φόβῳ καὶ οὐκ ἐῷ ἐν τῷ αὐτῷ μένειν.
176. πῆμα. ἐκ τοῦ πήθω πῆμα· ἐξ οὗ καὶ πημαίνω, νσπερ ἀπὸ τοῦ δεῖμα δειμαίνω.
182. τὸ πρῆσαι σημαίνει δύο· τὸ καίω ὡς ἐνταῦθα καὶ “πρῆσεν
δὲ πυρὸς δηίοιο θύρετρα” (Il. 2, 415). καὶ τὸ φυσῶ, ὡς “πρῆσεν
δʼ ἄνεμος μέσον ἱστίον” (Il. 1, 481). καὶ “δάκρυʼ ἀναπρήσας” (II.
9. 433) ἀντὶ τοῦ ἀναφυσήσας. ὅθεν καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ τοὺς
πεφυσημένους πεπρησμένους λέγομεν.
230. ἄτη γίνεται ἐκ τοῦ ἄετος ὁ μάταιος καὶ ψευδής, ὃ γέγονεν
ἐκ τοῦ ἐτεός. τὸ θηλυκὸν ἀετή καὶ κράσει τοῦ ᾱ καὶ ε εἰς ᾱ μακρὸν
ἄτη, καὶ ἔστι μακρὸν τὸ ᾱ. γίνεται δὲ καὶ ἐκ τοῦ τῶ τὸ λαμβάνω
ὡς τὸ “τῆ Κύκλωψ πίε οἶνον” (Od. 9, 347) καὶ μετὰ τοῦ στερη-
τικοῦ ᾱ ἄτη, ἢν οὐδεὶς θέλει λαβεῖν.
434. φάτναις παρὰ τὸ ἐν αὐταῖς ἱσταμένους τοὺς ἵππους κάπειν, ὅ ἐστιν ἐσθίειν.
2. θεσπεσίη. γίνεται παρὰ τὸ θεός καὶ τὸ πέω τὸ πίπτω, πέσω πέσιος θεοσπέσιος καὶ κατὰ συγκοπὴν θεσπέσιος.
570. τὸ πρόχνν σημαίνει δύο· τὸ πρόγονυ ὡς ἐνταῦθα, καὶ τὸ
παντελῶς, ὡς τὸ “πρόχνυ, ἐπεὶ πολλῶν ἐπὶ γούνατʼ ἔλυσε” (Od.
14, 69).
26. βλέφαρον παρὰ τὸ ἐν τῷ βλέπειν αἴρεσθαι, ἢ παρὰ τὸ τοῦ βλέμματος φᾶρος εἶναι.
51. δολιχόν. διαφέρει τὸ δόλιχος τοῦ δολιχός. προπαροξυνό-
μενον γάρ ἐστιν εἶδος ὀσπρίου (ὀσπρέου B), ὀξυνόμενον δὲ σημαίνει
τὸν μακρόν.
135. ἐκ τοῦ ἀκάζω γίνεται, ὃ σημαίνει τὸ ἀκονῶ, ὁ μέλλων
ἀκάκῳ, ὁ παρακείμενος ἤκακα, ὁ παθητικὸς ἤκασμαι, ἡ μετοχὴ ἠκα-
σμένος, καὶ τροπῇ τοῦ σ εἰς χ καὶ Ἰωνικῇ συστολῇ τῆς ἀρχούσης
ἀκαχμένος. ἀκαχμένον δὲ λέγει τὸ ἐστιλβωμένον.
204. τίς σημαίνει ιβ. α΄ ἐρώτησιν, ὡς τὸ “τίς ἐστιν οὗτος ὁ
6, 142). δ΄ προσδιορισμόν, ὡς τὸ “εἰσί τινες τῶν ὧδὲ ἑστηκότων·”
καὶ Ὅμηρος “ὦ φίλοι, οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἐῷ αὐτοῦ θυμῷ
τολμήεντι μετὰ Τρῶας μεγαθύμους ἔλθει.” έ ἀγανάκτησιν, του-
τέστιν ἐπιτίμησιν, ὡς τὸ “τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἷ” καὶ
“τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν” καὶ “τίς ἐστιν ὁ
κρύπτων βουλήν·” εἰ δέ τις ἐρωτηματικῶς ταῦθʼ ὑπολάβοι, ἄγνοιαν
κατηγορήσει. καὶ Ὀμηρος “τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
Ἀργείους· τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας” (Il. 9, 337). ς΄
εὐτέλειαν· “τίς εἰμι ἐγὰ, κύριε, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου;ʼ”
καὶ Ὅμηρος “ἔπειτα δὲ καί τι πάθοιμι” (Il. 21, 274) καὶ “τί
νύ μοι μήκιστα γένηται;” (Od. 5, 299). ζ΄ σπάνιν· “τίς σοφὸς
καὶ φυλάξει ταῦτα” “τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν·” εἰ γὰρ
καὶ μὴ πάντες, ἀλλʼ οὖν τινές. καὶ Ὅμηρος “τίς δʼ αὗ τοι δολο-
μῆτα θεῶν συμφράσσατο βουλάς” (Il. Ι, 540)· οὐ γὰρ ἐρωτη-
ματικῶς ἐνταῦθα κεῖται τὸ τίς, ἐπεὶ οὐκ ἠγνόει ἡ Ἥρα τὴν τῆς
δέτιδος βουλήν. η΄ θαυμασμὸν, ὡς τὸ “τίς οὗτος ὁ παραγενόμενος
ἐξ Εδώμ;” καὶ “τίς ἐστιν οὕτος, ὅτι καὶ ἡ θάλασσα καὶ οἱ ἄνεμοι
ὑπακούουσιν αὐτῷ ;” καὶ Ὅμηρος “τίς δὲ σύ ἐσσι φέριστε κατα-
θνήτων ἀνθρώπων, Il. 6, 123). θ΄ εὐχὴν ἐξ ἀμηχανίας· “τίς
δώσει τῇ κεφαλῇ μου ὕδωρ;” καὶ “τίς με ῥύσεται ἐκ τοῦ σώματος
τοῦ θανάτου τούτου;” ί προκλητικόν· “τίς ἀπατήσει τὸν Ἀχαάβ;”
καὶ “τίνα ἀποστελῶ ;” καὶ “τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦ-
τον;” καὶ Ὅμηρος “τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσσει”
(303): ιά τὸ βραχὺ καὶ ἄτονον καὶ ὀλιγόχρονον τοῦ βίου, ὡς τὸ
“τίς μου ἡ ἰσχὺς, τί ὑπομένω; ἢ τίς μὲν ὁ χρόνος ὅτι ἀνέχομαι:”
ιβ΄ διαπόρησιν, ὡς τὸ “τίς ἂν γνοίη ὅτι εὕροιμι αὐτόν;” καὶ “τίς
οἶδεν εἰ ἐπιστρέψω:” καὶ Ὅμηρος “τίς οἶδε εἰ καὶ αὐτὸς φίλης
ἐπὶ νηὸς τῆλε φίλων ἀπόληται ἀλώμενος ὥσπερ Ὀδυσσεύς” (Od.
2, 352).
361. κεμὰς ὁ κοιμώμενος ἔλαφος. γίνεται δὲ ἐκ τοῦ κέω τὸ κοιμῶμαι.
374. τρισὶν ὁ Ἡρωδιανὸς παραγωγαῖς τοῦθʼ ὑπέβαλε· πρῶτον
μὲν ἐκ τοῦ ταράσσω τάραβος καὶ τάρβος· δεύτερον, ὅτι ἐκ τοῦ
τρέπω, ὁ δεύτερος ἀόριστος ταρπε, τάρπος, καὶ τροπῇ τοῦ π εἰς β
τάρβος· οἱ γὰρ εὐλαβούμενοι φεύγουσιν· τρίτον, ὅτι τείρω τὸ κατα-
πονῶ, ὁ δεύτερος ἀόριστος ἕταρον, τόρος, καὶ πλεονασμῷ τοῦ β τάρ-
βος, καὶ ῥῆμα ταρβῶ “τάρβησέν τε.”
418. ἐσχάρα σημαίνει ε, τὴν πυρὰν, καὶ τὴν ἑστίαν, καὶ τὸ
ῥυπαρὸν καὶ καυθὲν ἕλκος, καὶ τὸν βωμὸν, ὡς παρʼ Εὐριπίδῃ ἐν
ρακλεῖ, καὶ τὴν κυρίως λεγομένην.
152. ἐκ τοῦ ἀρτύω. τοῦτο παρὰ τὸ ἀρτῶ, τοῦτο παρὰ τὸ ἄρω τὸ
ἁρμόζω. ὁ μέλλων ἀρῶ καὶ Αἰολικῶς ἄρσω. καὶ ἄρτος ὄνομα ῥημα-
τικόν. ἐκ δὲ τοῦ ἀρτῶ ἀρτίζω καὶ καταρτίζω. ἐκ γοῦν τοῦ ἀρτύω
γέγονεν ἀρτύνω.
244. ἀρίζηλος ὁ διάδηλος καὶ φανερός. καὶ γίνεται ἐκ τοῦ αρι
ἐπιτατικοῦ μορίου. τοῦτο ἐκ τῆς περί προθέσεως. αὕτη γὰρ ἡνίκα
ὀξύνεται, τὸ περισσῶς σημαίνει “περὶ μέν σε τίω” (Il. 4, 257)
καὶ Δωρικῷ ἔθει τρέπεται τὸ ε εἰς α, ἡνίκα δὲ τραπῇ, ἀποβάλλει
καὶ τὸ κατʼ ἀρχὰς σύμφωνον, οἷον μέχρι ἄχρι, τουτέστι πέρι καὶ
Δωρικῶς ἀρί τὸ περισσῶς. καὶ τὸ δῆλος, ὃ σημαίνει τὸν φανερὸν,
ἀρίδηλος ὁ πάνυ φανερός. τὸ δὲ δῆλος παρὰ τὸ δαλός, ὃ σημαίνει
τὸν πεπυρακτωμένον σίδηρον, καὶ ἀναδόσει τοῦ τόνου καὶ τροπῇ τοῦ
εἰς ῇ δῆλος καὶ μετὰ τοῦ αρι ἀρίδηλος καὶ πλεονασμῷ τοῦ σ ἀρίσ-
δηλος, καὶ ἐπειδὴ τὸ ζ ἐκ τοῦ σ καὶ δ σύγκειται συναιρέσει τοῦ σ καὶ
δ εἰς ζ γίνεται ἀρίζηλος.
269. ἀλκή. παρὰ τὸ ἀρκῶ τὸ βοηθῶ ἀρκή καὶ μεταθέσει τοῦ ρ
εἰς λ ἀλκή· ἢ παρὰ τὴν ἀκμὴν τὴν ἡλικίαν, τοῦτο παρὰ τὸ κμῶ τὸ
κοπιῶ γίνεται κμή καὶ μετὰ τοῦ στερητικοῦ ᾱ ἀκμή, ἡ μὴ ταχέως
κάμνουσα καὶ κοπιῶσα, ἀλλὰ φέρειν κόπους δυναμένη.
305. ἤϊσαν ἐπορεύοντο. γίνεται δὲ ἀπὸ τοῦ εἶμι τὸ πορεύομαι ὁ ἀόριστος εἶσα. τὸ γ΄ τῶν πληθυντικῶν εἶσαν καὶ διαλύσει ἔϊσαν καὶ ἐκτάσει ἤϊσαν.
1. Μῆνιν ἄειδε] ζητοῦσι διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο,
οὕτω δυσφήμου ὀνόματος· διὰ δύο ταῦτα, πρῶτον μέν, ἵνʼ ἐκ τοῦ
πάθους ἀποκαθαριεύσῃ τὸ τοιοῦτο μόριον τῆς ψυχῆς καὶ προσεκτι-
κωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ καὶ προεθίσῃ
φέρειν γενναίως ἡμᾶς τὰ πάθη, μέλλων πολέμους ἀπαγγέλλειν·
δεύτερον δέ, ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ· ἐπεὶ
δὲ ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως [οὐ] κατα-
τρέχει ἀξιοπιστότερον ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων ἐπαίνῳ.
§. ἤρξατο μὲν ἀπὸ μήνιδος, ἐπείπερ αὕτη τοῖς πρακτικοῖς ὑπόθεσις
ὡς ἄριστος ⟨ἰατρὸς⟩ πρῶτον ἀναστέλλων τὰ νοσήματα τῆς ψυχῆς
ὕστερον τὴν ἴ⌈ασ⌋ιν ἐπάγει· Ἑλληνικ⌈ὸ⌋ν δὲ τὸ πρὸς τέλει τὰς
ἡδονὰς ἐπάγειν. §. ἰστέον δέ· ὥσπερ ⌈ἐπὶ συ⌋κῆς πρῶτον μέν ⌈ἐστιν⌋
Ἀχιλλέως χρῆται· “ἠὲ χό ⌈λον⌋ παύσειεν ἐρητύσειέ τε θυμόν” (192)·
“οὐδ ὄθομαι κοτέοντος” (181)· “αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος”
(488).
ζητεῖται διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο καὶ μὴ ἀπὸ τῶν
καὶ οὐδὲ περὶ πόλεων μεγίστων. οἱ γὰρ Τρῶες Ἀχιλλέως παρόντος
ζητεῖται διὰ τί ἀπὸ δυσφήμου ὀνόματος τῆς μήνιδος ἄρχεται.
ἐπιλύουσι δὲ αὐτὸ οἱ περὶ Ζηνόδοτον οὕτως, ὅτι πρέπον ἐστὶ τῇ
ποιήσει τὸ προοίμιον, τὸν νοῦν τῶν ἀκροατῶν διεγεῖρον καὶ προσ-
εχεστέρους ποιοῦν, εἰ μέλλει πολέμους καὶ θανάτους διηγεῖσθαι ἡρώων.
πάλιν ζητεῖται διὰ τί Ἀχιλλέως ὡς ἐπὶ τὸ πλεῖστον ἀριστεύοντος
οὐκ Ἀχίλλειαν ὡς Ὀδύσσειαν ἐπέγραψε τὸ σωμάτιον. φαμὲν δʼ
ὅτι ἐκεῖ μέν, ἅτε μόνως ἐφʼ ἑνὸς ἥρωος τοῦ λόγου πλακέντος, καλῶς
καὶ τοὔνομα τέθειται, ἐνταῦθα δέ, εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺς
ἠρίστευεν, ἀλλά γε καὶ οἱ λοιποὶ ἀριστεύοντες φαίνονται· οὐ γὰρ
μόνον τοῦτον οἷος ἦν δηλῶσαι βούλεται, ἀλλὰ σχεδὸν ἅπαντας, ὅπου
γε καὶ ἐξισοῖ τινας αὐτῷ. ἐκ τινὸς οὖν ὀνομάσαι μὴ ἔχων αὐτό,
ἀπὸ τῆς πόλεως ὀνομάζει καὶ τὸ αὐτοῦ καλῶς ὑποφαίνει ὄνομα.
μῆνιν] μῆνις παρὰ τὸ μένω ἐν ἐκτάσει μῆνις ὡς ἔνος ἦνις· οἱ δὲ περὶ Γλαύκωνα τὸν Ταρσέα ἠξίουν ὀξύνειν τὸ ὄνομα, οὐκ ὀρθῶς.
ἄειδε] ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι ἄδειαν ἢ συνήθειαν λαμβάνει
τὰ προστακτικὰ ἀντὶ εὐκτικῶν· ὁ γὰρ Ἡσ⌈ίοδός φησι “δεῦτε δὴ
ἐννέ⌋πετε” (Opp. 2) καὶ Πίνδαρος ⌈“μαντεύεο Μοῦσα”⌋ (fr. 150
Bergk.)· δεύτερον δέ, ὅτι (οὐ κατὰ ἀλήθειαν ταῖς Μού⌋σαις ἐπιτάσ-
σουσιν, ἀλλʼ ἑαυτοῖς.
⌈ἄειδε⌋] ᾄδειν ποίει, μετωνυμικῶς ὡς “πάντας μέν ῥʼ ἔλπει”
(Od. 2. 91)· ἡδονῇ γὰρ αὐτὰ καλύπτειν θέλει δυσχερῆ ὄντα· περὶ δὲ
τοῦ ῥή⌈τορος λέγων⌋ “ἔννεπε” ⌈φησίν⌋.
ἔθος τοῦτο ποιητικόν, ὃ πάντες μικροῦ ⌈δεῖν⌋ ἐφυλάξαντο, καλεῖν
τὰς Μούσας ἤτοι τὸ θεῖον ὡ⌋ς ἐπικουρῆσον αὐτοῖς· καὶ ἐν Ὀδυσ-
σείᾳ γάρ φησιν “ἄ⌈νδρα⌋ μοι ἔννεπε Μοῦσα” καὶ πάλιν ἐπά⌈γει
“τῶν ἀμό⌋θεν γε θεά·” καὶ ἀλλαχοῦ (Od. 8. 499) “ὃ δʼ ὁρμηθ⌈εὶς
θεοῦ ἤρ⌋χετο, φαῖυε δʼ ἀοιδήν.” οἱ δὲ λέγοντες, ⌈ὡς ἐχρῆν⌋ ἐπὶ τοῖς
οὕτω δυσφήμοις (λέγειν] “ἄειδέ ⌈μοι ἠερο⌋φοῖτις Ἐρινύς,” τοῦ δέ-
⌈ντος ἁμαρτάνουσιν⌋· οὐδὲ γάρ τι πρὸς γνῶσιν Ἐρινὺς συντελεῖ.
Πηληιάδεω Ἀχιλῆος⌋ οὕτως ἀναγνωστέον διʼ ἑνὸς λ διὰ τὸ μέτρον
παρὰ τὸ μὴ θιγεῖν χείλε⌈σι⌋ τροφῆς· ὅλως γὰρ οὐ μετέσχε γάλακτος.
*Πηληιάδεω] παραγωγόν.
2. ⟨οὐλομένην⟩] ⌈τὴν ὀλέσ⌋ασαν ἢ τὴν ὀλεθρίαν· ὡς ἐπὶ ἰδίοις
§. ἔχει δὲ τοὺς γεν〈ν〉ικωτάτους τῶν τόπων τὸ προοίμιον· ποσόν,
ἣ μυρία] κατὰ συλλογισμὸν ἡ δ⌈ι⌋ή⌈γησις⌋. §. μυρίον τινὲς
θρηνητικόν παρὰ τὸ μύρεσθαι, καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ἤκουσαν,
ἐφʼ οἷς μ⌈ύρεσθαι⌋ τὸ κλαῦσαι· οὐδὲν δὲ ἄτοπον, εἰ παρὰ Μού⌈σης
ταῦτα μαθεῖν⌋ ἐρωτᾷ· φρόνησις μὲν γάρ ἐστιν ἡ πάντων εἴδησις,
προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις.
ἡ μυρία⌋ ῥητορικὴ ἡ μετάληψις· παρ⌈ὸν⌋ γὰρ “ὃς μυρί᾿
τὴν βλασφημίαν ἀλλὰ τῷ ⌈πάθε⌋. §. τὸ δὲ ἥ κατὰ δοτικὴν ἤκουσάν
3. πολλὰς δʼ ἰφθίμους ψυχάς] ⌈κίνησιν⌋ οὐ τὴν τυχοῦσαν ἔχει τὸ
ἰφθίμων ψυχάς] Ἀπολλώνιος ὁ Ῥόδιος γράφει “κεφαλάς.”
ἐναντίον τῷ “μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι
“γῆρας” γάρ φησι “καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλον-
ται” (Od.13.59). §. “προίαψεν οὖν ἔβλαψε πρὸ ὅρου παραπέμψασα
4. αὐτοὺς δὲ ἑλώρια] καὶ ἀλλαχοῦ (l. 9. 547) “ἡ δʼ ⌈ἀμ⌋φʼ αὐτῷ θῆκε—ἀντὶ “τῷ σώματι αὐτοῦ᾿—“ἀμφὶ συὸς κεφαλῇ.”
αὐ⌈το⌋ὺς δὲ ἑλώρια] δυσμενεῖς φασι (τοὺς ἀκροω⌋μένους ἐργά-
ζεται βλασφημ⌈εῖσθαι ποιῶν⌋, ὅτι τὰ σώματα οὐκ ἐκήδευσαν
ἀνελόμενοι· ἀλλʼ οὐδὲ διʼ ἀμέλειαν περιεῖδον ἀτάφους, ἀλλὰ καιρὸν
τοῦ κηδεύειν οὐκ ἔχοντες· τεκμήριον δέ· ἐν μὲν τῇ πρώτῃ μάχῃ—
ταύτῃ δὲ τῶν Τρώων ἐκράτουν—θάπτουσι τοὺς πεσόντας, τῇ δὲ μετʼ
αὐτὴν ἡττώμενοι διὰ τὴν Διὸς βούλησιν, ἐπαυλιζομένων ταῖς ναυσὶ
τῶν βαρβάρων, οὐκέτι περὶ τοῦ θάψαι τοὺς τεθνεῶτας ἀλλὰ περὶ τῆς
σφῶν σωτηρίας εἶχον τὴν φροντίδα. §. δασύνεται δὲ τὸ “ἑλώρια·”
παρὰ γ⌈ὰρ τὸ⌋ ἔλω ἕλωρ ⌈ἐγ⌋ίνετο, ὡς παρὰ τὸ πέλω πέλωρ· καὶ
κτητικὸν τὸ ἑλώριον, ᾧ ἐχρήσατο ἀντὶ ‘ἕλωρ’. §. χρειώδης δέ ἐστιν
ἐνταῦθα καὶ ἡ τοῦ “τεῦχε” παράτασις. Εὐκλείδης φησὶ τὸ ἐξῆς·
“τεῦχε κύνεσ〈σ〉ιν οἰωνοῖσί τε πᾶσιν, ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην
ἐρίσαντε.”
* κύνεσσιν] κατὰ Αἰολεῖς.
**Διὸς βουλὴν λέγει νῦν ὁ ποιητὴς τὴν ἐπαγγελίαν τὴν πρὸς
Θέτιδα· “Ζεὺς μὲν ἄρα Τρώεσσι καὶ Ἕκτορι βούλετο ⌈κῦδος⌋”
δὲ τοῦ Διὸς ἐτελειοῦτο βουλή, τὸ τοὺς ἠδικηκότας ἀξίαν δοῦναι δίκην
ὧν ἠδδίκησαν, ὅπερ ἐστὶ τέλος τῆς Ἰλιάδος, ὡς εἶναι τὸ μὲν ἐπὶ τοῦ
Ἀχιλλέως εἰρημένον κοινὸν τῆς ὅλης φράσεως, τὸ “πολλὰς δʼ
ἰφθίμους ψυχάς,” τὸ δὲ ἐπὶ θεοῦ κεχωρισμένον, ὅτι δίκην ἔδοσαν
ἱκανῶς τῇ βουλῇ αὐτοῦ.
6. **〈διαστήτην)] διέστησαν· ἡ δὲ τῶν δυϊκῶν κατάχρησις Ἀττική. §. τὸ δὲ “ἔριδι” ἀντὶ ‘μετὰ ἔριδος,ʼ ὡς μεθʼ ὅπλων.
7a. ** Ἀτρείδης] ἀντονομασία ὁ τρόπος ἀντὶ τοῦ Ἀγαμέμνων, ⌈ὡς καὶ⌋ ἡ Τριτογένεια ἀντὶ τοῦ Ἀθηνᾶ· ἐπεὶ δὲ Ἀτρείδης καὶ τὸν Μενέλεων ἐδήλου, ἀντιδιαστέλλων προσέθηκε “ἄναξ ἀνδρῶν.”
7b. **δῖος] ὁ ἔνδοξος, ἀπὸ τῆς τοῦ Διὸς ὑπεροχῆς. ποσαχῶς δὲ
(Il. 21. 17).
8. **τίς τʼ ἄρ] οἱ ⌈περὶ τὸν⌋ Σιδώνιον τῇ “σφῶι” ἀρέσκονται,
ἔριδι ξυν⌈έηκε μάχεσθαι⌋] ὡς “δίʼ ὅ γε—Τρωσὶ μάχεσθαι.”
10. ** ψιλωτέον τὸ “ὦρσε·” ἀπὸ γὰρ τοῦ ὄρω τὸ ὁρμῶ Αἰολικῶς
* * ⟨λαοί⟩ καίτοι τοῦ λαός πειλημματικοῦ ὄντος πρὸς πλείονα
11. **εὕνεκα τὸν Χρύσην] ὑπερβατόν, ἵνʼ ᾖ τὸν ἀρητῆρα Χρύσην·
ἡ διήγησις· εἰ γὰρ θεοφιλεῖ τις ἀνδρὶ προσκρούων τοιαῦτα πάσχει,
πόσῳ μᾶλλον θεῷ; καὶ εἰ βασιλεὺς οὕτω κολάζεται, πόσῳ μᾶλλον
ἰδιώτης;
13. ⌈πανταχόθεν⌋ τὸν οἶκτον πεποίηται, τῷ γήρᾳ, τῇ χηρώσει
καὶ τὰ μὲν στέμματα κατέχει, τὰ δὲ δ⌋ῶρα—χρυσὸς δὲ ταῦτα καὶ
ἐσθὴς καὶ χαλκὸς ἦν—διʼ οἰκετῶν προσῆγεν· καὶ τὰ μὲν τῶν θεῶν
δείκνυσι, καὶ παραινεῖ ὡς θεοὺς τιμᾶν, τὰ δὲ ⌈δί⌋]δωσιν, ἵνα καὶ τὴν
ἀπὸ τούτων ἀντιδέξηται φιλοφροσύνην.
⌈ἵνα, εἰ] μὲν θεοσεβής, τὰ στέμματα αἰδεσθῇ, εἰ δὲ φιλοχρήματος,
τὰ δῶρα δέξηται, εἰ δὲ μή, τὸ γῆρας οἰκτειρήσῃ· πανταχόθεν δὲ
τὸν ἔλεον θηρᾶται.
14. ** ⟨ἑκηβόλου⟩] τοῦ ἕκαθεν ἐπιτυγχάνοντος· πλεῖστοι γὰρ
15. εἰώθασι συνάγεσθαι οἱ Ἀχαιοὶ “νηὶ παρὰ πρύμνῃ Ἀγα- μέμνονος” (Il. 7. 383).
16. εἴωθεν ὑπεξαίρειν τὰ προύχοντα πρόσωπα, ὡς τὸ “Τρῶάς τε
18. ⌈οὐκ ἐν] οὐρανῷ μόνον ἀλλὰ καὶ ἐπὶ γῆς τοὺς θεούς φησιν οἰκεῖν, ἵνα μὴ καταφρονῶσιν αὐτῶν ὡς μακρὰν ὄντων.
20. 〈παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην⟩] ἀντιδιέσταλται πρὸς τὴν
21. ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς τοξικῆς εἶναι, τὸν Ἀπόλλωνα
πολεμοῦντα αὐτοῖς ὡς “ἑκηβόλον” εἰσάγει, διὰ τῶν τούτου τόξων
ἐκφ⌈οβῶν αὐτούς⌋.
22. 〈ἐπευφήμησαν Ἀχαιοί⟩] ⌈δεισίδα⌋ιμον ⌈γὰρ⌋ τὸ πλῆθος καὶ μισοπόνηρον.
23. ὡς τιμῶντες μὲν οὗτοι ἱερέα καλοῦσι, λέγοντες ὡς χρὴ τὸν ἱκέτην μετʼ αἰδοῦς δέχεσθαι· ὃ δὲ καὶ γέροντα αὐτὸν ὀνομάζει.
24. ⌈ἀρχικὸν⌋ τὸ μὴ ἐπιτρέπειν τοῖς ἀρχομένοις τὰς κρίσεις, ἄλλως τε καὶ οὐκ ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει παρὰ τῶν ἀρχομένων.
25. ⟨κακῶς⟩] αὐστηρῶς, ἢ σὺν τῷ οἰκείῳ κακῷ ἤτοι τῇ ἀπραξίᾳ. §.
26. τὸ τοῖς ἄλλοις αἰδέσιμον γῆρας ἐπʼ ὀνείδει προβάλλεται.
27. 〈ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα⟩] ἢ γὰρ ἐπιμέν⌈οντες
ἀνύομεν, ἢ πρὸς] τὸ ὀξὺ ἐνδιδόαμεν, ὕστερον δὲ ὀχλοῦμεν· ὧν ἀπάντων
χρόνον.
29. πολλὰς περικοπὰς ἔχει ὁ λόγος τὸ θυμικὸν ἐμφαίνων.
μᾶλλον γηράσει παρʼ ἐμοὶ ἢ λυθήσεται· ἔστι δὲ ὡς τὸ “οὐδέποτʼ ἐκπέρσει, πρίν μιν κύνες ἡδʼ οἰωνοί” (Il. 18. 283).
κατʼ ὀλίγον αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα· ἔστι
31. ⟨ἱστὸν ἐποιχομένην⟩] ταῦτα λέγων ὑπʼ ὄψιν ἄγει τὰ τῆς
**⟨ἐμὸν λέχος ἀντιόωσαν⟩] τῆς ἐμῆς κοίτης μεταλαμβάνουσαν,
τοῦ ἐκφωνῆσαι τὸ “ἱστὸν ἐποιχομένην” καὶ τούτῳ τῷ λόγῳ συμπερι-
λαβεῖν τὸ λέχος.
32. μή μʼ ἐρέθιζε] τὰ γὰρ ἀποθύμια ἐρεθιστικὰ ἡγούμεθα εἶναι·
λαβὼν ἑτέρῳ δίδωσιν· ὁ καταδχὼν γέροντος θυγατέρα διδοὺς τὴν
ἑαυτοῦ πρὸς γάμον ἀπαξιοῦται.
33. ἐπείθετο] ἀντὶ τοῦ οὐκ ἀντέπρασσεν· διδάσκ⌈ει δὲ⌋ ὁ ποιητὴς
34. ⟨ἀκέων⟩] οὐκ οἰμώξας διὰ τὸν καιρόν. §. “ἀπάνευθε” δέ, ἵνα
36. ⟨Ἀπόλλωνι ἄνακτ⟩] ἢ ὅτι αὐτός ἐστι τῶν φαινομένων
ἄνακτι.
37. ⟨κλῦθί μευ⟩] ἐν γενικῇ τὸ μεῦ, οὐκ ἐν δοτικῇ· καὶ ἔστιν
⟨ἀργυρότοξε⟩] διὰ τὴν χρείαν τῶν βελῶν τοῦτό φησιν· ἔοικε δὲ
⟨Χρύσην⟩] ἀπόρθητος αὕτη, ἡ δὲ Τένεδος ⟨πεπορθημένη⟩· “τὴν
38. Κίλλος ἡνίοχος Πέλοπος περὶ Λέσβον ἀποθανών· ἀθυμοῦντι δὲ αὐτῷ παρέστη κελεύων Κιλλαίῳ Ἀπόλλωνι θύειν διὰ τὸν αἰφνίδιον ⌈θάνατον⌋ καὶ νικήσειν· ὅθεν καὶ] τῆς ὀνομασίας ἔτυχεν ἡ πόλις.
Κύκνου καὶ Σκαμανδροδίκης Τέννης καὶ Ἡμιθέα· ὃς ἀπελαθεὶς ὑπὸ τοῦ πατρὸς σὺν τῇ ἀδελφῇ Ἡμιθέᾳ διὰ τὴν ἐπιβουλὴν τῆς μη- τρυιᾶς Καλύκης ᾤκησεν τὴν Λευκόφρυν, καὶ ἀφʼ ἑαυτοῦ Τένεδον ὠνόμασεν.
39. ⟨ἔρεψα⌋] ἐκ τοῦ ἐρέφω, ἐξ οὗ καὶ Εἰραφιώτης Διόνυσος· ἢ
παρὰ τὸ ἐρίφῳ συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι.
41. ⟨ταύρων ἡδʼ αἰγῶν⟩] θυσίαις ταύρων καὶ αἰγῶν ἥδεται ὁ Ἀπόλλων· ὕλη γὰρ τοῖς τόξοις τὰ κέρατα αὐτῶν.
42. ⟨τίσειαν Δαναοί⟩] μικρῷ λόγῳ μεγάλα αἰτεῖ· ἀνταποδοῖεν
τοῖς βέλεσί σου ταῦτα τὰ δάκρυα, ὅ ἐστι τοξεύων εἴσπραξαι αὐτοὺς
ἅπερ ἐγὼ ἐξέχεα δάκρυα· ἐν σχήματι δ⟨ὲ ὃ παρῆκεν ἔφρασεν, ὡς ἄρα⟩
ἔκλαιεν ὁ γέρων.
πῶς Ἕλλησιν ἐπαρᾶται τοῖς ἐπευφημήσασι δοθῆναι αὐτῷ τὴν θυ-
γατέρα καὶ μὴ μᾶλλον Ἀγαμέμνονι: φαμὲν οὖν· εἰ ἀπέθανεν Ἀγα-
μέμνων, ἀνεκζήτητος 〈ἂν〉 ἔμεινεν ἡ αἰτία τοῦ λοιμοῦ, ἢπλεόντων ἐπὶ τὴν
πατρίδα τῶν Ἑλλήνων ἀναπόδοτος ἔμεινεν ἡ Χρυσηίς. ἄλλως τε Ἕλλη-
σιν ἀρᾶταιἐπεὶ καὶ αὐτοὶ πορθήσαντες ἀπέδωκαν ⟨αὐτὴν⟩ Ἀγα-
μέμνονι· εἰ δὲ προσθείης . . . . ὅτι βάρβαρος ὁ Χρύσης καὶ πᾶσιν ἐχθρός.
43. ⟨τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων⟩] συνητίμαστο γὰρ τῷ
ἱερεῖ ἐν τῷ “μή νυ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο,”
καὶ ὅτι Τρωικός ἐστιν ὁ θεός· ἀπολίτευτον δὲ τὸ πρὸ τῆς εὐχῆς
ἐπικουρῆσαι. διδάσκει οὖν ὅσον ὀνίνησιν εὐχὴ καθαρά· ὅσον δὲ
ἀνωφελὴς ἡ μυσαρὰ θυσία, Αἴγισθος.
44. ⟨κῆρ⟩] παρὰ τὴν καῦσιν· τὸ δὲ ἔμφυτον θερμόν φασιν εἶναι τὴν ψυχήν.
45. τόξα] προαναφώνησις· ἓν εἶχε τόξον, ἀλλὰ τῇ φωνῇ τοῦ πλήθους τῶν δεινῶν ἐμφαίνει τὸ μέγεθος.
*ἀμφηρεφέα] ἀμφοτέρωθεν ὠροφωμένην, ἐκ τοῦ ἐρέφω.
46. ἔκλαγξαν δʼ ἄρʼ ὀιστοί] ἐπιστρέφει πρὸς εὐσέβειαν τὸ καὶ
47. *αὐτοῦ κινηθέντος] ὅτι “αὐτοῦ τοπικὸν ἐπίρρημα, ἢ ὅτι αὐτοῦ
τοῦ δαίμονος.
⟨νυκτὶ ἐοικώς⟩] τὰ φοβερὰ νυκτὶ εἰκάζει.
48. τὸ “ἕζετο” ἐφεδρ〈ε〉ίαν τινὰ δηλοῖ καὶ πλείω διατριβήν.
49. ⟨κλαγγή⟩] λέγεται καὶ ἐπὶ ἐμψύχων, ὡς καὶ ἐπὶ Τρώων·
50. οὐρῆες λέγονται διὰ τὸ ἄγονον· καὶ οὔρια ᾠὰ καλοῦμεν·
χρώμενοι. §. “ἀργούς” δὲ ἀκουστέον τοὺς λευκούς, ὅτι ἀσθενέστερά
ἀνθρώπους ποιεῖν;
51. αὐτοῖς] τοῖς Ἔλλησιν· ⌈πρὶν ἢ δὲ⌋ τὸ ἄκρον καταλαβεῖν, ⌈ἢ-
52. ⟨βάλλε⟩] ἰοῖς ἔβαλλ⌈εν⌋, ὡς τὸ ᾤχετο, κατὰ Ἰωνικὴν περί-
Πάμφιλος “θαμεῖαι” λέγει ὡς ὀξεῖαι, Ἀρίσταρχος δὲ ὡς πυκιναι·
53. 〈ἐννῆμαρ〉] ἐπὶ θʼ ἡμέρας, τι οὐδὲ ⌈ἄλλως⌋ ἡδύνατο γνωσθῆναι
ἢ ὕστερον ⌈κρί⌋νεται τὰ τοιαῦτα ⌈νοσ⌋ήματα ἢ ἀπόλλυσι τοὺς νο-
σοῦντας· καλῶς οὖν καὶ ἡ Ἡρα μετὰ τὰς θ´ ἡμέρας ἐπὶ νοῦν τίθησι
ζητῆσαι τὸν λοιμὸν Ἀχιλλεῖ, εἰ καὶ μὴ τοῦτο ⌈ἔλε⌋ξεν—Ἥρα
γὰρ ὁ ἀήρ—, καὶ φθαρτὸν] γενόμεν⌈ον⌈ον⌋ πρῶτος ὁ Ἀχιλλεὺς ⌈ὡς ὢν⌋
ἰατρὸς καὶ Χείρωνος μαθητὴς τοῦτον συνεβάλετο. §. “λευκώλενον”
⟨ᾤχετο⟩] οὐκ εἶπεν ἐπέμπετο, ἀλλʼ ὥσπερ ἐπὶ ἐμψύχῳ εἴδει ἐπορεύετο.
⟨κῆλα⟩] ὡς τὸ δόρυ κοινόν ἐστι καὶ εἰδικόν, οὕτω καὶ τὸ κῆλον· ἢ “κῆλα” τὰ δείματά φησιν ἢ τὰ καύσεως αἴτια.
54. ⟨ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς⟩] αὐτοκράτωρ γάρ, οὐ
μισθωτὸς ἦν· τὴν δὲ στρατιὰν ὁ θέλων συνῆγεν· συνάγει μὲν γὰρ
Ὀδυσσεὺς ἐν τῇ B καὶ Ἀχιλλεὺς ἐν τῇ T, ἄλλως τε καὶ αὐτὸς
ἡγεῖται τῆς ὑπαίθρου στρατιᾶς· ὅτι γὰρ οὐ τυραννὶς τοῦτο ἦν, ἐκ τῶν
λόγων αὐτοῦ δῆλον, καὶ μάλιστα τῶν ἐν ταῖς Λιταῖς.
55. προϊὼν ἤδη καὶ τοὺς ἐπικούρους θεοὺς διασαφεῖ, τοῦτο μὲν τὸ προνοητικὸν τῶν θεῶν ἐνδεικνύμενος, τοῦτο δὲ καὶ φαντασίαν παρεντι- θείς.
56. κήδετο] πῶς; ὅτι περ ἡ αἰτία γέγονε τῆς μήνιδος Ἀχιλλεῖ·
εἰ γὰρ μὴ τοῦτο ὑπῆρξεν, οὐκ ἂν διηνέχθη ὁ Ἀγαμέμνων οὐδὲ ἔχθρα
συνέβη, διʼ ὧν μᾶλλον ἐβλάβησαν Ἕλληνες· ῥητέον οὖν, ὅτι συνέ-
φερε τὸν Ἀχιλλέα μηνῖσαι, ἵνα θαρρήσαντες οἱ Τρῶες τῷ πεδίῳ
προέλθωσι καὶ νικηθῶσιν ἐκ τοῦ ἴσου μαχόμενοι· εἰ γὰρ ἐν τῇ πόλει
ἔμειναν πολιορκούμενοι, μακρὸς ἂν ἐγένετο ἢ καὶ ἀτελεύτητος
ὁ πόλεμος.
ὅτι ῥα] δασυντέον τὸν ῥά· πάσης γὰρ λέξεως τὸ ρ ἀρχόμενον δασύνεται, πλὴν τοῦ 'Ρᾶρος.
57. ἤγερθεν] κατʼ ὀλίγον γὰρ συνιόντες πληθύνονται.
59. Ἀτρείδη] κατʼ ἰδίαν τὸ “Ἀτρεὶδη·” κλητικὴ γάρ ἐστι καὶ αὐτοτελής· οὐ μέντοι ἐν τῷ “Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν” (Il. 2. 434· σχεδὸν δὲ πᾶσαι μιᾶς ἔχονται συντάξεως.
παλιμπλαγχθέντας] ὑφʼ ἓν Ἀρίσταρχος τὸ “παλιμπλαγχθέν-
τους ὑποστρέψαντας, μονονουχὶ πλάνην, οὐκ εἰσβολὴν ποιησαμένους.
** μάτην ἀπράκτους ὑποστρέψαντας, μονονουχὶ πλάνην, οὐκ εἰσ- βολὴν ποιησαμένους· τὰ γὰρ περὶ Μυσίαν ἀγνοεῖ.
62. Ἡρωδιανὸς τελείαν δίδωσιν εἰς τὸ “ἐρείομεν,” ἵνα γενικὸν ᾖ
καὶ γάρ τʼ ὄναρ] ⟨καὶ γάρ τι ὄναρ⟩, ὅ ἐστι τὸ τέλειον· ἐπειδὴ τὸ
ὄναρ ⌈σαθρόν⌋ ἐστιν, ὕψωσεν αὐτὸ τῇ προσθήκῃ.
τὸ “ἔστιν” ἐγκλιτικόν ἐστιν, εἰ μὴ ἄρχεται ἢ προηγεῖται αὐτοῦ
64. ⟨ἐχώσατο Φοῖβος⟩] τῶν αἰφνιδίων θανάτων αἴτιόν φασιν εἶναι
65. εὐχωλῆς] ὥσπερ παρὰ τὸ παύσω παυσωλή καὶ ἔλπω ἐλπωρή,
66. αἴ κεν πως] περισσὸς ὁ “χέν” καὶ ἔστιν ἀντὶ τοῦ εἴ πως.
κνίσης] Πυθαγορικός ἐστι μᾶλλον φιλόσοφος ἢ στρατιώτης, ὡς
δῆλον ἔκ τε τῶν νῦν καὶ ἐκ τοῦ “αὔριον ἱρὰ Διὶ ῥέξας (Il. 9. 357)
καὶ τῶν περὶ τοῦ δέπαος τῆς Πατροκλείας (Il. 16. 225)· πῶς οὖν κατὰ
Κράτητα καὶ Περσαῖον οὕτε φρόνιμος οὔτε σώφρων οὔτε ἀνδρεῖος;
πηγὴ γάρ τις ἐστὶ τῆς ἄλλης ἀρετῆς τὸ δοκεῖν εἶναι θεούς.
67. ἡμῖν ἀπὸ λοιγόν] ὀρθοτονεῖται τὸ “ἡμῖν·” ἀρκτικὸν γάρ ἐστι
κατὰ τὴν τῆς “ἀπό” σύνταξιν, ὅτι πρὸς τὸ ἀμῦναι ἡ ἀπό φέρεται.
69. Θεστορίδης] ὅρα πῶς ἐν ἀρχῇ διασαφεῖ τὰ ὀνόματα ὡς καὶ
70. τά τʼ ἐόντα] τὰς αἰτίας φησίν, ἐπεὶ τὸν λοιμὸν ᾔδεσαν
71. καὶ νήεσσʼ ἡγήσατο] διὰ τὰς διοσημίας· “πειθόμενοι” γάρ
72. πόρε Φοῖβος] τὰς εἰς ἄκρον εὐεξίας θεῶν δῶρά φησιν.
73. ἐυφρονέων] πρὸς τὴν τοῦ βασιλέως ἀβελτηρίαν.
74. ὦ Ἀχιλεῦ] καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγκαζόμενος
76. τοιγὰρ ἐγών] οὐκ ἔστιν ἀντωνυμ⌈ία ἡ “τοί”⌋ —οὐδέποτε γὰρ ἀρκτική ἐστιν—⌈ἀλλʼ ἀντὶ⌋ τοῦ δή.
καί μοι ὄμοσσον] οὐκ ἀπιστῶν τῷ Ἀχιλλεῖ προβάλλει τὸν ὅρκον, ἀλλʼ ἵνα σχῇ πρόφασιν πρὸς τὸν βασιλέα· ὃ συνεὶς Ἀχιλλεὺς οὐκ ἠγανάκτησεν ἐξαιτούμενος, ὤμοσε δὲ ἑτοίμως.
77. ἠμέν μοι] ἀντὶ τοῦ ἢ μήν· ἔστι δὲ ⌈ἐπίρρημα⌋ ὁρκικόν· διὸ βαρύνομεν τὸν η· εἰ γὰρ περισπάσομεν, ἔσται βεβ⌈αιωτικός⌋.
78. ὀίομαι] ὡς ἐπιδιστάζων εἶπε τὴν ἐσομένην ⌈αὐτῷ⌋ μῆνιν.
80. κρείσσων] μέλλων βαρύνειν τὸν βασιλέα προαπολογεῖται
σωτηρίαν αἰτεῖ· εἰκὸς γὰρ τὸ παρὸν αἰδεσθέντα τὸ πλῆθος παριδεῖν.
81. αὐτῆμαρ⌋ ἐπίρρημα, ὡς καὶ τὸ ἐννῆμαρ καὶ ἑξῆμαρ· καὶ ἐχρῆν
μὲν αὐτὸ ἀναπέμπειν τὸν τόνον ὡς βούκερως· ἀλλʼ ἐπεὶ οὐδὲν τῶν εἰς
αρ συντέθειται ἢ μόνον τὸ ἦμαρ, πρὸς τὴν παρηλλαγμένην σύνθεσιν
ἦν παρηλλαγμένος καὶ ὁ τόνος· δεῖ δὲ εἰδέναι ὡς μετὰ ἀκλίτων συντί-
θενται.
82. ⟨ἔχει κότον⟩] ἔδειξε διαφορὰν κότου πρὸς χόλον· διὰ πάντων δὲ ὑποφαίνει τὸ ὕπουλον Ἀγαμέμνονος καὶ ἀπλοῦν Ἀχιλλέως.
85. θαρσήσας] ὡς ἀγαθὸς προτρέπει, μᾶλλον δὲ προκρίνει τὸ κοινῇ τοῦ ἰδίᾳ συμφέροντος.
〈θεοπρόπιον〉] τὸ προειρημένον ὑπὸ θεοῦ σοι· πρὸς δυσώπησιν δὲ τῶν ἀκουόντων.
88. 〈ἐμεῦ ζῶντος⟩] πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος συνέ- βαινεγὰρἀποθανόντος ἢ ἀποδημοῦντος Ἀχιλλέως αἰκισθῆναι τὸν μάντιν.
89. βαρείας] τὰς ὅπλῳ βεβαρημένας.
90. οὐδʼ ἦν Ἀγαμέμνονα] ὃ δεδιὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυπτεν Ἀχιλλεύς· οὐχ ὑβριστικῶς δὲ εἴρηται, ἀλλὰ φιλοφρόνως, ὡς ἂν ἐπιτρέποντος καὶ τοῦ βασιλέως τοιαύτην ἀσφαλείας ποιεῖσθαι ἐγγύην, καὶ τῇ ὑπερβολῇ θεραπεύει τὸν Ἀγαμέμνονα.
91. Ἀχαιῶν] οὐχὶ “ἐνὶ στρατῷ·” οὕτω καὶ αἱ Ἀριστάρχειοι καὶ
ἡ Σωσιγένους καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους.
93. οὔ ταρ ὅγʼ εὐχωλῆς] οὐ δή· τέλειος δέ ἐστιν ὁ “τάρ,” οὐκ ἐκ
96. τοὔνεκα] ἀθετεῖται ὡς περισσός· πρόκειται γὰρ “ἀλλʼ ἕνεκ’
ἀρητῆρος·” καὶ τὸ “ἐπιμέμφεται” ἀπὸ κοινοῦ δεῖ λαβεῖν.
97. οὐδʼ ὅγε 〈πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει〉] καὶ ἡ Μασ-
*πρίν] πρότερον.
98. *πρίν] πρὸ τοῦ· πρότερον.
**〈έλικώπιδα⟩] τὴν μελανόφθαλμον, ὡς Καλλίμαχος, ἢ τὴν οὐκ
99. 〈ἀπριάτην⟩] ἐπιρρηματικῶς αὐτὸ ἀκούει Ἀπολλώνιος ἀντὶ
τοῦ ἀπριάδην (39. 25 Bekk.).
⟨ ἑκατόμβην⟩] οὐ γὰρ ἐκ μόνης μεταμελείας ἀλλὰ καὶ ἐκ κόπου
100. 〈τότε κέν μιν⟩] “αἴ κεν μιν” Ζηνόδοτος· γελοῖον δὲ δι-
102. ἥρως] ἐκκλίνειν δεῖ θυμόν, ὅπου καὶ τοῦ τοιούτου ἥρωος
103. ⟨ἀμφιμέλαιναι⟩] ἡ “ἀμφί” πρὸς τὸ “πίμπλαντο,” ἀπὸ
τῆς τῶν ὑδάτων μεταφορᾶς· ὡς γὰρ ἐκ κεράμου ὑπεξεχεῖτο ὁ θυμός.
104. ὄσσε δέ οἱ] παρὰ τὸ ὄπτω ὄσσω, ὥσπερ παρὰ τὸ πέττω πέσσω·
ἐίκτην] εἴκω εἶκα εἴκειν εἰκείτην καὶ συγκοπῇ εἴκτην, ἐν διαλύσει
καὶ δοκεῖ τὸ “ὑπόδρα ἰδών” ἔχειν καὶ ἐπεξήγησιν. §. διὰ δὲ τοῦ
105. κάκʼ ὀσσόμενος] παρατηρητέον ὅτι, ὅταν ἐκ προσώπου τινὸς
ἐπάγειν λόγους μέλλῃ ὁ ποιητής, προσημαίνει οἷος ἔσται ὁ λόγος· οἷον
εἰπόντος “τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη” (148) ὑβριστικούς, καὶ
πάλιν “καί μιν νεικείων” (Od. 18. 9), θεωρητέον, εἰ οἱ μέλλοντες
ἐπάγεσθαι λόγοι ἔχουσιν ὀνείδη· ὅταν δὲ “ὅ σφιν ἐυφρονέων” (253),
φρονίμους προσδεκτέον λόγους. φρόνιμον γὰρ τὸ τὰς αἰτίας τῶν
ἐνεστηκότων εἰπεῖν καὶ μετὰ ταῦτα ἐπάγειν τὰ ποιητέα· πάλιν δὲ ὅταν
προείπῃ “καὶ τό⌈τε⌋ κουφότερον μετεφώνεε Φαιήκε〈σ〉σιν” (Od. 8.
201), δεῖ ἡμᾶς τῶν λεχθησομένων ὡς κούφων ἀκούειν, ἐπηρμένου καὶ
ὑψηγοροῦντος Ὀδυσσέως διὰ τὴν νίκην. §. πάλιν τοίνυν ὁ ποιητὴς τοῦ
Ἀγαμέμνονος μέλλοντος λέγειν πρὸς τὸν Κάλχαντα μάντι κακῶν”
καὶ τὰ ἑξῆς προδιετύπωσεν ἡμῖν τοὺς λόγους διὰ τοῦ “κακοσσόμενος,”
οὐχ, ὥς τινες οἴονται, κακῶς ὑποβλεψάμενος, ἀλλʼ ὅτι κακόμαντιν
ἀποκαλῶν. ἐπεὶ γὰρ ὄσσα ἐστὶν ἡ θεία φωνή, τῆς ὀπὸς δὲ
τῶν θεῶν ἀκούουσιν οἱ μάντεις—“ὣς γὰρ ἐγὼν ὄπ᾿ ἄκουσα θεῶν”
(Il. 7. 53—-κακὸν ἄγγελον τῆς Διὸς ὄσ〈σ〉ης ἀποκαλεῖ.
*κάκʼ ὀσσόμενος] κακοφημίσας.
106. μάντι κακῶν] ὁ ζητῶν, τί κακὸν ἐμαντεύσατο, ὀργῆς
οὐκ οἶδε φύσιν ἐπʼ ἀλήθειαν οὐ φερομένην. τάχα δὲ κακόμαντιν
αὐτόν φησι διὰ τὸ εἰπεῖν “τῷ ⟨ δεκάτῳ⟩ δὲ πόλιν αἱρήσομεν
εὐρυάγυιαν” (Il. 2. 329). ᾤετο γὰρ ταχύτερον πορθήσειν αὐτὴν
διὰ τὸ τὸν Δία “ἀστράπτειν ἐπιδέξιʼ, ἐναίσιμα σήματα φαίνειν”
(Il. 2. 353)· τὸ γὰρ Ἰφιγενείας ὄνομα οὐδὲ οἶδεν ὁ ποιητής. ἐπεὶ
οὑν οὐ κατέγνωσται, οὐ ψευδῆ αὐτὸν ἀλλὰ κακόφημόν φησι διὰ
τὴν ἀναβολὴν τῆς νίκης. εἰ γὰρ καὶ ἀληθεῖς αἱ τῶν φαύλων
προγνώσεις, οὐδὲν ἧττον οἱ δυστυχοῦντες τοὺς προειρηκότας ὡς
αἰτίους μισοῦσιν.
οὐπώποτέ μοι] δυσκαταπαύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζόμενοι· τὸ δὲ “καὶ νῦν ἐν Δαναοῖσι” (109) μᾶλλον αὐτὸν λυπεῖ, ἐπεὶ μὴ κατʼ ἰδίαν ἐκοινώνησεν αὐτῷ.
*κρήγυον] τροπῇ τοῦ δ εἰς γ, ὡς γνοφερόν καὶ δνοφερόν, οἷον κρήδυνόν τι ὄν, τὸ ἡδῦνον τὸ κέαρ, ὅ ἐστι τὴν ψυχήν, οἷον τὸ θυμῆρες τῇ ψυχῇ μου.
108. οὐδʼ ἐτέλεσσας] ἐμφαντικόν ἐστι τὸ “οὐδέ” δὶς λεγόμενον,
110. **τοῦδ᾿ ἕνεκά σφιν] ὅτι ἀθετουμένου αὐτοῦ οὐκ ἐλλιπὴς
111. *κούρης] λείπει ἡ περί.
113. Κλυταιμνήστρης] ἐξαίρει τὸν πόθον, ὅπως μεγίστην δοκῇ
ὅτι περισπούδαστος τοῖς ἐπʼ ἀλλοδαπῆς ὁ τῶν γυναικῶν πόθος.
ἀπάγων δὲ τοὺς Ἕλληνας τοῦ τῶν γυναικῶν πόθου ἐπαινεῖ τὴν
αἰχμάλωτον.
114. ἐπεὶ οὔ ἑθεν] τὸ μὲν πρῶτον καὶ δεύτερον πρόσωπον τοῦ “ἕθεν”
115. **⟨οὐ δέμας⟩] ἐν μονοστίχῳ πᾶσαν ἀρετὴν γυναικὸς περι-
〈οὐ δέμας⟩] “καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργʼ εἰδυῖα”
οὐ κακός” (Od. 8. 134).
117. ⟨σόον ἔμμεναι⟩] αἱ πᾶσαι “σῶν” εἶχον· καὶ συνάδει τὸ
⟨ἢ ἀπολέσθαι⟩] ἤπερ, διασαφητικῶς, ὡς τὸ “ἢ ἀφνειότεροι”
κόν, ἀντὶ τοῦ ‘καὶ ἀπολέσθαι ἐγώ.ʼ
118. αὐτὰρ ἐμοί] ἀλλοιωτικῇ στάσει κέχρηται μετατιθεὶς τὰ
μὴ οἶος] ἱκανὸν εἰ καὶ τῶν ἀριστέων εἶπεν· ὁ δὲ πάντων ἔφη,
119. **ἀγέραστος] ὡς ἀπείραστος, ἀβίαστος. ἵνα μὴ δοκῇ τοῦ
120. λεύσετε γὰρ τόγε πάντες] Ἀρίσταρχος μέλλοντά φησιν,
121. ποδαρκής] ὁ ἄλλοις ἐπαρκῶν τοῖς ποσίν, ὡς τὸ λαο〈σ〉- σόος.
122. 〈φιλοκτεανώτατε⟩] οὐ γέρως γὰρ ἀλλὰ κέρδους ἀντιποι- εἵται.
φιλοκτεανώτατε] ὡς ἐν ἀρχῇ προσκρούει μετρίως, κατʼ ὀλίγον
ἐμφαίνων τὸ εἰρωνικόν. συνάξας δὲ ἐκκλησίαν δικαίως ὑπὲρ ἀπάντων
στασιάζει, ὡς καὶ τῆς λείας ἄρχων ὤν. ἔστι δὲ καὶ τὸ “μεγάθυμοι”
δημαγωγικόν.
124. πῶς γάρ τοι—οὐδέ ⟨τι⟩ πω] ὁ δέ ἀντὶ τοῦ γάρ. ἅπασαι
λεται.
ξυνήια] ξυνὸν ξυνεῖον ὡς κοινὸν κοινεῖον, καὶ διαιρέσει Ἰωνικῇ
125. ἀλλὰ τὰ μέν] τὰ καθόλου· πᾶν δὲ ἄρθρον ἀντὶ ἀντωνυμίας λαμβανόμενον βαρύνεται.
ταῦτʼ ἐπαγείρειν] “ταῦτα.” Τυραννίων ὀξύνει, ἵνʼ ᾖ τὰ αὐτά.
127. θεῷ πρόες] πρὸς τὸ ἀναγκαῖον τῆς ἀποδόσεως οὐκ εἶπε πατρὶ πρόες, ἀλλʼ οὐδʼ Ἀχαιοῖς.
128. *τριπλῇ] ἀντὶ τοῦ τριπλῶς.
αἴ κε ποθὶ Ζεύς] πιστοῦται τὴν ὑπόσχεσιν ὡς ἐπὶ δανείου, καὶ
ἑαυτὸν καθυπογράφει τῷ χρέει.
129. δῷσι] ἐξ ὑποτακτικοῦ τοῦ δῷ τρίτου προσώπου, κατὰ ἐπέκ-
*δῷσι] δίδωσιν, ὡς “φῇσιν ἐλεύσεσθαι” (Od. 1. 168).
131. ἀγαθός περ] ἀντειρωνεύεται πρὸς τὸ “κύδιστε·” §. ὁ δὲ “πέρ”
132. κλέπτε νόῳ—οὐ παρελεύσεαι] ἀπὸ τῶν δρομ⌈έ⌋ων. οὔτε τῷ κλέπτειν νικήσεις οὔτε πείσεις.
133. ἢ ἐθέλεις] πράγματος προκειμένου περὶ κοινῆς σωτηρίας
μέτεισιν ἐφʼ ἑτέραν παρασκευήν, ὡς οὐκ ἐξὸν Ἀχιλλεῖ λέγειν ὡς ὅτι
βλάπτει τὸ κοινὸν ἐχόμενος τῆς παλλακῆς αὑτοῦ.
134. κέλεαι] καὶ μὴν ὁ μάντις εἶπε “πρίν γʼ ἀπὸ πατρὶ φίλῳ
135. ἀλλʼ εἰ μέν] εὐφυῶς δὲ ἐπεισέρχεται [Ἀχιλλεύς].
ἀλλʼ εἰ μὲν δώσουσι] Ἀττικὴ τῶν προτέρων ἡ παράλειψις, ὡς καὶ τὸ
ἡμεῖς τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι.”
136. ἄρσαντες] Ἀρίσταρχος δασύνει· ἔνθεν γάρ φησι γεγονέναι
ἐπιφερομένου, ψιλοῦται. §. ἔοικε δὲ βασιλικὸν εἶναι τὸ ἐκλέγεσθαι τῆς
138. ⟨ἢ τεόν⟩] ἐνδεικνύμενος τὴν ἀρχὴν πᾶσιν ἀπεχθάνεται,
στησαν τοῦ σώματος αὐτοῦ καὶ μόνοι πρεσβεύονται πρὸς αὐτόν, καὶ
ὅτι ὃ μὲν συγγενής, ὃ δὲ φίλος.
ἰὼν γέρας] μέχρι τοῦ γέρας δεῖ ἀναπαύειν τὸν λόγον, τὰ δὲ λοιπὰ
139. **ὃ δέ κεν κεχολώσεται] δοκεῖ ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι,
τὸ διάφορον οὐκ εἰδὼς τῆς ἀφαιρέσεως.
140. ἀλλʼ ἦ τοι μὲν ταῦτα] εὐσεβῶς καὶ βασιλικῶς· καὶ οἶδε
141. ⟨νῦν δʼ ἄγε νῆα⟩] καὶ ταῖς φωναῖς κυρίως χρῆται, καὶ μίαν
τὴν δωρεὰν οὖσαν πολλὰς ἐν τῇ διαιρέσει ποιεῖ. ἔστι δὲ ἐν τῷ λόγῳ
καὶ τὸ ὁμοιοτέλευτον καλούμενον σχῆμα. §. τὸ δὲ “ἐπιτηδές” ὀξυντέον.
142. ἐπιτηδές] τὸ “ἐπιτηδές” ὀξυντέον· ἀπὸ τοῦ ἐπιτηδὴς γάρ.
144. βουληφόρος] τὰ κοινὰ τῆς βουλῆς ἐπαναφέρεται. §. ἐκ τοῦ “ἀρχός” δὲ τὸν ναύαρχον ἐδήλωσεν.
145. 〈ἢ Αἴας⟩] θεραπεύει τοὺς δοκοῦντας σὺν τῷ Ἀχιλλεῖ διὰ
τῆς ἀπειλῆς ὑβρίσθαι, παρενθεὶς ἕνεκα τοῦ μὴ δοκεῖν κολακεύειν τὸν
Ἰδομενέα, ὅς ἐστι καὶ συγγενὴς αὐτῷ. παραφυλακτέον δὲ ὅτι, ὅτε
μὲν ἀτιμάσαι ἀπειλεῖ, προτίθησι τῶν ἀτιμαζομένων τὸν Ἀχιλλέα “ἢ
τεὸν ἢ Αἴαντος,” ὅτε δὲ ὑπὲρ Ἑλλήνων θῦσαι ἔδει ἀπελθόντα, τελευ-
ταῖον αὐτὸν καταλέγει καὶ μετὰ ὕβρεως “ἐκπαγλότατε.” ὑβριστικὸν
γὰρ τὸ ἔκπαγλον καὶ ἀεικές.
146. ἠὲ σὺ Πηλείδη] ἵνα ἢ ἀπελθὼν ἠπιωθῇ, ἢ μὴ ἀπελθὼν
αἰτίαν ἔχῃ τοῦ λοιμοῦ.
149. ὤ μοι ἀναιδείην] διετύπωσε νέον φιλότιμον, ἥττονα διακαοῦς θυμοῦ διὰ τοῦ “ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην” (104).
ἐπιειμένε] προφανῆ τὴν ἀναίδειαν ἔχων. ἔστι δὲ φύσει ὁ φιλο-
χρήματος καὶ ἀναιδής. ἐάσας δὲ τὸ γέρας, ὃ ἄνω καὶ κάτω θρυλεῖ,
κοινὰς ἀδικίας διέξεισι, φιλοτέχνως τὴν ἰδίαν ὕβριν κοινοποιούμενος
καὶ ἐπισείων αὐτῷ τὸ πλῆθος.
κερδαλεόφρον] ἁπλᾶ μὲν ὄντα μέσα ἐστί, συντιθέμενα δὲ ψόγονδηλοῖ,
ὡς ὄψα ἐσθίειν καὶ ὀψοφαγεῖν. φησὶ γοῦν “κέρδεά θʼ οἷ᾿ οὔ πω τινʼ
ἄλλα ἀναπέμπει—οἷον Ἀγάμεμνον, δαίφρον δέ—πλὴν τοῦ Λακε-
δαίμων.
151. ἢ ὁδόν] ὁδὸν ἔφη τὴν ἐνέδραν λέγειν, ἐπείπερ τὴν ὁδὸν λοχῶσι,
ἵνα τοὺς δύο κινδύνους ὁρίζῃ, ὃν μὲν τῶν ἀριστέων ἴδιον, ὃν δὲ κοινόν·
ὡς κἀκεῖ (226) “οὐδέ ποτ᾿ [ἐ]ς πόλεμον ἅμα λαῷ—οὔτε λόχον 〈δʼ⟩
ἰέναι σὺν ἀριστήεσσιν.”
152. 〈αἰχμητάων⟩] ὁ ἔπαινος τῶν πολεμίων καὶ Ἀγαμέμ- νονα λυπεῖ καὶ Ἀχιλλεῖ δόξαν φέρει ὡς ἐπὶ γενναίους στρατεύ- σαντι.
153. οὔ τι μοι] ἅμα μὲν δηλοῖ ὅτι οὐκ οἰκείαν πρόφασιν τῆς
στρατείας ἔχει· ἄλλως γὰρ ἂν προβάσης αἰτίας εὐλόγου ἐστρά-
τευσεν, ἢ διὰ βοῦς ἐλαθείσας ἢ διὰ δῃουμένην γῆν, οὐχὶ δʼ ὡς
155. οὔτε ποτʼ 〈ἐν Φθίῃ—βωτιανείρῃ⟩] διὰ τούτων ἐξαίρων [δὸ]
156. ἐπεὶ ἦ] καθόλου ὁ η βεβαιωτικὸς περισπᾶται· “ἐπεὶ ἦ—
157. σκιόεντα] ποία ἡ ἐκφώνησις τῶν ἐξ ὀρῶν καὶ γῆς καὶ
*σκιόεντα] αἱ Ἀριστάρχου “σκιόωντα.”
158. ὦ μέγʼ ἀναιδές] μεταξὺ τῆς δικαιολογίας ἐντίθησι τὸ
159. τιμὴν ἀρνύμενοι] τὴν παρὰ τῶν Τρώων ἐκδίκησιν ἀπαιτοῦντες
Μενέλαε, στρατεύσαντες.
160. τῶν οὔτι μετατρέπῃ] τῶν ἀκολουθησάντων, ἢ τῶν προπεπονη-
161. καὶ δή μοι γέρας] ὃ ἄλλοι δικαίως ἐδωρήσαντο—ἔκαμον
163. ἔχω] ἀντὶ τοῦ ἔσχον. ἐναργοῦς δὲ ἀπαγγελίας τὰ γεγονότα
165. 〈ἀλλὰ τὸ μὲν πλεῖον⟩] τὰ ἑαυτοῦ ἀνδραγαθήματα ἐπὶ τοὺς
πόλεις” (Il. 9. 328).
166. 〈ἤν ποτε δασμός⟩] ὡς οὐκ ἀεὶ αὐτοῦ διανέμοντος, ἀλλὰ τὸ
167. ὀλίγον τε φίλον τε] φίλον διὰ τὸ ἐξ ἰδίων εἶναι κατορθω-
θερον δὲ τὸ μὴ διὰ χρήματα ἀλλὰ δι᾿ ἀρετὴν πονεῖν. καὶ γὰρ ἐξ
ἐπιδρομῆς τῶν ἰδίων κατορθωμάτων μνησθεὶς εὔνοιαν οὐκ ἀπέχθειαν
168. ἐπήν κε] Ἡρωδιανὸς μὲν καὶ Ἀρίσταρχος “ἐπεί κε” γρά-
φουσιν. οἱ δὲ γράφοντες “ἐπήν” τὸ “κεκάμω” ὑφʼ ἓν ἀναγινώσκουσιν,
ὡς τὸ λελάχωσι καὶ πεπίθωνται, ὅπερ καὶ ἄμεινον. εἰσὶ δὲ πολλάκις
καὶ ἄμφω σύνδεσμοι, ὡς τὸ “ἃς οὔτʼ ἄν κεν Ἄρης” (Il. 13. 127).
170. *οὐδέ σʼ ὀίω] οὐδέ σοι τὸ τέλειον.
171. 〈ἄφενος καὶ πλοῦτον⟩] πικρῶς φησι σκοπὸν συναγωγῆς χρημάτων αὑτῷ τὸν πόλεμον ἐξευρεῖν.
173. φεῦγε μάλα] τὴν ὑποχώρησιν φυγὴν ὀνομάζει καταισχύνων
175. οἵ κε με τιμήσουσι] καὶ “τιμήσωσι.” §. οὐχ ὁμότιμοι. οὐ⌊κ⌉
μάλιστα δὲ μητίετα Ζεύς] ὡς καὶ τὸ “ἐκ Διὸς βασιλῆες” (Hes.
** μητίετα] τῶν εἰς ης βαρυτόνων βραχείᾳ παραληγομένων,
ἀπροσλήπτων τοῦ σ κατὰ γενικήν, παροξυνομένων ἐν τῇ κλητικῇ
σεσημείωται τὸ δέσποτα καὶ εὐρύοπα καὶ “ μητίετα.”
177. αἰεὶ γάρ τοι ἔρις τε] τὰ πλεονεκτήματα τοῦ ἀνδρὸς εἰς ὀνείδη
μεθίστησιν, ὡς εἴ τις τὸν ἀνδρεῖον βίαιον καλεῖ καὶ τὸν σιωπηλὸν
δόλιον. §. τὸ δὲ “ἔχθιστος” ἀναγνωστέον ὡς τὸ “δικαιότατος Κεν-
ταύρων” (Il. 11. 832).
178. θεός που σοι τό γ᾿ ἔδωκεν] εὐτυχίαν, οὐκ ἀρετὴν ἰδίαν αὐτῷ μαρτυρεῖ. πιθανῶς δὲ ἐπὶ μὲν τοῦ Ἀχιλλέως ἀορίστως ἔφη τὸ “θεός,” ἐπὶ δʼ αὑτοῦ ὡρισμένως φέρει τὸν Δία.
181. 〈οὐδʼ⟩ ὄθομαι] οὐ ταράσσομαι, παρὰ τὸν ὄτοβον τὸν τάραχον.
182. ὡς ἔμʼ ἀφαιρεῖται] πιθανῶς οὐχ ὑπὸ τῶν Ἑλλήνων φησὶν
ἀφαιρεῖσθαι τὸ γέρας, ἵνα μὴ ὕποπτος γένηται ὡς μισῶν αὐτούς,
183. σὺν νηί τʼ ἐμῇ] ἵνα μὴ δοκῇ ἐξ ἀνάγκης αὐτὴν ἀποπέμπειν,
185. αὐτὸς ἰών] ἐπειδὴ τὸ ἐγώ ἠδύνατο καὶ διὰ θεραπόντων
“τὴν δʼ ἐγῶ οὐ λύσω” (29).
186. *καὶ ἄλλος] τῶν φιλούντων Ἀχιλλέα.
187. ἶσον ἐμοί] ἀναιρεῖ τὴν ἐν ταῖς ἐκκλησίαις ἰσηγορίαν. διὸ
189. λασίοισι] θερμοῖς· ἡ θέρμη δὲ αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν.
ἀνεζωπύρει, ἡ δὲ φρόνησις κατέστελλεν· τοῦτο δὲ ὑποφαίνει διὰ τοῦ
“κατὰ φρένα καὶ κατὰ θυμόν.”
190. 〈ἢ—ἦε⟩] τὸν μὲν πρῶτον ὀξυντέον, τὸν δὲ δεύτερον περισπα-
*ἐρυσσάμενος] σπασάμενος.
192. χόλον] ἐπειδὴ τὸ διαχεόμενόν ἐστιν, ὡς ἐπὶ ὕδατος ῥέοντος
*ἐρητύσει⌈ε⌋] κωλύσει⌈ε⌋.
193. *ὥρμαινε] διενοεῖτο.
κατὰ φρένα] “φρένα” μὲν τὸν λογισμόν, “θυμόν” δὲ τὸ θυμικόν. τὸ
194. ἕλκετο] ἡ παράτασις τοῦ χρόνου τὴν ἀπὸ τῶν ἐπιλογισμῶν
195. πρὸ γὰρ ἧκε] τοῦ μέν, ἵνα μή τι πάθῃ δεινόν, τοῦ δέ, ἵνα
μή τι δράσῃ, ἐκήδετο· εἴωθε δὲ εἰς τοσοῦτον ἄγειν τὰς περιπετείας,
ὡς μὴ δύνασθαι παῦσαι ἄνθρωπον αὐτάς, ὡς καὶ ἐπὶ τῆς πείρας
χρείαν πάλιν ἔσχε τῆς Ἀθηνᾶς.
198. οἴῳ φαινομένη] τοὺς γὰρ μεγαλοψύχους ὀργιζομένους οὐκ
ἐμφανῶς δεῖ παύειν τῶν ἐχθρῶν ὁρώντων. γράφεται δὲ καὶ “φανη-
σομένην” καὶ “φαινομένην.” πολλὴ δὲ ἡ φαντασία, ὅτι καὶ ἐνεργείας
ἐδέησε τῇ θεῷ.
**〈ὁρᾶτο⟩] Ζηνόδοτος ἀγνοήσας τὸ τῆς διαλέκτου ἰδίωμα ὡς Ἰωνικὸν ἐξέ⌈θε⌋το 〈ὁρῆτο⟩. ἔστι δὲ Δώριον· οἱ γὰρ Δωριεῖς τῆς δευ- τέρας συζυγίας τῶν περισπωμένων τὸ ᾱ εἰς η τρέπουσιν.
199. αὐτίκα δʼ ἔγνω] εἶδεν. ἢ ὅτι συνήθης ἡ θέα τοῖς ἐπικουρου-
μένοις Ἕλλησιν, ἢ ὅτι τοῖς διογενέσι δηλοῦνται οἱ θεοί, ὡς τῇ Ἑλένῃ.
καὶ “Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα ἔγνω ἐσάντα ἰδών” (Il. 17.
200. δεινὼ δέ οἱ 〈ὄσσε φάανθεν⟩] ὁ “δέ” ἀντὶ τοῦ γάρ. §. διὰ δὲ
201. φωνήσας] προσκαλεσάμενος, ἢ τὸ ὄνομα αὐτῆς προσειπών.
202. αἰγιόχοιο] ἀπὸ τῆς αἰγὸς ὀχὴν λαβόντος. ὅθεν ὁ Ζεὺς τῇ
⌈Ἀ⌋μα⌈λ⌋θ⌈ε⌋ίᾳ τὸ κέρας δίδωσι πάσης τροφῆς ποριστικὸν τυγχάνον.
203. ἴδῃ] δίχα τοῦ σ. §. ὑψοῖ δὲ τὴν ὕβριν, ὡς καὶ θεοὺς κινήσα-
204. *τετελέσθαι] Ἀρίσταρχος “τελέεσθαι,” οὐ τετελέσθαι γράφει.
205. 〈τάχʼ ἄν⟩] πρὸ τῶν λόγων ἐνδέδωκε τῇ παρουσίᾳ αὐτῆς.
ἄλλως. τάχʼ ἄν] ταχέως· καὶ πλεονάζει τὸ “ποτέ.” ὑπ᾿ ἐμοῦ δέ φησιν ἀπολεῖται. διό φησιν ἡ θεὸς “μηδὲ ξίφος ἕλκεο χειρί.”
207. ἦλθον ἐγώ] τὸ σφριγῶν τοῦ θυμοῦ μαλακοῖς ἰᾶται λόγοις.
210. ἀλλʼ 〈ἄγε⟩ λῆγʼ ἔριδος] τεχνικῶς λίαν οὐχ ἅμα πάσης αὐτὸν
σιν, οὕτως διὰ τὸ τοῦ μείζονος ἐκτρέπειν συγχωρεῖ τὸ ὀλίγον, ὡς καὶ
Ἡσίοδος, “τοῦ κε κορε〈σ〉σάμενος νείκεα καὶ δῆριν ὀφέλλοις (Opp.
33). §. ἢ ὀνειδίσαι φησὶ τὸ ὑπομνῆσαι τῶν εὐεργεσιῶν, ὡς Πορφύριός
**ἀναπαυστέον τὸν λόγον εἰς τὸ “ὀνείδισον·” τὸ δὲ “ὡς ἔσεταί
περ, ὧδε γὰρ ἐξερέω” ἀναγνωστέον ἐν ταὐτ⌈ῷ⌋.
212. τετελεσμένον ἔσται] εἰ μὲν ὡς ἄνθρωπος, ὀίω φησίν, εἰ δὲ
213. τρὶς τόσσα] πρὸς τὴν ὕβριν ἡ σύγκρισις ἢ τὴν κόρην. τὰς
Λιτὰς δὲ οἰκονομεῖ. ἐν δὲ τῷ ἐπʼ ἀτιμίᾳ δυσχεραίνοντι τὴν ἐσομένην
τιμὴν προβέβληται. §. πόθεν δέ φασιν ἡ Ἀθηνᾶ οἶδεν, ὅτι ὁ Ἀχιλλεὺς
λήψεται πολλαπλάσια δῶρα; οὐδέπω γὰρ τῇ Θέτιδι τὴν Ἀχιλλέως
τιμὴν ὑπέσχετο ὁ Ζεύς. ὅτι οὐ μόνον θεὸς ἀλλὰ καὶ ὁ τυχὼν 〈ἂν⟩ ἄν-
θρωπος γνοίη, ὅτι οἱ τοὺς κρείττους ἀτιμάσαντες, 〈εἰ⟩ κινδυνεύσειαν,
ἐπὶ τοὺς ὑβρισμένους καταφεύγουσιν.
214. 〈ὕβριος εἵνεκα⟩] μαλάσσουσα αὐτὸν συμφωνεῖ αὐτῷ, ὑβρί-
218. *ἔκλυον] οἱ θεοί.
219. *ἀργυρέῃ] τῇ ἀργυροήλῳ.
*κώπῃ] τὸ κωπίον τοῦ ξίφους.
*βαρεῖαν] τὴν πρώην ἐπτερωμένην τῷ θράσει ἐπέσχε τῆς ὁρμῆς.
222. δαίμονας ἄλλους] τὸν τῶν δαιμόνων τόπον ὡς “ὕεσσι παρή-
εἰς Αἰθιοπίαν, “θεοὶ δ᾿ ἄμα πάντες ἕποντο” (428)· ἢ “πάντες” ἀντὶ τοῦ
πλείους.
223. *ἀταρτηροῖς] πλεονάζει ἡ τᾱρ, ὡς τὸ ἐπιτάρ〈ρ〉οθος.
225. ** ⟨κραδίην δ᾿ ἐλάφοιο⟩] λέγεται καρδίαν μὴ ἔχειν τὸ ἐλάφιον. μᾶλλον δὲ χολὴν οὐκ ἔχει ἐν τῷ ἥπατι περικειμένην ἡ ἔλαφος.
οἰνοβαρές] Ἰσοκράτης (4. 142) Κόνωνι τῷ Ἀθηναίων στρατηγῷ τρία
μαρτυρεῖ, ἐπιμέλειαν πίστιν ἐμπειρίαν πολέμου. τούτων τὰ ἐναντία
κατανοήσας—ἐξ οἰνοποσίας γὰρ ἀμέλεια, ἀπιστία δὲ ἐξ ἀναιδείας,
καὶ πολέμων ἀπειρίαν ἐργάζεται δειλία—δειλὸν μὲν καὶ τρίτον ἐν
Ἰλιάδι (7. 179) φαίνεται λέγων ʼφεύγωμεν σὺν νηυσί” (Il.2.140,
9. 27), μέθυσον δὲ διὰ τὸ “πλεῖαί τοι οἴνου κλισίαι” (Il.
9. 71) καὶ “σὸν δὲ πλεῖον δέπας αἰεί” παρʼ Ἀτρείδῃσι (Il. 4.
262) καὶ Εὔνηος “χίλια μέτρα” αὐτοῖς ἀποστέλλει (Il. 7. 471)
καὶ “Τρώων δʼ ἄνδρα ἕκαστον ἑλοίμεθα οἰνοχοεύειν” (Il. 2. 127).
μάλιστα μέν〈τοι⟩ ἐπιμένει τῷ ἀναιδεῖ, ὅπου μὲν λέγων “ἀλλὰ
σοὶ ὦ μέγʼ ἀναιδές” (158), ὅπου δὲ “ἀναιδείην ἐπιειμένε” (149),
πῇ δὲ “σοί τε κυνῶπα” (159), ἐπεὶ προμεμαρτύρηται αὐτοῦ τὸ τῆς
θέας ἰταμὸν ἐν τῷ πρὸς Κάλχαντα διαλόγῳ “ὅσσε δέ οἱ πυρὶ λαμ-
πετόωντι ἐίκτην ” (104) καὶ “κάκʼ ὀσσόμενος προσέειπεν” (105).
φύσει δὲ ἀλλήλαις αἱ κακίαι, ὡς καὶ αἱ ἀρεταί, παρέπονται.
καὶ ἄλλως: εἰώθασιν οἱ ἄνθρωποι τὰ πλεονεκτήματα πολλάκις ὡς
ἐλαττώματα προάγειν “στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν” (Il. 20.
248)· ἐπειδὴ γὰρ τοῖς βασιλεῦσι πλεῖον δέπας οἴνου παρέκειτο
ἀξιώματος χάριν, τοῦτο εἰς μέθην ὀνειδίζει τῷ βασιλεῖ· τὸ δὲ ἰταμὸν
τῶν βασιλέων καὶ δυσπαράκλητον ἀναίδειαν εἶπεν· ἐπεὶ δὲ καὶ προ-
κινδυνεύειν τῆς φάλαγγος οὐκ οἰκεῖόν ἐστι βασιλεῖ, τοῦτο δειλίαν
ἐκάλεσεν. οὐκ οἰητέον δὲ τοιοῦτον εἶναι τὸν Ἀγαμέμνονα οἷον νῦν λοι-
δορεῖ, ὃν Ἕλληνες ἐν τοῖς πρώτοις ἠρίθμουν (Il. 7. 179) “ἢ
Αἴαντα λαχεῖν ἢ Τυδέος υἱὸν ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο 〈Μυ-
κήνης)·” οὐχ ὅτι τρίτος ἦν κατʼ ἀρετὴν Ἀγαμέμνων, τρίτον αὐτὸν
ἀριθμοῦσιν, ἀλλʼ ὡς ἧττον διὰ τὴν ἀρχὴν κινδυνεύειν ὀφείλοντα. εἴς
τε τὸ πρὸς Ἕκτορα μονομάχιον “ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν
⟨Ἀγαμέμνων” Il. 7. 162〉. ἀλλὰ καὶ τὴν ἀριστείαν αὐτοῦ ταῖς
ἄλλαις παραβάλλων μείζονα 〈ἄν⟩ τις εὕροι. Διομήδης μὲν γὰρ
ἠρίστευσεν ἔτι τῶν Τρώων ἀγνοούντων τὴν μῆνιν Ἀχιλλέως καὶ διὰ
Ἀγαμέμνονι δὲ ἡσσήθησαν νικῶντες τῇ προτεραίᾳ μάχῃ καὶ ἐπαυ-
λιζόμενοι ταῖς ναυσὶ τῶν πολεμίων. διὰ τοῦτο Ἕκτωρ μὲν Πατρόκλῳ
καὶ Ἀχιλλεῖ καὶ Διομήδει θαρρῶν εἰς μάχην ἔρχεται, ἐκκλίνει δὲ
Ἀγαμέμνονα. ἀλλὰ καὶ ὁ Ζεὺς αὐτῷ παραινεῖ “ὄφρα μέν κεν ὁρᾶς
Ἀγαμέμνονα ποιμένα λαῶν—ἐν προμάχοισι—τόφρʼ ὑπόεικε μάχης”
(Il. 11. 203).
226. *οὕτε ποτʼ ἐς πόλεμον] τοῦτο δημοκρατικοῦ βασιλέως καὶ
227. οὔτε λόχον] τοῦτο ἀριστοκρατικοῦ. ἅμα οὖν τῶν ἰδίων
Λυκάονος (Il. 21. 35)· καὶ “ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ δια-
είδεται ἀνδρῶν” (Il. 13. 277).
229. 〈ἦ πολὺ λώιόν ἐστι⟩] περισπαστέον τὸ ἦ· ἀρκτικὸν γάρ ἐστιν,
230. * δῶρα] ἃ δωροῦνται οἱ Ἀχαιοί, ὡς τὸ “δόσαν δέ μοι υἷες Ἀχαιῶν” (162).
*ἀντίον εἴπῃ] οὐκ εἶπεν ἀδικεῖς, ἀλλʼ ὡς ἀναιροῦντα τὴν ἰσολο-
231. δημοβόρος] κινητικὰ ταῦτα τοῦ πλήθους· μεγίστη γὰρ
κατηγορία τὸ σφετερίζεσθαι τὰ κοινά.
233. 〈ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι〉] ἐπιομοῦμαι. ἐπιόμνυσθαί ἐστι
234. 〈ναὶ μὰ τόδε σκῆπτρον⟩] τὸν τῆς βασιλείας ἔφορον ὄμνυσι B.
θεόν, ὡς εἰ τράπεζαν ἢ πέλαγός τις ὀμόσαι ἢ τοὺς ἰδίους δεσμούς.
ἐν σχήματι δὲ ἔφρασεν, ὅτι δημηγοροῦντι αὐτῷ δέδοται τὸ σκῆπτρον.
διὰ δὲ τῆς ἐκκοπῆς τὴν ἀπαλλαγὴν ἴσως τῆς συνηθείας αὐτοῦ δηλοῖ·
μόνος δὲ Ἀγαμέμνων ἐσκηπτροφόρει.
238. οἵτε θέμιστας] ἐπὶ δικαιοσύνῃ παρακαλεῖ τοὺς ἄρχοντας, εἴ γε τὸ δίκαιον ἐγχειρίζει αὐτοῖς ὁ Ζεύς, παραφθειρομένου δὲ αὐτοῦ δίκας δώσουσι Διί. ἢ ὅτι οὔπω νομογραφίας οὔσης ὁ λόγος τῶν βασιλέων νόμος ἦν.
240. ἤ ποτʼ Ἀχιλλῆος] τοῦτό φησι πεισθεὶς Ἀθηνᾷ.
242. εὖτʼ ἂν πολλοί] προσυνίστησιν ἡμῖν τὸν Ἕκτορα λεληθότως ὁ ποιητής, μέλλων αὐτῷ χρῆσθαι πρὸς τὰ ἐπιφανῆ τῆς Ἰλιάδος ἔργα. πρὸς δὲ κατάπληξιν τῶν ἀκουόντων καὶ τὸ ἐπίθετον αὐτοῦ δεδήλωκεν.
243. θνήσκον⌈τες⌋ ἀναστροφὴ ὁ τρόπος· τὸ ἐναντίον γὰρ γίνεται.
244. ὅτʼ ἄριστον] ἐπειδή· “νῦν δʼ ὑμέων ὅτε δὴ γλῶσσαν” (?)·
“ὅτε με βροτοὶ οὔτι τίουσιν” (Od. 13. 129).
*ἄριστον Ἀχαιῶν] ἢ τὸν ἐν Ἀχαιοῖς ἀριστέα, ἢ τὸν Θεσσαλῶν· “Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί” (Il. 2. 684).
245. ποτὶ δὲ σκῆπτρον βάλε] νῦν μὲν τὸν Ἀχιλλέα, ἐν δὲ τῇ
Ὀδυσσείᾳ τὸν Τηλέμαχον ποιεῖ τὸ σκῆπτρον ἀποτιθεμένους. ἐπʼ
ἐκείνου μὲν καὶ πλῆθος ἐξέχεε δακρύων· καὶ γὰρ νεώτερος, καὶ αἱ συμ-
φοραὶ δειναί· ὁ δὲ Ἀχιλλεὺς οὐ μάλα ὀλοφύρεται· οὔτε γὰρ ὁμοίως
νέος, καὶ περὶ γυναικὸς ἡ μάχη.
247. τοῖσι δὲ Νέστωρ] ἔστι μὲν ἔγγονος Ποσειδῶνος, ἐνενήκοντα
δὲ ἄρχει νεῶν· γεραίτερος δὲ πάντων καὶ ἡδύγλωσσος. οἱ περὶ
Ὀδυσσέα γὰρ παραινοῦντες ἐδόκουν θωπεύειν πρὸς τὸ μὴ ἀφαιρεῖσθαι
τοῦ γέρως. ἀλλʼ οὐδὲ Μενέλεως ἠδύνατο παραινεῖν· τῷ μὲν γὰρ
ἀδελφῷ συντιθέμενος ἀπήχθετο τῷ διʼ αὑτὸν προπονήσαντι· τῷ δὲ
Φοίνικι ταμιεύεται τὰς λιτάς. ἐν κινδύνοις οὖν παρεισάγων τὸν
Νέστορα, πολλὴν αὐτῷ μαρτυρεῖ λόγων εἴδησιν, ἡδυεπῆ λέγων αὐτὸν
248. 〈ἀνόρουσε⟩] ἔχων δὲ καὶ ἐκ πατέρων αὐτὸν ἐπαινεῖν οὐκ
ἀναγκαῖον ἡγήσατο. οὐδὲν γὰρ εὐγενείας ὅσον λόγων δυνάμεως καιρός.
τὸ δὲ προνοητικὸν τῶν ὁμοφύλων νεανικὴν αὐτῷ περιτίθησι κίνησιν.
οὐδὲ γὰρ 〈ἂν〉 γέροντα κυβερνήτην μέμψαιο κινδυνεύοντος σκάφους
ὑπὲρ τὸ δέον κινούμενον.
249. μέλιτος] διὰ τὸ πείθειν. “ῥέεν” δὲ διὰ τὸ ἀνεμπόδιστον.
250. τῷ δʼ ἤδη δύο μὲν γενεαί] ἥ τε τῶν πατέρων, ὑφʼ ὧν γεννη-
τῆς τῶν παίδων ἑαυτοῦ γενεᾶς, οἳ σὺν αὐτῷ ἐστρατεύσαντο. καὶ
γὰρ ὁ ληγούσης ἡμέρας ἐπιδημήσας καὶ τῇ τρίτῃ ἐξ ἑωθινοῦ ἐξιὼν
διὰ τρίτης ἀποδημεῖν λέγεται, καίτοι μίαν μόνην τὴν μέσην τελέσας.
ἄλλως τε ἡ γενεὰ λ΄ ἔτη ἔχει· δύο οὖν γενεὰς πληρώσας εἰς τρίτην
κατελέγετο, ὥστε δύο γενεαὶ ἀνθρώπων ἐφθάρησαν· οὐχ ὅτι δὲ
ἀνθρώπους φησὶν ἀποθανεῖν, ἀλλὰ δύο περ〈ι〉οδικὰς γενεάς, τουτέστι
τὰς καλουμένας δύο γενεὰς ἀνθρωπείας, ὡσεὶ ἔλεγε δύο τριακοντα-
ετίας. οὕτω δὲ ζώντων τινῶν τῶν σὺν αὐτῷ ἀνθρώπων, ὅμως αἱ γενεαὶ
ἂν εἶεν ἐφθαρμέναι, αὐτὸς δὲ ναύαρχος τῶν ἐν τῇ τρίτῃ γενεᾷ γενο-
μένων, οἳ ἦγον τὴν στρατεύσιμον ἡλικίαν.
καὶ παρʼ ἄλλῳ: δύο τριακονταετηρίδες παρεληλύθεσαν ἐπὶ
79)· τῶν οὖν υἱῶν αὐτῶν ἦρχεν. ἔστιν οὖν ἑβδομηκοντούτης. δύο γὰρ
γενεὰς πληρώσας εἰς τὴν τρίτην κατελέγετο· ἀμέλει τήν τε Ἑκα-
μήδην ἔχει καὶ μετὰ τὸν νόστον σύνεστι τῇ γυναικί.
μερόπων] τῶν μορούντων περὶ τὴν ὄπα, ἢ τῶν παρεξηλ〈λ〉αγμένην
251. οἵ οἱ πρόσθεν] οἳ μὲν εὐθεῖαν ἀντὶ γενικῆς, ὡς “οἱ δὲ δύο
252. * τριτάτοισιν] τοῖς ἀπὸ τῆς αὐτοῦ γενέσεως τρίτην ἡλικίαν
ἄγουσιν. §. τὸ δὲ “βουλήν” (258) διὰ τοῦ ν, καὶ διὰ τοῦ ῑ.
254. ὢ πόποι] ὅταν τὸ πρᾶγμα προοίμιον ᾖ τῷ μεγέθει καὶ τῷ
255. ἦ κεν γηθήσαι] ἐρεθιστικὸς ὁ τῶν ἐχθρῶν ἔπαινος· καὶ διὰ μὲν Πριάμου Ἀγαμέμνονα, διὰ δὲ Ἕκτορος Ἀχιλλέα ἐρεθίζει, οὗ τὸ ὄνομα ἐφυλάξατο, ἵνα μὴ δοκῇ συνηγορεῖν Ἀχιλλεῖ.
257. τάδε πάντα] ἔμφασιν ἔχει καὶ αὔξησιν ἡ δεῖξις καὶ οἱ
258. * φυλάττεται τῆς “περί” ὁ τόνος, εἴτε ἀντὶ τῆς ὑπέρ ἐστι, εἴτε πρὸς τὸ ἐστέ φέρεται.
261. ἀθέριζον] ἀνεπαχθὲς τοῦτο παρὰ τοὺς ἀθέρας, οἳ εἰς οὐδὲν συντελοῦντες ἀνεμόφθοροι γίνονται.
*ἀθέριζον] ἀπεδίωκον.
262. οὐ γάρ που τοίους] τοῖς ἀποθανοῦσιν οὐδεὶς φθονεῖ· τὸ γὰρ
ἀπὸν ἀνεμποδίστῳ εὐνοίᾳ τετίμηται. οὐ παρέθετο δὲ τὰ ἐν Πελοπον-
νήσῳ πεπραγμένα ἑαυτῷ ἐν τῷ πρὸς Ἠλείους πολέμῳ πρὸς Ἀρκάδας.
οὐ γὰρ οὕτω τὸν Ἀγαμέμνονα πείθειν προῃρεῖτο ὡς τὸν Ἀχιλλέα, ὃν
εἶδε σπώμενον τὸ ξίφος. καλῶς οὖν ἀπὸ Θετταλικῶν παραινεῖ, ἐπεὶ
κἀκείνοις περὶ γυναικῶν ἦν ἡ στάσις, καὶ ἵνα πείσῃ Ἀχιλλέα.
§. μαλακτικώτατον δὲ τοῖς θυμουμένοις μῦθος, ὥς που καὶ Φοῖνίξ φησιν.
265. ⟨Ἐξάδιον⟩] παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ ε ἄρχεται τὸ
** 268. θηρσίν] Αἰολικῶς. ἢ “φυήρεσιν,” τοῖς τὴν φύσιν ἡρμο-
269. μεθομίλεον] οὐκ εἶπεν ἐπεκ〈ο〉ύρουν οὐδὲ συνεμάχουν· οὐ γὰρ ἂν αὐτοῖς συνεμάχει μὴ ὢν καὶ παρόμοιος.
270. “ἐξ ἀπίης” δὲ ἀντὶ τοῦ ἐπούσης.
καλέσαντο] ἐπεὶ ἐνδέχεται καὶ τὸν ἄποθεν οἰκοῦντα αὐτεπάγγελτον
271. κείνοισι] Κενταύροις, ἵνα τῇ συμβουλῇ δοκοῖεν τῶν κρεισσόνων
περιγεγενῆσθαι. Πηλέως δὲ οὐκ ἐμνήσθη ὡς Ἀγαμέμνονι φίλος, ἵνα μὴ
δοκῇ ἐλέγχειν Ἀχιλλέα, εἴ γε ὁ πατὴρ αὐτοῦ τι πέπεισται, ὃ δὲ οὔ.
273. *ξύνιον] γράφεται καὶ “ξύνιεν,” ὡς τὸ “κόσμηθεν” (Il. 3. 1).
275. μήτε σύ] διὰ τῆς δευτέρας συλλαβῆς δίδωσιν ὑπόνοιαν ὡς
αὐτὸς ἦρξε τῆς στάσεως καὶ τὰ δοθέντα ἀφῃρεῖτο, καὶ μᾶλλον
συνήθης τῷ Νέστορι—διὸ παρρησιάζεται—καὶ διὰ τὸ θυμῶδες
Ἀχιλλέως. προκαταστέλλει δὲ τὸν θυμὸν διὰ τοῦ “ἀγαθός,” ὅ ἐστι,
μὴ θελήσῃς ἀνάξια σαυτοῦ ποιεῖν. §. τὸ δὲ “ἀποαίρεο” Ἀττικόν.
276. * πρῶτα] “πρῶτα” καὶ πρῶτόν ἐστι τὰ ἐπιρρήματα· τὸ δὲ
πρώτως ἐπὶ τοῦ ἐξόχως.
278. ἀντιβίην] πολλαχοῦ ἀγαθὸν ἡ ἔρις· διὰ τοῦτο ἐπήνεγκε τὸ
“θάρσος ἄητον ἔχουσα” (Il. 21. 395)· “καὶ σὺ κακοῖσι δόλοισι
〈κεκασμένε Il. 4. 339⟩. ἐν ἑνὶ δὲ στίχῳ ἄμφω ἔστιν εὑρεῖν· “ἀλλ᾿
ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμαθεν, οὐκ ἐθελήσει ἔργον ἐποίχεσθαι”
(Od. 17. 226).
280. 〈εἰ δὲ σύ⟩] πλείονα μὲν τὰ Ἀχιλλέως πλεονεκτήματα, ἓν
δὲ τὸ Ἀγαμέμνονος, 〈ὃ⟩ πολυλογῶν ἀντισηκοῖ τοῖς ἄλλοις.
281. 〈ἀλλʼ ὅδε φέρτερός ἐστι⟩] οὐ γὰρ γενναῖος ἢ εὐγενὴς ἄρξει
282. ἔγωγε] πρὸς δυσώπησιν μὲν ἰδίαν ὁρίζεται χάριν, ὡς ὑπερ-
έχοντα δὲ παρακαλεῖ. ὑψοῖ δὲ Ἀχιλλέα ὡς δίχα αὐτοῦ οὐδὲν
ὄντων Ἀχαιῶν.
283. 〈μέγα πᾶσιν ἕρκος⟩] πιθανῶς προσέθηκε τὸ “μέγα,” ἐπεὶ
287. ἀλλʼ ὅδʼ ἀνήρ] ἴδιον τῶν θυμουμένων ἐπανακυκλοῦν τὰ
omisi schol. * * ἡ σὺ διὰ τὸ σέ ‖ 34. ἤδιστον—ἐπανακυκλεῖν: corr. ex B
289. 〈ἅ τινʼ οὐ πείσεσθαι ὀίω⟩] καὶ διὰ τί μὴ πείσει; ἢ ὅτι αἰδούμενοι τὴν πρόληψιν τὰς αἰτίας τοῖς πέλας ὑπὸ φιλονεικίας τίθεμεν· εἴπομεν δὲ ἐν ἀρχῇ, ὅσα δηλοῖ τὸ μοῖρα (supra p. 3. 26, Etym. M. s. v.).
**τῷ Ἀχιλλεῖ κινεῖ φθόνον ὡς οὐχ ὑπὲρ τῆς Βρισηίδος ἀλλʼ ὑπὲρ
292. 〈ὑποβλήδην⟩] σύμβολον θυμοῦ μὴ ἀνέχεσθαι διεξοδικῆς κατηγορίας.
293. 〈δειλός⟩] τὴν δειλίαν μέγιστον ὄνειδος οἴεται. §. ἀλλὰ καὶ
γὰρ ἦν ἐγκλιτική, διὰ τοῦ τ ἐγράφετο 〈ἄν⟩, ὡς ἐπὶ τοῦ “εἰ δή τοι
σοῦ πατρὸς ἐνέστακται 〈μένος ἠύ⟩” (Od. 2. 271).
295. 〈ἐμοι⟩] ὀφείλει ὀρθοτονεῖσθαι διὰ τὴν ἀντιδιαστολὴν τοῦ ἄλλοισιν.
296. ἐγώ γʼ ἔτι] ἐὰν “ἔτι,” ἠθικῶς, ἐὰν “τί,” ἀποφατικῶς λέγει.
ἄμεινον δὲ “ἔτι” διὰ τὸ καὶ τὸ “ὁίω” ἠθικὸν εἶναι.
298. 〈χερσὶ μέν⟩] ἔγνω οὐκ ἐνδιδόντα Ἀγαμέμνονα, καὶ δὴ αὐτὸς μεγαλοφυῶς εἴκει· πέπεισται γὰρ μετανοήσειν Ἀγαμέμνονα· ἑτοίμως δὲ ἀποδιδοὺς διαβάλλει τὸν μόγις δόντα Χρυσηίδα ὑπὲρ πάντων.
〈μαχήσομαι⟩] ὁ μὲν Ἀρίσταρχος διὰ τοῦ η, ὁ δὲ Ἡρακλέων τὰ
ὀνόματα διὰ τοῦ η, “μαχήμων” (Il. 12. 247). “μαχητής ”
(Il. 5. 801), τὰ δὲ ῥήματα διὰ τοῦ ε, “Σολύμοισι μαχέσ〈σ〉ατο”
(Il. 6. 184).
299. οὔτε σοι οὔτε τῳ ἄλλῳ] ἵνα μὴ νομισθῇ πρὸς ἕνα μόνον
ἀξιόχρεως εἶναι μάχεσθαι· ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας
συμπεριείληφεν, οὐκ ἐπαμύνοντας αὐτῷ στερομένῳ τῆς δωρεᾶς, καὶ
πρὸς τὸ μὴ δοκεῖν βίᾳ ἀλλʼ ἐθελοντὴς δεδωκέναι. καὶ οἱ μὲν οὖν
δοὺς τὴν αἱρεθεῖσαν ὑπὸ τοῦ βασιλέως. ἦν γὰρ αὐτῷ ἐξὸν ὅτι βού-
λοιτο λαβεῖν· διό φησιν “ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας” (138)· καὶ
πάλιν “αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατε” (118)· ὥστε τὸ μὲν
τῶν αἰχμαλωτίδων ἀναγκαῖον ἦν εἴκειν, τῶν δὲ ἄλλων, εἴ τι ἐλάμ-
βανεν, ὡς ὑβρίζοντι οὐκ ἐπιτρέπειν. οὔτε γὰρ ἀδικεῖν δεῖ οὔτε
ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηρίας ἐστί, τὸ δὲ ἀνανδρίας.
301. ἀνελών] προείρηται γὰρ “οὐκ ἄν 〈τι φέροις⟩·” Ἀττικοὶ δὲ
303. ἐρωήσει] παρὰ τὴν ἐρωήν, ὁρμήσει. ἐναργῶς δὲ πεφάντασται
ἔλεγεν εἶναι παρʼ αὐτῷ λέξεις Ἀριστοτέλης.
304. ὣς τώ γε] ὁ τρόπος παραγραφή· μετιῶν γὰρ ἐπὶ ἑτέραν
305. *ἀγορήν] τὸ πλῆθος.
306. **ἐίσας⟩] τινὲς πορευτικὰς παρὰ τὸ ἴω.
307. 〈Μενοιτιάδῃ⟩] εἰκότως τῷ Ἀχιλλεῖ θυμικῷ ὄντι ἤπιος ὢν
ἀξιόχρεως ᾖ, τελευτῶν ἐγείρειν αὐτὸν εἰς τὴν μάχην.
308. ⟨Ἀτρείδης δʼ ἄρα⟩] αὐτεπαγγέλτους ἔχουσι 〈τὰς ἐννοίας⟩
311. 〈εἷσεν ἄγων⟩] ἀνάγων δὲ τὴν Χρυσηίδα “εἷσεν.” ὁ δὲ μετὰ
313. *λαούς] διὰ τί μὴ καθαροὺς ἐκπέμπει;
317. 〈κνίση δʼ οὐρανὸν ἷκεν⟩] ὡς ἂν μελλόντων τῶν ἄλλων θεο-
320. *Εὐρυβάτην] ἄλλος ὁ κατʼ Ὀδυσσέα Εὐρυβάτης, καὶ οὗτος ἄλλος.
321. 〈ὀτρηρώ〉] παρὰ τὸ ὄρω τὸ ὁρμῶ. §. “θεράποντες” δὲ οἱ τοὺς
AB + κρείσσονας διʼ ὠφέλειαν θεραπεύοντες. ὁμωνύμως δὲ καὶ οἱ δοῦλοι
“θεράποντες” καλοῦνται.
322. 〈ἔρχεσθον κλισίην⟩] βασιλικὸν τὸ ἀπόλυτον τῆς φράσεως
καὶ τὸ διʼ ἄλλων πειρᾶσθαι καὶ οὕτως ἐπιχειρεῖν. ὑβριστικὸν δὲ
καὶ τοῦτο· οὐ γὰρ ἐντυχεῖν Ἀχιλλεῖ κελεύει, ἀλλʼ ὡς κενῆς οὔσης
τῆς νεὼς ἄγειν αὐτήν.
324. δώῃσιν] ἀπὸ τοῦ δώω, ἐπεὶ δύο δεῖ λαμβάνειν τὰς ἐπεκτά-
325. ῥίγιον] βδελυρώτερον τὸ ἐπὶ πλειόνων ἀσχημονεῖν· “πάντες
δέ με πεφρίκασιν” (Il. 24. 775) ἀντὶ τοῦ βδελύσσονται.
326. προίει] ἀπὸ τοῦ ἱῶ περισπωμένου. §. τὸ δὲ “ἐπέτελλεν”
327. τὼ δʼ ἀέκοντε βάτην] εἰκότως· καὶ τὸν Ἀγαμέμνονα γὰρ δεδοίκασι καὶ πρὸς ὃν ἀποστέλλονται.
329. 〈παρά τε κλισίῃ⟩] πλησίον τῆς σκηνῆς.
330. οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν] ὁ τρόπος ἀντίφρασις.
μένου—ἀγενὲς γάρ—οὔτε ἧττον· ἀσυμπαθὲς γάρ.
331. τὰ μὲν ταρβήσαντε] εὖ τὸ αἰδεσθῆναι, καὶ μάλιστα τοὺς ἐπὶ τοιαύτην χρείαν ἐληλυθότας. δύο δὲ ταῦτα συμβαίνειν περὶ τοὺς χρηστοὺς ὁ ποιητής φησιν, αἰδῶ καὶ φόβον· “αἰδοῖός τε μοι ἐσσί, φίλε ἑκυρέ, δεινός τε” (Il. 3. 172).
τὼ μὲν ταρβήσαντε] διὰ τὴν ξιφουλκίαν. αἰδομένω] παρὰ τὸ αἴδω· οἶδε δὲ καὶ τὸ αἰδῶ· “ἀλλήλους τʼ αἰδεῖσθε” (Il. 5. 530).
332. οὐδέ τι μιν προσεφώνεον] τὸ μὲν γὰρ εἰπεῖν τι παροξυντικόν,
334. Διὸς ἄγγελοι] ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἢ ὅτι
ἔφη, ἀλλʼ ἀνδρῶν καὶ Διός, οἷς δικαίως ὑπηρετοῦσιν· τούτῳ γὰρ
ἀδίκως. κοινὸς δὲ νόμος μὴ ἀδικεῖσθαι κήρυκα· ἱεροὶ γὰρ οὗτοι καὶ
τὰ πρὸς θυσίαν ἑτοιμάζοντες. ἀμέλει παρʼ Ἀθηναίοις τὸ τῶν Κηρύκων
γένος· “κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυΐ” (Il. 18. 558)· “κήρυκες
Τρώων καὶ Ἀχαίων νεῖμαν” (Il. 3. 274).
335. ἆσσον ἴτε] διὰ σχήματος ἐδήλωσεν, ὡς τῷ δέει οὐ προέ-
οὔτι μοι ὔμμες ἐπαίτιοι] πεπαιδευμένως· οὐ γὰρ δεῖ τὰς αἰτίας
ἐφʼ ἑτέρους ἄγειν, ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου.
336. 〈ὃ σφῶι προΐει⟩] ἀντίφρασις· “σφῶι μὲν ἀμφὶ βοός”
(Il. 11. 776) ὑμεῖς· “ὃ σφῶι προίει” ὑμᾶς· “ὅ σφωι〈ν) μάλα
πολλάκις” (Il. 23. 281) ὑμῶν· “καί σφωιν δὸς ἄγειν” (338)
αὐτοῖς. §. ὃ “σφῶι” διʼ ἑνὸς σ, ὡς τὸ “καὶ θώρηχʼ· ὃ γὰρ ἦν
οἱ (Il. 18. 460).
337. διογενὲς Πατρόκλεις] ἐξαίρει πάλιν τὸ πρόσωπον· τοῖς γοῦν
*Πατρόκλεις] ἡ εὐθεῖα Πατροκλῆς ὡς Ἡρακλῆς.
338. * σφωίν] αὐτοῖς.
μάρτυροι ἔστων] μαρτύρεται τὰ κήρυκε, ὅπως μὴ δοκῇ προδότης
339. πρός τε θεῶν μακάρων] πρότερος τῶν Πυθαγορικῶν Ὅμηρος
ἥττω τὸν βασιλέα φησίν.
πρός τε θνητῶν] ἵνα ἐγκαλούμενος καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀν-
340. εἴ ποτε] καλὸν τὸ μὴ ὁπότε· νεμεσητὸν γὰρ ἦν.
341. χρειώ] ὄνομα ώς Κλειώ· καὶ γὰρ “χρειοῖ ἀναγκαίῃ” (Il.8.57).
341. ἀεικέα λοιγόν] ὑβριστικόν· “ἀεικίζει μενεαίνων” (Il. 24. 54).
342. φρεσὶ θύει] ἐμφαντικῶς τὸ λυσσῶδες αὐτοῦ καὶ ἄλογον παρέστησεν· μάρτυρας οὖν ὑμᾶς σχήσω τῆς παραπληξίας αὐτοῦ, ὅτι οὐκ οἶδε προνοῆσαι στρατιᾶς.
343. οὐδέ τι οἶδεν] τὸ δὲ ἐναντίον “ὅρα πρόσ〈σ〉ω καὶ ὀπί〈σ〉σω” (Il. 18. 250). δεῖ γὰρ μὴ τὰ παρόντα μόνον ἀλλὰ καὶ τὰ μέλ- λοντο σκοπεῖν· λείπει οὖν τοῖς ἐπιρρήμασι τὸ τ.] μέγιστον καὶ ψιλῷ ἀνθρώπῳ πρὸς κατηγορίαν ἡ ἀπρονοησία, ὥς που φησί “νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες” (Od. 21. 85).
344. *μαχέοιντο] πλεονασμὸς τοῦ ε.
345. Πάτροκλος δὲ φίλῳ] τὸ ἤπιον αὐτοῦ διὰ τῆς σιωπῆς τῆς νῦν τε κἀν ὅλῃ τῇ στάσει κἀν τῷ μηνιθμῷ δείκνυται· καὶ νῦν δὲ οὐ φθέγγεται, ἵνα μὴ ἢ παροξυντικός.
346. * καλλιπάρῃον] εὔκαιρον τὸ ἐπίθετον, τὴν τοῦ ἐρῶντος
διάθεσιν ἐμφαῖνον τῷ δηλοῦν οἵας ἐρᾶται.
347. τὼ δʼ αὖτις ἴτην] οὔτε γὰρ ἐπαινεῖν οὔτε ψέγειν εἶχον τὸ λεχθέν. οὐ λαβόμενοι δὲ τῆς χειρὸς ἦγον ὡς ἐπετάχθησαν.
348. 〈ἀέκουσα⟩] ἔστι γὰρ φίλανδρος, ὡς τὸ πρόσωπον αὐτῆς
δηλοῖ δευτέραν δὲ ταύτην ὁρίζεται εἶναι αἰχμαλωσίαν καὶ διὰ μιᾶς
λέξεως ὁλόκληρον ἡμῖν ἦθος προσώπου δεδήλωκεν.
349. δακρύσας ἑτάρων] ἕτοιμον τὸ ἡρωικὸν πρὸς δάκρυα· καὶ
Ὀδυσσεὺς “ὡς δὲ γυνὴ κλαίῃσι” (Od. 8. 523), καὶ ἡ παροιμία
“ἀεὶ δʼ ἀριδάκρυες ἀνέρες ἐσθλοί.” Ἀγαμέμνων 〈δὲ ὡς κρήνη⟩ “ἥτε
κατʼ ⌈αἰ⌋γίλιπος πέτρης” (Il. 9. 15). ἄλλως τε καὶ φιλότιμος ὢν
ἀνιᾶται τῇ ὕβρει παλαιᾶς τε συνηθείας στέρεται· ἴσως δὲ καὶ τὸ
γύναιον ἀκουσίως ἀπαλλαττόμενον ἐλεεῖ· ἄκρως δὲ ἐρῶντα χαρακ-
τηρίζει· οὗτοι γὰρ ταῖς ἐρημίαις ἥδονται, ἵνʼ οὕτω τῷ πάθει σχολά
ζωσιν ὑπὸ μηδενὸς ὀχλούμενοι.
*νόσφι] ὅπως μὴ γελῷτο παρὰ τῶν ἑταίρων· ἢ πρὸς τὴν διάλεξιν
350. θῖνʼ ἐφʼ ἁλὸς πολιῆς, ὁρ〈ό〉ων ἐπὶ οἴνοπα πόντον] οἰκεῖον τῇ
ὁρόων ἐπὶ οἴνοπα πόντον] ἱκανὴ παραμυθία τοῖς ἐπὶ ξένης λυπου-
θάλασσαν.
351. χεῖρας ὀρεγνύς] ὥσπερ ἀσπαζόμενος ὀρέγει τὰ χεῖρε τῇ
352. μινυνθάδιον] τοῦτο μάλιστα δύναται λυπῆσαι μητέρα,
ὀλιγοχρόνιος υἱός· ὃ πρῶτον προβάλλεται.
ἐόντα] ἐσόμενον. ᾔδει δὲ δι᾿ ὧν εἶπεν αὐτῷ ἡ μήτηρ “διχθαδίας
ἔστι δὲ παρὰ τὸ μίνυνθα. παραπληροῖ δʼ ὁ “πέρ.”
353. ὄφελλεν] ἡ μὲν ἀρχὴ Ἰακή, τὸ δὲ μέσον Αἰολικόν.
Ὀλύμπιος] οὕτω κατʼ ἐξοχὴν τὸν Δία. καὶ Κρονίδην αὐτόν φησιν.
ἐγγυαλίξαι] κυρίως τὸ ἐγγυῆσαι, παρὰ τὸ γνῖον, ὃ κυρίως ἐπὶ χειρός.
354. ὑψιβρεμέτης] ὁ ἐν ὕψει βρέμων διὰ τῶν βροντῶν ἢ τῶν
ἀνέμων.
οὐδέ με τυτθόν] φιλεγκλήμονες κατὰ θεῶν οἱ ἀτυχεῖς.
356. ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας] ἑλὼν ἔχει ἀντὶ τοῦ
357. δακρυχέων] ὑφʼ ἕν· καὶ δακρυπλώειν γάρ που φησίν
πότνια] σεπτή—οἱ γὰρ σεβόμενοι προσπίπτουσι τοῖς ἕθεσι τῶν
τειν καὶ παρακαλεῖν.
358. 〈πατρὶ γέροντι⟩] ἴσως τοὺς ἐν θαλάσσῃ τιμωμένους ἁλίους
359. καρπαλίμως] ἀντὶ τοῦ κραιπνῶς. ταχεῖα δὲ ἡ ἄνοδος ὡς
ἢ ὅτι θαλασσία ἐστὶν ἡ θεός· τὴν δὲ Ἥραν τῷ ἀέρι εἰκάζει (supra 9. 32)· λεπτομερὴς γὰρ ὁ ἀὴρ ὡς πρὸς σύγκρισιν τῶν ὑδάτων.
360. δακρυχέοντος] οὐκ ἐξίσταται τούτου· οὐ γὰρ ἄτοπον, ἐλεύ- θερον ἀπλοῦν ἄλκιμον λυπεῖσθαι.
362. τέκνον] φυσικῶς φθέγγεται, καὶ τῶν κοινῶν ὀνομάτων οὐκ ἕξί-
σταται· ἕνα γὰρ ἔχουσα καὶ τοῦτον ἄθλιον, πῶς ἂν αὐτὸν ἄλλως καλέ-
σειεν; ἔστι δὲ καὶ ἡ πεῦσις σύντομος, ὡς ἂν μαθεῖν ἐπειγομένης.
363. ἐξαύδα] τῇ γὰρ τῶν λόγων ἀνοχῇ καὶ κουφιεῖται τοῦ βάρους ἡ ψυχή.
ἵνα εἴδομεν ἄμφω] ἀνθʼ ὑποτακτικοῦ μέν ἐστιν, ἀλλʼ ἡ συστολὴ
ἀνέδωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.
364. βαρὺ στενάχων] ὁ Σιδώνιος 〈περισπᾷ)—περισπᾶσθαι γὰρ
καὶ “ἀδινὰ στοναχῆσαι” (Il. 18. 124) φησίν—Ἀρίσταρχος δὲ
βαρύνει. τὰ πολλὰ γὰρ κινήματα ὡς ἀπὸ βαρυτόνου γέγονεν· “βαρὺ
δὲ στενάχοντος ἄκουσα” (Od. 8. 95)· “ἐπεστενάχοντο δʼ ἑταῖροι”
(Il. 4. 154).
365. οἶσθα] ἄκρως ἐνέφηνε τὸ βαρύθυμον διὰ τοῦ προοιμίου. καὶ πρὸς εἰδότας δὲ ἔθος λέγειν ἐπικουφίζοντας τὴν ὀδύνην.
366. ᾠχόμεθ’ ἐς Θήβην] ῥητορικὸς ὢν ὁ ποιητὴς καὶ τρόπον
ἀνακεφαλαιώσεως βουλόμενος διδάξαι ἡμᾶς ταῦτα πάλιν ἐξ ἀρχῆς
διηγεῖται.
ᾠχόμεθα] ὁ τρόπος ἀνακεφαλαίωσις. τέσσαρα δὲ διηγήσεων ἰδέαι·
ἣ μὲν ὁμιλητική, ὡς ὅταν παρά τινος ἀκούσας τις αὐτὰ διηγῆται ἃ
ἤκουσεν, ὡς τὸ “πολλάκι γάρ σεο πατρός” (396)· τὸ δὲ ἀπαγγελ-
τικόν, ὅταν ἃ παρʼ ἑτέρου ἤκουσεν ἑτέρῳ διηγῆται, “ἀγγελίην τινά
τοι, γαιήοχε” (Il. 15. 174)· τὸ δὲ ὑποστατικόν, ὅταν τῶν πραγ-
μάτων τινὰ ἀπαγγεῖλαι ὑποθέμενοι διηγώμεθα, ὡς τὸ “ὁπότʼ Ἠλεί-
οισι καὶ ἡμῖν νεῖκος ἐτύχθη” (Il. 11. 671)· τὸ δὲ μικτὸν ἐξ
ὁμιλητικοῦ 〈καὶ ὑποστατικοῦ⟩, ὡς τὸ “ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα,
θεά” (401)· εἰ γὰρ ἦν ὁμιλητικόν, ἡ διήγησις οὕτως ἂν εἶπεν, ἀλλὰ
σὲ τῶν δεσμῶν αὐτὸν ἀπολῦσαι καλέσασα〈ν⟩ τὸν ἑκατόγχειρον· ὁ δὲ
ἐφ᾿ ἑτέραν πτῶσιν μετελθὼν ὡς ἴδιον ἤδη λόγον καὶ οὐχ ὡς παρʼ
ἐκείνης ἀκούσας διέξεισιν.
Θήβη χωρίον ἔρημον πλησίον Λέσβου, ἀπὸ Θήβης τῆς Ἀδράμυος·
πορθήσων Ἀχιλλεὺς Χρῦσαν, Ἀθηνᾶ δʼ οὐκ εἴα φάσκουσα μὴ
αἱρήσειν δι᾿ Ἀπόλλωνα. εἰς Θήβας δὲ ἥκουσα Χρυσηὶς πρὸς
Ἰφινόην τὴν Ἠετίωνος ἀδελφήν, Ἀχιλλέως. δὲ θυγατέρα, θύουσαν
Ἀρτεμίδι, ἥλω ὑπὸ Ἀχιλλέως. μεγαλοφυῶς δὲ συντέμνει τὰ
περισσὰ τῶν λόγων.
368. *μετὰ σφίσιν] ὀρθοτονητέον τὴν “σφίσιν, ἐπεὶ εἰς σύνθετον
371. * χαλκοχιτώνων] λαμπρὸν ἢ πορφυροῦν ἐχόντων χιτῶνα.
374. καὶ ἐλίσσετο] οὐ προσέθηκε τοὺς λόγους σὓς ἔφησεν· οὐ γὰρ
καὶ ἐλίσσετο] Ἰακῶς “λίσσετο.”
382. *οἱ δέ νυ] οἱ δὲ δή.
383. ἐπασσύτεροι] παρὰ τὸ ἆσσον ἀσσύτεροι, ὡς ἀφάρτεροι,
384. ἄμμι δὲ μάντις] οὐ προσέθηκεν, ὡς αὐτὸς τὴν ἐκκλησίαν
συνήγαγεν, οὐδὲ ὅλως ὕποπτον ἑαυτὸν καθίστησι τῇ μητρί.
386. αὐτίκʼ ἐγὼ πρῶτος] ὡς καὶ τῶν ἄλλων τοῦτον ἐχόντων τὸν
392. *κούρην Βρισῆος] ἀντονομασία.
393. εἰ δύνασαι] οὐ διστάζων ἀλλὰ σχετλιάζων φησίν, εἴ γε σοι
καὶ τοῦτο χαριεῖται ὁ Ζεύς. ἅμα δὲ καὶ κολακεύων αὐτήν, ὅπως
ἐρεθίσῃ πρὸς τὸ αἰτούμενον, καὶ τὴν ἰσχὺν ἐνδείξηται ὡς δῆθεν τοῦ
παιδὸς ἀγνοοῦντος.
394. Δία λί⌈σαι⌋] ἀπὸ τοῦ ἔλισα, ὅθεν καὶ “ἐλισάμην καί σφιν
396. πολλάκι γάρ] δικαίως ἡ αἰτία ἡμῖν εἴρηται τῆς ἀποστάσεως
οὐ μὴν τὴν αἰτία⌈ν⌋ἐάσας ἄγνωστον. διαθρύπτονται δὲ πρὸς τοὺς ἄνδρας
396. πολλάκι γάρ σεο] ὁ νοῦς· πολλάκι γάρ σου ἐν τοῖς τοῦ ἐμοῦ πατρὸς δόμοις ἤκουσα.
σέο] Ἀρίσταρχος ἐγκλίνει τὴν “σέο” λέγων ἀπλῆν τε εἶναι αὐτὴν
καὶ ἀντιδιαστολὴν οὐκ ἔχειν. ὁ δὲ Ἡρωδιανὸς καίτοι, φησίν, ὀφει-
λούσης ὀρθοτονεῖσθαι, ἵνα λέγῃ σοῦ καὶ οὐκ ἄλλης ἀκήκοα, ὅμως
πεπεῖσθαί φησι τὴν ἀνάγνωσιν Ἀριστάρχῳ.
397. κελαινεφέι] παρὰ τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν.
399. ὁππότε μιν ξυνδῆσαι] τί ποτε ἄρα βουλόμενος ταῦτα ἔπλασε
πολὺ ἔχοντα τὸ ἄλογον καὶ ἀνάρμοστον, εἴ γε Ἀθηνᾶ καὶ Ἥρα καὶ
Ποσειδῶν ἐβούλοντο συνδῆσαι τὸν Δία, ἣ μὲν θυγάτηρ οὖσα, οἳ δὲ
ἀδελφοί; διὸ καὶ ἀντὶ τῆς Ἀθηνᾶς τινες γράφουσι “καὶ Φοῖβος
Ἀπόλλων,” ὥσπερ οὐ τοῦ αὐτοῦ μένοντος ἀτόπου. καὶ ἄλλοι πάλιν
ἐναλλάσσουσι τὰ ἔπη “οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
Ἥρη τʼ δὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη, ὁππότε μιν ξυνδῆσαι
Ὀλύμπιοι ἤθελον ἄλλοι,” ἵνα οὗτοι μὲν οἱ θεοὶ φαίνωνται βοηθή-
σαντες αὐτῷ μετὰ τῆς Θέτιδος, ἄλλοι δέ τινες οἱ ξυνδῆσαι θέλοντες.
⌈καὶ⌋ μύθους λέγουσιν ἐπὶ τούτοις πολλούς. μάχεται δὲ τοῖς ἐναλ-
λάσσουσι τὰ ἔπη τὸ “οἴη ἐν ἀθανάτοισιν·” πῶς γὰρ τοῦ ποιητοῦ
λέγοντος, ὅτι μόνη, ἐνδέχεται καὶ ἄλλους ἐπεισάγειν βοηθούς; τίνα
δὲ καὶ τὸν Βριάρεων χρὴ νοεῖν: καὶ πῶς οὗτος βίῃ οὗ πατρὸς
ἀμείνων;” δεῖ τοίνυν φυσικόν τινα μᾶλλον ἐν τούτοις ὑπονοεῖν λόγον·
Δία γάρ φησι τὴν ἄκρατον θερμασίαν, τὴν καὶ τοῦ ζῆν καὶ τοῦ εἶναι
ἡμᾶς αἰτίαν, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν,
Βριάρεων τὸν ἥλιον—πάντων γὰρ τῶν ἄστρων φωτεινότατός ἐστι—
Θέτιν δὲ τὴν θέσιν καὶ φύσιν τοῦ παντός. τοῦ ἡλίου τοίνυν ἀφιστα-
μένου ἐπὶ τὰ μεσημβρινά, ψύξεως γινομένης ἐν τοῖς καθʼ ἡμᾶς
μέρεσι, συμβαίνει τὸν ἀέρα, φύσιν ἔχοντα μεταβάλλειν εἰς ὕδωρ, τότε
μάλιστα ἐξυγραίνεσθαι πλέον καὶ δυσχείμερον γίνεσθαι. Ποσειδῶνα
οὖν καὶ Ἥραν καὶ Ἀθηνᾶν διὰ τοῦτο βουλομένους συνδῆσαι τὸν Δία
φησίν, ἐμφαίνων, ὡς ἔφην, τὴν χειμερινὴν κατάστασιν, ὅθεν συμβαί-
νει τὸ ψυχρὸν ἐπικρατέστερον εἶναι τοῦ θερμοῦ. ἀλλ᾿ ἡ Θέτις ἀνά-
γουσα τὸν ἥλιον ἐπὶ τὰ βόρεια φαίνεται ὥσπερ βοηθοῦσα τῷ Διί.
εἰκότως δὲ ἑκατόγχειρον τοῦτόν φησιν, ὅτι πάντα τρέφει καὶ αὔξει
400. Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη] πιθανῶς τοὺς
γράφουσι “καὶ Φοῖβος Ἀπόλλων·” τοῦτον γὰρ εἰκὸς ἠχθρευκέναι
μὴ φέροντα τὸν ζῆλον τῆς ἐκείνου τυραννίδος. ὅθεν Ἥραν μὲν δεῖ,
τοὺς δὲ Λαομέδοντι ὑποτάσσει. οἳ δὲ Ἥραν μὲν διὰ τὸ πολλαῖς μίγ-
νυσθαι, Ποσειδῶνα δὲ διὰ τὸ πλεονεκτεῖσθαι εἰς τὴν διανομήν, Ἀθηνᾶν
δὲ διὰ τὸ ἀναγκασθῆναι ζευχθῆναι Ἡφαίστῳ.
Ἥρη τʼ ἠδὲ Ποσειδάων] τὴν τῶν στοιχείων παλαιὰν σύγχυσιν
403. ὃν Βριάρεων] Ἡσίοδος δὲ “Ὀβριάρεῳ δʼ ὡς πρῶτα”
(Th. 617). ὡς μουσοτρεφὴς δὲ καὶ τὰς παρὰ θεοῖς ἐπίσταται λέξεις.
ἢ τὰ τελειότερα θεοῖς ἀνατίθησιν.
404. οὗ πατρὸς ἀμείνων] Ὅμηρος ὡς Στωικὸς Ποσειδῶνος αὐτὸν
405. παρὰ Κρονίωνι] καθʼ ὑπεροχὴν αὐτὸν Κρονίδην καὶ Ὀλύμπιον
ὀνομάζει.
407. τῶν νῦν μιν μνήσασα] καὶ πῶς ταύτην οὐκ ᾔτει τὴν χάριν
ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον (Il. 4. 415)· τά τε τῆς νίκης
ὡμολογήσατο διὰ τοῦ ἀστράπτειν τὸν Δία. εὐημερούντων τοίνυν τῶν
οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὰς ἀπαιτεῖν παρὰ τοῦ ἐπινεύσαντος
τὴν ἧτταν τῶν πολεμίων, ὀργισθέντα δὲ τοῖς ἀδικήσασιν αὐτὸν μετα-
βαλεῖν τὴν Διὸς γνώμην. ἀλλʼ εἴπερ, φησίν, ἔδει κατὰ φίλων ἀδι-
κησάντων χρήσασθαι τῇ παρὰ Διὸς ἐπικουρίᾳ, κατὰ τοῦ Ἀγαμέμ-
νονος δίκαιον ἦν δήπου· ἀλλʼ 〈εἰ⟩ Ἀγαμέμνων ἐκολάσθη, ἀθῷοι 〈ἂν⟩
ἀναπλεύσαντες οἱ Ἀχαιοὶ οὐκ ἐζήτησαν Ἀχιλλέα. μένει δὲ συγκο-
λαζόμενος αὐτοῖς ἀχαρίστοις οὖσιν ὁ βασιλεύς, οἱ τῷ διὰ τὴν κοινὴν
ὑβρισθέντι σωτηρίαν οὐκ ἐπήρκεσαν.
407. *παρέζεο] διὰ τὴν Ἥραν. διό φησιν “αἴ κεν πως ἐθέλῃσιν” (408).
λαβὲ γούνων] κεφαλῆς μὲν λαμβανόμεθα, ἐπεὶ ἡγεμονικόν, τῆς δεξιᾶς, ἐπεὶ πρακτικόν, γονάτων, διʼ αὐτῶν γὰρ ἐπικλᾶται τὸ σῶμα, ἐπικλᾶν οἰωνιζόμενοι τὴν ψυχὴν τοῖς λόγοις.
408. * ἐπὶ Τρώεσσιν ἀρῆξαι] τὸ ἑξῆς, ἐπαρῆξαι τοῖς Τρωσίν.
410. ἐπαύρωνται] ὅτι ἐπὶ κακοῦ τὸ ἀπολαῦσαι· τὸ δὲ ἐπαύρω ἐστὶ καὶ πρώτης καὶ δευτέρας συζυγίας, τὸ δὲ ἁμάρτω πρώτης, καὶ ἁμάρτων ἡ μετοχή.
412. *οὐδὲν] ὅτι παρέλκει τὸ δεν.
414. ὤ μοι τέκνον] οὐκ εὐθὺς αὐτῷ τὴν διακονίαν ὑπισχνεῖται, προολοφύρεται δὲ εἰδυῖα τὴν αἴτησιν πρόξενον αὐτῷ οὖσαν θανάτου.
αἰνὰ τεκοῦσα] τὸ ἑξῆς, αἰνὰ τεκοῦσα, ἐπεί νυ τοι αἶσα· τὸ δὲ “αἴθ᾿ ὄφελες παρὰ νηυσί” διὰ μέσου. τὸ δὲ “αἰνά” ἀντὶ τοῦ αἰνῶς.
*ἔτρεφον] ἀνέθρεψα.
*τεκοῦσα] παρατατικῶς.
415. αἴθʼ ὄφελες] μᾶλλον ἂν προεθέμην σε τὸν ἄπρακτον βίον ζῆσαι· ἐπὶ λύμῃ γὰρ ἐμῇ τοῦτον εἵλου τὸν βίον. διὸ καὶ δυσαριστο- τόκειαν ἑαυτὴν ὀνομάζει.
ὄφελες] ῥῆμά ἐστι κατὰ παντὸς ἀριθμοῦ φερόμενον· “ὡς δὴ μ⌈ὴ⌋
ὄφελον νικᾶν” (Od. 11. 548)· “ὥς μʼ ὄφελ᾿ Ἕκτωρ κτεῖναι”
(Il. 21. 279)· “μὴ ὄφελες λίσσεσθαι” (Il. 9. 698)· “Ἕκτορος
ὠφέλετʼ ἀντί” (Il. 24. 254)· Καλλίμαχος δὲ ἐπίρρημα εὐκτικόν·
“ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες” (Ep. 18).
416. μίνυνθα] ἐπʼ ὀλίγον χρόνον, ἢ κατὰ ἀποκοπὴν τοῦ μινυνθά-
διος· “μινυνθάδιος δέ οἱ αἰών” (Il. 4. 478)· παιδευτικὸν δὲ τὸ
μηδὲ τὸν ὀλίγον τῶν ἀνθρώπων βίον ἄλυπον εἶναι. ἔστι δὲ περίφρα-
σις ἐν τῷ στίχῳ, ὡς τὸ “ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ
αἶσαν” (Il. 3. 59).
417. ὀιζυρός] εἰ τοιαῦτα περὶ Ἀχιλλέως ὁ ποιητής φησι, τί περὶ
τῶν ἄλλων εἴπωμεν;
ὀιζυρός] ταλαίπωρος· μετωνυμία.
419. τοῦτο δέ τοι ἐρέουσα] διὰ μὲν τὴν περίστασιν οὐκ ἀντι- πράσσει τῷ παιδί, καιρὸν δὲ μετανοίας αὐτῷ δίδωσιν.
420. ἀγάννιφον] τὸν λίαν νιφόμενον κατὰ τὰ ὑπὸ τοῖς νέφεσι ὄρη·
ὄμβρῳ δεύεται, οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη πέπταται
ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη” (Od. 6. 42). “ἀγάννιφον οὖν
ἢ τὸν λίαν νιφόμενον, ἢ τὸν οὐδὲ ὅλως, εἴγε ἀπόστροφος εἰς τὸ γ τεθῇ.
ἀγάννιφον] τινὲς ἐπὶ τοῦ οὐρανοῦ, τὸν ἄγαν νίφοντα, ὡς βριήπυ ⌈ον⌋
421. ἀλλὰ σὺ μὲν νῦν] τὸ “νῦν” ἀντὶ τοῦ δή· διὸ καὶ Τυρανν⌈ίων⌋
423. ἐς Ὠκεανόν] νῦν τὸν ποταμὸν δηλοῖ, ἔστι δὲ ὅτε καὶ σωμα-
τοειδῆ τὴν “θεῶν γένεσιν” (Il. 14. 201). ἡ δὲ “ἐς” ἀντὶ τῆς πρός·
ἐπανάληψις· “ἀλλʼ ἐς Μενέλαον” (Od. 3. 317), “εἰς Ἀγαμέμνονα
δῖον” (Il. 23. 36)· εὐσεβῶς δέ φησι μηδὲ τῶν πόρρωθεν ἀνθρώπων ἀμε-
λεῖν τοὺς θεούς· δισσοὶ δέ εἰσιν Αἰθίοπες ὑπὸ Νείλου ὁριζόμενοι.
§. τινὲς δὲ γράφουσι “ μετὰ Μέμνονος Αἰθιοπῆας·” ἔθνος δὲ οὗτοι.
μετ᾿ ἀμύμονας] Ἀρίσταρχος “ἐπʼ ἀμύμονας. §. ἡ “μετά” ἀντὶ τῆς
424. Ἀρίσταρχος γράφει “ἐπὶ δαῖτα,” οἱ δὲ ἄλλοι “κατὰ δαῖτα,”
χθιζός] ἐπιρ〈ρ〉ηματικῶς, ὡς καὶ τὸ τήμερος παρὰ τοῖς Ἀττικοῖς.
§. τὸ δὲ “πάντες” συλληπτικόν, ὡς τὸ “ἀριστῆες Παναχαιῶν εὖδον
μήνιδος καὶ τολμῆσαι λοιπὸν εἰς μάχην.
425. δωδεκάτῃ δέ τοι αὖθις] φασὶν ἐν Διοσπόλει μέγιστον εἶναι
426. *χαλκοβατές] στερεὰν ἔχον τὴν βάσιν.
427. καί μιν πείσεσθαι ὀίω] ἀπιοῦσα ἐν χρηστῇ ἐλπίδι κατα- λιμπάνει τὸν παῖδα. ὅμοιον δέ ἐστι τῷ “αἴ κε πίθηται.”
429. *ἐυζώνοιο γυναικός] λείπει ἡ περί.
430. τήν ῥα βίῃ] ἐν τάξει ἀπολογίας τοῦτό φησιν, ὅτι οὐκ ἦν εὔλογον περὶ γυναίου αὐτὸν θυμοῦσθαι, ἄλλως τε τὴν ἰδίαν ἀποφαίνει γνώμην ὁ ποιητής, ἠδικῆσθαι αὐτὸν ὁμολογῶν.
αὐτὰρ Ὀδυσσεύς] ὅπως μὴ τῇ τῆς Θέτιδος ἀπαλλαγῇ συνάψῃ
τὴν ἐπάνοδον· διὸ μεσολαβεῖ τὰ κατὰ τὸν Ὀδυσσέα, μόνον οὐχὶ
λόγῳ καταμετρήσας τὸν ἐπὶ Χρύσην πλοῦν. ἑκατέροις δὲ μετρίως
χρώμενος διαναπαύει τὸν ἀκροατήν, τῶν μὲν τὸν κόρον περιαιρῶν, τοῖς
δὲ τὴν ἐπιθυμίαν ἀποπληρῶν.
αὐτὰρ Ὀδυσσεύς] ζήτει τὸ προηγούμενον τῆς τοιαύτης ἐννοίας “ὣς
οἳ μὲν τὰ πένοντο κατὰ στρατόν” (318). ἐκεῖσε καταλιμπάνει τὸν
Ὀδυσσέα.
432. λιμένος πολυβενθέος] ἤδη καὶ λιμένων ἐπεσημήνατο φύσιν μιᾷ λέξει ὁ ποιητής.
433. ἱστία μὲν στείλαντο] οὐ γὰρ ᾔδεσαν τῶν ἀνέμων τὸ παλίμ-
βολον, ἄλλως τε ἐν Ἰλιάδι ταύτην μόνην ἔχων ἔκπλοιαν τρόπον ἐδίδαξε
434. ἱστοδόκῃ] διὰ τοῦ κ ἐστὶ τὰ παρὰ τὸ δέχω ξεινοδόκος παν- δοκεῖον.
* πέλασαν] πελασθῆναι ἐποίησαν ὡς τὸ “πάντας μέν ῥʼ ἔλπει” (Od. 2. 91).
435. *προέρυσ⟨σ⟩αν] οὕτω πᾶσαι.
437. ἐκ δὲ καὶ αὐτοὶ βαῖνον] πολλὴν ἔχει τὴν ἡδονὴν ἡ τῆς προ- θέσεως ἐπαγωγή· τὸ δὲ σχῆμα ἐπανάληψις.
ῥηγμῖνι] ἀλλαχοῦ ἡρμήνευκε διὰ τοῦ “χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει (Il. 4. 425)· πάντα δʼ ἐν ὀλίγῳ πέφρασται.
440. ἐπὶ βωμὸν ἄγων] προσάγει τὴν κόρην τῷ βωμῷ, ὥσπερ
441. ἐν χερσὶ τίθει] ὅτι οὐ μόνον τὸ τίθημι κέκλιται, οὐδὲ ἐπὶ
442. ὦ Χρύση, πρό μʼ ἔπεμψεν] αὐτὰ τὰ ἀναγκαῖα συλλαβὼν
πρό μʼ ἔπεμψε] “πρό με” τὴν εἰς τὸ ἔμπροσθεν δηλοῖ σχέσιν, ο
443. σοί] ὡς ἀντιδιαστελλόμενον τῷ Φοίβῳ δεῖ ὀρθοτονεῖν καὶ
〈διὰ⟩ τὸν τέ.
444. ῥέξαι] καὶ σφάξαι· τὸ δὲ θῦσαι ἐπὶ τοῦ θυμιᾶσαι μόνως
*ἱλασόμεσθα] πλεονασμὸς τοῦ σ.
445. ὃς νῦν Ἀργείοισι] ἔμφρο⌈ν ἐστι τὸ μὴ ἐπε⌋νεγκεῖν ὅτι Χρύσου
τὸν λοιμὸν εὐξαμένου 〈ἐπηνέχθη⟩, ἵνα μὴ διατρέψῃ τὸν γέροντα ὡς
κακῶν αἴτιον· καίτοι Ἀχιλλεύς φησι “τοῖο δʼ Ἀπόλλων εὐξαμένου
ἤκουσεν” (380).
446. ἐδέξατο χαίρων] περιέτεμε τὸν λόγον τοῦ γέροντος· οὔτε
πές, τὸ δὲ παροξυντικόν. ἀλλʼ οὐδὲ τοσαύτην κίνησιν ἔχει τὰ ἡδέα
λεγόμενα ὁπόσην τὰ λυπηρά.
447. κλειτήν] πᾶσαι “ἱερήν” εἶχον.
448. ἑξείης] οἶμαι τὴν ⌈εῑ πεπλεονακέναι] ὡς ἐν τῷ ἀδελφειός.
ἐύδμητον] δέμω δμῶ δμήσω δέδμηται δμητός, ἐύδμητος ὡς
ἐύννητος.
449. χερνίψαντο] δεῖ γὰρ προσιόντα θεῷ κατὰ τὸ δυνατὸν εἰκάζειν
παυσάμενοι τοῦ δειπνεῖν ἔσπενδον· μετὰ δὲ σπονδὰς οὐ δεῖ ἀπονίζε-
σθαι. ῥητέον δὲ καὶ τοῦτο. ὅταν γὰρ λέγῃ ( Od. 1. 136) “χέρνιβα δʼ
ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο-
λέβητος νίψασθαι,” φήσομεν οὐκ εἰς τὸ νί⌈ψα⌋σθαι πρὸ τοῦ δείπνου
σαν. καὶ τὴν Ἀθηνῶν ⌈Μέν⌋τῃ ὁμοιωθεῖσαν καὶ τὸ δόρυ δοῦσαν
Τηλεμάχῳ, οὐκέτι 〈φησὶν⟩ ὅπως τοῦτο ἀπιοῦσα ἀπέλαβεν· ἐπεὶ καὶ
τὸ τόξον εἰς κατασκοπὴν ἀπιόντι δίδωσι Μηριόνης Ὀδυσσεῖ· ὅπως
δὲ τοῦτο ⌈ἀπέδω⌋κεν, οὐκέτι ἐπεσημήνατο, διδοὺς τοῖς ἀκροαταῖς
καθʼ ἑαυτοὺς λογίζεσθαι τὰ ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔστι
γνῶναι παρʼ αὐτῷ· οὐ γὰρ μόνον τί εἴποι, ἀλλὰ καὶ ⌈τί μ⌋ὴ εἴποι
ἐφρόντισεν.
449. οὐλοχύτας] τινὲς τὰ κανᾶ, διʼ ὧν ἐπέχεον τὰς οὐλάς, ἃ πρὸς
ἀντιδιαστολὴν μὲν εἴρηνται τῶν ψαιστῶν, ἀπαρχὴ δὲ τῆς προτέ⌈ρας ⌋
ζωῆς⌋ θεοῖς ἀπεδίδοντο· πρὸ πυρῶν γὰρ εὕρηνται καὶ ἀπὸ τοῦ
προκριθῆναι τῶν βαλάνων οὕτως ὠνομάσθησαν.
450. μεγάλʼ εὔχετο 〈χεῖρας ἀνασχών⟩] μεγάλʼ ἀνασχών· ἐπὶ σωτηρίᾳ γὰρ εὐχόμενος παρρ⌈ησίαν ἄγει. ὅτε⌋ δὲ κατη- ρᾶτο τοὺς Ἕλληνας, ἡσυχῇ ηὔχετο· ἐπʼ ὀλέθρῳ γὰρ ἀνθρώπων ἡ αἴτησις.
453. πάρος ἔκλυες] ἐλεύθερον ἅμα καὶ προσακτικὸν τὸ χάριτας εἰδέναι. φησὶν οὖν, εἰ προήκουσάς μου, ⌈καὶ ν⌋ῦν δίκαιος εἶ ἀκοῦσαι.
454. μέγα δʼ ἴψαο λαόν] ὅτι κατὰ τὴν Πατρόκλου ἔξοδον
(Il. 16. 237) οὐκ ὀρθῶς μετηνέχθη ἐντεῦθεν. οὐ γὰρ ὀρθῶς Ἀχιλλεὺς
ἐπιχαίρει τῇ ἥττῃ τῶν Ἑλλήνων. ὁ δὲ Χρύσης ⌈βά⌋ρβαρος καὶ
μισέλλην.
456. λοιγὸν ἄμυνον] οὐ πολλῆς ἐδέησεν εὐχῆς αὐτῷ· ἐλεῆμον γάρ ἐστι τὸ θεῖον.
457. τοῦ δʼ ἔκλυε] δεξιὸν καὶ παιδευτικὸν τὸ παραχρῆμα μετα⌈τί⌋-
θεσθαι εἰς ἔλεον τὸν θεόν.
458. προβάλοντο] εἰς τὸν βωμόν· οὐχ ὡς Ἀριστοφάνης “σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν” (Pac. 961).
* προβάλοντο] ὁμοιοτέλευτον τὸ σχῆμα.
459. αὐέρυσαν] τὸ “αὖ” πάλιν δηλοῖ, ἢ ἃ ἔρυσαν, καὶ πλεο-
460. μηρούς] ἐπεὶ στάσεως αἴτια μᾶλλον τῶν ἄλλων ὀστῶν.
461. δίπτυχα] τινὲς ὡς ὑπόβρυχα· καὶ τῷ μὲν ἑνὶ ἐπιτίθεται ὁ
ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν] ἀλλαχοῦ ἡρμήνευσε τί ἐστιν “ὠμοθέ-
463. πεμπώβολα] διὰ τὸ μὴ συμπεσεῖν τῷ πεντώβολον. καὶ
464. μῆρα] ἀπὸ τοῦ μηρία συνεκόπη καὶ μάλιστα τὰ ἐναγίσματα
σπλάγχνα] ἀντὶ τῶν σπλάγχνων, ὅ ἐστι τῶν ἐντοσθιδίων, ἥπατος
465. 〈μίστυλλον⟩] παρὰ τὸ μεῖον, μείως ἔτιλλον, καὶ κατὰ ⌈-συγ
466. περιφραδέως] ἐμπειρίας γὰρ προσδεῖ τοῖς ὀπτῶσιν· καὶ
467. πόνου] τῆς περὶ τὴν ἱερουργίαν σπουδῆς· ἐνίοτε δὲ καὶ τὴν
ἀλγηδόνα καλεῖν τὸν ποιητήν.
τετύκοντο] τεύχω ἔτυχον, ἐτυχόμην ἐτύχοντο· ποιητικὸς Ἰωνικὸς
468. δαιτὸς ἐίσης] τῆς ὁμοίως πᾶσιν ἐπιγινομένης διὰ τὸν ἔρωτα, ἢ τῆς μεριζομένης, ἐπεὶ κἀν τοῖς εὐτελέσιν ἐτήρουν τὴν ἰσότητα, ὡς τὸ “δαιτρὸν πίνωσιν” (Il. 4. 262).
469. 〈ἐξ ἔρον ἕντο⟩] ἀστικὸν δὲ τὸ μὴ φάναι ὅτι μέχρι κόρου
ἤσθιον· τοῦτο γὰρ δουλοπρεπές, ὡς ἐπὶ Εὐμαίου “πλησάμενος δʼ
ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος βῆ ῥʼ ἴμεναι μεθʼ ὕας” (Od. 17. 603)·
διὸ τὸ μὲν ἔρος ἐπὶ πάντων λέγουσι λέγεσθαι, τὸ δὲ ἔρως ἐπὶ τῶν
ἀφροδισίων, ὅ ἐστι πιθανόν. Πίνδαρος γοῦν “καὶ γὰρ ἑτέροις ἑτέρων
AB= ἔρως ἔκνιξε φρένας” (Pyth. 10. 60). §. ψιλωτέον οὖν τὸ ἔρος ὡς
Αἰολικόν, καθὸ τὸ ε καὶ ᾱ πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου
⌈ψιλο⌋ῦται. τὸ δὲ “ἕντο” δασυντέον· ἔστι γὰρ παρὰ τὸ ἵημι,
δεύτερος ἀόριστος ἦν, καὶ εἵς ἡ μετοχὴ καὶ ἀφείς, ἕμαι, ἕμην ἕσο
ἕτο ἕντο. ταῦτα δὲ καὶ πλεονάζουσι τῷ ῑ.
470. κοῦροι μὲν κρητῆρας] ἀρχαῖον ἔθος οἰνοχοεῖν τοὺς νέους· “οἰνοχόει δʼ υἱὸς Μενελάου” (Od. 15. 141)· “ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο οἶνον ἐνοινοχοεῦντες” (Od. 3. 471)· διὸ καὶ παῖδας μέχρι νῦν τοὺς δούλους φαμέν. καὶ Γανυμήδης καὶ Ἥβη ὑπηρέται θεῶν εἰσιν.
ἐπεστέψαντο] ὑπὲρ τὸ χεῖλος ἐπλήρωσαν, ὡς δοκεῖν ἐστέφθαι τῷ ὑγρῷ. “κρητῆρας” γὰρ “ἐπιστεφέας οἴνοιο” (Il. 8. 232).
471. νώμησαν] διέδωκαν. §. “ἐπαρξάμενοι” δὲ ἐπιχέαντες. ὁ δὲ
472. πανημέριοι] ἀντὶ τοῦ τὸ πᾶν τὸ λοιπὸν τῆς ἡμέρας εἰς τὴν ᾠδὴν ἀναλίσκοντες· οὐ γὰρ διʼ ὅλης τῆς ἡμέρας.
473. παιήονα] οὔτε τὸν Ἀπόλλωνα οὔτε τὸν ἰατρὸν τῶν θεῶν, ἀλλὰ τὸν ὕμνον τὸν ἐπὶ καταπαύσει τοῦ λοιμοῦ.
παιήονα] παιὼν καὶ παιὰν ὕμνος ἐπὶ καταπαύσει λοιμοῦ] ἢ
πολέμου ᾀδόμενος, πολλάκις καὶ προσδοκωμένου τοῦ δεινοῦ. πέντε δὲ
αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαί, παιανικόν, ὡς ⌈νῦν·⌋ θρη⌋νητικόν, ὅπερ ἐπὶ
γυναικῶν τάσσει “ἆνερ, ἀπʼ αἰῶνος νέος ὤλεο” (Il. 24. 725)·
474. μέλποντες] ἡ μολπή ποτε καὶ ἐπὶ παιδιᾶς τίθεται “ἤρχετο
τέρπετο] ὡς μουσηγέτης, ἢ ὅτι κάλλιστον τῶν εἰς θεοὺς δώρων
475. ἠέλιος κατέδυ] ὅρος τοῦ κατὰ φύσιν ὕπνου καὶ παρὰ θεοῖς
476. * παρὰ πρυμνήσια νηός] ἵνα, ἐὰν εὔφορος αὔρα γένηται,
477. ἠριγένεια] ἡ ἐκ τοῦ ἦρι γεννωμένη· “ἦρι μάλʼ Ἑλ-
ῥοδοδάκτυλος] συνεκδοχή· ἀπὸ μέρους τὸ ὅλον. τὴν μὲν πολὺ
478. *ἀνάγοντο] ἐφʼ ὕψους γάρ ἐστιν ἡ Τροία.
479. ἴκμενον] ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης τὸ διαχ⌈υθὲν⌋
ἄνεμόν τινες ἔφασαν. διὸ ψιλωτέον· οὐ γὰρ παρὰ τὸ ἱκνεῖσθαι.
ἅμα δὲ φύσιν ἀνέμων διδάσκει καὶ τὸ στυγνὸν τοῦ λοιμοῦ διασκε-
δάζει.
480. πέτα〈σ〉σαν] ἔστιν ἰδεῖν λυόμενον ἄρμενον καὶ ὑπὸ τοῦ
481. πρῆσεν] ἐφύσησεν, ἐς κόλπον ἐνέπρησεν· ὑπέγραψε δὲ τὴν
ἐν δʼ ἄνεμος πρῆσεν] Ἀριστοτέλης ⌈φησὶν ὡς⌋ κινούμενα ὀνόματα
483. * κατὰ κῦμα] ἀντὶ τοῦ κατὰ κύματος. τὸ δὲ πρὸς κῦμα ἐναντίωσιν σημαίνει.
484. *μετὰ στρατόν] “κατὰ στρατόν” Ἀρίσταρχος, οὐ “μετά.”
485. ἐπʼ ἠπείροιο ἔρυσ〈σ〉αν] διδάσκει πολὺ ἀπὸ θαλάττης νεωλ- κεῖν ὑφορωμένους τὴν πλήμμυραν.
487. αὐτοὶ δʼ ἐσκίδναντο] περισσὸν τὸ ἀποπρεσβεύεσθαι πρὸς Ἀγαμέμνονα· φανερὸν γὰρ ἦν ἀπὸ τῆς παύσεως τοῦ λοιμοῦ.
*488. αὐτὰρ ὅ] ὁ δὲ διογενής.
490. οὔτε ποτʼ εἰς ἀγορήν] ἢ πρόληψίς ἐστιν, ἢ εἰκὸς κατὰ τὸ
σιωπώμενον καὶ ἐκκλησίαν καὶ πόλεμον πρὸς τοὺς περιοίκους γενέ-
σθαι· ἐφʼ ἑκάστης γὰρ συνήεσαν “νηὶ παρὰ πρυμνῇ Ἀγαμέμνονος”
(Il. 7. 383)· αὐτὸς δὲ ἦν ὁ ἐπὶ τοὺς πολεμίους ἐξάγων, ὅπερ οὐκ
ἐποίει νῦν. εὖ δὲ τῶν γενναίων ψυχῶν φθορὰν εἶπε τὴν ἀργίαν· τοῖς
πρακτικοῖς γὰρ ἡ ἀργία φθορά ἐστιν· καὶ “κεῖτο γὰρ ἐν νήεσσι”
(Il. 2. 688) φησί, καὶ “κεῖτʼ ἀπομηνίσας” (ib. 772).
491. οὔτε ποτʼ εἰς πόλεμον] δύο οἶδεν ἀνδρῶν ἀρετάς, πρᾶξιν καὶ λόγον· προκρίνει δὲ τὸν λόγον. καὶ ἀλλαχοῦ “οὔπω εἰδόθʼ ὁμοιίου πτολέμοιο—ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσιν” (Il. 9. 440).
493. * ἐκ τοῖο] ἐκ τούτου δὴ τοῦ χρόνου τοῦ τῆς μήνιδος. εἶπε γὰρ ἡ Θέτις “χθιζὸς ἔβη μετὰ δαῖτα” (424).
495. *πάντες ἅμα] οἱ ἐκεῖσε ἀπομείναντες.
497. ἠερίη δʼ ἀνέβη] ἐπιρ〈ρ〉ηματικῶς. διδάσκει δὲ καὶ τὸν τῶν ἐντεύξεων καιρόν· ἥσυχος γὰρ καὶ νηφάλιος ὁ ἑωθινὸς καιρός.
μέγαν οὐρανόν] οὕτω καὶ τὸ στερέωμα καλεῖ· “οὐρανοῦ ἐκκατέ-
παλτο διʼ αἰθέρος” (Il. 19. 351) καὶ τὸν ὑπερνέφιον τόπον. αἱ δὲ
κορυφαὶ τῶν ὀρέων ὑπερνέφιοί εἰσιν.
498. εὐρύοπα] ψιλῶς μεγαλόφωνον, ὡς τὸ “ἐριβρεμέτης,” ἢ μεγαλόφθαλμον διὰ τὸ προνοητικόν. ἰδία δὲ κάθηται διὰ τὴν ἐξοχήν· “ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίξει” (Il. 15. 106)· ἅμα δὲ καὶ πρὸς τὸ παρόν.
*499. πολυδειράδος] ἀρσενικὸν τὸ “πολυδειράδος.”
500. καὶ λάβε γούνων] ἱκανὸν καὶ τὸ σχῆμα ἐπικλάσαι· εἰκόνα δὲ ὡς ἐν γραφῇ προέβαλεν.
501. ὑπʼ ἀνθερεῶνος ἑλοῦσα] ὑπολαβοῦσα τὸν ἀνθερεῶνα· ἀντι-
503. ὄνησα] πεφεισμένως ὠφέλειαν εἶπε τὴν τῆς ἀρχῆς σωτηρίαν.
*ὄνησα] καὶ τῆς χάριτος ὑπέμνησε καὶ οὐκ ὠνείδισεν.
504. ἢ ἔπει ἢ ἔργῳ] ἔνιοι μέν φασιν, ὅτι καὶ λόγῳ ὤνησε τὸν
505. τίμησόν μοι υἱόν] εἰ ἐγὼ ἀλλοτρίους ὠφέλησα, πῶς οὐ
τίμησόν μοι υἱόν] εὖ τὸ μὴ εἰπεῖν Ἀχιλλέα· ἀγωγὸν γὰρ πειθοῦς
τίσωσιν” (510).
ὃς ὠκυμορώτατος] ἔλεον ἐπάγει τὴν ἀωρίαν τοῦ παιδὸς οἰκτισα-
508. ἀλλὰ σύ περ μιν] ἠθικόν· ὃν ἐκεῖνος ὕβρισε, σὺ μὴ ἐξου-
θενήσῃς.
509. τόφρα δʼ ἐπὶ Τρώεσσιν] ἐλάχιστον ὁρίζει καιρὸν πρὸς πειθώ.
510. ὀφέλλωσιν] αὐξήσω ν αὐτὸν τῇ τιμῇ. §. εἰκότως δὲ τὸ τῆς
τιμῆς ὄνομα πολλάκις ἀνακυκλεῖ· τοῖς γὰρ ἀγαθοῖς ἀνδράσι τιμὴ B=
φίλον, ἀτιμία δʼ ἐχθρόν.
511. τὴν δʼ οὔ τι προσέφη] ὅτι μετʼ ἐπισκέψεως ποιεῖσθαι τὰς
περιττόν.
512. ἀκέων] ἀντὶ τοῦ ἀκεόντως.
513. ὢς ἔχετʼ ἐμπεφυυῖα] οὕτως, ἀνταποδοτικῶς. ἐμφαντικὴ δὲ
513. ὣς ἔχετο] “ὥς” ὥσπερ, ἀναφορικῶς. διδάσκει δὲ ἡμᾶς ὁ ποιητὴς μὴ ἀποκάμνειν ἐν ταῖς ἱκεσίαις.
εἴρετο] ἔλεγεν· “εἴροντο δὲ κήδε᾿ ἑκάστη” (Od. 11. 542). §. ὁ
515. ἐπεὶ οὔ τοι ἔπι δέος] “ἐπεί” σύνδεσμος, “ἔπι δέος” ἀναστρα-
φεῖσα, οὐδὲ φοβῇ ἀρνήσασθαι καὶ συγκαταθέσθαι. τοῦτο δυσω-
πητικόν.
517. ὀχθήσας] εἰς ὕψος ἐπάρας τὸν θυμόν, παρὰ τοὺς ὄχθους· ἢ παρὰ τὸ ἄχθος “ἀχθήσας,” ὅ ἐστιν ἀχθεσθείς.
518. *ἐφήσεις Ἥρῃ] Ἀρίσταρχος τὸ Ἥρη κατʼ εὐθεῖάν
φησιν, οὐ κατὰ δοτικήν, ἵνʼ ᾖ, ὅταν με ἐρέθῃ Ἥρη, ἐχθοδοπῆσαί με
ἐφήσεις.
519. ὅτʼ ἄν με] τρία μέρη λόγου.
** μ᾿ ἐχθοδοπῆσαι ἐφήσεις] ἐντέχνως ηὔξησε τὴν χάριν, διʼ αὐτὴν φάσκων τὴν εἰς φιλτάτους παρορᾶν τιμήν.
520. αὔτως] μάτην, ψευδῶς, ἐμοῦ μὴ ταῖς ἀληθείαις ἐπικου- ροῦντος αὐτοῖς. ἄκρως δὲ γυναικεῖον ἦθος ἐξέθετο· ὑποπτεύουσι γὰρ ἅπαντα, καὶ τοῖς ἀνδράσιν ὀνειδίζουσιν ὡς οὐ πράττουσι τὰ κεχα- ρισμένα αὐταῖς.
522. μή σε νοήσῃ] αἱ πᾶσαι “μή τι,” καὶ ἔστιν ἐκ περιττοῦ τὸ
“τί,” ὡς τὸ “μή τι φόβονδʼ ἀγόρευε” (Il. 5. 252)· “μή τι μευ,
ἠύτε παιδὸς ἀφαυροῦ, πειρήτιζε” (Il. 7. 235).
523. μελήσεται] μελήσει δέ μοι πῶς ταῦτα τελέσω. τῆς
δωρεᾶς δὲ ἐμφήνας τὸ μέγεθος, ὅτι γε τῇ γυναικὶ προσκρούσει δοὺς
αὐτήν, ὅμως ἐπὶ τελέσει ἐπινεύει, διδάσκοντος τοῦ ποιητοῦ, ὡς
μέγιστόν ἐστιν ἀποδιδόναι χάριν ὀφείλοντα.
524. *εἰ δʼ ἄγε σοι] ἰδοὺ δῆ σοι.
κεφαλῇ κατανεύσομαι] τό λογιστικὸν περὶ κεφαλήν, τὸ θυμικὸν
περὶ καρδίαν “κραδίη δέ οἱ ἔνδον ὑλάκτει” (Od. 20. 13)· “οἰδάνεται
κραδίη χόλῳ” (Il. 9. 646)· τὸ ἐπιθυμητικὸν περὶ ἧπαρ “ἧπαρ
ἔκειρον” (Od. 11. 578).
526. * παλινάγρετον] εὐμετάστρεπτον.
οὐ γὰρ ἐμὸν παλινάγρετον] ταῦτα παιδευτικὰ πρὸς πίστιν. τὰς
ὅπερ εἶχε τὸ ἀτελεύτητον.
528. ἐπʼ ὀφρύσι νεῦσε] ἐπένευσε ταῖς ὀφρύσι· μέρος γὰρ αὗται
530. μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον] κατὰ συλλογισμὸν ὁ ἔπαινος· οἷος
ἐν διδασκάλου τῶν ἐπῶν ἤκουσε, κεκραγώς τε ὡς ἔχοι τὸ ἀρχέτυπον
ἀπιὼν ἔγραψεν. ἴσως οὖν τοῦτο ἐνεφάνισεν αὐτῷ ἡ Ἥρα.
μέγαν δʼ ἐλέλιξεν] οὐκ ἀργὸν τὸ “μέγαν,” ἀλλʼ ὅτι καὶ τοσοῦτος
531. διέτμαγεν] πᾶσαι διὰ τοῦ ε. §. ἡ μεταφορὰ δὲ ἀπὸ τῶν
532. εἰς ἅλα ἆλτο] πρὸς 〈τὸν⟩ παῖδα γὰρ ἀπιοῦσα ὑπόνοιαν ἂν
534. ἐξ ἑδέων] δασύνεται, παρὰ τὸ ἕζω. 9. οἳ δὲ μετὰ τοῦ ρ “ἐξ
σφοῦ] συγκοπῇ τοῦ σφετέρου. ἔνθεν καὶ Λυκοῦργος ἐθέσπισεν
535. ἐπερχόμενον] ἀντὶ τοῦ ἐπερχομένου. §. ἄμεινον δὲ καὶ “ἦλθον”
γράφειν· τοῦτο γὰρ ἐναντίον τῷ “μεῖναι” καὶ πλέον τιμῆς ἐχόμενον.
538. ἀργυρόπεζα] κόσμον περὶ τὰς ὤας ἔχουσα· ἢ διὰ τοὺς
ἁλίοιο] ἄδηλον Πρωτέως ἢ Φόρκυνος, εἰ μὴ διὰ τὸ “κλῦτε
539. κερτομίοισι] τοῖς τὸ κέαρ βάλλουσιν. γυναικεῖα δὲ ἄμφω, τό τε ὑπονοῆσαι καὶ τὸ μὴ ἐπισχεῖν τοῦ λόγου.
540. δολομῆτα] τὰ εἰς ης βαρύτονα τῷ η παραληγόμενα καὶ εἰς ᾱ τὴν κλητικὴν ἔχοντα προπερισπᾶται, ἀγκυλομῆτα, πεδῆτα, πλὴν τοῦ ἀκάκητα.
541. ἀπὸ νόσφιν ἐόντα] τὸ ἑξῆς, ἀπεόντα· διὸ οὐκ ἀναστρεπτέον τὴν “ἀπό.” ἡ δὲ φράσις συνήθης ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἔρχεσθαι· “σφῶιν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντα〈ς⟩” (Il. 4. 341), ἀντὶ τοῦ ἐοῦσιν.
542. οὐδέ τι πώ μοι] ὀξυντέον τὸ “πώ” διὰ τὴν “μοί.”
οὐδέ τι πώ μοι] δυσχεραίνουσι γάρ, εἰ μὴ πάντα αὐταῖς ἀνα- κοινοῦνται οἱ ἄνδρες. ἀρχοντικὸν δὲ τὸ δικάζειν.
544. πατὴρ ἀνδρῶν τε θεῶν τε] διὰ 〈τί⟩ τὸν Δία μόνον τῶν θεῶν
οὕτω καλεῖ; ὅτι τὸ συναμφότερον ἔχει οὗτος μόνος· θεῶν μέν ἐστι
πατὴρ καθʼ Ὅμηρον Ἀπόλλωνος, Ἡφαίστου, Ἄρεως, Ἑρμοῦ, Διο-
νύσου, καὶ πολλῶν θνητῶν, Σαρπηδόνος, Αἰακοῦ, Ζήθου, Ἀμφίονος,
καὶ ἑτέρων πολλῶν. οἱ δὲ ἄλλοι πολλῶν καθʼ Ὅμηρόν εἰσι πατέρες
θεῶν, οἷον Κρόνος μὲν Διός, Ἥρας, Ἅιδου, Ποσειδῶνος, θνητοῦ δὲ
οὐδενός· καὶ Ποσειδῶν πάλιν θεοῦ μὲν οὐδενός, θνητοῦ δὲ Κύκλωπος,
Ἐφιάλτου, Ὤτου, Πελίου, Νηλέως.
545. μὴ δὴ—ἐπιέλπεο] θεσπίζει μὴ πάντα ὀφείλειν αὐταῖς κοινοῦσθαι, ὅπως, εἰ καί τι μάθοιεν, ἀγαπῷεν. ἀκόλουθα δὲ τούτοις καὶ τὰ παρὰ Ἀγαμέμνονος πρὸς Ὀδυσσέα λεγόμενα “ἀλλὰ τὸ μὲν φάσθαι” (Od. 11. 443).
547. ἐπιεικές] πρᾳόνως τιμὴν αὐτῇ περιάπτει. ἔστι δὲ ⌈βιωτι⌋κὰ
μιμήματα.
*ἔπειτα] ἀντὶ τοῦ δή.
552. ποῖον τὸν μῦθον ἔειπες] τὸν ποῖον μῦθον, Ἀττικῶς προσελ- θόντ(ος) τοῦ ἄρθρου τῷ πύσματι.
553. καὶ λίην σε πάρος] ἔθος γυναιξὶν ἀρνεῖσθαι, ὅτι ποτὲ παρη-
νώχλησαν τοῖς ἀνδράσιν.
οὔτʼ εἴρομαι οὔτε μεταλλῶ] οὔτε οὔτε, ἄμφω διὰ τοῦ τ, ἵν᾿ ᾖ
554. εὔκηλος] ἡ ευ πρὸ συμφώνου ψιλοῦται πλὴν τοῦ εὕδω,
ἄσσα] Ἀρίσταρχός φησι τρία σημαίνειν τὴν λέξιν τὸ τινά, ἅτινα,
Ἀρίσταρχος οὕτως· ὁ δὲ Σιδώνιος “ὅττι,”
555. νῦν δʼ αἰνῶς δείδοικα] πάνυ ἐμφρόνως οὐκ ἐπήγαγε “καὶ κατὰ θυμόν.”
αἰνῶς δέδοικα] ἠθικῶς δεδοικέναι φησί, μὴ πλεονεκτηθῇ ὑπὸ Θέτιδος.
557. ἠερίη] καὶ τοῦτο καὶ τὸ κατανεῦσαι ἐλεγχούσης εἰσίν.
559. πολέας] Ζηνόδοτος “πολεῖς.”
561. δαιμονίη] μακαρία, ἐν σαρκασμῷ.
ὀίεαι] ἀπὸ τοῦ οἴει· δύο διαιρέσεις.
*ὀίεαι] ὑπονοεῖς τὰ ἐμὰ βουλεύματα.
562. ἀλλʼ ἀπὸ θυμοῦ—ἔσεαι] ὡς τὸ “ἐκ θυμοῦ πεσέειν” (Il. 23.
595).
563. ῥίγιον] ἡ γὰρ ἄγνοια οὐ τοσοῦτον λυπεῖ, ὅσον τὸ ἀποθύμια
564. εἰ δʼ οὕτω τοῦτʼ ἐστίν] εἰ συνεθέμην δέ, πάντως τοῦτο κατὰ
565. ἀλλʼ ἀκέουσα κάθησο] τὴν πολυπραγμοσύνην αὐτῶν ἀναιρεῖ
566. μή νυ τοι οὐ χραίσμωσι] νῦν μὲν λόγοις αὐτὴν ἀποκρούεται,
567. ἆσσον ἰόνθʼ 〈ὅτε〉] “ἰοντα” ἀντὶ τοῦ ἰόντος.
ἀάπτους] Ἡρωδιανὸς παρὰ τὸ ἰάπτω τὸ βλάπτω, κατʼ ἔλλειψιν τοῦ
567. ἀάπτους] αἱ πᾶσαι “ ἀέπτους” ἔχουσιν.
569. καθῆστο] τοῦ ἕζω ἐστὶν ἡ κλίσις, ἧσμαι ἥσμην ἧσο ἧστο. οἱ δὲ τοιοῦτοι παρακείμενοι καὶ ὑπερσυντελικοὶ δισύλλαβοι, ἔχοντες δύο σύμφωνα, ἐν τῇ συνθέσει φυλάττουσι τὸν τόνον, κατῃρμαι, κατῆγμαι. οὕτως οὖν “καθῆστο.”
ἐπιγνάμψασα] τὴν ἀκουσίως πεισθεῖσαν δηλοῖ.
φίλον κῆρ] φίλον τὸ ἴδιον, ὡς “φίλα εἵματα” (Il. 2. 261)· δι- δάσκει δέ, ὡς καὶ τὰ λίαν ἀσθενῆ μὴ κολαζόμενα λίαν ἐστὶν ἀφόρητα.
571. τοῖσιν δʼ Ἥφαιστος] εἰ μὲν ἄνθρωποι ἤσαν, διὰ πρεσβυτικοῦ
προσώπου τὴν στάσιν 〈ἂν⟩ ἔλυσεν· ἀλλʼ ὅρα τὸ ἀξίωμα τοῦ Διός.
Ποσειδῶν μὲν γὰρ συμβουλεύων ἔδοξεν ἂν θωπεύειν διʼ Ἕλληνας,
ἄλλως τε καὶ αἰτίαν ἔχει εἰς Θέτιν· ὁμοίως καὶ Ἀθηνᾶ. βιωτικῶς,
οὖν διὰ τοῦ παιδὸς λύει τὴν στάσιν καὶ τὸ κατηφὲς τοῦ συμποσίου,
γελώμενον παρεισάγων τὸν Ἥφαιστον.
572. ἐπίηρα] παρὰ τὸ ἐρῶ ἔρανον καὶ ἤρανον, ὡς ἔχω ὄχανον, τὰ
ἤρανα καὶ κατὰ ἀποκοπὴν ἦρα. Ἀρίσταρχος δὲ ὑφʼ ἕν.
λευκωλένῳ Ἥρῃ] ἄμεινον γράφειν “τετιημένῃ ἦτορ.”
574. σφώ] πρωτόθετον αὐτόν φησιν Ἡρωδιανός, οὐκ ἀπὸ τοῦ σφῶι· διὸ ὀξύνεται· τὸ γὰρ ω τῶν δυϊκῶν ἀπέστραπται τὴν περισπωμένην.
σφώ] τοῦτο πρὸς ἔμφασιν τῶν προσώπων. §. τὸ δὲ “ἕνεκα θνητῶν”
575. κολῳόν] παρὰ τὸ κολοιός. ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ κλωός κολωός· καὶ οὐδὲ προσγράφει τὸ ῑ. τοῦ δὲ κλῶ παραγωγὸν τὸ κλάζω.
*ἐλαύνετον] ἐπιτείνετε, ὡς καὶ τὸ “ἤλασε τάφρον” (Il. 9. 349)·
576. *ἦδος] ψιλωτέον, ὡς τροχαϊκόν.
577. νοεούσῃ] οὐ δεομένῃ παραινέσεως. ἀνθρωπίνως δὲ κοινῇ μὲν ἀμφοτέροις ἐπιπλήττει ἕνεκεν ἀνθρώπων διαφερομένοις, ἰδία δὲ τῇ Ἥρᾳ εἴκειν Διὶ παραινεῖ.
〈παράφημι⟩] τὸ ἠμί καὶ φημί καὶ εἰμί ἐν τῇ συνθέσει ἀναβι-
βάζει τὸν τόνον.
579. *ἡμῖν] ἀντὶ τοῦ ἡμῶν.
580. εἴπερ γάρ κʼ ἐθέλῃσιν] θωπευτικῶς τὰ τῆς δυνάμεως αὐτοῦ
προβάλλεται· ἅμα δὲ καὶ πρὸς κατάπληξιν τῆς μητρός. τὸ δὲ ὅλον·
583. ἵλαος] διὰ τί ἵλαος: τοσαύτην ὑπεροχὴν δείκνυσι πρὸς
584. καὶ ἀναίξας] γέλωτα κινεῖ τὸ “ἀναΐξας” ἐπὶ τοῦ χωλοῦ
〈δέπας〉] οἱονεὶ δέχας. καὶ “πλησάμενος δʼ οἴνοιο 〈δέπας〉”
(Il. 9. 224). καὶ “δεικανόωντο δέπα〈σ〉σιν” (Il. 15. 86).
*ἀμφικύπελλον] ἀμφίκυρτον, ἐξ οὗ τὸ περιφερές.
585. ἐν χερσὶ τίθει] πᾶσαι ἑνικῶς ἔχουσι τὸ “χειρί,” οὐ πληθυν-
586. * τέτλαθι μῆτερ ἐμή] ὅτε κατεπράυνε τὸν θυμόν, τότε τὴν
παραίνεσιν ἐπήγαγεν.
588. οὔτι δυνήσομαι] κωμικῶς τὴν ἰδίαν πήρωσιν προτίθησιν.
589. ἀντιφέρεσθαι] ἐναντιοῦσθαι ἢ ἐξισοῦσθαι. λείπει δὲ ἡ εἰς πρόθεσιν.
590. ἤδη γάρ με] εἰς ἀπόδειξιν τῆς ἰσχύος τοῦ Διός.
591. ἀπὸ βηλοῦ] βηλόν τινες κατὰ Χαλδαίους τὴν ἀνωτάτω τοῦ AB+ οὐρανοῦ περιφέρειαν, οἳ δὲ κατὰ Δρύοπας τὸν Ὅλυμπον. ἄμεινον δὲ τὸν βατῆρα λέγειν.
592. πᾶν δʼ ἦμαρ φερόμην] πῶς τῶν ἄλλων θεῶν οὐ κινήσει ἀπὸ
φαμὲν οὖν ὅτι τὸ πᾶν ἦμαρ οὐ δηλοῖ τὸν ἀπὸ πρωίας ἕως ἑσπέρας
καιρόν, ἀλλὰ τὴν πελάζουσαν τῇ νυκτὶ ὥραν, ὡς καὶ ἀλλαχοῦ “οἳ δὲ
πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο” (472) καὶ ἑξῆς “πρόπαν ἦμαρ
ἐς ἠέλιον καταδύντα δαίνυντο” (601).
593. * ἐν Λήμνῳ] ἀντὶ τοῦ εἰς Λῆμνον.
ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν] ὀλίγη δὲ ἰσχὺς ἐνῆν μοι. εἰ ἐλασ-
594. Σίντιες ἄνδρες] Φιλόχορός φησι Πελασγοὺς αὐτοὺς ὄντας
οὕτω προσαγορευθῆναι, ἐπεὶ πλεύσαντες εἰς Βραυρῶνα κανηφόρους
παρθένους ἥρπασαν, σίνεσθαι δὲ τὸ βλάπτειν λέγουσιν. Ἐρατοσθέ-
νης δέ, ἐπεὶ γόητες ὄντες εὗρον δηλητήρια φάρμακα. ὁ δὲ Πορφύριος,
ἐπεὶ πρῶτοι τὰ πολεμιστήρια ἐδημιούργησαν ὅπλα, ἃ πρὸς βλάβην
ἀνθρώπων συντελεῖ· ἢ ἐπεὶ πρῶτοι λῃστήρια ἐξεῦρον.
595. *μείδησεν] παρὰ τὸν μείονα γέλωτα.
527. *ἐνδέξια] ἐπιδεξίως.
598. ᾠνοχόει] “οἰνοχόει” Ἰακῶς πᾶσαι. κατάχρησις δὲ ὁ τρόπος.
600. ⟨Ἥφαιστον⟩] δασύνεται τὸ Ἥφαιστος· παρὰ γὰρ τὸ
ἅπτω ἐστίν, ὅθεν καὶ Ἥβη.
ποιπνύοντα] “ποιπνύσαντα” αἱ πᾶσαι συντελικῶς. §. ἔστι δὲ
601. πρόπαν ἦμαρ] τὸ ὑπόλοιπον ὅλον τῆς ἡμέρας. τὸ δὲ “ἐς ἠέλιον καταδύντα” Ἀττικόν ἐστιν, ὡς τὸ ἐς τρίτην ἥκειν.
604. Μουσάων θ᾿〈αἵ⟩] εὖ τὸ μὴ ἀπειροκάλως ἐπιμηκῦναι τίνα ᾖδον αἱ Μοῦσαι· ὡς Ἠσίοδος, ἄειδον δʼ “οὓς γαῖα καὶ οὐρανὸς εὐρὺς ἔτικτεν οἵ τʼ ἐκ τῶν ἐγένοντο” (Th. 44).
606. οἳ μὲν κακκείοντες] “οἳ μὲν δὴ κείοντες,” οὕτω πᾶσαι· καὶ ἔστιν ὅμοιον τῷ “κείων ἐς θάλαμον” (Od. 19. 48).
607. ἧχι ἑκάστῳ] τὸ “ἧχι” χωρὶς τοῦ ῑ κελεύει γράφειν Διονύ- σιος καὶ παρατίθεται τοὺς Δωριεῖς λέγοντας ἇχι.
ἀμφιγυήεις] ἀμφοτέρωθεν βεβλαμμένος, παρὰ τὸ γυῶσαι, ἐπ〈ε〉ὶ ὕλης δε〈ῖται⟩ τὸ πῦρ.
608. * ποίησʼ εἰδυίῃσιν] Ἰωνικῶς διὰ τοῦ ῑ.
609. *πρὸς ὅν] Ζηνόδοτος “πρὸς ὁ.”
611. ἔνθα καθεῦδʼ ἀναβάς] ἀνέβη καθευδήσων, ἢ ἀντὶ τοῦ ἀνεκέ- κλιτο· προπερισπωμένως δέ· ἐφύλαξε γὰρ ἡ σύνθεσις τὸν τόνον. διδάσκει δὲ ὁ ποιητὴς μὴ χωρίζεσθαι ἄνδρα γυναικὸς ἐν κοίτῃ.
1. θεοί τε καὶ ἀνέρες] ὅτι μετὰ θεὸν ἄνθρωπος· καὶ ἀπὸ τοῦ ἀνδρὸς τὸ πᾶν γένος.
ἱπποκορυσταί] οὓς ἀγρυπνεῖν ἔδει διὰ τὴν τοῦ πολέμου πρόνοιαν·
2. Δία δʼ οὐκ ἔχε] καὶ πῶς φησιν “ἔνθα καθεῦδʼ ἀναβάς;”
ψιλῆς ἀνακλίσεως λαμβάνει, “ πολλὰς μὲν ἀύπνους νύκτας ἴαυον”
(Il. 9. 325) καὶ “Εὐρυνόμη δʼ ἂρ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
ἔνθ᾿ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτʼ ἐγρηγορόων”
(Od. 20. 4). ἢ οἱ μὲν ἄλλοι παννύχιοι εὗδον, ὁ δὲ Ζεὺς οὐ παννύχιος.
νήδυμος] Ἀρίσταρχος δύνω δύμος καὶ ἐν ἐπεκτάσει “νήδυμος.”
ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός· οὐ γὰρ
παρὰ τὸ ἡδύς. λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἳ δέ,
ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθὺς παρὰ τὴν νηδύν, ἢ ἀνώδυνος.
ὅτι δὲ μετὰ τοῦ ν φησὶ “νήδυμος ἀμφιχυθείς” (Il. 14. 253).
3. ἀλλʼ ὅ γε μερμήριζε] ἐμερίμνα. διδάσκει δὲ μηδὲν ἀπερι-
σκέπτως ποιεῖν· ὅτε γὰρ ἀμελεῖ, ἁλίσκεται, ὡς ἐν τῇ Ξ ἀπατᾶται
ὑπὸ Ἥρας, καὶ ἐπὶ Ὀδυσσέως “στάσκεν, ὑπαὶ δὲ ἴδεσκεν”
(Il. 3. 217), καὶ πρῶτον μὲν ἐδίσταζεν ἐπὶ Θέτιδος, εἰ πρακτέον, νῦν
δὲ τὸ πῶς πρακτέον.
ἀλλʼ ὅ γε μερμήριζε] ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νύξ· τοὺς
δὲ ἄρχοντας οὐ παννυχίζειν δεῖ καὶ παντὶ τρόπῳ τὰς ὑποσχέσεις
πληροῦν. διὰ τοῦτο οἳ μὲν τοῦ Διὸς δεηθέντες καθεύδοντες πεποί-
ηνται, ἀγρυπνῶν δὲ ὁ ὑπεσχημένος προτιμῆσαι Ἀχιλλέα.
μερμήριζε] εἰς μέρη ἐμερίζετο· καὶ διάνοια μὲν ἡ ἑδραία, μέριμνα
4. τιμήσειʼ] τοῦτο εὐκτικόν, τὸ δὲ “ὀλέσῃ” ὑποτακτικόν. §. στικ-
5. ἢ δέ οἱ] πολλὰ προσκεψάμενος ταύτην εὗρε χρειώδη βουλήν.
ἔστιν οὖν ὡς τὸ “αἱ δεύτεραί πως φροντίδες σοφώτεραι” (Eur. Hipp.
436) καὶ “ἕτερος δέ με θυμὸς ἔρυκεν” (Od. 9. 302).
6. οὖλον] τοῦτο κατὰ συμπάθειαν, ὡς “οὐλομένην” (Il. 1. 2),
ποιητικὸν δὲ τὸ πλάσσειν ὀνείρους—ἢ τὸν ἐπʼ ὀλέθρῳ πεμπόμενον, ἢ
τὸν ὁλόκληρον, ὡς τὸ “οὖλέ τε καὶ μέγα χαῖρε” (Od. 24. 402).
*καί μιν φωνήσας] τὸ “μίν” τριγενές· νῦν ἀρσενικόν. θηλυκὸν
δέ, ὡς τὸ “καί μιν ἔτισʼ, ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη”
(Od. 7. 67)· καὶ οὐδέτερον, ὡς τὸ “νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν
παλάμῃ φορέουσιν” (Il. 1. 237), τὸ σκῆπτρον.
8. βάσκ᾿ ἴθι] Ἡρωδιανὸς μὲν τὸ “ἴθι” ἐνεστῶτός φησι νῦν, Ἐπα-
φρόδιτος δὲ ἀορίστου, Τυραννίων δὲ ὑφʼ ἕν, ὡς ἄπιθι. ἄμεινον δὲ
ταυτολογίαν εἶναι, ἐμφαίνουσαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ “ἔλθοι
καὶ ἵκοιτο” (Od. 17. 539) καὶ “ὣς ἔφατʼ ἔκ τʼ ὀνόμαζε.”
καὶ πάνυ σφόδρα φασὶν Ἀττικοί. δύναται δὲ τὸ ἴθι καὶ ἐπίρ〈ρ〉ημα
παρακελεύσεως εἶναι ἀντὶ τοῦ ἄγε, ὡς τὸ “ἴθ᾿ ἐκκάλυψον, ὡς ἴδω τὸ
πᾶν κακόν” (Soph. Ai. 1003).
9. ἐλθὼν ἐς κλισίην] ἀσύνδετος καὶ ἀρχοντικὸς ὁ λόγος.
10. πάντα μάλʼ ἀτρεκέως] διδάσκει τοὺς ἀγγέλους μὴ περισσὸν
τῶν ἀκουομένων περιεργάζεσθαι.
ἀγορευέμεν] Ἀττικῶς φάσκει μηκύνας᾿. §. “ἐπιτέλλω” δὲ ἀντὶ
τοῦ ἐπιστέλλω. §. θωρήσ〈σ〉εσθαι καὶ κορύσσεσθαι ἀπὸ τῶν ἡγεμο-
11. *θωρῆξαί ἑ] ἐγκλιτέον τὴν ἕ.
κάρη κομόωντας] κομῶσι γὰρ Λάκωνες, ἀφʼ ὧν τὸ πᾶν Ἑλληνικόν,
ἢ διὰ τὸ πρὸς τοὺς πολεμίους βλοσυρόν, ἢ πρὸς τὸ 〈μὴ⟩ ὁμοιοῦσθαι
τοῖς βαναύσοις, ἢ διὰ τὸ μὴ θλίβεσθαι ταῖς κόρυσιν· Τρῶες γὰρ
τιάρας ἐφόρουν. Σκύθαι δὲ πρῶτοι ἐκείραντο· διὸ ἀπεσκυθισμένοι.
§. καρηκομόωντες ἕκαστος τὸ ἴδιον κάρη, ὡς “ἀπὸ βλεφάροιιν
ὀλώλει” (Il. 10. 138).
κομόωντας] διαιρέσει. §. “κάρη κομόωντας,” ἕκαστος τὸ ἴδιον. §. ὅτι οἱ Τρῶες τιάρας ἐφόρουν.
12. νῦν γάρ κε] τὸ “νῦν” τοὺς τρεῖς χρόνους δηλοῖ· “νῦν γὰρ δὴ
ἐπόρθει, “οὐδʼ ὑπ᾿ Ἀχιλῆος.” §. τὸ δὲ ἀνά παρὰ τὸ ἄγω.
13. *ἀμφίς] χωρίς.
14. ἐπέγναψεν γὰρ ἅπαντας] δῆλον ἐξ ὧν φησι περὶ Ἄρεος “ὃς πρῴην μὲν ἐμοί” (Il. 5. 832)· καὶ ⟨Ἥρα⟩ Ἀπόλλωνι “αἰὲν ἄπιστε” (Il. 24. 63).
19. ἀμβρόσιος] ἥδιστος αὐτῷ ἐστιν ὁ ὕπνος διὰ τὴν ἀνάπαυσιν
20. ὑπὲρ κεφαλῆς] ὑπὲρ κεφαλῆς ἵσταται ὡς τῶν αἰσθήσεων
Νηληίῳ υἷι] ὡς συμβούλῳ καὶ φιλεταίρῳ, ὡς Ναυσικάᾳ καὶ
21. μάλιστα γερόντων] τῶν ἐννέα τιμίων, ἐν οἷς καὶ Διομήδης
23. εὕδεις] ταῦτα πρὸς τὸ πεῖσαι· “ἐσθλὸν” γὰρ “καὶ
τὸ τέτυκται” (Il. 15. 207)· ἀλλʼ οὐδὲ Νέστορι εἰκασθῆναι
ἐκελεύσθη.
δαΐφρονος] συνετοῦ, παρὰ τὸ δαῆναι, ὡς “δαίφρονι Πηνελοπείῃ·”
εὐγενεῖς ἥδει· τῶν δὲ οἰκείων ἐστὶ τὸ ἐγκαλεῖν.
25. *μέμηλε] διὰ φροντίδος ἐστίν.
26. ξύνες ὦκα] αὔξησιν ἔχει τὸ μὴ πολλὰ εἰπεῖν ἀλλὰ δεῖξαι ὅτι
*ξύνες] ἀπὸ τοῦ ξυνίημι.
27. σεῦ ἄνευθεν] ὀρθοτονητέα ἡ σεῦ· ἀντιδιέσταλται γὰρ πρὸς τὸν
μέγα κήδεται] δυσωπεῖ τοῦτον νυστάξαντα. ἐλεεῖ δὲ διὰ τὸν
29. πανσυδίῃ] ἐν δοτικῇ, διὰ τοῦ ν, ὡς “ἀνστήτην” (Il. 1. 305), κατὰ Ἀρίσταρχον.
νῦν γάρ κεν] ἐκείνη γὰρ ἡ ἡμέρα πεπόρθηκε τὴν πόλιν διὰ τὴν τῶν ὅρκων παράβασιν.
31. *ἐπέγναψεν] ἐπέκαμψεν.
32. *ἐφῆπται] ἐπήρτηται.
33. *σῇσιν ἔχε φρεσίν] ἀντὶ τοῦ φύλασσε.
μηδέ σε λήθη] διὰ τοῦτο γὰρ οὐκ ἐᾷ αὐτὸν παννυχίζειν. τῷ γὰρ τέλει τοῦ ὁράματος καὶ ἔγερσις ἕπεται.
34. ὕπνος ἀνήῃ] διαίρεσις· καὶ Πλάτων “ἐπεὶ ἤδη με ἀνῆκεν ὁ
ὕπνος” (Protag. 310 d).
36. ἅ ῥʼ οὐ τελέεσθαι] διδάσκει ὁ ποιητὴς μὴ ἐπαίρεσθαι ταῖς ὄψεσι τῶν ὀνείρων.
ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλεν] ἡ Ζηνοδότειος γραφὴ διὰ τοῦ ε· οἳ δὲ διὰ τοῦ ο.
38. νήπιος] ὁ Ἀγαμέμνων, ὅτι τὸ νῦν ἐπὶ μιᾶς ἡμέρας ἐνόμισεν.
*μήδετο] ἐβουλεύετο.
39. θήσειν γὰρ ἔτι] τὸ ἑξῆς, ἐπιθήσειν ἄλγεα.
θήσειν γὰρ ἔτι] ἡ προαναφώνησις ἐγερτική· πείθεται δὲ ὀνείρῳ σφαλλόμενος ὑπὸ Διός.
40. * διὰ κρατερὰς ὑσμίνας] ἀντὶ τοῦ διὰ ὑσμινῶν.
41. ὀμφή] ἡ τὸ ὃν φαίνουσα. λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ
42. ὀρθωθείς] ὀρθωθεὶς ἐκ τῆς ἀνακλίσεως, ὡς τὸ “ὀρθωθεὶς δʼ
ἄῤ ἐπʼ ἀγκῶνος” (Il. 10. 80)· καὶ τὸ ἐπὶ γόνατα δὲ ἐρειφθῆναι
στῆναί φησιν (Il. 8. 329).
ἔνδυνε χιτῶνα] εἴρηται γὰρ χιτὼν τὸ ἱμάτιον παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ τῷ σώματι. ἰστέον δέ, ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ δὲ γυναικὸς πέπλον.
43. νηγάτεον] ἢ ἀγέννητον, ἢ λεπτόν, ἢ νεήγατον νεωστὶ γεγονότα.
δηλοῖ δὲ ὁ χιτὼν παρʼ αὐτῷ καὶ τὸν σιδηροῦν.
μέγα—φᾶρος] τῷ μεγέθει τοῦ ἱματίου καὶ τὸ τοῦ φοροῦντος αὐτὸ
συνεμφαίνει μέγεθος. πρεπώδης δὲ στολὴ τῷ ἐπὶ βουλὴν ἐξιόντι,
45. ἀργυρόηλον] ἢ παρέλκει τὸ ἐπίθετον, ἢ μεμιγμένους ἔχον
χρυσοῦς ἥλους.
46. ἄφθιτον αἰεί] τὸ μηδέπω φθαρέν—οὔπω γὰρ ἦν ὑπὸ Ἡρα-
47. *κατὰ νῆας] ἀντὶ τοῦ ἐπὶ νῆας.
48. ἠὼς μέν ῥα] νῦν τὸν ὄρθρον· καὶ τὴν θεάν “ἥρπασεν Ἠώς”
σιτίων.
προσεβήσατο μακρὸν Ὄλυμπον] αἱ γὰρ ἀκρώρειαι πρῶται φωτί-
49. Ζηνὶ φόως] φῶς τὸν ἥλιον· τοῦτο〈ν⟩ γὰρ ἀγγέλλει, ὡς καὶ
50. *λιγυφθόγγοισι] ὀξυφώνοις.
52. ἠγείροντο μάλʼ ὦκα] πάνυ σπουδαίως διὰ τὸ εὐπειθές· ἢ πευσόμενοί τι περὶ Ἀχιλλέως.
53. βουλὴν δὲ πρῶτον] τὸ κενὸν τῆς συναγωγῆς τοῦ πλήθους ἀνα-
βασιλεῖς λέγων. Αἴας, Ἰδομενεὺς [Βοιωτοί·] Φιλοκτήτης, Πρωτεσί-
λαος [Λοκροί· Ἠλεῖος] Ἐπειός· [Ἀθηναῖοι] Μαχάων, Εὐρύπυλος,
Μενέλαος, Ἀγαμέμνων, Νέστωρ, Ὀδυσσεύς, Διομήδης.
βουλὴν δέ] αἱ πλείους καὶ χαριέστεραι δίχα τοῦ ν ὡς καὶ ἡ
ἵζε 〈γερόντων⟩] οὐδέποτε ἑνικῶς τὸν ἔντιμον ὠνόμασεν. §. Ἀρίσ-
γερόντων] γέροντας συνεχῶς ὁ ποιητὴς τοὺς γερασμίους φησί,
54. Νεστορέῃ παρὰ νηί] εἰκότως παρὰ τῇ Νέστορος· τούτῳ
55. ἠρτύνετο] ἥρμοζε, παρὰ τὸ ἄρω. ὡς ὀργιζόμενος δὲ οὐκ
ἀναφέρει Κάλχαντι, ἢ ὡς αὐτοκρίτου ὄντος, ἢ ὅτι τῶν ὀνείρων τὰ
χρηστὰ φίλοις λέγομεν. οὐκ ἄποθεν δὲ μαντικῆς ὁ Νέστωρ.
56. θεῖός μοι ἐνύπνιον] ὀνοματικὸν ἐπίρρημα, ἀντὶ τοῦ ἐνυπνίως.
ἔστι δὲ καὶ ὄνομα. Κρατῖνος “θράττει μέν” (fr. 363 Kock). §. “διὰ
58. φυήν τʼ ἄγχιστα] ἴσως τῷ ἐξειδέναι ψυχῆς φυὴν τοῦτό
φησιν.
72. * ἀλλʼ ἄγετε] λείπει τὸ σκοπήσωμεν. οἶδε δὲ καὶ αὐτὸς τὸ δυσχερές.
ἀλλʼ ἄγετʼ αἴ κεν πως] δισταγμὸς ὁ τρόπος. οὐ περιμένει δὲ κρίσιν· οὐ γὰρ ἐπὶ τούτῳ συνῆξεν αὐτούς, ἀλλʼ ὅπως εὐέλπιδας ποιήσῃ.
ἀλλʼ ἄγετʼ αἴ κεν πως] ἀπόπειραν τοῦ πλήθους λαμβάνει ὁ βασιλεὺς Ἀγαμέμνων κατά τι παλαιὸν ἔθος, βουλόμενος μαθεῖν πότερον οἰκείᾳ πολεμοῦσι προθυμίᾳ ἢ ἀνάγκῃ· ὃ τὸ πλῆθος μὴ νενοηκὸς πρὸς φυγὴν ηὐτομόλησεν.
73. πρῶτα δʼ ἐγὼν ἔπεσιν πείρησομαι] οἶδεν αὐτοὺς ἀποκαμόντας
τῷ χρόνῳ καὶ τῷ λοιμῷ καὶ τῇ ἀποστάσει Ἀχιλλέως. παρακαλεῖν
δʼ οὐκ ἐνῆν τὸν πρώην φοβερόν, λέγοντα “στυγέῃ δὲ καὶ ἄλλος ἶσον
ἐμοὶ φάσθαι” (Il. 1. 186), ἀλλʼ οὐδὲ ἐπιτάσσειν, μή πως ἀντι-
λεγόντων δευτέρα στάσις γένηται. ἄλλως τε τῇ παραδόξῳ χαρᾷ καὶ
λύπῃ τὴν ποίησιν ἐκτραγῳδεῖ φίλτρον τε πορίζεται ἑαυτῷ· μισεῖ γὰρ
τοὺς ῥιψοκινδύνους στρατηγοὺς ὁ στρατός. καὶ εἰ μὲν κατεδέξαντο
φυγεῖν, εἶργε διὰ τῶν βασιλέων, εἰ δὲ μή, ἐλάνθανε τὸ βούλημα·
ἄλλως δʼ ἀπέβη· βλάπτει γὰρ ὁ Ζεύς.
*ἣ θέμις ἐστί] ἀντὶ τοῦ ὡς· διὸ δασύνεται.
74. πολυκλήισι] κληίς παρὰ τὸ κλᾶσθαι ἐπʼ αὐτῆς καθεζομένους.
75. ἐρητύειν] οὐκ ἐκείνους φεύγοντας, ἀλλʼ ἐμὲ ταῦτα λέγοντα· οὐ γὰρ ᾤετο τοσοῦτον ταχέως ἀναπτερωθῆναι πρὸς φυγὴν αὐτούς.
76. τοῖσι δʼ ἀνέστη] ἔθος γὰρ ὀρθοὺς λέγειν. 9. “ἠμαθόεντος” δὲ
79. ἠδὲ μέδοντες] πρόβουλοι παρὰ τὰ μήδεα· τὸ δὲ ῥῆμα καὶ ὡς
80. ἄλλος ἔνισπε] ὡς ἤνιπτε.
81. νοσφιζοίμεθα] ἐχωριζόμεθα τῆς πίστεως. §. τὸ δὲ “μᾶλλον”
ἢ Ἀττικῶς παρέλκει, ἢ ἐπεὶ φύσει ψευδεῖς οἱ ὄνειροι.
82. νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος] ἀληθῆ γὰρ δοκεῖ ὅσα ἢ θεοὶ ἢ
84. βουλῆς ἐξῆρχε] ἐκ τοῦ βουλευτηρίου, ὥστε νεῖσθαι. τοῦτο δὲ
85. οἳ δʼ ἐπανέστησαν] ἀντὶ τοῦ πάντες ἀνέστησαν. τινὲς δὲ
86. σκηπτοῦχοι βασιλῆες] καὶ γέροντες γὰρ καὶ ἱερεῖς ἐσκηπτρο-
ἐπεσσεύοντο δὲ λαοί] ὁρῶντες ἤδη συνιόντας τοὺς ἐν τέλει.
ἔθνεα εἰσι] τὸ “εἶσι” καὶ ἑνικὸν δύναται εἶναι, ὡς “δοῦρα
87. ἔθνεα εἶσι] πρὸς τοὺς εἰκαζομένους Ἕλληνας, ἐπεὶ σμήνεα ἔδει·
φαλαγγηδὸν γινομένη πρόοδος εὖ ἔχει· ὡπλισμέναι δὲ κέντροις εἰσίν, ὑπή-
κοοί τε καὶ αὗταί εἰσι καὶ ἐπʼ ἔργον ἐξίασιν, οὐχ ὡς αἱ γέρανοι. φιλάλ-
ληλοί τε εἰσὶ μεταβαίνουσαί τε πολλὰς ἀρχὰς πτήσεως ποιοῦνται.
ἀδινάων] παρὰ τὸ ἅδην· διὸ δασύνεται.
88. αἰεὶ νέον ἐρχομενάων] οἳ μὲν πρὸς τὸ πλῆθος τοῦτο εἰρῆσθαι
θέλουσιν, ὅτι συνεχῶς οὕτω προΐασι πολλαὶ ὡς νεωστὶ δοκεῖν αὐτὰς
ἄρχεσθαι τῆς ἐξόδου οἱ δὲ “νέον” τὸ ἔαρ φασίν. ἄμεινον δὲ λέγειν
ὅτι τοῖς μὲν ἄλλοις ζῴοις αἱ πτήσεις ἀποτεταμέναι γίνονται, αἱ δὲ
μέλισσαι βραχύ τι π〈τ〉ᾶσαι ἐφιζάνουσι τοῖς ἄνθεσι καὶ πάλιν
μετίασι ἐφʼ ἕτερα ἄνθη.
89. βοτρυδόν] πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ῥᾶγες. οὕτω
εἰαρινοῖσιν] τότε γὰρ γλυκέα καὶ τῆς ἰκμάδος πλήρη τὰ ἄνθη διὰ
92. ἠιόνος προπάροιθε] χρόνου καὶ τόπου. ἠιὼν δέ, οὗ ἀκούεται
*προπάροιθε] καὶ ἐπὶ χρόνου· “οὔ τις ἀνὴρ προπάροιθεν”
(Od. 11. 483).
ἐστιχόωντο] στείχω στιχῶ, ὡς πείθω πιθῶ, φείδω φιδῶ.
93. ἰλαδόν] πρὸς τὸ βοτρυδόν.
μετὰ δέ σφισιν ὄσσα δεδήει] ἐν αὐτοῖς δὲ θεία τις φήμη ἐξῆπτο καὶ διηγείρετο, παρορμῶσα τὸν λαὸν ἐπὶ τὴν ἀγοράν.
95. τετρήχει] ἐκ τοῦ ταράσσω, οὗ ὁ παρακείμενος τετάραχα, καὶ κατὰ συγκοπὴν καὶ αὔξησιν Ἰωνικὴν τοῦ ᾱ εἰς η τέτρηχα, ὁ ὑπερ- συντελικὸς ἐτετρήχειν. ἐτεθορύβητο οὖν καὶ ἀσύμφωνος ἦν.
*ἀγορή] τὸ πλῆθος.
96. ὅμαδος] ὁμόαυδος ἡ ὁμοῦ αὐδή, ἢ ὄπαδος παρὰ τὴν
ἐννέα δὲ—κήρυκες] οἱ τῶν ἐννέα γερόντων, Ὀδίος Αἴαντος, οἱ περὶ
Ταλθύβιον καὶ Εὐρυβάτην Ἀγαμέμνονος, Εὐρυβάτης Ὀδυσσέως,
Ἀσφαλίων καὶ Ἐτεωνεὺς Μενελάου, Θοώτης, Στέντωρ.
99. σπουδῇ δʼ ἕζετο] μόγις. δηλοὶ δὲ ἡ λέξις καὶ τὸ ταχέως· “σπουδῇ νῦν ἀνάβαινεν” (Od. 15. 209).
ἐρήτυθεν δὲ καθʼ ἕδρας] λαὸς ἐρήτυθεν.
100. ἀνὰ δὲ κρείων] ἢ ἐπὶ βήματος ἀνέστη, ἢ ἀνασχὼν τὸ σκῆπτρον.
101. τὸ μὲν Ἥφαιστος] ὁ τρόπος κλῖμαξ· τὸ λῆγον γὰρ τῆς διανοίας ἀρχὴ γίνεται τῶν ἑξῆς. ἕκαστος δὲ στίχος τὸ γένος, τὸν δόντα, τὸν εἰληφότα φησίν. μέγα δέ ἐστι καὶ θεῖον ὂν καὶ ὑπὸ θεῶν διακονούμενον.
κάμε τεύχων] καμὼν ἔτευξεν. ἀντιστροφὴ ὁ τρόπος.
102. Ἥφαιστος μὲν δῶκε] ὁ μὲν Πφαιστος κατεσκεύασε τῷ
Διὶ ὡς χειρῶναξ κελευόμενος, ὁ δὲ Ἑρμῆς εἴληφε παρὰ Διὸς κομίσαι,
διακονίαν τινὰ ταύτην ἐκτελῶν· Πέλοψ δὲ καταλείπει Ἀτρεῖ πρεσ-
βυτάτῳ ὄντι τῶν υἱῶν, Ἀτρεὺς δὲ ἐπὶ μικροῖς τελευτῶν τοῖς παισὶ
διαδόχῳ χρῆται τῷ ἀδελφῷ· ὃ δὲ οὐ τῷ ἑαυτοῦ παιδὶ Αἰγίσθῳ τὴν
103. αὐτὰρ ἄρα Ζεύς] καλῶς ὁτὲ μὲν ἀπὸ τοῦ ὀνόματος, ὁτὲ δὲ
ἀργειφόντῃ] ἀργῷ φόν⌈ου· “μηδέ] τι οἱ θάνατος καταθύμιος ἔστω·
νεωτέροις τὰ περὶ τὸν Ἄργον.
104. “Ἑρμείας” Αἰνείας Αὐγείας διὰ τοῦ ᾱ παρὰ τῷ ποιητῇ. §. “ἄναξ” δὲ ὁ θεός.
Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι] Ἑρμοῦ γάρ φασιν αὐτὸν
περὶ Οἰνόμαον καὶ τὴν χρυσῆν ἄρνα. §. πλήξιππον δέ φασιν εἰρῆσθαι
105. Πέλοψ δῶκʼ Ἀτρέι] φασὶν Ἀτρέα καὶ Θυέστην ἐπιβουλεύ-
μετὰ δὲ θάνατον Πέλοπος Ἀτρέα ἐπιστρατηγήσαντα εἰς Ἦλιν
κρατῆσαι τῶν σκήπτρων τοῦ πατρός.
106. ἔλιπεν πολύαρνι Θυέστῃ] ὅτι Ὅμηρος οἶδεν αὐτοὺς ἄχρι
μὴ ἀμύνασθαι τοὺς ἐχθρούς, οὐδὲ τὸν Αἴγισθον Ὅμηρος πικρῶς
οὕτως ἐλοιδόρει ἄναλκιν καὶ δολόμητιν καλῶν, εἰ μὴ τὰ τῆς συγ-
γενείας πρῶτος ἐλυμήνατο. Λικύμνιος δὲ παραδηλοῦσθαί φησι τὴν
ἔχθραν λεληθότως, ἵνα μὴ βλασφημήσῃ τὸ γένος· τὸ μὲν γὰρ “δῶκε”
φιλίας τεκμήριόν φησι, τὸ δὲ καταλιπεῖν ἀνάγκης, διὸ ἐφʼ ὧν
〈μὲν⟩ τῷ “δῶκεν” ἐχρήσατο, ἐφʼ ὧν δὲ τῷ “λεῖπεν.” §. “πολύαρνι”
δὲ ἐκ τοῦ πολυάρην.
107. λεῖπε φορῆναι] μέγα πρὸς ἀρχὴν παρασκευὴ πολυχρόνιος
* 109. ἐρεισάμενος] ἐπερείσας ἑαυτόν.
110. ἥρωες Δαναοί] προ〈επ〉αίρει τοῖς ἐγκωμίοις, ὅ??ως αἰδοῖντο φεύγειν. οὐ λέγει δὲ αὐτοῖς τὸ ὄναρ, ὅπως μὴ δοκῇ σκευώρημα εἶναι, ἢ ἑτέρως ἀποβὰν θεομισὴς δόξῃ.
111. ἄτῃ ἐνέδησε] ἡ ἑκούσιος ἁμαρτία, “κακὰ κέρδεα ἶσ᾿
ἄτῃσιν” (Hes. Opp. 352). οἳ δὲ ζημία· τοῦτο δὲ ἀναπόδεικτον.
112. ὃς πρὶν μέν μοι] προτρεπτικὸν τοῦτο πρὸς τὸ μένειν 〈τοὺς⟩ Ἀχαιούς· οὐ γὰρ ἀτελεύτητον “ὅ τι κεν κεφαλῇ κατα- νεύσῃ” (Il. 1. 527)· ἀνάγει δὲ ἐπὶ τοὺς νεοσσοὺς καὶ τὰς διο- σημίας.
113. Ἴλιον ἐκπέρσαντʼ] ἐκπέρσαντι τὸ ἐντελές, ὡς “χρυσείῃ κερκίδʼ ὕφαινεν” (Od. 5. 62).
114. κακὴν ἀπάτην] ἔστι γὰρ καὶ δικαία· Αἰσχύλος (fr. 294 N.) “ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός.” καὶ τίς πείθοιτο θεὸν ἐναντία ἑαυτῷ βουλεύσασθαι;
115. * δυσκλέα] ἔλλειψις τοῦ ε, οὐ συναλ〈ο〉ιφή.
*ἐπεὶ πολὺν ὤλεσα λαόν] ὅτε ἢ ἀφʼ οὗ· οἰκειοῦται δὲ τὴν ἀπώ- λειαν.
116. *μέλλει] ἔοικεν. διὰ τούτου δὲ διστάξιμον αὐτὸ ἐποίησεν.
117. πολλάων πολίων] ἀδίκων ὡς ἔπαθον αἱ μεγάλαι. ἄδηλον δέ,
εἴτε καθολικῶς αὐτὸ λέγει ἢ περὶ τῶν εἰκοσιτριῶν, ὑπόνοιαν διδοὺς
καὶ περὶ Ἰλίου· πιθανὸν γὰρ ἐκ τῶν ὑποκειμένων τὴν δύναμιν δεῖξαι
τοῦ θεοῦ.
* Πυθαγόρας ἐρωτηθείς, τί ἐστι θεός, τὸ πάντων κρατοῦν εἶπεν, ὅς γε καὶ πολέμων ἐξουσίαν ἔχει.
120. τοσόνδε τε λαόν] διὰ τῶν ἐγκωμίων μείζων ἡ κατηγορία, καὶ ὅτι ἀίδιος ἔσται αὐτοῖς ὕβρις τὸν πόλεμον καταλιποῦσιν.
122. τέλος δʼ οὔ πω τι] ἀντὶ τοῦ γάρ. κρίσις γὰρ νίκης ἢ ἥττης οὐ πεφανέρωται. πῶς οὖν πρὸ τέλους ὑποχωρήσουσιν; ἐκδεκτέον οὖν τὸ πέρας τῆς μάχης.
123. εἴπερ γάρ κʼ ἐθέλοιμεν] ταχεῖα οὖν ἐλπὶς τῆς νίκης, εἴ γε καὶ πλείους καὶ ἰσχυρότεροι καὶ Δία ἔχοντες σύμμαχον, καὶ τῆς ἥττης πολλὴ ἡ αἰσχύνη.
124. ὅρκια πιστά] πρὸς τὸ συνελθεῖν.
125. Τρῶας μὲν λέξασθαι] ἀπὸ κοινοῦ τὸ θελήσουσιν. §. λέξασθαι
δηλοῖ τὸ κοιμῶμαι, “λέξομαι εἰς εὐνήν” (Od. 17. 102)· τὸ ἐπι-
κήτεσι” (Od. 4. 452)· τὸ οἰκοδομεῖν, “αἱμασιὰς λέξοντες”
(Od. 24. 223).
ἐφέστιοι] ἔνοικοι συναριθμουμένων παιδίων καὶ γερόντων· οὗτοι γάρ
*ἔασιν] ἀντὶ τοῦ εἰσίν.
126. ἡμεῖς δʼ ἐς δεκάδας] ἐσχημάτισεν οὐχ ὁμοίως τῷ Τρῶας τὸ
διακοσμηθεῖμεν] ἀντὶ τοῦ διακοσμηθῆναι, ἵνʼ 〈ᾖ⟩ ἀπὸ κοινοῦ τὸ
127. ἄνδρα ἕκαστον] ὁ Ἰξίων διὰ τοῦ ῑ, τινὲς δὲ διὰ τοῦ ν.
ἑλοίμεθα οἰνοχοεύειν] πιθανῶς κἀν τῷ ἀριθμεῖν τὰ ἔθνη αἰχμα-
128. πολλαί κεν δεκάδες] ὑπερβολικῶς· Τρώων μὲν γὰρ ἦσαν πόλεις έ, Ἑλλήνων δὲ ιβ΄.
129. *πλέας] ἀπὸ τοῦ πλέονας συγκέκοπται.
130. ἀλλʼ ἐπίκουροι πολ〈λ〉έων ἐκ πολίων] καὶ γάρ φησι “κέ-
131. ἐγχέσπαλοι ἄνδρες] διὰ τούτου ὑποχωρεῖν κελεύει, καὶ
πολεμουμένοις βοηθοῦντες, σύμμαχοι δὲ οἱ τοῖς πολεμοῦσιν.
132. οἵ με μέγα πλάζουσι] ἀποσφάλλουσι τῆς ὁρμῆς. εὖ δὲ τὸ
καὶ οὐκ εἰῶσʼ ἐθέλοντα] ἀντὶ τοῦ δυνάμενον.
133. Ἰλίου ἐκπέρσαι] ἄμεινον τὸ “Ἴλιον” ἤπερ “Ἰλίου.” §.
134. ἐννέα δή] κοινὸν καὶ τοῦτο πρός τε τὸ ἀπιέναι, ἐγκαθημένων
ἀπράκτων τοσοῦτον χρόνον, καὶ πρὸς τὸ μένειν, ὡς τοῦ τῆς ἁλώσεως
χρόνου πληρωθέντος· τῷ γὰρ δεκάτῳ ἔτει ἁλώσεσθαι τὴν Ἴλιον ὁ
βεβάασι] ἀντὶ τοῦ πορεύονται, ὡς τὸ “βῆ δʼ ἀρʼ ἐπʼ Ἀτρείδην”
(18) ἀντὶ τοῦ ἔβαινεν.
*Διὸς μεγάλου] τοῦ ἡλίου ἢ τοῦ χρόνου.
135. καὶ δὴ δοῦρα σέσηπε] καὶ τοῦτο ἀμφοτέροις συνᾴδει, τῷ
ἀπιέναι πρὶν διαφθαρῆναι πλέονας νῆας, καὶ τῷ μένειν, ὡς διὰ τὸ
σεσηπέναι τὰς ναῦς τέως πλεῖν οὐ δυναμένων. καὶ Θεόπομπος δὲ
ταύτην αἰτίαν αὐτοῖς τοῦ ναυαγίου φησίν, ὡς καὶ τοὺς περὶ
Κάλχαντα καὶ Ἀμφίλοχον πεζοὺς ἀπαλλάττεσθαι.
*δοῦρα σέσηπε —λέλυνται] ἐν ἑνί στίχῳ ἔθηκε τὴν Ἀτθίδα καὶ κοινὴν χρῆσιν.
136. αἱ δέ που ἡμέτεραι] ἀπαλλαττώμεθα οὖν ὡς ποθούμενοι· ἢ
ὡς μηδὲν ἄξιον τῆς προσδοκίας εἰργασμένοι 〈μένωμεν〉.
138. *αὔτως] ἔτι, ἀκμήν· “λευκὸν ἔτʼ αὔτως” (Il. 23. 268).
139. *ἀλλʼ ἄγεθʼ] ἄγετε, ἐπίρ 〈ρ〉ημα.
140. φεύγωμεν σὺν νηυσί] ἠδύνατο μὲν εἰπεῖν στείχωμεν· ἀλλὰ τῷ αἰσχρῷ ὀνόματι ἀποτρέπει τοῦ ἀπόπλου.
φίλην ἐς πατρίδα γαῖαν] “φίλην” τὴν ἰδίαν· “φίλους λήθοντε τοκῆας” (Il. 14. 296)· “πατρίδα” δέ. ἕκαστος τὴν ἰδίαν· ἔδει δὲ πατρίδα αἶαν.
141. οὐ γὰρ ἔτι Τροίην] οὗτος ὁ στίχος ἀναιρεῖ τὴν ἀμφιβολίαν· διὸ ἔν τισιν οὐ φέρεται.
142. τοῖσι δὲ θυμὸν—ὄρινεν] τὸ αἰφνίδιον τῆς τῶν ἀνθρώπων ὁρμῆς ἐσήμανε περὶ τῶν οἴκοι τερπνῶν ἀκουσάντων.
143. *μετὰ πληθύν] ἐν τῷ πλήθει ἢ κατὰ τὸ πλῆθος.
ὅσοι οὐ βουλῆς ἐπάκουσαν] τινὲς ᾔσθοντο τῆς γνώμης τοῦ Ἀγα- μέμνονος.
144. *κινήθη] ὥρμησε.
ὡς κύματα μακρά] ὑψηλά, τὰ ἐκ βάθους κινούμενα· συνωθοῦνται
διὰ τί προειπόντος τοῦ Ἀγαμέμνονος ἐν τοῖς προβεβουλευμένοις
ἀπὸ μηχανῆς ὥσπερ καθεύδοντα τὸν Ὀδυσσέα ἐγείρουσα; ἢ ὅτι οὐχ
οἷόν τε ἦν ὁρμησάντων παραχρῆμα ἐπέχεσθαι αὐτούς, θορύβου κατ-
έχοντος τοσούτου· θεατὰς γοῦν ἡμᾶς σχεδὸν ποιῶν τῆς τότε ἀταξίας
αὐτῶν, ἐπιτραγῳδεῖ ταῦτα τὰ ἔπη· “κινήθη δʼ ἀγορὴ ὡς κύματα.”
διὸ ὁ Ὀδυσσεὺς μετὰ Νέστορα συνέσει προὔχων ἵσταται μὴ καθέλ-
κων τὴν ναῦ〈ν〉, διὰ τούτου ἐπιδεικνὺς ὃ ἐβούλετο καὶ τοὺς ἄλλους
ποιεῖν. ἔστι δὲ Ὀδυσσεὺς ἱκανώτερος 〈Νέστορος〉 πάντα πρᾶξαι τὰ διὰ
τοῦ σώματος, τῶν δὲ ἄλλων συνετώτερος· διὸ πρὸς τοῦτον ἐλήλυθεν ἡ
Ἀθηνᾶ· οὐ γὰρ δίχα θεοῦ πιθανὸν τοσοῦτον καταστέλλεσθαι θόρυβον.
146. *ὤρορε] ἀπὸ τοῦ ὄρωρεν Ἀττικοῦ· ὑπέρθεσις ἐγένετο τοῦ
χρόνου. §. “ἐπαΐξας” δέ, ἄνωθεν αἰγιδώδης πνεύσας.
*ἠπειρωτικὴ ἡ παραβολή, ὅπερ ἄμεινον· ἡ πρώτη μὲν τὸν τάρα-
148. ἐπί τʼ ἠμύει] ἠμύει τὸ λήιον τοῖς στάχυσιν, ὡς “ἔφριξεν δὲ
150. * νῆας ἐπʼ ἐσσεύοντο] οὐκ ἀναστρεπτέον· αἱ γὰρ συναλ〈ε〉ι-
ποδῶν δʼ ὑπένερθε] ὑπὸ δὲ τῶν ποδῶν αὐτῶν νέρθεν ἀειρομένη ἡ
152. *ἅπτεσθαι] ἐπιλαμβάνεσθαι.
153. *οὐρούς] ὅθεν ὀρούουσιν αἱ νῆες. τῷ δὲ χρόνῳ πολλὴ ἦν τις
ἀυτὴ δʼ οὐρανὸν ἷκεν] μεγαλοφυῶς ηὔξησε τὴν ταραχήν, ἣν ἐλεπτολόγησεν Ἀριστοφάνης Ἀχαρνεῦσιν (545).
* 155. ὑπέρμορα] ὀνοματικὸν ἐπί〈ρ〉ρημα.
νόστος ἐτύχθη] ἡ εἰς τὸν οἰκεῖον τόπον ὑποστροφή· “νόστου δὴ μνῆσαι” (Il. 10. 509) καὶ “νοστήσαντα ἄνακτα” (Il. 13. 38).
156. εἰ μὴ Ἀθηναίην] εἰς τοσοῦτον προάγει τὰς περιπετείας, ὡς δύνασθαι θεὸν μόνον αὐτὰς μεταθεῖναι. πρῶτος δὲ καὶ τοῖς τραγικοῖς μηχανὰς εἰσηγήσατο.
157. πόποι] καὶ τῷ σχετλιασμῷ καλῶς κέχρηται, καὶ τὴν
αἰσχύνην τῶν φίλων προβέβληται, καὶ τῶν πολεμίων τὴν χαρὰν
ἐπάγει. συμφέρεσθαι δὲ ἀλλήλαις Ἥραν καὶ Ἀθηνᾶν λέγων δείκνυσιν
ὅτι οὔτε μητρυιὰ πρόγονον μισεῖ οὔτε πρόγονοι μητρυιαῖς διαφέρονται
νοῦν ἔχοντες.
160. Πριάμῳ καὶ Τρωσί] καλῶς οὐκ Ἀλεξάνδρῳ ἀλλὰ Τρωσὶν εἶπε καὶ Πριάμῳ, τῆς Ἑλένης τὸ ἐγκώμιον αὔξων.
161. Ἀργείην Ἑλένην] ἣν τὸ δίκαιον αὐτοῦ οἶδεν.
163. ἀλλʼ ἴθι νῦν] οὐκ ἄτοπον καὶ τοῖς ἐνδόξοις ἡ χρειώδης ὑπηρεσία.
164. σοῖς δʼ ἀγανοῖς] προσηνέσι, πρᾴοις, ὑπάγεσθαι δυναμένοις· οὕτω γὰρ ἔδει μαλάσσειν τὸ σφριγῶδες τοῦ θυμοῦ.
165. ἀμφιελίσ〈σ〉ας] ἀμφοτέρωθεν στρεφομένας.
169. εὗρεν ἔπειτʼ Ὀδυσῆα] ὃ κεκέλευσται ποιεῖν ἡ Ἀθηνᾶ, διʼ ἑνὸς ἀδρανοῦς ὑπηρέτου ποιεῖ, ὡς σοφὸς ἀρχιτέκτων· οὗτος γὰρ μετὰ τοῦ λόγον τὸ πρακτικὸν ἔχει, οὐχ ὡς Νέστωρ.
Διὶ μῆτιν ἀτάλαντον] εἰ μὴ δεξιὰ Ὅμηρος περὶ θεῶν ἐφρόνει, οὐκ
ἂν τὸν Ὀδυσσέα “Διὶ μῆτιν ἀτάλαντον” ἔλεγε καὶ “θεοῖς ἐνα-
λίγκια μήδεʼ ἔχοντα.” πῶς γὰρ οἱ θεοὶ ἄδικοι ἢ ἄφρονες, ὁπότε ὁ
ἔπαινος τῶν ἀγαθῶν ἀνδρῶν ἐπὶ τούτους ἀναφέρει τὴν εἰκόνα;
170. *οὐδʼ ὅ γε νηός] ὡς οὐδὲ οἱ ἄλλοι βασιλεῖς.
ἐυσέλμοιο] σέλματα αἱ σανίδες, σελμίς τὸ σπαρτίον.
171. ἐπεί μιν ἄχος] “μίν” ἀντὶ τοῦ αὐτόν. §. “ἄχος” δὲ ἡ
173. διογενὲς Λαερτιάδη] τὸ σχῆμα ὁμοιόπτωτόν ἐστι καὶ κλητι-
*πολυμήχανε] τινὲς ταὐτὸν τὸ πολύτροπε.
175. φεύξεσθε] εὖ τὸ καὶ τὸν Ὀδυσσέα συμπεριλαβεῖν τῇ φυγῇ·
πολυκλήισι] τὰ ἔχοντα τὸ η εἰς ι μακροκατάληκτα ἐν τῇ συνθέσει
πολύκληις.
πεσόντες] “πεσόντες,” οὐκ ἐμβάντες, ὅ ἐστι σύμβολον ἀτάκτου
179. ἀλλʼ ἴθι νῦν] ἴσον ἐποίησε τῇ Ἀθηνᾷ τὸν Ὀδυσσέα, τοῦτον
ἐπετέτακτο.
μηδʼ ἔτʼ ἐρώει] ὁρμᾶν ἔα, ἢ μὴ παύου.
182. ὃ δὲ ξυνέηκε] τὴν ὄπα φωνησάσης τῆς θεᾶς.
183. βῆ δὲ θέειν] ὥστε θέειν. §. ἀφείλετο δὲ τὴν ἀπόκρισιν ἡ
ἔπειξις τοῦ καιροῦ. ἔστι δέ, ὥρμησεν ἐπὶ τὸ θέειν. ἢ Ἀττικῶς
λείπει τὸ ὥστε· ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς.
ἀπὸ δὲ χλαῖναν] χλαῖνα ἡ τετράγωνος χλαμύς, ἡ εἰς ὀξὺ λήγουσα.
πέπτωκεν. καὶ περὶ Ἀγαμέμνονος δὲ ἑτέρωθί φησι “πορφύρεον
μέγα φᾶρος ἔχων” (Il. 8. 221).
184. κῆρυξ Εὐρυβάτης] ἕτερός ἐστιν οὗτος παρὰ τὸν Ἀγαμέμ-
*ὀπήδει] ἠκολούθει.
186. δέξατό οἱ σκῆπτρον] τὸ σκῆπτρον δέχεται, ἵνα δοκῇ παρὰ
πατρώιον ἄφθιτον] ποιητικῶς τοῦτο πέπλασται. τὸ δὲ ἀθάνατον
188. ἔξοχον ἄνδρα κιχείη] τινὲς “κιχοίη.”
189. τὸν δʼ ἀγανοῖς] δύο μέρη· τὸ δὲ “τό” ἀντὶ τοῦ δή.
τὸν δʼ ἀγανοῖς] ὅτι οὐκ ἐγκλιτέον τὸν “δέ.”
190. οὔ σε ἔοικε] ἡ μὲν ἀκρίβεια ὀρθοτονεῖ, ἐγκλίνει δὲ ἡ συνήθεια.
κακὸν ὣς δειδίσσεσθαι] εὐλαβεῖσθαι· θωπεύων δὲ δυσωπεῖ.
191. κάθησο] κάθου Ἀττικῶς.
καὶ ἄλλους ἵδρυε] αὐτὸς διὰ τῶν ἐπιφανῶν τὸ πᾶν ἱδρύει.
192. οὐ γάρ πω σάφα οἶσθα] ὅτι ὑπὸ τοῦτον ἔδει τετάχθαι τοὺς
ἑξῆς παρεστιγμένους τρεῖς στίχους· εἰσὶ γὰρ πρὸς βασιλέα ἁρμό-
ζοντες, οὐ πρὸς δημότας· “οὐ μέν—πάντες” (203).
οἷος νόος Ἀτρείδαο] αἱ χαριέστεραι “Ἀτρείωνος.”
193. νῦν μὲν πειρᾶται] ἀπὸ τοῦ “νῦν μέν” ἕως τοῦ “τιμὴ δʼ ἐκ Διός” (197) ἀθετοῦνται ὡς οὐ προτρεπτικοὶ εἰς καταστολήν.
τάχα δʼ ἴψεται] διστακτικὸν τοῦτο.
194. ἐν βουλῇ δʼ οὐ πάντες] εἰς ὑπόνοιάν τε αὐτοὺς ἄγει καὶ οὐ δοκεῖ ἐκφαίνειν τὰ τοῦ βασιλέως ἀπόρρητα.
ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν] μετρίως, ἵνα μὴ καταισχύνῃ τοὺς
ἄλλους, εἶπε τὸ “ἀκούσαμεν.” τινὲς δὲ ἐν ἐρωτήσει, μὴ οὐκ ἠκούσα-
μεν πάντες οἱ βασιλεῖς τί εἶπεν ἐν τῇ βουλῇ Ἀγαμέμνων;
195. *τὸ “μή τι” διστακτικόν.
196. θυμὸς δὲ μέγας ἐστί] ἐπηρμένος. καἰ μεγαλήτορας γοῦν αὐτούς φησιν.
διοτρεφέος βασιλῆος] οὕτως αἱ πᾶσαι πλὴν τῆς Ζηνοδότου.
197. τιμὴ δʼ ἐκ Διός ἐστι] καλῶς καὶ ταῦτα, ἵνα δεδοικότες μὲν ὦσιν ὡς μεγαλόφρονα—τοῦτο γὰρ δηλοῖ “θυμὸς δὲ μέγας ἐστίν” — σέβωσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα· καὶ θεῷ πειθαρχεῖ ὁ ὑποκείμενος βασιλεύς.
198. βοόωντά τʼ ἐφεύροι] περὶ Ἀχιλλέως, αὐτὸν ἄρχειν θέλοντες.
ἢ ἐπεί φησι “τοὶ δʼ ἀλλήλοισι κέλευον ἅπτεσθαι νηῶν” (151).
199. τὸν σκήπτρῳ ἐλάσασκε] δόξειεν〈ᾶν〉 καὶ τοῦτο εἶναι ἄλογον, ὅτι
τῆς Ἀθηνᾶς εἰπούσης “σοῖς δʼ ἀγανοῖς” φαίνεται τύπτων τινάς, ὡς
παρακούων τῆς θεοῦ, ὅπερ ἁρμόζον οὐδαμῶς ἐπὶ Ὀδυσσέως. ἐροῦμεν
δέ, ὅτι ἡ μίμησις οὐκ ἄλογος· τὸ γὰρ ἐν τοσούτῳ θορύβῳ μηδὲ
κατὰ τοὺς τραγικοὺς ὁ Ὀδυσσεύς;
200. ἀτρέμας ἧσο] ἐν ἡσυχίᾳ κάθησο, καὶ ἄκουε τῶν βασιλέων,
201. οἳ σέο] ὀρθοτονητέον τὴν “σέο.”
203. οὐ μέν πως πάντες βασιλεύσομεν] οὐκ ἔσται δημοκρατία
φησίν. εἰ δὲ τοῖς μείζοσι ταῦτα ἔλεγεν, ἐξῆπτεν 〈ἂν) τὴν στάσιν,
σπουδαρχιδῶν ἀνδρῶν ἐν τοσούτῳ θορύβῳ καθαπτόμενος.
204. οὐκ ἀγαθὸν πολυκοιρανίη] ἀντὶ τοῦ συμφέρον. δογματίζει
205. ᾧ ἔδωκε Κρόνου πάις] εἰ μὴ γὰρ ἦν καλόν, οὐδʼ 〈ν〉 θεοὶ αὐτῷ
ἐχρῶντο. ἅμα δὲ σημαίνει ὅτι θεόσδοτόν ἐστι τὸ τῆς βασιλείας γέρας.
εἷς βασιλεὺς ᾧ δῶκε] Ἰακῶς τὸ “δῶκε.”
207. κοιρανέων δίεπε] βασιλικὰ διαπρασσόμενος ἔργα. §. ἢ διὰ
209. ἠχῆ, ὡς ὅτε κῦμα] τὸ “ἠχῇ” πρὸς τὴν κίνησιν, τὸν δὲ βρόμον
πρὸς τὴν ἀπήχησιν.
210. βρέμεται, σμαραγεῖ] συμφυῶς τῷ ὑποκειμένῳ τετράχυ〈ν〉ται
*βρέμεται] ἠχεῖ, κτυπεῖ.
212. Θερσίτης δʼ ἔτι] ὠνοματοποίησε τὸ ὄνομα παρὰ τὸ θέρσος
Θερσίτης δʼ ἔτι] ἐπίτροπον τοῦ ποιητοῦ φασιν αὐτόν, σφετερισά-
πρὸς δὲ τὸ γελᾶν καὶ γελᾶσθαι Θερσίτην ἔλαβεν, ὡς καὶ ἐπὶ τῶν
θεῶν ἐν τῇ A τὴν Ἠραν καταστέλλει Ζεὺς μὲν ἀπειλῶν, Ἥφαιστος
δὲ γελοῖος φανείς. καὶ νῦν οὖν τὸν Θερσίτην ὁ ποιητὴς παρέλαβε
πρὸς τὸ διαλῦσαι τὸ στυγνὸν τῆς ἐκκλησίας καὶ ὑβρίσαι τὸν Ἀγα-
μέμνονα· δίκαιον γάρ· ἀλλʼ οὐ λυπεῖ ἀνάξιος ὤν. ἤδη δὲ οὐ Ξενοφάνει
νισθῆναι· διὸ καὶ λελωβῆσθαι τὸ σῶμα. Ἀγρίου δὲ καὶ Δίας τῆς
Πορθάονος αὐτόν φασιν. εἰ δὲ συγγενὴς ἦν Διομήδους, οὐκ ἂν
αὐτὸν ἔπληξεν Ὀδυσσεύς· τοὺς γὰρ ἰδιώτας μόνον ἔτυπτεν. εὖ δὲ
καὶ οὐκ ἀπὸ πατρὸς αὐτὸν συνέστησεν, οὐδʼ ἀπὸ πατρίδος, ἀλλʼ ἀπὸ
τοῦ τρόπου μόνου καὶ τῆς μορφῆς, ὧν χρεία τὰ νῦν.
ἀμετροεπής] “πάντων γὰρ κόρος ἐστίν” (Il. 13. 636)· οἳ δὲ μέτρον τὴν τάξιν· ἡμεῖς δὲ ἀπεραντολόγον τοῦτόν φαμεν. ἴσως δὲ στάσεως ῥυόμενοι τὴν πατρίδα ἤγαγον αὐτόν· ἦσαν γὰρ “καὶ ταμίαι παρὰ νηυσίν” (Il. 19. 44).
213. ἄκοσμά τε] τοῦτο ἄτοπον, κἂν ᾖ βραχύ.
214. ἐριζέμεναι βασιλεῦσιν] ἀπὸ κοινοῦ τὸ “ᾔδει.”
215. ἀλλʼ ὅ τι οἱ εἴσαιτο] τὸ εὐκτικὸν ἀντὶ ὁριστικοῦ, ἀντὶ τοῦ ἐδόκει, ὡς τὸ “καί νυ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ” (Il. 5. 311) “καί νυ κε δὴ τανύσειε βίῃ τὸ τέταρτον ἀνέλκων” (Od. 21. 128).
ἀλλʼ ὅ τι οἱ] τὸ “ὅ τι” ἀναφορικόν ἐστιν.
εἴσαιτο] φανείη, δόξειεν.
Ἀργείοισιν ἔμμεναι] ἀπὸ κοινοῦ τὸ ἐδόκει.
216. αἴσχιστος] τοῦτο καὶ ἐπὶ πιθήκου.
ὑπὸ Ἴλιον ἦλθεν] “πῶς ἦλθες ὑπὸ ζόφον” (Od.11.57), ἀντὶ τοῦ ἐπί.
217. φολκὸς ἔην] ὡς ἀνδριαντοπλάστης ἀπὸ τοῦ καλλίστου ἄρ-
χεται, ὡς “ὄμματα καὶ κεφαλήν” (478)· “κάρη κομόωντες.” “ὄψιν
τʼ ἀγαθὴν καὶ μῦθον” (Il. 24. 632). ἔστιν οὖν ἐφελκόμενος τὰ φάη·
ὁ γὰρ τυφλὸς μᾶλλον ἐλεεῖται.
φολκός] ὅτι ἅπαξ εἴρηται τοῦτο.
ἕτερον πόδα] οἰκείως, ἐπεὶ δύο, ἢ τὸν ἀριστερὸν 〈ἢ τὸν δεξιόν〉· τοῦτο
δὲ πρὸς τὸ γελωτοποιεῖν· ἧττον γὰρ 〈ἂν〉 ἐγελᾶτο, εἰ ἄμφω τὼ πόδε.
218. συνοχωκότε] ἀπὸ τοῦ συνοχωκώς, ὅ ἐστι συμπεπτωκότες. καὶ “ξυνοχῇσιν ὁδοῦ” (Il. 23. 330) ταῖς ἀπὸ πλάτους εἰς στενὸν συμπτώσεσιν.
ἐπὶ στῆθος] ἵν᾿ ὁρῷτο τὸ κυρτὸν ἔμπροσθεν.
219. φοξὸς ἔην] φοξὰ κυρίως εἰσὶ τὰ πυρορραγῆ ὄστρακα, φλοξά
ψεδνή] πιθανῶς, ὅπως μὴ λανθάνῃ τὸ φοξὸν τῇ κόμῃ καλυπτόμενον.
ἐπενήνοθεν] ἀπὸ τοῦ θέω· ὑπερβιβασμὸς ἔθω, ὡς ῥέων Ἀχέρων,
λάχνη] πύκνωσις, παρὰ τὸ λα καὶ τὸν χοῦν.
221. τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ] αἱ τῶν μεγάλων ἀτυχίαι ὑψοῦσι
σωφρονίσαι.
223. ἐκπάγλως] ὑβριστικῶς. §. “κοτέοντο” δὲ ἡδόμενοι τῷ βασιλεῖ.
224. νείκεε μύθῳ] ἐξήγησις τοῦ “λέγʼ ὀνείδεα.”
225. Ἀτρείδη, τέο δʼ αὖτʼ ἐπιμέμφεαι] τὸν ἀμετροεπῆ δείκ-
Ἀγαμέμνων “ἀγέραστος ἔω” (Il. 1. 119) “ἧσθαι δευόμενον” (ib.
134), νῦν προβάλλεται, ἴσως 〈τότε〉 τῷ πρὸς Ἀχιλλέα φθόνῳ
νικώμενος.
τέο δʼ οὖτε] οὕτως Ἀρίσταρχος· Ζηνόδοτος δὲ διὰ τοῦ η 〈δή〉.
ἐπιμέμφεαι] παρονομασία.
ἐπιμέμφεαι] πρὸς τὸ “ὄφρα μὴ ἀγέραστος Ἀργείων ἔω.”
226. πλεῖαί τοι χαλκοῦ κλισίαι] τοιαῦτα μὲν ἦν καὶ τὰ παρὰ
228. πρωτίστῳ] φωνὴ ὑπερθετική, ὡς ἐλευθερώτατα μονώτατα.
229. ἢ ἔτι καὶ χρνσοῦ ἐπιδεύεαι] πῶς μὴ προγνωσθέντος τοῦ χρυσοῦ τὸ ἄρθρον ἐπῆξε καὶ τῷ “οἴσει” μέλλοντι τὸν ἄν;
ἢ ἔτι καὶ χρνσοῦ] οἶμαι τὸ “ἔτι” τὴν παράτασιν τῆς ἀπληστίας
231. ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν] ἐνταῦθα καὶ τῶν
232. * ἠὲ γυναῖκα] γυναῖκα ἀγάγω.
233. οὐ μὲν ἔοικεν ἀρχὸν ἐόντα] διὰ τὸν λοιμὸν καὶ τὴν ἀπό-
235. ὦ πέπονες] ὁ πέπων καὶ ἡ πέπων κοινῶς καὶ τὰ πέπονα.
παρόμοιον δὲ τὸ “ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις” (Il. 1. 231)· γέλωτα
δὲ κινεῖ κακὰ ἐλέγχεα ἀποκαλῶν τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ
σῶμα καὶ ψυχήν.
Ἀχαιίδες] παρονομασία, οἵα “οὐ Φίλιππος ἀλλὰ Φιλίππιον κεκρά- τηκε δὶς Ἑλλάδος.”
236. οἴκαδέ περ σὺν νηυσί] σὺν τῷ στόλῳ. κακοήθως δὲ τοὺς
Ἕλληνας ὑπέμνησε τοῦ νόστου, ἐφʼ ὅ〈ν〉περ ὁρμήσαντες κατεσχέ-
θησαν. καὶ διὰ τοῦ “νεώμεθα” τὸ “φεύγωμεν” ἰάσατο.
237. *γέρα πεσσέμεν] κυβεύειν ἢ κατέχειν· “χόλον θυμαλγέα πέσσων” (Il. 9. 505).
238. *προσαμύνομεν] διὰ τὸ “οἵ με μέγα πλάζουσιν” (132).
241. ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆι χόλος] οὕτω τὴν χολήν. τοῦτο δὲ σρὸς τὸ ἀτελὲς τῆς ξιφουλκίας.
ἀλλὰ μεθήμων] ἔκλυτος· ἔνθεν καὶ μέθη.
243. ὣς φάτο νεικείων Ἀγαμέμνονα —Θερσίτης] μεθʼ ὑποκρίσεως
ἀντιπαρέθηκε πρὸς ἀγανάκτησιν τὰ ὀνόματα, ἐμφαίνων ὅτι τὸν
ἄριστον ὁ αἴσχιστος ὠνείδιζεν. ἠθικὴ οὖν ἔσται ἡ ἀνάγνωσις.
ὣς φάτο νεικείων] ὡς καὶ μεταξὺ λέγοντι παρέστη Ὀδυσσεύς.
ἀναφέρει δὲ ἐπὶ τὰ “ὃν δʼ αὖ δήμου 〈τ〉 ἄνδρα ἴδοι” (198)· οὐκοῦν οὐ
τῶν βασιλέων Θερσίτης· βασιλικῶς δὲ ὑπερφρονεῖ τούτου Ἀγαμέμν-
νων. καὶ τὸν Ἀλεξάνδρου φασὶ κύνα τὰ μὲν μικρὰ θηρία παρορᾶν,
ἐπὶ δὲ σῦς ἢ λέοντας ὁρμᾶν.
245. ἠνίπαπε] ἐνίπτω, ἤνιπα καὶ ἠνίπαπεν ὡς ἠρύκακεν.
246. Θερσῖτʼ ἀκριτόμυθε] μετὰ εἰρωνείας, ὡς καὶ τὸ “λιγύς” οἳ δὲ “ἀκριτόμυθε” ἀντὶ τοῦ ἀμετροεπές, πρὸς κατάγνωσιν τῶν εἰρημένων.
247. μηδʼ ἔθελε] ἀεὶ ἐθέλω ἔφησεν ὁ ποιητής· καὶ ἀλλαχοῦ γὰρ
“οὔδʼ ἔθελεν” (Il. 21. 366).
μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι] καὶ τοῦτον ἐλέγχει καὶ τῶν λοιπῶν ἐνεχυράζει τὴν γνώμην. ὁμώνυμον δὲ ἔρις καὶ ὄνειδος.
248. χερειότερον] ὡς μειζονώτερον, βελτιώτερον.
250. ἀνὰ στόμʼ ἔχων] βασιλῆας ἀνὰ στόμα, διὰ συνεχοῦς μνήμης·
ἀνὰ στόμʼ ἔχων ἀγορεύοις] ὀνομάζοις, μή τι καὶ ὑβρίζοις.
251. νόστον τε φυλάσσοις] τὴν πρὸς τὴν φυγὴν εὐκαιρίαν παρα-
τηροῖς.
252. οὐδέ τι πω σάφα ἴδμεν] ὡς περιττοὶ οἱ ε΄ ἀθετοῦνται. ἔχουσι
οὐδέ τι πω σάφα ἴδμεν] ἐντέχνως πάνυ ὡς πρὸς τὸν Θερσίτην
στοχαζομένῳ τοῦ πλήθους. φησὶν οὖν ὡς οὐκ ἴσασιν, εἰ ἐπʼ ἀγαθῷ
τὰ τῆς ἐπανόδου αὐτοῖς ἔσται.
254. τῷ νῦν Ἀτρείδῃ—ἧσαι ὀνειδίζων] ἀδήλου ὄντος τοῦ νόστου,
255. ἧσαι ὀνειδίζων] τῶν γὰρ ἄλλων καθεσθέντων Θερσίτης μόνος
ὅτι οἱ μάλα πολλὰ διδοῦσι] τὸ “ὅτι οἱ” ἐν μιᾷ ὀξείᾳ προενεκ-
“ἔνθʼ ἔσαν οἱ πέπλοι” (Od. 15. 105).
258. εἴ κʼ ἔτι σ᾿ ἀφραίνοντα] αἱ μὲν Ἀριστάρχου εἶχον “εἰ δέ τι
υιχήσομαι ὥς νυ περ] ὅτι ἀφρόνων ἐστὶ τὸ τὰ τοιαῦτα πράσσειν.
259. μηκέτʼ ἔπειτʼ Ὀδυσῆι κάρη] πολέμιοι δειροτομοῦσιν· “ἵν᾿
κάρη ὤμοισι] σὺν τῷ αὐχένι κάρη” λέγεται.
260. μηδʼ ἔτι Τηλεμάχοιο] οὐχ ἑαυτῷ νῦν ἀρᾶται, ἀλλὰ τῷ
*φίλα] ἴδια.
262. αἰδῶ] ἢ τὴν τοῦ σώματος ἢ τὴν τοῦ μορίου.
μέχρι παρʼ αἰδῶ] ἀντὶ τοῦ μορίου.
τρία ῥητορικῆς εἴδη· συμβουλευτικόν, ὅ ἐστιν ἐκ προτροπῆς καὶ
ἀποτροπῆς ὡς νῦν· δικανικὸν ἐκ κατηγορίας καὶ ἀπολογίας, ὡς
“δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποίνης” (Il. 18. 498)· πανηγυρικὸν
ἐξ ἐγκωμίου καὶ ψόγου, ὡς τὸ “ὦ μάκαρ Ἀτρείδ,η” (Il. 3. 182),
“ ⌈οἰνοβαρὲς⌋ κυνὸς ὄμματ᾿ ἔχων” (Il. 1. 225).
264. *πεπληγώς] ἀντὶ τοῦ πλήσσων.
265. ὣς ἄῤ ἔφη, σκήπτρῳ δέ] πῶς ἠπείλησε μὲν περὶ τῶν ἔπειτα,
νῦν δὲ τὴν ἀπειλὴν ἐκτελεῖ; ἀλλʼ οὐχ ἃ ἠπείλησεν 〈ἐτέλεσεν〉, ἀλλὰ
διὰ τῆς βραχείας πληγῆς πιστοῦται ὅτι μὴ σωφρονιζόμενος καὶ ταῖς
μείζοσιν αἰκισ〈θή〉εται πληγαῖς· ἢ ἀπόπειρα ἦν διὰ τῆς ἀπειλῆς, ὅπως
οἱ πολλοὶ ἕξουσι τυπτομένου, εἶτα βουλομένους ἰδὼν τοὺς Ἕλληνας
οὐ ὑπερέθετο τὴν κόλασιν, ἀλλὰ παίει τὸν κυρτόν, ἐκ τούτου γέλωτα
κινῶν· ἢ νῦν μὲν ἐνδεδυμένον παίει, ὕστερον δὲ γυμνὸν πλήξειν ἀπειλεῖ.
δικαίως δὲ τιμωρεῖται βραχείᾳ πληγῇ· κολάζεται γὰρ ὁ μὲν εὐφυὴς
νουθεσίᾳ, ὁ δὲ ἄκοσμος ὕβρει, ὑγιὴς δὲ τὸ σῶμα βασάνοις καὶ χρη-
μάτων εἰσφοραῖς, ὁ δὲ λελωβημένος, οἷος ὁ Θερσίτης, βραχείῳ
πληγῇ καὶ μεθʼ ὅρκων ἀπειλῇ.
266. *ἰδνώθη] ἀνεκλάσθη, ὅπως πλεῖον προκύψῃ τὸ κυρτόν.
θαλερὸν δέ οἱ] ἔνικμον, ἀπὸ τῶν φυτῶν. §. τινὲς δὲ γράφουσιν
267. *σμῶδιγξ] τὸ ἐκ πληγῆς οἴδημα.
ἐξυπανέστη] ἐμφαντικῶς τὰς προθέσεις πυκνὰς παρέλαβεν ὡς ἐν
τῷ “ὑπεξανα〈δύς〉” (Il.13.352). καὶ διὰ μὲντῆς “ὑπό” τὴν κάτωθεν,
διὰ δὲ τῆς “ἔξ” τὴν εἰς εὐθύ, διὰ δὲ τῆς “ἀνά” τὴν εἰς ὕψος σχέσιν· ἢ
ὑποτρέχοντος τοῦ αἵματος ἔξω διῆρεν.
268. ὃ δʼ ἂρ ἕζετο] ὅτι νῦν καθέζεται. μάτην ἄρα ἔλεγε τὸ “ἧσαι ὀνειδίζων” (255).
269. *ἀχρεῖον] παρὰ μὲν τῷ ποιητῇ προπερισπώμενον, παρὰ δὲ τοῖς Ἀττικοῖς προπαροξύτονον.
ἀχρεῖον ἰδών] ὀργιζομένου καὶ μὴ δυναμένουἀμύνασθαι τὸβλέμ〈μ〉α
διαγράφει. ἔστιν οὖν ἀκαίρως ὑποβλέψας, ὡς τὸ “ἀχρεῖον δʼ ἐγέ-
λα〈σ〉σεν” (Od. 18. 163), ἢ τὸ πρόσωπον τοῖς δάκρυσιν ἀμορφώσας,
270. οἱ δὲ καὶ ἀχνύμενοί περ] διὰ τὸν 〈τῶν〉 οἴκοι ἔρον. στασιάζον
δὲ πλῆθος πληγαῖς ἢ γέλωτι παύεται, οἷς ἀμφοῖν ἐχρήσατο ὁ ποιητής.
271. *ἰδών] βλέπων.
272. δὴ μυρίʼ Ὀδυσσεύς] φιλαλήθεις οἱ Ἕλληνες, οἳ καὶ τυ- φθέντες ὑπὸ Ὀ⌈δυσσέως⌋ οὐκ ἀποκρύπτουσι τὸν ἔπαινον.
ἦ δὴ μυρίʼ Ὀδυσσεύς] πῶς προειπὼν αὐ⌈τοὺς⌋ γεγελακέναι
σπου⌈δαῖα⌋ καὶ οὐ γελοῖα παράγει ⌈λέ⌋γοντας: τάχα οὖν τοῖς ἐπὶ
Θερσίτου περιῄρηται τὸ θρασὺ καὶ παρ⌈ρη⌋σιαστικὸν αὐτῶν Ὀδυσσεύς.
ἄλλως τε προοικονομεῖ τὴν εἰς ὅλην τὴν ποίησιν ἀμνηστίαν Θερσίτου
διὰ τοῦ “οὔ θην μιν πάλιν.”
273. βουλάς τʼ ἐξάρχων] Ἴων (63) “βουλὴ μὲν ἄρχι, χεὶρ δʼ
ἐπ〈εξ〉εργάζεται.”
*κορύσσων] Αἰολικῶς, ἀπὸ τοῦ κορύπτω.
275. *λωβητῆρα] τὸν ψεύστην ἢ τὸν λωβηθέντα.
ἔσχʼ ἀγοράων] ὡς συνεχῶς αὐτοῦ παρρησιαζομέ⌈νου⌋. §. “ἐπεσ-
276. οὔ θην μιν πάλιν] τοῦτο διὰ τὸ μὴ ἔτι μνησθῆναι αὐτοῦ ἐν
τῇ ποιήσει. §. τὸ δὲ “πάλιν” εἰς τὸ ὀπίσω, τὸ δὲ “αὖτις” χρονικόν.
278. ἀνὰ δʼ ὁ πτολίπορθος] οὕτως Ἀρίσταρχος· τινὲς δὲ χωρὶς τοῦ
ἄρθρου, κακῶς. §. προαναφωνεῖ τὴν πόρθησιν διʼ αὐτοῦ γενησο⌈μένην⌋.
ἀνὰ δʼ ὁ πτολίπορθος Ὀδυσσεὺς ἔστη] πρὸς τὸ σχῆμα· ψῆφον
ὅπως σιωπήσωσι καὶ νοήσωσιν. διὰ τί δὲ Ὀδυσσεὺς πρὸ τοῦ Νέστορος
πρεσβύτου ὄντος λέγει; ὅτι αὐτὸς συνήγαγε τὴν ἐκκλησίαν· καὶ
θορύβου ὄντος, ὡς καὶ τὴν Ἀθηνᾶν εἰδομένην κήρυκι σιωπᾶν λαὸν
ἀνώγειν, ἔδει τὸν πρῶτον δημηγοροῦντα γεγωνότερον βοᾶν, ὡς ἅμα οἱ
πρῶτοί τε καὶ ὕστατοι μῦθον ἀκούσειαν. ὁ μὲν οὖν Νέστωρ ὡς γέρων
279. παρὰ δὲ γλαυκῶπις Ἀθήνη] ἐπεὶ ἔδει κήρυκα συμπαρεῖναι τῷ δημηγοροῦντι.
284. Ἀτρείδη, νῦν δή σε] ἐντέχνως πρὸς τὸν βασιλέα κατὰ τῶν
ἐθέλουσιν Ἀχαιοί] τὸ μὲν “ἐθέλουσιν,” ὡς ἐξ οὐδεμιᾶς αἰτίας
τοῦτο προαιρούμενοι. διασύρει δὲ ὡς οὐ νοήσαντας τὴν ἀπόπειραν.
εἰ γὰρ ἐπονείδιστος ἔσται φευγόντων αὐτῶν, πῶς ἂν αὐτοὺς προτρέ-
κόραι ἀποδύρεσθε.ʼ ἅμα δὲ καὶ ἐμφαίνει, ὅτι κατέχει αὐτοὺς ἐκείνου
286. οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν] τοῦτο ἀνελεύθερον καὶ δου-
λοπρεπές. καλῶς δὲ ἀπὸ τῶν ὡμολογημένων ἤρξατο, ὃ μάλιστα
δυσωπεῖ. οὐκ οἶδε δὲ τοὺς πρὸς τοὺς Τυνδαρίδας ὅρκους ὁ ποιητής·
καὶ γοῦν Ἰδομενεύς φησιν “ ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα”
(Il. 4. 267).
287. ἐνθάδʼ ἔτι στείχοντες] πορευθησόμενοι, ὡς “ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κι⌈ούσῃ⌋” (Od. 4. 736).
288. Ἴλιον ἐκπέρσαντι] πορθήσαντί σοι τὸ Ἴλιον συναπονέεσθαι.
289. ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες] ἄμφω παρέτεινε, τὸ μὲν τῷ “νεαροί,” τὸ δὲ τῷ “ χῆραι.” σἳ μὲν εὐθὺς κόρον λαβόντες τῆς ἀγορᾶς ἵενται οἴκαδε, αἳ δὲ τὸν οἴκοι φυλάσσοντα μὴ κεκτημέναι. κωμῳδεῖ δὲ τὸ ἀσύνετον καὶ ἀγεν〈ν〉ές, ὡς οὐ διὰ τὴν ὑπερτέλειον τῶν πολεμ〈ί〉ων, διὰ δὲ τὸ ἴδιον μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν.
291. *ἀναγκαίως ἐνδίδωσιν, ὅπως πικρὰ θεραπευθέντες μεγάλα
〈πόνος ἐστίν〉] πολὺς μὲν οὖν ἐστιν ὁ πόνος, ὥστε λοιπὸν
ἀκηδιάσαντα ἀνιᾶσθαι· ἀνίησι δὲ τὴν ἐπιτίμησιν τῇ συγγνώμῃ.
292. καὶ γὰρ τίς θʼ ἕνα μῆνα] ἀνίησι τὴν ἐπιτίμησιν τῆς φυγῆς
λογουμένους. δύναται δὲ καὶ ἀνάγκην μείζονα ἐπιτιθέναι τούτοις τοῦ
μένειν αὐτούς, αἰσχρὸν δεικνὺς τὸ ἐπανελθεῖν ἀπράκτως καὶ ὀφθῆναι
διὰ τοῦ τοσούτου χρόνου τοῖς οἰκείοις ἐπονειδίστως· διὸ ἐπάγει
“αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι” (298).
293. ὅνπερ ἄελλαι] τὸ δυσχερὲς 〈τῆς〉 ἀνακομιδῆς πρὸ ὀφθαλμῶν
αὐτοῖς ἄγει.
295. περιτροπέων ἐνιαυτός] τροπὰς λαμβάνων, τουτέστι συμ-
296. ἐνθάδε μιμνόντεσσι] ἀργοῦσιν, ἀπράκτοις καθημένοις, ἐπεὶ
298. αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι] ἀνιαρὸν τὸ
*δηρόν] ἐπὶ πολὺν χρόνον.
299. * τλῆτε, φίλοι] μαλάξας τὸ πλῆθος ἀποστρέφει τε πρὸς
300. *ἤ] ἀντὶ τοῦ εἰ, ὡς τὸ “ἢ καὶ ἐμὸν δόρυ μαίνεται” (Il. 8. 111).
ἢ ἐτεὸν Κάλχας] δικαίως ἀπὸ τοῦ ἔναγχος εὐδοκιμήσαντος
στρατός τε ἐπὶ ξυροῦ τυγχάνων ψυχαγωγεῖται διοσημίαις, τὴν ἐλπίδα
τῆς σωτηρίας ἔχων εἰς θεούς.
302. 〈μάρτυροι,〉 σὓς μὴ κῆρες ἔβαν] “κῆρες” ἐπὶ τοῦ λοιμοῦ.
303. *χθιζά τε] τὸν τοσοῦτον χρόνον “χθιζά” φησιν, ὅπως τὸν
304. * δεῖ οὖν ἀναπληρῶσαι τὸν σκοπόν.
305. ἀμφὶ περὶ κρήνην] οὐ διὰ τὸ μέτρον αἱ δύο προθέσεις, ἀλλὰ
307. καλῇ ὑπὸ πλατανίστῳ] μόνον οὐχὶ χρώμασιν ἡμῖν τὸν λόγον
ἐσήμανεν· καὶ Πλάτων Φαίδρῳ πλάτανον καὶ τὸ παραρρέον ὕδωρ
φησίν (230 b)· διυδατίζεσθαι γὰρ θέλει ἡ πλάτανος, καὶ ἔστιν
ἐπιτηδεία πρὸς γένεσιν στρουθῶν.
308. *σῆμα] ὧδε ἡ στιγμή.
μέγα σῆμα. δράκων] ὁ δράκων Ἀθηνᾶς ἱερός, οἱ στρουθοὶ Ἀφροδίτης,
χρόνον τε δηλοῦσιν, ἐπεὶ πτηνὸς ὁ χρόνος. ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι κίνησιν
ἔλαβεν ὁ πόλεμος. καὶ τὸ μὲν ἐφʼ ὕψους κεῖσθαι τὴν νεοσσιάν, τὴν
ἠνεμόεσσαν Ἴλιον, οἱ δὲ ὑποπετήλιοι νεοσσοὶ τὸ ὀλιγοχρόνιον τῶν
Τρώων· μαραινομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπεσοῦνται.
ἡ δὲ ἐνάτη μήτηρ τῆς ἐνναετηρίδος τὸν ἔσχατον ἀγῶνα ἐσήμανεν, ἡ
δὲ διὰ τοῦ ὕδατος πορεία τοῦ δράκοντος τὴν διʼ ὕδατος ἄφιξιν τῶν
Ἑλλήνων, τὸ δὲ περιλειφθῆναι τὴν νεοσσιὰν τὸ μὴ παντελῶς ἠφανί-
σθαι τὸν τόπον· οἰκεῖται γὰρ μέχρι τοῦ νῦν. ἡ δὲ ἀπολίθωσις ἢ τὸ
δυσδιεξόδευτον τῶν νόστων ἢ ὅλου τοῦ ἀγῶνος παῦσιν—οὐ γὰρ ἠμύ-
ναντο ἔτι τοῦ λοιποῦ τοὺς Ἕλληνας οἱ Τρῶες—ἢ ὅτι εἰς λίθους περι-
φύσιν. τοῦτο οὖν ἄμφω εἶχε, σημεῖον μὲν τὸ ἐπʼ ἄκρῳ τῷ φυτῷ
εἶναι τὴν νεοσσιάν, τέρας δὲ τὸ ὀκτὼ τετοκέναι· ἑπτὰ γὰρ τίκτει,
ὧν τὸ ἓν οὔριον ἐᾷ.
309. * σμερδαλέος] καταπληκτικός, φοβερός.
*φόωσδε] ἐς φανερόν.
310. * ὄρουσεν] ἀνώρμησεν.
312. πετάλοις ὑποπεπτηῶτες] ὑφʼ ἕν· τοῦτο δὲ διὰ τὴν ἀσθένειαν τῶν νεοσσῶν.
314. ἔνθʼ ὅγε τοὺς ἐλεεινὰ κατήσθιε] ἐπὶ δὲ λύκων “οἴ τʼ ἔλαφον κε-
ραὸν μέγαν οὔρεσι δῃώσαντες” (Il. 16. 158)· ἐπὶ δὲ λεόντων “ἔγκατα
καὶ μέλαν αἷμα λαφύσσετον” (Il. 18. 583), ὥσπερ ἐπαναβαίνων
ταῖς λέξεσιν.
316. ἐλελιξάμενος] ἐπιστραφείς. οὐδὲ τοῦτο δὲ ἄχρηστον πρὸς
πτερύγος] παροξυτόνως· καὶ ὁ μὲν κανὼν θέλει προπαροξυτόνως ὡς
αὐτῷ ὡς πάνυ ἀρίστῳ γραμματικῷ.
ἀμφιαχυῖαν] τελειοτέρᾳ φωνῇ ἐχρήσατο τοῦ τετριγῶτας.
318. τὸν μὲν ἀρίζηλον] ἀθετεῖται· πιθανώτερον γὰρ αὐτὸν καθά-
323. τίπτʼ ἄνεῳ ἐγένεσθε] ἐπιτιμᾷ ὡς οὐ δεομένοις μαντείας.
καλῶς δὲ οὐ περιέτεμε τὸν λόγον, ἀλλὰ τοῖς τοῦ μάντεως κέχρηται
ῥήμασιν, ὅπως ψυχαγωγοῖντο δοκοῦντες αὐτοῦ ἀκούειν.
325. ὅου κλέος] κλέος τοῦ πολέμου ἢ τοῦ σημείου. τοῦτο δὲ πρὸς
ὅου κλέος] τὰἄρθρα διαιροῦνται· αἱ γὰρ ἀντωνυμίαιπλεονάζουσι τῷ ε. §. τοῦτο προσέθηκεν, ὅπως διὰ τὸ μῆκος 〈μὴ〉 ἀπογνῶσι πρὸς τὴν μάχην.
328. ὣς ἡμεῖς το〈σ〉σαῦτʼ ἔτεα] τρεῖς εἰσι χρόνοι δι᾿ ὧν ὁ πᾶς αἰῶν
ἦσαν ἐν τῷ στελέχει, ἡμέρας εἶπεν· εἰ δὲ ἐν μέσῳ, μῆνας· ἐπεὶ
δὲ πρὸς τῷ τέλει, ἐνιαυτούς.
*αὖθι] τὸ “αὖι” ἐν Ἰλίῳ. οὐκ ἐν Αὐλίδι.
329. τῷ δεκάτῳ δὲ πόλιν] διὰ τί οὐχὶ ἐνάτῳ ἔφη ἐνιαυτῷ ἔσεσθαι
“ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν” ; ἢ ὅτι τῶν ἐννέα πληρωθέντων ἀνάγκη
νοεῖν τὸ〈ν〉 ἐπέκεινα δέκατον· ἢ καὶ τὸν δράκοντα αὐτὸν συναριθμεῖν δεῖ,
ὅς ἐστι δέκατος, ὡς ὅλου τοῦ ἀγῶνος ἐν τούτῳ μέλλοντος παύ〈σ〉εσθαι.
ὁ λιθωθεὶς οὖν δράκων ἐσήμανεν, ὅτι οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος.
*τῷ δεκάτῳ] ἱσταμένου γὰρ τοῦ δεκάτου ἐπόρθησαν.
330. 〈κεῖνός θʼ〉 ὣς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται] πρὸς τὸ
332. εἰς ὅ κεν] καλῶς ἐπὶ πέρατι τοῦ λόγου πιστοῦται τὸ λόγιον, οὐχ ὡς ἐν ἀρχῇ “ἢ ἐτεὸν Κάλχας μαντεύεται” (300).
333. ὣς ἔφατ᾿, Ἀργεῖοι δὲ μέγ᾿ ἴαχον] “οἷόν γε πού᾿ στι γλῶττα κἀν-
θρώπου λόγος” κατὰ Εὔπολιν (fr. 314 Kock)· ὃ μὲν γὰρ λέγων
“φεύγωμεν” ἀναπτεροῖ, ὃ δὲ “μίμνωμεν” πείθει. ἃμα δὲ καὶ τὸ
παλίμβολον τῶν δήμων ἐσήμανεν.
μέγ᾿ ἴαχον] ἐπὶ μὲν τούτων “ἴαχον,” ἐπὶ δὲ Τρώων “κελάδησαν” (Il. 8. 542).
μέγ᾿ ἴαχον] δεινῶς ἅμα καὶ εύπόρως τὴν αὐτὴν ῥητορείαν ἑτέραις λέξε- σιν ἐκφράζει ὁ ποιητής. παρρησιαστικὸς δὲ διὰ τὸ γῆρας ὁ Νέστωρ.
*ἀμφὶ δὲ νῆες] ἀντὶ τοῦ πᾶσαι.
νῆες—κονάβησαν] ἴδιος ἦχος τῶν πεπληγότων ξύλων ὁ κόναβος.
337. ἦ δὴ παισίν] “παισίν,” οὐ γυναιξίν· ἔστι γὰρ καὶ ταύταις φρόνησις.
ἀγοράασθε] τότε ὅτε συνετίθεσθε Ἀγαμέμνονι· ἢ μᾶλλον πρὸς
Ὀδυσσέα ἀποτείνεται δημοχαριστικῶς παρελθόντα· ἐπιτρίψει γὰρ
[ταῦτα] μᾶλλον εἰς ἀναρχίαν τὸ πλῆθος, πῇ μὲν “σέ” λέγων “ἐθέλουσιν
Ἀχαιοὶ—ἐλέγχιστον θέμεναι,” πῇ δὲ τῷ “οὐ νεμεσίζομʼ Ἀχαιούς.”
339. πῇ δὴ συνθεσίαι τε] τινὲς ἐλεγκτικῶς ὅλα προφέρονται· ποῦ
ἀπῆλθον αἱ συνθῆκαι καὶ τὰ ὅρκια, σπονδαί τε καὶ δεξιαί; ἵνʼ ᾖ καὶ τὸ
“βήσεται” ἀντὶ τοῦ ἔβησαν καὶ τὸ “γενοίατο” ἀντὶ τοῦ ἐγένοντο καὶ
τὸ “ἐριδαίνομεν” 〈ἀντὶ〉 παρῳχημένου, ἵνʼ ᾖ μάτην ἐφιλονεικοῦμεν
λόγοις μόνον ὑπισχνούμενοι, καὶ τὸ “ἀγοράασθε” ἀντὶ τοῦ ἠγοράασθε.
πῇ δὴ συνθεσίαι τε] ἐν δισταγμῷ· ποῦ ἄρα τελευτήσει τὰ τῶν ὅρκων καὶ συνθηκῶν;
βήσεται ἡμῖν] ἀπολελυμένως ἀναγνωστέον τὸ “ἡμῖνν.”
340. ἐν πυρὶ δὴ βουλαί τε γενοίατο] οὐκέτι βουλῶν ὄνησις· ἀφανι-
σθήσεται δὲ παντελῶς, εἰ λογομαχεῖν μόνον παρασκευάζουσι μηδὲν ἀνί-
σχουσαι, τὸ ὠφελοῦν. οὐχ ὑποσχέσεις δὲ κατὰ τὸν Ὀδυσσέα, ἀλλὰ γυμ-
νότερον αὐτὰ τῶν πίστεων τὰ ὀνόματά φησιν. ὅσα γὰρ παρέδραμεν
ἐκεῖνος, ἐπεξεργάζεται οὗτος, καὶ τοὐναντίον· δεινῶς δὲ ἐλέγχει ὡς ἐνε-
δρεύσαντας ὁσιώμασιν· οὐκ ἂν γὰρ ἐστράτευσε μὴ συνθεμένων αὐτῶν.
*βουλαί] εὖ τὸ μὴ εἰπεῖν ὑμῶν, ἀλλὰ καθολικῶς “ἀνδρῶν.”
341. σπονδαί τʼ ἄκρητοι] ὅτι, ὅταν λέγῃ “κρητῆρι δὲ οἶνον
342. οὐδέ τι μῆχος εὑρέμεναι] καὶ Ὀδυσσεὺς “αἰσχρόν τοι δηρόν 〈τε〉 μένειν” (298).
344. Ἀτρείδη, σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων] ἐναντίως τῷ Ὀδυσσεῖ ἀπὸ
σὺ δ᾿ ἔθ᾿ ὡς πρὶν ἔχων ἀστεμφέα βουλήν] ἀντὶ τοῦ ἀμετακίνητον, βεβαίαν.
345. ἄρχευʼ Ἀργείοισιν] καταπλήττει διὰ τούτων τὸ πλῆθος.
346. τούσδε δʼ ἔα] ὑφʼ ἓν ἀναφορικῶς. τὰ δὲ τοιαῦτα ἀεὶ δεικ-
*ἕνα] τῷ ἐλαχίστῳ ἀριθμῷ κἀκείνους εὐτελίζει καὶ τοὺς ἄλλους
τοί κεν Ἀχαιῶν] “Ἀχαιῶν,” οὐκ εἶπε σοῦ, ἀλλὰ κοινὴν αὐτῶν
κατηγορίαν ποιεῖται, ἐφελκόμενος τὸ πλῆθος.
347. ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν] οὐδὲν ἀνύσουσι πρὸς τὸν
349. εἴτε ψεῦδος ὑπόσχεσις] ἀντὶ τοῦ ψευδής.
εἶτε ψεῦδος ὑπόσχεσις] ταῦτα παρὰ τοῖς Στωικοῖς λεκτὰ καλοῦν-
350. φημὶ γὰρ οὖν] οἰκείως ὁ μὲν Ὀδυσσεὺς δημοχαριστικῶς
χαριζόμενος τὰ τοῦ βασιλέως τῶν θεῶν προβάλλεται· διὸ ὃ μὲν
παρὰ τῶν Ἑλλήνων, ὁ δὲ Νέστωρ παρὰ τοῦ βασιλέως ἐγκωμιάζεται.
φημὶ γὰρ οὖν] τελειότερον ἀφεὶς τοὺς νεοσσοὺς ἐπὶ τὸν βασιλέα
353. ἀστράπτων] ὅτι οὐ καταλλήλως· ἔδει γὰρ ἀστράπτοντα καὶ
*ἐκιδέξι᾿] ἐπιδέξια, ὡς “ἐνδέξια πᾶσιν” (Il. 1. 597).
ἐναίσιμα] λείπει ὁ καί· καὶ ἐναίσιμα σήματα φαίνοντα.
354. τῷ μή τις πρὶν ἐπειγέσθω] προστακτικῶς· ὁ δὲ Ὀδυσσεὺς “ἀλλʼ ἄγε, μίμνετε πάντες” (331).
355. *πρίν τινα] μέγιστον πρὸς κόλασιν ᾤοντο οἱ παλαιοὶ τὸ τὰς γυναῖκας ὑπὸ πολεμίους γενέσθαι.
πρίν τινα πὰρ Τρώων] φασί τινες, ὡς αἰσχρὸν αὐτοὺς μένειν δελε-
αζομένους τῇ προσδοκίᾳ τῶν ἀφροδισίων ὑπὸ τοῦ πανσόφου Νέστορος·
ῥητέον οὖν, ὡς ἐξ ὧν ἐπλημμέλησαν Τρῶες ἐκ τούτων αὐτοὺς δίκας
αἰτεῖν πεπείραται· οἶδε δὲ τὸ πλῆθος Ἀφροδίτης ἡττώμενον, καὶ
ταῦτα ὅταν ἄλογος ἡ ἡδονή· ὁ δὲ Ὀδυσσεὺς οὐδέ φησι τοιοῦτον,
ἀλλʼ ὁ τῶν ἀφροδισίων ἤδη παυσάμενος.
356. * Ἑλένης ὁρμήματα] λείπει ἡ περί, τὰ περὶ τῆς Ἑλένης ὁρμήματα καὶ τὰς στοναχάς.
Ἑλένης ὁρμήματα] μεριμνήματα, ὡς αὐτῆς ἀκουσίως παρὰ τοῖς πολεμίοις οὔσης, ἵνʼ ἀξιόχρεως ᾖ βοηθεῖσθαι.
357. *ἐκπάγλως] ὑβριστικῶς.
358. *ἁπτέσθω ἧς νηός] τοῦτο παρὰ ὑπόνοιαν ἐπήγαγεν. ἀρετῆς δὲ ῥήτορος τὰ μὲν χαρίζεσθαι, τὰ δὲ καταπλήσσειν ἀπειλῇ κολάσεων.
360. ἀλλὰ ἄναξ] φοβερώτερον καθιστὰς τοῖς ἁμαρτάνουσι τὸν Ἀγαμέμνονα ἄνακτα αὐτῶν καλεῖ, οὐκ Ἀτρείδην.
ἀλλὰ ἄναξ, αὐτὸς δʼ εὖ μήδεο] τοῖς βασιλεῦσι νόμον τίθησιν, εἰς
δύο μερίζων αὐτῶν τὴν εὐβουλίαν, τήν τε ἰδίαν καὶ τὴν σὺν ἄλλοις
γινομένην. ἄριστον γὰρ τὸ ἐπικρίνειν τὸ εὖ ἔχον· “οὗτος μὲν πανά-
ριστος, ὃς αὐτῷ πάντα νοήσῃ” (Hesiod. Opp. 293).
361. * οὔ τοι ἀπόβλητον] ἐξ ἀποφάσεως τὴν κατάφασιν δηλοῖ τῶν ἐπαίνων, φεύγων τό φορτικόν· διὸ οὐκ εἶπεν ‘ἐπαινέσεις τὴν βουλήν.’
362. κρῖνʼ ἄνδρας κατὰ φῦλα] προοικονομεῖ ἑαυτῷ τὸν κατάλογον,
ὅπως τὰς φυλὰς διεξιὼν ἀναγκάζηται τὸν ἀριθμὸν τῶν νεῶν λέγειν.
περὶ τάξεως δὲ εἰσηγεῖται ὡς ἀναμφιβόλως δόξαν αὐτοῖς μένειν· καὶ
ὅτι ἔχοντες πρώην Ἀχιλλέα τούτων οὐκ ἐδέοντο, ὡς οὐδὲ τοῦ πλήθους.
*⌈“φῦλα”⌋ τὰς φυλὰς παρὰ Ἀττικοῖς.
363. *φρήτρη] τὰς τριττῦς, ὅ ἐστι τρίτον φυλῆς.
ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ] τοῦτο ἐξηγήσατο ἐν τῷ “ἐν θυμῷ
366. *κατὰ σφέας] διακεκριμένοι.
367. γνώσῃ δʼ εἰ καὶ θεσπεσίῃ] λείπει βουλῇ, ὡς Πίνδαρος “τόνδ’
368. ἢ ἀνδρῶν] Πτολεμαῖος περισπᾷ τὸν η “ἦ ἀνδρῶν” ὡς διαπο-
ρητικὸν ἐκδεχόμενος, οἱ δὲ περὶ Ἀλεξίωνα ὀξύνουσιν ὡς διαζευκτικόν.
ἵν᾿ ᾖ ὁ ἤ ἀντὶ τοῦ ἀλλά.
370. μὴν αὖτ᾿ ἀγορῇ] ἐπιεικὴς ὁ βασιλεύς, ὃς οὐκ οἴεται δεῖν ἐν
χρὴ πράττειν μένοντας.
ἦ μὴν αὖτ᾿ ἀγορῇ] τὸν μὲν τὸ πλῆθος, τὸν δὲ ὁ βασιλεὺς ἐπαινεῖ·
371. αἲ γάρ, Ζεῦ τε πάτερ] πάτριοι τοῖς Ἀθηναίοις οἱ θεοί.
372. τοιοῦτοι δέκα μοι συμφράδμονες] εἰ πάντες φησὶ κυμβου-
λεύσειαν 〈ταὐτὸ〉 τῷ Νέστορι, οὐδὲν ἐκείνου διοίσουσιν· ἀπαρκεῖ οὖν τὸ
χρηστὸν τῆς γνώμης ὁ Νέστωρ μόνος εἰσηγούμενος. ἀγνοοῦσι δὲ ὅτι
οὐ τοὺς ἀλλήλων μηδὲ ἅμα διοίσοντας τοῖς λόγοις φησίν, ἀλλʼ οἷς
ἡ αὐτὴ μέν ἐστιν ἕξις “πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι, ὅς κεν
ἀρίστην βουλὴν βουλεύσῃ” (Il. 9. 74). τάχα δὲ ἐπὶ ταύτην τὴν
εὐχὴν κατηνέχθη, ἵνα τῇ ὑπερβολῇ τῶν τοῦ Νέστορος ἐπαίνων προ-
τρέψῃ τό στράτευμα πείθεσθαι ταῖς παραινέσεσιν αὐτοῦ.
τοιοῦτοι δέκα μοι] δῆλός ἐστιν ὁ ποιητὴς τῶν σωματικῶν τὰ
τρέπων Ἀγαμέμνων φησὶ “τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθε〈σ〉σι γένοιτο”
(Il. 4. 289). ἐντεῦθεν δὲ ὁ Εὐριπίδης λαβὼν λέγει (fr. 220) “ἓν βού-
λευμα τὰς πολλὰς χέρας νικᾷ· σὺν ὄχλῳ δʼ ἀμαθία, πλεῖστον κακόν.”
373. τῷ κε τάχʼ ἠμύσειε] “ἠμύσειε” ἀπὸ τῶν ὀφθαλμῶν, οἳ σὺν τῷ
375. ἀλλά μοι αἰγίοχος] εὐεπίφοροι κατὰ θεῶν οἱ ἀτυχεῖς.
376. ὅς με μετʼ ἀπρήκτους ἔριδας] προμαλάσσει τὸ πλῆθος, τὴν
αἰτίαν θεῷ ἀνατιθεὶς καὶ θυμῷ, ὡς μήτις ἐθελοκακῇ αὐτῷ. συγ-
γνώμονες δὲ πάντες τοῖς ὁμολογοῦσι τὰ πταίσματα.
377. *καὶ γὰρ ἐγών] πόρρωθεν ἑαυτῷ τὰς πρὸς Ἀχιλλέα διαλ- λαγὰς μνηστεύεται, τοὺς ᾠκειωμένους ἐκείνῳ ὑπερχόμενος.
μαχεσ〈σ〉άμεθʼ εἵνεκα κούρης] οὐ “μαχησόμεθ᾿,” ὡς “μαχήσονται περὶ σεῖο” (Il. 3. 137).
379. εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν] καὶ πῶς οὐ παρακαλεῖ; αἰδεῖται γὰρ χωρὶς ἀνάγκης, καὶ πέποιθε τῷ ὀνείρατι.
380. οὐδʼ ἠβαιόν] ἀεὶ μὲν παρὰ τῷ ποιητῇ ἐν ἑνὶ μέρει λόγου. ἔνθεν καὶ Καλλίμαχος (fr. 540) “ἠβαιὴν οὔτι κατὰ πρόφασιν.”
381. νῦν ἔρχεσθʼ ἐπὶ δεῖπνον] τρισὶ τροφαῖς ἐχρῶντο οἱ παλαιοί·
καὶ τὴν μὲν α΄ ἐκάλουν ἄριστον, ἣν ἐλάμβανον πρωίας σχεδὸν ἔτι
σκοτίας οὔσης· καὶ ὠνόμασται ἄριστον ἢ παρὰ τὸ λαβόντας αὐτὸ
εἰς ἀριστείαν προέρχεσθαι, ἢ ἀπὸ τοῦ προσφέρεσθαι ταύτην
πρώτην τροφὴν παρὰ τὸ ἄειρε· “μή μοι οἶνον ἄειρε” (Il. 6. 264).
τὴν δὲ δευτέραν δεῖπνον, τὸ καθʼ ἡμᾶς ἄριστον· καὶ ἔστι κατὰ τὸ
ἔτυμον δεῖπνον μεθʼ ὃ δεῖ πονεῖν. λαβόντες γὰρ ταύτην τὴν τροφὴν
πάλιν περὶ τὰ πολεμικὰ ἔργα ἐπόνουν. τὸ δὲ τρίτον δόρπον, τὸ καθʼ
ἡμᾶς δεῖπνον· καὶ ἔστι κατὰ τὸ ἔτυμον ἰαύερπον, ὅταν εἰς τὸ ἰαύειν
πορευώμεθα, ὅ ἐστι κοιμᾶσθαι· ἢ παρὰ τὸ παῦσιν ἔχειν τοῦ δόρατος.
ἵνα ξυνάγωμεν Ἄρηα] ἰδὼν ὁ Ἀγαμέμνων τοὺς Ἀχαιοὺς καὶ τὸν
Ὀδυσσέα ἐπαινέσαντας καὶ τὴν νέαν ἐπιτίμησιν πράως ἐνεγκόντας
τρέπεται ἐπὶ τὸ προστάσσειν.
382. εὖ μέν τις δόρυ] κινητικὰ τοῦ μέλλοντος ἔσεσθαι πολέμου
ταῦτα, καὶ τὴν πολεμικὴν παρασκευὴν διδάσκοντα τὸν ἀκροατήν.
οἶδε γὰρ καὶ ταῦτα αἴτια εἶναι τῆς ἥττης· “οὐδὲ διαπρὸ δυνήσατο”
(Il. 13. 607)· “τῇ ὅ γ᾿ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος” (Il. 15. 647)·
δεῖ οὖν μὴ τὴν αἰτίαν ἐξ ἡμῶν εἶναι τοῦ κακοῦ.
δύο συνέπλεξε σχήματα, ὁμοιοτέλευτον καὶ ἐπαναφοράν, ἐπανιὼν μὲν εἰς τὴν αὐτὴν λέξιν, καταλήγων δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων.
εὖ δʼ ἀσπίδα θέσθω] ὁ τρόπος ἐπαναφορικός, ὡς τὸ “εὖ μὲν
*θέσθω] ἀντὶ τοῦ περιθέσθω.
384. *ἅρματος ἀμφὶς ἰδών] περιβλεψάμενος τὸ ἅρμα.
385. ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηι] ἀβέλτερος,
προθυμότερον παρασκευασθῶσιν. ἢ γὰρ ἀποβάντων ἧττον ἠχθέσθημεν,
ἢ μὴ τελεσθέντων ὑπεράγαν ἐχάρημεν· καὶ Ἀττικοὶ δὲ “ἥκειν ἔχοντας
σιτί᾿ 〈ἡμερῶν τριῶν〉” (Ar. Pac. 312) βοῶσιν.
388. ἱδρώσει μέν τευ] ὅτι οὔπω πόρπακες ἀλλὰ τελαμῶνες ἦσαν.
ται, κίνδυνον δὲ οὐδαμοῦ. πρὸς ἕκαστον δὲ τῶν προτραπέντων αἰτίαν ἐπά-
γει. §. τὸ δὲ “ἱδρώσει” ὑγρανθήσεται ὑπὸ τοῦ ἱδρῶτος τοῦ πολεμοῦντος.
391. ὃν δέ κʼ ἐγών] εὐτόνως κατέστρεψε τὸν λόγον. οὐ γὰρ τῆς
ἐρύουσιν” (Il. 15. 351)· τοῦτο 〈δέ〉, ὅπως τὸν εὐκλεᾶ ἀντὶ τοῦ
δυσκλεοῦς καὶ τὸν ἄδηλον ἀντὶ τοῦ προδήλου θάνατον ἕλωνται.
393. * ἄρκιον] ἐπαρκοῦν αὐτῷ οὐκ ἔσται πρὸς τὸ φεύγειν.
395. ἀκτῇ ἐφʼ ὑψηλῇ] ἐξηγεῖται αὐτὸ διὰ τοῦ “ἔνθα νότος μέγα
μετεώρῳ ἐπιφερόμενον αἰγιαλῷ.
396. * σκοπέλῳ] ἀφʼ οὗ ἐστιν ἅλις σκοπεῖν.
397. ὅταν ἔνθʼ ἢ ἔνθα γένωνται] “γένωνται” οἱ ἄνεμοι. οἱ δὲ
398. ἀνστάντες] διὰ τοῦ ν· τὸ γὰρ πλῆρές ἐστιν ἀναστάντες.
*ὀρέοντο] ὥρμων.
399. *κάπνισσαν] πυρὰν ἧψαν.
400. ἄλλος δʼ ἄλλῳ ἔρεζε] δείκνυσιν ὡς πολύκλητοι ἦσαν·
401. εὐχόμενος θάνατόν τε φυγεῖν] ἤρκει γὰρ αὐτοῖς μόνον τὸ
402. αὐτὰρ ὃ βοῦν] ἐπὶ μὲν τῶν ἄλλων τὴν θυσίαν ἐπὶ κεφαλαίου
λέγων πῶς καὶ τίνι ἔθυεν οὐ λέγει, ἐπὶ δὲ τοῦ βασιλέως ἅπαντα
ἀκριβῶς διέξεισιν· καλῶς δὲ ὁ βασιλεὺς βασιλεῖ θύει, καὶ τῷ τελειο-
τάτῳ τῶν θεῶν τὸ μέγιστον τῶν ζῴων· πρόσθες δὲ ὅτι καὶ τὸν ὄνειρον
αὐτὸς ἦν ὁ πέμψας.
403. πίονα πενταέτηρον ὑπερμενέι Κρονίωνι] οἰκεῖα ταῦτα τῷ τελείῳ Διί.
*πενταέτηρον] τότε γὰρ ἀκμάζει.
404. κίκλησκεν δὲ γέροντας] κοινωνικὸν τὸ συνθύειν τοῖς ἀρί- στοις.
405. Νέστορα μὲν πρώτιστα] ἄριστα 〈πρῶτος〉 τῇ τάξει ὁ
πρεσβύτερος καὶ σύμβουλος καλεῖται· δεύτερος Ἰδομενεύς, καὶ
οὗτος δὲ καθʼ ἡλικίαν, καὶ ὅτι τοῦ Ἀτρειδῶν γένους· τρίτος Αἴας, ὅτι
ἄριστος ἦν τῶν Ἑλλήνων μετʼ Ἀχιλλέα, καὶ ὁ Λοκρὸς σὺν αὐτῷ, ὅτι
“ἶσον θυμὸν ἔχοντε” (Il. 13. 704)· πέμπτος Διομήδης, τῷ Αἴαντι
δεύτερος ὢν κατʼ ἀλκήν· ἕκτος Ὀδυσσεύς, οὐχ ὡς τῶν προειρημένων
ἥττων—πῶς γὰρ ὁ “βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κο-
ρύσσων;” (273)—ἀλλ᾿ ὡς μᾶλλον αὐτὸν φιλῶν παρεῖδεν ὁ Ἀγα-
μέμνων. τὸν γὰρ ἀδελφὸν οὐδὲ ἐκάλεσεν, ἀλλʼ αὐτόματος ἦλθεν·
“ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεόν, ὡς ἐπονεῖτο” (409)· ἅμα δὲ
διδάσκει συμπεριφέρεσθαι ταῖς τῶν ἀδελφῶν ἀσχολίαις.
407. 〈ἕκιον δʼ εὖτʼ Ὀδυσῆα〉] ἴσως ἔσχατον ἐᾷ τὸν Ὀδυσσέα,
ὅπως ὑψώσῃ τοῖς ἐγκωμίοις. ἄμεινον δὲ λέγειν ὅτι τὰ δύο ἄκρα τοῖς
σοφωτάτοις ἀπένειμε, Νέστορι καὶ Ὀδυσσεῖ.
408. αὐτόματος δέ οἱ ἦλθε] ἀπαλ〈λ〉άσσει τὸν ἀδελφὸν τῆς περὶ ἑαυτὸν σπουδῆς· ᾔδει γὰρ αὐτὸν ἠσχολημένον.
βοὴν ἀγαθός] τί δήποτε τοὺς ἀνδρείους βοὴν ἀγαθοὺς ἀποκαλεῖ,
νῦν μὲν τὸν Μενέλαον, ἀλλαχοῦ δὲ τὸν Διομήδην, πῇ δὲ “βοὴν
ἀγαθὸς βάλεν Αἴας” (Il. 15. 249) καὶ ἑτέρους πολλούς, ῥητέον δὲ
ὅτι μήπω σάλπιγγος εὑρεθείσης βοῇ διῴκουν τὰς τῆς μάχης ἐπι-
θέσεις καὶ ἀνακλήσεις, ἄλλως τε καὶ σημεῖον τοῦ θαρσεῖν τὸ βοᾶν·
ἡ γὰρ δειλία θραύουσα τὸ πνεῦμα βραχίστην ἀπεργάζεται τὴν
409. ᾕδεε γὰρ—ἀδελφεὸν ὡς ἐπονεῖτο] ὅτι θυσίαν ἐπετέλει.
412. Ζεῦ κύδιστε μέγιστε] “κύδιστε” ἐν δόξῃ προὔχων, “μέ-
γιστε” δυνάμει προὔχων.
413. μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν] ἀντὶ τοῦ
414. πρίν με καταπρηνὲς βαλέειν] ἄπληστος ἡ ὄρεξις τοῦ πρὸ
*καταπρηνὲς βαλέειν] ἔμφασιν ἔχει ἡ ἀπὸ τῶν ἐμψύχων μεταφορά.
415. αἰθαλόεν] κατὰ πρόληψιν τὸ αἰθαλωθησόμενον, ἢ τὸ ἀφανές.
μικροῖς δὲ λόγοις μεγάλα αἰτεῖ· ἀντὶ γὰρ Ἰλίου οἰκίαν μίαν πρῆσαι.
ὁ δὲ θυμὸς ἄκρως διὰ τῶν προσώπων παρίσταται Πριάμου καὶ
Ἕκτορος.
416. Ἑκτόρεον δὲ χιτῶνα] προσυνίστησιν ἡμῖν καὶ νῦν τὸν
417. χαλκῷ ῥωγαλέον] τῷ σιδήρῳ διακοφθησόμενον· ἢ παρὰ τὸ
418. ὀδὰξ λαζοίατο] δάκω δάξω δάξ. τοῦτο δὲ συμβαίνει τοῖς
419. οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε] διὰ τοῦ “πώ” ἐλπίδα ὑπολείπει
τῆς εὐχῆς. ἐπὶ δὲ Θεανοῦς “ἀνένευε δέ” (Il. 6. 311).
οὐδʼ ἄρα πω—ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά] ὡς τῶν μάντεων λεγόντων,
ὡς δέδεκται τὴν θυσίαν καὶ δώσει τὸ πέρας, οὐκ ἀκονιτὶ δέ.
420. πόνον δʼ ἀμέγαρτον] ἄφθονον, πολύν.
435. μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα] αἱ μὲν Ἀριστάρχου “μη-
〈κέ〉τι νῦν δήθʼ αὖθι λεγώμεθα,” ἡ δὲ Ζηνοδότου “μηκέτι νῦν 〈δὴ〉
ταῦτα·” τινὲς δὲ “δὴ αὖθι” χωρὶς τοῦ θ, Καλλίστρατος δὲ “μηκέτι
δὴ νῦν αὖθι λεγώμεθα.”
μηκέτι νῦν—αὖθι λεγώμεθα] ἠθροισμένοι ὦμεν.
μηδʼ ἔτι δηρὸν ἀμβαλ〈λ〉ώμεθα ἔργον] στρατηγικὴ ἡ παραγγελία,
χρόνου μὴ φείδεσθαι· οὔτε γὰρ παρελθόντα ἀνακαλεῖσθαι οὔτε αἰτή-
436. ὃ δὴ θεὸς ἐγγυαλίξει] δώσει τὴν πόρθησιν, ἣν διὰ τοῦ
439. ἡμεῖς δʼ ἀθρόοι ὧδε] θαυμαστῶς τὴν τάξιν τοῦ Ἀχιλλέως
ἀποπληροῖ· τὴν γὰρ στρατηγίαν πρώην εἶχεν.
444. τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα] δύο αὐτοῖς τὰ μέγιστα μαρτυρεῖ, εὐταξίαν καὶ εὐψυχίαν.
446. θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη] ἵνα μὴ ἀπι-
στοῖτο τὸ τάχος, τὴν θεὸν παρέλαβεν, καὶ ὡς ἄξια τῆς θεοῦ
μελλόντων αὐτῶν κατορθοῦν.
*κρίνοντες] φυλοκρινοῦντες.
447. *ἐρίτιμον] μεγαλότιμον.
ἀγήραον] Ἀρίσταρχος “ἀγήρων” καὶ Ἀριστοφάνης, ὡς κἀκεῖ “ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε” (Il. 17. 444). §. ἡ δὲ αἰγὶς ὅπλον Διός.
448. θύσανοι] οἱ κροσ〈σ〉οί. §. “θύσανοι” δὲ παρὰ τὸ θύεσθαι.
τῆς ἑκατὸν θύσανοι] ἀντὶ τοῦ πολλοί· ἢτῷ ἀριθμῷ πίστιν πεπόρισται.
450. παιφάσσουσα] πάντη τὰ φάη ἀίσ〈σ〉ουσα. §. φῶ τὸ φαίνω
μὴ “ἐκπαιφάσσειν” (Il. 5. 803), φανεροῦν ἑαυτόν, ἀλλʼ ἐν ἀγγέλου
σχήματι μένειν.
452. καρδίῃ. ἄληκτον] εἰς τὸ “καρδίῃ” στικτέον. §. τὸ δὲ
453, 454. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων—] νῦν ἄμεινον κεῖνται
ἤπερ ἐν τῇ Λ (13)· πρόσφατος γὰρ αὐτοῖς ἡ τοῦ νόστου μνήμη.
καὶ ἡ αἰφνίδιος δὲ μεταβολὴ οὐκ ἄνευ θεῶν· πῶς γάρ;
455. ἠύτε πῦρ ἀίδηλον] νῦν μάλιστα ἡ δύναμις τοῦ ποιητοῦ, ὅτε
καθʼ ἕκαστον πρᾶγμα διαφόρων εἰκόνων εὐπορεῖ. πρώτη δὲ εἰκὼν ἡ
ἀπὸ τῆς τῶν ὅπλων λαμπηδόνος· μεγεθύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ καὶ
τῷ ὄρει, ἔνθα καταιγίδες εἰσί, καὶ τῇ κορυφῇ. διὸ θαρρῶν ἐπάγει
“ἕκαθεν δέ τε φαίνεται αὐγή.” §. “ἀίδηλον” δὲ παρὰ τὸ ἀιδνόν.
457. ὣς τῶν ἐρχομένον] ὧδε στικτέον.
458. αἴγλη παμφάνοωσα] “παμφανόωσα” τοῦ χαλκοῦ ἡ αἴγλη εἰς οὐρανὸν παρεγίνετο.
459. τῶν δ᾿, ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλτά] “ἔθνεα πολλὰ
δὲ φάλαγγες, ἐλπόμενοι παρὰ ναῦφι” (Il. 16. 280).
460. χηνῶν ἢ γεράνων καὶ κύκνων δουλιχοδείρων] μουσικὰ καὶ
461. Ἀσίῳ ἐν λειμῶνι] οἳ μὲν ἆσιν ἔχοντι· ἀλλὰ πιστότερον
τόπον ὁ Κάυστρος ἀπεργάζεται. ὅπου δὲ ὕδωρ καὶ βοτάνη, ἀφθονία
ὀρνίθων.
462. ἀγαλλόμεναι] Ἀρίσταρχος “ἀγαλλόμενα,” ἵν᾿ ᾖ πρὸς τὰ ἔθνη·
463. κλαγγηδὸν προκαθιζόντων] ἄλλου πρὸ ἄλλου καθιπταμένου
μετὰ βοῆς· ἢ πρὸ τοῦ καθίσαι βοώντων· κέκραγε γὰρ τὰ ὄρνεα ἐπὶ
τὴν γῆν καταφερόμενα. καὶ ὧδε μὲν κατέμιξε τὰς γεράνους μουσι-
κοῖς ὀρνέοις, καὶ εἰς λειμῶνάς φησιν αὐτὰς ἐξιέναι, ἐπὶ δὲ Τρώων
ἐπὶ φθορᾷ (Il. 3. 3).
κλαγγηδὸν προκαθιζόντων] ὑποστιγμὴ ἐπὶ τὸ “προκαθιζόντων”
καὶ ἐπὶ τὸ “λειμών·” τὸ δὲ ἑξῆς, ὀρνίθων πετεηνῶν ἔθνεα πολλά,
κλαγγηδὸν προκαθιζόντων, ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμεναι
πτερύγεσ〈σ〉ι, σμαραγεῖ δέ τε λειμών. τὰ δὲ λοιπὰ διὰ μέσου.
σμαραγεῖ δέ τε λειμών] τὸ τραχὺ τῆς ἀπὸ τοῦ “σμαραγεῖ”
ρογεῖ 〈δέ〉 τε γαῖα᾿ εἰς βραχεῖαν τελευτῶσα τὸν ἦχον 〈ἂν〉 ἐμείου.
465. αὐτὰρ ὑπὸ χθών] ἡ “ὑπό” πρὸς τὸ “ποδρνν.”
467. Σκαμανδρίῳ ἀνθεμόεντι] τῷ πρώην ἄνθη ἔχοντι ὡς “ἐυ-
468. *φύλλα] “φύλλα” πρὸς τὸ οἰκεῖον τῆς ἐσθῆτος.
469. ἠύτε μυιάων] πρὸς τὸ ἐπιθυμητικὸν τοῦ αἵματος. ἐπάγει γοῦν “τόσσοι ἐπὶ Τρώεσσιν.”
*ἀδινάων] ἀθρόως ἱπταμένων, ἢ τῶν λεπτῶν μυιῶν.
470. αἵ τε κατὰ σταθμόν] τὴν ἔπαυλιν· καὶ “σταθμὸν ἔχουσα καὶ
εἴριον” (Il. 12. 434) καὶ “σταθμοῖιν ἑκάτερθε” (Od. 6. 19). τρία οὖν
δηλοῖ ἡ λέξις· τῷ δὲδυσώδει καὶ τῷ θάλπει τῶν ἐρίωναὔξονται αἱ μυῖαι.
ἠλάσκουσιν] οὐ γὰρ διατέταται τῶν μυιῶν ἡ πτῆσις, ἀλλὰ περὶ τὸν αὐτὸν εἰλεῖται τόπον· ὡς πλανώμεναι οὖν εἰσιν.
474. τοὺς δʼ, ὥς τʼ αἰπόλια πλατέα] διεσκεδασμέναι γὰρ νέμονται.
ἐπὶ δὲ προβάτων “ἀδινά” (Od. 1. 92) ἔφη καὶ “αἳ μέν τʼ ἀγχη-
στῖναι” (Il. 5. 141).
τοὺς δ᾿, ὥς τʼ αἰπόλια] ὅταν αἰπόλια πολλὰ ἀλλήλοις ἀνα- μιχθῇ νεμόμενα, ἀπαλλαττόμενοι περὶ τὴν ἑσπέραν οἱ αἰπόλοι ἕκαστος ἐπιλαμβάνεται τράγου, ᾧ τὸ οἰκεῖον ἕπεται αἰπόλιον. εὐπειθὲς δὲ ἀεὶ τὸ Ἑλληνικόν.
476. *τούς] ἐπανείληφε τὸ ἄρθρον.
*διεκόσμεον] ἀπὸ κοινοῦ τὸ “διεκόσμεον.”
478. ὄμματα καὶ κεφαλήν] ἱκανὸν μὲν ἑνὶ θεῷ εἰκάζειν αὐτόν. ὃ
δὲ τρεῖς παρέλαβεν, ἑκάστου τὸ διαπρεπὲς ἐκλεξάμενος, τοῦ βασι-
λέως μὲν τὸ ἡγεμονικὸν καὶ ἐποπτικόν, Εν〈ν〉οσιγαίου δὲ τὸ ἰσχυρόν·
τὸ δὲ κόσμιον τῆς παντευχίας ὅμοιον Ἄρει· οἱ δὲ τὸ ἀξιωματικόν, τὸ
γεραρόν, τὸ πολεμικόν.
ὄμματα καὶ κεφαλὴν ἴκελος Διί] 〈συγ〉γραφεῖς μὲν τὸ ἀληθὲς
μεταδιώκουσι, τραγικοὶ τὸ σεμνότερον, κωμικοὶ τὸ ἔλασσον, ἅπερ
ἅπαντα παρὰ τῷ ποιητῇ ἐστι, κωμῳδία μὲν ὡς ἐπὶ Θερσίτου,
〈συγ〉γραφικὴ δὲ ὡς ἐπὶ τοῦ “τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα
δῖος Ἀχιλλεύς” (Il. 9. 209)· ἐπὶ δὲ τοῦ Ἀγαμέμνονος νῦν καλλίων
τῆς ἀληθινῆς καὶ μεγαλοπρεπεστέρα ἡ ὄψις ἀναπέπλασται.
480. ἠύτε βοῦς ἀγέληφι] πῶς μετὰ θεοὺς βοὶ παρέβαλε τὸν
Ἀγαμέμνονα; ἔνιοι μὲν οὖν φασιν ὅτι τοῖς μὴ δυναμένοις τὴν θείαν
νοῆσαι φύσιν ἀπὸ γνωρίμου ζῴου παρέλαβε τὴν εἰκόνα, ὡς νοητῆς
οὔσης τῆς προτέρας παραβολῆς καὶ ἐπὶ τὴν αἰσθητὴν καὶ ὁρατὴν
ἐλθών· ἔστι δὲ εἰπεῖν ὅτι τὴν πορείαν αὐτοῦ ταύρῳ εἴκασε βαδίζοντι
διʼ ἀγέλης, ὅπερ ἐστὶ ζῷον ἡγεμονικώτατον. τὴν αὐτὴν δὲ ταύτην
εἰκόνα Ὀδυσσεῖ προσθεῖναι θέλων τὸ μὲν ὅμοιον ἐφύλαξε, τὸ δὲ
μέγεθος ἐμείωσεν, ἀρνειῷ παρεικάσας αὐτόν. ἐπειδὴ δὲ ἐν τῇ πρώτῃ
μέγʼ ἔξοχος ἔπλετο πάντων] πάντων,” τῶν ἄλλων ταύρων. εἰ μὴ
κοινὰ τῷ γένει, προσῆψε τὸ “ταῦρος.”
482. τοῖον ἄρʼ Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ] ἐπεὶ ἄπιστα τὰ
484. 〈ἔσπετε〉] ψιλωτέον· ἀπὸ γὰρ τοῦ ἔπω τοῦ σημαίνοντος τὸ
λέγω, κατὰ πλεονασμὸν τοῦ σ. §. ὁ δὲ λόγος· ἔσπετε νῦν μοι Μοῦσαι,
485. ὑμεῖς γὰρ θεαί ἐστε] ὡς ἐπὶ ἐργώδη καὶ θαυμασίαν περι-
ὑμεῖς γὰρ θεαί ἐστε] ὁ νοῦς· ὑμεῖς γὰρ θεαί ἐστε καὶ ἀεὶ ἐνυπάρ-
χετε τοῖς ζῶσι καὶ ἐπίστασθε πάντα ἀκριβῆ· ἡμεῖς δὲ μόνα τὰ ἐν
τῷ βίῳ εὐκλεῆ ἀκούομεν.
486. οὐδέ τι ἴδμεν οἵτινες ἡγεμόνες] εἴ φησιν ἀγνοεῖν τοὺς ἡγε
μὲν μηδʼ ὅλως δύνασθαι διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μέν,
χρῄζειν δὲ τῆς τῶν Μουσῶν συμμαχίας. ἔστιν οὖν τὸ πᾶν· ἔσπετε
νῦν μοι Μοῦσαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς γὰρ νηῶν ἐρέω νῆάς τε
προπάσας, πληθὺν δʼ οὐκ ἂν ἐγῶ μυθήσομαι, εἰ μὴ αὐταὶ αἱ Μοῦσαι
διʼ ἑαυτῶν εἴποιεν· τὸ δὲ “ὑμεῖς γὰρ θεαί ἐστε” ἐμεσοβόλησε τοῦ
“ἔσπετε νῦν μοι Μοῦσαι, οἵτινες ἡγεμόνες,” ὅσπερ αἰτίαν ἐπαγαγὼν
τοῦ πρὸς τὰς Μούσας ἀπερεῖσαι τὸν λόγον.
488. πληθὺν δʼ οὐκἂν ἐγὼ μυθήσομαι] καίτοιλέγει καὶ περὶ τοῦ πλή-
ρκ΄, δηλονότι ὡς ἐμφῆναι βουλόμενος τὸ πλῆθος, ὡς ὀφειλόντων ἡμῶν
πόθεν καὶ τίνων πατέρων καὶ προγόνων.
οἵτινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι] ὑπισχνεῖται τοὺς ἡγεμόνας μὲν εἰπεῖν Μουσῶνσυλλαμβα- νομένων, τὸ δὲ πλῆθος οὐδὲ τῆς παρʼ ἐκείνων βοηθείας τυχών. μήποτεοὖν τὸ “μνησαίατε” τοιαύτην χώραν ἔχῃ· αὐταὶ εἴποιεν καὶ διεξέλθοιεν.
490. *φωνὴ δʼ ἄρρηκτος] [διὰ γὰρ τούτου σημαίνει, ὅτι σῶ⌋μα ἡ φωνή.
1. ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι] ἀντὶ τοῦ ἑκάτεροι· καὶ ἕκαστος ἀντὶ τοῦ ἑκάτερος.
ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι] πῶς ἐπὶ δύο στρατιῶν τὸ “ἕκαστοι” ἔταξεν; ἢ ὅτι κατὰ ἔθνη καὶ φυλὰς ἐκοσμήθησαν, ἢ ἑκάτεροι, Τρῶές τε καὶ Ἕλληνες, ὡς τὸ “δενδίλλων ἐς ἕκαστον” (Il. 9. 180)· δύο γὰρ πρέσβεις. ἔστι δὲ Ἀττικόν.
2. Τρῶες μὲν κλαγγῇ] λείπει Ἀττικῶς ἡ σύν, “αὐταῖς δια-
βολαῖς” (Ar. Equ. 7). ἐκ τοῦ κλάζω κλαγγή κατὰ πλεονασμὸν τοῦ γ·
ἄμφω δὲ τὰς στρατιὰς διατυποῖ, καὶ μέχρι τέλους οὐκ ἐξίσταται
τοῦ ἤθους· “ὥστʼ ὄιες πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ” (Il. 4. 433)
καὶ “ἐς Τρώων ὅμαδον κίε” (Il. 7. 307).
*ὄρνιθες ὥς] τὸ διάκενον τῆς πορείας ἀναπληροῦσιν αἱ παραβολαί.
ἠύτε περ κλαγγή] μετὰ τοσαύτης κραυγῆς ὅσης καὶ γέρανοι·
ἐπὶ δὲ τοῦ “ἡύτε” ἡ ἀπέδοσις.
οὐρανόθι πρό] καὶ τὸν περὶ τὰ νέφη τόπον καὶ τὸ〈ν〉 ἀπὸ νεφελῶν εἰς οὐρανὸν οὕτω καλεῖ. παρέλκει δὲ ἡ πρό, ὡς “ὀφθαλμοῖο διαπρό” (Il. 14. 494).
4. *ἀθέσφατον] ἃν οὐδʼ 〈ἄν〉 θεὸς ἑρμηνεύσειεν.
5. ἐπʼ Ὠκεανοῖο ῥοάων] ἀντὶ τοῦ εἰς ῥοάς, Ἀττικῶς. τὸ ἀδιά- λειπτον δὲ τοῦ θορύβου δηλῶν πολλάκις ὀνομάζει τὴν κλαγγήν. τὰ δὲ δειλέτερα τῶν ζῴων φωνητικώτερα μᾶλλον τῶν ἀνδρείων.
6. ἀνδράσι Πυγμαίοισι] καὶ τῷ ξένῳ τῆς ἱστορίας ψυχαγωγεῖ
7. *ἠέριαι] διὰ τὸν καύσωνα.
8. οἳ δʼ ἄῤ ἴσαν σιγῇ] ποῦ τῆς προτέρας παραβολῆς ἡ ἀπόδοσις;
9. * ἀλεξέμεν ἀλλήλοισιν] ἡ γὰρ φάλαγξ σωθείη 〈ἄν〉, ὅταν τὸν
11. ποιμέσιν οὔτι φίλην] οὐ βουκόλοις, ἐπεὶ μὴ νέμουσιν ἡμέρας
12. *τόσσον τίς τʼ ἐπιλεύσσει] ἀόριστα ταῦτα· καὶ “ὅσον τε
γέγωνε βοήσας” (Od. 12. 181).
*ἵησιν] ἀφίησιν.
13. κονίσαλος—ἀελλής] Ἀριστοφάνης γράφει “κονισάλου ὤρνυτʼ
14. *διέπρησσον πεδίοιο] τὴν πεδιάδα διήνυον.
16. *Τρωσὶν μέν] τῷ “μέν” οὐκ ἐπάγει τὸν “δέ.”
Τρωσιν-προμάχιζεν Ἀλέξανδρος θεοειδής] τὸ δίκαιον νομοθετεῖ—
δὲ θεοειδέα φησὶ τὸν πάσαις κακίαις χρώμενον, τοῦτο γὰρ ἐγκωμιά-
ζοντος δόξειεν 〈ἂν〉 εἶναι καὶ ἀποσεμνύνοντος τὸν ἄνδρα. λεκτέον δὲ
ὅτι, εἰ μὲν πάντα ἐπαινῶν ἐφαίνετο τὰ ἐν τούτῳ, δικαία 〈ἂν〉 ἦν ἡ
μέμψις· ἐπαινεῖ δὲ αὐτοῦ τὴν μορφήν, ἵνα καὶ ἐπὶ τῶν ψεκτῶν
νομίζηται ἀληθεύειν. εἶτα καὶ μεῖζον κατασκευάζεται τὸ μῖσος, εἰ
τοιοῦτος ὢν τὴν μορφὴν καταισχύνει.
17. παρδαλέην] τὸ δὲ ζῷον πάρδαλις.
18. αὐτὰρ ὃ δοῦρε δύω] ἄνευ τοῦ ἄρθρου τὸ “αὐτὰρ δοῦρε” ἐν
δοῦρε δύω] δῆθεν ἵνα, εἰ ἀποτύχοι τοξεύων, προσπεσὼν μάχοιτο.
*κεκορυθμένα] ἠκονημένα· ἐστομωμένα.
19. προκαλίζετο πάντας ἀρίστους] τῇ φαντασίᾳ, οὐλόγῳ, ὡς “αὐτὸς
γὰρ ἐφέλκεται ἄνδρα σίδηρος” (Od. 16. 294). κραδαίνων δέ φησι τὰ
δόρατα προεκαλεῖτο τοὺς ἀρίστους τῶν Ἑλλήνων “ἀντίβιον μαχέσα-
σθαι·” ἢ τοὺς ἀρίστους τῶν Τρώων προετρέπετο κατὰ τῶν Ἑλλήνων.
ἦθος δὲ θρασυδείλων κωμῳδεῖ διὰ Πάριδος, Ἴρου, Θερσίτου, Δόλωνος,
προπετὲς ἐν ἐπαγγέλματι, δειλὸν ἐν πράξει, ἐπονείδιστον πρὸς τῷ τέλει.
21. * ἐνόησεν] καθεστὼς γὰρ καὶ ζητῶν 〈ἦν〉 τὸν ἀδικήσαντα, ὃ δὲ ἀλαζονείᾳ ἐπτοημένος.
23. μεγάλῳ ἐπὶ σώματι κύρσας] σῶμα μὲν Ὅμηρος ἐπὶ νεκροῦ,
οἱ δὲ ἄλλοι καὶ ἐπὶ ζώντων· ἢ ὃ αὐ⌈τὸς⌋ νεκρὸν εἰργάσατο, ἢ τὸ
τοξευθέν, ὡς τὸ “θῶες μέν τε διέτρεσαν” (Il. 11. 481)· ἢ τῷ
“πεινάων” λύεται.
24. εὑρὼν ἢ ἔλαφον] ὃ μὲν ἐλάφῳ καὶ τεθνεῶτι, ὃ δὲ λέοντι καὶ πεινῶντι παρείκασται· μέγα δὲ πρὸς θάρσος καὶ δειλίας ὄνειδος.
κεραόν] τέλειον· τὰ νέα γὰρ ἀμβλυκέρατά φασιν.
ἄγριον αἶγα] κατωφερὴς ὁ τράγος καὶ κερασφόρος· τοξότης δὲ καὶ ὁ Πάρις.
25. πεινάων] δύναται ἐπὶ τοῦ πεινάων καὶ στιγμὴ καὶ ὑποστιγμὴ εἶναι· οὐ γὰρ συναπτέον τοῖς ἑξῆς. χαλεπὸς δέ ἐστι πεινῶν, ὅσον ἥμερος βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ θερμότερος.
εἴπερ ἂν αὐτὸν σεύωνται] ὥσπερ οὖν λέοντα παροξύνει λιμὸς εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτω καὶ νέον ἄνδρα πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται.
28. φάτο γάρ] πρώην γὰρ ἀναπολῶν αὐτὸν τῇ διανοίᾳ νῦν τὴν θέαν πρὸς ἐρεθισμὸν ἐδέξατο.
29. ἐξ ὀχέων] ἀπὸ τοῦ ὄχος· ὅθεν καὶ τὸ “ἐς δʼ ὄχεα—ποσὶ βήσετο” (Il. 5. 745).
31. ἐν προμάχοισι φανέντα] “ φανέντα,” οὐ μαχόμενον. §. διὰ δὲ τοῦ “ἐξ ὀχέων” ἐν σχήματι πέφρακεν, ὡς ἱππεὺς ἦν ὁ Μενέλαος.
*κατεπλήγη] ἔδει διὰ τοῦ α.
32. *ἑτάρων] εἶχε γὰρ ἴσως Ἀντιμαχείους φίλους ( Il. 11. 123).
33. ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδών] ἀνωτέρω περὶ τοῦ λέοντος
ἐγγὺς γεγονότι παραδόξως ὁρᾶται· ὃ συνέβη Ἀλεξάνδρῳ.
34. ὑπό τε τρόμος ἔλαβε γυῖα] “γυῖα” πάντα τὰ μέλη· “ἀπὸ
35. ἄψ] συνωνύμως τῷ “παλίνορσος.”
ὦχρός τε μιν] ὡς μῶμος· ἄχροος, ἄοχρος, ὦχρος.
εἷλε παρειά] Ἀρίσταρχος οὐδετέρως, ἔν τισι δὲ θηλυκῶς. ὁ δὲ
36. καθʼ ὅμιλον ἔδυ] τὸ ἑξῆς κατέδυ, ἀπὸ μεταφορᾶς τῶν εἰς
τοὺς φωλεοὺς καταδυομένων ἑρπετῶν.
ἀγερώχων] λίαν γέρας ἐχόντων, ὅ ἐστι μεγαλοφρόνων.
37. δείσας Ἀτρέος υἱόν] διὰ τοῦ ὀνόματος τοῦ πατρὸς τὸν φόβον
38. *αἰσχροῖς] αἶσχος ἐπάγουσιν.
39. Δύσπαρι] ἠθικῶς τὸ τῆς παρονομασίας προσέρριψε δυσχε-
εἶδος ἄριστε] ἐφʼ ᾧ μεγαλύνεται, τούτῳ αὐτὸν διασύρει. ὄνειδος
(Il. 17. 142)· καὶ “εἶδος ἀγητός (Il. 24. 376)· “σὲ δὲ μή τι νόον
κατελεγχέτω εἶδος” (Hes. Opp. 714).
40. ἄγονός τʼ ἔμεναι] ὁ “τέ” ἀντὶ τοῦ διαζευκτικοῦ η, ὡς καὶ ὁ καί,
41. καί κε τὸ βουλοίμην] ἐβουλόμην ἂνʼ τοῦτο. “φέρτερον” δὲ
42. ἢ οὕτω λώβην τʼ ἔμεναι] ἢ οὕτως ἐπὶ πάντων ὁρώντων τὴν ἀπὸ
ὑπόψιον ἄλλων] ἢ ὑφορώμενον τοὺς ἄλλους, μὴ ἃ δέδρακας πείσῃ,
ἦ που καγχαλόωσι] ἐκ προοιμίου τὸ φιλότιμον δείκνυσιν Ἕκτορος
καὶ τῆς παρὰ τοῖς πολλοῖς πεφροντικὸς δόξης· “αἰδέομαι Τρῶας”
(Il. 6. 442)· “πατρός γʼ ὅδε πολλὸν ἀμείνων (ib. 479)· “ὅν ποτʼ
ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ” (Il. 7. 90).
43. ἦ που καγχαλόωσι] τὸ ἑξῆς· ἡ που καγχαλόωσιν, οὕνεκα κα-
λὸν εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσίν. τὸ δὲ “φάντες ἀριστῆα”
διὰ μέσου· καίτοι γε, φησίν, ἀριστέα σε ὑπονοήσαντες εἶναι ἐκ
τῆς καθοπλίσεως καὶ τοῦ προηγεῖσθαι τῆς παρατάξεως.
44. φάντες ἀριστῆα] πότε ὑπέλαβον αὐτὸν ἄριστον εἶναι; δῆλον ὅτι ὁπότε πάλλων τὰ δόρατα “Ἀργείων προκαλίζετο πάνταςἀρίστους” (19).
οὕνεκα καλὸν εἶδος ἔπʼ] μετὰ τὸ “εἶδος ἔκ᾿” ἐὰν στίξῃς, τὸ ἑξῆς
ὡς ἀπὸ τοῦ Ἕκτορος δώσεις· ἐὰν δὲ ὑποστίξῃς, ὃ καὶ ἄμεινον, ἀπὸ
κοινοῦ τὸ “φάντες,” ὅτι καλὸς μέν ἐστι, γύννις δέ.
46. ἢ τοιόσδε ἐών] τινὲς κατὰ πεῦσιν καὶ θαυμασμόν· τοιοῦτος
ὢν δειλός, συναγαγὼν πλῆθος, διελθὼν πέλαγος γυναῖκα ἀνδρὸς πολε-
μικοῦ ἤγαγες, τῷ πατρὶ καὶ τοῖς ἄλλοις κακὸν μέγα; εἶτα ἀπὸ
ἄλλης ἀρχῆς “οὐκ ἂν δὴ μείνειας Μενέλαον,” ἠθικῶς μετὰ πεύσεως,
ἢ διαβεβαιωτικῶς. τινὲς δὲ τὸ πᾶν οὕτως· τὸν ἀντὶ τοῦ εἰ· εἰ
τοιοῦτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς
πολεμικοῦ ἀνήγαγες, οὐκ ἂν ὑπομείναις τὸν ταύτης ἄνδρα. ὃ καὶ
προκρίνει Νικάνωρ ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον.
47. ἑτάρους ἐρίηρας] παρὰ τὸ ἔρι καὶ τὸ ἄρω, ὅ ἐστιν ἁρμόζω, τὸ
ἦρα, ὅ ἐστι χάρις.
49. *ἀπίης γαίης] οὐ τῆς Πελοποννήσου· φησὶ γοῦν “ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ” (Od. 16. 18).
νυὸν ἀνδρῶν] πάντες γὰρ οἱ ἄριστοι ἐμνηστεύσαντο τὴν Ἑλένην,
Μενελάου δὲ γέγονε θαλερὴ παράκοιτις. ἢ ὅτι παντὶ τῷ οἰκείῳ τοῦ
νυμφίου νυὸς ὀνομάζεται.
50. πατρί τε σῷ μέγα πῆμα] ἀπλήρωτον καὶ ἄτακτον θυμός·
πολλὰς γοῦν εἴωθεν ἐπὶ τῶν ὀργιζομένων ποιεῖσθαι 〈ἀρχὰς〉 ὁ ποιητής,
ἀσύνδετον ἐῶν τὸν λόγον, ὡς τὸ “οἰνοβαρές” (Il. 1. 225) καὶ τὰ
ἑξῆς. ἄτοπον γὰρ πῆμα καλεῖν τὴν Ελένην Ἕκτορα, περὶ οὗ φησιν
“ἀλλʼ οὔπω σεῦ ἄκουσα κακὸν ἔπος” (Il. 24. 767).
53. γνοίης 〈χ᾿〉 οἵου φωτός] ἀσύνδετος ὁλόγος. θυμουμένου γὰρ ἀνδρὸς τὰ ῥήματα.
*οἵου φωτός] οἷος ὢν τίνα ἐστέρησας, ἵνʼ ᾖ τὸ γνῶθι σεαυτὸν
54. οὐκ ἄν τοι χραισμῇ κίθαρις] κίθαρις ἡ ἐπὶ πορνείᾳ πρὸς χάριν
55. *ὅʼ ἐν κονίῃσι μιγείης] ὅταν συνέλθῃς εἰς μάχην.
56. Τρῶες δειλήμονες] εὐλαβεῖς περὶ 〈τοὺς〉 ἄρχοντας. φιλά-
57. λάινον ἕσσο χιτῶνα κακῶν ἕνεχ’] εἰς τὸ “ἕνεκα” ὑποστικτέον
καὶ τὸ ἑξῆς ἰδίᾳ μετὰ ἤθους προενεκτέον.
59. Ἕκτορ, ἐπεί με κατʼ αἶσαν ἐνείκεσας—μή μοι δῶῤ ἐρατὰ
60. Ἕκτορ, ἐπεί με] οὐκ ἠθεῖε οὐδὲ κασίγνητε· πᾶσαν γὰρ εὐνοϊκὴν
αἰεί τοι κραδίη πελεκὺς ὥς] μή πω μου οὖν καταγίνωσκε
61. *δουρός] παντὸς ξύλου διὰ τὴν δρῦν.
62. ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν] ὀξὺς ὢν καὶ ἠκονημένος τὴν ὁρμὴν
τοῦ τέμνοντος αὔξει, ὡς καὶ ὁ ἀμβλὺς θραύει.
63. ὥς τοι ἐνὶ στήθεσσιν ἀτάρβητος] δύο ὑπεροχῶν ὁμοιότητας
*ἀτάρβητος] ἀκατάπαυστος.
64. μή μοι δῶῤ ἐρατὰ πρόφερε] ὡς ὑγρὸς ἄμφω αὔξει· ὁ δὲ Ἕκτωρ “δῶρʼ Ἀφροδίτης” (54).
68. ἄλλους μὲν κάθισον] ὡς διὰ τοὺς συμμάχους αὐτοῦ μὴ
69. * ἀρηίφιλον] ποιητικὸν τὸ ἐπίθετον.
70. * κτήμασι] ἀντὶ τοῦ χρήμασιν.
71. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται] καὶ εἰς τὸ “νικήσῃ ” καὶ εἰς τὸ “γένηται ” βραχὺ διασταλτέον.
74. ναίοιτε Τροίην] διὰ τὸ νεμεσητὸν οὐκ εἶπε ναίοιμεν.
75. Ἄργος ἐς ἱππόβοτον] τὴν Θεσσαλίαν· καὶ ὁ Ἀχιλλεὺς “οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος” (Il. 19. 329).
Ἄργος ἐς ἱππόβοτον] Ἑλ〈λ〉άνικός φησι Φορωνέως γεγενῆσθαι
παῖδας τρεῖς, οἵτινες μετὰ θάνατον τοῦ πατρὸς διενείμαντο τὴν
Ἀργείαν· καὶ τὴν μὲν πρὸς Ἐρασίνῳ τῷ ποταμῷ Πελασγὸς λαχὼν
ἔκτισε τὴν νῦν καλουμένην Λάρισσαν, Ἴασος 〈δὲ〉 τὴν πρὸς Ἰνάχῳ·
ἀναλωθείσης δὲ τῆς γῆς ὁ νεώτατος Ἀγήνωρ πολλὴν ἵππον ἐκτήσατο
ὅθεν ἐν τῷ αὐτῷ χρόνῳ ὠνόμασται τριχῶς τὸ Ἄργος Ἴασον Ἄργος,
Πελασγικὸν Ἄργος, ἱππόβοτον Ἄργος.
Ἀχαιίδα] πᾶσαν τὴν Ἑλλήνων γῆν Ἀχαιίδα φησὶ καλλιγυναῖκα· τῷ γὰρ ἔρωτι τῆς Ἑλένης πᾶσαν τοιαύτην εἶναι μαντεύεται.
76. Ἕκτωρ δʼ αὖτʼ ἐχάρη] εἰκότως ἥδεται· ἢ γὰρ νικήσει, ἢ
ἀκλεοῦς ἀδελφοῦ ἀπαλλαγήσεται.
77. καί ῤ ἐς μέ〈σ〉σον ἰών] διὰ τί “μέσ〈σ〉ου δουρὸς ἑλών;” ἐπεί, ἕως ἐν καταστάσει τὰ τῆς μάχης, καὶ ἀκούεται· ἡνίκα δὲ μεσοῖ ὁ πόλεμος, τοῦτο ποιεῖ.
*ἀνέεργε] ἐκώλυε τοῦ πολέμου.
79. τῷ δʼ ἐπετοξάζοντο] πληροῦν γὰρ τούτῳ τὴν μάχην ᾤοντο· Ἀλεξάνδρου δὲ προϊόντος οὐκ ἠκόντιζον.
80. ἰοῖσίν τε τιτυσκόμενοι] ἀπὸ μετοχῆς εἰς ῥῆμα, ἢ ἀπὸ κοινοῦ τὸ “ἔβαλλον·” οἳ δέ, τιτυσκόμενοι ἰοῖς ἐτόξαζον.
82. * ἴσχεσθ᾿] ἀντὶ τοῦ ἴσχετε.
83. *στεῦται] ὁρίζεται.
85. * ἐσσυμένως] σπουδαίως.
87. μῦθον Ἀλεξάνδροιο] οἶδεν ἄδικα ἀξιῶν· διὸ Ἀλεξάνδρου φησὶν ἐρεῖν, οὐχ ἑαυτοῦ λόγον, ἐλευθερῶν ἑαυτόν· ἐπιδυσχεραίνων τε αὐτῷ φησι “ τοῦ εἵνεκα νεῖκος ὄρωρεν.”
*νεῖκος] φιλονεικία διεγήγερται.
95. ὣς ἔφαθ᾿· οἳδ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ] καλῶς· κατα-
πλήσσει δὲ αὐτοὺς τὸ ξένον, ὡς εἴ τις μοιχείας διωκόμενος προκαλοῖτο
τὸν ἄνδρα τῆς γυναικὸς εἰς μάχην, ὡς μετὰ τοῦ γυναίου καὶ τὴν
ψυχὴν ἀφελούμενος. Ἀγαμέμνων δὲ οὐδὲν φθέγγεται, οὔτε προκιν-
ἀκὴν ἐγένοντο σιωπῇ] πρεπόντως οἱ πολλοὶ σιωπῶσιν· ἕνα γὰρ
97. κέκλυτε νῦν καὶ ἐμεῖο] ἀκούσατέ φησιν· οὐ μὲν ἐπὶ δικαίοις
99. πέποσθε] “πέπασθε” οὕτω πᾶσαι. §. ἀπὸ τοῦ πήθω δὲ τὸ
“πέποσθε” 〈ἢ〉 τοῦ πεπόνησθε συγκοπῇ· οἳ δὲ ἀπὸ τοῦ πέπασθε
μεταβολῇ.
100. εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ᾿ ἀρχῆς] ἐπιεικῶς
101. ἡμέων δʼ ὁπποτέρῳ] καταγνωστέος, φασίν, Ἀλέξανδρος
103. οἴσετε δʼ ἄρνʼ] ἐὰν στίξωμεν εἰς τὸ “ἄρν” δυικὸν ἔσται, ἐὰν
οἴσετε] ἀπὸ τοῦ οἶσε, ὡς ἄξετε ἀπὸ τοῦ ἄξε. §. ταῦτα δὲ θύουσιν,
Ἕλληνες δὲ Διί, ἐπεὶ ξένιος· περὶ ξενίαν 〈δὲ〉 ἠδίκηνται. μέλαιναν δὲ καὶ λευκόν, ὅτι οἰκειότατα τὰ χρώματα ἑκατέρῳ τῶν θεῶν. ἐπὶ δὲ Διὸς οὐκ εἶπε τί χρῶμα· γῆν μὲν γὰρ καὶ ἥλιον ὁρῶμεν, Δία δὲ νοοῦμεν μόνον.
105. ὄφρʼ ὅρκια τάμνῃ] συνετῶς ἀξιοῖ ὅρκους γενέσθαι, ὅπως εἰ
μὲν στέργοιεν Τρῶες εὖ ἔχοι, εἰ δὲ μή, τὸν θεὸν αὐτοῖς ἐκπολεμώσαι.
ἐμφρόνως δὲ γέροντι πιστεύει τοὺς ὅρκους.
106. ἐπεί οἱ παῖδες ὑπερφίαλοι] οὐκ ἀλόγως· αὐτὸς γάρ ἐστι τῆς ἀπιστίας Ἀλέξανδρος κατήγορος.
108. * αἰεὶ δʼ ὁπλοτέρων] ὁ δέ ἀντὶ τοῦ γάρ.
φρένες ἠερέθονται] ἀβέβαιοί εἰσιν· ὑποτέμνεται δὲ τὴν ὕβριν, ἀνάγων ἐφʼ ἅπαντας τοὺς νέους τὸ ἔγκλημα.
109. οἷς δʼ ὁ γέρων μετέῃσιν] περὶ Πριάμου ὁ λόγος· πεπεί-
πραχθήσεται· εἰ δὲ εἰς τὸ ὀπίσσω, οὕτως, οἷς 〈ἂν〉 παρῇ ὁ γέρων εἰς
τὸ νῦν καὶ 〈τὸ〉 μέλλον, ὅ ἐστιν ἑκάστοτε.
113. *ἔρυξαν] κατέσχον.
114. τεύχεα τʼ ἐξεδύοντο] τὰς ἀσπίδας· αὗται γὰρ τελαμῶνας εἶχον, οὐκ ὄχανα.
κατέθεντʼ ἐπὶ γαίῃ] πλησίον ἀλλήλων, μὴ γένοιτό τις αὐτῶν χρεία.
115. ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα] ἡ διακεχωρισμένη γῆ μεταξὺ Τρώων καὶ Ἑλλήνων.
117. καρπαλίμως ἄρνας τε φέρειν] τὸ “καρπαλίμως” τούτῳ τῷ στίχῳ συναπτέον, οὐ τοῖς ὀπίσσω.
121. λευκωλένῳ ἄγγελος ἦλθε] δηλονότι παρὰ τοῦ Διός· οὐ γὰρ αὐτάγγελος. θῆλυ δὲ θήλει πείθεται, ἐρωτική τε θεὸς ἡ Ἶρις. τινὲς δὲ αὐτῆς καὶ Ζεφύρου τὸν Ἔρωτα λέγουσιν εἶναι υἱόν (Alc. fr. 13 B.).
122. *γαλόῳ] ἀνδρὸς ἀδελφῇ· ἡ γάλως τῆς γάλω.
Ἀντηνορίδαο δάμαρτι] οὔτε τῇ γαλόῳ δοτικῇ οὔτε τῇ Ἀντηνορίδαο
γενικῇ ὑπήντησε σχηματίζων τὸν λόγον.
123. τὴν Ἀντηνορίδης] τὸ γένος γὰρ Ἀντήνορος ἠγάπα μᾶλλον Ἑλένη, ἐπεὶ πρόξενος ἦν τῶν Ἑλλήνων.
124. εἶδος ἀρίστην] ἀντὶ τοῦ ἁπλοῦ· φησὶ γοῦν “Πριάμοιο
θυγατρῶν εἶ δος ἀρίστην Κασάνδρην” (Il. 13. 365), εἰ μὴ τὴν μὲν
παρθένων, τὴν δὲ γαμηθεισῶν ἀρίστην φησὶν εἶναι.
125. ἐν μεγάρῳ] τοῦτο γὰρ 〈ἐν〉διαίτημα γαμηθεισῶν, χηρῶν δὲ καὶ παρθένων ὑπερῷον.
ἣ δὲ μέγαν ἱστὸν ὕφαινε] οὐκ ᾄδει ὡς Κίρκη καὶ Καλυψώ· ἀπαθεῖς γὰρ ἐκεῖναι καὶ ἠρέμα ζῶσαι.
126. πολέας δʼ ἐνέπασσεν ἀέθλους] ἀξιόχρεων ἀρχέτυπον ἀνέπλασεν ὁ ποιητὴς τῆς ἰδίας ποιήσεως. ἴσως δὲ τούτῳ τοῖς ὁρῶσιν ἐπειρᾶτο δεικνύναι τὴν Τρώων βίαν καὶ τὴν Ἑλλήνων δικαίαν ἰσχύν.
δίπλακα μαρμαρέην] διπλοΐδα χλαῖναν· οἳ δὲ δίμιτον· αἱ
128. οὕς ἑθεν] ἐγκλιτικῶς· τὸ δὲ ἐμέθεν καὶ σέθεν ὀρθοτονοῦνται
παῤ αὐτῷ.
130. δεῦρʼ ἴθι]“δεὐρο” ἀντὶ τοῦ ἄγε. §. τὸ δὲ “νύμφα” Ἰωνικόν,
ἵνα θέσκελα] θεοείκελα θέσκελα, ὡς θέσφατα· μετὰ τὴν συγκοπὴν
132. οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον] ἡ “ἐπί” πρὸς τὸ “φέρον.” §. τοῦτο δὲ τὸ οἵ ὑποτακτικόν ἐστιν ἄρθρον, τὸ δὲ ἑξῆς (134) ἀντωνυμικόν.
133. λιλαιόμενοι πολέμοιο] εἰς τὸ “πολέμοιο” ὑποστικτέον.
134. οἳ δὴ νῦν ἕαται] ἀπὸ τοῦ ἧνται, ὡς μέμνηνται μεμνέαται.
*διὰ μέσου τὸ “πόλεμος δὲ πέπαυται.”
135. ἀσπίσι κεκλιμένοι] ὑπὸ τῆς ἀπορρίψεως τῶν ὅπλων ἐμποδι-
137. μακρῆς ἐγχείῃσι μαχήσονται περὶ σεῖο] τὸ δέος ἀναιρεῖ τοῦ
μὴ τοξευθῆναι Μένελαον ὑπὸ Ἀλεξάνδρου, ἐπεὶ τὴν τοξείαν εὖ ἤσκητο,
τὸ δʼ ἔγχος οὐδαμῶς, εἰ καὶ δύο πάλλων προὐκαλεῖτο πάντας ἀρίστους·
καὶ τοῦτο γὰρ δειλίας τεκμήριον, ὡς τῇ θέᾳ δῆθεν ἐκπλήξῃ τὸν ἀντι-
τεταγμένον.
138. φίλη κεκλήσῃ ἄκοιτις] ὅτι οὐ μνησικακήσει ὁ λαβών. τὸ δὲ
139. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον 〈—τοκήων〉] καὶ περὶ Ἡρα- κλέους “κρατερὸς παῖς Ἀμφιτρύωνος” (Il. 5. 392) φησίν· διὰ τοῦτο κἀνταῦθα “καὶ ἄστεος ἠδὲ τοκήων.”
140. ἀνδρός τε προτέροιο] ἀγνοεῖ τὴν Θησέως ἁρπαγὴν ὁ ποιητής·
141. ἀργεννῇσι καλυψαμένη] οὗτος γὰρ σώφρονι γυναικὶ κόσμος·
142. δάκρυ χέουσα] διαίρεσις, οὐ σύνθεσις· ἐθρήνει δὲ δεδοικυῖα
143. οὐκ οἴη] στικτέον εἰς τὸ “οἴη,” καὶ τὸ ἑξῆς ἀσύνδετον.
144. Αἴθρη, Πιτθῆος] εἰ μὲν ὁμωνυμία ἐστίν, ἐατέον· εἰ δὲ εὔ, στικτέον ἐν τῷ Αἴθρη καὶ τὸ ἑξῆς συναπτέον. Ἀντίμαχος δὲ τὴν Κλυμένην Ἱππάλκ〈μ〉ου θυγατέρα εἶναί φησιν.
Πιτθῆος θυγάτηρ] καὶ πῶς τοσούτων ἐτῶν οὖσα ἀμφιπολεῖν δύ- ναται; ἀλλὰ καὶ ἐπὶ τῆς γραὸς κεῖται “γρηὶ σὺν ἀμφιπόλῳ” (Od. 1. 191)· πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἡλικία ἐᾷ· τοὺς περὶ Θησέα γὰρ προτέρους ἄνδρας ὁ Ὀδυσσεύς φησιν (Od. 11. 630)· πῶς τε ἡ ἐν Τροιζῆνι ἐκεῖ ἦν; πῶς τε Μενέλαος τὴν θείαν δουλεύειν ἠνείχετο; Πελοπὶς γὰρ ἦν· κουρι〈δί〉ην τε ἄλοχον Μενέ- λαος αὐτήν φησιν (Il. 13. 626).
πῶς ἐν ταῖς πρώην πρὸ τείχους γενομέναις 〈συμ〉βολαῖς οὐ παρε- κάλει Πρίαμος παῤ Ἑλένης τοὺς ἀρίστους μαθεῖν; ὡς ἐνόπλων αὐτῶν προσβαλόντων τῷ τείχει δυσχερὲς ἦν ἐπισημήνασθαι τῶν ὅπλων πολ- λάκις δυναμένων ἀπατᾶν, ὡς καὶ ἐπὶ Πατρόκλου “καί τοι τεύχεα καλὰ δότω—αἴ κε σε τῷ ἴσκοντες” (Il. 11. 798).
145. ὅθι Σκαιαὶ πύλαι] καὶ Δαρδανίας ἐνίοτε αὐτάς φησιν, ἢ τὰς ἀριστεράς, ἢ ὅτι κατὰ ταύτας εἰσῆλθεν ὁ δούρειος ἵππος καὶ ἐπορθήθη ἡ πύλη.
146. οἳ δʼ ἀμφὶ Πρίαμον] ὡς ἡμεῖς οἱ περὶ τόνδε καὶ τόνδε ἀντὶ τοῦ ὅδε καὶ ὅδε.
147. Ἱκετάονά 〈τ᾿〉 ὄζον Ἄρηος] ὡς καὶ ὁ Πρίαμος εὐμελίης οὐ νῦν, ἀλλʼ ἐπὶ νεότητι.
148. Οὐκαλέγων τε] μεταβὰς ἐπὶ ἕτερον γένος καὶ τὴν πτῶσιν ἤλλαξεν· Αἰσυήτου γὰρ οὗτοι· Ἀττικὸν δὲ τὸ ἀπὸ αἰτιατικῆς εἰς εὐθεῖαν μεταβαίνειν.
149. εἵατο δημογέροντες] οἱ γέρας ἐν τῷ δήμῳ ἔχοντες. ἀπὸ δὲ τῶν ἐνδόξων τοὺς πάντας δηλοῖ.
150. γήραϊ δὴ πολέμοιο] ἐντελῶς “γήραϊ·” γράφεται δὲ καὶ “γήρεϊ” ὡς οὔδεϊ.
γήραϊ δὴ πολέμοιο πεπαυμένοι] δύο οἶδεν ἀνδρῶν ἀρετάς· “βουλάς
τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων” (Il. 2. 273).
151. τεττίγεσ〈σ〉ιν ἐοικότες] ὅτι οἱ ἄρσενες τῶν τεττίγων ᾄδουσιν.
152. δενδρέῳ ἐφεζόμενοι] ἄναιμον γὰρ καὶ ψυχρὸν τὸ ζῷον, ἐπί τε τείχους κάθηνται.
ὄπα λειριόεσσαν] ἀνθηράν, παρὰ τὰ λείρια, ἀπὸ τῶν ὁρωμένων ἐπί
155. ἦκα πρὸς ἀλλήλους] ἡρέμα, ἡσύχως· αἰσχύνην γὰρ αὐτοῖς
φιλαλήθης ἡ μὴ κατὰ πρόσωπον μαρτυρία.
156. οὐ νέμεσις] τρίγωνον ἐπίγραμμα πρῶτος Ὅμηρος γέγραφε
οὐ νέμεσις] οὐ νεμεσητόν, ὡς τὸ “οὐχ ὁσίη” (Od. 22. 412) ἀντὶ
τοῦ οὐχ ὅσιον.
158. αἰνῶς ἀθανάτῃσι] ὡς τὸ “αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα”
ἀθανάτῃσι θεῇσι] διʼ ὑπερβολὴν ἄμφω κεῖται.
160. μηδʼ ἡμῖν τεκέεσ〈σ〉ί τε] ὀρθοτονητέον τὸ “ἡμῖν·” μόλις δὲ
ἀνακαλοῦνται τὸν λογισμόν.
161. * φωνῇ] οὐ δι᾿ ἀγγέλου.
162. φίλον τέκος] “φίλον,” ἵνα μὴ ὑπονοοῦντας αὐτοὺς ἀποστρέ-
163. πηούς] πηοί λέγονται οἱ ἐπίκτητοι συγγενεῖς παρὰ τὸ
πάσασθαι.
164. οὔτι μοι αἰτίη ἐσσί] πατρικὴν σῴζων διάθεσιν οὔ φησι, παῖς
165. οἵ μοι ἐφώρμησαν] ἐμφαντικῶς ἀπὸ τῶν θηρευτικῶν κυνῶν
166. ὥς μοι καὶ τόνδʼ ἄνδρα] τὸ ἑξῆς, ὄφρα ἴδῃς πρότερόν τε
168. κεφαλῇ καὶ μείζονες ἄλλοι] καὶ πῶς “κεφαλὴν ἴκελος Διί”
(Il. 2. 478); ἢ τὸ ἡγεμονικὸν ἔλεγε τότε, ἢ τῷ εἰπεῖν “ἤματι κείνῳ”
δηλοῖ, τότε μόνον πρὸς ἡμέραν ταῦτα συμβῆναι αὐτῷ.
169. καλὸν δʼ οὕτω ἐγών] τὸ ἑξῆς, καλὸν ὀφθαλμοῖσιν.
170. γεραρόν] τὸν γεραηρόν, συγκοπῇ.
172. αἰδοῖός τε μοι ἐσσί] εὐφυῶς τὸ τῆς δυσαρεστήσεως ἰάσατο,
173. θάνατός μοι ὁδεῖν κακός] τερφθῆναί μοι· ἐρασθεῖσα γὰρ ἠκολούθησεν Ἀλεξάνδρῳ.
174. θάλαμον] μετʼ ἐπικρύψεως τὸν ἄνδρα δηλοῖ.
178. οὗτός γʼ Ἀτρείδης] ὡς ἑνικὸν ἐπιγραμματικῶς αὐτὸν δηλοῖ.
179. ἀμφότερον] τοῦτο συναπτέον τῷ “ἀγαθός,” ἵνʼ ᾖ κατʼ ἄμφω
ἀγαθός· καὶ τὸν ἰσχυρὸν γὰρ ἀγαθόν φησιν. μέγιστα δὲ πρὸς
βασιλείαν ταῦτα, τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην
πραγματευόμενα. τοιοῦτος δὲ Ἀγαμέμνων, ὑπὸ μὲν Ὀδυσσέως καὶ
Διομήδους ἐνίοτε ὑβριζόμενος, ὑπὸ δὲ Ἀδράστου ἱκεσίαν οὐ δεχό-
μενος (Il. 6. 54).
180. δαὴρ—ἐμὸς—κυνώπιδος] πρὸς τὴν σημασίαν ὑπήντησεν·
τὸ θηλυκὸν οὐ δάειρα ἀλλὰ γάλως. διὰ δὲ τοῦ δαέρος λεληθότως
τὸν ἄνδρα ὀλοφύρεται.
εἴποτ᾿ ἔην γε] εἴποτε ἦν δαήρ, ἐμὸς ἦν δαήρ.
182. ὦ μάκαρ Ἀτρείδη] ἱκανὸς πρὸς πίστιν ὁ παρὰ τῶν ἐχθρῶν
πρόοδον συλλαβῇ ηὔξηται μετʼ ἐκπλήξεως ὁ ἔπαινος κλιμακηδόν.
183. ἦ ῥά νυ τοι πολλοὶ δεδμήατο] λείπει τὸ δικαίως, ὡσεὶ λέγοι· δικαίως αὐτῷ πολλοὶ ὑπείκουσι τοιούτῳ ὄντι.
184. ἤδη καὶ Φρυγίην] τὴν παρὰ Σαγγαρίῳ, ἥ ἐστι μεγάλη· ἡ γὰρ μικρὰ παρὰ τῇ Τροίᾳ.
185. αἰολοπώλους] εὐκινήτους πώλους ἔχοντας.
186. λαοὺς Ὀτρῆος] λαοὺς τοὺς ἐπικούρους φησίν· “λαοὶ δʼ Ἀτρείδεω Ἀγαμέμνονος” (Od. 9. 263).
187. ἐστρατόωντο παρʼ ὄχθας] τὸ μῆκος δηλοῖ τοῦ ποταμοῦ· διιὼν 〈γὰρ〉 φρυγίαν ἔξεισι διὰ Βιθυνίας.
188. καὶ γὰρ—ἐπίκουρος] ἴσως διὰ τούτου καὶ τοῦ γάμου τῆς Ἑκάβης ἠξίωται.
189. Ἀμαζόνες] παρὰ τῷ Θερμώδοντι οἰκοῦσιν. Ἄρεος καὶ
Ἀρμενίας νύμφης Ναΐδος θυγατέρες εἰσίν· αἱ δὲ ἐπιφανεῖς αὐτῶν
Δύμαντος. ὠνομάσθησαν δὲ ἢ παρὰ τὸ μὴ ἔχειν τὸν ἕτερον τῶν
μαζῶν—ἐπυράκτουν γὰρ αὐτὸν πρὸς τὸ μὴ ἐμποδίζεσθαι ἐν τῇ
τοξείᾳ—ἢ παρὰ τὸ μὴ χρῆσθαι μάζαις, χελώναις δὲ καὶ ὄφεσιν·
τινὲς δὲ ταῖς Σαυροματίσι φασὶ 〈τὰς〉 αὐτάς.
190. ἑλίκωπες] ἀξιοθέατοι, εὐγενεῖς τὴν θέαν.
* οὐκ ἀλόγως αὔξει τοὺς Ἔλληνας· τοὺς γὰρ πλείους καὶ κρα-
191. δεύτερον αὖτʼ Ὀδυσῆα] οὐδετέρως διὰ τὸ “τρίτον αὖτʼ Αἴαντα” (225), εἰ μὴ ἐνήλλακται, ὡς τὸ “πρώτην ἄλοχον θέτο Μῆτιν—δεύτερον ἠγάγετο” (Hes. Theog. 886, 901).
192. εἴπʼ ἄγε μοι καὶ τόνδε] καλῶς ἔταξεν ἀρχήν, φρόνησιν, ἀνδρ〈ε〉ίαν· ὁ δὲ χρόνος αὐτῷ λήθην ἐνεποίησεν Ὀδυσσέως.
193. *μείων μέν] τοῦτο ἀπὸ ἄλλης ἀρχῆς λείποντος τοῦ ἐστίν.
194. ἰδὲ στέρνοισιν] ἀντὶ τοῦ καί· σημαίνει δὲ ἐνίοτε καὶ τὸ ὅπως.
196. αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν] περιφοιτᾷ,
197. πηγεσιμάλλῳ] μελανομάλλῳ· οὗτος γὰρ ἐν λευκῷ ποιμνίῳ
198. ὅς τʼ οἰῶν μέγα πῶυ] ὁ μὲν Ἀρίσταρχος οἰῶν ὡς αἰγῶν, ὁ
200. οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς] ἐν βραχεῖ
τὸ ἐπίγραμμα πάντα ἔχει. μετὰ ἐπαίνων δὲ περὶ ἑκάστου ἐκτίθεται
διὰ τὸ προσπεπονθέναι τῷ Ἑλληνικῷ.
201. κραναῆς περ ἐούσης] καὶ λυπρὰ γὰρ χωρία πέφυκεν ἀρίστους
202. *παντοίους τε δόλους] εἰσὶ γὰρ καὶ κακοὶ καὶ καλοί.
203. * Ἀντήνωρ πεπνυμένος] ὁ ἄρχων τὸν ἄρχοντα καὶ ὁ ῥήτωρ τὸν ῥήτορα ἐπαινεῖ.
205. ἤδη γὰρ καὶ δεῦρο] ὅτε ἐκ Τενέδου ἐπρεσβεύοντο οἱ περὶ Μενέλαον, τότε Ἀντήνωρ ὁ Ἱκετάονος ὑπεδέξατο αὐτοὺς καὶ δολο- φονεῖσθαι μέλλοντας ἔσωσεν· ὅθεν μετὰ τὴν ἅλωσιν τῆς Τροίας ἐκέλευσεν Ἀγαμέμνων φείσασθαι τῶν οἴκων Ἀντήνορος, παρδάλεως δορὰν ἐξάψας πρὸ τῶν οἴκων αὐτοῦ.
ἤδη γὰρ καὶ δεῦρό ποτʼ] “ποτὲ δεῦρο” εἰς τόπον.
206. σεῦ ἕνεκ᾿ ἀγγελίης] οὐ ῥιψοκινδύνως, ἀλλʼ εἴ πως αἰδε-
σθῶσι τὸν παθόντα. εἰ γὰρ Ἑλένης χάριν ὁ πόλεμος, πόσον εἰ
Μενέλαος ἀνῄρητο; Ὀδυσσεὺς δὲ ὡς συνετὸς σκοπῆσαι τὰ βαρ-
βάρων, ὅπως ῥώμης ἔχοιεν, οὐχὶ δὲ Νέστωρ· οὐ γὰρ μόνον συνετούς,
ἀλλὰ καὶ δραστηρίους πρεσβεύεσθαι δεῖ.
*ἀγγελίης] ὡς “ἀγχονίης θάνατος—ὀρθῆς.”
208. *φυήν] τὸ εἶδος.
210. *ὑπείρεχεν] ὑπὲρ αὐτὸν εἶχεν.
211. ἄμφω δʼ ἑζομένω, γεραρώτερος ἦεν Ὀδυσσεύς] ὡς τὸ “σύν
τε δύʼ ἐρχομένω” (Il. 10. 224) καὶ “οἱ δὲ δύο σκόπελοι” (Od. 12.
73).
213. ἐπιτροχάδην ἀγόρευε] παρατρέχων καὶ τὰ καίρια μόνον λέγων.
214. παῦρα μέν, ἀλλὰ μάλα λιγέως] οὐχ ὡς Λάκων· οὔπω γὰρ
Δωριεῖς· ἀλλʼ ὅτι ἀπορώτεροι οἱ νέοι καὶ τὸ ἀνθηρὸν διώκοντες.
215. ἢ καὶ γένει ὕστερος ἦεν] ἀντὶ τοῦ εἰ. §. τινὲς δὲ εἰς τὸ
216. ἀναΐξειεν Ὀδυσσεύς] τὸ πρόθυμον τῆς ἐγέρσεως πρὸς κατά-
217. στάσκεν] ὅτι οὐ σχεδιάζειν δεῖ, ἀλλὰ καὶ τὴν στάσιν τῶν
κινεῖν. ῥητορικὴ οὖν ἡ στάσις αὐτοῦ. ἀφροσύνην δὲ σχηματίζεται
πρὸς τὸ μὴ ὑπονοεῖσθαι παρὰ τοῖς ὁρῶσιν· ἤ, οἷα εἰκὸς Μενελάου τὰς
οἰκείας βλάβας ἐκθεμένου τεταράχθαι τὴν ἀγοράν, τῇ εἰς ἑαυτὸν οὖν
ἐπιστροφῇ καταρτίζει τοὺς ὁρῶντας.
219. ἀίδρι φωτί] ἀίδριι ἀπὸ τοῦ ἄιδρις· καὶ δἰ εὐφωνίαν τὸ
ἕτερον ῑ μετατίθεται.
220. ζάκοτον] διὰ τὸ ὑπόδρα ὁρᾶν, “ἄφρονα” δὲ διὰ τὸ ἀκίνητον
221. ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην] τετράκις ἐν τῷ προσώπῳ φυλακτέον τὰς ὑποστιγμὰς διὰ τοῦ 〈ὅτ〉ε 〈ἀποτελουμένας〉.
*μεγάλην] διὰ τὸν θόρυβον τῶν Τρώων ἢ διὰ τὴν κατά-
222. νιφάδεσσιν ἐοικότα] ἡ εἰκὼν πρὸς τὸ τάχος τὸ πλῆθος τὸ πυκνὸν
224. οὐ τότε γʼ ὧδ᾿ Ὀδυσῆος ἀγα〈σ〉σάμεθα] οὐχʼ ὣς ἐπὶ τῇ
225. τὸ τρίτον αὖτʼ Αἴαντα] μετὰ φρόνησιν ἡ ἀνδρεία.
226. ἠύς τε] προσηνὴς τὴν ὄψιν.
227. ἔξοχος—κεφαλὴν ἀδʼ εὐρέας ὤμους] διὰ μὲν τῆς κεφαλῆς
τὸ μῆκος, διὰ δὲ τῶν ὤμων τὸ πλάτος.
229. ἕρκος Ἀχαιῶν] ἐπὶ δὲ Ἀχιλλέως “μέγα ἕρκος” φησίν (Il.
230. θεὸς ὥς] κάλλει. τὸ δὲ “Κρήτεσσι” προσέθηκεν, ὅπως
232. *ξείνισσεν] ὡς συγγενῆ.
235. *ἐὺ γνοίην] ἀντὶ τοῦ γινώσκω.
236. οὐ δύναμαι ἰδέειν] ὡς ἐκπετάσασα πάντη τὴν θέαν. πῶς
ἠγνόει δὲ τὰ περὶ αὐτῶν, ἴσως μὴ συγχωρουμένη συντυγχάνειν τοῖς
238. αὐτοκασιγνήτω, τώ μοι μία] τοῦτο καὶ τοῖς πρώτοις δύναται συνάπτεσθαι.
αὐτοκασιγνήτω] ἀλλήλων ἀδελφοὺς ὁμομητρίους· καὶ τοὺς ὁμο-
πατρίους δὲ οὕτω καλεῖ, ὡς Αἴαντα καὶ Τεῦκρον.
239. ἢ οὐχ ἑσπέσθην—ἢ δεῦρο μὲν ἕποντο] ὁ Νικάνωρ ἄμφω ὀξύνει ὡς διαζευ〈κ〉τικούς, Ἡρωδιανὸς 〈δὲ〉 τὸν δεύτερον περισπᾷ, ὡς διαπορητικοὺς ἄμφω δεχόμενος.
240. ἢ δεῦρο 〈—νέεσσʼ ἐνὶ ποντοπόροισιν〉] οὐκ ἔστιν Ἀττικὸν
τὸ δεύρω· οὔποτε γὰρ μακρᾶς προκειμένης τὴν τοιαύτην ἔκτασιν
242. αἴσχεα δειδιότες] στυγοῦντες, ὡς “ῥιγεδανῆς Ἑλένης” (Il.
325) τῆς στυγητῆς.
καὶ ὀνείδεα] εἰς τὸ “ὀνείδεα” στικτέον, ἐπειδὴ τὸ “πολʼ ἅ” συνα- λ〈ε〉ιφόμενον οὐ δέχεται στιγμὴν ἐν μεταξύτητι.
πόλλʼ ἅ μοι ἐστίν] ἀντὶ τοῦ διʼ ἐμέ ἐστιν. ἑαυτῆς δὲ κατη- γοροῦσα ἔλεον ἐπισπᾶται.
245. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν] ἐδύνατο τὸ “θεῶν” καὶ τοῖς
πρώτοις συντάσσεσθαι, εἰ μὴ ὅτι ἐν τοῖς ἑξῆς φησιν “ὅρκια πιστὰ
θεῶν σύναγον” (269).
246. καὶ οἶνον ἐύφρονα] παρὰ γὰρ τὴν ὄνησιν ἐτυμολογοῦσιν· καὶ “αὐτὸς ὀνήσεαι, αἱ κε πίῃσθα (Il. 6. 260).
248. κύπελλα] χύπηλά τινα ὄντα, ἔνθα ὁ πηλὸς χεῖται.
250. ὄρσεο, Λαομεδοντιάδη] μετὰ τὴν προσαγορευτικὴν ἡ στιγμή· τὸ δὲ “ὄρσεο” ἀπὸ τοῦ ὄρσω ἐνεστῶτός ἐστιν.
Λαομεδοντιάδη] Πρίαμος μητρός ἐστι Ζευξίππης.
252. ἐς πεδίον καταβῆναι] ἠνεμόεσσα γὰρ ἡ πόλις.
254. μακρῇς ἐγχείῃσι] τοῦτο εἰς ἀγωνίαν ἄγει τὸν γέροντα.
258. Ἄργος ἐς ἱππόβοτον] Ἀργος καὶ τὴν πόλιν καὶ τὴν Πελοπόννησον καὶ τὴν Θεσσαλίαν καλεῖ. ἄμεινον δὲ᾿ Ἄργος ἱππόβοτον τὴν Θεσσαλίαν λέγειν, Ἀχαιίδα δὲ πᾶσαν τὴν Ἑλλήνων.
259. ῥίγησεν δʼ ὁ γέρων] φυσικὴ γὰρ ἡ φιλοπαιδία. ὁ δὲ Ἕκτωρ “ἐχάρη μέγα μῦθον ἀκούσας.”
261. ἂν δʼ ἄῤ ἔβη Πρίαμος] προοικονομεῖ τὴν ἐν τῇ Ω ἡνιοχείαν.
262. βήσετο δίφρον] ὁ μὲν Ἀρίσταρχος ἄμεινόν φησι τὸ “βήσετο,”
267. ὤρνυτο δʼ αὐτίκʼ ἔπειτα] “ἔπειτα” ἀντὶ τοῦ δή.
269. ὅρκια πιστὰ—σύναγον] λείπει τῶν Τρώων καὶ τῶν Ἑλλήνων.
270. ἐπὶ χεῖρας ἔχευαν] διὰ τοῦ ο τὸ “ἔχευον,” καὶ ἔστιν ἀνα-
271. Ἀτρείδης δὲ ἐρυσσάμενος] ἀξιόχρεως αὐτουργῶν ὁ βασιλεύς.
ἢ ὡς ἀγνοούντων τῶν Τρώων· Μενέλαος γοῦν αὐτοὺς διδάσκει (103).
272. ἄωρτο] Ἡρωδιανὸς ἄρω κατὰ πλεονασμὸν τοῦ ω.
273. ἀρνῶν ἐκ κεφαλέων] τινὲς “ἀρνέων,” ἵν᾿ ᾖ ὡς “ἱππείων
274. νεῖμον ἀρίστοις] τοῦ οἴνου, ἢ τῶν τριχῶν ἅψασθαι.
276. Ζεῦ πάτερ Ἴδηθεν μεδέων] καθʼ ἑκάστην προσαγόρευσιν
Ἴδηθεν μεδέων] ἀντὶ τοῦ ἐξ Ἴδης ἐποπτεύων. §. τὸ〈ν〉 ἐπιχώριον
277. ἠέλιός τε] Ἀττικῶς· “ἀλλά, φίλος, θάνε καὶ σύ” (Il. 21. 106).
278. καὶ οἳ ὑπένερθε] ἐκφοβῶν τοὺς Τρ⌈ῶ⌋ας οὐρανίους ἐπιγείους
279. ὅτις ἐπίορκον ὀμόσσῃ] τελεία εἰς τὸ “ὀμόσ〈σ〉ῃ.”
280. μάρτυροι ἔστε] βαρυντέον τὸ “ἔστε” καὶ προστακτικῶς
φυλάσσετε δʼ ὅρκια πιστά] ἀντὶ τοῦ πιστώσατε τὰ ἐπὶ πίστει
281. Ἀλέξανδρος καταπέφνῃ] ἀνεμεσήτως προέταξε τὴν τοῦ
εἰ μέν κεν Μενέλαον] ὅλῃ τῇ παραβάσει τῶν συνθηκῶν ἀπολογίαν
286. τιμὴν δʼ Ἀργείοις] ἔθος τοῖς προκαθημένοις τὰς ἐκτίσεις αἰτεῖν· ὁ οὖν Μενέλαος σπεύδων ἀπολαβεῖν τὸ γύναιον οὐδὲν περὶ τούτων φησίν, ὃ δὲ μεγαλοφυῶς τὸ ἐπιζήμιον ὁρίζει. ἐπειδὴ δὲ οὐδεὶς ἐμνήσθη τοῦ κεφαλαίου, ἐπιμένει τῷ λόγῳ.
τιμὴν δʼ Ἀργείοις] οὐ δίκαιον γὰρ τοὺς προκατάρξαντας ἐπίσης
ἀπαλλάττεσθαι.
287. ἥ τε καὶ ἐσσομένοισιν] καὶ τοῦτο πρὸς εὔκλειαν τοῦ κατορ- θώματος.
288. εἰ δʼ ἂν ἐμοὶ τιμήν] τρίτον ἐν τῇ προσωποποιίᾳ. §. ὅτι ὑπο- στιγμὴν ἐποίησε τὸ 〈εἰ〉 δέ.
ἐμοί] ὡς τῷ μὲν ἀδελφῷ τῆς Ἑλένης, αὐτῷ δὲ τῆς ποινῆς ὀφειλομένης.
290. καὶ ἔπειτα μαχήσομαι] οἶδε γὰρ εὔνους τοὺς θεούς, εἰ παρα- βαῖεν· ἁπλοϊκὸν δὲ τὸ ἦθος τῶν ἡρώων, εἴ γε οὐ μεσεγγυᾶται ἡ Ἑλένη.
292. ἦ, καὶ ἀπὸ στομάχους] οὕτως Ἀρίσταρχος· αἱ δὲ ἄλλαι
πᾶσαι “ἐπὶ στομάχους.”
295. ἀφυσσόμενοι] διὰ τῆς ο τὸ “ἀφυσσόμενοι” ἐν παρατατικῷ· καὶ ἀναλογεῖ τῷ “ἔκχεον.”
296. ἔκχεον] οὐκ εἶπεν ἔσπενδον, προειδὼς τὸ ἀτελὲς αὐτῶν.
θεοῖς ἀειγενέτῃσι] ἀίδιον γενεὰν ἔχουσιν.
297. εἴπεσκεν] τὸ “εἴπεσκε” ἀπὸ τοῦ εἶπα, ὡς τὸ στρέψασκε.
300. ὧδέ σφʼ ἐγκέφαλος] ἀντὶ τοῦ αὐτῶν, ὡς “ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ δεισάντων” (Od. 9. 256).
302. οὐδʼ ἄρα πώ σφιν] κεφαλαιωδῶς τὴν τῶν μελλόντων προ-
απήγγειλεν ἐπίδειξιν “αὐτῶν καὶ τεκέων· ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν·”
διὰ δὲ τοῦ “πώ” ἐλπίδα πάλιν ὑπολείπεται τῷ φιλέλληνι.
305. εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν] ἐπεὶ σῴζειν μέλλει Ἀλέξ-
ανδρον, πιθανῶς ὑπεξάγει τὸν πατέρα, Ἕκτορα δὲ αὐτόπτην ἐᾷ ἐπὶ
306. ἐπεὶ οὔπω τλήσομαι] εἰ καὶ πᾶσι γὰρ ὡς κὴρ ἀπέχθεται,
308. Ζεὺς μέν που] ἴσως ὁ “μέν που᾿ ἀντὶ τοῦ μέντοι, ὅς ἐστιν
310. καὶ ἐς δίφρον ἄρνας] τὰ γὰρ θεοῖς θυόμενα ἤσθιον· ἡγοῦντο
ἄρνας θέτο] τὰ γὰρ ἐν ὅρκοις σφαζόμενα οἱ μὲν ἐγχώριοι ἔκρυπτον
314. Πριάμοιο πάις καὶ δῖος Ὀδυσσεὺς χῶρον—διεμέτρεον] ὑπη-
315. χῶρον μὲν πρῶτον] καὶ πῶς ἐπὶ Ἕκτορος, ὅτε Αἴαντι μονο-
διαμέτρησις καρτερικωτέρους ἐργάζεται τοὺς πολεμοῦντας. ἄλλως
τε δεδίασι, μὴ τοξότης ὢν Ἀλέξανδρος δραπετεύσῃ τὴν συμβολὴν
καὶ τὴν τοξείαν ἀντεπεισάξῃ τῷ Μενελάῳ. σκόπει γὰρ ὅτι καὶ
ἀφανισθέντος αὐτοῦ, Μενελάου δὲ τοξευθέντος οὐκ ἴσασι μὴ καὶ
αὐτὸς ᾖ ὁ τοῦτο δράσας· φησὶ γὰρ Ἀγαμέμνων “ ὅν τις ὀιστεύσας
ἔβαλεν, τόξων εὖ εἰδώς, Τρώων ἢ Λυκίων” (Il. 4. 196).
316. χαλκήρεϊ] ἡ διὰ τοῦ ηρης παραγωγὴ βαρύνεται, εἰ μὴ τοῦ
318. λαοὶ δʼ ἠρήσαντο] ἐὰν εἰς τὸ “ἠρήσαντο” στίξωμεν, φησὶν ὁ
Νικάνωρ, ὡς ἑτέροις ἔσονται θεοῖς ἀνατείνοντες τὰς χεῖρας· διὸ
στίζει εἰς τὸ “θεοῖσι·” καὶ τὸ “ἰδέ” ἀντὶ τοῦ καί.
321. ὁππότερος τάδε ἔργα] “ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ” (454).
323. ἡμῖν δʼ αὖ φιλότητα] ἢ φιλότης γενέσθω, ὡς καὶ παρὰ
324. πάλλεν δὲ μέγας] πανταχόθεν ἀπροφασίστους καθίστησι τοὺς Τρῶας.
325. ἂψ ὁρόων· Πάριος δὲ θοῶς] τούτῳ μὲν τὰ ἀπὸ τῆς τύχης,
ὅτι καὶ τοῖς ἥσσοσι προσγίνεται ἡ τύχη, τῷ δὲ τὰ ἀπʼ ἀρετῆς
περιποιεῖ. δηλοῖ δὲ διὰ τούτων, ὡς κενὰ τὰ τῆς τύχης πρὸς τοὺς
ἀνεπιτηδείους.
326. ἧχι ἑκάστῳ] μόνως κατὰ γενικὴν τὸ “ἑκάστου.”
327. ἵπποι ἀερσίποδες] τὸ “ἔκειντο” οὐκ ἔστι κοινὸν ἐπὶ τῶν
ἵππων, ἀλλὰ προσυπακούομεν τὸ ἑστήκεσαν, ὡς ἐπὶ τοῦ “ποῦ δέ οἱ
ἔντεα κεῖται ἀρήια, ποῦ δέ οἱ ἵπποι” (Il. 10. 407); “ἐλεύσσομεν
ἐγγὺς ἐόντων καπνόν 〈τʼ〉 αὐτῶν τε φθογγήν” (Od. 9. 166)· ἢ ὡς
ἰσοδυναμοῦν τῷ ἔστασαν. ἐφίστασθαι γοῦν τὴν στήλην φαμὲν ἀντὶ
τοῦ ἐπικεῖσθαι. ἢ καὶ ἐπὶ ἀργῶν ἵππων τὸ “ἔκειντο.”
ἵπποι—καὶ τεύχεʼ ἔκειντο] “ἀερσίποδες” παρὰ τὸ ἀείρω ἀέρω ἀέρσω ὡς κέρσω.
328. ἐδύσατο τεύχεα καλά] ὡς ἰδίᾳ μέλλοντες κινδυνεύειν ἀσφα- λέστερον ὁπλίζονται· ἢ ὡς μέλλοντες κάμνειν προανεκτήσαντο αὑτοὺς τῇ τῶν ὅπλων ἀνέσει.
329. Ἑλένης πόσις ἠυκόμοιο] κοσμεῖ αὐτὸν τῷ γάμῳ ὡς “πόσις Ἥρης” (Il. 10. 5). πρῶτος δὲ λαχὼν πρῶτος ὁπλίζεται.
330. κνημῖδας μὲν πρῶτα 〈—ἐπισφυρίοισι〉] ὁπλισμὸν διδάσκει· ἐπισφύρια δέ εἰσι γλυμμοὶ τῶν σφυρῶν.
333. κασιγνήτοιο Λυκάονος] κωμῳδεῖται ὡς οὐκ εἰδὼς τὸ συ-
στάδην, ἄλλως τε καὶ δειλὸς Λυκάων, ὃς ἔρριψε τὴν παντευχίαν οὐ
φέρων τὸν ίδρῶτα (Il. 21. 50).
ἥρμοσε δʼ αὐτῷ] τοῖς γὰρ ὁμογενέσι καὶ ὁμοτρόποις ὅμοιαι τῶν σωμάτων αἱ κατασκευαί.
334. ἀργυρόηλον χάλκεον] βραχὺ διασταλτέον εἰς τὸ “χάλκεον.”
ἔστι δὲ κοινὸν καὶ τοῖς ἑξῆς.
335. αὐτὰρ ἔπειτα σάκος] ἀπὸ κοινοῦ τὸ “ὤμοισιν βάλετο” ἀναγκαίως διὰ τοὺς τελαμῶνας.
336. κυνέην—ἔθηκεν] Ἀττικῶς ἀντὶ τοῦ περιέθηκεν, ὡς “τιθή.
337. δεινὸν δὲ λόφος] πολλὴν ἔμφασιν ἔχει νεύων ὁ λόφος.
340. οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν] ἐξ ἑκατέρου ὁμίλου.
342. δεινὸν δερκόμενοι] ζῆλος αὐτοὺς ἐρεθίζει.
θάμβος δʼ ἔχεν εἰσορόωντας] ἐκ παντὸς τόπου καὶ προσώπου τὴν
346. δολιχόσκιον] οἳ μὲν παρὰ τὸ κίειν ἐν πλεονασμῷ, οἳ δὲ παρὰ
348. οὐδʼ ἔρρηξεν χαλκόν] οὕτως Ἀρίσταρχος· ἄμεινον δὲ διὰ τοῦ σ
350. ἐπευξάμενος] Ἑλληνικὸν τὸ μὴ πᾶν ἐπιτρέπειν τῇ ῥώμῃ.
352. δῖον Ἀλέξανδρον] τινὲς τὸ “δον” τῷ “ἐμέ” συνάπτουσιν. ἢ
Δαρδάνου γένος.
*δάμασσον] γράφεται “δαμῆναι,” ἵνα συνᾴδῃ τῷ “δὸς τίσασθαι.”
353. ἐρρίγῃσι] ἀπὸ τοῦ ῥιγῶ ῥιγεῖς ὁ μέσος παρακείμενος
354. ξεινοδόκον] διὰ τοῦ κ ὡς πανδοκεῖον. ὁ δεχόμενος δὲ
ἐνεργεῖ, οὐ πάσχει· διὸ παροξύνεται.
φιλότητα παράσχῃ] μόνως ὅτι γράφεται· φιλότητα δὲ ξενίαν·
355. ἀμπεπαλών] ἀνακραδήνας ἀπὸ τοῦ πάλλω, ὡς τεταγών.
358. ἠρήρειστο] τὸ βίαιον τῆς πληγῆς δηλοῦται τῷ τραχεῖ τοῦ
ῥήματος.
362. κόρυθος φάλον· 〈ἀμφὶ δʼ ἄῤ αὐτῷ〉] αἱ χαριέστεραι καὶ
363. 〈διατρυφέν〉] 〈τὰ〉 ὑπερβάλλουσαν ἀκμὴν ἔχοντα εὔθρυπτα.
364. Ἀτρείδης δʼ ᾤμωξεν] διοτρεφεῖς γὰρ οἱ βασιλεῖς, καὶ φιλεγκλήμονες οἱ ἀτυχεῖς 〈εἰς οὐρανόν〉.
365. ὀλοώτερος ἄλλος] ὀλέθρων αἰτιώτερος. ἀναιρουμένου γὰρ
Ἀλεξάνδρου τὰ τῆς μάχης ἐλύετο 〈ἄν〉.
366. τίσασθαι—κακότητος] Ἀττικῶς πέφρασται, ὡς “ἐγρα- ψάμην Φιλῖνον κλοπῆς.”
367. ἄγη ξίφος] πλεονασμῷ ἐάγη.
368. οὐδʼ ἔβαλόν μιν] πᾶσαι “οὐδὲ δάμασ〈σ〉α.” §. γράφεται
369. καὶ ἐπαίξας κόρυθος λάβεν] εἴδωλον Ἀλεξάνδρου καταλιμ- πάνει τῇ ὑποθέσει, τριχῆ φονεύσας αὐτὸν δόρατι, ξίφει, αἰχμαλωσίᾳ.
κόρυθος λάβεν] ὃ γὰρ ἂν παραπέσῃ, τοῦτο ὅπλον χορηγεῖται τῷ θυμῷ.
370. ἕλκε δʼ ἐπιστρέψας] διὰ τοῦ ῥήματος παρέτεινεν αὐτοῦ τὴν
αἰσχύνην. οὐ φονεύει δὲ αὐτὸν τῷ αὑτοῦ ξίφει ἢ ὑπὸ τοῦ καιροῦ ἢ
ὑπὸ τῆς Ἀφροδίτης σφαλλόμενος, ἢ τοῖς ὅπλοις ἀπογνούς, ἢ καὶ ὅτι
ἴσον ἦν θανάτου τὸ ὑπεκστῆναι τοῦ μετρητοῦ, ἢ ζῶντα αὐτὸν ἑλεῖν
βουλόμενος, ὅπερ ἦν μεῖζον· οὕτω γὰρ ἂν ἀξίως ἐτιμωρήσατο αὐτὸν
〈μᾶλλον⟩ ἢ συντόμως ἀνελών.
371. ἄγχε δέ μιν πολύκεστος ἱμάς] θέραψ γάρ ἐστι [τοῦ κεστοῦ] τῆς Ἀφροδίτης. συνεπάγει δὲ αὐτόν, ὅπως ἀγχονισθῇ.
ἁπαλὴν ὑπὸ δειρήν] ὡς ἐπὶ γυναικὸς εἶπεν οὐκ εἰωθυίας κόρυθα φορεῖν.
372. *ὑπʼ ἀνθερεῶνος] τοῦ ἀνθερεῶνος αὐτοῦ.
373. καί νυ κεν εἴρυ〈σ〉σέν τε] ἐν τῇ Ἀριστοφάνους “καί νυ κεν ἐξείρυσσε,” οὐ μέντοι ἐν τῇ Ἀριστάρχου.
374. εἰ μὴ ἄρʼ ὀξὺ νόησε] οὐ βοηθεῖ Ἀθηνᾶ Μενελάῳ, ὅπως ἡ Ἴλιος πορθηθῇ σῳζομένου Ἀλεξάνδρου.
375. ῥῆξεν ἱμάντα] οὐ λῦσεν· τάχους γὰρ ἦν χρεία. οὐ σώζεται δὲ σὺν τῇ κόρυθι, ὅπως τὸ κάλλιστον τῶν λαφύρων παρὰ τοῖς πολε- μίοις καταλειφθῇ.
377. ἥρως μετʼ ἐυκνήμιδας] εὔκαιρον ἐπὶ τῇ νίκῃ τὸ “ἥρως,”
378. ῥῖψʼ ἐπιδινήσας] σύμβολον τῆς νίκης· ταὐτὸν γάρ ἐστι τῷ
380. ἔγχεϊ χαλκείῳ] καὶ πῶς φησιν “ἐκ δέ μοι ἔγχος ἠίχθη
τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη] ἐπὶ τοσοῦτον ἄγει τὰς περιπετείας
382. κηώεντι] κοιμιστικῷ, εὐώδει. καὶ τοῦτο δὲ τῆς ἀκολασίας
383. αὐτὴ δʼ εὖθ᾿ Ἑλένην] κατηγοροῦσιν ὡς προαγωγὸν εἰσά-
τὴν σωφροσύνην ὑπʼ ὄψιν ἄγειν, οὐ δύναται δὲ διεστῶτα τὰ πρόσωπα
διʼ ἑτέρου συμβιβάζειν, ἐπίτηδες παρέλαβε τὴν Ἀφροδίτην.
*καλέουσʼ] καλέουσα.
τὴν δʼ ἐκίχανεν πύργῳ 〈έφ᾿〉 ὑψηλῷ] ὅπως μὴ ἀποδοθῇ
ἅλις ἦσαν·” ἢ ὅπως μὴ οἰόμενος αὐτὴν ἐκδεδόσθαι διαχρήσηται
ἑαυτόν. πυθόμεναι γὰρ τὸ μονομάχιον ἐξῆλθον. πιθανὸν δὲ ἀπο-
στάντος τοῦ Πριάμου προστεθῆναι ταῖς Τρωάσιν αὐτήν· θεωροῦσα
δὲ τὴν μάχην οὐδʼ ὁτιοῦν φθέγγεται, ὅπως μὴ τὸ πάθος ἐκφήνῃ.
385. χειρὶ δὲ νεκταρέου] γραφικῶς τοῦτο. ὑπεξάγει δὲ αὐτήν,
ὅπως μὴ ἐν μέσαις ταῖς Τρωάσι διαλέγηται αὐτῇ· πρᾶγμα δὲ
εὐτελὲς μεθʼ ὅσης φαντασίας δηλοῖ, ὑψῶν τῷ κόμπῳ τῶν ἐπιθέτων.
§. “ νεκταρέου” δὲ θείου παρὰ τὸ νέκταρ· “ἑανοῦ” δὲ λευκοῦ ὡς
“ἑανῶ λιτί ” (Il. 18. 352) καὶ “ἑανοῦ κασ〈σ〉ιτέροιο” (ib. 613).
387. Λακεδαίμονι ναιεταώσῃ] μιᾷ τῶν ὑπολειφθεισῶν εἴκασται
δηλοῦσα, ὅτι θεός ἐστιν· ἢ λείπει ὁ καί, ἵνʼ ᾖ ‘καὶ ἐν Λακεδαί-
μονι.’
ναιεταώσῃ] ναίω ναιέτης· ὡς κυνηγέτης κυνηγετῶ, οὕτως ναιέτης
388. μάλιστα δέ μιν φιλέεσκε] τὴν γραῦν, ὡς καὶ ὁ ὄνειρος εἴκασται τῷ φιλτάτῳ Νέστορι.
390. *ἴθι] τελεία μετὰ τὸ “ἴθι” στιγμή.
Ἀλέξανδρός σε καλεῖ] διχῇ αὐτὴν ἀναζωπυρεῖ ὑπομιμνῄσκουσα τοῦ ἀνδρὸς ἀπὸ τοῦ κάλλους καὶ τοῦ τόπου.
391. δινωτοῖσι] ἐφʼ ὧν ἀκινητοῦμεν, κατὰ ἀντίφρασιν· ἢ ὅτι
* κεῖνος ὅ γε] λείπει τὸ ἐστίν· ἐπεὶ δὲ συνήθης ἡ φράσις, ἐὰν τεθῇ, δοκεῖ πλεονάζειν.
392. κάλλεΐ τε στίλβων] ταῦτά φησιν, ἵνα μὴ διὰ τὸν λύθρον αὐτὸν μυσαχθῇ.
393. *τόν γʼ ἐλθεῖν] ὀλίγον διασταλτέον μετὰ τὸ “ἐλθεῖν.”
ἀλλὰ χορόν] ἠιθέων τὸ χορεύειν· ἐφʼ καὶ Πρίαμος ὀνειδίζει τοῖς υἱοῖς “χορο〈ι〉τυπίῃσιν ἄριστοι” (Il. 24. 261).
390. περικαλλέα δειρήν] καὶ μὴν γραὶ παρεικασθεῖσα ἦν. ἀλλʼ ἔθος τοῖς ἡμιθέοις ἐπιγινώσκειν τοὺς θεούς, ὡς Αἴας τὸν Ποσειδῶνα (Il. 13. 68).
397. στήθεά θʼ ἱμερόεντα] οὐδὲν ἄτοπον γυμνὴν φαίνεσθαι τὴν θεόν Ἑλένῃ γὰρ ἤθελε γνωρισθῆναι· κρύπτεται δὲ τὰς Τρωάς.
398. *ἔπειτα] “ἔπειτα” τὸ δεύτερον.
399. δαιμονίη] [παρρη|σιάζεται ἡ Ἕλένη ὡς πρὸς ἀδελφήν. λιλαίεαι] λῶ τὸ θέλω· ἀναδιπλασιασμὸς λιλῶ· ὡς κερῶ κεραίω, οὕτω καὶ λιλῶ λιλαίω.
400. πή με προτέρω] τὸ ᾖ περισπαστέον, τὸ δὲ “πή” ὀξυντέον
διὰ τὸ “μέ·” οὐ γάρ ἐστι νῦν ἐρωτηματικὸν τὸ πῆ, ἀλλὰ ἀόριστον.
401. * Φρυγίης] λείπει ἡ ἐπί.
402. εἴ τις τοι καὶ κεῖθι φίλος] ἐκ πλήρους ὁ καί σύνδεσμος.
403. οὕνεκα δὴ νῦν] κομματικὸς ὁ λόγος τῇ δυσχεραινούσῃ διανοίᾳ. θέλει δὲ εἰπεῖν, ὅτι οὔ με λανθάνεις ἐφʼ ᾧ ἦλθες ἐνθάδε.
* δῖον] τοῦτο ἀπὸ ἄλλης ἀρχῆς.
405. τοὔνεκα δὴ νῦν—δολοφρονέουσα παρέστης] ἠθικῶς πυνθάνεται· διὸ οὐ δεῖ ὑποστίζειν εἰς τὸ “παρέστης.”
406. ἧσο παῤ αὐτὸν 〈ἰοῦσα, θεῶν δʼ ἀπόειπε κελεύθου)] οὕτω πᾶσαι· οὐκ ἐπαρᾶται δέ, ἀλλʼ ὀνειδίζει ἀντὶ τοῦ μὴ πρᾶσσε τὰ θεῶν.
411. κείνου πορσυνέουσα] λέχος εὐτρεπίζουσα, ὡς τὸ “λέχος
κεῖσε πορσυνέουσα λέχος· τὸ δὲ “νεμεσ〈σ〉ητόν” διὰ μέσου.
Τρῳαὶ δέ μʼ ὀπίσσω πᾶσαι μωμήσονται] ὡς δευτέρας μάχης
414. μή μʼ ἔρεθε, σχετλίη] τὸ ἀνεξίκακον τῆς θείας ἐδήλωσε
μείζονος δεῖται πυρός” (fr. adesp. 371 N.).
μὴ χωσαμένη σε μεθείω] μετωνυμικῶς ἀντὶ τοῦ ἐαθῆναι ποιήσω,
416. μητίσομαι αἴσχεα λυγρά] καὶ τῶν ἐναντίων γὰρ ἔχουσιν
αἴσχεα λυγρά] ἡ μὲν ἑτέρα τῶν Ἀριστάρχου “αἴσχεα,” ἡ δὲ
417. *ὄληαι] ἀντὶ τοῦ ὄλοιο.
418. ἔδδεισεν δʼ Ἑλένη] διδάσκει μὴ θρασείας γίνεσθαι πρὸς
419. βῆ δὲ κατασχομένη] πάλιν κοσμίως ἀναχωρεῖ.
ἑανῷ ἀργῆτι φαεινῷ] ἐκ παραλλήλου τὸ αὐτό.
421. δόμον περικαλλέʼ ἵκοντο] τοῦ Ἀλεξάνδρου· ἐπὶ δὲ Ἕκτορος “δόμους εὖ ναιετάοντας” (Il. 6. 497).
422. ἀμφίπολοι μὲν—ἐπὶ ἔργα] ἔδει γὰρ αὐτὰς χωρίζεσθαι
διαλέξεως ἀνδρὸς καὶ γυναικός, τὰ συνήθη πρασσούσας.
424. δίφρον ἑλοῦσα— Ἀφροδίτη] εἰ μὲν ὡς γραῦς, οὐκ ἄτοπον· εἰ δὲ
427. ὄσσε πάλιν κλίνασα] ὑπογράφει τὸ σῶφρον τῆς Ἑλένης
τέχνῃ γὰρ ἀντιτάσσεται τῇ Ἀφροδίτῃ.
428. ἤλυθες ἐκ πολέμου] πλανώμενοι τινες ὑποστίζουσιν ἐν τῷ
*τὸ “ὡς” ἀντὶ τοῦ εἴθε.
429. ἀνδρὶ δαμείς, ὃς ἐμός] διαθρύπτεται, ὡς τὸ “δαὴρ αὖτʼ ἐμός” (180).
430. ἦ μὲν δὴ πρίν γʼ εὔχεο] ἠθικῶς αὐτοῦ τὸ ἀλαζονικὸν ἔσκωψεν· ἴδιον γὰρ ἐρῶντος ἐπʼ ἀνδραγαθίᾳ αὐχεῖν.
431. σῇ τε βίῃ 〈καὶ χερσὶ〉 καὶ ἔγχει φέρτερος εἶναι] “βίῃ” τῇ ψυχῆ, χερσί” τῷ σώματι, “ἔγχει” τοῖς ἀμυντηρίοις.
433. ἀλλά σʼ ἔγωγε παύσασθαι κέλομαι] θελγομένη ὑπὸ Ἀφρο-
δίτης εἰς τοῦτο ἔρχεται. τάχα δὲ καὶ ἀποδοθῆναι θέλουσα λεληθότως
παραινεῖ μὴ μάχεσθαι· μὴ μαχομένου δὲ αὐτοῦ ἀπεδόθη 〈ἂν〉 κατὰ τὰ
δεδογμένα. καὶ διὰ τοῦτο καὶ ἐκδειματοῦσα ἀρηίφιλον αὐτόν φησιν.
434. παύσασθαι κέλομαι] παρατατικῶς τὸ παύεσθαι. §. τελεία δὲ
436. *ἀφραδέως] ἀπείρως.
438. *μή με] ἀντὶ τοῦ “μή μου.”
439. νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ] οἷαι τῶν ἠσχη- μονηκότων αἱ ἀπολογίαι. διὰ τὴν Ἀθηνᾶν φησι νενικῆσθαι, ὥσπερ οὐκ ἐκ τῶν ἐναντίων διὰ τὴν Ἀφροδίτην αὐτὸς σωθείς. νικήσειν δὲ ὑπισχνεῖται τὸν Μενέλαον, οὐδὲ μετὰ τὴν ἧτταν τῆς ἀλαζονείας παυόμενος.
440. κεῖνον δʼ αὖτις ἐγώ] κοινὸν ἀπὸ τοῦ “ἐνίκησε,” ‘νικήσω αὖτις αὐτὸν ἐγώ·’ διὸ βραχὺ στικτέον.
441. ἀλλʼ ἄγε δὴ φιλότητι] πῶς, φασί, μετὰ τοσαύτην αἰσχύνην
ὀργᾷ; ἐμφανίζει οὖν τὴν πρόξενον ἀπάντων τῶν κακῶν αὐτοῦ λαγνείαν.
ἢ ἀνακτώμενος Ἑλένην προσποιεῖται αὐτῆς ἐρᾶν, ὑπονοῶν ὀργίζεσθαι
αὐτὴν ἐφʼ οἷς ἐκδοῦναι αὐτὴν ἐσπείσατο τῷ πολεμίῳ. ἢ ὅτι ὧν στερό-
μεθα ἐρῶμεν.
φιλότητι τραπείομεν] τερφθῶμεν· κινδυνεύσας δὲ ὑπὲρ αὐτῆς ὡς νικήσας τῶν ἐπινικί⌈ων ἀπολαύειν ἀξιοῖ⌉.
442. ἔρως φρένας ἀμφεκάλυψεν] ἐθήρευσεν. ἡ μεταφορὰ ἐκ ⌈τῶν
περισκεπόντων δικτύων⌉.
443. Λακεδαίμονος ἐξ ἐρατεινῆς] τοῖς ἐρῶσι καὶ αἱ πατρίδες τῶν ἐρωμένων δοκοῦσιν εἶναι καλαί.
445. νήσῳ δʼ ἐν Κρανάῃ] ταύτην πρὸ Ἀττικῆς εἶναί φασιν. οἳ
446. ὥς σεο νῦν ἔραμαι] ἐγκλιτέον· ἀπόλυτος γάρ ἐστιν. ἐπὶ δὲ
ἀμφεκάλυψεν ὡς νῦν ἐρῶ σου.
447. ἦ ῥα, καὶ ἄρχε λέχοσ〈δε〉] τηρεῖ τὸν νόμον, ὡς ἐπὶ Ἥρας
ἅμα δʼ εἵπετʼ ἄκοιτις] ἄκοιτις νῦν μόνον εἴρηται ἡ Ἑλένη τοῦ Πάρίδος.
448. κατεύνα〈σ〉θεν] ἐπὶ τῶν ἀξιόχρεων γάμων εὐνὴν καὶ φιλότητα
449. Ἀτρείδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα] τὸν Τρωικόν.
θηρὶ ἐοικώς] ἄγρας ἀφῃρημένῳ, ἐπεὶ καὶ ἄνω (23) ἐπιτυχόντι
450. εἴ που ἐσαθρήσειεν] γελοίως ζητεῖ τὸν ἀφροδισιάζοντα.
455. *τοῖσι δὲ καί] πλεονάζει ὁ “καί”
456. Τρῶες καὶ Δάρδανοι] εἰς δύο γὰρ ἡ Τρώων ἀρχὴ διῄρητο
ἀπὸ Ἀσσαράκου καὶ Ἴλου· Γανυμήδης γὰρ ἥρπαστο.
457. νίκη μὲν δὴ φαίνετο] ὑπερέβη γὰρ τὸ μετρητὸν〈καὶ〉 καλού-
διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον
ἐπίσχεσις γίνεται τοῦ πολέμου.
458. ὑμεῖς δʼ Ἀργείην Ἑλένην] τὴν προσήκουσαν Ἀργείοις.
461. ὣς ἔφατʼ Ἀτρείδης, ἐπὶ δʼ ᾔνεον—Ἀχαιοί] Τρῶες σιωπῶσιν,
1. οἱ δὲ θεοί] πιθανῶς ἐκ τοῦ κάτωθεν θορύβου εἰς οὐρανὸν τὴν
οἱ δὲ θεοὶ —μετὰ δέ] ὅτι τῷ δέ τὸν δέ ἀνθυπήγαγεν εἰς τὸν δέ, “τὴν
δέ, ἐκ δʼ εὐνάς, κατὰ δὲ πρυμνήσια” (Il. 1. 435). ὡς “εἰ μὲν δὴ
〈πὰρ Ζηνί〉] τὸ πάθος ἀποκοπή, οὐ συναλοιφή· συναλοιφὴ γὰρ
γίνεται φωνήεντος ἐπιφερομένου.
* ἠγορόωντο] ἀγορή, ἀγορῶ, ἠγορῶντο.
2. χρυσέῳ ἐν δαπέδῳ] ἀπὸ τῶν παῤ ἀνθρώποις τιμίων αὔξει τὰ θεῖα·
τέως δὲ νῦν ἀνθρωποπαθεῖς εἰσάγει τοὺς θεοὺς προ〈ρ〉ρυθμίζων ἡμᾶς
γήπεδα δὲ τὰ ἐν ταῖς πόλεσι προκείμενα ταῖς οἰκίαις, οἷον κηπίδιον·
οἰκόπεδον δὲ οἰκίας καταρριφείσης ἔδαφος.
δύο δὲ δηλοῖ, ὅτι τε ἀεὶ τὰ θεῶν ἡβᾷ, καὶ ὅτι παρὰ τὸν καιρὸν τῆς ἥβης οὐκ ἀπρονοητοῦσιν.
3. νέκταρ ἐῳνοχόει] καταχρηστικῶς, ὡς βωμὸν οἰκοδομεῖν καὶ
“ἵπποι βουκολέοντο” (Il. 20. 221). πλεονασμὸς δέ ἐστιν, ὡς τὸ
4. δειδέχατο] ἀπὸ τῆς δεξιᾶς· ἐδήλωσε δὲ αὐτὸς ἐκ τοῦ “πλησά- μενος δʼ οἴνοιο δέπας δείδεκτο” (Il. 9. 224). καὶ ὁ φιλόφρων ἀριδείκετος.
Τρώων πόλιν εἰσορόωντες] ἀπρεπές φασιν, εἰ τέρπει τοὺς θεοὺς
πολέμων θέα. ἀλλʼ οὐκ ἀπρεπές· τέρπει γὰρ τὰ γενναῖα ἔργα. ἄλλως
τε πόλεμοι καὶ μάχαι ἡμῖν δεινὰ δοκεῖ, τῷ δὲ θεῷ οὐδὲ ταῦτα δεινά·
συμπληροῖ γὰρ ἅπαντα τὴν ἁρμονίαν τῶν ὅλων· ἅπερ καὶ Ἡρά-
κλειτος λέγει, ὡς τῷ μὲν θεῷ καλὰ πάντα καὶ ἀγαθὰ καὶ δίκαια,
ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφασιν, ἃ δὲ δίκαια (fr. 61 Byw.).
5. * ἐρεθιζέμεν Ἥρην] ἤθελε μὲν παράβασιν ποιῆσαι δι᾿ Ἀχιλ-
6. παραβλήδην] ἀπατητικῶς διὰ τὸ λέγειν “αὖτις δʼ Ἀργείην
7. ἀρηγόνες] ἐπὶ θηλυκοῦ μόνου τάσσει αὐτὸ ὁ ποιητής, ἡ ἀρηγών.
9. νόσφι καθήμεναι] νόσφι τοῦ Μενελάου· διασταλτέον δὲ εἰς τὸ
πάντοθεν τὸ παράδοξον θηρῶν τὰς μὲν Ἀργείαν καὶ πολεμικήν,
11. παρμέμβλωκε] ἀπὸ τοῦ μελῶ μελήσω μεμέληκα, καὶ κατὰ τρο-
πὴν τοῦ η εἰς τὸ ω μεμέλωκα, καὶ κατὰ ἀποβολὴν τοῦ δευτέρου ε καὶ
πλεονασμῷ τοῦ β μέμβλωκα· καὶ ἐπειδὴ ἀμετάβολον πρὸ ἀμετα-
βόλου οὐχ εὑρίσκεται ἐν συλλήψει, εἰ μὴ τὸ μ 〈πρὸ⟩ τοῦ ν ὡς ἐν
τῷ μνῆμα, τούτου χάριν πλεονάζει τὸ β, καὶ γίνεται μέμβλωκα, καὶ
ἐν συνθέσει τῆς παρά προθέσεως καὶ συγκοπῇ παραμέμβλωκα, καὶ
τὸ γ΄ παρμέμβλωκεν.
καὶ αὐτοῦ κῆρας] τινὲς ἀντὶ τοῦ αὐτόθι, τουτέστιν ἐπὶ τοῦ αὐτοῦ μένουσα τόπου. §. τὸ δὲ “ἀμύνει” ἀντὶ τοῦ ἀναβάλλεται.
12. καὶ (νῦ⌋ν ἐξεσάωσεν] ἐπαναλαμβάνων ἐρεθίζει αὐτὰς πλέον.
13. ἀλλʼ ἦ τοι νίκη μὲν ἀρηιφίλου Μενελάου] λείπει τὸ ἐστί.
14. ὅπως ἔσται τάδε ἔργα] βραχὺ διασταλτέον εἰς τὸ “ἔργα.” τὸ δὲ
15. φύλοπιν] ἐπεὶ κατὰ φῦλα μάχονται.
16. ἦ φιλότητα] περισπαστέον τὸ δεύτερον ἦ· ἔστι γὰρ διαπορη-
17. εἰ δʼ αὔτως τόδε πᾶσι] ἀντὶ τοῦ ὁμοίως. 9. καὶ “ἡδὺ γένοιτο,” οὕτως Ἀριστοφάνης· Ἀρίσταρχος δὲ “πέλοιτο.”
18. * οἰκέοιτο] ἀντὶ τοῦ οἰκείσθω.
19. Ἀργείην Ἑλένην] πᾶσι τοῖς Ἥρας ἐπιθέτοις κοσμεῖ αὐτήν, “Ἀργείην” (8), “λευκώλενον (Il. 3. 121 “πόσις Ἥρης” (II. 10. 5), “Ἑλένης πόσις” (Il. 3. 329).
20. ἐπέμυξαν] μεμυκόσι τοῖς χείλεσιν ἐπεμύχθησαν. ἠθικῶς δὲ
21. πλησίαι — ἥσθην] πλησίον τοῦ Διός· καὶ εἶξε δὲ ἡ Ἀθήνη ἐξ ἀριστερῶν οὖσα τοῦ Διός.
23. σκυζομένη] ὀργιζομένη· καὶ οἱ ὀργιλώτατοι Σκύθαι καλοῦνται.
24. Ἥρη δʼ οὐκ ἔχαδε] εὐθείας ἐστίν· ἔμφασις δὲ τῆς ὑπεκχεο- μένης διὰ τοῦ στόματος ὀργῆς.
25. αἰνότατε Κρονίδη] σχετλιαζούσης ὁ λόγος. ὅτε δὲ φιλο- φρονεῖται αὐτόν, “Ζεῦ πάτερ, ἦ ῥά τι μοι κεχολώσεαι, ὅττι κεν εἴπω” (Il. 5. 421);
*ποῖον τὸν μῦθον] τὸν ποῖον μῦθον.
26. ἄλιον θεῖναι πόνον] εὔλογον αἰτίαν τῆς ἀπωλείας φησὶ τὸ ἀκυρῶσαι τὰ πεπονημένα.
27. ἱδρῶ θʼ ὃν ἵδρωσα] μόνως “ἱδρῶ τε”· ἀεὶ γὰρ δισυλλάβως ὁ ποιητής φησιν.
καμέτην δέ μοι ἵπποι] ἐξήλλαξε τὴν φράσιν. ἔδει γὰρ εἰπεῖν ‘καὶ τὸν κάματον τῶν ἵππων.’
τὰ ὀνόματα τῶν ἵππων τῆς Ἥρας Γλαῦκος καὶ Πυ〈ρ〉ρίας.
29. οὔ τοι πάντες ἐπαινέομεν] ὃ ἕκαστος ἀποδέχεται, καὶ τοῖς
ἄλλοις περιτίθησιν. ἢ οἱ Ἑλληνικοί, ὡς “πάντες δʼ ᾐτιόωντο”
(Il. 11. 78). παιδεύει δὲ μὴ ἰδίᾳ ψήφῳ τοὺς βασιλεῖς ἀρέσκεσθαι.
30. τὴν δὲ μέγʼ ὀχθήσας] ἠθικῶς, ὅπως δοκῇ παρὰ τὴν γνώμην αὐτῇ χαρίζεσθαι.
31. δαιμονίη] ἠθικῶς ἀντὶ τοῦ μακαρία.
τί νυ σε Πρίαμος] τί νυ σε— τόσσα, ὡς “κῆτος, ἃ μυρία” (Od. 12.
97)· οἳ δὲ ἀντὶ τοῦ πῶς δή, ὡς “τί νυ βείομαι, αἰνὰ παθοῦσα” (Il.
22. 431), ὅ ἐστι πῶς δή.
32. τόσ〈σ〉α κακὰ ῥέζουσιν] ἀντὶ τοῦ ἔρεξαν· ἀγνοεῖ δὲ τὴν κρίσιν.
ἀσπερχὲς μενεαίνεις] ἄγαν ἐσπευσμένως.
35. ὠμὸν βεβρώθοις] ηὔξησε τὸ ὑπερβάλλον τῆς γυναικείας κα-
κίας, ὡς ἐν τῷ “τοῦ ἐγὼ μέσον ἧπαρ” (Il. 24. 212). αὔξεται οὖν
ὁ λόγος ἐν τῇ καθʼ ἕκαστον ἐξεργασίᾳ.
37. ἔρξον ὅπως ἐθέλεις] ἵνα μηδὲ αὕτη ἐναντιωθῇ τῇ τῶν Ἑλλήνων ἄτῃ.
ἔρξον ὅπως ἐθέλεις] ὡς θέλεις πρᾶξον, μή πως ἡ ἀμφιβολία αὕτη
40. *ὁππότε κεν καὶ ἐγώ] καὶ ταῦτα κερτομικὰ πρὸς τὸ τὴν
χάριν ἐπὶ πλεῖον αὔξειν.
ἐξαλαπάξαι] παντελῆ δηλοῦσιν ἀπώλειαν αἱ δύο προθέσεις.
41. φίλοι ἀνέρες ἐγγεγάασιν] ἐνδιατρίβουσιν· καὶ ἡμεῖς γεγε-
42. μή τι διατρίβειν] μαλάσσειν, ἐκ τοῦ κηροῦ. ἐμφαίνει δὲ
τὴν τῶν Ἡρακλειδῶν κάθοδον.
43. καὶ γὰρ ἐγώ σοι δῶκα] πολλὰ γὰρ παρὰ προαίρεσιν τῆς
καὶ γὰρ ἐγώ σοι δῶκα] τινὲς ὀρθοτονοῦσι τὸ “σοί.”
*θυμῷ] τῇ ἐπιθυμίᾳ.
44. ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ] ἡμέρας καὶ νυκτὸς παρείληφε
αἳ γὰρ ὑπʼ ἠελίῳ ⟨—ναιετάουσι πόληες〉] ἀντὶ τοῦ παθητικοῦ.
45. *ναιετάουσι] οἰκοῦνται.
46. κῆρι] περισσῶς, τῷ κέαρι.
47. καὶ Πρίαμος καὶ λαός] ψεύδεται αὔξων τὴν χάριν· φησὶ γοῦν
306), καὶ μάλα εἰκότως, ἀσεβῆ γενομένην.
ἐυμελίω] ἢ τοῦ ε συγκοπή, ἢ συναίρεσις· ἔστι δὲ ἀντὶ τοῦ ἐυμελίου.
49. κνίσης τε] ἡ κνῖσα τῇ ἀναθυμιάσει τῆς γῆς ἔοικε τῶν σω- μάτων καιομένων.
51. ἦ τοι ἐμοὶ τρεῖς] ἐκτίθεται τὴν αἰτίαν τῆς περὶ τοὺς Ἕλληνας
διὰ τί ὁ μὲν Ζεὺς μίαν, ἡ δὲ Ἥρα τρεῖς ἔχει πόλεις φιλτάτας;
ῥητέον δὲ ὅτι εὐπρεπῆ βουλόμενος περιθεῖναι αὐτῇ τὴν αἰτίαν τῆς
ὀργῆς ὁ ποιητής, καὶ οὐχ ἣν ὁ μῦθος ἀναπλάττει, ὡς ἄρα διὰ τὸ μὴ
προτιμηθῆναι τῆς Ἀφροδίτης ἐν τῇ κρίσει τοῦ κάλλους τοῖς Τρωσὶν
ἐχαλέπαινεν, ἐπίτηδες ταύτας φησὶν αὐτὴν τὰς πόλεις φιλεῖν, περὶ
κρίσει. ὁ δὲ Ζεὺς μίαν πόλιν λέγων φιλεῖν ἐξαίρει τὴν χάριν· οὐχ
οὕτω γὰρ ὁ ἀπὸ πολλῶν διδούς τι θαυμάζεται ὡς ὁ ἀπὸ ὀλίγων. ὥστε
ἀμφότεροι ῥητορικῶς κατασκευάζουσιν· ἣ μὲν γὰρ πολλὰς ἀντὶ μιᾶς
προήσεσθαί φησιν, ὃ δὲ τὴν μίαν, ἣν καὶ μόνην ἔχει, χαριεῖσθαι.
53. διαπέρσαι] ἀντὶ τοῦ πέρσον.
τὰς διαπέρσαι] δείκνυσι τῶν ὀργιζομένων τὸ ἦθος ἀλόγιστον 〈ὄν〉,
54. μεγαίρω] ἀντὶ μέλλοντος τοῦ φθονήσω· ἀνθυπάγει οὖν αὐτῷ τὸ φθονέω.
55. εἴπερ γὰρ φθονέω τε] κωλύω, ὡς “ᾧ δέ κʼ ἐπιφθονέοις” (Od. 11. 149).
εἴ περ γὰρ φθονέω] μειοῖ τὴν χάριν, φησίν, εἰ διὰ τοῦτο δίδωσιν
ἑκοῦσα, ὅτι καὶ ἀκούσης ὁ Ζεὺς δύναται λαβεῖν· ῥητέον δέ, ὅτι οὐ
μειοῖ τὴν χάριν, ἀλλʼ ἐμφαίνει, ὡς οὐ θέλει μέν τι παθεῖν τὰς πόλεις,
οὐκ ἀντιπράξει δὲ διὰ τὸ ἀδύνατον· οἶκτον δὲ ἐμφαίνει τῷ λόγῳ.
ὅπως μὴ ἐξ αὐτῆς ἀπαιτῇ τὴν χάριν.
57. οὐκ ἀτέλεστον] ἀντὶ τοῦ μὴ ἀτέλεστον.
58. καὶ γὰρ ἐγὼ θεός εἰμι] ἔντεχνον τὸ σχῆμα. τὰ γὰρ ἑαυτῆς
δίκαια, διʼ ἅπερ ὀφείλει τιμῆς τυγχάνειν, ἐκ τῆς περὶ τὸν ἄνδρα
δόξης λαμβάνει, προσαγομένη τὸν θεὸν λεληθότως.
59. πρεσβυτάτην] τιμιωτάτην νῦν. πλανηθεὶς δὲ ἐντεῦθεν Ἡσί- οδος νεώτερόν φησι τὸν Δία (Theog. 454).
60. * ἀμφότερον] λείπει ἡ κατά.
61. κέκλημαι] οὐκ ἔστι τελεία εἰς τὸ “κέκλημαι·” φησὶ 〈γάρ〉,
διότι σοῦ εἰμι γυνὴ τοῦ πάντων ἀνάσσοντος. ἡδὺ δὲ τὸ τῆς ἐξαλ-
λαγῆς· ἔδει γὰρ τοῦ πάντων βασιλέως εἰπεῖν.
* κέκλημαι] Ἰακῶς εἰμί.
*παρέλκεται ἡ “μετά.”
63. σοὶ μὲν ἐγώ] πιθανῶς προτέραν ἔταξε τὴν ἰδίαν χάριν, ὡς
64. * τὸ “θᾶσσον” συντακτέον τῷ “ἐλθεῖν.”
* ἐπιτεῖλαι] ἐπίτειλον.
66. πειρᾶν δʼ ὥς κεν Τρῶες] οὐκ ἀναγκάζουσιν ἐπιορκεῖν Πάνδαρον,
“πειρᾶν” ἀντὶ τοῦ πειράτω· Ἀττικοὶ δὲ ἐπὶ συνουσίας τάττουσι
ὑπερκύδαντας] μεγάλως γαυριάσαντας ἐπὶ τῇ Μενελάου νίκῃ. μέ-
§. “ὑπερκύδανταςʼ” παρὰ τὸ κῦδος κύδας καὶ ἐν συνθέσει 〈ὑπερκύ-
67. ὑπὲρ ὅρκια δηλήσασθαι] ὑπερβάντες τὰ ὅρκια.
69. αὐτίκ᾿ Ἀθηναίην] οὐ γὰρ ἀγγέλου μόνον, ἀλλὰ τοῦ καὶ πεί-
πάρος μεμαυῖα (73) πέμπεται.
75. * “ἀστέρα” νῦν φησι τὸν ἀστεροειδῶς ἐξακοντιζόμενον.
οἷον δʼ ἀστέρα] τούτους διάττοντας καλοῦσιν· δοκοῦσι δὲ ἀπὸ
τόμενοι σκοποῦσι περὶ τοῦ 〈πολέμου διὰ τὸ τέρας), τέως λανθάνει
βαλὼν ὁ τοξότης.
ἀγκυλομήτεω] ὁ καὶ τὰ τοῖς ἄλλοις ἀγκύλα μήσασθαι εἰωθώς.
76. ἠὲ στρατῷ εὐρέι] καλῶς ἡ πολεμικὴ πολεμικῷ σημείῳ
77. ἀπὸ σπινθῆρες] ἐὰν δηλοῖ τὸ ἄποθεν, βαρύνεται ἡ “ἀπό.”
79. κὰδ δʼ ἔθορε] τὸ ἐνεργὲς καὶ σφοδρὸν τῆς θεοῦ ἡ πρόθεσις
81. *λλον] ἀντὶ τοῦ τινά.
82. ἦ ῥʼ αὖτις πόλεμος] πόλεμον μὲν ὑφορῶσιν ἐκ τοῦ πυρός, διστάζουσι δὲ 〈διὰ⟩ τὴν σβέσιν.
καὶ φύλοπις αἰνὴ ἔσσεται] τελείαν εἰς τὸ “ἔσσεται” φησὶ Νικάνωρ, εἰ καὶ ἀπαντᾷ ἡ ὑπόκρισις.
84. ἀνθρώπων ταμίης] καλῶς τοῦτο τῇ φιλότητι ἐπήγαγεν.
ταμιεύει〈ν⟩ γὰρ τὸ ἐναποκλείειν.
86. ἣ δʼ ἀνδρὶ ἰκέλη] ἔπεσε μὲν εἰς τὸ πλῆθος τῶν Τρώων ὡς ἀστήρ, ἀνδρὶ δὲ εἰκασθεῖσα Πάνδαρον ζητεῖ.
*κατεδύσεθʼ] ἐπήρχετο.
87. Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ] “Λαοδόκῳ·” καλῶς ὁ
89. εὗρε Λυκάονος υἱόν] αἰσχροκερδὴς οὗτος ὁ καὶ τοὺς ἵππους
πολιτῶν· φυγὰς δὲ ἥκων εἰς Βρένθιν τῆς Τροίας καθαρθείς τε ὑπὸ
Τρωὸς λαβὼν ἔδαφος κτίζει Ζέλειαν τὴν μικρὰν Λυκίαν· ὥστε
ἀναγκαίως ἐκ τούτου τοῦ αἵματός ἐστιν ὁ συγχέας τοὺς ὅρκους.
ἀμύμονα] σώματι ἢ τέχνῃ ἢ γένει· οὐ γὰρ ἐπὶ τρόπων.
90. ἀμφὶ δέ μιν κρατεραί] προοικονομεῖ τὴν ἀπὸ τῶν ὅπλων
σκέπην (113). οὐκ ἄτοπον δὲ τοξότην εἶναι τὸν ἡγούμενον, ὁπλίτας δὲ
τοὺς ὑπηκόους. Λοκροὶ γοῦν ὁπλίτην ἔχουσιν ἄρχοντα· περὶ ὧν
φησι “καὶ ἐυστρόφῳ οἰὸς ἀώτῳ Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες”
(Il. 13. 716)· ὁ δὲ Αἴας “ἐγχείῃ ἐκέκαστο” (Il. 2. 530).
91. οἵ οἱ ἕποντο] πρὸς τὸ “λαῶν” ἀπέδωκεν, ὡς τὸ “γενεαὶ
ἀνθρώπων, οἵ οἱ πρόσθεν 〈ἅμα⟩ τράφεν” (Il. 1. 251).
93. ῥά νυ μοι] οἰκεία ἡ παραίνεσις ὁμοτίμῳ ἀνδρὶ εὐσχήμονα πρᾶξιν ὑποτιθεμένῳ. ἕτοιμον δὲ πρὸς πειθὼ τὸ μὴ κελεύειν καὶ τὸ ἐκ πατέρων ὀνομάζειν.
〈μοί〉] οἰκειότητα ὑποφαίνει· “πατρόθεν ἐκ γενεῆς” (Il. 10. 68).
Λυκάονος υἱὲ δαίφρον] τελεία ἐνταῦθα καὶ εἰς τὸ “ταχὺν ἰόν.”
94. ἔπι προέμεν] οὕτως Ἀρίσταρχος, Μενεκράτης δὲ ὑφʼ ἓν
“ἐπιπροέμεν.”
95. χάριν καὶ κῦδος ἄροιο] “χάριν” ὡς τῆς μάχης παύσας αὐτούς,
φανεῖ.
96. Ἀλεξάνδρῳ βασιλῆι] προσαγωγικῶς, εἴγε οὐ τῷ τυχόντι
97. τοῦ κεν δὴ—παῤ ἀγλαά] τινὲς ἀναστρέφουσι τὴν “παρά,”
κακῶς· οὐδέποτε γὰρ ἀναστρέφεται πρόθεσις γενικῇ συνταττομένη
πτώσει.
*“πρῶτα” ὡς καὶ ἄλλων δωσόντων. §. “ἀγλαά” δὲ ἐς παρὰ
99. σῷ βέλεϊ δμηθέντα] ἐφελκυστικῶς, ὡς πάντως αὐτοῦ τεθνη-
ξομένου.
πυρῆς—ἀλεγεινῆς] “ἀλεγεινῆς” τοῖς οἰκείοις τῶν ἀποθνῃσκόντων.
100. ἀλλʼ ἄγ’ ὀίστευσον Μενελάου] πῶς οὐ μᾶλλον Ἀγαμέμνονα
ἵνα δοκῇ οὐ Πάνδαρος Ἀλέξανδρος δὲ εἶναι ὁ ἐκ λόχου τὸν Μενέλαον
τοξεύσας.
ὀίστευσον Μενελάου] ὡς “ἐξέρρηξεν ὁδοῖο” (Il. 23. 421) καὶ “κατεάγη τῆς κεφαλῆς” (Ar. Vesp. 1428).
101. Λυκηγενέι] ἐν Λυκίᾳ γενομένῳ· ἀψευδέστατον γάρ ἐστιν
ἱερὸν Ἀπόλλωνος ἐν Λυκίᾳ. ἢ ὅτι λύκος ἡγήσατο 〈μετὰ〉 τὰς
ὠδῖνας Λητοῖ ὥστε καθαρθῆναι εἰς τὸν Ξάνθον· φρονήματος δὲ αὐτὸν
πληροῖ πολίτην ὑποτιθέμενος αὐτοῦ τὸν θεόν.
γενεὰ σημειοῖ ζ΄· ἡλικίαν, ὡς τὸ “ὁπλότερος γενεῆφιν (Il. 9. 58)·
καὶ ὁ ἐνιαυτὸς παρὰ τοῖς νεωτέροις.
102. ἀρνῶν πρωτογόνων] καὶ πῶς ὁ Χρύσης “ταύρων ἠδʼ
αἰγῶν” θυσίαν ὑπισχνεῖται (Il. 1. 41); ἐροῦμεν, ὅτι τὰ ἀπόρ-
ρητα τοῦ θεοῦ σαφῶς ἐπιστάμενος τὰ τῷ θεῷ φίλα θύει· θυσίαις γὰρ
ταύρων καὶ αἰγῶν Ἀπόλλων ἥδεται. ὕλη γὰρ τοῖς τόξοις τὰ κέρατα
τούτων· Πάνδαρος δὲ ὑπὸ τῆς Ἀθηνᾶς πειθόμενος τοξεῦσαι οὐκ
αἶγας ἢ ταύρους ὑπισχνεῖται, ἀλλὰ πρωτογόνους ἄρνας· ἀποτυχεῖν
103. ἱερῆς εἰς ἄστυ Ζελείης] τοῦτο πρὸς τὸ ἐπᾶραι Πάνδαρον· ἢ ἐπεὶ χρηστήριόν ἐστι τοῦ θεοῦ ἐκεῖ.
104. φρένας ἄφρονι] ὅτι θεοὺς ἐκάλει εἰς τὴν κατὰ θεῶν πρᾶξιν. διδάσκει δὲ μηδὲ θεῷ παρὰ 〈τὸ δέον) συμβουλεύοντι πείθεσθαι.
105. ἐσύλα τόξον] ὅτι ἡσυχῆ μέλλει κλέπτειν τὴν πρᾶξιν ἢ θεῶν
πίστιν λύειν ὡς ἱερόσυλος.
ἰξάλουαἰγός]ὁ τρόπος μετατύπωσις, ὡς “πόλιν ἄκρην” (Il.22. 383).
ἰξάλου αἰγός] ὄνομα ἡλικίας· ἢ τὸν ἐπὶ ἅλας ἱκνούμενον—ψωριῷ
γὰρ μετὰ χειμῶνα —ἢ ἀφηγούμενον ἄλλων ἢ τὸν εἰς τὰς ἰξύας ἐρχό-
μενον, ὅ ἐστι κήλωνα, ἢ τὸν τομίαν —οἱ γὰρ τέλειοι διωκόμενοι
ἐκτρίβονται τοὺς ὄρχεις —ἢ τὸν εἰς πᾶν ὕψος ἱκέσθαι δυνάμενον· ὅθεν
καὶ ἡ αἰγίλιψ πέτρα.
106. ὅν ῥα ποτʼ αὐτὸς—τυχήσας] προκατασκευάζει τὴν εὐστοχίαν τοῦ ἀνδρός.
τυχήσας] παρὰ τὸ τύχη τύχῶ· ἀτριβὴς δὲ ὁ σχηματισμὸς τῆς
μετοχῆς· οὐδὲ γὰρ παρὰ τὸ λαβών 〈ἂν〉 εἴποι τις λαβήσας. §. οὐκ
οἶδεν Ὅμηρος ὄνομα τῆς τύχης.
107. *πέτρης ἐκβαίνοντα] γραφικῶς πάλιν ἡμῖν ὁ τόπος ἠκρίβωται.
108. ὃ δʼ ὕπτιος ἔμπεσε] ἐναργῶς ἐδήλωσε τὸν ὑπὸ καιρίας
109. κέρα] ἀποκοπὴ τοῦ κέρατα· Ἡρωδιανὸς συναλοιφὴν τοῦ
τοῦ κέρα ἐκ κεφαλῆς] καὶ ποῦ ἐστι κέρας δύο ἥμισυ πήχεων; ἀλλʼ
καὶ δακτύλων ὀκτώ, σταθμούμενα δὲ μνῶν εἴκοσι ἥμισυ, τράγου δὲ
πηχῶν δύο καὶ σπιθαμῆς καὶ σταθμοῦ ἴσου.
110. καὶ τὰ μὲν ἀσκήσας—πᾶν δʼ εὖ λειήνας] πρὸς τὸ νοητὸν
ἀπὸ πληθυντικοῦ ἑνικόν· “αἳ δʼ αὖ πρὸς νότου εἰσὶ—οὐδέ τι τῇ γε”
(Od. 13. 111)· “Εὔμαιʼ, ἦ μάλα δὴ 〈τάδε δώματα〉” (Od. 17.
264).
κεραοξόος —τέκτων] “τέκτων” πᾶς τεχνίτης· ὅθεν λιθοτέκτονες καὶ
111. ἐπέθηκε κορώνην] κορώνη πᾶν τὸ ἐπικαμπὲς μεταφορικῶς
112. * καὶ τὸ μὲν εὖ τανυσάμενος καὶ ἐπαναβιβάσας τῇ κορώνῃ
113. * ἀγκλίνας] ἐπερείσας, ὡς “κλίνας κολλητῇσιν 〈ἐυξέστῃς
πρόσθεν δὲ σάκεα] κατάφωρον αὐτὸν μᾶλλον ποιοῦσι τειχίζοντες
τοῖς ὅπλοις. ἀλλὰ ἅμα ἔτεινε καὶ ἀφῆκεν, οὐ πρὸς τὴν τῶν λόγων
διήγησιν.
116. αὐτὰρ ὃ σύλα πῶμα] σημειοῦται ὁ στίχος ὡς ἐνοχλῶν τῇ
117. *ἕρμα] ἔρεισμα· συνέχει γὰρ ἕως 〈ἂν〉 ἀφαιρεθῇ τὴν
118. τὸ “αὐτίκʼ ἐσύλα τόξον” καὶ τὸ “αἶψα” τὸν ἐπτερωμένον
*πικρόν] μεταφορικῶς ἀπὸ τῶν γευμάτων.
122. γλυφίδας τε λαβών] “γλυφίδας” ἀντὶ ἑνικοῦ. οὕτω γὰρ
ἡ χηλὴ καὶ ἐγκοπὴ τοῦ βέλους· ἐπεὶ δὲ πρώτη βέλους ἐστὶν ἄφεσις
αὕτη, εἰκότως αὐτὴν ἐπεξεργάζεται· §. “μαζῷ” (123)δὲ τῷ ἀριστερῳ.
* Κρῆτες μὲν βοείοις νεύροις, Σκύθαι δὲ ἱππείοις χρῶνται.
* γλυφίδας—νεῦρα] ἀντὶ ἑνικοῦ.
123. *ἀπὸ τῶν παρεπομένων τὴν ἔντασιν δηλοῖ.
124. κυκλοτερὲς—ἔτεινεν] τείνας ἐκύκλωσεν.
125. ἆλτο ὀιστός] συνέτεμε τὴν λέξιν πρὸς τὸ τάχος τῆς ἀφέσεως.
126. *ὀξυβελής] ὀξέως βάλλων ἢ βληθείς.
καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων] ἐπιπεσεῖν τῷ πλήθει θέλων. §.
ἐπιπτέσθαι] ἀπὸ τοῦ πτῶ τὸ πτέσθαι· καὶ Σοφοκλῆς “πτέσθαι
σθένοντες” (Oed. Tyr. 17)· τὸ δὲ “διαπτάσθαι” (Eur. Med. 1)
127. οὐδὲ σέθεν, Μενέλαε] ἀποστροφὴ ἀπὸ προσώπου εἰς ⌈πρ⌋όσωπον.
προσπέπονθε δὲ Μενελάῳ ὁποιητής· διὸ συνεχέστερον αὐτῷ διαλέγεται,
ὡς καὶ Πατρόκλῳ, Εὐμαίῳ. Μελανίππῳ (Il. 15. 582). ἀποστροφῆς
εἴδη τὸ παρὰ λέξιν, ὡς ὅταν ἐκ μετοχῆς εἰς ῥῆμα μετέλθῃ “ἐξ
ὁμόθεν πεφυῶτας· ὃ μὲν—ὃ δέ” (Od. 5. 477)· τὸ παρὰ φράσιν, ὅταν
ἀπὸ διηγηματικοῦ εἰς τὸ μιμητικὸν 〈μετ〉έλθῃ “ἱππεῦσιν μὲν πρῶτα
—ὃς δέ κʼ ἀνήρ” (301, 306)· ἢ τὸ ἐναντίον· ἢ ἀπὸ προσώπου εἰς
πρόσωπον, ὡς νῦν “οὐδὲ σέθεν, Μενέλαε,” ἢ ἀπὸ τόπου εἰς τόπον.
λελάθοντο] κατὰ ἀντίφρασιν ἀντὶ τοῦ ἐφρόντισαν. ἡ δὲ ἀντί-
φρασις ἢ κατὰ ἐναντίωσιν, ὡς νῦν, ἢ κατὰ εὐφήμησιν, ἢ παῤ
*ἀπὸ κοινοῦ τὸ οὐκ ἐλάθετο.ʼ
129. * ἤμυνε τὸ βέλος πρὸς τὸ μὴ γενέσθαι αὐτὸ “ἐχεπευκές.”
130. ὡς ὅτε μήτηρ] ἡ μήτηρ πρὸς τὸ εὔνουν· ἡ μυῖα πρὸς τὸ
131. *ὅθ᾿] ὅτε.
132. ὅθι ζωστῆρος ὀχῆες] Αὐτόχθων οὕτως· ἵνα μὴ χαλεπὴ
γένηται ἡ πληγή, εἰς τοῦτο τὸ μέρος τὸ βέλος ἄγει, καθʼ ὃ ἀλλήλοις
ἐπιφερόμενα τὰ πτερύγια τοῦ θώρακος ἐσφίγγετο ὑπὸ τοῦ ζωστῆρος.
οὗτός ἐστιν ὁ θώραξ ὁ διπλοῦς.
ὅθι ζωστῆρος ὀχῆες] ζωστὴρ ἡ θωρακῖτις ζώνη, ᾗ ζώννυ〈ν〉ται τὸν
133. καὶ διπλόος ἤντετο θώρηξ] ὑπῆρχε διὰ τὴν συνάντησιν τοῦ
ὑπὸ τοῦ θώρακος καὶ τοῦ ζώματος. διὸ τὴν συμβολὴν διπλόον
θώρακά φησιν. ἄνωθεν δὲ τῆς μίτρας καὶ τῆς συνδέσεως τοῦ
ζώματος καὶ τοῦ θώρακος ζώνη ἐπέκειτο συσφίγγουσα τὰ πάντα, ἣν
ζωκτῆρα καλεῖ.
καὶ διπλόος ἤντετο θώρηξ] Αὐτόχθων οὕτως· τὰ πρὸς ταῖς λαγόσι
μέρη τοῦ θώρακος διὰ τὸ μὴ συνδεδέσθαι ἀλλήλοις πτερύγ α καλεῖται·
ταῦτα ἐπιτιθέμενα ἀλλήλοις καὶ σφιγγόμενα ὑπὸ τοῦ ζωστῆρος δι-
πλοῦν τὸν θώρακα ἐκεῖσε ἀπεργάζονται. ἔστιν οὖν ἐν μὲν τῷ χρωτὶ ἡ
μίτρα, μεθʼ ἣν τὸ ζῶμα τὸ ἀπὸ κνημῶν ἀνιὸν ἄχρι λαγόνων, μεθʼ ὃ ὁ
θώραξ, ὡς εἴρηται, περὶ τὰς λαγόνας διπλούμενος, ἄνωθεν δὲ ὁ
ζωστήρ.
136. καὶ διὰ θώρηκος πολυδαιδάλου] ἐσίγησε τὸ ζῶμα, ἐν δὲ〈τοῖς⟩
137. *ἔρυμα] Ζηνόδοτος καὶ Ἀριστοφάνης “ἔλυμα.”
138. ἥ οἱ πλεῖστον ἔρυτο] διὰ τί μᾶλλον αὕτη τοῦ θώρακος
139. *ἀκρότατον] ἀντὶ τοῦ ἄκρου· χρὼς γάρ ἐστιν ἡ ψιλὴ τοῦ σώματος ἐπιφάνεια.
140. αὐτίκα δʼ ἔρρεεν αἷμα] ἴσως φλὲψ ἦν λυθεῖσα· καὶ διὰ μὲν
τοῦ κελαινοῦ τὴν χροιάν, διὰ δὲ τοῦ νέφους τὴν σύστασιν· “νέφος
εἵπετο πεζῶν” (274). ἐπεξεργάζεται δὲ τὴν πληγήν, ὅπως τὴν
Ἀγαμέμνονος ὑποφήνῃ διάθεσιν.
ἐξ ὠτειλῆς] οὕτω τὴν ἀπὸ δόρατος μόνην πληγὴν καλεῖ, εἰ μὴ
ἄρα τῷ γενικωτέρῳ χρῆται, ὡς τὸ “ἀλλʼ οὐ γάρ σε θέλω
βαλέειν” (Il. 7. 242).
*ὠτειλῆς] νῦν ἡ ἀπὸ βέλους.
141. ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα] ὄψιν ἡμῖν γραφικὴν παρέστησεν.
θαυμάζεται δὲ παρὰ Λάκωσι λευκὸς χρὼς καὶ ξανθὴ κόμη· διὰ τοῦτο
καὶ Τρῶες μαλθακὸν αὐτὸν οἴονται· ἐπὶ παντὸς γὰρ ζῴου τὸ μελάγ-
χροόν ἐστιν ἰσχυρότερον.
φοίνικι μιήνῃ] φοινικῷ ἄνθει, ὃ ἀπὸ τῆς πρίνου συλλέγουσι
142. * Μῃονίς] ἔχει τὸ ι ἀπὸ τοῦ Μαιονίς.
* Κάειρα] τινὲς 〈ἐκ τοῦ Καῖρα Κάιρα〉 διῃρῆσθαι, οἳ δὲ 〈ὡς〉 ἀπὸ τοῦ φαίνω φαείνω· καὶ ὁ λόγος δὲ τὴν δίφθογγον ἀπαιτεῖ.
παρήιον ἔμμεναι] τὴν γνάθον γὰρ παρηίδα φησίν. §. τὸ δὲ
143. κεῖται δʼ 〈ἐν〉 θαλάμῳ] θάλαμος ὁ οἶκος· πρὶν γὰρ ὅτε δὴ
θάλαμος ἡ ἀποθήκη· “ὅθι νητὸς χρυσός” (Od. 2. 338)· ὁ κοιτών·
“Τηλέμαχος δʼ ὅθι οἱ θάλαμος” (Od. 1. 425)· ὅθεν “θαλαμη-
πόλος” (Od. 7. 8).
* πολέες τέ μιν ἠρήσαντο] πολλοὶ μὲν οἱ ἐπιθυμοῦντες, βασιλεὺς δὲ ἐπέτυχεν.
145. *ἀμφότερον] ἐπίρ〈ρ〉ημα· οὐ γάρ ἐστιν ἑνικὸν τοῦ ἀμφότεροι.
ἐλατῆρι δὲ κῦδος] μεγαλοπρεπέστερον γὰρ ἀποφαίνει τὸν ὀχού- μενον.
146. τοῖοί τοι, Μενέλαε] ἀντὶ τοῦ τοῖον. §. περιπαθῶς δὲ ἐπιμένει
147. Νικάνωρ τὸ “εὐφυέες” τῷ “ μηροί” προσάπτει, οἱ δὲ ὑπομνη-
γλαυκόμματος, ἄρτι παρειὰ λοχμάζων εὔκνημος.”
148. ῥίγησεν δʼ ἄῤ ἔπειτα] 〈δείκνυσι〉 τοῦ μὲν τὸ φιλάδελφον, εἰ
149. ὡς εἶδεν μέλαν αἷμα] τὸ μὲν γὰρ ἐξ ἐπιπολῆς κατʼ ἀρχὰε
φερόμενον πυ〈ρ〉ρόν ἐστι, τὸ δὲ ἐκ βάθους μέλαν· ἢ διὰ τὸ παγῆναι.
* εἶδεν] ἀντὶ τοῦ ᾔσθετο· πῶς γὰρ ἑώρα τὸ ἐμπεπηγὸς τῇ
150. * ῥίγησεν δὲ καὶ αὐτός] κοινῇ λέξει χρησάμενος ἐπʼ ἀμφοῖν
152. * ἐνὶ στήθεσσι] φαίνεται τὸ ἡγεμονικὸν περὶ τὰ στήθη
153. * βαρὺ στενάχων] ἠθικὸν καὶ περιπαθές· ηὔξηται δὲ τὸ
154. χειρὸς ἔχων Μενέλαον· ἐπεστενάχοντο δʼ ἑταῖροι] ἄφελε
τὸν στίχον, καὶ οὐ βλάψεις τὴν σαφήνειαν, ἀπολέσεις δὲ τὴν ἐνάρ-
γειαν, ἥτις ἐμφαίνει τὴν Ἀγαμέμνονος συμπάθειαν καὶ τὴν τῶν
συναχθομένων ἑταίρων διάθεσιν.
155. φίλε κασίγνητε] περιπαθῶς αὐτῷ διαλέγεται.
156. οἶον προστήσας] μεταφορικῶς ἀπὸ τῶν θυμάτων ἅπερ προϊ-
στῶσι τῶν βωμῶν, ὡς καὶ παρὰ Νέστορι “προὔχοντο ἑκάστοθι
—ταύρους” (Od. 3. 8).
*πρὸ Ἀχαιῶν] οἶκτον ἅμα καὶ σπουδὴν κινεῖ τοῖς Ἀχαιοῖς.
157. ὥς σʼ ἔβαλον Τρῶες] μετʼ ἀγανακτήσεως εἴρηται· διὸ καὶ
θεῖται.
ὥς σʼ ἔβαλον Τρῶες] ὡς κοινῇ παρασπονδησάντων αὐτῶν, καὶ
158. οὐ μέν πως ἅλιον] γενναίου στρατηγοῦ τὸ μὴ συμπεπτω-
159. καὶ δεξιαί] “δεξιαί” ἴσως ἐγένοντο κατὰ τὸ σιωπώμενον. ἢ 〈διὰ) τὸ δέξασθαι τὰς τρίχας.
161. *τελεῖ] ἀντὶ τοῦ τελέσει.
σύν τε μεγάλῳ ἀπέτισαν] λείπει ‘κακῷ·’ παρὰ τὸ “ μεγάλων ἄτερ ἰσώσασθαι” (Arat. Phaen. 658).
162. σὺν σφῇσιν κεφαλῇσι] εὐσεβὲς τὸ δι᾿ ἑαυτῶν καὶ τῶν φιλτάτων προσδοκᾶν τὴν τίσιν· ἀπὸ μέρους δὲ αὐτοὺς 〈δηλοῖ〉.
163. εὖ γὰρ —τόδε οἶδα] τελεία· ἀσύνδετος γὰρ ὁ λόγος.
164. ἔσσεται ἦμαρ] τούτοις προτρέπεται πολεμεῖν τοὺς ἀκού- οντας.
ὅταν ποτʼ ὀλώλῃ] ἀπόληται, οὐχ ὑπʼ αὐτοῦ πάντως, ἀλλʼ ὑφʼ ἑτέρων· φησὶ γοῦν “καί κεν ἐλέγχιστος πολυδίψιον” (171). §. τὸ δὲ “ὀλώλῃ” ὑποτακτικὸς παρακείμενος χρόνος.
167. αὐτὸς ἐπισσείῃσιν] ἀντὶ τοῦ μέλλοντος τοῦ ἐπισείσει.
169. ἀλλά μοι αἰνὸν ἄχος] ἠθικῶς οὐκ εἶναί φησιν ὄφελος ἑαυτῷ,
εἰ οὗτος μὲν ἀπολεῖται, ὕστερον δὲ Τρῶες δίκας τίσουσιν· περιπαθῶς
δὲ τοὔνομα πάλιν ἀνακαλεῖται τοῦ Μενελάου.
171. καί κεν ἐλέγχιστος] διὰ τί; ὅτι Ἕλληνες μὲν ἄπρακτοι
ἐπανελεύσονται, Τρῶες δὲ κερτομήσουσι τὸν Ἀγαμέμνονα, Μενέλαος
ἐπὶ ξένης σαπήσεται, ἀτελὴς ἡ μάχη μενεῖ. τεχνικῶς δὲ διʼ ὧν
ἀπολοφύρεται, ὡς καταλειφθησόμενος ὑπὸ τῶν συμμάχων, εἰ ὁ
Μενέλαος ἀποθάνοι, κατέχειν αὐτοὺς πειρᾶται, 〈καὶ〉 μὴ τεθνηκότος
τοῦ Μενελάου.
πολυδίψιον] πλεονασμῷ τοῦ δ, ὡς “ἐνδίεσαν” (Il. 18. 584).
173. κὰδ δέ κεν εὐχωλήν] κινητικὸν ἡ τῶν ἐχθρῶν εὐημερία.
176. ὑπερηνορεόντων] ὑπερηφανο〈ύν〉των· ἡ γὰρ ὑπὲρ ἄνδρα δύ-
177. τύμβῳ ἐπιθρῴσκων] ὅσον ἐφʼ ἑαυτῷ βαρεῖαν αὐτὴν τῷ
178. οἴθ᾿ οὕτως ἐπὶ πᾶσι] χρήσιμον ἀνεστραμμένης τύχης ὑπό-
*τελέσειʼ] ἀντὶ τοῦ τελέσειεν εὐκτικῶς.
179. * ἅλιον] ἁλίως.
181. σὺν κεινῇσιν νηυσί] κεναῖς τῶν συστρατευομένων ἢ τῶν
λιπὼν ἀγαθὸν Μενέλαον] ἢ κατʼ εἰρωνείαν, ὡς ἀπὸ τῶν Τρώων, ἢ
182. εὐρεῖα χθών] ἀντὶ τοῦ εὐρέως, ὡς τὸ “λῦσεν ⟨δʼ⟩ ἀγορὴν
287).
183. τὸν δʼ ἐπιθαρσύνων] τοιοῦτός ἐστιν, ὡσεὶ νοσῶν υἱὸς παρα-
184. *μηδέ τι πω] οὐ ‘πού.’
μηδέ τι πω δειδίσσεο] 〈μὴ⟩ εἰς φυγὴν παρακάλει τὸν λαὸν διὰ
185. οὐκ ἐν καιρίῳ] τῷ κούφῳ τῆς πληγῆς ἐπικουφίζει τὴν
187. ζῶμά τε] τοῦτο προσῆπται τῷ θώρακι· καὶ “ζῶμα φαεινόν”
(Od. 14. 482) διὰ τὸν χαλκόν.
καὶ μίτρη] ἡ μίτρα ἔσωθεν ἐριώδης ἐστὶ περὶ τὴν ἐπιφάνειαν
189. αἰ γὰρ δὴ οὕτως εἴη] εἰκότως θαρσυνθεὶς οὐ μηκύνει τὸν
190. 〈ἐπι〉μάσσεται] μῶ μαίω μάω ὡς νῶ ναίω νάω, ἀφʼ οὗ καὶ ὁ μαστὸς καὶ ἡ μάσταξ.
191. φάρμακα] τὰ φέροντα ἄκεσιν. εἴρηται δὲ ἀπὸ τῶν ἀνθῶν·
192. θεῖον κήρυκα] ἐπεὶ Διός εἰσιν ἄγγελοι· ἢ ὅτι ἐκ τοῦ Ἑρμοῦ κατάγεται τὸ γένος τῶν Κηρύκων.
193. ὅττι τάχιστα] ποιητικόν, ὅσον τάχος Ἀττικοί, ὡς τάχος ἡ
συνήθεια.
Μαχάονα] οὐ μεταπέμπεται ἄμφω, ὅτι ὃ μὲν περὶ 〈τὰ〉 τραύ- ματα ἦν, ὃ δὲ περὶ τὰ ἄλλα νοσήματα.
194. φῶτʼ Ἀσκληπιοῦ υἱόν] οὐ περιττὸς ὁ στίχος, ἐλπίδα ὑπο-
καίων τῆς σωτηρίας Μενελάῳ ὡς ἀγαθοῦ ἰατροῦ τυγχάνειν μέλ-
λοντι.
195. ὄφρα ἴδῃ Μενέλαον] θορυβούμενος πέρα τοῦ δέοντος φέρεται· οὐ περιττὸς οὖν ὁ στίχος τὸ “ὅν τις ὀιστεύσας, μιμούμενος τὸ ἦθος τῶν τεταραγμένων.
196. τόξων εὖ εἰδώς] ἀντὶ τοῦ εἰδήμων.
198. * εὐδ᾿—ἀπίθησεν] ἀντὶ τοῦ ἠθέλησεν.
199. βῆ δʼ ἰέναι] τὸ “βῆ δὲ θέειν” ἀνοίκειον τῷ παπταίνοντι· οὐδὲ τὴν ἔφοδον δὲ αὐτοῦ ἐσιώπησεν.
200. παπταίνων] 〈ὄπτω〉 πέτω πτῶ πταίω παπταίνω. §. παντα-
205. *ἴδῃ] ἄνευ τοῦ σ.
207. Τρώων ἢ Λυκίων] “Τρώων” πρὸς σύστασιν τῆς μάχης. “Λυκίων” ὡς ἀρίστων συμμάχων.
τῷ μὲν κλέος, ἄμμι δὲ πένθος] οὐ διακόνου ὁ λόγος, φίλου δὲ καὶ
συμπαθοῦς· τὴν ἀπὸ παντὸς γὰρ προσώπου εὔνοιαν εἰς Μενέλαον
συνίστησιν ὁ ποιητής. τοὐναντίον δὲ ἐπὶ Ἀλεξάνδρῳ.
208. τῷ δʼ ἄρα θυμόν] περιεῖλεν αὐτοῦ τοὺς λόγους διὰ τὴν σπουδήν.
211. * βλήμενος] ἀπὸ τοῦ ἐβλήμην.
ἀγηγέραθʼ ὅσσοι ἄριστοι] ταῦτα τὰ δύο ἔπη τὰ μὲν πράγματα
οὐ λυπεῖ περιγραφόμενα, ἀπόλ〈λ〉υσι δὲ τὴν ἔμφασιν· ἐμφαντικὸν
γὰρ τὸ τοὺς φίλους ἀγωνιῶντας περιεστάναι.
212. κύκλος] οὕτως Ἀρίσταρχος· καὶ λείπει τὸ ὡς. Ἡρωδιανὸς δὲ “κυκλοσε.
ἰσόθεος φῶς] διὰ τὴν τέχνην· ὑπὸ γὰρ τοῦ Ἀπόλλωνος τὴν τοι-
213. αὐτίκα δʼ ἐκ ζωστῆρος] καλῶς παραχρῆμα αὐτὸν ἔχεσθαι
214. 〈τοῦ δʼ ἐξελκομένοιο〉 πάλιν ἄγεν ὀξέες ὄγκοι] “πάλιν ἄγεν”
217. πικρὸς ὀιστός] τὸ τοῦ πληγέντος πάθος ἐπὶ τὸ τῆς ὀδύνης
αἴτιον μετήγαγεν.
218. αἷμ᾿ ἐκμυζήσας] τῷ μὴ πυῶσαι καὶ ἐμποδίσαι πρὸς τὴν
ἤπια φάρμακα] τρεῖς φαρμάκων ἰδέαι· ἐπίπαστα, ὡς ἐπὶ
πότιμα, ὡς ἐπὶ Ἑλένης (Od. 4. 220). §. καὶ τρεῖς βελουλκίας
219. τά οἱ ποτὲ πατρὶ —πόρε Χείρων] οὐκ ἐκεῖνα, ἀλλὰ τὰς
δυνάμεις αὐτῶν Ἀσκληπιῷ δέδωκεν.
221. τόφρα δʼ ἐπὶ Τρώων στίχες] διὰ τί οἱ Τρῶες, εἴπερ κατα-
διὰ τὴν ἐπʼ ἐκείνῳ λύπην κατεπτωκότων, εἰ δὲ μή, κἂν φθάσαι
ἀόπλοις αὐτοῖς ἐμπεσόντες. πῶς δὲ πάλιν ὁ Ἕκτωρ οὐκ ἐζήτησε τὸν
βαλόντα; ὅτι οὐκ ἦν ἀναλαβεῖν τὸ πταῖσμα ἅπαξ Μενελάου
τρωθέντος.
222. οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν] συνῳκείωσε τὸν λόγον τῇ τῶν
ὁπλιζομένων σπουδῇ. §. συσταλτέον τὸ “ἔδυν·” πληθυντικὸν γάρ ἐστι
223. ἔνθʼ οὐκ ἂν βρίζοντα] τότε καταπεσὼν τῇ φιλαδελφίᾳ νῦν
ἀνοιστρεῖται τῇ προθυμίᾳ, καὶ νῦν πρακτικὸς καὶ τότε συμπαθής·
ἐπειδὴ γὰρ τὸ παράδοξον τῆς παραβάσεως εἰς ἀθυμίαν αὐτοὺς
ἐκάλει, διεγείρει αὐτούς. προσευκτικὸν δὲ λίαν εἰς Ἀγαμέμνονα τὸν
ἀκροατὴν ποιεῖ.
ἔνθʼ οὐκ ἂν βρίζοντα] ὑπεραποφαντικὸν τοῦτο, ὅ ἐστι κατα- φατικόν. τὸ δὲ “βρίζοντα” ἀναπαυόμενον ἢ ἡσυχάζοντα· ὁμοίως δὲ καὶ τὸ “οὐκ ἐθέλοντα” ὑπεραποφαντικόν.
226. ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα] τῇ φιλοπονίᾳ τοῦ σώματος δυσωπεῖ τοὺς ὁρῶντας, ὥς που φησὶν “ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα” (Il. 10. 70)· ἐκκόπτει τε πᾶσαν ὑπόνοιαν δειλίας· ἄλλως τε γελοῖος ἦν καὶ ἐπαχθὴς ἀπὸ τῶν ἁρμάτων διαλεγόμενος τοῖς Ἕλλησιν.
228. Πειραίδαο] Πείραιος Πειραιδης, καὶ ἐν διαστάσει τοῦ ῑ Πειραίδης, ὡς Ἀλκαΐδης.
229. τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν] ἔδει γὰρ 〈αὐτοῖς τὴν〉 δύναμιν, εἰς τὴν μέλλουσαν ταμιευόμενος μάχην.
235. οὐ γὰρ ἐπὶ ψευδέσσι] Ἀρίσταρχος ἐπιθετικῶς ὡς σαφέσι·
236. * πρότεροι] καὶ οὗτοι γὰρ παρὰ τοὺς ὅρκους ποιοῦσιν·
ἐκεῖνοι δὲ ἦρξαν.
238. *〈ἡμεῖς δέ〉] “ἡμεῖς” ἄνευ τοῦ δέ.
240. οὕστινας αὖ μεθιέντας] εἰκὸς γὰρ ἐνίους ἀγνοεῖν τὸ πραχθέν.
241. χολωτοῖσιν] τοῖς ἀπὸ χολῆς ἢ εἰς χολὴν ἄγουσιν.
242. ἰόμωροι] οἳ μὲν ἰῶν φύλακες ἐν πλεονασμῷ τοῦ μ· ἐπονεί-
διστον δὲ τὸ μόνον τοξεύειν. ἀμέλει εἰδὼς οὐ χρῆται. οἳ δὲ περὶ ἰοὺς
243. τεθηπότες] εἰκὸς γὰρ ἐπὶ τῷ παραδόξῳ ἐκπεπλῆχθαι
ἠύτε νεβροί] πρόχειρον γὰρ εἰς φυγὴν ἔλαφος· καμοῦσαι δὲ
*τὸ “νεβροί” διχῶς.
245. * οὐδʼ ἄρα τίς σφι] σὺν τῷ σ τὸ “τίς.”
246. 〈ἕστητε)] ἀντὶ τοῦ ἵστασθε, ὡς “ἐπίδρομον ἔπλετο τεῖχος” (Il. 6. 434).
247. ἦ μένετε Τρῶας] ἀνδρ〈ε〉ίας παρασκευαστικὸν σωτηρίας
σχεδὸν ἐλθέμεν] καὶ εἰς τὸ “ἐλθέμεν” καὶ εἰς τὸ “θαλάσσης”
βραχεῖα διαστολή.
249. ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσῃ χεῖρα Κρονίων] ἐπεὶ
δαίμονας κάλει· τῷ γὰρ πονοῦντι χὠ θεὸς συλλαμβάνει” (Eurip. Hipp.
fr. 435 Ν.). τοῦτο οὖν πρῶτος Ὅμηρος εἶπεν.
251. ἦλθε δʼ ἐπὶ Κρήτεσσι] ἀντὶ τοῦ πρὸς Κρῆτας· καὶ “ἐπʼ
ἐκεῖ, τοῦτο ὧδε ἀναπληροῖ.
οὐλαμὸν 〈ἀνδρῶν)] συστραφέντων] ἀπὸ τῆς εἰλήσεως.
253. συῒ εἴκελος] διώκειν οὐ δύναται ὡς μεσα[ιπό]λιος· ἢ ὅτι
254. πυμάτας ὤτρυνε φάλαγγας] οὐκ εἶπε συνῆν αὐταῖς, ἀλλʼ
257. πέρι μέν σε τίω] τῶν⌈τιμῶν⌋ αὐτὸν ὑπομνήσας προθυμότερον εἰς τὸ ⌈παρὸν⌋ ποιεῖ.
258. ἠμὲν ἐνὶ πτολέμῳ] “πτολέμῳ” τῇ διαιρέσει τῶν λαφύρων.
Αἴας “ἕρκος Ἀχαιῶν” (ib. 229), Ἀγαμέμνων ἀγαθὸς βασιλεύς
(ib. 179). Ὀδυσσεὺς δόλιος (ib. 202).
259. ἠδʼ ἐν δαίθ᾿, 〈ὅτε περ〉), τίμιον τοῦτο παρὰ τοῖς παλαιοῖς,
κοινὰς εὐωχίας.
260. κρητῆρσι] “κρητῆρι” ἑνικῶς.
262. * δαιτρόν] μεριστόν· διαιρετόν.
266. ἐρίηρος ἑταίρος] συντόμως ἄρα καὶ μετρίως· οὐ γὰρ ἀριστεύσειν ὑπισχνεῖται, ἀλλʼ οὐκ ἀδικήσειν τὴν ἑταιρίαν.
270. *θάνατος καὶ κήδεα] ἤλλακται ἡ τάξις.
273. ἦλθε δʼ ἐπʼ Αἰάντεσσι] ἀντὶ τοῦ πρὸς Αἴαντας.
274. νέφος εἵπετο πεζῶν] τινὲς “νέφος” τὸ ἄτακτον πλῆθός φασιν.
275. εἶδεν νέφος αἰπόλος ἀνήρ] τὸ πυκνὸν καὶ καταπληκτικὸν
τῆς φάλαγγος μιᾷ λέξει περιέλαβεν, εἰκάσας μέλανι καὶ σκυθρωπῷ
νέφει. ἀπὸ δὲ τῆς μεταφορᾶς καὶ 〈τὴν〉 εἰκόνα πεποίηκεν.
αἰπόλος ἀνήρ] ὑψίνομοι γὰρ αἶγες καὶ δύσριγοι. καλῶς δὲ
ἀπὸ ὕψους ὁρᾷ οὐδενὸς ἐπιπροσθοῦντος τῇ θέᾳ. πελάγιον δὲ νέφος
ὄμβρον ἐπάγει. εὖ δὲ καὶ ὑπὸ ζεφύρου ἐλαύνεσθαί φησιν αὐτό·
οὗτος γὰρ μάλιστα συνάγει νέφη καὶ δεινὴν χειμῶνος ἀπειλήν, εὖρος
δὲ καὶ νότος χειμῶνα παύουσι διαλυομένων εἰς ὄμβρον τῶν νεφῶν·
εἰσὶ δὲ Αἴας, στρατός, Τρῶες.
277. ἄνευθεν ἐόντι] οὕτως Ἀρίσταρχος· Ζηνόδοτος δὲ “ἰόντι,” κακῶς.
μελάντερον ἠύτε πίσσα] μέλαν ὡς “ἀδινώτερον ἤ τʼ οἰωνοί”
(Od. 16. 216)· ἢ τῶν ἄλλων νεφῶν μελάντερον.
278. λαίλαπα] τὴν μεθʼ ὑετοῦ αὔραν· “ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθών” (Il. 16. 384).
279. ὑπό τε σπέος ἤλασε μῆλα] κύουσα γὰρ ὄις, ἐὰν ἔξω ἀκούσῃ
281. πυκιναί] πυκνούμεναι γὰρ καὶ μελαινόμεναι ὁρῶνται.
282. πεφρικυῖαι] ὠρθωμέναι· καὶ “ἔφριξεν δὲ μάχη” (Il. 13.
339). §. βραχὺ δὲ διασταλτέον εἰς τὸ “σάκεσίν τε·” ἐξ αὐτῶν
285. Αἴαντ᾿, Ἀργείων ἡγήτορε] τοῦτο προτρεπτικῶς. ἢ πρόμαχοι
286. σφῶι μέν] εἰς τὸ “μέν” διαστολή, εἰς δὲ τὸ “ὀτρυνέμεν”
287. *λαόν] τὸν Ἑλληνικόν.
289. τοῖος πᾶσιν θυμός] πᾶσι τοῖς ἡγεμόσιν, ἵνα πρὸς τοὺς ὁμο-
τοῖος πᾶσιν θυμός] ἐπὶ δὲ Νέστορος “τοιοῦτοι δέκα μοι συμ-
295. Πελάγοντα] Πελάγων Ἀλάστωρ Βίας καὶ ἐν Τρωσίν.
296. * Αἵμονά τε κρείοντα] ἄδηλον ποῖον κύριόν ἐστιν.
297. * ἱππῆας μέν] ποῦ ὁ δέ;
ἱππῆας μὲν πρῶτα] οὐ δεόντως, φασί, τὴν πρώτην τάξιν οἱ ἱππεῖς
τὴν ἀκολουθοῦσαν φάλαγγα· ἀγνοοῦσι δέ, ὅτι οἱ πεζοὶ ὄπισθέν εἰσιν,
ὅπως τῶν ἱππέων ὑποχωρούντων διιστάμενοι δέχωνται αὐτοὺς —ἀλλα-
χοῦ φησι “τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;” (371)—καὶ πάλιν
ἑνούμενοι ὡσεὶ τεῖχος δέχωνται τοὺς πολεμίους ἐπιόντας· μεταξὺ
δὲ δύο ἀνδρείων ἕνα κακὸν ἔβαλεν. τινὲς δὲ τὸ ἔμπροσθεν καὶ ὄπισθεν
ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ κέρατος λαμβάνουσιν, τοὺς δὲ κακοὺς
τετάχθαι ἐν μέσῳ, ἵνα καὶ ὑπὸ τούτων καὶ ὑπʼ ἐκείνων ἀναγκάζωνται
πολεμεῖν. ἀλλὰ φαίνεται πεζοῖς οὐδὲν ἐπιτάσσων περὶ τοῦ πολέμου·
299. κακοὺς δʼ ἐς μέσσον ἔλασσεν] ἵνα μιμοῖντο τοὺς ἔμπροσθεν
καὶ ὑπὸ τῶν ὄπισθεν ἐπείγοιντο. ἤτοι δὲ τοὺς πάντων κακοὺς ἢ τοὺς
τῶν πεζῶν· οἳ δέ, ὅτι ἐν τοῖς δύο τάγμασι τοὺς κακοὺς ἐμέσασεν.
301. ἵπποισιν μὲν πρῶτα] ἐπειδὴ μεταβαίνει εἰς ἄλλην φά- λαγγα, οὐκ ἐπάγει τὸν δέ.
302. σφοὺς ἵππους ἐχέμεν] ἐπὶ τόπῳ τὰς φάλαγγας πολεμεῖν καὶ
μὴ διαλύειν τὸ στῖφος. θαυμασίως δὲ τὸ λιποτακτεῖν ἀνεῖλε μηδὲ
τοῖς ἀριστεῦσιν ἐάσας τρόπον ἐκτροπῆς· ἴσον γὰρ ἑκάτερος τῇ οἰκείᾳ
ἀπουσίᾳ λυμαίνεται τὴν τάξιν.
303. μηδέ τις ἱπποσύνῃ τε] ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν 〈μέτεισιν⟩.
306. ἕτεῤ ἅρμαθʼ ἵκηται] τὰ τῶν πολεμίων. εἰ γὰρ ἐπὶ τῶν ὁμοφύλων, εἶπεν ἂν ‘ἄλλα·’ πολλαὶ γὰρ αἱ τάξεις.
307. *ἔγχει ὀρεξάσθω] ἐκ τοῦ παρεπομένου· οἱ γὰρ ἀποθνή- σκοντες ἐκτείνονται.
ἔγχει ὀρεξάσθω, ἐπειὴ πολὺ φέρτερον οὕτως] αἱρετώτερον ὡς πρὸς
μεῖζον κακόν. καὶ ἀλλαχοῦ “ κακῶν δέ κε φέρτερον εἴη ἓξ ἑτάρους
ἐν νηὶ ποθήμεναι” (Od. 12. 109).
308. ὧδε καὶ οἱ πρότεροι πόλιας καὶ τείχεʼ ἐπόρθουν] τρία παρεί-
ληφε χρήσιμα, διάταξιν, ἀπειλήν, ζῆλον. §. Νικάνωρ δὲ ἀπὸ τοῦ “ὧδε
310. πάλαι πολέμων εὖ εἰδώς] καὶ πρὸ τῶν Ἰλιακῶν εὐτυχήσας τὴν πεῖραν τῶν πολεμίων.
313. ὦ γέρον, εἴθʼ ὡς θυμός] ἁρμόζουσαν τῷ γήρᾳ ποιεῖ τὴν εὐχήν· τιμᾶ οὖν αὐτὸν εὐχῇ.
*“θυμός” ἡ προαίρεσις.
315. γῆρας—ὁμοίιον] καὶ θάνατος ὁμοίιος (Od. 3. 236) καὶ “νεῖκος ὁμοίιον (Il. 4. 444) τὸ ὁμοίως πᾶσι χαλεπὸν καὶ κοινῇ ἐπερχόμενον.
316. * κουροτέροισι] τοῖς σου νεωτέροις.
319. ὣς ἔμεν, ὡς ὅτε δῖον] Πύλιοι πρὸς Ἀρκάδας ἐπολέμουν περὶ
νικᾶν τὸν μὴ ἐξελθόντα τοῦ τόπου· καὶ συμβαλόντες ἐκ δευτέρου
περιγράφουσι χυρίον, καὶ ἀναιρεῖται ὑπὸ Νέστορος· καὶ θάψαντες
αὐτὸν ἐπέγραψαν τῷ σήματι “ἐνθάδʼ Ἐρευθαλίωνα φίλοι περὶ
τύμβον ἔθηκαν, Ἀρκαδίης βασιλῆς, γένος ἔξοχον Ἀμφιδάμαντος,
οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.” ἱστορεῖ Ἀρίαιθος.
ὡς ὅτε δῖον Ἐρευθαλίωνα] καὶ φιλόμυθος ὢν ὁ γέρων ἄκρως
Ἐρευθαλίωνα κατέκτα] μετὰ τοῦ ν ἐκτεταμένως· ἀπὸ γὰρ τοῦ
320. * πάντα] λείπει τὸ ἡδέα.
321. εἰ τότε κοῦρος ἔα] οὐκ εἶπεν, εἰ τότε ἰσχυρὸς ἦν, νῦν
322. *ἱππεῦσι μετέσσομαι] οὐ γὰρ δύναται πεζὸς μάχεσθαι διὰ
323. * βουλῇ καὶ μύθοισι] ὑπηρετεῖ γὰρ ὁ λόγος τῇ βουλῇ.
324. *αἰχμὰς δʼ αἰχμάσσουσι] ἀπὸ μέρους τὸ πᾶν φησιν.
327. Μενεσθῆα πλήξιππον]καὶ “Ἀθηναῖοι μήστωρες ἀυτῆς” (328)·
328. *ἑσταότ᾿· ἀμφὶ δʼ Ἀθηναῖοι] ἀπὸ κοινοῦ τὸ “ἵσταντο.”
329. * Ἰακῶς τὸ “ἑστήκει.”
330. * Κεφαλλήνων] ἴσως, ἐπεὶ Κέφαλος ὁ Δηιόνος Ἀθηναῖος ὢν ᾤκισε τὴν Κεφαλ〈λ〉ηνίαν, συνετάγησαν αὐτῷ.
οὐκ ἀλαπαδναί] διὰ τοῦ “οὐκ ἀλαπαδναί” ἀπολογία τῆς ἀργίας.
331. οὐ γάρ πω σφιν ἀκούετο] ὁ λαὸς γὰρ αὐτῶν οὔπω ἤκουσε
333. *Τρώων] χωρὶς τοῦ συνδέσμου.
334. ἕστασαν ὁππότε πύργος] εἴτε διὰ τοῦτο “ἕστασαν,” ἵνα οἱ
Τρῶες πρότερον κατάρξωσιν, εἴτε, ἵνα τινὲς ἄλλοι τῶν Ἑλλήνων,
ἄμφω ἄλογα, καὶ τὸ ὑπὸ τῶν Τρώων προληφθῆναι —οὐ γὰρ μικρὰ καὶ
τοῦτο βλάπτει—καὶ τὸ ὑπὸ τῶν οἰκείων· δεῖ γὰρ συντεταγμένους
ἅπαντας πολεμεῖν. ἁρμόζει δὲ μᾶλλον τὸ πρότερον, ἵνα οἱ Τρῶες
παραβάντες τὰς συνθήκας καὶ τῆς μάχης ἄρξωσιν. ἀλλὰ τούτῳ
δοκεῖ ἐναντιοῦσθαι τὸ “νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι
Ἀχαιῶν ὑμείων προπάροιθε μαχοίατο” (347).
ὁππότε πύργος] ἔν τισι γράφε〈τα〉ι “κέν τις Ἀχαιῶν.”
335. Τρώων ὁρμήσειε] λείπει ἡ κατά, ὡς “ὡρμήθη δʼ Ἀκά-
μαντος” (Il. 14. 488)· θέλουσι δὲ πρὸ ἑαυτῶν ἄλλους Ἕλληνας
ἄρξασθαι τῆς μάχης, ἀσυκοφαντήτους ἑαυτοὺς ἐκ παντὸς πρὸς τὸ
θεῖον πειρώμενοι σῶσαι· διὸ καὶ δόλιον αὐτὸν (339) καλεῖ ὁ Ἀγαμέμνων,
ἐπεὶ οὐ φιλέλλην ἀλλὰ φίλαυτος φωρᾶται· καὶ ὃ μὲν ἕνα πύργον
περιμένει (336). ὃ δὲ ὀνειδίζων “δέκα πύργοι Ἀχαιῶν” (347) φησίν.
338. ὦ υἱὲ Πετεῶο] τὸν μὲν τῇ τοῦ πατρὸς ὑπεροχῇ κατῄσχυνεν, τῷ δὲ παρρησιαστικώτερον ὡς καὶ φίλῳ ἐπιφέρεται, τοῖς ἄλλοις διʼ αὐτοῦ μείζονα τὴν προτροπὴν ποιῶν.
339. καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε] μέσον γὰρ ὁ δόλος· ἐπὶ
δὲ τοῦ ἀμφότερα εἰδότος “εἰδὼς παντοίους τε δόλους καὶ μήδεα.
πυκνά” (Il. 3. 202). §. τὸ δὲ “κεκασμένε” ἐπὶ κακοῦ, ὡς τὸ “ἐκέ- καστο κλεπτοσύνῃ θʼ ὅρκῳ τε” (Od. 19. 395).
340. καταπτώσσοντες] προτρεπτικὸν ἀνδρείου ἀνδρὸς ψυχῇ τὸ καταπτώσσειν λεγόμενον.
τίπτε καταπτώσσοντες] ᾔσθετο γάρ, διὸ ἀνεβάλλοντο· διὸ καὶ δόλιον αὐτὸν καὶ κερδαλεόφρονα καλεῖ. ὀνειδίζει οὖν τῆς μονῆς.
341. σφῶιν—ἐόντας] ἀντὶ τοῦ ἐοῦσιν.
342. μάχης καυστείρης] “ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθο- μένοιο” (Il. 13. 673).
343. πρώτω γὰρ καὶ δαιτός] οὐ περὶ βρωμάτων, ἀλλὰ περὶ τιμῆς ὁ λόγος. τινὲς τὸ “δαιτός” πρὸς τὸ “ἐμεῖο.”
344. ὁππότε δαῖτα γέρουσιν] ὡς τὸ “γερούσιον αἴθοπα οἶνον”
345. *“φίλα” ἀντὶ τοῦ φίλως.
347. νῦν δὲ φίλως χʼ ὁρόῳτε] ἔλυσε τὸ ἔμπροσθεν ἀμφίβολον·
350. ποῖόν σε ἔπος φύγεν 〈ἕρκος ὀδόντων⟩] φαντασίαν ἐποίησε τοῦ
τούτους ἡμῖν ἡ φύσις ἐχορήγησεν.
351. πῶς δὴ φῆς πολέμοιο μεθιέμεν] ἠθικὸν καὶ τῶν προγε-
ὁππότʼ Ἀχαιοὶ Τρωσὶν ἐφʼἱπποδάμοισιν] ταῦτα ἀπὸ ἄλλης ἀρχῆς.
353. ὄψεαι, ἢν ἐθέλῃσθα] ἐὰν ἀπεχόμενος τῶν ἀγώνων ἐποπτεύειν
354. Tηλεμάχοιο φίλον πατέρα] προσυνίστησι τὰ πρόσωπα καὶ
356. τὸν 〈δ᾿⟩ ἐπιμειδήσας] τῷ σχήματι καὶ τῷ λόγῳ θεραπεύει
τὸν Ὀδυσσέα.
357. ὡς γνῶ χωομένοιο] ἀντὶ τοῦ χωόμενον.
πάλιν δʼ ὅ γε λάζετο μῦθον] εἰς τοὐναντίον μετήγαγε τὸ “καὶ σὺ
359. οὔτε σε νεικείω περιώσιον] περισσόν, πλέον τοῦ Μενεσθέως.
362. ὄπισθεν ἀρεσσόμεθα] ληψόμεθα εἰς ἄρεσίν τε μετάξομεν.
365. εὗρε δὲ Τυδέος υἱὸν—ἑσταότα] ζηλωτὴς γὰρ Ὀδυσσεὺς
ἀνέμενε δὲ Ὀδυσσέα.
367. * Ἰακῶς τὸ “ἑστήκει.”
371. τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας] τὰς διόδους τῶν φα- λάγγων.
τί δʼ ὀπιπεύεις] τινὲς περιέργως εἰς τὸ “ὀπιπεύεις” στίζουσιν· εἶτα τὸ ἑξῆς “πολέμοιο γεφύρας 〈οὐ μὲν Τυδέι γʼ ὧδε φίλον πτω- σκαζέμεν ἦεν〉.”
372. οὐ μὲν Τυδέι γʼ ὧδε] τὴν ὕβριν μειοῖ ὁ ἔπαινος τοῦ πατρός·
ἡδέα γὰρ τὰ τῶν πατέρων ἐγκώμια λεγόμενα. ξενικωτέρας δὲ διαλέξεις
375. οὐδὲ ἴδον] ἀπὸ κοινοῦ τὸ “πονεύμενον.” δῶμεν δὲ τὴν ἀδολε- σχίαν τῷ τεταραγμένῳ Ἀγαμέμνονι.
377. ξεῖνος ἅμʼ ἀντιθέῳ] ξένος καὶ ὁ δεχόμενος καὶ ὁ δεχθείς·
“ξεῖνος γάρ μοι ὅδʼ ἐστί” (Od. 8. 208)· πρόξενος ὁ ὑπὸ πόλεως
ἠξιωμένος ὥστε ἐν τῇ σφετέρᾳ προίστασθαι αὐτῆς· ἰδιόξενος, ὡς ὁ
Μέντωρ τῷ Τηλεμάχῳ· ἀστόξενος ὁ ἐκ προγόνων ἐπιχώριος, ὡς
Ἀτρεὺς Φρυξὶ καὶ Τεῦκρος Τρωσίν· δορύξενος, ὡς Γλαῦκος καὶ
378. ἱερὰ πρὸς τείχεα Θήβης] διὰ τὸ μουσικῇ γεγενῆσθαι.
380. καὶ ἐπήνεον ὡς ἐκέλευον] ἀντὶ τοῦ παρεκάλουν· “ἔνθε δʼ ἔπειτα, ἄναξ, κέλομαι” (Od. 11. 71).
381. ἀλλὰ Ζεὺς ἔτρεψε] ἠρέμα ἀπολογεῖται· ἄτοπον γὰρ ἦν προτρέπειν, συμμαχίας μὴ μεταδέδωκεν.
παραίσιμα σήματα φαίνων] παρὰ τὴν αἶσαν· ἢ αἴσια περὶ ζωῆς ἡμῖν φαίνων παρέτρεψεν.
382. ἠδὲ πρὸ ὁδοῦ ἐγένοντο] ἔμπροσθεν τῆς ὁδοῦ, ὅ ἐστιν εἰς
383. λεχεποίην] παρὰ τὸ λέχος ἢ τὸν λόχον.
384. ἀγγελίην ἐπὶ Τμδῆ] “Υμδῆ” ὡς “ἀλλʼ Ὀδυσῆ ποθέουσα” (Od. 19. 136) καὶ “Μηκιστῆ δʼ ἕλε Πο〈υ〉λυδάμας” (Il. 15. 339).
386. βίης Ἐτεοκληείης] ἴσως ἐπὶ τυραννίδι.
388. μοῦνος ἐὼν πολέσιν] καὶ μόνος καὶ πολλοῖς.
389. ἀεθλεύειν προκαλίζετο] μετὰ τὸ δεῖπνον γὰρ οἱ ἀγῶνες· “νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρήσωμεν” (Od. 8. 100). καὶ Πηνελόπη τὸ τόξον μετὰ τὸ δεῖπνον τίθησιν.
προκαλίζετο] ἴσως ηὐτέλιζον τοὺς Ἀργείους διὰ τὸ βραχὺ αὐτοῦ· διὸ
391. κέντορες ἵππων] ἔνθεν καὶ εὐάρματον τὴν Θήβην φησὶν ὁ Πίνδαρος (fr. 207).
392. ἂψ 〈ἄῤ⟩ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν] ἵνα μὴ τοῖς Ἀρ-
396. Τυδεὺς μὲν καὶ τοῖσιν] οὐ μόνον, φησί, τοὺς προκληθέντας
398. Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας] ἡ Ἀθηνᾶ γὰρ
αὐτῷ εἶπεν· ἢ τὸ δόρυ ἐκλάσθη.
399. τοῖος ἔην Τυδεύς] Ἀντίμαχός φησι παρὰ συφόρβοις
φθέγγεται ὁ Διομήδης.
400. ἀγορῇ δέ τʼ ἀμείνω] Ἀρίσταρχος μετὰ τοῦ ν τὸ “ἀμείνων,”
401. τὸν δʼ οὔτι προσέφη] πῶς οὗτος νεώτερος ὢν τὴν ἐπίπληξιν
χθεὶς ἐχαλέπηνεν: ῥητέον, διὰ τοῦτο, ἐπεὶ καὶ πρεσβύτερος καὶ φρονι-
μώτερός ἐστι, τὴν βλασφημίαν οὐ φέρει· τιμᾶσθαι γὰρ σφᾶς
αὐτοὺς οἱ πρεσβύτεροι δεῖν νομίζουσιν. ἄλλως τε οὐχ ὁμοίως ἀμφο-
τέροις ἐπέπληξε, τὸν μὲν πανοῦργον, τὸν δὲ ἥττω τοῦ πατρὸς εἰπών·
ὁ γὰρ τοῦ πατρὸς ἔπαινος ἐμείου τὴν ὕβριν. πρὸς τούτοις ἐπίπλη-
χθεὶς ὡς λάλος οὐκ ἤμελλεν ἐπιβεβαιοῦν τὸ λάλος εἶναι.
402. αἰδεσθεὶς βασιλῆος] σώφρων, ὃς οὐδέποτε τοὺς πολεμίους
καὶ τὸ “κρατερός” νῦν ἔμφασιν ἔχει, πληροῦν ὃ παρέλιπεν ὁ βασι-
λεύς.
404. μὴ ψεύδεαι] ὡς τὸ νήχεαι· Ἡρωδιανὸς δὲ τὸ ἐντελὲς
405. ἡμεῖς τοι πατέρων] παροιμία “τίς πατέῤ αἰνήσει, εἰ μὴ κακοδαίμονα τέκνα;” (Diogenian. viii. 46).
πατέρων μέγʼ ἀμείμονες] ἐν τῷ τῆς ἀρετῆς ἀγῶνι οὐδὲ γονεῦσί
φησι δεῖν παραχωρεῖν· φησὶ γοῦν “υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι”
(Od. 24. 515)· ὕψωσε δὲ καὶ τὸ “μέγα” καὶ τὴν μαρτυρίαν ἐπήγα-
γεν· τοῦτο δέ, ὅτι οὐ δεῖ ταῖς τῶν προγόνων ἀρεταῖς κοσμεῖσθαι.
406. ἡμεῖς καὶ Θήβης] καὶ γὰρ στρατεύσαντες οἱ ἐπίγονοι τὰς Θή-
βας κατέσκαψαν καὶ τὸν βασιλέα ἀνεῖλον Λαοδάμαντα τὸν Ἐτεοκλέους
ἐννέα ὄντες τὸν ἀριθμόν, Αἰγιαλεὺς Ἀδράστου, Θέρσανδρος Πολυνεί-
κους, Διομήδης Τυδέως, Σθένελος Καπανέως, Ἀλκμαίων καὶ Ἀμφί-
λοχος Ἀμφιαράου, Στρατόλαος Παρθενοπαίου, Πολύδωρος Ἱππομέ-
δοντος, Μέδων Ἐτεόκλου.
ἑπταπύλοιο] πρὸς γὰρ ἑπτάχορδον Ἀμφίονος λύραν ἡρμόσθη.
407. παυρότερον λαὸν ἀγαγόντε] ἐπεὶ δύο εἰσὶν οἱ κακολογούμενοι
ἔδειξε δὲ καὶ νῦν τὴν σύμπνευσιν αὐτῶν· καὶ “αὐτὰρ ἐγὼ Σθένελός
τε” (Il. 9. 48).
ὑπὸ τεῖχος ἄρειον] τοῦ παυροτέρου λαοῦ βέλτιον· ἢ καθʼ ὃ Ἄρεος ἦν ἱερόν, ὡς καὶ ἡ Δίρκη.
408. πειθόμενοι τεράεσσι θεῶν] ὑποφαίνει, ὡς καὶ νῦν διὰ δεισι- δαιμονίαν οὐκ ἠθέλησαν ἄρχειν τῆς πρὸς τοὺς Τρῶας συμβολῆς.
410. *ὁμοίῃ ἔνθεο τιμῇ] ἀντὶ τοῦ ἐν ὁμοίῃ· οὕτω πᾶσαι· Ἀρίσταρχος δὲ “ἔνθεο τιμήν.”
412. τέττα, σιωπῇ ἧσο] ἐπίδειξις χρηστοῦ ἤθους μὴ δεῖν ταῖς
τῶν πατέρων ἐπαίρεσθαι συμφοραῖς· καὶ ἐνδείκνυται μὲν τῷ βασιλεῖ,
μὲν ἐπίρρημα σχετλιαστικόν, οἳ δὲ κατὰ πάθος ἀπὸ τοῦ τέτλαθι, οἳ
δὲ ὡς βάπτω βαπτίζω βάπτης οὕτω 〈τέπτω〉 τέττω τεττίζω — ἤδη
γάρ τινες ἀξιοῦσι γράφειν “τοὺς ἐλεεινὰ κατήσθιε τεττίζοντας”
(Il. 2. 314) —τέττης, ἡ κλητικὴ “τέττα.”
σιωπῇ ᾗσο] δασυντέον καὶ ἐκδεκτέον ἀντὶ τοῦ διάτριβε ὡς τὸ
“ἦμαι ἐνὶ Τροίῃ (Il. 24. 542)· ἢ ψιλῶς ἀντὶ τοῦ ἔσο, γίνου.
413. οὐ γὰρ ἐγὼ νεμεσῶ] αἰδεῖται μὲν ἀποκρίνεσθαι πρὸς τὸν
βασιλέα, οὐ παραλέλοιπε δὲ τὴν εἰς αὐτὸν ἀπόκρισιν ἐν τῷ πρὸς
415. τούτῳ μὲν γὰρ κῦδος] νομοθετεῖ, ποῖον δεῖ εἶναι περὶ τοὺς
ἔχειν.
420. ἔβραχε] ἤχησεν. §. τινὲς τελείαν εἰς τὸ “ἄνακτος.”
421. * προανυψοῖ τὸ πρόσωπον Διομήδους.
422. ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ] οὐ πρὸς τὸν ἦχον, ἀλλὰ τὴν ἐπάλληλον
(431). ζέφυρον γὰρ παρέλαβεν ἄνωθεν ἐπικυλίοντα τὰ κύματα,
ἠρεμαίως τε ἄρχεται, ἐπιτείνεται δὲ ὕστερον· διὸ καὶ τὸ “ὑποκινή-
σαντος.” καὶ νῦν οὕτως αὔξει τὰ τοῦ πολέμου.
423. ζεφύρου ὑποκινήσαντος] Πτολεμαῖος ἀναστρέφει τὴν πρό-
τὸν τόνον ὡς ἐπὶ τοῦ “ὑφηνίοχος” (Il. 6. 19) καὶ “Ποσειδάωνος
ὑποδμώς” (Od. 4. 386).
426. *ἰόν] οὐκ “ἐόν.”
〈ἀποπτύει δʼ ἁλὸς ἄχνην〉] πτύελον γὰρ τῆς θαλάσσης ἐστὶν ὁ
429. οἱ δʼ ἄλλοι ἀκήν] ὡς “ἀκὴν ἐγένοντο σιωπῇ” (Il. 3. 95)·
οὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι] ἄρρητος ἡ ἐπίνοια σιωπὴν
431. δειδιότες] ἄκρως εὐπειθεῖς Ἕλληνες, τοὺς πολεμίους οὐ δε-
διότες ἀλλὰ τοὺς ἡγεμόνας.
433. Τρῶες δʼ ὥς τʼ ὄιες] εἴωθεν ἀεὶ ἀντιπαραβάλλειν τὸ θορυβῶδες
435. ἀζηχὲς μεμακυῖαι] ηὔξησε τὸν θόρυβον παραλαβὼν τὰς ὄις
436. Τρώων ἀλαλητός] λαλητός καὶ ἀλαλητός πλεονασμῷ τοῦ ᾱ.
437. οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος] εἰκότως τὸ βάρβαρον θορυ-
439. ὦρσε δὲ τοὺς μὲν Ἄρης] μεγαλοπρεπὴς ἡ φαντασία· δεῖ γὰρ αὐτοὺς ὅμοια τῶν ἡγουμένων πράσσειν· ἄλλως τε καὶ τὴν πρώτην συμβολὴν αὔξει.
440. Δεῖμός τʼ δὲ Φόβος] δαίμονες ἐκ τῶν ἡμετέρων παθῶν πεπλασμένοι, οὐ σύμμαχοι.
* ἄμοτον] ἀπλήρωτον.
441. Ἄρεος ἀνδροφόνοιο κασιγνήτη] ἀπὸ τῆς ὁμοιότητος τῶν
παθῶν πλάττουσι τὰς συγγενείας, ὡς Δεῖμος καὶ Φόβος καὶ “Φύζα,
Φόβου κρυόεντος ἑταίρη” (Il. 9. 2)· ἔστιν οὖν δελφὴ αὐτῷ τοὺς
τρόπους, οὐ ξυγγενὴς ἡ “Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε.”
442. ἥ τʼ ὀλίγη μὲν πρῶτα] ποιητικῶς ἐσήμανε τῆς ἔριδος τὸ πάθος.
445. ὀφέλλουσα στόνον ἀνδρῶν] ἐκ γὰρ τοῦ ἐρίζειν πλείων ὁ φόνος
γίνεται.
447. σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα] τὰς μὲν πρὸς τὸ μηδὲν παθεῖν, τὰ δέ, ἵνα τι δράσωσιν.
448. ὀμφαλόεσσαι] τινὲς ὀμφαλοέσσας τὰς εὐομφάλους, ὡς “ποιητὰς—πύλας” (Il. 12. 470) εὐποιήτους.
ὀμφαλόεσσαι] ὁτὲ μὲν αὐτὰς εὐκύκλους, ὁτὲ δὲ ὀμφαλοέσσας καλεῖ, τὴν ἀπὸ κέντρου πρὸς τέλος τυπῶν ἰσότητα, καὶ πάντοσε ἴσας.
449. ὀρυμαγδός] ὀρυμαγδός ἐστι πολέμου ἦχος, ἔχων κτύπον
ὅπλων, στρατιωτῶν ἀλαλαγμόν, ἡγητόρων παράκλησιν, εὐχὴν ἀγω-
νιώντων, οἰμωγὴν ἀπολλυμένων, θρῆνον ἐπὶ πεπτωκόσιν. ἔστιν οὖν
ὀρυμαγδὸς ἔνθα ὄρνυται ὅμαδος.
450. οἰμωγή τε καὶ εὐχωλή] Θουκυδίδης “πάντα ὁμοῦ ἀκοῦσαι” φησὶν “ὀλοφυρμὸς βοή, κρατοῦντες κρατούμενοι” (7. 71)· καὶ Γοργίας “ἀνεμίσγοντο δὲ λιταῖς ἀπειλαὶ καὶ εὐχαῖς οἰμωγαί.”
οἰμωγή τε καὶ εὐχωλή] ἀκριβῶς ἔχει ἡ λέξις· πρότερον γὰρ ὁ παθὼν ἀνοιμώζει, εἶτα ὁ δράσας ἐπʼ αὐτῷ μεγαλαυχεῖ.
451. 〈ῥέε⟩] ἐμφαντικῶς· οὐ γὰρ εἶπεν ἐρραίνετο, ἀλλʼ ὡσεὶ λέγοις “ἐπήγαζεν αἷμα.”
452. ὡς δʼ ὅτε χείμαρροι] ἔστιν ἀκοῦσαι δύο ποταμῶν ἤχου.
γαζόμενοι τὸν ἦχον· καὶ “κρουνῶν ἐκ μεγάλων” προστίθησι, τῷ πλήθει
τοῦ καταρρήσσοντος ὕδατος τραχὺν τὸν ψόφον ἐγείρων· καὶ τὸ κοίλωμα
δὲ τὸ δεχόμενον αὐτοὺς μισγάγκεια εἴρηται, τραχυνόμενον τῇ ὀνομα-
τοποιίᾳ καὶ συναπειλοῦν τῷ ῥεύματι. ἴσως δὲ καὶ δύο τοὺς ποταμοὺς
παρέλαβεν οὐκ αὐξήσεως μόνον ἕνεκεν, ἀλλʼ ὅτι εἰσὶ καὶ τὰ στρα-
τεύματα δύο, καὶ τούτους ἐμπίπτοντας ἀλλήλοις· καὶ γὰρ οἱ
στρατοὶ ἀλλήλοις ἐπεφέροντο.
*ὄρεσφι] τὸ σ ἔδωκεν ἡ συγκοπή, ὡς θεόφατον θέσφατον.
453. μισγάγκειαν] τὸ ἄγκος, εἰς ὃ μίγνυνται οἱ ποταμοί.
ἐς μισγάγκειαν] τὸ ἑξῆς, ὡς δʼ ὅτε χείμαρροι κατʼ ὄρεσφι ῥέοντες
ἐς μισγάγκειαν συμβάλλετον τὸ ὕδωρ ἐκ τῶν κρουνῶν ἔσω τῆς
χαράδρας.
455. τηλόσε δοῦπον] γράφεται “τηλόσε,” εἰς μακρὰν ἀφικνου-
456. ὣς τῶν μισγομένων γένετο ἰαχή τε φόβος τε] Ἀρίσταρχος
457. πρῶτος δʼ Ἀντίλοχος] τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ ἄλλην
ἐγὼν ἕλον ἄνδρα” (Il. 11. 738) —καὶ θεατὴν αὐτὸν ἔχει· καὶ
“Ἀντίλοχ᾿, οὔτις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν” (Il. 15. 569).
θερμότητος οὖν νεωτερικῆς τὸ ἔργον. ἢ Τρῶες καταφρονοῦντες
Νέστορος κατὰ τοῦτο μᾶλλον ἐνέκρουσαν τό μέρος.
458. Θαλυσιάδην Ἐχέπωλον] κύριον τὸ δεύτερον· ἐπιθετικῶς
γάρ φησιν ὅτε ταχύπωλον λέγει καὶ αἰολοπώλους καὶ πατρωνυμικοῖς
ἀντὶ κυρίων 〈οὐ⟩ χρῆται, ὅτι μὴ ἐπὶ τοῦ “καὶ Ἀργεάδην Πολύμη-
λον” (Il. 16. 417).
459. * φάλον] τὸ τετυφωμένον.
460. ἐν δὲ μετώπῳ πῆξεν] ἱκανὴ μὲν καὶ ἡ τῆς κεφαλῆς ἔκπληξις
Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα
πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ. ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ κάππεσεν,
ἀμφὶ δέ μιν θάνατος χύτο” (ib. 411)· τοῦ κυρίου γὰρ τρωθέντος
τόπου ἅμα τῇ πληγῇ ὁ θάνατος, οὐδὲ ὀλίγον χρόνον εἰς ἀντίληψιν
τῆς ὀδύνης παρέχων. ἐπὶ δὲ ὀμφαλοῦ “ἔνθα μάλιστα γίνετʼ Ἄρης
ἀλεγεινός” (Il. 13. 568)· “ἀντικρὺ δὲ διέσχε παῤ ὀμφαλὸν —γνὺξ
δʼ ἔριπʼ οἰμώξας” (Il. 20. 416). οἱ γὰρ περὶ γαστέρα τόποι νευ-
ρώδεις ὄντες τὴν ἀπὸ τῶν ἡγεμονικῶν αἴσθησιν δέχονται.
462. ἤριπε δʼ, ὡς ὅτε πύργος] ὕπτιος γὰρ ἔπεσεν ὑπὸ τῆς ὁρμῆς τοῦ δόρατος.
ἤριπε] εἰς τὴν ἔραν ἔπεσεν.
465. ἕλκε δʼ ὑπὲκ βελέων] εἰς τὸ “βελέων” ὀλίγη διαστολή.
466. τεύχεα συλήσειε] δικαίως κολάζεται ὁ αἰσχροκερδής, δέον τῶν ζώντων ἅπτεσθαι.
468. πλευρὰ —ἐξεφαάνθη] καὶ ἡμεῖς εἴδομεν αὐτοῦ τὰ πλευρά· καίριος δὲ ἡ πληγὴ κατὰ καρδίας ἢ πνεύμονος ἐνεχθεῖσα.
παῤ ἀσπίδος ἐξεφαάνθη] ἀντὶ τοῦ παρενεχθέντος τοῦ ὅπλου. διδάσκει δὲ μηδὲν ἀπερισκέπτως ποιεῖν.
470. ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη] ἀνανεοῦται τὴν στάσιν καὶ ὑπεκ-
καύματα δίδωσι τὰς τῶν ἀριστέων πτώσεις καὶ τὸν πόλεμον ἐπι-
φανέστερον ποιεῖ. ἱκανὴν δὲ πίστιν ἐπάγει τοῖς λόγοις ὡς αὐτό-
πτης ὤν.
ἔργον ἐτύχθη ἀργαλέον Τρώων καὶ Ἀχαιῶν] ἤλλακται ἡ φύσις· πρῶτοι γὰρ ὥρμησαν Ἕλληνες διʼ Ἕλεφήνορα πεσόντα.
472. ἐδνοπάλιζεν] δονῶ δονοπίζω, πλεονασμῷ δονοπαλίζω, συγκοπῇ δνοπαλίζω, ὡς πυκτεύω “πυκταλεύω” (Sophro Et. M. 345, 40)· ση- μαίνει δὲ κατέβαλε· “τὰ 〈σὰ⟩ ῥάκεα δνοπαλίξεις” (Od. 14. 512).
473. Ἀνθεμίωνος υἱόν] οὐ ψιλὸν τοῦ τετρωμένου τὸ ὄνομα τέθεικεν,
474. *ἠίθεον] τὸν ἰσόθεον ἡλικίαν ἔχοντα.
476. μῆλα ἰδέσθαι] “μῆλα” ὁ ποιητὴς τὰ πρόβατα καὶ αἶγας,
477. *οὐδὲ τοκεῦσι θρέπτρα φίλοισʼ ἀπέδωκε] διδάσκει μὴ καρα-
480. *πρῶτον] ἐν τοῖς προμάχοις δηλονότι.
482. πέσεν, αἴγειρος ὥς] μέχρι τούτου τὰ τῆς ὁμοιώσεως· τὰ δὲ
483. ἥ ῥα τʼ ἐν εἱαμενῇ] καὶ ἀλλαχοῦ “αἰγείρων ὑδατοτρεφέων
ἦν ἄλσος” (Od. 17. 208)· εἱαμενή δὲ ἡ συνεστηκυῖα τῶν ὑδάτων
συμβολή· εἱμένη εἱαμένη εἱαμενή, ὡς δεξαμενή. §. δασυντέον δὲ τὸ
484. ἀτάρ τε οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασιν] τὰ γὰρ ἄοζα
γεγενημένον.
486. ὄφρα ἴτυν κάμψῃ] παντὸς περιφεροῦς τὸ τελευταῖον μέρος.
487. ποταμοῖο παῤ ὄχθας] πρὸς τὸ ἀχθῆναι ὑπὸ τοῦ ποταμοῦ.
491. Ὀδυσσέος ἐσθλὸν ἑταῖρον] ἀλλʼ οὐκ ἐστρατεύοντο πλησίον
φησιν· τί γὰρ ἄτοπον, εἰ Σαλαμίνιος ὢν ἑταῖρός ἐστιν Ὀδυσσεῖ;
Ἀρίσταρχος δὲ ὡς ποιητικὸν παραιτεῖται· οἳ δέ, ὅτι συγκέχυται ἡ
μάχῃ, ὡς καὶ “ἀνὴρ ⟨δʼ⟩ ἄνδῤ ἐδνοπάλιζεν” ἢ ὅτι Αἴας ἐπῄει τὰς
τάξεις βοηθῶν. καί που γὰρ Ὀδυσσεῖ βοηθεῖ, ὡς δηλοῖ ἡ πεδιὰς
μάχη (Il. 11. 472), καί που Μενεσθεῖ βοηθεῖ ἐν τῇ τειχο-
μαχίᾳ (Il. 12. 370) καὶ Μενέλαον αὐτὸν ἄγει ἐπὶ Πάτροκλον
(Il. 17. 120).
492. βεβλήκει βουβῶνα] ἐμπεφύκασι μεγάλαι ἀρτηρίαι καὶ
493. ἤριπε δʼ ἀμφʼ αὐτᾷ, νεκρὸς δέ οἱ ἔκπεσε] ὡς ἐκεῖ “μίνυνθα δέ οἱ γένεθʼ ὁρμή” (466). περὶ ὃ δὲ μάλιστα ἐσπούδαζον. τούτου στερῶν αὐτοὺς ὁ ποιητὴς κολάζει.
494. τοῦ δʼ Ὀδυσεὺς—ἀποκταμένοιο χολώθη, βῆ δὲ διὰ προ- μάχων] “ἀρνύμενος ἥν τε ψυχήν” (Od. 1. 5).
496. στῆ δὲ μάλʼ ἐγγὺς ἰών] “ἐγγὺς ἰών” τοῦ Λεύκου ὑπερασ- πίζων.
497. ἀμφί ἑ παπτήνας] οἰκεῖον τῷ προνοητικῷ Ὀδυσσεῖ, οὐχ ὡς ὁ Ἐλεφήνωρ· οὗτος δὲ περισκοπεῖ, μή τι γυμνὸν ᾖ τοῦ σώματος.
* κεκάδοντο] 〈διὰ⟩ τὴν τοῦ δόρατος ὁρμὴν οἳ μὲν ἔνθεν, οἳ δὲ
ἐκεῖθεν ἐχωρίσθησαν.
499. Δημοκόωντα] πρῶτος οὗτος Πριαμιδῶν ἀναιρεῖται.
500. ὅς οἱ Ἀβυδόθεν ἦλθε] τῆς Ἑλλησποντίδος Ἀβύδου μέμ-
νηται· τὰς γὰρ πλησίον τῆς Τροίας πόλεις ἀσφαλεστέρας ἔδει
εἶναι ὡς τῶν ἐπιτηδείων χορηγούς· διὸ οὐ πεπόρθηται ὑπὸ Ἀχι-
λέως.
παῤ ἵππων οἰκειάων] ἐκ τῶν ἵππων, ὡς ἐκεῖ ὄντων τῶν ἱππο- στασίων Πριάμου· οἳ δὲ ἀντὶ τοῦ ἐφʼ ἵππων.
502. κόρσην· ἢ δʼ ἑτέροιο] τὸν κρόταφον· ἐπὶ κόρσης γὰρ λέγουσιν
Ἀττικοὶ τὴν γνάθον. καὶ “ἑτέροιο διὰ κροτάφοιο·” ὡς οὖν ἐλλὸς
ἔλαφος, οὕτω κόρση κρόταφος.
505. χώρησαν δʼ ὑπό τε πρόμαχοι] πῶς νικῶσιν Ἕλληνες, οὓς ὁ
Ζεὺς θέλει ἡττᾶσθαι; ἐροῦμεν ὅτι ἐᾷ Ζεὺς ποινὰς τίνειν τῶν πλημ-
μελημάτων τοὺς Τρῶας, ἢ καθʼ ὅτι δείκνυσι διʼ ἀμφοτέρων τὴν
δύναμιν, ἵνα καὶ συμμαχῶν Τρωσὶν ἐπιδείξηται τὴν χάριν, εἴγε ὃν
ἔτρεψε μόνος Αἴας οὗτος ἅμα Διὶ καὶ τοὺς πάντας Ἕλληνας
διώκει.
506. ἐρύσαντο δὲ νεκρούς] τοὺς ἰδίους· φιλάλληλοι γάρ, καὶ ὑπὲρ Ἐλεφήνορος πόλεμος γίνεται, καὶ Ὀδυσσεὺς ὑπερασπίζει Λεύκου.
507. νεμέσησε δʼ ἀπέλλων] φθονεῖ μὲν τῇ τῶν Ἀχαιῶν εὐπρα- γίᾳ, συνάχθεται δὲ Τρωσίν· καλῶς δὲ πρῶτοι βοηθοῦνται, ἵνα καὶ Ἀθηνᾶ παραστῇ τούτοις.
510. οὔ σφι λίθος χρώς] καὶ Ἀγησίλαος παρατασσόμενος ὑπε-
511. ταμεσίχροα] ὡς ἐμῶ ἐμέσω, οὕτω τομῶ ταμέσω.
512. οὐδʼ Ἀχιλεὺς—μάρναται] εἰδότας ὑπομιμνήσκει θρασυτέρους
513. χόλον —πέσσει] ἐπὶ πολὺ κατέχει. πολὺ γὰρ τὸ διάστημα
515. Τριτογένεια] ὅτι γεννηθεῖσαν ἔτρεσαν αὐτὴν οἱ θεοί.
516. ὅθι μεθιέντας ἴδοιτο] οὐχ ὡς Ἀπόλλων τοὺς πάντας, ἀλλὰ
517. ἔνθʼ Ἀμαρυγκείδην] νῦν ἀπὸ τῶν Ἑλλήνων ἤρξατο, ἐπεὶ
τότε ἀπὸ τῶν Τρώων. μοιρίδιον δὲ τὸν θάνατόν φησιν. §. καὶ “ἐπέ-
519. βάλε δὲ Θρῃκῶν ἀγός] ἐν γὰρ τῷ καταλόγῳ (Il. 2. 844)
ἐέργει·” δύναται οὖν ἐν Αἴνῳ τὰ βασίλεια εἶναι.
521. λᾶος ἀναιδής] ὁ σκληρός, μεταφορικῶς, εἴγε ἀμφότερα τὰ
522. ὃ δʼ ὕπτιος] εἰκότως· σφοδρὰ γὰρ ἡ πληγή, εἴγε τὰ ὀστᾶ
523. χεῖρε—πετάσσας] συμμαχίαν αἰτῶν.
526. χύντο χαμαὶ χολάδες] μαλθακὰ γὰρ καὶ ὀλισθηρά εἰσι τὰ
527. ἀπεσσύμενον βάλε δουρί] “ἀπεσσύμενον” διὰ τοῦ α.
535. ὦσαν ἀπὸ σφείων, ὃ δὲ χασ〈σ〉άμενος πελεμίχθη] ἄμεινον
οὕτως· οὐ γὰρ ἐπὶ αὐτῶν, μὴ καὶ γυμνωθῇ τῆς ἀσπίδος.
539. οὐκέτι ἔργον ἀνήρ] πλεονασμὸς τὸ “ἔτι·” “μηκέτι πάμπαν
541. ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη] θεατὴν ἑαυτῷ ἀνέπλασε τῆς μάχης ὑπὸ θεῶν ὁδηγούμενον, ἵνα ἀθορύβως σκοποίη, καὶ ἐν μέσοις τοῖς μαχομένοις, ἵνα ἀκριβῶς θεῷτο.
1. ἔνθʼ αὖ Τυδείδῃ] τότε, ὅτε καὶ πολλοὶ ἀπώλοντο.
ἔνθʼ αὖ Τυδείδῃ Διομήδει] καλῶς Διομήδης προτρέπεται ἰδίῳ· ἡ γὰρ κοινὴ πρὸς τὸ πλῆθος προτροπὴ τὸν καθʼ ἔνα ἀμελέστερον ἐργά- ζεται, ἡ δὲ πρὸς ἕνα τινὰ 〈εὐθαρσέστερον καὶ γενναιότερον⟩.
2. δῶκε μένος καὶ θάρσος] ἑκάτερον θατέρου χωριζόμενον ἄπρακτον·
οὐχ ὡς πρότερον δὲ μὴ ἔχοντος, ἀλλὰ τὸ ἔμφυτον ηὔξησεν· Θαρσὼ δὲ
παρά τισιν ἡ Ἀθηνᾶ τιμᾶται· θάρσος δὲ τὸ ὑπὸ θεοῦ ἔπαρμα τῆς
ψυχῆς.
ἵν᾿ ἔκδηλος] ἐπεσκοτεῖτο γὰρ ὑπὸ τῆς Ἀχιλλέως ἀρετῆς· ἢ ὅτι πρώτην ἐγεώργει τὴν Θράκην.
μετὰ πᾶσιν] ἀντὶ τοῦ ἐν πᾶσιν ὡς “σφῶιν μέν τʼ ἐπέοικε μετὰ
πρώτοισιν ἐόντας” (Il. 4. 341).
3. ἰδὲ κλέος ἐσθλὸν ἄροιτο] ἀπὸ τοῦ αἴρω μέσος δεύτερος ἀόριστος.
4. δαῖέ οἱ ἐκ κόρυθος] ἄλλο φῶς ἀντὶ Ἀχιλλέως ἤστραψεν Ἕλλη-
Αἴαντα τὴν πρώτην ἀριστείαν οὐ τούτῳ, τῷ δὲ Διομήδει ἀνατίθησιν;
ἢ ὅτι ὃ μὲν δυσκίνητος καὶ μεγαλόφρων τὴν φύσιν ὑπάρχων κατὰ
πᾶσαν μάχην ἦν ἄριστος, ὃ δὲ ὀξὺς καὶ φιλότιμος ὢν ὑπὸ τῆς
Ἀγαμέμνονος προτροπῆς ἐπτέρωται —οἱ γὰρ νεανίσκοι καὶ θυμοειδεῖς
ὑπερεθισθέντες εἰς μεγάλην τὴν ἐπίδοσιν ἀναφέρονται —ἢ ὅτι εἰς τὸν
μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περὶ 〈τῶν⟩ νεῶν· ἥττων γὰρ ἡ
πεδιὰς καὶ διὰ τὸ δέος Ἀχιλλέως καὶ διὰ τὴν ἐκ τῶν ὅρκων ὑποψίαν.
5. ἀστέῤ ὀπωρινῷ] τὸν Ἀρκτοῦρον ἢ τὸν Κύνα.
6. λελουμένος Ὠκεανοῖο] λείπει ἡ ἔξ. Ὠκεανὸς δὲ ὁ ὁρίζων παρὰ
τὸ ὠκέως περὶ αὐτὸν ἀνύεσθαι τὸν δρόμον τῶν ἄστρων· ὥσπερ δὲ ἐπὶ
σωμάτων τὰ λαμπρότερα λελοῦσθαί φαμεν, 〈οὕτω⟩ καὶ ἐπὶ ἡλίου.
“πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοάων” (Il. 18. 240).
7. τοῖόν οἱ πῦρ δαῖεν] ἀντὶ τοῦ λαμπηδόνα τῶν ὤμων αὐτοῦ
8. ὦρσε δέ μιν κατὰ μέσ〈σ〉ον] ἐκεῖ γὰρ τὸ τῆς μάχης ἤνθει·
9. ἦν δέ τις ἐν Τρώεσσι Δάρης] τρεῖς ἀρεταὶ διηγήσεως, σαφή-
ἀρετὴν 〈παραστήσας〉. §. Δάρης δὲ παρὰ τὸ ἐκδέρειν τὰ θύη.
ἀφνειὸς ἀμύμων] τοῦτο λελυμένον φασίν.
10. ἰρεὺς Ἡφαίστοιο] ἀπὸ τοῦ ἱερεύς συνήλειπται ὡς πόλιες πόλις.
12. ἐναντίον ὡρμηθήτην] θρασεῖς γὰρ οἱ Τρῶες.
14. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν] Διομήδης καὶ οἱ νέοι.
15. Φτηγεύς ῥα πρότερος] πρότερος Διομήδους· οἰκεῖον δὲ τῷ προ-
20. λιπὼν περικαλλέα δίφρον] ἵνα ἀσχολίαν λίπῃ Διομήδει τὸ
λάφυρον πρὸς τὸ αὐτὸς ἀποφυγεῖν.
21. οὐδʼ ἔτλη περιβῆναι] κατακερτομεῖ τὴν δειλίαν· Ὀδυσσεὺς
22. οὐδὲ γὰρ οὐδέ κεν αὐτός] συνέστησε Διομήδεα καὶ μὴ
οὐδὲ γὰρ οὐδέ κεν] ἡ μία περισσὴ ἀπόφασις· “οὐδὲ γὰρ οὐδὲ
23. ἀλλʼ Ἥφαιστος ἔρυτο] ηὔξηται μὲν Διομήδης ἀντιτασσο-
〈ὢν〉 ὁ θεὸς ὅμως ἀμείβεται τὸν θεράποντα. εὐχάριστος δὲ ὁ
Ἥφαιστος καὶ περὶ Θέτιν.
24. ὡς δή οἱ μὴ πάγχυ γέρων] ἵνα μὴ αὑτῷ παντελῶς Δάρης·
*“ἀκαχήμενος” τιθήμενος ὀνήμενος Αἰολικῶς.
25. ἵππους δʼ ἐξελάσας] ἱππομανὴς ἀεὶ ὁ Διομήδης· Ἀργεῖος γάρ· ἱππόβοτον δὲ ἀεὶ τὸ Ἄργος καλεῖ.
26. κοίλας ἐπὶ νῆας] ἐν ταπεινῷ τὸ ναύσταθμον· ἡ δὲ πόλις ἠνεμόεσ〈σ〉α· καὶ “οἳ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν” (Il. 24. 329).
28. παῤ ὄχεσφι] καὶ μὴν ἀπήλαστο τὸ ἅρμα· ἢ τῷ τόπῳ τῶν ἁρμάτων φησίν· διό τινες ἔλεγον “παῤ ὄχεσφι πᾶσιν ὀρίνθη θυμός,” ἵνʼ ᾖ, τοῖς ἁρματηλάταις ὁ θυμὸς ὠρίνθη προσδοκῶσι τὸ δεινὸν καὶ ἐφʼ ἑαυτοὺς ἥξειν. τὰ δὲ ἐπείγοντα πρῶτον εἰπὼν ἐπιφέρει καὶ τὸ τῶν Τρώων πάθος.
31. Ἆρες Ἄρες] ἐπαναλαβὴ ὁ τρόπος. §. ὁ Ἰξίων δὲ τὸ δεύτερον
*μιαιφόνε] ἰαιφόνε.
32. οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν] ἀγωγὸν τὸ ἐρωτηματικῶς καὶ μὴ προστα〈κ〉τικῶς λέγειν.
33. μάρνασθαι] πυρώδης γὰρ ὁ πόλεμος, καὶ μαραίνει τὰ σύμ- παντα.
35. θοῦρον Ἄρηα] θείως ὀρούοντα.
37. Τρῶας δʼ ἔκλιναν Δαναοί] εἰκότως ἐπὶ τῇ Ἄρεως ἀπουσίᾳ καὶ τῇ ταραχῇ ἣν παρέσχον οἱ Δάρητος παῖδες.
38. πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων] ἄτοπον γὰρ τὸν πρώην ἐγκαλοῦντα πᾶσιν ἀργὸν εἶναι, καὶ ταῦτα κλινομένων τῶν βαρβάρων.
39. ἀρχὸν Ἀλιζώνων] τῆς Παφλαγονίας, διὰ τὸ ὑπεζῶσθαι τῇ
ἁλί. καὶ ἐπὶ μὲν τῶν Δαρητιδῶν προετύπωσε τὴν μάχην, νῦν δὲ
λεληθότως ἐπεῖπε “πρώτῳ γὰρ στρεφθέντι” (40).
Ὁδίον μέγαν] τὸ κύριον παροξύνεται, τὸ δὲ προσηγορικὸν προπαρ- οξύνεται.
40. μεταφρένῳ] μεθʼ ὅ εἰσιν αἱ φρένες. οὐθένα δὲ τῶν Ἀχαιῶν
οὕτω φονεύει, εἰ μὴ τὸν ἔκδοτον ὑπὸ θεῶν Πάτροκλον.
43. Ἰδομενεὺς δʼ ἄρα Φαῖστον] Ἰδομενεύς παρὰ τὴν Ἴδην. δεύτερος δὲ Ἀγαμέμνονος ἀριστεύει ὡς ὑποσχόμενος αὐτῷ. εἶτα Μενέλαος· οὐ γὰρ εἴα συνανδραγαθεῖν τῷ ἀδελφῷ τὸ τραῦμα.
46. ἵππων ἐπιβησόμενον] ἐφαψάμενον αὐτὸν τοῦ ἅρματος καὶ
48. ἐσύλευον θεράποντες] ἐν ἀκμῇ γὰρ τὰ τῆς συμβολῆς.
τὸ ἀξίωμα τοῦ βασιλέως.
49. Σκαμάνδριον] οἰκεῖον κυνηγῷ· ποταμοὶ γὰρ αὐτοῖς ἡ διαγωγὴ
50. Ἀτρείδης Μενέλαος ἕλ᾿ ἔγχεϊ] καταπλήττει τοὺς πολεμίους
ὀξυόεντι] οὐκ ἀπὸ ὀξύας· μελίνοις γὰρ ἐχρῶντο.
51. δίδαξε γὰρ Ἄρτεμις] τὰς ἐν ταῖς τέχναις ἐξοχὰς προσ-
53. ἀλλʼ οὔ οἱ τότε χραῖσμε] δείκνυται τὸ ἀπαράβατον τοῦ
56. μετάφρενον οὔτασε] ἀσθενὴς γὰρ ἡ βολὴ Πανδάρου· ἢ διὰ τὴν
58. ἤριπε δὲ πρηνής] ἀπὸ 〈τῆς〉 βίας τοῦ δόρατος ἀνατραπείς.
59. Φέρεκλος ὁ φέρων κλόνον διὰ τῶν νέων.
(Τέκτονος υἵον) Ἁρμονίδεω] ὄνομα κύριον, ὁ Ἁρμονίδου.
60. 〈ὃς χερσὶν ἐπίστατο —〉 ὃς καὶ Ἀλεξάνδρῳ] ὁ Ἁρμονίδης
δαίδαλα πάντα] ἀπὸ τῆς δαίσεως.
δαίδαλα πάντα] Ἀρίσταρχος δὲ “δαίδαλα πολλά.”
61. ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη] ἡ ἐργάνη. διδάσκει
62. νῆας ἐίσας] ἴσας τὰς ναῦς φησιν, ὅτι ἀντι〈ρ〉ρόπως πορεύ-
ονται. ἀντίρροπος δέ ἐστι ναῦς ἡ ἔχουσα ἴσα τὰ πλευρὰ κατὰ τὸ
μέγεθος καὶ σχῆμα καὶ βάρος.
64. ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη] Λακεδαιμονίους φασὶ λιμῷ
εἰπεῖν “τίπτε δύω βασιλῆες, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν, οὐκέθʼ ὁμὰ
φρονέοντες ἐμὸν ποτὶ νηὸν ἔβητε, ἤτοι ὃ μὲν γενεὴν ἵππου διζήμενος
εὑρεῖν, αὐτὰρ ὃ πῶλον ἑλεῖν; τί νυ μήσεαι, ὦ μεγάλε Ζεῦ;”
τοὺς δὲ μὴ νοήσαντας ὑποστρέψαι. τοῦτο οὖν λέγει ὁ ποιητὴς “ἐπεὶ
οὔτι θεῶν ἐκ θέσφατα ᾔδη.”
*τʼ αὐτῷ] ⟨τε〉 αὐτῷ.
66. *γλουτόν] τοῦ ἰσχίου τὸ μέρος.
67. ἀντικρὺ κατὰ κύστιν] αἰσχρὸν τὸ τραῦμα τοῦ τῆς πορνείας ναυπηγοῦ. δηλοῦται τῆς πληγῆς 〈ἡ βία〉· ὀστέοις γὰρ σκέ⌈πεται⌋ ἡ κύστις· ἃ παρῆλθε τὸ δόρυ.
68. γνὺξ δʼ ἔριπε] τὸ εἰς γόνατα πεσεῖν· πιθανὸν δὲ σπασμοῦ γεγονότος ⌈καὶ⌋ συννεῦσαι τὸν τρωθέντα.
69. Πήδαιον δʼ ἄῤ ἔπεφνε] Ἀρίσταρχος Πήδαιον· παρὰ τὸ πηδᾶν.
70. ὅς ῥα νόθος μὲν ἔην] βάρβαρον ἔθος τὸ πολλαῖς γυναιξὶ
μίγνυσθαι· Λαέρτης γοῦν “χόλον δʼ ἀλέεινε γυναικός” (Od. 1. 433).
ἢ τάχα ἥγνευεν αὐτὴ διὰ τὴν ἱερωσύνην· νόμον δὲ τοῦτον ὑπογρά-
φει ταῖς γυναιξὶν ὁ ποιητής. σώφρονος γὰρ γυναικὸς τὸ γεγονὸς
ἁμάρτημα τοῦ ἀνδρὸς σκέπειν. φησὶ δὲ καὶ τὸ Εὐριπίδειον “σοὶ καὶ
ξυνήρων” (Andr. 221). §. νόθος δὲ ὀνοτός τις ὤν, ἢ νωθὴς τῷ γένει.
πύκα δʼ ἔτρεφε] ὡς ἀγαθὸς τρόπος περιγίνεται τῶν παθῶν τοῦ λο-
γισμοῦ. ἕκαστον δὲ σαφηνίζει, τοὺς βάλλοντας 〈καὶ τοὺς πίπτοντας⟩
αὔξων καὶ τὸ προσκορὲς ἀφανίζων.
*⌈Θεανώ⌋] παρὰ τὸ θέαινα.
74. ὑπὸ γλῶσσαν τάμε χαλκός] ὑπὸ τὴν γλῶσσαν διιὼν ὁ χαλκὸς
τοὺς ὀδόντας ἀνέτεμεν. ὀξέως δὲ διʼ ἀναίμων ὀστέων διιόντος τοῦ
σιδήρου ψυχρὸν αὐτὸν ὀνομάζει. ἀλλαχοῦ δὲ “πᾶν δʼ ὑπεθερμάνθη
ξίφος” (Il. 10. 333).
75. ἤριπε δʼ ἐν κονίῃσι] εἰκότως τελευτᾷ· ἠνέχθη γὰρ τὸ δόρυ,
76. Ὑψήνορα δῖον] δύο Ὑψήνορες· καὶ ἀλλαχοῦ γάρ φησιν “Ἱππασίδην Ὑψήνορα” (Il. 13. 411).
78. θεὸς δʼ ὣς τίετο δήμῳ] διδάσκει πῶς χρὴ διακεῖσθαι πρὸς
80. μεταδρομάδην] τὸ ἐξῆς “μεταδρομάδην ἀίξας,” ἐπιδιώξας τὸν
φεύγοντα.
81. ἀπὸ δʼ ἔξεσε χεῖρα] τὸ ῥᾴδιον τῆς ἐκτομῆς ἐδήλωσεν “ἔξεσε”
82. αίματόεσσα δὲ χείρ] οἶκτον 〈ἔχει ἡ〉 χεὶρ δίχα παντὸς τοῦ
83. πορφύρεος θάνατος] ὁ μέλας· καὶ “πορφύρεον δʼ ἄρα κῦμα”
84. ὡς οἳ μὲν πονέοντο] ὡς καὶ ἄλλων τινῶν ἀσήμων ἐνεργη-
85. Τυδείδην δʼ οὐκ ἂν γνοίης] ἡδὺ τὸ τῆς ἀποστροφῆς ὡς πρὸς
πρόσωπον· “φαίης κε ζάκοτόν τε τινʼ ἔμμεναι” (Il. 3. 220)· ἡ δὲ
τῆς ἑρμηνείας θερμότης τὸν βεβακχευμένον Διομήδεα δείκνυσιν.
87. θῦνε γάρ] ἐνθουσιωδῶς μετά τινος ὁρμῆς ἐφέρετο. ἐπιτείνει
88. ἐκέδασσε γεφύρας] καλῶς κἀκ τῶν πασχόντων τοῦ ποταμοῦ
89. τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι] ἡδὺ τὸ τῆς ἐναλλαγῆς τῆς
*ἐεργμέναι] χωρὶς τοῦ γ “ἐερμέναι.”
90. * ἀλωάων] τῶν ἀμπελοφύτων.
92. κατήριπε κάλʼ αἰζηῶν] ἀντὶ τοῦ ἀνθρώπων· “μινύθει δέ τε
97. αἶψ᾿ ἐπὶ Τυδείδῃ] καλῶς τιτρώσκει Διομήδεα, ἐπεὶ “ῥέζοντά τι καὶ παθεῖν ἔοικεν” (Pind. Nem. 4. 32).
98. ἐπαίσσοντα τυχών] συνήργησεν ἡ Διομήδους ὁρμὴ πρὸς τὴν δίοδον τοῦ βέλους.
99. θώρηκος γύαλον] τὸ γύαλον ὅταν ἐπίθετον ᾖ ὀξύνεται· “εὖτ᾿
ἂν ὁ παῖς ἀπὸ μὲν γύαλον λίθον ἀγκάσ〈σ〉ασθαι” (? Call. p. 773
Schn.).
θώρηκος γύαλον] πρὸς ἀντιδιαστολὴν τῶν χειρίδων “θώρηκος γύαλον” φησὶ τὸ περὶ τὸν ὦμον μέρος· λέγει δὲ τὸ κοίλωμα.
101. ἐπὶ μακρὸν ἄυσε] οὐδεὶς τῶν βαλλόντων ἢ μόνος οὗτος ὁ
ἀλαζὼν ἐφθέγξατο. διὸ ὥσπερ ἐλέγχων αὐτοῦ τὸ φλύαρόν φησι “τὸν
δʼ οὐ βέλος ὠκὺ δάμασσεν.” οὐ φθέγγεται δὲ τρώσας Μενέλαον,
ὅτι ἡ πρᾶξις αἰσχρὰ 〈οὖσα〉 καὶ ἔλεγχον ἀσεβείας ἔχει, ἢ βουλόμενος
ἑαυτὸν μὴ φανερὸν ποιῆσαι τοὺς ὅρκους παραβάντα ἐν τοῖς Τρωσίν.
103. βέβληται 〈γὰρ〉 ἄριστος Ἀχαιῶν] ἀντὶ τοῦ ἀριστεύς—
Αἴας γὰρ μετʼ Ἀχιλλέα—ἢ διὰ τὴν εὐδαιμονίαν· “ὃν δὴ ἐγὼ κάρ-
τιστον Ἀχαιῶν” (Il. 6. 98)· ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον
τὸν τρωθέντα φησίν.
107. πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν ἔστη] γενναῖον ἦθος Διομήδους, ὃς οὐκ οἴχεται καιρίαν λαβὼν τὴν πληγήν.
109. ὄρσο, πέπον] οὐδὲν ἀποιμώζει πρὸς τὴν πληγήν, ἀλλὰ γεν- ναίως τὴν χρείαν μόνην φησίν.
111. Σθένελος δὲ καθʼ ἵππων] πρεπόντως καὶ Σθένελος οὐδὲν ἐπιζητεῖ· καὶ γὰρ ἀνοίκειον τῷ καιρῷ.
112. ἐξέρυσʼ ὤμου] αὕτη ἐστὶν ἡ κατὰ διωσμὸν βελουλκία, ἵνα μὴ
πάλιν τιτρώσκηται ταῖς ἀκίσιν ὑποστρεφούσαις.
113. αἷμα δʼ ἀνηκόντιζε] ἐμφαντικὴ 〈ἡ〉 μεταφορὰ τοῦ αἵματος ἀναθέοντος μετὰ βίας· ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος.
116. εἴ ποτέ μοι καὶ πατρί] ἀντὶ τοῦ μου. §. προῳκονόμησε δὲ τὸν
117. δηίῳ ἐν πολέμῳ] ὑποστικτέον ἐν τῷ “πολέμῳ. §. ἄμεινον
118. δὸς δέ τε μʼ ἄνδρα ἑλεῖν] οὐ περὶ τῆς ἰάσεως ἀλλὰ τῆς
τοῦ βαλόντος εὔχεται τιμωρίας. οἰκείως δὲ τοῖς παθήμασιν οἱ
καὶ ἐς ὁρμὴν ἔγχεος] ἢ ἐμὲ ἰσχῦσαι πάλλειν δόρυ, ἢ αὐτὸν ἀν-
119. * ὅς μʼ ἔβαλε φθάμενος] καλῶς ἐπὶ τὴν τύχην, οὐκ ἐπὶ τὴν
καὶ ἐπεύχεται] ἅπτεται τῶν μειζόνων ἡ τῶν χειρόνων μεγαλ-
122. γυῖα δʼ ἔθηκεν ἐλαφρά] οἰκείως· τρωθεὶς γὰρ ἐβεβάρητο.
126. ἄτρομον, οἷον ἔχεσκε] φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ Τυδέα
τρωθέντα ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι·
Ἀμφιάρεων δὲ κτείναντα τὸν Μελάνιππον δοῦναι τὴν κεφαλὴν Τυδεῖ·
τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα ῥοφᾶν τὸν ἐγκέφαλον ὑπὸ θυμοῦ·
κατʼ ἐκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ φέρουσαν ἐξ
οὐρανοῦ, καὶ διὰ τὸ μύσος ἀπεστράφθαι. τὸν δὲ θεασάμενον παρα-
καλέσαι κἂν τῷ παιδὶ αὐτοῦ χαρίσασθαι τὴν ἀθανασίαν. ἱστορεῖ
Φερεκύδης.
127. ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον] παιδευτικῶς ἐδογμά-
128. ἠδὲ καὶ ἄνδρα] θεὸν ὁμοιωθέντα ἀνδρί, ἵνα διακρίνῃς καὶ τὸν
131. Ἀφροδίτη—τήν γʼ οὐτάμεν] ἡ πρακτικὴ φρόνησις κατα-
132. τήν γʼ οὐτάμεν] καὶ μετὰ τοῦ γ καὶ χωρὶς τοῦ γ· Ζηνόδοτος
δὲ “τὴν οὐτάσαι.”
136. ἕλεν μένος] Πτολεμαῖος διὰ τοῦ γ “ἔχεν μένος.”
137. ὀίεσσιν] ἀντὶ τοῦ ταῖς ἐπαύλεσιν, ὡς τὸ “ποιμαίνων δʼ ἐκʼ ὄεσσι μίγη” (Il. 6. 25).
138> χραύσῃ] τύψῃ ἢ τρώσῃ. §. εὖ δὲ τὸ μὴ φάναι τύψῃ ἢ
140. ἀλλὰ κατὰ σταθμοὺς δύεται] ἐναργῶς τὸν δεδιότα ἐσήμανεν.
141. αἳ μέν τʼ ἀγχηστῖναι ἐπʼ ἀλλήλοισι κέχυνται] οὕτω γὰρ συνέρχονται ἀλλήλαις ἐπιπτοηθεῖσαι· ἤτοι δὲ αἱ ζῶσαι ἢ αἱ κατα- βαλλόμεναι.
κέχυνται] τὸ πλῆθος δηλοῖ· διὸ καὶ “μελισσάων ἀδινάων” (Il. 2. 87) φησὶ καὶ “μῆλʼ ἀδινά” (Od. 1. 92).
142. ἐξάλλεται αὐλῆς] ἔξω ὢν ἅλλεται κατὰ τῆς αὐλῆς· ἢ
ἀντὶ 〈τοῦ〉 καθάλλεται· ἢ ὑπεράλλεται τῆς αὐλῆς, ὡς ἐξωγκῶσθαι
λέγομεν τὸ ὑπερυψῶσθαι. ἔμφασις δέ, εἴγε καὶ ὑψηλῆς οὔσης τῆς
αὐλῆς 〈ὑπερ〉άλλεται αὐτήν. ἔστι δὲ ὡς τὸ “Τρώων ὁρμήσειαν”
(Il. 4. 335)· οὐ γὰρ ἀναχωροῦντι τῷ λέοντι εἴκασεν αὐτόν. §. ἢ
ἐξάλλεται ἐκ τῆς αὐλῆς, ἐκ τοῦ σταθμοῦ.
143. ὣς μεμαὼς Τρώεσσι] δῆλον ὅτι τῆς προθυμίας ἐποιήσατο τὴν ὁμοίωσιν. οὐκέτι δὲ καθʼ ἕνα, ἀλλὰ σύνδυο ἀναιρεῖ. ὅρα δὲ τὴν ποικιλίαν τῆς ἑρμηνείας.
146. κληῖδα παρʼ ὦμον 〈— ἐέργαθεν ἡδʼ ἀπὸ νώτου⟩] ὦμος
ἀπεκόπη αὐχένος· οὕτω δὲ διῄρηται.
147. 〈βαλῶν —〉 πλῆξε] ἀπὸ μετοχῆς τῆς βαλών εἰς ῥῆμα, ὡς τὸ ἰοῖσίν τε τιτυσκόμενοι λάεσ〈σ〉ί τʼ ἔβαλλον” (Il. 3. 80).
150. τοῖς οὐκ ἐρχομένοις] ἐρχομένοις εἰς τὴν μάχην οὐκ ἐμαντεύ-
σατο· ὅμοιον δέ ἐστι τῷ “ἀλλʼ οὔ οἱ τότε 〈γε〉 χραῖσμʼ Ἄρτεμις
ἰοχέαιρα” (53).
153. ἄμφω τηλυγέτω] μεθʼ οὓς οὐκ ἐπαιδοποίησεν ὁ πατήρ, ἢ τῆλε τῆς ἡλικίας γενομένῳ τῷ πατρὶ γεννηθέντες.
δὲ τείρετο γήραϊ λυγρῷ] ἐλέγχει τοὺς οἰομένους δεῖν ἐπὶ γήρᾳ
παιδοποιεῖν, ὅπως διαδόχοις χρήσωνται, ὡς κακῶς οἰομένους· νικᾷ
γὰρ ἡ πήρωσις.
158. χηρωσταί] οἱ τὸν χῆρον οἶκον διανεμόμενοι κληρονόμοι.
161. ἐξ αὐχένα ἄξει] ἔμφασιν διακοπῆς ἔχει ἡ ὑπέρ⌈θεσις⌋, ὡς τὸ “λέων κατὰ ταῦρον ἐδηδώς” (Il. 17. 542).
ἐν βουσὶ θορὼν—πόρτιος ἠὲ βοός] εἰπὼν τὸ γενικὸν ἐπὶ τὰ
ἰδικὰ ἔρχεται. ὁ δὲ ἤ ἀντὶ τοῦ καί, ὡς “εἰ δέ κʼ Ἄρης ἄρχωσι
μάχης ἢ Φοῖβος Ἀπόλλων” (Il. 20. 138).
162. πόρτιος] νέου βοός, μόσχου.
ξύλοχον] τόπον σύνδενδρον· οἳ δὲ κοίτην θηρίου.
166. * ἀλαπάζοντα] ἀναλίσκοντα.
τὸν δʼ ἴδεν Αἰνείας] τὸ ὁμοειδὲς ἐκκλίνει καὶ πρόθυμον Πάνδαρον
168. Πάνδαρον—διζήμενος] αὐτὸς ἔξω κινδύνων στὰς τοξότην ἀντι-
171. ποῦ τοι τόξον] ἡ τοξεία· οἰκεῖα δὲ τὰ ἐγκώμια τῇ προτροπῇ,
ὡς εἰς αὐτὸν μόνον σαλευούσης τῆς σωτηρίας τῶν Τρώων.
177. εἰ μή τις θεός ἐστι] οἰκείως ὑπονοεῖ θεὸν ὁ προελθὼν ἐκ
178. χαλεπὴ δὲ θεοῦ ἐπιμῆνις] κατὰ παρολκήν ἐστιν ἡ “ἐπί”
181. Τυδείδῃ μιν—πάντα ἐίσκω] καὶ πῶς γινώσκει τοῦ πυρὸς καιομένου; ἢ οὐ πάντα τὸν καιρὸν καίεται.
Τυδείδῃ μιν] διχῶς, καὶ “μίν” καὶ “μέν.”
182. αὐλώπιδί τε τρυφαλείῃ] εἶδος περικεφαλαίας λόφον εἰς ὀξὺ
186. εἰλυμένος ὤμους] ἀπὸ μέρους τὸ πᾶν.
187. * ἔτραπεν] ἔτρεψεν.
191. θεός νυ τίς ἐστι κοτήεις] ἐν ἤθει τοῦτο διὰ τὸ μὴ ἀνῃρῆσθαι
192. * ἐπιβαίην] ἵνα φύγῃ.
193. ἀλλά που ἐν μεγάροισι] κερτομεῖ αὐτοῦ τὸ φιλάργυρον, ὡς
194. πρωτοπαγεῖς] πρώτως παγέντες, ὅ ἐστιν ἐξόχως.
πρωτοπαγεῖς νεοτευχέες] τὸν φειδωλὸν ὅρα καὶ ἀχράντους φυλά-
195. ἕνδεκα δίφροι—παρὰ δέ σφιν ἑκάστῳ] “σφίν” ἀντὶ τοῦ σφῶν.
196. 〈κρῖ〉] εἰδέναι δεῖ καὶ ζητεῖν πότερον ἐκ τοῦ κρίμνον ἢ ἐκ τῆς
κριθῆς ἀποκέκοπται τὸ “κρῖ·” εἰ μὴ γὰρ ἦν τὸ κρῖ οὐδετέρου γένους, οὐκ
〈ἂν〉 ἐποιεῖτο τὴν σύνταξιν μετὰ τοῦ “λευκόν” οὐδετέρου, οἷον “κρῖ
λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας·” καὶ αὐτὸ γὰρ τὸ κρῖμνον οὐδετέρου
γένους ἐστίν. φαίη 〈ἄν〉 τις πρὸς τοῦτο, οὐδὲν μέγα· δύναται γὰρ καὶ
ἐπὶ θηλυκοῦ λαμβάνεσθαι, οἷον τὴν κρῖ λευκὸν οὖσαν, ἀντὶ τοῦ 〈λευ-
κήν〉, ὥσπερ τὴν θεόν, τὴν δοῦλον, ἅπερ εἰσὶν Ἀττικά· πρὸς ὃ λέγο-
μεν, ὅτι ἂν πιστώσειε 〈τὸ〉 οὐδέτερον καὶ μόνον ὂν ἐνταῦθα τὸ“εὐρυφυὲς
κρῖ 〈λευκόν〉” (Od. 4. 604)· κρῖμνον δέ ἐστι τὸ λεπτὸν ἄχυρον τῆς
κριθῆς· ἀποδέδεικται οὖν, ὅτι τὸ κρῖ ἐκ τοῦ κρῖμνον καὶ οὐκ ἐκ τοῦ
κριθή ἐστι γεγονός.
ἐρεπτόμενοι] κυρίως, ἀπὸ τῆς ἔρας λαμβάνοντες.
197. ἦ μέν μοι μάλα πολλὰ γέρων] ἐπιτείνει τὴν φειδωλίαν· τοὐ-
ναντίον γὰρ ἔδει. τὸ φιλότιμον γὰρ τῶν νέων ἐπέχουσιν οἱ γέροντες·
ὃ δὲ καὶ τοῦ γέροντος ὤφθη σμικρολογώτερος.
203. ἔδμεναι ἄδδην] Νικίας διὰ δύο δέλτα γράφει διὰ τὸ μέτρον
—ὁμοίως καὶ τὸ “κύον ἀδδεές” (Il. 21. 481) —καὶ ψιλοῖ, Ἀρί-
σταρχος τὸ “ἅην” διʼ ἑνὸς δ καὶ βραχέως καὶ δασέως· τὸ γὰρ ᾱ πρὸ
τοῦ ὃ δεκτικὸν μὲν ψιλοῦται, ὡς τὸ ἀδολέσχης ἀδρανής, μὴ οὕτω δὲ
ἔχον δασύνεται “ἅδε δʼ Ἕκτορι μῦθος” (Il. 12. 80) “ἅδος τέ μιν
ἵκετο θυμὸν” (Il. 11. 88). §. “ἄδδην” δὲ εἰς κόρον.
206. ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν] ὡς πρὸς φίλον ὁμολογεῖν ὑπὸ μεγαλαυχίας ἐξέλκεται τὰ ἀπόρρητα.
208. ἀτρεκὲς αἷμα 〈ἔσσευα〉] ἀντὶ τοῦ ἀτρεκέως εἶδον αὐτό, οὐκ
211. ἡγεόμην Τρώεσσι] μετὰ 〈τὸ〉 “Τρώεσσιν” ἀναπαύσασθαι δεῖ
‘ἡγούμην τῶν Τρώων χάριν φέρων τῷ Ἕκτορι.ʼ τὸ δὲ “Τρώεσ〈σ〉ιν”
ἤτοι καθολικῶς, ὡς “Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν” (Il. 6. 1), καὶ τοῖς
ὑφʼ Ἕκτορι τεταγμένοις,“Τρωσὶ μὲν ἡγεμόνευε—κορυθαίολος Ἕκτωρ”
(Il. 2. 816)· ἢ καὶ τοῖς Ζελείταις, “οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα
νείατον Ἴδης—Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς Πάνδαρος”
(ib. 824).
ἡγεόμην Τρώεσσι] τοῖς Ζελείταις· τινὲς μὴ θέλοντες Τρῶας εἶναι
φέρων χάριν Ἕκτορι δίῳ] ἔν τισι “φέρων χάριν ἱπποδάμοισιν.”
216. χερσὶ διακλάσσας] διὰ τῆς ἀναδιπλασιάσεως τοῦ σ τὸν
ἀπὸ τῆς συντρίψεως τῶν κεράτων γινόμενον κτύπον ἐμιμήσατο.
ἀνεμώλια γάρ μοι] ἀνέμοις ἀπολέσθαι ὀφείλοντα· ἀλλαχοῦ φησιν
217. Αἰνείας Τρώων ἀγός] καὶ Δαρδάνιοι γὰρ τῶν Τρώων.
219. πρίν γʼ ἐπὶ νὼ 〈τῷδʼ ἀνδρί〉] πρὶν νὼ ἐπὶ τῷδε ἀνδρί·
ἐνταῦθα δὲ μόνον κέχρηται τῷ “νώ” καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ “νὼ
ἀναβησάμενοι” (15. 475).
222. οἷοι Τρώιοι ἵπποι] τοῦτο κοινόν, εἰ μὴ καὶ τοὺς ἀπὸ Τρωὸς
223. κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα] συνέτεμε τὸ ἐγκώμιον πρὸς
εἰδότα λέγων. Διομήδης δὲ (263) ἐξέτεινεν, ὅπως μὴ καταφρονήσῃ
ὁ Σθένελος.
224. τὼ καὶ νῶι πόλινδε σαώσετον] πιθανῶς ἀλαζονευόμενος ἐπ᾿
226. σιγαλόεντα δέξαι] “δέξαι” ἀπὸ τοῦ ἡνιόχου. §. “σιγαλόεντα”
227. ἐγὼ δʼ ἵππων ἀποβήσομαι] Ζηνόδοτος “ἐπιβήσομαι·” φησὶ
231. ὑφʼ ἡνιόχῳ εἰωθότι] ὡς ἄπειρος προφασίζεται, ἐπεὶ Κεβριό-
233. μὴ τὼ μὲν δείσαντε ματήσετον] οὐδὲ περὶ αὐτῶν τι χρη-
σιὸν μαντεύεται. Δημοσθένης δέ φησι “δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας
ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους
ἐλπίδα, φέρειν δʼ ἃ ἂν ὁ θεὸς διδῷ γενναίως” (de Cor. § 97).
241. τοὺς δὲ ἴδε Σθένελος] ὡς ἀπὸ τοῦ δίφρου ὑψηλότερος ὢν
242. αἶψα δὲ Τυδείδην] ἐπείγει γὰρ τοὺς λόγους ὁ καιρός.
245. ἶν᾿ ἀπέλεθρον ἔχοντας] στιγμὴ εἰς τὸ “ἔχοντας·” λείπει
δὲ τῷ ἑξῆς τὸ ἐστίν· οὐ γὰρ δύναται σχῆμα εἶναι, ὡς Νικάνωρ φησίν.
249. χαζώμεθʼ ἐφʼ ἵππων] ἀντὶ τοῦ εἰς ἵππους, ὡς ἐπὶ Ἀθηνῶν
πλεῖν φαμεν· καὶ “〈πέτονται〉 ἐπʼ Ὠκεανοῖο ῥοάων” (Il. 3. 5).
χαζώμεθ᾿ ἐφʼ ἵππων] οὐκ ἀναχωρεῖν αὐτῷ τῆς μάχης παραινεῖ ἐπὶ τῶν ἵππων, ἀλλ᾿ ἀναβῆναι ἐπὶ τὸ ἅρμα καὶ μὴ πεζὸν πρὸς ἱππέας μάχεσθαι.
252. μή τι φόβονδʼ ἀγόρευε] ὡς γενναῖος καὶ τὴν ἐπὶ τὸ ἅρμα
ἀνάβασιν φυγὴν ὁρίζει καὶ τὸ μετακινῆσαί τι τῆς στάσεως ἐν οἵα
κατελείφθη. ἠθικὸν δὲ τὸ “ἐπεὶ οὐδέ σε πεισέμεν οἴω” τὸν πάνυ
φίλον· ἠθικὸν δὲ καὶ τὸ “ὀίω.”
253. *ἀλυσκάζοντι] φεύγοντι.
256. τρεῖν μʼ οὐκ ἔα Παλλὰς Ἀθήνη] καὶ ἀνδρείου καὶ εὐσεβοῦς
πείθεσθαι θεῷ. §. τὸ δὲ “οὐκ ἔα” ἀκὸ τοῦ ἐάᾳ τρίτον πρόσωπόν ἐστι
κατʼ ἀποκοπήν· “οὐκ ἐάᾳ Κρονίδης (Il. 8. 414).
τρεῖν οὐκ ἔα Παλλάς] συστέλλεται τὸ ᾱ καὶ βαρύνεται, ἵνʼ ᾖ παρα-
τατικοῦ εἴων εἴας εἴα, καὶ τὸ προστακτικὸν “ἀλλʼ ἔα, ὥς οἱ πρῶτα
δόσαν γέρας” (Il. 11. 276). ποιητικῶς οὖν συνέσταλται τὸ ᾱ καὶ
ἔστιν παρατατικὸς ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ἐνεστώς ἐστιν, ἔθει
Ὁμηρικῷ λυθήσεται· τὰ γὰρ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτε-
ρον καὶ τρίτον πρόσωπον πολλάκις διαλύει εἰς δύο ᾱ, ὧν τὸ μὲν πρῶτον
συνέσταλται, τὸ δὲ δεύτερον ἐκτέταται καὶ σὺν τῷ ῑ γράφεται· “οὐχ
ὁράᾳς οἷος κἀγώ” (Il. 21. 108), “ἰσχανάᾳ δακέειν” (Il. 17. 572).
“ἥτ᾿ ἐκπεράᾳ μέγα λαῖτμα” (Od. 9. 323), “οὐκ ἐάᾳ Κρονίδης”
(Il. 8. 414). τοῦτο τοίνυν τὸ “ἐάᾳ” ἀποκέκοπται, ἔνθεν καὶ συνέσταλ-
ται τὸ ᾱ καὶ βαρύνεται. ὡς τὸ “σὲ γάρ φη Ταργήλιος” παρὰ
Ἀνακρέοντι (fr. 40 B.).
257. τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον] πολὺ τὸ διάφορον αὐτοῦ τε καὶ τῶν Πανδάρου λόγων.
258. εἰ γοῦν ἕτερός γε φύγῃσι] γενναῖον τὸ λῆμα, εἰ μὴ ἀμφο- τέρων, τοῦ ἑτέρου κρατήσειν πεπεισμένου· ἅμα δὲ καὶ ἀνθρωπίνως οὐ περὶ τῶν δύο ἀποφαίνεται, τὸ δὲ ὅλον τῇ Ἀθηνᾷ ἐπιτρέπει.
260. αἴ κεν μοι πολύβουλος Ἀθήνη] ἐξέκοψε διὰ τῆς θεοῦ τὸ ἀλαζονικόν.
261. σὺ δὲ τούσ〈δε〉 μὲν ὠκέας ἵππους] νηφαλίως άπαντα προορᾳ
οὐκ ἐκκρουόμενος ὑπὸ τοῦ προσδοκωμένου κινδύνου, εἴγε ὃ μὲν θεᾶς
υἱός, ὃ δὲ τοξότης ἄριστος, ὃς ἤδη καὶ ἔβαλεν αὐτόν· πολεμικοῦ δὲ
ἀνδρὸς ἀντιποιεῖσθαι τῶν πρὸς τὸν πόλεμον χρησίμων· καὶ ὁ Ἕκτωρ
γοῦν τὸν Διομήδους θώρακα σπεύδει λαβεῖν καὶ “ἀσπίδα Νεστορέην”
(II. 8. 192).
262. ἐξ ἄντυγος ἡνία τείνας] ἵνα δοκῶσιν ὑπό τινος ἄρχεσθαι.
265. τῆς γάρ τοι γενεῆς] ὁ μὲν Αἰνείας τὸ φορτικὸν ἐκκλίνων ἐπετέμετο τὸν ἔπαινον, ὃ δὲ ἐπιμελέστερον ἐπαινεῖ παραγγέλλων τῷ Σθενέλῳ· πόθεν δὲ οἶδεν; ἐξ αἰχμαλώτων δηλονότι, ὅθεν καὶ Ἰδομενεὺς ἔμαθε τὰ περὶ Ὀθρυονέως (Il. 13. 374)· δύναται δὲ καὶ ὡς Ἀργεῖος εἰδέναι ταῦτα, εἴγε Ἡροκλῆς ἐστράτευσεν ἐπὶ Τροίαν.
266. υἷος ποινήν] προπερισπαστέον τὸ “υἷος·” ἀπὸ γὰρ τοῦ ὕιος ἦν
268. τῆς γενεῆς ἔκλεψεν] ἀντὶ τοῦ ταύτης· καὶ λείπει τὸ ἄρθρον, ἵνʼ ᾖ ταύτης τῆς γενεᾶς.
269. λάθρῃ Λαομέδοντος] περισπούδαστοι γὰρ ἦσαν αὐτῷ·
πῶς παρὰ τῷ Πριάμῳ τὸ γένος οὐ σῴζεται; ὅτι τοὺς Λαομέδοντος
Ἡροκλῆς ἀπήγαγε πορθήσας τὴν Ἴλιον.
*ὑποσχών] ἀντὶ τοῦ ὑποστήσας· καὶ “ὑπέστημεν” (715) ὑπεσχόμεθα.
θήλεας ἵππους] προπαροξυτόνως ἀπὸ τοῦ ἡ θῆλυς, ὡς “ θῆλυς ἐέρση”
(Od. 5. 467)· καὶ“ γυνὴ δὲ θῆλυς οὖσα κοὐκ ἀνδρὸς φύσιν” (Soph.
Tr. 1062). οἶδε δὲ καὶ τὸ θήλεια· “ἄμφω θηλείας” (Il. 2. 767).
271. τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων—τὼ δὲ δύ᾿ Αἰνείᾳ δῶκεν]
οὐχ ὡς ἀποθανόντος Ἀγχίσου· φησὶ 〈γὰρ〉“τῶν δὴ νῦν ἕτεροί γε φίλον
παῖδα” (Il. 20. 210)· ἔστιν οὖν ὅτε ἦν ἔφηβος· νῦν γὰρ διὰ γῆρας
ἐν Δαρδανίᾳ διάγει· διὸ οὐδὲ μετὰ τῶν δημογερόντων ἐστίν· διδάσκει
δὲ πῶς δεῖ μερίζεσθαι ζῶντι πατρί.
277. καρτερόθυμε δαίφρον] εἰρωνικός ἐστιν ὁ ἔπαινος.
278. ἢ μάλα σʼ οὐ βέλος] ό “ἤ” ἀντὶ τοῦ εἴ. §. κατὰ τὸ “ὀιστός”
βέλος ὠκὺ—πικρὸς ὀιστός] “βέλος” κοινόν, “ὀιστός” εἰδικόν.
279. νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι] εἰκὸς κατὰ τὸ σιωπώμενον ἐντεθωρακίσθαι αὐτόν.
αἴ κε τύχωμι] ἐν πλεονασμῷ ἐστι τὸ μι.
283. τῷ δʼ ἐπὶ μακρὸν ἄυσε] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς
γὰρ τὸ “ἤυσε” φέρεται· ἀλλʼ οὐδʼ εἰ πρὸς τὸ ἄρθρον ἐφέρετο ἀνεστρέ-
φετο 〈ἄν〉· ἐὰν γὰρ μεταξὺ πέσῃ μέρος λόγου, οὐκ ἀναστρέφεται εἰ
μὴ ἐν τέλει, ὡς τὸ “ἔπτυσε πο〈υ〉λὺ κάτα” (?Cal. p. 752 Schn.).
284. βέβληαι κενεῶνα] ἄκρως ἀλαζὼν ὁ Πάνδαρος, ὃς ἑστῶτος τοῦ πολεμίου καὶ περὶ τοῦ τόπου τῆς πληγῆς ὁρίζεται.
287. οὐδʼ ἔτυχες] οὐ γὰρ ἔτυχες· οἷον οὐκ ἐπέτυχες.
289. ταλαύρινον] ἰσχυρόχρωτα· Ἀρίσταρχος ψιλοῖ τὸ ρ· οὐ γὰρ σύνθετον αὐτὸ ἐκδέχεται ἀλλὰ καθʼ ἀπλῆν ἔννοιαν τὸν εὔτολμον, καὶ πέπεισται αὐτῷ ἡ παράδοσις· Τρύφων δὲ σύνθετον αὐτὸ ἐκδέχεται παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν, ὁμοίως τῷ ταναόποδα ταναύποδα.
292. πρυμνὴν τάμε] τὸ ἔσχατον. §. “παρὰ νείατον” δὲ “ἀνθερεῶνα”
293. ἐξέσυτο] “ἐξελύθη” τῆς ὁρμῆς ἐπαύσατο. §. “ἐξελύθη”
297. ἀπόρουσε] χρησίμως, ἵνα ὑπεκστῶσιν οἱ ἵπποι, καὶ μὴ δύνηται ἐπιβεβηκὼς αὐτοῖς ὑπερμαχεῖν.
Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε] ἦν γὰρ τόπος τῶν ὅπλων τοῦ ἡνιόχου· φησὶ περὶ Ἀὐτομέδοντος “ὣς εἰπὼν εἰς δίφρον ἑλὼν ἔναρα βροτόεντα” (Il. 17. 540).
Ἡλιόδωρος ἔστιξεν εἰς τὸ “ἀπόρουσε·” παρεδεδώκει γάρ φησιν
ὁ Αἰνείας τὰ ἴδια ὅπλα τῷ Πανδάρῳ, ὡς μέλλων ἡνιοχεῖν, εἴθʼ οὕτω
κατελθὼν ἐκδιδύσκει τὸν νεκρὸν καὶ τούτοις ὁπλίζεται· ὅπερ ἄτοπον. . . .
τὸ ἐπιτηρεῖν Διομήδεα, ἄχρις οὗ 〈ἂν〉 ὁπλισθῇ Αἰνείας· ἀλλὰ μᾶλλον,
ὡς καὶ Ἡρωδιανῷ δοκεῖ, κατὰ τὸ σιωπώμενον Πάνδαρος ὁπλίζεται·
παράκειται γὰρ τὰ ὅπλα τῷ Αἰνείᾳ παρὰ τὸν δίφρον, ὡς καὶ Μέστορι·
δῆλον γὰρ ἐξ ὧν φησιν Ἕκτωρ “αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην”
Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ] ὅλον συναπτέον
299. ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὡς ἀλκὶ πεποιθώς] “ἀλκί” ὡς
302. σμερδαλέα ἰάχων] διὰ τῆς βοῆς ἀποτρέπων τοὺς ἐπιόντας, ἢ πρὸς συμμαχίαν καλῶν.
ὃ δὲ χερμάδιον λάβε χερσὶν Τυδείδης] φθάσας γὰρ τῷ δόρατι προὔτυψεν.
304. οἷοι νῦν βροτοί εἰσι] πολλῷ κατωτέρω τῶν ἡρωϊκῶν ἐστιν·
διὸ τῷ διαστήματι τοῦ χρόνου πιστοῦται τὰς ὑπεροχὰς τῶν ἡρώων.
ῥέα πάλλε] καὶ διὰ τοῦ “ῥέα” καὶ διὰ τοῦ “πάλλε” τὸ εὐμεταχείριστον ἐδήλωσεν.
305. ἰσχίον] τὸ πᾶν ὀστέον· κοτύλη τὸ κοῖλον τοῦ ὀστέου, ἔνθα
307. θλάσ〈σ〉ε] ἐδήλωσε τί ἐστι κοτύλη. ἄμφω ῥῆξε τένοντε] οὕτω τὰ τεταμένα νεῦρα, ὡς δύο τινῶν πλατέων νεύρων συνεχόντων τὴν κοτύλην.
309. ἔστη γνύξ] πιθανῶς οὐκ ἀνατρέπεται ἀλλʼ οὕτω σχηματίζεται
πρὸς τὸ εὐμετακόμιστον τῆς ἁρπαζούσης ζωῆς. §. τὸ δὲ “ἔστη” ἀντὶ
τοῦ ἔμεινε, καὶ τὸ “ἐριπών” ἀντὶ τοῦ κατενεχθείς.
311. καὶ νύ κεν ἔνθʼ ἀπόλοιτο] οὐχ ὡς καιρίας οὕσης τῆς
πληγῆς πρὸς θάνατον, ἀλλʼ ἴσως δεύτερον τραῦμα ὑπὸ τῶν πολεμίων
πληγείς· καὶ ἡ Ἀφροδίτη τοῦτο δέδοικε “μή τις Δαναῶν ταχυπώλων
χαλκὸν ἐνὶ στήθεσ〈σ〉ι βαλῶν ἐκ θυμὸν ἕλοιτο.” §. τὸ δὲ “ἀπολοιτο”
ἀντὶ τοῦ ἀπώλετο.
314. ἀμφὶ δʼ ἑὸν φίλον υίόν] οὐχ ἵνα μὴ τρωθῇ—πῶς γὰρ 〈ἂν) ἐνό-
ἐχεύατο πήχεε λευκώ] τὸ τρυφερὸν τῆς θεοῦ διὰ τοῦ “ἐχεύατο
παρέστησεν.
316. ἕρκος ἔμεν βελέων] “ἕρκος” ὡς ἀφανείας ποιητικόν.
319. οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων] τὸ σπουδαῖον Διο- μήδους τὸ περὶ τοὺς ἵππους ἐνέφηνε, σπουδάζοντα ποιῶν τὸν ἡνίοχον.
322. ἐξ ἄντυγος ἡνία τείνας] ἐξ οὐδενὸς γὰρ ἦν ἐᾶσαι αὐτοὺς ἐν
τῷ πεδίῳ, ἵνα τε δοκῶσιν ὑπό τινος ἄρχεσθαι.
326. ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη] ὁ μὲν Σθένελος ὡς Ἕλλην τὰ ψυχικὰ προτιμᾷ, οἱ δὲ βάρβαροι τὸν Δημοκόωντα “ὁμῶς Πριάμοιο τέκεσ〈σ〉ιτῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι” (Il. 5. 535)· καὶ “ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής” (Il. 17. 577).
327. νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐλαύνειν] ὅπως ἠθάδες αὐτῶν γένωνται· ἀπειρόκαλον γὰρ τὸ εὐθέως ἐναβρύνεσθαι τοῖς ἀλλοτρίοις ὡς Ἕλτωρ.
329. αἶψα δὲ Τυδείδην μέθεπεν 〈—ἵππους ἐμμεμαώς〉] ἐπὶ Τυδείδην ὅς πρόεστιν ἤλαυνεν. ἢ ἀντὶ τοῦ μετεδίωκεν.
330. ὃ δὲ Κύπριν] οἳ μὲν τὴν ἐπιθυμίαν, οἳ δὲ τὴν βαρβαρικὴν
ἀφροσύνην αὐτὴν εἶναι λέγουσιν.
331. γινώσκων ὅτʼ ἄναλκις ἔην θεός] οὐ διὰ τοῦτο ἐδίωκεν ἀλλὰ διὰ τὴν τῆς Ἀθηνᾶς ἐντολήν· ἐγίγνωσκε δέ, ὅτι τούτου χάριν ἐκείνη ἐπέτρεπεν αὐτὴν τρωθῆναι.
332. *πόλεμον κάτα κοιρανέουσιν] ἔμφασιν σημαίνει ἡ “κατά,”
εἰ συνάπτοις τῷ “κοιρανέουσιν.”
333. Ἐνυώ] ἀνθρωποπαθῶς πέπλασται ὡς Δεῖμος καὶ Ἔρις· εἰ δὲ ἦν
334. ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων] μέμνηται ἑαυτοῦ ὁ ποιητής· εἶπε γὰρ “ὑπεξέφερεν πολέμοιο (318). προκόψα- σαν οὖν, μεταθέων αὐτήν, κατέλαβεν.
335. ἔνθʼ ἐπορεξάμενος] τοῦτο πρὸς τὸ μέγεθος τῆς θεοῦ· καὶ
337. ἀβληχρήν] ἀβληχρόν τὸ ἰσχυρόν· οἱ δὲ τὴν εὐώνυμον. εἶθαρ] τινὲς κατʼ ἰθύ, ἢ ἀντὶ τοῦ ταχύ. §. “ἀντετόρησε” δὲ “χροός” ἀντὶ τοῦ τὸν χρόα διέτρησεν.
338. ἀμβροσίου διὰ πέπλου] καὶ πῶς αὐτὸν προβάλλεται; οὐχ
ὡς ἄτρωτον ἀλλʼ ὡς ἀφανείας ποιητικόν· Διομήδης δὲ ὁρᾷ αὐτήν,
ὑπὸ Ἀθηνᾶς ἐνεργούμενος.
339. πρυμνὸν ὑπὲρ θέναρος] ὑπὲρ τὸ ἔσχατον τοῦ θέναρος εἰς τὴν πρὸς τὸν καρπὸν συνάφειαν· θέναρ δὲ τὸ κοῖλον.
ῥέε δʼ ἄμβροτον αἶμα θεοῖο] ἔρ〈ρ〉εε δὲ τῆς θεοῦ ὁ ἰχὼρ ὡς αἷμα·
λείπει γὰρ τὸ ὡς, ὡς “Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον”
(Od. 21. 216).
340. ἰχώρ] οὐχʼ οἷον ἡμεῖς οἴδαμεν, ἀλλʼ ἄλλης τινὸς οὐσίας παρὰ τὸ αἷμα· διὸ καὶ ἐπήγαγεν “οἷός περ τε ῥέει μακάρεσσι θε- οῖσιν.”
341. οὐ γὰρ σῖτον ἔδουσι] καὶ μὴν πολλὰ τῶν ζῴων οὐ σῖτον
ἔδουσιν, οὐ πίνουσιν οἶνον, καὶ οὕτε ἄναιμα οὕτε ἀθάνατά εἰσιν. δεῖ
τοίνυν προσυπακούειν τῷ “οὐ σῖτον” ‘ἀλλʼ ἀμβροσίαν,ʼ “οὐ
πίνουσι—οἶνον” ‘ἀλλὰ νέκταρ.ʼ
342. τοὔνεκʼ ἀναίμονές 〈εἰσι〉 καὶ ἀθάνατοι καλέονται] “ἀναί-
μονες” μέν, ἐπεὶ οὐ τρέφονται, “ἀθάνατοι” δέ, ὅτι ἀναίμονες· ὁ γὰρ
θάνατος ψύξει τοῦ θερμοῦ γίνεται.
343. ἢ δὲ μέγα ἰάχουσα] Τυραννίων προπερισπᾶ τὸ “ἰάχουσα,” κακῶς.
344. καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσ〈σ〉ατο Φοῖβος Ἀπόλλων
κυανέῃ νεφέλῃ] ἢ τῇ μετὰ χερσὶ νεφέλῃ, ἢ πρῶτον χερσί, ἔπειτα
νεφέλῃ.
348. εἶκε, Διὸς θύγατερ] προπαρασκευάζει 〈τὸ〉 μηκέτι φανῆναι αὐτὴν ἐν τῇ θεομαχίᾳ.
349. ἢ οὐχ ἅλις ὅτ〈τ〉ιγυναῖκας ἀνάλκιδας] τινὲς ἀναφέρουσιν ἐπὶ τὴν Ἑλένην.
350. εἰ δὲ σύ γʼ ἐς πόλεμον] ἔν τισι γράφε〈τα〉ι “εἰ δὲ καὶ ἐς πόλεμον.”
352. ἀλύουσα] ψιλωτέον τὸ “ἀλύουσα·” παρὰ γὰρ τὴν ἄλην
γέγονεν· οἱ γὰρ λυπούμενοι ἐν πλάνῃ ἔχουσι τὴν ψυχήν, ὁμοίως καὶ
οἱ λίαν χαίροντες· ὁ δὲ Ἀσκαλωνίτης δασύνει “ἁλύεις” (Od.
18. 333) τὸ ἐπιχαίρεις. §. τὸ δὲ “ἀλύουσα” ἀντὶ τοῦ λύσιν οὐχ
εὑρίσκουσα τῶν δεινῶν· διὸ οὐδὲ φθέγγεται.
353. τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα] ὡς κοινῶς ἅπασι τοῖς θεοῖς ὑπηρε- τοῦσα, ἢ ὡς ἐρωτική· οὐκ ἀπέστη δὲ ἀφʼ οὗ Τρωσὶν ἄγγελος ἦλθεν.
355. εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα] καὶ ἐπὶ Ἕκ-
τορος “ἐπεί ῥα μάχης ἐπʼ ἀριστερά” τοῦ ναυστάθμου (Il. 11. 498).
356. ἠέρι δʼ ἔγχος ἐκέκλιτο] ἀπὸ μέρους τὸ πᾶν. 9. τὸ δὲ
357. ἢ δὲ γνὺξ ἐριποῦσα] διαστολὴ εἰς τὸ “ἐριποῦσα,” καὶ τὸ
358. πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους] οὐκ εὖ.
φασὶν ἔνιοι, πρόσκειται τὸ “πολλά.” καὶ γὰρ ἐραστὴς καὶ ἀδελφός,
καὶ τοῖς αὐτοῖς βοηθεῖ. ῥητέον ὅτι τὸ γυναικεῖον καὶ ἀσθενὲς ἐμ-
φαίνει ἡ πολλὴ δέησις καὶ τὸ γονυπετεῖν. §. ἄμπυξ δέ, ᾧ τὰς
τρίχας περιλαμβάνουσιν.
370. ἢ δʼ ἐν γούνασι πῖπτε Διώνης] βιωτικὰ ταῦτα, τὸ καὶ
τοὺς προβεβηκότας τῶν παίδων ὡς μικροὺς ὑπὸ τῶν γονέων θωπεύε-
σθαι· διὰ δὲ τὸ τρυφερὸν τῆς δαίμονος “πῖπτεν” εἶπεν, ἄμα δὲ
καὶ τὴν ἐκ τοῦ τραύματος παρειμένην ἐμφῆναι θέλων.
373. 〈τίς νυ σε—〉 φίλον τέκος οὐρανιώνων] φίλον —οὐρανιώνων, ἢ τίς—οὐρανιώνων.
374. μαψιδίως] ἴδιον γονέων ἀδικοῦσι παισὶν ὑπερασπίζειν.
ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ] οἷον ἐν ὄψει ἀδικοῦσαν.
376. ὑπέρθυμος Διομήδης] ἀλόγιστος καὶ μεστὸς θυμοῦ.
377. οὕνεκʼ ἐγὼ φίλον υἱόν] ηὔξησε τὸ θράσος Διομήδους, εὔλογον ἔχουσα τὴν αἰτίαν.
380. ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται] ὡς Τρωσὶ βοηθοῦσα κοινοποιεῖται τὸ πταῖσμα, καὶ ἵνα μὴ δοκῇ μόνη ἀδικεῖσθαι.
384. ἐξ ἀνδρῶν, χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες] τινὲς
385. τλῆ μὲν Ἄρης] ἐπίτηδες μύθους συλλέξας Διώνῃ περιτί-
φημίας ὡς οὐ καιναῖς ἀλλὰ παλαιαῖς παραδόσεσι πεισθείς· οὐδὲν δὲ
ἄτοπον τοὺς Ποσειδῶνος δῆσαι Ἄρεα.
τλῆ μὲν Ἄρης] Ἀδώνιδος τοῦ Κινύρου ἐρασθεῖσα Ἀφροδίτη καὶ
τοῦτον θηρολετοῦντα ἐν τῷ Λιβάνῳ τῆς Ἀραβίας ἀναιρεῖ Ἄρης. οἳ
δὲ ὀργισθέντες ἐπὶ ιγ΄ μῆνας ἀποκλείσαντες τὸν Ἄρεα εἶχον ἐν εἱρκτῇ.
ἡ δὲ τούτων μητρυιὰ Ἠερίβοια, ἡ Εὐρυμάχου τοῦ Ἑρμοῦ, ἀπήγ-
γελλεν Ἑρμῇ. ὃ δὲ καὶ ταύτῃ χαριζόμενος καὶ τῇ Ἥρᾳ κλέπτει
τὸν Ἄρεα· ὃ δὲ φυγὼν ἧκεν εἰς Νάξον καὶ κάτεκρυψεν ἑαυτὸν εἰς
τὴν σιδηροβρῶτιν καλουμένην πέτραν. ἐκεῖνοι δὲ ἐρασθέντες τῶν
Ἥρας καὶ Ἀρτέμιδος γάμων ἀλλήλους ἐν κυνηγεσίοις ἀπέκτειναν·
κατὰ πρόνοιαν γὰρ Ἀρτέμιδος ἔλαφος διὰ μέσου αὐτῶν διῆλθε, καθʼ
ἧς ῥίψαντες ἄμφω ἀλλήλους διεχρήσαντο.
388. 〈ἀπόλοιτο〉] ἢ ὑπερβολικῶς εἶπεν, ἢ ἀντὶ τοῦ ἀφανὴς
ἐγένετο, ὥσπερ φαμὲν ‘ἀπόλωλεν ὁ παῖς.ʼ
*ἀπόλοιτο] ἀντὶ τοῦ ἀπώλετο.
“ἄατος] ἀκόρεστος.
392. τλῆ δʼ Ἥρη] φιλόσοφος Ἡρακλῆς καὶ σοφίας οὐρανίου
φίαν ἐφώτισεν· τὸν θολερὸν τοίνυν ἀέρα καὶ τὴν ἑκάστου διάνοιαν
ἐπαχλύοντα πρῶτος Ἡροκλῆς θείῳ διήρθρωσε λόγῳ, τὴν ἑκάστου
τῶν ἀνθρώπων ἄνοιαν κατατρώσας. ὅθεν ἀπὸ γῆς εἰς οὐρανὸν ἀφίησι
τὰ βέλη· πᾶς γὰρ φιλόσοφος ἐν ἐπιγείῳ σώματι πτηνὸν ὥσπερ τι
βέλος τὸν νοῦν εἰς τὰ μετέωρα διαπέμπεται. διὰ δὲ τοῦ τριγώνου
βέλους ἡ τριμερὴς ἡμῖν φιλοσοφία δεδήλωται. μετὰ δὲ Ἥραν
τοξεύει Αἴθην· οὐδεὶς γὰρ ἄβατος φιλοσοφίᾳ χῶρος, ἀλλὰ μετὰ
τὸν οὐρανὸν ἐζήτηκε τὴν κατωτάτω φύσιν. διὸ καὶ ἀνεληλυθέναι τὸν
Ἅιδην φησί, μόνον οὐχὶ συνάπτων ἄμφω τὰς γνώσεις· καὶ τὸν
τλῆ δʼ Ἥρη] οἳ μὲν ἐν τῇ πρὸς Πυλίους μάχῃ, οἱ δὲ διὰ τὸ μὴ ἐᾶσαι αὐτὸν νήπιον ὄντα σπάσαι τὸν ἴδιον μαζόν· διὰ μειζόνων δὲ προσώπων παρεμυθήσατο τὴν Ἀφροδίτην.
394. *τότε καί μιν] ἐν τῇ ἑτέρᾳ “τότε κέν μιν.”
395. τλῆ δʼ Ἀίδης] φασὶν Ἡρακλέα, ἐπιταχθέντα ὑπὸ Πλούτω-
νος ἄνευ ἀσπίδος καὶ σιδήρου χειρώσασθαι τὸν Κέρβερον, τῇ μὲν
θορᾷ χρήσασθαι ἀντὶ ἀσπίδος, τοῖς δὲ βέλεσι λιθίνας ἀκίδας κατα-
σκευάσαι· μετὰ δὲ τὴν νίκην πάλιν ἐναντιουμένου τοῦ θεοῦ τὸν
Ἡροκλέα ὀργισθέντα τοξεῦσαι αὐτόν.
397. ἐν Πύλῳ ἐν νεκύεσσι] Ἀρίσταρχος “πύλῳ” ὡς χόλῳ καὶ ἑσπέρῳ. ἀλλὰ πληθυντικῶς ἀεὶ λέγει· “ὠίγνυντο πύλαι” (Il. 2. 809)· “πύλας Ἀίδαο” (Il. 5. 640)· ἐν τῇ Πύλῳ οὖν φησιν.
399. *κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος] κατὰ μέτρον ἡ ἀνάπαυσις.
400. ὤμῳ ἐνὶ στιβαρῷ ἠλήλατο] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· τῷ γὰρ ἑξῆς συντέτακται.
401. τῷ δʼ ἐπὶ Παιήων] ηὔξησε τὴν ἰατρικήν, εἴγε καὶ θεοὶ
δέονται αὐτῆς. παραμυθεῖται δὲ τὴν παῖδα ὡς οὐδὲν ἐκ τῆς πληγῆς
402. *καταθνητός] περισσὴ ἡ “κατά.”
403. ὀβριμοεργός] Ἀρίσταρχος “αἰσυλοεργός.”
*ὃς οὐκ ὄθετο] διὰ τοῦ τ “ὅτʼ οὐκ ὄετ.’’’
404. ὃς τόξοισιν ἔκηδε θεούς] οὐκ οἶδεν αὐτὸν ῥοπάλῳ χρώμενον. §. τὸ δὲ “ἔκηδε” ἀντὶ τοῦ ἐκάκου.
405. σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν·
πρὸς γὰρ τὸ “ἀνῆκε” συντέτακται. §. οὐχ ὑπὸ θνητοῦ δὲ τέτρωται,
407. ὅττι μάλʼ οὐ δηναιός] οὐ μάλα δηναιός. §. εἰς εὐσέβειαν δὲ
* δηναιός] πολυχρόνιος.
408. οὐδέ τι μιν παῖδες ποτὶ γούνασι παππάζουσιν] λανθάνει τὸ
ταπεινὸν τῆς λέξεως καὶ διὰ τὸ λέγον πρόσωπον καὶ διὰ τὸ ἀκοῦον·
οὐδέ τι μιν παῖδες] διχῶς, καὶ “οὐδέ τε μιν.” §. σεμνύνει δὲ τὴν
παιδοποιίαν, τοὺς ἀσεβοῦντας κολάζεσθαι λέγων ἀτεκνία· εἰ δὲ
λέγοις, καὶ μὴν “τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ” (Od. 3. 180),
ἴσθι ὡς οἱ ἑταῖροι ὑπέστρεψαν, οὐ Διομήδης.
* παππάζουσιν] πατέρα καλοῦσιν.
411. μή τις οἱ ἀμείνων σεῖο μάχηται] περὶ Ἄρεος προλέγει.
412. μὴ δὴν Αἰγιάλεια] ἄμεινον τὸ “δήν” χρονικὸν ἐπίρρημα ἐκδέ-
χεσθαι, ἵνʼ ᾖ τὸ ἑξῆς οὕτως· μὴ ἀμείνων σεῖό τις ἀντιμάχηται
καὶ μὴ δήν, ὅ ἐστιν ἐπὶ πολύ, μείνῃ αὐτῷ ἡ γυνὴ θρηνοῦσα.
μὴ δὴν Αἰγιάλεια] φασὶν Αἰγιάλειαν τὴν νεωτέραν τῶν
Ἀφροδίτης πάσῃ νεολαίᾳ τῇ Ἀργείων αὐτὴν συγκωμάσαι, ὕστερον
δὲ καὶ Κομήτῃ τῷ Σθενέλου, ὃς ἦν ὑπὸ Διομήδους πιστευθεὶς τὰ
κατʼ οἶκον. ἥκοντα δὲ αὐτὸν μέλλων ἀνελεῖν ἐφείσατο διὰ τὸ
καταφυγεῖν εἰς τὸν τῆς Ἀθηνᾶς βωμόν· ὅθεν αὐτὸν φυγόντα φασὶν
ἥκειν εἰς Ἰβηρίαν, κἀκεῖ, ὡς μέν τινες, δολοφονηθῆναι ὑπὸ Δαύνου
τοῦ βασιλέως, ὡς δὲ ἔνιοι, ἀπολέσθαι ὑπὸ Ἰουνίου τοῦ Δαύνου παιδὸς
ἐν κυνηγεσίοις· ὅθεν αὐτὸν μὲν ἀπεθέωσεν Ἀθηνᾶ, τοὺς δὲ ἑταίρους
εἰς ἐρωδιοὺς μετέβαλεν. §. τὸν Κομήτου πόθον Αἰγιαλείας οὐκ
οἶδεν ὁ ποιητής.
413. οἰκῆας] τοὺς ἐν οἴκῳ τρεφομένους· μὴ δὴν ἀπολομένου
αὐτοῦ, φησί, τοὺς οἰκείους ἀνεγείρῃ θρηνοῦσα αὐτὸν ἡ γαμετή· τὸν
γὰρ Κομήτου πόθον οὐκ οἶδεν.
414. τὸν ἄριστον Ἀχαιῶν] ἐν εἰρωνείᾳ, τὸν φρόνημα ἔχοντα ὅτι
416. ῥα, καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ] ἡ Ἀρι-
στάρχου ἑνικῶς, ἡ Ζηνοδότου “χερσίν. §. Ἀττικῶς δὲ τὸ “ἰχῶ·” τὸ
417. ἄλθετο χείρ] ἔδειξεν ἐπὶ ποίῳ τραύματι ἤσχαλ〈λ〉εν Ἀφρο-
419. κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον] ἐπεὶ ἐκερτόμησεν
αὐτὰς ὁ Ζεὺς “δοιαὶ μὲν Μενελάου” (Il. 4. 7), τρωθείσης Ἀφρο-
δίτης ἀντικερτομοῦσι τὸν Δία. τοῦτο καὶ ὁ Ζεὺς συνεὶς ἐμειδίασεν.
ἅμα δὲ τὴν κατὰ Διομήδους ὀργὴν μαλάσσουσιν, ἃ μέλλουσι κατη-
γορεῖσθαι ταῦτα προδιασύρουσαι.
420. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη] εὖ τὸ τῇ Ἀθηνᾷ τὴν εἰρωνείαν περιθεῖναι· ἡ γὰρ Ἥρα μείζονος ἀξιώματός ἐστιν.
422. ἦ μάλα δή τινα Κύπρις] ὡς προκαταρχούσης τῆς εἰς
425. καταμύξατο χεῖρα ἀραιήν] διὰ τοῦ ᾱ Ἀρίσταρχος “κατα-
428. οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα] τὸ γνῶθι σαυτόν φησιν. οὐδὲν δέ φησιν· οἶδε γὰρ 〈αὐ〉τὴν αἰτίαν ἔχουσαν διὰ τὴν ἁρπαγὴν Ἀλεξάνδρου· διὸ οὐδὲ αὐτὴ φθέγγεται ὡς ἡμαρτηκυῖα· πᾶς γὰρ ἁμαρτὼν ἀντιλέγειν οὐ δύναται.
429. ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο] “ἔργα γάμοιο”
〈τὰ περὶ τὸν〉 ἔρωτα 〈καὶ〉 τοὺς ἐργαζομένους 〈τὸν〉 γάμον, ἐπεί
τοι Ἥρα ζυγία ἐστίν.
430. ταῦτα δʼ Ἄρηι θοῷ] καὶ πῶς ὕστερον ὑβρίζει αὐτόν; ὅτι τὸ δίκαιον ὑπερέβαινεν, οὐ βοηθῶν ἀλλὰ καὶ αὐτουργῶν κατὰ τῶν Ἀχαιῶν· Περίφαντα γοῦν ἀπέκτεινεν.
434. ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἄζετο] οὐδὲν πράσσει, δεικνὺς ὡς οὐδὲ τὸ κατὰ Ἀφροδίτην αὐτοῦ ἦν.
437. *ἐστυφέλιξε] ἔρριψεν.
441. οὔποτε φῦλον ὁμοῖον—ἀθανάτων 〈τε〉 θεῶν χαμαὶ ἐρχομένων 〈τʼ〉ἀνθρώπων] πρὸς τὰ πτηνὰ ἡ σύγκρισις, τὰ διὰ τοῦ ἀέρος πορευόμενα.
443. ἀνεχάζετο τυτθὸν ὀπίσσω] ἐμφαίνει τὴν ἀρετὴν Διομήδους διὰ τοῦ “τυτθόν” ἐηὶ δὲ Πατρόκλου “πολλὸν ὀπίσσω” φησίν (Il. 16. 710)· ὑπʼ οὐδενὸς γὰρ θεοῦ βοηθεῖται καὶ τὸν Ἀπόλλωνα δέδοικεν.
ἀνεχάζετο τυτθὸν ὀπίσσω] Ἀρίσταρχος “τυτθόν,” οὐ “πολλόν.”
446. Περγάμῳ ε〈ἰ〉ν ἱερῇ] καὶ Ἀθηνᾶς γὰρ ἦν αὐτόθι ναός·
447. ἦ τοι τὸν Λητώ τε καὶ Ἄρτεμις] θεοὺς γὰρ εἰς ἀνθρώπους
πάντα πράσσειν πέφυκεν.
448. κύδαινόν τε] λόγῳ παρεμυθοῦντο. §. ἀκολούθως δὲ τοῖς ἰατρι-
449. αὐτὰρ ὃ εἴδωλον] εἴδωλον μὲν ἄκουε πᾶν τὸ δημιούργημα
τοῦ κόσμου, ὅπερ τύπος ὂν τοῦ ὄντως ὄντος ὑπὸ πάντων μὲν τῶν
ἐγκοσμίων θεῶν κοσμεῖται, προηγουμένως δὲ ὑπὸ τοῦ ἡλίου, ὅς ἐστιν
ἡγεμὼν τοῦ παντὸς γεννητοῦ τε καὶ ὁρατοῦ. οὐδὲν δὲ ἧττον Αἰνείου
ἐστὶ τὸ εἴδωλον, υἱοῦ Ἀφροδίτης 〈καὶ〉 Τρωός, 〈ὅ ἐστι〉 τὸ ἐγχώριον
κάλλος. πᾶν γὰρ ἐξ Ἀφροδίτης κάλλος ἐστί, περὶ ὃ αἱ ὑλικώτεραι
τῶν ψυχῶν οὐκ ἀπαλλάσσονται προστριβόμεναι.
αὐτὰρ ὃ εἴδωλον τεῦξε] ἵνα φιλοτιμοτέρως μάχωνται Τρῶες, τὸ
451. ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ—δῄουν ἀλλήλων] καὶ πῶς Διομήδης
“ὄφρ’ εὖ γινώσκῃς—θεὸν—καὶ ἄνδρα” (Il. 5. 128); ῥητέον ὅτι
τὸ εἴδωλον ἀμφοῖν ἐστέρηται.
453. λαισήια] οἳ μὲν τοὺς ἐπιμήκεις θυρεούς· οἳ δὲ ἐκ τριχωδῶν
454. θοῦρον Ἄρηα προσηύδα Φοῖβος] φυλάσσεται μὲν αὐτὸς τὴν
456. μάχης ἐρύσαιο] λείπει ἡ ἔξ.
458. Κύπριδα μὲν πρῶτα] τὴν ἐρωμένην σοι.
461. Τρῳὰς στίχας] ἀντὶ τοῦ Τρωϊκάς· καὶ δεῖ ὑποστίζειν εἰς
τὸ “στίχας.” εἰ δὲ γράφε〈τα〉ι “Τρῶας,” 〈οὐχ〉 ὑποστικτέον.
ἵνʼ ᾖ Τρῶας ἀντὶ τοῦ Τρώων, ὡς “ἐρινεὸν—τάμ〈ν〉ε νέους ὄρ-
πηκας” (Il. 21. 37). ἢ εἰς τὲ “δέ” ὑποστικτέον, ἵνʼ τὸ ἑξῆς.
Τρῶας ὤτρυνε τὰς στίχας μετελθών.
Τρῳὰς δὲ στίχας] ἐν τῇ Σινωπικῇ καὶ Κυπρίᾳ καὶ Ἀντιμάχου
“Τρράς” ἦν σὺν τῷ ῑ, ὡς “ἵππους δὲ Τρῳούς” (Il. 23. 291)· ἡ
μέντοι κοινή, ᾗ συντίθεται καὶ ὁ Ἀσκαλωνίτης, Τρῶας” ὡς
Κᾶρας· καὶ τὸ ἑξῆς οὕτω, Τρῶας δὲ Ἄρης ὤτρυνε στίχας μετελθών,
ἀντὶ τοῦ περιβὰς 〈τὰς〉 τάξεις· ἢ οὕτω, τοὺς Τρῶας μετελθὼν ὁ
Ἄρης τὰς στίχας ὤτρυνεν.
462. εἰδόμενος -ἡγήτορι Θρῃκῶν] τιμᾶται γὰρ ὁ θεὸς παρὰ Θρμξίν.
465. ἐς τί] τὸ “ἐς” ἀντὶ τοῦ ἕως, τὸ δὲ “τ” ἀντὶ τοῦ τίνος· διὸ καὶ εἰς τὸ “τί” ἡ ὀξεῖα. καὶ ἔστι πρόθεσις ἀντὶ ἐπιρρήματος. τὸ πᾶν οὖν ἕως τίνος.
466. εἰσόκεν ἀμφὶ πύλῃς] ὅμοιόν ἐστι τῷ “ἢ μένετε Τρῶας” (Il. 4. 247). §. “ποιητοῖσι” δὲ Ἀρίσταρχος, Ζηνόδοτος δὲ “ποιητῇσι.”
467. * κεῖται ἀνήρ] οὐκ ἀγνοῶν, ἀλλὰ παρορμῶν 〈φησιν〉.
468. υἱὸς— Ἀγχίσαο] εὖ τὸ μὴ Ἀφροδίτης νῦν φάναι ἀλλʼ
472. Ἕκτορ, πῇ δή τοι μένος] ἀνεδύετο γὰρ τὴν μάχην, οὐ διὰ
473. φῆς που] ὑπέλαβες· οὐ γὰρ ἂν Ἕκτωρ ἐφθέγξατό τι τοι-
ἄτερ λαῶν] τῶν τῆς πόλεως.
475. οὔ τινʼ ἐγὼ ἰδέειν δύναμαι] εἰς τὸν Πάριν 〈ἀποβλέπει,〉 ὃς ἥρπασται.
476. κύνες ὣς ἀμφὶ λέοντα] περιττὴ ἡ “ἀμφί.”
477. οἵ περ 〈τʼ〉 ἐπίκουροι ἔνειμεν] οὕτως αἱ Ἀριστάρχου. §. τὸ
βάζει τὸν τόνον.
478. μάλα τηλόθεν ἥκω] ὅμοια τοῖς Ἀχιλλέως “ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα” (Il. 1. 156).
479. τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἐπὶ δινήεντι] ὅλον τὸν στίχον συναπτέον.
480. ἔνθʼ ἄλοχόν τε φίλην—καὶ νήπιον υἱόν] ὅτι τῶν φιλτάτων προὔκρινα τὴν σὴν φιλίαν, οὐκ ἀστυγείτονας δεδιὼς οὐδὲ πόθῳ χρημάτων ἁλούς.
481. κὰδ δὲ κτήματα πολλά τά τʼ ἔλδεται ὅς κʼ ἐπιδευής] ἔχω, φησί, τὰ πρὸς ζωήν, ὥστε μὴ μάτην ὑπὲρ ἀλλοτρίων κινδυνεύειν.
482. καὶ μέμονʼ αὐτὸς ἀνδρὶ μαχέσ〈σ〉ασθαι] ἀντιπαραβαλὼν
485. τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις] πῶς γὰρ
〈ἂν〉 ἀμελῶν αὐτὸς τοὺς ἄλλους πείσειε κινδυνεύειν;
τύνη δʼ ἕστηκας] ἀπὸ τοῦ τύ ἐν παραγωγῇ “τύνη,” ὡς ἐγώνη καὶ
486. καὶ ἀμυνέμεν〈αι〉 ὤρεσσι] ταῖς ὑμῶν. ὅμοιον δέ ἐστι τῷ
ὤρεσσι] ἀπὸ τοῦ ὀαρίζειν· καὶ “ὀάρων ἕνεκα σφετεράων” (Il. 9.
487. μή πως, ὡς ἀψῖσι] ψιλωτέον τὸ “ἀψῖσι” εἰς ἰδιότητα· ὅτε δὲ βαρύνεται, συμ〈μετα〉βάλλεται καὶ τὸ πνεῦμα καὶ ὁ χρόνος.
ἁλόντε] ὑμεῖς καὶ αἱ γυναῖκες. ἀλλοτριοῖ δὲ τῶν κινδύνων ἑαυτόν,
ὡς περὶ τῶν ἐκείνοις συμφερόντων λαλῶν. ἡ δὲ τοῦ λίνου ὁμοίωσις
οἰκεία, πολλῶν καὶ διαφόρων ἀνθρώπων ὡς ἰχθύων περιληφθέντων.
489. εὖ ναιομένην] ἢ ἀπὸ τοῦ ὁμονοεῖν.
491. ἀρχοὺς λισσομένῳ] ὀνειδιστικῶς· ὃν ἐχρῆν τοὺς ἄλλους
492. νωλεμέως ἐχέμεν] ἀντὶ τοῦ φυλάσσειν, “ἔχε〈ς〉 δʼ ἀλόχους” (Il. 24. 730).
ἐνιπήν] πληγήν.
493. δάκε] ἠνίασεν· καὶ “θυμοδακὴς γὰρ μῦθος” (Od. 8. 185).
δάκε δὲ φρένας Ἕκτορι] τοιοῦτος γὰρ Ἕκτωρ· “οὐ γὰρ ἐγῶ
πληθὺν διζήμενος—ἐνθάδ’ ἀφ’ ὑμετέρων πολίων ἤγειρα ἕκαστον”
(Il. 17. 221)· ἀπὸ κοινοῦ δὲ τὸ “χρή.” §. 〈“ἀποθέσθαι” (492)〉
ἀντὶ τοῦ ἀποτίθεσθαι.
494. αὐτίκα δʼ ἐξ ὀχέων] ἔδει γὰρ ἔργοις, οὐ λόγοις ἀπολογεῖσθαι.
499. ἱερὰς κατʼ ἀλῳάς] “ἀλῳάς” ὡς ἀγαθάς. ἀπὸ γὰρ τοῦ ἀλῳή, ὃ
ὡς δʼ ἄνεμος ἄχνας—ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ] Πτολεμαῖος τοὺς δύο συλλαμβάνων στίχους ἐκτιθείς φησι καὶ τοῦτον οὕτω γράφεσθαι “εὖτʼ ἄν ξανθὴ Δημήτηρ.”
502. αἳ δʼ ὑπολευκαίνονται] καλῶς ἡ “ὑπό·” οὐ γὰρ ἀθρόα ἡ τῶν ἀχύρων πτῶσις ἐπὶ τὴν ἅλω, κατʼ ὀλίγον δὲ ἑτεροιοῦται τὸ χρῶμα τοῦ ἐπιδεχομένου αὐτὰ χωρίου· ὁμοίως δὲ καὶ τοῖς μαχομένοις κατʼ ὀλίγον προσεκάθιζεν ὁ κονιορτός.
ἀχυρμιαί] κατ’ ὀξεῖαν τὸ “ἀχυρμιαί·” Ἰωνικώτερον γάρ ἐστιν ὡς τὸ
ἀγυιαί θαμειαί ταρφειαί. εἰσὶ δὲ οἱ τόποι ἔνθα ἐκτινάσσεται τὰ
ἄχυρα.
505. ἂψ ἐπιμισγομένων] ἐκ δευτέρου τῶν Τρώων προσμιγνύντων τοῖς Ἀχαιοῖς.
ὑπὸ δʼ ἔστρεφον] οἱ μὲν ἡνίοχοι ὑποστρέφουσι τοὺς ἵππους, οἱ δὲ
ἐπιβάται τὸ μένος φέρουσιν. §. ὁ δὲ “δέ” ἀντὶ τοῦ γάρ.
506. ἀμφὶ δὲ νύκτα θοῦρος Ἄρης] σκέπει αὐτούς, ὡς εἰ καὶ θέλοιεν μὴ δύναιντο φυγεῖν, ὡς “πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν” (Il. 21. 7). ἢ ἑαυτὸν ἐσκέπασεν, ὡς μὴ ὁρῷτο κακῶν τοὺς Ἕλλη- νας. ἢ ἵνα οἳ μὲν λευκανθέντες ὁρῷντο, οἳ δὲ σκέποιντο.
507. μάχῃ Τρώεσσιν ἀρήγων] τινὲς ἀντὶ μάχῃ Τρώων·’ οἳ δὲ εἰς τὸ “μάχῃ” στίζουσιν.
509. Ἀπόλλωνος χρυσαόρου] τινές, τιμίως λαλοῦντος διὰ τὴν λύραν.
511. ἢ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών] Ἀρίσταρχος ὀξυτόνως· καὶ δῆλον ἐκ τῆς πλαγίου “δοιαὶ μὲν Μενελάου ἀρηγόνες (Il. 4. 7).
〈οἰχομένην〉· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν] πιθανῶς τοῦτο, ἵνα μὴ προλάβῃ ἡ θεομαχία.
512. πίονος ἐξ ἀδύτοιο] κεκνισωμένου.
515. ἀρτεμέα] πρὸς τὸ ἄρτιον.
516. μετάλλησάν γε μὲν οὔτι] πιθανῶς τὸ ψυχρὸν τῆς δισσολο-
γίας περιεῖλε, τὴν διάθεσιν ἤδη ἐμφήνας. §. τὸ δὲ “μετάλλησαν”
ἀντὶ τοῦ ἠρώτησαν.
518. ἄμοτον μεμαυῖα] ἄπληστον ἢ σφοδρόν.
519. τοὺς δʼ Αἴανιε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης] ἱκανὸν
πρὸς αὔξησιν. ἄλλως τε καὶ τὴν παρὰ τῶν ἀκουόντων εὔνοιαν κτῶνται
ἔρημοι θεῶν ὄντες Ἕλληνες· δικαίως 〈οὖν) ἐπάξει τῷ Ἄρει τὴν Ἀθηνᾶν.
523. νηνεμίης ἔστησεν] ποικίλως ἄνω μὲν ἀπὸ ταραχῆς ἀνέμου ἔλαβε τὴν εἰκόνα, ὧδε 〈δὲ〉 ἀπὸ νηνεμίας.
524. ἀτρέμας, ὄφρʼ εὕδῃσι] τὸ “ἀτρέμας” καὶ τοῖς ἄνω δύναται
ὄφρ’ εὕδῃσι] ἐν ὅσῳ. “εὕδῃσι” ὡς “παμφαίνῃσι” (6).
526. διασκιδνᾶσιν ἀέντες] ὡς τιθέντες· ἀπὸ γὰρ τοῦ ἄημι· τὸ δὲ
παρʼ Ἡσιόδῳ (Theog. 875) “ἄλλοτε δʼ ἄλλοι ἄεισι” Αἰολικόν.
528. Ἀτρείδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων] ἄνω παρα-
529. ἀνέρες ἔστε] οὐκ εἶπεν ‘ἀνδρεῖοι’ ἀλλὰ ‘μὴ προδῶτε τὴν
530. ἀλλήλους τʼ αἰδεῖσθε] εἰκότως· κατὰ φῦλα γάρ εἰσιν· δογ-
*ἀνὰ κρατερὰς ὑσμίνας] τελεία εἰς τὸ “ὑσμίνας.”
531. αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι] οὐ γὰρ τὸ περὶ αὐτοῦ
μόνον σκοπεῖ, 〈ἀλλ᾿〉 αὐτός τε χωρίζεται συμμαχίας καὶ τοὺς
ἄλλους χωρίζει.
533. δουρὶ θοῶς] καλῶς τοῖς κελεύσμασι πρῶτος ὑπακούει, τύπον
535. ὁμῶς Πριάμοιο τέκεσσι] προκατάρχει τοῦ “ὁμῶς” τὸ ὁμός
καὶ ὁμή καὶ ὁμόν· διὸ περισπᾶται ὡς καλῶς.
538. * ἔρυτο] ἀντὶ τοῦ ἐφύλαξεν.
539. νειαίρῃ δʼ ἐν γαστρί] τῷ παχεῖ ἐντέρῳ ἢ τῇ κύστει.
541. Αἰνείας Δαναῶν ἕλεν] δικαίως, ἐπεὶ καὶ ἀριστεύς, καὶ παρ-
542. υἷε Διοκλῆος] Ἑλληνικὸν καὶ φιλάδελφον τὸ συναποθνῄσκειν
Κρήθωνά τε Ὀρσίλοχόν τε] ὁ πρόγονος διὰ τοῦ τ, ὁ παῖς διὰ τοῦ σ· καὶ ἐν Ὀδυσσείᾳ οὖν διὰ τοῦ τ (3. 489, 15. 187, 21. 16).
543. ψηρῇ] Μεσ〈σ〉ήνης. καὶ Φηρὰς αὐτὴν καλεῖ. Φεραὶ Θεσ-
σαλίας.
*ἐνὶ Φνηρῇ] γράφεται “Ἐφήρῃ.”
544. ἀφνειὸς βιότοιο] προσυνίστησιν αὐτοὺς αὔξων τὴν περὶ αὐτῶν
550. τὰ μὲν ἄρʼ ἡβήσαντε] ἡμᾶς ὤτρυνε διὰ τοῦ παθητικοῦ, τῆς ἥβης, τῆς τιμῆς, ὅτι δίδυμοι.
554. οἵω τώ γε λέοντε] “λέοντε” μὲν διὰ τὸ εὐγενὲς ἄνωθεν καὶ εἰς ἀλκὴν προκόπτον, ἀτελεῖς δὲ διὰ τὸ μήπω θαρρεῖν τῇ δυνάμει. ἄλλως τε ἡ λέαινα δύο τίκτει δύο μαζοὺς ἔχουσα, οἳ ἀμύξαντες τὴν μή- τραν τοῦ λοιποῦ ποιοῦσι τὴν μητέρα στεῖραν· ἡ δὲ πόρδαλις〈δ΄〉 τίκτει.
555. τάρφεσιν ὕλης] ὡς βέλεσιν ἀπὸ τοῦ τάρφος· ὅτε δὲ ἀπὸ
τοῦ ταρφοῦς, ὡς ὀξέσιν.
556. τὰ μὲν ἄρʼ ἁρπάζοντε] ἁρπάζειν λέγεται ἐπὶ τῶν κωλυομένων λαβεῖν· διὰ μιᾶς οὖν λέξεως ἐδήλωσε καὶ τῶν πασχόντων τὴν ἄμυναν καὶ τῶν ἁρπαζόντων τὴν βίαν.
557. σταθμοὺς ἀνθρώπων κεραίζετον, ὄφρα καὶ αὐτὼ ἀνδρῶν
ἐν παλάμῃσιν] πιθανῶς ἐπὶ μὲν τῶν βλαπτομένων τὸ τῶν ἀνθρώπων
ἔθηκεν ὄνομα, ἐπὶ δὲ τῶν κτεινόντων τὰ θηρία τὸ τῶν ἀνδρῶν.
560. *ἐοικότες] δυϊκῶς “ἐοικότε” Ἀρίσταρχος.
561. τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηίφιλος Μενέλαος] ὡς Λάκων, καὶ
Ἀντίλοχος ὡς τῆς Τριφυλίας ὤν· ἡμερούσιός τε ἡ ἀπουσία οἴκου
Ὀρτιλόχου καὶ Μενελάου (Od. 15. 187), ὃ πόρρω δηλῶν ὁ ποιητὴς
γυμνάζει τὸν ἀκροατήν.
563. τοῦ δʼ ὤτρυνεν μένος Ἄρης] ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεοὺς πλέον πάντων τὸν ἀλλοπρόσα〈λ〉λον Ἄρεα 〈ἐμφανίζει〉.
565. τὸν δʼ ἴδεν Ἀντίλοχος] ἐν τοῖς καιροῖς ἀεὶ ὀξὺς ὁ Ἀντίλοχος·
καὶ ὁ μὲν Ἀλέξανδρος ὡς ἠδικηκὼς τοῖς Τρωσὶν “ἶσον ἀπήχθετο
κηρὶ μελαίνῃ” (Il. 3. 454), ὁ δὲ Μενέλαος εὐνοεῖται ὑπὸ τῶν Ἑλλή-
νων ὡς ἠδικημένος.
567. μέγα δέ σφας] συσταλτέον διὰ τὸ μέτρον.
571. Αἰνείας δʼ οὐ μεῖνε—ὡς εἶδεν δύο φῶτε] 〈δείκνυσιν〉 ὅσον
φιλαλληλία, ἣν συνεβούλευσεν Ἀγαμέμνων.
574. τὼ μὲν ἄρα δειλώ] προεῖπε γὰρ τὸ ἐμπαθὲς τῆς ἡλικίας, τῆς ὁμογενείας, τοῦ θανάτου, τῆς περὶ τοὺς φίλους σπουδῆς· μηδέπω γὰρ καλοῦντος τοῦ καιροῦ ἧκον ἐπίκουροι.
576. ἔνθα Πυλαιμένεα ἑλέτην] σκόπει τὴν φράσιν, ἕλετο ἑλέτην
ἐπόρθησαν, διὰ τὸν ἡνίοχον καὶ τοὺς ἵππους· ἢ συλληπτικῶς ὡς “τώ
τε Θρῄκηθεν ἄητον” (Il. 9. 5). §. πῶς οὖν τῷ υἱῷ ἕπεται δάκρυα
μένεος βασιλῆος” (Il. 13. 643); ἔστιν οὖν ὁμωνυμία. καὶ ὃ μὲν
ἀρχηγός, ὡς “Ἴασος αὖτʼ ἀρχὸς μέν” (Il. 15. 337), ὃ δὲ βασιλεύς·
διὸ πολλὴ γίνεται περὶ αὐτὸν σπουδὴ τῶν Παφλαγόνων καὶ τοῦ
Ἀλεξάνδρου· πῶς δὲ ὁ Ἁρπαλίων ἐνταῦθα οὐκ ἐπήμυνε τῷ πατρί,
εἰ τούτου ἦν υἱὸς τοῦ Πυλαιμένεος, §. Πυλαιμένεα δὲ ὡς Διομήδεα.
581. ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους] τοῦτο διὰ μέσου.
582. χερμαδίῳ ἀγκῶνα] ἐπώδυνος ἡ πληγή· διὸ καὶ τὰς ἡνίας
583. ἡνία λεύκʼ ἐλέφαντι] λείπει τὸ ὡς, ἵνʼ ᾖ λευκὰ ὡς ἐλέφας.
ἐλεφαντίνους ἀστραγάλους ἑκατέρωθεν, διʼ ὧν ἕλκουσιν οἱ ἡνίοχοι.
584. ξίφει ἤλασε] πῶς ἐπὶ τοῦ ἅρματος ἑστηκὼς τὴν κεφαλὴν
586. κύμβαχος] τῆς κυνῆς ὁ λόφος· ἔνιοι τὸ ἐπὶ κεφαλῇ.
βρεχμόν] 〈βρεχμός ἡ τοῦ αὐχένος σπονδυλώδης ἀρχή, βρέχμα
587. δηθὰ μάλʼ εἱστήκει] οὐκ ἀπίθανον τοῦτο· ἠνέχθη γὰρ μεταξὺ
〈ψυχορραγῶν〉 γὰρ〉 ἔτι ἔπνει καὶ ἐνήλατο. τὸ δὲ “κύμβαχος”
ἐπεξηγήσατο.
ἀμάθοιο βαθείης] διάφορος ἡ σημασία ἐπὶ τῆς ἀμάθου καὶ ψαμάθου.
593. ἣ μὲν ἔχουσα κυδοιμόν] ἡ δύναμιν ἐν αὑτῇ θορυβώδη ἔχουσα,
χρσὶν ἔχουσαν) (Il. 11. 4).
596. *ῥίγησε] ἐπεὶ ἀπείρητο αὐτῷ μὴ συνάπτειν τινὶ τῶν ἄλλων
597. *ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος] ἄπειρος· καὶ Διομήδης γὰρ
598. στήῃ ἐπʼ ὠκυρόῳ] αἰφνιδίως ἐπιστὰς τῷ ποταμῷ πλημ- μυροῦντί τε καὶ ὑπὸ τῆς θαλάσσης ἀνακρουομένῳ.
601. ὦ φίλοι, οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον] ἄμφω ποιεῖ, τῷ θεῷ εἴκειν παραινεῖ καὶ τὸν πόλεμον μὴ δεδιέναι προτρέπεται.
605. ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω εἴκετε] κατʼ
ὀλίγον ἀναχωρεῖτε ὑποποδίζοντες. διδάσκει δὲ πῶς δεῖ τὰς τροπὰς
ποιεῖσθαι.
609. Μενέσθην Ἀγχίαλόν τε] Ἀρίσταρχος “Μενεσθῆν” ὡς Ἀπελ-
〈λ〉ῆν· τινὲς δὲ διὰ τοῦ τ “Μενέστην” ὡς Ὀρέστην. §. τινὲς δὲ Ἐλωρέα
τὸν Ἡφαίστου κατʼ ἐπίκλησιν οὕτω φασὶ κεκλῆσθαι. §. τὸ δὲ
“Ἀγχίαλον” ψιλωτέον· κύριον γάρ.
Μενέσθην] ὡς ὄρος Ὀρέστης, οὕτω μένος Μενέστης, καὶ μετα- βολῇ Μενέσθης.
612. ὅς ῥʼ ἐνὶ Παισῷ] Ἀπαισός ἐστιν, ἣν διὰ τὸ μέτρον Παισὸν εἶπεν, ὡς Σπληδόνα.
613. πολυκτήμων πολυλήιος] διδάσκει τοὺς πλουσίους θνητὰ φρονεῖν καὶ τὸν θάνατον νομίζειν μηδὲν ἧττον παρεῖναι.
619. σάκος δ ἀνεδέξατο πολλά] τὸ πλῆθος τῶν βληθέντων δορά- των καὶ τὴν ἀνδρ〈ε〉ίαν τοῦ βληθέντος δηλοῖ.
621. οὐδʼ ἄρʼ ὅτʼ ἄλλα δυνήσατο] τινὲς ὡς τὰ ὅλα, κακῶς.
629. ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι] φασὶν Εὐρώπῃ τῇ Φοίνικος ἀνθολογούσῃ φανῆναι τὸν Δία ἐν σχήματι ταύρου κρόκον ἐκ τῶν ῥινῶν βλαστάνοντος· ἐπικαθεσθείσης δὲ τοῖς νώτοις τῆς κόρης πρὸς ἀπανθισμόν, ἁρπάσας εἰς Κρήτην ἐκόμισεν 〈αὐτήν〉.
630. ἐπʼ ἀλλήλοισιν ἰόντες] [ἐν] τῇ ἑτέρᾳ “ἰόντε” κεῖται.
631. υἱός θʼ υἱωνός τε] ταχέως ἄμφω ἐδήλωσεν· τὸν μὲν γὰρ ἴσμεν διὰ τοῦ καταλόγου (Il. 2. 653), τὸν δὲ γνωσόμεθα. πῶς δὲ συγγενεῖς ὄντες μάχονται; οὐκ ἐδόκει μιαρὸς εἶναι ὁ ἐν πολέμῳ θάνατος, ἄλλως τε καὶ ἀρνοῦνται τὴν συγγένειαν· “ψευδό- μένοι δέ σε φασὶ 〈Διὸς γόνον〉” (635).
634. πτώσσειν ἐνθάδε] πτήσσειν.
635. ψευδόμενοι δέ σε φασί] ἀλλοτριοῖ αὐτὸν ἐκείνου ἐφ’ ᾧ αὐτὸς αὐχεῖ. ἄλογος δὲ ὁ μηδὲν αὑτοῦ διεξιὼν ἀλλὰ τοῦ πατρός. ἡρέμα οὖν ἐλέγχει ὁ ποιητὴς τοὺς ἐπὶ πατράσιν αὐχοῦντας καὶ τούτου χάριν ἐθέλοντας πρωτεύειν· διʼ ὃ καὶ ἀποκτείνει Τληπόλεμον.
638. ἀλλʼ οἷόν τινα] “ἀλλ[λ]οῖ[ο]ν,” οὐχ οἷος σύ· οὕτω Ποῖς· τί
φασι καὶ ὑπὲρ πάντας εἶναι τὸν Ἡρακλέα.
639. θρασυμέμνονα] τοὺς θρασεῖς ὑπομένοντα. φασὶ δὲ ἀεὶ
640. ὅς ποτε δεῦρʼ ἐλθών] εὖ τὸ παράδειγμα τῆς Ἡροκλέους
Μεγακλῆς δέ φησιν ἐψε[ῦ]σ[θ]αι τὴν ἐπὶ Ἴλιον στρατείαν.
642. χήρωσε δʼ ἀγυιάς] αὕτη ἡ μεταφορὰ τὴν μετὰ λύπης
646. ἀλλʼ ὐπʼ ἐμοὶ δμηθέντα] ἄξιοι θανάτου οἱ λόγοι.
648. ἀπώλεσεν Ἴλιον —ἀφραδίῃσιν 〈ἀγαυοῦ〉 Λαομέδοντος] εὐτέ-
λισε τὴν δύναμιν Ἡρακλέους, τὴν ἀδικίαν ἐκείνου αἰτίαν εἶναι λέγων
τῆς ἁλώσεως. ἔδει δὲ ἐπαγαγεῖν, σὺ δὲ ἀδίκως πολεμῶν ἀλώσῃ,
οὐχ αἱρήσεις ἡμᾶς δικαίως πολεμοῦντας· ὃ δὲ θυμῷ φερόμενος ἐκομ-
μάτισε τὸν λόγον· ἢ ἠθικὸς ὁ λόγος, ἐκεῖνος μὲν τὴν Ἴλιον εἷλεν, ἐγὼ
δὲ σέ· τὰ δὲ ἐν μέσῳ πρὸς μείωσιν Ἡρακλέους. §. “ἀγαυοῦ” δὲ
Λαομέδοντος” τῷ σώματι.
651. οὐδʼ ἀπέδωχʼ ἵππους] ἐξ ἀμφοῖν δηλοῦται ἡ ἱστορία· ὃ μὲν
654. κλυτοπώλῳ] ἁρμόδιον τὸ ἐπίθετον τῷ ἅμα νοήματι τὰ παν-
ταχοῦ ζῷα καταλαμβάνοντι.
656. ἁμαρτῇ] Ἀρίσταρχος τὸ “ἁμαρτῇ” χωρὶς τοῦ ῑ γράφει καὶ
ἐπακολούθησιν.
657. βάλεν αὐχένα μέσσον] τοῦ βρόγχου διαιρεθέντος καὶ τῆς
αὐχένα μέσσον] ὅτι ἐπὶ τοῦ ἐμπροσθίου αὐχένος φησίν.
658. αἰχμὴ δὲ διαμπερές] ὑπὸ συγγενοῦς ἀναιρεῖται, ἐπεὶ καὶ
661. μαιμώωσα] πλεονάζει τὸ μ· ἔστι γὰρ αἱμώωσα.
662. πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν] προαναφωνεῖ μὲν τὸν θάνατον
τοῦ Σαρπηδόνος διὰ τοῦ “ἔτι,” παραμυθεῖται δὲ τὴν ἧτταν τοῦ πολε-
μίου ἀργὸν ποιήσας Σαρπηδόνα.
664. βάρυνε δέ μιν δόρυ μακρόν] πολὺ τὸ ἐναργὲς φερομένου μὲν τοῦ Σαρπηδόνος, συρομένου δὲ τοῦ δόρατος· γραφικῶς οὖν καὶ ταῦτα.
665. τὸ μὲν οὔτις 〈ἐπ〉εφράσατο] ἐπʼ αὐτῷ ταρασσομένων, ἢ οἷον
σπευδόντων αὐτῷ ἐπιβῆναι. §. ὁ μὲν Τληπόλεμος πρότερον καυχησάμε-
νος ἀναιρεῖται, ὁ δὲ Σαρπηδὼν μόνον τιτρώσκεται, ἐπεὶ ἀνταλα-
ζονεύεται.
τὸ μὲν οὔτις ἐπεφράσατο] ἔν τισι “τό οἱ οὔτις.” §. τελεία δὲ εἰς
667. σπευδόντων· τοῖον γὰρ ἔχον πόνον] ἄκρως μιμητὴς ἀληθείας ὁ
ποιητής· πολλὰ γὰρ παρορῶμεν σπεύδοντες.
670. *μαίμησε δέ οἱ] συνεπάθησεν ἐπὶ τῷ νεκρῷ.
671. μερμήριξε δʼ ἔπειτα] διδάσκει διὰ τοῦ Ὀδυσσέως κἀν τοῖς κινδύνοις φρονήσει δεῖ〈ν〉 χρῆσθαι, μὴ θυμῷ καὶ πάθει.
672. ἢ προτέρω Διὸς υἱὸν 〈—διώκοι〉] προσσοτέρω διώκοι.
677. Χρομίον Ὀδίον καὶ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων παρ- οξύνεσθαί φησι πλὴν τοῦ Ἄνιος, Ξένιος, Κρόνιος, Ἅλιος.
683. ἔπος 〈δʼ〉 ὀλοφυδνόν] οἰκτρὸν καὶ ταπεινὸν διὰ τὸ ἐπιθυμεῖν ἐν τῇ σφετέρᾳ ἀποθανεῖν. ἐπιρραπίζει δὲ διὰ τούτων ὁ ποιητὴς τοὺς οἰομένους τὸ μὴ ἐν τῇ οἰκείᾳ ἀποθανεῖν τὸ μηδὲν εἶναι.
684. ἀντιπαράβαλε τὰ Μενελάου, καὶ εὑρήσεις τὸ διάφορον.
686. ἐπεὶ οὐκ ἄρʼ ἔμελλον—νοστήσας] ἐντέχνως ὑπομιμνήσκει τῆς συμμαχκῆς χάριτος τὸν Ἕκτορα.
689. τὸν δʼ οὔτι προσέφη] πέπονθε γὰρ τῇ ὄψει καὶ τῷ λόγῳ· καὶ οὐκ ἦν ἀδολεσχίας ὁ καιρός.
690. *λελιημένος] λιαρὸν τὸ θερμόν.
693. εἷσαν ὑπ᾿ αἰγιόχοιο—περικαλλέι φηγῷ] ἀπαγαγὼν ἡμῶν τὸν
νοῦν τῆς μάχης ὑπὸ ἀνθηρὰν καθίζει δρῦν τὸν τραυματίαν. καλῶς
695. ἴφθιμος Πελάγων] Πτολεμαῖος διὰ τοῦ σ γράφει “Σελάγων.”
696. τὸν δʼ ἔλιπε ψυχή] “ψυχή” τὸ πνεῦμα. 〈“ἔλιπε”〉 διὰ τὴν
697. αὖτις δʼ ἀμπνύ〈ν〉θη] ἀνέλαβε τὸ πνεῦμα. §. ἔν τισι δὲ διὰ
περὶ δὲ πνο〈ι〉ὴ Βορέαο ζώγρει] ὃ ἐνέλιπε τῷ πνεύματι, προσεπορί-
ζετο ὁ ἄνεμος. §. κάπος (698) δὲ λέγεται τὸ πνεῦμα.
648. * κεκαφηότα] ἐκπεπνευκότα.
700. οὔτε ποτὲ προτρέποντο] τὸ προτροπάδην φεύγειν ὄνειδος
ροντο·” οὐ γάρ ἐστιν ‘ἀλλʼ ἀντεφέροντ.’
703. ἐξενάριξεν Έκτωρ—καὶ— Ἄρης] διὰ τοῦ ᾱ τὸ “ἐξενάριξεν.”
708. ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε] 〈τὸ Ὕλη ἐνταῦθα μὲν συστέλλει,〉
ἐν δὲ τῷ καταλόγῳ ἐκτείνει ἠδ᾿ Ὕλην καὶ Πετεῶνα” (Il. 2. 500).
μέγα πλούτοιο μεμηλώς] διὰ γεωργίας ἐπιμελούμενος, ὅπως πλουτῇ.
709. λίμνῃ κεκλιμένος] ὡς “αἵ θʼ ἁλὶ κεκλίαται” (Od. 4. 608).
717. εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα] πρὸ πολλοῦ θερα-
πεύει τὴν Ἄρεος ἁμαρτίαν ὁ ποιητής.
720. ἔντυεν ἵππους] ἀπὸ τῶν εἰς πόλεμον εὐτρεπιζομένων.
722. Ἥβη δʼ ἀμφʼ ὀχέ〈ε〉σφι] ὑπηρετικήν τινα τὴν Ἥβην
γὰρ τὸ τοιοῦτον, ὡς “Τηλέμαχον —Πολυκάστη” (Od. 3. 464).
τὸν δίφρον τῆς Ἥρας οὕτως ἡ Δημὼ φυσιολογεῖ. Ἥραν γάρ
χρύσεον ζυγόν—συνέζευκται γὰρ τῷ αἰθέρι—ἱμάντας δὲ χρυσέους
καὶ ἀργυρέους τοὺς ἐξ ἡλίου καὶ σελήνης φωτισμούς, δύο δὲ ἄντυγας
τὸ ὑπόγειόν τε καὶ ὑπέργειον ἡμισφαίριον.”
723. χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι] τὰ γὰρ ἐνεργῆ μέρη τοῦ ἅρματος ταῖς στερεαῖς ὕλαις κοσμεῖ, τὰ δὲ ἄλλα ταῖς πολυτελέσιν.
724. χρυσέη ἴτυς] παντὸς περιφεροῦς τὸ τελευταῖον ἡ ἀψίς, εἰς ἣν αἱ κνῆμαι αἱ ἀπὸ τῆς χοινικίδος ἐμπήγνυνται.
726. πλῆμναι δʼ ἀργύρου εἰσί] καλῶς τὸ “εἰσί” πρὸς ἀληθείας
728. ἄντυγες] τὰ ἐπὶ τοῦ δίφρου ἡμικύκλια, ὅθεν καὶ τὰ ἡνία ἐξάπ-
729. ῥυμός] τὸ ἀπὸ τοῦ δίφρου μέχρι τοῦ ζυγοῦ ξύλον, ἀπὸ τοῦ
ἐρύειν.
730. ** λέπαδνα] ὡς κόπτω κόπανον λέπω λέπαδνον. §. εἰσὶ δὲ
734. πέπλον μὲν κατέχευεν] τὰς περόνας λύσασα καταφέρεσθαι
ἀφῆκεν· γυμνὴν δὲ ἡμῖν τὴν Ἀθηνᾶν διὰ τῆς λέξεως ἐνέφηνεν.
736. ἣ δὲ χιτῶνʼ ἐνδῦσα] δασυντέον τὸ η· ἄρθρον γάρ ἐστιν ἀντω- νυμικόν. τινὲς δὲ ψιλοῦσι, σύνδεσμον ἐκδεχόμενοι τὸ “〈δέ”〉, κακῶς.
χιτῶνʼ ἐνδῦσα] οὗτος γὰρ μᾶλλον ἐπιτήδειος ἐν πολέμῳ, καὶ ὅτι ἴση περιβολὴ Διὸς καὶ Ἀθηνᾶς ὡς Ἀχιλλέως καὶ Αἴαντος (Il. 18. 192).
ἣ δὲ χιτῶνʼ ἐνδῦσα] τὸ “Διὸς νεφεληγερέταο” τινὲς τῷ πρώτῳ,
οἳ δὲ τῷ ἑξῆς 〈συνάπτουσιν〉, ἵν’ ᾖ, ὅλα τὰ ὅπλα τοῦ Διός· κοινὸν δὲ καὶ
737. τεύχεσιν ἐς πόλεμον] τῇ αἰγίδι, διὰ τὸ δυνάμεις ἀρεϊκὰς
739. ἣν πέρι μὲν πάντῃ φόβος] ὅσος ἦν, κύκλῳ εἴχετο. §. ἀνα-
740. ἐν δʼ Ἔρις, ἐν δʼ ἀλκή] ἄδηλον πότερον εἴδωλα ταῦτά εἰσιν
κρυόεσσα ἰωκή] πολέμου ἐπιφορά.
741. ἐν δέ τε Γοργείη κεφαλή] οἷον κατάστημά τι γοργότητος
γόνων (Th. 274).
742. σμερδνή] ὡς ἀλαπάζω ἀλαπαδνός, οὕτω μερίζω μεριδνός
744. ἑκατὸν πόλεων πρυλέεσσʼ ἀραρυῖαν] εἶχεν ἐν ἑαυτῇ ὁπλίτας
φορούσης· καὶ αὐτὴν τὴν κόρυθα ἑκατὸν πόλεων ὁπλίτας δύνασθαι
κατακαλύπτειν φησίν. εἰ δὲ ἡ κόρυς τοσαύτη, πόσον τὸ μέγεθος τῆς
περικειμένης τὸ κράνος; καὶ ἐπὶ Ποσειδῶνος, “ὅσ 〈σ〉ον τʼ ἐν〈ν〉εά-
χιλοι” (Il. 14. 148)· οὐ γὰρ εἶκε τὸ μέγεθος αὐτοῦ, ὥσπερ οὐδὲ
τὸ τῆς Ἀθηνᾶς, κατʼ ἔμφασιν δὲ ἔδωκε συλλογίζεσθαι πηλίκος ἦν
ὁ τὴν τοιαύτην φωνὴν ἔχων. §. “πρυλέες” δὲ ὁπλῖται ἢ πρόμαχοι
745. ἐς δʼ ὄχεα φλόγεα] ὀξέα κατὰ τὴν κίνησιν ὡς πῦρ.
746. τῷ δάμνησι] οὐκ ἄνδρας εἶπεν, ἀλλʼ ὑπερφυῶς “στίχας
747. * τοῖσίν τε] αἱ Ἀριστάρχου ἄνευ τοῦ τ “οἷσίν τε.”
748. ἐπεμαίετʼ ἄρʼ ἵππους] ἀντὶ τοῦ ἐπέψαυσεν.
749. πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι] ἐπεὶ τὴν τῶν οὐρανίων
τὰ νέφη τόπον.
752. κεντρηνεκέας] οὕτω φέροντας ὡς ὑπὸ κέντρου 〈μαστιζομέ-
757. οὐ νεμεσίζῃ Ἄρῃ] χαριέντως τὸν υἱὸν ἁμαρτάνοντα παρὰ
759. οἳ δὲ ἕκηλοι] δασυντέον· τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεται, εἰ μὴ ἐκ κλίσεως εἴη, σεσημειωμένου τοῦ ἐκεχειρία.
760. τέρπονται Κύπρις τε] πιθανῶς, ἵνα μὴ δοκῇ μάτην τε-
τρῶσθαι.
765. ἔπορσον Ἀθηναίην] ἄνωθεν〈κατα〉σκευάζει τὴν τρῶσιν Ἄρεως. καλῶς τε τὸν ταραχώδη ἡ τῆς συνέσεως προεστηκυῖα καταλύει. ἄγρει] λαβέ φέρε ἄγε.
770. ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν] διὰ τοῦ ὀξυτάτου τοῦ ἐν ἡμῖν
ἐδήλωσε τὸ τάχος τῶν ἵππων· ὅσον γάρ τις ἐκτείνει τὴν ὄψιν εἰς
τὸν παρὰ θάλασσαν ἀτενίζων ἀέρα, μηδενὸς ἀντικόπτοντος, ἀλλὰ τοῦ
ὁρωμένου παντὸς ἀέρος ὄντος, τοσοῦτόν ἐστι τὸ βῆμα τῶν θείων
ἵππων ὁρμώντων.
ἠεροειδές] τὸ τοῦ ἀέρος εἶδος 〈ἔχον〉.
772. ὑψηχέες ἵπποι] ὑψαύχενες, ἤτοι εἰς ὕψος ἀειρόμενοι μετὰ ἤχου. ἄριστοι γὰρ οἱ κυμβαλίζοντες ἵπποι.
774. ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος] προεπί- ζευξις τὸ σχῆμα· προθεὶς γὰρ ἓν ὄνομα δυικὸν ἐπάγει πληθυντικόν, καὶ λοιπὸν ἀναπληροῖ τῇ ἐπαγωγῆ.
776. περὶ δʼ ἠέρα πο〈υ〉λὺν ἔχευεν] ἀντὶ τοῦ πολλήν. ἀεὶ γὰρ θηλυκῶς φησι, καὶ τὸ σκότος δηλοῖ. τὸ δὲ ἐπὶ τοῦ συνήθους ἅπαξ εἶπε “διʼ ἠέρος αἰθέρʼ ἵκανεν” (Il. 14. 288).
777. τοῖσι〈ν〉 δʼ ἀμβροσίην Σιμόεις] ποιητικοῦ κάλλους ἴδια.
ταῦτα, ὡς καὶ ἐπὶ τοῦ λέχους τοῦ Διός (Il. 14. 347). καλῶς δὲ
οὐχ ὁ Σκάμανδρος ἀνέτειλεν· Τρωσὶ γὰρ βοηθὸς οὗτος.
778. τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι] τὴν ὁρμὴν καὶ τὴν πτῆσιν·
ἄτοπον γὰρ τρυφερῶς βαδίζειν τὰς εἰς πόλεμον ἐσκευασμένας. §.
785. Στέντορι εἰσαμένη] τινὲς αὐτὸν Θρῇκά φασιν, Ἑρμῇ δὲ
περὶ μεγαλοφωνίας ἐρίσαντα ἀναιρεθῆναι· αὐτὸν δὲ εὑρεῖν καὶ τὴν
786. ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα] ἔν τισιν οὐκ ἦν
ὁ στίχος διὰ τὴν ὑπερβολήν.
787. κάκʼ ἐλέγχεα] ὡς καὶ Ἀλέξανδρον “λώβην” (Il. 3. 42).
788. πωλέσκετο δῖος Ἀχιλλεύς] οὐκ ἐᾷ λήθῃ δίδοσθαι τὸ ὄνομα
789. πυλάων Δαρδανιάων] τῶν Σκαιῶν.
790. * οἴχνεσκον] ἐπορεύοντο.
795. ἕλκος ἀναψύχοντα] γυμνοῦντα πρὸς τὸ ἀποψῆν τὸν λύθρον.
ἕλκος—τό μιν βάλε Πάνδαρος ἰῷ] οὐ τὸ ἕλκος ἔβαλεν. εἰργά-
ἀνδρείου δὲ καὶ καρτερικοῦ τὸ μὴ ἀναχωρῆσαι εἰς τὰς ναῦς μετὰ τὸ
τραῦμα.
797. τῷ τρίβετο] Ἀρίσταρχος “τείρετο,” αἱ δὲ κοιναὶ “τρί-
798. *“ἴσχων” ὡς ἔχων.
799. ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο] ἄκρως τὸ ἀνθρώπινον ἦθος
801. Τυδεύς τοι] τῇ ἐπαναλήψει τοῦ ὀνόματος ηὔξησε τὸν Τυδέα.
802. ὅτε πέρ μιν —πολεμίζειν οὐκ εἴασκον] καὶ ὅτε ἐγὼ αὐτὸν
Θήβας· τὸ δὲ ἑξῆς ἀσύνδετον.
803. οὐδʼ ἐκπαιφάσσειν] 〈οὐ〉 φανεροῦν ἑαυτόν, ἀλλʼ ἐν ἀγγέλου
τὸ φῶ τὸ φαίνω Φάσσω, ἀναδιπλασιασμὸς παφάσσω, πλεονασμὸς
παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πτῶ πιαίνω παπταίνω.
806. αὐτὰρ ὃ θυμὸν ἔχων κρατερόν] ὑπερβολή, εἴγε καὶ ὑπὸ τῆς
807. πάντα δʼ ἐνίκα] πάντα κοῦρον, ἢ τὰ ἀγωνίσματα. §. οὐ
809. σοὶ δʼ ἦ τοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι] ἐκ τῆς ἀντιπαραθέ-
σεως ἤλεγξεν αὐτόν. φησὶ γὰρ “καί σε προφρονέως κέλομαι Τρώεσσι
μάχεσθαι” (810).
811. κάματος πολυᾶιξ] ἐκ γὰρ πολλῆς κινήσεως ὁ κάματος. §. τὸ δὲ “δέδυκτν” ἀντὶ τοῦ ἐκάκωσεν.
812. ἀκήριον] ἄψυχον ἀσθενές· σημαίνει δὲ καὶ ὑγιὲς καὶ ἄνοσον καὶ ἀθάνατον, νῦν δὲ εἰς ἀψυχίαν ἄγον.
818. ἀλλʼ ἔτι σῶν μέμνημαι] Ἀρίσταρχος “σέων” γράφει.
824. μάχην ἀνὰ κοιρανέοντα] αἱ προθέσεις ἀντιπαραλαμβανόμε- ναι ἀλλήλων τοὺς οἰκείους τόνους τηροῦσιν.
827. μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον] οὐ καθο- λική, ἀλλὰ πρὸς τὸ παρὸν προτρεπτικὴ ἡ παραίνεσις.
831. τυκτὸν κακόν] οὐ φυσικόν, ἀλλὰ κατʼ ἐπιτήδευσιν.
836. ἐμμαπέως] συντόμως παρὰ τὸ μάρψαι, ἢ ἐρρωμένως.
838. μέγα δʼ ἔβραχε —ἄξων] ἐμψύχως, ὡς καὶ ἐπὶ τοῦ “ἔκλαγ- ξαν δʼ ἄρʼ ὀιστοί” (Il. 1. 46).
843. Ὀχησίου] Ὀχήσιος υἱὸς Οἰνέως, ὡς Νίκανδρος ἐν τοῖς
Αἰτωλικοῖς ( p. 130 Schn.). κατὰ Διομήδους οὖν ἡ τοῦ Ἄρεως πρᾶξις.
845. δῦν᾿ Ἄιδος κυνέην] ἐπὶ τῷ πρὸ τῆς πληγῆς λαθεῖν· ἀμέλει μετὰ τὴν πληγὴν ὁρᾶται, ὡς καὶ τὸν Ἄρεα λέγειν κατʼ αὐτῆς πρὸς τὸν Δία.
849. ἰθὺς Διομήδεος] ὡς “εὐθὺ τῆς σωτηρίας.”
850. οἳ δʼ ὄτε δὴ σχεδόν] δύναται μὲν Ἄρει μονομαχεῖν Ἀθηνᾶ,
φυλάσσει δὲ τὸν πόλεμον εἰς ἄλλον καιρὸν ὁ ποιητής.
851. ὠρέξαθʼ ὑπὲρ ζυγόν] τινὲς ἀντὶ τῆς ὑπό, ἵνα λαθὼν αὐτὸν τρώσῃ.
856. ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη] μόνον ὄνομα τρώσεως ἔχει
ὁ Διομήδης· δύο οὖν παρίστησι, καὶ τοὺς ἀσθενεῖς τῶν κρειττόνων
ποιῶν κρατεῖν κατὰ προστασίαν θεῶν καὶ τοὺς ἀτακτοῦντας κολάζων.
857. νείατον ἐς κενεῶνα] εἰ ἑπταπέλεθρος ὁ Ἄρης, πῶς φθάνει τὸ δόρυ Διομήδους τρία πλέθρα; ὅτι νῦν ἀνδρὶ εἴκασται· “καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης, βροτῷ ἀνδρὶ ἐοικώς” (604).
ὅθι ζων〈ν〉ύσκετο μίτρην] κατὰ δοτικὴν τὸ “μίτρῃ·” ἔν τισι δὲ
863. ἔβραχε] ἐψόφησεν, ἐφώνησεν. §. “ἆτος” δὲ ὁ βλαπτικός.
864. οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀήρ] ὅταν γὰρ καυματώ-
δους οὔσης τῆς ἡμέρας πρὸς ἀνατολὴν ἢ δύσιν 〈ὁ〉 ἀὴρ μέλας δοκῇ,
προσδοκῶσιν ἄνεμον. §. τὸ δὲ ἐξῆς οὕτως· ἐκ καύματος ἀνέμου ὁρμή
865. καύματος ἐξ ἀνέμοιο] γίνονται γὰρ καὶ καυσωνικαὶ πνοαὶ
866. τοῖος Τυδείδης] γραφικῶς ἔχει Διομήδης τὴν ἄνοδον θεώμε- νος Ἄρεος.
867. ὁμοῦ νεφέεσσιν] εἰς τὸ “νεφέεσσιν” διαστολή, ἵνʼ ᾖ ἐγγὺς
ὑπὸ νεφῶν 〈κε〉καλυμμένος καὶ ἀνιὼν εἰς οὐρανόν.
870. δεῖξεν δʼ ἄμβροτον αἷμα] οὐκέτι προσέθηκε τὸ ἰχώρ· προεδί-
871. καί 〈ῥʼ〉 ὀλοφυρόμενος] κυρίως ὁ μετὰ τίλσεως τριχῶν
872. τάδε καρτερὰ ἔργα] γράφεται “ἔργʼ ἀίδηλα,” ὅ ἐστι φθοροποιά.
873. ῥίγιστα] κακά, ἄνομα.
874. χάριν ἄνδρεσσι φέροντες] χαριζόμενοι ἀνθρώποις ἀλλήλους
875. σοὶ πάντες μαχόμεσθα] ἢ διὰ σέ, ἢ σὺ πᾶσι πολέμιος εἶ,
σὺ γὰρ τέκες] ἀπλοῖκῶς. καὶ ἐπὶ Ἡφαίστου “ἀλλὰ τοκῆε δύω”
876. ἀήσυλα] ἥδω ἥσω ἥσυλον καὶ “ἀήσυλα,” τὰ μὴ εὐφραίνοντα.
877. ἄλλοι μὲν γὰρ πάντες —σοί τʼ ἐπιπείθονται] τῇ ἀντιπαραθέσει
878. καὶ δεδμήμε〈σ〉θα ἕκαστος] περὶ πρόσωπον τὸ σχῆμα, ὡς
Ἄρεος ἀλκὰν ἥσσονες Ἑλάδος ἐγενόμεθʼ αἰχμᾶς).”
879. οὔτ᾿ ἔπεϊ προτιβάλλεαι] ὑπερβάλλεις, νικᾶς, ὅπως ὑπακούῃ σοι.
880. ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀίδηλον] τοῦτο δέδωκεν ἀφορμὴν Ἡσιόδῳ εἰπεῖν “αὐτὸς δʼ ἐκ κεφαλῆς” (T1.924). νῦν γὰρ τὸ “αὐτός” ἀντὶ τοῦ μόνος φησιν, ὅπερ οὐκ οἶδεν ὁ ποιητής, ἀλλὰ λέγει ‘ἀνιεῖς αὐτήν, ἐπεὶ ἀίδηλον σὺ αὐτὴν ἐγέννησας,’ ὅ ἐστι φθοροποιόν.
881. * ὑπέρθυμον] Ἀρίσταρχος “ὑπερφίαλον.”
882. *μαργαίνειν] ἐνθουσιᾶν, μαίνεσθαι.
883. Κύπριδα μέν] ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων ἄρχεσθαι κατηγοριῶν ἀλλʼ ἐξ ἑτέρων ὡμολογημένων.
884. ἐπέσσυτο δαίμονι ἶσος] ἐπιφθόνως καὶ κινητικῶς τοῦτό φησιν·
ἢ ἀλαζονικῶς, ἵνα μὴ δοκῇ ὑπὸ τοῦ τυχόντος τετρῶσθαι, ὡς καὶ ἑξῆς
“ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες” (835).
885. ἤ τε κε δηρόν] καὶ πῶς ἂν ὁ Ἄρης ἔπασχε δεινὰ ἐν τοῖς
νεκροῖς κείμενος; εἰ μὲν γὰρ ζῶν, πῶς ἐπιφέρει διαστέλλων “ἤ κεν ζὼς
ἀμενηνὸς ἔα” (887); εἰ δὲ καὶ τεθνηκώς, πῶς θεὸς ἀποθανεῖν ἠδύνατο ὡς
καὶ ἀποθανὼν ἔπασχε δεινά; λύσις γὰρ τῶν δεινῶν ὁ θάνατος. ῥητέον
οὖν ὅτι ὁ δεύτερος “ἤ” ἀντὶ τοῦ εἴ συναπτικοῦ κεῖται, ὡς τὸ “ὄφρα
καὶ Ἕκτωρ εἴσεται, ἢ καὶ ἐμὸν δόρυ μαίνεται” (Il. 16. 243)· καὶ
ὁ λόγος γίνεται, δεινὰ ἂν ἔπασχον ἐν τοῖς νεκροῖς κείμενος, εἰ ζῶν
ἀσθενῆς διὰ τὸ τραῦμα ἦν.
886. *αὐτοῦ πήματʼ ἔπασχον] αὐτέθι δεινὰ ἂν ἔπασχον.
887. ζώς] ἡ γενικὴ ζωοῦ· ἀπὸ γὰρ τοῦ ζωός ἐστι συναίρεσις.
*ὀξυντέον τὸ “ζως.”
*ἀμενηνός] ἀσθενής.
890. ἔχθιστος δέ μοι ἐσσὶ—αἰεὶ γάρ τοι ἔρις 〈τε〉 φίλη] ἀπαλ-
λάσσει ἡμᾶς τῶν τοιούτων ὁ ποιητής, καὶ πατρὶ ὄντι μεμισῆσθαι
διὰ ταῦτα λέγων τῷ Διὶ τὸν Ἄρεα. ἄχθεται δὲ αὐτῷ οὐχ ὅτι ἔριδι
χαίρει—ἐπεὶ αὐτὸς γελᾷ, “ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας” (Il. 21.
390) —ἀλλʼ ὅτι ἀεὶ καὶ πάνυ. καὶ οἰνόφλυξ λέγεται ὁ οἴνῳ χαίρων
καὶ σφόδρα καὶ ἀεί. τινὲς δέ, ἐπεὶ ὑποκατιὼν ὁ Ἄρης ἐπισκοτεῖ τῷ
ἀστέρι τοῦ Διός.
892. μητρός τοι μένος —ἀάσχετον] τῆς Ἥρας μέγας ὁ θυμὸς κατὰ σοῦ. ἢ ἀνίκητός σου ἐστὶν ἡ μήτηρ, πρὸς ἣν ἀντιτάσσῃ.
895. *ἦθος πατέρων ἔδειξεν.
898. ἐνέρτερος οὐρανιώνων] τῶν Τιτάνων· εἰ μὴ ὅτι ὡς πατὴρ σὸς
*〈ἐ〉νέρτερος] οὓτως Ἀρίσταρχος, ὁ δὲ Ζηνόδοτος “ἐνέρτατος.”
900. *φάρμακʼ ἔπασσεν] Ἰακῶς “φάρμακα πάσσεν.”
902. ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενον συνέπηξεν] οὕτω
905. τὸν Ἥβη λοῦσεν] ὡς ὑπηρέτις οὖσα παρθένος· καὶ Ὀδυσ- σέα γὰρ ἡ ἀμφίπολος λούει· “τόφρα δὲ Τηλέμαχον λοῦσεν—Πολυ- κάστη” (Od. 3. 464) ἀντὶ τοῦ λουτροῦ ἐπεμελήθη· “ἄλλʼ ὅτε δή μιν ἐγὼν ἐλόευν” (Od. 4. 252)· “καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματ’ ἔδωκεν” (Od. 7. 296).
906. καθέζετο κύδεϊ γαίων] ὡς ἀλλοπρόσαλλος ἤδη ἐπιλέλησται
907. αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς —νέοντο] καλῶς οὐ πάρεισιν
τολόγησε γὰρ αὐτοὺς ὁ ποιητής.
909. παύσασθαι βροτολοιγόν] “παύσασθαι” συλληπτικῶς.
1. Τρώων δʼ οἰώθη] τινὲς ὡμοιώθη, ἰσώθη· ἢ ἀντὶ τοῦ ἐμονώθ[η]
φύλοπις αἰνή] ἡ μετὰ βοῆς συνάπτουσα τὰ φῦλα.
2. πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα] ἢ ἐν τῷ διώκειν καὶ φεύγειν, ἢ
*ἴθυσε] ἰθὺς ὥρμησε.
3. * ἀλλήλων] λείπει ἡ κατά, ἳν᾿ ᾖ κατʼ ἀλλήλων.
4. ἰδὲ Ξάνθοιο ῥοάων] διὰ τὸ τραχὺ τοῦ Σκαμάνδρου εὗρεν ὄνομα
εἰ δέ τις ἐπιζητεῖ, πῶς ἐν τοῖς ἑξῆς οὐ μόνον Ξάνθον ἀλλὰ καὶ Σκά-
μανδρον τὸν ποταμὸν καλεῖ, ἴστω ὅτι ψεύδους 〈ἂν〉 παρεῖχεν ὑποψίαν
τὸ μὴ παραλαβεῖν ποτε τὸ κύριον ὄνομα. §. Ξάνθος δὲ ὠνόμασται διὰ τὸ
ξανθίζειν τὰς τρίχας. §. ἡ Τροία τὰ μὲν θαλάσσια πρὸς Ἑλλήσπον-
τὰ δὲ πρὸς μεσημβρίαν πρὸς Λυδίαν· ὡς φιλέλλην δὲ ἀπάγει τοὺς
θεούς, καὶ ἐξέτασιν ἀμφοτέρων ποιεῖ. ἐμονώθη δὲ ἡ μάχη τῆς τῶν θεῶν
συμμαχίας· Ἥρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν Ὄλυμπον ἀπίασιν,
Ἀπόλλων δὲ εἰς Πέργαμον· ὁ δὲ Ἄρης καὶ Ἀφροδίτη τέτρωνται ὑπὸ
Διομήδους.
μεσσηγὺς Σιμόεντος] πρότερον ἐγέγραπτο μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ στομαλίμνης·” ὕστερον δὲ Ἀρίσταρχος ταύτην εὑρὼν ἐνέκρινεν. Χάρης δὲ γράφει “μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Σιμόεντος.”
5. Αἴας—πρῶτος] πρώην ἰσοπαλοῦς οὔσης τῆς μάχης, ἢ μετὰ
τὴν ἀναχώρησιν τῶν θεῶν πρῶτος ἔτρωσεν.
ἕρκος Ἀχαιῶν, Τρώων ῥῆξε φάλαγγα] τρισὶ μεταφοραῖς κέχρηται
ἐπιφαίνων τὴν ὁμοιότητα. ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως
τεῖχος, τοῦτο πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ· καὶ πάλιν ὃ
δύναται ῥῆξις ἐσθῆτος τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἐδυνήθη ὁ τὴν
φάλαγγα ῥήξας· καὶ πάλιν ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομέ-
νους, οὕτω τοῖς θλιβομένοις ὑπὸ τῆς Ἄρεος ἀχλύος ἐπέλαμψεν ἡ
Αἴαντος βοήθεια.
6. * φάλαγγα] ἀπὸ τῶν φάλων.
7. *ὃς ἄριστος] ἄριστον ἢ ἀνδρεῖον, ἢ διὰ τὸ εἰκάσθαι αὐτῷ Ἄρεα
ἐν τῇ συμβολῇ (Il. 5. 462).
9. *κόρυθος φάλον] τὸ λαμπρὸν τῆς περικεφαλαίας 〈τὸ〉 κατὰ τὸ μέτωπον.
10. * μετώπῳ] τινὲς δυικῶς· “οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι
12. *Ἄξυλον] οἰκεῖον φιλοξένῳ τὸ ὄνομα· Ἄξυλος γὰρ παρὰ τὸ
13. *Τευθρανίδην, ὅς] ἢ λείπει τὸ τ, ἢ Τευθράνου παῖδα.
*Ἄρίσβῃ] Τροίας· ἔστι δὲ καὶ Λέσβου.
14. * ἀφνειὸς βιότοιο] ὡς καὶ “προτέρων ἐτέων” (Il. 11. 691).
15. * πάντας] πάντας τοὺς παρατυγχάνοντας.
*ὁδῷ ἔπι] ἀντὶ τῆς παρά, ὡς καὶ “ἐπὶ τῷ λιμένι οἰκῶν.”
16. ἀλλά οἱ οὔτις τῶν γε] δοκεῖ ἡ προσθήκη κάλλιστον τοῦτο καὶ
τὸ μὴ ἐπικρίνειν ποῖός τις ἐστὶν μέλλει δεξιὰν συνάπτειν. ἐναρέτων
γὰρ ἴδιον οὐχὶ τὸ πάντας φιλεῖν, ἀλλά τινας· διὸ οὐδένα φίλον
ἔσχεν. εἶτα καὶ ἐπίορκος μετὰ τῶν ἄλλων ὑπόκειται· τὰ δὲ καλὰ
καθαρεύειν ἀπὸ τῶν ἐναντίων ὀφείλει.
17. ὑπαντιάσας] ἢ ὑπερασπίσας, ἢ ἐναντιωθεὶς Διομήδει, ἢ ἀντὶ
τοῦ πρὸ τούτου, ἵνʼ ᾖ ὑπερβατόν, “ἀλλὰ πρόσθεν ὑπαντιάσας—
ἄμφω θυμὸν ἀπηύρα.’
*ἄμφω—ἀπηύρα] ἀμφοτέρους ἀφείλετο.
19. ἔσκεν ὑφηνίοχος] πλεονάζει ἡ ὑπό, ὡς τὸ “ὁποδμώς” (Od.
βάτης ἡνίοχος· “θρασὺν ἡνίοχον φορέοντες Ἕκτορα” (Il. 8. 89).
* γαῖαν ἐδύτην] ἐνεδύσαντο τὴν γῆν ταφέντες.
21. βῆ δὲ μετʼ Αἴσηπον] Αἴσηπος ἐκ τοῦ ποταμοῦ, Πήδασος
22. νηίς] παρὰ τὰ νήματα, ἢ παρὰ τὰ νήια ξύλα, ὅ ἐστιν ἁμαδρυάς.
*Ἄβαρβαρέη] τὸ πολὺ ἀβέρβηλον.
23. ἀγαυοῦ Λαομέδοντος] “ἀγαυοῦ” τῷ γένει ἢ τῷ κάλλει· οὐ
24. σκότιον] τὸν ἐξ ἀδᾳδουχήτων γάμων, τὸν νόθον. §. “σκό-
25. * ἐκʼ ὄεσσι] Ἀττικῶς ἀπὸ τῶν ὄντων τὸν τόπον 〈δηλοῖ〉· “δήεις τόν γε σύεσσι παρήμενον” (Od. 13. 407).
27. * καὶ μὲν τῶν] οὗ μὲν τὰ γένη προλέγει τῶν θανάτων, οὗ δὲ ἐπιλέγει.
ἐξενάριξεν ἔγχει χαλκείῳ] τὸ “ἔγχει” δύναται καὶ τοῖς ἄνω
τοῦ “ἐξενάριξεν” 〈συνάπτεσθαι. §. “ἐξενάριξεν”〉 συνεκδοχικῶς ἀντὶ
31. * Ἀρετάονα] διχῶς καὶ “ἄρʼ Ἐτάονα.”
32. Ἄβληρον] βλῶ βιήσω βληρός καὶ ἄβληρος.
35. Πήδασον αἰπεινήν] ταύτην τὴν Πήδασον πρότερον μὲν Μονη-
νίαν φασὶ καλεῖσθαι· Ἀχιλλέως δὲ ἐπὶ πολὺ πολιορκοῦντος, εἶτα
μέλλοντος ἀναχωρεῖν, Πεισιδίκη παρθένος τις ἐρασθεῖσα αὐτοῦ ἐν
μήλῳ ἔγραψεν· “μὴ σπεῦδ᾿, Ἀχιλλεῦ, πρὶν Μονηνίαν ἕλης· ὕδωρ
γὰρ οὐκ ἔνεστι· διψῶσιν κακῶς.” δὲ περιμείνας ὑπέταξε τὴν πόλιν.
Πήδασον] τὴν πρὸς Καρίᾳ καὶ Ἀλικαρνα〈σ〉σῷ, ἣν ἀπὸ Πηγάσου
καλοῦσιν· ὑπέσχοντο γὰρ δώσειν αὐτῷ χώραν, ἣν ὁ ἵππος νυχθημέρῳ
περιτροχάσει· διὸ καὶ χάραγμα ἵππου ἔχουσιν. ἔστι δὲ καὶ ἄλλη
Τρῳάς, ἣν ἅμα Λυρνησ〈σ〉ῷ καταλέγει.
37. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα] καλὸν ἐπεισόδιον πρὸς ἐξαλλαγὴν ταυτότητος.
38. ἀτυζομένω] ἄτω, ἄττω, ἀτύσ〈σ〉ω, ἀτύζω Αἰολικῶς. §. “ἀτυ- ζομένω” δὲ ἀντὶ τοῦ ταρασσομένω.
39. ὄζῳ—μυρικίνῳ] ἐπεὶ μεταξὺ ποταμῶν ἡ μάχη, εἰκότως μυρῖκαι πολλαί· καὶ ἐν τῇ Δολ〈ων〉οφονίᾳ “θῆκεν ἀνὰ μυρίκην” (Il. 10. 466).
*ἀγκύλον] διὰ τοὺς τροχούς.
40. *ἄξαντε] παρὰ τὸν ἄξονα, ἐπεὶ καὶ “παρὰ τροχὸν ἐξεκυλίσθη” (42).
αὐτὼ μὲν ἐβήτην πρὸς πόλιν] γραφικῶς οἱ μὲν ἵπποι φεύγουσιν
41. *ἀτυζόμενοι φοβέοντο] ἐκπλησσόμενοι ἔφευγον καὶ φοβού-
43. * “στόμα” τὸ πρόσωπον· οὕτω Λάκωνες.
45. ἐλίσσετο γούνων] οὐδεὶς Ἑλλήνων τοῦτο ποιεῖ. §. “γούνων” δὲ ὡς ἀσθενούσης κατʼ ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς.
* λείπει ταῦτα λέγων·’ ἢ ἀπὸ 〈τοῦ〉 διηγηματικοῦ ἐπὶ τὸ μιμη-
46. ἄξια δέξαι ἄποινα] οὐχ ὥρισε ποσότητα, ἐπʼ αὐτῷ καταλιπὼν
48. *χρυσός τε] ἵνα μὴ ὡς πτωχῷ ἀπιστῇ.
πολύκμητος] ὁ ⌈ἤ⌋δ⌈η⌋ εἰργασμένος, ἢ ὁ πολλοὺς κάμνειν τουτ-
49. * χαρίσαιτο] μετὰ χαρᾶς δοίη. ἢ τὴν πρᾶσιν ἑτέρῳ ὀνόματι
51. *τῷ δʼ ἄρα θυμόν] διὸ καὶ “μαλθακὸς αἰχμητής” (Il.17.588).
54. *ἦλθε θέων] πρὶν συνθέσθαι Μενέλαον.
55. * ὦ πέπον, ὦ Μενέλαε] πλεονάζει τὸ ἄρθρον· τὸ δὲ σχῆμα πολὺ παρὰ Ἀττικοῖς ἐστιν.
τίη δὲ σὺ κήδεαι] εὐχὴν δαιμονίαν τὸν ἔλεον εἶπεν. §. “τίη” μία
λέξις ἀδιαίρετος.
56. ἦ σοὶ ἄριστα] περισπαστέον τὸν “ἦ·” διαπορητικὸς γάρ
58. * στικτέον εἰς τὸ “ἡμετέρας.”
μηδʼ ὅντινα] μισητὰ καὶ οὐχʼ ἁρμόζοντα βασιλικῷ ἤθει τὰ ῥή-
τῶν θεῶν ὀργίζεται. ἄλλως τε πρᾷος μέν ἐστι πρὸς τοὺς ἀρχομένους,
βαρὺς δὲ τοῖς ἀντιπάλοις· καὶ αὐτίκα ἂν ἐξείποι “Ἀγαμέμνων—
βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής” (Il. 3. 178).
60. ἀκήδεστοι] μὴ ἔχοντες τὸν κηδεύοντα.
ἄφαντοι] ὡς μηδὲ μνημεῖον αὐτῶν παραλείπεσθαι.
62. αἴσιμα παρειπών] εἱμαρμένα· ἢ τὰ πρέποντα τοῖς ἀδικουμέ- νοις. ἐμαρτύρησε δὲ ὁ ποιητὴς αὐτῷ ὡς καλῶς διαθεμένῳ τοὺς λόγους.
ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρί] μέτριον καὶ ἀόργητον χαρακτηρίζει
τοῦ Μενελάου τὸ ἦθος· ὃ〈ς〉 πρότερον μὲν ἀδικηθείς, νῦν δὲ ἐπὶ σπον-
δαῖς τρωθεὶς φείδεται τῆς τοῦ πολεμίου πληγῆς καὶ ὡς ἱκέτην οὐ
φονεύει. §. τὸ δὲ “ἥρω Ἄδρηστον” κατὰ συναλ〈ο〉ιφήν.
66. Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀύσας] μακρόν, ὡς πρὸς ἑαυτόν· ἢ ῥώννυται ὑπὸ τῆς χαρᾶς.
68. * ἐπιβαλλόμενος] ἀντὶ τοῦ ἐπιθυμῶν.
70. ἀλλʼ ἄνδρας κτείνωμεν] τῷ πόνῳ συζεύγνυσιν ἑαυτὸν δυσωπῶν τοὺς νέους. διὰ δὲ τὸ νεμεσητὸν οὐ πρὸ τῆς συμβολῆς τοῦτο παραινεῖ. καὶ Ἔκτωρ “ἐᾶν δʼ ἔναρα” (Il. 15. 347)· καὶ Λακεδαιμόνιοι τοῦτο ἐθέσπισαν, τριακοσίους ἄνδρας ἐπὶ τὸ πράσσειν τοῦτο τεταχότες· τακ- τικὸς οὖν καὶ νῦν ὁ Νέστωρ φαίνεται.
71. νεκροὺς ἂμ πεδίον] Ζηνόδοτος “Τρώων ἂμ πεδίον συλήσομεν
ἔντεα νεκρούς,” ἵνα μὴ μόνον εἰς τὴν πρᾶξιν ἀλλὰ καὶ εἰς τὸ κέρδος
συμπεριλαμβάνοι ἑαυτὸν ὁ Νέστωρ. ἀγνοεῖ δὲ ὅτι ἔθος ἐστὶν
Ὁμηρικὸν τὸ τοιοῦτον, ὡς ἐν τῷ “ἄλλοι μὲν γὰρ ὅσοι θεοὶ εἰσʼ ἐν
Ὀλύμπῳ σοί τʼ ἐπιπείθονται καὶ δεδμήμε〈σ〉θα ἕκαστος” (Il. 5.
878)· ἔδει γὰρ δέδμηνται· καὶ πάλιν “ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω
πειθώμεθα πάντες· νῦν μὲν δόρπον ἕλεσθε” (Il. 18. 297). §. τὸ δὲ
“ νεκροὺς—τεθνηῶτας” ὡς “τάφρον ὀρυκτήν (Il. 9. 67).
73. ἔνθα κεν αὖτε Τρῶες ἀρηιφίλων ὑπʼ Ἀχαιῶν] οἶδε τὸ τῆς
76. Πριαμίδης Ἕλενος] λέγεται τὸν Ἕλενον δίδυμον εἶναι
Κασάνδρας· τεχθέντας δὲ καταλειφθῆναι μόνους ἐν τῷ τοῦ Θυμβραίου
Ἀπόλλωνος ἱερῷ, καὶ δράκοντας ἀποψῆσαι τὴν ἀκοήν, καὶ τὴν μαν-
τείαν ἐντεῦθεν λαβεῖν.
*οἰωνοπόλων ὅχʼ ἄριστος] Ἀρίσταρχος” “μάντις τʼ οἰωνοπόλος τε.”
77. Αἰνεΐα τε καὶ Ἕκτορ] διὰ τὸ ἀλαζονικὸν συμπεριλαμβάνει
78. Τρώων καὶ Λυκίων] “Λυκίων” κατʼ ἐξοχὴν τῶν συμμάχων. §.
79. μάχεσθαι-φρονέειν τε] ἀρετὴ τῶν ἡγουμένων βουλεύεσθαι
μὲν ἄριστα τὸ συμφέρον, πράττειν δὲ κάλλιστα τὸ βεβουλευμένον.
θεραπεύει δὲ αὐτούς, ἵνα ὡς φρόνιμοι δέξωνται τὴν συμβουλήν·
Ἕκτορα δὲ πέμπει ὡς πείσοντα τὴν θεὸν διὰ τῆς ἀξιοπιστίας.
80. στῆτʼ αὐτοῦ—πάντῃ ἐποιχόμενοι] ὁ τρόπος σύλληψις· τῷ
ἑτέρῳ δὲ περιιέναι ὀτρύνοντι. ἢ τὸ “στῆτε” τῆς φυγῆς παύεσθε. οἳ
δὲ ἀντιστρέφουσιν, ὡς τὸ “εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λού-
σασα” (Od. 5. 264).
81. ἐν χερσὶ γυναικῶν] καλῶς οὐκ εἶπε πύλῃσιν ἢ οἴκοισιν· εὐ-
84. * ἡμεῖς] ἐγὼ καὶ Αἰνείας. πιθανῶς δὲ τοῖς κινδυνεύουσιν ἑαυτὸν
86. μετέρχεο] πλεονάζει ἡ “μετά.”
87. γεραιάς] τινὲς “γερα〈ι〉ράς,” τὰς ἱερείας τὰς ἐκ τῶν ἱερῶν
88. νηὸν—οἴξασα κληῖδι θύρας] περισσοὶ οἱ δύο· διὸ οὐδὲ ὑπὸ
Ἀθηναίης γλαυκώπιδος] εἰς τὸ “γλαυκώπιδος” στικτέον, καὶ λείπει
ἐν πόλει ἄκρῃ] διάλυσις ἢ μετατύπωσις ὁ τρόπος. §. φασὶν Ἥφαιστον ἐκ τῶν ὀστῶν Πέλοπος πεποιηκέναι τὸ Παλλάδιον.
90. * διδάσκει ἐκ τῶν καλλιστευόντων τιμᾶν τοὺς θεούς.
92. Ἀθηναίης ἐπὶ γούνασιν] ἡ “ἐπί” ἀντὶ τῆς παρά, ὁμοίως τῷ “ἣ μὲν ἐπʼ ἐσχάρῃ ἧστο” (Od. 6. 52). Στράβων γάρ φησι καθῆσθαι πρώην τὰ ἀγάλματα τῆς Ἀθηνᾶς (13 p. 601). ἢ ἐξαρτῆσαι αὐτῆς 〈κελεύει〉.
θεῖναι Ἀθηναίης] φασὶ τὸ διοπετὲς ἀρνὸς δορὰν ἠμφιέσθαι, ἔχειν
δὲ στέμματα καὶ ἠλακάτην, ἐν δὲ τῇ κεφαλῇ πῖλον κἀν τῇ δεξιῷ δόρυ.
93. δυοκαίδεκα βοῦς] δώδεκα θυσία ἐστὶ καὶ παρὰ τοῖς Ἀττικοῖς· εὐεπίφορος δὲ ὁ ποιητὴς εἰς τὸ ιβ΄.
94. ἤνις ἠκέστας] νέας ἀδαμάστους ἀκεντήτους.
*ἠκέστας] “βοῦν ἀγελαίην” (Il. 11. 729).
96. * αἴ κεν] Ἀρίσταρχος “ὥς κεν.”
ἀπόσχῃ Ἰλίου ἱρῆς] τινὲς οὕτω διεῖλον, “ἀπόσχῃ Ἰλίου ἱρῆς ἄγριον
97. αἰχμητήν] ἐν τῷ αἰχμάζειν κράτιστον, ἵνα μὴ ὑπὲρ εὐτελοῦς
δοκοῖεν καταφεύγειν εἰς θεούς.
98. φημὶ γενέσθαι] καλῶς οὐκ εἶπεν εἶναι, ἀλλὰ “γενέσθαι,” νῦν ὑπὸ Ἀθηνᾶς δηλονότι.
99. οὐδ᾿ Ἀχιλῆά ποτε] ἐπεὶ τὰ παρόντα μᾶλλον λυπεῖ· ἀμφό-
τερα δὲ ἐξῆρε τὰ πρόσωπα, τὸ μὲν ὡς προὖχον, τὸ δὲ ὡς τὸν ἄριστον
ὑπερβαλλόμενον.
*ὄρχαμον] ἡγεμόνα.
102. οὔτι κασιγνήτῳ ἀπίθησεν] καὶ τὸ μονομάχιον αὐτῷ πει- σθεὶς ποιεῖ.
104. *ᾤχετο πάντῃ] διὰ τὸ “πάντῃ ἐποιχόμενοι” (81).
108. *φὰν δέ] ὁ “δέ” ἀντὶ τοῦ γάρ.
109. ὡς ἐλέλιχθεν] 〈οὕτ〉ως συνεστράφησαν.
110. ἐκέκλετο] ἀπὸ τοῦ κικλῶ ἔδει ἐκίκλετο· ἢ μᾶλλον ἀπὸ τοῦ ἐκέλετο.
111. Τρῶες ὑπέρθυμοι] ἐπιπληχθεὶς ὑπὸ Σαρπηδόνος μετριώτερος
113. ὄφρ’ ἂν ἐγὼ βείω] ἵνα μὴ δοκῇ φεύγειν.
114. εἴπω βουλευτῇσι] προβούλοις· πιθανῶς δέ, ἵνα μὴ γυναῖκας
μόνας ἐπὶ τοῦ στρατεύματος ὀνομάζῃ.
εἴπω βουλευτῇσι] ὁ μὲν Ἕλενος ἔλεγεν “εἰπὲ δʼ ἔπειτα μητέρι σῇ
115. δαίμοσιν ἀρήσασθαι] ἐπέρρωσεν αὐτοὺς χρηστῇ ἐλπίδι· δε-
116. ὣς ἄρα φωνήσας ἀπέβη] καὶ πῶς ἔδει τοσαύτῃ περιστάσει
δρου, ἐφʼ ὃν μάλιστα ὥρμητο· ἢ δεισιδαίμων ὢν οὐ θέλει παρέργως
τὴν θυσίαν γενέσθαι, ἄλλως τε παροξύνει αὐτοὺς καὶ καταλείπει
Αἰνείαν, ἢ πρὸς ἀνάπαυσιν τῶν στρατευμάτων—διὸ καὶ τὸ μονομάχιον
παράγεται—ἤ, ἐπεὶ ὠνείδισται ὑπὸ Σαρπηδόνος (Il. 5. 471), Ἀλέξαν-
δρον θέλει παρεγεῖραι.
ἀπέβη— Ἕκτωρ] οὐκ ἐπὶ ἵππων ἀναχωρεῖ διὰ τὸ μὴ δοκεῖν φεί-
117. σφυρὰ τύπτε] ἐναργῶς ἐδήλωσε θέοντα καὶ ὑπὸ τῆς ἀμφι-
αὐτὸν ἔτυπτεν ἡ ἄντυξ.
119. Γλαῦκος δέ] διαναπαύει τὸν ἀκροατὴν γενεαλογίας καὶ μύθους
καὶ ἐν τάχει μὲν πέφρασται, πρὸς ὠφέλειαν δὲ ἐπεξε〈ί〉ργασται
ταῦτα ὁ ποιητής.
120. * ἐς μέσον ἀμφοτέρων] ὡς διεστώτων καὶ ἀναπαυομένων.
121. * ἰόντες] Ἀρίσταρχος δυικῶς.
123. τίς δὲ σὺ ἐσσὶ, φέριστε] μέχρι γὰρ τοῦ τρῶσαι τοὺς θεοὺς ἀφῄρηται τὴν ἀχλύν.
124. * οὐ μὲν γάρ ποτʼ ὄπωπα] δευτέραν γὰρ ἔχων τάξιν οὐ προτμάχει. ἢ ἐν τῇ πρὸς ἐμὲ μάχῃ.
125. προβέβηκας] ὡς δὴ ἀναπαυομένων τῶν φαλάγγων.
127. δυστήνων] κακὴν στάσιν ἐχόντων.
*δυστήνων δέ τε παῖδες] ὡς “υἷες Ἀχαιῶν.”
128. εἰ δέ τις ἀθανάτων] ἐπεὶ εἶπε “φὰν δέ τινʼ ἀθανάτων” (108), διὰ τοῦτο ταῦτά φησιν.
κατ᾿ οὐρανοῦ εἰλήλουθεν]οὕτως Ἀρίσταρχος, ὡς τὸ “ὣς φαμένη κατέ-
βαινʼ ὑπερώια” (Od.18.206)· “βῆ δὲ κατʼ Ἰδαίων ὀρέων” (Il.8.410).
*τὸ παράδοξον τῆς τόλμης ἐκπληττόμενος λέγει ταῦτα.
130. οὐ〈δὲ〉 Δρύαντος υἱός] Ἠδωνῶν τῶν πρὸς Παγγαίῳ βασι- λεύς, μὴ προσδεξάμενος τὴν ἔφοδον Διονύσου.
132. μαινομένοιο Διωνύσου] ὡς “χλωρὸν δέος.” §. Διόνυσος δὲ
133. Νυσήιον] ἐν διαφόροις τόποις ἱστοροῦσι τὰ περὶ Νῦσαν· ἄμεινον δὲ τὰ περὶ Θράκην ἀκούειν καὶ κατὰ Σαμοθρᾴκην δύνειν τὸν Διόνυσον, ἔνθα καὶ Θέτις διῆγε “μεσσηγὺς—Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης” (Il. 24. 78).
134. θύσθλα] οἱ μὲν τοὺς κλάδους, οἱ δὲ 〈τὰς〉 ἀμπέλους, οἱ δὲ τοὺς θύρσους.
βουπλῆγι] μάστιγι ἢ πελέκει.
Διώνυσος δὲ φοβηθείς] μικρὸς γὰρ ἦν ἀπὸ τοῦ καὶ τὰς τιθήνας
αὐτῷ συγκαταλέγεσθαι καὶ εἰς τὸν κόλπον αὐτὸν δεδυκέναι καὶ μὴ
τιμωρήσασθαι τὸν Λυκοῦργον.
136. Θέτις δʼ ὑσεδέξατο] Θέτις, ἵνʼ εὐλόγως τὸν ἀμφορέα λάβῃ (Od. 24. 74). ἢ ὅτι χρησμὸς ἐδόθη Ἁλαιεῦσιν “ἐν δὲ πότῳ Διόνυσον Ἁλαιέα βαπτίζοιτε,” ὡς Φιλόχορος.
138. * ὀδύσαντο] ὠργίσθησαν.
θεοὶ ῥεῖα ζώοντες] ὁ γὰρ ἡμῶν βίος παρὰ τὴν βίαν.
139. τυφλὸν ἔθηκε] ἐπεὶ ἐθεώρει τὰς τελετάς, οἰκείως κολάζεται τὰς ὄψεις.
146. οἵη περ φύλ〈λ〉ων γενεή] οὐκ ἀντικρὺς ὀνειδίζει τὸ γένος ἀλλὰ τὰ φύλλα, οἷς εἴκασεν· καὶ ἀλλαχοῦ (Il. 21. 464) “δειλῶν, οἳ φύλλοισιν 〈ἐοικότες〉.”
148. * τηλεθόωσα] εἰς ὕψος θάλλουσα. §. Ἀριστοφάνης δὲ “τηλε-
θόωντα” γράφει.
149. ἠμὲν φύει ἠ〈δʼ〉 ἀπολήγει] δύναται μὲν καὶ ἄρθρα εἶναι,
ἑνικοῦ ἐπιμερισμὸς γενέσθαι.
150. εἰ δὲ θέλεις καὶ ταῦτα δαήμεναι] ὑποστικτέον εἰς τὸ “θέλεις”
152. πόλις Ἐφύρη Κόρινθος· ἔστι δὲ καὶ ἐν Θεσπρωτίᾳ καὶ ἐν
153. κέρδιστος] μέσον ἐστὶ τοῦτο· ὡς συγγενὴς δὲ οὐ βλασφημεῖ·
155. Βελλεροφόντην] Λεωφόντης πρότερον ἐκαλεῖτο· Bέλλερον δὲ
ἱππικῇ φονεύσας οὕτως ὠνόμασται.
156. κάλλος τε καὶ ἠνορέην] οὐδὲν γὰρ κάλλος ἄνευ ἀνδρ〈ε〉ίας,
157. ἐμήσατο] Ἰακῶς τὸ “μήσατο.”
158. ἐπεὶ πολὺ φέρτερος ἦεν] ὁ Προῖτος τῶν Ἀργείων διὰ τὴν ἀρχήν.
159. Ζεὺς γάρ 〈οἱ〉 ὑπὸ σκήπτρῳ ἐδάμασ〈σ〉εν] τοὺς Ἀργείους
160. ἐπεμήνατο] πρὸς ἀποτροπὴν μανίαν ὀνομάζει τὸ πάθος, ἢ καὶ
γάρ, ὅτι τὸ “δῖα” πολλαχῶς νοεῖται παρʼ Ὁμήρῳ. §. ἢ “δῖ᾿ Ἄντεια”
162. * πεῖθε] ὁ παρατατικὸς τὴν πολλάκις ταῦτα λέγουσαν ἐσήμανεν.
ἀγαθὰ φρονέοντα] τοῦτο ἐκπεφώνηκεν ἀφʼ ἑαυτοῦ, ὡς κἀκεῖ κατὰ
δαίφρονα Βελλεροφόντην] δῆλον μὲν ἦν καὶ μὴ προστεθέντος τοῦ
ὀνόματος, ὅτι Βελλεροφόντης λέγεται. περὶ γὰρ τούτου ὁ λόγος ἦν.
ἀλλʼ ὅμως ἐπήνεγκε τοὔνομα τοῦτο νῦν σχηματίζων· τοῦτο δὲ ἐπὶ
τῇ σωφροσύνῃ τοῦ ἀνδρὸς ἡδόμενος διὰ στόματος ἔχει· οἷς γὰρ
ἡδόμεθα, τούτους ἀνὰ στόμα ἔχομεν.
163. ἣ δὲ ψευσαμένη] δείκνυσιν, ὅτι τέλος ἔρωτος ἀποτυχόντος μῖσός ἐστιν.
164. τεθναίης, ὦ Προῖτε] καλόν σοι τὸ ἀποθανεῖν, εἰ μὴ τοῦ
καθυβρίσαντός σε κατισχύσεις· ἀλλʼ εἰ βούλει ζῆν, ἐκεῖνον ἄνελε·
εἰ γὰρ ἐμὲ ἠθέλησε βιάσασθαι, οὐδὲ σοῦ φείσεται.
165. *μ᾿] ἀντὶ τοῦ μοι, ὡς “οὐδέ σʼ δίω” (Il. 1. 170)· “ἥ μʼ οἴῳ ἔρροντι” (Od. 4. 307).
μιγήμεναι οὐκ ἐθελούσῃ] τρεῖς τρόποι μίξεων· ἢ βούλεταί τις
μὴ βουλομένῃ, ὡς νῦν· ἢ μὴ βουλόμενος βουλομένῃ, ὡς Ὀδυσσεὺς
“παρʼ οὐκ ἐθέλων ἐθελούσῃ” τῇ Καλυψοῖ (Od. 5. 155)· ἢ ὡς
Αἴγισθος τὴν Κλυταιμνήστραν “ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε
δόμονδε” (Od. 3. 272)· τέταρτος δὲ τρόπος οὐκ ἔστιν· οὐδεὶς γὰρ
ἄκων ἀκούσῃ μίγνυται.
166. χόλος λάβεν, οἷον ἄκουσεν] ἀντὶ τοῦ παράδοξον. πῶς 〈δὲ〉 οὐκ ἤλεγξεν; ἢ διασύρει τὸ γυναικοπαθὲς τῶν ἀνθρώπων.
167. * ἀλέεινε] ὡς ξένον.
168. σήματα λυγρά] γράμματα· “οἳ δὲ κλῆρον ἐσημήνα〈ν〉το
—ὅς μιν ἐπιγράψας” (Il. 7. 175, 187). ἄτοπον γὰρ τοὺς πᾶσαν
τέχνην εὑρόντας οὐκ εἰδέναι γράμματα. τινὲς δὲ ὡς παρʼ Αἰγυπ-
τίοις ἱερὰ ζῴδια, διʼ ὧν δηλοῦται τὰ πράγματα.
169. *πίνακι πτυκτῷ] πινακιδίῳ.
170. ᾧ πενθερῷ] Ἰοβάτῃ ἢ Ἀμισωδάρῳ.
171. *θεῶν ὑπʼ ἀμύμονι πομπῇ] αἰσίοις οἰωνοῖς.
172. Ξάνθον τε ῥέοντα] ποῖος γάρ φασι ποταμὸς οὐ ῥεῖ; ῥητέον ὅτι 〈προσέθηκε τὸ “ῥέοντα”〉, ἐπεὶ καὶ πόλις Λυκίας ἐστὶ Ξάνθος· ἢ εὐρὺ ῥέοντα, ἢ ἐπεὶ ἀέναος ἐστιν.
173. *προφρονέως] ἀπὸ τοῦ προφρόνως.
174. ἐννῆμαρ ξείνι〈σ〉σε] ἢ ὡς παρὰ κηδεστοῦ ἥκοντα φιλοφρο-
176. σῆμα ἰδέσθαι] “σῆμα” τὸ ἐπίταγμα, σημαίνων ἐπέτελλεν”
(Il. 21.445)· ἢ τὸ π〈τ〉υκτὸν τὸ ἔχον τὰ σήματα, ὅ ἐστιτὰ γράμματα.
179. * ἀμαιμακέτην] τὴν ἄγαν μαιμῶσαν, ἢ τὴν ἀκαταμάχητον.
180. θεῖον γένος] τὰ τερατώδη εἰς θεοὺς ἀναφέρει. ἤτοι οὖν διὰ
181. πρόσθε λέων] εἰ τὸ πλέον καὶ ἐμπρόσθιον μέρος εἶχε λέοντος,
λέγουσι 〈Λέοντα〉 καὶ Δράκοντα καλουμένους, μέσην δὲ αὐτῶν παν-
δοκεύτριαν Χίμαιραν, ἣ τοὺς παριόντας ἧψε μεληδὸν καὶ τοῖς ἄλλοις
παρεῖχε παρατιθέναι· ἔνιοι δὲ ὄρος εἶναι κατὰ Λυκίαν, ὃ καλεῖται
Χίμαιρα· τοῦτο δὲ κατὰ μέσον ἔχειν ἀναφυσήματα πυρός, κατὰ δὲ
τὰ ἄκρα πολύθηρον 〈εἶναι〉.
182. * πυρὸς μένος] λείπει τὸ ὡς, ὡς πυρός.
183. καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας] ἀπίστου
184. δεύτερον αὖ Σολύμοισι] καὶ “ἐκ Σολύμων ὀρέων” (Od. 5.
283)· ἀπὸ γὰρ τῶν ἀνατολικῶν Αἰθιόπων ἐπανιὼν ἀπὸ Πισιδίας καὶ
Κιλικίας ὁρῷ Ὀδυσσέα ὁ Ποσειδῶν.
183. * φάτο] εὖ τὸ μὴ εἰπεῖν ‘ἔφασαν ἄλλοι,ʼ ἀλλʼ ‘αὐτὸς ὁ πε-
186. * Ἀμαζόνας] κατέτρεχον γὰρ τὴν Ἀσίαν· ἀμέλει ἐξ αὐτῶν
Ἔφεσοςκαὶ Σμύρνα καλεῖται· “καὶ Φρυγίην ε〈ἰ〉σήλυθον” (Il.3.186).
187. τῷ δʼ ἄρʼ ἀνερχομένῳ] Ἀρίσταρχος “ἀπερχομένῳ” γράφει
188. κρίνας ἐκ Λυκίης] ἀπὸ οἰκείας ἀρχῆς ὁ στίχος.
*φῶτας ἀρίστους] διδάσκει τοὺς ἀλκιμωτάτους μόνους λοχᾶν.
“ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν” (Il. 13. 277).
189. εἷσε λόχον] δῆλον οὖν ὡς καὶ αὐτὸς διὰ τὴν καλοκἀγαθίαν τοῦ ἀνδρὸς οὐκ ἠθέλησεν ἐκ τοῦ προφανοῦς αὐτὸν φονεῦσαι.
191. *ἐκ τῶν πράξεων τὰς εὐγενείας ἀξιοῖ κρίνεσθαι ὁ ποιητής. §. Ποσειδῶνος δὲ ἦν καὶ Μήστρας τῆς Ἐρυσίχθονος.
192. δίδου δʼ ὅ γε θυγατέρα ἥν] Ἀλκιμέδουσαν ἢ Κασάνδραν.
ὅτι οὐκ οἶδεν Ὅμηρος τὸν Πήγασον (cf. 183).
194. καὶ μέν οἱ Λύκιοι τέμενος τάμον] ὡς ἀπηλ〈λ〉αγμένοι τῶν δεινῶν.
196. ἣ δʼ ἔτεκε τρία τέκνα] πρὸς τὸ “θυγατέρα ἥν” (192).
198. Λαοδαμείῃ μὲν παρελέξετο μητίετα Ζεύς, ἣ δʼ ἔτεκε—
Σαρπηδόνα]. . . καὶ πῶς Εὐρώπη〈ς〉 ὢν οὐ 〈συ〉στρατεύει Ἰδομενεῖ;
ἢ ὅτι παρὰ Διὸς τὴν ἥβην ἐπὶ ἓξ ἔσχεν γενεάς. τινὲς δὲ εὐρώπην
τὴν Λαοδάμειαν, ἐπεὶ εὐόφθαλμος ἦν.
200. ἀλλʼ ὅτε δὴ κἀκεῖνος, ἤτοι ὃ κὰπ πεδίον, Ἴσανδρον δέ οἱ υἱὸν
Ἄρης ἔκτανε, τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα] ἵνα ἡ
ἀπώλεια τῶν παίδων αἰτία αὐτῷ ᾖ μονασμοῦ, ὡς καὶ τῷ Λαέρτῃ·
καὶ “ἀλήιον” πεδίον, ὅπερ ᾤκει ἀλεείνων τοὺς ἀνθρώπους. τὰ δὲ ἐκ τῆς
τύχης εἰς θεοὺς ἀναφέρομεν. ὥσπερ δὲ ἐν ἀρχῇ διέσυρε τὰ ἀνθρώ-
πινα τὸ φρύαγμα Διομήδους καθαιρῶν, καὶ νῦν οὐκ ἀπώκνησε τὴν
περὶ τὸν πρόγονον μεταβολὴν τῆς τύχης ὁμολογῆσαι· ἢ τάχα
πιστοῦται τὰ ἀγαθὰ διὰ τῆς ὁμολογίας τῶν ἀτυχιῶν. εἰ δὲ χωλὸς
ἦν, πῶς ἠλᾶτο;
ἀλλʼ ὅτε δὴ κἀκεῖνος ἀπήχθετο] ὥσπερ καὶ οἱ πρόγονοι αὐτοῦ, ἢ ὡς τὸ γένος τῶν ἀνθρώπων.
201. κὰπ πεδίον τὸ ἀλήιον] τινὲς ἐδάσυναν διὰ τὸ ἄλας ἐκεῖ
πήγνυσθαι· ἄμεινον δὲ ψιλοῦν ἀπὸ τῆς ἄλης.
202. ὃν θυμὸν κατέδων] οὐχ, ὡς οἱ νεώτεροί φασι, μελαγχολή- σας ἀλλʼ ὀδυνώμενος ἐπὶ τῇ τῶν παίδων ἀπωλείᾳ ἐμόναζεν.
*διδάσκει πόσην ψυχαγωγίαν ἔχει ἡ συντυχία.
204. μαρνάμενον Σολύμοισι] ἴσως ὡς γηράσαντος τοῦ Βελλερο-
φόντου ἀπέστησαν, ὃ δὲ ὡς πατρῴας ἀρχῆς ἀντιποιούμενος ἐπολέμει.
203. χολωσαμένη] ἴσως διὰ τὰς Ἀμαζόνας.
206. * ἔτικτε] ἐκ Δημωνάσ〈σ〉ης.
207. καί μοι μάλα πόλλʼ ἐπέτελλεν αἰὲν ἀριστεύειν] τοῦτο ἀνα-
211. ταύτης τοι γενεῆς καὶ αἵματος] σπέρματος· τὸ γὰρ αἷμα
τελευταῖον αἷμα ἀφιᾶσιν· τὸ γὰρ μεταβαλλόμενον ἀναλώσαντες τὸ
ἀμετάβλητον ἐξέλκουσιν.
212. γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης] ἔοικε διὰ τὸ ὄνομα Βελ-
213. ἔγχος μὲν κατέπηξεν] γραφικῶς ἔχει καὶ τοῦτο. ἵνα δὲ
μηκέτι πόλεμος εἶναι δοκῇ, καταπήγνυσι τὸ ἔγχος ὁ Διομήδης.
214. μειλιχίοισι] ἐπὶ φιλοξενίαν προτρέπεται δεικνὺς ὡς καὶ ἐκ
217. * ἐείκοσιν] οὕτως Ἀττικοί· ὅθεν καὶ “εἰκοσινήριτα” (Il. 22. 349).
219. Οἰνεὺς μὲν ζωκτῆρα] οὐκ ἐκαπήλευε γὰρ τὰς δόσεις· ἢ καὶ ὁ ζωστὴρ πολυτιμότερος ἦν.
Οἰνεὺς μὲν ζωστῆρα—Βελλεροφόντης δὲ χρύσεον δέπας] ὃ μὲν ὡς μένοντι, ὃ δὲ ὡς ἐκδημοῦντι· “μνῆμα ξείνοιο φίλοιο” (Od. 21. 40).
221. καί μιν ἐγὼ κατέλειπον] ἄπαιδος γὰρ τελευτῶντος Οἰνέως
Διομήδης κληρονομεῖ.
222. Τυδέα 〈δʼ〉 οὐ μέμνημαι] ἄτοποι οἱ δύο στίχοι. §. τὸ δὲ “Τμδέα δʼ οὐ μέμνημαι” ὡς “μέμνημαι τόδε ἔργον” (Il. 9. 527).
224. Ἀργει μέσσῳ] τὸ Ἀργος μέσον Πελοποννήσου.
226. ἔγχεα δ᾿ ἀλλήλων] ἀλλήλων 〈τὰ ἔγχη〉 ἐκκλίνωμεν. 〈γράφεται
δὲ καὶ “ἔγχεσιν,” ἵνʼ ᾖ,〉 ἀποτύχωμεν ἀλλήλων καίτοι ἐν πλήθει ὄντες.
Ζηνόδοτος δὲ γράφει “ἀλλήλους ἀλεσώμεθα.”
ἔγχεα δʼ ἀλλήλων ἀλεσώμεθα καὶ δι᾿ ὁμίλον] ἐπὶ παντὸς τοῦ πλήθους,
στρατιαὶ παραφυλάξωνται τὴν πρὸς ἀλλήλας στάσιν.
230. ἁπλοϊκῶς τοῦτο, οὐ διʼ αἰσχροκέρδεισν.
ὄφρα καὶ οἵδε γνῶσιν] δῆλον οὖν ὡς ἐν ἡσυχίᾳ εἰσὶ τὰ πλήθη,
234. ἔνθʼ οὖτε Γλαύκῳ] εἰκότως ὁ Γλαῦκος τοῦ προγόνου τὸ
φιλότιμον ἀκούσας Βελλεροφόντου χρυσὸν δωρεῖται πρὸς τὸ παρόν,
ἄλλως τε ὑπερήδεται τῇ συντυχίᾳ, γενόμενος ἰδιόξενος τοῦ πανα-
ἔνθ᾿ αὖτε Γλαύκῳ φρένας ἐξέλετο] ὅτι κατὰ τῶν συμμάχων ἐκόσμει λαμπροτέροις αὐτὸν ὅπλοις· ἢ ὡς ἡφαιστότευκτα· ἤ, ὡς Πῖος, ἵνα κἀν τούτῳ αὐξήσῃ τὸν Ἕλληνα μὴ ἐξ ἴσου ἀπηλ〈λ〉αγμέ- νον, ὅπερ ἡδὺ τοῖς ἀκούουσιν.
235. ὃς πρὸς Τυδείδην Διομήδη] καὶ πῶς οὐ δέδιε Διομήδης γυμ-
νούμενος, πρὸ μικροῦ 〈τῶν〉 Τρώων παρασπονδησάντων; τάχα οὖν τὸν
ζωστῆρα μόνον καὶ τὸ ξίφος ὡς οἱ περὶ Ἕκτορα (Il. 7. 303) ἤμειψαν·
〈ἡ〉 χάρις γὰρ οὐ θέλει τὴν ἀσπίδα· ἡ γὰρ ἂν προὔκρινεν αὐτὴν
Ἕκτωρ τοῦ ζωστῆρος.
236. ἑκατόμβοια] ἐκ τοῦ παρʼ Ἀθηναίοις νομίσματος. §. οὐ γὰρ
237. * Ἕκτωρ δʼ ὡς] εὐκαίρως μεταβαίνει, τὸ διάκενον τῆς πορείας Ἕκτορος ἀναπληρώσας τοῖς διὰ Γλαύκου καὶ Διομήδους.
238. ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι] ἤδη ἐπὶ τὸ περιπαθὲς ἔρχεται· διὸ οὐδὲ τῶν γερόντων ἐμνήσθη, ἀλλὰ τῶν γυναικῶν. οἰκεῖον δὲ ἐπʼ αὐτῶν τὸ θεῖν.
239. *παῖδας] ἀντὶ τοῦ ὑπὲρ παίδων.
ἔτας τε] ψιλωτέον τὸ “ἔτας·” ἔται δὲ λέγονται καὶ οἱ πολῖται
καὶ οἱ συγγενεῖς.
240. θεοῖς εὔχεσθαι ἀνώγει] ὡς πάντων περιόντων χρηστὰς ὑπέ- δειξεν ἐλπίδας· οὐδεὶς γὰρ ὑπὲρ τεθνεώτων εὔχεται.
241. * πάσας ἑξείης] πρὸς πάσας ἐφεξῆς τὴν αὐτὴν ἀπόκρισιν ἐποιεῖτο.
242. ἄλλʼ ὅτε δὴ Πριάμοιο] τὸ ἑξῆς, ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον, ἔνθα οἱ ἠπιόδωρος· τὰ δὲ ἐξῆς διὰ μέσου.
243. *αἰθούσῃσι] τειχίοις τῆς αὐλῆς.
244. πεντήκοντα ἔσαν θάλαμοι] ἴσως οἱ περὶ Ἕκτορα ἀνδρωθέντες
248. τέγεοι] ὑπερῷοι ἐπὶ τοῦ τέγους ᾠκοδομημένοι· τοιοῦτοι γὰρ
249. ἔνθα δὲ γαμβροὶ κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν] εἰς τὸ φιλότεκνον Πριάμοιο· φησὶ γὰρ “πλησίοι ἀλλήλων δεδμη- μένοι (245).
251. ἠπιόδωρος] δῶρον παρὰ τῆς φύσεως ἔχουσα τὸ εἶναι ἠπία,
κηδέα”' (Il. 22. 83).
252. Λαοδίκην ἐσάγουσα] εἰσιοῦσα, ὅς φαμεν ποῖ εἰσάγεις ἀντὶ
255. δυσώνυμοι υἷες Ἀχαιῶν] οὐδὲ γὰρ ὄνομα αὐτῶν ὀνομάζειν ἐθέ-
256. σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν —Διὶ χεῖρας ἀνασχεῖν] εἰκότως διὰ τὴν ἀρ[ετὴν τούτου οὐχ⌋ ὑπώπτ⌈ευσ⌋ε φυγήν.
260. μητρὸς ἦθος ἀναφαίνεται· καὶ γὰρ ἀεὶ φαγεῖν καὶ πιεῖν
ἀξιοῦσι τὰ τέκνα. πιθανὸν δὲ αὐτὸν νοεῖν διψῆν ἀπὸ] τῆς κινήσεως
τοῦ πολέμου. ὑφαιρουμένη δὲ αὐτοῦ τὴν αἰδῶ ⌈καὶ⌋ τὸ “σπείσῃς”
ριος πολεμίζῃ, θαρσαλέον νύ οἱ ἦτ⌈ ορ ἐνὶ φρ⌋εσίν, οὐδέ τι γυῖα πρὶν
κάμνει, πρὶν πάντας ἐρωῆσαι πολέμοιο” (Il. 19. 167). ὃ δέ, ἐπεὶ
πραΰνει ὁ οἶνος, βούλεται δὲ ἄγριος πρὸς τοὺς πολεμίους εἶναι,
παρ[αιτεῖται. ἢ ὅτι δίχα τροφῆς βλ]άπτει τῶν νεύρων καθαπτόμενος,
ὥ[ς φη]σι Λύκος, ἢ ὅτι μέτεωρον ἔχει τὸ πνεῦμα ὡς δρομαῖος ἐλθών,
σπεύδει δὲ καὶ ἀπελθεῖν ⌈δρομαῖος⌋. ἄλλως ⌈τε στρατιώταις μὲν
θ⌋ράσος πορίζεται, στρατηγοὺς δὲ τῆς φρονήσεως ὑπεκλύει· ἢ τοῖς ἀπο-
καμοῦσιν 〈μένον ὠφέλιμος〉, ὃ δὲ ἔτι ἰσχύει.
ἔπειτα δὲ καὐτὸςόνήσεαι]καίπωςφησὶ “⌈μή μʼ ἀπογυιώ⌋σῃς·” ἀλλʼ
ἔπειτα δέ κʼ αὐτός] διχῶς· οἳ μὲν γὰρ τὸν κέ συνειλῆφθαι, οἳ δὲ τὸν καί, ἵνʼ ᾖ κατὰ ἔλλειψιν καὶ κρᾶσιν.
261. * ὡς γραῦς ἀποδέχεται τὴν πόσιν.
262. ἔτῃσιν] ⌈πολίταις· εὖ δὲ τὸ⌋ μὴ φάναι ἑαυτῷ μηδὲ τοῖς οἰ- κείοις, ἀλλὰ τῇ πόλει· ⌈ἡγεμόνι⌋ γὰρ τοῦτο πρέπον.
266. χερσὶ δʼ ἀνίπτοισιν] ἄμφω τὰς προτάσεις αὐτῆς παραι- τεῖται ὁ Ἕκτωρ.
χερσὶ δʼ ἀνίπτοισιν] ἐδύνατο ὑπὸ τῆς Ἑκάβης ῥᾳδίως λυθῆναι
ἡ πρόφασις Ἕκτορος ὕδωρ αὐτῷ κομισθῆναι κελευούσης, ἵνα πρότερον
νίψηται· ἢ οὐ τοῦτο ἦν ἀρχαῖον ἔθος τὸ τὰς χεῖρας ἀποπλύνασθαι
μόνας, ἀλλὰ τὸ ὅλον σῶμα ἀπολούεσθαι, ὅπερ οὐκ εὔκαιρόν ἐστιν
Ἕκτορι ἐπειγομένῳ. ἀλλὰ πῶς ἐν τοῖς ἑξῆς (476) ἀνίπτοις χερσὶν
εὔχεται “Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδʼ ἐμόν,
ὡς καὶ ἐγώ περ;” ἢ οὐδὲ τοῦτο ἐναντίον. οὐ γὰρ ταὐτόν ἐστιν ἐπι-
σπένδειν καὶ ἁπλῶς διὰ λόγων εὔχεσθαι· τὸ μὲν γὰρ διὰ σώματος, τὸ
ὃ δὲ βούλεται εἶναι ἄγριος πρὸς τοὺς πολεμίους.
268. * αἵματι] τῷ ἐκ πολέμου. §. φεύγων δὲ τὴν καταφρόνησιν τῶν θεῶν ἐπέτεινε τὴν εὐσέβειαν.
εὐχετάασθαι] τὸ δεύτερον ᾱ συσταλτέον· τὰ γὰρ εἰς θαι ἀπαρέμ-
φατα προπαροξυνόμενα βραχυπαράληκτά εἰσι, τὰ δὲ παροξυνόμενα
μακροπαράληκτα.
270. ἔρχεο σὺν θυέεσσιν] ἡμεῖς θυμιάματα, Ἀττικοὶ θυλήματα· τὸ δὲ ἔμψυχον ἱερεῦσαι σφάξαι ῥέξαι.
* θυέεσσιν] τοῖς θυλήμασιν, ὅ ἐστι θυμιάμασιν.
272. * καί τοι πολὺ φίλτατος αὐτῇ] ἵνα ἐκ προθυμίας ᾖ τὸ δῶρον.
280. Πάριν μετελεύσομαι] ἵνα μὴ δι᾿ Ἀνδρομάχην δοκῇ τῆς μητρὸς 〈ὑπ〉εξίστασθαι. καλῶς δὲ τὰ ἀναγκαῖα προκρίνει τῶν ἡδέων.
281. * ἀκουέμεν] εἰς τὸ ἀπειθὲς Ἀλεξάνδρου.
282. * Ὀλύμπιος] ἵνα μὴ εἴπῃ σύ.
283. *τοῖό τε παισίν] οὐκ εἶπε σοί.
285. φαίην κε φρένʼ ἀτέρπου] Ζηνόδοτος “φαίην κεν φίλον
ἄτερ που ὀιζύος] 〈εἰ ἐκεῖνον εἶδον〉 ἀπολόμενον 〈ὑπέλαβον ἂν κατὰ
φρένα χωρὶς ταλαιπωρίας ἐπιλαθέσθαι αὐτοῦ,〉 καίπερ μὴ ἐπιλαθόμενος
διὰ τὸ φιλάδελφον. ἀλλʼ εἶπεν “ἴδοιμι·” οἳ δὲ τὸ γενομένην ἀκούουσιν.
286. ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα] εὔκαιρος ἡ ἀποσιώπησις· οὔτε γὰρ
289. ἔσάν οἱ] δύο παράλληλοι ὀξεῖαι ὑπὲρ τοῦ συνεμπίπτειν τὴν
291. ἤγαγε Σιδονίηθεν] δεδιὼς γὰρ τὸν διωγμὸν διὰ Φοινίκης καὶ
πρίασθαι τὰς ἐργαζομένας.
ἐπιπλώς] ἀποκοπή, οὐ συγκοπή.
ἐπιπλὼς εὐρέα πόντον τὴν ὁδόν, ἣν Ἑλένην περ ἀνήγαγεν] βορειο-
293. τῶν ἕνʼ ἀειραμένη] οὐ πρεπόντως, φασίν, ἐκ τῆς Ἀλεξάνδρου
ἀδικίας δίδοται τῇ θεῷ τὸ δῶρον· ἀλλʼ οὔτε Ἑλένης ὁ πέπλος ἐστὶν
οὔτε ἐκ Λακεδαίμονος αἱ γυναῖκες.
τῶν ἕνʼ ἀειραμένη] τὰ σπουδαῖα διʼ ἑαυτῶν αἱ ἐλεύθεραι οἰκονο-
Πηνελόπη τοῖς μνηστῆρσι τὸ τόξον (Od. 21. 59).
295. ἔκειτο δὲ νείατος ἄλλων] ὧν γὰρ ἡ χρῆσις συνεχής, ταῦτα
300. τὴν γὰρ Τρῶες ἔθηκαν] οὔτε κληρωτοὺς οὔτε ἐκ γένους βού-
304. εὐχομένη δʼ ἠρᾶτο] ὅτι τὸν ἱερέα περὶ τῶν κοινῶν εὔχεσθαι δεῖ,
305. ἐρυσίπτολι] πλεονασμὸς τοῦ ε· παρὰ Καλλιμάχῳ “οἳ δὲ—
307. πρηνέα δὸς πεσέειν] ἕτερα παρὰ τὴν πρόσταξιν εὔχεται· διὸ
ἀνανεύει ἡ Ἀθηνᾶ.
Σκαιῶν, προπάροιθε πυλάων] ὡς μέχρι τούτων ἐλάσαντος αὐτοῦ τοὺς Τρῶας. ἔμφασιν δὲ ἔχει βιαζομένου ἐμπεσεῖν εἰς τὴν πόλιν.
311. ἀνένευε δέ] τῇ γνώμῃ ἀνένευεν ἐπὶ τῇ ἀναιρέσει, ἐπεί τοι παύει Διομήδεα διὰ τῆς Αἴαντος πρὸς Ἕκτορα μονομαχίας.
313. πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει] ὡς περὶ ἁβροδιαίτου καὶ τοῦτό φησιν· οὐκ ἐβουλήθη γὰρ σὺν τοῖς ἀδελφοῖς καὶ κηδεσταῖς κατοικεῖν, ἀλλʼ ἑαυτῷ ἐδείματο οἴκησιν κατʼ ἰδίαν.
315. τέκτονες] “τέκτονες” οἱ λαοξόοι, ὅθεν καὶ ἀρχιτέκτων. τὸ δὲ
“ἔτευξε” ἐπεστάτησε—καλλωπιστὴς γάρ—καὶ ἴσως πρὸς ζῆλον
τῆς Μενελάου οἰκίας, ὥστε εἰ δυνατὸν ἦν ἥρπασεν ἂν καὶ αὐτήν.
316. οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλήν] “δῶμα” ἐποί- ησαν, ἐν ἦν θάλαμος καὶ αὐλή· ἢ “δῶμα” τὸν ἀνδρῶνά φησιν.
317. ἐν πόλει ἄκρῃ] ⌈μ⌋έχρι νῦν ἴχνη αὐτῶν ἐστιν· τὰ δὲ Ἕκτορος πρυτανεῖά ἐστι νῦν τῇ πόλει.
319. ἔγχος ἔχε] πρὸς ὑπογραμμὸν καὶ προτροπὴν Ἀλεξάνδρου θρα-
σὺς φαίνεται Ἕκτωρ διὰ τοῦ δόρατος, προμηνύων τὴν ἄφιξιν. §. “ἑνδε-
320. πόρκης] ὁ τῆς ἐπιδορατίδος δακτύλιος. §. “πόρκης” δὲ διὰ
321. τὸν δʼ εὗῤ ἐν μεγάροις περικαλλέα τεύχεʼ ἕποντα] τὸν καλ- λωπιστὴν δηλοῖ καὶ ἐναβρυνόμενον τῇ γυναικὶ καὶ μόνον οὐχὶ πομπῆς χάριν κεκτημένον τὴν σκευήν. ἄλλως τε οὐδὲ ἐν τῇ αὐλῇ ἐστιν ἀλλʼ ἐν μέσαις ταῖς ἐρίθοις.
322. ἀσπίδα καὶ θώρηκα] βραχὺ διασταλτέον εἰς τὸ “θώρηκα.” §. τὸ δὲ “φόωντα” τινὲς λαμπρύνοντα παρὰ τὸ φῶς· ἢ “ἀρόωντα” ἀντὶ τοῦ ἐρευνῶντα ψηλαφῶντα.
324. καὶ ἀμφιπόλοισι—κέλευε] ἐμπρακτοτέρα αὕτη Ἀλεξάνδρου.
325. αἰσχροῖς] λοιδόροις. παῤ ἑαυτοῦ δὲ ἐξήνεγκεν ὁ ποιητὴς
326. οὐ μὲν καλὰ χόλον] ἀφορμὴν αὐτῷ δίδωσι τῆς ἀργίας—οὐ
ἐν νῷ ἔχεις τὴν μῆνιν, ἥν σοι οἱ Τρῶες μηνίουσιν, ὡς θελήσαντες
αὐτὸν ἐκδοῦναι Μενελάῳ· ἄλλως τε οὐκ ἔδει ἐπὶ Ἑλένης αὐτὸν
λοιδορεῖσθαι.
327. λαοὶ μὲν φθινύθουσι] περικέκοπται ὁ λόγος· ἐφυλάξατο
περὶ π〈τ〉όλιν] περὶ πόλιν εἶπε διαφθείρεσθαι τὸν λαόν, ὡς ἐγγὺς ὄντος τοῦ δεινοῦ.
328. σέο δʼ εἵνεκʼ ἀυτή] . . . Μενέλαος δὲ πολεμεῖ πρὸς Ἀλέξανδρον ἀδίκως, πρὸς Ἕκτορα ὑπὲρ ἑαυτόν· νυκτὶ γὰρ ἔτι ὑπερασπίζει Πατρόκλου (ll. 17. 509).
330. εἴ τινά που μεθιέντα] “ὅντινά που” οὕτως αἱ Ἀριστάρχου.
331. ἀλλʼ ἄνα] ἐφυλάξατο ἐπαγαγεῖν τῷ “λαοὶ μέν” ‘σὺδὲ καθέζῃ.’
*θέρηται] καυθῇ.
335. οὔτε νεμέ〈σ〉σι] διὰ τοῦ ι μακροῦ τὸ “νεμέσ〈σ〉ι, ὡς Θέτι.
336. ἥμην ἐν θαλάμῳ] δασυντέον τὸ “ἥμην,” ἀντὶ τοῦ ἐκαθήμην·
τινὲς δὲ ψιλοῦσιν ἀντὶ τοῦ ὑπῆρχον, κακῶς.
ἄχεϊ προτραπέσθαι] εἶξαι τῇ συμφορᾳ καὶ ἀφησυχάσαι. δέον δὲ
337. νῦν δέ με παρειποῦσʼ ἄλοχος] ὡς ἐρῶν κηδεμόνα τῆς πόλεως αὐτὴν θέλει δεῖξαι· ἅμα δὲ μειοῖ τὴν παραίνεσιν τοῦ ἀδελφοῦ.
339. νίκη δʼ ἐπαμείβεται ἄνδρας] ὡς τὸ “κεῖνον δʼ αὖθις ἐγώ”
342. τὸν δʼ οὔτι προσέφη] καλῶς οὐδὲ ἀποκρίσεως αὐτὸν ἠξίωσεν
παρορμᾶν παραινεῖ “ἀλλὰ σὺ ὄρνυθι τοῦτον” (363).
343. προσηύδα μειλιχίοισι] προσάγεται αὐτόν· ξυνίησι γὰρ ὡς
344. δᾶερ] τῷ συγγενικῷ ὀνόματι προσάγεται τὸν Ἕκτορα· ἐπεὶ
τὴν εὔνοιαν αὐτῶν ἐπισπᾶται.
345. ὅτε με πρῶτον τέκε μήτηρ] ὡς παῤ αὐτὸ 〈τὸ〉 τῆς γενέσεως εἱμαρμένων τούτων, ἅπερ αὐτῆς ἐδόκει εἶναι πλημμελήματα.
348. πάρος τάδε ἔργα γενέσθαι] πιθανῶς παρέδραμε τὴν αἰσχύ- νην τῶν εἰργασμένων.
ἀπόερσε] ψιλωτέον τὸ “ἔρσε.” πᾶν γὰρ φωνῆεν λῆγον εἰς ρ
ἐπιφερομένου τοῦ σ ψιλοῦσθαι θέλει. γίνεται δὲ ἀπὸ τοῦ ἔρρω·
“ἔναυλος ἀποέρσῃ” (Il. 21. 283).
349. *τεκμήραντο] εἰς τέλος ἤγαγον, διὰ τὸ τέκμωρ.
350. ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος] διδάσκει ὁ ποιητὴς τὰς
ἐπιγαμίας πρὸς συνετοὺς ποιεῖσθαι· ἡ γοῦν Ἑλένη πλούσιον ἄνδρα
ἔχουσα τὸν Ἀλέξανδρον καὶ υἱὸν βασιλέως εὔχεται συνετοῦ γεγε-
νῆσθαι γυνή.
351. ᾔδη νέμεσίν τε] ᾔδει πρὸς τὸ φυλάσσεσθαι μὴ ἐμπίπτειν εἰς αὐτά· “οἶδεν τό γʼ αἰσχρὸν κανόνι τοῦ καλοῦ μαθών” (Eur. Hec. 602).
352. οὔτʼ ἂρ 〈νῦν〉 φρένες—οὔτʼ ἄῤ ὀπίσ〈σ〉ω] οὐδὲ ἐλπίδα ὑποδείκνυσι σωτηρίας.
354. ἀλλʼ ἄγε νῦν εἴσελθε—δᾶερ] τὸ συνεχὲς τοῦ “δᾶερ” ἐκεῖνο
ἦν, “δᾶερ ἐμεῖο κυνός,” “εἴσελθε καὶ ἕζεο.” μέσα δὲ παρενθεῖσα
πλείονα ἀπʼ ἄλλης ἀρχῆς ἤρξατο, “ἀλλʼ ἄγε, νῦν εἴσελθε καὶ ἕζεο.”
τὸ δὲ “δᾶερ” ἕνεκα φιλοφροσύνης ἐπαναλαμβάνει.
ἀλλʼ ἄγε νῦν εἴσελθε] μέχρι τῆς αὐλῆς προεληλύθει· φιλοφρονη- τικὸν δὲ τοῦτο.
355. ἐπεί σε μάλιστα] ἔστι μὲν νῦν ἀντιδιασταλτικὴ ἡ “〈σ〉έ”
ἀντωνυμία, καὶ ἐχρῆν αὐτὴν ὀρθοτονεῖσθαι· ἡ δὲ συνήθεια ἐγκλιτικῶς
ἀνέγνω.
356. εἵνεκʼ ἐμεῖο κυνός] Ἕκτωρ μὲν οὐ συμπαραλαμβάνει αὐτὴν
Ἀλεξάνδρῳ· “σέο〈δ᾿ εἵνεκα〉” γάρφησιν “ἀυτή τε” (328).
ἣ δὲ τὴν αἰτίαν τοῦ πολέμου καὶ εἰς ἑαυτὴν φέρει, προκαταλαμβά-
νουσα τὴν αἰτίαν Ἕκτορος. §. τὸ δὲ “ἕδεο” τὸ μὲν παθητικὸν διὰ
τοῦ ε, τὸ δὲ ἐνεργητικὸν διὰ τοῦ ι.
357. * ἐπί] Πτολεμαῖος ἀναστρέφει τὴν “ἐπί” πρόθεσιν, Ἡρα- κλέων δὲ οὔ.
* Ζεύς] ἰᾶται τὰ πταίσματα, εἰς τὸν Δία ἀνάγουσα τὴν αἰτίαν.
358. πελώμεθʼ ἀοίδιμοι] λεληθότως αὔξει τὴν ποίησιν.
360. φιλέουσά περ] πιθανῶς προσέθηκε τὸ “φιλέουσα,” ἵνα μὴ
362. οἳ μέγʼ ἐμεῖο ποθὴν—ἔχουσιν] στρατιωτικὸν τὸ τῆς ἀλαζονείας
καὶ κατὰ τὸν Ἕκτορα.
363. ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον] οὐκ ἠξίωσεν αὐτῷ διαλέξασθαι τὸ
364. ὥς κεν ἔμʼ ἔντοσθε〈ν〉 πόλιος] ὡς τάχιστα διαλεξόμενος τῇ
365. ὄφρα ἴδωμαι οἰκῆας] τοὺς ἐν τῷ οἴκῳ· ἀσυμπαθοῦς γὰρ
367. οὐ γάρ τʼ οἶδ᾿, εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι] τὸ τέλειον οὐ
370. δόμους εὖ ναιετάοντας] διὰ τὴν τῶν δεσποτῶν πρόνοιαν· ἐπὶ
δὲ Ἀλεξάνδρου (314) “καλά.”
371. οὐδʼ εὗῤ Ἀνδρομάχην] ἐκκλίνων τὸ ὁμοειδὲς πιθανῶς ἐποίησε
συντυγχάνει αὐτοῖς.
373. πύργῳ ἐφεστήκει] τὴν αἰτίαν τῆς ἐξόδου φησί, παραμυθού-
377. πῇ ἔβη Ἀνδρομάχη λευκώλενος] τοῦ ποιητοῦ τὸ ἐπίθετον,
οὐ τοῦ προσώπου.
378. ἠέ πῃ ἐς γαλόων] τὰς αἰτίας φησί, διʼ ἃς προιέναι τὰς
εἰνατέρες αἱ τῶν ἀδελφῶν γυναῖκες.
383. οὔτε πῃ ἐς γαλόων] ὀργιζομένῳ τῷ Ἕκτορι ἀπολογεῖται
ὑπὲρ αὐτῆς ἡ θεράπαινα, ὡς οὐ χαιρούσης προόδοις, ἠναγκασμένης
δὲ νῦν διὰ φιλανδρίαν, ἵνα οἰκτίσῃ μᾶλλον αὐτὴν ὁ Ἕκτωρ.
389. μαινομένῃ εἰκυῖα] ἵνα ἀπροαιρέτως δοκῇ ἐκβεβα〈κ〉χεῦσθαι
φέρει δʼ ἅμα παῖδα τιθήνη] ἢ ὅτι ὑποτίτθιος ἦν, ἢ ἐπεὶ ἐν τοῖς δεινοῖς οὐκ ἐῶσι μόνους τοὺς παῖδας.
390. ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ] οὐκ ἀποκρίνεται ὑπὸ θυμοῦ.
εὖ δὲ τὸ μὴ περιμεῖναι τὴν γυναῖκα· καὶ ἔστιν ἰδεῖν ἀντικείμενα τὰ
πρόσωπα, Ἕκτορος μὲν προτιμήσαντος τῶν ἡδέων τὴν βοήθειαν τῶν
πολιτῶν, Ἀλεξάνδρου δὲ τῇ Ἑλένῃ παρακαθημένου.
392. * διερχόμενος μέγα ἄστυ] μετὰ τὸ διελθεῖν τὰς λεωφόρους πρὸς τέλει ἐλθών, ἵνα ἀγωνιώτερος ὁ ἀκροατὴς γένηται.
393. τῇ ἄῤ ἔμελλε διεξίμεναι] ἐῴκει ἑαυτῷ καὶ ἐδόκει ἡ γυνὴ προεληλυθέναι.
394. ἔνθʼ ἄλοχος πολύδωρος] ἀναβέβηκεν ἐπὶ τὸ τεῖχος ὡς ἐκεῖθεν ὀψομένη τὸν 〈Ἕκτορα〉,|ὡς δῆλον ἐκ τοῦ “πύργῳ ἐφεστήκει·” οὐδαμοῦ δὲ ὁρωμένου οἴκαδε ἐπανέρχεται, καὶ ἰδοῦσα ἐξιέναι μέλ- λοντα προστρέχει, ἵνα αὐτὴν μὴ φθάσῃ παραλλάξαι.
ἦλθε θέουσα] μὴ προεξελθεῖν φθάσῃ Ἕκτωρ· δείκνυσι δὲ τὸ
φίλανδρον τῆς Ἀνδρομάχος.
395. μεγαλήτορος Ἠετίωνος, Ἠετίων] “οἵη περ φύλλων γενεή, φύλλα” (146).
396. Ἠετίων] ἐνήλλακται ἡ πτῶσις· τινὲς δὲ “Ἠετίων” τὸ τέλειόν φασιν ἀντὶ γενικῆς, ὡς τὸ “ἆσσον ἰόνθʼ, ὅτε κέν τοι” (Il. 1. 567).
397. Θήβῃ Υποπλακίῃ] Ἀδράμυς τις Πελασγὸς ἀφικόμενος εἰς τὴν Ἴδην τὴν ἐν Κιλικίᾳ κτίζει πόλιν Ἀδραμύττιον καλουμένην· ἔχων δὲ θυγατέρα Θήβην ἔπαθλον δρόμου αὐτὴν ὥρισε τῷ βουλο- μένῳ. Ἡρακλῆς δὲ ταύτην λαβὼν ὑπὸ τὸ Πλάκιον τῆς Κιλικίας πόλιν κτίσας Θήβην αὐτὴν ὠνόμασεν.
ἄλλως: Ἐριθήλας καὶ Λέβης οἱ Ἀστάκου ἀπαρχὰς εἰς Φοινίκην ἀπὸ Θήβης φέροντες ἐξώσθησαν καὶ οἰκήσαντες ἐκάλεσαν αὐτὴν καθʼ ὁμωνυμίαν· ὑπέρκειται δὲ αὐτῆς πλακῶδες ὄρος συνεχεῖς ἔχον πέτρας προσπιπτούσας ἀλλήλαις· ἄλλοι δὲ οὗτοι παρὰ τοὺς Σύρους Κίλικας, ὑπὸ τὴν Ἴδην καὶ Πήδασον ὄντες.
398. τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι] ἐπὶ ἀνδρὸς “θύγατῤ εἶχε ξανθὴν Ἀγαμήδην” (Il. 11. 740), ὡς ἐγάμει καὶ ἐγαμεῖτο.
400. * ἀταλάφρονα] μὴ δυνάμενον τλῆναι κακοπάθειαν.
401. Ἑκτορίδην ἀγαπητόν, ἀλίγκιον ἀστέρι καλῷ] προπαρα-
402. τόν ῥ Ἕκτωρ καλέεσκε Σκαμάνδριον 〈—Ἀστυάνακτα〉]ἄμφω
Ἕκτωρ οὕτως ἐκαλεῖτο διὰ τὸ ἔχειν “ἀλόχους κεδνὰς καὶ νήπια τέκνα”
(Il. 24. 730).
αὐτὰρ οἱ ἄλλοι Ἀστυάνακτα] προτρέπει ἡμᾶς ἐπʼ ἀρετὴν διʼ ὧν
404. ἤτοι ὃ μὲν μείδησεν] πατρικὸν ἦθος δείκνυσιν ὁ ποιητής·
προσαγορεύομεν γὰρ μειδιασμῷ τοὺς παῖδας τοὺς μηδέπω μὲν συνι-
έντας λόγους, γνωρίζοντας δὲ ἤδη τὴν ὄψιν.
ἤτοι ὃ μὲν μείδησεν—ἐς παῖδα σιωπῇ] ἡρωικὸν καὶ μεγαλοφυὲς
405. δακρυχέουσα] ἤδη προεδίδαξε τί μέλλει λεχθῆναι. πιθανὸν
406. * φῦ χειρί] τὸ δυσαποσπάστως ἔχεσθαι τοῦ ἀνδρὸς δηλοῖ
τὸ “φῦ χειρί.”
407. φθίσει σε τὸ σὸν μένος] διὰ τὴν φιλοστοργίαν πέπεισται
φθίσει σε τὸ σὸν μένος] θαυμάζει τὴν ἰσχύν, οὐκ ἐπαινεῖ δὲ τὸ
θράσος. οὔτε δὲ Ἕκτορ οὔτε ἄνερ φησίν, ἀλλὰ “δαιμόνιε,” ᾧ παρεμ-
φαίνει θυμόν τε καὶ εὔνοιαν.
οὐδ᾿ ἐλεαίρεις παῖδά τε νηπίαχον] τοιαύτη τίς ἐστιν, οἵα ἂν μήτηρ, ἐκ πολλῶν παίδων ἐφʼ ἑνὶ σαλεύουσα.
409. *σεῦ] οὐ τῇ κοινῇ χηρείᾳ ἄχθεται, ἀλλὰ τῇ Ἕκτορος.
410. * πάντες ἐφορμηθέντες] ἕνα ἕκαστον ἥττω αὐτοῦ ἡγεῖται.
411. *σεῦ ἀφαμαρτούσῃ] φίλανδρον τὸ ἦθος· ἡ δὲ ἀντωνυμία ἦθος κινεῖ παραληφθεῖσα πολλάκις.
οὐ γὰρ ἔτʼ ἄλλη ἔσται θαλπωρή] περιπαθῶς συναπολεῖσθαί φησι τῷ Ἕκτορι πάντα αὐτῆς τὰ καλά, καὶ τὸ κοινότατον ἀνθρώπων ἁπάντων ἀφαιρεθήσεσθαι, τὴν ἐλπίδα.
412. * πότμον ἐπίσπῃς] ὑπὸ τοῦ πότμου καταληφθήσῃ.
413. * οὐδέ μοι ἔστι πατήρ] οἶκτον ἐπάγεται ἀντὶ πάντων αὐτὸν λέγουσα ἔχειν. ἐλεοῦμεν γὰρ μᾶλλον τοὺς ἡμῶν μόνον ἠρτημένους.
414. ἤτοι γὰρ πατέῤ ἁμόν] οὐκ ἀγνοοῦντι διηγεῖται, ἀλλʼ ἐκ
πάντων τῶν οἰκείων αὔξουσα Ἕκτορα· οἱ γὰρ ἀτυχοῦντες φιλοῦσι
415. * ναιετάωσαν] “ναιετόωσαν” διὰ τοῦ ο.
417. * οὐδέ μιν ἐξενάριξε] ὡς τίμιον καὶ βασιλικόν. οὐ περιττὰ δὲ ταῦτα· ἀξίωμα γὰρ τοῦ πατρὸς ἐμφαίνει, ὃν ᾐδέσθη καὶ πολέμιος 〈ὢν〉 καὶ κτείνας.
422. ἰῷ κίον ἤματι] τὰς μὲν εὐθείας τούτων βαρέως ἀναγινώσκει
ὁ Ἀρίσταρχος, τὰς δὲ δοτικὰς περισπωμένως ἴα ἰῇ, μία μιᾷ, ἴον ἰῷ.
423. * κατέπεφνε— Ἀχιλλεύς] λεληθότως ὑποβάλλει αὐτῷ κἀκ τούτου φοβεῖσθαι τὸν Ἀχιλλέα.
428. πατρὸς δ᾿ ἐν μεγάροισι] μητροπάτορος· ἐτεθνήκει γὰρ Ἠετίων.
429. Ἕκτορ, ἀτὰρ σύ μοι ἐσσὶ πατήρ] τὸ σχῆμα καλεῖται
σχέσις· ἐμφαίνει δὲ εὔνοιαν καὶ πάθος ψυχῆς.
430. θαλερὸς παρακοίτης] ἀγαπητός· “τοιόνδε θάλος” (Od. 6. 157) ἀγάπημα.
431. ἀλλʼ ἄγε, νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ] ἡ μὲν
Ἑλένη ὡς αἴτιον τοῦ πολέμου ἐκπέμπει τὸν Πάριν, ἣ δὲ ὡς ῥιψοκίν-
δυνον κατέχει. καλῶς δὲ οὐ μένειν αὐτὸν οἴκοι ἀξιοῖ—οἶδε γάρ, ὅτι οὐ
πείσει—ἀλλʼ ἐπὶ τοῦ τείχους μένειν, ὅθεν καὶ ἀμυνεῖται τοὺς
πολεμίους καὶ σωθήσεται.
432. μὴ παῖδʼ ὀρφανικὸν θήῃς] οὕτω διὰ τοῦ η τὸ “θήῃς.”
433. λαὸν δὲ στῆσον παῤ ἐρινεόν] οὐ πρέποντα τὰ τῆς ὑποθήκης
δρος ἐπιμελομένη καὶ τῶν φερόντων αὐτῆς τὸν ἄνδρα· μείνασα δὲ
χρόνον ἐπὶ τοῦ τείχους εἶδεν.
434. * ἄμβατος] οὕτως Ἀρίσταρχος, Καλλίστρατος δὲ “ἀμ-
ἄμβατός ἐστι πόλις] πέπλασται πρὸς τὸ ἀποστῆσαι τὸν ἄνδρα
τοῦ πεδίου· διὸ οὐδὲ ἀποκρίνεται περὶ αὐτῶν ὁ Ἕκτωρ.
435. τρὶς γὰρ τῇδ᾿ ἐλθόντες] διὰ τί, φασί, τοῦτο οὐ συνεῖδεν ὁ
436. ἀμφʼ Αἴαντε δύω] περιειργάσατο τὰ ὀνόματα παρά τινος.
ἅμα δὲ θέλει ὁ ποιητὴς καὶ δηλῶσαί τι τῶν μετὰ τὴν Γλαύκου καὶ
Διομήδους μάχην γεγονότων.
437. * Ἀτρείδας] Ἰξίων δυϊκῶς “Ἀτρείδα.”
438. ἦ πού τι〈ς〉 σφιν ἔνισπε θεοπροπιῶν εὖ εἰδώς] ὑποβάλλει,
439. ἤ νυ καὶ αὐτῶν θυμός] διὰ τὸ “ἤ που” (438) καὶ τὸ “νύ”
441. * τάδε πάντα] ἡ ὀρφανία τοῦ παιδὸς καὶ ἡ χηρεία.
442. αἰδέομαι Τρῶας] νόμος ἄρχουσιν αἰδεῖσθαι τοὺς ὑποτεταγ-
μένους· χεῖρον δὲ παρὰ γυναιξὶν ἀκούειν δειλόν. §. “ἑλκεσιπέπλους”
444. * θυμός] ἐξ ἐπιλογισμοῦ.
ἐπεὶ μάθον ἔμμεναι ἐσθλός] διδακταὶ γὰρ αἱ ἀρεταί. ἄμεινον δὲ
445. αἰεὶ καὶ πρώτοισι] ὁ Νικάνωρ φησίν, ὅτι δεῖ στίζειν εἰς τὸ
446. * ἀρνύμενος πατρός τε] οὐ μόνον ἑαυτῷ δόξαν ἀλλὰ καὶ τῷ
448. * ἐλπίζει τὰ δεινὰ διὰ τὴν παράβασιν καὶ τὴν ἀριστείαν Διομήδους.
ἔσσεται ἦμαρ] οὐκ ἐκφοβεῖ, ἀλλὰ πρὸς τὸ μέλλον εὐπαράμυθον
ποιεῖ, καὶ οὐ τῆς ἁλώσεως 〈αὐτῆς〉 μέμνηται, ἀλλὰ τὴν ἑαυτοῦ φιλο-
στοργίαν ἐμφαίνει πρὸς τὴν γυναῖκα· διὸ οὐδὲ τὸν τῆς ἁλώσεως ὁρίζει
〈χρόνον〉· ὧν δὲ δεινῶν ὁ χρόνος οὐχ ὁρίζεται, τούτων ἧττον
ἐλύπησεν ἡ προσδοκία, ὥσπερ ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ θανάτου.
προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ τὸ μὴ εἰδέναι τὸ πότε ἧττον
ἀχθόμεθα.
450. ἀλλʼ οὔ μοι Τρώων —οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο]
ἐπεὶ ἐκεῖνοι ἑκόντες ἐδυστύχουν, ἐπιτρέποντες Ἀλεξάνδρῳ ἀδικεῖν· ἡ
δὲ Ἀνδρομάχη διὰ τὰς ἐκείνων ἁμαρτίας καὶ προητυχήκει, τοσούτων
οἰκείων στερηθεῖσα ἐν ἡμέρᾳ μιᾷ.
ἀλλʼ οὔ μοι Τρώων τόσ〈σ〉ον μέλει] ὑπερεβάλετο τὴν τῆς
γυναικὸς φιλοστοργίαν· ἣ μὲν γὰρ ἀντὶ τῶν οὐκέτι ὄντων οἰκείων
ἔθετο αὐτόν, ὃ δὲ καὶ τῶν περιόντων αὐτὴν προτιμᾷ· ἅμα δὲ ἐλεεινὴ
καὶ ἡ ἡλικία καὶ ἡ δουλεία. μιμεῖται δὲ καὶ βαρβάρων φιλογύναιον
ἦθος, οἳ περὶ πλείστου ποιοῦνται τὰς γυναῖκας.
451. * οὔτ᾿ αὐτῆς Ἑκάβης] ηὔξηται διὰ τῆς ἀντωνυμίας ἡ φιλοστοργία.
454. ὅσσον σεῖʼ, ὅτε κέν τις Ἀχαιῶν] δεινὸν γὰρ ἡ τῶν γυναικῶν ὕβρις καὶ αὐτῶν αἰσχύνη· “πρίν τινα πὰρ Τρώων ἀλόχων κατακοιμηθῆναι” (Il. 2. 355).
455. *ἦμαρ] ἀντὶ τοῦ ἤματος.
456. πρὸς ἄλλης ἱστὸν ὑφαίνοις] ἀντὶ τοῦ ὑπὲρ ἄλλης, ὡς “πρὸς
Τρώων” (Il. 6. 57) καὶ “πρὸς ἄνακτος” (Il. 24. 734), ἵνα μὴ κακοπαθῇ.
ἄλλως: πρὸς ἄλλης] ἀντὶ τοῦ ὑπὸ ἄλλης κελευομένη· τοῦτο γὰρ τὴν ὕβριν φέρει, οὐχὶ τὸ ἔργον σύνηθες ὂν ταῖς ἀρχαίαις.
457. καί κεν ὕδωρ φορέοις] τέτακται μὲν ἡ δουλεία εἰς ὑπηρεσίαν
ἢ εἰς ἱστουργίαν· ὃ δὲ ἄμφω φησὶν εἰς ἐπίτασιν. θαρρῶν δὲ τῇ σωφρο-
σύνῃ τῆς γυναικός, ὅτι οὐκ ἂν ὑπομείνειεν οὐδὲ ἀκουσίως προδοῦναι
ἑαυτῆς τὸ σῶμα, ἑτέρου ἀνδρὸς οὐ μέμνηται.
Ὑπέρεια Θεσσαλίας· Πίνδαρος “ἐγγὺς μὲν Φέρης κράναν Ὑπερῇδα λιπών” (Pyth. 4. 221).
460. Ἕκτορος ἥδε γυνή] παρέδραμε τὰ ἑαυτοῦ· ἔστι δὲ ἐν τῇ
Ἕκτορος ἥδε γυνή] ἐπιγραμματικὸν ἔχει τύπον.
462. σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος] βεβαιοῖ αὐτῆς τοὺς λόγους.
§. “χήτει” δὲ ἀπορίᾳ, σπάνει.
464. ἀλλά με τεθνειῶτα χυτὴ κατὰ γαῖα καλύπτοι] ὑπερβάλλει
466. οὗ παιδὸς ὀρέξατο] πρῶτος παῖδας εἰσάγει τῇ τραγῳδίᾳ.
467. ἂψ δʼ ὁ πάις πρὸς κόλπον] δυσαποσπάστως μὲν ἔχουσι τῶν
μιμήσει.
468. πατρὸς—ὄψιν ἀτυχθείς] ταραχθείς. ἠθικὸν δέ, ὅτι οὐκ ἄλλον
469. ταρβήσας χαλκόν τε] τὰ γὰρ ἀνόμοια φόβον κινεῖ.
χαλκόν τʼ ἠδὲ λόφον] διασταλτέον εἰς τὸ τέλος· ἔστι γάρ, ἀτυ-
χθεὶς ὄψιν καὶ ταρβήσας χαλκὸν καὶ λόφον δεινὸν νεύοντα νοήσας.
471. ἐκ δʼ ἐγέλασ〈σ〉ε] ἀπὸ τῆς πολλῆς λύπης ἐκ μικρᾶς αἰτίας
472. αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο] μιμητικῶς· εὐάλωτος γὰρ
474. ἐπεὶ κύσε πῆλέ τε χερσίν] τοῦτο γὰρ ποιοῦμεν πρὸς διά-
475. εἶπεν ἐπευξάμενος] “εἶπε δʼ ἐπευξάμενος·” Ἀρίσταρχος γὰρ
σὺν τῷ “δέ” γράφει.
476. δότε δὴ καὶ τόνδε γενέσθαι] φιλότιμος ἡ εὐχή. διαχυθεὶς
478. *ἀγαθόν τε] οὕτως “ἀγαθόν τε.”
479. πατρὸς δʼ ὅ γε πολλὸν ἀμείνω] φυσικῶς ἐκ τοῦ βίου τοῦτο
ἔλαβεν· ἐν ἅπασι γὰρ τῶν ἄλλων ἀμείνονες εἶναι θέλοντες μόνοις
480. ἀνιόντα] ἀνιόντος, ὡς τὸ “γυναῖκά τε θήσατο μαζόν” (Il. 24. 58).
ἄλλως: στικτέον εἰς τὸ “ἀνιόντα,” καὶ 〈οὐ〉 λείπει τὸ ἰδών· ἤδη
γὰρ σύνηθές ἐστι τοῖς Ἀττικοῖς· “χαίρω δέ σ᾿ εὐτυχοῦντα καὶ προσ-
ήμενον” (Rhes. 390)· καὶ ἀλλαχοῦ ὁ ποιητὴς “ἤχθετο γάρ ῥα
Τρωσὶν δαμναμένους” (Il. 13. 352).
ἄλλως: ἐκ πολέμου ἀνιόντα] οὐκ ἀεὶ εὔχεται πολεμεῖσθαι τὴν πόλιν, ἀλλ᾿ ἐν ταῖς χρείαις ἄριστον 〈αὐτὸν) εἶναι.
482. * ἀλόχοιο φίλης] ἵνα καὶ αὐτὴ διαχυθῇ.
483. * κόλπῳ] ἐν τὰ βρέφη κομίζεται.
484. δακρυόεν γελάσασα] δυνατῶς ῥηθὲν ἀνερμήνευτόν ἐστιν· οὐ
γὰρ ἁπλοῦν τὸ πάθος ἀλλὰ σύνθετον ἐξ ἐναντίων παθῶν, ἡδονῆς καὶ
λύπης· εἰς γέλωτα μὲν γὰρ αὐτὴν προήγαγε τὸ βρέφος, εἰς δάκρυον
δὲ ἡ περὶ τοῦ Ἕκτορος ἀγωνία. οὐκ ἐνόησεν οὖν Καλλίμαχος τὸν
στίχον εἰπὼν “ἐπεὶ θεὸς οὐδὲ γελάσσαι ἀκλαυτί” (fr. 418. Schn.)·
ᾠήθη γὰρ ὑπὸ τῆς διαχύσεως τοῦ γέλωτος τὰ δάκρυα γενέσθαι.
487. * ὑποθεὶς αὑτὸν τῇ εἱμαρμένῃ ἴσον ἐποίησε τό τε κινδυ- νεύειν καὶ τὸ ἀσφαλῶς ζῆν.
489. ἐπὴν τὰ πρῶτα γένηται] τινὲς “πρωτά” ὡς γνωστά, ἵνʼ ᾖ
πρῶτος εἰδὼς Ὅμηρος, ἐν οἷς τὴν ἐπὶ γενέσεως ὥραν περιέχειν τὰ
ἀποτελέσματα λέγει.
491. ἱστόν τʼ ἠλακάτην τε] διὰ βραχέων βίον καὶ οἰκονομίαν
ὑπογράφει σώφρονος γυναικός. οἰκονομικῶς δὲ ἐποίησε τὸν Ἕκτορα
ἐπιτρέποντα αὐτῇ οἰκουρεῖν, ἵνα μὴ κατὰ τὴν πρὸς τὸν Ἀχιλλέα
μάχην ὀφθεῖσα ἐπὶ τοῦ τείχους πείσῃ αὐτὸν μὴ πολεμεῖν Ἀχιλλεῖ.
492. πόλεμος δʼ ἄνδρε〈σ〉σι μελήσει] “ἄνδρε〈σ〉σι” διὰ τὰς παραινέσεις αὐτῆς. ἔστι δὲ ἤθη σκοπεῖν διάφορα Ἀλεξάνδρου καὶ Εκτορος· ὃ μὲν γάρ φησι “πόλεμος δʼ ἄνδρεσσι μελήσει,” ὁ δὲ Ἀλέξανδρος “νῦν δέ με παρειποῦσʼ ἄλοχος” (337).
495. οἶκόνδε βεβήκει ἐντροπαλιζομένη] ἀπῆγε μὲν ἡ ἐπίπληξις,
499. γόον πάσῃσιν ἐνῶρσεν] ἢ διηγησαμένη, ἢ ἀπὸ τῶν ἰδίων
500. γόον Ἕκτορα] γόαον, καὶ κατὰ συγκοπήν· ἢ ἀπὸ βαρυτόνου.
503. οὐδὲ Πάρις δήθυνεν] δῆλον οὖν, ὡς διὰ τοῦτον ἐνδιέτριβεν
505. σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ] ἑαυτῷ πρόεισιν ἀρέσκων, τὴν ἧτταν
οὐδʼ ὅλως ἐνθυμούμενος.
506. ὡς δʼ ὅτε τις στατὸς ἵππος] ὁ τῆς ἀγέλης ἀποσπασθεὶς
ἀκοστήσας ἐπὶ φάτνῃ —εἰωθὼς λούεσθαι] οὐ πονεῖν ἐθελήσας ἀλλὰ
τὴν ἀκήν. οἳ δὲ παρὰ Θεσσαλοῖς ἀκοστὰς τὰς κριθάς, ὡς καὶ
Νίκανδρος (Alexiph. 106)· οἳ δὲ “ἀγοστή⌈σας⌋” 〈ὁ ῥυπανθείς〉·
ἀγοστὸς γὰρ ὁ ῥύπος. §. εὐρρεῖος δὲ ἀπὸ τοῦ εὐρρεής.
507. *δεσμόν] δεσμὸς Ἀλεξάνδρου ἡ Ἑλένη.
κροαίνων] κυμβαλίζων· καὶ ἐρίγδουποι καὶ ὑψηχέες ἵπποι· Στησί-
χορος κοιλωνύχων ἵππων πρύτανιν τὸν Ποσειδῶνά φησιν (fr. 49. B.).
508. *εἰωθὼς λούεσθαι] φιλόλουτρον γὰρ τὸ ζῷον· ἐν ποταμῷ δέ,
509. ἀμφὶ δὲ χαῖται] δοκεῖ ἡ κόμη μεγαλοπρεπείας αἰτία εἶναι
510. ὃ δʼ ἀγλαΐηφι πεποιθώς] πρεπόντως ἐπὶ τοῦ καλλωπιστοῦ·
ὃ δʼ ἀγλαΐηφι] ἀντὶ τοῦ τοῦτον, καὶ τὸ “ἕ” ἐντὶ τοῦ αὐτόν, φημὶ τὸ
513. ὡς τʼ ἠλέκτωρ] διαστολὴ εἰς τὸ “ἠλέκτωρ.” δύο δὲ παρα- βολὰς ἔμιξεν.
514. καγχαλόων] ὡς ἠγαπημένος τῇ Ἀφροδίτῃ γαυριᾷ ἐν μέσαις ταῖς Τρῳάσιν. ὁ δὲ Ἀχιλλεὺς Κυνὶ εἴκασται (Il. 22. 26), ἅμα τῷ λαμπρῷ καὶ τὸ φθοροποιὸν ἔχων.
515. εὖτʼ ἄῤ ἔμελλε στρέψασθαι] οἰκονομικῶς· τί γὰρ ἂν ἔδρα- σεν ὁ γυναικώδης ἀκούσας Ἕκτορος “ἀλλ᾿ οὔ μοι Τρώων τόσ〈σ〉ον μέλει”; καταλιπὼν γὰρ ἂν τὴν μάχην πάλιν οἴκοι ἐκαθέζετο παρὰ τῇ Ἑλένῃ.
516. * ὀάριζε] διελέγετο.
518. ἠθεῖε] παρὰ τὸ θεῖος τὸ σημαντικὸν τοῦ θαυμασίου κατὰ πλεονασμὸν τοῦ η “ἠδεῖε·” διὸ καὶ προπερισπαστέον. ταῦτα δέ τινες προσαγορευτικά· οὐδέποτε δὲ περί τινος αὐτά φησιν, ἀλλὰ πρός τινα· τέττα φίλου, ἄττα τροφέως, πάππα πατρός, ἠθεῖε ἀδελφοῦ.
* ἦ μάλα] τὸ “ἦ,” ἐνταῦθα πευστικὸν καὶ ἠθικόν.
519. * ἐναίσιμον] ἀσυντάκτως.
521. δαιμόνι᾿, οὐκ ἄν τις τοι ἀνήρ] ὁμοίως τοῖς πρό⌈σθεν⌋ ἀμελείας αὐτὸν ⌈κ⌋ρίνει, οὐ βουλόμενος αὐτοῦ θραύειν τὴν ὁρμήν.
523. τὸ δʼ ἐμὸν κῆρ ἄχνυται ἐν θυμῷ] φιλαδέλφως ἀπολογεῖται
ὑπὲρ τῶν ὕβρεων. “θυμῷ” δὲ τῷ λογισμῷ· καὶ “ἕτερος δέ με
θυμὸς ⌈ἔ⌋ρ⌈υκεν⌋” (Od. 9. 302). λυποῦμαι δέ φησι λογιζόμενος.
524. * ὑπὲρ σέθεν] κατά σου.
* αἴσχεʼ ἀκούω] διὰ τὸν Σαρπηδόνος λόγον.
525. * Τρώων] ἀπολογεῖται ὑπὲρ αὐτῶν.
526. τὰ δʼ ὄπισθεν ἀρεσσόμεθα] ἁρμοσόμεθα ἢ πρὸς Τρῶας ἢ
πρὸς ἀλλήλους. τοῦτο δὲ παῤ Ὁμήρου φασὶν οἱ μετὰ τὸ ἀδικῆσαι
εἰς εὐμένειαν προτρεπόμενοι τὸν ἀδικηθέντα.
528. κρητῆρα—ἐλεύθερον] τὸν ἐπὶ ἐλευθερίᾳ ἱστάμενον.
529. ἐκ Τροίης ἐλάσαντας] μεγαλοφυῶς, ἵνα μὴ εἴπῃ φόβων ἀπηλλαγμένους.
1. πυλέων ἐξέσσυτο] διὰ τῶν πυλῶν ἐξώρμησεν. δηλοῖ δὲ τὸ πρόθυμον Ἕκτορος, ὃ ἐνεδείκνυτο πρὸς προτροπὴν Ἀλεξάνδρου· διὸ καὶ ὁ ποιητὴς ἐπάγει κἀκείνου τὴν προθυμίαν.
2. *τῷ δʼ ἅμ᾿ Ἀλέξανδρος] διδάσκει ὅσον ἐστὶ προτροπὴ κατὰ
4. ὡς δὲ θεὸς ναύτῃσι] καὶ ἀλλαχοῦ ἐπὶ λήξει τῶν δεινῶν
δὲ μεσοῦντος τοῦ δεινοῦ τὸν οὖρον ἔλαβεν. ἐπανείληφε δὲ τὸ αὐτὸ
πρὸς ἔμφασιν τῆς προθυμίας.
5. ἐπήν κε κάμωσι] οὕτως· τινὲς δὲ “κεκάμωσιν” ὡς λελάχωσιν·
ἐπιφέρεσθαι. τινὲς “ἐπεί κε·” δὲ Σιδώνιος “ἐπήν κε,” ὡς “οὔτʼ
ἂν κεν Ἄρης” (Il. 13. 127).
6. * ἐλαύνοντες] τινὲς “ἐρέσσοντες” γράφουσιν.
7. *τώ] Ἀρίσταρχος “τώ,” Ἀμμώνιος δὲ “τοί.”
8. ἔνθ᾿ ἑλέτην] εἰς τὸ “ἑλέτην” βραχεῖα διαστολή. §. πρῶτος δὲ
ἀριστεύει Ἀλέξανδρος ὡς προπετής· “Τρωσὶν μὲν προμάχιζεν”
9. Ἄρνῃ ναιετάοντα] δοκεῖ μάχεσθαι ἑαυτῷ ὁ ποιητὴς ἀεὶ πρεσ-
τριτάτοισιν ἄνασσεν” (Il. 1. 252), ἐνταῦθα δὲ Μενέσθιον· δυσὶ γὰρ
γενεαῖς παράγεται πρεσβύτερος ὢν τοῦ Νέστορος. Ἀρηιθόου γὰρ
λέγει τοῦ ἐπικαλουμένου κορυνήτου παῖδα εἶναι Μενέσθιον· ὑπὸ δὲ
Λυκούργου φησὶν ἀνῃρῆσθαι τὸν Ἀρηίθοον, ὃν δὴ καὶ τὰ ὅπλα αὐτοῦ
λαβεῖν· γηράσαντα δὲ τοῦτον Ἐρευθαλίωνι παραδοῦναι, τὸν δὲ
Ἐρευθαλίωνα ὑπὸ Νέστορος ἀναιρεθῆναι νέου ὄντος. φησὶ γὰρ
“γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων” (153). ῥητέον δέ, ὅτι ἴσως
ἀπέθανεν Ἀρηίθοος ἐνιαυσιαῖον ἐάσας τὸν υἱόν, ἀνεῖλε δὲ τὸν Ἀρηίθοον
ὁ Λυκοῦργος ἤδη γηραιὸς ὢν· φησὶ γοῦν “πέφνε δόλῳ, οὔτι κράτεΐ
γε” (142). ὀλίγον δὲ ἐπιβιοὺς δύναται Ἐρευθαλίωνι παραχωρεῖν
τὴν πανοπλίαν. προκαλούμενος δὲ οὗτος τοὺς Πυλίους οὐκ ἀπει-
κότως ὑπὸ Νέστορος νέου ὄντος ἀναιρεῖται, ὥστε Νέστορα μὲν εἶναι
Μενεσθίου πρεσβύτερον, τῶν δὲ ἄλλων τῶν ἐπὶ Ἴλιον στρατευσάντων
μείζονα 〈Μενέσθιον〉.
ἄλλως: Μενέσθιος Ἀρηιθόου ἦν παῖς τοῦ Ἀρηιθόου, 〈τοῦ〉 καὶ
κορυνήτου, ὁμωνυμούντων τοῦ πατρὸς καὶ τοῦ πάππου, ἵνʼ ᾖ “ὃν
ἄλλως: πλανῶνται τῇ ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενεσθίου πατὴρ
Ἀρηίθοος Βοιωτὸς ἦν, κατοικῶν Ἄρνην —ἔστι δὲ αὕτη Βοιωτίας, ὡς
καὶ Ἡσίοδός φησιν (fr. 51 M.)—ὁ δὲ ὑπὸ Λυκούργου ἀναιρεθεὶς
Ἀρκάς· τινὲς δὲ Ἄρνην Ἀρήνην τὴν Ἀρκαδικὴν ὡς τὴν Μέσ〈σ〉ην
Μεσ〈σ〉ήνην φασίν (Il. 2. 582).
ὃν κορυνήτης] ἐπεὶ κορύνῃ ὅπλῳ ἐχρῆτο. τὸ δὲ κύριον ὄνομα Ἀρηίθοος.
10. *βοῶπις] ὅτι καὶ νῦν ἐπὶ θνητῆς.
11. * ὀξυόεντι] 〈ἀπὸ〉 παραγωγῆς, ὡς 〈φαίδιμος φαιδιμόεις〉· “φαιδιμόεντες Ἐπειοί” (Il. 13. 686).
12. * στεφάνη εἶδος περικεφαλαίας ἐξοχὴν ἔχον. ἡ δὲ μετα- φορὰ ἀπὸ τῆς τῶν ὀρῶν ἐξοχῆς.
13. Γλαῦκος δʼ Ἱππολόχοιο] καλῶς τρίτος ἀριστεύει μὴ σβέσας
τὴν εἰς Διομήδην ὁρμήν. ὁρμήσας γὰρ ἐπὶ ἀνδραγαθίαν τῷ ἀνα-
γνωρισμῷ τῶν προγόνων ἐκεκώλυτο.
15. * Δεξιάδην, ἵππων ἐπιάλμενον] τινὲς “δεξιάδην ἐπιάλμενον,” ἀπὸ τῶν δεξιῶν μερῶν ἁλλόμενον.
17. τοὺς δʼ ὡς οὖν ἐνόησε θεά] ἀγωνιστικὸν τὸν πόλεμον τῇ ὁρμῇ
τῶν θεῶν ποιεῖ καὶ διαναπαύει τὸ ὁμοειδές. ὡς φιλέλλην δὲ καὶ
τοὺς τρεῖς τοὺς ἀπολωλότας πολλοὺς εἶναι δοκεῖ.
*τοὺς δʼ ὡς οὖν ἐνόησε] τὴν ὁρμὴν ἑωρακυῖα.
21. Περγάμου ἐκκατιδών] διὰ τὸ “αὐτὸς μὲν ἐφέζετο Περγάμῳ
ἄκρῃ” (Il. 5. 460). παρατηρεῖ γάρ, μή τις θεῶν ἐπίθηται Τρωσίν.
Πέργαμα δέ φασιν οἱ νεώτεροι.
22. συναντέ〈σ〉θην παρὰ φηγῷ] ἀξιοπίστως ἔθηκε καὶ τὸν τόπον.
ἔστι δὲ τὸ δένδρον τοῦτο καὶ ἰσχυρὸν καὶ πολυχρόνιον. φηγὸς δὲ
παρὰ τὸ φαγῶ, ὅ ἐστι τὸ ⌈τρώγω⌋· τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες
τὰ ἔξω ἔκαιον πρὸς θέρμην· ὅθεν καὶ βαλανεῖα. καὶ οἱ ἑταῖροι
Ὀδυσσέως ἐγκαθειρχθέντες εἰς συφεὸν αὐτῇ ἐκέχρηντο 〈τῇ τροφῇ〉
(Od. 10. 242).
24. τίπτε 〈σὺ〉 δʼ αὖ μεμαυῖα] τί πάλιν ἐθέλουσα ποιεῖν, ἐπειδὴ ἡ πρώτη αὐτῆς ὁρμὴ μέγιστα τοῖς Ἀχαιοῖς συνεβάλετο.
26. ἢ ἵνα 〈δὴ〉 Δαναοῖσι—δῷς] οὐ γὰρ λεκτέον ‘ἵνα δώσεις’
ἐπὶ πρώτου ἀορίστου καὶ μέλλοντος. §. “ἑτεραλκέα” δὲ ἐπίθετον τῆς
28. ἀλλʼ εἴ μοι τι πίθοιο] ὑποστικτέον εἰς τὸ “πίθοιο” καὶ εἰς
29. νῦν μὲν παύσωμεν] ὁ μὲν ἀκροατὴς δεινὰ ἐλπίζει ἐπὶ τῇ παρό-
τὴν σπουδὴν Μενελάου καὶ Ἀγαμέμνονος, τὴν Νέστορος δημηγορίαν.
32. ὑμῖν ἀθανάτῃσι] ἐμφαντικῶς, Ἥρᾳ καὶ Ἀθηνᾷ. Ζηνόδοτος
34. τὰ γὰρ φρονέουσα καὶ αὐτή] ἧκε γὰρ πρὸς τὸ μηδὲν βλα-
36. ἀλλʼ ἄγε, πῶς] οὐκ ἔδει γὰρ ἀλόγως ἐν τοιαύτῃ ἀκμῇ γίνεσθαι
38. Ἕκτορος ὄρσωμεν] ἵνα ὀλίγην ἀνακωχὴν δῷ Τρωσίν· εἶπε
39. οἰόθεν] “οἰόθεν” ἐστὶ μὲν ‘ἐξ οἴου,’ ὡς οὐρανόθεν· ἰδίως
40. ἐν αἰνῇ δηιοτῆτι] ἄμεινον τελείαν δοῦναι εἰς τὸ “δηιοτῆτι,”
41. ἀγασσάμενοι] φθονήσαντες ἢ θαυμάσαντες.
44. τῶν δʼ Ἕλενος—σύνθετο βουλήν] διὰ τί γὰρ οὐχ ὁ Ἀπόλλων
Θυμβραίου ναόν, τὴν δὲ εἰς τὸν τῆς Ἀρτέμιδος, ἕωθεν δὲ εὑρεθῆναι
κεκαθαρισμένους τὰς ἀκοάς.
47. Ἕκτορ, υἱὲ Πριάμοιο]τινὲς οὕτω ποδίζουσιν, “Ἕκτορ Πριάμου υἱέ.”
Διὶ μῆτιν ἀτάλαντε] διδάσκει ὅτι δεῖ τὸν ἄρχοντα μὴ μόνον μιᾶς πόλεως, ἅπαντος δὲ κόσμου προνοεῖν δύνασθαι.
48. κασίγνητος δέ τοι εἰμί] βραχεῖ προοιμίῳ τῆς φύσεως ὑπο- μιμνῄσκων προτρέπεται.
52. οὐ γάρ πω τοι μοῖρα θανεῖν] πάντοθεν θαρσύνει αὐτόν· ἐπʼ οὐδε-
μιᾷ γὰρ χρείᾳ ὡς Ἀλέξανδρος μέγιστον αἱρεῖται〈τὸν〉 κίνδυνον. ἄλλως
τε προεμφαίνει τὴν ἀρετὴν Αἴαντος, ὡς, εἰ μὴ τὸ μοιρίδιον ἐπεῖχε,
κἂν ἀπώλετο ὑπὸ Αἴαντος.
* ἐπισπεῖν] ὡς πλεῖν, οὕτω καὶ ἐπισπεῖν· πᾶν δὲ ἀπαρέμφατον ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον.
53. ὣς γὰρ ἐγὼν ὄπ᾿ ἄκουσα] καὶ μὴν οὔτε τούτῳ εἰρήκασιν, οὔτε εἶπον παραστάντες αὐτῷ· ἢ οὖν “ὄπα” λέγει τὴν μαντικήν· καὶ γὰρ ὁ τυχὼν ἀκούσας δύναται λέγειν, ἵνα ᾖ τὸ “ἄκουσα” ᾐσθόμην, ὡς τὸ “μάλιστα δέ τʼ ἔκλυον αὐτοί” (Od. 6. 185)· ἢ τὸ ἑξῆς ἐστιν “αὐτὸς δὲ προκάλεσ〈σ〉αι.”
ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν] δηλονότι τὸ δεῖν προκαλέσασθαι. ἐν δὲ τῷ μεταξὺ ἔφη “οὐ γάρ πω τοι μοῖρα θανεῖν,” παῤ ἑαυτοῦ τοῦτο προσθείς.
54. ὣς ἔφαθ᾿, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη] τὸ φιλότιμον ὑπέφηνε τῷ
μὴ ἀποκρίνασθαι. οὐ διακηρυκεύεται δέ, ἀλλὰ πρὸς κατάπληξιν τῶν
πολεμίων καὶ ἰδίαν δόξαν αὐτουργεῖ.
ἄλλως: Ἕκτωρ δʼ αὖτʼ ἐχάρη] ὡς ἀκινδύνως εὐδοξήσων καὶ τὴν πρώην θεραπεύσων ἀργίαν.
56. μέσ〈σ〉ου δουρὸς ἑλών] τοῦ ἀπράκτου. ἀκμαζούσης γὰρ τῆς μάχης οὐκ ἐνῆν βοᾶν. ἐπὶ δὲ τοῦ Ἀλεξάνδρου ἀρχὴ τῆς μάχης ἦν.
57. κὰδ᾿ δʼ Ἀγαμέμνων εἷσε] ᾤετο γὰρ αὐτὸν μετεγνωκέναι τὴν παράβασιν καὶ ἐν συμβουλίᾳ δημογερόντων γεγονέναι ἐν τῇ πόλει.
58. κὰδʼ δʼ ἄῤ Ἀθηναίη—καὶ—Ἀπόλλων] ὑψῶν τὰ πραττόμενα θεατὰς αὐτῶν ὑπογράφει θεούς.
59. αἰγυπιοῖσιν] σαρκοφάγον γὰρ τὸ ζῷον. παιδεύει δὲ πᾶν ζῷον
ὁρῶντας ὑπονοεῖν εἶναι θεόν· ἢ ὡς ἐφίζει ὄρνεον φυτῷ, οὕτω καὶ αὐτοὶ
ῥαδίως ἐκαθέσθησαν.
60. φηγῷ—πατρὸς Διός] καλῶς τοῦ Διὸς τὰ τέκνα ἐπὶ τῇ τοῦ πατρὸς κάθηνται δρυί· καὶ τὸ ὑψηλὸν πρὸς θέαν ἐπιτήδειον.
61. ἀνδράσι τερπόμενοι] ἐχρῆν ἐπαγαγεῖν τοὺς λόγους· Ἕκτορος
ἄλλως: ἀνδράσι τερπόμενοι] φιλοσόφως, ὡς ἰδίῳ κτήματι.
62. ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι] ἡ τοιαύτη
προφορὰ φαντασίαν μὲν τῇ διανοίᾳ, κόσμον δὲ τῇ ἀπαγγελίᾳ ποιεῖ.
πεφρικυῖαι] φρίσσει τις φόβῳ ἢ ψύχει ἢ ὀργῇ. ἐψύχωσεν οὖν
63. οἵη δὲ ζεφύροιο] καλῶς τὴν ἠρεμίαν τῶν ὅπλων κινήσει ζε-
μελαίνων δὲ αὐτὴν καὶ ὥσπερ ἐπιστίζων κατὰ μικρὸν ἐγείρεται. καὶ
ἀλλαχοῦ “ζεφύρου ὑποκινήσαντος” (Il.4. 423). §. “φρίξ” δὲ ἡ ἐπα-
64. μελάνει δέ τε πόντος ὑπʼ αὐτῇ] διὰ τοῦ ν τὸ “πόντον,” καὶ
Ὁμηρικὸν τὸ σχῆμα. εἰ δὲ γράφε〈τα〉ι “πόντος ὑπʼ αὐτῇ,” τὸ
“μελάνει” ἀντὶ τοῦ μελαίνεται ὑπὸ τῇ φρικὶ τοῦ ζεφύρου. ἄμεινον
δὲ τὸ πρῶτον. §. τὸ δὲ “μελάνει” ὡς οἰδάνει βαρυτονητέον· ἀπὸ γὰρ
69. ὅρκια μὲν Κρονίδης] εἰς θεοὺς ἀναφέρει τὴν αἰτίαν, Τρῶας
ἐλευθερῶν καὶ τὸ παράδοξον 〈προφέρων〉 τῆς προκλήσεως.
72. ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε] ἔδει ἐπαγαγεῖν ἢ ἡμεῖς παρὰ
ἄλλως: εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην—ἕλοιτε ἢ αὐτοὶ—δαμείετε]
πιθανῶς ἐξ ἴσου τὸν κίνδυνον ἀμφοτέροις κατέστησεν παρελὼν Ἑλλή-
νων τὴν ἐκ θεῶν ἐπικουρίαν.
73. *ὑμῖν μὲν γάρ] “ὑμῖν 〈δ᾿〉 ἐν γάρ,” οὕτως αἱ Ἀριστάρχου.
74. *τῶν νῦν ὅντινα θυμός] γράφεται “τῶν —καί τινα θυ-
ὅντινα θυμὸς ἀνώγει] οὐ πρὸς διορισμόν· πρὸς ἀνάπαυσιν γὰρ τοῦ στρατοῦ γίνεται ἡ μάχη.
75. δεῦῤ ἴτω ἐκ πάντων πρόμος] ἵνα πάντες αἰδεσθῶσι μὴ προ-
Ἕκτορι δίῳ] κατʼ ἐξοχήν· “Σαρπηδόνος ἀμφιμάχεσθαι” (Il. 16. 496) διὰ οἶκτον· “Παλλάδ᾿ Ἀθηναίην” (Od. 13. 300) διὰ ἦθος.
76. Ζεὺς δʼ ἄμμʼ ἐπὶ μάρτυρος] παρατέμνει τὰ ὅρκια, ἐπεὶ ἔναγ- χος παρέβησαν ὅρκους.
79. σῶμα δὲ οἴκαδʼ ἐμόν] βαρβαρικὸν τὸ σπεύδειν περὶ τὰς
ταφάς. περιπαθῶς δὲ προκατασκευάζει ὁ ποιητὴς πρὸς ὃ μάλιστα
ἀπεύχεται εἰς τοῦτο δυστυχήσαντα.
85. ὄφρα ἑ ταρχύσωσι] πόθεν τὸ ταρχῦσαι; τάρχεα τὰ νενομισ- μένα τοῖς νεκροῖς πρὸς κηδείαν, ἀπὸ τῆς ταραχῆς.
*ἀπὸ κοινοῦ τὸ “ὄφρα.”
86. σῆμά τε οἱ χεύωσιν] λεληθότως ἀποτρέπει τῆς μονομαχίας
τοὺς Ἕλληνας. αὐτὸς γὰρ ἂν ἔμελλεν ἀναιρούμενος θάπτεσθαι ἐν
Ἰλίῳ πόρρω τῆς θαλάττης, ὥστε μηδεμίαν γίνεσθαι μνήμην τῷ
φονεύσαντι· τοῦ δὲ ἀντιπάλου ἐπὶ τοῦ Ἑλλησπόντου ταφέντος
ἀείμνηστον κλέος ἔχειν ἔμελλε παρὰ τοῖς πλέουσιν. διὸ καὶ ἐγκο-
λάπτει δυοῖν ἐποῖν ἐπιγραφὴν τῷ τάφῳ “ἀνδρὸς μὲν τόδε σῆμα.”
πλατεῖ Ἑλλησπόντῳ] καθʼ ὃ μέρος ἐστὶ πλατύτατος ἑαυτοῦ περὶ τὰς ἐκροὰς τοῦ Σκαμάνδρου.
89. * ἀνδρὸς μέν] τὸ “μέν” ἀντὶ τοῦ μήν.
ἀνδρὸς μὲν τόδε σῆμα] ὡς ἤδη νενικηκὼς ἐπιγράφει τῷ τάφῳ τὸ
ἐπινίκιον, οὐκ ἐπὶ τεθνηκότι, ἀλλʼ οὐδὲ γιγνωσκομένῳ τῷ μέλλοντι
μονομαχεῖν, τὸ ἐπικήδειον πρὸ τοῦ θανάτου διατιθείς.
ἀνδρὸς μὲν τόδε σῆμα] πρὸς τὴν τῶν γραμμάτων εὕρεσιν.
90. ὅν ποτʼ ἀριστεύοντα] πρὸς ἰδίαν ἐπίτασιν, εἰ τοῦ ἀρίστου φα-
νεῖται κρείττων. φιλότιμος δὲ ὁ Ἕκτωρ χαρακτηρίζεται, ὡς καὶ ἐκεῖ
“ἀλλὰ μέγα ῥέξας τι” (Il. 22. 305).
*ὅν ποτε] γράφεται καὶ “ὅντινα.”
93. αἴδεσθεν μὲν ἀνήνασθαι] ἰσόκωλον τὸ ἔπος, ὅπερ ἐστὶ φράσις
δύο ἢ καὶ πλειόνων κώλων ἀπηκριβωμένων ἀλλήλοις πρὸς ἀντιστρόφου
ἐμφέρειαν· “χρὴ ξεῖνόν περ ἐόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν”
(Od. 15. 74). ἢ ὁμοιόπτωτον καὶ ὁμότροπον “Ὕλλῳ ἐπʼ ἰχθυόεντι”
(Il. 20. 392).
αἴδεσθεν μέν] δειλῶν γάρ· καλεῖ δὲ διὰ τὸν παρασπονδησμόν· ἢ
περιμένοντες κέλευσιν, ὡς δῆλον ἐπὶ τῶν ἑξῆς, ἢ ὑπὸ θεοῦ ὡρμῆσθαι
94. ὄψε δὲ δὴ Μενέλαος] ὡς αἰτίαν ἔχων τοῦ παντός. καὶ τῇ
πρὸς Ἀλέξανδρον δὲ ἐπήρτηται μονομαχίᾳ· διὰ δὲ τοῦ “ὀψέ”
διδάσκει μὴ παραχρῆμα ποιεῖσθαι τὰς ἀποκρίσεις.
95. *νείκει] τῷ ἐλέγχῳ.
97. ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς] ἐκ δεινοῦ δεινά,
ἔσται ἡ λώβη. §. ἔν τισι δὲ “λώβη γε τάδʼ ἔσσεται.”
99. ὕδωρ καὶ γαῖα γένοισθε] τῶν στοιχείων ὕδωρ καὶ γῆ κατὰ
ἐκγενόμε〈σ〉θα· ἐκ γ〈αί〉ης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ.”
ἢ ὅτι τὸ ὕδωρ τὰς ψυχὰς διαφθείρει.
101. * αὐτὸς θωρήξομαι] ὡς ἀνάγκῃ δεχόμενος τὸ μονομάχιον.
102. * νίκης πείρατα] τὸ ἄνισον οἶδεν, ὡς καὶ Πρίαμος· “Ζεὺς
104. ἔνθα κέ τοι, Μένελαε, φάνη βιότοιο τελευτή] εἰς κίνδυνον
Ἀγαμέμνονος.
* βιότοιο] γράφεται καὶ “θανάτοιο.”
107. αὐτός τʼ Ἀτρείδης] διὰ τί τὸν μὲν Ἀλέξανδρον κελεύει
κοῦντος ἡδέως οἱ Τρῶες ἀπηλλάττοντο, τὸν δὲ ὡς ἀδικούμενον
ἠλέουν.
109. ἀφραίνεις, Μενέλαε] φιλοδόξως γάρ, οὐ φρονίμως ἐσπούδακεν
κίνδυνον ᾕρηται.
110. *ἀνὰ δὲ σχέο] Ἀρίσταρχος καὶ Ἡρωδιανὸς “ἀνὰ δʼ ἴσχεο.”
111. μηδʼ ἔθελʼ ἐξ ἔριδος] τῆς πρὸς Ἀχαιοὺς ἔριδος. ἔστι δὲ 〈τοῦτο〉 τὸ γνῶθι σαυτόν.
τεῦ ἀμείνονι φωτί] τεχνικῶς ἥττονα πολύ φησιν αὐτὸν Ἕκτορος,
ὅπως μὴ τῶν ἄλλων Ἑλλήνων καταφρονῆσαι δοκῇ, τὸν μὲν τοῦ κιν-
δύνου ῥυόμενος, τοὺς δὲ κινδυνεύειν προτρεπόμενος.
112. * στυγέουσι] καταπλήττονται.
113. καὶ δʼ Ἀχιλεὺς τούτῳ γε—ἔρριγʼ ἀντιβολῆσαι] τοῦτον
παρέλαβεν, οὗ καὶ Μενέλαος οὐκ αἰδεῖται ἥττων εἶναι ὁμολογεῖν,
οὐκ ἄλλον τινὰ τῶν ὀλίγῳ τοῦ Μενελάου κρειττόνων. ἀναπολεῖ δὲ
πανταχοῦ τὸ ὄνομα Ἀχιλλέως ὑπὲρ τοῦ μὴ λήθῃ δοθῆναι.
114. ὅπερ σέο πολλὸν ἀμείνων] γράφεται καὶ “ἀμείνω.” ἄμεινον δέ φασιν “ὅπερ μέγα φέρτατός ἐστιν,” ἵνα ψιλότερος ᾖ ὁ ὀνειδισμὸς Μενελάου.
116. τούτῳ δὲ πρόμον ἄλλον] ἐντέχνως παρυπέμνησεν, ὅτι πάν-
τως δεῖ τινα αὐτῶν ἀναστῆναι.
117. μόθου] μόθος παρὰ τὸ 〈ὁμοῦ θεῖν τοὺς μαχομένους, ὥστε〉 τάχιστα πληροῦσθαι τὴν ἐπιθυμίαν.
118. φημί μιν ἀσπασίως] ταῦτα εἰς προτροπὴν τῶν Ἀχαιῶν.
122. γηθόσυνοι θεράποντες] παρὸν αὐτῷ καὶ ὀτρηροὶ θεράποντες
εἰπεῖν καὶ καρπαλίμως θεράποντες, “γηθόσυνοι” φησί, τὴν τῶν θερα-
πόντων πρὸς τὸν βασιλέα ἐμφαίνων κηδεμονίαν.
123. Νέστωρ δʼ Ἀργείοισιν] πιθανῶς τοῦτον ἐπιπλήσσοντα παρεισ- άγει, ὃς διὰ τὴν ἡλικίαν οὐχ ὑποφέρει τὸ ὅμοιον ἔγκλημα. §. καὶ μετὰ Ἀγαμέμνονος δὲ ὅμως ἀσφαλεῖς πάλιν οἱ Ἕλληνες.
124. ὢ πόποι] λειπόμενοι γὰρ οἱ γέροντες δυνάμει τῷ σχετλιά- ζειν ἐμφαίνουσι τὴν οἰκείαν προθυμίαν. μόνον οὐχὶ δὲ τὴν Ἑλλάδα πᾶσαν ἐν αὐτοῖς ἐλεεῖν φησιν. εὖ δὲ καὶ τὸ μὴ λύπην εἰπεῖν ἀλλὰ “πένθος” καὶ “μέγα.”
125. ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα] διδάσκει ὅτι καὶ
ἀπόντας δεῖ τοὺς πρεσβυτέρους τιμᾶν, λέγων ὡς δεῖ τοὺς Ἕλληνας
ἀρέσκειν Πηλεῖ, καὶ μὴ παρόντι· ἀνόητον δέ φασι τὸ μὴ τοὺς
γονεῖς αὐτῶν παραλαβεῖν ἀχθομένους, ἀλλὰ τὸν Πηλέα, ὃν ἔδει
χαίρειν ἀτυχούντων Ἑλλήνων διὰ τὴν Ἀχιλλέως ὕβριν. τοῦτο δέ
352)· ἐπαχθὲς γὰρ ἦν τὸ σαφῶς ὀνειδίσαι. προμνηστεύει οὖν τὰς
λιτάς, καὶ τοῖς βαρβάροις δὲ ἐμφαίνει, ὅτι οὐκ ἔσται ἡ Ἀχιλλέως
ὀργὴ πολυχρόνιος τοῦ Πηλέως οὕτω πρὸς τοὺς Ἕλληνας διακειμέ-
νου, καὶ τὸν Ἀχιλλέα ὑποθωπεύει λεληθότως.
126. βουληφόρος] ὁ φέρων εἰς πέρας ἃ βούλεται. §. συνίστησι
δὲ τὸ πρόσωπον, ὅπως ὁ τούτου σχετλιασμὸς δεινότατος 〈ὢν〉 ἐγείρῃ B=
τοὺς Ἕλληνας.
127. * μʼ εἰρόμενος] Ζηνόδοτος “μειρόμενος” γράφει, κακῶς.
128. ἐρέειν γενεήν τε τόκον τε] θαυμασίως τῆς εὐγενείας αὐτοὺς
εὐγενείᾳ χαίρειν ἐπὶ τῇ γονῇ αὐτῶν λέγων. ἀλλʼ οὐδέ φησιν ὅτι
ἐμαρτύρησα τῷ Πηλεῖ περὶ ὑμῶν· τὸ μὲν γὰρ κολακικόν, τὸ δὲ
λέγειν ὅτι μεμαρτύρηκα ὑμῖν εὐγένειαν ἐπίφθονον.
130. φίλας ἀνὰ χεῖρας ἀείραι] Ἀρίσταρχος “βαρείας χεῖρας”
131. θυμὸν ἀπὸ μελέων] δηλοῖ ὅτι παρέσπαρται ἡ ψυχὴ παντὶ
ἄλλως: θυμὸν ἀπὸ μελέων δῦναι] ὅτι τοιούτοις πεπίστευκε τὸν
δῦναι δόμον Ἄιδος] μέτριος μὲν ὁ λόγος τῇ φαντασίᾳ, πικρὸς δὲ
τῇ δυνάμει· εἰ γὰρ ἐκεῖνος ἀκούων ἀβίωτα σπεύδει, πόσῳ μᾶλλον
ἐγὼ ὁρῶν ὑμᾶς ἀσχημονοῦντας; πραγματικῶς καὶ πρὸς Ἀχιλλέα
ἀποτείνεται· εἰ γὰρ οὕτω βαρέως οἴσει ὁ Πηλεὺς τὴν τῶν ἀλλο-
τρίων ἀνανδρίαν, πῶς οὐκ ἂν μᾶλλον ἐπὶ τῷ υἱῷ ἄχθοιτο;
132. αἲ γάρ, Ζεῦ τε πάτερ] οὐκ ἄκαιρος ὁ λόγος· ἐπιτιμήσας
γὰρ τοῖς ἀρίστοις ὤφειλεν ἀποδεῖξαι διὰ τῆς παραθέσεως τῶν πεπραγ-
μένων αὑτῷ, ὅτι δεόντως ἄγει ταύτην τὴν παρρησίαν, ἵνα πρὸς ζῆλον
αὐτοὺς τῶν ὁμοίων κινήσῃ· τοιοῦτος καὶ Φοῖνιξ καὶ Λαέρτης.
133. κελάδοντι] τῷ νῦν Ἀκίδωνι. §. τινὲς δὲ ἄμφω ἐπίθετα τοῦ
135. Φειᾶς πὰρ τείχεσ〈σ〉ιν] καὶ ἡ Φειὰ παραθαλάσσιός ἐστι,
καὶ Ἰάρδανος οὐχ ὁρᾶται ποταμὸς αὐτόθι· ἄμεινον οὖν ὡς Δίδυμος
“Φηρᾶς” γράφειν καὶ “Δαρδάνου ἀμφὶ ῥέεθρα·” οὕτω γὰρ καὶ Φερε-
κύδης ἱστορεῖ.
136. * πρόμος] ἐπαίρει τόν πολέμιον Ἐρευθαλίωνα.
138. δίου Ἀρηιθόου] εὐκαίρως ἐρευνᾷ, πρώην ἁπλῶς παρελθών. §.
139. *ἔμφασις τοῦ κλέους, ὅπου καὶ γυναιξὶν ἐγνώσθη.
142. * δόλῳ, οὔτι κράτεΐ γε] εἰς σύστασιν αὐτοῦ.
143. * ὅθ᾿ ἄῤ οὐ κορύνη —χραῖσμε] οὐ διὰ τὸ στενόν, ἀλλὰ διὰ τὴν πρόληψιν.
144. *ὑποφθάς] Ἀρίσταρχος “ἀναστάς,” ἐκ τοῦ λόχου δηλονότι.
146. *τεύχεα δʼ ἐξενάριξε] Ἀρίσταρχος διὰ τοῦ “δέ.”
τά οἱ πόρε χάλκεος Ἄρης] λεληθότως τὸν ἴδιον ἔπαινον αὔξει ὁ Νέστωρ, εἰ περιεγένετο ἀνδρὸς ὅπλα φοροῦντος θεῖα.
ἄλλως: τά οἱ πόρε χάλκεος Ἄρης] τινὲς ‘ἃ ἦν σκυλεύσας ἐκ τοῦ πολέμου.
147. μετὰ μῶλον Ἄρηος] τὸν ἐγχρονισμὸν καὶ μόλυνσιν τῆς μάχης.
153. 〈πολεμίζειν〉 θάρσεϊ ᾧ] τῷ ἑαυτοῦ· “βουλὴ γὰρ ἄρχει,
χεὶρ δʼ ἐπεξεργάζεται” (Ion apud Sext. Emp. p. 24). τινὲς δὲ
ἀντὶ τοῦ τῷ ἀπλήστῳ θάρσει αὐτοῦ τοῦ Ἐρευθαλίωνος μάχεσθαι.
γενεῇ δὲ νεώτατος] διὸ ἐθάρσουν. ἐντέχνως δὲ τοὺς μὲν πρεσβυ- τέρους ἀπολύει τοῦ κινδύνου, τοὺς δὲ νεωτέρους ἀνίστησιν.
154. δῶκεν δέ μοι εὖχος Ἀθήνη] ὅτι δεῖ τὰ ἴδια θεοῖς ἀναφέρειν· καὶ γὰρ συνεργοῦσι τοῖς προθύμοις.
155. τὸν δὴ μήκιστον καὶ κάρτιστον—εἴθʼ ὥς] οὐχ ἑαυτὸν μήκιστον
εἶπε καὶ κάρτιστον, ἀλλὰ τῷ μὲν Ἐρευθαλίωνι ταῦτα ἐμαρτύρησεν, ἐκεί-
νου δὲ περιγεγενῆσθαι λέγων λεληθότως καὶ ἀνεπιφθόνως ἑαυτὸν ηὔξησεν.
ζηλωτὸν δὲ ἑαυτὸν καθιστὰς προτρέπει αὐτοὺς εἰς ἔννοιαν ἀγωνίας.
156. πολλὸς—ἔκειτο] ἀπὸ τῶν ἀριθμουμένων ἐπὶ τὰ μετρούμενα
158. * ἀντήσειε] ἤντησεν ἄν.
159. * ὑμέων δʼ οἵπερ ἔασιν] σχῆμα περὶ πρόσωπον.
160. * οὐδʼ οἵ—μέματε] σχῆμα περὶ πρόσωπον.
161. οἳ δʼ ἐννέα πάντες ἀνέσταν] πλεονάζει τὸ “πάντες.” οὐ γάρ,
(Il. 24. 232); ἴσχυσε δὲ καὶ τοὺς ὁμογέροντας ἐγεῖραι.
162. ὦρτο πολὺ πρῶτος— Ἀγαμέμνων] ὡς βασιλεὺς προτρέπων
163. τῷ δʼ ἔπι Τυδείδης] φιλοτιμεῖται γὰρ ἐπὶ τοῖς πεπραγμέ-
νοις καὶ θερμότερός ἐστι τῶν Αἰάντων.
164. τοῖσι δʼ ἐκʼ Αἴαντες] δευτερεύει γὰρ Αἴας Ἀχιλλέως·
165. τοῖσι δʼ ἔπ᾿ Ἰδομενεύς] ἐκείνων μὲν λείπονται, Εὐρυπύλου
167. τοῖσι δʼ ἔπ᾿ Εὐρύπυλος] κρείττων καὶ οὗτος τὰ πολεμικὰ
168. δῖος Ὀδυσσεύς] οὐχ ὡς δειλὸς ἀλλʼ ὡς σοφὸς εἰς πάντα
170. τοῖς δʼ αὖτις μετέειπε Γερήνιος] ὁ καὶ ἀναστῆναι προ-
τοὺς δὲ ἀνίστησι Νέστωρ.
171. πεπάλαχθε] αἱ πᾶσαι “πεπάλασθε” παρὰ τὸν Πάλλαντα
ἄλλως: κλήρῳ νῦν πεπάλαχθε] ἀνοήτως, φασίν, ἐπὶ κλῆρον ἔρχεται,
ληφθεὶς ὑπὸ τοῦ ἀρίστου λελῆφθαι, ἀλλʼ ὑπὸ τοῦ λαχόντος· ἅμα
δὲ καὶ ἀγωνιᾷ ἐπὶ τῷ κλήρῳ ὁ ἀκροατής.
διαμπερές] διηνεκῶς ἀπὸ πέρατος εἰς πέρας ἐλθόντος τοῦ κλήρου,
ὅ ἐστι διὰ πάντων· εἶτα ἀπὸ ἄλλης ἀρχῆς, ὃς γὰρ ἂν λάχῃ, καὶ
λέγει δὲ κληρώθητε· λάχοι γὰρ ἄν τις· ὡς καὶ τὸ “μάρνασθʼ
ὁπ〈π〉οτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ” (Il. 5. 33)· οἳ δὲ στίζουσιν
εἰς τὸ “πεπάλασθε,” εἶτα, ὃς γὰρ ἂν λάχῃ, διηνεκῶς καὶ εἰς πάντα
τὸν βίον ὠφελήσει τοὺς Ἀχαιούς.
172. *Ἀχαιούς] ὡς ἔχοντας ἀξιόμαχον Ἕκτορι.
175. ἐσημήναντο] γράμμασιν· καὶ πῶς οὐ γιγνώσκει ὁ κῆρυξ; ἐθνικὰ γὰρ ἦν.
177. λαοὶδʼ ἠρήσαντο] ἡδέα καὶ Ἑλληνικὰ ἀγωνιᾶν τοὺς Ἕλληνας
179. ἢ Αἴαντα λαχεῖν] τάξιν ἡ εὐχὴ ἔχει, τὸν πρῶτον κατʼ
ἀλκὴν καὶ τὸν δεύτερον καὶ τὸν τρίτον 〈καταλέγουσα.〉
*λαχεῖν] λείπει τὸ δός.
181. πάλλεν δὲ Γερήνιος] εἰς 〈τὸ〉 μὴ κακουργηθῆναί τι περὶ τὸν κλῆρον· πιστότατος γάρ. §. τὸ δὲ “πάλλεν” ἀντὶ τοῦ ἐκλήρου.
184. * βαρυντέον τὸ “ἐνδέξια·” ἐπίρ〈ρ〉ημα γάρ ἐστιν, ἀντὶ
τοῦ ἐπιδεξίως.
185. οἳ δʼ οὐ γιγνώσκοντες] οὐχ οἱ αὐτοὶ γὰρ ἦσαν παρὰ πᾶσι
τοῖς Ἕλλησι χαρακτῆρες· διάφορα δὲ καὶ τὰ τῶν στοιχείων ὀνόματα,
ὡς τὸ σάν. Καλλίστρατος δὲ Σάμιος ἐπὶ τῶν Πελοποννησιακῶν μετή-
νεγκε τὴν γραμματικὴν καὶ παρέδωκεν Ἀθηναίοις ἐπὶ ἄρχοντος
Εὐκλείδου, ὥς φησιν Ἔφορος. §. τινὲς δὲ τὸ “οἵ” περισπωμένως καὶ
δασέως, ἵνʼ ᾖ αὐτοῦ τοῦ Αἴαντος αὐτὸν εἰδότες, κακῶς.
* ἀπηνήναντο ἕκαστος] ἐξαρτᾷ τέως ἡμῶν τὸν νοῦν, οὐκ εὐθὺς ἐπὶ 〈τὸν Αἴαντα〉 τὸν κλῆρον φέρων.
187. *ὅς μιν ἐπιγράψας] διχῶς ἡ γραφή.
189. γήθησε δὲ θυμῷ] ἀλλαχοῦ τὸ σῶμα, νῦν δὲ τὴν γνώμην
αὐτοῦ ἐπαινεῖ. §. καλῶς δὲ οὐκ εἶπεν ἐμειδίασε· τοῦτο γὰρ 〈ἂν〉 εἰρω-
192. δοκέω νικησέμεν] μέτριον καὶ Ἑλληνικόν· οὐχ ὡς ὁ Ἕκτωρ
193. * ἀλλ᾿ ἄγετε] ἐπασφαλίζεται ὡς διακινδυνεύων.
194. τόφῤ ὑμεῖς εὔχεσθε] Ἑλληνικὸν τὸ πρὸ τῶν κινδύνων εὔ-
χεσθαι. ἅμα καὶ τὸ διάκενον πληροῖ. ἡ δὲ τῶν πολλῶν εὐχὴ
εἰσακούεται. §. ὅτι καὶ τὸν κράτιστον ἐπὶ θεοὺς δεῖ καταφεύγειν.
195. σιγῇ ἐφʼ ὑμείων] ἵνα μὴ δόξωσιν ἐπʼ εὐχὰς τρέπεσθαι, τὸν
196. *οὔτινα δεί διμεν] οὐ διὰ δέος αὐτὸ ποιοῦμεν.
197. οὐ γάρ τις με βίῃ —οὐδέ τʼ ἀιδρείῃ] ἐκ δυοῖν γὰρ ἡ νίκη
*ἑκών] αἱ Ἀριστάρχου καὶ αἱ πλείους “ἑλών.”
* δίηται] πορεύηται.
198. οὐδέ τ᾿ ἀιδρείῃ] “οὐδέ τι ἰδρείῃ·” παρὰ Ἀριστοφάνει “οὐδὲ
*ἐμέ] ἡ παράδοσις ὀρθοτονεῖ τὴν “ἐμέ.”
*νήιδα] δειλόν.
199. ἔλπομαι ἐν Σαλαμῖνι] καλῶς τὴν ἐκ παιδείας ἀρετὴν τῇ
202. Ἴθηθεν μεδέων] καλῶς ἐκ χώρας καλεῖ τὸν θεόν, ἐν ᾗ καὶ
204. εἰ δὲ καὶ Ἕκτορά 〈περ〉 φιλέεις] θέλων αὐτοὺς ἐπʼ ἴσης διαλ-
λάξαι ὁ ποιητὴς οὐδὲ διίστησιν 〈ἐν〉 τῇ εὐχῇ.
208. σεύατʼ ἔπειθʼ 〈οἷός τε —Ἄρης〉] ἐκτείνει τὰς συλλαβάς,
οἷός τε πελώριος—Ἄρης] ἤδη προεπαίρει τὸν Αἴαντα καὶ τὴν
210. * ἔριδος μένεϊ] περιφραστικῶς τὸ ἔριδι.
212. μειδιόων βλοσυροῖσι] οἷον ἥμερόν τι καὶ γενναῖον ἔχων τὸ πρόσωπον.
μειδιόων] πολλὰ τεκμήρια τῆς τοῦ Αἴαντος γενναιότητος· καὶ λαχὼν ἥσθη· πλησίον 〈δὲ〉 ὢν τοῦ δεινοῦ μειδιᾷ, οὐ γελᾷ· τὸ μὲν γὰρ γελᾶν θρασύτητος ἄφρονος, τὸ δὲ μειδιᾶν γέλωτος μὲν αὐστηρότερον, σκυθρωπίας δὲ φαιδρότερον, ἐκπλῆττον Ἕκτορα, θαρσῦνον δὲ τοὺς φίλους.
* προσώπασι] ἀπὸ τοῦ πρόσωπα〈ς〉.
213. μακρὰ βιβάς] ἡ κίνησις τοῦ σώματος ἐμφαίνει τὸ θρασὺ τῆς ψυχῆς. τῶν δὲ δειλῶν “μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει” (Il. 13. 281).
214. Ἀργεῖοι μέγʼ ἐγήθεον] ἣν ὁ ποιητὴς ἔχει διάθεσιν, καὶ τοῖς
προσώποις περιάπτει. ἀπὸ δὲ τῆς τῶν ὁρώντων διαθέσεως τὸν ἔπαινον
τοῦ ὁρωμένου ηὔξησεν.
215. Τρῶας δὲ τρόμος αἰνός] οὐ μόνος ὁ κινδυνεύων ἔτρεμεν, ἀλλὰ καὶ οἱ λοιποί· ταῦτα δὲ λέγει ὁ ποιητὴς μεγαλύνων Αἴαντα.
216. Ἕκτορι δʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν] τὴν κίνησιν
καὶ ἀγωνίαν τῆς διανοίας ὑπέγραψε, τῶν δὲ σημείων τῆς δειλίας
οὐδὲν παρέλαβεν, ὡς ἐπὶ τοῦ Ἀλεξάνδρου “ὦχρός τε μιν εἷλε παρειάς”
(Il. 3. 35) καὶ ἐπὶ τοῦ Δόλωνος “ὑπὸ δʼ ἔτρεμε γυῖα” (Il. 10.
390), ἀλλὰ μόνον τὴν ἀγωνίαν· περὶ γὰρ ἀξιοπίστου προσώπου ἐστὶν
ὁ λόγος αὐτῷ.
217. ἀλλʼ οὔπως ἔτι εἶχεν ὑποτρέσαι] ὡς, εἴγε δυνατὸν ἦν, κἂν ἐφυγεν· ταῦτα δὲ 〈καὶ〉 περὶ τοῦ Ἴρου νόει.
218. χάρμῃ] κατʼ εὐφημισμόν, ἢ παρὰ τὸ κείρω κάρμη, ἢ παρὰ τὸ χαράσσεσθαι τὰ δόρατα.
219. Αἴας δʼ ἐγγύθεν ἦλθε] ὅτι οὐ περιμένει τὸν προκαλε-
σάμενον.
220. ὅ οἱ Τυχίος κάμε τεύχων] δόξαν ἡμῖν ἀληθείας ἐμποιῆσαι
θέλων τὸν τρόπον τῆς κατασκευῆς τὸν τεχνίτην τὴν πόλιν φησίν·
ἥρωος δημιουργοῦ λέγει, ἱκανὸν προσθεῖναι καὶ μόνον τὸ ὄνομα,
“ἥν ποτε τέκτων ποίησʼ Ἰκμάλιος” (Od. 19. 56)· πολλή τε αὐτοῦ
ἀριστεία καὶ τοῦ φοροῦντος σπουδή, ὃς ἐκ Σαλαμῖνος ἧκεν εἰς
Βοιωτίαν πρὸς τὸν ἄριστον ὁπλοποιόν.
222. σάκος αἰόλον] ποικίλον—διὸ “κάμε τεύχων” —ἢ εὐκίνητον·
ἢ “αἰόλον” ἀντὶ τοῦ αἰόλως.
225. ἀπειλήσας δὲ προσηύδα] νωθής ἐστι, κινηθεὶς δὲ ἐνδείκνυται
226. εἴσεαι οἰόθεν οἶος] οὐκ εἶπεν γνώσῃ οἷός εἰμι, κοινοποιεῖται
Ἕκτωρ “οἶδ᾿ ἐπὶ δεξιά. οἶδʼ ἐπʼ ἀριστερά” (238).
228. καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα—ἀλλʼ ὃ μὲν ἐν νήεσσι] ἐπί-
230. * ἀπομηνίσας] Ἀρίσταρχος “ἐπιμηνίσας.”
231. * τοῖοι] ἀγαθοί.
232. ἀλλʼ ἄρχε μάχης] βραδὺς γὰρ καὶ δεύτερος ὁ Αἴας ἀεί.
235. μή τι μευ ἠύτε παιδός] συνεῖδε καὶ ὁ Ἕκτωρ ὅτι κατα-
238. οἶδ᾿ ἐπὶ δεξιά, οἶδʼ ἐνʼ ἀριστερά] ὁ Κάσ〈σ〉ιος “δεξιά”
νωμῆσαι βῶν] τοῦτο ἐξήγησίς ἐστι τοῦ “σακέσπαλος.” §. “βῶν” δὲ ἀντὶ τοῦ ἀσπίδος.
βῶν ἀζαλέην] αἱ Ἀριστάρχου “βῶν·” ἡ Ἀριστοφανεία “βοῦν·”
239. τό μοι ἐστὶ ταλαύρινον] τὸ σάκος· πρὸς γὰρ τὸ συνώνυμον ἀπήντησεν, ὡς “νεφέλη δέ μιν —τὸ μὲν οὔποτε” (Od. 12. 74).
240. *ἐπαΐξαι] γράφεται καὶ “ἐπαΐσσειν.”
241. δηίῳ μέλπεσθαι] αἱ Ἀριστάρχου “δηίων μέλπεσθαι.”
ὄρχησις γὰρ καὶ παιδιὰ γενναίων ὁ πόλεμος. πολλὴν δὲ εὐχέρειαν
ἐμφαίνει τῶν δεινῶν.
242. ἀλλʼ οὐ γάρ σε θέλω βαλέειν —λάθρῃ] καίτοι πάντα τρόπον μάχης εἰδώς· ἡ γὰρ μετὰ ἀπάτης ἀριστεία αἰσχρά.
*τοιοῦτον] ἠθικῶς, μέγαν τε ὁρῶν καὶ θαυμαστόν.
246. *ὃς ὄγδοος ἦεν] ἄκρον.
247. ἓξ δὲ διὰ πτύχας ἦλθε] συναριθμουμένου τοῦ χαλκοῦ τῇ ἑβδόμῃ, ἥτις ἦν ῥινός, ἢ μιᾶς παραλειπομένης.
252. ἠρήρειστο] ἐτράχυνε τὰς συλλαβάς, τὴν βίαν δηλῶν.
255. τὼ δʼ ἐκσπασ〈σ〉αμένω δόλιχʼ ἔγχεα] τὸ ἴδιον ἑκάτερος ἀπὸ τῆς τοῦ ἑτέρου ἀσπίδος.
258. Πριαμίδης μὲν —σάκος] ἐνάρχεται πάλιν, οὐκ ἂν οἶμαι ἀμβλυ〈ν〉θείσης τῆς ἀκμῆς ἐν τῇ πρώτῃ βολῇ.
261. στυφέλιξε δέ μιν μεμαῶτα] εἰς τοὔμπροσθεν ὁρμῶντα ἔστησε καὶ ἐπέσχεν.
262. τμήδην αὐχένʼ ἐπῆλθε] φυλάσσει μὲν Ἕκτορα τῇ ὑποθέσει,
τὴν δὲ καιρίαν Αἴαντι δωρεῖται, ἐπὶ τὸ ἐπικίνδυνον φέρων τὴν ὑπό-
θεσιν.
263. ἀλλʼ οὐδʼ ὣς ἀπέληγε] Αἴαντα ἐπιτείνει, τὸ πρόθυμον τοῦ Ἕκτορος αὔξων.
264. ἀλλʼ ἀναχασσάμενος] ἡττώμενος ἐν τῇ συστάδην μετάγει
τὴν μάχην ὡς πρὸς ἄτρωτον ἢ βαρύοπλον πολεμῶν.
265. μέλανα, τρηχύν τε] τραχύν· τοῦτο συμβαίνει τοῖς μέλασιν.
269. ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον] συνεπέδωκεν ὅλον τὸ σῶμα τῇ βολῇ, καὶ πάσῃ δυνάμει ἐχρήσατο.
270. εἴσω δʼ ἀσπίδʼ ἔαξε] ἐπὶ μὲν Ἕκτορος τὸ ἀσθενὲς τῆς
βολῆς δηλῶν “περιήχησεν” εἶπεν (267), ὡσὰν μηδὲ τοῦ ὀμφαλοῦ
θλασθέντος· ἐπὶ δὲ Αἴαντος οὕτω κατέαξε τὴν ἀσπίδα ὡς καὶ
πεσεῖν Ἕκτορα.
271. βλάψε δέ οἱ φίλα γούναθʼ] οὐκ εἶπεν ὑπὸ τοῦ λίθου ἀλλὰ καὶ τῆς βολῆς, συνωσάσης ἐπʼ αὐτὸν τὴν ἀσπίδα.
272. τὸν δʼ αἶψ᾿ ὤρθωσεν Ἀπόλλων] οὕτως Ἀρίσταρχος, οὐκ “ἄψ·” χρεία γὰρ τάχους πρὸς τὴν σωτηρίαν· παρῆν δὲ “φηγῷ ἐφʼ ὑψηλῇ” (60).
273. καί νυ κε δὴ ξιφέ〈ε〉σσʼ αὐτοσχεδόν] τοῦτο γὰρ ἔλειπεν.
§. τὸ δὲ “αὐτοσχεδόν” ὀξυντέον· τὰ γὰρ εἰς δον ἐπι〈ρ〉ρήματα ἐν
274. εἰ μὴ κήρυκες —ἦλθον] οἰκονομικῶς σῶσαι θέλων τὸν Ἕκτορα
276. Ταλθύβιός τε καὶ Ἰδαῖος] ὁ μὲν Ἰδαῖος εἰκότως προσέρ-
χεται, Ἕκτορα σώσων κινδυνεύοντα, ὁ δὲ Ταλθύβιος οὐκέτι, τὴν
νίκην τοῦ Αἴαντος παραιρούμενος. ἀλλ᾿ οὐδέπω ἀκριβὴς ἦν ἡ νίκη
περὶ τὸν Αἴαντα—ἐπὶ ξίφη γὰρ αὐτοὺς ὡρμῆσ〈θ〉αι λέγει—ἔτι τε καὶ
τὸν Ἕκτορα ὁρᾷ ὑπὸ θεῶν βοηθούμενον, καὶ διὰ τὸ τῆς νυκτὸς
κατάστημα, ἔνθα τύχης οὐ τέχνης κρίσις· ἀπὸ ἴσου ἄρα ὁρμῶνται.
* κατὰ τὸ σιωπώμενον οἱ ἡγεμόνες αὐτοὺς πέμπουσιν.
278. * Ἰδαῖος, πεπνυμένα μήδεα εἰδώς] ἠτυμολόγηται ὁ Ἰδαῖος· δεῖ δὲ συνετὸν εἶναι τὸν κήρυκα.
279. μηκέτι, παῖδε φίλω] ὃ μὲν σεμνοποιῶν τὰ καθʼ ἑαυτὸν
281. ἄμφω δʼ αἰχμητά] ἴσους ἔφησεν αὐτούς, τὴν τοῦ Ἔκτορος
282. νὺξ ἤδη τελέθει] εὐπροσώπως, ἵνα διὰ τὸν καιρὸν εἴκειν δοκῇ. §. τὸ δὲ “τελέθει” ἀντὶ τοῦ γίνεται, ἀρ⌈χὴν⌋ λαμβάνει ἡ νύξ, τέλ⌈ειος⌋ ἐγένετο νύξ.
284. Ἕκτορα ταῦτα κελεύε〈τε〉] πρᾴου μὲν τὸ ἦθος· οὐ γὰρ
κοινόν, τὸ δὲ ὁμολογίαν ἥττης δέξασθαι καὶ ἀπαγορεύσαντα ἐᾶσαι
ἀξιόπιστον. διό φησι “καὶ πινυτήν” (289) 〈καὶ〉 νῦν ἐγκωμιάζει, ὑπο-
γυ〈ί〉 ως τῆς ἀρετῆς αὐτοῦ πειραθεὶς καὶ πρὸς ἀπαλλαγὴν ὑποθωπεύων·
ἡνίκα δὲ ὑπὸ τῆς τύχης ἐπῆρτο “Αἶαν ἁμαρτοεπές” φησίν (Il.
824). §. ἀντὶ δὲ τοῦ ἐπιταφίου εἰκόνα ἀνιεροῖ τῷ Αἴαντι ὁ ποιητής.
286. *ᾗπερ ἄν] ὥσπερ ἄν.
289. καὶ πινυτήν] ὑποστικτέον εἰς τὸ “πινυτήν” ⌈ἢ⌋ εἰς τὸ “φέρτατος ἐσσί.”
290. νῦν μὲν παυσώμεσθα—σήμερον] καλῶς προσέθηκε “σήμερον,” ἐπεὶ τὸ νῦν ἀόριστόν ἐστιν.
292. * δώῃ δʼ ἑτέροισί γε νίκην] ἐντέχνως, ὡς νῦν μὴ νικηθείς.
293. ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι] παροξυντέον· μέσου γάρ ἐστι δευτέρου ἀορίστου, ἀντὶ τοῦ πεισθῆναι.
295. σούς τε μάλιστα ἔτας] καλῶς ἐπὶ Αἴαντος ἡ προσθήκη·
πολλοὺς γὰρ εἶχεν ἀντιζήλους, οἳ συνέστησαν αὐτῷ κληρωσόμενοι.
εὐφρανεῖς οὖν πάντας μέν φησιν, ἐπεὶ δὲ διαφθονοῦνται τοῖς
ἀρίστοις 〈οἱ ἄριστοι〉, ἀλλά γε τοὺς σοὺς ἑταίρους· Ἕκτωρ δὲ ἀντίζηλον
οὐκ ἔχει. §. ἔται δὲ λέγονται οἱ συνήθεις παρὰ τὸ ἦθος.
298. θεῖον δύσονται ἀγῶνα] τὰ ἱερά, ἔνθα οἱ θεοὶ αὐλίζονται, διὰ τὰ ἀγάλματα.
*δύσονται] ἔν τισι “δύνονται,” οὐκ ὀρθῶς.
299. δῶρα δʼ ἄγʼ ἀλλήλοισι] ἵνα δοκῇ καὶ ἐξ ἴσου ἀπηλλάχθαι, καὶ ἐπαγόμενος τὴν φιλίαν Αἴαντος.
301. * ἦ μέν] τὸ “γ” ἀντὶ τοῦ καί.
302. ἀρθμήσαντε] ἁρμοσθέντες καὶ συμβιβασθέντες.
303. δῶκε ξίφος ἀργυρόηλον] ὃ μὲν ἀφρόνως ἄοπλον ἑαυτὸν ἐκ- δίδωσιν, δὲ ὅμως καὶ προπαρασπονδησάντων Τρώων οὐδὲν εἰς αὐτὸν πλημμελεῖ.
304. σὺν κολεῷ τε φέρων] οὐ περιττὸν τὸ ἔπος, ἐπειδὴ ἐσπασμένον ἦν τὸ ξίφος. §. ἀναφορεὺς δὲ μαχαίρας ἢ ἀσπίδος 〈ὁ κολεός〉.
*ἐυτμήτῳ] Ἀρίσταρχος “ἐυκμήτῳ.”
305. Αἴας—ζωστῆρα] οὐκ ὠφέλιμος τῷ πολεμίῳ ἡ δωρεά· ἐπάγει γὰρ “τὼ δὲ διακρινθέντες (306).
307. ἐς Τρώων ὅμαδον] “λαόν” καὶ “ὅμαδον” καλῶς διέστειλεν·
τοὶ δʼ ἐχάρησαν, ὡς εἶδον ζωόν τε] οἷον ἀνέλπιστον πρᾶγμα·
310. ἀελπτέοντες σόον εἶναι] μείζονα χαρὰν εἶχον, ὅτι ἐξ ἀπροσ-
312. εἰς Ἀγαμέμνονα δῖον ἄγον—οἳ δʼ ὅτε δὴ κλισίῃσιν] ὥς
φαμεν εἰς διδασκάλου, κἂν μὴ ᾖ ἐκεῖ ὁ διδάσκαλος. §. “κεχαρηότα”
δὲ “νίκῃ·” τέτρωται γὰρ καὶ πέπτωκεν Ἕκτωρ καὶ ἀπηγόρευσε τῇ
314. τοῖσι δὲ βοῦν ἱέρευσε] ἡ μὲν τιμὴ εἰς Δία γίνεται, ἡ δὲ
321. νώτοισιν δʼ Αἴαντα] εὐτελῆ γὰρ τῆς ἀνδραγαθίας τὰ ἆθλα,
ὡς κότινος καὶ σέλινον, τὰ δὲ τῆς πλεονεξίας χρυσὸς καὶ ἄργυρος.
ἅμα δὲ διὰ τὸ μὴ δεῖξαι τῷ πολεμίῳ τὰ νῶτα.
324. τοῖς ὁ γέρων πάμπρωτος] ὁ γέρων κατʼ ἐξοχήν, ὡς ὁ ποιητής· εἰς τοῦ〈το〉 γὰρ ἐστράτευσεν, ἀγωνιούμενος 〈ἐν〉 τῇ βουλῇ.
325. Νέστωρ, οὗ καὶ πρόσθεν] Ἀχιλλέα γὰρ ὅσον ἐφʼ ἑαυτῷ
χαλεπαίνοντα διήλλαξεν Ἀγαμέμνονι καὶ τοὺς Ἕλληνας ὁρμῶντας
εἰς τὰς πατρίδας ἐπέσχεν· καὶ περὶ διατάξεως ὑπέθετο “ὡς φρήτρη
φρήτρηφιν” (Il. 2. 363), καὶ τοὺς ἀριστέας ὀκνοῦντας εἰς τὴν πρὸς
Ἕκτορα μάχην ἀνήγειρεν.
327. Ἀτρεῖδαί τε καὶ ἄλλοι] καλῶς τὴν ἀρχὴν τῆς συμβουλίας
εἰς τὸν ἄρχοντα φέρει, μηδὲ τοὺς ἄλλους παρείς.
328. πολλοὶ γὰρ τεθνᾶσι] προθυμοτέρους τοὺς ζῶντας ποιεῖ τῶν
τῶν νεκρῶν.
πολλοὶ γὰρ τεθνᾶσι] εἴωθεν ἄρχεσθαι ἀπὸ τοῦ “γάρ·” τὴν γὰρ
330. ἐσκέδασʼ ὀξὺς Ἄρης] σκληρῶς καὶ ἐμφαντικῶς τοῦτό φησιν.
ψυχαὶ δʼ Ἄιδόσδε κατῆλθον] ὅτι κἀκεῖ δεῖ γράφειν “πολλὰς δʼ
ἰφθίμους ψυχάς” (Il. 1. 3), οὐ “κεφαλάς.”
332. * κυκλήσομεν] ἐφʼ ἁμαξῶν κομιοῦμεν.
334. τυτθὸν ἄπο πρὸ νεῶν] ἄπωθεν μὲν αὐτῶν, ἔμπροσθεν δέ.
335. οἴκαδʼ ἄγῃ] καὶ πῶς ἐν Ὀδυσσείᾳ φησὶν “ἀμφʼ αὐτοῖσ〈ι δ᾿ 〉
εἴρηται μέν, οὐχ οὕτω δὲ πέπρακται διὰ τὴν στάσιν τῶν Ἀτρειδῶν
καὶ τὸν ἀποθύμιον πλοῦν.
336. τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα] μεγάλην περιβολὴν ποιησά- μενοι. §. γράφεται δὲ καὶ “ἀμφίβολον” μέγιστον, ἐν ᾧ ἑκάστου ἀποκείσονται τὰ ὀστᾶ.
ἕνα χεύομεν ἐξαγαγόντες] ὑποστικτέον εἰς τὸ “χεύομεν.” §. τὸ
337. δείμομεν ὦκα πύργους] ὦκα, ἵνα μὴ ἀπίθανον δοκῇ τὸ ἐν μιᾷ ἡμέρᾳ τεῖχος γενέσθαι.
338. *εἶλαρ] ὀχύρωμα.
339. ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν] μία μὲν ἦν ἱππήλατος ἐπὶ
τὸ ἀριστερὸν τοῦ ναυστάθμου πρὸς τὸ Ῥοίτειον “νηῶν ἐπʼ ἀριστερά,
τῇ περ Ἀχαιοὶ—νίσ〈σ〉οντο σὺν ἵπποισιν” (Il. 12. 119), ἄλλας
δὲ πυλίδας εἶχον πρὸς ἄλλας χρείας.
342. *ἀμφὶς ἐοῦσα] γράφεται “ἀμφὶς ἔχουσα.”
345. Τρώων αὖτʼ ἀγορή] ἔδει γὰρ τῶν τοῦ βασιλέως υἱῶν ἡττω-
μένων καὶ κινδυνευσάσης τῆς πόλεως ὑπὸ Διομήδους, δυσελπίδων
ὄντων διὰ τὴν παράβασιν, σκοπεῖν περὶ τῶν ἀναγκαίων. ἔστι δὲ ἐν
τοῖς Ἕλλησι Νέστωρ, ἐν δὲ Τρωσὶν Ἀντήνωρ.
346. *δεινή, τετρηχυῖα] κατʼ ἄμφω ὀλίγον διασταλτέον.
τετρηχυῖα] τεταραγμένῃ, ἢ διὰ τὰ προλεχθέντα, ἢ διὰ τὸ
“πολύκλητοι δʼ ἔσαν” (Il. 4. 438), ἢ διὰ τὸ διχογνωμονεῖν περὶ
Ἑλένης, ὡς Ἀντήνωρ καὶ Ἀντίμαχος. δηλοῖ, ὡς οὐχ οἱ βασιλεῖς
συνήγαγον αὐτούς, ἀλλʼ ἀγανακτοῦντες ἧκον εἰς τὰ βασίλεια.
347. τοῖσιν δʼ Ἀντήνωρ] ὡς πρόξενος Ἑλλήνων καὶ δημηγορῶν
351. ὅρκια—ψευσάμενοι] μετρίως καὶ ἑαυτὸν συγκαταλέγει,
353. * ἔλπομαι] μετριώτερον, ὡς τὸ “ὀίομαι ἄνδρα χολωσέμεν” (Il. 1. 78).
ἵνα μὴ ῥέξομεν ὧδε] “ἵν᾿ ἄν” αἱ Ἀριστάρχου σὺν τῷ ν, καίτοι
357. οὐκέτʼ ἐμοὶ φίλα] οὐ γὰρ τὰ κοινῇ συμφέροντα θέλει
ἀκούειν, ἅπαξ καταβυθισθεὶς τῷ ἔρωτι τῆς Ἑλένης.
358. οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα] καὶ τί βέλτιον τοῦ 〈ἀπο-〉
360. ἐξ ἄρα δή τοι ἔπειτα] αὐτὸς ἐν μεγίστῃ φρενοβλαβείᾳ ὢν
τοῦτο ὀνειδίζει τῷ γέροντι.
362. ἀντικρὺ δʼ ἀπόφημι] κατὰ πρόσωπον καὶ ἐξ ἐναντίας πάντων.
γυναῖκα μὲν οὐκ ἀποδώσω] χαρακτηρίζει κιναίδου λόγον καὶ
363. κτήματα δὲ—ἐθέλω δόμεναι] οὐχ ὡς πεισομένων Ἑλλήνων,
366. Δαρδανίδης Πρίαμος—ἀγορήσατο] οὔτε γὰρ Ἀντήνορι ἀντι-
μήκει τῆς μάχης ᾤετο δέξεσθαι τὴν πρεσβείαν.
374. μῦθον Ἀλεξάνδροιο] τὸ τυραννικὸν Ἀλεξάνδρου δείκνυσι πρᾳοτέρους κατὰ τῶν Τρώων τοὺς Ἕλληνας· διὰ τοῦτο γὰρ εἶπε “τοῦ δʼ εἵνεκα νεῖκος ὄρωρεν.”
375. καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος] “πυκινόν,” ἐπειδὴ τοῦτο
ἀνακτήσεται τοὺς κάμνοντας, ἵνʼ ἀδεῶς ἐπιμιγνύμενοι ἀλλήλοις
ἀφορμὴν τοῦ ποιήσασθαι εἰρήνην λάβωσιν. ὃ ἔσπευδον δʼ Ἕλληνες,
τοῦτο δοκοῦσι χαρίζεσθαι.
382. τοὺς δʼ εὗῤ εἰν ἀγορῇ] οὐκ εἰς ἐκκλησίαν ἀλλʼ ἕωθεν πρὸς
384. ἠπύτα] ὡς ἱππότα καὶ ἱππηλάτα· “ἠπύτα” δὲ ἀντὶ τοῦ μεγαλόφωνος.
393. ἦ μὴν Τρῶές γε κέλονται] ψεύδεται εἰς τὸ κεχαρισμένον Τρωσί, καὶ ἵνα ἐάσωσι ταφῆναι τοὺς Τρῶας καὶ γνόντες, ὡς οὐχ οἷοί τε εἰσὶν ἀναγκάσαι Ἀλέξανδρον, ἀποπλεύσωσιν.
394. *ἠνώγεον] οἱ ἄλλοι Τρῶες.
398. ἀκὴν ἐγένοντο] στρατηγικῶς τέως Ἀγαμέμνων σιωπᾷ ἐπι- τρέπων τοῖς Ἀχαιοῖς τὸ πέρας, ὅπως αἰσχυνόμενοι μηδὲν ἄνανδρον εἴπωσι, καὶ ἵνα καταπλαγῶσι Τρῶες τῇ τῶν συμμάχων προθυμίᾳ.
399. ὀψὲ δὲ δὴ μετέειπε —Διομήδης] ἀνέμενε γὰρ τὴν τῶν
Ἀτρειδῶν γνώμην· ὡς πεποιθὼς δὲ τῇ ἀριστείᾳ ἀνέστη.
401. * Ἑλένην] ἐπιτατικῶς.
*γνωτὸν δέ] ὁ “δέ” ἀντὶ τοῦ γάρ.
402. Τρώεσσιν ὀλέθρου πείρατα] καὶ διὰ τὴν παράβασιν καὶ 〈διὰ〉 τὸ σπεύδειν ἐπὶ τὴν διάλυσιν Τρῶας.
404. μῦθον ἀγασσάμενοι] σύμψηφοι γίνονται τῇ καταθέσει· διό φησιν “ἤτοι μῦθον Ἀχαιῶν 〈αὐτὸς ἀκούεις〉” (406).
407. ὥς τοι ὑποκρίνονται] ἀποκρίνονται. ὅθεν καὶ ὑποκριτὴς ὁ πρὸς τὸν χορὸν ἀποκρινόμενος.
408. ἀμφὶ δὲ νεκροῖσιν] μετὰ ὑποκρίσεως δεῖ ὑποστίζειν εἰς τὸ
409. οὐ γάρ τις φειδῶ νεκύων] οὐδὲν γὰρ κέρδος τοὺς τῶν πολεμίων νεκροὺς ἀτάφους εἶναι.
ἄλλως: οὐ γάρ τις φειδώ] Ἀττικὴ ἡ σύνταξις· οὐ γάρ τις
φειδὼ γίνεται τοῖς τεθνεῶσι νέκυσι χαρίζεσθαι τοῦ πυρός· τοῦτο γὰρ
δηλοῖ τὸ “μειλισσέμεν,” ἐπεὶ γλυκεῖα ἡ χάρις. οὕτως ἔχει καὶ τὸ
“μηδέ τι μ᾿ αἰδόμενος μειλίσσεο” (Od. 3. 96), ἀντὶ τοῦ χαρίζεο.
411. ὅρκια δὲ Ζεὺς ἴστω] ἢ τὰ νῦν περὶ τῶν νεκρῶν, ἢ τὰ πρότερα ἃ παρέβησαν, ἵνα ἐκδειματώσῃ τοὺς Τρῶας.
412. τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσι] μάρτυρας αὐτοὺς καλῶν.
416. ἀγγελίην ἀπέειπε] ὅτι προσεδέξαντο τὴν πρεσβείαν οἱ Ἕλληνες.
417. τοὶ δʼ ὡπλίζοντο μάλʼ ὦκα] οὐκ ἔδει γὰρ λόγων ἀλλʼ ἀντέχεσθαι ἔργου.
421. νέον προσέβαλ〈λ〉εν ἀρούρας] καλῶς τῷ παρατατικῷ ἐχρή-
424. ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρ〈α〉 ἕκαστον] καὶ τοῦτο
προσετραγῴδησεν.
426. δάκρυα θερμὰ χέοντες] βαρβάρων ἴδιον ὁ θρῆνος, ἐπὶ δὲ τῶν
427. οἳ δὲ σιωπῇ νεκροὺς—ἐπενήνεον] πληθυντικῶς ἐπὶ τῶν
Τρώων.
οὐδʼ εἴα κλαίειν Πρίαμος] ἵνα μὴ κατάδηλοι τοῖς πολεμίοις
428. πυρκαϊῆς ἐπενήνεον] οὕτως αἱ Ἀριστάρχου· αἱ δὲ Ζηνοδότου
θέσαν” (Il. 23. 165)· γράφεται δὲ καὶ “ἐπινήνεον,” καὶ ἔστιν
Ἰακόν.
433. ἀμφιλύκη νύξ] παρὰ τὴν λύγην, ὅ ἐστι σκιάν· καὶ λυκόφως
434. κριτὸς—λαός] εἰς αὐτὸ τοῦτο κριθεὶς τὰ περὶ τὴν πυρκαϊὰν
ἐκπονῆσαι.
435. τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον] τὰ ἀνάξια τῆς ἡρωικῆς
436. ἄκριτον ἐκ πεδίου] ἐν τῇ Ἀριστοφάνους “ἐν πεδίῳ,” καὶ
443. οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ] τὴν ἀγορὰν
οἱ δὲ θεοὶ πὰρ Ζηνί] τοῦτο εἰς ἀξιοπιστίαν τοῦ ἔργου καὶ ἀναιρῶν ὃ ἐπλάσατο.
445. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων] ἀναιρῆσαι τὸ πλάσμα τοῦ
τείχους σπουδάζων ὁ ποιητὴς ὥσπερ ἀπὸ μηχανῆς βοήθειαν πορίζεται
εἰς τὸ μηδένα ἐπιζητεῖν ὕστερον τὰ τῶν τειχῶν ἴχνη. οὐδενὶ δὲ
ἥρμοττεν ἡ κατηγορία ἢ Ποσειδῶνι καὶ Ἀπόλλωνι, ἀντιτειχιζόντων
τῶν Ἕλλήνων τῷ Τρωικῷ τείχει. καὶ ὁ μὲν Ἀπόλλων οὐ λαλεῖ—ἦ
447. καὶ μῆτιν ἐνίψει] λέξει, ἀνακοινώσεται διὰ θυσιῶν συνεργοὺς αὐτοὺς θέλων λαβεῖν· οἱ γὰρ θύοντες εἴσονται παρὰ θεῶν εἰ δεῖ ἐγχειρεῖν ἔργοις ἢ οὔ.
ἐνίψει] τινὲς ἀπὸ τοῦ ἐνισπήσει ἢ λοιδορήσει.
450. οὐδὲ θεοῖσι δόσαν] ἠθικὸν μὴ συγκαταλέγειν ἑαυτόν, ὡς τὸ
“ὅστις ἔτʼ ἀθανάτοισι” (447). παιδεύει δέ, ὅτι καὶ προσφιλὴς ὢν τοῖς
Ἕλλησιν ὁ θεὸς οὐ νέμει συγγνώμην, οὐδὲ Ἀθηνᾶ, Ἀπόλλων δὲ
σιωπᾷ· ἦ γὰρ〈ἂν〉εἶπεν Ἥρα “εἴη κεν καὶ τοῦτο τεὸν ἔπος (ll. 24. 56)·”
Ἕλληνες δὲ πρόφασιν ἔχουσι τὸ ἐπὶ τῇ τῶν νεκρῶν ταφῇ τὸ τεῖχος
ἐγεῖραι.
451. τοῦ δʼ ἤτοι κλέος ἔστα.] ἴσως διὰ τὴν ποίησιν αὐτοῦ· διὰ
γὰρ ταύτην τὸ τεῖχος ἀοίδιμόν ἐστιν, οὐ δομηθὲν τοῖς Ἕλλησιν ἀλλʼ
τʼ ἐπικίδναται ἠώς” ὑπερβολικῶς καὶ τὴν ἀοίκητον περιέλαβεν.
ὅσον τʼ ἐπικίδναται] “ὅσην” Ἀρίσταρχος· Ζηνόδοτος “ὅσον.”
453. ἥρῳ Λαομέδοντι] καὶ “ἥρῳ Δημοδόκῳ” (Od. 8. 483) καὶ “ἦλθεν Ἄρῃ ἐπίκουρος” (Il. 21. 431). §. τὸ δὲ “πολίσσαμεν ἀντὶ τοῦ περὶ τὴν πόλιν ᾠκοδομήσαμεν.
455. ἐννοσίγαιʼ εὐρυσθενές] κατὰ γὰρ Θαλῆν ὕδατι ὀχεῖται ἡ γῆ· ὅθεν καὶ χάσματα γίνεται.
464. ὡς οἳ μὲν τοιαῦτα] παρεκτείνων τὸ ἔργον τὴν τῶν θεῶν ἀγορὰν παρέλαβεν· ἄτοπον γὰρ ἦν εἰπεῖν ‘ὡς οἳ μὲν πονέοντο,’ εἶτα εὐθὺς “δύσετό τʼ ἠέλιος” (465).
466. βουφόνεον] βουφονεῖν ἐστιν οὐ τὸ θύειν θεοῖς—ἄτοπον γὰρ ἐπὶ θυσίας φόνον λέγειν—ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατα- σκευήν.
467. νῆες δʼ ἐκ Λήμνοιο] ἐπιτηδείως ἐδήλωσε πόθεν αὐτοῖς ἡ χορηγία ἦν.
468. Ἰησονίδης Εὔνηος] ὅτι καὶ τὰ Ἀργοναυτικὰ οἶδεν· οἰκεία δὲ Εὐνήῳ ἡ ἐμπορία καὶ πρὸς ὁμοφύλους γινομένη.
471. μέθυ, χίλια μέτρα] ἀντὶ τοῦ μέθυος, ὅ ἐστιν οἴνου.
475. ἄλλοι δʼ ἀνδραποδεσσι] οὐ περισπούδαστος γὰρ ἡ τῶν
* θάλειαν] ἡδεῖαν.
479. σμερδαλέα κτυπέων] προκινεῖ 〈καὶ ἀγωνιᾶν ποιεῖ〉 τὸν
ἀκροατὴν ἐπὶ τοῖς ἐσομένοις ὁ ποιητής.
480. χαμάδις χέον] καλῶς τὸ “χέον,” ἐπεὶ μὴ προσίεται τὴν
481. πρὶν λεῖψαι] πρὶν ἤ, ὡς τὸ “μὴ πρὶν παῤ νηῶν —πρὶν πυρί”
* ὑπερμενέι] ὡς καταιβάτῃ.
482. κοιμήσαντο] ἀνεκλίθησαν, ὡς “Εὐρυνόμη δʼ ἄῤ ἐπὶ χλαῖναν
ὕπνου δῶρον ἕλοντο] δῶρον ὕπνου τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωμα-
Τὴν ῥαψῳδίαν κόλον μάχην καλοῦσιν· συντέμνει γὰρ τὴν διήγησιν
1. κροκόπεπλος] ὅταν πολὺ σκότους ἔχῃ, ὀλίγον δὲ φωτός. §. τὸ δὲ
‘ἡμέρα μὲν γέγονεν.’
ἐκίδνατο] ἐν παρατάσει· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφ᾿
2. Ζεὺς δὲ θεῶν ἀγορήν] εἰκότως νῦν ἄρχεται συμμαχεῖν Τρωσὶν
Πάνδαρος ἀνῃρέθη καὶ Τρῶες ὡμολόγησαν τὴν παράβασιν διʼ ὧν
πέμπουσιν Ἰδαῖον ἀπολογούμενοι τοῖς Ἕλλησιν. αὔξει δὲ τὰ
Ἑλλήνων ὁ ποιητής, εἴγε καὶ ἐκκλησίας ἐδέησε τῷ Διὶ ἔν τε τοῖς
ἑξῆς καὶ κεραυνῶν πρὸς τὴν ἧτταν αὐτῶν. καὶ ἐν ἄλλοις μὲν γὰρ
ποιεῖ ἐκκλησιάζοντας τοὺς θεούς, ἀλλʼ ἁπλούστερον, ἐνταῦθα δὲ Ζεὺς
συνάγει καὶ πρωτολογεῖ, τόπος τε ἀποδείκνυται τῇ ἀγορᾷ, ὡς δὴ
περὶ μεγάλων καὶ ἀναγκαίων. δηλοῖ δὲ καὶ ἡ ἕωθεν ἀγορὰ τὸ παν-
νύχιον αὐτὸν περὶ αὐτῆς ἐσκέφθαι· ἄλλως τε καὶ προεῖπε “παννύ-
* τερπικέραυνος] ὁ τοῖς κεραυνοῖς τρέπων τοὺς ἐναντίους.
4. θεοὶ δʼ ὑπὸ πάντες ἄκουον] ἡ “ὑπό” πρὸς τὸ “ἄκουον·” διὸ οὐκ
ἀνα〈σ〉τρεπτέον τὴν πρόθεσιν, ἀλλὰ πρὸς τὸ πειθαρχικὸν 〈χρὴ νοεῖν〉·
ὑπακούειν γάρ ἐστι τὸ τὰ λεγόμενα πράσσειν ἀκούοντας, ἑκόντας ἢ
ἄκοντας.
5. κέκλυτέ μευ, πάντες〈τε〉 θεοί] κοινοποιεῖται, ἵνα μὴ λυπήσῃ τοὺς
7. μήτε τις οὖν θήλεια θεός] καὶ νῦν ἀπʼ αὐτῶν ἄρχεται, ὑπονοῶν
τὰς περὶ Ἥραν· οἶδε γὰρ ταύτας ἀπειθούσας.
θήλεια θεός] τὸ “θεός” κοινόν, ᾧ ἀντὶ τοῦ ἄρθρου παρέπλεξε τὸ “θήλεια” καὶ “ἄρσην.”
8. διακέρσαι] διακόψαι· ὅθεν καὶ κέρμα τὸ εἰς μικρὰ διακεκομ-
τιδι. πρόθυμος δέ ἐστι δεικνὺς οἵους δεῖ περὶ τὰς ὑποσχέσεις εἶναι.
9. *αἰνεῖτε] σπεύδει γὰρ ἐξαγαγεῖν Πάτροκλον καὶ τιμῆσαι Ἀχιλλέα.
τελευτήσω τάδε ἔργα] ποῖα ἔργα; τὸ τιμῆσαι μὲν Ἀχιλλέα,
πολλοὺς δὲ τῶν Ἑλλήνων ἀπολέσαι. πιθανῶς δὲ οὐκ ἐπεξηγεῖται
ποῖα ἔργα.
10. ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν] τὸ ἑξῆς· ὃν ἂν ἐγὼ ἴδω τῶν θεῶν χωρὶς ἐμοῦ ἐλθόντα εἰς τὴν μάχην, θέλοντα Τρωσὶν ἢ Ἕλλησι βοηθῆσαι.
* ἀπάνευθε] Ἀριστοφάνης “ἀπάτερθε” χωρὶς ἐμοῦ, δίχα ἐμῆς
ἐπιτροπῆς.
11. * ἢ Τρώεσσιν —ἢ Δαναοῖσιν] τὸ κοινὸν οὐ λυπεῖ.
12. * ἄμεινον ὑποστίζειν εἰς τὸ “πληγείς,” καὶ ἔστιν ἀντὶ 〈τοῦ〉 κεραυνωθείς· καὶ “οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων, πληγέντε κεραυνῷ” (455).
πληγεὶς οὐ κατὰ κόσμον] διδάσκει, ὡς οἱ παραβαίνοντες τὰ τῶν ἀρχόντων θεσπίσματα κολαστέοι εἰσίν.
13. *ἤ μιν] τὸ “ἤ” ἀντὶ τοῦ ἀλλά.
ἐς Τάρταρον ἠερόεντα] ἐναντίος Ὀλύμπῳ ὁ Τάρταρος· ὃ μὲν γὰρ
δὲ ἠερόεις ἐστίν.
14. ὑπὸ χθονός ἐστι βέρεθρον] οἱ Ἀττικοὶ βάραθρόν φασιν. §. πῶς δὲ
15. ἔνθα σιδήρειαί τε πύλαι] κολαστήριον γάρ ἐστι φυλάσσον
τοὺς δεσμώτας· καὶ “πυλάρταο κρατεροῖο” (Il. 13. 415). οὐχ
ἱστορεῖ δέ, ἀλλὰ φοβερὰν δείκνυσι τὴν ἄνοδον.
16. τόσσον ἔνερθʼ Ἀίδεω] ἔδει ‘τόσ〈σ〉ον ἔνερθʼ ἀπὸ γῆς·’ τάχα
καὶ τῆς Διὸς ἀρχῆς, οὕτω καὶ ἀπὸ γῆς εἰς Ἅιδου, ἀπὸ δὲ Ἅιδου
εἰς Τάρταρον. δῆλον δέ, ὅτι οὐ σφαιροειδὴς ἡ γῆ κατὰ τοῦτον τὸν
λόγον, ἀλλʼ ἐπίπεδος.
18. εἰ δʼ ἄγε πειρήσασθε] τῷ ἀποτόμως ἀπειλοῦντι καὶ τὴν
πειράθητε.’ μεγάλα δὲ ὄντα τὰ προστάγματα μείζοσιν ὑπερβολαῖς
ἐπιστώσατο. §. τοῦτον δὲ καὶ τὸν ἑξῆς συνάπτει Νικάνωρ· εἰς δὲ τὸ
ἵνα εἴδετε πάντες] ἢ συστολὰς ἢ ἐναλλαγὰς κλίσεων νομιστέον
20. πάντες δʼ ἐξάπτεσθε θεοί] ταῦτά φησι δεικνύς, ὡς οὐ καθʼ
22. *Ζῆνʼ ὕπατον μήστωρα] δείκνυσιν οἷς δεῖ κοσμεῖσθαι τὸν
*κάμοιτε] γράφεται καὶ “πάθοιτε.”
23. ἀλλʼ ὅτε δὴ —πρόφρων 〈ἐθέλοιμι〉] 〈“ἐθέλωμι”〉 οὕτω διὰ
24. αὐτῇ κεν γαίῃ ἐρύσαιμι] λείπει ἡ σύν, ὡς “αὐτῇσιν ῥίζῃσι” (Il. 9. 542). πιθανῶς δὲ οὐ μόνους εἶπεν ἀνασπάσειν θεοὺς ἀλλὰ καὶ τὸν περιέχοντα αὐτοὺς τόπον, τὸν Ὄλυμπον.
25. περὶ ῥίον] ἵνα αὐτὸ δεσμεύσας ἐπαίρῃ, συνερριζωμένης αὐτῷ τῆς γῆς, τῇ δὲ γῇ τῆς θαλάττης.
26. * δείκνυσιν, ὅτι βέβηκεν ὁ Ὄλυμπος καὶ οὐκ ἔστι μετέωρος.
27. περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων] ἔδει τὸ ἀσθενὲς προτάξαι· ἢ οὖν τὸ μέτρον αἴτιον· “ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης” (Od. 4. 45)· ἢ εὐτελίζων τοὺς θεοὺς 〈τοῦτό φησιν〉.
29. *ἀγασσάμενοι] γράφεται καὶ “φρασ〈σ〉άμενοι.”
30. ὀψὲ δὲ δὴ μετέειπε] πιθανῶς οὐχὶ Ἥρα λέγει· ἐξεκαύθη γὰρ
ἂν μεγάλη ἔρις, εἰωθυίας ἀεὶ πρὸς τὸν Δία ἀντιλέγειν. Ἀθηνᾶ δὲ
μετὰ αἰδοῦς τῷ πατρὶ διαλέγεται μετριώτερον, οὐχ ὡς ἡ Ἥρα
φθεγγομένη· ἄλλως τε καὶ τοῖς προοιμίοις αὐτὸν ἐξαίρει, καὶ τὰ
μὲν κελευσθέντα φησὶν ἀποπληροῦν, ὑποθήκης δὲ ἀξιοῖ μὴ φθονέσαι,
καὶ ταῦτα οὐχ ἵνα αὐτῷ ἐμποδίσῃ, ἀλλʼ ὅπως μὴ πάντες ἀπό-
λωνται.
31. ὦ πάτερ ἡμέτερε] μετρίοις χρῆται λόγοις· πατέρα γὰρ αὐτὸν ἐν προοιμίοις ἀποκαλεῖ καὶ τῶν ἄλλων θεῶν μέγιστον καὶ τὴν ὑπεροχήν, ἣν ἔχειν βούλεται, μαρτυρεῖ συντόμως.
33. ἀλλʼ ἔμπης Δαναῶν] ὃ μὲν οὐκ ἐγύμνωσεν ἑαυτοῦ τὴν γνώμην ὅτι τοῖς Τρωσὶν ἐπικουρεῖν θέλει, ἀλλ᾿ ἀμφοτέροις βοηθεῖν ἐκώλυσεν· ἣ δὲ ξυνιεῖσα ἤλεγξεν αὐτοῦ τὴν προαίρεσιν.
34. κακὸν οἶτον] διὰ τοῦτο γὰρ ἄχθεται, οὐχ ὅτι ἀπολοῦνται· ὃ καὶ οἶκτον ἐκίνησεν.
35. πολέμου μὲν ἀφεξόμεθα] τὸ μὲν γὰρ ἐπαμῦναι ἔργῳ ἐναντίωσιν ἔχει τοῦ Διός, τὸ δὲ λόγῳ πρὸς τὸ μὴ πάντας ἀπολέσθαι ἀλλὰ δεηθῆναι Ἀχιλλέως καὶ αὐτὸς θέλει· “οὐδʼ ὅ γε πάμπαν ἤθελε λαὸν ὀλέσθαι—ἀλλὰ Θέτιν κύδαινε” (Il. 13. 348).
*ὡς σὺ κελεύεις] 〈γράφεται〉 “εἰ σὺ κελεύεις.”
37. ὀδυσσαμένοιο τεοῖο] τοῦ σοῦ οὐδετέρως, ὡσεὶ λέγοι ‘ἐπεὶ τὰ σὰ οὕτω πρὸς αὐτοὺς ἔχει.’
τεοῖο] ἀθετοῦσιν· οὐδὲ ἐν τῇ Ζηνοδότου δὲ ἐφέρετο· τὸ γὰρ
39. θάρσει, Τριτογένεια] Μῆτιν τὴν Ὠκεανοῦ ἀμείβουσαν εἰς
ἔγκυον οὖσαν ὑπὸ Βρόντου τοῦ Κύκλωπος· τελεσφορηθείσης δὲ τῆς
παιδὸς ὁ Ζεὺς διὰ τῆς κεφαλῆς τεκὼν δίδωσι τῷ Τρίτωνι τῷ πο-
ταμῷ τρέφειν. ὅθεν Τριτογένεια ἐκλήθη ὡς ἐκ τριῶν συναυξηθεῖσα,
Βρόντου Διὸς Τρίτωνος. Δημόκριτος δὲ ἐτυμολογῶν τὸ ὄνομά φησιν
ὅτι φρόνησίς ἐστιν ἀφʼ ἧς γ΄ συμβαίνει, εὖ λογίζεσθαι, λέγειν
καλῶς, πράττειν ἃ δεῖ. ἢ ὅτι τρίτῃ φθίνοντος ἐτέχθη· καὶ παροιμία
“παῖς μοι τριτογενὴς εἴη, μὴ τριτογένεια.” ἀρρενώδεις γὰρ αἱ
τοιαῦται γυναῖκες.
θάρσει, Τριτογένεια] δείκνυσιν ὅσον δύναται λόγος εὐμενὴς καίτοι
40. πρόφρονι μυθέομαι] ἀντὶ τοῦ ὑπέρφρονι, ὡς “πρό τε παίδων
41. * ὑπʼ ὄχεσφι τιτύσκετο] οἰκεῖον τῷ ἀπειλοῦντι τὸ αὐτουργεῖν.
42. * μεγαλοπρεπὴς ἡ διάνοια.
43. *χρυσόν] τὴν αἰγίδα φησίν· καὶ ἀλλαχοῦ “περὶ δʼ αἰγίδι
46. * οὐρανοῦ ἀστερόεντος] οὐδέποτε δὲ Ὀλύμπου ἀστερόεντός φησιν.
47. Ἴδην δʼ ἵκανεν —Γάργαρον] Ἴδην Γάργαρον ἀντὶ τοῦ εἰς
362). ἔστι δὲ καὶ πόλις Γάργαρος.
μητέρα θηρῶν] ἁρμόδιον τὸ ἐπίθετον τῷ ὄρει· λέγεται γὰρ ὄφεις
53. οἳ δʼ ἄρα δεῖπνον ἕλοντο—Ἀχαιοί] καλῶς μετὰ θεοὺς εἰς Ἕλληνας μέτεισιν. δυσὶ δὲ τροφαῖς ἐχρῶντο, ὧν ἣ μὲν δόρπον τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον, ἣ δὲ δεῖπνον καὶ ἄριστον.
54. *ῥίμφα] ταχέως ἢ ἐλαφρῶς.
55. Τρῶες δʼ 〈αὖθ᾿〉 ἑτέρωθεν—παυρότεροι] καὶ πῶς φησι “πολ-
λέων ἐκ πολίων;” καὶ νῦν τοὺς ἰθαγενεῖς φησιν· διὸ καὶ τὸ “πρό τε
56. μέμασαν δὲ καὶ ὥς] ἀναγκαίως τοῦτο ἐπιφέρει, ἵνα μὴ νομί- σωμεν αὐτοὺς ἐπτηχότας ἐξιέναι διὰ τὴν προγενομένην ἧτταν.
57. *πρό τε παίδων] ἀντὶ τοῦ ὑπὲρ τῶν παίδων.
58. *πᾶσαι] ἀντὶ τοῦ ὅλαι, ὡς “πάντα νέκυν καταείνυον” (Il. 23. 135)· μία δὲ ἦν ἱππήλατος πύλη.
62. ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι] ὅτι ἐξ ἀναλήψεως τὸ “ἀσπίδες.”
63. ἔπληντʼ ἀλλήλῃσι] πρὸς φαντασίαν τῶν ῥηθησομένων τὸ.
“ἔπληντο·” ἔστι δὲ ὡς τὸ “ἀσπὶς ἄῤ ἀσπίδʼ ἔρειδε” (Il. 13. 131).
πρὸ δὲ τοῦ κατὰ μέρος ἐξαίρει τὸν ἀκροατήν.
66. ὄφρα μὲν ἠὼς ἦν] πρὸς πίστιν τὸν καιρὸν 〈ἔλαβεν〉 ὡς παρα- τυγχάνων· ἠῶ δὲ καὶ τὸ〈ν〉 ὄρθρον καὶ 〈τὴν〉 ἕως ἕκτης καὶ ἡμέραν τὴν σωματοειδῆ· εἰς τρία δὲ αὐτὴν διαιρεῖ “ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ” (Il. 21. 111). §. ἦρι δὲ παρὰ τὸ αἴρεσθαι.
καὶ ἀέξετο ἱερὸν ἦμαρ] τὸ μέχρι μεσημβρίας αὔξησιν ἀποκαλεῖ, ὡς σφαιροειδῶς τῷ οὐρανῷ προσαναβαίνοντος τοῦ ἡλίου.
ἱερὸν ἦμαρ] τὸ πρὸ τῆς μεσημβρίας διὰ τὸ ἐν τούτῳ τοῖς θεοῖς θύεσθαι· τὸ γὰρ μεσημβρινὸν τοῖς κατοιχομένοις νέμεται.
68. ἦμος δʼ ἠέλιος μέσον οὐρανόν] γινώσκει καὶ μεσουράνημα, ὃ
καὶ νῦν δηλοῖ· ἔστι δὲ τὸ ἴσον ἀπόστημα ἀνατολῆς τε καὶ δύσεως.
μέσον οὐρανὸν ἀμφιβεβήκει] δείκνυσιν, ὡς μείζων οὐρανὸς ἡλίου· τὸ γὰρ ἀμφιβῆναι μείζονός ἐστι περὶ ἔλαττον, ὡς λέοντες μὲν σκύμνοις περιβαίνουσι, κύνες δὲ σκύλαξιν.
69. καὶ τότε δὴ χρύσεια] ποιητικῶς τὸ δισταζόμενον ἐπανάγει
τῷ ζυγῷ. οἱ Στωικοὶ δέ φασιν ὡς ταὐτὸν εἱμαρμένη καὶ Ζεύς.
διττὸν δὲ τὸ τῆς Μοίρας· ἀπαράβατον, ὡς τὸ δεῖ 〈ν〉 θνητὸν ὄντα ἀπο-
θανεῖν, οὗ οὐδὲ Ζεὺς κρατεῖ, ὡς ἐπὶ Σαρπηδόνος, τὸ δέ, ταχὺ ἢ
βραδύ, ὡς ἐπὶ Ἀχιλλέως, οὗ κρατεῖ Ζεύς. ταύτην οὖν ταλαντεύει·
ταῦτα δὲ λεγόμενα ἔχει φαντασίαν, δρώμενα δὲ 〈οὐδέν〉 ἐστιν.
70. ἐν δʼ ἐτίθει δύο κῆρε] πῶς δύο κῆρας ἐντίθησιν ὁ Ζεὺς ὥσπερ
ἀνὰ μίαν ἑκατέρου στρατοῦ, ἐν δὲ τοῖς ἑξῆς (73) πλείους αὐτάς φησιν
ἐν δʼ ἐτίθει δύο κῆρε —αἱ μὲν Ἀχαιῶν κῆρες] ὡς τὸ “δύω
δέ τε οἱ θύραι εἰσίν, αἳ μὲν πρὸς Βορέαο” (Od. 13. 109)· §. κήρ
δὲ παρὰ τὸ κῆαι—διὰ πυρὸς γὰρ ἔθαπτον—οἳ δὲ παρὰ τὸν κηρόν·
72. ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν] οὐκ ἄρα, φησίν, ἐχαρίσατο τῇ
ζει κατʼ Ἀχαιῶν. §. ὅτι δισσὸν τὸ τῆς Μοίρας (cf. p. 262, 27–29).
73. αἱ μὲν Ἀχαιῶν κῆρες] ἀπὸ μὲν τοῦ ζυγοῦ τὸ μέγεθος τοῦ
74. ἑζέσθην] ἀντὶ τοῦ ἕζεσθεν, ὡς “κόσμηθεν” (Il. 3. 1)· ὅμοιον
δέ ἐστιν αὐτῷ καὶ τὸ “μιάνθην αἵματι μηροί” (Il. 4. 146).
75. δαιόμενον δὲ σέλας] τὸ “σέλας” δηλοῖ τὴν ἔλ〈λ〉αμψιν· βουλό-
77. καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν] δαιμονίαν ὑποφαίνει τῶν
Ἀχαιῶν τὴν φυγὴν αὔξων αὐτούς, ὅπως μὴ μένοντος ἑτέρου αἰσχύ-
νηται ἄλλος τις· κατʼ αὐτῶν δὲ φέρεται τὸ πῦρ· οὐ γὰρ Ἑλληνικὸς ὁ
Ζεύς.
78. ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν] ὡς φιλέλλην παρατρέχει τὰ
ὀνομάτων θεραπεύοντός ἐστι τὴν ἧτταν· οὐ γὰρ εἶπεν ἔφυγεν, ἀλλὰ
“τλῆ μίμνειν·” ἐκφαίνει γὰρ τὸν βουλόμενον καλῶς ἀγωνίζεσθαι
ἐπηρεαζόμενον ὑπὸ τοῦ Διός.
80. Νέστωρ οἶος ἔμιμνε] οὐκ εἰσάγει αὐτὸν ἀναιροῦντα διὰ τὸ ἀπί-
οὐ 〈τὸν〉 τυχόντα δὲ διʼ αὐτοῦ ἐκίνησεν ἡμῖν ἀγῶνα. ἐπεὶ δὲ ἄπιστον
ἦν τοσούτων νέων φευγόντων μόνον μεῖναι τὸν γέροντα, ὥσπερ ἐν ἀπο-
λογίας μέρει ἐπιφέρει τὸ “οὔτι ἑκών, ἀλλ᾿ ἵππος—ἐτείρετο.” §. “οὖρος”
δὲ εὐθύντωρ ἢ φύλαξ.
*81. ἐτείρετο] γράφεται καὶ “ἐδάμνατο.”
82. τὸν βάλεν ἰῷ δῖος Ἀλέξανδρος] καὶ πόρρω〈θεν〉 πολεμεῖ καὶ οὐκ ἄνδρα τοξεύει ἀλλʼ ἵππον γέροντος βάλλει· καὶ συμπλέκεται οὗτος πάντων φευγόντων.
83. ὅθι τε πρῶται τρίχες] “πρῶται” ἀντὶ τοῦ ἄκραι. θανάσι-
μος δὲ ὁ περὶ τὴν μήνιγγα τόπος· διὸ προφύει τρίχας.
84. *καίριον] ἐπικίνδυνον.
85. *βέλος δʼ εἰς ἐγκέφαλον δῦ] γραφικῶς εἶπε πάντα. §. ὁ “δέ”
87. παρηορίας ἀπέτεμνεν] διὰ τοῦ “ἀπέτεμνεν” τὸ νωθρὸν τοῦ
γήρως δηλοῖ· ἐπὶ δὲ Αὐτομέδοντος ῥᾳδίως ἐνεργήσαντός φησιν
89. *ἰωχμόν] παρὰ τὴν συμβολήν.
91. εἰ μὴ ἄῤ ὀξὺ νόησε] εἰκότως Διομήδης τὸν πρεσβύτην
κινδυνεύοντα ὁρᾷ ὡς ἀναχωρῶν ἔσχατος· θελήσας γὰρ μονομαχῆσαι
ἀποσφαλεὶς δὲ τῷ κλήρῳ, νῦν καὶ τοῦ καιροῦ μὴ συγχωροῦντος,
πειρᾶται πολεμεῖν. βοηθεῖ δὲ τῷ Νέστορι διὰ τὸ τῶν ἠθῶν παρα-
πλήσιον· καὶ ἐν τῇ νυκτεγερσίᾳ οὖν δυσχεραίνει κάμνοντα ὁρῶν παῤ
ἡλικίαν τὸν Νέστορα καί φησι “σχέτλιος ἐσσί, γεραιέ” (Il. 10.
164)· καὶ ἐπὶ τὴν κατασκοπὴν ἐξιὼν παρὰ Θρασυμήδους ὅπλα
λαμβάνει “Τυδείδῃ μὲν δῶκε” (ib. 255)· καὶ ὁ Νέστωρ φησὶ
πρὸς αὐτὸν “Τυδείδη Διόμηδες, ἐμῷ κεχαρισμένε θυμῷ (ib. 234).
*εἰκότως Διομήδης αὐτὸν σῴζει. ἐραστὴς γὰρ συνέσεως.
92. σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα] ἐν σχήματι
ἐδήλωσεν ὡς καὶ Ὀδυσσεὺς ἔφυγεν, ἄνω μὴ μνησθεὶς αὐτοῦ. ἀεὶ δὲ
ἀσφαλὴς Διομήδης· καὶ ἐν τῇ κατασκοπῇ “σύν τε δύʼ ἐρχομένω”
(Il. 10. 224), Ὀδυσσέα τε καλεῖ ὡς φίλον καὶ ἑταῖρον Νέστορι·
Νέστωρ γοῦν φησιν “ἔνθʼ ἤτοι —μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς οὔτε
ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν” (Od. 3. 126).
93. πολυμήχανʼ Ὀδυσσεῦ] πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον· ἔστι δὲ
γεωργός, “ἐν ποίῃ, δρέπανον μέν” (Od. 18. 368)· κυβερνήτης,
“α〈ἰ〉εὶ γὰρ πόδα νηός” (Od. 10. 32)· τέκτων ἀπὸ τῆς κλίνης καὶ
χρίεσθαι” (Od. 1. 262)· μουσικός, “ὡς ὅτʼ ἀοιδός” (Od. 11. 368)·
πύκτης, “πὺξ μὲν ἐνίκησα Κλυτομήδεα” (Il. 23. 634)· παλαι-
στής, “Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον” (ib. 635)· δισκευτὴς παρὰ
Φαίαξιν (Od. 8. 186)· τοξότης, “εὖ μὲν τόξον οἶδα” (ib. 215)·
ἀκοντιστής, “δουρὶ δʼ ἀκοντίζω” (ib. 229)· ῥήτωρ, “καὶ ἔπεα
νιφάδεσ〈σ〉ιν ἐοικότα” (Il. 3. 222)· ἀστρολόγος, “Πληιάδας θʼ
ὁρόωντι” (Od. 5. 272).
94. κακὸς ὣς ἐν ὁμίλῳ] οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ
ἐν ὁμίλῳ; μήτις τοι φεύγοντι] περικέκοπται ὁ λόγος τὸν ἀγωνιῶντα
96. *“ἄγριον” τὸν βάρβαρον· καὶ “ἀγριοφώνους” (Od. 8. 294) αὐτούς φησιν.
97. οὐδʼ ἐσάκουσε] οὐκ ᾔσθετο ὑπὸ τοῦ θορύβου ἢ οὐκ ἐπείσθη
ἀναστῆναι (Il. 7. 168) καὶ Δόλωνα ἰδεῖν (Il. 10. 360) καὶ Ῥῆσον
μὴ φονεῦσαι (ib. 481) καὶ τὴν μάστιγα μὴ ἑλέσθαι (500).
101. * ἔπεα πτερόεντα προσηύδα] τὰ μὲν πράγματα τάχιστα
102. 〈νέοι τείρουσι〉] ἀλλʼ οὐ νῦν καὶ ἐμέ.
103. *λέλυται] πέπηγε γὰρ ἐν τῇ νεότητι· τέλος δὲ λύσεως
104. *ἠπεδανός] ὁ μὴ δυνάμενος ἐν τῷ πεδίῳ στῆναι διὰ τὸ ἀσθενές.
“ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων” (Il. 4. 306). εὖ δὲ τὸ μὴ τὸν
105. ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων] ὑπογράφων ἄνω τὸ ἀσθενὲς τοῦ γέροντος οὐδὲν περὶ τοῦ ἰδίου σθένους ἀνθυπήγαγεν, ἀλλʼ ἐλπίδα αὐτῷ ὑπογράφει σωτηρίας διὰ τοῦ τάχους.
106. * ἐπιστάμενοι] ἀντὶ τοῦ δυνάμενοι· “ἐπίστατο πῆλαι Ἀχιλλεύς” (Il. 16. 142).
107. * φέβεσθαι] τοὺς δίχα ταράχου πάντη δεόντως δυναμένους φέρειν τοὺς ἐπιβάτας.
108. οὕς ποτʼ ἀπʼ Αἰνείαν] ἠθικῶς τὸν χθὲς ἀνάγει χρόνον· καὶ
Φιλοίτιος “τοῦτό τοι ἀντὶ ποδὸς ξεινήιον, ὅν ποτʼ ἔδωκας ἀντιθέῳ
Ὀδυσῆι” (Od. 22. 290). ἅμα δὲ καὶ θαρσαλεώτερον ποιεῖ τὸν
γέροντα ἡ Αἰνείου ἧττα. §. τὸ δὲ “ποτέ” ἀντὶ τοῦ χθές. §. τὸ δὲ
“μήστωρε” τινὲς “μήστωρα” ἐπὶ τοῦ Αἰνείου διὰ τὸ αὐξητικόν.
111. ἢ καὶ ἐμὸν δόρυ μαίνεται] “καὶ ἐμόν” διὰ Ἀχιλλέα ἢ
Αἴαντατὸν μονομαχήσαν〈τα〉 αὐτῷ ὑπογυ〈ί〉ως. §. ὁ δὲ “ἤ” ἀντὶ τοῦ
εἴ συναπτικοῦ, ὡς τὸ “ἤ κεν ζὼς ἀμενηνός” (Il. 5. 887), ἢ ἀντὶ τοῦ
ὡς, καὶ δασύνεται, ὡς τὸ “ἣ θέμις —ἄναξ” (Il. 9. 276).
112. οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ] οἰκονομικῶς ἐπὶ τὸ
ἅρμα Διομήδους ἀναβιβάζει τὸν Νέστορα, ἵνα πεισθῇ φυγεῖν καὶ
εἶξαι ταῖς ὑπὸ τοῦ Νέστορος παραινέσεσιν· Σθενέλῳ γὰρ οὐκ ἂν
ἐπείσθη, ὅπου γε μηδὲ ἐν τοῖς ἀνωτέρω, ἀναβαίνειν ἐπὶ τὸ ἅρμα
παραινοῦντι καὶ μὴ ἀγωνίζεσθαι πρὸς Πάνδαρον πεζόν (Il. 5. 249).
*μὐδʼ ἀπίθησε] τῷ καιρῷ πειθόμενος πάντα σιωπῇ πράσσει.
113. Νεστορέας—ἵππους] πῶς ἐν τῷ ἐπιταφίῳ ἀγῶνι τοὺς ἵππους
φησὶν ἄρσενας “ἀλλά τοι ἵπποι βάρδιστοι θείειν” (Il. 23. 309);
καὶ πρὸς τοὺς ἵππους Ἀντίλοχος “μὴ σφῶιν ἐλεγχείην καταχεύῃ
Αἴθη θῆλυς ἐοῦσα” (ib. 408). ὅτι δὲ τοῖς τοῦ πατρὸς ἵπποις
Ἀντίλοχος ἐχρῆτο, μαρτυρεῖ τὸ “οὐ σφῶιν κομιδὴ παρὰ Νέστορι·”
ἀδιαφόρως οὖν “ἵππους” καὶ θηλυκῶς καὶ ἀρσενικῶς φησιν. §. τὸ δὲ
“κομείτην” Ἀρίσταρχος μὲν κομείτων,” Ζηνόδοτος δὲ “κομείτην.”
114. Σθένελός τε καὶ Εὐρυμέδων] ἐν σχήματι ἐδήλωσε τὸ δοκοῦν παραλελεῖφθαι· οὐ γὰρ εἴρηκεν ἀνωτέρω ποῖοι ἦσαν οἱ θερά- ποντες.
115. τὸ δʼ εἰς ἀμφοτέρω] δέον εἰπεῖν ‘Διομήδης δὲ ἅμα Νέστορι
εἰς τὸ ἴδιον ἔβη ἅρμα’ ὡς ἑτέρου τινὸς ὄντος τοῦ Διομήδους φησίν
§. τὸν δὲ Σθένελόν φασιν ἀπὸ τοῦ τείχους κατενεχθέντα πηρωθῆναι τὸ
117. * μάστιξεν δʼ ἵππους] σημειωτέον ὅτι καὶ πολεμισταὶ καὶ
τάχα δʼ Ἕκτορος ἄγχι γένοντο] εἰ τοσοῦτον ἀπῆν, διὰ τί δὴ
νικήσειν οἴεται, ἢ νικώμενος ῥᾳδίως φεύξεσθαι.
120. Ἠνιοπῆα] παρὰ τὰς ἡνίας τῶν ἵππων ἐστὶ τὸ ὄνομα· εἰκὸς
δὲ καὶ τοῦτον εἰς τοῦτο ἀγηοχέναι τὴν Ἀνδρομάχην διὰ τὴν τῶν
ἵππων ἐπιμέλειαν. §. τὸ δὲ “Θηβαίου” οὐ γένει, ἀλλὰ κύριον ὄνομα,
122. ὑπερώησαν δέ οἱ ἵπποι] ὡς ὑπεχώρησαν παρὰ τὴν χώραν,
124. * πύκασε] ἐσκέπασε “πυκάσασα ἓ αὐτήν” (Il. 17. 551).
126. * ἀνάλογον ἑαυτῷ “ἡνίοχον θρασύν” (89).
130. ἔνθα κε λοιγὸς ἔην] δῆλον, ὡς καὶ ἄλλα 〈ἂν〉 διαθεμένου
ἔνθα κε λοιγὸς ἔην—καί νυ κʼ ἐσήκασθεν] ἔν τισι τῶν παλαιῶν
φέρονται δύο στίχοι “Τρῶες ὑπʼ Ἀργείων, ἔλιπον δέ κεν Ἕκτορα
δῖον χαλκῷ δηιόωντα, δάμασ〈σ〉ε δέ μιν Διομήδης.”
131. καί νυ κʼ ἐσήκασθε〈ν〉 κατὰ Ἴλιον ἠύτ〈ε〉 ἄρνες] καὶ τὴν Διο-
μήδους ἀρετὴν αὔξει καὶ τὴν βαρβάρων δειλίαν κωμῳδεῖ, εἰ δὴ τοῦ
Διὸς ἐπαμύνοντος αὐτοῖς καθειρχθῆναι ἐκινδύνευσαν προβάτων τρόπον,
καὶ οὐδὲ τούτων τελείων· ἀρνῶν γάρ φησιν. §. τί δʼ ἐστὶν “ἠύτ〈ε〉
ἄρνες;” πρώην εἶπεν “αἱ μέν τʼ ἀγχηστῖναι” (Il. 5. 141).
134. κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος] πεφεισμένως· ἐκδειματοῦν
137. Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία] παρατηρεῖ γὰρ τὰς
138. δεῖσε δʼ ὅ γ᾿ ἐν θυμῷ] “ἐν θυμῷ” κατὰ κρίσιν, οὐκ ἔκπληξιν.
139. Τυδείδη, ἄγε δʼ αὖτε φόβονδ’ ἔχε] ἡ εὔκαιρος φυγὴ οὐκ αἰσχύνει. τοῦτο δὲ διὰ στρατηγικοῦ προσώπου δηλοῖ· καὶ ἑτέρωθι διὰ τοῦ Ἀγαμέμνονος “βέλτερον ὃς φεύγων προφύγῃ κακόν” (Il. 14. 81). εἰ γὰρ τὰ βέλη φεύγομεν παρασχηματίζοντες τὸ σῶμα οὐδὲν αἰσχρὸν οἰόμενοι δρᾶν, πόσῳ 〈μᾶλλον τὸν〉 θάνατον;
φόβονδʼ ἔχε μώνυχας ἵππους] εὐπρεπῶς οὐκ εἶπεν, ὅτι ἐναντιοῦταί σοι ὁ θεός —ὑπεκλύοντος γὰρ 〈ἂν) ἦν—ἀλλὰ ῾ μὴ ἀντιστῇς τῷ θεῷ.ʼ
141. νῦν μὲν γὰρ τούτῳ—κῦδος ὀπάζει σήμερον] “νῦν σήμερον,᾿᾿ ὅτι πρὸς ὀλίγον ἔσται αὐτῷ ἡ χαρά· καὶ οὐδὲ τὸν Ἕκτορα φοβερὸν ἀλλὰ τὸν Δία φησίν.
142. ὕστερον αὖτε καὶ ἡμῖν] χρηστὰς αὐτῷ ὑπογράφει ἐλπίδας, ἵνα μὴ αἰδεσθῇ φυγεῖν, ὡς ἀνακαλέσασθαι τὴν ἧτταν δυνάμενος. οὐ δεῖ δὲ τὸ ἄδηλον ὁρίζειν, ἀλλὰ μόνον ἀγαθὴν προίσχεσθαι ἐλπίδα.
143. οὔ τι Διὸς νόον εἰρύσ〈σ〉αιτο] λείπει ἡ μετά. §. τὸ δὲ ὅλον.
μεθελκύσαι οὐδὲ μεταθείη.’
144. οὐδὲ μάλʼ ἴφθιμος] οὐδὲν γὰρ ἀνθρωπίνη ἰσχὺς πρὸς θείαν.
146. ναὶ δὴ ταῦτα — γέρον κατὰ μοῖραν ἔειπες] θεοσεβὴς γὰρ ὁ Διομήδης, εἴγε φησὶ “σὺν γὰρ θεῷ εἰλήλουθμεν” (Il. 9. 49).
148. Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσ〈σ〉ʼ ἀγορεύων] κἀν
τούτοις τὸ φιλότιμον Διομήδους ἐμφαίνεται, ὃς μὴ μόνον παρὰ τοῖς
Ἕλλησιν εὐδοκιμεῖν σπουδάζει ἀλλὰ καὶ παρὰ τοῖς πολεμίοις· ἄλλως
τε καὶ νεωτερικὸν τὸ δόξης μᾶλλον ἢ τοῦ ἀσφαλοῦς ἔχεσθαι, ἀμη-
χανῶν τε καταισχῦναι τὰ πραχθέντα ταῦτά φησιν.
150. εὐρεῖα χθών] ἀντὶ τοῦ εὐρέως, ὅτι κρείσσων θάνατος ψόγου.
152. ὤ μοι Τυδέος υἱέ] διὰ τῆς οἰμωγῆς καὶ τοῦ μοι ἐκφαυλίζει
153. εἵπερ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει] πρῶτον
μὲν ἄδηλον εἰ ἐρεῖ, ἄλλως τε ὅτι οὐ πείσει· καθάπτεται δὲ τῶν
157. ὣς ἄρα φωνήσας φύγαδʼ ἔτραπε] φρονίμως οὔτε ἀντίρ〈ρ〉η-
ὁμολογεῖν, ἀλλʼ αὐτὸς τρέπει τοὺς ἵππους, ἵνα μηδὲ ἐκ τούτων μειώσῃ
τὸν Διομήδην ὁ ποιητής. §. τὸ δὲ “φύγαδε᾿᾿ ὡς οἴκαδε· ἢ τὴν φυγὴν
159. βέλεα στονόεντα χέοντο] ἔμφασιν ἐκίνησεν ἡ μεταφορά.
δηλοῖ δὲ ὅτι λίαν ἀπελείποντο, ἐπεὶ πῶς αὐτὸν βλασφημεῖ ὁ Ἕκτωρ
λόγοις;
163. γυναικὸς ἄρ᾿ ἀντʼ ἐτέτυξο] διὰ τοῦ ι εἶχον αἱ ἐκδόσεις “ἀνιτ΄.᾿᾿
διὰ τοῦ ε “ἄντʼ ἐτετέτυξο.”
164. κακὴ γλήνη] τινὲς ὅτι μικρόφθαλμος ἦν ὁ Διομήδης.
οὐκ εἴξαντος ἐμεῖο] ἀλλὰ μείναντος, ὅπερ σὺ ποιεῖς· ἀναφέρει δὲ
166. *“δαίμονα” λόγον κακόν. §. ἡ δὲ Ζηνοδότου “πότμον ἐφήσω.”
167. Τυδείδης δὲ διάνδιχα μερμήριξεν] πῶς δύο εἰπὼν τὸν Διο-
φρένα” δὲ “καὶ κατὰ θυμόν ” “φρένα“ μὲν τὸ λογικόν, “θυμόν” δὲ
171. *σῆμα τιθείς] ἀντὶ τοῦ σημαίνων. §. καὶ εἰς τὸ “Τρώεσσι᾿᾿
σῆμα τιθεὶς 〈Τρώεσσιν〉] ὧδε στικτέον. τί δὲ ἦν τὸ σῆμα;
175. γινώσκω δʼ ὅτι μοι πρόφρων] στρατηγικῶς μὲν τὴν εὐημε-
177. νήπιοι, οἳ ἄρα δὴ τάδε] Ἀρίσταρχος τὸ “οἵ” ἄρθρον φησίν, ὁ Σιδώνιος δὲ “οἷα” τὸ πλῆρες, οὐχ ὑγιῶς.
178. * ἀβληχρά] δύναται καὶ ἐν ἐπιτάσει εἶναι τὸ α.
οὐδενόσωρα] ὑφʼ ἓν τὸ “οὐδενόσωρα,” εἰ καὶ σπάνιος ἡ τοιαύτη
σύνθεσις· λέγω δὲ ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνός γενικῆς
180. * ἀλλʼ ὅτε κεν] ἀλαζονεύεται, ὡς οὐ πρὸ μικροῦ σηκασθεὶς
“ἠύτε ἄρνες” (131).
182. ὡς πυρὶ νῆας ἐνιπρήσω] ἀλαζονείαν βαρβαρικὴν ἔχει τὸ πρὸ τῆς 〈νίκης τὴν χρείαν διορίζεσθαι· ἅμα δὲ καὶ στρατηγικὸν τὸ προνοεῖσθαι.
185. Ξάνθε τε καὶ σύ, Πόδαργε] ἀθετεῖται ὁ στίχος πρῶτόν γε
διὰ τὸ“σύ,᾿᾿ εἶτα διὰ τὰ ὀνόματα· Λάμπος γὰρ τῆς Ἠοῦς ἐστιν ἵππος,
Ξάνθος δὲ Ἀχιλλέως (Il. 19. 400), Πόδαργος Μενελάου, Αἴθη
Ἀγαμέμνονος (Il. 23. 295), ἣν Αἴθονα νῦν εἶπε μεταθεὶς τὸ γένος.
οὐδαμοῦ 〈δὲ〉 τεθρίππῳ κέχρηνται ἥρωες, εἰ μὴ ἐν Ὀδυσσείᾳ ἐπὶ παρα-
βολῆς “ἣ δʼ, ὥστʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι” (Od. 13. 81).
τὸ γὰρ “τέσσαρες ἀθλοφόροι ἵπποι” (Il. 11. 699) ὑπώπτευται
ὡς νόθον· ἢ δύο ἅρματα δηλοῦν βούλεται· “τὸ〈ν〉 δʼ ἐλατῆρʼ ἀφίει
ἀκαχήμενον” (Il. 11. 702) τὸν ἑκατέρας συνωρίδος. εἴποι δʼ ἄν
τις πρὸς τοῦτο, ὅτι εἰκὸς τῶν ἄλλων τεθρίπποις μὴ χρυμένων τὸν
Ἕκτορα θαρσῆσαι τέσσαρας ἵππους ὑποζεῦξαι πρὸς κατάπληξιν τῶν
πολεμίων διὰ τὸ ἀπόγονον αὐτὸν εἶναι Τρωός, ᾧ Ζεὺς ὑπὲρ Γανυμή-
δους ἔδωκεν ἵππους, καὶ φιλότιμός ἐστι περὶ ἱππικήν· εἴωθε γὰρ
ἵππος ἀγαθὸς πρὸς ἱππικὴν ἐγείρειν, ὡς καὶ πρὸς πόλεμον διάφορα
ὅπλα καὶ θηρευτικὴ κύων ἐπὶ κυνηγέσιον ἐξοιστρᾶν τὸν κτώμενον· διὰ
τοῦτο τὸν Ἕκτορα θρασὺν ἡνίοχόν φησιν Ὅμηρος, καὶ οὐ μόνον τοῦ-
τον θρασύν, ἀλλὰ καὶ τὸν ἡνιοχοῦντα αὐτῷ “ Ἰφιτίδην Ἀρχεπτόλεμον
θρασύν” (128). οὐ τοῦ τυχόντος γὰρ ἦν τέτρωρον ἡνιοχεῖν. ἀλλʼ εἰ
τέτρωρον ἦν, φασί, πῶς δυϊκὸν ἐπήγαγε “τὴν κομιδὴν ἀποτίνετον” καὶ
“ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον;” ῥητέον δὲ καὶ πρὸς τοῦτο, ὅτι
πρὸς τὰ συστήματα —δύο γὰρ ζύγιοι καὶ δύο παρήοροι ἦσαν—ὡς τὸ
ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον” (Il. 23. 413)· τὸ δυϊκὸν
τείνει πρὸς τὸν ἡνίοχον καὶ τοὺς ἵππους. τρισὶ δὲ ἵπποις ἐχρῶντο οἱ
ἥρωες, ἵνα τρωθέντος ἑνὸς τῶν ζυγίων εἰς τὴν τούτου χώραν ὁ παρή-
ορος ἄγηται. οἱ δὲ Ὁμηρικοὶ θεοὶ συνωρίσι χρῶνται, ἐπεὶ τιτρωσκό-
μενοι οὐχ ὁρῶνται. ὁ δὲ Ἕκτωρ ἐτόλμησε προσθεῖναι τὸν τέταρτον
ἅμα μὲν διὰ τὰ προειρημένα, ἅμα δὲ καὶ τοῖν δυοῖν ἵπποιν τρῶσιν
ὑφορώμενος.
Ξάνθε τε] καθʼ ἑκάστην κλητικὴν βραχεῖαν διαστολήν· οὐκ ἐῶσι
186. ἣν μάλα πολλὴν Ἀνδρομάχη] οἰκονομικὸν καὶ εἰς σωτηρίαν
τοῦ ἀνδρὸς τεῖνον, εἴγε καὶ τὰ ὅπλα αὐτοῦ δέχεται, ὡς δηλοῖ ὁ
Ζεύς, “ὅ οἱ οὔτι μάχης ἐκ νοστήσαντι δέξεται Ἀνδρομάχη κλυτὰ
τεύχεα” (Ιl. 17. 207).
189. οἶνόν τʼ ἐγκεράσασα—ἢ ἐμοί] τὸ ἑξῆς “ἣν μάλα πολλὴν –
ἐμοὶ οἶνον ἐγκεράσασα” καὶ τὰ ἑξῆς συναπτέον· ὑπερβατὸν γάρ
ἐστιν, ὅτι οὐκ ἔστι σύνηθες ἵππους πίνειν οἶνον· ψυχρὸν δὲ ἐπὶ ἵππων
καὶ τὸ “ὅτε θυμὸς ἀνώγοι.”
191. ἐφομαρτεῖτον] ἐπεδιώκετον.
192. ἀσπίδα Νεστορέην—αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος] ἄτοπον
νῦν φυσιολογεῖν Ἕκτορα· ἔστιν οὖν τίμια τὰ Ἕρευθαλίωνος ὅπλα.
δηλοῖ δὲ ὅτι, εἰ περιέσται τοῦ συνετοῦ καὶ ἀνδρείου, τοὺς λοιποὺς
〈εὐκόλως〉 Ἕλληνας ἔξει.
193. * πᾶσαν] ἀντὶ τοῦ ὅλην, ὡς “πᾶσαι—πύλαι” (58) ὅλη πύλη.
195. * τὸν Ἥφαιστος κάμε] διὰ τὸ διάπυρον Διομήδους· οἳ δέ,
ὅτι τὸν Γλαύκου θώρακά φησιν.
196. ἐελποίμην 〈κεν〉 Ἀχαιοὺς αὐτονυχὶ νηῶν ἐπιβησέμεν] καὶ
199. * σείσατο] Ζεὺς δὲ νεύματι μόνῳ σείει τὸν Ὄλυμπον.
σείσατο δʼ εἰνὶ θρόνῳ] γυναικεῖον ἦθος ὑπογράφει 〈διὰ) τῆς Ἥρας, ἣ νικᾶται μὲν τῇ ἀπειλῇ Διὸς καὶ κατὰ χώραν μένει, οὐκ ἠρεμεῖ δὲ τὸ στόμα ὑπὸ τῆς ὀργῆς, καὶ τὸν ὁμότιμον Διὶ Ποσειδῶνα διεγείρει. καὶ νῦν μὲν μέχρι λόγων προέρχεται.
201. ὢ πόποι ἐννοσίγαιε] παροξύνει αὐτὸν διὰ τῶν ἐπιθέτων, ἰσό-
τιμον αὐτὸν ἀποφαίνουσα τῷ Διὶ καὶ ἀξιόμαχον.
οὐδέ νυ σοί περ ὀλλυμένων Δαναῶν] ἠθικῶς τῶν ἄλλων φησὶ θεῶν ἀμελούντων τοῦ Ἑλληνικοῦ οὐδὲ σὺ τοὺς Ἕλληνας ἐλεεῖς.
203. οἳ δέ τοι—δῶρʼ ἀνάγουσιν] προτρεπτικὸν τοῦτο πρὸς τὴν
βοήθειαν, ἵνα μὴ προκατάρχειν ἀμείβεσθαι δὲ μᾶλλον δοκῇ, εἰ καὶ
τὸ “εἴποτέ τοι χαρίεντα” (Ιl. Ι. 39).
Ἑλίκη πόλις τῆς Ἀχαΐας, ὑπὸ σεισμοῦ ἠφανισμένη, ὅθεν καὶ Ἑλικώνιος ὁ Ποσειδῶν· καὶ Αἰγαὶ νῆσος πλησίον Εὐβοίας.
*ἀνάγουσι] ἀντὶ τοῦ 〈ἀν〉άξουσι.
204. *σφίσι βούλεο νίκην] ἠθικῶς· οἷον, εἰ θελήσειας, δύνασαι
κρατῆσαι.
206. καὶ ἐρυκέμεν] ὧδε στικτέον· καὶ ἑξῆς, “εὐρύοπα Ζῆνʼ 〈αὐτοῦ κεν ἀκάχοιτο)·” οὐ γὰρ εἰκὸς ἐπιβουλεύειν Διὶ τὴν πρώην κολασθεῖσαν· ἐμφαίνεται δὲ καὶ θρασὺς θυμὸς γυναικεῖος θρασύτερον τῶν ὑπερεχόντων καταφρονῶν.
206, 207. *Ζῆν᾿· αὐτοῦ κ᾿ ἔνθʼ ἀκάχοιτο] ὅτι καὶ μεταξὺ συλ- λαβῆς στιγμὴ καὶ μετὰ συναλ〈ο〉ιφὴν καὶ ἐν ἀρχῇ στίχου.
*ἔνθʼ ἀκάχοιτο καθήμενος] Ζηνόδοτος “αὐτοῦ ἔνθα κάθοιτʼ ἀκα- χήμενος.”
208. *τὴν δὲ μέγʼ ὀχθήσας προσέφη] οὐκ ἔφη κοινῶς “τὴν δʼ
ἡμείβετο,ʼ ἀλλὰ διὰ τοῦ σχετλιασμοῦ τὸ θράσος αὐτῆς ἀναστέλλει.
209. ἀπτοεπές] ἁπτομένη, ἢ ἀάπτους λόγους λέγουσα, ἢ ἀπτόητε·
*ποῖον τὸν μῦθον] Ἀττικῶς τὸν ποῖον μῦθον.
210. οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ— μάχεσθαι] πῶς οὖν αὐτὸς ἐναντιοῦται τῷ Διὶ ἐν τῇ ἐπὶ ναυσὶ μάχῃ; ὁ πολὺς αὐτὸν ἀνέκλασε φόνος τῶν Ἑλλήνων.
213. τῶν δʼ, ὅσον ἐκ νηῶν ἀπὸ πύργου] τινὲς οὕτω τὸ ἑξῆς, ὅσον
τῶν δʼ, ὅσον ἐκ νηῶν] τοῦτο δήλωσίς ἐστι τοῦ συνεληλάσθαι τοὺς
καὶ στεῖνος καλεῖ (476). τὸ δὲ ἑξῆς· ὅσον εἶχε διάστημα ἀπὸ τῶν νεῶν
ἡ ἔξω τοῦ τείχους τάφρος, ἐπλήθυνεν ὁμοίως ἵππων τε καὶ ἀνδρῶν
ἀποκλειομένων καὶ μὴ δυνηθέντων εἰσδραμεῖν 〈ἐν〉 τῷ τείχει, ἀλλὰ
μηδὲ τολμήσαντος ἔξω τῆς τάφρου μεῖναί τινος. καὶ τὸ “ἵππκων᾿᾿ δὲ
ἐπέτεινε δηλῶν τὴν στενοχωρίαν· ἔνιοι δὲ τὰ δύο διαστήματα πεπλη-
ρῶσθαί φασι τότε, ἀπὸ τῶν νεῶν ἕως τοῦ τείχους καὶ ἀπὸ τοῦ τείχους
ἕως τῆς τάφρου. §. τὸ δὲ ἐξῆς· ὅσον δὲ ἡ τάφρος διώριζεν ἐκ τῶν νεῶν
καὶ τοῦ τείχους τοὺς πολεμίους, τοῦτο ἐπεπλήρωτο· ἡ γὰρ “ἀηό”
πρὸς τὸ “ἔεργε” καὶ λείπει ὁ καί, ἴν’ ᾖ ‘καὶ πύργουʼ §. ηνόδοτος
*ἔεργε] γράφεται καὶ “ἔρυκε.᾿᾿
216. ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε] τοῦτο πρὸς μείωσιν τοῦ κλέους Ἕκτορος.
217. καί νυ κʼ ἐνέπρησεν] εἰς ἄκρον τοὺς κινδύνους εἴωθεν ἐξάγειν
ἴασιν ἐπιφέρει.
*κηλέῳ] κᾶλον κάλειον κήλεον. σημαίνει δὲ τὸ καυστικόν.
218. εἰ μὴ ἐπὶ φρεσὶ θῆκε] ἐν καταπλήξει γὰρ ἦσαν ἅπαντες᾿
221. πορφύρεον μέγα φᾶρος] κατὰ τὸ σιωπώμενον ἔλαβε τὸ
222. * μεγακήτεϊ] μεγάλῃ· παρὰ τὸ κῆτος.
227. διαπρύσιον] διαπεράσιον διαπορεύσιμον.
228. αἰδώς, Ἀλργεῖοι—εἶδος ἀγητοί] οἱ τὰ μὲν παρὰ τῆς φύσεως
229. πῆ ἔβαν εὐχωλαί] λεληθότως 〈ὑπομιμνήσκει τοὺς〉 λαθομέ- νους τῶν προγεγονότων· πιθανῶς δὲ συμπεριέλαβε καὶ ἑαυτόν, ἵνα μὴ ἄντικρυς αὐτοὺς ἀποστρέψῃ.
230. ὁπότʼ ἐν Λήμνῳ] τὸ “ὁπότε” ἀντὶ τοῦ ὅτε· οὃ δὲ εἰς τὸ
“Λήμνῳ” στίζουσιν, λείποντος τοῦ ἦμεν. δείκνυσι δέ, ὡς ἀβέβαιος
ἡ παρὰ κύλικι ὑπόσχεσις.
231. ἔσθοντες κρέα πολλὰ—πίνοντες κρητῆρας] πρῶτος ἔγραψε στράτευμα μεθύον καὶ μεγαλορ〈ρ〉ημονοῦν Ὅμηρος, εἶτα σῶφρον καὶ ἀτυχοῦν.
*ὀρθοκραιράων] κ〈ρ〉αῖρα ἡ κεφαλή.
233. ἄνθʼ ἑκατόν τε] τὸ πλῆρες ἄντα οὐκ ἀντί, ὡς ἀρέσκει τῷ Ἡρωδιανῷ.
235. Έκτορος, ὃς τάχα νῆας ἐνιπρήσει] ἥττονα〈ἄν〉 φησιν ὀνειδισ-
μὸν Ἀρίσταρχος εἶναι, εἰ οὕτως ἐγέγραπτο “ Ἕκτορος, ᾧ δὴ κῦδος
Ὀλύμπιος αὐτὸς ὀπάζει,” περισσῶς δέ· ὡς γὰρ ἐκεῖνοι ἀοριστωδῶς
ἔλεγον, οὕτως ἔδει καὶ τοῦτον ἀοριστωδῶς.
πυρὶ κηλέῳ] καθʼ ὕφεσιν τοῦ ι γέγονεν· τὸ γὰρ τέλειόν ἐστι κηλείῳ.
236. Ζεῦ πάτερ] διὰ τῆς ἀναφωνήσεως καὶ ὀνειδίζει καὶ ψυχα-
γωγεῖ, τὴν αἰτίαν εἰς θεοὺς ἀνάγων. οἰκειοῦται δὲ τὴν συμφοράν, ὅπως
κατᾴδῃ παρακαλῶν. ἄλλως τε “τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται—
τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων” (Il. 4. 415).
237. καί μιν μέγα κῦδος ἀπηύρας] “καί μιν ἀπηύρας” Ἀττικῶς, ὡς καταφρονεῖ με, ἀντὶ τοῦ “εἰργάσω ἄλλον τινὰ τῶν βασιλέων οἷα ἐμέ;ʼ
*μὶν—ἀπηύρας] ἀπηύρας αὐτόν.
239. νηὶ πολυκληῖδι—ἐνθάδε ἔρρων] φθοράν, οὐ πλοῦν ὀνομάζει τὴν ὁδόν.
240. βοῶν δημὸν καὶ μηρίʼ ἔκηα] διὰ τούτων παιδεύει ἡμᾶς καὶ ἐπὶ
242. τόδε 〈πέρ〉 μοι—κρήηνον ἐέλδωρ] ὡς Ἕλλην οὐκ ἀφίσταται
τῆς εἰς θεοὺς ἐλπίδος.
243. αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν] ἐλεεινὸν ἡ παρʼ ἐλπίδα
245. *δακρυχέοντα] καὶ ὅτι ἐδάκρυσεν Ἀγαμέμνων, νῦν ἐσή-
μανεν.
246. * νεῦσε] ὑπὲρ ἀναπαύσεως τοῦ ἀκροατοῦ.
*ἀπολέσθαι] “ἀπολεῖσθαι.”
247. αἰετὸν ἧκε] οἳ μέν φασι τικτομένου τοῦ Διὸς τεχθῆναι καὶ
διὸ ἱερὸς αὐτοῦ ἐστιν· εἴρηται δὲ ἀετὸς παρὰ τὸ ἀεὶ ἐτεὸν αὐτὸν
εἶναι, ὅ ἐστιν ἀληθῆ. “τελειότατον” δὲ “πετεινῶν” ἤτοι τὸν
ἐπιτελεστικώτατον, ἐπεὶ Διός ἐστιν, ἢ τὸν μείζονα· ὁ δὲ νεβρὸς τοὺς
κατεπτηχότας δηλοῖ Ἕλληνας, καὶ ὁ κοινὸς βωμὸς τὴν κοινὴν ἄποσιν
ἀπὸ τοῦ Διὸς σωτηρίαν· ἄδειαν γὰρ τοῖς καταφεύγουσιν ὁ βωμὸς
πορίζεται. ὅτι δὲ κοινός, καὶ τῷ “πανομφαίῳ” δηλοῖ, οἷον ἀπὸ
πάσης φωνῆς καὶ γλώττης τετιμημένῳ. ὀμφὴ γὰρ ἡ φωνή.
248. νεβρόν] τὸ〈ν〉 νεωστὶ βορὰν δεχόμενον εὔχυμόν φασι γενό-
249. πὰρ δὲ Διὸς βωμῷ] καλὸν τὸ ἔσω γενέσθαι τὸ σημεῖον. ἦ
γὰρ ἂν ἰδόντες Τρῶες πλέον ἐθάρρουν.
250. πανομφαίῳ] τινὲς τῷ ὑπὸ πάντων φωνουμένῳ, παρόσον αὐτός
(Od. 1. 282).
251. οἳ δʼ ὡς οὖν εἴδον, ὅτʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις] ἐπὶ 〈γὰρ〉
252. οἳ δʼ ὡς οὖν εἶδον—ὄρνις, μᾶλλον ἐπὶ Τρώεσσι θόρον] ὅτι καὶ
ἐθάρρησαν τοῦ σημείου πεφηνότος.
253. οὔ τις πρότερος—εὔξατο Τυδείδαο] τελευταῖος γὰρ ὑποχω-
257. ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους] ὅτι εὐθέως ἐτράπησαν Τρῶες· ἐν δὲ τῇ τηλικαύτῃ τροπῇ οὐδεὶς Ἕλλήνων πλήττεται.
261. τὸν δὲ μετʼ Ἀτρεῖδαι—τοῖσι δʼ ἐπʼ Ἄἴαντες] τὴν μὲν
φυγὴν τῶν Ἑλλήνων ἀπήγγειλεν οὐ πολλὰ διελθὼν ὀνόματα, νῦν δὲ
εἰς τὴν μάχην ἐπιστρέφων αὐτοὺς τῶν πλείστων Ἑλλήνων μέμνηται.
266. Τεῦκρος δʼ εἴνατος ἦλθε, παλίν〈τονα〉 τόξα 〈τιταίνων〉]
διῄρηκεν ὡς μέλλων περὶ αὐτοῦ λέγειν. ἔνδον δέ ἐστιν Ὀδυσσεὺς
ὀτρύνων διʼ Ἀγαμέμνονα· ἀλλʼ ⌈οὐδὲ⌋ Θόαντος μέμνηται, καὶ οὐ
πάντως ἐστὶ δειλός (cf. Il. 7. 168).
268. ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν] τοῦτο καὶ τὴν φιλαδελφίαν δείκ-
νυσι τῶν Αἰάντων, καὶ τὸ μέγεθος τῆς ἀσπίδος 〈τῆς ἄμφω〉 περι-
269. παπτήνας] βραχεῖα διαστολὴ εἰς τὸ “παπτήνας·” ἡδὺς δὲ
ὁ λόγος καὶ τὸ σχῆμα.
270. βεβλήκει] Ἀρίσταρχος διὰ τοῦ “βεβλήκοι.”
274. Ὀρσίλοχον μὲν πρῶτα] 〈τοὺς τῶν Τρώων νεκροὺς ἀεὶ ἀριθ- μεῖ καὶ νῦν,〉 τοὺς δὲ τῶν Ἑλλήνων οὐ κατέλεξεν.
276. Ἀμοπάονα] ψιλωτέον· κύριον γάρ ἐστιν.
279. Τρώων ὀλέκοντα φάλαγγας] πλῆθός τι δηλοῖ τῶν ἀναιρου- μένων.
281. Τεῦκρε, φίλη κεφαλή] εἰς εὔνοιαν αὐτὸν διὰ τῆς φιλίας ἐπάγεται, καὶ τοῦ πατρὸς ὑπομνήσας καὶ τῆς ἡγεμονίας, ὅπως μὴ ἀνάξιος ὀφθῇ τούτων· καλὴ δὲ καὶ ἡ παράτασις τοῦ “βάλλε.”
Τελαμώνιε, κοίρανε λαῶν] “πατρόθεν ἐκ γενεῆς—πάντας κυδαίνων” (ll. 10. 68).
282. αἴ κεν τι φόως Δαναοῖσι] λεληθότως καθʼ Ἕκτορος αὐτὸν ὁπ- λίζει· ὅθεν κἀκεῖνος συνείς φησι “τοῦτον δʼ οὐ δύναμαι βαλέειν᾿᾿ (299).
283. ὅ σʼ ἔτρεφε] τὸ “ὅ ᾿᾿ ἀντὶ τοῦ ὅς. §. πανταχόθεν δὲ αὐτὸν
284. καί σε νόθον περ] οὐκ ὀνειδίζει ἀλλʼ ἐπαινεῖ, ὅτι διὰ 〈τὴν
τοῦ〉 τρόπου χρηστότητα καίπερ νόθος ὢν οὕτως ἐτράφη. ἄλλως τε
διδάσκει, ὅτι οὐκ ἔστιν ὄνειδος τὰ ἴδια ἀκούουσιν. ἀλλʼ οὐδὲ ὄνειδος
καί σε νόθον περ] παρὰ Ζηνοδότῳ οὐκ ἦν· ἠθέτει δὲ καὶ Ἀρι-
289. πρώτῳ τοι μετʼ ἐμέ] φιλαληθῶς πρὸς πίστιν· ἐντεῦθεν νό- μος, τοὺς ἀριστεῖς γέρας δέχεσθαι.
290. ἢ τρίποδα] διαζευκτικὸς ὁ “ἤ,᾿᾿ ὡς τὸ “ἠ〈ὲ〉 δύω ἠὲ τρεῖς
291. *γυναῖκα] Ζηνόδοτος “Ἰόπη〈ν〉.”
ὁμὸν λέχος εἰσαναβαίνοι] ἀρίστην,ἣν ἀξιώσεις καὶ γαμετὴν κτᾶσθαι.
293. τί με σπεύδοντα] παρʼ Ὁμήρῳ κακοπαθοῦντα.
296. δεδεγμένος ἄνδρας ἐναίρω] αἱ Ἀριστάρχου διὰ τοῦ γ, Ἡρω-
τόξοισι] βέλεσιν· “συναίνυτο καμπύλα τόξα πεπτεῶτα ” (Il. 21. 502).
297. *τανυγλώχινας] μακρὰς καὶ ὀξείας γωνίας ἔχοντα, ὅ ἐστιν ἀκίδας.
299. κύνα] διὰ τὸ θρασὺ καὶ πολύλαλον· “ἐξ αὖ νῦν ἔφυγες
θάνατον, κύον” (Il. 11. 362)· “ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου”
(338).
304. ἐξ αἰσύμνηθεν] “Αἰσύνηθεν” διὰ τοῦ ν· καὶ ἡ Ζηνοδότου καὶ
*ἐξ Αἰσύμηθεν] ἀπὸ Αἰσύμης πόλεως Θρᾴκης.
306. μήκων δʼ ὣς ἑτέρωσε] ὅλον ὅλῳ παραβέβληται· ἔστι δὲ διά-
307. καρπῷ βριθομένη] λείπει τὸ ἐστίν· οὐ γὰρ ἐκδέχεται ὁ
*νοτίῃσί τε εἰαρίνῃσιν] βαρύνεται γὰρ ψεκάσιν.
νοτίῃσί τε εἰαρινῇσιν] εἰ γὰρ μὴ ἦν ὑγρά, οὐκ ἂν ἐπεκάμφθη ἀλλ’
308. πήληκι βαρυνθέν] Αἰτωλικὸν τὸ “πήληξ.”
311. παρέσφηλεν γὰρ Ἀπόλλων] καὶ τὸν Ἕκτορα σῴζει, καὶ Τεῦκρον ἐπαινεῖ. “ παρέσφηλε” γὰρ τὸ βέλος ἢ τὸν Τεῦκρον.
*Ἀπόλλων] ὡς τοξικός.
312. ἀλλʼ Ἀρχεπτόλεμον] ὅτι μόνους τοὺς Ἕκτορος ἡνιόχους
ἐποίησεν ἐν τῷ πολέμῳ τιτρωσκομένους, ἄνω μὲν Ἠνιοπέα, νῦν δὲ
Ἀρχεπτόλεμον, μετὰ δὲ ταῦτα Κεβριόνην· θρασὺς δὲ ἡνίοχός ἐστι
〈καὶ〉 ὁ Ἕκτωρ (89). διδάσκει οὖν, ὅτι βλάπτει ἡ πρὸς τοὺς θρασεῖς
φιλία. §. τρεῖς δὲ αὐτοῦ ἡνίοχοι ἀναιροῦνται.
313. ἱέμενον πόλεμονδε] ἔδρασεν οὖν ἄν τι χαλεπόν, εἰ μὴ
ἐβλήθη.
316. πύκασε φρένας ἡνιόχοιο] λείπει ἡ περί, ὡς “οἰκτροτάτοην
〈δ᾿ 〉 ἤκουσα ὅπα Πριάμοιο θυγατρός” (Od. 11. 420)· οὐ γὰρ αὐτῆς
ὄπα ἀλλὰ περὶ αὐτῆς, ἣν ἔλεγε Κλυταιμνήστρα καταβοῶσα Ἀγα-
μέμνονος, ὅτι ἐπαγάγοι αὐτῇ βάρβαρον γυναῖκα· ὁ οὖν ἐξ αὐτῆς
ψόγος οἰκτρὸς ἦν τῷ Ἀγαμέμνονι· οὕτως οὖν καὶ ἐνταῦθα λείπει ἡ
περί, “ Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας” περὶ τοῦ ἡνιόχου.
321. * σμερδαλέα] καταπληκτικά.
ὃ δὲ χερμάδιον] “ὃ δέ ᾿᾿ Ὁμηρικῷ ἔθει ὡς περὶ ἑτέρου λεγό- μενον.
325. παρʼ ὦμον] δύναται ἀμφοῖν συντάσσεσθαι.
ὅθι κληὶς ἀποέργει] οὕτω χωρὶς τοῦ ι “ἀποέργει.”
326. μάλιστα δὲ καίριόν ἐστιν] διὰ τὸν σύνδεσμον τῆς ὠμοπλά- της πρὸς τὸν ὠμόν· “καίριον” δὲ ὡς πρὸς τοξότην.
328. ῥῆξε δέ οἱ νευρήν] προδιέλυσε τὴν ὁρμήν τοῦ λίθου ἡ νευρὰ
κοπεῖσα.
νάρκησε δὲ χείρ] ποῖος ὦμος βέβληται; δηλονότι ὁ ἀριστερὸς δἰ ὧν φησι “τόξον δέ οἱ ἔκπεσε χειρός.” ἄλλως τε τὸν προβεβλη- μένον ὦμον εἰκὸς πεπλῆχθαι, οὐχὶ τὸν συνεσταλμένον ἐν τῷ τοξεύειν.
νάρκησε δὲ χείρ] τινὲς “ χεῖρα” κατʼ αἰτιατικήν.
331. ἀλλὰ θέων περίβη] τὴν προθυμίαν αὐτοῦ δηλοῖ διὰ τοῦ “θέων·” οὐ γὰρ ἦν πόρρω.
335. Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν] πάλιν ἐπὶ τὸν Δία τὸ αἴτιον ἀναφέρει τῆς νίκης.
337. Ἕκτωρ δʼ ἐν πρώτοισι κίε] χωρὶς τοῦ ν αἱ Ἀριστάρχου,
338. ὡς δʼ ὅτε τίς 〈τε〉 κύων] οὐ δεόντως, φασί, τῷ κυνὶ ἓν ζῷον
ἔδει εἰκάζειν τὸν διώκοντα κυνί, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ
ζῴῳ, καὶ τῷ λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον, ὅτι ὁ Ἕκτωρ
εἴκασται κυνὶ ἑνὶ καὶ ὁ ἀποκτεινόμενος θηρὶ ἑνί· φησὶ γὰρ “αἰὲν
ἀποκτείνων τὸν ὀπίστατον” (342). πρὸς δὲ τὸ δεύτερον, ὅτι ἡ παρα-
βολὴ οὐ πρὸς ἰσχὺν ἀλλὰ τάχος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτή-
δειοι πρὸς δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί. τὰ
δὲ ἄγρια ζῷα φεύγειν εἴωθε τὰ πολλά. διὰ τοῦτο οἱ ὑποχωροῦντες
Ἕλληνες τοῖς φεύγουσιν εἰκάζονται. ἔπειτα καὶ δεόντως τοῖς ἀλκι-
μωτέροις ζῴοις παρέβαλε τοὺς Ἕλληνας· προεῖχον γὰρ τῇ ῥώμῃ καὶ
τὰ νῦν δυστυχοῦσι, καὶ ἀεὶ ὁ ποιητὴς εἴωθε κακοπραγοῦντας αὐτοὺς
εἰκάζεινθηρσίν. ὁ μὲν γὰρ᾿ Ἀντίλοχος θηρὶ “ἀλλ ὅγ᾿ ἄρ᾿ ἔτρεσε θηρὶ〈 —
ἐοικώς〉᾿᾿ (Il. 15. 586), ὁ δὲ Αἴας καὶ τοῦ Διὸς φοβοῦντος αὐτὸν ἀνα-
χωρῶνλέοντιπαραβάλλεται(Il.11.546),οί δὲ Τρῶες νεβροῖς (Il.22.1).
339. ἅπτοται— ἰσχία] ὡς “ἐπεμαίετʼ ἄρʼ ἵππους” (392)· οἳ δέ,
ἅπτηται] εὖ τὸ “ἅπτηται·” οὐ γὰρ ἐπιλαμβάνεται, ἐπιπηδᾷ δὲ
καὶ ἐν τῇ δυστυχίᾳ δὲ ὑψοῦται τὸ Ἑλληνικόν.
340. * ἑλισσόμενον] διὰ τοῦ ν· περὶ γὰρ τοῦ συὸς λέγει.
343. αὐτὰρ ἐπεὶ διά τε σκόλοπας] τῇ ταραχῇ τῶν φευγόντων καὶ μονονονχὶ ἐμπιπτόντων τῇ τάφρῳ οἰκεῖον τὸ ὑπερβατόν.
344. * πολλοὶ δέ] ὁ “δέ ” ἀντὶ τοῦ γάρ· ἔστι δὲ διὰ μέσου.
345. οἳ μὲν δὴ παρὰ νηυσὶν—ἀλλήλοισί τε κεκλόμενοι καὶ
347. χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο] ἀπὸ μετοχῆς εἰς
348. ἀμφιπεριστρώφα] οὐ περιττὴ ἡ ἑτέρα πρὁθεσις, ἀλλʼ ἐναργῶς δείκνυσι τὴν ἐν ταὐτῷ γινομένην συνεχῆ τοῦ Ἕκτορος ἐπιστροφήν, ζητοῦντος κατὰ ποῖον εἰσελάσει τοὺς ἵππους μέρος.
349. Γοργοῦς ὄμματ’ ἔχων] Ζηνόδοτος “Γοργόνος,” κακῶς· οὔτε γὰρ ὁ ποιητὴς οὔτε Ἡσίοδος Γοργών φασιν ἀλλὰ Γοργώ, καὶ “Γορ- γείη κεφαλή” (Il. 5. 741) καὶ “Γοργούς θ᾿, αἳ ναίουσιν” (Theοg. 274).
Γοργοῦς ὄμματʼ ἔχων] αἱ Ἀριστάρχου “οἴματα,᾿᾿ αἱ δὲ πλείους
“ὄμματα·” φησὶ γὰρ “Γοργὼ βλοσυρῶπις” (Il. 11. 36), καὶ ἀπὸ
τῶν ὀμμάτων εἴωθε χαρακτηρίζειν, ὡς “ὄμματα καὶ κεφαλήν” (Il. 2.
478), “κυνὸς ὄμματ’ ἔχων (ll. 1. 225) καὶ “φολκὸς ἔην” (Il.
2. 217).
350. τοὺς δὲ ἰδοῦσʼ ἐλέησε] ἀναρτᾷ πάλιν ἡμᾶς ἀπὸ τῶν παρόν-
των, οὐ διηγούμενος τὴν δυστυχίαν τῶν Ἕλλήνων ὡς φιλέλλην.
351. αἶψα δʼ Ἀθηναίην] “αἶψα” δίχα ἐπιλογισμοῦ τοῦτο ποιεῖ· διὸ καὶ μεταμεληθήσεται ὕστερον. ἀποτυχοῦσα δὲ Ποσειδῶνος ταύ- την πείθει.
352. * πόποι] οἰκεῖον τῇ σχετλιαζούσῃ τὸ προοίμιον.
οὐκέτι νῶι—Ἀργείων κεκαδησόμεθʼ ὑστάτιόν περ] οὐκέτι ὕστερον ⌈χατι⌋ούμεθα τῶν Ἑλλήνων· ἀπολοῦνται γάρ, ὡς μὴ χρείαν ἔχειν τῆς ἐξ ἡμῶν ἐπικουρίας· τινὲς δὲ κατʼ ἐρώτησιν.
353. κεκαδησόμεθα] ἀντὶ τοῦ φροντιοῦμεν, παρὰ τὸ κήδεσθαι·
ἔχουσιν οὖν ἀπολογίαν διὰ τὸ μὴ περιορᾶν τὴν Ἑλλήνων ἐσχάτην
ἀπώλειαν· ἔστι δὲ μέσος δεύτερος μέλλων καθήσομαι, καὶ Αἰολικῷ
ἀναδιπλασιασμῷ κεκαδήσομαι.
ὑστάτιον] ἀντὶ τοῦ ὕστατον, ὡς μάλιον τὸ μᾶλλον(Tyrt.12,6 Β.).
355. ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνετ〈αι〉—Ἕκτωρ Πριαμίδης]
τεχνικῶς οὐ κατὰ Διὸς αὐτὴν ὀτρύνει, μὴ ἄρα αἰδεσθῇ τῷ πατρὶ
ἐναντιοῦσθαι ἢ δὲ συνιεῖσα τὸ σιωπηθέν φησιν “ἀλλὰ πατὴρ οὑμός.”
ἐμφαντικὴ δὲ ἡ μεταφορά· τὸ γὰρ “ῥιπῇ” ἐπὶ ἀνέμου καὶ πυρὸς
τάττεται, ἄμφω δὲ λέγει ἐπὶ Ἕκτορος· “ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέι
358. *καὶ λίην οὗτός γε] περὶ τούτου μὲν οὖν οὔ μοι μέλει, φησίν·
* λίην] ὅσον οὐδέπω οὕτως ἔχει καὶ τὸ “ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται” (Il. 10. 251).
360. * πατὴρ οὑμός] ὁ μέγας καὶ σεμνός.
φρεσὶ μαίνεται] ἐνθουσιᾷ, ὡς τὸ “μαίνετο δʼ ὡς ὅτʼ Ἄρης” (Il.
361. *ἀλιτρός] εἰς ἐμὲ ἀλιτρὸς διὰ τὰ πεπονημένα εἰς Ἡρακλέα.
* ἀπερωεύς] ἀποκωλυτής.
362. οὐδέ τι τῶν μέμνηται] πρὸς μὲν τὸν Δία εὐπρεπὴς ἡ εἰς
ὅτι ἀνθρώπινόν τι ἔχει ἡ εἰκών· πολλὴν γὰρ σπουδὴν εἴς τινας εἰσ-
ενεγκάμενοι καὶ διʼ αὐτῶν τοῖς ἀναγκαίοις εἰς ἀπέχθειαν ἐλθόντες,
ἀχαρίστων ὄντων τῶν εὖ πεπονθότων, εἰώθαμεν σχετλιάζοντες εἰσφέ-
ρειν πρὸς σὓς ἀπηχθήμεθα τὴν τῶν εὐεργετηθέντων ἀχαριστίαν μεμ-
φόμενοι ἑαυτοῖς ἐπὶ τῇ ἀβούλῳ κρίσει.
363. * ἀέθλων] κακοπαθειῶν.
364. * πρὸς οὐρανόν] αὔξει τὴν ἐπικουρίαν· δηλοὶ δὲ καὶ τὸ
*ἐμὲ Ζεύς] ἀπολογεῖται τῇ μητρυιᾷ.
367. εὖτέ μιν εἰς Ἀίδαο] ἀπὸ τοῦ μείζονος ἄθλου πάντας δηλοῖ.
οἶδε δὲ τὸν κύνα καὶ τὴν φύσιν αὐτοῦ. Πίνδαρος δὲ ἑκατόν, Ἡσίοδος
δὲ πεντήκοντα ἔχειν αὐτὸν κεφαλάς φησιν (Th. 312).
*πυλάρταο] διὰ τὸ μηδένα ἀνιέναι.
369. αἰπὰ ῥέεθρα] προσάντη καὶ ἄνωθεν καταρρέοντα. “καὶ τὸ
τοῦ φησιν, “ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ” (Od. 10. 514).
370. στυγέει] οὐκ εἶπεν ὅτι οὐδὲν ἀντευεργετεῖ, ἀλλʼ ἠθικῶς
Θέτιδος δʼ ἐξήνυσε βουλάς] ἀπέκρυψεν αὐτῆς τὴν χάριν, τὴν δὲ
371, 2. ἥ οἱ γούνατʼ ἔκυσσε] παρὰ Ζηνοδότῳ οὐκ ἦσαν οἱ δύο.
373. ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα] ἠθικῶς πάνυ τῶν φιλο- φρονήσεων τοῦ πατρὸς μέμνηται ταῦτα τὰ ὀνόματα εἰποῦσα, οἷς ὑπεκορίζετο αὐτὴν ὁ Ζεὺς πρὸς τὰς χρείας παρακαλῶν.
374. ἐπέντυε μώνυχας ἵππους] οὐχ ὡς ἥττονι προστάσσει,
ἀλλὰ καιρὸν λαμβάνουσα πρὸς τὸν ὁπλισμὸν.
377. ἢ νῶιν Πριάμοιο πάις] ἠθικῶς πρὸς τὸ “ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς” (355).
378. προφανείσα] δυϊκῶς· Ἀρίσταρχος δὲ “προφανέντε ” ὡς
“πληγέντε κεραυνῷ” (455)· ὁ δὲ Ζηνόδοτος “ γηθήσει προφανείσας
ἰδὼν ἐς δοῦπον ἀκόντων” συστέλλων τὸ σχς ὡς Δωρικώτερον,
ὡς τὸ “λαγέτας—υἱούς” (Ρindar. Ol. Ι. 145) καὶ “τροπὰς ἠελίοιο”
(Hesiod. Οpp. 564).
379. ἢ τις καὶ Τρώων κορέσει] περισπαστέον τὸ η· διαπορητικὸς
γάρ ἐστιν· τὸ δὲ “τίς” ἢ περισσόν, ἢ ‘τὶς ἐκ τῶν Τρώων·ʼ εἰ δὲ ἐπὶ
Ἕκτορος, οὗτος ὁ νοῦς ‘ὡς ἄλλος τις κορέσει κύνας.ʼ
385, 6, 7. πέπλον μὲν κατέχευεν] Ἀριστοφάνης ἠθέτει τοὺς τρεῖς, Ζηνόδοτος δὲ οὐδὲ ἔγραψεν.
*κατέχευεν] θαυμασίως οὐ γυμνοῖ τὴν παρθένον.
389. λάζετο δʼ ἔγχος] Πτολεμαῖος διὰ τοῦ ν· καὶ ἔστιν οὐκ
ἄκαιρος ἡ γραφὴ “λάζυτο.᾿᾿
393. πύλαι μύκον] οὕτω λέγει ἐπὶ τῶν θυρῶν “τὸ δʼ ἀνέβραχεν ἠύτε ταῦρος—τόσ’ ἔβραχε καλὰ θύρετρα” (Od. 21. 48). §. τὸ δὲ “μύκον” ἀντὶ τοῦ ἀνεῴχθησαν.
396. *τῇ] ἀντὶ τοῦ ἐκεῖ.
399. βάσκʼ ἴθι, Ἶρι ταχεῖα] ἀντὶ τοῦ ταχέως -“λῦσεν δʼ ἀγορὴν αἰψηρήν” (Il. 19. 276) ἀντὶ τοῦ αἰψηρῶς, καὶ “ταχέες δʼ ἱππῆες ἄγερθεν” (Il. 23. 287) καὶ “βράχε δʼ εὐρεῖα χθών (Il. 21. 387) —ἀελλόπους γάρ.
μηδʼ ἔα ἄντην] μηδὲ ἔα εἰς τὸ ἐναντίον τῆς ἐμῆς κελεύσεως
ἔρχεσθαι αὐτάς· οὐ γὰρ καλὸν εἰς πόλεμον σπευσόμεθα.
402. γυιώσω μὲν σφῶιν] βλάψω, ὅ ἐστι χωλανῶ, καὶ κενοὺς εἰς τὴν πορείαν ποιήσω.
405. ἀπαλθήσεσθον] ἀποθεραπευθήσεσθον· ἀλθαίνω γὰρ τὸ θερα- πεύω.
406. ὄφρʼ εἰδῇ γλαυκῶπις] καίπερ ὀργιζόμενος οὐ τὴν ἀρχὴν οὐδὲ
407. Ἥρῃ δʼ οὔτι—νεμεσίζομαι] τὰ μὲν θεῖα ἐᾷ, σκοπεῖ δὲ τὰ
408. ἐνικλᾶν] ἐμποδίζειν. ἡ μεταφορὰ ἀπὸ τῶν εἰς τὰς ἀσπίδας
ἀποθραυομένων δοράτων.
411. πρώτῃσιν δὲ πύλῃσι] ἄκραις, ὡς “πρώτῳ ῥυμῷ” (Il. 6. 40)· -
413. πῆ μέματον] καλῶς μηδὲ προσφωνήσασα αὐτὰς τοῦ πράγμα-
τος ἄρχεται. οἰκεῖον δὲ τῇ ἐπιπλησσούσῃ πολλαῖς ἀρχαῖς κεχρῆσθαι.
421. Ἥρῃ δʼ οὔτι τόσον] οὐκ ἔδει, φασί, ταῦτα πρὸς τῆς Ἴριδος
πρῶ⌈τον⌋, ἵνα αἰδεσθεῖσα μετα⌈βάλληται⌋.
423. ἀλλὰ σύ γʼ αἰνοτάτη, κύον] ἀθετοῦνται διὰ τὸ τραχύ· ὅσῳ
ἤρκεσεν αὐτῇ ἀπαγγεῖλαι μόνον τὰ παρὰ Διός, ἀλλὰ καὶ παρʼ αὑτῆς
τι προσέθηκεν. τοιαύτη δὲ ὁρᾶται καὶ ὅτε πρὸς τὸν Ποσειδῶνα πέμ-
πεται (Il. 15. 178, 201), οὐ μόνον τὴν τοῦ ἀγγέλου, ἀλλὰ καὶ τὴν
τοῦ συμβούλου ἀποπληροῦσα χώραν.
ἀλλὰ σύ] “σύ” ἄνευ τοῦ γέ· καὶ “ἀδεές ” δʼ ἑνὸς δ.
424. Διὸς ἄντα πελώριον] ῥητορικῶς ἀμφοτέρας ἐνέθηκε τὰς προση-
425. ἢ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη] οὐ περιμένει τὴν ἀπόκρισιν, ἀλλ’ ἐν ταῖς ἀπειλαῖς αὐτὰς καταλείπει πρὸς κατάπληξιν μείζονα.
426. αὐτὰρ Ἀθηναίην Ἥρη] Ἥρη ἡ καὶ προκαταρξαμένη τῆς νουθεσίας.
428. *νῶιν ἐῶ] διχῶς τοῦ ν τὸ “νῶι.᾿᾿
429. τῶν ἄλλος μὲν ἀποφθίσθω] ὅταν εἰς τὴν ἀξίαν ἀτενίσῃ τῶν
θεῶν, τότε φησὶν αὐτοὺς μὴ κινεῖσθαι περὶ θνητῶν, ὡς οὐδὲ ἂν ἡμεῖς
περὶ μυρμήκων· ὅταν δὲ ἐπιλογίσηται τὴν ποιητικήν, ἕπεται τοῖς μύθοις
καὶ τὴν ὑπόθεσιν ἐκτραγῳδεῖ, συμμαχίας καὶ θεομαχίας παράγων.
433. τῇσιν δʼ Ὧραι μὲν λῦσαν] ὅτι οὐκέτι μέλλουσιν ἐναντιοῦ- σθαι τῷ Διί, αἱ Ὧραι ὑπηρετοῦσιν αὐταῖς.
435. ἐνώπια παμφανόωντα] τοὺς παροδίους τοίχους· οὗτοι γὰρ
μόνοι φαίνονται τοῖς παριοῦσιν. τινὲς δὲ τὸ ἑξῆς “ ἅρματα παμφα-
νόωντα.” τί οὖν ἐστι τὸ “τόξον μὲν πρὸς σταθμὸν—ἔκλινε—πρὸς
ἐνώπια παμφανόωντα” (Od. 22. 120);
439. Οὔλυμπονδ’ ἐδίωκε] οὐκ εἶπεν ἤλαυνεν, ἀλλʼ ἐδίωκεν ἐμ- φαντικῶς, ὡς “ῥίμφα διωκομένη ” (Od. 13. 162).
440. ἵππους μὲν λῦσεν κλυτὸς ἐννοσίγαιος] ἐπεὶ ἵππιος ἐστιν ὁ θεός· ἱκανὸν δὲ πρὸς φιλαδελφίαν τοῦτο.
441. ἂμ βωμοῖσι] διὰ τοῦ ἡ γραφή· ὅμοιον γάρ ἐστι τῷ “ἂμ.
φόνον” (Il. 10. 298)· φησὶ δὲ “ἐυδμήτων ἐπὶ βωμῶν” (Od. 7.
100)· Ἀρίσταρχος “βωμοῖσι,” Διογένης “ἀμβώνεσ〈σ〉ι ” τοῖς
ἀναβαθμοῖς.
λῖτα] ὡς θῆτα, “λιτίʼ δὲ (Il. 18. 352) ὡς θητί· ἔστι δὲ μετα- πλασμός· διὸ βαρύνεται· ἔστι δὲ ἁπαλὸν καὶ τρυφερὸν λινοῦν ἱμάτιον.
444. Διὸς ἀμφίς] χωρίς, οὐκ εἰς τὴν συνήθη ἔδραν· ἀλλαχοῦ
γοῦν “πλησίαι αἵ γʼ ἥσθην” (Il. 4. 21)· ὅθεν φησὶν “οὐδʼ εἴ κε τά
νείατα” (478).
446. αὐτὰρ ὃ ἔγνω] ἐκ τῆς καθέδρας ἢ τῆς σκυθρωπότητος.
447. τετίησθον] καταπέπληχθε, ὡς τὸ “φίλον τετιημέναι ἦτορ” (437). “ἷξον 〈δ᾿〉 εἰν ἀγορῇ” (Il. 9. 13).
448. οὐ μέν θην κάμετον] τινὲς ἐν ἐρωτήσει, καὶ περὶ τῆς προτέρας
450. πάντως, οἷον ἐμόν γε μένος] ὡς ἔχω χειρὸς καὶ δυνάμεως,
οὐκ ἂν ἐπανήλθετε.
455. πληγέντε κεραυνῷ] ὡς “καλυψαμένω χρόα καλόν” (Hesiod. Opp. 196).
460. σκυζομένη] παρὰ τὸ ἐπισυνάγειν τὸ ἐπισκύνιον.
462. αἰνότατε Κρονίδη] οὐκ ἔδει λέγειν “Ζεῦ πάτερ ᾿᾿—οὐ γὰρ
φιλοφρονεῖται—οὐδʼ “αἰνότατε,᾿᾿ πρὸς τὸ μὴ ἐρεθίσαι αὐτόν. αὐτοῦ
οὖν ἄρχεται τοῦ πράγματος. καὶ ἡ Ἀθηνᾶ δὲ ταῦτα ἔλεγεν (33)
ἀλλὰ φιλοφρόνως—διὸ ἐδάμασε τὸν Δία—ἣ δὲ ἐντεταμένως· λέγω
δὴ τὸ “ἔμπης Δαναῶν ὀλοφυρόμεθα” (464). διὸ ἐπιτείνει τὴν ὀργὴν
Διός.
* ποῖον τὸν μῦθον] τὸν ποῖον μῦθον.
470. ἠοῦς] ἕωθεν, ὄρθρου, τῇ ἐπιούσῃ ἡμέρᾳ. §. κινητικὰ δὲ τῶν
473. οὐ γὰρ πρὶν—παύσεται ὄβριμος Ἕκτωρ] τὸ “ὄβριμος᾿᾿
474. * ὄρθαι] διεγερθῆναι.
476. στείνει ἐν αἰνοτάτῳ] τὴν τῶν πραγμάτων στενοχωρίαν δηλοῖ· ἅμα δὲ καὶ στενόν ἐστι τόπος οὕτω καλούμενος.
477. ως γὰρ θέσφατόν ἐστι] τὸ μοιρίδιον προβάλλεται, ἵνα μὴ
478. πείραθʼ ἵκηαι γαίης καὶ πόντοιο] δείκνυσιν ὁ ποιητής, ὅτι
484. τὸν δʼ οὔτι προσέφη λευκώλενος] ἐν καιρῷ ἡ ἀποσιώπησις·
οὕτε γὰρ ἐπαινεῖν ἔχει τὰ λεχθέντα οὕτε ἀντιλέγειν πρὸς ὀργὴν
τοιαύτην.
485. ἐν δʼ ἔπεσʼ Ὠκεανῷ] τῷ ὁρίζοντί φησιν, ὃς διατειχίζει τοῦ
486. ἕλκον νύκτα μέλαιναν] “ἕλκον᾿᾿ τῇ ἀσθενείᾳ τοῦ φωτὸς τῶν ἀκτίνων. εὗ δὲ καὶ ὁ παρατατικός· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφʼ ἓν σκιάζεται, ἀλλὰ κατὰ μικρόν.
487. Τρωσὶ μέν ῥʼ ἀέκουσι] βραχεῖαν ταύτην τὴν μάχην ἐποί- ησεν, ἐγχρονίζειν ταῖς τῶν Ἑλλήνων δυστυχίαις οὐ θέλων· ὅθεν τινὲς αὐτὴν καλοῦσι κόλον.
488. *τρίλλιστος] πολυλιτάνευτος· πλεονάζει δὲ τὸ λ.
490. νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι] συνελάσας μέχρι
τῶν νεῶν αὐτοὺς ἀφίσταται παρὰ τὸν ποταμὸν ὡς προβλήματι
χρησόμενος τῷ ῥείθρῳ, καὶ πρὸς τὸ μὴ ἐξακούεσθαι τοῖς πολεμίοις
καὶ μὴ μακρὰν ἀπεῖναι τῆς πόλεως.
493. Διὶ φίλος] οὐδαμοῦ μᾶλλον ὁ Ἕκτωρ ἐν καιρῷ ἐλέχθη “Διὶ φίλος᾿᾿ ἢ νῦν, εἴγε καὶ θεοῖς ἀπέχθεται διʼ αὐτόν.
494. ἔγχος ἔχε] ὡς ἐν πολέμῳ δημηγορῶν ἀντὶ σκήπτρου τῷ δορατι χρῆται, τὰ σημεῖα τῆς ἀνδρ〈ε〉ίας προβαλλόμενος.
497. κέκλυτέ μοι Τρῶες] ὑπερηφανίας μεστὸς ὁ λόγος· οὐ γὰρ εὔνους θέλει ποιήσασθαι τοὺς ἀκροωμένους, ἀλλὰ μόνον καυχᾶσθαι, οὐχ ὡς τὸ “ὦ φίλοι, ἥρωες Δαναοί” (Il. 2. 110).
498. νῦν ἐφάμην νῆας ὀλέσας] πάλιν οἰκειοῦται τὸ κατόρθωμα καὶ ἐν τοῖς ἑξῆς “ἔλπομαι εὐχόμενος—ἐξελάαν ἐνθένδε κύνας κηρε〈σ〉σι- φορήτους᾿᾿ (526).
500. ἀλλὰ πρὶν κνέφας ἦλθε] εὐέλπιδας καὶ ἐπιθυμητὰς ἐποίησεν αὐτοὺς τῆς ἠοῦς.
502. ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτί] τοῦτο, ἐπεὶ ἧσσον ἦν, ἐκοινοποίησε πρὸς αὐτούς.
503. ἀτὰρ καλλίτριχας ἵππους] στρατηγικῶς πρὸ αὐτῶν τῶν ἵππων φροντίζει, ὃ καὶ Ἀνδρομάχη ποιεῖ “ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν” (188).
507. σῖτον δʼ ἐκ μεγάροιο] οὐκ ἔστιν ἐπὶ τοῦ σίτου κοινὸν τὸ “ἄξεσθε·” οὐδὲν γὰρ τῶν ἀψύχων ἄγεται, φέρεται δὲ μᾶλλον. προσυπακουστέον οὖν τὸ φέρετε.
509. καίωμεν πυρὰ πολλά] πρὸς ἀσφάλειαν μὲν ἑαυτῶν, κατά- πληξιν δὲ τῶν πολεμίων.
510. μή πως καὶ διὰ νύκτα— φεύγειν ὁρμήσωνται] στρατηγικῶς
513. ἀλλʼ ὅστις τούτων γε βέλος] βέλος νῦν τὸ βεβλημένον
(Il. 11. 269).
ἀλλʼ ὅστις τούτων γε] Ἀρίσταρχος δὲ “κείνων γε.”
*πέσσῃ] Ἀριστοφάνης “πέσοι”
515. ἵνα τις στυγέῃσι καὶ ἄλλος] ἀλαζονείαν ἔχει ὁ λόγος βαρ- βαρικήν.
518. παῖδας πρωθήβας] πᾶς γὰρ ἱκανὸς ἀπὸ τείχους ἀμῦναι· καὶ οἱ μὲν παῖδες μεθʼ ἡδονῆς φιλονείκως ἀγρυπνοῦσιν, οἱ δὲ γέροντες πρὸς ὕπνον ἀλλοτρίως ἔχουσιν.
519. λέξασθαι] παρὰ τὸ λέχος· καὶ “ξύλα —λέγεσθε” (507)
λέξασθαι᾿᾿(Il. 2. 125) ἀριθμηθῆναι· ὅθεν λογάδες.
θεοδμήτων] ἀπαρκεῖ πρὸς φυλακὴν ἡ ἄχρηστος ἡλικία· ἰφʼ ἑαυτῶν
γὰρ τὸ ὀχυρὸν ἔχουσι τὰ τείχη, θεόδμητα ὑπάρχοντα.
520. θηλύτεραι] τῶν ἄλλων ζῴων, ἢ τῶν παρθένων. αἱ τετοκυῖαι
δύναμιν τοῖς κακοπαθοῦσιν.
521. * καιόντων] καιέτωσαν.
523. ὧδ’ ἔστω Τρῶες] τυραννικῶς ἀπειλεῖ· ὅθεν καὶ “χαλεπὴν
524. *ὑγιής] ἀπαράβατος ὑμῖν.
525. τὸν δʼ ἡοῦς—άγορεύσω] τὸν δὲ ἐξῆς αὔριον ἐρῶ· πάντως δὲ περὶ διανομῆς σκύλων.
526. εὔχομαι ἐλπόμενος] ἀντὶ τοῦ καυχῶμαι.
527. ἐξελάαν ἐνθένδε κύνας κηρε〈σ〉σιφορήτους] ὑφʼ ἓν Ἄρί
ποτʼ ὀλώλῃ Ἴλιος ἱρή ᾿᾿ (Il. 6. 448)· ἐκεῖ μὲν γὰρ τῶν Τρώων
ἡττωμένων δύσελπις ἦν, ἐνταῦθα δὲ τῇ μάχη κρατῶν ἐλπίζει τὰ
χρηστά.
528. Ζηνόδοτος οὐδὲ γράφει τοῦτον.
532. αἴ κε μʼ ὁ Τυδείδης—πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν
χαλκῷ δῃώσας] ἐντέχνως ἐφʼ ἑαυτοῦ μὲν εἶπεν ὅτι οὐκ ἀπωσθήσεται,
αἴ κε μʼ ὁ Τυδείδης] στρατηγικῶς παραθαρσύνει αὐτούς· δεδίασι γὰρ Διομήδην διὰ τὴν ὑπόγυ〈ι〉ον ἀριστείαν· καὶ τὸ “Τυδείδης” προσλαβὸν τὸ ἄρθρον οὐκ ἀργὴν ἔχει τὴν ἀναφοράν.
537. 〈κείσεται οὐτηθείς,) πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι] κοινὸν ληπτέον τὸ ‘κείσονται.ʼ
538. αἰ γὰρ ἐγὼν—εἴην ἀθάνατος] βαρβαρικὸν 〈τὸ) εὔχεσθαι τὰ ἀδύνατα.
542. ἐπὶ δὲ Τρῶες κελάδησαν] καλῶς ἐπὶ μὲν Ἑλλήνων φησὶν
“ Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον 〈κονάβησαν)”
(Il. 2. 333). ἐπὶ δὲ τῶν Τρώων “κελάδησαν” λέγει· θορυβῶδες γὰρ
τὸ βαρβαρικόν.
553. ἐπὶ πτολέμοιο γεφύρῃ] τὸν μεταξὺ τῶν στρατιωτῶν τόπον.
555. φαεινὴν ἀμφὶ σελήνην] οἳ μὲν ἄρτι φαίνεσθαι ἀρχομένην οἷον
νέαν ἐν τῷ φάει· οἳ δὲ λεπτήν, “ μάστιγα φαεινήν” (Il. 10. 500)· οἳ
δὲ τὴν φύσει φαεινήν· καὶ “ζέσ〈σ〉εν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ” (Il. 18.
349) καὶ “ἐυμελίω Πριάμοιο” (Il. 4. 47) καὶ “Σκαμανδρίῳ ἀνθε-
μόεντι” (Il. 2. 467). προσφυῶς δὲ τῷ νυκτερινῷ φωτὶ αὐτὰ ἀπει-
κάζει.
557. πρώονες] ἀπὸ τοῦ ὁ πρών πρῶνες, καὶ κατὰ διαίρεσιν “πρώονες᾿᾿ εἰσὶ δὲ ὄρους ἐξοχαί.
557, 8, 9. πάντα δέ τʼ εἴδεται ἄστρα] οὐκ ἐφέροντο τὰ γ παρὰ Ζηνοδότῳ· ἠθέτει δὲ καὶ Ἀριστοφάνης τὰ γ΄.
* δε΄ τ᾿] ἄνευ τοῦ “τέ.᾿᾿
560. τόσ〈σ〉α μεσηγὺ νεῶν] ἐσχημάτισε τὸν λόγον, οὐκ ἐπενεγκὼν τῷ “ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα” τὸ “οὕτω μεταξὺ νεῶν.ʼ
562. πὰρ δὲ ἑκάστῳ] τὸ ἑξῆς ‘παρὰ ἑκάστῳ σέλᾳ εἵατο ν΄
ἄνδρες·ʼ ἀποκοπὴ γάρ ἐστι τοῦ σέλαι· τὸ φιλότιμον δὲ τῶν ἀριθμῶν
καὶ ἐν Ὀδυσσείᾳ “πεντηκόσιοι δʼ ἐν ἑκάστῃ” (3. 7)· καὶ “νῆες μέν
μοι ἕποντο δυώδεκα” (Il. 9. 159).
563. εἵατο ν΄] ἀφορμὴν λαβὼν καὶ τὸν τῶν Τρώων ἡμῖν ἀριθμὸν
564. κρῖ λευκόν] εἰ ἦν ἀπὸ τοῦ κριθή, λευκήν ἂν ἐπήγαγεν.
“Λιτάς” τὴν ῥαψῳδίαν καλοῦσιν. §. ἐπειδή δὲ οἱ Τρῶες ἐκ παρα-
1. 〈Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς—ἔχεφύζα〉]ὅρα τὸ ἀντί.
*2. θεσπεσίη] ἡ βουλήσει θεῶν προσγεγενημένη, ὡς καὶ ἀλλαχοῦ“εἰ
φύζα] ἀεὶ μὲν ἡ μετὰ δέους φυγή, ὅθεν καὶ “φυζακινῇς ἐλά-
φοισιν” (Il. 13. 102), νῦν δὲ ἔκπληξις. ἀπολογεῖται δέ, ὅτι ἐκ
θεῶν. κρυόεις δὲ φόβος ὁ ψυχρός· τὸ θερμὸνγὰρ ἐπιλείπει τοὺς δεδιότας.
ὀκρυόεντος] φρικτοῦ, φοβεροῦ· συμβαίνει γὰρ τοὺς δεδιότας συγκρούειν τοὺς ὀδόντας.
3. πένθεϊ 〈δʼ〉 ἀτλήτῳ] οἱ μὲν ἄλλοι περὶ φυγήν, οἱ δὲ ἄριστοι ἐν
πένθει· ἀνάξιον γὰρ Ἑλληνικῶν ἀρχηγῶν ἡ φυγή. μάλιστα δὲ
αὐτῶν ἅπτονται αἱ συμφοραί, ἐπεὶ καὶ τὴν αἰτίαν τῶν κατορθωμάτων
ἐπὶ τούτους ἀνάγομεν.
*ἀτλήτῳ] ἀνυπομονήτῳ, ἀφορήτῳ.
4. ὡς δʼ ἄνεμοι δύο] διττὰ γὰρ αὐτους ἐλύπει, ἔκπληξις τῶν
παρόντων καὶ δέος τῶν μελλόντων. καὶ “δάμνα— Ζηνός τε νόος καὶ
Τρῶες ἀγαυοί ᾿᾿ (Il. 16. 103).
ὡς δʼ ἄνεμοι] ἢ ὡς Ἀριστοφάνης “ὡς δʼ ἀνέμω—ἐλθόντʼ ἐξαπίνης᾿᾿.
5. τώ τε Θρῄκηθεν] οἳ μὲν συνεκδοχικῶς, ὡς “ὅσοι βεβλήαται
χαλκῷ” (Il. 14. 28), οἳ δέ, ὅτι οἰκητήριον τῶν ἀνέμων ἡ Θρᾴκη·
*ζέφυρος] ὁ τὰ πρὸς τὸ ζῆν φέρων· ἔαρος γὰρ ἄρχεται πνεῖν.
6. *ἄμυδις] ἅμα τῷ πνεῦσαι τοὺς ἀνέμους.
ἄμυδις] ψιλωτέον τὸ “ἄμυδις.” Αἰολικὸν γὰρ καὶ πνεῦμα καὶ τόνον ἐδέξατο ὁμοίως τῷ ἄλλυδις.
*κελαινόν] μέλαν ἢ φοβερόν.
7. παρέξ] δύο εἰσὶ προθέσεις. ἀμέλει καὶ τρέπεται τὸ ξ εἰς κ,
“παρὲκ μέγα” (Od. 16. 343).“παρὲκ—νόον” (Il.10. 391, 20. 133),
“παρὲξ ὁδῦ:” (Il. 10. 349), “παρὲξ εἴποιμι” (Od. 17. 139),
“παρὲξ ἀγορευέμεν” (Il. 12. 213)· τινὲς δὲ ἓν μέρος λόγου, ὅπερ
ἐστὶν ἐπίρρημα. ἔστι δὲ καὶ πάρεξ, ὃ γενικῇ θέλει συντάσσεσθαι.
μετὰ τὴν διά δὲ οὖσα ἡ ἐξ οὐδέποτε τρέπει τὸ ξ. τὸ δὲ ἑξῆς οὕτω,
πολλὸν δὲ παρὰ τὴν ἅλα φῦκος ἐξέχευαν.
8. *ἐδαΐζετο] ἐταράσσετο, διεκόπτετο.
9. ἄχεϊ μεγάλῳ] τῇ ἀλάλῳ λύπῃ· καὶ ἐξῆς “ἷξον δʼ εἰν ἀγορῇ τετιηότες” (13). πένθους γὰρ ὄψιν καθόλου γράφει τοῦ στρατοῦ.
11. τὸ μὲν πλῆθος οὐ συνάγει, ἐπεὶ ἐν ταῖς δυσπραγίαις ὀργί-
ζονται τοῖς ἄρχουσιν ἐπʼ ἐκείνους τὴν αἰτίαν τῆς συμφορᾶς ἀνα-
φέροντες, ἄλλως τε εἰ μηδὲν δυστυχήσαντες οὕτω πρώην ἐδέξαντο
τὴν φυγήν, πολλῷ μᾶλλον νῦν, δυστυχήσαντες· κατʼ ὄνομα δὲ τοὺς
ἀρίστους συνάγει, ἵνα μὴ ἔκπυστα γένηται τοῖς πολεμίοις τὰ πρασ-
σόμενα, ἢ καὶ πρὸς τὸ μὴ ταράξαι τοὺς οἰκείους. οὐδὲ ἐν ταῖς
δυστυχίαις οὖν ἐξίσταται τῶν πρακτέων ὁ βασιλεύς.
12. μηδὲ βοᾶν] ἀντὶ τοῦ μὴ βοᾶν δέ, ὡς “δόλῳ, οὐδὲ βίηφιν᾿᾿ (Od. 9. 408) ἀντὶ ‘βίᾳ δὲ οὔ.ʼ
μετὰ πρώτοισι πονεῖτο]ταὐτὰ ποιεῖ τοῖς κήρυξι πρὸς τὸ δυσωπεῖν ἐκεί- νους. καὶ εἰκότως· ἡ γὰρ συμφορὰ ταπεινοῖ καὶ τὰ μεγάλα φρονήματα.
13. * τετιηότες] τετιμωρημένοι ἢ λυπούμενοι.
14. ἵστατο δακρυχέων] ἵνα ἐλεεινὸς γεγονὸς μὴ καταλειφθῇ παρʼ αὐτῶν.
15. αἰγίλιπος] ὑψηλῆς, ἧς καὶ αἲξ ἂν ἀπολείποιτο διὰ τὸ ἄγαν
δνοφερόν] μέλαν ἢ μετὰ δονήσεως 〈φερόμενον〉· τῷ δὲ ψόφῳ ὁ
στεναγμὸς εἴκασται.
16. ὣς ὃ βαρὺ στενάχων] ἀλλʼ εἶπε “δάκρυ χέων ὥς τε κρήνη”
17. ὦ φίλοι Ἀργείων ἡγήτορες] οὐ πρὸς τὸ πλῆθος ἀποτείνεται,
ἐπεὶ καὶ ἡγεμόνες μόνοι εἰσὶν οἱ παρόντες. §. τὴν μὲν πρώτην πεῖραν
γὰρ ἀποπειρωμένου καὶ ἡ σύνοδος αὕτη, δῆλον μὲν καὶ ἐξ ὥν Ἀγα-
μέμνων τὴν τοῦ Διομήδους ἐπίπληξιν φέρει, οὐκ ἐνεγκὼν τὴν τοῦ
κρείττονος Ἀχιλλέως δικαιολογίαν, δῆλον δὲ καὶ ἐξ ὅν ὁ Νέστωρ
ὡς τὴν τοῦ βασιλέως γνώμην ἐπιστάμενος τὸν Διομήδην ἐπαινεῖ,
πρότερον ἐπιτιμήσας Ἀχιλλεῖ.
18. Ζεύς με μέγα] σὺν τῶ σ τὸ “μέγας.”
*ἄτῃ] ἀπαλ〈λ〉άσσει τῶν κατηγοριῶν ἑαυτόν.
19. ὃς πρὶν μέν μοι] “ὃς τότε μέν μοι” οὕτως Ἀρίσταρχος, ὅτε
22. καί με κελεύει δυσκλέα] “ κελεύει” διὰ τοῦ κεραυνοῦ.
23. οὕτω που Διὶ μέλλει] παρὰ τῷ Ζηνοδότῳ οὐκ ἐφέροντο οἱ
25. ἡδʼ ἔτι καὶ λύσει] ὑπόψυχρον διστάζειν περὶ τῆς ἁλώσεως
29. “ ἀκήν” 〈ἀπὸ τοῦ) ἄγη ἐστίν· οἱ γὰρ ὑπερβάλλοντες
30. δὴν δʼ ἄνεῳ ἤσαν] οὕτε γὰρ μένοντες χρηστὴν εἶχον ἐλπίδα οὔτε
φεύγειν εὐκλεὲς ἡγοῦντο. ἅμα δὲ καὶ τὴν προτέραν πεῖραν εἰδότες
ὑποπτεύουσι, τίς ὁ νοῦς τοῦ λέγοντος. ἔοικε δὲ αὐτὸς ὁ ποιητὴς
διστάζειν, τίνα ἀντιτάξει τῇ ῥητορείᾳ Ἀγαμέμνονος εὖ ἐχούσῃ καὶ
κηδεμονικῶς.
31. ὀψὲ δὲ δὴ μετέειπε] οἰκεία Διομήδους ἡ ῥητορεία· τὸν γὰρ
παραιβάτην Ἕκτορος ἐφόνευσε, τὴν σώσασαν Ἀλέξανδρον ἔτρωσε,
τοὺς Αἰνείου ἵππους ἔλαβε, χρύσεα ὅπλα ἔσχεν, Ἰδαίῳ μόνος ἀντεῖπε,
τοὺς κεραυνοὺς μόνος ὑπέμεινεν, ἔφυγεν ὕστατος, ὑπέστρεψε πρῶτοςʼ
ὀνειδισθείς τε ὑπὸ Ἀγαμέμνονος εὐκαίρως αὐτῷ νῦν ἀντονειδίζει μετὰ
τὴν ἀριστείαν.
32. σοὶ πρῶτα μαχήσομαι] δῆλον ὡς καὶ τοῖς ἄλλοις μέμφεται
ὡς συναινοῦσι τῇ φυγῇ διὰ τοῦ σιωπᾶν. μάχην δέ φησι τὴν
ἐναντίωσιν τοῦ λόγου.
33. ἣ θέμις ἐστίν, ἄναξ] προδιόρθωσις, ἐπειδὴ σφοδρότερον αὐτοῦ
μέλλει καθάπτεσθαι, ὡς ἐφιεμένου μὴ ἄλλοτε ἐν δὲ ταῖς ἐκκλησίαις
ἀντιλέγειν τοῖς βασιλεῦσιν· προπαραιτεῖται δὲ τὴν ὀργὴν ἀξιῶν
δέξασθαι τὴν πρὸς τὸ συμφέρον ἀλήθειαν καὶ δηλῶν, ὡς τοῖς εἰρη-
μένοις οὐκ αὐτῷ ἀπέχθεται.
*θέμις] τὸ παρρησιάζεσθαι τὸ δοκοῦν.
σὺ δὲ μή τι χολωθῇς] ἀξιοπίστως· εἰ〈γὰρ〉 καὶ οἶδε καταθύμια αὐτῷ λέξων, ὅμως ἀναφέρει πρὸς τὸ “στυγέ ⌈ῃ⌋ δὲ καὶ ἄλλος᾿ (Il.1. 186).
34. ἀλκὴν μέν μοι πρῶτον] “πρῶτος” ἀντὶ τοῦ εἷς καὶ μόνος.
ὄν δὲ βαρύτατα φέρων ἠνέσχετο ψόγον δειλίας, περὶ τούτου πρῶτον
ἔρρηξε φωνὴν—ὁ θυμὸς γὰρ καὶ φιλοδοξία τοιοῦτον—〈καὶ τὰ συμ-
βουλευόμενα παρεὶς τὴν ὑπὲρ ἑαυτοῦ παρρησίαν πρῶτον εἰσήγαγεν.
36. ἠμὲν νέοι ἠδὲ γέροντες] ἀνεπαχθῶς διὰ τὸ σῶσαι Νέστορα· διό
φησι “πολέμῳ ἔνι καρτερὸς ἐσσί ᾿᾿ (53). “νέοιʼʼ δὲ διὰ τὸν Σθένελον,
ὅτι καὶ ἡνίοχος ἦν τοῦ Διομήδους καὶ τὰς ἀριστείας ἑώρα αὐτοῦ·
καὶ γάρ φησι “μήτι φόβονδʼ ἀγόρευε” (Il. 5. 252).
37. σοὶ δὲ διάνδιχα] διῃρημένως τὸ ἕτερον τῶν δυεῖν, οὐχ ἑκάτερον.
38. * σκήπτρῳ μέν] προθεραπεύει μέλλων ὡς δειλοῦ καθάπτεσθαι.
39. ἀλκὴν δʼ οὔ τοι δῶκεν] καὶ Ἀχιλλεὺς ταὐτὰ ὀνειδίζει. οὐ
αἰχμητής” (Il. 3. 179) καὶ “ἢ αὐτὸν βασιλῆα” (Il. 7. 180).
〈σκήπτρῳ μέν τοι δῶκε—ἀλκὴν δʼ οὔ τοι δῶκεν,〉 ὅ τε κράτος ἐστὶ
ἐκ τύχης, τὸ δὲ ἐξ ἀρετῆς, ὅπερ ἀποδέχεται ὁ Διομήδης.
40. *δαιμόνιʼ] εὔκαιρος ὁ ἔπαινος διὰ τὰ εἰρημένα κατὰ τοῦ στρατοῦ.
41. * ἀνάλκιδας] προενεχυράζων αὐτῶν τὴν ἀλκήν φησιν.
43. ἔρχεο· πάρ τοι ὁδός,—ἀλλ’ ἄλλοι μενέουσι] πικρὰ μὲν τῷ
Ἀγαμέμνων παρὰ τῶν Ἀχαιῶν, ὅτι ἐθελονταὶ τὸν κίνδυνον ἀναδέχον-
ται, ὡς δημοκρατούμενοι, οὐ βιαζόμενοι.
44. αἵ τοι ἕποντο Μυκήνηθεν] τούτων γὰρ ἄρχει μόνων, οὐχ
45. ἀλλʼ ἄλλοι μενέουσι]ῥητορικῶς προενεχυράζει αὐτῶν τὴνγνώμην.
46. εἰ δὲ καὶ αὐτοί] τὸ “εἰ ᾿᾿ παρακελευστικόν φησιν ὁ Νικάνωρ, ὡς
ἄλλως: εἰ δὲ καὶ αὐτοί, φευγόντων] ὑποστικτέον εἰς τὸ “αὐτοί,” καὶ λείπει τὸ θέλουσι φυγεῖν· ἢ κοινὸν τὸ “ἐπέσσυται ὥστε νέεσθαι.” κομματικῶς δὲ εἶπε μιμούμενος τὸν θυμούμενον.
47. *φευγόντων] αἰσχρῷ ὀνόματι 〈τ〉αὐτὸ εἶπεν (cf. 43).
48. ἐγὼ Σθένελός τε] οὐκ ἐδίστασε προτρεπόμενος.
49. σὺν γὰρ θεῷ εἰλήλουθμεν] τῶν λόγων τὸ ὑψηλὸν τῇ θείᾳ
*θαυμαστὴ τῶν λόγων ἡ δύναμις συγχέουσα καὶ διαστέλλουσα.
52. μετεφώνεεν ἱππότα Νέστωρ] καλῶς μετὰ τὸ μαθεῖν τὴν
μετεφώνεεν—Νέστωρ] ἡ σιωπὴ Ἀγαμέμνονος ἀπόπειραν δευτέραν ἔχει τῶν Ἕλλήνων. οὔτε δὲ ἀντιπράσσει Διομήδει—θυμήρη γὰρ εἶπεν—οὔτε ὡς ἡδόμενος συναινεῖ, ἵνα μὴ πρὸς τὸ μέλλον ἄπιστον ἑαυτὸν καταστήσῃ τοιοῦτόν τι τεχνάσασθαι.
53. περὶ μὲν πολέμῳ ἔνι καρτερὸς ἐσσί, καὶ βουλῇ παρὰ πάντας
ὁμήλικας] οἷς ἀμφοῖν ἐλοιδόρησε τὸν βασιλέα, τούτοις αὐτὸν προὔ-
χειν φησίν, ἀλλʼ οὐκ ἄκρως· οὔτε γὰρ ‘ κρατερώτατος᾿ εἶπεν, ἵνα
μὴ τοὺς ἄλλους τοὺς τῆς ἀνδρ〈ε〉ίας ἀντιποιουμένους λυπήσῃ, ἀλλὰ
“μετὰ πάντας ὁμήλικας,᾿᾿ ἵνα μὴ τοὺς πρεσβυτέρους ἀνιάσῃ, ἄλλως
τε καὶ ἀνατρέψαι αὐτοῦ τὸν λόγον βούλεται· διὸ οὐ〈δὲ〉 συνετώτατον
αὐτὸν καλεῖ.
55. * δύο γὰρ 〈πάν〉τα ἀκυροῦσι, λόγων ἐναντίωσις καὶ μέμψις.
57. * νέος ἐσσί] ἀπολογεῖται τοῦ μὴ τελέσαι τὸν λόγον.
ἐμὸς δέ κε 〈καὶ〉 πάις] τῷ τῆς συγγενείας ὀνόματι τὴν ἐξ αὐτοῦ ἐπισπᾶται εὔνοιαν.
58. *ὁπλότερος] γράφεται “ὁπλότατος.”
ἀτὰρ πεπνυμένα βάζεις] ὁρᾶς ὅσοι οἱ ἔπαινοι· σχεδὸν γὰρ αὐτῷ ἀπονέμει τὸ πᾶν τῆς συμβουλῆς, ὀλίγα αὐτὸς προσθήσειν ἐρῶν.
59. ἐπεὶ κατὰ μοῖραν ἔειπας] τοῦτο ἀμφοῖν δύναται συντάσ- σεσθαι.
60. ὃς σεῖο γεραίτερος] ἀνεπιφθόνως οὐ τὴν σύνεσιν, ἀλλὰ τὴν ἡλικίαν προβάλλεται, διὰ ταύτης κρεῖσσον ἔχειν ἀξιῶν οὐ λογιώ- τερον.
61. ἐξείπω καὶ πάντα διίξομαι] πρὸς τὸ “ἀτὰρ οὐ τέλος ἵκεο
μύθων (56). δασυντέον δὲ τὸ “〈δι〉ίξομαι·᾿᾿ ἀπὸ γὰρ τοῦ ἵκω ἐγέ-
νετο ἀντὶ ‘διεξέλθω πάντα.ʼ
οὐδέ κε τίς μοι μῦθον ἀτιμήσει᾿, οὐδὲ κρείων Ἀγαμέμνων] πρὸς τὸ μὴ ἀντειπεῖν Διομήδην τοῖς λεχθησομένοις. οἶδε δὲ Ἀγαμέμνονα εἰπόντα “εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν” (Il. 2. 379).
63. ἀφρήτωρ] ὃ μὲν μένειν παρήγγειλεν, ὃ δὲ τοὺς συμμάχους
ὁμονοοῦντας ἔχειν. διδάσκει δέ, ὡς εἶναι μὲν πολεμικὸν δεῖ διʼ ὧν
φησιν “οἷς οὔτι μέλει πολεμήια ἔργα” (Il. 2. 338), οὐ μὴν φιλο-
πόλεμον· ἀνατρέπει γὰρ τοῦτο πᾶσαν πολιτείαν. Διομήδης δὲ νῦν
καὶ Ἰσοκράτης δὲ ἐν τῷ Πανηγυρικῷ, τῶν ῥητόρων συμβουλευόντων
πλεῖνἐπὶ Ἀσίαν, ἔλεγε πρῶτον διαλλάσσειν τὰς Ἑλληνίδας πόλεις καὶ
κοινῇ τὴν ὁρμὴν ποιεῖσθαι (§. 15 p. 166 S.). διὰ δὲ τῆς τῶν ὀνομάτων
ὑπερβολῆς δυσωπεῖ Ἀγαμέμνονα, μηδὲ βασιλέα ἔσεσθαι αὐτὸν καλὸν
στρατοῦ, ἀλλʼ οὐδὲ κοινῆς ἑστίας, εἰ ἀντείποι ταῖς λιταῖς.
ἀθέμιστος] θηριώδης ἄνομος, ὅπου καὶ Κύκλωπες θεμιστεύουσι
ἀνέστιος] ὁ γὰρ ἑστίαν νέμων καὶ βίον ἑδραῖον τιμῶν τῆς πρὸς
65. *νῦν μέν] τοῦ καιροῦ στοχάζεται, καὶ προδείξας τὸ ὠφελοῦν
66. δόρπα τʼ ἐφοπλισόμεσθα] ἄξιον γὰρ προνοεῖν τῆς θεραπείας
φυλακτῆρες δὲ ἕκαστοι] Ἀρίσταρχος δὲ “φυλακτῆρας.”
67. τείχεος ἐκτός] ἵνα ὁρώμενοι τοῖς πολεμίοις καταπλήσσωσιν
69. *ἄρχε] ἀντὶ τοῦ σύναγε ἡμᾶς.
70. δαίνυ δαῖτα γέρουσιν] ἔθος μὲν ἦν· ἀλλʼ οἴεται αὐτὸν παρα-
λείψειν 〈τῇ〉 ἐκπλήξει τὸ ἔθος. ἄριστος δὲ ὁ καιρὸς ἐπὶ ὀλίγων, ἔνθα
τὸν ἔλεγχον προσδέξεται. νῦν μὲν γὰρ οἱ τῶν Ἀργείων ἡγήτορες καὶ
μέδοντές εἰσι συνειλεγμένοι· ἐπὶ δὲ τὸ δεῖπνον οἱ γέροντες μόνοι
συνάγονται, ἐφʼ ὧν ἤνεγκεν ἂν τὴν τοῦ γέροντος παρρησίαν 〈ῥᾷον〉 ὁ
Ἀγαμέμνων. καὶ ἄλλως ἐν οἴνῳ ῥᾴους ἑαυτῶν ἐσμεν, ἥ τε ὁμοτράπεζος
κοινωνία πάντας φίλους ποιεῖ. διὸ καὶ Πέρσαι μεθύοντες συμβου-
λεύονται, νήφοντες δʼ ἐπικρίνουσιν (Her. 1. 133). καὶ τὸ μὲν πλῆθος
ἀπαλλάσσει χρηστὰς ὑπογράψας ἐλπίδας περὶ τῶν λιτῶν, οὐ μὴν
ἀναγκάσας ἐπʼ αὐτῶν τὸν βασιλέα ἀντιφωνῆσαι περὶ τῶν δώρων·
73. πᾶσά τοι ἔσθʼ ὑποδεξίη] 〈ἡ〉 πρὸς ὑποδοχὴν χορηγία. τινὲς δὲ οὕτως, ὅτι καὶ πάντας, ἢν θέλῃς, εὐχερῶς ὑποδέξῃ.
πολέεσσι δʼ ἀνάσσεις] ἐπαίρει τὸν βασιλέα, εἰς τὸ μετέπειτα αὐτὸν ὑπήκοον σχήσων.
74. πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι] μετρίως οὐκ ἀποδίδωσιν ‘ἑαυτῷ·’ διδάσκει δὲ τὸν στρατηγὸν πολλῶν μὲν ἀκούειν, αἱρεῖσθαι δὲ τὸ κράτιστον.
75. μάλα δὲ χρεὼ πάντας Ἀχαιούς] πρὸς τὸ πεῖσαι Ἀχιλλέα· οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον.
χρεώ— Ἀχαιοὺς ἐσθλῆς] “χρεὼ βουλῆς ἐμὲ καὶ σὲ” (Il. 10. 43) ἀντὶ τοῦ δεῖ.
76. 〈ὅτι δήιοι〉 ἐγγύθι νηῶν καίουσιν πυρά] δέδια καίοντας ἐγγὺς
νεῶν πυρά· ἐπὶ δὲ Ἑλλήνων “ἔνθα δὲ πῦρ κήαντο” (88).
77. τίς ἂν τάδε γηθήσειεν] οὐ λείπει τὸ ὁρῶν, ἀλλʼ ἔστι παλαιὰ
συνήθεια· “ἀλλʼ ἕτερον ἥσθην” (Aristoph. Ach. 13) καὶ ἐν
Πανίπταις Κρατῖνος (fr. 158 K.) “γέγηθα τὸν ἄνδρα·” καὶ ἔστιν
ἐξ ἀντικειμένου, τίς οὐκ ἂν κλαύσειεν; ἔοικε δὲ προσκρούειν Διομήδει
λέγοντι “νῶι δʼ, ἐγὼ Σθένελός 〈τε〉” (48).
78. ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει] ἐν τῷ πεῖσαι Ἀχιλλέα τὴν σωτηρίαν τίθεται. τί γὰρ ἕτερον πράσσειν νυκτὸς ἠδύναντο;
80. ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσ〈σ〉εύοντο] ἄτοπον γὰρ περὶ πρώτου λέγειν τοῦ συμποσίου.
81. ἀμφί τε έεστορίδην] εὖ τοῦ περὶ φυλακῆς εἰσηγησαμένου πρῶτος ἀριθμεῖται ὁ υἱός· καὶ ὅτι ὁ παρὼν καιρὸς οὐκ εὐτελεῖς ἄνδρας ἐπέτρεπε φυλάσσειν.
86. * Ἰακῶς τὸ “στεῖχον.”
88. πῦρ κήαντο] πυρκαϊὰν τοῦ δεῖπνον ποιῆσαι· ἀσφαλέστερον γὰρ
ἦν αὐτοῖς τὸ ἀπὸ σκότους ὁρᾶν τοὺς πολεμίους.
ἄλλως: ἐνθάδε πῦρ κήαντο, τίθεντο δὲ δόρπον ἕκαστος] ἐπὶ μὲν
τῶν κατεπτηχότων ψιλὴ καὶ ἡ τοῦ δείπνου παρασκευή, καὶ ἑνικῶς
“πῦρ” φησίν, ἐπὶ δὲ τῶν εὐημερούντων βαρβάρων καὶ τὰ τῆς
93. πάμπρωτος] οἷον προφθάσας τοὺς αὐτοῦ ἀπαιτοῦντας τὴν
94. Νέστωρ, οὗ καὶ πρόσθεν] ὅτε παρῄνει Ἀγαμέμνονι παύσασθαι
97. * ἐν σοὶ μέν] καταπτήξαντα ἀνακτᾶται τοῖς ἐγκωμίοις καἰ
ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι] πρὸς τὸ μὴ δοκεῖν ἐπιτάσσειν
τότε πρὸς αὐτὸν ἔληξε λέγων “λίσσομʼ Ἀχιλλῆι μεθέμεν χόλον᾿᾿ (Il.
1. 283), ἐκείνην τὴν λῆξιν ἀρχὴν ποιεῖται τοῦ νῦν διαλόγου.
98. *ἐγγυάλιξε] ἐνεχείρισεν.
99. σκῆπτρόν 〈τʼ〉 ἠδὲ θέμιστας] “σκῆπτρον” διὰ τὸ κράτος,
τὸ πᾶν ἦν ἐν τοῖς κρατοῦσιν, ὅθεν καὶ “δικασπόλοι, οἵ τε θέμιστας
〈πρὸς Διὸς εἰρύαται〉” (Il. 1. 239). εὐμενῆ δʼ αὐτὸν ποιεῖ τὰς
εὐτυχίας ἐξαριθμούμενος, καὶ ἄξια δὲ 〈τῆς ἰδίας δόξης〉 ποιεῖν ὑποτί-
θεται. καὶ ὅτι πρώτη ἀρετῶν ἐστιν ἡ φρόνησις.
100. περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι] ἵνα ἐξ ἀπάντων αἱρῆται
τὸ χρήσιμον. ἅμα δὲ καὶ ἀναιρεῖ τὴν δόξαν τῆς ἥσσης, καθʼ ἥν
τινες οἴονται ἀδοξεῖν τοῖς πλησίον πειθόμενοι.
102. σέο δʼ ἕξεται ὅττι κεν ἄρχῃ] ἴσον ἀπέφηνε τῷ συμβούλῳ
πράξεις 〈ἀγαθὰς〉 ἀνῃρημένας. τὸ πέρας οὖν τῶν λεγομένων ἐπὶ τὸν
κορυφοῦντα ἀναφέρει.
ἄλλως: ὅττι κεν ἄρχῃ] ὃ ἄν ποτε τῆς παραινέσεως πρωτεύῃ καὶ
103. ὥς μοι δοκεῖ εἶναι ἄριστα] προσεκτικὸν μὲν τὸν ἀκροατὴν ποιεῖ διʼ ὧν ἄριστα ὑπισχνεῖται ἐρεῖν, εὔνουν δέ, ὅτι μεθʼ ὑποστολῆς τὸ “δοκεὶ” προστέθειται.
104. οὐ γάρ τις νόον] ἐπὶ διαλλαγὰς τὸν βασιλέα φέρων οὐκ ἐν
ἐπιτιμήσεως μέρει τὴν Ἀχιλλέως ἔχθραν προφέρει, ἀλλὰ μόνον
ἄριστα συνεωρακέναι 〈φησὶν〉 ἑαυτόν· φησὶ γοῦν “πολλάκι δή μοι
τοῦτον·” τὸ δὲ “νοήσει” ἀντὶ τοῦ νοήσειεν.
105. * ἠμὲν πάλαι] εἰ τὰ μέλλοντα προέγνω Νέστωρ, πῶς περὶ τῶν ἐνεστώτων οὐκ ὀφείλει πείθειν;
108. * οὔτι καθʼ ἡμέτερόν γε νόον] προτρεπτικῶς· εἰ γὰρ καὶ τότε
προέγνω τὰ μέλλοντα, πῶς οὐχ ὑπὲρ τῶν παρόντων πείσει;
οὔτι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγω〈γε) πόλλʼ
ἀπεμυθεόμην] εὐμάθειαν ἐργάζεται· ὁμολογῶν γάρ, ὅτι οὐκ ἠρέσκετο
τῇ εἰς τὸν Ἀχιλλέα ἀτιμίᾳ, δῆλός ἐστι τὸν λόγον ὑπὲρ τοῦ τιμῆσαι
τοῦτον συνιστάς· οὐκ ὀνειδίσαι δὲ τὴν ἁμαρτίαν θέλει, ἀλλὰ παρα-
κελεύεται μὴ δεύτερον ἐξαμαρτάνειν.
109. σὺ δὲ σῷ μεγαλήτορι θυμῷ] δεξιῶς ὑπήλλαξε τὰ ὀνόματα. τὴν αὐθάδειαν μεγαλοφροσύνην καλῶν καὶ τὸ προπετὲς εἶξαι λέγων.
110. * συνθέμενος ἐν συντόμῳ τὰ κατορθώματα Ἀχιλλέως εἶπεν.
111. ἀλλʼ ἔτι καὶ νῦν φραζώμε〈σ〉θα, 〈ὥς κεν μιν ἀρεσσάμενο
πεπίθωμεν〉] προσποιεῖται τὴν παράκλησιν, ὅπως μὴ αἰσχυνθῇ ὁ βασι-
λεύς —τὸ γὰρ φράζου πικρότερον 〈ἂν〉 ἦν καὶ προστάξεως ἐχόμενον,
καλαί τε αἱ λιταὶ διὰ τὸ ὁμοειδές—καὶ ἵνα προμαλαχθῇ Ἀχιλλεύς.
112. φραζώμε〈σ〉θα] δεῖ γὰρ τὸν προαδικήσαντα παρακαλεῖν.
113. δώροισίν τε—ἔπεσσί τε] ἴσην ὑποτίθησι κτῆσιν χρημάτων καὶ λόγων πρὸς πειθώ.
“μειλιχίοισι” δὲ δεκτικοῖς, οὐ δικαιολογουμένοις· τὰ γὰρ τοιαῦτα ἀνάπτει τὸν θυμόν.
115. οὔτι ψεῦδος ἐμὰς ἄτας] ὁμολογεῖ πρᾶξαι, ἵνα μὴ αἰσχύνηταε
παρακαλῶν—διὸ καὶ ἡμαρτηκέναι φησίν—οὐκ ἀδικεῖ τε εὔνοιαν
ποριζόμενος ἑαυτῷ. ἀπλοῦς δὲ ὁ τρόπος· τὸ μὲν γὰρ ἐπίκαιρον ἔχειν
νοῦν μακάριον, τὸ δὲ χρόνῳ μετανοῆσαι οὐκ ἄχαρι.
ἄλλως: οὔτι ψεῦδος ἐμὰς ἄτας κατέλεξας] συναπτέον ὅλον.
116. ἀντί νυ πολλῶν] ἀντὶ τοῦ ἶσος· προτρεπτικὸν δὲ εἰς εὐσέ.
119. 〈φρεσὶ〉 λευγαλέῃσι 〈πιθήσας〉] ὅ ἐστιν ὀργῇ πεισθείς·
120. ἐθέλω ἀρέσαι] ἐλευθερίως ὁμολογεῖ ὃ Νέστωρ ἐκοινοποιή-
ἀπερείσια] ἵνα μὴ σμικροψυχίας ἕνεκεν δοκῇ τὸν στρατὸν ἀπο-
121. *ἐν πάντεσσι—ὀνομήνω] δῆλον ὡς καὶ προέσκεπτο τὰς λίτας.
122. ἀπύρους] ὡς πρὸς σύγκρισιν τῶν ἐμπυριβητῶν. §. “αἴθωνας᾿᾿
123. δώδεκα δʼ ἵππους] ἱπποτρόφοι Θεσσαλοί· καλῶς δὲ ὁ ἄρτιος
124. πηγοὺς ἀθλοφόρους] μέλανας· τούτους γὰρ ἀρίστους φασὶν
οἱ περὶ ἵππων γράψαντες. ὁμοίως καὶ “κύματι πηγῷ” (Od. 5.
388), εἴγε ἀλλαχοῦ φησι “μέλαν τέ ἑ κῦμʼ ἐκάλυψεν” (ib.
353)· τινὲς δὲ μεγάλους, εὐτραφεῖς, ὑψαύχενας. §. διήρηται ἡ ὑπό-
χρήματος, πολὺν χρυσὸν καὶ χαλκὸν διδούς, εἴτε φιλογύνης εἴη,
θυγατέρα πρὸς γάμον.
οἳ ἀέθλια ποσ〈σ〉ὶν ἄροντο] οὐκ ἐν Πελοποννήσῳ εἰσὶν οἱ ἵπποι
125. οὔ κεν ἀλήιος εἴη] διακόπτει τὸ ὁμοειδὲς τοῦ καταλόγου,
128. δώσω (δʼ) ἑπτὰ γυναῖκας] ἐντέχνως τῶν δώρων μέσας ἔταξε
τὰς γυναῖκας, ἵνα μὴ ὑπόνοιαν παράσχῃ ὡς ἀκρασίαν καταψηφιζόμε-
νος αὐτοῦ. καὶ περὶ μὲν ὧν οἶδε μαρτυρεῖ, περὶ δὲ τῶν Ἰλιάδων “αἵ
κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.”
*ἀμύμονα] οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ “ἀμύμονας.᾿᾿
129. ἅς, ὅτε Λέσβον] πιθανῶς ἔπαινον Ἀχιλλέως παρέμιξε καὶ
130. ἐξελόμην] Ζηνόδοτος δασύνει τὸ “ἐξ,᾿᾿ ἀριθμὸν αὐτὸ ἐκδε-
χόμενος, οὐχʼ ὑγιῶς· φησὶ γὰρ “ἀτὰρ ὀγδοάτην” (Il. 19. 246).
ἄλλως τε οὐ δῶρον Βρισηίς.
132. ὅρκον ὀμοῦμαι] διὰ τοῦ ὅρκου τὸν ζῆλον τοῦ ἔρωτος τοῦ Ἀχιλλέως θεραπεύει καὶ τὸ σῶφρον ἑαυτοῦ ἐνδείκνυται, διὰ φιλοτι- μίαν, οὐκ ἀκρασίας ἕνεκεν ἀφελόμενος Βρισηίδα.
*κούρην] Αὐτόχθων δίχα τοῦ ν “κούρη Βρισῆος.᾿᾿
133. * τῆς εὐνῆς] λείπει τὸ ἄρθρον· καὶ “εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν᾿᾿ (Od. 2. 206).
134. ἣ θέμις ἀνθρώπων] θαυμασίως φύσεως νόμῳ τὴν αἰσχρὰν λέξιν ἐκάλυψε, τὰ τῆς συμπλοκῆς ταπεινὰ καὶ ἀνθρώπινα τιμιωτάταις προσηγορίαις ἐπισκιάζων.
* ἣ θέμις] δασυντέον τὸν “ἥ” καὶ ὀξυντέον, ἰσοδυναμοῦντα τῷ ὡς.
135. * παρέσσεται] ὥστε εἰς γ΄ καιροὺς ἡ διαίρεσις.
137. *νῆα] ἄδηλον πότερον δύο ἢ μίαν· πολύχρυσοι δὲ ἐξ ἀρχῆς οἱ βάρβαροι.
139. αὐτὸς ἑλέσθω] τὴν δωρεὰν ἡ ἐκλογὴ ποιεῖ μείζω μακράν τε
αὐτὸν τίξησι τοῦ γυναικείου πόθου.
140. * τὲ “αἴ 〈κε〉” ἀντὶ τοῦ ἐάν, ἐπεὶ καὶ τὸ “ἔωσιν” ὑπο- τακτικόν.
αἵ κε μετʼ Ἀργείην Ἑλένην] οὐχ ὡς αἰχμάλωτον, ἀλλʼ ὡς πρεσ- βεύουσαν ἁπασῶν ἐν κάλ〈λ〉ει.
141. * οὖθαρ ἀρούρης] τρόφιμον τῆς γῆς.
143. τηλύγετος] μονογενής, ἢ μεθʼ ὃν οὐ παιδοποιεῖ τις. τινὲς δέ φασι λείπειν τὸ ὡς.
144. τρεῖς δέ μοι εἰσὶν θύγατρες] εἰς ὃ μάλιστα λυπεῖ αὐτὸν λέγων “ κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος” (388).
145. Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα] οἰκεῖα θυγατράσι βασιλέως τὰ ὀνόματα· τρία ψὰρ συνέχει τὴν ἀρχήν, νόμος ὀρθός, ἔπειτα κρίσις καὶ ἰσχύς.
146. τάων ἥν κε θέλῃσι] διὰ τῆς ἐπιγαμίας πιστοῦται τὴν φιλίαν, ὅπως μὴ δοκῇ πρὸς τὴν χρείαν κολακεύειν ὑπούλως ἔχων.
147. ἐπιμείλια δώσω] Ἀρίσταρχος ὑφʼ ἓν ὡς ἐπιφέρνια, Ἀπολλό-
149. ἑπτὰ δέ οἱ δώσω—πτολίεθρα] ἄδηλον εἴτε φερνὴν ἐπὶ τῇ
δῶρα.
150. Καρδαμύλην Ἐνόπην τε] Μεσ〈σ〉ηνίδες αὗται πόλεις, ἡ δὲ
Αἴθην( Il. 23. 295)· 〈ἢν δʼ 〉 ὑπὸ Μενελάῳ ὦσι, καὶ Μενέλαος αὐτὸν
ἱκετεύει· διὰ τί δὲ οὐ μέμνηται αὐτῶν ἐν τῷ καταλόγῳ; ὅτι νεωστὶ
ὑπὸ τῶν Διοσκούρων ἦσαν πορθηθεῖσαι, τῶν δὲ πεπορθημένων οὐ ποιεῖ
συμμαχίαν, ὡς οὐδὲ Νηρίκου (Od. 24.377) —φύσει γάρ εἰσι πολέμιοι
τοῖς πορθήσασιν —ἢ περὶ αὐτῶν φησιν ἐν οἷς λέγει “Αἰγιαλόν τʼ ἀνὰ
πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν” (Il. 2. 575). μεγάλη δὲ ἡ δόξα
Ἀχιλλεῖ, ὅταν τῶν πόρρω χωρίων ἄρχῃ. διὰ δὲ τῶν ἐπιθέτων
σεμνοποιῶν μικροῦ δεῖν τῆς Πηλέως ἀρχῆς μείζους φησὶν αὐτάς·
διάφοροι μὲν γάρ εἰσι τοῖς καρποῖς, ποικίλαι δὲ ταῖς φύσεσι τῶν
ζῴων, φιλάνθρωποι ταῖς κατοικίαις, εὐνομώταται ταῖς ἀγωγαῖς.
* Ἱρήν] Ἀρίσταρχος ὀξύνει τὴν “Ἱρήν,” ὁμοίως τῷ ἐπιθέτῳ.
153. * πᾶσαι δʼ ἐγγὺς ἁλός] ἵνα καὶ τῶν ἐκ θαλάσσης ἀπο-
νέαται] ὡς κέαται· καὶ σημαίνει τὸ οἰκοῦνται ἀπὸ τοῦ νῶ γεγονός,
πρὸς ἄμφω χωρεῖν δύνασθαι, ὡς “τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου
ἠμαθόεντος” (Il. 11. 712). §. Ἀπολλόδωρος δὲ γράφει “κέαται.”
155. θεὸν ὣς τι〈μή〉σουσιν] ὡς θεῷ τὰς τῶν ὄντων προσάγοντες
156. καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας] οὐ στασια-
ζόντων, ἀλλὰ πειθαρχούντων ἀνδρῶν ἄρξει. §. “τελέευσι” δὲ ἀντὶ τοῦ
158. δμηθήτω· Ἀίδης τοι ἀμείλιχος] ἔνιοι τοῦτο ὑποτάσσουσιν
δμηθήτω] ἀναγκαῖον μετὰ τὰ δῶρα παράκλησιν ἐπαγαγεῖν διὰ τὸ
ὑπεκκλίνειν τὸ ἀλαζονικόν. §. τὸ ἑξῆς, “δμηθήτω καί μοι ὑποστήτω·”
τὰ δὲ “Ἀίδης τοι” διὰ μέσου. §. διὰ τί δὲ οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ
A= B- λέγονται, τὸν δὲ Ἅιδην ἀνελεήμονά φησιν; ὅτι ἐκεῖνοι μὲν περὶ τῶν
εἰς ἑαυτοὺς χαλεπαίνουσιν ἁμαρτημάτων—διὸ καὶ συγγινώσκουσιν—
ὃ δὲ περὶ τῶν ἰδίων καὶ ἀλλοτρίων· διὸ ἀτεγγής ἐστιν· ὅθεν ἐν οὐδε-
μιᾷ πόλει Ἅιδου βωμός ἐστιν· Αἰσχύλος “μόνος θεῶν γὰρ Θάνατος
οὐ δώρων ἐρᾷ, οὐδʼ ἄν τι θύων οὐδʼ ἐπισπένδων λάβοις, οὐδʼ ἔστι
βωμὸς οὐδὲ παιωνίζεται” (fr. 156).
* δμηθήτω] Ἀριστοφάνης “καμφθήτω.”
ἀμείλιχος ἠδʼ ἀδάμαστος] “ἀμείλιχος” ἀγοήτευτος, “ἀδά- μαστος” ἀτεράμων, ὅ ἐστιν ἀκαμπής· δύο γάρ εἰσιν οἷς πείθομεν, λόγῳ καὶ βίῳ. διὰ δὲ τοῦ Ἅιδου ἐδήλωσεν ὡς, εἴ τις ἐστὶν ἀμεί- λιχος, βδελυρὸς ἔσται πᾶσιν.
160. καί μοι ὑποστήτω ὅσ〈σ〉ον βασιλεύτερός εἰμι ἠδὲ—γενεῇ
προγενέστερος] ὡσανεὶ δέησιν προσάγει τὴν ἡλικίαν καὶ τὸ σκῆπτρον,
οἷς εἴκουσι καὶ μεγαλόφρονες. ἐξέφυγε δὲ τὸ ἐλεεινόν, εἴκειν αὐτὸν
ἀξιῶν τοῖς μείζοσιν ἀξιώμασιν.
161. *ὅσσον γενεῇ] ὁ Νέστωρ “ἄμφω— νεωτέρω ἐστὸν ἐμεῖο” (Il. 1. 259).
165. κλητοὺς ὀτρύνομεν] τοὺς ἐξ ὀνόματος πρέσβεις. §. καλῶς δὲ
* τάχιστα ἔλθωσι] διὰ τὸν ἐπείγοντα καιρὸν τῆς νυκτός.
167. εἰ δʼ ἄγε, τοὺς ἂν ἐγὼ ἐπιόψομαι] αὐτὸς οὐκ ἄπεισιν ἢ διὰ
τὸ γῆρας— “Νεστορέῃ” γοῦν “παρὰ νηί” (Il. 2. 54) —ἢ καὶ
ὑποπτεύεσθαι παρὰ τῷ Ἀχιλλεῖ νομίζων ὡς ἐκπληρῶν τὴν αὐτοῦ
ἀπουσίαν τοῦτο μὲν τῇ διατάξει τοῦ στρατοῦ “ὡς φρήτρη φρήτρηφιν
ἀρήγῃ” (Il. 2. 363), τοῦτο δὲ τάφρον περιβαλλόμενος καὶ τεῖχος, ὃ
καὶ Ἀχιλλεὺς ὀνειδίζει “ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,
καὶ δὴ τεῖχος ἔδειμε” (348)· ἢ ὅτι εἶπεν “τούσ〈δε〈〉 δʼ ἔα φθινύθειν,
ἕνα καὶ δύο” (Il. 2. 346). εἰ δὲ ἐν τῷ ἐπιταφίῳ (Il. 23. 616) φιάλην
αὐτῷ ἐδωρήσατο, οὐδὲν θαυμαστόν, εἰ τὴν ἔχθραν ἀποθέμενος τὴν
πρὸς τὸν Ἀγαμέμνονα λύει καὶ τὴν πρὸς Νέστορα ὑποψίαν. ἢ ἀδήλου
ὄντος εἰ πείσειε, καλῶς ἑτέρους ἔπεμψεν· πεισάντων γὰρ ἤμελλεν
* ἐπιόψομαι] φησὶν ἐπικρινῶ τοὺς ἀποσταλησομένους.
* οἳ δὲ πιθέσθων] λεληθότως ἑαυτὸν τῆς πρεσβείας ὑπεξέκλεψεν.
168. Φοῖνιξ μέν] ἀπὸ τῆς Ἀχιλλέως σκηνῆς δεῖ νοεῖν ἥκειν τὸν
θῆναι ὑπὸ τῶν ἀριστέων εἰς τὴν εὐωχίαν· ἐθεράπευον γὰρ αὐτὸν ὡς
τροφέα Ἀχιλλέως. ἴσως δὲ καὶ συμβιβάσαι αὐτοὺς θέλων παρῆν
καὶ ἰάσασθαι τὴν ὀργὴν Ἀχιλλέως. πέμπεται οὖν ὁ Φοῖνιξ οὐχ ὡς
πρεσβευτής —δύο γὰρ ἦν ἔθος πρεσβεύειν, ὡς “ἄνδρε δύω κρίνας”
(Od. 9. 89) καὶ “ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆι” (Il. 11.
140) —ἀλλʼ ἵνα τοῖς πρεσβευταῖς συλλάβηται. διό φησιν “φοῖνιξ
—ἡγησάσθω,ʼʼ ὡς ἐκεῖθεν ἥκοντος αὐτοῦ καὶ πάλιν ἐπανελθεῖν
ἀνάγκην ἔχοντος, ὅπου καὶ μὴ πρεσβεύσαντός φησιν 〈Ἀχιλλεὺς〉
“Ἀτρείδῃ ἥρωι φέρων χάριν” (613) καὶ “Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι
μένων κατακοιμηθήτω” (427), ὡς μέλλοντος αὐτοῦ ἐπανιέναι πρὸς
Ἀγαμέμνονα καὶ ἀπαγγείλαι ἃ ἤκουσεν.
169. Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς] καὶ τούτων ἠπείλησεν
Αἴας τε μέγα〈ς〉] ἕκαστον ὑποθωπεύει τῶν ἀπιόντων.
170. κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης] ἵνα δηλωθῇ ὅτι
172. ὄφρα Διὶ- —ἀρησόμεθα] ὅτι δεῖ ἐν παντὶ καιρῷ ἐκ θεῶν
ἄρχεσθαι, μάλιστα δὲ ἐν κινδύνοις· οὕτω γὰρ ἥδιον ἐπὶ τὴν πρᾶξιν
ὁρμῶμεν καὶ οὐδὲν ἑαυτοῖς ἀποτυχόντες ἐγκαλοῦμεν· ὕψωσε δὲ τὸ
πρᾶγμα, εἴγε συμπρεσβευτὴν αἱροῦνται Δία.
180. δενδίλλων ἐς ἕκαστον] ἀντὶ τοῦ ἑκάτερον· οὐ γὰρ παρῆν
ἄλλως: δενδίλλων] κατὰ τὸ δέον διαστρέφων τοὺς ὀφθαλμοὺς, καὶ οἷον τῇ ὄψει ἱκετεύων ὡς ἐπὶ σωτηρίᾳ τοῦ παντὸς στελλομένους.
183. εὐχομένω γαιηόχῳ] τὸ γὰρ παρὸν εἰς μνήμην 〈ἕτοιμον〉·
καὶ Εὔμαιος 〈θύει〉 ταῖς νύμφαις (Od. 14. 435), καὶ Ἕλληνες
ἐπικαλοῦνται τὸν Ἰδαῖον Δία (Il. 3. 320), καὶ 〈νῦν δὲ Ποσειδῶνα〉,
ὅτι ἐπίκουρος τῶν Ἀχαιῶν. ἢ ὅτι Νηρηίδος παῖς ἐστιν Ἀχιλλεύς,
τῶν δὲ ἐναλίων θεῶν οὗτός ἐστι βασιλεύς.
184. ῥηιδίως πεπιθεῖν] περισπαστέον· β΄ γὰρ ἀοριστός ἐστιν. §. τὸ
186. φρένα τερπόμενον] οὐκ ἀνοίκειον τῷ ἥρωι νυκτὸς οὔσης
γυμνάζεσθαι μᾶλλον τὰ μουσικὰ καὶ μὴ διαπαννυχίζειν· παραμυθία
γὰρ τοῦτο θυμοῦ καὶ λύπης. ἔστι δὲ νέος καὶ φιλόμουσος καὶ
λάφυρον ἔχων τὴν κιθάραν, καὶ οὐ θηλυδριώδη μέλη ἀλλὰ κλέα
ἀνδρῶν ᾄδει, καὶ ἑσπέρας καιρός· ἢ οἰόμενος ἥξειν αὐτοὺς σο-
βαρεύεται. καλῶς δὲ ἀπούσης τῆς ἐρωμένης ᾄδει, ὅπως μὴ δοκῇ
κωμάζειν. ἢ ὅτι πεφρόντικε μὲν τῆς τῶν Ἕλλήνων ἀσφαλείας,
προσποιεῖται δὲ καταφρονεῖν· φησὶ γοῦν “δῖε Μενοιτιάδη—νῦν ὀίω
περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιούς” (Il. 11. 608). καὶ πάλιν
“ὄρσεο, διογενὲς Πατρόκλεις, ἱπποκέλευθε· λεύσ〈σ〉ω δὴ παρὰ νηυσὶ
〈πυρὸς〉 δηίοιο ἐρωήν” (Il. 16. 126). οὐκ ἤθελε δὲ ἀργῶν σώματι
καὶ ψυχῇ ἀργεῖν, ἀλλʼ ἡτοίμαζεν αὐτὴν πρὸς τὰς πράξεις, καὶ ἐπʼ
εἰρήνης τὰ τοῦ πολέμου μελετᾷ, ὡς καὶ οἱ Μυρμιδόνες.
188. τὴν ἄρετʼ ἐξ ἐνάρων] ἵππον διὰ πόλεμον, δίσκον καὶ κιθάραν
πρὸς σωματικὴν καὶ ψυχικὴν γυμνασίαν 〈εἶχεν〉· σύντροφον δὲ ὄργανον
εὑρὼν οὐ παρῆκεν· οὐ γὰρ οἴκοθεν εἵλετο· καὶ ἴσως Ἑλληνικὸν ἄνδρα
εὑρὼν Ἠετίωνα σὺν τοῖς ὅπλοις ἐκήδευσε, καὶ τοῖς ἐκείνου χρῆται.
189. * ἔτερπεν] ἀντὶ τοῦ ἔτρεπεν.
κλέα ἀνδρῶν] ὅτι ἀειμνήστους δεῖ τοὺς ἀγαθοὺς εἶναι· οἱ γὰρ ἀοιδοὶ διὰ τῶν παλαιῶν ἱστοριῶν τοὺς ἀκούοντας ἐσωφρόνιζον. προσ- έθηκε δὲ τὸ “ἀνδρῶν,” ἐπειδὴ καὶ θεῶν ᾄδουσι γάμους.
190. Πάτροκλος δέ 〈οἱ〉 οἶὸς] ἡδεῖα γὰρ ἐπίδειξις ἡ ἐπὶ τῶν φίλων. ἤτοι δὲ μόνον αὐτὸν καθέζεσθαι λέγει ἢ μόνον ἐναντίον παρὰ τοὺς ἄλλους Μυρμιδόνας· καὶ ὅτι ἐν ἡσυχίᾳ δεῖ ἀκροᾶσθαι μου- σικῆς.
192. βάτην προτέρω] καὶ ἐπὶ χρόνου “καί νυ κʼ ἔτι προτέρω᾿᾿
193. ταφών] ἢ διὰ τὸ φίλον, ἢ διὰ τὸ χαίρειν ἐπὶ τῇ προσδοκω-
194. αὐτῇ σὺν φόρμιγγι·] ὧδε στικτέον. ὑπὸ γὰρ φιλοφροσύνης
*αὐτῇ σὺν φόρμιγγι] διχῶς ἡ στιγμή.
195. *ἐπεὶ ἴδε] ὅτε εἶδεν Ἀχιλλεύς.
196. τὼ καὶ δεικνύμενος] δεξιούμενος λόγοις· ἐν ἄλλοις δὲ ἀντὶ
197. * ἦ—ἦ] ἀμφοτέρους τοὺς συνδέσμους περισπαστέον. βε-
ἦ τι μάλα χρεώ] ἀντὶ τοῦ τινός· “τί νυ μοι μήκιστα” (Od. 5. 299) ἀντὶ τοῦ τίνα.
ἄλλως: τι μάλα χρεώ] “τί ᾿᾿ ἀντὶ τοῦ τινός· οἳ δὲ 〈τὸ “ ἦ
ἐντεύξεως ἐναβρυνόμενος.
198. * οἵ μοι σκυζομένῳ περ—φίλτατοι] εἴωθε γὰρ ὁ θυμὸς παρ- ορᾶν καὶ τὸ πρὸς φίλους δίκαιον.
199. Ἑλληνικὰ πάντα, καὶ τὸ μὴ ἐκείνους πρῶτον ἐνάρξασθαι.
202. καθίστα] κίρνα, ὅμοιον τῷ “κρητῆρα στήσασθαι ἐλεύθερον”
(Il. 6. 528)· φιλοφρονεῖται δὲ αὐτοὺς καταισχύνων Ἀγαμέμνονα.
203. ζωρότερον] ἀκρατότερον, παρὰ τὸ ζῆν· οἳ δὲ ἀντὶ τοῦ ταχύ-
Διονύσου (Od. 24. 74)· οὐ γὰρ εἰκὸς δεδόσθαι κενόν, ἀπαρχὴν δὲ
ἔχοντα τῶν ἐκείνου εὑρημάτων οἶνον θαυμάσιον. τοῦτον δὲ οἱ ἥρωες
ἀπεδέχοντο. “ἓν δέπας ἐμπλήσας” (Od. 9. 209).
ζωρότερον 〈δὲ〉 κέραιρε] δίχα τοῦ ρ Ἀριστοφάνης “κέραιε.᾿᾿ §. οὐκ
206. αὐτὰρ ὅ γε κρεῖον] εἰς ταπεινὴν τάξιν μαγειρικὴν κατερ- χόμενος οὐδὲν ἧττον τὴν ἡρωικὴν διαφυλάττει σεμνότητα. αἰτία δὲ ἡ ἐκλογὴ τῶν ὀνομάτων. πρῶτον μὲν οὐκ εἶπε ‘κατέθηκεν’ ἀλλὰ “κάββαλεν” ἔπειξιν ἐμφαίνων τοῦ διακονουμένου, ἔπειτα τροπικὸν εἰσήνεγκεν ὄνομα τὸ “τεθαλυῖα〈ν〉.”
*κρεῖον] ὡς θεῖον· οἱ νεώτεροι “κρεῖον” τὸ κρέας φασίν.
207. ὄιος] ὡς πόλιος· εἰ μὴ διὰ μέτρον γάρ, οὔ φησιν οἰός.
208. σιάλοιο〈ῥάχιντεθαλυῖανἀλοιφῇ〉]εὐτραφοῦς, “ἁπαλοτρεφέος σιάλοιο” (Il. 21. 363). “α〈ἰ〉εὶ ζατρεφέων σιάλων” (Od. 14. 19).
209. τῷ δʼ ἔχεν Αὐτομέδων] τούτῳ δὲ —τῷ Ἀχιλλεῖ—ὑπηρέτει
τὰ κρέα ὁ Αὐτομέδων, οἷον ὑπεῖχεν αὐτά, ἐκεῖνος δὲ διέτεμνεν. §. ἐν
τάμνεν δʼ ἄρα 〈δῖος〉 Ἀχιλλεύς] τὸν τῦφον ἡμῶν ἐκβάλλει ἑαυτῷ ὑπηρετούμενος ὁ Ἀχιλλεύς.
210. μίστυλε] διὰ τοῦ ἑτέρου λ τὸ “μίστυλε·” γίνεται δὲ παρὰ τὸ μεῖον καὶ μεῖστον.
212. αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη] εἰς ταπεινὴν ἀπαγγελίαν οὐδεὶς
ἂν τοσαύτην ἐπέθηκε σεμνότητα καὶ λέξεις 〈τοιαύτας〉.
ἄλλως: αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη] ἔνιοι
γράφουσιν “αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλόξ·”
ὁ δὲ Ἀρίσταρχος ταύτην προέκρινεν· ἔνιοι δὲ γράφουσιν “αὐτὰρ
ἐπεὶ κατὰ πῦρ ἐμαρήνατο, παύσατο δὲ φλόξ.” §. γράφεται δὲ καὶ
“ἐκάη.”
214. πάσσε δʼ ἁλὸς θείοιο] ἢ ὅτι τὰ ἁλίπαστα διαμένει, ἢ 〈ὅτι〉
ἄλλως: πάσσε δʼ ἁλός— κρατευτάων ἐπαείρας] ἵνα μὴ εἰς τὸ
πῦρ πάττων ἐνοχλῇ· τὸ δὲ ἑξῆς, “κρατευτάων ἐπαείρας πάσσε.”
κρατευτάων] οἳ μὲν τῶν ἁλοθηκῶν —τουτέστι τῶν ἀγγείων, ἐν οἷς οἱ ἅλες εἰσίν—οἳ δὲ τῶν ἐξοχῶν τῆς ἐσχάρας, αἷς ἐπιτίθενται οἱ ὀβελοί.
*ἐπαείρας] διὰ τοῦ ᾶ.
215. εἰν ἐλεοῖσιν] ἐπιμήκεσι τραπεζίοις ἐξ ἑλείων ῥάβδων πε-
*ἔχευεν] διχῶς, καὶ “ἔθηκενν.᾿᾿
217. * κανέοισιν] ὡς “ὀστέοισιν.”
218. ἀντίον ἷζεν Ὀδυσσῆος] ὡς διαλεξόμενος· οἶδε γὰρ ὡς αὐτὸς
219. * τοίχου] ὡς “ὀίστευσον Μενελάου” (Il. 4. 100).
θεοῖσι δὲ θῦσαι ἀνώγει] δαισιδαίμων, ὃς καὶ τροφῆς τοῖς θεοῖς
ἀπάρχεται καὶ ἀποπλεύσεσθαι 〈μέλλων〉 λέγει “ αὔριον ἱρὰ Διὶ
ῥέξας” (357)· καὶ “χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέργεν” (Ιl. 16. 221).
θῦσαι] ἀπάρξασθαι, ὡς τὸ “ἦ ῥα καὶ ἄργματα θῦσε᾿᾿ (Od. 14.
Schn.). Ὅμηρος δὲ “θοοῦ” (Od. 5. 60) τοῦ θυμιάματος.
220. *θυηλάς] ὡς ἀπαρχάς.
221. οἳ δʼ ἐπʼ ὀνείαθ’ ἑτοῖμα] πῶς παρὰ Ἀγαμέμνονι δεδειπνη-
ἔνδειξιν τοῦ ἥδεσθαι τῇ παρʼ αὐτῷ ἑστιάσει.
222. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο] Ἀρίσταρχο
223. νεῦσʼ Αἴας Φοίνικι] οὐχ ἵνα εἴπῃ, ἀλλʼ εἰ καιρός ἐστιν.
Ὀδυσσεὺς γὰρ προσκεπτόμενος τί δεῖ λέγειν τὸν καιρὸν οὐχ ὁρᾷ.
συνεὶς δὲ ταῦτα Ὀδυσσεὺς αὐτὸς λέγειν ἄρχεται, οὐχ ὑπὸ βασκανίας
τοῦ Φοίνικος τὸν λόγον 〈προαρπάζων〉 ἀλλὰ τὸ δυσχερὲς ἐφʼ ἑαυτὸν
φέρων· οἶδε γὰρ δυνησόμενος ἀντιτάξασθαι Ἀχιλλεῖ. ἴσως δὲ οὐδὲ
ἐπιτήδειον εἶναι τὸν Φοίνικα ἐλογίζετο ἄρχεσθαι τοῦ λόγου, ὅπως μὴ
ὡς οἰκείῳ ἀπιστήσας Ἀχιλλεὺς ἀναστείλῃ καὶ τὸν αὐτῶν λόγον. Αἴας
δὲ οὐ λέγει· βραδὺς γάρ ἐστι καὶ μεμψίμοιρος.
225. οὐκ ἐπιδευεῖς] “οὐκ ἐπιδεύῃ δαιτός,” ὡς τὸ “ἀποιχομένου
χαῖρ᾿, Ἀχιλλεῦ] πρὸς τὸ διαχέαι τὸ σκυθρωπὸν αὐτοῦ ὃν ἦν
σκεψάμενος λόγον ἀφῆκε καὶ ἀπὸ τοῦ καιροῦ ἔλαβε τὸ προοίμιον,
ὡς τὸ “ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ—ῶς λαὸν ἤγειρα—μητρί τʼ
ἐμῇ μνηστῆρες” (Od. 2. 40— 50).
226. ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος] λεληθότως ἐσήμανεν, ὡς ἐξ
αὐτοῦ ἐπέμφθησαν, σὐ διαρρήδην, ὅπως μὴ τραχὺς γένηται Ἀχιλλεύς.
καλῶς δὲ τὰ περὶ τὴν ἑστίασιν ὅμοια τῇ παρʼ ἐκείνῳ λέγει, ἐν ῃ
οὐδεμίαν ἑώρα φιλοτιμίαν, τὴν δὲ σωτηρίαν ἐν Ἀχιλλεῖ κεῖσθαι
μόνῳ φησίν· τοῦτο γάρ φησιν ἥκομεν αἰτοῦντες ὃ ἐξ ἄλλου λαβεῖν
228. ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν] εἰς δύο στάσεις
διεῖλε τὸν λόγον, 〈εἰς〉 τὴν παρορμητικήν, τραγῳδήσας τὰς συμ-
φορὰς 〈καὶ εἰς〉 τὸ καλὸν καὶ ἀναγκαῖον καὶ συμφέρον ποιήσας τὴν
παρόρμησιν, καὶ εἰς τὴν ἀλλοιωτικήν, ἧς μέρος τὸ ὑπαλλακτικόν·
ἀντὶ γὰρ Ἀγαμέμνονος τὴν στρατιὰν ἔλαβεν.
230. * ἐν δοιῇ] παρὰ τὸ δύο· καὶ “δοάσσατο” τὸ ἓν τῶν δύο ἐξελέξατο.
〈σαωσέμεν〉 ἢ ἀπολέσθαι νῆας] τὸ πρῶτον κεφάλαιον τὸν κίνδυνον
τῶν νεῶν περιέχει, ὃ καὶ τῷ Ἀχιλλεῖ ἐλογίζετο πᾶν δέος· ὅθεν καὶ
πολλάκις ἐπὶ τοῦτο καταφέρεται “ ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν
ἔθεντο᾿᾿ (232)· “ἀλλʼ ἐννηυσὶ—πεσε〈έ〉σθαι᾿᾿ (235)·“στεῦται γὰρ
νηῶν ἀποκόψειν ἄκρα κόρυμβα” (241). §. τεχνικῶς ἐξαίρει, δεικνὺς
231. εἰ μὴ σύ γε δύσεαι ἀλκήν] ὡς νῦν ἐκδεδυμένου αὐτὴν δυσωπεῖ· “θόρε, φρεσὶν εἱμένος ἀλκήν” (Il. 20. 381)· τὴν δὲ πάντων σωτη- ρίαν εἰς αὐτὸν ἀνάγει, ἣν ἂν μᾶλλον ἀπάντων ὁ φιλότιμος ἕλοιτο.
232. *ἐγγὺς γὰρ νηῶν] ἔνθεν ἡ διόγησις. τῷ δὲ τόπῳ τὸν κίνδυνον ηὔ-
αὖλιν ἔθεντο] ὡς ἐπὶ ἀγρίων, ἴσως ὑποφαίνων ὅτι ὁ ποιμὴν
Πάρις ἀριστεύει. §. διʼ ὧν δὲ οἱ ἱκέται μείζονα τὴν χρείαν ποιοῦνται,
233. τηλέκλειτοι] ὀνειδίζει ὅτι καὶ ἀδικοῦσιν αὐτοῖς παραμένουσιν
236. Ζεὺς δέ σφιν Κρονίδης ἐνδέξια σήματα] θεραπεύων τὸν
Ἀχιλλέα φησίν, ὅτι μηνίσαντος αὐτοῦ καὶ τὸ θεῖον τοῖς ὑβρίσασιν
αὐτὸν συνωργίσθη. §. τὸ δὲ “σφί ” δίχα τοῦ ν.
237. Ἕκτωρ δὲ μέγα] ὀνομάζων αὐτὸν κινεῖ τὸν Ἀχιλλέα. τὸ δὲ
βλεμεαίνων] βρέμω βρεμαίνω βλεμαίνω, ὡς κρίβανος κλίβανος.
238. *πίσυνος Διί] αὐτὸς γάρ φησι “γιγνώσκω δʼ ὅτι μοι Κρονίδης Ζεὺς κῦδος” (Il. 8. 175 et 141).
239. *ἀνέρας, οὐδὲ θεούς] βραχὺ διασταλτέον εἰς τὸ “ἀνέρας,”
λύσσα δέδυκεν] τὸ ἐναντίον· αὐτὸς γὰρ αὐτὴν ἐνδέδυται. πολλὴ
241. 〈ἀποκόψειν〉 ἄκρα κόρυμβα] οὐκ ἀγαπᾶν αὐτόν φησιν, εἰ
ὥσπερ τρόπαιον τῆς κατὰ τῶν Ἑλλήνων νίκης ἀναθεῖναι θέλοντα.
§. ἵνα γοῦν καὶ αὐχῇ ὡς 〈ἐκ〉 τηλικούτων ῥυσάμενος καὶ τὸν πολέ-
243. ʼὀρινομένους] δίκην σφηκῶν.
245. * “ἡμῖν δέ ᾿᾿ ἀπὸ κοινοῦ τὸ “δέδοικα᾿᾿ καὶ τὸ “μή.”
247. καὶ ὀψέ περ] καλῶς τὸ “ὁψέ.ʼ εἰ γὰρ καὶ δύο γεγόνασιν
αὔξησις ἔνδειξίς ἐστιν ὡς ἱκανῶς πο〈ι〉νηθέντων Ἑλλήνων. τάχα δὲ
καὶ τοιοῦτός ἐστιν ὁ λόγος· εἰ μέλλεις ὀψὲ ἀμύνειν, νῦν ἄμυνον. συν-
ᾴδει καὶ τὸ ἑξῆς, ὅτι νῦν μὴ ἐπαμύνας οὐχ εὑρήσεις τοῦ κακοῦ ἴασιν.
249, 50. οὐδέ τι μῆχος ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν] οὐδε-
251. * Δαναοῖσιν] οὐκ Ἀγαμέμνονι· τοῦτο γὰρ κατακρύπτει.
πατὴρ ἐπετέλλετο Πηλεύς] τοῦτο δεύτερον κεφάλαιον, εἰς ἐπιεί-
κειαν καὶ πρᾳότητα προκαλούμενον. τὸ δὲ στασιαστικὸν θέλων
ὀνειδίζειν οὕτε τοῖς ῥήμασιν ἀνακεκαλυ〈μ〉μένως χρῆται οὔτε ἐξ ἰδίου
προσώπου τὴν ἐπιτίμησιν ποιεῖ, ἀλλʼ ἐν ἠθοποιίᾳ ἐξ ἀπόντων προσώ-
πων ταύτην εἰσήγαγεν. ἔστιν οὖν ἀνεπαχθὴς ὡς οὐκ ἰδίας ὑποθήκας
εἰσάγων, ἀλλʼ ὑπομιμνήσκων τοῦ πατρός. καὶ ὁ Νέστωρ ὁμοίως πρὸς
Πάτροκλον (Il. 11. 785).
253. ἐκ Φθίης Ἀγαμέμνονι πέμπεν] ώσανεὶ δευτέρῳ πατρί. ἐν- τέχνως οὖν οὐκ εἶπε ‘σὺν Ἀγαμέμνονι.ʼ
*Ἀγαμέμνονι πέμπεν]ἔνδοξόν τι,καὶ πρὸς πειθὼ δὲ ἐπιτήδειον τοῦτο.
254. τέκνον ἐμόν] συνετῶν τὸ τὰς φύσεις τῶν υἱῶν καταμαθόντας
πρὸς ταύτας ἁρμόττεσθαι τοὺς λόγους, ὡς καὶ ὁ Πηλεὺς εἰδὼς
Ἀχιλλέα ἀνδρεῖον μέν, ὀργίλον δὲ καὶ πλήρη φιλοτιμίας παραινεῖ
αὐτῷ ἀποθέσθαι τοῦ ἤθους τὸ φιλόνεικον, ὡς ἐκ τούτου μάλιστα
τιμῆς τευξόμενον ἧς ὀρεγόμενον ἑώρα τὸν Ἀχιλλέα· ἔστι δὲ πιστὸς
ὡς πατὴρ καὶ ἐν πολέμοις πολλάκις εὐδοκιμήσας.
255. *δώσουσʼ, αἴ κʼ ἐθέλωσι] καλῶς τὸ “ἐθέλωσι” ὡς οὐ δωσόντων,
εἰ ἀνάξιος ὅλος ὀφθείη τῆς δωρεᾶς.
257. ληγέμεναι] διδασκαλία καὶ ἡμῖν, κρατεῖν ὀργῆς.
ἔριδος κακομηχάνου] πρὸς τὴν ἀγαθὴν διέστειλεν. §. ἐπείπερ οἱ
258. ὄφρα σε—τίωσι—ἡμὲν νέοι δὲ γέροντες] εἰ μὴ ὑποθήκη πατρὸς ἐδόκει τὸ πρασσόμενον, κἂν ἠρέθισεν Ἀχιλλέα ὑποσημαίνων ὡς ἀσχημονεῖ νῦν καὶ παρὰ νέοις καὶ παρὰ γέρουσιν.
259. σὺ δὲ λήθεαι] πρᾴως καθήψατο, οὐκ ἀμελεῖν αὐτὸν φήσας ἀλλʼ ἐπιλελῆσθαι. ὄνομα οὖν ἐξελέξατο συγγνώμης ἀξιούμενον.
ἀλλʼ ἔτι καὶ νῦν παύεο] καλῶς “νῦν,᾿᾿ ἵνα δηλώσῃ τὸν ἱκέτην· ἅμα δὲ καὶ ὑποφαίνει, ὡς οὗτος αὐτῷ ὑποτάττεται ὁ πατὴρ αὐτὸν ὑπέταξεν· μετὰ δὲ τὸ τοὺς τοῦ πατρὸς λόγους πεπᾶναι αὐτὸν προ- φέρει τὰ δῶρα· αἰσχροκερδὲς γὰρ 〈ἂν〉 ἦν τὸ ἀπʼ ἀρχῆς.
262. εἰ δέ, σὺ μέν μευ ἄκουσον] ἀντὶ τοῦ ἄγε δή· δυσχεραίνοντος
263. * ὑπέσχετο δῶρα] τρίτον κεφάλαιον τὸ περὶ τῶν δώρων.
265. *αἴθωνας δὲ λέβητας] διαιρεῖ τῶν ἀναθεματιαίων ἐμπυρι- βήτας καὶ αἴθωνας αὐτοὺς καλῶν.
300. εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο] τέταρτον κεφάλαιον
ἀπάντων ἔλεον καὶ μόνον οὐχὶ πᾶσαν ἱκετεύουσαν παράγων Ἑλλάδα.
ἐπὶ τὴν δευτέραν δὲ μεταβέβηκε στάσιν καὶ πανταχόθεν πείθει ὑπο-
σχέσει, δεήσει, ὠφελίμῳ, ἐλέῳ.
κηρόθι μᾶλλον] εἰς δύο δὲ μερίζει τὴν ἱκετείαν, Ἀγαμέμνονα καὶ
302. ἐλέαιρε κατὰ στρατόν] τὸ “〈κατὰ〉 στρατόν” δύναται πρὸς
303. ἦ γάρ κε σφι —μέγα κῦδος ἄροιο] ὡς“πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος (Il. 4. 95) ἀντὶ τοῦ παρὰ πάντων ἢ ἐκ πάντων.
304. νῦν γάρ 〈χʼ〉 Ἕκτορʼ ἕλοις] τρία ποιεῖ, τῷ μὲν καλῷ τῆς
τείχει· ὥστε μὴ ἀπολέσῃς τὸν καιρόν, ἐν ᾧ μεγάλα δυνήσῃ ἐπι-
δείξασθαι κατὰ τῶν πολεμίων.
305. *οὔτινα] οὐδὲ σέ. ἐρεθιστικὰ δὲ ταῦτα.
307, 9. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
βαρύθυμον, εἴρωνα. καὶ ὅσα μὲν φθέγγεται συνετά, ταῦτα αὐτῷ ἡ
παιδεία δέδωκεν, ὅσα δὲ αὐθάδη καὶ μεγαλόφρονα, ταῦτα ὑπὸ τῆς
φύσεως λέγειν προάγεται.
309. χρὴ μὲν δὴ τὸν μῦθον] γυμνός 〈ἐστιν ὑπὸ τῆς〉 ὀργῆς καὶ
*τὸν μῦθον] τὸν ἀντικείμενον τοῖς ῥηθεῖσιν.
ἀπηλεγέως] ἀπαγορευτικῶς διαρρήδην, ἢ συντόμως ἀπὸ τοῦ λῆξαι,
ὅ ἐστιν εἰπόντα παύσασθαι—φιλοσύντομος γὰρ ὁ θυμός—ἢ ἀσυμ-
παθῶς καὶ ἀπηλγημένως παρὰ τὸ ἀλέγειν. οἱ γὰρ λυπεῖν ἐθέλοντες
τὰς χρηστὰς ἐκκόπτουσιν ἐλπίδας. ὅρα 〈δὲ〉 ὡς πρὸς μὲν Ὀδυσσέα
(360) ἀπιέναι φησίν, πρὸς Φοίνικα δὲ (619) μενεῖν, μὴ μέντοι πολεμή-
σειν, πρὸς Αἴαντα δὲ (650) πολεμήσειν, ἀλλʼ ὅταν ἀνάγκη καλῇ. τοῦτο
δὲ θυμώδους ἀνδρὸς καὶ πρὸς τὸ μὴ καταφρονηθῆναι ἀγωνιζομένου.
310. ᾗ περ δὴ κρανέω τε] αἱ Ἀριστάρχου “φρονέω.᾿᾿ §. τὸ δὲ “κρανέω” ἀντὶ τοῦ τελειώσω πληρώσω· ὁ δὲ “ᾗ” ἀντὶ τοῦ ὡς.
311. ὡς μή μοι τρύζητε] αὐθαδῶς ἐπισκώπτει τὴν ἐπιτέχνησιν τῶν λόγων Ὀδυσσέως, καὶ Φοίνικα προανακόπτει, ὃν ὑποπτεύει παρακε- κλῆσθαι ὑπὸ τοῦ Ἀγαμέμνονος. τινὲς δὲ διὰ τὸ “καί μʼ ἡτιάασθε ἕκαστος” (Il. 16. 202).
τρύζητε] παρὰ τὸ τρυγών ἐστιν· ἢ τρύχητε τὴν ἀκοήν, ἢ τον-
θορύζητε.
312. ἐχθρὸς γάρ μοι κεῖνος -ὅς 〈χʼ〉 ἕτερον μὲν κεύθῃ] πρὸς τὴν ἀλλοιωτικὴν στάσιν Ὀδυσσέως· τὸ δὲ “ἄλλο” ἐπὶ τῶν ἑτερογενῶν, “ὅονεον ἄλλο” (Il. 13. 64), “φάρμακον ἄλλο” (Od. 10. 392)· κακῶς οὖν ἔχει νῦν. §. ἀντὶ τοῦ ἕτερον τὸ “ἄλλο δὲ εἴπῃ.”
ὁμῶς Ἀίδαο πύλῃσιν] πλέον πάντων Ἀχιλλεὺς μισεῖ τὸν θάνατον διὰ τὸ ἄπρακτον. τάχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ διαβάλλειν τὸν θάνατον, ἐπεὶ πῶς ἄν τις τοὺς γονέας 〈σέβοι τοὺς τὸ ζῆν〉 αὐτῷ παρασχομένους, εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακὸν ἐκ τῶν ἐναντίων ὁ θάνατος.
314,5,6. αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα· οὔτʼ ἐμέ γʼ
Ἀτρείδην— πεισέμεν οἴω οὔτʼ ἄλλους Δαναούς] τὸ καλὸν καὶ
ἐλεεινὸν τῶν λόγων Ὀδυσσέως ἐξέκοψεν· καὶ τὸ μὲν κεφάλαιον τῆς
316. οὔτʼ ἄλλους Δαναούς] πρὸς τὸ “εἰ δέ τοι Ἀτρείδης μὲν
στάσιν. τάχα δὲ καὶ βουλόμενος εἰπεῖν ‘οὐδὲ ὑμεῖς πείσετε οἱ
πρέσβεις᾿ εὐπρεπῶς τῷ κοινῷ ὀνόματι τῶν Ἕλλήνων αὐτοὺς περιέλα-
βεν. καλῶς δὲ οὔ φησιν ‘ οὐκ ἐλεῶ αὐτούς,ʼ ἀλλ’ ‘οὐ πείσουσί με.ʼ
ἐπεὶ 〈οὐκ〉 ἄρα τις χάρις ἦεν] πρὸς τὸ “οἵ 〈κε〉 σε– θεὸν ὣς
τι〈μή〉σουσιν” (297). “χάρις” οὖν ἡδονή.
318. *ἴση μοῖρα] παρʼ ὑμῖν δηλονότι.
ἴση μοῖρα μένοντι, καὶ εἰ μάλα τις πολεμίζοι] τοῦτο μάλιστα
319. ἐν δὲ ἰῇ τιμῇ] ἀλλάξας τὸ ὄνομα τὸ αὐτὸ εἶπεν.
320. κάτθανʼ ὁμῶς] ὅρον οὐκ ἔχει κατηγορίας θυμός. τοῦτο δὲ
321. οὐδέ τι μοι περίκειται] περισσὸν τῶν ἄλλων ἀπόκειται.
ἐπεὶ πάθον ἄλγεα] διὰ μὲν τοῦ “πάθον ἄλγεα” τὸ ἐπίπονον
ἑαυτοῦ παρίστησι, διὰ δὲ τῆς μάστακος τὸ κηδεμονικόν, διὰ δὲ τοῦ
ἀγρυπνεῖν καὶ νύκτας οὐκ ὀλίγας τὴν πρόνοιαν καὶ ἐπιμέλειαν, διὰ
δὲ τοῦ τὰ ποριζόμενα ἐκ τῆς μάχης ἐπὶ τὸν βασιλέα ἅπαντα ἀναφέ-
ρειν τὸ ἐλεύθερον τῆς ψυχῆς, διὰ δὲ τῶν πόλεων ὧν ἐχειρώσατο τὸ
ἀνδρεῖον ἑαυτοῦ φησιν.
323. ὡς δʼ ὄρνις ἀπτῆσι] εἰς τὸ ἐπιδεικτικὸν ἐρχόμενος διὰ τῆς
θατα γὰρ σφαραγεῦντο” (Od. 9. 440) —ἡ δὲ ὄρνις τὴν ἑαυτῆς
τροφὴν εἰς τοὺς νεοσσοὺς ἀναλίσκει. ὅθεν καὶ πιθανῶς ἐπήνεγκε τὸ
“κακῶς δέ τε οἱ πέλει αὐτῇ” (324). εὖ δὲ καὶ τὸ “ἀπτῆσιν·” οἱ
γὰρ πετόμενοι, κἂν ὀλίγον, προσπορίζονται. καὶ διὰ τὸ περιιέναι καὶ
λῃζόμενος πάντα φέρειν 〈ὄρνει ἑαυτὸν παραβάλλει〉.
προφέρῃσι] ὡς τὸ “οἳ δὲ προπεσόντες ἔρεσσον” (Od. 12. 194).
324. *μάστακα] Νίκανδρος τὴν ἀκρίδα (Ther. 802). ὁμωνύμως τῷ στόματι, ὡς καὶ χεῖλος.
κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ] ἵνα ἡ εὐεργεσία μὴ ἐξ ἀκινδύνου περιουσίας προσεῖναι δοκῇ.
325. * ἴαυον] ἐμονομάχουν· παρὰ τὴν ἴαν.
326. ἤματα δʼ αἱματόεντα 〈διέπρησσον πολεμίζων〉] διὰ φόνων ἦν ὁ βίος, οὐ διʼ ἐμὴ ἡδονήν—“οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλ〈υ〉θον” (Il. 1. 152)—ἀλλὰ διὰ τὸ γύναιον Μενελάου. τοῦτο γὰρ δηλοῖ “ὀάρων ἕνεκα σφετεράων” (327). ἢ τολμηρῶς πολεμῶν πρὸς ἄνδρας ὑπὲρ παίδων καὶ γυναίων ῥιψοκινδύνως ἀγωνιζομένους.
327. ὀάρων ἕνεκα] γράφεται καὶ“ὠρέων.᾿᾿ §. “ἀόρων” μὲν σὺν ἄορ-
328. δώδεκα δὴ σὺν νηυσί] ἐντέχνως τὰς πράξεις ἐπάγει, πίστιν τοῖς προειρημένοις 〈φέρων〉· εὖ δὲ καὶ τὸ μὴ κατʼ ἄνδρα τὰ πραχθέντα φράζειν, ἀλλὰ κατὰ πόλεις καὶ ταύτας ἀθρόας· ἅμα δὲ καὶ συμ- πληροῖ τὴν ὑπόθεσιν. Σηστὸν δὲ καὶ Ἄβυδον οὐ πορθεῖ ὡς ἠσφα- λισμένας· λαφύρων γὰρ ἔδει, οὐ κατορθωμάτων.
329. * ἕνδεκα] ὡς ἐν ἀμφισβητησίμῳ διορίζεται.
332. ὃ δʼ ὄπισθε μένων] ἐμοῦ ἀποδημοῦντος· τὴν δειλίαν δὲ Ἀγα- μέμνονος ἐμφαίνει τὸ “ὄπισθε.”
333. δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν] ἀμφο-
τέρωθεν ηὔξηται ἡ ἀχαριστία τοῦ βασιλέως, ὅτι τοιαῦτα καὶ
τοσαῦτα λαβὼν καὶ βραχὺ δοὺς γέρας τῷ κομίσαντι καὶ τοῦτο
ὕστερον ἀφῄρηται.
πολλὰ δʼ ἔχεσκεν] τεχνικῶς ἐνδείκνυται, ὅτι καὶ τὰ νῦν αὐτῷ διδόμενα δῶρα μέρος ἐστὶν ὧν Ἀγαμέμνων παρʼ αὐτοῦ λαβὼν ἀδίκως ἐσφετερίσατο.
334, 5, 6. ἄλλα δʼ ἀριστήεσσι δίδου—καὶ βασιλεῦσιν, τοῖσιν
δʼ ἔμπεδα κεῖται, ἐμοῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν εἵλετο] ἐπιφθόνως
φησὶ‘τοῖς ἄλλοις ἐφύλαξε τὰ γέρα, ἐμοὶ δὲ οὔ, διʼ οὗ καὶ αὐτοὶ
ἐλάμβανον·ʼ εὐπρεπῶς δὲ οὐκ εἶπεν ‘ὑμιν.ʼ ἄτοπον 〈δὲ〉 εἰ πολλὰ
335. ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν] καλὰ τὰ μετὰ τὴν καταρίθμη- σιν τῶν κατορθωμάτων.
336. *ηὔξησε τὴν ὕβριν “ἄλοχον” αὐτὴν εἰπὼν καὶ “θυμαρέα.᾿᾿
337, 8, 9. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσ〈σ〉ι— τί δὲ λαὸν ἀνήγα-
Ἀγαμέμνοναἢ ἀσύνετον ἢ ἄδικον. εἰ μὲν γὰρ μικρὸν ἡγεῖται τὸ ἀδικηθῆ-
ναι περὶ γυναῖκα, πολεμεῖν οὐκ ἔδει περὶ Ἑλένης· ἀσύνετος οὖν ἐστι περὶ
μικρᾶς αἰτίας πολεμῶν. εἰ δὲ χαλεπὸν καὶ μέγα, πῶς ἅπερ παθὼν
ὑπὸ ἀλλοφύλων ἀγανακτεῖ, ταῦτα εἰς τοὺς φίλους ποιῶν οὐκ ἀδικεῖν
νομίζει; καὶ πρῶτον μὲν ἀπηρίθμηται τὸ ἀχάριστον, εἶτα τὴν ὕβριν.
339. * Ἑλένης] αὐξητικῶς τῇ Διὸς εἴκασε τὴν Βρισηίδα.
340. ἢ μοῦνοι φιλέουσʼ ἀλόχους] τὸ τοιοῦτον ἐπιμονὴ λέγεται,
πρῶτον μὲν διέστρεψε δυσαπόκριτα προβαλόμενος— “ ἢ μοῦνοι φιλέ-
ουσʼ ἀλόχους —εἶτα πανδήμῳ κρίσει τὴν γνώμην ἐπεσφραγίσατο.
341. *ἀγαθὸς καὶ ἐχέφρων] τεχνικῶς τὸ ἄνομον ἰᾶται διὰ τοῦ
342. *αὐτοῦ] Πτολεμαῖος δασύνει νομίζων τὸ πλῆρες εἶναι
“ἑαυτοῦ,” ἀγνοῶν ὅτι Ὅμηρος οὐδέποτε συνθέτῳ κέχρηται ἀντωνυ-
μίᾳ. λείπει οὖν ἡ ἕο, ὡς τὸ “ἕο τʼ αὐτοῦ” (Od. 8. 211).
343. *δουρικτήτην] ὡς “ἀμφιρύτῃ᾿᾿ (Od. 1. 50)· “περιξέστῇ”
344. νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο] ὁ νῦν πολλὰ ὑπισχνοῦ-
μενος 〈καὶ〉 τὸ βραχὺ ἀφήρηται. ὥσπερ δὲ σπινθὴρ κεκρυμμένος ὕστε-
ρον τὸ πᾶν τῆς ὕλης καταναλώσας ἔκδηλος γίνεται, οὕτως ὁ ἥρως
τοὺς ἐπιπλάστους λόγους ἀποσειόμενος διάδηλος γίνεται.
*καίμʼ ἀπάτησεν] ἴσως ὑποσχόμενος αὐτὸν ἐντίμως πέμψειν οἴκαδε
345. * τὰ σκυθρωπὰ οὐκ ἐπὶ τὸν Ὀδυσσέα τείνει.
346. ἀλλʼ Ὀδυσεῦ] οὔτε γὰρ ἔδει Φοίνικα εἰρωνεύεσθαι ὡς τροφέα, οὔτε Αἴαντα ὡς ἀνδρεῖον, Ὀδυσσέα δὲ ὡς φυγόντα.
*καὶ ἄλλοισιν] διὰ τὸ “παρʼ ἔμοιγε καὶ ἄλλοι” (Il. 1. 174).
347. * ἀλεξέμεναι] ἀντὶ τοῦ ὅπως ἀλεξήσῃ.
348. ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο] εἰρωνικὸς ὁ λόγος· ὧν γὰρ καταφρονοῦμεν, ταῦτα αὔξομεν. ἔοικε δὲ τὴν βουλὴν Νέστορος εὐτελίζειν.
349. καὶ ἤλασε τάφρον 〈ἐπʼ αὐτῷ〉] ἐξέτεινεν ἀπὸ τοῦ σιδήρου,
ἔκτοθι τάφρον”
350. *εὐρεῖαν, μεγάλην] ὀλίγη διαστολὴ εἰς τὸ “εὐρεῖαν.” ἐν δὲ σκόλοπας] Ἀρίσταρχος “περὶ δὲ σκόλοπας.”
352. * ἀλλʼ οὐδʼ ὣς δύναται σθένος Ἕκτορος—ἴσχειν] οὐχ ὅτι περιγράφειν ἀλλʼ 〈οὐδʼ〉 “ἴσχειν.᾿᾿
ὄφρα δʼ ἐγὼ—πολέμιζον, οὐκ ἐθέλεσκε μάχην] μείζων τείχους Ἀχιλλεύς, εἴγε τούτῳ μὲν ἐπαυλίζεται Ἕκτωρ, ἐκεῖνον δὲ ἔφευγεν. Ὀδυσσέως δὲ εἰς Δία φέροντος τὴν αἰτίαν τῆς εὐ⌈η⌋μερίας τῶν Τρώων Ἀχιλλεὺς ἐπὶ τὴν αὑτοῦ ἀπουσίαν 〈τρέπει〉.
353. οὐκ ἐθέλεσκε μάχην] “ἐθέλεσκε” ἐδύνατο· καὶ ἀνάπαλιν
“οὔτε τελευτὴν ποιῆσαι δύναται” (Od. 1. 249).
ἀπὸ τείχους] τινὲς‘ἐπάνω τοῦ τείχους,ʼ ὑπερβολῇ. εἰ δὲ σημαίνει τὸ ἄπωθεν, βαρύνεται ὡς τὸ ἄνα ἔπι.
354. καὶ φηγὸν ἵκανεν] δύο εἰσὶ φηγοί· ὑφʼ ᾗ μὲν ἱερὸν Διός (Il. 7. 60), ὑφʼ δὲ Ἴλου τάφος.
356. νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω] τινὲς εἰρωνικῶς ‘οὐ δύναμαι διʼ Ἀγα- μέμνοναʼ “καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἐνὶ—ἔρριγʼ ἀντιβολῆσαι” (Il. 7. 113).
357. αὔριον ἱρὰ Διὶ ῥέξας] διδάσκει πρὸ ἀπάσης πράξεως ἡγεμό-
νας θεοὺς ἐπικαλεῖσθαι. ἵνα δὲ καὶ μὴ λαθραῖον δοκῇ ποιῆσαι τὴν
ἀποπομπήν, πρὸς δὲ τὸ “ἀρᾶται δὲ τάχιστα φανήμεναι ἠῶ δῖαν” (240)
359. ὄψεαι, ἢν ἐθέλῃσθα] “ἐθέλῃσθα” δυνηθῇς, ἐὰν ὑμῖν ἐπιτρέ- ψωσιν οἱ πολέμιοι· ἠθικῶς δὲ εἰρωνεύεται.
360, Ι. ἦρι μάλα— πλεούσας νῆας ἐμάς, ἐν δʼ ἄνδρας] πιθανῶς
*ἐρεσσέμεναι μεμαῶτας]τὸπερὶ τὸν ἀπόπλουν πρόθυμοναὐτῶν δηλοῖ.
363. ἤματί κεν τριτάτῳ] ἐμπείρως· τοσοῦτος γάρ ἐστιν ὁ ἀπὸ
*ἤματί κεν τριτάτῳ] πρὸς τὸ “ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεά τε” (Ιl. Ι. 156).
364. ἔστι δέ μοι μάλα πολλά] ἀντίθεσιν ποιεῖται τῶν δώρων
Ἀγαμέμνονος, ὅτι μοι οὐ χρεία αὐτῶν ἔχοντι πολλά, τοῦτο μὲν τὰ
τοῦ Πηλέως, τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωικῶν λαφύρων ἐδεξάμην.
ἐνθάδε ἔρρων] τοῦτό φησι δυσαρεστῶν τῇ στρατείᾳ.
365. ἄλλον δʼ ἐνθένδε χρυσόν] πρὸς τὸ “νῆα ἅλις χρυσοῦ καὶ
τιμον διὰ τὰς γεωργίας, ἢ πολιτικὸν διὰ τὰ ὅπλα, ἢ μέλανα κατὰ
ἀντίφρασιν.
366. * γυναῖκας] πρὸς τὸ “Τρωιάδας 〈δὲ〉 γυναῖκας ἐείκοσιν
367. ἅσ〈σ᾿〉 ἔλαχόνγε] “ἔλαχον” ὁμοίως τῷ ψιλῷ πλήθει. λέγει
γοῦν “τῶν δʼ ἄλλων α μοι ἐστί ” (Il. 1. 300)· ταῦτα γὰρ οὐκ
εἰλήφει παρʼ Ἀγαμέμνονος· τὸ γὰρ γέρας ἐξαίρετον καὶ τοῦ διδόν ος
ἦν. διὰ τοῦτο γοῦν κἀκεῖνος, ὡς ἐξὸν ὃ δέδωκε λαβεῖν, ἀφαιρεῖται.
§. γράφεται δὲ καὶ “ἅσσα λέλο〈γ〉χα.”
γέρας δέ μοι, ὥσπερ ἔδωκεν] πάλιν τὸ κυμάζον πάθος εἵλκυσεν
αὐτοῦ τὴν μνήμην ἐπὶ τὸν Ἀγαμέμνονα. δεινοποιῶν δὲ τὴν ὕβριν
Ἀγαμέμνονός φησιν “ὥσπερ ἔδωκεν,᾿᾿ ἐκεῖ δὲ ἐπανιστὰς τὸ πλῆθος
“δόσαν δέ μοι 〈υἷες Ἀχαιῶν〉” (Il. 1. 162) φησίν.
368. *ἐρυβρίζων] “ἐνυβρίζων,” διχῶς.
369. Ἀτρείδης· τῷ πάντʼ ἀγορευέμεν] πιθανῶς, ἵνα μὴ τὸν Ἄγα-
μέμνονα εὐφράνωσιν ἀφελόντες τι τῶν τραχύτερον εἰρημένων, αὐτὸν
δὲ ταπεινὸν ἀποφήνωσι πρότερον τῆς ἀπειλῆς ἀποπρεσβεύσαντες.
ἔστι δὲ καὶ χαρακτηριστικὸν τῶν ὀργιζομένων τὸ ἀξιοῦν αὐτὰς τὰς
φωνὰς τοῖς ἐχθροῖς διακομίζειν καὶ τὸ ἐπὶ πολλῶν ταύτα〈ς〉 λέγειν· οὐ
γὰρ μόνον τὸ κακόν τι τὸν ἐχθρὸν εἰπεῖν τοῖς ὀργιζομένοις ἡδύ, ἀλλὰ
371. εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν] εἴγε οἴεται περὶ ἐμοῦ λέγων ἀπατήσειν τοὺς Ἀχαιούς· ἐμὲ γὰρ οὐ πείθειν, ἀλλʼ οὐδὲ ὁρᾶν (373) διὰ τὴν συνείδησιν τῶν μεγίστων ἀδικημάτων ἐκεῖνος δυνήσεται.
372. * οὐδʼ ἂν ἔμοιγε] τοῦτο καθʼ αὑτόν, ἵν ᾖ κομματικὴ ἡ ἀπ-
αγγελία τὸν θυμούμενον δηλοῦσα.
374. οὐδέ τι οἱ βουλὰς συμφράσσομαι] ἐμφαντικώτεροι γίνονται
οἱ λόγοι θᾶττον διακοπτόμενοι· ἐν γοῦν τέσσαρσι στίχοις ὀκτώ εἰσιν
αὐτοτελεῖς στιγμαί· ἀπὸ τοῦ γὰρ “ἐκ γὰρ δή με” ἕως τοῦ “αἴσῃ.”
δεκάκις τόσα δοίη. ἐντεῦθεν δὲ δῆλον, ὅτι οὐ μόνον τὰ πολεμικὰ
ἤσκητο Ἀχιλλεύς, ἀλλὰ καὶ βουλεύειν ἄριστος ἦν· καὶ γοῦν καὶ
διδάσκαλον ἔπεμψεν αὐτῷ ὁ πατήρ “μύθων τε ῥητῆρʼ ἔμεναι πρη-
κτῆρά τε ἔργων” (443).
375. *ἀπάτησε] τὴν φιλίαν στρέψας εἰς ἔχθραν.
376. ἐξαπάφοιτο] ἀπὸ τῶν ταῖς ἁφαῖς φιλοφρονουμένων. εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι ὑπὸ φίλου, τὸ δὲ δὶς μωρίας. ὅρα δέ, ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει.
377. ἐρρέτω] ἱκανὴν οἴεται τιμωρίαν παρὰ τοῦ ἐχθροῦ λαμβάνειν
τὸ ἀπαλλάσσεσθαι τῆς φιλίας αὐτοῦ, ὡς εἰώθαμεν λέγειν ‘ ἑαυτὸν
ἐχέτω.’
378. ἐχθρὰ δέ μοι τοῦ δῶρα] πρὸς τὸ δεύτερον κεφάλαιον, τὴν τοῦ Πηλέως 〈παραίνεσιν〉, οὐδὲν ἀντειπεῖν ἔχων παρῆλθεν αὐτό.
τίω δέ μιν ἐν καρὸς αἴσῃ] ὅμοιόν ἐστι τῷ “ἶσον γάρ σφι—
ἀπήχθετο κηρὶ μελαίνῃ” (Il. 3. 454)· οἳ δὲ ἔγκαρα τὸν φθεῖρα,
οἲ δὲ ἀπὸ τῶν Καρῶν, οὓς ἀεὶ λοιδορεῖ ὁ ποιητής· ἢ ὅτι Ἀθηναῖοι
τὸν ἐγκέφαλον οὔτε ἤσθιον οὕτε ὠνόμαζον· “ἔγκαρος” οὖν τοῦ
ἐγκεφάλου.
379. οὐδʼ εἴ μοι δεκάκις τε] πλείσταις ὑπερβολαῖς λόγων
381. Ὀρχομενόν] τὸν τῆς Βοιωτίας φησίν, ὃν Μινύαι κατῴκησαν·
πολὺ γὰρ τούτῳ παράκειται πεδίον, εἰ πιστός ἐστιν Ἔφορος, πολλὰ
δὲ καὶ ταῖς Χάρισι ταῖς αὐτόθι τιμωμέναις δῶρα πέμπεται· οὐκ
ἂν τὸν “πολύμηλον” δὲ λέγοι (Il. 2. 605), . . . οὐδὲν ἧττον πλούσιον·
φησὶ γοῦν “ἐν δʼ ἄνδρες ναίουσι πολύ〈ρ〉ρηνες πολυβοῦται” (296).
οὐδʼ ὅς ἐς Ὀρχομενὸν ποτινίσσεται, οὐδʼ ὅσα Θήβας Αἰγυπτίας]
δύο πόλεις συνήγαγεν ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ κομώσας πλούτῳ, καὶ
οὐδὲ ταύταις ἠρκέσθη μόναις, ἀλλὰ καὶ ἐπὶ τὸν ἀόριστον ἀριθμὸν
ψάμμου τε καὶ κόνεως τὴν ὑπερβολὴν ἀνήνεγκε τοῦ λόγου, ὡς εἰ
ἔλεγεν ‘ὑπὲρ τὰ τῆς οἰκουμένης ἀγαθά.ʼ
383. αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστην] ὡς εἶναι
ἑκατὸν τάγματα· οὕτω δὲ “ἀνʼ ἑκάστας” δεῖ γράφειν· οὐδέποτε
γὰρ Ὅμηρος ἑνικῶς πύλην φησίν, ἀλλὰ πύλας.
διηκόσιοι δʼ ἀνʼ ἑκάστην] οὐ τὸ πλάτος τῶν πυλῶν θέλει σημαίνειν
ἄνδρας δὲ ἁρματοφόρους δισμυρίους. ἐν ταύτῃ δὲ ἦν πρότερον τὰ
βασίλεια τῆς Αἰγύπτου, εἰς ἃ πολλοὺς ἔφερον φόρους Λίβυες,
Αἰγύπτιοι, Αἰθίοπες, νῦν δὲ Διόσπολις ὀνομάζεται. εἶχε δὲ κώμας
μὲν τρισμυρίας τρισχιλίας τριάκοντα· τὸ δὲ ἄστυ εἶχεν ἀρούρας
γψ καὶ πύλας ρ΄, ἀνδρῶν δὲ μυριάδας ψ΄. ταύτην ἐτείχισεν ὁ
βασιλεὺς Ὄσιρις· ἐξ ἑκάστης δὲ πύλης ἐστράτευον ὁπλῖται μὲν
μύριοι, ἱππῆες δὲ χίλιοι, ἁρματηλάται δὲ διακόσιοι. ταύτην Έλ-
ληνες Θήβην ὠνόμαζον ἀπὸ τῆς Νείλου 〈ἢ〉 καὶ Ἀσωποῦ ἢ Πρωτέως
θυγατρός· ἐπορθήθη δὲ ὑπὸ Περσῶν.
διηκόσιοι δʼ ἀνʼ ἑκάστην] ὡς τεταγμένου ἑκάστου τάγματος ἰδίῳ
πύλῃ ἐξιέναι.
*διηκόσιοι δʼ ἀνʼ ἑκάστην] τὸ ἱστορικὸν τῆς παιδείας ἐνδείκνυται καὶ πρὸς Πρίαμον (Il. 24. 602).
385. ὅσα ψάμαθός τε κόνις τε] οὐδὲ ἐπὶ τοῖς προειρημένοις
* δύναται καὶ καθʼ ἑαυτὸν εἶναι ὁ στίχος μὴ ὑποστιζόμενος.
387. *πρίν γʼ ἀπὸ πᾶσαν] ἡρέμα ὑπώλισθεν εἰς τὸ ἀληθές, καὶ ἐκ- κόψας τὴν ἐλπίδα πάλιν ὥρισεν αὐτοῖς πρόστιμον τὴν ποινὴν τοῦ ἐχθροῦ.
388. κούρην δʼ οὐ γαμέω] τοῦτο ἐδόκει ὀχυρὸν ἔχειν ὡς ἀξιῶν γαμβρεύσειν αὐτῷ. τοῦτον δὲ πλεῖον λυπεῖ τὸ εὐτελίζεσθαι τὸν γάμον Βρισηίδος.
Ἀγαμέμνονος Ἀτρείδαο] μᾶλλον δεῖ στίζειν εἰς τὸ “ Ἀτρείδ[αο]·” ὁ γὰρ κομματικὸς λόγος τοῖς θυμουμένοις ἁρμόζει.
389. οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, ἔργα δʼ Ἀθηναίῃ] ὑπερβολῇ χρῆται· δύο δὲ οἶδεν ἀρετὰς γυναικός, κάλλος τε καὶ “ἀγλαὰ ἔργʼ εἰδυῖα,” ἀνδρὸς δὲ “μύθων τε ῥητῆρʼ ἔμμεναι πρηκτῆρά τε ἔργων” (443).
392. βασιλεύτερός ἐστιν] ἐμοῦ ἢ πάντων, ἐπεὶ αὐτὸς ἔλεγε “ καί
μοι ὑποστήτω, ὅσον βασιλεύτερός εἰμι ” (160). διδάσκει δέ, ὡς
οὐδὲν ὀνίνησι τυραννὶς ἐπὶ ἀδίκῳ γνώμῃ.
*οἷ τʼ ἐπέοικε] ἄξιος αὐτοῦ ἐστιν. §. εἰς μὲν ἁπλῆν μεταλαμβάνε-
*393. * σόωσι] ἀπὸ τοῦ σόω κατὰ συστολήν.
394. Πηλεύς θην μοι ἔπειτα γυναῖκα] φιλοπάτωρ καὶ σώφρων
κἀκεῖνον κυρῶν γάμον, ὃν ὁ πατὴρ ἕλοιτο. §. ἐντεῦθεν ἔλαβε Μέ-
νανδρος τὸ “ἐγάμησεν ἣν ἐβουλόμην ἐγώ” (fr. 303 M.). §. τὸ δὲ
395. * Ἑλλάδα] 〈Θετταλίαν〉 μόνην παρὰ τῷ Ὁμήρῳ.
396. κοῦραι ἀριστήων] μήποτε ὀνειδίζει ἀνανδρίαν τῷ Ἀγαμέμ- νονι, γενναίων κηδεστῶν, οὐχὶ τοιούτου δεῖσθαι λέγων. ἐν ᾧ οὖν προὔχει, τὴν κρίσιν ποιεῖται.
399. γήμαντι μνηστὴν ἄλοχον εἰκυῖαν ἄκοιτιν] γάμου γὰρ τέλος
οὐ κάλλος, οὐ κτῆσις, οὐκ ἄλλο τι τῶν τοιούτων, εἰ μὴ τῶν συνόντων
ἡ ὁμόνοια καὶ τὸ ἁρμόδιον, ὅπερ φησὶν “ οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον
καὶ ἄρειον, ἢ ὅθ᾿ ὁμοφρονέοντε” (Od. 6. 182). ἢ εἰρωνεύεται ὡς
*τὴν γὰρ Ἀγαμέμνονος οὐ λογίζεται “μνηστήν,” ἐπεὶ δῶρον
400. κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς] “πατρῷ᾿
401. οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον] δυσωπεῖ τοὺς παρόντας, εἴγε
ἑαυτῶν ψυχῆς, καὶ ὅτι πρώην κατεφρόνει ψυχῆς, ἀχαρίστῳ χαριζό-
μενος ἀνδρί. ὅτι δὲ οὐ φιλοψυχεῖ, πρὸς τὴν μητέρα φησὶν “αὐτίκα
τεθναίην” (Ιl. 18. 98).
402. * Ἴλιον ἐκτῆσθαι] πρὸς τὸ “νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ” (137).
404. ἀφήτορος] οἳ μὲν ἀσαφήτορος, οἳ δὲ τοῦ στροφέως παρὰ τὸ
406. * ἕκαστον ἀγωνιστὴν δύσθυμον ποιεῖ εἰς τὸν ἐπταισμένον
407. * ἵππων ξανθὰ κάρηνα] ἡδεῖ〈α ἡ〉 περίφρασις καὶ πλήρης
410. μήτηρ γάρ τε μέ φησι] τὸ ἀμφίβολον τῆς μοίρας καὶ ἐν
ἄλλοις οἶδε, διʼ ὧν Τειρεσίας φησὶν Ὀδυσσεῖ “τὰς εἰ μέν κʼ
ἀσινέας ἐάᾳς—εἰ δέ κε σίνηαι” (Od. 11. 110)· καὶ ἀλλαχοῦ, ὡς ἐπὶ
τοῦ Εὐχήνορος “πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύ〈ε〉ιδος.
νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν, ἢ μετʼ Ἀχαιῶν νηυσίν᾿᾿
(Ιl. 13. 666) καὶ ἐπὶ Αἰγίσθου “ μήτʼ αὐτὸν κτείνειν μήτε μνά-
ασθαι ἄκοιτιν ” (Od. 1. 39)· εἰπὼν δὲ “μήτηρ— φησί ” δηλοῖ, ὅτι
ὑπογυ〈ί〉ως· οὐ γὰρ ἂν Πηλεὺς ηὔξατο “σοί τε κόμην κερέειν”
(Ιl. 23. 146). §. εὖ δὲ τὴν τῆς μητρὸς ἐδήλωσε πρόρ〈ρ〉ησιν.
411. *διχθαδίας κῆρας φερέμεν] ὑπὸ β΄ μοιρῶν ἄγεσθαι.
413. *ἁπλῶς ἐκφέρει τὰ ὑπὸ τῆς μητρὸς εἰρημένα πρὸς αὐτόν.
416. *οὐδὲ παρὰ Ζηνοδότῳ ἐφέρετο.
417. καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην] τοσοῦτον ἀπέχει πειθοῦς· τεχνικῶς δὲ καὶ τοὺς ἄλλους ἀφίστησι, τὸ ἀδύνατον τῆς ἁλώσεως προβαλλόμενος.
*παραμυθησαίμην] ὡς τὸ παρειπεῖν.
418. ἐπεὶ οὐκέτι δήεται τέκμωρ] τεχνικῶς ἀπέστρεψε πρὸς αὐτὸν 〈sc. τὸν Ὀδυσσέα〉τὸν λόγον, ἐπεὶ καὶ ἔλεγε “Ζεὺς δέ σφι Κρονίδης” (236). εἰ τοίνυν, ὡς φῄς, πολέμιον ἔχετε τὸν θεόν, ὑπόλοιπον ὑμῖν ἐστιν 〈ἀπο〉πλεῖν.
419. * εὐρύοπα] ἀπὸ τοῦ εὐρυόπης.
420. χεῖρα ἑὴν ὑπερέσχε] ὑπερασπίζει· ἐν χερσὶ γὰρ αἱ ἀσπίδες. μεγάλη 〈δὲ⟩ ἡ φαντασία, ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ Διός, ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος.
421. ἀριστήεσσιν Ἀχαιῶν ἀγγελίην ἀπόφασθε] νῦν οὐδὲ λόγον
ποιεῖ Ἀγαμέμνονος, καίτοι πρώην λέγων “τῷ πάντ᾿ ἀγορευέμεν᾿᾿ (369),
ἢ ὡς μὴ τοῦ Ἀγαμέμνονος μόνου πέμψαντος, ἀλλὰ καὶ τῶν βασιλέων.
425. *ἐπεὶ οὔ σφι〈σι〉ν ἥδε γʼ ἑτοίμη] ἐπεὶ τὸ τεῖχος νῦν οὐδὲν ἐπήμυνεν αὐτοῖς.
*ἑτοίμη] πρόχειρος.
427. Φοῖνιξ δʼ αὖθι] τοῦτο εἰς πίστιν τοῦ ἦρι ἀποπλεύσεσθαι. προσκρούει δὲ Φοίνικι ὡς παρʼ Ἀγαμέμνονι διατρίψαντι· καὶ ἑξῆς “Ἀτρείδῃ ἥρωι φέρων χάριν” (613). ἅμα δὲ καὶ προεκκόπτει αὐτὸν τῆς λιτῆς.
429. αὔριον, ἢν ἐθέλῃσιν] “ἢν ἐθέλῃσιν” προέσθαι Ἀγαμέμνονα.
διό φησι “πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο” (437).
ἀνάγκῃ δʼ οὔ τι μιν ἄξω] οὐ γὰρ εἰκὸς βιάζεσθαι ᾧ πειθαρχεῖν ὁ πατὴρ ἐκέλευσεν.
431. μάλα γὰρ κρατερῶς ἀπέειπεν] ἐμαρτύρησεν ἑαυτῷ ὁ ποιητής,
432. ὀψὲ δὲ δὴ μετέειπε] φρόνιμον τὸ μὴ εὐθέως τοῖς Ὀδυσσέως
Ἀχιλλέα καὶ ἐκχέαι τὸν θυμόν. ἀλλʼ οὐδὲ παυσαμένου Ἀχιλλέως
εὐθὺς ἄρχεται, οὐδὲ ἀρξάμενος εὐθὺς τὴν συμβουλίαν προάγει, ἀλλὰ
δακρύσας προσοχὴν καὶ ἔλεον ἐπισπᾶται· οἴκτῳ γὰρ τὸ πλέον ἀγωνί-
ζεται καὶ διηγήμασιν οἰκείων ἀτυχημάτων. τὸν δὲ λόγον οὐκ ἐπὶ
ἱκετείαν ἀνάγει, ἀλλʼ ἐπὶ τὸ συμφέρον Ἀχιλλεῖ. τὸ “ὀψέ ” δέ, ὡς
πάντων ἀπορησάντων ἀντειπεῖν.
433 *δάκρυʼ ἀναπρήσας] καὶ θέλων, φησίν, οὐκ ἔστεξε τὸ δάκρυον.
434. εἰ μὲν δὴ νόστον γε] καὶ οὗτος ἀπὸ τοῦ καιροῦ τὸ προοίμιον
εἰ μὲν δὴ νόστον] συνείκει αὐτῷ ἀπʼ ἀρχῆς, εἶτα ἐπάγει τὴν λιτήν·
*ἀποσπῶν τῆς φυγῆς “ φαίδιμʼ Ἀχιλλεῦ ᾿᾿ 〈φησίν).
435. οὐδέ τι—ἀμύνειν νηυσὶ —πὕρʼ ἐθέλεις] τὸ ἀνεπίφθονον τῶν
*ἀμύνειν νηυσί] τοῦτο γὰρ ἦν δίκαιον.
436. ἐπεὶ χόλος ἔμπεσε θυμῷ] ὅτι διὰ θυμὸν καταφρονεῖ τοῦ
δικαίου, οὗ 〈μάλιστα) δεῖ τὸν πεπαιδευμένον κρατεῖν.
437. πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο] φάσκων ἀποπλευσεῖσθαι μετʼ αὐτοῦ,
δέ, διʼ ἃς αἰτίας ἐκεῖνον τὸ κελευόμενον ποιεῖν ἔδει, διὰ ταύτας αὐτὸς
ἀκολουθήσειν φησίν, ὡς ἂν μὴ φάναι ὡς οὐ χωρισθείη τοῦ Ἀχιλλέως,
ἀλλʼ ὡς πυνθανόμενον λέγειν· διαγανακτοῦντος γὰρ ἦθος ἐμφαίνεται.
* φίλον τέκος] προσαγωγὰ ταῦτα, ὅτι διὰ τὴν φιλοστοργίαν καὶ παρὰ τὸ δέον αὐτῷ πείσεται.
438. σοὶ δέ μʼ ἔπεμπε] ἔδει 〈ἐπ〉ειπεῖν ‘διδάσκαλον·ʼ ἀλλʼ ἵνα
μὴ ἀγριάνῃ ὡς διδασκάλου δεόμενον, σιωπᾷ, τῇ δὲ νεότητι (440) προσ-
ῆψε τὴν διδασκαλίαν.
σοὶ δέ μʼ ἔπεμπε] ὡς ὀπάων οὖν οὐκ ὀφείλω ἀπολείπεσθαι· διὰ τοῦτο δὲ δυσωπεῖ αὐτόν· τὸν γὰρ διδάσκαλον δεῖ κελεύειν.
439. * ἐκ Φθίης Ἀγαμέμνονι] λεληθότως δείκνυσιν, ὅτι ἀπειθεῖ
τῷ πατρί, τούτου ἀποστὰς ᾧ καὶ πόρρωθεν αὐτὸν ἀπέστειλεν.
440. *νήπιον] εἰ νηπίου ὄντος οὐ προεφασίσατο πρὸς τὴν αἴτησιν ὁ πατήρ, πῶς νῦν, φησί, τελειωθεὶς οὐ πολεμ[εῖς];
441. * πολέμοιο οὐδʼ ἀγορέων] ἄμφω τὰς ἀρετὰς κυδιανείρας φησίν· νῦν δὲ μᾶλλον ἐχρῆν ἐπαινεῖν τὰ ψυχικά.
442. διδασκέμεναι τάδε πάντα] εἰ οὖν σύμβουλος ἐπέμφθη, νῦν δὲ βοᾷ τὸ πρᾶγμα δεόμενον συμβουλῆς, πῶς αὐτῷ πείθεσθαι οὐ δεῖ ;
* διδασκέμεναι] ἰᾶται τῇ ἡλικίᾳ τὸ τραχὺ τῆς λέξεως.
τάδε πάντα] “τάδε” εἰς ἃ νῦν ἁμαρτάνεις. καὶ ὅτι οὔπω
τετέλεσται τὴν μάθησιν, διὰ τῆς παρατάσεως ἐδήλωσεν· οὐ γὰρ
εἶπε διδάξαι.
τάδε πάντα] ἐπὶ δύο· “προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες” (Od. 21. 230).
443. σημείωσαι, ὅτι τὸ ὁμοιοτέλευτον ὁ ποιητὴς ἔφυγε μεταβαλὼν
τὴν φράσιν· οὐ γὰρ εἶπε ‘μύθων τε ῥητῆρα καὶ ἔργων 〈πρηκτῆρα〉,ʼ ἀλλʼ
ἐνήλλαξεν. καὶ ὅτι δὲ πάντων κρείττων ἡ εὐβουλία, δηλοῖ διὰ τούτου.
μύθων τε ῥητῆρα—πρηκτῆρά τε ἔργων] ὅτι διδακτὸν ἡ ἀρετή.
εἵπετο δὲ αὐτῷ Φοῖνιξ ὑποδείξων ἅ τε λεκτέον καὶ ἃ χρὴ πράττειν.
φαίνεται οὖν καὶ τὸ τῆς ῥητορικῆς ὄνομα εἰδώς· φησὶ γοῦν “〈ὁππ〉ότε
κοῦροι ἐρίσ〈σ〉ειαν περὶ μύθων” (Ιl. 15. 284), ἀλλὰ καὶ “βουλῇ καὶ
μύθοισι” (Ιl. 4. 323) καὶ “δικαζόμενος παρὰ νηυσίν” (Od. 11.
444. * ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο] ἐπεὶ παρακαταθήκην ἐκ νηπίου σε
εἴληφα παρὰ τοῦ πατρός.
446. γῆρας ἀποξύσας] “γῆρας” τὸ μάλιστα νῦν μοι ἐνοχλοῦν. διὰ δὲ
“ὅστις ἐπʼ ἀνθρώπους ἔξυσεν αἰγανέας” (fr. vi M.).
“θήσειν νέον ἡβώοντα] νέον” νεωστί, οὐχ ἁπλῶς, ἀπαλλάξειν
447. οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα] μυθολόγοι οἱ γέροντες καὶ
μῦθος. εἰπεῖν δὲ θέλει τὰς εὐεργεσίας Πηλέως, εἴ πως πείσειεν ὡς
εὔνους τῷ οἴκῳ, καὶ ὅτι λιταῖς οὐ πεισθεὶς ἐν ἀλλοδαπῇ ἄπαις
διήγαγεν. ἡδεῖα δὲ ἡ ἀκρόασις τῶν οἰκείας συμφορὰς διηγουμένων.
καὶ ὁ κυνικὸς Διογένης τοῖς συνοῦσιν ὡμολόγει, οἵας εἶχεν ὁρμὰς πρὸ
τοῦ φιλοσοφεῖν, ὡς ἄρχειν αὑτοῦ μὴ δυνάμενος τῶν ἄλλων ἤθελεν.
ἀκριβὴς δὲ διδασκαλία ἡ πεῖρα· διὸ καὶ τοσαῦτα ἡμαρτηκότι τῷ
Φοίνικι καὶ ἐν προσκρούσει τοῦ πατρὸς γεγονότι τὸν υἱὸν ἐπιτρέπει ό
Πηλεύς· ἑώρα γὰρ αὐτὸν αἰσθόμενον τῆς ἁμαρτίας διʼ ὧν ἑαυτῷ τὴν
ἑκούσιον ἐπήγαγε φυγήν.
449. ὅς μοι παλλακίδος περὶ χώσατο] οἰκείως ταῦτα πρὸς τὸν
ἕνεκα τῆς Βρισηίδος χαλεπαίνοντα, ὅτι συγγνωστέος ἁμαρτήσας περὶ
κόρην Ἀγαμέμνων, εἴγε καὶ αὐτὸς ἁμαρτὼν συγγνώμης ἠξίωται παρὰ
Πηλέως.
ὅς μοι παλλακίδος] οὐ τῆς ἤδη μιγείσης, ἀλλὰ τῆς εἰς τοῦτο
τὴν μὲν ἐφίλει, ἠτίμαζε δὲ τὴν γυναῖκα· ἔπραττε δὲ ταῦτα, ἐν νῷ
ἔχων ἤδη τὴν πρὸς αὐτὴν ὁμιλίαν. τοῦτο οὖν 〈ὁ Φοῖνιξ) ἐποίησεν
εἰς ὁμόνοιαν τῶν γονέων. §. ἦν δὲ Κλυτία, καὶ ἡ μήτηρ Ἱπποδάμεια,
452. ἵνʼ ἐχθήρειε γέροντα] ῥᾷστα γὰρ ἀφίσταται γέροντος γυνὴ νέα, πειραθεῖσα ἀνδρὸς νέου. §. τινὲς “γέροντι”· γράφουσιν ‘ ἵνα μισηθῇ τῷ γέροντι.ʼ
453. τῇ πιθόμην καὶ ἔρεξα] ἐν ἤθει δεῖ ἀναγινώσκειν, ὡς μετανο-
οῦντος· διὸ καὶ ἐμπεπίστευται Ἀχιλλέα· ὁ γὰρ πταίσας τι καὶ
φυλάττεται συγγνωστός· καὶ Σοφοκλῆς “ὃς μὴ πέπονθε τἀμά, μὴ
βουλευέτω” (fr. 814 N.).
ἄλλως: τῇ πιθόμην καὶ ἔρεξα] πρὸς ὁμόνοιαν γονέων τὰ παρὰ προ-
αίρεσιν ἐποίησεν· φησὶ γοῦν “ἣ δʼαἰὲν ἐμὲ λισ〈σ〉έσκετο᾿᾿ (451). καὶ
πάλιν τῆς διχοστασίας αὐτῶν κρείττονα τὴν φυγὴν ἡγήσατο. οἱ δὲ
εὖ πρὸς γονεῖς ἔχοντες ἐπʼ ἴσης μὲν αὐτοὺς ἀγαπῶσιν, ἐπαμύνουσι
δὲ τῷ καταπονουμένῳ. ἢ τάχα βούλεται λέγειν, ὅτι οὐ πάντα
πειστέον μητρί— Θέτις γοῦν ἔλεγεν “ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρή-
μενος ὠκυπόροισι μήνιʼ Ἀχαιοῖσιν” (Ιl. 1. 421)— ἀλλὰ μᾶλλον
πατρὶ τῷ λέγοντι “φιλοφροσύνη γὰρ ἀμείνων” (256). ἀγαθοὶ δὲ
διδάσκαλοι, οἳ ἐν πείρᾳ παθημάτων γεγόνασιν· καὶ Χείρωνα γάρ
φασι τρωθέντα τὴν χεῖρα τὴν περὶ βοτανῶν ἐπιτηδεῦσαι ἰατρικήν,
τὴν δὲ περὶ τὰς διαίτας τὸν Σηλν〈μ〉βριανὸν Ἡρόδικον τὸν παιδο-
τρίβην, ὃς ἐμπεσὼν διὰ τοὺς πόνους εἰς φθόην ἐμελέτησε τὴν τέχνην.
454. * Ἐρινῦς] οὐκ οἶδε τὸν ἀριθμὸν αὐτῶν ὁ ποιητής.
455. μήποτε γούνασι] ἐοικυῖα κατάρα τῷ ἀτιμάσαντι πατέρα, τὴν ἀπὸ παίδων μὴ δέξασθαι τιμήν· πᾶς δὲ εὖ φρονῶν πατὴρ υἱῷ εὔχεται πάππος γενέσθαι.
456. * ὡς μηδὲ ἄκοντας ἀδικεῖν γονεῖς· διὸ οὐδὲ περὶ τοῦ φόνου τῆς Κλυταιμνήστρας φησίν (Od. 3. 309).
457. Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια] πῶς ὃ μὲν
εὔχεται ταῖς Ἐρινύσι, τὰς δὲ εὐχὰς αὐτῷ ἐκτελεῖ Ἀιδης καὶ Περ-
σεφόνη; ὅτι αὐτοκράτορες τῶν τιμωριῶν ὄντες τὴν τοῦ κολάζειν
ἐξουσίαν τοῖς ἄλλοις δαίμοσι παρέχονται. §. “ἐπαινή” δὲ κατὰ ἀντί-
φρασιν, ὡς τὸ “νῆʼ ὀλίγην αἰνεῖν” (Hesiod. Opp. 643). §. οἳ δὲ
γράφουσι “καὶ ἐπʼ αὐτῷ Περσεφόνεια,” οἳ δὲ ἐν πλεονασμῷ τὴν
“ἐηί ᾿᾿ 〈ἐκδέχονται).
463. *κατὰ μέγαρα στρωφᾶσθαι] ὅτιἐν ταῖς ἀδιαλλάκτοις ἔχθραις
464. *ἔται] ὅτι πᾶσιν ἠγαπημένος ἦν διὰ τὴν σπουδήν· ὁ δὲ πατὴρ
ἀμφὶς ἐόντες] Διονύσιός φησι 〈γεγραμμένου) “ἀντιόωντες”
466. * εἰλίποδας] εἰλήσει ὅμοια πάσχοντας· κεχάλασται γὰρ αὐτῶν τὰ νεῦρα, ὡς Ἱπποκράτης φησίν (ΙΙΙ p. 146 Κ.).
468. *εὑόμενοι τανύοντο] ἐκτείνονται γὰρ τῷ πυρί.
469. * πολλῶν δʼ ἐκ κεράμων] ἀναφορικῶς τοῦ προειρημένου(467).
472. πῦρ, ἕτερον μέν] “ἕτερον” ἄλλο παρὰ τὸ τοῦ θαλάμου, ὅπου
473. ἄλλο δʼ ἐνὶ προδόμῳ—θαλάμοιο θυράων] μετήγαγε τὴν τάξιν·
δομος·” “αἴθουσα” δὲ τὸ περίστυλον, τουτέστιν 〈ἡ) πρὸς ἥλιον
τετραμμένη στοά, παρὰ τὸ αἴθεσθαι.
476. * ῥήξας ἐξῆλθον] τῷ μὲν Φοίνικι 〈ἡ〉 μεταβολὴ ἀδύνατος διὰ
καὶ ὑπέρθορον] τὸ “ὑπέρθορον” συναπτέον τῷ “ῥεῖα·” λαθεῖν
478. διʼ Ἑλλάδος] Ἑλλὰς πόλις, ὁμώνυμος τῇ χώρᾳ· “Μυρμιδόνες
480. * ἄναχθ᾿] ἐμὸν ἄνακτα.
*ὃ δέ με πρίφρων] διὰ τὴν ἐμὴν εὔνοιαν.
481. καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα] δυσωπητικὰ Ἀχιλ-
παιδεία, διʼ ἃς ὁ Φοῖνιξ ὑπὸ Πηλέως ἐτιμήθη.
*πατήρ] ὅτι νεώτερος Πηλέως, οὐχ ὡς οἱ τραγικοί.
481, 2. ὡς εἴτε πατὴρ ὃν παῖδα φιλήσῃ, μοῦνον] εὖ τὸ μὴ ἀρκεσθῆ-
ἐπὶ πολλοῖς κτήμασιν· ὧν γὰρ συνήγαγεν εἰδὼς αὐτὸν 〈ὄντα)〉 φύ-
λακα ἀγωνιᾷ.
485. καί σε τοσοῦτον ἔθηκα] δυσωπητικὸν τὸ τῆς δείξεως· καὶ Σοφοκλῆς “κἀξεθρεψάμην τοσόνδʼ ἐς ἥβης᾿᾿ (El. 13).
θεοῖς ἐπιείκελε] διὰ βραχέος τὸν ὑπεραίροντα εὐφυοῦς σώματος
καὶ ψυχῆς ἀρετῇ ἐσήμανεν.
486. ἐπεὶ οὐκ ἐθέλεσκ〈ες) ἅμʼ ἄλλῳ] οὐκ οἶδε παρὰ Χείρωνι τραφέντα αὐτόν. δεινὸν οὖν τὸν ἐν τῇ πρώτῃ ἡλικίᾳ τοσοῦτον στέρ- ξαντα ἀπειθεῖν τελειωθέντα.
488. * “ γούνεσσι” διὰ τοῦ ε.
489. ὄψου ἄσαιμι] ὄψον πᾶν τὸ 〈προσ〉εσθιόμενον· ὅμοια δὲ καὶ ταῦτα Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ” (Ιl. 22. 500).
ὄψου ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών] ἐπὶ τὰ εὐτελέστερα
καταβὰς ἔδειξε τὴν ἰσχὺν τοῦ λόγου διὰ τοῦ “προταμών᾿᾿ —πρῶτον
γὰρ τέμνοντες παρέχουσι—καὶ 〈τοῦ) “ἐπισχών,᾿᾿ ὡς “ λαθικηδέα
μαζὸν ἐπέσχον” (Ιl. 22. 83). οὐκ ἂν δὲ διὰ κοινοῦ ὀνόματος ἑτέρως
αὐτὸ φράσειας.
491, 2. οἴνου ἀποβλύζων—ὡς ἐπὶ σοὶ〈μάλα)πόλλʼ ἔπαθον] ὠνομα-
τοποίηται ἀφράστως. καλῶς δὲ προδανεισθείσας ἀπαιτεῖ χάριτας,
εἶτα ἐπάγει “ ἵνα μοί ποτʼ ἀεικέα 〈λοιγὸν ἀμύνῃς〉,” ἰδιούμενος
τὴν σωτηρίαν τῶν Ἑλλήνων.
494. ἀλλὰ σὲ παῖδα] “ἀλλὰ σέ ” ὀρθοτονεῖται διὰ τὴν δεῖξιν.
496. δάμασον θυμὸν μέγαν] ἅπερ Ὀδυσσεὺς εἰπεῖν ἐφυλάξατο—
πικρὸν γὰρ 〈ἂν〉 ἦν—ἐπὶ δὲ τὸν Πηλέα ἀνήνεγκε, ταῦτα Φοίνικι δί-
δωσιν ἡ τῆς ἀνατροφῆς παρρησία. §. ἐμφαντικῶς δὲ τὸ ἀδάμαστον
497. στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί] ἀποφθεγματικόν, ὅταν βιω-
φελές τι διʼ ὀλίγης ἐκφέρηται λέξεως· ἐπίφθονος δὲ ὁ λόγος· ὡς
498. * τῶν περ καὶ μείζων ἀρετή] καὶ ἀναντί〈ρ〉ρητον τὸ τῆς
ἐπιχειρήσεως.
499. *καὶ μὲν τοὺς θυέεσσι] ἕτοιμον αὐτὸν ποιεῖ πρὸς τὴν τῶν δώρων λῆψιν διὰ τούτων.
499, 500. καὶ εὐχωλῇσ᾿ ἀγανῇσι—παρατρωπῶσʼ ἄνθρωποι] λαθεῖν
ἰσχυροτέρους. μία τοίνυν ὁδὸς ἐκφυγῆς ἡ ἱκετεία.
502. καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῦραι] πρὸς ἐντροπὴν Διὸς
503. χωλαί τε ῥυσαί τε] ὅσα κρατεῖ τῆς ἡμετέρας δυνάμεως,
χωλαί τε ῥυσαί τε] ἀπὸ τῶν συμβαινόντων περὶ τοὺς ἱκετεύοντας
παθημάτων τὰς Λιτὰς διετύπωσεν.
504. αἵ ῥα τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι] ἁμαρ-
505. ἡ δʼ Ἄτη σθεναρή τε καὶ ἀρτίπος] εἰκότως διὰ τὸ ἐξ ὑπεροχῆς
τῆς ἰσχύος τὰς βλάβας γίνεσθαι. οὐκ ἔστι δὲ ἐναντίον τῷ ἑτέρωθι ( Ιl.
19. 92) λεγομένῳ, ὅτι τῆς Ἄτης ἁπαλὼ τὼ πόδε· ἐκεῖ γὰρ ὡς λελη-
θότως αὐτῆς ἐπιούσης τοῖς ἀνθρώποις ἀκούσιον θέλει δεῖξαιτὸ πταῖσμα.
507. * αἳ δʼ ἐξακέονται ὀπίσσω] ἅ ἐκείνη βλάπτει.
508. * κούρας Διός] πάλιν πρὸς ἐντροπὴν “Διὸς κούρας” φησίν.
509. τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐξαμένοιο] πρὸς αὐτοῦ
512. ἵνα βλαφθεὶς ἀποτίσῃ] 〈ἵνα) καὶ αὐτὸς ἐν ἄτῃ γεγονὼς ἐπὶ τὰς Λιτὰς καταφύγῃ.
514. ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν] καὶ ἄλλοι, φησίν,
εἰσὶν ἀγαθοὶ ἀδικηθέντες, αἰδούμενοι δὲ τὰς Λιτάς.
515. εἰ μὲν γὰρ μὴ δῶρα φέροι] ταῦτα γὰρ τὴν ἱκετείαν δηλοῖ καὶ τὸν ἐνυποπίπτοντα Ἀγαμέμνονα. καὶ διὰ τοῦ “φέροι” αὐτὸν παρέστησεν· καὶ τὸ μὲν ὀργίζεσθαι δικαίως συγχωρεῖ, τὸ δὲ ἀτι- μάζειν τὰ διδόμενα καὶ τοὺς ἥκοντας ἀνάξιον Ἀχιλλέως φησίν.
516. ἀλλʼ αἰὲν ἐπιζαφελῶς] περισπωμένως, εἰ καὶ τὸ ζάφελος
518. χατέουσί περ ἔμπης] ὅτι καὶ δώρων ἄνευ ἐχρῆν βοηθεῖν διὰ τὴν ἀνάγκην;
520, 1. ἄνδρας —ἀρίστους κρινάμενος] ὃ μὲν γὰρ συνέσει, ὃ δὲ
521, 2. οἵ τε σοι αὐτῷ φίλτατοι] ὡς καὶ δίχα Ἀγαμέμνονος ὀφεί-
τατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ” (204) νῦν ἀπειθεῖ τοῖς φιλτάτοις.
522. τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς] 〈μὴ) ὀνειδίσῃς —“τὰ δʼ ἐλέγχεα πάντα λέλειπται” (Ιl. 24. 260)— ὡς τῆς αἰσχύνης τοῦ μὴ πείθειν ἀνατρεχούσης εἰς αὐτούς.
523. πρὶν δʼ οὔτι νεμεσσητὸν κεχολῶσθαι] τὸ πρώην μηνίειν
ἀνεμέσητον εἰπὼν ἐκ τοῦ ἐναντίου τὸ νῦν νεμεσητόν φησιν, ὅτι τὸ
πρὶν καὶ ἀρχὴ τῆς μάχης καὶ ὁ Ἀγαμέμνων μαινόμενος καὶ πρεσ-
βεία οὐδαμοῦ οὐδὲ δῶρα, νῦν δὲ καὶ τῆς μήνιδος ὁ χρόνος παρήκμασε
καὶ ὁ βασιλεὺς ἱκέτης καὶ πρεσβεία φιλτάτων ἀνδρῶν καὶ δώρων
ἀριθμὸς πολὺς καὶ ἀνάγκη τοῦ ἁλῶναι.
524. οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα] ὅτι πάντως δεῖ βοηθῆσαι αὐτόν, ὅπερ ἐσκέπασε τῇ διηγήσει.
526. δωρητοί τʼ ἐπέλοντο] περὶ πάντων τοῦτο, εἶτα τὸν Μελέα- γρον ἐπὶ τῇ ἰσότητι παρέλαβεν· οὐ γὰρ ἂν ἐφάνη τὸ δεινὸν τοῦ μὴ πεισθῆναι, εἴ τινα παρέλαβε τῶν πεισθέντων.
527. μέμνημαι τόδε ἔργον] ὁμοίαν μῆνιν παραγράφει. Ἀχιλλεὺς
Μελεάγρῳ δʼ Ἀταλάντης. πρὸς ἑκάτερον πρεσβεύουσι δῶρα δώσειν
ὑπισχνούμενοι. τὰ λοιπὰ ὁ Φοῖνιξ εὔχεται ὅμοια μὴ γενέσθαι·
ὅμως γεγόνασιν. οὐδέτερος αὐτῶν εἶξε τοῖς δεομένοις. τὸν Μελέα-
γρον ἐποίησεν ἡ γυνὴ ἐξελθεῖν τοῦ πολέμου ἐπὶ θύραις ὄντος, καὶ ὁ
Πάτροκλος πλησίον τῶν πολεμίων ὄντων δεηθεὶς προελθεῖν, ἔπειτα
ἀποθανὼν ἔπεισε τῆς ἔχθρας παύσασθαι τὸν Ἀχιλλέα.
μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι] ὅτι ἀειμνήστους ἐπὶ κακῷ ποιεῖ
528. ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισιν] ἐπεὶ κατὰ τοῦ Ἀχιλλέως
529. Κουρῆτές τʼ ἐμάχοντο] ψυχαγωγεῖ μὲν ἡ ἱστορία τὸν θυμόν,
τι λάβωμεν ὅμοιον. §. διό ἐστιν ὁ λόγος, ὡς Νηλέα τινὰ Πελίαν τε. ἀντὶ
Κουρῆτες] οἱ τὴν Πλευρῶνα οἰκοῦντες ἄποικοι Εὐβοέων· οὕτω δὲ
ἐκαλοῦντο ἢ ἀπὸ Κουρίου ὄρους ἢ Κουρέως, ἢ ἐπ〈ε〉ὶ στολὰς καὶ κόμας
κορῶν εἶχον· Στράβων δὲ οὕτως (ΙΧ p. 465, 6) “ Ἀρχέμαχος ὁ
Εὐβοεύς φησι τοὺς Κουρῆτας ἐν Χαλκίδι οἰκῆσαι· συνεχῶς δὲ
πολεμοῦντας περὶ τοῦ Ληλάντου πεδίου, ἐπειδὴ οἱ πολέμιοι κομῶν
δραττόμενοι κατέσπων αὐτούς, ὀπισθοκόμους γενέσθαι, τὰ δὲ ἔμ-
προσθεν κείρεσθαι· διὸ καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς κληθῆναι.
* “Κουρῆτες” τὸ ἐθνικόν, κούρητες δὲ οἱ νεανίαι, ὡς Μάγνης καὶ Ἴγνης· “ἅμα δʼ ἄλλοι—κούρητες” (Il. 19. 248).
533. * καὶ γὰρ τοῖσι κακόν] ὡς καὶ ὑμῖν τὴν μῆνιν.
534. *θαλύσια] ὅτι δεῖ μεμνῆσθαι θεῶν· ἅπαξ δὲ κεῖται ἡ λέξις.
537. *λάθετο] ἀπὸ μετοχῶν εἰς ῥήματα μετῆλθεν.
ἢ λάθετʼ ἢ οὐκ ἐνόησε] 〈“λάθετο” 〉 ἑκὼν παρεπέμψατο, “οὐκ
ἐνόησεν” δὲ οὐκ ἔλαβεν εἰς νοῦν. §. ἀξιόπιστον δὲ τὸ διστάσαι, ὡς ἔχει
538. δῖον γένος] πρὸς Ἀχιλλέα—οὐδέποτε γὰρ ἐπὶ θεοῦ τάσσει
τὴν λέξιν— ὁ δὲ Νικάνωρ ἐπὶ Ἀρτέμιδος· καὶ γὰρ λέγει, φησίν,
“αἶψά κʼ ἐγὼν ἔρξαιμι, διοτρεφές, ὡς ἀγορεύεις” (Od. 13. 147)
ἀγνοῶν, ὅτι “κελαινεφές” ἐστίν.
539. *ὦρσεν ἔπι χλούνην] ἐπῶρσεν χλούνην.
χλούνην] οἳ μὲν τὸν ἐντομίαν—κνώμενοι γὰρ πρὸς τὰ φυτὰ
παρατρίβονται καὶ ἀγριώτεροι γίνονται— οἳ δὲ τὸν ἐν χλόῃ διάγοντα
—τὸν γὰρ οἰκοτραφῆ σίαλόν φησιν— οἳ δὲ τὸν εἰς γῆν καταβάλ-
λοντα τὰ φυτά.
540. ἔρδεσκεν] Ἀμμώνιος “ἔρεξεν.᾿᾿ §. “ἔθων᾿᾿ δὲ εἰθισμένος τοῖς
541. προθέλυμνα] τὰ ἄλλα ἐπʼ ἄλλοις προτιθέμενα, ὅ ἐστι συνεχῆ. φησὶ γοῦν καὶ “σάκος σάκεϊ προθελύμνῳ” (Il. 13. 130) καὶ “τετραθέλυμνον” (Il. 15. 479).
542. καὶ αὐτοῖς ἄνθεσι μήλων] ἐξ ἑνὸς τὸ πᾶν· “καὶ μηλέαι” γὰρ “ἀγλαόκαρποι” (Od. 7.115). μηλοφόρον δὲ τιμῶσι τὴν Δήμητρα.
543. τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος] ἴσως ὅτι πρῶτος
546. πολλοὺς δὲ πυρῆς ἐπέβησε] οὐ ζῶν μόνον, ἀλλὰ καὶ τελευ
ἀλγοῦμεν ἐπὶ τοῖς τεθνεῶσιν.
547,8. “ἣδʼ ἀμφ᾿ αὐτῷ᾿᾿ καὶέξῆς “ἀμφὶσυὸς κεφαλῇ·᾿᾿ δείκνυσιδέ,
551. οὐδὲ δύναντο] ὡς καὶ οὐδέποτε Τρῶες. §. Ἀριστοφάνης δὲ “οὐδʼ ἐθέλεσκον·” 〈καὶ ἔστιν) Ὁμηρικόν.
553, 4. ὅ〈ς〉 τε καὶ ἄλλων οἰδάνει] οἰδαίνεσθαι ποιεῖ, ὡς“μελάνειʼ᾿
συγγινώσκει.
555. ἦ τοι ὃ μητρὶ φίλῃ] καθόλου· οὐ γὰρ ἦν αὐτῷ τότε φίλη ἡ
557. κούρῃ Μαρπήσ〈σ〉ης] Ἴδας ὁ Ἀφαρέως μὲν παῖς κατʼ ἐπί-
γάμου παραγίνεται εἰς Ὀρτυγίαν τὴν ἐν τῇ Χαλκίδι, καὶ ἐντεῦθεν
ἁρπάζει τὴν Εὐηνοῦ θυγατέρα Μάρπησ〈σ〉αν. ἔχων δὲ ἵππους Ποσει-
δῶνος ἠπείγετο. ὁ δὲ Εὐηνὸς εἰς ἐπιζήτησιν ἐξῆλθε τῆς θυγατρός,
ἐλθὼν δὲ κατὰ τὸν Λυκόρμαν ποταμὸν τῆς Αἰτωλίας, μὴ καταλαβών,
ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν· ὅθεν ὁ Λυκόρμας Εὐηνὸς μετωνο-
μάσθη. κατὰ δὲ τὴν Ἀρήνην ἀπαντήσας Ἀπόλλων τῷ Ἴδᾳ λαμβά-
νεται τῆς Μαρπήσ〈σ〉ης· ὃ δὲ ἔτεινε τὸ τόξον καὶ διεφέρετο περὶ τοῦ
γάμου, ἕως κριτὴς ὁ Ζεὺς γενόμενος αἵρεσιν τοῦ γάμου ἐπὶ τῇ
Μαρπήσ〈σ〉ῃ τίθεται. ἣ δὲ δείσασα, μὴ ἐπὶ γήρᾳ καταλίπῃ αὐτὴν ὁ
Ἀπόλλων, αἱρεῖται τὸν Ἴδαν. ὡς διάσημον οὖν τὴν ἱστορίαν περιείρ-
γασται.
καλλισφύρου] σημεῖόν ἐστι συμμετρίας σώματος· ὡς ἐπίπαν γὰρ
*καλλισφύρου] κάτωθεν γὰρ ὁρᾶται τὸ θῆλυ εἶδος.
558, 9. ὃς κάρτιστος γένετʼ ἀνδρῶν τῶν τότε] ἐπαινετέον τὸ ἀκριβὲς περὶ τὴν ἑκάστου ἠθοποιίαν. ὁ μὲν Φοῖνιξ κάρτιστον εἰπὼν τὸν Ἴδαν, ἵνα μὴ δόξῃ καὶ τοῦ Ἀχιλλέως αὐτὸν προτετιμηκέναι, ἐπήνεγκε “τῶν τότε,᾿᾿ τῷ δὲ Νέστορι ἀθωπεύτως εἴρηται “ οὐ γάρ πω τοίους ἴδον᾿᾿ (Ιl. 1. 262).
560. *νύμφης] τῆς Μαρπή〈σ〉σης.
561. *τὴν δέ] τὴν Κλεοπάτραν.
* πατὴρ καὶ πότνια μήτηρ] ὁ Ἴδας καὶ ἡ Μάρπη〈σ〉σα.
561, 2. τὴν δὲ τότʼ ἐν μεγάροισι—Ἀλκυόνην καλέεσκον] ἀντὶ τοῦ
Κλεοπάτραν οὕτως ἐκάλουν, ὡς Μεγαπένθη καὶ Ὀδυσσέα· ἔκλαιεν
οὖν ἡ Μάρπησ〈σ〉α καλοῦσα τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτὴν ἥρπασεν
ὁ Ἀπόλλων.
564. κλαῖ ᾿ ,ὅτε μιν] οὕτω Ζηνόδοτος· Ἀρίσταρχος δὲ “κλαῖεν ὅ μιν.”
567. κασιγνήτοιο φόνοιο] “ κασιγνήτοιο ὡς “γυναῖκά τε θήσατο
μαζόν (Ιl. 24. 58), εἰ μήποτε καθʼ Ὅμηρον εἷς ἐστιν· δύο δὲ ἦσαν,
Κλυτίος καὶ Προκάων.
κασιγνήτοιο φόνοιο] τοῦ ἀδελφ〈ικ〉οῦ· λείπει δὲ ἡ περί.
570. πρόχνυ καθεζομένη] παντελῶς καθημένη, ὅλη παρειμένη, ἵνα πλέον ᾖ τὸ πάθος· οἳ δὲ γλωσσογράφοι ‘ἐπὶ γόνυ.ʼ
571. ἠεροφοῖτις] ἡ ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ
572. * ἀμείλιχον] ἀπαραίτητον.
573. δοῦπος] ψόφος δέος ἐμποιῶν, ἐστι φόβον. §. “ὅμαδος᾿᾿ δὲ
παρὰ τὸ πάντας ὁμοῦ ᾄδειν, ὅ ἐστι βοᾶν.
575. θεῶν ἱερῆας] ἐντεῦθεν καὶ Σοφοκλῆς τὸν χορὸν Μελεάγρου ἐξ ἱερέων ποιεῖ.
579. πεντηκοντόγυον] ἐπίτηδες, ἵνα δείξῃ μείζονα τὰ Ἀγαμέμ-
ΑB νονος δῶρα. §. γύη δὲ μέτρον γῆς· “τὰς πολυχρύσους γύας” (Eur.
Bacch. 13) ἀντὶ τοῦ ἀρούρας.
580. ψιλὴν ἄροσιν] διὰ τοῦ σ, ψιλὴν γῆν· λείπει δὲ ἡ εἰς, εἰς
583. σείων κολλητάς] διὰ τὸ ἐπικίνδυνον, ὡς καὶ τοῖς πολεμίοις
584. πολλὰ δὲ—κασίγνηται] οὕτως Ἀρίσταρχος· ἔχει δὲ λόγον
καὶ πότνια μήτηρ] ἡ αἰτία τῆς ὀργῆς, ὡς καὶ Ἀγαμέμνων.
586. οἵ οἱ κεδνότατοι] ὡς οἱ νῦν. πᾶν δὲ εὗρε πρόσωπον ἱκανὸν
588. *ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο] ὅτε καὶ αὐτοῦ ἥψατο τὸ δεινόν.
590. ἐύζωνος παράκοιτις] καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ
593. πῦρ ἀμαθύνει] σποδὸν καὶ κόνιν ἐργάζεται, ἣν ἄμαθον εἶπεν·
“τύχε γάρ 〈ῥ᾿ 〉 ἀμάθοιο βαθείης” (Ιl. 5. 587).
594. *τέκνα δέ τʼ ἄλλοι ἄγουσι] ἔνιοι γράφουσι “τέκνα δὲ δήιοι
598. εἴξας ᾧ θυμῷ] “εἴξας” πάλαι ὅτε ὠργίζετο, οὐ νῦν ὅτε
τῷ δʼ οὐκέτι δῶρʼ ἐτέλε〈σ〉σαν] τοὺς γὰρ ἀναγκαίους παρεὶς
600. *ἀλλὰ σύ] μόγις παρρησιάζεται· ὡς μέγα δὲ κακὸν ἀπεύ-
601, 2. κάκιον δέ κεν εἴη νηυσὶν καιομένῃσιν ἀμυνέμεν] ἐλέγχει,
ὅτι καὶ ἄκων ὕστερον αὐτόκλητος ἐπικουρήσει.
602, 3. ἀλλ᾿ ἐπὶ δώροις ἔρχεο] “ἐπὶ δώροις᾿᾿ ἀντὶ τοῦ μετὰ δώρων, λαβὼν τὰ δῶρα οὕτως ἔξελθε συμμαχήσων.
605. τιμῆς ἔσεαι] οἳ μέν, ὡς ἀναλώσας ἔχω, ἠνάλωκα, ἀντὶ τοῦ τιμηθήσῃ καὶ ἔσῃ τιμήεις —καὶ περισπᾶται διὰ τὸ “καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον” (Ιl. 18. 475)—Ἀρίσταρχος δέ, τῆς τιμῆς· διὸ ἐπάγει “〈οὔ τι με ταύτης〉 χρεὼ τιμῆς” (607, 8). τοῖς γὰρ ἔμπροσθεν ἀντειπεῖν οὐκ ἔχων ἐκ τοῦ ἐσχάτου ἄρχεται.
607, 8. οὔ τι με ταύτης χρεὼ τιμῆς] πρὸς τὸ εἰρημένον ὑπὸ
Φοίνικος “ἶσον γάρ σε θεῷ τίσουσ〈ιν) Ἀχαιοί ” (603) φησὶν
Ἀχιλλεὺς “οὔ τι με ταύτης χρεὼ τιμῆς —ἥ μʼ ἔξει,᾿᾿ ὅ ἐστιν, οὐκ
ἀγαθόν μοι τοιαύτη τιμή, διʼ ἣν ἐγὼ μέχρι θανάτου ταῖς ναυσὶν
ἐνδιατρίψω. εἶπε γὰρ “ εἰ μέν κʼ αὖθι μένω〈ν〉 —ὤλετο μέν μοι
νόστος” (412).
608. τετιμῆσθαι Διὸς αἴσῃ] πιθανῶς τῇ παρὰ τοῦ Ἀγαμέμνονος τιμῇ ἀντέθηκε τὴν παρὰ τοῦ Διός. οὐ καλῶς δὲ χρῆται ταῖς εὐτυχίαις.
612. μή μοι σύγχει θυμόν] ὁμολογεῖ μὲν ἡττῆσθαι τῷ ἐλέῳ, τὴν
δὲ ἀφορμὴν διαβάλλει.
ὀδυρόμενος καὶ ἀχεύων] “ἐν〈ὶ〉 στήθεσ〈σ〉ιν ἀχεύων” οὕτως ἡ γραφή, οὐχὶ “ὀδυρόμενος.”
614. ἵνα μή μοι ἀπέχθηαι φιλέοντι] “μή μοί ” ἐχρῆν ὀρθοτονεῖν, ἵνα ἀντιδιαστέ〈λ〉ληται Ἀγαμέμνονι.
615. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν] δεῖγμα, ὅπως χρὴ διακεῖσθαι τοὺς φίλους συναιρομένους ἀλλήλοις.
616. ἶσον ἐμοὶ βασίλευε] κοινὰ γὰρ τὰ τῶν φίλων. ἅμα δὲ καὶ ἀντὶ τῆς χάριτος, ἣν λαβεῖν βούλεται ὁ Φοῖνιξ, ἑτέραν αὐτῷ μείζονα δίδωσι, τὴν δέησιν ἀποκρουόμενος αὐτοῦ.
καὶ ἥμισυ μείρεο τιμῆς] ἐδήλωσε τὸ “ἶσον ἐμοί. ”
619. φρασσόμεθʼ ἢ κε νεώμεθα] ὀργῆς ἴδιον μὴ ἐφʼ ἑνὶ τὴν γνώμην ἐρείδειν· ἔφη γοῦν “ἥ μʼ ἕξει ᾿᾿ (609)· εὔελπιν δὲ ποιεῖ τὸν γέροντα, σκοπήσειν τὸ συμφέρον λέγων.
621, 2. ὄφρα τάχιστα ἐκ κλισίης νόστοιο μεδοίατο] παρενοχλεῖσθαι
ἐπὶ πλέον οὐ θέλει ταῖς νουθεσίαις· οἶδε γάρ, ὅτι παρόντες δυσωπή-
σουσιν· καὶ πάλιν τραχέως ἐκδιώκειν οὐχ Ἑλληνικόν.
622. τοῖσι δʼ ἄρʼ Αἴας] οἱ δʼ εἰσὶ ῥήτορες· Ὀδυσσεὺς συνετός,
πανοῦργος, θεραπευτικός· Ἀχιλλεὺς θυμικός, μεγαλόφρων· Φοῖνιξ
ἠθικός, πρᾷος, παιδευτικός· Αἴας ἀνδρεῖος, σεμνός, μεγαλόφρων,
λεχθέντος(620), καὶ αὐτὸς πρὸς τὸν συμπρεσβευτήν. ἄτοπον δὲ 〈ἂν〉
ἦν μετὰ Φοίνικα καὶ Ὀδυσσέα πείθειν· τὸ δὲ μὴ λαλεῖν περισσὴν αὐτῷ
τὴν πάροδον ἂν ἐποίει. §. ὅτι δὲ πάντοθεν ἰσότιμος αὐτῷ, διὸ ὀργίζεται.
625. ἴομεν· οὐ γάρ μοι δοκέει] εὖ τὸ μὴ ἀπὸ δεήσεως ἄρξασθαι,
κελεύων ἀπαλλάσσεσθαι. §. “ἴομεν” ὅμοιόν ἐστι τῷ “εἰ μὲν δὴ
νόστον γε μετὰ φρεσίν” (434).
*μύθοιο] τῆς πρεσβείας, οἳ δὲ τῆς στάσεως.
626. ἀπαγγεῖλα δὲ τάχιστα· χρὴ μῦθον] “τάχιστα·” ὑποκνίζει,
τὸ πλῆθος τῶν καραδοκούντων δυσωπεῖ Ἀχιλλέα· φησὶ γὰρ “ ἀπαγ-
γεῖλαι τάχιστα χρὴ μῦθον Δαναοῖσι.”
*ἔοικε δηλοῦν, ὡς ὅτι δευτέρας ἀπάντων δεήσει πρεσβείας.
627. * ἐλέγχει τὸ ἀπηνὲς διὰ τοῦ “καὶ οὐκ ἀγαθόν.᾿᾿
628. *οἳ—ποτιδέγμενοι] κοινοποιεῖ τὴν ὕβριν.
629. * ἴδιον τῶν θυμουμένων μὴ πρὸς τοὺς μεμφομένους ἀπο-
630. *σχέτλιος] παρρησιάζεται καὶ οὐκ Ἀγαμέμνονος μέμνηται,
632. καὶ μέν τις τε κασιγνήτοιο φονῆος 〈ποινὴν—ἐδέξατο〉] ἔθος
γὰρ ἦν τοῖς συγγενέσι διδόναι πρὸς τὸ μὴ πλέον ἐνιαυτοῦ φεύγειν.
λέγει οὖν, μὴ λαβὼν ἐκεῖνος οὐ παρίησι μόνον ἐνιαυτὸν φεύγειν.
κασιγνήτοιο φόνοιο 〈—ποινήν〉] ἀδελφικοῦ, ἢ “ φόνοιο ᾿᾿ φονέως·
636. σοὶ δʼ ἄληκτόν τε κακόν τε] ἐντέχνως ἡ μετάβασις ἐκ τοῦ περὶ
αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτόν· παρρησίᾳ δὲ χρῆται ὡς συγγενής.
637, 8. εἵνεκα κούρης οἴης] ἵνα μὴ διὰ ἀκολασίαν ἀλλὰ διὰ γέρας
κούρης οἴης. νῦν 〈δέ τοι ἑπτὰ παρίσχομεν〉] ὁ Ἀχιλλεὺς ὡς
639. σὺ δʼ ἵλαον] μεγαλοφυῶς θωπείας μετέχει ὁ λόγος· θεοποιεῖ γὰρ αὐτὸν διὰ τοῦ “ἵλαον.”
640. αἴδεσσαι δὲ μέλαθρον] ἀξιολόγῳ ὀνόματι ἱκετεύει· τὸ γὰρ
“αἴδεσσαι —μέλαθρον” ‘τοὺς πρόσφυγας τῆς ἑστίας αἴδεσαι.ʼ
τὸ δὲ ὁμοτράπεζον καὶ ὁμόστεγον προτείνας καὶ πολέμιον ἂν
ἐκίνησεν, ὡς καὶ τοῦ οἴκου συμπρεσβεύοντος.
*δέ τοι] ὁ “δέ ᾿᾿ ἀντὶ τοῦ γάρ.
642. κήδιστοί τʼ ἔμμεναι] ἐκ τοῦ πλήθους φήσας τοὺς εὐνου-
στάτους καὶ συγγενικωτάτους ἥκειν πολλὰ διʼ ὀλίγων ἐσήμανεν,
ὑπεροψίας ἐπιτίμησιν, μετριότητος ὑπόμνησιν, αἰδῶ τῶν ἀνθρωπίνων
παθῶν, ἔλεον ἱκεσίας, ἐντροπὴν συγγενείας· καὶ οἷος ἀνήρ, ἀρετῇ
μὲν ἴσος, ἀνθρωπισμῷ δὲ βελτίων, λόγῳ δὲ σύμβουλος, συγγενὴς
δὲ γενναῖος, ὥστε μηδʼ ὁτιοῦν ἀντειπεῖν Ἀχιλλέα.
645. πάντα τί μοι κατὰ θυμόν] ὅτι ἰσχυρὸς ὁ λόγος, δείξει τὸ “οὐ γὰρ πρὶν πολέμοιο” (650).
πάντα τί μοι κατὰ θυμὸν— ἀλλά μοι οἰδάνεται] ὁμολογεῖ θυμῷ
646. ἀλλά μοι οἰδάνεται κραδίη— ὁππότʼ ἐκείνων μνήσομαι] πάλιν τῆς ἐξ Ἀγαμέμνονος ὕβρεως μέμνηται, δεικνὺς ὡς βούλεται μὲν εἴκειν, τὸ δὲ μέγεθος τῆς ὕβρεως οὐκ ἐπιτρέπει.
647. ἀσύφηλον 〈—ἔρεξεν〉] ἀντὶ τοῦ ἐπιρρήματος, μετὰ παραλογισμοῦ ἔβλαψεν.
649. ἀλλʼ ὑμεῖς ἔρχεσθε] σκληρὸν 〈ἂν〉 ἦν τὸ μετὰ τῆς προ- θέσεως εἰπεῖν ‘ ἀπέρχεσθε.ʼ
καὶ ἀγγελίην ἀπόφασθε] ἔχει τινὰ ἐλπίδα. νῦν γάρ, φησίν, ἀποπρεσ βεύσασθε· ὕστερον δὲ ταῦτα ποιήσω.
651. πρὶν υἱὸν Πριάμοιο] πρὸς μὲν Ὀδυσσέα ἀποπλεύσεσθαί
φησιν— ἔτι γὰρ αὐτὸν σφόδρα 〈ἡ ὀργὴ〉 ἐξέμαινε —πρὸς δὲ Φοίνικα
ἤδη πραϋνόμενος σκέψεσθαι περὶ τοῦ μένειν, τὸν δὲ Αἴαντα αἰδε-
σθεὶς τότε ἐπαμυνεῖν, ἡνίκα ἂν πλησίον γένωνται οἱ πολέμιοι,
Ἕκτορα δῖον] οὐχ Ὁμηρικὸν τὸ ἐπίθετον, ἀλλʼ ὁ Ἀχιλλεὺς
δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν Ἕκτορι δίῳ” (356), ἐπαινῶν καὶ
μεγαλύνων τὸν πολέμιον.
652. *Μυρμιδόνων ἐπί τε κλισίας] ἔσχαται γὰρ αὗται.
653. σμῦξαι πυρὶ νῆας] σμύχειν ἐστὶ τὸ καπνὸν διὰ τοῦ πυρὸς
655. σχήσεσθαι ὀίω] “ὀίω” ἦθος ἐμφαίνει, καὶ διὰ τὸ ἄδηλον τῶν μελλόντων ἀσφαλῶς εἴρηται.
656. ὣς ἔφαθʼ· οἳ δὲ ἕκαστος] Πάτροκλος οὐ λαλεῖ, ἵνα μὴ νῦν
657. σπείσαντες] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου “λείψαντες.”
658. * Πάτροκλος δὲ—κέλευσεν] καλῶς, οὐ παρόντων ἐκείνων.
660. στόρεσαν λέχος, ὡς ἐκέλευεν] Ζηνόδοτος “ἐγκονέουσαι.”
661. κώεά 〈τε〉 ῥῆγός τε λίνοιό 〈τε〉 λεπτὸν ἄωτον] οἰκεία 〈ἡ〉
(ib. 152) καὶ αὐτὸς ῥινὸν ὑπέστρωτο “βοὸς ἀγραύλοιο” (ib. 155).
ῥῆγός τε]ῥῆξαι τὸ βάψαι· βαπτὸν οὖν περιβόλαιόν φησιν· οἳ δὲ τάπητα.
664. *παρκατέλεκτο] ὡς τούτου νενομισμένου.
665. * Φόρβας βασιλεὺς Λέσβου.
668. Σκῦρον ἑλών] οἱ μὲν νεώτεροι ἐκεῖ τὸν παρθενῶνά φασιν,
ἔνθα τὸν Ἀχιλλέα ἐν παρθένου σχήματι τῇ Δηιδαμείᾳ 〈συγ〉κατα-
κλίνουσιν, ὁ δὲ ποιητὴς ἡρωικῶς πανοπλίαν αὐτὸν ἐνδύσας εἰς τὴν
Σκῦρον ἀπεβίβασεν οὐ παρθένων ἀλλʼ ἀνδρῶν διαπραξόμενον ἔργα,
ἐξ ὧν καὶ τὰ λάφυρα δωρεῖται τοῖς συμμάχοις· εἷλε δὲ τὴν Σκῦρον,
ὅτε εἰς Αὐλίδα ἐστρατολόγουν διὰ τὸ εἶναι ἐκεῖ Δόλοπας ἀπο-
στάντας τῆς Πηλέως ἀρχῆς· “ἔπλεον εἰς Σκῦρον Δολοπηίδα”
(Schneider Call. fr. adesp. 333)· τότε δὲ καὶ τὸν Νεοπτόλεμον
ἐπαιδοποιήσατο· κ΄ δὲ ἔτη ἐστὶ πάσης τῆς παρασκευῆς τοῦ πολέμου,
ὥστε δύναται ὁ Νεοπτόλεμος ὀκτωκαιδεκαέτης στρατεύειν.
Σκῦρον ἑλὼν— Ἐνυῆος πτολίεθρον] 〈Ἐνυεὺς〉 Διονύσου καὶ Ἀριάδνης, ὃς Κρῆτας ἀγαγὼν ἔκτισε τὴν πόλιν· οἳ δὲ ὁμωνύμους δύο Σκύρους φασίν. §. ὅτι περὶ Αὐλίδα ἡ Σκῦρος.
671. ἀνασταδόν, ἔκ τʼ ἐρέοντο] προσδοκῶντες χρηστόν τι ἀκούειν.
673. *πολύαινʼ Ὀδυσεῦ] καὶ Νέστωρ “ Ὀδυσσῆι 〈δὲ〉 μάλιστα᾿᾿
(180).
674. ἦ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι] ἐμιμήσατο τὸν σπουδάζοντα τὸ καίριον μαθεῖν.
678. *〈καλῶς〉 τὸ〉 “σβέ〈σ〉σαι·” πυρώδης γὰρ ὁ θυμός.
679. σὲ δʼ ἀναίνεται] εὐσχημόνως οὐ κατῄσχυνε τὴν κόρην· διὰ
γὰρ τοῦ “σέ ” ‘τὴν συγγένειάν σου᾿ δηλοῖ.
680. * αὐτὸν σὲ φράζεσθαι] ταῦτα γὰρ αὐτῷ εἶπεν (347).
682. αὐτὸς δʼ ἠπείλησεν] καὶ μὴν Φοίνικι μὲν ἔλεγε “ φρασσό-
μεθ᾿ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερα” (619), Αἴαντι δὲ “οὐ γὰρ πρὶν
πολέμοιο μεδήσομαι— πρίν γʼ υἱὸν Πριάμοιο” (650)· ἀλλʼ ἴσως
Ὀδυσσεὺς τὰ πρὸς αὑτὸν μόνον ῥηθέντα (360) ἀγγέλλει, ἀνακόπτει
δὲ τὰ Αἴαντος εἰπὼν “εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν” (688), ὅπως μὴ
αἰσχύνηται Αἴαντος πλέον κατορθώσαντος. ἢ ἵνα ἐκκόψῃ αὐτῶν τὴν
ἐλπίδα καὶ εὐψύχως μαχέσωνται· ὅθεν καὶ παραινεῖ ὁ Διομήδης
“καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους” (708)· ὅπερ
ἀγνοήσαντές τινες ὠβέλισαν τὰ ἔπη.
684. παραμυθήσεσθαι] διὰ τοῦ ε.
685. οὐκέτι δήετε] οὐ ‘ δήομεν·᾿ μιμητικῶς γὰρ ἀπαγγέλλει.
688. ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε] συντέμνει τὸ ἀηδὲς τῆς ὑποθέσεως, ἄλλως τε ἵνα μὴ δοκῇ ἀτιμάζειν τοὺς 25 λοιπούς.
ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε] τούτους 25 (688–692) Ἀριστοφάνης ἠθέτει, Ζηνόδοτος τὸν “αὔριον—᾿᾿ (692) μόνον.
690. Φοῖνιξ δʼ αὖθʼ ὁ γέρων κατελέξατο] οὐχ ὡς πρεσβεύσαντος τοῦ Φοίνικος, ἀλλʼ εἰς πίστιν τοῦ 〈ἀπο〉πλευσεῖσθαι.
694. μῦθον ἀγασσάμενοι] Ζηνόδοτος τὸν στίχον οὐ γράφει,
Ἀρίσταρχος δὲ ἀθετεῖ.
697. Ἀτρείδη κύδιστε —μὴ ὄφελες λίσσεσθαι] οὐδὲ ὅλως ἐσχη- μάτισε τὸν λόγον πρὸς Νέστορα εἰπόντα “ἀτὰρ οὐ τέλος ἵκεο μύθων” (56), ἀλλʼ ὡς συναλγῶν Ἀγαμέμνονι ταῦτά φησιν.
699. μυρία δῶρα διδούς] ἐπαινεῖ τὴν προαίρεσιν ὡς ὑπὲρ τῶν
708. * ἐχέμεν] ἀντὶ τοῦ ‘ ἔχε σύ,ʼ ὦ βασιλεῦ δηλονότι.
709. καὶ δʼ αὐτὸς ἐν〈ὶ〉 πρώτοισι μάχεσθαι] στρατηγικῶς, πρὸς
τὸ καταπλῆξαι τοὺς ἐναντίους τῷ πρόθυμον γενέσθαι τὸν βασιλέα.
711. * ἀγασσάμενοι] γράφεται “ φρασσάμενοι.”
712. * σπείσαντες] Ἑρμῇ δηλονότι.
Φασὶ τὴν ῥαψῳδίαν ὑφʼ Ὁμήρου ἰδίᾳ τετάχθαι καὶ μὴ εἶναι
μέρος τῆς Ἰλιάδος, ὑπὸ δὲ Πεισιστράτου τετάχθαι εἰς τὴν ποίησιν.
§. ἀγρυπνεῖ δὲ ὁ στρατηγὸς πρῶτα μέν, ὅτι τοὺς πρώην πολιορκουμένους
ἄλλα τῆς τύχης, τοῦ δὲ ἀμελεῖν ἡ αἰτία ἀπαραίτητος τοῖς στρατη-
γοῖς· πολλῶν δὲ κατὰ τὴν ποίησιν διηνυσμένων μετὰ μάχας ἱππικὰς
καὶ πεζάς, θεῶν, τρώσεις μονομαχίας, δημηγορίας, ἐκκλησίας, ἀνδρῶν
τε καὶ θεῶν πρεσβείας καὶ μέχρι τῆς Ἴδης καταγαγὼν τὸν Δία
καὶ ἀστραπαῖς καὶ κεραυνοῖς ποιήσας λειπόμενον τὸ Ἑλληνικὸν ἐπʼ
ἄλλο εἶδος τρέπεται ὁ ποιητὴς διὰ δόλου καὶ νυκτὸς ἀναπληρῶν τὴν
μεθʼ ἡμέραν ἀτυχίαν τῶν Ἑλλήνων.
1. ἄλλοι μὲν παρὰ νηυσίν] οἱ γὰρ φύλακες ἔξω νεῶν ἦσαν.
2. εὗδον παννύχιοι] ὡς καὶ “ πανημέριοι” (Ιl. 1. 472)· καὶ
“ὕπνῳ” τῷ μαλάσσοντι.
4. πολλὰ φρεσὶν ὁρμαίνοντα] τὸ πολυμερὲς καὶ ἀπέραντον τῆς
5. ὡς δʼ ὅταν ἀστράπτῃ] πρὸς τὸ διαπύρως καὶ ὀξέως καὶ μετὰ
Ἑλλάδος στρατηγὸν εἴκασε τῷ μεγίστῳ τῶν θεῶν· ἐπὶ δὲ Ὀδυσσέως
πτωχοῦ σχῆμα περικειμένου ταπεινὴν ἔθηκε τὴν εἰκόνα, “ὡς δʼ ὅτε
γαστέρʼ ἀνήρ” (Od. 20. 25).
6. τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν 〈ἢ νιφετόν〉]
8. μεγὰ στόμα πευκεδανοῖο] “στόμα·” φθαρτικὸν γὰρ τῶν δι᾿ αὐτοῦ
φερομένων σιτίων, καὶ τοῦ πολέμου τὸ στόμα φθαρτικὸν τῶν
σωμάτων· πικρὸς δὲ ὁ πέλεμος —ὅπερ δηλοῖ τὸ “πευκεδανοῖο” —διὰ
τοὺς ἀναιρουμένους.
10. νειόθεν ἐκ κραδίης] ἐκ τῶν ἐσωτάτω λογισμῶν· ἔνδον γὰρ ἐν
τοῖς ἐπιλογισμοῖς τὰ δεινὰ ὁρῶν καθʼ ἑαυτὸν στένει. ἐντεῦθεν κινη-
θεὶς Φιλότιμος ἐν καρδίᾳ τὸ ἡγεμονικὸν ἔθετο· ὅθεν γὰρ τὸ χαίρειν
καὶ τὸ λυπεῖσθαι τὰς ἀρχὰς ἔχει, δῆλον ὅτι ὁ νοῦς ἐκεῖθεν ἤρ-
τηται.
τρομέοντο δέ οἱ φρένες ἐντός] Ζηνόδοτος “φοβέοντο,” κακῶς. φησὶ γοῦν “ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος” (25).
11. ὅτʼ ἐς πεδίον τὸ Τρωικὸν ἀθρήσειεν] ἢ ὅτι ἐφʼ ὕψους ἡ βασιλικὴ σκηνή, ἢ ὅτι οἱ Τρῶες “ἐπὶ θρωσμῷ πεδίοιο” (160). ἔνιοι τὸ “ἀθρή- σειεν” ἐπὶ τοῦ νοῦ ἀκούουσιν· ἀλλὰ προσέθηκεν ἂν τὸ φρεσίν, ὡς ἐκεῖ “ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δα〈ε〉ίω” (Il. 21. 61) καὶ “ὀσσόμενος πατέῤ ἐσθλὸν ἐνὶ φρεσίν” (Od. 1. 115).
12. Ἰλιόθι πρό] κατὰ παρολκὴν ἡ παραγωγή· δηλοῖ γὰρ τὸ Ἰλίου, ὡς τὸ “οὐρανόθι πρό” (Il. 3. 3) καὶ “ἐγγύθεν ἦλθε” (Il. 7. 219).
13. αὐλῶν συρίγγων τʼ ἐνοπήν] τινὲς “αὐλῶν συρίγγων,” ἵνʼ ᾖ
εἶδος αὐλοῦ ἡ σῦριγξ· ἀλλὰ καὶ ἐν τῇ Ὁπλοποιίᾳ φησὶν “αὐλοὶ
σύριγγές τε” (Il. 18. 495). §. οὐχʼ Ἑλληνικὸν δὲ οἱ αὐλοί· οὔτε
γὰρ Φαίακες οὔτε μνηστῆρες οὔτε εἰς τοὺς γάμους Ἑρμιόνης
(Od. 4. 17) οὔτε Πηνελόπης (Od. 23. 143) ἐχρῶντο τούτοις. τὴν
βαρβάρων δὲ ἄγνοιαν κωμῳδεῖ ἐν τοιούτῳ καιρῷ μουσικευομένων ἐπὶ
τοσούτων πτωμάτων καὶ οὐ μᾶλλον τῷ κοιμᾶσθαι ποριζομένων
ἰσχὺν εἰς τὴν αὔριον.
14. καὶ λαὸν Ἀχαιῶν] πανταχόθεν τὸ ἐναντίον ὁρῶν ἐδυσφόρει·
εἰ δὲ καὶ ἀνδραποδώδη ποιεῖ, τὸν σκότον ἔχει προκάλυμμα· οὐκ
ἐπεξῆλθε δέ, ὅσα περὶ τοὺς Ἕλληνας ἦν δεδοικότας, ἀλλ᾿ ἠρκέσθη τῇ
17. βουλή] τὸ προνοητικὸν αὐτοῦ καὶ-ἐν ταῖς συμφοραῖς δηλοῦται
18. Νέστορʼ ἐπὶ πρῶτον —ἐλθέμεν] ὅτι καὶ ἐν τοῖς δεινοῖς δεῖ
νηυσὶν ἐννύχιοι πίλναντο, νόσων ἅπερ ἰητῆρος” (fr. 59 M.).
20. * ἥτις ἀλεξίκακος] ὑψοῖ τὰ τῆς βουλῆς λίαν.
23. * δαφοινόν] λίαν φονευτικόν· τινὲς δὲ πυ〈ρ〉ρόν.
ἑ〈έ〉σσατο δέρμα λέοντος] τινὲς ἐκ τούτου χειμέριόν φασι τὸν
ἥττω παρδαλῆν ἐνδύει, Δόλωνα δὲ ὡς δειλὸν καὶ ἐπὶ λαθρίδιον πρᾶξιν
ὁρμῶντα λυκῆν.
25. ὣς δʼ αὕτως Μενέλαον ἔχε τρόμος] κατὰ τὸν αὐτὸν καιρὸν
διήγειρεν ὁ Ἀγαμέμνων ἀκριβῶς διεξέρχεται, τοὺς δὲ ὑπὸ τοῦ
Μενελάου ἐπὶ κεφαλαίου λέγει.
27. πουλὺν ἐφʼ ὑγρὴν ἤλυθον] “ἤλυθον” ὧδε ἡ στιγμή.
29. *παρδαλέῃ] τὸ μὲν ζῷον πόρδαλις, ἡ δὲ δορὰ παρδαλῆ διὰ τοῦ
30. στεφάνη εἶδος περικεφαλαίας πρόβλημα ἐχούσης.
32. βῆ δʼ ἴμεν ἀνστήσων] δῆλον ὡς προεταράχθη Μενέλαος, ὁ δὲ
ὃς μέγα πάντων Ἀργείων ἤνασσε, θεὸς δʼ ὣ, τίετο δήμῳ] διὰ
τάχους ἐνέφηνε τὸ ἀξίωμα, καὶ τοῖς ἀρχομένοις ὅπως πρὸς τοὺς
ἄρχοντας διακεῖσθαι δέον, καὶ τοῖς ἄρχουσιν ὁποίους ὀφείλουσι
παρέχειν ἑαυτούς, ἵνα ὡς θεοὶ τιμῶνται.
* νηί] ἀντὶ τοῦ νηός.
35. τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών] εἰ γὰρ ἄλλων ἐδεῖτο, πόσῳ μᾶλλον ἀδελφοῦ;
36. τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι] ὡς κατεπτηχότος τοῦ βασιλέως· ἢ ὅτι ἐνδιδυσκό- μενον αὐτὸν εὗρεν, ὅθεν καὶ ἐξ αὐτοῦ ἄρχεται.
38. *ὀτρύνεις] αἱ Ἀριστάρχου “ὀτρυνέεις” διῃρημένως.
Τρώεσσιν ἐπίσκοπον] προὔλαβε τὴν Νέστορος γνώμην τὴν περὶ τοῦ δεῖν κατασκόπους πέμπειν, τοῦ καιροῦ αὐτῷ τὴν ἐπίνοιαν τοῦ ἔργου ὑποβάλλοντος. καὶ τὸν ἀδελφὸν ὁπλιζόμενον ὁρῶν ὡς καὶ αὐτὸν τοῦτο βουλευόμενον 〈ὑπονοῶν) φησιν.
ἀλλὰ μάλʼ αἰνῶς δείδω] ὡς ἤδη δεδογμένης τῆς βουλῆς ἐπι- λογισμὸν εἰσάγει, κινεῖ δὲ τὸν ἀκροατήν. μόνον γὰρ οὐχὶ ἐπι- μαρτύρεται, ὡς δυσχερὲς ἐπεισόδιον εἰσάξων τῇ ποιήσει.
41. θρασυκάρδιος ἔσται] ὁ Ἰξίων “ἐστί ” γράφει.
43. χρεὼ βουλῆς— κερδαλέης] ἐπωφελοῦς. §. δεῖ, φησί, τὰ ἀπὸ
*χρεώ] ἀντὶ τοῦ δεῖ.
χρεὼ βουλῆς] σεμνὸν τὸ τοῦ βασιλέως εἰς ἐπίσκεψιν πλείονα φερομένου. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀναρτᾷ τὸν ἀκροατήν.
χρεὼ βουλῆς] ἡ χρεία, φησί, τῆς βουλῆς αὐτῆς τῆς λαθραίως
γινομένης διʼ ἐμὲ καὶ σὲ γέγονεν, ἐπεὶ καὶ τὸν στρατὸν ἡμεῖς ἀνη-
γάγομεν ἐνταῦθα.
46. Ἑκτορέοις ἄρα μᾶλλον] θεοσεβὴς ὑπόνοια μὴ δι᾿ Ἀχιλλέα, διὰ δὲ θυσίας λέγειν τὸν Δία βοηθεῖν.
ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν] ἔν τισι τῶν ὑπομνημάτων “ἐπὶ φρένας
εἶχ᾿ ἱεροῖσιν.ʼ᾿
47. οὐ γάρ πω ἰδόμην— ἄνδρ’ ἕνα τοσσάδε μέρμερα] ηὔξησε τὰ ἔργα τοῦ Ἑκτορος, ἀνυπέρβλητα φήσας αὐτὰ εἶναι καὶ ὄψει καὶ ἀκοῇ.
50. οὔτε θεᾶς υἱός] ἁπ λοῖκῶς δεῖ λαμβάνειν· οὐ γὰρ πρὸς Ἀχιλλέα ἡ σύγκρισις.
*υἱός] λείπει τὸ ὤν.
51, 2. *ἀθετεῖ ὁ Ἀριστοφάνης.
52. * δηθά τε καὶ δολιχόν] ἐπὶ καιροῦ.
53. ἀλλʼ ἴθι νῦν, Αἴαντα] πρεπόντως τὴν τάξιν ἐμέρισεν ἀμφο-
προστακτικῶς εἶπε, περὶ δὲ τοῦ Νέστορος παραπεφυλαγμένως φησὶν
“αἴ κε θέλῃσιν” ἀντὶ τοῦ ‘ἐὰν αὐτῷ δόξῃ χρήσιμον εἶναι,ʼ ἐπὶ τῇ
ἐκείνου γνώμῃ τὴν πᾶσαν κρίσιν ποιούμενος.
*Αἴαντα] “Αἴαντε” δυϊκῶς.
56. ἐς φυλάκων ἱερὸν τέλος] ὅτι τοῖς καθεύδουσιν ἄδειαν παρ-
έχουσιν, ὅ ἐστι θεοῦ ἴδιον.
57. κείνου γάρ κε μάλιστα πιθοίατο] διὰ δύο, ὅτι τε τὸν υἱὸν
58. καὶ Ἰδομενῆος ὀπάων] ἵνα καὶ αὐτὸς παρὼν αἰδέσιμος γένηται
τοῖς φύλαξιν.
61. πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι] πιθανῶς· ὃ μὲν γὰρ ἐκπε-
62. αὖθι μένω μετὰ τοῖσι] “αὖθι” ἐν τοῖς φύλαξιν· ὅθεν καὶ
Ἀγαμέμνων ἑξῆς πρὸς τὸν Νέστορ ά φησι “κείνους δὲ κιχη-
σόμεθα πρὸ πυλάων ἐν φυλάκεσ〈σ〉ι” (126).
63. ἠὲ θέω] πρὸς τὸ πρόθυμον τοῦ βασιλέως· καὶ ἔστιν ἐμπαθὲς
65. μή πως ἀβροτάζομεν— πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέ-
λευθοι] δῆλός ἐστιν ἐκ τούτων ἔμπειρος ὢν τεκτονικῆς· εἰς γὰρ
πολλὰς ὁδοὺς τέτμηται τὸ ναύσταθμον, ἵνα ταχέως ἀπὸ τῶν σκηνῶν
ἀπαντῶσι πρὸς τὰς βοηθείας.
67. φθέγγεο] τεχνικῶς, ἵνα ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος
Ἀγαμέμνονά φησι “ φθέγγεο μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο” (85).
καὶ ἐγρηγόρθαι ἄνωχθι] πρὸς τὸ διαμένειν τῇ φυλακῇ. ἐπεὶ δὲ
68. πατρόθεν ἐκ γενεῆς] ὡς ὅταν λέγῃ “διογενὲς Λαερτιάδη,” τὸν πατέρα δηλοῖ, τὸ δὲ “διογενές” τὸν ἀρχηγὸν τοῦ γένους.
69. πάντας κυδαίνων] ἀνακτώμενος καὶ προτρεπόμενος τῇ ἰδίᾳ ἐνεργείᾳ.
71. Ζεὺς ἐπὶ γεινομένοισιν ἵει κακότητα βαρεῖαν] παθητικὰ
ταῦτα, δύο ἀδελφοὺς τοιαῦτα περὶ τῆς ἰδίας ψυχῆς καὶ γονῆς
ὑπονοεῖν.
72. εὖ ἐπιτείλας] ἐπεσημήνατο τοὺς λόγους ὡς καὶ καλῶς εἰρη- μένους καὶ παραγγελθέντας στρατηγικῶς.
75. εὐνῇ ἔνι μαλακῇ] οὐδὲ ταῦτα ἐᾷ, ἀλλὰ τὸ πρέπον αὐτοῖς
σῴζει. μαλακὴ γὰρ στρωμνή ἐστι τῷ γέροντι, ὡς καὶ τῷ Φοίνικι
“κώεά τε ῥῆγός τε᾿᾿ (Ιl. 9. 661), τῷ δὲ Διομήδει νεωτέρῳ ὄντι “ὑπὸ
δʼ ἔστρωτο ῥινὸν βοός” (155)· τὸν δὲ Ὀδυσσέα κατέκλινεν Εὔμαιος
ὑποβαλὼν “ῥῶπας” καὶ “δέρμα ἰονθάδος ἀγρίου αἰγόςʼ (Od.14.49).
καὶ τῷ Διὶ Γῆ “νεοθηλέα ποίην” ἀναδίδωσι “λωτόν τʼ ἑρσήεντα
ἠδὲ κρόκον ἡδʼ ὑάκινθον” (Ιl. 14. 347).
77. ζωστὴρ κεῖτο] ζωστὴρ ζώσματος διαφέρει· ζῶσμα γὰρ τὸ προσραπτόμενον κατὰ τὰ πέρατα τοῦ θώρακος.
ᾧ ῥʼ ὁ γεραιὸς ζώ〈ν〉νυθʼ, ὅτʼ ἐς πόλεμον] τὸν παρʼ ἡλικίαν ἀνδριζόμενον δηλοῖ.
79. *λαὸν ἄγων] μεῖζον 〈ἂν〉 τὸ ἐγκώμιον τοῦ Νέστρος γένοιτο, εἰ “λαόν” τις ἀκούοι 〈τὸν〉 σύμπαντα, μὴ τὸν τῶν Πυλίων μόνον.
ἐπεὶ οὔ μιν ἐπέτρεπε γήραι λυγρῷ] ἀναιρεῖ τὰς προφάσεις τῶν ἀργεῖν ἐθελόντων δεικνύς, ὡς καὶ τοῖς φυσικοῖς ἐλαττώμασιν οἶδεν ἀντιτάττεσθαι προθυμία.
ἐπέτρεπε γήραϊ] “ἐπέτρεπε” διὰ τοῦ ε. §. τὸ δὲ “ἐπέτρεπε᾿᾿ ἀντὶ τοῦ ‘ οὐκ ἐδίδου ἑαυτὸν τῷ γήρᾳ οὐδὲ ὑπετάττετο αὐτῷ.ʼ
80. ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος, 〈κεφαλὴν ἐπαείρας〉] εἰς τὸ “ἀγκῶνος” ἡ διαστολή. πρὸς τὸ “ἕζετο δʼ ὀρθωθείς” (Ιl. 2. 42). λείπει δὲ ὁ καί, ἵνʼ ᾖ ‘ καὶ κεφαλὴν ἐπαείρας.ʼ
82. τίς δʼ οὗτος κατὰ νῆας] τετάρακται μέν· σκόπει δὲ τὴν προσ- οχήν, 〈ἣν〉 διὰ τοῦ γέροντος ἐνδείκνυται, ὃς οὐδὲ φθεγγομένου ἤσθετο τοῦ Ἀγαμέμνονος καὶ προὔλαβε τὸν λόγον διὰ τῆς ἐρωτήσεως. καλῶς δὲ νυκτὸς οὔσης καὶ ὡς γέρων ἀγνοεῖ.
83. ὅτʼ εὕδουσιν βροτοὶ ἄλλοι] “ἄλλοι,᾿᾿ οὐ γὰρ οἱ γέροντες·
οὗτοι δὲ καὶ διὰ τὸν καιρὸν καὶ 〈διὰ〉 τὴν φρόνησιν ἀγρυπνοῦσιν.
84. ἠέ τινʼ οὐρήων διζήμενος] ὥσπερ τὸ ἀνδροφονῆα πομπῆα ἡνιοχῆα, οὕτως οὐρῆα· οὖρος οὐρεύς, ὡς πομπός πομπεύς.
85. φθέγγεο, μηδʼ ἀκέων] ταρασσόμενός φησιν ‘ εἰπὲ διʼ ἣν αἰτίαν
εἴη— οὔπω γὰρ εἶχον συνθήματα—ἢ ἴσως ὑπονοεῖ, μὴ Θρασυμήδης
ἐστὶ τὴν τάξιν ἐκλελοιπὼς τῶν φυλάκων.
87. * ὃ προσέταξε τῷ Μενελάῳ, τοῦτο πράσσει, “πατρόθεν ἐκ
88. γνώσεαι, Ἀτρείδη] ἃμα τῇ ἀνακλήσει τοῦ ὀνόματος καὶ τῇ
παραθέσει τῶν συμφορῶν. τὸ πάθος ἐκίνησεν.
90. *ἀυτμὴ ἐν στήθεσσι μένῃ] τὸ ζωτικὸν περικάρδιόν φησιν.
91. πλάζομ〈αι〉 ὧδε] “ὧδε” μόνος, ὡς ὁρᾷς, περιέρχομαι. ἀσύν-
92. ἀλλὰ μέλει πόλεμος] ὥστε καὶ ἔπαινος τοῦ φόβου ἡ τῶν
κοινῶν πρόνοια, καὶ ἵνα σύμψηφον ἔχῃ τὸν Νέστορα.
94. ἀλλʼ ἀλαλύκτημαι] παρὰ τὸ ἀλάλημαι ἡ λέξις. τῷ δὲ πλεο-
κραδίη δέ μοι ἔξω στηθέων ἐκθρῴσκει] φαντασία τις προσπίπτει
96. ἐπεὶ οὐδὲ σέ 〈γʼ〉 ὕπνος ἱκάνει] ἵνα μὴ δόξῃ ἐμποδίζειν πρὸς
97. ἐς τοὺς φύλακας καταβείομεν] ὅτι ἐφʼ ὕψους αἱ νῆες, καὶ ἀλλαχοῦ “κατάγειν κοίλας ἐπὶ νῆας” (Ιl. 5. 26).
ἐς τοὺς φύλακας καταβείομεν] προπαρασκευάσαι γὰρ αὐτοὺς
θέλει, μή πως ἔλθωσιν οἱ πολέμιοι διὰ νυκτός.
〈καταβείομεν〉] θαρραλεωτέρους τοὺς σκοποὺς ποιήσοντες.
98. μή τοι μὲν καμάτῳ ἀδηκότες] προαπολογεῖται ὡς διὰ τὸν
Θρασυμήδην, εἰ καὶ ἀνθρώπινόν τι πάθοι· ἐκεῖνοι δὲ κρείσσονες ὁρῶν-
ται τῶν παθῶν. §. περισσὸν δὲ τὸ “τοί·” ἐνήλλαξε δὲ τὴν φράσιν·
ἔδει γὰρ μὴ ἐκεῖνοι μὲν ἀμελήσωσιν, ἐπέλθωσι δὲ οἱ πολέμιοι.ʼ §. τὸ
δὲ “ἀδηκότες” ἀηδισθέντες· καὶ “δείπνῳ ἀδήσειεν” (Od. 1. 134). B-
§. “ὕπνῳ” τῇ ἀγρυπνίᾳ· “ὕπνῳ καὶ καμάτῳ ἀρημένος” (Od. 6. 2).
101. * ἀπολογεῖται ὡς δεόντως εἰπών.
103. Ἀτρείδη κύδιστε] κύδιστον γὰρ πάντων βασιλεύς. ἐκ προ-
οιμίων δὲ ἀνακτᾶται τὸ καταπλῆξαν τοῦ βασιλέως.
104. οὔ θην Ἕκτορι πάντα νοήματα] αἱ γὰρ ἄκρα〈ι〉 τῶν εὐτυ-
χιῶν μεταβολὰς ποιοῦσιν· πιθανῶς δὲ νῦν μὲν παραθαρσύνει τὸν
Ἀγαμέμνονα—ὁρᾷ γὰρ αὐτὸν ὑπὸ τῆς συμφορᾶς τεταπεινωμένον—
ἐν δὲ τοῖς ἑξῆς τὸν Διομήδην φοβεῖ εὑρὼν βαθέως καθεύδοντα. καί
φησιν “οὐκ ἀίεις, ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο εἵαται” (160); δεῖ
γάρ, ὡς ἔοικε, τοὺς μὲν πεφοβημένους θαρσύνειν, τοὺς δὲ θαρροῦντας
φοβεῖν, ὅπως μήτε τῷ δέει τις ἐκπλήττηται μήτε τῷ θάρσει ἀπαρα-
σκεύαστος γίνηται.
οὔ θην Ἕκτορι 〈— Ζεὺς ἐκτελέει, ὅσα πού νυν ἐέλπεται〉] οἶδε γάρ,
ὡς διʼ αὐτόν· ὑποκορίζων δὲ “Ἕκτορι” φησίν, ἅμα δέ, ὅτι οὐ μέμφεται
τὴν πρώτην βουλήν, οὐδὲ πρὸς τὴν ἀπόβασιν ἐξεταστέον τὰς βουλάς.
108. σοὶ δὲ μάλʼ ἕψομ᾿ ἐγώ] “μάλα,” ἵνα μὴ δοκῇ δι᾿ ἀνάγκην επεσθαι αὐτῷ.
ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους] καλῶς οὐχ ὁ Ἀγαμέμνων καθʼ ἑαυτὸν ἐγείρει τοὺς ἀριστέας, ἔχων τῆς Ἀχιλλέως ὀργῆς τὴν αἰτίαν.
111. *ἀλλʼ εἴ τις] ἀντὶ τοῦ εἴθε.
113. τῶν γὰρ νῆες—ἑκαστάτω] διὰ σχήματος ἐδηλώθη διὰ τί Μενέλαος ἐκεῖ ἀπέσταλται, ὥστε οὐκ ἀργὸν τὸ “ῥίμφα θέων” (54).
*ἑκαστάτω] πορρωτάτω.
114. ἀλλὰ φίλον περ ἐόντα] χαρίεν τὸ τῆς ὑποθέσεως· εὑρίσκεται
γὰρ προβλέψας ἤδη, 〈ὃ〉 περὶ αὐτὸν μέμφεται.
115, 6, 7. νεικέσω —ὡς εὕδει—νῦν ὄφελεν πονέεσθαι] ἀποδέχεται οὖν τὸν Ἀγαμέμνονα συνεργοῦντα τῷ καιρῷ.
115. *εἴ περ μοι] οὕτως αἱ Ἀριστάρχου. τινὲς δὲ “εἰ καί μοι.”
117. νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας] πρεπόντως τὸν πόλεμον
ἀποσιωπᾷ, ὁ μέντοι Μενέλαος τοῦτο〈ν〉 ἐνθυμεῖται· “τοὶ δὴ ἕθεν
εἵνεκα” (27).
120. ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα] οὐδὲ ὡς συκοφαν-
τοῦντι τῷ Νέστορι μέμφεται, οὐδὲ καθάπαξ ὑπεραπολογεῖται τοῦ
ἀδελφοῦ, ἀλλʼ ὁμολογῶν αὐτὸν ἐνίοτε ἀμελεῖν. δεξιῶς οὖν τὸν
λόγον ἐκέρασεν.
122. οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο] φιλαδέλφως ἀπολο-
γεῖται. δύο δέ ἐστι διʼ ὧν γίνεται ῥᾳθυμία, ἀμέλεια καὶ ἄνοια. καὶ
ἐν Ὀδυσσείᾳ “νήπιος —ἠὲ χαλίφρων ἠ〈ὲ〉 ἑκὼν μεθιεῖ” (Od. 4.
124. καί μοι ἐπέστη] ταχέως ἐδήλωσεν, ὡς πολλῷ προὔλαβεν
127. *ἠγερέεσθαι] διὰ τοῦ θ τὸ “ἠγερεέσθαι.᾿᾿
129. οὔτις σοὶ νεμεσήσεται] οὐδεὶς τῶν κελευομένων ἀντερεῖ,
130. *ἐποτρύνῃ καὶ ἀνώγῃ] οὕτω χωρὶς τοῦ σ.
134. ἐκταδίην] οἰκεία στολὴ τῷ γέροντι διὰ τὸ γῆρας καὶ τὴν νύκτα.
137. πρῶτον ἔπειτα] οὐ δεῖ διαστέλλειν 〈μετὰ〉 τὸ “πρῶτον·”
138. ἐξ ὕπνου ἀνέγειρε Γερήνιος] οὐδὲν ἔτι ποιεῖ Ἀγαμέμνων
ὁ δυνατὸς ὀφείλει πάντα πράττειν, οὐχ ὁ βασιλεύς. καὶ Ὀδυσσεὺς
“κοιρανέων ἐπεπωλεῖτο” (Ιl. 4. 250).
139. τὸν δʼ αἶψα περὶ φρένας] δυσωπεῖται γὰρ Νέστορος καλοῦν.
μέμνων εἰς τὴν σκηνὴν εἰσέρχεται Νέστορος οὐδὲν ἐχυρὸν ἔχουσαν
πρὸς ἔφοδον πολεμίων.
141. τίφθʼ οὕτω κατὰ νῆας —οἶοι ἀλᾶσθε] φέρεσθε· ταῦτα δὲ
νεώτερόν ἐστιν ἐν τῷ στρατῷ. μαρτυρεῖ δὲ τούτοις Νέστωρ ἐπιλέγων
“διογενὲς Λαερτιάδη, μὴ νεμέσα” (144).
142. ὅ τι δὴ χρεώ] ἀντὶ τοῦ ‘τί δή,ʼ ὡς “ὁπ〈π〉οίης δʼ ἐπὶ νηός”
145. μὴ νεμέσα] παραιτεῖται τὴν μέμψιν, οὐ νεώτερόν τι σημαί-
νων, ἀλλὰ διὰ τὰ ἐνεστῶτα· ὃ συνεὶς Ὀδυσσεὺς ἕπεται μηδʼ ὁτιοῦν
ἀντιλέγων.
146. *ἀλλʼ ἕπε᾿ ] ἄνευ τοῦ υ “ἕπε᾿.ʼʼ
147. * ὅλον συναπτέον.
149. ποικίλον ἀμφʼ ὤμοισι σάκος] δειλός, φασίν, οὗτος ἀσπίδα καὶ
〈οὐ〉 δόρυ ἀναλαμβάνων. ἴσως δὲ σιωπωμένῃ τῇ ἀποκρίσει χρῆται
πρὸς τὸν Νέστορα εἰπόντα βουλεύ〈σ〉εσθαι, πότερον φευκτέα ἢ
μενετέα, ἐμφαίνων διὰ τῆς ἀσπίδος ὅτι μενετέα. δόρυ μὲν γὰρ
φέρουσι καὶ μὴ μαχόμενοι, ἀσπὶς δὲ μενόντων ἐστὶ καὶ μαχομένων.
ὅτι δὲ ἐχρῶντο καὶ τῷδε τῷ τρόπῳ τῆς ἀποκρίσεως, διʼ ὑποδείγματος
παραστήσω. ἐστασίαζόν ποτε Ἐφέσιοι περὶ χρημάτων· παρελθὼν
δὲ εἰς τὴν ἐκκλησίαν Ἡράκλειτος ἐπιπάσας κύλικι ἄλφιτα ἐξέπιε
τὸν κυκεῶ, ἐμφαίνων ὅτι δεῖ ζηλοῦν αὐτάρκειαν.
150. τὸν δʼ ἐκίχανον ἐκτὸς 〈ἀπὸ〉 κλισίης] στρατιωτικὸν τὸ
αἰθριοκοιτεῖν. δείκνυσι δέ, ὡς οὐ λόγῳ μόνον ἐστὶ θρασύς.
151. σὺν τεύχεσιν, ἀμφὶ δʼ ἑταῖροι] οὐχ ὡπλισμένος —δειλῶν γάρ —ἀλλʼ οἷον πλησίον ἔχων τὰ τεύχη. καλῶς δὲ οἱ ἑταῖροι τὴν μεθʼ ἡμέραν τάξιν φυλάττουσι τεταγμένοι περὶ τὸν βασιλέα.
ἀμφὶ δʼ ἑταῖροι εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας] διὰ τὴν μεθʼ
ἡμέραν ταλαιπωρίαν κοιμῶνται. στρατιωτικόν γὰρ τοῖς αὐτοῖς ὅπλοις
χρῆσθαι καὶ πρὸς πόνους καὶ πρὸς ἀνάπαυλαν.
152. ἔγχεα δέ σφιν ὄρθ’ ἐπὶ σαυρωτῆρος] τρόπον τινὰ περιχαρα-
κοῦντα τὸν ἡγεμόνα. φανερὸν δὲ τὸ σχῆμα καὶ κοιμωμένων, ἴσως
ἐμφαίνοντος τοῦ ποιητοῦ καὶ διὰ τούτου τὸ ἀνδρεῖον Διομήδους καὶ
ἕτοιμον εἰς μάχην· διὸ καὶ τὰ ἐναντία ἐξῆς φησι περὶ Θρᾳκῶν
ὡς ψέγων “ἔντεα δέ σφι καλὰ —παρʼ αὐτοῖσιν χθονὶ κέκλιτο εὖ
κατὰ κόσμον” (471).
153. τῆλε δὲ χαλκὸς λάμφʼ 〈ὥστε στεροπή〉] γραφικῶς τῷ
σκιάζοντι τῆς νυκτὸς ἀντιπεριέστησε τὴν ἐκ τῶν αἰχμῶν ἀναλάμ-
πουσαν αὐγήν, καὶ ταύτην “τῆλε.”
156. ὑπὸ κράτεσφι τάπης τετάνυστο] ἀναγκαῖον σκληρᾶς οὔσης τῆς στρωμνῆς τὸ προσκεφάλαιον εἶναι ἁπαλόν· οὐ μόνον δὲ καθʼ ἡλι- κίαν, ἀλλὰ καὶ κατὰ τὸ ἀξίωμα ἑκάστῳ τι ἀπονέμει. τάπης γοῦν τῷ βασιλεῖ ὑπόκειται, οὐχ ὡς τοῖς στρατιώταις ἀσπίς.
158. λὰξ ποδὶ κινήσας] εἰκὸς διὰ τοὺς μεθ᾿ ἡμέραν κόπους οὐκ αἰσθά- νεσθαι· καλῶς δέ, ὅτι οὐ μονοειδῶς ἅπαντες διυπνίζονται. δυσωπητικὸν δὲ τὸ ὑπὸ τοῦ γέροντος ἀνίστασθαι· διὸ καὶ “λάξ” αὐτὸν ἀνίστησιν ὀνειδίζων τὴν ἀπρονοησίαν.
*διὰ τοῦ “κινήσας” ἰάσατο τὸ “λάξ.” τῷ ὑποκάτω τῶν δακτύ- λων μέρει.
159. *ἔγρεο, Τυδέος υἱέ] γράφεται καὶ “ὄρσεο·” διχῶς αἱ
* ἀωτεῖς] κοιμᾷ, ἀπὸ τοῦ ἀέσαι.
160. οὐκ ἀίεις] Ἀγαμέμνονα μὲν καταπληχθέντα παραμυθεῖ-
ἐπὶ θρωσμῷ πεδίοιο] οἳ μὲν τῷ ἀντικρύ, οἳ δὲ τῷ ὑψηλῷ, οἳ δὲ τῷ
161. εἳαται ἄγχι νεῶν, ὀλίγος δέ τε χῶρος ἐρύκει] οὕτω διὰ τοῦ
164. σχέτλιος ἐσ〈σ〉ί, γεραιέ] ἡδὺ ἐπίπληξις φιλοπονίας καὶ
ἀρετῆς.
σχέτλιος] ὁ ἄξια ἀγανακτήσεως πράσσων· εἰώθαμεν δὲ ἀμελείας
167. ἀμήχανος ἐσσί] ἀνίκητος, πρὸς ὃν οὐδὲ τὸ γῆρας μηχανήσα-
169. ναὶ δὴ ταῦτά γε— κατὰ μοῖραν ἔειπες] ὁ γέρων ἐπαινεθεὶς
〈ἂν〉 ἦν—ἀλλὰ τὸν καιρὸν ἐπικίνδυνον εἶναι καὶ τῆς παρὰ δύναμιν
φιλοπονίας δεόμενον.
170. εἰσὶ δέ μοι παῖδες] ὅτι εἰς τὰς κοινὰς ὑπηρεσίας πρώτους καταλέγει τοὺς ἑαυτοῦ παῖδας.
173. ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς] καὶ διὰ τὸ ὀξὺ καὶ διὰ τὸ λεπτὸν
ἐπικίνδυνον τοῦτο. §. τὴν πρώτην δὲ τοῦ “ξυροῦ” συσταλτέον διὰ τὸ
174. ἢ μάλα λυγρὸς ὄλεθρος—ἡὲ βιῶναι] ἄμφω τοὺς συνδέσ- μους ἐγκλιτέον· διαζευκτικοὶ γάρ εἰσιν· οὐκ εἶπε δὲ κρατῆσαι ἢ κρατηθῆναι, ἀλλʼ ἢ κακῶς ἀπολέσθαι ἢ ζῆσαι.
175. Φυλέος υἱόν] Μέγητα· καὶ ἀλλαχοῦ “Φυλείδην τε Μέγητα”
176. ἄνστησον, σὺ γὰρ ἐσσὶ νεώτερος, εἴ μʼ ἐλεαίρεις] τὸ ἑξῆς
“ἄνστησον, εἴ μʼ ἐλεαίρεις.” οὐκ ἐπιτακτικῶς δέ φησιν, ἀλλʼ ‘ εἰ
ταῖς ἀληθείαις ἐλεεῖς με᾿ διὰ τὸ “σὺ μὲν πόνου οὔποτε λήγεις” (166).
τὸ δὲ “σὺ γὰρἐσσὶ νεώτερος” πεφυλαγμένως προσέταξε πρὸς τὸ λῆμμα
εἰπόντος“οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν᾿᾿ (165), ὡς, εἰ μὴ
179. τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως] ταχέως καὶ μεγαλείως·
τί γὰρ ἔδει διατρίβειν περὶ πρᾶξιν οὐδὲν ἠθικὸν οὐδὲ ἀξιόπιστον ἔχουσαν;
182. ἀλλʼ ἐγρηγορτὶ—εἵατο] καλῶς οὕτε κατακλίνονται, ἵνα μὴ κατενεχθῶσιν εἰς ὕπνον, οὔτε ἑστήκασιν, ἵνα μὴ προκάμωσι τῆς χρείας.
ἐγρηγορτὶ σὺν τεύχεσιν] οἰκεῖον φύλαξι τὸ μὴ κοιμᾶσθαι μηδὲ πρὸς βραχὺ ἀποθέσθαι τὴν ἀσπίδα.
183. ὡς δὲ κύνες περὶ μῆλα] θείως τὴν τῶν φυλάκων ἀγρυπνίαν τῇ τῶν κυνῶν παρέβαλε, καὶ ταῦτα ποιμενικῶν· ὀξυήκοοι γὰρ καὶ ἄγρυπνοι, ἔπειτα καὶ λέοντος προσδοκῶντες ἔφοδον.
*δυσωρήσωνται] ὤρα ἡ φυλακή.
186. ἀπό τε σφι〈σὶ〉ν ὕπνος ὄλωλεν] τοῖς κυσίν· θορύβου γὰρ
παρεμπεσόντος, κἂν οἱ ἄνδρες ἀφυπνώσωσιν, οὐκέτι κοιμῶνται οἱ
κύνες. διὸ ὑπερβολικῶς εἶπε τὸ “ὄλωλεν,” ὡς μηδὲ ὕστερον εἰ
βουληθεῖεν ὑπνωσόντων αὐτῶν.
188. νύκτα φυλασσομένοισι κακήν] κοινῶς, ὡς ἂν εἴποις ‘ κακὴν
νύκτα διήγαγον·ʼ καὶ ἔστι παθητικόν, ὑπὸ τοῦ ποιητοῦ Ἀττικῶς
κείμενον. ἅμα δὲ ἐξηγεῖται τὸ “δυσωρήσονται” (183)· δηλοῖ γὰρ
τὴν δυσχερῆ παραφυλακήν.
* φυλασσομένοισι] ἀντὶ τοῦ φυλάσσουσιν.
188, 9. πεδίον〈δε〉 γὰρ αἰεὶ τετράφατο] διὰ τοῦ ἀεί δηλοῖ τοὺς μηδʼ ὅλως ἀφυπνίσαντας ἀντιστήσαντας τῷ ὕπνῳ τὸν φόβον.
189. * ἐπὶ Τρώων ἀίοιεν ἰόντων] ἐπιόντων ἀίοιεν.
190. τοὺς δʼ ὁ γέρων γήθησεν] τὸ πᾶν γὰρ αὐτῷ ἐπιτρέπει ὁ Ἀγαμέμνων.
191. οὕτω νῦν, φίλα τέκνα, φυλάσσετε] τεχνικῶς διὰ τοῦ παραγ-
ἐμνημόνευσεν.
193. μὴ χάρμα γενώμεθα] τὸ μάλιστα λυποῦν παρέλαβε, χαρὰν
194. τάφροιο διέσσυτο] ὑπὲρ γεροντικὴν προθυμίαν καὶ πρῶτος
πρόεισι δυσωπῶν αὐτούς. §. διὰ τί δὲ οὐ μᾶλλον ἔσω τοῦ τείχους
ἐκπέμπεσθαι πρὸς τὸ μὴ δοκεῖν πολὺ προκόπτειν τῆς φάλαγγοςʼ
ἦσαν δὲ ἤδη τὰ τῶν συμμάχων παυθέντα πυρά· διὸ ἔλαθον.
196. τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱός] διὰ τὸν Ἰδομενέα καὶ Νέστορα· ἅμα δέ, ἵνα οἱ κατάσκοποι ὁπλισθῶσιν.
197. αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι] πιθανῶς τοὺς φύλακας
εὑρόντες ἐγρηγορότας, ἐπῄνεσαν μὲν αὐτοὺς τοῖς λόγοις, ἐτίμησαν
δὲ τοῖς ἔργοις ἐπὶ συμβουλίαν τοὺς ἡγεμόνας αὐτῶν παραλαβόντες.
198. ὀρυκτήν] τὴν εὖ ὀρυχθεῖσαν, ὅ ἐστι βαθεῖαν· ἢ ἀντιδια-
199. ὅθι δὴ νεκύων διεφαίνετο χῶρος] “διεφαίνετο᾿᾿ ὡς ἐν σκότῳ οὐ
καθαρῶς ἐφαίνετο. ἐκίνησε δὲ ἡμῶν τὴν διάνοιαν τῷ ἐναργεῖ, τὸ μὲν
περὶ τὴν τάφρον ἅπαν χωρίον φήσας πλῆρες εἶναι κειμένων νεκρῶν,
ὀλίγον δὲ τὸν καθαρὸν τόπον.
ὅθι δὴ νεκύων διεφαίνετο χῶρος πιπτόντων] ἄτοπόν φασι, μηδὲ
τοὺς πρὸς τῇ τάφρῳ 〈ἀν〉ελέσθαι νεκρούς· ἀλλʼ οὐκ ἂν ἐπέγνωσαν
νυκτὸς τοὺς ἑαυτῶν. ἢ διὰ τὴν φαντασίαν.
204. ὦ φίλοι, οὐκ ἂν δή τις ἀνήρ] ἐξ αὐτοῦ τοῦ πράγματος ἄρχε-
206. ἐλθεῖν εἴ τινά που] ὑποστίζων εἰς τὸ “ἐλθεῖν” τελειώσεις εἰς τὸ “ Ἀχαιούς” (210) καὶ τελειῶν εἰς τὸ “ἐλθεῖν” ἀποδώσεις εἰς τὸ “ἀνθρώπους” (213).
ἕλοι ἐσχατόωντα] ζωγρῆσαι πρὸς τὸ πυθέσθαι τὰ παρὰ τοῖς πολε-
μίοις. διὰ δὲ τοῦ “ἐσχατόωντα” τὸ ἀκίνδυνον ὑπέφηνε τῆς πράξεως
καὶ ἀντιπαρέβαλε τῷ “μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη” (212).
210. * ἂψ ἀναχωρήσουσιν] διὰ τὸ ὑπονοεῖν Ἀχιλλέα.
211. *ταῦτά τε πάντα] ἐπανάληψις.
ἂψ εἰς ἡμέας ἔλθοι] διοριζόμενος θαρσαλεώτερον αὐτὸν ποιεῖ.
212. ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον] πανταχόθεν προτρέπεται,
τῷ εὐχερεῖ, τῷ ἀκινδύνῳ, τῷ εὐκλεεῖ.
213. *πάντας ἐπʼ ἀνθρώπους] ἀντὶ τοῦ εἰσέπειτα.
214. ὅσ〈σ〉οι γὰρ νήεσ〈σ〉ιν ἐπικρατέουσιν] μέγας οὖν ἔσται,
ἀριστεῖα παρὰ τῶν ἰδίων λαμβάνων· καὶ τὸ δῶρον ἐκ μεγίστης προ-
φάσεως διδόμενον, καὶ εἰ μηδέν ἐστιν, ὅμως μέγα· ἔσται δὲ αὐτῷ,
φησίν, ἀγέλη μελάνων οἰῶν, ὅπερ ἐστὶ σπάνιόν τε καὶ σύμβολον τῆς
ἐν νυκτὶ πράξεως. διὰ δὲ τῆς ἐπιμονῆς ἀείμνηστον ποιεῖ τὸ κλέος τῆς
πράξεως.
216. ὑπόρρηνον] ἔγκυον· οἳ δὲ θηλάζουσαν. §. “ὑπόρηνον” δὲ γρά- φει διὰ τοῦ ἑτέρου ρ.
217. αἰεὶ δʼ ἐν δαίτῃσι] ὡς τὸ “ἕδρῃ τε κρέασίν τέ’ (Ιl. 8. 162)· ἐκ τούτου δὲ δῆλον, ὡς οὐ πάντες ἀεὶ ἐκαλοῦντο. ἢ τὸ “ἀεί ᾿᾿ τὸ αὐτό- ματον τῆς ἑστιάσεως δηλοῖ, ὡς τὸ “ αὐτόματος δέ οἱ ἦλθε” (Ιl.2.408).
218. οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ] Ἑλληνικὸν τὸ μὴ προπετῶς ὑποδέχεσθαι τοὺς κινδύνους.
220. ἔμʼ ὀτρύνει κραδίη]“ἐμέ᾿᾿ πρὸς τὸ“πεπίδοιθʼ ἑῷαὐτοῦʼ᾿ (204)·
ἔπρεπε δὲ τὸν μένειν συμβουλεύοντα καὶ τοὺς κινδύνους ὑποδύεσθαι.
221. ἐγγὺς ἐόντα] οὐκ εἰκῇ τὸ “ἐγγὺς ἐόντα,᾿᾿ ἀλλʼ ὅτι μέγαν
ὡς καὶ ἑτέρου συνεργοῦ δεόμενος.
222. *ἀλλʼ εἰ] τινὲς ἀντὶ τοῦ εἴθε.
223. μᾶλλον θαλπωρή] ἐπιτήδειος ὁ τόπος πρὸς τὸ κοινωνοὺς ἐν
224. σύν τε δύʼ ἐρχομένω] ὡς τὸ “ἄμφω δʼ ἑζομένω, γεραρώτε-
ρος ἦεν Ὀδυσσεύς” (Ιl. 3. 211).
225. * εἴ περ τι νοήσῃ] οὕτω καὶ οἱ ἀπὸ τῆς σχολῆς.
227. οἳ δʼ ἔθελον Διομήδει] προτρέπει ἐπὶ τὰ καλὰ τῶν ἔργων
228. ἠθελέτην Αἴαντε δύω] παλαιᾶς ἑρμηνείας ἰδέα καὶ μᾶλλον ἔμφασιν ἔχουσα τῷ ἐπιμένειν τῷ “ἤθελε” καὶ μὴ μεταλλάξαι εἰς τὸ ‘ἐβούλετο᾿ ἢ ἄλλο τι.
231. ὁ τλήμων Ὀδυσεύς] “ὁ τλήμων” πρὸς τὴν ἑτέραν ποίησιν, ἵνα εὐφυὴς ἐν ἅπασι γένοιτο.
232. αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα] τολμητὴς ἦν οὐ μόνον ἐν τῷ παρόντι.
233. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων] πάντα
σφήλας φησὶ περὶ τοῦ ἀδελφοῦ. ἄτοπον γὰρ 〈ἂν〉 ἦν Νέστορα καὶ
τοῦτο εἰπεῖν καταβάλλοντα τὸν Μενέλαον.
234. ἐμῷκεχαρισμένε θυμῷ]ἤδη χάριναὐτῷ τῆς προθυμίας ὁμολογεῖ.
235. *ἕταρον] συνεργόν.
236. φαινομένων τὸν ἃριστον] καλῶς παραιτεῖται Μενέλαον· οὐ
γὰρ ἄριστος οὗτος.
φαινομένων τὸν ἄριστον] τεχνικῶς ἔχει ὁ λόγος. ὁρῶν γὰρ τοὺς
238. σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων] διδάσκει, ὅτι πολλάκις αἰδὼς ἐκκρούει τοῦ συμφέροντος.
239. εἰς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν] τοὺς πρὸς τὰ
ἔργα ἡμῖν χρησίμους ἐσομένους ἀξιοῖ Ὁμηρος σκοπεῖν, οὐ τοὺς
εὐγενεῖς ἢ πλουσίους, ὥσπερ καὶ ἰατροὺς οὐ τοὺς πλουσίους παρα-
λαμβάνομεν ἐν ταῖς νόσοις, ἀλλὰ τοὺς ἰάσασθαι δυναμένους.
240. * οὐδὲ ἐν τῇ Ζηνοδότου ἦν.
242. εἰ μὲν δὴ ἕταρόν 〈γε κελεύετʼ ἔμʼ αὐτὸν ἑλέσθαι〉] Ἀρίσταρ-
χος τὴν “μέ ” ἐγκλιτικῶς προφέρεται.
243. πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγώ] τῇ ἀνδρ〈ε〉ίᾳ ἑαυτοῦ θαρρῶν σύμβουλον αἱρεῖται· διὸ παρίησιν Αἴαντα.
244. οὗ περὶ μὲν πρόφρων κραδίη] ἀληθὴς ὁ ἐν τοῖς κινδύνοις
ἔπαινος, παρωσάμενος πᾶσαν αἰδῶ. ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπολο-
γεῖται, οὐ διʼ ἀνδρ〈ε〉ίαν φήσας αὐτὸν δέχεσθαι, ἀλλὰ διὰ φρόνησιν.
§. ἕκαστος κατὰ σοφίαν εἴκειν ἠξίου.
245. * ὡς ὑπὸ τῆς θεοῦ τιμώμενος οἶδε καὶ τοὺς ἄλλους τοὺς ὑπʼ αὐτῆς τιμωμένους.
246. *τούτου γʼ ἑσπομένοιο] δασύνεται· Ἀρίσταρχος γὰρ δασύνει
καὶ τὸ “ἀλλὰ σοί, ω μέγʼ ἀναιδές, ἅμʼ ἑσπόμεθα” (Ιl. 1. 158).
247. ἄμφω νοστήσαιμεν]. πρὸς τὸ φιλάλληλον οὐκ εἶπε ‘νοστή- σαιμι᾿ , καὶ ὑποφαίνει, ὡς εἰ ἄλλον εἵλετο αἴτιος 〈ἂν〉 ἀμφοτέροις θανάτου καθειστήκει. §. καὶ 〈εὖ〉 ἔοικεν ἔχειν τὸ “θείοιο” (243)· μόνους γὰρ θεοὺς οὐκ ἀναλίσκει τὸ πῦρ.
ἐπεὶ περίοιδε νοῆσαι] τινὲς κατὰ παράθεσιν τὸ “περίοιδε.᾿᾿ §. φησὶ
δὲ ἐκ τούτων πεποιῆσθαι τὴν Ὀδυσσείαν. §. ὅτι κρείττων ἀνδρείας
249. μήτʼ ἄρ με μάλʼ αἴνεε] ἐντεῦθεν Χίλων τὸ“μηδὲν ἄγαν᾿᾿ φησίν.
§. τινὲς δὲ τὸν λόγον ἀνατείνουσιν εἰς τὸ “πῆ φεύγεις” (Ιl. 8. 94)·
οὐκ ἂν δὲ ἐκείνου τοῦ καιροῦ ἐμνήσθη ἐπὶ Νέστορος, ὅσον τὸ καθʼ
αὑτὸν προδοῦναι αὐτόν.
250. εἰδόσι γάρ τοιταῦτα —ἀγορεύεις] περισσὸς ὁ μεταξὺ τῶν φίλων
252. ἄστρα δὲ δὴ προβέβηκε] ἄτοπον πρὸς ἠῶ κατασκόπους πέμ-
*ἤδη πρὸ τῆς ἐξόδου περὶ τοῦ καιροῦ συμβουλεύει. δεόντως οὖν
〈παρῴχηκεν δὲ) πλέων νύξ] οὕτω διὰ τοῦ ω 〈“παροίχωκεν᾿ 〉,
πλέων νύξ, τῶν δύο μοιράων] παρῆλθον τῆς νυκτὸς αἱ β΄
πλήρεις μοῖραι, ὡς τὸ “μέλαινά τʼ ἄστρων ἐκλέλοιπεν εὐφρόνη”
(Soph. El. 19), ἵνʼ ᾖ τὸ “πλέω” ἀντὶ τοῦ πλήρης· ὅθεν καὶ τὸ
“Πληιάδας τʼ ἐσορῶντι ” φησὶ περὶ τοῦ Ὀδυσσέως (Od. 5. 272)·
προοικονομεῖ οὖν, φησί, τὴν Ὀδυσσείαν. οἳ δέ, τὸ πλέον τῶν β΄ μοι-
ρῶν αὑτῆς παρῆλθεν ἡ νύξ, β΄ δὲ μοῖραι η΄ ὧραι. τούτων τὸ πλέον, ὃ
ἐστιν ζ΄, παρῆλθεν, ἐσμὲν δὲ ἐν ὀγδόῃ ὥρᾳ, λείπονται δὲ τέσσαρες.
δύναται δὲ καὶ οὕτως εἶναι· πολλάκις γὰρ τῇ λ΄ τοῦ μηνὸς τὸ δειλινὸν
λέγομεν, τὴν λ΄, μόνην ὑπολείπεσθαι τῷ μηνί· καὶ ἀλλαχοῦ “οἳ δὲ
πανημέριοι μολπῇ θεόν” (Ιl. 1. 472) τὸ λεῖπον τῆς ἡμέρας.
πλέω—τῶν β΄ μοιράων] τὴν πλείονα μοῖραν τῶν β΄ μοιρῶν, ἵνα
λείπηται μέρος τι τῶν β΄ καὶ ἡ τρίτη τελεία.
253. *Ἀριστοφάνης ἀθετεῖ.
255. Τυδείδῃ μὲν δῶκε—Θρασυμήδης] ἵνα μὴ ἀπιοντες πάλιν
σώσαντα (Ιl. 8. 139).
256. * τὸ δὲ—λέλειπτο] τοῦτο διὰ μέσου. οἳ δὲ “δέ ᾿᾿ ἀντὶ τοῦ γάρ.
257. * καὶ σάκος] εἰς προβολὴν τοῦ τοξ〈ότ〉ου Ὀδυσσέως.
258. ἄφαλόν τε] ὁ φάλος ὀμφαλός ἐστι μικρὸς ἀσπίδι μικρᾷ
ἀποσκιάζων τὴν αὐγὴν τοῦ ἡλίου, οἷαι τῶν Κορυβάντων εἰσὶν αἱ
κόρυθες καὶ τῶν παλλαδίων· ὅτι δὲ κατὰ τὸ μέτωπόν ἐστιν ὁ φά-
λος, δῆλον ἐκ τούτων “τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον—ἐν δὲ
μετώπῳ πῆξε” (Ιl. 4. 459) κἀκ τούτων “ψαῦον δʼ ἱππόκομοι κόρυθες
λαμπροῖσι φάλοισι νευόντων· ὣς πυκνοὶ ἀφέστασαν” (Ιl. 13. 132).
ἄλοφον] πρὸς τὸ λανθάνειν. §. “ἄφαλον” δὲ ἀναγκαίως· ἐκ γὰρ τῶν φάλων εἰώθασιν ἐκδεῖσθαι οἱ λόφοι.
καταῖτυξ] παρὰ τὸ κάτω τετύχθαι· λόφον γὰρ οὐκ ἔχει.
259. ῥύεται δὲ κάρη] 〈δείκνυσιν,〉 ὅτι πρὸς μόνην σκέπην πεποίηται, οὐ πρὸς κόσμον· φάλος δέ ἐστι μικρὸς ὀμφαλός, 〈ἐξ〉 οὗ δεῖται ὁ λόφος.
260. Μηριόνης δ᾿᾿ Ὀδυσῆι δίδου βιόν]ὡς Κρὴς ἔχει τόξον, ὅπως βάλλῃ λανθάνων τοὺς ἐν φωτί. καὶ προοικονομεῖ καιρίως τὴν μνηστηροκτονίαν.
262. ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν] ὥστε τῇ ἐμπλοκῇ τῶν ἱμάντων δυσδιάλυτον μεῖναι τὸ κράνος, τῶν δὲ ἔξωθεν κατὰ τὴν ἐπιφάνειαν σκέπεσθαι ὀδόντων πυκνῶς ἐρεισθέντων.
264. * ἀργιόδοντος] πρὸς τὸ ἀποκρούεσθαι τὰ βαλλόμενα με- μηχάνηνται οἱ ὀδόντες.
265. πῖλος ἀρήρει] Ἀπολλόδωρος ὁ σκιαγράφος ἐντεῦθεν πρῶτος ἔγραψε πῖλον Ὀδυσσεῖ· ἀλλʼ οὐκ ἦν αὐτοῦ ἡ περικεφαλαία 〈ἰδία〉, κοινόν τε πάσῃ τὸ ἔχειν 〈πῖλον〉.
266. τήν ῥα ποτʼ ἐξ Ἐλεῶνος] προειπὼν ἐν Θεσσαλίᾳ κατοικεῖν
τὸν Ἀμύντορα διʼ ὧν φησι Φοῖνιξ “φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλ-
λάδος᾿᾿ (Ιl. 9. 478) ἐνθάδε πῶς ἐν Ελεῶνι τῆς Βοιωτίας αὐτόν φησιν
οἰκεῖν; ἡ δὲ λύσις ῥαδία· ἦν μὲν γὰρ ὁμώνυμος τῷ Φοίνικος 〈πατρί〉.
Φερεκύδης δὲ Βοιωτὸν τὸν Ἀμύντορά φησιν· καὶ γὰρ ὁ ποιητὴς οὐκ
ἀπὸ τῆς Ἑλλάδος φησὶ φεύγειν τὸν Φοίνικα. δύναται δὲ καὶ ἐν
Ἑλλάδι οὕτω τις προσαγορεύεσθαι τόπος Ἐλεών.
τήν ῥα ποτʼ ἐξ Ἕλεῶνος] Αὐτόλυκος Ἑρμοῦ καὶ Στίλβης τῆς
Ἑωσφόρου δῶρον παρὰ τοῦ πατρὸς ἔλαβε τοῦτο, ὥστε κλέπτειν καὶ
τῶν κλεπτομένων ἀμείβειν τὴν ἰδέαν· καί ποτε κλέψαντος αὐτοῦ
Σισύφου βόας παρῆν ὁ Σίσυφος ἐπιγνοὺς τὰς ἰδίας· ὡς δὲ ἠρνεῖτο,
Σίσυφος στρέψας τὰς ὁπλὰς τῶν βοῶν ἔδειξε τὸ ὄνομα αὐτοῦ ἐγκε-
κολαμμένον. ὁ δὲ φωραθεὶς ἐπὶ ξενίαν αὐτὸν προετρέπετο· ὅθεν μεθυ-
σθεὶς βιάζεται Ἀντίκλειαν καὶ ποιεῖ Ὀδυσσέα.
*ἐν Ἐλεῶνι τὴν κλοπήν φησιν, ἐν δὲ Σκανδείᾳ τὴν διανομήν.
268. * Σκάνδειαν] πόλις τῶν Κυθήρων. §. λείπει δὲ ἡ εἰς, ἀντὶ τοῦ
270. φορῆναι] ἐκ τοῦ φόρημι φορέναι, ἐκτάσει φορῆναι, ὡς καὶ τὸ εἶναι.
271. δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη] ἡδεῖα ἡ περιπέτεια, τὸ διὰ
272. δεινοῖσιν] ἴσως διὰ τὴν κατάπληξιν τῆς προσδοκωμένης διʼ
273. λιπέτην δὲ—πάντας ἀρίστους] μένοντας καὶ καραδοκοῦντας
274. τοῖσι δὲ δεξιόν] ἀγαθὸν λίαν τὸ σημεῖον τοῖς ἐνεδρεύουσιν,
Ἀθηνᾶ, ἐπεὶ ἑλώδης ὁ τόπος παρὰ τῷ Σκαμάνδρῳ, ὑδατῶδες δὲ τὸ
ὄρνεον—ἐδήλου οὖν τὴν ἐπὶ τὰς ναῦς ὑποστροφήν—καὶ νυκτὸς
ἀγρεύει καὶ ἁρπακτικόν ἐστιν. ἀντὶ δὲ τοῦ “Παλλάς” “πελλόν”
γράφειν φησὶ δεῖν ὁ Ζώπυρος· τρία γὰρ γένη ἐρωδιῶν· πελλός, ὅς
ἐστιν ἅρπαξ· πύγαργος, ὃς αἱμορραγεῖ διὰ τῶν ὀφθαλμῶν ἐν ταῖς
συνουσίαις· ὁ δὲ 〈τρίτος〉 ἀφροδίσιος, ὃς ἀφρίζει ἐν ταῖς συνουσίαις.
ἐγγὺς ὁδοῖο] παρὰ τὴν ἔξοδον. §. προχαρίζεται δὲ τῷ ἀκροατῇ,
275. τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσιν] ἐδήλου, ὡς οὐκ ὀφθήσονται
276. *νύκτα διʼ ὀρφναίην] οἰκονομικῶς· ἀσέληνος γάρ ἐστιν ἡ νύξ· ἀμέλει Νέστωρ οὐχ ὁρᾷ (532).
277. ἠρᾶτο δʼ Ἀθήνῃ] οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα πρὸ τῶν
*χαῖρε δὲ τῷ ἄρνιθ᾿ Ὀδυσεύς] ὡς ἐμφρονέστερος.
*ὄρνιθ᾿ ] ἐκ πλήρους“ὄρνιθι” δοτική, ὡς“θῖνʼ ἐφ’ ἁλὸς πολιῆς᾿᾿ (Ιl. 1. 350).
278. τε μοι αἰεὶ—παρίστασαι] πραγματικῶς· προθυμοτέρως
280. *κινύμενος] ὑπερβολικῶς, οἷον ‘καὶ ἐπὶ σμικρὰν πρᾶξιν ὁρμῶν.ʼ
281. * εὐκλεῖας] ἀπὸ τοῦ εὐκλέας γέγονεν· διὸ προπερισπαστέον.
286. *ἐς Θήβας] πρὸς ἄμφω δύναται συντάττεσθαι.
288. *μειλίχιον μῦθον]καλῶς“μειλίχιονʼ᾿ τὸν περὶ διαλλαγῶν ἔφη.
290. τὸ “πρόφρασα” ἐνόμισάν τινες εἶναι θηλυκὸν “πρόφρασσα,᾿᾿
οὐκ ἔστι δὲ ἀληθές· Φιλόξενος γὰρ ἐν τῷ περὶ μονοσυλ〈λ〉άβων
φησίν, ὅτι ἐστὶν ἰδιότυπος ῥηματικὸς χαρακτήρ· καὶ ὡς παρὰ τὸ βήσω
βῆσακαὶ βῆσσα, ἄξω ἄξα καὶ ἅμαξα, 〈πείσω〉 πεῖσα—“τῷ δʼ ἄρʼ ἔτʼ
ἐν πείσῃ κραδίη μένε τετληυῖα᾿᾿ (Od. 20. 23)—οὕτω καὶ ἀπὸ τοῦ
φρῶ φρήσω 〈φρῆσα καὶ κατὰ τροπὴν φράσα καὶ πρόφρασα καὶ πρό-
φρασσα· ἔστι δὲ τὸ φρῶ, ὥς φησιν, ἀπὸ τοῦ προιῶ. ἔστιν οὖν τὸ
“πρόφρασσα” παρὰ τὸ προιέναι καὶ προθυμεῖσθαι. μέμνηται καὶ
Ὠρίων τούτων ἐν τῷ περὶ ἐτυμολογιῶν.
291. ὣς νῦν μοι ἐθέλουσα παρίστασο] καλῶς ὡς συνετώτερος
Ὀδυσσεὺς ἐκοινοποίησε τὴν εὐχὴν “δὸς δὲ πάλιν ἐπὶ νῆας ἐυκλείας
292. ῥέξω βοῦν] ἐπεὶ εἰς αὐτὸν ὁ κίνδυνος πλέον ὁρᾷ, καὶ θυσίαν
295. τῶν δʼ ἔκλυε] παραμυθητικὸν τοῦτο.
297. ὥς τε λέοντε δύω— ἀμ φόνον] ἐλεεινὸν ἐποίησε τοῖς ὀνόμασι τὸ νοούμενον.
298. ἀμ φόνον, ἀν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα] τῶν ἐπαι-
νουμένων Ξενοφῶντός ἐστι ταῦτα· “ἐκεὶ δʼ ἔληξεν ἡ μάχη, παρῆν
ἡδὺ θεάσασθαι, ἔνθα συνέπεσον ἀλλήλοις, τὴν μὲν γῆν αἵματι
πεφυραμένην, νεκροὺς δὲ κειμένους, ἀσπίδας δὲ πεπρισμένας, δό-
ρατα παρατεθραυσμένα, ἐγχειρίδια γυμνὰ κολεῶν, τὰ μὲν χαμαί, τὰ
δʼ ἐν τοῖς σώμασιν ἐμπεπηγότα᾿᾿ (Ages. 2. 14). ταῦτα δὲ Ὅμηρος
ἑνὶ στίχῳ συλλαβὼν πάντα ἀπήγγειλεν.
299. οὐδὲ μὲν οὐδὲ Τρῶας] ὑπὸ τὸν αὐτὸν χρόνον ἀμφότεροι τοὺς
κατασκόπους πέμπουσιν· συντυγχάνουσι γὰρ ἀλλήλοις ἰόντες· ἀλλ᾿
ὁ ποιητὴς ἐτίμησε τὸ Ἑλληνικὸν τῇ προτέρᾳ τάξει τοῦ λόγου.
ἔστι δὲ οἰκονομικὸν τὸ περὶ Δόλωνος καὶ πίστιν ποιοῦν τοῖς νυκτερι-
νοῖς τῶν Ἑλλήνων κατορθώμασιν.
300. ἀλλʼ ἄμυδις] ὁ μὲν Ἕκτωρ ἀνοήτως πάντας συγκαλεῖ τοὺς
303. τίς κεν μοι τόδε ἔργον] ὁ μὲν Ἕκτωρ μετὰ προστάξεως τὸν
ὑπακουσόμενον τῇ χρείᾳ καλεῖ, ὁ δὲ Νέστωρ ὑποτίθεται. καὶ οἳ μὲν
ἃ ἔχουσιν ἐπαγγέλλονται, 〈ὃ δὲ ἃ οὐκ ἔχει, καὶ〉 οἳ μὲν δῶρον, ὃ δὲ
ἀτίμως μισθόν. καὶ πρῶτον ἔταξε τὸν μισθόν· διὸ δελεάζεται ὁ υἱὸς
τοῦ πολυχρύσου (315).
306. οἵ κεν ἀριστεύωσι] αἱ Ἀριστάρχου “ἄριστοι ἔωσι,” Ζηνό-
δοτος δὲ “αὐτούς, οἳ φορέουσιν ἀμύμονα Πηλείωνα.᾿᾿ §. οἱ μὲν Ἕλ-
ληνες ἃ ἔχουσι διδόασιν, οἶν ὕπαρνον(215), ὁ δὲ Ἕκτωρ οὓς οὐκ ἔχει,
ἵππους. §. Ἀριστοφάνης γράφει “ καλούς, οἳ φορέουσιν ἀμύμονα
308. ἔκ τε πυθέσθαι] ὁ μὲν Νέστωρ τὴν πρᾶξιν ἐξεφαύλισεν ἐπὶ
φήμης ἀκοὴν πέμπων τὸν κατάσκοπον ἢ ἐπὶ σύλληψιν μονωθέντος
τινὸς πολεμίου, ὁ δὲ Ἕκτωρ ἐπὶ τὴν γνῶσιν τῶν ὅλων.
ἔκ τε πυθέσθαι] τὰ ἀκριβῆ περὶ πάντων ἀκοῦσαι· ὁ δὲ 〈Νέστωρ〉
314. ἦν δέ τις ἐν Τρώεσσι] ταχέως ἅπαντα ἐδήλωσε, τὸ ἔθνος,
τὸ ὄνομα αὐτοῦ τε καὶ τοῦ πατρός, τὴν τέχνην, τὴν τύχην, ὅτι πλού-
σιος, τὴν μορφὴν τοῦ Δόλωνος, τὴν ὠκύτητα.
*ἦν δέ τις] διηγήσεως ἐδέησε πρὸς τὸ σημᾶναι τὸ ἄδηλον τοῦ
315. κήρυκος] ἵνʼ ὡς οἰκεῖον ἑαυτῷ τοὖργον ἕληται καὶ ὀφθεὶς εὐπορῇ προφάσεως διὰ τὴν ἄδειαν, ἣν ἔχουσιν οἱ κήρυκες· ἄμα δέ. ὅτι καὶ ἀγνῶτες πολέμων οἱ κήρυκες, ἵνα καὶ ἄπρακτος ᾖ. §. τὸ δὲ “θείοιο,᾿᾿ ὅτι ἀνόμοιος τῷ πατρί.
πολύχρυσος] καὶ ὅμως ἠράσθη κέρδους· ἢ διʼ ἀλαζονείαν ἕτερόν τι
〈θηρᾷ〉 παρὰ χρυσόν. τὸ γὰρ πλουτεῖν καὶ ἱπποτροφίας ἐμποιεῖ πόθον·
ἵνα καὶ ὡς ἐν πλούτῳ τεθραμμένος ἄνανδρος ᾖ, καὶ ἵνα εὔελπις ᾖ, ὡς
εἰ ληφθείη διὰ τούτων λυτρωθήσεται.
*πολύχρυσος] εἰκότως, λαβὼν πέντε θυγατέρων ἕδνα.
316. εἶδος μὲν ἔην κακός] ἵνα ὡς ἄσημος λάθῃ· οὗτος δὲ ἤθελεν ἀντὶ Ἀχιλλέως ὀχεῖσθαι τοῖς ἵπποις.
317. *μετὰ πέντε κασιγνήτῃσιν] ὡς γυναικοτραφὴς δειλὸς ἦν καὶ ῥιψοκίνδυνος.
318. ὅς ῥα τότε Τρωσίν τε] δοκεῖ διαγανακτεῖν ὁ ποιητής, οἷος
ὢν οἵοις ἐπιχειρεῖ.
319. ἔμʼ ὀτρύνει κραδίη] ὁ μὲν Διομήδης προσλαβέσθαι συνεργὸν ἔσπευσε καὶ τὸ ἐπικίνδυνον τοῦ πράγματος καὶ τὸ νεμεσητὸν ὑφορώ- μενος, ὃ δὲ ἀνοήτως μόνος ὁρμᾷ.
321. καί μοι ὄμοσσον] τὸ ἄπιστον δηλοῖ τῶν βαρβάρων, ὅτι τὰς
πίστεις ὅρκοις, οὐ τρόποις ἀγαθοῖς βεβαιοῦσιν. ὁ δὲ Διομήδης οὐδὲ
μέμνηται τῆς δόσεως.
323. οἳ φορέουσιν ἀμύμονα Πηλείωνα] ὁ μὲν Ἕκτωρ τοὺς
ἀρίστους ἵππους δώσειν ὑπέσχετο, οὗτος δὲ τοὺς Ἀχιλλέως αἰτεῖ
εἰδὼς τούτους ἀρίστους. ἀμφοτέρων δὲ τὴν ἀτοπίαν καὶ ἄνοιαν
ἐδήλωσεν· φίλιππον δὲ χαρακτηρίζει τὸν Δόλωνα, νῦν μὲν τῶν
Ἀχιλλέως ἵππων ἐρῶντα, ἐν δὲ τοῖς ἑξῆς ἐπαινοῦντα τοὺς Ῥήσου
περιττῶς (436).
324. σοὶ δʼ ἐγὼ οὐχ ἅλιος] αἰτεῖ μὲν ἀδύνατα καὶ περὶ αὐτῶν
ἀναγκάζει ὀμνύναι, ὑπισχνεῖται δὲ πάντα, περὶ ὧν οὐδὲν εἶπε Διο-
μήδης.
οὐδʼ ἀπὸ δόξης] οὐκ ἄπωθεν τῆς οἰήσεως ἧς ἔχεις περὶ ἐμοῦ. ἢ οὐχὶ αὐτὸς ἐξ ὑπολήψεως ἀπαγγελῶ, ἀλλὰ μετὰ ἀκριβείας μαθὼν ἕκαστον· ἐπιφέρει γοῦν “τόφρα γὰρ ἐς στρατὸν εἶμι” (325).
325. τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές] ἐκπεπτωκὼς τῇ
ἐπιθυμίᾳ τῶν ἵππων πάντα διορίζεται ὡς ἐπικηρυκείαν ποιήσων, οὐ
τὸν μέγιστον κίνδυνον.
326. νῆʼ Ἀγαμεμνονέην] ἐκεῖ γὰρ αὐτοὺς καὶ Ἰδαῖος εὑρὼν ἀπ-
ήγγειλεν (Ιl.7. 383)· ἢ ὅτι Πρίαμος παρʼ ἑαυτῷ ποιεῖ τὰς συνόδους.
§. λαθεῖν δὲ οἴεται φύλακας, οὓς οὐδʼ 〈ἂν〉 ἐν ῥᾳστώνῃ ὄντας ἔλαθε
Πρίαμος, εἰ μὴ Ἑρμῆν ἔσχεν (Ιl. 24. 445).
328. καί οἱ ὄμοσσεν] μωρότερος τοῦ αἰτοῦντος ὁ ἐπαγγειλάμενος καὶ ὀμνὺς ὡς ἤδη τὰ λάφυρα διαιρῶν.
330. μὴ μὲν τοῖς ἵπποισ〈ιν〉] ἀντὶ τοῦ ‘οὐ μέν·ʼ “μὴ διʼ ἐμὴν ἰότητα Ποσειδ〈ά〉ων” (Ιl. 15. 41).
332. καί ῥʼ ἐπίορκον ἀπώμοσε] προσαγώγιμος ἡ τῶν ἀναφωνή-
σεων τέρψις τῷ ἀκροατῇ· ἡδίστη δέ ἐστιν ἡ κερτομική· ὃ μὲν γὰρ
οὐδὲ πόρρω τὴν Ἀγαμέμνονος εἶδε σκηνήν, ὃ δὲ ὑπὸ τῶν ἵππων
πεφονευ〈μένος ἕλκε〉ται (Ιl. 22. 398).
τὸν δʼ ὀρόθυνεν] φαίνεται γὰρ ἀναπτερο〈ύ〉μενος τῇ ἐπιθυμίᾳ τῶν ἵππων.
333. ἐβάλ〈λ〉ετο καμπύλα τόξα] ἄφρων, ὃς μὴ κα〈ι〉όντων πῦρ
〈τῶν〉 πολεμίων τόξα ἔχει.
334. πολιοῖο] λευκοῦ, ὡς ἄφρων· κατάφωρος γὰρ διʼ αὐτοῦ
335. κρατὶ δʼ ἐπὶ κτιδέην] οὐ δύναται εἶναι “ἰκτιδέην” τὸ
τέλειον· αὐτὸς γάρ φησι “τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην” (458).
§. Ἀριστοτέλης δέ φησιν ἰκτὶν ζῷον ὅμοιον κυνιδίῳ Μελιταίῳ,
ἕλε δʼ ὀξὺν ἄκοντα] ὡς Ἀλεξανδρος (Il. 3. 17).
336. βῆ δʼ ἰέναι] οὐκ εὔξατο, ὡς ὁ Διομήδης· διὸ καὶ ἀποτυγχάνει.
339. τὸν δὲ φράσατο προσιόντα] ὡς προνοητικός, μὴ καὶ παρὰ
Νέστωρ “πρῶτος κτύπον ἄιε” (532).
341. ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ] πῶς τὸν ἐρωδιὸν οὐκ ἰδόντες
*οὗτός τοι] “οὗτός τις,᾿᾿ οὕτω διὰ τοῦ “τις·” τινὲς δὲ διὰ τοῦ
“το
342. ἢ νήε〈σ〉σιν ἐπίσκοπος] ἐκ τῆς ἰδίας προσβολῆς τεκμαί- ρεται περὶ τῶν πολεμίων. §. περισσὴ δὲ ἡ “ἐπί·” φησὶ γὰρ “ὅθι σκοπὸν Ἕκτορος” (526).
343. ἢ τινα συλήσων] οὐ γὰρ οὕτω ῥᾳδίως εἰς κατασκοπὴν ἀφικέσθαι αὐτὸν οἴεται.
344. *παρεξελθεῖν] οὐκ ἴσασι γάρ, ὅτι ὠκύς ἐστιν.
346. εἰ δʼ ἄμμε παραφθαίῃσι] εἰ δὲ πλαγίαν ὡς ἐπὶ τὴν πόλιν ποιεῖται τὴν ὁδόν, ἀπόστρεφε πάλιν αὐτὸν ἐπὶ τὰς ναῦς.
347. *“ἐπὶ νῆας,᾿᾿ οὐ “ποτὶ νηᾶς.”
348. ἔγχει ἐπαΐσσων] ἵνα τὴν ἄφεσιν δεδιὼς ἐπὶ τὰς νῆας τράπηται.
349. ὣς ἄρα φωνήσαντε] οὕτως αἱ Ἀριστάρχου συλληπτικῶς, ὡς
καὶ ἐκεῖ “ὣς ἄρα φωνήσαντε μετʼ ἀθανάτους ἀπεβήτην” (Ιl. 21.
298)· Ἀριστοφάνης δὲ γράφει “ὣς ἔφαθʼ· οὐδʼ ἀπίθησε βοὴν
ἀγαθὸς Διομήδης· ἐλθόντες δʼ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι.”
ἐν νεκύεσ〈σ〉ι κλινθήτην] τραγικῶς, ἵνα καὶ αὐτοὶδόξωσιν εἶναινεκ- ροί· προῳκονόμηται οὖν 〈τῷ〉 μὴ ἀναιρεθῆναι τοὺς νεκρούς( Ιl. 8.491).
350. παρέδραμεν ἀφραδίῃσιν] “ παρέδραμεν” σύμφωνον τῷ “βῆ
ῥ᾿ ἀν᾿ ὁδὸν μεμαώς᾿᾿ (349), ἐπὶ δὲ τῶν Ἑλλήνων “βάν ῥ’ ἴμεν᾿᾿ (297)·
ἠρέμα γὰρ δεῖ χωρεῖν τοὺς κατασκόπους, τὴν ὄψιν περιάγοντας πρός
ἐπίγνωσιν ἀκριβῆ.
ἀφραδίῃσιν] οὐ θεασάμενος αὐτούς, ὁμοίως τῷ “τὸν δʼ ἐφράσατο προσιόντα διογενὴς Ὀδυσεύς” (339).
351. 〈ὅσσον τ᾿ 〉ἐπὶ οὖρα πέλονται ἡμιόνων] ὅσον ἀροτριῶσα ἡμί-
ονος ὑπὸ μίαν ὁρμὴν ὑπογράφειν δύναται, ὅ ἐστι πλέθρον.
352. αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν] ἐν γὰρ τῇ πρώτῃ αὔλακι σχολαιοτέρων προσδεῖ ζῴων πρὸς τὸ βαθυτέραν γενέσθαι τὴν ἐντομήν, ἐν δὲ τῇ νειῷ ὀξυτέρων· προεσχημάτισται γὰρ τῷ ἔαρι.
Ἀρίσταρχος δὲ οὕτως ἐξηγήσατο· ὅσον, φησίν, ὑφʼ ἓν καὶ ὁμοῦ
ὑπό τινος ἀφεθέντος καὶ ἀπολυθέντος ζεύγους ἡμιόνων καὶ ζεύγους
ἄλλου βοῶν φθάσωσι καὶ προλάβωσι τὰς βοῦς αἱ ἡμίονοι—ταχύ-
τεραι γάρ εἰσι τῶν βοῶν—τοσοῦτον, φησίν, ἐάσαντες διάστημα
παρελθεῖν τὸν Δόλωνα μεταστραφέντες ἐδίωξαν.
354. *ἐπεδραμέτην] καὶ τοῦτο πρὸς τὸ συλληφθῆναι.
355. ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους] οἳ μὲν καὶ προορῶσιν, ὃ δὲ οὐδὲ ὑπονοεῖ πολεμίους ἐπηρμένως.
356. ἰέναι, πάλιν—ἀτρύναντος] ὀτρύναντος ἰέναι, ἀπὸ κοινοῦ.
357. δουρηνεκές] φησὶ γοῦν ἐξῆς “δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐύξου δουρὸς ἀκωκὴ ἐν γαίῃ ἐπάγη᾿᾿ (373).
358. *δηίους] διώξοντας δηλονότι.
λαιψηρὰ δὲ γούνατʼ ἐνώμα] ἄκρως ἐχαρακτήρισε θρασύδειλον·
ἐνθυμηθῶμεν γάρ, ὅτι οὗτός ἐστιν ὁ ἐπαγγειλάμενος μέχρι τούτου
πορεύ〈σ〉εσθαι, ὄφρ’ ἂν ἵκηται “νῆʼ Ἀγαμεμνονέην” (326).
360. ὡς δʼ ὅτε καρχαρόδοντε] 〈νῦν μὲν κυσὶν εἰκάζει〉 διὰ τὸ
361. ἢ κεμάδʼ ἠὲ λαγωόν] ὅτι δειλὸς καὶ Δόλων. §. τὸ δὲ “με-
μηκώς” τὸν καταληφθησόμενον δηλοῖ· περικατάληπτοι γὰρ γιγνόμενοι
364. λαοῦ ἀποτμήξαντε] ὡς τὸ “εἰδότε θήρης” (360). οὐδὲ γὰρ
ἐμμενὲς αἰεί] ἐν τούτῳ γάρ ἐστι τῶν κυνῶν ἡ ἀρετή. ταῦτα γὰρ τὰ
365. ἀλλʼ ὅτε δὴ\—μιγήσεσθαι φυλάκεσ〈σ〉ι—τότε δὴ μένος]
μαθόντες γὰρ οἱ Ἕλληνες τὸν σκοπὸν τῶν Τρώων οὐκ ἂν ἔτι ἔπεμψαν
κατασκόπους.
ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε] ἄκρως αὔξει τὰς ἀγωνίας· τί γὰρ 〈ἂν〉 ἦν, ὑποστρέφειν αὐτοὺς εἰς τὸν ναύσταθμον ἀπράκτους ;
368. ὃ δὲ δεύτερος ἔλθοι] ἡττηθείη· ἀπὸ τῶν δρομέων ἡ μεταφορά.
369. δουρὶ δʼ ἐπαίσσων] ὑπόνοιαν διδούς, ὅτι βαλεῖ αὐτόν· Ὀδυσ-
σεὺς δὲ οὐ τοξεύει· ἢ γὰρ ἂν ἐφόνευσεν, ἢ προπεπηγὸς οὐκ ἂν εἶδε τὸ
βέλος ὁ Δόλων διὰ τὴν βραχύτητα.
δουρὶ δʼ ἐπαίσσων] ἐνεργείας μεστὸς ὁ ἐπικραδαίνων τὸ δόρυ καὶ
370. ἠέ σε δουρὶ κιχήσομαι] οἷον εἰ μὴ τοῖς ποσὶ δύναμαι. καὶ
πῶς ἅμα τῇ ἀπειλῇ ἀφῆκεν; ὅτι ὀξυλαβ〈ε〉ίας ἔδει, καὶ οὐκ ἐπί-
στευεν ὡς ἀπειλῇ μόνῃ π〈ε〉ισθήσεται, καὶ ὑπόνοιαν αὐτῷ δίδωσιν
ὡς οὐ θέλων αὐτὸν ἀνελεῖν, ἵνα ὑπήκοον ἔχῃ πρὸς τὴν ἀνάκρισιν.
372. ἑκὼν δʼ ἡμάρτανε φωτός] ζῶντος γὰρ θέλει κρατῆσαι πρὸς
373. δεξιτερὸν δʼ ὑπὲρ ὦμον] ἔξεστιν εἰπεῖν, ὅτι καὶ τὰ βέλη ὡς ἔμψυχα τῷ ποιητῇ συναγωνίζεται.
375. βαμβαίνων] ἄκρως ἐδήλωσε πάθος δυσερμήνευτον, τοῖς
δειλοῖς παρακολουθοῦν, τὸν θρασύδειλον Δόλωνα ὑπογράφων καὶ τοῖς
ἐσχάτοις ὀνόμασιν ἐξευτελίζων τὸν πρώην ἐπαγγελλόμενον “ τόφρα
376. * ἀσθμαίνοντε] ἔστιν ἰδεῖν μετέωρον τὸ πνεῦμα τῶν καταδιω- ξάντων.
378. ζωγρεῖτε] βαρβαρικὸν τὸ εὐθὺς περὶ αὑτοῦ διαλέγεσθαι, ἵνα
τε ἅμα ὡς ἀγενοῦς καταφρονήσαντες μὴ παραυτὰ φονεύσωσιν αὐτόν,
ἀλλὰ μάθωσιν.
379. χαλκός τε χρυσός τε] τούτοις πιστεύων ἐξῆλθεν εἰς κατα- σκοπήν· δυσκατεργαστότερος δέ ἐστιν ὁ σίδηρος ὡς πρὸς τὸν χαλκόν.
380. *ἀπερείσια] οὐ προσέθηκεν ἀριθμόν, ἐμφαίνων ὡς ὅσα θέλουσι λήψονται.
382. προσέφη πολύμητις Ὀδυσσεύς] ἑκατέρῳ προσώπῳ τὴν
πρέπουσαν ἐμέρισε τάξιν. ὅπου μὲν γὰρ ἀκοντίσαι καὶ κατασχεῖν
τὸν πολέμιον χρεία, ἐκεῖ Διομήδης ἐνεργεῖ, ὅπου δὲ λόγον δοῦναι καὶ
λαβεῖν καὶ ἀπατῆσαι τὸν πολέμιον, Ὀδυσσεύς.
* Ὀδυσσεύς] κατέχειν γὰρ ἐμπιστευθεὶς ὁ Διομήδης ἐκχωρεῖ τῷ ἱκανωτέρῳ εἰπεῖν.
383. θάρσει, μηδέ 〈τι〉 τοι θάνατος] ἐμφρόνως, ἵνα δελεασθεὶς
ἐλπίδι σωτηρίας δηλώσῃ τὰ παρὰ τοῖς βαρβάροις καὶ τὴν οἰκείαν
τῆς κοινῆς ἀλλάξηται σωτηρίας.
387. ἦ τινα συλήσων] ἐπίτηδες ἐνδόσιμον αὐτῷ 〈καιρὸν〉 ψευσμάτων δίδωσιν, ὅπως τοὺς λόγους αὐτοῦ δοκιμάσῃ. τί γὰρ παρέτρεχε τοὺς νεκρούς, εἴπερ σκυλεῦσαι ἤθελεν; ἵνα, εἰ ἄσμενος τὴν πρόφασιν λαβὼν ψεύδοιτο, καὶ περὶ τῶν λοιπῶν ἀπιστοῖτο.
*κατατεθνειώτων] 〈Ἀρίσταρχος〉 διὰ τοῦ η “〈κατα〉τεθνηώτων·” ἠθέτει δὲ καὶ Ἀριστοφάνης.
388. ἢ σʼ Ἕκτωρ προέηκε] πρὸς τὸ μαθεῖν, εἰ ἐγρηγόρει ὁ Ἕκτωρ.
389. ἢ σʼ αὐτὸν θυμὸς ἀνῆκεν] αἱ συνεχεῖς πεύσεις οὐκ ἐῶσιν εἰς
390. ὑπὸ δʼ ἔτρεμε] κατάσκοπος γὰρ ἐφωράθη, καὶ εἰ μὴ
391. πολλῇσίν μʼ ἄτῃσι] ἄτας ἔφη τὰς ἐπὶ κακῷ ὑποσχέσεις.
*ἤγαγεν] Ἀριστοφάνης “ἤπαφεν.”
392. ὅς μοι Πηλείωνος —ἵππους] ἐντέχνως, ὅτι ὑπέσχετο, μόνον
ἔφη, οὐχ ὅτι καὶ ἡττήθη, τὴν ἑαυτοῦ ἄνοιαν εἰς ἐκεῖνον μετάγων.
394. ἠνώγει δέ με] ἵνα δοκῇ ἄρχοντι πείθεσθαι, καὶ ὡς ἀναγκα- σθέντι συγγνῶσιν.
θοὴν διὰ νύκτα] “θοήν” ἐπεὶ μετὰ δύσιν ἡλίου τάχιστα
θετικήν—ἀποτίθησι γὰρ ἡμᾶς εἰς ἀνάπαυλαν—ἢ ὅτι ὀξεῖα καὶ
κωνοειδής ἐστι διὰ τὴν σκιὰν τῆς γῆς· θοὸν δὲ τὸ ὀξύ· δείκνυται δὲ
διὰ τούτου, ὅτι ὁ ἥλιος τῆς γῆς μείζων ἐστίν· οὐ δύναται γὰρ ἡ
σκιὰ κωνοειδὴς εἶναι, μὴ τοῦ περιφωτίζοντος μείζονος ὄντος.
395. ἀνδρῶν δυσμενέων] ὑπομιμνήσκει τῆς ἔχθρας αὐτοὺς καθʼ
Ἕκτορος, ἀναζωπυρῶν τὸν θυμὸν αὐτῶν.
401. ἦ ῥά νυ τοι μεγάλων δώρων ἐπεμαίετο θυμός] δεόντως τὸν
406. ποῦ—λίπες Ἕκτορα] καλῶς τοῦτο πυνθάνεται, ἵνα ἐγρηγο-
ἐπιχειρήσειαν καὶ αὐτὸν ἀνελεῖν.
407. ποῦ δέ οἱ ἔντεα κεῖται] οὐκ ἔστι κοινὸν ἐπὶ τῶν ἵππων τὸ
ποῦ δέ οἱ ἔντεα κεῖται] εἰκὸς γὰρ ὡς βασιλέα σκηνοποιεῖσθαι
τὰς φυλακάς, 〈τούτου χάριν ἐπερωτῶσιν〉.
408. δαί] πευστικὸς σύνδεσμός ἐστιν, οὐκ ἄρθρον.
409. ἄσσα τε μητιόωσι] ψιλωτέον ἐνθάδε· ἰσοδυναμεῖ γὰρ τῷ
ἄσσα τε μητιόωσι—ἢ μεμάασιν] ἐνεργὸν καὶ ζωτικὸν τὸ τοῦ
413. τοιγὰρ ἐγώ τοι ταῦτα] “καὶ ταῦτα. §. ὡς τὰ πρώην ἠκρι- βωκώς, οὕτω καὶ ταῦτα.
414. Ἕκτωρ μὲν μετὰ τοῖσιν] φυλάσσει μὲν αὐτὸν Ἀχιλλεῖ,
ἀπίθανον δὲ ἀδεῶς αὐτὸν κοιμᾶσθαι.
415. παρὰ σήματι Ἴλου] στρατηγικῶς τὸν τόπον τοῦτον ἐξε-
λέξατο μέσον ὄντα τοῦ πεδίου, ἵνα μὴ οἱ Ἕλληνες ἀποπλεῖν βουλό-
μενοι λάθοιεν αὐτόν, μηδὲ τὴν πόλιν “λόχος εἰσέλθῃσι —λαῶν
ἀπεόντων” (Il. 8. 522)· φησὶ γοῦν “οἳ δὲ παρʼ Ἴλου σῆμα-
μέ〈σ〉σον καπ πεδίον” (Il. 11. 166).
416. * φυλακὰς δʼ ἃς εἴρεαι] περὶ δὲ τῶν φυλάκων ων ἐρωτᾷς.
417. οὔ τις κεκριμένη] ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι τὴν φυλακὴν ἑκουσίως, ἵνα παραυτὰ προθύμως φυλάξαντες εὐθὺς ῥμθυμήσωσιν, ἢ διαμείναντες καρτερικῶς ἔωθεν ἀσθενήσωσιν.
418. ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι] ὅ ἐστιν “ὅσαι Τρώων εἰσὶν ἑστίαι καὶ οἰκίαι,ʼ οἱονεὶ ὅσοι εἰσὶν ἰθαγενεῖς Τρῶες, οὗτοι φυλάσσουσιν. ἐκ γὰρ τῆς ἑστίας τὸν πολίτην δηλοῖ. ἀνέστιος δὲ ὁ ἄπολις καὶ ἄοικος· οὕτω Πορφύριος.
οἷσιν ἀνάγκη] τοῦτο διὰ μέσου· ὧν ἐστι γνήσιος ὁ κίνδυνος.
419. κέλονται] δῆλον ὡς ἐξ ἐπιταγῆς· ἐντεῦθεν οἱ νομοθέται γυναικονόμον ὁρίζουσιν αἱρεῖσθαι τὸν γεγαμηκότα οὐ τὸν 〈ἄ〉γαμον, καὶ παιδονόμον οὐκ ἄπαιδα, ἵνα ἐκ τῶν οἴκοι τὴν συμπάθειαν ἔχοντες πολλὴν ποιῶνται τὴν ἐπιμέλειαν.
κέλονται ἀλλήλοις] εὖ τὸ μὴ μόνον ἰδία ἕκαστον ἀγρυπνεῖν, ἀλλὰ
καὶ ἀλλήλοις παρακελεύεσθαι, ἵνα ὁ τῷ ὕπνῳ νικώμενος ὑπὸ τοῦ
πλησίον ἐγείρηται.
422. οὐ γάρ σφιν παῖδες σχεδόν] εἰς τὸ ἀσυμπαθὲς τῶν βαρβάρ- ων. εὐλόγως δὲ ἀποκρίνεται· ἠρωτήθη γὰρ “πῶς δʼ αἱ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί” (408), οὐ μόνον περὶ τῶν φυλασσόντων.
424. πῶς γὰρ δή] ἕως τοῦ “νῦνʼ” ἀναπαύσαντας δεῖ τὴν ἀνάγνωσιν τὰ λοιπὰ ἀπὸ ἄλλης ἀρχῆς κατʼ ἐρώτησιν προφέρειν.
*τὸ ἑξῆς “πῶς γὰρ δὴ—εὕδουσι;” μήποτε διὰ τοῦτο δυσάλωτοί εἰσι φυλασσόμενοι ὑπὸ τῶν Τρώων;
425. *ἢ ἀπάνευθε] περισπαστέον τὸν η· διαπορητικὸς γάρ ἐστιν.
427. * τοιγὰρ ἐγὰ καὶ ταῦτα] οὕτω “καὶ ταῦτα.”
μάλʼ ἀτρεκέως ἀγορεύσω] καὶ πλείονα ὧν ἠρωτήθη λέγει ὡς
καὶ χαυνότητος σύμβολον.
428. πρὸς μὲν ἁλός] πρὸς σύγκρισιν τῆς Θύμβρης] (430)· θα-
429. καὶ Λέλεγες] ὡς ἐπήλυδες οὐ κατελέχθησαν ἐν τῷ κατα-
λόγῳ· οὐδὲ γὰρ Ὀθρυονεύς (Il. 13. 363). Ἰφιδάμας (Il. 11. 221).
Φαῖστος (Il. 5. 43). §. Λέλεγες δέ εἰσιν οἱ ήδασον τὴν ὑπὸ Ἴδῃ
οἰκοῦντες· “πέρσε δὲ Λυρνησὸν καὶ Πήδασον” (Il. 20. 92), εἶτα
“Λέλεγας καὶ Τρῶας ἐναίρειν” (ib. 96)· οἱ περίλοιποι οὖν ὑπὸ
Πρίαμον ἦσαν διὰ τὴν πρὸς Ἄλτην συγγένειαν, “ὃς Λελέγε〈σ〉σι
φιλοπ〈τ〉ολέμοισιν ἀνάσσει” (Il. 21. 86).
Καύκωνες] τῆς Παφλαγονίας μοῖρα, τῶν ἐν Πελοποννήσῳ Καυ-
431. καὶ Φρύγες] δῆλον ὡς ἐπίκουροι Τρωσὶν οἱ Φρύγες· οἱ δὲ
δίον ἐστὶ τῆς Τρῳάδος· ὅμοιον δέ ἐστι τῷ “πρὸς μὲν ἁλός” (428).
καὶ Μήονες ἱπποκορυσταί] ἤδη καθʼ Ὅμηρον ἐπρώτευε τὸ Λύδιον ἱππικόν. §. ἡ δὲ γραφὴ “ίππόμαχοι,” οὐχ “ἱππόδαμοι.”
433. εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον] οἱ μὲν περὶ
βάλλεται αὐτῶν τῇ σκέψει καὶ μιᾶς ψυχῆς ἀτυχίᾳ προδίδωσιν
ὅλον τὸ συμμαχικόν. οἳ δὲ καὶ ἐπαινοῦσιν αὐτὸν ὡς ἀποτρεψάμενον
αὐτοὺς Ἕκτορος διὰ τοῦ ἐπαίνου τῶν Θρᾳκῶν.
434. νεήλυδες] πρὸς τὴν ἀπειρίαν τῶν τόπων καὶ τὴν πάρεσιν τὴν
*μἵδε] τῇ χειρὶ δείκνυσι, καθʼ ὃν τόπον ἐστρατοπεδεύκασιν.
ἔσχατοι ἄλλων] τοῖς δὲ ἀπὸ τῶν νεῶν πρῶτοι. §. “ἀπάνευθε” δὲ
435. ἐν δέ σφιν Ῥῆσος] Ῥῆσος Στρυμόνος τοῦ ποταμοῦ τῆς
435. τοῦ δὴ καλλίστους ἵππους] ὡς φίλιππος —κινδυνεύει γοῦν
διʼ ἵππους –ἢ ὡς μέγιστα χαριζόμενος ἀντὶ τῆς ἰδίας ψυχῆς· φησὶ
γοῦν “ἀλλʼ ἐμὲ μὲν —δήσαντες” (442, 3)· τοσοῦτον δὲ ἀπέσχε τοῦ
λαβεῖν ἵππους, ὥστε καὶ τῶν ἐν τῷ στρατοπέδῳ καλλίστων ἵππων
προδότης γίνεται.
437. λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν] δύο ὑπερβολὰς ἐνῆκεν
ἐντέχνως, τὴν μὲν ἐξ ὑπερθέσεως, τὴν δὲ ἐξ ὁμοιώσεως, καὶ ἐφ’
ἑκατέρας παρέλαβε τὸ οἰκεῖον· χιόνος μὲν γὰρ δύναταί τι λευκότερον
γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν. ἐπαινετέον δὲ καὶ τὴν φράσιν,
ὅτι κατʼ αἰτιατικὴν δυνάμενος εἰπεῖν ‘λευκοτέρους χιόνος,ʼ καὶ〈ὣς) τοῦ
μέτρου ἐπιδεχομένου, θαυμαστικῶς κατʼ ἰδίαν ἀνεφώνησε τὸν ἔπαινον.
καὶ λείπει τὸ ‘εἰσί.ʼ §. πῶς εἰδέναι ἐδόκει, ὅτι ταχεῖς εἰσιν, εἴγε
* λευκότεροι χιόνος] ἵνα ὁρῶνται νυκτὸς οὔσης.
439. χρύσεια] τὸ σμικροπρεπὲς τοῦ ἀνδρὸς ἄκρως κωμῳδεῖ καὶ τὸ ἐπτοημένον περὶ χρυσόν.
442. ἀλλʼ ἐμὲ μὲν 〈νῦν) νηυσὶ πελάσσετον] πέπεισται, ὅτι μέγιστα αὐτοῖς ἐχαρίσατο, καὶ ἐπὶ μαρτυρίαν πιστὴν κατέρχεται· εἰ γὰρ μὴ τοῦτο προσέθηκεν, εὐήθεις ἂν ἤσαν οἱ περὶ Διομήδην πιστεύ- σαντες αὐτῷ καὶ εἰς τοὺς Τρῶας παρελθόντες. δῆλον γὰρ ὡς οὐκ ἠπάτα, φυλάττεσθαι παρὰ τοῖς πολεμίοις μέλλων.
443. νηλέι δεσμῷ] ὡς ἠλπικώς, ὅτι δεθήσεται, καὶ τὸν δεσμὸν ὀλοφύρεται καί φησιν, ὡς ἀμήχανον ἐκφυγεῖν ἐμοί.
* δέον τούτοις τοῖς ἀγενέσι λόγοις ἀντιπαρατεθῆναι τὸ “τόφρα γὰρ ἐς στρατὸν εἶμι” (325).
445. *ἦ ῥα κατʼ αἶσαν] “ἠὲ κατʼ αἰσαν,” οὕτω δεῖ γράφειν
χυρὶς τοῦ “ῥ〈α〉.”
446. Ἑλληνικῶς ὁ κοινωνήσας αὐτῷφιλανθρώποις λόγοις οὐ φονεύει.
447. μὴ δή μοι φύξιν γε, Δόλων] καὶ πῶς ᾔδεσαν αὐτοῦ τὸ
449. εἰ μὲν γάρ κε σε νῦν ἀπολύσομεν] ἐπεὶ οὐχ Ἕλληνικὸν τὸν
ἱκέτην ἀναιρεῖν, προφάσεις ἀναγκαίας περιέθηκεν. ἄμα δὲ καὶ
ἄτοπον ἦν πάλιν ὑποστρέφειν εἰς τὰς ναῦς ἄγοντας Δόλωνα καὶ δεῖν
ἐν μέσῃ τῇ ὁδῷ, μὴ καί τινες διὰ λάφυρα ἐλθόντες μάθωσι τὸ
πᾶν παρʼ αὐτοῦ. ἵα δὲ καὶ ὡς προδότην ἀναιρεῖ· ὑπὸ γὰρ ἐκείνων
μεμίσηται πρῶτον, οἷς τοὺς οἰκείους προέδωκεν.
* “ἀπολύσομεν” διὰ λύτρων, “μεθῶμεν” δίχα λύτρων.
ἀπολύσομεν] πληθυντικῶς, ἵνʼ ἐνεχυράσῃ καὶ τὴν Ὀδυσσέως γνμών.
454. ἔμελλε γενείου-άψάμενος] ἀνόητος ὁ μετὰ τοιαύτην ἀπό-
μὴ φθάσῃ γονυπετῶν.
457. φθεγγομένου δʼ ἄρα τοῦδε] ἅμα τῷ ἄρξασθαι φωνὴν ἀφεῖναι,
μὲν ἐκ τῆς γῆς φορὰ εἴργεται, τὸ δὲ ἤδη διελθὸν ἐκχεῖται.
460. καὶ τὰ γʼ Ἀθηναίῃ ληίτιδι] διδάσκει τῶν κατορθουμένων
461. ὑψόσʼ ἀνέσχεθε χερσί] πανταχόθεν ἐκίνησε τὴν ἐνάργειαν,
463. ἐπιδωσόμεθα] ἐπιδόσεων καὶ δώρων ἀξιώσομεν. προτρεπτικὸν
δὲ τοῦτο εἰς συμμαχίαν. §. γράφεται καὶ “ἐπιβωσόμεθα.”
464. ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους] τοῖς τοῦ Δόλωνος πεισθέντες λόγοις ἤδη περὶ τῶν ἵππων τοῦ Ῥήσου δέονται τῆς θεοῦ· ἢ μᾶλλον “ἵππους” οὐ τοὺς Ῥήσου, ἀλλὰ τὸ ἱππικόν.
465. ὑψόσʼ ἀείρας] αἱ Ἀριστάρχου “ὑψοῦ” καὶ “ὐψόσεε.ʼ
466. δέελον] ψιλωτέον τὸ δεύτερον ε τοῦ “δέελον.” §. Ἀρί-
*πάντα 〈τὰ〉 προνοητικὰ περίκειται τῷ Ὀδυσσεῖ.
469. τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα] ἐπὶ
τόπου τὸ “προτέρω” ἀντὶ τοῦ ἔμπροσθεν. §. τὸ δὲ “καὶ μέλαν
αἷμα” τινὲς γράφουσι “καὶ Παλλὰς Ἀθήνη.”
470. * αἰψα] διὰ τὸ ἐπεῖγον τοῦ καιροῦ.
*α ψᾶ δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἵξον ἰόντες] ἔνθα συνετέλουν.
471. οἳ δʼ εὕδον καμάτῳ ἀδηκότες] ἐκ τούτων ἡ προδοσία Δόλωνος καὶ τὸ πιστὸν τῆς ἀναιρέσεως αὐτῶν φανεῖται.
* ἀδηκ τες] ἀηδισθέντες· καὶ “δείπνῳ ἁδήσειεν” (Od. 1. 133).
473. τριστοιχεί] ἵνα ὥσι τρία τάγματα πρὸ ‘Ρήσου, ἀφʼ ὧν
ἑκάστου τέσσαρας ἄνδρας ἀναιροῦσι, τρισκαιδέκατον 〈δὲ) Ῥῆσον.
τριστοιχεί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες] εἰκότως οὖν εἶχε τὸ
“ἵππους τε καὶ εὐνάς” (464).
475. ἐξ ἐπιδιφριάδος] ἐπιδιφριὰς μέρος τοῦ δίφρου, καθʼ ὃ ἐπι-
βαίνειν εἰώθασιν, οἳ δὲ τῆς ἄντυγος· πιθανῶς δὲ προετοιμάζει αὐτοὺς
ὁ ποιητὴς τῇ ἀπελάσει. §. τὰ γνωστικὰ αὐτῷ περίκειται· ἔγνω δὲ
476. τὸν δʼ Ὀδυσεὺς προπάροιθεν] χρονικῶς ἀντὶ τοῦ πρῶτος καὶ τοπικῶς· “ἠιόνος προπάροιθε” (Il. 2. 92).
479. πρόφε〈ρε〉 κρατερὸν μένος] “πρόφερε” οὐκ εἰς τὸ φονεύειν ἀλλʼ εἰς τὸ δρᾶν τὰ χρειώδη.
480. μέλεον σὺν τεύχεσιν] “σὺν τεύχεσιν” δηλοῖ, ὡς μᾶλλον ἐπιτηδειότερος ὢν εἰς τὸ φονεύειν τούτου λαβέσθαι ὀφείλει. εἶτα σοφῶς τὴν αἵρεσιν τῷ Διομήδει δίδωσιν.
482. τῷ δʼ ἔμπνευσε μένος] εἰκότως τὸ μὲν εὐχερέστερον τῷ πρακτικῷ, τὸ δὲ δυσχερέστερον τῷ βουλευτικῷ 〈δίδωσιν).
τῷ δʼ ἔμπνευσε] πιθανῶς, ἵνα πιστὸν εἴη τοσούτους ὑφʼ ἑνὸς ἀναιρεθῆναι.
483. κτεῖνε δʼ ἐπιστροφάδην] ἐπιστρέφων τὴν ὄψιν τοῦ λαθεῖν.
τῶν δὲ στόνος] ὡς ἐν ὕπνῳ ἀναιρουμένων ρεμαία τις στοναχὴ
485. ὡς δὲ λέων μήλοισιν 〈ἀσημάντοισιν ἐπελθών)] οἰκεία
488. ὄφρα δυώδεκʼ ἔπεφνεν] δῆλον ὡς ἀνὰ τέσσαρας (473), ἵνα ἱκανὸς εἴη ὁ τόπος πρὸς τὴν ἀπελασίαν τῶν ἵππων.
ἀτὰρ πολύμητις Ὀδυσσεὺς ὅντινα Τυδείδης ἄορι πλήξειε-τὸν
ὄνομα.
490. τὸν δʼ Ὀδυσεὺς—λαβὼν ποδὸς ἐξερύσασκεν] εἰς τὸ προγνω-
493. ἀήθε〈σ〉σον γὰρ ἔτʼ αὐτῶν] πόθεν οἴδεν, ὅτι ἀήθεις εἰσὶ νεκρῶν; ὅτι ἀκήκοε Δόλωνος λέγοντος “Θρήικες οἵδ’ ἀπάνευθε νεήλυδες” (434).
496. κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη τὴν νύκτʼ, Ὀἰνείδαο πάις,
διὰ μῆτιν Ἀθήνης] τὸ βαθὺ γὰρ τοῦ ὕπνου ὄι αὐτῆς ἐγένετο· ἔλαβε
δὲ καὶ τὸ φίλοινον Θρμκῶν πρὸς τὸ μὴ αἰσθέσθαι.
κακὸν γὰρ ὄναρ κεφαλῇσιν ἐπέστη] τοῦτο ἐπὶ τῶν ἀπὸ τοῦ ἔθους
499. σὺν δʼ ἤειρεν ἱμᾶσι] ὡς μὴ κατʼ ἰδίαν τῶν ἵππων εἰθισμένων
ἡνιοχεῖσθαι. φησὶ γοῦν ἵππων ἐπεβήσετο (529) καὶ “ἔρυξε Διὶ
φίλος ὠκέας ἵππους” (527).
σὺν δʼ ἤειρεν ἱμᾶσι] συνέζευξε δὲ αὐτοὺς τοῖς ἱμᾶσι, τουτέστι
500. τόξῳ ἐπιπλλήσσων] ἡ γὰρ νευρὰ τῷ τῆς μάστιγος ψόφῳ ὁμοίαν τὴν φαντασίαν δίδωσιν.
ἐπεὶ οὐ μάστιγα φαεινήν] πιθανῶς καὶ ἀνθρωπίνως, ἵνα τοῖς
λοιποῖς πιστεύσωμεν· οὐ γὰρ ἄτοπον ἐν τοιαύτῃ ταραχῇ παρεῖσθαί
τι, καὶ τοῦτο οὐ τῶν ἀναγκαίων. ἀλλὰ καὶ ὅμως ἀντʼ αὐτοῦ μεμη-
χάνηται Ὀδυσσεύς. καὶ ἡ τάξις· οὐ γὰρ εἰπὼν ‘ἐπελάθετο” ἐπήγαγε
τὸ “τόξω,ʼ ἀλλὰ τοὐναντίον· τούτων ὅμοιόν ἐστι καὶ τὸ ἐπὶ Σαρπη-
δόνος “βάρυνε δέ μιν δόρυ μακρὸν ἑλκόμενον· τὸ μὲν οὔτις ἐπε-
ʼφράσατο” (Il. 5. 664).
502. ῥοίζησεν] ἄναρθρον καὶ βαρβαρικὴν φωνὴν μιμούμενος ὑπὲρ
τοῦ μηδένα τῶν πολεμίων, εἰ τύχοι τις ἐγρηγορώς, αἰσθέσθαι. οὐ
γὰρ 〈συμ〉παρεῖναι αὐτῷ ἐδύνατο, ἐ〈λ〉άσας πόρρω τοὺς ἵππους.
503. ὅ τι κύντατον ἔρδοι] φιλότιμος γὰρ ὢν καὶ νέος δυσαπαλλάκ- τως ἔχει τοῦ εὑρήματος.
504-6. ἢ ὅγε δίφρον ἑλών—〈ἢ ἐκφέροι ὑψόσʼ ἰείρας), ἦ ἔτι τῶν
πλεόνων ρῃκῶν] δύο εἰσὶ βουλαί, ἢ εἰς Θρᾶκας τραπῆναι ἢ τὸν δίφρον
ἀφελέσθαι· τὸ δὲ περὶ τοῦ δίφρου εἰς δύο διῥρηται, ἢ ἑλκύσαι αὐτὸν
ἢ βαστάσαι. ἀλλʼ οὐδὲν τούτων ἐναντίον τοῦ σωθῆναι αὐτὸν ἀκίνδυνον.
506. ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν] περισπαστέον τὸ “ἦ ὅτιτ·” δια- πορητικὸς γάρ ἐστιν.
509. νόστου δὴ μνῆσαι] ὅτι δεῖ μάλιστα ἐν ταῖς εὐτυχίαις τὸ μέλλον σκοπεῖν καὶ μὴ ἀπλήστως χρῆσθαι ταῖς εὐτυχίαις. ὅτι δὲ τοῦτονεἶχεν Ὀδυσσεὺς τὸν νοῦν, δῆλον διὰ τοῦ “ῥοίζησεν δʼ ἄρα πιφαύ- σκων Διομήδει (502). καὶ τὸ “ἐγγύθεν ἱσταμένη” (508) πρόκειται, ὅπου Ὀδυσσεὺς στῆναι οὐκ ἠδύνατο, ἐ〈λ〉άσας πόρρω τοὺς ἵππους.
510. μὴ καὶ πεφοβημένος ἔλθῃς] οὐ μόνον διὰ τοῦ “πεφοβημένος,” ἀλλὰ καὶ διὰ τοῦ “θεός” (511) ἐκδειματοῖ. διὰ δὲ τοῦ “ἄλλος” ἐσήμανεν, ὅτι καὶ αὐτὴ θεός ἐστιν. ἤδη δὲ καὶ παροιμιῶδες γέγονε “μή τις καὶ Τρῶας ἐγείρῃ.”
513. ἵππων ἐπεβήσετο] κέλησι μὲν οὐδ’ ἐν τοῖς ἀγῶσιν εἰσάγει
515. οὐδʼ ἀλαοσκοπίην] πῶς οὐκ ἀλαός ἐστι τοσούτων πεφονευ-
μένων; οὐ λέγει, ὅτι ἐφύλασσε τὰ πρασσόμενα—ἀπεκεκήρυκτο γὰρ
ὑπὸ τοῦ Διὸς τοῖς θεοῖς, ἑκατέρῳ στρατεύματι βοηθεῖν—ἀλλʼ “ὡς
Ἀθηνᾶ εἰωθυῖα ‘ ἐνικλῶν” τῷ Διὶ “ὅ τι νοήσῃ’ (Il. 8. 422) καὶ
πρότερον παρὰ πρόσταγμα τούτου κατελθοῦσα εἰς τὴν μάχην καὶ
νῦν τῷ Διομήδει παρίσταται.
*τινὲς εἰς τὸ “Ἀπόλλων” στίζουσιν.
519. Ῥήσου ἀνεψιόν] οἰκτρὸν τὸ τὸν ἴδιον ἀνεψιὸν ἐπισκέψασθαι
τὸ δεινόν. οὐ μὴν θρήνους περιτίθησι καίτοι εὐπορῶν, ἀλλʼ ἑτέρῳ
μέρειτῆς ποιήσεως (Il. 24. 725 sqq.) τηρεῖ τοὺς θρήνους ἐπὶ Ἕκτορι
τεθνεῶτι· νῦν γὰρ οὐκ ἔστιν αὐτῷ περὶ τούτων.
522. φίλον δʼ ὀνόμηνεν ἑταῖρον] ἀνεκαλέσατο· τοῦτο γὰρ συμ-
523. Τρώων δὲ κλαγγή] ἄκρως τοὺς ἐπτοημένους παρέστησε διὰ
524. θηεῦντο δὲ μέρμερα ἔργα] τὸ θαῦμα τῶν θεωμένων τὸ δεινὸν
525. ὅσσʼ ἄνδρες ῥέξαντες] πολλὴν ἔμφασιν ἔχει τὸ “ἄνδρες.ʼ
527. ἔνθ’ Ὀδυσεὺς 〈μὲν) ἔρυξε-ώκέας ἵππους] πάλιν 〈εἰς) τὸ 〈προ〉γνωστικὸν Ὀδυσσέως· ἔδει γὰρ ἐνεχθῆναι τὰ λάφυρα εἰς τὸν ναύ- σταθμον. ἐπεὶ δὲ ὁ καιρὸς οὐκ ἐᾷ χρονίζειν, τάχιστα αὐτὰ παρατρέχει.
532. Νέστωρ δὲ πρῶτος κτύπον ἄιε] εἰκότως· τῶν φρονιμωτέρων
γὰρ αἱ αἰσθήσεις ὀξύτεραι. ἢ καὶ ὅτι τῶν ἄλλων μᾶλλον προσεῖχεν.
αὐτὸς ὡς ἄν τῆς ἐκπομπῆς τῶν κατασκόπων φερόμενος τὴν αἰτίαν·
βθεν ἐπιφέρει “ἀλλʼ αἰνῶς δε〈ί〉δοικα” (538)· καὶ Πρίαμος γὰρ
πρῶτος ἀπὸ τοῦ τείχους ὁρᾷ τὸν Ἀχιλλέα (Il. 21. 526). ἔοικεν οὖν
παρακαλεῖν ὁ ποιητὴς μὴ πάντη καταφρονεῖν γήρως, ὅπου σύνεσις
πλείονα δωρεῖται.
534. ψεύσομαι ἢ ἔτυμον ἐρέω] ἐν ἀμφιβόλῳ αὐτὸ ἐᾷ, ἵνα ἐπι-
536. αἲ γὰρ δὴ Ὀδυσεύς τε] διʼ εὐχῆς ἐσήμανε τὴν ἰδίαν ὑπό-
537. ὧδʼ ἄφαρ ἐκ Τρώων] ἀντὶ τοῦ ἐσπευσμένως, ὅθεν καὶ ἀφάρτερος (Il. 23. 311).
538. ἀλλʼ αἰνῶς δείδοικα] ἀνθρωπίνως οὐκ ὥκνησε καὶ τῶν ἀπευκ-
τῶν τι λαβεῖν, μεγαλοφυῶς δὲ προαναιρῶν τὴν αἰσχύνην φησὶν “ὑπὸ
Τρώων ὀρυμαγδοῦ” (539).
* μετὰ φρεσί] γράφεται καὶ “κατὰ φρένα.”
539. *“ἄριστοι,” οῦτως ἡ γραφή.
542. δεξιῇ ἠσπάζοντο] καὶ Νέστωρ δηλονότι· ἄτοπον γὰρ τὸ μὴ
ποιεῖν 〈αὐτὸν) τὸ πάντων.
544. εἶπʼ ἄγε μ’, ὦ πολύαινʼ Ὀδυσεῦ] Διομήδεα ἐάσας τὸν προη- γουμένως ἀποσταλέντα παρʼ Ὀδυσσέως πυνθάνεται ὡς συνετωτέρου.
545. * τινὲς στίζουσιν εἰς τὸ “λάβετον” §. τινὲς “ καταδύντε ” δυϊκῶς.
546. ἢ τις σφωὲ πόρεν] ἐγκλιτέον τὴν “ σφωέ” τρίτου προσώπου
ἤ τις σφωὲ πόρεν] εὐφραντικὰ τοῦ ἀκροατοῦ. ἢ διὰ τὸ κάλλος, ἢ διὰ τὸ ἀμήχανον εἶναι δύο εἰς κατασκοπὴν ἀπελθόντας καὶ λάφυρα κομίσασθαι.
547. 〈ὅππως τούσδʼ ἵππους λάβετον — αἰνῶς ἀκτίνεσ〈σ〉ιν 〈ἐοικότες)] διὰ τῆς μεταβάσεως τῶν πτώσεων τὸ τοῦ θαυμάζειν ὁρᾶται μέγεθος, ὡς κἀκεῖ· “τοῦ δὴ καλλίστους ἵππους ἴδον ἤδὲ μεγίστους, 〈λευκότεροι χιόνος)” (436).
ἀκτίνε〈σ〉σιν ἐοικότες] λείπει τὸ εἰσίν.
548. * ἐπιμίσγομαι] ὁ Ἰξίων “ἀναμίσγομαι.”
552. σφωὲ φιλεῖ νεφεληγερέτα Ζεύς] κεχαρισμένα ταῦτα τοῖς ἀκούουσιν.
556. ῥεῖα θεός γʼ ἐθέλων] αἰδημόνως οὐκ ἀνασκευάζει τὴν ὑπόνοιαν τοῦ γέροντος, ἀλλʼ αὔξει μᾶλλον τὰ θεῶν εὐσεβῶς.
558. ἵπποι δʼ οἴδε-Θρηίκιοι] ἀπὸ τῶν ἵππων ἀρξάμενος δικαίως
Ῥῆσον καὶ Θρᾷκας συνῆψεν, εἶτα Δόλωνα, ἀναστρέφων τὴν διήγησιν.
ἅμα δὲ καὶ αὔξει· τὸ γὰρ λέγειν, ὅτι παρὰ Δόλωνος μαθόντες τὸ
559. τὸν δέ σφιν ἄνακτα— Διομήδης ἔκτανε] οὐδὲ ἐν τῇ ἀπε-
560. πάντας ἀρίστους] οὐ γὰρ ἂν συνεκοιμῶντο τῷ βασιλεῖ.
561. τὸν τρισκαιδέκατον] πῶς τοῦ Ῥήσου καὶ τῶν δώδεκα ἑταίρων
σκοπὸν εἵλομεν] ἐκοινώνησε γὰρ τῷ φόνῳ τοῦ Δόλωνος. ἐπιεικὲς
δὲ κἀν τούτῳ ἐμφαίνει ἦθος Ὀδυσσεύς· οὐ γὰρ εἶπεν ἐκτείναμεν, διὰ
τὸ ὑπὸ τοῦ Διομήδους πληγέντα θανεῖν τὸν Δόλωνα, ἀλρʼ “εἵλομεν,”
ὅ ἐστιν ἐλάβομεν.
562. τόν ῥα διοπτῆρα στρατοῦ] ὑπόνοιαν δίδωσι καὶ περὶ τῶν
564. ὣς εἰπὼν τάφροιο διήλασε] καλῶς ἀνεῖρξε τῶν πολλῶν τὰς
568. φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι] αὐτοῦ γὰρ τὸ
δαίμων τὰ ἀφιερωμένα τῇ θεῷ λαμβάνει.
571. ὄφρʼ ἱρὸν ἑτοιμασ〈σ〉αίατο] ἀντὶ τοῦ ἑτοιμάσαιντο, ὡς
ὄφρ’ ἱρόν] ἀντὶ τοῦ ἕως. ὁ δὲ νοῦς, ἕως 〈ἄν) εὐπορήσαντες ἱερείων
573. ἐσβάντες] βραχεῖα διαστολὴ εἰς τὸ “ἐσβάντες.” καὶ
576. * ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας] ἤλλακται ἡ τάξις.
577. τὼ δὲ λοεσσαμένω] διὰ τὸν κάματον θεραπείας αὐτοῖς τοῦ
578. δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ] κατὰ τὸ σιωπώ-
579. *ἀφυσσάμενοι] διὰ τοῦ ο “ἀφυσσόμενοι.”
1. Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο ὄρνυθ’] τὸ ὅλον τοῦτο
νομιστέον, ὅτι ‘ἀπὸ τοῦ ἡλίου ἡμέρα γέγονεν.ʼ §. “Τιθωνοῖο” δέ, ἐσεὶ
ρεῖται· ἡμέρα γάρ ἐστι πεφωτισμένος ἀήρ, ἡλίου ὑπὲρ γῆν ὄντος.
παρʼ ἀγαυοῦ Τιθωνοῖο] φαίνεται ὅτι 〈μήτηρ) ἡ Τροία καλῶν ἀνδρῶν, Τιθωνοῦ Γανυμήδους λγχίσου Βουκολίωνος (Il. 6. 22)· Ἄλέξ- ανδρον δὲ καὶ Δηίφοβον θεοειδεῖς καλεῖ, καὶ Πρίαμον “εἰσορόων ὄψιν τʼ ἀγαθήν” (Il. 24. 632)· καὶ περὶ Ἕκτορος “οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος” (Il. 22. 370).
ὡς φιλέλλην ὁ ποιητὴς μέχρι τῶν νεῶν τοὺς Ἕλληνας συνελάσας
καὶ ἐπαυλιζομένους ταῖς ναυσὶ ποιήσας τοὺς βαρβάρους οὐκ εὐθέως
τειχομαχίαν ἐποίησεν οὐδὲ τὴν ἐπὶ ταῖς ναυσὶ μάχην, ὅπερ καὶ κατὰ
δόξαν ἦν τοῖς ἀκροωμένοις, ἀλλὰ πρότερον τὴν Ἀγαμέμνονος ἀριστείαν
διέγραψε, καὶ μετʼ αὐτὴν 〈τὴν) τῶν ἄλλων ἀριστέων, εἶτα ἐπειδὴ
τοὺς ἀρίστους ἐπὶ τὰς ναῦς ἀπέστειλε τρωθέντας, τότε τοὺς Ἕλληνας
ἐποίησεν ἡττωμένους. ἐπεὶ δὲ μεμονωμένους τοὺς Ἕλληνας ἀπίθανον
ἦν παρεισάγειν ἀνδραγαθοῦντας ἕωθεν, εὐλόγως ἡ νὺξ παραμυθεῖται
αὐτῶν τῆν τταν, καὶ τοσοῦτον ἀναλαμβάνει, ὡς συνωθῆσαι πάλιν
μέχρι τείχους τοὺς Τρῶας, ἄχρις ὅτου 〈ἂν) πάλιν τῆς παρὰ τοῦ Διὸς
τύχωσιν ἐπικουρίας· ἐπιδείκνυσι γάρ, ὅτι τύχαις, οὐ γνώμαις ἐλεί-
ποντο Ἕλληνες. δικαίως μὲν οὖν Ἀγαμέμνων ἀριστεύει· θαρροῦντα
μὲν γὰρ τοῖς πράγμασιν οὐκ εὔλογον ἦν αὐτὸν προπετῶς ἐπὶ τοὺς
κινδύνους φέρεσθαι, ἀλλὰ διὰ τὴν ἡγεμονίαν ἀσφαλέστερον μᾶλλον ἢ
φιλοκινδυνότερον ἀγωνίζεσθαι· ἐπὶ ξυροῦ δὲ νῦν, καὶ ταῦτα διʼ αὐτόν,
ὄντων ἀναγκαίως κινδυνεύει. γέγονε δὲ ἀντίστροφα τὰ πράγματαʼ
2. ἀθανάτοισι φόως φέροι] ἀθανάτους νῦν οὐχὶ τὰ οὐράνια ἀκοῦ-
στέον—ἀεὶ γὰρ ἐν φωτί εἰσιν—ἀλλʼ ἤτοι τὰ στοιχεῖα ἢ τὰ περὶ
γῆν θειότερα ζῷα καὶ ἀέρια. ἤ, ἐπειδὴ ἐν τῷ Ὀλύμπῳ ὑποτίθεται
ὁ ποιητὴς οἰκεῖν τοὺς θεούς, ὄρος δὲ ὁ Ὄλυμπος, ἁρμοδίως τῷ πλάσ-
ματί φησιν αὐτοὺς καὶ ἐν σκότῳ ποτὲ εἶναι.
3. Ζεὺς δʼ Ἕριδα προίαλλε] ἀγῶνας πάλιν τῇ ποιήσει κινῶν Δία
παρορμᾶν τὸ Ἕλληνικόν φησιν· οὐκ ἂν γὰρ καταπτήξαντες προῆλθον,
εἰ μὴ παρώρμησεν. τοὺς δὲ Τρῶας ἐγεῖραι ἱκανὸν καὶ τὸ ἐκ τῆς
προγενομένης νυκτὸς θάρσος.
5. ἐπʼ Ὀδυσσῆος μεγακήτει] καιρίως τοὺς τόπους ἐδήλωσεν· διὰ
δὲ τὰς βουλὰς καὶ τὰ ἱερὰ ἐκεῖ νεωλκεῖ Ὀδυσσεύς. “βουλάς τʼ ἐξάρ-
χων ἀγαθάς (Il. 2. 273)· “περὶ δʼ ίρὰ θεοῖσιν” (Od. 1. 66).
8. τοί ῥʼ ἔσχατα νῆας ἐίσας εἴρυσαν] τεῖχος τῶν ἄλλων νεῶν ἐποίησαν τὰς ἰδίας, ὡς καὶ αὐτοὶ τῶν Ἀχαιῶν ἤσαν.
11. Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ] Τρῶες γὰρ ὑπὸ τῆς εὐημερίας ἱκανῶς παρώρμηντο.
12. καρδίῃ] τινὲς ἐν αὐτῇ τὸ λογιστικόν 〈φασιν). §. ὀλίγη δὲ διαστολὴ εἰς τὸ “καρδίῃ.”
13. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων] δεδήλωκε τὴν πρώην αὐτῶν
τοῖσι δʼ ἄφαρ πόλεμος] Ζηνόδοτος οὐκ οἶδεν Ἀριστοφάνης ἀθετεῖ.
15. Ἀτρείδης δʼ ἐβόησεν] προσκρούων Ἀχιλλεῖ· διό φησιν “οὐ- δέπω Ἀτρείδεω ὀπὸς ἔκλυον” (Il. 16. 76).
16. ἐν δʼ αὐτὸς ἐδύσατο νώροπα] ὃ γὰρ ἐπιτάσσει, ποιῶν προθύμους
17. κνημῖδας μὲν πρῶτα] ὁπλίζει τοὺς ἀνδραγαθήσοντας προ-
παρασκευάζων τὸν ἀκροατήν· ἐπὶ δὲ Ἀλεξάνδρου, ὅπως πλέον κατα-
γέλαστος φαίνηται ἡττώμενος (Il. 3. 330).
20. τόν ποτέ οἱ Κινύρης] οὗτος Θείαντος μὲν ἦν παῖς, βασιλεὺς
τόν ποτέ οἱ Κινύρης] ἀφεστήκασι μὲν καὶ ὡς μὴ συντελοῦντες εἰς
Ἕλληνας οὐ στρατεύουσιν, οἰκειοῦνται δὲ δώροις τὴν Ἑλλήνων
φιλίαν· οὐ γὰρ ὑπὲρ ἀστρατείας ὡς Ἐχέπωλος ὁ Σικυώνιος τὴν
Αἴθην 〈δέδωκεν) (Il. 23. 296)· ὅτι δὲ ἀφεστήκασιν Ἑλλήνων, φησὶ
“Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς” (Od. 4. 83)· φασὶ
δὲ αὐτὸν ἐν Πάφῳ ὁμὁσαντα Μενελάῳ πέμψειν πεντηκόντα ναῦς μίαν
ἀποστεῖλαι, τὰς δὲ λοιπὰς ἐκ γῆς, καὶ γηίνους ἄνδρας.
21. πεύθετο γὰρ Κύπρονδε] ἠκούετο εἰς Κύπρον τὸ κλέος, ἐπ〈ε〉ὶ τὲ 'Κύπρονδε” τὴν ἐς τόπον δηλοῖ σχέσιν.
24. οἴμοι] ὁδοί· νῦν ῥάβδοι ὀρθαί, ἢ ὡς ἐζωσμέναι, ὃ καὶ ἄμει-
νον. παραλλήλους δὲ λάβωμεν τὰς ῥάβδους, ἵνʼ ᾖ ποικίλον καὶ βα-
σιλικὸν τὸ φόρημα. ὑποστατέον οὖν τὰς μὲν ιβ΄ χρυσᾶς ἐν
διαστάσει κεῖσθαι, μεταξὺ δὲ τετάχθαι τὰς κα〈σ〉σιτερίνας, ὡς
πάλιν μεταξὺ τὰς κυανέας, τὰς δὲ περὶ τὸν τράχηλον δύο χρυσᾶς
πρὸς κόσμον.
26. ὀρωρέχατο προτὶ δειρήν] ὥστε σκέπειν τὰ ἀσκέπαστα· φησὶ
γὰρ “ φαίνετο δʼ, ἡ κληῖδες” (Il. 22. 324) καὶ “στῆθος βεβλήκει
ὑπὲρ ἄντυγος, ἀγχόθι δειρῆς” (Il. 14. 412). ἔστι δὲ περὶ ἑκατέραν
κλεῖν εἷς, μέσον δὲ εἴς, 〈εἴς) εἰς τὸν πρηγορεῶνα. ἐμψύχους δὲ
θώρακος τρεῖς ἀναφερόμενοι, καὶ τὰς δʼ κεφαλὰς συμπλέκοντες,
ἀνατείνοντες δὲ τὰς δύο. διὸ καὶ ἴρεσιν εἰκάζει τοὺς δράκοντας κατὰ
τὴν ἐπισύμπτωσινʼ πρός γὰρ ἑκατέραν κλεῖν νενεύκασι κεκυρτωμένοι·
τοιαύτη δὲ καὶ ἡ ἶρις.
27. ἴρε〈σ〉σιν ἐοικότες] τῷ κυρτώματι ἢ τῷ χρώματι· φησὶ γὰρ
Ξενοφάνης “ἦν τʼ Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε πορφύρεον
καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι.ʼ ἢ πρὸς τὴν διάστασιν οὕτων ἡ
ὁμοίωσις.
28. * ἐν νέφεϊ στήριξε] καὶ ἐπὶ τῶν διαττόντων διδάσκει, ὅτι οὐκ
34. ἐν δέ οἱ ὀμφαλοί] καί που ἡ “Γοργείη κεφαλή” (II.5. 741).
35. * λευκοί, ἐν δέ] “λευκοί” γράφεται, οὐ “λευκοῖο.”
36. Γοργὺ βλοσυρῶπις] γοργότητά τινα καὶ κατάπληξιν τῶν ὁρών-
ἀσπίδα παραπλησία〈ν〉 αἰγίδι (Il. 5. 738)· φροντίδας, “ὡς δʼ ὅταν
ἀστράπτῃ” (Il. 10. 5).
40. ἀμφιστεφέες] ἀλλήλαις περιπεπλεγμέναι διὰ τὸ εἶναι “ἑνὸς
γράφει ἀντὶ τοῦ περιπεπλεγμέναι.
45. ἐπὶ δʼ ἐγδούπησαν] οὐ μόνον τῇ ὁπλίσει ἀλλὰ καὶ ταῖς διο-
47. ἡνιόχῳ μὲν—ἐπέτελλεν] ἐντειλάμενοι τοῖς ἡνιόχοις οἱ παραι-
ἵππους ἐκεῖνοι ζ[ευγνύουσι, καὶ] αὐτοὶ ἅμα τοῖς πεζοῖς διαβαίνουσι τὴν
τάφρον, καὶ ἐκεῖνοι μετ οὐ πολὺ καταλαμβάνουσιν ἅμα τοῖς ἵπποις.
51. φθὰν δὲ μεθʼ ἱππήων] ἔφθασαν ἐν τῇ τάφρῳ οἱ πεζοὶ διὰ τῶν
52. ἐν δὲ κυδοιμὸν ὥρσε—Κρονίδης] Ζεὺς αὐτοὺς προτρέπε〈τα〉ι,
54. αἵματι μυδαλέας] ἐπεὶ αἱματώδεις οἱ περὶ Τροίαν ποταμοί,
ἐξ αἰθέρος] ὅτι συνέχεε τὸν ἀέρα καὶ αἰθέρα· ἢ ἀπὸ τοῦ ὑψη-
56. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν] ἀπὸ κοινοῦ τὸ ἐζών〈ν〉υντο (15).
58. Αἰνείαν θʼ, ὃς Τρωσί] οὐ μάτην ἡ προσθήκη, ἀλλʼ ἐμφαίνει
61. Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα—οἷος δʼ ἐκ νεφέων] οἷος ἦνὁ
ποιητὴς διελθὼν περὶ τῆς Ἀγαμέμνονος ἀσπίδος ἐκφράσαι κοίτην Ἕκ-
τορος· ἀλλὰτῇπαραβολῇτὸκίνημάτε καὶλαμπρὸντῶνὅπλων ἐσήμανεν.
ἴσως δέ τινα τῶν κομητῶν ἀστέρων φησὶ καὶ τὴν φθορὰν προδηλοῖ.
62. *οὔλιος ἀστήρ] τινὲς γράφουσιν “αὔλιος ἀστήρ.”
63. παμφαίνων, τότε δʼ αὖτις ἔδυυ.ῶς Ἕκτωρ ὁτὲ μέν] ἐμφερε-
στάτη ἡ εἰκὼν πρὸς ἀμφότερα, πρός τε τὴν λαμπρότητα καὶ τὸ μὴ
διηνεκῶς φαίνεσθαι, ἀλλʼ ἔσθʼ ὅτε καὶ ἀποκρύπτεσθαι. ὥσπερ οὖν ὁ
ἀστὴρ ἐν τῇ κινήσει ἐνίοτε καὶ ὑπονέφελος γίνεται, οὕτω καὶ Ἕκτορά
φησι 〈καὶ〉 ἀπολάμπεσθαι τοῖς ὅπλοις 〈καὶ〉 ἐνίοτε κατακρύπτεσθαι
ὑπὸ τοῦ πλήθους, ἄλλοτε ἐπʼ ἄλλα μέρη ἐπιφαινόμενον.
67. ὥς τʼ ἀμητῆρες] τοὺς μαχομένους ξίφεσι καὶ δόρασι τοῖς θερίζουσι διὰ τῶν δρεπάνων παρέβαλεν.
ἐναντίοι ἀλλήλοισιν ὄγμον ἐλαύνωσιν] τὸ παλαιὸν γὰρ οὕτως ἐθέριζον, ἀπὸ τῶν περάτων ἀρχόμενοι καὶ εἰς τὰ μέσα τελευτῶντες.
68, ὄγμον ἐλαύνωσιν] πρὸς τὴν σύντομον ἀναίρεσιν.
ἀνδρὸς μάκαρος κατʼ ἄρουραν] ἐν πλατεῖ γὰρ ληίῳ πολλοὺς ἐργάζεσθαι εἰκός ἐστιν.
69.ταρφέαπίπτει]τὸεὐχερὲςκαὶ δυσαρίθμητοντῶν πιπτόντων δηλοῖ.
70. ὣς Τρῶες καὶ Ἀχαιοὶ—θορόντες 〈δἠουν〉, οὐδʼ ἕτεροι μνώοντο] οἳ μὲν ὑπὸ Διός, σἐ δὲ φπὸ Ἔριδος.
72. ἴσας δʼ ὑσμίνῃ κεφαλὰς ἔχον] ἀντὶ τοῦ ἰσοκέφαλος ἦν
αὐτοῖς ἡ μάχη. §. θαυμαστῶς τέως ἰσορροποῦσιν Ἕλληνες καὶταῦτα
ἀπὸ δυστυχίας ὄντες, μετʼ οὐ πολὺ δὲ καὶ περιέσονται τῶν Τρώων.
ἴσας δʼ ὑσμίνο] χωρὶς τοῦ ι γράφει ὁ Ἀρίσταρχος, ἵν ᾖ ἡ ὑσμίνη τῶν Ἕλλήνων τε καὶ τῶν Τρώων ἰσοκέφαλος ἦν, οἷον ἀμφο- τέροις ἰσοκέφαλος ἦν ἡ μάχῃ.
οἱ δὲ λύκοι ὥς] πρὸς τὸ πρόθυμον καὶ κατὰ τὸ πλῆθος δραστικόν·
ὁ γὰρ λέων μόνος ἀγωνίζεται.
76. οἷσιν ἐνὶ μεγάροισι] οὐδὲ ὁρᾶν ὑπομένοντες τὴν μάχην διὰ τὸ ἐληλάσθαι ὑπὸ Διός.
78. πάντες δʼ ῇτιόωντο] οἱ Ἑλληνικοί, ὅτι εἰ μὴ ἐπεκούρει Τρωσὶν
ἐνίκησαν ἂν οἱ Ἕλληνες. §. τούτους δὲ Ζηνόδοτος οὐκ οἶδεν, Ἀρι-
84. ἱερὸν ἤμαρ] ἕως ὥρας ἕκτης, ἕως μεσημβρίας, ὅτε θυσίαι
γίνονται καὶ τὰ πρακτικὰ πάντα. “ κνέφας” δὲ “ἱερόν” (194)· καὶ
γάρ φησι “μακάρων τοι νύκτες ἔασιν” (Hesiod. Opp. 730).
86. ἦμος δὲ δρυτόμος] ἄκρως τὸν καιρὸν ἐδήλωσεν, ἀπὸ τῶν
ὅτι οὐδὲ τῷ καιρῷ παραχαροῦσι τῷ πάντα τὰ σώματα διαλύειν 〈ἐκ〉
τῶν ἔργων πεφυκότι.
*ἧμος δὲ δρυτόμος] ὅτε ὁ δρυτόμος ἐπὶ τὸ ἑωθινὸν ἔρχεται ἄριστον.
ἄριστον ἔρχεται. ὅτι γὰρ τὸν ἑωθινὸν καιρὸν δηλοῖ, σαφὲς ἐξ ὧν
κατὰ τὴν Πατρόκλειάν φησιν “ὄφρα μὲν ἠέλιος μέσον οὐρανὸν—
τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο” (Il. 16. 777).
87. *ἐκορέσσατο χεῖρας] ἀντὶ τοῦ ἔκαμεν.
89. σίτου τε γλυκεροῖο] διδαχὴ μετὰ τοὺς πόνους ἐμφορεῖσθαι
σιτίων πρὸς τὸ εὐόρεκτον, ὡς καὶ ωκράτης πολλὰ περιπατήσας
ἑσπέρας πρὸς τὸν ἐρόμενον “τί τηνικάδε, ὦ Σώκρατες;” ὄψον ζητεῖν
ἔφη (cf. Athen. IV 157e).
90. τῆμος σφῇ ἀρετῇ] ώσεὶ λέγοι, ὅτι κεκοπωμένοι μὲν τοῖς
ῥήξαντο φάλαγγας —ἐν δʼ Ἀγαμέμνων—ἕλε (δʼ) ἄνδρα] ἐν
ἀριστείᾳ (Il. 5. 159).
91. κεκλόμενοι ἑτάροισι] διδάσκει ὡς κἀν τοῖς δεινοῖς τὸ φιλάλ-
ἐκ δʼ Ἀγαμέμνων πρῶτος] ἀποτυχῶν γὰρ Ἀχιλλέως λαμπρὸς
εἶναι θέλει ἢ εὐκλεῶς ἀποθανεῖν.
94. *ὅ γε] ὁ Ὀιλεύς. 95. *τὸν δέ] τὸν Ὀιλέα.
τὸν δʼ ἰθὺς μεμαῶτα] δῆλον ὡς φερόμενον ὑπὲρ τοῦ ἀδελφοῦ· καὶ βοηθῶν φονεύε〈τα〉ι.
μετώπιον—νύξʼ, οὐδὲ στεφάνη — σχέθε] ὅπου ἐπὶ ἀνοχῆς ἐστιν ἡ
μάχη, εὑρίσκομεν περιφυλάσσοντας καὶ τὰ γυμνά, “ᾖ ῥ’ ἴδε γυμνω-
θέντα” (Il. 12. 389) καὶ ἄλλα πολλά· ὅπου δὲ ὀξυλαβ〈ε〉ίας
χρεία, πρὸς τὸ ἀνώσασθαι μόνον αἱ πληγαί.
μετώπιον] τὸ μεταξὺ τῶν ὠπῶν ἐπάνω τῆς ῥινός, ὡς “μεταμάζιον” (Il. 5. 19).
98. πεπάλακτο] διεβρέχετο· “παλάσσετο δʼ αἵματι θώρηξ” (Il.5.
100) καὶ “λύθρῳ-παλάσσετο χεῖρας” (Il. 20. 503). φησὶν οὖν τὸν
ἐγκέφαλον ἐμπεπλῆσθαιτοῦ αἵματοςʼ σφιγγομένουγὰρ τοῦ δόρατος ὑπὸ
τοῦ ὀστέου ἔξω προελθεῖν εἴργεται τὸ αἷμα, ἔσω δὲ ἐπισυνάγεται, καθά-
περ ἐπὶ τῶν βληθέντων λίθῳ, ὅταν συντριβῇ μὲν τὰ ὀστᾶ, μὴ διαιρεθῇ
δὲ ἡ ἐπιφάνεια, ἐντὸς χεῖται τὸ αἷμα τῆς ἔξω φορᾶς εἰργόμενον.
πεπάλακτο] γράφεται “ κεκίνητο·” ἀλλʼ οὐκ εἰκὸς συνδεδεμένον τῷ ὀστέῳ τὸ δόρυ κινεῖν τὸν ἐγκέφαλον.
100. στήθεσι παμφαίνοντας] οὐ συνάπτει έικάνωρ, ἀλλὰ τὸ “παμφαίνοντας” δηλοῦν φησι τὸ νέον αὐτῶν. Πῖρς δὲ ‘τὰ στήθη περιφαίνοντας.ʼ οἳ δὲ ὅλον “ στήθεσι παμφαίνοντας—χιτῶνας.”
101. βῆ ῥ’ Ἶσον τε] Ποσ〈ε〉ίδιππος “Βήρισον” ὑφ’ ὅν Ἡρω- διανὸς νοεῖ διαλελυμένως τὸ “βῆ ῥʼ Ἶσον〉,” Ζηνόδοτος δὲ χωρὶς τοῦ ῥ’ “βῆ Ἶσον τε.”
102. *φιλοτέχνως ἐδήλωσε διὰ τοῦ ἑξῆς στίχου, πότερος ἦν ὁ νόθος. ∗τὸ “ἄμφω” τῶν ἑξῆς ἐστιν.
103. *ἐόντας] Ἀριστοφάνης “ἐοντε.”
ὁ μὲν νόθος ἡνιόχευεν] σημειωτέον, ὅτι πρὸς τὸ πρῶτον ὑπήντησε “νόθον καὶ γνήσιον” (102), εἶτα “ὁ μὲν νόθος.ʼ
104. ὥ ποτʼ Ἀχιλλεὺς Ἴδης ἐν κνημοῖσι] καὶ ἐν τούτοις ἡ
ποικιλία ὁρᾶται, ὡς καὶ περὶ Λυκάονος (Il. 21. 35)· ἐφʼ ἑκάστου οὖν
ἢ γένος ἢ τύχην ἢ σχῆμα πτώματος δηλῶν ποικίλλει τὸ ὑποκείμενον.
Ζηνόδοτος γράφει “ὅν ποτʼ·” ἀλλʼ ἐλέγχεται ἐκ τοῦ “καὶ γάρ σφε” (111).
105. δίδη μόσχοισι λύγοισιν] οὐκ ἀπίθανος ἡ μεταφορὰ ἀπὸ
106. *τὸ “ἐπʼ ὄεσσι” τῶν ἑξῆς ἐστιν.
110. σπερχόμενος δὲ—ἐσύλα τεύχεα—γινώσκων] εἰώθασιν ἐπι-
σαρκάζειν τοῖς ἐπισήμοις τῶν φονευομένων, ὡς Ὀθρυονεῖ (Il. 13.
374). νῦν οὖν, ἐπείπερ ὀξύς ἐστιν ὁ καιρός, ἄμφω δηλοῖ, καὶ ὡς
ἐγίγνωσκεν αὐτούς, καὶ ὡς ὁ καιρὸς οὐκ εἴα λαλεῖν.
113. ὡς δὲ λέων ἐλάφοιο] ἐμφερεστάτη ἡ παραβολή. νεβροὶ γὰρ
τοὺς νεκροὺς καὶκηδεμονίφ,κατεπτηχότες δέ. πιθανῶς δὲ οὐκ ἐπʼ ἄλλων
τοῦτο παρέλαβεν, ἀλλ’ ἐπὶτῶν Πριάμου παίδων,ἐφ οἷς είκὸς τὴν προθυ-
μίαν τῆς τιμωρίας σφοδροτέραν μέν, ἀδύνατον δὲ τοῖς Τρωσὶν ὑπάρχειν.
ὡς δὲ λέων] εἰς τὸ δυνατὸν καὶ βασιλικὸν τοῦ Ἀγαμέμνονος ὁ λέων
ἀναιρέσει βοηθῆσαί τινα τῶν Τρώων.
∗ Ἀριστοτέλης β΄ φησὶ τίκτειν τὴν ἔλαφον( H. A.I p. 578b 15).
114. ῥηιδίως συνέαξε] πρὸς τὸ εὔθλαστον· ἐπὶ δὲ βοὸς “ἐξ αὐχένα ἄξεʼ (175).
115. ἐλθὼν εἰς εὐνήν] τὴν ἰδίαν, που ἀγνοοῦσα αὐτοὺς ἔθηκεν·
καὶ τοῦτο δῆλον ἑτέρωθεν· “ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο
λέοντος νεβροὺς κοιμήσασα” έως “ὃ δέ τʼ ὧκα ἑὴν εἰσήλυθεν εὐνήν”
(0d. 4. 338).
ἁπαλόν τε σφʼ ἤτορ] καὶ Ἀντίπατρος ὁ ἰατρὸς συναύξεσθαί φησι
116. οὐ δύναταί σφιν χραισμεῖν] ἵνα μὴ δοκῇ χαρίζεσθαι
119. σπεύδουσʼ 〈ἱδρώουσα〉] διαστολὴ ὀλίγη ἐπὶ τὸ “σπεύδουσα”
121. ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο] πρὸς τὸ φιλάλ-
ληλον τῶν Ἀχαιῶν.
123. Ἀντιμάχοιο δαίφρονος] “δαίφρονος” τοῦ 〈πρὸς〉 τοὺς
ὅς ῥα μάλιστα —οὐκ εἴασκε] ὡς καὶ ἄλλων αὐτῷ συμπραττόν-
124. ἀγλαὰ δῶρα] πρὸς τὸ σημαινόμενον ὑπαντῶν τὸν χρυσὸν “ἀγλαὰ δῶρα ” εἶπεν.
127. ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους] “ὁμοῦ” τῷ Ἀγαμέμνονι, ἀντὶ τοῦ
ἐν ταὐτῷ. §. διὰ δὲ τοῦ “φύγον ἡνία” καὶ τοῦ “κυκηθήτην” αἰτίαν
128. * φύγεν] διὰ τοῦ ε “φύγεν.”
130. τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην] καινὸν τὸ τῆς διαθέσεως. ἕνα ἱκετεύουσι δύο, καὶ πεζιν ἐποχούμενοι ἄρματι, οὐδὲ ὁτιοῦν προνοού- μενοι τῆς φυγῆς.
131. ζώγρει, Ἀτρέος υἱέ, σὺ δʼ ἔξια] οὐδεὶς Ἑλλήνων τοιοῦτος· εἰσὶν οὖν πλούτῳ μᾶλλον ἢ δυνάμει ἐναβρυνόμενοι.
σὑ δʼ ἄξια] προσαγωγῶς ἐπʼ αὐτῷ ποιοῦνται τὴν αἵρεσιν, πως ὅσα θέλει λάβῃ.
132. πολλὰ δʼ ἐν Ἀντιμάχοιο] καὶ τοῦτο προσαγωγὸν ὡς ληψο-
μένου ὅσα βούλεται· εἰς εὐσέβειαν δὲ ἡμᾶς παρακαλεῖ τὸν ἐξ ἀσεβείας
χρδματισάμενον στερίσκων τῶν παίδων, διʼ σὓς καὶ μάλιστα συνή-
γαγε τὸν χρυσόν.
∗ Ἀντιμάχοιο δόμοις] Ζηνόδοτος “Ἀντιμάχου πατρός.”
134. τῶν κέν τοι χαρίσαιτ〈ο〉 —ἀπερείσια] δύο γάρ εἰσι τὸ θέλειν
καὶ 〈τὸ) δύνασθαι, ἄπερ ἄμφω προβάλλονται· καὶ τὸ “ χαρίσαιτο”
ὡς μὴ ποιησόντων αὐτῷ αἴσθησιν τῶν δώρων. ἀνοήτως καὶ τοῦ πατρὸς
ὑπομιμνήσκουσι τὸν Ἀγαμέμνονα καὶ τοῦ χρυσίου, ἃ παρʼ Ἀλεξάνδρου
δῶρʼ ἔλαβεν (124).
135. *ζώους] Ἀριστοφάνης ʼζωῳώ.”
137. * ἀμείλικτον δʼ ὅπα] “ ἀμείλικτον” ἑαυτοῖς, δικαίαν δέ.
138. εἰρωνικῶς τοῦτό φησιν, ὡς δὴ φιλίας παλαιᾶς μνείαν τινὰ
ποιούμενος,
*δαίφρονος] Ζηνόδοτος γράφει “κακόφρονος.”
140. ἀγγελίην ἐλθόντα] μετʼ ὀνόματος εἰρηνικοῦ ἥκοντα παρὰ τὸν τῶν ἀνθρώπων νόμον φονεύειν ἐπεχείρησεν.
ἀγγελίην] ἀντὶ τοῦ εἰς πρεσβείαν. §. δύο δὲ σημαίνει ἡ λέξις παρὰ
141. * ἐξέμεν] πέμψαι· δασύνει δὲ τὸ “ἔμεν·” τὸ γὰρ εἷναι καὶ
142. τοῦ πατρὸς τίσετε λώβην] ἃ ἐλωβήσατο ὁ πατήρ· διδά-
*τοῦ πατρός] τινὲς “ σφοῦ πατρός.”
144. οὔδει ἐρείσθη] οὕτως αἱ Ἀριστάρχου.
145. Ἱππόλοχος δʼ ἀπόρουσε] ἑωρακὼς τὴν ἀπώλειαν τοῦ ἀδελφοῦ.
146. χεῖρας ἀπὸξίφεῖτμήξαςἀπό τ’ αὐχένα κόψας] οἰκεία ἡκόλασις
τιτρώσκεται διὰ τῆς γλώττης (Il. 5. 292), καὶ ὁ Λοκρὸς Αἴας ἐν τῷ
ἀγῶνι λοιδορησάμενος Ἰδομενέα ὄνθου τὸστόμα πληροῦται( Il.23. 777)·
*τμήξας] “πλήξας” αἱ πλείους.
147. ὅλμον δʼ ὡς ἔσσευε] ὁ κυλινδρώδης λίθος οὕτω καλεῖται, ῷ a.
ὄντας τοῦ αἰτίου τοῦ πολέμου. καὶ ὅσον μὲν δεινὰ ποιεῖ, φιλα-
δελφίας ἐμφαίνει μέγεθος· εἰ δὲ Μενέλαος ν, μικροψυχίας ἂν
αὐτοῦ κατεγνώκειμεν, εἰ ὑπὲρ ἑαυτοῦ οὕτω πικρὸς ἐφαίνετο. §. ἔστι
δὲ καὶ ξύλον καὶ λίθος ὁ ὅλμος.
149. ἅμα δʼ ἄλλοι ἐυκνήμιδες Ἀχαιοί] εἰς τὸ Ἀχαιοί” τελεία,
καὶ τὸ ἑξῆς ἀσύνδετον· τούτοις γὰρ ἥδεται ἐν ταῖς μεταβάσεσιν.
151. ἱππεῖς δʼ ἱππῆας] Ἀγαμέμνων δὲ πεζὸς ὡν ἱππέας ἀναιρεῖ, καὶ σύνδυο.
ὥρτο κονίη] ὅτι ὁ κονιορτὸς κόνις ἐστὶν ώρμημένη.
152. ἐκ πεδίου] τὸ “ἐκ πεδίου” ἄμεινον εἶναι τῶν ἄνω.
153. χαλκῷ δηιόωντες] τὸ ἑξῆς, ἱππεῖς δʼ ἱππῆας ὄλεκον χαλκῷ
154. Ἀργείοισι κελεύων] οὐ μόνον ἀριστεύοντα αὐτὸν ποιεῖ, ἀλλὰ
155. ὡς δʼ ὅτε πῦρ] τί ὀξύτερον ἢ εὐκινητότερον τοῦ πυρός:
156. εἰλυφόων] σημαντικῶς τῷ ὀνόματι χρῆται· δηλοῖ γὰρ τὴν
μετὰ ἑλίξεως καὶ περιστροφῆς τοῦ πυρὸς κίνησιν. εἰς ἐπίτασιν δὲ
καὶ ἄνεμον ἐπιγενέσθαι φησίν.
157. πρόρριζοι πίπτουσιν] πρὸ τῶν ῥιζῶν· οὐ γὰρ ἅπτεται τῶν ὑπογείων τὸ πῦρ.
159. Τρώων φευγόντων] τοῦτο γὰρ αἴτιον τῆς ἀσώστου αὐτῶν
ἀπωλείας, ὅτι οὐδὲ ἀνθιστάμενοι ἀνῃροῦντο.
πολλοὶ δʼ ἐριαύχενες ἵπποι] διαστήματα παρέχει, ὡς καὶ τῶν ἄλλων μνημονεύῃ, ὅτι ἐπράττετό τινα ὑπʼ αὐτῶν διὰ τὴν τοῦ βασιλέως προτροπήν.
161. * ἡνιόχους ποθέοντες] νοῦν ἐνέθηκε τοῖς ἵπποις.
162. γύπεσ〈σ〉ιν πολὺ φίλτεροι] ἀρχαιοπρεπῶς ἔφρασεν, ὅτι φίλτεροι ἥσαν τοῖς γυψὶν ὅτε ἀπέθανον ἢ ταῖς γυναιξὶν ὅτε ἔζων. ἢ οὕτως· τοῖς γυψὶν ἔμελον, ταῖς δὲ γυναιξὶν οὔ.
163. Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεύς] ἐντέχνως ἔχει καὶ
ταῦτα· τό τε γὰρ παρόντα ἐλαττοῦσθαι Ἀγαμέμνονι οὐ σύμφωνον
τῇ ποιήσει, τό τε περιφεύγειν αὐτὸν οὐ τῆς θρασύτητος Ἕκτορος.
καλῶς οὖν τὸν Δία φησὶν αὐτὸν ἐξαγ〈αγ〉εῖν, ὡς, εἰ παρῆν, ἀπέλαυ-
σεν 〈ἂν) τοῦ δεινοῦ.
165. * ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων] τινὲς σφενδονηδὸν
166. Ἴλου—παλαιοῦ Δαρδανίδαο] προγονικῶς· Δαρδάνου γὰρ Τρὡς, οῦ Ἶλος.
167. μέσ〈σ〉ον 〈καπ) πεδίον, παρʼ ἐρινεὸν ἐσσεύοντο]εί ἐντῷμέσῳ
τοῦ πεδίου ὁ ἐρινεός, πῶς ἐν τῇ Ζ φησὶ “λαὸν δὲ στῆσον παρʼ ἐρινεόν”
(Il. 6. 433), βραχὺ οὖν διασταλτέον ἐπὶ τὸ πεδίον· ἐν μέσῳ γὰρ ἦν
τὲ Ἴλου σῆμα, ὅθεν καὶ Ἀλέξανδρος τοξεύει καὶ ὁ Ἕκτωρ “βουλεύει
θείου παρὰ σήματι Ἴλου” (Il. 10. 415)· ὁ δὲ ἐρινεὸς παρὰ τῷ
τείχει· “λαὸν δὲ στῆσον παρʼ ἐρινεόν” (Il. 6. 433). ἀξιοπίστως τὰ
ὀνόματα τῶν τόπων ώσεὶ παρὰὼν τοῖς γινομένοις φησίν.
171. καὶ ἀλλήλους ἀνέμιμνον] νῦν μὲν περιμένουσιν ἀλλήλους· ἵτε δὲ ὑπὸ Ἀχιλλέως διώκονται, “οὐδʼ ἄρα τοί γʼ ἔτλαν —μεῖναι 〈ἔ〉τʼ ἀλλήλους καὶ γνώμεναι ὅς τε πέφευγεν, ὅς τʼ ἔθανʼ ἐν πολέμῳ” (Il. 21. 608)· οὕτως ἑκατέρῳ προσώπῳ τὸ κατʼ ἀξίαν ἀπονέμει.
173. ἅς τε λέων ἐφόβησε] ὡς καὶ πρώην ἡ ἔλαφος (116)· ἀλλʼ εἶχε προθυμίαν τινὰ ἐκείνη ἐπαμῦναι τοῖς τέκνοις, αἳ δὲ παντελῆ φυ- γήν.
ἀμολγῷ] τῇ ἑσπέρᾳ, ἐν ἧ ἀμέλγουσιν.
174. τῇ δʼ ἔτʼ ἰῇ ἀναφαίνετ〈αι〉 αἰπὺς ὄλεθρος] ὡς γὰρ λέων
φοβεῖ μὲν πάσας τὰς βοῦς, κτείνει δὲ τὴν πλησίον, οὕτως ὁ Ἀγα-
μέμνων ἐδίωκε μὲν πάντας, ἔκτεινε δὲ ὃν κατελάμβανεν ὑστεροῦντα·
περὶ δὲ τὴν ἑσπέραν δοκεῖ ὁ λέων τοῖς τετραπόδοις ἐπιχειρεῖν.
179, 80. πολλοὶ δὲ πρηνεῖς τε] Ἀρίσταρχος τοὺς δύο ἀθετεῖ·
184. ἔχε δʼ ἀστεροπήν] ὄργανον, ὃ τινασσόμενον ἀστραπὰς ποιεῖ.
186. βάσκʼ ῖδι] Τυραννίων ὑφʼ ἔν, ὡς ἄπιθι· ἄμεινον δὲ ταὐτο-
λογίαν εἶναι ἐμφαίνουσαν τὴν ἔπειξιν· καὶ ἀλλαχοῦ “ἔλθοι καὶ ἵκοιτο”
(Od. 24. 237). δύναται δὲ καὶ “ ὄι” ἐπίρ〈ρ〉ημα παρακελεύσεως
εἶναι, ἄγε δὴ πορεύου, ὡς Νικάνωρ φησίν, ὡς τὸ ἴθ’ ἐκκάλυψον,
ὡς ἴδω τὸ πᾶν κακόν” (Sop. Ai. 1003).
Ἶρι ταχεῖα] ἐπι〈ρ〉ρηματικῶς, ἀντὶ τοῦ ταχέως, οἷον καὶ τὸ
*τελεία εἰς τὸ “ταχεῖα”” καὶ “ἔνισπε·” ἡ δὲ συνήθεια συνάπτει.
187. ὄφρα -μέν κεν ὁρᾷ Ἀγαμέμνονα] ὕψωσιν περιέχει ὁ λόγος, ὡς καὶ τοῦ θεοῦ παραινοῦντος τῷ ἀπονενοημένως κινδυνεύοντι 〈ἀνα- χωρῆσαι〉.
191. ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ] ἀξιοπίστως ἐπιδιστάζων
εἰσάγεσθαι πάθος ἐκ τῆς τοῦ βασιλέως πληγῆς.
192. εἰς ἵππους ἄλεται] ψιλωτέον τὸ “ἄλεται” καὶ τὸ συ-
194. δύῃ τʼ ἠέλιος] ἵνα εἰδότες τὸν καιρὸν τῆς ἥττης μὴ βαρέως ἀκούοιμεν τῶν λεγομένων κακῶν περὶ τῶν Ἕλλήνων.
κνέφας ἱερόν] ἐπειδὴ “μακάρων τοι νύκτες ἔασι” (Hesiod. Opp.
730), διὰ τοῦτο “ἱερόν” φησὶ τὸ κνέφας.
197. εὖρʼ υἱὸν Πριάμοιο-ἑσταότα] ὅρα, τἱ καταλαμβάνεται πράττων ὁ βάρβαρος· ἕστηκεν ἀργὸς ἐπὶ τῶν ἁρμάτων, μήτε πολε- μῶν μήτε ἐγκελευόμενος τοῖς φεύγουσιν· Ἕλλην δὲ οὐκ ἂν ἐποίει τοῦτο.
201. τεὶν τάδε μυθήσασθαι] τὸ 〈τ〉ίν Δωρικὴ ἀντωνυμί2 κατὰ πλεονασμὸν τοῦ ε γέγονε “τε ς” διὸ φυλακτέον τὸν τόνον.
212. πάλλων-ὀξέα δοῦρα] ὑπόνοιαν διδοὺς τοῖς Τρωσίν, ὡς καὶ αὐτὸς μάχεται· οὐ γὰρ ἔδει λάθρα ὑποχωρῆσαι, μὴ ἄρα χαλεπω- τέραν ὑποψίαν παράσχῃ τοῖς Τρωσίν.
216. ἐκ δʼ Ἀγαμέμνων πρῶτος ὄρουσε] ώσὰν παροξυνθεὶς ἐπὶ τῷ θράσει τῶν βαρβάρων ἐπιμένει τῇ προθυμίᾳ.
217. ἔθελεν δὲ πολὺ προμάχεσθαι ἀπάντων] ἵνα καὶ τοὺς ἄλλους διὰ τῆς ἰδίας προθυμίας προτρέψηται· κοινὸν δὲ ἀμφοτέρων τὸ “πολύ,” τῶν τε Τρώων καὶ τῶν Ἕλλήνων.
218. ἔσπετε νῦν μοι, Μοῦσαι] ἐπὶτοῖς μεγίστοις 〈τὰς) Μούσας καλεῖ, ὡς ἐρῶν τι καινότερονʼ αἱ γὰρ τοιαῦται προπαρασκευαὶ ἀκμαιοτέρας ποιοῦσι τὰς προσοχὰς τοῖς ἀκροαταῖς.
219. * ἀντίος] Ἀρίσταρχος “ἀντίον” γράφει.
220. ἢ αὐτῶν Τρώων ἠὲ κλητῶν ἐπικούρων. Ἰφιδάμας] ὑπερ-
βολικῶς, ὅσπερ μέγα αἴτημα, ἀπὸ ὅλων τῶν Μουσῶν αἰτεῖ.
221. Ἰφιδάμας— ὃς τράφη] νεώτατος οὗτος· Κόων δὲ “πρεσ-
βυγενὴς Ἀντηνορίδης” (249). §. ἡ δὲ ἐπεξήγησις τῶν ἀναιρουμένων
πίστιν ἀληθείας ὑπογράφει καὶ πρὸς ἀξιοπιστίαν βασιλικοὺς ποιεῖ
φονευομένους· ἄδηλα δὲ τὰ τῶν πολέμων· διὸ φονεύει τοῦτον Ἀντη-
νορίδην ὄντα, ἀγνοῶν τίς ἐστιν.
222. 〈ἐν ῦρήκῃ ἐριβώλακι, μητέρι μήλων] Ζηνόδοτος “θηρῶν” γράφει· ἀντίκειται δὲ τὸ “ἐριβώλακι.ʼ”
223. Κισσῆς] ἀπὸ τοῦ Κισσέα〈ς) τὸ “Κισσῆς·” διὸ περί-
226. δίδου δʼ γε θυγατέρα ἤν] νῦν μὲν ψιλὸν τὸ τῆς ἐκδόσεως,
ἐν δὲ τοῖς ἑξῆς καὶ ἐπεξεργασίᾳ τινὶ κέχρηται, “ἦς οὔτι χάριν ἴδε,
πολλὰ δʼ ἔδωκεν” (243)· καὶ ἔχει δαιμονίως τὰ τοῦ ἐπιμερισμοῦ·
ὅπου μὲν γὰρ διηγεῖται, ψιλὸν τὸ τῆς ἐκδόσεως ἔθηκεν· ὅπου δὲ
παθαίνεται ἐπὶ τῷ ἀνῃρημένῳ, καὶ περὶ δώρων ὑποβάλλει καὶ
παίδων. §. ὅμοιος δὲ ὁ γάμος Διομήδους καὶ Ἰφιδάμαντος· ἄμφω
227. * γήμας δέ] μετὰ τὸν “δέ” ὀλίγη διαστολἡ διὰ τὸ πάθος.
μετὰ κλέος ἵκετʼ Ἀχαιῶν] ὡς νέος καὶ νεωτέρων πραγμάτων ἐρῶν·
οὕτω Πῖος.
229. ἐν Περκώτῃ] ἀρχαία αὕτη, ἣν νῦν Παλαιπερκώτην καλοῦ-
233. Ἀτρείδης μὲν ἅμαρτε] ἀξιοπίστως, ἵνα μὴ πάντα ἐπιτυγ-
χάνοντα εἰσάγῃ. ἅμα δὲ καὶ τὸ ἀνθρώπινον 〈ἐνδείκνυται〉. §. εἰς δὲ
τὴν ἀριστείαν Ἀγαμέμνονος συντελεῖ τὸ μηδὲ τοῦτον φυγεῖν, ἀλλὰ
τῇ δευτέρᾳ πληγῇ ἀναιρεθῆναι.
234. κατὰ ζώνην] οὐ τὸν θώρακα δηλοῖ, ἀλλὰ τὴν καλουμένην
ώςὅταν λέγῃ“ἀγκῶνοςἔνερθεν” (252),κατὰ τὸκάτω μέροςτοῦἀγκῶνος.
θώρηκος ἔνερθε] τὸ κάτωθεν διττῶς νοεῖται, ἓν μὲν τὸ κατὰ βάθος,
πν δὲ τὸ κατὰ μῆκος, ὅπερ βούλεται λέγειν καὶ ἐπὶ Μενελάου “ὅθι
ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον” (Il. 4. 132) πρὸς τὸ δυσδια-
κόμιστον τῆς πληγῆς.
239. ἕλκ’ ἐπὶ ο] ἐφʼ ἑαυτῷ, ὥστε μὴ χρήσασθαι ἔτι ἐκεῖνον τῷ
ὥς τε λίς] συντόμως ἅμα καὶ ἀληθῶς τῇ παραβολῇ ἐχρήσατο· καὶ
οἱ λέοντες γὰρ ὑφαρπάζουσι τῶν κυνηγετῶν τὰ δόρατα καὶ λανθάνουσιν
242. οἰκτρός, ἀπὸ μνηστῆς] ἐπεὶ περὶ θαλάμου ἔμπροσθεν διελέ- γετο καὶ κοίτης τῆς παρὰ γυναικί, περιπαθῶς τῇ ἐπιφωνήσει ἐχρήσατο.
ἀστοῖσιν ἀρήγων] τοῖς Τρωσίν, ἐπεὶ Ἀντήνορος ἦν παῖς. τινὲς δὲ ἔθνος Θρκικόν.
*διαστολὴ εἰς τὸ “οἰκτρός” καὶ “ἀλόχου,” τελεία δὲ εἰς τὸ
“ἀρήγων.”
243. ἧς οὔτι χάρι ἴδε] τοιαῦτα καὶ ἐπὶ Πρωτεσιλάου “τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο καὶ δόμος ἡμιτελής” (Il. 2. 700).
*ἦς οὔτι χάριν ἴδε] “χάριν” τὴν ἐπὶ τοῖς τέκνοις καὶ τῇ συμβιώσει.
πολλὰ δʼ ἔδωκεν] ὅρα ὅτι παρὰ τὴν τάξιν ἀλλοιοτέρα φαίνεται· εἰπόντος γὰρ “δίδου δʼ ὅγε θυγατέρα ἥν” (226) λαμβάνων ἐπʼ αὐτῇ δῶρα τοιάδε ἄκαιρος 〈ἂν〉 ἦν ἀδολεσχία. ἐκεῖνο μὲν οὖν ψιλῶς διηγήσατο· νῦν δὲ συμπαθῶς φησιν, ὅτι σπουδάσας περὶ τὴν γυναῖκα οὐκ ὔνατο αὐτῆς· οἰκειότατα οὖν ἔχει ἡ τομὴ τοῦ διηγήματος.
244. *ἑκατὸν βοῦς δκεν] πρὸς τὴν ἐπεξήγησιν τοῦ “ἀλφεσί- βοιται (Il. 18. 503).
χίλιʼ ὑπέστη] ὑπέσχετο, ὥστε ἐκ τῆς ἐπιγονῆς τῶν ποιμνίων καὶ ταῦτα ἀποδοΚναι.
247. βῆ δὲ φέρων — τεύχεα καλά] ἔοικε διαφέροντα εἶναι τὰ ὅπλα
ὡς νέου καὶ νυμφίου· διὸ οὐ παρέρχεται αὐτά.
248. τὸν δʼ ὡς οὖν ἐνόησε Κόων] εἰκὸς γὰρ ὑπερασπίζειν αὐτοῦ τὸν ἀδελφὸν διὰ τὸ ἄπειρον τῶν πολεμίων καὶ νέον.
251. στῆ δʼ εὐράξ] ἠνάγκαστο μὲν διὰ τὸ πάθος τοῦ ἀδελφοῦ
παρακινδυνεύειν, οὐ τολμᾷ δέ, ἀλλὰ κλέπτει τὴν μάχην. λεληθότως
οὖν ἀτυχίας, οὐκ ἀ〈να〉νδρίας ἐγκαλεῖ τῷ Ἀγαμέμνονι· ἀριστεύων
γοῦν ὑπό τινος εὐτελοῦς ἐκ πλαγίου τιτρώσκεται, ἔπειτα τῆς οἰκείας
252. κατὰ χεῖρα μέσην] τὴν ἀριστεράν· καὶ γὰρ ἐν τῷ ἐπιταφίῳ
(Il. 23. 887) ἀνίσταται ἄκοντι ἀγωνίσασθαι 〈ἐθέλων〉· ἀλλὰ καὶ
Ὀδυσσεὺς παλαίει (ib. 709), τὴν πλευρὰν τρωθείς. §. διὰ τὸ αἰφνίδιον
καὶ λεληθὸς 〈τὸ “νύξε”〉.
255. ἀλλʼ εὐδ’ ὣς ἀπέληγε μάχης] πρὸς τὸ μηδὲ τοῦτον ⌈τρω- θέντα ἀπα⌋λλάσσεσθαι.
256. ἀνεμοτρεφές] στερεόν, ὑπὸ ἀνέμων γεγυμνασμένον τὰς ἶνας·
ἀνεμοτρεφές] τὸ τρεφόμενον ὑπὸ ἀνέμων, ὅ ἐστιν ἰσχυρόν· τὸ
ἐναντίον δὲ ἐπὶ τοῦ ἀσθενοῦς φυτοῦ· “ἐλθών τʼ ἐξαπίνης ἄνεμο—
βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσ〈σ〉ʼ ἐπὶ γαίην” (Il. 17. 57). ἢ
“ἀνεμοτρεπέςʼ τὸ ἀντιτασσόμενον καὶ ἀνέμοις ξύλον διὰ στεριφότητα.
257. ὄπατρον] ψιλωτέον τὸ“ὅπατρον·” τὸ 〈γὰρ〉 ο πρὸ τοῦπ φιλεῖ
ὅπλον καὶ τῶν παρʼ αὐτά.
259. τὸν δʼ ἕλκοντ’ ἀν’ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης] ὡς δὴ μὴ πάσης κρατῶν τῆς δυνάμεως ἄλλο τι πράσσοντα τοῦτο〈ν〉 ἀναιρεῖ, τῶν δὲ ἄλλων ἀντικρὺς κρατεῖ.
261. τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε] περιπαθῶς· ὧ ἐπί-
κουρῶν Κόων ἐβόα τοὺς ἑταίρους καλῶν, 〈ἐπὶ〉 τούτῳ αὐτὸν ὁ
Ἀγαμέμνων ἔτρωσεν.
262. ἔνθʼ Ἀντήνορος υἷες] περιπαθῶς ἀπήγγειλεν. §. διὰ τί δὲ
Ἀντηνορίδην φονεύει; ὅτι αὐτὸς ἤρξε σταθεὶς εὐρὰξ καὶ βαλὼν
Ἀγαμέμνονα· οὐ γὰρ ῥητέον, ὡς ἠγνόουν ἀλλήλους, ἐπεὶ σαφῶς
εὑρίσκομεν ἐν τοῖς Αἴαντος λόγοις “ἀλλὰ κασίγνητος Ἀντήνορος”
(Il. 14. 473)· ὁ γὰρ Ἰφιδάμας νέηλυς ἦν.
267. αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα] ἰατρι-
*αὐτὰρ ἐπεί] ἀντὶ τοῦ“ἐπεὶ δέ.ʼ
268. ὀξεῖαι δʼ ὀδύναι] ὡς γὰρ ὑπὸ κέντρων ἀλγοῦμεν ὑπὸ τῶν
τοιούτων φλεγμονῶν. κυριώτατα οὖν κεῖται τὸ “ὀξεῖαι,ʼ” καὶ ἔστι
δυσμετάληπτον τὸ ὄνομα, τοῖς πεπειραμένοις μόνοις δῆλον. §. διὰ
269. ὡς δʼ ὅταν ἀδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα, δριμύ] πρὸς
τοὺς νυγμοὺς τῆς ἀλγηδόνος εἴκασται· πῶς γὰρ ἄνανδρος ὁ εἰργασμένος
τοσαῦτα, §. πάντα δὲ ὀδυνηρὰ ἔλαβε τὰ ὀνόματα, τὸ ὀξύ, τὸ δριμύ, τὸ
270. μογοστόκοι 〈Εἰλείθυιαι〉] αἱ ἐπί τῶν μόγις τικτουσῶν
τεταγμέναι, ὡς ξένιος Ζεὺς ὁ ἐπὶ τῶν ξένων.
271. πικρὰς ὠδῖνας ἔχουσαι] ἀμφίβολον· ἢ γὰρ ἐπιμελείας ἀξιοῦσαι, ὡς 〈τὸ〉 “καί μοι κῆπον ἔχει” (Od. 4. 737), ἢ ἐπέχουσαι τὰς πικρὰς ὠδῖνας καὶ εἴργουσαι, ὡς τὸ “ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηιοτῆτος (Il. 14. 129).
273. ἐς δίφρον δʼ ἀνόρουσε] πρῶτον τὸν βασιλέα, ἔπειτα τοὺς
ἀριστεῖς ἐξάγει Διομήδη Ὀδυσσέα Εὐρύπυλον Μαχάονα, ὅπως
ἀναρχίας ἕνεκεν, οὐκ ἀσθενείας δοκῇ τῶν νεῶν ἡ καῦσις γενέσθαι.
πῶς δὲ οὐδένα στρατηγὸν ἀνθʼ ἑαυτοῦ κατέλιπεν; ἵνα μὴ προτιμήσας
ἔνα τοῖς λοιποῖς ἀπέχθηται· καὶ ὁ Μενέλαος παρῆν βασιλεὺς ὢν
δεύτερος· ἔστι δὲ καὶ ἐναγώνιον· ὅτε γὰρ φόβος μείζων διὰ τὴν ἀπου-
σίαν τῶν ἀριστέων, καὶ ὁ πόθος Ἀχιλλέως μείζων.
274. ἤχθετο γὰρ κῆρ] ἀναγκαίως ἀπολογεῖται, ὅτι οὐκ ἂν ἀπηλ- λάγη, εἰ μὴ τῆς ψυχῆς αὐτοῦ ἀνθήπτετο τὸ δεινόν.
277. ὑμεῖς μὲν—νηυσὶν ἀμύνετε] εὗ τοῖς ἀριστεῦσιν ἐντέλλεται
ἀπιών· εἰ γὰρ μὴ τὴν αἰτίαν τῆς ὑποχωρήσεως ἐσήμανε, κἂν δεινό-
τερα ὑπενόησαν περὶ αὐτοῦ, ὡς ὅτι τέθνηκε μαχόμενος.
278. ἐπεὶ οὐκ ἐμὲ—Ζεὺς εἴασεν—πανημέριον πολ μίζειν] εὗ τὸ μὴ τῷ τραύματι ἄχθεσθαι καίτοι σφόδρα ὀδυνώμενον, ἀλλʼ ὅτι παν- ημέριος πολεμίζειν ἐκωλύθη.
ἐπεὶ οὺκ ἐμὲ—Ζεύς] οὐκ ἐπεξεργάζεται τὰ τοῦ τραύματος, ἀλλʼ εὐπρεπῶς ἐνεδείξατο, ὅτι ὑπὸ τοῦ θεοῦ κωλυθεὶς ἀγωνίσασθαι διʼ ὅλης ἡμέρας ἀναχωρεῖ.
282. ἄφρεον δὲ στήθεα, ῥαίνοντο δʼ ἔνερθε κονίῃ] ἔστιν ἰδεῖν τὸν
286. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί] κατὰ πάν-
τῶν τὸ “⌈ἀγ⌋χιμαχηταί,” ἵνα μὴ ἐπονείδιστος ⌈ἡ⌋ παράκλησις.
288. οἴχετʼ ἀνὴρ ὥριστος] ἢ καθʼ ὅλου—“κρατερός τε” γὰρ “αἰχμητής” (Il. 3. 179)—ἢ νῦν ἄριστος.
ἐμοὶ δὲ μέγʼ εχος ἔδωκεν Ζεύς] βαρβαρικῶς ἀλαζονευομενος τὴν
ἐπικουρίαν τοῦ Διός φησι τῆς ἐσομένης ἀριστείας αἰτίαν, αὑτὸν
ἀποκρούων τῶν κατορθωμάτων.
289. ἀλλʼ ἰθὺς ἐλαύνετε] ἀντὶ τοῦ ἐπʼ εὐθείας· εἰδὲ τέλος χρονι- κὸν θέλει, “εἰθαρ” φησίν.
290. ἵνʼ ὑπέρτερον εὕχος ἄρησθε] ἢ 〈τοῦ〉 τῶν Ἕλλήνων ὑπέρτερον,
μάχηʼ ὃ καὶ ἄμεινον.
291. ὤτρυνε μένος καὶ θυμόν] “μένος καὶ θυμόν” ἐκ παραλλήλου·
292. ὡς δʼ ὅτε-θηρητὴρ κύνας] διὰ τῆς παραβολῆς ἀσθενεστέρους
ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος ἄπτηται” (ll. 8. 338).
ἀργιόδοντας] ὀξεῖς ὀδόντας ἔχοντας.
297. ὑπεραέι—ἀέλλῃ] ἀντὶ τοῦ τῇ ἄνωθεν ἐκ καθέτου φερομένῃ,
Ἕκτορος καὶ τὴν ῥοπὴν καὶ τὴν ἐκ τῆς ἀ〈έ〉λλης ταραχήνʼ ἐμφαν-
τικῶς δὲ τὸ ἅλμα (298) καὶ ἡ ἔμπτωσις τοῦ ἥρωος ταραχὴν
παρέστησεν· καὶ τὴν ἄελλαν δὲ ἐξῆρεν, ὑπεραέα αὐτὴν εἰπών, καὶ
ἀντὶ τῆς θαλάσσης τὸν πόντον εἶπεν, ὅς ἐστι φύσει δυσχείμερος·
εἶτα καὶ ἡ “κατά” (298) ἔμφασιν ποιεῖ τινα τῷ ἄλματι.
ὑπεραέι] κατὰ διάστασιν, ὡς τὸ εὐσεβέι καὶ εὐαέι· ἢ μᾶλλον ὑφʼ ἕν.
299. ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν] ἐπὶ λύπῃ τῶν
300. ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν] ὅτι νόθα τὰ κατορθώματα· εἰ δὲ καὶ καταλέγει τοὺς ἀναιρουμένους, ἐπικρύπτει τὸ ὄνειδος τῇ βραχυλογίᾳ.
301. Ἀσαῖον] προπερισπαστέον· παρὰ γὰρ τὸ αἶσά ἐστι, καὶ πάντα τὰ ἀπὸ τῶν εἰς ᾱ ληγόντων θηλυκῶν καὶ μακρῷ παραληγο- μένων 〈προπερισπῶνται〉.
302. καὶ Δόλοπα Κλυτίδην] ἕτερος οὗτος παρὰ τὸν Τρωικόν· “Δόλ0ψ αἰχμῆς εὖ εἰδώς, Λαμπετίδης” (Il. 15. 525).
304. τοὺς ἄρα — ἡγεμόνας] ἢ τῶν τάξεων λέγει ἡγεμόνας 〈ὁ〉 ποιη- τής, ἢ τοὺς προμαχίζοντας. ἵνα δὲ μὴ δοκῇ χαρίζεσθαι Ἕλλησι, καὶ τοῦτον ἡγεμόνας φησὶν ἀναιρεῖν, ἀλλʼ οὐ σύνδυο, ὡς Ἀγαμέμνων (143).
305. σληθύν, ὡς ὁπότε νέφεα] ἡ ὁμοίωσις πρὸς τὸ συνεχὲς τῶν
ἀναιρουμένων. ὡς γὰρ νέφη, φησί, διώκει ζέφυρος ἄνεμος ὑπὸ
νότου συστραφέντα, οὕτω διώκων ἀνῃρει τὸ πλῆθος ὁ Ἕκτωρ.
καλῶς δὲ τοὺς πυκνωθέντας μὲν ὑπὸ Ἀγαμέμνονος διασκεδασθέντας
δὲ υπὸ Ἕκτορος νέφεσιν εἵκασεν, ἃ συνάγει μὲν νότος διώκει δὲ
ζέφυρος. ηξησε δὲ καὶ τὸν ζέφυρον, μέγα κῦμα ὑπʼ αὐτοῦ ἀνεγεί-
ρεσθαι λέγων. καὶ ἀνέμων δὲ φύσεις οἶδεν ὁ ποιητής, ἐν οἷς εὖρον
μὲν καὶ νότον εἶπε συνάγοντας νέφη, ζέφυρον δὲ καὶ βορέαν διασκιδ-
νάντας τὰ συνηγμένα.
νέφεα] τὸ ἑξῆς “νέφεα ἀργεστᾶο νὁτοιο,” τουτέστι τὰ ὑπὸ τοῦ
νότου συνηγμένα.
*συντέμνει τὸ διήγημα διὰ τοῦ “αὐτὰρ ἔπειτα πληθύν.”
306. ἀργεστᾶο] οἲ μὲν ταχέος, σἱ δὲ τοῦ λευκονότου· οἳ δὲ λείπειν
τὸν η, ἵνʼ ῇ ἢ ἀργέστου ἢ νότου, ὅ ἐστιν εὔρου· καὶ Ἡσίοδος γὰρ “ἀρ-
γέστην ζέφυρον -βορέην τʼ αἰψηροκέλευθον καὶ νέτον’ (Th.379). §. εἰς
* ἀργεστᾶο] εἰ μὲν ἐπὶ τοῦ εὔρου κεῖται, ἔστι κύριον προπαροξυνό- μενον, ὡς “ἀργέσταο” (Apoll. Rh. II 961)· εἰ δὲ ἐπίθετον τοῦ νότου, προπερισπᾶται.
307. πολλὸν δὲ—κῦμα] οὐκ ἐπὶ ἀριθμοῦ, ἀλλʼ ἐπὶ μεγέθους ἡ λέξις, ὡς τὸ “πολλὸς γάρ τις ἔκειτο” (Il. 7. 156).
*ἄχνη] ἧς οὐ δυνάμεθα ἔχεσθαι διὰ τὸ λεπτόν.
308. πολυπλάγκτοιο] 〈τοῦ〉 πανταχοῦ περιάγοντος τὰ κύματα ἢ
309. ὡς ἄρα πυκνὰ καρήατα] κατʼ ἐξοχήν· καὶ “τοίην γὰρ
κεφαλήν” (Od. 1. 343).
311. καί νυ κεν ἐν νήεσσι πέσον] πρὸς τὸ “ἐν νηυσὶ μελαίνῃσιν πεσέονται” (824).
312. εἰ μὴ Τυδείδῃ Διομήδει] ἐσήμανε τὸ “σφῇ ἀρετῇ —κε-
κλόμενοι ἑτάροισι” (90)· φησὶ γοῦν, ὡς ἔπαθον ἄν, εἰ μὴ ὁ λόγος
Ὀδυσσέως ὥνησεν· Διομήδεα δὲ προτρέπεται ὡς κοινωνὸν τῶν κατὰ
νύκτα· ὅπερ δὲ Διομήδης ἐποίησεν ἐν τῇ Θ (92), νῦν Ὀδυσσεύς.
313. Τυδείδη, τί παθόντε] ἡρέμα ἀπολογεῖται περὶ τῆς ἐν τῇ
ἀνθίστατο. καὶ τοῦτο αὐτῷ ὁ Νέστωρ ἐπιπλήττει· ἐνταῦθα δὲ
οὐδενὸς τοιούτου γενομένου ἀνιαρῶς μὲν ὁ Διομήδης ἀφέστηκε
τῆς τύχπς, ὁ δὲ Ὀδυσσεὺς εὐλόγως μένει· διὸ καὶ βοῷ “τί
παθόντε λελάσμεθα,” τί τὸ φοβοῦν ἡμᾶς ἐστιν;
*“ἀλκῆς,” ἣν πρὸ ὀλίγου ἐπεδειξάμεθα κατὰ Ῥήσου, ἢ ἥν μοι
προετρέπου.
314. παρʼ ἔμʼ ἵστασο] παρʼ ἐμέ· “συμφερτὴ δʼ ἀρετή” (Il. 13. 237). §. Κομανὸς δέ φησι καθʼ ὑπεροχὴν ἐπαινεῖσθαι Ὀδυσσέα, εἴγε ὡς ἥττονι Διομήδει ἐπιτάσσει.
δὴ γὰρ ἔλεγχος ἔσσεται] εὗ τὸ μὴ τοῦ θανάτου πεφροντικέναι,
τῆς δὲ αἰσχύνης ῆν ἐπέφερε τὸ πρᾶγμα.
315. *τινὲς “εἷ κεν Τρῶες—νῆας ἕλωσιν,” ἐπεὶ καὶ 'Τρωσὶν δὴ βόλεται 〈δοῦναι κράτος〉.”
317. ἤτοι ἐγῶ μενέω —ἀλλὰ μίνυνθα] ὡς ἔμφρων ὁ Διομήδης
μενέω καὶ στήσομαι] ἤλλακται διὰ τὸ μέτρον.
*καὶ στήσομαι] καὶ “τλήσομαι” γράφεται.
318. ἡμέων ἔσσεται ἤδος] νοεῖ ἀπὸ τοῦ ἀγχιστρόφου τῆς μάχηςʼ
320. *“υμβραῖον” ὡς Ἰδαῖον. §. ὅτε δὲ εὐτυχοῦσι, σύνδυο φονεύουσιν.
322. *ἀντὶ τοῦ παρεπομένου. §. ἀντὶτοῦ ‘ἐφόνευσε καὶ Ὀδυσσεύς.’
*τοῖο ἄνακτος] τούτου τοῦ προειρημένου.
324. ὡς ὅτε κάπρω] ἐπεὶ καὶ ἔλεγε “σεύῃ ἐπʼ ἀγροτέρῳ συΐ” (293).
325. * ἐν κυσί] ἀντὶ τοῦ εἰς κύνας.
326. παλινορμένω] προφυγόντες γάρ, ὥς φησι “καί νυ κεν ἐν νήεσσι πέσον” (311), νῦν ἔναντι ὁρμῶσιν. §. Ἀρίσταρχος ὕφʼ ἓν ἀναγινώσκει τὸ “παλινορμένω,” “παλίνορσος” (Il. 3.33), “εὐρυκρείων,” “ἐυφρονέων.”
327. φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον] τὸ ἑξῆς, φεύγοντες Ἕκ-
τορα δῖον ἀσπασίως ἀνέπνεον· καὶ συναπτόντων δὲ ἡμῶν δῆλον τὸ
328. ἑλέτην] συλληπτικῶς τὸ ἐπὶ ἑκατέρου· ἄμφω γὰρ ἕνα
δίφρον καὶ δύο ἄνδρας εἷλον.
ἑλέτην δίφρον τε καὶ ἀνέρε] “ἕλεν δʼ Οἰνομάου βίαν παρθένον τε” (Pind. Ol. I 144).
329. υἷε- Μέροπος 〈Περκωσίου〉] Ἀμφίος καὶ Ἄδραστος
Μέροπος Περκωσίου. τινὲς πατρωνυμικῶς, ἐπεὶ πῶς Περκώτης
Ἄσιος ἄρχει, οὗτοι δὲ Ἀδραστείας καὶ Ἀπαισοῦ: ἢ μετανάστης ἦν
αὐτοῖς ὁ πατὴρ ἀπὸ Περκώτης μετοικήσας.
331. τὼ δέ οἱ οὔτι πειθέσθην] οὔτε ἀπειθεῖν πατράσιν ἀξιοῖ οὔτε μαντικῆς καταφρονεῖν, θανάτῳ τοὺς τοῦτο δράσαντας κολάζων.
334. * κεκαδών] χωρίσας, παρὰ τὸ χάζω.
336. ἶσα μάχην ἐτάνυσ〈σ〉ε] πρὸς τὸ ἀξιόπιστον· οὐ γὰρ ἂν
ἠρίστευον ἀντιτασσομένου Διός. φιλέλλην δὲ ὢν ὁ Ζεὺς τὸ πρόθυ-
μον αὐτῶν αἰδεσθεὶς πρὸς ὀλίγον ἐνδίδωσιν. ἢ τοῦτο θέλει εἰπεῖν, ὡς
337. οἳ δέ] ὡς καὶ τῶν Ἀχαιῶν ὑποστρεψάντων.
339. ∗ ἥρωα] ὅτι πάντες ἥρωες ἐκαλοῦντο.
340. * προφυγεῖν] λείπει ‘πρὸς τό.ʼ
*ἀάσατο] ἐπικερτομεῖ τὸ θράσος.
345. τὸν δὲ ἰδων ἐνόησε] “ἰδων ἐνόησε,” ὅτι κατʼ αὐτῶν ᾔει· ἢ
ἐκ παραλλήλου τὸ αὐτό· ἀλλὰ τὸ πρῶτον ἄμεινον.
346. ἐγγὺς ἐόντα] οὐκ ἀφίστανται ἀλλήλων· ἴσασι γὰρ ὡς τὸ
347. κυλίνδεται ὄβριμος Ἕκτωρ] ἀντὶ τοῦ κυλίνδει, ὡς ἄνεμος
348. ἀλλʼ ἄγε δὴ στέωμεν] ἀντιφιλοτιμοῦνται ταῖς προθυμίαις.
∗〈μένοντε’ 〉 οὕτω Ζηνόδοτος.
353. αὐλῶπις] “αὐλῶπις” εἰς στενὸν ἀναδοθεῖσα· “αὐλὸς ἀνὰ
ῥῖνας παχὺς ἤλθεν” (Od. 22. 18).
τήν οἱ πόρε Φοῖβος] ὅτι καὶ χαλεπὰ τὰ ἡφαιστότευκτα· ἀπολο- γεῖται δέ, ὡς ἀπέθανεν ἄν, εἰ μὴ διὰ τὴν θειότητα τοῦ κράνους.
354. * ἀπέλεθρον] λίαν, ἀμέτρως.
355. *γνύ] ἐπὶ γόνυ ἐνεχθείς.
356. ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν] κακῶς ἐκ τῶν Αἰνείου
ἀμφὶ δὲ ὅσσε κελαινή] Ζηνόδοτος οὐ γράφει, Ἀρίσταρχος δ’ ἀθετεῖ.
357. μετὰ δούρατος ᾤχετʼ ἐρωήν] τὴν ὁρμήν. δηλοῖ ἡ λέξις καὶ
τὴν ὑποχώρησιν· “πολέμου δʼ οὐ γίνετʼ ἐρωή” (Il. 16. 302).
358. καταείσατο] ἐφάνη, παρὰ τὸ εἰδῶ· ἢ κατήχθη, παρὰ τὸ
362. ἐξ αὗ νῦν ἔφυγες] εἰκότως ἐπικαυχᾶται τῷ Εκτορι, ἐπεὶ κἀκεῖνος ἐπεκαυχήσατο κατʼ αὐτοῦ “ἔρρε, κακὴ γλήνη” (Il. 8. 164).
363. ἐρύσατο Φοῖβος] στοχαστικώτερον· ἢ ἐπειδὴ καὶ Αἰνείου ὑπερεμάχει ὁ Ἀπόλλων (Il. 5. 439).
366. εἴ που τις καὶ ἐμοί γε θεῶν] οἰδε μὲν ὡς ἐπίκουρον ἔχει τὴν
Ἀθηνᾶν, οὐ μὴν ἀλαζονεύεται.
ἐπιτάρροθος] πλεονάζει ἡ ταρ, ὡς ἐν τῷ ἀταρτηρός.
368. ἤλκαὶ Παιονίδην —ἐξενάριζεν] οὕτω διὰ τοῦ ξ. οὐ γὰρἐτέλεσεν.
καὶ Παιονίδην ἐξένάριζεν] τὸν λόγον ἐπαναφέρει ἐπὶ τὰ ἔμπροσθεν
“ἤτοι Τυδέος υίὸς Ἀγάστροφον οὔτασε δουρὶ Παιονίδην ἥρωα κατʼ
ἰσχίον” (338)· εἶτα 〈τὰ〉 περὶ τὴν Εκτορος ἔφοδον διελθών πάλιν
περὶ τοῦ Ἀγαστρόφου διηγεῖται, ὅτι τοῦτον σκυλεύοντι αὐτῷ ἐπι-
τίθεται Ἀλέξανδρος.
369. αὐτὰρ Ἀλέξανδρος, Ἑλένης πόσις] καὶ τὸν Διομήδην λάθρα
τιτρωσκόμενον εἰσ]άγ]ει, 〈ὡς〉 καὶ τὸν Ἀγαμέμνονα. ἔστι δὲ τὸ πᾶν
διατριβή· ὅρα δὲ ὅτι τῷ τοῦ Ἀλεξάνδρου ὀνόματι ὡς ἐπὶ πολὺ τὴν
Ἑλένην προστίθησιν, ἴσπερ ἀναμιμνήσκων τῆς ἀσελγείας αὐτοῦ
τοὺς ἀκούοντας.
370. Τυδείδῃ ἐπὶ τόξα] ἔοικεν Ὀμηροςάπέχθεσθαι τῷ σκυλευῷ,
ὡς ἐπὶ Ἀγαμέμνονος, ὃς σκυλεύων φιδάμαντα τιτρώσκεται (240),
καὶ ἐπὶ Ἕλεφήνορος (ΙΙ. 4. 470)· καὶ ὁ Νέστωρ δὲ παραινεῖ “μή”
371. στήλῃ κεκλιμένος] περικεκυλισμένος· οὐδὲ τῷ διαστήματι γὰρ ἀρκεῖται, ώσεὶ ἔλεγε νεκρὸς παρὰ νεκρῷ ἑστηκώς.ʼ
ἀνδροκμήτῳ 〈ἐπὶ τύμβῳ〉] ὑφʼ ᾦ ἀνὴρ καμὼν ἔκειτο· ἢ ὑπὸ ἀνδρὸς πονηθέντι.
372. Ἴλου Δαρδανίδαο] προγονικῶς· Τρωὸς γὰρ ἦν Ιλος· ἐπὶ δὲ τῷ μνήματι τοῦ παλαιοῦ προγόνου ἔστη, μηδὲν ἄξιον ποιῶν.
δημογέροντος] οὕτω καὶ τοὺς βασιλεῖς ἐκάλουν παρὰ τοῦ δήμου
γέρας ἔχοντας, ὁμοίως δὲ καὶ τοὺς γέροντας καὶ δημότας.
373. ἡ τοι ὃ μὲν θώρηκα] καὶ οὐχ ὁρώμενος τοξεύει λάθρα καὶ τὴν
375. τόξου πῆχυν ἀνεῖλκεν] εἰσὶ τέξα ἐκ δύο κεράτων συμβεβλη
ἵνα δὴ ἐναργῶς ἐπιδείξῃ τὸν τοῦ πολεμίου τυχεῖν στοχαζόμενον.
376. οὐδʼ ἄρα μιν ἄλιον] “μίνʼ” ἀντὶ τοῦ αὐτοῦ, ὡς τὸ “τὸν τρισ-. καιδέκατον μελιηδέα θυμὸν ἀπηύρα” (Il. 10. 495) ἀντὶ τοῦ αὐτοῦ.
378. ἐν γαίῃ κατέπηκτο] ἐναργῶς πάνυ· διʼ ὅλου δὲ φυλάσσεται περὶ τὰς πληγὰς ποικιλίαν ὁ ποιητής.
μάλα ἡδὺ γελάσ〈σ〉ας] κεχυμένως· καὶ ἐπὶ 〈τῶν〉 μνηστήρων “γέλω ἔκθανον” (Od. 18. 100)· ἐπὶ δὲ Ὀδυσσέως “ἐπιμειδήσας” (Od. 22. 371) καὶ “μειδιόων βλοσυροῖσι προσώπασι” (Il. 7. 212).
379. ἐκ λόχου ἀμπήδησε] εὗ τὸν ἐκ τοῦ ἀφανοῦς τοξεύοντα ἐκ
εὐχόμενος ἔπος ηὔδα] ἀσχημόνως πάνυ ὡς μέγα τι κατωρθωκώς
382. οὕτω κεν—Τρῶες ἀνέπνευσαν] διʼ ὧν ἑαυτοῦ τὴν πληγὴν
αὔξει, λανθάνει καταβάλλων τὸ κοινόν.
383. οἵ τε σε πεφρίκασι] ὡς δειλὸς καὶ περὶ τὥν ἄλλων ὑπείληφεν
385. * τοξότα λωβητήρ] δύναται καθʼ ἓν στιγμὴ καὶ εἰς δύο.
τοξότα λωβητήρ] ἀλλαχοῦ “ποῦ τοι τόξον” (Il. 5. 171). ἢ τοὺς ἀγχιμάχους 〈μόνους〉 ἐπῄνει.
τοξότα] ἀλλὰ καὶ οἱ θεοί, φασί, τοξόται, καὶ τῶν ἡρώων οἱ κρά-
τοξότης, ὀνειδίζει, ἀλλʼ ὅτι δὴ φαῦλος τοξότης· τοῦτο γὰρ ἐμφαίνει
τὸ “λωβητήρ. §. εἶταπάλιν ὺφʼ ἓν τὸ“κέρᾳ ἀγλαὲ παρθενοπῖπα,” ὦ
κέρᾳ ἀγλαέ] “κέρ” σὺν τῷ ι ἡ παράδοσις, δοτικὴν ἐκδεχομένη·
ἄλλως: κέρᾳ ἀγλαέ] τῇ τριχί· ὅθεν καὶ κείρειν· Ἀριστοτέλης
δὲ “ὦ τῷ τόξῳ σεμνυνόμενε.ʼ
παρθενοπῖπα] καλῶς οὔ φησι γυναικομανές, ἵνα μὴ ὑπομνήσῃ
Ἑλένης· καὶ ἄλλως πικροτέρα ἡ κατηγορία, εἰ καὶ μέχρι τῶν κατα-
κλείστων παρθένων ἡ τοῦ Ἀλεξάνδρου ἀπάτη φθάνει. §. τινὲς δὲ γρά-
386. * γενναῖον τὸ πάσχοντα αὐθωρὸν προκαλεῖσθαι τὸν βαλόντα.
388. νῦν δέ μʼ ἐπιγράψας] Ἑλληνικὸν τὸ ἐπικρύπτειν πρὸς ἐχ- θροὺς τὴν συμφοράν. ὃ δὲ καὶ γυμνοῖ τὴν δειλίαν τῶν ἑταίρων (383).
* ἄκρως οὐ πληγήν, ἀλλʼ ἐπιγραφήν φησιν· ὁ δὲ ποιητὴς τἀληθὲς λέγων ἔφη “διὰ 〈δʼ ἀ〉μπερὲς ἰὸς ἐν γαίῃ ἐπάγη” (377).
390. κωφὸν γὰρ βέλος] μεταφορικῶς αἴσθησιν μὴ ποιοῦν, οἳ δὲ ἄηχον—“κύματι κωφῷ” (Il. 14. 16) —τὸ γὰρ πεμπόμενον μετὰ βίας ἔχει πολὺν ἐφελκόμενον τὸν ἀέρα.
391. * ἄλλως ὑπʼ ἐμεῖο] ἄλλως δὴ τὸ ἐμόν, οὐχ ὡς τὸ σόν.
* ἐπαύρῃ] προσθίγῃ.
392. *αἶψα τίθησιν] Ἀρίσταρχος “ἄνδρα τίθησιν.”
393. * τοῦ δὲ γυναικός] ἐπεξεργασία ποιητική.
395. οἰωνοὶ δὲ περίπλεες ἠὲ γυναῖκες] οὐκ ἔστιν ὅμοιον τῷ “γύ-
πεσ〈σ〉ιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν” (162)· τὸ γὰρ “ἠὲ γυναῖκες”
τὴν ἀκολασίαν ἐλέγχει ΙΠάριδος, ὡς πλείοσι γυναιξὶ χρωμένου. §. οὐκ
396. Ὀδυσεὺς —ἐγγύθεν ἐλθὼν ἔστη] τὸ φιλικὸν πάλιν τοῦ ʼὈδυσσέως ὁρᾶται καὶ τὸ ἀξιόπιστον Διομήδους δείκνυται. εὐπρεπῶς γὰρ οὐχ ὁ Διομήδης ἐπὶ τοῦτο παρακαλῶν τινα φαίνεται· διὰ δὲ τὸν καιρὸν οὐχ οἱ δύο καταγίνονται περὶ τὴν τοῦ ἑνὸς θεραπείαν.
401. οἰώθη δʼ Ὀδυσεύς] ἀγῶνας πάλιν κινεῖ ἐπὶ τῷ Ὀδυσσεῖ· ὥστε ἐκ παντὸς συνέχει τὸν ἀκροατήν.
403. εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὦ μοι ἐγώ, τί πάθω] ποίη-
ἄλλως: κέρᾳ ἀγλαέ] τῇ τριχί· ὅθεν καὶ κείρειν· Ἀριστοτέλης
δὲ “ὦ τῷ τόξῳ σεμνυνόμενε.ʼ
παρθενοπῖπα] καλῶς οὔ φησι γυναικομανές, ἵνα μὴ ὑπομνήσῃ
Ἑλένης· καὶ ἄλλως πικροτέρα ἡ κατηγορία, εἰ καὶ μέχρι τῶν κατα-
κλείστων παρθένων ἡ τοῦ Ἀλεξάνδρου ἀπάτη φθάνει. §. τινὲς δὲ γρά-
386. * γενναῖον τὸ πάσχοντα αὐθωρὸν προκαλεῖσθαι τὸν βαλόντα.
νῦν δέ μʼ ἐπιγράψας] Ἑλληνικὸν τὸ ἐπικρύπτειν πρὸς ἐχ-
θροὺς τὴν συμφοράν. ὃ δὲ καὶ γυμνοῖ τὴν δειλίαν τῶν ἑταίρων (383).
* ἄκρως οὐ πληγήν, ἀλλʼ ἐπιγραφήν φησιν· ὁ δὲ ποιητὴς τἀληθὲς λέγων ἔφη “διὰ δʼ ἀ〉μπερὲς ἰὸς ἐν γαίῃ ἐπάγη” (377).
390. κωφὸν γὰρ βέλος] μεταφορικῶς αἴσθησιν μὴ ποιοῦν, οἳ δὲ ἄηχον—“κύματι κωφῷ” (Il. 14. 16) —τὸ γὰρ πεμπόμενον μετὰ βίας ἔχει πολὺν ἐφελκόμενον τὸν ἀέρα.
391. * ἄλλως ὑπʼ ἐμεῖο] ἄλλως δὴ τὸ ἐμόν, οὐχ ὡς τὸ σόν.
* ἐπαύρῃ] προσθίγῃ.
392. αἷψα τίθησιν] Ἀρίσταρχος “ἄνδρα τίθησιν.”
393. * τοῦ δὲ γυναικός] ἐπεξεργασία ποιητική.
395. οἰωνοὶ δὲ περίπλεες ἠὲ γυναῖκες] οὐκ ἔστιν ὅμοιον τῷ “γύ-
πεσ〈σ〉ιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν” (162)· τὸ γὰρ “ἠὲ γυναῖκες
τὴν ἀκολασίαν ἐλέγχει ΙΠάριδος, ὡς πλείοσι γυναιξὶ χρωμένου. §. οὐκ
396. Ὀδυσεὺς –ἐγγύθεν ἐλθὼν ἔστη] τὸ φιλικὸν πάλιν τοῦ Ὀδυσσέως ὁρᾶται καὶ τὸ ἀξιόπιστον Διομήδους δείκνυται. εὐπρεπῶς γὰρ οὐχ ὁ Διομήδης ἐπὶ τοῦτο παρακαλῶν τινα φαίνεται· διὰ δὲ τὸν καιρὸν οὐχ οἱ δύο καταγίνονται περὶ τὴν τοῦ ἑνὸς θεραπείαν.
401. οἰώθη δʼ Ὀδυσεύς] ἀγῶνας πάλιν κινεῖ ἐπὶ τῷ Ὀδυσσεῖ· ὥστε ἐκ παντὸς συνέχει τὸν ἀκροατήν.
403. εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὦ μοι ἐγώ, τί πάθω] ποίη-
405. αἴ κεν ἀλώω μοῦνος] ζωγρηθῶ καὶ αἰχμαλωτισθῶ παρὰ
407. ἀλλὰ τίη μοι ταῦτα] χρησίμως πρὸς τὴν οἰκονομίαν ἔχει
408. * ἀποίχονται] ἄπωθεν οἴχονται.
409. μάχῃ ἔνι] τὸ “μάχῃ ἔνι” πρὸς ἄμφω δύναται.
τὸν δὲ μάλα χρεώ] δύο μέρη λόγου τὸ “τὸν δέ,ʼ ὧς φησιν Ἀλεξίων·
413. ἔλσαν δʼ ἐν μέσσοισι] δεινὴ ἡ ἀγωνία· οὐδὲ γάρ, εἰ θέλοι
ὑποχωρεῖν, ἔξεστιν αὐτῷ. §. ψιλωτέον δέ· Αἰολικὴ γάρ ἐστιν ἡ κλίσις
μετά σφισι πῆμα τιθέντες] διὰ τῆς ἀναφωνήσεως ἀνακτᾶται τὸν ἀκροατήν· λίαν γὰρ αὐτὸν ἐξεφόβησεν· φησὶν οὖν, ὅτι ἐπὶ τῷ ἑαυ- τῶν κακῷ ἐκύκλωσαν τὸν Ὀδυσσέα.
μετά σφισι] Νικάνωρ διαστέλλει τὸ “σφίσι” τῶν ἑξῆς. §.
414. ὡς δʼ ὅτε κάπριον] ἐναργὲς τὸ παράδειγμα πρὸς τὸ καθʼ ἕνα
416. θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν] συμπαρατρί-
βει γὰρ τὸ γένειον ἀκονῶν τὸν ὀδόντα· σὺ γὰρ ἐπὶ τὸ δάκνειν ὁ κάπρος
ὁρμᾷ, ἵνα ἀναστε〈ί〉λῃ τὰς γένυς, τῇ δὲ ἐμβολῇ μόνον ἀμύνεται.
θήγων]καὶτοῦτοἐμφερές· καὶοὗτοςγὰρ λογισμῷπροπαρεσκεύασται.
417. * κόμπος ὀδόντων] εἰκότως· κενοὶ γάρ εἰσιν.
418. “νῦν τὸ “ἄφαρ” ἀντὶ τοῦ ῥμδίως.
421. ὥμον ὕπερθεν] στιγμὴ εἰς τὸ “ὕπερθεν.” τινὲς “ὕπερθεν
422. * νόωνα] καὶ “Ἀντίλοχος δὲ νόωνα” (Il. 13.545).
∗Ἔννομον] “λρόμις ἤρχε καὶ Ἔννομος” (Il. 2. 858).
424. πρότμησιν] ἅπαξ εἴρηται Ὁμήρῳ· ἔστι δὲ ὁ κατὰ τὸν ὀμφαλὸν τόπος, ὃν λέγομεν ἡμεῖς ἦιρον.
πρότμησιν] οἳ μὲν ἀπὸ τῆς ἥβης ἄχρι τοῦ ὀμφαλοῦ, ἐπεὶ καὶ
τοῦτο ἱερουργεῖται, οἳ δὲ τὴν ὀσφύν, ἣν οὐδαμοῦ τιτρώσκει ὁ ποιητής,
ὅτι τοῖς θεοῖς δίδοται αἴτιον ὃν ζωογονίας καὶ σπερμάτων. §. “κατὰ
πρότμησιν” διὰ τοῦ σ. ἔν τισι κεῖται τὸ τ.
425. ἀγοστῷ] τῇ δρακί, παρὰ τὸ ἄγειν· οἳ δὲ τῇ ἀγκάλῃ, οἱ δὲ ἀγκῶνι τὸ “ἀγοστῷ·” νῦν δὲ οὐ δύναται ἀγκῶνι· τίς γὰρ ἀγκῶνι δράσσεται γῆς;
427. * εὐηγενέος] εὐφυοῦς τῷ σώματι.
430. πολύαινε] πιστὸς ὁ ἐκ πολεμίων ἔπαινος· ἢ εἰρωνεύεται· ἢ παρὰ τὸ αἰνὸν ἡ σύνθεσις.
δόλων ἅτʼ ἠδὲ πόνοιο] καὶ ἐν Ὀδυσσείᾳ (3. 121) φησὶν “ἐνίκα
δῖος Ὀδυσσεὺς παντοίοισι δόλοισι,ʼ ὥστε ἄμφω ἑνὸς τὰ σωμάτια
(scil. Il. et Od.)· σωματικὰ δὲ καὶ ψυχικὰ ἐπαινεῖται Ὀδυσσέως.
432. τοιώδʼ ἄνδρε κατακτείνας] βάρβαρος ἡ ἀλαζονεία, ἐν τοιούτῳ
καιρῷ προφερομένη. §. 〈ἔ〉φαμεν τὴν διὰ τοῦ δε παραγωγήν, εἰ
∗τειώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας] ὡς τούτου παρε- πομένου τῷ φονεῦσαι.
437. χρόα ἔργαθεν] “χρόα” τὴν ἐπιφάνειαν τοῦ σώματος, οὐ τὴν ἄχρι τῶν ἔσω μερῶν σάρκωσιν. . “χροός” δὲ καὶ “χρόα,” διχῶς·
Ζηνόδοτος δὲ γράφει “χρόα.”
438. ∗ἔγκασι] ὡς τέρασιν.
439. γνῶ δʼ Ὀδυσεύς] ἔγνω, ὅτι οὐκ εἰς καίριον ταύτῃ ἐτελεύτησεν
ἡβολή. φησὶγὰρ“ὡςεἰπῶν οῦτησεν —οὐδέ τ’ “ἔασε Παλλάς” (434,7)
καὶ ἐπάγει “φθῆ σε τέλος” (451)· ἔστι δὲ θαυμάσαι τὸ ἀτάραχον
Ὀδυσσέως· οὐχ ὡς Ἀχιλλεὺς “σάκος μὲν ἀπὸ ἔο—ἔσχετο ταρ-
βήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος ῥέα διελεύσεσθαι” (Il. 20. 261).
*βέλος] Ζηνόδοτος γράφει “βέλος.”
441. ἄ δείλʼ] ἐκπλήρουςτὸ“δειλέ·” καὶ στικτέον διὰ τὴν κλητικήν.
442. *ἐπὶ Τρώεσσι] περισσὴ ἡ “ἐηί”
446. καὶὃ μὲν φύγαδ αὗτις] αἰσχρὰ ἡ φυγὴ ἀπειλῇ μόνῃ〈γενομέ-
νητραυματίου ἀνδρός. οὐκἄτοπονδὲἀλαζονεύεσθαι Ὀδυσσέαπροάρξαν-
τος ἐκείνου, καὶ ὅτι παρʼ ὀλίγον ἀνῃρημένος κεκράτηκε τοῦ πολεμίου.
*φύγαδε] ἀπὸ τῆς φύξ.
450. * Σῶχ’] “ὦ Σωκε” ἐντελῶς αί Ἀριστάρχου.
451. φθῆ σε τέλος] εἰ καὶ ἔφυγες, κιχήμενον ἔφθη σε τὸ τέλος
τοῦ θανάτου.
453. ὄσσε καθαιρήσουσι] παλαιὸν ἔθος· “χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν” (Od. 11. 426).
454. ὁμησταὶ ἐρύουσι] προπαροξυτόνως τὸ “ἐρύουσιν.” ἐνεστώς
455. ἐπεί κε θάνω] ἐὰν ἐκ τοῦ τραύματος τηλικοῦτον ἐπακολου-
457. ἔξω τε χροός] τοῦ ἰδίου χροός· καὶ μεῖζον τὸ κατόρθωμα
ἐφόνευσε τὸν πολέμιον. §. “ἕλκε” δὲ ἄνευ τοῦ ι.
458. αἷμα δέ οἱ-ἀνέσσυτο] “αἷμα δέ οἱ ἀνέσσυτο,” αὐτῷ·
459. αἷμ’ Ὀδυσῆος] καλῶς ἄρα Λυκοῦργος ἐνομοθέτησε Λακε-
λανθάνοι τοὺς πολεμίους διὰ τὸ ὁμόχρουν.
460. *κεκλόμενοικαθʼ ὅμιλον—ἔβησαν]τοῦ πρώτουτὸ “καθ’ ὅμιλον.”
461. ἐξοπίσω ἀνεχάζετο] συγγνωστέον· ἐν ἐσχάτοις γάρ ἐστιν.
αὖε δʼ ἑταίρους] ψιλωτέον· εἰ δὲ 〈δασύνεται〉, ἐπὶ τοῦ ξηραίνω.
462. ὅσον κεφαλὴ χάδε φωτός] ἀντὶ τοῦ εἰπεῖν ‘αὐτοῦ.ʼ τὸ δὲ
463. τρὶς δʼ ἄιεν ἰάχοντος] ὡς αἴτιος τῆς μάχης νῦν προσεκτι- κὸς διὰ τὴν ἀπουσίαν Ἀγαμέμνονος, 〈ἢ〉 ὡς φίλος Ὀδυσσεῖ, “ἐξ θάκης ἀγαγὼν σὺν κτήμασιʼ (Od. 4. 175)· αἰσθόμενος 〈δὲ〉 ὡς οὐκ ἔστιν ἀξιόμαχος προσλαβεῖν Αἴαντα ἐνθυμεῖται.
464. αἶψα δʼ ἄρʼ Αἴαντα] χαρίεν τὸ τῆς περιπετείας, τὸ τὸν ἀλκι-
μώτατον εὑρεθῆναι πλησίον. §. τὸ δὲ “αἶψα” τῆς ἐπείξεως αὐτοῦ
καὶ προθυμίας σημαντικόν.
τῷ ἰκέλη, ὡς εἴὲ βιύατο] “ὡς εἰ” καιρὸν γὰρ οὐκ εἶχε νῦν σαφῶς δηλῶσαι τὸ πρᾶγμα ὁ Ὀδυσσεύς· μόνον δὲ βοᾷ.
βιῴατο] ἀπὸ γὰρ τοῦ πολυτλήμονος στοχάζεται, ὡς, εἰ μὴ ἠνάγ-
καστο, οὐκ ἂν ἐβόησεν.
469. ἀλεξέμεναι γὰρ ἄμεινον] “ἄμεινον,” ἐκείνῳ δηλονότι, βοηθεῖν ἤπερ ὧδε σχολάζειν.
475. ἀμφʼ ἔλαφον] οὐ δειλὸς ὁ Ὀδυσσεύς, ὅτι ἐλάφῳ εἴκασται·
οὐ γὰρ ἰσχύος δηλωτικὸν τὸ τῆς παραβολῆς, ἁλλὰ τῶν ὁμοίων παθη-
μάτων. θανούσῃ δὲ αὐτὸν ἐλάφῳ εἰκάζει, ἵνα αὐξήσῃ τὸν κίνδυνον.
ἀμφʼ ἔλαφον] μερικὴ ἡ παραβολὴ πρὸς τὴν πληγὴν καὶ πρὸς τὸ πλῆθος τῶν βαρβάρων καὶ τὴν ἀπουσίαν τοῦ βαλόντος· καὶ ὥσπερ θῶας ἀπελαύνει λέων ἐπιφανείς, οὕτω καὶ τοὺς Τρῶας ὁ Αἴας.
478. αὐτὰρ ἐπεὶ —τόν γε δαμάσσεται—ώμοφάγοι μιν θῶες]
πρὸς τὸ πιθανὴν γενέσθαι τὴν ἔφοδον τῶν πολλῶν ζὥων. ἄγει δὲ καὶ
ἐπʼ ἐκεῖνο ἡ ἔννοια, ὅτι οὐδʼ ἂν τῷ Ὀδυσσεῖ προσῆλθον οἱ βάρβαροι,
εἰ μὴ διὰ τὸ τετρῶσθαι πεπονημένῳ.
ἄμοφάγοι—θῶες] Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων (1 p. 610a 13)
φησὶ θῶας καὶ λέοντας πολέμια εἶναι, σαρκοφάγα ὄντα καὶ ἀπὸ
τῶν αὐτῶν τὴν τροφὴν ποριζόμενα. ἔμπειρος οὖν τούτων καὶ πρὸ
Ἀριστοτέλους ὁ ποιητής.
480. * ἐν νέμεϊ] νέμος σύμφυτος τόπος καὶ εἰς νομὴν πεποιη- μένος.
481. αὐτὰρ ὃ δάπτει] αὕτη ἡ ἐπεξεργασία τῆς παραβολῆς οὐ
πρὸς τὸ προκείμενον.
483. αὐτὰρ ὅ γʼ ἥρως ἀίσσων] στιγμὴ εἰς τὸ “ἀίσσων” §. οὐ πρὸς
486. *στῆ δὲ παρέξ] ἀντὶ τοῦ παρά· καὶ ὀξύνεται.
488. εἵως θεράπων —ῆλασεν ἵππους] ὁ τοῦ Μενελάου· Ὀδυσσεὺς
489. *ἔσχατος ἀριστεύει Αἴας ὡς νωθής.
490. Πριαμίδην, νόθον υἱόν] τελεία εἰς τὸ “Ἰριαμίδην·” καὶ
492. ὡς δʼ ὁπότε πλήθων ποταμὸς 〈πεδίονδε κάτεισιν〉] καὶ ἐπὶ
ἐπικουρίαν Ἀθηνᾶς( ib. 1)· οὐ μὴν οὐδὲ αὕτη εἰκῆ πρόσ〈κειται· τὸγὰρ〉
“κάτεισιν τὴν ἀκώλυτον ὁρμὴν ὑποφαίνει· καὶτὸ “ὀπαζόμενος” (492)
οἷον ἐπειγόμενος.
494. πολλὰς δὲ δρῦς ἀζαλέας] ἢ τὰς μἡ παρὰ τὸν ποταμὸν ἀλλʼ
τιθέασι πρὸς τὸ ξηρανθῆναι—“ἢ μέν τʼ ἀζομένη κεῖται” (Il. 4. 487)
—καὶ διὰ τὸ δυσμετακόμιστον τῶν ξύλων ἐῶσι τὸν ποταμὸν ἀγαγεῖν.
§. διὰ δὲ τοῦ πολλαπλασιάζειν τὸ “ πολλάς” ἐπαίρει τὸν λόγον.
498. ἐπεί ῥα μάχης ἐπʼ ἀριστερά —ὄχθας παρ ποταμοῖο] ἀρι- στερὸς τοῦ ναυστάθμου ἐστὶν ὁ Σκάμανδρος.
ἐπεί ῥα μάχης ἐπʼ ἀριστερά] μέμνηται ἑαυτοῦ ὁ ποιητὴς εἰπὼν ἔμπροσθεν “ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσ〈σ〉ε Κρονίων” (336)· οὕτω γὰρ κατὰ ἴσα ἡ μάχη γίνεται, τῶν ἀρίστων ἐφʼ ἑκατέρῳ μέρει ἀριστευόντων καὶ μήπω συμβαλλόντων ἀλλήλοις. καταλιμπάνων δὲ Ἄἴαντα ποικίλλει τὸ ὑποκείμενον.
500. * ἀνδρῶν] τῶν Ἀχαιῶν· φησὶ γὰρ “νέων δʼ ἀλάπαζε φά- λαγγας” (503).
501. Νέστορά τʼ ἀμφὶ μέγαν καὶ— Ἰδομενῆα] κατακωμῳδεῖ τὸ ῥάθυμον Ἕκτορος, καθὸ φυγὼν τοὺς περὶ Ὀδυσσέα καὶ Ἀγαμέμνονα τούτοις ἑαυτὸν ἐπιδίδωσιν.
503. νέων δʼ ἀλάπαζε φάλαγγας] τὰς πρὸ τῶν νεῶν τάξεις· τινὲς
504. οὐδʼ ἄν που χάζοντο κελεύθου] τῆς ὡς πρὸς τοὺς πολεμίους
506. ἀριστεύοντα Μαχάονα] λεληθότως ἐνέφηνεν, ὡς διετίθετο τι ὁ Μαχάων· τίς δὲ ἡ ἀριστεία, ἐπὶ κεφαλαίου εἰπὼν οὐ διέξεισι κατὰ μέρος ὡς ἐπὶ τῶν ἄλλων.
507. κατὰ δεξιὸν ὥμον] εἰς τὸν ὦμον τέτρωται, ἵνα μηδὲ τοῖς τρωθεῖσιν ἐπαρκῇ· ηὔξησεν οὖν τὴν ἀγωνίαν.
508. τῷ ῥα περίδδεισαν] τῷ Μαχάονι, ὡς διὰ τῶν ἐξῆς δηλοῖ “ἰητρὸς γὰρ ἀνὴρ πολλῶν” (514).
509. πολέμοιο μετακλινθέντος] ἐπὶ θάτερον μέρος 〈τῆς〉 ῥοπῆς γενομένης.
510. αὐτίκα δʼ δομενεὺς προσεφώνεε Νέστορα] οὐχ ὅτι τὸ δέον
μᾶλλον ὁρᾷ τοῦ Νέστορος, ἀλλʼ ὅτι ἀπίθανον ἦν τοῦτον τὸν λόγον
περικεῖσθαι τῷ Νέστορι 〈ὡς περὶ〉 ἰδίας 〈σπεύδοντι〉 ἀπαλλαγῆς.
πιθανὴ δὲ καὶ ἡ ἀναχώρησις τῷ έστορι κατὰ πρόφασιν τῆς τοῦ
ἰατροῦ ἐπιμελείας, ἵνα μὴ καὶ τούτου ἔρημον γένηται τὸ στράτευμα.
ἀπαλλάσσει δὲ δευτέρων κινδύνων τὸν Νέστορα ὁ ποιητής, καὶ ταῦτα
στερόμενον τῶν σῳζόντων.
512. ἄγρει, σῶν ὀχέων ἐπιβήσεο] τοῦτον ἄδύνατο ὁ ποιητὴς καὶ
πεζὸν ἐπὶ τὰς ναῦς ἀγαγεῖν· τὸν γὰρ μον ἦν τετρωμένος· οἰκονομι-
κῶς δὲ ἐφʼ ἄρματος αὐτὸν ἐποίησεν ἀπιόντα, ἵνα 〈διὰ〉 τὸ τῶν ἵππων
τάχος παραδράμῃ τὴν ὄψιν τοῦ Ἀχιλλέως, καὶ μὴ δυνηθεὶς ἀκριβῶς
καταμαθεῖν τίς ἐστι τὸν Πάτροκλον τοῦτο εἰσόμενον ἐκπέμψῃ, καὶ ἡ
Πατρόκλεια εἰς τὴν ποίησιν παρέλθῃ.
*ἄγρει] παρορμητικόν· “ἄγε” παρακελευστικόν.
514. ἰητρὸς γὰρ ἁνήρ] ἵνα εἴτ πῃ Ἀχιλλεὺς“ἵπποι γάρ μεπαρήιξαν”
(615)· καὶὁ Νέστωρ δὲ καθομιλήσας τῷ Πατρόκλῳ δύναται ποικίλως
515. ἰούς τʼ ἐκτάμνειν] ἐμείωσέ φασι τὸν ἔπαινον, μερικὴν αὐτῷ
προσθεὶς τὴν εἴδησιν· καίτοι φησὶν “ὅς ῥα τε πάσης εὗ εἰδῇ σοφίηςʼ”
(Il. 15. 411). οἳ μὲν οὖν φασὶν ὅτι τὸ χειρουργικὸν καὶ τὸ φαρμα-
κευτικὸν εὕρητο παρὰ τοῖς παλαιοῖς· τοῦ γὰρ διαιτητικοῦ Ππποκράτης
μὲν ἤρξατο, συνετέλεσε δʼ Ἡρόδικος, ραξαγόρα〈ς〉, λρύσιππος.
ὅτι δὲ οὐκ ἴσασι τὸ διαιτητικόν, “νοῦσον δʼ οὔπως ἔστι Διὸς μεγάλου
ἀλέασθαι” (Od. 9. 411), ʼἀσπασίως δʼ ἄρα τόν γε θεοὶ κακότητος
ἔλυσαν” (Od. 5. 397). ἔνιοι δέ φασιν ὡς οὐδὲ ἐπὶ πάντας τοὺς
καὶ Ἀρκτῖνος ἐν Ἰλίου πορθήσει (fr. 3 k.) νομίζειν ἐν οἷς φησιν·
παρῆκε τὴν δίαιταν· οἷον γὰρ ἦν πυρέττοντα τὸν ἥρωα παραλαβεῖν ἢ
κενούμενον τὴν γαστέρα ἢ προποτιζόμενον· ταῦτα γὰρ κωμικά, ὡς καὶ
τῷ Διονυσίῳ πεποίηται ἐν Λιμῷ νοσῶν Ἡρακλῆς, Σειληνὸς δὲ κλύζειν
πειρᾶται τὸν Ἡρακλέα· ἢ 〈μόνων〉 τῶν ἐπειγόντων πρὸς τὸν πόλεμον
μέμνηται· εἰσὶ δὲ φάρμακα καί χειρουργίαι. εἰ δὲ ἀπὸ τῶν ἡττόνων ὁ
ἔπαινος, καὶ τοῦτο ἰατρικῆς ἐγκώμιον, τὸ καὶ τὰ ἥττω μέρη ταύτης
εἶναι πολλῶν ἀντάξια. μήποτε δὲ καὶ τὸ ἑξῆς τοῦ λόγου τοιόνδε· εἰς
τὰς ναῦς ἐλαύνει τοὺς ἵππους καὶ τὸν ἰὸν ἐκτέμνει τῷ εαχάονι καὶ
ἐπιπάσσει φάρμακαʼ κοίου θαῦμα “ἰούς” τὸν ἰὸν εἰρῆσθαι—καὶ πρόσ-
ωπα γάρ φησι καὶ στήθεα—καὶ τὸ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ.
517. *⌈όχ⌋έων ἐπεβήσετο] ἄπεισιν ὁμιλήσων Πατρόκλῳ.
518. ἀμύμονος ἰητῆρος] τὸ “ ἀμύμονος” τοῦ ἰατῆρός ἐστιν ἐπί- θετον. θνητοῖς γὰρ εἴωθεν Ὅμηρος τάσσειν τὸ ἐπίθετον· καὶ ἀμύμονα γοῦν Πήδασόν φησιν (Il. 16. 152).
519. μάστιξεν δʼ ἐλάαν] ἐμάστιξεν ἐπὶ τῷ ἐλαύνειν· ἢ Ἀττικῶς
λείπει τὸ ὥστε· ἢ τὸ ἀπαρέμφατον ἀντὶμετοχῆς, ὡς τὸ “βῆ δʼ ἐλάαν”
(Il. 13. 27) ἀντὶ τοῦ ἔβη ἐλσύνων.
520. *τῇ γὰρ φίλον] τοῖς ἵπποις διὰ τὰς φάτνας.
521. * Κεβριόνης —ἐνόησεν] φησὶ γὰρ “Κεβριόνην δʼἐκέλευσεν— ἵππων ἡνι ἑλεῖν (Il. 8. 318)· μέχρι δὲ τούτου ἠμέλησε τῶν χωρίων. ὥσ〈τε〉 σωφρονισθῆναι ὑπὸ τοῦ ἡνιόχου.
524. ἐσχατιῇ πολέμοιο] εἶπε γὰρ “μάχης ἐπʼ ἀριστερὰ μάρνατο
πάσης” (498)· ὅπου, φησίν, οὐδὲν ὠφελεῖ ἡ ἡμετέρα παρουσία.
527. εὐρὺ γὰρ —ἔχει σάκος] ἔνθενκαὶ Εὐρυσάκης ὁ τοῦ Αἴαντος υἱός.
529. ἱππῆες πεζοί τε, κακὴν ἔριδα προβαλόντε〈ς〉] μέσην ἀμφο- τέρων ἔχοντες.
531. ὣς ἄρα φωνήσας ἵμασεν] εὖ τὸ μὴ ἀναμεῖναι τοὺς τοῦ Ἕκ-
τορος λόγους· τάχα γὰρ οὐδὲ ἤθελεν ἥκειν ἐκεῖσε διὰ τὸν Αἴαντα.
534. στείβοντες νέκυας] καὶ στιβεὺς ὁ βίᾳ πατῶν. §. φαντασίαν
πλῆθος ἐνέφηνε τῶν νεκρῶν. βαθὺ δὲ τραῦμα δηλῶσαι θέλων φησὶ
“πᾶν δʼ ὐπ〈οθ〉ερμάνθη ξίφος αἵματι” (Il. 16. 333).
536. ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον] ἂς ἔβαλλον ἄντυγας αἱ ἀπὸ τῶν ὁπλῶν καὶ ἐπισ〈σ〉ώτρων ῥαθάμιγγες. §. πρὸς τὸ θηλυκὸν δὲ ἀπήντησεν.
537. *ἀπʼἐπισσώτρων] οὐ κατὰ συναλ〈ο〉ιφήν (scil. “ἀπὸ πισσώ- τρων”).
ὅμιλον ἀνδρόμεον] τὴν τῶν ἀνδρῶν μάχην.
539. μίνυνθα δʼ ἐχάζετο δουρός] ἧσσον βολῆς δόρατος —φησὶ γοῦν “ἄορί τε” (541)—τινὲς δέ, οὐδὲ ὅλως ἐχάζετο.
542. Αἴαντος δʼ ἀλέεινε μάχην] ἐντεῦθεν τὸ ‘γνῶθι σαυτόν·’ δῆλον οὖν ὡς τοὺς ἀρίστους περιιστάμενος ἐχώρει, καίτοι Διὸς περὶ μόνου Ἀγαμέμνονος εἰπόντος (187).
544. Ζεὺς δὲ— Αἴαντι—ἐν φόβον ὦρσε] πρὸς τὸ “ἀνδρὶ δέ κʼ οὐκ εἴξειε” (Il. 13. 321)· ἄτοπον γὰρ τούτου παρόντος τροπὴν γενέσθαι.
546. τρέσ〈σ〉ε δὲ παπτήνας] τρέσας ἐπάπτηνε θηρὶ ἐοικώς. §. ἑξῆς “ὡς δʼ αἴθωνα λέοντα” ὡς θῆρα ὑπὸ πολλῶν περιεχόμενον.
παπτήνας ἐφʼ ὁμίλου] Ἀριστοφάνης “διʼ ὁμίλου.” §. ἀντί- πτωσις δέ ἐστιν, ὡς τὸ “ἀπʼ Ὠκεανοῖο ῥοάων” (Il. 19. 1).
547. ἐντροπαλιζόμενος] εἰς ἑκάτερον ἐπιστρεφόμενος, καὶ τὸ
αὐτὸν φυλάσσει τῇ ναυμαχίᾳ (Il. 15. 415).
*ἐντροπαλιζόμενος] ἐπὶ ψυχῆς.
ὀλίγον γόνυ γουνὸς ἀμείβων] ὑποποδίζων· καὶ φεύγει ὡς λέων, οὐχ ὡς ἔλαφος.
548. *αἴθωνα] ὅτι ὁ λέων οὐ μύει κοιμώμενος.
ἀπὸ μεσαύλοιο] μέσαυλον Ἀττικοὶ τὴν μέσην θύραν.
549. ἐσσεύοντο κύνες τε] πρὸς τὴν τόλμαν, ὅτι μηδὲ διωκόμενος
550. βοῶν ἐκ πῖαρ] τὴν κρατίστην τῶν βοῶν· ἐπὶ ταύτην γὰρ
551. πάν〈ν〉υχοι ἐγρήσ〈σ〉οντες] ηὔξησε τὴν τοῦ λέοντος ἀλκὴν τῇ τοσαύτῃ τῶν βουκόλων φυλακῇ.
*κρειῶν] ἐκ τοῦ κρεῶν.
554. καιόμεναί τε δεταί] παρὰ τὸ δεδέσθαι· ἐπειδὴ δὲ πολὺ ἔχει
τὸ θερμόν, δέδιε τὸ πῦρ· ὅθεν οὐδὲ μύει κοιμώμενος, οὐδʼ ὡς ὁ Δημό-
κριτός φησι τικτόμενος.
555. ἠῶθεν δʼ ἀπονοσφιν〈ἔβη τετιηότι θυμῷ〉]ἑσπέρας ἐπιθέμενος·
ἠῶθεν δʼ ἀπονόσφιν ἔβη] πρὸς τὸ εὐσταθὲς τῆς ὑποχωρήσεως, ὥστε οὐ φεύγει, εἴργεται δέ τι δρᾶσαι.
557. ἦιε, πόλλʼ ἀέκων] ῥῆμα ἐξελέξατο ἐμφαῖνον ἀναχώρησιν
πόλλʼ ἀέκων] ἐνεθυμεῖτο τὸ 〈τῆς ὑποχωρήσεως ἄσχημον καὶ τὸν
558. ὡς δʼ ὅτʼ ὄνος] ἡ παραβολὴ πρὸς τὴν καταφρόνησιν τῶν
Τρώων, ὅτι οὐκ αὐτοὺς φεύγει, ἀλλὰ Δία. πρὸς δὲ τὴν στάσιν τὴν
ἀδηφαγίαν τοῦ ζὔου ἔλαβεν, διὰ δὲ τοῦ κείρειν τὴν ἀφθονίαν τῆς τρο-
φῆς. εὖ δὲ καὶοὐφορτηγῷτῷ ὄνῳ παρέβαλεν,ἀλλὰβοσκομένῳ· βραδεῖα
γὰρ ἡ κίνησις τοῦ νεμομένου. καὶ ἐπιτείνων τὸν ὄνον νωθῆ λέγει καὶ
559. * νωθής] κατὰ στέρησιν τοῦ θεῖν, ὡς 〈νωθρὸς τοῦ〉 θορεῖν.
πολλὰ περὶ ῥόπαλʼ ἀμφίς] οὐχ ὑπὸ τῶν παίδων, ἀλλὰ πάντοτε ὑπὸ ἄλλων· οὕτω γὰρ ἐθὰς ὢν οὐκ ἀλεγίζει τῶν νηπίων.
*ἀμφίς] περὶ καὶ δίχα.
562. * σπουδῇ] μόλις· ὅθεν καὶ σπουδαῖος ὁ κάμνων ἕως τὗ 〈ἂν〉 κατορθώσῃ.
564. Τρῶες ὑπέρθυμοι τηλέκλητοί τε] Ἀρίσταρχος “πολυη- γερέες,” ἐκ πολλῶν ἀγερθέντες.
566. Αἴας δʼ ⌈ἄλλο⌋τε μέν] καίπερ καταστασιαζόμενος ὑπὸ τοῦ θείου οὐκ ἐξίσταται τῆς φύσεως.
568. *ὁτὲ δέ] ἀντὶ τοῦ ἄλλοτε δέ.
569. πάντας δὲ προέεργε] ὡς “ἕρκος Ἀχαιῶν” (Il. 3. 229)
εἴργει τοὺς πολεμίους. ὥσπερ δὲ ἐπιλαθόμενος, ὅτι φεύγειν αὐτὸν
βούλεται Ζεύς, ἀριστεύει πάλιν· ὁρμῶν γὰρ ἵστατο καὶ ἀπετείχιζε
Τρῶας, εὐκαιρίαν ἀκίνδυνον τοῦ φεύγειν ἐμποιῶν τοῖς φίλοις. ἔστιν
οὖν 〈“θῦνε—ίστά άμενος’ 〉 (570) θύνων ἵστατο.
*π άντας] τοὺς Τρῶας.
574. χροὸς ἆσαι] ἐνεργητικὸν ἀντὶ παθητικοῦ τοῦ πληρωθῆναι.
575. τὸν δʼ ὡς οὖν ἐνόησε—Εὐρύπυλος] παθητικῶς Αἴαντα ὑπὸ Εὐρυπύλου εἰσάγει βοηθούμενον· νῦν γὰρ οὐκ ἔχει κρείσσονα, τῶν ἄλλων τετρωμένων. εὗ δὲ τὸ μὴ τὸν Αἴαντα βοηθὸν ἐπικαλεῖσθαι, τὸν δὲ Εὐρύπυλον αὐτομάτως ἥκειν.
579. ἧπαρ ὑπὸ πραπίδων] ὑποκάτω γάρ εἰσι τῶν φρενῶν, “ὅθι
φρένες ἧπαρ ἔχουσιν” (Od. 9. 301). ἔστι δέ τι σπλάγχνον
πραπίδες· οὐ γὰρ 〈ταύτας φησὶν〉 αἷς νοοῦμεν.
582. αὐτίκα τόξον εἷλκεν] σκοπός ἐστιν αὐτῷ τὸν σκυλεύοντα
φονεύειν· πάλιν δὲ χαρακτηρίζει Ἀλεξάνδρου δειλίαν, ὅς οὐδὲ
ἐν τροπῇ τῶν Ἀχαιῶν προελθεῖν τεθά〈ρρηκεν, ἀλλʼ ἐπιτηρήσας
οὐδὲ μαχόμενον τὸν Εὐρύπυλον τοξεύει.
584. δόναξ] ἐκ ξύλων γὰρ ἤσαν καὶ καλάμων τὰ βέλη· ὅθεν καὶ “κῆλα θεοῖο” (Il. 1. 383) φησίν, καίτοι ἐξ ἄλλης ἦν ὕλης ἐκεῖνα.
586. ἤυσεν δέ] εἰκότως βοᾶ· μακρὰν γάρ εἰσιν οἱ Ἕλληνες.
588. καὶ ἀμύνετε-Αἴαντι] φιλικῶς ἅμα καὶ διὰ τοῦ ὑπερ-
589. οὐδέ ὲ φημὶ φεύξεσθ〈αι〉] τῆς ἀρετῆς Αἴαντος ἔνδειξις, ὅτι
ἔσται τὸν πόλεμον ἐκφυγεῖν, καἰ γενναῖος ὤν.
590. *οὐκ οἶμαι αὐτόν, ἕως ὅτου 〈ἂν〉 ἀποκάμῃ, παραχωρῆσαι τῷ πολεμίῳ.
591. *“ἵστασθε” ἄντην τῶν ἐχθρῶν.
592. οἳ δὲ παρʼ αὐτὸν—ἔστησαν] οὕτω δεῖ ἀρχαίως, οὐ ‘παρʼ
αὐτῷ.ʼ
593. σάκε ὕμοισι κλίναντες] δύναται καὶ τοὺς ὤμους τοῖς
595. στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετ〈ο〉 ἔθνος ἑταίρων] ἐν τῷ
πλήθει τῶν ἑταίρων μετεβάλετο καὶ πρὸς αὐτοὺς ἐστράφη.
596. μάρναντο δέμας πυρός] τὴν σφοδρότητα τῆς μάχης παρί-
πυρὸς αἰθομένοιο] λείπει τὸ ὡς, ἀντὶ τοῦ“ὡς πῦρ αἰθόμενον.ʼ
597. Νηλήιαι ἵπποι] ἐκ τῆς Νηλέως ἀγέλης, ὡς καὶ ἐπὶ τοῦ
598. ἱδρῶσαι] ἐνδὲ τῷ ἀγῶνι (Il. 23. 310) ἀρσενικῶς. §. ἰδίως δὲ “φέρον” (597) καὶ “ἤγον” (598). ἢ διὰ τὸ τῆς πληγῆς βαρύ.
ἤγον δὲ Μαχάονα] τοὺς πλείους τῶν ἀριστέων τρώσας πλὴν
εὔλογον τοῖς Ἀχαιοῖς τῆς ἥττης παράσχῃ αἰτίαν. εἶτα τούτους ἐπὶ
τὰς ναῦς ἀπαγαγὼν εἰς ἔπαινον Αἴαντος τὰ λοιπὰ καταναλίσκει ἕως
τῆς Πατρόκλου ἐξόδου· καὶ τὸν Πάτροκλον ἀνελὼν ἐπὶ τὸν Αἴαντα
ἐπανέρχεται μέχρι τῆς ἐξόδου Ἀχιλλέως· καὶ τοῦτον ἐπὶ τὴν μάχην
προαγαγὼν εἰς τὰ ἀνδραγαθήματα αὐτοῦ τὴν λιάδα τελειοῖ.
599. τὸν δὲ ἰδὼν ἐνοήσε] τὸν Νέστορα ἰδὼν ἐγνώρισεν, οὐ μὴν τὸν Μαχάονα. ἕμα δὲ καὶ τὸ ὁμοειδὲς ἐκτρέπει, ἀνάπαυσιν τῆς μάχης ποριζόμενος διὰ τῆς τοιαύτης διηγήσεως, καὶ πρὸς τὸ μὴ πάλιν πέμψαι λιτάς, ἢ αὐτὸν ἐξαγαγεῖν Ἀχιλλέα.
600. εἱστήκει γὰρ—εἰσορόων πόνον] τὸ φιλοπόλεμον Ἀχιλλεὺς
ἐνδείκνυται τῷ θεωρεῖν τὴν μάχην· ἅμα δὲ καὶ Κκονόμησε ταύτην ὁ
ποιητὴς πρὸς τὴν ἔξοδον Ἀχιλλέως.
601. *ἰῶκα] ὡς “κρόκα” (Hesiod. Opp. 538).
602. * αἶψα δ᾿ ἑταῖρον] παραπεσοῦσαν τὴν εὐκαιρίαν ἁρπάσαι θέλει καὶ παρακληθεὶς ἐξελθεῖν.
604. * ἔκμολεν ἴσος Ἄρηι] ἐπεὶ μέλλει ἀριστεύειν.
κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή] ἀναπτεροῖ τὸν ἀκροατὴν ἡ ἀνα- φώνησις ἐπειγόμενον μαθεῖν τί τὸ κακὸν ἦν. προσοχὴν δὲ ἐργάζεται διὰ βραχείας ἐνδείξεως· εἰ γὰρ πλέον ἐπεξειργάσατο, διέφθειρεν ἂν τὸν ἑξῆς λόγον καὶ ἀπήμβλυνε τὴν ποίησιν.
666. * διὰ βραχέων ἐρωτᾷ καὶ μετὰ τὴν πεῦσιν εὐθέως ὁρμᾷ.
608. *δῖς Μενοιτιάδη, τῷ 〈ἐ〉μῷ κεχαρισμένε θυμῷ]ώς ἀπόρρητον μέλλων λέγειν.
609. νῦν ὀίω περὶ γούνατʼ ἐμά] ἔδειξεν ὃ ἐκ πολλοῦ ἤθελεν. νῦν
νομίζω, φησί, πάντας τοὺς Ἀχαιοὺς ἱκετεύσειν με. [τί νῦν μοι τὴν
ἄρχὴνἐγχειρεῖς:] ἤδηδὲπρομαλαχθεὶς ἦν ἐκ τῶν Φοίνικος λόγων. βου-
λόμενος οὖν πολεμῆσαι Πάτροκλον πέμπει πρὸς τὸν βουλόμενον πεῖσαι.
610. χρειὰ γὰρ ἱκάνεται] τῇ ἀπουσίᾳ ἑαυτοῦ τὸ πᾶν περιτίθησιν.
611. ἀλλʼ ἴθι νῦν, Πάτροκλε—Νέστορʼ ἔρειο] ἄτοπον γάρ ἐστιν εἰς
τὴν σκηνὴν τοῦ τρωθέντος ἀποστέλλειν αὐτόν. §. τὸ 'Πάτροκλε”
δὲ τὴν φιλοστοργίαν ἐμφαίνει· “πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρ〈α〉
ἕκαστον” (Il. 10. 68).
612. ὅντινα τοῦτονἄγει βεβλημένον] ἀντὶτοῦ γένους τὸ εἶδος ἔταξεν, ὡς τὸ “ἀλλʼ οὐ γάρ σε θέλω βαλέειν τοιοῦτον ἐόντα” (Il. 7. 242).
614. τῷ Ἀσκληπιάδῃ] ἢ ὡς πλησιοχώρου φροντίζει, ἢ ἐπεὶ
Ἀσκληπιὸς καὶ Ἀχιλλεὺς συμφοιτηταὶ παρὰ είρωνι.
616. Πάτροκλος δὲ φίλῳ ἐπεπείθ⌈ετο⌋] σιωπηλὸς ἀεὶ καὶ ἐνηὴς Πάτροκλος. οὐ θαῦμα οὖν, εἴγε τὸν τοιοῦτον ἐκίνησε Νέστωρ καὶ μετὰ δακρύων ἐντυγχάνειν 〈Ἀχιλλεῖ〉· διὸ πείθει.
617. βῆ δὲ θέειν] συνορῶν τὸ ἐνδόσιμον Ἀχιλλέως σπεύδει καὶ
618. οἱδ’ ὅτε δὴ κλισίην—άφίκοντο]οί περὶΝέστορα είςτὴν Νέστο-
619. αὐτοὶ μέν ῥʼ ἀπέβησαν] καιρὸν δίδωσι τοῦ βαδίζειν Πατρό-
620. ἵππους δʼ Εὐρυμέδων] πεζὸς εἵπετο· σχολαίτερον γὰρ
ἔπειξιν τὴν Πατρόκλου.
621. ἱδρῶ ἀπεψύχοντο] οἰκείως τὸ “ἀπεψύχοντο,” οὐχ ὡς ἡμεῖς·
622. *στὰν δέ]“〈στάν〉τε’ δυϊκῶς· διὰ τοῦ “τε’ οὖν ἡ γραφή.
624. τεῦχε κυκειῶ] οὐ δεόντως, φασίν, ὁ Μαχάων, καὶ ταῦτα
ἰατρὸς ὤν, τὸν κυκεῶ προσφέρεται, συνεστῶτα ἐκ μέλανος οἴνου—
τοιοῦτος γὰρ ὁ Πράμνιος—τυροῦ ἐπικεκνησμένου καὶ ἀλφίτων·
φλεγματώδη δὲ ταῦτα καὶ πολέμια τοῖς τραυματίαις· πρῶτα μέν,
ὡς τὴν δίαιταν ἠγνόουν καὶ ἀνδρειότερα εἶχον τὰ σώματα, ὥσ〈τε〉 καὶ
ἀγωνίζεσθαι τοὺς τραυματίας· εἶτα ὅτι καὶ ἀρίστου ἰατροῦ ἐστι τὸ
ἰᾶσθαι μὴ μετακινοῦντα τὴν συνήθη δίαιταν, ἄλλως τε ἐξ ἐπιπολῆς
ἡ πληγή —τινὲς γοῦν ἐπιχειροῦσιν ὅλως μηδὲ πεπλῆχθαι τὸν Mα-
χάονα—εἰ δὲ καὶ κατὰ βάθους γέγονεν, οὐδʼ οὕτως ἀδόκιμον τὸ
πόμα· ῥύσις γὰρ αἵματος λειποθυμίαν ἐργάζεται· ὁ οὖν μέλας
οἶνος παχύνων τοὺς χυμοὺς 〈καὶ〉 τὴν ἐπίρρυσιν τοῦ αἵματος τὴν
ἐπὶ τὸ τραῦμα παχύνει καὶ 〈συ〉στέλλει· ὅθεν καὶ τοῖς κοιλιακοῖς
αὐτὸν ἔνιοι προσάγουσι διὰ τὸ εἴργειν τὸ ὑγρόν. τὸ δὲ γάλα πήγνυσιν
ἀπὸ πρώτης γενέσεως τὸ σῶμα· δῆλον δὲ ὡς τυρὸς βρεχόμενος
γαλακτοῦται· καὶ ἄλφιτα παχύνει τὰ ὑγρὰ ὡς ἐκ πεφρυγμένης
κριθῆς· τὸ δὲ κρόμυόν ἐστι διουρητικόν, καὶ μάχεται τῇ φλεγμονή, ὡς
καὶ τοῖςκυνοδήκτοιςαὐθωρὸν προσάγεσθαι. τῇ δὲ γφλεγμαίνειτὰἕλκη.
καὶ Πέτρων δὲ Αἰγινήτης ἰατρός, ἐπεὶ διʼ ἔνδειαν ἐπίπτωσις νόσων
γίνοιτο, καὶ οἶνον καὶ κρέα προσέφερεν ἀναπληρῶν τὸ λεῖπον τῆς
φύσεως.
οὐ πρὸς θεραπείαν, ἀλλὰ πρὸς ἀνάψυξιν ἐδίδοτο τὸ πόμα· καὶ Νέστωρ γοῦν λαμβάνει· τοῖς κακοπαθοῦσι γὰρ ἐπιτήδειος ὁ κυκεών, τροφὴν ἅμα καὶ ποτὸν ἔχων.
623. *τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτʼ ἔπερσεν Ἀχιλλεύς] ἐν τοῖς δέουσι τόποις ἀποδίδωσι τὰ λείποντα τῆς Ἰλιάδος.
627. ἔξελον, οὕνεκα βουλῇ ἀριστεύεσκεν ἀπόντων] καὶ ταῦτα παιδευτικά, ὅτι ἀριστεῖον λαμβάνει Νέστωρ διὰ τὴν σύνεσιν· καὶ ἐν τῷ ἐπιταφίῳ ἀγῶνι Ἰσοκράτης δὲ ἔλεγε “πῶς Ἕλληνες γυμνικὰ τιμῶντες σοφίας γέρας οὐ πορίζονται” (cf. 4. 1);
628. * ἐγκλιτέον τὴν “σφωίν·” τρίτου γάρ ἐστι προσώπου.
629. κυανόπεζαν] πέζαν εἴωθε τὸ ἄκρον καλεῖν, οὐ τὸν πόδα. “πέζῃ ἐπὶ πρώτῃ” (Il. 24. 272) καὶ “ἀργυρόπεζα·” οὐκ ἔστιν οὖν κυανόποδα, ἀλλὰ τὴν ἀπὸ κυανοῦ ἔχουσαν τὸν κύκλον τὸν ἔξωθεν.
630. * κάνεον] ἴδιος ὁ σχηματισμός· οὐ γὰρ ἀπὸ τοῦ κανοῦν.
〈κρόμυον ποτῷ ὄψον] θερμόν, ὥστε ποτοῦ δεῖσθαι· “ὄψον” δὲ πλν τὸ σὺν σιτίοις ἐσθιόμενον· ὀψὲ γὰρ ταύτην προσήγοντο τὴν τροφήν, ἔωθεν δὲ ἀκράτισμά τι.
631. *χλωρόν] τρόφιμον ἢ νέον.
ἀλφίτου ἱεροῦ] παρὰ γὰρ θεοῦ εἰλήφαμεν αὐτό· καὶ “ἱερὰς κατʼ
ἀλωάς” (Il. 5. 499).
633. οὔατα δʼ αὐτοῦ τέσσαρʼ ἔσαν] συνηρτημένα μὲν ἀλλήλοις τὰ ὦτα, διάστασιν δὲ ἔχοντα, 〈ὥστε〉 πρὸς τὸ βαθύτερον τοῦ ποτηρίου τὰς λαβὰς εἶναι. τὸ σχῆμα οὖν τῶν ὥτων γίνεται διπλοῦν ω.
634. δοιαὶδὲ πελειάδες ἀμφὶς ἕκαστον] καὶ 〈τὴν〉 τορευτικὴν οἶδεν. ὀκτὼ δὲ ἦσαν αἱ πελειάδες, δύο καθʼ ἕκαστον οὖς· σἳ δὲ δʼ αὐτάς φασιν· λέγοι δʼ ἂν μικράς τινας, οἵας εἰκὸς ἐπὶ ἐκπώματος τετορεῦσθαι.
635. δύω δʼ ὑποπυθμένες ἦσαν] διπλοῦς ἦν ὁ πυθμήν, ἥσσων ὑπὸ
μείζονος περιεχόμενος. ἐκτύπωμα δὲ τοῦ πόλου αὐτὸν εἶναι λέγουσιν.
δύω δʼ ὑποπυθμένες] τινὲς ὑφ᾿ ἔν, ἵνʼ ᾖ τὸ “ὑποπυθμένες” ἐπίθετον τῶν πελειάδων, ὡς “ἐριαύχενες ἵπποι” (159).
* νεμέθοντο] νέμεσθαι τὰς περιστερὰς εἶπεν, ἐμφαντικῇ χρη- σάμενος τῇ μεταφορᾷ.
636. ἄλλος μέν]ψιλωτέοντὸ “ἄλλος·” οὐ γάρ, ὥς τινες, κατὰ κρᾶσίν
ὡς τὸ ἄριστος “ὥριστος ” (288) 〈καὶ τὰ〉 ἄλλα 〈ἃ〉 διὰ τῶν ἄρθρων ὁ
ποιητής· τινὲς δὲ “ἀλλʼ ὃς μέν,” δασύνοντες τὴν “ὅς” καὶ πάλινἐπὶ τοῦ
Μαχάονος ἐκδεχόμενοι· ἀλλʼ οὐδέποτε τῷ ὅς ἀντὶ τοῦ ὅ χρῆται, τὸ
δὲ ἐναντίον, οὐ〈δὲ⟩ δεῖται αὐτὸν τραυματίᾳ παρεικάζειν· ἄμεινον οὖν
ἀορίστως δέχεσθαι τὸ “ἄλλος” πρὸς ἔπαινον τοῦ γέροντος· θέλει γὰρ
εἰπεῖν, ὅτι παντὸς νέου σωφρονέστερον ἐβάσταζε τὸ ποτ〈ήρι〉ον ὁ
Νέστωρ· ἔνιοι δὲ ἀπὸ κοινοῦ τὸ “γέρων” (637), ἵνʼ ᾖ, ἄλλος μὲν γέρων
μογέων ἐκίνει, ὁ δὲ γέρων Νέστωρ ἀμογητί· καὶ ἀλλαχοῦ περὶ
αὐτοῦ φησιν “ἐπεὶ οὐ μὲν ἐπέτραπε γήραῖ λυγρῷ” (Il. 10. 79)· ἢ
διὰ τὸ κατὰ διάμετρον αἴρεσθαι τὸ δέπας· οἱ γὰρ περὶ Ἀρίσταρχον ω
εἶναι τὸ ποτήριον· διὸ καὶ δ΄ 〈τὰ〉 ὦτα· τὰ γὰρ ἀπλᾶ ἄμφωτα καλεῖ
(Od. 22. 10). τινὲς δέ· αἱ “ὑποπυθμένες” (635) ὑποβάσεις αὐτῷ δύο
ἦσαν πελειάδες· διὸ καὶ “μογέων.” διπλοῦ γὰρ ὄντος κατὰ διάμετρον
ἔδει αἴρειν· καὶ ἴσως πρὸς τὸ ἀμερίμνως καὶ ἀθροῦν πίνειν.
637. *ὁ γέρων ἀμογητὶ ἄειρεν] τὰ γὰρ ἄχθη οὐχ οἱ ἰσχυροί, ἀλλ᾿
οἱ ἔμπειροι φέρουσιν.
639. οἴνῳ Πραμνείῳ] οἳ μὲν μέλανι, οἳ δὲ ⌈πρ⌋αΰνοντι τὸ μένος, οἳ
640. * πάλυνεν] ἐπέπασσεν.
642. * πολυκαγκέα] πολλὴν ξηρότητα ἔχουσαν· ὅθεν καὶ κάγκανα
ξύλα (Il. 21. 364) τὰ ἄγαν ξηρά.
643. μύθοισιν τέρποντο] πρὸς παραμυθίαν τοῦ τραυματίου.
645. τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο] διὰ τὸν καιρόν —
647. ἑτέρωθεν ἀναίνετο] προφασίζεται σπουδήν, ἵνα καὶ μένων
648. οὐχ ἕδος ἐστίν] ἀντὶ ἕδους, ὡς “τρίπος” (Il. 22. 164).
649. νεμεσητός] Ἀρίσταρχος μεμψίμοιρος· οἳ δὲ ἑκάστῳ τὸ δέον νέμων· ὅθεν καὶ νέμεσις. ἵνα οὖν μὴ δόξωσιν ἀμελεῖν αὐτοῦ, ταῦτά φησιν.
652. πάλιν ἄγγελος] τινὲς ὑφʼ ἓν “παλινάγγελος,” οὐχ ὑγιῶς.
654. τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο] “ἀναίτιον” πρὸς τὸ
“νεμεσητός” (649). ἐπιτείνει δὲ αὐτοῦ τὸ θυμικόν, συγγνώμην ἑαυτῷ
ποριζόμενος τοῦ μὴ πεῖσαι αὐτόν.
656. τίπτε τʼ ἄῤ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται] διὰ τί οἰκτίζει τοὺς
τετρωμένους, ἀγνοῶν τὴν παντελῆ ἀπώλειαν; διὰ τί τὸ κατʼ ἄνδρα
ἐλεεῖ μὴ εἰδὼς τὸ πᾶν Ἀχιλλεύς, ὅτι δὲ ἐλεεῖ, δῆλον ἐξ ὧν
Πάτροκλον ἔπεμψεν.
τίπτε τ᾿ ἄῤ ὧδʼ Ἀχιλεύς] πιθανῶς οὐ κωλύει αὐτὸν τῆς σπουδῆς, ἄρ- χεται δὲ λόγων, εἰδὼς ὡς αἰδούμενος οὐ καταλείψει αὐτοὺς ἡμιτελεῖς.
657. οὐδέ τι οἶδεν πένθος] ἀρχαία ἡ φράσις.
659. * ἐν νηυσὶν κέαται] πρὸς τὸ ἄπρακτον.
* βεβλημένοι οὐτάμενοί τε] πρὸς τὸ διάφορον.
660. * Τυδείδης] ἴσως πρῶτον ὡς πολέμιον καταλέγει.
661. ἠδʼ Ἀγαμέμνων] οὐκ εἶπεν ἐπίθετον Ἀγαμέμνονος, ὡς ἀπεχθανομένου Ἀχιλλεῖ. τοιοῦτος δέ ἐστιν ὁ λόγος· “καὶ ὁ ἐχθρὸς αὐτῷ δυστυχεῖ.ʼ
663. τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον] ἦθος ἐμφαίνει ἡ ἀντωνυμία διὰ τῆς δείξεως δηλοῦσα, ὅτι ὁ γέρων τὸν νέον διέσωσεν ἐκ τῆς μάχης.
664. αὐτὰρ Ἀχιλλεὺς ἐσθλὸς ἐών] δυνατός, τουτέστι δυνάμενος οὐκ ἐλεεῖ· εὖ δὲ καὶ τὸ “Δαναῶν” καὶ μὴ Ἀγαμέμνονος φάναι· ἐάσας γὰρ τὸν αἴτιον τῆς ὀργῆς τοὺς ἐλεεινοὺς προβάλλεται.
665. οὐ κήδεται οὐδʼ ἐλεαίρει] πικρῶς, οὔτε φιλίᾳ οὔτε ἐλέῳ, φησί, χώραν παρέχει.
666. ἢ μένει, εἰσόκε 〈δὴ〉 νῆες—θέρωνται] ἆρα καὶ ταῦτα μένει, ἃ ὑπέσχετο “κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας” (Il. 9. 653): ἐν ἤθει οὖν ὁ λόγος.
* τὴν ὁλοσχερῆ ἀπώλειαν τῶν νεῶν ἐμφαίνειν θέλει· εἰ μὴ γὰρ τὰς πρώτας καύσουσιν, οὐκ ἂν 〈οὐδὲ〉 τὰς παρὰ θάλασσαν.
667. * Ἀργείων ἀέκητι] 〈μὴ〉 δυναμένων ἀμῦναι.
668. αὐτοί τε κτεινώμεθα] πικρῶς καθάπτεται τῆς ὠμότητος
οὐ γὰρ ἐμὴ ἴς ἐστι] ἐρεθιστικὸν τοῦτο. εἰ γὰρ ἐγὼ νέος ἦν, οὐκ
ἂν ὑμῶν ἐδεόμεθα συμμάχων· ἐντέχνως δὲ πρὸς μὲν τοὺς θυμου-
μένους 〈τὴν φρόνησιν〉 “καὶ μέν μευ βουλέων ξύνιον” (Il. 1. 273)·
εὐβουλίας γὰρ ἑώρα δεόμενον τὸν καιρόν· πρὸς δὲ τὸν ἀργοῦντα
τὴν ἥβην 〈φέρει〉, ζῆλον ἐμποιῶν τῶν ἔργων.
670. τἴθʼ ὣς ἡβώοιμι] διδάσκει ὡς οὐ δεῖ ἐπὶ ἀπράκτοις ἀναλί-
σκειν τὰς ἡλικίας. ἴδια δὲ διηγεῖται κατορθώματα, εἰς ζῆλον καλῶν
τὸν ἀκούοντα. καὶ διὰ τοῦ παρὰ γνώμην τοῦ πατρὸς πολεμῆσαι
προτρέπεται αὐτὸν τὸ ὅμοιον ποιῆσαι. §. ἔστι δὲ μείλιχος Πάτροκλος·
διὸ ἱστάμενος αἰδεῖται τὸν γέροντα (649).
671. ὡς ὁπότʼ λείοισι] ἐξ ἀναστροφῆς τὸ διήγημα· ἐπὶ γὰρ
τοῖς ἐπιμηκεστέροις τῶν διηγημάτων τὸ μὲν ἀπʼ ἀρχῆς ἰέναι ἐπὶ τὴν
ἀφήγησιν ἀμβλυτέραν τὴν ἀκρόασιν καθίστησι, τὸ δὲ ἐκ τῶν πρακ-
τικῶν ἄρχεσθαι ἡδύ· ἡ δὲ ἀρχὴ τοῦ διηγήματος οὕτως ἔχει. Ἡρα-
κλῆς ἐκάκωσε τὴν Πύλον καὶ τοὺς ια΄ τῶν Νηλέως παίδων ἀνεῖλεν· διὸ.
Ἠλεῖοι καταφρονήσαντες τῶν Πυλίων ἔθλιβον αὐτούς· καὶ δὴ Αὐγέας
ὁ τῶν Ἠλείων βασιλεὺς ἀφικομένους ἵππους Νηλέως ἐπὶ τὸν Ὀλυμπικὸν
ἀγῶνα ἢ τινα τῶν ἐπιταφίων ἀφείλετο. τοῦτο ἐκίνησε Πυλίους. γενο-
μένης δὲ μάχης ἄλλοι τε ἀποθνήσκουσι καὶ Ἰτυμονεὺς ὑπὸ τοῦ Νέστο-
ρος. νικήσαντες δὲ Πύλιοι τὴν λείαν διενείμαντο. ἐπιστρατεύουσι δὲ.
αὐτοῖς ἡμέρᾳ τρίτῃ 〈ἐκεῖνοι〉· πολιορκούντων δὲ αὐτῶν τὸ Θρύον φήμη
τις ἦλθεν εἰς Πύλον μηνύουσα τὴν ἔφοδον τῶν πολεμίων. στρατεύσαντες
δὲ Πύλιοι πάλιν νικῶσι τοὺς Ἠλείους, καὶ ἀριστεύει ὁ Νέστωρ.
672. ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα] τὸ ἑξῆς, “ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα
674"* ῥύσια] τὰ ἀντί τινων ἑλκόμενα, 〈οἱονεὶ〉 ἅπερ ἀντὶ τῶν
ἡρπασμένων ἁρπάζομεν.
675. * ἔβλητʼ ἐν πρώτοισιν] ἢ πρῶτον ἀνῃρῆσθαι αὐτόν φησιν,
676. περίτρεσαν] περὶ πᾶσαν ὁδόν. §. καὶ ὅτι ἀποθανόντος Ἕκ- τορος φευξοῦνται πάντες.
677. “ληίδα” ὡς “κρηπίδα” (Pind. fr. 196).
ληίδα δʼ ἐκ πεδίου] αἰδήμων ὁ Πάτροκλος· ἐπειγόμενος 〈γὰρ〉
ἀνέχεται τοῦ γέροντος μακρολογοῦντος· οἰκονομικῶς δὲ πέπλασται
τῷ ποιητῇ ἡ μακρὰ διήγησις, ἵνα ὁ Εὐρύπυλος ἐκ τῆς μάχης φθάσας
ἐλθεῖν περιτύχῃ Πατρόκλῳ, καὶ παρὰ τούτῳ 〈αὐτοῦ〉 ἐμβραδύνοντος
δεινὴ γένηται ἡ τειχομαχία· εἰ γὰρ ταχέως ἐπανῆλθε πρὸς Ἀχιλλέα
καὶ ἐκπεμφθῆναι ἑαυτὸν ἔπεισεν εἰς τὴν μάχην, ἀνῃρέθη ἂν ἡ
τιχομαχία, δι’ ἣν ἐπλάσθη τὸ τεῖχος.
ἤλιθα] λίαν ἠθροισμένην· καὶ ἠλίθιος ὁ παχὺς τὸν νοῦν καὶ μὴ ἀκριβής. ἢ παρὰ τὸ ἀλίσαι, ὅ ἐστιν ἀθροῖσαι.
678. *ἑκάστῳ τὸ οἰκεῖον ἀπένειμεν· οὐδὲ πεζῷ δὲ λόγῳ τις 〈ἂν〉 εἶπεν αὐτὰ ἄλλως.
683. γεγήθει δὲ φρένα Νηλεύς] ἥσετε οὖν καὶ ὑμεῖς τοὺς γονεῖς.
684. οὕνεκά μοι τύχε πολλά] ἐπετέτευκτο ἢ περιγέγονεν· τὸ γὰρ τῆς τύχης ὄνομα οὐκ οἶδεν ὁ ποιητής, τὰ δὲ ἀπʼ αὐτοῦ ῥήματα.
οὕνεκά μοι τύχε πολλά] ταῦτα ἐρεθιστικὰ πρὸς νέον λεγόμενα, ἵνα ἀκούσας Ἀχιλλεὺς ὡς φιλότιμος ζηλωτὴς γένηται.
685. * ἐλίγαινον] ὀξέως ἐβόων.
686. *χρέως] οὕτω “χρέως.”
χρέως ὠφείλετο] “ χρέως” δάνειον· οἷς γὰρ οἱ ὀφείλοντες κατα- βάλλονσι, καὶ οἱ ἀδίκως ἁρπάσαντες καταβάλλειν ὀφείλουσιν.
687. *οἳ δὲ συναγρόμενοι] συνηθροισμένων δὲ τῶν Πυλίων οἱ ἡγήτορες ἐμέριζον.
688. πολέσιν γὰρ Ἐπειοί] δεῖ τὸν λόγον οὕτως ἔχειν· πολλοῖς
γὰρ Ἐπειοὶ χρεῖος ὤφειλον, ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ
ἦμεν. §. εἰς τὸ “ὄφελλον” ὑποστιγμὴν δεῖ γράφειν, εἰς δὲ τὸ
κατ ἰδίαν ἀναπεφώνηται, καὶ τὸ “ὡς ” (689) ἀντὶ τοῦ οὕτως δεχόμεθα.
* ὄφειλον] Ἀρίσταρχος “ὄφειλον.”
689. * ὡς] ἀντὶ τοῦ οὕτως· καὶ ἔστιν ἀπʼ ἄλλης ἀρχῆς.
690. ἐλθὼν γὰρ ἐκάκωσε] οὐ διὰ τὰ καθάρσια Ἰφίτου πορθεῖται ἡ
Ὀρχομενίοις κατὰ Θηβαίων ὡς συγγενεῖς συνελάβοντο· ὅτι δὲ συγ-
γενεῖς Ὀρχομένιοι Πυλίων, φησὶν “εἴ που—ἢ 〈που〉 ἐν Ὀρχομενῷ ἢ
ἐν Πύλῳ” (Od. 11. 458) καὶ “ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυηίῳ ἶφι
ἄνασσεν· ἣ δὲ Πύλου βασίλευε” (ib. 284)· Αὐγείας δὲ ἐν α΄
Ἀργολικῶν φησι τῶν ηρυον〈εί〉ων βοῶν ἀφελέσθαι Νηλέα, ὅθεν
Ἡροκλέα Νέστορι παραδοῦναι τὴν ἀρχήν· Τελέσαρχος δὲ ἐν τοῖς Ἀρ-
γολικῖς ἄγοντα τὰ χρύσεα μῆλα καὶ τὸν ζωκτῆρα καὶ τὰς Διομήδους
ἵππους εἴργεσθαι ἐπιβαίνειν τῇ πόλει, καὶ τοῦ Νέστορος κωλύοντος.
βίη Ἡρακληείη] ἐπεὶ τῶν ἀδελφῶν Νέστορος φονεὺς ἐγένετο,
αὐτοῦ δὲ ἐφείσατο, πρὸς ἑκατέραν ἁρμοζόμενος τύχην οὔτε βλάσ-
φημόν τι προσήρτησε τῷ “βίη” οὔτε ἐπαίνου ἐχόμενον, ὁποῖον εἰώ-
θαμεν λέγειν “ἱερὴ ἲς Τηλεμάχοιο” καὶ “ἱερὸν μένος Ἀλκινόοιο.”
692. δώδεκα γὰρ Νηλῆος] ἐκ Νηλέως τοῦ Τυροῦς καὶ Ποσειδῶνος
μένῃς, Λυσίμαχος, Ἱπποκόων, Πεισήνωρ, Ἱππόλοχος, Ἀγησίλαος,
Λύσιππος. γαμεῖ δὲ Νέστωρ Μνησιόχην τὴν Ἀμφιδάμαντος, ἐξ ἧς
ἔχει παῖδας ζ΄· λόγος δέ ἐστιν ὅτι Χλῶρις ἐπὶ τελευτῇ τῶν παί δων
ἀγχόνῃ διεχρήσατο.
δώδεκα γὰρ Νηλῆος] πῶς οὖν ἐκεῖ φησι “Νέστορά τε Χρομίον τε
Περικλύμενόν τε” (Od. 11. 286); ἢ οὖν τρεῖς ἦσαν ἐκ Χλώριδος,
ἢ τοὺς ἀρίστους κατέλεξεν· Χρομίος ὡς πρεσβύτης, Νέστωρ συνετός,
Περικλύμενος ἀνδρεῖος.
693. *τῶν οἶος λιπόμην] τὸ οὖν “κεκακωμένοι ἐν Πύλῳ ἦμεν”
697. κρινάμενος τριηκόσια] ἴσως τὰ πρόβατα μόνα· φησὶ γὰρ
699. τέσσαρες—ἵπποι] δύο συνωρίδες, ἵνα, εἰ ἡ ἑτέρα πάθοι 〈τι〉,
700. * ἄεθλα] τὰ ἐπάθλια.
περὶ τρίποδος γὰρ ἔμελλον] οὐκ οἶδε τὰ Ὀλύμπια, ἀλλὰ περί
τινος χρηματικοῦ ἀγῶνός φησιν· πῶς γὰρ Αὐγείας, ἐφʼ ᾧ
Ἡροκλῆς τὸν ἀγῶνα ποιεῖται, ἀφῄρηται τοὺς ἵππους; στέφανον
δὲ ὅλως οὐκ οἶδεν ὁ ποιητής, οὐκ ἐν νίκῃ, οὐκ ἐν θυσ ίαις, οὐκ ἐν συμ-
ποσίῳ· πῶς δὲ οὐκ ἐμνήσθη ἐν τῷ Καταλόγῳ “ Ὀγχηστόν θʼ ἱερόν.
Ποσιδήιον ἀγλαὸν ἄλσος” (Il. 2. 506: cf. hymn. in Apol. 230);
Πισᾶται δὲ ἐπεμέλοντο τοῦ ἀγῶνος· καὶ ἐπεὶ Μεσσηνίοις κατὰ Λακε-
δαιμονίων συνεμάχησαν, Ἠλεῖοι δὲ 〈Λακεδαιμονίοις〉, Λακεδαιμόνιοι
καθελόντες αὐτοὺς τούτοις παρέσχον τὴν ἀρχήν.
702. τὸν δʼ ἐλατῆρʼ ἀφίει] τὸν ἑκατέρας συνωρίδος ἐλατῆρα, ὡς “ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη” (Od. 1. 335).
703. * ἐπέων κεχολωμένος] ὡς καὶ βλασφημηθέντος αὐτοῦ ἐν τῇ
ἀφαιρέσει.
704. τὰ δʼ ἄλλʼ εἰς δῆμον ἔδωκεν δαιτρεύειν] “ἐς δῆμον” τοῖς δανείσασι μερίζει.
705. μή τις οἱ ἀτεμβόμενος κίοι ἴσης] “ἴσης” τῶν ὀφειλομένων, οὐ πᾶσιν ἴσης.
*Ζηνόδοτος οὐδὲ γράφει.
706. ἀμφί τε ἄστυ ἔρδομεν —θεοῖς] τοῖς περὶ τὸ ἄστυ θεοῖς.
708. πάντες ἦλθον] εἰς τὸ “ἦλθον” διαστολή.
709. Μολίονε] παρὰ τὸν μῶλον, ἢ ὅτι Μόλουἦν ἡ Μολι〈ό〉νη θυγάτηρ.
710. οὔ πω μάλ〈α) εἰδότε θούριδος ἀλκῆς] καὶ πῶς καυχᾶται παρ’
ὀλίγον αὐτοὺς ἑλών; ἢ ὅτι τερατώδεις τινὲς ἦσαν, ὡς Ἡσίοδος(cf fr.13
M.),ἄμφω ἐν ἑνὶ σώματι ὄντες· ὡς δέ τινες, λἑκάτεροι δύο σώματαεἶχον.
711. Θρυόεσσα πόλις] ἣν εἶπε καὶ Θρύον “ Ἀλφειοῖο πόρον”
712. τηλοῦ ἐπʼ Ἀλφειῷ] ὥσπερ τὸ “ Ἀλφειοῖο πόρον” (Il. 2.
592) διʼ οὗ περᾷ ὁ Ἀλφειός, οὐχ ὅτι ἐκεῖθεν ἄρχεται ἢ ἐκεῖ περαι-
714. ἄμμι δʼ Ἀθήνη] “ἄμμι δε·” ἢ οὗτος ὁ “δέ” ἢ ὁ πρὸ τοῦ “ἀέκοντα” (716) πλεονάζει· καὶ διχῶς ἡ στιγμή.
715. ἄγγελος ἦλθε] οὐ πεμφθεῖσα ὑπό τινος, ἀλλʼ ἀφʼ ἑαυτῆς,
τότε μὲν πρὸς ἀγροίκους αἰφνίδιος ἦν ἡ μάχη, νῦν δὲ πρὸς παρα-
717. ἀλλὰ μάλʼ ἐσσυμένους] “ἐσσυμένους” τὸν λαόν, πρὸς τὸ σημαινόμενον.
οὐδέ με Νηλεὺς εἴα] τεχνικῶς τῷ παραδείγματι τὸν Πάτροκλον
719. οὐ γάρ πω τί μʼ ἔφη ἴδμεν πολεμήια ἔργα] πῶς οὖν πρώην
720. ἀλλὰ καὶ ὣς ἱππεῦσι μετέπρεπον] καίτοι ἄπειρος ὢν ὁπλισμῶν.
721. καὶ πεζός περ ἐών] πρὸς ἔλεγχον Ἀχιλλέως τοῦ θαυμαστὸν
ἱππικὸν κεκτημένου.
722. ἔστι δέ τις ποταμὸς Μινυ〈ή〉ιος] τὸ πολύαρχον καινίζει
κάζουσα.
ἔστι δέ τις ποταμός] ἄκρως τὸ σχῆμα τοῦ ποταμοῦ διαγράφει· οὐ γὰρ εἰς ⌈αἰ⌋γιαλὸν ἐκρεῖ, ἀλλὰ κατὰ κρημνοῦ φερόμενος ἐμπίπτει εἰς θάλασσαν ἄνωθεν.
723. ὅθι μείναμεν —ἱππῆες] ἤδη γὰρ ἑαυτὸν εἶπε τοῖς ἱππεῦσι
αυναριθμεῖσθαι.
726. ἱκόμεσθα—ῥόον Ἀλφειοῖο] δῆλον οὖν, ὅτι τοῦ Ἀρκαδικοῦ Πύλου ἄρχει, ὃς ἀπέχει Ἀλφειοῦ ρλ΄ σταδίους· διὸ δειλινούς φησιν ἀφικέσθαι.
727. ἱερὰ καλά] θαυμαστὰ καὶ οἰκεῖα αὐτῷ.
728. ταῦρόν τʼ Ἀλφειῷ] βίαιος γὰρ τοῖς κέρασιν ὁ ταῦρος καὶ
731. καὶ κατεκοιμήθημεν ἐπʼ ἔντεσιν] στρατιωτικὸν παράγγελμα
734. προπάροιθε] ἐπὶ χρόνου.
ἀλλά σφιν προπάροιθε φάνη μέγα ἔργον Ἄρηος] πρὶν τὸ ἄστυ ἀπολέσαι, μέγας αὐτοῖς ὁ κίνδυνος ὤφθη.
735. εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης] καὶ τοῦτο τεκ- μήριον σφαιροειδῆ εἶναι τὸν κόσμον.
ἠέλιος φαέθων ὑπερέσχεθε] ὅτι ἐξ ἰδίου προσώπου φησὶν “ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο” (Il. 7. 422).
736. συμφερόμεσθα μάχῃ] εἰς ταὐτὸν συνερχόμεθα· καὶ Ἡσίοδος “λιμὸς γὰρ—πάμπαν ἀεργῷ σύμφορος ἀνδρί” (Opp. 302).
737. ἀλλʼ ὅτε δὴ—ἔπλετο νεῖκος] ὅτι ἐπὶ τῆς διὰ χειρῶν μάχης
τὸ “νεῖκος.”
738. πρῶτος ἐγὼν ἕλον ἄνδρα] ὅτι πάντα προθυμίᾳ κατορθοῦται, ὅπου, ἃ εἶρξεν ὁ πατήρ, ταῦτα 〈ἑ〉αυτῷ πεπόρισται παρὰ πολεμίων.
741. ἢ τόσα φάρμακα ᾔδει] τοῦτο πρὸς αὔξησιν τῆς Νέστορος ἀρετῆς, εἴγ μηδὲ ἡ γυνὴ ἔσωσεν αὐτόν, φάρμακα εἰδυῖα πολλά.
ἥ τόσα φάρμακα ἤδει] ἐπεξεργάζεται διὰ τῆς ψυχαγωγίας κατέχων αὐτόν.
Μήδεια ἐγένετο Αἰήτου μὲν θυγάτηρ, Ἰάσονος δὲ γυνή·
αὕτη μετὰ τὴν ἀπεργασθεῖσαν τεκνοκτονίαν φυγὰς εἰς Ἀθήνας
ἀφίκετο· καὶ συνῴκησεν Αἰγεῖ τῷ Πανδίονος. κἀκεῖ Θησέως τοῦ ἐξ
Αἴθρας γενομένου τῷ Αἰγεῖ ἐπὶ τὸν τοῦ πατρὸς ἀναγνωρισμὸν ἐκ
Τροιζῆνος ἀφικομένου, πείθει τὸν Αἰγέα φάρμακον αὐτῷ δοῦναι
θανάσιμον, ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα παραγίνεσθαι.
πεισθεὶς δὲ Αἰγεὺς φάρμακον ἔδωκε παραγενομένῳ τῷ παιδί· μέλ-
λοντος δὲ καταπίνειν ἐπιγνοὺς τό τε ξίφος καὶ τὰ ὑποδήματα—ταῦτα
γὰρ ἐν Τροιζῆνι γνωρίσματα κατέλιπεν —τὸ μὲν φάρμακον ἀφείλετο,
τὴν δὲ Μήδειαν ἐξέβαλε τῆς Ἀττικῆς· οἰκήσασα δὲ αὕτη τὴν
πλησίον Ἥλιδος Ἔφυραν πολυφάρμακον ἐποίησεν αὐτὴν ἐπονομασθῆ-
ναι. ἱστόρηται παρὰ Κράτητι.
744. Ἐπειοὶ ἔτρεσαν] τὸ αὐτὸ τῷ “λαοὶ δὲ περίτρεσαν” (676).
747. αὐτὰρ ἐγὼν ἐνόρουσα] πρὸς ἐρεθισμὸν Πατρόκλου ταῦτά φησιν.
748. πεντήκοντα δʼ ἕλον δίφρους] τῷ ἀπαρτίζοντι ἀριθμῷ χρῆται καὶ ἔμπροσθεν (678).
*ἀμφίς] ἀντὶ τοῦ περί.
754. διʼ ἀσπιδέος] κυκλοτεροῦς—ὅταν γὰρ ἐν ἀναπεπταμένῳτόπῳ
“σπιδέος.”
756. ὄφρʼ ἐπὶ Βουπρασίου] ἕως τῶν Ἤλιδος χωρίων· Βουπράσιον
757. Ἀλεισίου—κολώνη] τινὲς Ἀλεισίου κολώνην τὸν τάφον τοῦ
Ἀλεισίου· ἦν δὲ εἴς τῶν μνηστήρων Ἱπποδαμείας. ἀλλ’ οὐχ Ὁμηρικόν.
759. αὐτὰρ Ἀχαιοί] “Ἀχαιοί” οἱ Πύλιοι, ὡς Ἠλείων μὴ ὄντων Ἀχαιῶν· οὐ τοῦ λείου οὖν Πύλου ἦρχεν ὁ Νέστωρ, ἀλλὰ τοῦ τῆς Τριφυλίας.
αὐτὰρ Ἀχαιοί] ὅτι τοὺς μὲν Πυλίους Ἀχαιούς, τοὺς δὲ Ἠλείους
Ἐπειούς.
761. Νέστορί τʼ ἀνδρῶν] ὀνομαστὶ ἑαυτὸν λέγει, ἀπομιμούμενος
762. ὣς ἔον] τοιοῦτος.
εἴ ποτʼ ἔην γε] εἴ ποτε ἤμην· νῦν γὰρ οὐκέτι εἰμί.
αὐτὰρ Ἀχιλλεὺς οἶος τῆς ἀρετῆς ἀπονήσεται] καὶ ὁ Πάτροκλος
ὡς ἂν μεγίστῳ διδασκάλῳ ἑπόμενος τῷ Νέστορι πρὸς Ἀχιλλέα φησὶν
“αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται” (Il. 16. 31). §. δυσωπεῖ δὲ ὁ
καταλείπει τοῖς εἰς ἔπειτα ζῆλον.ʼ
763. * ἀπονήσεται] ὄνησιν ἕξει, ἐν ἀπολαύσει γενήσεται.
ἦ τέ μιν οἴω πολλὰ μετακλαύσεσθαι, ἐπεί κʼ ἀπὸ λαὸς ὄληται]
765. μὲν σοί γε Μενοίτιος] καὶ Ὀδυσσεὺς μὲν ταῦτα ἔλεγεν ἐν
766. ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπεν] ὅτι δεῖ μᾶλλον Ἀχιλ-
767. νῶι δ〈έ〉τʼἔνδον] ἀθετοῦνται στίχοι ιθ'. πῶς γὰρ ὧδε μὲν Πηλεὺς
ἀριστεύειν ἐπιτάσσει, ἐκεῖ δὲ “μεγαλήτορα θυμὸν ἴσχειν ἐν στήθεσσιν”
(Il. 9. 254); ὅτι, οὗ δέονται παρʼ αὐτοῦ, τούτου ὑπομιμνῄσκουσιν· ὁρᾷ
γὰρ ὁ Νέστωρ, ὡς ἐλώφησε νῦν τῆς ὀργῆς. πάλιν φασίν· διὰ τί
Πηλεὺς οὐ φιλοφρονεῖται τοὺς περὶ Νέστορα καὶ Ὀδυσσέα ἥκοντας,
ἀλλʼ Ἀχιλλεύς; σπουδάζει ἀποδεῖξαι Ἀχιλλέα τότε μὲν προθύμως
ὑποδεξάμενον, νῦν δὲ ἀποδοκιμάζοντα. ὅτι δὲ καὶ Πηλεὺς ἐφιλοφρονή-
σατο, δηλοῖ διὰ τοῦ “ὅς ποτʼ ἔμʼ εἰρόμενος μέγʼ ἐγήθεεν” (Il. 7. 127).
〈ὡς〉 καὶ Πεισίστρατος τοὺς περὶ Τηλέμαχον (Od. 3. 36)· ἠρκεῖτο
δὲ ὡς ἡγεμὼν μόνος ἐπιτάσσεσθαι Ἀχιλλεύς· ἀλλὰ καὶ σύντροφος
αὐτῷ Πάτροκλος. καὶ αὔξει νῦν τὸν Πάτροκλον, ὡς δεόμενος αὐτοῦ.
* ἐν καιρῷ ἐδήλωσε τὰ τῆς στρατολογίας, ὅτι οἱ ἀριστεῖς εἰς
τοῦτο ἐκπέμπονται.
ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεύς] ἵνα μὴ ἀρνοῖτο Πάτροκλος.
769. Πηλῆος δʼ ἰκόμεσθα] ὁ “δέ” ἀντὶ τοῦ γάρ. εἰπὼν δὲ ὅτι τῶν
παραινέσεων ἠκούσαμεν ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει· πῶς ἄρα καὶ
ἤκουσαν; ὅτι κατὰ πρεσβείαν συμμαχίας ἀφιγμένοι.
770. λαὸν ἀγείροντες] πῶς οὖν ἡ Ἥρα φησὶ καμέτην δέ μοι
ἵπποι λαὸν ἀγειρούσῃ” (Il. 4. 28); ὅτι διὰ τοῦ Νέστορος καὶ
Ὀδυσσέως συνῆγεν· καὶ ἡ Ἀθηνᾶ γοῦν κατέχει τοὺς Ἕλληνας
ἀποπλεῖν θέλοντας διὰ Ὀδυσσέως (Il. 2. 169).
772. γέρων δʼ ἱππηλάτα Πηλεὺς —μηρίʼ ἔκηε βοός] προσώποις καὶ τόποις καί σημείοις πίστιν καὶ ὑπόμνησιν τῶν λεχθέντων ποιεῖται.
773. μηρί’ ἔκηε βοὸς Διὶ τερπικεραύνῳ] ἐπὶ τῶν θεῶν μαρτύρων
συμμάχους ὑμᾶς παρειλήφαμεν, σὓς νῦν ἀδικεῖτε, φησί, τῆς συμ-
μαχίας ἀφιστάμενοι.
774. αὐλῆς ἐν χόρτῳ] ἐν τῷ περιφράγματι τῆς αὐλῆς· χόρτοι δὲ οἱ τριγχοί, ὡς καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ “ σύγχορτα ναίω πεδία” (fr. 179 N.).
*ἐν χόρτῳ] ἐν ὑπαίθρῳ.
777. ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς] οὐ προπετὴς Ἀχιλλεὺς
778. κατὰ δʼ ἑδριάασθαι ἄνωγεν] ἔλεγχός ἐστι τῆς Ἀχιλλέως
783. Πηλεὺς μὲν ᾧ παιδὶ—ἐπέτελλε] ἄνω(765)μερικῶς εἰπὼν περὶ
Μενοιτίου νῦν ἐπὶ τὸ πᾶν ἧξε διήγημα ἐλέγχων. ἔστι γὰρ φιλοπάτωρ.
786. τέκνον ἐμόν] ὅσα ἐβούλετο τῷ Πατρόκλῳ παραινεῖν, ταῦτα
ἀλλὰ τὸν πατέρα. §. ὑπέρτερον δὲ ἀεὶ τὸν ὑπερέχοντά φησιν· Ἴωνες
γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς] γένει ὑπερέχει σου, καθὸ
787. πρεσβύτερος δὲ σὺ ἐσσί] ὥστε σε ἐκείνῳ οὐ δεῖ πείθεσθαι·
τὸ δὲ ἐναντίον νῦν ποιεῖς. διδάσκει δὲ ἡμᾶς διδαχῆς ἀνέχεσθαι, ὅπου
τηλικοῦτος ὢν Ἀχιλλεὺς μετὰ Φοίνικα καὶ Πατρόκλου ἀνέχεται·
διὸ ἐκεῖ μὲν “διδασκέμεναι ” (Il. 9. 442), ὧδε δὲ “ὑποθέσθαι.”
789. ὃ δὲ πείσεται εἰς ἀγαθόν περ] καὶ ἐκεῖ “φιλοφροσύνη γὰρ ἀμείνων” (Il. 9. 256).
790. σὺ δὲ λήθεαι] εὐπρεπῶς τὴν ἀπείθειαν λήθην ὠνόμασεν,
791. αἴ κε πίθηται] οἶδε γὰρ τὸ εὐλαβὲς Πατρόκλου καί φησιν, ὀφείλεις τὰ παρὰ σαυτοῦ εἰσενέγκασθαι.
792. τίς δʼ οἶδʼ, εἴ κεν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις] περιεῖλεν αὐτοῦ
τὸν ὄκνον, ἄδηλον εἶναι τὴν ἀπείθειαν Ἀχιλλέως ὑπογράφων. ἅμα δὲ
καὶ εὔελπιν ἀπεργάζεται τῇ παρὰ τοῦ δαίμονος ἐπικουρίᾳ· ἴσως γάρ,
φησί, καὶ τὸ δαιμόνιον συμβαλεῖται πρὸς τοῦτο.
793. ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου] ἀπὸ κοινοῦ τὸ ἀγαθοῦ,
794. εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει] εἰδὼς τὸ φιλό-
δοξον αὐτοῦ ἐρεθίζει, φιλοψυχίαν καὶ φόβον ὀνειδίζων. δύο δὲ προ-
βέβληται, καὶ ἀμφοτέρων ἐπέτυχεν. ἔστι δὲ ἀπάσης ἀντιλογίας
στερητικόν· βοηθείτω γάρ, φησί, μὴ κινδυνεύων αὐτός.
797. αἴ κεν τι φόως Δαναοῖσι] ὡς νῦν αὐτῶν ἐν σκότῳ ὄντων.
798. καί τοι τεύχεα καλὰ δότω] οἶδε τὸ φιλότιμον Ἀχιλλέως,
ὅπως ἡ δέξα τῆς μάχης πάλιν εἰς αὐτὸν ἀναδράμῃ. ἅμα δὲ καὶ θερα-
πείαν ἔχει Ἀχιλλέως, εἰ 〈διὰ〉 τὰ ἐκείνου ὅπλα ὀφθέντα καὶ ἄλλος τις
δόξας εἶναι Ἀχιλλεὺς ἀριστεύει. §. προπαρασκευάζει τὴν Ὁπλοποιίαν.
799. τῷ εἴσκοντες] διὰ τῆς ει Ἀρίσταρχος· Ζηνόδοτος διὰ τοῦ ι. ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ι βραχέος φησὶν εἶναι τὴν γραφήν.
800. ἀρήιοι υἱοὶ Ἀχαιῶν] εὖ τὸ ἐπίθετον· πολεμικοὶ μὲν ὄντες, τὸ
δὲ νῦν δυστυχοῦντες.
801. ὀλίγη δέ τʼ ἀνάπνευσις] πρὸς τὴν ἀναπνοὴν μόνον, φησί,
γένεσθε σύμμαχοι, ὅτι ἐν βραχεῖ καὶ συντόμῳ δύναται αὐτοῖς τὰ
τῆς ἐπικουρίας γενέσθαι, καὶ διδάσκει, πῶς “ῥεῖα γὰρ ἀκμῆτες”
(802)· ἢ καθολικόν ἐστιν. ἡ ἀνάπνευσις τῶν νικωμένων παρὰ μικρὰν
ῥοπὴν γίνεται, καὶ πολλάκις ἑνὸς ἀνδρὸς ἐπιφάνεια ἢ φόβου ὑπόνοια
μεταβολὴν τῆς τύχης ἀπειργάσατο.
802. ῥεῖα δέ κʼ ἀκμῆτες] διὰ τῶν ἰδίων εἰς ζῆλον, διὰ τῆς θυσίας
ὡς παρὰ συνθήκας ποιοῦντας, διὰ τῆς ἀναμνήσεως τῶν πατέρων ὡς
παραβαίνοντας τοὺς τῶν πατέρων λόγους. ἐναντιώσεις τῶν μαντείων
ἔλυσεν, Ἀχιλλέως τὸ φιλόδοξον ηὔξησεν· εἶτα ὅτι καὶ εὐχερὴς ἔσται
ἡ χάρις. τίς οὖν οὐκ ἂν ἕλοιτο καμὼν οὐδὲν πολλῶν ἐγκλημάτων
εἰπεῖν τῷ ῥᾳδίαν ἀποφαίνοντι τὴν νίκην.
803. * ὤσαισθε προτὶ ἄστυ] ὅτι καὶ πρὸς τὸ μόνον ἀποσοβῆσαι τοὺς πολεμίους ἱκετεύομεν.
805. βῆ δὲ θέειν] τὴν προθυμίαν ἐδήλωσε τὸ “θέειν·” διὰ τοῦτο
808. τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί] ἐν δὲ τοῖς πρώτοις μονον“ἥ ῥʼ ἐν μεσ〈σ〉άτῳ ἔσκε” (l. 8. 223)· εὐσεβὲς δὲ τὸ καὶ ἐν πολέμῳ βωμοὺς ἔχειν.
809. ἔνθα οἱ Εὐρύπυλος] πιθανῶς τὸ μὴ εὐθὺς ἀπιέναι πρὸς
Ἀχιλλέα. ἀνῄρητο γὰρ 〈ἄν) ἡ ἐν μέσῳ διάθεσις καὶ ἡ τειχομαχία.
ἔνθα—Εὐρύπυλος] οἰκονομικῶς, ἵνα καὶ τῇ θέᾳ τοῦ τρωθέντος καὶ
810. κατὰ μηρὸν ὀικτῷ, σκάζων] Μαχάων δὲ καίτοι κατὰ τὸν
ὦμον τρωθεὶς ὑφʼ ἑτέρου κομίζεται (598), ἢ ὅτι ἰατρός, ἢ καὶ ὅτι
εὐτυχοῦντος τοῦ στρατοῦ, ὃ δὲ παντελῶς ἀπορίας οὕσης· ἄλλως τε
χρησίμως ᾠκονόμηται ἀμφότερα.
811. σκάζων ἐκ πολέμου, κατὰ δὲ νότιος ῥέεν ἱδρώς] διὰ βραχέων
813. αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν] καίτοι ἐν
814. τὸν δὲ ἰδὼν ᾤκτειρε] ἔστι μὲν γὰρ ἐνηής (Il. 23. 252)· πλέον δὲ 〈ἢ〉 τοῖς λόγοις Νέστορος καὶ τῷ καιρῷ ἐπικέκαμπται.
816. ἆ δειλοὶ Δαναῶν ἡγήτορες] εὖ τὸ μὴ πρὸς Εὐρύπυλον ποιή-
817. * ἐμέλλετε] ἐῴκειτε.
820. ῥʼ ἔτι—σχήσουσι] ὅρα οὖν, ὅτι παντελῶς ἀπεγνώκει τὰ
ἤ ῥ’ ἔτι που σχήσουσι] ἐν ἤθει, 〈ἵνα〉 φθάνω, φησί, τῷ Ἀχιλλεῖ ταῦτα μηνῦσαι.
823. οὐκέτι—ἄλκαρ Ἀχαιῶν—ἀλλʼ ἐν νηυσῖ—πεσέονται] οἱ Τρῶες, ὡς Ἐπαφρόδιτος, ὡς τὸ “ἐν δʼ ἔπεσʼ ὑσμίνῃ” (297) καὶ “ἔμπεσʼ ἐπικρατέως” (Il. 16. 81)· δύναται δὲ καὶ ἐπὶ τῶν Ἑλλήνων· εἶπε γὰρ “καί νυ κεν ἐν νήεσ〈σ〉ι πέσον φεύγοντες” (311).
826. βεβλημένοι οὐτάμενοί τε] σύμφωνα ταῦτα τοῖς ὑπὸ Νέστορος
εἰρημένοις, ἵνα ἀμφοτέρωθεν κινηθῇ ὁ Πάτροκλος· εὖ δὲ καὶ τὸ μὴ
ὀνομαστὶ τοὺς τετρωμένους καταλέγειν—ὅπερ ποιεῖ ὁ Νέστωρ—ἅμα
μὲν διὰ τὴν ταντολογίαν, εἶτα ὅτι καὶ τραυματίας ἐστι πολυλο-
γεῖν οὐ δυνάμενος.
βεβλημένοι οὐτάμενοί τε] κεφάλαια τῶν λόγων Νέστορος.
838. σάωσον ἄγων] εὐτελεῖ λέξει τὴν σωτηρίαν προβαλλόμενος προθυμότερον αὐτὸν ἀπειργάσατο.
829. μηροῦ δʼ ἔκταμʼ ὀιστόν] ἴδιον τοῖς κάμνουσιν ἐπιτάσσειν τοῖς ἰατροῖς ἃ χρὴ πράττειν.
830. ὕδατι λιαρῷ] θερμῷ· πραΰνει γὰρ τὰς ἀλγηδόνας.
ὕδατι λιαρῷ] εἰκότως· τὸ γὰρ θερμὸν αἵματος ἀγωγόν, τὸ δὲ ψυχρὸν ἐμποιεῖ φρίκην.
ἤπια φάρμακα πάσσεν] ὡς ἀλγῶν πραέα φάρμακα βούλεται· ὃ δὲ ὡς εἰδὼς ῥίζαν πικρὰν βάλλει.
831. τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι] ἅμα καὶ πρὸς
τὸ γνῶναι ἡμᾶς, ὅτι ἰατρὸς ὁ Πάτροκλος, ἅμα δὲ καὶ 〈ὅτι〉 οἱ κά-
μνοντες σωτῆρας καὶ Ἀσκληπιοὺς εἰώθασι καλεῖν τοὺς ἰατρούς.
*δεδιδάχθαι] Ζηνόδοτος “δεδάασθαι.”
832. δικαιότατος Κενταύρων] φιλοξενώτατος—οὕτως Ἐπαφρό-
διτος· ὁ μόνος δίκαιος ἐν Κενταύροις· ὅμοιον δὲ τοῦτο τῷ “ μελάν-
τερον ἠύτε πίσσα” (Il. 4. 277)’—δίκαια γὰρ τὰ ξένια. ἐπιμέλεια
δὲ ἦν τοῖς παλαιοῖς μουσικῆς καὶ ἰατρικῆς τῆς ῥιζοτομικῆς.
833. * ἰητροί] ὀρθὴ ἀντὶ γενικῆς, ἀντὶ ἰατρῶν.
ἰητροὶ μὲν γάρ] ἀναγκαίως καὶ τοῦτο, ἵνα διὰ τὴν ἐρημίαν τῶν ἰατρῶν παραμείνῃ ὁ Πάτροκλος.
835. χρηίζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος] ἄλλους ἰώμενοι νῦν τῆς ἄλλων ἐπικουρίας δέονται.
χρηίζοντα καὶ αὐτόν] πρὸς τὸ δεύτερον ἀπήντησεν.
838. πῶς τʼ ἄρʼ ἔοι] διστάζει τίνα δεῖ σώζειν, αὐτὸν ἢ τὸ πᾶν
πλῆθος· πῶς δὲ ἄρα νῦν ἔσπευδεν ὁ καὶ ἀπʼ ἀρχῆς λέγων “αἰδοῖος
839. ἔρχομ〈αι,〉 ὄφρ’ Ἀχιλῆι] ὑμῶν ἕνεκα καὶ τὴν ὁδὸν ταύτην στέλλομαι.
842. ἦ, καὶ ὑπὸ στέρνοιο λαβών] ὑπολαβὼν αὐτὸν τοῦ στήθους.
καὶ ὑπὸ στέρνοιο λαβὼν 〈ἄγε〉] ἄκρως τὴν ἐπικούρησιν ἐσήμανεν.
844. ἐκ μηροῦ τάμνε μαχαίρῃ] φασὶν ὅτι 〈δεῖ εἶναι〉 ἐν τῷ βελουλ-
ἰατρὸς θέλων ἐξελκύσαι, 〈ὡς〉 οὐχ ὑπήκουεν αὐτῷ τὰ τῆς βελουλκίας,
τὸν τραυματίαν ἤρετο, ἐν ποίῳ σχήματι ὄντι αὐτῷ τὸ βέλος ἐπη-
νέχθη· ὃ δὲ ἱππεύοντι ἔφη, καὶ οὕτως ἀνακαθίσας αὐτὸν ἐξείλετο τὸ
βέλος. ἢ οὖν ἑστάναι οὐκ ἠδύνατο, ἢ ὅτι ἡ χειρουργία οὔπω κατώρ-
θωτο, ἢ ὑπὲρ τοῦ μὴ διατετάσθαι αὐτὸν καὶ αἱμορραγίαν γενέσθαι·
καὶ ἄλλως τὸ τοῦ ὑπτίου σχῆμα τῷ ἑστῶτι πλησιάζει.
845. βέλος περιπευκές] ὡς καὶ βέλος “δριμύ, τό τε προ〈ῖεῖσι μογοστόκοι Εἰλείθυιαι ”〉 (270)· οὐ γάρ, ὅτι φαρμάκοις ἐχρίοντο.
846. ἐπὶ δὲ ῥίζαν βάλε πικρήν] τινὲς Ἀχιλλείαν τὴν βοτάνην
τὴν ῥίζαν ὡς χρήσιμον εἰ ἐντύχοι τραυματίᾳ φίλῳ· καὶ μάλιστα εἰκὸς
αὐτὸν νῦν εἰληφέναι, εἰδότα ὅτι ἐπὶ τραυματίαν πέμπεται. τάχα δὲ
ἐκ τοῦ παρακειμένου λειμῶνος τὴν ῥίζαν ἔσπασεν, ἔχων τὴν περὶ
τὰς βοτάνας ἐμπειρίαν. ἴσως δὲ καὶ θεράπων πεμφθεὶς κατὰ τὸ
σιωπώμενον ἐκόμισεν. §. λέγουσι δὲ αὐτὴν εἶναι τὴν ἀριστολοχίαν, ἣν
καὶ ἴσχαιμον καλοῦσιν.
847. χερσὶ διατρίψας] διὰ τί “χερσί” καὶ οὐ μᾶλλον λειαντικοῖς
τὸ φάρμακον βραχείας οὕσης τῆς τοῦ αἵματος φορᾶς. §. οὐκ οἶδε
δὲ δίαιταν ἰατρικὴν ὁ ποιητής.
1. ὣς ὃ μὲν ἐν κλισίῃσι] πάλιν μεταβέβηκεν ἐπὶ τὰς μάχας
ὁ ποιητής. ἔδει γὰρ τὰ τῆς μάχης ἐπιέναι, ὅπως θεασάμενος Πά-
τροκλος κινηθείη μᾶλλον εἰς ἔλεον· εἰ δὲ ἐπιμηκεστέρα γέγονεν ἡ ἐπι-
μέλεια, μὴ θαυμάσῃς· διαφόρους γὰρ πράξεις ἐν ἑνὶ λέγειν καιρῷ
ἀδύνατον.
ὣς ὃ μὲν ἐν κλισίῃσι] τῆς ἠπιότητος Πατρόκλου τὸ μετὰ τὴν χειρουργίαν μὴ ἀποστῆναι Εὐρυπύλου. τάχα δὲ ἡ ἐπὶ τῷ Εὐρυπύλῳ ταραχὴ λαθέσθαι αὐτὸν ἐποίησεν ὧν ἔλεγεν· “δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον” (Il. 11. 654).
* Μενοιτίου ἄλκιμος υἱός] ἀντωνομασία.
3. ὁμιλαδόν] καθʼ ὁμίλους, ὡς “φυλαδόνʼ” (Il. 2. 668) κατὰ φυλάς. οἷον οὐ καθʼ ἕνα ἄνδρα ἀλλʼ ὅλων τῶν τάξεων ἐγίνετο συμβολή. ἐπειδὴ γὰρ εἰπεῖν τι περὶ τοῦ τείχους βούλεται, διὸ συντέμνει τὴν μάχην.
οὐδʼ ἄρ’ ἔμελλεν] τετρωμένων τῶν ἀριστέων μένειν ἐν τῇ πε-
διάδι Ἕλληνες οὐκ ἐδύναντο. ἀναγκαίως οὖν τὴν πεδιάδα μάχην
ἐπὶ τειχομαχίαν 〈μεταφέρειν) βούλεται· τούτου γὰρ χάριν καὶ
ἀνέπλασε τὴν τειχοποιίαν ὁ ποιητής, ὑπὲρ τοῦ ἀγῶνας κινῆσαι ἐπὶ τῇ
τειχομαχίᾳ. τοῦτο μὲν οὖν ἐπὶ τοῦ Τρωικοῦ τείχους ἀμήχανον·
θεοποίητον γάρ· ὑπὲρ δὲ τοῦ μηδὲ ταύτην καταλιπεῖν τὴν ἰδέαν ἐπὶ
τῷ τῶν Ἑλλήνων τείχει τὴν τειχομαχίαν ποιεῖ. ἐπεὶ 〈δὲ〉 καὶ αὐτὸς
ἀνήγειρε τὸ τεῖχος, διὰ τοῦτο καὶ ἠφάνισεν αὐτό, τὸν ἔλεγχον συνα-
φανίζων. λάβοι δʼ ἄν τις τοῦτο πρὸς τοὺς χρόνους τοῦ ποιητοῦ, διότι
οὐ μετὰ πολὺ τῶν Τρωικῶν γέγονεν. εἰ γὰρ ἐνῆν ὑπονοεῖν, ὅτι ἐκ τοῦ
χρόνου κατέπεσε καὶ ἠφανίσθη ὡς αὐτοσχεδῶς ᾠκοδομημένον, οὐκ
ἂν τῷ λήμματι τούτῳ ἐχρήσατο, ὅτι αὐτὸς Ποσειδῶν ἠφάνισεν·
πάντας δὲ τοὺς ἐκ τῆς Ἵδης ποταμοὺς ἐπʼ αὐτὸ ἄγει ἐφʼ ἡμέρας θ΄,
καὶ τοῦ Διὸς συνεχῶς ὕοντος καὶ τοῦ Ποσειδῶνος ἀναμοχλεύοντος
τὰ θεμέλια· οὐ δυνάμενος δὲ ἴχνος τι ἀποφῆναι τοῦ μὴ γενομένου,
διὰ τοῦτο καὶ οὐκ ἠρκέσθη τῇ τῆς δομήσεως ἀναιρέσει, ἀλλὰ καὶ
ἀμάθῳ τὸν τόπον ἐκάλυψε, καὶ αἰγιαλὸς γέγονε τὸ πᾶν· τούτου δὲ
οὐδʼ ἄρʼ ἔμελλε τεῖχος ἔτι σχήσειν] οὐκ ἐδύνατο περὶ τὸ θεόκτιστον τεῖχος τοιαύτας περιπετείας 〈εἰσ〉αγαγεῖν.
5. * νεῶν ὕπερ] ἡ “ὑπέρ” ἡ τόπον ἢ ἐπικουρίαν δηλοῖ.
ἀμφὶ δὲ τάφρον] “ἀμφί” ἀντὶ τοῦ περί, ὥς φαμεν “περὶ τοῦτον τὸν
τὸ “ἀμφί,” ὡς τὸ “ἵνα μιν περὶ πᾶσαν ἐέργοι” (Hes. Th. 127).
6. * ἤλάσαν] ἐξέτειναν, ἀπὸ τῶν σιδήρων· ἢ ἔσκαψαν.
οὐδὲ θεοῖσι δόσαν] πάντων ἀρχηγοὺς ἡγεῖσθαι δεῖ θεούς· καὶ “οἴῃ
7. ὄφρα σφι ννῆάς τε καὶ ληίδ〈α)—ἐντὸς ἔχον ῥύοιτο] ἢ διὰ τοῦτο
αὐτὸ ἐποίησαν, ἵνʼ ᾖ τὸ ἐξῆς “ἤλασαν, ὄφρα σφιν,” ἢ οὐκ ἔδοσαν,
ἵνα σῴζοι τὸν ναύσταθμον καὶ αὐτούς. διὸ νῦν ἀτυχοῦσιν ἐν αὐτῷ,
ὕστερον δὲ φθείρεται.
9. τό κεν οὔτι πολὺν χρόνον ἔμπεδον] ἐν βραχεῖ τὸ κεφάλαιον τῆς
συγγραφῆς ἐξέθετο· ἅμα δὲ δείκνυσιν, ὅτι β’ πρόσωπά ἐστι τὰ
συνέχοντα τὴν Ἰλιάδα, καὶ παρεδήλωσέ τι τῶν ὕστερον, ὅτι μετὰ τὴν
Ἀχιλλέως μῆνιν οὔτε Ἕκτωρ ἐβίω, εὐθέως δὲ καὶ ἡ Ἴλιος ἐλήφθη.
§. πλεονάζει ὁ “κέν.” §. τὸ δὲ “ἔμπεδον” οὐκ ἔστιν ἀντὶ τοῦ
ἀσφαλές—ἐπεπόρθητο γὰρ ὑπὸ Σαρπηδόνος (397), Ἕκτορος (438),
κείμενον· ὕστερον γὰρ ἁλίπλοον ἐγένετο σὺν τοῖς θεμελίοις (28).
11. ἀπόρθητος πόλις ἔπλεν] Ἀρίσταρχος “ ἔπλεν” σὺν τῷ ν ἐκτοῦ
13. κατὰ μὲν Τρώων θάνον—πέρθετο δὲ Πριάμοιο πόλις] συνέ-
πλεξε τὸν λόγον προσθεὶς τὸν “μέν·” καὶ ἔστι μὲν δύσρητον, ὅμως
ἥδιστον· ὁ δὲ ἀπλοῦς λόγος οὕτως 〈ἂν〉 ἦν “πολλοὶ Ἀργείων δάμεν,
οἳ δὲ λίποντο. Τρώων 〈δὲ〉 θάνον ὅσ〈σ〉οι ἄριστοι·ʼ φανερὸν οὖν, ὡς
ὑπελείφθησάν τινες, περὶ ὧν φησιν “Αἰνείαο βίη Τρώεσ〈σ〉ιν
14. * πολλοὶ δέ] Ἰακὴ διαίρεσις.
16. * Ἀργεῖοι δέ] καὶ τούτων δὲ ὅτε πενόστησαν οἱ περιλει- φθέντες· ἅμα δὲ καὶ προανακρούεται τὴν Ὀδύσσειαν.
17. * δὴ τότε] Μιλησίων ἡ ἀναστροφὴ τὸ “δὴ τότε.” §. τὸ δὲ “μητιόωντο” δευτέρας συζυγίας τῶν περισπωμένων.
18. * ἀμαλδῦναι] καθʼ ἅλμης δῦναι.
19. * δαίων ὀρέων] ἢ τῶν ἄκρων Λεκτοῦ Φαλακρῶν Γαργάρου, ἢ ἀντὶ ἑνικοῦ τῆς Ἴδης τοῦ ὄρους.
20. Ῥῆσος] Ῥοείτης μετωνόμασται· ῥεῖ δὲ πρὸς ἄρκτον ἀπὸ Καλῆς Πεύκης, ἥτις ἀπέχει ἀπὸ Ἀδραμυττίου στάδια ρπ'.
Κάρησος] Πίδυς καλεῖται· ῥεῖ δὲ ἀπ〈ὸ Μα〉λοῦντος· Κυζικηνοὶ
ὀξυτόνως αὐτὸν καλοῦσιν· ἐμβάλλει δὲ εἰς Αἴσηπον. §. “Κάρησος”
δὲ ὡς κάμηλος.
Ῥοδίος] Δάρδανος καλεῖτας· ῥεῖ δὲ ἀπὸ Κλεανδρίας διεχούσης εύκης σταδίους ξ. §. “Ῥοδίς” δὲ ὡς “Ὁδίος (Il. 2. 856).
21. Γρήνικος] ἐπεὶ Ἀλέξανδρος ἐκεῖ τοὺς Δαρείου σατράπας ἐνί-
κησεν· Γραικοὶ δὲ οἱ Ἕλληνες· ῥεῖ δὲ πρὸς ἀνατολὰς Ἑλλησπόντου.
δῖός τε Σκάμανδρος] “δῖος,” ἐπεὶ μόνος υἱός ἐστι Διός. πῶς οὖν περὶ τὴν πόλιν αὐτοῦ εἰσιν αἱ πηγαί( Il. 22. 147); ἢ ἐκεῖναι πιδύματα αὐτοῦ εἰσιν.
22. * Σιμόεις] καὶ ἄλλος ἐν Κρήτῃ· ἔστι δὲ μικρὸς ὁ Σιμοῦς.
βοάγρια] τὰ ἐκ τῆς βοῆς ἀγρευόμενα, ἢ βόεια γέρρα, ὅ ἐστι δέρρα· ἢ 〈τὰ〉 ἐξ ἀγρίων βοῶν γενόμενα.
23. καὶ ἡμιθέων γένος ἀνδρῶν] οὐδέποτε τοὺς σὺν Ἀγαμέμνονι ἡμιθέους ὠνόμασεν· ἆρα οὖν τοὺς σὺν Ἡρακλεῖ φησιν: ἢ πρὸς αὔξησιγ τοῦ πάθους.
24. ὁμόσε στόματα] “ὁμόσε” τοὺς ἐκ διαφόρων τόπων μισγομένους.
25. ἐννῆμαρ] οἳ μὲν“ἓν ἦμαρ.” οἳ δὲ “〈ἐννῆμαρ〉,” ὅτι εὐεπίφορός ἐστιν εἰς τὸ θ' οἳ δὲ πρὸς παντελῆ ἀπώλειαν.
26. ἁλίπλοα] ἐπὶ θαλάσσῃ πλέοντα· τινὲς δὲ τὰ ξύλινα τοῦ τείχους.
27. αὐτὸς δʼ Ἐν〈ν〉οσίγαιος] τοῦτο ἐπὶ δεσπότου ἢ βασιλέως
ἔχων—τρίαιναν] ἁλμυρὰ γὰρ καὶ γλυκέα καὶ μικτὰ 〈τὰ〉 ὕδατα·
28. κύμασι πέμπε] εἰς κύματα, ὡς τὸ “ἦλθε δʼ ἐπὶ Κρήτε〈σ〉- σι” (Π. 4. 251).
29. *φιτρῶν καὶ λάων] οὕτως Ἀμαθούσιοι.
φιτρῶν καὶ λάων, τὰ θέσαν] ἐὰν στίξωμεν εἰς τὸ “πέμπε,ʼ
λάων] λᾶς λαάων λάων, ὡς Αἰακιδάων.
τὰ θέσαν μογέοντες Ἀχαιοί] τοῦτο ἀνεφώνησεν ὤσπερ συναχθό-
μένος τῷ καμάτῳ τῶν Ἕλλήνων ἀναιρουμένων. §. ἃ μετὰ καμάτου,
φησίν, εἰργάσαντο, οὕτως ἄρδην ἠφανίσθη· τινὲς δὲ διὰ τὴν Ἀχιλ-
λέως μῆνιν, ὃς ἦν αὐτοῖς τεῖχος ἔμμψυχον. §. μογέοντες” οὖν ἀτυχοῦντες.
30. * λεῖα δέ] “λεῖα” τὰ χωρία τοῦ τείχους. §. τὸ δὲ“ἐποίησεν” διὰ τοῦ ε.
33. ᾗ—πρόσθεν ἴεν] ψιλωτέον τὸ “ἴεν ” καὶ ἑνικῶς ἐκδεκτέον ἐπὶ
*ᾗ〈περ〉 πρόσθεν ἴεν—ὕδωρ] ὅπου πρώην ἐπορεύετο τὸ ὕδωρ.
35. τότε δʼ ἀμφὶ μάχη] προληπτικῶς—οὔπω γὰρ ἦσαν φθάσαντες
εἰς αὐτο—ἢ ὅτι ἐν κεφαλαίοις λέγων οὐ λεπτολογεῖ.
36. * ἐύδμητον] εὖ δεδομημένον.
κανάχιζε δὲ δούρατα] ἂν στίξωμεν εἰς τὸ “δούρατα,” λείπει
37. Διὸς μάστιγι δαμέντες] τῷ κεραυνῷ· καὶ ἀλλαχοῦ “Διὸς
μάστιγι κακῇ” (Il. 13. 812). §. πολιορκοῦνται Ἑλένην θέλοντες,
40. αὐτὰρ ὅ γʼ, ὡς τὸ πρόσθεν, ἐμάρνατο] ὑποστικτέον εἰς τὸ “πρόσθεν” τὸ δὲ “ἐμάρνατο” κοινόν.
μάρνατο ἶσος ἀέλλῃ] μέμνηται τῶν ἐπῶν ἐκείνων “ἐν δʼ ἔπεσʼ ὑσμίνῃ, ὑπεραέι ἶσος ἀέλλῃ” (Il. 11. 297).
41. ὡς δʼ ὅταν ἔν τε κύνεσσι] πρὸς ἓν μόνον ἤνεγκε τὴν εἰκόνα, πρὸς
τὸν Ἕκτορα τὸν ἐν τοῖς Τρωσὶν εἱλούμενον· τὰ δὲ ἄλλα οὐδὲν αὐτῷ
συντείνει πρὸς τὸ εἰκαζόμενον, οὐχ ἡ τοῦ χοίρου τελευτή, οὐχ οἱ ἀκον-
τίζοντες ἐπὶ τοῦτον κυνηγέται, ἀλλʼ ὡς ποιητικὸς κόσμος καλῶς ἔχει.
καὶ ἀνδράσι θηρευτῇσι] γράφεται καὶ “θηρητῆρσι·” τὴν γὰρ εὐθεῖαν θηρητήρ λέγει “θηρητὴρ ἐτύχησε” (Il. 15. 581).
42. βλεμεαίνων] ἐντεῦθεν τὸ ἀβλεμής, ἀόργητος καὶ ἀργός.
43. * πυργηδόν] πύργος ἡ κατὰ πλινθία διάταξις.
44. ἀντίοι] “ἀντίον ἀίσσονται,” οὕτως Ἀρίσταρχος.
45. *κυδάλιμον] τὸ γαῦρον.
46. *οὐδὲ φοβεῖται] οὐ φεύγει.
ἀγηνορίη δέ μιν ἔκτα] καταχρηστικῶς ἐπὶ λέοντος· καὶ ἀλλαχοῦ “ἐή τε μιν ὤλεσεν ἀλκή” (Il. 16. 753)· διδάσκει οὖν. μέτρῳ χρῆσθαι ἐν τοῖς πλεονεκτήμασι, καθὸ ταῦτα ἐνίοτε φονεύει. καὶ πρὸς τὸ ἄλογον θράσος Ἕκτορος.
49. ἰὼν ἐλίσσετο] στικτέον εἰς τὸ “εἴλίσσετο,” καὶ ἔστιν ἀντὶ
τοῦ εἱλεῖτο· οὐδέποτε. γὰρ παρεκάλεσεν Ἕκτωρ· καὶ ἔστι σύμφωνον
τῷ“ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων” (47)· οἳ δὲ ‘παρε-
κάλει,ʼ ὡσὰν κινδυνώδους καὶ δυσχεροῦς οὔσης τῆς πράξεως ἐφ’ ἣν
προτρέπεται· διὸ καὶ “ἑταίρους” πρόσκειται, οὐ Τρῶας· ἀπὸ γὰρ τῶν
ἑταίρων ἄρχεται, ἵνα ἐκείνους καὶ οἱ λοιποὶ μιμήσωνται· μέμνηται
γὰρ καὶ τῶν Σαρπηδόνος λόγων “ ἀρχοὺς λι〈σ〉σομένῳ τηλεκλητῶν
ἐπικούρων” (Il. 5. 491).
50. * τάφρον ἐποτρύνων διαβήμεναι] τὴν γέφυραν· αὐτὸς δὲ ἀδυνατῶν τοὺς ἄλλους προτρέπεται.
οὐδέ οἱ ἵπποι τόλμων] οἱ δʼ Ἀχιλλέως “ἀντικρὺ δʼ ἄρα τάφρον
ὑπέρθορον ὠκέες ἵπποι” (Il. 16. 380).
52. ἀπὸ γὰρ δειδίσ〈σ〉ετο τάφρος] ἄκρως τὰ περὶ τὴν τάφρον δεινοποιεῖ, ἀγῶνας κινῶν τῷ ἀκροατῇ καὶ ἀνελπιστίαν τῆς διαβάσεως καὶ προσοχὴν τοῦ ἐσομένου τολμήματος.
ἀπὸ γὰρ δειδίσ〈σ〉ετο] τὸ ἀνέλπιστον τῆς διαβάσεως θόρυβον κινεῖ καὶ ἀγωνίαν.
53. οὐ γὰρ ὑπερθορέειν] θπτέρῳ γὰρ τρόπῳ διελθεῖν ἦν ἀναγκαῖον,
εὐδιάβατος. ἀμφότερα οὖν παρέλαβε πρὸς τὸ ἀμήχανον· καὶ ἔστι
τὸ μὲν “οὐ γὰρ ὑπερθορέειν” ἐξήγησις τοῦ “εὐρεῖα,” τοῦ δὲ “οὔτε
περῆσαι ῥηιδίη” τὸ ἐπιφερόμενον. περιττὴ δὲ ἡ κατασκευὴ τῆς
ἀπαγγελίας· τὸ μὲν γὰρ 〈ἂν〉 κοινὸν ἦν “ἀπὸ γὰρ δειδίσσετο τάφρος,
εὐρεῖά τε οὖσα εἰς τὸ πηδῆσαι καὶ δυσδιόδευτος διὰ τοὺς κρημνοὺς
καὶ τοὺς σκόλοπας·ʼ ὃ δὲ προὔταξε μὲν τὸ “εὐρεῖα,” ἐπαγαγὼν δὲ
τὰ δύο, τὸ “ὑπερθορέειν” καὶ “περῆσαι,” ἀνταπέδωκε τὴν αἰτίαν
τοῦ μηδὲ περᾶσαι δύνασθαι.
* οὐ γὰρ ὑπερθορέειν] πηδᾶν μὲν γὰρ τὸ πλάτος, διελθεῖν δὲ εἶργε τὸ βάθος. λείπει δὲ 〈τὸ〉 ἦν.
54. κρημνοὶ γὰρ ἐπηρεφέες] τὰ ἀνενεχθέντα χώματα, ἀναχώ- ματα.
κρημνοὶ γὰρ—περὶ πᾶσαν] Ἀρίσταρχος “διὰ πᾶσαν.” §. τὸ δὲ
55. ἔστασαν ἀμφοτέρωθεν] τοῦτο μὲν τὸ “ἕστασαν” δασυντέον.
τὸ 〈δὲ〉ἑξῆς ψιλωτέον, λέγω δὴ τὸ“τοὺς ἔστασαν υἷες Ἀχαιῶν” (56).
ἕστασαν ἀμφοτέρωθεν] ὥστε μήτε τὴν κατάβασιν ῥᾳδίαν εἶναι
*ἔστασαν] συστολὴ ἐκ τοῦ ἔστησαν.
57. πυκνοὺς καὶ μεγάλους] “ πυκνούς” εἰς τὸ μὴ μεσάζεσθαι,
μεγάλους” δὲ εἰς τὸ μὴ ὑπερβαίνειν.
58. ἔνθʼ οὔ κεν ῥέα] ἠθικῶς δεινοποιήσας τὴν “ῥέα” φησὶ “παρελθεῖν οὐκ ἐνῆν”
59. ἐσβαίη] αἱ Ζηνοδότου καὶ Ἀριστάρχου “καββαίη,” ἐπεί
μενοίνεον] ὅρα οὖν τὴν ἀποπληξίαν τοῦ Ἕκτορος.
60. θρασὺν Ἕκτορα] εὔκαιρον τὸ ἐπίθετον.
* Ἕκτορα εἶπε παραστάς] δύναται “παρʼ Ἔκτορα στὰς εἶπεν.’
61. Τρώων ἀγοὶ ἢ ἐπικούρων] Τρώων Δαρδανίων καὶ Ζελειτῶν. §. “ἀγοί” δὲ κυρίως οἱ συμμαχίαν ἄγοντες.
62. ἀφραδέως διὰ τάφρον] οὐκ εἶπε ‘θρασέωςʼ διʼ Ἕκτορα. §. καὶ
τῆς ἐπιχειρήσεως.
διὰ τάφρον ἐλαύνομεν] ἢ διὰ τάφρου ἐλαύνομεν, ἢ ἐπὶ τάφρον, ἵν᾿ ᾖ ἡ “διά” ἀντὶ τῆς ἐπί.
* ἐλαύνομεν] θέλομεν ἐλάσαι.
64. ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος] ἀπὸ κοινοῦ τὸ “ἑστᾶ-
σιν·” ἀλλ᾿ ἐπὶ τοῦ τείχους μεταβάλλεται ὁ ἀριθμός, ἀντὶ τοῦ
ἕστηκεν· ἐκ δὲ τοῦ ἐναντίου “ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι, μήστωρες
ἀυτῆς” (Il. 4. 328) ἀπὸ κοινοῦ τὸ ‘“ἵσταντο,’ καὶ μεταβάλλεται
πάλιν ὁ ἀριθμός.
περὶ δʼ αὐτούς] “προτὶ δʼ αὐτούς,” ἐγγὺς αὐτῶν· πλέον γὰρ
ἀπέχει τοῦ τείχους.
65. οὔπως ἐστὶν —ἱππεῦσιν] ἀλλʼ οὐδὲ πεζοῖς· ἀλλ᾿, ἵνα μὴ περὶ
πάντων λέγων παροξύνῃ Ἕκτορα, περὶ μὲν τῶν πεζῶν οὐδὲν λέγει,
περὶ δὲ μόνων τῶν ἱππέων προβάλλεται. ἑξῆς δέ φησιν, αὐτοὶ δὲ
πρυλέες Ἕκτορι ἑπώμεθ᾿, οἱονεὶ ἂν οὗτος ἀγάγῃ ἡμᾶς, ὡς οὐκ αὐτὸς
ἀρεσκόμενος τῇ διόδῳ.
66. * ἱππεῦσιν] Ζηνόδοτος “ἱππῆας.”
στεῖνος γάρ] τὸ δυσχερὲς τῶν τόπων οὕτως ὀνομάζει. §. οὐδέ-
ὅθι τρώσεσθαι ὀίω] ἐλαττωθήσεσθαι καὶ τραπήσεσθαι· τρώματα
〈γὰρ〉τὰςτροπὰς Ἴωνες καλοῦσιν· καὶ “οἶνός σετρώει” (Od. 21. 293).
67. * εἰ μὲν γὰρ δή] Ἀρίσταρχος “εἰ μὲν γὰρ τούς.”
εἰ μὲν γὰρ δὴ πάγχυ] ὡς ἔμφρων —οἶδε γὰρ ὅτι πρόσκαιρός
ἐστιν ἡ εὐτυχία — καὶ τοῦ μέλλοντος προνοεῖ. εὔχομαι μὲν γάρ,
φησί, τοῦτο εἶναι· ἐννοεῖν δὲ χρὴ καὶ τὸ ἕτερον, ὅτι ἐν τῇ ὑποστροφῇ
τὰ δεινότερα πεισόμεθα. ἴσως οὖν καὶ καθόλου τῆς διαβάσεως
ἀποτρέπει, ἀλλʼ οὐ τολμᾷ τοῦτο πρὸς τὸν Ἕκτορα λέγειν. ἄλλως
τε καὶ ἐκ. παντὸς τὴν διάβασιν πραγματεύεται ὁ ποιητής, κινῆσαι
τὸν ἐπὶ ταῖς ναυσὶν ἀγῶνα σπουδάζων.
70. νωνύμους] κατὰ πρόληψιν τῶν ἐσομένων· ἢ ἄνευ ὕμνων, ὅ
72. ἐνιπλήξωμεν] ἀκουσίως ἐμπέσωμεν· “ἕρκει ἐνιπλήξωσιν” (Od.
73. οὐδʼ ἄγγελον ἀπονέεσθαι] ἐπίσταται τὸ μέγεθος τοῦ κινδύνου
74. ἑλιχθέντων ὑπʼ Ἀχαιῶν] ἡμῶν κυκλωθέντων ὑπὸ τῶν Ἀχαιῶν,
75. *ὡς ἂν ἐγώ] Ζηνόδοτος “πῶς ἂν ἐγώ.”
77. πρυλέες σὺν τεύχεσι] ἡ “σύν” ἀντὶ τῆς ἐν, ὡς τὸ “τὴν μὲν
πρυλέες] οὕτω Γορτύντοι.
σὺν τεύχεσι θωρηχθέντες] ὥς ἐσμεν θωρηχθέντες.
Ἕκτορι πάντες ἑπώμεθα] προσαγωγῶς πάνυ ἐπαίρει τὸν στρατηγόν·
*δυσαρεστεῖ τῇ εἰσόδῳ Πολυδάμας.
80. ἅδ〈ε δ᾿〉 Ἕκτορι μῦθος] ἐπειδὴ οὐδὲν ἔχει ἄλλο ποιῆσαι, πείθεται νῦν αὐτῷ ὁ Ἕκτωρ· ἀλλαχοῦ δὲ “οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις” (230).
81. αὐτίκα δʼ ἐξ ὀχέων] εἰκότως οὐδὲ ἀποκρίνεται διὰ τὴν ἔπειξιν.
§. τὸ δὲ “αὐτίκα” τῆς ἐπείξεως σημαντικόν.
83. πάντες ὄρουσαν] ἑωρακότες Ἔκτορα σύμψηφον τῇ βουλῇ Πολυδάμαντος.
85. αὖτʼ ἐπὶ τάφρῳ] τινὲς “αὖθι.” §. τὸ δὲ “ἀρτύναντες” (86) καταρτίσαντες Ἀρίσταρχος.
86. *“διαστάντες” τῶν ἵππων ἢ ἑαυτῶν.
*“ἀρτύναντες,” οὕτως ἡ γραφή.
87. πένταχα] τοσαῦται γὰρ ἡγεμονίαι Τρώων· οἳ δέ, ἐπεὶ πέντε
ἅμʼ ἡγεμόνεσ〈σ〉ιν ἕποντο] τὸ οὖν “ Εκτορι πάντες ἑπώμεθα” (78) περὶ τῶν ὑφʼ Ἕκτορι τεταγμένων φησίν.
88. οἳ μὲν ἅμʼ Ἕκτορι] ὡς ἐπὶ νεαρῷ ἐγχειρήματι κατάλογον ποιεῖ- ται· εἴωθε γὰρ προανακρούσεις ποιούμενος καὶ τὴν Μοῦσαν καλεῖν ἔσθ’ ὅτε· τὸ δὲ ὅμοιον εὑρήσομεν ἐπὶ τῇ τοῦ Πατρόκλου ἐξόδῳ (Il. 16. 306).
89. οἳ πλεῖστοι καὶ ἄριστοι] οἱ Ἰλιεῖς· οὗτοι γὰρ καὶ τὸ τεῖχος ἔρρηξαν.
91. καί σφιν Κεβριόνης] ἄκρως ἐπεξει:γάσατο τὴν προθυμίαν Ἕκτορος τὸ μηδὲ τοῦ ἡνιόχου ἀποσχέσθαι ἀλλὰ καὶ τοῦτον παρα- λαβεῖν ὡς ἐπὶ ἀναγκαίαν πρᾶξιν.
92. ἄλλον Κεβριόναο χερείονα] οὐχ ὡς συγκρίσεως οὔσης χείρονα, ἀλλʼ ἀπλῶς λέγει ἥττονα ἐκείνου· αἱ δὲ τοιαῦται διατάξεις καὶ ἐπὶ Πατρόκλου καὶ Αὐτομέδοντος (Il. 16. 219).
93. τῶν δʼ ἑτέρων Πάρις ἦρχε 〈καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ〉] τῶν ὑπὸ τοὺς Μεροπίδας ἄρχουσιν (Il. 2. 831).
τῶν δʼ ἑτέρων] Τρώων δηλονότι· λέγει δὲ ἴσως τῶν Ζελειτῶν.
94. καὶ Δηίφοβος θεοειδής] διὸ Ἑλένη μετὰ τὸν Ἀλέξανδρον αὐτὸν ἐξελέξατο.
95. τρίτος δʼ ἦν Ἄσιος ἥρως] οὗτος καὶ τῶν ἰδίων καὶ τῶν ὑπὸ Ἄδραστον καὶ Ἄμφιον ἄρχει (Il. 2. 831).
96. Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι] μέλλων αὐτοῦ θρασεῖαν διηγεῖσθαι πρᾶξιν, εἰκότως ἐπεσημειώσατο αὐτὸν διὰ τῶν ἵππων καὶ τοῦ πατρός. §. Ἀρίσβη δὲ πόλις Ἑλλησπόν- του· φησὶν δέ, ὅτι θαρρῶν αὐτοῖς πεζὸς ἧκεν εἰς Ἴλιον. §. “αἴθωνες” δὲ μέλανες ἢ εὐκίνητοι ἢ πυρροί.
99. Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε] ὡς φύλακες διὰ τὸ ὑπονοεῖσθαι αὐτὸν ἐπανιστάμενον τοῖς Πριάμου πράγμασιν· “ἀεὶ γὰρ Πριάμῳ ἐπεμήνιε” (Il. 13. 460).
101. Σαρπηδὼν δʼ ἡγήσατο —ἐπικούρων] διὰ τί οὐ Γλαῦκος ἦρχεν,
ἀλλὰ Σαρπηδών; καίτοι Γλαῦκος ἐξ ἀρσένων ἦν. ἢ ἐπεὶ ἀμφισβη-
τούντων περὶ βασιλείας πρόκλησις ἦν διατοξεῦσαι δακτύλιον ἐπικεί-
μενον στήθει παιδὸς ὑπτίου· καὶ ἡ μὲν ἀδελφὴ τὸν ἑαυτῆς δέδωκεν,
ἡ γυνὴ δὲ οὔ· ἢ ἐπεὶ ἀδελφῆς καὶ μοιχευομένης οὐ νοθεύεται τὸ
γένος, ἀλλὰ γυναικός.
102. Ἀστεροπαῖον] νεήλυδα ὄντα, ἀπὸ τῆς ὄψεως τὸ εὐγενὲς στοχασάμενος.
104. * ἄλλων] ἐπικούρων δηλονότι.
ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων] ὑπὲρ πάντων· περισσὸς δὲ
ὁ “καί.”
105. ἀλλήλους ἄραρον] ἔφραξαν, ἐπύκνωσαν. §. τὸ δὲ “βόεσ-
106. * Δαναῶν] ἐξ ἐναντίας.
107. ἀλλʼ ἐν νηυσὶ—πεσέεσθαι] 〈ἐμ〉πεσεῖσθαι ἔλεγον τοὺς
108. ἔνθʼ ἄλλοι Τρῶες] πάντων ἅμα καὶ πολιτῶν καὶ ξένων
διαφέρουσι δὲ ἐπίκουροι καὶ σύμμαχοι· ἐπίκουροι οἱ πολεμουμένοις
ἥκοντες βοηθοί, σύμμαχοι δὲ οἱ σὺν αὐτοῖς ἐξελθόντες. διὸ ἐπὶ
Ἑλλήνων οὔ φησιν ὁ ποιητὴς ‘ ἐπίκουροι.ʼ
110. ἀλλʼ οὑχ Ὑρτακίδης ἔθελε] βαρβαρικὴ ἡ ἀπείθεια. ἕτερος
Ὅμηρος μιμούμενος τὴν ἀλήθειαν ἕνα γοῦν τὸν ἀπειθοῦντα εἰσάγει.
διὰ τί δὲ ἔνα τοῦτον; ὅτι μάλιστα τοῖς ἵπποις ἠγάλλετο· μεγάλοι
γὰρ ἦσαν· οἷς καὶ θαρρῶν ἀπόλλυται.
113. νήπιος, οὐδʼ ἄρʼ ἔμελλε] σημαντικωτάτῳ ὀνόματι χρῆται
ονος” (Od. I. 8), “νήπιος, οὐδὲ τὰ ἤδη” (Il. 2. 38) καὶ ἐπὶ τοῦ
κεκοσμημένου τῷ χρνσῷ “ νήπιος, οὐδέ τι οἱ τό γʼ ἐπήρκεσε λυγρὸν
ὄλεθρον” (ib. 873). §. τὸ δὲ “ἔμελλε” ἀντὶ τοῦ ἐῴκει.
114. ἵπποισ〈ιν〉 —ἀγαλλόμενος] τὸ παιδαριῶδες αὐτοῦ ἐσήμανεν ἐν
καὶ αἱ χρήσεις τινῶν ἢ βλαβεραὶ ἢ ὠφέλιμοι καθεστᾶσιν.
παρὰ νηῶν] ἔδει ἀπὸ νηῶν· ἡ γὰρ παρά” ἐμψύχων ἐστίν. “παρὰ νηῶν” οὖν ἀντὶ τοῦ ἀπὸ νηῶν. §. στικτέον δὲ εἰς τὸ “ἀγαλλόμενος.”
116. μοῖρα δυσώνυμος ἀμφεκάλυψεν ἔγχεῖ Ἰδομενῆος] τεχνικὸν
118. εἴσατο γὰρ νηῶν] ὥρμησεν· ἢ ἐφάνη, “εἴσατο δʼ ὡς
ὅτε ῥινόν” (Od. 5. 281)· “εἴσατο” ἔγνω, “εἴσομαι αἴ κʼ ἔμʼὁ Τυδεί-
δης (Il. 8. 532)· “εἴσατο” ὥρμησεν, ἀπὸ τοῦ εἶμι· διὸ καὶ
ψιλοῦμεν τὴν λέξιν.
εἴσατο—νηῶν ἐπʼ ἀριστερά] αἰτίαν ἐπάγει τῆς ὑπὸ τοῦ Ἰδο-
μενέως ἀναιρέσεως Ἀσίου, ὅτι κατὰ τὸ ἀριστερὸν τῶν νεῶν
ὥρμησεν· ὁ γὰρ Ἰδομενεὺς ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ ναυ-
στάθμου ἐστίν, ὅπου καὶ Αἴας ἐνεώλκει παρὰ τὸ Ῥοίτειον, ὡς δῆλον
ἐξ ἐκείνων τῶν στίχων· “ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος
καλέσειεν, ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα· τῶν γὰρ νῆες
ἔασιν ἑκαστάτω” (Il. 10. 111). εἰ τοίνυν εὑρίσκομεν ὑπὸ Ἰδομενέως
ἀναιρούμενον ὡσὰν τῶν Κρητικῶν νεῶν προμαχομένου, δῆλον ὡς
ἀκόλουθόν ἐστιν ἐνθάδε τὸ “νηῶν ἐπʼ ἀριστερά.”
τῇ περ Ἀχαιοὶ ἐκ πεδίου νίσσοντο] ἐκεῖ γὰρ ἦν ἡ ἱππήλατος πύλη, διʼ ἧς ἐλαύνειν ἐπεχείρει ὁ Ἄσιος· ἔδει δὲ εἰπεῖν “ εἰς πεδίον νίσσοντ.ʼ “ἐκ πεδίου ” οὖν ἀντὶ τοῦ εἰς πεδίον.
121. * ἐπικεκλιμένας] ἀντὶ τοῦ κεκλεισμένας.
μικρὸν ὀχῆα] τὸν ἐξ ἑκατέρου μέρους ἐπιβαλλόμενον μοχλόν φησι—“δοιοὶ δʼ ἔντοσθεν ὀχῆες εἶχον ἐπημοιβοί” (455) —ὡς τὸ “τὸν δʼ ἐλατῆρʼ ἀφίει” (Il. 11. 702).
122. ἀναπεπταμένας ἔχον] πρὸς τὸ φιλάλληλον τῶν Ἀχαιῶν·
τῷ δὲ Πριάμῳ ἐδέησε τοῦ καὶ παραγγεῖλαι· “πεπταμένας ἐν χερσὶ
πύλας ἔχετʼ, εἰσόκε λαοί” (Il. 21. 531).
ἄλλως: τοῦτο ἀλλαχοῦ δεδήλωκεν εἰπών “πεπταμένας ἐν χερσὶ πύλας ἔχετ᾿, εἰσόκε λαοὶ ἔλθωσι προτὶ ἄστυ (ib.). κατεῖχόν φησιν αὐτὰς ἀναπεπταμένας, ὥστε εἰσελθόντων κλεῖσαι.
124. ἰθὺς φρονέων] κατʼ εὐθὺ τῶν πυλῶν. §. “φρονέων ” δὲ πε-
οἳ δʼ ἄμʼ ἕποντο] ὅμοιοι τούτῳ 〈καί οἱ ἑπόμενοι〉· διὸ ἐπʼ αὐτῶν τῷ ἐπιφθέγματι ἐχρήσατο “νήπιοι,” τὴν εὐήθη αὐτῶν ἐπιβολὴν ἐξελέγχων.
125. κεκλήγο〈ν〉τες] ἀπὸ τοῦ κεκλήγω Συρακουσίου ἐνεστῶτος
127. δόʼ ἀνέρας εὗρον ἀρίστους] ὑπερβάλλων ὁ ἔπαινος, ὅτι τὴν
τας προάγει, ἐνίους δὲ ἐν τοῖς κατὰ μέρος συνίστησιν. ἄριστοι οὖν οἱ ἐν
τῷ ἐπισφαλεστάτῳ κινδύνῳ ἀνδρισάμενοι, ἐν ᾧ καὶ τοὺς λοιποὺς Ἕλλη-
νας φεύγειν συνέβαινεν. ἔστι δὲ καὶ ἀξιόπιστον στενὴν δίοδον ὑπὸ δυεῖν
γενναίων φυλαχθῆναι συλλαμβανόντων ἄνωθεν ἀπὸ τοῦ τείχους (145).
§. Ζηνόδοτος δὲ “ἀνέρε—άρίστω” γράφει 〈καὶ〉 “υἷε ὑπερθύμω.”
128. Λαπιθάων] Ἀρίσταρχος ἐκ τούτων φησίν, ὅτι Λαπίθαι κατὰ Ἰδομενέα 〈νε〉νεωλκήκασιν.
129. τὸν μὲν Πειριθόου υἷα, κρατερὸν Πολυποίτην] παρατήρει τὸ
ποικίλον τῆς ἀπαγγελίας· ἑκατέρου γὰρ τὸ ὄνομα λέγει, καὶ τὸν
πατέρα μετὰ ἐπιθέτου· ἀλλʼ ὅρα τὴν ἐξαλλαγήν· τὸν μὲν τοῦδε υἷα τὸν
Πολυποίτην, τὸν δὲ οὐκέτι ἔφη Κορωνοῦ υἷα, ἀλλὰ τὸ κύριον προσέ-
θηκεν· εἶτα ἐπαινέσας “ βροτολοιγῷ ἶσον Ἄρηι” (130) καὶ περὶ τοῦ
πατρὸς ἀποδίδωσιν “υἱὸν ὑπερθύμοιο Κορωνοῦ Καινείδαο,” εἰπών τε
“υἷας” (128) πάλιν ἐπήγαγεν υἷα, “τὸν μὲν—υἶα” καὶ “υἱὸν
ὑπερθύμοιο Κορωνοῦ.”
132. ὡς ὅτε 〈τε〉 δρύες] μάλιστα γὰρ βαθύρριζοι, καὶ οὐχ ὑπεί-
ὡς ὅτε—δρύες] ἡ προκειμένη ἀπὸ τῶν δρυῶν εἰκὼν πρὸς τὴν
στάσιν, ἡ δὲ τῶν συῶν πρὸς τὴν καρτερίαν τῶν βελῶν· καὶ τὸ δύο
ὄντας ἀνθίστασθαι πολλοῖς ἀτάκτως βάλλουσιν εἴκασε συσὶ πρὸς
πολλῶν κυνηγετῶν ἔφοδον ἀνθισταμένοις.
134. ῥίζῃσιν—διηνεκέ〈εσ〉σι] εἰς πλάτος καὶ μῆκος διηκούσαις.
136. μίμνον ἐπερχόμενον μέγαν Ἄσιον] “μέγα〈ν〉·” τὸ ἐγκώμιον Ἀσίου φθάνει καὶ ἐπὶ τοὺς ὑπομένοντας αὐτόν.
137. βόας αὔας] μονῆρες τὸ αὖος· οὐδὲν γάρ ἐστι δισύλλαβον
140. 〈Ἄσιον—〉 Ἀσιάδην τʼ Ἀκάμαντα—] οὗτοι τῶν περὶ τὸν
142. *ἐόντας] “ἐόντες” αἱ πλείους.
144. ἀτὰρ Δαναῶν γένετ〈ο〉 ἰαχή τε φόβος τε] ἐν τῷ περὶ
Λαπιθῶν λόγῳ κατέθηκε καὶ τὰ ὑπὸ τῶν ἄλλων πραττόμενα, ὅτι
πρότερον μὲν ἔβαλλον ἄνωθεν, ὕστερον δὲ ἐφόδου γενομένης σφοδρο-
τέρας τῶν πολεμίων ἐξέλιπον τὸ τεῖχος.
145. ἐκ δὲ τὼ ἀίξαντε] περισσὸς ὁ “δέ.” §. εἰς δὲ τὸ “ἀίξαντε”
147. δέχαται κολοσυρτόν] οὕτω “δέχαται,” δεδέχαται. §. “δέ-
χαται” ὡς “νέαται” (Il. 9. 153) “δεδαίαται” (Od. 1. 23)
δέαται (cf. Od. 6. 242). §. κολοσυρτός παρὰ τὸ τὰ κῶλα ἐπισύρειν,
148. δοχμώ 〈τʼ ἀίσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην〉] ὀξυτονητέον
δοχμώ τʼ ἀίσ〈σ〉οντε] δόχμιοι· παρʼ ἑκάτερα γὰρ αὐτοῖς πεφύ- κασιν οἱ ὀδόντες.
ἄγνυτον ὕλην] διὰ τὸ παραθήγειν τοὺς ὀδόντας.
149. *πρυμνήν] ἄκραν.
ὑπαὶ δέ τε κόμπος ὀδόντων] τὸ ἑξῆς, ὑπαὶ ὀδόντων.
151. ὣς τῶν κόμπει χαλκός] ὥσπερ ὀπὸ τῶν συῶν κόμπος γίνεται· ἴσως οὖν πρὸς τοῦτο ἡ εἰκών. §. τὸ δὲ “ἄντην” ἀμετα- στρέπτως μαχομένων.
153. λαοῖσιν καθύπερθε] οὕτω τινὲς οὐ δεόντως· Ζηνόδοτος “λάεσσι.” §. τὸ δὲ “βίηφι” χωρὶς τοῦ ι ἐστίν.
λαοῖσιν—πεποιθότες] δῆλον ὡς ὑποστρεψάντων εἶπε τὸ “λαοῖσιν·” προέφη γάρ, Δαναῶν δὲ “γένετ〈ο〉 ἰαχή τε φόβος τε” (144).
154. χερμαδίοισιν —βάλλον] περιπαθῶς πάνυ· οἷοι γὰρ ἤσαν οἱ
ἄνωθεν μόνον τολμῶντες βάλλειν, προελθεῖν δὲ ἀδυνατοῦντες· ἐν δὲ
τῇ ἐπεξεργασίᾳ καὶ αὔξεται τὸ πάθος, ἀμυνόμενοι ὑπέρ τε ἑαυτῶν
καὶ τῶν σκηνῶν” (155).
157. ἅς τʼ ἄνεμος ζαής] πρὸς τὸ σύντονον καὶ πληκτικὸν τῶν λίθων.
159. βέλεαῥέον] ἐπέμεινε τῇ τροπῇ, τὸ συνεχὲς καὶ ἀδιαλείπτως δηλῶν.
160. ἀμφ αὖον ἀύτευν] δύο μέρη λόγου, “ἀμφί” καὶ “αὖον,” ἵνʼ ᾗ
161. βαλλόμεναι μυλάκεσσι] οὕτω Ζηνόδοτος· αἱ δὲ πᾶσαι
πολλοὺς ὀμφαλοὺς ἔχουσαι.
162. καὶ ὣ πεπλήγετο μηρώ] ἀδύνατον τοῦτο ἐπὶ ὡπλισμένου·
164. φιλοψευδής] φιλῶν ἀπατᾶν· ψεύδειν γὰρ τὸ ἀπατᾶν. ἴσως
νίκης εἰληφώς. §. ὀξύνεται δέ· τὰ γὰρ εἰς ης ὑπὲρ μίαν συλ-
167. ὥς τε σφῆκες μέσον αἰόλοι] παμφάγοι γάρ εἰσιν· αἱ δὲ
μέ〈λισ〉σαι ἀπλῆν ἔχουσι τὴν χρόαν, ἐπεὶ ἓν ἐσθίουσιν. §. ἀξιό-
πιστος δὲ ὁ παρὰ τῶν πολεμίων ἔπαινος. εὐτελεῖ δὲ ζῴῳ καὶ θυμικῷ
μέσον αἰόλοι] τὸ μέσον εὐκίνητοι διὰ τὴν ἐντομήν.
σφῆκες —ἠὲ μέλισσαι] δἰ ἀμφοῖν ἓν δηλοῦται.
170. ἀμύνονται περὶ τέκνων] συλληπτικῶς· τοῦτο γὰρ σφηκῶν,
171. *ὣς οἵ γε] Ἀρίσταρχος “ὣς οἵδε.”
καὶ δύʼ ἐόντες χάσ〈σ〉ασθαι] ἐν ὑπερβολῇ· οἱ μὲν γὰρ προῖ-
στάμενοι σφῆκες ὑπὲρ τῶν τέκνων πλείους εἰσίν.
172. ἠὲ ἁλῶναι] καὶ οἱ ῥήτορες “ἀλῶναι διχῇ φασι, 〈ληφθῆναι〉 καὶ κρ θῆναι θανάτου.
173. οὐδὲ Διὸς πεῖθε φρένα] ἠθικῶς πάνυ τῇ ἀναφωνήσει〈χρῆται〉,
175. ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι] Πῖος ἀπολογούμενος πρὸς τὰς ἀθε-
τήσεις Ἀριστάρχου ταῦτά φησιν, ὅτι Ἄσιος μὲν περὶ τὴν μίαν
πύλην τὴν ἱππήλατον ἐμάχετο, οἱ δὲ περὶ τὸν Ἄσιον περὶ τὰς
μικρὰς πύλας· τῷ γὰρ ἄλλας μικρὰς εἶναι πύλας οὐδʼ αὐτὸς Ἀρί-
σταρχος ἀντιλέγει· τὸ δ〈ὲ〉 “ἀργαλέον δέ με ταῦτα (176) πάνυ με-
τρίως φησὶν εἰρῆσθαι· ἀνδρῶν γὰρ ἀναιρουμένων κατάλογον διεξιὼν καὶ
τρόπους τῶν ἀναιρέσεων καὶ λόγους τῶν τε ἀναιρούντων κα πιπτόντων
καὶ συμπτώματα τῆς τύχης καὶ πολυμερῆ μάχην εἰκότως ἐνδείκνυται
δυσχερῆ τὴν τῶν τοιούτων διήγησιν. τὸ δὲ “Λαπίθαι’ (181) γενναιότα-
τον· πῶς γὰρ ἄλλως ἦν ὀνομάσαι τοὺς τῶν Λαπιθῶν υἱοὺς ἢ τῷ τῶν πα-
τέρων ὀνόματι; ἄλλως τε καὶ Ὁμηρικὴν ἐνάργειαν ἔχουσιν οἱ στίχοι.
ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι] ἀθετεῖ Ἀρίσταρχος (175—181),πρῶτον μὲν
διὰ τὸ πύλας ἄλλας ὀνομάζεσθαι· ἀρέσκει γὰρ αὐτῷ μίαν εἶναι τὴν ἐν
τῷτείχει πύλην· εἶτα διὰ τὸ “ἀργαλέον δέ με ταῦτα” (176)· φησὶ γάρ,
ὅτι καὶ μὴν ἔφρασε τὴν τειχομαχίαν· εἰπὼν δὲ “πληθὺν δʼ οὐκ ἂν ἐγώ”
(Il. 2. 488) ἐσιώπα τὸ πλῆθος· εἶτα καὶ διὰ τὸ “Λαπίθαι” (181)·
εἰ μὴ γὰρ τοὺς πατέρας αὐτῶν (128) οὐ καλεῖ Λαπίθας ὁ ποιητής.
176. *Ζηνόδοτος οὐδὲ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ (175—181).
177. πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάινον] λιθίνου τοῦ τείχους ὄντος καὶ τῶν Τρώων βαλλόντων, ἐκ τῆς συγκρούσεως τῶν βαλ- λομένων πῦρ ἅπτεσθαί φησι πανταχόθεν τοῦ τείχους. ἔχει δὲ ἔμφασιν ὁ λόγος.
θεσπιδαὲς πῦρ] τὸ θερμὸν τῆς μάχης “πῦρ” φησίν· δύναται
δὲ καὶ κυρίως πῦρ λέγειν, ἵνα καὶ τὸ τεῖχος αὐτὸ ἐμπρῆσαι ἐπι-
χειροῦντας εἰσάγῃ τοὺς βαρβάρους. καὶ τὸ “λάινον” ἐπήγαγεν
ὥσπερ ἐπιμωκώμενος αὐτούς, ἐπιχειροῦντας ἐμπρῆσαι λίθους. λέγουσι
δὲ πάντας ἐπελθεῖν πλὴν Ἕκτορος διὰ τὸ σημεῖον (200). §. “θεσ-
178. * ἀχνύμενοί περ] εἰς τὸ “πέρ” ὑποστικτέον.
179. θεοὶ δʼ ἀκαχείατο] ἐλπίδα ὑποβάλλει τοῖς ἀκροαταῖς ὅτι
180. ἐπιτάρροθοι] ἡ ταρ πλεονάζει, ὡς ἐν τῷ ἀταρτηρός. ἡ δὲ
181. σὺν δʼ ἔβαλον Λαπίθαι] ἐπεὶ προεῖπεν “ Ἕκτορι γάρ ⌈οἰ⌋
μεταγάγῃ τὴν εὐημερίαν ἐπὶ τὸν Έτορα.
183. διὰ χαλκοπαρῄου] παραγωγῶς· οὐ πρόκειται γὰρ τὸ παρήιον.
189. κατὰ ζωκτῆρα τυχήσας] ἐκεῖ τὸ τυφλόν ἐστιν ἔντερον. §. τὸ δὲ “αὐτοσχεδίην” (192) ἐπί〈ρ〉ρημα.
195. ὄφρʼ οἱ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα] καὶ τοῦτο
198. καὶ ἐμπρῆσαι πυρὶ νῆας] καὶ μὴν ἔδει διώκειν μᾶλλον·
ἀπογνόντες γὰρ τῆς ἀνακομιδῆς δεινότεροι ἂν εἶεν. ἀλλʼ ἐναγώνιός
τε γίνεται ἡ ποίησις, καὶ αἱ ἀπειλαὶ αὐτοῦ “ ὡς πυρὶ νῆας ἐνι-
πρήσω, κτείνω δὲ καὶ αὐτούς” (Il. 8 183).
199. οἵ ῥʼ ἔτι μερμήριζον] ἅμα τῇ ἐφόδῳ Ασίου ταῦτα γράφει· ἀλλʼ ἅμα πάντα λέγειν ἀδύνατον.
200. ὄρνις—ἐπῆλθε] “ὄρνις—ἦλθε” χωρὶς τῆς “ἐπί” αἱ Ἀρι-
στάρχου· καὶ Ἀττικῶς ἐξέτεινε τὸ “ὄρνις.”
201. αἰετὸς ὑψιπετὴς ἐπʼ ἀριστερά] μέσος διῆλθεν, ἐπὶ τὰ
ἐπʼ ἀριστερὰ λαὸν ἐέργων] οἳ μὲν εἰς τὸ “ἀριστερά” στίζουσι
καὶ τὸ “ἐέργων” ἀντὶ τοῦ κωλύων 〈λαμβάνουσιν〉, οἳ δὲ ὑφʼ ἓν
“ἐπʼ ἀριστερὰ ἐέργων” ἀφορίζων ἐπὶ τὰ ἀριστερὰ μέρη τὸν λαόν.
*ἐπʼ ἀριστερά] τὰ δυτικά.
202. φοινήεντα 〈δράκοντα〉] ᾑματωμένον· αὐτὸν γὰρ ἐσθίει.
203. καὶ οὔπω λήθετο χάρμης] ὁ δράκων. πιθανῶς δὲ τὸ “οὔπω,
205. * ψιλωτέον τὸ “ἰδνωθείς.”
206. μέσῳ δʼ ἐγκάββαλʼ ὁμίλῳ] τῷ μεταιχμίῳ πρὸς τὸ μὴ διαβῆναι· ὡς γὰρ ὁ ἀετὸς εἰς τὸ φανερὸν τοῦ τέλους ἠστόχησεν, οὕτω καὶ οἱ Τρῶες.
207. πνοιῆς ἀνέμοιο] τῷ πνέοντι ἀνέμῳ δοὺς ἑαυτὸν διὰ τὸ ὀδυνη-
θῆναι· καὶ ἡμεῖς οὖν “οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθα” (225)
τῇ πνοῇ τῆς εὐχῆς ἑπόμενοι.
208. Τρῶες δʼ ἐρρίγησαν] πῶς, φασί, βοηθῶν τοῖς βαρβάροις ἐπι-
πέμπει νῦν οἰωνὸν ἀποτρέποντα τὰ τῆς διαβάσεως; ἄριστα δὲ ἔχει καὶ
τοῦτο τῷ Ὁμήρῳ· τὴν μὲν γὰρ διάβασιν ἤθελε γενέσθαι ὁ θεὸς πρὸς τὸ
ἀναστῆσαι Ἀχιλλέα· ᾔδει δὲ μὴ πεισόμενον Ἕκτορα τῷ σημείῳ, πρὸς
〈δὲ〉 τὸ μὴ δόξαι ἀπατᾶν τοὺς Τρῶας τοῦτο ποιεῖ· οὐ κρίνει δὲ Ἕλενος
πρὸς τὸ μὴ πεισθῆναι Ἕκτορα· ἀπίθανον γὰρ ἦν ἀπειθῆσαι τῷ μάντει.
Τρῶες δʼ ἐρρίγησαν] εἰκότως ἐκστῆναί φησι τοὺς Τρῶας· ἐν γὰρ
τοιούτῳ καιρῷ φανὲν πρὸ τῆς μελλούσης ἐγχειρήσεως ἐναργὲς ἐδόκει
σημεῖον εἶναι κρίσεως δεόμενον.
ὅπως ἴδον αἰόλον ὄφιν] μείουρος ὁ στίχος· ἀκέφαλος “ἐπειδὴ
νῇάς τε” (Il. 23. 2)· λαγαρός “τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ
δύο παὶδε” (Il. 2. 731). οἳ δὲ“ὄ〈π〉φιν” φασίν· ἐμφαντικώτερον δὲ
ἐχρήσατο τῇ τοῦ στίχου συνθέσει, καίτοι γε ἐγχωροῦν εἰπεῖν “ὅπως
ὄφιν αἰόλον εἶδον·’ τὴν γὰρ κατάπληξιν τῶν Τρώων καὶ τὸν φόβον
παρίστησι τῷ τάχει τοῦ στίχου εἰς βραχείας τελευτῶντος συλλαβάς.
211. ἀεὶ—μοὶ ἐπιπλήσσεις—ἐσθλὰ φραζομένῳ] προδιορθώσει
χρῆται, εἰδὼς ἀπειθήσοντα· πρώην δὲ οὐχ οὕτω, διὰ τὸ κεχαρισμένα
λέγειν. §. “ἐπιπλήσσει〈ς〉” δὲ ἡ γραφὴ διὰ τοῦ π, οὐχὶ διὰ τοῦ ν. §.
φασὶ δὲ τὸν πατέρα τοῦ Πολυδάμαντος Πάνθουν Δελφὸν εἶναι τὸ γένος·
Τρῶας δέ ποτε θεοπρόπους ἐλθόντας αὐτόσε ἀγαγεῖν αὐτὸν πρὸς τὸν
212. οὐδὲ μὲν οὐδὲ ἔοικε] “μέν ἀντὶ τοῦ μήν. §. περισσὴ δὲ ἡ μία ἀπόφασις.
οὐδὲ ἔοικε δῆμον ἐόντα] προλαμβάνει τὴν ἐπίπληξιν τοῦ βασιλέως,
213. παρὲξ ἀγορευέμεν] παρὰτὸ δέον, παρὰ τὸ κελευόμενον πράσσειν.
215. νῦν δʼ αὖτʼ ἐξερέω] σοί· “νῦν” ἀντὶ τοῦ ‘οὐκ ἐν ἅπασιν·ʼ
Ἕκτωρ γὰρ οὐ τὴν παραίνεσιν ἀποστρέφεται, ἀλλὰ τὴν ἐν ἅπασιν
ἰσηγορίαν. τὰ δὲ Ἑλληνικὰ πλησίον δημοκρατίας, καὶ παρρησία
πολλὴ τοῖς ἡγεμόσιν. πρὸς γοῦν τὸν Ἀγαμέμνονα Διομήδης φησὶν
“ Ἀτρείδη, σοὶ πρῶτα μαχήσομαι” (Il. 9. 32), ὁ δὲ Ὀδυσσεὺς
“οὐλέμεν᾿, αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ” (Il. 14. 84).
217. ἐκτελέεσθαι ὀίομαι] ἄμεινον τελειοῦν εἰς τὸ “ὀίομαι.”
218. Τρωσὶν δʼ ὄρνις ἦλθε] καὶ μὴ Ἔλλησιν.
223. ὣς ἡμεῖς] ὥσπερ γὰρ κατʼ ἀρχὰς κρατήσας ὁ ἀετὸς διὰ
ὥς ἡμεῖς] τοὺς συνεχομένους Ἕλληνας εἴκασε τῷ δράκοντι.
228. ὧδέ χʼ ὑποκρίναιτο] οὕτως ἂν ὑποκρίναιτο θεοπρόπος καὶ
* ὑποκρίναιτο] ἀποκρίναιτο.
ὃς σάφα—εἰδείη τεράων] οἷον οὕτως ἂν μαντικὸς ἀνὴρ συμβάλοι, οἷον οὐκ ἐκ στοχασμοῦ ἀλλʼ ἐξ ἐφόδου τεχνικῆς τὴν ἐξήγησιν ποιούμενος.
231. οὐκέτʼ ἐμοὶ φίλα] φίλως. τυραννικῶς δέ· τί γάρ, εἰ τὰ συμφέροντα λέγει τῷ πλήθει, §. περισσὸν δὲ τὸ “ἔτι.”
232. οἶσθα] οὐκ ἄλλος, ἀλλὰ σύ· τὸ μὲν γὰρ ἀνοίας, τὸ δὲ μοχθηρίας ἐστίν.
235. Ζηνὸς μὲν—λαθέσθαι] ἀμελῆσαι. εἰς ἄτοπον δὲ ἡ ἀπαγωγή.
237. τύνη δʼ οἰωνοῖσι] ὁ φρόνιμος καὶ θεοὺς τιμήσει καὶ οἰωνοῖς πεί- σεται, ὡς ὁ Ὀδυσσεύς (Il. 10. 274). §. τὸ δὲ“κείθεσθαι” (238) ἀντὶ τοῦ πιστεύειν.
238. *τῶν] οὐ πάντων, ἀλλὰ τῶν φανέντων νῦν.
239. εἴτʼ ἐπὶ δεξιὰ—εἴτʼ ἐπʼ ἀριστερά] τινὲς “δεξιά” τὰ νότια, “ἀριστερτά” τὰ βόρεια.
243. εἷς οἰωνὸς ἄριστος] ἐκεῖνος μόνος ἄριστος οἰωνὸς ὁ ὑπὲρ πάτρης κελεύων ἀγωνίζεσθαι. κελεύει δὲ ἡμᾶς φιλοπάτριδας εἶναι.
ἀμύνεσθαι περὶ πάτρης] ἀμύνεσθαι τοὺς ἐχθροὺς ὑπὲρ πάτρης μφχομένονς.
245. εἴ περ γάρ τʼ ἄλλοι 〈γε〉 περὶ κτεινώμεθα—σοὶ δʼ οὐ δέος]
ἀποτρέπει τοὺς ἄλλους πείθεσθαι αὐτῷ, τὸ τῆς συμβουλῆς εἰς
δειλίαν τρέπων. §. τὸ δὲ “νηυσὶν ἐπʼ Ἀργείων” (246) Ζηνόδοτος
247. οὐ γάρ τοι κραδίη μενεδήιος] ἐντεῦθεν ἐκινήθησαν οἱ περὶ καρδίαν τὸ ἡγεμονικὸν λέγοντες εἶναι.
249. παρφάμενος ἐπέεσσιν] ἀναγκαίως καὶ τοῦτο. ὁ γὰρ τοῦσυμβου- λεύσαντος μὴ ἀποσχόμενος δῆλον ὡς οὐδὲ τοῦ πεισθέντος.
250. ὑπὸ δουρὶ τυπείς] εἰ οὕτως ὁ συμβουλεύων, πῶς ὁ πεισθείς; τὸν λόγον οὖν ἐπὶ τοῦ Πολυδάμαντος ἐνστησάμενος καὶ τοῖς ἄλλοις τεχνικῶς ἀπειλεῖ.
253. ὦρσεν—ἀνέμοιο θύελλαν] ποιητικῶς τοῦτο· συνδραμόντος γὰρ τοῦ πλήθους εἰκὸς τοῦτο γεγενῆσθαι.
258. κρόσσας μὲν πύργων ἔρυον] “κρόσσας” τὰς πολεμικὰς
κλίμακας· φησὶ γοῦν “κροσσάων ἐπέβαινον” (444)· λείπει δὲ ἡ κατά,
κατὰ τῶν πύργων ἔρυον, ὡς “ὡρμήθη δʼ Ἀκάμαντος” (Il. 14. 488).
καὶ ἔρ〈ε〉ιπον ἐπάλξεις] καὶ κατέβαλον τὰς ἐπάλξεις πρὸς τὸ γυμνῶσαι τὸ τεῖχος τῶν κρυπτομένων ὑπʼ αὐτὰς Ἑλλήνων.
259. στήλας] τοὺς θεμελίους, παρὰ τὸ ἐπʼ αὐτῶν ἵστασθαι τὸ τεῖχος. οἳ δὲ τὰς ἀντηρίδας.
262. οὐδέ νυ πω Δαναοί] οὐχ ὑπεχώρουν αὐτοῖς εἰσελθεῖν.
χάζοντο κελεύθου] τῆς ἐπὶ τὰς ναῦς φερούσης.
263. φράξαντες ἐπάλξεις] τὰ διάκενα τῶν ἐπάλξεων φράξαντες
265. *κελευτιόωντο] τί; “ὦ φίίλοι” (269).
267. ἄλλον μειλιχίοις] κατʼ ἀξίαν πρὸς ἕκαστον, ὅπερ καὶ ἐν
ἄλλοις· “ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη” (II.2. 188)·
“ὃν δʼ αὖ δήμου ἄνδρα (ib. 198).
στερεοῖς ἐπέεσσιν] ἔοικε τῷ “μειλιχίοις” ὑπακούεσθαι τὸ ἐκο-
(Od. 8. 229)· “ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήια, ποῦ δέ οἱ ἵπποι”
(Il. 10. 407); “Κυκλώπων δʼ ἐς γαῖαν ιλεύ〈σ〉σομεν—αὐτῶν τε
φθογγήν” (Od. 9. 166).
269. ὦ φίλοι] πρὸς πάντας τοῦτό φησιν· “πάντας κυδαίνων” (lI. 10. 69).
270. ὅς τε χερειότερος] πάντες γὰρ νῦν χρήσιμοι ἀπὸ τοῦ τείχους
271. νῦν ἔπλετο ἔργον ἅπασιν] “ἔργον” ὁ κίνδυνος.
272. καὶ δʼ αὐτοὶ τόδε—γινώσκετε] διὰ τοῦ ἰδίου συνειδότος
274. πρόσω ἵεσθε] τῇ ψυχῇ αὐτοῖς σώμασιν.
276. νῖκος ἀπωσαμένους] Ἀρίσταρχος διὰ μόνου τοῦ ι, οἷον τὸ
δίεσθαι] προπαροξυτονητέον· παρατατικοῦ γάρ ἐστιν, ἀπὸ τοῦ δίν
πολεμίους.
277. προβοῶντε] τινὲς “προβάοντε,” προβαίνοντε.
278. τῶν δ᾿, ὥστε νιφάδες] μικρῷ πρόσθεν ἐχρήσατο τῇ εἰκόνι
τῶν δʼ, ὥστε νιφάδες] ἔοικεν ἐρίσαι αὑτῷ ὁ ποιητὴς ἐπὶ τῇ παρα-
βολῇ· εἶπε γὰρ“νιφάδες δʼ ὣς πῖπτον ἔραζε” (156), νῦν δὲ ἐπεξεργάζε–
ται τὴν εἰκόνα μεγαλοπρεπέστερον. §. εὐθὺς χειμέριον παρέλαβε τὴν
B. ἡμέραν· γίνονται μὲν γὰρ καὶ ἐν ἔαρι νιφάδες, ἀλλʼ οὐ πυκναί. εἶτα
“ὅτε τʼ ὤρετο μητίετα Ζεὺς νιφέμεν, ἀνθρώποισι πιφαυσκόμενος τὰ
ἃ κῆλα·” εἰ μὲν γὰρ ἐνδείξασθαι τὴν αὑτοῦ δύναμιν ἐπιτηδεύων ὁ
θεὸς τοῦτο πράττει, τίς ὑπερβολὴ καταλείπεται τοῦ νιφετοῦ; εἶτα
καὶ νηνεμίαν παρέλαβε πρὸς τὸ μὴ ἀποκρυσταλλοῦσθαι τὴν χιόνα·
εἶτα καὶ τῇ τάξει καλῶς ἐχρήσατο —πρῶτον γὰρ τὰ ὄρη νίφεται,
ἔπειτα σφοδροῦ τοῦ χειμῶνος γενομένου κάτεισι καὶ ἐπὶ τὰ χθαμα-
λώτερα—ἐναργῶς δὲ καὶ ἀνακοπτομένη〈ν〉 τῇ χιόνι τὴν τοῦ κύματος
ἐπιφορὰν δείκνυσι, τῇ δὲ συνεχεῖ ἐπαγωγῇ καὶ αὔξει τὰ λεγόμενα.
281. χέει ἔμπεδον] “ χέει ἔμπεδον,” οὕτως αἱ Ἀριστάρχου· ἡ
〈δὲ〉 Μασσαλιωτικὴ “χέει ἄσπετον.”
283. λωτεῦντα] ποτέ, οὐκ ἐν τῇ χιόνι.
λωτεῦντα] 〈“λωτοῦντα”〉 οὕτως αἱ Ἀριστάρχου. 〈“λωτεῦντα” δὲ〉 καὶ ἡ Μασσαλιωτική.
285. προσπλάζον ἐρύκεται] ἐρύκει τῆς ὁρμῆς τὴν χιόνα· ἢ διὰ
τὸ γεφυρωθῆναι τῇ χιόνι τὸν αἰγιαλὸν τὸ κῦμα ἐρύκεται.
* προσπλάζον] προσκροτοῦν.
286. εἰλύαται] οἳ μὲν προπερισπῶσιν 〈“εἰλῦται”〉 τοῦ εἰλύαται
συναλ〈ο〉ιφὴν ἐκδεχόμενοι, οἳ δὲ προπαροξύνουσιν ὡς ἀπὸ τοῦ
πρὸς ἄμφω δύναται συντάσσεσθαι. §. ‘Διὸς ὄμβρονʼ δὲ τὸν χιονισμόν
287. λίθοι πωτῶντο] ἐμφαντικῶς. καὶ “βέλεα ῥέον” (159)
ἀλλαχοῦ φησιν· ἢ βελῶν μὲν ῥύσιν ἔφη—ἐπιμήκης γὰρ ἡ φορὰ τῶν
βελῶν—πωτᾶσθαι δὲ τοὺς λίθους· περιγεγραμμένον γὰρ πώ〈τη〉μα
καὶ οὐκ ἐπίμηκες 〈ἔχει〉 ὁ λίθος.
289. τὸ δὲ τεῖχος ὑπὲρ πᾶν] ἀπὸ γῆς ἕως ἄνω. τό δε ἑξῆς, ὑπὲρ δὲ πᾶν τὸ τεῖχος. οὐκ ἀναγκαῖον οὖν ἀναστρέφειν τὴν πρόθεσιν. §. τὸ δὲ “βαλ- λομένων” ἀντὶ τοῦ βαλλόντων· τὸ δὲ ἑξῆς, ὣς τῶν βαλλομένων.
292. εἰ μὴ—υἱὸν ἑὸν—Ζεὺς ὦρσεν] οὐ γνήσιος οὖν ἡ ἀρετή. δοκεῖ
293. λέονθʼ ὣς βουσίν] ἔνθα μὲν ψιλὰ τὰ ὀνόματα ‘ὡς ἐπὶ βουσὶ
λέοντα,ʼ ἑξῆς δὲ ἐπεξεργάζεται τὰ πραττόμενα ὑπὸ τοῦ λέοντος “βῆ
ῥʼ ἴμεν, ὥστε λέων ὀρεσίτροφος” (299).
295. ἐξήλατον] δασυντέον τὸ “ἑξήλατον·” ἓξ ἀριθμόν. §. τὸ δὲ
ἐξήλατον] ἐξελασθεῖσαν, 〈ἢ〉 ἀντὶ τοῦ χαλκῆν· οὐ γὰρ ἓξ ἔχει, ἐπεὶ
297. περὶ κύκλον] ἀπὸ τοῦ ἴτυος εἰς ἴτυν. §. προπαρασκευάζει δὲ
298. δύο δοῦρε] ἕτερον ἐν τῇ ἀσπίδι, τὸ δὲ ἐν τῇ δεξιᾷ. κινου-
299. ὅς τʼ ἐπιδευής—κρειῶν] ἐπεξειργάσατο τὴν προκειμένην
αὐτὸν ὁ λιμὸς ἄγει.
301. μήλων πειρήσοντα] ἐνεδρεύσοντα· ὅθεν καὶ πειρατής.
καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν] οὐ μόνον τοῖς ἐν νομαῖς, ἀλλὰ καὶ τοῖς κατακεκλεισμένοις.
302. βώτορας] 〈βῶ〉 βόσω βότωρ βότωρος, ὑπερβιβασμὸς
χρόνου βώτορος.
303. σὺν κυσῖ—〈φυλάσσοντας〉] οἷον προπαρεσκευασ μένους πρὸς
304. *ἀπείρητος] μὴ πεῖραν ἑαυτοῦ δοὺς ἢ λαβών.
305. ἢ ἥρπαξε—ἠ〈ὲ καὶ αὐτὸς〉 ἔβλητο] πρὸς τὸν θανατῶντα
λέοντα τὸ πρόθυμον Σαρπηδόνος παρέβαλεν. τὴν ἐκ μεθόδου δὲ
προσβολὴν δηλοῖ τὸ “ἥρπαξε.”
308. ῥήξασθαι ἐπάλξεις] τοὺς μέσους τῶν ἐπάλξεων. προεῖπε γὰρ “ ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις” (263).
διά τε ῥήξασθαι] ἔμφασιν ἔχει τὸ ὑπερβατόν.
310. τίη δὴ νῶι τετιμήμεσθα] αἰδήμονος οἱ λόγοι καὶ μεγαλο-
ψύχου καὶ εὐγνώμονος· αἰδεῖται γὰρ ταῖς τιμαῖς πλεονεκτεῖν καὶ μὴ
ταῖς ἀνδραγαθίαις· μεγαλόψυχος δὲ ὣν καταφρονεῖ θανάτου· εὐ-
γνωμοσύνης δὲ τὸ ὁμολογεῖν τὴν τιμήν. §. Ἀττικῶς δὲ “τί δή·ʼ διὰ
311. ἕδρῃ τε κρέασίν τε] καὶ “σὸν δὲ πλεῖον δέπας ἀεί” (Il. 4. 262) καὶ “νώτοισιν δʼ Αἴαντα” (Il. 7. 321).
312. θεοὺς ὣς εἰσορόωσιν] αἰσχρὸν δὲ τοὺς ἐν θεῶν μοίρᾳ τεταγ- μένους μηδὲ ἄνδρας ἀξιολόγους φαίνεσθαι.
313. καὶ τέμενος νεμόμεσθα] ἐν δὲ Λυκίᾳ 〈ἡμᾶς) ὡς θεοὺς 〈εἰσ〉ο- ρῶσιν· διδάσκει δὲ ὡς οὐ δεῖ μὴ προκινδυνεύοντα βασιλέα τιμᾶσθαι.
καὶ τέμενος νεμόμεσθα —καλόν] ἐκ τῶν ἀλόγων ζῴων. §. “τέ- μενος” δὲ “ καλόν” τὸ μὲν πεφυτευμένον, τὸ δὲ ἀρούμενον. §. ὁ δὲ Ξάνθος Σίρβις νῦν καλεῖται.
317. ὄφρα τις ὧδ’ εἴπῃ] ἀξιοῖ καὶ σκοπεῖν καὶ τί περὶ ἡμῶν οἱ πλησίον λέγουσιν.
318. ἀκλειεῖς] οὕτως· “ἀκλέες” δὲ Ἀρίσταρχος κατὰ συγκοπήν, ὡς τὸ “δυσκλέα (Il. 2. 115). §. “καυστείρης” δὲ “μάχης” (316) τῆς πυρούσης τὰ σώματα.
319. ἔδουσι δὲ πίονα μῆλα] ὅτι οὐ χρυσῷ ἐτιμῶντο οἱ βασιλεῖς.
320. * σἶνόν τε] λείπει πίνουσιν.
322. εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε] εὐγενὴς ἡ γνώμη.
τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν ἀποφαίνει πάντων, τὸ δὲ μετʼ εὐκλείας
τῶν ἀγαθῶν μόνων· καὶ τὴν παραυτίκα σωτηρίαν οὐκ ἀπαλλαγὴν θανά-
του, ἀλλʼ ἀναβολὴν χρόνου μικρὰν μετʼ ἀδοξίας γινομένην φησὶν εἶναι.
διδάσκει οὖν μὴ προ〈σ〉ίεσθαι διὰ τοῦτο ἀναβολήν—“τί γὰρ παρʼ ἦμαρ
ἡμέρα” (Soph. Ai. 475) ;—οὐ γὰρ ὁ τόπος 〈τὴν〉 εἱμαρμένην παρεγ-
χωρεῖ. τὸ δὲ ἑξῆς, “εἰ μὲν γὰρ —μέλλοιμεν ἀγήρω τε 〈—ἔσσεσθαι〉.”
324. ἐνὶ πρώτοισι μαχοίμην] τίς ἂν πιθανὸς εἴη λέγων μὴ τοιαῦτα
αἱρούμενος;
325. *στέλλοιμι] ὁπλίζοιμι.
326. νῦν 〈δʼ〉, ἔμπης] τὸ ἑξῆς, νῦν δὲ ἴομεν. §. τὸ σχῆμα δὲ τοῦ
νῦν δʼ, ἔμπης] “ἔμπης” ὁμοίως πᾶσιν. ἔμφασιν καὶ τὸ “ἐφεσ-
328. * κῦδος] καὶ ἄφορτον καὶ ἀνεμέσητον.
329. οὐδὲ Γλαῦκος ἀπετράπετο] ὀρθῶς οὐδὲν ἀποκρινόμενος ἕπεται·
ὁ γὰρ καιρὸς αὐτὸν ἤπειγεν.
330. Λυκίων μέγα ἔθνος ἄγοντε] πάλιν ἄλλῃ παρασκευῇ χρῆται,
332. τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν] ὅπου ἐτέτακτο. §. δῆλον οὖν ὡς
ἐπὶ ἐννέα πλέθρα διαβάντες ἦσαν πρῶτος Αἴας, Ἰδομενεύς, Βοιωτός, Φι-
λοκτήτης, Πρωτεσίλαος, 〈ὁ〉 Ὀιλιάδης, Διώρης, Μέγης, Μενεσθεύς.
333. * πάπταινεν] ὡς συνετὸς προασφαλίζεται.
εἴ τινʼ ἴδοιτο ἡγεμόνων] τὸ “ἡγεμόνων” ἄκρως προσέθηκεν,
δεῖ εἶναι τοὺς ἄρχοντας, ὡς ἀμείνους τῶν ὑποτεταγμένων. ἄλλως τε
τοῖς ἡγεμόσιν εἰκὸς καὶ πλῆθος ἕπεσθαι.
336. Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα] οὐκ εἰκῆ τὸ “νέον·” χθὲς
βασιλέως· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ, ἀλλʼ ὑπὲρ τῶν μαχομένων δέδοικεν.
337. ἀλλʼ οὔ πως οἱ ἔην βώσαντι γεγωνεῖν] ἀλλʼ οὐκ ἦν αὐτῷ
γεγωνεῖν] πιθανὸν μὲν τὸ περισπᾶν τὸ “ γεγωνεῖν” παρὰ τῷ ποιητῇ· διχῶς δὲ εὕρηται, καὶ βαρυτόνως καὶ περισπωμένως.
339. βαλλομένων σακέων τε καὶ—τρυφαλειῶν καὶ πυλέων] ἔμ- φασιν ἔχει ἡ 〈ὁ〉μοιοκαταληξία τῶν λέξεων καὶ ἡ ἐπέκτασις τοῦ στοιχείου τοῦ “πυλέων.”
340. πάσας γὰρ ἐπῴχετο] πᾶσαι κεκλιμέναι ᾖσαν παρὰ τὸν
ἐπῴχατο] ἐπικεκλιμέναι ἦσαν, ἐπέκειντο.
342. αἶψα δʼ 〈ἐπʼ〉 Αἴαντα] φίλος γὰρ ὡς Σαλαμίνιος· εἶτα ἐπάγει “ἀμφοτέρω μὲν μᾶλλον” (344). ἔστι δὲ ἠθικὰ ταῦτα καὶ ἐγγὺς ἀληθείας, ἅπερ ἄκρως ἀπομιμεῖται ὁ ποιητής.
*Αἴαντα] Ζηνόδοτος “Αἴαντε.”
κήρυκα Θοώτην] οἰκεῖον ὄνομα κήρυκος, παρὰ τὸ θεῖν.
345. *ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος] ἵνʼ ὡς περὶ κοινοῦ ἀγωνίσωνται.
346. * ὧδε] ἀντὶ τοῦ οὕτως, ἐστι λίαν.
347. *ζαχρηεῖς] παρὰ τὸ χρεώ καὶ τὸ ζα, ζαχρεεῖς.
348. εἰ δέ σφιν καὶ κεῖθι] σαφὲς ἐνθάδε γέγονε πότερον τῶν Αἰάντων
350. καί οἱ Τεῦκρος] ἀθετεῖται· εἵπετο γὰρ πάντως διὰ τὴν σκέπην Αἴαντος. εἰ μὴ χωρὶς ὢν οὐκ ἤκουσε τῶν λεγομένων ὁ Τεῦκρος.
352. βῆ δὲ θέειν] ταῦτα καὶ ταχέως προφέρεσθαι δεῖ· ἔφη γὰρ
“εἶθαρ δὲ προσηύδα” (353).
356. μίνυνθά περ ἀντιάσητον] “μίνυνθα” δεξιότητος ἀγγέλου σημεῖον· προσάγεται γὰρ φάσκων ἐπʼ ὀλίγον ἔσεσθαι τὴν βοήθειαν.
359. * ὧδὲ γάρ] Ζηνόδοτος “κεῖσε γάρ” γράφει.
366. σὺ καὶ κρατερὸς Λυκομήδης] θαυμαστῶς ἐφʼ ἑτέραν μάχην
ἀπιὼν καὶ τῶν ἐνθάδε προνοεῖ.
367. Δαναοὺς ὀτρύνετον] οὐ γὰρ εὔσχημον τοῖς ἡγεμόσι καὶ ὁμοτίμοις ἐντέλ〈λ〉εσθαι. §. τὸ δὲ “κρατερός” (366) τρὸς κολα- κείαν τοῦ Λυκομήδους εἶπεν.
369. αἶψα δʼ ἐλεύσομαι] μέμνηται τοῦ “μίνυνθά περ” (356).
371. κασίγνητος καὶ ὄπατρος] οὐ νόθος οὖν καθʼ Ὄμηρον ὁ Τεῦκρος· καὶ γὰρ “ὃ Ἴφιδάμαντα κασίγνητον καὶ ὄπατρον” (Il.11. 257)· φησὶ δὲ “ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν” (Il. 15. 439)· οὐκ ἄρχει δὲ ὡς μικρότερος· ἀθετεῖται οὖν τὸ “καί σε νόθον περ ἐόντα” (Il. 8. 284).
372. Πανδίων—φέρε—τόξα] ἀθετεῖται· διὰ τί γὰρ μὴ ἑαυτῷ
βαστάζει; §. τινὲς δὲ “τόξα” τὰ βέλη.
378. * πρῶτος] πρότερος τοῦ Τεύκρου.
379. *Σαρπήδοντος] ὡς Χαλκώδοντος.
381. *ὅλος δακτυλικός.
382. χείρεσσʼ ἀμφοτέρῃσιν ἔχοι] “ χειρί γε τῇ ἑτέρῃ ἔχοι·” “ἢ ὑπέλυσεν·” ἀλλʼ οὐκ εἶπε ‘βάλοι,ʼ ἀλλʼ “ἔχοι.”
χείρεσσʼ ἀμφοτέρῃσι] οὕτως αἱ Ἀριστάρχου· ἐν δὲ ταῖς κοιναῖς
“ χειρί γε τῇ ἑτέρῃ.” §. ἄκρως δὲ τὸ “ἔχοι·” οὐ γὰρ ἔφη ‘ βάλοι
383. ὃ δʼ ἄρ᾿ ὑψόθεν] οὐ δοκεῖ μοι νῦν λέγειν, ὅτι ἀπὸ ὕψους
385. πάντʼ ἄμυδις] ἐμφαντικῶς ἅμα τῇ κυνῇ φησι συνέθλασε πάντα τὰ ὀστᾶ.
ἀρνευτῆρι] κυβιστῆρι, παρὰ τοὺς ἄρνας· οὗτοι γὰρ κυβιστῶσιν,
386. κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου] ὡς ἤδη ἐπιβεβηκώς· οἳ δέ, τοῦ
λίπε δʼ ὀστέα θυμός] ἀντὶ τοῦ τὸ σῶμα.
λίπε δʼ ὀστέα θυμός] δοκεῖ αὐτῷ καὶ τοῖς ὀστοῖς τὸ ψυχικὸν παρεσπάρθαι, ὡς καὶ Ποσειδωνίῳ ἐν γ΄ περὶ ψυχῆς· ὁ μὲν γὰρ Πλάτων (Tim. p. 73b) καὶ τοὺς δεσμοὺς αὐτῆς ἐν ταῖς τοῦ ὀστοῦ ῥίζαις φησὶν εἶναι.
387. Τεῦκρος δὲ Γλαῦκον] πολὺ ὤνησαν ἐλθόντες βοηθοὶ Αἴας
389. ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα] ἀρίστου τοξότου τὸ τὰ μὴ
390. ἄψ δʼ ἀπὸ τείχεος] προσηρεικὼς τῷ τείχει ὁ Γλαῦκος πάλιν
ἵνα μή τις Ἀχαιῶν] ὅπως μὴ θράσους αἴτιος εἴη τοῖς πολεμίοις.
392. ἄχος γένετο] ἐδηλώθη ἡ διάθεσις τοῦ φίλου· διὰ γὰρ τὴν
393. ὅμως δʼ οὐ λήθετο] ὁμοίως τῷ πρώτρ (378) ἦν· ἢ “ὁμῶς,” ὡς ἔχει τὸ “ἔνθα χʼ ὁμῶς προσέφη” (Od. 11. 565).
394. ἀλλʼ ὅ γε Θεστορίδην] ἄδηλον, εἰ Κάλχαντός ἐστινἀδελφός· εἰ δὲ ἦν, κἂν διεσάφησεν ὁ ποιητής.
395. νύξε] ἄδηλον ποῦ· ὁ δὲ Ἀριστοφίνης, ὡς ὑπερκύπτοντα
κατὰ τὸ γένειον αὐτὸν ἔβαλεν.
ἐκ δʼ ἔσπασεν ἔγχος] δῆλον ὅτι πλησίον ὢν καὶ τρῶσαι ἐκ χειρὸς δυνάμενος, ὡσὰν ἤδη ἐπιβεβηκὼς τῷ τείχει. εἰ δὲ μὴ κατὰ τὸ ῥητὸν λέγει πῶς προσῇσαν, οὐ θαῦμα· εἶπε γὰρ ἤδη “ κρόσσας μὲν πύργων ἔρυον” (258). ἄλλως γὰρ ἀναβαίνειν ἀδύνατον.
397. ἔπαλξιν ἑλών] 〈καθέλκει τὴν ἔπαλξιν〉 πρὸς τὸ 〈εἰσ〉πηδῆ- σαι· σαθρὰ δὲ οὖσα κατηνέχθη. τινὲς δέ φασι κάτωθεν λαβεῖν 〈αὐτὸν〉 τὴν ἔπαλξιν· ἔστι γὰρ ταπεινὸν τὸ τεῖχος.
398. ἣ δʼ ἔσπετο] ὡς ἐπὶ ἐμψύχου, ἵνα δηλώσῃ, ὅτι ὥσπερ ἐπιταχθεῖσα ἠκολούθησεν. §. τὸ δὲ “διαμπερές” διηνεκῶς, δι᾿ ὅλου.
399. τεῖχος ἐγυμνώθη] ἔμφασις μεγέθους λίθου· τὸ δὲ “ἐγυμ- νώθη” ἀπεκοσμήθη.
400. τὸν δʼ Αἴας καὶ Τεῦκρος] πιθανῶς ὡς ἀρίστου ἄμφω στο- χάζονται.
τὸν δʼ Αἴας καὶ Τεῦκρος] ὑπὲρ τὴν ἔπαλξιν σκέπτεται Τεῦκρος.
402. * ἀμφιβρότης] τινές, βροτὸν 〈περι〉εχούσης.
ἀλλὰ Ζεὺς κῆρας ἄμυνεν] ἄκρως κἀνταῦθα τῇ προσθήκῃ τὴν ἀποτυχίαν τοῦ Τεύκρου ἰάσατο. καὶ τοῖς βάλλουσι γὰρ χαρίζεται καὶ Πατρόκλῳ σῴζει αὐτόν (Il. 16. 480).
404. * οὐδὲ διαπρό] οὕτως ἡ γραφή.
405. * μεμαῶτα] μετὰ προθυμίας ἐφαλλόμενον.
406. χώρησεν δʼ ἄρα τυτθόν] ἐν τῇ ἀναβάσει δηλονότι.
407. *ἐβούλετο] γράφεται καὶ “ἐέλδετο,” καὶ κάλλιον.
410. ἀργαλέον δέ μοι—ῥηξαμένῳ] ἀργαλέον καὶ ῥῆξαι καὶ ὁδο- ποιῆσαι.
412. * ἐφομαρτεῖτον] καὶ “ἐφομαρτεῖτε” καὶ “ἐφαμαρτεῖτε·”
413. ὑποδδείσαντες ὁμοκλήν] ἐπὶ δὲ τῶν Ἑλλήνων ἅμα τῷ δέει
414. * ἐπέβρισαν] μετὰ βάρους ὥρμησαν.
416. μέγα δέ σφισι φαίνετο ἔργον] ἀνεφαίνετο αὐτοῖς μέγα ἔργον,
οἷον ἡ μάχη μείζων καθίστατο.
417. οὔτε γὰρ—Λύκιοι] ἀντίθεσις τὸ σχῆμα· ἀκριβῶς γὰρ ἴσα
421. ἀλλʼ ὥστʼ ἀμφʼ οὔροισι] περὶ ὅρων ἁμιλλῶνται· οὐδὲν γὰρ
ἀκαίνας, ὡς καὶ οὗτοι τὰ δόρατα. §. “ἐπιξύνῳ” δὲ κοινοὺς ὅρους
423. ὀλίγῳ ἐνὶ χώρῳ] εἰς ἐπίτασιν· οἱ γὰρ πλείονα κεκτημένοι ἴσως καταφρονοῦσιν. §. Ζηνόδοτος δὲ “ὀλίγῃ ἐνὶ χώρῃ” γράφει.
424. διέεργον ἐπάλξεις] τὰ γὰρ ὅρια 〈ἔ〉θεσαν διὰ λίθων· “ἔμ-
〈μ〉εναι οὖρον ἀρούρης ”(Il. 21. 405).
426. λαισήια] ἐξ ἀκατεργάστων βυρσῶν, ἢ τῇ λαιᾷ παλλόμενα
428. ὅτῳ στρεφθέντι] οὐκ ἐπὶ φυγήν, ἀλλὰ διʼ ἄλλο τι. §. Ζηνό- δοτος δὲ “ὅτεῳ·” καὶ ἔστιν Ὁμηρικόν.
430. πάντῃ δὴ πύργοι] συνελὼν τὸν περὶ πάντων λόγον ηὔξησε τὴν
433. ἀλλʼ ἔχον ὥστε τάλαντα] πάλιν τὸ ἰσοπαλὲς τῶν μαχομέ-
ταλαντεύουσα οὐκ ἔστι δέσποινα οἰκίας—ταύτην γὰρ οὐ λυπεῖ πολ-
λάκις τὸ παρὰ βραχὺ ἴσον—ἀλλʼ οὐδὲ θεραπαινίς -οὐ γὰρ αὗται
ζητοῦσι τὸ ἀκριβές, ατε δὴ ὑπὸ τοῦ δεσπότου τρεφόμεναι καὶ οὐκ
ἐν τῷ διαμαρτεῖν περὶ τὸν σταθμὸν κινδυνεύουσαι περὶ τροφήν—
“χερνῆτις” δέ, ἡ χειρὶ τὰ πρὸς τὸ ζῆν πορίζουσα, “ἵνα παισὶν
434. εἴριον ἀμφίς] οὐ δύναται ὧδὲ στιγμή· οὐδέποτε γὰρ ὁ
ἐννεακαιδέκατος χρόνος τοῦ ἔπους διαστολὴν δέχεται. §. τὸ δὲ “ἀμφὶς
μισθοῦ ὀλίγον.
437. κῦδος ὑπέρτερον] “ὑπέρτερον” τῶν Ἑλλήνων, ὃ οὐκ εἶχε πρώην. ἀεὶ δὲ Δ〈ι〉ὶ ἀναφέρει πᾶν εὐτύχημα Ἕκτορος.
438. Πριαμίδῃ, ὃς πρῶτος 〈ἐσήλατο〉] καὶ πῶς φησι “κεῖται
ἀνήρ, ὃς πρῶτος” (Il. 16. 558) ἢ ἴσως ἑκάτερος τῆς ἰδίας τάξεως
πρῶτος· ἢ ἀντὶ τοῦ ἐσάλευσε τὸ “ἐσήλατο.”
439. *διαπρύσιον] Ἀρίσταρχος ἐπὶ Διός φησιν.
441. καὶ νηυσἰν ἐνίετε— πῦρ] πρὶν παρελθεῖν τὸ τεῖχος, βαρβαρικῶς ἀλαζονεύεται περὶ τῶν νεῶν.
442. οἳ δʼ οὔασι πάντες ἄκουον] οὐ παρʼ ἑτέρων. ἢ ἀναπεπταμέ-
νοις τοῖς ὠσὶ καὶ προθύμοις.
445. ὅς ῥα πυλάων εἱστήκει πρόσθεν —αὐτὰρ ὕπερθεν ὀξὺς ἔην]
“ὕπερθεν” τὸ εἰς ἀέρα νεῦον πρὸς τὸ εὐσύλληπτος εἶναι καὶ ὡς πέλε-
κυς δημιουργηθεὶς πρὸς τὸ ταχὺ σχίσαι τὰς πύλας. §. τῷ δὲ “ἁρ-
446. πρυμνὸς παχύς] ἓν ἐκ τῶν δύο· διὸ συναφὴ τίθεται.
447. δύο ἀνέρε] διὰ τὸν Δία· ἐπὶ δὲ Αἴαντος “χειρί γε τῇ ἐτέρη” (382).
449. ὃ δέ μιν ῥέα πάλλε] διττὴ ἡ ἐπίτασις, καὶ τῶν δύο μὴ κινούντων τὸν λίθον, καὶ τοῦ ἑνὸς πάλλοντος ἐλαφρῶς.
451. φέρει πόκον ἄρσενος] “φέρεν.” οὐ φέρει. §. “ἄρσενος” δέ,
454. * στιβαρῶς] πυκνῶς καὶ ἰσχυρῶς.
456. ἐπημοιβοί] εἰς μέσον συνάπτοντες· σἳ δέ, εἷς ἐφʼ ἕνα. μία
δὲ ἐπʼ αὐτῶν κλεὶς ἥρμοστο. §. ὀχῆας (455) δέ τινες τὰ κάτω κλεῖθρα.
458. εὗ διαβάς] συνεργεῖ γὰρ ἡ διάβασις πρὸς βιαιοτέραν τοῦ
461. σανίδες δὲ διέτμαγεν] πανταχόθεν ἐκίνησε τὴν ἐνέργειαν, ἐκ
ἔρρηξεν αὐτὰς ὁ Ἕκτωρ.
462. ὃ δʼ ἄρʼ ἔσθορε] οὐδέν τι τῶν ἔνδον δεινῶν ὑπολογισάμενος.
463. *νυκτὶ θοῇ ἀτάλαντος] νυκτὶ τὰ φοβερὰ ὁμοιοῦσιν· ἐκ δὲ τῶν
λάμπε δὲ χαλκῷ —δοιὰ δὲ 〈χερσὶν〉 δοῦρα] ὥσπερ ἐπὶ γραφῆς
465. οὐκ ἄν τις μιν ἐρυκάκοι—νόσφι θεῶν] ἅμα μὲν ἐπαίρει τὰ
δυνηθέντων ἀντισχεῖν πρὸς τὴν εἰσδρομὴν τοῦ Ἕκτορος.
468. * τοί] ἀντὶ τοῦ οὗτοι.
470. * ποιητάς] εὗ πεποιημένας.
ἐσέχυντο] ἐμφαντικῶς τῷ ὀνόματι 〈ἐχρήσατο〉· διὰ στενῆς γὰρ
εἰσεληλυθότων ἔπειτα καὶ ἔπειτα φορὰ ὁμοία φαίνεται τοῖς ἀπὸ
βραχέος εἰς μείζονα χεομένοις ὑγροῖς.
471. * ἀλίαστος] ἀδιάλειπτος.
1. Ζεὺσ δʼ ἐπεὶ οὖν] διὰ τούτων σχεδὸν βοᾷ ὁ ποιητὴς οὐκ
ἴδιον τῶν Τρώων γεγενῆσθαι τὸ κατόρθωμα, ἀλλὰ τοῦ Διός. περιπαθῶς
δὲ ἄγαν τὸ “νηυσί,” οἷον οὐ τῷ τείχει μόνον ἀλλὰ καὶ ταῖς ναυσίν,
ἥπερ ἔτι μόνη τῶν Ἑλλήνων ἐλπίς.
Ζεὺς δʼ ἐπεὶ οὖν] ἐρειφθέντος τοῦ τείχους καὶ τροπῆς γε-
καὶ ποικιλίαν περιποιεῖ διὰ τῆς ἀσχολίας τοῦ Διός. ἅμα δὲ
ἐπειδὴ ἔφθασε περὶ τοῦ Ἕκτορος προειπὼν “οὐκ ἄν τις μιν ἐρυκάκοι
ἀντιβολήσας νόσφι θεῶν” (Il. 12. 465), ἀναγκαίως τῷ ἀνυπόστατον
ἔχοντι τὴν δύναμιν τὸν Ποσειδῶνα ἀντιστρατεύει. πῶς δʼ ἂν ἐτόλ-
μησε Ποσειδῶν προελθεῖν μὴ ἀσχολουμένου Διός; §. τὸ δὲ “ἐπεί”
πολλὰ δηλοῖ, καὶ ὅτι—“ ἐπεὶ πολὺν ὤλεσα λαόν” (Il. 2. 115)—καὶ
ὅτε, ὡς νῦν, καὶ ἐπειδή καὶ ἀφʼ οὗ.
Τρῶάς τε καὶ Ἕκτορα] πρὸς τὸ δεύτερον ὑπήντησεν· πρῶτος γὰρ
Μελέαγρος” (Il. 2. 642).
2. τοὺς μὲν ἔα παρὰ τῇσι] ἐὰν ἐπʼ ἀμφοτέρων λέγῃ Τρώων καὶ
* παρὰ τῇσι] τινὲς “πρὸς τῇσι.”
πόνον τʼ ἐχέμεν] “πόνον” τὴν ἐνέργειαν—“παύσαντο πόνου” (Il.
*ὀιζύν] ὀίζω όιζύω
3. πάλιν τρέπεν] τὸ “πάλιν” τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν
δηλοῖ, “ὅσσε πάλιν κλίνασα” (Il. 3. 427). οἳ δέ, ἀνὰ μέρος
Μυσίαν καὶ Θράκην ὁρῶν· ἔστι δὲ καὶ τοῦτο σύνηθες Ὁμήρῳ,
“πάλιν ποίησε γέροντα” (Od. 16. 456)· καὶ εἰς τοὐπίσω, “χειρὶ
πάλιν ἐρύσασα” (Il. 5. 836)· καὶ ἐναντίως, “οὐδὲ πάλιν ἐρέει”
(Il. 9. 56).
* ὅτι οὐδὲν ἀθεώρητον τῷ δημιουργῷ. §. τὸ δὲ “ὅσσε φαεινώ”
4. ἐφʼ Ἱπποπόλων] οἳ μὲν περισσῶς τὴν “ἐπί,” οἳ δὲ ἐπὶ ἵππων
πολουμένων, οἳ δὲ ὄνομα ἔθνους. §. τὸ δὲ “ὁρώμενος” ἀντὶ τοῦ ὁρῶν.
5. * Μυσῶν] τινὲς τῶν ἐν Μακεδονίᾳ.
καὶ Ἀγαυῶν] Ἀγαυοὶ ὄνομα ἔθνους· ἵππους δὲ ἀμέλγοντες οὗτοι τῷ γάλακτι ἐτρέφοντο. Δημήτριος δὲ ἀγαυοὺς τοὺς εὐειδεῖς.
6. *γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων] Ἄβιοι ἔθνος,
οἱ γαλακτοπόται. τινές τούτους Σαρμάτας φασίν.
Ἀβίων] πάντων Σκυθῶν ὑποκυψάντων Ἀλεξάνδρῳ μόνους Ἀβίους
φασὶν οὐχ ὑπεῖξαι, μόνον δὲ ἐπισκεψαμένους τὴν ψυχὴν τοῦ ἀνδρὸς
ἐπικηρυκεύσασθαι πρὸς αὐτόν. οὓς δικαιοτάτους φησὶ διὰ τὸ ἀνε-
πίμικτον, ὡς καὶ “Αἰθιοπῆας (Il.1. 423), ἢ ὅτι οὐκ ἠθέλησαν συστρα-
τεῦσαι Ἀμαζόσιν εἰς Ἀσίαν. §. πῶς δὲ οὐδὲν περὶ αὐτῶν εἶπεν; καὶ
γὰρ οὐδὲ περὶ τοῦ δικαιοτάτου τῶν Κενταύρων (Il. 12. 832), οὐδὲ περὶ
τοῦ κερδίστου Σισύφου (Il. 6. 153).
Ἀβίων] τῶν νομάδων Σκυθῶν, ὅθεν καὶ ὁ Ἀνάχαρσίς ἐστιν· οὓς
δή φησι δικαιοτάτους εἶναι ἀπάντων, ὅτι κοινοὺς ἔχουσι παῖδας καὶ
γυναῖκας καὶ τὰ πάντα πλὴν ξίφους καὶ ποτηρίου. τούτοις δὲ αὐτο-
μάτως ἡ γῆ βίον φέρει οὐδέν τι ζῷον ἐσθίουσιν· τούτους Αἰσχύλος Γα-
βίους φησίν (fr. 190 N.)· Ἄβιοι δὲ ἐκλήθησαν ἢ παρὰ τὸν βίν ἢ ⟨τὴν⟩
βία⟨ν⟩, ἢ ἅμα βιῷ πορευόμενοι, ἢ ὅτι ἄοικοι· οἳ δέ, ὅτι μακρόβιοι·
λέγουσι δὲ αὐτοὺς τοὺς ὁδίτας τρέφοντας ἄλλον ἄλλῳ διαπέμπειν.
7. *οὐ πάμπαν] οὐδὲ ὅλως.
8. *οὐ γὰρ γε] Ἀριστοφάνης “οὐ γὰρ ἔτι.”
9. *πρὸς τὸ “ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν” (Il. 1. 549).
10. οὐδʼ ἀλαοσκοπίην] ἄλη ἀλαιός ἀλαός Αἰολικῶς. §. διδάσκει
1. 28), ὁ δὲ Ποσειδῶν νῦν ⟨ἐνεργεῖ⟩.
11. καὶ γὰρ ὃ θαυμάζων] θεωρῶν, “ἱστάμεναι θαύμαζον (Il. 18.
12. ὑψοῦ] πιθανῶς τὸ “ὑψοῦ,” ὥστε πάντα καταθεάσασθαι.
Σάμου—Θρηικίης] πρὸς ἀντιδιαστολὴν διὰ τὴν πρὸς Ἰθάκῃ,
Σάμου] Ἀρίσταρχος ὄρος ὁμώνυμον τῇ νήσῳ, οἳ δὲ ὑψηλοτέραν
“Σάου·” τὴν γὰρ Σαώκην τὸ ὄρος παραδηλοῦσθαί φασιν.
15. ἔνʼ ἄρʼ γε] τρεῖς παράλληλοι ⟨ὀξεῖαι⟩.
ἕζετο] οὐ νῦν ἕζετο, ἀλλʼ ὅτε ἐκάκου τὰ Ἑλληνικὰ ὁ Ζεύς.
17. * παιπαλόεντος] ἀντὶ γενικῶν. §. ἐκτροπὰς ἔχοντος ὥ⟨τε⟩
πλανᾶσθαι.
18. κραιπνὰ ποσὶ προβιβάς] πῶς οὖν ἔφη καὶ “τρὶς μὲν ὀρέ-
τρέμε δʼ οὔρεα] ἐνοσίχθων γάρ ἐστιν. Δία δὲ οὐδέποτε κατιόντα καὶ μεταμορφούμενον ποιεῖ.
20. τρὶς μὲν ὀρέξατο] ὑπερφυῶς τοσαύτην θάλασσαν καὶ ἔθνη
ἵκετο τέκμωρ] ἐπὶ τὸ τέλος τῆς ὁδοῦ παρεγένετο τὰς Αἰγάς. §.
τίνος δὲ ἕνεκεν ἐπὶ τὰς Αἰγὰς ἄπεισι, παρὸν ἐν Τροία εὐθὺς γε-
21. Αἰγάς, ἔνθα δέ οἱ] ἐν Αἰγαῖς τῆς Εὐβοίας παράδοξα πολλὰ
γίνεται· κατὰ γὰρ τὰς ἐτησίους τοῦ Διονύσου τελετὰς ὀργιαζουσῶν
τῶνμυστίδων γυναικῶν βλαστάνουσιν αἱ καλούμεναιἐφήμεροι ἄμπελοι,
αἵτινες ἕωθεν μὲν τὰς τῶν καρπῶν ἐκβολὰς ποιοῦνται, εἶτʼ αὖ πάλιν
βότρυας βαρυτάτους, καὶ τούτους πρὸ μεσημβρίας πεπαίνουσι, πρὸς
δὲ τὴν ἑσπέραν δρεπόμεναι ἄκρατον χορηγοῦσι δαψιλῆ ταῖς ἀπὸ τοῦ
χοροῦ παρθένοις. οὐδεμία δὲ ἔνδεια γίνεται αὐτοῦ κατὰ τὴν
ἐχομένην ἡμέραν, ἀλλʼ ὁσάκις ἀναλίσκεται, τοσαυτάκις δαψιλεύται·
Νικοκράτης δὲ ἐν τῷ περὶ τοῦ ἐν Ἑλικῶνι ἀγῶνος οὐ ταύτας φησὶ
τὰς Αἰγὰς λέγειν τὸν ποιητήν, ἀλλʼ ἑτέραν τινὰ νῆσον ἐν τῷ
Αἰγαίῳ πελάγει, περὶ ἢν καὶ παραδοξολογία τις εἶναι μυθεύεται· τοὺς
γὰρ προσορμίζοντας τῃ νήσῳ νυκτὸς ἅπαντας ἀφανεῖς γενέσθαι· διὸ
μηδὲ προσπελάζειν τινά.
κλυτὰ〈δώματα βένθεσι λίμνης〉]τινὲς ὑποκλυζόμενα ὑπὸ θαλάσ σης· οἳ δέ, διὰ τὴν δύναμιν τοῦ θεοῦ ἐν μέσῃ θαλάσσῃ εἶναι τὸ ἱερόν. καὶ τῷ βάθει τὸ ἄπιστον ἐκάλυψεν.
22. χρύσεα] ἐπεὶ Ἥφαιστος αὐτὰ ἐποίησεν, ὅτε Θέτις καὶ Εὐ- ρυνόμη αὐτὸν ὑπεδέξαντο πεσόντα (Il. 18. 398).
23. 〈ὑπʼ ὄχεσφι〉 τιτύσκετο] ὑποζευγνὺς τοῖς ὄχεσιν εὐτρέπιζεν. οἳ δὲ παρὰ τὸ τεύχω· “Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ” (Il.
21. 342). §. διὰ τί δὲ τοὺς ἵππους καταλιμπάνει αὐτοῦ καὶ θᾶττον
βαδίζει (34): ἢ οὖν καλ〈λ〉ιγραφῆσαι βούλεται ὁ ποιητὴς τὴν ὁδὸν
αὐτοῦ, ἢ προπαρασκευάζεται τῷ Διὶ ⟨μαχούμενος⟩. §. “χαλκόποδε”
δὲ ἠχόποδας, “ἐρίγδουποι πόδες ἵππων” (Il. 11. 152). 9. εἰσὶν Ἐριώ-
λης καὶ Γλαῦκος, ἢ ἐγκέλαδος καὶ Σθένιος.
25. χρυσὸν δʼ αὐτὸς ἔδυνε] ἀλλʼ ὁρᾶταί φησιν ὑπὸ Διός· οὐκ ἴσασι δὲ ὅτι καιρῷ τηρεῖ αὐτοῦ τὴν ἀπουσίαν.
χρυσὸν δʼ αὐτός] πάντα ποιητικά· ἀπὸ γὰρ τῆς παρʼ ἡμῖν τιμω-
μένης ὕλης καὶ παρὰ θεοῖς λαμβάνει χρύσεα ⟨τὰ⟩ δώματα ⟨καὶ⟩
χρυσᾶς τὰς ἐθείρας τῶν ἵππων. καὶ χρυσὸν αὐτὸς ἀναλαμβάνει, του-
26. *χρυσείην] χρυσῇ λαβῇ χρωμένην.
27. βῆ δʼ ἐλάαν] ὡς “μάστιξεν δʼ ἐλάαν” (ib. 366) λείποντος τοῦ
‘ὥστε,ʼ ⟨ὥστε⟩ ἐλάαν. ἢ τὸ “ἐλάαν” ἀντὶ τοῦ ἐλάων, ὅ ἐστιν ἐλάσων.
§. τὸδὲ“ἄταλ〈λ〉ε” ἐσκίρτα, ἀπὸ τῶν νηπίων· ἐπὶ δὲ Ἑρμοῦ τὸ πέλαγος
(ib. 282).
*ὑπ᾿ αὐτοῦ] δι᾿ αὐτόν, ὡς “ὑπὸ τῆς νόσου ἀδυναμεῖ.” §. τινὲς δὲ
28. ⟨πάντοθεν⟩ ἐκ κευθμῶν] οἳ μὲν συγκοπήν, οἱ δὲ ὅ〈τι〉 κευθμός
εἰς θεν τῷ ὁ παραληγόμενα καὶ προπαροξυνόμενα, οἴκοθεν ἄλλοθεν
ἑκάστοθεν ἔνδοθεν ἀπόπροθεν ἔκτοθεν πάντοθεν.
29. γηθοσύνῃ ⟨δέ⟩] Ἀρίσταρχος ὀρθὴν αὐτήν φησιν, ὡς “ψάμμῳ
γηθοσύνη δέ.” τόπον παρεῖχε τῷ θεῷ, φησίν, ἡ θάλασσα καὶ οὐκ
διίστατο] ὡδοποίει. §. καὶ τί θαῦμα; καὶ γὰρ Ἀλεξάνδρῳ φησὶ
30. * ὑπένερθε] κάτωθεν.
31. ἐύσκαρθμοι] εὗ σκαίροντες ἢ εὔποδες. τινὲς δὲ καὶ τὸν δρό-
32. * σπέος] ἀφώτιστον, παρὰ τὴν σβέσιν.
33. Τενέδοιο] ἡ Τένεδος Τρίοδος καλεῖται· ἔστι γὰρ μέση
34. * ἔνθʼ ἵππους] ἄτοπον γὰρ τὸν ὁμοιωθησόμενον Κάλχαντι θεῖον ἔχειν ἄρμα. ἢ πρὸς τὸ Δία λαθεῖν.
35. βάλεν εἶδαρ] κομίσας δηλονότι· οὐ γὰρ φύει ἡ θάλασσα· πάσης δὲ ἡμᾶς ἀπέχει μαλακίας καὶ θεοὺς εἰσάγων αὐτουργοῦντας.
37. *ἀρρήκτους ἀλύτους] διχῶς γὰρ δεσμὸς ἀφανίζεται, ἢ ῥήξει ἢ λύσει· ἄμφω οὖν παρέλαβεν.
39. Τρῶες δὲ φλογὶ ἶσοι] ἐπὶ τὰ πρῶτα ἐπαναφέρει τὸν λόγον—
“οἳ δἒ—ἐσέχυντι—νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύ-
χθη” (Il. 12. 469)—καίτοι ἐκεῖνο πλησίον ἦν δʼ ἐς στρατὸν
ᾤχετʼ Ἀχαιῶν” (38) καὶ τάδʼ ἔπραττεν. ἀλλʼ ἡ διαίρεσις ἐπὶ τοὺς
Τρῶας γέγονεν, ἵνʼ ἐπιζεύξειεν “ἀλλὰ Ποσειδάων — Ἀργείους ὤτρυ-
νε”(43).
φλογὶ ἶσοι—ἡὲ θυέλλῃ] πρὸς τὸ εὐκίνητον ἁρπακτικὸν ἠχητικόν,
ἅμα δὲ καὶ πρὸς τὴν ἄλογον ὁρμήν· ὅθεν οὐδὲ ἐμψύχοις ἀπείκασεν,
οἷον λέουσιν ἢ λύκοις· ἀκόλουθα δὲ καὶ τὰ ἐπιφερόμενα ὀνόματα·
ἀπὸ γὰρ ἀνέμου καὶ πυρὸς ἦχος γίνεται.
41. ἄβρομοι αὐίαχοι] φύσει γὰρ ὄντες θορυβώδεις προσθορυβοῦσι τῇ νίκῃ· ἔλαβε δὲ τὸν μὲν βρόμον ἀπὸ τοῦ πυρὸς, τὴν δὲ ἰαχὴν ἀπὸ τῆς θυέλλης· “οὔτε πυρὸς τόσ〈σ〉ος γε ποτὶ βρόμος” (Il. 14. 396).
αὐίαχοι] οἱ μὲν παρὰ τὸ αὔειν καὶ ἰάχειν, οἱ δὲ ἐξαιρεθέντος τοῦ ν τὸ υ προσελθεῖν, ὡς ἀγανός ἀγαυός, κατάξαντες καυάξαντες· οἳ δὲ “ἀίαχοι,” κατʼ ἐπίτασιν ὄντος τοῦ ᾱ, εἶτα πλεονάσαι τὸ υ.
43. ἀλλὰ Ποσειδάων] τὰ ἐναντία δύο ἔλαβεν· δύο γάρ εἰσιν ὧν
χρὴ προΐστασθαι, τῶν ἀσθενῶν πρὸς διόρθωσιν καὶ τῶν ὑγιῶν πρὸς
παίδευσιν.
45. εἰσάμενος Κάλχαντι] ἐπεὶ ὑπὲρ Ἀχιλλέως κατὰ Ἀγαμέμ- νονος μέλλει λέγειν, πρὸς τὸ πιστωθῆναι Κάλχαντι εἴκασται· οἳ δέ, ὅτι ὁ ποιήσας τὸ ἐν Εὐβοίᾳ ἱερὸν Κάλχαντος ἀδελφὸς ἦν.
ἀτειρέα φωνήν] οἳ μέν, ὅτι καὶ τῶν κηρύκων τῶν ἐννέα εἴς ἦν ὁ
Κάλχας· οἳ δέ, τὴν ἑαυτοῦ θείαν φωνήν.
46. *μεμαῶτε] τοῦ σῴζειν ἢ μάχεσθαι.
47. * σφῷ μέν κε σαώσετε] περισσὸς ὁ “κέ.”
49. * ἄλλῃ] κατʼ ἄλλην τάξιν· πένταχα γὰρ ἤσαν κοσμηθέντες.
50. τεῖχος ὑπερκατέβησαν ὁμίλῳ] ὑπερβάντες καθείλοντο. §. τὸ
52. τῇ δὲ δή] κατὰ ταύτην τὴν τάξιν.
περιδείδια] ὑπερδέδια. §. οὐκ ἀναστρέφεται δὲ ἡ “περί,” ὅτε τὸ
53. ᾗ ῥ᾿ ὅ γʼ ὁ λυσσώδης] τινὲς “ᾗ ὅ γε“ ἀντὶ τοῦ τι ὥς φαμεν· ‘ᾗ ὸμόσας μοι παρέβη.ʼ §. λύσσα δὲ παρὰ τὸ λελύσθαι τὰς φρένας.
54. ὃς Διὸς εὔχεται] φησὶ γὰρ “τιοίμην δʼ, ὡς τίετʼ Ἀθηναίη
55. * ὧδε] οὕτως ὡς νῦν ὑπομένετε.
57. * ἐρωήσαιτε] ἡσυχάσαι ποιήσαιτε.
58. *τοῦτό ἐστι 〈πρὸςτὸ〉“Διὶ δὲ κρατερῶς ἐνεμέσ〈σ〉α” (16).
59. ἥ, ⟨καὶ⟩ σκηπανίῳ] Κυρηναῖοι οὕτω τὸ σκῆπτρον. σκῆπ-
οἱ μάντεις. §. σημειωτέον δὲ ὅτι θεὸς Αἴαντι τῷ Τελαμωνίῳ βοηθεῖ.
60. κεκοπώς] ὡς πεπληγώς. §. αἱ δὲ Ἀριστάρχου διχῶς “κεκοπώς”
κεκοπώς] λεληθότως· ἀμέλει θαυμάζουσιν αὐτοί.
61. ἐντεῦθεν μετατίθεται εἰς τὸν ἐπιτάφιον (Il. 23. 772), καὶ
γίνεται ψεῦδος καὶ ἄτοπον· ἔστι δὲ ὅμοιον τῷ “ὡς ἄρʼ ἔπειτʼ ἠρᾶτο
καὶ αὐτὴ πάντα τελεύτα” (Od. 3. 62). ἀρκεῖ δὲ τὸ “πλῆσεν
μένεος κρατεροῖο” (60).
62. αὐτὸς δʼ, ὧς τʼ ἴρηξ] παραβολικός, οὐ φανταστικὸς ὁ λόγος.
63. ἀπʼ αἰγίλιπος πέτρης] ἐφʼ ὕψους γὰρ ἔστηκε θηρᾶν μέλλων.
64. ὄρνεον ἄλλο] ἕτερον ⟨τῷ⟩ εἴδει· τῶν γὰρ ὁμοφύλων ἱέραξ οὐχ
65. ὣς ἀπὸ τῶν ἤιξε] θέλει ἐπιγνωσθῆναι, ἵνα ἐλπίσαντες προ- θυμότεροι γένωνται.
66. ἔγνω πρόσθεν Ὀιλῆος] ὡς ἰδίαν ἔχων δύναμιν οὐ ταχέως
68. ἐπεί τις νῶι θεῶν] παρέλκει ἡ “ἐπ〈ε〉ί·” ἡ ὅμοιόν ἐστι τῷ “ἐπεί με κατʼ αἶσαν ἐνείκεσας” (Il. 3. 59).
69. μάντ〈ε〉ι εἰδόμενος] οὐ διαιρεῖ, ὡς τὸ “ἀίδρει φωτὶ ἐοικώς” (ib. 219).
παρὰ νηυσὶ μάχεσθαι] τὸ “μάχεσθαι” συναπτέον τῷ “καὶ ⟨δʼ⟩
70. **οὐδʼ ὅ γε] ὁ “δέ” ἐντὶ τοῦ γάρ.
71. ἴχνια γἂρ μετόπισθε] ἀναχωροῦντος αὐτοῦ τὰς ἀποχαράξεις τῶν
ποδῶν ἔγνων, φησί, μὴ ἀπομαξαμένας ἴχνος. §. τὸ δὲ “ῥεῖα” πρὸς
73. *θυμὸς ἐνὶ στήθεσσι] ὁ ἐντὸς στέρνων θυμός.
75. μαιμώωσι] ἀντὶ τοῦ αἱμώωσι.
77. οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι] ὅρα τὸ ἦθος ὡς ἀπλοῦν· οὐδὲν μὲν γὰρ περὶ θεοῦ λέγει· ἁπλῶς δὲ τὸ παριστάμενον αὑτῷ δηλοῖ.
79. ἔσσυμαι] τὸ θέμα σύω σύσω, ὅθεν καὶ σῦς. μενοινώω δὲ καὶ οἶος] εἰ καὶ μετὰ Διός ἐστιν, ἢ ⟨χωρὶς⟩ τοῦ τάγματος.
82. χάρμῃ]κυρίως, οὐ ‘τῇ μάχῃ,’ ἀλλὰ τῇ πρὸς πόλεμον προθυμίᾳ.
ἄλλως: “χάρμῃ” τῇ μάχῃ· τὴν γὰρ χαρὰν χάρμα φησίν· καὶ οὐκ ἂν ἐπήγαγε “γηθόσυναι,” εἰ τὴν χαρὰν ἐδήλου.
83. τόφρα δὲ τοὺς ὄπιθεν] “ἄπιθεν” τῶν Αἰάντων Σαλαμίνιοι Λοκροί.
*τόφρα δὲ τοὺς—ὦρσεν] ἕως ἐλάλουν.
84. ἀνέψυχον] ἀναψῦξαι τὸ ἀναπαῦσαι· καὶ γὰρ ἡ ψυχὴ πνεῦμά ἐστιν.
86. καί σφιν ἄχος] τὴν μὲν ψυχὴν ἄχος, τὸ δὲ σῶμα κάματος ἐδάμαζεν.
δερκομένοισι Τρῶας] περιπαθῶς πάνυ, ὅτι ὁρῶντες ἐν ὄψει τὸ κακὸν ἐπαμύνειν ἤσαν ἀδύνατοι· ὅθεν καὶ ἐπαναλαμβάνει ⟨τὸ⟩ “ τοὺς οἵ γʼ εἰσορόωντες” (88)· τὰ γὰρ σχετλιώτατα τῶν δεινῶν τὰ ἐν ὄψει ἐστὶν ὁρώμενα.
88. ὑπʼ ὀφρύσι δάκρυα λεῖβον] εἰς ἔσχατον προῆκται τὰ τῶν Ελ-
λήνων· ὅρα γὰρ ἐπὶ τῆς παρατάξεως στρατιώτας κλάοντας ἐν τοῖς
ὅπλοις, καὶ ταῦτα Ἕλληνας· λεληθότως δὲ ἔκλαον.
89. φεύξεσθαι ὑπὲκ κακοῦ] τὸ φεύγειν γενικῇ συντάσσει· “πε- φυγμένος ἦεν ἀέθλων” (Od. 1. 18)· ἔστι δὲ ‘ὑποφεύξεσθαι ἐκ τοῦ κακοῦ.ʼ
91. Λήιτον] ἐγγὺς γὰρ Λοκρῶν Βοιωτοί οὗτοι δεύτεροι μέν εἰσι κατʼ ἀλκήν, πρόθυμοι δὲ πάντες καὶ νέοι.
92. * Πηνέλεὼν θʼ ἥρωα Θόαντά τε] ἐγάμει γὰρ Ἀνακτορ〈ί〉αν τὴν Πηνέλεω.
Δηίπυρον] Πύλιος ἦν, ὡς τινες· οἳ δὲ ἀδελφὸν Μηριόνου· ἰσο- δυναμεῖ δὲ τὸ ὄνομα τῷ Πυραίχμῃ (Il. 2. 848). 9. μήστωρας” (93) δέ, πρακτικοὺς μάχης.
95. αἰδώς, Ἀργεῖοι, κοῦροι νέοι] λείπει τὸ ἔστω. §. Ἕλληνικῶς
αἰσχρὸν ἀλλὰ τὸν φόβον· “αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπείς” (Il. 12.
250)· εὗ δὲ καὶ τῆς ἀκμῆς ὑπομιμνῄσκει ἐπὶ δειλίᾳ συγγνώμην οὐ
φερομένης· διὸ καὶ δὶς ἐπανέλαβε τὸ ὄνομα.
κοῦροι νέοι] εὐγενεῖς. §. ἔστιν οὖν ‘αἰσχύνης ἄξια ποιεῖτε Ἕλλη-
αἰδώς, Ἀργεῖοι] τινὲς ‘αἰδοῦς ἄξιόν ἐστιν.’
ὔμμιν ἔγωγε πέποιθα] αἰσχρὸν οὖν τὴν ὑπόνοιαν ἀπολέσαι, ἣν ἔχετε παρὰ τοῖς πολλοῖς.
96. νέας ἀμάς] ἤγαγε γὰρ εἰς Ἴλιον· “καὶ νήε〈σ〉σʼ ἡγήσατ᾿
⟨τὸ “ ἁμάς”⟩
*τοιαῦτα καὶ πρὸς τοὺς Αἴαντας· “σφὼ μέν κε σαώσετε” (47).
*πέποιθα] ἐπεποίθειν.
97. εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε] ἐντέχνως τὸ φιλότιμον αὔξει
98. εἴδεται ἦμαρ 〈ὑπὸ Τρώεσσι δαμῆναι〉] φαίνεται. λείπει δὲ
*δαμῆναι] ἀντὶ τοῦ ὑποταχθῆναι.
101. Τρῶας ἐφʼ ἡμετέρας 〈ἰέναι νέας〉] ἐν τῷ “ἡμετέρας”
μεγάλη ἔμφασις· καὶ ἔστι μυρία ὑπακοῦσαι, οἷον τοὺς βαρβάρους
ἐπὶ τὰς Ἑλληνικάς, τοὺς δειλοὺς ἐπὶ τὰς τῶν γενναίων, τοὺς ὀλίγους
ἐπὶ τὰς τῶν πλεόνων.
*ἐν ἤθει τὰ θαύματα ταῦτα, ὡς τὸ “Ἕκτωρ δὴ παρὰ νηυσί” (123).
102. ἐλάφοισιν ἐοίκεσαν] ἐντέχνως τῷ ψόγῳ τῶν Τρώων ἐνέβαλε τὴν
103. θώων] παραπλήσιον ὑαίνῃ ⟨τὸ ζῷον⟩· φασὶ δὲ αὐτὸ ἅμα ⟨τῷ⟩ τίκτεσθαι βαδίζειν· ἢ ὅτι μετὰ ἅλματός ἐστιν ἡ βάδισις αὐτοῦ.
ἤια] τὰ τοῦ εἶναι αἴτια βρώματα ἢ τοῦ ἰέναι· οἱ γὰρ πεινῶντες
τὰ γυῖα βαρύνονται.
104. ἠλάσκουσαι ἀνάλκιδες] ἐκκλίνουσαι διὰ δειλίαν καὶ ἐν ἑνὶ τόπῳ διάγουσαι, μὴ ἐπιμιγνύμεναι τοῖς ἄλλοις.
οὐδʼ ἔπι χάρμη] ἔπεστιν· τινὲς δέ, οὐκ ἐπὶ μάχῃ ἠλάσκουσαι.
107. ἕκαθεν πόλιος] τὸ “ἕκαθεν πόλιος” ἔμφασιν ἔχει ἑτέρου
διαστήματος· ἐπιφέρει ⟨δὲ⟩ τὰς ναῦς, ἐν αἷς ἐστιν αὐτοῖς ἡ σωτηρία.
108. ἡγεμόνος κακότητι ⟨μεθημοσύνῃσί τε λαῶν⟩] τὰς εἰς ἀρέ- σκειαν τοῦ πλήθους· οἶδε γὰρ αὐτοὺς ἀεὶ παρὰ τὰς ἀτυχίας μεμ- ψιμοίρως ἔχοντας τοῖς τυράννοις.
* καλῶς οὐκ εἶπεν ἀσθενείαις ἀλλὰ ‘μεθημοσύναις·’ καὶ πάλιν “τῇδε μεθημοσύνῃ” (121).
109. οἳ κείνῳ ἐρίσαντες ⟨ἀμυνέμεν οὐκ ἐθέλουσιν⟩] ἀντὶ τοῦ ἐρί-
ἐπὶ δὲ τὸν ὑποτεταγμένον ὄχλον τὸν λόγον ἔτρεψε, καὶ δοκεῖ μὲν κατὰ
τῶν ἄλλων λέγειν, ἡ δʼ ἐπαναφορὰ πρὸς τοὺς ἀκούοντας γίνεται.
110. * νηῶν] λείπει ἡ ὑπέρ.
111. * εἰ γὰρ καὶ εἶκεν “ἀασάμην, οὐδʼ αὐτός” (Il. 9. 116), ἀλλʼ ἐκμειλισσόμενος τὸ πλῆθος ἔλεγεν.
115. ἀκεώμεθα] τὴν ἔριν ἢ τὴν μῆνιν Ἀχιλλέως ἢ τὴν ἀμέλειαν ἣν αὐτοῖς ὀνειδίζει.
ἀκεσταί] τινὲς εἰς Ἀχιλλέα· ῥᾷστον γὰρ πρὸς ἐπανόρθωσιν τὸ ἁμαρτηθὲν τοῖς ἐναρέτοις ἀνδράσιν.
117. πάντες ἄριστοι ἐόντες] τῷ ἐπαίνῳ θεραπεύει καὶ μεῖζον
ἐλέγχει ὡς διαφθείροντας τὴν φύσιν τῇ ῥᾳθυμίᾳ.
119. περὶ κῆρι] κατὰ ψυχήν, ἢ ὡς τὸ “περιβάλλει ἅπαντας μνηστῆρας δώροισι” (Od. 15. 17).
120. * πέπονες] τινὲς προσηνεῖς· παραμυθεῖται γὰρ αὐτούς.
κακὸν ποιήσετε μεῖζον] “μεῖζον” τοῦ νῦν δηλονότι.
122. αἰδῶ καὶ νέμεσιν] τὴν αἰσχύνην καὶ τὴν ἐξ ἄλλων ἀκολου-
*δὴ γὰρ μέγα νεῖκος ὄρωρεν]μεγάλη φιλονεικία διανίσταται πολέμου.
123. Ἕκτωρ δὴ παρὰ νηυσί] μετʼ ἐκστάσεως τὸ δίστιχον προ-
ενεκτέον, ὡς τὸ “Τρῶας ἐφʼ ἡμετέρας ἰέναι ⟨νέας⟩” (101). §. τὸ
δὲ “βοήν ἀγαθός” πρὸς ἐρεθισμὸν αὐτῶν· καὶ “Ἕκτορα δʼ ἐφράσ-
124. * μακρὸν ὀχῆα] ἑκάτερον.
ὀχῆα] τὸν ἑκατέρας πύλης· δύο γάρ εἰσιν· καὶ “τὸν δʼ ἐλατῆρʼ
ἀφίει ἀκαχήμενον” (Il. 11. 702).
125. κελευτιόων] κελευτής κελευτιῶ· καὶ ἀλλαχοῦ δέ φησι
127. οὕτʼ ⟨ἄν εν⟩ Ἄρης ὀνόσαιτο] ἀλλὰ θαυμάσειεν. ἔστι δὲ
127, 8. * ἐκ παραλλήλου ὁ “ἄν” καὶ ὁ “κέν.”
128. λαοσσόος] ἡ ὁρμῶσα ἢ σῴζουσα τοὺς συμμαχομένους ἢ σοβοῦσα τοὺς ἐναντίους· ὅθεν καὶ ἐγρεκύδοιμος (Hes. Th. 925).
130. φράξαντες] πάντες μὲν ἐν ἀσπίσι καὶ θώραξι καὶ κράνεσι
οἱ δευτεροστάται, κατὰ δεξιὰ πλευρὰ τῶν πρωτοστατῶν προβεβλη-
κότες δόρατα μείζω δυσὶ πήχεσιν· καὶ οἱ τρίτοι παρʼ ἀμφοτέρους
ὁμοίως, ὥστε γʼ ἀκμὰς ἀνέχειν τὰ δόρατα· ⟨οἱ⟩ τέταρτοι δὲ καὶ
πέμπτοι τὰς αἰχμὰς εἶχον ὀρθάς, ὡς εἴ τι κενοῖτο τῆς παρατάξεως
τιτρωσκομένων ἢ φονευομένων τοῦτο πληροῦν, κυκλουμένων ⟨δὲ⟩
ποιεῖν ἀμφίστομον τὴν τάξιν.
132. * ἱππόκομοι] ἱππείας κόμας ἔχουσαι.
λαμπροῖσι φάλοισι] φάλοι συρίγγια ἐπὶ τῶν μετώπων, εἰς
134. ἔγχεα δʼ ἐπτύσσοντο] αὐτὰ τὰ ἔγχη κραδαινόμενα πτυσσο- μένοις ἐvκει.
*θρασειάων ἀπὸ χειρῶν] θρασείαις ψυχαῖς ὑπηρετουσῶν, ὡς “ἀσίδα θοῦριν” (Il. 11. 32).
135. *τινὲς “σειόμενοι ⟨δʼ⟩ ἰθὺς φρόνεον,” ὥστε εὐθεῖαν πρὸς
Τρῶας χωρεῖν.
136. Τρῶες δὲ προὔτυψαν] προενέσεισαν ἀθρόοι διὰ τὴν εὐημερίαν· οἳ δὲ προσέπεσον καὶ προενήλασαν.
*ἀολλέες] ἀθρόοι.
137. * ἀντικρὺ⟨ς⟩ μεμαώς] ἐπʼ εὐθείας ὡρμημένος.
ὀλοοίτροχος] ὅλος τροχοειδής. οἱ δέ, ἐν τῷ τρέχειν δεινός.
138. στεφάνης] στεφανοειδοῦς.
στεφάνης]“στεφάνης” τῆς ἐν πλάτει ἐξοχῆς. §. ἡ δὲ “κατά” ἀντὶ
τῆς ἀπό, ἢ ἀντὶ τῆς ἔξ.
139. ἀσπέτῳ ὄμβρῳ] ἀναγκαίως τὸ “ἀσπέτῳ” πρὸς τὸ δυνηθῆναι πέτρον ῥῆξαι. §. τὸ δὲ “ἀναθρῴσκων” προσκρούων καὶ ἀφαλλόμενος.
* ἀναιδέος] ἀνενδότου, σκληρᾶς.
ἔχματα πέτρης] τὰ ἐξέχοντα καὶ μὴ ἐῶντα κυλισθῆναι αὐτόν, ἢ
τὰ συνέχοντα τὴν πέτραν πρὸς τὸ ὄρος.
141. ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον] ἀνεμποδίστως, μὴ σφαλλόμε- νος τῆς τοῦ θεῖν σφοδρότητος. §. τὸ δὲ “ἰσόπεδον” (142) ἀντὶ τοῦ ὁμαλὸν πεδίον· οἷον, ἕως οὗ ⟨ἂν⟩ κατέλθῃ εἰς ἰσόπεδον πεδίον, ἀντὶ τοῦ ἴσην ἔχον γῆν καὶ ὁμαλήν.
142. * ἐσσυμένος περ] ἐψύχωσε τὸν λίθον.
143. *εἵως μέν] ἕως τινὸς μέν.
144. ῥέα διελεύσεσθαι] οὕτως Ἀρίσταρχος. οἳ δὲ “ῥεῖα δʼ
ἀντὶ τοῦ τοὺς σκόλοπας καὶ τὴν τάφρον διελεύσεσθαι.
145. ἐνέκυρσε] ἢ ἀπὸ τοῦ κύρω ἢ ἀντὶ τοῦ ἐνεκύρησεν.
146. μάλʼ ἐγχριμφθείς] ἀντὶ τοῦ λίαν ταῖς φάλαγξιν ἐμπελασθείς.
147. ἔγχεσιν ἀμφιγύοισιν] ἀμφοτέρωθεν βλάπτουσιν, ἀπὸ αἰχμῆς
148. χασσάμενος πελεμίχθη] ἀντίστροφον τὸ σχῆμα.
149. διαπρύσιον] ἢ διαπύρσιμον ὅ ἐστι διαφανές, τουτέστι φωνῇ
150. Τρῶες καὶ Λύκιοι] πῶς τοὺς διασκεδασμένους ἀνεκάλει κελεύων; βάρβαρος ὁρμὴ καὶ ὑπερήφανος.
151. παρμένετε] ἀλλήλοις. αὐτὸς γὰρ ἔχει Δία, καὶ οὐ
προσδεῖταί τινος.
152. πυργηδ⌈οόν⌋] ⌈οἐ⌋μφά⌈σ⌋εως δὲ χάριν εἶπεν· καὶ συνέφρασσον
μὲν ἀλλήλους φαλαγγηδόν, συμβαλόντες δὲ διέλυον τὴν φάλαγγα,ἐπεὶ
πῶς ὥρμων καὶ ὑπεχώρουν καὶ ἐσκύλευον; καὶ ἔοικεν ὡσεὶ πρόπειρά τις
εἶναι τῆς ὑπομονῆς τῶν πολεμίων· ἢ πρὸς τὸ ἀναδέξασθαι τὸν Ἕκτορα
ἐπύκνωσαν ἑαυτούς· τοῦτον δὲ τὸν συνασπισμόν, ὡς ὁ τακτικὸς
Ἑρμόλυκος λέγει, ἐνομοθέτησε Λυκοῦργος, ἐδίδαξε δὲ Λύσανδρος
Λάκων καὶ Ἐπαμ〈ε〉ινώνδας, εἶτα ὑπὸ Χαριδήμου Ἀρκάδες
ἐδιδὰχθησαν καὶ Μακεδόνες. §. “προθελύμνῳ” δὲ ἀλλεπαλλήλῳ,
ἢ ἀλλεπαλλήλους πτύχας ἔχοντι.
153. ἀλλʼ οἴῳ χάσσονται] “οἴῳ” ἄμεινον, μόνῳ, ἵνα μὴ Ἕκτωρ
εἰ ἐτεόν] ἐπεὶ ἐτεῶς· ὁ “εἰ” συναπτικὸς ἀντὶ τοῦ ἐπεί. ὡς τὸ
“χρὴ δ᾿, εἰ σοφὸς πέφυκας” (Eur. Phoen. 86) καὶ ὁ Εὐριπίδης
“οὔκουν ⟨δικαίως⟩, εἴπερ εἰργάσω τάδε” (Hec. 1254).
154. * θεῶν ὤριστος] ἀντωνομασία, ἀντὶ τοῦ “ὁ Ζεύς.ʼ
155. ὤτρυνε μένος] τὴν προθυμίαν, παρὰ τὸ μένω τὸ προθυμοῦμαι·
156. Δηίφοβος δʼ ἐν τοῖσι] προσυνίστησιν αὐτόν, ὅτι μετὰ τὴν
Ἕκτορος τελευτὴν διεδέξατο τὴν στρατηγίαν.
158. * κοῦφα] μετέωρα.
ὑπασπίδια προποδίζων] οὐ προβάλλων τὰ ἴχνη πρὸ τῆς ἀσπίδος.
ἀσπίδα, οὐδὲ πλαγίαν αὐτὴν ἐκράτει.
160. καὶ βάλεν, οὐδʼ ἀφάμαρτε] ταὐτὸν διʼ ἀμφοῖν δηλοῦται. βάλ- λειν γὰρ τὸ ἐπιτυγχάνειν φησὶν ὁ ποιητής· “οὐκ ἔβαλες τὸν ξεῖνον” (Od. 20. 305) καὶ “βά〈λ〉λʼ· αἰεὶ δὲ πυραὶ νεκύων” (Il. 1. 52).
161. * τῆς δʼ οὔ τι διήλασεν] οὐδὲ τὸ τυχὸν διῆλθεν αὐτήν.
162. ἐν καυλῷ] ἀντὶ τοῦ κατὰ τὸν καυλόν, ὡς “ἄξαντ’ ἐν πρώτῳ ῥυ-
μῷ” (Il.6.40). λέγει δὲ τὸ καθιέμενον εἰς τὸ κοῖλον μέρος τοῦ δόρατος.
163. * δεῖσε δὲ θυμῶ] ὁ “δέ” ἀντὶ τοῦ γάρ.
165. χώσατο δʼ αἰνῶς] ἡ σύγχυσις τῆς ψυχῆς· οὔτε γὰρ ἐπὶ
χαρᾶς οὐδὲ ἐπὶ ὀργῆς ⟨τίθεται⟩. καὶ φθέγγεται μὲν οὐδέν—οὐ γὰρ
οἰκεῖον τῷ παρόντι καιρῷ—τὴν δὲ διάθεσιν αὐτοῦ διὰ τοῦ “χώσατο”
ῥήματος ὁ ποιητὴς παρέστησεν.
166. ἀμφότερον] διʼ ἀμφότερα.
καὶ ἔγχεος ὃ ξυνέαξεν] τὸ “ὅ” ἀντὶ τοῦ ὅτι, ὡς “μοι γέρας” (Il.. 1. 120). §. Ἀρίσταρχος δὲ διὰ τοῦ η “ξυνέηξεν.”
167. βῆ δʼ ἰέναι] πιθανῶς ὁ ποιητὴς τοὺς μὲν ὡς τραυματίας
ἐξήγαγε τοῦ πολέμου, τοὺς δὲ καὶ ὅπλων ἐνδεεῖς.
168. οἰσόμενος] ἑαυτῷ· οἴσων δὲ καὶ ἑτέρῳ· “οἶσε θέειον, γρηύʼ”
ὁμοίως ταχύνουσι, καὶ παρὼν ὅμοιος ἦν τῷ μὴ παρόντι δόρυ οὐκ ἔχων.
τὸ δὲ ὅλον, διὰ τὸ ἀναπαῦσαι τοὺς ἀκροατὰς ἀπὸ τῆς μάχης τοῦτο
πράττει ὁ ποιητής, ὅπερ ἔσται Ἰδομενέως αὐτῷ συμβαλόντος (402).
ὅ οἱ κλισίηφι λέλειπτο] δύο οὖν εἶχεν οἷς αὐτὸς ἐχρῆτο—διάφορα
γὰρ τὰ τῶν βασιλέων, ὡς καὶ ἡ Ἀχιλλέως μελίη (Il. 20. 277)
—ἄλλα δὲ εἶχε πολλά. §. τινὲς δὲ “οἱ,” ὡς “κῆτος, ἂ μυρία
βόσκει” (Od. 12. 97).
171. Ἴμβριον αἰχμητήν] χαρίεν τὸ ἐφʼ ἐκάστῳ τῶν ἐπισήμων τὴν
διήγησιν κατὰ τὰς ἀναιρέσεις ἐκφέρειν· τὸ μὲν γὰρ προεκθέσθαι περὶ
ἑκάστου μακρόν, τὸ δὲ ἐν τοῖς συμπτώμασι παραδιηγεῖσθαι πιθανόν.
§. τὸ δὲ “Μέντορος” ‘κέντοροςʼ ἔδει. οἰκεῖον γὰρ πολυίππῳ τὸ κεντεῖν.
172. Πήδαιον] ὑπὸ τὴν Ἴδην πόλις πρὸς Θήβην· οἱ δὲ πρὸς Καρίαν· τινὲς δὲ τὴν αὐτὴν τῇ Πηδάσῳ.
175. ἂψ εἰς Ἴλιον] πάλιν ἀπὸ Πηδαίου ἦλθεν εἰς Ἴλιον· ἤδη γὰρ ἄλλοτε ἦλθεν εἰς Τροίαν διὰ τὸν γάμον.
177. ὑπʼ οὔατος] ὑπὸ τὸ οὖς· κατὰ τὸ σιωπώμενον δὲ μετεσκεύ- αστο ὁ Τεῦκρος.
179. ὄρεος κορυφῇσ᾿ ⟨ἕκαθεν⟩] ἐν πεδίῳ γὰρ οὐ φύεται μελία.
180. τέρενα—φύλλα] τοὺς κλάδους, ὡς οὗτος τὰ ὅπλα. §. “τέρενα”
δὲ χλωρά. ἔοικε δὲ ὁ ποιητὴς συνάχθεσθαι τῇ μελίᾳ.
181. *ἀμφὶ δέ οἱ βράχε τεύχεα] τὰ περὶ αὐτῷ ἢ ἐπʼ αὐτῷ· “ἀμφὶ πυρὶ στῆσαι τρίποδα” (Il. 18. 344).
184. * ἰδων—ἔγχος] λείπει ‘φερόμενον.’
χάλκεον ἔγχος] ἀπὸ μέρους ὡς “λευκώλενος.”
185. ⟨Ἀμφίμαχον⟩ Κτεάτου υὗ ⟨Ἀκτορίωνος⟩] ὅτι καὶ τὸ “υἷες, ὃ μὲν Κτεάτου, ὃ δʼ ⟨ἄρ⟩ Εὐρύτου Ἀκτορίωνε” (Il. 2. 621) ἀντὶ τοῦ Ἀκτοριώνων.
186. κατὰ στῆθος βάλε—δούπησεν δέ] διὰ γὰρ καρδίας καὶ
137. * ἀράβησε] τινὲς “ἀράδησε.”
190. ὀρέξατο δουρὶ φαεινῷ] ἀντὶ τοῦ ὀρεξάμενος ἔψαυσεν. §. τινὲς δὲ “ἀκόντιε.”
191. ἀλλʼ οὔ πῃ χροὸς εἴσατο] λείπει ἡ διά, διὰ τοῦ χροὸς ἐπο-
ρεύθη, παρὰ τὸ ἰέναι, ὡς “διαπρὸ δὲ εἴσατο καὶ τῆς” (Il. 4. 138).
§. Ἀρίσταρχος δὲ “χρόος εἴσατο χροῦς ἐφάνη—οὕτω καὶ Τυραννίων,
ἄλλως: τὴν εὐθεῖαν χρώς φησιν ὁ ποιητής, τὰς δὲ πλαγίας ὡς
(Il. 4. 511) λέγων ὡς ἀπὸ τῆς ταμεσίχρους εὐθείας καὶ μελανό-
χροος ἀπὸ γενικῆς ὡς εὐθεῖαν, ὅθεν καὶ παρώνυμον “μελαγχροιής”
(Od. 16. 175) καὶ “ἐυχροές” δέρμα (Od. 14. 24). οὕτω δὲ ⟨καλεῖ⟩
καὶ τὴν ἐπιφάνειαν καὶ τὴν ἐντοσθίδιον σάρκωσιν· χρὼς σήπεται”
(Il. 24. 414)· “ἵνα οἱ χρὼς ἔμπεδος εἴη” (Il. 19. 39).
πᾶς δʼ ἄρα χαλκῷ] ὅλος ὁ Ἕκτωρ ἢ ὁ χρώς. §. πρὸς δὲ τὸ “πᾶσαι δʼ ὠίγνυντο θύραι” τὸ σημεῖον.
* ὁ “δέ” ἀντὶ τοῦ γάρ.
192. ἀσπίδος ὀμφαλόν] τὸ μέσον ἢ τὸ ἐπιτιθέμενον αὐτῇ πρὸς κόσμον, ὡς “μέσ〈σ〉ον ἐπομφάλιον” (Il. 7. 267).
193. ὃ δὲ χά〈σ〉σατʼ ὀπί〈σ〉σω νεκρῶν ἀμφοτέρων] ὥστε μήτε σκυλεῦσαι τὸν πολέμιον μήτε τὸ τοῦ Ἰμβρίου σῶμα ῥύσασθαι.
195. Στιχίος] τινὲς “Σχεδίος” γράφουσιν· τοῦ δὲ Στιχίου ἐν τῷ Καταλόγῳ (Il. 2. 552) οὐ μέμνηται, ὅτι οὐκ ἦν ἀναγκαῖον καὶ τοῦς δευ- τέραν ἔχοντας τάξιν καταλέγειν. τινὲς δὲ χλευάζουσιν ὡς νεκροφόρους.
198. δύʼ αἶγα ⟨λέοντε⟩] Ζηνόδοτος “αἶγε·” οὐ γὰρ συμμαχοῦσιν
ἀλλήλοις λέοντες· ἢ ὅτι τὰ ἐν 〈τῇ〉 παραβολῇ ὡς καθʼ ὑπόθεσιν
δεκτέον οὐ πάντως ἀληθῆ· ἢ τοῦ ἑνὸς ἁρπάσαντος συναρπάζει ὑπαν-
τώμενος ὁ ἕτερος, ἑκατέρου τὴν ἄγραν εἰς ἑαυτὸν κατάγοντος· καὶ
Αἰσχύλος περὶ Γλαύκου “εἷλκον ἄνω λυκηδόν, ὥστε διπλόοι λύκοι
νεβρὸν φέρουσιν ἀμφὶ μασχάλαις” (fr. 33 N.).
κυνῶν ὑπὸ καρχαροδόντων] τοὺς Τρῶας τοῖς φυλάσσουσιν εἰκάζει κυσί, τοὺς δὲ Ἕλληνας τοῖς ἁρπάζουσι λέουσιν.
200. ὑψοῦ ὑπὲρ γαίης] πολὺ τὸ εὔτονον αὐτῶν, εἰ μηδὲν παρα- σύρουσι τοῦ φερομένου.
* γαμφηλῇσιν] γαμφηλή παρὰ τὸ κεκάμφθαι.
201. * τὸνὑψοῦ ἔχοντε—τεύχεα συλήτην] ἀπήγαγον ἵνα συλήσαιεν.
202. * συλήτην] ἢ Δώριόν ἐστιν ἢ ἀπὸ τοῦ συλησάτην.
*ἁπαλῆς] εὐκαμποῦ⟨ς⟩.
203. κόψεν Ὀιλιάδης] οὐ γὰρ ἦν κατὰ τὴν τοῦ Τελαμωνίου μεγα-
λοπρέπειαν τὸ ἀποτεμεῖν κεφαλὴν καὶ ῥίπτειν πρὸς τοὺς πολεμίους.
θερμότερος ⟨δὲ⟩ τὸν τρόπον ὁ Λοκρός.
204. ἧκε δέ μιν σφαιρηδὸν] τὸ ἑξῆς, ἧκε δέ μιν διʼ ὁμίλου συστρέ-
ψας τὴν χεῖρα πρὸς τὸ εὔτονον τῆς βολῆς· χαρίεν δὲ τὸ σύμπτωμα. ὃ
μὲν γὰρ ἁπλῶς ἔρ〈ρ〉ιψεν εἰς τοὺς πολεμίους, συνέβη δὲ παρὰ τὸν Ἕκ-
τορα ἐνεχθῆναι τὴν κεφαλὴν ὥσπερ 〈εἰς〉 ἔλεγχον ὧν αὐτὸς ἀπέτυχεν.
καὶ Ἱππόλοχος αὐχένος καὶ χειρῶν ἀπεκόπη ὑπὸ Ἀγαμέμνονος·
Ἀντιμάχου γὰρ παῖς ἦν, “ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ” (Il. 11. 139).
207. * υἱωνοῖο] τοῦ Ἀμφιμάχου· Κτέατος γὰρ Ποσειδῶνος.
210. δουρικλυτός] ἁρμό διον τὸ ἐπίθετον· οἱ γὰρ ἄλλοι Κρῆτεςτοξόταιι.
211. ἐρχόμενος παρʼ ἑταίρου] λείπει τὸ τίνος· οἳ δὲ Ὀδυσσέως,
δὲ Κοιράνου (Il. 17. 611), οἱ δὲ Θεστορίδου Ἀλκμάονος (Il.
394), οἳ δὲ Ἀγαμέμνονος φησὶ γὰρ “μάλα μέντοι ἐγὼν ἐρίηρος
ἑταῖρος” (Il. 4. 266)—οἳ δὲ ὄνομα κύριον. ἀληθείας δὲ μίμησις
τὸ μὴ πάντας φράζειν ἐξ ὀνόματος.
212. κατʼ ἰγνύην] ἰγνύη τὸ ὀπίσω μέρος τοῦ γόνατος, παρὰ τὸ
ἱκνεῖσθαι. §. “ἦλδε” δὲ ἀντὶ τοῦ ἀπηνέχθη.
213. ἔνεικαν] τὸ οὖν “ἦλθε κατʼ ἰγνύην” (212) ἀντὶ ⟨τοῦ⟩ ἀπη- νέχθη, ἀκύρως.
ἰητροῖς] κατὰ ἔθνη γὰρ ἤσαν, ὥς που φησὶν “ἰητροὶ πολυφάρμα- κοι ” (Il. 16. 28).
214. ἤιεν ἐς κλισίην] ὁπλιούμενος δηλονότι· τινὲς δέ, ἐς κλισίην τοῦ ἑταίρου. §. οἳ δὲ ἦν ἴεν ἐς κλισίην.”
216. *εἰσάμενος φθογγήν] νοήσας, ἐπιγνούς. §. ἀπὸ μέρους τὸ πᾶν σῶμα, ὡς τὸ “δέμας καὶ ἀτειρέα φωνήν” (45).
217. ὃς πάσῃ Πλευρῶνι] Αἰτωλὸς ὁ Ἐνδυμί ωνος, Ἠλεῖος τὸ γένος,
Ἄπιν ἀκουσίως τὸν Φορωνέως ἀνελὼν φεύγει εἰς τὴν ἀπʼ αὐτοῦ Αἰτω-
λίαν προσαγορευθεῖσαν, ἴσχει δὲ παῖδα Πλευρῶνα, οὗ ἐγένοντο Κούρης
καὶ Καλυδών, ἀφʼ ὧν αἱ πόλεις· οὕτω Δηίμαχος. §. τὸ δὲ “πάσῃ
Πλευρῶνι” ἀντὶ τοῦ “πάσης Πλευρῶνος,” ἣν ᾤκουν οἱ Ἀκαρνᾶνες.
219. ποῦ τοι ἀπειλαί] ὁ μὲν ἀκροατὴς ἀκούσας ⟨τὸ⟩ “καὶ τότε δὴ
περὶ κῆρι Ποσειδάων ἐχολώθη” (206) προσδοκᾷ ἀφόρητόν τινα σρμ-
βολὴν ἔσεσθαι, ὃ δὲ ἄλλα ἐπεισήγαγε, πρῶτα μὲν πεῦσιν πρὸς
Ἰδομενέα κἀκείνου ἀπόκρισιν, εἶτα ὁπλισμὸν Ἰδομενέως καὶ ὑπάντησιν
πρὸς Μηριόνην καὶ διάλεξιν ἀμφοῖν καὶ τὸν Μηριόνην ἀναλαβόντα
τὸ δόρυ, εἶτα σκέψιν αὐτῶν ποῖ χρὴ τάττεσθαι.
ποῦ τοι ἀπειλαί] “ποῦ” ἀντὶ τοῦ πῇ. §. “τοί” ἀντὶ τοῦ δή.
220. * Τρωσίν] κατὰ Τρώων.
222. νῦν αἴτιος] Ἀρίσταρχος “νῦν γʼ αἴτιος·” Ἀριστοφάνης “νῦν δʼ αἴτιος,”
223. ἐπιστάμεθα π〈τ〉ολεμίζειν] πάντα περιέλαβεν ἐξ ὧν ἄν τις
αἰτιαθείη· ἢ γὰρ διʼ ἀπειρίαν ἢ διὰ δέος ἢ διὰ ὄκνον φεύγουσι τὰ
δεινά. §. τὸ δὲ “ἐπιστάμεθα” ἀντὶ τοῦ δυνάμεθα· “ἐπίστατο πῆλαι
224. * οὕτε τινά] “οὐδέ τινα.”
δέος—ἀκήριον] κεχωρισμένον κηρός· οἳ δὲ “οὐ δέος ἔστ᾿ ἀπο-
λέσθαι· οὐ γάρ τοι κραδίη μενεδήιος” (Il. 12. 240).
225. ἀνδύεται] ἀπὸ τῶν ἀναδυομένων τὰ ζυγὰ ζῴων. §. τινὲς δὲ γράφουσιν “ἀδδύεται.”
227. νωνύμνους] τινὲς ἀθρηνήτους· ὕμνον γὰρ καὶ Ἀνακρέων τὸν
θρῆνόν φησιν (fr. 171 B.).
228. μενεδήιος] μένων τοὺς δηίους. Ἑλληνικὸν δὲ τὸ φρόνημα· οὐ γὰρ ἀποκάμνει ταῖς τύχαις, ἀλλὰ καὶ ⟨ἄλλους⟩ προτρέπεται.
229. ὀτρύνεις δὲ καὶ ἄλλον, ὅ οἱ μεθιέντα ἴδοιο] ἐνεστὼς ἀντὶ τοῦ
παρῳχημένου, ὡς τὸ “ζαχρηεῖς τελέθουσι” (Il. 12. 347) ἀντὶ τοῦ
ἐτέλεθον.
⟨ὅθι⟩ μεθιέντα ⟨ἴδηαι⟩] Ζηνόδοτος “ὅτις μεθίῃσι πόνοιο.”
230. * μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ] “κέλευε” μὴ ἀπο- λήγειν.
233. μέλπηθρα] μετὰ κόρον γὰρ σφαιρίζουσιτὰς οἱ κύνες· λέων
δὲ τὸ πᾶν ἐσθίει· καὶ Κύκλωψ ἤσθιε δʼ ὥστε λέων” (Od. 9. 292).
234. * μεθίῃσι μάχεσθαι] Ἀρίσταρχος μεθίῃσι πόνοιο.”
235. ταῦτα δʼ ἅμα χρή] Ἑλληνικῶς πάνυ κοινοῦνται τὴν προθυ- μίαν ἑκάτεροι. §. τὸ δὲ “καὶ δύʼ ἐόντε” (236) περιπαθῶς, ὡς τῶν ἄλλων ἀποκαμόντων.
237. συμφερτὴ δʼ ἀρετή] Ζηνόδοτος καὶ Ἀριστοφάνης “συμ-
238. νῶι δὲ καί κʼ ἀγαθοῖσιν] τὸ φορτικὸν ἐξέφυγεν, ⟨εἰπὼν⟩ ὅτι
239. * πόνον] τὴν μάχην.
241. *τεύχεα καλά] τραγῳδεῖ αὐτοῦ τὴν πανοπλίαν ὡς μέ-
λοντος ἀριστεύειν.
242. ἀστεροπῇ ἐναλίγκιος] πρὸς τὴν λαμπρότητα τῶν ὅπλων καὶ
243. χειρὶ λαβών] νῦν τὴν ἀστεροπὴν σκεῦος δηλοῖ.
245. χαλκὸς ἔλαμπε—θέοντος] οὐκ, ἐπειδὴ ἔτρεχενλέλαμπεν, ἀλλ᾿,
246. θεράπων ἐύς] τινὲς ὑφ’ ἓν “θεραπωνεύς” ὡς Ἐτεωνεύς, ούx
ὑγιῶς. §. Ζηνόδοτος δὲ “δουρικλυτός” γράφει.
247. μετὰ γὰρ δόρυ χάλκεον ᾔει] μετῄει γὰρ οἰσόμενος δόρυ. §. “σθένος” δὲ “Ἰδομενῆος” εἶπεν, ἐπεὶ ἀριστείαν ἐπιδείξεται.
249. Μηριόνη Μόλου υἱὲ πόδας ταχύ, φίλταθʼ ἑταίρων] ἐν ἐνὶ
251. ἠέ τι βέβληαι] εὑρεσιλογία, ὡς οὐ τέτρωται· ἀπιθάνως δὲ πληγὴν ἢ χρείαν ἑταίρων φησὶ δεῖν ἀποσπᾶν τῆς μάχης· ἡ δὲ Ἑκάβη “ἦ μάλα δὴ τείρουσι δυσώνυμοι” (Il. 6. 255).
τείρει ἀκωκή] ἡ ἀκὶς ἐν σοὶ οὖσα ἢ ἡ βολή, ἀπὸ τῆς ἀκωχῇς.
ἐμέ” ἡ ἐπʼ ἐμὲ ἢ πρὸς ἐμέ.
254. τὸν δʼ αὖ Μηριόνης] ἔν τισι μετὰ τοῦτον φέρεται “Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων.”
256. εἴ τι τοι ἔγχος λέλειπται] εἶπε γὰρ “ὅ οἱ κλισίηφι λέλειπτο” (168). ἢ ἐπαινῶν διστάζει, εἰ μὴ πάντα κατανάλωκε τοῖς πολεμίοις.
* τοί] ἀντὶ τοῦ δή.
257. πάνυ γὰρ κατεάξαμεν, ὃ πρὶν ἔχεσκον] πληθυντικῷ ἑνικὸν ἐπή-
γαγεν· καὶ Εὐριπίδης Ἴωνι (390) “κωλυόμεσθα μὴ παθεῖν ὃ βούλο-
χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν·” ἄφαρ ἐλπίζεις πορθῆσαι (813, 4).
258. * ὑπερηνορέοντος] τοῦ νῦν ἀνδριζομένου.
259. Κρητῶν ἀγός] ὁ συμμαχικὸν ἐπάγων Κρητῶν.
260. δούρατα δʼ, αἴ κε θέλῃσθα] δούρατα δέ. κἄν ἓν ζητῇς, κἂν εἴκοσι θέλῃς, ὅ ἐστι πολλά.
261. πρὸς ἐνώπια ⟨παμφανόωντα⟩] τοὺς κατὰ τὴν εἴσοδον τοίχους, ἤτοι ἀντίους τῶν εἰσόδων, οἳ δέ, ⟨τὰ⟩ πρόθυρα διʼ ὧν εἰσβάλλει τὸ φῶς· οἳ δέ, ⟨τὸ⟩ δούρατα (260) παμφανόωντα.
262. οὐ γὰρ ὀίω—ἑκὰς ἱστάμενος] οὐκ ἀλαζονεύεται, ἅλ᾿
ἐρεθίζει αὐτὸν λεληθότως ἐπιδεικνύς, ὡς ἔστι ⟨καὶ⟩ πολεμίου δόρατι
ὡπλισμένον μὴ ἀργεῖν.
264. *δούρατά τʼ ἔστι καὶ ἀσπίδες] ἀπὸ κοινοῦ, εἰσίν (scil. ἀσπίδες).
265. γανόωντες] στίλβοντες, ἀπὸ τῆς 〈γῆς〉 κομώσης τοῖς καρποῖς.
267. καί τοι ἐμοὶ παρά τε κλισίῃ] διὰ τὴν συγγένειαν καὶ ἀξιο-
πιστίαν ἔχει σκηνὴν ἰδίαν.
268. ἀλλʼ οὐ σχεδόν ἐστιν] δηλοῖ ὡς ἄκων ὑπολείπεται τῆς μάχης, ὅπου μηδὲ ἐφʼ ὃ ὥρμηται βαδίζειν θέλει· τινὲς δὲ οὕτως· οὐκ ἔστι τὰ δόρατα τῶν Τρώων κατὰ τῶν πλησίον ἑλέσθαι, ὡς διαφορώτερα κατασκευῇ ὄντα.
269. οὐδὲ γὰρ οὐδὲ—φημί] τὸ ἓν “οὔ” περιττεύει.
270. ἀλλὰ μετὰ πρώτοισι] ἐν πρώτοις. δηλοῖ δὲ καὶ τὸ “φέρει
μετά τʼ ἤθεα καὶ νομὸν ἵππων” (Il. 6. 511). δοτέον δὲ Μηριόνῃ τὸν
ἔπαινον πρὸς ἰδίαν ὠφέλειαν, ὡς καὶ Ὀδυσσεῖ ἐν Φαίαξιω (Od.8.180).
καὶ νῦν Ἰδομενεὺς ἀπὸ τῶν ἰδίων ἐγκωμίων προτρέπει Μηριόνην· ὃ δὲ
ἀντεπεισάγει, ὡς αὐτεπάγγελτός ἐστιν ἐν τῇ μάχῃ.
271. * νεῖκος ὀρώρηται] ἀλλαχοῦ “καὶ ⟨εἰ⟩ μέγα νεῖκος ὄρηται” (Od. 16. 98, 116).
275. οἶδ᾿ ἀρετήν] “ἀρετήν” τὴν κατὰ τὸν πόλεμον ἀνδρ〈ε〉ίαν.
ταῦτα λέγεσθαι] περὶ τούτων λέγειν· οὐ χρῆται γὰρ τῷ λέγειν
276. λεγοίμεθα] ἀριθμοίμεθα· “ἐν δʼ ἡμέας πρώτους λέγε κή-
277. ἐς λόχον, ἔνθα μάλιστα] ἐν μὲν γὰρ τοῖς πολέμοις ἔστι
278. ἔνθʼ ὅ τε δειλός] “ὅ τε” ὅς τε· καὶ τὸ ἐναντίον “μῦθος δ᾿, ὃς μὲν νῦν ὑγιής, εἰρημένος ⟨ἔστω⟩” (Il. 8. 524). τὸ “ὅς” οὖν ἀντὶ τοῦ ὁ, καὶ τὸ ἀνάπαλιν.
279. τοῦ μὲν γάρ τε κακοῦ] τοῦ δειλοῦ· ψυχῆς γὰρ κάκωσις
* ἄλλῃ] ἄλλοτε.
280. οὐδέ οἱ ἀτρέμας] τὸ ἑξῆς· οὐδέ οἱ ἐρητύετʼ ἐν φρεσὶ θυμός. ὥστε ἀτρέμας ἧσθαι.
281. ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵξει] ἐξηγεῖται
καὶ συμμεταβάλλοντος τὸ σῶμα ταῖς τῆς ψυχῆς μεταβολαῖς· ἐζω-
γράφησε δὲ τὸν δειλὸν καὶ τὸν ἰσχυρόν, παρακαλῶν ἡμᾶς ἐς ἀλκήν.
ἀλλὰ μετοκλάζει] ὀκλάζων μετακαθέζεται ὁ δειλός· ἐὰν δὲ ὁ
283. *κῆρας ὀιομένῳ] πολλοὺς θανάτους ὑπονοοῦντι.
284. τοῦ δʼ ἀγαθοῦ] σημαίνει ἡ λέξις καὶ πλουσίου,’ “τοῖς ἀγαθοῖ- σ〈ι〉 παραδρώωσι χέρηες” (Od. 15. 324). νῦν δὲ τὸν ἀνδρεῖον λέγει καὶ τολμητίαν.
οὔτε τι λίην] οὐδὲ ὅλως, ὡς καὶ “οὐδʼ ὅ γε πάμπαν ἤθελε λαὸν
ἀρετὴ μεσότης ἐστίν, οὐκ ἀκρότης.
285. *πρῶτον] ἅπαξ.
286. καὶ ἐπὶ Νεοπτολέμου “ἱππόθεν ἐξίμεναι” (Od. 11. 531).
287. ἔνθα τε〈όν τε〉 μένος] θαρσαλέος δηλονότι. §. τινὲς δὲ “τεόν
* ὄνοιτο] λείπει τὸ τίς.
289. οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε] καὶ ὁ Λυσίας τὸν Ἰφικράτην ποιεῖ
λέγοντα “τραύματα ἔχων οὐχ ἑτέρων ἐπʼ ἐμὲ ἐρχομένων, ἀλλʼ αὐτὸς
ἐπιών (fr. 130 S.). ⟨Εὔπολις⟩ Ἀνδρογύνοις “ἐκαίετʼ ὀλίγα τραύματʼ
ἐξόπισθʼ ἔχων, τῆς δειλίας σημεῖα κοὐχὶ τοῦ θράσους” (Meineke
Com. IV p. 687, Nauck fr. Trag. adesp. 374).
* εὐκ ἄν] οὕτως Ἀρίσταρχος· τινὲς δὲ “οὔ κεν.”
291. προμάχων ὀαριστύν] ἡ μάχη μεταφορικῶς· κυρίως γὰρ ὀαρί- ζειν τὸ διδόναι τι καὶ λαμβάνειν καὶ ὁμιλεῖν. ἀντικαταλ〈λ〉άσσονται δὲ σφαγάς. οἳ δὲ ἀριστύν, καὶ ὡς ὀτρυγηφάγος, ὀδάξ, ὀκλάξ, ὄτλος.
292. νηπύτιοι] πνυτὸν γὰρ τὸν φρόνιμον ἔλεγον.
297. * μέγα πτολέμοιο μεμηλώς] πολλὴν φροντίδα μάχης ἔχων.
298. οἷος δὲ βροτολοιγὸς Ἄρης] ἐμφερεστάτη ἡ εἰκών· δύο γὰρ
δυσὶν ἀπείκασε πολεμικοῖς δαίμοσιν· ἅμα καὶ τὴν τάξιν διὰ τῆς εἰκόνος
τετήρηκεν· ὡς γὰρ ὁ υἱὸς τῷ πατρὶ ἕπεται, οὕτω καὶ ὁ Μηριόνης τῷ
φίλῳ, νεώτερος πρεσβυτέρῳ καὶ τὴν τοῦ θεράποντος χώραν ἔχων.
* πόλεμονδε μέτεισιν] ἢ τὸ “δέ” περισσὸν ἢ τὸ “μετά,” ἵνʼ “πόλεμονδε εἰσὶν.ʼ
209. τῷ δὲ Φόβος φίλος υἱός] ἀεὶ Ἐνυαλίῳ ἀτάλαντον (Il. 17.
259, 2. 651) αὐτὸν λέγων νῦν τὴν δευτέραν ἀπέδωκεν αὐτῷ τάξιν,
ἐπεὶ σὺν τῷ Ἰδομενεῖ αὐτῷ ἐστιν.
ἅμα κρατερὸς καὶ ἀταρβὴς ἕσπετο] “ἅμα ἕσπετο,” ὡς τὸ “ἅμʼ
ἑσπόμεθα” (Il. 1. 158). ἀκολουθεῖ δὲ τῷ Ἄρει ὡς ἡνίοχος. οὐ
γὰρ διαφόρους ἀρετὰς καταλέγει. §. τὸ δὲ “ταλάφρονα” οἳ μὲν
ἀπὸ τοῦ ταλῶ, ὅθεν τὸ “ταλάσσῃς” (829), οἱ δὲ ⟨ἀπὸ τοῦ τῆλε⟩, ὡς
ταλαπείριος. τινὲς δὲ παραγωγόν φασι καὶ μὴ ἐγκεῖσθαι τὴν φρένα.
* πῶς οὖν Ἀντίμαχος τὸν Φόβον ἵππον Ἄρεός φησι “καί ῥʼ ἵππους κέλετο, Δεῖμόν τε Φόβον τε, ζευγνύμεν” (Il. 15. 119);
301. Ἐφύρους] οἱ μὲν Θεσπρωτοὺς ἐξ Ἐφύρης ἀνελθόντας—μά-
* Ἐφύρους μέτα] ὅτι ἐνταῦθα διετέλουν· ἢ ὡς ⟨τῶν⟩ Θρᾳκῶν
μαχομένων τούτοις ἀεί.
302. ἠὲ μετὰ Φλεγύας] οἱ μὲν Γυρτωνίους, οἳ δὲ τοὺς ἐνοικοῦντας
Ζήθου διὰ τοῦτο τετειχίσθαι. μετὰ δὲ ταῦτα τὰς Θήβας ὑπʼ
αὐτῶν αἱρεθῆναι Εὐρυμάχου βασιλεύοντος, καὶ ἔρημον γενέσθαι τὴν
πόλιν μέχρι τῆς Κάδμου ἀφίξεως· ἐπὶ πλεῖον δὲ περὶ αὐτῶν διείλεκ-
ται Ἔφορος ἀποδεικνὺς ὅτι τὴν Δαυλίδα καὶ οὐ τὴν Γυρτῶνα ᾤκησαν·
ὅθεν καὶ παρὰ Φωκεῦσι τὸ ὑβρίζειν φλεγυᾶν λέγεσθαι· ἔστι δὲ
ταῦτα ἐν τῇ τριακοστῇ τῇ Δημοφίλου. πάλαι δὲ διεφέροντο Φωκεῖς
πρὸς Θεσσαλούς· διὸ καὶ τὰς Θερμοπύλας ᾤκησαν Φωκεῖς· εἴσοδον
γὰρ ἔχουσιν ἀπὸ Θεσσαλίας.
ἄλλως: Φλεγύαι ἔθνος βίαιον περὶ τὴν Γυρτῶνα, οἳ Θηβαίοις
306. * τὸν καὶ Μηριόνης] πλεονάζει ὁ “καί.”
307. * Δευκαλίδη] ἀπὸ τοῦ Δευκαλιωνίδη συνεκόπη· δὲ ἀπὸ
πῇ τʼ ἂρ μέμονας] εἰς ποῖον ὅμιλον καταδῦναι, τὸν δεξιὸν ἢ τὸν
ἀριστερόν; ποῦ μάλιστα χρεία συμμαχίας, §. τὸ δὲ “δεξιόφιν” (308)
ἀντὶ τοῦ τὸν δεξιόν, ὡς τὸ “ἀγέληφι μετελθών” (Il. 16. 487) ἐπʼ ἀγέ-
λην ἐλθών. §. τινὲς δὲ τὸν “η” τρὶς περιέσπασαν· διαπορητικὸς
γάρ ἐστιν. §. “ἡ ἐπὶ δεξιόφιν” (308) ἑξῆς τοῖς βασιλεῦσιν ἀμείβει
τὰς τάξεις· λέγει οὖν οὐ τῆς νεωλκίας, ἀλλὰ τῆς παρούσης μάχης.
308. * “ἢ ἀνὰ μέσ〈σ〉ους” τῶν μαχομένων· οὐ γὰρ ⟨ἐν⟩ ταῖς
Ὀδυσσέως ναυσίν.
309. ἐπεὶ οὔ ποθι] οὐδαμοῦ τοσοῦτον οἴομαι ἐνδεεῖς εἶναι τῶν βοη-
* οὔ ποθι] τινὲς δὲ “οὔ ποτε.”
313. Τεῦκρός θ᾿, ὃς ἄριστος] καὶ πῶς φησιν “οἶος δή με Φιλο- κτήτης ἀπεκαίνυτο” (Od. 8. 219); οὔπω γὰρ ἦν ἥκων ἐκ Λήμνου.
314. καὶ ἐν σταδίῃ] καὶ τὸ δόρυ παρὰ Θεσσαλοῖς στάδιον.
315. ἄδην ἐλόωσι] λίαν κορέσουσιν, ὡς “ἄδην ἐλάαν κακότητος”
(Od. 5. 290), οἳ δὲ ἄδην ἐ〈σ〉σύμενον· οἳ δὲ “ἀάσωσι” παρὰ
“ἐ〈σ〉σεῖται” (317), εἷ ἐστι Δώριον, παροξύνεται, εἰ δὲ Ἀττικόν,
6. “ἄδην” δὲ παρὰ τὸ ἄδος, ὅ ἐστι πλησμονή.
318. κείνων νικήσαντι] Ἀρίσταρχος “κείνων.” §. τὸ “ἀ〈ά〉π-
319. 〈ὅ〉τε μὴ αὐτός γε Κρονίων] τὸ τῆς Ἀδραστείας οὖν δείκ- νυται ἐν οἷς βεβίασται ὑπὸ τοῦ Ἕκτορος.
321. ἀνδρὶ δέ κʼ οὐκ εἴξειε] τίς ἂν οὖν εἴη ὁ Αἴας ὑπὸ τῶν ἐφα- μί⟨λ⟩λων ἐπαινούμενος,
322. ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτήν] πολλάκις γὰρ
θεοὶ ἀνδράσιν ὁμοιοῦνται· διὸ προσέθηκε τὸ “καὶ ἔδοι.” §. “ἀκτήν”
324. οὐδʼ ἂν Ἀχιλλῆι—χωρήσειεν] θέλει λέγειν, ὅτι τὸ βίαιον Ἀχιλλέως μόνος ⟨ἂν⟩ Αἴας ὑπομείνειεν· φιλοτιμεῖται δὲ ἀεὶ τὴν μνήμην Ἀχιλλέως.
325. ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν] καὶ δικαίως, ὡς πρεσβύτερος· ἡ δὲ τοῦ τάχους ὑπεξαίρεσις καὶ τὸ τῆς ἀλκῆς πιστὸν ὑποφαίνει.
320. ὧδε] οὕτως ὡς ἔχεις ὁρμῆς. §. “ἔχε” δὲ πορεύου, “τῇ ῥ’
ὧθ’ ἔχε] λείπει τὴν ὁρμήν· τινὲς δέ, ἐπὶ τὰ ἀριστερὰ ἡμῶν
μέρη τοῦ στρατοῦ πορεύου.
ὄφρα—εἴδομεν] οὐδέποτε τὸ περισπώμενον ὑποτακτικὸν συστέλλει.
327. * ἠέ τῳ εὖχος ὀρέξομεν, ἠέ τις ἡμῖν] ἀπὸ κοινοῦ 〈τὸ〉 ὀρέξει.
329. ἦρχ᾿ ἴμεν] θαυμάσια ⟨τὸ⟩ ἤθη· παρὸν γὰρ αὐτοῖς ἡσυ-
332. * κεκλόμενοι] ἀναδιπλασιασμὸς Αἰολικός.
333. τῶν δʼ ὁμὸν ἵστατο νεῖκος] ἰσοβαρὲς τῶν περὶ Ἰδομενέα
Τρώων. §. τινὲς δὲ “ὁμόσ.”
*πρυμνῇσι] ἐσχάταις.
334. ὑπὸ λιγέων ἀνέμων] τῶν ἐτησίων· οὗτοι γὰρ θέρους πνέου-
335. * ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους] ψαφαρὰ γάρ ἐστιν
336. οἵ τʼ ἄμυδις] οἱ ὁμοῦ πνέοντες ὑποσύρουσι κόνιν, διʼ ἦς ὁμί-
337. ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη] τὸ συμπεφυρμένον αὐτῶν
εἴκασε τῇ ὑπὸ τῶν ἀνέμων μιχθείσῃ κόνει. §. τὸ δὲ “ὁμόσε” Ἀττικοὶ
ἐπὶ πολεμικῆς παρασκευῆς φασιν.
339. ἔφριξεν δὲ μάχη] ἐγγὺς παραβολῆς ἡ μεταφορά. ἐν
ἔφριξεν δὲ μάχη] ποιητικῶς ἔφη φρίττειν τὴν μάχην διὰ τῆς
340. ταμεσίχροας] ποιητικῶς ἀνέπτυξεν τὸ τμησίχροας· ἢ ἀπὸ
ὄσσε δʼ ἄμερδεν] χαρίεν καὶ τὸ ποικίλως τὴν κατʼ εἶδος διαφορὰν
φράζειν, τὰς μὲν κόρυθας λαμπομένας, τοὺς δὲ θώρακας νεοσμήκτους
καὶ φαεινὰς τὰς ἀσπίδας· διδάσκει οὖν ἐπιμελεῖσθαι τῆς λαμπηδόνος
τῶν ὅπλων. §. “ἄμερδεν” δὲ ἀντὶ τοῦ ἐστέρισκε τοῦ ὁρᾶν.
341.αὐγὴ χαλκείη] τολμηρῶς· οὐ γὰρ εἶπεν, ἡ ἀπὸ τοῦ χαλκοῦ
αὐγή· μονονουχὶ οὖν ἐφλόγωσε τὰ ὅπλα ἡλίου λαμπηδόνα αὐτοῖς
μαρτυρῶν. ἐμφατικώτερόν ἐστι τοῦ ἑτέρωθι εἰρημένου “ἀμφὶ δὲ
χαλκῷ ἐλάμπετο εἴκελος αὐγῇ ἢ πυρὸς αἰθομένου” (Il. 22. 134).
νῦν γὰρ οὐδὲ τὸ “ὄσσε δʼ ἄμερδεν (340).
342. *νεοσμήκτων] οὐ ‘καινῶν,ʼ ἀλλὰ διὰ τοῦ ἐπιθέτου τὴν
343. θρασυκάρδιος εἴη] ἀντὶ τοῦ ἦν. §. κατὰ συλλογισμὸν δὲ ἡ
344. * γηθήσειεν] ἀντὶ τοῦ ἐγήθησεν.
345. τὼ δʼ ἀμφὶς φρονέοντε] κεχωρισμένως ⟨φρονοῦντες⟩, ἀμ-
φισβητοῦντες. §. αὔξει δὲ τὴν μάχην, οὗ μὲν ἐργάτας οὗ δὲ θεατὰς
αὐτῆς ποιῶν θεούς.
τὼ δʼ ἀμφὶς φρονέοντε] ὁ λόγος ἀναφορικός ἐστιν, ἐπεὶ ὁ Ζεὺς βούλεται Τρωσὶ βοηθεῖν.
346. * τετεύχατον] διὰ 〈τὸ〉 μέτρον ἀντὶ τοῦ ἐτετευχάτην.
348. κυδαίνων Ἀχιλῆα] τουτέστι τὸ “Διὸς δʼ ἐτελείετο βουλή” (Il. 1. 5)· ὑπὲρ παραμυθίας δὲ ταῦτα τῶν ἀκροατῶν διὰ μέσου φησίν· σχεδὸν γὰρ ἀποδείκνυσιν ἀμφοτέρους τοῖς Ἕλλησι βοη- θοῦντας, τὸν μὲν ἑνί, τὸν δὲ τῷ πλήθει.
οὐδʼ ὅ γε πάμπαν] οὐδὲ ὅλως, οὐδὲ παντελῶς. παραμυθεῖται δὲ τὸν
351. ὀρόθυνε] τινὲς παρὰ τὸ ὄρω καὶ τὸ θύνω, ἵνʼ ᾗ ἐνθουσιωδῶς ὥρμα· ἄμεινον δὲ παραγωγὸν εἶναι.
*Ἀργείους—μετελθών] ἡ “μετά” πρὸς τὸ “Ἀργείους.” καὶ ἔστιν ἀντὶ τῆς ἐπί, ἐπὶ Ἀργείους.
352. ὑπεξαναδύς] “ὑπέξ” περισσόν· καὶ ἀναστρέφει δὲ αὐτὸ ἐν
τῷ “ἐξυπανέστη” (Il. 2. 267). b. ταπεινὸς δὲ ὁ λάθρα θέλων
τοις προσκρούειν. ἡ δὲ συνέχεια τῶν προθέσεων τὸν λάθρα μὲν προ-
θύμως δὲ ἀναδύοντα τῆς ἁλὸς δηλοῖ.
353. Τρωσὶν δαμναμένους] λείπει τὸ ὁρῶν· ἔστι δὲ τὸ τῆς φράσεως ἀρχαῖον. Εὔπολις ἐν Αὐτολύκοις “ἤδη γὰρ Ἀρίσταρχον στρατηγοῦντʼ ἄχθομαι” (fr. 43 K.).
354. ἡδʼ ἴα πάτρη] μεγαλοφυῶς εἶπε τὸν οὐρανὸν θεῶν πατριδα.
πάτρη] πατερία πατρία· οὕτω δὲ ἡ εἰς τὸν πατέρα τοῦ γένους ἀναφορά· ἔστιν οὖν ἀντὶ τοῦ μία πατρία, ὁ αὐτὸς πατήρ· ἡρέμα δὲ ἀφαιρεῖ καὶ διὰ τούτων τὸ ἐπὶ γένει οἴημα τῶν ἀνθρώπων ὅτι οὐκ ἀπόχρη γενέσθαι εὖ· τιμιώτερα δὲ τὰ πλεονεκτήματα.
355. καὶ πλείονα ᾔδη] τοὺς πρεσβυτέρους ἀεὶ πολυπειροτέρους
ὅτι ἦν ἰσχυρός, αὔξων Ποσειδῶνα καὶ τιμῇ οὐ ῥώμῃ φησὶν αὐτὸν
εἴκειν Διί. διατείνει δὲ καὶ ἐπὶ πάντων ὁ λόγος, ὅτι δεῖ αἰδεῖσθαι
ἀδελφοὺς πρεσβυτέρους ἅμα καὶ σοφωτέρους.
357.* ἀνδρὶ ἐοικώς] ἄλλοτε ἄλλῳ, ὡς ἔμπροσθεν Κάλχαντι (45). εἶτα Θόαντι (216).
358. *τοὶ δ᾿ ἔριδος] Ἀρίσταρχος “τὼ δ᾿ ἔριδος·” Ἀριστοφάνης “τοί.”
πλέξαντες δυσδιάλυτον ποιοῦσι τὸν δεσμόν, οὕτω καὶ οἱ θεοὶ τὴν
φιλονεικίαν τῶν στρατευμάτων ἔπλεξαν ὥστε δυσδιάλυτον αὐτὴν
γενέσθαι· ἀλλʼ ὥσπερ μεταφορᾷ κέχρηται ἀπὸ τῶν δεσμῶν ἐπὶ τὴν
μάχην, ἔριδος πέρας καὶ πολέμου πέρας ὥσπερ σχοινίων πέρατα
ὀνομάσας καὶ τὸ ἐπαλλάξαι ὡς ἐπὶ δεσμῷ ⟨λαβὼν⟩ καὶ τὸ τανύσαι
καὶ τὰ ἑξῆς ὀνόματα. τὸ δὲ λεγόμενον, ὅτι ⟨ὁ⟩ Ποσειδῶν καὶ ὁ
Ζεὺς τὸν πόλεμον τῇ ἔριδι συνέδησαν 〈καί〉 τὸ πέρας τῆς ἔριδος καὶ
τὸ πέρας τοῦ πολέμου συμπλέξαντες ἐπʼ ἀμφοτέροις τοῖς στρατεύ-
μασιν ἥπλωσαν αὐτό.
ἄλλως: ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸ πέρας τῆς ἔριδος καὶ τοῦ
πολέμου συμπλέξαντες ἥπ⌈λω⌋σ⌈αν⌋ αὐτὸ ἐπʼ ἀμφοτέρων τῶν στρα-
τιωτῶν. Κράτης δὲ ἐπὶ τῶν στρατευμάτων φησίν· Τρῶες ⟨γὰρ⟩
καὶ Ἕλληνες. ἀπέστραπται δὲ ὁ Ζεύς. ἀλλʼ ἐπὶ τὸν νοῦν αὐτοῦ
ἀνενεκτέον, θέλει δὲ εἰπεῖν, ⟨ὅτι⟩ ὃ μὲν ἔνθεν ὃ δὲ ἔνθεν ἵλκυσαν·
ὅθεν τὸ ἀδιαλύτως μάχεσθαι παρίστησιν.
359. *ἐπʼ ἀμφοτέροισι] διχῶς αἱ Ἀριστάρχου· καὶ “ἐπʼ ἀλλή-
360. *ἄρρηκτόν τʼ ἄλυτον τε] ὅμοιον τῷ “κόπτε δὲ δεσμοὺς ἀρρήκτους ἀλύτους” (Od. 8. 274).
361. *μεσαιπόλιος] σπαρτοπόλιος. ὠμογέρων δὲ Ὀδυσσεύς (Il. 23. 791), γέρων δὲ ὁ Νέστωρ.
362. *Τρώεσσι] λείπει ὁ καὶ ‘καὶ Τρώεσσι.’
363. Καβησόθεν] Κάβησα πόλις Ἑλλησποντίς, ἡ νῦν Κύβασα·
εἳ δὲ Θρᾴκης—καὶ συᾴδει ἡ ἀκολασία τοῦ γάμου—οἳ δὲ Λυκίας·
οἳ δὲ Καππαδοκίας, Καβασσός· οἳ δὲ τῶν Ἀγαθύρσων, ὥσ⟨τε⟩ ἥκειν
ἐκ τῆς πρὸς Αἷμον Θρᾴκης· οἳ δὲ ἀδελφὸν Σαρπηδόνος.
Καβησόθεν ⟨ἔνδον ἐόντα⟩] ἐν τῇ Ἀργολικῇ “Ἑκάβη⟨ς⟩ νόθον υἱὸν ἐόντα·” ἴσως ἀγνοίᾳ τῆς Καβήσου.
ἐόντα] τινὲς “ἔνδον” ⟨τοῦ οἴκου⟩ Πριάμου, οἳ δὲ ἐν Ἰλίῳ, οἳ δὲ
“ἔνδον ἐόντα” κεκινημένον. ἄμεινον δὲ τὸ ⟨“ἔνδον” ἀντὶ τοῦ⟩ ἐν καὶ
τὸ “ἐόντα” ἀντὶ τοῦ παρόντα, ὡς καὶ τὸ “δεῖπνον δὲ ξείνῳ ταμίη δότω
ἔνδον ἐόντων” (Od. 7. 166), ὃ ἀντιφράζων φησὶ “χαριζομένη
παρεόντων.”
364. ὅς ῥα νέον πολέμοιο] κατὰ τοῦτο ἄρα καὶ φοβῆσαι τοὺς
Τρῶάς φησι τὸν Ἰδομενέα, ὅτι συμμαχίαν αὐτῶν νεωτέραν ἀφεί-
λετο. θαυμαστῶς δὲ ἐπὶ μὲν Αἴαντος ἔφη φόως δʼ ἑτάροισιν
ἔθηκεν ἄνδρα βαλών, ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο”—γενναῖος
γὰρ ὁ Ἀκάμας—“Ἀκάμαντ᾿ ἠύν τε μέγαν τε” (Il. 6. 7, 8).
ἐπὶ δὲ τοῦ Ὀθρυονέως ἀναιρέσει `ὐ σωτηρίαν φησὶ τοῖς Ἕλλησι
γενέσθαι ὑπὸ Ἰδομενέως, ἀλλὰ φόβον τοῖς βαρβάροις· ἀλαζόνος γὰρ
καὶ ἀνοήτου τινὸς ἀναιρεθέντος ἀπίθανόν φασιν ὡς μεγάλου τινὸς κατ-
ορθωθέντος τοὺς Ἕλληνας σεσῶσθαι. αὔξεται δὲ διὰ τοῦ φόβου τῶν
Τρώων καὶ ἡ τοῦ Ὀθρυονέως ἀλαζονεία, ὡς δηλονότι κἀκείνων ταῖς
ὑποσχέσεσι πεπιστευκότων.
* μετὰ κλέος] Ἀριστοφάνης “κατὰ κλέος.”
305. ᾔτεε δὲ Πριάμοιο] βαρβαρικὸν καὶ τοῦτο· οὐδέποτε γὰρ εὑ-
ρήσομεν παρʼ Ἕλλησι τὸ ἐπὶ μισθῷ στρατεύειν καὶ πρότερον αἰτεῖν
καὶ χωρὶς ὑποσχέσεως μὴ συμμαχεῖν. ὅρα δὲ καὶ τὸν μισθόν· κόρης
γὰρ ἐρῶν ἧκεν, οὐχ ὅτι βασιλικὴ ἦν ἀλλʼ ὅτι εἶδος ἀρίστη· καίτοι παρ᾿
Ἕλλησιν οἱ ἀκολαστότατοι μνηστῆρές φασιν “εἵνεκα τῆς ἀρετῆς
ἐριδαίνομεν” (Od. 2. 206). καὶ τὸ “ἀνάεδνον” (366) γλίσχρον, ὅπου
γε ⟨καὶ⟩ οἱ ἀδικώτατοι μνηστῆρες ἕδνα τῇ Πηνελόπῃ προσφέρουσιν.
εἶδος ἀρίστην] ⟨αὕτη⟩ τῶν ἀγάμων ἀρίστη, τῶν δὲ γαμηθεισῶν
Κασσάνδρας ὑποφαίνει καὶ ἐν τῇ Ω (699), ἐπεὶ συνάγειν αὐτὴν
Ἀγαμέμνονι μέλ〈λ〉ει.
366. * ἀνάεδνον] δίχα τοῦ δοῦναι ἕδνα.
367. ἀπωσέμεν] αἱ Ἀριστάρχου “ἀνωσέμεν.” Ζηνόδοτος δέ
υουσι “φοιτῶν ἔνθα καὶ ἔνθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν·” καὶ οἰκεῖον τῷ
“ὕψι βιβάντα” (371).
368. τῷ δʼ ὁ γέρων Πράμος] φονεύων αὐτὸν διδάσκει μὴ τὰ
370. * αὐτοῖο τιτύσκετο] ὡς ἐπʼ αὐτὸν κατεστοχάζετο.
371. * βιβάντα] ὡς ἱστάντα. οἰκεῖον δὲ τῷ ὑψηλόφρονι καὶ τὸ
οὐδʼ ἤρκεσε θώρηξ] ὡς μεγαλοφρονοῦντος αὐτοῦ ἐπὶ τῷ θώρακι.
373. ὃ δʼ ἐπεύξατο φώνησέν τε] τινὲς δὲ “κερτομέων ἔπος
ηὔδα·” οὐ γὰρ καυχηματίαν ἐρεῖ λόγον, ἀλλὰ σαρκασμοῦ ἀνάπλεων.
374. * Ὀθρυονεῦ] 〈τὰ ἑκατέρων περιειργάζοντο〉 ἢ ἀπὸ αὐτομόλων
αἰνίζομαι] ἢ ἐπαινῶ παρὰ τὸν αἶνον ἢ φοβοῦμαι παρὰ τὸ αἰνόν·
ἢ διήγησίν σε ποιήσομαι παρὰ τὸν αἶνον, “αἶνος μέν τοι ἀμύμων”
(Od. 14. 508). τινὲς δὲ “αἰνίξομαι.”
375. *ἐτεόν] ἐτός ἐτεός.
376. ὃ δʼ ὑπέσχετο] οὐ διηγεῖται νῦν τὸ πραχθὲν ὁ Ἰδομενεύς, ἀλλʼ
“ὃ δέ οἱ παρελέξατο λάθρῃ” (Il. 2. 515).
377. ταῦτά γε] τινὲς ἀπιθάνως ὤξυναν, 〈ἵν〉 ᾖ ἀπὸ τοῦ τὰ αὐτά.
* τελέσαιμεν] οὐ ψευσαίμεθα.
381. συνώμεθα] τὰς συνθήκας συνημο〈σύ〉νας φησίν· “συνη-
μοσύνας ἀγόρευε” (Il. 22. 261). συνθήκας καὶ συμβόλαια ποιήσω-
383. *τινὲς “διὰ κρατερῆς ὑσμίνης.”
384. τῷ δʼ Ἄσιος ἦλθεν] πιθανὸν τὸ ἀλαζόνι ἐπιβοηθεῖν τὸν
ὁμοιότροπον καὶ ἄμφω ὑπὸ τοῦ αὐτοῦ ἀναιρεῖσθαι. §. τινὲς μὲν
385. τὼ δὲ πνείοντε κατʼ ὤμων] καὶ ταῦτα εἰς τὸ ἦθος Ἀσίου, ὅτι
οὐκ ἀφειστήκει τοῦ ἅρματος· ἄλλῳ γὰρ οὐδενὶἐπήλπιζεν ἢ τῷ κάλλει
τῶν ἵππων. τὸ ἕτοιμον οὖν δηλοῖ· οὕτω γὰρ ἦν παρεσκευασμένος
ὥσ〈τε〉 καταπνεῖσθαι 〈ὑπὸ τῶν ἵππων〉.
386. ὃ δὲ ἵετο—Ἴδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε
δουρί] ὅτι περὶ τοὺς ἵππους ἐπτόητο· νῦν δὲ ἀποδίδωσι τὸ “οὐδʼ
ἄρʼ ἔμελλεν ἵπποισι—καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν ἂψ ἀπο-
νοστήσειν” (Il. 12. 113). §. τὸ δὲ “λαιμὸν ὑπʼ ἀνθερεῶνα” εἰς
388. διαπρὸ 〈δὲ χαλκὸν ἔλασσεν〉] τινὲς περισσεύειν 〈φασὶ〉 τὴν “πρὸ,” ἵν᾿ ᾖ διήλασεν· ἢ ἐς τὸ πρόσθεν διήλασεν.
389. ἀχερωίς] ἡ λεύκη· ταύτην γὰρ ἀνήγαγεν Ἡρακλῆς ἐξ Ἀχέροντος· οἳ δὲ τὴν αἴγειρον, καὶ “ἀχελωίς” γράφουσιν, ἐπεί φησιν “αἰγείρων ὑδατοτρεφέων” (Od. 17. 208). ὅτι δὲ μέγας ἦν, ἀλλαχοῦ φησι “μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέ- βοντο” (Il. 12. 130).
390. βλωθρή] εὐα〈υ〉ξῆ, τινὲς δὲ ἁπαλὴν κατὰ Ἀρκάδας, οἳ δὲ
ὑψηλὴν κατὰ Βοιωτούς, ἢ φλοιοβαρῆ κατὰ Μάγνητας, ἢ τραχεῖαν
κατὰ Δρύοπας, ἢ ηὐξημένη〈ν〉 κατὰ Τυρρηνούς, ἢ σκληρὰ〈ν〉 κατὰ
Καρυστίους. ἄκρως γὰρ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι,
“δρυσὶν ὑψικόμοισιν” (Od. 9. 186), “ἰτέαι ὠλεσίκαρποι” (Od.
10. 510), ἐλαίης τανυήκεος ὄζοι, “〈αἰγείρων〉 ὑδατοτρεφέων” (Od.
17. 208), “τανύφλοιόν τε κράνειαν” (Il. 16. 767).
οὔρεσι τέκτονες] Νικίας ὑφʼ ἓν “οὐρεσιτέκτονες·” 〈οὐκ〉 εὖ〉·
κικλήσκουσι θεοί” (Il. 14. 290).
391. νεήκεσι] ὡς εὐμήκεσιν· ἐχρῆν δὲ ὡς εὐγενέσιν.
392. *διὰ τούτων τὴν περὶ τὸ ἅρ〈μα〉 ματαίαν αὐτοῦ σπουδὴν
393. βεβρυχώς] ἐναργῶς δείκνυσιν εἴδωλον ἥρωος ἐν αὐτῷ τῷ
θυμῷ τὴν ψυχὴν ἀφιέντος καὶ ἀπρὶξ τῆς γῆς δεδραγμένου. τινὲς
δὲ ἓν ἐξ ἀμφοῖν· 〈ἐν〉 τῷ βρυχᾶν γάρ φασι τοῖς ὀδοῦσιν ἐδράττετο
τῆς γῆς. §. τὸ δὲ “αἱματοέσσης” μερικῶς ἀκουστέον, οἷον τῆς διʼ
394. 〈ἐκ δέ οἱ ἡνίοχος〉 πλήγη φρένας] ἐξεπλάγη δὲ τὰς φρένας
395. ἀλύξας] στρέψας. “στρέψαι” (390) ἀλύξαι. §. πιθανὸν
δὲ τὸ πλάσμα 〈εἰς〉 τὸ ἁλῶναι καὶ τοὺς ἵππους· ἐπεὶ γὰρ φθάνει
399. *ὅ γ’ ἀσθμαίνων] χωρὶς τοῦ “〈γ〉ε.”
εὐεργέος] νῦν μάλιστα ἁρμόδιον τὸ ἐπίθετον ἐπὶ τοῦ Ἀσίου δίφρου· αὐτός τε γὰρ μέγας καὶ οἱ ἵπποι καλοὶ καὶ ὁ δίφρος εὐεργής.
401. *ἐξέλασε] ἐξελαθῆναι ἐποίησεν.
402. * καὶ “μάλα σχεδόν” ἐλθὼν ἀποτυγχάνει.
403. Ἀσίου ἀχνύμενος] λείπει ἡ περί, ὡς τὸ “θυμὸν ἑταίρου
χώεται αἰνῶς” (Il. 20. 29).
407. * δινωτήν] περιφερῆ· δῖνος γὰρ ὁ τόρνος.
δύω κανόνε〈σ〉σι] οὐ γὰρ αὐτὴν ἔνδον ἐχίαζον πρὸς ἀσφά- λειαν. ἡ δὲ τοῦ Σαρπηδόνος αὐτοὺς ἔξωθεν εἶχεν. ἢ ἀντὶ πορπάκων αὐτοὺς εἶχον, ὡς Αὐτόχθων.
κανόνε〈σ〉σʼ] ἐκ πλήρους δεῖ γράφειν “κανόνεσσι.”
408. ἐάλη] συνειλήθη· ἄλλος δέ τις “πρόσσω—κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν οὔδει ἐνισκίμφθη” (Il. 16. 611)· δʼ Ἕκτωρ “ἀλεύατο· ἕζετο γὰρ προιδών (Il. 22. 274) “ὃ δʼ ὕπαιθα λιάσθη Πουλυδάμας” (Il. 15. 520). τοσαύτη ἐστὶ τῷ ποιητῇ εὐπορία.
409. καρφαλέον] ἐναργεστάτη 〈ἡ〉 ὀνομασία· τοῦ γὰρ δόρατος πλη-
γὴν μὲν οὐ ποιήσαντος διαδραμόντος δὲ ἄκρως τὸν ψόφον τῆς ἀσπίδος
411. ἀλλʼ ἔβαλε] προσυνίστησι τὸν Δηίφοβον, ἐπεὶ διάδοχος
Ἕκτορος ἔσται. ἀλλʼ ὅρα πάλιν τὴν τέχνην· ἀποτυχίᾳ γὰρ τοῦ
Ἰδομενέως ἄλλον ἀναιρεῖ κατά τινα τύχην ἐπιτυχών, ὡς καὶ τὸν
Ἀμφίμαχον ἄλλο τι πράσσοντα ἀναιρεῖ (186).
412. ἧπαρ] ἔβαλεν αὐτὸν εἰς τὸ ἧπαρ ὑποκάτω τῶν φρενῶν.
φρένες δὲ αἱ διεζωσμέναι τὸν ὑπὸ τῷ πνεύμονι καὶ τῇ καρδίᾳ τόπον,
ὃς καλεῖται διάφραγμα. §. ὑφʼ ἧπαρ καὶ φρένας πέπληγεν.
413. ἔκπαγλον] ὑβριστικῶς· “ἔκπαγλον καὶ ἀεικές” (Od. 17
415. *εἰς Ἄιδος] Ἀττικῶς.
417. Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο, Ἀντιλόχῳ 〈δὲ μάλι- στα〉] ὡς τῆς λύπης κολοβούσης τὰς ὁρμάς. διὸ καὶ Ἀχιλλεὺς καμὼν καὶ ὑπὲρ Πατρόκλου λυπούμενος οὐ κατελάμβανεν Ἕκτορα.
419. ἑταίρου] τὴν αἰτίαν ἐπιφέρει· καὶ γὰρ ἦν αὐτοῦ ἑταῖρος. §.
423. βαρέα στενάχοντες] ἐπὶ τῶν φερόντων. §. Ζηνόδοτος δὲ γε-
424. Ἰδομενεύς] τινὲς περισπῶσιν· οἳ δὲ “μένος” ἀντὶ τοῦ μένους.
ὡς “μέθυ χίλια μέτρα” (Il. 7. 471) οἱ δὲ “μέγα ἵετο” μεγάλως
ἐπεθύμει· ἄμεινον δὲ εὐθεῖαν εἶναι, ὡς τὸ “οὐδὲ Σκάμανδρος ἔληγε
τὸ ὃν μένος” (Il. 21. 305).
425. νυκτὶ καλύψαι] περιφραστικῶς ἀποκτεῖναι.
426. ἀμύνων λοιγὸν Ἀχαιοῖς] Ἑλληνικὸν τὸ φρόνημα τὸ ὑπὲρ
428. ἥρωʼ Ἀλκάθοον] “ἤρων” τινὲς Ἀττικῶς· “ἀλλʼ εἰς ἥρων τι παρήμαρτον” Ἀριστοφάνης (fr. inc. 692 K.).
〈ἥρωʼ Ἀλκάθοον,〉 γαμβρὸς δʼ ἦν] ὑπὲρ ποικιλίας ἐξήλλαξε τὴν
429. Ἱπποδάμειαν] ἐξ Ἐριώπιδος· αὕτη γὰρ γυνὴ Ἀγχίσου.
* ὁ “δέ” ἀντὶ τοῦ γάρ.
430. τὴν περὶ κῆρι φίλησεν] καὶ ταῦτα εἰς σύστασιν τοῦ Ἀλκα-
τῆς φύσεως μέτρον.
432. τοὔνεκα 〈καί〉 μιν γῆμεν ἀνὴρ ὥριστος] ποιεῖ τὰς γυναῖκας σπεύδειν πρὸς κοσμιότητα.
ὥριστος] τινὲς ἄλλους ὑποτάσσουσι, “πρὶν Ἀντηνορίδας τρα-
φέμεν καὶ Πανθ〈ό〉ου υἷας Πριαμίδας θʼ, οἳ Τρωσὶ μετέπρεπον
ἱπποδάμοισιν, ἕως ἔθʼ ἤβην εἶχεν, ὄφελλε δὲ κούριον ἄνθος.”
*κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσίν] ὡς “οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἄρʼ φρένας (Il. 1. 115).
434. ὑπʼ Ἰδομενῆς Ποσειδάων ἐδάμασσεν] τοῦ πιθανοῦ ταῦτα
κατορθῶν.
435. θέλξας 〈ὄσσε φαεινώ〉] μεταβαλὼν τῆς ὀξυωπίας· καὶ ἔστηκεν
*ὅσσε φαεινά] οὐδετέρως· καὶ ἀλλαχοῦ “τὼ δέ οἱ ὅσσε παρ ποσὶν αἱματόεντα” (617).
437. * στήλην] παρὰ τὴν στάσιν ὠνόμασται.
438. στῆθος μέσον] ἐδίδαξε ποῦ κεὶται ἡ καρδία, ὡς καὶ Εὐδήμῳ δοκεῖ.
439. *ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα] περιέρρηξε δὲ αὐτοῦ τὸν χιτῶνα.
441. αὖον] ἀντὶ τοῦ ὀξύ· καὶ ἔστιν ἀκοῦσαι σχιζομένου θώρακος
ψόφον. §. “ἐρεικόμενος” δὲ ῥησσόμενος· ὅθεν ἐρειγμός καὶ ἐρεικτόν.
“ἧψε κατερεικτῶν χύτρας” (Aristoph. Ban. 505). §. δασυντέον δὲ
443. οὐρίαχον] τὴν ἐπιδορατίδα· εἰσὶν οἳ τὴν οὐράν. §. ἔδειξε δὲ
444. ἀφίει μένος] τὴν εἰς τοὔμπροσθεν ὁρμὴν ὁ σίδηρος ἵστη,
μὴ συγχωρούμενος ὑπὸ τῆς καρδίας. οἳ δέ, τὴν ψυχὴν ἀφιέναι τὸ
μένος ἐποίει.
446. ἄρα δή τι ἐίσκομεν] ὄντως ἄρα δή τι νομίζομεν ἄξιον εἶναι
τὸ τοὺς τρεῖς τούτους ἀνθʼ ἑνὸς ἀνῃρῆσθαι, ἐφʼ ᾧ σὺ μάτην πεφιλο-
τίμησο. ἢ οὕτως, ἄρα ἴσον ὀφείλομεν στοχάζεσθαι τὸ τρεῖς ἀνθʼ
ἑνὸς πεφονεῦσθαι, ἢ δῆλον ὅτι πολλῷ μεῖζον καὶ τριπλάσιον;
449. ὄφρα ἴδῃς] οὕτω Ζηνόδοτος· Ἀρίσταρχος δὲ “ἴδῃ” διὰ τοῦ ι.
*γόνος] ἀπόγονος.
450. ὃς πρῶτον Μίνωα τέκε] πρὸς κατάπληξιν τοῦ πολεμίου λε-
γόμενον καὶ ἡμᾶς εὐκαίρως ἐδίδαξεν. §. τὸ δὲ “ἐπίουρον” οἳ μὲν ὡς
451. Δευκαλίωνα] ἐκ Πασιφάης.
452. Δευκαλίων δʼ ἐμὲ τίκτε] “ἐμέ·” ὀρθοτονητέον τὴν ἀντωνυ-
πολέσσʼ ἄνδρεσσιν] εἶπε γὰρ “ἐν δʼ ἄνθρωποι πολλοὶ ἀπειρέσιοι”
(Od. 19. 172).
456. ἑταρίσσαιτο] συνεργὸν καλέσαιτο.
458. δοάσσατο] τοῦ δοκῶ παραγωγόν ἐστι δοκάσατο καὶ ἀποβολῇ
460. ἐπεμήνιε] ἐμέμφετο· “ὁ ξεῖνος δʼ εἴπερ μάλα μηνίει, ἄλγιον
461. οὔτι τίεσκεν] ἢ ὡς τῆς μητρὸς ἐκμηνάσης Ἀλέξανδρον, ἢ ὡς
(Il. 22. 470), οὐ τὸ σῶμα ἐφύλαξεν Ἕκτορος (Il. 23. 185).
*ἢ ‘ἐόντα μετ’ ἀνδράσιν’ ἢ ‘μετ’ ἀνδράσι τίεσκεν.’
464. γαμβρῷ] ἀδελφῆς ἀνδρί. “οἶος, σὺ〈ν〉 γαμβροῖσι κασι-
εἴπερ τίς σε κῆδος] κηδεία τοῦ νεκροῦ. §. τὸ δὲ “ἐπαμύνομεν”
τινὲς “ἐπαμυνέμεν·” ὑγιέστερον δὲ τὸ καὶ ἑαυτὸν συναριθμεῖν τῇ
ἐπικουρίᾳ πρὸς τὴν ἐκείνου αἰδῶ.
466. * τυτθόν] ἡ λέξις Θετταλῶν.
468. 〈θυμὸν ἐνὶ〉 στήθεσσιν ὄρινεν] τῶν γὰρ παλμῶν αἰτία ἡ
469. βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πολέμοιο μεμηλώς] ἡ τοῦ φίλου
470. φόβος λάβε] καὶ πῶς αὐτός φησι “δείδια δʼ αἰνῶς Αἰνείαν ἐπιόντα” (481); ἢ φόβον τὴν φυγήν φησιν· ἐπάγει γοῦν “ἀλλ᾿ ἔμεν᾿, ὡς ὅτε τις σῦς” (471).
τηλύγετον ὥς] ἤτοι μεμονωμένον ἢ γέροντ〈α〉 ἢ τηλοῦ τῆς
471. ἀλκὶ πεποιθώς] ἀπὸ τῆς ἄλξ καὶ ἄλξω καὶ ἄλξις καὶ ἔπαλξις.
473. * χώρῳ ἐν οἰοπόλῳ] ὁ γὰρ μονιὸς ἀλκιμώτερος.
474. πυρὶ λάμπετον] ὡς πυρί, ἢ ὑπὸ πυρός· καὶ ἀλλαχοῦ δέ φησι “πῦρ δ᾿ ὀφθαλμοῖσι δεδ⌈ο⌋ρκ ⌈ώς⌋” (Od. 19. 440).
475. ἀλέξασθαι] ἀμύν⌈ασθαι⌋ §. ἐναργῶς δὲ τὰ συμβαίνοντα περὶ αὐτ⌈ὸν] συνεκτίθεται, ὥσ〈τε〉 μηδὲ χρείαν ἔχειν τοῦ ὀνόματος τούτου.
477. αὖε δ᾿ ἑταίρους] τὸ μὲν μεῖναι γενναίου, ⌈τὸ⌋ δὲ ⌈καλεῖν⌋ τοὺς
ἑταίρους ἀσφαλοῦς. §. καὶ τὸ “ἐσορῶν” πραγματικῶς πρόσκειται
μὴ προσκαλεῖσθαι· οὐχ ὡς Δηίφοβος οὖν (457) [ρυμμαχίας δὲ
βάσανος] καταλείπει τὴν τάξιν.
480. * ἐν πολλοῖς οὐ φέρεται.
481. καί μ᾿ οἴῳ] ἡ συναλ〈ο〉ιφὴ ὡς “ἥ μ᾿ οἴῳ ἔρροντι συνήν- τετο νόσφιν” (Od. 4. 367).
καί μ᾿ οἴῳ 〈ἀμύνετε· δείδια δ᾿ αἰνῶς⟩] ἀντὶ τοῦ μονωθέντι. §. ὁ δὲ
484. ἥβης ἄνθος] τινὲς κε ἐτῶν, οἳ δὲ μ΄, ἐπεί φησιν Ἡσίοδος
“τοῖς 〈δ᾿ 〉 ἅμα τεσσαρακονταέτης αἰζηὸς ἕποιτο” (Opp. 441). τὴν
δὲ ἥβην καὶ ἐπὶ κτηνῶν Ἡίοδος, “ἥβης μέτρον ἔχοντε” (ib. 438),
ὁ δὲ ποιητὴς ἐπὶ φυτοῦ, “ἡμερὶς ἡβώωσα” (Od. 5. 69).
ὅτε κράτος ἐστί] ἐὰν μὲν 〈ᾖ〉 χρονικὸν τὸ “ὅτε,” ἔσται ἡ διάνοια οὕτως, ὅτε περὶ ἕκαστον ἄνδρα ἡ οἰκεία ἰσχὺς ἀκμάζει· ἐὰν δὲ ἡ δύο μέρη λόγου, οὕτως, ὅ ἐστιν ἀνδρὶ κράτος μέγιστον, τὸ ἐν τῷ ἀκμαιοτάτῳ τῆς ἡλικίας ὑπάρχειν.
ὅτε κράτος] εὐτολμία, εὐρωστία. τινὲς δέ, ὅτε—ἐν τῷ ἀνθεῖν δη- λονότι—κράτος ἀνδρὶ μέγιστον.
485. *ὁμηλικίῃ] τινὲς καὶ χωρὶς τοῦ ῑ.
τῷδ᾿ ἐπὶ θυμῷ] ἐφ᾿ ᾧ νῦν ἐγώ εἰμι. §. αἱ δὲ Ἀριστάρχου “τῷδ᾿ ἐπί.”
486. *φέροιτο μέγα κράτος] λείπει τὸ κατ᾿ ἐμοῦ.
489. * ἐκέκλετο οἷς ἑτάροισι] καίτοι νέος ὢν οὐχ ὑπομένει τοῦτον.
490. Δηίφοβόν τε] ἄκρως ἐξήλεγξεν ὁ ποιητὴς τὸν Δηίφοβον·
492. 〈ὡς εἴ τε μετὰ κτίλον〉 ἕσπετο μῆλα] ἀδινὰ γὰρ τὰ πρόβατα καὶ μάλιστα ὅτε ἐπὶ ποτὸν πρόεισιν· τινὲς δὲ “κτίλον” τὸν ποιμένα.
493. πιόμεν᾿ ἐκ βοτάνης] “κατήιεν ἐκ νομοῦ ὕλης πιόμενος” (Od. 10. 159)· φιλοδο〈ξό〉τερός πως οὗτος· εἰ γὰρ μὴ τοιοῦτος ἦν. οὐκ ἂν τὴν κατὰ Πριάμου λύπην ἐκοινοποιεῖτο τοῖς Τρωσίν.
γάνυται] χαίρει· μάλιστα γὰρ αὐτὰ πιαίνει ποτόν, δοκεῖ τε
ρ΄ μέδιμνον ἁλὸς οἱ ποιμένες βάλλουσι διὰ πέντε ἡμερῶν. πῶς δὲ
τοὺς τοσούτους ἡγεμόνας ἑνὶ κτίλῳ εἴκασεν; ὅτι ἡγεμονικώτατος ἦν
ὁ Αἰνείας.
496. * αὐτοσχεδόν] ὡς συστάδην ἀγωνιούμενοι.
497. ξυστοῖσι] λείπει δόρασιν, ὡς ὅταν λέγωμεν ‘ἐν τῇ διπλῇ,’
λείποντος τοῦ στοᾷ.
499. ἔξοχον ἄλλων] αἱ πᾶσαι“ἔξοχον.” §. οἳ δὲ “ἔξοχοι ἄλλων”
502. *πρόσθεν ἀκόντισεν Ἰδομενῆος] Ἀριστοφάνης “πρόσθεν.”
ἀκόντισεν Ἰδομενῆος] 〈πῶς ἀκοντίζει;〉 ὑποκεχωρήκει γὰρ Ἰδο-
506. Ἰδομενεὺς δ᾿ ἄρα Οἰνόμαον] θαυμασίως ἀμφοτέρους μὲν ἀπο-
ἄλλον δέ τινα ἀναιροῦντα. τὸ δὲ ἐξαίρετον ἐνταῦθα παραφυλακτέον,
ὅτι κατὰ τὸ ῥητὸν οὐκ εἶπεν ὁ ποιητὴς τὴν ἄφεσιν τὴν ἀπὸ τοῦ Ἰδο-
μενέως καὶ τὴν ἀποτυχίαν, ἀλλ᾿ ἁπλῶς ἔφη βεβλῆσθαι τὸν Οἰνόμαον·
καίτοι τοῦτο οὐκ ἦν προκείμενον τῷ Ἰδομενεῖ, ἀλλ᾿ ἀποτυχίᾳ τοῦ
Αἰνείου τοῦτον βάλλει· ὃ δὲ ὡς προηγουμένως τούτου κατεστοχα-
σμένου πεποίηται τὸν λόγον.
*γαστέρα] λείπει ἡ κατά, κατὰ γαστέρα.
507. θώρηκος γύαλον] τὸ κύτος· περιφραστικῶς δὲ θέλει εἰπεῖν
διὰ, δ᾿ ἔντερα χαλκὸς ἤφυσε] διέτεμεν, ὥστε διαιρεῖσθαι τὴν σύμφυσιν· διὰ γὰρ τὴν ὑγρότητα καὶ 〈διὰ〉 τὸ ἀεὶ ἐν τῇ εὐρυ- χσρίᾳ πνεῦμα ἔχειν καὶ διὰ τὸ τῷ μεσεντερίῳ λαγαρῶς προσδεδέ- σθαι ἄτακτον ἔχοντα τὴν κίνησιν ῥᾳδίως προπίπτειν πέφυκεν.
508. *ἀγοστῷ] πήχει.
510. οὐδ᾿ ἄῤ ὅτ᾿ ἄλλα] τινὲς “οὐδ᾿ ἄρα τἆλλα” κατὰ κρᾶσιν. κακῶς. τινὲς δὲ “ἔτ᾿ ἄλλο·” καὶ ἄμεινον.
ἐπείγετο γὰρ βελέεσσι] κατεσπεύδετο γὰρ ὑπὸ τῶν βελῶν. §.
513. οὔτ᾿ ἄῤ ἐπαίξαι] οὔτε ὁρμῆσαι ἐπὶ τὸ ἴδιον βέλος. τοῦτο δὲ
καθολικώτερον εἶπε διὰ τὴν ἡλικίαν, ἐπεί τοι καὶ τοῦ Οἰνομάου (511)
ἐξέσπασε τὸ δόρυ καὶ τοῦ Ὀθρυονέως (372 sqq.) τῷ τε Ἄρει αὐτὸν
εἰκάζει(500). §. τινὲς δὲ ὑφ´ ἓν γράφουσι “μεθεόν” τὸ ἀφεθέν. ἢ
ὅτι μετὰ τὸ λαβεῖν τὸ ἴδιον ἔγχος δειλὸς οὐκ ἦν, αὐτῷ ἐνὸν ἐγκλῖναι
καὶ φυγαδείαν ἀσπάσασθαι, ἀλλὰ παρὰ πόδα ὑπεχώρει μαχόμενος·
διὸ καὶ “βάδην” (516) εἶπεν.
514. καὶ ἐν σταδίῃ μὲν ἀμύνετο—τρέσσαι δ᾿ οὐκέτι] εἰκότως οὖν καὶ ἔμπροσθεν συὶ αὐτὸν εἴκασε, τῷ δι᾿ ὑπομονῆς ἑδραίας οὐ δι᾿ εὐκινησίας ἀμυνομένῳ τοὺς ἐπιόντας. §. τὸ δὲ “βάδην” (516) ἀντὶ τοῦ ὑπὸ πόδα.
516. ἀκόντισε Δηίφοβος] ὡς ἀντεραστὴς Ἑλένης, ὡς μαρτυρεῖ
Ιβυκος (fr. 34b B.) καὶ Σιμωνίδης (r. 208 B.). ἀλλ᾿ οὔτε ἤρα
“μεσαιπόλιος” (361), οὔτε τὸ παρὰ Ιβύκῳ ἀληθές· ἀλλὰ διὰ τοὺς
πεσόντας. §. τὸ δὲ “αἰεί” καὶ ἐπὶ τοῦ ἐλαχίστου χρόνου τίθεται,
ὡς “αἰεὶ δ᾿ ἡνίοχον” (ΙΙ. 23. 502). §. κότος (517) δὲ οὐκ ἐπὶ τοῦ
ἀποκειμένου χόλου. §. οὗτος δέ ἐστιν ὁ ἐπὶ τῷ Ἰδομενεῖ πάντας
συναγαγών. ἀλλ᾿ οὔτε Αἰνείας οὔτε αὐτὸς ἐπέτυχεν.
517. *ἔχεν κότον ἐμμενὲς αἰεί] οὐκ ἀποκείμενον.
518. δ᾿ Ἀσκάλαφον] τὸν Ἀσκάλαφον καὶ τὸν Ἰάλμενον Ἄρεος
λέγων παῖδας οὐδὲν περὶ αὐτῶν φησι, κωμῳδῶν τοὺς δίχα ἀρετῆς
ἁφῆς, ὁ λίαν σκληρός.
521. βριήπιος] παρεξηλλαγμένον ἐστὶ τοῦ βοὴν ἀγαθός, ὡς
ποδάρκης καὶ ποδήνεμος. ἢ διὰ τοὺς βρυγμοὺς τῶν πολεμίων.
523. 〈ἄκρῳ Ὀλύμπῳ〉 ὑπὸ χρυσέοισι νέφεσσιν 〈ἧστ〉 —ἐεργό- μενοι 〈πολέμοιο〉] ὅ ἐστι, ταῖς πύλαις τοῦ Ὀλύμπου. ἢ ἀντὶ τοῦ ‘εἰς τὰ αἰθέρια νέφη,’ ἅπερ τῷ πλησιάζειν αὐτοῦ χρυσίζει.
527. Δηίφοβος μὲν—πήληκα 〈φαεινὴν ἥρπασε〉] ὡς ἐπὶ τὸ πολὺ
κλοπῇ κέχρηται καὶ ὀξυλαβ〈ε〉ίᾳ. καὶ ὅρα τὸ ῥῆμα. οὐ γὰρ ἐσκύ-
λευσεν, ἔφη, ἀλλ᾿ “ἥρπασε” τὴν πήληκα. πλὴν οὐδὲ οὕτως
ἀποφέρεται τὸ σκῦλον, ἀλλὰ τρωθεὶς ἀφίησιν αὐτό.
*πήληκα] παρὰ τὸ πάλλεσθαι.
529. βραχίονα] Κομανὸς θηλυκῶς φησι τὴν βραχίονα, ἵνα ἀκούω-
μεν τὴν χεῖρα.
532. πρυμνοῖο βραχίονος] ἄκρου, τοῦ πρὸς τὸν ὦμον, ὡς “νείαιραν
533. τὸν δὲ Πολίτης] οὐκ ἄσημος· “βοὴν ἀγαθόν τε Πολίτην”
(II. 24. 250)· “υἱεῖ Πριάμοιο Πολίτῃ” (Il. 2. 791). ἦν δὲ ἐξ
Ἑκάβης. §. τὸ δὲ “τιτήνας” (534) ἀντὶ τοῦ περιλαβὼν ταῖς χερσίν,
ἐκ τοῦ τιταίνω.
536. 〈μάχης ἠδὲ πτολέμοιο〉] τῶν μαχομένων καὶ πολεμούντων.
νέχθησαν εἴς τινα τόπον.
541. * ἔνθ᾿ Αἰνέας] ὡς Ἑρμέας· οὕτως Ἀρίσταρχος.
Ἀφαρῆα Καλητορίδην] Νέστορος οὗτος ἀδελφός.
542. ἐπὶ οἵ] ὀρθοτονητέον τὴν οι· ἀντὶ γὰρ συνθέτου παραλαμ-
543. ἑάφθη] ἐπηκολούθησε, παρὰ τὸ ἕπω τὸ δηλοῦν τὸ ἀκολουθῶ
ἄλλως: ἑάφθη] δασυντέον· παρὰ γὰρ τὸ ἅπτω ἀόριστος ἥφθη,
544. θυμοραῖστής] τὸ ῥαῖσαι πολλάκις καὶ ἐπὶ τοῦ ἀφελέσθαι τίθεται.
545. Ἀντίλοχος δέ] καὶ προσεκτικὸν τὸν νεανίαν εἰσάγει καὶ μετὰ ἐπιμελείας πάντα πράττοντα· τοιοῦτόν τι ἐνθάδε καὶ τὸ “δοκεύσας,”
546. * ἀπὸ δέ] Ζηνόδοτος “διὰ δέ.”
547. ἀνὰ νῶτα θέουσα] ἀνατομικῶς. οἶδε τὴν καλουμένην κοίλην φλέβα τὴν ἐκ δεξιῶν τῆς ῥάχεως ἀνερχομένην ἀπὸ τοῦ ἥπατος καὶ κατὰ τὸ διάφραγμα χωροῦσαν ἐπὶ τὴν καρδίαν καὶ ἀπὸ ταύτης ἐπὶ τὸν τράχηλον.
548. ὃ δʼ ὕπτιος] ὀρθῶς ἐπὶ τὴν πληγὴν ἐποίησε πίπτοντα. τῆς
φλεβὸς γὰρ διακοπείσης καὶ μηδεμιᾶς ἀντισχέσεως γενομένης ἐπ᾿
αὐτὸ τὸ ἀλγοῦν ἠνέχθη.
549. χεῖρε φίλοις—πετάσσας] εἰς βοήθειαν παρακαλῶν.
550. αἴνυτο τεύχεα—παπταίνων] μέγα μὲν τὸ σκυλεῦσαι, μεῖζον δὲ τὸ προφυλάττεσθαι.
551. Τρῶες δέ] ἀντὶ τοῦ Τρώων δέ. §. “παρασταδόν” Ζηνό-
553. εἴσω ἐπιγράψαι τέρενα χρόα] τὸν εἴσω χρόα. §. “τέρενα” δὲ τὸν νέον, ὡς τὸ “ἁπαλόν τε σφ᾿ ἦτορ” (Il. 11. 105).
554. Ποσειδάων ἐνοσίχθων— ἔρυτο] ἅμα μὲν ἐπεὶ πρόγονος αὐτοῦ
—ὅθεν καὶ ἐν Ὀδυσσείᾳ (3. 43) τούτῳ τῷ θεῷ φαίνονται θύοντες·
διὸ καὶ “ἱπποσύνας” αὐτὸν ἐδίδαξεν (Il. 23. 307)—ἅμα δὲ ἔγκειται
καὶ τὸ παιδευτικόν, ὅτι τῶν θεοφιλῶν οἱ παῖδες διασῴζονται· τί
γὰρ ἐπάγει ὅτι παῖς ἦν Νέστορος, οὐχ ὅτι αὐτοῦ ἀπόγονος;
555. καὶ ἐν πολλοῖς βελέεσσιν] καὶ ἐν ταῖς ἄλλαις μάχαις·
οὐ γὰρ νῦν βάλλεται ἀλλ᾿ οὐτάζεται. §. τὸ ἔγχος (557)τὴν ἐνέργειαν
αὐτοῦ δεδήλωκεν.
558. *σειόμενον ἐλέλικτο] ὅμοιον τῷ “ἔγχεα δὲ πτύσσοντο” (134).
τιτύσκετο] πᾶσα προσοχὴ παρὰ τούτῳ εὑρίσκεται, καίτοι νέῳ ὄντι καὶ οὐχ ὑπερέχοντι τὸ σῶμα ἀλλὰ διὰ σύνεσιν κατορθοῦντι.
559. *ἤ τευ ἀκοντίσσαι] τινός, ἀντὶ τοῦ τινά.
562. ἀμενήνωσεν 〈δέ οἱ αἰχμήν〉] μεταφορικῶς ἀπὸ τοῦ φοροῦντος· μένος γὰρ αἰχμὴ οὐκ ἔχει.
563. βιότοιο μεγήρας] φθονήσας Ἀδάμαντι, μὴ ἀφέληται τὸν βίον
564. σκῶλος πυρίκαυστος] σκῶλον τὸν σκόλοπα· οἱ γὰρ ἄγροι-
ᾖ στερεώτερον. χρῶνται δὲ αὐτῷ ἀντὶ αἰχμῆς. ἐπεὶ οὖν καὶ τὸ
δόρυ οὐ σφόδρα ἐνεργὸν εἶχε τὴν δύναμιν, ἔμεινέ φησιν ἐπὶ τοσοῦτον
διελθόν, ὅσον καὶ σκῶλος περονῆσαι δύναται.
567. ἀπιόντα] προχωροῦντα, ὑποποδίζοντα· οὐ γὰρ στραφέντα·
ἐπώδυνον· ὅθεν οἱ διακεντοῦντες τοὺς ὑδερικοὺς οὐ κεντοῦσι κατωτέρω
τοῦ ὀμφαλοῦ, διὰ τὸ γίνεσθαι σπασμούς· ἴσως δὲ ἐντροπαλιζόμενος
ὑπεχώρει, ἐπεὶ οὐκ ἂν κατὰ τὴν ὀσφῦν ἐτρώθη” ἀναχωρῶν.
*μετασπόμενος] ἐπιδραμών, ἐπακολουθήσας.
570. * ἑσπόμενος] συνακολουθῶν. §. τινὲς δὲ “σχόμενος”
συνεχόμενος.
571. ἤσπαιρε] τὸ σπαίρειν καὶ τὸ σκαίρειν τινὲς συγχέουσι
ταὐτὸν δηλοῦν νομίζοντες, καίπερ Ὁμήρου διακρίνοντος· τὸ μὲν γὰρ
σπαίρειν μετὰ τοῦ α κατὰ Ἀττικὴν συνήθειαν λέγει ἀσπαίρειν,
“ἀσπαίροντα λαβών” (Od. 19. 229) καὶ “ἥ ῥα οἱ ἀσπαίρουσα καὶ
οὐρίαχον πελέμιξεν” (443) καὶ ὡς ἐνταῦθα, τὸ δὲ σκαίρειν οὐκέτι
μετὰ τοῦ α,“μολπῇ τ᾿ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο” (Il.18.572).
ἔστιν οὖν ἡ διαφορά, ὅτι τὸ μὲν σπαίρειν καὶ ἀσπαίρειν ἄμουσόν
τινα δηλοῖ κίνησιν, ὃ γίνεται ἐν ἰχθύσι καὶ τῷ δεδεμένῳ κατὰ τὸν
ποιητὴν βοΐ, τὸ δὲ σκαίρειν ἔμμουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθ-
μον· οἶμαι δ᾿ ἔγωγε καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον
κατὰ διαφόρου〈ς〉 ἐννοίας διαφόρως προσηγορεῦσθαι τῆς κινήσεως
οὐχ ὁμοίως ἑκατέρῳ γενομένης, τῷ δὲ σκάρῳ πάντως ὀξυτέρας· ἀφ᾿
ἧς καὶ τὴν πολύσκαρθμον Μύριναν (Il. 2. 814) προσεῖπεν ὁ ποιητὴς
μίαν τῶν Ἀμαζόνων, ὡς φασι (schol. Lycophr. 243), καὶ εὐσκάρθ-
μους ἵππους (31)· ἀπὸ δὲ τοῦ αὐτοῦ ἐν συνηθείᾳ τὸ σκιρτᾶν καὶ τὸ
σκαρδαμυκτεῖν τοὺς ὀφθαλμοὺς εἴρηται.
*ἡ προσθήκη τοῦ “οὔρεσι” ἄγριον δείκνυσι τὸν ταῦρον.
572. * ἰλλάσιν] τοῖς ἐξ ἱμάντων σχοινίοις.
573. ὡς ὃ τυπείς] καὶ μὴν προεῖπε “βάλε δουρί” (507)· οἳ μὲν τὸ μέτωπον πληγείς, οἳ δὲ τὴν ψυχήν, ὡς τὸ “κατεπλήγη φίλον ἦτορ” (Il. 3. 31), οἳ δὲ ὡς τὸ “Πήδασον οὔτασεν ἵππον” (Il. 16. 467) —ἐβέβλητο γὰρ ὑπὸ Σαρπηδόνος—οἳ δὲ ἀντὶ τοῦ τύπτων τοῖς ποσὶ καὶ λακτίζων.
574. *ὄφρα] ὡς τὸ “τοῖο δ᾿ αμα ψυχήν 〈τε〉 καὶ ἔγχεος ἐξέρυσ᾿ αἰχμήν” (Il. 106. 505).
576. *Δηίπυρον] ὁμώνυμος οὗτος τῷ Πυραίχμῃ.
*κόρσην] τινὲς κρόταφον.
577. Θνρηικίῳ μεγάλῳ] μόνοι γὰρ ἐν βαρβάροις οἱ Θρᾷκες μεγίστοις
ξίφεσι χρῶνται. ἢ ἀπὸ τοῦ ἐπικουρικοῦ τῶν Θρμᾳκῶν ἔχει λαβών,
ἢ μετεπέμψατο ὡς καλλιστεῦον· οἳ δὲ τῇ καλουμένῃ ῥομφαίᾳ. §. τὸ
578. καί τις Ἀχαιῶν—ἐκόμισ〈σ〉εν] ἡδέως πάνυ καὶ ἀξιοπίσ- τως τὸ πλῆθος ἐμφαίνει μὴ εἰπὼν τὸν ἄραντα.
582. Ἑλένῳ— ἄνακτι] παρὰ τὸ ἀνώγειν καὶ κελεύειν τοὺς μάντεις, ὡς “Τειρεσίαο ἄνακτος” (Od. 11. 151).
583. τόξου πῆχυν] οἳ μὲν κατὰ Δωριέας τὴν νευράν, οἳ δὲ τὸ κέρας, οἳ δὲ τῷ πήχει τὸ τόξον εἷλκεν.
584. τὼ δ᾿ ἄῤ ὁμαρτήτην] Ἀρίσταρχος “ὁμαρτήδην” ὡς“τμήδην”
(Il. 7. 202) φοράδην, ἵν᾿ ᾖ προεπίζευξις· οἳ δὲ “ἁμαρτήτην” ἅμα
προΐεντο, ὡς ἀπειλήτην.
585. *νευρῆφιν] τοῦ τόξου, συνεκδοχικῶς.
586. * ἔπειτα] ἀντὶ τοῦ δή· “οἳ μὲν ἔπειτα πεσ〈σ〉οῖσι” (Od. 1. 106).
587. * θώρηκος γύαλον] ἐν περιφράσει· οὐ γὰρ μέρος.
588. 〈πτυόφιν〉] τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς ἔχοντα, οἷς καὶ τὴν γῆν μεταβάλλουσι, θρίνακας· καὶ παρὰ τοῖς Ἀττικοῖς δὲ πτέα.
589. θρῴσκωσιν κύαμοι 〈μελανόχροες〉] περιφερεῖς γὰρ ὄντες ῥᾷον
τῶν πυρῶν ἀφάλλονται. τῷ δὲ ἐπιθέτῳ κεκάλυπται τὸ ταπεινὸν τῆς
λέξεως. τοὺς δὲ κυάμους ὡς μέλανας οὐκ ἐσθίουσιν οἱ ἱερεῖς· οἳ δὲ ἱερὸν
λόγον φασίν· “ἶσον κυάμους τε φαγεῖν 〈κεφαλάς τε〉 τοκήων” διὰ
τὸ “ψυχῆς αἰζηῶν βάσιν ἔμμεναι ἡδ᾿ ἀναβαθμὸν εἰς Ἀίδαο δόμον,
590. πνοιῇ ὑπὸ λιγυρῇ 〈καὶ λικμητῆρος ἐρωῇ〉] ἅμα δὲ 〈καὶ
τίνα〉 καὶ πότε δεῖ λικμᾶν ἐδίδαξεν· 〈λέγει γὰρ〉 ὅτι καὶ ῥωμαλέος
ἔσται ὁ λικμῶν πρὸς τὸ ἀναβάλλειν αὐτά, τὸν ἄνεμον ἔχων συνεργόν.
594. ᾗ ῥ᾿ ἔχε] ὅπου. ὡς “ᾗ ῥ᾿ ἴδε γυμνωθέντα” (Il. 12. 389). §. τὸ
599. *ἐυστρόφῳ] οὐκ “ἐυστρεφεῖ.”
οἰὸς ἀώτῳ] ἐξ ἐρίων γὰρ συνέπλεκον τὰ κῶλα τῆς σφενδόνης,
600. θεράπων] δοῦλος ὁπλοφόρος κατὰ Κρῆτας. §. τὸ δὲ “ἔχε”
ἀντὶ τοῦ ἀντιποιούμενος.
603. σοί, Μενέλαε] ἀναφώνησις τοῦ ποιητοῦ ὥσπερ ἀποδεχο- μένου καὶ οἷον ἐναβρυνομένου τῷ ἄνακτι ὡς ἰδίῳ ἀθλητῇ. §. τὸ δὲ “σοί” ἀντὶ τοῦ ὑπὸ σοῦ.
605. *ἅμαρτε] κατὰ τὸ σιωπώμενον γὰρ ἀνῄρηται τὸ δόρυ.
παραὶ δέ οἱ ἐτράπετο] ὥστε παρὰ βραχὺ γενέσθαι τὴν ἐπιτυχίαν.
608. κατεκλάσθη δʼ ἐνὶ καυλῷ] τῷ αὐλῷ τῆς ἐπιδορατίδος, εἰς
609. ὃ δὲ—χάρη] Μενέλαος ἐπὶ τῇ κλάσει.
καὶ ἔλπετο νίκην] Ζηνόδοτος “μέγα δʼ ἔλπετο νίκην.”
611. ὑπʼ ἀσπίδος εἵλετο] τὴν ὑπὸ τὴν ἀσπίδα κρυπτομένην·
612. ἐλαΐνῳ] παρὰ τὸ ἐλαία· ἐλαί〈ι〉νος ἦν, καὶ Ἀττικῶς ὑφῄ
ρηται τὸ ι. καὶ γὰρ ἀπὸ τοῦ Πείραιος Πειραίδης φησί—“Πτολε-
μαίου Πειραίδαο” (Il. 4. 228)—καὶ παρὰ τὸν Ἀλκαῖον Ἀλκαΐδης
(Pind. Ol. 6. 68).
ἀμφὶ πελέ〈κ〉κῳ] τῷ στειλειῷ, διὰ τὸ περιέχεσθαι ὑπὸ τοῦ πελέ- κεως. τινὲς δὲ καὶ αὐτὸν τὸν πέλεκυν οὕτως, ὡς καὶ τὸ “ἡμιπέ- λεκ〈κ〉α” (Il. 23. 851) δηλοῖ. καὶ τὸ συναμφότερον· “πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης” (Od. 3. 442)· κατεχρήσατο δὲ ἐπὶ τῆς ἀξίνης πέλεκυν λέγων.
613. ἀλλήλων 〈ἐφίκοντο〉] λείπει ἡ κατά. §. ἡ κοινὴ “ἐφίκοντο·”
615. ἄκρον ὑπὸ λόφον] ἀξιοπίστως τὸ λεπτομερέστατον ἐδή- λωσεν,
*προσιόντα] ἀπὸ κοινοῦ τὸ διήλασεν.
616. * λάκε] ἤχησεν.
617. αἱματόεντα] τινὲς δυϊκῶς. §. διὰ δὲ τοῦ “πέσον” ἐδήλωσεν
618. * ἰδνώθη] συνεκάμφθη ἐπὶ τένοντα.
620. λείψετέ θην] ὅ ἐστιν, οὐκέτι παρέσεσθε πολεμήσοντες ἐπ᾿
αὐτάς. ἠθικὸς δὲ ὁ λόγος, ὡς τὸ “οὐ μέν θην κάμετόν γε μάχῃ)
ἔνι’ (Il. 8. 448).
*λείψετε] λείπει ‘ἀναιρούμενοι ὡς Πείσανδρος.’
621. ὑπερφίαλοι] ἄσπονδοι, παράνομοι. §. “ἀκόρητοι” δὲ ἢ εἰρω-
(Il. 20. 2), ἢ μηδʼ ἐν τῷ πολέμῳ ἀποδιδόντες τὴν Ἑλένην.
622. * “μέν” ἀντὶ τοῦ μήν. §. ὁ δὲ νοῦς, τοῖς εἰς ἐμὲ ὑμῖν
623. κακαὶ κύνες] κατωφερεῖς δι᾿ Ἄλέξανδρον ἢ ἀναιδεῖς δι᾿
Ἕκτορα. ἄκρως δὲ καὶ τῷ θηλυκῷ ἐχρήσατο εἰς τὴν ἀνανδρίαν τῶν
βαρβάρων. πρὸς δὲ τὴν λώβην (622) μόνην ὑπήντησεν.
626. καὶ κτήματα πολλά] μετὰ γὰρ πολυτελοῦς σκευῆς, ὡς ἐπὶ θυσίαν ἥκουσα, ἥρπαστο ὑπ᾿ αὐτοῦ.
* οὐκ οἶδε γὰρ αὐτὴν ἐκ Θησέως Ἰφιγένειαν ποιήσασαν.
628. * ὡς τὸ “οἳ μεμάασιν ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν” (Od. 22. 263).
629. * ὅτι πάντες ἥρωες καλοῦνται.
631. ἔμμεναι ἄλλων, 〈ἀνδρῶν δὲ θεῶν〉] τῶν μὲν ἄλλων ἀνδρῶν
*ἠθικὴ καὶ ἔμψυχος ἡ δικαιολογία ὡς πρὸς παρόντα τὸν Δία.
632. σέο δ᾿ ἐκ τάδε πάντα πέλονται] εὖ τὸ μὴ εἰπεῖν, σὺ δὲ B=
ἀνόητος εὑρέθης, πάντα δὲ τὰ γινόμενα ἐκ σοῦ ἐστιν. §. τὸ δὲ
“οἷον” ἀντὶ τοῦ πῶς· ἔστι δὲ μετὰ θαύματος καὶ μέμψεως, ἅμα
634. * Τρωσίν] ὧν ἡ ψυχὴ ὑβριστική ἐστιν.
636. πάντων μὲν κόρος ἐστί] κἀκείνων κόρος ἐστὶν ὧν τις ἐφίεται
πλησθῆναι μᾶλλον τῆς τοῦ πολέμου πλησμονῆς, φημὶ δὲ ὕπνου καὶ
φιλότητος.
καὶ φιλότητος] Πίνδαρος “κόρον δ᾿ ἔχει καὶ μέλι καὶ τὰ τέρπν᾿ ἄνθε᾿ Ἀφροδίσια” (Nem. 7. 52).
637. μολπῆς τε γλυκερῆς] περισσὸν αὐτὸν εἶναί φασί τινες· ἥττων
γὰρ ἡ ἐπιθυμία (636) τῆς μολπῆς· ἢ ὅτι ἔμελεν αὐτοῖς “〈χορόνδε
ἔρχεσθ᾿ ,〉 ἠὲ χοροῖο νέον λήγοντα καθίζειν” (Il. 3. 394)· καὶ παρὰ
Φαίαξι δέ (Od. 8. 248)· καὶ ἕως τινὸς οἱ εὐγενεῖς νέοι ὠρχοῦντο ἐν
ταῖς τραγῳδίαις· καὶ οἱ μὲν Ἀθηνᾶν, οἳ δὲ Διοσκούρους φασὶν εὑρεῖν
τὴν ὄρχησιν.
ἀμύμονος ὀρχηθμοῖο] ἀμωμήτου· ἔστι δὲ καὶ φαύλη ὄρχησις·
638. τῶν πέρ τις] τούτων μᾶλλον ἐπιθυμεῖ τις κορεσθῆναι· πο-
ἡδίστων κόρος γίνεται· ἐὰν γὰρ εἴπῃς, ὅτι πολέμου τις οὐκ ἐπι-
θυμεῖ κορεσθῆναι, δικαίως “Τρῶες μάχης ἀκόρητοι ἔασιν.” τὸ δὲ
ἑξῆς, πάντων μὲν κόρος ἐστί, Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν, ὅτι
ἀδικήσαντες μάχονται· τοῦτο γὰρ ὕβρεως, οὐκ ἀνδρ〈ε〉ίας.
*ἐξ ἔρον εἷναι] ἀντὶ τοῦ πλησθῆναι.
640. τὰ μὲν ἔντεα 〈—αἱματόεντα〉] τὰ μὲν αἱματόεντα ἔντεα, ὡς τὸ “τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα” (Il. 1. 11).
643. υἱὸς — Πυλαιμενέος] εἴπερ ἐκείνου τοῦ Πυλαιμένους ἦν υἱὸς
ὁ Ἁρπαλίων, ἀλογώτατον ἦν μὴ φαίνεσθαι αὐτὸν ὑπερμαχοῦντα
τοῦ πατρός.
Πυλαιμένεος βασιλῆος] ἔνιοι ἐνόμιζον τοῦτον εἶναι τὸν ἐν τῇ
Ε (576) ὑπὸ Μενελάου ἀναιρεθέντα· “ἔνθα Πυλαιμένεα ἑλέτην
ἀτάλαντον Ἄρηι, ἀρχὸν Παφλαγόνων.” ἔστιν οὖν ὁμωνυμία, ἐκείνου
μὲν ἄρχοντος 〈ὄντος〉, τούτου δὲ βασιλέως. πολλαὶ γὰρ παρὰ τῷ
ποιητῇ ὁμωνυμίαι· Σχεδίοι δύο Φωκέων ἡγούμενοι, ὃ μὲν Περιμή-
δους “ἔνθ᾿ Ἕκτωρ μὲν 〈ἕλε〉 Σχεδίον. Περιμήδεος υἱόν, ἀρχὸν
Φωκήων (Il. 15. 515). ὃ δὲ Ἰφίτου “Ἕκτωρ δ᾿ αὖτ᾿ Αἴαντος
ἀκόντισε δουρὶ φαεινῷ· ἀλλ᾿ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον
ἔγχος—ὃ δὲ Σχεδίον, μεγαθύμου Ἰφίτου υἱόν, Φωκήων ὅχ᾿ ἄριστον”
(Il. 17. 304). Εὐρυμέδοντες δύο ἡνίοχοι, ὃ μὲν Ἀγαμέμνονος (Il.
228), ὃ δὲ Νέστορος (Il. 8. 114)· καὶ κήρυκες δὲ Εὐρυβάται
δύο, ὃ μὲν Ὀδυσσέως (Il. 2. 184), ὃ δὲ Ἀγαμέμνονος (Il. 9. 170)·
καὶ Ἄδραστοι τρεῖς βάρβαροι, ὃ μὲν “ Μέροπος Περκωσίου” υἱὸς
ὑπὸ Διομήδους ἀναιρούμενος (Il. 2. 831), ὃ δὲ ὑπὸ Μενελάου (Il.
46), ὃ δὲ ὑπὸ Πατρόκλου (Il. 16. 694)· Ἀκάμαντες δύο, ὃ μὲν
Εὐσώρου (Il. 6. 8), ὃ δὲ Ἀντήνορος (Il. 2. 822)· Ἀστύνοοι δύο, ὃ
μὲν ὑπὸ Διομήδους ἀναιρούμενος “ἔνθ᾿ ἕλεν Ἀστύνοον” (Il. 5. 144).
τῷ δὲ ἑτέρῳ Πολυδάμας τοὺς ἵππους δίδωσιν (Il. 15. 455)· καὶ
Θόωνες τρεῖς βάρβαροι· ἐφ᾿ ἕνα γοῦν ὁρμᾷ Διομήδης—φησὶ γὰρ
“Θόωνά τε, Φαίνοπος” υἱόν (Il. 5. 152)—τὸν δὲ Ὀδυσσεὺς ἀναιρεῖ
“Θόωνα καὶ Ε〈ν〉νομον ἐξενάριξεν” (Il. 11. 422). τὸν δὲ τρίτον
Ἀντίλοχος, “Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα” (545). Με-
λάνιπποι τρεῖς, τὸν μὲν Τεῦκρος ἀναιρεῖ ἐν τῇ Θ (276), τῷ δὲ
δευτέρῳ Ἕκτωρ παραινεῖ ταῖς ναυσὶν ἐμπεσεῖν (Il. 15. 546), ὁ δὲ
τρίτος ὑπὸ Πατρόκλου ἀναιρεῖται (Il. 16. 695)· Ὀφελέσται δύο, 〈ὃ
μὲν ὑπὸ Τεύκρου (Il. 8. 274), ὃ δὲ ὑπ᾿ Ἀχιλλέως (Il. 21. 210)·
Ὑψήνορες δύο), ὃ μὲν ὑπ᾿ Εὐρυπύλου (Il. 5. 76), ὃ δὲ ὑπὸ Δηιφό-
* Πυλαιμένεος] ἐν τῇ Ε (576) Ζηνόδοτος ἔγραφεν “Πυλαιμένεα.”
649. χρόα] ἀντὶ τοῦ χρωτός.
651. καί ῥ᾿ ἔβαλεν γλουτὸν—αὐτὰρ ὀιστὸς ἀντικρὺ κατὰ κύστιν]
654. * θυμὸν ἀποπνείων] ἐντεῦθεν δῆλον ὅτι πνεῦμα ἡ ψυχή.
ὥς τε σκώληξ ἐπὶ γαίῃ] ἀκινητεῖ γάρ, ἢν θίγῃ τις αὐτοῦ·
657. ἐς δίφρον ἀνέσαντες] οὐδένα τῶν ἀποθανόντων οὕτως ἐξάγει·
οὔσης· ἐπὶ ναυσὶ γὰρ μάχονται. §. τὸ δὲ “ἀνέσαντες” ἀντὶ τοῦ
658. μετὰ δέ σφι πατήρ 〈κίε〉] ὁμωνυμία γάρ ἐστιν· τινὲς δὲ τὴν
ψυχὴν τοῦ πατρός· καλῶς δὲ διὰ τὸν καιρὸν λόγους οὐ περιτίθησιν αὐτῷ,
ἀλλ᾿ ἑτέρωθι τούτους φυλάττει ἐπὶ Ἕκτορα. §. ὁ δὲ Ἀριστοφάνης
ἀθετεῖ, ὁ δὲ Ἀρίσταρχος ἢ ἀθετεῖν φησι δεῖν ἢ ὁμωνυμίαν νομίζειν.
660. * τοῦ δὲ Πάρις— χολώθη] λείπει ἡ περί, ἵνα ᾖ ‘περὶ
661. * ξεῖνος γάρ] ἢ μόνοις αὐτοῖς ἢ καὶ τοῖς ἄλλοις ξενοδόκος ἦν Ἀλέξανδρος.
662. τοῦ ὅγε χωόμενος] ἁπλοῦν τοῦτο ἦν, ‘τοῦ ὅγε χωόμενος
663. ἦν δέ τις Εὐχήνωρ Πολυίδου] Φερεκύδης οὕτω γενεα-
λογεῖ· “ἀπὸ Μελάμποδος Μαντίον, οὗ Κλειτόν, οὗ Κοίρανον, οὗ Πο-
λύιδον” εἶτα “Πολύιδος φησί “γαμεῖ Εὐρυδάμειαν τὴν συλέως τοῦ
Αὐγέου· τῷ δὲ γίνεται Εὐχήνωρ καὶ Κλειτός, οἳ Θήβας εἷλον σὺν τοῖς
Ἐπιγόνοις· ἔπειτα ἐς Τροίην ἔρχονται σὺν Ἀγαμέμνονι· καὶ θνήσκει
Εὐχήνωρ ὑπὸ Ἀλεξάνδρου.’
664. ἀγαθός τε] ἀγαθὸς καὶ ὁ νέος, ὅτι εἰδὼς ἧκε, καὶ ὁ πατήρ,
*Κορινθόθι] ὅτε ἥρως λέγει, Ἕφυραν ὀνομάζει.
665. ὅς ῥ᾿ εὖ εἰδὼς κῆῤ ὀλοήν] οὐκ εἶπεν ὅτι τούτῳ ὁ πατὴρ τάδε προεῖπεν περὶ τοῦ τέλους, ἵνα μὴ ἀδολεσχεῖν δοκῇ, ἀλλὰ τὸ τελευταῖον τοῦ διηγήματος προὔθηκεν.
ὅς ῥ᾿ εὖ εἰδώς] ἵνα τῷ παραδόξῳ τῆς ἀναφωνήσεως εἰς προσοχὴν ἐπισπάσηται τὸν ἀκροατήν, εἶτα ἐξ ἀναστροφῆς 〈πάλιν〉 διηγεῖται.
668. *ὡς Κορίνθιος γὰρ ὑπὸ Ἀγαμέμνονι ἦν 〈Εὐχήνωρ〉.
670. * νοῦσόν τε στυγερήν] τὴν ἐν τῷ γήρᾳ ἕψησιν.
671. ὑπὸ γναθμοῖο] τῆς γνάθου, κατὰ τὸν ὑπὸ τὸ οὖς τόπον. οἳ δὲ γνάθον τὴν σιαγόνα.
673. *δέμας] διὰ. τὸ “ὥς.”
674. Ἕκτωρ οὐκ ἐπέπυστο] τὸ διήγημα δαιμονίως ἐξῆρε, σιω- πήσας [δαιμονίως γὰρ ἦν] τὰ κατὰ τὸν Ἕκτορα, ἐφ᾿ ἃ ἀναστρέφει.
675. “ἐπ᾿ ἀριστερά” τοῦ Ἕκτορος, οὐ τοῦ στρατοῦ· ἐπεὶ γὰρ ἐπ᾿ ἀριστεροῖς ἐστιν ἡπύλη δι᾿ ἧς εἰσῆλθεν (Il.12.462), αὐτόπτης ἂν ἐγίνετο.
677. τοῖος γὰρ γαιήοχος] ἀντὶ τοῦ μετὰ τοσαύτης προθυμίας.
678. πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν] οὐ πᾶν ἦν ἔργον τοῦ θεοῦ, ἀλλὰ πρὸς τῷ αὐτῶν σθένει καὶ αὐτὸς ἐπεκούρει. καὶ 〈δηλοῖ〉 ὅτι ταῖς προθυμίαις συλλαμβάνει τὸ θεῖον.
681. * Αἴαντος] τοῦ Λοκροῦ· ἐπάγει γὰρ “Λοκροί” (686).
683. τεῖχος χθαμαλώτατον] ἀντὶ τοῦ χθαμαλόν, ὡς “ἀκρότατον
δ᾿ ἄῤ ὀιστός” (Il. 4. 139). ἦν δὲ 〈χθαμαλὸν〉 διὰ τὸ ἀφῃρῆσθαι
τῆς ἐπάλξεως ὑπὸ Σαρπηδόνος, ἢ ὡς πρὸς σύγκρισιν τοῦ πολυαν-
δρίου, ὡς ἠπειγμένως ποιήσαντες οὐκ ἐξωμάλισαν αὐτό· διὸ καὶ ἡ
ὑπέρβασις τοῖς βαρβάροις δυνατὴ γέγονεν.
684. * ζαχρηεῖς] λίαν ἐπιβαροῦντες, παρὰ τὸ χραύειν.
685. Ἰάονες] ἄλλοι εἰσὶ 〈παρὰ τοὺς Ἴωνας〉· οἱ Ἰάονες γάρ. Ἀνδροτίων φησί, στήλην ἔστησαν Λακεδαίμονος διορίσαντες ἐπιγρα- φεῖσαν “τάδ᾿ οὐχὶ Πελοπόννησος, ἀλλ᾿ Ἰάονες,” Λάκωνες δὲ “τάδ᾿ ἐστὶ Πελοπόννησος, οὐκ Ἰάονες.’ §. ἤτοι Ἴωνες· Βοιωτικῶς δὲ διεῖλεν εἰς τὸ “Ιάονες·” εἴρηνται δὲ ἀπὸ Ἴωνος τοῦ Ξούθου καὶ Κρεούσης.
* Ἰάονες] οἱ ἐν Πελοποννήσῳ.
ἑλκεχίτωνες] οἳ μὲν 〈ἐν〉 τοῖς χιτῶσι τῶν ἐναντίων ἕλκη ποιοῦντες,
686. καὶ Φθῖοι] Φθιῶται οἱ ὑπὸ Ἀχιλλεῖ, Φθῖοι δὲ οἱ ὑπὸ Πρω-
καὶ Βοιωτῶν. §. “φαιδιμόεντες” δὲ ἀντὶ τοῦ φαίδιμοι, παραγώγως·
687. * σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον] μόγις ἐπεῖχον τὸν Ἕκτορα
689. οἳ μὲν Ἀθηναίων] οὐκ ἐτήρησε τὴν τάξιν. πρώτους γὰρ εἶπε Βοιωτούς (Il. 2. 494)· κατεῖχον δὲ τὰ τάγματα τῶν περάτων Βοιωτοὶ καὶ Ἀθηναῖοι, ἐπὶ μὲν τοῦ ἀριστεροῦ πρῶτοι ὄντες Βοιωτοί, ἐπὶ δὲ τοῦ δεξιοῦ ἔσχατοι ὄντες Ἀθηναῖοι.
690. Μενεσθεύς] καὶ ἀλλαχοῦ “Στιχίος δῖός τε Μενεσθεύς,
ἀρχοὶ Ἀθηναίων” (195).
691. αὐτὰρ Ἐπειῶν Φυλείδης] καὶ μὴν Ἀμφίμαχος καὶ Θάλπιος
Ἠλείων ἦσαν ἡγεμόνες (Il. 2. 620). Ἀρίσταρχος δὲ καὶ τοὺς ἐκ Δουλι-
χίου Ἐπειοὺς καλεῖ· ὡς γὰρ ἐξ Ἤλιδος φυγόντος Φυλέως, εἰκὸς ἦν
αὐτῷ συναίρεσθαί τινας ὧν ἦρχε Μέγης· εἰ δὲ ἐκείνων νῦν μέμνηται
Ἐπειῶν τῶν ἐξ Ἥλιδος, πιθανὸν ἂν εἴη ἡγεῖσθαι αὐτῶν Μέγητα ὡς
ὁμοεθνῆ· Ἀμφίμαχος γὰρ (Il.13.186) καὶ Διώρης (Il.4.517) οἱ τῶν
Ἠλείων δυνάσται ἀνῄρηνται, Θάλπιος δὲ καὶ Πολύξενος τραυματίζονται.
αὐτὰρ Ἐπειῶν] μεταξὺ ἦσαν Ἀθηναίων καὶ Λοκρῶν· διό φησιν “Αἴαντα ταχὺν ἢ Φυλέος υἱὸν ἄνστησον” (Il. 10. 175, 6).
692. * φυλείδης τε Μέγης τε Ἀμφίων τε Δράκίος τε] οὗτοι ἀντὶ Διώρους καὶ Ἀμφιμάχου ἐτάχθησαν.
694. νόθος υἱός] ἐξ Ἀλκιμάχης τῆς Αἰακοῦ ἦν ὁ Μέδων (695).
697. * Ἐριώπιδος] Φέρητος ἦν αὕτη.
701. Αἴας δ᾿ οὐκέτι] νῦν τοὺς Λοκρῶν ἡγεμόνας καταλέγει. §. τὸ
δὲ “ἵστατο” (702) Ζηνόδοτος “ χάζετο” γράφει.
703. ἀλλ᾿ ὥς τ᾿ ἐν νειῷ] τὴν τάξιν τῆς στάσεως καὶ τὴν προ-
βόε οἴνοπε] οἰνώδεις εἰς τὸ ὁρᾶν· οἳ δὲ μέλανες, ὡς “οἴνοπα
705. πρύμνοισιν κεράεσσι] εἰσὶ γὰρ οἱ “κεραελκέες” (Call.
Dian. 179) καλούμενοι· οἳ δὲ συμπάσχειν τοῖς ποσὶ τὰ κέρατα
τῇ διατάσει τῶν νεύρων φασίν· διὸ μετὰ κάματον αὐτοὺς ἀλείφεσθαι
τὰ κέρατα κηρῷ ἢ ἐλαίῳ ἢ πίσσῃ, ὡς Ἀριστοτέλης φησίν (H. A.
πολὺς δ᾿ ἀνακηκίει ἱδρώς] “πολὺς ἀνακηκίει” χωρὶς τοῦ “δέ” αἱ πᾶσαι.
706. 〈τὼ —〉 ἀμφὶς ἐέργει] ἀπ᾿ ἀλλήλων αὐτοὺς χωρίζει.
707. τέλσον ἀρούρης] τέμνει τὸ ἄροτρον τὸ βάθος ἢ τὸ πέρας τῆς γῆς.
709. πολλοί τε καὶ ἐσθλοὶ—ἕποντο] τὸ τληπαθὲς Αἴαντος δεί- κνυσιν, εἴγε πολλοὶ καὶ ἀγαθοὶ διαδέχονται αὐτοῦ τὸ σάκος.
710. * ἐξεδέχοντο] διεδέχοντο.
712. οὐδ᾿ ἄῤ Ὀιλιάδῃ] λεληθότως δεδήλωκε τὴν αἰτίαν τῆς
συμπνοίας τῶν Αἰάντων· ἐν ὀλίγῳ γὰρ χωρίῳ γιγνομένης τῆς μάχης
ἀχρεῖοι ἦσαν οἱ Λοκροὶ ψιλοὶ ὄντες. καὶ ἔδει αὐτοῖς προβλήματός
τινος· ὑποδύντες οὖν ὑπὸ τοὺς ὁπλίτας Σαλαμινίους ὄπιθεν βάλλουσιν.
713. μίμνε φίλον κῆρ] γράφεται “ἔργ᾿ ἐμεμήλει.” πῶς οὖν ἐν
τῇ Ἐπιπωλήσει(Il.4. 274) φησὶ “νέφος εἵπετο πεζῶν;” ἢ ὡς ταραχῆς
γεγονυίας καὶ ἄλλοι συνεμίχθησαν αὐτοῖς.
716. *ἀώτῳ] ἔδει ἀώτοις.
717. * ἔπειτα] ἀντὶ τοῦ δή.
719. * οἳ μέν] οἱ Σαλαμίνιοι.
723. *λευγαλέως] ὀλεθρίως.
725. *Ἕκτορα] λείπει ἡ πρός.
726. Ἕκτορ, ἀμήχανος ἐσσί] ἐν καιρῷ ἀναμιμνῄσκει τὸν Ἕκ-
τορα τῆς ἰδίας συμβουλῆς —ἔλεγε γὰρ “μὴ ἴομεν Δαναοῖσι μα-
χησόμενοι περὶ νηῶν” (Il. 12. 216)—ἀλλ᾿ οὐκ ἀντικρὺς αὐτὸς
ἐκφέρει, ὅτι παρακούσας τῆς συμβουλῆς ἐκάκωσας τὴν στρατιάν·
ἀπήχθετο γὰρ τῷ βασιλεῖ καὶ φιλονεικότερον αὐτὸν ἐποίει καὶ
ἄλλως θρασὺν ὄντα. εἰς πολλὰ οὖν τρέπει τὸν λόγον τῇ γνωμο-
727. οὕνεκά τοι περὶ δῶκε θεός] καὶ τοῦτο τεχνικῶς· οὐ γὰρ
οὕνεκά τοι περὶ δῶκε θεός] ἐν ἐρωτήσει ὁ λόγος. πραγματικῶς
729. αὐτὸς ἑλέσθαι] πάντα εἰς θεὸν ἀναφέρει ὁ ποιητής, οἷον
ἐστι καὶ τὸ “ἐκὼν δ᾿ οὐκ ἄν τις ἕλοιτο” (Il. 3. 66)· ἀδύνατόν
φησίν ἐστιν, ἃ σὺ θέλεις, ἔχειν σε.
730. ἄλλῳ μὲν γὰρ ἔδωκε θεός] ὅτι θεόσδοτοι αἱ ἀρεταί. §. Ζηνό-
732. ἄλλῳ δ᾿ ἐν στήθεσσι] πιθανῶς ἐν πρώτοις τὸ αὐτοῦ, δεύ-
*νόον τίθει] οὕτως Ἀριστοφάνης.
733. τοῦ δέ τε πολλοί] τοῦ νοῦ. §. “ἐπαυρίσκονται” δὲ ἀπο-
Opp. 293).
734. πολεῖς] πολλούς. ἀλλ᾿ ἤδη προεῖπε“τοῦ δέ τε πολλοί (733).
μάλιστα δέ κε] πλεονάζει ὁ “κέ.” §. “ἀνέγνω” τὴν ἐκ τοῦ πράγ-
736. πάντῃ γάρ σε περὶ στέφανος —δέδηεν] εἴωθεν ἀπὸ τοῦ
ἀπὸ τῆς στεφάνης τῶν γυναικῶν· οὐδένα γὰρ οἶδε στεφανούμενον ὁ
ποιητής. §. ἡ δὲ “περί” πρὸς τὸ “δέδηεν,” ἴν᾿ ᾖ ‘περιλάμπει,’ οἷον
737. Τρῶες δὲ μεγάθυμοι] τοῦτ᾿ ἂν εἴη ἀγαθοῦ συμβούλου τὸ
ἐπεὶ κατὰ τεῖχος ἔβησαν] ἀφ᾿ οὗ κατέβησαν τὸ τεῖχος.
740. πάντας ἀρίστους] ἀντὶ τοῦ ἀριστεῖς. §. πιθανῶς δὲ χρῆται
ρήσῃ.
741. ἔνθεν δʼ ἂν 〈μάλα πᾶσαν ἐπιφρασ〈σ〉αίμεθα βουλήν〉] ἐκ τοῦ καλέσαι τοὺς ἀρίστους βουλευσόμεθα τὸ συμφέρον.
742. κεν ἐν〈ὶ〉 νήεσσι —πέσωμεν] καθόλου τῆς ἑτέρας γνώμης
ἐστὶν ὁ Πολυδάμας, ἀλλ᾿ οὐκ αὐτὴν ἐκφέρει· ἠπίστατο γὰρ οὐ
δεξόμενον τὸν Ἕκτορα. ἄμφω οὖν τέθεικεν, ἵνα ἐπ᾿ ἐκείνῳ ᾖ τὸ
ἑλέσθαι. ὅτι γὰρ ὡς παράδοξον αὐτὸ πρῶτον τέθεικε, δῆλον ἐκ τῆς
ἐπιφορᾶς “αἴ κ᾿ ἐθέλῃσι θεός (743), ὡς δύσκολον καὶ ἐπὶ μόνῳ θεῷ
κείμενον τὸ ἑλεῖν τὰς ναῦς.
744. ἔλθωμεν ἀπήμονες] καὶ ἐντεῦθεν δῆλός ἐστιν ἀναζεῦξαι βου-
λόμενος, ὅτι προσδοκᾷ τι δεινὸν ἐκ τῆς ἐπὶ ναυσὶ μάχης· ἄπιστον
γὰρ ἡγεῖται τὸ ἀπήμονας ἀναχωρῆσαι.
745. ἀποστήσωνται—χρεῖος] τουτέστιν ‘ἴσως ἀπολάβωσιν,’ ὡς ἐν
ζυγῷ τὸ ἴσον στήσαντες καὶ ἀπομετρούμενοι ὄφλημα· χρεῖος γὰρ τὸ
χρέος εἶπε καὶ ὄφλημα, οὐχ ἁπλῶς πρᾶγμα· φησὶν οὖν, δέδοικα μή
πως δανεισάμενοι χθὲς τὴν νίκην ἀποδῶμεν αὐτοῖς, αὐτῷ σταθμῷ στή-
σαντες τό χρέος.
ἄλλως: σταθμῷ ἀποδῶσι τὴν χθεσινὴν ἡμῶν εὐημερίαν· ἐν τῇ
κόλῳ γὰρ μάχῃ εὐτύχησαν Τρῶες. στῆσαι δὲ τὸ ζυγοστατῆσαι
καὶ ἐξισάσαι τῷ αὐτῷ μέτρῳ· θεραπεύει δὲ τὸν Ἕκτορα λεληθόσιν
ἐπαίνοις, ὑπομιμνῄσκων αὐτὸν τῶν χθὲς αὐτῷ κατωρθωμένων.
747. * ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀίω] πλεονεκτούμενοι γὰρ ἱκετεύ〈σ〉ουσιν αὐτόν.
748. ἅδε δ᾿ Ἕκτορι] διδάσκει πείθεσθαι τοῖς καιροῖς. τοιοῦτος γὰρ
ἦν καὶ Ἀγαμέμνων, ἐπιπλήσσων Ὀδυσσεῖ (Il.4. 339) καὶ Διομήδει ἐν
τῇ Ἐπιπωλήσει (ib. 370), καὶ ὕστερον ἀνεχόμενος αὐτῶν ὀνειδιζόντων.
751. * ἐρύκακε] μὴ ἔα χωρίζεσθαι.
754. ὄρεϊ νιφόεντι] καὶ Ὅλυμπος ἄρα ὄρος· φησὶ γὰρ “ κατ᾿
756. ἀγαπήνορα] τὸν δι᾿ ἀνδρ〈ε〉ίαν ἀγαπώμενον· ἢ μᾶλλον,
761. πάμπαν ἀπήμονας] ταχίστῃ συλλήψει ἐδήλωσεν ὧν μὲν
763. πρὸς τὸ δεύτερον ἀπήντηκε, πρὸς τὸ “οὐδ᾿ ἀνολέθρους”
764. βεβλημένοι οὐτάμενοί τε] συλληπτικῶς· ἐβέβλητο γὰρ
765. “ἀριστερά” τοῦ Ἕκτορος, δεξιὰ τοῦ τείχους.
766. Ἀλέξανδρον, Ἑλένης πόσιν] ἐσπούδαζε γὰρ αὐτῆς ἀνὴρ εἶναι,
εἵπετ᾿ ἄκοιτις” (ib. 447). οἳ δὲ τὸν τέως ὄντα· διὸ Μενέλαον οὐδέ-
ποτε πόσιν αὐτῆς εἶπεν.
768. προσέφη αἰσχροῖς ἐπέεσσιν] ὡς αἴτιον τῆς μάχης, καὶ ἐπεὶ
γεγονώς, ὡς ἀναγκάσας διαβῆναι τὸ τεῖχος, ἄλλῳ τὴν αἰτίαν ἀνα-
φέρει· ὅπερ ἴδιον τῶν δυσχεραινόντων καὶ τὰ ἴδια ἁμαρτήματα με-
τατιθέντων. ὅπερ καὶ ἐξελέγχει ὁ Πάρις ἐν τῇ ἀποκρίσει “Εκτορ,
ἐπεί τοι θυμὸς ἀναίτιον 〈αἰτιάασθαι〉” (775).
769. εἶδος ἄριστε] ἐπειδὴ τὸ “γυναιμανές” συνάπτει, μέμφεται
τὸ κάλλος, ὡσεὶ ἔλεγεν ‘ἐπὶ μοιχείᾳ καλλωπιζόμενε,’ ἐπεί τοι ἀλλα-
χοῦ “οὐχ ὁράᾳς, οἷος κἀγώ” (Il. 21. 108).
770. ποῦ τοι Δηίφοβος] ἠθικῶς ὁ “τοί” ἐνταῦθα· οὐ γὰρ
772. νῦν ὥλετο] εἰκονικῶς προβάλλεται τὴν φωνὴν καὶ τὸ βλέμμα τοῦ σχετλιάζοντος.
κατ᾿ ἄκρης] ἕως τῆς ἀκροπόλεως. §. τινὲς “κρῆς” μονοσυλλάβως,
773. 〈ὤλετο πᾶσα κατ᾿ ἄκρης Ἴλιος αἰπεινή· νῦν τοι〉 σῶς
αἰπὺς ὄλεθρος] σῳζόμενος. τ〈οι〉οῦτο γὰρ ὀλέθρου σῳζομένου γίνε-
ται τοῖς ἐντυγχάνουσιν. οἳ δὲ ἰσχυρός, οἳ δὲ πλήρης, οἳ δὲ σωστέος.
ἵν᾿ ᾖ, νῦν σοι σῳστέον τὸν ὄλεθρον, ὅ ἐστι, νῦν ὀφείλεις σκοπῆσαι
πῶς σωθήσῃ.
775. αἰτιάασθαι] λείπει “θέλει” οἳ δὲ τὸ“αἰτιάασθαι” ἀντὶ τοῦ
778. ἐξ οὗ γάρ] ἐξ ὅτου παρώρμησας τοὺς ἑταίρους ἐπὶ ταῖς ναυσίν. ἡρέμα δὲ ἐλέγχει, ὅτι ἐκεῖνος αἴτιος, ἀναγκάσας ἐνταῦθα ἐλθεῖν· σαφῶς δὲ οὐ δύναται ἐλέγχειν.
779. * ὁμιλέομεν Δαναοῖσι] κατὰ ἴλας συμβάλλομεν.
780. *ἕταροι] περὶ ὧν ὕστερον ἠρωτήθη φησίν.
782. τετυμμένω] σύλληψις· φησὶ γὰρ “δουρὶ βραχίονα τύψεν” (520)· καὶ περὶ τοῦ ἐτέρου “τὴν βάλεν, ᾗ ῥ᾿ ἔχε τόξον” (594).
786. ἀλκῆς δε〈υ〉ήσεσθαι, ὅση δύναμίς 〈γε πάρεστιν〉] ὅση μοι
πάρεστι δύναμις, παραυξήσω τὴν ἀλκήν.
787. * παρ δύναμιν δ᾿ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν] τῶν πάνυ χρησίμων ἡ γνώμη καὶ καθ᾿ αὑτὴν 〈ὑπάρχουσα〉.
791. Ὀρθαῖον] ὡς Ἀλκαῖον· τὰ γὰρ διὰ τοῦ αιος εἰς σύμφω-
νον ἔχοντα τὴν ἄρχουσαν καταλήγουσαν προπερσπᾶσθαι θέλει.
§. “Ὀρθαῖον” ἁπλοῦν, Εὔμαιος σύνθετον.
793. ἀμοιβοί] οἳ μὲν πεζοί, οἳ δὲ ἀμειβόμενοι Πρίαμον ὑπὲρ
ὧν ἐπεκούρησε Φρυξίν, οἳ δὲ διάδοχοι τῶν προκαμόντων, ἵνα ᾖ ἔπαινος
τῶν Ἑλλήνων διαδοχῇ μὴ κεχρημένων· καὶ ἐπὶ τῶν ἄλλων γὰρ
νοητέον· παρατηρητέον δὲ ὅτι κατὰ μέρος τὰς ἐπεξεργασίας ποιεῖ-
ται· τὸ γὰρ εἰπεῖν, ὅτι ἐγίνοντο διαδοχαὶ τῶν στρατιωτῶν, ψυχρὸν
〈ἄν〉 ἦν, ἐπὶ δὲ τῆς χρείας χαρίεν.
795. οἳ δ᾿ ἴσαν—ἀνέμων] κατ᾿ ἀρχὰς μὲν ἀέλλῃ τὴν ἔφοδον
ἵνα τοὺς σφοδροὺς ἐμφήνῃ.
*οἳ δέ] οἱ περὶ Ἕκτορα.
796. ὑπὸ βροντῆς] 〈ἡ ἄελλα〉 μετὰ βροντῆς ἐπιφέρεται μὲν ὡς
797. θεσπεσίῳ] θείῳ, οἱονεὶ τῷ μετὰ θείου σκηπτοῦ φερομένῳ,
ἢ μετὰ ὀργῆς θεῶν κατιόντι· δηλοῦν οὖν θέλει τὴν ἀπὸ θεοῦ κατα-
βεβηκυῖαν ἄελλαν.
798. κύματα παφλάζοντα] δεῖξαι θέλει καὶ φύσιν κυμάτων.
τὸ ὁμοιοκατάληκτον κύματα παφλάζοντα,” “κυρτὰ φαληριόωντα,”
καὶ ἔχει ἕκαστον τῶν ὀνομάτων ἰδίαν χάριν· τὰ μὲν γὰρ παφλά-
ζοντα” πρὸς τὸν ἦχον, τὰ δὲ “κυρτά” πρὸς τὸν ὄγκον, τὰ δὲ “φαλη-
ριόωντα” πρὸς τὸ χρῶμα. προειπὼν δὲ “ἐν δέ τε πολλὰ κύματα”
ἐπεξηγεῖται πῶς πολλά, “πρὸ μέν τ᾿ ἄλλ᾿ , αὐτὰρ ἐπ᾿ ἄλλα” (799).
εἰς δὲ τὴν συνέχειαν τῆς ἐπιφορᾶς τῶν πολεμ〈ί〉ων ἡ εἰκών. §. τὸ
δὲ “φαληριόωντα” (799) λευκανθίζοντα τῷ ἀφρῷ, ὡς καὶ οὗτοι τῇ
* παφλάζοντα] ἐν τῷ ἀναζεῖν ἠχοῦντα. πρὸς τὸν Τρωικὸν
799. *πρὸ μέν τ᾿ ἄλλα] πρόσω μὲν ἄλλα.
805. πήληξ] παρὰ τὸ πάλλεσθαι ὠνόμασται. οὗτος δέ ἐστιν ὁ κορυθάιξ.
806. * ἐπειρᾶτο] ἐπείραζεν.
προποδίζων] ἡρέμα ἕτερον 〈ἐφ᾿〉 ἑτέρῳ πόδα τιθείς.
807. προβιβῶντι] μετὰ πολλῆς ἀσφαλείας βαίνοντι. τῷ δὲ
808. ἀλλ᾿ οὐ σύγχει θυμόν] μετὰ τοῦτον Ζηνόδοτος γράφει “λίην γάρ σφιν πᾶσιν ἐκέκριτο θάρσεϊ πολλῷ.”
809. βιβάσθων] βαρυντέον, εἴτε ἀπὸ τοῦ βιβῶ ἐγένετο εἴτε ἀπὸ τοῦ βιβαστός. Ἀρίσταρχος δέ φησιν, “ἐὰν ὀξύνηται, ἔσται μακρὰ διαβάς.”
810. δαιμόνιε, σχεδὸν ἐλθέ] δαιμονίως τὸ “ἐλθέ·” τὸν μὲν γὰρ κίνδυνον ἴδιον αὐτῷ καθίστησι διὰ τοῦ “σχεδὸν ἐλθέ,” τὴν δὲ ἀρετὴν κοινὴν ἀπάντων· “οὔ τοι τι μάχης ἀδαήμονές εἰμεν” (811).
811. 〈οὔ τοι τι μάχης) ἀδαήμονές εἰμεν] ‘ἀμύνειν γὰρ ἴσμεν,’
ἵνα τὴν μὲν ἀτυχίαν κοινοῖτο, τὸ δὲ ἕτερον μή· μετρίως δὲ οὐκ ‘ἔμπειροί
ἐσμεν’ φησίν, ἀλλ᾿ ‘οὐκ ἀδαήμονες·’ τούτοις δὲ ἀντιτιθ〈έ〉ναι ἄξιον
τὰ Ἕκτορος, “αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας” (Il. 7. 237).
812. μάστιγι] τῇ πληγῇ, μεταφορικῶς.
814. ἄφαρ] ῥᾳδίως, παραχρῆμα· τινὲς δὲ ‘ἐέλπεται ἄφαρ ἐξα〈λα〉-
πάξειν, εἰσὶ δὲ χεῖρες καὶ ἡμῖν. ὥστε ἀμύνει.’ ἤ, εἰσὶ καὶ ἡμῖν
χεῖρες, ὥστε ἄφαρ ἀμύνειν.
818. ἀρήσῃ Διὶ πατρί] οὐ προμαντεύεται ἀλλὰ στοχάζεται ἀκούσας Ἀχιλλέως “ἀμφὶ δέ τοι τἠμῇ κλισίῃ —Ἕκτορα καὶ με- μαῶτα μάχης σχήσεσθαι ὀίω” (Il. 9. 654).
819. * θάσσονας ἰρήκων] πολλὴ ὑπερβολὴ τοῦ δέους.
822. “ἐπί] ὀπίσω.
824. ἁμαρτοεπές] τῶν βελτίστων λόγων ἁμαρτάνων, ὡς “μοιρη-
γενές” (Il. 3. 182)· ἐπιλέλησται δὲ τοῦ “ἐπειδὴ δῶκε θεὸς μεγε-
θός τε βίην τε καὶ πινυτήν” (Il. 7. 288)· τοιοῦτον γὰρ ὁ ἄνθρωπος·
ὅταν μὲν κινδύνῳ συσχεθῇ, ταπεινοῦται, ὅταν δ᾿ ὑπεκρυῇ, ἀφη-
νιάζει.
βουγάιε] τὴν γῆν ἐργαζόμενε βοῦ, διὰ τὸ δυσκίνητον καὶ μὴ
δρομικόν, ὡς Ἀχιλλεύς, καὶ μέγα τοῦ σώματος. ἢ ἐπὶ τῇ ἀσπίδι
γαίων. ἢ ἐπειδὴ εἶπε “χερσὶν ὑφ᾿ ἡμετέρῃσιν” 816)· καὶ Ἶρος
γὰρ ἔλεγεν “ὃν ἂν κακὰ μητισαίμην” (Od. 18. 27). οἳ δὲ “βου-
κάιε” ὅ ἐστιν ἄγροικε, “βουκαῖός τ᾿ ἀλέγοι καὶ ὀροιτύπος” Νί-
κανδρος (Thet. 5)· οἳ δέ φασιν, ὅτι Δουλιχῖται καὶ Σάμιοι τοὺς
825. Διὸς πάις] δʼ εὔχεται, καὶ παῖς Διὸς εἶναι καὶ δι᾿ ὅλου
826. * τέκοι δέ με—(Ἥρη] τεχθεὶς εἴην ὑπὸ Ἥρας.
827. ὡς τίετ᾿ Ἀθηναίη] ἔνθεν Ἀθηναῖον ὑπονοοῦσιν Ὅμηρον —πα- τρύον γὰρ τιμῶσιν Ἀπόλλωνα ἤ, ὅτι οὗτοι μόνοι πιστεύονται τὴν αἰγίδα, τιμᾶσθαι αὐτούς φησιν.
829. * πεφήσεαι] ἐκ τοῦ φῶ τὸ φονεύω.
830. * μακρόν] κατὰ βάθους ἐρχόμενον.
λειριόεντα] ἀνθηρόν, σκιατραφηθέντα. §. “χρόα” δὲ καλεῖ τὴν
831. * δάψει] Ἀκαρνᾶνες. §. ῥήξει.
κορέεις κύνας] ὄντως νεμεσητόν· ὁ γὰρ περὶ λύμης σώματος
ἀπειλῶν αἰκισθήσεται περὶ σῶμα.
832. * ἐπὶ νηυσίν] τινὲς “〈παρὰ〉 νηυσίν” γράφουσιν.
835. ἐπίαχον] δηλονότι ἀνθιστάμενοι, ὥστε ἐκ τῆς ἑκατέρων
836. * ἐπιόντας] οὓς ἐπήγετο ὁ Ἕκτωρ.
837. ἵκετ᾿ αἰθέρα] ἐν τάχει τὸ μέγεθος τῆς βοῆς ἐσήμανεν εἰς
Διὸς αὐγάς] τὸν οὐρανόν· “δι᾿ αἰθέρος οὐρανὸν ἧκεν” (Il.
αὐλή” (Od. 4. 74), “Ζεὺς δ᾿ ἔλαχ᾿ οὐρανὸν εὐρὺν ἐν αἰθέρι” (Il.
15. 192).
Καθελὼν τὸ τεῖχος ὁ ποιητὴς καὶ τοὺς Τρῶας εἰσαγαγὼν〈καὶ〉 ἀνα-
ἐπὶ ταῖς ναυσὶ μάχην ὑπερτίθεται διὰ Νέστορος καὶ τῆς τοῦ Διὸς
κοιμήσεως· δείκνυσι γὰρ ὡς ἄκων ἐλιμπάνετο 〈Νέστωρ〉 τῆς μάχης
1. Νέστορα] ἀπάγει ἡμᾶς ἀπὸ τοῦ ὁμοειδοῦς, μὴ θέλων ἐπιμένειν τοῖς Ἑλληνικοῖς ἀτυχήμασιν.
οὐκ ἔλαθεν] σημαίνει καὶ τὸ ἐκ προαιρέσεως μαθόντα παραπέμ-
ψασθαι· “καὶ τότ᾿ ἐγὼ Κίρκης —λα〈ν〉θ〈αν〉όμην” (Od. 12.
226, 7) καὶ “ἢ λαθέτ᾿ ἢ οὐκ ἐνόησεν” (Il. 9. 537).
οὐκ ἔλαθεν ἰαχή] τὸ ἰδίωμα τῆς βοῆς οὐκ ἔλαθεν αὐτὸν ὡς πάλαι πολέμων εὖ εἰδότα. καὶ Μενέλαος οὖν φησι “τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο’ (Il. 11. 467).
πίνοντά περ ἔμπης] ἀκολάστως φασὶ πίνειν αὐτόν· ἢ τάχα τὸν
κυκεῶνά φησιν, ὃς εἶχε καὶ οἶνον. τινὲς δὲ στίζουσιν εἰς τὸ “ἰαχή,”
καὶ τὸ ἑξῆς, ἀλλὰ καὶ πίνοντα τὸν Ἀσκληπιάδην προσεῖπεν· τινὲς δὲ
τὸ “ἔμπης” ἀντὶ τοῦ ‘ὁμοίως τῷ Μαχάονι,’ ὡς τὸ“ἔμπης εἰς γαῖάν
τε καὶ οὐρανόν” (174), “σὺ δὲ χαῖρε καὶ ἔμπης” (Od.5.205)ὁμοίως
παρών τε καὶ ἀπών, τόν τε “πέρ” πλεονάζειν, ὡς ἐν τῷ “μηδέ μοι ἦτορ
ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον” (Od. 17. 46, 7).
ἄλλως: πίνοντά περ] οὐχ ὅτι παράδοξον τὸ πίνοντα κραυγῆς
ἀκοῦσαι, ἀλλ᾿ ὅτι καὶ πίνων ὅμως παρεφύλαττε τὰ ἐπὶ τοῦ πολέμου
γινόμενα· ἐπάγει οὖν “μείζων δὴ παρὰ νηυσὶ βοή” (4), δηλῶν ὅτι καὶ
πρὸ τῆς βοῆς προσεῖχεν· δηλοῖ οὖν, ὡς οὐδὲν 〈ἡ〉 χρεία τῶν ἡδέων
κατὰ τὴν δίαιταν τοῖς σπουδαίοις ἐμποδὼν πρὸς ἐπίσκεψιν γίνεται.
2. ** 〈Ἀσκληπιάδην— προσηύδα] τὸ ἑξῆς, πρὸς Ἀσκληπιά- δην. Ξάνθης δὲ καὶ Ἀσκληπιοῦ υἱὸς Μαχάων.
3. δῖε Μαχᾶον] ὡς Ἀνδραῖμον.
* ἔσται] γενήσεται.
4. θαλερῶν] ἀπὸ τῶν φυτῶν· λείπει δὲ τῷ λόγῳ τὸ ἐστίν.
5. πῖνε καθήμενος] ἀντὶ τοῦ πῖθι, ὡς “διεφαίνετο χῶρος πιπ-
τόντων” (Il. 10. 199) ἀντὶ τοῦ πεσόντων. ὡς δὲ ἐπιπολαίας
οὔσης τῆς πληγῆς καὶ ἰατρὸς ὢν καταφρονεῖ τῆς διαίτης. §. οἳ δὲ
γράφουσι “μίμνε καθήμενος ἐν κλισίῃσιν.”
6. **〈εἰς ὅ κε〉 θερμὰ λοετρὰ 〈—θερμήνῃ〉] προανακτησάμενος αὐτὸν ποτῷ καὶ κυκεῶνι λούει, οὐ τὰ θερμὰ δὲ “θερμήνῃ” (7), ἀλλὰ θερμήνῃ ἅ ἐστι θερμαντικά.
7. ἄπο βρότον] ἀναστρεπτέον τὴν πρόθεσιν. §. διὰ δὲ τὸ ἀτονεῖν
8. *εἴσομαι] ὄψομαι, ἢ γνώσομαι.
εἰς περιωπήν] ὅθεν ἔστι περιοπτεύειν· ἢ κρημνός (Il. 12. 54),
9. τετυγμένον] εὔτυκτον, ὡς “ποιητὰς—πύλας” (Il. 12. 470),
ὀρυκτὴν τάφρον (Il. 8. 179), “〈ἅρμασι〉 κολλητοῖσιν” (Il. 23.
286)· λείπει γὰρ ἐν ὅλοις τὸ εὖ.
9, 10. σάκος—Θρασυμήδεος] διδάσκει, ὅπως δεῖ περὶ κτημάτων
ἀπιὼν μὴ φυγῆς δόξαν ἀπενέγκηται, ὡς καὶ Ἕκτωρ τὸ ἅρμα λιπὼν
ἄπεισιν εἰς τὴν πόλιν (Il. 6. 103).
12. ἄλκιμον] κατὰ ἀναφορὰν τὴν ἐπὶ τὸν φοροῦντα. §. “ἀκαχ-
13. τάχα δʼ εἴσιδεν] δαιμονίως τὴν ἔπειξιν τοῦ πρεσβύτου παρέ-
στησεν· οὐ γὰρ προσωτέρω προελθὼν περισκοπεῖ, ἀλλʼ ἅμα τῷ τῆς
σκηνῆς ἐκτὸς γενέσθαι.
*τάχα] ταχέως.
14. τοὺς δὲ κλονέοντας] τῇ ἐπιφορᾷ διέστειλε τὴν ἀμφιβολίαν,
πρώτη χειμῶνος ῥεῖ.
15. ἐρέριπτο δὲ τεῖχος] ἀντὶ τοῦ ἀνερήριπτο. §. αὔξει δὲ τὴν συμφορὰν ὡς φιλέλλην· ἡ ἔπαλξις γὰρ ἦν πεσοῦσα.
16. πορφύρῃ] μελαίνηται, ὅθεν καὶ “πορφύρεος θάνατος” (Il. 5.
ριμνᾶν.
*πορφύρῃ] Ζηνόδοτος διὰ τῆς ει διφθόγγου.
κύματι κωφῷ] ἀφώνῳ, μηδέπω παφλάζοντι καὶ κωφῷ, οἳ δὲ τῷ
*κωφῷ] τινὲς “πηγῷ” γράφουσιν.
17. *λιγέων] ὀξέων.
18. *αὕτως] ἀπράκτως. διαφέρει το〈ῦ〉 αὔτως.
οὐδʼ ἄρα τε] διὰ τοῦ “τέ” αἱ Ἀριστάρχου, ἵνα παρέλκῃ ὁ “τέ.”
*προκυλίνδεται] ἔμπροσθεν κυλίεται τὸ κῦμα.
〈οὐδʼ〉 ἑτέρωσε] ἀντὶ τοῦ εἰς τοὐπίσω, ἵνʼ ᾖ ἀπὸ κοινοῦ τὸ “κυλίν-
δεται,” ὅ ἐστιν ‘οὐδὲ εἰς τοὐπίσω ἀνακάμπτειʼ §. οὐκ ἐπὶ τοῦ
πολέμου, ἀλλὰ μεταβέβηκεν ὁ λόγος ἐπὶ τὸ κῦμα.
19. πρίν τινα κεκριμένον 〈καταβήμεναι ἐκ Διὸς οὖρον〉] τινὲς δὲ
‘κεκριμένον ἐκ Διός.ʼ §. διδάσκει, ὅτι τὸ ἄνω θερμὸν τὸν ἀέρα κινοῦν
καὶ “ἴκμενον οὖρον” (Il. 1. 479)· καὶ Ἰκμ〈α〉ῖος Ζεὺς τιμᾶται, ὁ
τῶν ἀνέμων δεσπότης (Apoll. Rhod. 1. 522)· καὶ “κοιμήσας δʼ
ἀνέμους χέει ἔμπεδον” (Il. 12. 281).
*κεκριμένον] ἀπλανῆ, σταθερόν· ἢ τῶν ἄλλων κεχαρισμένον.
20. *ὥρμαινε] ὥρμα τῇ διανοίᾳ.
δαϊζόμενος] διὰ μέσου τὸ “δαϊζόμενος.” §. τὸν δὲ δεύτερον η
B+ περισπαστέον· ὡς τιμώμενος δὲ λίαν παρὰ Ἀγαμέμνονι ἄτοπον ἡγεῖτο
μὴ ὁρᾶν αὐτὸν τετρωμένον. ἢ ὅτι οὐδὲν δεῖ ποιεῖν ἄνευ σκέψεως·
δεῖσθαι οὖν νενόμικε τῆς σὺν ἐκείνῳ βουλῆς, ὡς καὶ αὐτὸς ἐν τῇ
νυκτί (Il. 22. 73)· ἐπάγει γοῦν “ἡμεῖς δὲ φραζώμεθʼ, ὅπως ἔσται
τάδε ἔργα, εἴ τι νόος ῥέξει” (61).
21. διχθάδι᾿, ἢ 〈μεθʼ ὅμιλον〉] τὸ τέλειον διχθάδια· τινὲς δὲ
“διχθαδίη,” ὡς τὸ “ἢ μʼ οἴῳ ἔρροντι” (Od. 4. 368). ὥσπερ δὲ τὸ
κῦμα ἀργοῦν ἕστηκε πρὸ τῆς ἐμβολῆς τοῦ ἀνέμου, οὕτω καὶ ὁ γέρων.
ἔστι δὲ ταῦτα τοῦ βουλευτικοῦ καὶ ἔμφρονος, ἐπιμένοντος πλέον
ταῖς σκέψεσιν.
24. *ἐπʼ Ἀτρείδην] ἀντὶ τοῦ πρὸς Ἀτρείδην, ὡς “ἐνʼ ἔμʼ ἔρχεο” (Il. 10. 85).
ἀλλήλους ἐνάριζον] ἐμάχοντο γὰρ ἐκεῖνοι, πρὸς οὓς ἀπελθεῖν
25. λάκε δέ σφι] οἳ μὲν ἠλλάχθαι τὸν χρόνον, οἳ δὲ ἀντὶ τοῦ
ἐλήκει ἐνδείᾳ τοῦ ῑ, “ὡς ἄνοον κραδίην ἔχες” (Il. 21. 441). καὶ Ἰω-
νικῇ συστολῇ· ὠνοματοποίηται δέ· ὅθεν καὶ ἡ λακίς. §. “ἀμφι-
γύοισι” δὲ ἀμφοτέρωθεν γυῶσαι δυναμένοις, ὅ ἐστι βλάψαι· ἢ ἀμφο-
27. ξύμβληντο] συνέβαλον κατὰ συντυχίαν. ἤ, ὥσπερ ὁ Νέστωρ
28. * παρ νηῶν ἀνιόντες] τῶν πρὸς τῇ θαλάσσῃ νηῶν ἐπὶ τὰς ἐν
τῷ τείχει ναῦς.
ὅσοι βεβλήατο] καὶ μὴν μόνος ἐν αὐτοῖς Διομήδης ἐβέβλητο.
καὶ ἀλλαχοῦ “ὅντινα τοῦτον ἄγει βεβλημένον” (Il. 11. 612) ἀντὶ
τοῦ τετρωμένον· οὐ γὰρ δὴ Ἀχιλλεὺς ᾔδει, πότερον ἐκ προέσεως ἢ
συστάδην τέτρωται ὁ σὺν τῷ Νέστορι.
30. πολλὸν γάρ 〈ῥ᾿ 〉 ἀπάνευθε μάχης] ἐπεξηγεῖται τὸ “ἀνι-
ἐπὶ τὴν μάχην. ἀλλὰ προληπτικῶς τὴν αἰτίαν εἶπεν· ἔδει γάρ,
‘ὀψείοντες κίον· καὶ γὰρ πολλὸν ἀπάνευθε μάχης εἰρύατο νῆες.’
34. τὰς γὰρ πρώτας πεδίονδε εἴρυσαν] ὅτι οὐκ ἐν διστ〈ο〉ιχίᾳ
“πρώτας” τῶν πρός τι, καὶ εἰσὶ πρῶται μὲν αἱ πρὸς τῇ θαλάσσῃ
νενεωλκημέναι —ἑξῆς γοῦν φησι “νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι
θαλάσσης” (75) —ἔσχαται δὲ αἱ πρὸς τῷ τείχει. αἱ δὲ τοῦ
Ἀγαμέμνονος νῆες πᾶσαι πρὸς τῇ θαλάσσῃ ἦσαν, ὥς που φησὶν ὁ
32. ἐπὶ πρύμνῃσιν] τινὲς προπερισπάσαντες ἐσχάτας ἐξεδέξαντο, οὐχ ὑγιῶς. “πρύμνῃσιν” οὖν ταῖς πρύμναις, καὶ “ἐκί” ἀντὶ τῆς παρά· “ἀλλ᾿ ἔρχεσθ᾿ ἐπὶ νηυσίν” ἀντὶ τοῦ παρὰ ναυσίν· οὐ δύναται δὲ ταῖς ἐσχάταις·” οὐ γὰρ πρύμνον ἄλλου ἄλλο, ἀλλ᾿ αὐτὸ ἑαυτοῦ. “πρύμνον σκέλος” (Il. 16. 314) τὸ περὶ ἄκραν σάρκωσιν.
33. *οὐδὲ γὰρ οὐδ᾿ εὐρύς] μέγας, ὡς τὸ “εὐρυκρείων Ἀγαμέμνων.” πλεονάζει δὲ τὸ ἓν “οὐδέ.”
35. * προκρόσσας] κλιμακηδόν, τὴν ἑτέραν πρὸ τῆς ἑτέρας.
36. ἠιόνος στόμα μακρόν] διὰ τὸ ἔχειν ἐν ἑαυτῇ κοιλότητα πρὸς τὸ καθορμίζεσθαι τὰς ναῦς.
συνεέργαθον ἄκραι] “ἄκραι” τὰ κέρατα τοῦ ναυστάθμου, ὧν
ἐκτὸς οὐκ ἦν ναῦς. §. ὅσον φησὶ στόμα συνέκλειον αἱ ἄκραι τῆς
37. ὀψείοντες] αὕτη ἡ παραγωγὴ ἢ διὰ τοῦ ειω ἢ ἀπὸ ἐνεστώτων ἢ ἀπὸ μελλόντων γίνεται. κλίνεται δὲ μέχρι παρατατικοῦ.
ὀψείοντες] ὀπτικῶς ἔχοντες. §. Πτολεμαῖος “οὐ ψαύοντες.” τὸ
38. ἔγχει 〈ἐρειδόμενοι〉] καὶ Ὀδυσσεὺς γὰρ σκάζει· καὶ “τὼ δὲ δύω σκάζοντε βάτην παρὰ νῆας” (Il. 19. 47).
ἀθρόοι] πλήθους γὰρ ἀρχὴ ἡ τριάς· ἢ ὡς καὶ ἄλλων ἀσημο-
τέρων αὐτοῖς ἑπομένων, ἢ ἄφωνοι. §. Ἀρίσταρχος δὲ δασύνει τὸ
40. πτῆξε δὲ θυμόν] τῶν μὲν γὰρ τραυμάτων κατεφρόνουν ὡς γενναῖοι, τὸν θυμὸν δὲ ἤλγουν διὰ τοὺς συμμάχους.
πτῆξε δὲ θυμὸν 〈ἐνὶ στήθεσσιν Ἀχαιῶν〉] Ζηνόδοτος “πῆξε”
καὶ “ἑταίρων,” ἀντὶ τοῦ ἐν ἀκινησίᾳ ἐποίησεν—ἐπί τινι γὰρ χαλεπῷ
τὴν ὑποχώρησιν αὐτοῦ ὑπώπτευσαν—ἢ ἐπέρρωσεν· ἡ γὰρ ἐλπὶς
ἐνὶ στήθεσσιν Ἀχαιῶν] Ζηνόδοτος “ἑταίρων·” καὶ ὁ Νέστωρ
γὰρ Ἀχαιὸς ἦν· ἀλλ᾿ ὡς “περὶ δ᾿ ἱρὰ θεοῖσιν ἀθανάτοισιν ἔδωκε”
(Od. 1. 66)· καὶ ὁ λέγων γὰρ θεός.
41. * τόν] ἀντὶ τοῦ ὅν.
42. * τεταραγμένου τὸ ἦθος μὴ περιμεῖναι τὸν Νέστορος λόγον,
43. φθισήνορα] τὸν τοὺς ἄνδρας ἀναιροῦντα. καλῶς δὲ πρῶτον πυν-
θάνεται, πῶς καταλιπὼν τὴν μάχην ἀνακεχώρηκεν· ᾔδει γὰρ οὐκ ἐπι-
τρέποντα ἑαυτὸν τῷ γήρᾳ. οὐ μὴν αἱ ἀποκρίσεις τοῦ πρεσβύτου πρὸς
τοῦτο γεγόνασιν· ἀκαίρως γὰρ δισσολογεῖν ἤμελλεν ὁ ποιητής.
44. * δείδω] Ἀριστοφάνης “δείδια.”
45. ὥς ποτ᾿ ἐπηπείλησεν] Ἀριστοφάνης “ὅς ποτε.” §. “ποτέ” δὲ
ἀντὶ τοῦ χθές· “ὅν ποτε δῶκας ἀντιθέῳ Ὀδυσῆι δόμον κάτα” (Od. 22.
46. * τῇ προτεραίᾳ ταῦτα εἴρηται,” μνημοσύνη τις ἔπειτα”
48. *τώς] ὡς “τὼς δέ σ᾿ ἀπεχθήρω” (Il. 3. 415).
50. * ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον] ἐνθυμοῦνταί μοι χολοῦσθαι.
53. ἦ δὴ ταῦτά γ᾿ ἑτοῖμα 〈τετεύχαται〉] πρὸς τὸ “δείδω, μὴ δή
55. ἐπέπιθμεν] συγκοπῇ τοῦ ἐπεπίθομεν, ὅθεν καὶ πεπιθών ἡ μετοχή· “ῥηιδίως πεπιθεῖν (Il. 9. 184). §. “εἶλαρ” (56) δὲ παρὰ τὸ εἰλῶ, ὡς παρὰ τὸ θένω θέναρ (Il. 5. 339).
56. * ἄρρηκτον] τινὲς ἄρρατον, ἰσχυρόν, ἀνάλωτον.
*αὐτῶν] λείπει ἡμῶν.
58. *γνοίης] Ἀριστοφάνης “γνοίη.”
60. * ἐπιμίξ] ἀθρόως ἀναμεμιγμένοι, ὥστε τῇ ὄψει μὴ διαγινώ-
61. ἡμεῖς δὲ φραζώμεθα] παιδευτικῶς· ἔνεστι γὰρ καὶ ἐν τοῖς
ἀνιάτοις καὶ ἐσχάτοις πράγμασι διὰ συνέσεως ἀνασφῆλαι. καὶ νῦν
γοῦν ὁ Νέστωρ ἀντὶ τῶν ἀνῃρημένων, ἀντὶ τοῦ διακεκομμένου τεί-
χους ἐπὶ τὴν φρόνησιν καταφεύγει. ἐμφαντικῶς δὲ καὶ τῷ ῥήματι
〈χρῆται〉· “ῥέξει” (62) γὰρ ἔφη. οὐ ‘μοχανήσεται,ʼ ὡς ἐργαζο-
μένου τοῦ νοῦ καὶ αὐτὰς τὰς πράξεις ἀποτελοῦντος.
62. * εἴ τι νόος ῥέξει· πόλεμον δ᾿ οὐκ ἄμμε κελεύω] οὕτως αἱ Ἀριστάρχου.
63. * οἰκειοῦται καὶ αὐτὸς τὴν πληγὴν τῶν ἑταίρων. §. “ἐπεί” πρὸς τὸ δεύτερον ὑπαντᾷ.
67. * ᾗ ἐπί] αἱ Ἀριστάρχου καὶ “ᾗ ἐπί” καὶ “οἷς ἐπί.”
72. ὅτ⌈ι⌋ τοὺς μέν] αἱ Ἀριστάρχου “ὅτε·” καὶ ἔστιν ὅμοιον τῷ “ὅτε πρόφρων” (71).
73. κυδάνει] ὡς “μελάνει δέ τε πόντος” (Il. 7. 64) καὶ “οἰδάνει ἐν στήθεσσι” (Il. 9. 554).
75. νῆας, ὅσαι πρῶται εἰρύαται] ἢ νοσῶν οὐχ ὁρῷ τὸ χρειῶδες, ἢ
τῶν ἀριστέων πειρᾶται. οἶδε γάρ, ὅτι ἐν ἡσυχίᾳ μὲν τῶν πραγ-
μάτων κειμένων ὑποπίπτουσι τοῖς ὑπερέχουσιν ἕκαστος, κινδύνου δὲ
προκειμένου δηλοῦσι τὴν προαίρεσιν, οὐδὲν τῆς ἰδίας ἀσφαλείας προ-
τιμῶντες. δοκιμάζειν οὖν αὐτοὺς πάλιν βούλεται· καὶ ἠπίστατο
καὶ ᾔδει, ὡς πρὸς σώφρονας ὁ λόγος καὶ οὐκ εὐθὺ πηδήσουσι πρὸς
πρᾶξιν. βούλεται δὲ παράκλητον ἑαυτῷ ποιῆσαι τὸν στρατόν,
ἀλλὰ διὰ τῶν ἡγεμόνων· δι᾿ ἑαυτοῦ γὰρ οὐκ ἠδύνατο, ὡς τοῦ παρ-
όντος κινδύνου διὰ τὴν Ἀχιλλέως μῆνιν τὴν αἰτίαν φερόμενος.
76. * πάσας] δηλονότι τὰς ἐπὶ τοῦ πρώτου στ〈ο〉ίχου.
77. ὕψι δ᾿ ἐπ᾿ εὐνάων ὁρμίσσομεν] τὸ γὰρ ὑγρὸν ὑψηλότερον τῆς γῆς· διὸ ἀνάπλους μὲν ἡ ἀναγωγή, κατάπλους δὲ ἡ προσόρμισις. καὶ “ὑψοῦ δ᾿ ἐν νοτίῳ τήν γ΄ ὅρμισαν” (Od. 4. 785).
78. νὺξ ἀβρότη] ἐν ᾗ φόνοι οὐ γίνονται—ἔλυον γὰρ νυκτὸς τὰς
τάξεις — ἢ μεταληπτικῶς ἡ φῶ〈τα〉ς μὴ ἔχουσα· βροτὸς γὰρ ὁ φώς.
καὶ Αἰσχύλος (Pr. 2) “ἄβροτον εἰς ἐρημίαν,” ἐν ᾗ φὼς οὐ γίνεται.
80. οὐ γάρ τις νέμεσις φυγέειν] αἰσθάνεται αἰσχρὰ συμβουλεύων,
ἀλλ᾿ ὅρα τί 〈προσ〉τίθησιν· οὐ γὰρ ἔφη φυγεῖν τὸν πόλεμον, ὅπερ
83. Ἀτρείδη] καλῶς ἐπιπλήσσοντα παράγων τὸν Ὀδυσσέα περι-
εῖλε τὰ λοιπὰ τῶν ὀνομάτων, τὸ “κύδιστε” καὶ “ἄναξ.”
ἕρκος ὀδόντων] τὸ ἐξ ὀδόντων ἕρκος· καὶ γὰρ ἦν παράδοξον τὸν
84. οὐλόμενε] ὀλέθρων αἴτιε. §. ὡς ἐν ἰδιάζουσι δὲ σοβαρῶς ἐπι-
ἀεικελίου] ἀνομοίου ἡμῖν.
ἀεικελίου στρατοῦ ἄλλου σημαίνειν] τὸ πρῶτον ἐπιχείρημα ἀπὸ
86. τολυπεύειν] ἐκτελεῖν· “δ᾿ ὁπόσα τολύπευσα σὺν αὐτῷ καὶ πάθον” (Il. 24. 7)· ἐξ οὗ καὶ τολύπη τὸ κατε〈ι〉ργασμένον ἔριον.
87. * ὄφρα φθιόμεσθα ἕκαστος] ὡς ἕκαστος ἡμῶν φθαρῇ.
88. οὕτω δὴ μέμονας Τρώων πόλιν —καλλείψειν] τὸ δεύτερονB
89. καλλείψειν] ἡ Ζηνοδότου δὲ “ἐκπέρσειν·” καὶ ἔστι μᾶλλον
90. σίγα] δαιμονίως προκαταλαμβάνει ὡς ἁμαρτόντος, οἷον ἀρκεῖ
μή τις 〈τ᾿ ) ἄλλος] ἢ “τοί” ἐστὶν ἀντὶ τοῦ σοί ἢ τέ” πλεονάζον.
91. ὃν οὔ κεν ἀνὴρ—διὰ στόμα πάμπαν ἄγοιτο] οὐδὲν γὰρ
92. * ὅτι ἦν τις ἐπιστήμη πολιτικῶν λόγων, ἣ μόνον ἀνήκει βασι- λεῦσιν.
95. * νῦν δέ σευ] Ζηνόδοτος “νῦν δέ σε·” Ἀριστοφάνης δὲ
ἀθετεῖ.
99. ἡμῖν δ᾿ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ] ἡμῖν δὲ ἀνυπέρβλητος γέ- νηται ὄλεθρος.
101. ἀποπ〈απ〉τανέουσιν] περιβλέψουσι καὶ πτοη〈θή〉σονται, δη-
102. ὄρχαμε λαῶν] ἠθικὸν τοῦτο· κατακερτομεῖ γὰρ ἀντικρὺς τὴν συμβουλὴν ὡς οὐ βασιλεῖ ἁρμόζουσαν· φησὶ δὲ “ὁ βασιλεὺς πάντα συγχέεις.
104. ὦ Ὀδυσεῦ] διδάσκει φέρειν 〈πρᾴως〉 τὰς λοιδορίας, ἐὰν ἐν καιρῷ καὶ ἐπὶ συμφέροντι γίνωνται.
*πώς με] πώς μου.
105. οὐ μὲν ἐγὼν ἀέκοντας] ἄριστα τρέπει τοὺς λόγους ἐπὶ ἕτερα, ὡς τὸ ὅλον ὑπὲρ Ἑλλήνων σκοπῶν.
107. νῦν δ᾿ εἴη] ἀντὶ τοῦ ἴτω· “καὶ τῷ προσιόντι προσεῖναι” (Hes. Opp. 353) ἀντὶ τοῦ προσιέναι.
ὃς τῆσδέ γ᾿ ἀμείνονα] διδάσκει παντὸς δέχεσθαι τὴν παραίνεσιν ἐν καιρῷ κινδύνου.
108. * ἐμοὶ δέ κεν ἀσμένῳ εἴη] διὰ τὸ λοιδορηθέντα πρώην ὑπὸ Νέστορος αἰδεῖσθαι λέγειν (Il. 2. 336).
ἀσμένῳ] ἀπὸ τῆς ἡσμένος μετοχῆς ὄνομα γέγονεν· διὸ ἤμειψε
〈τὸ〉 πνεῦμα.
εἴη] ἔλθοι· ὁ δέ γε Ἕλτωρ βαρβαρικῶς, “ὧδ᾿ ἔστω, Τρῶες με- γαλήτορες” (Il. 8. 523).
110. ἐγγὺς ἀνήρ] “ὃς τῆσδέ γ᾿ ἀμείνονα μῆτιν ἐνίσποι” (107). τοῦτό ἐστι τὸ ἑξῆς.
ματεύσομεν] καὶ ἑαυτὸν ὑποβάλλει τοῖς ζητοῦσιν· μέτριος δὲ ὁ λόγος καὶ οὐκ ἔχων ἐπίπληξιν· ἀπήρκει γὰρ Ὀδυσσεύς, ἄλλως τε τὸ ἐπιπλήσσειν θαμὰ ἀπέχθειαν, οὐ κηδεμονίαν ἐμφαίνει.
112. * νεώτατος] οὕτω πᾶσαι.
113. πατρὸς δ᾿ ἐξ ἀγαθοῦ] καίτοι ἴδια ἔχων λέγειν ὅμως τὰ τοῦ πα
114. Τυδέος, ὃν Θήβῃσι] οὐ κατὰ τοὺς τραγικοὺς ἐν Ἐλευσῖνι
μετηνέχθησαν οἱ περὶ τὸν Καπανέα. §. Ὁμηρικὸν δὲ ταῖς παρεκ-
Μέλανα—συνεδαίνυτο γὰρ αὐτοῖς—καὶ φεύγων τὸν φόνον ἧκεν ἐς
Ἄργος καὶ καθαρθεὶς ὑπὸ Ἀδράστου γαμεῖ Δηιπύλην, τὴν θυγατέρα
αὐτοῦ.
* Ζηνόδοτος ἠθέτει· παρὰ δὲ Ἀριστοφάνει οὐδὲ ἦν.
115. *Πορθεῖ] οὕτω δισυλλάβως. §. ἐπίτηδες δέ, εἰ μὴ εὐ-
καίρως, οὐ μέμνηται Τυδέως ὁ ποιητής.
116. *οἴκεον δ᾿ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι] συλλήψει ἐχρή-
118. * ἐμεῖο] οὕτω Ζηνόδοτος· τινὲς δὲ “ἐμοῖο,” ἵν᾿ ᾖ κτητική.
119. αὐτόθι μίμνε] τινὲς “αὐτοῦ μίμνε,” ὡς “αὐτοῦ οἱ καὶ
σῆμα” (Il. 21. 322).
120. ὣς γάρ που Ζεὺς ἤθελε] τὴν μὲν τῆς φυγῆς αἰτίαν ἐσιώπησε,
ἢ Περιβοίας.
121. * ἔγημε] λείπει ‘μίαν’ τὴν Δηιπύλην.
123. ὄρχατοι ἀμφίς] παρὰ τὸ τῷ ἕρκει ἠσφαλίσθαι· ὄρχος ὄρχατος. ὡς μέσατος (Il. 8. 223, 11. 6) πάχετος (Od. 9. 187). §. τὸ δὲ “ἀμφίς” χωρὶς τῶν ἀρουρῶν.
124. πρόβατα] ἀντὶ τοῦ “τὰ τετράποδα,’ καὶ “πρόβασιν” (Od.
*κέκαστο] ἀντὶ τοῦ ἐνίκα.
125. *ὡς ἐτεόν περ] Ἀρίσταρχος “εἰ ἐτεόν περ.”
127. πεφασμένον] ἀντὶ τοῦ φανθησόμενον, ἢ πεφασμένως.
128. καὶ οὐτάμενοί περ] καλῶς οὐχ ὁ Νέστωρ ταῦτά φησιν,
ἀλλʼ εἷς τῶν τετρωμένων. δεῖ δὲ πρὸς βραχὺ στίξαι εἰς τὸ
“πέρ,” εἶτα τὸ “ἀνάγκῃ” ἐπαγαγεῖν, ἵνʼ ὥσπερ αἰτίαν τῆς ἐξόδου
ἐπιφέρῃ τὴν περιεστῶσαν ἀνάγκην.
οὐτάμενοι] εἴπερ εἴα τὸ σημαινόμενον, ἦν 〈ἄν〉 ἀπὸ τοῦ οὔτημι ἐνεστῶτος· ἔστιν οὖν ἀπὸ τοῦ οὐτασμένοι 〈ὡς〉 ἐληλάμενοι.
129. *ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηιοτῆτος] λείπει ἡ
αὐτοὶ μὲν ἐχώμεθα δηιοτῆτος] τὴν ἀφορμὴν τῆς συμβουλίας ἀπὸ τῶν Νέστορος λόγων εἴληφεν, “εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω δύμεναι· οὐ γάρ πως βεβλήμενόν ἐστι μάχεσθαι” (62).
131. ἐνήσομεν] τῷ πολέμῳ· οἳ δὲ “ἀνήσομεν” πείσομεν, “ἀλλʼ
ἀνίεις, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀίδηλον” (Il. 5. 880).
132. θυμῷ ἦρα φέροντες] ἐπικουρεῖν τῇ ψυχῇ θέλοντες.
134. *ἦρχε—Ἀγαμέμνων] ἀφθόνως καὶ γενναίως.
136. μετʼ αὐτοὺς ἦλθε] πρὸς αὐτούς. παλαιὸς δέ ἐστιν ὁ λίαν γέρων, ὅθεν φησὶ “δεῦρο δὴ ὄρσο, γρηὺ παλαιγενές” (Od. 22. 395).
παλαιῷ φωτὶ ἐοικώς] καλῶς ἐπὶ τοῦ ὄχλου Κάλχαντι εἴκασται (Il.
13. 45), διʼ ὃ καὶ ἔπειθεν ὡς εὐδοκιμήσας περὶ τὸν λοιμόν, ἐπὶ Ἀγαμέμ-
νονος δὲ οὔ—φησὶ γὰρ “ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον (Il. 1.
82)—ἀλλ᾿ οὐδὲ Θόαντι (cf. Il. 13. 216)· νέος γὰρ οὗτος· νῦν δὲ ἁπλοϊ-
κῶς ἔφη “παλαιῷ φωτί,” τίνι δέ, οὐ προσέθηκεν, ἀλλʼ ἀπήρκεσεν τὰ
τῆς ἡλικίας εἰς πίστιν· τὸ γὰρ προστιθέναι τὸν στίχον ἐκεῖνον “ἀντιθέῳ
Φοίνικι, ὀπάονι Πηλείωνος” περίεργον, καὶ ἀπρεπὲς Ἀχιλλέως ἀφ-
εστῶτος τῆς μάχης τὸν Φοίνικα μὴ μόνον φαίνεσθαι μετὰ Ἀγα-
μέμνονος, ἀλλὰ καὶ καταρᾶσθαι Ἀχιλλεῖ “ἀλλʼ ὃ μὲν ὣς ἀπό-
λοιτο” (142). ἔστιν οὖν ὡς τὸ “ἀνδρὶ δέμας εἰκυῖα” (Od. 8.
194) καὶ “δέμας δʼ ἤικτο γυναικί” (Od. 4. 796).
139. νῦν δή που Ἀχιλλῆος] ἀεὶ καταδρομήν τινα εὑρίσκομεν τοῦ
140. γηθεῖ—ἐπεὶ οὔ οἱ ἔνι φρένες] ὅτι τὸ ἐπιχαίρειν τοῖς κακοῖς
141. φύζαν] τὴν μετὰ δέους φυγήν· γίνεται δὲ παρὰ τὸ ζα
142. ὣς ἀπόλοιτο] οὕτως Ἕλληνες, ἢ ὡς ἡμᾶς θέλει, ἢ ὡς
σιφλώσειε] περισσὸς ὁ στίχος, καὶ ἡ λέξις νεωτέρων· καὶ οἳ
τὸν εἰδεχθῆ.
143. *σοὶ δ᾿ οὔπω μάλα πάγχυ] ἀντὶ τοῦ ‘οὐδ᾿ ὅλως,’ ὡς τὸ “οὐ νιφετός, οὔτ᾿ ἂρ χειμῶν πολύς” (Od. 4. 566). §. οἱ δὲ γρά- φουσι “σοῦ δ᾿ οὖποι.”
145. * κονίσουσιν] ἐκ τοῦ παρεπομένου φεύξονται.
147. μέγ᾿ ἄυσεν] ἵνα δείξῃ, ὅτι θεός ἐστιν. ὅρα δὲ τὴν ποικι-
* πεδίοιο] λείπει ἡ διά.
148. *ἐννεάχιλοι] Ἀρίσταρχος ‘ἐννέα χείλη ἔχοντες,’ ἐκ μέρους σώματος.
149. * ἔριδα ξυνάγοντες Ἄρηος] προαλαλάζουσι γὰρ τῆς συμ- βολῆς· ὡς τῷ θεῷ δὲ ἀλαλαγμὸν ὅμοιον δοῦσαι.
150. ἐκ στήθεσφιν ὄπα] ἐκ ψυχῆς· ἔστι γὰρ ἐν τοῖς στήθεσιν·
μέρος δὲ αὐτῆς ἡ βοή· ἐπεὶ πῶς φησιν “ὅσον κεφαλὴ χάδε φωτός”
(Il. 11. 462);
151. μέγα σθένος] ἤτοι καθ᾿ αὑτὸν τοῦτό φησιν, ὅτι καὶ σθένος αὐτοῖς ἐνέβαλεν, ἢ συνῆπται τῷ προκειμένῳ ὅτι διὰ βοῆς δείξας ἑαυτὸν ὅτι θεὸς ἦν παρώρμησε τοὺς ἀκούοντας.
153. Ἥρη δʼ εἰσεῖδε] ἤδη προσδοκωμένου τοῦ κινδύνου τῶν νεῶν
ἀνυπερθέτως ἑτέρῳ ἐπεισοδίῳ ἐκαινοποίησε τὴν ὑπόθεσιν μετάγει τε
ἡμᾶς ἐπὶ τὰ οὐράνια καὶ ἐρωτικὰς διηγήσεις ποιεῖται, ἅμα διδάσκων
μὴ νικᾶσθαι ταῖς ἡδοναῖς.
154. ἐξ Οὐλύμποιο ἀπὸ ῥίου] ἀπό τινος ῥίου τῶν ἐν τῷ Ὀλύμπῳ.
τὸ δὲ ῥίον οἳ μὲν κατὰ ἀποβολὴν τοῦ ἀκρωτηρίου, οἳ δὲ παρὰ τὸ
ῥέεσθαι· προσέθηκε δὲ τὸ “στᾶσα,” ἐπεὶ πολὺ ἀπέχει Ὄλυμπος
Ἴδης.
* ποιπνύοντα] πονῶ πονύω πνύω, ποιπνύω ἀναδίπλωσις.
157. *Ζῆνα δ᾿ ἐπ᾿ ἀκροτάτης κορυφῆς] ὡς ὑψιβρεμέτην.
* πολυπίδακος] ἀπὸ τῆς πολυπῖδαξ· τὸ δὲ διὰ τοῦ ου γράφειν (scil. “πολυπιδάκου” παντελῶς ἐστιν ἄγροικον.
158. εἰσεῖδε] περισσόν· δύναται γὰρ ἀπὸ κοινοῦ τὸ “ἔγνω” (154).
στυγερὸς δέ οἱ ἔπλετο θυμῷ] “ἔπλετ᾿ ἰδούσῃ·” οὕτως ἄμεινον.
στυγερός] καταπληκτικὸς ἢ 〈μισητός〉· καὶ τοῦτο κατὰ τὸ ἦθος
τῶν γυναικῶν· ἀποτυγχάνουσαι γὰρ τῶν προκειμένων στυγοῦσι τοὺς
ἄνδρας.
160. ὅππως ἐξαπάφοιτο] τρία εἰσὶ δι᾿ ὧν περιγινόμεθα, βία πειθὼ ἀπάτη. θεωροῦσα οὖν αὐτὸν ἄμαχον μὲν διὰ τὴν ἰσχὺν ἄπιστον δὲ διὰ τὴν γνώμην, ἐπὶ τὴν ἀπάτην κατέφυγεν. καὶ Ποσειδῶνα γὰρ ἑώρα λάθρα βοηθοῦντα τοῖς Ἕλλησιν.
* ὅππως] τινὲς “εἴ πως.”
162. * ἐντύνασαν] κοσμήσασαν· καὶ ἐπὶ Κίρκης “ἦλθ᾿ ἐντυ- ναμένη” (Od. 12. 18).
163. παραδραθέειν] Ἀττικοὶ ἀποδαρθεῖν φασιν αὐτό, ἐπεὶ τότε ἀποτιθέμεθα τὸ δρᾶν, ὅ ἐστι πράττειν.
* ἱμείραιτο] εἰς ἵμερον ἀπαχθείη.
164. *ᾗ χροιῇ] τῷ αὐτοῦ σώματι τῷ ἑαυτῆς.
ἀπήμονα] κυρίως ἐπίθετον ὕπνου “λύων” γὰρ “μελεδήματα
165. πευκαλίμῃσι] δριμείαις παρὰ τὴν πεύκην, ἢ πυκναῖς παρὰ
166. βῆ δ᾿ ἴμεν ἐς θάλαμον] 〈οὐκ〉 ἐπὶ ὅπλα· μία γὰρ τοῖς
κλεῖν, “τὸν δέ” τὸν θάλαμον, “τὰς δέ” τὰς θύρας.
τόν οἱ φίλος—ἔτευξεν] ἴσως 〈ὅτι〉 μόνης αὐτῆς υἱὸς Ἥφαιστος (Hes. Th. 927).
167. ἐπῆρσεν] οἳ μὲν ἐπήρεισεν, σἳ δὲ ἐπήρασσεν, οἳ δὲ ἐφήρμοσεν·
265), “μετά τ᾿ ἤθεα” (Il. 6. 511). §. τὸ δὲ “θύρας” ἀντὶ τοῦ
θύραν, ὡς πύλας.
168. κληῖδι κρυπτῇ] ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεοὺς καὶ κλεισί φησι κεχρῆσθαι.
169. θύρας ἐπέθηκε] γράφεται καὶ “πύλας.” §. θαυμασία δὲ ἡ
μίμησις· ἐν ἀπορρήτῳ γὰρ τὰ τοιαῦτα πράττουσιν, ὡς μὴ ὑποβολι-
〈εἰσελθοῦσα, θύρας ἐπιθεῖσα〉] λείπει ὁ καί.
170. ἀμβροσίῃ] νῦν μὲν ὡς ἄλειμμα, ἄλλοτε δὲ ὡς ξηρὰν τροφήν·
κλῳ δ᾿ αὖτ᾿ ἀμβροσίην” (Il. 19. 38).
171. λύματα] παρὰ τὸ λυμαίνεσθαι τὸν χρῶτα. §. τὸ δὲ “κάθηρε”
ἐλαίῳ] πόθεν ἔλαιον τοῖς θεοῖς; ἄλλο ἐστὶ τὸ χρῖσμα καὶ τὸ
πόμα καὶ ἄλλο τὸ ἄλειμμα. §. “ἑδανῷ” δὲ (172) τῷ εὐώδει, οἳ δὲ
ἡδεῖ, γλυκεῖ. αἴσθησις ἀντὶ αἰσθήσεως, ὡς παρὰ Καλλιμάχῳ “λίχνος
172. * φαίνεται εἰδὼς μύρου χρῆσιν, τὸ δὲ ὄνομα ἀγν〈ο〉ῶν.
173. * κινυμένοιο] ἀναχεομένου. §. πολλὴ τῆς εὐωδίας ἡ ἐνέργεια
174. ἔμπης ἐς γαῖάν τε 〈καὶ οὐρανὸν ἵκετ᾿ ἀυτμή〉] ὁμοίως. “ἔμπης
μοι δοκ〈έ〉ει δαΐδων σέλας” (Od. 18. 354). καὶ ἄλλως δὲ ὁ νοῦς
‘καίπερ ἐν τῷ θαλάμῳ κινύμενον τὸ ἔλαιον τὴν εὐωδίαν εἰς τὰ πέρατα
μασται γῆς καὶ οὐρανοῦ.
175. *καλόν] καλῶς.
176. * πεξαμένη] διακρίνασα καὶ διαχωρίσασα.
πλοκάμους ἔπλεξε] παρονομασία ἐτυμολογική. μέμφεται δὲ
Πλάτων (? De Rep. III p. 390d) τὸν κόσμον τῆς Ἥρας ἀγνοῶν ὡς
ἀνθρωποπαθεῖς εἰσάγει τοὺς θεούς, ἄλλως τε καὶ οὐ περισσὸς ὁ κόσμος·
παραφυλακτέον δὲ τὸ παιδευτικόν, ὅτι οὐ κομμωτρίας εἰσήγαγε τῇ
θεῷ ἀλλ᾿ αὐτὴν ἑαυτῇ πάντα ὑπηρετοῦσαν, ἐπεὶ ῥᾴδιόν ἐστιν Ὁμήρῳ,
ὥσπερ ἐπὶ Κίρκης τὰς νύμφας ἀντὶ θεραπαινῶν (Od. 10. 348), οὕτω
καὶ ἐπὶ τῆς μεγίστης θεᾶς σεμνάς τινας δαίμονας παραλαβεῖν.
177. * ἀμβροσίους] τινὲς “καὶ μεγάλους,” ἵνα μὴ λυπῇ τὸ ἀμ- βρόσιον συνεχὲς ὄν.
178. * ἑανὸν ἕσαθ᾿ , ὅν οἱ Ἀθήνη] παρονομασία ἐτυμολογική· δηλοῖ γὰρ τὸν ἐνδυτήριον πέπλον.
179. ἔξυσε] ἐκέρκισε—ξύουσι γὰρ τὴν κρόκην πρὸς τὸ πυκνω-
θῆναι—οἳ δὲ ἐλέανεν ἀπὸ μεταφορᾶς τῶν ξύλων, οἳ δὲ ἀντὶ τοῦ
ἔγναψε μετὰ τὸ ὑφ〈ανθ〉ῆναι.
180. * ἐνετῇσι] δίδωμι δοτή, τίθημι θετή, ἵημι ἑτή καὶ ἐνετή.
181. * ζώνην — ἀραρυῖαν] κατὰ δοτικὴν τὸ “ζώνῃ,” καὶ Ἀρίσταρ- χος, “ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ.”
182. * ἕρματα] παρὰ τὸ ἐνείρεσθα.
λοβοῖσι] παρὰ τὸ λαμβάνειν τι καὶ δέχεσθαι λοβὸς ἦν. §. “τρί-
184. *κρηδέμνῳ] παρὰ τὸ δέμω ῥῆμα κρήδεμνον. ἔστι δὲ μέχρι τῶν ὤμων παρειμένον, ὁ δὲ κεκρύφαλος 〈κόσμος κεφαλῆς) δετὸς καὶ ἡ παραδέσμη.
185. * παρὰ τὸ τείνομαι τατός, γείνομαι γατός, νεήγατος
186. * λιπαροῖσιν] τινὲς ἀληλιμμένοις.
187. πάντα—κόσμον] οὐδὲν παρέλιπε τῶν γυναικείων κοσμημά-
τῆς τέχνης ἠθέλησεν εὐπρέπειαν προσάψαι. καίτοι δὲ τῶν περὶ
ταῦτα δεινῶν γυμνὰς γραφόντων ἢ πλασσόντων τὰς γυναῖκας, καὶ
πρὸς ἀπάτην ὁ ποιητὴς παραλιπὼν γυμνουμένην αὐτὴν δεῖξαι, ἵνα
μὴ εἰς αἰσχρὰν ἐνέργειαν τὴν τῶν ἀκροωμένων διάνοιαν προκαλέ-
σηται, κοσμηθεῖσαν ἐνεφάνισε καὶ λόγοις πλέον χρωμάτων αὐτὴν
διετύπωσεν.
188. καλε〈σ〉σαμένη δ᾿ Ἀφροδίτην] οὐκ ἀπέχρησεν αὐτῇ μόνος
ἅμα δὲ κἀκεῖνο ἐννοητέον, ὅτι οὐχ ἀπλοῦν φαίνεται τῷ Ὁμήρῳ τὸ
περιγενέσθαι τοῦ σοφοῦ· διὰ τοῦτο καὶ ἡ Ἥρα πολλὰ πραγματεύ-
εται εἰς τὸ περιγενέσθαι Διός.
189. τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπεν] δεῖ γὰρ
τοιαῦτα πράττουσιν αἱ γυναῖκες.
190. * ἦ ῥά νυ μοί τι πίθοιο] ὑποθετικῶς διαλέγεται, καὶ θυγα-
191. * ἀρνήσαιο] ἀπείποις.
192. οὕνεκ᾿ ἐγὼ Δαναοῖσι] πιθανῶς τὴν ὑπὲρ τῶν στρατευμάτων διαφορὰν παρήγαγε προλαμβάνουσα τὴν ἐκείνης ἀντίρρησιν.
194. πρέσβα] συγκοπῇ τοῦ 〈πρέσβειρα καὶ〉 πρέσβεια. §. πῶς
δὲ ἡ καλοῦσα αὐτὴν ‘τέκνον’ (190) περὶ κάλλους ἤμελλεν ἐρίζειν
αὐτῇ: πῶς δὲ 〈ἡ〉 τὸν κεστὸν ἔχουσα, ᾧ καὶ Δία νικᾶ (scil. Ἥρα
315), οὐκ ἤμελλεν αὐτῆς περιέσεσθαι; νεωτερικὴ οὖν ἡ κρίσις.
195. * τὸ “τι” ἀντὶ τοῦ ὅπερ.
196. * εἰ δύναμαι τελέσαι γε, καὶ εἰ τετελεσμένον ἐστίν] τῶν γὰρ πραγμάτων τὰ μὲν εἰδικῶς ἄπορα, τὰ δὲ κοινῶς ἀδύνατα.
καὶ εἰ τετελεσμένον ἐστίν] καὶ εἰ τετελεσμένον ἑτέρῳ τινὶ τυγ- χάνει, ὡς τὸ μὴ προγενόμενον οὐκ ἂν ὕστερόν ποτε γένοιτο. ἢ εἰ τελεσθησόμενόν ἐστιν.
198. *ἵμερον] τινὲς τὴν τῶν ἀπέντων ἐπιθυμίαν.
ᾧ τε σὺ πάντας δαμνᾷ] πρακτικῶς ἅπόντα· καὶ γὰρ τὸ ἐπαίρειν
αὐτῆς τὴν δύναμιν ἐπαγωγότατον. ἅμα δὲ καὶ σύστασιν ἔχει ὁ
λόγος, ἵνα πιθανὸν φανῇ καὶ τὸν Δία τοῖς τοιούτοις κρατηθῆναι.
199. δαμνᾷ] οἳ μὲν ὁμοίως τῷ “πειρᾷ ἐμεῖο, γεραιέ” (Il. 24. 390), οἳ δὲ Δώριον αὐτὸ ἀπὸ τοῦ δάμνασαι· οὕτως Ἀρίσταρχός φησιν‘ἐπίστᾳ’ ‘δύνᾳ,’ ὅλον δὲ ‘ἐπίστασαι.’
200. ὀψομένη] ἀντὶ τοῦ ‘συντευξομένη,’ τῷ Ὠκεανῷ. §. πιθανῶς
202. ἐν σφοῖσι] σὺν τῇ “ἐν” αἱ Ἀριστάρχου. §. πιθανῶς δὲ
ὡς ἀντιληψομένην τὰς χάριτας.
ἀτίταλλον] ἀτιτάλλειν τὸ ἐξ ἀταλοῦ τρέφειν. §. τὸ δὲ “Ρείης” ὁ Ἀρίσταρχος διὰ τοῦ α, “Ῥείας.”
206. δηρὸν 〈χρόνον〉] ἐκ παραλλήλου· φησὶ γὰρ “αἰσχρόν τοι δηρόν τε μένειν” (Il. 2. 298).
208. εἰ κείνῳ γε] Ζηνόδοτος καὶ Ἀριστοφάνης “κείνων,” ὁ δὲ
Ἀρίσταρχος ὁμηρικ〈ώτερ〉όν φησιν εἶναι ‘εἰ κείνους παραπείσασα
209. ὁμωθῆναι] ὁμοιωθῆναι 〈ἢ〉 εἰς ταὐτὸ συνελθεῖν· “ὁμὸν λέχος
εἴποι. §. δασύνεται δὲ τὸ “ὁμωθῆναι.”
210. αἰεί κε σφι φίλη 〈τε καὶ αἰδοίη καλεοίμην〉] λεληθότως
213. * ἀγκοίνῃσιν] ἐκ τοῦ ἀγκῶνος ἀγκοίνη, κατὰ τροπήν.
214. κεστὸν ἱμάντα] οὐκ ἔστιν ὄνομα τοῦ ἱμάντος ὁ κεστὸς ἀλλ᾿
ἐπίθετον διὰ τὸ πεποικίλθαι ἱμέροις καὶ τοῖς ἑξῆς, ὡς καὶ ἐπὶ Πάρι-
δος “πολύκεστος ἱμάς” (Il. 3. 371). §. “ἱμάντα·” τὸ γὰρ ἐκτε-
ταμένον νέας Ἀτθίδος, ὡς ἀλ〈λ〉ᾶντα.
217. τ᾿ ἔκλεψε νόον πύκα περ φρονεόντων] προκατασκευάζει, ἵνα
ἐν στήθεσ〈σ〉ι 〈νόον〉 πύκα περ φρονεόντων” (Il. 9. 554) διδάσκων,
ὡς, εἰ καὶ συνετὸς εἴη τις, ἁλίσκεται τοῖς πάθεσι τοῦ νοῦ, εἰ μὴ
ἑαυτῷ προσέχοι. §. “ὀαριστὺς” δὲ “πάρφασις” ἡ παραλογιστικὴ
219. τῆ] ὅθεν καὶ τήθη ἡ λέγουσα “δέξαι, θήλασον.” θῶ γὰρ
τὸ θηλάζω, “θήσατο μαζόν” (Il. 24. 58). καὶ ἀντιφράζει αὖ τῷ
“τῆ, πίε οἶνον” τὸ “ὃ δ᾿ ἔδεκτο” (Od. 9. 347, 353).
ἐγκάτθεο κόλπῳ] τῷ τοῦ ἱματίου κόλπῳ, τῷ κατὰ τὸ στῆθος
χοντες παραγγέλλουσι μὴ ὁρᾶσθαι, ἵνα μὴ ἀλλοιῶται τῇ ὄψει τὰ
μαγγανεύματα.
221. 〈ἄπρηκτόν γε νέεσθαι] ἀντὶ τοῦ ὑποστρέψειν· οὕτως Ἀρί-
“γενέεσθαι.” οὐκ ἔσῃ οὖν ἄπρακτος οὗ προθυμῇ. καλῶς δὲ ὁ
μὲν ποιητὴς κατείλοχε τὴν δύναμιν τοῦ κεστοῦ, οὐχὶ δὲ Ἀφροδίτη,
πρὸς τὸ μὴ μεγεθοποιεῖν τὴν χάριν.
222. 〈μείδησεν〉] γράφεται “γήθησεν.”
*ὅμοιόν ἐστι τῷ “χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς” (Od.
120).
223. * ἑῷ] οὕτως Ἀρίσταρχος· Ζηνόδοτος δὲ “μέσῳ.”
224. * ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη] διὰ γὰρ τὸ μὴ ἔχειν ἄνδρα τῷ Διὸς οἴκῳ ἐνδιαιτᾶται.
225. * ῥίον Οὐλύμποιο] ὡς ἐπὶ ὅρους· παρὰ τὸ ὁρᾶν ἢ ῥέεσθαι.
226. Πιερίην δ᾿ ἐπιβᾶσα καὶ Ἠμαθίην] Μακεδὼν ὁ Διὸς καὶ Θυίας, κατέχων χώραν περὶ Θρᾴκην, Μακεδονίαν ἀφ᾿ ἑαυτοῦ προση- γόρευσεν· ἴσχει δὲ παῖδας δύο, Ἄμαθον καὶ Πίερον, ὧν αἱ πόλεις ἐν Μακεδονίῳ.
Πιερίην] οἱ μὲν μέρος Ὀλύμπου, οἱ δὲ χώραν ἀπὸ νύμφης ἢ Πίερος τοῦ Ἐλευθῆρος· Ἠμαθία δὲ πρώην ἡ Μακεδονία.
227. ἐφ᾿ ἱπποπόλων] ἄκρως κατονομάζει τοὺς τόπους τὰς ὁμόρους
χώρας διεξιών, ὡς καὶ ἐν Ὀδυσσείᾳ (15.297) “ἣ δὲ Φερὰς〈ἐπ〉έβαλλεν
ἐπειγομένη Διὸς οὔρῳ, ἠδὲ παῤ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί·
ἔνθεν δ᾿ αὖ νήσοισιν.” τῇ γὰρ ὀνομασίᾳ τῶν τόπων συμπαραθέουσα
ἡ διάνοια τῶν ἐντυγχανόντων ἐν φαντασίᾳ καὶ ὄψει τῶν τόπων γίνεται.
ἅμα οὖν τὸ ἀργὸν περιέφυγεν, οὐκ εὐθὺς ἀγαγὼν αὐτὴν ἐπὶ τὰ προ-
κείμενα χωρία· μάρτυρας 〈γοῦν〉 ἐπαγόμενος τοὺς ἀκούοντας πιθανω-
τάτην καθίστησι τὴν διήγησιν.
* ἱπποπόλων] τινὲς “ἱππονόμων.” §. λείπει δὲ ἡ πρός, ‘πρὸς τὰς κορυφάς,’ ἢ ἐπί.
228. μάρπτε ποδοῖιν] οἷον τὰ ἴχνη κόνιν τῆς γῆς οὐ συνε- λάμβανον.
229. ἐξ Ἀθόω δ᾿ ἐπὶ πόντον] Ἀρίσταρχος “ἐς πόντον·” Πτολε-
μαῖος δὲ κατάδυσίν φησιν δηλοῖ 〈τὸ〉 “ἐς πόντον,” ἀγνοεῖ δὲ τὸ “ἐς
πόντον ἐπηρεφέας φύγε πέτρας” (Od. 10. 131). ἄφεσιν οὖν δηλοῖ,
οὐ δύσιν. τὸ δὲ “ἐλάαν ἐπὶ κύματα“ (Il. 13. 27) ἐπάνω τῶν κυμάτων.
καὶ “σεύατ᾿ ἐφ᾿ ἱπποπόλων Θρῃκῶν ὄρεα.” καὶ γὰρ ἔπειτα πορεύεται
〈τ΄〉 ἀπέχον Λήμνου σκιάζει αὐτήν· καὶ ἡ παροιμία “Ἄθως σκιάζει
νῶτα Λημνίας βοός” (Soph. fr.703 N.). Διοκλῆ δέ φασι τὸν Ῥηγῖνον
ἀρχιτέκτοντα Ἀλεξάνδρῳ ἐπαγγέλλεσθαι τὸν Ἄθω ἀνδριάντα αὐτοῦ
κατασκευάσαι, θατέρᾳ μὲν χειρί μυρίανδρον 〈πόλιν〉 κατέχοντα, θατέρᾳ
δὲ ποταμοὺς προϊέμενον, ὥσ〈τε〉 τοῖς παραπλέουσιν δοκεῖν σπένδειν.
* Ζηνόδοτος “ἐς πόντον.”
*ἐπὶ πόντον] οὐκ οἶδεν Ὕπνου οἶκον, ὡς Ποσειδῶνος ἐν Αἰγαῖς (Od. 5. 381), ἐπεὶ τρίτῳ βήματι ἐκεῖ ἂν εὕρητο ἡ θεός.
230. πόλιν θείοιο 〈Θόαντος〉] “〈Εὔβοἰ Ἀθηνῶν〉 ἔστι τις γείτων
πόλις” (Eur. Ion 293). ἀντὶ τοῦ νῆσος· οἳ δὲ ἀντὶ τοῦ χώρα.
ἐν ψηφίσματι, 〈ὃ παρα〉τίθεται Κρατερός, ἐστὶν “Αἴγυπτον καὶ
Λιβύην τὼ πόλεε·” οἳ δὲ “πόλιν Θόαντος” Μύριναν. §. εἰσὶ δὲ αὐτῆς
πόλεις δύο, Ἡφαιστιὰς καὶ Μύρινα. ἢ ὅμοιόν ἐστι τῷ “Ἴδην δ᾿
231. ἔνθ᾿ Ὕπνῳ ξύμβλητο] φίλοινοι γὰρ ὡς ἀπόγονοι Θόαντος τοῦ
8. 232). ἢ διὰ Πασιθέαν τὴν γυναῖκα Ἡφαίστου πάρεστιν αὐτὸς
λιπαρῶντυχεῖν τῆς ἀδελφῆς—τὸ δὲ χαλκεῖον Ἡφαίστου ἐν Λήμνῳ —
οἳ δὲ ὅτι Φιλοκτήτης ἐδεῖτο αὐτοῦ εἶναι ἐκεῖ διὰ τὰς ὀδύνας, οἳ δὲ
ἐκ τύχης συντετυχηκέναι. §. τινὲς δὲ γράφουσιν “ἐρχομένῳ κατὰ
οὐδὲν οὖν ἐκώλυεν αὐτήν τε ἀπατᾶσθαι καὶ ἄλλους ἀπατᾶν δύνασθαι.
ἢ δίδωσι τὸν κεστόν, ὅπως τῇ ἀπουσία τῆς Ἥρας ἀκίνδυνοι ὦσι Τρῶες.
κασιγνήτῳ Θανάτοιο] Μνησ〈ίμ〉αχος ὁ κωμικὸς “ὕπνος τὰ
μικρὰ τοῦ θανάτου μυστήρια” (III p. 579 M.)· ὃ μὲν γὰρ διὰ μικρᾶς
διαλύσεως τοῦ σώματος, ὃ δὲ ἀπὸ ἰσχυρᾶς γίνεται· καὶ ἐν ἀμφο-
τέροις ἄπρακτος δίαιτα ἀνάπαυσις κακῶν· ὃ μὲν χωρίζει ψυχήν,
ὃ δὲ συστέλλει· ἀλλ᾿ ὃ μὲν στέρησις αἰσθήσεως, ὃ δὲ ἀφαίρεσις.
233. Ὕπνε, ἄναξ πάντων〈τε) θεῶν] φησὶ γοῦν ἀλλαχοῦ “ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες—εὗδεν” (Il. 2. 1)· ὥσπερ δὲ τὸν κεστὸν ἐθαύμα- σεν, οὕτω καὶ τὸν Ὕπνον ἐσεμνολόγησε, πρὸς πειθὼ αὐτὸν ὑπαγομένη.
234. ἦ μὲν δή ποτ᾿ ἐμὸν ἔπος] μνήμη χάριτος παλαιᾶς παρασκευ- αστικὴ δευτέρας· ἀλλ᾿ οὐκ ἐγύμνωσε τὴν χάριν διὰ τὰ παρακολου- θήσαντα τῷ ὕπνῳ τότε.
235. ἰδέω χάριν] αἱ Ἀριστάρχου “χάριν εἰδέω” ἀντὶ τοῦ
εἰδείην. §. Ἀττικῶς ἀντὶ τοῦ ὀφλῆσαι, ὡς Εὐριπίδης “ὦ παρθέν᾿ , εἰ
236. κοίμησον] ἀντὶ τοῦ ‘κο〈ί〉μισον’ Αἰολικῶς, ὡς τὸ ψιμύθιον ψημύθιον· ἢ ἐνήλλακται τὰ τῆς διαθέσεως.
* ὑπ᾿ ὀφρύσιν] Ζηνόδοτος “ἐπ᾿ ὀφρύσιν.”
238. καλὸν θρόνον] ἐφύλαξε τὸν τῆς Χάριτος γάμον, εἰ ἀντιλέξει. καλῶς δὲ θρόνον ὑπισχνεῖται· πρὸς ἀνάπαυσιν γὰρ πεποίηται, ὡς ὁ ὕπνος. πάντα δὲ τὰ ἡφαιστότευκτα ἄφθιτά φησιν.
239. *εἰς πίστιν τῆς ὑποσχέσεως καὶ τοῦ Ἡφαίστου μνημονεύει, ὅτι καὶ ἐκ προχείρου τὴν δωρεὰν παρέξει παρὰ τοῦ υἱοῦ λαβοῦσα.
240. * τεύξει] δύναται καὶ εὐκτικὸν εἶναι “τεύξοι” καὶ ὁριστικὸν “τεύξει.”
θρῆνυν] ἀρσενικῶς· “θρῆνυν ἐφ᾿ ἑπταπίδην” (Il. 15. 729). καὶ B- “τῷ κεν ἐπισχοίης·” οὐ γάρ ἐστιν οὐδέτερον εἰς υ λῆγον· εἴρηται δὲ παρὰ τὸ θρᾶνον, ὅ ἐστι μικρὸν ὑποπόδιον.
241. * ἐπισχοίης] οὕτως Ἀττικοί· ἔνιοι δὲ “ἐπισχοῖες.”
εἰλαπινάζων] τινὲς ἐπάγουσιν “αὐτὰρ ἐπὴν δὴ νῶι κατευνηθέντε ἴδηαι ἀγγεῖλαι τάδε πάντα Ποσειδάωνι ἄνακτι·” ψευδὲς δέ ἐστιν· οὐ γὰρ ἂν ωμοσεν Ἥρα (Il. 15. 41), ἀλλ᾿ ὁ Ὕπνος διὰ τὸν γάμον τῆς Χάριτος ὑπὲρ τὸ αἰτηθὲν ποιεῖ.
243. * πρέσβα] ἀντὶ τοῦ πρεσβυτάτη, ὡς “δῖα θεάων.” §. τὴν
ἴσην δὲ τιμὴν ἀνταπέδωκεν αὐτῇ.
245. καὶ ἂν ποταμοῖο ῥέεθρα] δυσχερέστατον ποταμὸν ῥέοντα
κοιμίσαι. §. ὁμιλητικῶς πρὸς ταῦτά φησιν ὑπηρετήσειν, ἃ μὴ κίνδυνον
μὴ τολμῆσαι ἀπολογίαν κομίζων τὸ μηδὲ πρόσθεν αὐτῷ λυσιτελῆσαι
τοῦτο πρᾶξαι· ἐξ οὗ δύο χρήσιμα πράττει, τήν τε δοθησομένην ἐπι-
τείνει δωρεὰν καὶ τῆς παλαιᾶς εὐεργεσίας τὴν Ἤραν ὑπομιμνήσκει.
246. ὅς περ γένεσιν] ἐκ γὰρ ὕδατος πάντα τὰ στοιχεῖα, καὶ τὸ
καὶ αἱ πηγαί· οἷς τέως ἀποκείρονται τὰς κόμας.
249. ἄλλοτε ἡ ἐπίνυσσεν] Ἀρίσταρχος “ἄλλο τεὴ ἐπίνυσ〈σ〉εν
φέρειν, ἵνα καὶ παρωσάμενος συγγνώμην ἔχῃ καὶ ποιῶν δοκῇ μείζονα
χαρίζεσθαι. §. τὸ δὲ “ἐπίνυσ〈σ〉εν” ἀντὶ τοῦ ἐσωφρόνισε καὶ ἐνουθέ-
τησε μηκέτι τοῖς τοιούτοις ἐγχειρεῖν.
252. *Διὸς νόον] τὸν Δία, ὅς ἐστι νοῦς κόσμου.
253. *ἀμφιχυθείς] ὑγρὸς γὰρ ὁ ὕπνος.
255. 〈Κόωνδε〉] τινὲς “Κόον,” ὡς καὶ Καλλίστρατος ἐν τοῖς διορθωτικοῖς. §. Κῶν Κόον, ὡς σόον, διαλύσει· καὶ “χροὸς εἴσατο” (Il. 13. 191)· τὸ δὲ πρόβατον κοῖον οἱ Κᾶρες ὀνομάζουσιν· ὅθεν Κῶς ἡ πολυθρέμμων.
εὖ ναιομένην] ἢ δι᾿ εὐβοσίαν, ἢ τὴν οὐ τότε ἀλλ᾿ ὕστερον, ὡς τὸ
“ἠὲ σὺ πρῶτον ἔσελθε δόμους εὖ ναιετάοντας” (Od. 17. 275)—οὐ
γὰρ ὑπὸ τῶν μνηστήρων ᾠκοῦντο τότε καλῶς—ἢ ὑπὸ γενναίων οἰκου-
εἵματα δύσω” (Il. 2. 261)· ἰδίᾳ γὰρ νηὶ ἐκεῖσε κατήχθη.
* ἀπένεικας] καὶ ἡ μετοχή· “κεφαλήν τε τεὴν καὶ τεύχε᾿ ἐνείκας” (Il. 17. 39).
257. ῥιπτάζων— θεούς] δηλονότι τοὺς συλλαμβάνοντας τῇ Ἥρᾳ.
ἡ δὲ ἀπότασις εἰς τὸν Ἥφαιστον· φησὶ γοῦν ἐν τῇ A (590) “ἤδη
γάρ με καὶ ἄλλοτ᾿ ἀλεξέμεναι 〈μεμαῶτα〉 ῥῖψε, ποδὸς τεταγών.”
ὅτι δὲ ἐπιβοηθοῦντα τῇ Ἥρᾳ οὕτω διέθηκεν ὁ Ζεύς, αὐτὸς ἐν
τοῖς ἑξῆς ἐρεῖ· “λῦσαι δ᾿ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι,
ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ, ὄφῤ ἂν ἵκηται γῆν ὀλιγηπελέων”
(Il. 15. 22). ὃ προλαβὼν ὁ Ἥφαιστος ἐξήνεγκε “πᾶν δ᾿ ἦμαρ
φερόμην, ἅμα δ᾿ ἠελίῳ καταδύντι κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ'
ἔτι θυμὸς ἐνῆεν” (Il. 1. 592).
* ἔξοχα πάντων] κατ᾿ ἐξοχήν, παρὰ πάντας.
258. * ἄιστον] ἀνιστόρητον.
* ἄιστον—ἔμβαλε] ἐ〈μ〉βαλὼν ἐποίησεν, ὡς “βροτὸς οὔτασεν
ἀνήρ (Il. 5. 361) οὐτάσας ἐποίησεν.
259. εἰ μὴ Νὺξ δμήτειρα θεῶν] δαιμονίως· ὡς γὰρ τὸν Ὕπνον ἄνακτα θεῶν καὶ ἀνθρώπων φησίν, οὕτω καὶ τὴν Νύκτα δμήτειραν θεῶν καὶ ἀνδρῶν.
* δμήτειρα] αἱ πᾶσαι “μήτειρα,” ἐπεὶ ἀρχαία θεός· ἄμεινον
δὲ “δμήτειρα·” καὶ “δεδμημένος” γὰρ “ὕπνῳ” (Od. 7. 318).
260. * ἱκόμην] ἱκέτευσα, εἰκότως. φυσικώτερος γὰρ ὁ ἐν νυκτὶ ὕπνος τοῦ μεθ᾿ ἡμέραν.
261. μὴ Νυκτὶ θοῇ] τινὲς “νυκτὶ φίλῃ·” καὶ ἄμεινον· τί γὰρ
*ἔρδοι] ῥέζω οἱ Βοιωτοί, ῥέδω, ὑπερθέσει ἔρδω.
262. * ἀμήχανον] πρὸς ὃ μηχανὴν σωτηρίας οὐκ ἂν εὑροίμην.
263. *τὸν δ᾿ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη] γράφεται “ὡς φάτο· μείδησεν θὲ θεὰ λευκώλενος Ἥρη, χειρί τε μιν κατέρεξεν —.”
264. τίη δὲ σὺ ταῦτα] ἄκρως διασύρει τὸ πᾶν, οὐδὲ ἀξιοῦσα εἰς
οὐ γὰρ ὁμοίως κινηθήσεσθαι τὸν Δία ἐπὶ τοῖς Τρωσὶ κακωθεῖσιν,
ὥσπερ ὑπὲρ τοῦ ἰδίου παιδὸς ἐχαλέπηνεν· καὶ ἔστιν ἠθικόν· ὡς γὰρ
πρόδηλον ὂν τὸ τῆς συγκρίσεως, αὐτὸν τὸν Ὕπνον ἐρωτᾷ.
*τίη] βαρυντέον τὸν “η” παρέλκοντα ἀντὶ τοῦ δή.
265. ἦ φῄς] τὸ μὲν βαρυνόμενον ἐρώτησιν δηλοῖ, τὸ δὲ περι-
σπώμενον ἀπόρησιν, ἐὰν δὲ ὀξυνθῇ, πρὸς τὸν νοῦν συντάσσεται.
266. περιχώσατο παιδὸς ἑοῖο] συντόμως πάνυ· ἐν γὰρ τῷ
“παιδὸς ἑοῖο” πάντα κατάκειται, δι᾿ ἃ εἰκὸς ἦν ἐπ᾿ ἐκείνῳ μᾶλλον
χαλεπῆναι τὸν Δία· τεχνικῶς δὲ παρεδήλωσε καὶ τὴν χρείαν δι᾿ ἣν
θέλει κατακοιμίσαι τὸν Δία, ἵνα καὶ ἑξῆς ὁ Ὕπνος πιθανῶς φαίνηται
λέγων πρὸς τὸν Ποσειδῶνα “πρόφρων νῦν Δαναοῖσι, Ποσειδάων,
ἐπάμυνε” (357) ὡς ᾐσθημένος τί ποτε πραγματεύεται ἡ Ἥρα ἐπὶ
τῷ Διί, ᾧ καὶ ὄμννσιν ἡ Ἥρα, ὡς μὴ προπεμψαμένη Ποσειδῶνα.
267. ἀλλ᾿ ἴθι] τεχνικῶς καὶ τοῦτο· ὡς γὰρ ἤδη πείσασα οὐ-
τὴν ὑπόσχεσιν.
269. ὀπυιέμεναι] νομίμως γαμεῖν, οἳ δὲ ὁμιλεῖν καὶ μὴ οἴεσθαι· δι᾿ ὀπὸς γὰρ αἱ ὁμιλίαι.
270. χήρατο δ᾿ Ὕπνος] πιθανῶς, ὅτε μὲν θρόνον ὠνόμασεν, οὐκ
γὰρ ἐρωτικὰ μόνα δυνατώτατός ἐστιν ὁ κεστός· πιθανῶς οὖν ἡ τὸν
κεστὸν φοροῦσα δύο θεοὺς δι᾿ ἡδονῆς ἐξηπάτησεν.
271. 〈ἀ〉άατον] οἳ μέν, ἀάτως ἀβλαβῶς ἀπανούργως· οἱ δὲ τὸ
α ἐπιτατικὸν περισσεύοντος τοῦ α· οἳ δὲ τὸ ἄσιτόν φασιν ἐγκεῖσθαι·
οἳ δὲ ὑπερστερητικόν φασιν εἶναι, ὃ ταὐτόν ἐστιν ἑνὶ ἁπλῷ, ὡς τὸ “ἀνά-
πυστα θεοὶ θέσαν” (Od.11.274) ἀνάπηρος· ἄατον οὖν ἐστι τὸ βλαπτι-
ταγέντες, ἐπεὶ πῶς κατὰ κολαζομένων ὄμνυσιν; §. ἀῶμαι “ἀᾶται”
(Il. 19. 91, 129) “ἀασάμην” (Il. 9. 119) “ἀάσατο —μέγα θυμῷ”
(ll.11. 340), 〈καὶ ἀάατος) ὤσπερ ἄατος καὶ ἆτος ὁ ἀκόρεστος.
Στυγὸς ὕδωρ] ὡς κατὰ ὑγροῦ στοιχείου ὀμνύουσιν· οἳ δέ, ὅτι
πολέμιον θεοῖς τὸ ὑγρὸν πυρώδεσιν οὖσιν, ἢ ὅτι στυγνότητος αἰτία
καὶ τοῦ ἐν ἡδονῇ ζῆν 〈στερίσκον〉· φησὶ γοῦν αὐτὴν Ἥροδοτος (VΙ
74) ἐν Νωνάκριδι πρὸς Φενεῷ τῆς Ἀρκαδίας ῥεῖν.
272. *κατὰ ξηροῦ καὶ ὑγροῦ ὀμνύουσιν, ἐπεὶ πάντα ἐκ ξηροῦ καὶ ὑγροῦ συνίσταται.
273. * ἅλα μαρμαρέην] τὴν ἡλίου θρεπτικήν. ἄναμμα ἡλίου
νο〈τ〉ερὸν 〈ἡ〉 θάλασσα.
274. *ἀμφίς] περί· ποτὲ δὲ καὶ τὸ διχῶς, “ἀμφίς φρονέοντε” (Il. 13. 345).
275, 6, 7. Χαρίτων μίαν—Πασιθέην—ὣς ἔφατ᾿ οὐδ᾿ ἀπίθησεν]
ὑποφαίνει ὡς οὐδὲ κοιμώμενον ἐπιλανθάνεσθαι δεῖ χάριτος, καὶ ὅτι καὶ
ἐν ὕπνῳ ἐστί τις ἡδονὴ καὶ χάρις· πανδαμάτωρ γοῦν καὶ μαλθακός
ἐστι καὶ ἡδύς· ἢ φιλοσοφώτερον ἔστιν ἀκούειν· Πίνδαρος γάρ φησι
“παλαιὰ μὲν εὕδει χάρις” (Isthm. VII 16)—καὶ Λήθης γενεαλογοῦσι
τὰς Χάριτας—πρὸ δὲ πάντων ὁμοῦ πεποίηται χάριτος ἄρχοντα τὸν
Ὕπνον αἰνιττόμενος τὸ συμβαῖνον περὶ τοὺς χαρίτων τυχόντας· καὶ
ὁ κωμικὸς “ἅμ᾿ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις” (Men. tr. 472 M.).
278. * ὤμνυε] εἰκότως· πίστεως γὰρ ἔδει ἐρῶντι καὶ φοβουμένῳ.
279. ὑποταρταρίους] ἐνταρταρίους. §. “θεοὺς δ᾿ ὀνόμηνεν ἅπαν- τας” (278)· συλλήβδην καὶ θεὰς εἶπεν. §. 〈γράφεται καὶ〉 “θεὸν δ᾿ ὀνόμηνεν ἕκαστον.” §. τινὲς δὲ 〈προσ〉γράφουσιν “ὤμνυε δ᾿ ἐκ πέτρης κατ〈αλ〉ειβόμενον Στυγὸς ὕδωρ.”
ὑποταρταρίους] τοὺς ἐν τῷ Ταρτάρῳ ὄντας· οὐ γάρ τι ἐστὶν ὑπὸ
281. Λήμνου τε καὶ Ἴμβροῦ] τινὲς “Λήμνοιο κατὰ μέγα ἄστυ
λιπόντε” τί γὰρ νῦν πρὸς τὴν Ἴμβρον, §. ἔστι δὲ νῆσος πρὸς τῷ
μέλανι κόλπῳ· ἀπέχουσι δὲ ἀλλήλων στάδια ρκ΄.
* βήτην] ἐπὶ πελάγους. §. 〈“ἠέρα〉 ἀεὶ διὰ τοῦ η φησίν.
πρήσσοντε] περῶ πρῶ, ὡς βέω βῶ, βορῶ 〈βρῶ〉, τορῶ τρῶ·
283. * Ἴδην] ἀντὶ τοῦ Ἴδης· ἀλλαχοῦ (292) “Γάργαρον ἄκρον
Ἴδης ὑψηλῆς.”
284. * Λεκτόν] ὡς φυτόν.
*τὼ δ᾿ ἐπὶ χέρσου βήτην] ἐπέβησαν δὲ οὗτοι τῆς χέρσου.
285. ἀκροτάτη δὲ ποδῶν ὑπεσείετο 〈ὕλη〉] τὴν χαμαίζηλον βο-
μάρπτε ποδοῖιν” (228)· εἰσὶ δὲ γραφικά.
286. πάρος Διὸς ὄσσε ἰδέσθαι] πρὶν ἰδεῖν τοὺς ὀφθαλμοὺς τοῦ
287. εἰς ἐλάτην ἀναβάς] ἐλάτη ἐπίμηκες καὶ ἄκαρπον ὡς Ὕπνος·
ἔστι δὲ ἐπὶ ἐλάτην.᾿ §. τὸ δὲ “μακροτάτη” εἶπεν, ὡς πολλῶν οὐσῶν
* περιμήκετος] μῆκος μήκετος ἐπεκτάσει, ὡς πάχος πάχετος.
289. * καὶ ὑπὸ τοῦ ὕψους καὶ τῶν κλάδων καὶ τῆς μεταμορφῶ-
σεως οὐχ ὁρᾶται.
290. *ὄρνιθι λιγυρῇ ἐναλίγκιος] κατὰ τὴν καθέδραν· ἡ γὰρ ὄρνις
*ἥν τ᾿ ἐν ὄρεσσιν] λείπει ‘διατρίβουσαν.’
291. χαλκίδα] τὸ εὔφωνον ὄνομα τοῖς θεοῖς τίθησιν· οἶδε δὲ τὰ
θεῶν ὡς ὑπὸ Μουσῶν καταπνεόμενος. τινὲς δέ φασιν αὐτὴν εἶναι
Ἁρπαλύκην, ἢ μιγεῖσα τῷ πατρὶ Κλυμένῳ κατὰ βίαν ἑψήσασα τὸν
υἱὸν Πρέσβωνα παρέθηκεν αὐτῷ. ἢ ὅτι Διὶ συνῆλθεν, Ἥρα δὲ ὠρνί-
θωσεν αὐτήν· ἐν Χαλκίδι δὲ διῆγεν ἄνθρωπος οὖσα. οἳ δὲ τὴν
μητέρα τῶν Κορυβάντων Χαλκίδα φασίν. ἢ ὅτι χαλκίζει τὴν χροιάν,
ἢ ὅτι κατὰ νύκτα ὁρᾶται. τινὲς δὲ τὴν γλαῦκα.
κύμινδιν] ὅτι ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύπτει· ὁ
γὰρ κύμινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, χαλκίζων τὴν χροιάν,
καὶ μέγεθος ὅσον ἱέραξ ὁ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης
(H. A. 9. 12). παρὰ δέ τισι θηλυκῶς λέγεται· εὐεπίφορον δὲ εἰς
ὕπνον τὸ ὄρνεον.
292. * τὸ “Γάργαρον” ἄκρον, ἡ δὲ πόλις θηλυκῶς, καὶ οἱ πολῖται Γαργαρεῖς.
294. ὡς δ᾿ ἴδεν, ὥς μιν ἔρως] ἐπαναλαμβάνει τὸ “ἴδεν,” ὑπο- φαίνων ὡς οὐκ ἐν παρέργῳ αὐτὴν εἶδεν. ἔστιν οὖν ὡς τὸ “ἠράσατ᾿ , ὀφθαλμοῖσιν ἰδών” (Il. 16. 182).
*πυκινάς] πρὸς ἐπίτασιν τοῦ πάθους. §. “ἀμφεκάλυψε” δὲ ἀντὶ
295. * ὅτε πρώτιστον] Ἀρίσταρχος “ὅτε πρῶτόν περ.”
296. εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας] καὶ πῶς φησι
(202) παῤ Ὠδκεανῷ αὐτὴν τρέφεσθαι; ἢ τὸ ἀτιτάλλειν (ib.) οὐκ ἐκ
νηπίας· φησὶ γοῦν “ἄταλλε δὲ κήτε᾿ ὑπ᾿ αὐτοῦ” (Il. 13. 27) καὶ
“τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ᾿ ἐπὶ φάτνῃ” (Il. 5. 271).
λάθρα οὖν ἐμίγη· ὅτε δὲ ἐταρταρώθη Κρόνος, ὡς παρθένος ὑπονοου-
μένη ἐξεδόθη Διὶ ὑπὸ Τηθύος καὶ Ὠκεανοῦ. τεκοῦσαν γοῦν Ἥφαι-
στον προσποιεῖσθαι δίχα μίξεως κυεῖν. καὶ Κηδαλίωνι τῷ Ναξίῳ
παραδοῦναι χαλκευτικὴν διδάξαι· διὸ καὶ μέχρι νῦν ὑπόμνημα φυλάσ-
σεσθαι παρὰ Ναξίοις καὶ τὸν Ἀμφιθάλην τῇ Ἰτάλῃ συγκατατεθεῖ-
σθαι· ἄλλοι τὸν Δία φασὶν ἐν Σάμῳ λάθρα τῶν γονέων διαπαρθενεῦσαι
τὴν Ἤραν· ὅθεν Σάμιοι ζήλῳ τῆς θεοῦ μνηστεύοντες τὰς κόρος
λάθρα συγκο〈ι〉μίζουσιν, εἶτα παρρησίᾳ τοὺς γάμους θύουσιν.
ἐρασθῆναι Εὐρυμέδοντος, ἑνὸς τῶν γιγάντων, καὶ ἐξ αὐτοῦ τεκεῖν τὸν
Προμηθέα. Δία δὲ ἐγνωκότα τὸν μὲν ταρταρῶσαι, τὸν δὲ Προμηθέα
προφάσει τοῦ πυρὸς σταυρῶσαι.
*φίλους] τοὺς οἰκείους· “ἀπὸ μὲν φίλα εἵματα δύσω” (Il. 2. 261).
297. στῆ δ᾿ αὐτῆς προπάροιθεν] κινηθεὶς ὑπὸ τοῦ κεστοῦ αὐτὸς
πρόσεισι τῇ γυναικί.
298. * πῆ μεμαυῖα] εἰς τίνα τόπον ὡρμημένης
τόδ᾿ ἱκάνεις] λείπει 〈τὸ〉 ὄρος· “ἢ ἑὸν αὐτοῦ χρεῖος ἐελ-
μαίνεται” (Il. 5. 185) ἀντὶ τοῦ ἐνθάδε· οὐ γινώσκει δὲ τὴν 〈συ〉-
σκευὴν διὰ τὰ πάθη, “ἅ τ᾿ ἔκλεψε νόον πύκα〈περ φρονεόντων〉” (217).
299. ἵπποι δ᾿ οὐ παρέασι] ἠθικῶς πάνυ καταπαύει τὴν ὁδὸν ὡς μὴ
φάσει οὖν χρῆται. ἡ δὲ δολίως ἐπιτείνει τὴν ἐπιθυμίαν τοῦ ἀνδρός,
φάσκουσα πάντα αὐτῇ εὐτρεπῆ εἶναι πρὸς τὴν ὁδόν, “ἵπποι δ᾿ ἐν
πρυμνωρείῃ” (307).
300. τὸν δὲ δολοφρονέουσα] δολίαν εἰσάγει τὴν Ἥραν καὶ ἐν τῷ
οὖν κηρύττει ὁ ποιητὴς φυλάττεσθαι τῶν γυναικῶν τοὺς λόγους.
304—6. ἀθετοῦσιν ὡς ἀμβλύνοντας τὴν ἐπιθυμίαν Διός· ἀλλ᾿
* ἠθετοῦντο παρὰ Ζηνοδότῳ.
304. καί σφ᾿ ἄκριτα νείκεα λύσω] καὶ πῶς ἐν τῇ A (424) μετὰ
307. πρυμνωρείῃ] ὡς ἀκρωρείᾳ· σημαίνει δὲ τὸ πρὸς τῇ ῥίζῃ τοῦ ὄρους συνορίζον τῷ ἐδάφει· τὰ δὲ ὑπὸ τοῖς ἄκροις ἀκρώρεια καλοῦν- ται.
308. * ἐπὶ τραφερήν τε καὶ ὑγρήν] ἐκ τοῦ παρεπομένου τὴν γῆν· “μάλα δʼ ὦκα περιστρέφεται (Il. 5. 903) ἀντὶ τοῦ πήγνυται.
309. σεῦ εἵνεκα] ἐντέχνως αὐτὸν γοητεύει 〈ὡς〉 τῇ ἐξουσίᾳ ἐκείνου τὰς ἰδίας ὑποστέλλουσα χρείας. καὶ γυναιξὶ δὲ νομοθετεῖ τὰς ἐξό- δους ποιεῖσθαι συγκεχυρημένας ὑπὸ τῶν ἀνδρῶν.
310. *μετέπειτα χολώσεαι] οἱ περὶ Ζηνόδοτον “μετόπισθε χο- λώσεαι.”
313. * ὅρα οἷόν ἐστιν ἡ φιληδονία, ὑπέρθεσιν οὐ δεχόμενον καὶ τῶν καθηκόντων ἐμποιοῦν ἀμέλειαν.
314. τραπείομεν] ἀντὶ τοῦ τρεφθῶμεν· ἐκτρέπει γὰρ τοῦ δέοντος
ἡ ἡδονή.
315. οὐ γάρ πω ποτέ μʼ ὧδε] τίνος ἕνεκεν τοσοῦτον ἀκρατῆ παρί-
στησι τὸν Δία, ὥσ〈τε〉 μὴ δύνασθαι κρατεῖν ἑαυτοῦ; φαμὲν οὖν ὡς
ἀπελογήσατο περὶ τούτου ἐν οἷς διαλαβὼν περὶ τοῦ κεστοῦ φησιν
“〈ἔνι—πάρφασις,) ἥ τε κλέψε νόον” (217). ἄλλως τε διδάξαι βού-
λεται τοὺς νέους ὁ ποιητής, ὅσον ἐστὶ χαλεπὸν μὴ κρατεῖν τῶν παθῶν,
ὅπου καὶ Ζεὺς ὁ παγκρατὴς πάθει νικηθεὶς ἐζημιώθη τὴν ὄνησιν ἣν
ἀπὸ τῆς ἀγρυπνίας περιεποιήσατο.
〈θεᾶς ἔρος〉 οὐδὲ γυναικός] ἀντὶ τοῦ θνητῆς· ἀλλαχοῦ “ἢ θεὸς
ἠὲ γυνή” (Od. 10. 228). ὡς μείζονα δὲ τὸν γυναικεῖον ἐπήγαγεν
ἔρωτα, ἢ ὅτι ὁ τῶν ὁμοφύλων ἔρως οὐ λίαν ἐστὶν ἐπιτεταμένος, ὡς
ὁ τῶν παρὰ φύσιν, ἢ διὰ τὸ συμπλεκτικὸν σχῆμα· “〈ἣ δʼ ἐπεὶ〉
εἰσῆλθεν καὶ ὑπέρβη λάινον οὐδόν” (Od. 23. 88). καὶ γὰρ πρώτας
τὰς θνητὰς καταλέγει. καὶ “μήτε θεῶν τό γε δείδιθι μήτε τινʼ
ἀνδρῶν ὄψεσθαι” (342).
316. * περιπροχυθείς] περισσῶς χυθείς. §. ὁ δὲ Ἰξίων γράφει
317. Ἰξιονίης ἀλόχοιο] τῆς ὕστερον γενομένης Ἰξίονος· παρθένοις
*Ἰξιονίης ἀλόχοιο] Ἰξίονος γυνὴ Δῖα, Δηιονέως θυγάτηρ.
318. *θεόφιν] θεῷ ἢ θεοῖς· τὸ γὰρ ἴσος ὅμοιος ἀλίγκιος ἀτά-
λαντος δοτικῇ συντάττεται.
319. Δανάης] ἐξ Εὐρυδίκης καὶ Ἀκρισίου· Εὐφορίων “ὀθνεῖον Πέρσης λέων γε μὲν Εὐρυμέδοντα” (fr. 67 M.) τινὲς δέ φασι πλείονα Ἡροκλέους αὐτὸν εἰργασμένον οὐ τυχεῖν δόξης, ὅτι Διόνυσον ἀνεῖλεν εἰς τὴν Λερναίαν ἐμβαλὼν λίμνην.
320. * ἀριδείκετον] τινὲς “πολὺ φίλτατον.”
321. * Φοίνικος κούρης] Φοίνικος καὶ Κασσιεπείας Εὐρώπη.
322. * Μίνω τε] τινὲς “Μίνωα·” Ζηνόδοτος “Μίνω·” Ἀρίσ- ταρχος “Μνων” Ἀττικῶς.
Ῥαδάμανθυν] ἐπεὶ ἐμάνη περὶ τὰ ῥόδα τὰ ὑπὸ τοῦ ταύρου
προϊέμενα ἡ Εὐρώπη, Ῥαδάμανθυν ὠνόμασε τὸν παῖδα.
323. *Θήβῃ] ἐκεῖ γὰρ ἐτέχθη Ἡρακλῆς.
324. Ἡρακλῆα] Ἀλκαῖος ἐκαλεῖτο· ὁ δὲ Πύθιος “Ἡρακλέην
δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει. ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος
ἄφθιτον ἕξεις·” οἳ δέ, ὅτι Πορφυρίωνος ἐρασθέντος Ἥρας, προσκαλε-
σαμένης αὐτῆς, ἐλθὼν ἐβοή〈θη〉σεν· διὸ παρὰ τὸ ὑπὸ τῆς Ἥρας
κληθῆναι Ἡρακλῆς λέγεται. §. φασὶ δὲ τὸν Δία συγκοιμώμενον
Ἀλκμήνῃ πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς ἡμέρας· ὅθεν
325. Διώνυσον] ἀπὸ Διὸς καὶ Νύσης τοῦ ὄρους. οἳ δὲ Διόνυξος, ἐπεὶ
Ἀντιόπην ἀφῆκε—καὶ Διώνην·. οὐ γάρ, ὡς τινες ψνχρευόμενοι,
ἐπεὶ πρὸ Ἀφροδίτης οὐκ ἦσαν ἔρωτες.
χάρμα] σημειωτέον, ὅτι καθ’ Ὅμηρον εὑρετὴς οἴνου Διόνυσος.
328. * σέο] τινὲς κατʼ ἀντιδιαστολήν, καὶ ὀρθοτονοῦσιν· ἡ δὲ χρῆσις ἐγκλίνει.
330. ποῖον τὸν μῦθον ἔειπες] γυναικικῷ τῷ ἤθει ἐπιπλήττει ὡς ἀπηρυθριακότι· ἀκκίζεται δέ, ἀπάξαι αὐτὸν τῆς Ἴδης θέλουσα πρὸς τὴν εὐκαιρίαν τῆς ἐπικουρίας.
332. προπέφανται] πρόδηλά ἐστιν.
333. πῶς κʼ ἔοι] στικτέον εἰς τὸ “ἔοι,” ἀντὶ τοῦ “πῶς ἂν εἴη.’
337. * ἐθέλεις] λείπει μιγῆναι.
338. ἔστιν τοι θάλαμος] δοκεῖ μὲν αἰδημόνως διαλέγεσθαι, ἔστι
δὲ οὐδὲ τοῦτο ἄτεχνον αὐτῇ, ἀλλὰ θέλει τὸν Δία κατακλεῖσαι εἰς τὸ
δωμάτιον, ἵνα μὴ διαναστὰς ἐκ προχείρου θεάσηται τὰ Ἑλλη-
νικά.
φίλος υἱός] καὶ “ἀλλὰ τοκῆε δύω” (Od. 8. 312)· αἰτιᾶται γάρ. ὅτι τῶν αὐτῶν Ἀρείων τοκήων οὐκ ἔστιν ἀρτίπους ( ib. 310), ὡς ἐκεῖνος.
340. ἔνθʼ ἴομεν] ὅτι εἰς τόπον πάλιν τὸ “ἔνθα.” §. τοῦ δὲ
342. Ἥρη, μήτε θεόν] μὴ μεμφέσθω Πλάτων χρυσοῦν νέφος καὶ
ἥλιον νικῶν, οἷον οὐκ ἂν οὐδὲ Ἥφαιστος ἐποίησεν, καὶ εὐνὴν ἐξ ἀν-
θῶν (De Rep. III. 390c)· τοιοῦτος δέ ἐστιν, ὡς καὶ Ποσειδῶν κα-
καθʼ οὓς πᾶσα ποίησις θεωρεῖται· ὁ μιμητικὸς τοῦ ἀληθοῦς, φιλο-
πάτωρ, μισογύνης, ἄπιστος, παρρησιαστής, ὁ κατὰ φαντασίαν τῆς
ἀληθείας, ὃν δεῖ μὴ κατὰ μέρος ἐξετάζειν—οἷον ὅτι ψυχαὶ γεύονται
καὶ λαλοῦσι, πάντως ἐρεῖ τις, καὶ γλῶσσαν ἔχουσι καὶ βρό〈γ〉χον
—τρίτος δὲ ὁ καθʼ ὑπέρθεσιν ἀληθείας καὶ φαντασίαν, Κύκλωπες,
Λαιστρυγόνες, καὶ ταῦτα τὰ περὶ θεῶν.
μήτε θεόν] ἄμεινον “θεῶν,” ὡς “ἀνδρῶ.” πᾶς δὲ τόπος τῇ νομίμῳ μίξει θάλαμός ἐστι, τῇ δὲ ἀθέσμῳ οὐ〈δείς〉. ἀμέλει Ἄρεα οὐκ ἔκρυψεν οὐδὲ ἡφαιστότευκτος ὢν ὁ θάλαμος (Od. 8. 321).
343. ἀμφικαλύψω] περιβαλῶ, ὡς τὸ “νύκτα—ἐκάλυψε” (Il.
5. 507) καὶ “πέπλοιο φαεινοῦ πτύγμʼ ἐκάλυψεν” (ib. 315).
344. οὐδʼ ἂν—διαδράκοι Ἠέλιός περ] πῶς οὖν ὁ Ὕινος διικνεῖται διὰ τοῦ νέφους; ἢ οὐχ ὁ σωματοειδὴς Ὕπνος, ἀλλὰ τὸ πάθος.
346. * ἀγκάς] ἠγκαλισμένως, ὡς ἑκάς.
347. τοῖσι δʼ ὑπὸ χθών] ἐμπεσὼν εἰς φορτικοῦ πράγματος διή-
νεοθηλέα ποίην] ἀνθηρῶς γράφει τὴν εὐνήν, καὶ προθεὶς τὸ γένος
348. *Ὑάκινθον] Ἀμύκλα παῖς.
349. ὑψόσʼ ἔεργεν] τινὲς “ἔερπεν,” οἳ δὲ “ἵπανεν,” δὲ “ἄειρεν.”
350. νεφέλην—χρυσείην] αἰθέριον, ἐπεὶ πυρώδης ὢν ὁ αἰθὴρ
χρυσίζει. §. ἐπάγουσι δέ τινες “δή ῥα τότʼ ὀφθαλμοῖσι Διὸς χύτο
νήδυμος ὕπνος·” τοῦτο γὰρ δεῖ δηλωθῆναι.
*τῷ ἔνι] τινὲς τῷ ἀπʼ αὐτῶν θαλλῷ.
351. στιλπναί] ὡς παρὰ τὸ θάλπω θαλπνός, τέρπω τερπνός.
ὀξυτόνως τὸ “ἐέρσαι” ἡ γὰρ εὐθεῖα ἐέρσα ἐστί, καὶ μεταβολῇ
*ἀπέπιπτον] Ζηνόδοτος γράφει “ἀνέπιπτον” ἀντὶ τοῦ ἐπέ- πιπτον, ὡς “χρυσέαισιν ἀνʼ ἵπποις” (Pind. Ol. I 41).
253. *ὕπνῳ] τῷ πάθει.
354. βῆ δὲ θέειν] διὰ τὴν 〈ἐπ〉αγγελίαν τῆς ἐρωμένης καὶ ἃ
Δαναοῖσι—ἐπάμυνε] πόθεν μαθὼν ταῦτα ἀπαγγέλλει; ἢ συνῆκεν
εὐρύοπα Ζῆν᾿” (265).
360. Ἥρη δὲ—παρήπαφεν] οὐκ 〈ἦν〉 ἀναγκαῖον, φασί, τὸ ἀπόρ-
361. ὤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων] εἰ δὲ ἐνῴκει Λῆμνον,
ὑπέστρεψεν ἂν ἐκεῖ, ὡς 〈οἱ〉 ἄνεμοι (Od. 10. 55) καὶ Ἄρης καὶ
Ἀφροδίτη (Od. 8. 361, 2).
362. ἀνῆκεν] ἀνέπειθεν ἢ παρώρμησεν· ἀπὸ τῶν ἵππων δέ, οἷς ἀνιᾶσι τὰς ἡνίας.
363. ἐκέλευσεν] ἐν ἤθει ὁ λόγος. διεγείρει δὲ ταῦτα λέγων.
366. καὶ εὔχεται]οὐκ“ἔλπεται·” καυχηματίας γάρ ἐστιν ὁ Ἕκτωρ.
368. οὔτι λίην] πεφεισμένως· ἄμεινον γὰρ τοῦ οὐδʼ ὅλως.
εἴ κεν οἱ ἄλλοι] ἐὰν ἀλλήλους παροξύνωμεν βοηθεῖν ἀλλήλοις. διδάσκει δὲ ὅτι δυνατὸν αὐτοὺς περιγίνεσθαι καὶ χωρὶς Ἀχιλλέως.
371. *ἄρισται] ἰσχυραί.
372. παναίθῃσιν] ὁλολάμποις. §. ἔστι δὲ παρὰ τὸ παναίθη, ὡς
“περιξεστῇ” (Od. 12. 79), ἢ παναίθης καὶ ἔκτασις. §. βαρυντέον
μετὰ προθέσεως συντεθῇ, 〈ὡς τὸ〉 ἀνατολή, εἰ δὲ μετὰ ἄλλου τινός,
ἀναβιβάζει τὸν τόνον, ἱστοδόκη καπνοδόκη. ὥστε καὶ τὸ ὑδρορ〈ρ〉όη
παρὰ τοῖς ἀρχαιοτέροις Ἀττικοῖς ἀναλόγως βαρυντέον, τὸ δὲ ἀναρ-
〈ρ〉όη βαρυνόμενον παρʼ αὐτοῖς σημειωτέον.
376, 7. ὃς δέ κ’ ἀνὴρ μενέχαρμος, 〈ἔχῃ δʼ ὀλίγον σάκος ὤμῳ〉]
ἀθετοῦνται· οὐκ ἂν γὰρ ἀνίσους ἐφόρησαν ἀσπίδας. τινὲς δὲ 〈τὸ〉
“ὀλίγον” ἀνάξιον πρὸς τὴν κατασκευήν, μεῖζον (377) δὲ ὃ ἄριστον ἂν
εἶπεν· ἄλλως τε ἄτοπον, μὴ τὰς κρείσσους καὶ ἁρμοδίας ἀλλὰ τὰς με-
γάλας ἀναλαβεῖν. τό τε “μενέχαρμος, φασίν, οὐκ οἶδεν ὁ ποιητής.
τί οὖν ἐστι τὸ “〈τὸν〉 δʼ Ἀντίλοχος μενεχάρμης” (Il. 13. 390);
*τοὺς δύο (376, 7) Ζηνόδοτος μὲν οὐδὲ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ.
377. * ἐν ἀσπίδι μείζονι δύτω] ὁπλιξέσθω.
379. οὐτάμενοί περ] συλληπτικῶς τὸ “οὐτάμενοι.” Διομήδης
τῆς μάχης.
382. ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε] τοῦτο ποιοῦσιν, ὅπως τὰ ἀσφαλέσ-
γυμνωθέντα βραχίονα” (Il. 12. 389) καὶ “πλευρά, τά οἱ κύψαντι”
(Il. 4. 468). ἔχουσιν οὖν σκέπην τὰς ναῦς ἀσπίδας ἀμείβουσιν
(381)· ἀλλʼ οὐκ ἂν ὡμολόγησέ τις χείρων εἶναι, ὅπως μὴ ἀτιμασθείη.
ἀλλʼ ἑωρῶντο, “οἱ 〈τὸ πάρος περ θυμῷ ἦρα φέροντες ἀφεστᾶσι”
(131), εἰκός τε ἦν αὐτοὺς πεισθήσεσθαι διὰ τὸ μέγεθος τοῦ ἐπὶ ναυσὶ
κινδύνου, ἐπεὶ καὶ οἱ πλέοντες ἐν κινδύνῳ αὐτόχειρες γίνονται τῶν
σκευῶν, τοὺς ναύτας παρωσάμενοι, εἰ ἄτεχνοί εἰσιν. πῶς τε οὐκ
ἔμελλον ἀπὸ τοῦ νῦν γενναίως πολεμεῖν ἕκαστος, εἰδὼς ὡς ζῶν ὑπὸ
πολίτου σκυλευθήσεται μὴ πολεμῶν;
*χέρεια] ὡς τὸ πλέα συγκέκοπται.
δόσκεν] οὕτως Ἀρίσταρχος· ἔν τισι δὲ “δῶκεν.”
383. νώροπα] ἢ τὸν εὐόρατον παρὰ τὸ νοῆσαι, οἷον νοηρός νωρός, ὡς
*χαλκόν] τὴν ἐκ χαλκοῦ ὕλην.
385. δεινὸν ἄορ] τινὲς τὴν τρίαιναν, ἐπεὶ καὶ Ἀρκάδες καὶ Αἰτωλοὶ πᾶν ὅπλον “ἄορ” καλοῦσιν· ὅθεν καὶ “χρυσαόρου Ἀπόλλωνος” (Il. 5. 509) καὶ “Ἀθηναίης δολιχαόρου ἱερὸν ἄστυ” (Philetas cf. infra schol. 21. 179). ὁ δὲ ποιητὴς μόνον τὸ ξίφος, παρὰ τὸ αἰωρεῖσθαι.
387. δαΐ] δαίω δαίσω δαίς δαΐ, ὅθεν τὸ δήιος δηιόων, καὶ ὡς τὸ
“λελασμένος ἱπποσυνάων” (Il. 16. 776) συνεστάλη Ἰωνικῶς· εἰ
δὲ καὶ ἀπὸ τῆς δαίς εὐθείας ἐστίν, ὀξύνεται τὸ “δαΐ,” εἴτε ἀποκέ-
κοπται εἴτε συγκέκοπται.
388. *ἑτέρωθεν] ἐκ τῆς ἑτέρας στάσεως.
392. ἐκλύσθη δὲ θάλασσα] ἐκλυδωνίσθη συναγανακτοῦσα Ποσει- δῶνι—ὡς “ἔκλαγξαν δʼ ἄρʼ ὀιστοί” (Il. 1. 46) —καὶ αὔξουσα τὴν βοὴν τῶν Ἀχαιῶν. παρατηρητέον δὲ 〈ὅτι〉, πρὶν εἰπεῖν τι τῶν κατὰ τὴν μάχην, θορυβεῖ τὸν ἀκροατήν.
393. *ξύνισαν] τὰ δύο στρατεύματα.
394–8. οὔτε θαλάσσης κῦμα —οὔτε πυρὸς—οὔτ’ ἄνεμος] περισπού-
δαστόν τι δηλοῖ τὰς παραβολὰς πληθύνων. τρία δὲ ταῦτα ἴσμεν ἐν
ἀνθρώποις ἰσχυρότατα, θαλάσσης κίνησιν, πυρὸς βρόμον, ἀνέμου ὁρμήν.
τί οὖν παραλέλοιπεν εἰς αὔξησιν; τὸ κῦμα πελάγιον, περιρρησσό-
μενον ἀποκρότῳτόπῳ κατὰ χαλεπὴν λύσσαν Βορέου. εἶτα τὸν βρόμον
τοῦ πυρός, οὐ κατοικιδίου, ἀλλʼ “οὔρεος ἐν βήσ〈σ〉ῃς” (397), ὅ ἐστι
κοιλώμασιν· ψιλαὶ γὰρ αἱ ἀκρώρειαι, ὥσ〈τε〉 εἶναι ὅλου ὅρους ἐμ-
πρησμόν. εἶτα ὁ ἄνεμος οὐ διὰ μαλακοῦ ἀέρος ἀνεμποδίστως
θέων, ἀντιτυπῶν δὲ δρυσὶν ὑψηλαῖς ἀντιτετειχισμέναις τῷ πνεύ-
ματι. ἰδίως ὑπερθέσεσιν, οὐ παραβολαῖς χρῆται, ὡς οὐκ ἔχων
εἰκάσαι τὴν φωνὴν διὰ τὸ μέγεθος· ἑκάστῃ δὲ τῶν εἰκόνων ἐν ἄλλοις
κατʼ ἰδίαν χρησάμενος, νῦν πάσας ἅμα παραλαμβάνει. τῇ μὲν οὖν
ἀπὸ τῆς θαλάσσης οὕτω κέχρηται, “ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπε-
τέος ποταμοῖο βέβρυχε μέγα κῦμα ποτὶ ῥόον—τόσ〈σ〉ῃ ἄρα Τρῶες
ἰαχῇ ἴσαν” (Il. 17. 263, 6). τῇ δὲ ἀπὸ τοῦ πυρός, “ὡς δʼ
μάει βάθέ’ ἄγκεα θεσπιδαὲς πῦρ οὔρεος ἀζαλέοιο, βαθεῖα 〈δὲ〉
καίεται ὕλη” (Il. 20. 490). τῇ δʼ ἀπὸ τῶν ἀνέμων, “ὡς δʼ εὖρός
τε νότος τʼ ἐριδαίνετον ἀλλήλοισιν οὔρεος ἐν βήσ〈σ〉ῃς βαθέην
πελεμιζέμεν ὕλην φηγόν τε—τανύφλοιόν τε κράνειαν, αἵ τε πρὸς
ἀλλήλους ἔβαλον τανυήκεας ὄζους ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε
ἀγνυμενάων” (Il. 16. 765).
394. βοάᾳ] διὰ τοῦ “βοάᾳ” ἐδήλωσεν, ὡς οὐκ εἰς ὁμαλὴν ἠιόνα
ἐκπίπτει, ἀλλʼ 〈εἰς〉 ἀντίτυπον χέρσον, καὶ “〈πνοιῇ〉 βορέω” ὃς
εἴωθε κύματα μακρὰ κυλίνδειν (Od. 5. 296). §. καὶ διὰ τῆς ἐκτάσεως
τοῦ στοιχείου μεμίμηται τὴν ἐπὶ πλείονα ἔκτασιν τοῦ ἤχου, ὡς ἐπὶ
τοῦ “ἠιόνες βοόωσιν” (Il. 17. 205).
395. ἀλεγεινῇ] ἀλγεῖν παρεχούσῃ τοῖς ἐντυγχάνουσιν.
397. *ὤρετο] τινὲς “ὤρορε.”
398. τόσ〈σ〉ον γε] Ζηνόδοτος“τόσ〈σ〉ος γε.” §. ὁ δὲ ἄνεμος ἐκ
399. * χαλεπαίνων] χαλεπῶς ἐμπίπτων.
400. τόσση ἄρα Τρώων] ἐν πολλοῖς “ὅσση” δίχα τοῦ τ, ὡς τὸ
402. Αἴαντος δὲ πρῶτος 〈ἀκόντισε〉] ὡς ἐπὶ Αἴαντα, ὡς τὸ “ὡρ-
μένος, καὶ οὐ συστάδην ἀγωνίζεται πειραθεὶς τοῦ μονομαχίου.
πρῶτος ἀκόντισε] ἅμα μὲν ὡς προπετής, ἅμα δὲ καὶ τὸ ἀξιόπιστον
403. * ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ] ἐπεὶ προσε〈τέ〉τραπτο αὐτῷ
κατʼ ἰθύ.
404. τῇ ῥα δύω τελαμῶνε] κατὰ τὴν κλεῖν· τρωτὸς δὲ ὁ Αἴας ὅλον
τὸ σῶμα, οὐχ,ὡς Αἰσχύλος (tr. 78 N.), τὰ περὶ τὴν μασχάλην. δῆλον
δὲ καὶ ἐκ τοῦ ἐπὶ Πατρόκλῳ ἀγῶνος· μονομαχοῦντος γὰρ αὐτοῦ πρὸς
Διομήδην φησὶ “καὶ τότε δή ῥ’ Αἴαντι περιδδείσαντες Ἀχαιοί”
(Il. 23. 822) ὡς δυναμένου καὶ τρωθῆναι· τοῦτο δὲ ὑπονοοῦσι διὰ
τὸ μηδέποτε παρʼ Ὁμήρῳ τετρῶσθαι αὐτόν.
405. ἤτοι ὃ μὲν σάκεος] λείπει τὸ ὤν. ἐπεπτυγμένοι δὲ ἦσαν·
καὶ τὸ σάκος δὲ πόρπακα οὐκ εἶχεν, ἀλλὰ τελαμῶνι ἤρτητο καὶ κανόνι
μετήγετο· Κᾶρες δὲ τοὺς πόρπακας εὗρον· τινὲς δὲ πηλῷ βάλλεσθαι
αὐτὸν ὑπὸ Τρώων, εἴ πως βαρηθείη ὑπὸ τοῦ πηλοῦ· ἀποσεισά-
μενον δὲ αὐτὸν δύο κολωνοὺς ποιῆσαι. ἀλλʼ οὐδὲ θεός φασιν αὐτῷ
βοηθεῖ· αἴτιον δὲ τούτου, ὅτι τὰ μὲν πρὸ τῆς μήνιδος οὐκ εἴρηκεν
ὁ ποιητής, παιδιὰν δὲ τὴν Διομήδους ἀριστείαν εἶναι συνεργούσης
Ἀθηνᾶς, τὰς δὲ ἄλλας μὴ ἔχειν θεούς, ἀπειπόντος Διός· διὸ οὐχ
εὗρε καιρὸν εἰσάγειν θεόν· οἳ δέ, ὅτι τῆς ἀσπίδος ἐξέκοψε γλαῦκα·
ὅθεν οὐκ ἐβοήθει αὐτῷ Ἀθηνᾶ.
406. τώ οἱ ῥυσάσθην] τινὲς ὑπονοοῦσι θώρακα αὐτὸν μὴ ἔχειν ἐκ
*χώσατο δʼ Ἕκτωρ] ὡς ἂν παρωξυγκὼς ἐφʼ ἑαυτῷ τὸν ἄριστον.
409. * ἀπιόντα] οὐ φεύγοντα ἐξ ὑποστροφῆς, ἀλλʼ οἷον ὑποχω ροῦντα.
410. * τά ῥα πολλά] τινὲς “ἃ μυρία βόσκει” (Od. 12. 97)· ἐκ δὲ τοῦ ἐναντίου Πίνδαρος (Ol. 3. 10) “θεόμοροι νίσοντʼ ἐπʼ ἀνθρώπους ἀοιδαί, ᾧ τινι, κραίνων ἐφετμάς—.”
411. * παρ ποσὶ μαρναμένων] ἄγαν ποιητικῶς, εὐπορίας οὔσης λίθων διὰ τὸ χωρίον.
412. * βεβλήκει] οὕτως Ἀρίσταρχος· Ζηνόδοτος δὲ “βεβλή- κειν.” §. πανταχόθεν δὲ αἰτίας ἀνευρίσκει ὁ ποιητής.
413. στρόμβον] τινὲς τὸν ἄτρακτον ἀπὸ τοῦ περιστρέφεσθαι, οἳ
δὲ τὸν βέμβικα, οἳ δὲ τὸν ῥόμβον, οἳ δὲ στρογγύλον λίθον· ὑπεροχὴ
δὲ ῥώμης, ἄνδρα τηλικοῦτον ἔνοπλον οὕτω δεδινῆσθαι. τινὲς δὲ ἐπὶ
τοῦ λίθου ἀκούουσιν· πῶς γὰρ ἂν ὑπὸ χερμαδίου οὕτω περιεστράφη;
πῶς “ἐπʼ αὐτῷ—ἀσπὶς ἑάφθη” (419); πῶς δὲ δρυὶ εἰκάζεται (414),
ἣ πεσοῦσα αὐτοῦ μένει;
414. ὡς δ’ ὅθ᾿ ὑπὸ ῥιπῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς] Αἴας Ζεύς, ὁ λίθος κεραυνός· Ἕκτωρ δρυΐ μεγίστῃ πεσούσῃ ἐκ ῥιζῶν 〈εἴκα- σται〉.
415. πρόρριζος] ἱστορικῶς· ἅπαντα γὰρ διόβλητα τῶν δένδρων
ἐκ ῥιζῶν ἀνασπᾶται. ὅθεν ἐνέφηνε καὶ ἐν τῷ “ἐξερίπῃ” (414) ψιλὴν
τὴν πτῶσιν οὖσαν.
418. * ὦκα] ἡ Χία καὶ ἡ Μασσαλιωτικὴ οὕτως· Ἀρίσταρχος “ὠκύ.”
*ἐν κονίῃσιν] ἔδει εἰς κόνιν.
419. 〈χειρὸς〉 δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη] ἐπʼ
αὐτῷ τῷ δόρατι πεσόντι ἐπισυνήφθη καὶ ἐπηκολούθησεν ἡ ἀσπὶς καὶ
ἡ κόρυς ἅμα τῷ ἀφεῖναι καὶ ὅλῳ τῷ σώματι συγκατηνέχθη. §. ἀπὸ
421. * ἰάχοντες] ὡς στενάχοντες.
422. * ἀκόντιζον δὲ θαμειάς] οὐ πάντες οὐ γὰρ ἕκαστος εἶχε
πολλάς.
424. οὐτάσαι οὐδὲ βαλεῖν] “οὐτάσαι ἐγγύς, “βαλεῖν” πόρρωθεν.
περίβησαν ἄριστοι] εἰκότως πολὺ τὸ τῆς σπουδῆς· “αὐτὸς γὰρ
ἐξάγει τὰς ἀγωνίας.
427. τῶν δʼ ἄλλων οὔτις εὑ ἀκήδεσεν] οὐ μόνον κατείλοχε τοὺς
τῶν δʼ ἄλλων] Ζηνόδοτος “τῶν τʼ ἄλλων.” §. οὐδὲ τῶν ἄλλων
τις ἦν ὃς ἠμέλησεν.
428. εὐκύκλους] περιφερεῖς γάρ εἰσιν αἱ ἀσπίδες, ὅ ἐστιν ἐπιμή- κεις· τινὲς δὲ τὰ σάκη ἐπιμήκη φασίν· ἀγνοοῦσι δέ, ὅτι ἀντιφράζει τῇ ἀσπίδι τὸ σάκος.
429. ἵκεθʼ ἵππους] καταχρηστικῶς· κυρίως γὰρ ἱκέσθαι τὸ ποσὶ
παραγενέσθαι.
433. πόρον ἷξον] πόρους τοὺς ποταμούς φησι διὰ τὸ πορεύεσθαι
ἐυρεῖος ποταμοῖο] εὐρέ〈ε〉ος “εὐρεῖος,” ὡς ἱππέες ἱππεῖς.
434. τέκετο Ζεύς] ἢ ὅτι χειμάρρους, ἢ τὸ μὲν σῶμα Διός, τὸ
436. ὃ —ἀμπνύνθη] ἀνεκτήσατο τὸ πνεῦμα, ἔμφρων ἐγένετο.
437. ἑζόμενος δʼ ἐπὶ γοῦνα] κακῶς· οὐδεὶς γὰρ ἐπὶ γονάτων
τῶν· φησὶ γοῦν “στῆ δὲ γνὺξ 〈ἐριπών〉” (Il. 8. 329). ἔστιν οὖν,
ἑζόμενος δὲ τὸ αἷμα ἐπὶ τῶν γονάτων ἀπέμεσ〈σ〉εν, ἀντὶ τοῦ ἤμει.
§. οἳ δὲ γράφουσιν “ἀπέσε〈ι〉σεν·” ἀνοίκειος δὲ τῷ καιρῷ ἡ ἐνέργεια.
438. αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί] ἐναργῶς πάνυ· προσενεχθέντος
γὰρ τοῦ ὕδατος πρὸς ὀλίγον ἑαυτὸν συνέλεξεν, ἐμέσας δὲ τὸ αἷμα
πάλιν παρείθη.
439. βέλος δʼ ἔτι θυμὸν ἐδάμνα] “βέλος” τὸ τραῦμα· καὶ
440. νόσφιν ἐόντα] οὕτως· τὸ γὰρ “κιόντα” κατάχρησις.
443. * Σάτνιον] οὕτω καὶ ὁ τόνος· Σατνιόεις δὲ ποταμὸς Φρυ- γίας. §. τινὲς δὲ “Σαγγαρίοιο” (445).
445. *παρʼ ὄχθας] Ζηνόδοτος “παρʼ ὄχθης.”
Σατνιόεντος] ἐπήγαγε (446) τὴν αἰτίαν τοῦ ὀνόματος, διὰ τί
Σάτνιος ἐκαλεῖτο.
440. * ἦλθεν] τινὲς “ἦεν.”
450. * Προθοήνορα] ἀντὶ τοῦ Προθόην. λείπει ἡ κατά.
452. ἕλε γαῖαν ἀγοστῷ] ἔδει ἀγοστοῖς·ʼ φησὶ γὰρ ὅτι τὰς χεῖρας
ἐξέτεινεν, ὡς πολὺ τῆς γῆς περιλαβεῖν. §. ἀγοστός δὲ τὸ ἕως τοῦ
ἀγκῶνος περὶ τὴν συναγωγὴν καὶ ἐπίκαμψιν τοῦ ἀγκῶνος.
453. *ἔκπαγλον] ὑπερηφάνως. §. γράφεται καὶ “ἔκπαγλος.”
454. Πανθοίδαο—ἄκοντα] ἀντὶ τοῦ ‘ἐμόν,ʼ ὡς “τὸν δʼ ἐσάωσεν ἐς ποταμοῦ προχοάς” (Od. 5. 452) ἀντὶ τοῦ ‘ἑαυτοῦ·’ ἕκαστον δὲ τῶν ῥημάτων ἐναργὲς καὶ φαντασίαν ἔχον.
456. κόμισε χροί] ἐπιμελείας ἠξίωσε περιλαβὼν τῷ ἰδίῳ χρωτί. οἳ δὲ ἀπήνεγκεν.
* κόμισε] χωρὶς τοῦ ν.
457. σκηπτόμενον] σκηριπτόμενον· σαρκασμὸς δὲ ὁ τρόπος.
458. Ἀργείοισι δʼ ἄχος γένετο] οὐκ ἐπὶ τῇ ἀναιρέσει, ἀλλʼ ἐπὶ
τῇ χλεύῃ· καὶ ταῦτα δὲ ἀναγκαῖα, ἵνα παροξυνθέντες προθυμότεροι
γένωνται.
459. Αἴαντι—θυμὸν ὄρινεν] ἐπεὶ γὰρ οὗτος μέλλει ἀριστεύειν, πιθανὸν τῇ ἀρετῇ τοῦ ἀνδρὸς συμπρᾶξαι καὶ τὸ ἀπὸ τῶν βαρβάρων.
463. λικριφίς] παρὰ τὸ λέχριον, ἅπαξ δὲ νῦν, καὶ ἐν Ὀδυσσείᾳ
(19. 451). ὁ δὲ τόνος ὡς “ἀπρίξ.” οἳ δέ, λίαν 〈ἐγ〉χρίμπτων καὶ.
προσπελάζων τῇ γῇ.
464. Ἀρχέλοχος] Ἀρίσταρχος ἀναλογώτερον τοῦ Ἀρχιλόχου, ὡς φερένικος Μενέλαος.
τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον] τούτῳ γὰρ ἐπεκλώσθη τὸ
εἱμαρμένον.
465. ἐν συνεοχμῷ] τῷ συνέχοντι τὸν τράχηλον πρὸς τῇ κε-
φαλῇ τόπῳ, τουτέστι τῷ τελευταίῳ σπονδύλῳ. ἐπιφέρει γοῦν
νείατον ἀστράγαλον] τὸν συνάπτοντα 〈τὸν τράχηλον〉 τῷ ἰνίῳ,
καλούμενον δὲ ὑπὸ τῶν ἰατρῶν θέσιν ἐγκεφάλου. τοὺς δὲ ἐν τοῖς
ποσὶν ἀστραγάλους Ἀριστοτέλης (H. A. 2, 1 p.449b 24) φησὶν οὔτε
ἄνθρωπον ἔχειν οὔτε τῶν μονωνύχων τι καὶ ἀκεράτων.
467. πολὺ προτέρη κεφαλή] ἐπ〈ε〉ὶ τὸ ἡγεμονικὸν περὶ καρδίαν,
σῶμα. ἢ ὑπερβολικῶς τὸ τάχος ἐνέφηνε τῆς ἀναιρέσεως —οὐ γὰρ
ἀφῃρέθη ἡ κεφαλή, ὡς οὐδὲ ἡ Δόλωνος (ll. 10. 457) —ἢ διὰ τὸ τοὺς
τένοντας ἀφῃρῆσθαι παραλέλυται ἡ κεφαλή.
469. Αἴας δʼ αὖτʼ ἐγέγωνεν] οὐκ ἀκαίρως καυχᾶται, ἐκείνου κομ-
470. *Πουλυδάμα] Ζηνόδοτος “Πουλυδάμαν.”
473. κασίγνητος Ἀντήνορος] εἰκὸς ἀνοχὰς πρὸ τῆς μήνιδος γεγενῆσθαι
474. * αὐτῷ γὰρ γενεήν] Ἀριστοφάνης “αὐτῷ γάρ 〈ῥα〉 φυήν.”
475. ἦ ῥʼ εὖ γινώσκω〈ν〉] διὰ τῆς ἐπιφωνήσεως τὸ ἦθος τῶν λόγων
*Τρῶας δʼ ἄχος ἔλ〈λ〉αβε θυμῷ] καὶ τούτους, ἐπὶ τῇ χλεύῃ.
476, 7. ἔνθʼ Ἀκάμας Πρόμαχον—ὃ δʼ ὕφελκε] τῶν τὴν δευτέραν
ματα, προτάξας μὲν τὴν ἀναίρεσιν, ἐπαγαγὼν δὲ τὸ τί πράττων ἀνῃρέθη.
479. ἰόμωροι] ἰοῖς μόρον ἐπάγοντες, ἢ περὶ ἰοὺς κακοπαθοῦντες, ἢ
* ἀπειλάων ἀκόρητοι] μὴ πληροῦντες τὰς ἀπειλάς, ἀπλήρωτα
481. *κατακτανέεσθε] κτανθήσεσθε.
483. *κασιγνήτοιό γε ποινή] ἡ ἐπὶ τῷ κασιγνήτῳ ποινή.
485. Ἄρεως ἀλκτῆρα λιπέσθαι] Ζηνόδοτος “ἀρῆς,” ἵνʼ ᾖ ἐπὶ πάσης βλάβης. §. καὶ ἐν Ὀδυσσείᾳ (16. 97) “οἷσί περ ἀνὴρ μαρνα- μένοισι πέποιθε.”
488. *ὡρμήθη δʼ Ἀκάμαντος] λείπει ἡ κατά.
ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωήν] ἔφρασεν αὐτὴν διὰ τοῦ “ὡρμήθη.”
491. Ἑρμείας Τρώων 〈ἐ〉φίλει 〈καὶ κτῆσιν ὄπασσεν〉] τὰς εὐποτ-
μίας εἰς τοῦτον ἀνάγουσιν. διὸ τὸ κοινὸν τῶν θεῶν 〈ε〉ἰδικὸν αὑτοῦ ἔχει·
διάκτορος 〈γὰρ καὶ〉 δώτωρ ἑάων· καὶ κλέπτης δέ ἐστιν, ἐπεὶ εὐχερές
492. τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν] πιθανῶς εἰς τὸ παθητικὸν αὐτὸν μόνον φησὶ γενέσθαι τῷ πατρί, 〈καὶ〉 τἆλλα αὐτῷ εὖ ἔχειν πράγματα· τετιμῆσθαι γὰρ ὑπὸ Ἑρμοῦ. συνιστὰς οὖν τοὺς ἀναιρου- μένους θεραπεύει τοὺς ἀνελόντας.
493. *θέμεθλα] θέσιν, ῥίζαν.
494. γλήνην] τὴν κόρην, παρὰ τὸ γλαύσ〈σ〉ειν.
499. ὃ δὲ φὴ κώδειαν ἀνασχών] “φή” ὡς· ἀλλʼ ἔστι νεώτερον·
ἄμεινον οὖν παραλελεῖφθαι τὸ ὡς—“Τηλεμάχου ἑτάρω τε κασιγνήτω
τε ἔσεσθαι” (Od. 21. 216)—καὶ ἐκ παραλλήλου εἶναι τὰ “φῆ”
φαντάζει δὲ ἡ ἐπʼ ἄκρου τοῦ δόρατος ἐμπεπαρμένη κεφαλὴ τὴν ἐπὶ
καυλῷκώδειαν. §. . . . περὶ σκόλοψιν. §. Ἀρίσταρχος δὲ τὸ “φῆ” ῥῆμα
μαζεν·” ἢ τὸ “πέφραδε” (500) διεσήμαινεν· πρὸς δὲ Ζηνόδοτόν φαμεν,
ὡς οὐδέποτε τὸ “φή” παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ ὡς παραλαμβάνεται.
504. *ἐλθόντι] ὑποστρέψαντι.
*γανύσσεται] μεταφορικῶς· γάνος γὰρ τὸ λάμπρυσμα.
505. * σὺν νηυσί] ἀντὶ τοῦ ἐν νήεσσιν.
508. * ἔσπετε νῦν μοι] οὐκ ἀσκόπως προοιμίῳ χρῆται· καινότης
γὰρ γέγονε μάχης, τῶν ἀρίστων ἀμειψάντων τὰ ὅπλα.
509. 〈βροτόεντʼ〉 ἀνδράγρια] ἀθετοῦσι διὰ τὸ ξένον τῆς λέξεως καὶ
ἀντὶ τοῦ τίς πρῶτος τῶν Ἑλλήνων ἀνεῖλέ τινα τῶν πολεμίων; τοῦτο
γὰρ ἀποκρίνονται αἱ Μοῦσαι. σημαίνει δὲ σκῦλα ἠγρευμένα παρὰ
ἀνδρῶν· ἀγρεῖν γὰρ τὸ λαβεῖν.
* δεῖ νοεῖν, ὅτι κατὰ τὸ σιωπώμενον ἐσκύλευσαν τοὺς πεσόντας.
511. Ὕρτιον] πῶς ἐν τῷ διακόσμῳ (Il. 2. 858) οὐ μέμνηται
αὐτοῦ;
512. * καρτεροθύμων] τινὲς “βαρβαροφώνων.”
516. * Ἀτρείδης] ὁ Μενέλαος· φησὶ γοῦν “οὐδὲ γὰρ οὐδὲ βίη
518. κατʼ οὐταμένην] ἐτυμολογικὸς ὁ τρόπος· οὕτω δέ φησιν
ἐξιέναι τὴν ψυχὴν διὰ τὸ ἅμα 〈τῷ〉 αἵματι χωρίζεσθαι αὐτήν.
521. ἐπισπέσθαι] ἐπιδιῶξαι, ἐπακολουθῆσαι τῇ τῶν ποδῶν ὁρμῇ.
522. * ὅτε τε Ζεύς] τινὲς “ὅτε δὴ θεός.”
*φόβον] φυγήν.
1. Αὐτὰρ ἐπεὶ διά τε σκέλοπας] ἡ ἀναφορὰ πρὸς τὸ “πάπτηνεν
διά τε σκόλοπας 〈καὶ τάφρον ἔβησαν〉] ἢ ἀντὶ τοῦ διὰ σκολόπων
2. πολλοὶ δὲ δάμεν] τοῦτο διὰ μέσου· ἄλλοι γὰρ ἔδαμεν, ἄλλοι δὲ ἔφυγον.
3. οἳ μὲν δὴ παρʼ ὄχεσφιν] οἱ ἔξω καταλειφθέντες· οὐδεὶς γὰρ
σὺν ἵπποις εἰσῆλθεν ἢ Ἄσιος Ὑρτακίδης (Il. 12. 110)· ἢ τοὺς
ἡνιόχους φησίν —εἶπε γὰρ “ἵππους μὲν θεράποντες ἐρυκόντων”
(ib. 76) —ἢ αὐτοὺς τοὺς ἐκφυγόντας, θέλοντας ἑαυτούς τε ἐκ τῆς
φυγῆς ἀναλαβεῖν καὶ περισῶσαι τὰ ἅρματα· διὸ καὶ “ἐρητύοντο”
εἶπεν. ἡ γὰρ χρεία αὐτὴ καὶ οὐδεὶς ἄλλος κατεῖχεν αὐτούς. οὐ
γὰρ ἀλλήλους ἐξεδέχοντο· τοῦτο γὰρ ἀεὶ κατηγορεῖ τοῦ ἤθους τῶν
βαρβάρων· φαίνονται γὰρ ἀεὶ τῆς ἰδίας σωτηρίας φροντίζοντες.
4. ὑπαὶ δείους] εἴωθεν Ἰωνικῶς αὐτὰ συναιρεῖν· “τοίου μιν θάρ-
σευς πλῆσε” (Il. 17. 573) “ἐξ Ἐρέβευς ἄξοντα” (Il. 8. 368)
“ἡμετέρου δʼ οὐκ ἔστι γένευς” (Od. 15. 533). ἢ ἐντελῶς “βέλεος
〈δέ〉 σε τείρει ἀκωκή” (Il. 13. 251), “ἄστεος ἀιὲν ὑπὲκ κατʼ ἀμαξ-
ιτόν” (Il. 22. 146). ἀλλὰ νῦν ἡ κακοφωνία τῇ κοινῇ κράσει ἐποίησεν
αὐτὸν χρῆσθαι, καὶ ἐν τῷ “ἥ ῥα κατὰ σπείους” (Od. 9. 330). §.
Ἰωνικῶς οὖν συνάγει Ὅμηρος 〈τὰς γενικὰς τῶν οὐδετέρων.
ἔγρετο δὲ Ζεύς] καιριώτατα· εἰ γὰρ ἔτι βραχὺ τῆς μάχης
ἀπέστησε τὸν Δία, οὐδὲν 〈ἂν〉 ἐκώλυ〈σ〉ε κατὰ κράτος ἁλῶναι
τοὺς βαρβάρους.
5. Ἴδης ἐν κορυφῇσι 〈παρὰ—Ἥρης〉] ἔδει εἰπεῖν ‘ἐπὶ τῶν κο- ρυφῶν τῆς Ἴδης μετὰ τῆς Ἥρας κοιμώμενος·’ προστιθέασι δὲ καὶ τὸ “ἕζρτο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα” (Il. 2. 42).
6. στῆ δʼ ἄρʼ ἀναίξας] ἀνορμήσας τῆς κατακλίσεως, συνῃσθημένος τῆς ἀπάτης καὶ ἑαυτοῦ κατεγνωκὼς ὅτι ὕπνωσεν.
6, 7. Τρῶας καὶ Ἀχαιούς, τοὺς μὲν ὀρισομένους] ὅτι ἀεὶ πρὸς τὸ
πρῶτον ὑπαντᾷ ὁ ποιητής, ὡς καὶ ἐν τῷ “ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε
προπάσας. Βοιωτῶν μὲν Πηνέλεως (Il. 2. 493)· καὶ “〈Ἀμφίμαχος
καὶ〉 Θάλπιος—υἷες 〈ὃ〉 μὲν Κτεάτου (ib. 620), “Ἀθηναίη τε καὶ
Ἤρη —ἤτοι Ἀθηναίη ἀλέων ἦν, οὐδέ τι εἶπεν” (Il. 4. 20, 2) καὶ ἄλλα
“ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι” (10), ἵνα μὴ μόνον διὰ τὴν ἀπάτην
χαλεπήνῃ, ἀλλὰ καὶ διʼ Ἕκτορα, ὃς διʼ αὐτὸν τοιάδε ἔπαθεν· φησὶ
γὰρ πρὸς Πολυδάμαντα “ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι”
(Il. 12. 235). ὡς Διὶ πεπιστευκὼς καὶ μαχόμενος. §. τὸ δὲ “ὀρινο-
16. 509) —μετὰ ἀπελπισμοῦ γὰρ ἔφευγον. §. τὸ δὲ “κλονέοντας (7)
8. μετὰ δέ σφι] ὡς “ἔκδηλος μετὰ πᾶσιν” (Il. 5. 2)· δηλοῖ δὲ
πρές, 〈ὡς τὸ〉 “ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς” (Il. 20. 14) καὶ
τὸ “θέω μετʼ ἀμύμονα Πηλείωνα.”
9. ἴδε κείμενον] πεπτωκότα, ὡς τὸ “ὃ δʼ ἐκʼ ἐννέα κεῖτο π〈έ〉-
καὶ “κεῖται Πάτροκλος” ἀντὶ τοῦ ἀνήρηται (Il. 18. 20), καὶ τὸ
νεκρὸν ἐρρῖφθαι, “κεῖται πὰρ νήεσ〈σ〉ι νέκυς” (Il. 22. 386), καὶ τὸ
διάγειν, “κεῖτο παρὰ μνηστῇ ἀλόχῳ” (Il. 9. 550), καὶ τὸ ἔστιν,
“θεῶν ἐν γούνασι κεῖται” (Il. 17. 514).
10. εἴαθʼ· 〈ὃ δέ〉] Ἀρίσταρχος ψιλῶς, ἀπὸ τοῦ εἰμί ἐκδεχόμενος
ἀντὶ τοῦ ὑπῆρχον —“ἔνθʼ ἄρα οἱ μύλαι εἴατο” (Od. 20. 106) —ὁ δὲ
Ἡρωδιανὸς δασύνει ἀπὸ τοῦ 〈ἕω τοῦ〉 δηλοῦντος τὸ κάθημαι· καὶ
ἔστιν ἀντὶ τοῦ διέτριβον, ὡς “ἧυαι ἐνὶ Τροίῃ, σέ τε κήδων” (Il.
542)· καὶ λέγομεν παρακάθηται τὴν πόλιν ὁ στρατόςʼ ἀντὶ τοῦ προσ-
εδρεύει. τῶν περὶ τῶν καθημένων τὸν Πρίαμον τὴν ἀσπίδα, ἀ⌈ντὶ⌋ τοῦ
〈ἐ〉πολιορκοῦντο. εἰ δὲ ἐψιλοῦτο, ἦν ἄν, φησὶ κοώμενος, ἀντὶ τοῦ
ἦσαν ἔασαν· ἔστιν οὖν ‘περιεκύκλουν αὐτόν.ʼ
κῆρ ἀπινύσσων] ἀπίνυτος [ὢν τὴν] ψυχήν—“δοκέεις δέ μοι οὐκ
ἀπινύσσειν” (Od. 5. 342)—οἳ δὲ ἀναισθητῶν· πινυτὸν γὰρ τὸ αἰσ-
ἀπινύσσων] Ἀρίσταρχος διὰ δύο σ· Ἀριστοφάνης “ἀπινύσκων.” §. βαρύνεται δέ, ὡς μείρω ἀμείρω.
*ἀργαλέῳ ἔχετʼ ἄσθματι] συνείχετο οὐκ εὐπόρῳ ἀλλʼ ἀσθενεῖ πνεύματι.
11. * αἷμ’ ἐμέων] καὶ ἄνω “αἷμ’ ἀπέμεσ〈σ〉εν” (Il. 14. 437).
ἀφαυρότερος] ἀσθενὴς ὅσον ἀφῇ· ἐνίοτε δὲ ἐκ πλήρους φησίν· “οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλʼ ὤριστος” (Od. 17. 415).
13. δεινὰ δʼ ὑπόδρα ἰδών] πῶς ὁ κεστὸς οὐκ ἐπράυνεν αὐτόν;
ἐρώτων ἐστὶ κινητικός· ὃ καὶ ἔπραξεν· εἰκότως δὲ 〈χαλεπαίνει〉
ψευδὴς ἀποδειχθεὶς πρὸς Θέτιν καὶ Ἕκτορα, ᾧ ὑπέσχετο, ἕως
〈ἂν〉 δύνῃ ὁ ἥλιος, εὐδοκιμήσειν· ἄλλως τε ἡ περὶ αὐτὸν ἀπάτη
ὑπεροχῆς ἦν ἐλάττωσις, καὶ μετὰ τοσαύτας ἀπειλάς.
14. κακότεχνος] ὁ ἐπὶ κακῷ τεχνηθείς· ἔστι γὰρ καὶ χρηστὸς
δόλος. τὸ δὲ ἑξῆς, “μάλα ἀμήχανε, 〈ἦ δὴ κακότεχνος σὸς δόλος.ʼ
*ἀμήχανε] ἀμηχάνητε, ἀνίκητε.
15. Ἕκτορα δῖον] ὅτι ἀφʼ ἑαυτοῦ “δῖον” ἐκάλεσε τὸν Ἕκτορα.
καὶ ἑξῆς τὴν θάλασσαν “ἢ εἰς ἅλα δῖαν” (161), πρὸς τὸ μὴ ὑποπ-
τεύειν τὰ Ὀδυσσειακά· “περὶ δʼ ἱρὰ θεοῖσιν ἀθανάτοισιν ἔδωκε”
(Od. 1. 66) καὶ “πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην”
(ib. 65, Il. 10. 243). οἳ δὲ παρὰ τὸ δέος, ἐπεὶ καὶ ἄδειαν τὴν ἀφο-
βίαν καλοῦμεν.
ἐφόβησε δὲ λαούς] τινὲς “ἐφόβησε δʼ Ἀχαιούς” ἀντὶ τοῦ
16. οὐ μάν] Δωρικῶς· ἐν ἄλλοις δὲ “καὶ μὴν οἳ τότ〈ε γʼ〉 εἰς ἀγορὴν ἴσαν” (Il. 10. 4.5).
κακορραφίης] κακομηχανίας —ἑξῆς γοῦν φησιν ἀντιφράζων
17. πρώτη ἐπαύρηαι] προτέρα τοῦ Ποσειδῶνος—ἄμφω γὰρ
συμμαχοῦσι τοῖς Ἕλλησιν—ἢ τῶν Ἑλλήνων, ‘πρὶν τούτους ἀπό-
νασθαι τῆς σῆς δολιότητος.ʼ
* ἐπαύρηαι] προπαροξύνεται· ἔστι γὰρ μέσου β΄ ἀορίστου.
〈καί σε πληγῇσιν〉 ἱμάσσω] κυρίως ‘ἱμάντι πλήξω,ʼ τροπικῶς
μάστιγι δαμέντες” (Il. 12. 37), τῷ φόβῳ τῆς χθιζῆς κεραυνοβολίας·
καὶ “ὅτε γʼ ἀμφὶ Τυφωέα γαῖαν ἱμάσσει” (Il. 2. 782) ἀντὶ τοῦ
κεραυνώσει. §. ἀντεστραμμένως ‘καί σε ἱμάσθλῃ πλήξω.ʼ
18. * μέμνῃ] ἀλλαχοῦ τὸ ἐντελές· “μέμνηαι, ὅσα—πάθομεν κακά” (Il. 21 442).
〈ἢ οὐ μέμνῃ, ὅτε τε —ἐκρέμω] ταῦτα ὁ Ὕπνος παρέλιπεν, ὑπό-
20. * νεφέλῃσιν] ταῖς αἰθερίαις.
21. * ἐκρέμω] ἐκρέμασο, ἐκρέμαο, ἐκρέμω.
ἠλάστεον] ἄλαστα ταῦτα εἶναι ἔφασκον, ἢ ἐταράσσοντο, παρὰ
κατὰ μακρὸν Ὄλυμπον] “μακρόν,” ὅτι ὅρος· τὸν δὲ οὐρανὸν “εὐρύν”
πυθέσθαι·” δείκνυνται γὰρ ὑπὸ τῶν περιηγητῶν οἱ μύδροι.
22. * παρασταδόν] ἢ βοηθητικῶς ἀπὸ τοῦ “ὅτε —πρόφρασ〈σ〉α
23. ἀπὸ βηλοῦ] βαθμοῦ, παρὰ τὸ βήσω, Κράτης δὲ ὡς ἥλου. οὐ παράδοξον ἐν οὐρανῷ βηλὸν εἶναι, ὅπου καὶ πύλαι εἰσίν.
24. * ὀλιγηπελέων] ὀλίγον ἔχων τὸ πέλειν.
θυμὸς ἀνίει] Ἀρίσταρχος “θυμόν·” τινὲς δὲ “θυμός” ἀντὶ τοῦ ὀργή· ἀμείνων δὲ ἡ Ἀριστάρχου γραφή· ἔστι γὰρ Ὁμηρικὴ ἡ φρά- σις· “οἳ σʼ ὠτειλὴν αἷμʼ ἀπολικμήσονται” (Il. 21. 122).
25. * ἀζηχής] σκληρά, ἀπὸ τῆς ἄζης, ἥ ἐστι ξηρασία ἐναντία
τοῖς θάλλουσι φυτοῖς, οἳ δέ, συνεχὴς καὶ ἄπαυστος· λέγει δὲ ἴσως
τὴν διὰ τὴν ἀπάτην ὀργήν.
26. τὸν σὺ ξὺν Βορέῃ] ἴσως, ἐπεὶ τοὺς υἱοὺς αὐτοῦ ἀνεῖλεν
Ἡροκλῆς. §. ἄδηλον δὲ πότερον Ἥρα καὶ Βορρᾶς ἀνέπεισαν τὰς
27. 〈ἐπʼ〉 ἀτρύγετον 〈πόντον〉] ἄβυσσον, τρύγα μὴ ἔχοντα, ἢ ἄκαρπον παρὰ τὴν τρύγην, ὡς Εὐριπίδης, ἀκάρπιστα πεδία λέγων τὴν θάλασσαν (Phoen. 210). καὶ οἳ μὲν τὸ Μυρτῷον, οἳ δὲ τὸ Αἰγεῖον, οἳ δὲ ὑπὲρ τὴν ἄκρατον θάλασσαν. τινὲς δέ φασιν ἐπὶ Πελλήνην κατὰ Γιγάντων ἀπιόντα Ἡρακλέα πλανηθῆναι.
28. *Κόωνδε εὖ ναιομένην] ἢ διὰ τὸ ὄνομα, ἢ διὰ τὴν πρὸς ἀλλή- λους ὁμόνοιαν, ἥτις δυσεπίβατονξένοις ἐποίει τὴν νῆσον· ἢ πολύανδρον.
29. ἀνήγαγον αὖτις] πλεονάζει Ἀττικῶς ἡ ἀνά, ὡς “ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν” (Od. 12. 234) καί “ἐκ Τροίης ἀνιόντα” (Od. 10. 332). §. οἳ δὲ γράφουσιν “ἀπήγαγον αὖτις.”
30. *ἐμφαίνει, ὅτι καρτερὰν μάχην ἐνίκησεν.
31. ἀπολήξῃς] διʼ ἑνὸς λ ὀρείλει γράφειν.
* οὐκ εἶπεν ἀπατώμενος αὐτὸς παύσεσθαι, ἀλλὰ παύσειν αὐτήν, τὴν ἁμαρτίαν τὴν ἑαυτοῦ ἐπʼ ἐκείνην τρέπων.
22."*δῃς] “ἴδῃ χωρὶς τοῦ σ.
33. *οὐδὲ παρὰ τοῖς περὶ Ζηνόδοτον ἦν· καὶ μήποτε περισσός ἐστιν.
36."ἴστω νῦν τόδε γαῖα] κατὰ τῶν προγόνων ἢ τῶν ὁμοιογενῶν ὄμνυσι
Τιμοκράτους (§ 151 p. 733 S.). καὶ ὁ ποιητὴς “Ζεῦ 〈τε〉
πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον” (Il. 2. 371) καὶ “Ζεὺς—
ξενίη τε τράπεζα ἱστίη τʼ Ὀδυσῆος〉” (Od. 14. 158).
*τόδε] τοῦτο, περὶ οὗ ὁ ὅρκος ἐτέτακτο.
38. *δεινότατος] σεβάσμιος· “δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον”
(Il. 18. 394).
39. νωίτερον λέχος] συμπαθῶς δελεάζουσα τῆς ἐκ παίδων μίξεως
καὶ εὐνὴν ὠνόμασεν (32), ἣ δὲ σεμνοτέραις ταῖς προσηγορίαις χρῆται
οὐκ ἀξιοῦσα ἐκφαυλίζειν τὴν κοινωνίαν. διὸ καὶ προσέθηκε “τὸ μὲν
οὐκ ἂν ἐγὼ —μὰψ ὀμόσαιμι” (40), ἀξιοπιστίαν προσφέρουσα τῷ
λόγῳ· ὅθεν καὶ ἐμειδίασεν ὁ Ζεύς (47).
41. μὴ διʼ ἐμὴν ἰότητα] ἐσοφίσατο τὸν Δία, οὐ περὶ ὧν 〈κατη-
γορεῖ〉 ἀπολογουμένη —τῆς ἀπάτης —ἀλλὰ διʼ ὃ χολᾷ τούτου ἑαυτὴν
ἀλλοτριώσασα· καὶ μειδιᾷ Ζεύς (47). §. τὸ δὲ “μή” ἀντὶ τοῦ οὐ.
44. τειρομένους δʼ ἐπὶ νηυσί] ἔλεον ὑπὲρ Ἑλλήνων κινεῖ καὶ
45. παραμυθησαίμην] παραινέσαιμι· συνωνυμεῖ γὰρ μῦθος καὶ
αἶνος. τοσοῦτον ἀπέχω, φησί, τοῦ ἐναντιοῦσθαί σοι, ὥσ〈τε〉 κἀ-
κείνῳ παραινεῖν. §. “καὶ κείνῳ·” ἐκ πλήρους ἐστὶν ὁ “καί,” ὡς
καὶ αὐτῆς ἐπακολουθησάσης τοῖς Διὸς βουλήμασιν.
46. * τῇ ἴμεν ᾗ κεν δὴ σὺ —ἡγεμονεύῃς] ταύτῃ πορεύεσθαι, ᾖ ἂν κελεύῃς σύ, καὶ ἐν παντί σοι ἡγεμόνι χρῆσθαι.
47. μείδησεν] ἢ διὰ τὸ λέχος ἢ διὰ τὸ ἀπολογήσασθαι καὶ ὑπὲρ
49. * εἰ μὲν δὴ σύ γ᾿ ἔπειτα] ἐκ παραλλήλου τὸ “ἔπειτα
βοῶπις] οἳ μὲν “βοῶπι,” Ἀριστοφάνης δὲ “βοῶπις·” καὶ
51. *τῷ] ἀντὶ τοῦ ὁμοίως.
52. μετὰ σὸν καὶ ἐμὸν κῆρ] ὑπαλλακτικῶς εἶπεν, ἀντὶ τοῦ ἐπὶ τὰ ὑπὸ σοῦ καὶ ἐμοῦ πραττόμενα καὶ νοούμενα.
54. *κάλεσσον] γράφεται καὶ “κέλευσον.”
55. 〈Ἀπόλλωνα〉 κλυτότοξον] τινὲς “κλυτὸν αὐδήν·” οὐκ οἶδε δὲ αὐτὸν Ὅμηρος ᾄδοντα ἀλλὰ κιθαρίζοντα.
56. ὄφρʼ ἣ μὲν μετὰ λαόν] ἀθετοῦνται ὡς περιττοὶ εἴκοσι καὶ
δύο στίχοι, ὅτι οὐκ ἀρεστοὶ Ἥρᾳ, καὶ οὐκ ἐμπίπτουσι ταῖς ναυσὶν
Ἀχιλλέως. καὶ εἰ ἔκρινεν ἀπολέσθαι Σαρπηδόνα, τί ἐκεῖ (Il.
433) οἰκτίζεται; καὶ ἡ παλίωξις οὐκ ὀρθῶς· ἀφʼ οὗ γὰρ Ἀχιλλεὺς
ἐξῆλθεν, οὐκ ἐτράπησαν Ἀχαιοί. καὶ τὸ “Ἀθηναίης διὰ βουλάς”
(71)· διὰ τί γὰρ μὴ διʼ Ἥρᾶς, καίτοι παρούσης; ῥητέον οὖν ὅτι
σχῆμά ἐστιν ἡ προανακεφαλαίωσις, ὡς Ὀδυσσεὺς προαναφωνεῖ Τη-
λεμάχῳ τὴν μνηστηροκτονίαν, ἀλλʼ οὐδὲν ἦσσον καὶ διὰ τῶν πρακ-
τικῶν αὐτίκα διηγεῖται (Od. 16. 258)· ἔστι δὲ τῇ Ἥρᾳ εἰ καὶ μὴ
νῦν τερπνά, ἀλλ᾿ οὖν γε χαρᾶς περιποιητικὰ τὰ λεγόμενα. πεσεῖν δὲ εἰς
τὰς ναῦς (63)ἀντὶ τοῦ δεηθῆναι Ἀχιλλέως, ὥς φαμεν ‘ἐνέπεσεν εἰς τὰς
χεῖράς σου.’ οἰκτίζεται δὲ τὸν Ἕκτορα κρίνων σὺν τῇ Ἰλίῳ ἀπολεῖσθαι
(Il. 22. 168). πόθεν δὲ δῆλον, εἰ 〈μὴ〉 μετὰ θάνατον Ἀχιλλέως γε-
γόνασι τροπαί, τό τε “Ἀθηναίη〈ς〉” (71), ἐπεὶ σὺν Ἐπειῷ τὸν ἵππον
ἐποίησεν (Od.8.493). πρὸς δὲ τούτοις παραμυθεῖται τὸν ἀκροατήν, τὴν
ἅλωσιν Τροίας σκιαγραφῶν αὐτῷ· τίς γὰρ ἂν ἠνέσχετο ἐμπιπρα-
μένων τῶν Ἑλληνικῶν νεῶν καὶ Αἴαντος φεύγοντος, εἰ μὴ ἀπέκειτο
ταῖς ψυχαῖς τῶν ἐντυγχανόντων, ὅτι οἱ ταῦτα πράξαντες κρατηθή-
σονται.
*ὄφρ’ ἣ μέν] πρὸς τὸ πρῶτον ὑπήντησεν, ὡς τὸ “ἴδε δὲ Τρῶας
καὶ Ἀχπιούς, τοὺς μὲν ὀρινομένους” (6).
58. πρὸς δώμαθ᾿ 〈ἱκέσθαι〉] δύναται ‘εἰς Ὄλυμπον’ λέγειν·
φησὶ γοῦν “ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα” (161)· “γαῖα
63. * ἀεὶ ἐπὶ Ἀχαιῶν τὸ “πέσωσι·” “καὶ νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί” (Il. 11. 311).
64. 〈Πηλείδεω Ἀχιλῆος·〉 ὃ δʼ ἀνστήσει—Πάτροκλον] Ζηνόδοτος
ἐνθένδε ἕως τοῦ “λισσομένη” (77) οὐδὲ ἔγραφεν· ἐοίκασι γὰρ
Εὐριπιδείῳ προλόγῳ ταῦτα· ἐναγώνιος δέ ἐστιν ὁ ποιητὴς καί, ἐὰν
ἄρα, σπέρμα μόνον τίθησιν· “κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή” (Il.
11. 604)· τάχα δὲ ὁ ταῦτα ποιήσας 〈ἐποίησεν〉 καὶ τὸ “ᾠχόμεθ’ ἐς
Θήβην (Il. 1. 366) καὶ τὸ “ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασε”
(Od. 23. 310).
*Πηλείδεω Ἀχιλῆος] τινὲς λέγουσι λείπειν τὸ ἕνεκα· διὰ γὰρ τὸν Ἀχιλλέα ἔπεσον.
69. ἐκ τοῦ δʼ ἄν τοι] οὐ τοῦ νῦν, ἀλλὰ μετὰ τὸ ἀπολέσθαι Πάτρο-
κλον· τινὲς δὲ ἣν ἐποίησε Πάτροκλος ἀπέλασιν τῶν νηῶν παλίωξιν
καλοῦσιν.
71. Ἴλιον αἰπὺ 〈ἕλωσιν〉] ἀεὶ θηλυκῶς λέγει ὁ ποιητής· τινὲς οὖν
72. παύω] οὕτως ἄνευ τοῦ σ. §. διὰ τί δὲ χολᾶ τοῖς Ἕλλησιν
οὕτως; προσποιεῖται 〈τελειῶσαι〉 τὴν ἱκετείαν Θέτιδος 〈καὶ〉 διὰ
τὴν Ἥραν.
73. ἐνθάδʼ ἐάσω] ἔδει εἰπεῖν ‘ἐν τῇ μάχῃ·’ ἄκυρον γὰρ τὸ “ἐνθάδε.”
75. ὥς οἱ ὑπέστην πρῶτον] καὶ μὴν Θέτιδι ὑπέσχετο ( Il. 1. 528).
§. Ἀρίσταρχος ἀθετεῖ (74–77) 〈διὰ〉 τὸ “τίμησόν μοι υἱόν” (Il.
1. 505)· οὐδέποτε γὰρ κατηράσατο τοῖς Ἀχαιοῖς Ἀχιλλεύς.
κάρητι] τινὲς ἀπό τοῦ κάρη· Ἀρίσταρχος κάρη〈ς〉 ὡς “Δόρη〈,〉” (Il. 5. 9), ἵνʼ ἦ ἀρσενικῶς.
77. πτολίπορθον] Ὀδυσσέα μόνον οὕτω καλεῖ διὰ τὴν Ἴλιον.
ἀλλὰ καὶ ἀλλαχοῦ λέγει “αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτόλι-
πορθον” (Il. 21. 551)· ἐπόρθησε γὰρ εἴκοσι πόλεις.
78. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν] τινὲς μετὰ τοῦτον γράφουσι “Ζῆνʼ ὑποταρβήσασα· νόος δέ οἱ ἄλλα μενοίνα.”
79. βῆ δὲ κατʼ Ἰδαίων] Ζηνόδοτος “βῆ δ᾿ ἐξ Ἰδαίωνʼ ἀπὸ ἴσου γὰρ ἐπὶ τὸ ἴσον ἡ δίοδος.
80. ὡς δʼ ὅτανʼ ἀίξῃ νόος] ἐν ἄλλοις ἁπλούστερον καὶ συντομώτερον “ἠὲ νόημα” (Od. 7. 36)· ἐνθάδε 〈δὲ〉 καὶ ἐπεξειργάσατο τὸ τάχος, καὶ οὐ παντὶ νῷ 〈προσάπτει τὸν λόγον〉, ἀλλὰ πλάνητος ἀνδρός.
82. ἔνθʼ εἴη] Ἀρίσταρχος “εἴη” ἀντὶ τοῦ πορευθείη ἐκ τοῦ εἶμι, τοῦ ἀνδρὸς δηλονότι λέγοντος ‘ἀπέλθοιμι 〈ἐκεῖ〉 ἢ ἐκεῖ.ʼ
ἄλλως: ἔνθʼ εἴην ἢ ἔνθα] τὸ “εἴην” σὺν τῷ ν 〈οἱ〉 Ἀριστάρχτιοι.
καὶ σημαίνειν τὸ ὑπῆρχον, ὡς αὐτοῦ τοῦ ἀνδρὸς ἐπιλογιζομένου ‘ποῖ
πορευοίμην.ʼ ὁ δὲ λόγος, ‘εἰς ἐκείνην τὴν χώραν ἢ ἐκείνην πορευ-
θείην.ʼ
μενοινήσειέ τε πολλά] ὁ ἀνὴρ δηλονότι πολλὰ μέρη τῆς γῆς ἐννοήσηται.
84. ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν] ἐν ἀ-
σχολίᾳ ὄντες μακαρίως εὐωχούμενοι διάγουσι καὶ ἐν τῇ A (533)
“Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν,” ὡς ἐν Διὸς
ἀφωρισμένου αὐτοῖς τόπου τοιούτου πρὸς τὰς εὐωχίας· οἳ δὲ πρὸς
τῷ Ὀλύμπῳ.
86. πάντες ἀνήιξαν 〈καὶ δεικανόωντο δέπασσιν〉] ἐπὶ τοῦ ἐρωτικοῦ
συμποσίου “κάλεόν τε μιν εἴς 〈ἑ〉 ἕκαστος” (Il. 23. 203)· ἀκρο-
θώρακες γὰρ ὄντες εἰς ἐρωτικὰ ἐκεκίνηντο. §. τινὲς δὲ ἀντὶ τοῦ
87. * ἔασε] παρῃτήσατο· “τὸν δʼ ἐχθρὸν ἐᾶσαι” (Hesiod. Opp. 342).
*Θέμιστι] θεσμός, Θέμις.
88. δέκτο δέπας] οὐχὶ τοὺς ἄλλους ἠτίμασε καὶ ταύτην προὔ- κρινεν, ἀλλʼ ἔφθασέ φησι τοὺς λοιπούς· διὸ παρʼ αὐτῆς λαμβάνει τὸ δέπας.
θέουσα] ἄμεινον “φέρουσα·” ἀκατάστατον γὰρ τὸ
καὶ μάλιστα ἐπὶ Θέμιδος. ὑποφαίνει δὲ τὴν τάξιν τηρεῖν.
90. *τίπτε βέβηκας] λείπει τὸ οὕτως.
ἀτυζομένῃ δὲ ἔοικας] συμβάλλεται πρὸς τὴν ἀθέτησιν τῶν πρώην (56— 77). εἰ γὰρ ἦν ἀκούσασα τὰ περὶ τῆς ἁλώσεως, οὐκ ἂν κατε- πλήχθη· τάχα δὲ τεταραγμένη ὑπέστρεψε διʼ ὑπόμνησιν τῆς ἀτιμίας.
91. *ἦ μάλα δή σε φόβησε] οὐ κατὰ προαίρεσιν ἐληλυθέναι
ἐποίησεν, ἀλλʼ ὅμοιόν τι φυγῇ· οἳ δὲ ὁμοίως ἡμῖν.
93. * οἶσθα καὶ αὐτή] πόθεν, ἢ ὅτι συνῴκηκεν αὐτῷ (Hes. Th. 901). ἀλλὰ κουριδίους αὐτούς φησιν (Il. 14. 296).
94. ὑπερφίαλος] ὅτι τῶν μέσων ἐστὶν ἡ λέξις· καὶ νῦν μὲν ἐπὶ
“ὑπερφιάλοισι μεθʼ ἡμῖν δαίνυσαι” (Od. 21. 289), εἰ μὴ λέγει,
οὓς σὺ φῆς εἶναι ὑπερφιάλους.
*ἀπηνής] ἄπωθεν τοῦ νεύειν ἢ τῶν ἡνίων.
95. ἄρχε θεοῖσι] παρὰ γὰρ ἀνθρώποις πολλὰ διὰ μέθην ἄτοπα
96. * μετὰ πᾶσιν—ἀθανάτοισιν] ἀντὶ τοῦ μετὰ πάντων ἀθα-
97. πιφαύσκεται] ἐνδείκνυται, οὐ κρυφίως ποιεῖ. ὑπερβολικῶς δέ
98. κεχαρησέμεν] χαροποιήσειν.
99. *οὔτε θεοῖς] πρὸς τὸν Ἄρην ταῦτα διʼ Ἀσκάλαφον (111).
εἴπερ τις ἔτι νῦν δαίνυται εὔφρων] ἠθικῶς· εἴγε ὅλως φιλεῖτε
νῦν δὲ ἠδικῆσθαί φησι καὶ τὸν Δία ὑπερφίαλον (94) καλεῖ καὶ ἐπανί-
στησιν αὐτῷ τοὺς θεούς.
101. *ὄχθησαν] ἐμετεωρίσθησαν, ἢ ἐβαρύνθησαν, ὡς ὄχθων προσ-
ἣ δʼ ἐγέλα〈σ〉σε χείλεσιν] οὗτός ἐστιν ὁ Σαρδόνιος γέλως, ὁ
μετὰ δηγμοῦ τῆς καρδίας γινόμενος.
103. ἰάνθη] διεχύθη· Σοφοκλῆς “ὡς ἂν Διὸς μέτωπον ἐκταθῇ
πᾶσιν δὲ νεμεσσηθεῖσα 〈μετηύδα〉] πᾶσι μεμψαμένη ἐπὶ τῷ μὴ δέξασθαι τοὺς λόγους αὐτῆς, ἢ τῷ Διὶ μεμφομένη ἐν πᾶσιν ηὔδα.
104. μενεαίνομεν 〈ἀφρονέοντες〉] τινὲς “ἐριδαίνομεν ἀφρονέοντι.”
105. ἦ ἔτι 〈μιν〉 μέμαμεν —〈ἢ ἔπει ἠὲ βίῃ〉] τὸ〈ν〉 η περισπα-
στέον· ἔστι γὰρ διαπορητικός. τοὺ, δὲ ἑξῆς βαρυντέον· εἰσὶ γὰρ
διαζευκτικοὶ ἢ παρα〈δια〉ζευκτικοί.
106. ὃ δʼ ἀφήμενος] ἄπωθεν χωριζόμενος. τὸ δὲ “φησίν”
108. κάρτει τε σθένει τε] πρὸς τὸ “τόσ〈σ〉ον ἐγὼ περί τʼ εἰμὶ θεῶν” (Il. 8. 27). ὡς ταπεινόφρονας δὲ αὐτοὺς ἐλέγχει, πειρά- ζουσα εἰ φρ〈υ〉άξαιντο κατὰ Διός· ὅθεν ἐκείνων σιωπησάντων ἐπικερ- τομοῦσα τὸν ἐπίπλαστον ἐγέλασε γέλωτα, τόν τε Ἄρη ἐπανίστησι τῷ Διὶ καὶ τῆς συμμαχίας τῶν Τρώων ἀπανίστησιν.
109. ἔχετε] ἀνέχεσθε. §. διδάσκει δὲ στέργειν τὴν θείαν διοίκη-
112. ὃν ἔμμεναι] ἑαυτοῦ· ἔστι δὲ ὅμοιον τῷ “μήτηρ μέν τε μέ
φησι” (Od. 1. 215).
* τινές φασι τὸν Ἀσκάλαφον εἰς Ἑβραίδα 〈μετακομισθέντα〉 τε- θάφθαι. διὸ καὶ Σαμάρειαν καλεῖσθαι, διὰ τὸ σῆμα ὃ ἐποίησεν Ἄρης.
114. ὀλοφυρόμενος] ὃ μὲν κεκίνηται εὐθύς, ὡς ἂν προπετής· καταπαύει δὲ αὐτὸν ἡ Ἀθηνᾶ ὡς συνέσεως προεστηκυῖα δαίμων.
116. τίσασθαι φόνον] οὗτός ἐστιν ὁ ἀλλοπρόσαλλος· νῦν γὰρ οὐκ ἐπίσταται οὐδʼ ὅποι βαδιεῖται· εἰ μὶν οὖν τοῖς Ἕλλησι συμμα- χήσει, ἀλλοπρόσαλλος φανεῖται, εἰ δὲ τοῖς Τρωσίν, ὡς πρόσθεν, τοῖς φονεῦσι τοῦ παιδὸς συμβαλεῖται.
ἰόντι] οὕτω τὸ τέλειον· τινὲς δὲ “ἰόντα·” τὸ δὲ “κεῖσθαι ὁμοῦ
νεκύεσσιν” (118) ἀντιφράζεται τῷ “αὐτοῦ πήματʼ ἔπασχον ἐν
αἰνῇσιν νεκάδεσ〈σ〉ιν” (Il. 5. 886)· νεκάδας γὰρ τὰς τάξεις τῶν
ἀνδρῶν φασιν.
117. * πληγέντι] ἀντὶ τοῦ προβλαφθέντι.
119. Δεῖμόν τε Φόβον τε] ὅτι ἐντεῦθεν ἡ πλάνη γέγονε τοῖς
121. *μείζων] τοῦ πρὸς Ἥραν καὶ Ἀθηνᾶν καὶ Ποσειδῶνα χόλου.
122. *χόλος καὶ μῆνις] παραλλήλως· οἳ δὲ “χόλος” γενικῶς.
123. πᾶσι—δείσασα] ἀντὶ τοῦ πάντων. εἰκότως δὲ ὡς δεδοικυῖα
124. *ὦρτο διʼ ἐκ προθύρου] ἡ “ἐκ” πρὸς τὸ “ὦρτο.” λίπε δὲ θρόνον, ἔνθα θάασ〈σ〉εν] παραπληρωματικὸν τῇ πιπ- τούσῃ χιόνι.
125. ἀπὸ μὲν κεφαλῆς] καὶ ἐπὶ Ὀδυσσέως “αὐτίκʼ ἀπὸ κρατὸς
14.276). §. δῆλον δέ, ὡς ἀφοπλίζουσα τὸν Ἄρεα ταῦτα ἔλεγεν (128)·
127. ἣ δʼ ἐπέεσσι] ὅτι ἐξ ἀναλήψεως τὰ ἄρθρα λαμβάνει. ὁμοίως
πραΰνειν καὶ τὸ ἐξονειδίζειν· ἔστιν οὖν ‘λόγῳ προσεφώνει.’
128. μαινόμενε, φρένας ἠλέ, διέφθορας] οὕτω Πορφύριος· οὐ δεῖ
“ἢ νυ τοι αὕτως οὔατʼ ἀκουέμεν ἐστί,” πρὸς δὲ τὸ “φρένας ἠλέ”
“νόος δʼ ἀπόλωλε καὶ αἰδώς,” ἵν᾿ ᾖ τὸ “ἠλέ” θερμέ· πρὸς ὃ ἀνθυπ-
ήγαγε τὸ “αἰδώς·” οἱ γὰρ θερμοὶ ἀναιδεῖς. §. “ἠλέ” ὡς καλέ,
εἴτε ἀποκοπή ἐστιν εἴτε συγκοπή· τὸ γὰρ τέλειον ἠλεέ· ἢ παρὰ τὴν
ἠλέ” ὦ πεπλανημένε τὰς φρένας.
ἦ νύ τοι αὔτως οὔατʼ ἀκουέμεν ἐστίν] εἰς τὸ μάτην ἀκούειν ἔχεις
* Ἀττικοὶ ἐνεργητιλῶς φασι τὸ “διέφθορας.” νῦν δὲ ἀντὶ τοῦ διέφθαρσαι.
130. *ἀίεις] αἰσθάνῃ.
132. * ἀναπλήσας κακὰ πολλά] οἷον κρατῆρα κακῶν πληρώσας.
134. κακὸν μέγα πᾶσι 〈φυτεῦσαι〉] οὕτως ἡ Ἀριστοφάνους· ἡ Ζηνοδότου δὲ “θεοῖς μέγα πῆμα φυτεῦσαι.”
*φυτεῦσαι] γεννῆσαι.
137. μάρψει δʼ ἑξείης, ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί] καὶ πῶς τοι-
οῦτος “πατὴρ ἀνδρῶν τε θεῶν τε;” ἐπιτείνει οὖν εἰς δέος Ἄρεος· ἢ
χεσθαι.
138. μεθέμεν χόλον υἷος ἑῆος] τοῦ ὑπὲρ τοῦ παιδὸς χόλου· διδά-
σκει δὲ τὸ μοιρίδιον πράως φέρειν, 〈ὡς〉 καὶ κατὰ θεῶν ἀπαράβατον
ὑπάρχον. §. Ζηνόδοτος δὲ γράφει “υἷος ἑοῖο·” τοῦτο δὲ ἐν τῷ
φειν “ἑῆος” ἀντὶ τοῦ ἀγαθοῦ.
140. πεφήσεται] πέφαμαι πέρασαι· τοῦτο ποιεῖ μετʼ ὀλίγον μέλλοντα πεφάσομαι, ὃ ἐξέτεινε διὰ μέτρον.
ἀργαλέον δὲ πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε 〈τόκον τε〉] ἀδύ-
νατον· “ἣ δὲ μάλʼ ἀργαλέη περάαν” (Il. 12. 63). §. ἀδύνατόν
141. *πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε] παραμυθη- τικὰ ταῦτα.
γενεήν] τόκον· τὸ κοινὸν παραμυθητικόν. §. συστέλλει δὲ ὁ Θράξ τὸ “ῥῦσθαι·” τὸ γὰρ πλῆρές ἐστι ῥύεσθαι.
142. ἵδρυσε θρόνῳ ἔνι θοῦρον] τὸ βίαιον τῆς ἕδρας ἡ διακοπὴ δηλοῖ· ἔστι γὰρ ἐνίδρυσεν. διό τινες οὐκ ἀνέστρεφον τὴν “ἐνί·” τὸ δὲ “ἵδρυσε” συστέλλεται, ὡς τὸ “ἐπίαχον υἷες Ἀχαιῶν (Il. 7. 403).
143. δώματος ἐκτός] ὁρῶσα παροξυνόμενον Ἄρη, ἵνα μὴ ἐπʼ αὐτοῦ
πέμπουσα αὐτοὺς ἀναγκασθῇ εἰπεῖν, διὰ τί καλεῖ αὐτούς, καὶ πλέον
ἐρεθίσῃ τὸν Ἄρη διαλογισαμένη πότερον κρύφα βούλεται αὐτοῖς
διαλεχθῆναι 〈ἢ〉 ἐπὶ πάντων, τὸ ἀσφαλέστατον εἵλετο.
144. * θεοῖσι μετάγγελος ἀθανάτοισι] “θεοῖσι μετά” ἐν θεοῖς· οὐκ ἀναστρέφεται δὲ διὰ τὴν συναλ〈ο〉ιφήν.
146. Ζεὺς σφώ] τῆς σφῶι ἀποκοπῇ· καὶ ὀρθὴ μὲν “σφὼ δὲ μάλʼ
ἠθέλετον” (Il. 11. 782), ὥστε οὐ δεῖ ἐγκλίνειν. τινὲς δὲ ἐγκλίνουσιν,
ἐπεὶ αἰτιατικὴν δηλοῖ, ἀπολελυμένως.
ἐγκλιτέον τὴν “σφῴ” δευτέρου γὰρ προσώπου, καὶ μετα-
*ὅττι τάχιστα] ὡς τάχιστα.
147, 8. αὐτὰρ ἐπὴν ἔλθητε—ἔρδειν—] οἱ δύο ἀθετοῦνται· ἔστι γὰρ
ἐμβρόντητον τὸ λέγειν ‘ἄπιτε καὶ ὃ ἂν εἴπῃ τοῦτο ποιήσατε·’ καὶ γὰρ
εἰ μὴ ἐκέλευσεν, οὐκ ἤμελλον παρακούειν· Διός. ἄλλως τε πῶς
φησι πείθεσθαι Διὶ τοῖς καθʼ Ἑλλήνων πεμφθησομένοις; ἢ τάχα
μεμψίμοιροί εἰσιν οἱ λόγοι, ἀπέλθετε ποιήσοντες ἃ κελεύει Ζεύς·
ἀφʼ οὗ τὸ δυσάρεστον ἐμφαίνει, ὥς φαμεν ‘ποίει ὃ θέλεις.ʼ ὅτι δὲ
μεμψίμοιροι οἱ λόγοι, σιωπᾷ τὴν αἰτίαν τῆς κλήσεως, καίτοι ἀλλαχοῦ
παλλιλογεῖν εἰωθώς· φυσικὸν οὖν ἐστι μηδὲ μεμνῆσθαι τῶν λυπηρῶν
ἐπὶ πλέον· διὸ συνέτεμε τὸν λόγον. οἳ δὲ ‘κατεπτηχυῖα’ φασὶ ‘τὰς
ἀπειλὰς εὐλαβεῖται,ʼ μὴ καθʼ ὁντι〈ν〉οῦν τρόπον ἐμποδισθείσης τῆς
Ἥρας Ζεὺς πάλιν ἐπʼ αὐτὴν ἀγάγῃ τὴν αἰτίαν.
150. *πετέσθην] ὑπερβολικῶς· 〈ἢ〉 ἀπὸ τῆς Ἴριδος, κατὰ συνεκδοχήν.
152. * ἀνὰ Γαργάρῳ ἄκρῳ] τινὲς ἐν τῷ ἄκρῳ τοῦ Γαργάρου· ἔστι δὲ καὶ πόλις, ἀφʼ ἧς οἱ Γαργαρεῖς.
153. θυόεν νέφος] ἐπεὶ τοῦτο ἦν τὸ νέφος, περὶ οὗ φησι “τοῖόν τοι
εὐκεάτοιο〉 θύου τʼ ἀνὰ νῆσον ὀδώδει” (Od. 5. 60). §. φασὶ δὲ οἱ
φυσικοὶ τὰ η΄ σταδίοις ὑπερέχοντα τῆς γῆς ὕψη οὐ νεφελίζεσθαι·
ἔστιν οὖν αἰθέριον νέφος τὸ περικείμενον Διί.
154. * τὼ δὲ πάροιθʼ ἐλθόντε] τὸ ἑξῆς, τὼ δʼ ἐλθόντε.
155. οὐδέ σφωιν] ἐγκλιτικῶς· ἔστι γάρ, ‘οὐδὲ ἐχολώθη αὐτοῖς
ἰδὼν αὐτούς.’ §. ἀόργητος δὲ ἔμεινε διὰ τὴν ταχεῖαν αὐτῶν παρουσίαν.
157. Ἶριν δὲ προτέρην] πρεπόντως πάνυ, ἵνα ἀποστήσας τὸν
159. πάντα τάδʼ ἀγγεῖλαι] πάντα τὰ μέλλοντα λεχθῆναι· οὐ
μεταπέμπεται δὲ αὐτέν, ἵνα μὴ τραχυνθῇ, ὃς μηδὲ ἐπεστράφη τῶν
πρᾳότητα.
*εἶναι] ἀντὶ τοῦ ἔσο.
161. εἰς ἅλα δῖαν] “δῖαν” τὴν μεγάλην· οἳ δὲ ὑγρὰν παρὰ τὸ διαί- νειν, οἳ δὲ φοβερὰν παρὰ τὸ δέος, ὡς “δῖα Χάρυβδις” (Od. 12. 104).
162. εἰ δέ μοι οὐκ ἐπέεσσʼ 〈ἐπιπείσεται〉] Ἀμμώνιος “εἰ δέ
164. ἐπιόντα ταλάσσῃ] τινὲς “ἐπιόντα θελήσῃ” ἀντὶ τοῦ δυνη- θῆ· “οὐδʼ ἔθελε προρέειν” (Il. 21. 366) ἀντὶ τοῦ οὐκ ἠδύνατο.
165. *ἐπεὶ ἕο] “ἐπεί εὑ” ὁμοίως τῷ “καί εὑ κράτος ἐστὶ μέ- γιστον” (Il. 24. 293).
βίῃ πολὺ φέρτερος —καὶ γενεῇ πρότερος] τὸ μὲν δέος, τὸ δὲ αἰδῶ ποιεῖ. ἀρχικὸν δὲ τὸ ἀπὸ τοῦ δεινοτέρου ἄρξασθαι.
166. καὶ γενεῇ πρότερος] τινὲς ἀστερίσκους αὐτοῖς παρατιθεῖσιν ὡς
μεταχθεῖσιν ἀπὸ τῶν Ἴριδος λόγων (182, 3). ἢ εἴωθεν ὁ Ζεὺς μετὰ
τῶν ἀνατάσεων καὶ σύγγνωμόν τι ἐπάγειν· “〈Ἥρῃ〉 δʼ οὔτι τόσον
νεμεσίζομαι” (Il. 8. 407, 421)· πῶς γὰρ ἡ Ἶρις ἄν ποτʼ ἔμφρων
οὖσα πρὸς τηλικοῦτον ἐθρασύνετο θεὸν λέγειν ἀφʼ ἑαυτῆς “σὸν δʼ οὐκ
ὄθεται φίλον ἦτορ” (182);
* οὐκ ὄθεται 〈—ἶσόν οἱ φάσθαι〉] οὐκ ἐπιστρέφεται τοῦ μὴ ἰσηγορεῖν, ἀλλʼ ἰσηγορεῖ δηλονότι.
167. *στυγέουσι] καταπλήσσονται· “κατὰ δʼ ἔστυγον αὐτήν” (Od. 10. 113).
169. * κατʼ Ἰδαίων] Ζηνόδοτος γράφει “ἐξ Ἰδαίω.” ἁρμόζει δὲ
μᾶλλον τὸ “κατʼ Ἰδαίων·” κατάβασιν γὰρ δηλοῖ, ὡς “οἵη τʼ Ἄρ-
τεμις εἶσι κατʼ οὔρεος” (Od. 6. 102).
170. * ὡς δʼ ὅταν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα] ταχέως
νιφὰς μὲν ἡ χιών, χάλαζα δὲ πεπηγὸς ὕδωρ μετὰ βροχῆς·
λίδα νοὶ εἴκασεν (80). §. τὸ δὲ “ῥιπῆς” (171) ῥίψεως· ῥίψει γὰρ
171. * 〈χάλαζα〉 ψυχρὴ ὑπαὶ ῥικῆς αἰθρηγενέος βορέαο] φύσει
αἰθρηγενέος 〈βορέαο〉] πῶς 〈ὁ〉 ἀεὶ νίφων αἰθρηγενής; ἤτοι οὖν
παρέλκει τὸ ἐπίθετον, ὡς τὸ “πῆ ἔβη Ἀνδρομάχη λευκώλενος” (Il.
6. 377), ἢ ἀπὸ τοῦ πλεονάζοντος—διασκίδνησι γὰρ τὰ νέφη,
“σκιόεντα πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν” (Il. 5. 525)—οἳ δέ
ὅτι τὸ ψῦχος παρʼ αὐτῷ αἶθρος ὀνομάζεται· “αἴθρῳ καὶ καμάτῳ
δεδμημένον” (Od. 14. 318)· τάχος δὲ δίδωσι τῇ χιόνι ὁ ἄνεμος·
βορρᾶ δὲ πνέοντος νιφετὸς ἐπιγίνεται. καὶ ἀλλαχοῦ “νὺξ δʼ ἄρʼ
ἐπῆλθε κακὴ Βορέαο πεσόντος” (ib. 475).
174. γαιήοχε κυανοχαῖτα] ἐδόξασεν αὐτὸν τοῖς δύο ἐπιθέτοις·
(Od. 5. 99) καὶ “τὸ〈ν〉 νῦν σʼ ἠνώγει〈ν〉 ἀποπεμπέμεν” (ib. 112).
179. κἀκεῖνος 〈—πολεμίξων〉] “κἀκεῖνος” ἐκ πλήρους 〈Ἀρ-
πρόσκειται, ἵνα δείξῃ ὡς οὐκ ἄρξει Ζεὺς τῆς μάχης, ἀλλʼ ἀμυνο〈ύ〉-
180, * ὑπεξαλέασθαι] φυλάξασθαι· παρέλκουσι δὲ αἱ προθέσεις.
181. *σέο] ἀπολύτως.
182. *γενεῇ] τῷ χρόνῳ τῆς ἡλικίας.
σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ] τὸ δὲ σὸν ἦτορ ἐπιβάλλεται αὐτῷ ἰσηγορεῖν καὶ οὐκ ἐπιστρέφεται.
185. ὑπέροπλον ἔειπεν] ὑπὲρ ἑαυτόν· οἷον μείζω λόγον εἶπεν, ὑπὲρ τὴν
186. ὁμότιμον] ὃ μὲν τὸ τῆς ἡλικίας, ὃ δὲ τὸ τῆς φύσεως προ- βάλλεται, ὅτι ἀδελφός.
187. 〈τρεῖς γάρ τʼ〉 ἐκ Κρόνου] οὕτως 〈Ἀρίσταρχος〉 διὰ τῶν β΄ κκ· καὶ πολλοὶ τῶν ἀπὸ τῆς σχολῆς· εἰ δὲ εἴη “τε Κρόνου,” λείπει ἡ ἔξ πρόθεσις, ὡς ἐν τῷ “αἱ δὲ βόες χρυσοῖο τετεύχατο (Il. 18. 574).
οὓς τέκετο Ῥέα] οἳ μὲν ἐκτείνουσι τὸ ᾱ—ἐπὶ δὲ τοῦ ἐπιρ〈ρ〉ή- ματος συστέλλουσιν —οἳ δέ φασι δεῖν συστέλλειν, ἵνα δάκτυλος γίνηται, ὡς τὸ “καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα” (Il. 3. 237), “ἀν- δρόμεα κρέα” (Od. 9. 347), “ἕ〈σ〉σατο τεύχεα (Il. 7. 207).
188. *ἐνέροισιν] τοῖς ἐν τῇ γῇ, ὅθεν καὶ “ἔραζε” καὶ “ἐριπών”
καὶ “ἠρίον (Il. 23. 126).
189. τριχθὰ δὲ πάντα δέδασται] δοκεῖἐναντιοῦσθαι πρὸς τὸ “πάντα”
τὸ “γαῖα δʼ ἔτι ξυνὴ πάντων” (193)· οὐ γὰρ ἔτι πάντα δέδασται.
λύοιτο δʼ ἂν τῇ λέξει· τὸ γὰρ “πάντα” ἢ παρέλκει, ὡς ἐπὶ τοῦ
“δέκα πάντα τάλαντα” (Il. 24. 232) —ἐὰν δὲ λάβωμεν αὐτὸ
περισσόν, τί λοιπὸν δέδασται;—ἢ ἀντὶ τοῦ πλεῖστα· συνεχῶς γὰρ τὸ
“πάντα” ἐπὶ τοῦ πλεονάζοντος τίθεται. §. τινὲς “πάντʼ ἃ δέδασται,”
εἴασε δὲ τὸ τ, ὡς ἐν τῷ “ἐπίστιόν ἐστιν ἑκάστῳ” (Od. 6. 265).
*τιμῆς] βασιλικῆς δηλονότι, ὡς “τιμῆς τῆς Πριάμου” (Il. 20. 181).
190. ἤτοι ἐγών] οὐ πάντως πρῶτος, ἐπεὶ προτέτακται. διδάσκει δὲ κλήρῳ ποιεῖσθαι τὰς διανομὰς καὶ μὴ φθονεῖν τοῖς περὶ κλῆρον εὐτυχήσασιν. ὁ δὲ κλῆρος τὸ εὐνοϊκὸν δείκνυσι τοῦ Διός. οὐ γὰρ ἀθετεῖ τοὺς ἀδελφούς, καὶ ταῦτα δυνάμενος αὐτῇ 〈τε τῆ〉 γῇ καὶ θαλάσσῃ πάντας ἀνέλκειν.
πολιὴν ἅλα] ὅτι τὴν κεφαλὴν ἔχει ἀφρίζουσαν. οὕτω δὲ καὶ τὸ ἔαρ (Hes. Opp. 477. 492) διὰ τὴν τοῦ σίτου ξηρασίαν. οἱ δὲ “πολλήν·” πλείων γὰρ τῆς γῆς. καὶ ἡ πολιὰ δὲ σημεῖον χρόνου πολλοῦ ἐστιν.
191. * “ζόφον” τὰ ἀφώτιστα τῆς γῆς μέρη καὶ τὸν περὶ γῆν ὑγρὸν ἀέρα.
192. Ζεὺς δʼ ἔλαχʼ οὐρανόν] πάντα τὸν ὑπὲρ γῆς ἀέρα τῷ Διί
φησι δοθῆναι, διὰ μὲν τῶν νεφελῶν τὸν φωτιζόμενον ἀέρα, ὅπερ
κοινὴν ἀπάντων εἶναι τὴν γῆν. αἱ γὰρ ἄνωθεν 〈ἀπὸ〉 τοῦ Διὸς βολαὶ
ἐπὶ ταὐτὸν φέρονται ὑετοῦ καὶ χιόνος καὶ χαλάζης καὶ κεραυνῶν, ἥ τε
τοῦ Ἅιδου μοῖρα ὑπὸ γῆν ἐστι, καὶ τὸ περιέχον τὸ ὕδωρ οὐδὲν ἄλλʼ
ἐστὶν ἢ γῆ. §. Ζεὺς οἱ μὲν αἰθήρ, οἳ δὲ ὁ διοικῶν τὰ πάντα λόγος,
ζῆν αἴτιος· Ποσειδῶν δὲ τὸ συνέχον τὴν θάλασσαν αἴτιον καὶ ἡ
αὐτῆς θεία δύναμις, ἐπ〈ε〉ὶ πόσεως αἴτιος· διηθουμένης γὰρ θαλάσσης
ἐκρέουσι ποταμοὶ καὶ ὑετοὶ ἄναμμα ἀπὸ θαλάσσης ἔχουσιν· καὶ
Ἀττικοὶ τὸν περὶ χειμερίους τροπάς μῆνα Ποσιδεῶνα καλοῦσιν·
Ἀνακρέων “μεὶς μὲν δὴ Ποσιδηιὼν ἔστηκεν, νεφέλαι δʼ ὕδωρ —
βαρὺ δʼ ἄγριοι χειμῶνες κατάγουσιν” (fr. 6 B.)· ὁ δὲ Ἀιδωνεὺς παρὰ
τὸ ἄω τὸ πνέω—οὐ γὰρ μόνον τὰς ψυχὰς συνέχει, αἵ εἰσι πνεῦμα, καὶ
τοῖς καρποῖς δὲ αἴτιος ἀναπνοῆς καὶ αὐξήσεως, ἀφʼ ὧν ἡμεῖς πνέομεν·
διὸ καὶ Ζεὺς 〈λέγεται〉 καταχθόνιος, ὅτι ζῆν ποιεῖ, καὶ 〈Πλούτων,
ὅτι〉 πλουτεῖν—οἳ δέ, παρὰ τὸ μὴ ὁρᾶσθαι ἢ ἀφανεῖς ἡμᾶς ποιεῖν.
193. 〈γαῖα δʼ ἔτι〉 ξυνὴ πάντων] οἱ μὲν τῶν Κρονιδῶν, οἱ δὲ
ὅλων τῶν θεῶν, ἵνα πάντας τιμῶμεν ὡς ἐφορῶντας τὰ ἀνθρώπεια, οἳ
δὲ τὰ δ΄ στοιχεῖά φασιν αὐτὸν λέγειν, Δία 〈αἰθέρα〉, Ποσειδῶνα
ὕδωρ, Ἅιδη ἀέρα· εἶτα γῆ καὶ κατʼ ἐξοχὴν ἐν αὐτῇ ὁ Ὄλυμπος.
§. ὅτι συναφὴς τῆς γῆς ὁ Ὄλυμπος ὡς ὄρος· τὸ δὲ ὅμοιον πεποίηκε
καὶ ἐν Ὀδυσσείᾳ (9. 21) “ναιετάω δʼ Ἰθάκην εὐδείελον, ἐν δʼ ὄρος
194. βέομαι] ἐπιστρέφομαι, παρὰ τὴν βίαν. τινὲς δέ, οὐκ
λαύνομαι χυρίου.
196. χερσὶ δὲ μήτι με πάγχυ κακὸν 〈ὡς δειδισσέσθω〉] τινὲς ‘ὡς κακὸν ταῖς χερσίν,ʼ οἳ δὲ ‘μὴ δειδισσέσθω με χερσὶν ὑπερέχων.ʼ καταλιμπάνει δὲ νοεῖν, ὅτι Ζεὺς ἰσοπάλῳ ἀπειλεῖ.
197. * θυγατέρεσσιν] τὰς θηλείας προέταξε πρὸς καταβιβασμόν.
*υἱάσι] πλεονασμὸν ἔχει τοῦ ᾱ, διὰ τὴν υι· τινὲς δὲ “υἱέσι,”
ὅπερ ἐστὶν Ἀττικὸν ἁμάρτημα.
198. * ἐκπάγλοις] ὑπερηφάνοις.
* ἐνισσέμεν] ἐπιπλήσσειν, παρὰ τὴν ἐνιπήν.
199. *ὀτρύνοντος] κελεύοντος ἢ ἐπιτάσσοντος· οἳ δὲ ‘καὶ μὴ ὑβρίζοντος, ἀλλὰ μόνον λέγοντος.ʼ
201. οὕτω γὰρ δή 〈τοι〉 γαιήοχε] ἐπειδὴ ἐπὶ τὸ τραχύτερον προ-
ῆκται τὰ τῆς ἀποκρίσεως, ἐξεῦρεν ὅμοιον ἦθος διαφυλάξαι τῶν ὀργι-
ζομένων, καταπαῦσαι δὲ τὴν ἁψιμαχίαν διὰ τῆς Ἴριδος. ἔχει δέ τι
ἦθος ὁ λόγος. οὐ γὰρ ἀποτρέπουσα αὐτὸν συμβουλεύει, ὅτι οὐ χρὴ
τόδε πράττειν, ἀλλʼ ἠθικῶς πυνθάνεται, εἰ βούλεται ἀπηνῆ λόγον
καὶ κρατερὸν ἀπαγγεῖλαι αὐτὴν τῷ Διί. καὶ ἑξῆς πάλιν τὸ ὅμοιον
σχῆμα τοῦ λόγου. οὐ γὰρ λέγει ‘μετάστρεψονʼ ἀλλʼ “ἤ τι μετα-
στρέψεις” πάλιν πυνθανομένη. χρηστὸν δὲ πρὸς μίμησιν ἦθος
ἀγγέλου παρέλαβεν.
203. στρεπταὶ 〈μέν τε φρένες ἐσθλῶν〉] πρὸς τὰ ἐσθλά, φαύλων
δὲ πρὸς τὰ φαῦλα. ἐν βραχεῖ δὲ τὸ Ἡσιόδου (Opp. 295) περιείληφεν
ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται.”
204. οἶσθ᾿, ὡς πρεσβυτέροισιν] τοῦτο δυνατόν ἐστι καὶ ἐν ἐρωτήσει
ὣς δειδισσέσθω (196) οὐκέτι φησίν, ὅτι ἰσχυρότερός σου ἐστίν, ἀλλὰ
πρεσβύτερος· τὸ γὰρ τοῦ γήρως πλεονέκτημα 〈ἀν〉επίφθονον,
“〈οἶσθ᾿〉, ὡς πρεσβυτέροισιν Ἐρινύες 〈αἰὲν ἕπονται〉.” §. “τοῦτο
τῆς Ἴριδος. §. Ζηνόδοτος ἐσημειώσατο.
207. ἐσθλὸν καὶ τὸ τέτυκται] καὶ Εὐριπίδης “ἐν ἀγγέλῳ γὰρ
209. ὁμῇ πεπρωμένον 〈αἴσῃ〉] καταχρηστικῶς ἐπὶ θεῶν ἡ πεπρω-
μένη. ἀπὸ πρώτης γενέσεως μέχρι τέλους ἐνεχόμενον. §. τὸ δὲ “ὁ〈π〉-
πόταν” 〈ἀντὶ τοῦ ἡνίκα〉. §. “χολωτοῖσιν” ἀντὶ τοῦ πικροῖς, παρὰ
*ὁμῇ πεπρωμένον αἴσῃ] ὁμοίᾳ μοίρᾳ μεμερισμένον.
211. *μέν κε] διὰ τοῦ γ “μέν γε.”
*νεμεσσηθείς] μεμψάμενος αὐτῷ καὶ καταγνούς, ἢ μεμπτὸν
ἡγησάμενος τὸ ἀντειπεῖν αὐτῷ.
212. 〈ὑποείξω.〉 ἄλλο δέ τοι ἐρέω] εὐσχήμονα τὴν ἀπαλλαγὴν
θέλει. εἰ δὲ ἤκουσεν ὡς ἀλώσεται Ἴλιος, πῶς νῦν ἀπιστεῖ; ἀλλὰ καὶ
Ἀγαμέμνων “ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται” (Il. 4. 169).
καίτοι εἰδὼς παρὰ Κάλχαντος. ἄλλως τε δεῖ ἀντεπαχθῆναι τῷ
“ἀλλʼ ἤτοι—μέν κε” (211).
214. * Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο] τινὲς “Ἥρης
Ἡφαίστου τε καὶ Ἑρμείαο.”
215. *πεφιδήσεται] ἀπὸ τοῦ 〈φείδω〉 φιδῶ, 〈ὡς〉 ἀπὸ τοῦ πείθω
217. *χόλος] ἔχθρα.
219. ὣς εἰπὼν λίπε λαόν—δῦνε δὲ πόντον] ἡνίκα μὲν σύμμαχον
αὐτὸν ἦγε τοῖς Ἀχαιοῖς, ἐκαλλιγράφει τὴν πορείαν αὐτοῦ· νῦν δὲ
συνέτεμεν, ἐπεὶ μετὰ λύπης γίνεται.
πόθεσαν δʼ ἥρωες] ἐπὶ θάτερα γέγονεν αὐτοῖς 〈ἡ〉 μεταβολή.
Ἑλλήνων, Ποσειδῶνος ὑποχώρησις καὶ Ἀπόλλωνος κάθοδος καὶ τῆς
αἰγίδος ἐπεισόδιον.
221. ἔρχεο—μεθʼ Ἕκτορα] ἀντὶ τοῦ πρός ἢ ἐπί. πρεπόντως δέ,
225. οἵ περ ἐνέρτεροι] “νέρτεροι” πρὸς σύγκρισιν τῶν ἐν τῇ ἔρᾳ διαγόντων μετὰ Ἀιδωνέως· ἄναξ γοῦν ἐνέρων Ἀιδωνεύς. ἔστιν οὖν ἐνερώτερος 〈ἐ〉νέρτερος κατὰ συγκοπήν, 〈καὶ ἀποβολῇ νέρτερος〉.
*οἵ περ ἐνέρτεροι] Ζηνόδοτος γράφει “οἵ περ ἐνέρτατοι.”
*ἀμφίς] ἀντὶ τοῦ περί.
226. ἠμὲν ἐμοὶ πολὺ κέρδιον] “ἐμοί” μὲν διὰ τὸ μὴ τιμωρήσασθαι ἀδελφόν, αὐτῷ δὲ διὰ τὸ μὴ βληθῆναι· τὸ γὰρ “ἀνιδρωτί” (228) ἐπὶ Ποσειδῶνος κεῖται.
ἠδέ οἱ αὐτῷ] καθόλου ὀρθοτονητέον τὴν “οἷ,” ὅτε προηγεῖται τῷ αὐτὸς κατὰ δοτικήν, σεσημειωμένου ὧδε τοῦ “〈ἀλλὰ〉 οἷ 〈αὐτῷ〉 Ζεὺς ὀλέσειε βίην” (Od. 4. 667).
229. λάβʼ αἰγίδα] δύο φησὶν ὁ Σιδώνιος εἶναι τὰς αἰγίδας, τὴν
μὲν Διός, τὴν δὲ Ἀθηνᾶς αὐτὸ μόνον σκέπην. ἐφʼ ἧς φησι “τὴν
οὐδὲ Διὸς δάμνησι. κεραυνός” (Il. 21. 401)· καὶ γάρ φησιν ἐν τῇ
(447) “αἰγίδ’ ἔχουσʼ ἐρίτιμον,” οὐδενὸς κατεπείγοντος ἔχειν τὸ
Διὸς ὅπλον. ἐν ταὐτῷ δὲ εὑρίσκονται οἱ δύο ἔχοντες αἰγίδα. φησὶ
〈γὰρ〉 “καὶ τότʼ ἄρα Κρονίδης ἕλετ’ αὐγίδα’ (Il. 17. 593), καὶ
μετʼ ὀλίγον “ἀμφὶ δʼ Ἀθήνη ὤμοις ἰφθίμοις βάλ〈εν〉 αἰγίδα”
(Il. 18. 203)· ἄτοπον δὲ ἔγχος μὲν αὐτὴν ἔχειν καὶ περικεφαλαίαν,
ὅπλον δὲ μή. καὶ Ἄρης, ὅτε Διὶ ἐμέμφετο (Od. 5. 879), εἶπεν
ἄν, ὡς ‘καὶ τοῖς σοῖς ὅπλοις ὁπλίζεις αὐτὴν καθʼ ἡμῶν.ʼ
230. τῇ μάλʼ ἐπισσείων φοβέειν] “μάλα” φοβεῖν, ἢ “μάλα” ἐπι-
μὴ μεταβληθῇ εἰς τοὺς Ἕλληνας.
231—5· * οἱ ε΄ ἀθετοῦνται ὑπὸ Ἀριστοφάνους ὡς ἀχρεῖοι. §. ἤ, ἵνα μὴ παντελῆ ποιήσηται ἀπώλειαν τῶν Ἀχαιῶν, προσδιωρίσατο.
234. φράσομαι] οὐκ εἶπε βοηθήσω τοῖς Ἀχαιοῖς, ἀλλὰ “φράσο-
μαι,” ἵνα μὴ δύσθυμον ἐργάσηται τὸν Ἀπόλλωνα. “ἔργον” δὲ τὴν
ἔξοδόν φησιν, “ἔπος” τὸ “ἀμφοτέροισι δʼ ἀρήγεθ᾿, ὅπῃ νόος ἐστὶν
ἑκάστου” (Il. 20. 25). §. “πόνοιο” δὲ τῆς ἀλγηδόνος· “ἀτὰρ οὔ
237. ἴρηκι ἐοικώς] δυοῖν θεοῖν κάθοδον ἐκφράζων ἐπὶ μὲν τῆς Ἴριδος
καὶ σημαίνει ἡ Ἶρις, τὸν δὲ ἱέρακα ἐπὶ τοῦ Ἀπόλλωνος· ἱερὸς γὰρ
Ἀπόλλωνος ὁ ἱέραξ. §. καὶ τὸ “φασσοφόνῳ” (238) δὲ οἰκείως, ἐπεὶ
238. ὅς τʼ ὤκιστος] ἐπὶ δὲ ἀετοῦ “ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος” (Il. 21. 253).
241. ἀμφί ἑ γινώσκων] ὅτι τὸ “γινώσκων” ἀντὶ τοῦ ἀναγνω-
εἰς σύνθετον γὰρ μεταλαμβάνει 〈τὴν ἑαυτόν〉· Χρύσιππος δὲ ψιλοῖ
τὸ ε ὡς περισσεῦον καί φησιν ἀμφιγνοῶν ἀντὶ τοῦ ἀμφιβάλλων.ʼ
244. τίη δὲ σύ] ἠθικῶς πάνυ, ὡς πρὸς νοσοῦντά φαμεν ‘τί κατά-
245. * ὀλιγηπελέων] ὀλίγην τοῦ πέλειν ἔχων μοῖραν, ἐγγὺς τοῦ
ἦ που] διαπορητικός· διὸ περισπᾶται· τινὲς ἀποφατικός.
246. ὀλιγοδρανέων] τὸ “ὀλιγηπελέων (245) μετείληφεν, 〈ἵνʼ ᾖ〉
ἐκεῖνος ἑαυτὸν ἐγύμνωσεν, ἢ ἀπὸ τοῦ ἐρέσθαι (244, 5)· πάντες γὰρ
〈οἱ〉 Τρῶες ᾔδεσαν τὸ γεγονός.
248. *ἀίεις] αἰσθάνῃ.
*ὅ με] ὅτι με· “ὅ μοι γέρας ἔρχεται ἄλλῃ” (Il. 1. 120).
249. *“οὕς” τοὺς αὐτοῦ.
βοὴν ἀγαθὸς—Αἴας] καὶ ἀλλαχοῦ “εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην” (Il. 17. 102)· ἐπὶ δὲ Διομήδους καὶ Μενελάου συνεχῶς.
251. *νέκυας καὶ δῶμʼ Αίδαο] περιφραστικῶς τὸν Ἅιδην.
252. *ὄψεσθαι] οἳ μὲν “ἵξεσθαι” γράφουσιν, οἳ δὲ “ξεῖοθαι,” 〈οὐκ εὖ〉· οὐ γὰρ ἄχαρις ἡ γραφή.
ἐπεὶ φίλον ἄιον ἦτορ] ὅτι τὸ “ἄιον” ἤλγησα· ἥψατο γὰρ τῆς ψυχῆς ἡ ἄλγησις, ὥστε αἴσθησιν αὐτῇ γενέσθαι.
254. * “τοῖον” οἷον οἶδας.
Κρονίων—προέηκε] ὑπὸ μεγίστου θεοῦ φήσας πεπέμφθαι εὐέλπιδα αὐτὸν ἀπεργάζεται.
256. * φοῖβον Ἀπόλλωνα χρυσάορον] ὅτι τοῖς ὀνόμασιν ἐπήγαγε τὸ “ῥύομαι” (257).
χρυσάορον] τὸν χρυσοῦν ἀορτῆρα περὶ τὴν κιθάραν ἔχοντα—
καὶ Πίνδαρος χρυσάορα Ὀρφέα φησίν (fr. 139) —τινὲς δὲ χρυσοῦν
ξίφος ἔχοντα.
258. ἄλλʼ ἄγε νῦν ἱππεῦσιν] προοικονομεῖ ἐντεῦθεν, ὥστε ἀπὸ
ἴσου ὕψους γενέσθαι τὴν μάχην, “οἳ μὲν ἀφʼ ἵππων, οἳ δʼ ἀπὸ νηῶν
ὕψι μελαινάων ἐπιβάντες” (386, 7)· ἄλλως τε ἔδει ἐπὶ τῇ δευτέρῳ
εἰσελάσει 〈καὶ〉 περιττόν τι φαίνεσθαι· πρότερον οὖν πεζοὶ διέβαινον
τὴν τάφρον, νῦν δὲ διὰ τὸν Ἀπόλλωνα μεῖζόν τι πράττεται, ὥστε
μηδὲν ἐμπόδιον εἶναι ἐκ τῆς τάφρου περὶ τὴν εἰσέλασιν τῶν ἵππων.
* ἐπότρυνον] ἐπίταξον· “οἵ ἑθεν ὀτρύνοντος (Il. 15. 199) ἀντὶ τοῦ ἐπιτάττοντος.
* ἱππεῦσιν—πολέεσσιν] πολλοῖς ἱππεῦσιν.
259. *νηυσὶν ἐπί] ἀντὶ τοῦ ‘ἐπὶ νῆας.ʼ
261. λειανέω, 〈τρέψω δʼ ἥρωας Ἀχαιῶν〉] τὴν τάφρον καταβαλῶ τοὺς Ἀχαιοὺς τρεψάμενος, ἵνʼ ᾖ ὁ “δέ” ἀντὶ τοῦ γάρ.
262. ἔμπνευσε μένος μέγα] Ζηνόδοτος ὁ Μαλλώτης ἐκ τούτου
συνάγει, ὅτι Παιήων ἐστὶν ὁ Ἀπόλλων, εἴγε αὐτὸς ἐπιρρώννυσι τὸν
Ἕκτορα. §. ἀναγκαία δὲ ἡ προσθήκη τοῦ “μέγα” πρὸς ἀνάληψιν
263. ὡς δʼ ὅτε] ταῦτα δεῖ φέρεσθαι τὸ δύο διὰ τὸ “ὣς Ἕκτωρ”
(269). ἀπὸ δὲ τοῦ “εἰωθώς” (265—8) ἀθετητέον· οἰκειότερον γὰρ ἐπὶ
Ἀλεξάνδρου κεῖνται (Il. 6. 508—11)· οὐ γὰρ 〈ἂν〉 ἁρμόσειαν Ἕκτορι
νῦν. §. τινὲς δέ, ὡς καλὸς καὶ Ἕκτωρ· “οἳ καὶ ἐθηήσαντο φυὴν
καὶ εἶδος ἀγητὸν Ἕκτορος” (Il. 22. 370)· εἰ δὲ τέτρωται, ἀλλʼ
ἀκοστήσας] Κύπριοι ἀκοστάς τὰς κριθάς, οἳ δὲ παρὰ τὸν γοῖτον ‘λίαν ῥυπωθείς·ʼ ἢ ‘ἄχος ἡγησάμενος τὴν στάσιν.ʼ
264. * κροαίνων] τινὲς ἐπιθυμῶν.
265. ποταμοῖο] λείπει ὕδατι· ἢ ἀντὶ δοτικῆς, ὅ ἐστιν ὕδατι ποτίμῳ, ὡς καὶ τὸ “λοεσ〈σ〉άμενος ποταμοῖο” (Il. 21. 560).
*Ζηνόδοτος τοῦτον μόνον 〈περι〉γράφει, Ἀρίσταρχος δὲ καὶ τοὺς ἄλλους γ΄ (266—8).
269. * γούνατα] τινὲς δὲ τὸ γενικόν, τὸ “γυῖα.”
270. *ὀτρύνων] τινὲς “ὀτρυνέων·” οὔπω γὰρ κατηντήκει εἰς τὸ πλῆθος τῶν Τρώων.
ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν] ὅτε ᾔσθετο, ὅτι ἣν ἔκλυεν αὐδὴν θεοῦ ἐστιν.
271. κεραόν] τινὲς τὸν ἄρσενα· οὗτος γὰρ κερασφορεῖ· τί οὖν
ἐστι τὸ “χρυσόκερων ἔλαφον θήλειαν ἄξοντα” παρὰ Πινδάρῳ (Ol.
3. 29);
272. * ἐσσεύοντο] αἱ πᾶσαι διὰ τοῦ ᾱ “ἐσσεύαντο.”
ἀγροιῶται] ἀγρόται. οὕτω δὲ τοὺς θηρευτάς φασιν Ἀττικοί.
273. ἠλίβατος] ἧς ἁμαρτάνομεν τῆς 〈ἐπι〉βάσεως, “ἠλιτό-
δάσκιος] ἢ λίαν σκιώδης ἢ δασύσκιος. §. τὸν ἔλαφον δὲ ἡ ὕλη
τὸν μὲν —εἰρύσατο] τὸν αἴγαγρον (271).
ἠλίβατος πέτρη— εἰρύσατο] οὗτος γὰρ τῶν ὀρειβατούντων ἐστίν.
274. οὐδʼ ἄρα τέ σφι] περισσὸν τὸ “τέ,” τινὲς δὲ “τί σφι.” §.
275. τῶν δέ θʼ ὑπὸ ἰαχῆς] ὑπὸ ἰαχῆς διεγερθεὶς δηλονότι. §. “λίς”
δὲ παρὰ τὸ λιαρόν, ἢ τὸ ἑλεῖν, ἢ τὸ λεῖον—λεῖος γὰρ ὅλος πλὴν τῆς
277. εἵως μέν] Ζηνόδοτος γράφει “τείως·” ἔστι δὲ ἀντα-
λαδῶς· καὶ ἔστιν πολεμικῶς ἢ ἀθροιστικῶς.
*“αἰέν” ἐν ἐκείνῳ τῷ καιρῷ τῆς μάχης.
280. παραὶ ποσὶ κάππεσε θυμός] ἡ ψυχὴ αὐτῶν ἐνενεύκει εἰς
τοὺς πόδας, ὅπως διὰ τούτων σωθῶσιν· ἢ ταῖς ψυχαῖς ἐταπεινώ-
281. 〈τάρβησαν —〉 τοῖσι δὲ—άγόρευε Θόας] οὐχ ὑπὸ δειλίας, ἀλλὰ διὰ τὸ παράδοξον τῆς ἀναστάσεως 〈σκοποῦντες, μὴ καὶ θεὸς ᾖ ὁ μαχόμενος. §. οὗτος δὲ Γόργης υἱὸς τῆς Οἰνέως, ὑπὸ Διομήδους ἀποδειχθεὶς βασιλεὺς Αἰτωλίας. §. διδάσκει δέ, ὡς δεόντως Ποσειδῶν αὐτῷ εἴκασται (Il. 13. 216) ὡς δυναμένῳ πείθειν εὐλόγως.
282. ἐπιστάμενος μὲν ἄκοντι] λείπει τὸ χρῆσθαι, ἢ τὸ “ἐπιστά- μενος” ἀντὶ τοῦ “ἐπιστήμων ἄκοντος.ʼ
283. *ἐν σταδίῃ] λείπει μέχῃ.
284. ὁπ〈π〉ότε κοῦροι] τὸ ἑξῆς, “κοῦροι Ἀχαιῶν” ὡς “υἷες Ἀχαιῶν·” ἄτοπος γὰρ ἡ τῶν παίδων ἅμιλλα.
286. πόποι] τοῦτο ἀναφωνεῖται ἐπί τινι πάθει ὑποφαῖνόν τι παράδοξον.
288. ἦ θην] ὅτι τὸ “ἦ θην” ἀντὶ τοῦ ‘ὄντως που,ʼ οἷον καὶ ἀλλαχοῦ “ἦ θήν σʼ ἐξανύω γε” (Il. 11. 365).
*ἔλπετο] ἔδει ‘ἐπέπειστο.ʼ
289. * θανέειν] τεθνηκέναι ἢ θανεῖσθαι.
292. * ὣς καὶ νῦν ἔσσεσθαι ὀίομαι] τὸ πολλῶν Δαναῶν γούνατα λύσειν.
293. ὧδε μενοινῶν] οὕτω διαμάχεσθαι ἡμῖν προθυμούμενος (291).
295. πληθὺν μὲν ποτὶ νῆας] ἵνα μὴ ἄρδην διωκόμενοι ὑπὸ τῆς
ἵππου, ἣν ἑώρα νῦν περὶ Ἕκτορα, ἐμπέσωσι τῇ τάφρῳ· ἄλλως τε
ἀσθενὴς ὄχλος ἀχρεῖος πρὸς ἄμυναν καὶ μᾶλλον τροπῆς περιποιητικός.
297. εἴ κεν πρῶτον ἐρύξομεν] πλεονάζει ὁ “κέν·“ εἰ ἐν πρώτοις αὐτὸν
299. 〈μεμαῶτα θυμῷ〉 δείσεσθαι] ἀντὶ τοῦ δείσειν· καὶ ἔστι βίαιον. §. μέσον ὂν τὸ 〈“θυμῷ”〉 οὐκ〉 ἐδιπλασίασεν.
300. 〈τοῦ μάλα μὲν〉 κλύον ἠδὲ πίθοντο] ἔκλυον αὐτοῦ καὶ τοῖς λεχθεῖσιν ἐπείσθησαν.
301. ἀμφʼ Αἴαντε] οὕτως οἱ περὶ Ζηνόδοτον δυικῶς· οἳ δὲ “ἀμφ᾿
302. Τεῦκρον 〈Μηριόνην τε〉] οὐκ ἐπὶ πάντων ὁ “τέ” συμπε-
πλήρωκε τὸν λόγον.
Μέγην τε] Ἀρίσταρχος μὲν βαρύνει τὸ “Μέγην” ἰακῶς, οἳ δὲ
Μύνης Μύνητος καὶ Μύνου.
303. 〈ὑσμίνην〉 ἤρτυνον] παρεσκεύαζον ὥστε μάχεσθαι· οἳ δὲ κατήρτιζον εἰς μάχην τοὺς ἀριστέας.
305. ἡ πληθὺς—ἀπονέοντο] πρὸς τὸ σημαινόμενον ἀπέδωκεν.
306. *προὔτυψαν] προενέπεσον.
*“ἦρχε” τῆς ἐμβολῆς.
307. μακρὰ βιβάς] οὕτω τινές, ἐπεὶ καὶ “ὕψι βιβάντα” (Il.
ἄυσε μάλα μέγα” (321).
309. ἀμφιδάσειαν] οἳ μὲν ἀμφίμαλ〈λ〉ον, οἳ δὲ κύκλῳ δασεῖαν
312. *ἀολλέες] λείπει γεγονότες.
ὦρτο δʼ ἀυτή] πανταχόθεν τὴν ἐνέργειαν ηὔξησεν, ἐκ τῆς βοῆς
313. * νευρῆφι] τῶν νευρῶν.
316. πολλὰ δὲ καὶ μεσ〈σ〉ηγὺ 〈—ἵσταντο, λιλαιόμενα χροὸς
ἆσαι〉] “μεσ〈σ〉ηγὺ ἵσταντο” μεσοπαγῆ ἐγίνοντο, μέχρι τοῦ μέσου
χρόα λευκόν] ἀντὶ τοῦ ‘λευκοῦ χροός.ʼ §. ὡς ἐπίπαν δὲ λευκόχροες
317. λιλαιόμενα] λῶ λαίω λιλαίω, ὡς κερῶ κεραίω· “ζωρότε- ρον δὲ κέραιε (Il. 9. 203).
320. 〈κατʼ〉 ἔνωπα] Ἀρίσταρχος προπερισπᾷ τὸ “ἐνῶπα·” ἢ ἀπὸ
τοῦ ἐνωπήν ἐνῶπα κατὰ μεταπλασμόν, ὡς ἰωκήν ἰῶκα· ὁ μέντοι Ἡρω-
διανὸς προπαροξύνει λέγων αὐτὸ εἶναι ἀπὸ τοῦ ἐνώπιον καὶ ἐνώπια,
ὃ σημαίνει τὰ ἐναντία, καὶ κατὰ συγκοπὴν ἐνῶπα, ὡς μηρία μῆρα
καὶ σιτία σῖτα.
κατένωπα 〈ἰδών〉] τινὲς προπαροξυτόνως. §. ὡς ὁ ἐναντία ἀντὶ
τοῦ ἐξ ἐναντίας· οἳ δὲ ἐκ φανεροῦ· πρόσθεν γὰρ αὐτὴν εἶχεν “εἱμένος
ὤμοιιν νεφέλην” (308).
324. θῆρε δύω] λέοντας, κατὰ Κεφαλ〈λ〉ῆνας.
θῆρε δύω] δύο μὲν λέοντας παρείληφεν, ἐπεὶ καὶ οἱ τοὺς Ἀχαιοὺς
ταράττοντες δύο εἰσίν, Ἕκτωρ καὶ Ἀπόλλων. νυκτὸς δὲ οὗτοι ἐπι-
τίθενται· ὁ γὰρ ἐν ἡμέρᾳ φόβος ἥττων. εἰς ἐπίτασιν δὲ τὴν ἀσέ-
ληνον καὶ τῆς νυκτὸς τὸ μεσαίτατον παρείληφεν. τό τε “ἐξα-
πίνης” χσλεπὸν πρὸς τὸ μὴ παραφυλάξασθαι. καὶ ὁ ποιμὴν
αὐτοῖς οὐ παρεστι βοηθός, ὡς οὐδὲ ὁ Ποσειδῶν τοῖς Ἕλλησι συμ-
ρεσθαι· “λιγυρῇ θέλγουσιν 〈ἀοιδῇ〉” (Od. 12. 44) καὶ “θελκτήρια
πάντα τέτυκται” (Il. 14. 215).
κλονέωσι] ἐν τῇ ἐπαύλει· νυκτὸς γὰρ ταῦτα οὐ νέμεται· φησὶ “μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν” (Il. 12. 301).
ἀμολγῷ] ἐν οὐ μογοῦμεν, ὕπνῳ βαθεῖ κατεχόμενοι, οἳ δὲ ‘ἀκμῇ’
κατʼ Ἀχαιούς· δεινὸς δὲ ὁ ἐν σκότῳ κίνδυνος. §. ὅτι ἀεὶ πρότερον
πρὸς τὸ δεύτερον ὑπαντᾷ ὁ ποιητής.
326. ἀνάλκιδες] τότε γενόμενοι—ὡς “κυκλοτερὲς μέγα τόξον
Ἀπολλων ἧκε φόβον] παραφυλακτέον, ὅτι τῇ Ἑλληνικῇ φυγῇ
328. κεδασθείσης ὑσμίνης] τῆς τάξεως διαλυθείσης. §. μέγα δὲ τὸ
κεδασθείσης ὑσμίνης] τῆς τάξεως διαλυθείσης. τότε γὰρ ἄλλοι
330. τὸν μὲν Βοιωτῶν] ὅτι πρὸς τὸ δεύτερον ὑπήντησεν· ὁ γὰρ
333. ἤτοι ὃ μὲν νόθος] τῆς κατὰ μέρος ἱστορίας χάριν ἡ ἐπανά-
νόθος] ἐξ Ἀλκιμάχης τῆς Φυλάκου ἦν ὁ Αἴας, ὥς φησι Πορ-
φύριος ἐν τῷ Καταλόγῳ· ἀλλʼ οὐ συμφωνεῖ τῷ ποιητῇ· Ἐριώπιδος
γάρ φησι τὸν Αἴαντα (336).
330. γνωτόν] γνωτὸς ὁ ἀδελφός, ὁ πλέον τῶν ἄλλων γνωριζόμενος,
μητρυιῆς Ἐριώπιδος] ὁμοίως τῷ ποιητῇ καὶ Ἑλ〈λ〉άνικος τὴν
Ἐριώπην μητέρα Αἴαντός φησιν· Φερεκύδης δὲ ἐν ε΄ καὶ Μνα-
σέας ἐν η΄ Ἀλκιμάχην, ὁ δὲ τῶν Ναυπακτικῶν ποιητὴς διώνυμον
αὐτήν φησι (fr. 1 K.), “τὴν δὲ μεθοπλοτάτην Ἐριώπην ἐξονόμαζεν·
Ἀλκιμάχην δὲ πατήρ τε καὶ Ἄδμητος καλέεσκεν.”
Ὀἰλεύς] τὸν Ὀιλέα Ζηνοδοτος ἑπόμενος Ἡσιόδῳ (fr. 136 M.) καὶ
Στησιχόρῳ (fr. 84 B.) χωρὶς τοῦ ο ὀνομάζει Ἰλέα, τὸ δὲ 〈ο〉 ἄρθρον
φησίν· γελοῖον δὲ τὸ παρʼ Ὁμήρῳ οὕτως ἀκούειν· οὐ γὰρ ἂν αὐτὸ καὶ
ἐπὶ δοτικῆς προσέθηκε πτώσεως, “οὐδʼ ἄρʼ Ὀιλιάδῃ μεγαλήτορι Λοκροὶ
ἕποντο” (Il. 13. 712). καὶ νῦν δὲ ἠδύνατο εἰπεῖν ‘ἣν ἔχεν Ἰλεύς.ʼ
337. * Ἀθηναίων] τῶν τὴν δευτέραν ἡγεμονίαν ἐχόντων.
338. **καλέσκετο] ἵν’ ᾖ ὡς τὸ “σὴ παράκοιτις κέκλημαι” (Il. 4. 60) ἢ ὡς τὸ “μήτηρ μέν τε μέ φησι” (Od. 1. 215).
339. Μηκιστῆ] περισπαστέον, εἴτε κατὰ ἀποκοπὴν τοῦ ᾱ, ὡς
Τυδῆα “Τυδῆ” (Il. 4. 384), εἴτε Δωρική ἐστιν ἡ κλίσις, Μη-
κιστέα “Μηκιστῆ·” 〈ὃ〉 καὶ ἄμεινον· τινὲς δέ φασι κἀκεῖνα μὴ
κατὰ συναλ〈ο〉ιφὴν εἶναι, “ὣς Ἀχιλῆ ὤτρυνε” (Il. 20. 174),
“ἐς Πηλῆ ἱκέτευσεν” (Il. 16. 574).
340. πρώτῃ ἐν ὑσμίνῃ] ἐν τοῖς πρωταγωνισταῖς· οὐ γὰρ νῦν 〈ἡ〉 πρώτη συμβολή.
341. νείατον ὦμον] τὸν πρὸς τῷ αὐχένι· οἳ δὲ πρὸς ἀντιδια-
στολήν· Ἐχίος (339) γὰρ “πρώτῃ ἐν ὑσμίνῃ,” οὗτος δὲ νείατος.
〈Δηίοχον δὲ—〉 ὦμον ὄπισθεν] μόνον τοῦτόν φασιν Ἑλλήνων ὄπιθε βεβλῆσθαι· καὶ Ἠιονεὺς δὲ ἐν τῇ (11) ὑφ᾿ Ἕκτορος οὕτως ἀναιρεῖται. §. τούτου δὲ οἱ ἀπόγονοι Σάμον ἐξ Ἀθηνῶν συνῴκισαν.
342. φεύγοντʼ ἐν προμάχοισι] τινὲς “ἐν πυμάτοισι·” καὶ οἰκεῖον
τοῦτο Πάριδι. ἢ ‘ἐν πρώτοις τῶν διωκόντων ὢν ὁ Πάρις,ʼ οὐκ ‘αὐτὸν
ἐν τοῖς προμάχοισι φεύγοντα.ʼ
343. *ἐνάριζον] φονεύσαντες ἐξέδυον.
344. τάφρῳ-ἐνιπλήξαντες] τὴν μετὰ δέους γινομένην ἄτακτον ἔμ- πτωσιν διὰ τῆς λέξεως ἐδήλωσεν· “ἕρκει ἐνιπλήξωσι” (Od. 22.469).
345. δύοντο δὲ τεῖχος ἀνάγκῃ] δαιμονίως προσέθηκεν· οὐ γὰρ δι᾿ ἀνανδρίαν ἔπραξαν τοῦτο, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν θεῶν ἀνάγκην.
346—8. Τρώεσσιν ἐκέκλετο—νηυσὶν ἐπισσεύεσθαι—ὃν δʼ ἂν
ἐγώ〈ν〉] βαρβαρικὴ ἡ ἀπειλὴ καὶ τὸ πρόσταγμα θρασύ, οὐχ ὡς ὁ
Νέστωρ μουσικῶς καὶ πεπαιδευμένως φησὶν “ἀλλʼ ἄνδρας κτείνωμεν·
ἔπειτα δὲ καὶ τὰ ἕκηλοι νεκροὺς ἂμ πεδίον συλήσετε” (Il. 6. 70).
349. *αὐτοῦ] ὅπου ὁραθήσεται.
μητίσομαι] τὸ πρῶτον ἔσχατον ἔθηκεν· ὁ γὰρ ἀναιρεῖν ἐπι-
βαλλόμενος προβουλευσάμενος τοῦτο ποιεῖ.
οὐδέ νυ τόν γε—πυρὸς λελάχωσι] ἐντεῦθεν νόμος τὸν προδό- την μὴ θάπτεσθαι παρὰ τῶν νομοθετούντων ἐκινήθη.
351. ἐρύουσι] τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐν τῷ “ἐρύουσι.” ἐνεστὼς
352. κατωμαδόν] κατὰ τῶν ἰδίων ὤμων, ἀφʼ οὗ τὸν βάρβαρον καὶ
δίσκου οὖρα〉 κατωμαδίοιο πέλονται” (Il. 23. 431).
ἤλασεν ἵππους 〈κεκλόμενος Τρώεσσιν ἐπὶ στίχας] ἤλαυνεν ἐπὶ
354. ὁμοκλήσαντες ἔχον—ἵππους] τοῖς ἵπποις δηλονότι.
356. ὄχθας καπέτοιο] τὰς ἀνασκαφὰς τῆς τάφρου. “καπέτοιο”
δὲ καὶ “〈σκα〉πέτοιο.” Ἀργεῖοι δὲ οὕτω τὴν τάφρον ὠνόμαζον.
357. γεφύρωσεν 〈δὲ κέλευθον〉] κυρίως τὸ ἐκ ξύλων γεγομφω- μένον γέφυρα. §. ἐν βραχεῖ δὲ ἔδειξε τὸ ἔργον τοῦ θεοῦ.
358. * ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή] ὅσον ἐστὶ βολὴ δόρατος.
359. ὁππίτʼ ἀνὴρ σθένεος πειρώμενος 〈ᾗσιν〉] εὖ τὸ μὴ ἀπλῶς
ἀκοντίζοντα παραλαβεῖν ἀλλὰ καὶ τῆς ἑαυτοῦ ἥβης ἀποπειρώμενον,
ὥστε ἐπὶ πλέον ἐξικέσθαι.
ᾗσιν] δασυντέον· ἐπεκτέταται γὰρ τὸ ᾗ, ὅπερ ἡ συνήθεια μετὰ
360. * φαλαγγηδόν] ὡς ὁμιλαδόν· προηγεῖτο δὲ αὐτῶν Ἀπόλ-
λων,
362. ῥεῖα μάλʼ, ὡς ὅτε τις] καὶ πῶς τοῖς θεοῖς πολλοῦ ἐδέησε
πρὸς παντελῆ ἀφανισμόν; §. διαναπαύουσι δὲ τῶν πόνων οἱ παρα-
363. ἀθύρματα] πιθανῶς παίγνιά φησι τὰ δώματα τῶν νηπίων.
364. * συνέχευε] συνέχεεν· οὐ γὰρ ἐκ λίθων ἦν, ἵνα εἴπῃ ‘κατ- έβαλεν.ʼ
ποσὶν καὶ χερσὶν ἀθύρων] ὅλῳ γὰρ ἐφάλλεται τῷ σώματι.
αὑτὸ τὸ “ἀθύρων,” ἵνʼ ᾖ τοῦ ὅλου ἐπεξήγησις· εἰ γὰρ συνάψομεν,
ἔσται ἀθύρειν τὸ πατεῖν ἀκύρως.
365. ἤιε] Ἀρίσταρχος δασύνει, παρὰ τὴν ἕσιν τῶν βελῶν· ὁ δὲ
367. *ἐρητύοντο] τῆς ὁρμῆς ἐπείχοντο.
369. εὐχετόωντο] δυστυχίας ἐπίτασις καὶ σωτηρίας ἀπόγνωσις
εὐχὴ θεῶν. πιθανῶς δὲ τὰς τοῦ πλήθους ἐν κεφαλαίοις εἶπε, τὴν δὲ
τοῦ εὐσεβεστάτου διεσάφησε καὶ ἐξειργάσατο Νέστορος. §. ἀπὸ
μετοχῆς δὲ εἰς ῥῆμα· “τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον” (Il.
3. 80).
371. χεῖρ᾿ ὀρέγων] οὐ “χεῖρα,ʼ ἀλλὰ “χεῖρε” δυικῶς. §
372. ἐν Ἄργεῖ] Ἄργος ὅλην τὴν Ἑλλάδα. §. περισσὸς δὲ ὁ
373. ὄιος] τινὲς “οἰός,” ἐπεὶ ἀεὶ δισυλλάβως, πλὴν τοῦ “νῶτον ἔθηκ’ ὄιος” (Il. 9. 207). §. ἡ δὲ “κατά” πρὸς τὸ “καίων.”
374. καὶ κατένευσας] ἐνέγκαι εἰς τὴν οἰκίαν.
καὶ κατένευσας] ἀμετάπτωτον ποιῶν τὴν ὑπόσχεσιν.
375. *τῶν] ἔδει ‘τῷ.’
Ὀλύμπιε] τινὲς 〈τὸν ἐν〉 Ὀλυμπίᾳ, 〈ἐπεὶ〉 πλησίον Πύλου Πίσα.
376. * οὕτω] ὡς νῦν.
*Ἀχαιούς] ἡμᾶς.
377. μέγα δʼ ἔκτυπε] παιδευτικὰ καὶ ταῦτα 〈διὰ τὸ〉 ἐπιση-
μαίνεσθαι τὸν θεὸν ἑνὸς ἀνδρὸς εὐχῇ· ἄκρως δὲ κεκράτηκε τῆς οἰκο-
νομίας ὁ ποιητής. τὸ μὲν γὰρ μηδὲν ἐπιγενέσθαι τῷ πρεσβύτῃ
σημεῖον ἀπίθανον, τὸ δὲ κατανεύειν ἤδη ἐναντίον· ὁ γὰρ μηδὲ Ἥρᾳ
πειθόμενος ἀλλὰ φυλάττων τὴν πρὸς Θέτιν ὑπόσχεσιν πῶς ἂν
378. ἀράων ἀίων] οὐ γὰρ ἐξολώλασιν Ἕλληνες ἀλλʼ ἐνόστησαν.
379. *τὸ “ὡς” ἀντὶ τοῦ ἐπεί. §. πρὸς αὑτῶν δὲ οὗτοι τίθενται τὸ ἀγαθόν.
381. ὥς τε μέγα κῦμα] ἀεὶ ἑαυτὸν παρευδοκιμεῖ ὁ ποιητὴς ταῖς
Τρῶες ὑπερέβησαν τὸ τεῖχος ὡς κύματα ναῦν. §. τὸ δὲ “εὐρυπόροιο”
382. * νηὸς ὑπὲρ τοίχων καταβήσεται] ἀντὶ τοῦ ὑπὲρ τοὺς τοίχους. §. ὑψηλότερον γενόμενον τὸ κῦμα τῶν τοίχων τῆς νεώς.
384. *κατὰ τεῖχος ἔβαινον] κατέβαινον τὸ τεῖχος.
385. ἵππους δʼ εἰσελάσαντες] πρὸς τὴν ἰδιότητα τῆς μάχης, ὅτι
ἐπὶ πρύμνῃσι μάχοντο] ἰδίωμά φησιν Ἀρίσταρχος γεγενῆσθαι
οχοι ὡς ἐπὶ τὴν πόλιν τετραμμένοι, τὰ δὲ νῶτα δόντες τοῖς πολε-
μίοις, οἱ δὲ παραβάται σκέποντες αὐτοὺς ἅμα καὶ μαχόμενοι· διὸ ὁ
ἡνίοχος Πολυδάμαντος Κλεῖτος κατὰ τὸν αὐχένα βάλλεται (445).
386. αὐτοσχεδόν] αὐτόθεν, ἐκ τοῦ σύνεγγυς τόπου· τὴν γὰρ
νανμαχίᾳ ἅμα ἱππομαχίαν κατέμιξεν.
388. *ξυστοῖσι] λείπει δόρασιν.
389. ναύμαχα] εἰκὸς ἀπὸ Μίνωος πεπολιτεῦσθαι ναυμαχίαν παρ᾿
μόναις ἐχρῶντο. πεφράχθαι δὲ αὐτὰς εἰκός, μὴ ἀνταναχθῶσιν οἱ
Τρῶες. §. πεποίηται δὲ παρὰ τὴν μάχην, ὡς ἱπποκόμος παρὰ τὴν
κολλήεντα] ὑπὸ βλήτρων· φησὶ γοῦν καὶ “κολλητὸν βλήτροισι” (678). οἳ δέ φασι μήπω γνωρίζεσθαι ναυμαχίαν· ὅπως δὲ ἀνα- στέλλοιεν τοὺς ἀπὸ γῆς ε〈ἴ〉ργοντας, τοῦτο ἐπετήδευσαν.
στόμα] τὸ ἄκρον, παρὰ τὸ τμητικὸν εἶναι. δηλοῖ δὲ ὅτι οὐκ εἶχον κατʼ ἄμφω τὰ μέρη σίδηρον, ἐπεὶ καὶ σαυρωτῆρες προσῆσαν τοῖς καταπηγνυμένοις εἰς γῆν· ἀλλʼ ἐπὶ τῶν νεῶν ἔκειτο.
390. Πάτροκλος δ᾿, εἵως μέν] ὅταν ἐπὶ τὰ ἄκρα ἄγῃ τὴν ποίησιν,
τότε ταῖς μεταβάσεσι χρῆται συνεχῶς, τὴν προσοχὴν τῶν ἀκροατῶν
συνάγων· μεταβαίνει οὖν ἐπὶ τὸν Πάτροκλον νῦν· ἐπὶ τούτῳ γὰρ
καὶ διατρίβειν αὐτὸν παρὰ τῷ Εὐρυπύλῳ ᾠκονόμησεν, ὅπως ἐκ τῆς
ὄψεως κινηθεὶς ἐντονώτερον Ἀχιλλέως δεηθείη. πῶς δὲ ἐπιλαθόμενος
Ἀχιλλέως τοσοῦτον χρόνον διάγει; ἢ οὐ πολὺς μὲν ὁ χρόνος, τὰ δὲ
γεγονότα ποικίλα ἐν ὀλίγῳ καιρῶ.
392. *ἀγαπήνορος] ὑπὸ τῶν ἀνδρείων ἀγαπωμένου.
393. καὶ τὸν ἔτερπε λόγοις] τινὲς “ἔτερπε λόων” —τοὺς γὰρ
νοσοῦντας ἔλουον· φησὶ γὰρ “εἰσόκε θερμὰ λοετρὰ ἐυπλόκαμος
Ἑκαμήδη θερμήνῃ” (Il. 14. 6)—ἄμεινον δὲ “λόγοις·” φησὶ γοῦν
ἀπιὼν “ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω” (401). §. καὶ Μένανδρος
394. *ἀκήματα] διχῶς, καὶ “ἀκέσματα.”
*ἔπασσε] ἐπέπασσε.
395. *τεῖχος ἐπεσσυμένους] τὸ ἑξῆς, ἐπὶ τεῖχος ἐσσυμένους.
398. *“ἔπος ηὕδα,” οὐ “προσηύδα.”
400. * ἐνθάδε] 〈τὴν〉 ἐν τόπῳ νῦν δηλοῖ σχέσιν.
401. *ποτί] πρός.
*τερπέτω] τῷ φαρμάκῳ.
402. σπεύσομαι] ταχυνῶ, ἐνεργῶς πορεύσομαι.
403. τίς δʼ οἶδ᾿, εἴ κεν οἱ] δῆλός ἐστι κεχειρωμένος τοῖς λόγοις
404. ἀγαθὴ δὲ παραίφασις—ἑταίρου] 〈ἡ〉 ἐξ ἑταίρων γινομένη
παραμυθία ἀγαθή, οὐχ ἡ δυνάμει ῥητορείας. διὸ οὐδὲ Νέστωρ ἀλλʼ
οἱ φίλοι πρεσβεύουσιν ἐν ταῖς Λιταῖς.
405. τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοί] 〈ἔδει〉
πόδες φέρον] ὅτι οἱ πόδες αὐτὸν ἔφερον, οὐκ αὐτὸς τοὺς πόδας.
406. Τρῶας ἐπερχομένους μένον] εἰκότως ἰσόρροπος ἡ μάχη· οἳ μὲν
407. * παυροτέρους περ ἐόντας] ὅτι συμμάχοις ἐλάσσους Ἑλλή-
408. * ποτέ] ἀντὶ τοῦ ἐν τῷ μέρει τῆς ἡμέρας ταύτης.
409. *ῥηξάμενοι] διαστήσαντες.
*μιγήμεναι] πλησιάσαι.
410. ἀλλʼ ὥς 〈τε〉 στάθμη] πρὸς τὸ ἀκριβὲς τῆς ἰσότητος. ἐν
*ὥς τε στάθμη δόρυ νήιον ἐξιθύνει] τοῦ γὰρ νηίου εἴ τις οὐκ ἀκρι-
βώσει τὴν ἰσότητα, κινδυνεύ〈σ〉ει ἑτεροβαροῦς γινομένης τῆς νηός.
411. * τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥα τε πάσης 〈εὖ εἰδῇ σοφίης〉] σημαίνει γὰρ ἄλλον τέκτονα.
412. εὖ εἰδῇ σοφίης] ἀντὶ τοῦ τέχνης· διό φασι μὴ εἶναι Ὁμήρου
οὕτω καλοῦσι, σοφοὺς 〈δὲ〉 τοὺς τεχνίτας καὶ τὸν κιθαρῳδὸν σοφισ-
τὴν Σοφοκλῆς (fr. 820 N.) καὶ τὸν ῥαψῳδὸν Εὔπολις (fr. 447 Κ.),
οἱ δὲ φιλόσοφοι σοφίαν 〈ἐπιστήμην〉 εἶναι θείων καὶ ἀνθρωπίνων καὶ
τῆς περὶ ἑκάτερον αἰτίας. §. ὑποθημοσύναις δὲ ταῖς διδασκαλίαις.
*εὖ εἰδῇ σοφίης] ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὠνόμασε, καὶ οὐ τὴν λογικὴν ἀλλὰ τὴν τεκτονικὴν τέχνην.
413. 〈ἐπὶ〉 ἶσα μάχης τέτατο] πῶς ἴσοι τοσοῦτον πρότερον τῶν Τρώων 〈ὑπερεχόντων〉; ἢ τάχα τὴν στάσιν, οὐ τὴν δύναμιν· οἳ μὲν γὰρ ἀπὸ τῶν νεῶν, οἳ δὲ ἀπὸ τῶν ἀρμάτων.
414. ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι] δαιμονίως παρακελεύεται τῷ ἀκροατῇ μείζω τὰ ἔργα ἡγεῖσθαι τῶν λόγων, ὡς ἔνια δὲ καὶ ὑπερβαίνων αὐτὰ 〈ὑπο〉νοεῖν ἡμῖν δίδωσιν.
* ὅτι ἐντεῦθεν ὁ ἐν τῇ τειχομαχίᾳ μεταπεποίηται στίχος
(Il. 12. 175). §. 〈πύλαι ἀντὶ πύλης〉· ἀρέσκει γὰρ Ἀριστάρχῳ
μίαν εἶναι πύλην.
415. ἐείσατο] ὥρμησεν. ἀκέσασθαι δὲ τὴν ἧτταν θέλει, ὑπὸ τῶν θεῶν ἐπικουρούμενος.
416. *μιῆς περὶ νηός] ἴσως τῆς Πρωτεσιλάου.
*ἐδύναντο] ἀνθʼ ἑνικοῦ τοῦ ἐδύνατο.
418. ἐπέλα〈σ〉σέ γε δαίμων] ὁ Ἀπόλλων ἢ ὁ Ζεύς. §. παρα-
419. Κλυτίοιο] ὅτι οὗτος ὁ Κλυτίος ἀδελφός ἐστι Πριάμου. “Λαο-
μέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν 〈τε〉 Λάμπον τε Κλυτίον θʼ Ἱκε-
τάονά 〈τ᾿ 〉, ὄζον Ἄρηος” (Il. 20. 237). διὸ καὶ ἑξῆς φησιν “Ἕκτωρ
δʼ ὡς ἐνόησεν ἀνεψιόν” (422). ἀλλαχοῦ “καὶ Δόλοπα Κλυτίδην” (Il.
11. 302), υἱὸν Κλύτου, ἐπεὶ ἔδει Κλυτιάδην, εἰ μὴ συνέθλιψεν.
420. νῆα] τὴν ἀμφήριστον· προεῖπε γὰρ “τὼ δὲ μιῆς περὶ νηὸς
ἔχον πόνον” (416). οὐ δεῖ οὖν γράφειν “νῆας.” §. ἀλλʼ οὐδὲ τὸ
μέτρον ἐπιδέχεται “νῆας” γράφειν.
421. * δαλός] οἱ νεώτεροι Ἴωνες δαυλός.
425, 6. Τρῶες καὶ Λύκιοι—μὴ δή πως] ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν. §. περισσὸς δὲ ὁ “πώ.” οὐ γὰρ προστάσσει νῦν μὲν μένειν, ὕστερον δὲ ὑποχωρῆσαι.
426. στείνει] τῷ μεταξὺ τῶν νεῶν καὶ τῆς τάξεως τῶν ἵππων
427. σαώσατε] ἔδει ‘σαώσωμεν.’ §. ἀντὶ τοῦ ἐκ 〈τοῦ〉 σκυλευ- θῆναι ῥύσασθε, ἵνʼ ἀβλαβῆ ἀπάξωμεν.
*μή μιν Ἀχαιοὶ τεύχεα συλήσωσι] ἀντὶ τοῦ αὐτοῦ, Ἀττικῶς.
428. * ἀγῶνι] τῇ ἀθροίσει.
431. Κυθήριον] τινὲς διὰ τῶν β΄ ρρ· καὶ τοὺς Κυθηρίους δημότας Ἀττικῆς φασιν, οὓς μᾶλλον οἰκείους εἶναι Αἴαντι.
432. * Κυθήροισιν ζαθέοισιν] διὰ τὸ ἱερὸν εἶναι Κύπριδος.
438. Κυθηρόθεν ἔνδον] ἐκ Κυθήρων ἐπιδημοῦντα τοῖς ἡμῶν οἴκοις.
439. τοκεῦσιν] Ζηνόδοτος “τέκεσσιν·” οὐ πρέπει δὲ ταῖς ἡλικίαις.
§. Αἴαντος δὲ ἐκ Χλειροβαφίας Φίλαιόν φασιν. §. ὅτι δὲ ἐτίμων οἱ
παλαιοὶ τοὺς γονεῖς, 〈δῆλον ἀπὸ τοῦ λέγειν〉 “μεμνῆσθαι πατέρος
440, 1. ἰοὶ ὠκύμοροι] οἱ ταχέως τὸν μόρον πληροῦντες, “ὠκύμορος
δή μοι, τέκος, ἔσσεαι (Il.18.95). §. “τόξον” (441)δὲ ἤτοι τὴν τοξικήν.
442. *ξυνέηκε] ἀντὶ τοῦ ἤκουσεν.
444. ἰοδόκον] προπαροξυτόνως τινὲς ‘τὸν δεχόμενον ἰούς,ʼ ξεινο-
*βέλεα] ἀντὶ τοῦ βέλος.
445. Κλειτόν] 〈ὀξυντέον〉 ὁμοίως τῷ ἐπιθέτῳ, ἐπειδὴ κόσμου ἐστὶ
447. * ὃ μὲν πεπόνητο καθʼ ἵππους] καθʼ ἵππους εἶχε τὸ ἔργον.
448. * τῇ] λείπει ‘κελεύθῳ.’
449. Ἕκτορι καὶ Τρώε〈σ〉σι χαριζόμενος] ἀθετοῦνται οἱ τρεῖς
στίχος〉. πῶς γὰρ ἡνίοχος ὧν ὄπιθεν βάλλεται “αὐχένι γάρ οἱ
ὄπισθεν” (451); ἄτοπον γάρ ἐστι τὸ ἀπεστραμμένους εἶναι τοὺς
δίφρους· ἐπρηνίσθησαν γὰρ 〈ἂν〉 οἱ παραβάται μόνον κινηθέντων τῶν
ανθοίδης” (Il. 16. 807) ἐπίκουρος ἦν. καθʼ Ὅμηρον γοῦν ἄλλη ἐστὶν
ἡ Τροία καὶ ἡ Δαρδανία. πῶς δὲ οὐκ εἰκὸς ἐπαινεῖν αὐτὸν τῆς προ-
θυμίας, ὅπου μόνος ἐπιβαίνων τῷ δίφρῳ δίχα παραιβάτου πολεμεῖ ὡς
Αὐτομέδων· “ὅκιθεν” δὲ βάλλεται ἴσως στραφείς· ποικίλη γὰρ ἡ
κίνησις τοῦ πολέμου, ὡς καὶ αὐτός που φησὶν “ἠμὲν ὅτῳ στρεφθέντι
λεθρον Ἄρη τέτρωκεν (Il. 5. 858, cf. 21. 407).
450. * ἱεμένων] γράφεται καὶ “ἱεμένῳ.”
451. * αὐχένι] ὅτι αὐχὴν πᾶς ὁ τράχηλος.
*ὄπισθε] Ἀριστοφάνης “πρόσθε” γράφει· καὶ ἔστι μᾶλλον εὔλογος ἡ γραφή.
453. ἄναξ δʼ ἐνόησε] ὁ ἄναξ τῶν ἵππων ἐναντίος ὑπήντησεν αὐτοῖς δίχα ἡνιόχου ἀπιοῦσιν.
456. εἰσορόωντα] ἢ φυλάσσοντα τοὺς ἵππους ἢ ἑαυτόν.
460. * μιν] ἀντὶ τοῦ αὐτοῦ.
462. *Τεῦκρον] ἀντὶ τοῦ Τεύκρου.
463. * ἐυστρεφέα τε φαρέτρην] οὕτως ἄμεινον ἐκτείνειν .
ἀμύμονι τόξῳ] κατὰ μεταφορὰν τοῦ φοροῦντος ἢ ἄμωμον, “ καὶ ἀμύμονος ἕρκεος αὐλῆς” (Od. 22. 442). ἀφοπλίζει δὲ τοὺς ἀριστεῖς φλέξαι θέλων τὴν ναῦ〈ν〉, νῦν μὲν Τεῦκρον, ἑξῆς δὲ Αἴαντα.
464. *ἐρύοντι] ἀντὶ τοῦ ἐρύοντος.
405. χαλκοβαρής] ἐπὶ γὰρ τὸ χαλκωθὲν μέρος καταφέρεται τῷ βάρει.
467. ἐπὶ μήδεα κείρει] τὸ ἑξῆς, ἐπικείρει· οὐκ ἐᾷ αὔξεσθαι· οἱονεὶ ἐπικόπτει τὰς βουλὰς ἡμῶν.
468. τε μοι βιόν] “ὅ τέ’ ἀντὶ τοῦ ὅστις· οἳ δὲ 〈ἀντὶ τοῦ) ὅνι· “ὅ τε με βροτοὶ οὔτι τίουσιν” (Od. 13. 129) ἀντὶ τοῦ ὅτι.
469. * νεόστροφον] τινὲς γράφουσιν “ἐύστροφον.”
470. πρώιον] ὅτι Ζηνόδοτος γράφει “πρῴην.” §. ἔμφασιν δὲ ἔχει
πλείονος χρόνου· τὸ δὲ “πρώιον” σημαίνει πρωίας. ἐν γὰρ τῇ κόλῳ
*ἀνέχοιτο] δέχοιτο.
472. ταρφέας ἰούς] σὓς συνεχῶς βάλλεις κατὰ τῶν πολεμίων· οὐ
474. ἑλῶν —δέρυ] εὐψύχου τὸ ἀντιπαρατάσσεσθαι τῇ τύχῃ καὶ
476. * ἀσπουδεί] ἀκμητί.
477. μνησώμεθα χάρμης] μὴ προώμεθα τὴν μάχην.
480. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ] ὅτι οὐκ εἶχον κόρυθας οἱ τοξόται. καὶ
482. * ἀκαχμένον ὀξέι χαλκῷ] τὴν ἀκὴν ὀξεῖαν ἔχον.
484. βλαφθέντα] βεβλαμμένα τῆς τῶν τόξων χρήσεως.
489. Διόθεν] ἀναγκαίως τὸ “Διόθεν,” ἵνα τοὺς μὲν ἐπιρρώσῃ, τοὺς
490. ἀλκή] ἡ νίκη, ὅταν κατὰ προαίρεσιν θεοῦ γίνηται, φανερά
Κρονίων” (254) καὶ Ἶρις “εἰσόκε νῆας” (Il. 11. 208).
491. ὁτέοισιν] πλεονασμὸς τοῦ ε· οἳ δὲ τοῦ τέοισι πευστικοῦ ἀναφορικὸν τὸ “ὁτέοισιν.”
ὁτέοισιν] τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἀπὸ γὰρ τοῦ ὅτοισίν ἐστιν.
492. * ὅτινας] ἀπὸ τοῦ ὅτις ἀναφορικοῦ, ὃ καθʼ ἓν μέρος λόγου
ἐστίν· τινὲς τὸ ο ἀντὶ τοῦ πληθυντικοῦ.
*οὐκ ἐθέλῃσιν] ἀντὶ τοῦ μὴ θέλῃ.
494. ὑμέων] τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἀπόλυτος γάρ ἐστιν·
495. * βλήμενος ἠὲ τυπείς] ἡ διπλῆ πρὸς τὴν διαστολὴν τοῦ “βλήμενος” καὶ “τυπείς.”
496. τεθνάτω· οὔ οἱ ἀεικές] κάλλιον ταῦτα τοὺς νέους ἀναγινώσκειν
—ἐν βραχεῖ καὶ δυνατῶς καὶ κατὰ τάξιν
—ἢ Τυρταῖος Λακεδαιμονίοις ἔγραψεν (fr. 10 B.). ῥητορικῶς δὲ ἓν
πρᾶγμα, τὴν πόρθησιν, εἰς πολλὰ κατεμέρισεν, ὡς καὶ τὸ “ἄνδρας μὲν
κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσι” (Il. 9.
593). καὶ Δημοσθένης αὔξων τὴν Μειδίου κακίαν φησίν(§20 p. 664a
S.)· “ καταδείσαντες τοῦτον καὶ τὸ τούτου θράσος καὶ τοὺς περὶ αὐτὸν
ἑταίρους καὶ τὸν πλοῦτον τἄλλα δὴ ὅσα πρόσεστι τούτῳ ἔσχον
ἡσυχίαν·” τὸ γὰρ ἀπλοῦν ἦν ‘ φοβηθέντες τοῦτον ἐσιώπησαν.ʼ
τεθνάτω] οὐ κεκράτηκε τῆς φράσεως εἰπὼν ‘ὃς ἂν θάνῃ, τεθνάτω·ʼ ὃ μὲν γὰρ εἶπεν‘ὃς ἂν ἀποθάνῃ, ἀποθανεῖται μὲν κερδήσει δὲ πολλά.ʼ ἢ “ἀλλά” (497) ἀντὶ τοῦ γάρ.
497. ἄλοχος —σόη] ἀλλʼ ἐγώ, φησί, πρὸ ἐκείνης ὤφειλον σῴ-
ζεσθαι· ἀγνοεῖ δέ, ὡς περὶ πολλοῦ τὴν τῶν γυναικῶν ὕβριν ἐποιοῦντο
καὶ τὰς ψυχὰς ὑπὲρ τῶν οἰκείων ἐτίθεντο.
* σόη] εἴσηται καὶ σάος, ὅθεν σαώτερος, καὶ “σόον δʼ ἀνένευσε” (Il. 16. 252).
καὶ παῖδες ὀπίσ〈σ〉ω] ἠδύνατο μὲν εἰπεῖν ‘καὶ νήπια τέκνα,ʼ
ἀλλὰ τῷ σεμνοτέρῳ ὀνόματι τῶν παίδων χρῆται, παῖδας καλῶν τὴν
πᾶσαν γενεὰν καὶ διαδοχήν. καλὴ δὲ καὶ ἡ προσθήκη τοῦ “ὀπίσσω,”
αἰωνίαν διαδοχὴν τοῦ γένους παριστᾶσα.
498. καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοί] εἰκότως πάντα ἐπεξερ-
γάζεται, παραμυθίαν τῷ θανάτῳ ἐπιφέρων, ἀντιτιθεὶς τῷ θανάτῳ τὰ
λυσιτελῆ. §. “κλῆρος” δὲ ἡ οὐσία καὶ ὁ πάλος· κλήρους γὰρ
500. μένος καὶ θυμόν] ʼμένος” τὴν προθυμίαν παρὰ τὸ μένω, “θυμόν” δὲ οἱονεὶ τὴν ὁρμήν, παρὰ τὸ θύω τὸ ὁρμῶ.
501. Αἴας δʼ εὖθʼ ἑτέρωθεν] οὐ μόνον ἔργοις ἀλλὰ καὶ λόγοις
502. αἰδώς, Ἀργεῖοι] λείπει ‘ ἐγγινέσθω.ʼ καλὴ δὲ παρʼ Ἕλλη-
παρʼ Ἕκτορι (348).
ἄρκιον] ἀφέλιμον ἢ ἕτοιμον.
ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν] σωθῆναι καὶ ἀπώσασθαι·
504. ἢ ἔλπεσθε] ἦθος καὶ εἰρωνεία καὶ βάρος, μεθʼ ὑποκρίσεως
αὐτοῦ τὰ ὡμολογημένα πυνθανομένου.
505. ἐμβαδόν] πεζῇ· ὅθεν ἡ μὴ πεζευομένη ἄβατος.
506. ἢ οὐκ ὀτρύνοντος] διόλου παραφυλακτέον, ὅτι οὐκ ἀφίσ-
ταται τοῦ τῶν νεῶν κινδύνου, ὡς ἔσχατον κίνδυνον νομίζων.
πάνυ ἐνεργῶς ἀπὸ τοῦ ὑπογύως πραχθέντος τὴν προτροπὴν
508. οὐ μὰν ἔς γε χορόν] ἐνέργειαν τοῦ χορεύειν· διὰ τοῦ ἐπικα-
509. ἡμῖν δʼ οὔτις τοῦδε ] τὸν Αἴαντα νῦν ἄριστον σύμβουλον
510. * αὐτοσχεδίῃ] τινὲς μετὰ τοῦ ν. §. οὐδὲν ἡμῖν ἐστι προ-
511. βέλτερον] αἱρετώτερον καθʼ ἕνα χρόνον τεθνάναι συντόμως
* ἔνα χρόνον] ἀντὶ τοῦ ἐν ὀλίγῳ χρόνῳ, συντόμως.
513. * ὧδε] ἀντὶ τοῦ οὕτως, οὐ τοπικῶς.
ὑπʼ ἀνδράσι χειροτέροισιν] ἀντὶ τοῦ ὑπʼ ἀνδρῶν ἡσσόνων. γεν- ναίου δὲ τὸ κἀν ταῖς ἐπιφοραῖς τῶν δεινῶν φυλάττειν τὸ φρόνημα, καὶ χείρους ἡγεῖσθαι νικῶντας τοὺς Τρῶας. ἅμα δὲ καὶ πρὸς ἐντροπὴν Ἑλλήνων τὸ ὑπὸ χειρόνων ἡττᾶσθαι.
515. Σχεδίον Περιμήδεος] ἔστι καὶ ἕτερος, Ἰφίτου παῖς· “ὃ δὲ
Σχεδίον, μεγαθύμου Ἰφίτου υἱόν, Φωκήων ὄχʼ ἄριστον” (Il. 17.
306).
516. *ἀρχὸν Φωκήων] τινὲς “ἀρχὸν Ἀθηναίω.”
518. * Κυλλήνιον] Ἠλεῖον· ἐπίνειον γὰρ Ἤλιθος Κυλλήνη.
519. Φυλείδεω] τοῦ Μέγητος· ὁ γὰρ Φυλεὺς Ἠλεῖος ἦν καὶ
ἀποικίαν ἤγαγεν ἐς τὰς Ἐχινάδας νήσους.
520. ὕπαιθα λιάσθη] εἰς τοὔμπροσθεν ἀνεχώρησεν· ἤ, ὥς τινες, ἐκ πλαγίου ὥρμησεν, ὃ δὲ ἐπὶ τὸ ἔμπροσθεν ὁρμήσας ἄπρακτον τὴν βολὴν ἐποίησεν.
521, 2. οὐ γὰρ Ἀπόλλων εἴα Πάνθου υἱόν] ὡς Τρῶα καὶ ἀριστέα.
τινὲς δὲ Πάνθουν Δελφόν φασιν, ἱερέα τοῦ Ἀπόλλωνος.
526. 〈Λαμπετίδης, ὃν〉Λάμπος] 〈Λάμπτος Λάμπετος〉, ὡς πάχος πάχετος, πλεονασμῷ τοῦ ε, ἀφʼ οὗ τὸ “Λαμπετίδης.”
φέρτατον ] τῶν ἰδίων υἱῶν· ἔστι δὲ ἄλλος Δόλοψ ὑπὸ Ἀγαμέμνονος ἀναιρεθεὶς ἐν τῇ Λ (302)· “καὶ Δόλοπα Κλυτίδην.”
527. Λαομεδοντιάδης] καὶ ἐν ἄλλοις “Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπον τε Κλυτίον τε” (Il. 20. 237)· ἦν δὲ τὸ πατρωνυμικὸν αὐτοῦ “Λαομεδοντίδης,ʼ ἀλλʼ ἐπλεόνασε τὸ α, ὡς ἐν τῷ Λαερτιάδης.
530. γυάλοισιν] ἀντὶ τοῦ γυάλῳ· “θώρηκος γύαλον” γοῦν παν-
ταχοῦ φησιν.
531. ἐξ Ἐφύρης] τῆς ἐν Ἤλιοι, ἧς καὶ ἐν ἄλλοις μνημονεύει· “ἠ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν, ἐλθεῖν” (Od. 2. 328)· οἳ δὲ τῆς Θεσπρωτίας.
ποταμοῦ ἀπὸ Σελλήεντος] ποταμὸς Ἤλιθος ὁ Σε〈λ〉λήεις, ὃς
ῥεῖ ἀπὸ Λασίωνος ὄρους· ἔστι δὲ καὶ Θεσπρωτίας.
532. Εὐφήτης] ζήτει περὶ τούτου τίς ἐστιν.
533. ἀλεωρήν] σκέπην, παρὰ τὸ ἀλέασθαι.
534. ὅς οἱ καὶ τότε—ἤρκεσε] περιττὸς ὁ στίχος· ἤδη γὰρ εἶπεν ἀνωτέρω (529) “πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ.”
536. κύμβαχον] τὸ διάκενον τὸ ὑπὲρ τῆς κορυφῆς, ὅθεν καὶ
δὲ παρὰ τὴν κεφαλήν· τὴν γὰρ κεφαλὴν κύμβην ἔλεγον· ὅθεν καὶ
κυβιστᾶν. λέγει οὖν τὸ ἄκρον τοῦ κράνους, ἐπεξηγεῖται δὲ
διὰ τῆς ἑξῆς λέξεως τὸ ὄνομα, διὰ τοῦ “ἀκρότατον.”
538. νέονφοίνικι φαεινός]φοινικῷ χρώματι νεωστὶ λελαμπρυσμένος.
539. ἤλπετο νίκην] ἑκάτερος αὐτῶν δηλονότι.
541. εὐράξ] τὸ μὴ ἐκ πλαγίου ἀλλὰ κατὰ τοῦ ἔμπροσθεν ἢ
*εὐράξ] κατὰ πλάτος.
βάλε δʼ ὦμον] τὸν δεξιὸν πάντως· εὔλογον γὰρ τὸν Μενέλαον μὴ Β=
τὰ γυμνὰ τοῦ σώματος ἔχοντα ἐναντία τοῖς ἐχθροῖς ἀνῃρηκέναι τὸν
Δόλοπα, τὰ δὲ ὑπὸ τῆς ἀσπίδος ἐσκεπασμένα.
542. * μαιμώωσα] κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν φορούντων.
543. *ἐλιάσθη] ἀπεκλίθη.
544. * τὼ μὲν ἐεισάσθην] ὁ Μέγης καὶ ὁ Μενέλαος ωρμησαν.
545. κασιγνήτοισι] συγγενέσιν, ἢ τοῖς ἀδελφοῖς· πρὸ δὲ τῶν
ἀδελφῶν τὸν Μελάνιππον ὠνείδισεν. τινὲς δὲ ἔτι καὶ νῦν παρʼ Ἴωσι
τοὺς συγγενεῖς κασιγνήτους καλεῖσθαι. ὁμοίως δέ φησι καὶ
τὸ “ἔνθα ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε” (Il. 16. 674).
κασιγνήτοισι] ὅτι κασιγνήτους νῦν τοὺς ἀνεψιοὺς εἶπεν.
546. ἐνένιπεν] ἐπέπληξεν, ἀπὸ τῆς ἐνιπῆς, ἥ ἐστιν ἐπίπληξις.
547. ὄφρα] τέως.
εἰλίποδας βοῦς] ἐπιβάλ〈λ〉ουσι γὰρ τῷ προτέρῳ ποδὶ τὸν ὀπισθίδιον πόδα. §. ἀνεψιὸς δὲ ὁ Μελάνιππος Ἕκτορος, “Λαο- μέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπον τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος” (Il. 20. 237).
548. *Περκώτῃ] Λαμψακηνῶν χώρα.
* δηίων ἀπονόσφιν] ἀπὸ τῶν νόσφιν.
550. μετέπρεπε] διέπρεπεν.
553. οὕτω δή, Μελάνιππε] οὕτω νῦν. ὃν τρόπον νῦν μεθίεμεν, 〈οὕτω μεθήσομεν〉 καὶ οὐκ ἀντιληψόμεθα τῶν πραγμάτων;
554. * ἀνεψιοῦ] ἐκτατέον τὴν ψι διὰ τὸ μέτρον.
555. περὶ τεύχεʼ ἕπουσιν] ἡ “περί” πρὸς τὸ “ἕπουσι·” τὸ γὰρ
ἕπω ἐν τοῖς ἐνεργητικοῖς κινήμασι παρὰ τῷ ποιητῇ προθέσει συν-
τάσσεται ὡς ἐπὶ τὸ πλεῖστον. διὸ τὸ “οὐ μὲν δὴ τόδε μεῖζον ἕπει
κακόν” (Od. 12. 209), ἀντὶ τοῦ περιέπει.
*τεύχεα] λείπει ‘ συλῆσαι.ʼ
556. ἀλλʼ ἕπευ] ἀλλʼ ἕπου· τῆς γὰρ πρὸς Ἀργείους οὐκ ἀπο-
στατέον μάχης, πρὶν ἢ κατακτείνωμεν ἢ ἐκεῖνοι ἡμᾶς 〈ἀν〉ελόντες
τὴν λιον πορθήσωσιν. μέγας οὖν καὶ τελευταῖος ἀγὼν πρόκειται,
ὥστε ἀναγκαῖον καὶ τὸν ἀκροατὴν τῷ ἀκμαιοτάτῳ τούτῳ μέρει τῆς
ποιήσεως προσ〈σ〉χεῖν.
557. κατʼ ἄκρης] ὁλοτελῶς· “ἔλασεν μέγα κῦμα κατʼ ἄκρης”” (Od. 5. 313) οἷον ὅλον αὐτὸν ἐβάπτισε τὸ κῦμα.
563. αἰδομένων δʼ ἀνδρῶν] τῶν αἰδουμένων ἀλλήλους καὶ ἀγωνι- ζομένων πλείους σῴζονται ἤπερ φονεύονται· ἐπὰν δὲ φύγωσι, καὶ ἀδοξία καὶ ἀσθένεια αὐτοὺς καταλαμβάνει.
567. *ἕρκεϊ χαλκείῳ] στερεῷ, τῷ διὰ τῶν ἀσπίδων.
568. Ἀντίλοχον δʼ ὤτρυνε βοὴν τἀγαθὸς Μενέλαος] φαίνεταί τις
ὑποῦσα αὐτοῖς φιλία διὰ τὴν γειτνίασιν, “Νέστωρ φάσχʼ ὁ γέρων,
ὅτʼ ἐπιμνησαίμεθα σεῖο (Od. 4. 191)· τό τε ὁμότροπον ἐχυρὸν πρὸς
φιλίαν· καὶ ἐν ἑτέροις δέ φησι ʼ περὶ γὰρ δίε ποιμένι λαῶν, μή τι
πάθῃ” (Il. 5. 566)· καὶ μετὰ τὴν παράβασιν τῶν ὅρκων πρῶτος
πολέμιον ἀνεῖλεν (Il. 4. 457).
570. θάσσων] τῶν ἡλικιωτῶν· ἢ ὡς καὶ ἐπὶ Ἀἴαντος, “οὐ γάρ οἱ τις ὅμοιος ἐπισπέσθαι ποσὶν ἦεν ἀνδρῶν τρε〈σ〉σάντων” (Il. 14. 521). §. τὸ δὲ “οὐδʼ ἄλκιμος” πρὸς τὸ “πρῶτος δʼ Λντίλοχος” (Il. 4. 457) ἀναφέρεται.
571. εἴ τινά που—βάλοισθα] ὅτι τῷ εὐκτικῷ ἀντὶ τοῦ προσ-
τακτικοῦ ἐχρήσατο, ως φησι Διονύσιος.
574. ἀμφί ἑ παπτήνας] τὰ περὶ ἑαυτοῦ σκοπήσας, μή τις αὐτὸν ἐξαλλόμενον τῶν ἄλλων βάλῃ, ὡς καὶ Ὀδυσσεύς (Il. 4. 497).
ὑπὸ δὲ Τρῶες κεκάδοντο 〈ἀνδρὸς ἀκοντίσσαντος>] ὑπὸ δὲ αὐτοῦ
577. νισσόμενον πόλεμόν] οὐχ ὡς νῦν αὐτοῦ πρῶτον ἐξιόντος,
580. θορόντα] ἐπεὶ πτοηθεὶς ἐξάλλεται τῆς κοίτης.
581. ἐτύχησε βαλών] τυχῶν ἔβαλεν. τοσοῦτον δὲ Ἀντίλοχος
586. ἀλλʼ ὃ γὰρ ἔτρεσε ] δαιμονίως
τῇ παραβολῇ κέχρηται· καὶ ἡ φυγὴ τούτῳ κατὰ πρόνοιαν, οὐ
κατὰ δειλίαν γίνεται.
θηρὶ—ἐοικώς] καλῶς οὐκέτι παραβέβληται κυνὶ—οὐ γὰρ ἔδει τὸν
593. νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς] τοῦτο γὰρ εἶπεν ὁ Ζεύς· “εἰσόκε νῆας ἐυσ〈σ〉έλμους ἀφίκηαι” (Il. 11. 208) καὶ “τρέψω δʼ ἥρωας Ἀχαιούς” (261).
594. * ἤγειρε μένος μέγα] ὥστε γίνεσθαι μέγα· ἢ μεγάλως.
θέλγε] ἐπὶ τὸ χεῖρον· ἀναπτεροῖ δὲ τὸν ἀκροατὴν προσδοκῶντα
τὸν ἐμπρησμόν.
598. * ἐξαίσιον] ἄδικον—τοὐναντίον γὰρ ἐναίσιμα τὰ καθή-
ἀρήν] αἴτησιν—καὶ γὰρ ἡ εὐχὴ αἴτησις παρὰ τοῦ θεοῦ τυγ-
τὴν εὐχὴν Θέτιδος· “ἐξαίσιον” γὰρ τὴν ἔξω τοῦ αἰσίου γινομένην
φησίν, οἷον τὴν παρὰ τὸ ὅσιον, ὅπερ σημαίνει τὸ αἴσιον.
599. τὸ γὰρ μένε μητιέτα Ζεύς] μεγαλοφυῶς θεατὴν καθίστησι τὸν Δία τῶν γινομένων.
601. ἔμελλε παλίωξιν—θησέμεναι] ἐπιστάμενος τοὺς ἀκροωμένους
ταῖς Ἑλληνικαῖς συμφοραῖς ἀχθομένους εὐέλπιδας ἀπεργάζεται τῇ
τῆς μελλούσης νίκης προεκθέσει.
ἔμελλε] Ἀριστοφάνης Ἰακῶς γράφει “ μέλλε.”
605. μαίνετο δʼ ὡς ὅτʼ Ἄρης] ἐνεργῶς ἐκινεῖτο τῷ σώματι. καὶ χαλεπὸν μὲν ὅμως εἰς ἔννοιαν ἐλθεῖν καὶ σωφρονοῦντος Ἄρεος, ὃ δὲ τὸ “μαίνετο” προσέθηκεν. καὶ οὐ μέχρι τούτου τὴν εἰκόνα ἵστησιν, ἀλλʼ ἀφρίζειν τε αὐτῷ φησι τὸ στόμα τρόπον θηρίου καὶ τὰ ὄμματα λάμπειν ὥσπερ ἐνθουσιῶντος.
ὡς ὅτʼ Ἄρης] πᾶσι τοῖς δεινοῖς αὐτὸν εἴκασεν, Ἄρει μαινομένῳ καὶ πυρὶ ὕλης ἐπειλημμένῳ.
606. τάρφεσιν] ἀπὸ τοῦ τάρφος. §. καὶ “βαθέης” δίχα τοῦ ι. §. καλῶς δὲ καὶ τῷ πυρὶ τροφὴν δασείας ὕλης δέδωκεν.
607. ἀφλοισμός] ἀφρὸς κατὰ Αἰτωλούς· οἳ δὲ τὸν ἀφρισμόν·
οἳ δὲ οὐκ ἄπωθεν τοῦ φλοισμοῦ.
τὼ δέ οἱ ὄσσε] καὶ ἀλλαχοῦ “νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια” (Il. 12. 463).
608. ἀμφὶ δὲ πήληξ—τινάσσετο] τετύπωκε τὸν κορυθαίολον.
610–4. Ἕκτορος· αὐτὸς γάρ οἱ] ἀθετοῦνται στίχοι έ ὡς περιτ-
τοί· οὐδὲ παρὰ Ζηνοδότῳ δὲ ἤσαν οἱ έ· οὐ γὰρ διὰ τὸ ὀλιγοχρόνιον
ἐτίμα αὐτόν· καὶ ὅτι “ἀπʼ αἰθέρος” (610)· ἐπὶ γὰρ Ἴδης ἦν (scil.
ὁ Ζεύς). καὶ διὰ τοῦ “ μαρναμένοιο” (609) νοεῖται Ἕκτορος.
τινὲς δὲ τὸν “γάρ” ἀντὶ τοῦ δέ, ὡς “αὐτίκα γάρ μοι ὀίσατο
θυμὸς ἀγήνωρ ἄνδρʼ ἐπελεύσεσθαι” (Od. 9. 213). καὶ ἀνάγεται
ἡ φράσις εἰς τὰ τοιαῦτα “οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμ ν
—ὄφρα τί μιν προτιείποι” (Il. 22. 328)· “ἦλθε δʼ ἐπὶ νότος
ὦκα—ὀφρʼ ἔτι τὴν ὀλοήν” (Od. 12. 427). “ἀπʼ αἰθέρος” (610)
δέ, ὅ αἰθέριος Ζεύς· καὶ ἡ πρόληψις δὲ σχῆμα ποιητικόν.
προσεκτικόν τε ταῦτα τὸν ἀκροατὴν καὶ περιπαθέστερον ἀπεργά-
ζονται. καὶ τοῦ λέγοντος χρηστὸν ἦθος, καὶ ὡς ἀπὸ συναλ-
γοῦντος ἡ πίστις.
616. *ᾗ δή] καθʼ ἣν ὁδόν.
618. *ἴσχον] ἐπεῖχον αὐτόν.
πυργηδόν] ἡ μὲν ἐμβολὴ τῶν βαρβάρων κύμασιν εἴκασται ταχὺ
διαλυομένοις, ἡ δὲ τῶν Ἑλλήνων καρτερία τῷ τῆς πέτρας ἀκινήτῳ
καὶ δυσπαθεῖ.
619. * ⟨πέτρη⟩ ἠλίβατος] ψιλοῖ ἡ παράδοσις· παρὰ γὰρ τὸ
620. * λιγέων ἀνέμων] ἦχον ἀποτελούντων τῇ βίᾳ.
*κέλευθα] ἰδίως τὰς ἐφόδους.
621. *τροφόεντα] τρόφιμα.
τά τε προσερεύγεται ἀκτῇ] Ἀρίσταρχος “ αὐτήν,” δηλονότι τὴν
623. * λαμπόμενος πυρὶ πάντοθεν] περιλαμπόμενος ὑπὸ τῶν
624. ἐν δʼ ἔκεσʼ ὡς ὅτε κῦμα] πεπύκνωται ταῖς παραβολαῖς ὁ
625. ὑπαὶ νεφέων ἀνεμοτρεφές] ηὐξημένον ὑπὸ ἀνέμου, ὡς εἶναι
ἣ δέ τε πᾶσα] πᾶσα δὲ ἡ ναῦς τῷ ἀφρῷ τοῦ κύματος κρύπ-
626. δεινὸς ἀήτης] ὅτι ἀρρενικῶς “δεινὸς ἀήτης·” ἔνιοι δὲ ἀγνοή-
ζεται καὶ τὸν ἄνεμον σφοδρότερον δείκνυσιν.
*ἄχνῃ] Ζηνόδοτος δίχα τοῦ ι τὸ “ἄχνη.”
627. *ἱστίῳ ἐμβρέμεται] προσλακτίζων αὐτῷ, τῇ βίᾳ δηλονότι.
ναῦται] οἱ ἐν τῇ νηί· “ἢ ναύτῃσι τέρας” (Il. 4. 76)· ὁ δὲ
βραχὺς κίνδυνος κλονεῖ, ἐπὶ τοὺς ναύτας δὲ ὁ φόβος φθάνων μέγεθος
κινδύνου μεγίστου παρίστησιν.
628. τυτθὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται] τὸ τυχὸν γὰρ ἀπέ-
629. ἐδαίζετο] διεκόπτετο ἡ ψυχὴ ἀγωνιῶσα. πρὸς τὸ τελευ-
ταῖον δὲ τῆς παραβολῆς τὸ “τρομέουσι δέ τε φρένα ναῦται” (627)
τὴν ἀνταπόδοσιν ἐπήγαγε τῆς παραβολῆς.
630. ὥς τε λέων] πολλὰς ἤδη ἐφόδους λεόντων παρέλαβεν εἰς
ὁμοίωσιν, νῦν δὲ ἐξεῦρέ τι καινόν· ὑπόκειται γὰρ πρωτόπειρος
νομεὺς ἀνεπιστήμων τῆς πρὸς λέοντας μάχης. καὶ νεμομένας τὰς
βοῦς παρέλαβεν, εἰκότως· οὐδὲ Ἕλληνες ἐπὶ παρατάξεως
εἰσιν ἀλλʼ ἐσκεδασμένοι, ὥστε καὶ εὔκολον εἶναι τὴν ἐπιχείρησιν
διὰ τὸ ἄτακτον.
*λέων ὀλοόφρων] ἄδηλον, εἰ ὁ φύσει ὀλοόφρων.
631. εἱαμενῇ] καθύδρῳ τόπῳ. καὶ οἳ μὲν παρὰ τὴν ἄνεσιν καὶ ἀνά-
δοσιν τῶν λιβάδων, οἳ δὲ τοὺς τόπους ἐξ ὧν τοῦ ὕδατος ὑπεκρυέντος
πόαι γίνονται, οἳ δὲ παρὰ τὸ ἵω, ἔνθα ἵσταται ὕδωρ καὶ συνῆκται.
632. οὔ πω σάφα εἰδώς] οὐ κατʼ εὐτονίαν σώματος—οἷος δήποτε γὰρ ἂν ᾖ, οὐ δύναται εἶς ὢν πολεμεῖν λέοντι —ἀλλὰ κατʼ ἐμπειρίαν· ὁ γὰρ ἔμπειρος τῆς πρὸς τὸ θηρίον μάχης ἢ κύνας προαφῆκεν ἢ λαμπάδας προσάγει.
633. ἕλικος] τὸ ἀπλοῦν ἀντὶ συνθέτου, ὡς καὶ Διονύσιός φησιν,
634. πρώτῃσι καὶ ὑστατίῃσι βόεσ〈σ〉ιν] ὁ “καί” ἀντὶ τοῦ ἤ,
ὡς τὸ “μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ” (Il. 21. 339)·
ἢ οὕτως· ποτὲ μὲν πρώταις, ποτὲ δὲ ὑστέραις.
635. * ἐν μέσσῃσιν] σόλοικον, εἰ μὴ ἀντὶ τοῦ “εἰς μέσας.ʼ
637. ὑφ’ Ἕκτορι καὶ Διὶ πατρί] αὔξει Ἕκτορα συγκαταλέγων αὐτὸν τῷ Διί.
639. Κοπρῆος] Κοπρεὺς παῖς τοῦ Ἠλείου Πέλοπος· ἔστι δὲ καὶ
ἄλλος Βοιώτιος, Ἁλιάρτου παῖς.
**ὃς Εὐρυσθῆος] φασὶν Ἥρας αὐτῷ παραστάσης ἐπιτάσσειν·
640. * οἴχνεσκε] ἐπορεύετο, παρὰ τὸ ἴχνος.
641. * τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων] οὐκ εὖ ἡ σύγκρισις.
ἐκ πατρὸς— χείρονος υἱὸς ἀμείνων] οὐ κεκράτηκε τῆς φρά- σεως, ὥς φησιν Ἄτταλος· τὸν μὲν γὰρ λίαν ἐπαινεῖ, τὸν δὲ ἀποδο- κιμάζει· ὥστε οὐκ ἔστιν ἐκ συγκρίσεως ὁ λόγος.
642. * παντοίας] λείπει ἡ κατά.
*ἠμὲν πόδας ἠδὲ μάχεσθαι] ὅτι καὶ τὸ τάχος ἐν ταῖς ἀρεταῖς.
644. *ὅς ῥα τόθ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξεν] ὅτι οὐχ ἑκών.
645. στρεφθεὶς γὰρ μετόπισθεν] ὥστε οὐδὲν ἀφʼ ἑαυτοῦ κατορθώ-
τὸ γὰρ πτῶμα συνέπραξε πρὸς τὸ εὐχερῆ γενέσθαι τὴν ἀναίρεσιν.
ἐν ἀσπίδος ἄντυγι πάλτο] παραποδισθεὶς τῷ μήκει τῆς ἀσπίδος
* 〈ἐστράφη,〉 ὅπως φυλάξηται, συστείλας ἑαυτὸν ὑπὸ τὴν ἀσπίδα.
651. ἀχνύμενοί περ ] λείπει ἡ περί. τινὲς δὲ Αἰολικῶς
652. αὐτοὶ γὰρ μάλʼ ἐδείδισαν] ὅμοιόν τι πάσχουσι Μενελάῳ,
ὅς φησιν “οὔτι τόσον νέκυος περιδείδια—ὅσ〈σ〉ον ἐμῇ κεφαλῇ
περιδείδια” (Il. 17. 240).
653. εἰσωποὶ δʼ ἐγένοντο νεῶν] ὑπέστειλαν ἑαυτοὺς ὑπὸ τὰς ναῦς·
τοῖς Τρωσίν.
*εἰσωποὶ δʼ ἐγένοντο νεῶν] ἐντὸς ἑαυτῶν αἱ νῆες ἀνέλαβον τοὺς
654. *πρῶται] εἰ ἦν διστιχία, ‘πρότεραι’ ἂν εἶπεν.
656. κλισίῃσι] ὡς μετὰ τὰς πρύμνας τῶν πρώτων νεῶν παρε- σκηνωμένων οἷον ταῖς πρῴραις αὐτῶν.
* τῶν πρωτέων] μέμφεται Διονύσιος· οὐ γὰρ περισπᾶται τὸ “πρωτέων,” κατὰ συνίζησιν δὲ φαίνεται.
657. * στρατόν] νῦν τὸ στρατόπεδον.
657, 8. αἰδὼς καὶ δέος] “αἰδώς” μέν, εἰ φανοῦνται κακοί, φόβος δὲ περὶ τῶν νεῶν.
658. * ἀζηχές] οἱ μὲν λίαν σκληρῶς, οἳ δὲ ἀδιαλείπτως.
660. * λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος] πρώην μὲν ηὔχετο (371), νῦν δὲ παρακαλεῖ.
661. αἰδῶ θέσθε] πολὺς ὁ τῆς αἰδοῦς λόγος καὶ ἀλλήλους αἰδο- μένων καὶ ἄλλους ἀνθρώπους.
αἰδῶ—ἄλλων ἀνθρώπων] τὴν ἐξ ἄλλων παρακολουθήσουσαν ὑμῖν αἰσχύνην.
663. παίδων] ἵνα μηδὲ ἐκείνοις ὄνειδος ἐπακολουθήσῃ δι’ ὑμᾶς.
καλῶς δὲ ἔχει ἡ προτροπὴ τέκνων καὶ γάμων ἀσφάλειαν, πλούτου
φυλακὴν ἀναφαίρετον, γονέων ζώντων μὲν αἰδῶ τεθνηκότων δὲ μνήμην.
πρεπόντως δὲ τὰ περὶ τέκνων καὶ γυναικῶν οὐ τοῖς Αἴαντος ἐμφέ-
ρεται λόγοις, ἀλλὰ τοῖς Νέστορος· πατρὸς γὰρ ἔχει τάξιν. διήκει
δὲ ἡ παράκλησις οἷς μὲν ὁλοτελῶς, οἷς δὲ μερικῶς.
665. * τῶν ὕπερ] δοκεῖτε ἐκείνους ὁρᾶν δεομένους.
660. * τρωπᾶσθε] ἀντὶ τοῦ τρωπάασθε.
668. τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν] ἀθετοῦνται στίχοι ς΄ (668–673)· οὐ
γὰρ προδιεσάφησεν, ὡς εἶχον ἀχλύν τινα. πόθεν δὲ καὶ ἡ Ἀθηνᾶ ἄφνω
νῦν παρεφάνη συγκαθεζομένη τοῖς ἄλλοις θεοῖς; εἰ μὴ λέγοις, ὡς
λείπει ἄλλα ποιήματα διʼ ὧν ἐδεδήλωτο ταῦτα. ἢ καὶ ἀποῦσα ἀφῄρη-
ται, ὡς τὸ “εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη αὐτῷ
ποιπνύσαντι” (Il. 8. 218)· Τήλεφος δὲ ὡς ἐπὶ Διομήδους ἀκούει
(Il. 5. 127)· ἐν σχήματι δὲ ἐδήλωσεν, ὅτι σκότος εἶχον.
670. ἠμὲν πρὸς νηῶν] ἔδει ἐπαγαγεῖν τὸν〈ἠ〉δέ, εἰ μὴ ὁ“καί” ἀντ’
αὐτοῦ ἐστιν, “καὶ περὶ τὰς ναῦς καὶ περὶ τοὺς πολεμοῦντας.ʼ
674. οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι] οὐ μόνον τοὺς ἄλλους, ἀλλὰ καὶ Αἴαντα ἔρρωσεν ὁ λόγος τοῦ Νέστορος.
676. ἴκρια] οἳ μὲν τὰ καταστρώματα, οἳ δὲ τὰ κατὰ πρῷραν καὶ
βιβάσθων] ἀπὸ τοῦ βιβαστός βιβάσθω, ἀιστός ἀίσθω.
678. δύω καὶ εἰκοσίπηχυ] ὑφʼ ἕν· τοὺς γὰρ ἀριθμοὺς οὕτω προ-
φέρει· διὰ τοῦ ι, ὡς “εἰκοσινήριτα (Il. 22. 349). τινὲς δὲ καὶ κατὰ
παράθεσιν ὡς τὸ τρὶς καὶ δέκατος, ὥστε καὶ τὸ θηλυκὸν τρὶς καὶ δε-
κάτη. §. “βλήτροισι” δὲ τοῖς συμβλήμασιν· βλῆτρον δὲ ὡς φίλτρον.
679. ὑφʼ ἓν τὸ “κελητίζειν·” παραγωγὸν γάρ ἐστι παρὰ τὴν
κέλητα ἵζειν. ἔστι δὲ ἀναχρονισμός· οὐ χρῶνται γὰρ οἱ Ἕλληνες
κέλησιν· ἡ δὲ παραβολὴ τὸ γενναῖον αὐτοῦ καὶ εὐσταθὲς δείκνυσιν,
ἄλλοτε ἐπʼ ἄλλην ναῦν αὐτοῦ μεταπηδῶντος ῥμδίως. οἱ δύο
ἐζευγμένοι ἵπποι ἅμιπποι καλοῦνται. §. ὅτι κέλητα μὲν αὐτὸς οἶδε,
680. πίσυρας συναγείρεται] συζεύξει· “σὺν δʼ
681. μέγα προτὶ ἄστυ] οὐ γὰρ ἐν μικρῷ πόλει ταῦτα γίνεται.
682. * λαοφόρον] πολυπληθῆ.
683. ὃ δʼ ἀσφαλὲς αἰεὶ θρῴσκων] μέγα τὸ ἐγκώμιον
τὸν δρόμον τῶν ἵππων, κατέχοντος τοὺς χαλινούς· καὶ νῦν δὲ ἐν
Ῥώμῃ ποιοῦσί τινες. §. τὸ δὲ “αἰείʼʼ ἀντὶ τοῦ ‘συνεχῶς κατ’ ἐκείνην
685. * ὡς Αἴας] οὕτω καὶ ὁ Αἴας ἐνεργῶς μετήρχετο.
688. οὐδὲ μὲν Ἕκτωρ μίμνεν] τινὲς ἐπισυνάπτουσι τούτῳ τόδε· “ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.ʼ
689. πύκα θωρηκτάων] ἐκ τοῦ παρεπομένου ‘τῶν πολεμιστῶν.ʼ
690. ἀλλʼ ὥς τʼὀρνίθων] ἀπὸ καταφρονουμένων μὲν ζῴων τὴν παρα-
βολὴν φέρει Ἕλησιν· καὶ “τῶν δʼ, ὥς τε ρῶν νέφος” (Il. 17.
755). ἀλλὰ καὶ παραμυθεῖται ἀντιτάσσων τὸν Δία. §. τὸ δὲ
691. βοσκομενάων] εἰ ἀρσενικῶς ἐλέγοντο οἱ κύκνοι, πάντως ἂν
ἐπεκράτησεν· καὶ τὰς γεράνους (Il. 3. 4) γάρ φησι καὶ τὰς χῆνας
(Od. 15. 161. 174).
695. χειρί] λείπει τὸ ὡς. οἳ δὲ τῇ δυνάμει. ἢ ἐκπληκτικὸν τὸ τῆς φαντασίας,〈εἰ〉ἡ χεὶρ τοῦ Διὸς μέχρι τῆς γῆς φθάνει θνητὸν ὠθοῦσα.
696. δριμεῖα ] ὀξεῖα, ἀπὸ τῶν ὀσφραντῶν, ὡς νῦν ἀρχὴν
τοῦ πολέμου λαβόντος.
700. οὐκ ἔφασαν φεύξεσθαι] οὐ λέγει, ὅτι ἀπεγνωκότες τῆς σωτηρίας ἐμάχοντο, ἀλλʼ ὅτι ταύτην εἶχον τὴν διάνοιαν ὡς μέχρι θανάτου μαχησόμενοι ἢ φευξούμενοι. οἱ δὲ Τρῶες ἤλπιζον τὰς ναῦς ἐμπρήσειν καὶ τοὺς Ἀχαιοὺς κτενεῖν.
704. * ἥψατο] ἐπελάβετο.
705. ὠκυάλου] ψιλωτέον· οὐ γὰρ ἡ ἁλός ἔγκειται, ἀλλὰ παρα- γωγή ἐστι διὰ τοῦ αλος, ὡς ἐπὶ τοῦ ἀταλός βάταλος.
ἢ Πρωτεσίλαον ἔνεικεν] εὐπρεπῶς ἐπὶ τοιαύτην ναῦν ἐπήγαγε τὸν
Ἕκτορα, ἧς οὔτε τὸν ἡγεμόνα μέμψασθαι ἐνῆν μὴ κωλύσαντα τὴν
οἰκείαν ναῦν ἐμπιπραμένην, τούς τε πολίτας συγγνώμης ἄν τις ἠξίωσεν,
εἰ ἀστρατήγητοι ὄντες ἀδυνάτως ἔσχον ἐπιβοηθῆσαι· ἵνα οὖν μὴ κατὰ
ζῶντός τινος ἐπάξῃ τοῦτο τὸ ὄνειδος, τὴν Πρωτεσιλάου , καὶ
τὴν κατὰ τὰς πύλας οὖσαν, “ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρω-
τεσιλάου” (Il. 13. 681)· ἴσως δὲ καῦσαι πάσας οὐκ ἠθέλησεν.
ἔνεικεν] τὰ μὲν ἔμψυχά φησιν ἄγεσθαι, τὰ δὲ ἄψυχα φέρεσθαι· κακῶς οὖν νῦν φησι τὸ “ἔνεικεν,” καὶ ταῦτα ἐπαγαγὼν τὸ “ἀπήγαγε” (706). ὅμοιον δέ ἐστι τῷ “νῆες ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι” (Il. 7. 467) ἀντὶ τοῦ φέρουσαι.
706. * οὐδʼ αὖτις ἀπήγαγε πατρίδα αἶαν] τινὲς γράφουσιν “οὐδ
—ἀφίκετο.” §. περιπαθὴς ἡ προαναφώνησις.
709. τόξων] τῶν τοξευμάτων. §. “ ἀμφίς” δὲ χωρὶς ἀλλήλων,
711. * πελέκεσσι καὶ ἀξίνῃσι] οὐ μόνον εἰς τὸ φονεύειν ἀλλὰ καὶ εἰς τὸ διασχίζειν τὰς ναῦς τὰ τοιαῦτα.
712. *ἀθετεῖ Ἄρίσταρχος· ἐπιφέρει γὰρ περὶ ξιφῶν(713)· φασὶ δὲ
713. μελάνδετα] σιδηρόδετα, ἐπεί φησιν (Opp. 151)
ἐνδεδεμένα πρὸς τὴν λαβήν.
714. ἄλλα μὲν ἐκ χειρῶν ] σὺν ταῖς χερσὶν
716. οὐχὶ μεθίει] ὅτι Ζηνόδοτος “οὐκ ἐμεθίει,” ὥστε βαρβαρίζειν
τὸν Ὅμηρὸν· ἔστι γὰρ τὸ “μεθίει” σύνθετον ἐκ τῆς μετά καὶ τοῦ
ἱῶ, ὡσεί τις λέγοι ‘ἐμετεκάλει.ʼ
717. ἄφλαστον] οὐ τὸ ἀκροστόλιον, ἀλλὰ τὸ ἐπὶ τῆς πρύμνης εἰς
〈τῷ〉 ὄπισθεν τοῦ κυβερνήτου. κρέμανται δὲ ἐκ τῶν κανονίων καὶ τοῦ
θρανίτου τὰ ἡνία. ἀκροστόλιον δὲ τὸ ἀπὸ τῆς πτυχῆς ἀνατεῖνον ξύλον
ἐπὶ πρῷραν· πτυχὴ δέ ἐστιν, ὅπου ζωγραφοῦνται οἱ ὀφθαλμοὶ καὶ τὸ
τῆς νηὸς ἐπιγέγραπται ὄνομα.
*τινὲς “ἄφλαστον” γράφουσιν ἐπιρρηματικῶς, τὸ ἄμ-
φω ταῖς χερσὶν ἐπεστραμμένως ἐπειλῆφθαι τῆς νεώς.
718. οἴσετε] ἀντὶ τοῦ ‘φέρετε·ʼ καὶ οὐ τὸν μέλλοντα δηλοῖ, ἀλλ’
*ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτ’ ἀυτήν] ἅμα γὰρ τῇ κραυγῇ καὶ δέος γίνεται τοῖς πολεμίοις.
719. νῦν ἡμῖν] ἀντὶ 〈τοῦ〉 πάντων τῶν πόνων ἰσόρροπον ἡμέραν
721. κακότητι γερόντων] ἀβουλίᾳ. τὸ δὲ ἴδιον ἀσθενὲς τοῖς γέρουσι περιάπτει· οὐ γὰρ ἤθελεν ἐξιέναι διὰ τὸν Ἀχιλλέα.
722. *οἵ μ’ ἐθέλοντα] ὅτι κατὰ συναλ〈ο〉ιφὴν τὸ“〈μ’〉ἐθέλοντα.”
725. ἀνώγει] τινὲς περισπῶσι διὰ τὸ “ἠνώγει Πετεῶο” (Il. 12.
355)· ἀλλʼ ἔστιν “ἀγορῇ Μενέλαον ἄνωγεν (Il.
11. 139).
728. ἀναχάζετο ] ὅπως χρήσηται τῷ μεγίστῳδόρατι ὀιόμενος ἀποθανεῖσθαι μᾶλλον ἢ παραχαρήσων Ἕκτορι.
729. θρῆνυν] τὴν τῶν κωπηλατῶν καθέδραν ἢ τὴν τοῦ κυβερνήτου. Ἀττικοὶ δὲ θρᾶνον τὸ τοῦ κωπηλάτου φασὶ καὶ θρανίτας αὐτούς.
731. * ἄμυνε νεῶν] λείπει ἡ κατά.
735. ἠέ τινάς φαμεν] ἄρα οἰόμεθα ἥξειν ἐπικούρους μετὰ ταῦτα; . ὅμοιος δὲ τῷ πρώην (504) ἐστὶν ὁ λόγος, τὸ μὲν ἐρωτή- σεως τὸ δὲ ἀποφάσεως ἔχων.
736. τεῖχος ἄρειον] βέλτιον οὗ κατεσκευάσαμεν.
737. *οὐ μέν τι] οὕτως Ἀρίσταρχος χωρὶς τοῦ σ. τινὲς δὲ “οὐ μέν τις.”
738. * ᾗ κʼ ἀπαμυναίμεσθα] ἐν ᾗ ἐπιφυγόντες ἀμυνούμεθα.
ἑτεραλκέα δῆμον ἔχοντες] τὸν ἴδιον δῆμον νικώμενον ἔχοντες· οἳ δέ, τὸν ἀπὸ τῆς πόλεως δῆμον ἔχοντες ἑτέραν ἡμῖν ἀλκὴν περιποιοῦντα.
739. πύκα θωρηκτάων] ὡς ἀπὸ τοῦ ποιητικοῦ τοῦτο προσώπου.
740. πόντῳ κεκλιμένοι] περικλειόμενοι. §. συνέσταλται δέ, ὡς τὸ
*ἥμεθα] διατρίβομεν.
741. 〈τῷ ἐν χερσὶ φόως,〉 οὐ μειλιχίῃ] σὺν τῷ ι τὸ “μειλιχίῃ·”
τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν· διὸ τὸ τοῦ πολέμου φῶ. ἡμῖν ἐν ταῖς
χερσίν, οὐκ ἐν τῇ μειλιχίᾳ ἀπαντήσει· ἢ οὕτως· τὸ τοῦ πολέμου
φῶς ἐν χερσίν, οὐκ ἐν προσηνείᾳ πολέμου· εἰ δὲ χωρὶς τοῦ ι τὸ
“μειλιχίῃ,” οὕτως ἐξηγητέον· ‘οὐκ ἔστι προσήνεια οἰκεία πολέμου,ʼ
ἵνʼ ᾖ τὸ ἡμιστίχιον γνωμικώτερον.
742. ἔφεπʼ ἔγχεϊ] καίτοι πολέμιον ἔχων Δία.
743. *ἐπὶ νηυσί] ἀντὶ τοῦ ἐπὶ ναῦς.
744. * σὺν πυρὶ κηλείῳ] τὸ ἐντελὲς κτητικὸν κήλειόν ἐστιν. τὸ γὰρ κήλεον Ἰακόν.
χάριν Ἕκτορος ὀτρύναντος] εἰς τὴν τοῦ Ἕκτορος χάριν διὰ τὸ παροξύνθαι ὑπʼ αὐτοῦ.
745. *τὸν δέ] περισσὸς ὁ “δέ.”
746. *προπάροιθε νεῶν] ὑπὲρ νεῶν.
1. Ὣς οἳ μὲν περὶ νηός] οὐ περὶ Ἕκτορος καὶ Αἴαντος ποιεῖται τὸν
ἑτέρων μεγάλων ἐνάρχεσθαι πραγμάτων, παραγραφὴν ἐνέβαλε τὸν
στίχον. ἔστι δὲ τοιαῦτα πολλὰ παρʼ Ὁμήρῳ· “ὣς οἱ μὲν Τρῶες
φυλακὰς ἔχον” (Il. 9. 1)· “ὣς οἳ μὲν μάρναντο δέμας πυρός”
(Il. 11. 596) “ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱός”
(Il. 12. 1)· “ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν” (Il. 23. 1)· “ὣς
ὃ μὲν ἔνθʼ ἡρᾶτο” (Od. 7. 1)· “ὣς ὃ μὲν ἔνθα καθεῦδε ” (Od. 6. 1.
7. \344). §. ἡ δὲ “περί” ἀντὶ τῆς ἐπί· ἀντιφράζει γὰρ αὐτὴν τῷ ἕνεκα·
περισσῶς, “τὴν περὶ κῆρι φίλησε πατήρ” (Il. 13. 430).
3. δάκρυα θερμά] εἰκότως ὁ πρᾶος Πάτροκλος κλαίει, τὰ μὲν
433) ὁ Φοῖνιξ “δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.”
*μελάνυδρος] ἡ βαθύυδρος, ᾗ κατὰ τοὺς φυσικοὺς μέλαν ἐστὶ
4. αἰγίλιπος ὑψηλῆς, ἦς καὶ αἶγες ἀπολ〈ε〉ίπονται διὰ τὸ ὕψος·
φυούσης κατὰ Ἀργείους—ὃ γὰρ ἀποτρώγει αἴξ, ἄσπορον αὐτὸ ποιεῖ
—οἳ δὲ καθύγρου καὶ λιπαινούσης τὰς αἶγας. §. ἀθρόον δὲ ἔκχυσιν
* δνοφερόν] τὸ μετὰ δονήσεως φερόμενον.
5. * ᾤτειρε] Ἀρίσταρχος γράφει “θάμβησε” οὐ γὰρ ἂν 〈ἐπ〉έπληξεν ἐν τῷ πυνθάνεσθαι, εἴπερ ᾤκτειρεν.
7. τίπτε δεδάκρυσαι] ἄτοπός ἐστιν αὐτὸς μὲν ἕνεκα παλλακίδος
κλάων, τὸν δὲ Πάτροκλον κόρην καλῶν ἐπὶ τοιούτοις δεινοῖς δακρύοντα·
ἴσως οὖν αὐτὸν ἐπίτηδες ἐταπείνωσε παύων τῆς ἱκετείας· ὅπως δʼ ἄν
τις ἤθους ἔχοι, τοὺς πέλας ψέγει· οἱ μὲν σκληροὶ τοὺς ἐπιεικεῖς καὶ
πρᾴους γυναιξὶν εἰκάζουσιν, οἱ δὲ ἐπιεικεῖς τοὺς στερεοὺς ἀγρίους καὶ
ἀνημέρους φασίν. καὶ νῦν ὁ μὲν Ἀχιλλεὺς τὸν Πάτροκλον ὡς κόρην,
ὁ δὲ Πάτροκλος τὸν Ἀχιλλέα ὡς πετρῶν παῖδα (35).
ἠύτε κούρη νηπίη] πᾶσαν ἡλικίαν εἰσαγαγών ὁ ποιητὴς γερόντων
νέων ἐφήβων, ἐπεὶ καὶ βρέφος εἰσήγαγε τὸν Ἀστυάνακτα, θήλειαν οὐ
δυνάμενος εἰσαγαγεῖν διὰ παραβολῆς τὸ λεῖπον πρόσωπον ἀνεπλήρωσε
καὶ λαβὼν εὐτελὲς πρᾶγμα μεγαλοπρεπῶς καὶ μετʼ ἐναργείας αὐτὸ
ἐκφέρει. δεκτέον δὲ τὴν μητέρα χερνῆτιν, σπεύδουσαν “ἵνα παισὶν
ἀεικέα μισθὸν ἕληται” (Il. 12. 435)καὶ οὐκ ἐθέλουσαν αὐτὴν ἐξαγα-
γεῖν· κατὰ γὰρ Ἡσίοδον“χαλεπὴ δʼ ὑπόπορτις ἔριθος (Opp. 601).
ἠύτε κούρη] οὐκ ἠρκέσθη τῷ “κο〈ύ〉ρη,” προσέθηκε δὲ καὶ τὸ
“νηπίη” προανελεῖν αὐτοῦ θέλων τῇ αἰδοῖ τὴν δέησιν· ταῦτα δὲ ἐκ τοῦ
ποιητικοῦ προσώπου εἰσίν· πολλαχοῦ γὰρ ἐνδύεται τὰ ἡρωικὰ πρόσωπα.
8. ἥ θʼ ἅμα μητρὶ θέουσα] οὐχ ἅμα ἐκείνῃ θεούσῃ καὶ αὐτὴ συνθεῖ, ἀλλὰ προσυπακουστέον τῷ “ μητρί” τὸ βαδιζούσῃ, ὅπως συνεξανύῃ θέουσα ἡ κόρη.
ἀνώγει] καὶ ὡς περισπώμενον αὐτὸ ἔκλινεν· “καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος” (Il. 7. 394)· τὸ γὰρ “ἠνώγει Πρίαμός τε” ἄδηλον, μὴ ὑπερσυντελίκου ἐστίν, ὡς “ἠ〈ε〉ίδειν” (Apoll. Rhod. IV 1700) ἤ〈ε〉ιδεν.
ἀνώγει] “ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο” (Od. 9. 44).
* ἀνώγει] αἱ γὰρ ἀξιώσεις τῶν βρεφῶν κελεύσμασιν ἐοίκασιν.
9. εἱανοῦ] τοῦ ἐνδυτηρίου πέπλου. ἐν ἄλλοις γοῦν “πέπλον μὲν
κατέχευεν ἑανόν” (Il. 5. 734). σημειωτέον δέ, ὅτι καὶ ἐπὶ εὐτελοῦς
λόγων καθικνεῖσθαι.
*εἱανοῦ] λαμπροῦ.
11. *εἴβεις] κατείβεις, καταστάζεις.
12. ἠέ τι Μυρμιδόνεσσι] εἰρωνευόμενος ταῦτά φησιν—ἐπίσταται
ὀλοφύρεαι ὡς ὀλέκονται” (17);
* πάντες περιεσπά⟨σθη⟩ σαν τῷ λόγῳ τῶν ἐρωτηματικῶν.
* πιφαύσκεαι] προορᾷς, προσημαίνεις.
13. *φθίης ἒξ ἔκλυες] ἐκ Φθίας.
14. Μενοίτιον] τὴν μητέρα Πατρόκλου οὐκ ὠνόμασεν ὡς
προθανοῦσαν· ἦν δὲ Σθενέλης· ὁ δὲ Ἄκτωρ τὸ ἀνέκαθεν Μυρ-
μιδών.
* καλὸν διάταγμα πῶς χρὴ περὶ γονέας ἔχειν, καὶ ὡς ἡ τούτων
15. “δώει δέ] ἔδει ζώειν δέ.ʼ
16. τῶν κε] περὶ ὧν ἄν· οὐχὶ ἑκάτερος περὶ τοῦ ἰδίου, ἀλλὰ περὶ
*τεθνηώτων] διὰ τοῦ η τὸ “τεθνηώτων.”
17. ἠὲ σὺ Ἀργείων] ἠθικῶς πάνυ καὶ ἐπὶ τοῦτο ἧκε τελευταῖον,
ἤδη μετατεθεὶς τὴν γνώμην εἰς τοὺς περὶ Ἑλλήνων προκαλεῖται
αὐτὸν λόγους· διὰ τοῦτο γὰρ αὐτὸν ⟨καὶ⟩ ἀπεστάλκει πρὸς
Νέστορα.
18. ⟨ὑπερβασίης⟩] τῆς παραβάσεως τοῦ δικαίου. λεληθότως
21. ὦ Ἀχιλεῦ, Πηλέως υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν] ὁμιλητικὴ
Πηλέως] οὕτω Πτολεμαῖος· οἱ δὲ ὑπομνηματισάμενοι Ἰακῶς 〈“Πηλῆος”〉.
22. μὴ νεμέσα] λείπει δεδακρυμένῳ· κλαίοντί μοι φησὶ
μὴ μέμφου· εὐλόγως γὰρ ἐπὶ τοῖς Ἑλληνικοῖς ἀτυχήμασι τοῦτο
πράττω.
βεβίηκεν] ἀπὸ τοῦ βιῶ βιᾶς, καὶ διαίρεσις “οἳ κεῖνον βιόωνται”
(Od. 11.503). “ὡς εἴ ἑ βιύατο” (Il. 11. 467). τόδε ἀπὸ τοῦ βιάζω
“ἡ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεύς” (Il. 22. 229). ἔστι δὲ
ὅμοιον τῷ “ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα” (Od. 12. 297),
ἐνεργητικὸν ἀντὶ παθητικοῦ.
23. οἳ μὲν γὰρ δὴ πάντες] δαιμονίως ἐπαίρει τὸν Ἀχιλλέα, τὴν
πᾶσαν σωτηρίαν τῶν Ἑλλήνων αὐτῷ ἀνατιθεὶς καὶ διδάσκων, ὅτι
οὐδὲν ὤνησαν τοὺς Ἀχαιοὺς οἱ ἄλλοι ἀριστεῖς, ἀλλὰ κεῖνται
τετρωμένοι.
25. βέβληται μὲν ὁ Τυδείδης] τῷ μὲν καταλόγῳ τῶν τραυματιῶν
ἐκπλήσ〈σ〉ειν αὐτοῦ τὴν διάνοιαν οἴεται, οὐ προτάττει δὲ Ἀγαμέμνονα,
ἵνα μὴ πρόηται τὴν ἔντευξιν ἐπὶ τῷ ὀνόματι χαλεπήνας ὁ Ἀχιλ-
λεύς, ἀλλʼ οὐδὲ ἔσχατον· δέος γάρ, μὴ τῇ τοῦ ὀνόματος μνήμῃ
ἀνανεύσῃ πρὸς τὸ παρόν. διὸ εἰς μέσην αὐτὸν ἔταξε χώραν. πρῶτον
δὲ Διομήδην, πρὸς ὃν μάλιστα δυσχεραίνει λέγοντα “ εἰσόκε τέκμωρ
Ἰλίου εὕρωμεν” (Il. 9. 48) καὶ“ μὴ ὄφελες λίσσεσθαι (ib. 698),
εἶτα Ὀδυσσέα φίλον ὄντα καὶ χθὲς ὁμώροφον γεγονότα. Εὐρυπύλῳ
δὲ δέδωκε τὴν ἐσχάτην τάξιν. ὡς δὲ ἐκταραχθεὶς ἐξελάθετο Μαχά-
ονος, διʼ ὃν καὶ ἐπέμφθη. τάχα δὲ σιωπᾷ τὸν Μαχάονα,
ὡς τούτων αὐτόπτης γεγονὼς οὐδὲ συνέτυχε Νέστορι, ἵνα μὴ δοκῇ ταῦτα
παρ’ ἐκείνου ἀκηκοὼς λέγειν. τινὲς δὲ ἤθελον μὴ τετρῶσθαι Μαχάονα,
διʼ ὃ οὐ θεραπεύεται, οὐ〈δὲ) βελουλκεῖται ἀλλὰ καὶ τὸν κυκεῶνα
πίνει, καὶ ὀβελίζουσι τοὺς στίχους ἐν οἷς φησιν ὁ Νέστωρ “τοῦτον
δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο, ἰῷ ἀπὸ νευρῆς βεβλημένον”
(Il.11. 663), ὅτι οἶδεν ὡς οὐ διὰ Μαχάονα ἐπέμφθη· οἱ δέ ,
*ὁ Τυδείδης] Ἀριστοφάνης δίχα ἄρθρου.
26. * δουρὶ κλυτός] δίχα ἐπιθέτου τὸ τοῦ Ἀγαμέμνονος ὄνομα ἀναγκαίως ἔταξεν.
27. * κατὰ μηρόν] ἐπὶ τὸν μηρόν· “νύξε δέ μιν κατὰ χεῖρα
” (Il. 1. 44).
28. * πολυφάρμακοι] οὐχ ἑκάστης νόσου φάρμακον ἔχοντες, ἀλλ’
τοὺς μὲν— ἀμφιπένονται] ἀμφὶ μὲν τούτους. ὅτι δὲ κατὰ ἔθνος ἦσαν
τοῦτο δὲ λέγει αὔξων τὸ δεινόν· οὐδένα γὰρ περιοδευόμενον εἶδεν.
29. σὺ δʼ ἀμήχανος] ἀπροσμηχάνητος, πρὸς ὃν οὐκ ἔστι μηχανὴν
30. χόλος] ἀντιμετείληφε τὴν μῆνιν. ἢ τάχα ἐφʼ ἑαυτοῦ εὔξατο μὴ
κατὰ τὸ τυχὸν ἐμπεσεῖν 〈εἰς〉 χόλον, πόσῳ 〈δὲ〉 μᾶλλον〈εἰς〉 μῆνιν.
* καλῶς διὰ τῆς εἰς ἑαυτὸνεὐχῆς ἀπέστρεψε τὸν Ἀχιλλέα τῆς νόσου.
31. αἰναρέτη] σύνθετόν ἐστι παρὰ θηλυκόν, ὡς “ ὑψαγόρη” (Od.2.
—αἰναρέτης·” ἐπεκράτησε δὲ ἡ δίχα τοῦ σ ἀνάγνωσις Ἀριστάρχειος
οὖσα, καὶ ἔστιν ‘εἰς αἰνὸν χρώμενε τῇ ἀρετῇ,ʼ εἰς ὄλεθρον, οὐκ εἰς
σωτηρίαν. διʼ ἑνὸς δὲ ὀνόματος ἔπαινον ἔμιξε καὶ ψόγον· ὅτι μὲν γὰρ
ἔχει ἀρετήν, φησίν, ὅτι δὲ οὐκ ἐπʼ ἀγαθῷ τῶν φίλων, διαβάλλει.
αἰναρέτη. τίς σευ ἄλλος] γίνεται γὰρ ἐκ τοῦ ζήλου καὶ ἐκ τῆς
μιμήσεως τῶν παλαιῶν ὠφέλειά τις. ὅθεν καὶ ὁ Νέστωρ τὰς οἰκείας
διηγεῖται πράξεις, ζῆλον ἐντιθεὶς τοῖς ἀκούουσιν.
33. ἱππότα Πηλεύς] οὖκ ἦν ὡς ἔοικέ σοι πατήρ· προαιτησάμενος
34. γλαυκὴ δέ σε τίκτε θάλασσα] διὰ τὸ σκυθρωπὸν καὶ ἀπαρ-
αίτητον τῆς θαλάσσης, καὶ μάλιστα ἐν χειμῶνι. ὅθεν καὶ τοὺς
ἀπηνεῖς Κύκλωπας καὶ Λαιστρυγόνας Ποσειδῶνός φησι καὶ Πολύ-
φημον Θοώσης τῆς Φόρκυνος (Od. 1. 71). γλαυκὴν δὲ ἅπαξ εἰπόντος
αὐτὴν Ὁμήρου Ἡσίοδος ἀντὶ κυρίου “καὶ τοῖς, οἳ γλαυκήν” (Th.
440).
35. τι τοι νόος ἐστὶν ἀπηνής] τρία μέρη λόγου, ἵνʼ ᾖ τὲ “ὅ”
ἀντὶ τοῦ διό· περισσεύει δὲ τὸ “τι.” §. Ἀρίσταρχος δὲ γράφει
“ὅτε τοι.”
* πρὸς τὰς οἰκήσεις τῶν γονέων· ὃ μὲν γὰρ ᾤκεἰ τὸ Πήλιον ὄρος, ἣ δὲ τὴν θάλασσαν.
36. εἰ δέ τινα φρεσί] ἐρεθιστικῶς ταῦτα τῷ φιλοδόξῳ φησί, πρὸς
ὃ μάλιστα δηχθεὶς ἀπολογεῖται, ὡς οὐ δέει θανάτου πεποίηται τὴν
λειποταξίαν.
41. ἴσκοντες] ὁμοιοῦντες. οἱ δὲ νεώτεροι ἐπὶ τοῦ λέγοντος τάττουσι
τὴν λέξιν. ἐντέχνως δὲ ὀνειδίσας δειλίαν ἐγγὺς ἔθηκε τὸ τῆς ὑπεροχῆς,
εἴ γε καὶ μόνη 〈ἡ〉 φαντασία Ἀχιλλέως ἱκανὴ τρέψασθαι τοὺς πολε-
εἰδῶ μέλλων εἴσω· ἅμα δὲ τῷ πλεονασμῷ καὶ τοῦ κ διαίρεσις τῆς
διφθόγγου γίνεται ἐίσκω, καὶ ἀποβολῇ τοῦ ε ἴσκω.
43. ὀλίγη δέ τʼ ἀνάπνευσις ] ἡ περιλειπομένη αὐτοῖς
τοῦ πολέμου ἀναπνοὴ μικρά ἐστιν· ἔτι γὰρ ὅσον καὶ ἀπολώλασιν.
δεῖ οὖν ταχὺ ἐπιβοηθῆσαι. ἢ καὶ οὕτως ‘ὀλίγον ἐστὶ διʼ οὗ ἀνάπνευσις
πολέμου γίνεται,ʼ ἵνα κατασκευάσῃ ὅτι ἐκείνους μὲν μεγάλα ὠφελή-
σομεν, αὐτοὶ δὲ ὀλίγον πονήσομεν. καὶ ἔσται σύμφωνον καὶ τὸ ἐπι-
φερόμενον “ῥεῖα δέ κʼ ἀκμῆτες” (44)· δεῖ γὰρ ἐπὶ τελευτῇ τοῦ λόγου
καὶ ῥᾴστην τὴν βοήθειαν ἀποδεῖξαι, ἵνα καὶ διὰ τούτου προτρέψηται.
46. μέγα νήπιος] ὡς ἀνεννόητος τῶν μελλόντων. αἱ δὲ προαναφωνή-
σεις αὗται τὸν ἀκροατὴν ἐπαίρουσιν, ὡς “νηπίη, οὐδʼ ἐνόησεν, ὅ μιν
μάλα τῆλε λοετρῶν ” (Il. 22. 445).
*ἔμελλεν] ἐῴκει· οὐ γὰρ αὖθις ἔμελλε παρακαλεῖν.
47. λιτέσθαι] ἐχρῆν μὲν αὐτὸ προπαροξύνεσθαι—ἐνεστῶτος γάρ
δὲ ὡς ἐνεστῶτος παρωξύνθη· καὶ λόγου γὰρ ἔχεται· τὰ γὰρ εἰς
θαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι,
ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους τὸ ι συνεσταλμένον, μὴ ἐπιφερομένου
διπλοῦ μηδὲ δύο συμφώνων, παροξύνεται, ἱκέσθαι ἰδέσθαι λιπέσθαι
πιθέσθαι λιτέσθαι.
* λιπέσθαι] καταλιπεῖν.
49. ὤμοι, διογενές] σχετλιάζει πρὸς τὸ “εἰ δέ τινα φρεσὶ σῃσι”
εἰδὼς τῆς ὀργῆς ἄλλας ὑπονοίας ἐκόμιζεν.
50. ἥν τινα οἶδα] Ἀρίσταρχος “εἴ τινα οἶδα·” ἵνʼ ᾖ ἠθικώτερον·
*ἤν τινα] εἴ τινος.
53. ὁππότε δή] Ἀρίσταρχος “ὁππότε τις.”
* τὸν ὁμοῖον ἀνήρ] ἄνδρα ἀπὸ κοινοῦ.
* ἀμέρσαι] ἀποστερῆσαι, ἀπομερίσαι καὶ ἀποδιῶξαι. §. μέτριον
54. * γέρας ἂψ ἀφελέσθαι] δοὺς πάλιν στερῆσαι.
ὃ τε κράτει] “ὅ τε” ἀντὶ τοῦ ἐπεί· ἢ ἀντὶ τοῦ ὅστε, ἵνʼ ᾖ,
νων “καί μοι ὑποστήτω, ὅσ〈σ〉ον βασιλεύτερός εἰμι” (Il. 9. 160).
*ὅ τε κράτεῖ προβεβήκῃ] ὁπόταν τῷ κράτει προέχῃ.
56. κούρην, ἣν ἄρα μοι γέρας] τὸν φόβον τοῦ θανάτου ἀπωσάμενος
διδοὺς αὐτὸν μεθʼ ὕβριν τοσαύτην. εὖ δὲ καὶ δύο δικαιώματα προβέ-
βληται, ὅτι παρʼ Ἑλλήνων τὸ γέρας εἴληφεν, οὐ παρʼ Ἀγαμέμνονος,
καὶ ὅτι ἐξ ὧν ἔκαμε λαβὼν ἀφῄρηται.
56. κούρην, ἣν ἄρα μοι γέρας ἔξελον] διʼ ὅλου φαίνεται τοῦ ὀνόματος κρατῶν· καὶ “γέρας,” οὐ παλλακίδα καλεῖ.
57. *πόλιν] τὴν Πήδασον οἱ τῶν Κυπρίων ποιηταί(fr. 15 K), αὐτὸς δὲ Λυρνησόν (Il. 2. 690). σημειωτέον δὲ τοῦτο πρὸς τὸ “δῷσι πόλιν Τροίην εὐτείχεον” (Il. 1. 129), ὅτι οὐ μόνον Τροία εὐτείχ〈ε〉ος.
58. τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων] οὔτε τὸ“κρείων”
ἁρμόζον ἐχθρῷ παρὰ ἐχθροῦ” οὔτε τὸ “ἐκ χειρῶν ἕλετο —Ἀγα-
μέμνων” ἀληθές· οἱ γὰρ κήρυκες παρέλαβον αὐτήν. ῥητέον δέ, ὡς τὸ
μὲν πρότερον ἐν ἤθει ἀναπεφώνηται, ὥσπερ εἰ ἔλεγεν ἀνασχετλιάζων
‘ὁ θαυμάσιος καὶ κράτιστος,ʼ τὸ δὲ δεύτερον οὐ ψεῦδος, ὅτι τὰς
αἰτίας οὐχὶ τοῖς ὑπηρέταις ἀλλὰ τοῖς ἐπιτάττουσι λογιστέον. ἔχει
δὲ καὶ ἔνδειξιν ὁ λόγος πολλὴν καὶ αὔξει τὴν κατηγορίαν. ἐν δὲ
ῥητορικῇ καὶ ἑνὸς ὀνόματος χρῆσις εὔκαιρος τὸ ὅλον ἡτεροίωσεν.
59. μετανάστην] ἐν τῇ Μα〈σ〉σαλιωτικῇ καὶ τῇ Ῥιανοῦ “μετα-
νάστιν,” καὶ ἀκούουσι τὴν Βρισηίδα· ἐδόκουν δὲ ἀτιμότεροι εἶναι οἱ
μέτοικοι ὡς διὰ μοχθηρίαν τρόπων τὰς ἰδίας καταλιπόντες. “κατὰ
ξένου μετοίκου” ὁ κωμικός (Aristoph. Equ. 347).
61. ἀσπερχές] ἄγαν ἐπιτεταμένως. κεχολῶσθαι] ἀντιφράζει αὐτὸ τῷ “οὐ πρὶν μηνιθμὸν κατα- παυσέμεν” (62).
62. μηνιθμόν] ὀργήν. §. ὡς τὸ “κεκορυθμένον” (802).
62, 63. ἀλλʼ ὁπόταν —νῆας ἐμάς] μέμνηται ὧν ἐν Λιταῖς ἠπείλησε “πρίν γʼ υἱὸν Πριάμοιο δαίφρονος, Ἕκτορα δῖον, Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι” (Il. 9. 651).
*μηνιθμόν] ὀργήν. §. ὡς τὸ “κεκορυθμένον” (802).
64. τύνηδ’ ὤμοιιν] οὐ βούλεται ταχεῖανκρίσιν ἐπαγαγεῖν τῷπολέμῳ·
65. ἄρχε —Μυρμιδόνεσ〈σ〉ι] Μυρμιδόνων ἄρχε πρὸς τὸ μάχεσθαι,
66. εἰ δὴ κυάνεον] εἰ δὴ ταῦτα οὕτως ἔχει. §. ἔνιοι γράφουσιν
κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς” (297, 8).
**ἀμφιβέβηκε] περικεκύκλωκεν.
68. κεκλίαται] περικλείονται τῷ τῆς θα-
χώρης ὀλίγην ] τῆς δὲ χώρας 〈ἤτοι〉 τοῦ
τόπου ὀλίγην μοῖραν οἱ Ἕλληνες ἔχουσιν.
69. πόλις] τοὺς πολίτας φησίν· ἢ τὴν Τροίαν φησὶν ἐπιβεβηκέναι
70. **θάρσυνος] ἀντὶ μετοχῆς· πρὸς ὃ ἡ διπλῆ.
λεύσουσι] ἡ πόλις ἢ οἱ Τρῶες. οὐκ ἐξέκλινον δὲ οἱ παλαιοὶτὸ αὐτοέπ-
αινον. μεγαλοφυῶς δὲ φθέγγεται· οὐ γὰρ ἔφη ὅτιδεδοίκασι μαχόμενον,
ἀλλʼ ὡς μηδὲ τὴν αὐγὴν τῶν ὅπλων αὐτοῦ ὑφισταμένων τῶν βαρβάρων.
71. ** ἐγγύθι] ἧς καὶ μακρὰν ἀπόντες ὅμως δοκοῦσι πλησίον
ἐναύλους] προαναφθέγγεται τὴν παραποτάμιον μάχηνʼ φησὶ γὰρ
ὁ Σκάμανδρος “οὐδέ τι πῃ δύναμαι προχέειν ῥόον—στεινόμενος
νεκύεσσιν” (Il. 21. 219). ἔναυλοι δὲ τὰ ἐν ὄρεσι κοιλώματα· οἳ δὲ
“ἐναύλους” τοὺς παρὰ τὴν τάφρον τόπους, ἔνθα ἐστρατοπεδεύσαντο
Τρῶες, σἳ δὲ τοὺς ἀγρούς, σἳ δὲ στενὰς διώρυχας—αὐλὸς γὰρ
πᾶν τὸ ἐπίμηκες—“ὅν ῥα τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα”
(Il. 21. 283).
73. **〈ἤπια) εἰδείη] εἰδὼς ἦν· οὐ γὰρ εἰς φιλίαν αὐτὸν προ-
στρατόν] στρατόπεδον.
74. οὐ γὰρ Τυδείδεω Διομήδεος] πρὸς τὸ “μὴ ὄφελες λίσσεσθαι” (Il. 9. 698) καὶ “εἰσόκε τέκμωρ Ἰλίου εὕρωμεν (Il. 9. 48, 9). καὶ ἐπειδὴ πρῶτος ἠρίστευσε Διομήδης, εἶτα Ἀγαμέμνων.
76. οὐδέ πω Ἀτρείδεω ὀπός] ὅτι στρατηγὸς ὢν οὐ θαρρεῖ προτρέ-
πειν τὰ πλήθη. οἳ δὲ καὶ πρὸς τὸ “καὶ δʼ Ἀχιλεὺς —μάχῃ ἔνι
διανείρῃ> ἔρριγʼ ἀντιβολῆσαι” (Il. 7. 113, 4)· καὶ ὅτι πρὸ τῆς ἀρισ-
τείας ἐβόησεν· “τἰδὲ ζώννυσθαι ἄνωγεν Ἀργείους” (Il. 11. 15, 16).
αὐδήσαντος] παρακελευσαμένου.
77. ἐχθρῆς ἐκ κεφαλῆς] τὸ ἦθος τοῦ ὠργισμένου ἔτι διατηρεῖ ὁ
ποιητής· γενόμενος γὰρ ἐπὶ τὸ ὄνομα τοῦ Ἀγαμέμνονος, καθʼ οὗ καὶ
κεκίνηται, ἐνδιατρίβει βλασφημῶν.
78. περιάγνυται] περιπορεύεται.
80. νεῶν ἀπό] οὐκ ἀφίσταται τοῦ ὀνόματος τῶν νεῶν. τοῦτο γὰρ
διʼὅλου παραγγέλλει, τὸν ἀπὸ τῶν νεῶν κίνδυνον ἀπώσασθαι μόνον. διὸ
καὶ ἐπιφέοει “μὴ δὴ πυρὸς αἰθομένοιο νῆας ἐνιπρήσωσι” (81, 2)
εἶτα ἑξῆς “ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν” (87).
〈νεῶν〉ἀπὸ λοιγὸν ἀμύνων] τὸ ἑξῆς ἀπαμύνων· οἳ δὲ ἀναστρέφουσι τὴν “ἀπ.ʼ
81. ἐπικρατέως] ἰσχυρῶς.
μὴ δὴ πυρός] ἀντὶ τοῦ πυρί.
83. πείθεο (δʼ > ὥς τοι ἐγώ] βάσκανον ἦθος ἐνθτάδε ὑπόκειται οὐκ
ἐῶντος τὸν φίλον ἀπολαμπρύνεσθαι τέλεον. ἀπρεπὲς δὲ καὶ τὸ παλ-
λακίδος καὶ δώρων μεμνῆσθαι. ἢ ὡς φιλέταιρος ἐξίστησιν αὐτὸν τῶν
κινδύνων, εἰδὼς ὑπὲρ μὲν τῶν νεῶν ἅπαντας αὐτῷ συγκινδυνεύσοντας,
μετὰ δὲ ταῦτα οὐκέτι θελήσοντας συνακολουθεῖν διὰ τὸν κάματον.
πῶς οὖν οὐκ ἐκφέρει ταῦτα πρὸς τὸν Πάτροκλον, εἴπερ οὕτω διε-
νοεῖτο; ἢ τὸ μὲν ἀληθὲς εἰπὼν ᾔδει Πάτροκλον τῆς ἰδίας σωτηρίας
καταφρονήσοντα, ἐφʼ ἑαυτὸν δὲ περισπάσας τὴν αἰτίαν ᾔδει Πάτρο-
κλον φυλαξόμενον. ὅτι δὲ κηδεμονικῶς ταῦτα τῷ φίλῳ συμβουλεύει,
ἐπιμαρτυρεῖ καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητὴς “ νήπιος· εἰ δὲ ἔπος Πη-
ληιάδαο φύλαξεν, ἦ τʼ ἂν ὑπέκφυγε κῆρα —μέλανος θανάτοιο” (686,
7). ὑποφαίνει δὲ τὴν προαίρεσιν ἑαυτοῦ ἐπαγαγὼν τὸ “μή τις ἀπʼ
85. ἀτὰρ οἵ] ὀρθοτονητέον τὴν “οἵ·” ἄρθρον γάρ ἐστι πληθυντικόν,
ἵνʼ ‘σἱ δὲ Ἕλληνες.ʼ §. ἔρωτα δὲ παλλακῆς καὶ φιλαργυρίαν ἐπι-
87. ἐλάσας ] ἀπελάσας, φησί, μόνον τῶν
89. μὴ σύ γʼ ἄνευθεν] τοὺς β΄ (89, 90) ἀθετεῖ Ζηνόδοτος.
90. ἀτιμότερον δέ με] ὁ “δέʼ ” ἀντὶ τοῦ γάρ.
92. ἐναιρόμενος] ἐναίρων.
93. μή τις ἀπʼ Οὐλύμποιο] τοὺς δʼ ἀθετεῖ Ζηνόδοτος καὶ ἀντ’
μή τις ἀπʼ Οὐλύμποιο] ἐκφοβεῖ τῷ θεῷ· ὅτε δὲ λέγει “μηδʼ Ἕκτορι ἶφι μάχεσθαι” (Il. 18. 14), ἀναφέρει ἐπὶ τὸ “μὴ ἀπάνευθεν ἐμεῖν” (89).
94. ἐμβήῃ] ἐμποδὼν στῇ, ἐναντίως σοι τῇ βάσει χρήσηται.
95. πάλιν τροπάασθαι] συνήθως· ἔστι γὰρ ποιητικόν.
96. ** δηριάασθαι] πολεμεῖν τε καὶ μάχεσθαι.
97. αἲ γάρ, Ζεῦ τε πάτερ] παντελῶς ἐκβλητέον τοὺς δ΄ στίχους·
θαυμαστόν, εἰ ἐρήμην πορθοῖεν πόλιν; καὶ τὸ λύειν τὰ οἰκο-
δόμων ἐστίν· πῶς δὲ τὸ “νῶιν” (99) εὐθεῖαν δηλώσει; καλῶς οὖν
φησιν Ἀρίσταρχος Ζηνόδοτον ὑπωπτευκέναι, ὡς εἶεν παρεντεθέντες
οἱ στίχοι ὑπὸ τῶν ἀρσενικοὺς ἔρωτας λεγόντων εἶναι παρʼ Ὁμήρῳ καὶ
ὑπονοούντων παιδικὰ εἶναι Ἀχιλλέα Πατρόκλου.
98, 9. μήτε τις οὖν Τρώων— μήτ Ἀργείων] τινὲς ὑπερβο-
99. ἐκδῦμεν] παροξυτονητέον τὸ “ἐκδύμεν” ἔστι γὰρ ἀπὸ τοῦ
ἐκδύμεναι ἀπαρεμφάτου, ἵνʼ ᾖ ὁ λόγος, ἡμῖν δὲ γένοιτο ἐκδῦναι τὸν
ὄλεθρον. καὶ λείπει τὸ εἴη. εἰ γὰρ τοῦ δύοιμεν εὐκτικοῦ συγκοπὴν
αὐτὸ φήσομεν, οὐ κατάλληλος ἔσται ὁ λόγος.
101. ὣς οἳ μὲν τοιαῦτα—Αἴας δʼ οὐκέτι μίμνε] μέτεισιν ἐπὶ τὴν
μάχην, ὅπως τὴν ναῦν ἐμπιπραμένην δείξας Ἀχιλλεῖ τὸν Πάτροκλον
ἐξαγάγῃ. καλῶς δὲ τῇ ἐκλογῇ τῶν ὀνομάτων χρῆται· φυγὴν γὰρ
οὐκ ὠνόμασεν, ἀλλʼ ὅτι μένειν οὐκ ἠδύνατο καὶ τὰς πολλὰς αἰτίας
ἐπάγει. θαυμάσιον δὲ τὸ κατὰ τὴν ἀπαγγελίαν· εἰώθασι γὰρ
οἱ ποιηταὶ φαντασίαν παρέχειν τῷ λόγῳ ἐπὶ τροπικὰ χωροῦντες,
καὶ παρὰ τῷ Ὁμήρῳ ἐστὶ πολλὰ τοιαῦτα· ἐνθάδε χωρὶ
παραβολῆς καὶ πάσης τροπικῆς ἀπαγγελίας ἐπῆρται ὁ λόγος, ἀπʼ
αὐτῶν τῶν πραγμάτων γινομένης τῆς φράσεως.
**ὣς οἳ μὲν τοιαῦτα] πῶς πάντα ὑπισχνούμενος εἰδέναι οὐ λέγει ταῦτα; λέγομεν ὅτι πράγματα μὲν μνημονεῦσαι ῥᾴδιον, οὐ μὴν λόγους· ἀφανίζονται γὰρ τὰ ἔπη πτερόεντα ὄντα.
102. βιάζετο γὰρ βελέεσσιν] ὑπὸ βελῶν κατεπονεῖτο· τρωτὸς ἦν ἄρα· καὶ “ὅσ〈σ〉ον ἐμῇ κεφαλῇ περιδείδια, μή τι πάθῃσιν ” (Il. 17. 242).
103. δάμνα μιν Ζηνός τε νόος] μέγιστον ἐγκώμιον τοῦ Αἴαντος, ὅτι καὶ πρότερον καταστασιασθεὶς ὑπὸ Διὸς ἐπέμενεν.
104. βάλλοντες] πρὸς ἐπίτασιν ἐπλεόνασε τῷ ῥήματι, “βάλ-
λοντες” λέγων καὶ “βαλλομένη” (105) καὶ “βάλλετο” (ib.)·
ἀμίμητα δὲ ταῦτα καὶ γραφεῦσι καὶ πλάσταις.
δεινὴ δὲ ] τοῦτο τῆς
καναχῆς ἐπίθετον. διὸ σὺν τῷ ν. §. καὶ μὴ ψαύοντες μὲν ἀκοντίζουσι
τὴν κεφαλήν, ψαύοντες δὲ ἐρείδουσι τὴν ἀσπίδα, ὃ δὲ ἔστηκεν ἀκίνητος
[τὴν προσβολήν]. καὶ ἔστιν αὐτὸν παραβάλλοντας τῷ Ἕκτορι τὴν
ὑπεροχὴν γνῶναι· ὃ μὲν γὰρ ὑπὸ Διομήδους τὴν κόρυθα θλίβεις
σκοτοδινιᾷ, ὃ δὲ ὑπὸ πολλῶν βαλλόμενος ἀνέχεται.
106. καὶ φάλαρʼ εὐποίητα] ἄμεινον οὕτω γράφειν, ἵνʼ ᾖ ‘καὶ ἡ Α~Β+
πήληξ ἐβάλ〈λ〉ετο καὶ τὰ φάλαρα.ʼ ἡ πήληξ μὲν οὖν εἰς ὃ τὸν
λόφον τιθέασι, φάλαρα δὲ τὰ κατὰ τὰς παρειὰς πίπτοντα μέρη
διὰ τὸ φανὰ εἶναι καὶ λαμπρά· ὡς δὲ ὁ Θρᾷξ, ὁ ἑκατέρωθεν αὐτῆς
κόσμος.
ὃ δέ] ὡς περὶ ἑτέρου· ὅμοιον δέ ἐστι τῷ “ὃ δʼ ἐρεύγετο οἰνο- βαρ〈ε〉ίων” (Od. 9. 374).
107. ἔμπεδον—ἔχων σάκος] διὰ τὸ μὴ ἔχειν τοὺς διαδεξομένους
ὁπλοφόρους πλησίον, “οἵ οἱ σάκος ἐξεδέχοντο, ὁππότε μιν κάματός
τε καὶ ἰδρώς” (Il. 13. 710, 1). §. “πάντῃ δέ” (111) ἀντὶ τοῦ
γάρ. §. ἐπαινεῖται δὲ ὁ τόπος ὡς καὶ ζωγραφίας ἐναργέστερον ἔχων.
οὐδὲ δύναντο ἀμφʼ αὐτῷ πελεμίξαι] τὸ περὶ αὐτῷ σάκος οὐδʼ ὅσον
ἐδύναντο κινῆσαι.
108. ἐρείδοντες] πατάσσοντες. κυρίως δὲ ἐρεῖσαι τὸ ἐκ χειρὸς
πατάξαι. εἴρηται δὲ καὶ ἐπὶ βολῆς· “καὶ διὰ θώρηκος πολυδαι-
δάλου ἠρήρειστο (Il. 3. 358).
112. ἔσπετε νῦν μοι, Μοῦσαι] ὡς παράδοξον μέλλων λέγειν τὴν
ἐκεῖνος μὲν γὰρ ὁ λόγος (Il. 2. 484) ἐδεῖτο τερατείας ἐξαρίθμησιν
ἔχων νεῶν καὶ ἡγεμόνων, ὃ δὲ μιᾶς νεὼς ἐμπρησμόν.
114. δόρυ μείλινον] οὐδʼ θεῷ εἰξεν, εἰ μὴ ἀχρεῖον αὐτῷ
μείλινον ἄγχι παραστάς] πάλιν ἐπὶ τὸ κινδυνωδέστατον προήγαγε
τὴν ὑπόθεσιν· παράδοξον γὰρ τὸ ἐγγὺς παραστῆναι τὸν Ἕκτορα.
ἀλλʼ οὐδετέρου τρῶσιν ὑπέθετο, τοῦ μὲν διὰ τὴν ὑπεροχήν, εἰ καὶ ὑπὸ
θεοῦ νῦν καταστασιάζεται (103), τοῦ δὲ διὰ τὴν ἀπὸ τοῦ Διὸς βοή-
θειαν. ἀλλʼ ἔδει τὸν ἕτερόν γε βλαβῆναι ἐκ τῆς κλάσεως. διὰ μέσου
οὖν ἐχώρησε τὴν ὑποχώρησιν Αἴαντος τῷ δόρατι περιθείς.
115. παρὰ καυλόν] “ καυλόν” τὸ καθιέμενον μέρος εἰς τὴν ἐπιδο-
116. ἀπάραξε] εἰ ἀπήραξεν, πῶς ἐπιφέρει “τῆλε δʼ ἀπʼ αὐτοῦ
117. πῆλε] ἐκράδαινε πρὸς τὸ διαγνῶναι εἰ τέλεον ἠχρείωται·
διασείσαντος δὲ αὐτοῦ ἀπέρριπται ἡ αἰχμή. οἳ δὲ τὸ “κόλον ” ‘ κο-
λοβωθησόμενον·” οἳ δὲ προειρῆσθαι τὸ κεφάλαιον, ἐπανειλῆφθαι δὲ ὡς
γέγονεν ἕκαστον, ὡς ἐπὶ τοῦ “ὣς πολέας πέφνοντα Μενοιτίου
ἄλκιμον υἱὸν Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχει θυμὸν ἀπηύρα” (827)·
καὶ ἔτι ξῆ Πάτροκλος. οἳ δὲ “τῆλε δʼ ἀπʼ αὐτοῦ” τὸν
“δέ ” ἀντὶ τοῦ γάρ φασιν.
αὕτως] δίχα μάχης, ἐπεὶ διάπειρα.
κόλον δόρυ] ἕως νῦν παρὰ Ἴωσιν οἱ κολοβοκέρατοι κριοὶ ‘κόλοι’ λέγονται.
119. γνῶ δʼ Αἴας] ἑώρα γὰρ καὶ ἔβλεπεν, ὅτι παντελῶς τῆς
μάχης τὰ ἐνθυμήματα ἠλάττου καὶ ἠφάνιζεν ὁ Ζεύς, τοῖς δὲ
Τρωσὶν ἠβούλετο νίκην· ἢ μᾶλλον ‘τὰ τῶν μαχομένων ἐνθυμήματα
ἠλάττου.ʼ
ῥίγησεν] οὐ τὸν Εκτορα, ἀλλὰ τὰ τῶν θεῶν ἔργα. καὶ σχεδὸν μὲν νενίκηται, ἡ δὲ νίκη οὐ τοῦ ἝΕκτορος ἀλλὰ θεῶν.
120. κεῖρε] παρατατικός· τὸ γὰρ ἑξῆς ἐστιν, ἔγνω Αἴας εἰς
ἄπορον ἥκουσαν αὐτῷ τὴν μάχην, ὡς μηδὲν δύνασθαι ἔτι
μηχανήσασθαι. τοσοῦτον ἄρα ἐφεστὼς ὠφέλει· ὥστε καὶ τὸ ἐν
ἀρχῇ“ὣς οἱ μὲν περὶ νηός” (1) εἰκότως ἐξηκούομεν περὶ τοῦ Αἴαντος
καὶ πάντων τῶν Τρώων.
122. χάζετο δʼ ἐκ βελέων] οὐκ εἶπεν ‘ἐκ νεῶν.ʼ
123. τῆς δʼ αἶψα κατʼ ἀσβέστη] μόνως “ἀσβέστη” ἀναγνωστέον· οὕτω εἴωθε λέγειν “ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως (Il. 1. 599) καὶ “φλογὶ 〈ε〉ἴκελος Ἡφαίστοιο ἀσβέστῳ” (Il. 17. 88)· καὶ τὸ σχῆμα Ὁμηρικόν, καθάπερ τὸ “ ῥεῖα δʼ ἀριγνώτη πέλεται” (Od. 6. 108) ἀντὶ τοῦ ἀρίγνωτος.
〈κατ᾿〉ἀσβέστη] δυσκατάσβεστος. οἳ δὲ τάχιστα κατασβεσθη- σομένη.
κέχυτο] ἐμφαντικῶς τῷ ῥήματι ὡς ἐπὶ ὑγροῦ καταχυθέντος ἔφη
125. μηρὼ πληξάμενος] ὢ τῆς συμφορᾶς, ὅπου γε καὶ Ἀχιλλέα
126. ἱπποκέλευθε] ἐφʼ ἵππων τὴν πορείαν ποιούμενε.
127. ἐρωήν] “ἰωήν” ὁρμήν, παρὰ τὸ ἰέναι.
128. μὴ δὴ νῆας ἕλωσι] μέμνηται τῶν λόγων ἑαυτοῦ· ἠπείλει
γὰρ μὴ πρότερον ἐξελεύσεσθαι, πρὶν ταῖς ναυσὶν ἐπελθεῖν τοὺς Τρῶας
“κατά τε 〈σ〉μῦξαι πυρὶ νῆας” (Il. 9. 653).
φυκτὰ πέλωνται] ὅτι ἀντὶ τοῦ πέληται.
129. δύσεο τεύχεα] πῶς γὰρ ἂν οὖκ ἦν φθονερός, μάχεσθαι συγ-
χωρῶν τῷ φίλῳ, δι’ ὧν δὲ ἄριστα μάχεσθαι μέλλοι, μὴ συγ-
χωρῶν.
ἐγὼ δέ λαὸν ἐγείρω] δαιμονίως αὐτὸς ἐπισπεύδει, οὐκ
131. κνημῖδας μὲν πρῶτα] σπεύδοντα δεῖ προφέρεσθαι ταῦτα, ἐπιπόθησιν τῆς ἐξόδου μιμούμενον.
134. ἀστερόεντα] ἄστρων μορφαῖς πεποικιλμένον.
ποδώκεος Αἰακίδαο] τινὲς “κακῶν βελέων ἀλεωρήν·” καὶ γὰρ “ξεῖνος γάρ οἱ ἔδωκε—δηίων ἀνδρῶν ἀλεωρήν” (Il. 15. 532, 3).
135. βάλετο ξίφος] τὸ ἴδιον ξίφος· διὸ Ἥφαιστος οὐ ποιεῖ.
140. ἔγχος δʼ οὐχ ἕλετο] ἐχρῆν γάρ τι ἐξαίρετον εἶναι τῷ Ἀχιλ-
λεῖ, ἄλλως τε οὐκ ἦν τέκτων Ἥφαιστος· οὐ γάρ εἰσιν ἐν οὐρανῷ
ξύλα. εἰκότως οὖν, ὅπερ οὐκ ἐνῆν κατασκευάσαι, τοῦτο Ἀχιλλεῖ
τετήρηκεν. κατέκρυψε μέντοι τὸ πλάσμα τῇ τοῦ Ἀχιλλέως ὑπεροχῇ,
διʼ ἀσθένειαν οὐ δυνηθῆναι φήσας τὸν Πάτροκλον καὶ τῷ δόρατι
χρῆσθαι.
141. στιβαρόν] πᾶν τὸ μένον ἰσχυρὸν καὶ στιφρὸν λέγουσιν.
141, 2. τὸ μὲν οὐ δύνατʼ ἄλλος—πάλλειν] ἀστερίσκους ἔχουσι
ἄλλως: τὸ μὲν οὐ δύνατʼ ἄλλος—άλλ〈ά μιν) οἶὸς ἐπίστατο] τῇ ἐπιστήμ τὴν δύναμιν προσάπτει.
142. ἐπίστατο] ἐδύνατο· καὶ Σοφοκλῆς (fr. inc. 817 Ν.) “οὐ-
πώποθʼ ὑμᾶς συμβαλεῖν ἐπίσταμαι·” οἳ δὲ πλάττονται λέγοντες, ὡς
Πηλεὺς μὲν παρὰ Χλείρωνος ἔμαθε τὴν χρῆσιν αὐτῆς, Ἀχιλλεὺς δὲ
παρὰ Πηλέως, ὃ δὲ οὐδένα ἐδίδαξεν. καὶ ὁ τῆς μικρᾶς Ἰλιάδος ποιη-
τῆς (rr. 5 K.) “τἀμφὶ δὲ πόρκης χρύσεος ἀστράπτει καὶ ἐπʼ αὐτῷ
δίκροος αἰχμή.”
143. πόρε λείρων] “τάμε” καὶ “πόρε,’ διχῶς.
144. ἐκ κορυφῆς] καὶ “ἐν κορυφῆς.” §. ἔστι δὲ ἄκρα Χλειρώνειος
ὑπὲρ Σηπιάδος ἄκρας πρὸς ζέφυρον ἄνεμον νεύουσα, ἔνθα ᾤκει ὁ
λείρων.
145. Αὐτομέδοντα] ζῶντος Πατρόκλου οὐκ ἦν Αὐτομέδων ἡνίοχος Ἀχιλλέως. προπαρασκευὴ νῦν, ἵνα καὶ Ἀχιλλεὺς αὐτῷ χρήσηται ἡνιόχῳ.
ζευγνῦμεν] ζευγνύμεναι τὸ τέλειον.
146. τὸν μετʼ Ἀχιλλῆα—τῖε] παιδευτικὸν καὶ τοῦτο· τὸ γὰρ συμμετρεῖσθαι τὰς φιλίας ἄριστον.
147. πιστότατος] πιστότατόν φησι τὸν παρὰ τὴν μάχην οὐκ
ἐγκαταλιμπάνοντα τοὺς φίλους, οἷον ὁ ἐν πολέμῳ κοινωνεῖν θέλων
τῶν κινδύνων μεγάλην πίστιν τῆς φιλίας παρέχεται.
148. ὕπαγε ζυγόν] ὑπὸ ζυγὸν ἦγεν· καὶ ἀλλαχοῦ “τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε, μέγα δρόμου ἰσχανόωσαν” (Il. 23. 300).
149. Ξάνθον καὶ Βαλίον] ὃ μὲν ἀπὸ τῆς χροιᾶς, ὃ δὲ ἀπὸ τοῦ
πηδᾶν. εἰκὸς δὲ μετὰ θάνατον Ἀχιλλέως τὸν δόντα Ποσειδῶνα
πάλιν αὑτοὺς ἀνακομίσασθαι, ὡς καὶ τὸ Ἀγαμέμνονος σκῆπτρον (cf.
Il. 2. 100, Paus. IX. 40. 11). ἐν δὲ τῷ Καταλόγῳ οὐδὲν περὶ
αὐτῶν εἶπεν, ἐπεὶ οὐκ ἐπολέμουν, οὐδὲ περὶ τῶν Μυρμιδόνων.
150. τοὺς ἔτεκε Ζεφύρῳ] καὶ αἱ Ἐριχθονίου ἐκ Βορέου, ἅμα μὲν
διὰ τὸ ὑπερβάλλον τάχος (Il. 20. 223), ἅμα δέ, ὥς φησιν Ἀρι-
στοτέλης (H. A. VI p. 572a 13), ὡς ἐξανεμούμεναι ὁτὲ μὲν πρὸς
νότον ὁτὲ δὲ πρὸς βορρᾶν κύουσιν.
Ἅρπυια Ποδάργη] ὡς “Νηὶς Ἀβαρβαρέη (Il. 6. 22)· φησὶν
151. **] ἢ ἔτεκεν ἢ βοσκομένη.
152. ἐν δὲ παρηορίῃσιν] ἄπορον ὅτου χάριν Ἀχιλλεὺς τοῖς ἀθα-
σφόδρα, ἐπεὶ καὶ τοῦτο ἄχρηστον ἐνίοτε. ἢ τάχα τὸν ἡνίοχον
ἐπαινεῖ δυνάμενον ἀναχαιτίζειν τὴν ὁρμὴν τῶν ἀθανάτων ἵππων,
ὅπως ἄν ὁ θνητὸς αὐτοῖς ἰσοδρομῇ. ἢ βούλεται ὁ ποιητὴς τὴν φύσιν
ἐνδείκνυσθαι τοῦ ἥρωος, μικτὴν οὖσαν ἐκ θνητοῦ 〈καὶ αθανάτου〉.
πῶς δὲ “ἀλεγεινοί” ὄντες “ἀνδράσι〈γε θνητοῖσι δαμήμεναι ἠδ᾿
ὀχέεσθαι” > (Il. 17. 77) Πατρόκλῳ ὑποτάσσονται: ἀλεγεινὸν
οὖν ἐστι τὸ μετὰ φροντίδος κατορθούμενον· ἡνίοχός τε ἦν αὐτοῖς
Πάτροκλος—διὸ καὶ κλάουσιν αὐτόν (Il. 17. 426) —πιθανόν τε
Αὐτομέδοντα πάλαι συνησκῆσθαι αὐτοῖς διὰ τὰ συμβαίνοντα.
ἄλλως: παρηορίῃσιν] παρηρτημέναις σειραῖς πρὸς τὴν ζεῦξιν τοῦ
περισσοῦ ἵππου. διὰ τί δὲ δεῖται παρηόρου, οἱ μὲν γὰρ ἄλλοι δεόντως
πρὸς τὸ εἰ κάμοι ἢ τρωθείη εἷς ἀντεπεισάγεσθαι ἀντʼ αὐτοῦ τὸν παρή-
ορον, τοῖς δὲ ἀθανάτοις ποῖον δέος ἢ τρωθῆναι ἢ καμεῖν; ἔστιν οὖν εὔηθες
τοὺς μὲν Ὁμηρικοὺς θεοὺς τιτρώσκεσθαι, ἵππους δὲ μή. ἄλλως τε
ποικῖλαι θέλει τὴν Σαρπηδόνος μάχην καὶ οὐκ ἄπρακτον αὐτὸν ἀνελεῖν.
155. θώρηξεν] ἄμεινον “κόσμησεν “τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον” (Il. 14. 379)—ἑαυτὸν γὰρ ἕκαστος θωρήσσει· καὶ μὴ εἰρημένον νοεῖται· διὰ τοῦτο “ σὺν τεύχεσιν” (156).
156. λύκοι ὥς] διὰ μακροῦ ἀπέδωκεν αὐτῷ τὸ “ῥώοντο” (166).
διασκεδάννυνται ἄλλος ἄλλοσε ἐς νομάς, ἐς ποτὸν δὲ ἀθρόοι ἀπίασιν.
158. οἵ τʼ ἔλαφον —μέγαν] πρὸς τὸ κορέσαι αὐτούς.
πᾶσιν δὲ παρήιον] ἀντὶ τοῦ πάντων.
159. αἵματι φοινόν] πεφοινιγμένον ἀπὸ τοῦ αἵματος. λέγει δὲ καὶ
νήεντα δράκοντα” (Il. 12. 202) ἀπὸ τοῦ φοινός, καὶ “φοίνιον αἷμα”
(Od. 18. 97) ἐπὶ τοῦ Ἴρου· οὐ γὰρ πεφόνευται, ἵνα εἴπῃς ὅτι παρὰ
τὸν φόνον γεγένηται ἡ λέξις.
160. ἴασιν] ὧδε ἡ στιγμή.
161. λάψοντες γλώσσῃσι] “λάψοντες” πιόμενοι. Ζηνόδοτος δὲ
“λάψαντες,” ἐμπλησθεῖσιν εἰκάζων αὐτούς. §. ὠνοματοπεποίηται δὲ
ἀραιῇσιν] δασέως, λεπταῖς καὶ ἐπιμήκεσιν. οἳ δὲ ψιλῶς, βλα- πτικαῖς.
162. ἄκρον, ἐρευγόμενοι] στικτέον εἰς τὸ “ἄκρον,” ἵνʼ ᾖ ‘λάψοντες ἀπὸ τῆς κρήνης τὸ ἄκρον ὕδωρ —οὐ γὰρ καθιᾶσι τὴν γλῶσσαν εἰς τὸ ὕδωρ ὡς οἱ βόες, οὐδὲ 〈ὡς οἱ〉 λύκοι πάρδοι ἵπποι καὶ τὸ ἥμισυ τῆς ὄψεως—τινὲς δὲ τῷ “φόνον” ἐπισυνάπτουσιν “ἄκρον φόνον,” τὸ ἀνωτάτω αἷμα τοῦ καταπινομένου καὶ ὄντος ἐν τῷ στομάχ.
φόνον αἵματος] ἀντὶ τοῦ‘αἷμα φόνου.ʼ
163. περιστένεται δέ 〈τε〉 γαστήρ] Ἀρίσταρχος ἀντὶ τοῦ ‘περι- τείνεταιʼ διὰ τὴν πλησμονὴν ὡς φερέβιος φερέσβιος, οἳ δὲ ‘ στένει’ διὰ τὴν αὐτὴν αἰτίαν, οἳ δὲ στενοχωρεῖται, ὡς “στεινόμενος νε- κύεσσι” (Il. 21. 220).
166. ῥώοντο] ἐρρωμένως περὶ αὐτὸν ἵσταντο.
167. ὀτρύνων ἵππους] “ἵππους” τοὺς ἱππέας, ὥς φαμεν νικᾶν τὴν ἵππον τῶν πολεμίων· ἢ τοὺς ἰδίους ἵππους ὀτρύνων· νοεροὶ γὰρ ἤσαν ὡς θεῖοι.
ἄλλως: ὀτρύνων ἵππους] ἀντὶ τοῦ ἱππέας· ἀντέταξε γὰρ αὐτῷ
τὸ “ἀσπιδιώτας.”
170. πεντήκοντʼ ἔσαν ἄνδρες] πῶς, φασίν, ἐν ἅποσιν αὔξων Ἀχιλ-
τούτων ἄγεσθαι, ὣς φθάνειν πάσας αποτε ἀνδρῶν.
πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῖσιν] καὶ Πίνδαρος (fr. 259) πεντ κοντηρέτμους φησὶ τὰς ναῦς τῶν Ἀχαιῶν εἶναι.
171. πέντε—ἡγεμόνας] τάχα πρὸς τὸν παρόντα καιρόν· εἰ γὰρ μὴ τοῦτο, ἔδει καὶ Πάτροκλον ἄρχειν, εἰ μὴ Ἀχιλλεῖ συμπαρετάσσετο.
ἡγεμόνας ποιήσατο] τὸ ἑξῆς “ποιήσατο σημαίνειν οἷς διʼ ἀρετὴν ἐπεποίθειι.ʼ
172. μέγα κρατέων] τὴν κατὰ πάντων ἔχων ἐξουσίαν· οἱ γὰρ
173. ἰῆς στιχός] τῆς μιᾶς τάξεως, παρόσον ἐπὶ στίχον ἡ τάξις
πορεύεται.
174. διιπετέος] λαμπροῦ. καὶ Εὐριπίδης (Bacch. 1268) “λαμ-
διʼ Αἰνιάνων καὶ Δολόπων εἰς θάλασσαν ἐρεύγεται, εἰς τὸν
Μαλιακὸν ἐκδιδοὺς κόλπον· οἳ δὲ διὰ Μηλίδος καὶ Φαρσάλου ἐπὶ
Θερμοπύλας, ἔνθα Πυλαίας Δήμητρος ἱερόν.
ἄλλως: διιπετέος] τοῦ θείου ἢ τοῦ ἐκ τῶν Διὸς ὑετῶν ἀρχὴν ἔχοντος.
175. Πηλῆος θυγάτηρ] ἑτέρου Πηλέως. εἰ γὰρ ἦν ἀδελφιδοῦς
Ἀχιλλέως, κἂν ἐμνήσθη αὐτοῦ ἐν τῷ Ἅιδῃ περὶ τοῦ πατρὸς καὶ
τοῦ υἱοῦ ἐρωτῶν, καὶ ἐν ταῖς Λιταῖς φάσκων “ἔνθα δέ μοι μάλα
θυμὸς ἐπέσσυτο (Il. 9. 398) “κτῆσιν ἐμὴν δμῶάς τε” (Il. 19. 333)
ἔφασκεν ἂν καὶ τῆς ἀδελφῆς ἀπόλαυσιν. Πηλέα τε οὐκ οἶδεν ὁ
ποιητὴς ἑτέρᾳ γυναικὶ συνελθόντα. οἱ δὲ νεώτεροι ὡς ἀδελφιδοῦν
Εὐρυδίκης τῆς Ἄκτορος. Ζηνόδοτος δὲ Κλεοδώρην φησίν, Ἡσιέδου
(fr. 95 M.) καὶ τῶν ἄλλων Πολυδώρην αὐτὴν καλούντων.
176. Σπερχειῷ ἀκάμαντι] φασὶ Πέλωρα τὸν γίγαντα σπερ- χόμενον ὑπὸ Ποσειδῶνος ἅλλεσθαι εἰς τὸν ποταμὸν καὶ πληγέντα τῇ τριαίνῃ ἀποθανεῖν.
177. * Βώρῳ Περιήρεος υἷι] ὁ Μενέσθιος.
Περιήρεος] Περιήρους τοῦ Διοπείθους τοῦ Μυρμιδόνος.
υἷι] προπερισπαστέον καὶ διὰ τοῦ ι γραπτέον.
178. *ὅς] ὁ Περιήρης.
ὄπυιε] τὴν αὐτὴν Πολυδώρην.
179. ἑτέρης] ἀντὶ τοῦ ‘δευτέραςʼ διὰ τὸ μέτρον· πρὸς ὃ ἡ διπλῆ.
180. παρθένιος] ὁ ἐκ νομιζομένης παρθένου.
τὸν τίκτε] προειπὼν τὸ κεφάλαιον ἐπὶ μέρους ἐξηγεῖται. §.
181. κρατύς] πάντων γὰρ περιγίνεται ὁ λόγος· ὅθεν καὶ “σῶ- κος” (Il. 20. 72) διὰ τὸ σωκεῖν, ὅ ἐστιν ἰσχύειν.
183. ἐν χορῷ Ἀρτέμιδος] ὡς διὰ τὴν ἀρετὴν ἀξιωθείσης αὐτῆς χορεύειν τῇ θεῷ, ἢ ὡς συγχορευούσης τῇ θεῷ. §. ἀθετεῖται δέ. ᾐδέσθη γὰρ ἂν τὴν θεόν.
χρυσηλακάτου] χρυσοῖς βέλεσι χρωμένης· τὸν κάλαμον γὰρ τῶν
βελῶν τινες ἠλακάτην φασίν· καὶ Αἰσχύλος ἐν Αἴτναις (fr. 7)
184. ὑπερῷʼ ἀναβάς] ὅτι ταῖς γυναιξὶν ἀνάγαιοι θάλαμοι
ἐγίνοντο πρὸς τὸ μὴ συντυγχάνειν τοῖς ἀνδράσιν· τὰ μετέωρα δὲ
τῶν οἰκημάτων ᾦα Λακεδαμόνιοι καλοῦσιν, ἃ νῦν ὑπερῷά φαμεν·
185. Ἑρμῆς δώτωρ ἐάων (Od. 8. 335). Ἑρμῆς πάντων ἀγαθῶν
δοτὴρ ἐάων· ὅθεν καὶ υἱὸς αὐτοῦ Εὔδωρος (186)· ἐξ αὐτοῦ δὲ τὸ
Ἀκακήσιον ὄρος· οἳ δὲ ‘υἱὸν ἀκακῆταʼ προπερισπωμένως, ὡς γυμνῆτα.
ἀκάκητα] ὁ μηδενὸς κακοῦ αἴτιος.
πόρεν δέ οἱ] Ἑρμῆς αὐτῇ ἀγαθὸν δῶρον ἔδωκε τὸν υἱόν· διὸ καὶ Εὔδωρος (186)· μέγα γὰρ δῶρον παιδοποιία.
187. μογοστόκος] μογοῦσα περὶ τοὺς τόκους· ἑνικῶς δὲ εἶπε τὸ ὄνομα τοῦ συστήματος τῶν Εἰλειθυιῶν, ὡς “μῆνιν ἄειδε θεά” (ll. 1. 1).
Εἰλείθυια] αἱ Εἰλείθυιαι, ὡς “μῆνιν ἄειδε θεά” (Il. 1. 1) ἀντὶ τοῦ θεαί. §. αἱ λήθην ἐμποιοῦσαι ταῖς τικτούσαις.
188. πρὸ φόωσδε] Ἀρίσταρχος χωρὶς τῆς “πρό” ·
ἄλλως: πρὸ φόωσ] ἢ περισσεύει ἡ “πρό, ὡς “νῆάς τε προ-
πάσας,” ἢ τόπον δηλοῖ. ὡς “διαπρὸ δὲ χαλκὸν ἔλα〈σ〉σεν” (Il.
13. 388)· οἳ δὲ ὅτι πρὸ τοῦ γαμηθῆναι τῷ Ἐχεκλεῖ ἐγεννήθη, ὡς
καὶ τὸν Εὐρυσθέα ἡ Ἥῥα “ἐκ δʼ ἄγαγε πρὸ φέωσδε καὶ ἠλιτόμηνον
ἐόντα” (Il. 19. 118)· τοῦτο γὰρ αἰτήσασθαι Ἑρμῆν τὰς Εἰλειθυίας.
189. τὴν μέν] τὴν Πολυμήλην.
191. * τὸν δέ] τὸν Εὔωρον.
Φύλας] πατὴρ Πολυμήλης.
192. ἀμφαγαπαζόμενος] φιλοφρονούμενος.
195. μετὰ Πηλείωνος ἑταῖρον] τὸν Πάτροκλον, κατʼ ἐξοχήν.
196. γέρων] τινὲς γράφουσι “ γερήνιος ἱππότα Φοῖνιξ,” λέγοντες
ἱππηλάτα Φοῖνιξ] δαιμονίως παρέλιπεν ἐπὶ τούτου τὸν πλείονα
197. Λαέρκεος] ὁμώνυμος αὐτῷ ὁ Πύλιος χρυσοχόος (Od. 3. 35 425).
200. μή τις μοι] οὐδὲν τῶν πρακτέων παρέλιπεν, ἀλλὰ καὶ τάσσει καὶ προτρέπει διὰ τῶν ἰδίων λόγων αὐτοὺς ἐντρέπων, “ μή τις μοι ἀπειλάων λελαθέσθω, ἃς ἐπὶ νηυσὶ θοῇσιν,” ἵνα μὴ δοκῆτε εἶναι πρὸ τῶν κινδύνων θρασεῖς, ἐν δὲ τοῖς πόνοις δειλοί.
ἀπειλάων] συνήθως, ἢ τῶν καυχήσεων. πρᾳότητα δὲ Ἀχιλλέως
ἐμφαίνει ὁ λόγος, τότε μὲν ὑπ〈ερ〉ενεγκόντος τὰς ὕβρεις, νῦν
δὲ ἀντὶ προτροπῆς αὐτοῖς ταῦτα προβαλ〈λ〉ομένου.
202. μηνιθμόν] τὸν τῆς μήνιδος χρόνον, ὃς ἦν μετὰ τῆς παρούσης ἡμερῶν ἑκκαίδεκα. πρὸς τὸ ἐν τῇ ζήτημα.
〈καί μ᾿〉 ᾐτιάασθε] λείπει 〈τὸ〉 ‘ταῦτα λέγοντες.’ πάλιν δὲ
οἰκείως τὴν σύνταξιν τοῦ ἐπιμεριζομένου ἀπέδωκεν. τινὲς δὲ “μη-
τιάασθε” ἑνίζουσιν, οὐχ ὑγιῶς.
203. χόλῳ—σʼ ἔτρεφε] διὰ τὸ ἄμετρον τῆς ὀργῆς. ἔστι δὲ ὡς Σάμος ἀντὶ τοῦ Σάμη (Il. 2. 634) καὶ “ἐν πύλῳ ἐν νε- κύε〈σ〉σιν” (Il. 5. 397) ἀντὶ τοῦ πύλῃ.
204. ἀέκοντας ἑταίρους] οὐκ ἐγκαλοῦσιν, ὅτι συμμαχεῖν οὐ θέλεις, ἀλλʼ ὅτι καὶ τοὺς ἑταίρους κατέχεις.
206. κακὸς χόλος] νῦν ὁμοίως ἡμῖν τὸ περὶ ψυχὴν πάθος φησίν.
207. ταῦτά μʼ ] τὸ πλῆρες ‘ταῦτά
μοι·ʼ ἢ‘ἐβάζετε εἰς ἐμὲ ταῦτα ἅμα,ʼ οὐχ ὑγιῶς.
ἐβάζετε] Ἰακῶς τὸ “βάζετςε.”
νῦν δὲ πέφανται] νῦν δὲ ἐν μέσῳ ἐστὶν ἡ μάχη.
208. ἕης τὸ πρὶν —ἐράασθε] “ἕης” διῄρηται ὡς τὸ“ὅου κλέος”
(Il. 2. 325). §. ἐντέχνως δὲ χάριν αὐτοῖς δοκεῖ κατατίθεσθαι προ-
211. ἄρθεν] ἡρμόσθησαν, δασέως· δῆλον δὲ ἐκ τῆς παραβολῆς. οἳ δὲ ψιλοῦσιν, ἵνʼ ᾖ ‘λόγοις ἐπήρθησαν καὶ φρονήματος ἐπληρώ- θησαν.ʼ
βασιλῆος] ὅτι καὶ Ἀχιλλεὺς βασιλεύς· διό φησιν ὁ Ἀγαμέρμ- νων “ὅ〈σ〉σον βασιλεύτερός εἰμι (Il. 9. 160).
213. 〈δώματος〉 ὑψηλοῖο] ταῦτα γὰρ μᾶλλον καταπνεῖται· ἀμε-
215. κόρυν] τινὲς “κόρυθα.” οὐ γάρ ἐστιν ὅμοιον τῷ πίτυς,
ἵνα εἰς ν ποιήσῃ τὴν αἰτιατικήν· καὶ “κόρυθα βριαρήν” (Il. 11.
375) φησίν· ἔστι δὲ ὅμοιον τῷ ὄρνιν.
217. ὣς πυκνοὶ ἐφέστασαν] καὶ κατὰ στίχον ἕστασαν, ὅ ἐστι 〈κατὰ〉 βάθος, καὶ κατὰ ζυγόν, ὅ ἐστι κατὰ μέτωπον.
218. θωρήσ〈σ〉οντο] γράφεται καὶ “ θωρήσ〈σ〉εσθον.”
221. ἀνέῳγε] πλεονασμῷ τοῦ ε, ὁμοίως τῷ “ἐπὶ στόμʼ ἔωσε”
(Il. 16. 410), Ἀττικῶς.
222. δαιδαλέης] δαίδαλα ἔλεγον τὰ ποικίλα κατασκευάσματα ἀπὸ Δαιδάλης τῆς Μήτιδος μητρός, παρʼ ᾖ Ἀθηνῶ ἐτράφη.
Θέτις—θῆκε] οὐκ ἄρα κεχώρισται Πηλέως μετὰ τὴν γένεσιν
τοῦ “ πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης”
(Il. 1. 396).
223. θῆκʼ ἐπὶ νῆας ἄγεσθαι] οἱ περὶ Ζηνόδοτον “θῆκʼ ἐπὶ νηὸς
224. οὔλων τε ταπήτων] εὐειλήτων διὰ μαλακότητα, ἀφʼ οὗ καὶ
οὔλη θρίξ.
225. τετυγμένον] εὖ πεποιημένον. §. οὐ στρατιώτης δὲ ἀλλὰ Πυθαγορικός τις δοκεῖ νεανίας εἶναι.
227. οὔτε τέῳ 〈—ὅτε μὴ Διὶ πατρί〉] Ἀρίσταρχος “ὅτι”
προπάτορι Διὶ ἀφώρισε μόνῳ τὴν φιάλην.
228. τό ῥα] διʼ ἑνὸς ρ αἱ Ἀριστάρχου.
χηλὸς οἱονεὶ κῆλος παρὰ τὸ ἐγκεῖσθαι, οἳ δὲ παρὰ τὸ κῆλα,
θεείῳ] τοῦτο κατὰ ἔθος πάτριον.
231. μέσῳ ἕρκεϊ] ἐπεὶ ἐν μέσῳ τοῦ οἴκου ἑρκείου Διὸς βωμὸς
233. Δωδωναῖε] εἰκότως τὸν πολίτην καὶ γείτονα καὶ προπάτορα
101) καὶ Χρύσης Σμινθεῖ (Il. 1. 39), ὁ δὲ Δωδωναῖος καὶ
Νάιος· ὑδρηλὰ γὰρ τὰ ἐκεῖ χωρία. οἳ δὲ γράφουσι “Φηγω-
ναῖε·” Σκοτουσαῖοι γάρ φασι παρʼ ἑαυτοῖς λόφον εἶναι φακόεντα
ἀπέχοντα Σκοτούσης σταδίους ιε΄, ἐν ᾧ Διὸς Φηγωναίου ἐστὶν
ἱερόν. οἳ δὲ γράφουσι “Βωδωναῖε”—πόλις γὰρ Θεσσαλίας Βω-
δώνη, οὗ τιμᾶσθαι τὸν Δία— τινὲς δὲ “ἀναδωδωναῖε” ὑφʼ ἕν.
παρὰ τὴν ἀνάδοσιν τῶν ἀγαθῶν. ὠνόμασται δὲ ἀπὸ Δώδωνος
τοῦ Διὸς καὶ Εὐρώπης τῆς Ὠκεανοῦ, ὃς καὶ παρὰ Διὸς τὴν μαν-
τικὴν εἰλήφει· ἄλλοι φασὶ Δευκαλίωνα μετὰ τὸν κατακλυσμὸν ἐν
Ἠπείρῳ γενόμενον παρὰ τῆς πελειάδος τῆς ἐπικαθημένης τῇ δρυὶ
κελευσθῆναι κατοικεῖν αὐτοῦ καὶ γήμαντα Δωδώνην Ὠκεανίδα τὴν
πόλιν οὕτω προσονομάσαι· ὅτι δὲ ἐν Θεσπρωτοῖς οἶδε τὸ μαντεῖον
τοῦ Διός, ὁ ποιητὴς φανερὸν ἐποίησεν ἐν Ὀδυσσείᾳ (14. 328), καὶ
Εὐριπίδης (Phoen. 982) “Θεσπρωτὸν οὖδας. σεμνὰ Δωδώνης
βάθρα;” Ὅμηρος δὲ οὐκ οἶδε τοῦ Διὸς ἱερὰν δρῦν, ἐπεὶ κἂν εἰρήκει.
ὡς περὶ τῆς ἐν Ἰλίῳ “φηγῷ ἐν ὑψηλῇ πατρὸς Διὸς αἰ-
γιόχοιο” (Il. 7. 60) καὶ “Διὸς περικαλλέι φηγῷ” (Il. 5. 693).
ὅτι πάγοις καὶ κρυμοῖς ὑπὸ τοῦ οὐρανοῦ συνέχεται.
Πελασγικέ] ὑπὸ Πελασγῶν ἵδρυται τὸ περὶ Δωδώνην τέ-
μενος. οἳ δὲ “Πελαργικέ·” ἐν γὰρ τῷ τεμένει λόφον εἶναι λευκόν,
ὃν οὕτω καλεῖσθαι παρὰ τῷ ποιητῇ· οἳ δὲ “Πελαστικέ,” οὗ πέλας
Ζεὺς γάρ ἐστιν ἡ τοῦ κόσμου ψυχὴ ἀεροειδὴς οὖσα.
234. δυσχειμέρου] οἱ περὶ Ζηνόδοτον “πολυπίδακος,” διὰ τὸ Καλ- λιμάχου “κρηνέων τʼ Εὐρώπῃ μισγομένων ἑκατόν” (cf. fr. 484).
Σελλοί] “Ἑλλοί” ἀπὸ Ἑλλοῦ τοῦ Θεσσαλοῦ· οὕτω δὲ ὁ
ποιητὴς καὶ οἱ παλαιοί· τινὲς δὲ “Σελλοί” ἀπὸ Σε〈λ〉λήεντος
τοῦ ποταμοῦ, ὃς νῦν Ἄωος καλεῖται· ἐὰν δὲ εἴπωμεν “Σελλοί,”
235. ἀνιπτόποδες] οἱ φυλασσόμενοί τι μιαρὸν πατῆσαι. ἢ μὴ
ταῖς διανοίαις, μετεωρολόγους. §.“ χαμαιεῦναι” δὲ οἱ χαμαὶ
236. ἠμὲν δήποτʼ ἐμόν] τὴν ἀπὸ τῆς μητρὸς δέησιν (Il. 1. 528)
Ὀδυσσῆος ταλασίφρονος ἄαθʼ ἑτα〈ι〉ρων Κίρκα ἐπαλείψασα” (fr.
41 B.)· οὐ γὰρ αὐτὴ ἤλειψεν, ἀλλʼ ὑπέθετο Ὀδυσσεῖ.
237. τιμήσας μὲν ἐμέ] Ζηνόδοτος οὐδὲ γράφει· Ἀριστοφάνης ἀθετεῖ.
240. ἀλλʼ ἕταρον πέμπω] ὡς παρόντα τὸν θεὸν καὶ
ἀγνοοῦντα διαλέγεται ἀνθρωπείως· πάντα γὰρ οἶδεν ὁ θεός.
ἄλλως: ἀλλʼ ἕταρον] ὁ “ἀλλά” ἀντὶ τοῦ δέ.
241. τῷ κῦδος] πρέπον Ἀχιλλεῖ δόξαι αἰτεῖσθαι πρὸ σωτηρίας·
243. ἐπίστηται] δύναται.
244. ἦ οἱ καὶ τότε χεῖρες] ὡς ἐρωτηματικὸν περισπαστέον.
245. ὁ〈π〉πότʼ ἐγώ περ ἴω] Ἀρίσταρχος ὡς ἡνίοχόν φησιν ἠκο-
οὖν Ἀχιλλεῖ συναγωνίζεται ἡνίοχος ὤν; καὶ τί θαυμαστὸν ἡνιο-
*μῶλον] μολυσμόν.
247. ἀσκηθής ] ἐκ τοῦ γὰρ θεραπεύειν τὸ ὑγιαίνειν. ἡ δὲ
ἦθος δηλοῖ.
248. τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν] ἴσον νομίζει θάνατον καὶ ἀποβολὴν δὅπλων.
249. τοῦ δʼ ἔκλυε] σοφῶς καὶ διὰ βραχέων τὸ πᾶν ἐξήνεγκεν.
251. νηῶν μέν οἱ ἀπώσασθαι] πρὸς τὸ πρῶτον ὑπήντησεν.
252. σόον] γράφεται καὶ “σάο” διὰ τὸ “σαώτερος ὥς κε νέκαιʼ (Il. 1. 32) καὶ “σάω δʼ ἐρίηρας ἑταίρους” (303). πρὸς τὸ “ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ’ ἵκωμαι” (Il. 9. 393).
255. στῆ δὲ πάροιθε] εἰκότως θεατὴς τῆς μάχης γίνεται καρα- δοκῶν τὸ ἀποβησόμενον.
*ἔτι δέ] ἔτι γάρ.
259. σφήκεσσι] παρόσον ὁμοθυμαδὸν ὁρμῶσι τῶν σκηνῶν καὶ θυμοῦ μεστοί· θυμικὸν γὰρ σφήξ, καὶ μάλιστα ἐνόδιος, ἀδιαλείπτως ἐρεθιζόμενος ὑπὸ τῶν ὁδιτῶν.
260. εἰνοδίοις] παρὰ τὴν ὁδὸν ἔχουσι τὴν σφηκιάν.
ἐριδμαίνωσι] εἰς ἔριν ἐμβάλλωσιν· οἳ δὲ ἐρεθίζωσιν. §.
261. αἰεὶ—] ἀθετεῖται διὰ τὴν ταὐτολογίαν· τὸ γὰρ “ἀεί”
ταὐτόν ἐστι τῷ “ἔθοντες,” τὸ δὲ “κερτομέοντες” τῷ “ἐριδμαίνωσι,”
τὸ δὲ “ὁδῷ ἐπί” τῷ “εἰνοδίοις.ʼ ἄλλως τε ὁ ποιητὴς κερτόμησιν
263. παρά τις τε κιών] παροδεύων τις. πλεονάζει οὖν ὁ “τέ”
σύνδεσμος.
264, 5. ἔχοντες προ〈σ〉σω πᾶς] πρὸς τὸ σχῆμα· καὶ τὸ “πᾶς” ἴσον τῷ ‘πάντες.ʼ
265. πρό〈σ〉σω πᾶς πέτεται] ἥκιστα ἂν ἴδοις σφῆκα φεύγοντα, διώκοντα δὲ προθυμότατα.
267. βοὴ δʼ ἄσβεστος] Ἀχαιῶν μὲν ἐπὶ τῇ χαρᾷ βοησάντων,
268. ἑτάροισιν ἐκέκλετο] οὔπω ἐμβάλ〈λ〉ουσιν εἰς τὸν πόλεμον,
271. Πηλείδην τιμήσομεν] μέγαν αὐτοῖς ὑπογράφει σκοπὸν
272. ἀγχέμαχοι] ἀπὸ κοινοῦ τὸ “ μέγ’ ἄριστος” (271). §. Σέλευκος δὲ ἀθετεῖ.
273. γνῷ δὲ καὶ Ἀτρείδης] ἔμφρων ὁ Πάτροκλος ὁ παρόντα μὲν
ἐλέγχων μετὰ παρρησίας—“νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν”
(Il. 16. 33) —ὑπὲρ ἀπόντος δὲ τοῦ φίλου ἀπολογούμενος. τὰ αὐτὰ δὲ
τῷ Ἀχιλλεῖ προφέρεται. ἅμα δὲ καὶ ἐμβριθὴς ἡ παράκλησις δεῖξαι
σπεύδοντος Ἀγαμέμνονι, ὡς αἴτιος τῆς Ἑλληνικῆς γέγονε συμφορᾶς.
274. οὐδὲν ἔτισεν] περισσεύει τὸ “ἕν·” ἔστι γὰρ ‘οὐκ ἔτισεν.ʼ
276. ἐν δʼ ἔπεσον] ἀκολούθως τοῖς Ἀχιλλέως παραγγέλμασιν
ἀμφὶ δὲ νῆες] οὐ πᾶσαι, ἀλλʼ αἱ τῶν Μυρμιδόνων.
278. ὡς εἴδοντο Μενοιτίου] αὐτοὶ μὲν οὐκ εἶδον ὡς Μενοιτίου
279. αὐτὸν καὶ θεράποντα] Αὐτομέδοντα ἐν τοῖς ὅπλοις ὄντα
280. πᾶσιν ὀρίνθη θυμός] ἀντὶ τοῦ ‘πάντων.ʼ §. ἐνδείκνυται δὲ
280, 1. φάλαγγες, ἐλπόμενοι] ἔστι τι ὅμοιον καὶ παρὰ Θουκυδίδῃ (I 110) “ἐκ τῶν Ἀθηνῶν καὶ τῆς ἄλλης συμμαχίας ν΄ τριήρεις πλέουσαι ἐπʼ Αἴγυπτον ἔσχον κατὰ τὸ Μενδήσιον κέρας, οὐκ εἰδότες τῶν γεγενημένων οὐδέν.”
ἄλλως: φάλαγγες, ἐλπόμενοι] ἀντὶ τοῦ ἐλπομένων. Ζηνόδοτος δὲ γράφει “ἐλπόμεναι,” ἐπὶ τῶν φαλάγγων. §. ἐπαινεὶ δὲ Ἀρί- σταρχος, ὅτι οὐ φεύγοντας ἐποίησεν εὐθέως, ἀλλὰ καταπλησσομένονς.
281. ναῦφι] ἀπὸ εὐθείας παρῆκται· δηλοῖ γὰρ γενικήν.
283. πάπτηνεν δὲ ἕκαστος] δεινότατον τῶν ἐπῶν Ὁμήρου τοῦτό
φησιν Ἀριστοτέλης (fr. 129), ἐν ᾧ πάντες φευκτιῶσιν. καὶ οἰκεῖον
βαρβάρων.
286. νηὶ πάρα πρυμνῇ] καλῶς τῇ κινδυνευούσῃ νηὶ πρώτῃ ἐπι- κουρεὶ· τοῦτο γὰρ ἔλεγεν Ἀχιλλεὺς “ μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται” (128).
287. ὃς Παίονας ἱπποκορυστάς] Μίμνερμος (fr. 17 Bergk) “Παίονας ἄνδρας ἄγων, ἵνα τε κλειτὸν γένος ἵππων.’ ἐν δὲ τῷ Καταλόγῳ καὶ “Παίονας ἀγκυλοτόξους” (Il. 2. 848). ἢ οὗτοι ὑπὸ Ἀστεροπαῖον, οἱ δὲ ἱππεῖς ὑπὸ Πυραίχμην. ἢ διαφόρῳ ὁπλίσει ἐχρῶντο. ἢ ἰπποτοξ〈ότ〉αι ἤσαν.
288. ἐξ Ἀμυδῶνος] Ἀμυδὼν φρούριόν ἐστι Μακεδόνων περὶ τὸν Ἀξιὸν ποταμὸν κείμενον.
290. ἕταροι δέ μιν ἀμφεφόβηθεν ] ἐκ πλήρους ἡ
δὲ διὰ τὴν ὑπεροχὴν τοῦ ἀναιρεθέντος πιθανὸν φεύγειν τοὺς ἄλλους.
293. κατὰ δʼ ἔσβεσεν] ἐπαινεῖται ταῦτα ὡς ἐν τῷ τάχει ἔχοντα καὶ ἀξιοπιστίαν, εἴ μὴ πᾶν εἶπε πεπρῆσθαι τὸ σκάφος.
ἔσβεσεν] αἴτιος τῆς σβέσεως ἐγένετο. ἢ Πάτροκλος ἔσβεσεν ὅπερ ὁ Ζεὺς ἀνῆψεν (121).
294. ἡμιδαής] ἐναργῶς ἔχει τὸ “ἡμιδαής·” σχεδὸν γὰρ αἴρει τὰς αἰσθήσεις ἡ τῶν ὀνομάτων ἔμφασις, καὶ ἐν ὄψει τὸ πρᾶγμα δείκνυσιν.
τοὶ δὲ φόβηθεν] ὅρα ὅτι οὐκ ἀφίσταται τοῦ ὀνόματος (cf. 290)· τοῦτο γάρ ἐστι τὸ καιρὸν παρασχὸν κατασβέσαι, ἡ τῶν πολεμίων ὑποχώρησις.
296. ἀλίαστος] ἀνέκλέιπτος.
297. ἀφʼ ὑψηλῆς κορυφῆς] ἐπεὶ ἐν ταῖς ἀκρωρείαις πυκνὰ νέφη
ἐπικαθίσαντα σκοτίζειν εἴωθε τὸν ὑποκείμενον τόπον· μέμνηται δὲ
298. κινήσῃ —νεφέλην] πιθανῶς οὐκ εἶπε ‘σκεδάσῃ·’ οὐ γὰρ προ-
τροπάδην ἀπίασιν· ὁπότε δὲ προτροπάδην φεύγουσιν, “ὡς δʼ ὅτ’
ἀπʼ Οὐλύμπου νέφος ἔρχεται ” (364).
299. σκοπιαί] τόποι ἐπιτήδειοι πρὸς σκοπὴν τῶν πόρρω· §. καὶ
“ἄσπετος αἰθήρ” (300).
πρώονες] οἱ λόφοι τῶν ὀρῶν παρὰ Ἀργείοις. §. ἔστι δὲ τοῦ
300. ὑπερράγη ] τῶν νεφῶν διαρραγέντων ωφθη ὁ
303. οὐ γάρ πω—Τρῶες] δαιμονίως ἔτι συνέχει τὸν ἀγῶνα ὁ
304. προτροπάδην] ἀμετάστρεπτοι.
305. *ἀνθίσταντο] τινὲς “ἄντα ἵσταντο.”
306. κεδασθείσης] ἄλλος γὰρ ἄλλῃ ἔφυγεν. διὰ δὲ τῶν Μυρ-
309. διαπρὸ δὲ χαλκὸν ἔλασ〈σ〉εν] διήλασε τὸν χαλκὸν εἰς τοὔμπροσθεν.
311, 2. Θόαντα στέρνον] ἀντὶ τοῦ Θόαντος. §. καὶ πρὸς τὴν ὁμωνυμίαν ἡ διπλῆ.
312. * στέρνον] λείπει ἡ κατά.
313. ἐφορμηθέντα] Ἀριστοφάνης “ ὑφορμηθέντα,” ἀντὶ τοὺ ὑπο-
314. ἄλλως: ἔφθη ὀρεξάμενος] προέφθασεν ἐκτείνας.
ὀρεξάμενος] τύψας· ὁ γὰρ τύπτων ἐκτείνει τὴν χεῖρα.
ἄλλως: ὀρεξάμενος] ἀντὶ τοῦ ‘παίσας ἔφθη πρὶν οὐτάσαι.ʼ
πρυμνὸν σκέλος] τὸ ἔσχατον ὡς πρὸς τὸν μηρόν. λέγει δὲ τὴν γαστροκνημίαν.
315. μυὼν ἀνθρώπου] μέμφονται λέγοντες τὰς πρὸς τοὺς μῦς
πληγὰς ἐπωδύνους μέν, μὴ θανασίμους δὲ διὰ τὸ μὴ συνάπτειν τινὶ
τῶν καιρίων. οἳ δέ φασιν, ὡς μύες ἐκ νευρῶν εἰσι πεπλεγμένοι καὶ
σαρκὸς στεριφῆς· ὅθεν ἐν ταῖς διακοπαῖς αὐτῶν ὀδύναι γίνονται
ἕνεκεν τῶν νευρῶν, αἱμορραγίαι δὲ διὰ τὰς φλέβας καὶ ἀρτηρίας,
τελευτὴ δὲ διὰ τὰς τοῦ ἐγκεφάλου συμπαθείας· δύο γὰρ κατα-
πεφύκασιν αὐτοῦ νεῦρα ἀπὸ νωτιαίου μυελοῦ. συμπαθεῖ δὲ καὶ ἡ
καρδία τῷ ἐμπεφυκέναι αὐτῇ τὰς φλέβας. καλῶς δὲ καὶ πάχιστόν
φησιν (314)· ὁ γὰρ ἐν τῷ σώματι παχύτατος μῦς ἐστιν ἐν τῇ
κνήμῃ, καθάπτων ἐπὶ τὴν πτέρναν, καλούμενος τένων.
317. Νεστορίδαι] ἀντὶ τοῦ Νεστοριδῶν· ἢ ἀπὸ κοινοῦ τὸ ‘οὔ-
*οὔτασε] τινὲς “οὐτάς.”
320. Ἀντιλόχῳ ἐπόρουσε] ὑπερφυὴς ἡ ποικιλία. οὐ γὰρ ἔφη.
ὅτι δύο ἀδελφοὶ δυσὶν ἀδελφοῖς ἐπεχώρησαν, ἀλλὰ μετὰ τὴν τοῦ
προτέρου ἀναίρεσιν ὁ δεύτερος ἐπαμύνων τῷ ἀδελφῷ ἐπιχωρεῖ τῷ
Ἀντιλόχῳ, ἀναιρεῖ δὲ αὐτὸν ὁ Θρασυμήδης ὑπερμαχῶν τοῦ ἀδελφοῦ.
τὴν ἑκατέρου οὖν φιλαδελφίαν ἐνέφηνε, τοῦ μὲν διὰ ἀδελφὸν ἀπο-
θανόντος, τοῦ δὲ διὰ ἀδελφὸν ἀνελόντος.
322. ἔφθη ὀρεξάμενος] προέφθασεν ἐκτείνας.
ἔφθη] τὸ ἑξῆς ‘ ἔφθη ὀρεξάμενος ὦμον ἄφαρ.ʼ
324. δρὺψ ἀπὸ μυώνων] εἰ τοῦ ἐγκεφάλου ἀποπέφυκε τὰ νεῦρα εἰς
νωτιαῖον μυελόν, ἐκ νεύρων δὲ οἱ μύες, ἐκ καρδίας δὲ αἱ φλέβες εἰς
τὸν μῦν, συμπάθειαν ἔχουσι καὶ τὰ καίρια· ὅθεν αἱ ἀθρόαι τῶν
μυῶν πληγαὶ θανατοῦσιν.
ἄλλως: δρὺψ ἀπὸ μυώνων] τὸν ἔσχατον μυῶνα τοῦ βραχίονος ἀπέδρυψεν ἡ ἀκωκὴ τοῦ δόρατος, ἀπήραξε δὲ ἕως τοῦ ὀστέου.
ἀνὸ δʼ ὀστέον ] τὸ ἑξῆς. ἀπάραξεν ὀστέον.
326. ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι] ὑπὸ τῶν δύο ἀδελφῶν δαμέντες, ὡς τὸ “ Ἀχιλῆι δαμασθείς” (Il. 22. 55).
328. Ἀμισωδάρου] οὗτος Καρίας δυνάστης, οὗ τὴν θυγατέρα ἔγημε Βελ〈λ〉εροφόντης, ὡς Ξενομήδης φησίν.
ὅς ῥα Χίμαιραν θρέψεν] ὅτι οὐ πέπλασται τὰ περὶ τὴν Χίμαιραν,
πίστιν ἐπιτίθησι διὰ τοῦ χρόνου καὶ τοῦ θρέψαντος. ἴσως οὖν ἐν
αἰπολίῳ χίμαρος τραφεὶς ἠγριώθη· οὐδὲ μὴν ἑτεροφυὴς ἦν, ὡς Ἡσίοδος
ἔπλοσεν (Th. 319).
329. ἀμαιμακέτην] τὴν ἀκαταμάχητον.
πολέσιν κακόν] ‘ἐφʼ ἣν οὐκ ἄν τις ὁρμήσειεν.ʼ
330. Αἴας δέ] πιθανῶς τὸ ζωγρῆσαι οὐκ ἄλλῳ τινὶ περιέθηκεν ἢ
πρόσκειται· ἱκανώτατος γὰρ ἦν τῶν ἄλλων ἐπιδραμὼν συλλαβεῖν τινά.
333. πᾶν δʼ ὑπεθερμάνθη] ἀντὶ τοῦ ὅλον. τοῦτο δὲ ἐμφαίνει τὴν
τὸν δὲ κατʼ ὄσσε] ἀντὶ τοῦ ‘ δέʼ §. ἡ δὲ “καττά” πρὸς τὸ
ἔλαβεν.
335. Πηνέλεως δὲ Λύκων τε συνέδραμον] τὸ διήγημα κατὰ ἀνα-
336. μέλεον δʼ ἠκόντισαν] ματαίως. οἱ τραγικοὶ δὲ τὸ “μέλεον”
φάσγανον ἐρραίσθη] ὑπὸ τῆς βίας τοῦ τύψαντος, ὡς τὸ
αὐχένα θεῖνε] ἀντὶ παρῳχημένου τοῦ ἐπάταξε. ποικίλλει δὲ
συνήθως τὰς πληγάς.
340. ἔσχεθε δʼ οἶον δέρμα] μόνον δὲ τὸ δέρμα κατέσχε καὶ κατεκράτει τὴν κεφαλὴν ἐκκοπεῖσαν.
342. κιχείς] ἀπὸ τοῦ κίχημι, ἢ τῆς κιχὼν παθητικόν, ὡς τῆς
343. ἐπιβησόμενον] ἐπιβατικῶς ἔχοντα.
345. Ἐρύμαντα] παρὰ τὸ ἔρυμα. τινὲς δὲ “Ὀρύμαντα.”
κατὰ βστόμα νηλέι χαλκῷ] ποικίλως πάνυ· φθάνει γὰρ τὸ ἐναντίον
διαθέμενος περὶ τὸν Πάνδαρον (Il. 5. 291). τοῦ μὲν γὰρ ἄνωθεν πλη-
γέντος τὸ δόρυ διὰ τοῦ στόματος διέρχεται, ἐνταῦθα δὲ ἡ μὲν πληγὴ
διὰ τοῦ στόματος γίνεται, διαπερᾷ δὲ τὸ δόρυ διὰ τῆς κεφαλῆς.
347. κέασ〈σ〉ε δʼ ἄρʼ ὀστέα] οἰκείως ἐπὶ μὲν ὀστῶν “κέασσεν,” ἐπὶ δὲ ὀδόντων “ἐτίναχθεν” (348), ἐπὶ δὲ τοῦ δόρατος“ἐξεπέρησε” (346).
348. ἐκ δʼ ἐτίναχθεν ὀδόντες] ἐπάνω τῆς ὑπέρας ἠνέχθη ἡ
πληγὴ κατὰ τὸν ἐγκέφαλον, οἱ δὲ ὀδόντες κατ ἐπιδρομὴν
ἐνέπλησθεν δὲ—αἴματος ὀφθαλμοί] ἡ αἱμορραγία ὅλην τὴν
κεφαλὴν διελθοῦσα διὰ τῶν ὀφθαλμῶν ἐφάνη μάλιστα· εἰσὶ γὰρ ἐξ
ὑμένων λεπτῶν· ὅθεν οἱ ἰκτεριῶντες ἀπʼ ὀφθαλμῶν δῆλοι τὰ πρῶτα
γίνονται τῆς χολῆς ὑποδραμούσης.
350. πρῆσε χανών] ἐξεφύσησεν· καὶ ἀλλαχοῦ “ἐν δʼ ἄνεμος
πρῆσεν” (Il. 1. 481). εἰκὸς δὲ τῶν ἐν τῇ κεφαλῇ φλεβῶν διακο-
πεισῶν προχυθὲν τὸ αἷμα διὰ τῶν ὀφθαλμῶν καὶ τοῦ στόματος καὶ
τῶν ῥινῶν χωρῆσαι.
352. ὡς δὲ λύκοι ἄρνεσσιν] ὅταν ἑνὸς ἔφοδον δηλῶται θέλῃ,
λέοντα εἰς τὴν εἰκόνα παραλαμβάνει, “ ἤτοι ὃ μὲν πρώτῃσι—
βόεσ〈σ〉ι” (Il. 15. 634). νῦν δὲ τὴν τοῦ πλήθους ἔφοδον ἐμφῆναι
βουληθεὶς τὰ ἀγεληδὸν ἐφορμῶντα ζῷα παρέλαβε, τοὺς λύκους.
ἐπέχραον] ἀθρόοι ἐπεβάρησαν, ἢ ἀθρόοι ἐπήλθοσαν.
353. ὑπὲκ μήλων αἱρεύμενοι] ἐξ αἰγῶν ἢ προβάτων ὑπεξαιρούμενοι.
μήλων] προβάτων καὶ αἰγῶν. καὶ ἐν ἄλλοις “μῆλʼ ὄιές τε
καὶ αἶγες” (Il. 9. 84). πρόβατα γὰρ πάντα ἐκάλουν τὰ θρέμ-
ματα οἱ παλαιοί· καὶ Εὔπολις (Capr. fr. 14 Κ.) προβατικὸν χορόν
φησι τὸν ἐξ αἰγῶν.
αἵ τʼ ἐν ὄρεσσιν] αἱ ἄρνες δηλονότι καὶ οἱ ἔριφοι. §. καλῶς δὲ
354. διέτμαγεν] διὰ τοῦ ε τὸ “διέτμαγεν,” ὡς “κόσμηθεν”
356. ὣς Δαναοί] καὶ Μυρμιδόνας συμπεριλαμβάνει.
*ἐπέχραον] ἐπήλθοσαν.
357. δυσκελάδου] προσφυὲς τὸ ἐπίθετον· βοῶσι γὰρ καὶ οἱ διώ-
358. Αἴας δʼ ὁ μέγας] δαιμονίως οὐκ ἄλλῳ περίκειται τὸ ἐπιτηρεῖν
τὸν Ἕκτορα ἀλλὰ τῷ Αἴαντι, εἰκότως· ἔχει γάρ τι πρὸς αὐτὸν ὁ
ἥρως ὡς ἂν διʼ αὐτὸν ἀποκρουσθεὶς τῆς νεώς (122)· εἰκὸς οὖν
αὐτὸν σπεύδειν ἀποδοῦναι τὴν ὁμοίαν.
Αἴας δʼ ὁ μέγας] πρὸς διαστολὴν τοῦ Ὀἰλέως.
361. σκέπ〈τ〉ετο] σκοπεύων ἐφυλάττετο· τ〈οι〉οῦτον δὲ ἀκοντο-
δόκον φασίν.
ὀιστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων] καλῶς ἐπὶ μὲν τοῦ βαρέος
364. ἀπʼ Οὐλύμπου] τοῦ τόπου, ἔνθα τὰ νέφη ἐπικαθέζεται.
νέφος ἔρχεται οὐρανὸν εἴσω] οὐ τὴν ἄνω φορὰν ποιούμενον—
πῶς γὰρ ἐξ αἰθέρος γενομένης τῆς λαίλαπος ὑψοῦται τὰ νέφη ;—
ἀλλὰ τὴν εἰς πλάτος. οὕτω καὶ οἱ Τρῶες προσεδρεύοντες πρώην τῷ
ναυστάθμῳ ἐπεξετάθησαν εἰς τὸ πεδίον.
οὐρανόν] τὸν ὑπὲρ τὰ νέφη τόπον εἴωθε καλεῖν.
365. αἰθέρος ἐκ δίης] “Δίης ” τινὲς τῆς ὑπὸ Διὸς ἀρχομένης, ὡς
Ὀδυσσήιος δόμος(Od.18.353). §. ὅταν ἐκ τοῦ αἰθέρος ὁ Ζδεὺς ἐπιτείνῃ B=
λαίλαπα. §. ἐν δὲ τοῖς ὑπομνήμασι κατὰ δοτικὴν τὸ “ λαίλαπι ”
ἄλλως: αἰθέρος ἐκ δίης] ὡς ἐξ εὐδίας ἐπιταράσσεται ὁ οὐρανός, οὕτω ταραχὴ γέγονε τῶν Τρώων.
368, 9. λ〈ε〉ῖπε δὲ λαὸν—οὓς ἀέκοντας] ὅτι πρὸς τὸν νοῦν ὑπήντησεν.
370. πολλοὶ δʼ ἐν τάφρῳ —ἵπποι] καὶ μήν φησιν ἔξω τὴν ἵππον
371. ἄξαντε] πρὸς τὰς συνωρίδας, αἷς ἐχρῶντο οἱ Τρῶες, τὸ
ἄλλως : ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ] ἀπὸ κοινοῦ τὸ “ἅρματα.”
372. σφεδανόν] ἐσπευσμένως· οἳ δὲ συντόνως, ἅφ’ οὗ καὶ σφὴν ὁ διατείνων πάντα καὶ σφίγγων.
374. τμάγεν] διεκόπησαν καὶ διεσχίσθησαν ἀπʼ ἀλλήλων. διʼ
ὧν δὲ μεστοῖ πάσας τὰς ὁδούς, τὸ πλῆθος παρίστησι, “πολλαὶ
γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι” (Il. 10. 66).
* ἀέλλη] ὀμιχλώδης κονιορτός.
375. * ὑπαὶ νεφέων] ἔμπροσθεν τῶν νεφῶν.
τανύοντο δέ] ἐμφαντικώτερον τοῦτο τοῦ ἔτρεχον.
377. ᾗ πλεῖστον] ὅπου πολὺν ἐργάσασθαι φόνον ἠδύνατο.
378. * ἔχε] ἤλαυνε τοὺς ἵππους.
φῶτες ἔπιπτον] οἱ Τρῶες, φησί, πρηνεῖς πίπτοντες ὑπὸ τοῖς ἄξοσιν ἐγίνοντο, εἰς σὓς καὶ ἀνεκυμβαλίαζον οἱ δίφροι, ὡς τοὺς πίπτοντας αἰτίους πτωμάτων τοῖς ἐπιβάταις γίνεσθαι. πρηνεῖς δὲ ἔπιπτον ὡς ὄπισθεν τιτρωσκόμενοι.
379. ἀνεκυμβαλίαζον] Ἀρίσταρχος διὰ τοῦ ᾱ “ἀνακυμβαλίαζον.”
ἀνακουφιζομένων οὖν τῶν ἀξόνων πρηνεῖς κατέπιπτον οἱ ἐπιβάται.
380. ἀντικρὺ δʼ ἄρα τάφρον] τοῦτο πρὸς τὴν ἀρετὴν τῶν Ἀχιλ-
λέως ἵππων· Ἕκτωρ δὲ αὐτὸ μόνον ἐκαυχήσατο, οὐ μὴν ἐτέλεσεν,
“ἵπποι δὲ ῥέα τάφρον” (Il. 8. 179)· Αἰσχύλος δὲ Ἕκτορα σὺν
τῇ πανοπλίᾳ φησὶν ὄπιθεν ὁρμήσαντα πηδῆσαι τὴν τάφρον μὴ
δείξαντα 〈τὰ〉 νῶτα τοῖς ἐχθροῖς (fr. 371 N.).
382. πρόσ〈σ〉ω ἱέμενοι] παρεκελεύετο γὰρ αὐτοὺς κατὰ τοῦ Ἕκτορος ὁρμᾶν.
383. τὸν δʼ ἔκφερον] ἐξενηνόχεισαν ἴσως διὰ τῆς ὑπʼ Ἀπόλλωνος
καὶ οἱ Ἀσίου, “ὃν Ἀρίσβηθεν φέρον ἵπποι” (Il. 2. 838)· ὧν καὶ
διὰ τὴν ὑπεροχὴν ἐπιμελεῖται Ἀνδρομάχη (Il. 8. 187)· ἄλλως τε
ἄτοπον ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν λοιπῶν.
384. λαίλαπι] λαῖλαψ ὁ μετὰ ὑετοῦ ἄνεμος· ποτὲ δὲ ἀπλῶς ὑετός, “ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριχε χθών.”
385. ὀπωρινῷ] τῷ μετοπωρινῷ· καταρρήγνυται γὰρ ὄμβρος πολὺς
“λιμὸν ὁμοῦ καὶ λοιμόν” (Opp. 243).
387. οἳ βίῃ εἰν ἀγορῇ] παιδευτικὰ πρὸς τοὺς βασιλέας ταῦτα
〈οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας〉] σκολιὰς ποιήσωσι
θέμιστας· ἢ τὸ ‘ κρίναντες’ ἀπὸ κοινοῦ.
388. θεῶν ὄπιν οὐκ ἀλέγοντες] τὴν ἐπιστροφὴν τῶν θεῶν οὐκ
389. *τῶν δέ] τῶν ἀσεβῶν ἀνδρῶν.
390. κλιτῦς] κλίματα ὀρῶν. §. καὶ ἐχρῆν μὲν περισπᾶσθαι, ἐπεὶ
ἀπὸ τοῦ ‘κλιτύας,ʼ ἀνεγνώσθη δὲ ὀξυτόνως, ὡς τὸ “κνημῖδας γραπ-
χαράδραι] κυρίως οἱ κοῖλοι τόποι, παρὰ τὸ κεχαράχθαι· νυνὶ δὲ
ἄλλως: χαράδραι] χάραδρός ἐστιν ὁ ἐν γεωλόφοις κατερρηγ-
μένος τόπος, χαράδρα δὲ ὁ ἐν ἐπιπέδοις ἐκ ποταμῶν καὶ ὑετῶν
ἐκρησσόμενος.
392. ἐξ ὀρέων ἐπικάρ] τὸ τέλειον “ἐπὶ κάρα,” ὅ ἐστιν ἄνωθεν
393. ὣς ἵπποι] ὡς αἱ χαράδραι. κέχρηται δὲ ἐνταῦθα τῇ παρα- βολῇ, ὡσεὶ “μεγάλα στενάχουσι ῥέουσαι” (391), εἶτα ἀντέθηκε “μεγάλα στενάχοντο θέουσαι.”
στενάχοντο] πρὸς τοῦτο ἡ πᾶσα παραβολή· τὰ δʼ ἄλλα εὐσε- βείας χάριν παρέθηκεν.
395, 8. ἄψ ἐπὶ νῆας ἔεργε—μεταίσσων] θαυμάσειεν ἄν τις τὴν
Ὁμήρου φύσιν κατὰ πολλὰ ὅτι λανθάνει τὰ ὅμοια λέγων, ὥστε
δοκεῖν ἄλλα καὶ ἄλλα εἶναι. ταῦτα γὰρ οὐδὲν διαφέρει τῶν ἐπʼ
Ἀχιλλεῖ λεγομένων, ὅπου κατὰ νώτου φησὶν αὐτὸν τῶν πολεμίων
γενόμενον τὴν ἑτέραν μοῖραν τῶν βαρβάρων διώκειν· “ἔνθα δια-
τμήξας τοὺς μὲν πεδίονδʼ ἐδίωκεν” (Il. 21. 3).
ἄλλως: ἄψ ἐπὶ νῆας] πάλιν ὀπισθορμήτους ἀπεῖργεν ἐπὶ τὰς ναῦς.
395. παλιμπετές] παλιμπετῶς· ἀπὸ τῶν εἰς τοὐπίσω πιπτόντων
βελῶν. §. ἀναμφιβόλως δὲ αὐτοὺς ἔχειν βούλεται, ὅπερ καὶ ἐπὶ
Δόλωνος πράττουσιν (Il. 10. 354).
399. Πρόνοον] παραβάτης ἦν, διὸ καὶ ἀσπίδα φέρει· ὁ δὲ Θέστωρ ἡνίοχος αὐτοῦ.
βάλε δουρί] συντόμως ἅμα καὶ κεχαρισμένως τῷ ἀκροατῇ
ποιεῖται τὴν ἐκδίκησιν τῶν Ἑλλήνων.
401. *ὃ δὲ Θέστορα] Θέστορα δέ.
402. *δεύτερον ὁρμηθείς] ἀπὸ κοινοῦ τὸ “βάλε” (399).
εὐξέστῳ] οὐ διαιρήσεις τὴν λέξιν διὰ 〈τὸ〉 μέτρον.
*εὐξέστῳ] ἀδιαίρετον.
403. ἀλείς] συστραφεὶς ἐν ἑαυτῷ.
405. γναθμόν] ἀρσενικῶς, καίτοι τῆς γνάθου θηλυκῶς λεγο- μένης, ἐπεὶ πᾶν ὄνομα εἰς μος ὀξύτονον ἀρσενικόν ἐστιν, ὡς λιμός.
διὰ δʼ αὐτοῦπεῖρεν ὀδόντων] διέπειρε δὲ τῶν ὀδόντων αὐτοῦ, Ἀττικῶς.
406. ὑπὲρ ἄντυγος] ἐμφαντικῶς τῇ προσθήκῃ τοῦ “ὑπὲρ ἄντυγος ”
καὶ τὸν τόπον ἔδειξε, διʼ οὗ εἷλκε, καὶ τὸ πρᾶγμα ὑπʼ ὄψιν ἤγαγεν.
ἕλκε δὲ δουρὸς—ὡς ὅτε τις φῶς] παντάπασιν ἡ παραβολὴ ὡμοίω-
407. ἐπὶ προβλῆτι] διδάσκει ποῦ δεῖ τοὺς ἁλιεύοντας καθέζε-
ἱερὸν ἰχθύν] οἳ μὲν τὸν ἀνθίαν, ἐπεὶ Ἀριστοτέλης ἐν τῷ θ΄ περὶ
καὶ καλοῦσιν ἱεροὺς ἰχθύας τούτους·” οἳ δὲ χρύσοφρυν, οἳ δὲ πομπίλον.
ἄμεινον δὲ μέγαν καὶ ἀσυνήθη θεοῖς ἀνειμένον θαλασσίοις· οἳ δὲ
διερόν. Πλάτων δὲ ἀγνοῶν ἱερόν φησι, διὰ τὸ μὴ θηρεύεσθαι ἐπὶ
τῶν ἡρωικῶν (? Pol. III 13, P. 404 b).
408. λίνῳ] τῇ διὰ νεύρων ὁρμιᾷ· καὶ ταῦτα γὰρ λίνα φασίν. §.
τὸ δὲ “θύραζε” ὅμοιον τῷ “δόρυ μείλινον ὦσε θύραζε” (Il. 5. 694).
ἤνοπι χαλκῷ] ἐμφώνῳ ἢ λαμπρῷ, ἐν ᾧ ἐστιν ἐνοπτ〈ρ〉ίσασθαι.
ἄλλως: ἤνοπι χαλκῷ] τῷ ἀγκίστρῳ· ἀπὸ τοῦ ὅλου τὸ μερικόν. §.
ἐν νηνεμίᾳ πολλάκις ἀτρεμούντων ἁπόντων σειομένοις ἐοικέναι τὰ
κοῖλα χαλκώματα.
411. * ἐπεσσύμενον] γράφεται καὶ “ἐπεσσύμενος.”
ἄλλως: βάλε πέτρῳ] πῶς λίθων εὐπορεῖ ἐφʼ ἅρματος ὤν; ἔοικε
Εὐρύαλον πάλιν ἐπαναβεβηκέναι. ὅτι γὰρ ἐφʼ ἅρματός ἐστι, πάλιν
ἑξῆς φησι (427) “Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δί-
φρου.” καὶ τὸ “ἐπεσσύμενον” ἐπὶ μὲν πεζοῦ οἰκεῖον, ἀπίθανον δὲ
ἐπὶ ἱππότου.
414. θυμοραῖστής] φησὶ τετρασυλλάβως καὶ βαρυτόνως ὁ
Γλαῦκος· οὐδέποτε γὰρ τὸ ῥαῖσαι εἶπεν ἢ δισυλλάβως. πῶς οὖν τὸ
“θυμοραιστέων” (591. Il. 18. 220) διεῖλεν:
415. Ἀμφότερον] εἰς ἰδιότητα ὥξυνεν Ἀρίσταρχος τὸ “Ἀμφο-
416. Τληπόλεμόν τε] διὰ ταχέων πάλιν καταλέγει τίσιν ἐπιτρέ- χει· τὸ γὰρ ἐπὶ πάντων κατὰ μέρος 〈ἐπ〉εξεργάσασθαι ἀδόλεσχον ἦν.
417. καὶ Ἀργεάδην πολύμηλον] τὸ πολύμηλος ἐπίθετον, Ἀργεά- δης δὲ τὸ κύριον· εἰ δὲ κύριον τὸ πολύμηλος, ἔσται τὸ Ἀργεάδης πατρωνυμικόν.
419. Σαρπηδὼν δʼ ὡς οὖν ἴδεν] ἔδει γὰρ ἀπὸ τῶν πολεμίων
γενέσθαι τινὰ ὑπεναντίωσιν· τὸ γὰρ μέχρι παντὸς ἀναιρουμένους
αὐτοὺς εἰσάγειν καὶ ἀπίθανον καὶ ἀργόν.
ἄλλως: Σαρπηδὼν δέ] καλῶς τῷ Ἀχιλλεῖ τὸν ἄριστον τῶν Τρώων φυλάττων τῷ Πατρόκλῳ τὸν ἄριστον τῶν συμμάχων ἄγει εἰς μάχην.
ἀμιτροχίτωνας] οὐχ ὑποζωννυμένους μίτρας τοῖς θώραξιν, ἢ ἀνα-
κώλους ἔχοντας χιτῶνας πρὸς τὸ μὴ δεῖσθαι μίτρας· οἳ δὲ
οὐδέποτε δὲ μίτραν φησὶ τὴν ζώνην ὁ ποιητής. ἄτοπον δὲ οὕτω
καταφρονεῖν καὶ μὴ χρῆσθαι μίτρᾳ, ὅπου καὶ Ἅρης ταύτῃ χρῆται.
οἳ δὲ τοὺς ἅμα θώρακι συνηρτημένην ἔχοντας μίτραν. οἳ δὲ οὐκ
ἐπὶ πάντων τὸ ἐπίθετον ἀλλʼ ἐπὶ τῶν ἀνῃοημένων, οἷον ἐπεὶ εἶδεν
αὐτοὺς ἀμιτροχίτωνας γεγενημένους διὰ τὸ ἐσκυλεῦσθαι.
422. 〈νῦν) θοοὶ ἔστε] ἀγαθοὶ 〈καὶ ταχεῖς εἰς τὸ〉 πολεμεῖν
γίνεσθε, ὡς τὸ “νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι ”
423. ἀντήσω γὰρ ἐγώ] ἐναντίος ἥξω. ἀνύσιμοι δὲ αἱ ἐκ τῶν
πονούντων παραινέσεις.
ὄφρα δαείω] οἶδε μέν, ὅτι οὐκ Ἀχιλλεύς· ἀγνοεῖ δέ, εἰ Πάτρο- κλός ἐστιν.
427. ἔκθορε] κατὰ τὸ σιωπώμενον ἐπιβέβηκε τῷ ἅρματι.
428. ὥς τʼ αἰγυπιοί] πρὸς τὸ ἰσοδυναμοῦν τῶν ἀντιμαχομένων τῇ
εἰκόνι κέχρηται, ἐνδείξασθαι βουλόμενος ὅτι ὅμοιοι ἦσαν οἱ συνιστά-
μενοι· διόπερ οὐχ ἑτερογενῆ ὄρνεα ὑποτίθεται.
ἀγκυλοχεῖλαι] παρὰ σύνθεσιν ἐκ τοῦ ἀγκυλόχειλος, ἢ ὡς τὸ “δωδεκέται” παρὰ Κρατίνῳ (fr. 406 K.).
429. πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε] ἄκρως τὸ ὁμοίωμα
φησὶ γοῦν καὶ Ἀλέξανδρος ὁ Μύνδιος μετὰ βοῆς ἐπὶ πετρῶν ταῦτα
μάχεσθαι.
430. κεκλήγοντες] ὡς λέγοντες· ἐν δὲ τῇ ἑτέρᾳ τῶν Ἀρι-
431. τοὺς δὲ ἰδὼν ἐλέησε] ἅμα μὲν ἵνα διάστημα γένηται ἀπὸ
432. Ἥρην δὲ προσέειπε] παρὰ Ζηνοδότῳ οὐκ ἦν ὁ διάλογος τῆς
Ἥρας καὶ τοῦ Διός· πῶς γάρ, φησίν, ἐν τῇ Ἴδῃ εὕρηται ἡ θεός;
οἳ δὲ ὡς ἡκούσης αὐτῆς εἰς Ἴδην κατὰ τὸ σιωπώμενον, ἵνα μετὰ
τοῦ Διὸς σκέψηται τὰ περὶ τῶν Ἑλλήνων, ὡς ἤδη τοῦ Διὸς μετα-
βεβλημένου τῷ γεγενῆσθαι ἃ ἠξίωσεν ἡ Θέτις.
433. μοι ἐγών] οὐ μεμπτέον τὸν ποιητήν· ἢ γὰρ ἀφιέναι δεῖ
τὴν συγγένειαν τῶν θεῶν τὴν πρὸς ἀνθρώπους ἢ τὰ ἑπόμενα αὐτῇ
λέγειν· ἅμα δὲ καὶ παιδευτικὴ ἡ τοῦ Διὸς ὀλόφυρσις διδάσκοντος
τοῦ ποιητοῦ, ὅτι καὶ θεοὶ τῇ εἱμαρμένῃ ἐμμένουσιν· δεῖ οὖν καὶ
τοὺς ἀνθρώπους τὰς εἱμαρμένας φέρειν γενναίως.
436. ἢ μιν ζῳόν] τὸ μὲν πρῶτον ὀξυτονητέον, τὸ δὲ δεύτερον
(438) περισπαστέον.
438. ἣ ἤδη] τὸ ἐξῆς “ἣ ἤδη—δαμάσ〈σ〉ω·” οὐ γὰρ τοῦτο
441. πεπρωμένον αἴσῃ] κεκριμένον τῇ μοίρᾳ. §. εὐπρεπῶς δὲ πάλιν
ἀντιλέγει, οὐ διὰ τὴν πρὸς βαρβάρους ἀπέχθειαν τἀναντία συμβου-
445. αἵ κε ζῳόν] “ζών” ἀπὸ τῆς “ἦ κεν ζὼς ἀμενηνὸς ἐᾷ” (Il. 5.
*δόμονδε] ὡς οἶκονδε.
446. μή τις ἔπειτα θεῶν] ἰσχυρότατα ἀντιλέγει μιμήσεσθαι φάσκουσα καὶ τοὺς ἄλλους τὴν Διὸς διάθεσιν· χρὴ γὰρ ὑπόδειγμα ὥσπερ τοῖς ὑπηκόοις εἶναι τὸν βασιλέα. ἔστιν οὖν τὸ κατὰ παρά- θεσιν ἐνθύμημα.
449. υἱέες ἀθανάτων] Ἰάλμενος Ἄρεος, Μενέσθιος Σπερχειοῦ, Εὔδωρος Ἑρμοῦ, Ἀχιλλεὺς Θέτιδος, Αἰνείας Ἀφροδίτης.
450. ἀλλʼ εἴ τοι φίλος ἐστί] δεξιὸν τοῦτο τῷ ἀποθύμια δια- λεγομένῳ τὸ μέν τι ἀνατρέπειν, τὸ δὲ χαρίζεσθαι· ἁρμόδια δὲ καὶ ταῦτα τῇ μητρνιᾷ· συγχωρεῖ γὰρ τὸ μηδὲν ἐκεῖνον ὠφελοῦν.
457. τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων] ἀπόχρη ἄρα τάφος καὶ στήλη τοῖς τεθνεῶσιν· καὶ μὴ περιεργάζου πλέον.
458. οὐδʼ ἀπίθησε πατήρ] διδασκαλικὸν τὸ καὶ τὸν Δία φέρειν τὴν εἱμαρμένην.
459. αἱματοέσσας δὲ ψιάδας] ἁρμόδιος ἡ τερατεία, ἐφʼ ἥρωι
τοιούτῳ καὶ πατρὸς πενθοῦντος Διὸς τὸ τὸν κόσμον μόνον οὐχὶ συνά-
χθεσθαι.
460. παῖδα] ἀπήρκεσεν αὐτῷ τὸ ὄνομα πρὸς ἔνδειξιν τῆς τοῦ θεοῦ διαθέσεως.
*ἔμελλεν] ἐῴκει
463. ἔνθʼ ἤτοι Πάτροκλος] χαρίεν τὸ προ τῆς ἀναιρέσεως προαγῶνά τινα γενέσθαι· ὃ μὲν γὰρ βάλλει τὸν θεράποντα, ὃ δὲ τὸν Πήδασον.
ἄλλως: ἔμθʼ ἤτοι Πάτροκλος] κατʼ ἀρχὴν πολλάκις ἀποτυγ- χάνοντας ποιῶν τοὺς βάλλοντας ἐναγώνιον ποιεῖ τὸν ἀκροατήν.
465. νείαιραν 〈κατὰ γαστέρα〉] ἀπὸ τοῦ τὰ σιτία νεῖσθαι διʼ
αὑτῆς· οὐδαμοῦ γὰρ ἐπὶ τοῦ ἐσχάτου χρῆται τῷ ἐπιθέτῳ.
ἄλλως: γράφεται “ νέαιρα.” §. νέω νέαιρα, ὡς χέν χέαιρα “ἰοχέαιρα.”
467. δεύτερος ὁρμηθείς] οἱ ὑπομνηματισταὶ “δεύτερον” διὰ τοῦ ν.
ὃ δὲ Πήδασον οὔτασεν] οὐτάσαι τὸ ἐκ χειρὸς τρῶσαι. ἐνταῦθα δὲ
ἐπὶ τοῦ βαλεῖν τῷ ῥήματι κέχρηται· λέγει γὰρ “ Σαρπηδὼν δʼ αὐτοῦ
μὲν ἀπήμβροτεν” (466), ὅπερ ἐπὶ τῶν ἀφιέντων τάσσεται· διὸ καὶ
γράφει Ἀρίσταρχος “ὃ δὲ Πήδασον ἀγλαὸν ἵππον, τόν ῥα ποτʼ
οὔτασ〈εν) ἵππον] δοκεῖ συγκεχύσθαι ἐνθάδε τὸ βαλεῖν καὶ 〈τὸ〉
λημῶν “ἤλασεν” γράφει· καὶ ἐπὶ τοῦ βαλεῖν γὰρ κεῖται τὸ ἐλάσαι,
ὡς ἐκεῖ· “καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα—ἣ δʼ οὐκ ἔγχος ἔρυτο—
νειαίγῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασ〈σ〉εν” (Il. 17. 517).
468. ἀίσθων] ἀίω ἀιστός ἀίσθω, ὡς βιβάζω βιβαστός βιβάσθω.
469. μακών] εἰς μῆκος ἐκταθείς, ἢ βοήσας.
470. κρίκε] καὶ “ κρίγε” καὶ “τρίγε.” άντα δὲ τῶν κατὰ
*κρίκε] ἠχῆσαι ἐποίησεν.
471. *παρήορος] ὁ παρῃωρημένος ἵππος.
472. τοῖο μὲν Αὐτομέδων] θέλουσιν ἐμβεβηκέναι Πάτροκλον τῷ δίφρῳ, ἵνα κινδυνεύων καταπεσεῖν ἀναιρῇ τὸν Σαρπηδόνα.
τοῖο μέν] τοῦ 〈μὴ〉 ἀπευθυνθῆναι τοὺς ἵππους ἢ τοῦ συγχυθῆναι τὰ ἡνία.
474. ἀίξας ἀπέκοψε] ἐνέφηνε τὴν συντομίαν διὰ τοῦ ῥήματος· ἐπὶ δὲ Νέστορος τῷ παρατατικῷ κέχρηται “ ὄφρ’ ὁ γέρων ἵπποιο παρηορίας ἀπέτεμνεν” (Il. 8. 87)· καὶ ἐπʼ ἐκείνου μὲν “ φασγάνῳ ἀίσσων” (ib.) φησίν, ἐπὶ δὲ τοῦ Αὐτομέδοντος “ἀίξας.” οὐδὲ μάτησεν] οὐκ εἰς μάτην δὲ διεπράξατο.
475. τὼ δʼ ἰθυνθήτην] οὐχ ὡς αἰτίαν τῆς συνόδου τῶν ἡρώων τὸ
* ἰθυνθήτην] εἰς ὀρθὸν κατέστησαν.
* ῥυτῆρσι] ἑλκυστηρίοις. §. γράφεται καὶ “ῥυτῆρι” ἑλκυ-
481. * ἔβαλε] ἐπέτυχε.
φρένες] τὸ ὑπὸ πνεύμονα διάζωμα τοῦ θώρακος. τοῖς δὲ τὰς φρένας τρωθεῖσιν ἕπεται ἐρεύγεσθαί τε μεῖζον καὶ μεγάλας τὰς ἐκπνοὰς ποιεῖσθαι.
ἔρχαται] εἰργμέναι εἰσίν. αἱμορραγίας οὖν γενομένης θνῄσκει·
θάτερον γοῦν μέρος τοῦ πνεύμονος τὴν ἐκ τῶν ὑμένων ἔχει σκέπην
καὶ ἔστιν ἀπαθές· διὸ φθέγγεται.
ἄλλως: φρένες ἔρχαται] ἐκ τοῦ εἴργω τὸ κωλύω.
ἀδινὸν κῆρ] πυκνόν, παρὰ τὸ ἄδην. κέαρ δέ φησι τὴν καρδίαν· πυκνὴ δὲ αὕτη καὶ νευρώδης κατʼ οὐσίαν.
*κῆρ] τὴν καρδίαν.
486. *βεβρυχώς] τινὲς διὰ τοῦ κ, κακῶς.
487. ἠύτε ταῦρον] ἡ πρώτη εἰκὼν πρὸς τὸ πτῶμα καὶ τὴν ἐπὶ πολὺ ἔκτασιν, ἡ 〈δὲ〉 δευτέρα πρὸς τὴν στοναχήν. ἅμα δὲ καὶ παρα- βέβληται τῇ τοῦ Σαρπηδόνος πρὸς τοὺς ἄλλους Τρῶας ὑπεροχῇ ἡ ταύρου ἐν ἀγέλῃ βοῶν.
*μετελθών] ἐπελθών.
488. * ἐν εἰλιπόδεσσι] γράφεται “ἐπʼ εἰλιπόδεσσι·” αἱ δὲ πλείους διὰ τοῦ ν “ἐν εἰλιπόδεσσι.”
491. *μενέαινε] τὸ μένος ἠφίει, ἐλιποθύμει.
492. πέπον 〈πολεμιστά〉] ἄμεινον γράφειν “ πάρος πολεμιστά”
ἀντὶ τοῦ “πέπον·” ἀντίκειται γὰρ τῷ “νῦν σε μάλα χρή.”
494. ἐελδέσθω] ἐν ἐπιθυμίᾳ γινέσθω.
πόλεμος κακός] τινὲς “θρασύς” γράφουσιν· πῶς γὰρ ἂν προ- τρέπων αὐτὸν πολεμεῖν κακὸν εἶπε τὸν πόλεμον;
*θοός] ἀγαθός, δραστικός.
496. Σαρπηδόνος] ἀντὶ τοῦ ἐμοῦ, ὡς “Νέστορί τʼ ἀνδρῶν” (Il.
497. περιμάρναο] ὑφʼ ἓν Ἀρίσταρχος· δύναται δὲ διχῶς ἀναγι- νώσκεσθαι ἡ πρόθεσις.
498. κατηφείη καὶ ὄνειδος] αἴτιος αἰσχύνης καὶ ὀνείδους. §. ἑνά-
500. νεῶν ἐν ἀγῶνι] ἄμεινον παροξυτόνως ἀναγινώσκειν τὸ
ἄλλως: νεῶν ἐν ἀγῶνι] τῷ ἀθροίσματι τῶν νεῶν· οἳ δὲ τῇ περὶ
502. τέλος θανάτοιο] τὸ ἀποπνεῦσαι· καὶ διαλεγόμενος γὰρ
503. * ὀφθαλμοὺς ῥῖνάς τε] ὄψιν καὶ ἀναπνοήν.
504. ἕλκε —ποτὶ δὲ φρένες 〈αὐτῷ ἕποντο〉] “ἕλκε” “ποτί”
ποτὶ δὲ φρένες αὐτῷ ἕποντο] τὰς σωματικὰς λέγει φρένας· κατʼ
507. λίπον ἅρματα] “λίπεν” διὰ τοῦ ε· τὸ γὰρ ἑξῆς ἐστιν,
δεσποτῶν.
508. ἀίοντι] παρατατικῇ φωνῇ ἀντὶ συντελικῆς, ἀντὶ τοῦ ἀκούσαντι.
510. ἐπίεζε] διὰ τοῦ ε· “χερσὶ στιβαρῇσι πίεζον” (Od. 12. 174)· “ἐπὶ μάστακα χερσὶ πίεζεν” (Od. 4. 287).
511. ὃ δή μιν Τεῦκρος] “Τεῦκρος δὲ Γλαῦκον, κρατερὸν παῖδʼ
Ἱπολόχοιο, ἰῷ ἐπεσσύμενον βάλε τείχεος —ᾗ ῥʼ ἴδε γυμνωθέντα
βραχίονα, παῦσε δὲ χάρμης” (Il. 12. 387, 9).
515. πάντοσʼ ἀκούειν] Ἀρίσταρχος τὸ πλῆρες ‘ πάντοσε,ʼ Ζηνό-
μένῃς φήμης ἄφιξιν δηλοῖ, τῷ εἰς τόπον χρῆται.
516. ἀνέρι κηδομένῳ] ἀντὶ τοῦ‘ἀνέρος·ʼ “Ἀχιλλῆος ὀλοὸν κῆο— δερκομένῳ” (Il. 14. 139)· “τῆς δʼ αὐτοῦ λύτο γούνατα —σήματʼ ἀναγνούσῃ” (Od. 23. 205).
518. οὐδʼ ἐμοὶ αἷμα] οὐ δύναται ξηρανθῆναι τὸ αἷμα. ἀλλαχοῦ
δὲ τὴν ξηρασίαν φησὶν ὀδύνης 〈ποιητικήν〉. “τέρσετο, 〈παύσατο〉
δʼ αἶμα, ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος” (Il. 11. 267).
522. ὦ παιδὶ ἀμύνει] “οὗ παιδὸς ἀμύνει” οὕτως ἡ γραφή· καὶ λείπει ἡ περί
523. ἕλκος ἄκεσσαι] Ἀρίσταρχος ἀπαρέμφατόν φησιν, ἀγνοῶν ὅτι τὸ ἀκῶ ἐνεργητικῶς οὐδέποτε ἔκλινεν ὁ ποιητής, ἀλλʼ ἢ παθη- τικῶς ἢ μέσως· ἔστιν οὖν προστακτικόν.
527. τοῦ δʼ ἔκλυε] ἀντὶ τοῦ ἐπήκουσεν· οὐδέποτε γὰρ ψιλῶς ἐπὶ τοῦ ἀκοῦσαι τάσσει τὸ ῥῆμα.
530. ἔγνω—ἐνὶ φρεσί] τὸ γὰρ παραυτίκα παύσασθαι τὴν ὀδύνην καὶ μένους αὐτὸν ἐμπλησθῆναι προφανῶς θεῖον ἦν.
532. πρῶτα μὲν ὤτρυνεν] ὑπεκκαύματα τῷ πολέμῳ πάλιν δίδωσιν
ὁ ποιητής.
542. εἴρυτο] δύναται ἀπὸ τῶν εἰς μι εἶναι· διὸ ἐξετάθη.
δίκῃσί 〈τε〉 καὶ σθένε] ταῦτα γὰρ σῴζει, τὸ μὲν πόλιν
καὶ οἰκήτορας, τὸ δὲ ἀπεῖργον τοὺς πολεμίους. Αἰσχύλος (fr. 372 N.)
“ὅπου γὰρ ἰσχὺς συζυγοῦσι καὶ δίκη, ποία ξυνωρὶς τῶνδε καρτερω-
τέρα;” τὴν δὲ δίκην προέταξεν ὡς μᾶλλον βασιλεῖ συμφέρουσαν.
544. ἀλλὰ φίλοι] ἀπὸ τῶν ὀνειδιστικῶν 〈λόγων〉 εἰς τοὺς δεητικοὺς ἧκε καὶ ἀπὸ τῶν περὶ τὸν Ἔκτορα ἐπὶ τὸ πλῆθος τὸν λόγον μετήνεγκεν, ὡς τὸ “ Ἀτρείδη, νῦν δὴ σέ, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγ- χιστον θέμεναι,” εἶτα ἐξῆς “τλῆτε, φίλοι, καὶ μείνατε” (Il. 2. 299).
547. τοὺς —ἐπέφνομεν] παλαιᾶς ἀνδραγαθίας ὑπέμνησεν, ὅπως μὴ ἀπολέσωσιν αὐτὴν τοῖς νῦν.
548. κατὰ κρῆθεν] ἀπὸ τοῦ καρή ὀξυνομένου, ὅπερ ὁ μὲν ποιητὴς
οὐκ οἶδεν, οἱ δὲ ἄλλοι πάντες, καρῆθεν ἦν τὸ ἀνάλογον, καὶ κατὰ
συγκοπὴν “ κρῆθεν·” δύναται καὶ ἀπὸ τοῦ κάρητος καρήτοθεν κάρηθεν
“κρῆθεν·” Ἡσίοδος “τῆς καὶ ἀπὸ κρῆθεν” (Scut. 7). τινὲς “ἄκρη-
θεν.ʼ ἐπεί φησι “μέγα κῦμα κατʼ ἄκρης” (Od. 5. 313)· “ὤλετο
πᾶσα 〈κατʼ ἄκρης)” (Il. 13. 772).
549. *ἕρμα] τὸ σήκωμα τῆς νεᾶς πρὸς τὸ μὴ ἀνατρέπεσθαι ἐν τῷ
πλεῖν· νῦν οὖν τούτου ἀποθανόντος ἀνετράπη ἡ Ἴλιος. οἱ δὲ τὸ ὑποστή-
ριγμα· ὅθεν καὶ Πίνδαρος “ἔρεισμʼ Ἀκράγαντος” εἶπε τὸν Θήρωνα
(Ol. 2. 6)· ῥητορικῶς οὖν αὔξει τὸν οἶκτον, ἐπιμαρτυρῶν τῷ ἀποθανόντι.
557. οἷοί περ πάρος ἦτε] προθυμίαν πρὸς τοὺς πόνους ἐργάζεται ἡ μαρτυρία τῶν πρόσθε πονηθέντων.
558. ὃς πρῶτος ἐσήλατο] τῶν πεπραγμένων αὐτῷ ὑπομιμνῄσκει
ἀπὸ τοῦ σάλω· ὅθεν καὶ ὁ σάλος· τοῦτο δὲ σπανίως εἴρηται· οἳ δὲ
‘ἔβλαψεν’ ὑπερβολικῶς.
559. ἀλλʼ εἴ μιν ἀεικισ〈σ〉αίμεθα] ὅπερ σπεύδει δρᾶσαι, τοῦτο
σάμενος τὸν ἄνδρα ἦθος αὐτῷ νῦν περιέθηκεν ὠμὸν τῷ θέλειν λυμή-
νασθαι σῶμα ἀναίσθητον; ἴσως οὖν τὸ προκείμενον ἀπολογία ἐστὶ
τῆς ὠμότητος “ὃς πρῶτος ἐσήλατο” (558), καὶ χαλεπαίνει δικαίως
τῷ πρῶτον εἰς τὸ τεῖχος εἰσθορόντι.
ἄλλως: ἀλλʼ εἴ μιν ἀεικισσαίμεθα] “εἴ μιν” ἐντὶ τοῦ εἴθε.
§. Ἀρίσταρχός φησι λείπειν τὸ ‘ καλῶς ἂν γένοιτο.ʼ
561. αὐτοῦ ἀμυνομένων] αὐτοῦ πέρι, ἢ ἐνταῦθα τοπικῶς.
564. Τρῶες καὶ Λύκιοι] Τρῶες Ἀχαιοῖς, Λύκιοι Μυρμιδόσιν ἀνθίστανται.
567. νύκτʼ ὀλοήν] σκότον, “ὀρώρει δʼ οὐρανόθεν νύξ” (Od. 5.
294). καὶ ἐπὶ Πατρόκλῳ “ἐπεὶ οὐδὲ Μενοιτιάδην ἤχθαιρε” (Il.
17. 270). ἐπʼ αὐτῷ δὲ δεινὴν τὴν μάχην ἤγειρεν· μόνος γὰρ ἐν
ἀμφοτέροις τοῖς στρατοῖς υἱὸς Διός.
569. ὦσαν δὲ— Τρῶες—Ἀχαιούς] πιθανῶς, ὡς μὴ πάντα τοῖς
τροπῆς εἰκὸς συστραφῆναι ὡς ἂν περὶ μειζόνων ἀγωνιζομένους.
ἑλίκωπας] πρὸς σὓς ἑλίσσομεν τοὺς ὦπας.
572. ἐν Βουδείῳ] τὸ Βούδειον πόλις Φθιώτιδος, ἀπὸ Βουδείου τοῦ
Ὀρχομενοῦ τῆς Βοιωτίας, μητρὸς Ἐργίνου· ἐπώνυμος ἦν πόλις ἐν
τῇ Βοιωτίᾳ τὸ Βούδειον.
576. λιον εἰς εὔπωλον] ἡ “εἰς” ἀντὶ τῆς πρός. §. σημειωτέον
581. Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο] δριμυτέραν τὴν μάχην
ποιεῖ, οὐ τὸν τυχόντα ποιῶν ἀναιρούμενον, ἀλλʼ ἑταῖρον Πατρόκλου,
ἵνʼ ἐπὶ τούτῳ πλέον χαλεπήνῃ.
582. ἴρηκι ἐοικώς] πρὸς τὴν ὁρμὴν καὶ τὸν ἀπʼ αὐτοῦ γενόμενονφόβον τοῖς πολεμίοις. εἶτα παρέλαβεν ἐπὶ τῶν φευγόντων τὰ ἀγεληδὸν ἱπτάμενα τῶν ὄρνεων καὶ εὐκαταφρόνητα, κολοιοὺς καὶ ψᾶρας (583).
583. ψῆρας] διὰ τὸ κακόφωνον οὐ ψᾶρας, ἐκεῖ δὲ (Il. 17. 755)
“ὥς τε ψαρῶν”καὶ“αἶψʼ ἀγξηράνῃ” (Il. 21. 347)· οὗ δὲ “θερμήνῃ”
(Il. 14. 7) φησίν.
589. αἰγανέης] διὰ τὸ εἰς αἶγας νεῖσθαι· “ὦρσαν δὲ νύμφαι— αἶγας ὀρεσκῴους—καὶ αἰγανέας—είλόμεθα” (Od. 9. 154, 7).
αἰγανέης ταναοῖο] τεταμένης. §. οὐ βούλεται δὲ τοὺς Τρῶας τέλεον
590. ἥν ῥα τʼ ἀνὴρ ἀφέῃ] ἣν ἀφῇ ὁ ἀνὴρ ἐν ἄθλῳ πειρώμενος ἢ καὶ ἐν
πολέμῳ οὐχὶ πειρώμενος ἔτι· τίς γὰρ ἂν πεῖρα ἐν πολέμῳ 〈γένοιτο〉;
ἀλλὰ τὸ 〈μὲν〉 “πειρώμενος” ἐπὶ τοῦ ἐν ἀγῶνι μόνον βεβλημένου
ἀκοντίου τέτακται, τὸ δὲ “ἠὲ καὶ ἐν πολέμῳ” πρὸς τὸ “ἀφέῃ,” ἡ δὲ
““ὅπό” ἀντὶ τῆς ‘μετά,ʼ ἢ πλεονάζει. τινὲς δὲ‘ὑπὸ δηίων πειραζόμενος.ʼ
593. Γλαῦκος δὲ πρῶτος] ποικίλως χρῆται τῇ τάξει· μετὰ γὰρ τὴν τοῦ Γλαύκου προτροπὴν ἄρχεται 〈τοῦ〉 ἔργου ὁ Ἕκτωρ ὡς ἂν ὑπερ- έχων (553), ἐν δὲ τῇ ὑποστροφῇ τὰ πρωτ〈εῖ〉α Γλαύκῳ περίκειται.
594. ἐτράπετο] ἐδήλωσεν αὐτὸ ἑξῆς διὰ τοῦ “στρεφθεὶς ἐξαπίνης” (598). καινὸς δὲ ὁ τρόπος· ὁ 〈γὰρ〉 φεύγων ἐπιστρα- φεὶς κτείνει τὸν διώκοντα.
595. 〈Βαθυκλῆα μεγάθυμον〉 Χάλκωνος—υἱόν] Πρόδικος “ἀπὸ
τῆς τοῦ χαλκοῦ κτήσεως καὶ Βαθυκλέα· εἰρήκει δὲ ἂν ῾ Χρύσωνοςʼ
ἀπὸ τῆς καλλίστης ὕλης.”
ὃς Ἑλλάδι] Ἑλλὰς χώρα ὑπὸ Ἀχιλλεῖ.
601. στὰν δʼ ἀμφʼ αὐτόν] ἔστησαν περὶ τὸν Γλαῦκον ἐπιβοη-
604. *Λαόγονον] ὡς ὀρίγανον.
*θρασὺν υἱόν] γράφεται “φίλον υίόν.” τί γὰρ ἐποίησεθράσους:
606. ὑπὸ γναθμοῖο καὶ οὔατος] μεταξὺ τοῦ ὀστοῦ τῆς σιαγόνος
611. πρόσσω γὰρ κατέκυψε] ὑπὲρ τοῦ ἀξιοπίστου τὸν μὲν Αἰνείαν
σωτηρίας.
612. οὔδει ἐνισκίμφθη] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου οὐκ ἐφέρετο.
617. καὶ ὀρχηστήν περ ἐόντα] Κρῆτες γὰρ ἀσκοῦσι τὴν ἐνόπλιον
ἐξεφαύλισε τὸ εὐκίνῆτον τοῦ ἀνδρὸς συνεπιστάμενος ἑαυτῷ, ὅτι
αὐτὸς μὲν εὐστόχως ἀφῆκεν, διὰ δὲ τὴν ἐκείνου παρατροπὴν γέγονεν
ἡ ἁμαρτία. βουλόμενος δὲ αὐτὸν ἐλαφρὸν εἰπεῖν τοῦτο παρατρέψας
εἰς ὄρχησιν ἐχλεύασεν.
ἄλλως: καὶ ὀρχηστήν] ἔμπειροι γὰρ ὀρχήσεως Κρῆτες· ἀπὸ τῆς
τῶν Κουρήτων μυθολογίας.
620. *χαλεπόν] ἀδύνατον· “χαλεπὸν δέ τʼ ὀρύσσειν” (Od.10.305).
621. * πάντων ἀνθρώπων—ὅς] πρὸς τὸ σχῆμα.
σβέσ〈σ〉αι μένος] σβέσις γὰρ δυνάμεως ὁ θάνατος. ἔμψυχος
628. οὔ τοι Τρῶες ὀνειδ〈ε〉ίοις ἐπέεσσιν] ἀποτροπὴ τοῦ φιλο-
630. *ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ] καλὴ καὶ βραχυλόγος ἡ γνώμη.
633. ὥς τε δρυτόμων] πρὸς τὸ πᾶν ἁρμόζει ἡ παραβολή, πρός
* ὀρώρει] γράφεται “ὄρωρε.”
634. *ἀκουή] Ἀριστοφάνης “ἀυτή.”
635. ὣς τῶν ὤρνυτο 〈δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης] ψιλωτέον·
παραγωγὴ γάρ ἐστιν, οὐ σύνθεσις 〈τὸ “εὐρυοδείης” 〉.
636. χαλκοῦ τε ῥινοῦ 〈τε〉 βοῶν τε] περισσὸς ὁ εἷς “τέ.”
ἄλλως: χαλκοῦ τε] τῶν χαλκῶν ἀσπίδων. “ῥινοῦ” δὲ τῶν
ἀκατεργάστων βοῶν, ὅ ἐστι τῶν λαισηίων. §. ἄμεινον δέ φησιν Ἀρί-
*εὖ ποιητάων] τῶν εὗ γεγονυιῶν.
638. φράδμων] ἔμπειρος, ἐπιστήμων, εἰδὼς καὶ ἐγνωκὼς τὸν Σαρπηδόνα ἀκριβῶς.
οὐδʼ ἄν ἔτι φράδμων περ ἀνὴρ〉 Σαρπηδόνι δίῳ] ἵνʼ ᾖ ‘τὶς συνήθης Σαρπηδόνιι.ʼ
641. ὡς ὅτε μυῖαι] πρὸς τὸ πλῆθος καὶ 〈τὸ〉 πρόθυμον ἡ παρα- βολή.
642. περιγλαγέας] περισσῶς γεγαλακτωμένας, ὅ ἐστι πληθούσας τῷ γάλακτι, ἢ περιβεβρεγμένας γάλακτι. §. πέλλα δὲ ξύλινον ἄγγος, ἀπὸ τοῦ πεπελεκῆσθαι.
647. ἀμφὶ φόνῳ Πατρόκλου] τί δήποτε τιμήσειν ὑποσχόμενος τὸν βασιλέα μεῖζον ἔβλαψεν, ὡς λέγειν αὐτὸν “ἀλλὰ τί μοι τῶν ἦδος” (Il. 18. 80); ἢ μὴ δεόντως χροσάμενος τῇ παρὰ Διὸς δωρεᾷ ἀτυχεῖ· οὐ γὰρ ἀποχρῆν ἡγήσατο, εἰ μὴ τὸ πᾶν ἀπόλοιτο τῶν Ἀχαιῶν, καὶ τὰς λιτὰς οὐ προσήκατο.
648. ἢ ἤδη κἀκεῖνον] ἀντὶ τοῦ εἰ· ἐκ πλήρους δὲ ὁ “καί.”
651. ἢ ἔτι καὶ πλεόνεσσιν] τοῦτον τὸν η περισπαστέον.
653. ὄφρʼ ἠὺς θεράπων] πολλὴ ἡ εἰς Ἀχιλλέα τιμή, ὅπου καὶ τοῦ υἱοῦ φονέα ὄντα τὸν Πάτροκλον τιμᾷ διὰ τὴν Ἀχιλλέως τιμήν.
657. * φύγαδʼ ἔτραπε] προσυπακουστέον ‘ἵππους.ʼ
κέκλετο δʼ ἄλλο〈υ〉ς] τῷ ἔργῳ, οὐ τῇ φωνῇ, ὡς τὸ “Ἀργείων προκαλίζετο πάντας ἀρίστους” (Il. 3. 19). ἀγαθοῦ δὲ στρατηγοῦ τὸ εἴκειν θεῷ.
660. *ἴδον ᾔσθοντο.
*δεδαιγμένον] ἀντὶ τοῦ ‘ νεκρόν.ʼ
663. οἱ δʼ ἂρ’ ἄπʼ ὤμοιιν] εἰ γὰρ ἀσκύλευτον αὐτὸν ἔκλεψεν
666. καὶ τότʼ Ἀπόλλωνα προσέφη] ὡς κατὰ τὸ σιωπώμενον εἰς
ἄλλως: καὶ τότʼ Ἀπόλλωνα 〈προσέφη νεφεληγερέτα Ζεύς〉]
667. εἰ δʼ ἄγε νῦν, φίλε Φοῖβε] ἠθέτει Ζηνόδοτος· ἄτοπον γάρ
* εἰ δʼ ἄγε] δύναται ἀντὶ τοῦ δή.
668. 〈κάθηρον—〉 Σαρπηδόνα] ἀντὶ τοῦ Σαρπηδόνος. §. δύναται
δὲ ἀντὶ τοῦ ‘καθαρθῆναι ποίησον,ʼ ὡς “ἄλλʼ ὅτε δή μιν ἐγὼν
ἐλόευν ” (Od. 4. 252). §. ὑπακούει δὲ Θάνατος 〈Ἀπόλλωνι〉 (672)·
Ἀπόλλωνι γὰρ ἀνάκεινται οἱ αἰφνίδιοι τῶν θανάτων.
ἄλλως: Σαρπηδόνι] οὕτω κατὰ δοτικὴν ‘ κάθηρον τῷ Σαρπηδόνι
669. *ἄπο] ἄπωθεν. “πρό” δὲ ἀντὶ τοῦ ἔμπροσθεν.
672. διδυμάοσιν] τελευτώντων γὰρ ἐκλείπει παντελῶς ἡ ψυχή,
673. ἐν Λυκίης] ἡρῷον φαίνεται Σαρπηδόνος ἐν Λυκίᾳ· τινὲς δὲ Γλαῦκον κατελθόντα θάψαι αὐτόν.
674. κασίγνητοι] ἀπλοῖκῶς νῦν οἱ συγγενεῖς· οὐδεὶς γὰρ ἱστόρη-
676. * Ἀσόλλων οὐδὲν φθέγγεται ἐπείγοντος τοῦ καιροῦ.
684, 5. 〈Πάτροκλος δʼ ἵπποισι—〉 Τρῶας καὶ Λυκίους μετεκίαθε]
φεύγειν ἀλλʼ ἔτι ἀνθίστασθαι. οἳ δέ, ἐπεὶ “νεώτεροι ἀφραδέουσιν”
(Od. 7. 294). ὁ δὲ ποιητής φησιν “ἀλλʼ αἰεί τε Διὸς κρείσσων
νόος—ὅς οἱ καὶ τότε θυμόν” (688, 91).
687. κῆρα κακήν] δόγμα Ὁμηρικὸν τὸ δύο τὰς Μοίρας εἶναι,
688. ἀλλʼ αἰεί τε Διός] συνεβούλευσε μὲν γὰρ τὰ ἄριστα ὁ Ἀχιλλεύς, κρατεῖ δὲ ἡ τοῦ Διὸς γνώμη βουλομένου αὐτὸν ἀνελεῖν ὑπὲρ ἐκδικίας Σαρπηδόνος.
*Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν] ἰδίως εἶπεν· ἔδει γὰρ ‘κρείσσων ἀνδρῶν.ʼ
692. ἔνθα τίνα πρῶτον—ἐξενάριξας] ἥδισται αἱ ἀποστροφαὶ τῷ ποιητικῷ εἴδει. ἄλλως τε καὶ ἀεὶ προσπάσχει ὁ ποιητὴς τῷ Πα- τρόκλῳ.
697. *ἕλεν] Ζηνόδοτος “ἕλες.”
702. ἐπʼ ἀγκῶνος] 〈ἐπ’〉 ἐξοχῆς. καὶ ὁ Ἕκτωρ “πύργῳ ἐπὶ προὔχοντι” (Il. 22. 97). ὕψος δὲ ἔχει ὁ ἀγκὼν ὑπὲρ μῆκος ἀνδρός. ὡς ἐγγὺς εἶναι τῆς ἐπιθέσεως τῆς ἐπάλξεως.
704. χείρεσ〈σ’ 〉 ἀθανάτῃσι 〈φαεινὴν ἀσπίδα νύσσων〉] ἄμφω ταῖς χερσὶν ἀπωθύομενος τὴν ἀσπίδα, ἐμφαντικῶς.
707. *οὔ νυ τοι] “οὔ νυ πω” διὰ τοῦ “〈π〉ώ.”
710. ἀνεχάζετο πολλὸν ὀπίσσω] ἤκουσε γὰρ “ μάλα τούς γε φιλεῖ
ἑκάεργος Ἀπόλλων” (94), καὶ δέδιε πρᾶος ὢν καὶ ὑπʼ οὐδενὸς θεοῦ
βοηθούμενος· ὁ δὲ Διομήδης θερμὸς καὶ ἔχων Ἀθηνᾶν (Il. 5. 443).
* πολλὸν ὀπίσσω] ἐνταῦθα “πολλόν,” ἐπὶ δὲ Διομήδους “τυτθόν” (Il. 5. 443).
713. *δίζε] ἐδίσταζεν.
714. * ὁμοκλήσειεν] μετὰ ἀπειλῆς κελεύσει〈εν〉.
717. Ἀσίῳ] εἰκότως τούτῳ εἴκασται, ἵνα διὰ τὴν συγγένειαν δέξηται τὴν παραίνεσιν.
μήτρως] μητρὸς ἀδελφός. οἱ δὲ νεώτεροι τὸν πρὸς μητρὸς πάππον μήτρωα καλοῦσιν.
718. αὐτοκασίγνητος Ἑκάβης] Δύμαντος καὶ Εὐθόης νύμφης,
ὡς Φερεκύδης· Ἀθηναίων δὲ Κισσέως καὶ Τηλεκλείας, εἰ μὴ ἄρα
ὁμομήτριος αὐτῇ ὁ Ἄσιος. §. νεωστὶ δὲ πάρεστιν ὁ Ἄσιος· διὸ οὐδὲ
ἐν τῷ Καταλόγῳ αὐτοῦ μέμνηται.
719. ὃς Φρυγίῃ ναίεσκε] ὁ δὲ ἕτερος Ἄσιος Ὑρτάκου ἐστίν· “Ἄσιος Ὑρτακίδης (Il. 2. 838, 12. 96).
721. Ἕκτορ, τίπτε] ἔστι καὶ τοῦτο προτροπῆς εἶδος· μαρτυρεῖ
734. * γραφικῶς τοῦτο.
735. * ὅν οἱ περὶ χεὶρ ἐκάλυψεν] χειροπληθῆ.
736. *“ἅδετο ” καὶ ἀπέσχετο.
739. μετώπιον] μεσόφρυον, 〈τὸ〉 μεταξὺ τῶν ὠπῶν.
740. ὀφρῦς σύνελεν] συνέχεε καὶ εἰς ἓν συνήγαγεν.
741. ὀφθαλμοὶ δὲ χαμαὶ πέσον] δηλονότι ἐκθλιβέντες ὑπὸ τῶν
742. 〈αὐτοῦ〉 πρόσθε ποδῶν] ἔμπροσθεν τῶν Πατρόκλου ποδῶν
*ἀρνευτῆρι] παρὰ τοὺς ἄρνας.
744. 〈ἐπι〉κερτομέων] διὰ τοῦ “ἐπικερτομέων” τὸ ἦθος τῶν
745. ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ] σαρκάζων.
747. πολλοὺς ἂν κορέσειεν] οὐχ ὅμοια ταῦτα τῇ ἄλλῃ περὶ τοὺς
τοῖς τοιούτοις χρυμένους εἰσήγαγεν. ἤτοι οὖν ὅπερ αὐτὸς ἠπίστατο
τοῖς ἥρωσι περιέθηκεν, οὐχ ὡς ἀεὶ χρωμένων τοῖς ὀστρείοις πρὸς
τροφὴν τῶν ἡρώων, 〈πρὸς ἀνάγκην δὲ ἐν πλῷ〉 ―τοῦτο γάρ φησιν ὁ
Πάτροκλος· ἐπιφέρει γοῦν “νηὸς ἀποθρῴσκων” (748)—οὐδὲ γὰρ
ἰχθύσι χρωμένους εἰσήγαγεν ἢ ὄρνισιν, ἀλλʼ ὅμως δι᾿ ἀνάγκην καὶ τοῖς
τοιούτοις ἐπεχείρουν οἱ Ὀδυσσέως ἑταῖροι (Od. 4. 368). καθόλου
γὰρ τὴν τοιαύτην χρῆσιν διὰ τὸ μικροπρεπὲς παρῃτήσατο, κρέασι δὲ
ὀπτοῖς χρῆσθαι αὐτούς φησιν, ἵνα καὶ ἐπʼ Ἀχιλλέως εἰπεῖν δυνηθῇ
“τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς” (Il. 9. 209).
ὅρα δὲ οἷον ἦν ἰχθὺν καθαίρειν τὸν τῆς Θέτιδος ἢ ζωμὸν ἕψειν.
τήθεα] εἶδος ὀστρείου. §. ὠνόμασται δὲ ὅτι ἀπόθετά ἐστι καὶ
*διφῶν] διαφῶν, ψηλαφῶν.
748. εἰ καὶ δυσπέμφελος εἴη] Ζηνόδοτος “δυσπέμφελοι εἶεν”
ἄλλως: δυσπέμφελος εἴη] δυσχείμερος, ὁ πόντος δηλονότι ὁ μὴ
752. *κεραΐζων] ἀπὸ τῶν κερατηφόρων ζῴων.
753. ἔβλητο πρὸς στῆθος] δαιμονίως τῇ εἰκόνι χρῆται· μέλλοντα
γὰρ αὐτὸν τελευτᾶν λέοντι εἰκάζει ὑπʼ ἀλκῆς καὶ προθυμίας ἔν τινι
ἐφόδῳ ἀνῃρημένῳ· διὸ καὶ πρόσκειται “ἑή τε μιν ὤλεσεν ἀλκή.”
καὶ τὸ ἀντιπρόσωπον ὄντα κατὰ τὸ στῆθος πληγῆναι τῆς ἀρετῆς
καὶ τοῦ θράσους σημεῖον.
*ἑή] αὐτοῦ.
756. λέονθʼ ὥς] καὶ ἐπʼ ἐκείνης τῆς παραβολῆς ἐσημειωσάμεθα
“ὥς τε δύʼ αἶγα λέοντε” (Il. 13. 198), ὅτι λέοντες οὐ διαμάχονται
πρὸς ἀλλήλους περὶ ζῴου· λύεται δὲ διὰ τοῦ “πεινάοντε” (758).
757. ὥ τʼ ὄρεος κορυφῇσι] ἡ εἰκὼν ἐμφερεστάτη ἐπί τε τῶν μαχομένων καὶ περὶ οὗ ἡ μάχη· πεφονευμένον γὰρ ζῷον τῷ πεφο- νευμένῳ Κεβριόνῃ παραβέβληται.
762. Ἕκτωρ μὲν κεφαλῆφιν] ἐναργέστατα ἔδειξε τὴν ὁλκὴν τοῦ σώματος προσθεὶς καὶ τὰ μέρη, ὧν ἐχόμενοι οὗτοι ἀνθεῖλκον.
765. ὡς δʼ εὖρός τε νότος τε] ἡ παραβολὴ πρὸς τὸ συρ〈ρ〉άσσειν
καὶ συμπλέκεσθαι ἀλλήλοις. ἔστιν οὖν ἰδεῖν διὰ τῶν ἐπῶν δύο ἀνέ-
μων μάχην, ἑκατέρου κρατεῖν βιαζομένου· ὅμοιον δέ ἐστι τῷ “Βορέης
καὶ Ζέφυρος ” (Il. 9. 5).
766. βαθέην] εὗ τὸ “βαθέην” εἰπεῖν τὴν ὕλην· σφοδρὸς γὰρ οὕτως ὁ ἄνεμος ἐμπίπτει διέξοδον οὐκ ἔχων.
768. τανυήκεας] παραγωγὸν ἀντὶ τοῦ ταναούς, ἐπὶ δὲ τοῦ “τανύ-
ηκες ἄορ” (Od. 10. 439) σύνθετον, ὁμοίως καὶ ἐπὶ τοῦ “κελαινεφές·”
ὁμοφωνεῖ γὰρ ἐπὶ Διὸς καὶ τοῦ αἵματος.
769. ἀγνυμενάων] ἡ ἐπὶ 〈τῆς〉 παρατελεύτου μακρότης παρίστησι τὸν ὑπὸ τῆς συμπτώσεως τῶν κλάδων ἐπεκτεινόμενον ἦχον.
770. ὣς Τρῶες] τὸ συνεκτικὸν τῆς παραβολῆς τὸ “ἐπʼ ἀλλήλοισι
772. * “〈Κεβριόνην〉 ἀμφʼ ὀξέα” περὶ αὐτόν, οὐκ ἐν αὐτῷ.
775. ὃ δὲ στροφάλιγγι κονίης] καὶ ἡδέως ἐπεφώνησε καὶ περιπαθῶς.
ἄλλως : ὃ δὲ στροφάλιγγι] “ὃ δʼ ἐν στροφάλιγγι” διὰ τῆς “ἐν.”
780. ὑπὲρ αἶσαν] ὑπὲρ βίαν, ἢ πλέον ἢ κατὰ μέτρον, ὑπὲρ τὸ
784. τρὶς μὲν—ἐπόρουσε] τρίτον ὁρμήσας ἐννέα ἐφόνευσεν·
787. ἔνθʼ ἄρα τοι, Πάτροκλε] ἡ ἀποστροφὴ σημαίνει τὸν συναχ-
διακείμενον Ἀχιλλέα πείσαντι, 〈τῷ〉 κατὰ τῆς ἑαυτοῦ ψυχῆς τὴν
ἔξοδον κατορθώσαντι· ταῦτα πάντα ἔνεστιν ἐπαναφέροντας ἐπὶ τὴν
ἀποστροφὴν ὁρᾶν τὸ ἐν αὐτῇ περιπαθές.
789. δεινός] δεινῶς καὶ ἐπιφανῶς.
ὃ μὲν τὸν ἰόντα —οὐκ ἐνόησεν] ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.
792. *καταπρηνεῖ] πλατείᾳ.
στρεφεδίνηθεν 〈δέ οἱ ὄσσε〉] περιενεχθέντα ἐστράφη. ἐκ δύο
793. κρατὸς κυνέην] ἀφοπλίζει αὐτόν, ἴσον τῇ ὁπλίσει ἀπεργα-
ζόμενος Ἕκτορα Ἀχιλλεῖ· ἅμα δὲ καὶ διαναπαύων τὸν ἀκροατὴν
ὁπλοποιίαν παρεισάγει καὶ ἐπιτερπῆ κοσμοποιίαν. οὐ θέλει δὲ μετὰ
θάνατον σκυλευθῆναι Πάτροκλον· αἰσχρὸν γὰρ Ἕλλησιν. ἔλεον 〈δὲ〉
καὶ ἀνδρ〈ε〉ίαν Πατρόκλου φησίν, ὡς οὐκ ἄλλως κρατηθέντος ἢ ἐν τῇ
γυμνώσει τῶν ὅπλων. ἡ δὲ Ἀθηνᾶ ἀντὶ τούτου τὸν Ἕκτορα ἀπατᾷ
(Il. 22. 214), ὡς καὶ Εὐμήλου τὸν ἄξονα 〈ἦξεν〉 ἀντὶ τῆς μάστιγος
Διομήδους (Il. 23. 390).
796. πάρος γε μὲν οὐ θέμις ἦεν] ἐμπαθῶς τῷ θείῳ ὅπλῳ συνάχθεται.
797. ἱππόκομον] ἵππου κόμην ἔχουσαν. διὸ καὶ προπαροξύνεται.
800. *ᾗ] τῇ αὐτοῦ.
σχεδόθεν] ἐκ τοῦ σύνεγγυς χρόνου· ἢ ὡς 〈τὸ〉 “σχεδόθεν δέ οἱ
801. πᾶν δέ οἱ ἐν χείρε〈σ〉σιν ἄγη—ἔγχος] ὅλον ἐκ μέσου, καθὸ κατεῖχεν αὐτό. εἰ δὲ ἡ Πηλιὰς ἦν, οὐκ ἂν ἐκλάσθη.
804. λῦσε δέ 〈οἱ〉 θώρηκα] ὅτι οὐχ ἥνωντο ἀλλὰ ζωστῆρσι συνεί- χοντο οἱ θώρακες.
806. στῆ δὲ ταφών] ἀπεστραμμένος πρὸς τὸν θεὸν ὄπισθεν ὄντα,
ὃς ἅμα νοήματι αὐτὸν ἀπέδυσεν· διὸ καὶ εἰς τὰ μετάφρενα τιτρώ-
σκεται. ἐπεστραμμένος δὲ ὑφʼ Ἕκτορος εἰς τὴν λαγόνα τιτρώ-
σκεται (821).
807. σχεδόθεν βάλε] Ζηνόδοτος “σχεδὸν οὔτασε·” καὶ πῶς
φησιν “ὅς τοι πρῶτος ἐφῆκε βέλος” (812); δηλοῖ δὲ τὸ σχεδόν,
ὡς “τὸν δὲ σχεδὸν ἄορι τύψας” (Il. 20. 462). Σέλευκος δέ φησιν
οὐ δύνασθαι “σχεδό〈θε〉ν βάλε.”
Δάρδανος ἀνήρ] καὶ πῶς Πάνθοος μετὰ τῶν Ἰλιέων δημογερόντων καταλέγεται (Il. 3. 146); τινὲς οὖν μέτοικον αὐτὸν λέγουσιν εἶναι.
810. καὶ γὰρ δὴ 〈τότε〉 φῶτας ἐείκοσι] ὡς τῶν τότε τοιαύτην ἀσ-
κούντων μελέτην, ὥστε τοὺς ἀντελαύνοντας ἀνατρέψαι τῶν ἀρμάτων.
φῶτας ἐείκοσι] εἰκότως τὸ πρόσωπον συνίστησιν, ὡς δὴ μὴ δοκῇ
ὑπὸ τοῦ τυχόντος ἀναιρεῖσθαι· τὸ ἐγκώμιον οὖν τοῦ Εὐφόρβου τῆς
Πατρόκλου ἀρετῆς ἐστιν αὔξησις.
814. οὐδʼ ὑπέμεινε Πάτροκλον] φιλέλλην ὁ ποιητὴς κατακωμῳδῶν τὸν βάρβαρον καὶ τὴν τοῦ Πατρόκλου δύναμιν αὔξων.
817. ἂψ ἑτάρων εἰς ἔθνος] ταῦτα τοῦ ἀληθοῦς ἔχεται. εἰ γὰρ
προσέθηκεν, ὅτι καὶ γυμνὸς ὢν ἵετο ἐπὶ τὸν Ἕκτορα, ἐξέπιπτεν 〈ἂν〉
τοῦ πιθανοῦ.
820. ἀγχίμολον] σύνεγγυς. καὶ “τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰθών ”
822. δούπησεν] τῷ σώματι· ὅπλα γὰρ οὐκ εἶχεν. §. ἀντὶ τοῦ
‘ἀποθανόντος.ʼ
μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν] διὰ τὴν Πατρόκλου ἀρετήν, διὰ τὸ
823. σῦν ἀκάμαντα] ἰσχυρὸν ἰσχυρότερος. μέχρι μὲν οὖν ἴσοι
ἦσαν, λέουσιν αὐτοὺς εἴκασε (756), νῦν δὲ ἑτερογενέσι ζῴοις καὶ
ἀνίσοις.
825. πίδακος ἀμφʼ ὀλίγης] τὸ δίψος παρέλαβεν εἰς αἰτίαν τῆς
ἄλλως: πίδακος ἀμφʼ ὀλίγης] ἐν μὲν γὰρ κρήνῃ ἀφθόνως ῥεούσῃ
οὐκ εἰκὸς περὶ ὕδατος μάχεσθαι, ἐν δὲ τῇ βραχείᾳ πίδακι ὥσπερ ἆθλον πρόκειται τῷ νικῶντι τὸ ποτόν.
826. ἀσθμαίνοντα] φύσει γὰρ τοιοῦτος ὁ σῦς· τῷ δʼ ηὔξηται ἡ δίψα·
830. ἦ που ἔφησθα πόλιν κεραῖζέμεν] οὐκ ἐᾷ ἐπʼ ἄκρον φέρεσθαι
τὰς ἐλπίδας.
833. τάων δὲ πρόσθε] ὅρα τὸ ἔμπληκτον τοῦ βαρβάρου· τὴν γὰρ
834. ὀρωρέχαται] ὁρμῶνται ἢ ἐκτέτανται, ὡς τὸ “τανύοντο δὲ
836. ἦμαρ ἀναγκαῖον] τὸ εἰς ἀνάγκην ἄγον, ὡς “δούλιον ἦμαρ”
839. μή μοι πρὶν ἰέναι, Πατρόκλεις] κατὰ τὸ πιθανὸν μιμεῖται,
844, 5. σοὶ γὰρ ἔδωκεν νίκην Ζεύς] Ζεὺς ἡ Μοῖρα. ἢ ἐπεὶ αὐτὸς
συνεχώρησεν. ὃ δὲ ἤδει ὁ ποιητής, τοῦτο τῷ ἡρωικῷ προσώπῳ
περιέθηκεν.
847. τοιοῦτοι δʼ εἴπερ μοι ἐείκοσιν] ἀξιομίμητον τὸ ἦθος· οὐ γὰρ
850. σὺ δέ με τρίτος] πολλοστός, ὡς “ἀσπασίη τρίλ〈λ〉ιστος ”
(Il. 8. 488). οἳ δὲ Μοῖραν καὶ Ἀπόλλωνα ἕν—ἄμφω γὰρ θεοί—οἳ
δὲ κατὰ κοινοῦ τὴν Μοῖραν παρειλῆφθαι. τινὲς δὲ τὸ ἐξεναρίζειν
ἐπὶ τῶν αὐτοχείρων· καὶ οὕτω τρίτος Ἕκτωρ.
ἄλλως: σὺ δέ με τρίτος] αὔξει αὑτὸν ὡς ὑπὸ πολλῶν θεῶν καὶ ἀνθρώπων ἀναιρεθέντα, μειοῖ δὲ τὸν Ἕκτορα ὡς Εὐφόρβου δεύ- τερον.
851. ἄλλο δέ τοι ἐρέω] δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ, ἀπαλλασ-
σομένας τὰς ψυχὰς ἔχειν τι μαντικώτερον· πλησίον γὰρ ἤδη τῆς
θείας φύσεως γινομένη ἡ ψυχὴ προγινώσκει τι τῶν μελλόντων.
852. *βέῃ] βιώσῃ, ὡς “τί νυ βειόμαι, αἰνὰ παθοῦσα (Il. 22. 431).
854. χερσὶ δαμέντʼ Ἀχιλῆος] πόθεν ὁ Πάτροκλος οἶδεν, ὅτι
Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα; ὥσπερ Ἀχιλλεὺς ἀκούσας παρὰ
Θέτιδος· ἢ ἐπεὶ κατʼ Ἀρτέμωνα τὸν Μιλήσιον ἐν τῷ περὶ ὀνείρων,
ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι,
μαντικωτάτη γίνεται· καὶ Πλάτων ἐν ἀπολογίᾳ Σωκράτους (p. 39c)·
“καὶ γάρ εἰμι—ἐνταῦθα, ἐν ᾧ μάλιστα ἄνθρωποι χρησμῳδοῦσιν,
ὅταν μέλλωσιν ἀποθανεῖσθαι.”
* δαμέντʼ] ἐκ πλήρους γραπτέον τὸ “δαμέντι.”
856. ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη] ὅτι πνεῦμα ποιὸν ἡ ψυχὴ κατὰ παντὸς οἰκοῦν τοῦ σώματος. οἳ δὲ τοῦ προσώπου· ὕστατα γὰρ τὸ πνεῦμα ἐντεῦθεν ἀναχωρεῖ.
857. ὃν πότμον γοόωσα] Πυθαγόρας φησίν, ὡς ἀναχωροῦσα ἡ ψυχὴ ἐν ἐκείνῳ γίνεται, ἂν γεννωμένῳ σώματι ἢ φυτῷ καταντήσῃ. λυπεῖται οὖν ὡς ἀκμάζον ἐῶσα σῶμα καὶ δεδοικυῖα, μή ποτε ἀναξίῳ περιπέσῃ. πρὸς ἀρετὴν οὖν συγκαλεῖ λέγων ὡς τὰ γενναῖα τῶν σωμάτων ἡ ψυχὴ 〈καταλιποῦσα θρηνεῖ〉.
ἀνδροτῆτα] ἀντὶ τοῦ ἀνθρωπότητα, ἀνθρώπου φύσιν· ἀνδρ〈ε〉ίαν γὰρ οὐ καταλείπει ἀρετὴν ἰδίαν οὖσαν.
860. τίς δʼ οἷδ’, εἴ κ’ Ἀχιλεύς] δειλοῦ ὁ λόγος· τὰ δὲ ὑπ’
867. ἄμβροτοι, σὓς Πηλῆι θεοὶ δόσαν] ἡ ἀναφορὰ ἐπὶ τὸν Πο-
σειδῶνα· φησὶ γὰρ “Ποσειδάων δὲ πόρʼ αὐτοὺς πατρὶ ἐμῷ Πηλῆι, ὃ
δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν” (Il. 23. 277)· φασὶ γὰρ ἐν τοῖς γάμοις
ὑπὸ μὲν Ποσειδῶνος τοὺς ἵππους δοθῆναι Πηλεῖ, ὑπὸ δὲ Ἡφαίστου
ὅπλα καὶ ξίφος.
*ἄμβροτοι] οὐ μετέχοντες θανάτου.
θεοὶ δόσαν ἀγλαὰ δῶρα] τινὲς γράφουσιν “ἤματι τῷ, ὅτε γῆμε
Θέτιν λιπαροκρήδεμνον.” καὶ γάρ φησι “τὰ μὲν Πηλῆι θεοὶ δόσαν—
ἤματι τῷ, ὅτε σὲ βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ” (Il. 18. 84).
1. Οὐδʼ ἔλχθʼ Ἀτρέος υἱόν] ἡδέως σφόδρα τούτοις ἀνταπέδωκεν
“οὐδʼ ἄρα Πάνθου υἱὸς ἐυμελίης ἀμέλησε Πατρόκλοιο πεσόντος
ἀμύμονος” (9).
2. εὖ Πατρόκλου πεσόντος πρῶτος αἰσθάνεται Μενέλαος· φησὶ
ἦν, ἀλλʼ ἤδη καὶ πρὸς τοὺς πολεμίους, ὥστε Ἄδραστον ζωγρήσας
σῴζειν ἐβούλετο. (Il. 6. 37). ἢ ὅτι καὶ περὶ πάντα σπουδαῖος
ὁρᾶται, αὐτόματος ᾔει πρὸς τὴν δαῖτα (Il. 2. 408), προανέστη
τοῦ ἀδελφοῦ (Il. 10. 32), Ὀδυσσέως καταπονουμένου ἧκεν ἄγων
Αἴαντα (Il. 11. 464), ἔμεινεν ἐν τῷ Σουνίῳ “ἐπειγόμενός περ ὁδοῖο,
ὄφρ’ ἕταρον θάπτοι” (Od. 3. 284)· ἢ προθυμότερον ποιῶν ἑαυτῷ
σύμμαχον Ἀχιλλέα. ἄλλως τε οἱ ἄλλοι τραυματίαι εἰσὶ πλὴν
Αἴαντος, ὃν νῦν οὐκ ἔδει ὑπείκειν Ἔκτορι.
Τρώεσσι δαμείς] Ἕκτορι καὶ Εὐφόρβῳ· καὶ τοὺς Δαρδανίους A+B= γὰρ Τρῶάς φησιν.
3. κεκορυθμένος] ὅθεν καὶ κορυστής· ἀντιμετείληπται τὸ θ τοῦ σ.
4. ὥς τις περὶ πόρτακι μήτηρ] τὸν Αἴαντα λέοντι εἰκάζει “ ᾧ ῥά
τε νήπιʼ ἄγοντι” (134), τὸν Ὀδυσσέα τῆς ταπεινώσεως χάριν 〈κυνὶ〉
“ὡς δὲ κύων— ἄνδρʼ ἀγνο〈ι〉ήσασʼ ὑλάει” (Od. 20. 14, 15), τὸν δὲ
Μενέλαον συμπαθεῖ μὲν ζῴῳ, οὐ μὴν βιαίῳ· τοῦτο γὰρ τῷ ἤθει τοῦ
“μήτηρ” ἔλαβε, τὸ φιλοστοργότατον τῆς φύσεως ὄνομα.
πόρτακι] πόρταξ ὑποκοριστικῶς. τριχῶς δὲ τὸ ὄνομα παρʼ αὐτῷ λέγεται· πόρταξ, ὡς νῦν· πόρις, “ὡς δʼ ὅταν ἄγραυλοι πόριες” (Od. 10. 410)· πόρτις, “πόρτιος ἠὲ βοός” (Il. 5. 162).
5. πρωτοτόκος] πρὸς τὸ μὴ εἶναι ἀσθενῆ, ἀλλὰ καὶ φιλόστοργον.
“κινυρή” δὲ οἰκτρόφωνος. ἱφ’ ἓν δέ, ἵνʼ ᾖ ἐν τῷ τίκτειν θρηνοῦσα.
εἰδυῖα τόκοιο] ἐγνωκυῖα· “νήπιον, οὔ πω εἰδότʼ ὁμοιίου πολέμοιο”
7. *οἷ] ἀντὶ τοῦ οὗ.
8. ὅστις τοῦ γε] αὐτοῦ, τοῦ Μενελάου ἢ Πατρόκλου.
9. οὐδʼ ἄρα Πάνθου υἱός] ὡς γὰρ ἐν κυνηγεσίοις πρωτόλεια τῷ πρώτως βαλόντι δίδοται, οὕτω καὶ οὗτος τῶν ὅπλων ἀντιποιεῖται· εἰ γὰρ καὶ γεγύμνωται, εἰκὸς αὐτῷ παρακεῖσθαι τὰ ὅπλα.
14. * οὐ γάρ τις πρότερος] λείπει ἐμοῦ.
19. Ζεῦ πάτερ] πολυκίνητος ὁ λόγος. ἐσχετλίασε πρῶτον, εἶτʼ
ἐλογίσατο τὴν ὑπεροψίαν τῶν Πανθοιδῶν, καὶ οὕτως ἐπὶ τὴν ὑπό-
μνησιν τῶν πάλαι μετῆλθεν· εἶτα μετὰ ἤθους ἀπειλεῖ τῷ πολεμίῳ
ἀναχωρεῖν αὐτῷ παραινῶν.
ὑπέρβιον εὐχετάασθαι] ὑπὲρ δύναμιν αὐχεῖν. §. καὶ τὸ μὲν σημαι-
θράσος· ὅταν γὰρ οἱ μέτριοι ἀδικῶνται παρὰ τῶν βιαίων, ἄγουσι τὴν
πρὸς θεὸν παρρησίαν εἰς μέμψιν. καὶ ἑτέρωθι ὁ Μενέλαος ἀγανακτῶν
πρὸς τὸ θεῖον παρατάττεται, “Ζεῦ πάτερ, οὔτις σεῖο θεῶν ὀλοώτερος
ἄλλος” (ll. 3. 365).
20. οὔτʼ οὖν πορδάλιος] πρῶτον ἔθηκε τὴν πάρδαλιν· θρασὺ γὰρ
〈τὸ〉 ζῷον τοῦτο. δεύτερον δὲ τὸν λέοντα· μετὰ γὰρ θράσους καὶ
ἀλκὴν ἔχει. τρίτον σῦν, οὐχ ὡς γενναιότερον, ἀλλ’ ὡς ἀλογίστῳ ὁρμῇ
φερόμενον, λεόντων καὶ παρδάλεων πολλάκις τὸ παθεῖν φυλασσομέ-
21. συὸς κάπρου] μετὰ τὸ γένος τὸ εἶδος ἐπήγαγεν, ὡς τὸ “ἠύτε
βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων, ταῦρος (Il. 2. 480).
23. * Πάνθου υἷες] Εὔφορβος, Πολυδάμας, Ὑπερήνωρ.
24. *εὐδὲ μὲν οὐδέ] περισσὸν τὸ ἓν “οὐ〈δέ〉.”
βίη περήνορος] ἢ πρὸ τῆς μήνιδος ἢ νῦν κατὰ τὸ σιωπώμενον
νορα, ποιμένα λαῶν·” φεύγων γὰρ ἐκεῖνος ἀνῴρητο—Ὁμηρικὸν γὰρ
ἔθος τὸ ἔνια παραλείπειν καὶ ὕστερον φράζειν. “ἀλλʼ ἤδη με καὶ
ἄλλοτε δουρὶ φόβησεν” (Il. 20. 90)· “οὐκ ἐθέλεσκε μάχην ἀπὸ τεί-
χτος ὀρνύμεναι” (Il. 9. 353)· “ πρῶτον μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ
ἀγορεύων” (Il. 5. 832).
25. ὤνατο] ὠνείδισεν· 〈ἀπόνητο δὲ) ὄνησιν ἔλαβεν· ὠνόσατο δὲ
26. ἐλέγχιστον πολεμιστήν] καὶ “ μαλθακὸς αἰχμητής” (588). ἀλλʼ αἱ τῶν πολεμίων ἀποφάσεις οὐκ εἰσὶν ὀχυραί.
27. οὐδέ ἑ φημί] συγγνωστὸς ἀπαγγέλλων ἰδίας ἑαυτοῦ πράξεις·
προσφόρως γὰρ οὐκ ἄλλου τινὸς μέμνηται ἢ ἀδελφοῦ Εὐφόρβου, ἐκ
τῶν οἰκείων δυστυχημάτων ἀνακόπτων αὐτοῦ τὸ θράσος.
28. κεδνούς] ὧν 〈ἂν〉 κήδοιτό τις καὶ φροντίζοι.
ἱστορία. φασὶ Πυθαγόραν ἐν τῷ κατὰ τὸ Ἄργος Ἡραίῳ ἀσπίδα
χαλκῆν θεασάμενον εἰπεῖν, ὡς ταύτην φορῶν ἀνῄρητο ὑπὸ Μενελάου
ὢν Εὔφορβος. στρέψαντας δὲ Ἀργείους τὴν ἀσπίδα ἰδεῖν ἐπίγραμμα
Εὐφόρβου.
31. εἰςπληθὺν ἰέναι] τὸ ἑξῆς “ἐςπληθὺν ἰέναι, πρίντι κακὸν〈παθέειν〉.”
32. ῥεχθέν] ὅτε οὐδέν ἐστιν ὄφελος. παροιμιακὸν δὲ τοῦτο. εὐμνη-
34. ἦ μάλα τίσεις] ἔν τισι τῶν ὑπομνημάτων “ἦ τάχα τίσεις.”
*τίσεις] ὡς “τίσειαν Δαναοὶ ἐμὰ δάκρυα” (Il. 1. 42).
37. * ἀρητόν] ὀξυντέον· ἐπιθετικόν γάρ ἐστιν.
38. ἦ κεν σφιν] ὄντως.
40. Πάνθῳ ἐν χείρεσ〈σ〉ι βάλω καὶ Φρόντιδι] πρὸς τὸ ἔθος
σημειωτέον· καὶ γὰρ τῇ Ἀλκμήνῃ τὴν κεφαλὴν ἐκόμισαν Εὐ-
ρυσθέως καὶ τὴν Μελανίππου Τυδεῖ· καὶ “ἕλχ’, ἵν’ ἀπʼ ὤμοιιν
κεφαλὴν τάμοι ὀξέι χαλκῷ” (126).
41. ἔτι δηρόν] ἔν τισι τῶν ὑπομνημάτων “ἐπὶ δηρόν,” ἐπεὶ καὶ ἀλλαχοῦ φησιν “ἐπὶ δηρὸν δέ μοι αἰών” (Il. 9. 415).
ἀπείρητος] οὐκ ἔσται ἀπείρατος ἡμῖν ὁ πόνος ἢ τοῦ ἀμύνεσθαι ἢ τοῦ φεύγειν, ἀλλὰ δηλονότι διὰ πείρας ἐλευσόμεθα καὶ οὐ χωρὶς μάχης ἐσόμεθα, ὥστε ἢ ἀνδρίσασθαι ἢ φυγεῖν.
* πόνος] ἔργον μάχος.
42. *ἠδʼ ἀλκῆς ἡδὲ φόβοιο]οὕτως’ Ἀρίσταρχος ἄμφω διὰ τοῦ “δέ.”
44. οὐδʼ ἔρρηξεν χαλκόν] διὰ τοῦ “χαλκός,” ἵνʼ ἡ ἐπιδορατίς.
46. ἐπευξάμενος Διὶ πατρί] τοιοῦτος πανταχοῦ Μενέλαος, κἀν τῷ πρὸς Ἀλέξανδρον μονομαχίῳ (Il. 3. 275).
47. στομάχοιο θέμεθλα] τοῦ βρόγχου τὴν θέσιν, τὰ ἔσχατα μέρη τοῦ λαιμοῦ.
48. βαρείῃ χειρὶ 〈πιθήσας〉] τοῦ πράγματός ἐστι τὸ ἐπίθετον· βαρεῖαν γὰρ χεῖρα τὴν μετὰ βίας ἐρείδουσαν τὸ δόρυ φησίν. συν- επιβαρύνας τὴν χεῖρα τῷ δόρατι.
49. διʼ αὐχένος ἦλθεν] εἰκότως διῆλθεν· καὶ γὰρ ἡ τρώσασα χεὶρ
βαρεῖα καὶ ὁ αὐχὴν ἁπαλός, ὥστε ἐπετήδευσε μονομάχιον ἐπιδεῖξαι
δύο καλῶν. καὶ γὰρ Μενέλαος ξανθὸς εὔμηρος καλλίσφυρος.
51. κόμαι Χαρίτεσ〈σ〉ιν ὅμοιαι] οὐκ εἰκῆ ἡ ἐπεξεργασία τῆς
κόμης· ἀλλʼ ἐπεὶ ἔφθη εἰπὼν( Il. 16. 795, 7) “ μιάνθησαν δὲ ἔθειραι
αἵματι καὶ κονίῃσι. πάρος γε μὲν οὐ θέμις ἦεν ἱππόκομον πήληκα
μιαίνεσθαι,” παραμυθίαν εἰσφέρει τοῖς λυπουμένοις ὑπὲρ Πατρόκλου,
ψευδεῖς ἀντιπαραθεὶς τρίχας ταῖς οὐ ψευδέσιν.
Χαρίτεσ〈σ〉ιν ὅμοιαι] ταῖς τῶν Χαρίτων. §. οἳ δὲ γράφουσι “Χα-
52. *πλοχμοί] οἱ πεπλεγμένοι πλόκαμοι.
ἐσφήκωντο] παρειμέναι ἄνωθεν περιεδέδεντο. καὶ “Nάστης—
53. ἔρνος— ἐλαίης] Λαπίθαι μὲν δρυσὶν “αἵ τʼ ἄνεμον μίμνουσι
καὶ ὑετόν” (Il. 12. 133) 〈εἰκάζονται〉, Ἕκτωρ δὲ πεπτωκὼς δρυῒ
κεραυνωθείσῃ (Il. 14. 414)· τῷ γὰρ μεγέθει ἐκείνων ἥρμοσται ἡ
ἀπὸ τῶν τοιούτων δένδρων εἰκών. ἐνταῦθα δὲ ὡραῖον γράφων τὸν
Εὔφορβον ἐλαίαν παρέλαβε, δένδρον εὐειδὲς καὶ τῷ ἀειθαλεῖ τὸ
κάλλος διαφυλάττον. σκόπει δὲ καὶ τὰς κατὰ μέρος ἐξεργασίας.
τὸ μὲν πρῶτον οὐκ ἔφη φυτοκομεῖσθαι τὸ δένδρον, ἀλλʼ ὡς ἐπὶ ζῴου
ἐμψύχου τρέφεσθαι, δηλῶν τὸ ἥμερον καὶ εὐάγωγον τῆς φύσεως τοῦ
φυτοῦ, οὐκ αὐτοματίζον, ἀλλʼ ἐπιμελείᾳ γεωργῶν αὐξόμενον ἐν τόπῳ
ἐρήμῳ φυτῶν, ἵνα μὴ ἐμποδίζη〈ται) τῇ 〈ἐκ〉φύσει τῶν πλησίον
ῥιζῶν. συνεργεῖ δὲ αὐτῷ καὶ τὸ ὕδωρ πρὸς αὔξησιν· λοιπὰ δὲ ἦν τὰ
τῆς ψυχῆς καὶ τὰ ἔξωθεν· διὸ παρείληφε τοὺς παντοίους ἀνέμους
(56), ἵνα εὔτονον γινόμενον τὸν καρπὸν φυλάττοι.
54. χώρῳ ἐν οἰοπόλῳ] φυσικόν ἐστι 〈τὸ〉 κοτινοφόρους εἶναι τοὺς
ἄλλως: χώρῳ ἐν οἰοπόλῳ] πρὸς τὸ μὴ ἐκκόπτεσθαι ὑπὸ ὁδοιπόρων
ἢ μὴ ἐμποδίζεσθαι τῇ ἐκφύσει τῶν πλησίον ῥιζῶν· ἧττον γὰρ
εὔτροφα τὰ τοιαῦτα φυτά, ἀλλήλων τὴν εὐφυΐαν ἀφαιρούμενα.
ἀναβέβρυχεν] 〈ἀνα〉πηγάζει· τινὲς δὲ“〈ἀνα〉βέβροχεν’ πιαίνεται
55. πνοιαί] ἵνʼ εὔτονον γένηται καὶ φυλάσσῃ τὸν καρπόν· τὰ γὰρ
θαλπόμενα ἀσθενῆ εἰσι καὶ ἐπισκήπτοντος ἀνέμου τὸν καρπὸν
ἀφίησιν.
56. βρύει] θάλλει· ὅθεν καὶ ἔμβρυον. §. “ἄννθεῖ ” δὲ “λευκῷ”
57. ἐλθὼν—ἐξαπίνης] ἐπὶ μὲν τῆς τροφῆς αὐτῆς πνοὰς ἀνέμων
58. ἐξέστρεψε] μετέωροι γὰρ αἱ τῆς ἐλαίας ῥίζαι· διὸ καὶ
καὶ ἐξετάνυσ〈σ〉ʼ ἐπὶ γαίῃ] αἱ γὰρ ῥίζαι αὐτῆς ἐν ὑγρῷ εἰσι
καὶ γυμνὸς ὁ τόπος.
61. ὡς 〈δʼ〉 ὅτε τίς τε λέων] πάντα παρέβαλε πᾶσι, τὸ πλῆθος
τῶν Τρώων ἀγέλῃ βοῶν, τὸν Εὔφορβον ὄντα ἄριστον τῇ ἀρίστῃ βοῶν
—ὅτι δὲ ἄριστος, μαρτυρεῖ ὁ ποιητής, “ Πατρόκλῳ περιβὰς Τρώων
τὸν ἄριστον ἔπεφνε” (80)—τὸν κτείναντα Μενέλαον λέοντι, τὴν
ἀπραξίαν τῶν Τρωικῶν) ἀριστέων βουκόλοις καὶ κυσὶν ἐπαμῦναι
μὴ δυναμένοις.
65. δῃῶν] σὺν τῷ ι, καὶ περισπάσεις διὰ τὸ “δῄουν ἀλλήλους” (Il. 15. 708). τὸ γὰρ ἐντελὲς θέμα δηιόων ἐστίν.
66. *ἰύζουσιν] οἱ νομῆες· οἱ δὲ κύνες ὑλακτοῦσιν.
70. * ἔνθα κε—φέροι] ἀντὶ τοῦ 〈ἔ〉φερεν.
73. Κικόνων ἡγήτορι] πῶς ἐν τῷ Καταλόγῳ φησὶν “Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν” (Il. 2. 846); νοητέον οὖν, ὅτι ἦσαν μέν τινες πρῶτοι ἄρχοντες ἐν παντὶ τάγματι, ἦσαν δὲ καὶ ὑποδεέστεροι, ὡς ὁ Ἀχιλλεὺς “πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο” (Il. 16. 171).
ἡγήτορι Μέντῃ] τῶν ἀμοιβαίων ἡγεῖτο ἴσως ὁ Μέντης. §. τινὲς γράφουσι “Πείρῳ,” ἵν’ ᾖ ὁμώνυμος τῷ Θρᾳκί (Il. 4. 520).
75. ἀκίχητα] ἀκατάληπτα. §. προοικονομεῖ δέ, ἵνα νοῶμεν μετὰ θάνατον Ἀχιλλέως ἀνακεχαρηκέναι αὐτοὺς πρὸς τὸν δόντα.
76. ἀλεγεινοί] πολλοῦ λόγου δεόμενοι, εἰ ἀνδράσιν ὑποταγήσονται·
ἢ δυσχερεῖς, ὅ ἐστιν ἀδύνατοι.
83. Ἔκτορα] ἀντὶ τοῦ Ἕκτορος.
85. τὸν μὲν ἀπαινύμενον] σχεδὸν ἔδειξε τὸ πρᾶγμα ἐν πίνακι.
86. * κατʼ οὐταμένην ὠτειλήν] κατὰ τὸ ἐξ οὐτήσεως τραῦμα.
88. ὀξέα κεκληγώς] ἀναγκαῖον, ἵνʼ ἐν τοσούτῳ ὁ Μενέλαος ἔχῃ
καιρὸν διαλογίσασθαι· ὃ μὲν γὰρ συγκαλεῖ τὸ πλῆθος, ὃ δὲ σκέπ–
τεται.
91. εἰ μέν κε λίπω] μένειν μὲν ἡ τιμὴ Πατρόκλου καὶ ὁ ψόγος
〈λίπω〉 κάτα τεύχεα καλά] τὸ ἑξῆς καταλίπω· διὸ ἀναστρεπτέον
92. Πάτροκλόν 〈θ〉, ὃς κεῖται] δαιμονίως ἑαυτὸν δυσωπεῖ παρα-
95. * μή— περιστείωσι] διστακτικὸν τὸ “ μή.”
*“περιστήωσι” διὰ τοῦ η.
96. Τρῶας δʼ ἐνθάδε πάντας] προκατασκευάζει 〈εἰς τὸ〉 πιθανὴν
γενέσθαι τὴν ἀναχώρησιν.
98. ὁππότʼ ἀνὴρ ἐθέλῃ] ὅταν ἀνὴρ θέλῃ παρὰ γνώμην θεοῦ
πρὸς δαίμονα φωτὶ μάχεσθαι] παρὰ γνώμην θεοῦ· ἡ γὰρ“πρός”
δαίμονά περ, εἴ πως ἐρυσαίμεθα” (104).
101. * ἐκ θεόφιν] ἐκ θεῶν· περισσὴ οὖν ἡ ἔξ.
102. βοὴν ἀγαθοῖο] τινὲς τὴν φωνήν· σπανίως γὰρ αὐτὸν βοὴν
105. * κακῶν— φέρτατον] ἐν κακοῖς βέλτιστον.
109. ἐντροπαλιζόμενος] οὕτω γὰρ ἀναχωρεῖ καὶ λέων, μὴ διδοὺς
110. κύνες τε καὶ ἄνδρες] πολὺς ὁ θόρυβος κυνῶν ἀνδρῶν ὅπλων
ἄλλως : κύνες τε καὶ ἄνδρες—ἔγχεσι καὶ φωνῇ] πρὸς τὸ δεύτερον
ὑπήντησεν.
*δίωνται] ὡς λείπωνται· ἀπὸ δὲ τοῦ δίημι ἡ κλίσις.
112. παχνοῦται] πήγνυται φρίσσει ἢ λυπεῖται· τὰ ἀηδῆ γὰρ
(110).
117. θαρσύνον〈θʼ〉 ἑτάρους] ἔνδειξις καὶ τοῦτο τῆς Αἴαντος
118. * θεσπέσιον] τὸν ἐκ θεοῦ πίπτοντα.
120. βραχὺς ὁ λόγος τοῦ σπεύδοντος πρὸς τὴν συμμαχίαν.
123. θυμὸν ὄρινε] ἐλυπήθη μέν, οὐ συγκέχυται δέ, ὡς Ἀντίλοχος τῇ ἀφωνίᾳ συνεσχέθη (695).
125. Πάτροκλον — ἀπηύρα] Ἀττικῶς εἶπεν, οὐ‘ Πατρόκλου,ʼ κατε-
χρήσατο δέ, ὡς ἐκεῖ“〈τὰ〉 Πατρόκλοιο βίην ἐνάριξε κατακτάς (Il.
22.323). γυμνὸς γὰ Πάτροκλος· καὶ “ τεύχεα δʼ οὐ κατὰ κόσμον
ἀπὸ κρατός τε καὶ ὤμων εἵλευ” (205). ἢ ἐπεὶ τὰς κνημῖδας
ἔλυσεν· ἢ ὡς Ὀδυσσεύς φησι “σκοπὸν εἵλομεν” (Il. 10. 561)
κατὰ συνεκδοχήν, οὕτω καὶ Ἀπόλλωνος ἀφῃρημένου τὸν κοινωνὸν
τῶν κατορθωμάτων (Il. 16. 793) συναριθμεῖ.
126. κεφαλὴν τάμοι] εὔλογον προκατασκευάζει τὴν εἰς τὸν Ἕκ- τορα αἰκίαν λέγων, ὅτι αὐτὸς ταύτῃ διαθεῖναι τὸν Πάτροκλον ἔσπευσεν.
128. Αἴας δʼ ἐγγύθεν ἦλθε] εὐκαιρότατα ἔρχεται Αἴας ἤδη μέλλοντος Πατρόκλου σύρεσθαι.
129. Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον] ἀντίθες τῷ κατὰ τὸν Μενέλαον.
ὃ μὲν ἀναχωρεῖ συμμαχίαν προσκαλεσόμενος, ὃ δὲ οὐχ ἵνα ὠφελήσῃ τι
τοὺς φίλους, ἀλλʼ ἵνα κοσμήσηται τοῖς ὅπλοις, ὥσπερ μειράκιον εἰς
πομπὴν μέλλων προιέναι.
133. ὥς τις τε λέων] ἐπὶ μὲν τῆς προτέρας παραβολῆς (4) ἀντὶ
τῆς βοὸς τῷ τῆς μητρὸς ἐχρήσατο ὀνόματι· ἐπεὶ δὲ ἀπεμφαῖνον
ἦν ἐνταῦθα κατὰ τοῦ λέοντος χρήσασθαί τινι τοιούτῳ, τῷ μὲν κυριω-
τέρῳ κέχρηται κατὰ τούτου, τοὺς δὲ σκύμνους αὐτοῦ τέκνα ὀνομάζει
τῷ φιλοστόργῳ ὀνόματι. καλῶς δὲ καὶ νήπια ἐποίησε τὰ τέκνα·
μείζων γὰρ ἡ περὶ τούτων φροντίς.
λέων περὶ οἷσι τέκεσ〈σ〉ιν] οὐ σκυμναγωγεῖ 〈ὁ〉 λέων. ἴσως οὖν
τὴν θήλειάν φησιν· οὐκ οἶδε γὰρ Ὅμηρος τὸ λέαινα· διὸ φθάσας εἰπεῖν
“λέων” “ᾧ ῥα” (134) ἀρσενικῶς ἐπάγει. καὶ γάρ φησιν “ἐπεί σε λέον-
τα γυναιξὶ Ζεὺς θῆκεν (Il.21.483). ὁ δὲ Ἀντίμαχος καὶ τὸν ἄρρενά
φησι σκυμναγωγεῖν. τὸ μέγεθος δὲ Αἴαντος ὑποφαίνει ἡ παραβολή.
134. νήπιʼ ἄγοντι] φυσικὴν οἶδε τὴν τῶν τέκνων φιλοστοργίαν.
ἐπὶ ὀρνίθων “μάστακʼ, ἐπεί κε λάβῃσι” (Il. 9. 324), 〈ἐπὶ〉 κυνῶν
“ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσ〈σ〉ι” (Od. 20. 14), 〈ἐπὶ〉
136. ὄσσε καλύπτων] ὁ λέων. ὑπερέβαλε δὲ ὁ λόγος καὶτὴν γραφικήν.
141. * εἰκότως διὰ Σαρπηδόνα.
142. μάχης ἄρα πολλὸν ἐδεύεο] δειλίαν αὐτῷ ὀνειδίζει, ὃ μάλιστα
143. * φύξηλιν] παραγωγὸν ἀπὸ τοῦ φύξω μέλλοντος.
144. φράζεο νῦν] ὅρα τὴν τάξιν τοῦ λόγου καὶ τὴν τομήν. πρῶ-
τον ἔθηκε τὸ κατὰ τὸν Ἕκτορα, ὡς ἀφέστηκε τῆς μάχης καὶ ἀμελεῖ
τῶν συμμάχων· εἶτα ἐπάγει τὸ καθʼ ἑαυτόν, ὡς δίκαιον ποιῶν εἰ
ἀποσταίη καὶ αὐτὸς μετὰ τῶν Λυκίων, καὶ τὴν αἰτίαν ἐπεξεργά-
ζεται, “ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν μάρνασθαι δηίοισιν” (147, 8).
*σαώσῃς] διὰ τῆς ει διφθόγγου τὸ “σαώσεις.”
146. οὐ γάρ τις Λυκίων] οἱ γὰρ στρατιῶται ὁρῶντες ἀνεκδικήτους
147. ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν] οὐ γάρ ἐστι χαριστέον σοι ἐκ
ἄρα μοῦνον ἔην Ἐρίδων γένος” (Hes. Opp. 11)· “οὐκ ἄρα σοί γʼ
ἐπὶ εἴδει” (Od. 17. 454).
149. πῶς κε 〈σὺ〉 χείρονα φῶτα] ὁ γὰρ τοῦ βασιλέως πεσόντος
μεθʼ ὅμιλον] ἀντὶ τοῦ ἐκ πολέμου. §. Ζηνόδοτος δὲ γράφει
“μετὰ μῶλον” ἀντὶ τοῦ ἔξω τοῦ πολέμου.
151. τὸ “κάλλιπες” τὸν ἐθελόκακον δηλοῖ. πῶς δὲ δίκαιον τὸν
*ἕλωρ] ἀναίρεμα.
152. * πολλά] πολλαχῶς· ἢ λείπει ἡ κατά.
155. οἴκαδʼ ἴμεν] Ἀρίσταρχος ἀπαρέμφατον· καὶ λείπει τὸ καλῶς ποιήσει. ὁ δὲ Σιδώνιος γράφει “ἴ〈τ〉ω.”
*πεφήσεται] φανερωθήσεται.
156. εἰ γὰρ νῦν Τρώεσσι] ἀπειλήσας τὴν ἐπάνοδον πάλιν προ- τρέπει ἐπὶ τὴν βοήθειαν, ὀργιζομένου καὶ κηδομένου ἐμφαίνων διάθεσιν.
* λεληθότως καὶ Τρώων καθάπτεται.
159. *ἐρυσαίμεθα] διὰ μάχης ἑλκύσαιμεν.
163. * ὅτι ἐπὶ ἀψύχων τὸ “ ἀγοίμεθα.”
164. τοίου γὰρ θεράπων] τεχνικῶς μέγα δείκνυσι τὸ κατόρθωμα προτρέπων αὐτούς.
ἄλλως: τοίου γὰρ θεράπων] ἀξιόπιστα τὰ ἐγκώμια ὑπὸ πολε- μίου λεγόμενα.
167. 〈στήμεναι ἄντα,〉 κατʼ ὄσσε ἰδών] οὐκ ἀντιμαχέσασθαι,
ἀλλʼ οὐδὲ ἀντιβλέψαι.
*δηίων ἐν ἀυτῇ] ἐν τῇ πρὸς τοὺς πολεμίους μάχῃ.
170. Γλαῦκε] οὐκ εὐπορῶν ἀπολογίας πρὸς μὲν τὰ κατηγορη- θέντα 〈οὐδὲν〉 ἀποκρίνεται, ὡς ὑβρισμένος δὲ ἀγανακτεῖ· εἶτα δὲ καὶ τὴν αἰτίαν ψεύδεται, εἰς τὸν Δία ἀναφέρων τὸ ὅλον.
*τίη] Ἀττικῶς διὰ τί.
*ὑπέροπλον] ἀνάρμοστον.
171. * ὦ πόποι] Ζηνόδοτος “ὦ πέπον.”
*περὶ φρένας ἔμμεναι ἄλλων] ὑπερεῖναι τῶν ἄλλων.
173. * νῦν δέ σε] γράφεται “νῦν δέ σευ.”
174. *“φῆς” ἐνεστῶτος.
176. * οὐκ εὐπορῶν ἀπολογίας τὸν Δία αἰτιᾶται.
178. ἕτε δʼ αὐτός] Ἀριστοφάνης “τότε δʼ αὐτός.”
179. ἀλλʼ ἄγε δεῦρο] ὅρα ἃ ἐπαγγέλ〈λ〉εται καὶ τί μέλλει ποιεῖν.
181. 〈ἀλκῆς μάλα περ〉 μεμαῶτα 〈σχήσω ἀμυνέμεναι〉] με- μαῶτα ἀμύνειν σχήσω τῆς ἀλκῆς.
186. ὄφρ’ ἂν ἐγὼ Ἀχιλῆος] προσεδόκησεν ἄν τις αὐτὸν δυσωπη-
θέντα τοῖς λόγοις, 〈ὡς καὶ〉 αὐτὸς ἐπηγγείλατο, κινηθῆναι ἐπὶ τῷ
πράγματι· ὃ δὲ ἐπιλέλησται μὲν ὧν αὐτὸς εἶπεν, ἠμέληκε δὲ τῶν
ὀνειδῶν, ἐπὶ δὲ τὴν ἑαυτοῦ ἐπιθυμίαν ἐξάγεται.
190. ὦκα μάλʼ 〈οὕπω τῆλε〉] ποσὶ μετασπὼν ἐκίχανε τοὺς ἑταί- ρους οὐ τῆλε.
μετασπών] διώκων. §. τινὲς δὲ ἐβάρυναν, οὐκ εὖ. οὐδεμία γὰρ μετοχὴ ἀναβιβάζει τὸν τόνον ἐν τῇ συνθέσει, εἰ μὴ ἡ ἄκων.
192. στὰς δʼ ἀπάνευθε μάχης] ἔπεμψε μὲν τοὺς ἑταίρους φέροντας
σπεύδει καλλωπίσασθαι, διὰ τῶν θείων ὅπλων δόξαν καὶ φυλακὴν
παρέχων ἑαυτῷ θέλων τε τοὺς Τρῶας ἐπιρρῶσαι καὶ τοὺς Ἀχαιοὺς φο-
βῆσαι. ἅμα δὲ καὶ ἀποδίδοσθαι θέλει τὰ ὅπλα τῷ Ἀχιλλεῖ ὁ ποιητής.
194. τεύχεα δῦνεν] οὐ γὰρ ἰσομεγέθης Ἀχιλλεῖ ὁ Ἕκτωρ· πολλοὶ
δὲ κέχρηνται τούτοις τοῖς ὅπλοις, Πηλεὺς (Il. 18. 84) Ἀχιλλεὺς
Πάτροκλος Ἕκτωρ, καὶ πᾶσιν ἁρμόζουσιν· φύσις γὰρ αὕτη τῶν
ἡφαιστοτεύκτων, τὸ πᾶσιν ἁρμόδια γίνεσθαι.
197. γηράς] ἀποκοπὴ τοῦ γηράσας, ὡς “ὑποφθάς”(Il. 7. 144).
τὸ “ γηράντεσσι τοκεῦσιν” (Hes. Opp. 188) παρατάσεως μᾶλλόν
ἐστιν ἤπερ συντελείας, γηρῶσι τοῖς γονεῦσι καὶ ἐν παρατάσει οὖσι τοῦ
γηρᾶν, οὐχὶ τέλος λαβοῦσι τοῦ γήρως· ὁ γὰρ τέλος λαβὼν τοῦ γήρως
τέθνηκεν. καὶ ἐνθάδε τὸ “ γηράς” ἀντὶ τοῦ γηρῶν, οὐχὶ γηράσας.
ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα] ἡδὺ καὶ περιπαθὲς τὸ
εὑρίσκεσθαι δυστυχέστερον τοῦ πατρὸς τὸν υἱόν.
198. ἴδεν νεφεληγερέτα Ζεύς] ἐλέγξαι βουλόμενος τὴν κενοσπου-
201. σχετλιάζων ἐπὶ τῷ ἐπάρματι τῆς εὐτυχίας διδάσκει με-
202. ὃς δή τοι σχεδόν ἐστι] τὴν ἀγανάκτησιν τῶν ἀκροατῶν θερα- πεύσων 〈τὸ μαντεῖον Διὶ περιέθηκεν.
*σχεδόν] ἐπὶ τοῦ χρόνου.
205. τεύχεα δʼ οὐ κατὰ κόσμον] Πηλεῖ γὰρ καὶ τοῖς Πηλέως ἐπέβαλεν αὐτὰ φορεῖν οἷς ἔδωκαν οἱ θεοί.
207. οὔτι μάχης ἐκνοστήσαντι] εἰ καὶ ἔμελλέ τις τῶν ἀκουόντων
208. δέξεται Ἀνδρομάχη] πάθος ἐργάζεται ταῖς ἀλλοτρίαις συμ- φοραῖς συναλγοῦν τὸ πρόσωπον. ἡ φιλανδρία δὲ Ἀνδρομάχης δείκνυται εἰωθυίας ὁπλίζειν τὸν Ἔκτορα.
209. καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι] τραγῳδίαν ἔχει τὸ ἐπὶ κυρώσει
210. δῦ δέ μιν Ἄρης] διὰ τοῦ Διὸς καὶ τῶν ὅπλων. §. “Ἄρης”
211. ἐνυάλιος] φονικός, παρὰ τὸ ἔνω· ὅθεν αὐθέντης συντέθειται.
213. ἰνδάλλετο] ὡμοιοῦτο. §. “Πηλείωνι” (214) οὕτως Ἀρίσταρρ-
214. μεγαθύμου Πηλείωνος] Ἀρίσταρχος “μεγαθύμῳ Πηλείωνι·” Ζηνόδοτος “Πηληιάδεω Ἀχιλῆος.”
216. Μέσθλην τε Γλαῦκόν τε] προπαρασκευή τις ὑπὸ τοῦ ποιητοῦ
τῆς μάχης ἔοικε γίνεσθαι. ἅμα δὲ καὶ ἀκόλουθον τῇ κενοδοξίᾳ Ἕκ-
τορος 〈τὸ〉 καθʼ ἕκαστον ἐνδείκνυσθαι τὴν κτῆσιν τῶν ὅπλων καὶ
καταφανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ.
Mέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε] ἡδέως πάνυ καὶ ἀρχαιοπρεπῶς τῇ ἐπαλληλίᾳ τοῦ συνδέσμου ἐχρήσατο.
218. Φόρκυν] ὡς βότρυν· οὐκ ἀναγκαῖον δὲ ἐκτείνει〈ν〉 τὸ υ. καὶ γὰρ διὰ τὸ μέτρον ἐκτέταται ἐν τῷ “Φόρκυς αὖ Φρύγας ὖγε” (Il. 2. 862).
〈Χρομίον〉] “Μυσῶν δʼ αὖ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνι- στής (ib. 858).
220. κέκλυτε, μυρία φῦλα] ἐπῆρται πάλιν τῇ εὐτυχίᾳ.
καὶ ἄλλως: ὑπὸ τοῦ Γλαύκου δεινῶς ὀνειδισθεὶς ἀνταποδίδωσι
τοῖς ἐπικούροις τὴν ὕβριν. παραβάλωμεν δὲ Ἑλληνικῷ βάρβαρον
ἦθος· ἄμφω προτρέπουσι τοὺς στρατοὺς ἐπὶ τὴν μάχην, Ἕκτωρ καὶ
Μενέλαος· ἀλλʼ ὃ μὲν οὐδὲ ῥῆμα φιλοφροσύνης εἶπεν, ὃ δὲ “ὦ
φίλοι Ἀργείων ἡγήτορες” (248)· καὶ ὃ μὲν δημοσίας τιμῆς καὶ
σιτήσεως ὑπομιμνῄσκει (250), ὃ δὲ δώρων καὶ ἐδωδῆς (225) φορτικὴν
καὶ δουλοπρεπῆ ὀνειδίζων αὐτοῖς δόσιν, καὶ ἐκτρίβειν τὴν ἀρχήν φησι
221. πληθὺν διζήμενος] ἐπὶ σωτηρίᾳ φησὶν ὑμᾶς ἤγειρον, οὐ μεγάλην ἐμαυτῷ σπουδάζων περιβαλέσθαι τὴν ἀρχήν.
225. δώροισι κατατρύχω 〈—λαούς〉] ἀναγκάζω αὐτοὺς ὑμῖν
ἄλλως: δώροισι κατατρύχω] ὅρα τὸ αἰσχρόν· κατατρύχειν τοὺς
νουσιν,
226. * ἀέξω] ἀγάλλω, λαμπρύνω.
227. ἰθὺς τετραμμένος] ὅρα τὴν εὐήθειαν· ἀξιοῖ ἀντὶ τῶν τροφῶν
ἢ ἀπολέσθω ἠὲ σαωθήτω] ὡς χαλεπαίνων τῷ ἀδήλῳ τῆς τύχης
τὴν χείρω ἐλπίδα προὔθηκεν.
228. * ὀαριστύς] συμβολή.
230. εἴξῃ δέ οἱ Αἴας] ἐμφαντικῶς· οὐ γὰρ εἶπε “κρατήσει
7. 244 sqq.) καὶ τῆς τοῦ λίθου βολῆς (Il. 14. 409).
231. 〈τῶν〉] γράφεται “τῷ.”
233. * βρίσαντες] στῖφος ποιήσαντες, συνασπίσαντες.
234. *ἔλπετο θυμός] “ἤθελε θυμός·” Ἀριστοφάνης δὲ “ἔl-
235. νεκρὸν—ἐρύειν] οὐκ ἀπεοικὸς μὲν τὸ ἐλπίσαι ταῦτα τοὺς
236. νήπιοι] ἐπεὶ ἐδεινοποίησε τὴν προθυμίαν τῶν Τρώων, διὰ
* πολέσσιν] ἀντὶ τοῦ “πολλῶν.”
237. * εἶπε—Μενέλαον] λείπει ἡ πρός. A+
238. ἔλπομαι αὐτώ περ] τὸ Περιπατητικὸν δόγμα πρῶτος Ὅμηρος
240. οὔτι τόσον νέκυος περιδείδια] καὶ δὴ οἱ δημοτικοί φασιν
“εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε” (421). ἢ ὡς κυβερνήτης ἀγαθὸς
προσκοπεῖ τὸν ἐσόμενον κλύδωνα τῆς μάχης, ἐν δὲ τοῖς πρακτέοις
ἀριστεύει· ἢ τάχα τὸν ἀκροατὴν ἐγερῶν 〈ὁ ποιητὴς〉 καὶ αὐτὸν
τὸν ἰσχυρότατον ἀγωνιῶντα παρίστησιν.
〈νέκυος〉 περιδείδια] κατὰ Ἀρίσταρχον ἀναστρεπτέον τὴν πρό- θεσιν —τὸ γὰρ ἑξῆς ἐστι “ περὶ νέκυος” —ὁ δὲ Ἀσκαλωνίτης ὑφʼ ἔν.
242. κεφαλῇ περιδείδια] ἡ “περί” ἀντὶ τῆς ὑπέρ, ἵνʼ ᾖ ὑπὲρ
ἐμῆς κεφαλῆς. διὸ καὶ σημεῖον παράκειται.
243. πολέμοιο νέφος— Ἕκτωρ] ὁ κίνδυνος τοῦ πολέμου. §. ἄλλως:
245. ἤν τις ἀκούσῃ] ἀκούσῃ καὶ μὴ καταπτήξῃ τὸν πόλεμον. ἢ διὰ
τὸν κτύπον τῶν ἀσπίδων καὶ τὸν θόρυβον τῶν μαχομένων· ὃ καὶ ἄμεινον.
248. ὦ φίλοι Ἀργείων] τεθεῖσα ἐκ παραλλήλου ἡ δημηγορία
αὕτη τῇ τοῦ Ἕκτορος ἤλεγξε μὲν τὸ τῶν βαρβάρων ἀνόητον, ἔδειξε δὲ
τὴν Ἑλληνικὴν σύνεσιν. 〈εἰς〉γὰρ τὸ αὐτὸ πρᾶγμα ὁ μὲν Ἕκτωρ τρο-
φὴν ἐγκαλέσας ὠνείδισε μᾶλλον ἢ ἐδυσώπησεν, ὁ δὲ Μενέλαος τιμῆς
αὐτοὺς ὑπομνήσας ἧς ἐτύγχανον παρὰ τῷ βασιλεῖ προὐτρέψατο.
250. δήμια] τὰ ἐκ τῶν κοινῶν χρημάτων χορηγούμενα.
251. * “τιμή” καὶ γέρας βασιλέων.
254. αὐτός] αὐτόματος.
255. Πάτροκλον] αὐτῷ τῷ ὀνόματι ἠρκέσθη πρὸς δυσώπησιν.
αἰδέσθητε, 〈φησί〉, Πάτροκλον ὑπὸ κυνῶν σπαραχθῆναι, οὐδὲν τῶν
προσόντων αὐτῷ προσλαβών, οὐ τὸ μειλίχιον, οὐ τὸ φιλέταιρον, οὐ τὸ
σωτήριον, ὡς καὶ τῆς Ἑλένης τὸ ὄνομα ἤρκεσε τῷ Εὐριπίδῃ
(Or. 81) πρὸς πᾶσαν λοιδορίαν, “Ἑλένη, τί σοι λέγοιμʼ ἄν.”
256. * Ὁιλῆος ταχὺς Αἴας] προπετὴς οὗτος καὶ ταχὺς τῇ γνώμῃ.
260. τίς κεν ᾗσιν φρεσίν] ἡ ἀποσιώπησις τὸ πλῆθος ηὔξησεν.
262. *προὔτυψαν] προενέσεισαν.
263. ὡς δʼ, ὅτʼ ἐπὶ προχοῇσι] οὐ μόνον ῥεύματι ποταμῶν οὐδὲ κύ
ἠιόνας ἠχούσας, ὃ ἐμιμήσατο διὰ τῆς ἐπεκτάσεως τοῦ “βοόωσιν.”
αὕτη ἡ εἰκὼν Πλάτωνος ἔκαυσε τὰ ποιήματα· οὕτως ἐναργέστερον τοῦ
ὁρωμένου τὸ ἀκουόμενον παρέστησεν. δεικτικὸν δὲ καὶ τὸ“ ἐρευγομένης”
(265). τὸ δὲ “ἔξμʼʼ τὴν ἐπὶ πλεῖστον ἔκχυσιν τῆς θαλάσσης δηλοῖ.
*προχοῇσι] εἰς θάλασσαν ἐκροαῖς.
διιπετέος] ἐξ ὄμβρουσυγκινουμένου. §. μεγαλοφυῶς δὲ οὐδένα παρε-
264. βέβρυχεν] ὠνοματοπεποίηται. §. Ἀριστοφάνης δὲ “βε-
265. ἠιόνες βοόωσιν] Σόλωνά φασι τὸν νομοθέτην μιμησάμενον τὴν
τῷ στίχῳ σφόδρα κατʼ εὐεξίαν ἐπιτετε〈υ〉γμένῳ διαπορῆσαι καὶ
θαυμάσαντα κατακαῦσαι τὰ ἴδια σκέμματα. τῆς γὰρ ἐπαλλήλου
τῶν ὑδάτων ἐκβολῆς ἡ τοῦ “βοόωσιν” ἀναδίπλωσις ὁμοίαν ἀπετέ-
λεσε συνῳδίαν. καὶ ἀλλαχοῦ χρῆται τῇ λέξει “οὔτε θαλάσσης
κῦμα τόσον βοάᾳ” (Il. 14. 394).
268. φραχθέντες σάκεσιν] ὡς τὸ “φράξαντο δὲ νῆας ἕρκει χαλ- κείῳ” (Il. 15. 566, 7). §. Ζηνόδοτος δὲ γράφει “ἀρθέντες.”
269. ἠέρα πολλήν] ἐπὶ τιμῇ Πατρόκλου τοῦτο φαίνεται πράτ-
κράτος ἐγγυαλίξω” (206) νῦν φαίνεται κηδόμενος τοῦ Πατρόκλου·
εὐσεβὴς γὰρ δι᾿ ὅλης τῆς ποιήσεως εὑρίσκεται.
272. μίσησεν δʼ ἄρα] πιθανὴ ἡ προαναφώνησις, ἵνα μαθόντες τὸ πέρας ἀνεχώμεθα τῶν κινδύνων.
ἄλλως: μίσησεν] μισητὸν ἡγήσατο. καινῶς δὲ ἔφρασεν, ὅτι καταβρωθῆναι κυσὶν αὐτὸν οὐκ ἠθέλησεν.
277. ἀλλὰ νέκυν ἐρύοντο] μικροψυχίας κατηγόρημα, εἰ τῆς τῶν
πολεμίων ἠμέλουν σφαγῆς, καὶ ταῦτα ἐπιθυμοῦντες διὰ τὸ ἑλκύσαι
τὸν νεκρόν.
281. συῒ 〈ε〉ἴκελος] εὗ τὸ μὴ λέοντα παραλαβεῖν ἀλλὰ κάπρον
ζῷον φεῦγον· οὗτος γὰρ εἴωθεν ἐν ταῖς φυγαῖς στρέφεσθαι πυκνῶς
καὶ τοὺς διώκοντας ἀναιρεῖν. καὶ ἀλλαχοῦ φησι “ταρφέα τε στρέ-
φεται στίχας ἀνδρῶν πειρητίζων” (Il. 12. 47).
ἄλλως: οὗτος γὰρ τάχιστα μεταστρέφεται ἐν ταῖς φυγαῖς.
285. * ῥεῖα—ἐκέδασσε] ῥεῖα ἐσκέδασεν.
286. οἳ περὶ Πατρόκλῳ 〈βέβασαν〉] ἀντὶ τοῦ ‘τῶν περὶ
Πατρόκλῳ.ʼ ἢ ὅμοιόν ἐστι τῷ “ἐκίνηθεν δὲ φάλαγγες, ἐλπόμενοι
παρὰ ναῦφι” (Il. 16. 280, 1).
290. δησάμενος] ἐναργὴς καὶ καινοπρεπὴς ἡ διάθεσις· ἐπεὶ γὰρ δέδιε πλησιάζων τοῖς ἀντιπάλοις, ἕλκει τὸ σῶμα κεκρυμμένως. διὸ καὶ κατὰ κεφαλῆς πλήσσεται.
παρὰ σφυρὸν 〈ἀμφὶ τένοντας〉] ἡ “παρά” πρὸς τὸ “δησάμενος·”
ὁ δὲ Ἕκτωρ περὶ ταῦτα τέτρηται (Il. 22. 396).
292. ἱεμένῳ περ] Ἀρίσταρχος “ ἱεμένων” διὰ τοῦ ν, πληθυντικῶς.
297. παρʼ αὐλόν] τινὲς τὸ ξύλον τοῦ δόρατος, ἐπεὶ καὶ τὰς
αἰγανέας “δολιχαύλους” φησίν (Od. 9. 156). οἱ δὲ τὸν ἄκρον
ἐξακοντισμὸν τοῦ αἵματος, ὡς ἐκείνῳ συνεκπηδήσαντος τοῦ ἐγκεφάλου.
καὶ ἀλλαχοῦ “αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν” (Od.
22. 18)· παρακεκινδυνευμένον δέ τι ἐξενήνοχεν· θέλει γὰρ εἰπεῖν, ὅτι
ἐκράθη ὁ ἐγκέφαλος τῷ αἵματι· διὸ καὶ ἔφη αὐτὸν αἱματόεντα(298).
298. αὖθι] παρὰ τῷ Πατρόκλῳ, πρίν τι δρᾶσαι, πρὶν ἑλκύσαι.
300. ἄγχι— ἐπὶ νεκρῷ] ἐναντίον τὸ “ἄγχι” τῷ “ἐπί,” ἢ ἀντὶ
τῆς παρά.
301. Λαρίσης] οὐ τῆς ἐν Τροίηᾳ· οὐ γὰρ ἂν εἴρηκε “τῆλετ·” ἀλλʼ
οὐδὲ τοκεῦσιν] ᾡκτίσατο περὶ τὴν διήγησιν ἱκανῶς.
302. * θρέπτρα] σὺν τῷ ρ γραπτέον καὶ παροξυτονητέον.
306, 7. 〈Ἰφίτου υἱόν,〉 Φωκήων ὄχʼ ἄριστον] καὶ ἄλλος ‘Πριμή-
δεος υἱὸς ἀρχὸς Φωκήωνʼ (Il. 15. 515). §. πολλὴ δὲ ἡ ποικιλία· νῦν
*ἐν κλειτῷ Πανοπῆι] ἐν τῷ ἐνδόξῳ Πανοπεῖ.
310. *νείατον ὦμον] τὸ ἔσχατον μέρος τοῦ ὤμου, ὡς “νειαίρῃ
δʼ ἐν γαστρί” (Il. 5. 539)·
312. * Φόρκυνα] ἀπὸ τῆς Φόρκυν.
313. * Ἱπποθόῳ περιβάντα] ὅτι πρὸς δοτικήν.
*μέσην κατὰ γαστέρα] τὸν ὀμφαλόν.
314. θώρηκος γύαλον] κατὰ περίφρασιν τὸν θώρακα.
διὰ δʼ ἔντερα χαλκὸς 〈ἤφυσε〉] παράδοξον τὸ διὰ τῆς ἐπιφανείας
317. ἐρύσαντο δὲ νεκρούς] πῶς μὴ καὶ Πάτροκλον εἵλκυσαν; ὅτι
ἠμέλουν.
321. καὶ ὑπὲρ Διὸς αἶσαν] ἀντὶ τοῦ‘γνώμην Διός·ʼ ὀργιζομένου
324. κήρυκι] διὰ τὸ μέτρον συσταλτέον τὴν ρυ. §. τὸ δὲ
325. * ἡ ἡλικία καὶ ἡ φιλία ἑτοίμη πρὸς πειθώ.
327. καὶ ὑπὲρ θεόν] ἀπέφυγε τὸ κοινὸν τῷ εἰπεῖν ‘ καὶ ἐναντιου-
328. ὡς δὴ ἴδον ἀνέρας] ἀξιόπιστος ὁ λόγος περικείμενος κήρυκος
330. πλήθει τε σφετέρῳ] τῷ ἰδίῳ πλήθει, οὐκ ἐπικουρικῷ. §. τὸ
τῷ ἀριθμῷ πλῆθος ὀνομάζειν. τὸ δὲ σχῆμα ἐκ τοῦ ἐναντίου δεί-
κνυται, ὅτι ἕτεροι καὶ ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ τῷ πλήθει ὀλίγοι
ὄντες γενναίως μάχονται. ἐλέγχει δὲ τοὺς μὴ μαχομένους καὶ
πολυπληθείᾳ προὔχοντας καὶ συμμαχίᾳ θεοῦ.
332. ἄσπετον] μέγα· οὐκ ἄν τις παρακολουθήσειε διὰ τὸ
μέγεθος.
334. ἔγνω ἐσάντα ἰδών] ἔγνω τοίνυν καὶ ἡ Ἑλένη τὴν Ἀφρο- δίτην (ll. 3. 396). §. “ἐσάντα ἰδών ” ἀντὶ τοῦ ἀντικρύς.
338. *ὁ “ἀλλά” πρὸς τὸ “〈τῷ ῥ'〉 ἰθὺς Δαναῶν” (340).
339. * “ὕπατον μήστωρα” μέγιστον ποιητήν.
340. *ἰθὺς Δαναῶν] ἐπʼ εὐθείας ὡς αὐτούς.
348. *Ἀπισάονα] “Ἀμυθάονα·” τινὲς οὕτως.
351. * προσυνίστησι τὴν παραποτάμιον μάχην (Il. 21).
358. οὔτε τινὰ προμάχεσθαι] καὶ Νέστωρ τοῦτο παραινεῖ·
“μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς οἶος πρόσθʼ ἄλλων
μεμάτω Τρώεσ〈σ〉ι μάχεσθαι (Il. 4. 303, 4). καὶ γὰρ οὐχ ἧττον
λυπεῖ τοῦ φεύγοντος ὁ προμαχῶν, διασπῶν τὴν τάξιν.
359. * βεβάμεν] ἀπὸ τοῦ βεβάναι ἀπαρεμφάτου.
360. * ὣς Αἴας ἐπέτελλε] τῷ προνοεῖσθαι τῶν ἑταίρων.
361. *ἀγχηστῖνοι] ἐγγὺς ἀλλήλων.
363. καὶ Δαναῶν] ὡς παράδοξον εἰσήγαγε τὸ καί τινας τῶν Δαναῶν πίπτειν.
364. μέμνηντο γὰρ αἰεί] στρατηγικῶς δείκνυσι πόθεν γίνεται
νίκη, οὐ τὸ ἰδία λυσιτελὲς σκοποῦντος ἑκάστου, μᾶλλον δὲ τὸ τοῦ
πλησίον. καὶ “ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν” (Il. 3. 9).
σωτήριον ἄρα ἐν εἰρήνῃ καὶ πολέμῳ ἡ πρὸς τοὺς φίλους εὔνοια.
365. αἰπύν] προσάντη. §. “φόνον” δὲ δεῖ γράφειν, οὐ “πό- νον.“
366. οὐδέ κε φαίης] ὑπελάμβανες ἂν ἔκλειψιν εἶναι τῶν στοι- χείων αὐτῶν.
368. ἠέρι γάρ] ὑπὲρ τοῦ δεινῶσαι τὴν μάχην εἰς τὸ τυχὸν μέρος τῶν πληγῶν φερομένων.
μάχης ἐπί θʼ ὅσσον ἄριστοι] τὸ ἑξῆς ‘ἐφʼ ὅσον,ʼ καὶ οὐκ ἀναστρεπτέον. ὁ δὲ “τέ” πλεονάζει· ἔστι γὰρ ὁ λόγος καὶ ὁ νοῦς οὕτως· ἐφʼ ὅσον οἱ ἄριστοι ἕστασαν, ἐπὶ τοσοῦτον ἀέρι κατείχον- 〈το〉. §. Ζηνόδοτος “ἐπὶ τόσον.” Ἀριστοφάνης “μάχῃ ἔνι.”
ἄλλως: μάχης ἐπί θʼ 〈ὅσσοι〉] περισσὸς ὁ “τέ·” ἔστι δέ· ‘ὅσοι γὰρ
ἄριστοι ἐπὶ τῇ μάχῃ περιίσταντο τὸν Μενοιτιάδην, ἠέρι κατείχοντο.ʼ
372. νέφος δʼ οὐ φαίνετο] οὔτε χαμόθεν ἦν νέφος ἰδεῖν οὕτε ἐπὶ
373. *γαίης] λείπει ἡ ἀπό.
μεταπαυόμενοι] ἐκ διαδοχῆς ἀναπαυόμενοι. καὶ Ἀρίσταρχός φησιν,
377. δύο δʼ οὔπω—πεπύσθην]οὐχ ὡς τῶν ἄλλων πυθομένων —ἄτοπον
ποιεῖ, ἐπεὶ θάτερον αὐτῶν ἀποστέλλειν ἐθέλει φίλτατον ὄντα Ἀχιλλεῖ.
381. ἐπιοσσομένω] ἐπιβλέποντες, ἵνα τῶν μὲν πιπτόντων ὑπερ-
ἄλλως: προορώμενοι καὶ προσδοκῶντες μήτε ἀποθνήσκειν τοὺς
384. * τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει] τοῖς περὶ
386. γούνατά τε] εὗ τὸ μὴ ἐπὶ κεφαλαίου τὰ μέλη φράσαι,
καὶ τὸν θώρακα ῥᾴδια πρὸς ἱδρῶτα ὄντα παρέλιπεν. ἀκατάλληλον
δὲ τὸ “ὀφθαλμοὶ παλάσσετο.” ἔστι δὲ ὅμοιον τῷ “ἔνθα Ποσειδάων
389. ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο] ἐνδείξασθαι θέλων καὶ τὴν βίαν τῶν
ἑλκόντων καὶ τὴν τοῦ ἑλκομένου σώματος ταλαιπωρίαν δορὰν διατεινο-
μένην παραλαμβάνει καὶ ταύτην ἀκμαίαν, ἥτις πολλὴν ἐπίδοσιν
ποιεῖται, καὶ ἐλαίῳ διάβροχον· τούτῳ γὰρ μαλαττόμενα τὰ κατε-
σκληκότα ἀνίεται. πολλοὺς δὲ τοὺς ἕλκοντάς φησιν· οὕπω γὰρ
ἐπασσάλευον τὰς βύρσας ἴσως. ἔστι δὲ ἐξ εὐτελοῦς μὲν ἡ εἰκών,
τῇ δὲ ἐναργείᾳ κεκοσμημένη.
*ταύροιο βοός] “βοῦς ἀγέληφι—ταῦρος” (Il. 2. 480, 1).
ταύροιο βοός] ἔδει προτάσσειν τὸ γενικὸν τοῦ 〈ε〉ἰδικοῦ, ὡς “ἠύτε βοῦς ἀγέληφι —ταῦρος” (Il. 2. 480, 1)· ἔστι δὲ Ἀττικὸν τὸ οὕτω συντάττειν.
392. κυκλόσε] Ζηνόδοτος “κύκλῳ·” Ἀρίσταρχος “κύκλος,” ὡς
“ πληθὺς—ἀπονέοντο” (Il. 15. 305)ʼ καὶ ἐπὶ Μενελάου ὁμοίως ἐν
τῇ Δ΄ (212)· οἱ δὲ ἄλλοι ἐπίρρημα, καὶ παροξύνουσιν, ἀλλʼ ἔδει
‘κυκλόφι.ʼ
393. τάνυται δέ τε] τὸ γὰρ πάχος λεπτυνόμενον εἰς μέγεθος ἄγεται.
395. *εἵλκεον] Ἀρίσταρχος. §. ὅτι πλεονάζει τὸ ι.
398. λαοσσόος] ὁ τοὺς λαοὺς παρορμῶν· φησὶ γὰρ “ ὦρσε—τοὺς
μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη” (Il. 4. 439).
399. ὀνόσαιτο] ψέξαι. “ἢ ο〈ὔ〉νεσθʼ, ὅτε μοι Κρονίδης” (Il. 24. 241) ἀντὶ τοῦ‘ψέγετέ με καὶ εὐτελίζετε.ʼ
401. οὐδʼ ἄρα πώ τι ᾔδεε] εἴωθε συμπάθειαν ἐγείρειν διὰ τούτων,
ἐπὰν οἱ τὰ μέγιστα δυστυχοῦντες ἐν ἀγνοίᾳ τῶν κακῶν ὦσι καὶ ἐπὶ
φιλανθρωποτέρων φέρωνται ἐλπίδων, ὡς Ἀνδρομάχη (Il. 23. 437)
καὶ Δόλων (Il. 10. 350) καὶ νῦν Ἀχιλλεύς.
404—425. τείχει ὑπὸ Τρώων] Ζηνόδοτος ἀπὸ τοῦ “τείχει ὑπὸ Τρώων” (404) ἕως τοῦ “χάλκεον οὐρανόνʼ (425) οὐ γράφει· Ἀρί- σταρχος μόνον ἀθετεῖ “ὣς δέ τις αὖ Τρώων” (420).
τό μιν οὔ ποτε ἔλπετο θυμῷ] διὸ αὐτὸν οὐ προσεδόκα.
407. ἐκπέρσειν πτολίεθρον] παιδευτικὸς ὁ λόγος, ὅτι οὐ δεῖ ταῖς ἐλπίσι πεποιθέναι.
409. Διὸς—νόημα] τὴν εἱμαρμένην· “ὃ γάρ τʼ εὖ οἶδεν
410. δὴ τότ〈ε γ’〉 οὔ οἱ ἔειπε] οὐκ ἔστι περισσός, ἀλλʼ ὡς τὸ
“δίδαξε γὰρ Ἄρτεμις αὐτὴ —ἀλλʼ οὔ οἱ τότ〈ε γ’〉 ἔχραισμʼ
Ἄρτεμις (Il. 5. 51. 3).
413. ἐγχρίμπτοντο] τινὲς “ἐγχρίπτοντο,” ὡς τὸ “ζῳὸν ἐνι- χριφθέντα πύλῃσιν” (405).
415. ὦ φίλοι] πολλὴ σπουδὴ ἑκατέρῳ στρατῷ τοῦ νεκροῦ κρατῇ-
σαι, τοῖς μὲν αἰδουμένοις δεύτερον ἁμαρτεῖν εἰς Ἀχιλλέα, τοῖς δὲ
ἀμύνασθαι Ἀχιλλέα ὧν ἔπαθον πρότερον.
417. * ἄφαρ πολὺ κέρδιον εἴη] εὐθέως ὠφέλιμον εἴη. §. ὅτι δεῖ προτιθέναι τὴν εὔκλειαν τῆς σωτηρίας.
421. εἰ καὶ μοῖρα παρʼ ἀνέρι] οἱ μὲν Ἕλληνες ἀποθανεῖν εὔ-
χονται τοῦ νεκροῦ μὴ κρατήσαντες, οἳ δὲ μελλητικῶς φάσκουσιν ‘εἰ
καὶ μοιρίδιον ἡμῖν ἀποθανεῖν, τῆς μάχης οὐ δεῖ ἀφίστασθαι.ʼ
424. *σιδήρειος] ὁ στερεός.
425. διʼ αἰθέρος ἀτρυγέτοιο] ἀτρύτου. ἢ ἐπειδὴ οὐδὲ αὐτὸς
426. ἵπποι δʼ Αἰακίδαο] μετάγει τὸν λόγον ἀπὸ τῶν συνεχῶν
427. * πυθέσθην] ᾔσθοντο.
430. μάστιγι θοῇ] τῇ ταχυποιῷ. §. “ἐπεμαίετο” δὲ ἀντὶ τοῦ
431. *ἀρειῇ] κυρίως, τῇ ἐν πολέμῳ ἀπειλῇ.
432. * ἐπὶ πλατὺν Ἑλλήσποντον] καθὸ μέρος αὑτοῦ πλατύτερός
434. ἀλλʼ ὥστε στήλη] τοὺς μὲν Λαπίθας δρυσὶν ἐρριζωμέναις
πρὸς γὰρ τὴν κατηφῆ στάσιν ἡ παραβολή, ἅμα δὲ ὅτι καὶ ἀσεβὲς τὸ κινεῖν στήλην.
437. οὔδει ἐνισκήψαντε] ἐμπήξαντες, διὰ ὑπερβολήν.
*σφι] ἀντὶ τοῦ ‘σφῶνν.ʼ
439. θαλερὴ δὲ —χαίτη] πρῶτος συνεῖδε τοῖς καλοῖς ἵπποις
ἁρμόδιον χαίτην, οὐ μόνον καλὴν ἀλλὰ καὶ βαθεῖαν.
440. *ἀμφοτέρωσε] ʼἀμφοτέροισι” τοῖς ἵπποις δηλονότι.
442. κινήσας δὲ κάρη] τὸ ὅλον εἰς καταβολὴν τοῦ ἀνθρωπίνου
γένους· εἰ γὰρ οἱ ἵπποι διὰ τὸ συνωμιληκέναι ἀνθρώποις ἐν χαλεποῖς
γίνονται καὶ διὰ τοῦτο δειλοί, πόσῳ μᾶλλον αὐτοὶ οἱ ἄνθρωποι· εἶτα
καὶ κατασκευάζει φήσας πάντων ζῴων εἶναι χείριστον τὸν ἄνθρωπον·
πλεονεκτοῦμεν γὰρ τῶν ζῴων τῷ λογισμῷ μόνῳ, ἀλλὰ κατὰ πολλὰ
ἐνδεέστεροί ἐσμεν, αὐτῷ δὲ ᾧ δοκοῦμεν πλεονεκτεῖν τὴν ἀντίληψιν
τῶν κακῶν ποιούμεθα. διδάσκει δὲ μὴ μέγα φρονεῖν. ἔχει δὲ ἀξιο-
πιστίαν ὁ λόγος ὑπὸ θεοῦ λεγόμενος.
446. ὀιζυρώτερον ἀνδρός] πᾶν μὲν οὖν ἔμψυχον ὑποπέπτωκεν ἀτυχίαις, πλέον δὲ ἄνθρωπος.
447. πάντων, ὅσσα τε γαῖαν] ὑπὲρπάντων τῶν ἄλλων· λείπει ἡ κατά.
448. * ἀλλʼ οὐ μάν—] ἵνα μὴ ἀγωνιῶμεν καὶ περὶ τῶν ἵππων.
449. οὐ γὰρ ἐάσω] τινὲς “οὐδέ τις ἄλλος,” ἵνα μὴ ζητῶμεν τοὺς
ἵππους· οἳ δέ φασιν, ὡς οὐ πάντα ἀναιρεῖ, οὐδὲ τὸν Διομήδους θώρακα
(Il. 5. 189), οὐ τὸ σκῆπτρον Ἀγαμέμνονος (Il. 2. 107), οὐ τὰ ὅπλα
τὰ δοθέντα Νεοπτολέμῳ.
451. * σφῶιν] ὑμῖν.
*γούνεσσι] ἀπὸ τῆς γοῦνος εὐθείας ἢ ἀπὸ τοῦ γοῦνας, τροπῇ.
453. ἔτι γάρ σφισι] ἀνεξόμεθα οὖν μαθόντες τὴν προθεσμίαν τῆς εὐημερίας.
454. εἰσόκε νῆας] μετήγαγε τὸν λόγον ἀπὸ τοῦ Ἕκτορος ἐπὶ τοὺς Τρῶας.
456. 〈ἐνέπνευσεν〉 μένος ἠύ] οὕτως Ἀρίσταρχος· Ζηνόδοτος δὲ
“μένος πολυθαρσὲς ἐνῆκεν” καὶ προστίθησιν “αὐτὸς δʼ Οὔλυμπόνδε
μετʼ ἀθανάτοισι βεβήκει.”
458. ** ῥίμφα φέρον] γράφεται “ῥίμφʼ ἔφερον.”
459. τοῖσι δʼ ἐπʼ Αὐτομέδων] κρεῖττον τῷδε ἀλέξειν τῷ ἑταίρῳ
*ἀχνύμενός περ ἑταίρου] λείπει ἡ περί.
461. * τὸ “ῥέα” ἄνευ τοῦ ι πᾶσαι εἶχον.
463. ᾕρει] κατελάμβανεν· “ἐκ δέκα ποδῶν ᾕρει λέγων τοὺς
464. ἱερῷ ἐνὶ δίφρῳ] ἱερὸν ἅρμα τὸ ἀνεπίβατον ἄλλῳ ἢ Αχιλλεῖ
465. καὶ ἐπίσχειν] οἱ περὶ Ἀρίσταρχον “ἐπίσχειν” κατὰ
παρατατικόν, οἱ δὲ περὶ τὸν Ἀσκαλωνίτην κατὰ ἀόριστον ὡς λαβεῖν·
καὶ ὁ Ἡρωδιανὸς δὲ “ἐπίσχειν” παροξυτόνως· εἰ μὴ τις λέγοι, ὅτι
ἔθος ἐστὶ τῷ ἀορίστῳ συντάττεσθαι τὴν ἐπί.
477. * θεόφιν μήστωρ ἀτάλαντος] ἴσος θεοῖς ἐν τῷ κατεργάσασ-
481. βοηθόον ἅρμα] Ἀρίσταρχος ὑφʼ ἓν “βοηθόον,” οἱ ἀπὸ τῆς σχολῆς διῃρημένως.
ἄλλως: βοηθόον] τὸ ἐν τῇ μάχῃ ταχύ· οὐ θέλει δὲ ἀπράκτως παραγαγεῖν ἐπὶ τὰς ναῦς 〈τὸ〉 ὄχημα τοῦ Ἀχιλλέως.
483. Αὐτομέδων δʼ ἀπέρουσε] τοῦ ἰδίου ἅρματος, οἷα Αἰνείας
(Il. 5. 297) μεταγαγὼν 〈ἀπὸ〉 τῶν ὑμων τὴν ἀσπίδα, τὸ δὲ δόρυ
ἁρπάσας παρακείμενον.
νόησε δὲ—Ἕκτωρ] εὐτυχήσας τῆς πανοπλίας ἐπιθυμεῖ καὶ τῶν
492. βοέῃς] συλληπτικῶς· ἣν γὰρ εἶχεν ὁ Ἕκτωρ, οὐ βοεία ἦν.
493. * πολὺς δέ] ὁ “δέ” ἀντὶ τοῦ γάρ.
494. Ἄρητος] Ἄρατος Ἄρητος καὶ Ἀρήτη Ἰακῶς. καὶ κοινὸν γέγονεν.
505. *φοβῆσαί τε στίχας] “φοβῆσαι δὲ στίχας διὰ τοῦ “δέ,”
οὐ “τέ.”
507. Αἴαντε] πιθανὸν ἀνακεχωρηκότος τοῦ Ἕκτορος καὶ τὸν
514. θεῶν ἐν γούνασι κεῖται] τοῖς κόλποις, ὡς “πολλάκι γούνασιν ―ἐφεσ〈σ〉άμενος’ (Od.16. 443)—ὅ ἐστι ‘πρόχειρα πάντα ἔχουσιν οἱ θεοί· ’ οἳ δὲ ἐν τῇ τῶν θεῶν δυνάμει, ἀπὸ μέρους.
515. * μελήσει] ἀντὶ εὐκτικοῦ τοῦ ‘μελήσοιι.ʼ
520. ὡς δʼ ὅταν ὀξύν] ἄμφω ηὔξησε, τὸν μὲν πέλεκυν τῇ ὀξύτητι,
τὸν δὲ ἄνδρα τῷ “αἰζηός,” ὡς εὐτονωτέραν τὴν καταφορὰν γενέσθαι.
ὁ δὲ τόπος τῆς πληγῆς καιριώτατος· ὄπισθε γάρ φησι κεράτων εἰς
τὴν ἀρχὴν τῶν νεύρων.
521. ἐξόπιθεν κεράων] περὶ γὰρ τὰς ῥίζας τῶν κεράτων πυκνὰ κεῖται τὰ νεῦρα.
522. ἶνα τάμῃ 〈διὰ〉 πᾶσαν] ἢν γὰρ μὴ ὅλον διακοπῇ τὸ νεῦρον, οὐ πίπτει ὁ βοῦς. καὶ τὸ μὲν ἑξῆς ἐστι ‘διατάμῃ.ʼ τῇ δὲ διακοπῇ τῆς λέξεως μεμίμηται τὸ γινόμενον. οὐκ ἀναστρέφεται δὲ ἡ “διά,” ἵνα μὴ συνεμπέσῃ τῇ Δία αἰτιατικῇ.
ὃ δὲ προθορών] βοῶν μὲν οἰκεῖον τὸ προπίπτειν, τῶν δὲ ἄλλων ζῴων
τὸ ἀνακλᾶσθαι.
523. προθορὼν πέσεν ὕπτιος] προπίπτειν μέλλοντα βίαιος οὖσα ἡ πληγὴ ἀνέτρεψεν. ἡ δὲ παραβολὴ πρὸς τὸ προθορεῖν μόνον. καὶ οὗτος προέθορε μὲν ὡς ταῦρος, οὐκ ἔπεσε δὲ ὡς ταῦρος.
524. νηδυίοισι] τοῖς κατὰ τὴν νηδὺν σπλάγχνοις· ἅπαξ δὲ
εἵρηται ἡ λέξις.
529. ἔνθα δʼ ἔπειτʼ ἀφίει] τότε δὲ ἵστη τὴν ὁρμὴν ὁ σίδηρος. ὅταν γὰρ μηκέτι προιέναι ἰσχύσῃ, τὸ τηνικαῦτα ἱστάμενος κραδαίνεται.
533. τοὺς ὑποταρβήσαντες] μηδέπω τινὸς δεινοῦ γεγονότος φεύ- γουσιν.
535. Ἄρητον δὲ κατʼ αὖθι λίπον] ἡδέως πάνυ ἐπεφώνησε τῷ ὅλῳ ἔργῳ τῷ περὶ τὸν Ἕκτορα.
537. καὶ εὐχόμενος ἔπος ηὔδα] ἴδιον τῷ παρʼ ἐλπίδα εὐτυχήσαντι καὶ πλέον τι φθέγγεσθαι κατὰ τῶν ἐχθρῶν.
539. κῆρ ἄχεος μεθέηκα] ἐπανῆκα τὴν ψυχὴν τῆς ἐπὶ Πατρόκλῳ
λύπης.
*καταπέφνων] Ἀρίσταρχος ὡς τέμνων.
541. *ἀνὰ δʼ αὐτὸς ἔβαινε] ἀνέβαινεν ὕπερθεν.
542. κατὰ ταῦρον ἐδηδώς] ἡ διακοπὴ τῆς λέξεως τὸν εἰς πολλὰ
543. ἂψʼ δʼ ἑοὶ Πατρόκλῳ] εἰκότως, τῶν περὶ τὸν Ἕκτορα ὑπο-
στρεψάντων ἐπὶ τὸ σῶμα.
545. προῆκε γὰρ—Ζεύς] Ζηνόδοτος ἀθετεῖ· τινὲς οὐδὲ γρά- φουσιν· πῶς γὰρ ἐν τῇ Ἴδῃ ὢν ὁ Ζεὺς αὐτὴν πέμπει, ἢ δὲ “οὐρα- νόθεν” (548) κάτεισιν; ἢ ὅτι οὐρανὸν τὸν ὑπερνέφιον ὀνομάζει τόπον.
547. πορφυρέην] ἀπὸ μέρους τὴν ποικίλην, ἢ ὅτι ἔχει τινὰ
πορφυρίζοντα.
πορφυρέην ἶριν] πιθανῶς τὴν τῆς θεοῦ κατάβασιν θειοτέρᾳ εἰκόνι
τί ἔστιν Ἶρις: ὅταν ἐξ ἐναντίας νέφος τῷ ἡλίῳ στῇ πεπιλημένον
καὶ πλῆρες ὕδατος, αἱ δὲ ἀκτῖνες προσπίπτωσι τῷ νέφει καὶ κα-
θάπερ ἀπὸ κέντρου τοῦ ἡλίου περιγράφωσι κύκλους, τότε τοῦ μὲν
τῶν ἀκτίνων ἐρυθροῦ ἀνειμένου πρὸς τὸ κροκοειδές, τοῦ δὲ ἐν τῷ
νέφει μέλανος ἐκλυομένου πρὸς κυάνεον 〈ἡ〉 κρᾶσις ἀμφοῖν Ἶρίς
ἐστιν. καὶ Ἀναξαγόρας δέ φησιν· “Ἴριν δὲ καλέομεν τὸ ἐν τῇσι
νεφέλῃσιν ἀντιλάμπον τῷ ἡλίῳ. χειμῶνος οὖν ἐστι σύμβολον· τὸ
γὰρ περιχεόμενον ὕδωρ τῷ νέφει ἄνεμον ἐποίησεν ἢ ἐξέχεεν ὄμβρον.”
τοῦτο οὖν πρὸς τοὺς ἐπιστήμονας, πρὸς δὲ τοὺς ἀπείρους τὸν
πόλεμον.
548. *ἐζ] περισσὴ ἡ “ἔξ·”
549. *δυσθαλπέος] κακοῦ εἰς θάλψιν.
550. μῆλα δὲ κήδει] “μῆλα” πάντα τὰ θρέμματα, “ μῆλα δʼ, ἃ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν” (Od. 23. 356)· καὶ Ἡσίοδος “βουδόρα πάντα” (Opp. 504) φησίν, ‘ἀπὸ τοῦ βοὸς πάντα” δηλῶν.
551. πυκάσασα ἓ αὐτήν] οὐδέποτε ὁ ποιητὴς οἶδε σύνθεσιν ἀντ- ωνυμίας.
553. πρῶτον δʼ Ἀτρέος υἱόν] οὐκ εἰκῆ, ἀλλʼ ἐπεὶ φαίνεται οὗτος
555. εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν] δύο γάρ ἐστιν οἷς μάλιστα γνωρίζομεν, φωνὴ καὶ εἶδος. εἰκότως δὲ Φοίνικι εἴκασται· ἡγεῖτο γὰρ καὶ αὐτὸς φάλαγγος, καὶ μέλει αὐτῷ λίαν Πατρόκλου. ἅμα δὲ καὶ τὸ γῆρας ἱκανὸν πρὸς αἰδῶ.
556. κατηφείη] ἀπὸ τοῦ κάτω τὰ φάη ἔχειν.
557. Ἀχιλῆος ἀγαυοῦ] διατρέπει αὐτὸν τῇ μνήμῃ Ἀχιλλέως. εὗ δέονται πρὸς τὴν μάχην.
559. *“ἔχεο” τοῦ πολέμου ἢ τοῦ νεκροῦ.
564. 〈μάλα γάρ με—〉ἐσεμάσσατο θυμόν] ἔπληξέ μου τὴν ψυχήν·
μάσ〈σ〉ασθαι γὰρ τὸ ἅψασθαι· “χεῖρʼ ἐπιμασ〈σ〉άἀμενος” (Od. 9.
302)· “ἐπεμαίετʼ ἄρʼ ἵππους” (Il. 5. 748)· “τὸν δʼ ἐπιμα〈σ〉σά-
μενος προσέφη κρατερὸς Πολύφημος” (Od. 9. 446). καὶ μέχρι νῦν
ἐν τῇ συνηθείᾳ φαμὲν ‘ ἥψατό μου ὁ θάνατος τοῦδε τοῦ φίλου ἢ
συγγενοῦς.ʼ
565. *πυρός] διὰ τὸ εὐκίνητον.
568. ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων] “ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε· τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο ” (Eur. Ηipp. 7. 8).
569. ὤμοισι καὶ 〈ἐν〉 γούνεσσιν] ταῦτα γὰρ τῶν μελῶν ἐνεργεῖ μάλιστα.
570. μυίης θάρσος] πιθανῶς οὐ μυίᾳ αὐτὸν εἴκασεν— ἦν γὰρ 〈ἂν〉 οὐ κατὰ ἡρωικὸν ἀξίωμα ἡ εἰκών—ἀλλὰ τὸ θάρσος αὐτῆς προσέθηκεν ἡ θεός.
ἄλλως: μυίης θάρσος] καὶ ἐπὶ τὰ ἐλάχιστα κατάγεται τὸ
ἁρμόδιον τῷ πράγματι ζητῶν. αἱ δὲ ποιητικαὶ λέξεις ἐπικαλύπ-
τουσι τὸ ταπεινόν. πρὸς τὸ ἰταμὸν οὖν καὶ ἐπίμονον ἡ εἰκών.
572. λαρόν] ἀπολαυστικόν, παρὰ τὸ λῶ, ὅ ἐστι θέλω.
573. *πλῆσεν φρένας ἀμφὶ μελαίνας] ἡ “ἀμφί” πρὸς τὸ “πλῆσεν.”
575. ἔσκε δʼ ἐνὶ Τρώε〈σ〉σι] ἐπισημαίνεται πάντα, πόλιν
ὄνομα γένος φιλίαν, ὡς ἀνιχνεύσας τὴν ἀλήθειαν. ὁ δὲ Ἠετίων
ὁμώνυμος τῷ τῆς Ἀνδρομάχης πατρί· εἰ δὲ ἦν τῶν Κιλίκων ὁ
Ποδῆς, εἶπεν ἂν ‘μάλιστα τῶν βασιλέων ἐτίμα αὐτὸν ὁ Ἕκτωρ’,
577. * δήμου] τῶν δημοτῶν.
εἰλαπιναστής] σύσσιτος, ἐν τῷ εὐωχεῖσθαι φίλος· οἲ δὲ παρά-
583. *Ἀσιάδῃ] Ἀσίου παιδί.
584. φίλτατος ἔσκεν] ἐπεὶ περὶ φίλου ὀνειδίζει, δεόντως φίλῳ
ὡτμοίωται.
588. * μαλθακός] οὐ πιστὸς ὁ ψόγος.
593. ἕλετ’. αἰγίδα] ἡτοιμάσατο πρὸς τὴν χρῆσιν, ὡς “χερσὶ τρίαιναν ἑλών” (Od. 5. 292).
αἰγίδα —μαρμαρέην] τοῖς ἀμυνομένοις μαρμαρέην,” τοῖς δὲ
καταπονουμένοις “ἐρεμνὴν αἰγίδα πᾶσιν” (Il. 4. 167).
594. *ἐκάλυψε] τῇ αἰγίδι, ὡς Ἀρίσταρχος.
597. πρῶτος Πηνέλεως] οὐ δειλός, εἴπερ εἴκει Διί. εἰ δὲ “πρῶτος,
ἔπι πρῶτον καὶ Λήιτον ἦλθε κελεύων Πηνέλεών θʼ ἥρωα” (Il.
599. * ἄκρον ἐπιλί⌈γ⌋δην] κατʼ ἐπιδρομήν· οἳ δὲ ἐπιξεστικῶς·
600. Πουλυδάμαντος] οὐ προειπὼν τὸν τρώσαντα νῦν διεσάφησε,
ποικίλλων τῇ χάριτι καὶ τῇ ἐξαλλαγῇ.
601. Λήιτον αὖθι] ἔοικεν εἰς συμμαχίαν καταγεγενῆσθαι τὸ τῶν Βοιωτῶν τάγμα· οἱ γὰρ ἡγεμόνες αὐτῶν εἰσιν οἱ τετρωμένοι.
603. ἐπεὶ οὐκέτι ἔλπετο] καὶ φυγόντας ἐγκωμιάζει τοὺς Ἕλληνας.
605. Ἕκτορα δʼ Ἰδομενεύς] σκόπει τὸ τῆς ἀπαγγελίας τάχος·
προειπὼν γὰρ τὰ περὶ τῆς βουλῆς τοῦ Ἕκτορος καὶ ἐφορμήσεως
ἐπὶ τὸν Λήιτον νῦν ἐν μέσῳ τὴν Ἑλληνικὴν ἀρετὴν διηγεῖται, 〈ὅτι〉
καίπερ πεφοβημένοι ἀρτίως ὑπὸ Διὸς ἀγωνίζονται· εἶτα πάλιν
μεταβαίνει ἐπὶ τὸν Ἕκτορα.
607. *ἐν καυλῷ] κατὰ τὸν καυλόν.
* δόρυ] ἡ ἐπιδορατίς, ὡς πρῴρας οὔσης τοῦ στύρακος.
τοὶ δʼ ἐβόησαν] ἐκπληχθέντες μή τι πάθοι, οὐκ “ἐφόβηθεν·” διώκουσι γὰρ οὗτοι· οὕτως Ἀρίσταρχος.
608. Ἰδομενῆος ἀκόντισε] ὡς Ἰδομενέα βάλοι ἑστῶτα ἐν τῷ
δίφρῳ· ὃς πεζὸς ἐλθὼν ἐκ τοῦ ναυστάθμου πεσὼν ἂν ὕψωσε
〈τοὺς⟩ Τρῶας, εἰ μὴ Κοίρανος αὐτῷ παρέστησε τὸ ἅρμα,
ὃς ἐκ Λύκτου Μηριόνῃ συνεστράτευσεν ἡνίοχος ὢν τοῦ Μηριόνου
(611). τροπῆς γὰρ γεγονυίας μεσαιπόλιος ὢν ὁ Ἰδομενεὺς ἀπώλετο
ἄν· “οὐ γὰρ ἔιʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι” (Il. 13. 512)·
ἔστι δὲ ἡ φράσις ὡς “τῶν αὖθʼ ἡγεμόνευε Μενεπτόλεμος Πολυ-
ποίτης, υἱὸς Πειριθόοιο, τὸν ἀθάνατος τέκετο Ζεύς” (Il. 2. 740, 1)
καὶ μετὰ ταῦτα “οὐκ οἶος, ἅμα τῷ γε Λεοντεύς” (ib. 745).
φθάσαντος οὖν ἤδη ἀναβῆναι Ἰδομενέως ὁ παρεστὼς ἡνίοχος
ἐπλήγη.
612. πεζὸς γὰρ τὰ πρῶτα] ὁ Ἰδομενεὺς δηλονότι· διὸ εἰς τὸ ἅρμα τοῦ Μηριόνου ἀνῆλθεν.
615. καὶ τῷ μὲν φάος ἦλθεν] καινὸν καὶ περιπαθὲς τὸ σύμ- πτωμα.
617. τὸν βάλʼ ὑπὸ γναθμοῖο—ἐκ δʼ ἄῤ ὀδόντας] ὑπὸ τὴν σιαγόνα
διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· καὶ οὐκ ἔστιν ἀδύνατον
τοῦτο, τοῦ μὲν Ἕκτορος πεζοῦ βαλόντος, τῷ δὲ ἅρματι ἐπιβεβηκότος
τοῦ βληθέντος.
γναθμοῖο] εἰκότως πλαγία ἡ πληγὴ γίνεται περιστρέφοντος αὐτοῦ
τοὺς ἵππους. §. ἔστι δὲ τὸ ἑξῆς, αὐτὰρ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν
618. δόρυ πρυμνόν] ἡ ἐπιδορατίς, ὡς πρῴρας οὔσης τοῦ στύρακος.
620. καὶ τά γε Μηριόνης] τὸ ἑξῆς, καὶ τά γε Μηριόνης ἐκ
πεδίου ἔλαβε κύψας. ἀνελόμενος, φησί, χαμόθεν τὰ ἡνία ἐπιδίδωσι
τῷ Ἰδομενεῖ αὐτὸς πεζὸς ὤν· ὅτι γὰρ οὐκ ἔστιν ἐν τῷ ἅρματι,
δηλοῖ τὸ “μάστιε νῦν” (622). φιλικὸν δὲ τὸ ἦθος τοῦ Ἕλληνος·
αὐτὸς μὲν γὰρ ὡς νέος καὶ ἀκμάζων ἔτι κινδυνεύειν βούλεται, τὸν δὲ
μεσαιπόλιον ἀποπέμπει τὴν ἀσφάλειαν αὐτῷ ποριζόμενος.
628. τοῖσι δὲ μύθων ἦρχε] ὅτι ἐπὶ δυοῖν τὸ “τοῖσι.”
632. * ἔμπης] ὅμως.
634. αὐτοί περ φραζώμεθα] ἐμφαντικὸν τὸ “αὐτοί περ,” οἷον
ἀρετῇ, οὐ τῇ ἀπὸ θεῶν συλλήψει. ζηλωτὰ δὲ ταῦτα· καὶ τὸν Δία
〈γὰρ⟩ πολέμιον οἶδε καὶ οὐ καταλείπει τὸν νεκρόν.
637. οἵ που νῦν ὁρόωντες] “οἵ που δεῦρο·” τινὲς “οἵ που νῦν,”
640. εἴη δʼ ὅστις ἑταῖρος] ἐπεὶ τελευταῖον βοήθημα τουτί, 〈εἰς
τοῦτο εἰκότως〉 καταφεύγει.
634. *οὔ πῃ] τινὲς “οὔ που” ἀντὶ τοῦ “ἔν τινι τόπῳ.ʼ
645. ἀλλὰ σὺ ῥῦσαι] θαυμαστὸν τὸ ἦθος· οὐ γὰρ σωτηρίαν
648. δάκρυ χέοντα] κατὰ παράλειψιν ἡ διήγησις· ἄνω γὰρ οὐδὲν
652. αἴ κεν ἴδηαι ζῳόν] ἔμφασιν ἔχει τῆς δυσπραγίας τὸ “αἴ
κεν,” ὡς οὐκ ἐλπίζοντος ἔτι ζῆν οὐδὲ τοῦτον.
657. ὡς τις τε λέων] πολλαὶ αἱ εἰκόνες κατὰ τοῦ ἥρωος. πρῶτον
659. * “πῖαρ” ἐκ παρεπομένου τὸ ζῆν.
663. καιόμεναί τε δεταί] καὶ Ἀριστοτέλης (H. A. IX. c. 44
664. * τετιηότι θυμῷ] κακωθέντι ὑπὸ λύπης.
666. ἀέκων] πρὸς τοῦτο μόνον ἡ παραβολή· τὰ δὲ ἐν μέσῳ πρὸς
667. ἀργαλέου πρὸ φόβοιο] ἀντὶ τοῦ ὑπό· “ἀεθλεύων πρὸ ἄνακτος” (Il. 24. 734).
670. νῦν τις ἐνηείης Πατροκλῆος] πολλαὶ μὲν αἱ τοῦ ἥρωος
ἀρεταί· νῦν δὲ παρέλαβε τὴν μάλιστα δυσωπῆσαι δυναμένην. ὅτι δὲ
πρᾷος ἦν, δῆλον ἐξ ὧν τῶν βασιλέων διαφερομένων ἡσυχάζει· φιλο-
στόργως δὲ τὸν Εὐρύπυλον ἰᾶται (Il. 11. 844), κλαίει πρὸς Ἀχιλλέα
(Il. 10. 4).
671. πᾶσιν γὰρ ἐπίστατο] αὐξητικὸν τὸ “πᾶσιν,” οὐκ Ἀχιλλεῖ μόνον, ἀλλὰ κοινῶς πᾶσιν.
674. ὅν ῥα τέ φασιν] ἀξιοπίστως τὸ “φασίν” προσέθηκεν, ὡς
πρὸ τοῦ ἐπιβαλέσθαι τῇ ποιήσει ἐξητακὼς ἀκριβῶς ἅπαντα. §. φησὶ
676. ὑψόθι] πάντοθεν αὔξει τὴν ὀξυωπίαν· ὑψηλὸς ὢν γὰρ πέτε-
ται, τὸ δὲ κατασκοπούμενον λαγώς, καὶ τῇ χροιᾷ γεῶδες ὡς μὴ
ῥᾳδίως διακρίνεσθαι, καὶ τῷ μεγέθει βραχύ. καὶ βοηθεῖ ὁ θάμνος,
ὑφʼ οὗ κέκρυπται ὁ λαγώς.
681. ζώοντα ἴδοιτο] “ἴδοιντο” τὰ ὄσσε· οἳ δὲ ἑνικῶς “ἴδοιτο,”
ἵνʼ τὰ “ὄσσε ἴδοιτο” ὡς τὰ παιδία παίζει· οἳ δὲ ἀπὸ τῆς σχολῆς
“ἴδειο” γράφουσιν.
689. ὤριστος Ἀχαιῶν] παρατήρει, ποσάκις εἰπὼν περὶ τῆς ἀναι- ρέσεως Πατρόκλου οὐδαμοῦ προσκορὴς ἐφάνη.
695. ἀφασίη] πανταχόθεν ἐπεσημήνατο τὸ πένθος, μάλιστα δὲ
ἐκ τοῦ μηδὲ πυθέσθαι τὸν τρόπον τῆς τελευτῆς. γίνεται οὖν ἡ
σιωπὴ παντὸς λόγου μείζων. ἔστι φίλος Πατρόκλῳ, ὥς που καὶ ἐν
τῇ Νεκυ〈ί〉ᾳ φησὶ “καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο”
(Od. 11. 468). πρὸς τῇ φιλίᾳ αὐτοῦ Νέστωρ αἴτιος ἐγεγόνει
τοῦ θανάτου αὐτοῦ.
ἄλλως: ἀφασίη] ἄριστα ᾠκονόμηκεν ὁ ποιητὴς τὴν τοῦ Πατρό-
κλου ἄ〈γ〉νοιαν 〈θανάτου〉, ὡς καὶ ἐπὶ τῆς᾿ Ἀνδρομάχης (ll.22.445)·
καὶ γὰρ αὕτη ἐκτὸς τῆς ὑπονοίας οὖσα τοῦ τεθνηκέναι τὸν Ἕκτορα
ἐν χαλεπωτέρῳ γίνεται πένθει ἀκούσασα.
700. τὸν μὲν δάκρυ χέοντα πόδες φέρον] τρόπον τινὰ τὸ πένθος
(Od. 4. 716) ἀκούσασα περὶ τοῦ παιδός. τινὲς δὲ Λαοδόκῳ παρα-
δοῦναι τὰ ὅπλα, ὅπως δοκῇ ἐκεῖνος τοῖς πολεμίοις Ἀντίλοχος εἶναι,
τὸ δὲ ἅρμα καταλιπεῖν τῷ πατρί, εἰ δέοι φυγεῖν· ἀλλʼ εἶχεν ὁ
Νέστωρ ἴδιον ἅρμα καὶ Εὐρυμέδοντα ἡνίοχον. ἄμεινον οὖν διὰ τὸ
πένθος (Il. 11. 620).
703. *ἔνθεν] ἀντὶ τοῦ ‘ὅθεν.ʼ
705. ἀλλʼ ὅ γε τοῖσιν μέν] ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.
711. οὐ γάρ πως ἂν γυμνὸς ἐών] πολλάκις γὰρ ὑπὸ περι-
〈ὅτι〉 οὐκ εἶχεν.
712. ἡμεῖς δὲ—φραζώμεθα] γενναῖον πρὸς προτροπὴν τὸ ἀπὸ
720. ἶσον θυμὸν ἔχοντες] πάντοθεν προτρέπει τὸν Λοκρόν. καὶ
φησίν, ὄφθητι τῆς ὁμωνυμίας.
722. οἳ δʼ ἄρα νεκρόν] ἐγγὺς τῶν νεῶν θέλουσι κομίσαι, ἵνα κἂν
ἀγκάζοντο] ἐμφαντικῶς ἐμήνυσε τοὺς ὥσπερ περιειληφότας τὸν
νεκρόν· καίτοι ἐνῆν καὶ ἄλλως εἰπεῖν ‘ἐρύοντο·ʼ ἀλλʼ οὐκ ἦν οἰκεῖον
τῆς προσηνείας Πατρόκλου τὸ ἕλκεσθαι.
725. κύνεσ〈σ〉ιν ἐοικότες] πρὸς τὸ θράσος τῶν Τρώων ἡ παρα-
μόνον τῶν ζῴων διωκόμενον, ὁ κάπρος.
727. εἵως μὲν γάρ] ἕως. λείπει τινός.
731. *οἱ μὲν ἐγγὺς “ξίφεσιν,” οἱ δὲ πόρρω δόρασιν.
733. *τῶν δέ] περισσὸς ὁ “δέ.”
737. ἠύτε πῦρ] ὃ κατὰ μεταφορὰν ἐξήγαγεν ἑτέρωθι καυστείρην
742. ὥς θʼ ἡμίονοι] βόες μὲν ἰσορρόπως ἕλκουσιυ ἑκάτερος φέ-
ρων τὸ ἴδιον βάρος, ἡμίονοι δὲ 〈δι〉ωθούμενοι τὸ βάρος ἀντιμετα-
βάλλουσιν ἀλλήλοις. τοιοῦτον ἔπασχον καὶ οἱ τὸν νεκρὸν κομί-
ζοντες εὐχερῆ τὴν δίοδον διὰ τὴν ἐπιφορὰν τῶν πολεμίων οὐκ
〈κρατερὸν μένος〉 ἀμφιβαλόντες] ἰσοβαρήσαντες τῇ δοκῷ τὴν προθυμίαν, ὡς τὸ “ἥλικες ἰσοφόροι” (Od. 18. 373).
746. ὡς οἵ γʼ ἐμμεμαῶτε] οὕτω διὰ τῶν β΄ μ· τινὲς δὲ “οἳ μὲν ἄῤ ἐμμεμαῶτε.”
747. πρών] προοχὴ ὄρους. §. “ἰσχάνει” δὲ τῆς εἰς θάλασσαν
ὥς τε πρών] ἄκρως οὐκ ἐμψύχοις αὐτοὺς εἴκασεν, ἀλλʼ ἀσαλεύτοις
πρηόσιν ἀντέχουσι ποταμοῖς. ἔστι δὲ ἡ εἰκὼν ὅλη πρὸς ὅλον.
Αἴαντες γὰρ ἐρριζωμένῳ ὄρει εἰσὶ παραβεβλημένοι, ὕδατι δὲ οἱ
Τρῶες. ὡς δὲ ὁ πρὼν κωλύει τὸ ἐπιφερόμενον ὕδωρ εἰς τὸ χωρίον
ἐλθεῖν, τὸ δὲ περιχεόμενον εἰς τὸ ὑποκείμενον πεδίον ῥεῖ, οὕτω καὶ
ἐπὶ τῷ σώματι Πατρόκλου ἑδραίως ἑστῶτες ἀπέτρεπον τοῦ σώματος
τοὺς Τρῶας ἐπʼ ἄλλο μέρος.
748. διαπρύσιον] ὡς διόλου προήκειν καὶ διατετάσθαι τοῦ πεδίου τὸν πρῶνα.
750. πᾶσι ῥόον πεδίονδε τίθησιν] ἀποστρέφει τὰ ῥεύματα πάντων.
751. *οὐδέ τε μιν] “οὐδέ τι μιν·” Ἀριστοφάνης “οὐδέ τι μήν.”
755. τῶν δʼ, ὥς τε ψαρῶν] ταπεινοῖ τοὺς Ἕλληνας τῇ παραβολῇ
πρὸς σύγκρ⌈ι⌋σιν τοῦ πολεμοῦντος Διός. τὴν αὐτὴν δὲ εἰκόνα καὶ
ἐπὶ τῶν βαρβάρων ἔλαβεν, ὅτε αὐτο〈ὺ〉ς ὁ Πάτροκλος ἐδίωκεν·
“ἴρηκι ἐοικὼς ὠκέι, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε” (Il.
ψαρῶν νέφος] τὴν ἀγέλην νέφος ὠνόμασεν οὐ διὰ τὸ πλῆθος μόνον, ἀλλʼ ὅτι καὶ ἐπισκιάζει τὸν ἀέρα τῇ πυκνότητι.
ἄλλως: ψαρῶν] διὰ τὴν εὐφωνίαν· ἐκεῖ δὲ “κολοιούς τε ψῆράς
σκιὰν ἑαυτῶν ἄλλους κολοιοὺς ὁρᾶν νομίζουσιν· εἶτα ἐμπεσόντες τῷ
ἐλαίῳ, ὡς πρὸς τοὺς ἑταίρους δῆθεν κατιόντες, ἁλίσκονται συγκολ-
ληθέντες τὰ πτερὰ τῷ ἐλαίῳ. πολύ τε μᾶλλον ἀγεληδὸν αὐτῶν ἡ
πτῆσις γίνεται ἰδόντων ἱέρακα καὶ τοῦ φόβου τὴν φωνὴν συστρέ-
φοντος βοῶσιν ὀξὺ καὶ συνεστραμμένον· τοῦτο Ὅμηρος “οὖλον” (756)
λέγει· τῶν δὲ ἡδομένων ὀρνέων χαλαρὰ καὶ ἀνειμένη ἐστὶν ἡ φωνή.
ἐπὶ μὲν οὖν Τρώων ἔλαβε τοὺς κολοιοὺς διὰ τὸ ταραχῶδες καὶ
ἀνόητον, ἐπὶ δὲ Ἑλλήνων διὰ τὸ φιλάλληλον. ἀεὶ γὰρ ἡ πτῆσις
αὐτῶν ἀγεληδὸν γίνεται.
756. * οὖλον κεκλήγοντες] πρὸς τὸ σημαινόμενον ὑπήντησεν.
757. ὅς τις μικρῇσι] ὁ γὰρ ἀετὸς μεγάλα〈ς〉 φονεύει. ἐπὶ δὲ
759. * οὖλον κεκλήγοντες] πρὸς τὸ σημαινόμενον ὑπήντησεν.
760. τεύχεα —πέσον] πεφεισμένως οὐκ εἶπεν ‘ἀπέβαλον τὰ
ῥιψάντων, ἀλλʼ ἐκ τύχης τοῦ παθήματος γενομένου. καὶ τὸ μὲν
πρᾶγμα μεμήνυται, οὐδὲν δὲ αἰσχρὸν τῶν Ἑλλήνων κατεῖπεν.
761. πολέμου δʼ οὐ γίνετʼ ἐρωή] οὐκ ἔστιν ἐναντίον τὸ λέγειν
δὲ οἱ Αἴαντες καὶ οἱ ὑπερμαχοῦντες τοῦ νεκροῦ.
〈οὐ γίνετ᾿⟩ ἐρωή] οὐκ ἐπίσχεσις, ἀλλὰ τοὐναντίον αὔξησις.
1. Ὣς οἳ μὲν μάρναντο δέμας πυρός] τινές· “δέμας” τὸ σῶμα, τὸ δὲ σῶμα εἶδος, εἶδος δὲ ὁ τρόπος, “δέμας πυρός” ὁ τρόπος τοῦ πυρός. ὠλόθρευον ἀλλήλους ὡς πῦρ.
δέμας πυρός] λείπει τὸ ὡσεί, ‘ὡσεὶ πυρός·’ ὡς πῦρ γὰρ
ἐμάχοντο μετὰ πάσης ἐνεργείας· καὶ γὰρ τὴν μάχην καυστείρην
3. προπάροιθε νεῶν] τοπικῶς, ὡς τὸ “κὰδ δʼ ἔβαλε προπάροιθε νεώς” (Od. 9. 482). ἀλλὰ καὶ χρονικῶς, “οὔτις ἀνὴρ προπάροιθε μακάρτατος (Od. 11. 483).
ὀρθοκραιράων] κατὰ πρύμναν καὶ πρῷραν ἀνατεταμένων, ὀρθοκε- φάλων· κραῖρα γὰρ ἡ κεφαλή.
4. τὰ φρονέοντʼ ἀνὰ θυμόν] οἱ περὶ τῶν φίλων ἀγωνιῶντες ἐν τοῖς κινδύνοις δυσέλπιδές εἰσιν. ἔστι δὲ τῶν ἐν ἀτυχίᾳ προληπτικὸς ὁ νοῦς.
6. ὤ μοι ἐγώ] περιπαθῶς ἄγαν ἑαυτὸν ἀπολοφύρεται ἐπὶ τῇ ὑπονοουμένῃ τοῦ φίλου συμφορᾷ. μεγαλοφυῶς δὲ ἀπὸ τῆς φυγῆς τῶν Ἀχαιῶν στοχάζεται πεπτωκέναι Πάτροκλον· οὐκ ἂν γὰρ αὐτοῦ ζῶντος ἔφυγον.
*τί τʼ ἄῤ αὖτε] τί δὴ πάλιν.
7. νηυσὶν ἔπι κλονέονται] ἐπὶ τὰς ναῦς. §. ἀναστρεπτέον τὴν
ἀτυζόμενοι] βεβλαμμένοι, ἢ φεύγοντες· πεποίηται δὲ ἡ λέξις παρὰ τὸ ἄτη.
10. Μυρμιδόνων τὸν ἄριστον] Ἄκτωρ Λοκρὸς μὲν ἦν τὸ γένος,
ἀπὸ Ὀποῦντος πόλεως, μετὰ δὲ τὸ τεκεῖν Αἰακὸν ὑπὸ Διὸς τὴν
Αἴγιναν γήμας ἔμενεν 〈ἐν⟩ Οἰνώνῃ· καὶ γίνεται αὐτῷ Μενοίτιος
〈ὁ⟩ τοῦ Πατρόκλου 〈πατήρ⟩· ὅθεν Μυρμιδόνα ἀναγκαίως τὸν
Πάτροκλον καλεῖ. διὸ καὶ “ἄριστον,” οὐ κρείττω εἶπεν. ἐπὰν γὰρ
πρὸς πολλοὺς ὁμογενεῖς συγκρίνωμεν, τῷ ὑπερθετικῷ χρώμεθα, οἷον
πλουσιώτατος Ἀλεξανδρέων Πτολεμαῖος, εἰ δὲ πρὸς ἀλλογενεῖς, τῷ
ἄλλως: Μυρμιδόνων τὸν ἄριστον] ἐν τῇ Ῥιανοῦ καὶ Ἀριστο-
ἄλλως: Μυρμιδόνων τὸν ἄριστον] πιθανὸν τὸ μὴ ὀνομαστὶ περὶ
12. ἢ μάλα δὴ τέθνηκε] ἀντὶ τοῦ λίαν κατείληφα, ὅτι τέθνηκεν,
μάλα οἶδα καὶ πέπεισμαι.
13. σχέτλιος] τλήμων. §. ἀναφαίνεται δὲ ἐνταῦθα ἡ γνώμη
14. ἐπὶ νῆας ἴμεν] Ἀρίσταρχος καὶ Ἀριστοφάνης “ἐπὶ νῆας
ἴλεν.”
Ἕκτορι] ἀπὸ μέρους τοῖς Τρωσίν. ἔφη γὰρ “Τρῶας ἐναιρό-
17. ἀλεγεινήν] ὥσπερ συναλγῶν ἐπὶ τῇ Πατρόκλου συμφοοᾷ ὁ
γεῖλαι τετελευτηκότα.
18. ὤ μοι Πηλέως υἱέ] περιπαθῶς καὶ ἀξίως τῆς φιλίας ἀνα-
συμφοράς. §. διὰ δὲ τοῦ “λυγρῆς” ἔννοιαν αὐτῷ τοῦ δεινοῦ
20. κεῖται Πάτροκλος] ἱκανῶς ἐτάχυνε τὸ〈ν⟩ κακάγγελον ἐν
ἄλλως: κεῖται Πάτροκλος] προδοὺς ἴχνη τῆς συμφορᾶς τῷ δακρύῳ καὶ τῇ προφωνήσει οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται· αἰφνίδιον γὰρ προσπεσόντα τοῖς ἀκούουσι τὰ δεινὰ ἐξίστησιν.
ἄλλως: κεῖται Πάτροκλος] οἷον οὐκ ἀνήρπασται. §. διὰ δὲ τοῦ
22. *ἄχεος νεφέλη] “λύπη〈ς⟩ χειμών.”
23. κόνιν αἰθαλόεσσαν] τὴν σποδόν φησιν· “μέλαινʼ ἀμφίζανε
τέφρη” (25)· οἳ δὲ τεφρώδη κονιορτόν· καὶ ἐπὶ Πριάμου, “ἀμφὶ δὲ
πολλὴ κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι” (Il. 24. 163, 4).
25. νεκταρέῳ] εὐώδει, ἢ εὐπρεπεῖ, ἢ θείῳ, παρὰ τὸ νέκταρ.
26. μεγαλωστί] Ἀνακρέων “ἱρωστί (fr. 149 B.).” Φερεκράτης “ταχεωστί” (fr. 239 K.). “νεωστί.” ἔδει δὲ μεγαλιστί, ὡς φρυ- γιστί ῥωμαϊστί.
28. δμωαὶ δέ] φιλοπενθὴς γυνή, βάρβαρος, αἰχμάλωτος, καὶ διὰ τὸ πρᾷον τοῦ ἀποθανόντος καὶ 〈τὴν⟩ τιμὴν τοῦ ζῶντος. εἰ δὲ αὗται θρηνοῦσι, πῶς οὐκ Ἀχιλλεύς, ἐκ περιουσίας δὲ τοῦτό φησιν· μὴ μνησθέντος γοῦν οὐδεὶς 〈ἂν⟩ ἐπεζήτησεν.
31. πεπλήγοντο] ἐκπληκτικὸν τοσαῦται θεαὶ κοπτόμεναι περὶ τὴν
Θέτιν θρηνοῦσαν.
*πεπλήγοντο] ἔτυπτον· ἢ πληγεῖσαι ἦσαν.
33. χεῖρας ἔχων Ἀχιλῆος] πανταχόθεν ἐκίνησεν ἀνωτέρω μὲν τοῖς ἐνεργήμασι, νῦν δὲ τῇ ἐξ ἑτέρων σπουδῇ· οἶδε γὰρ τοὺς μεγα- λοψύχους ἐπὶ σφᾶς αὐτοὺς ἐν ταῖς συμφοραῖς ὁρμωμένους.
34. δείδιε γάρ] τινές· ἐφοβεῖτο γὰρ Ἀχιλλεύς, μὴ καὶ ἀποδει- ροτομήσειεν Ἕκτωρ Πάτροκλον· ὁ δὲ Ἀντίλοχος, φασί, πρὸς τὸ μὴ ἐπιχεῖν τὴν κόνιν κατεῖχεν αὐτόν· ὡς φιλέταιρος δὲ τοῦτο ὑπονοεῖ Ἀχιλλεύς.
* ἀπαμήσειε] Ἀρίσταρχος “ἀπαμήσειε.” Ζηνόδοτος “ἀπο-
τμήξειε.”
35. ἄκουσε δέ] προκατασκευὴ τῆς μεγαλοφωνίας Ἀχιλλέως· “τρὶς
37. *κώκυσεν] θρηνητικὸν ἀνεφθέγξατο.
38. Νηρηίδες ἦσαν] ἐντεῦθεν πλανηθέντες οἱ περὶ Ἡσίοδον (Th.
244) Νηρέως ἀνέγραψαν θυγατέρας [καὶ Θέτιν], τοῦ ποιητοῦ παρὰ τὸ
νεῖν τὴν λέξιν ποιησαμένου, ὅθεν καὶ νῆσος καὶ ναρὸν τὸ ῥευστικόν.
ἦσαν δὲ Πρωτέως, φησίν (Od. 4. 365), ἢ Φόρκυνος (Od. 1. 72)· οὗτοι
γὰρ γέροντες εἰνάλιοι παρὰ τῷ ποιητῇ· καὶ “ὀψόμεναί τε γέρονθʼ
ἅλιον” (141).
44. Δεξαμένη τε] τινὲς ὀξυτόνως διὰ τὸ Δεξαμενός. τί οὖν εἴποιεν
50. *ἀργύφεον] παρὰ τὸ ἀργόν.
51. πεπλήγοντο] ἐκπληκτικὸν τοσαῦται θεαὶ κοπτόμεναι περὶ τὴν
Θέτιν θρηνοῦσαν (cf. schol. v. 31).
53. * εἴδετε] διὰ μέτρον συνέστειλεν.
57. θρέψασα] ὅτι 〈οὐκ〉 ἐχωρίσθη Πηλέως, καὶ “τὸν δʼ οὐχ
γουνῷ ἀλῳῆς] γουνόν τινες τὸ γεώλοφον, ὃ καὶ τῶν καταιγίδων
ἀπήλλακται καὶ 〈ταῖς πραείαις⟩ αὔραις αὔξει τὰ φυτά.
59. τὸν δʼ οὐχ ὑποδέξομαι] οὐκοῦν δεινότερα τῶν θνητῶν πέπονθεν
63. * ἴδοιμι] συντύχοιμι· καὶ ἐν Ὀδυσσείᾳ (9. 229) “ὄφῤ
αὐτόν τε ἴδοιμι.”
64. ὅττι μιν ἵκετο πένθος] ἀντὶ τοῦ ὅπερ.
ἀπὸ πτολέμοιο μένοντα] οὐκ ἀναστρεπτέον τὴν “ἀπό·” τότε γὰρ
292), “ἀπὸ πατρίδος, ἄνδρα κατακτάς” (Il. 13. 696), “ἀπὸ
τείχεος ὀρνύμεν Ἕκτωρ” (Il. 9. 353). μὴ πιπτουσῶν δὲ μεταξὺ
ἄλλων λέξεων διὰ τὸ “ἄπο πλυνοί εἰσι πόληος” (Od. 6. 40)
〈προσέθηκα⟩. ἐνθάδε γὰρ ἀναστρέφεται ἡ “ἀπό.”
67. κῦμα—ῥήγνυτο] τὴν ἐνέργειαν ἐσήμανεν, ὡς καὶ ἐπὶ Ποσει- δῶνος (Il. 13. 27). οὐκ ἀνθηρογραφεῖ δὲ διὰ τὸ κατηφές.
68. ἐπισχερώ] ὀξύνεται. τοῦτο δὲ σεσημείωται, καὶ τὸ ἰώ· οὐδὲν γὰρ εἰς ω λῆγον ἐπίρρημα ὀξύνεται, εἰ μὴ τὰ δύο ταῦτα.
* ἐπισχερώ] ἐφεξῆς.
71. κωκύσασα] πάλιν κωκύει θεασαμένη τὴν κατάστασιν τοῦ παιδὸς καὶ ὑπʼ αὐτῆς τῆς ὄψεως κινηθεῖσα.
κάρη λάβε] περιπαθὲς τὸ σχῆμα· οὐ γὰρ φιλοφρονεῖται, ὡς Πηνελόπη “κύσ〈σ〉ε δέ μιν κεφαλήν” (Od. 16. 15).
75. εὔχεο] κατὰ τὸ λεληθός· ἢ ἐπεί φησι “πολλὰ δὲ μητρὶ
φίλῃ ἠρήσατο” (Il. 1. 351)· καὶ αὐτὸς “ἦ μὲν δή ποτʼ ἐμεῦ
πάρος ἔκλυες (Il. 16. 236).
76. ἀλήμεναι] ὅλος 〈ὁ〉 σχηματισμὸς τοῦ ἀλῆναι ψιλοῦται.
77. ἀεκήλια] ἃ ἄκοντες πάσχομεν, ὅ ἐστι δυσχερῆ. §. Ἀρίσταρ-
ἕκηλος ‘οὐχ ἡσυχαῖα οὐδʼ εἰρηναῖα.’
80. ἀλλὰ τί μοι τῶν ἦδος] ὑπερβολὴ φιλίας, ὅτι οὐδὲν αὐτὸν ἥδει ὡς ἡ ζωὴ τοῦ φίλου.
82. *ἶσον ἐμῇ κεφαλῇ] Πυθαγόρ〈ε〉ιοι “τί ἐστι φίλος; ἄλλος ἐγώ.”
τὸν ἀπώλεσα] περιπαθῶς πάνυ ὡς ἐπὶ κτήματος μεγάλου τοῦ φίλου.
83. *ἀπέδυσε] τινὲς “ἀπέλυσε” διὰ τὸ “λῦσε δέ οἱ θώρηκα” (Il. 16. 804).
84. τὰ μὲν Πηλῆι] δεινὸν αὐτῷ δοκεῖ λάφυρον γενέσθαι πολε-
μίων κτῆμα πατρὸς καὶ δῶρα θεῶν. κινεῖται δὲ καὶ τῷ τοῦ
Ἕκτορος φθόνῳ· πρὸς τοῦτον γὰρ φιλότιμος Ἀχιλλεύς· ἅμα δέ,
ἐπεὶ καὶ ἐν χρείᾳ αὐτῶν καθέστηκεν· διὸ πολυλογεῖ περὶ αὐτῶν.
86. ὡς ὄφελες] φιλομήτωρ ὁ εὐχομενος μὴ γενέσθαι, ὅπως μὴ γεγονὼς λυπήσῃ τὴν μητέρα.
αὖθι—ναίειν] “αὖθι” ἀναφορικῶς, ἐκεῖ ἐν τῷ τόπῳ τῶν Νηρῄδων, ὡς καὶ ὁ Κάλχας “πολεμίξομεν αὖθι” (Il. 2. 238) ἀντὶ τοῦ ἐκεῖ ἐν Τροίᾳ.
87. *ἀγαγέσθαι] ὡς τὸ “λελαβέσθαι (Od. 4. 388).
88. καὶ σοὶ πένθος] ἠθικὸν καὶ βιωφελές· εἰώθαμεν γὰρ λέγειν ὡς
89. παιδὸς ἀποφθιμένοιο] συμφορὰν ἑαυτὸν τῇ τεκούσῃ γεγενῆ-
92. πρῶτος ἐμῷ ὑπὸ δουρί] ἔδει ‘πρότερος·’ δύο γάρ εἰσιν.
*πρῶτος] ἀντὶ τοῦ πρότερος.
ὑπὸ δουρί] τὴν “υπό” οἳ μὲν συντάσσοντες τῷ “δουρί” ὀρθοτο-
* ἀπὸ θυμὸν ὀλέσσῃ] τὴν μὲν “ ἀπό” οὐκ ἀναστρεπτέον· ἔστι γὰρ
93. * Πατρόκλοιο δʼ ἕλωρα—ἀποτίσῃ] ὑπὲρ ὧν εἵλκυσεν, ἵνα
ἑλκυσθῇ.
95. ὠκύμορος δή μοι] περιπαθῶς ἀνεβόησεν ἀποτρέπουσα τῆς
96. αὐτίκα γάρ τοι] περιπαθὲς καὶ τοῦτο, τὴν αὐτὴν εἶναι προθεσ-
μεταλλαγῆς.
98. αὐτίκα τεθναίην] διὰ 〈τί⟩ τὸν Ἀχιλλέα οὕτως ἀνώμαλον
ὅπως πράττῃ ταῦτα. ἵνα μὲν οὖν βοηθήσῃ τῷ Πατρόκλῳ, “αὐτίκα
τεθναίην” φησίν, ἵνα δὲ τῷ πατρί, ζῆν ἐθέλει. ὥστε καλῶν ἔργων
προκειμένων ὁ φιλόκαλος καὶ ζῶν τεθνάναι αἱρήσεται, εἰ μέλλοι
καλόν τι πράξειν ἀποθανών, καὶ τεθνεὼς ἀναβιώσασθαι, εἰ μέλλοι τῶν
κατʼ ἀρετήν τι πράξειν ἀναζήσας.
ἄλλως: αὐτίκα τεθναίην] καλὸν πρὸς φιλεταιρίαν, εἴγε τοσούτοις
ἄλλως: αὐτίκα τεθναίην] τῷ αὐτῷ ὀνόματι χρησάμενος, ᾧ καὶ ἡ
100. ἐμεῖο δʼ ἔδησεν] ὡς τὸ “ἦ μάλα πολλὸν ἀποιχομένου Ὀδυσῆος δεύῃ” (Od. 1. 253). καὶ Σοφοκλῆς (Tract. 1175) “δεῖ σʼ αὖ γενέσθαι τῷδέ γʼ ἀνδρὶ σύμμαχον. §. ὅτι εἴωθε τῷ “ἐκεί” (101) μὴ ἐπαγαγεῖν ἀνταπόδοσιν.
ἄλλως: ἔδησεν] ἐδέησεν. §. “ἀρῆς” δὲ τῆς βλάβης, ὡς τὸ
ἀρῆς ἀλκτῆρα] τινὲς “Ἄρεω” τοῦ πολέμου ἀπὸ τοῦ Ἄρεως·
καὶ ἔστιν ὁ λόγος τοιοῦτος· ἐμοῦ δὲ ἐδέησε τὸ ἀλεξητῆρα
γενέσθαι τοῦ Ἄρεος, καθʼ ὃν ἀπώλετο ὁ Πάτροκλος.
101. νῦν δʼ, ἐπεί] τὸ ἑξῆς· νῦν δʼ ἐπεὶ οὐ νέομαί γε, εἶμι, ὄφρα
φίλης κεφαλῆς ὀλετῆρα κιχείω, ὡς καὶ “Ἕκτορ, ἐπεί με κατʼ
αἶσαν ἐνείκεσας —νῦν αὖτʼ εἴ μʼ ἐθέλεις” (Il. 3. 59, 67), τὰ δὲ
ἄλλα διὰ μέσου. οἳ δὲ οὕτως· ἐπεὶ νόστου ἐστέρημαι, οὐδὲ τοῦτο
ἐγένετο μοι τὸ ἐπαρκέσαι τῷ φίλῳ καὶ τοῖς ἄλλοις Ἕλλησιν 〈τοῖς
ἀναιρεθεῖσιν⟩ ὑπὸ Ἕκτορος κατὰ τὸν τῆς μήνιδος χρόνον.
102. * γενόμην φάος] τοῦτο κατʼ ἰδίαν.
104. ἄχθος ἀρούρης] “ἄχθος” διὰ τὴν ἀπραξίαν· 〈δηλοῖ δʼ ἅμα⟩ τὸ μέγεθος τοῦ ἥρωος, εἴγε ἡ πάντα φέρουσα γῆ αὐτὸν οὐ φέρει.
105. τοῖος ἐών] ἔθος τοῖς παλαιοῖς ἐγκωμιάζειν ἑαυτούς, ὡς πρὸς
Φαίακας Ὀδυσσεὺς (Od. 8. 179) καὶ πρὸς Λυκάονα Ἀχιλλεύς (Il.
21. 108). νῦν δὲ αὔξων ἑαυτὸν ἑαυτοῦ κατηγορίαν φησίν, ὅτι καὶ
τοιοῦτος ὢν οὐκ ἐπήμυνεν· τὸ δὲ τῶν λόγων ἑκὼν παρεχώρησεν· ὅτι
γὰρ ῥήτωρ, μαρτυρεῖ ἡ ῥαψῳδία· ἀλλὰ τῷ διελεῖν τὸν ἔπαινον
ἀπελύσατο τὸν φθόνον.
ἄλλως: τοῖος ἐών] ἐπὶ τοῖς προφανέσι πλεονεκτήμασιν ἀνεμέ- σητον τὸ ἑαυτὸν ἐγκωμιάζειν.
107. ὣς ἔρις ἔκ τε θεῶν] Ἡράκλειτος (fr. 43 Byw.) σύγχυσιν
αὐτὸν εὔχεσθαι ἁπάντων φησίν· κατὰ γὰρ ἐναντίωσιν τὰ πάντα
συνέχεσθαι. ἀλλὰ τὴν ἐπὶ τὸ χεῖρον ἄγουσαν ἔριν νῦν φησιν. ἄλλως
τε δοτέον τοῦτο, φλεγμαίνοντος τοῦ πάθους.
108. πολύφρονά περ] ἀπολογία αὕτη Ἀχιλλέως, 〈ὅτι⟩ καὶ
109. μέλιτος καταλειβομένοιο] τοῦ ἐν τοῖς μελισ〈σ〉ουργείοις
110. ἀέξεται ἠύτε καπνός] θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν
δὲ οὐκ ἂν χωρὶς πυρώσεως γένοιτο. ἡδονὴ δὲ παρέπεται τοῖς ὀργιζο-
μένοις διὰ τὸ σπεύδειν ἀμύνασθαι τὸν ἀντίπαλον.
111. ἐμὲ νῦν ἐχόλωσεν] ἡρέμα παραπολογεῖται ὑπὲρ ἑαυτοῦ, ὅτι
112. ἀλλὰ τὰ μὲν προτετύχθαι] ἤδη τινὰ μετάνοιαν ἴσχειν
φησίν. ὅρα μέντοι τὴν ὑπερβολὴν τῆς ὀργῆς· τὸ γὰρ “ἀχνύμενοί
περ” τοιοῦτόν ἐστι, καίπερ ἠδικημένοι καὶ δικαίως ἂν ἐπʼ αὐτοῖς
ἐπὶ πλεῖον μηνίσαντες. οὐκοῦν δύο ὄντων τῶν παθῶν περὶ τὴν ψυχὴν
Ἀχιλλέως, ὀργῆς καὶ λύπης, θάτερον κεκράτηκεν. καὶ τὸ ἐπιφερό-
μενον τοιοῦτόν τι ὑποβάλλει, ὅτι ὑπὸ μείζονος ἀνάγκης κρατηθῆναι
δεῖ τὴν ὀργήν· πάντων γὰρ μεῖζον τὸ ἐπὶ τῷ Πατρόκλῳ πάθος· διὸ δεῖ
τὴν μῆνιν ἀπορρίψαντα τιμωρήσασθαι τοὺς πολεμίους. §. “θυμόν”
113. * θυμὸν —δαμάσαντες] τὸ αἴτιον τοῦ πάθους διὰ τῆς μεταφορᾶς ἐδήλωσεν.
115. κῆρα δʼ ἐγώ] γενναία ἡ ὑπομονὴ τῆς εἱμαρμένης. ἐμφαν-
117. οὐδὲ γὰρ οὐδὲ βίη] περισσὴ ἡ μία ἀπόφασις. §. καὶ ὅτι
θνητὸς Ἡρακλῆς, πρὸς τὰ ἐν τῇ Νεκυίᾳ ἀθετούμενα (Od. 11. 611).
121. κείσομʼ, ἐπεί κε θάνω] ἡ μὲν Θέτις ἀπεῖργε τῆς ἐξόδου διὰ
τὸν θάνατον, ὃ δὲ δαιμονίως ἀντέθηκεν ὅτι τῶν τετελευτηκότων ἴδιον
ἡ ἀργία καὶ τὸ ἄπρσκτον καὶ τὸ κεῖσθαι. τίς οὖν χρεία καὶ ἐν τῷ
ζῆν τὴν ἀπραξίαν τοῦ θανάτου μιμεῖσθαι;
122. καί τινα Τρωιάδων] ἤδη ὑπʼ ὄψιν λαμβάνει τὰ ἀκολουθή- σοντα τοῖς πολεμίοις δεινά, ὥσπερ ἐμπιμπλάμενος τῆς ἐκ τῶν πολε- μίων τιμωρίας διὰ τῆς ἐλπίδος.
125. γνοῖεν δʼ, ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι] δώδεκα μὲν
〈ἡμέρας⟩ ἡ ἐκδημία τῶν θεῶν, τρεῖς δὲ ἐν ταῖς παρατάξεσιν· τὸν δὲ
ὀλίγον χρόνον πολὺν ἡγεῖται διὰ τὸ “ποθέεσκεν ἀυτήν τε πόλεμόν τε”
(Il. 1. 492). ἀλλὰ καὶ ὁ ποιητής φησι “δηρὸν δὲ μάχης ἐπέπαυτʼ
ἀλεγεινῆς” (Il. 19. 46), οὐ πρὸς τὰς τρεῖς ἡμέρας, ἀλλὰ πρὸς τὴν
ποικιλίαν τῶν συμφορῶν ἀφορῶν.
* γνοῖεν] ἵνα γνοῖεν.
126. μηδέ μʼ ἔρυκε] τὸν πλείω λόγον αὐτῆς περιτέμνει ὡς ἐμπο-
δίζοντα τῇ σπουδῇ. ἔστι δὲ ὅμοιον 〈τὸ⟩ Πινδάρου (Ol. 1. 84), “ἀλλʼ
ἐμοὶ μὲν ἄεθλος οὗτος ὑποκείσεται·” ὅλος δὲ ὢν πρὸς τῇ ἐκδικίᾳ τοῦ
φίλου οὐδὲ ἐπιλογίζεται τὸ κατὰ τὰ ὅπλα, ὅτι ἄπορος αὐτῷ νῦν ἡ
ἔξοδος.
129. τειρομένοις ἑτάροισιν] γενναῖον καὶ τῆς Θέτιδος τὸ ἦθος, ἐν δευτέρῳ τιθεμένης τὴν ἰδίαν συμφορὰν τῆς τοῦ παιδὸς εὐκλείας καὶ ἐπαινούσης τὸν ὑπὲρ τῶν φίλων κίνδυνον, ὃς λυπεῖν ἔμελλε τὴν μητέρα.
130. ἔντεα— Τρώεσ〈σ〉ιν ἔχονται] ὑπὸ Τρώων.
131. χάλκεα] κεχαλκευμένα· καὶ τὸν χρυσοχόον γὰρ χαλκέα καλεῖ “ἦλθε δὲ χαλκεὺς ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια—οἷσίν τε χρυσὸν εἰργάζετο” (Od. 3. 432, 5) καὶ “ἣν ἄρα χαλκεὺς Ἥφαιστος” 〈ἐ〉ποίησεν (Il. 15. 309).
136. νεῦμαι] ὡς “διογενεῦς” (Il. 9. 106). Ὀδυσεῦς δὲ λαβὼν
141. ὀψόμεναί τε γέροντα] νόμους τίθεται παισὶ συνεῖναι γονεῦσι
143. αἴ κε θέλῃσιν] πρὸς μὲν τὸν Ἀχιλλέα διωρίσατο, ὅτι πάντως
οἴσει ὅπλα παῤ Ἡφαίστου, πρὸς δὲ τὰς ἀδελφὰς ἀμφιβόλως·
φορτικὸν γὰρ ἦν πρὸς ὁμοτίμους θρασύτερον διαλέγεσθαι, ὥσπερ
ἐπιτάττειν μέλλουσαν τῷ Ἡφαίστῳ.
145. αἳ δʼ ὑπὸ κῦμα] αἱ διαιρέσεις θαυμασταί· αἲ μὲν τάδε
τοιούτοις ἦσαν. καὶ ἐπιφέρει πάλιν τὰ κατὰ τὴν μάχην.
148. αὐτὰρ Ἀχαιοὶ θεσπεσίῳ] τὸ διάκενον τῆς πορείας Θέτιδος
ἄλλως: αὐτὰρ Ἀχαιοί] δαιμονίως ἀναλαμβάνει, ἀφʼ ὧν ἀπέλιπεν.
τάφρον φευγόντων” (Il. 17. 760).
151. οὐδέ κε Πάτροκλον] τοῖς μὲν ἀκροαταῖς ἐν ἐλπίδι ἦν ἐξειλ-
158. ἔμπεδον] ἀπὸ τῶν ἐν τῷ πέδῳ οἰκοδομῶν ἤτοι φυτῶν.
160. * μέγα ἰάχων] πρὸς κατάπληξιν τῶν πολεμίων.
161. λέοντα] παντάπασιν εἴκασται, λέοντι μὲν ὁ Ἕκτωρ, ὁ δὲ
168. κρύβδα Διός] διὰ τί “κρύβδα Διός;” καὶ μήν φησι
171. Πατρόκλῳ ἐπάμυνον] Ἀρίσταρχος “Πατρόκλου” κατὰ
176. κεφαλὴν δέ ἑ] πάντα ὑπὲρ παροξυσμοῦ προστίθησιν·
179. Τρῳῇσι κυσίν] δαιμονίως διέτεμε τὴν αἰκίαν, καὶ τὸ μὲν
180. * σοὶ λώβη] ὡς φιλεταίρῳ καὶ πρακτικῷ.
182. τίς γάρ σε θεῶν—ἧκεν] ἀναγκαίως γνῶναι βούλεται, εἰ
τῆς κελευσάσης μένειν ἀξιοπιστότερός ἐστιν ὁ προστάσσων ἐξιέναι.
185. οὐδʼ εἶδε Κρονίδης] δεόντως καὶ τοῦτο, ἵνα ἐπισπεύσῃ τὴν ἔξοδον, πρὶν μαθεῖν τὸν Δία.
188. πῶς γὰρ ἴω] θαυμαστοὶ οἱ διάλογοι ἐν συντόμῳ τὰς
ἐρωτήσεις περιέχοντες· ἔδει γὰρ καὶ τὴν ἀπορίαν τῶν ὅπλων καὶ
τὰ παρὰ τῆς μητρὸς ἀντιθεῖναι.
191. παροισέμεν] Ἀρίσταρχος ἀναστρέφει τὴν πρόθεσιν πρὸς τὸ μὴ ἀμφιβάλλεσθαι τὸν λόγον, καίτοι τῶν συναλειφομένων μὴ ἀνα- στρεφομένων. ἐπείσθη δὲ καὶ ἡ παράδοσις Ἀριστάρχῳ.
192. ἄλλου δʼ οὔ τευ οἶδα—τεύχεα] φασὶν Αὐτομέδοντα φο-
ρεῖν τὰ Πατρόκλου, ὅπως δόξῃ εἶναι Πάτροκλος. καὶ μείζονα μὲν
〈ἂν〉 ἁρμοσθεῖεν ἥσσονι, οὐ μέντοι τὸ ἀνάπαλιν· ὥστε οὐκ ἠδύνατο
τοῖς Αὐτομέδοντος ὁπλισθῆναι Ἀχιλλεύς. ἢ τῷ μεγέθει ἴσα,
ἀσθενῆ δὲ τὰ τοῦ Αὐτομέδοντος. διὸ οὐχ ἥρμοττεν Ἀχιλλεῖ προπη-
δῶντι εἰς πάντα κίνδυνον.
194. ἔλπομαι] λείπει τὸ ὅτι· ἀλλὰ ἔλπομαι, ὅτι καὶ αὐτὸς ἐν πρώτοισιν ὁμιλεῖ.
198. αὔτως] Ζηνόδοτος “αὐτός,” ἀντὶ τοῦ ψιλῶς ‘δίχα ὅπλω.’
204. ὤμοις ἰφθίμοισι] ἀξιοπρεπὴς ἡ τερατεία καὶ μείζων τῆς
〈ἐπὶ⟩ Διομήδους (Il. 5. 122), εἴγε τὴν οἰκείαν αἰγίδα περιτίθησιν
αὐτῷ· Ἀχιλλεὺς δὲ οὐ γινώσκει τὴν ἐνέργειαν τῆς θεοῦ.
206. *ἐς δʼ αὐτοῦ] “αὐτοῦ” τοῦ νέφους.
207. ὡς δʼ ὅτε καπνός] Ἀρίσταρχος “ὡς δʼ ὅτε πῦρ ἐπὶ πόντον
ἀριπρεπὲς αἰθέρʼ ἵκηται·” καὶ γὰρ ἄτοπόν φησι πῦρ εἰκάζεσθαι καπνῷ·
οἳ δὲ καπνὸν τὸ πῦρ φασιν ἐκ τοῦ παρεπομένου, ὡς 〈τὸ⟩ “κάπνισ-
〈σ〉άν τε κατὰ κλισίας” (Il. 2. 399). οἳ δὲ διὰ τὸ πλεῖον ὑψοῦσθαι
τὸν καπνὸν τοῦ πυρὸς καὶ μάλιστα ἡμέρας ὁρᾶσθαι. καλῶς δὲ ἀπὸ
πολέμου ἡ εἰκὼν καὶ νησιωτῶν, οἷς ἄπορος ἡ φυγή, πόρρω τε
ἀπῳκισμένοι μεγάλων καὶ συνεχῶν πυρσῶν δέονται· οὐδενὸς δὲ
209. *Ἄρηι] ὑπὸ τοῦ Ἄρεος.
210. * ἄστεος ἐκ σφετέρου] Ζηνόδοτος “ἄστυ περὶ σφέτερον.”
211. * πυρσοί τε φλεγέθουσιν] καὶ Πίνδαρος “αἰθόμενον πῦρ τε διαπρέπει νυκτί” (Ol. 1. 1, 2).
213. *Ἄρεως] Ἀρίσταρχος “Ἄρεω” ἀπὸ τοῦ Ἄρεως.
215. * ἀπὸ τείχεος] ἄπωθεν τοῦ τείχους.
216. μητρὸς δὲ—ὠπίζετʼ ἐφετμήν] ἐτρέπετο τῷ λογισμῷ ἐπὶ
217. ἤυσε] ἐπεὶ ἄπιστον ἦν ἐν τοσούτῳ θορύβῳ μὴ μόνον ἀκουσθῆ-
219. σάλπιγξ] αὐτὸς μὲν οἶδε σάλπιγγα, οὐκ εἰσάγει δὲ 〈τοὺς⟩
ἥρωας εἰδότας. §. Μήλας δὲ ιἩρακλέους καὶ Ὀμφάλης ἐν τῇ καθόδῳ
τῶν Ἡρακλειδῶν σαλπίζων κατέπληξε τοὺς πολεμίους. §. σαλπίγγων
δὲ εἴδη ἕξ. πρώτη ἡ Ἑλληνική, μακρὰ τὸ σχῆμα, ἣν Τυρρηνοῖς
δὲ αὐτῇ πρὸς θυσίαν καλοῦντες τοὺς ὄχλους διʼ αὐτῆς· ἣν ευρεν
Ὄσιρις. τρίτη ἡ Γαλατικὴ χωνευτή, οὐ πάνυ μεγάλη, τὸν κώδωνα
θηρίου ἔχουσα, ἔσωθεν δὲ εἰρόμενον αὐλὸν μολίβ〈δ〉ινον, εἰς ὃν
ἐμφυσῶσιν οἱ σαλπιγκταί· ἔστι δὲ ὀξύφωνος καὶ καλεῖται ὑπὸ
τῶν Κελτῶν κάρνυξ. τετάρτη ἡ Παφλαγονική, ἥτις μείζων μέν
ἐστι τῆς Ἑλληνικῆς, τὸν δὲ κώδωνα βοὸς προτομὴν ἔχει· ἔστι δὲ
βαρύφωνος καὶ ἀναφυσητή· καλεῖται δὲ βόινος. πέμπτη Μηδική,
τὸν αὐλὸν καλάμινον τὸν δὲ κώδωνα βαρύφωνον ἔχουσα, ὀγκόφωνος·
ἡ δʼ ἕκτη Τυρσηνικὴ ὁμοία Φρυγίῳ αὐλῷ, τὸν κώδωνα κεκλασμένον
ἔχουσα· ἔστι δὲ λίαν ὀξύφωνος· καλεῖται δὲ λιγῦν. ταύτης εἰσὶν
εὑρεταὶ Τυρσηνοί, οὐ τῆς παῤ Ἕλλησιν.
ὑπὸ θυμοραιστέων] ἢ πλεονάζει ἡ “ὑπό,” ⟨ἢ⟩ τὸ ἑξῆς, ὡς δʼ ὅτʼ ἀριζήλη φωνὴ ὑπὸ δηίων, καὶ ἀπὸ κοινοῦ τὸ “δηίων.”
220. *περιπλομένων] περικαθεζομένων.
224. ὄχεα] καινὸν εἶδος καὶ ἄξιον Ἀχιλλέως, τῇ βοῇ ἀνατρεπό- μενα ἅρματα καὶ τοῖς ἰδίοις δόρασι περιπείροντα τοὺς ὀχουμένους.
*ὄσσοντο γάρ] οἱ ἵπποι ἢ οἱ ἐπιβάται.
230. δυώδεκα] ἄδηλον, εἰ καθʼ ἑκάστην κραυγὴν δώδεκα. τοσοῦ- τος γὰρ ἦν ὁ τάραχος τῆς φάλαγγος, ὡς περιπταίοντας τοῖς ἅρμασιν ἀπολέσθαι.
231. *σφοῖσι] ἀντὶ τοῦ ἀλλήλων.
236. ἐν φέρτρῳ] φορείῳ. ἐπὶ ἀσπίδος δὲ ἢ τινος τοιούτου φέρουσιν.
238. νοστήσαντα] ἀφικόμενον εἰς τὸν τόπον οὗ ἐχωρίσθη.
239. ἠέλιον δὲ —πέμψεν] ἐπεὶ ὑπέσχετο Ζεὺς “δύῃ τʼ ἠέλιος”
(Il. 17. 455). Ἀπόλλων δὲ ὁ ἥλιος, ὃς ἄκων δύνει· ἠπίστατο γὰρ
πρὸς ἀριστείαν Τρωσὶ δεδομένην παρὰ Διὸς τὴν ἡμέραν ταύτην
(Il. 8. 72). μυθικῶς δὲ τοῦτο, ὡς καὶ ἐν Ὀδυσσείᾳ (23. 243) “ἠῶ
δʼ αὖτε ῥύσατʼ ἐπʼ Ὤκεανοῦ.”
244. * ἔλυσαν ὑφʼ ἅρμασιν] τοὺς ὑπὸ τοῖς ἅρμασιν.
245. εἰς δʼ ἀγορήν] ἄκρως τὴν πτοίαν αὐτῶν δηλοῖ· πλῆθος γάρ
ἐστι συντρέχον εἰς ἐκκλησίαν, οὐ στρατηγοῦ καλοῦντος ἀλλὰ τοῦ
φόβου· καὶ ἑστῶτες ἐκκλησιάζουσιν, οὐδὲ τὸν ἡμερινὸν πόνον ὀλίγῳ
παραμυθησάμενοι· καὶ ἰδιώτης δημηγορεῖ, τὸν στρατηγὸν παρωσά-
μενος.
πάρος δόρποιο] εἰς ἐπίτασιν, ὅτι καὶ πρὸ τῆς τροφῆς ἐκκλησίαζον·
κατήπειγε γὰρ ὁ φόβος.
246. ὀρθῶν δʼ ἑσταότων] ἐπεὶ δηλοῖ καὶ τὸ μετεωρισθῆναι τὸ σῶμα— “ὀρθωθεὶς ἔνδυνε” (Il. 10. 21)—προσέθηκε τὸ “ἑσταό- των.”
248. * δηρὸν δέ] ὁ“δέ” ἀντὶ τοῦ γάρ.
250. πρόσ〈σ〉ω καὶ ὀπί〈 σ〉σω] σύστασίν τινα ἐποιήσατο τοῦ
μέλλοντος ῥηθήσεσθαι λόγου· συνετοῦ γὰρ ἀνδρὸς πρὸς τὰ μέλλοντα
ἁρμόζεσθαι καὶ προγνωστικώτερον τῶν ἄλλων φαίνεσθαι, ὅπερ καὶ ἐν
ἄλλως: πρόσ〈σ〉ω καὶ ὀπίσ〈σ〉ω] “πρόσ〈σ〉ω” τὸ παρελθόν,
δὲ τὸ μέλλον, ὅτι ἀφανές ἐστιν· καλεῖται δὲ ἀγχίνοια.
251. Ἕκτορι δʼ ἦεν ἑταῖρος] διὸ παρρησιάζεται ἀεὶ πρὸς τὸ συμ-
ἰῇ δʼ ἐν νυκτὶ γένοντο] πῶς ἐν μιᾷ νυκτὶ γενόμενοι τοσοῦτον ἀλλή-
λων διαφέρουσι, τῆς συμπαθείας τῶν οὐρανίων ὁμοίως πρὸς ἀμφοτέρους
ἐχούσης; ἔστιν οὖν 〈διαφορὰ τοῖς γεννωμένοις οὐκ ἐν νυκτὶ μόνον,
ἀλλὰ καὶ κατὰ τὴν τῆς ὥρας ἀκρίβειαν⟩. Ἡράκλειτος (cf. Bywater
ad Heracl. fr. 119) ἐντεῦθεν ἀστρολόγον φησὶν Ὅμηρον καὶ ἐν οἷς
φησι “μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν
οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται” (Il. 6. 488, 9).
νυκτὶ γένοντο] ἔννοιαν ἔχει τινὰ γενναίαν τὸ λεγόμενον, ὅτι οὐκ ἐν
252. ἀλλʼ ὃ μὲν—μύθοισιν] δαιμονίως τῇ διαιρέσει, ὡς καὶ ἐν
ἄλλοις· “μύθων τε ῥητῆῤ ἔμεναι πρηκτῆρά τε ἔργων” (Il. 9. 443) καὶ
“οἳ περὶ μὲν βουλῇ Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι” (Il. 1. 258) καὶ
“υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους” (Od. 4. 211).
254. ἀμφὶ μάλα φράζεσθε] εἰς ἐπίτασιν αὐτοὺς ἄγει εὐθὺς διὰ
δεῖ γὰρ πρῶτον τὸν σύμβουλον δεῖξαι ὅτι περὶ μεγάλων ἡ σκέψις.
καὶ τὸ “φίλοι” προσαγωγόν, ἵνα ἐμφήνῃ τὴν κηδεμονίαν.
κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι] κεφάλαια συμβου-
πλῆρες ἀδοξίας· τοῖς δὲ ἄλλοις ἀγωνίζεται· καὶ γὰρ δυνατόν φησι τὸ
ἀναχωρεῖν νῦν, τὸ δὲ εἰς τὴν ἐπιοῦσαν ἡμέραν ἀδύνατον καταληφθέντων
ὑπὸ Ἀχιλλέως· καὶ δυνατὸν τὸ ἀπὸ τείχους πολεμεῖν, εἰ δὲ κατα-
λάβοι Ἀχιλλεύς, οὔ. τὸ δὲ συμφέρον, ὅτι νῦν ἀβλαβεῖς ἀπελεύ-
νῦν ἰέναι] ἔμφασιν ἔχει τὸ “νῦν.” ὃ γὰρ ὑποβάλλει, τοιοῦτόν
ἐστιν· νῦν πορεύεσθε, μὴ περιμένετε τὴν μεθʼ ἡμέραν φυγήν· τότε
γὰρ πάντως φεύξεσθε βιασθέντες ὑπὸ Ἀχιλλέως. ἄμεινον οὖν
προνοῆσαι τῆς ἀσφαλείας καὶ προλαβεῖν τὸν κίνδυνον.
256. *ἑκὰς δέ] ὁ “δέ” ἀντὶ τοῦ γάρ.
257. οὗτος ἀνήρ] οὗτος ὃν ἔχομεν ἐν νῷ. ἠθικὸν δὲ τὸ μὴ ὀνομά- σαι Ἀχιλλέα· ἐν γὰρ τῷ “οὗτος” μείζονα τὴν ἔμφασιν εἰργάσατο.
258. ῥηίτεροι 〈πολεμίζειν)] ἀναγκαία ἡ ἀπαγγελία· ῥᾴδιοι εἰς
τὸ πολεμεῖν, ὅ ἐστιν εὐήττητοι.
259. χαίρεσκον γάρ] ἀναγκαῖον καὶ τοῦτο, ἵνα δείξῃ ὅτι οὐ κατʼ ἴδιον ὄκνον ἀναχωρεῖν κελεύει ἀλλὰ διὰ τὸ ἐμπείρως ἔχειν Ἀχιλ- λέως.
*ἐπὶ νηυσὶν ἰαύων] ἐπαυλιζόμενος ταῖς ναυσίν.
262. ὑπέρβιος] τοῦτο ἰδίᾳ ἀναγνωστέον. ἡ ἐστιν ‘ὑπεράγων τῇ βία.’
264. μένος Ἄρηος δατέονται] μερίζονται τὸν πόλεμον νικῶντες καὶ νικώμενοι· ἢ ἄλλος ἄλλο τι πράσσοντες μερίζονται τὰ τοῦ πο- λέμου ἔργα, ὃ μὲν τοξεύων, ὃ δὲ ἀκοντίζων, ὃ δὲ σκυλεύων.
265. ἠδὲ γυναικῶν] ἐξηγητικόν ἐστι τοῦ “ἀμυνέμεναι ὤρεσ〈σ〉ι”
(Il. 5. 486) καὶ “ὀάρων ἕνεκα σφετεράων” (Il. 9. 327).
266. πίθεσθέ μοι] Τυραννίων παρώξυνε τὸ “πίθεσθε,” ἀγνοῶν ὅτι μεταγενεστέρων Ἰώνων ἐστὶ τὰ τοιαῦτα ‘πιθέσθε’ ‘λαβέσθε.’
ὧδε γὰρ ἔσται] δαιμονίως κινεῖ τὸ σχῆμα, οὐχ ὑπόνοιαν ἀλλʼ ἀλήθειαν βεβαίαν προβαλλόμενος.
268. εἰ δʼ ἄμμε κιχήσεται] ἄκρως προτρέπει ἁρπάσαι τὸν καιρόν καὶ πρὸ τοῦ κινδύνου τῆς ἀσφαλείας προνοῆσαι.
269. ὁρμηθεὶς σὺν τεύχεσιν] καιρίως κεῖται καὶ τὸ “σὺν τεύχε- σιν·” ἄοπλος γὰρ ἦν, φησί, πρὸς τῷ καὶ νύκτα ἐπιγεγονέναι· διόπερ νῦν ἡμῶν ἀπέσχετο.
270. γνώσεται] γνώσεται πάσχων κακῶς ὑπʼ αὐτοῦ. §. διὰ τί
271. πολλοὺς δὲ κύνες] οὐκ ἐν βλασφημίᾳ ταῦτά φησιν ἀλλὰ
272. ἀπʼ οὔατος] εἴθε δὴ τοῦτο οὐχ ὅπως μὴ ἴδοιμι, ἀλλὰ μηδὲ
274. νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν] διὰ νυκτὸς κρατερῶς
σθένος ἕξομεν] “σθένος” τὴν δύναμιν, ὅ ἐστι τὴν στρατιάν. οὕτω
χωροῖμεν ἢ παντὶ σθένει·” φησὶν οὖν, ὡς νυκτὸς ἐν ἐκκλησίᾳ βουλευ-
σόμενοι συνάξουσι τὸν στρατόν. ἢ ἰσχυροποιήσομεν ἑαυτοὺς ἠθροισμένοι,
τουτέστιν “ἐν τῷ ἠθροῖσθαι φυλαχθησόμεθα·ʼ τὸ γὰρ “εἰν ἀγορῇ”
νῦν οὐκ ἐν 〈τῇ⟩ ἐκκλησίᾳ σημαίνει, ἀλλʼ ἐν τῷ ἀθροίσματι.
275. ὑψηλαί τε πύλαι] νῦν αἱ δίοδοι· ἀλλαχοῦ δὲ ἐπὶ τῶν θυρῶν,
“ἐν χερσὶπύλας ἔχετε (Il. 21. 531)· “ἔρρηξεν δὲ πύλας καὶ μακρὸν
ὀχῆα (Il. 13. 124)· “μέγα δʼ ἀμφὶ πύλαι μύκον” (Il. 12. 460).
277. πρῶι δʼ ὑπηοῖ〈οι⟩] τὸ “πρῶι” καὶ ἕως ἕκτης ὥρας δηλοῖ· διὸ
280. ἂψ πάλιν—ἐπὶ νῆας] ἀναγκαίως τῷ προδεδιδαγμένῳ κιν-
“ἂψ πάλιν] ἐκ παραλλήλου τὸ αὐτό.
281. ἠλασκάζων] πλανῶν, παρὰ τὴν ἄλην· “ἐμὸν μένος ἠλασκά-
ζει ” (Od. 9. 457). ὑποφαίνει δὲ ἡ λέξις τὸν μετὰ ἀναστροφῆς
ἐλαύνοντα τοὺς ἵππους καὶ διαπειρώμενον εἰσελάσαι εἰς τὴν πόλιν.
283. πρίν μιν κύνες—ἔδονται] οἷον τεθνήξεται πρότερον ἢ πέρσει,
284. * ὑπόδρα ἰδών] τὸ βλέμμα δηλοῖ, ὅτι δυσαρέστως ἔχει
πρὸς τοὺς λόγους.
285. Πο〈υ〉λυδάμα] τυραννικὴ ἡ εἰσβολή· οὐ γὰρ ὅτι μὴ
ἄλλως: Πο〈υ〉λυδάμα] δίχα τοῦ ν, ὡς “Λαοδάμα, τί με ταῦτα κελεύετε” (Od. 8. 153):
286. ἀλήμεναι] ὃ μὲν τῆς ἀσφαλείας φροντίζων σεμνοῖς ὀνόμασιν
ἐχρήσατο, ὃ δὲ μετατίθησι τὰ ὀνόματα δυσωπῶν τοὺς ἀκούοντας,
“ἀλήμεναι” λέγων τὸ ἀναχωρῆσαι καὶ “ἐ〈ε〉λμένοι ἐνδοθι πύργων
287. ἢ οὔπω κεκόρησθε] πρὸς τὸ “κέλομαι γὰρ ἔγωγε ἄστυδε
νῦν ἰέναι” (254, 5).
288. μέροπες ἄνθρωποι] οἱ μερισθεῖσαν καὶ διαρθρωθεῖσαν τὴν ὄπα ἔχοντες. οἳ δὲ τὴν κτῆσιν μερισθέντες τῶν ζῴων.
291. πολλὰ δὲ—Φρυγίην] πρὸς τὴν διαίρεσιν τῆς Τροίας καὶ Φψρυγίας, ὅτι δύο, καὶ Λυδία οὔπω ἐκαλεῖτο.
292. κτήματα περνάμεν〈α⟩] κυρίως ἐπὶ τῶν διαπεπραμένων ζῴων, ἢ ἐπεὶ χρυσίου μὴ ὄντος ταῦτα ἐδέχοντο οἱ ἐπίκουροι.
293. ὅτε πέρ μοι] βαρβαρικῶς τὸ πᾶν εἰς ἑαυτὸν ἀναφέρει, μη- δαμοῦ ἐκεῖνον ἀντιτιθεὶς ὅτι κρείσσων ὁ ἐξιὼν ἐπʼ αὐτούς.
294. κῦδος ἀρέσθαι] στρατηγικῶς μὲν αὐτοὺς ὑπέμνησε τῆς
εὐνοίας τοῦ θεοῦ.
296. οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω] εἰ μέχρι τοῦ
“ἐπιπείσεται” προήγαγε τὸν λόγον, ἔννοιαν 〈ἂν⟩ ἐδίδου ὡς μὴ πειθο-
μένων ἑκοντὶ Πουλυδάμαντι 〈τῶν⟩ Τρώων· ὃ δὲ τυραννικῶς τὴν
κρίσιν οὐ τῷ πλῆθει κατέλιπεν, ἀλλʼ ἐπὶ τὴν ἑαυτοῦ ἐξουσίαν περι-
έσπασεν, ὡς διὰ φόβον Ἕκτορος οὐ πεισομένων αὐτῶν.
300. ὃς κτεάτε〈σ〉σιν] ἐμφαίνει, ὡς Πολυδάμας πλούσιος ὢν
δειλιᾷ προκινδυνεύειν. φησὶν οὖν, ὅστις τῶν Τρώων λυπεῖ τὸ κοινὸν
αὐτὸς ἔχων πλείστην οὐσίαν, ἐκείνην δημευέσθω· καὶ ἔστι τοῦτο
προτρεπτικὸν τοῦ πλήθους. ἀλλʼ ὑπονοεῖ τοὺς πλουσίους ὀκνεῖν ἐκ-
στρατεύεσθαι δειλιῶντας κινδυνεύειν.
301. λαοῖσι δότω] ὁ πλούσιος δότω τοῖς ἄλλοις, ὅπως αὐτοὺς συμμάχους ἔχῃ καὶ φύλακας τῶν ἰδίων.
302. * τῶν τινα βέλτερόν ἐστιν] λείπει ὁ γάρ.
305. εἰ δʼ ἐτεόν] καλὸν τὸ διστάζειν καὶτὸ τέως μὴ δοῦναι ὅτι ἀνέστη.
ἄλλως: εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν] οἴεται διὰ τὸ σῶμα Πατρόκλου αὐτὸν ἐξεληλυθέναι.
* παρὰ ναῦφιν] ἀπὸ τῶν νεῶν.
306. * ἄλγιον] ἐπίπονον.
*ἐθέλῃσι] λείπει τὸ μάχεσθαι.
307. * δυσηχέος] διὰ τοὺς ἀναιρουμένους.
ἀλλὰ μάλʼ ἄντην] προτρεπτικῶς φησιν ἑαυτὸν ἐπιδώσειν τῷ κινδύνῳ·
ἅμα δὲ θαρρεῖ τοῖς ὅπλοις καὶ 〈τῷ‖ ἄοπλον εἶναι τὸν Ἀχιλλέα.
307, 8. ἄντην στήσομαι] πρὸς τὸ δοκοῦν εἶναι ἀναντίρρητον, ὅτι
309. ξυνὸς Ἐνυάλιος] ὡς τὸ “ἐπιμὶξ δέ τε μαίνεται Ἄρης”
σκουσιν, ὡς μὴ ἐχόντων τῶν κρεισσόνων κατὰ τῶν ἐλασσόνων ἐλπίδα.
311. ἐκ γάρ σφεων φρένας] δείκνυσιν, ὅτι τῆς ἑαυτοῦ γνώμης
312. Ἕκτορι μὲν γὰρ ἐπῄνησα〈ν〉]πιθανὴ ἡ οἰκονομία· εἰ γὰρ ἔφυγον
πολιορκία· καὶ οὐδʼ ἂν ὁ Ἕκτωρ ἀπώλετο κωλυόμενος ὑπὸ τῶν δη-
μογερόντων προελθεῖν, ὡς καὶ αὐτός που λέγει “οἵ με θέλοντα μάχεσθαι
ἐπὶ πρύμνῃσι νέεσ〈σ⟩ιν αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαοί”
(Il. 1. 722. 3).
ἄλλως: Ἕκτορι μὲν—ἐπήνησα〈ν⟩] ἡ ἐλπὶς τοῦ δημοβορῆσαι οὐκ
εἴα αὐτοὺς προνοῆσαι τὸ μέλλον καὶ ἡ τοῦ Ἕκτορος ὑπόσχεσις ἐπαγ-
γειλαμένου ὑποστήσεσθαι τὸν Ἀχιλλέα· πρὸς 〈δὲ⟩ τὴν ὅλην ποίησιν
οἰκονομικῶς διέθετο ταῦτα ὁ ποιητής· πεισθέντων γὰρ τῷ Πολυδά-
μαντι τῶν Τρώων ἐξαγώνιον ἂν κατέστη τὸ λοιπὸν μέρος τῆς Ἰλιάδος.
*ἐπῄνησαν] συνέθεντο.
313. οὔτις] “οὔτι” γράφει Ἐπαφρόδιτος, ἵνʼ ᾖ ἀντὶ τοῦ οὐ· δύναται δὲ τὸ “ἐπῄνησαν” (312) κοινὸν εἶναι.
316. ἀδινοῦ —γόοιο] λεπτοῦ καὶ ἀσθενοῦς, ὡς “μῆλʼ ἀδινά”
317. χεῖρας [ ἐπʼ ἀνδροφόνους] τὰς ἑαυτοῦ χεῖρας ἐπιθεὶς τοῖς στήθεσι τοῦ ἑταίρου.
318. ὥς τε λὶς ἠυγένειος] ἀκολούθως τῷ Ἀχιλλέως ἀξιώματι τὴν
εἰκόνα παρέλαβεν, οὐκ ἄλλῳ τινὶ ζῷῳ ἀλλὰ λέοντι παραβαλὼν καὶ τὴν
λύπην τῇ λύπῃ ὁμοιώσας· οὐδὲν γὰρ 〈ἂν⟩ ἐμφαντικώτερον φανείη
πρὸς τὸ δεῖξαι τὴν Πατρόκλου φιλίαν τῆς πρὸς τὰ τέκνα τῶν γεγεν-
νηκότων διαθέσεως. ὅλον δὲ πρὸς ὅλον παραβέβληται· τό τε γὰρ
λυπούμενον ἅμα καὶ ὀργιζόμενον διὰ τῆς παραβολῆς ἔδειξε, καὶ
ἑκατέρων ἡ λύπη παραπλησία ἀπολειφθέντων τῆς βοηθείας, καὶ
ἡ τὸν ἐλαφηβόλον ζητοῦσα τῷ παρὰ τοῦ Ἕκτορος δίκην λαβεῖν
ἐπειγομένῳ.
λὶς ἠυγένειος] δύο μόνα τίκτει λέων, ὡς Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων (VI c. 30, p. 579b 1).
ἠυγένειος] θήλεια· ταύτης γὰρ τὸ γένειον κάλλιον, χαίτη δὲ τοῦ ἄρσενος.
319. σκύμνους] 〈σκύμνος⟩ ὡς ὕμνος, ὅτε ἐστὶ κατʼ ἰδιότητα· ὅτε μέντοι ἐπὶ ἀνδρός, ὀξύνεται· ἀναλογώτερον δὲ τὸ βαρυνόμενον.
ἐλαφηβόλος] τοῦτο ἴσως πρῶτον ἤγρευται, ἀφʼ οὗ ἔμεινε τὸ ὄνομα· ἢ ὅτι τάχιστον τῶν ἄλλων 〈ἔλαφος⟩.
320. * ὕστερος ἐλθών] ὕστερον τῶν ἁρπασάντων.
321. * ἴχνιʼ ἐρευνῶν] ἄριστα γὰρ ἰχνεύει.
322. δριμύς] ἀπὸ τῶν γευομένων παρήγαγεν.
324. ἦ ῥʼ ἅλιον] περιπαθὲς τὸ προοίμιον· μάλιστα γὰρ οἱ ἐν ἀξίῳ μὴ πληροῦντες τὰς ὑποσχέσεις ἄχθονται. διὸ “ἔκβαλον” φησίν.
325. θαρσύνων — Μενοίτιον] περιπαθὲς καὶ τοῦτο, ὅτι εὐλαβοῦς
πατρὸς ἀπέσπασα τὸν Πάτροκλον, οὐκ ἂν ἐκπέμψαντος τὸν υἱὸν εἰ
μὴ διὰ τὰς ἐμὰς ὑποσχέσεις.
326. * εἰς Ὀπόεντα—ἀπάξειν] ὡς προσεδόκα.
περίκλυτον υἱὸν ἀπάξειν] “περίκλυτον ἀπάξειν” ἀντὶ τοῦ ἔνδοξον γενόμενον ἐκ τῆς νίκης.
327. Ἴλιον ἐκπέρσαντα] ἀνατυπωσάμενος ἑαυτῷ πλείονα ἡδέα
ὁ Ἀχιλλεύς, πορθουμένην Ἴλιον καὶ ἑαυτὸν σὺν τῷ φίλῳ ἀπονο-
ὑπισχνεῖτο περὶ τοῦ Πατρόκλου τῷ Μενοιτίῳ· τινὲς δέ φασιν, οἴκοι
μὲν πυθέσθαι ἀπιστεῖν δέ, οἰόμενον ἐκφοβεῖν αὑτὸν τὴν μητέρα πρὸς
τὸ μὴ κινδυνεύειν.
328. ἀλλʼ οὐ Ζεὺς ἄνδρεσ〈σ〉ι] κλάει, ὅτι μή ἐστιν εἷς τῶν πορθησόντων τὴν Τροίαν.
331. ἱππηλάτα] ἱππικός, οὐ φυγάς, ὡς οἱ νεώτεροι. §. ἄκρως δὲ
332. * οὐδὲ Θέτις μήτηρ] ὅτι συνῴκει τῷ Πηλεῖ ἡ Θέτις.
333. ἐπεὶ οὖν, Πάτροκλε] περιπαθὲς καὶ ἠθικὸν τὸ πρὸς τοὺς
334. οὔ σε πρὶν κτεριῶ] πῶς φησιν ‘ἄταφον ἐάσω τὸ σῶμα’ τῆς
τῆς μητρός· “οὐδέ ἑ φημὶ —ἐπαγλαἵεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν
αὐτῷ” (133). §. ὅτι οὐδέποτε τὰς Ἑλληνίδας ‘βαθυκόλπους’
φησίν (339).
335. τεύχεα] τοῦ γὰρ ἀφελομένου κτῆμα γέγονεν.
μεγαθύμου] αὔξει τὸν θάνατον τοῦ φίλου καὶ τὴν ἐπικουρίαν
αὑτοῦ.
336. * ἀποδειροτομήσω] δείρη κυρίως ἡ τῶν ἀλόγων, παῤ ὅσον
338. * αὔτως] ὡς ἔχεις.
339. βαθύκολποι] οὐδέποτε τὰς Ἑλληνίδας ‘βαθυκόλπους’
φησίν· πῶς οὖν Ζηνόδοτος γράφει “ἔσπετε νῦν μοι Μοῦσαι Ὀλυμ-
πιάδες βαθύκολποι” (Il. 2. 484);
341. τὰς αὐτοὶ καμόμεσθα] ἐκ τοῦ παρεπομένου· οἱ κτώμενοι
342. πιείρας] εὐγείους· “ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας” (Od. 9.
344. στῆσαι τρίποδα] ὡς συνήθους ὄντος καίειν πρῶτον, εἶτα ἐπιτιθέναι τὸν τρίποδα ὕστερον.
345. *βρότον] τὸ ἀπὸ τοῦ φόνου αἷμα.
346. οἳ δὲ λοετροχόον] εἰς ταπεινῶν πραγμάτων ἀπαγγελίαν ἐμπεσὼν ἐκάλυψε τῇ συνθέσει τῶν ἐπιθέτων. τὸ δὲ τὰ μικρὰ καὶ ἄδοξα μεγα- λοπρεπῶς ἐξενεγκεῖν καὶ σεμνῶς ἀπαγγεῖλαιθαυμασίας ἐστὶ δυνάμεως. *λοετροχόον] εἰς ὃν τὰ λουτρὰ χεῖται.
349. ἤνοπι χαλκῷ] “ἤνοπι” ἐν ἔστιν ἐνοπτρίζεσθαι· ἔστιν οὖν
350. *ἤλειψαν] ὅτι ἀρχαῖον τὸ ἔθος.
351. ὠτειλάς] συλληπτικῶς καὶ τὴν Εὐφόρβου ὠτειλήν φησιν
ἀλείφατος ἐννεώροιο] ξηραντικῷ ἐλαίῳ χρῆται, ὃ φυλάσσει τοὺς νεκρούς, ὡς τὸ κέδρινον.
352. ἑανῷ] ὅτι οὐ λαμπρῷ· ἐπάγει γὰρ “καθύπερθε δὲ φάρεϊ
λευκῷ.” ἔστιν οὖν λεπτῷ, ὡς “ἑανοῦ κασ〈σ〉ιτέροιο” (613) τοῦ
εἰς λεπτὸν ἐλαθέντος· οἳ δὲ “ἑανῷ” τῷ ἐνδυτικῷ, οἳ δὲ ἐξ ἀντιφρά-
σεως τῷ ποικίλῳ· οἳ δέ, ὅ φασιν Ἀττικοὶ λῄδιον.
*λιτί] λεπτῷ, ὡς τὸ “ἑανοῦ κασ〈σ〉ιτέροιο” (613) ἀντὶ τοῦ λεπτοῦ.
356. Ζεὺς δʼ Ἥρην] κατὰ τὸ σιωπώμενον ἐξ Ἴης εἰς Ὄλυμπον
ἄλλως: Ζεὺς δ᾿ Ἥρην] Ζηνοδώρῳ τῷ συγγράψαντι περὶ τῆς Ὁμήρου
ἱστορίας παλαιᾶς, οἷον τὴν Διώνην πρὸς Ἀφροδίτην λέγουσαν “τέτ-
λαθι, τέκνον ἐμόν—πολλοὶ γὰρ δὴ τλῆμεν —〈τλῆ μὲν〉 Ἄρης’ (Il. 5.
382 sqq.) —ἱστορίαν γὰρ παλαιὰν ἐκτίθεται —〈καὶ〉 τὴν Ἀθηνᾶς
δὲ οὕτε ἱστορίαν τινά φησι λέγειν οὔτε τοῖς ὑποκειμένοις πράγμασι
πλέον τι προστιθέναι, ἔπειτα μέλλοντα τὸν Ὅμηρον διατίθεσθαι τὰ
παρὰ Ἠφαίστου πρὸς Θέτιν οὐκ ἂν πρὸ ταύτης ἄλλην διάλεξιν θεῶν
παραλαβεῖν, ποικίλλειν ὅλως σπουδάζοντα τὴν ποίησιν, καὶ ἀπὸ μὲν
τῶν ἀνθρωπίνων ἐπὶ τὰ θεῖα, ἀπὸ δὲ τῶν θείων ἐπὶ τὰ ἀνθρώπινα με-
ταβάλλειν εἰωθότα· οὐκ ἂν οὖν ἐπαλλήλως τὰ ὅμοια διατίθεσθαι. εἶτα
〈ἀνόητον τὸ〉 λέγειν “ἔπρηξας καὶ ἔπειτα” (357) ὡς ἐκ πείσματος
παρηκολουθηκότα τοῖς γενομένοις· οὐδὲ γὰρ ῥητῶς δεδηλωκέναι τὸν
ποιητὴν ὅτι ταῦτα ὕστερον ἔμαθεν ὁ Ζεύς, ὥσπερ ἐν τῇ A (522) “ἀλλὰ
σὺ μὲν—αὖτις ἀπόστιχε, μή σε νοήσῃ Ἥρῆ” εἶτα “οὐδέ μιν Ἥρη
ἠγνοίησεν ἰδοῦσα” (ib. 536,7). ἔπειτα ἄλογον, τῇ μὲν Ἥρᾳ χαλεπαί-
νειν αὐτὸν ἐπὶ τῇ τῆς Ἴριδος ἀποστολῇ, τῇ δὲ Ἀθηνᾷ μηδὲ κατὰ βραχὺ
τῇ καὶ συμπαραστάσῃ Ἀχιλλεῖ καὶ τὸ πῦρ δειξάσῃ πρὸς κατάπληξιν
τῶν πολεμίων, ὁπότε γε ἔμπροσθεν (Il. 8. 407) τῇ μὲν Ἥρᾳ συγγι-
νώσκειν φησὶ τὸν Δία, τῇ δὲ Ἀθηνᾷ χαλεπαίνειν πλέον. ἔτι τε πολλὴν
〈τὴν⟩ ἀλογίαν φαίνεσθαι, εἰ παρὰ καιρὸν ἡλίου δύνοντος ὑπὸ Ἥρας
(239) οὐδὲν περὶ τούτου ἐγκαλεῖ ὁ Ζεὺς παρεγχειρουμένης τῆς τοῦ
κόσμου τάξεως. πῶς τε οὐκ ἐναντίον φάσκειν περὶ Διὸς “μίσησεν δʼ
ἄρα μιν δηίων κυσὶ κύρμα γενέσθαι Τρῳῇσιν· τῷ καί 〈οἱ〉 ἀμυνέμεν
ὦρσεν ἑταίρους” (Il. 17. 272, 3), νῦν δὲ ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ
ἀγανακτεῖν; οὐδὲν γὰρ ἄλλο πέπρακται ἐκ τῆς Ἀχιλλέως ἀναστά-
σεως ἢ τοῦτο μόνον τὸ μηδὲν παθεῖν τὸ σῶμα. πῶς τε τὴν ἀπὸ τῆς
Ἴδης μετάβασιν τοῦ Διὸς οὐ δεδήλωκεν; ἀλλὰ τοῦτο ἐν ἄλλοις
στίχοις μὴ ἀμφισβητούμενον οὐχ ἱκανὸν πρὸς κατηγορίαν· συγχω-
ρητέον 〈γὰρ〉 κατὰ τὸ σιωπώμενον τοῦτο γεγενῆσθαι· ὅπου δὲ τἆλλα
σαθρά ἐστι καὶ ὕποπτα, καὶ τοῦτο ὕποπτον. γε μὴν ἀπολογία τῆς
Ἥρας καὶ ἀνοήτως ἔχει· δέον γὰρ προβάλλεσθαι, ὅτι κακὸν οὐδὲν
357. ἔπρηξας καὶ ἔπειτα] περισσὸς ὁ “καί.” §. τὸ δὲ “ἔπειτα”
362. καὶ μὲν δή που τις] οὔτε ἀρνεῖται τὸ γεγονὸς οὔτε ὡς
δικαίως ἔπραξε παρρησιάζεται· θεραπεύουσα δὲ τὸν Δία ἠθικῶς
φησιν, ὅτι δίκαιον ἦν ἐκτελεσθῆναι τὰ τῆς ἐπιθυμίας αὐτῇ, οὔσῃ καὶ
γυναικὶ καὶ ἀδελφῇ.
ἄλλως: καὶ μὲν δή που τις] ὀργισθεὶς αὐτῷ ὃ 〈ἂν⟩ προθῆται ποιήσειν αὐτὸς πράσσει.
363. **καὶ οὐ τόσα μήδεα οἶδεν] ὡς ἡ θεία φύσις.
367. οὐκ ὄφελον Τρώεσσι] ἀντὶ τοῦ οὐκ ἔμελλον. §. ἐπερωτημα-
368. πρὸς ἀλλήλους ἀγόρευον] κυρίως τὸ ἐν πλήθει λέγειν ἀγο- ρεύειν 〈καὶ⟩ τὸ “ἀλλήλους” 〈ἐπὶ πλήθους. ταῦτα δὲ⟩ ἐπὶ δύο ἔταξε καταχρηστικῶς.
370. ἀστερόεντα] λαμπρόν· φησὶ γοῦν “ἀστὴρ δʼ ὣς ἀπέλαμπε” (II. 6. 295).
372. ἱδρώοντα] πρὸ πολλοῦ ταῦτα ᾠκονόμηται ἐπὶ τῆς A ῥαψῳ-
δίας, 〈τὸ⟩ δημιουργὸν τὸν θεὸν τοῦτον εἰσῆχθαι καὶ τοὺς θαλάμους
τοῖς θεοῖς κατασκευάζοντα (Il. 1. 608) καὶ τὸ σκῆπτρον τῷ Διί
(Il. 2. 102), ἵνʼ ἐπὶ τῆς μείζονος χρείας μὴ παράδοξον φανῇ τὸ
χαλκέα τινὰ τῶν θεῶν εἰσάγεσθαι.
ἑλισσόμενον περὶ φύσας] εἰλούμενον· ἢ ὅτι ἡ πυρώδης οὐσία εἰλεῖται.
373. σπεύδοντα] οὐκ ἐπὶ τοῦ κακοπαθεῖν νῦν κεῖται τὸ σπεύδειν—
ἐργάζεται γὰρ οὐ δεόμενος τῶν ἀναγκαίων —ἀλλʼ ὅτι ῥᾳθυμεῖν οὐ δεῖ,
ὅπου καὶ θεοὶ ἐργάζονται. τὰ δὲ ἔμψυχα ἔργα πίστιν τῆς ἀσπιδε-
ποιίας ἔχει καὶ τοῦ συμπτώματος τῶν ποδῶν ἀναπλήρωσιν τὴν
τέχνην· δῆλος δέ ἐστιν εἰδὼς μηχανικήν.
ἐείκοσι πάντας] ὡς “εἴκοσι δʼ ἔκβαλε πάντα” (Od. 5. 244). “οἳ δʼ ἐννέα πάντες ἀνέσταν” (Il. 7. 161). §. τὸ δὲ σπεύδειν οὐκ ἐπὶ τοῦ κακοπαθεῖν.
374. μεγάροιο] τοῦ τῶν θεῶν, ὅτε ἐπὶ τὸ αὐτὸ εἶεν συνηγμένοι
πάντες.
375. ὑπὸ κύκλα 〈— θῆκεν⟩] ἡ “ὑπό” πρὸς τὸ “θῆκεν.” τινὲς
376. δυσαίατʼ ἀγῶνα] οὕτως· ἐν δὲ ταῖς εἰκαιοτέραις “θεῖον κατὰ
δῶμα νέοιντο.”
377. θαῦμα ἰδέσθαι] διὰ τῶν τοιούτων προσθηκῶν γίνεται πιστὸς
378. τόσ〈σ〉ον μὲν ἔχον τέλος] “τόσ〈σ〉ον” ἀντὶ τοῦ ὅλον,
ὡς “ τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν ” (Il. 23. 454). οὕτω γάρ φησι
πρὸς τὰ παῤ ὀλίγον τετελεσμένα· οἱ δὲ γλωσσογράφοι “τόσ〈σ〉ον ”
ἀντὶ τοῦ τὸ σῶμα· οἳ δέ, ἐπὶ τοσοῦτον ἔσχον 〈τὸ⟩ τέλος, ὥστε τῶν
ὤτων προσδεῖσθαι· τινὲς δὲ “τόσ〈σ〉ον” τὸ λοιπόν.
379. ἤρτυε] ἡτοίμαζε.
κόπτε δὲ δεσμούς] ἤλαυνε τοὺς ἥλους, ὥστε καταπεῖραι τὰ ὦτα.
§. μείζων δὲ ἡ χάρις τοῦ καταλιπόντος ἡμιτελὲς τὸ ἔργον.
κόπτε] ἤλαυνε. “δεσμούς” δὲ τὰς λαβάς· ἢ τοὺς ἥλους
382. Χάρις λιπαροκρήδεμνος] προϋπαντᾷ τῇ εὐεργετησάσῃ 〈ἡ⟩
τοῦ Ἡφαίστου Χάρις, ὅτι δεῖ τοὺς εὐεργέτας ἑτοίμως ἀμείβεσθαι.
διὰ δὲ τὸ χαρίεντα εἶναι τὰ δημιουργήματα Χάριν αὐτῷ καὶ Ἀφρο-
δίτην συνοικίζουσιν. ἢ ὡς πλουσίῳ συνοικεῖ· τούτοις γὰρ ἕπεται τὸ
χαρίζεσθαι.
λιπαροκρήδεμνος] καὶ ἀλλαχοῦ “λιπαρὰ κρήδεμνα” τὰ λαμπρά.
383. καλή] τί γὰρ χάριτος τῷ διδόντι ἡδύτερον καὶ τῷ λαμβάνοντι;
ὤπυιε] παρὰ τὴν ὄπα, ὅθεν καὶ ὄαροι, ἢ διὰ τὰς ὁμιλίας τὰς πρὸ τῶν γάμων, 〈ἢ〉 ἀπὸ τοῦ ὀπάζειν, ἣν πεποίηται ἐκ μνηστείας, ἢ παρὰ τὸ ἐφορᾶν τὰ κατὰ τὴν γυναῖκα, ὡς τὸ “εἰ κεῖνος—ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι” (Od. 18. 254, 19. 127).
384. ἔν τʼ ἄρα οἱ] ἡ χρηστὴ προσηγορία τὸ ἦθος ἐνδείκνυται
385. τίπτε, Θέτι] ἐπαινετὸς ὁ ἄρχων τοῦ λόγου καὶ μὴ περι- μείνας τὴν αἴτησιν, καὶ τὸ σύντομον τοῦ ἐπειγομένου ἀποδοῦναι, καὶ τὸ σῶφρον τῆς ἐπαγγελίας ὡς δυνατὰ ἐπαγγελλομένου.
Θέτι τανύπεπλε] Ζηνόδιτος “Θέτις τανύπεπλος ἱκάνεις ἡμέτερόνδςε.”
386. πάρος γὲ μὲν οὔτι θαμίζεις] ἀντὶ τοῦ οὐδαμῶς· ἐν ἤθει δέ. ὥς φαμεν ‘τί σὺ πρὸς ἡμᾶς; οὐ γὰρ πυκνῶς εἴωθας παραγίνεσθαι.ʼ
*οὔτι] ἀντὶ τοῦ ‘οὐδʼ ὅλως.ʼ
387. *προτέρω] ἀντὶ τοῦ ‘ἔμπροσθενν.ʼ
392. Ἥφαιστε, πρόμολ᾿ ὧδε· Θέτις νύ τι σεῖο χατίζει] σύντομος ὁ λόγος καὶ πρέπων Χάριτι σπευδούσῃ πρὸς ἀπόδοσιν.
ὧδε] οὕτως ὡς ἔχει〈ς〉 σχήματος· οὕτω γὰρ ἂν σπουδαῖος
φαίνοιτο, ὡς καὶ Ἀχιλλεὺς “αὐτῇ σὺν φόρμιγγι” (Il. 9. 194)
καὶ “γείτονες ἄζωστοι ἔκιον” (Hes. Opp. 345)· οἳ δὲ πλεονάζειν
τὸ ‘οὕτως’—ὡς “στῆθʼ οὕτω ἀπόπροθεν” (Od. 6. 218)—ἐπεί τοι
καὶ συντίθησι τὰ σκεύη καὶ ἀπονίζεται (413)· οὐδέποτε δὲ τὸ
“ὧδε” τοπικῶς παρὰ τῷ ποιητῇ λαμβάνεται.
394. ἦ ῥά νυ μοι] οὐκ ἐμέλλησεν ὁ Ἥφαιστος· οὐδὲ γὰρ προελ-
θὼν καὶ θεασάμενος τὴν Θέτιν ἤρξατο τῶν λόγων, ἀλλʼ ἐντὸς ὢν
ἀναβοᾷ· ἑξῆς γοῦν ἐπιφέρει “ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο” (410).
395. ἥ μʼ ἐσάωσε] καλῶς αὐτὸς μέμνηται τῆς εὐεργεσίας, οὐ
Θέτις· ὀνειδιζούσης γὰρ 〈ἂν〉 ἦν· ὡς Δημοσθένης “ἐγὼ νομίζω τὸν
εὖ παθόντα δεῖν ἀεὶ μεμνῆσθαι πάντα τὸν χρόνον, τὸν ποιήσαντα δὲ
εὐθὺς ἐπιλελῆσθαι” (de Cor. p. 603aS.). ὁ δὲ Ζεὺς—οὐ γὰρ ἔδει τὸν
τύραννον ὁμολογεῖσθαι τὸ μέλλειν δεδέσθαι—λόγῳ μὲν οὐχ ὁμολογεῖ,
Ἀχιλλεῖ τὴν πανοπλίαν, Διονύσῳ διὰ τὸν ἀμφιφορῆα, ἵνα τῷ Ἀχιλλεῖ
ᾖ σορός. καὶ τάφῳ γὰρ αὐτὸν κοσμῆσαι πέρα τῶν ἄλλων βούλεται.
φιλότεκνος δὲ ἡ πάσης εὐεργεσίας ἀμοιβὴν εἰς τὸν παῖδα καταθεμένη.
τῆλε πεσόντα] τινὲς “γεννηθέντα·” “πέσῃ μετὰ πο〈σ〉σὶ
Διὶ τετοκέναι· διὸ καὶ κεκρυφέναι παῤ Ὠκεανῷ· οὗ καὶ ἐτρέφετο.
ἄλλως: τῆλε πεσόντα] οὐ λέγει, ὅτι ἄνωθεν ἀπʼ οὐρανοῦ ἔρριψεν
396. κυνώπιδος] ἐπὶ μνήμην ἐλθὼν τῶν ἀτυχημάτων λοιδορεῖται
τῇ μητρί. §. γράφεται δὲ καὶ “βοώπιδος.”
397. χωλὸν ἐόντα] ἣ μὲν τοῦ παιδὸς 〈τὴν〉 δόξαν προέκρινεν, ἡ
398. Εὐρυνόμη τε] εὐχάριστος ὁ καὶ τῆς ἀπούσης εὐεργέτιδος
ἄλλως: Εὐρυνόμη] ἐπαναλαμβάνει, ὡς τῆς Χάριτος μητρὸς οὔσης
399. ἀψορρόου] ταχυρρόου, ἐπειδὴ 〈ταχὺς〉 καὶ Ὠκεανός, ἢ
400. τῇσι παῤ εἰνάετες] οὐκ ἀναστρεπτέον τὴν “παρά,” ἐπεὶ πᾶσα
δημιουργοῦ καὶ ταῖς ὑποδεξαμέναις αὐτὸν θεαῖς· τελειωθεὶς δὲ
ἔμψυχα δημιουργεῖ.
δαίδαλα πολλά] οἱ περὶ Ἀριστοφάνην “δαίδαλα πάντα.”
401. κάλυκας] ἐμφερῆ ῥόδοις· οἱ δὲ δακτυλίους· οἳ δὲ ἐνώτια·
403. οὐδέ τις ἄλλος] δεῖγμα χρηστότητος· οὐ γὰρ μόνον ἔλαβον καὶ ἔτρεφον, ἀλλὰ καὶ ἐν ἀρρήτῳ φυλακῇ, μὴ καὶ λάθοι ἐπιβουλευθεὶς ὑπὸ τοῦ Κρόνου.
406. ἣ νῦν ἡμέτερον] πρὸς τὸ πρῶτον ὑπήντησεν.
407. ζῳάγρια] χαριστήρια τοῦ εἰς τὸ ζῆν ἦχθαι· μετὰ δὲ τοῦ ⟨ι⟩, ἐπεὶ καὶ Σιμωνίδης φησὶ “τὸ ζώιον κάκιστον ἔκτηται βίον” (Sem. Amorg. fr. 13 B.) περὶ τοῦ κανθάρου.
409. ὅπλα τε πάντα] “ὅπλα” τὰ πρός τι εὐθετοῦντα “ὅπλʼ
ἐν χερσὶν ἔχων” (Od. 3. 433).
410. ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη] καλῶς θεὸν διαγράφων θαῦμά τι αὐτὸν εἶναι μέγα φησίν· ἔστιν οὖν “τέρας μέγα.”
τὸ γὰρ πέλωρ” ἐπὶ μεγέθους τάσσεται. §. τὸ δὲ “αἴητον” Ἡρωδιανὸς
σχηματίζει παρὰ τὸ εἰμί ἐτόν ἄητον αἴητον τὸ μέγα καὶ ἀνύπαρκτον
καὶ παρὰ μηδενὶ ὄν· οἳ δὲ ὡρμημένον, παρὰ τὸ “δίχα δέ σφιν ἐνὶ
φρεσὶ θυμὸν ἄητο” (Il. 21. 386)· τινὲς δὲ ‘ἀετηδὸν χωλεῦον,ʼ ἐπεὶ τὰ
γαμψώνυχα τῶν ὀρνέων χωλεύει· οἳ δὲ παρὰ τὸ αἴθω, τὸ πυρῶδες.
* ἀκμοθέτοιο] τοῦ πρὸς τῷ ἀκμοθέτῳ ἔργου.
411. * ἁραιαί] λεπταί· εἰ δὲ ψιλῶς, βεβλαμμέναι.
413. λάρνακα] 〈τοῦ〉το Ἑλληνικόν· τὸ δὲ ἀντίπηξ δωρικὸν καὶ [γαζοφυλάκιον] ἀρτάβη Περσικόν.
414. * σπόγγῳ—ἀπεμόργνυ] ἵνα εὐπρεπῶς συντύχῃ.
415. αὐχένα τε στιβαρόν] ἄνωθεν γὰρ παχεῖς εἰσιν οἱ τὰ κάτω μέρη πεπηρωμένοι.
λαχνήεντα] ἡ γὰρ πυρώδης οὐσία καὶ ἐν ἡμῖν αἰτία τῆς τῶν τριχῶν ἐκφύσεως.
410. χιτῶνα] ὡς ἐργάτης, οὐ φᾶρος.
〈ἕλε δὲ〉σκῆπτρον παχύ] ὡς χωλός· ἢ ὅτι δίχα ὕλης οὐ σῴζεται πῦρ.
418. χρύσεια] καὶ τοῦτο πάλιν προπαρασκευὴ εἰς τὴν
ὁπλοποιίαν, ὅτι καὶ τὰς θεραπαίνας εἶχεν ὑφʼ ἑαυτοῦ δεδη-
*οἶδεν ἄρα καὶ ἀνδριαντοπλαστικήν.
420. *ἔργ᾿ ἴσασιν] τὰ τῆς ταλασιουργίας.
421. * ὕπαιθα] ἔμπροσθεν.
ἔρρων] ἐπαχθῶς διὰ τὴν χώλωσιν βαδίζων.
426. αὔδα ὅτι φρονέεις] οὐκοῦν καὶ αὐτὸς τοῦτο ἐπισημαίνεται
429. ἦ ἄρα δή τις ὅσαι θεαί] ἐμιμήσατο ἦθος θηλειῶν, οὐ περὶ
432. ἐκ μέν 〈μ᾿ ⟩ ἀλλάων] ἔοικεν ἀγνοεῖν τὰ περὶ Ψαμάθης
ὁ ποιητής (cf. Hes. Th. 1004).
ἀνδρὶ δάμασ〈σ〉εν] καὶ πῶς φησιν Ἥρα “καὶ ἀνδρὶ πόρον παρα-
433. ἔτλην] οἰκεία ἡ λέξις ἐπὶ τῆς ἀκούσης.
434. πολλὰ μάλ〈α⟩] ἐντεῦθεν οἱ νεώτεροι τὰς μεταμορφώσεις
γήραϊ—ἀρημένος] βεβλαμμένος τῇ ταπεινώσει τοῦ γήρως.
435. ἄλλα δέ μοι νῦν] ἀπὸ κοινοῦ τὸ “ἐκ πασέων Κρονίδης Ζεὺς
ἄλγεʼ ἔδωκεν” (431).
437. ἔξοχον ἡρώων] κατὰ τοῦτο γὰρ ζητεῖ, ὅτι οὐ μόνον υἱοῦ
438. θρέψασα] οὐκοῦν τὸν Ἀχιλλέα ὁ ποιητὴς ὑπὸ τῆς μητρὸς
442. ὄφρα δέ μοι ζώῃ] πάντα οὖν δεινὰ τὰ περὶ τὸν υἱόν, ὅτι καὶ
444. κούρην, ἣν ἄρα οἱ] ἀνακεφαλαίωσις αὕτη· κακῶς οὖν ἀθετεῖ
457. ἱκάνομαι] ἱκετεύω. §. ἀπὸ ἐλέου δὲ ἤρξατο καὶ εἰς ἔλεον
458. υἱεῖ ἐμʼ 〈ὠκυμόρῳ⟩] ἄνευ τοῦ ι τὸ “ἐμῷ·” ἐκτέθλιπται γάρ.
460. καὶ θώρηχ᾿· ὃ γὰρ ἦν οἱ] τινὲς ἐπὶ τοῦ θώρακος τὸ “ὅ·” ἀλλὰ
πάντα ἀπώλεσε, καὶ οὐκ ἂν περὶ τῆς ἀπωλείας μόνον ἐπὶ τοῦ
θώρακος εἶπεν. οἳ δὲ ἐπὶ τοῦ “ἑταῖρος,” καὶ λείπειν ‘ταῦτα.ʼ
τινὲς δέ, “ἃ γὰρ ἦν οἱ” ὅπλα. §. πῶς δὲ ξίφος οὐκ αἰτεῖ; τινὲς οὖν φασιν ξίφος Νηρέα παῤ Ἡφαίστου ἔχοντα δοῦναι Θέτιδι, τὴν δὲ Ἀχιλλεῖ. ἢ ὅτι καὶ ἄλλα εἶχε ἰσοπαλῆ τῷ ἀπολομένῳ.
463. μή τοι ταῦτα] τὰ περὶ τῶν ὅπλων, περὶ ὧν νῦν διαλέγεται·
ταῦτα γὰρ ὑπάρξει, ὅσα ἐστὶν ἐπὶ τῷ Ἡφαίστῳ.
464. αἳ γάρ μιν] εὔχρηστον ἦθος εὐχομένου δύνασθαι πρὸς ἀπόδοσιν χάριτος οὐ μόνον τὰ αἰτηθέντα 〈ποιεῖν⟩, ἀλλὰ περὶ ὧν ἀδύνατός ἐστιν.
466. παρέσσεται] παῤ αὐτῷ ἔσται. §. ἑτοίμως δὲ ἐπαγγέλλεται,
* παρέσσεται] οἱ περὶ Ἀριστοφάνην “παρέξομαι.”
470. χοάνοισιν] ἄδηλον τὸ γένος· λέγει δὲ ‘ τοῖς ἀγγείοις, εἰς ἃ τήκεται ὁ χαλκός,ʼ ἅπερ ἐστὶ παῤ ἡμῖν πήλινα.
ἐείκοσι πᾶσαι ἐφύσων] δηλονότι αὐτόμαται· εἰ δὲ ἔμψυχα αὐτοῦ τὰ ἔργα, διὰ τί χρὴ ἀπιστεῖν περὶ τῶν κατασκευαζομένων;
ἐείκοσι πᾶσαι] τὸ “πᾶσαι” συνήθως παρέλκει ὁ ποιητής.
471. εὔπρηστον] παρὰ τὸ ἔπρησεν. τινὲς δὲ “εὔπρηκτον.”
472. ἄλλοτε μὲν σπεύδοντι] κεκράτηκεν ἀρρήτου πράγματος, ὅτι εἰ σπεύδοι Ἥφαιστος καὶ αὗται ἠπείγοντο καὶ τεχνικῶς ἐφύσων. καὶ τὸ “παντοίην” (471) οὖν τοιοῦτόν ἐστιν, ποτὲ μὲν ἐπηρμένην ἀυτμὴν ποτὲ δὲ σύμμετρον.
σπεύδοντι] σπεύδειν ὁμοίως ἡμῖν (cf. p. 261, 29).
474. ἀτειρέα] κοινὸν καὶ ἐπὶ τοῦ κασ〈σ〉ιτέρου τὸ “ἀτειρέα,”
ἄλλως: ἀτειρέα] τῶν γὰρ ἄλλων χωνευομένων ἐλαυνόμενος αὐτὸς
476. θῆκεν ἐν ἀκμοθέτῳ] δαιμονίως τὸν πλάστην αὐτὸς διέπλασεν,
477. ῥαιστῆρα κρατερήν] Ζηνόδοτος “κρατερόν.”
479. πάντοσε] ἔδει ‘πάντοθεν’ εἰπεῖν. §. γὰρ“αὐτὰ〈ρ⟩ ἐν αὐτῷ” (481).
480. τρίπλακα] τρίπτυχον.
μαρμαρέην] διὰ τὸν ἐπικεχυμένον Ὠδκεανόν. §. τινές φασι τὰς
μὲν βοείας εἰκότως δεῖσθαι πολλῶν πτυχῶν.
483. γαῖαν ἔτευξ〈ε⟩] “γαῖαν·” λείπειν φασὶ τὸ ‘ὡς,’ ὃ παῤ αὐτὰ τὰ στοιχεῖα ἀπέθετο.
Ἀγαλλὶς ἡ Κερκυραία φησὶ πιθανῶς, ὡς Ἥφαιστος, Ἐριχθονίου
γῆν μέν, ὅτι αὐτόχθονες 〈οἱ Ἀθηναῖοι⟩· οὐρανόν, πρὸς ὃν συνεστήσαντο
τὴν πολιτείαν (Aristot. fr. 385)· θάλασσαν (483), ἐφʼ ἧς οἰκοῦσι
δύο πόλεις, Ἐλευσῖνα καὶ Ἀττικήν. καὶ γάμος μὲν (cf. 491 sqq.)
Ἀθήνησι πρῶτον εὕρηται ὑπὸ Κέκροπος, ὅθεν καὶ διφυᾶ φησιν αὐτὸν
λέγεσθαι ὁ Χάραξ, ὅτι τὸ ἐκ δύο φύεσθαι διʼ αὐτὸν πρῶτον ἔγνωσαν
ἄνθρωποι· διὸ τὸ ξένον αἱ γυναῖκες ἱστάμεναι ἐθαύμαζον (496). καὶ
δίκη φονικὴ ἐκεῖ πρῶτον περὶ Ἁλιρροθίου (cf. 497 sqq.). περὶ Ἐλευ-
σῖνα δὲ δύο στρατοὶ Φόρβαντος ἐξ Ἀκαρνανίας καὶ Εὐμόλπου ἐκ
Θρᾴκης (cf. 509 sqq.). προεστήκασι δʼ Ἄρης μὲν ἀπολυθεὶς τοῦ
φόνου, Ἀθηνᾶ δὲ ὡς πολιάς. εἰ δέ φησιν “ἄλλον ζῳὸν ἔχουσα
νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνειῶτα” (536)· οὗτοι γὰρ ἀπέθανον·
ἀπὸ τῶν Ἐλευσινίων Ἰμμάραδος ὁ Εὐμόλπου, Κλυτίος ὁ Ἀγριόπου
οδώρου.” καὶ βοῦν φησι θύεσθαι (559)· ἐκεῖσε γὰρ πρῶτος ἔθυσε βοῦν
ναύλων φυγαδευθεὶς 〈διʼ αὐτό⟩. οἶνόν τε Ἰκάριος εὗρεν (cf. 561). ὁ δὲ
χορὸς (590) ὁ πεμφθεὶς μετὰ Θησέως ἐπὶ Κρήτην. §. συμβουλευτικὰ
δέ ἐστι πάντα. ἡ γὰρ εἰρηνευομένη πόλις ὑπονοεῖν παρέχει Τρωσίν,
ὅσων ἂν ἀπέλαυσαν ἀγαθῶν, εἰ εἰρήνευον, ἡ δὲ πολεμουμένη τὴν
διχόνοιαν αὐτῶν· κἀκεῖ γὰρ οἳ μὲν τὰ Πάριδος, οἳ δὲ τὰ Ἀντήνορος
ἐφρόνουν. καὶ οἱ μὲν περὶ Διονύσιόν φασιν αὐτοκίνητα αὐτὰ εἶναι
ὡς τοὺς τρίποδας (373), οἱ δὲ περὶ Ἀριστόνικον 〈οὐ⟩ συντίθενται,
ἐπεὶ μή εἰσι παρὰ θεοῖς. τί οὖν οἱ κύνες Ἀλκινόου (Od. 7. 91); τοῦτο
πλάσμα ἦν. ἀλλὰ καὶ τοῦτο πλάσμα· δίδονται γοῦν τῷ ναυαγεῖν
μέλλοντι Ὀδυσσεῖ (Od. 5. 351). 〈οὐκ⟩ ἄρα ἄτρωτα τὰ Ἡφαιστό-
τευκτα—καὶ πῶς οὐκ ἄτοπον τοὺς μὲν θεοὺς τιτρώσκεσθαι, τὰ δὲ
ἔργα αὐτῶν μή; —οὐ γὰρ ἂν ἐδέησε πεντάπτυχον ποιῆσαι τὴν ἀσπίδα.
484. ἠέλιόν τʼ ἀκάμαντα] τινὲς μέγαν· “ὡς δʼ ὅτε σῦν ἀκά- μαντα” (Il. 16. 823).
σελήνην τε πλήθουσαν] τινέςποτε πλήθουσαν, ὡς “ὐκομοςΝιόβη” (Il.
24.602). οἳ δὲ φυσικοὶ ἀεί φασι τὸ ἡμισφαίριον αὐτῆς τὸ προστετραμ-
μένον πλήθειν, εἰ καὶ μὴ φαίνεται ἡμῖν. οἳ δὲ τὴν πληρωτικὴν σωμάτων,
κογχυλίων τε καὶ δένδρων καὶ ποταμῶν καὶ θαλάσσης καὶ τῶν ἄλλων.
ἥ τʼ αὐτοῦ στρέφεται] ὅτι κυκλοτερής ἐστιν ὁ οὐρανός,
δηλοῖ τὸ “στρέφεται” ὡς καὶ τὸ “ἐστεφάνωται” (485).
ἄλλως: τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει] ἅμα μὲν χαριέν-
τως ὡς κυνηγόν, ἅμα δὲ ὅτι καὶ τὴν αὐτὴν κίνησιν αὐτῷ ποιεῖται, ὥς
που φησὶν ὁ Ἄρατος (226) “ὅς ῥα τε καὶ μήκιστα διωκόμενος περὶ
κύκλα οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου” (226, 7).
οὐκ ὀνομάζει δὲ τὴν ἄλλην, ἐπεὶ τῶν ἐπιφανεστέρων μέμνηται. §.
τινὲς δέ φασιν ἀ〈ντὶ τοῦ〉 ‘καὶ 〈ἥ〉,’ ἵν᾿ ᾖ ‘καὶ Κυνόσουρα·’ αὕτη
γὰρ “μειοτέρῃ— πᾶσα περιστρέφεται στροφάλιγγι”” (Arat. 43).
“ἥ τε κατʼ αἰγίλιπος πέτρης” (Il. 9. 15). “ἥ τ᾿ ἀνὰ νῶτα θέουσα”
(Il. 13. 547). οἳ δὲ τὸ “Ἄρκτον” ἀντὶ πληθυντικοῦ, ὡς τὸ
“θήγει δέ τε λευκὸν ὀδόντα” (Hes. Scut. 388).
489. οἴη δʼ ἄμμορος] τὸ “οἴη” οὐκ ἔχει τὴν σύγκρισιν πρὸς
490. ἐν δὲ δύω ποίησε πόλεις] ἐπὶ τὰ ἐπίγεια φέρεται. διοικου-
λόχον—τὸ δὲ περὶ τῶν εἰρηνικῶν ἐμήκυνεν. ἀναγκαῖον 〈δὲ⟩ τῷ βίῳ
τὰ ἐναντία διδόναι πόλεμον καὶ εἰρήνην, ἡδονήν τε καὶ πόνους.
492. ὑπὸ λαμπομενάων] ἡ “ὑπό” ἀντὶ τῆς μετά. §. Ἀθήνησι
493. ὑμέναιος] ὕμνος ὁ ἐπὶ ὁμονοίᾳ ᾀδόμενος· ἢ παρὰ τὸ ὁμοῦ
ναίειν.
495. αὐλοί] εἰ Φρὺξ ὁ αὐλός, ἄρα τῆς ποτε εἰρηνευομένης Ἰλίου
βοὴν ἔχον] οὐχ ὡς ἀποτελο〈υ〉μένου ἤχου τινός, ἀλλʼ ὅσον τὰ
εἴδωλα ὡς αὐλοῦντα καὶ κιθαρίζοντα 〈ἦν⟩.
496. θαύμαζον] ἐθεώρουν.
497. ἀγορῇ] ὁ τόπος ἐν ᾧ ἀγείρονται. §. ἡδονὴν δὲ διαγράψας μέτει-
νουμένου εἰληφέναι, ἣν παρέχοντες ἔφευγον τὸ ἔγκλημα τοῦ φόνου.
498. * ποινῆς] προστίμου· ἃ καὶ ὑποφόνια καλοῦσιν.
499. ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι] ὃ μὲν διεβεβαιοῦτο λέγων δεδωκέναι τὸ ἀρκοῦν πρὸς ὅλον τὸ ἀδίκημα.
500. δήμῳ πιφαύσκων] τοῖς περιεστῶσι τοῦ δήμου διασαφῶν.
501. ἄμφω δʼ ἱέσθην] ἄμφω δὲ μάρτυρα παρεῖχον τῶν λεγο-
μένων, καὶ ἐπὶ τούτῳ ἐτίθεντο τὸ πέρας τῆς δίκης· ἀντὶ τοῦ ‘ἤθελον
ἄμφω ἐπὶ τῷ μάρτυρι τὸ πέρας τῆς δίκης γίνεσθαι.’
502. λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον] ἐπεφώνουν ἀμφοτέρωθεν βοηθοὶ ἀμφοτέροις.
ἀμφοτέροισιν 〈ἐπήπυον ἀμφὶς ἀρωγοί⟩] Ζηνόδοτος “ἀμφοτέρωθεν,” ἡ Μασσαλιωτικὴ δὲ “〈ἀμφοτέρωθεν) ἐπήπυον ἀμφὶς ἀρωγῷ.”
503. οἱ δὲ γέροντες] γέροντας ἀξιοῖ δικάζειν ὡς συνέσει καὶ πολυπειρίᾳ προὔχοντας, τὸν δὲ τόπον αὐτῶν ἱερόν 〈φησιν 504〉· ὥστε εἰς τὸ θεῖον 〈ἂν⟩ ἀσεβεῖν δοκοῖεν οἵ τε παρακρίνοντες καὶ οἱ ἀπει- θοῦντες. §. ἐν δʼ Ἀρείῳ πάγῳ γέροντες δικάζουσιν.
504. ἱερῷ ἐνὶ κύκλῳ] Θέμιδος γὰρ ἱερὰ τὰ δικαστήρια.
505. ἠεροφώνων] ὧν ἡ φωνὴ μέχρι τοῦ ἐμφανοῦς ἱκνεῖται, ὃ ἐν ἄλλῳ εἶπε “φωνὴ δέ οἱ αἰθέρʼ ἵτανεν” (Il. 15. 686).
ἠεροφώνων] τῶν ἀέρα φωνούντων —ἀὴρ γὰρ πεπληγμένος ἐστὶν ἡ φωνή —ἢ ἕωθεν συγκαλούντων.
506. τοῖσι δʼ ἔπειτα] συμπεριέφερον τὰ σκῆπτρα τοῖς λεγομένοις,
ὡς καὶ οἱ δημηγοροῦντες· ὅθεν καὶ Ὀδυσσεὺς ἔδοξεν ἀμαθὴς εἶναι, ὅτε τὸ
σκῆπτρον οὐκ ἐνώμα (Il. 33. 218)· οὔπω γὰρ ἀνέδην τὰς χεῖρας ἐκίνουν.
ἀμοιβηδίς] οὐ πάντες βουλευσάμενοι μίαν ἐξέφερον γνώμην,
ἐναλλὰξ δὲ ἕκαστος τὸ δοκοῦν δίκαιον ἀπεφαίνετο. §. Ἀρίσταρχος δὲ
ἡλικίας, ὡς καὶ ἡ γερουσία Λακεδαιμονίων.
507. κεῖτο δʼ ἄῤ ἐν μέσσοισι] ἐπὶ δικαιοσύνην παρακαλῶν τοὺς
δικαστὰς ἆθλον δικαιοκρισίας φησὶν αὐτοῖς παρὰ τῶν δικαζομένων
δίδοσθαι. ἄδηλον δὲ πότερον πρὸς ἓν ἢ πρὸς δύο ἀπέθεντο, ἵνα ὁ
ἡττηθεὶς δῷ τῷ δικαστῇ, πρὸς τὸ συκοφαντεῖν πολλούς. τοῦτο δὲ
καλεῖται συνηγορικὸν τέλος.
509. τὴν δʼ ἑτέρην πόλιν] οὕτως ἐξηγητέον· πόλιν τινὰ περικαθ-
εσθέντες δύο πολεμίων στρατοὶ τὴν λείαν ἀφείλοντο. καὶ τὴν
κτῆσιν δὲ διανείμασθαι ἠνάγκαζον ἐπὶ τῷ καταθέσθαι τὸν πόλεμον.
λείᾳ ἢ πολεμήσουσι πάλιν—ἐπιβάντες τῶν ἵππων συνῆψαν πόλεμον.
δύω στρατοί] ἢ ὁ πολιορκῶν καὶ 〈ὁ〉 πολιορκούμενος, ἢ δύο ἐπὶ
510. δίχα δέ σφιν ἥνδανε βουλή] τοῖς πολιορκοῦσιν ἐσχισμένη
τεσθαι τῆς πολιορκίας, ἐὰν δὲ ἀπειθῶσι, πορθῆσαι τὴν πόλιν.
511. ἠὲ διαπραθέειν] ἐψύχωται ἡ γραφή, ὡς καὶ τὰ ἀφανῆ
ἢ ἄνδιχα] ἦν ἔθος, ὡς καὶ Ἕκτωρ φησὶ “μή τι κατακρύψαι,
ἀλλʼ ἄνδιχα (Il. 22. 120).
513. 〈οἳ δʼ〉 οὔ πω πείθοντο] τὸ πω παρέλκει, ὡς τὸ “οὐδέ πω
λόχῳ δʼ ὑπεθωρήσσοντο] δεῖ νοεῖν τοὺς πολεμίους ἀφῃρῆσθαι τὴν
514, 15. τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατʼ
(Od. 10. 513). πρὸς δὲ τὸ ἀρσενικὸν ἀπέδωκεν, ὡς ἐν τῷ “ μήτε τις
οὖν θήλεια θεὸς τό γε μήτε τις ἄρσην—ἀλλʼ ἅμα πάντες” (Il. 8.7.8),
“ἠίθεοι καὶ παρθένοι—ὀρχεῦντο—χεῖρας ἔχοντες” (593), “Κύπρις
τε καὶ ἀργυρότοξος Ἀπόλλων —τοῦτον ἀνέντες” (Il. 5. 760, 1).
ἄλοχοί τε] ὁ λάτων ἐν τοῖς νόμοις (VIII c. 2 p. 829e) ἀξιοῖ
γυμνάζεσθαι γυναῖκας τὰ πολεμικὰ παῤ Ὁμήρου μαθών. καὶ Σαυ-
ροματῶν αἱ γυναῖκες τὴν αὐτὴν τοῖς ἀνδράσιν ἐνδῦσαι στολὴν
πολεμοῦσιν.
516. οἳ δʼ ἴσαν] οἱ ἀπὸ τῆς πόλεως ἐξῄεσαν εἰς τὸν λόχον.
*ὡς ἠδικημένοις συλλαμβάνουσιν οἱ θεοὶ καλοῦσιν.
518. καλὼ καὶ μεγάλω] μεγάλῃ δυνάμει, οὐ μεγέθει.
*ὥς τε θεώ περ] ὡς ἄν, ὡς τὸ “ῥεῖα μάλʼ ὥς τε θεός” (Il. 3. 381).
519. ὑπʼ ὀλίζονες] ἥττους τῷ μεγέθει τοῦ σώματος, ὁ δὲ Ἐπα- φρόδιτος τῇ δυνάμει. περισσὴ δὲ ἡ “ὑπό.” φασὶ δὲ Ὅμηρον τὸ ὀλίγος οὐδέποτε ἐπʼ ἀριθμοῦ τάσσειν, ἀλλʼ ἐπὶ μεγέθους· “νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανός” (Od. 9. 515).
520. *εἶκε] ἀντὶ τοῦ ἐφικτὸν ἦν, ἔπρεπεν.
521. ἐν ποταμῷ] ἀντὶ τοῦ παρὰ ποταμῷ. §. “βοτοῖσι” δὲ γραπ-
ἀρδμός] καὶ ἐν Ὀδυσσείᾳ “ἐν δʼ ἀρδμοὶ ἐπηετανοί” (Od. 13.
523. τοῖσι δʼ ἔπειτα] αὐτοῖς τοῖς ἐνεδρεύουσι, τοῖς ἀπὸ τῆς πολιορκουμένης πόλεως.
525. οἳ δὲ τάχα προγένοντο] οἱ βοῦς καὶ τὰ μῆλα· περὶ ἀμ- φοτέρων γὰρ ὁ λόγος.
526. δόλον δʼ οὔ τι προνόησαν] διὰ τὸ ἀπροσδόκητον—οὐ γὰρ
εἰκὸς ἦν τοὺς πολιορκουμένους τοῖς πολιορκοῦσιν ἐπελθεῖν—ἢ πρὸς
τῇ μουσικῇ ὄντες.
528. *τάμνοντο] ἀπήλαυνον.
530. οἳ δʼ ὡς οὖν ἐπύθοντο] δηλονότι οἱ πολιορκοῦντες, ὧν τὰ ποίμνια ἠλαύνετο.
531. ἱράων προπάροιθε] τῶν βουλευτηρίων.
535. ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμός] κατὰ τὴν τάξιν τῶν πραγμάτων καὶ τὰς ὀνομασίας εἴρηκεν.
536. *ἄουτον] ὁ Κυδοιμός.
537. τεθνειῶτα] ἡ Μοῖρα. 〈ἢ〉 ἡ αὐτὴ τῶν τριῶν ἐδέδρακτο.
νοητέον δέ, ὅτι ἐξ ἀμφοτέρων τῶν ταγμάτων εἰσὶν οἱ πεσόντες.
538. δαφοινεῶν] λίαν πεφοινιγμένων ἀπὸ τοῦ αἵματος.
ἄλλως: δαφοινεῶν] “δαφοινεόν” προπαροξυτόνως.
ἄλλως: δαφοινεῶν] κἀκ τούτων φαίνεται γραφικὴν εἰδώς. κατὰ χρώματα γὰρ ποικίλλει.
539. ὥς τε ζῳοί] οὐκ ἄρα ζῳὰ ἦν τὰ ἐπιγεγραμμένα, ἀλλʼ ὅμοια ζῳοῖς.
541. ἐν δʼ ἐτίθει νειόν] τῆς εἰρηνευομένης δηλονότι αὕτη ἡ γῆ· οἱ γὰρ πολιορκοῦντες 〈πορθοῦσι〉 τὴν πολεμουμένην χώραν.
ἄλλως: ἐν δʼ ἐτίθει νειόν] τρίτον ἐστὶ τοῦτο· μετὰ γὰρ τὰ θεῖα
μαλακὴν καὶ εὕβωλον.
542. εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ] ἀκολούθως
545. τοῖσι δʼ ἔπειτα] πλουσίου ὁ ἀγρός, παῤ ὃν πονοῦσι μὲν
546. ὄγμους] οὔτε τὴν ἐπίστιχον φυτείαν φησὶν Ἐπαφρόδιτος
547. ἱέμενοι] ἔσπευδον περὶ τὰ ἔργα διὰ τὸ ἐπίχειρα αὐτοῖς
κεῖσθαι τὴν πόσιν,
548. ἣ δὲ μελαίνετο] ἡ ὀπίσω τοῦ ἀρότρου γῆ ἐμελαίνετο.
ἀρηρομένῃ] ἢ ἐνδεῖ τὸ σίγμα ἀπὸ τοῦ ἀρηροσμένη· ἢ παρὰ τὸ
ἄρωμι ἀρούς ἠρομένος, ἠρομένη, Ἀττικῶς ἀρηρομένη.
550. ἐν δʼ ἐτίθει τέμενος] δαιμονίως πᾶσαν ἰδέαν γεωργίας κατέ-
βαθὺ λήιον] “βασιλήιον.” §. τὸν δεσπότην τοῦ κλήρου βασιλέα
(556) φησίν. ἢ βασιλικὸν αὐτό φησι, τὸ καλλιστεῦον θέλων διαγράψαι.
551. δρεπάνας] Ἰωνικῶς· οὗτοι γὰρ τρέπουσι πάντα εἰς θηλυκά,
552. δράγματα] ὧν ἐπιλαβόμενοι θερίζουσι καὶ ταμόντες ἐῶσι
μετʼ ὄγμον] ἐπὶ τὰς τοῦ ἀρότρου τομάς, παρὰ τὸ οἴγω· ἢ ἕλ- κυσις παρὰ τὸ ἄγω.
553. ἐλ〈λ〉εδανοῖσι] τοῖς τῶν σταχύων δεσμοῖς, οὓς οὐλοδέτας καλοῦσιν· οὐλαὶ γὰρ αἱ κριθαί.
557. εἱστήκει] καὶ τὸ ἐφεστάναι αὐτὸν πιθανὸν καὶ τὸ χαίρειν
ἐπὶ τοῖς ἔργοις καὶ τὸ μὴ κατεπείγοντος αὐτοῦ τὰ ἔργα γίνεσθαι· δεῖ
γὰρ μὴ φόβῳ ἀλλὰ πρᾳότητι τὸν βασιλέα ζητεῖν〈τό〉 ὑπουργεῖσθαι.
558. κήρυκες δὲ—ὑπὸ δρυΐ] πρὸς ὑπόμνησιν τῆς ἀπὸ τῶν δρυῶν τροφῆς· καλῶς δὲ καρπιζόμενοι θύουσιν. Ἀθηναῖοι δὲ καὶ νῦν τοὺς περὶ ἱερουργίαν πονουμένους Κήρυκάς φασιν.
560. ἐρίθοισιν] ἔριθοι πάντες οἱ μισθοῦ ἐργαζόμενοι, καὶ μάλιστα οἱ τὴν ἔραν.
ἄλφιτα πόλλʼ ἐπάλυνον] ἔμασσον ἢ ἔφυρον.
561. ἐνδ᾿ ἐτίθει σταφυλῆσι]ὡς ἐν γραφῇ κατακλωμένας βότρυσι δεί-
(484)καὶ τὸ λήιον βαθὺ(550)καὶ τὴν ἀλωὴν ἤδη κεκαρποφορηκυῖαν, ἵνα
περικαλλῆ τὴν φαντασίαν παρέχοι τῶν ἐντετυπωμένων ὁ δημιουργός.
563. κάμαξι] καλάμοις ὀξέσιν. §. πολυειδῶς δὲ τὰς ἀμπέλους
σπέος Καλυψοῦς (Od. 5. 68).
564. 〈κυανέην⟩ κάπετον] τὴν ληνόν. §. Ζηνόδοτος δέ φησιν ἀπὸ
οἱ μὴ διὰ ταύτης ἰόντες κατάφωροι εἶεν ὡς κλέψαι θέλοντες.
567. παρθενικαὶ δέ] καλῶς οἱ θάλλοντες καρποὶ ὑπὸ θαλλόντων φέρονται σωμάτων.
568. 〈πλεκτοῖσιν ταλάροισι φέρον μελιηδέα καρπόν] οὕτως αἱ Ἀριστάρχου.
509. φόρμιγγι λιγείῃ] δηλονότι τέρπων καὶ ἐπικουφίζων τὸν πόνον.
570. λίνον] καὶ ἐπὶ τοῦ ἱματίου καὶ ἐπὶ τοῦ ᾄσματος· καὶ ἐπὶ
ἄλλως: λίνον δʼ ὑπὸ καλόν] Ἀρίσταρχος εἶδος ᾠδῆς τὸ〈ν〉 λίνον,
Φιλοχόρῳ ἐν τῇ ιθ΄ καὶ παρὰ Μελανιππίδῃ. ἥ τε καλουμένη “Σφαῖρα”
ποίημά ἐστιν εἰς τὸν Λίνον, ἀναφέρεται δὲ εἰς Ὀρφέα. ὁ δὲ
Φιλόχορος ὑπʼ Ἀπόλλωνός φησιν αὐτὸν ἀναιρεθῆναι, ὅτι τὸ λίνον
καταλύσας πρῶτος χορδαῖς ἐχρήσατο εἰς τὰ ὄργανα. φασὶ δὲ αὐτὸν
ἐν Θήβαις ταφῆναι καὶ τιμᾶσθαι ὑπὸ ποιητῶν ἐν θρηνώδεσιν ἀπαρ-
χαῖς· ἐπιγραφή ἐστιν ἐν Θήβαις· “ὦ Λίνε πᾶσι θεοῖσι τετιμένε,
σοὶ γὰρ ἔδωκαν ἀθάνατοι πρώτῳ μέλος ἀνθρώποισιν ἀεῖσαι ἐν ποδὶ
δεξιτερῷ· Μοῦσαι δέ σε θρήνεον αὐταὶ μυρόμεναι μολπῇσιν, ἐπεὶ
λίπες ἡλίου αὐγάς.”
ἄλλως: “κρύπτω τὸν θεὸν ἄνδρα Λίνον, Μουσῶν θεράποντα, τὸν
πολυθρήνητον Λίνον Αἴλινον· ἡ δὲ πατρῴα φοιβ〈ε〉ίοις βέλεσιν γῆ
κατέχει φθίμενον.” καὶ Ἡσίοδος (fr. inc. 211) “Οὐρανίη δʼ 〈ἄῤ〉
ἔτικτε Λίνον, πολυήρατον υἱόν· ὃν δὴ 〈ὅ〉σοι βροτοί εἰσιν ἀοιδοὶ
καὶ κιθαρισταί, πάντες μὲν θρηνοῦσιν ἐν εἰλαπίναις τε χοροῖς τε,
ἀρχόμενοι δὲ Λίνον καὶ λήγοντες καλέουσιν·” ὁ μέντοι Ἡρακλέα
διδάξας μουσικὴν ἕτερος παρὰ τοῦτόν ἐστιν.
λίνον] οἳ μέν, ὅτι τὸ πρῶτον ἀντὶ χορδῶν λίνῳ ἐχρῶντο πρὸς τὴν
οὗτος ᾠδῆς εὑρετὴς Οὐρανίας υἱός, ὃν ἀνεῖλεν Ἀπόλλων, ἐπεὶ τὸ
λίνον καταλύσας χορδαῖς ἔτεινεν ὄργανον.
571. ῥήσσοντες] εἰ καὶ ἑτέροις ὀνόμασιν ἐχρήσατο ὡς ἐπὶ ἀγροίκων, μὴ οὖν ὑπερέβαλε τὰ Ἡσιόδου (Theog. 3. 4) “πόσ〈σ)ʼ ἁπαλοῖσιν ὀρχεῦντα〈ι)” ἐπὶ θεῶν καὶ εὐρύθμων.
572. ποσὶ σκαίροντες] τὸ σπαίρειν μετὰ τοῦ α φησὶν ὁ ποιητὴς
σεως οὐχ ὁμοίως ἑκατέρῳ γινομένης, τῷ δὲ σκάρῳ πάντως ὀξυτέρας. καὶ
Ὀππιανὸς ἐν τοῖς Ἁλιευτικοῖς (1. 134) “καὶ σκάρον, ὃς δὴ μοῦνος
ἐν ἰχθύσι πᾶσιν ἀναύδοις φθέγγεται ἰκμαλέην λαλαγήν” ἀφείς.
καὶ τὴν πολύσκαρθμον Μύρινάν φησιν ὁ ποιητὴς (Il. 2. 814) μίαν
τῶν Ἀμαζόνων· καὶ εὐσκάρθμους ἵππους (Il. 13. 31).
573. ὀρθοκραιράων] εὔκερῳ γὰρ οἱ κάλλιστοι βόες. ὀρθοκεράτων δὲ ὡς πρὸς σύγκρισιν τῶν κριῶν.
574. χρυσοῖο τετεύχατο κασσιτέρου τε] ὑπὲρ τοῦ ἐξαλλαγήν τινα φαίνεσθαι περὶ τὴν χροιὰν τὰς δύο ὕλας παρέλαβεν.
575. μυκηθμῷ δʼ ἀπὸ κόπρου 〈ἐπεσσεύοντο〉] παραδόξως καὶ τὴν
φωνὴν ἐμιμήσατο. ὅτε δὲ ἐξίασι τῶν βοοστασίων, ταχεῖς τε καὶ
σκιρτῶντές εἰσιν.
576. παρὰ ῥοδανόν] Ζηνόδοτος “ῥαδαλόν” τὸνεὐκράδαντον διὰ τὸ ὕψος.
ἄλλως: παρὰ ῥοδανόν] τὸν ῥαδίως ἀναφύοντα, ἢ τὸν εὐκίνητον
διὰ λεπτότητα· καὶ ῥοδανίζειν γὰρ αἱ γυναῖκες τὸ συνεχῶς τινάσ-
σειν τὴν κρόκην. οἳ δὲ “ῥοανόν” ῥευστικόν, κατὰ πλεονασμόν. οἳ δὲ
〈“ῥαδαλοδονακῆα”〉 τὸν ἰσχνοκαλαμώδη ἐκ τῶν δύο. §. Ζηνόδοτος
ἄλλως: παρὰ ῥοδανὸν δονακῆα] παρὰ τὸν καλαμῶνα τὸν διʼ ἰσ-
χνότητα εὐκράδαντον.
579. σμερδαλέω δὲ λέοντε] Ζηνόδοτος “κυανέω δὲ λέοντε.”
580. ἐρύγμηλον] ἐρυγήτορα· ἐρυγεῖν γὰρ τὸ μετὰ βίας ἀνασπᾶν τὸ πνεῦμα· καὶ “ἤρυγεν ἑλκόμενος” (Il. 20. 404) καὶ “ἐρευγο- μένης ἁλὸς ἔξω” (Il. 17. 265).
ἄλλως: ἐρύγμηλον] προπαροξυτόνως τὸ “ἐρύγμηλον·” ἐγένετο δὲ παρὰ τὸ ἐρύγω ἐρύγηλος καὶ πλεονασμῷ τοῦ μ ἐρύγμηλος.
583. λαφύσσετον] ἔδει διὰ τοῦ η· ἢ ἐνεστώς ἐστιν ἀντὶ παρῳ-
584. αὕτως ἐ〈ν〉δίεσαν ταχέας κύνας] μάτην ἠφίεσαν ἐπὶ τοὺς λέοντας.
ἐ〈ν〉δίεσαν] ἐδίωκον, παρὰ τὸ δίημι· “τρὶς περὶ ἄστυ μέγα
586, * ἱστάμενοι—ἀλέοντο] γραφικῶς ἔδειξε τὸ πᾶν.
587. ἐν δὲ νομὸν ποίησε] φασὶν Ἀθηναίους πρῶτον 〈ἐπι〉νοῆσαι
τὴν ἐξ ἐρίων ἐσθῆτα· ὅθεν καὶ τὸν πέπλον προσφέρουσιν. §. ἐν ἔαρι δέ
φασι μόνον νέμεσθαι τὰ πρόβατα (588).
588. ἐν καλῇ βήσσῃ] οἱ μὲν βόες παρὰ ποταμόν, αἱ δὲ οἶες ἐν
589. σταθμούς] τὰς κατʼ ἀγροὺς στάσεις τῶν θρεμμάτων· “ἔνθα
(Od. 17. 187) καὶ “ παρὰ σταθμὸν μεγάροιο” (ib. 96) καὶ
“ἥ τε σταθμὸν ἔχουσα” (Il. 12. 434).
*κλισίας] τὰς τῶν ποιμένων οἰκίας.
*σηκούς] ἔνθα κοιμῶνται τὰ θρέμματα.
590. ἐν δὲ χορὸν ποίησε] τὸν πρὸς χορείαν 〈τόπον⟩· δῆλον δὲ
κἀκ τοῦ ἐπιφερομένου “ἔνθα μὲν ἠίθεοι — ὠρχεῦντο” (593, 4), δη-
λονότι ἐν τῷ τόπῳ.
ἐν δὲ χορὸν ποίησε] ἐν ποικιλίᾳ εἰργάζετο, οἷον κίονάς τε καὶ ἀνδριάντας τῷ τόπῳ προκοσμήσας ἐν κύκλῳ· ἢ ὅτι ἐξ ἀρσένων καὶ θηλειῶν ἦν.
591. τῷ ἴκελον, οἷόν ποτε] πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶς
ἄμεινον δὲ ἐκεῖνο φάσκειν· πρῴην διακεχωρισμένως χορευόντων
ἀνδρῶν καὶ γυναικῶν πρῶτοι οἱ μετὰ Θησέως σωθέντες ἐκ τοῦ λα-
βυρίνθου ἠίθεοι καὶ παρθένοι ἀναμὶξ ἐχόρευσαν· ὅπερ μόνον ὁ θεὸς
ἐμιμήσατο, οὐ τὸ κάλλος οὐδὲ τὴν τέχνην Δαιδάλου. ἴσως δὲ
592. *Ἀριάδνῃ] Ζηνόδοτος “Ἀριδήλῃ.”
593. ἀλφεσίβοιαι] τέλειαι, θρέμματα ἤδη δεξάμεναι παρὰ μνη- στήρων.
ἄλλως: ἀλφεσίβοιαι] αἱ λαμπραὶ κατὰ τὴν ἡλικίαν.
595. λεπτὰς ὀθόνας] ἐνδυτηρίους πέπλους, παρὰ τὸ ἔσθος, ἐσθόνη τις οὖσα.
596. ἦκα στίλβοντας ἐλαίῳ] οὐ καταλάμπρους, ἀλλʼ ἡσυχῆ ὡς
ἔλαιον στίλβοντας. ἔστι δὲ ὅμοιον τῷ “ ἡνία λεύκʼ ἐλέφαντι”
(Il. 5. 583) ἀντὶ τοῦ λευκά, ἐμφερῆ ἐλέφαντι. λείπει οὖν τὸ ὡς,
ὡς ἐλαίῳ.
597. καί ῥʼ αἳ μὲν καλὰς στεφάνας] οἰκεῖος ὁ κόσμος ἐπί τε ἀρρένων καὶ γυναικῶν.
599. ἐπισταμένοισι πόδεσ〈σ〉ιν] ἐπιστήμοσιν, ἐπιστημονικοῖς.
600. ῥεῖα μάλλʼ, ὡς ὅτε τις τροχόν] τὸ παράδειγμα πρὸς τὴν
ὀξύτητα τοῦ τάχους· οὐδὲν γὰρ ὀξύτερον εἰς μεταφορὰν τροχοῦ κε-
602. ἄλλοτε δʼ αὖ θρέξασκον] ποτὲ μὲν κυκλοτερῆ τὸν δρόμον
ἐποιοῦντο, ποτὲ δὲ ἀντιμέτωποι ἀλλήλοις γινόμενοι κατʼ ὀρθὸν διʼ
ἀλλήλων ἔθεον.
603. πολλὸς δʼ ἱμερόεντα] ἐκ τῆς διαθέσεως τῶν θεωμένων ἐξῆρε τὸ κάλλος καὶ τὴν τέχνην τῶν ὀρχουμένων.
605. κυβιστῆρες] οἱ μετὰ κυβιστήσεως ὀρχούμενοι.
607. ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο] πειρῶνταί τινες ἀπὸ τούτου λέγειν μὴ εἶναι καθʼ Ὅμηρον σφαιροειδῆ τὸν κόσμον. τὸν γὰρ Ὠκεανὸν ἔξω τῶν ἄστρων ἔθηκεν.
610. τεῦξʼ ἄρα οἱ θώρηκα] ἔφθη ἐκφράσαι τὸν Ἀγαμέμνονος
613. κνημῖδας 〈ἑανοῦ κασσιτέροιο⟩] τῇ μαλακῇ ὕλῃ διὰ τὸ
εὔτυκτον χρῆται εἰς τὰς κνημῖδας.
ἑανοῦ κασσιτέροιο] μαλακοῦ, λεπτοῦ, λαμπροῦ.
614. ὅπλα κάμεν] ὅτι τὰ πολεμιστήρια “ὅπλα” ὁμοίως ἡμῖν
616. ἣ δʼ ἴρηξ ὥς] ὀξειαν αὐτῆς τὴν ἀπαλλαγὴν πεποίηκε σπευ-
1. ἀπʼ Ὠκεανοῖο ῥοάων] Βοιώτιος ἡ φωνή· καὶ ἀπὸ τῶν εἰς ες
Call. II p. 775)· “λαοὶ τοξοχίτωνες, ἀκούετε Σειρηνάων” Ἐπί-
χαρμος (fr. inc. 32 L.). καὶ ἀπὸ τῶν εἰς ος· “καλοὶ νησάων
ἀστέρες” (Schneider l. c.). καὶ ἀπὸ οὐδετέρων, “ βλεφάρων τʼ ἄπο
κυανεάων” (Hes. Scut. 7).
ἀπʼ Ὠκεανοῖο ῥοάων] καὶ ἐξ ἡρωικοῦ προσώπου φησὶν “οὐδὲ σέ
γʼ ἠριγένεια ἀπʼ Ὠκεανοῖο ῥοάων” (Od. 22. 197).
2. ὤρνυθ᾿] ὅθεν καὶ ὄρθρος, ὁ ὀρνὺς ἡμᾶς.
φόως] τὸ τοῦ ἡλίου ἢ τὸ ἴδιον.
4. περικείμενον] περιπεπλεγμένον· διὸ οὐκ ἀναστρεπτέον τὴν
τὸν τῷ νεκρῷ προσηλωμένον ἐδήλωσεν. ἐπὶ δὲ τῆς γυναικὸς “ἀμφʼ
αὐτῷ χυμένη” (284) φησίν.
5. κλαίοντα] πάντας τοὺς ἥρωας ἁπλότητος χάριν εὐχερῶς ἐπὶ
“ἀριδάκρυες ἀνέρες ἐσθλοί” (Zenob. 114). §. “λιγέως” δὲ ὀξέως ἡ
6. μύροντο] ἐχέοντο· ὅθεν καὶ μύρον τὸ πρῶτον ἐκχυθὲν δάκρυον ἀπὸ Μύρρας τῆς μιγείσης τῷ πατρί.
7, 8. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ—τοῦτον μὲν ἐάσομεν] δαιμονίως
ἀμφότερα· καὶ διὰ μὲν τῆς λέξεως ταύτης ἐνδείκνυται, ὅτι μάταιόν
τι καὶ περιττὸν ποιεῖ νεκρῷ συμπεπλεγμένος, διὰ δὲ τοῦ “ἐάσομεν
ἀχνύμενοί περ” ὡς συμπάσχουσα ὑπάγεται τὸν παῖδα.
9. ἐπειδὴ πρῶτα 〈θεῶν ἰότητι⟩] “πρῶτα” ἀντὶ τοῦ ἅπαξ. §.
10. τύνη] ἀεὶ ἐπὶ ἀρσενικοῦ λαμβάνει αὐτὸ ὁ ποιητής.
10, 11. τεύχεα—καλά] ὁ τῶν ὅπλων ἔπαινος χρήσιμος εἰς τὸ ἐπεγείρειν τὸν φιλότιμον Ἀχιλλέα.
11. οἷ᾿ οὔ πω τις ἀνήρ] νῦν γὰρ φιλοτιμησάμενος Ἥφαιστος ἀμείνω τῶν πρῴην εἴργασται.
13. τὰ δʼ ἀνέβραχε] ψόφον ποιὸν ἀπετέλεσεν.
ἄλλως: ἀνέβραχε] ἀντὶ τοῦ φωνὴν ἀφῆκεν. ἐψύχωσε δὲ τὰ ὅπλα διὰ τοῦ “ἔβραχε,” ὡς καὶ ἐπὶ Ἀρεος “τόσον ἔβραχ᾿ Ἀρης, ἆτος πολέμοιο” (Il. 5. 863). τοιοῦτον “ἔκλαγξαν δʼ ἄῤ ὀιστοί” (Il. 1. 46) παρὰ τὸ “Τρῶες μὲν κλαγγῇ” (Il. 3. 2)· ἐντεῦθέν τινες ἔμψυχα τὰ ὅπλα ἐνόμισαν εἶναι· διὰ τοῦτο εἰκότως καὶ οἱ Μυρμιδόνες δεδοίκασιν.
δαίδαλα] παρὰ τὸ δαῆναι· ὅθεν καὶ δαίδαλος καὶ δαίμων (Archil. fr. 3 B.).
14. οὐδέ τις ἔτλη] πρὸς τὴν αὐγὴν αὐτῶν ἀδυνατούντων ἀντ- οφθαλμῆσαι τί πείσονται ἄρα Τρῶες;
16. ἔδυ χόλος] πολλὴ ἡ ὑπεροχὴ τῶν ἄλλων· οὐ μόνον γὰρ παρα-
μένει, ἀλλὰ καὶ θυμοῦται ὑπὲρ τῆς ἀφαιρέσεως τῶν ἄλλων·
ἠρέθισται γὰρ τῇ ὁμοιότητι. ἢ ὅτι “αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα
σίδηρος” (Od. 16. 294).
17. ὡσεὶ σέλας ἐξεφάανθεν] ὡς πῦρ ἐφάνησαν ὑπό τε θυμοῦ καὶ
ἀφʼ οὗ καὶ σελήνη· ἢ πᾶν πῦρ, παρὰ τὸ σαλεύεσθαι.
18. ἐν χείρεσσιν ἔχων] ψηλαφῶν· οὐ γὰρ εἰς χεῖρας αὐτῷ ἐνετίθετο. §. τινὲς δὲ γράφουσι “τέρπετο δʼ ὀφθαλμοῖσιν ὁρῶν.”
θεοῦ 〈ἀγλαὰ⟩ δῶρα] παρὰ θεοῦ δωρηθέντα· διὸ ἀναστρεπτέον, ὡς
21. ὅπλα] νῦν τὰ πολεμικά. καὶ τὰ τῆς νεώς, “ ὅπλα τε πάντα
(Od. 3. 433)·
21, 2. οἷʼ ἐπιεικὲς ἔργα] ἐν ἑαυτῷ τὸ πρᾶγμα τὴν ὑπερβολὴν
23. * θωρήξομαι] ὡπλισμένος μαχοῦμαι.
24. *μή μοι] συμπαθείας τὸ “μοί.”
25. χαλκοτύπους] χαλκῷ τετυπωμένας· συλληπτικῶς δὲ εἶπε
“οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη” (Il. 22. 371).
26. εὐλὰς ἐγγείνωνται] ἐντίκτουσι γὰρ αἱ μυῖαί τι ταῖς σαρξίν,
εὐλὴ ὁ σκώληξ ἀπὸ τῆς εἰλήσεως.
27. ἐκ δʼ αἰὼν πέφαται] ὁ βίος καὶ ἡ ζωὴ πεφόνευται καὶ παρῇ-
ρηται· τοῦτο δὲ διὰ μέσου.
〈κατὰ δὲ χρόα πάντα⟩ σαπήῃ] ὁ νεκρὸς κατασαπῇ τὸν χρόα.
30. ἀλαλκεῖν] Ἀριστοφάνης “ἀλαλκέμεν.” §. “ἄγρια ” δὲ θρα- σέα.
30, 1. ἄγρια φῦλα, μυίας] ἀντὶ τοῦ μυιῶν· ἢ ‘τὰς μυίας, αἵ
31. ἀρηιφάτους] ὑπὸ σιδήρου πεφονευμένους. ἐξῆρε δὲ τὰς μυίας
32. τελεσφόρον] τὸν τελειοῦντα τὰ φυόμενα.
33. *ἢ καὶ ἀρείων] τοῦ νῦν.
36. δύσεο δʼ ἀλκήν] τινὲς τὴν πανοπλίαν· ἔστι δὲ ὡς τὸ “ἀναι-
37. μένος—ἐνῆκεν] ἠσθενήκει γὰρ τῇ ἀγρυπνίᾳ καὶ τῇ λύπῃ.
38. 〈νέκταρ〉 ἐρυθρόν] αἵματος ποιητικόν, ἢ ὅμοιον οἴνῳ τὴν χροιάν.
39. στάξε] συλληπτικῶς ἐπὶ τῆς ἀμβροσίας· ἢ ὡς μιξάσης αὐτά. ῥινῶν] τινὲς τῶν βυρσῶν. §. μετὰ δὲ τὸ “ἔμπεδος εἴη” γρά- φεται 〈“ἢ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπέβη δέτις ἀργυρόπεζα”〉.
40. βῆ παρὰ θῖνα] οὐκ ἀναμένει διὰ κηρύκων συνάγειν· καὶ Ἀγαμέμνων δὲ “μετὰ πρώτοισι πονεῖτο” (Il. 9. 12).
41. * ἥρωας Ἀχαιούς] τινὲς τοὺς βασιλεῖς νῦν.
42. καί ῥʼ οἵπερ τὸ πάρος περ] τοὺς γ´ στίχους τούτους (42—44)
τοῖς ἑξῆς συνάπτειν βέλτιον ὑποστίζοντας εἰς τὸ “νηῶν” (43)
“δοτῆρες” (44) “μένεσκον” (42)· εἰς δὲ τὸ “Ἀχαιούς” (41)
τελείαν στιγμὴν θετέον.
*οἵ περ] Μυρμιδόνες· ἢ οἱ τῶν ἄλλων Ἑλλήνων.
44. παρὰ νηυσὶν ἔσαν] τινὲς ἀπὸ κοινοῦ τὸ “οἵ” (43), καὶ οἱ ταμίαι παρὰ νηυσίν.’
σίτοιο δοτῆρες] σῖτον καὶ τὸν ἀκατέργαστον—“σῖτος ἀθέσφατος”
(Od.13. 244)—καὶ τὸν εἰργασμένον, “σίτου θʼ ἅπτεσθον” ἁπτεσθον” (Od. 4. 60).
σῖτον τὸν εἰργασμένον καὶ ἀκατέργαστον, πυρὸν δὲ τὸν ἀκατ- έργαστον.
46. ἐξεφάνη· 〈δηρὸν δὲ—ἐπέπαυτο〉] αἰφνίδιον ὤφθη. §. ὁ δὲ
47. σκάζοντε] καὶ τῷ Ὀδυσσεῖ ἡ πλευρὰ ἐμπόδιός ἐστι τετρω-
μένῳ.
49. ἔγχει ἐρειδομένω] ἑκάτερος τῷ ἰδίῳ ἔγχει, ὡς “φεύγωμεν— φίλην ἐς πατρίδα γαῖαν” (Il. 2. 140).
50. πρώτῃ ἀγορῇ] καὶ ἀλλαχοῦ “ἕδρῃ τε κρέασίν τε” (Il. 8. 162).
51. δεύτατος] ὅτι δεύτερος ὑπερθετικῶς, ἢ παρὰ τὸ δεύεσθαι.
Κόων Ἀντηνορίδης] Φερεκύδης Κύνωνά φησιν· ἄμεινον δὲ
παρὰ τὴν σύνεσιν· Ἀντήνορος γάρ αὐτὸν λέγει.
56. Ἀτρείδη, ἦ ἄρ τι] οὕτως Ἡρωδιανός· τὸν δὲ “ῆ σύνδεσ-
ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον] ἆρά σοι δοκεῖ τὰ τῆς
ἔριδος καλῶς ἡμῖν προκεχωρηκέναι; τινὲς δὲ ἐγκλίνουσι τὸν “η” καθ᾿
ὑπερβατὸν αὐτὸν συντάσσοντες τῷ “πέρ (57),” ἵνα τὸ ὅλον τοιοῦτον
ᾖ, “ἄρ τι τοῦτο ἀμφοτέροις ἔπλετο 〈ἄρειον〉 ἤπερ ὅτε ἡμεῖς ἀχνύ-
μενοι μενεήναμεν.
ἄρειον] ἡ Χία “ὄνειαρ.” ἡ Μασσαλιωτικὴ “ἄμεινον.”
58. ἔριδι μενεήναμεν] ὡς “ἔριδι ξυνέηκε μάχεσθαι” (l. 1. 8).
60. ἤματι τῷ] παραυτὰ ὅτε ἐπέβη ἡ λεία τῆς νεώς. δεινοποιεῖ
61. ὀδὰξ ἕλον] τοῦτο ὑπὸ ἀγανακτήσεως καὶ ὀδύνης πάσχουσι 〈οἱ〉 τελευτῶντες.
62. δυσμενέων ὑπὸ χερσίν] οὐκ ἀναγκαῖον ἀναστρέφειν τὴν “ὑπό.”
ἀπομηνίσαντος] ὑφ᾿ ἕν, ἡ δὲ “ἀπό” ἀντὶ τῆς ἐπί, ὡς “Πριάμῳ
λέων δὲ γράφει “ἐπιμηνίσαντος.”
63. Εκτορι μέν] ὁ μὲν Νέστωρ ἔλεγεν “ἦ κεν γηθήσαι Πρία-
Τρωσὶ τὸ κέρδιον] ἀντωνυμία ἐστὶ τὸ “τό·” οὐ μὴν διασταλτέον
κατʼ αὐτό, ὡς ἔδοξέ τισιν.
64. δηρὸν—μνήσεσθαι] τῶν γὰρ κακῶν μόγις ἐπιλανθανόμεθα.
67. * νῦν] ἀρτίως.
68. *ἀσκελέως] ἄγαν σκληρῶς.
69. ὄτρυνον] τὴν ἐξουσίαν τῆς ἐξόδου ἐπὶ τὸν βασιλέα ἀναφέρει
71. ἰαύειν] παραυλίζεσθαι. σαρκαστικὸς δὲ ὁ λόγος.
72. ἀσπασίως] ἡδέως ἢ ἀπροσδοκήτως.
γόνυ κάμψειν] διὰ τὴν σύντονον φυγήν.
75. μῆνιν ἀποειπόντος] ἀντέφρασεν αὐτὸ τῷ “παύω χόλον” (67).
76. τοῖσι δέ] τούτοις οἷς Ἀχιλλεὺς ἐδημηγόρησεν.
ἄλλως: τοῖσι δὲ καὶ μετέειπε 〈ἄναξ ἀνδρῶν Ἀγαμέμνων〉] οὕτω
καὶ παρὰ Ἀριστοφάνει· ἐν δὲ τῇ Μασσαλιωτικῇ “τοῖσι δʼ ἀνιστά-
μενος μετέφη κρείων Ἀγαμέμνων μῆνιν ἀναστενάχων καὶ ὑφʼ ἕλκεος
ἄλγεα πάσχων αὐτόθεν ἐξ ἕδρης.”
77. αὐτόθεν ἐξ ἔδρης] φησὶν Ἐπαφρόδιτος, ὅτι καθεζόμενος ἐδη- μηγόρει, ὅπως μὴ ἔκπυστοι οἱ μῦθοι γένωνται ταπεινοὶ ὄντες.
ἄλλως: αὐτόθεν] μὴ ἀναστάς—φησὶ γοῦν ἑξῆς “ἀν δʼ Ἀγα-
μέμνων ἵστατο” (249,250)—ἢ οὐ προελθὼν εἰς μέσην τὴν ἐκκλησίαν,
ἵνʼ ᾖ, ἀναστὰς ἐδημηγόρει οὐκ ἐν μέσοις, ἀλλʼ ἐκ τῆς ἕδρας τῶν
ἀριστέων.
79. ἑσταότος μέν] τινὲς “ἑσταότως” ἀντὶ τοῦ εὐσταθῶς ἀπὸ
μετοχῆς, 〈ὡς〉 ἀρκούντως ἐθελόντως. οἳ δέ φασι τοὺς φιλαχιλλεῖς
κραυγάζειν καὶ ὑποκρούειν, ὡς τὸ “τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο”
(Il. 1. 292). καλὸν οὖν σιωπῇ τοῦ ἑσταότος ἀκούειν καὶ μὴ ὑπο-
κρούειν θορύβῳ τὸν λέγοντα.
80. ὑββάλλειν] ὑποκρούεσθαι θορύβῳ τὸν λέγοντα.
82. βλάβεται δέ] βλάπτω βλάβω ὡς κρύπτω κρύβω.
λιγύς περ ἐών] κἂν λίαν ὑπάρχῃ σαφής.
83. ἐνδείξομαι] εὐμενίσασθαι γὰρ αὐτὸν ταπεινοῖς βούλεται λόγοις.
ἄλλως: ἐνδείξομαι] ἀπερείσω τὸν λόγον· καὶ “ἀριδείκετος,” πρὸς ὃν ἀπερείδει τις τὸν λόγον διʼ ἀξίωμα.
84. * σύνθεσθε] κατὰ νοῦν λάβετε.
85. τοῦτον—μῦθον ἔειπον] “τοῦτον” τόν “ἦ ἄρ τι τόδʼ ἀμφοτέ- ροισιν ἄρειον (56). εὔνοιαν δὲ αὐτοῖς παρʼ Ἀχιλλέως πορίζεται ὡς ἀγανακτήσασιν ἐπὶ τῇ ὕβρει αὐτοῦ· ἐλελύπητο γὰρ καὶ εἰς Ἕλληνας ὡς μὴ ἐπαμύναντας τῷ διʼ αὐτοὺς ὑβρισθέντι.
Ἀχαιοὶ—ἔειπον] Νέστωρ “σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας
—ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας” (Il. 9. 109, 111), Θερσίτης
“ὃς καὶ νῦν Ἀχιλῆα, ἕο μέγʼ ἀμείνονα φῶτα, ἠτίμησεν” (Il. 2. 239.
240), καὶ “οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσιν” (Il.13.109).
86. ἐγὼ δʼ οὐκ αἴτιός εἰμι] πιθανῶς οὐκ ἐπὶ ὁπότερον αὐτῶν ἄγει
87. ἠεροφοῖτις] τινὲς τὸ η ἄρθρον ἐδέξαντο, ἵνʼ ᾖ “ἡ ἐροφοῖτις”
παρὰ τὴν ἔραν, ἡ ἐν τῇ γῇ φοιτῶσα· ἢ οἷον ἐρεβοφοῖτις. ἔνιοι δὲ
“ἰροπῶτις” παρὰ τὸ Αἰσχύλειον (fr. 447 N.) . . . παρὰ τὸ εἰς ἔριν
νεύειν· οἳ δὲ “εἰαροπῶτις,” ἐγκειμένου τοῦ εἶαρ, ὅπερ ἐστὶ κατὰ
Σαλαμινίους αἷμα· ἄμεινον δὲ γράφειν “ἠεροφοῖτις,” ὅ ἐστιν ἡ ἐξ
ἀφανοῦς φοιτῶσα. οὕτως Ἡρωδιανός.
89. ὅτʼ Ἀχιλλῆος] ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.
90. ἀλλὰ τί κεν ῥέξαιμι; 〈θεὸς διὰ πάντα τελευτῷ〉] στικτέον ἐπὶ
θεὸς διὰ πάντα] οὐδεμία λέξις ἁπλῆ κατὰ τὴν Ἰάδα καὶ τὴν
ἄλλως: θεὸς διὰ πάντα τελευτᾷ] Λεσβοκλῆς διαιρεῖ εἰς τὸν ‘δή’
ἄλλως: θεὸς διὰ πάντα] ὁ μὲν Ἀσκαλωνίτης περισσὴν ἡγεῖται
91. πρέσβα] κατʼ εὐφημισμόν, ὡς Εὐμενίδας τὰς Ἑλλάνικος ἐπεὶ
πῶς αὐτὴν οὐλομένη〈ν καλεῖ〉 (92);
ἄλλως: πρέσβα] ἀπὸ τοῦ πρέσβει〈ρ〉α συγκέκοπται. ἢ παράκει-
Διὸς θυγάτηρ Ἄτη] ἐπειδὴ πάντων αἴτιος ὁ Ζεύς· συγγνώμην δὲ
θεοῦ βλαπτόμενος, καὶ ἵνα τοὺς ἁμαρτάνοντας μὴ μέμφοιτό τις.
ἀᾶται] τινὲς τὸ “ἀᾶται” διῃρῆσθαί φασιν· καὶ προπαροξύνουσιν.
92. τῇ μέν θʼ] Ἀριστοφάνης “τῇ μέν 〈δ᾿ 〉·” ἢ κατὰ ἀντίπτωσιν.
οὐ γὰρ ἐπʼ οὔδει] ἐπὶ οὔδει· οὐδεμία γὰρ βλάβη πίπτει χαμαί. ἀλλʼ εἰς κεφαλήν τινος ἀποσκήπτει τὴν ἀτυχίαν.
ἀπαλοὶ πόδες] λανθάνει γὰρ ἐπιφοιτῶσα· ἢ ὅτι αἱ πρῶται τῆς
Ἄτης ἀρχαὶ ἁπαλαί. ὅταν δὲ εἴπῃ “ἡ δʼ Ἄτη σθεναρή τε καὶ
ἀρτίπος (Il. 9. 505), τὴν τοὺς ὑβρίσαντας ἱκέτην μετερχομένην
δηλοῖ.
93. κατʼ ἀνδρῶν κράατα βαίνει] ἢ ὅτι τὸν νοῦν βλαπτόμεθα, ὅ〈ς〉 ἐστιν ἐν τῇ κεφαλῇ· ἢ ὅτι ταπεινοῦσα τῇ μετανοίᾳ.
“κατά” ἀντὶ τῆς ἐπί, ἵνʼ ᾖ ἐπὶ ἀνδρῶν κράατα.
94. κατὰ δʼ οὖν ἕτερόν γε πέδησεν] “ἕτερον” τὸν ἕνα τῶν ἐρι- ζόντων. ἢ οὐκ ἐμὲ μόνον ἀλλὰ καὶ ἕτερον.
95. καὶ γὰρ δή—ποτε Ζῆνʼ ἄσατο] ἐν οἷς ἐλεεινολογεῖται ὑψοῖ
ἑαυτόν, εἰκάζων τῷ μεγίστῳ θεῷ· μακρολογεῖ δὲ θεραπεύων Ἀχιλλέα,
ὡς οὐκ αὐτὸς αὐτῷ τῆς ἀπωλείας αἴτιος Πατρόκλου· καλῶς δὲ
ἐκ Πελοποννήσου τὸ παράδειγμα ἔλαβεν.
Ζῆνʼ ἄσατο] ἐν ἀπάσαις “Ζεὺς ἄσατο·” ἐν δὲ ταῖς εἰ-. κατοτέραις “Ζῆνʼ ἄσατο.ʼʼ §. ἀντὶ τοῦ ἔβλαψεν.
96. φάσʼ ἔμμεναι] φασίν· ἄδηλα γὰρ τὰ περὶ θεῶν. ἤ φασιν ὅτ. καὶ τὸν Ζῆνα ἀάσατο, ὅ ἐστιν ἔβλαψεν.
97. * θῆλυς] ἀσθενεστέρα.
99. ἐυστεφάνῳ ἐνὶ Θήβῃ] παρὰ γὰρ ταῖς Ἠλέκτραις πύλαις ἐτέχθη Ἡρακλῆς.
101. κέκλυτέ μευ] δεόντως εἰς τοῦτο ἦλθε τὸ διήγημα· ὡς γὰρ
ἠνιᾶτο Ζεὺς ὁρῶν τὸν Ἡρακλέα ὑποτασσόμενον, οὕτω κἀγώ. πῶς
δὲ τὰ παρὰ θεοῖς οἶδε γινόμενα: ῥητέον δὲ ὅτι κοινὸν ὄντα τὸν μῦθον
παρείληφεν.
103. μογοστόκος] ἡ παραιρουμένη τὸν μόγον τῶν τοκετῶν.
104. ἐκφανεῖ] ἐξάξει· φησὶ γὰρ “ἐκ δʼ ἄγαγε πρὸ φόωσδε” (118).
105. οἵ θʼ αἵματος] μεγάλη παραίνεσις πρὸς τὸ μὴ ἐπιορκεῖν, εἴγε καὶ ἀμφιβόλου ὄντος 〈τοῦ〉 ‘ἐξ ἐμεῦ αἵματος’—δηλοῖ γὰρ καὶ υἱοὺς καὶ ἀπογόνους—οὐ παρέβη ὁ Ζεὺς τὸ ἐπάγγελμα.
αἵματος ἐξ ἐμεῦ] μεταφορικῶς ἀντὶ τοῦ “γένους—φησὶ γοῦν
107. ψευστήσεις] ὑφʼ ἓν Ἀρίσταρχος ἀντικειμένως τῷ ἀληθεύσεις·
ἄτοπον γὰρ τὸ διαιρεῖν “ψεύστης εἶς.”
ἄλλως: ψευστήσεις] ψεύσεις· ἄτοπον γὰρ λέγειν Διὶ ‘ψεύστης εἶ〈ς〉.’
ἄλλως: ψευστήσεις] εἰκότως ψεύδεσθαι αὐτόν φησιν ἐρεθίζουσα
108. εἰ δʼ ἄγε νῦν μοι ὄμο〈σ〉σον] διὰ τί μὴ νεῦσαι αὐτὸν
110. μετὰ ποσ〈σ〉ὶ γυναικός] μεταξὺ τῶν ποδῶν. εὐσχημόνως
115. Ἀχαιικόν] τὸ ἐν Πελοποννήσῳ, ὃ καὶ Ἴασον” (Od. 18. 246)
116. ἄλοχον Σθενέλου] οἱ μὲν Ἀμφιβίαν τὴν Πέλοπος, οἳ δὲ
Σθενέλου Περσηιάδαο] πέντε παῖδες γεγόνασι Περσέως καὶ
117. μείς] Ἰωνικόν ἐστιν· κλίνεται δὲ ὡς τὸ μήν.
118. ἔκ δʼ ἄγαγε πρὸ φόωσδε] ἡ“πρ” δηλοῖ τὸ ‘πρὸ τοῦ δέοντος.ʼ ἠλιτόμηνον] τῶν δεόντων ἡμαρτηκότα μηνῶν.
119. σχέθε δʼ Εἰλειθυίας] ὠδῖνας, κατὰ μετωνυμίαν, ὡς Ἄρης ὁ
τὰς χεῖρας συνσχεῖν τὰς Μοίρας, γαλῆς δὲ παρελθούσης ἀναλῦσαι·
καὶ τεχθέντος αὐτοῦ νομισθῆναι Γαλῆν εἶναι αὐτῷ τροφόν.
120. ἀγγελέουσα] μέλλουσα ἀπαγγέλλειν τὰ γεγονότα.
123. Σθενέλοιο πάις] δῆλον ἐκ τούτου, ὡς περὶ ἰδιώτου τοῦ Σθενέλου διηγεῖται, ἐπεὶ τί παράδοξον ἦν πατρῴαν ἀρχὴν λαβεῖν τὸν Εὐρυσθέα; ταὐτὸν δὲ καὶ ἐπὶ Ἡρακλέους παρακολουθεῖ· οὐ γὰρ βασιλέως παῖς ἦν, ἀλλὰ διὰ τὸν Δία ἐβασίλευσεν ἄν.
Περσηιάδαο] βέλτιον στίζειν εἰς τὸ “Περσηιάδαο” καὶ καθʼ
ἑαυτὸ τὸ “σὸν γένος” ἐᾶν, ἵνα λείπῃ τὸ ἐστίν.
126. κεφαλῆς λιπαροπλοκάμοιο] οἱ μὲν “ἀπὸ τῆς ἑαυτοῦ κεφαλῆς
τῆς λιπαροπλοκάμου εἷλε τὴν Ἄτην·’ φησὶ γοῦν (93) “κράατα
βαίνει.” ἀλλʼ οὐδέποτε πλοκάμους ἐπὶ ἀνδρὸς εἶπεν· τί οὖν ἐστι τὸ
“πλοχμοί θ᾿, οἳ χρυσῷ τε (Il. 17. 52); οἳ δὲ τὸ “κεφαλῆς λίπα.
ροπλοκάμοιο” ἐπὶ τῆς Ἄτης ἤκουσαν· ἀλλʼ οὐδέποτε ἐκ κεφαλῆς
ῥιπτοῦνται παρʼ Ὁμήρῳ, ἀλλʼ ἢ ποδὸς ὡς Ἡφαιστος (Il. 1. 591).
ἢ χειρὸς ὡς Ἀστυάναξ (Il. 24. 735), “ῥίψει χειρὸς ἑλὼν ἀπὸ
πύργου.” ἐροῦμεν δὲ ὅτι ἐκεῖνοι ἄρσενες ἦσαν· ἄτοπον δὲ γυναικὶ
ῥίπτεσθαι ποδός. λιπαροπλόκαμος δὲ ἡ Ἄτη, ὅτι ξηρασίας αἰτία
τοῖς βλαπτομένοις, ὡς καὶ ὁ Ὕπνος γρηγορῶν τοὺς ἄλλους ὑπνοῦν
ποιεῖ.
131. τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων] τὴν γῆν· ταύτην γὰρ ἐργά-
132. τὴν αἰεὶ στενάχεσκε] διʼ ἥν. ἐπαινετέον δὲ τὸ ἀψευδὲς Διὸς καὶ ἀμετάβλητον· οὐ γὰρ εἶπεν ὡς Εὐριπίδης (Hipp. 612) “ἡ γλῶσσʼ ὀμώμοκε.”
133. * ἔργον ἀεικές] πρᾶξιν ὑβριστικήν.
ἀέθλων] καμάτων· εἰσὶ δὲ καθ᾿ Ὅμηρον Κέρβερος (Il. 8. 368,
Od. 11. 623) καὶ οἱ Λαομέδοντος ἵπποι (Il. 5. 640).
139. καὶ ἄλλους ὄρνυθι—λαούς)] ἢ σύμπαντας—ἀποδίδωσι γὰρ αὐτῷ πάλιν τὴν στρατηγίαν—ἢ τοὺς Μυρμιδόνας πάντας.
140. παρασχεῖν] ἀντὶ τοῦ παράσχω· ἢ λείπει τὸ ἕτοιμός
141. χθιζὸς ἐνὶ κλισίῃσιν] τῇ νυκτὶ τῆς χθὲς ἡμέρας· οὐ γὰρ ἄλλως τὸ χθὲς συμφωνήσει. φαίνεται οὖν εἰδὼς προϋποστᾶσαν τὴν νύκτα τῆς ἡμέρας.
142. ἐπειγόμενός περ Ἄρηος] ἀπὸ τοῦ πολέμου, ἢ εἰς Ἄρηα
143. θεράποντες] οὐδαμοῦ τῆς Ἰλιάδος θεράποντας καλεῖ τοὺς
144. οἴσουσι] συλληπτικῶς· τὰ γὰρ ἔμψυχα οὐ φέρονται,
* ὅ τοι μενοεικέα δώσω] ὅτι ἀρεστὰ δώσω.
147. δῶρα μέν] ὑποστικτέον εἰς τὸ “ἐθέλῃσθα,” τοῦ “παρα-
τοῦ ἔχε. §. ἡ δὲ “πάρα” (148) παροξυνομένη σημαίνει τὸ πάρεστιν.
παρασχέμεν] ἀντὶ προστακτικοῦ τοῦ ‘παράσχες·ʼ τινὲς δὲ “πάρα
σοι” ἀντὶ 〈τοῦ〉 πάρεστί σοι. §. καλῶς δέ φησι καὶ δέχεσθαι
τὰ δῶρα, ἵνα μὴ εὐτελίζειν αὐτὰ δοκῇ, καὶ συγχωρεῖν, ὅπως μὴ ἐπὶ
μισθῷ πολεμεῖν, ἐπὶ δὲ ἐκδικήσει τοῦ φίλου.
149. κλοτοπεύειν] τινὲς καλολογεῖν, οἱονεὶ κλυτοπεύειν. ἢ κλέπ-
150. ἔτι γὰρ μέγα ἔργον ἄρεκτον] τὸ ἀναιρεθῆναι τὸν Ἕκτορα
καὶ δίκην λαβεῖν ὑπὲρ Πατρόκλου.
151. ὥς κε τις αὖτʼ Ἀχιλῆα] ὅπως ἂν ἐμέ, ὡς τὸ “Ζῆνʼ, ὕπατον
152. ὀλέκοντα φάλαγγας] ὑποστικτέον εἰς τὸ “φάλαγγας.”
§. ὁ δὲ λόγος, ὡς ἂν θεάσηται Ἀχιλλέα μαχόμενον, οὕτω καὶ αὐτὸς
μαχέσθω.
153. ὧδέ τις ὑμείων] οὕτω δέ τις ὑμῶν μαχέσθω, ὡς ἂν
154. προσέφη πολύμητις Ὀδυσσεύς] Νέστωρ σιωπᾷ· ὕποπτος
156. νήστιας ὄτρυνε] οὐ διʼ ἑαυτόν· συμπάρεστι γοῦν αὐτῷ
157. ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται φύλοπις] ἐπαγωγῶς συμβου- λεύει τῇ προθυμίᾳ τοῦ σπεύδοντος, καὶ ὃν νῦν δοκεῖ καταργεῖν χρόνον ὕστερον ἀπολήψεσθαι φάσκει αὐτὸν ἐν τῇ παρατάσει τῆς μάχης.
161. μένος ἐστὶ καὶ ἀλκή] “μένος” ὑπομονή, “ἀλκή” ἀλέξησις.
163. ἄκμηνος 〈σίτοιο〉] ἄγευστος, παρὰ τὴν ἀκμήν· οὕτω δὲ τὴν ἀσιτίαν Αἰολεῖς λέγουσιν. τινὲς δὲ ‘μὴ καμών ἐν παρασκευῇ ἀρίστου.’ οἳ δὲ ἀκμάζων ἐν ἀσιτίᾳ.ʼ ἢ ὁ χωρὶς ἰκμάδος, ὁ ξηρός.
165. λάθρῃ γυῖα βαρύνεται] ἀντὶ τοῦ ‘κατʼ ὀλίγον ἐπέρχεται ὁ
κάματος.
γυῖα βαρύνεται] ἔνια τῶν ὀνομάτων ἀναμίλλητά ἐστι τῷ ποιητῇ καὶ τὴν σημασίαν ἐναργεστάτην ἔχοντα, ὡς κἀνθάδε βαρύνεσθαί φησι τὰ γυῖα.
166. *δίψα] Ἴωνες· Ἀττικοὶ δίψος λέγουσιν.
167. οἴνοιο κορεσσάμενος] καὶ ὁ Πλάτων ἐν τοῖς Νόμοις (l c. 15 p. 649b) φησὶ πιόντα τὸν ἄνθρωπον ἱλεώτερον ἢ πρότερον γίνεσθαι ἀγαθῶν τε ἐλπίδων καὶ δυνάμεως πληροῦσθαι παρρησίας τε με- στοῦσθαι καὶ ἐλευθερίας, πάσης δὲ ἀφοβίας, ὡς πρᾶξαι ἀόκνως. καὶ Λακεδαιμόνιοι δὲ τὸν ἄκρατον πίνοντες ὁπλίζονται.
170. πρὶν πάντας ἐρωῆσαι] πρὶν παύσασθαι τῆς μάχης
171. λαὸν—σκέδασον] πάλιν ἠθικῶς ἐπʼ ἐκείνῳ τὴν ἐξουσίαν κατα- λείπει τοῦ κελεῦσαι, ὡς ἂν μὴ δοκῇ ἐξ ἐπιτάγματος τούτου συγ- χωρεῖν, ἀλλʼ ἑκουσίως πεισθεὶς ὁ Ἀχιλλεύς.
ἄνωχθι] καὶ τοῦτο εὐπρεπῶς· οὐ γὰρ ἀντιλέγει καθάπαξ ἀλλὰ τατοῦ συμβούλου πράττει, τὴν μὲν ἐξουσίαν τοῦ παντὸς ἀπονέμων Ἀχιλλεῖ, παρακαλῶν δὲ 〈δείπνου〉 ἐπιμεληθῆναι τοῖς στρατιώταις ἐπιτρέψαι.
172. ὅπλεσθαι] ἐκ τοῦ ὁπλέεσθαι συγκέκοπται· φησὶ γὰρ “ὅπλεον” (Od. 6. 73) ἀντὶ τοῦ ἡτοίμαζον.
τὰ δὲ δῶρα—οίσέτω] εἰκότως περὶ τῶν δώρων ὑφηγεῖται, τὸ κεκρυμ-
μένον ὑπʼ ἀμφοτέρων σαφηνίσαι βουλόμενος· αὐτὸς γὰρ πρεσβευ-
174. σὺ δὲ φρεσὶ σῆσιν ἰανθῇς] γενναίως 〈χρῆται〉 τῷ διανοή-
προβάλλεται. §. τὸ δὲ “ἰανθῇς” διὰ τὴν τιμήν. τούτῳ τῷ διανοή-
175. ὀμνυέτω δέ τοι ὅρκον] καὶ τὸ τὸν Ἀγαμέμνονα ἀρχόμενον
Ἀχιλλέα τοῦτο ἀπαιτεῖν ἀναίσχυντον καὶ τῷ καιρῷ οὐχ ἁρμόττον
κειμένου Πατρόκλου περὶ τῆς παλλακίδος ἀκριβολογεῖσθαι. ἄκρως
οὖν ὁ διαλλακτὴς τὸ παρ᾿ ἀμφοτέρων σιωπηθὲν ἐξελέγχει, καὶ διὰ τῶν
ὅρκων πεῖσαι τὸν Ἀχιλλέα σπουδάζων· μέμνηται γὰρ ὧν πρὸς τὴν
πρεσβείανἔλεγεν Ἀχιλλεὺς “τῇ παριαύων τερπέσθω” (Il. 9. 330, 7).
ὅτι δὲ καὶ Ἀγαμέμνων ἑτοίμως εἶχεν ὀμόσαι, δῆλον ἐξ ὧν ὑπισχνεῖται
τοὺς πρέσβεις ἐκπέμπων “μετὰ δʼ ἔσσεται ἥν ποτʼ ἀπηύρων κούρην
Βρισῆος, καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι μήποτε τῆς εὐνῆς ἐπιβήμεναι”
(ib. 131, 2). καλῶς οὖν συνιστὰς αὐτοῦ τὴν σωφροσύνην ἐπὶ τοῦ
στρατοῦ φησιν “ὀμνυέτω δέ τοι ὅρκον.” ὅθεν καὶ ὁ βασιλεύς φησι
“χαίρω σεῦ, Λαερτιάδη, τὸν μῦθον ἀκούσας” (185).
179. δαιτὶ—πιείρῃ] πρὸς τὸ μὴ ἄσιτον αὐτὸν ἐξελθεῖν. σεμνοποιεῖ
180. ἵνα μή τι δίκης] τοῦ δικαίου· ἵνα μηδὲν ἐνδέῃ σοι τῶν
μένην, ἑστίασιν (179) διὰ τὴν ὕβριν.
183. “ὅτε τις·” ἀπὸ κοινοῦ βασιλεύς.
χαλεπήνῃ] χαλεπότητος καὶ ἀδικίας ἄρξῃ· θαρρούντως ταῦτά
188. πρὸς δαίμονος] κατά· ὡς ὁρκίζοντές φαμεν ‘πρὸς Διός.’
190. ὄφρα κε] ἀνταπέδωκε τῷ “τέως” (189) τὸ “ὄφρα.”
193. * κούρητας] νέους ἔτι κομῶντας.
196. ἐνεικέμεν] “ἐνεικέμεν” τὰ οἰστέα. “ἀγέμεν” (195) δὲ 〈τὰς〉 γυναῖκας.
ἄλλως: ἐνεικέμεν] ὡς λαβέμεν· παρὰ τὴν ἐνείκων μετοχὴν καὶ ῥῆμα τὸ ἐνείκω.
197. κάπρον] περὶ ἀφροδισίων ὀμνὺς κάπρον θύει, ἢ ὡς μὴ
ἐγνωσμένου τοῖς Ἕλλησι τοῦ περὶ Ἀδώνιδος μύθου, ἢ ὅτι περὶ
τοῦ μὴ συγγεγονέναι ὄμνυσι, θύει τὸ ἐναντίον. πρὸς δὲ τὰ ὅρκια
τρισὶν ἐχρῶντο Ἀττικοί, κάπρῳ κριῷ ταύρῳ.
ταμέειν] λείπει τὸ ὥστε. τῶν δὲ ὁρκίων ἐτέμνοντο τοὺς λαιμούς· ὅθεν καὶ ὁρκιοτομεῖν ἔλεγον.
201. * '“μετά” μετὰ ταῦτα.
202. * μένος—ᾖσιν] ὀργὴ κατὰ τῶν πολεμίων ὑπάρχῃ.
203. οἳ μὲν κέαται] ἵνα μὴ δοκῇ διὰ Πάτροκλον μόνον πολεμεῖν. κοινοποιεῖ τὸν λόγον.
205. * ὀτρύνετον] πρὸς Ὀδυσσέα καὶ Ἀγαμέμνονα.
207. νήστιας ἀκμήνους] νῆστις μὲν ὁ οὐ πάντως λιμώσσων, ἄκμηνος δὲ ὁ εἰς ἀκμὴν ἥκων τοῦ πεινῆν.
208. μετὰ δόρπον] “μέγα” τὸ μετὰ εὐφροσύνης. οἳ δὲ γρά- φουσι “μετά” ἀντὶ τοῦ μετὰ τὸ νικῆσαι.ʼ
* τισαίμεθα] ἐκπράξαιμεν.
209. οὔ πως ἂν ἔμοι γε] εἰ καὶ ὑμῖν, ἀλλʼ οὐκ ἐμοί. κατὰ λαιμὸν ἰείη] ψιλῶς· καὶ παράκειται τὸ ἰέναι ἀπαρέμφατον.
212. κεῖται ἀνὰ πρόθυρον] τὸ μέγεθος ἐνέφηνε τοῦ Πατρόκλου, ὡς “κεῖτ᾿ ἔντοσθʼ ἄντροιο” (Od. 9. 298).
ἀνὰ πρόθυρον τετραμμένος] πρὸς τὴν θύραν ὁρῶν, ὡς ἔθους ὄντος
τούτου. προὐτίθεσαν δὲ αὐτούς, εἶτα ἔθαπτον, εἶτα ἐτυμβοχόουν,
εἶτα ἐκτέριζον.
216. ὦ Ἀχιλεῦ] ἤρξατο μέν, ὡς ἄν τις μάλιστα θεραπεύσειε
νέον φιλότιμον, προεπαινέσας δὲ ἀνεπιφθόνως ἑαυτῷ ἀποδίδωσι τὰ
τῆς φρονήσεως, διὰ γῆρας τοῦτο φάσκων ἔχειν, εἴξειεν 〈ἄν〉
νεώτερος ἐλπίδι τοῦ ἔσεσθαι συνετώτερος γεγηρακώς.
218. νοήματί γε προβαλοίμην] διαβόητος ἡ διαστολὴ καὶ ἀναφέ-
ρεται εἰς Ἀριστοκλέα· ἀπρεπὲς γὰρ δοκεῖ 〈αὐτῷ〉 τὸ “πολλόν”
οὖν τοῖς ἄλλοις συνάπτειν αὐτό, ἵνʼ ᾖ ὅμοιον τῷ “ἀλλʼ ὃ μὲν ἂρ
μύθοισιν, ὃ δʼ ἔγχει πολλὸν ἐνίκα” (Il. 18. 252)· ἀπὸ κοινοῦ γὰρ
τὸ “πολλόν.” ἄλλοι τινες “πολλὸν ἐπεὶ πρότερος 〈γενόμην〉,” ἀντὶ
τοῦ “ἐπειδὴ πολὺ πρότερος ἐγενόμην,ʼ ἵνα μὴ παροξύνηται Ἀχιλλεύς.
ἀλλʼ ἀεὶ ἄρχει 〈τὸ〉 “ἐπεὶ” παρʼ Ὁμήρῳ καὶ τὸ “πολλόν” ὑποτάσ-
σεται αὐτῷ· “ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν” (Il. 5. 636)·
“ἐπειὴ μάλα πολλὰ μεταξύ” (Il. 1. 156).
219. πλείονα οἶδα] καὶ αὐτός φησιν “ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι” (Il. 18. 106).
220. μύθοισιν ἐμοῖσιν] τοῖς ἀπὸ τῶν λόγων προστασσομένοις
ἔργοις.
221. αἶψά τε φυλόπιδος] ὁ τρόπος μικτὴ ἀλληγορία· εἰ γὰρ
ὁ δὲ νοῦς, τροπῆς γενομένης ὀλίγον χρόνον διώξαντες πολλὰ κατα- βαλοῦμεν τῶν πολεμίων σώματα.
222. *καλάμην] τοὺς νεκρούς.
223. ἐπὴν κλίνῃσι τάλαντα] ὅταν κλῖμα γένηται τῆς μάχης,
226. ἐπήτριμοι] ἀπὸ τῶν ἐς τοῖς ὕφεσιν ἐπαλλήλων στημόνων,
228. κατθάπτειν] ἀντὶ τοῦ καίειν. καὶ ἡ Πατρόκλου ψυχὴ ὅτε
11). οὐ πάντα δὲ λέγει νεκρόν, ἀλλὰ τοὺς ἐν πολέμῳ.
229. ἤματι] τῇ ἡμέρᾳ τῆς ταφῆς. ταῦτα δὲ πρὸς παραμυθίαν
231. μεμνῆσθαι πόσιος] τοσοῦτον εἰς ἀρετὴν ὁ ποιητὴς ὁρᾷ, ὅτι καὶ τὴν ἀναγκαίαν τροφὴν ταύτης ἕνεκα δεῖν προσφέρεσθαί φησιν.
233, 4. μηδέ τις ἄλλην λαῶν ὀτρυντύν] μή τις τῶν λαῶν τὴν ἐξ
ἑτέρου ὀτρυντὺν ἐκδεχέσθω, ἀλλʼ αὐτοκέλευστος ἐξίτω. ἔστι δὲ
ἡ λέξις Ἀντιμάχειος· καὶ ἐρατοσθένης χαίρει ταῖς τοιαύταις
ἐκφοραῖς· “πολλὴ ἀντιμαχητύς” (fr. 36 H.)
235. κακὸν ἔσσεται] “κακόν” ἐκείνῳ τῷ περιμένοντι. ποῖον
κακόν; “οὔ οἱ ἔπειτα ἄρκιον ἐσ〈σ〉εῖται φυγέειν κύνας” (Il. 2.
392, 3).
238. ὀπάσσατο] διὰ φωνῆς ἐπέκρινε, παρὰ τὴν ὄπα· ἢ ὀπαδοὺς ἔλαβεν. ἢ δἰ ὀφθαλμῶν ἐπελέξατο, παρὰ τοὺς ὦπας.
240. Λυκομήδεα] Κρὴς ὁ Λυκομήδης, ὥς φησιν Ἡσίοδος (fr. 109 M.) καταλέγων τοὺς μνηστῆρας Ἑλένης.
245. ἀμύμονα] κρεῖσσον τῶν ἔργων ἐστὶ τὸ ἐπίθετον.
246. ἑπτ᾿ 〈,ἀτὰρ ὀγδοάτην〉] Ζηνόδοτος “ἔξ, ἀτὰρ ἑβδομάτην.” τοῦ ποιητοῦ λέγοντος “δώσω δʼ ἑπτὰ γυναῖκας—Λεσβίδας” (Il. 9. 128)· ἡ δὲ Βρισηὶς Λυρνησὶς ἦν.
250. θεῷ ἐναλίγκιος] ἢ τῷ Ἑρμῇ—οὗτος γὰρ θεὸς κηρύκων—=
ἢ ἀκαταπόνητος τὴν φωνήν.
252. χείρεσσι μάχαιραν] τῇ μὲν γὰρ λαιᾷ ἀντελάβετο τοῦ κουλεοῦ, τῇ δὲ δεξιᾷ τῆς λαβῆς.
μάχαιραν] τὴν παραξιφίδα φησὶν ἢν νῦν ζωνομάχαιραν κα- λοῦμεν.
253. ἄωρτο] ἄωρτο, ἐώργει, εἴωθα. πλεονάζει τὸ ω.
254. ἀπὸ τρίχας] ἀπήρχοντο τῶν τριχῶν θεοῖς, ὅτι κοσμοῦσιν ἡμᾶς αἱ τρίχες, ἢ ὅτι ἐσθῆτος εὑρημένης οὐκέτι τετριχωμένοις ἐχρῶντο δέρμασιν.
255. ἐπʼ αὐτόφιν εἴατο] τὸ ἐξῆς ἐφείατο αὐτοῦ· ἢ ἐπʼ αὐτοῖς,
τῷ τε Ἀγαμέμνονι καὶ Ταλθυβίῳ.
257. εὐξάμενος] “εὐχόμενος·” οὐ γὰρ εὔξατο ἤδη.
258. ἴστω] μαρτυρείτω, ὅθεν καὶ ἴστωρ ὁ μάρτυς. “ἴστορα δʼ
ἄλλως: ἴστω νῦν] φοβεραὶ αἱ ἀραὶ ζῶντι μὲν κινδύνους ἐπάγουσαι
δὲ ὅτι δεινὸν στρατηγῷ ἀκολασίας ψόγος.
259. αἵ θʼ ὑπὸ γαῖαν] τινὲς “ οἵ τε,” ἐπὶ Πλούτωνος καὶ Περσε- φόνης.
261. μὴ μὲν ἐγώ] ὡς τὸ “μὴ διʼ ἐμὴν ἰότητα” (Il. 15. 41)· “μὴ μὲν τοῖς ἵπποισιν ἀνήρ” (Il. 10. 330).
262. οὔτʼ εὐνῆς πρόφασιν] οὔτε κοίτης χάριν, τουτέστι τοῦ
263. ἀπροτίμαστος] ἀνέπαφος· μάσασθαι γὰρ τὸ ἐφάψασθαι·
δυσχερὲς ἐφικέσθαι τῆς δυνάμεως.
265. ὅτι σφʼ ἀλίτηται ὀμόσ〈σ〉ας] ὃς ὀμόσας 〈εἰς〉 αὐτοὺς
267. πολιῆς ἁλός] λευκῆς ἢ τιμίας ἢ πολλῆς· ὡς γὰρ παρὰ τὸ
ἔσχατος ἐσχάτη ἐσχατιά—“ἀγροῦ ἐπʼ ἐσχατιῆς Od. 5. 489)—
κοπή σκοπιά—“ἔστην δʼ ἐς σκοπιήν” (Od. 10. 97)—οὕτω καὶ
παρὰ τὸ πολλός πολλή τὸ διὰ πολλοῦ χρόνου ἐρχόμενον πολιά.
μή〈ποτε〉 ἀπὸ τοῦ συμβεβηκότος ἐπὶ λευκῆς ἐστιν· ἀλλὰ εἴρηται
μέν, ἐπ〈ε〉ὶ πολλῷ χρόνῳ ἤκει· ἀπὸ δὲ τούτου τὸ λευκή· οὕτως
Ἡρωδιανὸς ἐν ἐπιμερισμῷ τῷ “οὐ 〈φυτὸν〉—οὐκ ὄγχνη, οὐ πρα-
σιή τοι” (Od. 24. 246, 7).
* πολιῆς] λευκῆς ἢ πλοΐμης.
λαῖτμα] λάταμα τὸ ἔκταμα, ὅ ἐστι ‘μέγα κῦμα.ʼ
268. βόσιν] ὡς ποτὸν πόσις δοτὸν δόσις, οὕτω βοτὸν βόσις.
ἄλλως: βόσιν ἰχθύσιν] παρὰ τὴν ἠιόνα ἄρα ἡ ἐκκλησία.
270. Ζεῦ πάτερ] διὰ τὸν ὅρκον πιστεύσας τῇ σωφροσύνῃ τοῦ βασιλέως ἐπὶ θεὸν ἄγει τὴν αἰτίαν τῆς μήνιδος.
δίδοισθα] οἳ μὲν βαρύνουσιν ὡς Αἰολικόν—ἀπὸ τοῦ δίδοιμι δίδοις δίδοισθα ὡς τίθησθα—οἳ δὲ περισπῶσιν, ἐπέκτασιν οἰόμενοι· φησὶ γοῦν “πολλὰ διδοῖ” (Il. 9. 519).
273. ἀμήχανος] τὸ “ἀμήχανος” τῷ ἑξῆς συναπτέον, ἵωα ἐπὶ τοῦ Διὸς ᾖ, πρὸς ὃν οὐδείς τι μηχανήσασθαι δύναται. οἱ δὲ “ἀμή- χανον—θάνατον.”
276. * λῦτεν δʼ ἀγορήν] αὐτὸς γὰρ καὶ ἤγειρεν αὐτήν.
* αἰψηρήν] ἐπιρρημα〈τικῶ〉.
278. δῶρα δὲ Μυρμιδόνες] δεξιῶς πάντα μεμέρισται καὶ ἐπεξερ- γασίας τετύχηκεν.
279. Ἀχιλλῆος θείοιο] ἢ πρὸς σύστασιν Πατρόκλου θεῖον αὐτὸν
λέγοντος (Il. 16. 798)· ἢ πειραθεῖσα διαθέσεως αὐτοῦ ἡ γυνὴ θεῖον
αὐτὸν καλεῖ (297), ὡς τὸν Μύνητα (296).
281. ἵππους δʼ εἰς ἀγέλην] “ἀγέλην” ἵππων φησὶ τὸ συναχθὲν πλῆθος· οὐ γὰρ ἀζεύκτων ἵππων ἀγέλην ἐπήγετο ὁ Ἀχιλλεύς.
ἀγέλην] οὐ φορβάδων ἵππων ἀλλὰ πολεμιστηρίων, ὧν τοὺς
ἡνιόχους ἀνεῖλεν. οὐ γὰρ δεδαμασμένους ἤδη μετὰ φορβάδων
ἔβαλλον.
282. Βρισηὶς δʼ ἄῤ ἔπειτα] ἐνθάδε μόνον αὐτὴν παρέλαβεν, ὡς
καὶ Φοίνικα ἐν τῇ Ι· ἔστι δὲ φίλανδρος, ὡς ἀπὸ τῶν ῥηθησομένων καὶ
τοῦ “ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν” (Il. 1. 348). καὶ οἱ μὲν
δημογέροντες περὶ Ἑλένης φασὶν “αἰνῶς ἀθανάτῃσι” (Il. 3. 158),
ὁ δὲ ποιητὴς τῇ καλλιστευούσῃ τῶν θεῶν αὐτὴν εἰκάζει. ἐπεὶ γὰρ
ἐπʼ ἀλλοδαπῆς τέθνηκε Πάτροκλος, ἔνθα μὴ πάρεισι συγγενεῖς
γυναῖκες, αἳ λίαν χεῖν δάκρυα φιλοῦσι, χορὸν αἰχμαλωτίδων πεποίηκε
θρηνοῦντα ἐξάρχοντος ἐνδόξου προσώπου. ὁ δὲ τόπος μέσου χαρακ-
τῆρος ὑπάρχων τῷ μὲν διηγηματικῷ σεμνῶς πέφρασται καὶ λίαν ἐστὶ
γραφικός, τῷ δὲ μιμητικῷ συμπαθὴς καὶ γοερός· τὸ γὰρ τοιοῦτον
πρόσωπον τὸ θεαῖς ἐοικός (286), ὑπὲρ οὗ Ἀχιλλεὺς πλείστοις κακοῖς
ἐνέβαλε τοὺς ὁμοφύλους, οὗ χάριν ἀρνεῖται γάμον βασιλίδος (Il. 9.
χρυσῇ Ἀφροδίτῃ] ἀπὸ τῆς παρʼ ἡμῖν τιμίας ὕλης τὴν ἔντιμόν
283. *δεδαϊγμένον] λελωβημένον.
ὀξέι χαλκῷ] παλαιὰ ἡ χρῆσις τοῦ χαλκὸν ὀνομάζειν τὸν
284. ἀμφʼ αὐτῷ χυμένη] ἡ συντομία τῆς φράσεως τὸ περι-
πάθες καὶ σπουδαῖον ἐμφαίνει τῆς γυναικός.
χυμένη] πρὸς τὸ ἁπαλὸν τοῦ γυναικείου σώματος. ἐπὶ δὲ Ἀχιλ-
λίγʼ ἐκώκυε] εἰς ἡδονὴν προαγομένη τοὺς ἀκούοντας, ὡς “Θδέτις
πεται ἀνήρ” (Od. 15. 400).
*ἄμυσσεν] παρατατικῶς· τὸ γὰρ ‘ἄμυξεʼ τὴν τάχιστα συντέλειαν 〈ἂν〉 ἐδήλου.
285. ἁπαλὴν δειρήν] ἐπέτεινε τὸν οἶκτον ἡ ἁπαλὴ δειρὴ καὶ τὸ
ὡς ἀνοίκειον τὰ οὕτω καλὰ μέλη ἀμύσσεσθαι.
287 Πάτροκλέ μοι δειλῇ] ἀξιοπίστως ἔχει τὰ τοῦ θρήνου· οὐ
288. ζῳὸν μέν σε ἔλ〈ε〉ιπον] τὸ μεταξὺ τῆς ζωῆς καὶ τοῦ θανάτου
βράχιστον ὂν καὶ τὸ διάφορον αὐτῶν ἐξίστησι τὴν Βρισηίδα.
ζῳὸν μέν σε ἔλ〈ε〉ιπον] παρατατικαῖς ἐχρήσατο φωναῖς ὡς μόγις
μοι χεῖρον〉.
291. ἄνδρα μὲν ᾧ ἔδοσάν με] σωφροσύνης δεῖγμα ὁ παρὰ γονέων
ᾧ ἔδοσάν με] τινὲς ‘με ἠγγύησαν καὶ ἐμνήστευσαν·” παρθένος
γάρ· διὸ καὶ κόρη λέγεται.
πατὴρ καὶ πότνια μήτηρ] ὡς τὸ πρῶτον αἴτιον ἔχοντος τοῦ πατρὸς αὐτὸν προτίθησιν. καὶ ἐπὶ τῶν ἡμιθέων “σὲ μὲν Πηλῆος— μητρὸς δʼ ἐκ Θέτιδος” (Il. 20. 206) “υἱὸς μεγαλήτορος Ἀγχίσαο —μήτηρ δέ οἱ ἐστʼ Ἀφροδίτη” (Il. 5. 247, 8).
292. εἶδον πρὸ π〈τ〉όλιος] ἐπιτείνεται τῇ ὄψει τὰ παθήματα. καὶ ὁ Σοφοκλῆς (Oed. R. 1238) “ἡ γὰρ ὄψις οὐ πάρα.”
293. μία γείνατο μήτηρ] καὶ τοὐναντίον “ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορος (Il. 21. 05).
294. κηδείους] προσφιλεῖς, πεφροντισμένους μοι· ἢ ἀνίαν μοι
295. ἄνδρʼ ἐμόν] ἔμφασιν φιλανδρίας ἔχει τὸ δεύτερον μνησθῆναι τοῦ ἀνδρός.
296. θείοιο Μύνητος] ποικίλως ἐμνήσθη τοῦ ἀνδρὸς κοινῇ τε καὶ 〈ε〉ιδικῇ προσηγορίᾳ, καὶ μετὰ ταῦτα θεῖον αὐτὸν καλεῖ.
298. Φουριδίην] λείπει τὸ ὡς, ὡς 'Τηλεμάχῳ ἑτάρω 〈τε〉
κασιγνήτω 〈τε ἔσεσθον〉” (Od. 21. 216).
ἄξειν τʼ ἐν〈ὶ〉 νηυσίν] ἐπίτασιν ἔχει ταῦτα· οὐ γὰρ μόνον ἄχρι τῆς ἐν Ἰλίῳ διατριβῆς 〈ἔλεγεν ἔχειν αὐτὴν ὅμευνον〉, ἀλλὰ καὶ ναυτικῷ στόλῳ πολυτελῶς ἀγαγὼν εἰς Φθίαν ἐκεῖ τὸν γάμον ἐπιτελέσειν· ὡς πρᾷος δὲ πολλὴν ὑπέφαινεν αὐτῇ ἐλπίδα.
300. μείλιχον ἀεί] ἐπεὶ ἐδόκει τοῖς θρήνοις ὑπερεκπίπτειν ἀλλό-
τριον τῷ γένει ἄνθρωπον οὕτως ὀλοφυρομένη, δαιμονίως ἄμφω ὁ
ἄλλως: μείλιχον ἀεί] διδάσκει ἀντιποιεῖσθαι πρᾳότητος. εἴγε
302. Πάτροκλον πρόφασιν] οὐ γὰρ ἤσαν πειραθεῖσαι αὐτοῦ.
306. κελεύετε] παρακαλεῖτε· καὶ “ἐπῄνεον ὡς ἐκέλευον” (Il. 4. 380) ἀντὶ τοῦ παρεκάλουν.
ποτῆτος] ποτῆς· ἐκ τοῦ ‘ποιότης’ συγκέκοπται.
308. δύντα δʼ ἐς ἠέλιον] ἕως δύνει ὁ ἥλιος.
310. δοιὼ δʼ Ἀτρείδα μενέτην καὶ δῖος Ὀδυσσεύς] εἰκότως ὡς
μόνον διὰ τὴν ἡλικίαν, ἀλλὰ καὶ 〈ώς〉 διδάσκαλος Ἀχιλλέως.
πῶς δὲ Αἴας συγγενὴς ὢν οὐ συμπάρεστιν: ὀργίζεται διὰ τὴν
πρεσβείαν· βαρύμηνις γάρ. καὶ πῶς τὸν ἐπιτάφιον ἀγωνίζεται
(Il. 23. 838); ἀρετῆς χάριν καὶ φιλίας Πατρόκλου.
καὶ δῖος Ὀδυσσεύς] συνεδεκτέον τὸ ‘ἔμενεν.ʼ
312. τέρποντες] πειρώμενοι τέρπειν, ἢ ἀποτρέποντες τῆς λύπης.
313. πολέμου στόμα] τὸ τομώτατον καὶ ἀναλωτικώτατον.
314. ἀνενείκατο] ἀνήνεγκεν ἐκ στέρνων τὴν φωνὴν ἀθρόαν.
316. * λαρόν] ἡδὺ καὶ ἀπολαυστικόν.
παρὰ δεῖπνον] ἀπὸ τῶν γινομένων ὁ θρῆνος· ἐπεὶ γὰρ ᾔτουν
317. ὀτραλέως] ἀντὶ τοῦ ‘καὶ τοὺς ἄλλους παροξύνων.’ §. ση.
322. τοῦ πατρός] ἡ προσθήκη τοῦ ἄρθρου τὴν ἐξοχὴν παρίστησιν.
322, 6. οὐδʼ εἴ κεν τοῦ πατρὸς—ὐὲ τόν] σχῆμα ἀπὸ γενικῆς ἐπὶ αἰτιατικὴν τὴν μετάβασιν ἔχον.
323. τέρεν] καὶ “θαλερόν·” τὰ γὰρ θάλλοντα ἁπαλὰ φύλ〈λ〉α
ἔχει.
324.* ἀλλοδαπῷ] παραγωγή, οὐ σύνθεσις, ὥς φησιν Ἐπαφρόδιτος.
325. ῥιγεδανῆς] στυγητῆς· τὰ γὰρ λυπηρὰ ψύχει παραβάλλει· καὶ περὶ αὑτῆς φησιν Ἑλένη “〈δῶᾶερ〉 ἐμεῖο, κυνὸς κακομηχάνου, ὀκρυοέσσης” (Il. 6. 344).
326. ὃς Σκύρῳ—ἐνὶ τρέφεται] τινὲς μὲν ἐκεῖ ἐκτεθῆναι αὐτὸν ὑπὸ
Θέτιδος, ὃ δὲ τὴν μικρὰν Ἰλιάδα ἀναζευγνύντα αὐτὸν ἀπὸ Τηλέφου
προσορμισθῆναι ἐκεῖ· “Πηλείδην δʼ Ἀχιλῆα φέρε σκῦρόνδε
θύελλα· ἔνθα γʼ ἐς ἀργαλέον λιμένʼ ἵκετο νυκτὸς ἐκείνης” (fr. 4
K.). ἔστι δὲ νῆσος ἐπὶ τῇ Εὐβοίᾳ λιμένας ἔχουσα Ἀχίλλειον καὶ
Κρήσιον. ᾤκησαν δὲ αὐτοῦ καὶ Δόλοπες, μοῖρα Θεσσαλῶν. Νεο-
πτίλελμος δὲ ἀπὸ τοῦ πατρὸς ὠνόμασται, ὅτι νέος ὢν ἐπολέμησεν.
ἔστι δέ, ὥς τινες, ἐξ Ἰφιγενείας· φησὶ γὰρ Δοῦρις, ὅτι κλαπεῖσα
εἰς Σκῦρον ἐξετέθη. οὐκ ἦσαν δὲ ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης ἕως τῆς
ἁλώσεως κ´ ἔτη· οὐκέτι γὰρ ἂν καιρὸν εἶχε γαμηθῆναι Πηνελόπη·
καὶ Τηλέμαχος ἦν ἂν λ´ ἐτῶν “παῖς—νήπις, οὔτε πόνων εὖ εἰδὼς
οὔτʼ ἀγοράων” (Od. 4. 817, 8), καὶ “καὶ οὔ πω χερσὶ πέποιθα
ἄνδρʼ ἀπαλέξασθαι” (Od. 16. 71).
327. Νεοπτόλεμος] τὴν ἰδίαν ἀτυχίαν ὀδύρεται ὡς ἴσως αὑτὸν καὶ υἱοῦ στερήσουσαν.
335. τυτθὸν ἔτι ζώοντα] δαιμονίως ἐνέφηνε τὸν ὀλίγως ζῶντα διὰ τὴν ἀσθένειαν.
ἀκάχησθαι] τινὲς περισπῶσιν ὡς Ἀττικὸν παρατατικόν.
339. μνησάμενοι τὰ ἕκαστος] ὅμοιόν ἐστι τῷ “Πάτροκλον πρό- φασιν” (302).
ἄλλως: μνησάμενοι τὰ ἕκαστος] ὅμοιόν ἐστι τῷ “οἳ δὲ ἕκαστος —σπείσαντες” (Il. 9. 656, 7).
342. δὴ πάμπαν] ἔθος ἔχει ἀπὸ τοῦ “δῇ” ἄρχεσθαι· ἔδει γὰρ ‘πάμπαν δή.ʼ
ἀποίχεαι] κεχώρισαι. §. “ἑῆος” δὲ ἀγαθοῦ, παρὰ τὸ ἑῶ.
343. μέμβλεται] συγκοπῇ καὶ πλεονασμῷ τοῦ β.
ἄλλως: μέμβλεται] διδάσκει μὴ ἀμνηστεῖν τῶν φίλων.
344. προπάροιθε] χρονικὸν καὶ τοπικόν.
347. 〈ἀμβροσίην〉 ἐρατεινήν] εὐωχίας αἰτίαν· αὕτη γὰρ ἐρατεινή·
“δαιτὸς ἐπηράτου” (Il. 9. 228). §. ἄσιτον μὲν αὐτὸν ποιεῖ διὰ
τὸ πάθος τοῦ φίλου, διὰ δὲ τὸ 〈ἄ〉πιστον εἰς θεοὺς ἀνάγει τὴν αἰτίαν.
350. ἅρπῃ] τῷ ἰκτίνῳ. οἳ δέ, ζῷον θαλάσσιον πολεμοῦν λάρῳ καὶ
ἱπτάμενον εὐχερῶς ὅπου θέλει καταράσσει.
357. ταρφειαί] κυρίως ἐπὶ τῆς εὐτραφοῦς ὕλης ἡ λέξις.
*Διός] τοῦ ἀέρος.
358. αἰθρηγενέος] τοῦ γεννῶντος αἰθρίαν, τουτέστι τὸ ψῦχος.
νιφάδες᾿ (357). §. . . . αὕτη γὰρ προτέρᾳ ἐκδόσει συμφωνεῖ.
361. κραταιγύαλοι] περιφραστικῶς ἀντὶ τοῦ κραταιοί.
362. γέλασ〈σ〉ε δὲ πᾶσα περὶ χθών] περιήστραψεν· ἀπὸ γὰρ
365. ὀδόντων—καναχή⌋ ἔπριε τοὺς ὀδοντας, οὐχ ὡς Δόλων (Il.10.375).
366. ἐν δέ οἱ ἦτορ δῦνʼ ἄχος] μετὰ τὰς τοῦ σώματος ἐκφράσεις εἶτα καὶ τῆς ψυχῆς τὴν διάθεσιν δηλοῖ.
368. * κάμε τεύχων] ὁ τρόπος ἀντίφρασις.
374. ἀπάνευθε σέλας γένετο] πόρρω διέβη ἡ ἔκλαμψις.
ἠύτε μήνης] καλῶς οὐχ ἡλίῳ εἴκασται διὰ τὴν τῶν ὑλῶν μελανό-
* μήνης] ἔνθεν τὸ σκοτεινῶς σημαίνειν μηνύειν φαμέν.
377. τοὺς δὲ—ἄελλαι] οὐκ ἐῶνται, φησίν, ὑπὸ τῶν πνοῶν πλη- σιάσαι τῇ γῇ, ὡς καὶ ἐπʼ Ὀδυσσέως (Od. 5. 435).
381. ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν] πιθανὴ ἡ ὁμοιότης· ἀσπίδα μὲν σελήνῃ (374), κράνος δὲ ἀστέρι, Ἀχιλλέα δὲ ἡλίῳ παραβάλλει (398).
382. ἵππουρις] καταχρηστικῶς. §. “ἔθειραι” δὲ αἱ τημελη-
384. πειρήθη] ἁλλόμενος, ὅπως εἰδῇ πότερον ἔσφιγκται ἢ σα- λεύεται περὶ τῷ σώματι.
385. εἴ οἱ ἐφαρμόσ〈σ〉ειε] ἡ συμμετρία γὰρ αὐτὰ ποιεῖ κοῦφα, ὡς εἰ μείζονα ἦν βαρέα 〈ν〉 ὑπῆρχεν· καὶ τὰ πτερὰ δὲ πολλὴν ἁρμονίαν ἔχουσιν.
ἐντρέχοι] εἰ συνάλλεσθαι τοῖς ὅπλοις δύναιτο.
386. εὖτε] συστολὴ ἀπὸ τοῦ ‘ἡύτεʼ §. γράφεται “αὖτε,” ἵνα
ἄειρε δὲ ποιμένα λαῶν] τινὲς “ἐμετεώριζεν ὁ κόσμος.’
387, 8. ἐκ δʼ ἄρα σύριγγος—ἐσπάσατ’ ἔγχος—τὸ μὲν οὐ δύνατʼ
ἄλλος Ἀχαιῶν] 〈καὶ) ἐπὶ Πατρόκλου κεῖνται (Il. 16. 141), ἵνα
τὸ γὰρ βάρος ἐπὶ δοράτων ἄχρηστον.
389. ἐπίστατο] εἰώθει· ποιεῖ γὰρ Ἀχιλλέα παρὰ Χείρωνι διδασ- κόμενον πάλλειν τὴν μελίαν.
392. *Ἄλκιμος] ὁ Ἀλκιμέδων (Il. 16. 197).
393. ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἔσαν] ‘θέσαν’ ἀντὶ τοῦ “ἔσαν”
κατὰ παράληψιν τοῦ θ.
λέπαδνα] τοὺς καθιεμένους κατὰ τῶν ἱππείων τραχήλων 〈περι〉στη- θίους ἱμάντας.
390. 〈χειρὶ λαβὼν〉 ἀραρυῖαν] χειρὶ ἀραρυῖαν, οὐκ ἐξολισθαί- νουσαν τῆς χειρός.
398. ὥς τʼ ἠλέκτωρ] περὶ τοῦ θώρακος ἔφη “φαεινότερον πυρὸς αὐγῆς” (Il. 18. 610)· περὶ δὲ τοῦ σάκους “σέλας γένετʼ ἠύτε μήνης” (374)· περὶ δὲ τῆς κόρυθος “ἡ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν” (381)· εἰκότως οὖν αὐτὸν τὸν ὡπλισμένον ἡλίῳ ἀπεικάζει.
ἠλέκτωρ] ὁ εἰς λέκτρον μὴ ἐρχόμενος· ἢ παρὰ τὸ μὴ κοιμᾶσθαι
Ὑπερίων] καὶ ὅτε γὰρ δοκοῦμεν αὐτὸν κάτω φέρεσθαι, κυκλοῖ
401. ἄλλως δὴ φράζεσθε] ἄλλως φράζεσθε ἢ ὡς ἐπὶ Πατρόκλῳ.
ἐγκαλεῖ, ἢ ὅτι “τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο” (Il. 11. 654).
402. * ἑῶμεν] κορεσθῶμεν.
403. μηδʼ ὡς Πάτροκλον] ἠθικὰ ταῦτα· εἰώθαμεν γὰρ καὶ τοῖς παρατυχοπυσιν ἐγκαλεῖν.
405. ἤμυσε] παρέκλινε τὴν κεφαλήν, ἐπιστρέφων ἑαυτὸν ὥστε
ἀντίος τῷ Ἀχιλλεῖ γενέσθαι, καὶ πρὸς αὐτὸν φθέγγεται.
406. ζεύγλης] ζεύγλη τὸ ὑπὸ τὸν ζυγὸν μέρος, εἰς ὃ ὁ τράχηλος
407. αὐδήεντα] λογικοῦ ζῴου φωνὴν ἔχοντα. οὐκ εὐπρεπὲς δέ,
δὲ ὅτι εἰς πρᾶγμα τολμηρὸν καταβαίνων ὁ ποιητὴς τὸ φωνῆς μετέ-
χοντας ἵππους εἰσάγειν θεῷ περιάπτει τὴν αἰτίαν, καὶ Ἥρᾳ, ἐπεὶ
φωνή ἐστιν ἀὴρ πεπληγμένος. τί δὲ ἄτοπον, ὅπου γε καὶ Θέτις
προεῖπεν (Il. 18. 96) “αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος;ʼ”
ἄλλως: αὐδήεντα] εἰ θείας μετέχουσι φύσεως, τί ἄτοπον καὶ
φωνεῖν; πρῶτος δὲ Ὅμηρος τοῦτο ἐποίησεν, Ἥσίοδος ἐπὶ τοῦ ἱέρακος
(Opp. 203), Ἀρχίλοχος ἐπὶ τοῦ ἀετοῦ (fr. 86 B.) καὶ Αἴσωπος
ὕστερον κατεχρήσα〈ν〉το.
411. νωχελία παρὰ τὸ μή δύνασ θαι κέλλειν· ὅθεν καὶ χελώνη λέγεται.
413. *ἀλλὰ θεῶν ὤριστος] ἥλιος γὰρ μείζων τῶν ἀστέρων.
415. ἅμα πνοιῇ Ζεφύροιο] τοῦτο γὰρ παρὰ τοῦ πατρὸς Ζεφύρου ἔχουσιν· ἢ ὑπερβολικῶς.
416. 〈ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι·〉 ἀλλά σοι αὐτῷ] τὴν εὐλογίαν τοῦ πατρὸς ἄλλοθεν, οὐκ οἴκοθεν κομίζει· δῆλον δέ, ὡς ἀθάνατοι ὄντες τῶν ἀνθρωπίνων ἐπύθοντο λόγων.
417. θεῷ τε καὶ ἀνέρι] φασὶν ὡς ἐν σχήματι Πάριδος Ἀπόλλων ἐτόξευσεν αὐτόν.
418. Ἐρινύεσ ἔσχεθον αὐδήν] ἐπίσκοποι γάρ εἰσι τῶν παρὰ φύσιν. ἢ τὸν περὶ θανάτου λόγον ἀνεγράψαντο.
423. ἄδην ἐλάσαι κακότητος] ἀθρόως κορέσαι ἢ συγκλεῖσαι.
424. * ἐν πρώτοις] ἀντὶ τοῦ εἰς ἥρωας τοὺς τῶν Ἀχαιῶν.
2. ἀμφὶ σέ, Πηλέως υἱέ] ὅτι τῆς ὑπαιθρίου στρατιᾶς ἡγεμὼν
μάχης ἀκόρητος] ἐὰν πληθυντικῶς γράφωμεν, ἐπὶ τέλους ἡ στιγμὴ
τίθεται· ἐὰν δὲ ἑνικῶς “ἀκόρητον,” ἐπὶ Ἀχιλλέως κειμένου τοῦ
ὀνόματος, ἐπὶ τὸ “ἀκόρητον” 〈βραχὺ διαστέλλεται〉.
4. Θέμιστι κέλευσεν] πρὸς μὲν τὰς ψιλὰς ἀγγελίας Ἴριδι χρῆται·
ὅταν δὲ μεῖζόν τι δέῃ διοικῆσαι, τὸν Ἑρμῆν ἀποστέλλει· νῦν δέ, ὡς
νομιμωτάτης ἐσομένης τῆς ἀγορᾶς καὶ τέλος ἐπιθεῖναι μελλούσης
τοῖς πράγμασι, πρὸς τὴν σύγκλητον τῇ Θέμιδι χρῆται, οὐχ ὡς
κήρυκι ἀλλ᾿ ὅτι καὶ τὰς τῶν “ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει”
(Od. 2. 69) διὰ τὸ κατὰ νόμους ἐγχειρεῖν τοῖς πρακτέοις ἢ μή·
καὶ Ὧραι δὲ αὐτῆς παῖδες, ἐπεὶ τῇ δικαιοπραγίᾳ τὰ φυόμενα
σῴζεται.
Ζεὺς δὲ Θέμιστι κέλευσε] μεγαλοφυὴς ἡ Ἀχιλλέως ἔξοδος, ὅπου γε ἐκκλησία θεῶν διʼ αὐτὸν γίνεται καὶ θεομαχία.
κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου] βέλτιον τοῖς ἄνω προσ- νέμειν.
ἄλλως: κρατὸς ἀπʼ Οὐλύμποιο] ἐκεῖσε γὰρ ὁ οἶκος τοῦ Διός.
7. οὕτε τις οὖν ποταμῶν—νόσφʼ Ὠκεανοῖο] πρόγονος γὰρ θεῶν
ἄλλως: οὔτε τις οὖν ποταμῶν] προοικονομεῖ Ἀχιλλεῖ ἀντίπαλον
προαγαγεῖν Σκάμανδρον τὸν ποταμόν (Il. 21. 233).
νόσφʼ Ὠκεανοῖο] τὴν Γῆν παρῆκε μὴ διορισάμενος εἴτε παραγέγονεν
ἀνάγκη γὰρ μένοντος τοῦ Ὠκεανοῦ καὶ τὴν Γῆν μένειν· περὶ γὰρ
ταύτην τὸ ὕδωρ.
8. οὕτʼ ἄρα νυμφάων] τὴν γὰρ Λητῶ μίαν τῶν νυμφῶν οἴεται, ὅθεν καὶ παίζουσι μετὰ τῆς Ἀρτέμιδος αἱ νύμφαι· “γέγηθε δέ τε φρένα Λητώ” (Od. 6. 106).
9. καὶ πίσεα] πίω πίσω πῖσος, ὡς μύω μύσω μύσος· τοῖς γὰρ
11. αἰθούσῃσιν] αἱ αἴθουσαι ἐξέδραι στυλωταί εἰσιν ἢ τόποι
12. * Ἥφαιστος—ἰδυίῃσιν πραπίδεσσιν] παντοδαπὸς τεχνίτης.
13. Διὸς ἔνδον] ἐν Διός, ὡς “εἴσω ἁλὸς εὐρέα κόλπον” (Il.
13, 14. οὐδʼ ἐνοσίχθων νηκούστησε] ἐπεὶ πρότερον ἐξελαθῆναί
παράδοξον εἰσάγει, ὅτι οὐκ ἐμνησικάκησε τῆς ὕβρεως ἀλλὰ πειθαρχῶν
φαίνεται, καὶ οὐ μόνον συνῆλθεν ἀλλὰ καὶ τοῦ λόγου κατάρχει (16).
16. τίπτʼ αὖτʼ, ἀργικέραυνε] ἀξίωμα ἐμφαίνει αὐτοῦ ὡς προλαμ-
ὅτε αὐτοῖς ἀπηγόρευε μάχεσθαι (Il. 8. 7).
21. * ὧν] λείπει ἀνδρῶν.
μέλουσί μοι ὀλλύμενοί περ] “πατήρ” γὰρ “ἀνδρῶν τε θεῶν
23. ἥμενος] τὸ “ἥμενος” βέλτιον τοῖς ἄνω συνάπτειν, ἵνα μὴ δύο μετοχαὶ ἀσυνδέτως κέωνται.
τέρψομαι] διὰ τὸ σῴξεσθαι τὸ μοιρίδιον, ἢ ἁλισκομένης τῆς Ἰλίου. ἐπάγει γοῦν τὴν αἰτίαν, “εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, οὐδὲ μίνυνθʼ ἕξουσι” (26, 7).
25. ἀμφοτέροισι δʼ ἀρήγεθʼ] τοῖς μὲν Ἀχαιοῖς, μὴ ὑπὸ τοῦ Ἀπόλλωνος νῦν Ἀχιλλεὺς τοξευθῇ, τοῖς δὲ Τρωσί, μὴ ὑπὸ Ἀχιλλέως πάντες ἀπόλωνται. ἐκτραγῳδῶν δὲ τὰς ποιήσεις θεῶν παρατάξεις συμμίσγει αὐταῖς.
26. εἰ γὰρ Ἀχιλλεὺς οἶος] δόξειεν ἂν τοὐναντίον ἢ ὁ Ζεὺς
βούλεται γίνεσθαι τῶν θεῶν ἐκπεμπομένων ἐπὶ τὴν μάχην. ὃ μὲν
γάρ φησιν, εἰ μὴ παραγένοιντο, οὐδὲ πρὸς ὀλίγον ἀνθέξουσιν οἱ
Τρῶες μαχόμενοι τῷ Ἀχιλλεῖ, ἐκ δὲ τοῦ ἀφικνεῖσθαι αὐτοὺς
μᾶλλον ἰσχυρότερος γίνεται τῷ εἶναι τοὺς Ἑλληνικοὺς θεοὺς ἰσχυ-
ροτέρους τῶν Τρωικῶν· εἰ δὲ καὶ ἴσοι ἦσαν, περιττὴ 〈ὰν〉 ἦν ἡ ἐπικουρία
τῶν θεῶν. ἐὰν γὰρ δύο ἀνίσοις ἴσα προστεθῇ, τὰ ὅλα ἐστὶν ἄνισα·
ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆς ὑπερεχόντων μένει. ἐροῦμεν δέ,
ὡς οὐ διὰ τὴν μάχην τῶν θεῶν ἡ κάθοδος γέγονεν, ἀλλʼ ἵνα πρόφασις
ἀπάτης Ἀχιλλεῖ γένηται 〈δἰ〉 Ἀπόλλωνος (Il. 21. 599), δυνηθῇ
δὲ καὶ Σκάμανδρος παρεμποδίσαι Ἀχιλλεῖ.
28. καὶ δέ τε μιν καὶ πρόσθεν] ἔτι καὶ πρόσθεν αὐτὸν ὁρῶντες ἔτρεμον.
* καὶ δέ τε μιν] διὰ τοῦ “καὶ δέ τι μιν.”
29. *αἰνῶς] δύναται τό “αἰνῶς” ἑκατέροις συντάσσεσθαι.
30. δείδω μὴ καὶ τεῖχος] τινὲς γράφουσιν ἀντὶ τοῦ “δείδω, μὴ
καὶ τεῖχος” “οὐ μέντοι μοῖρʼ ἐστὶν ἔτι ζῳοῦ Ἀχιλῆος Ἰλίου
ἐκπέρσαι εὐναιόμενον πτολίεθρον· πέρσει δουράτεός 〈θʼ〉 ἵππος καὶ
μῆτις Ἐπειοῦ.” πῶς γὰρ ὁ εἰδὼς “μοῖράν τʼ ἀμμορίην τε”
(Od. 20. 76) νῦν διστάζει:
ὑπὲρ μόρον] Ἀριστοφάνης καὶ οἱ πλείους ὑφʼ ἓν προηνέγκαντο
τὸ “ὑπέρμορον,” ὡς ὑπέρβιον· ἀντὶ ἐπιρ〈ρ〉ήματος δὲ τοῦ ὑπερμόρως
κεῖται, ὡς καὶ τὸ πληθυντικόν, “ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα” (Il.
2. 155). δύναται μέντοι καὶ ἐνθάδε καὶ ἐν τῇ Ὀδυσσείᾳ (1. 35) “ὣς
καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον” κατὰ διάλυσιν ἀναγινώσκεσθαι.
33. Ἥρη μέν] Ἥρα εἰς νόμιμον γάμον ἀδικηθέντι Μενελάῳ
34. ἠδὲ Ποσειδάων] νησιῶται γὰρ οἱ πλείους Ἑλλήνων· καὶ “εἰς
Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσιν” (Il. 8. 203)· ἢ διὰ
Λαομέδοντα.
ἐριούνης] ὁ ἐρευνητικός—λόγος γάρ ἐστιν—ἢ ὁ μέγιστα ὠφελῶν
πλεονάζοντος τοῦ υ, οἱ δὲ τραγικοὶ τὸν καταχθόνιον· ἐπεὶ οὖν μετὰ
36. Ἥφαιστος δʼ ἅμα] πολέμιος Ἄρει, φίλος Ἀθηνᾷ.
“Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη” (Od. 6. 233),
βλεμεαίνων] οἷον βλεμεαίνων ὡς ὑδρηλὸς διὰ τὸ πῦρ (I. 18.
398)· ἢ ἐπεὶ τὰ ἄνω δεινός ἐστι καὶ “πέλωρ αἴητον” (ib.
410).
37. ῥώοντο] ἐρρωμένως ἐπειρῶντο βαδίζειν.
38. Τρῶας Ἄης] ἁρπαγῆς καὶ βίας ὁ Ἄρης δεσπόζει· φησὶ δὲ
39. ἀκερσεκόμης] ἐπεὶ κουροτρόφος· ἐπὶ δὲ τοῖς πένθεσιν ἐκεί-
40. Ξάνθος τε] ὅτι οὐ προσυστήσας τὴν διωνυμίαν τοῦ Ξάνθου
φιλομειδής—Ἀφροδίτη] χορῶν γὰρ δεσπόζει σὺν Ἀρτέμιδι· οἱ
δὲ Τρῶες χοροιτυπίῃσιν ἄριστοι” (ib. 261)· τοξόται τέ εἰσιν οὗτοι
οἱ θεοί, τοξόται δὲ καὶ οἱ Τρῶες.
φιλομειδής] γράφεται “Διὸς θυγάτηρ·” ἄτοπον γὰρ τὸ
“φιλομειδήςʼ ἐπὶ τῆς πολεμούσης. §. Ἀιδής οὐ βοηθεῖ—ἀπωλείαις
γὰρ ἥδεται—οὐδὲ λιος· ἡ γὰρ ἂν πάντας ὁμοίως ἔβλαψεν
σκοτοποιῶν· Δημήτηρ δὲ καὶ Διόνυσος καρποφόροι ὄντες ἄχθονται
τῷ πολέμῳ δῃοῦντι τοὺς καρπούς.
44. Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον] ἀντὶ τοῦ
48. ὧρτο δʼ ἔρις—λαοσσόος] πῶς λαοσσόον τὴν Ἔριν προσηγό-
ρενσεν: οὐ γὰρ σῴζονσα βλέ[πεται] ἀλλὰ φθείρουσα μᾶλλον τὰ
πλήθη. ῥητέον δὲ ὅτι ἔριν οὔ φησιν αὐτὴν τὴν θεὸν—οὐ γὰρ
προεῖπεν αὐτὴν ἐν τῷ λόγῳ—ἀλλὰ τὴν τῶν θεῶν τῶν Τρωικῶν τε
καὶ Ἑλληνικῶν φιλονεικίαν· ἡ γὰρ τούτων πρὸς ἀλλήλους ἔρις
σωστικὴ ἐγίνετο τῶν ἀνδρῶν. ἔστιν οὖν ὅμοιον τῷ “ὦρσε δὲ τοὺς
μὲν Αρης” (Il. 4. 439).
Ἕρις—λαοσσόος] ἡ τοὺς λαοὺς σεύουσα καὶ παρορμῶσα.
ἄλλως: ὦρτο δʼ Ἔρις—αὖε δʼ Ἀθήνη] πανταχόθεν τὴν ἐνέργειαν
⌈κιν⌋εῖ· ⌈καὶ⌋ οἷ⌈δε⌋ μὲν σάλπιγγας ὁ ποιητής, τοὺς δὲ ἥρωας οὐ ποιεῖ
χρωμένους τεραστιωτέρας οἰόμενος τὰς τῶν ⌈ἀνδρῶν καὶ⌋ θεῶν
μεγαλοφωνίας.
52. κατʼ ἀκροτάτης πόλιος] ἰδίως διαλύσας τὴν λέξιν ὑπερτέθεικε τὸ ἄκρον αὐτῆς, ἀντὶ τοῦ ἄκρης “ἀκροτάτης” εἰπών.
53. θεῶν ἐπὶ Καλλικολώνῃ] οὕτως Ἀρίσταρχος, ὡς Ἀχαιῶν
ἐπὶ Καλλικολώνῃ] Δημήτριος ὁ Σκήψιος Καλλικόλωνον καλεῖ-
σθαί φησι λόφον σταδίων πέντε τὴν περίμετρον, κεῖσθαι δὲ μεταξὺ
Ἰλιέων κώμης καὶ Σιμοῦντος· ἀπέχει δὲ Σιμοῦντος μὲν στάδια
πέντε, Ἰλιέων δὲ κώμης δέκα. θεοῖς δὲ ἀνατίθησιν αὐτὴν ὡς
πλήθουσαν λιβάσι καὶ λειμῶσιν.
56. δεινὸν δὲ βρόντησε] φαντασίαν ποιεῖ, ὡς περὶ τῶν ὅλων κίνδυνον εἶναι δοκεῖ〈ν〉.
58. γαῖαν ἀπειρεσίην] ὅτι διέστειλε τῆς γῆς τὰ ὄρη, ὡς ἐκεῖ
“γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος” (Il. 15. 193).
59. 〈πολυ〉πίδακος] πῖδαξ παρὰ τὸ ἰδίω τὸ ἱδρῶ· ἱδρῶτα γὰρ γῆς τὰς πηγὰς οἱ φυσικοὶ λέγουσιν.
61. ἔδδεισεν δʼ ὑπένερθε] εἰ ὁ τοῦ θανάτου δεσπότης δέδιε, τίνα
χρὴ νομίζειν περὶ τοὺς ἀνθρώπους συμβῆναι διάθεσιν; οὐ παρατάσ-
σει δὲ Ἅιδην· ἀπωλείαις γὰρ ἥδεται. ἢ καὶ σεμνότερον αὐτὸν
νομίσας· Δία γοῦν καταχθόνιον αὐτὸν καλεῖ (Il. 9. 457).
62. ἐκ θρόνου ὦρτο] ἐκπληκτικὸν τοῦτο, μὴ μόνον δεῖσαι ἀλλὰ καὶ ἀναθορεῖν τοῦ θρόνου· εἶτα καὶ τὸ “ἴαχε” κινητικὸν τῆς δια- νοίας τοῦ δείσαντος.
65. *εὐρώεντα] ὅτι πάντα χωρεῖ.
68. ἵστατ᾿ Ἀπόλλων Φοῖβος] λοιμῶν αἴτιος ὁ Ἀπόλλων τοῦ
τε “οὖρον” καὶ ἀποκαθαίροντα. εἰσὶν ἀλλήλοις ἀντιπαθεῖς φύσει.
χολᾷ δὲ Ἀπόλλωνι ὡς ἐπικουροῦντι παρὰ τὸ δέον Τρωσίν. §. σέβε δὲ
69. ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη] ἡ φρόνησις· διὸ καὶ
φυλάττει τὰς ἀκροπόλεις· ὁ δὲ Ἄρης ταραχώδης 〈καὶ〉 ἀλλοπρόσ-
αλλος. παρθένος ἡ Ἀθηνᾶ, ὁ δὲ Ἄρης μοιχός· καὶ ὁ Τρωικὸς δὲ
πόλεμος ἐκ μοιχείας τὴν ἀρχὴν εἴληφεν.
ἐνυαλίοιο] ἐνυάλολιος παρὰ τὸ αὔειν, ὅ ἐστι βοᾶν—φησὶ γοῦν
αὐτοέντης.
70. ῥῆ δʼ ἀντέστη] ὁ μὲν συνάπτων τῷ αἰθέρι ὑγρὸς ἀὴρ
δὲ Ἥρα ἀήρ, διʼ ἣν ἔκλειψις γίνεται.
〈Λητοῖ δʼ〉 ἀντέστη] τινὲς “ἄντα ἔστη·” οὐδέποτε δὲ τὸ
72. Λητὼ ἡ λήθη, ὅτι λήθην ἁμαρτημάτων διʼ αὐτῆς αἰτοῦνται λαβεῖν παρὰ τῶν παίδων.
σῶκος] ὡς παρὰ τὸ θάσσω θᾶκος σάω σάκος, οὕτω σώζω σῶκος.
73. ἄντα δʼ ἄρʼ Ἡφαίστοιο] τὸ ὕδωρ τῷ πυρί Ξάνθος δὲ καλεῖται,
74. ὃν Ξάνθον καλέουσι θεοί] παρὰ Μουσῶν ταῦτα οἶδεν· τινὲς
75, 6. Ἀχιλλεὺς Ἕκτορος ἄντα] ἐφαμίλλους θεοῖς δείκνυσι
76. Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον] εἰς τὴν Ἕκτορος ἐναντίαν μάχην.
77. μάλιστά γε] “μάλιστά ἑ” μάλιστα αὑτόν, οὕτως.
78. ταλαύρινον] ἐν τῷ πολεμεῖν ὑπομονητικόν.
79. Αἰνείαν δʼ ἰθύς] ὅτι ἐπʼ εὐθείας καὶ κατʼ ἐναντίον.
ἄλλως: Αἰνείαν δʼ ἰθύς] ἀμβλύνων αὐτοῦ τὴν καθʼ Ἕκτορος ὁρμήν. §. παράδοξον δὲ τὸ μονομάχιον, καὶ τοὺς ἐκ β´ θεαινῶν πολεμεῖν ἐναγώνιον.
83. ποῦ τοι ἀπειλαί] παιδευτικὰ καὶ ταῦτα, τῆς παρὰ τοῖς
συμποσίοις προπετείας ἀπαλλάσσοντα, διʼ ὧν φησι τὸν Αἰνείαν διὰ
τὰς παρʼ οἴνῳ ὑποσχέσεις ὀλίγου δεῖν κινδυνεῦσαι. τοιαῦτα δὲ καὶ
τὰ παρʼ Ἕλλησὶν ἐστιν ἀκοῦσαι· “πῆ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν
εἶναι ἄριστοι, ἅς, 〈ὁ〉πότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε-
πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο, Τρώων ἄνθʼ ἑκατόν γε διηκο-
σίων τε” (Il. 8. 229 233)· οἱ δὲ παρὰ τοῖς βαρβάροις ὡς παρά-
δοξόν τι, Ἀχιλλεῖ συστῆναι.
84. ὑπίσχεο οἰνοποτάζων]πίνων ἔφη, οὐχὶ ἐσθίων. κἀκεῖ ἄρα δεόντως
ἀθετεῖται οὗτος ὁ στίχος “ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων”
89. οὐ μὲν γὰρ νῦν πρῶτα] διόλου παρατηρητέον, ὅτι κατὰ μέρος τὰ ἔργα τοῦ Ἀχιλλέως δεόντως δεδήλωκεν· “δώδεκα δὴ σὺν νηυσὶ πόλεις—πεζὸς δʼ ἕνδεκά φημι” (Il. 9. 328, 9). νῦν δὲ καὶ ἀξιοπιστότερον τὸ παρὰ τοῦ πολεμίου ἐγκώμιον.
90. δουρὶ φόβησεν] φιλαλήθης ὃς τὴν ἧτταν οὐκ ἀποκρύπτει.
94. Ἀχιλλῆος καὶ Ἀθήνης] εὐπρεπῶς ἐπεκάλυψε τὴν ἧτταν, φάμενος Ἀθηνᾶν αὐτῷ συλλαμβάνεσθαι.
95. τίθει φάος] σωτηρίαν, ὡς “φόως δʼ ἑτάροισιν ἔθηκεν” (Il. 6. 6), “ἦν που τι φόως Δαναοῖσι γένωμαι” (Il. 16. 39).
98. πάρα εἷς γε θεῶν] εὐπρεπῶς καὶ τοῦτο, ἵνα διὰ τὴν τῶν
θεῶν βοήθειαν καὶ μὴ διὰ τὴν ἰδίαν δειλίαν ὀκνεῖν δοκῇ.
100, 1. 〈εἰ δὲ θεός περ〉 ἶσον τείνειεν πολέμου τέλος] ἐξ ἴσου ὑπὸ θεῶν βοηθουμένων ἡμῶν.
101. τείνειεν] τροπικῶς τῷ ῥήματι ἀπὸ τῶν ζυγῶν κέχρηται.
104, 5. καὶ σὺ θεοῖς —εὔχεο] ἀναιρεῖ τὴν πρόφασιν ἐπʼ εὐχαῖς θεοῦ ἀναπέμπων τὸν Αἰνείαν.
105. καὶ δὲ σέ φασι] ὀρθοτονητέον τὴν ἀντωνυμίαν καὶ τὸν
“δέ” ἀντὶ τοῦ γάρ ἀκουστέον.
107. ἣ μὲν γὰρ Διός ἐστι] σεσημείωται πρὸς τοὺς ἑξῆς ἄκαιρον
108. ἀλλʼ ἰθὺς φέρε χαλκόν] ἀναγκαῖον καὶ τοῦτο· καταπλήξει
συμβολῆς.
109. λευγαλέοις] εὐτελέσι καὶ ἀχρείοις· πρὸς τοὺς ἐκδεχομένους
113. οὐλαμόν] τὸ πύκνωμα, ἀπὸ τῆς οὐλότητος, ἢ τὴν εἴλησιν.
114. ἣ δʼ ἄμυδις] Ἀρίσταρχος ἄρθρον ἐκδέχεται τὸ “η”
ὑποτακτικόν, τὸν δὲ “δέ” παραπληρωματικὸν σύνδεσμον· “οὐδ”
ἔλαθε λευκώλενον Ἥρην—ἣ δʼ ἄμυδις καλέσασα θεούς·” Ζηνόδοτος
δὲ περισπᾷ τὸν “η” καὶ ψιλοῖ ῥῆμα ἐκδεχόμενος, 〈ὡς〉 τὸ “ἦ
καὶ κυανέῃσιν·” (Il. 1. 528), καὶ ὅλον τὸν στίχον μεταποιεῖ, “ἦ
δʼ ἄμυδις καλέσασα θεοὺς ῥεῖα ζώοντας” ἔφη δὲ εἰς ἓν συναγαγοῦσα
τοὺς θεούς· οὐ χρῆται δὲ Ὅμηρος τῷ “ἦ” ῥήματι ἐν ἀρχῇ ἀλλʼ
εἰρημένοις αὐτὸ ἐπάγει, τὸ δὲ ‘ἔφη’ καὶ λεχθησομένων προτίθησιν,
ὡς ἐν τῷ “τὸν δὲ βαρὺ στενάχων προσέφη” (Il. 4. 153), καὶ
εἰρομένοις ἐπάγει, “ὡς ἄρʼ ἔφη καὶ ἀναίξας (Il. 1. 584).
ἄμυδις] ψιλοῦται καίτοι παρὰ τὸ ἅμα παρηγμένον· καὶ τάχα
ἁμάδις αὐτὸ ἔδει εἶναι ὡς χαμάδις,” τροπῆς δὲ ἅπαξ γενομένης
Αἰολικῆς τοῦ ᾱ εἰς υ ἐψιλώθη Αἰολικῶς καὶ τὸ πνεῦμα. προπαρ-
οξύνεται δὲ ὁμοίως τῷ “ἄλλυδις·” καὶ ἔστι δύο ταῦτα προπαροξυ-
νόμενα τῶν εἰς δις ἐπιρρημάτων τῷ υ παραληγόμενα. ὅτι δὲ
ψιλοῦται, δηλοῖ καὶ ἡ συναλ〈ο〉ιφή· “οἵ τʼ ἄμυδις κονίης μεγάλην
ἱστᾶσιν ὁμίχλην” (Il. 13. 336).
καλέσασα] Ζηνόδοτος οὕτως, Ἀρίσταρχος “στήσασα.”
115. Ποσειδάων καὶ Ἀθήνη] διʼ ὑπεροχὴν τούτους προσεφώνησεν.
125—8. ἠθέτηνται στίχοι δʼ ὡς ἐναντιούμενοι τοῖς ὑπὸ Διὸς εἰρη- μένοις, “δείδω μὴ καὶ τεῖχος ὑπὲρ μόρον ἐξαλαπάξῃ (30). ἢ αὔξει τὴν πρὸς ἐκεῖνον φιλοστοργίαν τῷ δεδοικέναι.
127. ἅσσα οἱ αἶσα] τὸν τοῦ παντὸς λόγον Ζῆνα καλεῖ, ἐπεὶ τοῦ
ζῆν αἴτιος, Δία δέ, ἐπεὶ διὰ τοῦτον τὰ πάντα, αἶσαν δὲ παρὰ τὸ
δαίω τὸ μερίζω καὶ μοῖραν· εἱμαρμένην παρὰ τὸ μείρω· πεπρωμένην,
ὅτι πάντας εἰς πέρας ἄγει· Λάχεσιν δὲ παρὰ τὸ ἕκαστον λαγχάνειν
ἢ περ λάχε γεινόμενόν περ” (Il. 23. 79)· πρόνοιαν δὲ διʼ ὧν
εὐρύοπα καλεῖ αὐτόν. τῆς δὲ ἀνάγκης ἀπαραβάτου αἰτίας οὔσης
φησὶν “ἀναγκαίη γὰρ ἐπείγει” (Od. 19. 73). τύχην γὰρ οὐκ
οἶδεν, ἀλλὰ τὸ ἀπʼ αὐτῆς· “οὕνεκά μοι τύχε πολλά” (Il. 11.
684).
133. μὴ χαλέπαινε παρὲκ νέον] παρὰ τὸν καθήκοντα νοῦν.
134. ἔριδι ξυνελά〈σ〉σαι] λείπει τὸ μάχεσθαι, ἵνʼ ᾖ ὡς τὸ “τίς
τʼ ἄρʼ σφῶε θεῶν ἔριδι ξυνέηκε” (Il. 1. 8).
137. ἐκ πάτου] πόρρω, ἔξω. §. “ἐέ” (171) πλεονασμῷ τοῦ
138. εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης] τὸ σχῆμα Ἀλκμανικὸν
καλεῖται· κατακορέστερον γὰρ αὐτῷ χρῆται ὁ Ἀλκμάν. ἔστι δὲ
προεπίζευξις ὅμοιον τῷ “ἡ μὲν δὴ θάρσος—Ἄρης τʼ ἔδοσαν καὶ
Ἀθήνη” (Od. 14. 21).
ἄλλως: εἰ δέ κʼ Ἄρης ἄρχωσι] Ἀρίσταρχος προκρίνει τὴν διὰ τοῦ ω γραφήν· λέγει δὲ καὶ διὰ τοῦ 〈η〉 γράφεσθαι “ἄρχῃσιν.”
ἢ Φοῖβος Ἀπόλλων] οὕτως Ἀρίσταρχος. καὶ ὁ “η” ἀντὶ τοῦ καί. §. ἔμφασιν δὲ ἔχει τὸ ὀκνεῖν μὲν ἄρχεσθαι, θαρρεῖν δέ, ὡς καὶ προλαβόντες ἡττηθήσονται. §. γράφεται “εἰ δέ κεν ὣς ἄρχωσιν Ἄρης καὶ Φοῖβος Ἀπόλλων.”
140. παρʼ αὐτόφι] παρʼ αὐτοῖς, οὐ παρʼ αὐτά· προεῖπε γὰρ
“αὐτίκα.”
145. τεῖχος ἐς ἀμφίχυτον] εὐκαίρως Τρωικὴν ἱστορίαν παρέ-
λαβε Τληπόλεμος αἴρων τὴν ἀρετὴν τοῦ πατρίς (Il. 5. 638).
147. ὄφρα τὸ κῆτος] οὔτε ποῖον κῆτος οὕτε τίνος ἕνεκα, ὡς δια- βεβοημένης τῆς ἱστορίας.
τὸ κῆτος] ὡς διαδεδομένης τῆς ἱστορίας τῷ ἄρθρῳ κέχρηται.
149. καὶ θεοὶ ἄλλοι] οὐ πάντες, ἀλλʼ οἱ Ἑλληνικοί· καραδοκοῦσι
152. ἤιε Φοῖβε] παρὰ τὸ ἱέναι τὰ βέλη, καὶ δασύνεται· οἳ δὲ
154. δυσηλεγέος] κακοκοιμήτου—οὐκ ἔστι γὰρ αὐτὸν κοιμηθῆναι
155. * κέλευε] βοηθεῖν οἷς βούλονται.
157. κάρκαιρε δὲ γαῖα] τινὲς εἰς τὸ “γαῖα” διαστέλλουσιν. ἄλλως: κάρκαιρε] ἐκραδαίνετο, ἐσείετο.
161. Αἰνείας δὲ πρῶτος] ἔδει εἰπεῖν ‘πρότερος.ʼ
πρῶτος] πρότερος.
162. νευστάζων κόρυθι] ἐζωγράφησεν ἅπαντα.
βριαρῇ] καταπληκτικῇ, ὡς “βριθύ, μέγα, στιβαρόν” (Il. 5.
164. λέων ὥς] λέοντι εἴκασται οὐ πεινάοντι (Il. 3. 25) ἢ τὸ
ἢ σταθμοὺς πορθοῦντι (Il. 16. 752), ἀλλὰ ὅλην χώραν λυμαινο-
μένῳ, ἣν γεωργεῖν μὴ δυνάμενοι συνίασι κατʼ αὐτοῦ. ὁ δὲ πρῶτα μὲν
φλαυρίζει ὡς ὅτε θελήσειε κρατεῖν αὐτῶν δυνάμενος· ἐπὰν δὲ βληθῇ,
ἐρεθίζεται καὶ συστρέφει ἑαυτὸν ἑτοιμάζων πρὸς τὸ πηδῆσαι.
166. πρῶτον μὲν ἀτίζων] καὶ Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων
(IX p. 629 b 10) ἱστορεῖ, ὅτι οὐδέποτε δεδοικὸς τὸ ζῷον οὐδὲ
ὑποπτεύει ἔφοδον· ἦν δὲ ὑπὸ περιστάσεως ἀναγκασθῇ φυγεῖν, ὑπὸ
σκέλος χωρεῖ.
168. δουρὶ βάλῃ] καὶ μὴ τετρωμένον τρωθέντι λέοντι εἰκάζει·
168. * ἐάλη] συνεστράφη πρὸς τὸ πηδῆσαι.
169. ἐν δέ τε οἱ κραδίῃ] εἰ μέν ἐστιν εὐθείας τὸ “κραδίη,”
τοιοῦτόν ἐστιν “στένει ἡ καρδίαʼ ἥτις ἐστὶν ἦτορ, εἰ δὲ δοτικῆς,
ἀγγεῖον τῆς ψυχῆς ὑπονοητέον τὴν καρδίαν. τὸ δὲ πρότερον ὁμηρι-
κώτερον· φησὶ γὰρ “τέτλαθι—κραδίη” (Od. 20. 18) καὶ ἐπάγει
“καθαπτόμενος φίλον ἦτορ” (ib. 22). θερμὸς δὲ φύσει ὢν ἐπὶ
πλέον θερμαίνεται· διὸ στένει.
170, 1. 〈οὐρῇ—〉 μαστίεται] ἔχει γὰρ ὑπʼ αὐτῇ κέντρον μέλαν ὡς κεράτιον.
172. γλαυκιόων] ἔμπυρον ὁρῶν, παρὰ τὸ γλαύ〈σ〉σω, ἀφʼ οὗ καὶ
γλαύξ, ὃ μόνον τῶν γαμψωνύχων καὶ σαρκοφάγων οὐ τίκτει τυφλὰ
διὰ τὸ πολὺ πυρῶδες, ὃ περ〈ὶ〉 τοὺς ὀφθαλμοὺς ἔχει, ὃ τμητικὸν-
ὂν διεγείρει τὴν θέαν· διὸ καὶ ἐν ταῖς σκοτομήναις τῶν νυκτῶν ὁρᾷ.
180. ἀθετοῦνται στίχοι ἑπτὰ ὡς καὶ τὴν διάνοιαν ἀπρεπεῖς καἰ
τὴν σύνθεσιν εὐτελεῖς. πῶς γὰρ ὁ τοσοῦτον σπεύδων κατὰ τῶν
ἐχθρῶν ἤμβλυ〈ν〉ται τοσοῦτον; ἢ τάχα ἔντεχνοι οἱ λόγοι· μέγιστον
γὰρ εἰς κατάπληξιν τῶν ὁμοφύλων φεύγων ὁ πρῶτος ὀφθείς, καὶ
στρατηγικὸν τὸ ἀκινδύνως φοβεῖν τοὺς πολεμίους. καὶ καθʼ Ἕκτορος
ἔχει τὴν πᾶσαν ὁρμήν· φησὶ γὰρ “Ἕκτορος ἄντα μάλιστα”
(76). εἰκότως οὖν πρῶτα μὲν ὁρμῇ λέοντος αὐτὸν ἐκδειματοῖ, ὡς
δὲ μένει, λόγοις, σπεύδων ἐπὶ Ἕκτορα. ἄλλως τε κερτομεῖ τὸν
Αἰνείαν ὡς ἐνεδρεύοντα τῇ Πριάμου ἀρχῇ.
ἐλπόμενον—ἀνάξειν] ἐντέχνως τὸ κατόρθωμα ἄξιον βασιλείας ἀποφαίνει.
181. τιμῆς τῆς Πριάμου] λείπει τὸ ἀντί. ἢ ἐν Τρωσὶν ἀνάξειν τῆς τιμῆς Πριάμου.
183. ἀεσίφρων] κοῦφός τὴν φρένα.
188. ἢ οὐ μέμνῃ] ἔθος ἀρχαῖον τὸ ἐξονειδίζειν δειλίαν καὶ ἀχαρι-
βοῶν ἄπο, μοῦνον ἐόντα] ἀναστρεπτέον τὴν ἀπό· τινὲς δὲ τῷ
“σεῦα” (189) συντάσσουσιν αὐτήν. §. Ἀριστοφάνης δὲ γράφει
194. Ζεὺς ἐρ〈ρ〉ύσατο] σώσασθαι αὐτόν φησι τὸν θεόν, ἐπειδὴ ἐν Λυρνη〈σ〉σῷ οὐκ ἔτυχεν ὤν, ὅτε ἐπόρθει αὐτὴν ὁ Ἀχιλλεύς.
195. ἀλλʼ οὐ νῦν σε ῥύεσθαι] ἕως τοῦ “πρίν τι κακὸν παθέειν”
(198) μετηνέχθησαν ἀπὸ τῆς Εὐφόρβου πρὸς Μενέλαον 〈συ〉-
στάσεως (Il. 17. 30—32).
196. ἀλλά σʼ ἔγω γε] ὁρῶν αὐτοῦ τὴν προθυμίαν σημειοῦται τὸν
200. μὴ δή μʼ ἐπέεσσι] ἀποσιωπᾷ τὰ περὶ τῆς ἥττης· ἀπρεπὲς
γὰρ τὸ συνομολογεῖν πρὸς τὸν πολέμιον. ἐν δὲ τῷ πρὸς τὸν Ἀπόλ-
λωνα λόγῳ εὐπρεπέστερον αὐτὰ ἀνωμολόγησεν (90).
202. ἠμὲν κερτομίας] “κερτομίας” τοὺς σαρκασμούς, σὓς εἶπεν
γενέσεως τυγχάνει.
αἴσυλα] τὰς παρὰ τὸ καθῆκον λεγομένας ἀπειλάς.
204. ʼπρόκλυτʼ ἀκούοντες] προκλυόμενα καὶ προηκουσμένα.
205—9. ἀθετοῦνται στίχοι έ, ἀκαίρως περὶ τοῦ γένους παλιλ-
210. ἕτεροι—φίλον παῖδα κλαύσονται] διὰ τὸ πρὸς δύο εἶναι
211. σήμερον] ἑκατέροις δύναται προσδίδοσθαι τὸ “σήμερον·”
213. εἰ δὲ θέλεις καὶ ταῦτα δαήμεναι] ἔοικε λέγειν ὡς τὸ κατὰ
μητέρα μὲν γένος τοιοῦτον, εἰ δὲ καὶ τὸ κατὰ πατέρα θέλεις, πολλοῖς
ὃν γνώριμον, ἄκουε.
ἄλλως: εἰ δʼ ἐθέλεις καὶ ταῦτα] παρῆκται ἡ ὁμιλία κατʼ αἴτησιν
(Od. 15. 225) καὶ ἐν τῇ Νεκυίᾳ μυρία ὅσα, καίτοι οὐχ ὑποσχόμενος
γενεαλογίας γράφειν.
*δαήμεναι] ἀντὶ τοῦ δάηθι.
215. Δάρδανον αὖ πρῶτον] οὐ ψιλὸν παντάπασι ποιεῖται τὸν κατάλογον, προστίθησι δέ τι δόξης χάριν.
216. Δαρδανίη〈ν〉] ἐν τῇ Ἴδῃ· ἑτέρα δὲ τῆς Ἰλίου Δαρδανία.
ὥσπερ καὶ ἡ Φρυγία· οἱ δὲ νεώτεροι συγχέουσιν. §. διὰ γὰρ τὰς
219. Δάρδανος] υἱὸς Ἠλέκτρας τῆς Ἀτλαντίδος καὶ Διός·
οὗτος ᾤκει ἐν Σαμορθᾴκῃ· τοῦ δὲ κατακλυσμοῦ συμβάντος ἀσκὸν
κατασκευάσας καὶ ὑποδὺς εἰς αὐτὸν ἐφέρετο τοῖς ὕδασιν· προσο-
κείλας δὲ τῇ Ἴδῃ τὴν Δαρδανίαν ἔκτισεν.
221. ἵπποι—βουκολέοντο] καὶ Εὐριπίδης (Phoen. 28) “ἱππο-
ἕλος κάτα βουκολέοντο] ἥδονται τοῖς ἕλεσιν καὶ τοῖς θολεροῖς τῶν ὑδάτων αἱ ἵπποι, καί ἐστι φιλόλουτρον τὸ ζῷον· διὸ καὶ τοῦ ποταμίου ἵππου ἡ φύσις οὕτω συνέστηκεν (Aristot. H. A. VIII p. 605a 13).
223. τάων καὶ Βορέης] ἄδηλον μὴ τῶν πώλων ἠράσθη. φησὶ δὲ
Ἀριστοτέλης (H. A. VI p. 572a 8) ὁρμητικωτάτην εἶναι τὴν ἵππον
πρὸς συνδυασμὸν καὶ ἐξανεμουμένην πρὸς ἄρκτον ἢ πρὸς νότον τίκτειν.
ἄλλως: τάων καὶ Βορέης] λείπει τὸ τινῶν ‘τούτων τινῶν·ʼ οὐ γὰρ πασῶν ἠράσθη.
224. παρελέξατο κυανοχαίτης] καταχρηστικῶς, ἀντὶ τοῦ ἐπεβή- σατο· καὶ πρὸς τὴν φύσιν τοῦ θεοῦ ὑπήντησεν.
ἄλλως: παρελέξατο] γράφεται “ἵππῳ δʼ εἰσάμενος ἐμίγη φιλό- τητι καὶ εὐνῇ.”
227. ἀνθερίκων] ὑπερβολικῶς εἶπεν· ἔστι δὲ ἀνθέρικος τοῦ ἀσφο-
δέλου καυλός. οἳ δὲ τοὺς ἀθέρας τοῦ σίτου φασίν, ὡς καὶ Ἡσίοδος
228. ἀλλʼ ὅτε δὴ σκιρτῷεν] αἱ Ἀριστάρχου “ἀλλʼ ὅτε δέ·” αἱ
229. ῥηγμῖνος] τῆς ἐπιφανείας· “ὑμεῖς μὲν κώπῃσιν ἁλὸς
231. τρεῖς παῖδες] Τρωὸς καὶ Καλλιρόης τῆς Σκαμάνδρου, ὡς
Ἑλ〈λ〉άνικος.
233. ὃς δὴ κάλλιστος] ἔσχατον αὐτὸν ὀνομάσας πάλιν ἀνέλαβεν,
234. τὸν καὶ ἀνηρείψαντο] ὑφ᾿ ἓν τὸ “ἀνηρείψαντο.” τινὲς δὲ
ὅσον ἕνεκα τοῦ κάλλους καὶ ἀνηρείψαντο ἂν οἱ θεοί,ʼ δηλονότι εἰ μὴ
ἐτεθνήκει. καὶ γὰρ οὐδέποτε, φασί, παρὰ τῷ ποιητῇ εἰσάγεται
οἰνοχοεύων ὁ Γανυμήδης. ἀλλὰ πρὸς τοῦτο λεκτέον, πρῶτον μὲν ὡς
οὐδέποτε χωρὶς τοῦ αν ὁ ποιητὴς λέγει τὸ “ἠρείψαντο·” ἔπειτα
ἐν ἑτέροις λέγει “δῶχʼ υἷος ποινὴν Γανυμήδεος” (Il. 5. 266). τὸ
δὲ πάντων μεῖζον, ὁ “καί” συμπλεκτικὸς ἐπιζητεῖ πράγματα ἃ
συμπλέκει, ὁ δὲ “ἄν” ἀναιρετικός ἐστι τῶν προϋπαρχόντων· πῶς
οὖν δύναται συνταχθῆναι ὁ “ἄν” τῷ “καί”; εἰ δέ φασιν, ὡς οὐ φαί-
νεται διακονούμενος τοῖς θεοῖς, ἴστωσαν ὅτι δύο συμπόσια παρεισά-
γονται τῶν θεῶν τῷ ποιητῇ καὶ ἐν μὲν τῷ πρώτῳ γέλωτος ἔνεκεν Ἥφαι-
στος (Il. 1. 598) οἰνοχοεῖ, ἐν δὲ τῷ ἑτέρῳ Ἥβη (Il. 4. 2)· παρεῖναι
γὰρ αὐτὸν οὐκ εἰκὸς εἰς καταστροφὴν Ἰλίου βουλευομένοις θεοῖς.
ἀνηρείψαντο θεοί] Μνασέας μέν φησιν ὑπὸ Ταντάλου ἡρπάσθαι καὶ
ὅθεν ἡρπάσθη Ἁρπάγια καλεῖται· οἱ δὲ Μίνωος ἀξιοῦντος μιγῆναι
κατακρημνίσαι ἑαυτόν, τὸν δὲ θάψαι καὶ πλάσασθαι τῷ πατρὶ ὡς
θύελλα καὶ νέφος ἥρπασεν αὐτὸν εἰς οὐρανόν· οἳ δὲ μετὰ κυνηγεσίαν
ἀφυπνώσαντα διασπαραχθῆναι ὑπὸ θηρῶν, οἳ δὲ κεραυνωθῆναι· ἤρξατο
λάου” (Od. 15. 141)· ἴσως οὖν νέου ἀποθανόντος αὐτοῦ ἐπλάσαντο·
καὶ ὁ ποιητὴς δὲ τὸ ἀλαζονικὸν τῶν βαρβάρων εἰδὼς οὐχ ἀφʼ ἑαυτοῦ
τὸν μῦθον εἶπεν, ἀλλʼ Ἥβην φησὶν οἰνοχοεῖν (Il. 4. 2).
235. κάλλεος εἵνεκα οἷο] ἀνηρείψαντο κάλλεος εἵνεκα οἷο· 〈ἢ〉 ἵνʼ ἀθανάτοισι μετείη κάλλεος εἵνεκα οἷο.
236. Ἶλος δʼ αὖ τέκεθʼ υἱόν] ἐξ Εὐρυδίκης τῆς Ἀδράστου.
τέκεθʼ υἱόν] ἐκ Βατ〈ε〉ίας τῆς Τεύκρου, ὡς Ἐ〈λ〉λάνικος.
237. Τιθωνὸν τέκετο] ἐκ Στρυμοῦς τῆς Σκαμάνδρου.
239. * Ἀγχίσην] ἐξ Ἐρυθ〈ε〉ίας τῆς Ἴλου.
240. Πρίαμος δʼ ἔτεχ᾿ Ἕκτορα] ἀπὸ τοῦ ἀρίστου τῶν Πρια-
μιδῶν ἠρκέσθη τὸ σύμπαν δηλῶσαι γένος.
242. Ζεὺς δʼ ἀρετήν] “ἀρετήν” τὴν ἀνδρ〈ε〉ίαν—τοῦτο δὲ διὰ τὸν ὀνειδισμὸν τῆς φυγῆς, ὡς Ἕκτωρ ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ” (Il. 17. 177)—ἢ τὴν βασιλικὴν δόξαν. φησὶν οὖν, ὅτι νῦν μὲν οὗτοι ἔχουσιν, ἴσως δὲ καὶ ἡμεῖς σχήσομεν.
246. ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι] τεχνικῶς οὐκ ἀπολογεῖται μὲν περὶ τῆς φυγῆς, διασύρει δὲ τὸ ὀνειδίζειν.
247. ἑκατόζυγος] ἤδη οὖν καὶ ἐπὶ τῶν Τρωικῶν τηλικαῦται νῆες· ἢ τὴν πολύκωπόν φησιν.
248. στρεπτὴ δὲ γλῶσσα] ταχεῖα ἡ ἀντιστροφή.
249. πολὺς νομός] “νομός,” ὥστε πολλὰ νεμεθῆναι καὶ ἐπι- δραμεῖν καὶ ψέξαι καὶ ἐπαινέσαι· πρῶτος γὰρ τῶν Ἀκαδημαϊκῶν οἶδε τὸν εἰς ἑκάτερα λόγον.
ἄλλως: πολὺς νομός] τινὲς “νόμος·” κάλλιον δὲ ὀξύνειν, παντα- χόθεν τοῦ λόγου ἰόντος καὶ νεμομένου.
250. ὁπ〈π〉οῖόν κʼ εἴπῃσθα ἔπος] καθολικὸς ὁ λόγος ἀμοιβὴν δεικνὺς φαύλων τε καὶ χρηστῶν λόγων· ὃν Ἡσίοδος ἐμέρισεν, “εἰ δὲ κακὸν εἴπεις” (Opp. 721).
251. τίη ἔριδας] ὁ “η” τῷ μὲν “τί” ὑποτασσόμενος ὀξύνεται, τῷ δʼ “ἐπεί” περισπᾶται.
252. ὥς τε γυναῖκας] φησὶ γὰρ Ἀριστοτέλης (H. A. 608b 10)
253. αἵ τε χολωσάμεναι ἔριδος περί] περὶ ἔριδος εἰς χόλον
ἀχθεῖσαι. τοῦτο ἐπὶ βαρβάρων γυναικῶν.
255. πόλλʼ ἔτεά τε καὶ οὐκί] “πολλά τʼ ἐόντα καὶ οὐκί” οὕτως
259. ἐν δινῷ σάκει] τῷ δινωτῷ· “δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ
ἀραρυῖαν” (Il. 13. 407)· καὶ ἔστι τὸ μὲν “δινῷ” διὰ τοῦ ῑ, τὸ δὲ
“σάκει” κανὰ διαίρεσιν τρισυλλάβως, τὸ δὲ “ἔλασε” διά τοῦ ε.
*δεῖν] δινῷ” τῷ δινωτῷ.
265. ῥηίδια] δυνατά. “ἔνθ᾿ οὔ κεν ῥέα ἵππος” (Il. 12. 58)·
τὰ Ἀχιλλέως ὑπὸ Ἰδομενέως βάλλεται — “ἐν καυλῷ δʼ ἐάγη
δόλιχον δόρυ” (Il. 17. 607)—καὶ αὐτὸς ὑπὸ Ἀστεροπαίου, “οὐδὲ
διαπρό” δυνήσατο (Il. 21. 164) Ἄρης τε τιτρώσκεται “νείατον ἐς
κενεῶνα (Il. 5. 857) καὶ Ἀρηίθοος, “ἅ οἱ πόρε χάλκεος Ἄρης”
(Il. 7. 146). καὶ Διομήδης (Il. 5. 99 conl. 8. 195)· καὶ νῦν δύο γε
πτύχες. φησὶν οὖν, ὅτι τρωτὰ μέν, “οὐ ῥηίδια” δέ. ἡ δὲ κνημίς
(Il. 21. 594), ὡς περιφερὴς καὶ εὐόλισθος, οὐ βέβληται· οἱ δὲ τὸ
“ἔλασ〈σ〉ε” (269) συνέκρουσεν, ὡς μὴ τὰς πτύχας πάσας δυνηθέντος
συγκροῦσαι τοῦ πολεμίου.
266. οὐδʼ ὑποείκειν] οὐχ ὅσον τρωθῆναι, ἀλλʼ οὐδʼ ἐνδοῦναι πρὸς
τὰ ἑξῆς ἀθετούμενα (269–72).
267. οὐδὲ τότʼ Αἰνείαο] οὐκ ἀρκεῖ τὸ “ἄτρωτα ἦν,ʼ ἀλλʼ “οὐδ᾿ Αἰνείας ἔτρωσεν αὐτά” φησιν.
269—72. ἀλλὰ δύω μὲν ἔλασ〈σ〉ε—] οὗτοι καὶ προηθετοῦντο
ἔλασ〈σ〉ε διὰ πτύχας] ἔπληξε· “πολέες γὰρ ἐπʼ αὐτῷ χαλκὸν ἔλασ〈σ〉αν” (Il. 24. 421).
270. ἐπεὶ πέντε πτύχας] φησὶν ὁ Αὐτόχθων πρώτην εἶναι τὴν
271. τὰς δύο χαλκείας] μέσην νομιστέον τὴν χρυσῆν· ἁπαλώ-
τερος γὰρ ὢν ὁ χρυσὸς ἐκλελυμένον τὸ δόρυ μετὰ τὴν τῶν χαλκῶν
βίαν εὐχερῶς ὑποδέξεται. ὅτι 〈γὰρ〉 οὐκ ἦν ἐν τῇ ἐπιφανείᾳ τῆς
ἀσπίδος ὁ χρυσός, δηλοὶ διʼ ὧν φησι τεχνώμενον Ἥφαιστον τὴν
ἀσπίδα τὸ μὲν τορεύειν ἐκ χαλκοῦ τὸ δὲ ἐκ κασσιτέρου, μηδέποτε
δὲ ἐκ χαλκοῦ, 〈τοιούτου〉 τοῦ ἐδάφους ὑπόντος· τινὲς δέ φασι πρώτην
εἶναι τὴν χαλκῆν, δευτέραν δὲ τὴν κασσιτερίνην, τρίτην τὴν χρυσῆν,
τετάρτην κασσιτερίνην, πέμπτην χαλκῆν.
272. τὴν δὲ μίαν χρυσῆν] ὅτι μὲν ἐν τῇ ἐπιφανείᾳ ἡ χρυσῆ, δῆλον
ἐξ ὗν φησι “χρυσείη περ ἐοῦσα” (Il. 18. 549) καὶ οὐκ ἂν τὴν καλ-
λιστεύουσαν ἀπέκρυψεν· τὸ δὲ “ἔσχετο” τῆς ὁρμῆς ἐπαύσατο·
οὐχ ὅτι οὐκ ἔτρωσεν, ἀλλʼ ὅτι τὸ πλατὺ τῆς ἐπιδορατίδος οὐ διῆλθεν
ἀλλʼ ἐνεσχέθη κατὰ τὸ μέρος τοῦτο ἐν τῷ χρυσῷ. τοῦ 〈γὰρ〉 δόρατος
ἡ μὲν ἀκμὴ τιτρώσκει, τὸ δὲ πλάτος τέμνει. τὴν μὲν οὖν ἐκ τῆς
ἀκμῆς νύξιν ἐδέξατο ὁ χρυσὸς καὶ διὰ τοῦτο καὶ 〈ὁ〉 ὑποκείμενος
χαλκός, τὴν δὲ ἐκ τοῦ πλάτους τομὴν οὐκέτι παρεδέξατο ὁ χρυσός·
οὐκοῦν ἡ πρὸς τὸ πλάτος τοῦ σιδήρου ἀντίβασις τῆς χρυσῆς
ἐπέσχε τὴν διʼ ὅλου διακοπὴν τῆς ἀσπίδος.
273. δεύτερος αὖτʼ Ἀχιλεύς] Ζηνόδοτος “δεύτερον αὖτʼ Ἀχι- λεὺς μελίην ἰθυπτίωνα ἀσπίδα νύξʼ εὔχχαλκον ἀμύμονος Αἰνείαο,” ὥστε ἐκ χειρὸς τετρῶσθαι ἀλλὰ μὴ βεβλῆσθαι.
275. ἄντυγʼ ὑπὸ πρώτην] τὴν ἄκραν, ὡς τὸ “ἐν πρώτῳ ῥυμῷ”
277. λάκε] διεκόπη, ὡς καὶ ἐν τοῖς ἱματίοις λακίδας λέγουσι τὰς διακοπάς.
279. * σαφῶς παρίστησιν, ὅτι βέβληται.
283. * ἄγχι πάγη] τὸ “ἄγχι” παγῆναι οὐκ ἄλλως ἐστὶν ἢ ἐκ προέσεως.
284. ἐπόρουσε] καὶ τοῦτο σημεῖόν ἐστι τοῦ ἠκοντικέναι τὸ δόρυ.
288. ἔνθα κεν Αἰνείας] πάντα ἤρτηται ἕως τοῦ “εἰ μὴ ἄρʼ ὀξὺ
289. ἢ κόρυθʼ ἠὲ σάκος, 〈τό οἱ ἤρκεσε〉] ἢ τὸ σάκος, ἢ αὐτὸ
βληθέντα ὄλελθρον ἐπάξειν τῷ Ἀχιλλεῖ· ἰσχυρὰ γὰρ ἤσαν.
290. σχεδὸν ἄορι] ἀντὶ τοῦ ἐγγύς, καὶ οὐχ ὡς ἡμεῖς. §. πρὸς τὸ σχῆμα, “τὸν δὲ—τὴν ψυχὴν ἀφείλετο.ʼ
291. Ποσειδάων] πῶς ἡ Ἀφροδίτη τὸν υἱὸν οὐ σῴζει; δέδιεν
292. αὐτίκ〈α δʼ〉 ἀθανάτοισι] ἅμα τῷ διανοήματι δεῖ νοῆσαι
293. ἡ μοι ἄχος—Αἰνείαο] λείπει ἡ περί, ‘περὶ Αἰνειόυ.ʼ
299. δῶρα θεοῖσι] καὶ ἐν Ὀδυσσεία (1. 66, 7) “ὃς περὶ μὲν νόον
304. Δαρδάνου] προϊστόρησεν ἤδη (215), τίς ὁ Δάρδανος, ἵνα μὴ νῦν ζητῶμεν.
306. ἤχθηρε Κρονίων] διὰ τὴν παράβασιν τῶν ὅρκων.
307. Αἰνείαο βίη] οἳ μὲν διὰ Ῥωμαίους φασίν, ἅπερ εἰδέναι τὸν ποιητὴν ἐκ τῶν Σιβύλλης χρησμῶν, οἳ δὲ ὅτι Αἰολεῖς ἐξέβαλον τοὺς ἀπογόνους Αἰνείου· πταίουσι δὲ ὅσοι φασὶ τοῦτο εἰδυῖαν Ἀφρο- δίτην μηχανήσασθαι τὸν Τρωικὸν πόλεμον.
ἄλλως : Αἰνείαο βίη] τινὲς “Αἰνείω γενεή.”
311. * δὶς περισσεύει ὁ “κέν.”
313. πολεῖς ὠμόσ〈σ〉αμεν ὅρκους] καὶ γάρ φησιν “ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς—καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ—σή θ᾿ ἱερὴ κεφαλὴ καὶ νωίτερον λέχος” (Il. 15. 36–9).
323. ἀσπίδος ἐξέρυσεν] ἀθετοῦσί τινες τοὺς στίχους (322–4) ὡς
325. Αἰνείαν δʼ ἔσ〈σ〉ευεν] πολλή τις ἔμφασις Ποσειδῶνος τὸν
ἥρωα τοσοῦτον διάστημα μετεωρίσαντος.
327. ἀπὸ χειρὸς ὐρούσας] ἄμεινον μὴ ἀναστρέφειν τὴν “ἀπό,” ἵνʼ ᾖ ‘ἀπορούσας.ʼ
329. Καύκωνες] περὶ Παφλαγονίαν φασὶν οἰκεῖν τοὺς Καύκωνας.
καὶ πῶς οὐ συγκατέλεξεν αὐτοὺς ἐν τῷ Καταλόγῳ (cf. Il. 2. 855);
ἢ οὖν ἐπήλυδές εἰσιν ἢ ἐν τοῖς Λέλεξι περιέχονται. τινὲς δὲ καὶ
φέρουσι τὸ “Καύκωνας 〈δʼ〉 αὖτʼ ἦγε Πολυκλέος υἱὸς Ἅμειβος, οἳ
περὶ Παρθένιον ποταμὸν κλυτὰ δώματα ναῖον.”
331. καί μιν φωνήσας] Ζηνόδοτος “καί μιν νεικ〈ε〉ίων.” Ῥιανὸς “τὸν καὶ νεικ〈ε〉ίων προσέφη.”
332. ἀτέοντα] ἀφροντιστοῦντα· Καλλίμαχος “Μουσέων κε〈ι〉νὸς ἀνὴρ ἀτέει” (fr. 537 Schn.).
ἄλλως: ἀτέοντα] ἀφροντιστοῦντα, “ὃ δὲ πρῶτον μὲν ἀτίζων” (166)· ἢ φρενοβλαβοῦντα.
ἄλλως: ἀτέοντα] ὡς νοέοντα· ἔστι γὰρ τῆς πρώτης συζυγίας
τῶν περισπωμένων.
334. ὃς σεῦ ἅμα] ὀρθοτονητέον διὰ τὴν ἀντιδιαστολήν, ὡς ἐν τῷ “ὃς σεῦ ἄνευθεν ἐών” (Il. 2. 27).
* φίλτερος] πολλάκις γὰρ καὶ τοῦ ἰσχυροῦ περιγίνεται ὁ θεοφιλής.
335. ἀλλʼ ἀναχωρῆσαι] οὐ μόνον διασώζει, ἀλλὰ καὶ εἰς τὸ μέλλον ὑποθήκας τῆς σωτηρίας δίδωσιν.
συμβλήσεαι] ἀπροοράτως συμβάλῃς· πρὸς κατάπληξιν τοῦτο· φησὶ γὰρ “Μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον” (Il. 6. 488).
342. μέγα] ἀντὶ τοῦ ἀθρόως.
346. ἐφέηκα] οὐκ εἶπεν ‘ἔνυξα’ ἢ ‘οὔτασα·’ μάχεται οὖν ἡ
357. τοσ〈σ〉ούσ〈δʼ〉 ἀνθρώπους] οἱ περὶ Ἀρίσταρχον ἐν παρολκῇ
362. στιχὸς εἶμι διαμπερές] ἕως τοῦ πέρατος τῆς φάλαγγος.
367. καί κεν ἐγὼν ἐπέεσσι] εἰς τὰ ἔργα κελεύει ἀφορᾶν, οὐκ
370. κολούει] ἀτελὲς ποιεῖ, ὡς τὸ “ἐνικλᾶν, ὅτ〈τ〉ι νοήσω”
372. εἰ πυρὶ χεῖρας ἔοικε] ποικίλον τὸ διανόημα, καὶ πολὺν ἐν
βραχεῖ νοῦν ἔχον καὶ διὰ τῆς ἀναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς
ἀμφοῖν δυνάμεως, πυρὸς μὲν ὀξύτητα, σιδήρου δὲ καρτερίαν παρα-
λαβόν.
376. μηκέτι πάμπαν— προμάχιζε] μὴ προμάχει, ἀλλὰ σὺν τοῖς
ἄλλως: μηκέτι πάμπαν] ταμιεύεται ὁ ποιητὴς τὸ πρόσωπον
378. 〈ἠὲ βάλῃ〉 ἠὲ σχεδὸν ἄορι τύψῃ] ἀντὶ τοῦ “σχέδην”
383. ἐσθλὸν Ὀτρυντείδην] ἔθος μὲν αὐτῷ ποικίλλειν ἐν ταῖς
ἐπιδιηγήσεσι τὸν λόγον, νυνὶ δὲ καιριώτατα χρῆται τῷ τοιούτῳ
εἴδει· μετὰ γὰρ τοσαύτας μάχας καὶ ἀναιρέσεις ἔδει καλλωπίσμασι
χρήσασθαι ἔξωθεν διὰ τὸ προσκορές, ἅμα δὲ καὶ περὶ τοῦ συστῆσαι
τὸν πρῶτον ὑπʼ Ἀχιλλέως ἀνῃρημένον, ὅτι οὐκ ἦν τῶν τυχόντων.
384. * ὃν νύμφη τέκε] ἔν τισι τῶν φαύλων ἀντιγράφων μετὰ τοῦ
τ “τὸν νύμφη τέκε.”
385. Ὕλης ἐν πίονι δήμῳ] Ὕδη διὰ τοῦ δ ἡ τῆς Λυδίας πόλις,
386. τὸν δʼ ἰθὺς μεμαῶτα] σημειοῦνται τινές, ὅτι “εἰς εὐθὺ
387. πᾶσα κεάσθη] “πᾶσα” ἀντὶ τοῦ ὅλη· “πάντα νέκυν
388. δούπησεν] ἐκ τοῦ παρακολουθοῦντος, ἀντὶ τοῦ ἀπέθανεν.
390. ἐνθάδε] δεικτικῶς, ὡς “ἐνθάδε κʼ αὖθι μένων” (Od. 5. 208).
391. ὅθι τοι τέμενος πατρῴιον] κώμη ἐστὶ Λυδίας Ἀλαδα, ἔνθα
φησὶν Ἡροδοτος (? 93). . . . βωμὸν Ἰφιτίωνος καὶ ἄγαλμα λίθινον
Κολοσσικὸν ἠκρωτηριασμένον ἀρχαίῳ τύπῳ εἰργασμένον· καὶ τοὺς
περὶ τὴν λίμνην καλάμους συνδονεῖσθαι εἰλειδίοις, ὥς φησιν “ὅθι
τοι τέμενος πατρῳιόν ἐστιν.”
392. Ὕλλῳ ἐπʼ ἰχθυόεντι] Ὕλλος νῦν Φρύγιος καλεῖται· ἐκ- βάλλει δὲ μεταξὺ Θυατείρων καὶ Σάρδεων.
ἄλλως: Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι] τὸ σχῆμα
394. ἐπὶ σώτροις δατέοντο] ἐναργῶς ἔδειξεν αἰκισμὸν σώματος ὑπὸ τῶν παραθεόντων τροχῶν διαιρουμένου.
395. Δημολέοντα] ἐν ὀλίγοις ὅλα δεδήλωκε, τὸ ὄνομα, τὸν τρόπον,
τὸν πατέρα, τὸν τόπον ἐφʼ ὃν ἡ πληγή, ὅτι ἐπὶ τὴν κεφαλὴν καὶ
ὅτι διὰ τῆς κυνέης, καὶ κατὰ ποῖον μέρος τῆς κεφαλῆς, καὶ μέχρι
ποῦ διῆλθεν. ὅτι “ῥῆξʼ ὀστέον (390).
* Δημολεόντα] Ἀρίσταρχος· 〈τινὲς δὲ〉 “Δηιλέοντα.”
396. ἐσθλὸν ἀλεξητῆρα μάχης] ἓν ἐκ τῶν τριῶν λέξεων ση-
μαίνεται, ἐν πολέμῳ ἀγαθόν· δυνατὸν δὲ καὶ ἐν τῷ “ἐσθλόν” στίζειν.
397. κατὰ κρόταφον] καὶ ἡ περὶ τὰς πληγὰς ποικιλία θαυμασία.
ἄμφω γὰρ κατὰ τῆς κεφαλῆς τέτρωνται· ἀλλʼ ὃ μὲν πρόσω
ἱέμενος κατὰ μέσην τὴν κεφαλὴν πλήσσεται, ὃ δὲ ἤδη παρατρέχων,
ὡς ἔοικε, καὶ εἰς φυγὴν ὁρμώμενος διὰ τοῦ κροτάφου, ὁ δὲ τρίτος
κατὰ τὸ μετάφρενον ἀπεστραμμένος τιτρώσκεται.
403. θυμὸν ἄισθε] ἀπέπνεεν.
404. ἤρυγεν ἑλκόμενος] Νηλεύς, φασίν, ἐ. Μιλήτῳ ἱερὸν Πο-
σειδῶνος Ἑλικωνίου ἱδρύσατο κατὰ μίμησιν τοῦ ἐν Ἑλίκῃ τῆς
Ἀχαΐας. σύνηθες δὲ τοῖς αὐτόσε καθʼ ἕκαστον ἔτος ἐπιτελεῖν τὰς
ἄλλως: ἤρυγεν] εἰκότως ἀνερυγγάνων τὸ αἷμα καὶ ὀξέως ἀπο-
θνήσκει· τὴν γὰρ τραχεῖαν ἀρτηρίαν διεκόπη 〈καὶ〉 τὸν στόμαχον
διήρηται, ὅ ἐστι τὸν οἰσοφάγον, καὶ μέχρι τοῦ θυμοῦ φθάνει τὸ
δόρυ. θυμὸς δέ ἐστιν ὑμὴν μεταξὺ τῶν κλειδῶν κείμενος πρὸς τὸ μὴ
πλήττεσθαι ὑπὸ τοῦ ὀστοῦ τὴν τραχεῖαν ἀρτηρίαν.
Ἑλικώνιον] Αἰολεῖς παρὰ τὰς γενικὰς τῶν πρωτοτύπων ποιοῦσι
κτητικοὺς τύπους, ἑτέρων ἑτερώνιος, ἄλ〈λ〉ων ἀλ〈λ〉ώνιος, ἐτυμώ-
νιος, ἀνεμώνιος καὶ διὰ τὴν εὐφωνίαν ἀνεμώλιος, Ἑλικῶν Ἑλικώνιος·
φησὶν οὖν τὸν ἐν Ἑλίκῃ τῆς Ἀχαίας τιμώμενον. τὰ δὲ διὰ τοῦ ιος,
εἰ μὲν τὸ πρωτότυπον εἰς ος, διὰ τοῦ ησιος, Ἰθακήσιος ἀπὸ τοῦ
Ἴθακος, Ὀχήσιος, βροτήσιος, ἐτήσιος, μεθοδήσιος, εἰ δὲ τρέποιτο τὸ
η τοῦ πρωτοτύπου εἰς ᾱ παρὰ Δωριεῦσι, διὰ τοῦ ᾱ, Πρυμνάσιον,
Κορυφάσιον. οὕτως ἔχει καὶ τὸ κοράσιον, ὃ μᾶλλόν ἐστι Μακεδονικόν.
406. ὣς ἄρα—ἐρυγόντα] πρὸς τὴν ἐπανάληψιν τοῦ “ἤρυγεν” (404) τὸ σημεῖον.
ἐρυγόντα] παροξυτονητέον τὴν μετοχήν· β´ γάρ ἐστιν ἀόριστος,
ὡς ἐδήλωσε τὸ “ἤρυγεν ἑλκόμενος” (404).
410. πόδεσ〈σ〉ι δὲ πάντας ἐνίκα] τοὺς νόθους· ὁ γὰρ Πολίτης
411. ποδῶν ἀρετὴν ἀναφαίνων] τὸ πλεονέκτημά φησιν ἀνέπεισεν
αὐτὸν ἀντιστῆναι Ἀχιλλεῖ ἐλπίσαντα ταχέως ἀναφεύξεσθαι.
414. νῶτα παραΐσσοντος] παρακλίνοντος τὰ νῶτα.
〈παρ〉αΐσσοντα] σύντομος ὁ λόγος τοῦ πρὸς τιμωρίαν σπεύδοντος, καίτοι πρὸς Αἰνείαν πλείους ἀποτέταται λόγους.
ὅθι ζωστῆρος ὀχῆες] ἢ διʼ ὅλου κρίκοις συνέχεσθαι τὸν ζωστῆρα
πρὸς τὸν θώρακα νοητέον, ἢ καθʼ ὑπερβατὸν ἐκδεκτέον, “ἀντικρὺ δὲ
διέσχε παρʼ ὀμφαλόν, ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον.ʼ
415. καὶ διπλόος ἤντετο θώρηξ] ὅτι διπλοῖ οἱ θώρακες κατὰ τὸν
418. προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς] προσέλαβεν ἑαυτοῦ τὰ ἔντερα ἀποκυλισθείς.
ἄλλως: προτὶ οἷ] περισπαστέον τὴν “οἷ·” ἔστι γὰρ πρὸς ἑαυτόν.
422. ἀλλʼ ἀντίος ἦλθε] ὁ γὰρ ἔλεος ἀμελεῖν αὐτὸν τῆς ψυχῆς
τε καὶ τῆς ἐντολῆς Ἀπόλλωνος ποιεῖ.
424. ἀνέπαλτο] ἐδήλωσεν ὑπὸ τῆς ἡδονῆς ἑαυτοῦ μείζω γενό- μενον.
425. ἐσεμάσ〈σ〉ατο θυμόν] ἥψατο τῆς ψυχῆς, ἢ ἐκηλίδωσεν.
427. *ἀνὰ πτολέμοιο γεφύρας] ἐν τοῖς μεταξὺ τῶν στάσεων
διαστήμασιν.
434. σὺ μὲν ἐσθλός] εἰρωνεία· προείρηται “τὸν δʼ οὐ ταρβήσας”
435. θεῶν ἐν γούνασι κεῖται] ἱκεσίαις ἢ λιταῖς ἢ κόλποις.
436. χειρότερος] χέρ〈ε〉ιος χερ〈ε〉ιότερος, συγκοπῇ καὶ πλεο-
νασμῷ χειρότερος.
437. καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν] “πάροιθεν” ὅτε τὸν Πάτρο- κλον ἀνῄρηκεν (Il. 16. 820).
ὀξὺ πάροιθεν] συναπτέον τὸ ὀξὺ πάροιθεν·” δηλοῖ γὰρ τὸ ‘ὠξυμμένον κατὰ τὸ ἔμπροσθεν.’
439. νοιῇ] ἐπὶ τὸ “πνοιῇ” βραχὺ διασταλτέον πρὸς τὸ σαφέ- στερον.
ἄλλως: πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπεν] καταγέλαστα ταῦτα, ὥς φησιν Πρακλέων.
440. ψύξασα] τῇ κινήσει τῆς χειρὸς 〈ἡρέμα ἐξανεμίσασα〉
“ψύχεος ἱμείρων κατελέξατο” (Od. 10. 155).
ἄλλως: ψύξασα] πνεύσασα, φυσήσασα.
451. μέλλεις εὔχεσθαι, ἰὼν ἐς δοῦπον ἀκόντων] ᾧ ἔοικας εὔ- χεσθαι παραγενόμενος εἰς τὰς μάχας.
452. ἡ θῆν σʼ ἐξανύω] καὶ τῆς νῦν ἀποτυχίας εἰς θεοὺς ἀνήγαγε
τὴν αἰτίαν καὶ τῆς αὖθις ἐπιτυχίας.
ἄλλως: θῆν] περισπαστέον τὸν “η” ἔστι γὰρ βεβαιωτικός.
454. νῦν δʼ ἄλλους] ὡς πρόσθεν ἀποτυχῶν τοῦ Αἰνείου εἰς τὸ
*ἐπιείσομαι] ἐπιπορεύσομαι.
456. ὃ δὲ τὸν μὲν ἔασε] ἐπιτρέχει τὸν τῶν βαρβάρων θάνατον,
ἐπὶ τῇ εὐχερείᾳ καὶ ὀξύτητι τοῦ Ἀχιλλέως ταχύνας τὸν λόγον.
460. Λαόγονον καὶ Δάρδανον] παρέλιπε τούτων τὰς πληγάς,
462. τὸν μὲν δουρὶ βαλών] εἰκότως τὸν πρῶτον διὰ βολῆς
τὸ〈ν) δὲ σχεδὸν—τύψας] σχέδην παίσας· ἀντέθηκε δὲ τὸ
463—9· ὃ μὲν ἀντίος ἤλυθε] παραλλάσσων τὸ ὁμοειδὲς ἐποίησέ
τέον ἀπὸ τοῦ “σχεδὸν ἄορι τύψας” (462).
464. εἴ πως εὑ πεφίδοιτο] ἡ μὲν “εὗ” ἐγκλίνεται, τὸ δὲ “κῶς”
(Od. 16. 143). οὕτως οὖν καὶ τὸ “εἴ πως εὑ” οὐκ ἀναγκαστικὴν
ἔξει τὴν ἐπὶ τοῦ χνς ὀξεῖαν· ὁ μέντοι Ἀρίσταρχος γενόμενος
κατʼ αὐτὴν τὴν προσῳδίαν τοῦτο μόνον ἀπεφήνατο· ἐγκλίνειν δεῖ τῷ
τόνῳ καὶ δασύνειν τὴν τρίτην συλλαβήν· δηλοῖ γὰρ ‘εἴ πως αὑτοῦ.’
467. οὐ γάρ τοι γλυκύθυμος] οὐκ ἀνειμένος τῷ θυμῷ καὶ ἠπιό-
φρῶν, ἀλλʼ ἐκ τοῦ ἐναντίου σκληρὸς καὶ χαλεπός.
οὐ γάρ τοι γλυκύθυμος ἀνὴρ—οὐδ᾿ ἀγανόφρων] ὁ μὲν γὰρ ὡς
καλεῖ, ὡς τὸ “ἀεικέα μήδετο ἔργα” (Il. 22. 395).
γλυκύθυμος] γλυκὺ τὸ ἀνειμένον· “σπεῦδε μὴ γλυκὺς γένῃ.”
470. ἧπαρ ὄλισθεν] ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος· αἱμορ-
μέλαν αἷμα κατʼ αὐτοῦ] τὸ μέλαν αἷμα κατὰ τοῦ ἥπατος ἐκ- κρουνίζον τὸν τοῦ χιτῶνος κόλπον ἐνεφύσησεν· διὰ οὖν τοῦ ρ τὸ “ἐνέ- πρησε” (471) γραπτέον.
473. δουρὶ κατʼ οὖ〈α〉ς] ὅρα, ὅσαι πληγαὶ κατὰ τῆς κεφαλῆς ἠνέχθησαν· ἣ μὲν “μέ〈σ〉σην κακ κεφαλήν” (387, 475), ἣ δὲ “κατὰ κρόταφον” (397)· οὗτος δὲ διὰ τοῦ ὠτός.
ἄλλως: δουρί] σπεύδων οὐκ εἶπεν οὐδὲ ὅπως τὸ ξίφος ἀπέθετο.
476. ὑπεθερμάνθη ξίφος] δαιμονίως τὸ βάθος τῆς πληγῆς 〈παρ-
έδειξεν〉.
478. ξυνέχουσι τένοντες] “τένοντες” τὰ συντείνοντα τὰς συνα- φὰς τῶν νεύρων.
τένοντες] “τένοντες” εἰσὶν αἱ ἀπονευρώσεις τῶν μυῶν, διʼ ὧν γίνονται ἐκτάσεις καὶ κάμψεις.
481. πρόσθ᾿ ὁρόων] Ζηνόδοτος χωρὶς τοῦ θ “πρόσʼ ὁρόων.”
483. σφονδυλίων] τινὲς εὐθεῖαν λαμβάνουσι τὸ “σφονδυλίων.”
484. Πείρεω υἱόν] ὡς Μενέλεω· ἡ γὰρ εὐθεῖά ἐστι Πείρεως, ὅπερ ἐν ἄλλοις Πείροος (Il. 2. 844) λέγεται καὶ Πείρως(Il. 4. 520). ὁ δὲ Ζηνόδοτος “Πειρέως” γράφει ἀπὸ τῆς Πειρεὺς εὐθείας.
485. Ῥίγμονʼ] ἀπὸ τοῦ ῥηγμός Αἰολικῶς αὐτό〈ν〉 φασιν εἰρῆσθαι “Ῥῆγμον·” καὶ γὰρ τὸ〈ν〉 ῥηγνύμενόν φασιν· ἔνιοι δὲ “Ῥίγμονα” λέγουσιν εἶναι τὸ τέλειον.
ἄλλως: Ῥίγμονα] τινὲς ἀπʼ εὐθείας τῆς Ῥίγμων.
486. μέσ〈σ〉ον ἄκοντι] “ἄκοντι” καταχρηστικῶς τῇ μελίᾳ, εἰ μὴ
καὶ ἄλλο ἔτυχεν ἔχων δόρυ.
490. ὡς δʼ ἀναμαιμάει] οὗτός ἐστι περὶ οὗ φησιν “εἰ—χεῖρας
ἔοικε” (372). §. πολλάκις δὲ χρησάμενος τῇ ἀπὸ τοῦ πυρὸς παρα-
βέβληται. ἢ τε γὰρ προθυμία τοῦ Ἀχιλλέως ὁμοία τῇ τοῦ πυρὸς
ὁρμῇ καὶ τὸ πλῆθος τῶν ἀναιρουμένων ὅμοιον τῷ τῆς ὕλης βάθει
ἀναμαιμάει] μετʼ ἐνθουσιασμοῦ ἀναβάλλει τὴν κίνησιν.
491. * ἀζαλέοιο] ξηρὰν ἔχοντος ὕλην.
494. ῥέε δʼ αἵματι γαῖα] ἡ γῆ ὑπὸ τοῦ αἵματος ἐρρεῖτο.
405. ὡς δʼ ὅτε τις ζεύξῃ] ὅλον ὅλῳ παραβέβληται.
497. βοῶν ὑπὸ ποσ〈σ〉ί] οὐκ ἀναστρεπτέον τὴν “ὑκέ·” ἔστι γὰρ
502. κῦδος ἀρέσθαι] “κῦδος” ἤτοι τὸ ἐκ τῆς ἀναιρέσεως Ἕκ-
τορος, 〈ἢ〉 καὶ τὸ ἐκ τοῦ συνειλῆσαι τοὺς πολεμίους εἰς τὸ ἄστυ.
1. πόρον ἷξον] τὸν πορευτὸν αὐτοῦ τόπον, οἳ δὲ τὸν ῥοῦν, οἱ δὲ πόρον
εὐρέης εὐρέ〈ε〉ος, καὶ κράσει.
2. Ξάνθου δινήεντος] “Ξάνθος” ὅτι ξανθὰς ποιεῖ τὰς τρίχας,
ὃν ἀθάνατος τέκετο Ζεύς] πῶς ὕστερον μέν φησιν ἐπὶ τοῦ
Ξάνθον γενεαλογεῖ: ῥητέον δὲ ὅτι τοῦ μὲν θεοῦ πατὴρ ὁ Ζεύς, τοῦ
δὲ ῥεύματος χορηγὸς ὁ Ὠκεανός· “ἐξ οὗ περ πάντες ποταμοί”
(196)· “πατὴρ ἀνδρῶν τε θεῶν τε.” διὰ δὲ τὸ πλέον χειμάρρουν
εἶναι τὸν Ξάνθον Διὸς αὐτόν φησιν· φησὶ γοῦν “ὀρόθυνον ἐναύλους”
(312)· “ὅν ῥα τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα” (283).
ἄλλως: ὃν ἀθάνατος τέκετο Ζεύς] ὡς “υἱὸς Πειριθόοιο, τὸν
3. ἔνθα διατμήξας] θαυμαστήν τινα τὴν φαντασίαν ὑποτίθεται,
αὐτὸν τάξεων εἶναι ἀπονειμάμενον αὐτῶν τὴν ἑτέραν μοῖραν.
5. ἤματι τῷ προτέρῳ, ὅτʼ ἐμαίνετο] τὸ τῆς νεμέσεως ἔδειξεν, ὅτι, διʼ ἧς ἐδίωκον Τρῶες, ταύτῃ διώκονται· καὶ ὅ φησιν “ὁμοιίου πτολέμοιο,” τοῦτο νῦν καὶ τόπῳ δείκνυσιν ἐμφανῶς.
ὅτʼ ἐμαίνετο φαίδιμος Ἕκτωρ] τοῦτο ἄν τις σημειώσαιτο πρὸς τὸ
“τινάσσετο μαινομένοιο” (Il. 15. 609)· τινὲς γὰρ γράφουσι
“μαρνμένοιο.”
ἐμαίνετο] ἐνθουσιωδῶς ἐμάχετο. διὸ οὐκ εἶπεν ‘ὅτ’ ἐμάρνατο.ʼ
6. προχέοντο] ὡς ἐπὶ τῶν προβάτων “ἐπʼ ἀλλήλῃσι κέχυνται” (Il.
141). §. εἰ δὲ Ἥρα ὁ ἀὴρ κατὰ τοὺς φυσικούς, πῶς τοῖς μὲν
ἐπιχεῖται, τοῖς δὲ οὔ; ἀλλὰ καὶ Ἀθηνᾶ “ἀχλὺν θεσπεσίην κατέ-
χευε” (Od. 7. 41, 2) τῷ Ὀδυσσεῖ, καὶ Ποσειδῶν τῲ Ἀχιλλεῖ ἀχλὺν
ἐπέχει (Il. 20. 321)· ὥστε οὖν ἐκπεσόντας τῆς πόλεως ἐμπεσεῖν τῷ
ποταμῷ, τοῦτο ποιεῖ ἡ Ἥρα.
πεφυζότες] δειλιῶντες· “θεσπεσίη ἔχε φύζα (Il. 9. 2), ἀντὶ τοῦ δειλία.
7. πίτνα] ἐξέτεινε, ʼπιτνὰς εἰς ἐμὲ χεῖρας” (Od. 11. 392).
3. * εἰλεῦντο] συνωθοῦντο.
9. ἐν δʼ ἔπεσον] οὐκ εἶπεν ἐνέβησαν, ἀλλ᾿ “ἐνέπεσον” τὸ ἀκού- σιον τῆς φυγῆς θέλων σημᾶναι.
πατάγῳ] πάταγος ψόφος ἐκ τριῶν μιγνύμενος, ὅπλων, βοῆς,
ὕδατος. καὶ Θουκυδίδης (7. 84) “〈ὡς δὲ γίγνονται〉 ἐπὶ αὐτῷ,
ἐμπίπτουσιν οὐδενὶ κκόσμῳ.”
ἄλλως: πατάγῳ—βράχε—ἴαχον—ἀλαλητῷ] πάντα ταῦτα συν- ήγαγε πρὸς ἔμφασιν.
10. ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον] αἱ περὶ αὐτὸν ὄχθαι ἀμ-
φίαχονʼ ἢ πρὸς ἔμφασιν αἱ δύο κεῖνται προθέσεις· ἢ ὡς συνᾷδουσαι
τοῖς ἐγχωρίοις. ἔμφασιν δὲ ἔχει ὁ τόπος ἐφʼ ἑκατέραν ὄχθην τοῦ
ψόφου καὶ τῆς βοῆς ἀνακλωμένων.
11. ἔνθα καὶ ἔνθα] οἳ μὲν πρὸς τὸ ἀνωφερές, οἳ δὲ πρὸς τὸ κατω-
φερὲς “ἑλισσόμενοι·” καὶ ἔμπροσθεν “ἡμίσεες δὲ ἐς ποταμὸν
εἴλεῦντο” (7, 8)· ἢ ἐπὶ πολλοὺς τόπους διερρῖφθαι τοὺς νηχομένους
φησίν· διὰ γὰρ τούτου τοὺς οὐκ εὐχερῶς νήχεσθαι δυναμένους διὰ
τὴν σφοδρότητα τοῦ ῥεύματος δείκνυσιν.
12. ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς] ἐπεὶ ταπεινὴ ἡ εἰκών, ἐφαίδρυνεν αὐτὴν
παρέβαλε, τὸ δὲ ἄπρακτον τῶν φευγόντων ἀκρίσιν. ἐντεῦθέν τινες
Κύπριόν φασι τὸν ποταμόν· κατά τινας γὰρ χρόνους ὀχλεῖται ἡ
Κύπρος ὑπὸ ἀκρίδων, ὡς Κυρήνη καὶ ἡ Βάρκη.
ἀκρίδες] παρὰ τὸ κρᾶν, ὅ ἐστιν ἐσθίειν—“ὃς αἰζηῶν ἔκραε κηδε-
§. βροῦχος δὲ παρὰ τὸ βρύκειν.
ἠερέθονται] ἐρεθίζονται. πλεονάζει γὰρ τὸ η, ὡς “ἠμύει” (Il.
14. ὄρμενον] ψιλωτέον τὸ “ὄρμενον.” ἀπὸ γὰρ τοῦ ὄρω ἐστὶ
τοῦ ὠρμένον συστολῇ καὶ ἀναδρομῇ τοῦ τόνου.
πτώσσουσι καθʼ ὕδωρ] ἐμπίπτουσι καταπτήξασαι.
16. κελάδων ἐπιμίξ] τὸ μὲν “κελάδων” βαρυντέον—φησὶ γοῦν
17. αὐτὰρ ὁ διογενής] μόνον τοῦτον οὕτω δίχα τοῦ κυρίου καλεῖ.
ὄχθῃ] ὄχθη καὶ κρημνὸς ταὐτόν· φησὶ γοῦν “μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης᾿ (172) καὶ “οὐ δύνατʼ ἐκ κρημνοῖο” (175). ὄχθαι δὲ οἱ παραποτάμιοι κρημνοί.
18. κεκλιμένον μυρίκῃσιν] περικεκλεισμένον, κεκρυμμένον. §. οὐ
δηλοῖ, πῶς ἀνέλαβεν αὐτό. §. πᾶσαν ἰδέαν μάχης διελθὼν ἐν τῷ
ποιήσεως, ἐπεὶ μὴ ἀξιομάχους οἶδε βαρβάρους Ἀχιλλεῖ καὶ ἄτοπον
εἰς ἀκατέργαστον λῆξαι τὴν ποίησιν, θεῶν τε μάχην παρεισάγει
ἄλλως: κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε] Πυθοκλῆς ὡς ἓν περι- φέρεται τὸ “ὅδς,” ἵν᾿ ᾖ ἀντὶ τοῦ ‘καί,’ ὡς ἠδέ καὶ ἰδέ.
ὃ δʼ ἔσθορε] γράφεται καὶ “ἔνθορε·” ἔνιοι δὲ γράφουσιν
“αὐτὸς δ᾿ αἶψ᾿ ἐπόρουσεν.”
20. τύπτε δʼ ἐπιστροφάδην] συνεστραμμένως ἰσχυρῶς, ἢ μηδένα
τόπον παραλιμπάνων, ὡς καὶ ἐπὶ τῆς Τειχομαχίας “πάντη δὴ
πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν ἐρράδατʼ ἀμφοτέρωθεν” (Il. 12.
430)· ἑκατέρωθεν γὰρ ὑπʼ ὄψιν ἤγαγε τὸ πρᾶγμα καὶ τὸ πλῆθος τῶν
ἀναιρουμένων παρέστησεν.
22. ὡς δʼ ὑπὸ δελφῖνος] καλῶς τὰ τῆς παραβολῆς· ὅτε μὲν γὰρ
ὁ διώκων ἐπὶ γῆς ἦν οἳ δὲ φεύγοντες εἰς τὸν ποταμὸν συνωθοῦντο, τὸν
μὲν πυρὶ τοὺς δὲ ἀκρίσιν ὡμοίωσεν· ὅτε δὲ ἐν ὕδατι ὁ διώκων καὶ οἱ
διωκόμενοι, πρὸς τὸν ὑποκείμενον τόπον ἡ παραβολὴ συνᾴδει. καλῶς
δὲ καὶ δελφῖνι εἴκασται· θαλασσίας γὰρ δαίμονος υἱός. ὡς ἰχθύος
δὲ ὄντος τοῦ δελφῖνος τὸ “ἄλλοι” εἶπεν· καὶ Πίνδαρος “ἰχθὺν
παιδοφάγον” (fr. 306 B.) ἐπὶ τοῦ κήτους.
μεγακήτεος] μέγα κύτος ἔχοντος, ὡς “μεγακήτεῖ νηί” (Il. 8. 222), ἢ μεγάλου κήτους.
23. μυχούς] τὰς διαδύσεις παρὰ τὴν νύκτα.
25. ποταμοῖο κατὰ δεινοῖο] δίνας ἔχοντος καὶ ἤδη ἀκροκελαινιόωντος (249).
26. πτῶσσον] κατέπτησσον ταπεινοῦντες αὑτούς. §. “κρημνούς”
κάμε χεῖρας ἐναίρων] Ἑρμόδωρος ὁ ῥαψῳδὸς “χεῖρας ἐναίρων” ἤκουε χειροκοπῶν,᾿ κατεχρήσατο δέ· κυρίως γὰρ ἐναίρειν τὸ σκυ- λεύειν, ὅθεν καὶ “κατηναρισμένας” φησὶν ὁ Σοφοκλῆς (Aiac. 26).
27. δυώδεκα λέξατο] ὡς εἰς θυσίαν μέλλων παριστάνειν τὴν
29. ἐξῆγε θύραζε] καταχρηστικῶς, ὡς καὶ “ἐκ πόντοιο θύραζε” (Il. 16. 408).
31. τοὺς αὐτοὶ φορέεσκον] περιπαθῶς ἄγαν· ταῦτα γὰρ ἀφορμὴ
ἐὺ στρεπτοῖσι χιτῶσιν] ἀντὶ τοῦ 〈εὐ〉κλώστοις· ἐνήθετο γὰρ καὶ
34. ἐνθʼ υἱεῖ] περισπαστέον καὶ διὰ τῆς ει διφθόγγου γραπτέον
ἄλλως: ἔνθʼ υἱεῖ Πριάμοιο] μετέβαλεν εἰς ἄλλην διάθεσιν ποι-
36. * οὐκ ἐθέλοντα] ἀντὶ τοῦ πρὸς βίαν.
37. ἐννύχιος] εἶπε γὰρ “πολλὰς μὲν ἀύπνους νύκτας ἴαυον” (II. 9. 325).
δʼ ἐρινεὸν—τάμνε νέους ὄρπηκας] ἀπὸ τοῦ γενικοῦ εἰς τὸ εἰδικὸν
τὸ ε εἰς ρ καταλήξαντα ἑπομένου τοῦ π δασύνεσθαι θέλει, ἅρπη ἕρπε·
οἷς συνεξομοιοῦσι καὶ τὸ ὄρπηξ.
ἄλλως: ὃ δʼ ἐρινεὸν ὀξέι χαλκῷ τάμνε] εἰ διαστείλαιμεν βραχὺ
ἄλλως: ὃ δʼ ἐρινεόν] ἀντὶ τοῦ ἐρινεοῦ, ὡς “γυναῖκά τε θήσατο
μαζόν” (Il. 24. 58) καὶ “οἰνοχόον βάλε χεῖρα” (Od. 18. 396).
τινὲς δὲ ἀντὶ τοῦ ξύλου. οὐ γὰρ εὐθετεῖ ὁ ἐρινεὸς εἰς ἅρματα· εἴη
ἂν οὖν ξύλον ἀντὶ τοῦ ξύλου τεθεικώς.
39. τῷ δʼ ἄρʼ ἀνώιστον] ἀναγκαίως προεκτίθεται τὰ περὶ αὐτὸν
ἀνώιστον] ἀνεπιλόγιστον· νωίσασθαι γὰρ τὸ νοῆσαι. παρὰ τὸ
40. 〈Λῆμνον〉 ἐυκτιμένην] ἤδη γὰρ αὐτὴν ᾤκουν Ἕλληνες τῶν Ἀργοναυτῶν· κυρίως δὲ περάσαι τὸ εἰς πέραν ἀποδόσθαι.
*Λῆμνον] λείπει ἡ εἰς.
41. ἄγων] ἴσως κελεύσας Πατρόκλῳ, ὡς καὶ “λούσασʼ ἐν πο- ταμῷ” (Od. 7. 296).
42. ξεῖνός μιν ἐλύσατο] ἐπιξενωθεὶς ἠλευθέρωσεν. §. τὸ δὲ ἑξῆς,
43. Ἴμβριος Ἠετίων] πρὸς τὴν ὁμωνυμίαν, καὶ ὅτι φίλοι τοῖς
Ἕλλησιν οἱ Λήμνιοι, ἐχθροὶ δὲ τοῖς Τρωσίν, ἐπεί τοι διὰ τί δὴ μὴ
τὸν υἱὸν τοῦ βασιλέως ἀπέδωκαν;
Ἀρίσβη〈ν〉] μεταξὺ Περκώτης καὶ τῆς Ἀβύδου.
46. * ἐλθὼν ἐκ Λήμνοιο] σωθεὶς ἀπὸ τῆς Λημνίας δουλείας.
48. καὶ οὐκ ἐθέλοντα] περισσὸς ὁ “καί.” ἴσως δὲ τὸ φιλόψυχον
αὐτοῦ κωμῳδεῖ καὶ διὰ τοῦ πρώτου (36).
50. *γυμνόν] οὕτω γὰρ καὶ ἐγνωρίσθη.
οὐδ᾿ ἔχεν ἔγχος] ὅμοιον τὸ σχῆμα τῷ “ἰοῖσίντε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον” (Il. 3. 80)· ἴσως δὲ καὶ διὰ τῆ, ἐξαλλαγῆς χλευάζει τὸ πρόσωπον, ὡς οὐδὲ τῶν ἀμυντηρίων ἑαυτῷ τι καταλιπεῖν ὑπέμεινεν.
54. * ὦ πόποι] “πόποι” οἱ θεοὶ παρὰ τὸ ἐποπτεύειν πάντα.
55. ἦ μάλα δὴ Τρῶες] ὑπερβολικῶς εἶπε, τάχα Τρῶες καὶ ἐξ Ἅιδου φεύξονται, ὅπου θαλασσοκρατούντων Ἑλλήνων ἀπὸ νήσου ἔφυγεν.
μεγαλήτορες] Πῖος στίζει εἰς τὸ “μεγαλήτορες,” εἶτα τὸ ἑξῆς
ἐν ἤθει φησὶν ἀναφωνήσας διαναστήσονται ἄρα καὶ οἱ τεθνεῶτες, εἴ-
περ καὶ οὗτος ἴσχυσε διαπεραιωθῆναι.᾿
57. φυγὼν ὑπὸ 〈νηλεὲς ἦμαρ〉] ἐπεὶ οὐδέποτε πρόθεσις ἀντὶ προ- θέσεως κειμένη ἀναστρέφεται.
60. ἀλλʼ ἄγε δὴ—δουρός] γενναῖον ἦθος καὶ ἐπάνω τῶν δεινῶν κείμενον ἡ εἰρωνεία παρίστησιν.
63. 〈γῆ〉 φυσίζοος] οὐ καλὸν τὸ ἐπίθετον ἐπὶ νεκρῶν καὶ τύμβων ταττόμενον.
64. ὣς ὥρμαινε μένων] ὃ μὲν περιμένει διὰ τὴν ὑπεροχὴν τε- θαρρηκὼς ἑαυτῷ καὶ οὐχ οἷον ἁρπάζων τὸν καιρόν, ὃ δὲ ἐμπέδως 〈πάντα〉 ὁρῶν ἄφυκτα ἑαυτῷ αὐτὸς πρόσεισιν.
65. περὶ δʼ ἤθελε] ἐπιτείνει τὸ φιλόζωον, ὅπως συγγνώμην ἔχῃ παρατείνων τὰ τῆς δεήσεως.
67. δόρυ μακρόν] ὅτι κατὰ τὸ σιωπώμενον ἀνέλαβε τὸ δόρυ.
68. οὐτάμεναι] ὥστε οὐκ ἀφῆκε τὸ δόρυ ἀλλ᾿ ἐνέπηξε τῇ γῇ. τὸ γὰρ
οὐτῆσαι ἐπὶ τοῦ τρῶσαι. §. ἔστι δὲ ὥσπερ ἐν γραφῇ θεάσασθαι
τὴν πληγὴν καὶ τοῖς γόνασι προσπίπτοντα, καὶ τὴν μὲν αἰχμὴν τῇ
γῇ προσπεπηγυῖαν, τὸν δὲ καὶ τῶν γονάτων ἐχόμενον καὶ τὸ δόρυ
κατέχοντα τοῦ κτείνοντος.
70. χροὸς ἄμεναι] “ἄσασθε κλαυθμοῖο” (Il. 24.717). §. ἐναγώνιον δὲ τὸ ἐνιαχοῦ ἀποτυγχάνειν καὶ παρέχειν καιρὸν τοῖς ἐλεεινολογήμασιν.
73. καί μιν λισσόμενος] τοῦτον τινες προστιθέασιν οὐ φερόμενον
74. αἴδεο] ὡς ἱκέτην προσδέχου. δύο γὰρ πρὸς σωτηρίαν
75. ἀντί τοι] ὡς ἀντιάνειρα( Il. 3. 183) καὶ ἀντίκλειδα. §. “ἱκέταο”
δὲ τοῦ εἰς τὴν ἑστίαν ἥκοντος καὶ ἱκετεύοντος. πιθανὴ δὲ ἡ ἐπανάλη-
ψις· ὁ γὰρ αἰχμάλωτος ἱκέτην ἑαυτόνφησιν—ἱκέτην γάρ, φησί, κυρίως
καλοῦμεν τὸν ἑκουσίως καταφυγόντα—ὁ δὲ τῷ ὁμωρόφιος γεγονέναι
καὶ τροφῆς μετεσχηκέναι εἰς τὸ τῶν ἱκετῶν δίκαιον ἑαυτὸν τάττει.
*ἀντί τοι εἴμ᾿ ἱκέταο] ἴσος ἱκέτῃ.
76. *“πρώτῳ” ξένων.
ἀκτήν] ἡ ἄγουσα ἡμᾶς καὶ πορεύεσθαι ποιοῦσα. ἄτοπον δὲ τὸν μετα-
καὶ θαυμάσαι ἄξιον τὴν εὐπορίαν τοῦ ποιητοῦ. πολεμίῳ γὰρ προσώπῳ
λόγον περιθεὶς ὅμως εὐπόρησε πρὸς τὴν σωτηρίαν εὐλόγου προφάσεως.
80. λύμην] εὐκτικῶς· πρὸς ὅ φησι “μή μοι ἄποινα πιφαύσκεο”
83. μέλλω που ἀπέχθεσθαι] ἔοικα ἀπεχθὴς γεγονέναι. §. ἄκρως
85. Λαοθόη] ἵνα δείξῃ, ὅτι καὶ πρὸς μητρὸς εὐγενής ἐστιν. ἅμα δὲ ὅτι οἱ ἐν τύχαις μεγίσταις ἐλεοῦνται ἀτυχοῦντες.
86. Ἄλτεω, ὃς Λελέγεσ〈σ〉ιν] φασὶ Πρίαμον πρὸ τῆς Ἑκάβης γῆμαι τὴν Λαοθόην, πασῶν τῶν Ἀσιατίδων εὐγενείας ἕνεκα προκρί- ναντα τὸν γάμον τῆς κόρης.
ἄλλως: Ἄλταο] τὸ αὐτὸ ὄνομα διχῶς ἐσχημάτισεν, “Ἄλταο” ὡς Ἀτρείδαο καὶ “Ἄλτεω” ὡς Μεν⌈έλεω⌋.
ἄλλως: Ἄλτεω] πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος τὸ σημεῖον.
Λελέγεσ〈σ〉ι—ἀνάσσει] Ἀρίσταρχος σὺν τῷ ῑ τὸ “ἀνάσσει·”
οἳ δὲ χωρίς· οὐκ ἀλόγως γὰρ περὶ Πηδάσου ὡς πεπορθημένης,
“πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον” (Il. 20. 92), εἰ μὴ ἄρα φαίη-
μεν πεπορθῆσθαι μὲν πρότερον τὴν Πήδασον, ἀνειληφέναι δὲ πάλιν
τὴν ἀρχὴν τὸν Ἄλτην.
87. ὑπὸ Σατνιόεντι] ‘ἐπὶ’ τοῖς ποταμοῖς φαμεν κεῖσθαι τὰς πόλεις.
88. τοῦ δʼ ἔχε θυγατέρα] αὔξει τὸ γένος Πρίαμον λέγων ἐπιδεδι- κάσθαι τὴν συγγένειαν Ἄλτου· ἀλλοτριῶν δὲ ἑαυτὸν τοῦ γένους Ἕκτορός 〈φησι〉, “πολλὰς δὲ καὶ ἄλλας.”
89. σὺ δʼ ἄμφω δειροτομήσεις] “σὺ δέ” ἐν ἐρωτήσει τινές, ἵνα μὴ εἰδὼς πάλιν παρακαλῇ. καταχρηστικῶς δὲ ‘ἀναιρήσεις.’
95. οὐχ ὁμογάστριος] Ζηνόδοτος “ἰογάστριος,” ἐπεὶ ἐν ἄλλοις ἔφη “ἰῆς ἐκ νηδύος ἦσαν” (Il. 24. 496) καὶ “ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ” (Il. 22. 477).
96. ἐνηέα τε] τῷ ἐπιθέτῳ τοῦ φίλου μαλάσσειν αὐτὸν οἴεται, διδάσκων αὐτὸν ζηλοῦν τὴν προσήνειαν τοῦ φίλου.
99. νήπιε] διὰ τοῦ ἐπιθέτου πᾶσαν ἐλπίδα τοῦ πείθειν ἐξέκοψεν. μή μοι ἄποινα] τινές, ἐπεὶ ἔλεγεν “ἑκατόμβοιον δέ τοι ἦλφον” (79)· ἢ ἐπεὶ διὰ τοῦ “μή με κτεῖνε” (95) τοῦτο ὑπέφηνεν, ἢ διὰ τοῦ “νῦν δʼ ἐλύμην” (80).
100. * ἐπισπεῖν αἴσιμον ἦμαρ] ἐπὶ τὴν πεπρωμένην ἐλθεῖν.
101. πεφιδέσθαι] παροξυτόνως, ὡς τὸ “ἱκέσθαι” (Il. 1. 19)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος.
105. περὶ δʼ αὖ Πριάμοιο] ὃ μὲν ὡς ἐπὶ τῇ εὐγενείᾳ προὐβάλετο (88), ὃ δὲ διὰ τοῦτο φονεύειν αὐτόν φησιν.
ἄλλως: περὶ δʼ αὖ Πριάμοιο] ὃ μὲν ἔλεγεν ὅτι οὐκ εἰμὶ Ἑκάβης,
106. ἀλλὰ φίλος, θάνε καὶ σύ] τινὲς ἀξιοῦσι μετὰ τὸ “θάνε”
ἄλλως: ἀλλὰ φίλος, θάνε καὶ σύ] πιθανὴ ἡ εἰρωνεία καὶ πρὸς
*οὕτως] διὰ τοῦ ο αἱ πᾶσαι.
108. καλός τε μέγας τε] ὁπότερον γὰρ ἂν θατέρου στερηθῇ, πρὸς
σωματικὸν κόσμον ἀτελές.
110. ἀλλʼ ἐπί τοι καὶ ἐμοί] οὐκ ἀναστρεπτέον τὴν “ἐπί·” τὸ
‘ἔπεστιν·ʼ οὕτως Ἀρίσταρχος καὶ Νικίας. ἄμεινον δὲ τὸ πρῶτον.
ὥσπερ ἔχει καὶ τὰ τῆς παραδόσεως.
ἄλλως: ἀλλʼ ἐπί τοι καὶ ἐμοί] στικτέον κατὰ τὸ τέλος τοῦ
ἔστ〈α〉ι τις ὄρθρος ἢ μεσημβρία ἢ δειλινὴ ὥρα, καθʼ ἣν κἀμέ τις
ἀνελεῖ. καὶ χωρὶς τοῦ σ τὸ “δείλη,” ὡς καὶ Δίδυμός φησιν.
111. ἠώς] ἔωθεν ἕως μεσημβρίας, ὡς τὸ “ὄφρα μὲν ἠὼς ἦν”
(Il. 8. 66) καὶ “πᾶσαν δʼ ἠοίην” (Od. 4. 447) “ἔνδιος δʼ ὁ γέρων”
(ib. 450), ἡ δὲ μετὰ μεσημβρίαν ἕως ἑσπέρας δείλη· ἧς τὸ μὲν
πρῶτον δείλην πρωίην, τὸ δὲ πρὸς ἑσπέραν δείλην ὀψίαν Ἀττικοί
φασιν. τρισὶ δὲ διαστήμασιν ὥρισε τὴν ἡμέραν διὰ τὸ μηδέπω
ὡροσκοπίαν παραδεδόσθαι.
*δείλης] ὅλαι εὐθεῖαί εἰσιν· διχῶς οὖν τοῦ ς ἡ δείλη.
112. Ἄρῃ ἐκ θυμὸν ἕληται] τῷ σιδήρῳ· συνείληπται δὲ ἀπὸ τοῦ
Ἄρηι. τινὲς δὲ “ἀρῇ” βλάβῃ, βέλους ἢ δόρατος.
113. ἢ ὅγε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν] πέπεισται γὰρ ὡς οὐδεὶς
114. τοῦ δʼ αὐτοῦ λύτο] “αὐτοῦ ” ἐν ᾦ ἦν τόπῳ ἱκετεύων.
115. χεῖρε πετάσ〈σ〉ας] ἀπογνοὺς ἤδη τὸν σύντομον αἱρεῖται θάνατον.
120. ποταμόνδε λαβών] τὸ μὲν τοὺς ἐν τῷ ποταμῷ ὄντας ἐμ-
βάντα ἀναιρεῖν συγγνωστόν, τὸ δὲ καὶ τοὺς ἐν τῇ γῇ ἀναιρουμένους
εἰς τὸ ῥεῖθρον ἐμβάλλειν αἰτίαν πιθανὴν παρέχει τῷ ποταμῷ εἰς τὴν
κατʼ Ἀχιλλέως ἐπιβουλήν. ἔπειτα καὶ κατʼ αὐτοῦ βλασφημεῖ,
“εὐδ᾿ ὑμῖν ποταμός περ ἐύρροος ἀργυροδίνης ἀρκέσει” (130).
θηρώμενος οὖν ὁ ποιητὴς τὴν πρὸς τὸν ποταμὸν μάχην ζητεῖ πιθανὰς
αἰτίας.
122. ἐνταυθοῖ νῦν ἧσο] περισπαστέον τὸ “ἐνταυθοῖ·” ἔστι γὰρ
ἀπὸ τοῦ ἐνταῦθα Ἀττικῶς· τὸ δὲ “ἧσο” δασυντέον. τινὲς δὲ ψιλοῦ-
σιν, ἵνʼ ᾖ ἀπὸ τοῦ ἴσθι· ἔνιοι δὲ γράφουσιν “ἐνταυθοῖ νῦν κεῖσο,”
ἄμεινον δὲ τὸ πρῶτον.
ἄλλως: ἐνταυθοῖ] Ἀττικόν ἐστιν. οἳ δὲ ἀπὸ τοῦ ἐνταυθί. §. “ἧσε”
123. ἀκηδέες] οὐ κηδόμενοι· οἳ δέ, ὡς “ἀνηλεές” ἐπὶ τοῦ Λυκάονος (57).
οὐδέ σε μήτηρ] ἐπεὶ πολλὰ περὶ τῆς μητρὸς προὐβάλετο “μινυν-
θάδιον δέ με μήτηρ γείνατο—τῆς δὲ δύω γενόμε〈σ〉θα” (84 sqq.).
ὥσπερ ἐμπιπλάμενος τῆς κατὰ τῶν πολεμίων κολάσεως τοῦτό
φησιν.
124. *ἐνθεμένη] κηδεύσασα.
125. *εἴσω ἁλός] ἀντὶ τοῦ εἰς ἁλός.
126. θρῴσκων τις κατὰ κῦμα] οὕτως αἱ Ἀριστάρχου “μέλαιναν
φρῖκʼ ἐπαίξειι,” ἡ δὲ Χία “μελαίνῃ φρίχʼ ὑπαΐξει.” οὕτω δὲ αὐτὸ
Ἀρίσταρχος ἐξηγήσατο· τῶν ἰχθύων τις κατὰ τὸ κῦμα θρῴσκων, ὅ
ἐστι κολυμβῶν, ἐπὶ τὴν φρῖκα ἀίξει, ἵνα φάγῃ σε φερόμενον. δεῖ
γὰρ τὸν μέλλοντα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω μετέωρον ἐπὶ
τὴν φρῖκα τῆς θαλάσσης ἐλθεῖν. τὸ δὲ πᾶν οὕτως· νεοσφαγὴς μὲν
οὖν ὢν καταδύσῃ ἐπὶ τὸ βάθος τοῦ ποταμοῦ, ἔνθα σὺν τοῖς ἰχθύσιν
ὢν ἀπολιχμηθήσῃ τοῦ αἵματος· ἐπὶ πλέον δέ σε ἄταφον ὄντα καὶ
μετεωρισθέντα ἐκβαλεῖ παρὰ θάλασσαν ὁ ποταμός, ἔνθα τις τῶν
127. *ἰχθὺς ὅς κε φάγῃσι] Ἀριστοφάνης “ ὥς κε φάγῃσι.”
129. *κεραΐζων] ἐρημῶν.
130. οὐδʼ ὑμῖν ποταμός περ] ἕως τοῦ “οὓς ἐπὶ νηυσὶ θοῇσιν”
ἐβλασφημήθη ὁ ποταμός, ἔλεγεν ἂν τοῦτο πρὸς Ἥραν (369) καὶ
Ἥφαιστον (357).
131. * δηθά] νῦν ἀντὶ τοῦ ‘ἐκ πολλοῦ χρόνο.᾿
πολεῖς] οὕτω τινές· ἠθέτει δὲ αὐτοὺς Ἀριστοφάνης· ἄμεινον οὖν
132. *μώνυχας] τὰ ὁρμητικώτατα γὰρ τῶν ζῴων αὐτῷ ἀφιᾶσιν.
135. *νόσφιν ἐμεῖο] λείπει ‘ὄντος.’
136. ποταμὸς δὲ χολώσατο] οὐχ ὅτι ἐβλασφημήθη, ἐπεὶ κἂν
πρὸς Ἥραν τοῦτο εἰρήκει καὶ πρὸς Ἥφαιστον— φησὶ γοῦν “ἐπεὶ
κεχόλωτο δαϊκταμένων” (146) —ἀλλὰ διὰ τὸ τοὺς ἐπὶ γῆς ἀναιρου-
μένους εἰς αὐτὸν ῥίπτεσθαι.
χολώσατο—μᾶλλον] ῥιφέντος Λυκάονος ἦρκται τοῦ θυμοῦ· νῦν δὲ
137. * πόνοιο] τοῦ κατὰ τὴν μάχην ἔργου.
140. Ἀστεροπαίῳ ἐπᾶλτο] πῶς, φησί, πρὸ ε΄ ἡμερῶν τὸν κατάλο-
γον ποιησάμενος Ἀστεροπαῖον παρέλιπε λέγοντα ῥητῶς πρὸ ια΄
ἡμερῶν ἐληλυθέναι(156); καὶ οἳ μὲν ὑποτάσσουσι στίχον ἐν τῷ τῶν
Παιόνων καταλόγῳ ‘αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους”
(Il. 2. 848) “Πηλεγόνος θʼ υἱὸς περιδέξιος Ἀστεροπαῖος,” ὃν καὶ
ἐν πολλαῖς τῶν Ἰλιάδων φέρεσθαι. οὐ θαυμαστὸν τὸ παραλελεῖφθαι
αὐτὸν ἐν τῷ καταλόγῳ· μόνων γὰρ ἐμνήσθη τῶν τὴν κυρίαν ἡγεμονίαν
ἐχόντων, ἐν δὲ τῷ κατὰ μέρος καὶ τοὺς μετʼ ἐκείνους τεταγμένους
παρέλαβεν, ὡς ἐπὶ Ἀθηναίων· ἐν μὲν γὰρ τῷ κατολόγω Μενεσθέα
φησὶν εἶναι τὸν ἡγεμόνα (Il. 2. 552), ἐν δὲ τῇ ἐπὶ ναυσὶ μάχῃ “οἳ
λάου ἀποθανόντος ὁρῶμεν τὸν Ποδάρκην ἄρχοντα (Il. 2. 704).
141. υἱέι Πηλεγόνος· τὲν δʼ Ἄξιος] καὶ τίς χρεία τοῦ πατρός,
μέλλοντος αὐτοῦ γενεαλογεῖν αὑτόν (158); ἀλλʼ ὃ μὲν ὡς ἀγνὼς
Ἀχιλλεῖ—τῶν γὰρ ἐπηλύδων ἦν—ἐδίδαξεν αὐτὸν τὸ γένος, ὁ δὲ
ποιητὴς ἵνα μὴ ἐπιμένοι τῷ οἰκείῳ καταλόγῳ συνέτεμε καὶ τὴν
μητέρα ἐδίδαξεν (142).
142. Ἀκεσσαμενοῖο] ὀξυντέον τὸ Ἀκεσσαμενός, ἵνα ὄνομα γένηται, ὡς Δεξαμενός καὶ Τισαμενός.
145. μένος δέ οἱ ἐν φρεσί] δαιμονίως οὐκ ἀθρόαν τὴν τοῦ ποταμοῦ
ὀργὴν εἰσάγει, ἀλλὰ πρῶτον μὲν δι᾿ ἑτέρου ἐπιβουλεύει τῷ Ἀχιλλεῖ,
εἶτα δʼ αὐτὸς ἅψεται (234).
ἄλλως: μένος δέ οἱ ἐν φρεσί] ὅτι ψυχικὴ ἀρετὴ ἡ δύναμις. πιθανὸν δὲ ποταμοῦ αὐτὸν ἀπόγονον εἶναι, ὅπως ἐπὶ πλέον ἐρεθίσῃ τὸν ποταμόν.
147. οὐδʼ ἐλέαιρεν] Πῖος ψυχρόν φησι τὸ ἐπίθετον, ἄν τε ἐπὶ τῶν
Τρώων—πῶς γὰρ ἄξιον ἐγκαλεῖν Ἀχιλλεῖ, ὅτι οὐκ ἐλεεῖ τοὺς πολε-
μίους;—εἴτε ἐπὶ τοῦ ποταμοῦ, ὅτι αὐτὸν οὐκ ἠλέει, οὐχ ἁρμόζον ἐπὶ
θεοῦ.
150. τίς πόθεν εἶς ἀνδρῶν] πιθανὴ ἡ εἰσβολὴ ἐκ τοῦ καιροῦ, ὅτι τῶν ἄλλων φευγόντων οὗτος ἀντέστη.
*ὅ μευ] τινὲς “ὅ μου.”
155. δολιχεγχέας] καὶ πῶς ἐν τῷ καταλόγῳ (Il. 2. 848) φησὶν αὐτοὺς ἀγκυλοτόξους: καὶ γὰρ καὶ Τεῦκρος ἐπαμφοτερίζει· ἴσως δὲ δισσὸν ἦν τὸ γένος, καὶ οἳ μὲν ὑπὸ Πυραίχμῃ, οἳ δὲ ὑπʼ Ἀστεροπαίῳ εἰσίν.
156. εἰλήλουθα] ἀντὶ τοῦ “ᾠχόμην.ʼ ὡς “ᾤμωξαν ἀολλέες” (Il.
23. 12) ἀντὶ τοῦ ᾤμωζον, ὥστε πρὸ ια΄ ἡμερῶν ἐκ Παιονίας ἐξελη-
λυθέναι· διὰ τούτου δὲ λύσις τοῦ πῶς πρὸ ε΄ ἡμερῶν τὸν κατάλογον
ποιησάμενος οὐκ ἐμνήσθη τοῦ Ἀστεροπαίου· οὔπω γὰρ ἦν φθάσας.
162. ἁμαρτῇ] περισπᾶται καὶ σὺν τῷ ῑ γράφεται—ἔστι γὰρ παρὰ
δούρασιν ἀμφίς] δίχα· “τὼ δʼ ἀμφὶς φρονέοντε” (Il. 13.
345). “ἐύξοον ἀμφὶς ἐέργει᾿ (ib. 706) εἰς ἑκάτερα διείργει· καὶ
“εἴριον ἀμφὶς ἀνέλκει (Il. 12. 434)· “ἀμφὶς ἐάγη” (Il. 11.
559)· ἀμφίβολον δὲ πότερον ‘ἁμαρτῇ ἀνέσχετοʼ ἢ ‘ἀμαρτῇ ἀμφίς.’
ἐξ ἑκατέρου μέρους· ὃ καὶ ἄμεινον· περιδέξιος γάρ ἐστιν.
*ἀμφίς] “ἄμφω” ἡ Μασσαλιωτική.
163. περιδέξιος] τινὲς ἀντὶ τοῦ ὑπερδέξιος, μεγαλοδέξιος ὡς “πε-
165. χρυσὸς γὰρ ἐρύκακε] οὐκοῦν ἐπιπόλαιος ἦν ὁ χρυσός. εἰ δέ
φησιν, ὅτι μέχρι τινὸς ἔρρηξεν, μέσην τακτέον τὴν χρυσῆν πτύχα
κατὰ Πορφύριον.
166. * ἐπιγράβδην] ὡς ἐπιξέει〈ν〉.
167. σύτο δʼ αἷμα] ὑπὸ μόνου τούτου Ἀχιλλεὺς τιτρώσκεται.
ἣ δʼ ὑπὲρ αὐτοῦ] ὡς τὸ “νεφέλη δέ μιν—τὸ μὲν οὔποτʼ ἐρωεῖ”
(Od. 12. 74, 5), οὕτω καὶ νῦν πρὸς τὴν συνώνυμον μελίαν ὑπήν-
τησεν (162).
169. ἰθυπτίωνα] ἀπὸ τοῦ “ἰθὺ βέλος πέτεται” (Il. 20. 99)·
ἄλλως: ἰθυπτίωνα] Ἀρίσταρχος “ἰθυκτίωνα,” ὅ ἐστιν ἐπʼ εὐθείας
172. μεσ〈σ〉οπαλές] μέχρι τοῦ μέσου παλλόμενον· οὕτω γὰρ τὸ
ἔδαφος τελματῶδες ὄν. τοῦτο δὲ οἰκονομεῖ. ἵνʼ ἑξῆς ἐπιχτιρῶν
Ἀστεροπαῖος ἀνελκύσαι αὐτὸ 〈ἀ〉δύνατος ᾖ, ἢ ὅτι πᾶν δόρυ ἐκ μέσου
πάλλεται.
*μεσσοπαγές] “ μεσοπαλές·” οὕτω διὰ τοῦ λ.
173. Πηλείδης δέ] ἐπανείληφεν, ὡς περὶ ἑτέρου διαλεγόμενος.
174. *ἆλτ᾿ ἐπὶ οἷ] ἀπόλυτος ἡ “εἷ.”
175. *οὐ δύνατʼ ἐκ κρημνοῖο] γραφικῶς.
179. ἄορι] τῷ δόρατι· Φιλητᾶς “καί κεν Ἀθηναίης δολιχαόρου” ἀντὶ τοῦ “μέγα δόρυ ἐχούσης.ʼ
*Ἀχιλεὺς σχεδόν] λείπει 〈τὸ〉 ‘ἐλθών.
181. χολάδες] τὰ ἔντερα, ἀπὸ τῆς κοιλότητος ἢ τοῦ κεχαλάσθαι, ὅθεν καὶ κῶλον· οἳ δὲ 〈ἅτι〉 τὰ ἔντερα τὴν ξανθὴν ἔχει χολήν· τῆς γὰρ χολῆς ἣ μὲν ξανθή, ὅθεν ὁ ἴκτερος, ἣ δὲ μέλαινα, ἀφʼ ἧς αἱ μελαγχολίαι.
184, 5. Κρονίωνος παισίν] ἀντὶ τοῦ ἐκγόνοις. Αἰακοῦ γὰρ καὶ Ἐνδηίδος τῆς Σκείρωνος Πηλεύς, οὗ Ἀχιλλεύς.
185. ποταμοῖό περ] περισσὸς ὁ “κέῤ.” §. Ἀρίσταρχος δὲ τὸ
186. φῆσθα] προπερισπαστέον· παρατατικοῦ γάρ ἐστιν. Τυραν-
νίω〈ν〉 δὲ βαρύνει ὡς ἐνεστῶτος χρόνου καὶ μετὰ τοῦ ι γράφει.
ποταμοῦ γένος] ἀλλὰ καὶ Αἴγινα Ἀσωποῦ· οὐκ εὐτελίζει οὖν τοὺς ποταμούς, ἀλλὰ Δία προκρίνει, ἄλλως τε τὰ τῶν πατέρων ἀεὶ προ- κρίνει ὁ ποιητής.
189. Αἰακός] ἐπειδὴ ἀετῷ εἰκασθεὶς ἐμίγη αὐτῇ, τὸν παῖδα
Αἰακὸν ὠνόμασεν.
190. ἁλιμυρηέντων] κυρίως μύρεσθαι τὸ ἐπὶ μόρῳ τινὸς θρηνεῖν. φησὶ δὲ “οὐδέ τι πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν” (219).
192. καὶ γάρ σοι ποταμός] ἤτοι περὶ τοῦ Ἀξιοῦ φησιν οἷον
πάρεστί σοι ποταμὸς ὁ πρόγονος’ ἢ καὶ μᾶλλον ‘παρεστί σοι ὁ
Ξάνθος,ʼ ἵνα διὰ τούτου ἐπὶ τὴν ὀργὴν προκαλῆται τὸν Ξάνθον.
ἄλλως: καὶ γάρ σοι ποταμός] ἢ συναπτέον μέχρι τοῦ χραισμεῖν, ἢ στικτέον ἐπὶ τὸ “μέγας·” 〈ὑποστικτέον δὲ μετὰ τὸ “εἰ δύναταί τι”〉.
194. οὐδὲ κρείων Ἀχελώιος] ἡ ἀρχαία Ἑλλὰς περὶ Δωδώνην καὶ
Σελλοὺς ἔκειτο, ὅθεν ὁ Ἀχελῷος ἐκρέων διʼ Αἰτωλίας ἐς τὸν Ἀμβρα-
κικὸν ἐξῄει κόλπον, ἄχρις οὗ Ἡροκλῆς αὐτὸν ἀπέστρεψεν· μέγιστος
οὖν τῶν ταύτῃ ποταμῶν ὁ Ἀχελῷος. διὸ Ἀχελῷος πᾶν πηγαῖον ὕδωρ·
Ἀχελώιος] πρεσβύτερον τῶν ἄλλων ἥγηνται τὸν Ἀχελῷον· διὸ
195. ἄλλως: “οδτε” διὰ τοῦ τέ· τινὲς δὲ οὐ γράφουσι τὸν στίχον
196. πᾶσα θάλασσα] δηλονότι ὅλη· ἢ ἐπεὶ πολλὰ πελάγη εἰσίν,
ξεινος, Κασπία, Ἐρυθρά.
197. καὶ φρείατα μακρά] βαθέα· καὶ “ἠιόνος προπάροιθε βα-
200. καὶ ἐκ κρημνοῖο] ἀντιπέφρακε τῇ ὄχθῃ τὸν κρημνόν.
202. δίαινε] διαίνεσθαι κυρίως τὸ ἐκ Διὸς βρέχεσθαι.
203. ἐγχέλυες] χωρίζει αὐτὰς τῶν ἰχθύων, ἐπεὶ οὔτε ἐξ ὀχείας
τῷ ἀγορανομικῷ δὲ νόμῳ Ἀθηναίων διέσταλται ἰχθύων καὶ ἐγχελύων
τέλη. καί φησιν, ὡς καὶ οἱ ἐν βάθει ἰχθύες ἀνέβρασσον ἐσθίοντες
αὐτό〈ν〉· ἢ ὅτι μάλιστα τῶν ἄλλων ἰχθύων σαρκοφαγοῦσιν.
204. δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείοντες] περὶ γὰρ τοὺς
φεται τὰ οὖρα. κυρίως δὲ τὸ ἀπὸ τῆς ἔρας τῇ γλώσσῃ ἐπαίρειν
ἐρέπτεσθαι. §. συναπτέον δὲ ὅλον τὸν στίχον· τὸ γὰρ ἑξῆς ἐστι δημὸν
κείροντες] ἀπλήστως ἐσθίοντες· ὅθεν ὁ κόρος.
205. Παίονας ἀγκυλοτόξους] . . . διεπολέμουν γὰρ πρὸς τοὺς ὁμόρους
Θεσσαλούς· διὸ τὴν διαφορὰν συνέστησεν. ὡς Λυδίων καὶ Λυκίων.
206. * πεφοβήατο] συνδεδιωγμένοι ἦσαν.
214. περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις] τοιοῦτόν τι ἐστὶν ὃ λέγει ‘ἐν ᾧ διὰ τοὺς θεοὺς κρατεῖς, ἀδικεῖς.’
αἴσυλα] ἐστερημένα αἴσης, ὅ ἐστι τῆς ἰσότητος. §. οὐκ ἀνα-
217. * γʼ ἐλάσας] τινὲς “πελάσας.”
218. ἐρατεινὰ ῥέεθρα] καλῶς τὸ ἐπίθετον εἰς ἔνδειξιν τοῦ ὅτι τὰ τοιαῦτα ῥεύματα μεμίανται.
219. *προχέειν ῥόον] ἐπεὶ καὶ προχοαὶ τὰ ῥεύματα.
εἰς ἅλα δῖαν] μεγάλην, ἀπὸ τοῦ Διός, ἢ παρὰ τὸ δέος, ἢ ὅτι θρεπτικὴ τῶν οὐρανίων.
221. ἀλλʼ ἄγε δὴ καὶ ἔασον] ἀπὸ τοῦ ἥδω τινὲς οἰόμενοι τὸ “ἔασον” κατὰ διαίρεσιν τῆς α΄ συλλαβῆς ἐδάσυναν, ἵνα σημαίνῃ τὸ πληρώθητι· ἄμεινον δὲ ψιλοῦν· ἔστι γὰρ ἀπὸ τοῦ ἐάω τὸ ἔασον.
* ἔασον] τινὲς πληρώθητι, παρὰ τὸ ἆσαι.
ἄγη μʼ ἔχει] θαυμασμὸς παρὰ τὸ ἄγαν.
223. ἔσται ταῦτα, Σκάμανδρε] ἀμφιβόλως συγκατατίθεται ἀφέξεσθαι τῆς εἰς τὸν ποταμὸν τῶν νεκρῶν ἐμβολῆς· εἶδ᾿ ἑξῆς παραβαίνει τὰς συνθήκας· καὶ πάλιν ἐπεισβαίνει τῷ ῥείθρῳ· “ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρίκλυτος ἔνθορε μέσσῳ κρημνοῦ ἀπαίξας” (233, 4).
227. *δαίμονι ἶσος] ἀκμὴς ὡς θεός.
229. οὐ σύ γε βουλὰς εἰρύσαο Κρονίωνος] διὰ τὸ “ἀμφοτέροισι
δʼ ἀρήγεθʼ. ὅπῃ νόος ἐστὶν ἑκάστου” (Il. 20. 25). καὶ πρὸς τὸ
“εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται” (ib. 26). ὑπο-
μιμνήσκει οὖν, ὅτι δεῖ κωλύειν ἀριστεύοντα οὕτω τὸν Ἀχιλλέα,
ἐξουσίαν ἅπαξ δόντος τοῦ Διός.
232. δείελος ὀψὲ δύων] τὴν τοῦ ἡλίου δύσιν, ὀψίαν δείλην ὑπὸ
Ἀττικῶν λεγομένην, αὐτὸς ἀρσενικῶς ‘ὀψὲ δύοντα δείελον᾿ ἔφη· τινὲς
δὲ ‘δείλη,ʼ ἐπεὶ δειλότεροι τότε γίνονται, τὸ νυκτερινὸν οἰωνιζόμενοι
*σκιάσῃ] σκίασμα γὰρ γῆς ἡ νύξ.
234. ὃ δʼ ἐπέσσυτο οἴδματι θύων] ἐδεινοποίησε τὸν τόπον τοῖς
ὀνόμασιν· τὸ μὲν γὰρ “ἐπέσσυτο” σφοδρὰν τὴν ὁρμὴν παρίστησιν,
τὸ δὲ οἶδμα ἀπὸ τῆς θαλάσσης μετήνεγκε, τὸ δὲ “θύων” ὁρμῶν
235. ὦσε δὲ νεκρούς] θείας ἐνεργείας τὸ μιᾷ ὁρμῇ τοὺς μὲν
νεκροὺς ἐκβάλλειν, τοὺς δὲ ζῶντας ἐγκρύπτειν κολποῦντα ἑαυτόν,
τὸν δὲ Ἀχιλλέα περιίστασθαι· διὸ εἶπε ‘πάντα ῥέεθρα ὄρινεν’
ἀντὶ τοῦ ‘διήγειρεν.’
239. κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσιν] τὸ ὁμοιοτέλευτον δίδωσι πλάτος τῷ ποταμῷ.
241. ᾤθει δʼ ἐν σάκεῖ] ἀντίπαλος γάρ ἐστιν Ἡφαίστου τοῦ δημιουργοῦ.
242, 3. πτελέην—εὐφυέα] κυριολεξία, ὡς καὶ ἐπὶ τοῦ “καί μοι φύσιν αὐτοῦ ἔδειξεν” (Od. 10. 303).
243. ἐκ ῥιζῶν ἐριποῦσα] οὐ παρέλκει τὸ “ἐκ ῥιζῶν·” βα-
θύρ〈ρ〉ιζον γὰρ τὸ δένδρον. ὅθεν καὶ ὅλῳ συγκατηνέχθη τῷ κρημνῷ.
244. κρημνὸν ἅπαντα διῶσεν] τὴν συνεχομένην ὑπὸ τῶν ῥιζῶν
246. ἐκ λίμνης ἀνορούσας] οὕτως ἡ γραφή· οἳ δὲ “ἐκ δίνης”
καλεῖ οὕτως· καὶ ἐν Ὀδυσσείᾳ (5. 337) “ἀνεδύσατο λίμνης.” τινὲς
δὲ καὶ “ῥιπῆς” γράφουσιν.
247. ποσὶ κραιπνοῖσι] εἰ τοὺς πολεμίους διώκων ὠκύτατός ἐστι,
249. ἀκροκελαινιόων] σκυθρωπάζων διὰ τῆς ἐπιφανείας.
ἄλλως: ἀκροκελαινιόων] ἐπὶ μὲν τῶν τῆς θαλάσσης κυμάτων λέγει
παύσειε πόνοιο] Ἀριστοφάνης “φόνοιο,” ὁ δὲ Ἀρίσταρχος
251. δουρὸς ἐρωή] “ἐρωή” μεθʼ ὁρμῆς βοή.
252. αἰετοῦ οἴματʼ ἔχων] λέοντι (Il. 20. 164) δελφῖνι (22) ἀετῷ
αὐτὸν εἴκασεν. καλεῖται δὲ μέλας ἀετὸς καὶ φασσοφόνος· ἔστι δὲ
μικρὸς μέν, τῶν δὲ ἄλλων ἰσχυρότερος.
μέλανος τοῦ θηρητῆρος] Ἀριστοτέλης “μελανόστου” ἀναγινώ-
σκει, τοῦ μέλανα ὀστᾶ ἔχοντος· ἀγνοεῖ δὲ ὡς οὐ δεῖ ἀπὸ τῶν
ἀφανῶν ποιεῖσθαι τὰ ἐπίθετα. οἳ δὲ “μελανόσσου,” μέλανας ὀφ-
θαλμοὺς ἔχοντος. Ἀρίσταρχος “μέλανός του” ἀντὶ τοῦ τινός.
ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴς τὸ ἐγκλιτικὸν οὐδέπω λέγει· ἄμεινον οὖν
ἄρθρον αὐτὸ δέχεσθαι· οὐ γὰρ ἀεὶ λείπει τοῖς ἄρθροις ὁ ποιητής.
ὅτι μέλανα ὀστᾶ ἔχουσιν οἱ ἀετοί, ὡς καὶ Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων.
257. ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγός] ἀπὸ τοῦ ἁδροῦ ἐπὶ τὸ ἰσχνὸν
ἔρχεται καὶ ἀνθηρόν. ἡ δὲ παραβολὴ πρὸς τὴν ταχεῖαν ἐπιφορὰν
καὶ τὴν παραλλαγὴν τοῦ ὕδατος. κόσμου δὲ ἕνεκα παρεδιηγήσατο
τὰ λοιπά. “ἠύτε κούρη νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσα” (Il. 16. 7,
8) καὶ τὰ ἑξῆς· παραφυλάττει δὲ τὴν ἐπεξεργασίαν· “ἀπὸ κρήνης”
τὴν φορὰν τοῦ ὕδατος πρὸς τὸ δαψιλὲς τῆς ἐπιρρύσεως, ἐν
κατάντει δὲ χωρίῳ (258) πρὸς τὸ συνεχὲς καὶ ταχὺ τοῦ ῥεύματος.
ὀχετηγός] ὑδραγωγός· ὀχετοὶ γὰρ αἱ ἐπιρρύσεις.
258. ὕδατι ῥόον ἡγεμονεύει] “ἡγεμονεύει” ὁδηγῶν τὸν ῥόον τοῦ ὕδατος.
259. μάκελλα ἡ σκαλὶς ἡ μονόθεν κέλλουσα καὶ κινοῦσα· δί- κελλα γὰρ ἡ διχόθεν κέλλουσα.
ἀμάρη ἡ ὑδρορόη, παρὰ τὸ τῇ ἄμῃ αἴρειν, ἢ παρὰ τὸ μὴ ἐᾶν τὰ παραπεφυκότα αὐτῇ μαραίνεσθαι.
ἄλλως: ἀμάρης ἐξ ἔχματα βάλλων] τὰ κωλύματα τῆς διώρυχος ἐκβάλλων.
260. *ὑπὸ ψηφῖδες] ἡ “ὑπό” πρὸς τὸ “ὀχλεῦνται” (261),
ἵνʼ ᾖ ‘ὑποκινοῦνταιι.’
261. κελαρύζει] μετὰ κελάδου ῥεῖ, κατὰ ἀντίθεσιν λακερύζει.
262. φθάνει] Ἀρίσταρχος ἐξέτεινε τὸ α διὰ τὸ μέτρον· Ζηνο- δοτος “φθανεῖ” ὡς νοσεῖ.
264. * λαιψηρόν] λίαν ταχύν.
265. ἱ〈σ〉σάκι δʼ ὁρμήσειε] τινὲς ἀντὶ τοῦ διανοήσειε. §. γράφε-
266, 7. εἴ μιν ἅπαντες ἀθάνατοι φοβέουσι] ἀντὶ τοῦ εἰ μηδένα
269. πλάζʼ ὤμους καθύπερθεν] ὅλον τὸ πεδίον πέλαγος γεγενη-
μένον ὑπὸ τοῦ ποταμοῦ ἔδειξεν, ὥστε καὶ τοὺς ὤμους ἐπικλύζειν τοῦ
Ἀχιλλέως. καὶ πρὸς μὲν ἀλήθειαν ταῦτα οὐ πιθανά—τί γὰρ
ἐπράττετο περὶ τοὺς ἄλλους στρατιώτας; ἀπίθανον γὰρ μόνον τον
Ἀχιλλέα ὑπὸ τοῦ ποταμοῦ ταῦτα πάσχειν—ὡς δὲ ἐν ποιήσει
παράδεκτα. καὶ οὕτω τῇ ἀπαγγελίᾳ κατώρθωται, ὥστʼ οὐδʼ ἀνίησι
τὸν ἀκροατὴν ἐπιλογίσασθαί τι τῶν λεγομένων, εἰ ἀληθὲς ἦν ἢ μή·
ὅτι γὰρ εἰς τὸ πεδίον τραπόμενον τὸν ποταμὸν ταῦτα δρᾶν φησι,
δῆλον ἐκ τοῦ “ἄψορρον δʼ ἄρα κῦμα” (382).
πλάζʼ ὤμους] πλάσσεν. ἔπλησ〈σ〉εν, ὡς καὶ “δύο τʼ ἤματα κύ-
ματι πηγῷ πλάζετο” (Od. 5. 388)· ἀλλὰ καὶ “πλάζε δὲ πίνοντας”
(Od. 2. 396) καὶ “πλάζει δʼ ἀπὸ πατρίδος αἴης” (Od. 1. 75).
ὑψόσε πο〈σ〉σὶν ἐπήδα] ἵνα ὑπερβάληται τὸ κῦμα.
271. λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε πόδοιιν] ὡς προ- φθάσαντος τοῦ ῥεύματος τὸν ἥρωα.
κονίην δʼ ὑπέρεπτε ποδοῖιν] ὑπήσθιεν, ὑπέσπα. ἐμφαντικῶς δὲ
τὴν κατὰ μικρὸν ὑπονοστοῦσαν γῆν ἔδειξεν, ὅπως ἀκρατὴς εἴη τῆς
βάσεως ὁ ἥρως.
273. ὡς οὔ τις με θεῶν ἐλεεινὸν ὑπέστη] ἐμὲ τὸν ἐλεεινόν. ἢ
274. ἔπειτα—καὶ τί πάθοιμι] “ἔπειτα” μετὰ τὸ σωθῆναι ἐκ τοῦ ποταμοῦ.
275. *οὐρανιώνων] θεῶν· οὐ γὰρ Θέτις οὐρανία.
276. ψέυδεσ〈σ〉ιν ἔθελγεν] μεγαλοπρεπῶς τῇ τοιούτου θανάτου
αὐτὸν οὐχ ἡ τελευτὴ ἀλλʼ ὁ τρόπος.
ἄλλως: ψεύδεσ〈σ〉ιν] ὡς βέλεσιν, ἀπὸ τοῦ ψεῦδος. οὐ γὰρ
278. λαιψηροῖς—βελέεο〈σ〉ιν] τοῖς αἰφνίδιον ἀποκτείνουσιν.
279. ὥς μʼ ὄφελ’ Ἕκτωρ κτεῖναι] ὅρα τὸ μεγαλοφυές· οὐ γὰρ μόνον τὸν ἐν πολέμῳ θάνατον αἱρεῖται, ἀλλὰ καὶ ὑπὸ τοῦ ἀρίστου ἀναιρεθῆναι. ἔοικεν οὖν καὶ ἡ Θέτις δικαίως ἀποκρύψασθαι τὴν ἀλήθειαν καὶ τὸν Ἀπόλλω ἀντὶ τοῦ Ἀλεξάνδρου παραλαβεῖν (278).
τέτροφε] ἀντὶ τοῦ ἐτράφη· τὰ γὰρ ἐνεργητικὰ τούτου τοῦ ῥή-
ματος ἀντὶ παθητικῶν τάσσει.
280. ἀγαθὸν δέ κεν ἐξενάριξεν] οὐχ ὅτι καὶ νῦν οὐκ ἀγαθὸς ὁ Ἀχιλλεύς, κἂν ὑπὸ τοῦ ποταμοῦ διαφθαρῇ, ἀλλὰ τοιοῦτόν ἐστιν ὃ λέγει, ἀγαθὸν ὄντα καὶ πράττοντά τι γενναῖον.
281. λευγαλέῳ] χαλεπῷ, οὐ ‘διύγρῳ” ὡς Ἡσίοδος. τί γὰρ ἐπὶ
τοῦ “λευγάλεοί τʼ ἐσόμε〈σ〉θα” (Od. 2. 61),
282. ἐρχθέντʼ 〈ἐν μεγάλῳ ποταμῷ〉] παρὰ τὸ ἔρσαι· κυρίως τὸ
παῖδα συφορβόν] πρὸς τὸ ἀγεννὲς καὶ εὐτελὲς τοῦ θανάτου· καὶ
διὰ τῆς ἡλικίας καὶ διὰ τοῦ ἐπιτηδεύματος ταπεινοῖ τὸ πρόσωπον·
παιδὶ δὲ συφορβῷ ἑαυτὸν εἰκάζει ὁ λέγων “καλός τε μέγας τε”
283. ἔναυλος] χειμάρρους διὰ στενοῦ 〈τόπου〉 καὶ περιμήκους ποιούμενος τὴν ῥύσιν.
284. τῷ δὲ μάλʼ ὦκα] ἔδει γὰρ πολλοῦ τάχους εἰς τὸ ἀνακτή- σασθαι τὸν οὕτως ἠθυμηκότα· διὸ δύο θεοὶ προσίασιν, καὶ οὐ μόνον διαλέγονται, ἀλλὰ καὶ τῆς δεξιᾶς πίστιν παρέχουσιν.
286. χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσ〈σ〉ιν] διὰ τῆς δεξιᾶς πίστιν ἐποιήσαντο.
288. μήτʼ ἄρ τι λίην τρέε μηδέ τι τάρβει] ἱκαναὶ αἱ προσθῆκαι ὑπὲρ τοῦ θαρρῆσαι Ἀχιλλέα, ὅτι θεοί τε εἰσὶν οἱ συμμαχοῦντες καὶ Ζεὺς ὁ ἐπινεύσας καὶ τὸ μοιρίδιον οὔπω ἐληλυθός· πρὸς δὲ τοὺς ζητοῦντας, πῶς διαλέγονται μὲν αὐτῷ οἱ θεοί, οὐκ ἐπιβοηθοῦσι δέ, ῥητέον ὅτι ἕτερος ἦν ὁ ἀντιτεταγμένος τῷ Σκαμάνδρῳ (213).
*τρέε] ὑποχώρει.
289. ἐπιτάρροθοι] πλεονάζει ὁ ταρ, ὡς ἐν τῷ ἀταρτηρός.
290. ἐγὼ καὶ Παλλὰς Ἀθήνη] ἡμάρτηται, ὅτι τὸ ἑαυτοῦ ὄνομα οὐ προσέθηκεν. §. κατὰ τὸ σιωπώμενον δὲ ἴσως ἐκελεύσθησαν.
292. λωφήσει] κοπ〈ι〉άσει· κυρίως δὲ ἐπὶ τῶν ὑποζυγίων.
293. αἴ κε πίθηαι] οὐ πάνυ οἰκεῖόν φησιν αὐτὸ ὁ Πῖος· διὰ τί
ἀπούρας ἂψ ἐπὶ νῆας ἴμεν” (296, 7). ὁρῶσι γὰρ αὐτὸν ἐπιτεταμένως
ἔχοντα πρὸς τὸν φόνον τῶν πολεμίων καὶ δυσκόλως ἀφεξόμενον τῆς
σφαγῆς, κἂν Εκτορος κρατήσῃ.
294. μὴ πρὶν παύειν χεῖρας] ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον· τὸ
295. Ἰλιόφιν] συνήθης καὶ Θηβαίοις ὁ σχηματισμός.
296. ὅς κε φύγῃσι] ἀντὶ τοῦ ‘ὃς ἂν φύγῃ.’ καὶ T “Ἕκτορι” ἀντὶ
ὅς κε φύγῃσι] στικτέον εἰς τὸ “φύγῃσι·” τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης
298. * τὼ μὲν ἄρʼ ὣς εἰπόντε] συλληπτικόν.
299. αὐτὰρ ὃ βῇ] τὸ ἑξῆς “αὐτὰρ ὁ βῆ ἐς πεδίον·’ τὰ δὲ ἄλλα
ἄλλως: αὐτὰρ ὃ βῆ] ὑπεκκαύματα δέδωκε τῇ ἀπαγγελίᾳ, τὸν
καὶ προσεταιριζόμενον κατʼ αὐτοῦ 〈εἰπών〉.
301. δαὶ κταμένων] ἄμεινον κατὰ διάστασιν ἀναγινώσκειν τὸ
302. πλῶον καὶ νέκυες] ἀλλὰ τριταῖοι πλέουσιν. ἢ οὖν ὑπὸ ὀργῆς
303. * πρὸς ῥόον ἀίσσοντος ἀνʼ ἰθύν] ἀνὰ τὴν φορὰν τοῦ ὕδατος
305. ἔληγεν] ἔπαυεν, ὡς τὸ “Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεί” (Il. 13. 424).
306. κόρυσ〈σ〉ε] ἐμετεώριζεν ἢ ὥπλιζε κατὰ Ἀχιλλέως.
307. ὑψόσʼ ἀειρόμενος] μετεωριζόμενος· “ἵστατ’ ἀειρομένη” (Il. 2. 151).
308. φίλε κασίγνητε] καὶ ἀδελφὸν παρακαλεῖ καὶ κατὰ ἀνθρώπου
310. κατὰ μόθον] γράφεται “κακὸν θεόν” οἷον κακὸν ἐπίκουρον.
312. *ὀρόθυνον ἐναύλους] τοὺς χειμά〈ρ〉ρους, τὰς στενὰς διώρυχας.
314. φίτρων καὶ λάων] πολλὴ ἡ ὁρμὴ κελεύοντος καὶ τὰ παρα- κείμενα κατασπᾶν φυτὰ καὶ τοὺς παρατυγχάνοντας λίθους.
315. * μέμονεν] διανοεῖται.
316. οὔτε βίην χραισμησέμεν] δαιμονίως κατείλοχε πάντα οἷς ἐπηρμένος Ἀχιλλεὺς ὑπερηφάνως διέκειτο, ὑπὸ ἀνδρ〈ε〉ίας, ὑπὸ κάλλους, ὑπὸ τῆς πανοπλίας.
317. τὰ τεύχεα καλά] μετάθεσις ἄρθρου, ὡς “τὸν Χρύσην
ἠτίμησ᾿ ἀρητῆρα” (Il. 1. 11).
* νειόθι] πρὸς τῷ κατωτάτω τῆς θαλάσσης.
318. *ἰλῦος] μέτρου χάρι ἐκτέταται τὸ υ.
319. εἰλύσω ψαμάθοισιν] ἐὰν μὲν διὰ τοῦ ει “εἰλύσω,” δηλοῖ τὸ
εἰλήσω, ἐὰν δὲ διὰ τοῦ ι, σκεπάσω ἀφανίσω παρὰ τὴν ἰλύν, ὡσεὶ
ἔλεγε ‘τῇ ἰλύι καλύψω.ʼ διχῶς οὖν ἡ γραφή.
χέραδος] τὸ “χέραδος” οὐδέτερον, προπαροξυτόνως, ὡς κίναδος· καὶ Πίνδαρος δὲ (cf. Pyth. VI 13) τὴν δοτικὴν ἐξήνεγκε “χεράδει,” ὡς μεγέθει· ἅπαξ δὲ εἴρηται παρʼ Ὁμήρῳ.
ἄλλως: χέραδος] τὸ πλῆθος τῶν ποταμίων ἢ θαλασσίων ψήφων,
ἢ τῶν εἰς χερμάδια ἐπιτηδείων λίθων, ἢ πᾶσαν συρρέουσαν ἀκα-
θαρσίαν ἐκ τῶν ὑδάτων κατὰ μίμησιν τοῦ ἤχου τοῦ γινομένου κατὰ
τὴν σύρσιν· ἀντιφράζει γοῦν αὐτῷ “πολὺν δʼ ὀρυμαγδὸν ἐπῆρε
φιτρῶν” (313).
320. ἐπιστήσονται] δυνήσονται· “ἐπίστατο πῆλαι Ἀχιλλεύς”
(Il. 16. 142).
321. ἄσιν] τὸν ἐν ὕδασι 〈συρφετὸν〉 ξηρόν, ἀπὸ τῆς ἄζης· οἳ δὲ τὴν ἐκ τοῦ ποταμοῦ δεῖσαν· ὅθεν καὶ ἄσιον τὸν λειμῶνα ἤκουσαν (Il. 2. 461).
323. τυμβοχοῆσʼ] ἀπαρέμφατον ῥῆμα τὸ “τυμβοχοῆσαι·” ὃ δὲ
λέγει ‘οὐκ ἔσται αὺτῷ χρεία χώσεως τάφου·’ ὁ δὲ Κράτης ὡς οἰνοχόης.
325. μορμύρων] ἀναβράσσων ἢ θηριούμενος, παρὰ τὴν μορμώ. ἔστι
27. supplevi ex B ‖ καὶ ante ξ. add. B
327. κατὰ δʼ ἥρεε] καθῄρει, κατέβαλλεν. §. δασυντέον δὲ τὸ
“ἥρεε,” 〈ἵν᾿〉 ᾖ κατελάμβανεν· τὸ γὰρ αἱρῶ περισπώμενον καὶ
δασυνόμενον δηλοῖ τὸ καταλαμβάνω.
328. Ἥρη δὲ μέγʼ ἄυσε] κατὰ συλλογισμὸν ἐνέφηνε τὸν κίν- δυνον· οἰκεῖον δὲ τὸ σχῆμα θηλείᾳ.
329. * ἀποέρσειε] Κυπρίων ἡ λέξις.
331. ὄρσεο, κυλλοπόδιον, ἐμὸν τέκος] εἰς τὸ “τέκος” ἡ στιγμή·
κυλλοπόδιον] προπαροξυτόνως. §. λέγει ‘εἰ καὶ κυλλοποδίων εἶ,
εἶναι 〈δεῖ〉 καὶ συνορᾶν ταχέως δύνασθαι τίνα καὶ ποῖα τίσι καὶ
*κυλλοπόδιον] ἄκαιρον καὶ ἀπρεπὲς τὸ ἐπίθετον.
332. *ἠίσκομεν] 〈εἰκότως〉 νομίζομεν, ὅτι ὕδωρ πυρὶ ἐναντίον.
333. * πιφαύσκεο] ἐνδείκνυε, ἐξύφαπτε.
334. ζεφύροιο] ζέφυρος παρὰ τὸν ζόφον, ἐπεὶ ἀπὸ δύσεως ἣν
ἀργεστὴν τὸν νότον, ἐπεὶ ἀπὸ Ἄργους εἰς τὴν Τροίαν πνεῖ.
“χαλεπὴν θύελλαν” φησὶ τὴν ἐκ β΄ κεκραμένην ἀνέμων.
335. *εἴσομαι] πορεύ〈σ〉ομαι.
336. Τρώων κεφαλάς] κατὰ περίφρασιν τοὺς Τρῶας.
κῆαι] προπερισπᾶται· οὐ γάρ ἐστιν εὐκτικόν, ἀλλʼ ἀπαρέμφατον.
337. φλέγμα] τὴν φλόγα, ὡς “καῦμα—θεσπέσιον” (Hes. Th.
700) ἀντὶ τοῦ καῦσις.
*κακόν] κακοποιόν.
339. *καὶ ἀρειῇ] ἀπειλῇ. §. ὁ “καῖ” ἀντὶ τοῦ ἤ.
341. *ἰάχουσα] ὡς φέρουσα.
342. *τιτύσκετο] παρεσκεύαζεν.
343. ἐν πεδίῳ πῦρ δαίετο] ἵνα ἀναξηράνῃ τὸ εἰς αὐτὸ ἐκκεχυυ-
346. ὀπωρινὸς βορέης] ἰσχυροὶ γὰρ κατὰ τὴν ὀπώραν οἱ βορέαι
πνέουσιν. εὐκταῖον δὲ ἀρδευθείσῃ γῇ βορ〈ρ〉ᾶν ἐπιβαλεῖν· πυκ-
νουμένης γὰρ τῆς ἐπιφανείας δύνει κατὰ ῥιζῶν ἡ νοτὶς ὑπὲρ τοῦ
ἀποθεῖναι τὸ ὑγρόν· ὀπωρινὸς δὲ ὁ θερινὸς κατὰ Σικυωνίους.
ἄλλως: ὀπωρινὸς βορέης] οἱ γὰρ ἐτησίαι ξηρότεροι τοῦ ἐν χειμῶνι πνέοντος βορέου.
347. ἂν ξηράνῃ] μετὰ τοῦ ν. καὶ “θερμήνῃ” (Il. 14. 7) μέν φησιν, ἀλλʼ οὐ ‘ξηρήνῃ’ διὰ τὸ κακόφωνον, ὡς “ψαρῶν” (Il. 17. 755) καὶ “ψῆρας” (Il. 16. 583). Ἀριστοφάνης δὲ γράφει “αἶψ᾿ ἐξαυῆνῃ.”
348. ἐξηράνθη πεδίον] οἰκονομικὸν τοῦτο, ἵνα τὰ ἑξῆς διάθηται.
350. καίοντο πτελέαι] δηλονότι ὑποφυγόντος τοῦ ποταμοῦ καὶ εἰς τὸ ἴδιον ῥεῖθρον τραπομένου τοῦ ὕδατος.
351. λωτός τε] τοῖς ὑπʼ αὐτοῦ τρεφομένοις ὕλῃ χρῆται κατʼ αὐτοῦ.
ἠδὲ κύπειρον] αἱ ἐκ τῶν πόλεων “κύπαιρον.”
353. τείροντʼ ἐγχέλυες] καὶ τὰς ἐγχέλυας εἰπεῖν καιομένας
οὐ πάνυ ἁρμόδιον· οὐ γὰρ οὖν καὶ αὐτῶν ἅπτεται τὸ πῦρ, ἀλλὰ
πνοῇ μόνον καὶ τῇ ἀναφόρᾷ τοῦ πυρὸς 〈τείρονται〉.
*τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες] ὑπερβολὴ τὸ κατὰ βάθη κάεσθαι.
ἐγχέλυές τε καὶ ἰχθύες] ὅτι διέστειλε τὰς ἐγχέλεις τῶν ἰχθύων.
354. κυβίστων] σημαντικώτερον οὐκ ἂν εὕροιμεν ὄνομα. οὐ γὰρ ἀναπάλλεσθαι τοὺς ἰχθῦς ἔφη, ὅπερ καὶ χωρὶς πυρὸς συμβαίη ἄν, ἀλλὰ τοὺς ἀναπαλλομένους τε ἅμα καὶ καταδυομένους πάλιν ὑπὸ τῆς φλογὸς διὰ τοῦ ῥήματος ἔδειξεν.
356. καίετο δʼ ἲς ποταμοῖο] Πτολεμαῖος ὁ Πινδαρίων τὸν και
σύνδεσμον καὶ τὴν ε ἀντωνυμίαν ἐνόμιζεν.
ἄλλως: καίετο δʼ ἴς] τινὲς “καί ἑ τόδε,” ἵν᾿ ᾖ ‘καὶ αὐτὸν τόδε εἶπεν ἲς ποταμοῖο.ʼ
357. οὔ τις σοί γε θεῶν—ἀντιφερίζει〈ν〉] ἀνίκητον γὰρ τὸ πῦρ·
οὔ τις σοι—θεῶν δύναται] εὐφυῶς ἄγαν ἧτταν ὁμολογούμενος καὶ τοὺς ἄλλους θεοὺς συμπεριλαμβάνει.
361. ἀνὰ δʼ ἔφλυε] ἀνέζει δέ· ἔνθεν καὶ τὸ ἐκ θερμότητος ἀνά-
χρήσεται (362).
362. ὡς δὲ λέβης ζεῖ ἔνδον] ἐμφαντικῶς τὸ “ἔνδον,” ἵνα καὶ τὴν
362, 4. ἄλλως: ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος—ἀμβολάδην]
τὸ ἑξῆς, ζεῖ ἔνδον πάντοθεν ἀμβολάδην. καὶ ἡμεῖς ὑπὲρ τῶν
ζεόντων φαμὲν ἀναβάλλειν τό χαλκίον. ἀναζεῖ οὖν πάντοθεν διὰ
τὴν τῆς φλογὸς ὑπερβολήν. διὸ καὶ ἐπάγει “ὑπὸ δὲ ξύλα κάγκανα
κεῖται” (304).
363. κνίσσῃ μελδόμενος] σὺν τῷ ν Ἀρίσταρχος “ κνίσην” τὸ δὲ
“μελδόμενος” ἀντὶ τοῦ τήκων. “κνίσην ” δὲ πᾶν τὸ πιμελές. τινὲς
δὲ οὐδετέρως ἤκουον ‘τὰ κνίση,ʼ καὶ τὸ “μελδόμενος” ἀντὶ ἐνεργη-
τικοῦ τοῦ μέλδων, ὅ ἐστι τήκων· ἀλλʼ οὐδὲν τῶν εἰς ος οὐδετέρων
ἀδιαίρετόν ἐστι παῤ Ὁμήρῳ κατὰ τὸ πληθυντικόν· τείχεα γὰρ καὶ
βέλεα λέγει· τί οὖν ἐστι τὸ “Τηλέμαχος τεμένη νέμεται” (Od.
11. 185) οὕτως οὖν καὶ τὰ “κνίση μελδόμενος;” ἀλλʼ ἀεὶ παῤ
θμήρῳ ἡ κνῖσα θηλυκῶς εἴρηται. Ἑρμογένης δὲ ἐν τῷ περὶ τῶν
ε΄ προβλημάτων γράφει κνίσῃ μελδόμενος,” ἵνʼ ᾖ ‘τῇ κνίσῃ μελδό-
μενος·’ τινὲς δὲ “κνίσῃ μελδομένου,” ἵνʼ ᾖ συὸς τηκομένου τὴν
κνίσαν· μέλδειν δὲ κυρίως τὸ τὰ μέλη ἔδειν· ἄμεινον δὲ τῇ συνή-
θει γραφῇ χρῆσθαι “ κνίσῃ μελδόμενος” ἀντὶ τοῦ λιπαινόμενος.
καὶ ἔστι “ μελδόμενος” ἀντὶ τοῦ τὰ μέλη ἀλδόμενος, ὡς ἀλλαχοῦ
“μέλε’ ἤλδανε ποιμένι λαῶν” (Od. 18. 70)· σημαίνει δὲ ἡ κνίσα
καὶ τὴν ἐκ τῶν κρεῶν ἀναθυμίασιν, ὅταν λέγῃ “καὶ τότε με κνίσης
τοὺς μηροὺς ἐκάλυψαν. “δίπτυχα” δὲ τὰ κνίση “π〈οιήσ〉αντες,”
ἐπεὶ γὰρ δύο οἱ μηροί, τὸν ἐπίπλουν εἰς δύο διελόντες ἑκάτερον τῶν
μηρῶν θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυπτον. καὶ ἔστιν ἐν τῇ
κωμῳδίᾳ τὸ ἑνικὸν οὐδέτερον, “τὸ κνῖσος ὀπτῶν ὀλλύεις τοὺς
γείτονας ” (fr. adesp. 335 a M.).
ἄλλως: κνίση μελδόμενος] τὴν πιμέλην τήκων· §. τινὲς δὲ οὐδε- τέρως ἤκουον, τὰ κνίση· τινὲς δὲ “μελδομένου,” ἵν’ ᾖ συὸς τηκο- μένου τὴν κνίσαν· μέλδειν δὲ κυρίως τὸ τὰ μέλη ἔδειν.
σιάλοιο] σιτευτοῦ. §. καὶ αὐτὸς μὲν κρεῶν ἑφθῶν οἶδε χρῆσιν,
ποὺς δὲ ἥρωας οὐκ εἰσάγει χρωμένους· πῶς οὖν βοείους πόδας
ἐσθίουσι μνηστῆρες (Od. 20. 299), οὐ γὰρ ἂν ὤπτησαν πόδας.
365. ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο] καὶ πῶς μὴ ἐκαίετο
ὁ Ἀχιλλεύς; ἀλλʼ ὥσπερ ὁ Σκάμανδρος Ἀχιλλέα μὲν ἔπνιγεν,
“ζῳοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα κρύπτων ἐν δίνῃσι βαθείῃσιν.
μεγάλῃσιν” (238), οὕτω καὶ ὁ Ἥφαιστος πᾶν μὲν ὑφάπτει τὸ
ἄλλο τοῦ ποταμοῦ πλὴν ἐκείνου τοῦ τόπου, ἔνθα ἦν Ἀχιλλεύς.
*ζέε δʼ ὕδωρ] γράφεται καὶ “σχέτο δʼ ὕδωρ” ἤγουν τῆς ὁρμῆς.
366. οὐδʼ ἔθελε προρέειν] οὐκ ἠδύνατο. καὶ “ποιῆσαι δύναται·
τοὶ δὲ φθινύθουσιν ἔδοντες” (Od. 1. 250) καὶ “ἤθελε Μηριόνης,
369. * τίπτε] ἐπὶ τίνι αἰτίᾳ.
ἐμὸν ῥόον ἔχραε κήδει] “ἔχραε” ὥρμησεν, ὥστε λυπεῖν· “μητέρι μοε μνηστῆρες ἐπέχραον” (Od. 2. 50).
370. ἐξ ἄλλων] παρὰ τοὺς ἄλλους Ἑλληνικοὺς θεούς, ἢ ὑπὲρ
οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι] τοῦ μὴ ἁλίσκεσθαι τὴν Τροίαν.
373. ἐπὶ καὶ τόδʼ ὀμοῦμαι] ἐπὶ τούτοις καὶ τοδε ὀμοῦμαι μετὰ
374. ἐπὶ Τρώεσ〈σ〉ιν ἀλεξήσειν] τὸ ἑξῆς ἐπαλεξήσειν.
375. μαλερῷ] παρὰ τὴν ἀλέαν πλεονασμῷ τοῦ μ. ἢ παρὰ τὸ
376. καιομένη] ἀναφωνεῖ τὸ τέλος τῆς ἱστορίας εὐκαίρως ὁ
379. ἀγακλεές] εὔκαιρον πρὸς τὴν νίκην τὸ ἐπίθετον.
380. στυφελίζειν] σκληρῶς τύπτειν.
382. ἄψορρον δʼ ἄρα κῦμα] ἐπιφερὲς ὂν τὸ ἔπος ἐδήλωσε τὴν
κατάστασιν καὶ πρόχυσιν τοῦ ποταμοῦ, ὡς τὴν ἔπαρσιν τὸ “ ἀκρο-
κελαινιόων” (249).
385. ἐν δʼ ἄλλοισι] τὸ ἑξῆς ‘ἐνέπεσεν.’ §. ἔνδοξος δὲ Ἀχιλλεύς. οὗ τὴν γένεσιν ᾄδουσι θεοὶ καὶ τὴν τελευτὴν καὶ τὸν πόλεμον.
388. ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός] εὖ πόλεμον θεῶν κελεύ-
σματι οὐρανοῦ διήγειρεν. ἢ περιήχησε διαδεδομένης τῆς φωνῆς,
ὅ φησιν ἀλλαχοῦ “ἠχὴ δʼ ἀμφοτέρων ἵκετ᾿ αἰθέρα” (Il. 13. 837).
καινὸν δὲ ἐζήτησε διανόημα σαλπίζειν τὸν οὐρανὸν φήσας· εἰ γὰρ εἶπεν
‘ἐβρόντησεν,’ οὐδὲν παράδοξον οὐδὲ καταπληκτικὸν 〈ἄν〉 εἰσῆγεν.
σάλπιγξεν] πάλιν σάλπιγγα αὐτὸς μὲν οἶδε, τοὺς δὲ ἥρωας οὐκ
εἰσάγει χρωμένους (cf. Il. 18. 219).
389. 〈ἐ〉γέλασ〈σ〉ε δέ οἱ φίλον ἦτορ] διὰ τὸ ἥκιστα ἐπιχειρη-
τὸν.” τοιοῦτο καὶ τὸ “χαῖρε νόῳ, ὅτʼ ἄριστοι Ἀχαιῶν δηριόωντο” (Od.
8. 78). ἢ ἐπεὶ ὁρᾷ περὶ ἀρετῆς αὐτοὺς ἀγωνιζομένους, χαίρει ὁ Ζεύς.
392. ῥινοτόρος] πρῶτον γὰρ δεῖ τῆς τῶν ἀσπίδων τρώσεως, εἶτα τῶν σωμάτων ἐφικέσθαι.
394. κυνάμυια] ἀναιδὴς καὶ θρασεῖα· ἢ αἱμοπότις, ὅ ἐστι κρότων.
〈ἢ〉 ἔστι κινόμυια ἡ κινοῦσα τοὺς μύας τῶν ὀφθαλμῶν καὶ μὴ ἠρε-
*κυνάμυια] συνθέτως.
395. θάρσος ἄητον ἔχουσα] δύναται καθʼ ἑαυτὸ λέγεσθαι τὸ ἡμιστίχιον κατὰ κλητικὴν πτῶσιν ‘ὦ θάρσος ἄητον ἔχουσα.ʼ
ἄλλως: θάρσος ἄητον] ᾐώρητο ἢ ὥρμα ἀλλήλοις ἀντιπνεόντων.
μέγας δέ σε θυμὸς ἀνῆκεν] μετεωρισμὸς δέ σε ψυχῆς
ἀνέπεισεν.
396. ἢ οὐ μέμνῃ] κακῶς ἥττης ἑαυτοῦ ὑπομιμνῄσκει—ἔδει γὰρ αὐτόν, ὡς Ζεὺς “ἢ οὐ μέμνῃ, ὅτε τʼ ἐκρέμω ὑψόθεν” (ll. 15. 18)— ἢ θέλει αὐτὴν πλῆξαι ὡς δίκην νῦν ληψόμενος.
397. *πανόψιον] φανερῶς, οὐ πειρωμένη λανθάνει〈ν〉.
πανόψιον] πάντων ἔσχατον—ἡ γαρ ὀψία ἔσχατος καιρός—ἵνα λέγῃ ‘τὸ δὲ πάντων ἔσχατον αὐτὴ λαβοῦσα τὸ ἔγχος ἔπληξάς με.ʼ ἢ τὸ ὁλόλαμπρον, ὡς ταὐτὸν εἶναι τῷ πάνοπτον πρωτοτύπῳ. Ἀντί- μαχος δὲ γράφει “ὑπονόσφιον.” καὶ τίποτε δι᾿ αὐτοῦ θέλει δηλοῦ- σθαι ἄμεινον;
398. ἰθὺς ἐμεῦ ὦσας] ἐξ ἐναντίας μου ἤρεισας δόρυ.
399. ἀποτισέμεν] ἐκτίσειν διὰ τιμωρίας.
401. οὐδὲ Διὸς δάμνησι κεραυνός] αὐτοῦ γὰρ ὅπλον. §. οὐχ ὡς τοῦ Ἄρεος ἐκεῖσε βαλόντος, ἀλλὰ τῆς Ἀθηνᾶς μετενεγκούσης πρὸς τὸ μὴ τρωθῆναι.
402. *τῇ] ἐκεῖ.
405. *οὖρον ἀρούρης] ὅριον γῆς.
406. βάλε—κατ᾿ αὐχένα] διὰ τί κατʼ αὐχένα βάλλεται Ἄρης; ὅτι ὑψαύχην ἡ ὕβρις.
407. πόσον ἔχει τὸ πέλεθρον; τὸ πλέθρον ἔχει πόδας ἑκατόν,
408, * ἀμφαράβησε] ἄραβος κυρίως ἡ ἐν Ἄρει βοή.
410, 1. ὅσσον ἀρείων εὔχομʼ ἐγών] ἔστι γὰρ ἣ μὲν ἐξ ἀνδρὸς μόνου,
νίκην ἐποίησεν· ἄλλως τε τὸ δίκαιον ἐπικρατεῖν ἀεὶ πέφυκεν.
412. Ἐρινύας] κατάρας. “οὕτω” δέ, πρὸς τοὺς κρείσσονας
415. * πάλιν τράπεν] παρέτρεψεν.
416. τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα 〈—Ἀφροδίτη〉] δεῖ γὰρ κρᾶσιν
εἶναι τῶν ἠθῶν· Ἁρμονίαν γοῦν παῖδα ἐσχήκασιν· ἢ ὅτι τὸ πλέον
διὰ γυναῖκας οἱ πόλεμοι. ἀνταμείβεται γὰρ αὐτῷ τῆς χρήσεως
τῶν ἵππων· Ἥρα δὲ ἀπέχεται τῆς Ἀφροδίτης διὰ τὸν κεστόν.
417. μόγις δʼ ἐσαγείρατο θυμόν] τὸ ζωτικὸν πνεῦμα συνέλεξεν.
419. αὐτίκʼ Ἀθηναίην] ὅτι τὸν πολέμιον αὐτῆς ὠφελεῖν ἐπι- χειρεῖ.
422. *κλόνον] ἐν κλίνεται τὰ πράγματα.
424. ἐπιεισαμένη] ἐφορμήσασα, “εἴσομαι ἐξ ἁλόθεν” (Il. 21.
πρὸς στήθεα] ὅπου ἡ ἀφροσύνη· 〈ἀντ〉ήρκει δὲ οὐδὲ τῇ πληγῇ
428. τοιοῦτοι νῦν πάντες] ἀεὶ τὸ “νῦν” φυλάσσον τὸν χρόνον καὶ
πεται” (Il. 10. 105).
430. τλήμονες] εὔτολμοι. οἱ δὲ τραγικοὶ ἐπὶ δυστυχοῦς τιθέασι
435. κρείων] ὁ τῆς αὐξήσεως αἴτιος· ὑγρὸς γάρ, καὶ κραίνειν
436. διέσταμεν] οὐ πολεμοῦμεν, οὐ μιγνύμεθα—μιγῆναι γὰρ
437. ἀμαχητί] συστελλόμενον Δώριον, ἐκτεινόμενον δὲ Ἀττικόν.
440. * καλόν] τὸ ἄρχειν.
441. *ἔχες] εἶχες.
442. μέμνηαι] ἐνθάδε “μέμνηαι·” διπλῆ γὰρ ἡ χρῆσις (cf. Il. 23. 648).
444. παρ Διός] τινὲς ἐξ οὐρανοῦ, ἀπὸ τοῦ Διὸς οἴκου· “ἐν Διὸς
εἰλεῖται ” Ἀρατος (222).
θητεύσαμεν] οὐ παραδίδωσι τὴν αἰτίαν διʼ ἣν ἐθήτευσαν.
ἄλλως: θητεύσαμεν] ἠθέλησαν γὰρ συνδῆσαι τὸν Δία “Ποσει-
δάων καὶ Φοῖβος Ἀπόλλων” (Il. 1. 400)· σἳ δὲ ἐπὶ τῷ πειρᾶ-
σ〈θ〉αι τὴν ὕβριν Λαομέδοντος· “καί τε θεοὶ ξείνοισιν ἐοικότες”
(Od. 17. 485)· ὡς ἀποθανόντος οὖν τοῦ αἰτίου, τιμώμενος νῦν ἐν
Ἰλίῳ Κίλλῃ Χρύσῃ Τενέδῳ βοηθεῖ αὐτοῖς· οἳ δὲ δύο φασὶν
ἐργασαμένους ἀμισθὶ ἀναθεῖναι Ἀπόλλωνι καὶ Ποσειδῶνι· οἳ δέ, ὅτι
ἀπὸ τῶν ἱερατικῶν χρημάτων ᾠκοδόμησαν αὐτά.
445. μισθῷ ἔπι ῥητῷ] καὶ αἱ ὡρισμέναι συνθῆκαι ῥῆτραι.
447. ἵνʼ ἄρρηκτος πόλις εἴη] ἀσφάλιος γὰρ καὶ θεμελιοῦχος ὁ Ποσειδῶν· διαφωνεῖ δὲ ταῦτα τοῖς ἐν τῇ Τειχοποιίᾳ ἀθετουμένοις (Il. 7. 443–64).
448. βουκολέεσκες] νόμιος γὰρ ὁ θεός· οἳ δὲ ἐπεὶ αἱ ἀρχαὶ τῶν
λοιμῶν ἀπὸ τῶν τετραπόδων ἄρχονται, αὐτοῖς ἐπέστησαν, ὅπως ἀνα-
βαλλόμενος τούτων ἅπτεσθαι πολὺ μᾶλλον τῶν ἀνθρώπων ἀπέχηται.
450. πολυγηθέες ὧραι] αἱ πολλοῖς αἴτιαι τοῦ χαίρειν· αὔξουσι γὰρ τοὺς καρπούς. εἰς πολ〈λ〉ὴν χαρὰν ἄγουσαι τοὺς καρπιζομένους.
451. *ἐξέφερον] ἐμήνυον.
βιήσατο μισθόν] ἀντὶ τοῦ ἀπεστέρησε μετὰ βίας.
* νῶι βιήσατο μισθόν] παρὰ τὸ μεῖον. ἐβιήσατο ἡμᾶς τὸν μισθόν· μισθὸς ἐλαχίστη ἀμοιβὴ παρὰ τὸ μεῖον.
453. πόδας καὶ χεῖρας ὕπερθεν δήσειν] ἐξαγκωνίσαι.
454. τηλεδαπάων] οὕτως Ἀρίσταρχος· αἱ δὲ ἀπὸ τῶν πόλεων “θηλυτεράων.”
ἄλλως: τηλεδαπάων] τηλοῦ τὸ πέδον ἐχουσῶν ἢ μακρὰν ἀπὸ τῆς Τροίας οὐσῶν· καταχρηστικῶς οὖν ἐπὶ τοῦ αὐτοῦ ἐδάφους πραθῆναί φαμέν τινα.
456. *ἄψορροι] ὀπισόρμητοι εἰς οὐρανόν.
458. τοῦ δὴ—λαοῖσι] ἐν ἤθει ταῦτα.
οὐδὲ μεθʼ ἡμέων] λείπει γενόμενος.
462. οὐκ ἄν με σαόφρονα] τινές φασιν ἐγγὺς γεγονότος Ποσει- δῶνος μηκέτι δύνασθαι τὸν τοξότην πολεμεῖν.
* σαόφρονα] συνετόν.
464. δειλῶν] ἀτυχῶν· Δείλας γὰρ πρῶτος τὸν εἰς φόνους κλῆρον
465. ζαφλεγέες] μεγαλόφρονες· καὶ ταῦτα θνητήν φησι τροφὴν
εἰς τὴν θείαν φύσιν ὁ ποιητής, τότε τὰ ἀνθρώπινα πράγματα ἐξ-
ευτελίζει.
*ζαφλεγέες] λαμπροί.
466. *ἀκήριοι] νεκρούμενοι.
467. δηριαάσθων] τὸ δεύτερον α ἐκτατέον ὥσπερ ἐπὶ τοῦ ἀδιαι-
ρέτου.
468. αἴδετο γάρ ῥα πατροκασιγήτοιο] ἄλλως τε ὁ ἥλιος ἐκ
469. πατροκασιγνήτοιο] τοῦτον οἱ μὲν πάτρωα, οἳ δὲ θεῖον καλοῦσιν.
μιγήμεναι] συμβαλεῖν· ἔστι δὲ παιδευτικά, ὡς τὸ “Λητοῖ, ἐγὼ
δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον γάρ” (498) καὶ “ἀλλά τοι οὐκ
ἐθέλουσα Ποσειδάωνι μάχεσθαι” (Od. 13. 341).
*μιγήμεναι] τινὲς γράφουσι “δαμήμεναι.”
470. πότνια θηρῶν] δεσπότις. μεταβαλὼν οὖν φησιν Ἀνακρέων
διὸ καὶ περιπίπτει βλάβῃ. ὥστε καὶ τὰ πεπραγμένα ἐν τῇ Θεο-
μαχίᾳ τολμηρότερον ἀφορμὰς ἔχει Ἄρην καὶ Ἄρτεμιν.
471. Ἄρτεμις ἀγροτέρη] περισσὸς ὁ στίχος. §. οὕτω δὲ παρὰ
ὀνείδειον] ὡς τέλειον καὶ ὄρειον· οὕτω γὰρ ἐκπίπτει καὶ τὰ τῆς
473. * μέλεον] ἄμοχθον.
474. *ἀνεμώλιον αὔτως] ἀνεμωλίως ἀπράκτως.
475—7. μή σευ νῦν ἔτι] παραπεποίηνταί πως ἐκεῖθεν οἱ στίχοι
“πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης” (Il.
1. 396)· τί δὲ καὶ βουλόμενος συνεχῶς τοῦτο ἐκαυχᾶτο ὁ
Ἀπόλλων
478. τὴν δʼ οὔτι προσέφη] προείρηκε γὰρ τὴν αἰτίαν τῆς παραι-
τήσεως “αἴδετο γάρ ῥα πατροκασιγνήτοιο μιγήμεναι ἐν παλά-
μῃσιν” (469)· ὥστε δισσολογεῖν οὐκ ἐχρῆν αὐτόν.
479. ἀλλὰ χολωσαμένη] ἀπὸ κοινοῦ τὸ “προσέφη·” οὕτως οὖν κἀκεῖ “παῖδά τε σοι ἀγέμεν Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην” (Il. 1. 443)· ἀπὸ κοινοῦ γὰρ τὸ “ἀγέμεν.” καὶ περιττὸς ὁ ἑξῆς “ῥέξαι ὑπὲρ Δαναῶν” (ib. 444).
482. χαλεπή τοι ἐγῶ μένος ἀντιφερίζειν] ἐξ ἐναντίας τὸ ἐμὸν μένος φέρειν. ἐπεὶ δὲ εἶσε “τί νυ τόξον ἔχεις,” φησὶν ὅτι, εἰ καὶ τοξοφόρος εἶ, χαλεπή σοι πολέμιος ἔσομαι.
483. λέοντα] λέαιναν· οὐδέποτε δὲ παρʼ Ὁμήρῳ εἴρηται τὸ λέαινα.
* ἐπεί σε λέοντα] ἐπεὶ λέαινάν σε.
484. κατακτάμεν ἥν κʼ ἐθέλῃσθα] προίσταται γὰρ ἡ Ἄρτεμις τοκετῶν, ἐπεὶ περὶ τὰς πανσελήνους εὐτοκώταται αἱ γυναῖκες, ὥς φησι Χρύσιππος.
485. θῆρας ἐναίρειν] φονεύειν ἢ σκυλεύειν. περιάπτεται γὰρ
νεβρίδας· Ἀλκμᾶν “ἑσσαμένα πέρι δέρματα θηρῶν” (fr. 18 B.).
§. σημειοῦνται δέ τινες, ὅτι ἔναρα ἐπὶ ἀλόγων ζῴων οὐκ ἔστιν.
486. ἀγροτέρας] τινὲς τὰς μὴ ταχέως γηρώσας.
*ἀγροτέρας] ἀγριωτέρας.
487. εἰ δʼ ἐθέλεις, πολέμοιο δαήμεναι] στικτέον εἰς τὸ “δαήμεναι·”
ἔστι γὰρ ἀντὶ τοῦ δάηθι.
489. ἐπὶ καρπῷ χεῖρας] “ἐπὶ καρπῷ” τῆς Ἀρτέμιδος· ἔμφασιν δὲ ἔχει πολλῆς δυνάμεως.
490. ἀπʼ ὤμων αἴνυτο τόξα] ποιητικῶς ἀντὶ τῶν βελῶν “τόξα”
*τόξα] τὰ τοξεύματα.
492. ἐντροπαλιζομένη] ἐξ ὑποστροφῆς ἀνθισταμένη. αἱ δὲ
πλείους κατʼ αἰτιατικήν, ἵνʼ ᾖ ‘ἐκτρέπουσα〈ν〉 τὰς ὄψεις πρὸς τὰς
τῆς χειρὸς καταφοράς.’
493. * ὕπαιθα] ἔμπροσθεν.
πέλεια] Ἀριστοτέλης (H. N. 544b 2) φησὶ μικροτέραν τῆς περιστερᾶς εἶναι καὶ ὑπέρυθρον καὶ ταχύπουν.
ἄλλως: πέλεια] ὡς κράτεια· ἔστι δὲ καὶ πελειάς ὀξυτόνως,
495. χηραμόν] ἀπὸ τοῦ χωρεῖν, 〈πέτραν〉 διαγωγὰς ἔχουσαν
γεῖσθαι· “νεβρὸν ἔχοντʼ ὀνύχεσσι, τέκος ἐλάφοιο” (Il. 8. 248).
οὐδ᾿ ἄρα τῇ γε ἁλώμεναι] καὶ ἐπʼ ἀλόγοις μοιρίδιον οἶδεν, οὐ μόνον ἐπὶ ἀνθρώποις.
498. ἐγὼ δέ τοι οὔ τι μαχήσομαι] ἄτοπον γὰρ τὸν λόγιον καὶ
Ἀφροδίτης ἐθέλει δεθῆναι (Od. 8. 342), καὶ Πελασγοὶ δὲ ἐντετα-
μένον τὸν Ἑρμῆν ἱδρύονται· ἄλλως τε ἄνοπλος ἑκάτερος, καὶ ἄτοπος
ἡ δίχα ὅπλων μάχη.
499. πληκτίζεσθαι] μάχεσθαι. τῶν ἅπαξ δὲ εἰρημένων ἡ λέξις.
501. εὔχεσθαι ἐμὲ νικῆσαι] ἄτυφος· διὸ λογικὸς θεὸς ὃς οὐδὲ
ἀδοξίας φροντίζει.
502. Λητὼ δὲ συναίνυτο] ἴσως πρὸς τὸ σκῦλα μὴ μεῖναι τῆς
καμπύλα τόξα] μεταφορικῶς ἀπὸ τοῦ τόξου τὰ βέλη· ἢ συλληπ-
μενον, οὕτω καὶ τόξα ἐπὶ ἑκατέρου δεκτέον.
506. δακρυόεσσα δέ] ἀφελὴς ἡ διάθεσις καὶ παρθένῳ πρέπουσα·
507. ἑανὸς τρέμε] καιρίως διὰ τῆς ἐσθῆτος 〈τὸ〉 σῶμα ἐνέφηνε τρέμον.
τὴν δὲ προτὶ οἷ〈εἷλε〉] ὀρθοτονητέον τὴν “εἷ,” ἐπεὶ εἰς σύνθετον 〈μεταλαμβάνεται〉. §. προσελάβετο ἑαυτῷ, τουτέστιν προσεπε- πτύξατο.
508. *ἡδὺ γελάσσας] ἠθικῶς.
509. τίς νυ σε] ἀγνοεῖν προσποιούμενος.
511. ἐυστέφανος] στέφανος ἐπικεφάλιος γυναικῶν κόσμος. §.
ἄλλως: ἐυστέφανος κελαδεινή] ἠρκέσθη τοῖς ἐπιθέτοις· περιττὸς οὖν κἀκεῖ ὁ “Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον” (471).
512. σή μʼ ἄλοχος] πιθανῶς καὶ αὐτὸν πιθανοποιεῖται διὰ τῆς ἀλόχου.
513. νεῖκος ἐτύχθη] “νείκεʼ ἐτύχθη” πληθυντικῶς· καὶ “ἐφῆπ- ται” ἀντὶ τοῦ ἐπισυνδέδεται ηὔξηται.
514. ὣς οἳ μὲν τοιαῦτα] οὔτε γὰρ ἀπολύσασθαι 〈θέλει〉 Ἥραν τοῦ ἐγκλήματος, ἵνα μὴ λυπῇ τὴν ὑβρισθεῖσαν, οὔτε ἐγκαλεῖν [τῇ ἀπολυθείσῃ].
515. αὐτὰρ Ἀπόλλων] προοικονομεῖ πάλιν εἰς τὰ ἑξῆς, ἵνα ὑπολειφθεὶς μόνος πλανήσῃ τὸν Ἀχιλλέα ἀπὸ τοῦ τείχους.
516. μέμβλετο γάρ οἱ] διασταλτέον μετὰ τὸ “οἵ.”
*πόληος] Αἰολικῶς, ὡς “ἀκτῆνας” καὶ ψημύθιον.
519. χωόμενοι] συγκεχυμένοι.
522. ὡς δʼ ὅτε καπνὸς ἰὼν—ἄστεος αἰθομένοιο] πηλίκον δέ ἐστι τὸ πῦρ οὗ τὸ τέλος ἄπτεται τοῦ οὐρανοῦ ; καὶ τοῦτο θεόπεμπτον (523), ἵνα μὴ ταχέως σβεννύηται. τὴν ἐπὶ πλεῖστον δὲ νέμησιν τοῦ Ἀχιλλέως ἡ παραβολὴ τοῦ πυρὸς ἐνέφηνεν.
526. εἱστήκει δʼ ὁ γέρων] ἐναργῶς ὁ τῆς ἀγωνίας μεστὸς
δείκνυται γέρων ἐπιβεβηκὼς τοῖς τείχεσιν. μεταγαγὼν δὲ ὁ ποιητὴς
τὴν στρατιὰν ἐπὶ τὰ ἔνδον οὐκ ἄλλῳ πιθανὸν ἐνόμισε προσκεῖσθαι
*θείου] παρόσον θεοποίητόν ἐστι τὸ τεῖχος.
528. *ἄφαρ] ταχέως.
πεφυζότες] ὅθεν ἄφυζαν τὸν λέοντα Ἥσίοδος εἶπεν (fr.
530. ὀτρυνέων] τοῦ καιροῦ ἐπείγοντος καὶ ὁ γέρων στρατηγεῖ ἐπὶ
ἄλλως: ὀτρύνων παρὰ τεῖχος] χωρίς τοῦ ε, ἤδη ἐνεργῶν καὶ
οὐ μέλλων.
*ὀτρυνέων] ὡς μέλλων περισπᾶται καὶ διῄρηται.
531. ἐν χερσὶ πύλας] πᾶσαν φιλοφροσύνην τὴν πρὸς τοὺς φύλακας
ἑταίρων ἐκ πολέμου φεύγοντα” (Il. 12. 122).
533. * κλονέων] καὶ κλόνις ἡ εὐκίνητος ὀσφύς.
λοίγιʼ ἔσεσθαι] πρεσβυτικῶς ὁρᾷ τὸν καιρόν, ὅτι εἰς κσκὸν προχω-
534. *ἀλέντες] ἐκκλίναντες ἢ συστραφέντες.
536. μὴ οὖλος ἀνήρ] καὶ Καλλίμαχος (fr. 507) “οὔλου μητέρʼ
〈οὖλος—〉εἰς τεῖχος ἄληται] ἄθρους ὁρμήσῃ ἢ μετὰ πλήθους.
ἄληται] ψιλῶς· ἔστι γὰρ μέσος ἀόριστος ὑπερσυντελικὸς
μετοχῇ τῇ “αὐτὰρ ἐπεὶ—ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες” (534).
537. ἀπῶσαν ὀχῆας] ἀπεκρούσαντο ὡς συνεκτικοὺς ὄντας τῶν
538. τεῦξαν φάος] παρέσχον τοῖς φεύγουσιν, ὡς ἐκεῖ “φόως δʼ
Ζηνοδότου.
* φάος] σωτηρίαν τοῖς φεύγουσι Τρωσίν.
539. ἀμύναι] οὕτως ἡ γραφή, παροξυτόνως· ἔστι γὰρ εὐκτική· τινὲς μέντοι “ἀλάλκοι” γράφουσιν.
*ἀντίος] τῷ Ἀχιλλεῖ.
541. δίψῃ καρχαλέοι] ξηραίνει γὰρ καὶ τραχύνει τὴν γλῶσσαν ἡ δίψα ἡ πολλή.
κεκονιμένοι] ἄκρως ὑπέγραψε τὴν φυγὴν καὶ τὸ σχῆμα τῶν διωκομένων.
542. ὃ δὲ σφεδανῶν] οὕτω “σφεδανῶν,” ἐπερρωμένος τῷ θυμῷ, καθάπερ τὸ φονῶν. περισπαστέον δὲ ὡς στεφανῶν.
σφεδανῶν] κατεπείγων αὐτοὺς ἢ ἐπαιρόμενος τῷ θυμῷ ἢ φονευ-
τικὸς παρὰ τὸ φονῶν.
*λύσσα] 〈ἡ〉 ἐκλύουσα τοὺς λογισμοὺς ἀνία.
543. κῦδος ἀρέσθαι] τὸν Ἕκτορα, ἐφʼ φησιν “ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον” (Il. 22. 393).
544. Τροίην] τὴν Ἴλιον· οὐκ ἔστι γὰρ 〈ἡ〉 χώρα, πύλας ἔχουσα,
ἀλλὰ πόλις.
ἄλλως: Τροίην] ὅτι ὁμωνύμως τῇ χώρᾳ τὴν Ἴλιον εἴρηκεν.
550. Ἀχιλλῆα πτολίπορθον] τινὲς “Ἀχιλλέα Πηλείωνα,” πρὸς
τὸ ἐπίθετον ξενισθέντες. ἀλλʼ ἤδη αὐτὸς εἶπε “δώδεκα δὴ σὺν
νηυσὶ πόλεις ἀλάπαξα” (Il. 9. 328). ἐπὶ δὲ Ὀδυσσέως πλεονάζει
τῷ ἐπιθέτῳ διὰ τὴν Ἰλίου πόρθησιν.
553. *ὑπὸ κρατεροῦ Ἀχιλῆος] λείπει ‘διωκόμενος.ʼ
554. *τῇ περ] ὅπου.
555. αἱρήσει με καὶ ὥς, 〈καὶ〉 ἀνάλκιδα δειροτομήσει] καὶ οὕτως συλλήψεταί με καὶ οὐδʼ ἀμυνόμενον ἀναιρήσει.
556. εἰ δʼ ἂν ἐγὼ τούτους μέν] διὰ τὸν “εἰ” σύνδεσμον ὑπο- στικτέον μετὰ τὸ “ ῥωπήια δύω,” τοῦ ἑξῆς συνδέσμου περιττεύοντος τοῦ “δέ.” δύναται δὲ στίζεσθαι ἐπὶ τὸ “δύω,” τοῦ “εἰ” συνδέσμου κειμένου ἀντὶ τοῦ ἆρα διαπορητικοῦ. οὕτω δὲ ἔσται ὁ “ἄν” περιττός.
558. πεδίον Ἰλήιον] τὸ πρὸς τῷ τάφῳ Ἴλου. ὁ δὲ Κράτης
559. ῥωπήια δύω] λοχήσω ἐν τοῖς θαμνώδεσι τόποις.
561. ἱδρῶ ἀποψυχθείς] πνεύμασι τὸν ἱδρῶτα ξηράνας.
563. ἀπαειρόμενον] ἀντὶ τοῦ ἀπαίροντα· ἐκ μεταφορᾶς τῶν νηῶν
567. εἰ δέ κεν οἱ προπάροιθε] ἐνταῦθα ὁμολογουμένως ὁ ει
568. καὶ γάρ θην τούτῳ] ὁ διαλογισμὸς ἀνθρώπινος, ὅτι ἓν σῶμα
καὶ μία ψυχὴ καὶ τρωτὸς ὁ χρώς· ἀλλὰ τὴν ἀρετὴν αὐτοῦ οὐδαμοῦ
ἐνθυμεῖται. εἰ δὲ τοιαῦτα πάντες ἐνενόουν, μαχόμενοι ἔπειτʼ οὐκ
ἂν ἔδεισάν ποτε τοὺς πολεμίους ἐπιόντας.
569. θνητὸν δέ ἑ φάσʼ ἄνθρωποι] “φασί.” τοῦτο εἰρωνευόμενός φησιν. δοκῶ, καὶ αὐτὸς θνητός ἐστιν.
570. ἀθετεῖται ὡς λύων τὸν ἐπιλογισμόν· κρέμασθαι γάρ τις
571. Ἀχιλῆα ἀλεὶς μένεν] συστρέψας τὸ πρώην εἰς φυγὴν ὁρμώ-
573. ἠύτε πρόδαλις] θυμικὸν καὶ πολεμικὸν ζῷον μέχρι θανάτου.
τοσοῦτον τῶν ἀγρίων προὔχει ὅσον ἐκεῖνα τῶν ἡμέρων. ἐν δὲ παρ-
δάλεσι καὶ ἄρκτοις τὰ θήλεα ἰσχυρότερα (Aristot. H. A. p. 608 a
34). οὕτω δὲ ἐπιτέτευκται, ὅτι μηδὲ αὐτὸς Ὅμηρος ἄλλην μάχην
παρδάλεως ἐτόλμησεν εἰπεῖν.
*πόρδαλις] διὰ τοῦ ᾱ “πάρδαλις.”
575. ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ] Ἀρίσταρχός τινάς φησι γράφειν
ἵππων. ἄλλως τε τὰ εἰς γμος ῥηματικὰ μετὰ προθέσεως πέφυκε
συντίθεσθαι, τῆς αὐτῆς τάσεως μενούσης, μετʼ ἄλλου δὲ οὐδενός,
οἷον παιγμός ἐμπαιγμός κηρυγμός ἐκκηρυγμός. καὶ τὸ ὑλαγμός
ἄλλως: ἐπεί κεν] τινάς φησιν Ἀρίσταρχος γράφειν “κυνυλαγ- μόν” οἷον κυνῶν ὑλαγμόν· οὕτω καὶ Ζηνόδοτος.
*ἐπεί κεν ὑλαγμόν] ἐκ πλήρους ὁ “κέν” σύνδεσμος.
576. φθάμενός μιν] αἱ ἀπὸ τῶν πόλεων “φθάμενός τις.”
ἢ οὐτάσῃ ἠὲ βάλῃσιν] πρὸς τὸ διάφορον τῶν σημαινομένων.
577. περὶ δουρὶ πεπαρμένη] φησὶν Πρακλέων ἐν Ῥώμῃ τοῦτο τεθεᾶσθαι. ὁ δὲ βαλών, φησί, τὸ πάλιον ὃ περιέκειτο ἑτέρῳ περιέ- θηκεν ὡπλισμένῳ καὶ ἀκμῆτι, ὅπως ἐπʼ ἐκεῖνον τραπῇ.
578. * ξυμβλήμεναι] ξυμβαλέσθαι αἰκίσασθαι.
582. * τιτύσκετο] κατεστοχάζετο.
583. ᾖ δήπου] περισπῶμεν τὸν “η ” σύνδεσμον, ἠθικὸν καὶ ἐρωτηματικὸν νῦν ὄντα.
586. ἀνέρες εἰμέν] ἐν ταῖς πλείοσιν “ἄνδρες ἔνειμεν.”
587. * οἵ κε πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν] . . . ἔν τισι τῶν εἰκαιοτέρων “〈οἵ κε πρόσθε φίλων〉 τοκέων ἀλόχων τε καὶ υἱῶν.”
588. ἐνθάδε πότμον ἐφέψεις] τῇ πεπρωμένῃ ἐνθάδε ἀκολουθήσεις.
§. τινὲς δὲ ἀναστρέφουσι τὴν “ἐπί” οὐκ εὖ.
589. *ἔκπαγλος] προπετής, θρασύς.
591. * κνήμην] τὴν κνημῖδα.
594. *θεοῦ] ὅτι ἄτρωτα τὰ ὅπλα. πρὸς τὰ ἠθετημένα (Il. 19. 365—8).
595. *ὡρμήσατ’ Ἀγήνορος] ὡς τὸ “ὡρμήθη δʼ Ἀκάμαντος” (Il. 11. 488).
597· * ἠέρι πολλῇ] τῇ ἀέρι τῇ σκοτίᾳ.
598. * ἡσύχιον] λάθρα· ἢ ἀθόρυβον.
599. * ἀποέργαθε] διὰ τοῦ ἑτέρου ε.
602. ἕως ὃ τόν] ὑποστικτέον εἰς τὸ “ποσὶν οἷσιν” (605)· ἡ γὰρ ἀνταπόδοσις “ἕως ὁ τὸν πεδίοιο διώκετο—τόφρ᾿ ἄλλοι.”
*πυροφόροιο] εὐθέτου πρὸς ἄροσιν.
605. ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι] θνητὴν ἐμιμεῖτο ταχυτῆτα, καταλείπων ἐλπίδα τῷ διώκοντι.
606. πεφοβημένοι ἦλθον ὁμίλῳ] πεφοβημένοι ἦλθον ὑπὸ τοῦ
610. *ἀσπασίως] ἀσπάσιοι, ἄσμενοι ἐπὶ τῇ ἑαυτῶν σωτηρίᾳ οὐκ ἔχοντες καιρόν.
611. ὅν τινα τῶνδε πόδες] ὡς εἶχε ποδῶν ἕκαστος ἐσῴζετο, τῶν
σάωσαν] εὐκτικὸν τὸ “σαώσαι” ἀντὶ τοῦ σαώσειεν.
1. πεφυζότες] καὶ τὴν μετὰ δέους κατάπληξιν οὕτω καλεῖ.
ἔστιν οὖν δεδειλιακότες· φησὶ γοῦν “Τρῶες ἄφαρ κλονέοντο
πεφυζότες” (Il. 21. 528). καὶ ἔστιν ὅμοιον τῷ “τίφθ᾿ οὕτως
ἔστητε τεθηπότες ἠύτε νεβροί᾿ (Il. 4. 243). ἔστιν οὖν φύζα φυζῶ,
ὡς κίσσα κισσῶ· καὶ μέσος παρακείμενος πέφυζα, οὗ ἡ μετοχὴ
πεφυζώς.
ἠύτε νεβροί] ἐπὶ τὸ “νεβροί” βραχὺ διασταλτέον.
νεβροί] οἱ νεωστὶ ἐπὶ βορὰν ἰόντες, ἢ ‘νέποροι’ οἱ μηδέπω
2. ἱδρῶ ἀπεψύχοντο] ἀντὶ τοῦ τὸν ἱδρῶτα ἀνέμῳ ἀνέψυχον.
ἄλλως: ἱδρῶ] ὡς παρὰ τὸ εἰκῶ εἰκώς αἰδῶ αἰδώς, οὕτως “ἱδρῶ·” ὅθεν καὶ ἀναλογώτεροι Αἰολεῖς, θηλυκῶς λέγοντες.
ἀκέοντο] κυρίως ἀκεῖσθαι, τὸ ἄχος ἰᾶσθαι καὶ τὸ ὃ δή ποτε θερα-
3. κεκλιμένοι—ἐπάλξεσιν] ἤτοι ἐπαναπαυόμενοι καὶ ἐπερειδόμενοι
πεδίῳ—〈πόντῳ) κεκλιμένοι” (Il. 15. 739, 40).
5. Ἕκτορα δʼ αὐτοῦ] αὐτόθι, ἔνθα Σκαιαί εἰσιν· ἤδη δέ τι τῶν ἑξῆς προαναφωνεῖ, ὅτι κατέσχεν αὐτὸν ἡ μοῖρα ἐπὶ κακῷ μεῖναι.
6. πυλάων τε Σκαιάων] ἐν ἀριστερῷ κεῖνται τοῦ τείχους αἱ πύλαι, καλοῦνται δὲ Δαρδάνιαι.
10. *ἀσπερχές] ἀδιαλείπτως, εἴγε καὶ θεὸν διώκεις.
11. Τρώων πόνος] τὸ κατὰ τῶν Τρώων ἔργον· ἢ ἆρα οὐ κεκό- πωσαι διώκων τοὺς Τρῶας:
* ἐφόβησας] εἰς φυγὴν ἔτρεψας.
12. εἰς ἄστυ ἄλεν] λείπει τὸ ‘ἀφικόμενοι,’ ἐπεὶ ἔδει εἶναι ἦλον· ἢ τὸ “ἄλεν” ἀντὶ τοῦ ἐξέκλιναν.
σὺ—δεῦρο λιάσθης] σοῦ ὧδε ἀποκλίναντος ἐκεῖνοι ἐσώθησαν.
13. σύνδεσμος ὁ “τοί”· φησὶ δὲ ‘οὐ γὰρ φονεύσιμός εἰμι.ʼ
15. ἑκάεργε] στοχάζεται ἢ ἀπὸ τοῦ “ μάλα τούς γε φιλεῖ
ἑκάεργος Ἀπόλλων” (Il. 16. 94) ἢ τοῦ “λαιψηροῖς ὀλέεσθαι
Ἀπόλλωνος βελέεσ〈σ〉ιν” (Il. 21. 278) ἢ ἀπὸ τῆς τοξικῆς σκευῆς.
ἅμα γὰρ λέγων ἀνέφηνεν ἑαυτὸν τῇ στολῇ οἷος ἦν.
ὀλοώτατε] ὀλέθρου παρασκευαστικέ· ἢ ὁ λοιμῶν αἴτιος· οἳ δὲ γρά- φουσι “δολοώτατε” διὰ τὸ “δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων” (Il. 21. 604). ἐκθύμως δὲ παρρησιάζεται, ἀφῃρημένος ὑπʼ αὐτοῦ ἑταῖρον καὶ νίκην. καὶ ἔστιν ὡς τὸ “δικαιότατος Κενταύρων” (Il. 11. 832).
*ὀλοώτατε] ἐμοὶ δηλονότι.
18. ἐμὲ—κῦδος ἀφείλεο] ‘ἐμὲ ἀφείλεο’ Ἀττικῶς, ὡς τὸ “ἐπεί μʼ ἀφέλεσθέ γε δόντες” (Il. 1. 299). §. τὸ δὲ “ἀφείλεο” διὰ τοῦ εο γράφεται.
20. ἦ σʼ ἂν τισαίμην] ἐτισάμην σε ἄν. γενναῖος ὁ μὴ καταπλησ-
εἴ μοι δύναμίς γε παρείη] δύναμις ἴση τῇ σῇ· προφέρεσθαι δὲ ταῦτα δεῖ οὐ τεθαρρηκυίᾳ φωνῇ, ἀλλʼ ὡς ἂν εἴποι ἀνὴρ γενναῖος μεγαλόφρων ἀπειλῶν θεῷ.
22. ἀεθλοφόρος] νικητής. πρὸς τὸ τάχος καὶ τὸ σοβαρόν· καὶ
μᾶλλον κέλητι αὐτὸν εἰκάζει· εἷς γὰρ ὄχημα οὐ φέρει. κέλητα
23. *πεδίοιο] διὰ τοῦ πεδίου.
24. λαιψηρά] ἀντὶ τοῦ λαιψηρῶς.
25. τὸν δʼ ὁ γέρων—ἴδεν] ἡ γὰρ περὶ τὸν υἱὸν εὔνοια παραιρεῖτσι
26. * πεδίοιο] πάλιν διὰ πεδίου.
27. ὅς ῥα τʼ ὀπώρης εἶσιν] ἄνεισιν. ἔδει δὲ πρὸ ὀπώρας εἰπεῖν·
28. ἀστράσι] οἳ μὲν ὡς δέρμασιν, οἳ δὲ ὡς κεμάσιν. §. οἳ μὲν κατὰ μεταπλασμὸν ὡς ἔγκασι πρόβασι, οἳ δὲ ἀπὸ τοῦ ἀστήρ, ὡς πατράσιν.
32. ὣς τοῦ χαλκός] ἔδει χρυσὸς ἔλαμπεν, ἀπὸ κρείσσονος καὶ
ἄλλως: ὣς τοῦ χαλκὸς ἔλαμπε] συμφωνεῖ τοῦτο τῷ περὶ τὴν
34. ὑψόσʼ ἀνασχόμενος] πρῶτον τοῖς θεοῖς ἄρας τὰς χεῖρας
μέγ〈α δʼ〉 οἰμώξας 〈ἐγεγώνει〉] ἄδηλον τίνος τὸ “μέγα.” §. ἄξιον
δὲ ζητήσεως πῶς μηδεὶς πολεμεῖ Ἕκτορι. §. . . . ἀλλὰ καὶ διὰ τοῦ
σχῆμα τοῦ πατρὸς ὁρῶν οἰκτείρῃ τὸν γέροντα· γραφικῶς οὖν κεῖται
τὸ σχῆμα.
37. *ὀρεγνύς] ὡς ἐπʼ αὐτὸν ἐκτείνων τὰς χεῖρας.
28. Ἕκτορ, μή μοι μίμνε] πιθανῶς διεῖλε τὸν οἶκτον εἰς μόρια,
ἀσυμπαθής. πῶς οὖν Ἀλεξάνδρου μὲν τὸ μονομάχιον οὐ καρτερεῖ
θεωρεῖν (Il. 3. 306), Ἕκτορος δέ; ἢ ὅτι ὃ μὲν ἐν τῷ πεδίῳ συνέ-
βαλεν, ὃ δὲ πρὸ τοῦ τείχους, ἔνθα παρῆσαν πάντες τῷ μεγέθει τοῦ
κινδύνου καταπλησσόμενοι. ἄλλως τε ἐκεῖνον μὲν ἀπιὼν ἐᾷ πολεμεῖν,
*“εῦτον·” δείκνυσι τὸν λάμποντα.
39. οἶος ἄνευθ’ ἄλλων] ὡς Ἀλγαμέμνων “μηδʼ ἔθελʼ ἐξ ἔριδος”
(Il. 7. 111)· ἀγαθὸν δὲ τοῦτο, μὴ οὕτω φιλοτεκνεῖν ὡς καὶ ἀπα-
τᾶσθαι περὶ τὴν κρίσιν τὰ βελτίω ὑπειληφότα περὶ τῶν παίδων.
41. αἴθε θεοῖσι φίλος] ἀντὶ τοῦ εἰπεῖν ‘εἴῦε ἐχθρὸς τοῖς θεοῖς γένοιτο.ʼ ὁμοίως εἶπε τῷ “τίω δέ μιν ἐν καρὸς αἴσῃ” (Il. 9. 378). σημειοῦνται δέ τινες, ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδήλωκεν.
42. ἔδονται] Ἀρίσταρχος “ἔδοιεν.” §. ἃ δὲ ἀπεύχεται τῷ παιδί,
44. υἱῶν πολλῶν] καὶ τοῦτο εἰς ἔλεον, ὡς 〈ἄξιον〉 καὶ διὰ τὴν τῶν ἄλλων παίδων ἀποβολὴν ἐλεῆσαι τὸν πατέρα. ἅμα δὲ καὶ ὑπομι- μνῄσκει τῆς Ἀχιλλέως δεινότητος.
εὖνιν] ὅ ἐστιν εὐναζόμενον, ἐξ οὗ τὸ ἡσυχάζοντα, ἐξ οὗ καὶ ἠρημω- μένον, ἐξ οὗ ἐστερημένον· ἢ παρὰ τὴν ἑνὸς γενικὴν 〈ἕνις〉 εὖνις, μεμονωμένος.
45. τηλεδαπάων] τινὲς “θηλυτεράων” διὰ τὸ Λῆμνον καὶ Ἴμβρον
ὑπὸ θηλειῶν βασιλεύεσθαι· ἀλλʼ οὐκ εἰς ταύτας μόνον ἐπωλοῦντο.
ἢ εὐγείων· ἀλλʼ “οὔ τις—νήσων ἱππήλατος οὐδʼ εὐλείμων” (Od.
4. 607).
48. *τούς μοι] σὺν τῷ τ “τούς μοι.”
* κρείουσα] ἀντὶ τοῦ βασιλικωτάτη, ὡς τὸ “δῖα γυναικῶν.”
49. εἰ μὲν ζώουσι] ἐλεεινὴ καὶ ἡ ἄγνοια τοῦ πατρός. ᾔδει γὰρ
ὁ Ἕκτωρ περὶ τῆς ἀναιρέσεως τῶν ἀδελφῶν καὶ ἴσως ἂν αὐτὸν καὶ
ἐπὶ τούτῳ ἠλέησεν.
ἦ τʼ ἂν ἔπειτ —ἀπολυσόμεθα] πλεονάζει ὁ “ἄν.”
50. χαλκοῦ τε χρυσοῦ τε—ἔστι γὰρ ἔνδον] κοινὸν τὸ ‘χαλκὸς καὶ χρυσός.’
*ἔστι] δεῖ προσλαβεῖν τὸ ‘χαλκὸς καὶ χρυσός.’
51. πολλὰ γὰρ ὤπασε] διπλῆ δὲ πρὸς τὸ ἔθος· καὶ Ἀγαμέμνων “ἐπιμείλια δώσω” (Il. 9. 147).
ὀνομάκλυτος] Ἀρίσταρχος ὑφʼ ἓν ὡς “πασιμέλουσα” (Od. 12.
Ἀθηνόκριτός φησι τὸν Ὅμηρον πρώην Ἄλτην καλεῖσθαι διὰ τὸ
*παιδὶ γέρων] αἱ ἀπὸ τῶν πόλεων “παιδὶ φίλῃ” Ἀριστοφά-
νης “πολλά.”
52. καὶ εἰν Ἀίδαο δόμοισιν ἄλγος ἐμῷ θυμῷ] οὕτω δεῖ συνάπτειν,
53. τοὶ τεκόμεσθα] ὡς “Δάρδανον αὖ πρῶτον τέκετο” (Il. 20.
215).
54. λαοῖσιν ἄλλοισι μινυνθαδιώτερον] οὐδεὶς γὰρ αὐτοὺς ποθήσει
τὴν ἰδίαν σωτηρίαν ὀλιγωροίη, ἀλλὰ οὖν τῶν κοινῇ συμφερόντων
προνοησάμενος 〈ἀποσταίη τοῦ κινδύνου〉.
55. * Ἀχιλῆι] ἀντὶ τοῦ ὑπʼ Ἀχιλλέως.
56. τεῖχος] τὴν πόλιν· Καλλίμαχος “δʼ ἐκ Λοκρῶν τείχεος
πόλεως. §. τινὲς δὲ συμπαθέστερον γράφουσιν “ἐμὸν θάλος.”
*ἐμὸν τέκος] γράφεται καὶ “ ἐμὸν θάλος.”
56, 7. ὄφρα σαώσῃς Τρῶας] φιλότιμον αὐτὸν εἰδὼς ὑπήλλαξε τὴν
57. Τρῶας καὶ Τρῳάδας] ἤτοι στικτέον μετὰ τὸ “Τρῳάδος,”
ἵνα ἀπὸ ἄλλης ἀρχῆς ἀπαγορευτικὸς ὁ λόγος γένηται, “μηδὲ μέγα
κῦδος ὀρέξῃς·” εἰ δὲ συνάπτοιμεν, ἔσται καὶ τὰ ἑξῆς ὑποτακτικά.
58. φίλης αἰῶνος] οἰκεῖα ταῦτα πατρὶ καὶ γέροντι καὶ πεῖσαι θέλοντι, ἐγκωμιάζειν τὸ ζῆν καὶ ἐπὶ φιλοψυχίαν παρακαλεῖν. ἀντι- τέθεικε δὲ τῇ τοῦ ἐχθροῦ δόξῃ τὴν αὑτοῦ ἀτυχίαν (59) εἰς φ〈θ〉όνον κινῶν τὸν Ἕκτορα. ἀπὸ τοῦ ποιεῖν καὶ πάσχειν ἡ κατασκευή. §. αἰών δὲ παρὰ τὸ ἀεί, ἢ τὸν ὑπόλοιπον τῆς ζωῆς χρόνον.
59. πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον] ὁ στίχος ἐστὶν ὅλος θαυμαστὸς ἐκ τῶν η΄ μερῶν τοῦ λόγου συγκείμενος.
ἔτι φρονέοντʼ ἐλέησον] φρονέων ἀντὶ τοῦ φρονήσας εὖ ἢ ἔτι ζῶν·
τὸ ζωτικὸν γὰρ φρένας καλεῖ “ποτὶ δὲ φρένες αὐτῷ ἕποντο” (Il.
504), ὡς ἐπὶ Πατρόκλου τεθνεῶτος “ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν”
(Il. 23. 104), ὅ ἐστι τὸ συνεκτικὸν τοῦ ζῆν· ἢ ἕως ἔξεστί μοι φρονῆ-
σαι. §. τινὲς δὲ “ἔτι ζώοντʼ ἐλέησον.”
*ἐμέ] ὀρθοτονητέον τὴν “ἐμέ” ἀντωνυμίαν.
60. ἐπὶ γήραος οὐδῷ] ἐξόδῳ τοῦ βίου, ἐφʼ ἤδη πεπέρανται ὁ βίος, καὶ διεξελήλυθεν ἐξ αὐτοῦ.
61, 2. ἐπιδόντα υἷάς τʼ ὀλλυμένους] ἐναργῶς πέφρακε τὰ τῶν
πορθήσεων, ὡς καὶ ἐν ἄλλοις· “ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε” (Il.
9. 593). καὶ μὴ γράψας δὲ τὴν Ἰλίου πόρθησιν ὅμως ἐδήλωσεν αὐτῆς
τὰ παθήματα, πᾶσαν ἡλικίαν τὴν ἐν πολέμῳ τι πάσχουσαν παρα-
λαβών. ταῖς δὲ γυναιξὶν ἡ εἰς τὸ σῶμα ὕβρις μείζων 〈πάντων〉.
δαιμονίως δὲ ταῦτα ὑπʼ ὄψιν ἤγαγεν ἐν βραχεῖ, χρησάμενος ἅμα καὶ
ἀπεριέργως ταῖς λέξεσιν· οὐ γὰρ ὑψορόφους ἢ δαιδαλέους θαλάμους
λέγει οὐδὲ θύγατρας καλλικόμους ἢ καλλισφύρους, ἀλλʼ ἀπήλλακται
τῶν ἐπιθέτων αὐτῷ τὰ δυστυχοῦντα τῶν σωμάτων.
63. κεραιζομένους] παρὰ τὰ κέρατα· ὅθεν τὸν ἄθυμον καὶ ἀόργητον
ἀκέραιον λέγουσιν.
καὶ νήπια τέκνα] ἐντεῦθεν ὁ περὶ Κασ〈σ〉άνδρας καὶ Ἀστυάνακτος ἐρρύη μῦθος παρὰ τοῖς τραγικοῖς.
65. * νυούς] τὰς τῶν υἱῶν γυναῖκας.
66. αὐτὸν δʼ ἄν] περισσὸς ὁ “ἄν.” §. πρώταιςʼ δὲ θύραις ταῖς
πύματόν με] καὶ τὸ “πύματον” οἰκτρόν, οἷον ἐπιδόντα τὰ τῆς B= πορθήσεως δεινά.
67. ὠμησταί] ὠμηστής ὀρχηστής παραγωγά, οὐ σύνθετα. “ ὠμη-
68. ῥεθέων] τῶν μελῶν. §. δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ
ζωτικὸν καὶ ψυχικόν ἐστιν. ῥέθη δὲ τὰ ζῶντα μέλη, διʼ ὧν ῥέζομέν
69. πυλαωρούς] τινὲς “θυραωρούς·” πύλας γὰρ ἐπὶ πόλεώς
70. ἀλύσσοντες] ἄγαν λυσσῶντες· τοῦτο γὰρ τοῖς κατοικιδίοις
συμβαίνει κυσίν, ἐπὴν γεύσωνται σώματος. οἳ δὲ “ἐν ἄλῃ ὄντες,ʼ
ὡς τὸ “δʼ ἀλύουσ᾿ ἀπεβήσετο” (Il. 5. 352). οἳ δὲ παρὰ τὴν
ἄλυν, ὅ ἐστι παίγνιον, “ἢ ἀλύεις, ὅτι Ἶρον” (Od. 18. 333), οἷον
“κυνῶν μέλπηθρα” (Il. 13. 233).
71. * ἐν προθύροισι] ἀντὶ τοῦ παρὰ προθύροις.
νέῳ δέ τε πάντʼ ἐπέοικεν] δοκεῖ τοῦτο προτρεπτικὸν εἶναι μᾶλλον
τὸν νοῦν “πάντα δὲ καλὰ θανόντι περ ⌈ὅττι φανήῃ⌋.” ὡς ἄρα
καλὸν τὸ ἀποθανεῖν ὑπὲρ πατρίδος καὶ οἰκείων ἐπὶ λυσιτελείᾳ τῶν
προσηκόντων, ἵνʼ ᾖ, πάντα δὲ τὰ τῆς αἰκίας ⌈καλά⌋ εἰσι τῷ θανόντι,
73. * ὅττι φανήῃ] οὕτως Ἀρίσταρχος.
74. πολιόν τε κάρη] κάρη καὶ γένειον τῶν οἰκτρῶν ἐστι μερῶν καὶ ἃ κομῶσιν οἱ πενθοῦντες.
75. αἰδῶ τʼ αἰσχύνουσι] αἰδοῖα, ἢ τὴν ἀπὸ τῆς ὄψεως τοῦ σώματος ἐντροπήν.
77. ῥʼ ὁ γέρων] ἀφʼ ὧν ἤρξατο, ἐνταῦθα καὶ ἔληξεν· “ᾤμωξεν δʼ ὁ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσίν (33). “ἦ ῥʼ ὁ γέρων, πολιὰς δʼ 〈ἄρ᾿〉 ἀνὰ τρίχας ἕλκετο χερσί” (77).
79. μήτηρ δʼ εὖθʼ ἑτέρωθεν] παθητικὰ ταῦτα καὶ κόρον φέροντα τῷ μήκει· ταμιεύεται δὲ τὴν Ἀνδρομάχην ἐπὶ νεκρῷ καὶ συρομένῳ τῷ Εκτορι (Il. 22. 476), ἵνα μὴ πάλιν οἱ αὐτοὶ θρηνῶσιν.
80. κόλπον ἀνιεμένη] γυμνοῦσα τὸ περὶ τοὺς μαζοὺς κόλπωμα·
καὶ “αἶγας ἀνιεμένους” (Od. 2. 300) γυμνοῦντας, ἐξ οὗ τὸ
ἐκδέροντας. κινητικὸν δὲ καὶ γραφικὸν τὸ σχῆμα. ἔδειξε δὲ ὅσον
φιλοτεκνότεραι γυναῖκες· ὃ μὲν γὰρ περὶ ἑαυτοῦ δέδιεν, ἢ δὲ περὶ
τοῦ παιδὸς καὶ ἄνω καὶ κάτω βοᾷ “φίλον θάλος, ὃν τέκον αὐτή”
(87), τῶν ἐπὶ τῇ πατρίδι δεινῶν ἐπιλελησμένη. παρατηρητέον δὲ
καὶ τὸ σχῆμα τοῦ λόγου, ἀπὸ μετοχῆς εἰς ῥῆμα μεταβαῖνον.
ἄλλως: κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχεν] τὰ γεν- νήσαντα καὶ θρέψαντα μέρη, ὡς “ἀπὸ κόλπου μητρὸς Ἐλειθυίης ἤλθετε βουλομένης” (Schneider Callim. II p. 775). ἐλέγετο δὲ κόλπος τὸ ἐπάνω τῆς ζώνης κόλπωμα τοῦ πέπλου· ὅθεν καὶ προκόλ- πιον· περὶ γὰρ τὰς ὀσφῦς ἐζώννυ〈ν〉το.
82. τέκνον ἐμόν] οὐκ ἀρκεῖται, ὡς ἀλλαχοῦ, τῷ “τέκνον, τίπτε λιπὼν πόλεμον” (Il. 6. 254), ἀλλὰ καὶ “ἐμόν” διὰ τὸ ταραχῶδες καὶ ἐναγώνιον τῆς ψυχῆς 〈προσέθηκεν〉.
τάδε τʼ αἴδεο] ἀντιδοῦναι τούτοις χάριν ὑπὲρ ὧν σοι ἐποίησαν.
82, 3. καί μʼ ἐλέησον αὐτήν] εἰ μὴ σαυτὸν ἐλεεῖς. τινὲς δὲ παρ᾿
Ἴωσιν “αὐτήν” τὴν μητέρα λέγεσθαι, “τέκνʼ ἔφαγεν στρουθοῖο καὶ
αὐτήν” (Il. 2. 317).
ἄλλως: καί μʼ ἐλέησον αὐτήν] ἤτοι συναπτέον μέχρι τοῦ
83. λαθικηδέα] καὶ “ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ” (Il. 6. 231).
84. φίλε τέκνον] ἄκρως οὐκ ἀφίσταται τῶν κοινῶν ὀνομάτων ἐν τῷ
* ἄμυνε] ἀμύνου.
85. τείχεος ἐντός] ἱκανὰ δὴ πρὸς πειθώ· οὐ γὰρ ἀποστῆναι τῆς
ἐντὸς ἰών] “ἐὼν” γραπτέον, οὐκ “ἰών.” §. “πρόμος” δὲ
86. σχέτλιος] ἐπʼ αὐτοῦ τοῦ Ἕκτορος. ἐπιφωνήσεις δὲ συνεχεῖς
87. κλαύσομαι] φίλοικτον χρῆμα γυνή. καὶ τοῦτο μέγα τοῖς
88. οὐδʼ ἄλοχος] ὡς ιιιφιλογύνην ὑπέμνησε τῆς γυναικός. “πολύ.
δωρος” δὲ ἡ εὔμορφος· περὶ γὰρ τούτων πολλὰ δίδοται ἕδνα· “ἐκ-
δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα” (472).
*τὸ “μέγα ” ἐπὶ τόπου νῦν.
89. κύνες—κατέδονται] οἶδεν αὐτὸν τοῦτο δεδοικότα μάλιστα·
90. 〈προσ〉αυδήτην] ἢ παρατατικοῦ ἐστι Δωρικοῦ ἢ ἀορίστου συγκεκομμένου· ἄμεινον δὲ διὰ τοῦ παρατατικοῦ τὴν ἀδιάλειπτον δηλοῦσθαι δέησιν.
προσαυδήτην] Δωρικῶς.
91. πολλὰ λισσομένω] σημαίνει, ὅτι πολλὰ παραλέλοιπεν, ἃ δεῖ
προσεπινοεῖν.
οὐδ᾿ Ἕκτορι θυμὸν ἔπειθον] ἔστι γὰρ θρασὺς καὶ ἕτοιμος, ἀλόγιστος
*μὐδʼ Ἕκτορι θυμὸν ἔπειθον] Ἕκτορι δὲ θυμὸν οὐκ ἔπειθον.
93. ἐπὶ χειῇ] ἐπὶ μὲν τῶν ἄλλων ζῴων ξυλόχους τε καὶ εὐνάς
* ὀρέστερος] ἔν τισι τῶν ἀπὸ τῶν πόλεων “ ὀρέστερον ἄνδρα δοκεύῃ.”
94. βεβρωκὼς κακὰ φάρμακα] φασὶν αὐτὸν ἐσθίοντα μύρμηκας καὶ κανθαρίδας μετὰ τὴν φώλευσιν ἰοῦ πληροῦσθαι καὶ ἐρεθίζεσθαι λυσσᾶν τε 〈ἐπιθυμοῦντά〉 που ἀπομάξασθαι τὸν ἐνοχλοῦντα ἰόν (Aristot. fr. 372 R.).
95. σμερδαλέον δὲ δέδορκε] εἰκαστικῶς· βλέπων γὰρ χαλεπὸν
ἑλίσσει τὴν σπεῖραν περὶ τὴν χειάν· γίνεται οὖν ὅ τε ἑλιγμὸς τῶν
σφονδύλων χαλεπὸς ἐπὶ μάχῃ τεθηγμένου δεινόν τε τὸ βλέμμα. ἡ δὲ
τροφὴ ὕλη τῆς ὀργῆς, ἡ δὲ στάσις τεκμήριον τῆς ῥώμης, ὁ δὲ τόπος
ἔρημος καὶ ἀνήμερος.
97. πύργῳ ἔπι προὔχοντι] παρὰ τὸ προέχον τοῦ πύργου, ὡς “νείατον
ἀνθερεῶνα (Il. 5. 293) καὶ “νείαιραν—γαστέρα” (Il. 16. 465).
ἄλλως: πύργῳ ἐπὶ προὔχοντι] ὑπονοητέον τὴν οἰκοδομίαν κάτωθεν οὖσαν πλατεῖαν καταλήγειν εἰς στενόν, ἢ ‘πύργον προὔχοντα’ τὸ τοῦ πύργου προέχον, ὡς “νείαιραν—γαστέρα·” ἔστι δὲ πλινθίῳ παραπλήσιον τοῦτο.
πύργῳ ἐπὶ προὔχοντι] ἡ “ἐπί” ἀντὶ τῆς παρά, ὡς “ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες” (Il. 15. 494). ὡς ἀνδριαντοπλάστης δὲ νῦν μὲν τοῦτον, ὕστερον δὲ ἐπὶ τῆς μελίας ἱδρύει τὸν Ἀχιλλέα (225).
99. εἰ μέν κε πύλας καὶ τείχεα δύω] διαπόρησις ὁ τρόπος. δείκνυσι
δὲ ὅσον κακὸν ἡ φιλοτιμία· διὰ γὰρ τὸ μὴ ἀκοῦσαι 〈κακὸς〉 ὑπὸ
κακωτέρου “ Ἕκτωρ ᾗ〈φι〉 βίηφι” (107) ἀπόλλυται. καὶ ἔστι μὲν
ὁ λογισμὸς γενναίου φρονήματος, ἄλλως δὲ ἄφρονος· κακὸν γὰρ κακῷ
ἠθέλησεν ἰάσασθαι.
100. ἐλεγχείην ἀναθήσει] ἀντὶ τοῦ ἀνάψει. καὶ γὰρ “ἀγάλματ”
ἀνῆψεν” (Od. 3. 274) ἀντὶ τοῦ ἀνέθηκεν. Ἀττικοὶ δέ φασιν ἀνα-
θεῖναι τὸ φορτίον ἀντὶ τοῦ ἐπιθεῖναι. οἳ δὲ αὐξήσει.
101. ὅς μʼ ἐκέλευε] καὶ τὸ ἑξῆς, ὅς μʼ ἐκέλευε νύχθʼ ὕπο τήνδʼ
ὀλοὴν Τρωσὶ 〈ποτὶ〉 πτόλιν ἡγήσασθαι· οὐ γὰρ νυκτὸς ὥρμησεν
δοκεύῃ A: -ει ‖ 8. supplevi ex B ‖ που B: τοῦ ‖ 12. τε scripsi:
δὲ ‖ 17. οἰκοδομήν B ‖ 18. πλοτεῖαν B: πελαγίαν ‖ 25. supplevi ex B ‖
περιάψει ‖ 33. ἡγἡσεσθοι B
103. *κέρδιον] καὶ “κάλλιον,” διχῶς.
105. καὶ Τρῳάδας] τὰ γὰρ τῶν γυναικῶν ὀνείδη χαλεπώτερα.
106. κακώτερος] ἀντὶ τοῦ ἥσσων· οὐ γὰρ κακὸς Ἕκτωρ. ἔθος δὲ
108. *τέτʼ ἄν] περισσὸς ὁ “ἄν.”
*κέρδιον] καὶ “κάλλιον,” διχῶς.
109. ἄντην] λείπει ἐλθόντα.
ἢ Ἀχιλῆα κατακτείναντα] οἰωνίζεται νῦν ἐν κινδύνῳ ὢν περὶ
110. 〈ἠέ κεν〉 αὐτῷ ὀλέσθαι] ὑπʼ αὐτοῦ ὀλέσθαι, ὡς “Ἀχιλῆι
δαμασθείς” (55). §. ὁ δὲ “κέν” περισσός.
*πρὸ πόληος] ὑπὲρ τῆς πόλεως· φασὶ πρὸ τῆς πόλεως ἀγωνίζεται.
111. εἰ δέ κεν ἀσπίδα—καταθείομαι] ἤρτηται μέχρι τοῦ (122)
περικεφαλαίαν καὶ τὰ καὶ τὰ ποιήσω᾿ ἢ κομματικῶς εἴρηται ‘ἐὰν
κατάθωμαι καὶ πορευθῶ.ʼ δύναται δὲ καὶ ἠθικῶς ὁ Ἕκτωρ ἅπαξ ἐν
μετανοίᾳ γενόμενος πρὶν ἀνταποδοῦναι διακόψαι τὸν λόγον· στίζομεν
οὖν αὐτὸν ὡς πλήρη.
ἀσπίδα—καταθείομαι] ὅπως μὴ δοκῇ ὡς πολέμιος προσιέναι. ἢ
ἵνα μὴ διὰ τῆς θέας τῶν ὅπλων ἔτι αὐτὸν πυρώσῃ. ὅσον δέ ἐστιν ἐν
ταῖς νίκαις ἀφόρητος, τοσοῦτον ἐν ταῖς ἀτυχίαις ταπεινός. ἄλλως
τε τὸ μὲν ἅπαντα ἐνθυμεῖσθαι συνετοῦ, τὸ δὲ ἐκλέγεσθαι τὰ ἄριστα
γενναίου.
113. ἀντίος] τινὲς ἱκέτης· ὅθεν ἀνταῖος ἱκέσιος Ζεὺς παρὰ
Ἱπποβότῳ.
116. *“ἥ τε” ἡ ἁρπαγὴ τῆς Ἑλένης.
117. ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς] ἅμα τῇ προτέρᾳ ὑποσχέσει δηλονότι.
119. Τρωσὶν δʼ αὖ μετόπισθε] μετὰ τὴν πρὸς Ἀχιλλέα ὑπόσχεσιν.
*Τρωσὶν δέ] παρὰ Τρώων δέ.
120. δάσασθαι] μέλλοντός ἐστιν· διὸ διὰ τοῦ ε.
121. * χωρὶς τοῦ δ “ἀλλὰ τίη.”
ἀλλὰ τίη μοι ταῦτα] ἀρίστη ἀνάγνωσις ἥδε.
122. ἵκωμαι ἰών] διὰ τοῦ “ἰών” ἐδήλωσεν, ὅτι τὸ “ἵκωμαι”
ἀντὶ τοῦ ἱκετεύσω, ὡς “τὴν ἱκόμην φεύγων” (Il. 14. 260). ἀνάπαλιν
δὲ ἐκεῖ “ἐς Πηλῆʼ ἱκέτευσε ” (Il. 16. 574) ἀντὶ τοῦ παρεγένετο.
* ἵκωμαι] ὡς λέγωμαι.
124. αἰδέσεται] μετὰ αἰδοῦς δέξεται, ὡς “αἰδεῖσθαί θʼ ἱερῆα” (Il. 1. 23) καὶ “αἰδοίοισιν ἔδωκα” (Od. 15. 373) ἀντὶ τοῦ ἱκέταις ἐπιμελῶς δὲ τοῦτο τίθησιν ἐπὶ τῶν ἱκετῶν.
125. ὥς τε γυναῖκα] τοῦτο γὰρ αἰσχρὸν ἡγεῖται, εἰ δίχα τῶν ὅπλων ἀποθανεῖται.
126. ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης τῷ ὀαριζέμεναι] ληρῶδες ἀρχαιο-
λογίας διηγεῖσθαι, ἀπὸ τοῦ τὸ παλαιὸν ὀρεινόμων ὄντων τῶν ἀνθρώπων
ἐκεῖσε τίκτεσθαι, ἢ ἐπεὶ ‘μελιηγενεῖς’ λέγονται οἱ πρώην ἄνδρες
καὶ 〈λαοὶ〉ʼ ἀπὸ τῶν λίθων Δευκαλίωνος, ἢ χρησμοὺς διηγεῖσθαι—
Δωδώνη γὰρ δρῦς, πέτρα δὲ Πυθών—ἢ περιττολογεῖν, ἀπὸ τῶν περὶ
τὰς δρῦς φύλλων καὶ περὶ τὰς πέτρας κυμάτων. ἢ οὐκ ἔστιν αὐτῷ
τὴν ἀρχὴν τοῦ γένους διηγεῖσθαι τῶν ἀνθρώπων.
127. ὀαριζέμεναι] ὁμιλεῖν προσπαίζειν· ὄαροι δὲ αἱ ὁμιλίαι, ἐπειδὴ
ὁμοῦ τοὺς συνιόντας ὁρμόττουσιν, ἢ ὅτι τὸ ὄας συντίθενται δῆθεν ὡς
μὴ συνιέντες εὐθέως, ἀλλʼ ὁμιλοῦσι μακρὰ καὶ ἀπηρτημένα, ἐναπο-
λαύοντες ἐπὶ πολὺ τῆς πρὸς ἀλλήλους θέας.
παρθένος ἠίθεός τε] καλῶς τὸ φλύαρον τῶν λόγων ἀκάκων ὁμιλίαις
πσραβάλλει μύθοις παλαιοῖς τερπομένων. διὰ δὲ τὴν πολυλογίαν
τῇ ἀναλήψει ἐχρήσατο.
129. ἔριδι ξυνελαυνέμεν] εἰς ἔριν ἢ μετʼ ἔριδος. §. τὸ δὲ “ὅτ〈τ〉ι
130. 〈ε〉ἴδομεν] λείπει τὸ ‘ἵνα.ʼ ὅμως, καίτοι προλογισάμενος, οὐ μένει τὴν θέαν Ἀχιλλέως ἀλλὰ νικᾶται τῷ πάθει.
131. σχεδὸν ἦλθεν] ὑφʼ ἓν πάντα πράττεται. οἳ μὲν δέονται, ὃ
132. ἶσος] τινὲς διὰ τῆς ει διφθόγγου ἀντὶ τοῦ ὅμοιος, ἐπεὶ καὶ τὸ “εἰσάμενος” ἀντὶ τοῦ ὁμοιωθείς.
κορυθάικι] τῷ κινοῦντι ἐν τοῖς πολέμοις τὴν περικεφαλαίαν·
133. σείων Πηλιάδα 〈μελίην〉] δόρυ.
ἄλλως: σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον] οὗτος ὁ στίχος
μετατιθέμενος Ἰωνικὸς γίνεται ἀπὸ μείζονος ‘σείων μελίην Πηλιάδα
δεξιὸν κατ’ ὦμονʼ (Sotades ap. Hephaest. 2, 5 G.). ἀλλʼ ἡ σύνθεσις
καὶ τὸν ἄρρενα τόν〈ον〉 τεθήλυκεν.
134. * χαλκός] ὁ τῆς παντευχίας χαλκός.
135. ἠελίου ἀνιόντος] πρὶν διασκεδάσαι τὰς αὐγάς, ὅτε καὶ ὁρα-
θῆναι δύναται.
ἄλλως: ἢ ἠελίου] ὑγρότερος ὁ στίχος ἐγένετο τῇ παραλληλίᾳ τῶν φωνηέντων.
136. Ἕκτορα] ὑπερβατῶς, Ἕκτορα δὲ ἕλε τρόμος.
137. ὀπίσω] φεύγει γὰρ ἐπὶ τὸν ἐρινεὸν καὶ τὸ τοῦ Ἴλου σῆμα
εἰς τὰ δεξιὰ τῆς πόλεως· ὁ γὰρ Ἀχιλλεὺς ἀπὸ τοῦ Σκαμάνδρου καὶ
τῶν ἀριστερῶν μερῶν ἀναστρέφει. ἢ “ὀπίσω” ἀντὶ τοῦ κατὰ νώτου,
καὶ “πύλας” ἐφʼ ὧν ὁ Πρίαμος εἱστήκει.
*βῆ δέ] βῆ γάρ. “φοβηθείς” δὲ φεύγων· ἢ ἔβη ὥστε φεύγειν.
139. ἠύτε κίρκος] ὄρειος γάρ ἐστι καὶ ὀξύπτερος καλεῖται διὰ
τὸ τάχος τῆς πτήσεως.
140. *οἴμησε] ὥρμησεν, ὡς τὸ “οἶμα λέοντος ἔχων” (Il. 16. 752).
141. φοβεῖται] ἀντὶ τοῦ φεύγει, καὶ τὸ “ὕπαιθα” ἀντὶ τοῦ
142. τάρφε’ ἐπαΐσσει] ἐγγὺς γὰρ γεγονὼς πυκνὰς τὰς ἐπιπτήσεις
ποιεῖ καὶ βοᾷ τῇ τοῦ λαβεῖν ἐλπίδι. ἰδίωμα δὲ φωνῆς τὸ λεληκέναι,
ὡς τὸ κλάζειν.
143. * ἰθύς] πάλιν ‘κατ’ εὐθεῖανν.’
*τρέσε] μετὰ δέους ἔφυγεν.
144. *λαιψηρά] ἀντὶ τοῦ λίαν ταχέως.
145. παρὰ σκοπιήν] “σκοπιήν” τὸ Αἰσυήτου μνῆμα· φησὶ γοῦν “τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο” (Il. 2. 793).
ἐρινεόν] τὸν παρὰ τῷ Ἴλου μνήματι ἐρινεόν.
146. τείχεος—ὑπὲκ κατʼ ἀμαξιτόν] ἐμφαντικώτατα κεῖνται αἱ
προθέσεις, τοῦ μὲν ὑποδῦναι τὸ τεῖχος σπουδάζοντος, τοῦ δὲ ἐξωθοῦντος
αὐτόν· ὁ δὲ λόγος ‘κατὰ τὴν ὑπὸ τὸ τεῖχος ἀμαξιτὸν ἔτρεχον.’
τείχεος αἰέν] τὸ ἑξῆς, κατʼ ἀμαξιτὸν αἰὲν ἐσσεύοντο ὑπὲκ τείχεος. δηλοῦσι δὲ αἱ προθέσεις τὸν μὲν ὑποδῦναι τὸ τεῖχος σπουδάζοντα, τὸν δὲ ἐξωθοῦντα αὐτόν.
ὑπὲκ κατʼ ἀμαξιτόν] Ἀττικῶς πεπλεόνακε ταῖς προθέσεσι τὸ δυσ- έλικτον τοῦ δρόμου παριστάς.
*κατʼ ἀμαξιτόν] τὴν λεωφόρον· “ᾗ περ ἅμαξαι ἄστυδʼ ἀφʼ
147. κρουνὼ δʼ ἵκανον] δαιμονίως τὸν τῆς διώξεως καιρὸν οὐκ ἀργὸν κατέλιπεν, ἀλλʼ ὥσπερ διατριβὴν ποριζόμενος τῇ ἀκοῇ τοὺς μὲν τρέχειν φησίν, αὐτὸς δὲ ψυχαγωγεῖ τὸν ἀκροατήν.
κρουνοὶ καὶ οἱ ἀπὸ τῶν ὀρέων μέτα ψόφου καὶ κρούσεως νάοντες
〈χειμάρροι〉· “κρουνῶν ἐκ μεγάλων” (Il. 4. 454)· αἱ δὲ ἀληθιναὶ
πηγαὶ Σκαμάνδρου κατὰ ἀνατολὰς τῆς Ἴδης πρὸ τ΄ σταδίων τῆς
Ἰλίου εἰσίν· ἴσως δὲ ὑπόγεως ῥέων ἐξ Ἴδης ὧδε ὁρᾶται.
ἄλλως: καὶ πῶς ἐν τῇ M (19) ἀπὸ τῆς᾿ Ἴδης φησὶν ἔχειν αὐτὸν τὰς
πηγάς; ῥητέον οὖν, ὅτι νῦν φησι τὰς πηγὰς ταύτας ἀναβλύζειν ἀπὸ
τοῦ Σκαμάνδρου, ἵνα λείπῃ ἡ ἀπό, ‘ἀπὸ Σκαμάνδρου·ʼ οἳ δὲ τοπικώτερον
ἱστοροῦντες δύο λιβάδας εἶναι ἑτέρας τῶν ἀπὸ τῆς Ἴδης πηγῶν, ἃς εἰς
τὸν Σκάμανδρον ἐμβάλλειν· μεταξὺ δὲ αὐτῶν καὶ τοῦ τείχους τρέχει
ὁ Ἕκτωρ ἴσως, ἀναστηριζόμενος ἀπὸ τοῦ τείχους ὑπὸ Ἀχιλλέως.
149. ὕδατι—ῥέει] ἢ ῥεῖται ὕδατι, ἢ ὕδωρ ῥέει· προσληπτέον δὲ τὸ ‘χειμῶνι.’ φασὶ δὲ καὶ τὰς ἐν Ἴδῃ πηγὰς τοῦτο πάσχειν.
151. εἰκυῖα χαλάζῃ] ἀντὶ τοῦ εἰκότος ἢ εἰκός.
152. ἢ χιόνι ψνχρῇ] ψυχροτέρα γὰρ χαλάζης χιών· καὶ θέρους
153. * ἐπʼ αὐτάων] ἀντὶ τοῦ παῤ αὐταῖς.
ἐγγὺς ἔασιν] οὐ τῆς πόλεως ἀλλʼ ἀλλήλων, ἐπεί τοι ἔδει καὶ
〈ἐν〉 τῷ πολέμῳ ἀδεῶς ἐξιέναι αὐτάς· §. “ἔασι” δὲ ἀντὶ τοῦ ἦσαν.
154. καλοί] ἐκ καλῶν λίθων γεγονότες ἢ διαυγὲς ὕδωρ ἔχοντες.
158. πρόσθε μὲν ἐσθλός] ὅτι πρὸς τὸ πρῶτον ὑπήντησε καὶ τῷ ἀντιθέτῳ σχήματι χρῆται.
δίωκε δέ μιν] ἀεὶ τὸ διώκειν ἐπὶ τοῦ φεύγοντός τινος κατόπιν
ἐπιτρέχοντος τίθησιν.
159. ἐπεὶ οὐχ ἱερήιον] καὶ νῦν Οἰταῖοι Ἡροκλεῖ πεντετήριον
ἀγῶνα ποιοῦντες βύρσας διδόασιν. §. καὶ ἱερεῖον μὲν πᾶν θῦμα,
160. ἀρνύσθην] ἄρνυσθαι τὸ ἀντί τινος λαμβάνειν τι.
161. ἀλλὰ περὶ ψυχῆς] ἐλεεινὸν τὸ θατέρου ἴδιον κοινὸν ἆθλον
*Ἕκτορος] λείπει ἡ περί.
162. ἀεθλοφόροι] οὐχ ἁπλῶς δρόμον ἵππων παρέλαβεν, ἀλλʼ
ὅτε ὀξύτερον θέουσι πλησιαζούσης τῆς νίκης. εἰς δὲ τὴν προθυμίαν
καὶ τὸ τοῦ ἄθλου ὅτι “μέγα” (163)· ὡς περὶ μεγάλων γὰρ πάσῃ
προθυμίᾳ χρῶνται.
περὶ τέρματα] τὰ τέλη τῆς νίκης.
163. ῥίμφα] ῥᾳδίως· καταστρέφει δὲ εἰς τὸ ταχέως.
164. ἀνδρὸς κατατεθνειῶτος] ἐπὶ ἀνδρὸς τεθνεῶτος. οὐκ οἶδε δὲ
165. περιδινηθήτην] ὡς ἀπὸ τόρνου περιεστράφησαν· ἐξ οὗ τὸ
λέγειν, ὅτι Ἀπόλλωνα ἔχει συμμαχοῦντα· καὶ τοῦτο δὲ λέγεται, ὅτι
ὁ μὲν Ἀχιλλεὺς ἀνάριστός ἐστι πενθήρης προκαμὼν ὑπὸ Ξάνθου καὶ
Ἀγήνορος (Il. 21. 595), ὁ δὲ Ἕκτωρ καὶ ἀναπέπαυται παρὰ τῷ
τείχει καὶ περὶ ψυχῆς τρέχει, οὐκ ἦν τε ἐξ εὐθείας ἡ δίωξις τῷ
Ἀχιλλεῖ προϋποτρέχοντι καὶ ἐκκλίνοντι τὸν Ἕκτορα τῆς πόλεως.
166. θεοὶ δὲ—ὁρῶντο] ἀπὸ τῆς Ἴδης ἑώρων· ὅταν δὲ ἔλθῃ εἰς Ἴδην Ζεύς, ἐπὶ τῷ ἐπισεῖσαι αὐτοῖς τὴν αἰγίδα παραγίνεται.
168. ἄνδρα διωκόμενον] ἀντὶ τοῦ διώκοντα. ἄτοπον γὰρ μεμνῆσθαι μὲν Ἕκτορος, μή γε μὴν Ἀχιλλέως. ἔστιν οὖν ὡς τὸ “ἕως ὃ τὸν πεδίοιο διώκετο” (Il. 21. 602).
170. *Ἕκτορος] λείπει ἡ περί.
*ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν] τοῦτο πρὸς τὴν ἡμετέραν εὐσέβειαν.
172. * ἐν πόλει ἀκροτάτῃ] ἀντὶ τοῦ ἀκροπόλει, ὡς “ἀκροτάτῃ κορυφῇ” (Il. 1. 499. 5. 754).
174. φράζεσθε θεοί] διδάσκει παρρησίας μεταδιδόναι τοῖς ἀρχο- μένοις καὶ κοινωνεῖν αὐτοῖς τῆς βουλῆς.
181. οὔ τοι—ἐπαινέομεν] εὖ τὸ μὴ εἰπεῖν ‘μεμφόμεθά σοι.’
183, 4. οὔ νυ τι θυμῷ πρόφρονι] ταὐτὸν 〈ἡ⟩ εἱμαρμένη παρὰ θεοῖς
ὃ νόμος παρὰ ἀνθρώποις· ὡς οὖν ὁ παρʼ ἡμῖν κριτὴς οὐ παρανόμως
δικάζει, οὐδὲ Ζεὺς παρὰ τὴν εἱμαρμένην. πολλάκις δὲ καὶ ἠπιότητος
χάριν καὶ βιάζεσθαι σπουδάζομεν τὸν νόμον. τοῦτό φησι καὶ Ζεύς,
ὅτι ᾔδειν τὸ δίκαιον τῆς εἱμαρμένης, διὰ δὲ τὸ δίκαιον τοῦτο εἶπον,
ἵνα ᾖ τὸ “τοί” σύνδεσμος παραπληρωματικός.
μετηνέχθη⟨σαν⟩ ἐντεῦθεν εἰς τὴν ἀγορὰν τῶν θεῶν (Il. 8. 39,
40) καί εἰσιν ἐνταῦθα οἰκειότεροι· ἐκεῖ γὰρ ὀργίζεται.
185. μηδέ τʼ ἐρώει] ἀποχώρει· “ἐρωῆσαι πολέμοιο” (Il. 13. 776, 19. 170).
189. ὄρεσφι] διʼ ὀρῶν ἢ ἐν ὄρε〈σ〉ιν. §. περισσὸν δὲ τὸ “ἐλάφοιο.”
ἐφʼ ἵππου λέγεται.
190. διά τʼ ἄγκεα καὶ διὰ βήσσας] ἀντὶ τοῦ διʼ ἀγκῶν καὶ διὰ βησσῶν, ὡς τὸ “διά τʼ ἔντεα καὶ μέλαν αἷμα” (Il. 10. 298).
ἄλλως: διά τʼ ἄγκεα] τοῦ ὄρους τὸ μὲν ἀνωτάτω' ἀκρώρεια〈ι⟩,
τὰ δὲ ὑψηλὰ σκοπια〈ί⟩, τὰ δὲ προνενευκότα πρῶνες, 〈τὰ δὲ⟩ κλίματα
κλιτύες, τὰ βάσιμα βῆσσαι, τὰ κοῖλα ἄγκη, τὰ σύνδενδρα νάπαι,
τὰ κάτω πρυμνώρειαι, ἡ δὲ παρὰ ταῖς πρυμνωρείαις πεδιὰς παρώρεια.
191. καταπτήξας ὑπὸ θάμνῳ] ὑποπεσών. §. “θάμνῳ” δὲ τῇ
192. ἔμπεδον] ἀνενδότως. τινὲς δὲ εἰς τὸ ἐναποτετυπωμένον ἴχνος
ἀνατολικὰς θέλουσι, Σκαιὰς δὲ πρὸς δυσμὴν νευούσας.
193. ὣς Ἕκτωρ οὐ λῆθε] ἡ παραβολὴ πρὸς τὴν δίωξιν μόνον·
194. ὁσ〈σ〉άκι δʼ ὁρμήσειε] ὁσάκις ἂν κατὰ τὰς πύλας γενό-
μενος Ἕκτωρ ἐβούλετο παρεισδῦναι εἰς τὴν πόλιν ἐπειχθεὶς τῷ δρόμῳ,
τὸν ἔνδον δρόμον ἔχων Ἀχιλλεὺς ἐδίωκεν εἰς τὸ πεδίον.
*ὁρμήσειε] ἀντὶ τοῦ διελογίζοιτο.
196. *εἴ πως οἱ καθύπερθεν ἀλάλκοιεν] “οἱ” δύναται καὶ ἄρθρον εἶναι.
197. προπάροιθεν] πρότερος αὐτοῦ γινόμενος πρὸς τῇ πόλει ἀπέ-
στρεφεν αὐτὸν εἰς τοὐπίσω. ἐπὶ χρόνου οὖν τὸ “προπάροιθεν.”
ὑποστρέψασκε] καὶ “παρα〈σ〉τρέψασκε” διχῶς.
199. ὡς δʼ ἐν ὀνείρῳ] τὸ ἄπρακτον θέλοι δηλῶσαι· ὡς γὰρ ἐκεῖνοι
γενέσθαι οὐδέτερον γίνεται. καλῶς δὲ καὶ ἐπὶ τὴν μετάφρασιν
ἐλήλυθε “φεύγοντ〈α⟩” “ἀλύξαι” “μάρψαι” “διώκειν.”
ἄλλως: ὡς δʼ ἐν ὀνείρῳ] ἀθετοῦνται οἱ γ΄ (199–201) διὰ τὸ
201. μάρψαι ποσίν] ὅτι τὸ “μάρψαι” ἐπὶ ποδῶν ἔταξεν.
202. ὑπεξέφυγεν] γράφεται “ὑπεξέφερεν,” ἵνʼ ᾖ ὅμοιον τῷ
203. πύματόν τε καὶ ὕστατον] αἱ δύο αἰτίαι Ἀπόλλων βοηθὸς καὶ Ἀχιλλεὺς ἐμποδιζόμενος πρὸς τὸ μὴ 〈βαλεῖν⟩ ἀνανεύων τοῖς Ἀχαιοῖς.
* πύματόν τε καὶ ὕστατον] ἐκ παραλλήλου τὸ αὐτό.
205. ἀνένευε] Μεγακλείδης πλαστὴν εἶναι τὴν μονομαχίαν φησίν·
206. οὐδʼ ἔα ἱέμεναι] τοῦ γὰρ ἐχθροῦ αὐτόχειρ βούλεται γε- νέσθαι.
208. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον] Διοκλῆς φησίν, ὅτι συμβαίνει
τῷ κύκλῳ περιτρέχοντι εἰς τὸν αὐτὸν τόπον παραγίνεσθαι τετράκις,
209. ἐτίταινε τάλαντα] ἴσως ἀλληγορεῖ τὴν Διὸς γνώμην πῶς
περὶ τῶν ἐνεστώτων ἐσκέπτετο· φησὶ γοῦν ἀλλαχοῦ “γνῶ γὰρ Διὸς
ἱρὰ τάλαντα” (Il. 10. 658).
210. ἐν δʼ ἐτίθει δύο κῆρε] ἐντεῦθεν Αἰσχύλος τὴν Ψυχοστασίαν (p. 69 N.) ἐτυπώσατο φαύλως ἐκδεξάμενος τὸ εἰρημένον.
ἐν δʼ ἐτίθει δύο κῆρε] κῆρας τὰς μοίρας—γελᾷ δὲ τὸν μῦθον
ὁ Ζώιλος· ποδαπαὶ γὰρ αἱ Μοῖραι ἐν ταῖς πλάστιγξι, καθήμεναι ἢ
ἑστηκυῖαι; —οὐ τὰς ψυχάς, ὡς ἐξεδέχετο Αἰσχύλος (p. 69 N.)·
ἐπάγει γὰρ “τὴν μέν” (211). τὸ κέαρ δὲ λέγεται οὐδετέρως ἐπὶ τῆς
ψυχῆς. ὡς δὲ οἱ καταδικάζοντες τὴν ψῆφον ἐπιφέρουσιν ὑπὲρ τοῦ
κυρῶσαι, οὕτω καὶ ὁ Ζεὺς τῷ ζυγῷ χρῆται.
212. ἕλκε δὲ μέσσα] Χρύσιππος “ῥῦμα” γράφει· τὴν γὰρ
ῥοπὴν τοῦ ζυγοῦ ῥύμην καλεῖσθαι.
213. ᾤχετο δʼ εἰς Ἀίδαο] ὑπερβολικῶς, ὡς ἤδη τοῦ Ἕκτορος κατὰ τὸν τῆς πεπρωμένης λόγον μηκέτι ἐν τοῖς ζῶσιν ὄντος· ἢ ὅσον ἐπὶ τῇ τοῦ Διὸς ψήφῳ.
214. Πηλείωνάδ᾿ ἵκανε] ὡς τόπον, ὡς “Ο〈ὔ〉λυμπόνδε.”
218. δῃώσαντε] καταπολεμήσαντας.
219. πεφυγμένον—γενέσθαι] ἀντὶ τοῦ φυγεῖν.
221. προπροκυλινδόμενος 〈πατρὸς Διός⟩] πρὸ τοῦ Διὸς προ-
κυλινδόμενος. ποιοῦσι δὲ τοῦτο οἱ ἱκετεύοντες· “λιτάνευε κυλινδόμενος
κατὰ κόπρον” (414). τινὲς δὲ προασπίζων τοῦ Διός, ἐπειδὴ εἶπε
“τῇ μάλʼ ἐπι〈σ〉σείων” (Il. 15. 230).
222. ἄμπνυε] ἐν σεαυτῷ γενοῦ, ἀπὸ τοῦ πνεύματος.
223. πεπιθήσω] μετʼ ὀλίγον μέλλων· ἢ διπλασιασμός.
227. Δηιφόβῳ] οὗτος οὖν μετὰ θάνατον Πάριδος ἡγήσατο τῆς
229. ἠθεῖε] σεπτικὴ φωνὴ πρὸς πρεσβύτερον ἀδελφόν· καὶ Εὔμαιος
ἀδελφὸν σέβω καὶ αἰδοῦμαι. ἔστι δὲ ὑποπτεῦσαι τῶν Πριαμιδῶν
πρεσβύτατον εἶναι τὸν Ἕκτορα.
231. ἀλλ᾿ ἄγε δὴ στέωμεν] ἄτοπον θεὸν οὖσανπλανᾶν τὸν Ἕκτορα. ἢ
234. γνωτῶν] γνωτὸς ὁ ἀδελφός, παρὰ τὸ πλέον τῶν ἄλλων γων-
235. τιμήσασθαι] λείπει τὸ σέ, ἵνʼ ᾖ ‘νῦν δὲ καὶ μᾶλλον κατὰ
241. τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες] τοίως, ὡς μηδένα συγχω-
ρεῖν πολεμεῖν αὐτῷ.
243, 4. μὴ δʼ ἔτι δούρων ἔστω φειδωλή] ἐκ τοῦ παρεπομένου ‘μαχεσώμεθα.’ οὕτω γὰρ οὐ φείδονται δοράτων.
244. φειδωλή] βραχὺ διασταλτέον εἰς τὸ “φειδωλή” καὶ
245. νῶι κατακτείνας] εὖ τὸν κίνδυνον ἐκοινοποιήσατο, τὴν δὲ
247. καὶ κερδοσύνῃ] ἢ περισσὸς ὁ “καί,” ἢ τὸ “φαμένη” ἀντὶ
250. *φοβήσομαι] φεύξομαι.
251. τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον] “δίον” ἔδεισα· “περὶ
*δίον] αἱ χαριέστεραι “δίες.”
253. ἕλοιμί κεν] θρασύνεται ἐν τῇ κλήσει καὶ τὰ ἀμείνω πρῶτα
254. ἀλλʼ ἄγε δεῦρο] δύο τὰ παρακελευστικά.
ἐπιδώμεθα] ἢ δῶμεν ἑαυτοῖς μάρτυρας καὶ ἀναδόχους, ἢ ἐπόπτας ποιήσωμεν πρὸς τὸ ἰδεῖν, ἢ εἰς οὐρανὸν ἀποβλέψωμεν οὗ εἰσιν οἱ θεοί, ἢ μαρτυροποιησώμεθα —τοὺς γὰρ μάρτυρας Ἀττικοὶ ἰδύους φασίν—οἳ δὲ ἐπικαλεσώμεθα.
255. **ἁρμονιάων] τῶν συμβόλων.
256. * ἀεικιῶ] Ἀττικὸς μέλλων.
257. καμμονίην] τὴν ἐκ καταμονῆς νίκην. §. περὶ ὃ δὲ μά-
*καμμονίην] τὴν μονομερῆ νίκην.
261. Ἕκτορ-ἄλαστε] ἄλαστόν φησι τὸν ἀνεπίληστα κακὰ
δεδρακότα.
συνημοσύνας] συνθήκας· οἱ γὰρ συντιθέμενοι εἰς ταὐτὸν ἀφιᾶσι τὴν γνώμην. διὸ καὶ δασύνεται· ἔστι γὰρ παρὰ τὸ ἵημι σύμβολα· “σύνεσίς τε δύω ποταμῶν” (Od. 10. 515) ἀντὶ τοῦ συμβολή.
262. ὡς οὐκ ἔστι λέουσι] ἐντεῦθεν τὸν περὶ λεόντων καὶ ἀνθρώπων
μῦθον Αἴσωπος ἀνέπλασεν.
263. οὐδὲ λύκοι τε] γνωρίμους τὰς εἰκόνας οὔσας ἐπικεφαλαιῶν παρατρέχει.
ἄλλως: οὐδὲ λύκοι τε καὶ ἄρνες] ἐντεῦθεν ἡ παροιμία “〈 ὡς λύκοι⟩ ἄρνα, φιλοῦσιν ἐρασταί” (cf. Diogen. VIII 76, p. 320).
265. ἐμὲ καὶ σὲ φιλήμεναι] ἀντὶ τοῦ φιλῆσαι ἀλλήλους.
266. πρίν γʼ ἢ ἕτερόν γε πεσόντα] εἰς τοῦτο ἡ διάνοια κατα- στρέφει, ὅτι πρότερον συμβήσεται τὸν ἕτερον ἡμῶν πεσεῖν πρὶν ἢ ὅρκους ἡμᾶς ποιήσασθαι, ὡς τὸ “πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνὶ οἴκῳ᾿ (Il. 1. 29).
268. * παντοίης ἀρετῆς μιμνήσκεο] πρᾶσσε ὃ δύνασαι.
270. οὔ τοι ἔτʼ ἔσθ᾿ ὑπάλυξις] ἡ καύχησις ὑπὲρ ἄνθρωπον οὐκ ἀνατιθέντα τῇ τύχῃ τὰς ἐλπίδας. ἤ, ἐπεὶ εἶπεν Ἀθηνᾶ “Ἕκτορα δῃώσαντε” (218). θαρρῶν τῇ θεῷ διαβεβαιοῦται τὸ μέλλον.
272. ἐμῶν ἑτάρων] Μυρμιδόνων οὐδένα ῥητῶς ἀνήρηκεν. ‘τῶν
Ἀχαιῶν᾿ οὖν φησιν· ὁ δὲ νοῦς· νῦν δώσεις ἀθρόας δίκας ὑπὲρ τῆς
λύπης τῆς ἐμῆς.
274. καὶ τὸ μὲν ἄντα] ἐναγώνιον μὲν ποιεῖ τὴν στάσιν τὰ κατὰ
ἠλεύατο] κινεῖ τὰς ἐλπίδας τῶν ἀκροατῶν, ὡς τάχα ἂν περιγενη- σομένου τοῦ Ἕκτορος.
277. λάθε δʼ Ἕκτορα] ἐκεῖνον γὰρ ἐπιλειψάσης τῆς Μοίρας
280. ἤτοι ἔφης γε] ἔφης γε μέν· διὰ τὸ “ἄφαρ δέ σε Παλλὰς
281. ἀρτιεπής] εὐεπής, ἀπηρτισμένος εἰς τὸ λέγειν ὥστε πιστεύ-
εσθαι. §. σημειοῦται δὲ Ἀρίσταρχος, ὅτι οὐκ ἐπὶ ἐπαίνου τὸ “ ἀρ-
ἐπίκλοπος] ἠσκηκὼς λόγοις ἀπατᾶν, οἳ δὲ ἐπιθυμητής—κλέπ-
(Il. 1. 132).
283. οὐ μέν μοι φεύγοντι] ὅ ἐστιν ‘οὐκ ἀποτρέψεις με λόγοις.’
284. ἰθὺς μεμαῶτι] εἰς τοὔμπροσθεν κατὰ σοῦ χωροῦντι. ἀγαθὰ
διὰ στήθεσφιν ἔλασ〈σ〉ον] εἰρωνεία τοῦτο, καὶ μόνον.
285. *εἴ τοι ἔδωκε θεός] ὡς αὐτὸς ἔφη (271).
ἄλευαι] προπαροξυτόνως· ἔστι γὰρ προστακτικόν. ἐν εἰρωνείᾳ δέ
290. οὐδʼ ἀφάμαρτεν] οὐκ ἀφάμαρτε δέ.
291. χώσατο δʼ Ἕκτωρ] συνεχύθη τὴν διάνοιαν.
293. κατηφήσας] κάτω τὰ φάη ἔχων.
294. ἐκάλει] αἱ τῶν πόλεων “ἐβόα.”
λευκάσπιδα] ἅπαξ ἐχρήσατο. τὸ παράσημον δὲ τῶν ὅπλων τὴν
295. ᾔτεέ μιν δόρυ] ἡδέως χρῆται τῷ ἀσυνδέτῳ· ἀλλὰ καὶ τῇ
ἐπιφορᾷ ἐλεεινότατον.
300. νῦν δὲ δὴ ἐγγύθι μοι 〈θάνατος κακός⟩] βραχὺ διασταλ-
οὐδέ τʼ ἄνευθεν] “οὐδέ” οὐ γάρ· ἀεὶ δὲ δύο ἔχει δόρατα. “πάλλων δ᾿ ὀξέα δοῦρα” (Il. 5 495 al.), “δοιὰ δὲ χερσὶ δοῦρ᾿ ἔχεν” (Il. 12. 464, 5). πῶς οὖν οὐκ ἔχει νῦν δύο; ἢ κατὰ τὸ σιωπώμενον ἔοικε θάτερον ἀποβεβληκέναι ἐν τῷ δρόμῳ.
ἄλλως: οὐδέ τʼ ἄνευθεν] ὡς τὸ “οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ
μίνυνθα” (Od. 15. 494).
301. οὐδʼ ἀλέη] ἀλέη δὲ οὔ, ἐστιν οὐδὲ ἄλυξις. πάλαι τότε] πάροιθέ γε. ἐν δὲ ταῖς εἰκαιοτέραις “πάλαι τό γε φίλτερον.”
304. ἀσπουδί] δίχα ταλαιπωρίας.
305. ἀλλὰ μέγα ῥέξας] λείπει ἀγαθόν· Ἀλκμὰν (fr. 50 B.) “μέγα γείτονι γείτων.” ἢ κακὸν εἰς τοὺς πολεμίους, ὡς “σύν τε μεγάλῳ ἀπέτισαν” (Il. 4. 161) καὶ “ἔπαθον μεγάλα.”
καὶ ἐσσομένοισι πυθέσθαι] ὡς καὶ τοὺς ἐσομένους πυθέσθαι.
307. τέτατο] ἀπὸ τελαμῶνος ἤρτηται.
308. ἀλείς] ἀθρόον ἑαυτὸν συστρέψας· οἱ γὰρ εἰς δρόμον ἑαυτοὺς δόντες οὐκ ἀνειμένως πορεύονται ἀλλὰ συστρέφονται· κἀκεῖ οὖν “αἰετοῦ οἴματʼ ἔχων” (Il. 21. 252) οὐκ ὄμματα.
309. διὰ νεφέων] τινὲς “ἀπὸ νεφέων.”
310. ἀμαλήν] ἁπαλήν, κατὰ συγγένειαν τῶν στοιχείων. οἳ δὲ ἅμα
τῇ μητρὶ ἁλαμένην, οἱ δὲ τὴν μὴ ἔχουσαν μαλλόν, ὅ ἐστι ἰσχυρόν.
ἢ πτῶκα] ἰδίως τὸ πτώξ ἐπὶ λαγωοῦ.
314. κόρυθι δʼ ἐπένευσε] οὗτός ἐστιν ὁ κορυθάιξ.
315. καλαὶ δέ] αἱ πλείους “δειναὶ δέ.”
* ἔθειραι] νῦν καταχρηστικῶς αἱ χαῖται τῆς κόρυθος.
317. νυκτὸς ἀμολγῷ] καὶ τὴν ἑσπέραν ἀμολγὸν καλεῖ· καὶ τότε γὰρ ἀμέλγονται 〈τὰ⟩ θρέμματα.
318. ἕσπερος] τὸν ἕσπερον Πέρσαι μὲν Τήρων, Ἕλληνες δὲ Ἀπόλλωνά φασιν.
ἄλλως: ἕσπερος] “ἕσπερος” ἕω πέρας ὤν· καλεῖται δὲ ὁ ἕσπερος
καὶ ἑωσφόρος κατὰ καιρῶν μεταβολάς· ὅταν μὲν προηγούμενος
ἡλίου ἐπικαταδύνῃ αὐτῷ πρῶτος τῶν ἄλλων, ἕσπερος, ὅταν δὲ
ἑπόμενος τῷ ἡλίῳ προανατείλῃ, τότε ἑωσφόρος καλεῖται. κάλλιστος
τὸν ὁρίζοντα—ὅτε δέ ἐστιν ἕσπερος, οὐδεὶς αὐτὸν ὁρᾷ ἀνατέλ-
λοντα, ἀλλʼ ὑπὲρ τὴν γῆν μετέωρον ἱστάμενον ἐν τῷ δύνοντι τοῦ
οὐρανοῦ μέρει.
ἵσταται ἀστήρ] καὶ μὴν τῶν πλανήτων ἐστὶν ὁ τῆς Ἀφροδίτης·
καθὸ οὐ δυνάμεθα συνιδεῖν τὸν δρόμον αὐτοῦ.
319. εὐήκεος] καλὴν ἀκὴν ἐχούσης.
321. ὅπῃ εἴξειε] ὅπου χωρήσειεν ἡ αἰχμή. καὶ ἀλλαχοῦ
ἐνεποίει Ἀχιλλεῖ ἡ θέα αὐτῶν.
322. τοῦ δὲ καὶ ἄλλο τόσον μέν] ὅταν τὸ μὲν ἀπολειπόμενον
γλωσσογράφοι “ τόσον” ἀντὶ τοῦ τὸ σῶμα.
324. φαίνετο δὲ κληῖδες] ἔν τισι “φαῖνον δʼ ᾗ κληῖδες,” ἵν᾿
ἄλλως: φαίνετο δὲ κληῖδες] ἐφαίνετο δὲ κατὰ τὴν λαυκανίαν,
326. ἐπί οἱ] ἐπὶ αὐτῷ. §. ὀρθοτονητέον δὲ τὴν “οῑ.”
328. οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον] ἴσως ἐκκλίναντος αὐτοῦ πλαγία
γέγονεν ἡ τομή· εἴωθε δὲ τὰ ἐκ τύχης ὡς ἐξ αἰτίας λέγειν. “ἦλθε
δʼ ἐπὶ νότος ὦκα— ὄφρ᾿ ἔτι τὴν ὀλοήν” (Od. 12. 427, 8) “ὦρσαν
—νύμφαι—ἵνα δειπνήσειαν ἑταῖροι” (Od. 9. 154). οἰκονομικὸν δὲ
331. ἀτάρ που ἔφης] “ἄφαρ ” ἀντὶ τοῦ εὐθέως, κούφως, ἀφρόνως. ἴσως ἐπεὶ ἔλεγε “τίς δʼ οἶδʼ, εἴ κʼ Ἀχιλεὺς—φθήῃ ἐμῷ ὑπὸ δουρί” (Il. 16. 860).
332. σῶς] τινὲς ἐκ τοῦ σόος· ἀλλʼ ἔδει σοῦς. τινὲς δὲ ἀπὸ τοῦ σαούς· Ἀλκαῖος δὲ καὶ τὰ β΄ οο εἰς ω συναλείφει. ἐπὶ νηῶν δέ τινες ἐπὶ νέας τε καί εἰσιν αὗται ἀντὶ τοῦ νεῶν.
οὐδέν] ψιλῶς, ἵνα παρέλκῃ τὸ δεν· δύναται δὲ καὶ δασέως. §. ἔστι δὲ τὸ “ἐμέ” ⟩ ἀντὶ τοῦ ἐμοῦ.
333. μέγʼ ἀμείνων] “ἀμείνων” σοῦ δηλονότι· οὐ γὰρ φιλῶν Πάτροκλον συνέκρινεν ἂν αὐτὸν ἑαυτῷ.
334. μετόπισθε] ἢ τοπικῶς, ὡς τὸ “νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι” (Od. 11. 66), ἢ χρονικῶς ἀντὶ τοῦ μετὰ ταῦτα.
335. σὲ μὲν κύνες] ἀφορμὴν αὐτῷ δέδωκε δεήσεως ἀπειλήσας
περὶ τῆς οἰκίσεως· πολλὴν γὰρ πρόνοιαν εἶχε τοῦ θάπτεσθαι.
336. ἀικῶς] οἳ μὲν δισυλλάβως αὐτὸ προφέρονται, οἳ δὲ συνε- στάλθαι φασίν. περισπᾶται δέ· ἔστι γὰρ ἐκ τοῦ αἰκέως πεπονθός, ὃ σημαίνει τὸ αἰκιστικῶς καὶ χαλεπῶς.
ἀικῶς] “αἰκέως” Ἀντίμαχος, κακῶς.
337. ὀλιγοδρανέων] ὀλίγον τοῦ δρᾶν ἔχων. πολὺς δὲ ἔλεος τοῦ πρὸς τῷ τελευτᾶν φωνὴν ἀφιέντος.
338. λίσσομʼ ὑπὲρ ψυχῆς] κατὰ ψυχῆς, ὡς τὸ “καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος (Il. 24. 466).
346, 8. αἰ γάρ πως αὐτόν με] τὸ ἑξῆς, ἀνδρῶν οὐκ ἔστιν ὃς
σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι· αὐτόν με μένος καὶ θυμὸς
ἀνείη ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι. μεταξὺ δὲ ἀνεφώνησε τὸ
“οἷά μʼ ἔοργας.” ἔστι δὲ ὡς “ὠμὸν βεβρώθοις” (Il. 4. 35) καὶ
“ἐσθέμεναι προσφῦσα” (Il. 24. 213).
347. ἀποταμνόμενον] ἐκλύει τὴν ἔμφασιν τὸ “ἀποταμνόμενον,”
εἰ μὴ ἀντὶ τοῦ ἀποσπαράσσοντα κεῖται.
κρέα ἔδμεναι] κατὰ συστολὴν τὸ “κρέα,” ὡς καὶ ἐν τῇ συνηθείᾳ· ἐκτείνει δὲ Τυραννίων· ἀλλʼ οὐδέποτε ὁ ποιητὴς ‘κρέαα’ εἶπεν.
348. ὣς οὐκʼ ἔσθ᾿ 〈ὅς—⟩] οὐδὲ νεκρὸς ὢν ἔξεις τὸν βοηθήσοντα.
349. εἰκοσινήριτα] ὑφʼ ἓν ἀναγνωστέον, ὡς τὸ “ἐεικοσάβοια”
ἐρίζοντα καὶ ἰσούμενα· “Νέστωρ οἶος ἔριζεν” (Il. 2. 555)
“ἐριζέμεν οὐκ ἐθελήσω” (Od. 8. 223) καὶ “μεγήριτα τέκνα
θεάων” (Hes. Th. 240) οἷον θεαῖς ἐρίζοντα.
ἄλλως: εἰκοσινήριτα] εἰκοσαπλᾶ, εἰκοσάκις ἐξισούμενα τοῖς ὑπὸ
τάσσεται.
349, 50. ἄποινα στήσωσι] παραστήσωσιν, ἢ ἰσόσταθμά σοι
351. οὐδʼ εἴ κεν σʼ αὐτόν] οὐκ ἔστι σύνθετον, ἐπεὶ ἁμαρτήσεται.
χρυσῷ ἐρύσασθαι] πρὸς χρυσὸν ἀντιστῆσαι. τοῦτο δὲ ὑπὲρ-
βολικῶς εἶπεν. ὁ μέντοι Αἰσχύλος ἐν Ἕκτορος λύτροις (p. 65 N.)
ἀληθὲς αὐτὸ ἐξεδέξατο.
354. κατὰ πάντα δάσονται] ὅλον κατέδονται. ἔμφασιν δὲ ἔχει
355. τὸν δὲ καταθνήσκων] δαιμονίως τῶν καιρῶν στοχάζεται·
ἔμπροσθεν μὲν γὰρ “ὀλιγοδρανέων” (337) παρʼ αὐτὴν τὴν τρῶσιν,
νυνὶ δὲ ἤδη ἀποθνήσκων.
356. ἦ σʼ εὗ γινώσκων] περισπαστέον τὸν “η·” ἔστι γὰρ
προτιόσσομαι] προσφθέγγομαι, παρὰ τὴν ὄσσαν. ἀλλʼ οὐκ
οἶδεν ὁ ποιητὴς τὸ ὄσσα ἐπὶ θνητῆς φωνῆς. ἔστιν οὖν ἀντὶ τοῦ
προ〈σ〉ορῶμαι, ὡς “ὀσσόμενος πατέρʼ ἐσθλόν” (Od. 1. 115).
358. μή τοι τι θεῶν μήνιμα γένωμαι] μὴ ὁ ἐμὸς θάνατος τὸν ἐκ
359. ἤματι τῷ] τῇ ἑξῆς μετὰ τὰς ταφὰς ἀνῃρέθη, “αὐτικα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος” (Il. 18. 96).
ὅτε κέν σε Πάρις] οἳ μέν, ὅτι μαντεύονται περὶ ἀποβίωσιν. §.
362. ἐκ ῥεθέων] Αἰολεῖς τὸ πρόσωπον ῥέθος.
365. τέθναθι] ὑπερβολὴ ὀργῆς τὸ καὶ πρὸς νεκρὸν διαλέγεσθαι.
κῆρα δʼ ἐγὼ τότε δέξομαι] καλὸν τοῖς νέοις μεμνῆσθαι τῶν ἐπῶν· ὁ δὲ Ἕκτωρ φιλοψυχῶν πρὸς τὸν Πάτροκλόν φησι “τί νυ μοι μαντεύεαι αἰπὺν ὄλεθρον” (Il. 16. 859).
367. καὶ ἐκ νεκροῖο εἰρύ〈σ〉σατο] ἔστι πάλιν ὡς ἐπὶ γραφῆς τὸ πᾶν σκοπῆσα.
369. περίδραμον] ὡς γὰρ ἐπὶ παράδοξον πρᾶγμα συνθέουσιν.
370. οἳ καὶ θηήσαντο] καὶ ταῦτα εἰς οἶκτον τοῦ ἀνῃρημένου.
371. οὐδʼ ἄρα οἵ τις ἀνουτητί] δημώδους πλήθους τὸ πάθος·
αὔξει δὲ τὴν ἀρετὴν τοῦ κειμένου· ὃ εἰδυῖα Ἀνδρομάχη φησὶ
“χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ” (Il. 24. 736).
δύο δὲ συνέχονται πάθεσιν, ἐκπλήξει τε καὶ μίσει.
ἀνουτητί] εἰ μὴ ἔτρωσεν αὐτόν.
373. ἦ μάλα δή] ὁ λόγος σαρκαστικός, ὅταν ἐν ἐπαίνῳ
λεγόμενος ψόγον ἔχῃ, ὡς τὸ “ἦ μάλʼ ἐλαφρὸς ἀνήρ” (Il. 16. 745)
καὶ “ὄφῤ ἐπὶ νηυσὶ συνώμεθα” (Il. 13. 381).
375. 〈εἴπεσκε καὶ⟩ οὐτήσασκε] ἅμα λέγοντες καὶ ἐτίτρωσκον. τὸ δὲ ὁμοιοτέλευτον σχῆμα οὐκ ἐπὶ τέλους· ἔνθεν λανθάνει τὸν ἀκροατὴν προσέχοντα ταῖς αἰκίαις Ἕκτορος.
379. ἐπειδὴ τονδʼ ἄνδρα] σημειῶδες, ὅτι καὶ ἀκεφάλοις χρῆται ὁ ποιητής· ὥστε οὐ δεῖ προπερισπᾶν τὸ “φίλε κασίγνητε” (Il. 21. 308).
ἄλλως: ἐπειδὴ τόνδʼ ἄνδρα] τὴν αἰτίαν τοῦ πράγματος προὔθηκεν·
ἔδει γὰρ εἰπεῖν ‘δεῦτε, πειραθῶμεν, εἰ καταλείψουσι πόλιν ἄκρην·
ἐπειδὴ τόνδε ἄνδρα·’ ἔστι δὲ ὅμοιον τῷ “πολλοὶ γὰρ τεθνᾶσι καρη-
κομόωντες” (Il. 7. 328).
ἄλλως: ἐπειδὴ τονδʼ ἄνδρα] παιδευτικὸν καὶ τοῦτο πρὸς εὐσέ- βειαν· ἐπὶ τηλικούτῳ γὰρ κατορθώματι οὐδὲν ἀλαζονεύεται.
381. εἰ δʼ ἄγετε] στρατηγικῶς μὲν τὸν καιρὸν συνίησι, κατα-
πλήσσων τοὺς πολεμίους παρὰ τὴν πτῶσιν τῶν ἀπολωλότων,
φιλοστόργως δὲ μετάγεται τὸ φιλέταιρον προτιθεὶς τοῦ φιλοτίμου.
385. ἀλλὰ τίη μοι ταῦτα] ἐνταῦθα ἀνακύπτει τὸ δεξιὸν τῆς οἰ- κονομίας τὸ πρὸ τῆς Πατρόκλου ταφῆς ἐξιέναι τὸν Ἀχιλλέα.
ἄλλως: ἀλλὰ τίη μοι ταῦτα] οἱ περὶ Ἡρόδικόν φασι προφασί- ζεσθαι αὐτὸν τὸν περὶ τὰς Σκαιὰς πόλεμον.
390. αὐτὰρ ἐγῶ καὶ κεῖθι] ἀμέλει καὶ ἐν Ἅιδου συνὼν αὐτῷ
391. νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα] πῶς τὸν πολέμιον Ἀπόλλωνα
παιήονα] ὅτι οὐ μόνον συμποτικὴ ἡ πάλαι μουσικὴ ἀλλὰ καὶ εἰς
θρήνους 〈ἐπιτηδεία⟩· ἥτις καὶ μέχρι τῶν Πυθαγορ〈ε〉ίων ἐθαυμάζετο,
καλουμένη κάθαρσις· περὶ δὲ τὴν ἐαρινὴν εἰς ταὐτὸν συνιόντες ἤκουον
ἑνός, ὃς μέσος καθήμενος ᾖδε λύριον ἔχων ταῖς ἠρεμαίοις ἁρμονίαις·
Ἀχιλλεὺς δὲ μόνος (Il. 9. 189) καὶ Πάρις (Il. 3. 54) ᾄδει παῤ
Ὁμήρῳ, ὃ μὲν ὑπὸ Χείρωνος τοῦ καὶ Ὀρφέα παιδεύσαντος, ὃ δὲ ἐν
Ἴδῃ τραφείς, οὗ διέτριψαν οἱ Ἰδαῖοι δάκτυλοι μουσικώτατοι
γεγονότες καὶ πολλὰ εἰς τήνδε τὴν τέχνην 〈συμβαλόμενοι⟩,
ὧν ἕνα Κρινόεντά φασιν, ὃς πρῶτος Μούσαις ἔθυσεν, οὗ
ἀπόγονος Τέρπανδρος ὁ Ἀντισσαῖος. ἐπὶ δὲ τοῦ “ὅς τʼ ἐφέηκε
πολύφρονά περ μάλʼ ἀεῖσαι” (Od. 14. 464) οὐκ ἀποδοκιμάζων τὸ
ᾄδειν φησίν, ἀλλὰ τὸ “μάλα·” τό τε “ἁπαλὸν γελάσαι”
(ib. 465), ἐστι καγχάσαι· ἡ δὲ ἁπαλὴ ὄρχησις μόθων καὶ
βαυκισμὸς καὶ σχεδισμὸς ἅπαντα τοῖς μαλακοῖς δίδοται.
ἄλλως: παιήονα] τὸν ἐπὶ καταπαύσει κακῶν ᾀδόμενον ἢ ἐπὶ τῷ μὴ γενέσθαι.
393. ἠράμεθα] Ἑλληνικῶς κοινοποιεῖ τὴν νίκην καὶ ἀναζωπυρῶν τὸ
395. *ἀεικέα] αἰκιστ〈ικ〉ά.
396. μετόπισθε ποδῶν] ἐκ τοῦ ὑποκάτωθεν μέρους τοῦ κατὰ τὴν
Λεπτίνης δὲ κακῶς φησιν “ἐκ πτέρνης” (397) τοῦ ἅρματος.
401, 2. χαῖται—πίμπλαντο] “πίτναντο” ἐξεπετάννυντο διὰ τοῦ B + τ. §. τινὲς δὲ “πίλναντο.”
403. τότε δὲ Ζεύς] πῶς ὁ καὶ παρὰ τὴν εἱμαρμένην θέλων σῴζειν οὐκ ἤμυνεν: ἢ ὅτι παρείπετο τῷ θανάτῳ ἡ αἰκία. ἐάσας οὖν ἀποθανεῖν καὶ αἰκισθῆναι εἴασεν. ἢ τὸ “δῶκεν” ἀντὶ τοῦ ‘οὐκ ἦμυνεν.’
405. ἡ δὲ νυ μήτηρ] οὐ λειποψυχεῖ ὡς ἐθὰς φόνων υἱῶν καὶ
προαρξαμένη τῆς λύπης ἐν τῷ διώκεσθαι αὐτόν (81). τῇ δὲ Ἀνδρο-
μάχῃ ἀθροῦν προσέπεσε τὸ πάθος.
406. 〈τίλλε κόμην⟩, ἀπὸ δὲ λιπαρὴν 〈ἔρριψε καλύπτρην〉] ἤλλαξε τὴν τάξιν· ῥίψασα γὰρ ἔτιλλεν.
408. ᾤμωξεν —πατήρ] ἐπὶ δὲ τῆς θηλείας “κώκυσεν” (407)·
ἣ μὲν γὰρ ἀνάρθρως, ὃ δὲ μετὰ λόγου. καὶ ἑξῆς (409), κωκυτῷ τʼ
εἴχοντο γυναικείῳ καὶ οἰμωγῇ ἀνδρῶν.
410. ώσεὶ ἅπασα] τινὲς τὸ “ὡσεί” διὰ τοῦ ῑ γράφουσι καὶ
δασύνουσιν, ἀντωνυμίαν ἐκδεχόμενοι τρίτου προσώπου ἀντὶ τοῦ
ὡς αὐτή· ἀλλʼ οὐ χρῆται αὐτῇ ὁ ποιητής· Σοφοκλῆς Οἰνομάῳ
(r. 427 N.) “ἣ μὲν ὡς ἳ θάσσον, ἣ δʼ ὡς ἳ τέκοι παῖδα·” ἔστιν
οὖν δίφθογγος.
ἄλλως: ὡσεὶ ἅποσα] καὶ Θουκυδίδης (VII c. 75) “οὐδὲν γὰρ ἄλλο ἢ πόλει ἁλισκομένῃ ἐῴκεσαν.”
411. ὀφρυόεσσα] ἐπὶ ὀφρυώδους τόπου κειμένη.
414. κατὰ κόπρον] “κόπρον” τὰ κόπρια· ἔστι δὲ καὶ ἐπί- γραμμα, ὃ εἰς Ἐπίχαρμον (fr. spur. 20 L.) ἀναφέρεται “εἰμὶ νεκρός, νεκρὸς δὲ κόπρος, γῆ δʼ ἡ κόπρος ἐστίν· εἰ δʼ ἡ γῆ θεός ἐστʼ. οὐ νεκρὸς ἀλλὰ θεός.”
415. ἐξονομακλήδην] οὐ κοινῶς ἀλλʼ ἰδίως.
416. καί μʼ οἶον ἐάσατε] ὀνειδιστικῶς· εἰ καὶ ὑμεῖς οὐ δοκεῖτε ἐξελθεῖν, ἐμὲ μόνον ἐάσατε.
κηδόμενοί περ] Ἀρίσταρχος “κηδόμενοι·” ὁ δὲ “πέρ” πλεονάζει.
418. λίσσωμαι] λείπει ὁ ἵνα, ‘ἵνα λίσσωμαι.’
〈λίσσωμαι⟩ ἀτάσθαλον] λοιδορῶν ἱκετεύει, ἐπεὶ στασιάζει ἐπʼ
αὐτῷ τῷ πάθει.
419. ἤν πως ἡλικίην] προμελετᾷ τὴν ἱκετηρίαν.
420. καὶ δέ νυ τῷ γε πατήρ] τοῦτο πρῶτον ἱκετεύων προβάλλεται·
423. τηλεθάοντας] ἀντὶ τοῦ ‘θήλεα〈ς⟩ ὄντα〈ς)·’ οὐ γὰρ ἔγκειται τὸ ‘τῆλε.’
425. κατοίσεται] κατοίσει.
428. δυσάμμορος] δεδιπλασίακε πρὸς τὴν ἐπίτασιν· τὸ γὰρ δυς
429. στενάχοντο πολῖται] στενάχοντο γέροντες·” ἄμεινον δέ·
430. ἀδινοῦ] οἰκτροῦ κατὰ Αἰτωλούς· Ἀρίσταρχος ἀθρόου.
431. τέκνον] ἡ συνεχὴς ἀνάκλησις ἐπικουφίζει.
τί νυ βείομαι] ⟨“βίομαι” ⟩ οὕτως Ἀρίσταρχος ‘πῶς ζήσομαι.’
432, 3. ὅ μοι νύκτας τε καὶ ἦμαρ 〈εὐχωλὴ —πελέσκεο⟩] καθʼ
433· εὐχωλή] ἐμοὶ μὲν δόξα, τοῖς δὲ πολίταις ὄφελος.
437. ἄλοχος δʼ οὔ πω] ἅμα πάντα γέγονεν—ἀμέλει καὶ ἐξελθοῦσα
ἀκμὴν εὑρίσκει αὐτὸν ὑπὸ τῶν ταχέων ἵππων ἑλκόμενον—ἀλλʼ
ἀδύνατον πάντα ὑφʼ ἓν διηγήσασθαι.
οὔπω τι πέπυστο] ἢ τὰ αὐτὰ γὰρ ἂν εἶπε τοῖς γονεῦσι καὶ περισσὴ ἐφαίνετο, ἢ ἐλεεινότερον εἰποῦσα καὶ ἐλύετο 〈ἂν⟩ ἡ ὑπόθεσις.
440. ἱστὸν ὕφαινε] οἰκείως ἔχει ὁ μυχὸς πρὸς τὸ μὴ ῥᾳδίως
αἰσθέσθαι.
441. δίπλακα 〈πορφυρέην⟩] διπλοίδα, ἣν οἷόν τε διπλῆν περι-
θρόνα] τὰ βαπτὰ ἔρια, κατὰ μετωνυμίαν, ὁμοίως τοῖς ποιοῦσι τὲ
ἔπασσεν] πάσσειν Κύπριοι τὸ ποικίλλειν· ἀφʼ οὗ καὶ ὁ παστός.
443. τρίποδα] αὔξει τὸ πάθος· τοσοῦτον γὰρ ἀπέχει τοῦ ἐννοεῖν
445. τῆλε λοετρῶν] εἰώθαμεν λέγειν, ὅτι ‘οὐκ ἐν τούτῳ ὁ παρών ἐστι καιρός.’
446. χερσὶν Ἀχιλλῆος δάμασεν] τὸ γὰρ προακουόμενον πάθος ἐκλύεται, τὸ δὲ παράδοξον ἀνιᾷ.
448. τῆς δʼ ἐλελίχθη γυῖα] ἀνυπέρβλητον τὸ πάθος· ἐννοεῖν γὰρ
χρὴ ποδαπὴ ἔσται ἐπιγνοῦσα τὴν συμφοράν, ὁπότε ἐν ἀμφιβόλῳ τῇ
ὑπονοίᾳ κατείληπται μὲν τρόμῳ, ὅπερ σημαίνει διὰ τοῦ “τῆς δʼ
ἐλελίχθη γυῖα,” ἀκρατὴς δὲ γέγονε τῶν ἐν χερσίν. οὐ γὰρ ἐκβάλλει
τὴν κερκίδα ὡς ἐγνωκυῖα τὸ κακόν, ἀλλὰ χαλασθέντων αὐτῇ τῶν
μελῶν ἐκπίπτει τῶν χειρῶν.
ἐλελίχθη] τρόμῳ περιεσείσθη.
κερκίς] παρὰ τὸ κρέκειν· ἐπῇδον γὰρ αὐταῖς.
450. ὅτινʼ ἔργα] ἄμεινον “ἅτι〈ν⟩” ἀντὶ τοῦ ἅτινα.
451. ἑκυρῆς] διʼ ἔθους μὲν γὰρ οἰμωγῆς ἤκουε, τὸ δὲ τῆς Ἑκάβης ἐξένισεν αὐτήν.
452. πάλλεται ἦτορ] ἐμφαντικῶς δηλοῖ τὴν ψυχὴν ἐκπηδῆσαι βιαζομένην.
452, 3. γοῦνα πήγνυται] Καλλίμαχος “ἐκόλλησαν γὰρ ἀνῖαι γο〈ύ〉νατα” (Lav. Pall. 83).
455. θρασὺν Ἕκτορα] οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον· φησὶ
γοῦν “φθίσει σε τὸ σὸν μένος” (Il. 6. 407). §. ὅτι εἴωθεν
ὁ ποιητὴς τὸ ἓν ἐν δύο περικοπαῖς φράζειν.
457. ἀγηνορίης ἀλεγεινῆς] τῆς ἐμοὶ λυπηρᾶς.
459. προθέεσκε] ἐβόα γοῦν “δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι” (Il. 7. 75).
τὸ ὃν μένος οὐδενὶ εἴκων] οὐδενὶ παραχωρῶν τὴν ἑαυτοῦ ψυχικὴν δύναμιν.
460. μαινάδι ἴση] μαινομένῃ ἐοικυῖα.
463. παπτήνασα] εὖ τὸ μὴ πυθέσθαι παῤ ἑτέρων· ἀλλὰ ψυχῆς ταρασσομένης ἔργον τὸ αὐτόπτην ἐθέλειν γενέσθαι.
465. ἀκηδέστως] ἐπὶ τῆς Ἀχιλλέως διαθέσεως “ἀκηδέστως.”
466. τὴν δὲ κατʼ ὀφθαλμῶν] τῆς μὲν τὸ πάθος ἐμάρανεν ἡ κατ’
467. ἀπὸ δὲ ψυχὴν ἐκάπυσ〈σ〉εν] ὑπερβολικῶς ‘ἐξέπνευσεν.’
468. τῆλε δʼ ἀπὸ κρατός] καὶ πῶς ἀποψύξασα ἐνεργεῖ; ἔστι δὲ
χέε] οὕτως αἱ κοιναί· Ἀρίσταρχος δὲ “βάλε.”
δέσματα σιγαλόεντα] εἰς μνήμην ἄγει τῆς παλαιᾶς εὐδαιμονίας,
βης διὰ συντόμων εἶπεν “ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην” (406) —
ἑνὸς γὰρ ἔδει καλύμματος τῇ πρεσβύτιδι—ἐπὶ δὲ ταύτης ὡς ἂν
νέας καὶ γυναικὸς τοῦ μάλιστα εὐδοκιμοῦντος ἐπεξεργασίᾳ κέχρηται.
469. ἄμπυκα 〈κεκρύφαλόν τε〉] κεκρύφαλος ὁ κροκύφαντος. ἀναδέσμη σειρὰ ἣν κύκλῳ περὶ τοὺς κροτάφους ἀναδοῦνται.
καλεῖται δὲ ὑπʼ ἐνίων καλαυδέκη. κρήδεμνον δὲ τὸ μαφόριον· “σχομένη λιπαρὰ κρήδεμνα” (Od. 1. 334).
473. γαλόῳ] πρὸ μιᾶς ὁ τόνος· οὐδέποτε γὰρ παρὰ τῷ ποιητῇ
ἄλλως: γαλόῳ] οὕτω τῇ γυναικὶ αἱ τοῦ ἀνδρὸς ἀδελφαί.
474. μετὰ σφίσιν] ὀρθοτονητέον τὴν “σφίσιν·” εἰς σύνθεσιν
ἀτυζομένην] ταρασσομένην, ἄτῃ συνεχομένην· ἢ 〈ἑαυτὴν〉 ἀπορ-
ρῖψαι τοῦ τείχους θέλουσαν· ἔλεγε γὰρ “ἐμοὶ δέ κε κέρδιον εἴη σεῦ
ἀφαμαρτούσῃ χθόνα δύμεναι” (Il. 6. 410). ἔστι δὲ ἰδεῖν οἰκτροτά-
την ὄψιν, ἐκεῖθεν μὲν κατεχόμενον ἐξελθεῖν θέλοντα ἐπὶ Ἀχιλλέα
475. ἄμπνυτο] “ἔμπνυτο” διὰ τοῦ ε, ἀντὶ τοῦ ἔμπνους ἐγένετο, ἐν ἑαυτῇ τὸ πνεῦμα συνῆξεν.
θυμὸς ἀγέρθη] ἠθροίσθη ἡ ψυχὴ ἐσκορπισμένη.
476. ἀμβλήδην] ἀντὶ τοῦ οὐκ ἀπὸ τῶν παρεστώτων, ἀλλʼ ἐκ προοιμίων.
477. Ἕκτορ, 〈ἐγὼ δύστηνος⟩] ἠθικὸς ὁ λόγος καὶ ἁρμοδιος γυ-
ἐγὼ δύστηνος] ὁ γὰρ ἀποθανὼν πάντων κακῶν ἀπήλλακται.
478. κατὰ δῶμα] αἱ κοιναὶ “ἐνὶ οἴκῳ.”
480. τυτθὸν 〈ἐοῦσαν⟩] ἀντὶ τοῦ τυτθήν, ὡς “θερμὸς ἀυτμή” (Hes. Th. 696).
481. 〈δύσμορος⟩ αἰνόμορον] οὕτως “αἰνόμορον,” ὥστε τὸν μὲν Ἠετίωνα δύσμορον λέγεσθαι, “αἰνόμορον” δὲ τὴν Ἀνδρομάχην.
484. νήπιος αὔτως] ὡσαύτως νήπιός ἐστιν ὡς καὶ πρότερον.
ἄλλως: νήπιος αὔτως] “αὔτως” ὡς ἐγὼ χήρα καὶ οὗτος νήπιος, ἢ ματαίως γεγενημένος, 〈ἵν᾿⟩ ᾖ ὃν αὕτως ἐτέκομεν. σύνηθες δὲ γυναιξὶν ἐν τῇ μνήμῃ τῶν ἀνδρῶν τῆς ὀρφανίας τῶν υἱῶν μνημονεύειν καὶ τὴν κοινὴν παιδοποιίαν ἀπολοφύρεσθαι.
485. τέκομεν σύ τʼ ἐγώ τε] οἶδεν ὅτι πρὸς τὴν γένεσιν τῶν παίδων γυνὴ καὶ ἀνὴρ σπέρμα καταβάλλονται.
οὔτε σὺ τούτῳ] τὸ σχῆμα ἀντιμεταβολή. §. δαιμονίως δὲ
487. ἤν περ γὰρ πόλεμόν γε] ἕως τοῦ “δακρυόεις δέ τʼ ἄνεισιν” (499) ἀθετοῦνται στίχοι ιγ΄, ὡς καὶ τὴν σύνθεσιν εὐτελεῖς καὶ τῷ καιρῷ ἀνάρμοστοι· ἀδολεσχίαν γὰρ ποιοῦσι τοσούτῳ προσώπῳ περικείμενοι. ἀλλὰ σύνηθες γυναιξὶ φλυαρεῖν ἐν τοῖς πένθεσι καὶ μάλιστα ἐπὶ τοῖς παισὶ πάθος κινεῖν.
488. πόνος καὶ κήδεα] ἡ ἀτυχία πάντα τὰ χείρω προσδοκᾶν ἐπάγεται.
489. ἄλλοι γάρ οἱ] ὁ μὲν γὰρ Πρίαμος ἐσχατογήρως, ἔργον δὲ σῶσαι χρήματά ἐστιν ὀρφανοῦ παιδός.
ἀπουρίσσουσιν] ἀφαιρήσονται.
490. ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα] τὸ τῆς ὀρφανίας ἦμαρ τῶν
τίθησιν, ὅ ἐστιν ἐκτὸς τῶν ἡλικιωτῶν.
491. πάντα δʼ ὑπεμνήμυκε] πάντα αὐτῷ καταπέπτωκε καὶ
494. κοτύλην] εἶδος ποτηρίου, οἳ δὲ τὸ κοῖλον τῆς χειρός.
495. ὑπερῴην] ὁ Παριαν⌈ο⌋ς τὰ οὖλα· ἀπὸ μέρους δὲ τὸ〈ὅλον⟩ στόμα.
496. ἀμφιθαλής] ὁ ἐπʼ ἀμφοῖν εὐδαίμων· καὶ γὰρ “θαλίῃ ἐνὶ
497. πεπληγώς] ἀντὶ τοῦ πλήσσων.
*ἐνίσσων] ἄμεινον “ἐνίπτων.”
500. Ἀστυάναξ] τὸ ἀπὸ τῆς εὐδαιμονίας αὐτῷ συμβὰν ὄνομα
501. μυελόν] ἐσήμανεν οἵοις καὶ ὅσοις δεῖ τιθηνεῖσθαι τοὺς παῖδας.
502. νηπιαχεύων] παραγωγόν ἐστι τὸ ῥῆμα παρὰ τὸ νηπίαχος,
ἐς ἵππος ἱππεύω.
503. ἐν ἀγκαλίδεσσι] ἔχουσι γὰρ ἐν ταῖς ἀγκάλαις στρωμνὴν
504. θαλέων] ἡδυσμάτων.
505. πάθῃσι] πάθοι.
507. ἔρυσο] συνεῖχες.
509. αἰόλαι] εὐκίνητοι. πιθανῶς δὲ ἀνέστρεψεν ἐπὶ τοὺς ὀδυρμούς,
511. λεπτά τε καὶ χαρίεντα] οὐ τὴν ταλασίαν ἑαυτῆς ἀλλὰ
τὴν δυστυχίαν Ἕκτορος ἐμφαίνει, διʼ αὐτὸν οὕτως ἐπιμελῶς
ἐργασαμένη.
512. ἀλλʼ ἤτοι τάδε πάντα] παθητικὰ ταῦτα καὶ βιωτικά· συνα-
513. 〈ἐγ〉κείσεαι] κείσεαι κείσῃ. §. ἐνετίθετο γὰρ τὰ σώματα
τοῖς ἱματίοις, ὡς ἀπὸ Λαέρτου (Od. 2. 99 al.) καὶ Ἕκτορος (Il. 24.
720) δῆλον· ἔστι δὲ γυναικεῖον, ὡς τότε 〈ἂν⟩ ὠφελίμου οὔσης τῆς
ἐσθῆτος, εἰ συνέκειτο αὐτοῖς.
1. πτόλιν] Κυπρίων τῶν ἐν Σαλαμῖνι ἡ λέξις· κεῖται δὲ καὶ παρὰ κωμικῷ Ἀναξανδρίδῃ ἐν Σωσίππῳ (fr. 44 K.).
ὅτι τὸ πτόλις καὶ παρὰ κωμικοῖς.
2. νῆας] τὸν τόπον τῶν νηῶν.
Ἑλλήσποντον] τὴν μέχρι Σιγείου θάλασσαν.
3. * ἐσκίδναντο] ἀπʼ ἀλλήλων ἐχωρίζοντο.
4. *ἀποσκίδνασθαι] ἀφ᾿ ἑαυτοῦ χωρίζεσθαι· ἢ παρέλκει ἡ
“ἀπό,” ἐν τῷ “ἀπητίμησε” (Il. 13. 113).
6. 〈Μυρμιδόνες⟩ ταχύπωλοι] καὶ ὁ θεὸς ἐν τῷ πρὸς Αἰγιεῖς χρησμῷ “ἵππον Θεσσαλικήν” (cf. Anth. Pal. XIV 73, schol. Theocr. XIV 47).
7. μὴ δή πω] μηδέπω. Λοκροὶ δὲ οἱ πρὸς τῇ Ἰταλίᾳ χρῶνται τῷ η
ἀντὶ τοῦ ε.
8. αὐτοῖς] λείπει ἡ σύν, ὡς τὸ “αὐτῷ γωρυτῷ” (Od. 21. 54).
10. τεταρπώμε〈σ〉θα γόοιο] Αἰσχύλος (fr. 375) “οἵ τοι στεναγμοὶ τῶν πόνων ἰάματα.”
12. οἳ δʼ ᾤμωξαν] ἰάσατο τὸ ἀπρεπὲς τοῦ κλαίειν ἐνόπλους στρα-
τιώτας διὰ τῆς Θέτιδος. καὶ ἦρχεν Ἀχιλλεὺς τῆς οἰμωγῆς, οἳ δὲ
συνῴμωξαν, ὥσπερ ἐνδόσιμον λαβόντες ὑπὸ τοῦ Ἀχιλλέως.
14. μετὰ δέ σφι Θέτις] ἢ καὶ αὐτὴ ἀνακαλουμένη ἢ θείᾳ δυνάμει ἐμπνεύσασα συμπάθειαν αὐτοῖς.
15. τεύχεα φωτῶν] τινὲς διαστέλλουσιν ἐπὶ τὸ “τεύχεα,” ἵνα,
φασί, τοῖς τῶν ἀνθρώπων δάκρυσιν αἵ τε ψάμαθοι καὶ τὰ ὅπλα
βρέχηται· τερατῶδες γὰρ τὸ δακρύειν τὰ ὅπλα.
16. τοῖον γὰρ πόθεον] “τοῖον” αὐξητικῶς κατὰ ἔμφασιν· οἱ δὲ
μήστωρα φόβοιο] μήσασθαι φυγὴν πολεμίοις δυνάμενον.
17. ἄλλως: ἀδινοῦ—γόοιο] ἀθρόου, οἰκτροῦ· δεῖ γὰρ ἐν τοῖς θρήνοις
προϊέναι μὲν ἀθρόον τὸ πνεῦμα, μὴ δυνάμενον δὲ φέρειν ὑπεκλύεσθαι.
18. χεῖρας ἐπʼ ἀνδροφόνους] δίχα δύναται, ἐάν τε αὐτὸς ᾖ ὁ τὰς
19. χαῖρέ μοι, ὦ Πάτροκλε] οἴκτου κινητικὸν ἡ πρὸς νεκροὺς
ὁμιλία. κατέχεται δὲ τῇ κοινῇ ἐννοίᾳ ὁ Ἀχιλλεύς, καὶ ἔοικεν ἀηδές
τι τὸν θάνατον ὑπειληφέναι· τοῦτο γοῦν ἐν ὑπερβολῇ φησὶ “καὶ εἰν
Ἀίδαο δόμοισιν” ὢν χαῖρε, οἷον, εἰ ἔστι παραμυθία καὶ χαρὰ ἐν
τοῖς τετελευτηκόσι, ταύτην δέχου παῤ ἡμῶν.
20. τελέω] ὅσον οὔπω ‘τελέσω.’
21. “δάσασθαι·” ἔδει μέλλοντος εἶναι ‘δάσεσθαι.”
δάσασθαι] οἳ μὲν Ἕκτορα δάσασθαι λείποντος τοῦ τέ, οἳ δὲ μερί-
24. ἀεικέα μήδετο ἔργα] ἀπεοικότα διετίθει ἔργα—τοῦτο δέ ἐστι
τὸ ἐπὶ στόμα ἐκτεῖναι τὸ σῶμα καὶ ἐνυβρίζειν τῷ οὐκ ἀντιλαμ-
βανομένῳ· “κωφὴν γὰρ δὴ γαῖαν” (Il. 24. 54)—ἢ τοῦτο ἀεικὲς
τὸν μείζω παρὰ τῇ τοῦ ἥσσονος ἐρρῖφθαι σκηνῇ.
μήδετο ἔργα] νῦν ἀντὶ τοῦ εἰργάζετο.
26. οἳ δὲ— ἕκαστοι] ἀντὶ τοῦ ‘τῶν δὲ ἕκαστος.’
28. παρὰ νηί] λείπει ‘καὶ σκηνῇ,’ ὡς “παρά τε κλισίῃ καὶ νηὶ μελαίνῃ” (Il. 1. 329)· φησὶ γοῦν “ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέι χαλκῷ κεῖται” (Il. 19. 24).
29. τάφον] ἰδίως νῦν ἐπὶ τοῦ μὴ ταφέντος· φησὶ γοῦν “ χεύαντες
“ δαίνυ τάφον Ἀργείοισιν — αὐτῆμαρ δέ οἱ ἦλθεν” (Od. 3. 309,11)·
εἰ δὲ εὑρήκει αὐτόν, οὐκ ἂν εἴασε ταφῆναι· φησὶ γοῦν “τῷ κέ οἱ
οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν” (ib. 258), εἰ μὴ τὸ “δαίνυ”
ἀντὶ τοῦ παρεσκεύαζεν. Κύπριοι δὲ “τάφον” τὸν φόνον· “πολέων
τάφῳ ἀνδρῶν ἀντεβόλησα⟨ς⟩” (Od. 24. 87). ὅ ἐστι φόνῳ.
30. πολλοί] ἡ ἐπανάληψις τοῦ “πολλοί” (31) τὸ πλῆθος ἐμφαίνει καὶ τὸ ἀόριστον.
βόες ἀργοί] ταχεῖς· ἀλλὰ εἰλίποδες. λευκοί· ἀλλʼ οὐ θύεται
λευκὸν τοῖς τεθνεῶσιν· δῆλον ἐκ τοῦ “ἐνθ᾿ ὄιν ἀρνειὸν ῥέζειν
θῆλύν τε μέλαιναν” (Od. 10. 527) καὶ “ὄιν ἱερευσέμεν οἴῳ
παμμέλανα” (ib. 524). ἢ οὖν μετὰ τὸ ἐκδαρῆναι διὰ τὴν πιμελήν.
ἢ ὅτι οὐ τῷ Πατρόκλῳ, ἀλλʼ εἰς τὸ δεῖπνον τῶν ζώντων τοὺς βόας
ἔθυον. ἢ ἀργῶς, ὅ ἐστι ταχέως, ὡς “ταχέες δʼ ίππῆες ἄγερθεν” (287).
τινὲς δὲ “ἀργοί” συνεχεῖς, ταχεῖς, ἀδιάλειπτοι· ἢ “ἀργῷ—σιδήρῳ”
τῷ πολιῷ.
ἄλλως: ὀρέχθεον] κατὰ μίμησιν ἤχου τραχέος πεποίηται τὸ ῥῆμα, ἀντὶ τοῦ ἔστενον ἀναιρούμενοι. ἢ ἐξετείνοντο ἀποθνήσκοντες, ὡς τὸ “κεῖτο μέγας μεγαλωστί” (Il. 16. 776).
30, 1. σιδήρῳ σφαζόμενοι] τινὲς ἀθετοῦσιν ὡς οὐκ ὄντος σιδήρου τότε· τί οὖν φασι “πολιόν τε σίδηρον ” (Il. 9. 366).
31. μηκάδες] οὐκέτι ὀρέχθεον, ἀλλʼ ‘ἐμήκαζον.’
33. εὑόμενοι τανύοντο] ἀντὶ τοῦ τὴν πιμελὴν ἐτήκοντο.
ἄλλως: εὑόμενοι 〈τανύοντο⟩] εὕειν τὸ τὰς τρίχας ἀποκαίειν. “εὗσε—μίστυ〈λ〉λέν τε ” (Od. 14. 75). ‘ἐκτεταμένοι ὠπτῶντο.’
34. ἀμφὶ νέκυν —ἔρρεεν] οὐχ ὅτι ἥπτετο τοῦ νεκροῦ —κεῖται γὰρ
ἐν τοῖς λέχεσιν—ἀλλὰ περὶ αὐτόν.
κοτυλήρυτον] δαψιλές, κοτύλῃ ἀρυόμενον. καθόλου δὲ κοτύλας
ἐκάλουν τὰ κοῖλα· καὶ Αἰσχύλος ἐν Ἡδωνοῖς (fr. 56 N.) τὰ
κύμβαλα—“ὃ δὲ χαλκοδέτοις κοτύλαις ὀτοβεῖ.” ἔστι δὲ καὶ
ὄνομα ποτηρίου ἡ κοτύλη—“κοτύλην τις τυτθὸν ἐπέσχεν” (Il. 22.
494) “κοτύλην καὶ πύρνον” (Od. 15. 312) —καὶ τὸ περὶ τὸν
μηρὸν καὶ τὸ τῶν πολυπόδων καὶ τὸ κοῖλον τῆς χειρός· καὶ παιδιὰ
δέ τις ἐν κοτύλῃ λέγεται, ἐπειδὰν τὰς χεῖρας κοιλάναντες εἰς
τοὐπίσω δεχώμεθά τινα ἐπιβεβηκότα μὲν τοῖς γόνασιν αὑτοῦ,
ταῖς δὲ χερσὶ τοὺς ὀφθαλμοὺς κατειληφότα· ταύτην δὲ οἳ μὲν
ἐπιδιφρισμὸν καλοῦσιν, οἳ δὲ κρικαδίαν, οἳ δὲ ἀπόρραξιν· καὶ κοτυλίσ-
κον κρατῆρα, ὃν στέφοντες παρατιθέασι Διὶ ἐν ταῖς θυσίαις.
ἄλλως: κοτυλήρυτον] παρὰ τὸ ἀρύσω ἀρυτός κοτυλάρυτος.
36. εἰς Ἀγαμέμνονα δῖον] ἀντὶ τοῦ πρός.
37. σπουδῇ] μόγις. §. παροξυτόνως δὲ τὸ “ πεπιθόντες·” ἔστι γὰρ
χωόμενον] συγκεχυμένον.
39. κέλευσαν] “κέλευσαν ” πληθυντικῶς, οἱ βασιλεῖς ἐκέλευσαν·
40. ἀμφὶ πυρὶ στῆσαι] φιλικῶς ἄγαν· προειλήφασι μὲν γάρ,
“ εἰ πεπίθοιεν.”
41. βρότον] τὸ ἀπὸ φόνου αἷμα· οἳ δὲ τὸν πηλόν.
42. ἠρνεῖτο] παρὰ τὸ αἴρειν τὰς χεῖρας.
στερεῶς] ἀνενδεῶς.
43. οὐ μὰ Ζῆν᾿] ὅτι τὴν ἄρνησιν καὶ ἀπόμοσιν ὁμοῦ ἔθηκεν.
ὕπατος καὶ ἄριστος] δυνάμει καὶ τιμῇ τῶν ἄλλων προὔχων θεῶν.
44. καρήατος] ἀπὸ τῆς καρῆαρ, ὡς ἥπατος.
ἄλλως: καρήατος] λείπει τὸ ἐμοῦ· ἀσεβεῖν γὰρ οἱ φιλόστοργοι
48. πειθώμεθα] ἄκρως διὰ τοῦ “πειθώμεθα τὸ πρὸς βίαν δείκνυσιν.
ἄλλως: πειθώμεθα] οὐ “τερπώμεθα.”
50. παρά τε σχεῖν ὡς ἐπιεικές] παρασχεῖν ὡς ἁρμόζει καὶ
53. θᾶσσον ἀπʼ ὀφθαλμῶν] ἀντὶ τοῦ ἵνα ταχύτερον ἐκτὸς τῆς
ἐπὶ ἔργα τράπωνται] ὡς ἐπὶ τιμῇ τοῦ νεκροῦ ἀργίας κατεχούσης
55. ἐσσυμένως] οὐ παρέλκει νῦν τὸ “ἐσσυμένως,” ἀλλʼ ἑσπέρας
καὶ κατηφείᾳ τὰ πράγματα.
δόρπον ἐφοπλίσ〈σ〉αντες] οὐχ οἱ Μυρμιδόνες· τούτοις γὰρ τὸν
59. ἐπὶ θινί] πρέπουσα κοίτη τῷ πενθοῦντι καὶ ἀλύοντι. τάχα
61. κλύζεσκον] τινὲς ἐπέκλυζον.
63. νήδυμος] ὅτι μετὰ τοῦ ν ἡ λέξις.
μάλα γὰρ κάμε] δικαίως οὖν προῳκονόμει τὸν δρόμον Ἀχιλλέως,
ὅπως περιπαθὲς ἐπεισόδιον ἐνέγκῃ· πῶς γὰρ ἂν ὁ ἄφροντις οὕτω
βαθεῖ ἐβλήθη ὕπνῳ:
64. Ἕκτορʼ ἐπαίσσων] τὸ πλῆρες ἐπὶ Ἕκτορι, ὡς “Κίρκῃ ἐπήιξα” (Od. 10. 322).
65. ἦλθε δʼ ἐπὶ ψυχή] πιθανὴ ἡ περιπέτεια· μετὰ γὰρ τοὺς Ἀχιλ-
λέως θρήνους ἐξεῦρέ τι καινότερον καὶ τῷ τετελευτηκότι λόγους
περιτίθησι διὰ τοῦ ὀνείρου.
66. καὶ ὄμματα κάλʼ εἰκυῖα] ἐντεῦθεν Ἀντισθένης ὁμοσχήμονάς φησι τὰς ψυχὰς τοῖς περιέχουσι σώμασιν. Χρύσιππος δὲ μετὰ τὸν χωρισμὸν τοῦ σώματός φησιν αὐτὰς σφαιροειδεῖς γενέσθαι.
67. καὶ φωνήν] ἄκρως ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου· ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ ὁ τοῦ φίλου τύπος.
69. εὕδεις] πλήρης φιλοστοργίας ὁ λόγος καὶ ἠθικῆς μέμψεως.
αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ] “λελασμένος” δὲ ὑπάρχεις ἀντὶ τοῦ 〈ἐπι〉λέλησαι, ὡς “ληρεῖς ἔχων” (Aristoph. Ran. 512).
70. οὐ μέν μευ ζώοντος] περιπαθὲς τὸ ἀναμνῆσαι τῆς φιλίας. μαρτυρῶν δὲ αὐτοῦ τὴν ἐν τῷ ζῆν ἐπιμέλειαν καὶ νῦν ἐπὶ τὰ ἴσα προτρέπεται.
71. πύλας Ἀίδαο] ‘πύλας Ἅιδου’ τὸν Ἀχέροντα· ἐκεῖ γάρ
εἰσιν αἱ τῶν κολαζομένων ψυχαί, οὗ τοὺς περὶ Τιτυὸν εἶδεν
Ὀδυσσεύς (Od. 11. 576). ὁμοίως καὶ Ὅμηρος ἐκεῖνο Ἅιδην καλεῖ·
ἴσως δὲ πρὸς τὸ πεῖσαι φαντάζει· πῶς γὰρ ἄταφοι 〈οἱ⟩ μνηστῆρες
διαβαίνουσιν (Od. 24. 9);
72. τῆλέ με 〈ἔργουσιν⟩] ἀπόλυτος ἡ “μέ.”
εἴδωλα καμόντων] ὥρισε τί ἐστι ψυχή.
73. οὐδέ με] οἶδε γὰρ ἑαυτὸν αὐτίκα θανούμενον.
74. εὐρυπυλές] τὸ πᾶσιν ἡπλωμένον.
75. καί μοι δὸς τὴν χεἶῤ, ὀλοφύρομαι] λείπει τὸ ἵνα.
75, 6. οὐ γὰρ ἔτʼ αὖτις νείσομαι] οὐκ ἐλεύσομαί σοι εἰς ὄψιν·
78. βουλὰς—βουλεύσομεν] γενναίως οὐδενὸς τῶν ἡδέων ἐμνήσθη,
79. ἀμφέχανε] κατέπιεν· “εἰ δʼ ἄμ〈μ〉ε χάνοι περὶ πάντας
λάχε] ὅθεν μία τῶν Μοιρῶν Λάχεσις· παρείληφε δὲ ὅτι τῇ
80. καὶ δὲ σοὶ αὐτῷ] εὐαγγελίζεται αὐτῷ μετʼ οὐ πολὺ συνέσε-
81. εὐηγενέων] τῶν καλοὺς ἀγροὺς ἐχόντων· οἳ δὲ “ε〈ὐ〉η-
82. καὶ ἐφήσομαι] ὅθεν Ἀχιλλεύς φησι “καί μοι—ἕκαστʼ
ἐπετέλλεαι ” (95).
83. μὴ ἐμὰ σῶν ἀπάνευθε] εἶτα ἐπιφέρει “ἀλλʼ ὁμοῦ” (84). ἐμφαίνεται δὲ ἦθος τοῦ ἄγαν ἐπιθυμοῦντος διὰ τοῦ σαφέστερον τὴν ἐπιθυμίαν ἐπαναλαβεῖν.
τιθήμεναι] Λάκωνες τὸ θάπτειν “ τιθήμεναι” φασίν.
86. ἀνδροκτασίης] καταχρηστικῶς· παῖδα γὰρ ἀνεῖλεν, ὃν 〈οἳ⟩
88. ἀμφʼ ἀστραγάλοισι χολωθείς] αἱ πλείους “ἀμφʼ ἀστραγά-
λῃσιν ἐρίσσας·” καὶ ἔστιν Ἰωνικὸν τὸ ἀστραγάλη.
89. ἱππότα] οἱ νεώτεροί φασι διὰ τὸν Εὐρυτίωνος τοῦ Ἴρου φόνον.
90. ὀνόμηνεν] καλεῖσθαι ἐποίησεν, ὅ ἐστιν εἶναι· “σὴ παρά-
91. σορός] ἡ ἔσω ὠροῦσα, ὅ ἐστι φυλάττουσα. ἅπαξ δὲ χρῆ-
ται τῇ λέξει.
92. χρύσεος ἀμφιφορεύς] τοῦτόν φασι Διόνυσον παρὰ Ἡφαί-
ἄλλως: χρύσεος ἀμφιφορεύς] σορὸν δέδωκεν ἡ μήτηρ—δυσοιώνισ-
τον γὰρ ἐπὶ πόλεμον ἐξιόντι—ἀλλʼ ἴσως μεστὸν οἴνου, ὃν ἀξιοῖ σορὸν
γενέσθαι. ἐν πάσαις δὲ οὐκ ἦν ὁ στίχος· καὶ Ἀρίσταρχος ἐκ τῆς
〈δευτέρας⟩ Νεκυίας αὐτὸν ἐσπάσθαι φησίν “δῶκε δὲ μήτηρ χρύσεον
ἀμφιφορῆα ” (Od. 24. 73, 4). ἀλλʼ ἐκεῖ εὔλογος πρὸς ὕψωσιν τῆς
ταφῆς.
94. τίπτε μοι, ἠθείη] βραχὺς ὁ λόγος καὶ ἐμφαίνων τὸν σπεύ- δοντα πρὸς τὴν ἀμοιβήν· μῆκος δὲ λόγου ὄκνον χάριτος ἀναδέχεται. ἠθείη] Χαμαιλέων γράφει “ὦ θείη·” γελοῖον δὲ ἐπὶ νεκρῷ τὸ “θείη.”
97. ἀμφιβαλόντες] ἀμφιχυθέντες· “ἀμφιχυθεὶς πατέρʼ ἐσθλόν” (Od. 16. 214).
99. ὠρέξατο] ἐπεθύμησε, τὰς χεῖρας ὤρεξεν.
100. ἠύτε καπνός] διὰ τὸ λεπτὸν καὶ πνευματῶδες· ἢ πρὸς τὴν κίνησιν· Ζωίλος δέ φησιν, ὅτι “ἀλλ᾿ ὁ καπνὸς ἄνω φέρεται.”
101. τετριγυῖα] ἐλεεινὰ βοόωσα, ὡς ἐπὶ τῶν νεοσσῶν (Il. 2. 314).
102. 〈συμ〉πλατάγησεν] ἐπὶ τῇ παραδόξῳ φαντασίᾳ τὰς χεῖρας συνέκρουσεν.
ἔπος δʼ ὀλοφυδνόν] ὁ μετὰ τίλσεως τῶν τριχῶν οἶκτος· “ὥλοψας
δὲ βίηφι” (Callim. in Dian. 77).
104. ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν] “φρένες ” τινὲς σῶμα· μέρος
γὰρ σώματος αἱ φρένες. τοῦτο δὲ εἶπε, παρʼ ὅσον ἐκταθεὶς οὐκ ἔλαβεν.
κάλλιον δέ, ὅτι φρένας οἱ τεθνεῶτες οὐκ ἔχουσιν. ἐμέμφετο γὰρ
ὡς ἠμελημένος· καὶ μὴν οἱ ἄταφοι προμαντεύονται· ἢ εἰσὶ μέν, οὐ
μὴν πάμπαν. §. γράφεται δὲ καὶ “πᾶσαι.”
107. θέσκελον αὐτῷ] θεοείκελον, ὡσεὶ θεοῦ τὴν ὁμοιότητα κατα- σκευάσαντος.
108. ὑφʼ ἵμερον ὦρσε] ὑπερβολὴ πένθους ἐστίν· ὥστε οἱ τὰς παραμυθίας ὀφείλοντες προσφέρειν αὐτοὶ κατάρχονται τῶν δακρύων.
110. ἀμφὶ νέκυν] Ἀττικῶς ἐξέτεινε τὸ “νέκυν.”
111. οὐρῆάς τʼ ὤτρυνε] “οἳ δʼ, ὡς ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσ〈σ〉αν ἀταρπόν ” (Il. 17. 742, 3).
ἄλλως: οὐρῆάς τε] ἐν πολλοῖς χωρὶς τοῦ “τέ.”
113. Μηριόνης] Κρήτη γὰρ ὀρεινὴ καὶ δενδροφόρος.
116. πάραντά τε] μήτε ἀνωφερῆ μήτε κατωφερῆ, ἀλλʼ ἰθύ-
117. πολυπιδάκου] “πίδακος ἀμφʼ ὀλίγης” (Il. 16. 825).
119, 20. κτυπέουσαι πῖπτον] ἤλλακται ἡ τάξις
120. διαπλήσσοντες] διακόπτοντες πρὸς τὴν συμμετρίαν· καὶ
τοῖς ποσὶ διαβάντες.
121. ταὶ δὲ χθόνα ποσ〈σ〉ὶ δατεῦντο] διέκοπτον ταῖς ὁπλαῖς τὸ
123. πάντες—φιτροὺς φέρον] νόμος στρατιωτικὸς μὴ κούφους
ἐν ταῖς χρείαις διατελεῖν.
125. ἐπισχερώ] ἐφεξῆς, παρὰ τὸ ἄλλο ἐπʼ ἄλλῳ τὴν σχέσιν
126. ἠρίον] παρὰ τὴν ἔραν.
ἠδέ οἱ αὐτῷ] ἴσως ἀφʼ ἑαυτοῦ τοῦτο ἀναπεφώνηκεν ὁ ποιητής.
130. χαλκὸν ζώννυσθαι] Ἀριστοτέλης( Pol. fr. 476 R.) φησὶ τοὺς πρυλεῖς Ἀχιλλέως 〈εὕρημα⟩· τοὺς δὲ Ἀχαιοὺς τὸν νόμον εἰς Κύπρον κομίσαι· τῶν γὰρ βασιλέων κηδευομένων αὐτὸς προηγεῖται πυρριχίζων ὁ στρατός.
131. *ἐν τεύχεσσιν] ἀντὶ τοῦ εἰς τεύχη.
132. * δίφροισι] ἀντὶ τοῦ εἰς δίφρους.
παραιβάται] ὧδε μόνον αὐτοὺς ὠνόμασεν· ἐκεῖ δὲ σημαίνει, “Ἄντιφος αὖ παρέβασκε περίκλυτος” (Il. 11. 104).
133, 4. ** 〈μετὰ δὲ νέφος—πεζῶν μυρίοι⟩] πρὸς τὸ σχῆμα.
135. καταείνυον] τὸ πλῆθος ἐμφαίνει τῶν κειρομένων.
ἄλλως: καταείνυον] “εἴλυον” εἴλουν· “εἴνυον” δὲ περιεκάλυπτον
136. κάρη ἔχε] ἔθος φασὶ παρὰ Λινδίοις τοῦτο.
139. μενοεικέα—ὕλην] τὴν ἀρεσκομένην Ἀχιλλεῖ ἢ τὴν πρέπουσαν τῇ πυρᾷ. φησὶ γοῦν “παρά τε σχεῖν, ὡς ἐπιεικές” (50). μετ〈εν〉ή- νεκται δὲ ἀπὸ τῶν ζώντων· κυρίως γὰρ ἂν εἴποι τις μενοεικὲς τὸ τῷ μένει ἀρεστὸν καὶ καταθύμιον.
141. ξανθὴν — χαίτην] καὶ ὁ Πάρις εἶχε χαίτην, ἀλλʼ ἐπὶ γυναι- μανίᾳ καὶ ἀπάτῃ.
142. τήν ῥα Σπερχειῷ] τοῖς ποταμοῖς ἔτρεφον τὰς κόμας,
ἐπεὶ κουροτρόφοι νομίζονται· καὶ τοῖς γαμοῦσι δὲ τὸ λουτρὸν
ἐξ αὐτῶν ἐκόμιζον γονὴν οἰωνιζόμενοι, καὶ τοῖς πρὸ γάμων τελευτῶ-
σιν ἡ λουτροφόρος κάλπις ἐτίθετο· ὅτι δὲ τὸ ὑγρὸν αὔξει, καὶ
παῖδες πρώτῃ τροφῇ χρῶνται τῇ ὑγρᾷ· τινὲς δὲ τρόφιμόν φασι τὸ
ὕδωρ καὶ τοὺς βουλιμιῶντας πίνοντας κορέννυσθαι.
ἄλλως: τήν ῥα Σπερχειῷ] ὡς συγγενεῖ —Πολυδώραν γὰρ εἶχε
τὴν Πηλέως θυγατέρα —ἢ ὅτι ἀπὸ Φθίου τοῦ Σπερχειοῦ Φθία.
21. 131) “ταῦρον —Ἀλφειῷ” (Il. 11. 728).
143. ἰδὼν ἐπὶ οἴνοπα πόντον] ὡς ἐπὶ τὴν πατρίδα καὶ τὸν Σπερ- χειὸν ἀποβλέψας.
146. σοί τε κόμην κερέειν] καὶ Ἀντίμαχός φησι (fr. 60 K) τῷ Κηφισσῷ κατὰ τὴν Λίλαιαν τεθυκέναι τὴν κόμην . . . .
152, 3. κόμην —θῆκεν] παθητικῶς, οὐχ ὡς οἱ λοιποὶ ἐπέρριψεν.
155. εἰ μὴ Ἀχιλλεύς] τοσοῦτος ὁ θρῆνος, ὅτι καὶ Ἀχιλλεὺς ἔγνω τὴν ἀμετρίαν.
157. γόοιο μὲν ἔστι καὶ ἆσαι] λείπει τὸ ὕστερον. ἐνέφηνε δὲ διὰ τοῦ “νῦν δʼ ἀπὸ πυρκαϊῆς” (158).
ἄλλως: γόοιο μὲν ἔστι] ἐπαγγελτικῶς προενεκτέον τὸ “ἔστι, ” ὡς “ἔστι τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκός” (549).
160. κηδεός] ὀξυτόνως παρὰ τὸ κηδεύω, ὡς λοχεύω λοχεός.
ἄλλως: κηδεός] κηδεύσιμος ἢ κήδιστος. §. τὸ δὲ ἐξῆς ‘παρα-
163. κηδεμόνες] οἱ μάλιστα ἀνιώμενοι διὰ τοῦτο καὶ φροντί-
164. πυρὴν ἑκατόμπεδον] ἑκατὸν ποδῶν ἔχουσαν πλευράν, ὡς
ἔνθα καὶ ἔνθα] ἐκ παντὸς μέρους.
165. ἐν δὲ πυρῇ ὑπάτῃ] ἐν τῷ ἀνωτάτω αὐτῆς καὶ μέσῳ, ὡς τὸ
168. δημὸν ἑλὼν ἐκάλυψε] πρὸς τὸ τὴν πιμελὴν ἐξυ⌈παφ⌋θῆναι
169. περὶ δὲ δρατὰ σώματα νήει] περὶ αὐτὸν ἐσώρε〈υ〉σεν ὑπὲρ
τοῦ καὶ τὴν ἀπʼ ἐκείνων πιμελὴν 〈συμ〉πράσσειν τι πρὸς τὴν
καῦσιν. ἅμα δὲ καὶ τοῦ περὶ τὸν νεκρὸν εὐσχήμονος ἕνεκεν. συν-
σπᾶσθαι γὰρ τὰ καιόμενα τῶν σωμάτων εἴωθεν.
δρατά] “ταυτὶ δέδραται” Ἀριστοφάνης (Pac. 1039)· ἐν ἐνίοις
171. πρός λέχεα] ἀντὶ τοῦ πρὸς τὸ σῶμα αὐτοῦ, ὅτι θερμαινόμενα
πίσυρας—ἵππους] κατὰ πλευρὰ〈ν⟩ ἕνα· οἰκεῖος δὲ τῷ νεκρῷ ὁ ἴσος ἀριθμός· διὰ τοῦτο Ποσειδῶνι θʼ θύουσιν (Od. 3. 8).
174. ἐνέβαλ〈λ〉ε πυρῇ δύο] ἴσως τὸ ὠμὸν αὐτοῦ εἰδὸς ὁ πατὴρ
μουσικὴν αὐτὸν ἐδίδαξεν· πλέον δὲ αὐτὸν ἠγρίωσεν ὁ Πατρόκλου
θάνατος, ὡς τοὺς κύνας καὶ τοὺς Τρῶας καίειν· διὸ ὥσπερ ἀγανακτῶν
ὁ ποιητής φησι “κακὰ δὲ φρεσὶ μήδετο” (176).
177. πυρὸς μένος—σιδήρεον] ἄμφω γὰρ τμητικά, πῦρ καὶ σίδηρος.
179. χαῖρέ μοι] ἀντὶ τοῦ ἥδου, ὅτι σοι τὰ πρὸς ἡδονὴν ἀπεπλή-
ρωσα.
184. ἀπειλήσας] συνήθως ἡμῖν· ὡς τὸ “ἀπείλησαν γὰρ οἱ
ἄλλοι” (Il. 2. 665). §. διὰ δὲ τῆς ἀναφωνήσεως ἐθεράπευσε τὸν
186. ῥοδόεντι—ἐλαίῳ] τὴν χρῆσιν μὲν τοῦ μύρου οἶδεν, οὐ μὴν τὸ ὄνομα. οἰκεῖον δὲ τὸ ἀλείφειν τῇ θεῷ (Il. 14. 171).
187. ἑλκυστάζων] ὡς “νευστάζων” (Il. 20. τό2 al.)
190, 1. μὴ πρὶν μένος ἠελίοιο 〈σκήλειʼ ἀμφὶ περὶ χρόα⟩] μὴ πρὶν
ἀπολυθῆναι τοῖς οἰκείοις τὸ σῶμα σκελετοποιήσειεν. οἳ δὲ τὸν περὶ
τοῖς μέλεσι χρόα.
191. σκήλειε] εὐκτικῶς.
192. οὐδὲ πυρὴ—καίετο] τὴν ἔμφασιν τῶν ὑγρῶν ἐμφαίνει, νικη- σάντων τὸ πῦρ.
194. δοιοῖς —ἀνέμοισιν] οὐκ ἄτοπον θεοὺς καλεῖν ἐπὶ τεθνεῶσιν,
ὅπου καὶ ἐν πολέμοις καλοῦσι καὶ αὐτὸς ὁ Ἀπόλλων νεκροφορεῖ
(Il. 16. 676).
195. Βορέῃ καὶ Ζεφύρῳ] ὡς Θρᾳξίν· Θράκη δὲ πλησίον τῆς Τροίας.
δέπαι] ὅτι συνηρῃμένως· ἀλλαχοῦ δὲ “ἐν δέπαϊ χρυσέῳ”
(Od. 20. 261).
197. φλεγεθοίατο] Εὐφορίων κακῶς τῷ ῥήματι ἑνικῶς χρῆται (fr. 162 M.).
198. 〈ὕλη τ᾿⟩ ἐσσεύαιτο] ὁρμὴν λάβοι ἀπὸ δὲ τῶν ἐμψύχων μετῆκται. χωρὶς δὲ τοῦ ν τὸ “ὕλη·” οἳ δὲ “ὕλην τε σεύαιντο” ἀντὶ τοῦ ὁρμήσειαν οἱ ἄνεμοι καίειν τὴν ὕλην.
199. μετʼ ἄγγελος ἦλθ᾿ ἀνέμοισιν] Ἰωνικῶς, ἀντὶ τοῦ πρὸς ἀνέμους ἦλθεν, ὡς Ἀρχίλοχος “μετέρχομαί σε σύμβολον ποιεύ- μενος” (fr. 44 B.). οὐκ ἐποίησε δὲ ἐκείνους ἀκούοντας, ἐπειδὴ τοῦτο κατὰ δόξαν ἦν . . . .
200. δυσαέος] οὐκ ἀεί, ἀλλὰ χειμῶνι. ἔστι γὰρ χειμῶνος μὲν
δυσαής, θέρους δὲ προσηνής· “Ζεφυρίη πνείουσα τὰ μὲν φύει” (Od.
7. 119). 202. βηλῷ] τῷ βαθμῷ.
203. πάντες ἀνήιξαν] ἔστι γὰρ ἐρωμένη Ζεφύρου· ἀφʼ ὧν καὶ τὸν Ἔρωτά φασιν· ἴσως δὲ ἀκροθώρακες ὄντες ἐρῶσιν αὐτῆς.
205. οὐχ ἕδος] οὐχ ἑδραστέον.
206. Αἰθιόπων ἐς γαῖαν] πρὸς ἀπαλλαγὴν τῶν ἐνοχλούντων
ἄλλως: Αἰθιόπων ἐς γαῖαν] χαρίεν ἐν παρέργῳ δεδήλωκεν,
ὅτι ἀπηλλάγησαν οἱ θεοὶ τοῦ πολέμου καὶ ὥσπερ ἐκ τῆς φροντίδος
κατέστησαν, πέρας ἐχόντων ἤδη τῶν περὶ τὴν Ἀχιλλέως βούλησιν.
διὸ παρὰ τοῖς Αἰθίοψί φησι πανηγυρίζουσιν.
ἐς γαῖαν] αἱ τῶν πόλεων “ἐς δῆμον.”
208. κελαδεινόν] ὃν ἄνω (200) δυσαῆ εἶπεν.
214. πόντον ἵκανον] τὸν Θρᾴκιον πόντον καὶ Ἑλλήσποντον.
218. ὃ δὲ πάννυχος] πολὺ τὸ ἑταιρικὸν τοσαύτην φέροντος
221. ὅτι δωδεκασύλλαβος.
222. ὡς δὲ πατὴρ οὗ παιδός] αὐξητικῶς ὅλη ἔχει ἡ παραβολή
εἰς γὰρ ἔνδειξιν στοργῆς πατρικῆς παραβέβληται. ἀλλʼ οὐκ ἤρκεσεν
Ὁμήρῳ τὰ τῆς εἰκόνος· οὐ γὰρ τὴν τυχοῦσαν ἡλικίαν τοῦ παιδὸς
παρέλαβεν ἀλλὰ νυμφίον, τέλειον μέν, παίδων δὲ οὔπω πατέρα,
ὥστε καὶ παῖδας ὄψεσθαι τοῦ παιδὸς προσδοκήσας μετὰ τῆς
δευτέρας ἐλπίδος καὶ τὴν πρώτην ἀπολώλεκεν.
223. νυμφίου] δηλοῖ ἡ λέξις καὶ τὸν ἤδη πατέρα παίδων· “νυμ-
225. ἑρπύζων—στεναχίζων] διὰ τῶν παρατατικῶν τὸ ἀδιάλειπτον
ἄλλως: ἑρπύζων] ἡ βαρεῖα κίνησις τὴν ταπείνωσιν Ἀχιλλέως δηλοῖ.
226. ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν] ἡ “ἐπί” πρὸς τὸ “εἶσι.” οὐκ ἀναστρέφεται δὲ διὰ τὸ μεταξὺ τεθεῖσθαι ἕτερον μέρος λόγου.
**〈ἑωσφόρος⟩] λείπει ‘ἀστήρ.’
φόως ἐρεών] “ὅς τε μάλιστα ἔρχεται ἀγγέλλων φάος ἠοῦς
ἠριγενείης” (Od. 13. 93, 4).
228. ἐμαραίνετο] καὶ ἐκεῖ οὖν “φλὸξ ἐμαράνθη” (Il. 9. 212) γραπτέον.
229. οἱ δʼ ἄνεμοι] εἰ οὖν αὐτεξούσιοι οἱ ἄνεμοι, τετεράτευται τὰ περὶ τοῦ Αἰόλου.
232. ἐπὶ δὲ γλυκὺς ὕπνος] ἐξέφρασε τὸν μετὰ πολλὴν ἀγρυπνίαν εἰς ὕπνον ὀλίγον ἀποκλίναντα.
ὄρουσε] διὰ τοῦ “ὅρουσε” τὸ τάχος ἐνεφάνισε τοῦ ὕπνου διὰ τὸ πολλὴν ἐπελθεῖν τὴν ἀγρυπνίαν.
234. δοῦπος ἔγειρεν] τῶν γὰρ λυπουμένων ἐπιπόλαιος ὁ ὕπνος.
ὀστέα—λέγωμεν] τοῖς ἄλλοις τὸ σβέσαι ἐπιτάσσει, συμ-
περιλαμβάνει δʼ ἑαυτὸν εἰς τὴν ὀστολογίαν.
243. φιάλῃ] ἀγγείῳ λεβητοειδεῖ ἐκπεπλατυσμένῳ ἄνωθεν.
φησὶν οὖν “ἀμφίθετον φιάλην ἀπύρ〈ωτ〉ον” (270). §. “δημῷ” δὲ
δίπλακι] ὅτι ἀρσενικῶς.
244. κλεύθωμαι] ἀντὶ τοῦ κελεύθωμαι, πορεύωμαι· τινὲς δὲ “κεύθωμαι,” οὐκ εὖ.
245. πολλόν] μέγαν· “πολλὸς γάρ τις ἴκειτο” (Il. 7. 156). 〈πολλόν⟩] ἀντὶ τοῦ μέγα.
246. 〈ἐπιεικέα⟩ τοῖον] ἠθικῶς τὸ “τοῖον.” ἀντὶ τοῦ τοιοῦτον σύμμετρον.
248. δεύτεροι] ὕστεροι· καὶ “δεύτατος ἦλθεν” (Il. 19. 51) ἀντὶ τοῦ ‘ἔσχατος·’ γενναίως οὐκ οἰκτίζεται τὸν θάνατον.
254. λιτί] ἀποικίλτῳ· τοιοῦτο δὲ καὶ Ἀνδρομάχη φησὶν “ἐπεὶ
οὐκ ἐγκείσεαι αὐτοῖς” (Il. 22. 513).
ἄλλως: λιτί] ὀξυτόνως· μεταπλασμὸς γάρ ἐστι τοῦ λιτῷ. τὸ λῖτα αἰτιατική ἐστι μεταπλασθεῖσα ἀπὸ τοῦ λιτήν, ἐπεὶ οὐδεμία αἰτιατικὴ εἰς ᾱ λήγουσα ὠξύνθη εἰ μὴ ἡ τινά ἀόριστος οὖσα πρὸς τὸ τίνα εὐκτικήν.
255. τορνώσαντο δὲ σῆμα] ὡς ὁ ζωγράφος προῦπογράφει πρῶτον,
οὕτω καὶ οὗτοι προδιέγραψαν τὸ σχῆμα τοῦ τάφου. τὸ δὲ τορνο-
γραφεῖν κυκλοτερῆ δείκνυσι τὸν τάφον.
258. 〈ἵζανεν εὐρὺν ἀγῶνα⟩] καθεσθῆναι ἐποίησε τὸ πολὺ πλῆθος· ἢ εἰς εὐρύχωρον τόπον, ἵνα λίπῃ ἡ εἰς.
259. νηῶν] τοῦ τόπου· ἐν νεωλκηθείσῃ γὰρ νηὶ οὐδὲν τίθεται οὐδὲ
διατρίβει τις ἐν αὐτῇ· φησὶ γοῦν “οἰσέμεναι κλισίηθεν” (564).
ἄλλως: νηῶν δʼ ἔκφερʼ ἄεθλα] καὶ παρὰ Ἀριστοφάνει ἠθέτηται
τοῦτο (259—61).
262. ίππεῦσιν] τινὲς “ἵπποισιν·” κατὰ τούτων γὰρ τὸ ἐπίθετον, οὐ τῶν ἱππέων.
263. γυναῖκα ⟨—ἔργʼ ἰδυῖαν〉] γυναῖκα μὲν τίθησι τῷ νικήσαντι,
264. 〈δυωκαι〉εικοσίμετρον] ὑφʼ ἕν, οἷον τὸ “δυωκαιεικοσίπηχυ” (Il. 15. 678).
265. τῷ δευτέρῳ] ὁ μετὰ τὸν ἡνίοχον δεύτερος ὁ ἵππος· τῷ δὲ τρίτῳ ἀνεῦρε τὸν τρίποδα.
266. ἑξετέα] οἱ πλείους παροξυτόνως τὸ “ἑξετέα” ἀνέγνωσαν,
οἷς καὶ ἡ παράδοσις ἐπείσθη.
βρέφος] ἐναντίως ἡμῖν τὸ ἔμβρυον, τὸ δὲ τεχθὲν “ἔμβρυον” (Od. 9. 245)· βρύειν γὰρ τὸ αὔξεσθαι· “καί τε βρύει ἄνθει λευκῷ” (Il. 17. 56).
268. τέσσαρα μέτρα] ὅτι ὥριστο τὸ μέτρον.
κεχανδότα] ἀντὶ τοῦ χανδάνοντα. “λευκόν” δὲ καινόν.
269. δύω χρυσοῖο τάλαντα] πῶς τῷ τετάρτῳ μεῖζον πάντων τίθη-
“φᾶρος —ἐυπλυνὲς ἠδὲ χιτῶνα καὶ χρυσοῖο τάλαντον ἐνείκατε” (Od.
8. 392, 3), αὐτὸς δὲ ὡς μεῖξον δώσων “τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς
ὀπάσσω” (ib. 430)· νῖν δὲ ρκ΄ δραχμὰς ἔχει τὸ τάλαντον, τὸ δὲ παλαιὸν
ὁ μὲν Πολέμαρχος δʼ δραχμῶν, Θεόφραστος δὲ ιδ΄, Τίμαιος δὲ κδ΄.
270. ἀμφίθετον φιάλην] οἳ μὲν ἐξ ἀμφοῖν μεροῖν αἰρομένην, οἳ
δὲ πανταχόθεν ἱσταμένην. χαλκίον δὲ λεβητῶδες ἦν δύο ὦτα
ἀμφοτέρωθεν ἔχον, διʼ ὧν ἐβαστάζετο.
ἀπύρωτον] διὰ τί “ἀπύρωτον;” ὡς δὴ καὶ ἀναθε〈μα〉τιαίων οὐσῶν τοιούτων φιαλῶν, ὡς εἰς ἦν ἐτέθη τὰ ὀστᾶ Πατρόκλου.
271. καὶ μῦθοι-ἔειπε] οὐ διὰ κήρυκος—οὐ γὰρ πρὸς πάντας
φησιν, ἀλλὰ πρὸς τοὺς ἀριστεῖς—ὥστε οὐ κατὰ τὰ ἔθη τὰ παλαιά.
273. δεδεγμένα] διχῶς· εἰ μὲν διὰ τοῦ γ, ἀντὶ τοῦ ἐπιδεδειγ-
274. εἰ μὲν νῖν] συσταλτέον τὸ “νῦν·” ἀντὶ γὰρ τοῦ δή.
275. πρῶτα] πρωτεῖα.
277. ἀθάνατοί τε γάρ εἰσι] πρὸς τὸν φθόνον· οὐ γὰρ αἰσχρὸν ἀθανάτοις ἡσσᾶσθαι.
Ποσειδάων] ὁ ἵππιος θεός.
280. τοίου γὰρ κλέος] λαβόμενος μικρᾶς ἀφορμῆς πάλιν ἐπὶ
τὴν μνήμην ἔρχεται τοῦ φίλου.
281. ὅς σφωιν] διʼ ἑνὸς σ, ὡς τὸ “ὅ σφιν ἐυφρονέων·” ἐγκλιτικὸν δὲ “ σφωίν ” ἔστι γὰρ γ΄ προσώπου.
282. λοέσσας] ἐντεῦθεν Ξενοφῶν (Hipp. 5. 6) τὴν κεφαλὴν τοῦ
ἵππου καταπλύνειν ὕδατι ἀξιοῖ καὶ τὸ προκόμιον. τρίτον δὲ κοτύλης
ἐλαίου τὸ πᾶν ἀνθρώπου τέγγει σῶμα.
287. ταχέες δʼ ἱππῆες] ἀντὶ τοῦ ταχέως, ὡς καὶ τὸ “λῦσεν δʼ ἀγορὴν αἰψηρήν” (Il. 19. 276).
288. Εὔμηλος ὡς Θετταλικὰς ἵππους ἔχων καὶ ὑπὸ Ἀπόλλωνος τραφείσ〈ας Il. 2. 766〉.
289. ἱπποσύνῃ ἐκέκαστο] οὐ μόνον οὖν ἀρετῇ ἵππων θαρρῶν ἀνέστη πρῶτος ἀλλὰ καὶ τέχνῃ ἱππικῇ.
291. ἵππους δὲ Τρῳούς] ἐπιδείκνυται τοὺς ἐξ ἀριστείας ληφθέντας,
οὐ 〈τοὺς〉 κλαπέντας· ἄλλως τε ὅτι μέλλουσι νικᾶν τοὺς Ἀπολλωνο-
τραφεῖς τούτους παρέλαβεν· πῶς δὲ ὁ ἔναγχος τρωθεὶς ἀγωνίζεται,
ὅτι εἶχον τὰ σώματα εὐφορώτερα τῶν νῦν καὶ τοὺς Ἀσκληπιάδας
ἰατρευτά;.
οὕς ποτʼ ἀπηύρα] ὡς τὸ “ὅν ποτʼ ἔδωκας ἀντιθέῳ Ὀδυσῆι”
293. Μενέλαος] εἰς τιμὴν Ἀχιλλέως. ἄτοπος δʼ ἦν ἡσσώμενος
Ἀγαμέμνων· τὸ δὲ μηδέτερον τῶν βασιλέων ἀγωνίσασθαι ἀπρεπές.
295. Αἴθην τὴν Ἀγαμεμνονέην] ἔπαινος τοῦ δυναμένου κατ-
ευθύνειν τὸ ἐξ ἀνομ〈ο〉ίων ζεῦγος. ἰσχανόωσά τε τοῦ δρόμου (300)
ἡ Αἴθη οὐκ ἐδίδου ἀνοχὴν τῷ Ποδάργῳ τοῦ θηλυμανεῖν. καὶ ὁ τὴν
Τιτανομαχίαν δὲ γράψας (fr. 3 K.) δύο ἄρρενάς φησιν Ἡλίου καὶ
δύο θηλείας. ὑπαινίττεται ὁ ποιητής, ὡς ὅτι περὶ τὰ παιδουργὰ
μόρια μόνον διαφέρειν ὀφείλουσιν ἄρρεν τε καὶ θῆλυ, κατὰ δὲ τὴν
ἀρετὴν καὶ τὸ πρακτικὸν τοῦ βίου οὐδεμία αὐτοῖς διαφορά.
ἄλλως: Αἴθην τὴν Ἀγαμεμνονέην] ἵνα τρόπον τινὰ κοινῇ ἀγωνί-
Πόδαργον] οὕτως ἐκαλεῖτο ὁ ἵππος Μενελάου.
296. Ἐχέπωλος] τύραννος Σικυώνιός τις ἦν ὑπὸ Ἀγαμέμνονα. §. κρείττον〈α⟩ δὲ ἡγήσατο πολεμιστὴν ἵππον ἤπερ ἀπόλεμον ἄν- AB= θρωπον Ἀγαμέμνων.
ἄλλως: “Ἑχέπωλος” Ἀκουσίλαος ἐν τρίτῳ γενεαλογιῶν κύριον
ἤκουσε τὸ “ Ἕχέπωλος” οὕτως· “Κλεωνύμου δʼ Ἀγχίσης, τοῦ δὲ
Ἐχέπωλος.” καὶ Φερεκύδης ἐν τῷ γ΄· “Κλεώνυμος δὲ ὁ Πέλοπος
ᾤκει Κλεωνῇσι καταστήσαντος Ἀτρέως· τοῦ δὲ γίνεται Ἀγχίσης,
τοῦ δὲ Ἐχέπωλος.” §. οὐ μάτην καὶ Ἀντίλοχος ἀγωνίζεται·
ἱππίου θεοῦ Ποσειδῶνος.
297. ἵνα μή οἱ ἕποιθʼ] ἀπεσέμνυνε τὴν ἵππον· δῆλον γάρ, ὅτι
303. Πυληγενέες δέ οἱ ἵπποι] τινὲς γράφουσι “ παλαιγενέες·”
ἐπὶ νεότητος, ὡς Πρίαμος ἐυμελίης καὶ πεδίῳ “ἀνθεμόεντι”
τῷ Σκαμανδρίῳ (Il. 2. 467).
305. εἰς ἀγαθὰ φρονέων] ἐπὶ τὸ ἀγαθὸν αὐτὸν σωφρονίζων καὶ
306. ἐφίλησαν] τὸ μὲν φιλεῖν ἐπʼ ἀμφοτέρων δεκτέον, τὸ δὲ
307. ἐδίδαξεν] οὕτως ἑνικῶς ἐπὶ μόνου Ποσειδῶνος.
310. τῷ τʼ οἴω] τὸ τέλειον ‘τῷ τοι οἴω·’ σπανία ἡ συναλ〈ο〉ιφή.
311. τῶν ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοί] ὁ “δέ᾿ παρέλκει, ὁ δὲ “μέν” ἀντὶ τοῦ μήν, ὅ ἐστιν ‘οὐ μήν.’
ἀφάρτεροι] παρὰ τὸ ἄφαρ· ταχύτατοι.
312. πλείονα] οὐκ εἶπεν, ὅτι κρείσσων αὐτῶν τυγχάνεις.
314. προφύγῃσιν ἄεθλα] οὐχ ὡς ἀμοίρου ἄθλου αὐτοῦ ἐσομένου, ἀλλʼ ἵνα μὴ πέμπτος μείνῃ· εἰ γὰρ ἄεθλόν ἐστι τὸ ἐπὶ τῇ νίκῃ διδόμενον, ἄρα τὸ πέμπτον οὐκ ἔστιν ἄεθλον.
315. μήτι τοι δρυτόμος] ἵνα κατὰ τὴν φύσιν τοῦ ξύλου καὶ
ἁρμονίαν κόπτῃ, καὶ μὴ κατὰ τὸ ἐναντίον τοῦ ἀνέμου, ἀλλὰ πρὸς
τὸ πνεῦμα, ὅπως ἀποκλᾷ τὸ λειπόμενον· καλῶς δὲ ἔδειξεν, ὅτι ὃ
316. κυβερνήτπς] μέγας ἐστὶ κυβερνήτης ὁ ἐν χειμῶνι ὀρθὴν ἄγων τὴν ναῦν.
317. ἐρεχθομένην] ἐρεθομένην, ὅ ἐστιν ἐρεθιζομένην, ὡς τὸ “θυμὸν ἐρέχθων” (Od. 5. 83) ἀντὶ τοῦ ἐρεθίζων. ἢ “ἐεργομένην” ἀντὶ τοῦ συνεχομένην.
319. ἄλλος μέν θʼ ἵπποισι] ἐναντιότητος ἔλαβεν ἐνθυμήματα,
τέχνης ἐπιτυχίαν καὶ ἁμάρτημα ἀτεχνίας. οἳ μὲν γάρ φησιν
ἀτεχνεῖς ὄντες, ἵππων δὲ γενναίων ἐπιτυχόντες, τὴν ἐπιτυχίαν εἰς
ἧτταν ἐκτήσαντο, οὐ περιγινόμενοι τῶν ἵππων, ἀλλὰ διὰ τὸ μὴ
εὐθυδρομεῖν πλείστην ὁδὸν εἱλούμενοι· ὁ δὲ τεχνίτης, ὅταν βραδεῖς
ἔχοι ἵππους, τάχιον τοῦ τέλους ἐφικνεῖται εὐθυδρομῶν.
ἄλλος μέν] τινὲς μὲν δασύνοντες ὡς ἄρθρον ἀντὶ τοῦ ‘ὃ μέν,’ ὡς “ὅς τʼ ἄλκιμος, ἐξεφαάνθη” (Il. 13. 278).
322. κέρδεα] τέχνην· “ κέρδεσιν, οὔτι τάχει γε, παραφθάμενος”(515).
323. στρέφει] κάμπτει ἐγγὺς τοῦ καμπτῆρος, ἵνα μὴ ἐξαγώνιος αὐτῷ γένηται ὁ δρόμος.
328. οὐ καταπύθεται ὄμβρῳ] Θεόφραστός φησιν (Hist. Plant.
4, 3) αὐτὸ κατορυσσόμενον ἢ ἐν λίμναις βρεχόμενον μὴ σήπεσθαι·
ἐν δὲ θαλάσσῃ σήπεται.
330. ἐν ξυνοχῇσιν ὁδοῦ] ταῖς συμπτώσεσι ταῖς ἀπὸ εὐρυχωρίας εἰς στενὸν ἀγμὸν συγκλειομέναις· καὶ “ἐπὶ στῆθος συνοχωκότες” (Il. 2. 218)· τὸ σιγματοειδὲς οὖν τῶν σταδίων συνοχήν φησιν.
λεῖος δʼ ἱππόδρομος ἀμφίς] “ἀμφίς” μετὰ τὴν ἀποστένωσιν·
331. ἤ τευ σῆμα βροτοῖο] Ἀρίσταρχος γράφει “ἠὲ σκῖρος ἔην,
νῦν αὖ θέτο τέρματʼ Ἀχιλλεύς·” σκῖρον δὲ τὴν ῥίζαν διὰ τὸ ἐσκιάσθαι·
ὅθεν τὸ σκιάδ〈ε〉ιον Ἀττικοὶ σκῖρον καλοῦσιν.
335. κλινθῆναι —ἦκα] κλιθῆναι ἠρέμα πρὸς τὸ μὴ τρέψαι τὸν
336. ἦκʼ ἐπʼ ἀριστερά] τὸ πλῆρες ‘ἦκα.’
339. δοάσσεται] φαντασθῇ, νομισθῇ.
340. λίθου δʼ ἀλέασθαι] τοῦ προειρημένου λίθου. “λᾶε δὲ τοῦ
343. ἔσσεται] τινὲς δίχα τοῦ τ.
εἶναι] ἀντὶ τοῦ ἔσο.
345. οὐκ ἔσθʼ ὅς κε σε —μετάλμενος] οὐδεὶς 〈ἂν〉 μετὰ σὲ ὁρμῶν
346. Ἀρείονα] ἴσως, ἐπεὶ ἐν Σικυῶνι γέγονεν ὁ Ἀρείων, οὗ ἐδόκει ἡ Αἴθη ἀπόγονος εἶναι.
347. Ἀδρήστου—ἵππον—ἢ 〈τοὺς⟩ Λαομέδοντος] ὑπερβολικῶς
καὶ τὰ ἐν ἑκατέρᾳ ἠπείρῳ διαφέροντα γένη τῶν ἵππων παρέλαβεν.
ὃς ἐκ θεόφιν γένος ἦεν] Ὅμηρος μὲν ἀπλῶς, ὅτι θειοτέρας ἦν
Κύκνον ἀνεῖλεν ἐν Παγασαῖς ἐπʼ αὐτοῦ μαχόμενος. ἔπειτα αὐτὸν
δίδωσιν Ἀδράστῳ.
348. τράφεν] ἐπὶ παθητικοῦ τέτραφεν. §. τῷ “τέτροφεν” ἐπὶ παθητικοῦ χρῆται, ὡς ἐκεῖ “ὥς μʼ ὄφελ᾿ Ἕκτωρ κτεῖναι, ὃς ἐνθάδε τέτραφʼ ἄριστος” (Il. 21. 279).
350. ἑκάστου πείρατα] “πείρατα” τὰ ἀποβησόμενα ἀπὸ τῆς
351. Μηριόνης] οὐδὲ ὁ Μηριόνης αὐτῷ ἀσκόπως πρὸς τὴν ἀγω-
μή ποτέ τις ἐντὸς δρόμου κάμῃ. ἅπαξ γὰρ ὁρῶνται ἐπὶ τοῦ αἰγι-
αλοῦ καὶ ἅπαξ φιλονεικοῦσι περὶ αὐτῶν. εἰ δὲ λέγει “ἀλλʼ ὅτε δὴ
πύματον” (373), τῶν δύο τὸν ἔσχατόν φησιν.
358. μεταστοιχεί] ἐπὶ στίχον, ὡς τὸ “μετὰ Ξάνθον τε” (Il. 5. 152)
ἀντὶ τοῦ ἐπὶ Ξάνθον· στίχος δὲ ἡ ἐπὶ τὸ βάθος στάσις τῶν χορευτῶν·
οὐ γὰρ κατὰ μέτωπον ἔστησαν, ἐπεὶ διὰ τί ὁ κλῆρος ἐπάλθη; οὐ γὰρ
ἔγραφον τοὺς στίχους ὡς νῦν ἡμεῖς κατὰ μέτωπον, ἀλλὰ κατὰ βάθος·
ἕν〈α〉 γὰρ γράψαντες ἕτερον ἔγραφον καὶ τρίτον καὶ τέταρτον.
361. μεμνέῳτο] προπαροξυτονητέον καὶ μετὰ τοῦ ῑ γραπτέον τὸ
ἄλλως: “μεμνέῳτο” ἐπιμελοῖτο· μεμνῆσθαι πατρὸς καὶ μητ〈έ〉ρος (Od. 18. 267).
362. οἳ δʼ ἄρα πάντες] πᾶσαν φαντασίαν ἐναργῶς προβέβληται,
365. νόσφι νεῶν] ἤρξαντο μὲν ἀπὸ Σιγείου, ἔνθα ἦν Ἀχιλλεύς. ἔτρεχον δὲ ἐπὶ Ῥοίτειον· νόσφιν οὖν νεῶν τῶν πρὸς τῷ αἰγιαλῷ νεωλ- κηθεισῶν. κατὰ δὲ Ἀρίσταρχον ὁ δρόμος γέγονεν ἐν τῷ ἀπὸ τοῦ τείχους ἄχρι τῆς θαλάσσης ε σταδίων διαστήματι.
370. ἔστασαν] βεβαία αὐτῶν ἡ στάσις, οὐ πιπτόντων τῇ ἀναβολῇ
τῶν ἀρμάτων.
372. οἳ δʼ ἐπέτοντο] πρὸς γὰρ τῷ τέλει τῆς νίκης ταχύνουσι πλέον. κονίοντες] κονιορτούμενοι ἢ ἐγκονοῦντες.
374. ἐφʼ ἁλός] οὕτως Ἀρίσταρχος· αἱ δὲ πλείους “ἀφʼ ἁλός.”
377. τὰς δὲ μέτʼ ἐξέφερον] οὐκ ἀναστρεπτέον τὴν “μετά,” ἐπεὶ
μέσος ἐστὶν ὁ “δέ.”
378. Τρώιοι, 〈οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς⟩] ὅτι δὶς τὸ αὐτό.
οὐδέ τι πολλὸν ἄνευθε] φιλονεικίαν κινεῖ τοῖς ἀκούουσι τὸ ἐφάμιλ- λον τῶν ἀγωνιστῶν.
382. ἀμφήριστον] ἀμφισβητήσιμον.
383. εἰ μὴ Τυδέος υἷι] συναγωνιᾶν αὐτοῖς ποιεῖ τοὺς θεατὰς κατὰ
Πίνδαρον “πολλοὶ δὲ καὶ μέμνανται, καλὸν εἴ τι ποναθῇ” (Ol. 6. 11).
κοτέσσατο Φοῖβος] σεμνοποιῆσαι πάλιν θέλων τὸν ἀγῶνα καὶ
385. χωομένοιο] συγχεομένου ἐπὶ τῇ ἀτυχίᾳ.
387. οἳ δέ] οί ἵπποι.
388. ἐλεφηράμενος] μετὰ παραλογίας βλάψας.
391. ἢ δὲ μετʼ Ἀδμήτου υἱόν] δεῖ οὖν καὶ τὰς ἐπικουρίας παρα-
βλάψωμεν.
392. ἐτ〈ρ〉άχυνε τὴν ἀπαγγελίαν μιμούμενος ψόφον ἁρμάτων
303. ἀμφὶς ὁδοῦ δραμέτην] τῆς προκειμένης ὁδοῦ χωρὶς ἔδραμον.
(Od. 9. 433).
396. θρυλίχθη] ἡ ὀνοματοποιία τοῦ “θρυλίχθη” τὴν ταραχὴν τοῦ
397. θαλερὴ —φωνή] σύντονος.
398. παρατρέψας] νηφαλιωτάτη ἡ προσθήκη. τοῦτο γὰρ ἦν
δεξιοῦ ἡνιόχου, τὸ μὴ ἐπενεχθῆναι τῷ συντετριμμένῳ δίφρῳ.
παρατρέψας ἔχε] ἵνα παρελάσῃ τὸν ἐντὸς ἔχων δρόμον ὀρθότερον καὶ φθάσῃ ἐπὶ τὸν καμπτῆρα· ὁ δὲ Μενέλαος ἐξωτέρω τὸν ἀσφα- λέστερον ἤλαυνε δρόμον.
401. τῷ δʼ ἄῤ ἐπʼ Ἀτρείδης εἶχε] ἐπέκειτο τούτῳ Μενέλαος· εἰκότως
δὲ τοῦτον τρίτον παρέλαβεν, οὗ καὶ τοὺς ἵππους κατονομασίας ἠξίωσεν.
403. ἔμβητον] ἠθικὴ ἡ προσφώνησις καὶ συνήθης, ὅπου καὶ ὀνό-
τιταίνετον] ἀντὶ τοῦ τιταίνεσθε.
405. οἷσιν Ἀθήνη] τὴν ἐκ τῆς Ἀθηνᾶς βοήθειαν στοχάζεται, ὡς οὐκ ἀσύνετος. καὶ Αἴας (782) “ ἦ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ μήτηρ ὣς Ὀδυσῆι παρίσταται.”
408. ἐλεγχείην καταχεύῃ] αἰδοῖ καὶ φόβῳ διεγείρει αὐτούς.
413. ἀποκηδήσαντε] ἀφροντι〈στή〉σαντες, ἀμελήσαντες.
414. ἐφομαρτεῖτον] Ἀρίσταρχος “ἐφαμαρτεῖτον.”
417. ὑποδδείσαντες] διὰ τοῦ ἑτέρου δ τὸ “ὑποδδείσαντες.”
419. στεῖνος ὁδοῦ] βαρυντέον τὸ “στεῖνος,” ὡς τὸ μάκρος παρὰ Ἀριστοφάνει (Av. 1131)· “ὦ Πόσειδον τοῦ μάκρους.”
ἄλλως: στεῖνος ὁδοῦ] τὸ γενικώτερον προέταξεν, ὅτι ἦν στενὴ ἡ ὁδός· εἶτα ἐπάγει “ῥωχμὸς ἔην” (420), ὅ ἐστι χάσμα ἐκ ῥύακος γενόμενον.
ἄλλως: στεῖνος ὁδοῦ κοίλης] στείνωμα κοιλάδας ἔχον παρακειμέ- νας.
420. ῥωχμὸς ἔην] ἔκρηξίς τις μικρὸν ἀνωτέρω τοῦ καμπτῆρος. ἐν δεξίᾳ ταύτης Μενέλαος ἤλαυνεν.
421. ἐξέρρηξεν ὁδοῖο] Ἀττικῶς, ἀντὶ τοῦ ὁδόν.
χῶρον ἅπαντα] Ἀριστοφάνης “χῶ〈μ〉α ἔνερθεν.”
422. τῇ ῥ᾿ εἶχεν] χωρὶς τοῦ τ “ᾗ ⟨ῥ᾿〉 εἶχενν.” “ᾗ” ὅπου, ὑπὸ τῇ
στενῇ ὁδῷ.
ἁματροχιάς] τὰς εἰς ταὐτὸ συνόδους τῶν τροχῶν.
423. Ἀντίλοχος δὲ παρατρέψας] ἐκ τῆς ὁδοῦ εἰς τὰς ῥωγάδας ἑαυτὸν δούς.
παρατρέψας] ἵνα παρελάσῃ τὸν ἐντὸς ἔχων δρόμον ὀρθότερον
καὶ φθάσῃ ἐπὶ τὸν καμπτῆρα. ὁ δὲ Μενέλαος ἐξωτέρω τὸν ἀσφα-
λέστερον ἤλαυνε δρόμον.
426. ἀφραδέως] ἀπείρως· οὐ γὰρ οἶδεν, ὅτι κακουργεῖ.
427. εὐρυτέρῃ παρελάσσεις] παρελάσ〈σ〉αι·” λείπει τὸ ἔσται·
ὅταν παρέλθῃς τὸ στενόν, ἔσται ταχέως εὐρυτέρα, ὥστε 〈παρ〉ελ-
άσαι.
428. κύρσας] συρράξας, συμπεσών.
430. ὡς οὐκ ἀίοντι ἐοικώς] προσποιούμενος μὴ ἀκούειν.
431. δίσκου —κατωμαδίοιο] τοῦ κατὰ τοῦ ὤμου βαλλομένου·
οὖρα] ὁρμήματα, ὡς “ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν” (Od. 8. 124).
433. αἳ δέ] “τοὶ δέ.” θήλεια γὰρ καὶ ἄρσην.
ἠρώησαν] ὑπεχώρησαν.
440. ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φαμὲν πεπνῦσθαι] ὅτι ἀκολουθοῦσιν
ἀλλήλαις αἱ ἀρεταί· οὐ γὰρ φρόνιμος ὁ ἀδικῶν.
445. ἀτέμβονται] στέρονται, οἱ δὲ γλωσσογράφοι μέμφονται.
451. ἧστο γὰρ ἐκτὸς ἀγῶνος] φιλικῶς ἄγαν· ἀγωνιᾷ γὰρ διὰ
452. τοῖο δʼ ἄνευθεν] χωρὶς ὄντος τοῦ ὁμοκλητῆρος, τουτέστι
μακρὰν ἀπόντος τοῦ ἡνιόχου.
454. ὃς τὸ μὲν ἄλλο τόσον] “τόσον” ἀντὶ τοῦ ὅλον· οὕτω γάρ
455. *μήνη] ὅτι πάντων μήτηρ.
458. οἶος ἐγὼν—αὐγάζομαι] καὶ ταῦτα εἰωθότα ἐν τοῖς ἀγῶσιν·
ἠὲ καὶ ὑμεῖς] τοῦτο ἠθικῶς.
459. παροίτεροι] παρὰ τὸ πάρος καὶ πλεονασμῷ τοῦ ῑ, ὡς ἐν τῷ
461. κεῖσέ 〈γε⟩] εἰς ἐκεῖνον τὸν τόπον πορευόμ〈εν〉αι· ἔστι δὲ
ὡς τὸ “τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν” (Il. 4. 455) ἀντὶ
τοῦ τηλόθι, καὶ “〈πεύθετο γὰρ⟩ Κύπρονδε” (Il. 11. 21). §. Ζηνό-
462. τὰς πρῶτα ἴδον] καμπτούσας μὲν γὰρ αὐτὰς εἶδεν, οὐκέτι
463. νῦν δʼ οὔ πω] περισσὸν τὸ “πώ·” τὸ δὲ “κῄ” τὴν εἰς τόπον δηλοῖ σχέσιν.
464. παπταίνετον] Ἀρίσταρχος “ παπταίνεται.”
ἠὲ τὸν ἡνίοχον] ἐρω〈τη〉ματικῶς· διὸ περισπᾶται.
*ἡνίοχον] τὸν ἱππέα.
466. καὶ οὐκ ἐτύχησεν ἑλίξας] ἀπέτυχε τοῦ ἑλίξαι.
468. ἐξηρώησαν] ἔξω ὥρμησαν τοῦ δρόμου κουφισθεῖσαι τοῦ ἡνιόχου.
471. Αἰτωλὸς γενεήν] ἀθετεῖται ὡς ληρώδης. καὶ 〈πῶς⟩ πρὸς
τέλει τῆς ποιήσεως γεγονὼς διασαφεῖν ἐθέλει τὸν προγνωσθέντα
Διομήδην παρʼ αὐτοῦ.
473. τὸν δʼ αἰσχρῶς] πρόγλωσσος ἀεὶ καὶ θρασὺς Αἴας καὶ νῦν τὸ ἴδιον νόσημα φυσικῶς ἑτέρῳ ἐπιτίθησιν· διὸ ἐπὶ τῇ γλώσσῃ κολάζεται νῦν τε καὶ ἐν τῷ ναυαγίῳ (Od. 4. 504).
474. τί πάρος λαβρεύεαι] λάβρως καὶ οὐ μετʼ ἐπιστάσεως λαλεῖς.
475. * δίενται] ἐλαύνονται.
476. οὔτε νεώτατός ἐσσι] ἀγροικώδης μὲν ἡ λοιδορία, ἀλλὰ μι- μεῖται διαθέσεις θεατῶν· δέδοται τῷ ποιητῇ πᾶν εἶδος κινεῖν πρὸς ψυχαγωγίαν.
477. ὀξύτατον] τμητικὴ γὰρ ἡ θέα τοῦ ὑποκειμένου ἀέρος.
478. μύθοις λαβρεύεαι] ἐμφαντικῶς μετήνεγκεν ἀπὸ τῶν λάβρως ἐσθιόντων.
479. πάρα γὰρ καὶ ἀμείνονες] εἰς τὸ λαβρεύεσθαι. §. τινὲς δὲ “οὔτε τοι ὀξύτερον κεφαλῆς—πάρα γὰρ καὶ ἀμείνονες” (477— 9). καὶ πῶς δύναται ὑπερθετικῷ ἐπῆχθαι συγκριτικόν;
ἄλλως: πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι] ἀπὸ κοινοῦ τὸ λαβρεύ- εσθαι· ὃ μὴ νοήσας τις προσέθηκε τὸν ἑξῆς στίχον.
480. * παροίτεραι] τοπικῶς.
*“πάρος” χρονικῶς.
481. εὔληρα] ἅπαξ χρῆται. ὁ δὲ Παριανός φησι καὶ ἐπὶ ἱματίων
καὶ δεσμῶν τίθεσθαι τὴν λέξιν. ἔστι δὲ παρὰ τὸ εἰλῶ εἴληρα.
483. νείκει ἄριστε] Ἀρίσταρχος “νεῖκος ἄριστε,” ὡς “εἶδος ἄριστε” (Il. 3. 29).
κακοφραδές] κακὰ ἐπιλογιζόμενε.
485. δεῦρό νυν] “δεῦρο” καὶ εἰς τοῦτον τὸν τόπο—“ἢ δεῦρο μὲν
περιδώμεθα] συνθώμεθα. καὶ λείπει ἡ περί, περὶ τρίποδος.
486. * ἴστορα] συνθηκοφύλακα.
487. ἵνα γνώῃς] γνῴης, πότεροι ἵπποι πρῶτοι.
490. προτέρω 〈ἔτ᾿ 〉 ἔρις γένετο] εἰς τοὔμπροσθεν ἂν διέβη τὰ
491. εἰ μὴ Ἀχιλλεύς] ὡς ἀγωνοθέτης γὰρ προίσταται τῆς εὐκοσ-
μίας.
493. κακοῖς] ἄμεινον ἀντ᾿ αὐτοῦ γράφειν “ἄναξ·” προεῖπε γὰρ “χαλεποῖσι” (492).
497. τότε δὲ γνώσεσθε] τοιοῦτοι καὶ ἐν τοῖς νῦν ἀγῶσι τινὲς
πρεσβυτικοὶ καὶ εὐσταθεῖς θεαταὶ μηδὲν πρὸ τοῦ καιροῦ προλαμβά-
νειν ἀξιοῦντες.
500. μάστι] ἀπὸ τῆς μάστιος Ἰωνικῶς, ὡς“Θέτι καὶ “μάστι〈ν)
κατωμαδόν] κατὰ 〈τῶν ὤμων〉 τῶν ἰδίων ἵππων τὴν μάστιγα
501. ἀειρέσθην] τοῦτο πρὸς τὸ γαῦρον καὶ εὔρυθμον τῶν ποδῶν.
502. αἰεὶ δ᾿ ἡνίοχον] “ἡνίοχον” τὸν Διομήδην, ὡς “θρασὺν
503. ἅρματα δὲ χρυσῷ] διὰ τῆς πολυτελείας θαυμαστὴν δεί- κνυσι τὴν θέαν· ψύχωσε δὲ αὐτά, ὡς καὶ αὐτῶν ὁρμώντων αὐτο- κινήτως.
504. οὐδέ τι πολλὴ —ἁρματροχιή] ὡς μὴ πάνυ χαράσσειν τὴν
506. ἐν λεπτῇ κονίῃ] μᾶλλον ἐμφαίνει τὴν κουφότητα.
507. στῆ δέ] ἀντὶ τοῦ τοῦ δρόμου ἐπαύσατο.
μέσῳ ἐν ἀγῶνι] τῷ ἀθροίσματι.
509. ἐκ δίφροιο—παμφανόωντος] ὥστε καὶ ἐκεῖ τὸ “πρὸς ἐνώπια
510. οὐδ᾿ ἐμάτησεν] οὐ μάταιον ἡγήσατο τὸ λαβεῖν τὸ ἄεθλον. ἐξ οὗ τὸ οὐκ ἠφροντίστησεν, ἀφ᾿ οὗ τὸ οὐκ ἠμέλησε νοητέον.
512, 513. δῶκε δ᾿ ἄγειν — γυναῖκα καὶ τρίποδ᾿ ὠτώεντα φέρειν] ὅτι διεσάφησε τὸ “ἄγειν” πρὸς τὸ “φέρειν.”
514. Ἀντίλοχος Νηλήιος] ἀπὸ πάππου· Νηλεὺς γὰρ θεοῦ· τὸ οὖν
“τίσις ἔσσεται Ἀτρείδαο” (Od. 1. 40) Ἀγαμέμνονος, οὐκ Ὀρέστου,
καὶ τὸ “μέγ᾿ ἄρισται ἔσαν Φηρητιάδαο” (Il. 2. 763) τοῦ Ἀδμήτου.
515. κέρδεσιν, οὔ τι τάχει] Ἀντίλοχος μὲν διδαχθεὶς ἐκ Ποσει- δῶνος παρατρέχει, ὃ δὲ ταχεῖς ἵππους ἔχων μέλλει παραδραμεῖν.
517. τροχοῦ ἵππος ἀφίσταται] προσφυεστάτῃ εἰκόνι χρῆται· τὰ
γὰρ διαστήματα τῶν ἁρμάτων ἀπὸ τῆς ὁμοίας χρείας δέχεται τὴν
εἰκόνα.
520. ἄγχι—τρέχει] ὅσον γὰρ διαβαίνει ὁ ἵππος τρέχων, τοσοῦτον ἕπεται ὁ τροχός.
521. πεδίοιο θέοντος] λείπει ἡ διά.
523. δίσκουρα] τινὲς δύο μέρη κατὰ συναλ〈ο〉ιφήν, ἐπειδή φησιν “ὅσ〈σ〉α δὲ δίσκου οὖρα” (431). ἄμεινον δὲ τὸ σύνθετον· καὶ γὰρ ἀπὸ τῶν κατὰ τῶν ὤμων φησὶ “κατωμαδίοιο” (ib.).
524. ὀφέλλετο γὰρ μένος ἠύ] ὡς τὸ “ἦ γάρ τε μάλιστά τε θυμὸν ὄφελλεν.”
529. λείπετο—δουρὸς ἐρωήν] τὴν ἔκτασιν, ὡς τὸ “ἐρωήσει περὶ δουρί” (Il. 1. 303, Od. 16. 441).
531. ἤκιστος] παρὰ τὸ ἦκα, ὃ δηλοῖ τὸ ἡσυχῆ. ἀφ᾿ οὗ καὶ τὸ ἥκιστα, ὃ ἐναντίον ἐστὶ τῷ μάλιστα· οἳ δὲ παρὰ τὸ ἔχω, ὅ ἐστιν ἐπέχω· τινὲς δὲ ἀπὸ τοῦ ἧσσον, ἀμαθῶς.
ἤκιστος δ᾿ ἦν αὐτός] παρὰ τῷ ποιητῇ τὸ “ἤκιστος” ψιλοῦται καὶ δηλοῖ τὸ ἐλάσσων, παρὰ δὲ Ἀττικοῖς δασύνεται καὶ σημαίνει τὸ οὐδ᾿ ὅλως.
533. ἕλκων ἅρματα 〈καλὰ ἐλαύνων πρόσσοθεν ἵππους〉] 〈ἐκ〉 τῶν
ἔμπροσθεν αὐτοὺς ἕλκων, ὅ ἐστι διὰ τῶν ἀγωγέων, καὶ τῇ μάστιγι
τοὺς αὐχένας τύπτων.
πρόσσοθεν] συστολή ἐστι τοῦ πρόσωθεν καὶ ὁ αὐτὸς τόνος.
536. λοῖσθος ἀνὴρ ὥριστος] διδάσκει τοὺς παρὰ τὴν ἀξίαν ἀτυ-
537, 538. ἀέθλιον—δεύτερα] ἵνα μὴ δοκῇ ὕπουλος εἶναι Διομήδει
Aἴαντα μάχῃ τοῦ πλήθους ἐπίσης ἀπαλλάξαντος αὐτοὺς δίδωσι τὸ
ξίφος αὐτῷ (824).
538. δεύτερα] φιλτάτῳ γὰρ ὄντι Ἀντιλόχῳ οὐκ οἴεται λύπην
παρέξειν ἐν τούτῳ. §. τινὰ δὲ τῶν ἀντιγράφων καὶ τούτους τοὺς
θὸς Μενέλαος, πέμπτα δὲ Μηριόνης θεράπων ἐὺς Ἰδομενῆος.”
543. ὦ Ἀχιλεῦ] Νέστορος υἱός ἐστι λέγειν τε καὶ πράσσειν
544. ἄεθλον] εὐδετέρως· εἴωθε δὲ καὶ ἀρσενικῶς λέγειν ὁ ποιητής.
546. ἀλλ᾿ ὤφελεν ἀθανάτοισιν] ἐναντιώσῃ οὖν τοῖς θεοῖς, εἰ, ὃ ἀφήρηνται ἐκεῖνοι, αὐτὸς δώσεις.
548. καί τοι φίλον] “φίλος” ὀφείλει.
549. ἔστι τοι] ἐπαγγελτικῶς τὸ “ἔστι·” διὸ ὀξέως.
556. χαίρων Ἀντιλόχῳ] λείπει ἡ ἐπί. ὅσῳ δὲ διατέταται πρὸς
561. πέρι χεῦμα—κασσιτέροιο] ἐδήλωσε τὸν ἐπικεχυμένον τε
“περί·” διὸ οὐκ ἀναστρεπτέον αὐτήν.
566. θυμὸν ἀχεύων] οὐ διὰ σμικρολογίαν ἐφίεται τοῦ μείζονος
κακουργήσαντι. καὶ Ἀχιλλεὺς “ἐκ—δή μ᾿ ἀπάτησε καὶ ἤλιτεν”
(Il. 9. 375).
568. σκῆπτρον ἔθηκε] σκῆπτρον δέχεται διὰ τὸ δημηγορεῖν, “σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ κῆρυξ Πεισήνωρ” (Od. 2. 37, 8), ὁ δὲ Ἀντίλοχος πρὸς μόνον Μενέλαον διαλέγεται.
570. πρόσθεν πεπνυμένε] φρόνιμον αὐτὸν εἰπὼν ἔδειξεν, ὡς ἑκὼν ἥμαρτεν. οὕτω δὲ καὶ τὸ ἔγκλημα μεῖζον ἀποφανεῖται.
574. ἐς μέσον—δικάσ〈σ〉ατε] μέσοι γένεσθε, μὴ ἑτεροβαρεῖς.
ἄλλως: ἐς μέσον] ἐξ ἴσου καὶ ἐκ παραλλήλου· ἐπιφέρει “μηδ᾿ ἐπ᾿ ἀρωγῇ.” καὶ ἔστιν ἡ διάνοια θαρροῦντος τῷ δικαίῳ· οὐδένα γὰρ αὐτῶν καταχαρίσασθαι ἀξιοῖ, ἵνα μὴ δόξῃ διὰ τὸ ἀξίωμα 〈πλεονεκτεῖν〉.
576. ψεύδεσσι] ὡς ψεύσμασιν.
579. αὐτὸς δικάσω] ἔδειξεν, ὅτι τῷ εἰς ὅρκον προκαλουμένῳ οὐκέτι δεῖ 〈ἀντειπεῖν· ἴσον γὰρ τῷ〉 ἀπώσασθαι ἱκέτην.
581. διοτρεφές] περισσὸν τὸ ἐπίθετον, ὡς “δῖον Ἀλέξανδρον”
(Il. 3. 352) “Ἀνδρομάχη λευκώλενος (Il. 6. 377) “ὄρσεο, κυλλο-
πόδιον” (Il. 21. 331). §. ὁ δὲ στίχος περισσός· ἄλλοι φασί, “θωπεύει
Νέστορα·᾿ ἀλλ᾿ οὐ πρέπει τῷ φλεγμαίνοντι θωπεῦσαι.
582, 3. ἱμάσθλην—ῥαδινήν] λεπτήν, ἐπιμήκη.
585. ὄμνυθι] εἰκότως ἐπὶ ὅρκον καταφεύγει· οὐ γὰρ ἐπὶ τοῦ πλήθους γενομένης τῆς ἐπιθέσεως, οὐδ᾿ ὄντων μαρτύρων, ἐπὶ τὸ συνειδὸς ἔρχεται τοῦ Ἀντιλόχου.
587. ἄνσχεο] οὕτως Ἀρίσταρχος· ὁ δὲ Σιδώνιος διὰ β΄ σσ, ὡς τὸ “καδδραθέτην” (Od. 15. 494).
589. ὑπερβασίαι] παραβάσεις τοῦ δέοντος. ἔγνω δέ, ὡς οἱ εἴ- κοντες νικῶσι τοὺς φίλους. τὸ δὲ συγγνώμην δεχόμενον εἰς ἀπολο- γίαν φέρει, τὴν ἡλικίαν.
590. κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆνις] ὀξύτερος κατὰ κίνησιν καὶ πρᾶξιν· ἡ δὲ βουλὴ ἀσθενής.
591, 2. ἵππον δέ τοι —δώσω] φιλοτίμως τὴν μὲν νίκην προσ-
ποιεῖται, τοῦ δὲ ἄθλου, φησίν, ἐξίσταται ἑκών· ὁ γὰρ λέγων
“αὐτὸς δώσων” κατασκευάζει, ὅτι ἐμὴν οὖσαν λήψῃ αὐτὴν οὐκ ἐκ
μέσου ἀλλὰ παῤ ἐμοῦ. τούτῳ συνᾴδει καὶ τὸ “εἰ καί νυ κεν
οἴκοθεν ἄλλο” (592). διὰ γὰρ τοῦ “ἄλλο” διδάσκει, ὅτι καὶ τοῦτο
οἴκοθέν ἐστι καὶ ἤδη ἐμὸν ἴδιον.
593. μεῖζον ἐπαιτήσειας] ἐπὶ τῷ ἵππῳ αἰτήσειας μεῖζόν τι.
594. ἢ σοί γε, διοτρεφές] θεραπευτικῶς ἀγαθὸν 〈καὶ〉 θεοφιλῆ
595. ἐκ θυμοῦ πεσέειν] πιθανῶς τὴν ἔχθραν ἔκπτωσιν τῆς φιλίας
596. καὶ ἵππον ἄγων] ἠθικὸν τὸ αὐτοχειρὶ ἄγοντα παραδοῦναι.
597, 8. θυμὸς ἰάνθη] ἐπὶ τῇ τιμῇ.
598. ἰάνθη] καὶ οἱ γεωργοὶ μεταφέροντες γελᾶν τὰ φυτὰ καὶ
ἱλαρὰ εἶναι λέγουσιν.
ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση] ὥσπερ τὸ λήιον περιχυθὲν τῇ
599. ὅτε φρίσσουσιν] ὅτε τελειοῦνται οἱ στάχυες· τότε γὰρ
κινοῦνται. ἔστι δὲ καὶ πρὸς πολεμίους πρᾷος Μενέλαος.
603. ἀεσίφρων] ἀνεμώλια φρονῶν ἢ βλαψίφρων.
604. νεοίη] νεότης· οἱ δὲ περὶ Ἀντίμαχον γράφουσι “νόημα.”
605. δεύτερον αὖτ᾿ ἀλέασθαι] δείκνυσιν ὡς σκαιοῦ μὲν τὸ μὴ
* δεύτερον] “ὕστερον.”
608. σός τε πατῄρ] διὰ τούτου καὶ τὴν πρὸς ἅπαντας ὁμολογεῖ χάριν.
610. ἐμήν περ ἐοῦσαν] ἄκρως ἐλέγχει Ὅμηρος τὰς φύσεις τῶν
δὲ τοῦ ἰδίου ἄθλου φησὶν ἑκών.
612. Νοήμονι] ὄνομα· ὃ καὶ ἐν Ὀδυσσείᾳ (6. 630, 648) “υἱὸς
616. τὴν Νέστορι δῶκεν] ἀγαθός ἐστι νομοθέτης ἀξιῶν καὶ φρο-
(4. 1) ἐπιτιμᾶ τοῖς μὴ τιθεῖσιν ἆθλα συνέσεως. ὥσπερ δὲ τὸν
βασιλέα, οὕτω καὶ τὸν συνετὸν ἀκονιτὶ στεφανοῖ (891).
617. φέρων] ηὔξησε τὴν φιλοτιμίαν οὐ διὰ θεράποντος διδούς.
619. Πατρόκλοιο τάφου] τῆς ταφῆς, ὡς ἕσπερον καὶ πύλον· ἢ τοῦ ἐπιταφίου, ὡς “ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα” (680).
622. οὐδέ τ᾿ ἀκοντιστὺν ἐνδύσεαι] “ἐσδύσεαι·” οὐδέποτε γὰρ Ὅμηρος τῇ ἐν ἀντὶ τῆς εἰς κέχρηται.
624. ἐδέξατο χαίρων] ἐπὶ τῇ τιμῇ.
627. οὐ γὰρ ἔτ᾿ ἔμπεδα γυῖα —πόδες, οὐδ᾿ ἔτι χεῖρες] ἐξηγεῖται τί ἐστι “γυῖα.”
627, 8. οὐ γὰρ ἔτ—ἀίσσονται ἐλαφραί] ὅταν γὰρ ἐξασθενήσῃ τὸ κινοῦν πνεῦμα, βαρέα γίνεται τὰ μέλη.
630. ὡς ὁπότε κρείοντα] ἀεὶ οἰκείοις παραδείγμασι χρῆται. ὅταν
μὲν γάρ τινα ἐπὶ μονομάχιον ἐξαναστῆσαι θέλῃ, τὰ περὶ Ἐρευ-
θαλίωνα λέγει (Il. 4. 319). ὅταν δὲ Ἀχιλλέα ἐπὶ τὴν μάχην
(Il. 7. 136), τὰ περὶ τὸν Ἠλ⌈ει⌋ ακὸν πόλεμον· καὶ ἐν τοῖς ἐπὶ
Πατρόκλῳ ἄθλοις παλαιοῦ ἐπιταφίου μέμνηται ἀγῶνος.
631. βασιλῆος] περὶ βασιλέως· ἢ οἱ τοῦ βασιλέως παῖδες.
633. οὐτ᾿ Αἰτωλῶν] τινὲς τῶν Ἠλείων, ἀπὸ Ὀξύλου. ψειδὲς
δέ· οὐ γὰρ ἐπὶ Νέστορος ἡ κάθοδος· 〈διὰ δὲ〉 τῶν Ἐπειῶν τοὺς
Ἠλείους δηλοῖ (632) “Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί” (Od.
13. 275)· “Αἰτωλῶν” δὲ τῶν ἀγωνιζομένων· φησὶ γοῦν “Ἀγκαῖον
δὲ πάλῃ Πλευρώνιον” (635).
634. Κλυτομήδεα] οἰκεῖον πύκτῃ τὸ ὄνομα· δεῖ γὰρ αὐτὸν μη- χανᾶσθαι.
635. Ἀγκαῖον δὲ πάλῃ] παρὰ τὸ “ἀγκὰς ἀλλήλων λαβέτην” (711)· ἴσως δὲ καὶ παρὰ τὰς πλευρὰς Πλευρώνιος. ἴσως δὲ ἀπὸ τῆς θέας ἀναστὰς ἠγωνίσατο τοῦ κήρυκος βοήσαντος. καὶ ἐν Ὀδυσσείᾳ “μή τις τοι—ἀμείνων ἄλλος ἀναστῇ” (Od. 18. 334).
636. Ἴφικλον] ἰφίκωλος· ἴσως δὲ τὸν Φυλακίδην φησίν (Il. 13.
637. Φυλῆα] τὸν Αὐγέου φησὶν ἴσως υἱόν. §. ἄκραν δὲ εὐεξίαν σώματος ἔχει, εἴγε τὰ κοῦφά τε ἅμα καὶ βαρέα νικᾷ.
640. παῤ αὐτόφι] παῤ αὐτοῖς.
641. δίδυμοι] συμφυεῖς, ὡς Ἀρίσταρχος· οὐκ ἔστι δέ.
643. ὥς ποτ᾿ ἔον] ἀπὸ τοῦ ἔω.
644. μὲ δὲ χρὴ γήραι λυγρῷ] ὅτι τὰ καθ᾿ ἡλικίαν ἀεὶ ποιεῖν ἁρμόζει.
ἄλλως: ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ] ἐπιτέτευκται ὁ στίχος ταῖς
646. κτερέιζε] γεραρὸν αἰτοῦ τὸν νέκυν ἄθλοις ποίει· παρὰ τὸ
κτέρας, ὅ ἐστι κτῆμα. “τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον” (Il. 10. 216).
648. ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος] ἀντὶ τοῦ ἐνηῶς· ἢ ὡς τὸ “οἶκον ἄτιμον ἔδεις” (Od. 16. 431) μετὰ ἀτιμίας, οὕτω καὶ νῦν μετὰ προσηνείας.
649. τιμῆς, ἧς τέ μ᾿ ἔοικε τετιμῆσθαι] ὕψωσεν ἑαυτὸν ὡς ὀφεί-
λοντα τιμᾶσθαι, εὐλόγιστον ἀποδείξας τὸν τιμήσαντα· τίνος γὰρ
ἄλλου ἐδεῖτο πρεσβύτης διηνυκὼς μὲν τοσαῦτα ἐπὶ νεότητος, εἰς
χάριν δὲ φίλων στρατεύων νῦν, ἐπ᾿ ἀξιώματος δὲ ὢν τοιούτου καὶ
παίδων πατὴρ καὶ οἴκου εὐδαίμονος δεσπότης; ἴσως δὲ τὸ “τιμῆς”
νῖν ὡς ἐπὶ ὠνίων.
652. ἐπεὶ πάντ᾿ αἶνον ἐπέκλυε] εὖ τὸ ὑπομεῖναι τὴν φλυαρίαν τοῦ γέροντος εἰς τὴν ἐκείνου τιμήν.
αἶνον] τὸν ἀπόκρυφον καὶ ἐσχηματισμένον λόγον, ἐπεὶ ἐδόκει
653. πυγμαχίης ἀλεγεινῆς] πολυφρόντιδος καὶ ἐπισκέψεως δεο-
654. ἡμιόνον ταλαεργόν] πρὸς τὴν ὑπομονὴν τοῦ πύκτου καὶ ὁ
ταλαεργόν] ὑπομένουσαν πρὸς τὰ ἔργα. διὸ καὶ τὸ “ἀλγίστη
δαμάσασθαι” (655)· σφριγῶσα γὰρ οὐκ εἴκει τῷ ζυγῷ.
656. τῷ δ᾿ ἄρα νικηθέντι —δέπας] οἰκείως τὸ “δέπας” τῷ νικω-
658. Ἀτρείδη τε καὶ ἄλλοι—ἄνδρε—ὥπερ ἀρίστω] τοὺς ἀρί
στους καλεῖ διὰ τὸ ἐναγώνιον· οὐ τοσοῦτον ἐπὶ ἰδιώτῃ ὅσον ἐπὶ
μεγάλῳ ἀγωνιῶμεν· ἴσους δὲ τῶν κειμένων καλεῖ, ὅπως μηδὲ εἷς
ἀτιμάζηται δίχα ἐπάθλου ἀναχωρῶν.
660. πὺξ μάλ᾿ ἀνασχομένω 〈πεπληγέμεν〉] δυνατωτέρα γὰρ ἡ πυγμὴ ἄνωθεν ἐπαγομένη· τὸ δὲ “πεπληγέμεν” πλήσσειν.
661. καμμονίην] τὴν ἐκ καταμονῆς νίκην· οὐκ ἂν οὖν εἴποι αὐτὸ ἐπὶ δρομέων.
664. ἠύς τε μέγας τε] τὸ γὰρ μῆκος συμβάλλεται πρὸς τὸ σφοδρὸν τῆς ἄνωθεν πληγῆς.
665. 〈Πανοπεὺς〉 στρατεύσας σὺν Ἀμφιτρύωνι κατὰ Τηλεβοῦν
ἐκ τῶν κοινῶν λαφύρων κεκλοφὼς Λαγαρίαν ἴσχει υἱὸν Ἐπειόν, ὃς
ὑδροφόρει τοῖς Ἀχαιοῖς· ἐλεήσασα δὲ ἡ Ἀθηνᾶ . . . ἐν τοῖς χορευ-
ταῖς . . . “φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον” ἀντὶ
τοῦ ὃς νίκην μὴ περιποιήσαι “τῷ Πανοπηιάδῃ δώσειν μέγα δεῖπνον
Ἐπειῷ” ζημίαν (Simonid. fr. 173).
Ἐπειός.] οὐκ ἄρα τῶν ἀρχόντων μόνων ὁ ἀγών. ἦν δὲ ὡς ἔοικεν καὶ τέχνη παῤ αὐτοῖς τῆς πυγμῆς, οὐ μόνον ἡ δύναμις.
666. ἅψατο δ᾿ ἡμιόνου] πολὺ τὸ ἦθος καὶ ἀγωνιστικόν. πάντας
δὲ τοὺς μεγάλους ἡσσῶν τοῦτον στέφει, προδιατυπῶν ἡμῖν τὸ πρόσω-
πον πρὸς τὴν τοῦ ἵππου κατασκευήν· ἢ τάχα ὅτι αἱ χεῖρες τετυ-
λωμέναι τῶν τοιούτων.
670. μάχης ἐπιδεύομαι] τὸ ὁμολογεῖν ἐμ᾿ οἷς τις ἡσσᾶται πίστιν ἐμποιεῖ περὶ ὧν τις ἐπαγγέλλεται.
674. κηδεμόνες] οἱ κηδόμενοι αὐτοῦ.
675. ἐξοίσουσιν] φοράδην δηλονότι.
676. ἀκὴν ἐγένοντο σιωπῇ] διὰ τὸ ὑπερήφανον τῆς ἀπειλῆς.
677. Εὐρύαλος] τρίτος ἐστὶ βασιλεὺς Ἀργείων μετὰ Διομήδην καὶ Σθένελον. ἔστι γὰρ Μηκιστέως, Μηκιστεὺς δὲ καὶ Ἄδραστος Ταλαοῦ παῖδες γεγόνασιν.
οἶος ἀνίστατο] οὕτως ἔχει καὶ τὸ “Ἀγκαῖον δὲ πάλῃ Πλευρώ-
νιον, ὅς μοι ἀνέστη” (635).
679. ὅς ποτε Θήβας〈δ᾿ ἦλθε δεδουπότος Οἰδιπόδαο〉] ὅτι βασι-
λεύοντα ἐν Θήβαις φησὶν ἀπολέσθαι, οὐχ ὡς οἱ νεώτεροι· καὶ
Ἡσίοδος δέ φησιν (fr. 45 M.) ἐν Θήβαις αὐτοῦ ἀποθανόντος Ἀρ-
γείαν τὴν Ἀδράστου σὺν ἄλλοις ἐλθεῖν ἐπὶ τὴν κηδείαν τοῦ Οἰδί-
ποδος.
δεδουπότος Οἰδιπόδαο] ἢ ὡς ὑπερπαθήσαντος καὶ ῥίψαντος ἑαυτὸν
ἄλλως : ὅς ποτε Θήβασδε] ὁ Μηκιστεύς· πρὸς γὰρ τὸ δεύτερον
680. ἐς τάφον] ἐπιτάφιον.
πάντας ἐνίκα] ἢ τοὺς πύκτας ἢ τὸν ἄριστον νικήσας πάντων περι- γέγονεν.
681. τὸν μὲν Τυδείδης] εἶδε καὶ τὰς παραινέσεις τῶν παιδοτρι- βῶν ὁ ποιητής.
ἄλλως: τὸν μὲν Τυδείδη,] διὰ τὴν συγγένειαν· ἔστι γὰρ Δηι-
683. ζῶμα δέ οἱ πρῶτον] κατὰ τὴν ιδ΄ Ὀλυμπιάδα ἐφ᾿ Ἱππο-
ζώμασι συνέβη ἕνα αὐτῶν Ὄρσιππον ἐμποδισθέντα ὑπὸ τοῦ περι-
ζώματος πεσεῖν καὶ τελευτῆσαι. ὅθεν ἐθεσπίσθη γυμνοὺς ἀγωνί-
ζεσθαι· ὅθεν καὶ γυμνάσια οἱ τόποι, ἐν οἷς διεπονοῦντο· νεώτερος
οὖν Ἡσίοδος (fr. 27 M.), γυμνὸν εἰσάγων Ἱππομένη ἀγωνιζόμενον
Ἀταλάντῃ.
684. δῆσεν ἱμάντας] οὗτοι γὰρ οἱ ἱμάντες βαρεῖς καὶ ἐπι- τήδειοι.
686. ἀνασχομένω] ἀνατεινάμενοι.
χερσὶ στιβαρῇσιν] τοῦτο πλεονέκτημα πύκτου.
688. χρόμαδος] ὠνοματοποίησε τὸν ψόφον· ἅμα γὰρ καὶ τρίζου-
σιν οἱ πύκται ἐπάγοντες τὴν πληγήν.
690. κόψε δὲ παπτήναντα] προδεδειχότος τὸ παρήιον Ἐπειοῦ περιεβλέψατο καὶ οὕτως ἐπλήγη· “ὤρνυτο” (689) οὖν ἐπῆρτο· καὶ Θεόκριτός φησιν (22. 102) “ἐτώσια χερσὶ προδεικνύς.”
691. ὑπήριπε φαίδιμα γυῖα] εἰκότως· ὀστώδης γὰρ ὁ τόπος καὶ
διασεῖσαι πᾶσαν τὴν κεφαλὴν δυνάμενος.
692. ὡς δ᾿ ὅθ᾿ ὑπὸ φρικὸς Βορέω] ὅταν ἀρχομένου πνεῖν ἀνέμου
οἳ δὲ γράφουσιν “ὑπαὶ ῥιπῆς.”
693. θίν᾿ ἐπί] τὸ τέλειον ἐπὶ θιντί.
ἄλλως: θίν᾿ 〈ἐν φυκιόεντι〉] τὸ τέλειον θινί· καὶ ὅτι ἀρσενικῶς.
695. χερσὶ λαβὼν ὤρθωσε] καὶ ἄχρι νῦν τὸ ἔθος τὸ μὴ πεσόντα πλήσσειν πύκτην.
697. αἷμα παχύ] πολύ· τὸ γὰρ ὀλίγον τῷ σιάλῳ λεπτύνεται. ἐναργῶς δὲ αὐτὸν παρέστησεν.
698. κὰδ δ᾿ ἀλλοφρονέοντα —εἷσαν] ἡ “κατά” πρὸς τὸ “εἶσαν.’
701. δεικνύμενος Δαναοῖσι] φιλοτιμούμενος.
702. τρίποδ᾿ ἐμπυριβήτην] οὐκ ἀναθεματικόν, 〈ἀλλὰ〉 πρὸς τὸ μετὰ τοὺς ἱδρῶτας ἀπολούσασθαι.
704. νικηθέντι γυναῖκα] διὰ τὸ μαλακὸν καὶ ἀσθενές.
705. τίον] συνετίμων.
707. ὄρνυσθε] ἐοίκασι τὸ παλαιὸν δύο μόνοις προτίθεσθαι πυγμῆς καὶ πάλης ἀγῶνας· διὸ μόνοι δύο ἀνίστανται ἀγωνιούμενοι.
708. Τελαμώνιος Αἴας] ὅτι ἐφάμιλλος ἀνδρ〈ε〉ία τέχνης.
709. ἂν δ᾿ Ὀδυσεύς] ἴσως ὑπὸ Ἀθηνᾶς ἰάθησαν τὰ ἕλκη (cf. Il. 14. 379).
711. ἀγκὰς δ᾿ ἀλλήλων] ἀντὶ τοῦ ‘ἀλλήλω,’ ὡς “ἄμφω δ᾿ ἑξρ- μένων” (Il. 3. 211) ἀντὶ τοῦ ‘ἑζομένω.’
712. ὡς δ᾿ ὅτ᾿ ἀμείβοντες] οἱ συστάται· ἀποτελοῦσι δὲ τὸ σχῆμα τοῦ λ στοιχείου, οἳ δέ, 〈ὅτι〉 τιθεῖσι τὰς δοκοὺς τὰς παχείας πρὸς τὰς λεπτάς.
ἄλλως: ὡς δ᾿ ὅτ᾿ ἀμείβοντες] παλαιὸς καὶ ἀγροικώδης ὁ τρόπος· τὴν γὰρ εὐώνυμον ἑκάτερος ὑπὸ τὴν πλευρὰν ὑπέβαλε τοῦ 〈ἀντ〉α- γωνιστοῦ, τῇ δὲ δεξιᾷ κρατῶν τὴν ὑποβεβλημένην ἑκάτερος τοῦ λαιοῦ ἀγκῶνος τοῦ ἐναντίου ἐλάβετο, τοῖς δὲ μετώποις ἀντηρείδοντο. ποτὲ δὲ τὸ “ἀγκάς” περιβολὴν χειρῶν δηλοῖ.
714. τετρίγει δ᾿ ἄρα νῶτα] τοῦτο πρὸς τὸ βίαιον τῆς διατάσεως καὶ τὸ τῶν σωμάτων στερεόν.
716. πυκναὶ δὲ σμώδιγγες] τοσοῦτον ἦν βίαιος ἡ πρόστριψις.
δεινὴ δὲ ἡ καρτερία καὶ τῶν ὑπομενόντων καὶ τῶν σφιγγόντων. δηλοῖ
718. τρίποδος περὶ ποιητοῖο] οὐκ ἀναστρεπτέον τὴν “περί·”
720. ἲς Ὀδυσῆος] ἡ μετὰ τέχνης· τούτῳ γὰρ ἐνίκα· ἔστι γὰρ ὁ
721. ἀλλ᾿ ὅτε δή ῥ᾿ ἀνίαζον] οὐδὲν γὰρ ἀηδέστερον θεαταῖς ἐστιν
ἐυκνήμιδες Ἀχαιοί] ἡ γραφὴ “ἐυκνήμιδας Ἀχαιούς.’ καὶ τὸ
724. ἢ μ᾿ ἀνάειρε] εἰκότως προκαλεῖται· πέποιθε γὰρ ἂν καταγω-
ται λαβὴ καὶ ἀντιδιδόναι ἀλλήλοις ἢ τὸν νῶτον ἢ τὸν αὐχένα ἢ
τὸν πόδα πολλάκις.
725. ὣς εἰπὼν ἀνάειρε] ὡς εἰωθότων τῶν πρώην ἰσχύι κατα- γωνίσασθαι καὶ οὐ δόλῳ.
726. κώληπα τυχών] “κώληπα” τὴν ἰγνύην. §. ὑπτιασθέντος δ᾿
Αἴαντος Ὀδυσσεὺς (726) ἐπὶ τὰ ἴδια στήθη πίπτει. δύναται δὲ καὶ
728. θάμβησάν τε] τὸν βουγάιον (Il. 13. 824) ὑπὸ τοῦ ὡμο-
729. δεύτερος αὖτ᾿ ἀνάειρε] τὸ σχῆμα πρῶτος εὗρε Κερκυών·
καλεῖται δ᾿ ἰγνυῶν ὑφαίρεσις, ὥς φησι Σώπατρος.
730. κίνησεν δ᾿ ἄρα τυτθόν] εἰς ὕψος μὲν ἆραι διὰ τὸ μέγεθος
τὸ δεύτερον πτῶμα Ὀδυσσέως (cf. 72)· οἳ δέ, ὅτι καμὼν τῇ
ἐντάσει τοῦ βάρους συναπεκύλισεν αὑτῷ τὸν ἀντίπαλον· εἰ δὲ εἰς ὕψος
αὐτὸν ἦρεν, ἐδαπάνησεν ἂν τῷ βάρει τὴν ἑαυτοῦ δύναμιν· τὸ μέντοι
σχῆμα οἳ μὲν παράπλαστον, οἳ δὲ παρακαταγωγὴν ὀνομάζουσιν.
731. ἐν δὲ γόνυ γνάμψεν] πάντες τὴν “ἐν” πρόθεσιν ἐδέξαντο· Λεπτίνης δὲ μόνος ἐπὶ ἀριθμοῦ.
735. ἐρίδεσθον] λείπει ἡ διά, οἷον ‘διερίδεσθε.ʼ §. “τρίβεσθ.”
736. νίκη δʼ ἀμφοτέροισιν] τινές φασιν, ὅτι τὸ πρῶτον Ὀδυσ-
σέως, τὸ δεύτερον κοινόν. ὃ δὲ χαρίζεται ὡς συγγενεῖ, καθὰ καὶ
Εὐμήλῳ (536)· ἔστι δὲ ψεῦδος.
741. κρητῆρατετυγμένον]ὡς “ξεστὴν— τράπεζαν” (Od. 1. 138) καὶ “τρίποδος περί ποιητοῖο” (718)“Τίρυνθά τε τειχήεσσαν” (Il. 2. 559). ἓξ δ᾿ ἄρα μέτρα] ὡρισμένον ἴσως ἦν τὸ μέτρον.
742. ἐνίκα πᾶσαν ἐπ᾿ αἶαν] ἐνίκησε τοὺς ἄλλους δηλονότι κρατῆρας.
743. ἐπεὶ Σιδόνες] ἄριστοι τεχνῖται οἱ Σιδόνες· “ἔργα γυναικῶν
Σιδονίων” (Il. 6. 289) καὶ “Σιδόνος πολυχάλκου εὔχομαι εἶναι”
(Od. 15. 425)· τὸ δὲ εἶδος εἰπὼν τὸ γένος ἐπήγαγεν, ὡς τὸ “Δου-
λιχίοιο Ἐχινάων θ᾿ ἱεράων νήσων” (Il. 2. 625)· πρῶτοι δὲ Φοίνικες
τὰ μέγιστα διεπέρασαν πελάγη.
745. στῆσαν δ᾿ ἐν λιμένεσσι] ὥρμισαν.
751. λοισθῆι᾿ ] ἡ συνήθεια “λοισθήιον ἔκφεῤ ἄεθλον” (785)· οὐ γὰρ κλίν〈στ〉αι λοισθεύς, ὥς τινες· γέγονε δὲ παρὰ τὸ λείπω.
757. στὰν δὲ μεταστοιχί] διπλῆ καὶ ἀστερίκος· πῶς γὰρ κλήρου
μὴ βληθέντος ἵστανται μεταστοιχί, μετῆκται οὖν ἀπὸ τοῦ ἱππο-
δρομικοῦ ἀγῶνος ὁ στίχος (358). δόλιχος δὲ ἦν ὁ δρόμος καὶ ἡ
ἄφεσις (758) ἀπὸ τῶν καμπτήρων.
758. τοῖσι δ᾿ ἀπὸ νύσσης τέτατο δρόμος] ἐπεὶ μὴ κάμπτουσιν, οὐ ταμιεύουσιν εἰς τέλος τὸ τάχος ἀλλ᾿ εὐθέως προπηδῶσιν.
762. πηνίον] παρὰ τὸν Πᾶνα· οὗτος γὰρ εὑρέτης ὑφασμάτων. οἳ δὲ ὑφήνιον τὸ ὑπὸ τοὺς μίτους ὄν.
παρὲκ μίτον] ἀντὶ τοῦ παρὰ μίτον. οὐκ ὀκνεῖ δὲ καὶ τὴν γυναικωνῖ- τιν παραλαμβάνειν· “ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον” (Il. 12. 434).
764. ἴχνια τύπτε] πολλὴ 〈ἡ〉 ἀγχιστεία, εἴγε φθάνει τὸ βῆμα
τὴν καταφερομένην ἐπὶ τὸ ἴχνος κόνιν, ἣν ὁ προτρέχων ἀνέστησεν.
765. ἀυτμένα] τὴν ἀναπνοὴν καὶ τὸ ἆσθμα· τοῦτο δὲ ὡς κολοβωτέρου ὄντος Αἴαντος.
* ἀυτμένα] ὡς ποιμένα.
ἀυτμένα] παρὰ τὸ ἀύω, ὅ ἐστι φωνῶ· φωνῆς δὲ γένεσις
767. μάλα δὲ σπεύδοντι κέλευον] πρὸς τὸ εὐνοικὸν τῶν Ἑλλήνων.
τὸ “μάλα δὲ σπεύδοντι κέλευον·” τοῖς γὰρ ἀμελοῦσιν ἄτοπον
συναγωνίζεσθαι.
768. ἀλλ᾿ ὅτε δὴ πύματον τέλεον δρόμον] τὸ ἔσχατον τοῦ
770. κλῦθι, θεά] συντόμως καὶ ἁρμοδίως τῷ καιρῷ· ἀσθμαίνει
γὰρ καὶ σπεύδει.
772. γυῖα δ᾿ ἔθηκεν ἐλαφρά] φασὶ τοῖς προτρέχουσι δίκην πτερῶν εἶναι τὰς χεῖρας.
ἄλλως: γυῖα δ᾿ ἔθηκεν ἐλαφρά] περισσὸς ὁ στίχος καὶ λύων τὸ
ἤρκει πρὸς τὴν νίκην τὸ πεσεῖν Αἴαντα· εἰ γὰρ τοῦτο ἦν, καὶ προει-
λήφει ἂν αὐτόν· μετῆκται οὖν ἀπὸ τῶν περὶ Διομήδους (Il. 5. 122).
775. κέχυτ᾿ ὄνθος] ὑπὸ Ὀδυσσέως συνεχόμενος καὶ ὑπεκβὰς
777. πλῆτο στόμα] κεχηνὼς οὖν ἔτρεχεν· ὁ δὲ τὸν πρεσβύτην
λαβραγόραν εἰπὼν (474) κατὰ τοῦ στόματος κολάζεται.
783. μήτηρ ὣς Ὀδυσῆι] διὰ τοῦτο ἴσως φησὶ “καὶ ἐχθόμενός περ Ἀθήνῃ” (Od. 4. 502). ὅτι τὴν παρθένον εἴκασε μητρί· ὁ δὲ Ἴστρος ἐκτεθῆναι ὑπὸ Ἀντικλείας Ὀδυσσέα φησὶν ἐν Ἀλαλκομεναῖς τῆς Βοιωτίας, ἢ ἐστιν ἱερὰ Ἀθηνᾶς.
785. Ἀντίλοχος δὲ —λοισθήιον] πάντας τοὺς διαφέροντας ποιεῖ
786. μειδιόων] προλαμβάνων τὸν κατάγελων καὶ ὑπεκλύων τὸ
789. προγενέστερος] τὰς ἡλικίας ἐσήμανε τῶν ἡρώων· ἔστι γὰρ
Ἀντίλοχος νέος, μείζων Αἴας, εἶτα ὁ Τελαμώνιος, εἶτα Ὀδυσσεύς,
εἶτα Ἰδομενεύς, εἶτα Νέστωρ.
791. ὠμογέροντα] τὸν μὴ καθηψημένον ὑπὸ τοῦ γήρως· ἡ δὲ
ἀργαλέον δέ] φησὶν οὖν “οὐχ ἥσκηται Ὀδυσσεῖ, ἀλλὰ τῇ Ἀθηνᾷ.’
792. ἐριδήσεσθαι] ἀπὸ τοῦ ἐρίδω, ὅθεν τὸ “ἐριδαίνετον ὧδε” (Il 1. 574)· ἐν δέ τισι τῶν ὑπομνημάτων γράφεται “ἐριζήσασθαι” εἰ μὴ Ἀχιλλεῖ] “Ἀχιλῆι.” διὰ τοῦ η.
793. κύδηνεν δὲ —Πηλείωνα] ὕψωσεν, γαῦρον ἐποίησεν. καὶ “ὑψοῦ δὲ κάρη ἔχει” (Il. 6. 509).
794. τὸν δ᾿ Ἀχιλεύς] ὅσον ἐπιδέξιος ὁμιλία δύναται, ἀπὸ τοῦ Ἀντιλόχου ἐδήλωσεν.
795. οὐ μέν τοι 〈μέλεος〉] μάταιος, οὐκ οἰκτρός, ὡς οἱ τραγικοί.
796. ἀλλά τοι ἡμιτάλαντον] ἀλλὰ καίτοι ἐπιχειρήταντι αὐτὸν ἀφελέσθαι τὸν ἆθλον πρώην οὐκ ἐμνησικάκησεν, ἀλλ᾿ ηὔξησε . . . διὰ τὴν παροιμίαν φησίν· παροιμιῶδες γὰρ τὸ “ἀθάνατοι τιμῶσι” (788). ἢ ὅτι ἄριστος ὢν ἥττηται, ὡς Εὔμηλος (536).
800. Σαρπήδοντος] ὡς Χαλκώδοντος τῷ τόνῳ.
802. ἄνδρε δύω] ἔοικε σκιαμαχία εἶναι· ὅτι γὰρ οὐκ εἰς θάνατον. φησὶ “καί σφιν δαῖτ᾿ ἀγαθὴν παραθήσομαι” (810). τὰ δὲ ἆθλα τῆς δόξης οὐ μεγάλα.
805. ὀρεξάμενος] πατάξας, ἐκ τοῦ παρεπομένου· συμβαίνει γὰρ τοῖς πατάτσουσιν ἐκτείνεσθαι. ἢ ἀντὶ τοῦ ὀρέξαι.
806. ψαύσῃ δ᾿ ἐνδίνων] ἀθετεῖ τὸν στίχον Ἀρίσταρχος· οὐ γὰρ
εἰς τ〈οῦτο〉 ὁ ἀγών. “ἐνδίνων” δὲ ἀκούει τῶν ἔνδον τοῦ χρωτός· τό
τε “διά τ᾿ ἔντεα καὶ μέλαν αἷμα” μετῆκται ἀπὸ τῆς Δολων〈ε〉ίας
(Il. 10. 460)· οἳ δὲ “εὐδίνων” τῶν ἐντὸς ὅπλων· Ἀριστοφάνης δὲ
οὕτω γράφει “ὁππότερός κε πρόσθεν ἐπιγράψας χρόα καλὸν φθήῃ
ἐπευξάμενος διά τ᾿ ἔντεα καὶ φόνον ἀνδρῶν.”
ἐνδίνων] παρὰ τὸ ἔνδον ὡς ἔντερον.
810. δαῖτ᾿ ἀγαθήν] δεῖ γὰρ ἐπικυδέστερόν τι ἔχειν τὴν ὁπλο- μαχίαν.
815. θάμβος δ᾿ ἔχεν] ἐν βραχεῖ τὴν διάθεσιν τῶν θεατῶν
παρέστησεν.
817. τρὶς δὲ σχεδὸν ὡρμήθησαν] ὠρέχθη〈σαν〉 ἀντὶ τοῦ ἐπάταξαν.
818. κατ᾿ ἀσπίδα] ἁπλοϊκώτερον· ὃ δὲ κακοτεχνῶν ἐπὶ τὸν
821. ἐπ᾿ αὐχένι κύρσε] κύρσων ἐτύγχανεν· διὸ δὴ καὶ “περι-
ἢ ἐπεὶ κέκμηκε τῇ ἐπὶ νηυσὶ μάχῃ, Διομήδης δὲ ἀναπέπαυται.
823. παυσαμένους ἐκέλευσαν] ἀνδρῶν ἀγαθῶν σωτηρίαν ἐπί-
824, 5. αὐτὰρ Τυδείδῃ δῶκεν] ἀθετεῖ Ἀρίσταρχος, ἄτοπόν τε
στάσιν· ἄλλως τε εἶπεν “ὁππότερός κε φθῆσιν” (805)· ὃ δὲ οὐκ
ἔτρωσεν. οἳ δέ, διαλυομένων αὐτῶν ἴδια Ἀχιλλέως γενέσθαι τὰ
ὅπλα, ὥσπερ ἐπὶ τῆς πάλης· ἐπειδὴ οὖν ἐκεῖσε (736) ἐδωρήσατο
Αἴαντι, νῦν Διομήδει.
ἄλλως: αὐτὰρ Τυδείδῃ δῶκεν] καὶ Ἀριστοφάνης προηθέτει
τοὺς β΄.
825. ἐυτμήτῳ τελαμῶνι] “ἐυδμήτῳ” εὖ κατασκευασθέντι· οὐκ
826. θῆκεν σόλον] ὥσπερ τοῖς μονομαχοῦσιν ὅπλα, καὶ τοῖς δισκεύ-
ἢ ὡς καταφρονητοῦ ἀσκήματος καὶ μὴ ἔχοντος ἐνάρετον ἐπίδειξιν.
σόλον] παρὰ τὸ ὅλον σεύεσθαι· ἔστι δὲ χαλκοῦς· ὁ γὰρ σίδηρος
μετεωρίζοντας ὀλίγον ῥίπτειν αὐτόν· καὶ ἐν Ὀδυσσείᾳ (8. 190)
“βόμβησεν δὲ λίθος.
*αὐτοχόωνον] εἰκῇ κεχωνευμένον.
829. τὸν δ᾿ ἄγετ᾿ ἐν νήεσ〈τ〉.] τὰ ἐπὶ νεὼς φερόμενα ἄγεσθαί
φησιν· φιλόκαλος δὲ Ἠετίων, ὃς ζῆλον τῶν κτημάτων 〈ἐν〉έβαλεν
Ἀχιλλεῖ.
833. 〈πέντε〉 περιπλομένους ἐνιαυτούς] οὐ σταθμῷ τὸ βάρος
834. ἀτεμβόμενός γε σιδήρου ποιμήν] “ποιμήν” δεῖται σιδήρου
ἄλλως: ἀτεμβόμενος] στερόμενος· εἰ δὲ μὴ καταδεχόμεθα τὸν σόλον χαλκοῦν εἶναι ἀλλὰ σιδηροῦν, ἔσται τὸ “αὐτοχόωνον” (826) καταχρηστικῶς τὸν εἰκῇ γεγονότα.
838. ἂν δ᾿ Αἴας] δῆλον οὖν, ὡς ἐπίσης τοῖς ἄλλοις διελύθη ὁ Αἴας. ἢ ἐνδεικνύμενος τὴν ἐν ἄλλοις ἄσκησιν, ἢ ἰάσασθαι θέλων τὰ φθάσαντα.
840. γέλασαν δ᾿ ἐπὶ πάντες Ἀχαιοί] τοῦτο θέλει εἰπεῖν, ὅτι καταγελάστως ἔρριψεν ἐπ᾿ ὀλίγον βαλών, ἢ εὐχερῶς τὴν χεῖρα σχηματίσας, ἢ μὴ διαστήσας τὼ πόδε.
843. πάντων] ἐπὶ δύο ἢ τριῶν.
καὶ ὑπέρβαλε σήματα πάντων] μετενήνεκται ὁ στίχος ἀπὸ
τῆς Φαιακίας (Od. 8. 192)· γελοῖον γὰρ τὸ “πάντων”” ἐπὶ δύο.
ἀλλὰ φέρουσι τὸ “εἰσέλθετε, μηδ᾿ ἅμα πάντες” (Od. 21. 230)·
ἀλλὰ καὶ ἑαυτὸν Ὀδυσσεὺς καταριθμεῖ· “πρῶτος ἐγώ, μετὰ δ᾿
ὔμμες (ib. 231).
845. καλαύροπα] ῥέπω ῥέψω ῥέψ ῥόψ καὶ καλαῦροψ.
ἄλλως: καλαύροπα] ῥάβδον καλὴν ῥοπὴν ἔχουσαν. βάλλουσι δὲ
αὐτήν, ὅτε συνελθούσας βούλονται διακρῖναι τὰς βοῦς. ἔχει δὲ ἐν
τῷ κάτω μέρτι δεσμόν, εἰς ὃν εἴρουσι τὴν χεῖρα. καὶ Ἀντίμαχος
“πάντες δ᾿ ἐν χείρεσσι καλαύροπας οὐατοέσσας” (fr. 61 K.).
τῶν δὲ ἅπαξ εἰρημένων ἡ λέξις.
846. πέτεται διὰ βοῦς] διὰ βοῶν, ὡς “διά τ᾿ ἔντεα (806).
850. ἰόεντα σίδηρον] μέλανα, ὡς “ἰοειδέα πόντον” (Od. 11. 107).
οἳ δὲ εἰς βελῶν ἐργασίαν ἐπιτήδειον, ἐξ οὗ τὸν καθαρόν· ἡ γὰρ εἰς λεπ-
τὰ κατασκευὴ καθαροῦ δεῖται σιδήρου. §. ὡς τοῖς δισκεύουσι τὸν σόλον
(826).
851. πελέκεας] διστόμους πελέκεις, δίχα τῶν στελεῶν· οἳ δὲ
ὄνομα σταθμοῦ ἑξάμνουν παρὰ τοῖς Βοιωτοῖς οὕτω λεγόμενον· οἳ δὲ
κατά τινας τάλαντον σιδήρου, κατὰ δὲ ἐνίους ἑκατὸν μνᾶς· οἳ δὲ
ἃ τιθέντες δι᾿ αὐτῶν ἐτόξευον. καὶ ἔστι χαρίεν· ὡς γὰρ τοῖς μονο-
μάχοις ἆθλον τέθεικε πανοπλίαν καὶ τοῖς δισκεύουσιν αὐτὸν τὸν
δίσκον, οὕτω τοῖς τοξεύουσι πελέκεας, οἷς εἰώθασι χρῆσθαι. δύο δὲ
τίθησι διὰ τὸ μὴ εἶναι πολλοὺς ἀρίστους τοξότας τοῖς Ἀχαιοῖς.
ἡμιπέλεκ〈κ〉α] μονοστόμους πελέκεας.
854. μηρίνθῳ] τῇ σπάρτῳ· παρὰ τὸ μὴ ῥύεσθαι.
〈δῆσεν ποδός〉· ὣς 〈ἄῤ〉 ἀνώγει] “ἧς γάρ” καὶ “ὣς γάρ”
855. ὃς μέν κε βάλῃ] λείπει τὸ ‘τάδε λέγων.’ εἴωθε δὲ μεταβαίνειν
858. ἥσσων γὰρ δὴ κεῖνος] τοῦτο μεταξὺ κείμενον ἦθος ἔχει.
ὃ δ᾿ οἴσεται] β΄ μέρη λόγου τὸ “ὃ δέ,” ἵν᾿ ᾖ ‘οἴσεται δέ’
859. βίη Τεύκροιο] καὶ πῶς φησιν “οἶος δή με Φιλοκτήτης
ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ” (ib. 229).
861. κλήρους δ᾿ ἐν κυνέῃ] ἴσως γὰρ ὁ πρῶτος φθάσας βαλεῖ τὴν
862. Τεῦκρος δὲ πρῶτος] ἔδει πρότερος.
863. ἐπικρατέως] ἰσχυρῶς ὥστε κρατῆσαι.
οὐδ᾿ ἠπείλησεν] 〈οὐδ᾿ 〉 ηὔξατο.
865. μέγηρε γάρ Ἀπόλλων] ἐπὶ εὐσέβειαν τοῦτο προτρέπει.
868. ἣ. μὲν ἔπειτ᾿ ἤιξε πρὸς οὐρανόν] ἄνωθεν καὶ κάτωθεν ἐκίνησε τὴν ἐνέργειαν.
870. σπερχόμενος] ἐπειγόμενος ἀπέσπασε τῆς χειρὸς τοῦ Τεύκρου
τὸ τόξον· ἑνὶ γὰρ ἠγωνίζοντο τόξῳ ὡς ἑνὶ δίσκῳ. ὀιστὸν γὰρ ἐξ ὅτου
ἐκεῖνος ἴθυνεν ἐπὶ τὸν σκοπὸν καὶ οὗτος εἶχεν· οὕτως Ἀρίσταρχος’
ἡ δὲ Μασσαλιωτικὴ οὕτω “σπερχόμενος δ᾿ ἄρα Μηριόνης ἐπεθήκατ᾿
ὀιστὸν τόξῳ· ἐν γὰρ χερσὶν ἔχεν πάλαι, ὡς ἴθυνεν·” Ἄντίμαχος δὲ
“σπερχόμενος δ᾿ ἄρα Μηριόνης ἐξείρυσε Τεύκρου τόξον· χερσὶ δ᾿
ὀιστὸν ἔχε〈ν〉 πάλαι, ὡς ἴθυνεν.”
871. ὀιστὸν ἔχεν] ἐν ὅσῳ ἐκεῖνος ἐτόξευεν, καὶ οὗτος κατεῖχε τὸν ὀιστόν.
876. ἀντικρὺ〈ς〉 δὲ διῆλθεν] τὰ πάντα θεματικῶς εἶπεν.
877. πρόσθεν Μηριόναο 〈πάγη ποδός〉] τὸ εὔστοχον ἐδήλωσε τῆς βολῆς διὰ τοῦ ‘πρόσθε τοῦ βαλόντος ἠνέχθη τὸ βέλος’
879. πτερὰ —λίασθεν] οὕτως Ἀρίσταρχος· ἡ Μασσαλιωτικὴ “λιάσθη.”
λιάσθη] ἀπέκλινεν, ὡς “ὃ δὲ νόσφι λιασθείς” (Il. 11. 80).
880. ὠκὺς δ᾿ ἐκ μελέων θυμὸς πτάτο] “ὠκύς” ἀντὶ τοῦ ταχέως.
885. λέβητα —ἀνθεμόεντα] ἀναθεματιαῖον ἢ ποικίλον, ἀπὸ τῶν
ἐντετορευμένων ἀνθῶν, ἅπερ ἄνθεμα καλοῦσιν· καὶ Πίνδαρος “ἄνθεμα
δὲ χρυσοῦ” (Ol. 2. 72).
886. ἀγῶνα] ὡς οἱ δισκευταὶ ‘τίς πλέον ἥσει·’ “δουρὶ δ᾿
ὑπειρέβαλον Φυλῆά τε” (637). §. καλῶς δὲ τοῦτο ἀγωνί-
(cf. Il. 1. 159) ἀπώλετο— καὶ ἀνακτώμενος Ἀχιλλέα· πανταχοῦ
δὲ εὔστοχός ἐστιν ἀκοντιστής (cf. Il. 3. 179).
καί ῥ᾿ ἥμονες] τινὲς “ῥήμονες ” ἀλλὰ εἶπεν “καὶ ἥμασιν ἔπλευ ἄριστος” (891). ἔστιν οὖν παρὰ τὸ ἥσω· διὸ καὶ δασύνεται.
892. τόδ᾿ ἄεθλον ἔχων] ὡς βασιλέα ἀκονιτὶ στεφανοῖ, καὶ οὐ
πρότερον, εἰ μὴ ἐκέλευσεν ὁ βασιλεύς.
897. Ταλθυβίῳ— δίδου] δῶρον δηλονότι· οὐ γὰρ ἐπὶ τῷ ἀπαγαγεῖν εἰς τὴν σκηνήν.
1. λῦτο] εἰ μέν ἐστι μέσος δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς μι.
ὥσπερ ἤδη ἐπίσταται λέγων “νῦν δ᾿ ἐλύμην” (Il. 21. 80) καὶ
“τῆς—αὐτοῦ λύτο γούνατα” (Il. 21. 425), ἔκτασις ἂν εἴη·
εἰ δὲ παρατατικός, κρᾶσις, ἐλύετο “λῦτο” ὡς τὸ ῥύεσθαι ῥῦσθαι·
“πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε” (Il. 15. 141). ἢ
ἀπὸ τοῦ λέλυτο, ὡς “βλῆτο” (Il. 17. 598).
ἀγών] ἢ τὸ πλῆθος, “θεῖον δύσονται ἀγῶνα” (Il. 18. 376)· ἢ
τόπος· οἳ δὲ ἀπὸ τοῦ Πέλοπος ἡνιόχου Ἀγῶνος· οἱ δὲ ἀπὸ τοῦ
συνάγεσθαι· οἳ δὲ ἀπὸ ῥήματος τοῦ ἄγω ἀγών ὡς ἀείδω ἀηδών.
λαοὶ δὲ θοὰς ἐπὶ νῆας] τὸ ἑξῆς· ἕκαστοι δὲ τῶν λαῶν ἐσκίδναντο, ὥστε ἐπὶ τὰς ναῦς ἰέναι.
2. δόρποιο μέδοντο] προεν〈ο〉οῦντο, ἢ ἐφρόντιζον.
ἄλλως: δόρποιο] δ〈αύ〉ορπον, μεθ᾿ ὃ ἐπὶ τὸ δαύειν ἕρπομεν, ὅ
3. ὕπνου —ταρπήμεναι] τέρψιν λαβεῖν. ἀπὸ κοινοῦ δὲ τὸ “μέδοντο.”
3, 4. αὐτὰρ Ἀχιλλεὺς κλαῖε] ἐπειδὴ ἀπὸ τῆς ἀνέσεως τοῦ
5. ᾕρει πανδαμάτωρ] ᾕρει μέν, οὐχ ὁλοτελῶς δὲ διὰ τὸ πένθος.
6. Πατρόκλου ποθέων] δεξιῶς ὑπόκειται τίνα ἦν τὰ ἀναμιμνῄ-
οὐκ ἐμβρόντητοι, ῥηματίων κακοσχόλως ἐχόμενοι καὶ τοιούτων ἐπῶν
κατηγοροῦντες; ὅτι ὡς σύγκοιτον ποθεῖ, οὐχ οἷον ἡμιθέων ἀλλ᾿ οὐδὲ
ἡμιγυναίκων ἄξιον· εἰ γὰρ ὅλως τοῦτο ὑπονεῖν δεῖ, ἐραστὴς ἂν εἴη
ἄλλως: Πατρόκλου ποθέων] προηθετοῦντο οἱ δ᾿ (6—9) καὶ παρὰ Ἀριστοφάνει.
καὶ μένος ἠύ] προθυμίαν, ὁμόνοιαν· ποθεῖ οὖν αὐτοῦ ἀρετὴν καὶ ὁμονοίαν.
7. τολύπευσε] εἰς τέλος ἤγαγεν, ἀπὸ τῶν ἐρίων· τολύπη γὰρ
ἡ σφαῖρα τῶν ἐρίων· ἔνθεν τὸ ἐκ πολλῶν πραγμάτων εἰς ἕν τι κεφα-
λαιοῦν τολυπεύειν λέγεται.
καὶ πάθεν ἄλγεα] “ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν” (Pind. Nem. u. 31). §. αἱ δημώδεις “καὶ πάθεν ἔργα.”
8. κύματα πείρων] ὡς κείρων.
πείρων] βαρυτόνως· φησὶ γοῦν “καὶ ἠῶ πεῖρε κέλευθον” (Od.
2. 434). εἰ δὲ καὶ οὗτος ἀθετεῖται, ἄλλο φησὶν “ἄλλα τ᾿ ἔπειρον”
(Od. 3. 33) καὶ “περὶ δουρὶ πεπαρμένη” (Il. 21. 557). καὶ
ὡς σπείρω σπόρος φθείρω φθόρος, οὕτω πείρω πόρος· “πόρους
ἁλὸς ἐξερεείνων” (Od. 12. 259) “θαλάσσης εὐρυπόροιο” (Il. 15.
381. al.) “Ἀλφειοῖο πόρον” (Il. 2. 592)· καὶ “ἀκροπόρους” (Od.
3. 463) τοὺς πείροντας κρέα τοῖς ἄκροις. καὶ “ὠκύπορος νηῦς”
(Od. 15. 473) ἡ περωμένη, “ποντοπόρος” δὲ ἡ περῶσα· καὶ ὡς
κείρω κορμός, πείρω πορμός καὶ πορθμός.
11. πρηνής] οὐκ ἔχει πρόθεσιν ἡ λέξις· τί γάρ ἐστι τὸ “προπρηνέα
τύψῃ” (Od. 22. 99):
τότε δ᾿ ὀρθὸς ἀναστάς] ἀντὶ τοῦ ἄλλοτε.
12. δινεύεσκ᾿ ἀλύων] περιήρχετο ἀλώμενος τὴν ψυχήν, ἀστατῶν.
12, 13. οὐδὲ μὲν ἠὼς φαινομένη] ἐμφαίνει ἀδημονεῖν αὐτὸν ἐπὶ
τῷ μήκει τῆς νυκτός, ὡς καὶ ἡ Ἀνδρομέδα “ὦ νὺξ ίερά” (Eur.
Andr. fr. 114 Ν.)
13. ὑπεὶρ ἅλα] τὸν Ὠκεανόν φησιν.
15. Ἕκτορα δ᾿ ἕλκεσθαι] περισσὸς ὁ “δέ,” ὥστε καὶ ἐν τῷ
16. τρὶς δ᾿ ἐρύσας] ἀντὶ τοῦ πολλάκις. ἔστι δὲ ὡς τὸ “οἳ δὲ
τρὶς περὶ νεκρόν” (Il. 23. 13)· περὶ ἀνατολὰς δὲ εἷλκεν αὐτόν·
φησὶ γοῦν “ἕλκε〈ι〉 ἀκηδέστως, ἠὼς ὅτε δῖα φανήῃ” (417).
17. ἐνὶ κλισίῃ παυέσκετο] παυόμενος ἐν τῇ κλισίᾳ ἐγίνετο,
τόνδε δ᾿ ἔασκεν] ἕν ἐστι τὸ “τόνδε,” ὡς “τένδε δ᾿ ἐγὼν ἐπιόντα
δεδέξομαι” (Il. 5. 238). τινὲς δὲ “δέασκεν” ἀντὶ τοῦ ἐδέσμευεν.
18. ἐν κόνι] ὡς “Θέτι.”
προπρηνέα] πλεονάζει ἡ “πρό,” ὡς “νῆάς τε προπάσας” (Il.
τοῖο δ᾿ Ἀπέλλων] καλῶς προτρέπει ἡμᾶς πρὸς τὴν τῶν νεκρῶν
ἐπιμέλειαν, εἴγε καὶ ὁ Φοῖβος τοῦτο ποιεῖ (Il. 16. 679).
19. πᾶσαν ἀεικείην ἄπεχε χροι] χροός.
20. αἰγίδι —χρυσείῃ] “αἰγίδα χρυσείαν” κατ᾿ αἰτιατικήν· καὶ
ἔστιν ὁμηρικώτερον, ὡς τὸ “τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω”
(Il. 14. 343) καὶ “τόσσην οἱ ἄσιν καθύπερθε καλύψω” (Il. 21.
321).
23. τὸν δ᾿ ἐλεαίρεσκον] ἀπὸ τούτου ὀκτὼ (23— 30) ἀθετοῦσι, καὶ
24. Ἀργειφόντην] κλέπτης γὰρ οὗτος καθ᾿ Ὅμηρον.
27. ἀλλ᾿ ἔχον] διέκειντο· ἀλλ᾿ οὕτω, φησί, διέκειντο τῇ δια-
28. ἕνεκ᾿ ἄτης] οὕτως Ἀρίσταρχος· τὸ γὰρ “ἕνεκα” τοῦ ἀπο- λογ.υμένου ἐστίν.
30. ἥ οἱ πόρε μαχλοσύνην] τὰ πρὸς πορνείαν, τὴν κόμην καὶ τὸ
31. ἀλλ᾿ ὅτε δή ῥ᾿ ἐκ τοῖο] πιθανὸν γὰρ πάντων μὲν ἅπτεσθαι
“νείκε〈σ〉σε” (29) ἄκυρον ἐπὶ δικαστοῦ· ἐπὶ γὰρ τῶν δικαζομένων
αὐτὸ τίθησιν, “ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς” (Il. 18. 498) “κρίνων
νείκεα πολλὰ δικαζομένων” (Od. 12. 440), οἱ δὲ νεώτεροι ἐπὶ τοῦ
τὸ νεῖκος διαλύειν. Ἀντίμαχος “μετὰ δὲ εὐνείκες κρίνον” (fr. 75 Κ.)
ἀντὶ τοῦ εὐδιάκριτον· καὶ ἡ μέσαυλος σημαίνουσα τὴν ἐν ἀγροῖς
οἴκησιν, Ὁμήρου παραδεδωκότος ἐν ἄστει τεθράφθαι τὸν Ἀλέξανδρον
καὶ μουσικὴν πεπαιδεῦσθαι· “οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε
δῶῤ Ἀτφροδίτης ἥ τε κόμη τό τε εἶδος” (Il. 3. 54. 5), ἅπερ
οὐδαμῶς ἀγροίκῳ ἁρμόζοντα. ἥ τε μαχλοσύνη νεωτέρα ἐστίν· ἀμέλει
οὐδ᾿ ἐπὶ τῶν θεραπαινῶν Πηνελόπης αὐτῇ κέχρηται, ἐπὶ ἀνδρῶν δὲ
οὐ τίθεται ἡ λέξις· ἀλλ᾿ οὐδὲ λαγνείαν αὐτῷ προσέβαλεν, ἀλλὰ
καλλίστην γυναῖκα· τήν τε ἔριν τοῦ κάλλους οὐκ οἶδεν ὁ ποιητής·
εἰ γὰρ ἤδει τὴν κρίσιν, οὐκ ἂν εἶπε Ζεὺς “τί νυ σε Πρίαμος
Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσιν” (Il. 4. 31) φανερᾶς
οὔσης τῆς αἰτίας· ἀλλὰ καὶ ὁ Πρίαμος θεοῖς ἀναφέρει τὴν αἰτίαν
τοῦ πολέμου, ἀλλ᾿ οὐ τῇ κρίσει. “θεοί νυ μοι αἴτιοί εἰσιν” (Il. 3.
164). ἥ τε Ἑλένη οὔτε ἐν τῷ πρὸς Ἕκτορα λόγῳ (Il. 6. 344 sqq.)
οὔτε ἐν τοῖς θρήνοις (762 sqq.) οὔτε ἐν τῇ πρὸς Πρίαμον διαλέξει
(Il. 3. 171 sqq.) τῆς κρίσεως ἐμνήσθη, τὸ πᾶν δὲ ἀναφέρει Ἀλεξ-
άνδρῳ. πῶς δ᾿ ἂν τὰς ναῦς “ἀρχτκάκους” (Il. 5. 63) εἶπε, καὶ
οὐ τὴν κρίσιν; πῶς δὲ οὐκ ἄτοπον ἀθηνᾶν, περὶ ἧς φησι “δεινὼ
δέ οἱ ὄσσε φάανθεν” (Il. 1. 200), ἐρίζειν Ἀφροδίτῃ περὶ ἧς
φησι “καὶ ὄμματα μαρμαίροντα” (Il. 3. 397), ὡς εἰ καὶ Ἡροκλῆς
ἀγωνίζοιτο πρὸς Ἄδωνιν. οἶδέ τε ἡ Ἀθηνᾶ τὸ κάλλος μύρον αὐτῆς ὄν.
πῶς τε Ἥρα ἤρισε μητρὸς ἔχουσα τάξιν: φησὶ γοῦν “ῥά νυ μοί τι
πίθοιο, φίλον τέκος” (Il. 14. 190). οἶδέ τε ἡ Ἥρα τὰ πειθοῦς ὄργανα
παῤ αὐτῇ ὄντα, οἷς πάντας θεοὺς καὶ ἀνθρώπους δαμάζει (ib. 199).
ἐκ τοῖο] ἐξ εὗ ἀπέθανεν Ἕκτωρ· ἐν μιᾷ γὰρ ἀπέθανεν, εἶτα
ὑλοτόμησαν, τρίτη δὲ ἡ τοῦ ἀγῶνος, εἶτα μετὰ ταῦτα ἐννέα· φησὶ
33. σχέτλιοί ἐστε, θεοί, δηλήμονες] δυσανάσχετα πράσσοντες.
λείπει δὲ ὁ καί, ἵνʼ ᾖ καὶ δηλήμονες, ὅ ἐστι φθαρτικοί. καὶ τοῖς μὲν
Τρωικοῖς μέμφεται, ὅτι μετὰ θάνατον ἀμελοῦσι τῶν φίλων, τοῖς
δέ, ὅτι πέρα τοῦ δέοντος θυμοῦνται.
36. ᾗ τʼ ἀλόχῳ] οἰκτίζεται μνησθεὶς γονέων καὶ γαμετῆς καὶ
*ᾗ τ᾿ ἀλόχῳ] τῇ αὐτοῦ, οὐχ ἑαυτοῦ.
37. λαοῖσί τε] ἀπὸ κοινοῦ τὸ “ὦκα.”
38. κήαιεν] ἀπὸ τοῦ ἔκηα κήαιμι κήαιμεν, ὡς τύψαιμεν. §. ση- μειωτέον δέ, ὅτι καὶ ἐπὶ τῆς πατρίδος ἐκάοντο.
κτερίσαιεν] “κτερίσαιεν” διὰ τοῦ α ἡ παραλήγουσα. Ὁμηρικώ-
τερον δὲ τὸ “κτερίσειαν,” ὡς “τίσειαν Δαναοί” (Il. 1. 42).
39. ὀλοῷ Ἀχιλῆι] ὀλοθρευτικῷ ἢ ὀλέθρου ἀξίῳ.
βούλεσθ᾿ ἐπαρήγειν] βούλεσθε προσεῖναι, προστίθεσθαι· παῤ Ἴωσιν.
40. φρένες —ἐναίσιμοι] φρόνη μα καθῆκον.
41. γναπτόν] εὐπειθές. πιθανῶς δὲ τῇ εὐσεβείᾳ Ἕκτορος ἀντέ-
θηκε τὴν ὠμότητα Ἀχιλλέως.
42. ἐπεὶ ἄρ] ἢ περισσόν ἐστι τὸ “ἐπεὶ ἄρ,” ἢ ἀντὶ τοῦ “εἴξας”
43. βροτῶν] περισσόν ἐστιν, εἰ μὴ λείπει τὸ τινός.
44. οὐδέ οἱ αἰδώς] λείπει τὸ ἐστίν· τὸ δὲ ἑξῆς ἀθετητέον· ἁρμόζει
γάρ τινι γνωμολογοῦντι· ἐρεῖ δὲ Ἀχιλλεύς, ὅτι νῦν ἐμὲ βλάπτει.
45. ἥ τ᾿ ἄνδρας μέγα σίνεται ἡδ᾿ ὀνίνησιν] τινὲς ἐδάσυναν τὸ η,
πλὴν Ἡρακλέωνος.
46. μέλλει μέν που τις] ἔοικεν.
47. ὁμογάστριον] οὗτοι γὰρ ἐνδιάθετοι· “ἐπεὶ οὐχ ὁμογάστριος
6. τοῖς μὲν Τρωικοῖς B: τοὺς μὲν Τρωικοὺς ‖ 6. τοῖς B: τοὺς ‖ 10. αὐτοῦ W
ἐαυτοῦ ‖ 12. τοῦ ἄκη ἀκήαιμι κῆμεν ὡς ‖ 14. α A: δ ‖ 16. Ἀχιλλῆι ‖ 22.
γροπτέον Bekker: γρσάφεται ‖ εἴξρσι et εἴξῃ εἶσ᾿ W: ἤξῃσι bis || 32. ἀδελ-
φοῖς supplet post ἐνδ. Eust., ἀδελφοί B
49. τλητὸν γὰρ μοῖραι θυμὸν θέσαν ἀνθρώποισι] καὶ Ε ριπίδης
(Or. 3) “ἧς οὐκ ἂν ἄραιτ᾿ ἄχθος ἀνθρώπου φύσις.” τοῦτο δέ. ὅτι
δεῖ τὰ συμβαίνοντα γενναίως φέρειν.
50. Ἕκτορα —ἦτορ ἀπηύρα] ἀντὶ τοῦ Ἕκτορος.
52. οὐδέ τ᾿ ἄμεινον] λείπει“ἔσται, τὰ δὲ συγκριτικὰ ἀντὶ ἁπλῶν· ἢ τοῦ παύσασθαι.
53. μὴ ἀγαθῷ περ ἐόντι] ἀθετοῦσιν· πῶς γὰρ ὃν εἶπεν ὀλοὸν
(39) νῦν ἀγαθόν φησιν, ἢ ἀντὶ τοῦ ἀνδρείῳ.
* νεμεσσηθῶμεν] “νεμεσσηθέωμεν.”
54. κωφὴν γὰρ δὴ γαῖαν] καλῶς τὸ ἀναίσθητον γῇ παρείκασεν. 〈ἢ〉 ὅτι ἀπὸ γῆς τὸ σῶμα, ὡς καὶ Ἐμπεδοκλῆς(?) καὶ Ἡράκλειτος “νέκυες κοπρίων ἐκβλητότεροι” (fr. 85 Byw.).
ἄλλως: κωφὴν γὰρ δὴ γαῖαν] βαρὺ καὶ γεῶδες τὸ σῶμα.
ὀλλως: κωφὴν γὰρ δὴ γα ν] ἀν ὶ τοῦ ἀναίσθητον. κέχρηται δὲ τῷ 〈ε〉ἰδικῷ ἀντὶ τοῦ γενικοῦ. κωφὸν δὲ καὶ τὸ μὴ προέμενον φωνήν· “κωφὸν γὰρ βέλος” (Il. 11. 390) καὶ “κύματι κωφῷ” (Il. 14. 16).
55. τὸν δὲ χολωσαμένη] ἐπὶ τῇ κατηγορίᾳ Ἀχιλλέως ὤργισται. τὴν δὲ ἀπολογίαν πρὸς ἕτερα πεποίηται. οὐ γὰρ ὅτι οὐχ ἁμαρτάνει ἀπολογεῖται, ἀλλ᾿ ὥσπερ λαβὴν εἴληφε τὸ ὑπὸ τοῦ Ἀπόλλωνος εἰρημένον “ἀλλ᾿ ὀλοῷ Ἀχιλῆι θεοὶ βούλεσθ᾿ ἐπαρήγειν” (39), καί φησιν ὅτι δεόντως οὗτος τιμᾶται διὰ τὴν ἀρετήν (59).
56. εἴη κεν καὶ τοῦτο τεὸν ἔπος] πρέπον σεαυτῷ εἴρηκας· ἓν εἴη 〈ἂν〉 καὶ τοῦτο τῶν σῶν φλυαρημάτων.
57. θήσετε τιμήν] ἀντὶ τοῦ θήσεις σὺ καὶ μόνος καὶ πρῶτος· οὐ γὰρ ἄλλος τις.
58. Ἕκτωρ μὲν θνητός] οὐδὲν πρὸς τὸ “θνητός” ἀντιδιέστειλεν.
59. θεᾶς γόνος] ἀντὶ τοῦ “γόνος” τινὲς γράφουσι “πάις·” ὡς γὰρ ἀπὸ προγόνων ἐστὶ τὸ “γόνος.”
60. ἀτίτηλα] ἐξ ἀταλῆς ἐπεμελησάμην.
61. φίλος—ἀθανάτοισιν] εἵμαρτο γὰρ θνητῷ αὐτὴν γαμηθῆναι·
ἐγὸὼ δὲ τῷ ἰσοθέῳ δέδωκα.
62. ἀντιάασθε γάμου] μετελαμβάνετε· ἐγένετο δὲ ἐν τῷ ἄντρῳ τοῦ Χείρωνος.
ἐν δὲ σὺ τοῖσι δαίνυ᾿ ] ὅ ἐστι‘τί νῦν ἀτιμάζεις ἃ ἐτίμας πρώην:’
63. ἔχων φόρμιγγα] οἰωνίζονται τὸν Ἀπόλλωνα δαιτὶ σχολάζειν
καὶ μὴ λοιμοῖς. διὸ κιθάραν αὐτῷ νέμουσιν “ἣν ἄρα δαιτὶ θεοὶ ποί-
ησαν ἑταίρην” (Od. 17. 271).
κακῶν ἕταρε] Ἀλεξάνδρου καὶ Ἕκτορος. Ἡσίοδος “μ00ηδὲ κακῶν ἕταρον” (0pp. 716).
αἰὲν ἄπιστε] ὡς ὑποσχομένου βοηθήσειν Ἀχαιοῖς· “ἐπέγναμψεν
γὰρ ἅπαντας Ἡρη (Il. 2. 31).
64. *τὴν δ᾿ ἀπαμειβόμενος] τινὲς “τὴν δὲ μέγʼ ὀχθήσας” ὡς δυσχεραίνων ἐπὶ τῇ ἀποδόσει.
65. Ἡῥῆ] πιθανῶς ὁ Ζεὺς διαδέχεται τὴν δικαιολογίαν, τοῦ παι-
ἀποσκύδμαινε] ὡς ἐρίζω ἐριδμαίνω, σκύζω σκυδμαίνω. ἢ ἀπὸ
66. οὐ μὲν γὰρ τιμή γε μί᾿ ἔσσεται] οὐχ ἕνα μόνον τιμήσομεν·
ἢ οὐχ ὁμοία ἐπὶ πάντων ἔσται τιμή.
67. οἳ ἐν Ἰλίῳ εἰσίν] ἀντὶ τοῦ τῶν ἐν Ἰλίῳ ὄντων.
68. ὣς γὰρ ἔμοιγε]λείπει τὸ δοκεῖν· ἤ, ὡς ἐμοὶ καὶ τοῖς ἄλλοις ἦνφίλος.
69. ἐίσης] καὶ αὐτοῖς γὰρ ἀπέτεμνον μοῖραν, “τὴν—Νύμφῃσι”
71. κλέψαι μὲν ἐάσομεν] τὴν περὶ τὴν κλοπὴν γνῶσιν ἐάσομεν.
72. θρασὺν Ἕκτορα] ἄμεινον δὲ γράφειν “νέκυν Ἔκτορος.”
*ἦ γάρ οἱ] ἔν τισιν “εὖ γάρ οἱ”
73. μήτηρ παρμέμβλωκεν] ψευδές· ἴσως οὖν φησίν, ὡς μήτηρ συμπάρεστιν αὐτῷ τῷ νεκρῷ Ἀχιλλεύςʼ ἢ ὑπερβολικῶς τοῦτο εἶπεν ἀπὸ τοῦ συνεχῶς αὐτὴν ἐκεῖσε φοιτᾶν.
νύκτας τε καὶ ἦμαρ] σολοικοφανές· ἔδει γὰρ ἤματα.
74. ἀλλ᾿ εἴ τις καλέσειε] ἀλλ᾿ εἴθε τις. §. ὥσπερ δὲ εἰπόντος
καλέσειε θεῶν] τὸ “θεῶν” ὄνομά ἐστιν ἢ μετοχή.
75. ὄφρα τί οἱ εἴπω] ἅμα ἵνα καὶ νουθετήσῃ αὐτὸν ἡ μήτηρ.
77. ἀελλόπος] Εὐφορίων “ἀελλόποδος αἰθαρύταο” (fr. 163 M.).
78. Σάμοιο] τῆς νῦν Σαμοθρᾴκης. σάμους δὲ τοὺς λόφους ἔλεγον. ἐκαλεῖτο δὲ Λευκωνία· εἶτα ὑπὸ Σαμίων οἰκισθεῖσα, ὧν τὰ σκάφη αἰχμάλωτοι Θρῇσσαι κατέκαυσαν, Σαμοθρᾴκη ὠνόμασται.
79. μείλανι πόντῳ] ἀντὶ τοῦ ‘μέλανι κόλπῳ,’ ὃς ἀπὸ Μέλανος
ποταμοῦ καταφερομένου εἰς αὐτὸν ὠνόμασται· οἳ δὲ ἀπὸ τοῦ Φριξίδου
Μέλανος ἐκεῖ ναυαγήσαντος· ἢ ὅτι ἐκ μελαγγείων ὁ ποταμὸς κατιὼν
μελαίνει αὐτόν· ἐκεῖ δέ ἐστι καὶ ἡ Σαρπηδονία ἄκρα· τάχα δὲ τοῦτο
τοῦ ὕδατός ἐστιν ἐπίθετον, ὡς “μέλαν δέ ἑ κῦμα” (Od. 5. 353)·
νῦν δὲ Καρδιανὸς ὁ κόλπος ὀνομάζεται.
ἐπεστενάχησε] ἀεὶ βαρυτόνως φησὶ “στενάχων.”
80. ἣ δὲ μολυβδαίνῃ ἰκέλη] τῷ μολυβδ〈ί〉ῳ, ὃ πρὸς τῇ ὁρμιᾷ καὶ τῷ ἀγκίστρῳ ἐστὶ πρὸς τὸ θᾶττον καθικνεῖσθαι τοῦ βυθοῦ· οἳ δὲ τὴν βολίδα· ἢ μόλιβον δέ φησιν (Il. 11. 237) ἢ μόλυβδον.
81. βοὸς κέρας] ὃ προσάπτουσι τῇ ὁρμιᾷ. πρὸς τὸ μὴ ἐσθίεσθαι
καὶ 〈τὸ〉 ὁμόχροον εἶναι τῇ θαλάσσῃ. οὐ γὰρ τὴν τρίχα, ἐπεί φησι
“λίνῳ καὶ ἤνοπι χάλκῳ” (Il. 16. 408)· οἳ δὲ τὸ κέρσιμον, ὃ πρὸς τοῖς
ἄκροις τῶν καλάμων βάλλουσι πρὸς τὸ καταδύεσθαι τῷ βάρει τῶν
ἰχθύων. οἳ δὲ νεώτεροι “κέρας” τὴν συμπλοκὴν τῶν τριχῶν ὁμοίαν
κέρατι· “τὸν κεροπλάστην ἄειδε Γλαῦκον” Ἀρχίλοχος (fr. 57 B.).
82. ὠμηστῇσιν ἐπ᾿ ἰχθύσι] τοῖς ὠμοῖς ἐσθιομένοις· νῦν γὰρ περὶ τῶν μικρῶν ὁ λόγος ἐστίν.
84. εἴατο] δασέως· Ἀρίσταρχος δὲ ψιλοῖ.
85. κλαῖε μόρον] ἐπειδὴ μέλλει καταστρέφειν τὸν λόγον εἰς τὰς
ὥστε ποθῆσαί τι καὶ περὶ τῆς Ἀχιλλέως ἀναιρέσεως ἀκοῦσαι καὶ
ἐννοεῖν παῤ ἑαυτοῖς, οἷος ἂν ἐγένετο ὁ ποιητὴς διατιθέμενος ταῦτα·
καὶ ἔστι περιπαθὲς τὸ κλαίειν τὸν ζῶντα.
〈ὅς οἱ〉 ἔμελλε] ἐῴκει, ἀντὶ τοῦ ὃς τῷ υἱῷ ἥρμοστο· περισσὸς
88. ἄφθιτα μήδεα εἰδώς] ἀμετάβλητα.
90. τίπτε μ᾿ ἐκεῖνος] τὸ ἑξῆς, τίπτε μ᾿ ἄνωγε μίσγεσθ᾿ ἀθανά-
91. ἔχω δέ] ὁ “δέ” ἀντὶ τοῦ γάρ.
ἄχε᾿ ἄκριτα] ἀναρίθμητα.
92. οὐδ᾿ ἅλιον ἔπος ἔσσεται] οὐ ματαιώσω τὴν κέλευσιν αὐτοῦ.
94. 〈κυάνεον—〉 ἔσθος] παρὰ τὸ ἕω· παρὰ τοῦτο δὲ ἡ ἐσθής. οἰ-
96. ἀμφὶ δ᾿ ἄρα σφι λιάζετο] ὑπεχωρίζετο, διίστατο, ὥσπερ
97. ἐς οὐρανὸν ἀιχθήτην] “οὐρανόν” τὸν ὑπερνέφιον τοῦ Ὀλύμπου
100. ἣ δ᾿ ἄρα παρ Διὶ πατρί] ἐκ δεξιῶν, ὥς φησι Πίνδαρος “πῦρ
πνέοντος ἅ τε κεραυνοῦ ἄγχιστα δεξιὰν κατὰ χεῖρα πατρὸς ἵζεαι”
(fr. 146 B.)· καὶ ἐν τῷ Καπετωλίῳ δὲ οὕτως ἵδρυται ἡ Ἀθηνᾶ.
εἶξε δ᾿ Ἀθήνη] ὡς νεωτέρα· ἡ δὲ βασιλὶς τῇ δεξιώσει φιλοτιμεῖται.
108. Ἕκτορος ἀμφὶ νέκυι] Ἕκτορος νέκυα. ἀλλὰ καὶ “οἰσέ-
109. ὀτρύνεσκον] ἡ Μασσαλιωτικὴ “ὀτρύνουσιν.”
*ἐύσκοπον Ἀργεϊφόντην] συνετόν, κατὰ 〈τοῦ〉 σκοποῦ φέροντα
110. τόδε κῦδος Ἀχιλλῆι προτιάπτω] προσάπτω· τινὲς δὲ “προϊ-
προτιάπτω] “προιάπτω” χωρὶς τοῦ τ· καὶ ἔστιν ὅμοιον τῷ ἰάλλω· τινὲς δὲ μετὰ τοῦ τ, καὶ ἐδάσυναν τὸ α.
111. μετόπισθε] λείπει ὁ καί, ἵν᾿ ᾖ ‘καὶ εἰς ὕστερον θέλων τὴν πρὸς σὲ φιλίαν τηρῆσαι ἕνεκα τῶν δεσμῶν’ (Il. 1. 401)· τινὲς δὲ διὰ τὴν μῖξιν· ὅπερ ἄτοπον.
114. φρεσὶ μαινομένῃσιν] μανίας γὰρ ἐγγὺς αἰκίζεσθαι τὰ ἀναί- σθητα.
116. ἐμέ τε δείσῃ 〈ἀπό θ᾿ Ἕκτορα λύσῃ〉] συνδέσμοις διέστειλε, δέον εἰπεῖν ‘δείσας λύσῃ.’
117. ἐφήσω] ἐντελουμένην πέμψω.
123. ἀδινὰ στενάχοντα] ἀθρόως, παρὰ τὸ ἄδην· ἀδιαπλείπτως.
124. καὶ ἐντύνοντο ἄριστον] νῦν ἅπαξ· καὶ ἐν Ὀδυσσείᾳ (16. 2) “ἐντύνοντο ἄριστον.”
129. ἔδεαι κραδίην] καὶ Πυθαγόρας παραινεῖ καρδίαν μὴ ἐσθίειν, ὅ ἐστιν ἄλυπον καὶ ἀτάραχον διάγειν τὸν ἄνθρωπον.
οὔτε τι σίτου] διὰ τὸ “λισσόμενος δειπνῆσαι· ὃ δ᾿ ἠρνεῖτο στεναχίζων (Il. 19. 304).
130—2. ἀγαθὸν δὲ γυναικί περ—μίσγεσθαι 〈—κραταιή〉] ἀθετεῖ-
ται· ἀνοίκειον γὰρ ἥρωι καὶ θεᾷ. ἴσως διὰ τὸ ἄλλους ἀντ᾿ αὐτοῦ κτήσα-
σθαι ἐκγόνους ἢ τάχα ὑποκλέπτουσα αὐτὸν τοῦ πένθους ταῦτά φησιν·
συγκοιμᾶται οὖν Βρισηίδι μετὰ ταῦτα (676).
134. ἑὲ δ᾿ ἔξοχα πάντων] δασυντέον τὸ πρῶτον ε τῆς “ἑέ.” τῷ δὲ τόνῳ ὡς καλέ.
137. νεκροῖο δὲ δέξαι ἄποινα] ὑπὲρ τοῦ νεκροῦ, ὡσεὶ ἔλεγεν ‘καίτοι ἀχρήστου ὄντος.’
138. τὴν δ᾿ ἀπαμειβόμενος] τινὲς “τὴν δὲ μέγ᾿ ὀχθήσας,” ὡς δυσχεραίνων ἐπὶ τῇ ἀποδόσει.
139. τῇδ εἴη] “τῇδε” ἐνθάδε, ὡς “τῇδε γὰρ ἔβρισαν” (Il. 17. 512). “εἴη” δὲ ἀντὶ τοῦ ἴοι ἢ παραγένοιτο. ὁ δὲ Ζώπυρος ἀντὶ τοῦ ἔστω.
140. εἰ δή πρόφρονι] αὐτός φησιν “ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ᾿ ἔκλυον αὐτοῦ” (Il. 1. 218).
141. ἐν νηῶν ἀγύρει] ὡς τὸ “νεῶν ἐν ἀγῶνι” (Il. 15. 428 al.).
144. Ἶρι ταχεῖα] ἀντὶ τοῦ ταχέως.
148. οἶον] οἶδε γὰρ ἡνιοχεῖν ὁ Πρίαμος. §. “οἶον” δὲ γοαπτέον. οὐχ “οἶος.”
μηδέ τις ἄλλος] ὑπὲρ τοῦ λαθεῖν. ἅμα δὲ καὶ ἔλεον 〈ἡ μόνωσις〉
149. κῆρύξ τις τοι] μόνον ἀπελθεῖν μετὰ τοσούτων λύτρων ἀδύνα-
σύμβολον, ἀλλὰ καὶ οὗτος γέρων.
γεραίτερος] ὡς δικαιότερος παλαιότερος, οὕτω γεραιότερος καὶ κατὰ συγκοπὴν “γεραίτερος,” ὡς “θερείταταί εἰσι κέλευθοι” (Arat. Ph. 148).
151. νεκρὸν— τὸν ἔκτανε] ὃν κτείνας ἐποίησεν, ὡς “ἕλκος—ὅ μιν
βάλε Πάνδαρος” (Il. 5. 795) ὃ βαλὼν ἐποίησεν.
152. μηδέ τι τάρβος] τείρω τάρος καὶ πλεονασμῷ τάρβος.
ἄλλως: μηδέ τι τάρβος] ἐν ἐπιτάσει· οὐχ ὅτι θάνατος, ἀλλὰ
154. εἵως]ἕως, τοπικῶς· χρονικῶς δὲ “ἕως ὁ ταῦθ᾿ ὥρμαινε” (Il.
1. 193)· αἰτιωδῶς δὲ “εἵως Πηνελόπειαν ὀδυρομένην” (Od. 4.
800).
155. ἔσω κλισίην] εἰς κλισίην.
156. οὔτ᾿ αὐτὸς κτενέει] διὰ πάντων ἀσφαλῆ τὴν ἔξοδον αὐτῷ
157. οὔτε γάρ ἐστ᾿ ἄφρων] τάχιστα συνέλαβε πόθεν ἴασιν ἄνθρω-
ἄσκοπος] μὴ προορῶν τὸ συμφέρον.
* ἀλιτήμων] ἀλιτάνευτος ἢ ἁμαρτάνων τοῦ δέοντος. §. ἠθικῶς δὲ
158. ἐνδυκέως] ἐπιμελῶς, ἢ διηνεκῶς καὶ ὁλοτελῶς.
πεφιδήσεται] μετ᾿ ὀλίγον μέλλων, ἀπὸ τοῦ φιδῶ.
160. ἷξεν δ᾿ ἐς Πριάμοιο] ὅμοιόν ἐστι τῷ ‘ἐς διδασκάλου.’
162. δάκρυσιν εἵματ᾿ ἔφυρον] ἄξιον ἡρωικῆς σεμνότητος τὸ πένθος.
163. ἐντυπὰς ἐν χλαίνῃ] τινὲς γράφουσιν “ᾗ χλαίνῃ·” καὶ
ἄμεινον.
ἄλλως: ἐντυπάς] ἐντυπωδῶς, ὡς διὰ τῆς σκέπης ὁρᾶσθαι τὸν
τύπον. ἔστι δὲ ποιότητος ἐπίρρημα. ὑπερβολὴν δὲ πένθους ἀξίαν
οὐχ εὑρίσκων αὐτῷ περιθεῖναι ἐκάλυψεν αὐτόν, ὑπονοεῖν ἡμῖν κατα-
λιμπάνων οἷον ἄρα ἦν αὐτῷ τὸ πένθος, ἄλλως τε καὶ ἄυπνος ἦν,
ἀφ᾿ οὗ Ἕκτωρ ἐτεθνήκει· ἐντεῦθεν ὁ Σικυώνιος γραφεὺς μαθητευθεὶς
τῆς ἐν Αὐλίδι Ἰφιγεν〈ε〉ίας γράφων τὴν σφαγὴν ἐκάλυψε τὸν
Ἀγαμέμνονα.
164. κόπρος] Ἀρίσταρχος σποδός, τινὲς δὲ κόπρια. “αὐλῆς ἐν
χόρτοισι κυλινδόμενος κατὰ κόπρον” (640). σημαίνει δὲ καὶ τὴν
βούστασιν.
τοῖο] τοῦ γέροντος. οἳ δὲ τοιούτου, θαυμαστικῶς.
165. καταμήσατο] ἄθρουν ἐπεσπάσατο, ὅθεν καὶ ἀμητός· καὶ
“ἄφαρ δ᾿ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν” (Od. 5. 482). τὸ δὲ
“ἀμητῆρ〈ες)” (Il. 111. 67) διὰ μακροῦ τοῦ α φησίν· καὶ “λει-
μωνόθεν ἀμήσαντες” (451). “τέκνον, μὴ σύ γε μητρὸς ἀπ᾿ ἀνθε-
ρεῶνας ἀμήσῃς” Εὐφορίων (fr. 51 M.).
168. κέατο] τινὲς κεκαυμένοι ἦσαν. ὅθεν τὸ “κέδρου—εὐκεάτοιο” (Od. 5. 60).
170. τυτθὸν φθεγξαμένη] πρὸς τὸ μὴ καταπλῆξαι τὸν γέροντα. ὃ
δὲ ὅμως οὐδὲ τοῦτο ὑποφέρει· προπεπονθυῖα γὰρ ψυχὴ πᾶν τὸ μέλλον
τοῦ παρόντος χεῖρον λογίζεται.
172. ὀσσομένη] προορωμένη· οἳ δὲ προαγγέλλουσα, παρὰ τὴν ὄσσαν, ἣν ἀεὶ ἐπὶ θείας φωνῆς λέγει.
173. ἀλλ᾿ ἀγαθὰ φρονέουσα] φρονῆσαί σε ποιήσουσα ἀγαθὰ
ἦλθον.
Διὸς δέ τοι ἄγγελός εἰμι] ὑπὸ Διὸς ἥκω σοι ἄγγελος.
174. ὅς σευ ἄνευθεν ἐών] μᾶλλον ὧδε οἰκεῖος ἢ ἐκεῖ ὁ στίχος (Il. 2. 27, 64)
189. ἅμαξαν—ὁπλίσαι] εὐτρεπίσαι· ἰσοδυναμοῦν καὶ τὸ ἐντῦναι
ἅμαξαν] τὴν ἀπήνην οὕτως εἶπεν· φησὶ γοῦν “ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην” (324).
190. πείρινθα] κατὰ μετάθεσιν, οἱονεὶ ῥίπινθα τὴν ἐκ ῥιπῶν πλα-
ἄλλως: πείρινθα] τὸ τετράγωνον πλινθίον ἄνωθεν περιδούμενον
ἡ ψίαθος, ἵν᾿ ᾖ πλέγμα ψιαθῶδες συνέχειν τὸν φόρτον δυνάμενον.
191. κατεβήσετο] κατέβαινεν.
κηώεντα] ἐν ᾧ ἐκοιμᾶτο· ἢ εὐώδη διὰ τὴν κέδρον.
192. γλήνεα] χρήματα κατὰ Ἠλείους· οἳ δὲ ἀξιοθέατα· γλήνη δὲ
(Aristoph. Ran. 588)· καὶ παροιμία “ἐν τυφλῶν πόλει Γλάμυρος βα-
σιλεύει·” ἢ ἀπὸ μέρους εἴρηκεν· γλήνας γὰρ κυρίως τὰ κοροκόσμια
λέγουσιν.
κεχάνδει] οὕτως Ἀρίσταρχος· ἔνιοι γράφουσι κεκεύθει.”
193. ἐς δ᾿ ἄλοχον—ἐκαλέσ〈σ〉ατο] τὸ ἑξῆς ἐσεκαλέσατο.
194. Διόθεν μοι—ἄγγελος] ἀνθρώπινον τὸ ἀνατίθεσθαι τὸ πρᾶγ-
199. ἔσω στρατόν] 〈ἀν〉τὶ 〈τοῦ〉 ἐς στρατόν.
200. ἀμείβετο] Ἀρίσταρχος “ἀνήρετο.”
201. ὤ μοι] γυναικεία ἡ ἀναφώνησις ἐξισταμένης ἐπὶ τῷ τηλι- καῦτα τολμᾶν.
ᾑς τὸ πάρος περ] ἐφ᾿ αἷς πρώην.
202. ἔκλεο] ἐκλεόμην ἐκλέεο καὶ κατὰ συγκοπὴν “ἔκλεο,” προ-
205. ἐξενάριξε] τινὲς “ἐξήναξε” τῆς ἀρχῆς ἐξέβαλεν.
σιδήρειόν νυ τοι ἦτορ] τινὲς μετὰ τοῦτον γράφουσιν “ἀθάνατοι
206. εἰ γάρ σ᾿ αἱρήσει καὶ ἐσόψεται] ἀντιστρόφως. εἰ γάρ σε ὄψεται καὶ αἱρήσει, ἀντὶ τοῦ ‘μόνον εἰ θεάσεται εὐθὺς αἱρήσει.’
207. ὠμηστής] ὠμός, ἄγριος. ταῦτα δὲ ἀπολύτως.
208. οὐδέ τι σ᾿ αἰδέσεται] οὐχ ὡς ἱκέτην σε δέξεται· αἰδοῖοι γὰρ οἱ ἱκέται.
νῦν δὲ κλαίωμεν] εἰ τῆς σωτηρίας τοῦ γέροντος προνοουμένη μόνον ἐφαίνετο, ἀπρεπὴς ἦν παντελῶς ὁ λόγος, 〈ὅτι〉 κατεφρόνει υἱοῦ τοιούτου ὑπὲρ ἀσφαλείας πρεσβύτου δυστυχοῦς. νῦν δὲ ὡς ἀδύνατος κομίσασθαι τὸν υἱὸν οὐ βούλεται προσαποβαλεῖν καὶ Πρίαμον.
208, 9. ἄνευθεν ἥμενοι] ὡς οὐδὲ ἐλπίδα ἔχοντές ποτε θάψαι τὸν
υἱόν.
209. ὥς ποθι μοῖρα] μέμικται τούτοις λογισμὸς καὶ πάθος· “ὥς ποθι” δὲ οὕτω που.
212. μέσον ἧπαρ ἔχοιμι] δαιμονίως τῇ ἐμφάσει 〈χρῆται〉· τόπος
γὰρ λύπης τὸ ἧπαρ καὶ “μέσον, οὗ ἡ χολὴ καὶ πολὺ τὸ ἐσθιόμενον.
καὶ ἐν παρατάσει τὸ ἐσθίειν (213). τό τε “ἐμφῦσα” ἐμφαντικώτα-
τον· οὐ γὰρ λαβοῦσα τῇ χειρί, ἀλλ᾿ αὐτῷ προσφῦσα τῷ ἥπατι τὸ
στόμα, ὡς ἐπὶ σαρκοφάγου θηρίου.
ἄλλως: μέσον ἧπαρ] εἴγε μὴ προειλήφειμεν τὸ περὶ αὐτὴν πάθος,
ἀπαράδεκτον 〈ἂν〉 ἦν τὸ μέγεθος τῆς ὑπερβολῆς. νυνὶ δὲ οἰκεῖα ταῦτα
μητρὶ καὶ πρεσβύτιδι ὑπὲρ τέκνου οὐκ ἀναιρεθέντος μόνον, ἀλλὰ καὶ
αἰκιζομένου ἀτάφου.
213. τότ᾿ ἄντιτα] ἀντιτιμώρητα. καὶ ἔστιν ὅμοιον τῷ “τρεῖς
ἑνὸς ἀντὶ πεφάσθαι” (Il. 13. 447). λείπει δὲ ὁ ἄν. οὐκ ἀξιόχρεων
δὲ ἡγεῖται τὸν θάνατον τοῦ πολεμίου, εἰ μὴ καὶ τῶν σαρκῶν αὐτοῦ
ἐμφάγοι.
ἄντιτα] τὸ τέλειον ἀντίτιτα· συγκέκοπται δὲ ἡ τι συλ- λαβή.
214. ἐπεὶ οὔ ἑ κακιζόμενον] ἀντὶ τοῦ ἐπεὶ οὐχ ὁ τυχὼν ἦν οὐδὲ
γύννις. τοιοῦτον δὲ καὶ τὸ “ἀνδρὶ πάρα κρατερῷ” (212)· ὃ πρὸς
σύστασιν Ἕκτορος. αὔξεται οὖν τὸ πάθος ἐπὶ τῷ ἀναξίως ὑβριζο-
μένῳ. τοιαῦτα καὶ ὁ Πρίαμος ἐρεῖ πρὸς Ἀχιλλέα, ἀλλὰ πεφεισμέ-
215. ἀλλὰ πρὸς Τρώων] “πρὸ Τρώων” δίχα τοῦ σ, ὡς τὸ“προστή-
216. οὔτε φόβου μεμνημένον] φιλοστόργως ταῦτα, ἐπεί τοι φεύ-
ἀλεωρῆς] φυλακῆς.
219. * οὐδέ] ἀντὶ τοῦ ‘οὐ γάρ.’
220. * ἄλλος ἐπιχθονίων] καὶ μὴ θεός.
221. θυοσκόοι] οἱ ἐμπυροσκόποι· καλοῦσι δὲ αὐτοὺς λιβανομάν-
ἱερῆες] οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι. τὰ μὲν γὰρ
222. ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον] ἢ παρέλκει
223. καὶ ἐσέδρακον] ἐνῆν καὶ οὕτως εἰπεῖν ‘νῦν δὲ θεὸς ὁ εἰπών·’
ἢ δὲ ἐμφαντικῶς τὴν αὑτοῦ αὐτοψίαν προβάλλεται· ἐνήλλαξε δὲ τὴν
τάξιν.
226. αὐτίκα γάρ με κατακτείνειεν] τῆς τῶν ἀκουόντων διανοίας
227. ἐπὴν γόου ἐξ ἔρον εἵην] ἐπὰν κορεσθείην τῆς τοῦ πένθους
228. καὶ φωριαμῶν] φωριαμός· ἔχει γὰρ ἂ φοροῦμεν· οἳ δὲ
ἐπιθήματα] πώματα· καὶ ἐπιθεῖναι τὸ κλεῖσαι λέγουσιν.
229. * πέπλους] πέπλος πεποιημένον ἱμάτιον γυναικεῖον.
231. χιτῶνας] ὅτι διάφορα ταῦτα, νῦν ἐδήλωσεν· πέπλοι γάρ,
232. δέκα πάντα τάλαντα] παρέλκει τὸ “πάντα·” ἢ τὰ πάντα δέκα.
234. ὅ οἱ Θρῇκες] ὡς φιλοπόται οἱ Θρᾷκες ποτήρια χαρίζονται.
236. φείσατο] ἢ ὡς πολυτελοῦς, ἢ ὡς φυλασσομένων τῶν ξενίων.
238. αἴθουσαι 〈αἱ〉 στοαὶ παρὰ τὸ πῦρ ἐν αὐταῖς κάεσθαι.
* ἐνίσσων] Αἰολεῖς, ἀπὸ τοῦ ἐνίπτων.
ἔπεσ〈σ᾿〉 αἰσχροῖσ〈ιν〉] κακοῖς. καὶ “αἴσχιστος δὲ ἀνήρ” (Il.
30 216) ἀντὶ τοῦ κάκιστος.
239. * ἔρρετε] ἀπέρρετε.
λωβητῆρες] ψεῦσται· “οὔτι σε λωβεύω τέκνον φίλον” (Od. 23. 26). οἳ δὲ ἐκ τῶν δύο ‘ἐπονείδιστοι.’ λώβη γὰρ ἡ ὕβρις.
239, 40. οὔ νυ καὶ ὑμῖν οἴκοι ἔνεστι γόος] ὡς οὐκ ἔχοντες πένθος ἐμὲ
παραμυθεῖσθε. ἐμοί φησι συμπαθήσοντες ἥκετε, οὐχὶ δὲ ἕκαστος
ἴδιον ὁρίζετε πένθος τὸν θάνατον Ἕκτορος. βούλεται δὲ λέγειν, ὅτι δεῖ
ἕκαστον οἴκοι μένοντα πενθεῖν τὸν Ἕκτορα.
240. κηδήσοντες] βαρήσοντες τὸν ἐν κήδει ὄντα παραμυθησά- μενοι.
241. ἢ ὀνόσασθε] ἐκφαυλίζετε καὶ δοκεῖτε αὐτοὶ οὐδὲν ἔχειν, οὐδὲ κοινὸν εἶναι τὸ κακόν.
242. ἀτὰρ γνώσεσθε] μαθήσεσθε γε μήν.
243. ῥηίτεροι γὰρ μᾶλλον] “ῥηίτεροι” μὲν ἦτε, νῦν δὲ μᾶλλον. ἢ ἀντὶ ἁπλοῦ τὸ “ῥηίτεροι.”
247. *σκιπανίῳ] σκήπτρῳ.
δίεπ᾿ ἀνέρας] διὰ τῶν ἀνδρῶν ᾔει· καὶ δασύνεται ἡ β΄ συλλαβή· οἳ δέ, διεῖργε διίστα τοὺς ἄνδρας. οἳ δὲ “δί” ἐπ᾿ ἀνέρας,” ἵν᾿ ᾖ “δίε” ἐδίωκεν, ὅ ἐστιν ἐπεδίωκεν.
248. σπερχομένοιο] ἐπειγομένου ἐν τῷ διώκειν ἢ σπέρχοντος.
τοῦτο δὲ πρὸς τὸ θυμῶδες καὶ ἀπειθὲς τῶν ὠστιζομένων εἰς τὰ
βασίλεια.
υἱάσι] τινὲς ἀπὸ τοῦ υἱάς, ὡς Ἀρκάς.
ὁμόκλα] ἤπιος μέν ἐστιν, ὥς που φησὶν “οἷς δ᾿ ὁ γέρων μετέῃσι”
250. Πάμμονά τε] οἰκεῖον μὲν τῷ πάθει τὸ δυσχεραίνειν πρὸς
251. καὶ Δῖον 〈ἀγαυόν〉] Φερεκύδης τὸν Δῖον νόθον υἱὸν Πριάμου φησίν· ἔστιν οὖν τὸ “ἀγαυόν” ἐπίθετον.
252. ἐννέα τοῖς] ἢ τῶν ἐξ Ἑκάβης ιθ΄ οὗτοι ὑπελείποντο, ἢ τῶν πεντήκοντα.
253. σπεύσατε] πᾶν γὰρ αὐτῷ βραδὺ φαίνεται πρὸς τὰ λύτρα,
κατηφόνες] ὡς κηληδόνες σειρηδόνες· ἔστιν οὖν μᾶλλον θηλυκά,
εἰς μαλακίαν αὐτοὺς ἐπισκώπτοντος τοῦ πατρὸς ὡς στυγνίας αἰτίους.
§. ἀπὸ τοῦ κατηφῶ κατηφών—ὅθεν φησὶ “στῆ δὲ κατηφήσας” (Il.
22. 293) —ὡς εἴκω ε〈ἰ〉κών· οἳ δέ, ἄξιοι τοῦ φονεύεσθαι· ὁ δὲ Νέστωρ
ἐπὶ τῆς θυσίας εἶπεν ‘ἄγε δή μοι φίλα τέκνα’ (Od. 3. 418).
ἄλλως: κατηφών, παρὰ τὸ φῶ, οὗ παραγωγὸν φάω, ὁ κάτω
ἔχων τὰ φάη δι᾿ αἰσχύνην ἢ δι᾿ ὀνειδισμόν.
254. ὠφέλετε] καὶ Καλλίμαχος (fr. 470) “ μὴ ὀφέλετ᾿ ἀλλή- λοισιν ἐπὶ πλέον ὄμματα δῦναι.”
255. μοι ἐγώ] ἠθικὴ ἡ μεταξὺ 〈ἀναφώνησις〉. ὀργιζόμενος
κότας. ἐλεεινὸν δὲ καὶ τὸ “ἐπ〈ε〉ὶ τέκον·” οὐ γὰρ δεινὸν τὸ μὴ
γεννῆσαι ὡς τὸ γενομένους ἀπολέσαι. πάντα δὲ κινητικά· στενάζει,
προστάσσει, λοιδορεῖ.
* πανάποτμος] περὶ πάντα δυστυχής.
257. ἱππιοχάρμην] ἐντεῦθεν Σοφοκλῆς ἐν Τρωίλῳ (p. 212 Ν.)
φησὶν αὐτὸν λοχηθῆναι ὑπὸ Ἀχιλλέως ἵππους γυμνάζοντα παρὰ
τὸ Θυμβραῖον καὶ ἀποθανεῖν· ὑπονοήσειε δ᾿ ἄν τις τὸν Μήστορα
258. ὃς θεὸς ἔσκε] οὐ μόνον δι᾿ ἀρετὴν ἐξαίρετος ὁ τοῦ Ἕκτορος
ἔπαινος, ἀλλὰ καὶ διὰ τὸ πρόσφατον τῆς συμφορᾶς. ἠθικῶς δὲ
κρείττονά φησι ὁ Πρίαμος τὸν παῖδα τοῦ δοκεῖν ἐξ ἑαυτοῦ γεγε-
νῆσθαι.
οὐδ〈ὲ〉 ἔῴκει ἀνδρός γε] Στησίχορος Ἀπόλλωνος αὐτόν φησιν, οὐ νοήσας τὴν ὑπερβολήν (fr. 69 B.).
261. 〈ὀρχησταί τε〉 χοροιτυπίῃσιν 〈ὁμοῖοι〉] οὐκ ἐν πολέμοις·
ἐκείνην γὰρ τὴν ὄρχησιν σεμνύνει— “καὶ ὀρχηστήν περ ἐόντα” (Il.
16. 617)—τὴν δὲ ἁπαλὴν ἀποδοκιμάζει.
262. ἐπιδήμιοι ἁρπακτῆρες] ἐν τῷ ἰδίῳ δήμῳ πρὸς τὸ ἀδικεῖν γενναῖοι· ἔνθεν τὸ “οἴκοι μὲν λέοντες, ἐν μάχῃ δ᾿ ἀλώπεκες” (Ar. Pac. 1189).
264. ἐπιθεῖτε] ὡς “διακρι〈ν〉θεῖτε τάχιστα” (Il. 3. 102).
* ἐπιθεῖτε] ἐπιθείητε.
265. ὑποδδείσαντες] δέοντως σιωπῶσιν. οὐ γὰρ ἀντιλέγειν ἔδει πατρὶ πενθοῦντι.
266. ἐκ μὲν ἅμαξαν] “ἐκ μέν” ἔξω μέν. πρᾶγμα δὲ βιωτικὸν καὶ κοινὸν ἐκόσμησε ποιητικῶν λέξεων ποικιλίᾳ.
267. πρωτοπαγέα] πρώτως παγεῖσαν, ὅ ἐστιν ἐξόχως· ἢ πρῶτον πεπηγυῖαν, ὅ ἐστι καινήν. ἔστι γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιό- τητος.
269. πύξινον ὀμφαλόεν] οὐκ ἦν παρὰ Ζηνοδότῳ ὁ στίχος. §. “ὀμ-
ἱμάντες. οἳ δέ. ἐν μέσῳ ὀμφαλὸν ἔχον, προσδεῖται ἰἱμᾶσιν ὁ
ῥυμός.
οἰήκεσσιν] κρίκοις, δι᾿ ὧν ἐνειρόμεναι αἱ ἡνίαι τοὺς ἵππους οἰακί- ζουσιν. ἡ γὰρ ἡνία τρόπον τινὰ οἴηξ ἐστὶ τοῦ ἅρματος.
270. * ζυγόδεσμον] ἱμάντα ἢ σχοινίον.
271. *τὸ] τὸ ζυγόδεσμον.
272. πέζα τὸ ἄκρον καὶ ἐπὶ γῆς, ἢν λυθῇ ὁ ῥυμός, φερόμενον. καὶ ἐπὶ ἱματίου πέζα τὸ πρὸς τῇ γῇ μέρος.
ἕστορι] τῷ κατὰ τὸ ἄκρον τοῦ ῥυμοῦ ἐμπεπηγότι πασσάλῳ, περὶ
273. τρὶς δ᾿ ἑκάτερθεν ἔδησαν] ἑκατέρωθεν ἔδησαν ἀμφαλλάσ-
σοντες τὸν ἐν μέσῳ τοῦ ζυγοῦ ὀμφαλόν, ἵνα μὴ ἑτεροκλινὴς ᾖ.
274. ὑπὸ γλωχῖνα δ᾿ ἔκαμψαν] ἔκοψαν ὑπέκοψαν ἀπετερμάτισαν,
277. ἡμιόνους—ἐντεσιουργούς] μὴ τοὺς νωτοφόρους ἢ τὸ νωτοφόρον
ἅρματα ἔντεα φησιν “ἱππείοις ἔντεσι μέτρα·” ἢ τοὺς ἑτοίμους πρὸς
τὰ ἔργα.
*ἡμιόνους] ὁ ἡμίονος καὶ ἡ ἡμίονος, διχῶς.
278. 〈τοὺς—〉 Μυσοὶ δόσαν] Μυσοὶ πλησίον ὄντες Ἐνετῶν· ὅθεν.
ἡμιόνων γένος (Il. 2. 852)· ἢ ὡς καὶ παρὰ Μυσοῖς διαφόρων ὄντων·
Ἀνακρέων “ἱπποθόρον δὲ Μυσοὶ εὑρεῖν μῖξιν ὄνων” [πρὸς ἵππους]
(fr. 35 B.), ἐξ ὧν ἡμίονοι· καὶ νῦν μὲν ἀρσενικῶς εἶκεν, ἑξῆς δὲ “τὰς
Ἰδαῖος ἔλαυνε δαίφρων” (325).
281. τὼ μὲν ζευγνύσθην] τούτοις γὰρ διὰ τῶν Πριαμιδῶν τὸ
δὲ ὁ χορηγός· καὶ γλύφει μὲν ὁ γλυφεύς, γλύφεται δὲ ὁ δεσπότης·
ζεύγνυσι μὲν ὁ ὑπηρετῶν, ζεύγνυται δὲ ὁ προστάσσων.
ζευγνύσθην] ζευγνύναι προσέτασσον.
283. * τετιηότι] περιλύπῳ.
285. ὄφρα λείψαντε] συλληπτικῶς· μόνος γὰρ σπένδει ὁ Πρία-
μος.
292. ταχὺν ἄγγελον] “ἑόν” ἀγαθόν, οἳ δὲ τὸν αὑτοῦ. §. γυναι-
*ἐγκλιτέον τὴν “οἷ”
293. φίλτατος οἰωνῶν] ἢ ὅτι τῇ αὐτῇ ἡμέρᾳ αὐτῷ ἐγεννήθη, ἢ
297. οὐκ ἂν—ἔπειτα ἐποτρύνουσα] ἐξ ἀντικειμένου φησίν, ὅτι κωλύσω σε.
300. οὐ μέν τοι—ἀπειθήσω] πείθεται Πρίαμος οὐκ ἀπιστῶν Ἴριδι,
ἀλλὰ θαρρῦναι αὐτὴν θέλων.
303. ὕδωρ—ἀκήρατον] ἀθόλωτον χέρνιβον.
304. 〈χέρνιβον〉] τινὲς ἀθετοῦσιν, ὅτι τὸ χειρόνιπτρον νῦν δηλοῖ· ἀεὶ δὲ τὸ ὕδωρ παρὰ τῷ ποιητῇ.
χέρνιβον ἀμφίπολος πρόχοόν θ᾿ ἅμα χερσὶν ἔχουσα] ἡ Μασ-
σαλιωτικὴ “ταμίη μετὰ χερσὶν ἔχουσα” διὰ τὸ μὴ εἰρῆσθαι
νῦν συνήθως αὐτῷ ἐπὶ τῶν ὑδάτων ἀλλ᾿ ἐπὶ τοῦ σκεύους τὰ χέρνιβα,”
εἰ μὴ ἀρσενικῶς ἐνθάδε γραπτέον “χέρνιβον ἀμφίπολος.”
306. μέσῳ ἕρκεϊ] ἐν μέσῳ τῆς αὐλῆς ἑρκ〈ε〉ίου Διὸς ἦν βωμός, πρὸς ὃν καταφυγὼν ἔσφακται ΙΠρίαμος.
* μέσῳ] λείπει ἡ ἐν.
309. δός με—φίλον ἐλθεῖν] ὡς μὴ ἐχθρῶς προσδεχθῆναι. §. “ἐλεει-
ἐς Ἀχιλλῆος] πρὸς Ἀχιλλέα. ἤμελλε γὰρ αὐτὸν ἔνδον εὑρή-
σειν.
315. αὐτίκα δ᾿ αἰετὸν ἧκε] ὁ μὲν Ἀχιλλεύς ἐστιν ἐπὶ τοῦ κρείτ-
τονος προσχήματος. πιθανῶς δὲ οὐδὲν ἔχει ὁ ἀετός, ὅπως σημαίνῃ
Πριάμῳ ὅτι οὐ μὴ συλληφθῇ ὑπὸ τῶν φυλάκων. μέλας δὲ ὢν τῆς
εἰσόδου ἐδήλου τὸ λαθρίδιον, ὁ δὲ θηρητὴρ τὸ ἐπιτευκτικόν. οὐδὲν
δὲ κτείνων οὐδὲ ἁρπάζων φαίνεται ἀλλ᾿ ἥμερος, τοιοῦτον δηλῶν
ἔσεσθαι Ἀχιλλέα.
τελειότατον πετεηνῶν] ἐπιτελεστικὸν εἰς ἂν ὀφθείη, ἢ τὸν ἀξιώματι ὑπερέχοντα, ὡσεὶ καὶ λέοντα ἔφη τελειότατον θηρῶν, του- τέστι βασιλικώτατον· ἢ τὸν αἰετῶν τελειότατον τὸν πύγαργόν φησιν.
316. μόρφνον] ἀπὸ τοῦ μεμοιρῆσθαι περὶ τὸν φόνον ἢ μόρον
*μόρφνον] μόρφνος ὡς ὕπνος.
περκνός ὡς πυκνός.
317, 8. ὑψορόφοιο θύρη 〈θαλάμοιο— ἀνέρος ἀφνειοῖο〉] τῶν γὰρ
319. πτερά] καταχρηστικῶς αἱ πτέρυγες. κυρίως δὲ πτερά εἰσι
εἴσατο δέ σφιν] ἐφάνη.
323. αἰθούσας τινὲς τὰ τῆς αὐλῆς τειχία· Σικελοὶ δὲ τὴν αὔλειον
αἰθούσης ἐριδούπου] μεγαλοήχου· καὶ ἀλλαχοῦ “κατὰ δώματα ἠχήεντα” (Od. 4. 72).
326. ἐφέπων] ἔμπειρος γὰρ ἡνιοχείας.
330. οἳ μέν] τούτῳ συναπτέον τὸ “παῖδες καὶ γαμβροί” (331).
332. προφανέντε] “καταβάντε” ἡ Χία.
334. Ἑρμεία· σοὶ γάρ] ἀπήλλαξεν ὁ ποιητὴς ζητήσεως ἡμᾶς,
Ἴριδι· οὐ γὰρ ἀγγελίας μόνης ἔδει ψιλῆς, ὅπου γε οὐδὲ ἐκ τοῦ
προφανοῦς ἑαυτὸν ὁμολογεῖ Πριάμῳ, ἀλλ᾿ ἐπὶ τῷ φιλοποιῆσαι
αὐτὸν Ἀχιλλεῖ καὶ κλέψαι τὴν πορείαν. διὸ καὶ τὴν ῥάβδον ἔχει,
ὥστε κοιμίσαι τοὺς φύλακας (445) καὶ ἐπεγεῖραι τὸν Πρίαμον (682)·
ἐν δὲ Ὀδυσσείᾳ (5. 47, 24. 3) ἀλόγως.
335. ἑτα〈ι〉ρίσσαι] συνεργῆσαι. οἳ δὲ συμπαραγενέσθαι· ὅθεν
καί τ᾿ ἔκλυες] τινὲς “καί τε κλύες,” καὶ λείπειν φασὶ τὸ ‘ἀεί.’
ἀντὶ τοῦ ⌈κλύεις⌋.
337. ἴδῃ καὶ νοήσῃ ἐκ παραλλήλου.
338. Πηλείωνάδε] εἰς Πηλείωνα, ἀντὶ τοῦ πρὸς Πηλείωνα, ὁμοίως τῷ “εἰς Ἀγαμέμνονα δῖον ἄγον” (Il. 7. 312).
340. καλὰ πέδιλα] Ἀριστοτέλης αὐτὰ πτερωτὰ οἴεται, ψευδῶς.
341. ἀμβρόσια χρύσεια] ἀστερίσκοι παράκεινται, ὡς ἐνθένδε μετενηνεγμένων τῶν ἐν Ὀδυσσείᾳ (1. 97).
343. εἵλετο δὲ ῥάβδον] ταύτην Ἀπόλλων αὐτῷ δέδωκεν, ὡς τὰς βοῦς ἐβουκόλει Ἀδμήτου, ὥς φησιν Φερεκύδης· καὶ οἱ μὲν παρὰ τὸ ῥᾳδίως βαδίζειν ἐκτείνουσιν, οἳ δὲ παρὰ τὸ ῥαπίζειν συστέλλουσιν, ὃ καὶ ἄμεινον· τὸ γὰρ α πρὸ τοῦ β συστέλλεσθαι θέλει, εἰ μὴ κατὰ διάλεκτον ἐκ τροπῆς τοῦ η εἵη.
τῇ τ᾿ ἀνδρῶν ὄμματα θέλγει] ὕπνου γὰρ καὶ ἐγέρσεως δεσπόζει· ὁ γὰρ λόγος κηλεῖ τε καὶ ἀναπτεροῖ· καὶ τὴν εὐαρμοστοτάτην λύραν ἐξεῦρεν, ᾗ κηλεῖ τε καὶ κινεῖ τοὺς πολέμους.
347. αἰσυητῆρι] οἳ μὲν ὄνομα ἡλικίας, οἳ δὲ ἐρρωμένῳ παρὰ
τὴν εὔσοιαν, οἳ δὲ εὐδαίμονι, οἳ δὲ ἐπιτελεστικῷ παρὰ τὴν αἶσαν,
οἳ δὲ εὐμοίρῳ καὶ σεμνῷ ἵνα ἐκπλήξῃ Πρίαμον, οἳ δὲ κοσμίῳ πρὸς
τὸ μὴ δέξασθαι δῶρα παρὰ Πριάμου, οἳ δὲ κεκινημένῳ παρὰ τὸ
ἀίσσειν, οἳ δὲ νομίῳ. Ἀρίσταρχος δὲ γράφει “αἰσυμνητῆρι,” ὅ
ἐστι βασιλεῖ κατὰ τὴν μορφὴν ὁμοιούμενος οἱονεὶ “αἰσιονομητῆρι·”
οἱ γὰρ βασιλεῖς τὸ αἴσιον ἑκάστῳ νέμουσιν. §. “κούρῳ” δέ, ὅπως
348. πρῶτον ὑπηνήτῃ] μεθόριον ἡλικίας ἀνδρὸς καὶ παιδός, ἁβρό-
τερον μὲν ἢ κατ᾿ ἄνδρα, γενναιότερον δὲ ἢ κατὰ παῖδα. περὶ τοὺς
τοιούτους ἦν καὶ ὁ Σωκρατικὸς ἔρως (Plat. Prot. 309b). καὶ μύσταξ
μὲν αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες, τὸ δὲ κάτω πάππος, τὸ δὲ ἐξ
ἀμφοῖν ὑπήνη, “καὶ μολύνων τὴν ὑπήνην” (Aristoph. Equ. 1286).
ἢ περ χαριεστάτη ἥβη] “χαριεστάτη” πρὸς τὰς πράξεις· ἢ μίξεως ἀντιποιουμένη· χάριν γὰρ ταύτην καὶ Πίνδαρος εἶπεν (? Scol. fr. 128).
350. ὄφρα πίοιεν] διὰ γὰρ τὸ πένθος τοῖς κτήνεσιν οἴκοι ποτὸν
οὐκ ἔδοσαν.
351. ἐν ποταμῷ] ἀντὶ τῆς παρά.
δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε] ἀόριστος ἀντὶ τοῦ ὑπερσυντελικοῦ.
352. ἐξ ἀγχιμόλοιο] ἐκ τοῦ σύνεγγυς γεγονότα.
ἐφράσ〈σ〉ατο] ἔγνω συνεῖδε. Πρίαμος δὲ ὅλος ἐστὶ περὶ τὸ
ἰδίας σωτηρίας ἢ τῆς τοῦ νεκροῦ λυτρώσεως φροντίζει· τῷ δὴ τοιούτῳ
ἤθει καὶ τὰ ἑξῆς ἀκολουθεῖ· φεύγειν γοῦν συμβουλεύει.
354. φραδέος] συνετοῦ· ὅθεν καὶ “ἀφραδέες” (Od. 11. 476) οἱ
355. διαρραίσεσθαι] ἀντὶ τοῦ διαρραισθήσεσθαι. §. ἴδιον δὲ τῶν
βαρβάρων αἰεὶ τὰ χείρω προσδοκᾶν καὶ πρὸς φυγὴν ἑτοίμους εἶναι.
356. φεύγωμεν ἐφ᾿ ἵππων] καταλείψαντες αὐτῷ τὰ τῆς ἀπήνης,
ἤ μιν ἔπειτα] δεῖ ἢ ἐν δευτέρᾳ τάξει τοῦτο γιγνέσθω.
358. σὺν δὲ γέροντι νόος χύτο] ἄκρως μεμέρισται ὁ λόγος περὶ
μὲν τοῦ φυγεῖν καὶ τοῦ δεῖν ἱκετεύειν τῷ ταπεινοτέρῳ προσώπῳ, τὸν
δὲ Πρίαμον συγχυθῆναι μὲν τὸν νοῦν καὶ ὀρθὰς αὐτῷ τὰς τρίχας
στῆναι καὶ ἐκπλαγῆναι οὐ μέντοι ἀγενές τι προϊέμενον πεποίη-
κεν· τὴν δὲ ταραχὴν τῆς διανοίας μεμίμηται διὰ τοῦ ὑπερβατοῦ.
361. χεῖρα —ἑλών] πρὸς πίστιν ἡ δεξιά.
362. πῇ πάτερ] “πῇ” εἰς τόπον καὶ τὸ ποῖ, τὸ δὲ πόθι ἐν τόπῳ, τὸ δὲ ποῦ ἄμφω.
πάτερ] δεύτερον τῆς δεξιᾶς αὐτὸν τοῦτο θαρσύνει.
363. νύκτα δι᾿ ἀμβροσίην] διὰ τῆς νυκτός.
364. οὐδὲ σύ γ᾿ ἔδδεισας] αὔξει τὴν χάριν τῷ καιρῷ, τῷ τῶν
πολεμίων εὐεπηρεάστῳ, τῷ ἰδίῳ δυνατῷ, ὅτι ἐκ τοσούτων αὐτὸν δεινῶν
ῥύεται.
365. ἀνάρσιοι] ἐναντίοι τῶν ἐριήρων.
367. ὀνείατα] χρήματα, παρὰ τὴν ὄνησιν. οἱ δὲ γλωσσογράφοι
τίς ἂν δή τοι νόος εἴη] τίνα ἕξεις νοῦν; τί ἐργάσῃ; §. τριὰς B= ἀγαθῶν ἀπὸ ψυχῆς σώματος τύχης.
369. ἄνδῤ ἐπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ] παροιμιακὸς γέγονεν ὁ στίχος.
370. οὐδέν σε ῥέξω κακά] πλεονάζει τὸ δεν, ” ὡς τὸ “ἔργον δ᾿ οὐδὲν ὄνειδος” (Hes. Opp. 311).
371. φίλῳ δέ σε πατρὶ ἐίσκω] διδάσκει φιλοπάτορας εἶναι καὶ
σῴζειν τοὺς ἡλικιώτας τῶν πατέρων· καὶ “μνῆσαι πατρὸς σεῖο”
(486). καὶ Πλάτων (de Rep. V c. 7 sqq.) κοινὰς εἶναι τὰς
γυναῖκας ἐκέλευσεν ὅπως οἱ γέροντες ὡς πατέρες τιμῶνται.
374. ὑπερέσχεθε] ὑπερμαχεῖ.
376. οἷος δὴ σὺ δέμας] οἱ γὰρ εὔμορφοι βασιλικοί τε καὶ θεῶν ἐνομίζοντο παῖδες.
377. ἔξεσσι] ἐκγέγονας ἢ ἐκ μακάρων ἐσσί. ἐκ γὰρ τῆς ὄψεως στο-
χάζεται, “βασιλῆι γὰρ ἀνδρὶ ἔοικεν” (Il. 3. 170)· ἢ πῶς οὐ δεῖ
τοιούτου παιδὸς τοὺς γονέας ἀνακαλεῖν, ὥς που φησί, “τρὶς μάκαρες
μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ” (Od. 6. 154):
381. ἠέ πῃ ἐκπέμπεις] τοῦτο γὰρ ἔθος τοῖς πολεμουμένοις, ὥς που καὶ Πρίαμος Πολυμήστορι Πολύδωρον ἐξέθηκεν( Eur. Hec. 10 sqq.).
385. οὐ μὲν γάρ τι μάχης ἐπεδεύετ᾿ Ἀχαιῶν] οὐχ ὑστέριζε τῶν Ἑλλήνων.
388. ἀπότμου παιδὸς ἔνισπες] ὡς ἔδραμες· ὁριστικὸν γάρ ἐστι
τοῦτο, ἀπὸ τοῦ ἤνισπες· τὸ δὲ παροξυνόμενον προστακτικόν ἐστιν,
“ὦ Νέστορ Νηληιάδη, σὺ δ᾿ ἄληθες ἐνίσπες” (Od. 3. 247), ὡς
“ἐπίρθες” (Od. 22. 157)· τὸ μέντοι ἄνευ τοῦ ς προστακτικὸν προ-
παροξύνεται, νημερτές μοι ἔνισπε” (Od. 4. 642).
390. πειρᾷ ἐμεῖο, γεραιέ] πειρώμενός μου ἐρωτᾶς περὶ Ἕκτορος. καὶ εἴρεαι Ἕκτορα δῖον] ὡς “εἰρόμεναι παῖδάς τε κασιγνήτους τέ” (Il. 6. 239).
394. θαυμάζομεν] ἀντὶ τοῦ μετ᾿ ἐκπλήξεως ἐθεώμεθα.
395. κεχολωμένος Ἀτρείωνι] ὅτι τὴν μῆνιν διὰ τοῦ χόλος ἀντέ- φρασεν.
397. Μυρμιδόνων δ᾿ ἔξειμι] οὐκ ἀναστρέφεται ἡ “ἔξ” ὡς μονο- σύλλαβος· τὸ γὰρ ἑξῆς ‘ἐκ Μυρμιδόνων.’
398. ἀφνειός] ἀναγκαίως, ἵνα μὴ ὡς ἄδοξος καὶ πένης εἰς τὴν
399. ὅτι τὸ ἕβδομον τῶν Ἕλλήνων ἐστράτευσεν εἰς Τροίαν.
ἓξ δέ οἱ υἷες ἔασιν, ἐγῶ δέ τοι ἕβδομός εἰμι] ἀπὸ τούτου στοχά- ζονται, ὅτι τὸ ἕβδομον τῶν Ἑλλήνων ἧκεν εἰς Τροίαν, κλήρῳ λαχόν.
400. τῶν μέτα παλλόμενος 〈κλήρῳ〉] ἀναστρεπτέον τὴν “μετά.”
ἐκλήρωσα.᾿
401. νῦν δ᾿ ἦλθον πεδίονδε] κατασκοπήσων μή τις ἐξ ὑμῶν ῇ
406. εἰ μὲν δὴ θεράπων] πρὸ πάντων πεύθεται περὶ τοῦ σώματος·
409. μελεϊστί] τινὲς οἰκτρῶς, οὐκ εὖ· μέλεον γὰρ ὁ ποιητὴς
411. οὔ πω τόν γε κύνες φάγον] παρέλκει τὸ “πώ·” οὐδὲ γὰρ
413. αὔτως ἐν κλισίῃσι] ὁμοίως τῷ ὅτε μετήλλαξεν.
ἐν κλισίῃσι] ἐν τῷ περιβόλῳ τοῦ ναυστάθμου.
414. οὐδέ μιν εὐλαί] πάντα μὲν διεξέρχεται ὅσα συμβαίνει
418. θηοῖο] δι᾿ ὄψεως θαυμάσειας, ὡς καὶ τὸ “οἳ καὶ θηήσαντο” (Il. 22. 370)· ἔστι δὲ διὰ τοῦ η· οἳ δὲ “θειοῖο.”
419. ἐερσήεις] δεδροσισμένος, ὑγρότητα ἔχων, οὐ κατεσκελετευ-
350, 1).
420. οὐδέ ποθι 〈μιαρός〉] οὐδὲ ἔν τινι μέρει μύσος ἔχων.
σὺν δ᾿ ἕλκεα πάντα μέμυκεν] παράδοξον· τὰ μὲν γὰρ τῶν
ζώντων ἕλκη μετὰ θάνατον μύει, τὰ δὲ μετὰ θάνατον γινόμενα σή-
πεται. §. ἀδύνατον νεκρῶν τραύματα μύειν, ὥς φησιν Ἀριστοτέλης
(fr. 167 R.) εἰρηκέναι Ὅμηρον “μῦσεν δὲ περὶ βροτόεσσ᾿ ὠτειλή·”
τοῦτο δὲ τὸ ἡμιστίχιον οὐδὲ φέρεται.
421. χαλκὸν ἔλασσαν] “οὐδ᾿ ἄρα οἵ τις ἀνουτητί γε παρέστη” (Il. 22. 371).
423. καὶ νέκυός περ ἐόντος] ὡς περισσὸς ὁ στίχος ἀθετεῖται.
ἐπεί σφι φίλος] οὐχ Ὀμηρικῶς κεῖται ἡ ἀντωνυμία· διὸ καὶ προηθετεῖτο.
425. ἦ ῥ᾿ ἀγαθόν] λείπει ‘ἦν.’
δῶρα διδοῦναι] ἐπλεόνασε τὸ υ διὰ τὸ μέτρον· ἢ τὸ διδόμεναι καθ᾿ ὑποστολὴν τοῦ μ συνήλειψεν.
426. εἴ ποτ᾿ ἔην γε] καθ᾿ ὃν ἦν χρόνον.
428. τῷ οἱ] τινὲς “τῶν οἱ” τῶν θυσιῶν δηλονότι.
καὶ ἐν θανάποιό περ αἴσῃ] καὶ Θεόπομπός φησιν Ἀλέξανδρον
Φεραῖον Διόνυσον τὸν ἐν Παγασαῖς, ὃς ἐκαλεῖτο Πελάγιος, εὐσεβεῖν
διαφόρως· καταποντωθέντος δὲ Ἀλεξάνδρου Διόνυσος ὄναρ ἐπιστάς
τινι τῶν ἁλιέων ἐκέλευσεν ἀναλαβεῖν τὸν φορμὸν τῶν ὀστῶν· ἢ δὲ
ἀπελθὼν ἐς Κραννῶνα τοῖς οἰκείοις ἀπέδωκεν· οἳ δὲ ἔθαψαν.
429. ἄλεισον] ποτήριον δίδωσιν, ὡς εὐφρανθεὶς παῤ αὐτοῦ τῷ
434. ὅς με κέλῃ] οὐ δι᾿ ὑπερηφανίαν ἀπωθεῖται τὴν δόσιν ὡς πλούσιος,
ἀλλὰ διὰ τὸ δέος Ἀχιλλέως· ἀπροφασίστως γὰρ ἀπωθεῖσθαι τὴν
χάριν ἄτοπον καὶ δωροδοκεῖν θεῷ 〈ἀτοπώτερον· ἄλλως τε καὶ παραι-
ρεῖσθαι ἔμελλε τὸ μέγιστον τῶν κομιζομένων Ἀχιλλεῖ· ἀδωροδοκή-
τως δὲ ὁδηγήσειν αὐτόν φησι διὰ τὸ“φίλῳ δέ σε πατρὶ ἐίσκω” (371).
παρὲξ Ἀχιλῆα] ἐκτὸς Ἀχιλλέως ἢ χωρίς, ὡς τὸ “μή με
παρὲξ ἄγε νῆα” (Od. 15. 200) καὶ “παρὲξ ἅλα φῦκος ἔχευαν”
(Il. 9. 7.).
435. δείδοικα καὶ αἰδέομαι] “ἵνα περ δέος, ἔνθα καὶ αἰδώς” (Cγbr. fr. 20 k.).
436. συλεύειν] ἀληθῶς, εἰ τῶν ἐκείνῳ φερομένων ὑφῃρεῖτο.
437. Ἄργὸς] τὸ Θεσσαλικόν. §. οὐ μόνον ἄχρι τῆς σκηνῆς
438. ἢ πεζός] ὑπερβολή· ἢ ἀντὶ τοῦ ‘καὶ ἐν νηί. πῇ δὲ καὶ πεζός’ ἢ ὡς ἂν εἴποις ‘πῇ δὲ καὶ πετόμενος, οὐ μόνον συμπλέων.’
439. * ὀνοσσάμενος] εὐτελίσας.
440. καὶ ἀναΐξας—ἅρμα] αἴξας ἀνὰ τὸ ἅρμα καὶ τοὺς ἵππους.
444. οἱ δὲ νέον περὶ δόρπα] καὶ πῶς ἄνω (363) Ἑρμῆς φησι “νύκτα δι᾿ ἀμβροσίην,” αὔξειν θέλων τὴν χάριν.
ἄλλως: οἳ δὲ νέον] ὡς “κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν” (Od. 3. 318) καὶ “θήσειν νέον ἡβώωντα” (Il. 9. 440).
δόρπα] ὡς λύχνα. τινὲς δὲ ἀπὸ τοῦ δρόψ, κακῶς.
446. ὤιξε θύρας καὶ ἀπῶσεν ὀχῆας] ἤλλαξε τὴν τάξιν.
ὤιξε θύρας] πύλας· οἱ μὲν παραπυλίδα, οἳ δὲ τὴν ἱππήλατον ἐξ
ἀριστερῶν τοῦ ναυστάθμου.
450. δοῦῤ ἐλάτης] κλάδους ἐλάτης.
451. λαχνήεντ᾿ ὄροφον] τινὲς ὀξυτόνως. ἔστι δὲ εἶδος καλάμου.
ἄλλως: λαχνήεντα] τινὲς δασύσκιον.
452. ἀμφὶ δέ οἱ μεγάλην αὐλήν] περὶ τὴν σκηνήν.
453. ἐπιβλής] ὡς προβλής. §. μοχλὸς δέ ἐστιν ἐπιβαλλόμενος
454. ἐπιρρήσεσκον] ἐπέκλειον, ἀπὸ τοῦ γινομένου 〈κατὰ〉 τὴν
* ἐπιρρήσεσκον] οὕτω, δι᾿ ἑνὸς σ.
455. κληῖδα θυράων] τὸν μοχλόν· τὰ γὰρ συνέχοντα ἐπικεκλεισ-
456. Ἀχιλεὺς δ᾿ ἄῤ ἐπιρρήσεσκε καὶ οἶος] μεγάλην τινὰ τὴν
Ἀχιλλέως ὑπεροχὴν ἐμφανίζει, εἴγε ὁ Διομήδης “χερμάδιον λάβε
χειρὶ —ὃ οὐ δύο ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσι (Il. 5. 302— 4).
ὁ δὲ Ἀχιλλεὺς ὃν τρεῖς Ἕλληνες ἀνέῳγον τοῦτον μόνος ἀνέῳγεν. ὡς
ἔοικεν οὖν, ἑξαπλάσιον τῶν νῦν ἐδύνατο, εἴγε όἳ μὲν κατὰ τοὺς αὐτοῦ
χρόνους πρὸς δύο τῶν νῦν ἰσχύουσιν, αὐτὸς δὲ τῶν τότε πρὸς τρεῖς.
ἐπι〈ρ〉ρήσεσκε] προσδεκτέον, ὅτι καὶ ἤνοιγεν.
548. ἐς δ᾿ ἄγαγεν] ἐπὶ ἀψύχων τὸ ἄγειν, εἰ μὴ ἄρα ἐπὶ τῇ ἁμάξῃ φησίν.
460. ἤτοι ἐγὼ θεός] ἀναγκαίως ἑαυτὸν ἐμφανίζει ἀπαλλαττό-
τοῖς οἴκτοις καὶ ἐσθίουσιν αὐτοῖς τὸν θεὸν οὐκ εὐπρεπές· ἄλλως τε
ὑπηνήτης ὢν ὑπόνοιαν ἐπιβουλῆς παρέσχεν ἂν Ἀχιλλεῖ.
ἄμβροτος] ὁ μὴ ἔχων βρότον ὅ ἐστιν αἷμα· “ἀναίμονές εἰσι καὶ
462. πάλιν εἴσομαι] εἰς τοὐπίσω.
462, 3. οὐδ᾿ Ἀχιλῆος ὀφθαλμοὺς εἴσειμι] ἀντὶ τοῦ οὐχ ἥξω εἰς
οἶκον Ἀχιλλεῖ.
469. Πρίαμος 〈δ᾿ 〉 ἐξ ἵππων ἆλτο] ἄμεινον “βαῖνε” γράφεται ἐπὶ τοῦ γέροντος. ἢ τῆς περιστάσεως οἰκεῖον τὸ “ἆλτ.”
471. ἰθὺς κίεν οἴκου] εὐθεῖαν ὡς ἐπὶ τὸν οἶκον.
472. ἐν δέ μιν αὐτόν] τὸ “μίν” κοινόν. τινὲς δὲ τὸ “ἐν” ἀντὶ
τοῦ ἔνδον, ὡς “Ἴλιον εἴσω (Il. 18. 439) ἀντὶ τοῦ εἰς.
474. Ἄλκιμος] κατὰ μεταπλασμὸν ὁ Ἀλκιμέδων, ὡς Μελάνθιος καὶ Μελανθεύς.
476. ἔσθων καὶ πίνων] τὸ ‘ἐσθίων’ οὐχ ὑποπίπτει μέτρῳ ἡρωικῷ·
φησὶ δὲ καὶ “ἔσθειν καὶ πίνειν” (Od. 5. 197) καὶ “ἔσθοντες
κρέα πολλὰ (Il. 8. 231). §. εἰ δὲ εὐτελεῖς οἱ στίχοι, καὶ ἄλλοι·
“τίπτε, Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ” (Il.18. 385)· “οὐδέ
κεν ἀμβαίη βροτὸς ἀνήρ, οὐ καταβαίη” (Od. 12. 77)· “ἡ δὲ
τετάρτη ὕδωρ ἐφόρει” (Od. 10. 358)· “τῷ δ᾿ ἄρα πέμπτῳ πέμπ᾿
ἀπὸ νήσου” (Od. 5. 263)· “ἵππους δὲ ξανθὰς ἑκατόν (Il. 11.
680). “ἔνθα μὲν οὔτε βοῶν” (Od. 10. 98). οὗτοι γὰρ πάντες, ὡς
Σέλευκος, ἔμμετρον λαλιὰν ἔχουσιν.
ἔτι καὶ παρέκειτο τράπεζα] ἀθετεῖται· οὐ γὰρ ἀφῃροῦντο αἱ
τράπεζαι παῤ αὐτοῖς, ἀλλὰ μέχρι 〈ἂν〉 ἀναστῶσιν ἔκειντο· φησὶ
γὰρ “αἳ δ᾿ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας” (Od. 19. 61).
ἢ τούτου ὡς πενθοῦντος ᾔρετο.
477. Πρίαμος μέγας] οὐ πρὸς ἔπαινον τὸ “μέγας,” ἀλλ᾿ ὅτι καὶ μέγας ὢν ἔλαθεν.
480. ὡς δ᾿ ὅταν ἄνδρα] ὡς εἰ φυγάς τις φονεὺς πάντας λαθὼν
εἰσέρχεται καθαρθησόμενος καὶ παρακάθηται τῇ ἑστίᾳ καὶ πάντες
ὁρῶντες καταπλήσσονται. ἴσως δὲ ἀναχρονισμός ἐστιν ὡς καὶ τὸ
“ἴαχε σάλπιγξ” (Il. 18. 219). τὸν δὲ καθαίροντα καὶ ἁγνίτην
ἔλεγον· ἡ δὲ παραβολὴ πρὸς τὸ αἰφνίδιον τῆς εἰσόδου.
484. ἐς ἀλλήλους δὲ ἴδοντο] τὸ παράδοξον τῆς εἰσόδου ἔδειξε διὰ τῶν ἀλλήλοις διανευόντων πόθεν καὶ τίς ὁ ξένος.
485. τὸν καὶ λισσόμενος] περισσὸς ὁ “καί·” τὸ δὲ ἑξῆς‘πρὸς τόν.’
486. μνῆσαι πατρός] πολεμίῳ διαλεγόμενος καὶ τῶν παίδων
τοῦ πατρὸς ὑπόμνησιν.
πατρὸς σοῖο] Ζηνόδοτος “σεῖο,” κακῶς.
θεοῖς ἐπιείκελ᾿ Ἀχιλλεῦ] ἀποτρέπει τῆς περὶ τὸν ἱκέτην ἀτιμίας·
487. τηλίκου, ὅσπερ ἐγώ] ἔδει ἐπαγαγεῖν ‘ἡλίκος ἐγώ.’ ἔστι δὲ ὡς τὸ “ὅσσον Φαίηκες περὶ πάντων ἴδριες—ὣς δὲ γυναῖκες ἵστῳ τεχνῆσ〈σ〉αι” (Od. 7. 108—110)· τινὲς δὲ λείπειν φασὶ τὸν καί, ἵν᾿ ᾖ‘ὥσπερ καὶ ἡμεῖς.’
ὥσπερ ἐγώ] Ζηνόδοτος πρεσβύτερον Πηλέα φησίν, εἴγε συστρα-
τεύσας Πηλεῖ Ἡρακλῆς ἀπέδοτο Ἡσιόνῃ μικρὸν ὄντα τὸν Πρίαμον.
488. καὶ μέν που κεῖνον] ἢ παρὰ τῶν Εὐρωπαίων τοῦτο μαθών φησιν, ἢ οἰκτιζόμενος· λέγει δὲ Ἄκαστον καὶ τοὺς υἱοὺς Ἄρχανδρον καὶ Ἀρχιτέλην· ἴσως δὲ παρὰ Ἀστεροπαίου πέπυσται νεωστὶ ἥκοντος ἐκ Παιονίας (Il. 17. 350), ἥτις ἐστὶ πλησίον Θετταλίας.
*καὶ μέν] ὁ “μέν” ἀντὶ τοῦ μήν.
ἀμφὶς ἐόντες] τινὲς “ἐόντος” ἀντὶ τοῦ χωρὶς σοῦ ὄντος. §.
490. σέθεν ζώοντος] ηὔξησε τὸν ἔλεον, εἴγε ὃ μὲν τὸν ἕνα ἔχει, B
ὃ δὲ 〈τῶν〉 ν΄ ἀφῄρηται.
495. * πεντήκοντα] Ἑλ〈λ〉άνικος νς΄.
496. ἐννεακαίδεκα] πιθανὸν μίαν τεκεῖν ιθ΄, οὐχ ὡς Βακχυλίδης (fr. 59 B.) ν΄ τῆς Θεανοῦς ὑπογράφει παῖδας.
ἄλλως: ἐννεακαίδεκα] λέγοντος Ἀχιλλέως “ὅς τοι πολέας τε
καὶ ἐσθλούς” (520).
497. ἔτικτον] καλὴ ἡ παράτασις· οὐ γὰρ εἶπεν ἔτεκον. ἔθος δὲ
πρεσβύτατον Πολίτην φασίν.
499. ὃς δέ μοι οἶος ἔην, 〈εἴρυτο δὲ ἄστυ καὶ αὐτούς〉] πρὸς τὸ
σῴζειν τὴν πόλιν καὶ ἓν πρᾶγμα δυσὶ περικοπαῖς πέφρασται, ὡς “τὸ
μὲν ἕλκος ἐτέρσετο, παύσατο δ᾿ αἷμα” (Il. 11. 267) ἀντὶ τοῦ
παυσαμένου τοῦ αἵματος ἐτέρσετο τὸ ἕλκος· “ἠρήσαντο, θεοῖσι δὲ
χεῖρας ἀνέσχον” (Il. 3. 318), ἀνασχόντες ηὔξαντο. ἢ ὅτι εἶπεν
“αἴ θ᾿ ἅμα πάντες Ἔκτορος ὠφέλετ᾿ ἀντί” (253)· καὶ ἡμεῖς
φαμεν ἕνα τὴν πόλιν πολίτην ἔχειν.
500. ἀμυνόμενον περὶ πάτρης] οὐ προκατάρξαντα πολέμου.
504. μνησάμενος σοῦ πατρός] ὡς ἱκανοῦ εἰς ἔλεον ἀπ᾿ αὐτοῦ
ἤρξατο καὶ εἰς αὐτὸν ἔληξεν. οὐκ ἀκριβολογεῖ δὲ περὶ τῶν δώρων· ᾖ
γὰρ ἂν ἔλυσε τὸ πάθος.
ἐλεεινότερος] καὶ ἐκεῖνος γὰρ καταπονεῖται· ἢ ἀντὶ ἁπλοῦ.
506. ἀνδρὸς παιδοφόνοιο] ταῦτα μὲν εἰς ὀργὴν ἄγοντα Ἀχιλλέα ἔδει κρύπτεσθαι, ἐκ δὲ τοῦ πάθους παρεσύρη εἰς τοῦτο.
χεῖῤ ὀρέγεσθαι] “χεῖρε” δυϊκῶς· εἶπε γὰρ “καὶ λάβε χεῖρας,
δεινὰς ἀνδροφόνους” (478)· θέλει δὲ εἰπεῖν, ὅτι ᾧ στόματι τὸν
υἱὸν ἐφίλουν, τούτῳ νῦν τὸν ἐκείνου φονέα· “ὀρεγέσθαι” δὲ ἀντὶ
τοῦ ἐκτείνειν πρὸς τὸ στόμα τὰς χεῖρας.
510. προπάροιθε ποδῶν—ἐλυσθείς] παρεθεὶς ἢ συνειληθείς ἢ κυλισθείς. ὅθεν καὶ “προελυσθείς” (?).
511. Ἀχιλλεὺς κλαῖεν] αὐτῷ γὰρ ἀναδιπλασιασθεὶς ὁ θρῆνος ἀντισηκωθήσεται τοῖς δάκρυσι Πριάμου· ἐποίει δὲ αὐτῷ τὴν ἑκατέρου μνήμην ἡ Ἕκτορος καὶ Πριάμου.
ἑὸν πατέρα] λείπει τὸ ‘ἄλλοτε μέν’ 〈τῷ〉 “ἄλλοτε δὲ—Πάτρο- κλον.”
512. δώματα] τὴν σκηνήν.
514. καί οἱ ἀπὸ πραπίδων ἦλθ᾿ ἵμερος ἡδ᾿ ἀπὸ γυ〈ί〉ων] ἀθετεῖ ὁ Θρᾷξ· ὁ γὰρ ἵμερος περὶ μόνην τὴν ψυχήν, γυῖα δὲ οὐχ ὅλα τὰ μέλη φησίν. εἰ μὴ λέγοι τις, 〈ὅτι〉 στερνοτυπεῖ. τοῦτο 〈δ᾿ 〉 οὐ γράφει.
515. χειρὸς ἀνίστη] παράδοξον τὸ τὸν ἐχθρὸν οὕτω χειραγωγεῖν
τὸν θυμὸν ἀνέντα.
523. κατακεῖσθαι] ἀποβάλλεσθαι μὲν γὰρ ἀδύνατον, δεῖ δὲ μὴ ῥιπίζειν τοῖς κλαυθμοῖς τὸ πάθος.
524. οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο] “πρῆξις”
526. ἀκηδέες] νῦν τὸ φύσει θεῖόν φησι, τοὺς δὲ ποιητικοὺς λυπου-
μένους εἰσάγει· καὶ Ἐπίκουρος ἐντεῦθέν φησιν (cf. fr. 352 Us.), ὅτι
τὸ ἀθάνατον καὶ ἄφθαρτον οὔτ᾿ αὐτὸ πρᾶγμ᾿ ἔχει οὔτ᾿ ἄλλοις παρέχει·
διὸ οὔτε ὀργαῖς οὔτε λύπαις συνέχεται. δηλοῖ δὲ καὶ τὸ ἀθεράπευτον.
527. δοιοὶ γάρ τε πίθοι] τοῦτο πρὸς παραμυθίαν τοῦ λέγοντος,
μέμφεται δὲ τὴν δόξαν Πλάτων ἐν β΄ Πολιτείας (p. 379) λέγων,
ὡς ὁ θεὸς ἀγαθόν, οὐδὲν δὲ ἀγαθὸν βλαβερόν· ὃ δὲ μὴ βλαβερόν.
οὐδὲ βλάπτει. ἔπλασεν οὖν ταῦτα ὁ ἥρως πρὸς παραμυθίαν Πριάμου.
πρὸς ταῦτά φησι Ζεὺς “ἐξ ἡμέων γάρ φασι κάκ᾿ ἔμμεναι· οἳ δὲ
καὶ αὐτοί” (Od. 1. 33).
*οὔδει] ἀπὸ μέρους τῷ οἴκῳ.
528. ἀδιαφόρως τῷ “ἕτερος” ποτὲ μὲν τὸ ἄλλος ἐπιφέρει, ὡς τὸ “ὅς χ᾿ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ” (Il. 9. 313). ποτὲ δὲ τὸ “ἕτερος·” “ἕτερον λενκόν, ἑτέρην δὲ μέλαιναν” (Il. 3. 103).
530. κακῷ—κύρεται] ὑπὸ κακοῦ κύρεται, ὡς “Τρωσὶ δαμείς,”
ἢ κακῷ συντυγχάνει, ὡς τὸ “αἰὲν ἐπ᾿ αὐχένι κῦρε” (Il. 23. 821).
532. κακὴ βούβρωστις] σύντονος ὀδύνη μεγάλως ἀναλίσκουσα·
ρῶντο τοῖς πολεμίοις, εἶναι δὲ αὐτῆς τὸ ἱερὸν ἐν Σμύρνῃ.
535. πάντας γὰρ ἐπ᾿ ἀνθρώπους ἐκέκαστο] παρὰ πάντας ἀνθρώπους.
536. ὄλβῳ] δύναται τῇ φρονήσει, εἴγε καὶ ἄνολβος ὁ ἀπαίδευτος.
541. γηράσκοντα κομίζω] ἀντὶ τοῦ γηροκομῶ.
544. ὅσσον Λέσβος ἄνω] ἀντὶ τοῦ ἀνά· τὸ δὲ ἑξῆς, ὅσσον Λέσβος
Μάκαρος] Ἡλίου καὶ Ῥόδου. φονεύσας τὸν ἀδελφὸν Τενάγην ᾤκει αὐτοῦ καὶ πόλιν ἀπὸ τῆς γυναικὸς Ἄντισσαν ὠνόμασεν. τινὲς δὲ (Hesiod. fr. 91 M.) αὐτὸν Κρινάκου τοῦ 'Υρ〈ι〉έως τοῦ Ποσειδῶνος καὶ Ἀλκυόνης, οἳ δὲ μητέρα αὐτοῦ Μιτυλήνην καὶ γυναῖκα Λέσβον.
545. καὶ Φρυγίη καθύπερθε] ἐξ ἀνατολῆς, ἐπεὶ ἔστιν ἄλλη Φρυγία μικρὰ ἀμπελόεσσα (Il. 3. 184) ἡ ἐπὶ Σαγγαρ〈ί〉ῳ·· καὶ παῤ Ἀθη- ναίοις γάρ εἰσι δύο δῆμοι Ποτάμιοι, ὧν ὃ μὲν καθύπερθεν, ὃ δὲ ὑπένερθεν ὀνομάζεται.
546. τῶν σε] οὕτω διὰ τοῦ ν, ἵν᾿ ᾖ τῶν οἰκούντων τὰς προειρη-
μένας πόλεις.
549. μηδ᾿ ἀλίαστον ὀδύρεο] ἀλύτως ἢ ἀνεκχωρήτως.
554. ἀκηδής] ἠμελημένος. ἢ κηδείας παῤ ἐμοῦ μὴ τυχών.
557. ἐπεί με πρῶτον ἕασας] ηὔφρανας ὡς “ἥσατο δ᾿ αἰνῶς”
(Od. 9. 353)· δασέως· ἔνιοι δέ φασιν ἐλλιπῆ εἶναι τὸν λόγον, τὸ δὲ
λεῖπον εἶναι ἐπεί με ἔασας ‘ἐς λόγους σοι ἐλθεῖν.’
559. ὑπόδρα ἰδών] ἀγριαίνεται, ὅτι νῦν αὐτὸν θέλει λαβεῖν, ὃ δὲ θεραπεῦσαι τὰ αἰκίσματα βούλεται, 〈ἢ〉 μὴ εἰς θρῆνον ἐλθὼν Πρίαμος ταράξῃ αὐτόν· ἢ ὅτι ὑπομιμνῄσκει αὐτὸν συνεχῶς Ἕκτορος καὶ τῆς ἔχθρας αὐτοῦ.
566. φυλακούς] ὡς μαλακούς· τινὲς δὲ ὡς ἀπὸ γενικῆς βαρύ- νουσιν· στρατηγικῶς δὲ ἀπολογεῖται ὑπὲρ τῶν φυλάκων.
〈φυλακούς〉] τὰ εἰς κος καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ α παρα- ληγόμενα προσηγορικὰ ἢ ἐπίθετα ὀξύνεται, ἀνακός φαρμακός φυλακός. τὰ γὰρ κύρια βαρύνεται Φύλακος Αὔλακος.
569. μή σε, γέρον] ἐγκλιτέον τὴν “σέ.”
ἄλλως: μή σε, γέρον] Ἀριστοτέλης( fr. 168 R.), φησὶν ἀνώμαλον εἶναι τὸ ἦθος Ἀχιλλέως, οἳ δέ, ὡς ἀποστῆσαι τοῦ οἴκτου τῇ καταπλή- ξει αὐτὸν θέλει, μὴ ἰδὼν Ἕκτορα θρηνήσῃ ἀκωλύτως καὶ ταράξῃ αὐτόν.
570. Διὸς δ᾿ ἀλίτωμαι ἐφετμάς] λείπει ἡ παρά, ἵν᾿ ᾖ τὰς παρὰΔιός.
571. ἔδδεισεν δ᾿ ὁ γέρων 〈καὶ ἐπείθετο〉] ἐξ ἀμφοῖν ἕν, δείσας
ἐπείσθη.
572. οἴκοιο] καταχρηστικῶς τὴν κλισίαν δῶμα (512) οἶκον (470) δόμον (673) εἶπεν.
λέων ὥς] πρὸς τὸ εὐκίνητον, ὅπως καταπλήξῃ Πρίαμον.
577. *τοῖο] τούτου. 〈λείπει〉 δὲ τὸ ‘τοῦ’ ἄρθρον.
578. δίφρου] εὐτελοῦς· ὁ γὰρ πολυτελὴς θρόνος· καὶ “δίφρον ἀεικέλιον καταθείς” (Od. 20. 259).
ἐυσ〈σ〉ώτρου] ἀντὶ τοῦ εὐξέστου, εὖ σευομένης, οἳ δὲ εὐτρόχου, ἀπὸ τῶν εὖ σευομένων.
579. ᾕρεον] δασέως, ἵν᾿ ᾖ ἀφῄρουν· τὸ δὲ ψιλὸν ἤειρον.
580. δύο φάρεα] ἔθος τοὺς νεκροὺς δυσὶν καλύπτειν ἐσθῆσιν,
ὅπως τὸ μὲν ἄνω τὸ δὲ κάτω σχῆμα. §. λαμβάνει (579) δὲ δῶρα
581. νέκυν πυκάσας] ὥστε ἀθεώρητον εἶναι τῷ πατρι.
584. χόλον οὐκ ἐρύσαιτο] Ῥιανὸς “κόλον,” οἳ δὲ “κόπον,”
589. λεχέων ἐπέθηκεν ἀείρας] ἐμεμάρα〈ν〉το γὰρ ὁ θυμός. οὐκ
592. μή μοι, Πάτροκλε] ὡς πρὸς παρόντα διαλέγεται τὸν Πάτρο-
κλον οἰκτιζόμενος.
σκυδμαινέμεν] τοῦτο σκυδάζειν Σοφοκλῆς φησιν ἐν τῷ Αἴαντι(722).
594. ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα] τινὲς ἀθετοῦσιν· τὴν
ἔθος τοὺς φόνους ἐπὶ χρήμασι λύειν, “καί ῥ᾿ ὃ μὲν ἐν δήμῳ μένει
αὐτοῦ πόλλ᾿ ἀποτίσας” (Il. 9. 634), “καὶ μέν τις τε κασιγνήτοιο
φόνοιο ποινήν” (ib. 632).
595. καὶ τῶνδ᾿ ἀποδάσσομαι] ὅτι καὶ μετὰ ταφὴν ἀπένεμονχρή ματα.
598. τοίχου τοῦ ἑτέρου] τοῦ ἐναντίου.
601. ὄψεαι αὐτὸς ἄγων] οὐκ ἐν τῇ σκηνῇ, ἀλλὰ καθ᾿ ὁδόν·
602. **τὴν Νιόβην οἳ μὲν Πέλοπος, οἳ δὲ Ταντάλου. γυναῖκα
δὲ οἳ μὲν Ἀμφίονος, οἳ δὲ Ζήθου, οἳ δὲ Ἀλαλκομενέω〈ς〉. ἐκαλεῖτο
δὲ παρὰ Λυδοῖς Ἐλύμην. ἡ δὲ συμφορὰ αὐτῆς, ὡς μέν τινες, ἐν
Λυδίᾳ, ὡς δὲ ἔνιοι, ἐν Θήβαις· Σοφοκλῆς ⌈δὲ⌋ (p. 181 N.) τοὺς μὲν
παῖδας ἐν Θήβαις ἀπολέσθαι, νοστῆσαι 〈δὲ〉 αὐτὴν εἰς Λυδίαν.
ἀπώλετο ⌈δέ⌋, ὥς τινες, συνεπι⌈ορ⌋κήσασα Πανδάρ⌈ῳ⌋ περὶ τοῦ κυνός,
ὡς δὲ ἔνιοι, ἐνεδρευθεῖσα ὑπὸ τῶν Σπαρτῶν ἐν Κιθαιρῶ⌈νι⌋. οἳ δὲ
καὶ γάρ τʼ ἠύκομος Νιόβη] τινὲς ἧττον τὸ κατὰ Νιόβην φασίν·
οὗτος γὰρ ν΄ ἀπώλεσεν. ἀλλʼ οὐχ ἅμα πάντας· ἐκείνη δὲ ἄρδην.
604. *υἱέες] “υἱέες” καὶ “υἱεῖς” διχῶς.
605. τοὺς μὲν Ἀπόλλων] ῥητορικῶς ἀνέστρεψε τὴν διήγησιν. 〈ἔ〉φαγε γὰρ καὶ Νιόβη. τίς αὕτη; ἀπολέσασα δώδεκα παῖδας. ὑπὸ τίνος; ὑπὸ Ἀπόλλωνος. διὰ τί; διʼ ὑπερηφανίαν.
τοὺς μὲν Ἀπόλλων] ἴσως ὑπὸ λοιμοῦ ἀπολόμενοι ἐνομίσθησαν οὕτω τεθνάναι. Ἱπποκράτης δὲ ἐν τῷ περὶ ὀξέων παθῶν (π. διαίτης ὀξέων c. 17) φησιν ὡς τοὺς 〈ὑπὸ〉 ὀρθοπνοίας καὶ ῥέγκους ἀπολ- λυμένους ᾤοντο βλητοὺς εἶναι, καθὸ τούτων μετὰ θάνατον ἡ πλευρὰ 〈πελιὰ〉 εὑρίσκεται διὰ τὸ μὴ ἀπηλλαγμένους τῶν ὀδυνῶν τελευτᾶν.
608. ἣ δʼ αὐτή] αὐτὴ δέ. ὡς “ὃ δʼ ἐρεύγετο” (Od. 9. 374) ἐρεύγετο δέ. ἰδία δὲ ἡ μεταστροφή· οὐκ εἶπε γὰρ ‘ἑαυτὴν δὲ τετοκέναι πολλούς.ʼ
610. κέατʼ ἐν φόνῳ] τῷ τόπῳ οὗ ἐφονεύθησαν.
611. λαοὺς δὲ λίθους ποίησε] ἀσυμπαθεῖς· ὠργίζοντο γὰρ αὐτῇ,
ἐπεὶ διὰ τὴν αὐτῆς ἀσέβειαν ἀπώλοντο ἄν. πολλάκις γὰρ καὶ
σύμπασα πόλις.
612. θάψαν θεοί] ταῦτα πρὸς τὸ μὴ ἀμελεῖν κηδείας, εἴγε καὶ θεομισεῖς ὄντας ἔθαψαν.
613. ἣ δʼ ἄρα σίτου μνήσατο] οὐκ ἄρα ἐλιθώθη καθʼ Ὅμηρον·
Λυδοὶ δέ φασιν, ὅτι Ἀσσωνίδης ἐρασθεὶς αὐτῆς καὶ μὴ πεισθείσης
614— 617. νῦν δέ που ἐν πέτρῃσιν—] ἀθετοῦνται δ΄· πῶς γὰρ ἡ
ποιεῖ; πῶς τε λίθος οὖσα κήδεα πέσσει:
615. Σιπύλῳ] πόλις Λυδίας ἐστίν· καὶ Πίνδαρος (Ol. 1. 24)
φησίν. Ῥέα γὰρ φοβηθεῖσα τὰς ἀπειλὰς Κρόνου σὺν ταῖς θυγα-
τράσιν ᾤκισε Σίπυλον κρυφίως, καὶ ἱερὸν αὐτῆς ἐκεῖ.
616. αἵ τ᾿ ἀμφ᾿ Ἀχελώιον ἐρρώσαντο] φιλοσόφως· ἐρρωμένην
ἄλλως: αἵ τ᾿ ἀμφ᾿ Ἀχελώιον] τινὲς “αἵ τ᾿ ἀμφ᾿ Ἀχελήσιον”
Πανύασσις (fr. 17 K.). Οἳ δὲ “Ἀχελώιον” ὁμώνυμον τῷ Αἰτωλῷ.
εἶναι δὲ καὶ ἄλλον περὶ Δύμην τῆς Ἀχαίας, καὶ ἄλλον περὶ
Λάρισσαν τῆς Τρῳάδος. καὶ πᾶν ὕδωρ Ἀχελῷόν φασιν· ὁ γὰρ ἐν
Δωδώνῃ θεὸς παρῄνεσεν Ἀχελῴῳ θύειν· ὅθεν καὶ Ἀθηναῖοι καὶ
Διδυμαῖοι καὶ Ῥόδιοι καὶ Σικελιῶται αὐτὸν τιμῶσιν. Ἀκαρνᾶνες
δὲ καὶ ἀγῶνα αὐτῷ ἐπιτελοῦσιν.
617. κήδεα πέσσει] ἀκύρως· πῶς γὰρ ἡ λίθος “πέσσει;” καί,
δάκρυα καὶ πρὸς ἄρκτον ὁρᾷ.”
618, 19. μεδώμεθα—σίτου] χαρίεις ὁ συνδειπνῶν πρὸς ἀνάκτησιν τοῦ γέροντος, καίτοι προδειπνήσας.
619. σίτου] ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον.
628. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον] ἰδίως χρῆται
τῷ στίχῳ· καὶ γὰρ ὃ μὲν ἐκεκόρεστο, Πρίαμον δὲ οὐκ εἰκὸς ἦν εἰς
κόρον δειπνεῖν.
630. ὅσσος ἔην οἷός τε] “ὅσ〈σ〉ος” ἐπὶ μεγέθει, “οἷος” ἐπὶ κάλ〈λ〉ει. ταῦτα δὲ πρὸς ἔκπληξιν τῶν ἀκροατῶν.
632. καὶ μῦθον ἀκούων] ἀπὸ κοινοῦ ‘ἀγαθόν.’ φησὶ γοῦν περὶ
αὐτοῦ “θεόφιν μήστωρ ἀτάλαντος” (Il. 7. 366).
635. λέξον δή με] κλῖνον, κοίμισον· ἡ γὰρ διὰ χρόνου τροφὴ εἰς ὕπνον αὐτὸν καλεῖ.
636. ὕπνῳ—ταρπώμεθα] Ἀρίσταρχος “παυσώμεθα” ἀναπαυσώ-
μεθα· οὐ γὰρ εὔκαιρον τὸ ταρπώμεθα·” ἢ ἐπεὶ μετὰ ιβ΄ ἀύπνους
ἡμέρας τέρψιν αὐτῷ μέλλει ἐπαγαγεῖν ἡ νύξ.
637. 〈οὐ γάρ πω〉 μύσαν ὅσσε] “οὐ γάρ” ὑπερβολικῶς· οὐ γὰρ ἔνδεκτον· λείπει οὖν τὸ ‘ὡς πάλαι·’ ἢ διάφορα ἦν τὰ πάλαι σώματα· καὶ Ὀδυσσεὺς κυβερνῶν τὴν σχεδίαν ιζ΄ ἡμέρας ἀγρυπνεῖ (Od. 5. 278) καὶ ἄλλας τρεῖς (ib. 388) νήχεται.
639. κήδεα μυρία πέσσω] ὑπὸ πολλῶν κακῶν ἀναλίσκομαι.
640. αὐλῆς ἐν χόρτοισι] Δίδυμός φησιν, ὅτι χόρτῳ ἀντὶ τειχίων ἐχρῶντο.
648. ἐγκονέουσαι] τὸ πονεῖν Ἰακῶς κονεῖν φησιν, ὡς πόθεν κόθεν.
650. ἐκτὸς μὲν δὴ λέξο] ἀφίστησιν αὐτὸν ἀμάρτυρον θέλων ἔχειν
τὴν νυκτερινὴν παρρησίαν πρὸς συνουσίαν, καθάπερ ἡ μήτηρ παρῄνεσεν
ἀπελθεῖν.
657. ποσσῆμαρ μέμονας] ἅπαξ πεισθεὶς δίδωσι τὸν νεκρὸν καὶ
τοῦ ποσσήμερον.
*ποσσῆμαρ] ἐπίρρημα ποσότητος
660. * τάφον] τὴν κηδείαν.
663. ἀξέμεν] λείπει τὸ ὥστε. §. καὶ ἐπὶ ξύλων δὲ τὸ ἄγειν.
μάλα δὲ Τρῶες] Δίδυμος “μάλα γάρ” οὐ “δέ.”
664. ἐννῆμαρ—γοάοιμεν] φιλοπενθὲς γὰρ τὸ βάρβαρον· ἢ ἅμα
665. δαίνυτο] τινὲς προπερισπῶσιν ἐκ τοῦ δαινύοιτο.
667. εἴ περ ἀνάγκη] ὡς ἀπειρηκὸς τῷ χρόνῳ καὶ ταῖς συμφοραῖς·
671. * καρπῷ] πρὸς πίστιν ἡ δεξιά.
673. *προδόμῳ] τῇ αἰθούσῃ.
674. πυκινὰ—μήδε᾿ ἔχοντες] τοῦτο ἐν τῷ καθόλου, οὐ τότε μόνον.
680. ὅπως Πρίαμον βασιλῆα] δεῖ οὖν καὶ ἡμᾶς δεομένους τοῦ
681. ἱεροὺς πυλαωρούς] πιστούς, ἢ σωτῆρας· καὶ “φυλάκων
ἱερὸν τέλος” (Il. 10. 56). §. καὶ ὑπὲρ τὴν πρόσταξιν δὲ Διὸς ποιεῖ
ἐλεῶν τὸν γέροντα, ὥς που φησὶν “ἀνδρὶ ἑτα〈ι〉ρίσσαι” (335).
686. σεῖο δέ κεν ζῳοῦ] ταῦτα ἐπίτηδες πρὸς ἀποτροπὴν τοῦ
699. ἀλλ᾿ ἄρα Κασάνδρη] διὰ τὴν συμπάθειαν, ὡς Νέστωρ 〈οὐ〉
ἰκέλη —Ἀφρο〈δί〉τῃ] κατ᾿ ἐπιφορὰν εἴρηται· ἔδει γὰρ παρθένον Ἀρτέμιδι εἰκάζειν, ὡς Ναυσικάαν (Od. 6. 102).
701. ἑσταότα] Ἀρίσταρχος “ἑστεῶτα·” διχῶς δὲ ὁ ποιητής
φησιν.
703. πᾶν κατὰ ἄστυ] ἡ χαρὰ γὰρ ἰσχὺν δίδωσιν· ἐχάρη δὲ ἰδοῦσα τὸν νεκρὸν ἀπροσδοκήτως ἀγόμενον.
704. ὅψεσθε] ὡς “ἄξετε δὲ Πριάμοιο βίην (Il. 3. 105) καὶ “οἴσετε δ᾿ ἄρνε” (ib. 103).
706. χαίρετε] συγχαίρετε· ἢ τὸ “ζώοντι” (705) ἀντὶ τοῦ ζώοντος.
707. οὐδέ τις αὐτόθι —λίπετο] ἐναργῶς συγχαίρουσαν ἐποίησεν ἐπὶ 〈τῇ〉 παραδόξῳ θέᾳ τοῦ νεκροῦ καὶ σωτηρίᾳ τοῦ βασιλέως.
711. τιλλέσθην] ἑαυτὰς καὶ τὰς ἰδίας κεφαλάς.
720. ἀοιδούς] θρήνων, θρηνῳδούς· δεινοπενθεῖς γὰρ βάρβαροι.
§. ἀθετητέος δὲ ὁ Μουσῶν ἐπ᾿ Ἀχιλλεῖ θρῆνος.
721. ἐξάρχουσ᾿ ] ἐπιλεγόντων δηλονότι τῶν ἄλλων.
725. ἀπ᾿ αἰῶνος νέος ὤλεο] νέος ἐξεκόπης τῆς ζωῆς.
ἄλλως: νέος ὤλεο] οὕτως· Ζηνόδοτος δὲ “νέον.”
ἄλλως: νέος ὤλεο] ἀπὸ οἰκτροῦ ἤρξατο· τοὺς γὰρ ἀποθανόντας
ἐν γήρᾳ τοὐναντίον καὶ εὐδαιμονίζομεν.
730. ἔ〈χε〉ς δ᾿ ἀλόχους] ἠτυμολόγηκε τὸ ὄνομα Ἕκτορος.
731. νηυσὶν ὀχήσονται] ἐπὶ νηῶν ο〈ἰ〉χήσονται.
732. *καὶ μὲν ἐγώ] καὶ μὴν ἐγώ.
734. ἀεθλεύων πρὸ ἄνακτος] κακοπαθῶν ὑπὲρ δεσπότου. καὶ
Πίνδαρος (Pyth. 4. 41) ‘λυσίπονοι θεράποντες·’ ὑπὲρ ἐκείνων γὰρ
735. ῥίψει χειρὸς ἑλών] ἢ στοχάζεται, ἢ ὡς ἔθους ὄντος τοὺς μὴ
δυναμένους δουλεύειν παῖδας ῥίπτεσθαι. οἳ δὲ νεώτεροί φασιν αὐτὸν
οἰκιστὴν ὕστερον γεγενῆσθαι Τροίας καὶ ἄλλων πόλεων.
*λυγρὸν ὄλεθρον] ἀντὶ τοῦ λυγρῷ.
739. πατὴρ τεός] νῦν περὶ αὐτοῦ, εἶτα ἀποστρέφει τὸν λόγον
741. ἀρητὸν δὲ γόον] ἐπικατάρατον ἢ ἐπιβλαβῆ ἢ ἀείρρητον.
744. οὐδέ τι μοι εἶπες—ἔπος] ταῦτα βιωτικά· γλυκὺ γὰρ
ἄλλως: οὐδέ τι μοι εἶπες πυκινὸν ἔπος] τὸ πρὸς τὴν βιωτικὴν
746. ἐπὶ δὲ στενάχοντο γυναῖκες] οὐ μετὰ τὸ θρηνῆσαι, ἀλλὰ
σὺν αὐτῇ. οὐκ ἡδύνατο δὲ πάντα ὑφ᾿ ἓν εἰπεῖν.
ἄλλως: ἐπὶ δὲ στενάχοντο γυναῖκες] οὐ μόνον αἱ γυναῖκες· πλείονα γὰρ ἐκίνησεν οἶκτον· ἐπὶ πλείστῳ δὲ ἐλέῳ καταστρέφει τὴν Ἰλιάδα· ὅθεν καὶ οἱ ῥήτορες ἐν τοῖς δικανικοῖς ἔσχατον τιθέασι τὸν οἶκτον ὡς κινοῦντα τὸν ἀκροατήν.
749. ἦ μέν μοι] περισπαστέον τὸν “ἦ.”
ἄλλως: μέν μοι] τῷ “μέν” ἀποδίδωσι τὸν “δέ” (750).
750. οἳ δ᾿ ἄρα σεῦ κήδοντο] οὐ πρὸς τὸ ῥητὸν ὑπήντησεν, ἀλλὰ πρὸς τὴν διάνοιαν· οὐ γὰρ εἶπε τὸ ‘καὶ τεθνηκὼς πάλιν αὐτοῖς φίλος εἶ᾿ . περισσὸς ὁ “πέρ.”
752. πέρνασχ᾿ ] ἐξηγεῖται τὸ πέρνασκε” διὰ τοῦ “πέρην
753. ἀμιχθαλόεσσαν] κατὰ Κυπρίους εὐδαίμονα. οἳ δὲ πετρώδη
ἢ ἄμικτον Τρωσὶ διὰ τὸ Εὔνεω (Il. 7. 468) εἶνα· οἳ δὲ ὀμιχλώδη
καὶ ἀπροόρατον τοῖς πλέουσι διὰ τὰ ἐργαστήρια Ἡφαίστου· “εἴ κεν
ἀμιχθαλόεσσαν ἀπ᾿ ἠέρος ἠὲ θαλάσσης” (fr. an. 345 apud
Schneider. Call. II p. 777).
ἄλλως: ἀμιχθαλόεσσαν] Ἀντίμαχος “μιχθαλόεσσαν.”
757. νῦν δέ μοι ἑρσήεις] ὅσῳ εὐσεβὴς ὁ τεθνεὼς δείκνυται, τοσούτῳ ὁ θρῆνος αὔξε〈τα〉ι.
πρόσφατος] νεωστὶ πεφονευμένος. ἄμεινον δὲ τὸ νεωστὶ πεφασ-
759. ἀγανοῖσι βέλεσ〈σ〉ιν] πρᾴοις διὰ τὸ ἀνώδυνον. ἢ παρὰ τὸ
764. ὤφελλ᾿ ἀπολέσθαι] “ὤφελλον ὀλέσθαι” οὕτως, ἵν᾿ ᾖ ὅμοιον τῷ “ὡς μ᾿ ὄφελ᾿ ἤματι τῷ” (Il. 6. 345).
765. εἰκοστὸν ἔτος ἐστί] δέκα γὰρ ἔτη ἐστρατολόγουν, “καμέτην
δέ μοι ἵπποι λαὸν ἀγειρούσῃ (Il. 4. 27)· καὶ γὰρ ἤκουον τὴν ἰσχὺν
τῶν Τρώων—“καὶ γὰρ Tρῶάς φασι μαχητάς” (Od. 18. 261) —
καὶ πλοῦτον “καὶ σέ, γέρον, τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι”
(543). τὰ δὲ δέκα ταῦτα ἔτη παρεχείμαζον. ὅθεν πού φησιν
“ἐεικοστῷ ἐνιαυτῷ” (Od. 2. 175), ἴσως Ἁλιθέρσου τῇ ὑστάτῃ
παραχειμάσει τοῦτο εἰπόντος. διὰ τοῦτο οἳ μὲν μόγις ἐστράτευον,
ὡς Ὀδυσσεύς, οἳ δὲ παρῃτοῦντο, ὡς Ἐχέπωλος (Il. 23. 296). οἵ τε
Ἀτρεῖδαι δι᾿ ἑαυτῶν ἐπρέσβευον, τῇ δὲ τοὺς περὶ Νέστορα ἔπεμπον.
γεγέννηται οὖν ὁ Νεοπτόλεμος περὶ τὴν πρώτην ἔξοδον, ὡς εἶναι
αὐτὸν ιη΄ ἐνιαυτῶν· 〈ὁμοίως〉 Τηλέμαχος Πεισίστρατος Μεγα-
πένθης Ὀρέστης. παρεχείμαζον οὖν ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς
Αὐλίδα ἀφικνοῦντο. τότε ἴσως καὶ Σκῦρον ἑλὼν Νεοπτόλεμον
ἐποίησεν Ἀχιλλεύς.
ἄλλως: εἰκοστὸν ἔτος] ψευδές· οὐ γὰρ εἰκοστὸν ἔτος δύναται
εἶναι ἐξ οὗ εἰς τὸ Ἴλιον ἦλθεν Ἑλένη, εἴγε δεκαετὴς μὲν ἡ τοῦ
πολέμου παρασκευὴ ὁμολογεῖται γεγονέναι, εἰκοστῷ δὲ Ὀδυσσεὺς
ἐνιαυτῷ εἰς τὴν Ἰθάκην ἐπανελήλυθε πολὺν ἐν τῇ πλάνῃ ἐνδιατρίψας
χρόνον· ῥητέον δὲ ὅτι δέκα ἔτη ἐστρατολόγουν, χειμάζοντες ἐν ταῖς
ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνούμενοι, νῦν 〈δ᾿ 〉 εἰκοστὸν ἔτος
ἐστὶν ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης. ἐπὶ δὲ Ὀδυσσέως τὰ δέκα ἔτη
τῆς στρατολογίας οὐκ ἀριθμητέον.
766. καὶ ἐμῆς ἀπελήλυθα πάτρης] ἔδει ‘ἀπὸ τῆς ἐμῆς ἤλυθον πατρίδος.’
767. ἀλλ᾿ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος] φησὶ γὰρ “οὔ τι μοι
αἰτίη ἐσσί” (Il. 3. 164)· ἄτοπόν τε ἐῶντα τὸν αἴτιον τὴν ἀναίτιον
B= μέμφεσθαι. §. λεληθότως δὲ ἐσήμανεν, ὡς οἱ φρόνιμοι Τρώων πρὸς
τιμῆς ἔχεῖν ἡγοῦντο τὴν Ἑλένην καὶ διὰ τοῦτο οὐκ ἀπεδίδοσαν.
773. καὶ ἔμ᾿ ἄμμορον] ἐμαυτήν· οἳ δὲ γράφουσι “καὶ ἐμὸν μόρον.”
777. λαοῖσιν δ᾿ ὁ γέρων] διὰ τὸ ἔντιμον, ὡς “Νέστωρ δ᾿ ὁ
784. ἀγείνεον ἄσπετον ὕλην] ἅμα καὶ εἰς πολιορκίαν αὐτὴν ταμιεύοντες.
793. ὀστέα] ὡς “χάλκεα” τινές· ἄμεινον δὲ παροξύνειν.
795. ἐς λάρνακα θῆκαν] τὴν σορὸν λάρνακα εἶπεν.
796. καλύψαντες] τινὲς “καθάψαντες.”
799. σκοποὶ εἵατο] στρατηγικὸν τὸ μὴ ταῖς σπονδαῖς πιστεύ-
804. ὣς οἵ γ᾿ ἀμφίεπον] Μενεκράτης φησὶν αἰσθόμενον ἑαυτοῦ
Ὀδυσσεύς, ἃ δὲ Νέστωρ καὶ Μενέλαος, ἃ δὲ Δημόδοκος κιθαρίζων,
φησίν, ἄλλως τε πολιορκίαν μακρὰν οὐκ ἄξιον διηγεῖσθαι. §. τινὲς
γράφουσιν “ὣς οἵ γ᾿ ἀμφίεπον τάφον Ἕκτορος· ἦλθε δ᾿ Ἀμαζών,
Ἄρηος θυγάτηρ μεγαλήτορος ἀνδροφόνοιο.”
ὣς οἵ γ᾿ ἀμφίεπον τάφον] Ἀττικοὶ τὸ περίδειπνον “τάφον”
λέγουσιν· Πολύιδος δὲ τὸ μνημεῖον (cf. fr. lyr. gr. III p. 632 B.).
Ὅμηρος διαλέκτῳ κέχρηται Ἰάδι, καθάπερ καὶ πάντες ἢ οἱ πλείους τίῶν ποιητῶν
1. ∗∗ ἄειδε] ⌈ἀπὸ τοῦ εἴδω τοῦ σημαίνοντος⌋ ἐπίσταμαι, καὶ μετὰ τοῦ 〈ᾱ〉 ἐπιτατικοῦ ἀείδω, τὸ λίαν γινώσκω
** Πηληιάδεω] Ἰωνικῶς
3. τὸ “Ἄιδι ” κατὰ μεταπλασμόν· Ἀΐδης Ἀΐδη, ὥς φησιν Ἠρω- διανός προΐαψεν] ἵπτω καὶ κατὰ πλεονασμὸν ἰάπτω
4. τεῦχε] ἀφῃρέθη τὸ ε κατὰ Ἴωνας
5. οἰωνοῖσι] ⌈κόραξιν⌋ ἢ γυψίν A= 8. σφῶε] προσώπουτρίτου ξυνέηκε] Ἀττικῶς τὸ σ εἰς ξ
9. προσωπ] οποία· ἡ Μοῦσα ἀπεκρίν⌋ατο
10. ἀνὰ στρατὸν ὦρσε] ἔπεμψεν εἰς στρατόν ὀλέκοντο] Ἴωνες οὺκ αὔξουσιν
11. ἀρητῆρα] παρὰ τὸ ἀρὰ ἡ ⌈βλάβη⌋, ἢ παρὰ τὸ ⌈αῖρειν⌋ τὰς χεῖρας ἄνω
13. ἀπερείσια] ἄπειρα ἄπερα, καὶ κατὰ Ἀττικὴν ἐπαύ⌈ξησιν⌋
16. δύω] Ἀττικόν ἐστι δύο
21. ἁζόμενοι] ἄζω δὲ τὸ ξηραίνιω ψιλοῦται
23. ἀγλαά] εἰς ⌈ἃ⌋ ἀγάλλεταί τις δέχθαι] ⌈ἀπὸ τοῦ⌋ δέχεσθαι “δέχθαι ”
24. ήνδανε] ἐκ τοῦ ἥδω τὸ εὐφραίνομαι· ὅθεν καὶ δασυντέον. πλεονασμὸς ἁνδάνω A—
26. κίχω “κιχείω” 28. μή νυ τοι σὺ] μὴ οὺκ ἄν σοι
χραίσμ] ἀπὸ τοῦ χρήσιμος γέγονε, καὶ συστολῇ τοῦ ἡ εἰς ὰ
καὶ μεταθέσει τοῦ ἱ χραισμῶ
στέμμα] δάφνινον.
29. καὶ γῆρας] τὸ “καί” παρέλκει κατὰ Ἀττικούς
30. πάτρης] τῆς ἰδίου
31. ἀντιόωνται] πλεονάζουσι τῷ ο οἱ ποιηταί
32. σαώτερος] ἤτοι σῶος. συγκριτικὸν ἀντὶ ἁπλοῦ A+ νέηαι] συστολῇ τοῦ ῑ 33. ἔδδεισεν] Αἰολικόν
34. βῇ] ἀφαίρεσις· καὶ ἔστι τῶν Ἴώνων
35. ἀπάνευθε] ἰωνίζον 39. χαρίεντα] τὸν εὔχρουν, τὸν καλόν ἔρεψα] ἐστεφάνωσα
41. 〈ἐέλδωρ〉 ⌈παρὰ⌋ τὸ ἔρδειν πρὸς ἑαυτὸν καὶ ἕλκειν, ἢ παρὰ τὸ ἔλθω
42. τὰ ἐμὰ δάκρυα οῦτω ⌈τίσαι⌋εν τοῖς σοῖς βέλεσσιν
56. ∗∗ κήδετο ἡ Ἥρα τῶν Δαναῶν, ὅτι τὸ Ἀργὸς ἕλον ἱερὸν αὐτῆς,
ἄλλως τε καὶ ἦν ὑβρισθεῖσα ὑπὸ Ἀλεξάνδρου, ὡς καὶ ἡ Ἀθηνᾶ ἐν
τῇ τοῦ μήλου κρίσει A+
ὁρᾶτο] Ἰωνικῶς
57. ∗∗ἤγερθεν] ἐγείρω ἐγερῶ, ὁ παρακείμενος ἤγερκα, ὁ παθη- τικὸς ἤγερμαι, ὁ ἀόριστος ἠγέρθην, τὸ τρίτον τῶν πληθυντικῶν ήγερθεν Αἰολικῶς ἢ Δωρικῶς
58. τοῖσι] ἐν αὑτοῖς
62. μάντι] ἀπὸ τοῦ μῶ τὸ ζητῶ· ἄ μν. γἀρ ἡιμ τοῦτον λέγει
63. καὶ γάρ τʼ ὄναρ] ᾖ τι ὄναρ —σὺ γὰρ πᾶν—ἢ τὸ ὄναρ τὸ ἐμ- φαινόμενον τῷ ὀνειροπόλῳ
64. ἐχώσατο] ἀπὸ τοῦ χέω χώω ὁ μέλλων χώσω
66. τελείων] ἤτοι τῶν ἠλικί, ὁλοκλήρων· λελωβημένον γἀρ σὺ θύεται A—
70. *ἀπὸ τοῦ ῇδεα “ῆδη” ὅς ῃδη] τὸ ος κοινὴ συλλαβή τὰ νῦν, τὰ μέλλοντα, τὰ παρρχηκότα A=
72. ἐυφρονέων] ἤτοι μάντις
ἢ ἐκ παραλλήλου τὸ αὑτό, ἢ τὸ “ἀγορήσατο” ἀντὶ τοῦ ἀπλῶς
εἰπὲν, τὸ δὲ “μετέειπεν” κατὰ λεπτὸν ἐξηγήσατο. ὁ δὲ Πορφύριος
τὸ μὲν “ἀγορήσατο” ὅτι εἶπεν (ὰ ἐγέν⌋ετο, τὸ δὲ “μετέειπεν ” [ἃ]
μετἀ ταῦτα ὤφεαιλε γενέσθαι
75. τοίγαρ] δή
78, ∗∗χολωσέμεν] τῶν Δωριέων· ἐκενοι γὰρ τὰ εἰς ειν ⌈εἰς εμ⌋- εν μεταποιοῦσι, τύψειν τυψέμεν· οἱ δὲ Αἰολεῖς εμεναι λέγουσιν
80. 〈χέρηι〉] χερείων χερεί⌈ονον⌋ χερείονι χερ⌈ίι· δἰ⌋ σῦν ἐπαλ- ληλίαν τῶν δύο τι τροπῇ τοῦ ⌈ἑνὸς εἰς ῇ “χέρηι” ⌋
88. δερκομένοιο] βλεπομένου 90. Ἀγαμέμνων] ὁ τρίτος ἔξοχος
98. “,ἕλι” κατὰ διάλεκτον καλεῖ τὸ μέλαν
100. μὶν πεπίθοιμεν] τὸν Ἀπόλλωνα πείσαιμεν
103. ἐκ τοῦ ἄχος ἄχτω ἀχύω, καὶ κατὰ πλεονασμόν τοῦ ν ἀχύνω,
καὶ ἐν ὑπερθέσει ἀχνύω, καὶ ὁ χὶ ἐνεστς ἄχνυμι καὶ τὸ παθητικὸν
ἄχνυμαι
μένος σημαίνει τρία, τὸν θυμόν, ὡς ἐπὶ τούτου, τὴν ἰσχύν, ὡς
τὸ “δῶκε μένος καὶ θάρσος” (Od. 1. 321), τὴν ψυχήν, ὡς τὸ “μένος
Ἄρηος ” (Il. 18. 264)
104. ἀπὸ τοῦ λάμπω ⌈ἐγέ⌋νετο λαμπετῶ, τὸ οὐδέτερον τὸ λαμ- πετῶν, ἡ γενικὴ τοῦ λαμπετοῶντος, ἡ δοτικὴ λαμπετῶντι, καὶ πλεονα- σμῷ τοῦ α “λαμπετόωντι”
112. ἐπειδή] ἐπεί 114. οὔ ἑθεν] οὐδαμῶς αὑτῆς
118. ὄφρα] τὸ ε 〈καὶ〉 ο πρὸ δασέος ψιλοῦται
120. ἄλλῃ] ἀλλαχοῦ Α=
121. ποδάρκης] ὁ ἐπαρκεῖν ἑαυτῷ δυνάμενος διὰ τῆς ὀξύτητος τῶν ποδῶν καὶ ἀποφεύγειν τοὺς πολεμίους B +
123. μεγάθυμοι] ἐπαίρει τοὺς Ἕλληνας εἰς ἑαυτόν
124. 〈ἴδμεν〉] οἴδαμεν ἦν ἀφαιρέσει τοῦ ο καὶ συγκοπῇ τοῦ ᾱ
ἴδμεν· ὁ δεύτερος ἀόριστος 〈ἴδον〉, τὸ πρῶτον τῶν πληθυντικῶν
ἴδομεν, καὶ κατὰ συγκοπὴν τοῦ 0 “ζδμεν”
125. 〈δέδασται〉] δαίω τὸ κόπτω καὶ τὸ μερίξω, ὁ μέλλων δαίσω καὶ ἐξ αὑτοῦ δέδαικα καὶ ἀποβολῆ τοῦ ῑ δέδακα, ὁ παθητικὸς παρα- κείμενος δέδασμαι “δέSασrαι”
129. λάπαθος βοτάνη καθαρτική· καὶ γίνεται ἐξ αὑτοῦ λαπάζω καὶ κατὰ πλεονασμὸν τοῦ ᾱ ἀλαπάζω
134. 〈σθαι〉] παρὰ τὸ ἕω τὸ καθέζομαι· τούτου τὺ παραγωγὸν ἕημι καὶ ὁ παθητικὸς ἕεμαι καὶ κράσει ἥμαι καὶ ἤσται καὶ “ἦσθα,”
136. ἔσται] λείπει καλόν· ἢ ὅπως ἴσον τῇ ἐμῇ ἀξίᾳ γένηται· ἢ
μεθʼ ὑποστολῆς, εἷτα τὸ “ἔσται”
143. ἐπίτηδες] ἐπιτηδείως
144. καλλιπάρηον] διὰ τοῦ Δωρικίῶς
147. ἐκπαγλότατα] μεταθέσει τοῦ η εἰς ᾱ· παρὰ γὰρ τὸ πλήσσω·
ἐπὶ μὲν ψυχικοῦ πάθους διὰ τοῦ ᾱ, ἐπί δὲ τοῦ σαωματικοῦ πλήγματος
διὰ τοῦ η· ἐπλάγην γὰρ καὶ ἐξεπλάγην ἐπὶ τῆς ψυχῆς
150. ὑπόδρα ἰδών] δεινὸν ὑποβλεψάμενος A=
ὑπόδρα] ἐπίρρημα. γίνεται δὲ ὥσπερ ἀπὸ τοῦ ἠρεμῶ ἡρέμα
162. ῷ ἔπι] ἀναστραφέν A=
171. πλοῦτον] συνεξάκουε τὸν τῶν Τρώων
173. παρὰ τῷ ποιητῇ πέντε σημαίνει ὁ θυμός· τὴν ὀργήν, ὡς τὸ
“θυμὸς δὲ μέγας —διοτρεφέων βασιλήων” (Il. 2. 196), τὴν ψυχήν,
ὡς τὸ “μελιηδέα θυμὸν ἀπηύρα” (Il. 10. 495 al.), τὴν ἐπιθυμίαν,
“ᾦ θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὺνῇ” (Od. 5. 126), τὸν ἐπιλο-
γισμόν, ὡς τὸ “ἕτερος δέ τε θυμὸς ἀνῆκεν” (Od. 9. 302), τὴν
ὁμόνοιαν, ὡς τὸ “ἔνα θυμὸν ἔχοντε ” (Od. 3. 128) Α=
174. 〈μητιέτα〉] μητιέτης ἐστίν· ὁ δὲ τοιοῦτος σχηματισμὸς τῶν
Βοιωτῶν καὶ Αἰολέων ἐστίν, ὡς τὸ “Ὀύεστα” (Il. 2. 07) ἀντὶ
τοῦ Ουέστης καὶ “νεφεληγερέτα” ἀντὶ τοῦ νεφεληγερέτης· παρʼ ἡμῖν
δὲ οὐδὲν ὄνομα ἀρσενικὸν ἐπὶ τῆς εὐθείας εἰς ᾱ λήγει A +
176. 〈ἐσσί〉] ἔω τὸ ὑπάρχω ἐσμί ἐμ〈μ〉ί 〈ἐμσί〉 -ἅπερ οὐx εῦρηται —καὶ τροπῇ τοῦ μ εἰς σ “ἐσσί”
178. θεός] ἡ εἱμαρμένη 182. ὡς ἐμέ] σπερ ἐμέ
187. ἷσον] ἰσήγορον 190. παρά] ἐπί
191. ἀναστήσειεν] ἀναστατώσειε, θορυβήσειεν
194. κολεοῖο] τῆς ξιφοθήκης τῆς τὸ κολοβοποιὸν φερούσης ξίφος. κόλον γὰρ τὸ κολοβόν
195. οὐρανὸν τὴν κεφαλήν φησι διὰ τὸ σφαιροειδές
Ἀθηνᾶ ἐστιν ἡ τοῦ Διὸς σύνεσις, ἡ αὑτὴ οὖσα τῇ ἐν αὑτῷ
προνοί· διὸ καὶ Προνοίας Ἀθηνᾶς ἵδρυται ναός. λέγεται δὲ γεννη-
θῆναι ἐκ τῆς κεφαλῆς τοῦ Διός, ὡς τῶν ἀρχαίων ὑπολαβόνταων τὸ
ἡγεμονικὸν τῆς ψυχῆς ἡμῶν ἐνταῦθα εἰναι, ὡς καὶ ἕτεροι μετὰ
ταῦτα ἐδόξασαν. ἀμήτωρ δέ ἐστιν ἡ Ἀθηνᾶ διὰ τὸ ἀλλοίαν εἰναι
τὴν τῆς ἀρετῆς γένεσιν καὶ οὺχ οἵα τῶν ἐκ συνδυασμοῦ γενομένων.
λέγεται δὲ ὡς τὴν Μῆτιν καταπιὼν ὁ Σεὺς ταύτην ἐγέννησενʼ μη-
τιέτης γὰρ καὶ συνετὸς ὣν οὐδαμόθεν ἄλλοθεν ἢ ἐκ τῆς καθʼ αὑτὸν
βουλῆς τὴν ἀρχὴν τοῦ φρονεῖν ἔσχεν. ἐτυμολογεῖται δὲ Ἀθηνᾶ ἢ
ἀπὸ τοῦ ἀθρεῖν πάντα, ἤτοι Ἀθρηνᾶ τις οὖσα, ἢ Ἄθηλᾶ τις οὖσα
διὰ τὸ καίπερ θήλεια οὖσα ἦκιστα θηλύτητος καὶ ἐκλύσεως μετέ-
χειν· τοιοῦτοι γἀρ οἱ. φρόνιμοι, ἀθροῦντες ἤτοι προβλέποντες τὰ
μέλλοντα καὶ ἥκιστα χαυνότητος μετέχοντες. παρθενεία δέ ἐστι
τὸ γοργωπὸν ἔχει καὶ τὸ ἀνδρεον καὶ τὸ γλαυκῶπις λέγεσθαι· τῶν
γὰρ θηρίων τὰ ἀλκιμώτατα, ὡς λέοντες καὶ παρδάλεις, τοιαῦτά εἰσιν.
ἱστόρηται δὲ ἔχουσα προτομὴν οργόνος κατὰ τὸ μέσον στῆθος
διὰ τὸ γοργὸν τῆς φρονήσετως ἔξτω προβεβληκυαν τὴν γλῶσσαν,
ὡς ὄν ἐκφανεστάτου ὄντος ἐν τῇ τῶν πάντων οἰκονομί, τοῦ λόγου.
ἀνατίθεται δὲ αὐτῇ καὶ ἡ γλαῦκα διὰ τὸ ἐμφερὲς τῶν ὀμμάτων καὶ
οἱ δράκοντες· σμερδαλέον γὰρ ὁ δράκων δέδορκε καὶ τὸ φυλακτικὸν
ἔχει, τοιοῦτος δὲ καὶ ὁ φρόνιμος. ἀλλὰ καὶ ἄγρυπνος ὁ δράκων καὶ
οὺκ εὐθήρατός ἐστιν· τοιοῦτος δὲ καὶ ὁ φρόνιμος· “οὐ χρὴ” γὰρ
“παννύχιον εὕδειν βουληφόρον ἄνδρα” (Il. 2. 24). λέγεται δὲ καὶ
Ἀτρυτώνη ὠs μὴ τρυομένη καὶ καταπονουμένη ὑπʼ οὐδενὸς πόνου·
ἀκαταπόνητος γὰρ ὁ φρόνιμος. ἀλλἀ καὶ ριτογένεια λέγεται ὡς
τοῖς κακὸς ἐγγεννοῶσα τὸ τρεῖν καὶ φοβεἴσθαι—ἀεὶ γὰρ πολέμιός
ἐστι πρὸς τὴν κακίαν—ἢ ὡς τὰ τρία γένη τοῶν σκεμμάτων τῆς κατἀ
φιλοσοφίαν θεαωρίαs γενννσα, τὸ φυσιολογικόν, τὸ θεολογικὸν καὶ
μαθηματικόν. ἀλλὰ καὶ ἡ ἐλαία ταύτῃ ἀνάκειται διὰ τὸ ἀεὶ θάλλειν
(Cornult. Theol. c. 20 p. 35 L.)
196. ἄμφω] καὶ τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα
197. κόμης ἕλε] ὅπου τὸ λογιστικόν, διδάσκει
ξανθῆς δὲ κόμης] τουτέστιν ἐπελάβετο ἡ φρόνησις αὑτοῦ
τοῦ ξανθοκόμου Ἀχιλλέως καὶ κατέπαυσεν αὑτόν. ὑπογράφει δὲ
ἡμῦν τὸν Ἀχιλλέα ἐν τούτοις ψυχ τε καὶ σώματι, ψυχ μέν, ὅτι
ἐυμοειδής, ἐκ τοῦ εἰπεῖν αὑτὸν ξαυθόκομον· οἱ γὰρ ξανθόκομοι ὀξύ-
χολοι ὡς ὑπερωπτημένον ἔχοντες τὸ αἷμα καὶ τὴν χολήν, πρὸς ἦς
ποιούμεναι αἱ τε κόμαι καὶ τὰ σώματα χρώζονται, καὶ 〈τὰ〉 τῶν ἐκ
τῆς μελαίνης χολῆς ὁμοίως πρὺς τὸ μελάντερον· κἀκεῖνοι δὲ ἄγριοί
εἰσι καὶ βαρύθυμοι. καὶ ψυχικνς μὲν οὕτιω χαρακτηρίζει· σωματικῶς
δὲ ἐκ τοῦ λέγειν, ὅτι ἀπλῶς ξονθὸς καὶ πυρρός. τοιοῦτος γἀρ ἦν
Ἀχιλλεύς, μακροσκελής τε καὶ ὀξὺς καὶ εὐμήκης λευκός τε καὶ
ὑπεσπανισμένος τὸ γένειον
199. μετὰ δʼ ἔτραπετο] ἤτοι περιεστράφη A=
200. Ἀθηναίην] Ἰωνικῶς οἶ] τὰ αὐτῆς
〈φάανθεν〉] φαίνω, ἀόριστος ἐφάνθην, τὸ τρίτον πρόσωπον
202. 〈αἰγιόχοιο〉] τὴν αἰγίδα ἀνατιθέασι τῷ Διὶ καὶ αἰγίοχος
καλεῖται διἀ τὸ τὰς καταιγίδας ἄνιω ἡμῶν γίνεσθαι καὶ τὰς βροντὰς
καὶ τοὺς κεραυνούς· αἰγίδες γὰρ ἀπὸ τοῦ ἀίσσειν τὸ ὄνομα ἔσχον
(Cornut. Theol. c. 9 p. 9 L.)
207. τὸ σὸν μένος] τὴν σὴν ὀργήν
208. ἦκε] ἔπεμψε Δωρικῶς· ἐκεῖνοι γὰρ τὴν 〈ει〉 δίφθογγον ὡς ἐπὶ τὸ πλεῖστον η γράφουσιν, ὡς τὸ πλῆον μῆον
213. τόσσα] ἤτοι πολλά
216. 〈χρή〉] ἔστι χρῆι, τὸ δεύτερον χρῄς, τὸ τρίτον χρῃσί καὶ κατὰ ἀποκοπὴν τῆς σι συλλαβῆς χρή
219. ἧ] ⌈ἀντὶ τοῦ ἔφη, γενόμενον ἀπὸ τοῦ φημί, καὶ κατὰ ἀφαί- ρεσιν τοῦ φ ἠμί⌋· ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, τρίτον ἧ
220. ἀπίθησεν] ἀπὸ τοῦ πίθω πιθήσω
223. ἐξαῦτις] ἐκ δευτέρου A +
228. τὸ ἐν τῷ πολέμῳ ἢ λόχῳ εὑρεθῆναι θάνατός σοι φαίνεται A=
231. βασιλεύς] σύ ἐπεί] ὅτι οὐτιδανούς φησι τοὖς Ἕλληνας οὺχ ὡς ὑβρίζων αὑτούς, ἀλλὰ παροτρύνων κατʼ αὑτοῦ 232. Ἀτρείδη] ὦ
235. τομήν] ῥίζπν A + 236. ἕ] αὐτὸ τὸ σκῆπτρον ἔλεψεν] ἢ ἐλέπισεν, ὅ ἐστιν ἔγλυψεν 237. τὲ καί] ἤτοι μίν] αὐτό
239. 〈εἰρύαται〉] ῥύω τὸ φυλάττω, καὶ Ἀττικῶς ἐπενθέσει τοῦ
ε ἐρύω, ὡς τὸ θέλω ἐθέλω· ὅθεν εἴρυον ὁ παρατατικὸς διὰ τῆς ει
διφθόγγου πρὸς ἀντιδιαστολὴν τοῦ ἀρύσω ήρυον· κανονίζεται δὲ οὔταως·
ἐρύω, ὁ μέλλων ἐρύσω, παρακείμενος εἴρυκα, ὁ παθητικὸς εἴρυμαι
εἴρυσαι εἴρυται εἰρύμμεθα εἴρυσθε εἴρυνται καὶ Ἰωνικίῶς “εἰρύαται”
ὁ] οὖτος A= 245. βάλε] διὰ τὴν ὀργήν A+
249. τροπικὴ ἡ λέξις, ἐκ μεταφορᾶς τοῦ ὕδατος
250. μερόπων] τῶν ἐχόντων τὴν φωνὴν με(ρι]ζομένην εἰς συλ- λαβάς, ἤτοι ἔναρθρον, καὶ πρὸς σύγκρισιν τῶν ἄλλων ζῥων A+
251. τράφεν] Ἴωνες καὶ ὑπερσυντελίκως
254. πόποι] φεῦ, παπαί A – 262. ἴδον] Ἰωνικὸν καὶ Ἀττικόν
271. κατʼ ἔμʼ αὐτόν] κατὰ τὴν ἐμὴν δύναμιν
273. τὸ θέμα ξυνίω ἐξύνιον καὶ συστολῇ “ξύνιον”
274. ὔμμες] Αἰολικόν A=
278. μείριω τὸ μερίιω, ὁ μέλλων μερῶ, ὁ μέσος παρακείμενος μέμορα καὶ καθʼ ὑπερβιβασμὸν ἔμμορα
282. παῦε] ἀποστροφὴ τὸ σχῆμα
289. σημαίνειν] προστάσσειν A=
ἅτινα] εἰς *πείσεσθαι] πεισθῆναι
ib. τὸ “πείσεσθμι” ἐνταῦθα ἑρμηνεύεται κατἀ μὲν τὴν πρῴ-
τήν ἐπιβολήν, 〈ἐν τῷ〉 “ἅτινα” τοῦ τινά πληθυντικῶς ἐκλαμβανο-
μένου καὶ πρὸς τὸ ἅ συναρτωμένου, ἅτινα σὺ πείσεσθαι καὶ σχεῖν
καὶ εὑρεῖν τὸν Ἀχιλλέα ὀίω καὶ οἴμαι. τίνα ταῦτα; τὸ “πάντων
μὲν κρατέειν,ʼʼ “oτλσιν δὲ ἀνάσσειν” καὶ “πᾶσι σημαίνειν.” διαφέρει
ταῦτα. “κρατέειρ” τὸ κράτος ἔχειν πάνταων. καὶ κατὰ τοῦτο διαφέρει
τοῦ βασιλεύειν, κατἀ τὴν ἐνέργειαν καὶ τὴν πρᾶξιν· πολλάκις γἀρ
βασιλεῖς εἰσιν ἀνενέργητοι, καὶ οἱ ἐνεργεῖς ἀντὶ τούτων πράττουσιν.
οἱ δὲ σημαίνοντες παρὰ τούτους ἄλλοι εἰσίν, οἱ τ βουλ καὶ τῷ
λόγῳ τῶν ἄλλων προῃγούμενοι. καὶ τρία ταῦτά εἰσι τὰ μέγιστα,
βασιλεία-ἡ καὶ ἐξουσία — καὶ κράτος χειρῶν καὶ λόγου καὶ βουλῆς
σχέσις. ταῦτα 〈οῦ〉 φησιν Ἀγαμέμνων πάντα πείσεσθαι τὸν Ἀχιλ-
λέα ἔχειν· ἀδύνατον γάρ φησι τὸν αὑτὸν τοῖς τρισὶ τιμηθῆναι ἐκ
θεοῦ· ἄλλῳ γὰρ ἄλλο ἀγαθὸν ἐκ θεοῦ ἀπομεριζόμενον δίδοται, καὶ
σὺ πάντα τῷ αὐτώ. καὶ τοῦτο μὲν τὸ κατὰ πρώτην ἐπιβολήν. οἳ δὲ
τὸ “τιγά” ἑνικῶς ἐκλαμβάνονται καὶ λέγουσιν, ὃ οὐκ οζμαί τινα ἕνα
ἄνθρωπον πεἴσεσθαι καὶ παθεῖν καὶ σχεῖν ἐν ταὐτῷ, ὡς ἄλλῳ ἄλλο
διδόμενον παρὰ θεοῦ. ἢ οὕτως· οὺκ οἴμαι τὸν Ἀχιλλέα πείσεσθαι
καὶ πείσειν τινὰ στε ἔχειν αὑτὰ τὸν Ἀχιλλέα. τρόπον δέ τινα
ἐνταῦθα Ἀγαμέμνων ἑαυτοῦ καὶ τοῦ Ἀχιλλέως καὶ τοῦ Νέστορος τἀς
ἐκ θεοῦ δωρεὰς διέγραψεν, ἔτι Ἀχιλλεῦς μὲν ἔχει κράτος χειρός,
ἐγω δὲ βασιλείαν, σὺ δὲ βουλήν· αὑτὸς δὲ ὁ Ἀχαιλλεῦς βούλεται καὶ
τὰ τρία ἔχειν
290. ὁ λόγος τοιοῦτος· εἰ πολεμιστής ἐστιν Ἀχιλλεῦς γνώμῃ τῶν θεῶν, διὰ τοῦτο προπετής ἐστιν ἐπὶ τὸ ὀνειδίζειν καὶ κακῶς λέγειν ἡμᾶς τοὺς βασιλεῖς;
305. ἀνστήτην] ἀνέστησαν
309. ἔκρινεν] κατηρίθμησεν ἐπελέξατο A—
310. βῆσε] ἐπεβίβασεν καλλιπάρηον] Δωρικῶς
311. εῖσεν] ἐκάθισεν A=
316. ἀτρυγέτοιο] τῆς ἀκάρπου ἢ τῆς ἀκαταπονήτου ἢ τῆς ἐχούσης
πολλὴν τρύγα ἤτοι ὑποστάθμην A –
317. δ΄ σημαίνει τὸ λίπος, τὸν ἐπίπλουν, τὸ κρέας καὶ τὴν ἀναθυμίασιν, ὅπερ νῦν φησιν A +
322. ὀτρηρὸς ὁ ἐνεργός, ὁ μὴ ἀναμένων παροτρυνθῆναι παρά τινος·
γέγονε δὲ παρὰ τὸ τρέω τὸ σημαῖνον τὸ φοβοῦμαι ὂνομα ῥηματικὸν
τρεερός, ὡς φαίνω φανερός, καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς ῇ τρηρός
326. ἐπὶ μῦθον ἔτελλεν] προσέταξεν ἐκείνοις
338. μάρτυροι] Ἰωνικῶς
339. πρός τε] ἔμπροσθεν· ὁ δὲ σύνδεσμος παρέλκει Ἀττικῶς
342. θύει] ἐνθουσιᾷ, μέμηνεν
345. φίλος μὲν ὁ συγγενῆ, ἑταῖρος δὲ ὀ συμπολίτης, παρὰ τὸ ἔτης ὁ πολίτης καὶ τὸ ἄρτω τὸ ἁρμόζω
347. τώ] οἱ κήρυκες 349. ἄφαρ] ταχέω
351. ὁρέγνυμι καὶ ἡ μετοχὴ “ὀρεγνύς”
553. ἐγγυαλίξαι] τὸ εἰς τὰ γυῖὰ ἤτοι εἰς τὰς χεῖρας τιθέναι
358. Νηρεὺς ἡ θάλασσα λέγεται ἀπὸ τοῦ νεῖσθαι διʼ αὑτῆς· κα-
λοῦσι δὲ τὸν Νηρέα καὶ ‘ἄλιον γέρονταʼ διὰ τὸ σπερ πολιὰν ἐπανθεῖν
τοῖς κύμασι τὸν ἀφρόν· καὶ γὰρ ἡ Λευκόθεα τοιοῦτόν τι ἐμφαίνει
(Cornut. Theol. c. 23 b. 44 L.). ἢ καὶ ὅτι τὸ ὕδωρ πρῶτον τῶν
ἄλλων στοιχείων, ὡς ἐδόξασεν ὁ Θαλῆς
359. καρπαλίμως] ἐν κινήσει κεφαλῆς, ἀπὸ τοῦ κάρα καὶ τοῦ πάλλαω τὸ κινοῶ
361. ὀνόμαζεν] Ἀχιλλέα ἐκάλεσεν
363. εἴδομεν] γνῶμεν· Ἰωνικῶς
366. ὁ τρόπος καὶ ὐπεροχῆ καὶ συνεκδοχή· ὑπεροχὴ μέν, καθὸ
τὴν ῦήβην μόνην ἐξέλαβε τήν μεγίστην πόλιν, συνεκδοχὴ 〈δέ〉, καθὸ
καὶ τὰς ἄλλας συνεδέξατο, τὴν ἅρῦσαν καὶ τὴν Βρῖσαν καὶ τὰς ἄλλας
τρεῖς δέ εἰσι ῦῆβαι, Καδμεῖαι αἱ Βοιωτικαί, αἱ Ἀἰγύπτιαι
σἵ καὶ ἑκατόμπυλοι καὶ αἱ τοπλάκιαι,τὸ λεγόμενον Ἀδραμύττιον A +
Ἠετίωνος] τοῦ πατρὸς τῆς Ἀνδρομάχης τῆς γυναικὸς τοῦ Ἕκτορος
369. ἐκ δʼ ἕλον] ὡς ἐξαίρετόν τι ἔδωκαν
385. ἑκάτοιο] Ἀπόλλωνος 388. ὅ δή] ὅστις, Αἰολικῶς
389. τήν] τὴν ρυσηίδα 390. ἄνακτι] τῷ Ἀπόλλωνι
393. περίσχεο] περίσχου, φρόντισον A=
〈ἐῆος〉] ἀπὸ τοῦ ἔω ῥήματος τοῦ σημαίνοντος τὸ ὑπάρχω
ὄνομα ὐηματικὸν ἐύς—σημαίνει δὲ τὸν ἀγαθόν—ὡς ἥδαω ἡδύς, καὶ
τροπῇ τοῦ ὲ εἰς ή ἠύς ἠέος καὶ ἐν ὑπερθέσει τοῦ ε ἐῆος
397. ὅτε] ἡνίκα 406. ἔδησαν] Δία
408. αἲ] Δωρικόν 409. ἔλσαι] συνελάσαι, συγκλεῖσαι
414. αἰνά] αἰνῶς 425. δωδεκάτ] ἠμέρᾳ
426. τοί] δή δο] ἀποκοπῇ 433. ἱστία] τὰς ⌈ὀθ⌋όνα⌋ς⌋
435. ρμον] λιμένα 436. εὺνάς] τἀς ἀγκύρας
449. οὐλοχύτας] όνομα θηλυκόν· οὐλαὶ αἱ κριθαί, παρά τὸ ὅλον, ὡς πρὸς τάς ἀληλεσμένας AB+
455. ἐέλδωρ] παρὰ τὸ ἐλ]δειν] αὑτὸ καὶ ἕλκειν
458. οὐλοχύτας] κριθαὶ μετά ἀλῶν μεμιγμέναι, ὃς ἐπέχεον τοῦ ἱερουργουμένου ζῴοῦ A-
459. αὐέρυσαν] εἰς τοὐπίσω τοὺς τραχήλους τῶν ζῥων A +
461. 〈δίπτυχα ποιήσαντες〉] ⌈δι⌋πλώσαντες ⌈τὴν⌋ κνίσσαν· νῦν δὲ ⌈λέ⌋γει τὸν ἐπίπλουν ἐπʼ αὑτῶν δʼ ἀμοθέτησαν] ἐπʼ αὑτῶν δὲ ἀμῶν τῶν ἱερείων ἀπαρξάμενοι ἔκοψαν μικρὸν ἀπὸ παντὸς μέλους καὶ ἐπέθηκαν ⌈ἐπὶ τὰ μηρία ὡς δοκεῖν ὅλα τὰ μέλη τοῦ ἱερείου καρποῦσθαι] A+
462. ἐπὶ σχίζφσι] ἤτοι ἐπὶ σχιζῶν A= ὁ γέρων] ὁ Οδυσσεῦς ἢ ὁ ἱερεύς
463. πεμπώβολα] ὀβελίσκους πεμποόβολα ⌈ᾖ⌋ν, καὶ κιρνῶνται ⌈τά⌋ δύο οο εἰς ῶ μέγα
466. ἐρύσαντο] ἔξωθεν 469. ἔρος τοῦ ἔρου τὸν ἔρον
ἵημι, ὁ μέλλων ξσω, ὁ ἀόριστος ἧν, ὁ μέσος ἕμην, τὸ πλη-
θυντικὸν ἕμεθα ἔσθε “ἔρτο” A+
482. στείρ] τρόπιδι Α= B+
ἤτοι τὴν στερεἀν καὶ ἄτονον. στέρρα, καὶ κατἀ ἀποβολὴν
τοῦ ἑνὸς ρ καὶ προσθέσει τοῦ ῑ στεῖρα. ἢ ἐν ᾖ στηρίζονται τὰ λοιπὰ
πάντα τῆς νηός, ἢ τὴν στεῖραν οὖσαν ὡς μὴ ἔχουσαν ἕτερον ξύλον
ὅμοιον ταύτ)
πορφύρεον] μέλαν ἴαχε] ὄχει
483. διαπρήσσουσα] διαπερῶσα A+
491. φθινύθεσκε] διέφθειρεν 497. ἠερίη] διʼ ἀέρος
501. ἀνθερεῶνος] τοῦ ὑπογενείου, διὰ τὴν ἐξάνθησιν τῶν τριχῶν
509. τόφρα] ἐπὶ τοσοῦτον A= 518. ἔργα] ἔσται ἐφήσεις] ἐποτρυνεῖς 524. ὄφρα] πως ἐὰν πεποίθω, ἐἀν πεποίθῃς
526. “⌈τέ⌋κμωρ” ⌈τὸ ἀποτέ| λεσμα· ⌈τέκμ⌋αρ τὸ ⌈τεκ⌋μήριον τὸ
⌈σημεῖ⌋ον
530. ἐπερρώσαντο] ἐσείσθησαν A= ῥῶ τὸ κινοῶ καὶ σείω, ὁ μέλλων ῥώσω, ὁ ἀόριστος ἔρρωσα
531. τμήγω, ὁ μέλλων τμήξω, ὁ μέσος παρακείμενος ἔτμηγα, ὁ
δεύτερος ἀόριστος ἔτμαγον, ὁ παθητικὸς ἐτμάγην καὶ τὸ τρίτον τῶν
πληθυντικῶν κατὰ συγκοπὴν “ἔτμαγεν”
538. ἁλίοιο γέυοντος] Νηρέως 543. νοήσῃς] μάθς
546. χαλεποί] δυσχερὲς 547. ὄν] μῦθον
548. πρότερος] σοῦ 553. μεταλλῶ] ἐπιζητῶ πολυπραγμονῶ
562. “ἀπὸ θυμοῦ” τὰ ἐχθρά
569. ἐπιγνάμφασα⌋ ἐπικάμψασα ἤτοι πραῦνασα A—
570. ὠχθησαν] ἠγανάκτησαν
571. ὁ αἰθήρ, τὸ καθαρὸν καὶ διαυγὲς πῦρ, Ζεύς ἐστι, τὸ δὲ ἐν
χρήσει καὶ ἀερομιγὲς φαιστος, ἀπὸ τοῦ ἤφθαι ὠνομασμένος. διἀ
τοῦτο καὶ ἐκ Διὸς καὶ Ἥρας ἔφασαν αὑτόν τινες γενέσθαι, οἳ δὲ ἐκ
μόνης τῆς Ἥρας, διότι αἱ φλόγες παχυμερέστεραί πως οὖσαι ἐκ
μόνου τοῦ ἀέρος διακαιομένου τὴρ ὑπόστασιν λαμβάνουσιν. λέγεται
δὲ “κλυτοτέχνης·” οἱ γὰρ πλείους τῇ Ἀθηνᾷ καὶ τῷ φαίστῳ τἀς
τέχνας ἀνατιθέασι, τῇ μὲν Ἀθηνά, ἐπεὶ φρόνησις καὶ ἀγχίνοια εἶναι
δοκεῦ, τῷ δὲ φαίστῳ διὰ τὸ τὰς πλείστας τῶν τεχνῶν διὰ πυρὸς τὰ
ἑαυτῶν ἔργα ἀποδιδόναι (Cornut. Theol. c. 19 p. 33 L.)
577. παράφημι] παραινῶ A + 591. τεταγών] τινάξας
τάζτω τὸ τείνω, ὁ μέλλων τάξω, ὁ μέσος παρακείμενος τέ-
ταγα, ὁ δεύτερος ἀόριστος ἔταγον, ἡ μετοχὸ ταγών καὶ κατὰ ἀναδι-
πλασιασμὸν “τεταγών”
ῥιφῆναι ὑπὸ τοῦ Διὸς εἰς γῆν ὁ Ἥφαιστος λέγεται ἐξ
οὐρανοῦ διὰ τὸ τοὺς πρώτους ἴσως ἀρξαμένους χρῆσθαι πυ⌈ρὶ⌋ ἐκ
κεραυνοβολίου καιο⌈μένῳ⌋ (Cornut. l. c. p. 34)
606. χωλὸς ὁ φαιστος λέγεται διὰ τὸ μἡ δύνασθαι προβαίνειν
δίχα ξυλώδους τινὸς βάκτρου. τινὲς δέ φασι, διότι τὴν ἄνω κίνησιν
τῆς κάτω πρὸς τὴν τροφὴν ἄνισον καὶ ἀνώμαλον ποιεῖται· βραδυτέρας
δὲ αὑτῆς οῦσης χωλαίνειν αὑτὸν ἔφασαν (Cornut. l. c. p. 33 sq.)
κακκείοντες] κατακοιμηθησόμενοι.
1. ∗∗〈ἱπποκορυσταί〉] οἱ ἐφʼ Ἵππων ὁπλιζόμενοι ἢ ἵππους κορύσ-
σοντες—τουτέστι πολεμικοί-ἢ ἀπὸ τῶν ἵππων μαχόμενοι
8. οὖλος σημαίνει δ΄ τὸν ὁλόκληρον “ ἄρτον—οὖλον ἑλὼν ⌈ἐπέ-
νειμε τραπέζῃ]” (Od. 17. 343) καὶ τὸν μαλακόν, ὡς τὸ “οὔλων τε
ταπήτων” (Il. 16. 224) καὶ τὸν ὀλέθριον, ὡς τὸ “οὖλος Ἄρης
ἀτρυνε μετελθάνʼ (Il. 5. 461) καὶ τὸν συνεστραμμένον, ὡς τὸ “γυρὸς
ἐν ὠμοισιν μελανόχροος οὑλοκάρηνος” (Od. 19. 246) A+
11. ἕ] αὑτόν 12. πανσυδίῃ] πανστρατιᾷ
∗∗ τὸ “ρῦν” δηλοῦ χρόνους τρεῖς· ἐνεστῶτα, ὡς τὸ “νῦν μὲν
πειρᾶται, τάχα δʼ ἴψεται υἰας Ἀχαιῶν” (Il. 2. 193)· δηλοῦ καὶ τὸν
ἐληλυθότα, ὡς τὸ “νῦν μὲν— Μενέλαος ἐνίκησεν σὖν Ἀθήνῃ” (Il. 3.
439)· σημαίνει καὶ τὸν μέλλοντα, ὡς τὸ “νῦν μὲν ἐγχεί〈ῃ〉 πειρή-
σομαι” (Il. 5. 279) AB +
14. ἀθάνατοι φράζονται] οἳ μὲν ὑπὲρ Ἑλλήνων, οἳ δὲ ὑπὲρ τῶν
Τρώων A +
22. ἐεισάμενος] ὁμοιωθείς 44. λιπαροῖσιν] λευκοῖς, εὐτραφέσιν
45. ξίφος] σπάθη A=
58. “ἕἶδος” ὲπὶ τοῦ προσώπου, “μέγεθος” ἐπὶ τοῦ σώματος,
“φυήν” δὲ τὸ ἕλον κάλλος τοι τὴν τοῦ ἄλου σώματος εὐπρέπειαν
77. ἠμαθόεντος] τῆς ψα⌈μμ⌋ώδους A+
84. βουλῆς ἐξ ἦρχε ιέεσθαι] τῆς τοῦ βουλευτηρίου ἐξόδου προη- γεῖτο A= B +
87. ἀδινάων] τῶν ἄδην καὶ ἀθρόως πετομένων A=
⌈παραβολὴ παραδείγματος διαφέρει, καθὸ ἣ μὲν ἀπὸ τῶν καθʼ
ἑκάστην γινομένων λαμβάνεται, ὡς ἔχει τὸ “ὥσπερ γὰρ οἱ τὴν γῆν
ἐργαζόμενοι,” τὸ δὲ ἀπὸ τῶν ἅπαξ γεγονότων, ὡς ἔχει τὸ “τὸν
Δημοσθένους ὅρα μοι βίοντ·” ἔτι δια⌋φέρουσι τῷ τὸ μὲν ⌈παρά-
δει⌋γμα ἀπὸ ⌈μόνων⌋ τῶν λογικῶν ⌈ζωων⌋ παραλαμβά⌈νεσθαι⌋, τήν
σὲ παραβολὴν ⌈ἀπὸ τῶν⌋ ἀλόγων καὶ ἀπὸ ⌈τῶν ἀψύ⌋χων ἐνίοτε
(Doxopater in Aphthom. 11 273 Walz)
93. 〈δεδόει〉] ἤτοι ἐφρυκτώρει ἐλαμπαδούχει 〈ἢ〉 ἐπυρσοβόλει·
τινὲς δέ φασι τὸ “δεδόει” ἀντὶ τοῦ διῄει, ἤτοι διήρχετο, καὶ ἐν
συγκοπῇ δῄει καὶ ἀναδιπλασιασμῷ “δεδόει”
⌈δα⌋ίω τὸ καίσω, ⌈ὁ μέ⌋λλων δαίσω, ⌈ὁ παρακείμενος⌋ δέ-
δαικα, ⌈ὁ μέσος⌋ δέδαια, ⌈καὶ τρο⌋πῇ τοῦ α εἰς η ⌈δέ⌋δρα, ὁ μέσος
⌈ὐπερ⌋συντέλικος ⌈ἐδε⌋δῇειν ἔδε⌈ δῄεις⌋ ἐδεδῥει, ⌈καὶ τὸ⌋ Ἰωνικὸν
ὁε⌈δει⌋
99. ἐρήτυθεν δὲ καθʼ ἔδρας] κατεῖχον δὲ ἕκαστος τλς ἑαυτοῦ
καθέδρας
103. διακτόρῳ] διάκτορι ἀφειλεν ἀπὸ τοῦ διάκτωρ· ἔστι δὲ μετα- πλασμός
104. τὸν Ἑρμῆν ἡγεμόνα τῶν ἅαρίττων παραδιδόασιν, ἐμφαίνοντες
ὅτι εὑλόγωπ χαρίζεσθαι δεῦ, καὶ μὴ εἰκῆ ἀλλὰ τοῖς ἀξίοις· ὁ γὰρ
ὐχαριστηθεὶς ὀκνηρότερος γίνεται πρὸς τὸ εὐεργετεῖν. τυγχάνει δὲ
Ἑρμῆς ὁ λόγ⌈ος ὤν⌋, ὃν ἀπέστειλαν πρὸς ἡμᾶς ἐξ οὐρανοῦ οἱ θεοί,
μόνον τὸν ἄνθρωπον τῶν ἐπὶ γῆς ζωίων λογικὸν ποιήσαντες, ὃ παρὰ
τὰ ἄλλα ἐξοχώτατον εἰχον αὑτοί. ἀνόμασται δὲ ἀπὸ τοῦ ἐρεῖν μή-
σασθαι, ὅπερ ἐστὶ λέγειν, ἢ ἀπὸ τοῦ ἔρυμα ἡῶν εἶναι⌋ καὶ οἶον
ὀχύρωμα. διάκτορος δὲ κέκληται ἀπὸ τοῦ διάτορος εἷναι καὶ τρανός,
ἢ ἀπὸ τοῦ διάγειν τὰ διανοήματα ἡμῶν εἰς τἀς τῶν πλησίον ψυχάς.
καθιεροῦσι δὲ αὑτῷ καὶ τὰς γλώσσας. λέγεται δὲ καὶ ἐριούνιος ἀπὸ
τοῦ ⌈μεγ⌋αλωφελής τις εἷναι, καὶ σῶκος ὡς σωτὴρ τῶν οἴκων.
Ἀργειφόντης δὲ λέγεται οἱονεὶ ἀργεφάνrης, ἀπὸ τοῦ λευκῶς πάντα
ἐκείνων τοῖς⌋ ἀνθρώποις, κῆρυξ μὲν ὅτι διἀ φωνῆς μεγίστης πο-
ριστά τὰ κατὰ τὸν λόγον σρμαινόμενα ταῖς ἀκοαῖς, ἄγγελος δὲ τῶν
θεῶν ἐπεὶ τὸ βούλημα τοῶν θεῶν γινώσκομεν ἐκ τῶν ἐνδεδομένων
ἡμῖν κατὰ ⌈τὸν λόγον ἐννοιῶν. φορεῖ δὲ πέδιλα πτεριω⌋τἀ καὶ διʼ ἀέρος
φέρεται· πτερόεις γἀρ ὁ λόγος. διδόασι δὲ αὑτῷ καὶ ῥάβδον, “ᾖ
θέλγει τὰ όμματα τῶν ἀνθρώπων’ ἢ τὰς διανοίας. πλάττεται δὲ καὶ
ἄπους καὶ ἄχειρ καὶ τετράγωνος, τετράγωνος μὲν ⌈ ὅτι ἑδραῖος καὶ
ἀσφαλής, ἄχειρ δὲ⌋ καὶ ἄπους ὅτι οὔτε χειρῶν οὔτε ποδῶν δεῖται
εἰς τὸ ἀνύειν τὸ ἔργον. ἱδρύεται δὲ καὶ ἐν ταῖς ὁδοῖς, ἐπεὶ πρὸς
πᾶσαν πρᾶξιν ἡγεμόνι αὑτῷ χρώμεθα. ἐπεὶ δὲ κοινὸς καὶ ἀνθρώπων
καὶ θεῶν, καὶ κοινὸν ἕρμαιον λέγετ⌈ αι προσάπτουσι δὲ κ⌋αὶ λίθους
⌈τιῷ⌋ τούτου ἀγάλματι, δηλοῦντες ὡς ἐκ μικρῶν μεροῶν συνίσταται
ὁ προφορικὸς λόγος (Cornut. Th. c. 16 p. 20 sqq. L.)
106. πολύαρνι] πολυάρνῳ ὁφειλεν ἀπὸ τοῦ πολύαρνος· καὶ ἔστι καὶ τοῦτο μεταπλασμός
112. 〈σχέτλιος〉] ὁ τοῦ σχετλιάζειν καὶ δυσφημεῖν τοὺς ἀνθρώ- πους αἴτιος, ὁ λύπας αὑτοῖς διδούς A–
122. 〈παυροτέροισι〉] οἱ μὲν γὰρ Τρῶες χωρὶς τῶν ἐπικούρων ἦσαν ἀριθμῷ μυριάδες πέντε (Il. 8. 562), τὸ δὲ τάν Ἑλλήνων πλῆθός τινες μέν φασι μυριάδας ιβ΄, ἄλλοι δὲ ἰδ’ A=
129. ταμόντες] διʼ ἐντομῶν ποιησάμενοι
131. 〈ἐγχέσπαλοι〉] οἱ πάλλοντες καὶ κινοῦντες τὰ δόρατα, πολε- μικοί· ἔσειον δὲ αὑτὰ πρὸ τῆς ἀφέσεως, μή ποτε ἄρα εἷεν κλα- σθέντα A—
145. “εὖρος” ὁ ἀπὸ ἀνατολῆς πνέων, ὁ καὶ ἀπηλιώτης, “νότος”
ὁ ἀπὸ μεσημβρίας, “βορρᾶς” ὁ ἀπὸ ἄρκτου
153. 〈οὐρούς〉] ταφροειδῆ ὀρύγματα, διʼ ὧν αἱ νῆες καθέλκονται εἰς τὴν θάλατταν, ἢ τἀς ἀντλίας A-
154. ὑπὸ δʼ βρεον] ὐφφρουν Ἀ= ἕρματα] ἐρείσματα A +
155. 〈ὑπέρμορα〉] ὑπὲρ τὸ προσῆκον, ὑπὲρ τὸ εἱμαρμένον· ὀνο-
ματικὸν ἐπίρρημα, ὥσπερ καὶ τὸ δέον οὐδέτερον ἀντὶ τοῦ δεόντως
Ἀττικῶς παραλαμβάνεται A-
169. ἀτάλαντον] ἰσοτάλαντον
175. κληῖδες αἱ καθέδραι παρὰ τὸ ἐγκλλν καὶ κάμπτειν τὰ γόνατα, ἤτοι παρὰ τὴν κλάσιν τῶν γονάτων
183. ἀπὸ -βάλε] ἀπεδύσατο
διὰ τὸ μὴ ἐμποδίζεσθαι αὑτὸν σπεύδοντα ὑπὸ τοῦ πλήθους
τῶν ἱματίων A=
ἐκόμισσεν] ἔλαβεν
190. δαιμόνιε] ἡ λέξις τῶν μέσων ἐστί, ποτὲ μὲν ἐπὶ ἐπαίνῳ λεγο- μένη, οἶον θεἰε μακάριε μέγιστε, ὁτὲ καὶ ἐπὶ ψόγῳ, οἶον ἄφιλε καὶ μάταιε καὶ χείριστε καὶ φαῦλε A +
199. ἐλάσασκεν] ἔπληττεν A= ὁμοκλήσασκε] ἠπείλει A +
211. ἐρήτυθεν] κατέσχον 212. ἐκολόα] ἐθορύβει A=
214. ⌈ἀπὸ κοινοῦ τὸ⌋ “ῇδει ” 215. οἷ εἴσαιτο] ἐγίνωσκεν
216. ἔμμεναι] ἐδόκει 219. ψοξός] ὀξυκέφαλος A=
ψεδνή] ἀραιὰ μαδαρά A=
παρἀ τὸ ψοῶ ὁ μέλλων ψήσαω όνομα σημαντικὸν ψεδνός ὁ
μαδαρός· ὁ δὲ ρωδιανὸς παρὰ τὸ φῶ τὸ εἰς ἐλάχιστον καὶ μικρὸν
ἔκ τινος οὐσίας καθιστάμενον
226. ⌈ διὰ τί⌋ ἀπὸ τῶν ⌈ἄλλων⌋ τοῦ χαλκοῦ ἐμνήσθη: διότι τίμιον ἦν τοῖς ἀρχαίοις
230. 〈υἰος〉] ἀπὸ τοῦ υἷς ἡ γενικὴ υἴιος ὡς όφιος, καὶ συναι- ρέσει τοῦ υ καὶ ι “υἶος” υἷος] ὑπέρ 234. ἐπιβασκέμεν] ἐπιβαίνειν ποιεῖν
235. 〈πέπονες〉] ἐκ μεταφορᾶς τῶν πεπόνων, ἃ τῇ μὲν γεύσει
ἐστὶν ἡδέα, τῇ δὲ θίξει καὶ τῇ ἀφῇ μαλακὰ καὶ εὐένδοτα. ἢ “πέπονες”
ἤγουν ταλαίπαωροι καὶ μότην πονοῦντες ἀίδια, ἐκ τοῦ πονῶ, καὶ κατὰ
ἀναδιπλασιασμὸν τῆς έε συλλαβῆς
ἐλέγχεα] ἀνττικρῦς ὀνείδη
〈πεσσέμεν〉] ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τῇ γαστρὶ σίτων· καὶ
γὰρ αὑτά, ν μὴ κρατηθῇ τὸν ὡρισμένον χρύνον, ἀσθενούσης τῆς
καθεκτικῆς δυνάμεαως οὺ πέπτεται
238. ἦ ρα] ἇρα
241. μεθήμων] πραὺς, ἐνδόσιμος μὴ τῷ θυμῷ ἀλλὰ ἄθυμος
242. Ἀτρείδη] ὦ
265. μετάφρενον] τὸν μεταξὺ τῶν ὁμων τόπον
266. 〈ἰδνώθη〉] ἐπεκάμφθη, παρὰ τὸ ἵζω· καὶ γίνεται ἰδνῶ τραπέντος τοῦ ζ εἰς δ Δωρικῶς καὶ πλεονασμρ τοῦ ν. τὸ ἰδνῶ ψιλοῦται, τὸ ἵζω δασύνεται
267. 〈σμῶδιξ〉] παρὰ τὸ σμῶξαι· οῦτω δὲ ἔλεγον οἱ Ἴωνες τὸ πατάξαι B+
272. ῥέτω, ὁ μέλλων ῥέξω, ὁ μέσος παρακείμενος ἔρογα καὶ καθʼ ὑπερβιβασμὸν τῶν στοιχείων ἔοργα “ἔοργεν”
278. ὣς φάσαν ἡ πληθύς] κατὰ σύνεσιν τὸ σχῆμα A +
285. ἐλέγχιστον] ἐπονείδιστον
291. 〈πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι〉] καίτοι λύπης γε οῦσης
οὐδὲ μικρλς πονήσαντά τινα καὶ μοχθήσαντα ἐπὶ πράγματι ἐπανελ-
θεῖν ἄπρακτον καὶ μὴ ἐκτελέσαντα
297. κορωνίσιν] ἢ ταῖς μελαίναις —κόρη γὰρ τὸ μέλαν —ἢ ταῖς ἐοικυίαις κορωνίσι κατὰ τὸ ἐπικαμπὲς τοὶ ύλου
303. χθιζά τε καὶ πρωιζά] χθὲς καὶ πρώην. §. κατεσμίκρυνε δὲ τὸν
ἐνναετῆ χρόνον, ἵνα μὴ διὰ τῆς ἀναμνήσεως πλέον ποιήσῃ ἀγωνιλσαι
τοὺς Ἕλληνας Α=
308. δράκων] βντινά φησιν ὁ Πορφύριος Σθένιον ὀνομάζεσθαι A+ ἐπὶ νῶτα] κατά δαφοινός] πυρρός
310. ὑπαΐξας] ὁ δράκων
311. στρουθοῖο] τοῦ τρωγλίτου
312. ‘ὑποπεπτηκότες’ ὑποκείμενοι
314. τετριγῶτας] τρίζοντας, κράζοντας, ποιὰν φωνὴν ἀποτε- λοῦντας
325. ὄψιμον] βραδύν, βραδὺ τελεσθησόμενον
334. σμερδαλέον] ἐκ τοῦ σμῶ καὶ ἔρδω καὶ τοῦ λίαν
341. ἄκρητοι] αἱ δίχα κρατῆρος οἴνου γινόμεναι θυσίαι
344. 〈ἀστεμφέα〉] παρὰ τὸ στρέφιω ῥηματικὸν όνομα στρέφῃς καὶ ὑπερβιβασμάῷ τοῦ ε καὶ τροπῇ τοῦ ρ εἰς μ μετὰ τοῦ α στερητικοῦ ἀστεμφής
346. 〈ἔνα καὶ δύο〉] ἀφυέστερον αἰνίττεται Ἀχιλλέα καὶ Πάτρο- κλον ἢ ερσίτην καὶ εἲ τις ἕτερος τοιοῦτος A=
348. πρὶν —πρίν] πρότερον —πρὸ τοῦ
353. 〈ἀστράπτων〉] τὸ σχῆμα ἔμοιον τῷ “ἐξὸν καθεύδ⌈ ων⌋ τὴν
ἐρωμένην ἔχ⌈ειν⌋” (fr. com. adesp. 83; IV p. 625 M. 282 Κ)
ἔστι δὲ τὸ σχῆμα Ἀττικόν, οἶον “λέγεται τὸν Ἄλέξανδρον τὸν
Μακεδόνα τρῶσαι τοὺς Πέρσας ἐλθων εἰς ⌈χ⌋ωρί⌈ον⌋ τῆς Περσίδοςʼ
(cf. besbon. de fig. p. 188 Valek.)
363. φατρία ἐστὶ καὶ πλεονασμάῷ τοῦ ρ φρατρία καὶ “φρήτρη·” τὸ δὲ φατρία ἀπὸ τοῦ πατήρ πατρός πατρία καὶ φατρία
376. μετά] εἰς
388. 〈τελαμών〉] ὁ ἀναφορεύς, νῦν τῆς ἀσπίδος, ὁ ἐστι πλατὺς ἱμάς, ἀφ’ οὖ ἡ ἀσπὶς ἥρτηται· ἔστι δὲ ἕτερος τελαμὼν τοῦ ξίφους A=
389. ἀμφιβρότης] τῆς πανταχόθεν τὸν βροτὸν περισκεπούσης
390. ἐύξοον] τὸν καλῶς κατεσκευασμένον
391. ὃν δέ κʼ ἐγών] τῷ δὲ θέλοντι φεύγειν τὸν πόλεμον οὺχ ἱκανὸν
οὑδὲ αῦταρκεs γενήσεται πρὸς τὸ μὴ ὑπὸ κυνῶν καὶ σαρκοφάγων
ὄρνεων διασπασθῆναι
398. κεδασθέντες] σκεδασθέντες
400. ἔρεζε] δύναται ἀπὸ τοῦ ἐπαρκοῦς τὸ βοη
421. οὐλοχύτας] κριθάς
422. αὐέρυσαν] εἰς τοὐπίσω εἵλκυσαν τοῦςτραχήλους τῶνζων A +
424. δίπτυχα] διπλοῦν τὸν ἐπίπλουν ἐπʼ αὐτῶν] τῶν βωμῶν 425. ἀφύλλοισι] ξηροῖς
426. ὑπείρεχον Μφαίστοιο] ὑπεράνιω εἶχον πυρός
435. δῆτ’ αὖθι] πολὺν χρόνον A= λεγώμεθα] διαλεγώμεθα
436. ἔργον] τὸν πόλεμον 448. ἠερέθοντο] ἐκρέμαντο
449. ἑκατόμβοιος] ἑκατὸν βοῶν ἤτοι πλείστων] ἄξιος A + ἕκαστος] ⌈θυσάνων⌋ 450. τῇ] τῇ αἰγίδι
454. γλαφυρῇσι] κοίλαις βαθείαις 455. ἀίδηλον] ἀφανιστικόν
457. χαλκοῦ] τῆς πανοπλίας
461. Ἀσίῳ] ἐν τῷ τῆς Ἀσίας συμφύτῳ τόπῳ
469. ἀδινάων] τῶν ἄδην καὶ δαφιλῶς πετομένων· ὅθεν καὶ δασύ- νεται
474. αἰπόλια] αἰγονόμια μεγάλα, ὅτι ἐν διαστήματι καὶ πλάτει πλείονες νέμονται αἱ αἴγες A=
αἰπόλιον λέγεται τὸ τῶν αἰγῶν πλῆθος, ποίμνιον τὸ τῶν προβάτων,
συβόσιον τὸ τῶν χοιράων, βουκόλιον τὸ τῶν βοῶν, ἱπποφόρβιον τὸ τῶν
ἵππῶν AB=
1. “αὐτάρ” σύνδεσμος συμπλεκτικὸς ἰσοδυναμῶν τῷ δέ, ταύτη
δὲ διαφέρων αὑτοῦ, ἡ ὁ μὲν “ αὐτάρ” προτάσσεται ὁ δὲ δέ ὐπο-
τάσσεται A=
κόσμηθεν] Δωρικῶς A +
ἄμʼ ἡγεμόνεσσιν] ὅτοι ὑπὸ τῶν ἡγεμόνων ἢ σὺν τοῖς
3. οὐρανόθι πρό] πρὸ τοῦ ἀέρος
4. χειμῶνα] τὸν χειμερινὺν τόπον ἤτοι τὴν Θράκην A+
6. Πυγμαίοισι] πυγονιαίοις πηχέοις, ἤτοι ἀπὸ Πυγμαίου βασι-
λέαως οὕτταω κεκλημένοις· πυγὼν δὲ καλεῖται ὁ πῆχυς, τὸ ἀπὸ ἀγ-
κίῶνος ἔαως δακτύλων τῆς χειρὸς διάστημα. ἔστι δὲ ἔθνος γεωργικῶν
ἀνθρτώπων μικρῶν κατοικούντων εἰς τὰ ἀναωτάτω μέρη τῆς Αἰγύπτου
11. 〈νυκτὸς ἀμείνω〉] τὴν ὁμίχλην φησὶ τοῖς μὲν ποιμέσιν ἀσύμ-
φορον εἶναι, τοῖς δὲ κλέπταις καὶ νυκτὸς ἀφελιμωτέραν, ἐπεὶ τῆς
μὲν νυκτὸς ὡρισμένον ἐχούσης καιρὸν ἐν ἀσφαλείὰ φυλάσσεται
τὰ βοσκήματα, τῆς δὲ ἡμέρας ἐσκεδασμένοις αὑτοῖς κατὰ τἀς νομὰς
ὁπόταν ἐξαίφνης ἐπέλθ) ὁμίχλη ⌈εὺκ⌋όλως αὑτὰ ἀφαιροῦνται
18. ξίφος] σπάθη
24. κεραόν] ζγόν· νεκροῦ γάρ φασι μὴ ἄπτεσθαι τὸν λέοντα A=
39. γυναιμανές] ἐπὶ γυναιξὶ μαινόμενος, ἢ γυναὔκας εἰς μανίαν
φέρων διὰ τὸ κάλλος A+
τὸ “ γυναιμανές” ἀπὸ τῆς γυναικός γενικῆς συνεκόπη γυναι-
κομανές, καὶ οὺχὶ ἀπὸ τῆς κλητικῆς· οὐδέποτε γὰρ ἀπὸ κλητικῆς
σύνθετον όνομα συντίθεται, ἀπὸ δὲ ἄλλάων πττώσεαων
ἠπεροπευτής ἐκ τοῦ ήμερος καὶ τοῦ ὅφ, ὃ σ]ημαίνει] τὴν
φωνήν, ὁ ἡμέρῳ ὀπ⌈ὶ⌋ χρώμενος· ἤ, ὅσπερ παρὰ ⌈τὸ⌋ ἔχω ὀχεύς
καὶ ἔπω, ⌈ ὅ ἐστι⌋ λέγω, ὀπεύς, πλεο⌈νασμρ⌋ τοῦ πέρ συνδέσμου
περοπεύς καὶ μετὰ τοῦ ὰ τοῦ σημαίνοντος ⌈τὸ⌋ κακὸν ἀπεροπευ⌈τής]
καὶ τροπῇ ἠπεροπ⌈ευτής⌋ οἱονεὶ ὁ κακῷ λόγ⌈ ῳ⌋ χρώμενος καὶ ἀπάτῃ
56. δειλήμονες] γράφεται καὶ “δειδήμονες·” ἀμφότερα δὲ δηλοῦσι
τοὺς εὐλαβεῖς
57. ἔσσο] ἐνδέδυσο 60. ἀτειρής] ἀκαταπόνητος
61. ὅς τʼ εἰσιν] προσληπτέον τὸ καταφερόμενον
63. ὡς τοι] οὕτω σοι
64. “χρυσέης” καλῆς. §. Ἑστιαία δὲ ἡ γραμματική φρσιν, ὅτι
πεδίον ἐστὶ χρυσοῦν καλούμενον, ἐν ὦ Ἀφροδίτην τιμᾶσθαι, καὶ
εἶναι οὕτιω χρυσῆς Ἀφροδίτης ἱερόν. καὶ οἳ μὲν ἀπὸ τῆς Πάφου, οἳ
δὲ τὴν καλήν· Κλεάνθης δὲ (fr. 3 W.) καὶ ἐν Λέσβῳ οὕτω τιμᾶσθαι
Ἀφροδίτην χρυσῆν B=
65. ἀπόβλητα] ἀποβολῆς ἄξια
66. ἑκών] οἰκείᾳ σπουδῇ, μὴ διδόντων αὑτῶυ
73. ταμόντες] διʼ ἐντομῶν ποιησάμενοι B +
80. τιτυσκόμενοι] καταστοχαζόμενοι A=
83. στεῦται] παρὰ τὸ στῆθος οἶον ἐν τοῖς στήθεσι διανοεῖται-
ἐκεῦ γὰρ τὁ λογικόν, ὡς φησιν Ὅμηρος “στῆθος δὲ πλήξας κραδίν
ἠνίπαπε μύθῳ” (Od. 20. 17) —ἢ παρὰ τὸ 〈στῶ〉 στεύλω, ὡς ἀθλῶ
ἀθλεύτω, στεύεται καὶ κατὰ συγκοπὴρ “στεῦται”
84. ἄνεῳ] ἄνευ ἰωῆς ἤτοι φωνῆς καὶ θορύβου
95. ἀκήν] ἐπʼ ἄκρας ἡσυχίας ἐγένοντο· ἀκὴ γαν ἡ ὀξύτης
99. πέποσθε] πεπόνθατε
100. ἀρχῆς] ἤτοι τῆς ὑπὸ Ἀλεξάνδρου γενομένης ἁρπαγῆς· αὕτη γὰρ ἀρχὴ κακοῦ
103. οἴσετε] οἱ Τρῶες 104. ἡμεῖς] οἱ Ἕλληνες
107. ὑπερβασί] παραβάσει, ἀδικίῳ
108. ἠερέθονται] ἤτοι ἀπαιωροῦνται κρέμανται, οἷον οὺκ εἰσὶ σταθεραὶ ἀλλ” ἀβέβαιοι, ἢ μετάβλητοί εἰσι διὰ τὸ τὸν ἀέρα ἀεὶ μεταβάλλεσθαι 113. ἐκ δʼ ἔβαν] κατέβησαν δέ
115. ἀμφὶς ἄρουρα] τὸ μεταίχμιον δηλονότι 119. ἄρνʼ] ἕνα
121. Ἶρις] σημαίνει δύο, τὴν σωματοειδῆ θεὰν καὶ τὸ νεφελῶδες σύστημα
122. γαλόάῳ] ἡ γάλως τῆς γάλω καὶ πλεονασμῷ τοῦ ο γαλόω Ἀντηνορίδαο] τοῦ υἱοῦ τοῦ Ἄντήνορος Ἑλικάονος
126. ἐρέπασσεν] ἐνεποίκιλλεν· ὅθεν καὶ τὸ ποικίλα παραπετάσ-
ματα παστοὶ καλοῦνται
135. παρὰ —πέπηγεν] παράκειται αὑτοῖς
160. τεκέεσσι] τοῖς τέκνοις
166. ἀπορία. ἐζήτηται πῶς Πρίαμος ἐν τῷ ί ἔτει πυνθάνεται περὶ
τίῶν ἀρίστων. ἐπειδῦ πρότερον περὶ τὰς ἀστυγείτονας πόλεις ἐπλα-
νῶντο, νῦν δὲ προ]σ]κάθηνται τῇ Ἰλίῳ. ἢ ὅτι πρῶτον μὲν οὺκ ἤγε
σχολὴν πυθέσθαι περὶ αὑτοῶν, τοῦ Ἀχιλλέως ἰσχυρνς αὑτοῖς ἐγκει-
μένου καὶ μόνον ἑαυτὸν αὑτοῖς ἐπιδεικνύντος καὶ τῷ φόβῳ κατα-
κλείστους ποιοῦντος—ἐφρόντιζε γὰρ τὸ τηνικαῦτα ὁ Πρίαμος σὐ
περὶ τούτων, ἀλλἀ περὶ τοῦ σῷζεσθαι τὴν πόλιν—υῦν δὲ μηνιῶντος
ἐκείνου καὶ ἰσορρόπου τῆς μχης γεγενημένης, ὡς καὶ τοῦ τείχους
χωρὶς πολεμεῖν τοὺς ροῶας, εἰκότως περὶ αὑτῶν πυνθάνεται. ἔτεροι
δέ φασιν, ὅτι ἀπὸ τῆς πανοπλίας καὶ τῶν ὕππων αὑτοὺς ἐγνώριζον,
πρότερον δὲ οὑ τεθέατο οῦταω πάντας ἀόπλους ὡς νῦν A+
172. ἑκυρέ] ἑκυρὸς παρ, τος ἀρχαίοις ὁ τοῦ ἀνδρὸς πατήρ
175. τηλυγέτην] μονογενῆ. ἀγαπητὴν μονογενῆ ⌈κα⌋ταχρηστικ- κῶς δὲ εἶπεν· ⌈κυρί⌋ωs γὰρ τηλύγετοι καλοῦνται οἱ τῆλε τῆς γονῆς ⌈όν ⌋τες παῖδες, ὅ ἐστιν οἱ ⌈ἐκ⌋ γεροντικῆς ἡλικίας ⌈σπ⌋αρέντες· δοκεῦ γὰρ ⌈τὰ⌋ μετὰ ἀπόγνωσιν ⌈τῆς⌋ παιδοποιία γεννώμενα μᾶλλον ἀγαπᾶσθαι A=
176. τέτηκα] ἤτοι ἐκτέτηκα 180. δαήρ] ἀνδρὸς ἁδελφός
183. δεδμήατο] ἤτοι ὑποτεταγμένοι εἰσίν
186. Ὀτρεῦς καὶ Μυγδὼν παραδίδονται ἡμῖν παῖδες Δύμαντος, ἁδελφοὶ τῆς Ἑκάβης, βασιλεῖς τσρυγίας
187. παρʼ ὄχθας] παρὰ τὰ χείλη 196. κτίλος] κριός
197. πηγεσιμάλλῳ] εὐπαγεῖς μαλλοὺς ἔχοντι
205. 〈ἥδη γάρ〉] πρὀ γἀρ τοῦ στρατεῦσαι τοὺς Ἕλληνας εἰς Τροίαν ἦλθον πρέσβεις Ὀδυσσεῦς καὶ Μενέλαοςʼ ἀπαιτοῦντες τὴν Ἑλένην· ἐν ᾧ τῶν ἄλλων αὑτοὺς μεθʼ ὕρεως διωξάντων μόνος Ἀντήνωρ ξενίζει φιλοφρόνως
215. γεύει ῦστερος] τὴν ἡλικίαν νεώτερος
217. στάσκεν] ἵστατο ὑπαὶ δὲ ἴδεσκε] ὑπέβλεπεν
218. σημειωτέον, ὅτι ἕκαστος τῶν ἠγεμόντων σκῆπτρον εἶχεν ἴδιον,
καὶ Ἀχιλλεῦς ἐν τῷ A (234) μνυσι κατʼ αὑτό A=
προπρηνές] εἰς τὸ ἔμπροσθεν
220. ζάκοτον] πάνυ ὀργίλον
242. ἅ μοι ἐστίν] ἃ διʼ ἐμὲ αὑτοῖς ἐστιν
246. ἐύφρονα] τὸν εὐφραίνοντα
250. Λαομεδοντιάδη] Λαομέδοντος παῖ Πρίαμον, μητρὸς δὲ Ζευξ- ]
ίππης rec. A+
262. οἷ] αὑτῷ περικαλλέα] εἰς
263. τω δέ] οῦτοι δέ Σκαιῶν] πυλῶν
269. οἰνον] τὸν 〈ἐξ〉 ἀμφοτέρων τῶν μερῶν κεκερασμένον
272. ἀπεκρέματο ώρητο 〈τὸ〉 “ἄωρτο”
273. τάμνεν τρίχας] τῶν ἀρνῶν τοὺς κορυφαίους μαλλοὺς ἀπέτεμνεν
278. καμόντας] τοὺς τελευτήσαντας
292. στομάχους] φάρυγγας λαιμούς, ἐπεὶ συνέζευκται ὁ στόμαχos
τῷ λαιμιῷ
νηλέι] ἰνηλεῖ 300. σφʼ] αὐτῶν B+
301. ἄλοχοι] αὐτῶν αἰχμαλωτισθεῖσαι δαμεῖεν] “μιγεῖεν”
325. Πάριος] Ἰωνικῶς· ἡμεῖς δὲ Πάριδος
331. ἐπισφυρίοις] τοῖς τῶν σφυρῶν καλύμμασιν
333. ἷἰο] αὐτοῦ
335. σάκος] ὅτι παρὰ πρώτοις Σάκαις εῦρηται· Σάκαι ἐστὶ μέρος Θράκης
337. ἵππουριν] ἐξ ἱππείων τριχῶν τὸν λόφον ἔχουσιν. λόφος δέ ἐστι τὸ τῆς περικεφαλαίας ἀνάστμα
347. πάντοσ’ ἐίσην] κυκλοτερῆ 351. ὅ με] ὕς με
354. ὁ κεν] ὅς κεν 359. λαπάρην] λαγόνα
360. ἐκλίνθη] ἐνέκλινε τὸ πλευρόν
362. ἀνασχόμενος] ἀνατείνας
“φάλονʼ τὸ προμετωπίδιον ἀνάστημα τῆς περικεφαλαίας· ἔστ,
365. ὀλοώτερος] ἐμοί
368. ἠίχθη] διέδραμεν ἔβαλον] ἀπέκτεινα
371. μίν] τὸν Ἀλέξανδρον 372. ὀχεύς] σύνδεσμος
376. κεινό] κενὴ Ἰακῶς παχείρ] τῇ ἰσχυᾷ
384. τρῳαί] Τρωικαὶ γυναῖκες 385. νεκταρέου] θείου ἑανοῦ] λευκοῦ, παρὰ τὸ ἕννυσθαι ὅ ἐστιν ἐνδύεσθαι
387. εἰροπόκηῳ] γράφεται “εἰροκόμῳ”
388. ἤσκειν] εἰργάζετο τὸ ῥῆμα ἀσκῶ σμαίνει τὸ μετὰ πολλοῦ πόνου καὶ κόπου ἐργάζεσθαι. παρατατικὸς ἤσκεον ἤσκουν ἤσκεεν· καὶ τὸ ῦ ἐφελκυστικόν γίνεται ἐν τῷ τρίτῳ προσώπῳ, ἔτυπτεν ἔλεγεν, οὕτως ἤσκεεν καὶ κατὰ συναίρεσιν “ ἤσκειν”
399. δαιμονίῃ] μακαρία 400. προτέρω] πορριωτέρω
401. Μῃονίης] Λυδίας· Μαίονες γὰρ ἐκαλοῦντο οἱ Λυδοί A +
400. ἀπόειπε] ἀπάρνησαι κελεύθους] τἀς μετὰ θεῶν
408. ἀίζυε] κακοπάθει 415. ἀπεχθήριω] μισήσω
419. κατασχομένη] κατακαλυψαμένη ἰργῆτι] λαμπριήρ λευκῷ
420. ἦρχε] προηγεῖτο 427. ἠνίπαπε] ἐκακολόγησεν rec.
438. ἔνιπτε] ἐπίπληττε
447. ἄρχε λέχοσδε ἰών] προηγεῖτο τῆς ἐπὶ κοίτην ὁδοῦ
457. φαίνετʼ] μολόγηται 459. τιμήν] πρόστιμον
5. ἐζήτηται διʼ ἣν αἰτίαν σὐ πάρεστι Γανυμήδης, ὣν οἰνοχόος τοῦ
Διός. ἔνιοι μὲν οὖν φασιν, ὅτι Διὸς μόνου ὣν διάκονος oὺκ ἐξῆν αὑτὸν
κοινῶς πᾶσιν οἰνοχοεὺν· ἡ δὲ Ἥβη εὐλόγως, ὅτι κοινὴ πσίν ἐστιν.
ἔνιοι δέ φασιν, ὅτι σκέψεως περὶ τῆς Ἰλίου πορθήσεω γινομένης εὺοι-
κονομήταως ἄπεστι τοῦ συνεδρίου, ἵνα μηδὲν ἐναντίον γένηται, 〈εἰ〉
διὰ τὴν πρὼς αὑτὸν χιριν μόνον δόξειεν οἰκτίζεσθαι A—
διὰ τί δὲ μόνῳ τάῷ Διὶ ανυμήδης ὑπηρετεῦς καί φαμεν, ὅτι
ἅπασιν Ἥβη διακονεῦ, ἐπεὶ τὸ θεῖον ἀεὶ νεάζει τε καὶ ἠβᾷ,· τοῦτο γὰρ
βούλεται αὑτοῖς ἥ τε ἀμβροσία 〈ἀβροσία〉 τις οὖσα καὶ τὸ νέκταρ
παρὰ τὸ νεάζειν γεγενημένον· ανυμήδης δὲ ὑπηρετε μόνηῳ τιῷ Διί,
ὅτι ὁ μὲν Ζεὺς ὁ πρῶτός ἐστι νοῦς, μόνος δὲ νοῦς οἰκεῖον ἔχει τὸ
τοῖς μήδεσι γάνυσθαι· τοῦτο γἀρ ὁ Γανυμήδης A=
8. ἀλαλκομενηίς] ἡ ἀλάλκουσα τῷ μένει ὅ ἐστι βοηθοῦσα, ἢ ἡ ἐν Ἀλαλκομεναῖς πόλει παρὰ Βοιωτοῖς τιμωμένη, ἔνθα καὶ Ἀλαλκο- μένιον Ἀθηνᾶς ἱερόν, ἢ ἀπὸ Ἀλαλκομεν〈ί〉ου ὄρους τῆς Ἀττικῆς, ἢ παρʼ Ἀλαλκομένει τραφεῖσα 〈τῷ〉 Βοιωτῷ
11. παρμέμβλωκε] παραμένει 15. αὖτις] ἐκ δευτέρου
16. ἀμφοτέροισι] ρωσὶ καὶ Ἕλλησιν
43. ζρτεῖται πῶς ὁ Ζεὺς τῇ Ἥρᾳ ἅμα μὲν ἑκὼν δίδωσιν, ἅμα δὲ
ἄκων. ἔστιν οὖν εἰπεῖν, ὅτι ἑκὼν μὲν δίδωσιν ὡς ἂν ἀδελφῦ καὶ
γυναικί, ἄκων δέ, ὅτι τοὺς φιλτάτους π⌈ρὸς⌋ ἀπώλειαν ἐκδίδαωσιν·
καὶ γἀρ οἱ ἐν θαλάσση πλέοντες, ὁπόταν περιπέστωσι κινδύνῳ, ἐκ-
βάλλουσι τὸν φόρτον εἰς τὴν θάλασσαν ἑκόντες τε καὶ ἄκοντες,
ἑκόντες, ἵνα σαωθῆναι δυνηθῶσιν, ἄκοντες δέ, ὅτι τὸν φόρτον
ἀπο〈λ 〉λύουσι διʼ ὃν πλέουσιν
49. λοιβῆς] σπονδῆς 60. γενεῇ] τῇ ἡλικίᾳ ἢ τῇ εὐγενεί B +
62. ὑποείξομεν] συγχωρήσομεν
68. φασίν τινες, ὡς οὺκ ἀσεβεῖ ὁ Πάνδαρος, εἰ ἡ Ἀθηᾶ, συνεβού-
λευσε καὶ ὁ Ζεὺς ἀπέσταλκεν. ῥητέον δέ, ὅτι ὁ μὲν Ζεὺς εἰδως τοὺς
ὅρκους κακῶς γεγενημένους—οὺδὲν γὰρ ἕτερον Τρῶες ἢ ἐπὶ τοῖς
ἀλλοτρίοις ὤμσαν—διὰ τοῦτο ἐσπούδασε λυθῆναι τὴς ἀδίκους συν-
θήκας· Ἀθηνᾶν δὲ νῦν ὑποληπτέον τὸν λογισμὸν τοῦ Πανδάρου· καὶ
αὑτὸς πρὸς ἑαυτὸν ταῦτα διελογίζετο· ἄπιστοι γὰρ Λυκάονες(Aristot.
fr.151 R.). ἄλλοι δὲ καὶ αὑτοῖς 〈τοῖς〉 Ὁμήρου λύοντές φασι προειρη-
κέναι τὸν ποιητὴν “πειρᾶν, εἴ κε θέλῃσιν” (66, 71), οὐχὶ πείθειν A=
88. διὰ τί ἡ λθηνᾶ εἰς σύγχυσιν τῶν ὅρκων σὐ τῶν Τρώων τινὰ
ἐπελέατ ἀλλὰ τῶν ἐπικούρω—καίτοι κεχαρισμένος ἂν τις ἐγένετο
Ἀλεξάνδρῳ μᾶλλον, εἰ τῶν οἰκείων ᾖν—καὶ διὰ τί τῶν ἐπικούρων τὸν
Πάνδαρον ἐπελέξατο: καί φησιν Ἀριστοτέλης( fr.151 R.),ὅτι τῶν μὲν
Τρώων οὐδένα, διότι πάντες αὑτὸν ἐμίσουν, ὡς ὁ ποιητής φησιν “ἶσον
γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ” (Il. 3. 454), τῶν δὲ ἐπικούρων
τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον —σημεῖον δὲ ἡ τῶν ππιων
αὐτοῦ ἐπὶ οἴκου κατάλειφις, ἵνα μὴ δαπανᾷ ( Il. 5. 192)—καὶ ὅτι φύσει
ἐπίορκος· τὸ γοῦν ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἷναι ἐπίορκον, ὅθεν ἐκεῖνος
ἦν· οἳ δέ φασιν, ὅτι ἀρίστου ἦν χρεία τοῦ δυναμένου καταστοχά-
σασθαι καὶ τρῶσαι, οὺκ ἦν δέ τις ἐν τῷ Τρωικάῷ μέρει τοξότης εὐφυὴς
ἢ Ἀ\λέξανδρος καὶ Πάνδαρος· καὶ διὰ τοῦτο ἐπελέξατο αὑτόν A +
91. Αἰσήποιο] Αἴσηπος ποταμὸς τῆς ὑπὸ τῇ Ἵδῃ Λυκίας
103. Ζελείης] ἡ γὰρ ὑπὸ τῇ Ἴδῃ Λυκία Ζέλεια ἐκαλεῖτο A +
105. ἐσύλα] ἐγύμνου, ἐξέβαλε τῆς θήκης
109. ἑκκαιδεκάδωρα] ιςʼ παλαιστῶν· δοῶρον γὰρ καλεῖται ὁ παλαι- στής, ἥ ἐστιν ἔκτασις τῆς χειρὸς τῶν δ΄ δακτύλων A+
111. κορώνην] τὸ ἐπικαμπὲς ἄκρον τοῦ τόξου, ὅθεν ἀπ⌈ήρ⌋τητο ἡ νευρά
113. ἀγκλίνας] ἑαυτόν, ὡς μὴ ὁρ⌈ώτο⌋ ὑπὸ τῶν Ἑλλήνων A=
117. 〈ἀβλῆτα〉] μὴ ἐπιβεβλημένον, καινόν, ἢ ταχέως βαλλό- μενον μελαινάαων] εἰς βάθος διηκουσῶν
128. ἀγελείη] ἡ ἄγουσα λείαν ἀπὸ τῶν πολεμίων, ὅ ἐστι λαφυρ- αγωγός
131. λέξεται] κοιμηθῇ 133. ἤυτετο] ἀπήντα ὑπέκειτο
138. ἔρυτο] ἐβοήθησεν 141. ἐλέφαντα] ἐλεφάντινον ὀστοῦν φοίνικι μίην] φοινικήό χρώματι χρίσει, βάψει
142. 〈Κάειρα〉] Καρία, ἀπὸ Καρίας, ὡς τῶν χωρίων τούτων τὸ
παλαιὸν καλαῖς βαφαῖς χριομέναων A+
παρήιον] περιγναθίδιον, τὸ νῦν χαλινάριον
151. “νεῦρον” ὦ δέδεται τὸ σιδηροῦν τοῦ βέλους πρὸς τὸν κάλα- μον. §. “ὄγκους” δὲ τλς ἀκίδας καὶ ἐξοχὰς τοῦ βέλους
155. θάνατον] εἰς 156. οἳον] μόνον
157. ὡς] κατὰ ποῖον τρόπον
159. ἄκρητοι] ἀτελ⌈εῖς⌋ ἢ δι’ ἀκρήτου οἴνου γινόμεναι
161. μεγάλάῳ] χόλῳ ἀπέτισαν] ἀποτίσουσιν
170. ἀναπλήσης] πληρώσης 174. πύσει] σήψει
175. ἔργῳ] πολέμῳ rec.
184. δειδίσσεο] ἐς δέος καὶ φόβον ἄγε
186. εἰρύσατο] ἐφύλαξεν
190. ἐπιμάσσεται ἡδʼ ἐπιθήσει] ἐφάψεται καὶ ἐπιψηλαφήσει Α=
197. τῷ μὲν κλέος] ἑαυτῷ ἐμποιήσας rec.
202. Τρικῆς] πόλις ῦετταλικῆς
218. ἐκμυζήσας] ἐκπιέσας, ἐκθλίψας
219. τά οἱ ποτὲ πατρί] αὑτοῦ, τῷ Ἀσκληπιῷ
223. 〈βρίζοντα〉] νυστάζοντα καὶ ἠρεμοῦντα, ἐξ οὗ ἀμελοῦ⌈ντα⌋ βρίξαι γὰρ κυρίως ἐστὶ τὸ μετὰ βάρους τροφῆς ἀπονυστάξαι A—
227. φυσιόωντας] πνευστιῶντας
229. παρισχέμεν] παρέχειν
230. διακοιρανέοντα] διατάσσοντα
235. ὁ νοῦς· σὐ γὰρ ἐπιβοηθήσει τοῖς ψεύσταις ὁ Ζεύς
240. μεθιέντας] ἀμελοῦντας rec.
242. σέβεσθε] ἐντρέπεσθε A=
248. εἰρύατʼ] εἱλκυσμέναι εἰσίν
250. κοιρανέων] διατάσσων rec.
251. οὐλαμὸς τάξις συνεστηκυῖα ἐκ μ΄ ἀνδρῶν. ἦν δὲ φάλαγξ τάξις ἀπὸ ρκ΄ ἀνδρῶν A +
253. εἴκελος] διφορεῖται τὸ ἀπλοῦν, τὸ δὲ σύνθετον ἀεὶ διὰ δι- φθόγγου
258. ἔργῳ] ἢ τῇ ἐνέδρμ
259. γερούσιον] κατὰ τιμὴν διδόμενον
262. πλεῖον] πλῆρες 264. πάρος] πρότερον
266. ἐρίηρος] εὐάρεστος
276. Σεφύροιο] ἢ ἀπὸ τοῦ ζόφου καὶ τῆς δύσεως πνέων A +
279. σπέος] σπήλαιον
290. τῷ κε τάχʼ ἠμύσειε] οὕτως ἂν ταχέως πορθηθείη rec.
294. στέλλοντα] ἑτοιμάζοντα
295. Πελάγοντα—] οὗτοι ταξίαρχοι ὑπῆρχον. βασιλεῦς 〈δέ〉 ἐστι πάντων τῶν Πυλίαων ὁ Μέσταωρ A=
303. ἱπποσύνῃ] τῇ ἱππικῇ ἐμπειρίᾳ
305. ἀλαπαδνότεροι] ἀσθενέστεροι
306. ὃς δέ κʼ ἀνήρ] οἳ μὲν τοῦτό φασι παραγγέλλειν αὑτόν, ἵνα,
ὃς ὂν πολεμίου ἄρματος κρατήσας ἐπιβῇ, μάχηται καὶ μὴ ἐξελαύνειν
σπουδάζη· οἳ δὲ οῦτως· στις δʼ ἄν φησιν ἀποπέσ τοῦ ἰδίου ἅρματος
καὶ ἐπὶ τοῦ πλησίον παραγένηται, μὸ ἠνιοχείτοαω διἀ τὸ εἷναι αὑτὸν
ἐν ἀγνοίὰ τοῦ ἤθους τῶν ἵππων, δόρατι δὲ μᾶλλον ἀμυνάσθω τοὺς
πολεμίους A=
314. βίη] οῦτως δύναμις 321. ἔα] ἀντὶ τοῦ ἦν
327. ἡ εὐθεῖα ὁ Πετεός τοῦ Πετεοῦ, ὡς ἐνεός ἐνεοῦ, καὶ Ἀττικῶς
κατʼ ἐπέκτασιν τοῦ ο εἰς ω γέγονε Πετεώς· ὡς ἀπὸ τοῦ Μενέλαος Με-
νελάου Μενέλεως γίνεται κατὰ Ἀττικοὺς καὶ ἀπὸ τοῦ λαός λεώς,
οῦτω κα ὶ ἀπὸ τοῦ Πετεός Πετεώς, εἶτα ἡ γενικὴ τοῦ Πετεῶ καὶ κατὰ
πλεονασμὸν τοῦ ο γέγονε “Πετεῶο” A—
328. μήστωρες. ἀυτῆς] δυνάμενοι κατὰ μάχην βουλεύσασθαι A=
334. πύργος] τάξις A= 335. Τρώων] κατά
343. ἀκουάζεσθον] καλεῖσθε rec.
346. ὄφρ’ ἐθέλητον] ἕως οῦ θέλητε rec.
347. ὁρόγτε] ὁρώτε 363. μεταμώλια] μάταια
372. πτωσκαζέμεν] καταπτήσσειν, δειλιᾶν
376. 〈ἄτερ πολέμου〉] πέμψας γὰρ εἰς Μυκήνας συμμαχίαν ᾔτει
ὲπὶ ῦηβαίους. ῦυέστης μὲν οὖν ἑτοίμως ἐδίδου, σημεῖα δὲ αὑτὸν
ἐκώλυσε φαῦλα· ἐπελθόντες οὖν εἰς τὰς ήβας οἱ Ἀργεὔοι πέμπουσι
πρεσβευτὴν Τοδέα, ὅς καὶ καταλαβὼν γυμνικὸν ἀγννα συμμαχούσης
379. λίσσοντο] τοὺς Μυκηναίους ἐπικούρους] ἤτοι συμμαχίαν
384. Τυδὸ] ἤτοι τὸν Τνδέα
387. οὺδὲ ξεῖνός περ ἐών] καίπερ πολέμιος ὑπάρχων rec.
391. κέντορες ἵππων] ἱππικοί 394. Αἱμονίδης] υἱὸς Αἵμονος
404. σάφα] ἀκριβῶς
412. τέττα] προσφώνησις τιμητικῦ νεωτέρου φίλου πρὸς παλαιό- rερον
421. ὑπό] ὑφ’ οὖ ἤχου καί
424. κορύσσεται] κορυφοῦται αῦξεται
425. ἄκρας] ὅτοι τὰ ἀκρότατα
431. σμάντορας] τοὺς ἡγεμόνας
435. μεμακυἰαι] μηκώμεναι· μηκὸ γάρ ἐστιν αἰγῶν βοή A–
439. τοὺς μέν-τοῦς δέ] τοὺς Τρῶας —τοὺς Ἕλληνας
440. ἄμοτον] ἀμότως ἀπληρώταως, ἀφʼ οὖ καὶ μότα τὰ ἐπιτιθέμενα τοῖς κοίλοις τραύμασιν ὀθόνια πρὸς ἀναπλήρτωσιν τῆς σαρκός A=
444. μέσσῳ] μεταξὺ ρώων καὶ Ἑλλήνων
447. ῥινούς] βύρσας, τὰς ἀσπίδας 449. ἔπληντο] ἐπλησίαζον
457. Ἀντίλοχος] ὁ υἱὸς τοῦ Νέστορος
ἕλεν] ἐφόνευσεν πῶς Ἀἴας ἢ Διομήδης οὺκ ἀριστεύει
πρῶτος καί φασιν, ὅτι Πύλιοι πρῶτοι συνέρρηξαν, ἢ ὅτι, ἐπεὶ ὁ Ἀν-
τίλοχος ἄλκιμός τε καὶ ταχὺς ὑπόκειται, 〈εἰκότως καὶ φονεύει πρῶτος〉.
ἐμοὶ δὲ δοκεῦ ἀπʼ ἐλάσσονον ἥρ⌈χθαι⌋ τὸν ποιητὴν τὸ τῆς τύχης
αἰνισσόμενον κρ⌈άτος⌋ A=
458. Θαλυσιάδην] Θαλυσίου παῖδα
464. Ἀβάντων] τῶν Εὐβοέων
465. λελιημένος] προθυμούμενος 466. μίυυνθα] ἐπʼ ὀλίγον
468. τά] ἅτινα 472. ἐδιοπάλιζεν] ἐφόνευεν
483. εἱαμενῇ] ἢ γῇ καταλελειμμέν ἀδεσπότω ἢ καθύδρρτόπηῳ A +
484. ἀτάρ τε οὶ—ἐπʼ ἀκροτάτῃ] αὐτῆς κορυφῇ πεφύασιν] ἀντὶ τοῦ βεβλαστηκότες εἰσίν
487. ἀζομένη] ξραινομένη
488. ἐξενάριξεν] ἐσκύλευσεν rec.
492. βουβῶνα] τὸν περὶ τὴν γαστέρα τόπον ἑτέρωσε] εἰς ἕτερον μέρος
493. ριπε δʼ ἀμφʼ αὑτῷ] ἔπεσε περὶ νεκρῷ
494. τοῦ] τοῦ Αἴαντος
497. ὲ] ἑαυτόν κεκάδοντο] ἔφευγον
501. ἑτάροιο] ἕνεκα
506. νεκρούς] τοὺς ἰδίους B+ 507. προτέρω] ἔμπροσθε
508. Περγάμου] ἐκ τῆς ἀκροπόλεως A +
509. εἴκετε] ὑποχωρεῖτε
511. ταμεσίχροα] τέμνοντα τὸν χρῶτα
517. Ἀμαρυγκείδην Διώρεα] Ἀμαρύγκου παῖδα Διώρην
520. Ἰμβρασίδης] παῖς Ἰμβράσου Αἰνόθεν] ἀπὸ τῆς Αἴνου
522. ἀπηλοίησεν] παντελῶς ἀπέκοψεν
526. χολάδας τὰ ἔντερά φησιν, ἐπειδὴ εἰς αὑτὰ συρρεῦ ἡ ξανθὴ
χολή, τοῦτο μηχανησαμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνεσθα,
αὑτὰ τῇ δριμύτητι αὑτῆς πρὸς τὴν ἀπόκρισιν τῶν περιττωμμάτων·
ήμελλε γἀρ ψυχρὰ ὄντα τῇ κράσει ἀργὰ μένεμιν καὶ μηδέποτε ποιεῦν
τὴν ἀπόκρισιν. τοιαῦτα γὰρ τὰ νευρώδη πάντα A+
527. ἀπεσσύμενον] ἀπαλλαττόμενον, ἀπερχόμενον
529. ἀγχίμολον] ἐκ τοῦ σύνεγγυς, μετʼ σὺ πολύ
533. 〈ἀκρόκομοι〉 ἤτοι ἄκρως κομῶντες ἢ οἱ μῆ κομῶντες ἄγαν μηδὲ πάλιν ἐψιλιωμένοι τὴν κεφαλήν
534. μέγαν] εὐμεγέθη
535. πελεμίχθρ] ἤτοι τοῖς πέλό ας] καὶ τοῖς οἰκείοις ἐμίχθη
539. ἔργον] τὸν πόλεμον
4. δαῖε] ἐδαίετο ἦν καὶ ἀφαιρέσει τῆς ε καὶ ἀποκοπῇ τῆς τὸ “δαῖεʼ
9. ἀφνειός] οἵον ἀπενεός, ὁ μὴ πενόμενος
12. οἴ] ἀντὶ τοῦ Διομήδει
ἀποκρινθέντε] τοῦ οἰκείου πλήθους
19. μεταμάιον] μετὰ τῶν μαζῶν ὦσε⌋ ἀπέωσε καὶ κατέβαλεν 21. περιβῆναι] περιμαχῆσαι
26. κατάγειν] ἐμφαίνειὅτι ἐν κοιλοτέρῳ τόπῳ ντὸ ναύσταθμον B+
30. Ἄρης σημαίνει ε΄ τὸν πόλεμον, ὡς τὸ ἵνα ξυνάγωμεν Ἄρηα
(Il. 2. 381), τὸν σωματικὸν θεόν, ὡς τὸ “ Ἆρες Ἄρες βροτολοιγέ”
(31), τὸ τραῦμα, “ἔνθα γίνετʼ Ἄρης ἀλεγεινὸς ὀιζυροῖσι βροτοῖσι”
(Il. 13. 569), τὸν σίδηρου, ὡς τὸ “αἵματος ἇσαι Ἄρηα ταλαύρινον”
(289), τὸ κυρίον όνομα Ἄρητὸς, ὡς τὸ ”Ἄρητον δέ κατʼ αὖθι λίπον
δεδαὐγμένονʼ (Il. 17. 535)
36. ἠιόεντι] τῷ αἰγιαλοὺς καὶ ὄχθους ἔχοντι
37. ἕλε] ἐφόνευεν
44. άρνης] πόλις Λυδίας, ἡ νῦν Σάρδεις καλουμένη AB=
47. στυγερός] μισητός 54. ἑκηβολίαι] αἱ εὐστοχίαι A +
70. πύκα] ἐπιμελῶς
73. 〈“ἰνίον 〉] τὸ κοῖλον τοῦ τένοντος· κέκληται δὲ οῦτω διὰ τὸ
εἷναι νευροῶδες. ἢ πλατὺ καὶ παχὺ νεῦρον τὸ καθἠκον ἀπὸ τῆς κεφαλῆς
ἐπὶ τὸν αὐχένα AB=
74. ἀνʼ ὀδόντας —τάμε] διιὼν ἀνέταμε τοὺς ὀβόντας B +
75. ψυχρόν] ἢ τὸν τῃ ἀληθείᾳ ψυχρῶν ὄντα, ἢ τὸν ψύχους αἴτιον ἤτοι θανάτου A+
78. ἀρητήρ] ἱερεύς 81. ἀπὸ— ἔξεσε] 〈οὐκ〉 ἀπέκοψεν B+
89. ἐερμέναι] ἀσφαλισμέναι, περιπεφραγμέναι
90. ἕρκεα] τείχεα, πεμιφράγματα
92. κάλʼ] καλά 95. Λυκάονος—υἱός] ὁ Πάνδαρος
96. πρὸ ἕθεν] πρὸ αὑτοῦ 99. διλ—ἕπτατο] διῆλθεν
100. παλάσσετο] ἐμολύνετο ἐβρέχετο
104. δῆθ] ἐπὶ πολύ τρεῖς ἰδέαι βελουλκίας, ἐξολκὴ ἐκτομὴ καὶ διωσμός rec.
113. στρεπτοῖο] τοῦ ἁλυσιδωτοῦ, τοῦ εὑστρέπτου
117. φῖλαι] φίλησον 124. μάχεσθαι] μάχου A=
125. ἐν—ἦκα] ἐνέθηκα
126. ἔχεσκε σακέσπαλος] εὗχεν ὁ πάλλων τὸ σάκος
128. ἠμὲν θεόν] τὸν ὄντως ἄνδρα] τὺν μεταβαλλόμενον εἰς ἄνδρα
129. θεός] οῦτω λανθάνων ἐν ἀνθρώπου μορφῇ A+
132. 〈οὐτάμεν〉] διὰ τί μίαν τὴν Ἀφροδίτην : διὰ τὸ προει-
ρηκέναι τὸν Δία “τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε
καὶ αὑτοῦ κῆρας ἀμύνει” (Il. 4. 10, 1), τουτέστι τῷ Ἀλεξάνδρῳ A=
134. ἐξαῦτις] ἐκ δευτέρου 138. χραύσ)] ἀμύξ rec.
144. ἕλεν] ἐφόνευσεν 147. ἐέργαθεν] ἐχώρισεν, ἀπέκοψεν
149. ὐνειροπόλοιο] ὐνειροκρίτου
150. 〈τοῖσι〉] οἷστισι μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρους· ἔστι γὰρ ἓν τῶν ἀμφιβόλων· ἤτοι γε ἐμαντεύσατο ὡς οὐκ ἐπανερχομένοις, ἢ ἐν ἥθει λέγεται ἀντὶ τοῦ ‘οὺ προεῖπε διὰ τῶν ὀνείριων, ὅτι ἀναιρεθήσονταιʼ A= B + 155. ἐξαίνυτο] ἀφείλετο
158. δατέοντο] διεμερίζοντο 164. βῆσε] κατεβίβασεν
167. ἄν τε μάχην] ἀνά τε τήν
175. ὅς τις ὅδὲ κρατέει] ὥστις ποτέ ἐστιν οὗτος rec.
178. ἱρῶν] ἕνεκα τῶν θυσιῶν
182. αὐλώπιδι] αὐλίσκον ἐχούση, καθʼ ὃν πήγνυται ὁ λόφος, ἵνʼ ἦ
εἷδος περικεφαλαίας· φάλοι δέ εἰσιν οἱ κατὰ μέτιωπον τῆς περικεφα-
λαίας χρυσοῖ ἦλοι, ἢ ἀστερίσκοι
186. εἰλυμένος] κεκαλυμμένος 187. κιχήμενον] κατειληφός
192. ἐπιβαίην] ἐγώ 195. πέπτανται] ἥπλωνται
196. ὀλύρας] εἰδος κριθώδους καρποῦ
200. ἀρχεύεαιν Τρώεσσι] τοι τῶν Ζέλειαν πόλιν Τροίας οἰ- κούντων A + ἀρχεύειν] ἠγεσθαι rec.
203. ἀνδρῶν εἰλομένων] ρώων συγκλειομένων
208. ἤγειρα] ἠρέθισα 210. τῷ] ἐκείνῳ
218. μηδʼ οῦτως ἀγόρευε] μηδαμῶς οῦτω λέγε A=
224. πόλινδε] εἰς τήν A=
226. σιγαλόεντα] τὰ κατέχοντα τοὺς ἵππους καὶ ἐμποιοῦντα τού-
τοις σιγὴν καὶ ἠρεμίαν 228. τόνδε] τὸν Διομήδην
33. ματήσετον] ματαίαν ἔχωσι τὴν προθυμίαν
234. τεόν] τὸν σόν
240. ἐμμεμαῶτα] προθυμούμενον A= ἔχον] ἥλαυνον A=
258. εὖ γʼ οὖν ἕτερός γε φύγρσιν] εἰ δή τις οὐτων διαφύγ, τῶν δύο
rec. A+
264. μετʼ ἐυκνηιἱδας] πρὸς τούς A=
265. τῆς γάρ τοι γενεῆς] εἰσὶν οἱ ἵπποι Τρωί] τῷ
266. ποινήν] ἀντέκτισιν, δωρεάν
267. ὑπʼ ἠῶ, τʼ ἠέλιόν τε] περιφραστικοῶς ὑπὸ τὸ φῶς τοῦ κόσμου A=
270. γενέθλη] γέννα rec. A= 271. ἀτίταλλε] ἀνέτρεφεν A=
276. τόν] τὸν Διομήδην Λυκάονος ἀγλαὸς υἱός] ὁ Πάνδαρος
287. ἤμβροτες οὐδʼ ἔτυχες] ἀντιφραστικῶς ἀπέτυχες σφῶι] ὑμᾶς
289. ἇσαι] κορέσαι πληρῶσαι rec. A-
ταλαύρινον] ὑπομονητικόν A+
291. ζτεται, πῶς Διομήδους μὲν ἀκοντίσαντος πεζοῦ, Πανδάρου
δὲ ἀπὸ ἅρματος, οὕταως ἐκ τοῦ κοιλοτέρου φερόμενον τὸ δόρυ καταωφερῇ
πεποίηκε τὴν τρῶσιν· ἔστι δὲ λέγειν, ὅτι πρῶτον μὲν Ἀθηνᾶ〉 ἦν
ἡ κατευθύνουσα αὑτό, ᾖ ἦν δυνατὸν τοῦτο ποιῆσαι, ἔπειθʼ ὅτι προεπιτ
νεύσας ὁ Πάνδαρος ἕνεκα τοῦ θεάσασθαι, εἰ καιρίως τέτρωται ὁ
Διομήδης, οῦτως ἐβλήθη διὰ τῆς ῥινὸς τὴν γλῶσσαν· οἢ δέ, ὅτι ἐν
ἀνωμάλοις τόποις μαχομένων εἰκὸς τὰ μὲν ἄρματα ἐν χθαμαλωτέροις
τρέχειν, τοὺς δὲ πεζοὺς ἀπὸ μετεώρου μάχεσθαι Α= §. ἔτεμε δὲ
τὴν γλῶσσαν αὑτοῦ, ὅτι ἐπιώρκησε καὶ ὅτι διʼ αὑτῆς ἐμεγαλαύχει
296. αὖθι] ἐπὶ τὸν αὐτὸν τόπον 298. οἱ] αὐτοῦ A
299. ἀλκί] ἀπὸ ὐρθῆς τῆς ἄλξ, ὡς 〈πλακί〉 ἀπὸ τῆς πλάξ
302. χερμάδιον λάβε χειρὁ] χειροπληθ λίθον rec.
308. ὦσε δʼ ἀπό] ἀπέσυρε ῥινόν] τὸ δέρμα A=
309. ἐρείσατο] ἐπερείσθη
311. ἔνθα] τότε ἀπόλοιτο] τοι ἀπώλετο
313. βουκολέοντι] νέμοντι βοῦς A= 315. πτύγμα] δίπλωμα
324. ἐκ δʼ ἔλασεν] παρέλκει τὸ “Ἄς”
327. ρως] ὁ Σθένελος
329. Τυδείδην μέθεπε] ἐπὶ τόν κρατερώνυχας] τούς
330. ἐμμεμαώς] εὐπρόθυμος 332. τάων] ἦν ἡ Ἀφροδίτη
334. ὀπάων] διώκων A + 335. ἐπορεξάμενος] ἐκτείνας A=
337. ἀβλρχρήν] ἀσθενῦ εἶθαρ— ἀντετόρησεν] εὐθέως καὶ παραχρῆμα διῆλθεν
343. ἰάχουσα] βοήσασα κάββαλεν] ἀπέρριψεν
350. ἐἀν πάλιν ἔλθῃς εἰς τὸν πόλεμον, τηνικαῦτά σε κακῶς διαθή- σομαι, ὥστε σὲ καὶ ἄλλοθί που πόλεμον ἀκούσασαν εὐλαβηθῆναι
356. ἠέρι] ὐμίχλρ· ἤτοι ἀόρατος ἦν
359. κόιμισαι] ἐπιμελείας ἀξίωσον
366. ἀέκοντε πετέσθην] ἀπροθύμως ἔτρεχον rec.
369. παρὰ —βάλεν] παρέθηκε τοῖς ἵπποις
371. τῆς Διώνης λέγουσιν εἶναι θυγατέρα τὴν Ἀφροδίτην, διότι,
ἐπεὶ Ἀφροδίτη ἐστὶν ἡ συνάγουσα τὸ ἄρρεν καὶ θηλυ δύναμις, διὰ τὸ
ἀφρώδη τὰ σπέρματα τῶν ζων εἰναι Ἀφροδίτη ὀνομασθεῖσα, διἀ
τοῦτο καὶ Διώνης λέγεται εἶναι θυγάτηρ· διερὸν γὰρ τὸ δίυγρον· ἐξ
ὑγρότητος δὲ 〈τῆς〉 ἐντη συνουσίμ τὰ ζῷα(Cornut. Th. c. 24p. 45 L.)
379. σὺ γὰρ —φύλοπις] ἔστιν ἡ
387. κεράμρ] ἀγγείῳ, πίθῳ
388. ἇτος] ὦ ἐστι ῥῆμα δηλοῦν τὸ πληρῶ, ὁ μέλλων ἄσω, ἐξ αὑτοῦ δτος, καὶ κατὰ στέρησιν ἄατος, καὶ κράσει τῶν δύο αα εἰς α μακρὸν ἆτος
400. ἠλήλατο] ἐνεπέπηκτο
403. αἴσυλα] ἄδικα, 〈ἀ〉αίσυλά τινα ὄντα, τὰ εὑτελήματα τῆς αἴσης, ἅ ἐστι τοῦ καθήκοντος
417. κατηπιόωντο] κατεπραῦνοντο
424. τῶν] ἀπὸ τούτων 425. καταμύξατο] κατεξέθη
473. ἑξέμεν] φυλάξειν
486. ὤρεσσι] ταῖς γυναιξί, παρὰ τὸ συνεζεῦχθαι τοῖς ἀνδράσιν· ἔνθεν καὶ συνωρὶς τὸ συνεζευγμένον τῶν ἵππων όχημα ωρες αἱ γυναῖκες, ἀπὸ τοῦ ὀαρίζειν ἢ συναραρέναι· ἔνθεν καὶ ξυνωρὶς παρὰ τὸ ξυνηρμόσθαι· ἔστι δὲ ὄαρ καὶ συναλ〈ο〉ιφῇ ὤρ B +
501. κρίν)] διαχωρίῃ 504. ἐπέπληγον] ἀνεκίνουν
505. ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες] διʼ ὑποστροφῆς
506. ἰθύς] κατʼ εὐθεῖαν νύκτα] ἀορασίαν
508. χρυσαόρου] τοῦ χρυσοφασγάνου
521. ἰωκάς] κραυγὰς ἀπειλὰς ἢ τἀς ἐν τῷ πολέμηῳ διώξεις rec.
524. ἀτρέμας] δσυχῆ
553. ἀρνυμένω] ἀντικαταλλασσομένω τούτοις
554. οἴω τώ γε λέοντε δύω] οὖτοι δὲ ὁποῖο λέοντες δύω
555. ταρφέσιν ὕλης] πυκνώμασιν, ἀπὸ τοῦ τείρειν τὴν ὰφὴν ἢ ἀπὸ 〈τοῦ〉 ταράσσειν τὰ φάη
557. ὄφρα] ἕως 559. τοίω] τοιοῦτοι
567. πόνοιο] τῆς ἐνεργείας τοῦ πολέμου
568. τὼ μέν] οῦτοι μέν
574. τώ] τούτους δειλώ] τοὺς ἀθλ〈ί〉ους
584. λασε] ἔκρου〈σ〉ε κόρσην] κυρίως ὁ κρόταφος
586. “κύμβαχος” τὸ σκεπάζον τὸ βρέγμα, παρὰ τὸ κῦρον, τουτέστι τὸ περιφερές· κύμβη γὰρ ἡ κεφαλή
588. ὄφρ’ ἵππω] ἕως οἱ πλήξαντε] τύψαντες
589. ἵμασε] μάστιξε
592. Ἐνυώ ἐστιν ἡ ἐνιεῖσα θυμὸν καὶ ἀλκὴν τοῖς μαχυμένοις· ἢ
κατὰ εὑφη,μμισμὸν ἀπὸ τοῦ ήκιστα ἐνηὴς καὶ ἐπιεικὴς εἶναι (Cornut.
c. 21 p. 40 L.)
599. ἀφρῷ] ὀνοματοποιία ὁ τρόπος· ἀπὸ τοῦ ψόφου τοῦ ἐν τοῖς δασι γινομένου rec.
605. τετραμμένοι] βλέποντες rec.
612. Παισός πόλις ῥοίας, ἣν ἐν ἄλλοις Ἀπαισὸν προσηγόρευεν (Il. 2. 828)
618. ἐπὶ δούρατʼ ἔχευαν] δαψιλῶς ἐπέπεμφαν· ἡ μεταφορὰ ἀπὸ τοῦ ὑγροῦ
623. ἀμφίβασιν] τὴν ὑπερμάχεσιν
626. 〈χασσάμενος) πελεμίχθη] κατὰ ἀναστροφὴν εἴρηται ἀντὶ τοῦ πελεμιχθεὶς ἀνεχάσατο rec.
628. Τληπόλεμον] τῶν Ἀχαιῶν ἦν
629. Σαρπηδόνι] τῶν Τρώων ἦν 644. ἄλκαρ] ἀλέξημα rec.
654. 〈Ἄιδι〉 κλυτοπώλῳ] οὖ κλυτὴ ἡ ἐπιπώλησις, οἶον ἀκουστὴ διὰ τὰς ἐπὶ τοῖς θανοῦσιν οἰμωγάς AB+
661. 〈μαιμώωσα)] ἤτοι τοῦ αἵματος γευστικῶς ἔχουσα, ἢ “μαι- μώωσα” ὀξέως ὁρμῶσα A +
666. ἐπιβαίη] περιπατήσῃ 672. Διὸς υἱόν] τὸν Σαρπηδόνα
676. τῷ ῥα] διὸ δή rec.
683. ὀλοφυδνόν] οἰκτρόν rec. B+
698. 〈κεκαφηότα〉] κάπος τὸ πνεῦμα· ἔνθεν καὶ κῆπος ὁ περι-
πνεόμενος πάντοθεν 〈τόπος〉 A+
701. 〈αἰέν〉] διὰ παντὸς καὶ οἰον κατʼ ὀλίγον rec.
708. Ὕαῃ] πόλις τῆς Βοισωτίας A +
709. κεκλιμένος] παρακείμενος B +
715. ὑπέστημεν] ὑπεσχέθημεν
722. καμπύλα] τοὺς εὐκαμπεῖς κύκλα] τροχούς A=
723. 〈ὀκτάκνημα〉] ὀκτώραβδα, ὀκτω κνήμας ἔχοντα. §. κνῆμαι δέ εἰσιν αἱ κατὰ τῶν τροχῶν ῥάβδοι ἐμπεπηγμέναι πρὸς τῇ χοινι- κ〈ίδ〉ι AB=
τὰ ἐπάνω τῶν τροχὸν σιδηρι, ὃ καὶ κανθοί καλοῦνται, οἱ
ἔξωθεν τῶν τροχῶν σιδηροῦ ἢ χαλκοῦ κύκλοι add. rec.
ἄξαων ἐστὶ τὸ εἰς τἀς χοινικίδας ἐμβαλλόμενον ἑκατέρου
τροχοῦ AB=
726. πλῆμναι] αἱ χοινικίδες A + περίδρομοι ἀμφοτέρωθεν] στρογγύλοι, περιφερῖς
729. ῥυμὸς ξύλον μέσον ἕως τοῦ ζυγοῦ, ἢ ἕλκει τὸν δίφρον· ζυγὸς
τὸ ἐπικείμενον τοῖς νώτοις τῶν ἵππων· κνῆμαι αἱ ῥάβδοι αἱ ἀπὸ τῆς
χοινικίδος μέχρι τοῦ τροχοῦ· τροχὸς δέ ἐστιν ἡ ἀψίς, ἡ λέγεται καὶ
ἴτυς, ῇ αἱ κνῆμαι τῆς χοινικίδος ἐμπήγνυνται· πλῆμναι αἱ χοινικίδες,
ἐν οὖς στρέφεται ὁ ἄξων· ἄξων τὸ ξύλον τὸ ἀπὸ τροχοῦ εἰς τροχόν,
ὑεχόμενον τἀς περόνας· ἄντυγες τὰ ἐπὶ τοῦ δίφρου ἡμικύκλια· ἀστρά-
βη τὸ ξύλον τὸ ὀρθόν, ἃ κρατεῦ ὁ ἠνίοχος πρὸς τὸ μὴ ἐκπίπτειν αὑτοῦ,
ἃ τινες βαρβαρίζοντες καλοῦσιν ἀστραπήν rec. AB +
734. ἑανόν] λεπτόν, τρυφερόν
738. θυσσανόεσσαν] κροσσοὺς ἔχουσαν πανταχοῦ
739. ἐστεφάνωτο] περιεκυκλοῦ〈το〉
741. πελώρου] τέρατος 744. πρυλέεσσι] πεζοῖς A +
747. ὐβριμοπάτρη] όβριμον καὶ ἰσχυρὸν πατέρα ἔχουσα
750. τῆς] αἷς, ταῖς Ὥραις ἐπιτέτραπται] ἐγκεχείρισται
751. ἀνακλἱναι] ἀνακαλύψαι ἐπιθεῖναι] κατακλεῖσαι
761. ἀνέντες] ἀναπείσαντες
763. ἐξαποδίωμαι] ἀποδιώξω 777. ἀνέτειλε] ἀνέφυσεν rec.
778. ἴθμαθʼ] τὰ ἴχνη, τὰ βήματα. παρὰ τὸ εἷμι ἴμα, ὡς τίθημι θέμα, καὶ πλεονασμῷ τὸν θ ἴθμα
782. εἰλόμενοι] συναθροιζόμενοι
786. αὐδήσασχʼ] ἐφώνει, ἐβόα rec. 796. τελαμῶνος] ἱμάντος
799. ἱππείου —ζυγοῦ] τοῦ τῶν ἵππων
800. ἦ ὀλίγον] οὐδὲ ὀλίγον rec.
810. προφρονέως] προθύμως rec.
811. πολυᾶιξ] πολυόρμητος 823. ἀλήμεναι]· ἀθροισθῆναι
830. σχεδίην] ἐκ τοῦ σύνεγγυς ἅζεο] σέβου
832-4. ἑρμηνεύει ἀσανεὶ τὸ “ἀλλοπρόσαλλον” (831)
858. ἔδαψε] διέτεμεν rec.
860. ἐννεάχιλοι] θ χιλιάδες δεκάχιλοι] δέκα χιλιάδες
864. ἐρεβεννὴ—ἀήρ] ἀορασία
879. προτιβάλλεαι] ἐπιπλήσσεις
886. νεκάδεσσιν] νεκροκοιτίοις 893. σπουδῇ] μόγις
894. ἐννεσίησιν] συμβουλαῖς· ἀπὸ τοῦ ἐνίημι
901. ἐπειγόμενος] ταρασσόμενος ὀπός] ἡ πιτύα ὥσπερ ὁ ὀπὸς βαλλόμενος εἰς τὸ γάλα ὑγρὸν ὂν ταράσσει ἐκεῖνο
902. περιτρέφεται] περιπήγνυται κυκόωντι] τῷ ταράσσοντι
1. φύλοπις] ἢ ἀπὸ τοῦ κατὰ φῦλα μάχεσθαι συνερχομένους ad pr. add. rec.
2. ὁτὲ μὲν τῶν Ἀχαιῶν ἀνατρεπόντων τοὺς Τρῶας, ὁτὲ δὲ ἀνα- τρεπομένων ὑπʼ αὑτῶν A+
9. ἱπποδασείης] ἱππολόφου rec.
38. ἀτυζομένλω] φοβούμενοι rec. 40. πρώτῳ] τῷ ἄκρῳ A+
60. ἄφαντοι] ἀνώνυμοι, ἀφανεῖς
62. παρειπών] παραμυθησάμενος rec.
64. τῷ πλάτει τοῦ ποδὸς πατάξας rec.
78. τοι ἔγκειται ἐν τῇ ὑμετέρι φροντίδι σωτηρία τῶν πραγμάτων ad pr. add. rec. A +
78, 9. ὅ〈τ〉ι κατὰ πάντα τὰ μέρη τῆς μάχηπ καὶ τῆς φρονήσεως ὑμεῖς διαφέρετε rec.
81. πρὶν 〈— πεσέειν〉] αὐτούς
83. ἐποτρύνητον] παροξύνητε
94. ἡνις] ἔνος ὁ ἐνιαυτός, παρώνυμον ἔνις καὶ τροπῇ τοῦ ε εἰς η
97. μήστωρα φόβοιο] τὸν δυνάμενον ἐργάσασθαι τοῖς ἐναντίοις φυγήν rec.
108. φάν] ώήθησαν rec. 112. ἀνέρες] ἀνδρεῖοι ἔστε] γενήσεσθε rec. 117. αὐχένα] τόν
118. θέεν] περιέτρεχεν 125. προβέβηκας] προελήλυθας
131. δήν] ἐπὶ πολύ 132. μαινομένοιο] μανιοποιοῦ A+
133. σεῦε] ἐδίωκε ἠγάθεον] ἄγαν θεῖον υσήιον] ὅρος Θρκης A+
151. 〈ἴσασιν〉] ἰσῶ ἰσήσω, καὶ παραγωγὸν ἴσημι, ὅθεν ἐγένετο τὸ
ἴσαμεν κοινὸν ἴσμεν —τὸ γὰρ Δωρικὸν ἴσαμες ἐκ τοῦ ἴσαμεν κοινοῦ
—ἴσατε καὶ ἴστε καί “ἴσασιρ” ἴσαντι δὲ ἐκ τούτου Δωρικόν
153. κέρδιστος] συνετώτατος A+
157. ἐμήσατο] εἰργάσατο rec. 160. τῷ] τῷ Βελλεροφόντῃ
169. πτυκτῷ] ἠσφαλισμέσῳ
194. τέμενος] ἀποτετμημένην γῆν
195. φυταλιῆς] ἀμπελοφόρου ἀρούρης] σιτοφόρου
201. 〈πεδίον τὸ Ἄλήιον〉] οὕτω πεδίον τῆς Κιλ〈ικ〉ίας καλού- μενον ἀπὸ τῆς τοῦ Βελ〈λ〉εροφόντου ἄλης, ὅ ἐστι πλάνης rec. A +
202. πάτον] τὴν πεπατημένην ὁδόν, τουτέστι τὴν λεωφόρον rec.
219. φοίνικι] φοινικ χρώματι 225. τόν] “τῶν”
226. 〈ἔγχεα ἀλλήλων ἀλεώμεθα)] ἤτοι ἐκκλίνωμεν ἀλλήλοις ἀφιέναι τὰ δόρατα rec, B=
241. 〈πολλῇσι δὲ κήδεʼ ἐφῆπτο)] πολλαὶ αὑτῶν ἐν κακώσει ἐγένοντo rec.
243. αἰθούσῃσι] διὰ τὴν τοῦ ἡλίου βολήν rec. A +
245. 〈δεδμημένοι〉] ᾠκοδομημένοι 〈ἢ〉 δεδαμασμένοι 〈μνηστῇσι 〉] ὅ ἐστι ταῖς ἐκ μνηστείας γεγαμημέναις rec.
252. θυγατρῶν] τῶν ἐχουσῶν ἄνδρας
258. μελιηδέα] μελίφρονα rec. ἐνείκω] πέμφω, κομίσω
262. ἔτῃσιν] πολίταις rec. B=
265. 〈ἀπογυιώσς〉] βλάψρς μοι τὰ μέλη rec.
268. 〈αἵματι καὶ λύθρῳ〉] τάῷ μετὰ κονιορτοῦ αἵματι rec.
274. 〈ὑποσχέσθαι〉] ὑπόσχου rec.
388. 〈θάλαμον— κηώεντα] γυναικωνῖτιν rec.
292. 〈ἀνήγαγεν〉] τὸν εἰς τὴν Ἴλιον πλοῦν ἀνάπλουν καὶ ἀναγωγὴν εἴρηκεν ὁ ποιητής rec, A+
320. 〈περὶ—θέε〉] κύκλῳ περιέκειτο rec.
πόρκης] κρίκος ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος A+
321. ἕποντα] διέποντα, ἐπιμελούμενον
329. δέδηε] διακέκαυται
336. ἄχει προτραπέσθαι] τὸ ἄχος παραμυθήσασθαι
339. 〈ἐπαμείβεται〉] ἐξ ἀμοιβῆς παραγίνεται, ἐναλλλξ πρὸς ἄλλον καὶ ἄλλον χωρεῦ rec. ἄνδρας] ἀνδρείους
344. δᾶερ] ἀνδρὸς ἀδελφέ ὀκρυοέσσης] κακῆς ταλαιπώρου. §. ἢ τραχείας καὶ φρικτῆς add. rec.
346. προφέρουσα] ἄγουσα. §. πόρρω φέρουσα add. rec.
352. ἔμπεδοι] ἀσφαλεῖς, βέβαιοι 358. ἀοίδιμοι] ἐπὶ κακί,
367. ὑπότροπος] ἐξ ὑποστροφῆς ἀνεληλυθώς
376. εὶ δʼ ἄγε] ἄγε δῇ rec.
378. εἰνατέρων] ἀνδρὸς ἀδελφῶν· ὁμοίως δὲ καὶ ἀνδρὸς ἀδελφὴ γάλως λέγεται
381. ὀτρηρή] δραστική, συνεργός, προστάτις rec.
389. ἄμα] αὐτῦ τῃ Ἀνδρομάχρ τιθήνη] ἡ τροφός
396. ὑληέσσς] συμφύτῳ τόπῳ
400. κόλπον] ἤτοι τὴν ἀγκάλην A+
407. δαιμόνιε] μακάριε ἢ γενναῖε rec.
φθίσει] διαφθερεῦ rec.
412. θαλπωρή] χαρά, ἡδονή, παραμυθία
417. ἐξενάριξε] ἐσκύλευσε A= 419. σῆμα] τάφον A=
433. ἐρινεόν] τὴν ἀγρίαν συκῆν
434. 〈ἀμβατός ἔστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος〉] ἀνά-
βασιν ἔχει ἡ ὁδὸς ἡ πρὸ τῶν τειχῶν αὑτῶν οὖσα, ἐν ᾗ ἔστιν
ἐπιδραμεῦν πρὸς τὸ τεῖχος
462. νέον] νεαρόν 511. ἓ γοῦνα] ἑαυτοῦ γόνατα
513. ἠλέκτωρ] λιος ἐπιθετικῶς, ὅτι ἀλέκτρους ἡμᾶς ποιεῦ ἀνιστα- μένους ἐκ τῆς κοίτης· ἢ ὅτι λαμπρός, παρὰ τὸ ἥλεκτρον
515. εὖτε] ὁπότε 518. κατερύκω] κατέχω
1. πυλέων] τῶν πυλῶν B= φαίδιμος] ὁ λαμπρός
36. πῶς μέμονας] τίνι τρόπηρ διαλογίζ)
56. ἱδρύνθησαν] ἐπαύθησαν τοῦ πολεμεῖν
63. ἐχεύατο] ἐχύθη
96. ἀπειλητῆρες] καυχηταὶ ἀπειλεῖν μόνον εἰδότες A +
97. αἰνόθεν αἰνῶς] ἐκ 〈δεινοῦ δεινῶς〉· τῶν δεινῶν δεινότερα AB+.
100. αὖθι] αὐτόθι ἀκήριοι] ἄψυχοι ἀκλεέες ἦν, καὶ ἐκβολῇ τοῦ ε ἐγένετο “ἀκλεές·” ἢ ἀκλεεῖς, καὶ ἐκβολῇ τοῦ ῑ “ἀκλεές ”
108. δεξιτερῆς ἕλε χειρός] εἰς πλάτος ὡμίλει
128. γενεήν] πατέρας τόκον] παῖδας
133. Κελάδοντι] ἢ διὰ τὸν ἥχον τοῦ ῥεύματος ad pr. add. sec.
138. 〈κορυνήτην〉] κορύνς ἤτοι ῥάβδηῳ μαχόμενον. κορύνη δέ ἐστι ῥόπαλον ἀμυντήριον ἑτερορρεπές, ἐξ ἑνὸς μέρους ῥοπὴν ἔχον καὶ βάρος
156. λέγεται “παρήορος” καὶ 〈ὁ〉 παρεζευγμένος ἐκτὸς τοῦ ζυγοῦ ἵππος καὶ ὁ ἄφρων A+
168. Ἀνδραιμονίδης] υἱὸς Ἀνδραίμονος
171. διαμπερές] ἀντικρῦς καὶ φανερῶς
197. δίηται] ἐκφοβήσει, διώξει
206. νώροπι] ἐκ τοῦ τη στερητικοῦ μορίου καὶ τοῦ ὁρῶ τὸ βλέπω, δηλονότι τῷ περιλάμπ〈ρ〉ῳ, τῷ τοῦ ὁρᾶν στερίσκοντι
216. πάτασσεν] ἐν παλμάῷ καὶ κινήσει ἦν
221. ὕλῃ] συνδένδρῳ 226. οἰόθεν οἶος] μόνος πρὸς μόνον
235. ἀφαυροῦ] ἀσθενοῦς
241. σταδίῃ] ἤτοι τῇ συστάδην μάχῃ
254. ἐκλίνθη] ἐξέκλινε πρὸς ἑαυτόν ἀλεύατο] ἐξέφυγεν
262. τμήδην] τμητικῶς
298. 〈ἀγῶνα〉] τὸν ναὸν δηλονότι· λέγεται δὲ καὶ ἐπὶ τόπου, οὗ ὁ ἀγών B~
315. ἄρσενα] διὰ τὸ δυνατόν πενταέτηρον] διἀ τὸ παχύτερον
330. ὀξύς] διἀ τὸ διὰ μιᾶς ὡρας πολλοὺς σφαγιάσαι
336. ἀμφὶ πυρήν] ἀπὸ τῆς πυρᾶς ἔνα] καθʼ ἕνα
353. ὤφελεν εἰπεῖν ‘ἐλν μὴ ῥέζωμεν’ καὶ εἰπεν ‘ἵνα μὴ ῥέξωμεν·”
ἔλαβε δὲ σύνδεσμον ἀντὶ συνδέσμου
366. θεόφιν—ἀτάλαντος] τοῖς θεοῖς ἴσος
380. τελέεσσιν] τοῖς τάγμασιν
390. ὡς] “ὅςʼ §. τοῦτο καθʼ αὐτὸν νοητέον εἰπεῖν τὸν Ἰδαῖον
416. ἀπέειπε] ἐξεῖπε 418. ὕλην] ἤτοι ξυλαγωγίαν
433. οὔτʼ ἄρ πω] οὐδέπω
447. ἐνίψει] κυρίως μὲν ἐπιπλήξει, νῦν δὲ ἀντὶ τοῦ ἐρεῦ λέξει
463. ἀμαλδύνηται] ἀφανίζηται 478. σφίν] τοῖς Ἕλλησιν
2. Ζες] ἡ είμαρμένη
14. βέρεθρον] οἱ Μακεδόνες ζέρεθρον γράφουσιν
23. πρόφρων] μετὰ προθυμίας
43. ἐλάω τὸ λαμβάνω· ὁ δεύτερος ἀόριστος εζλον· ὁ παθητικς
εὶ όμην]· τὸ τρίτον εἴλετο καὶ συγκοπῇ καὶ ἐκβολῇ τοῦ ῖ ἕλτο·
τροπῇ τοῦ λ εἰς ν καὶ πλεονασμῷ τοῦ γ “γέντο”
48. Γἀργαρον] ἀκρωτήριον Ἴδης
Γάργαρον, τὸ ἀκρωτήριον τῆς Ἴης. ἤτοι ἀπὸ τοῦ γαργαρίζειν
καὶ ἀναδιδόναι τὰ ὕδατα ἢ ἀπὸ μεταφορᾶς τοῦ ἐν τοῖς στόμασιν
ἡμῶν γαργαρεῶνος, τῆς λεγομένης σταφυλῆς· καὶ γὰρ τὸ σοῶμα
τοῦτο ἀπὸ παχέος εἰς ὀξὺ καὶ λεπτὸν λήγει. τρία δέ εἰσιν ἀκρωτήρια
τῆς Ἴδης Λεκτὸν Γάργαρον Φαλάκρη (cf. ad Il. 14. 284) A+
59. ὐρυμαγδός] γράφεται καὶ “ὀρυγμαδός”
61. ῥινούς] τἀς βύρσας 64. εὐχωλή] καύχησις
66. ἠώς] πρωία 70. κῆρε] μοίρας
τανηλεγέος] μακροκοιμήτου 80. οὖρος] φύλαξ
104. 〈ἠπεδανός〉] ἀσθενής, οἱονεὶ ἀπεδανός, ὁ μὴ δυνάμενος διʼ ὑπερβολὴν ἀσθενείας ἐν τῷ πέδῳ, ὅ ἐστι τῷ ἐδάφει, στῆναι· ἔμπεδος γὰρ λέγεται ὁ ἐν τῷ πέδῳ διʼ ἰσχὺν ἑστὼς βεβαίως AB+
109. τούταω] τοὺς σοῦς ἵππους κομείτων] θεραπευέτωσαν τώδε—νῶι] τοὺς ἐμοῦς—ἡμεῖς
118. ἰθύς] ἐπʼ εὐθείας
135. προ〈σ〉ληπτέον κεραυνοῦ· ὅπου γἀρ ἂν κεραυνὸς πέσῃ, ὡς θεῖον ὄζει ἐν ἐκείνρ τῷ τόπῳ A=
139. φόβονδε] εἰς φυγήν 140. ὅ τοι] ὅτι σοι ἀλκή] βοήθεια 164. εἴξαντος] φυγόντος
165. γυναῖκας] τὰς ἡμετέρας
178. ἀβληχρά] ⌈βλη⌋χρὸν τὸ ἀσθενές, καὶ κατὰ ⌈ἐπίτασιν⌋ τοῦ
α ἀβληχρόν, καὶ οἱ ἰατροὶ βληχροὺς πυρετοὺς τοὺς μικροτάτους
ἐρύξει] ἐπισχήσει
179. ἵπποι] ἐμοί 188. προτέροισι] τῶν ἄλλων ἵππων
196. τούτω] τὸν έστορα καὶ τὸν Διομήδη
197. αὐτονυχί] διφορεῖται παρὰ τοῖς παλαιοῖς
206. Ζῆ] γράφεται καὶ “Σεός ”
215. εἰλομένων] συναθρ〈ο〉ιζομένων εἴλει] συνήθρ〈ο〉ιζεν
221. πορφύρεον] πορφυροῦν φᾶρος] ἱμάτιον A+
223. ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε] αἰτία, διὰ τί ἔστη εἰς τὴν νῆα τοῦ
Ὀδυσσέως
236. τινά] ἄλλον 237. ἀπηύρας] ὡς ἐμέ
239. ἔρρων] ἐπὶ φθορᾷ παραγενόμενος A +
243. αὑτούς] ἡμᾶς 257. σραδμονίδην] Φράδμονος παῖδα
295. αὑτούς] Τρῶας 327. κριόεντι] ἀκριόεις καὶ ὀκριόεις
338. συὸς ἀγρίου] συάγρου δηλονότι· ἐπισημειωτέον δέ, ὅτι τὰ τοιαῦτα ὀνόματα διρημένως λέγει, ὡς καὶ τὸ “ἄγριον αἶγα ” (Il. 3. 24, 15. 271)
341. ἀπαζε] ἐδίωκεν· λέγεται καὶ ἐπὶ τοῦ παρέχειν
349. οργοῦς] ὡς Σαπφώ Σαπφοῦς, οῦτω καὶ Γοργώ Γοργοῦς A +
352. Ἀττκῶς νώ, Δωρικῶς ὔμμες, Αἰολικῶς ἄμμε A +
367. πυλάρταο] ἰσχυρνς συναρμόζοντος καὶ κλείοντος τἀς πύλας A +
378. προφανείσα] σπάνιον τοῦτο παρὰ τῷ ποιητῇ A+
392. ἐπεμαίετο] ἔπλησσεν 395. ἀνακλῖναι] ἀνακαλύψαι
399. πάλιν τρέπε μηδʼ ἔα ἄντην ἔρχεσθαι] ἐκ παραλλήλου τὸ αὑτό
405. μάρπτισι] καταλάβς 423. ἀδεές] ἄφοβε
429. τῶν] τῶν βροτῶν
434. κάπσιν] παρὰ τὸ ἐπʼ αὑταῖς ἱσταμένους τοὺς ἵππους κάπ- τειν, ὅ ἐστιρ ἐσθίειν A=
437. μίγδα] ἀναμεμιγμένως 439. ἐξίκετο] κατέλαβεν
441. πετάσ〈σ〉ας] ἁπλώσας 443. πελεμίζετο] ἐκινεῖτο
444. ὰμφίς] χωρίς 449. τοῖσιν] οστισιν
450. ἡ τοῦ πάντων μείζονος θεοῦ χείρ, φησί, τηλικαύτη ὑπάρχει ὡς μηδὲ ὑπὸ τῶν θεοῶν δύνασθαι καταγωνισθῆναι A =
453. μέρμερα] μερίμνης ἄξια
457. 〈ἐπέμυξαν〉] μεμυκόσι τοῖς χείλεσι ἐγόγγυσαν
474. ναῦφι] ταῖς ναυσίν 479. άπετος] οὺρανία κίνησις Κρόνος] ἀστήρ
480. 〈Υπερίονος Ἠελίοιο〉] ἤτοι ὅτι Ὑπερίονός ἐστι καὶ ὑείας
παῖς, ὡς Ἡσίοδος (Theog. 371), ἢ ὑπερίων ὁ ὑπεράνω ἡμῶν ἰων
καὶ περιπολῶν τὸν κόσμον· διὰ τούτου γὰρ τὰ ἅλα συνέχεται A +
483. κύντερον] χαλεπώτερον
491. καθαρῷ] τόπῳ νεκύων] ἢ ἀπό
503. δόρπα —ἐφοπλισόμεσθα] δεῖπνα ἑτοιμάσωμεν
505. βόας καὶ ἴφια μῆλα] μετάληψις ὁ τρόπος ἐστίν. §. τὸ “ἴφια” εὐτραφῆ ἢ τὰ ἰσχυρά, δηλονότι τὰ ἰσχυροποιοῦντα τοὺς ἀνθρώπους A -
513. ὡς] ὅπως βέλος] τραῦμα A + πέσσς] θεραπεύσῃ
520. 〈θηλύτεραι δὲ γυνακες〉] αἱ πρὸς τὰ ἀφροδίσια καταφορώτε- ραι ὡς πρὸς σύγκρισιν τῶν ἀλόγων (ῷων· τὰ μὲν γἀρ ἄλλα ὡρισμένον ἔχουσι καιρὸν ἐν ρ μίγνυνται, αῦται δὲ διηνεκέως πλησιάζουσιν A=
524, 5. ὁ νοῦς τοιοῦτος· περὶ μὲν τῶν νῦν καὶ σήμερόν μοι ὁ
λόγος συντετέλεσται καὶ οὐδὲν παραλέλειπται, περὶ δὲ τῶν εἰς αῦριον
ὑπὸ τὴν τω μηνύσω Ἀς 527. κηρεσσιφορήτους] μοιροφορήτους
528. κῆρες] κακαὶ μοῖραι 535. διαείσεται] διαγνώσεται
563. πεντήκοντα] ἄνδρες
564. ἐρεπτόμενοι] ἐκ τῆς ἔρας, ὁ ἐστι τῆς γῆς ἀνασπωμένης
7. κορθύεται] κορυφοῦται ἢ σωρεύεται· κόρθυς γὰρ ὁ σωρὸς καλεἵται A-
φῦκοs] χόρτον 30. τετιηότες] λυπούμενοι A=
34. ἀναφορὰν ἔχει ταῦτα ἐπὶ τὰ] ῥηθέντα παρὰ τοῦ Ἀγαμέμνονος
ἐν τῇ δʼ ῥαψωδίᾳ (370, 1) “ὁ μοι, Τυδέος υἱὲ δαίφρονος ἱπποδάμοιο,
τί πτήσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας ;”A+
56. πάλιν] τὰ ἐναντία σοι σὺ τέλος ἵκεο μύθων] ἐπέθηκας A= οὐ τέλος ἵκεο μύθων] τὰ μὲν γὰρ πρὸς τὸν βασιλέα δεόντως εἴρηκας, τὰ δὲ τῆς συμβουλῆς καὶ φυλακῆς ἐνέλειψας A +
63. ἀφρήτωρ —] ἢ πρὸς τὸν Ἀχιλλέα ἢ πρὸς τὸν Ἀγαμέμνονα
φρατρίαν καὶ συγγένειαν μὸ ἔχων. φρατρία δέ ἐστι τὸ τρίτον
μέρος φυλῆς A=
100. φάσθαι] βουλεύεσθαι
102. σέο δʼ ἕξεται] ἤτοι ἐν τῇ σῇ ἐξουσίᾳ ἔργον τοῦτο δοκιμάσαι, ἤτοι τὸ τῶν λόγων κατόρθαωμα σὸν ἔσται· εἰς σὲ γἀρ ἀνενεχθήσεται A=
106. ἐξ ἔτι τοῦ] ἀπʼ ἐκείνου τοῦ χρόνου A= διογενές] ὦ. §. “διογενεῦς” τὸ “ διογενεῦς ” περισπᾶν δεῖ· συναίρεσιν γὰρ ἔπαθεν, ἐπεὶ τὸ ἐντελές ἐστι διογενέος
109. ἀπεμυθεόμην] ἀπηγόρευον A +
115. ψεῦδος] ἀντὶ 〈τοῦ〉 ψευδῶς, όνομα ἀντὶ ἐπιρρήματος A=
122. ἀπύρους] ἀναθεματικούς A +
123. “αἴθωνας” τοὺς πρὸς πῦρ ἐπιτηδείους καὶ λεγομένους ἐμ- πυριβήτας A-
125. ἀλήιος] ἐνδεής, ἄνευ λείας, ἐλλιπὴς βοσκημάτων· λεία γὰρ
κυρίως ἡ τῶν βοσκημάτων κτῆσις
130. ἐξελόμην] ὡς ἐξαιρέτους ἔλαβον
παρὰ Λεσβίοις ἀγὼν ἄγεται κάλλους γυναικῶν ἐν τῷ τῆς
131. τάς] ἐπανάληφις 145. Λαοδίκη] ἣ καὶ Ἠλέκτρα
Ἰφιάνασσα] ἣ καὶ Ἰφιγένεια
146. ἀνάεδνον] ἄνευ ἕδνων ἕδνα τὰ ἀπὸ τοῦ ἀνδρὸς φερόμενα, 〈οὐ〉 τὰ ἀπὸ τῆς γυναικός
147. μείλια] ἐκμειλίσσοντα τοὺς ἄνδρας. τὴν προῖκα δὲ λέγει τὴν ἡδέως διατιθεμένην κατὰ ψυχήν A +
153. ἠμαθόεντος] ψαμμώδους
156. λιπαράς] λιπαροποιούς· καὶ Ἡσίοδος (Οpp. 227) περὶ τῆσδε “τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθοῦσιν ἐν αὑτῇ”
159. ἔχθιστος] ὁ Ἅιδης
171. εὐφημῆσαι] εῦφημον καὶ εῦτακτον φθέγξασθαι· οὺδὲ γὰρ
ἐπὶ τοῦ ὑμνῆσαι εῦρηται παρὰ τῷ Ὀμήρηῳ
180. δενδίλλων ἐς ἕκαστον] δινῶν τοὺς ἴλλους εἰς ἕνα ἕκαστον
181. πειρᾶν] πειράζειν
187. ζγγόν” τὸν πῆχυν τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κόλ〈λ〉α-
βοι· οῦτω δὲ λέγονται οἱ πάσσαλοι, ὧν ἐξάπτονται αἱ χορδαί, παρὰ
τὸ κεκολλῆσθαι A=
199. προτέραω] εἰς τοὔμπροσθεν A +
206. 〈κρεῖον〉] ἤτοι κρεωδόχον ἀγγεῖον A+ πυρὸς αὐγῇ] τῷ πυρὶ δηλονότι
208. ἀλοιφῇ] τῷ λίπει 213. στορέσας] καταστρώσας
214. ἔθος τοῦτο τοῖς στρατιώταις, ἐπὰν ἴδωσι θερμανθέντων τῶν κρεῶν ζωμὸν ἀναπηδώντα, τηνικαῦτα αἴρειν τὸ ὀπτώμενον καὶ ὅλατι ἐπιπάσσειν, ἵνα ὁ (κωμὸς ἐντὸς κατέχηται ὀπτώμενος ὑπὸ τοῦ ὅλατος κρατευτάων] ἢ τῶν λίθων A +
215. ἐλεοσιν] μαγειρικαῖς τραπέζαις AB +
241. 〈στεῦτοι〉] παρὰ τὸ στῆθος, οἶον ἐν τοῖς στήθεσι διανοεῖ- ται —ἐκεῦ γὰρ τὸ λογιστικόν, ὥς φησιν οὕτος “στῆθος δὲ πλήξας” (Od. 20. 17)—ἢ παρὰ τὸ στῶ στεύιω, ὡς ἀθλῶ ἀεθλεύω, στεύεται καὶ συγκοπ) “ στεῦται”
324. κακῶς δʼ ἄρα οἱ πέλει αὺτῇ] ἤτοι ἄσιτος αὑτὴ τυγχάνει
326. διέπρησσον] διήνυον
327. ὀάρων] ἐκ τοῦ ἄρω τὸ ὰρμότω κατὰ μετάθεσιν ὄαρ ὀάρτων ἕνεκα σφετεράων] ἤτοι τῆς Ἑλένης
330. τάων] Αἰολικόν πασέων] Ἰωνικόν
355. οἶον] ἅπαξ A= 358. νηήσας] σωρεύσας A=
378. τίω—καρὸς αἴσῃ] ἢ ἐν τάξει θανάτου ἡγοῦμαι, ἥ, ὡς ἔνιοι, ἐν τάξει μισθοφόρου, ὡς ἄτιμον· πριῶτοι γὰρ Κᾶρες ἐπὶ μισθῷ ἐστρα- τεύθησαν καὶ ἔδοξαν εἷναι ἀτιμόrατοι rec. A+
398. ἀγήνωρ] ἀνδρεῖος
402. ἐκτῆσθαι] κεκτῆσθαι ὤφειλεν, ἀλλά ἐστι τῶν Ἀττικῶν, οἱ δὲ Ἀττικοὶ ἐκβάλλουσι τὸ σύμφωνον
404. 〈ἀφήτορος〉] ἢ ὁμοφήτορος, ὁμοίως πᾶσι προφητεύοντος καὶ μαντευομένου, τῷ τε πένητι καὶ πλουσίῳ A+
425. τοῦτό φησιν, ὅτι ματαία ἐστὶν αὑτοῖς γνώμη αῦτη, ἣν ἐποίη-
σαν oἱ Ἕλληνες πέμψαντες ὑμᾶς πρέσβεις πρός με ὡς δυναμένους
πεῖσαι AΒ=
433. 〈ἀναπρήσας〉] ἀναφυσήσας ἢ ἀθρόως ἀναβαλών
440. νήπιον] σμικρότατον φασίν, ὅτι δώδεκα ἐτῶν ἦν ὁ Ἀχιλλεύς, ὅτε ἦλθεν εἰς Τροίαν
444. ὡς] διό 445. ὑποσταίη] ὑπόσχοιτο Α=
448. Ὀρμενίδαο] Ὀρμένου παιδός
449. διφορεὅται γραφή, καὶ παλλακή καὶ παλλακίς
452. προμιγὴναι] πρὸ τοῦ πατρός A +
453. τῇ πιθόμην καὶ ἔρεξα] σεμνῶς
470. εἰνάνυχες] ἐπὶ ό νύκτας A=
491. ἐν νηπιές ἀλεγεινῇ] ἐν τῇ παιδοτροφίι τῇ χαλεπῇ
493. ὅ] ὅτι A + γόνον] παιδίον
497. τὸ ἐπιχείρημα ἀπὸ μείζονος 519. ὑπέστη] ὑπέσχετο
524. ἐπευθόμεθα] ἠκούομεν. §. δώροις πειθόμενοι A=
532. διαπραθέειν] πορθῆσαι
533. τοῖσι] τοῖς Καλυδωνίοις 534. γουτό] τῷ γονίμῳ τόπῳ
535. Οἰνεύς] βασιλεῦς Καλυδωνίωυ 538. δῖον γένος] ὧ
540. ἔθων] ἐξ ἔθους ποιῶν, ἐθάς, καταστάς A ∼
541. προθέλυμνα] ἢ πρόρ〈ρ〉ιζα A + 546. ἐπέβησε] ὁ χοῖρος
547. 〈ἣ δʼ ἀμφʼ αὑτῷ)] ἤτοι ἀμφὶ ἑαυτῷ ὁ χοῖρος. ψιλοῦται δέ, διότι οὐδέποτε συνθέτῳ ἀντωνυμίι χρῇται ὁ ποιητής θῆκε] ὁ χοῖρος 551. κακός] γράφεται “κακῶς”
553. καὶ ἄλλων] οἷον σοῦ
562. Ἄλκυόνην] πρὸς ἀντιδιαστολὴν τοῦ ὀρνέου, ἥν φαμεν ἀλ-
κυόνα
563. οἶτον] συμφοράν Α=
567. 〈κασιγνήτοιο φόνοιο〉] ἤτοι διὰ τὸν φόνον τοῦ ἀδελφοῦ—
ἀπέκτεινε γὰρ Μελέαγρος τοὺς μήτρωας—ἢ ἀντὶ τοῦ ὑπὲρ κασιγνη-
568. 〈ἀλοία〉] ἔπληττεν· ἐξ οῦ καὶ πατραλοίας ὁ τὸν πατέρα
τύπτων. εῦχονται δὲ oἱ ἥραωες τοῖς μὲν οὐρανίοις θεοῖς ἄναω τὰς
χεῖρας ἀνίσχοντες (Il. 8. 347), τοῖς δὲ θαλασσίοις εἰς τὴν θάλασσαν
(Il. 1. 351), τοῖς δὲ καταχθονίοις κόπτοντες τὴν γῆν A+
608. αἴσῃ] βουλήσει 610. ὀρώρ)] κινῆται
622. κλισίης] τῆς σκηνῆς 636. ποινήν] ἀντέκτισιν
638. οἶης] ἢ μόνης, ἢ ὁποίας κατʼ εἰρωνείαν
639. θυμόν] ψυχήν
645. πάντα μοι καθεστηκόταως ἔδοξας εἰρηκέναι A—
646. 〈οἰδάνεται κραδίη〉] ἐκ μεταφορᾶς τῆς φλεγμονῆς, ὅπερ οἴδημα καλοῦμεν
647. ἀσύφηλον] ἀδόκιμον 648. μετανάστην] φυγάδα
657. σπείσαντες] θύσαντες 668. Ἐνυῆος] υἱὸς Διονύσου Α=
684. παραμυθήσασθαι] προτρέψασθαι 686. ἔθεν] ἐκείνου
695. τετιηότες] λυπούμενοι A=
698. ὄφελες] τῶν Ἴώνων· καὶ οὐκ αῦξεται
Αὕτη ἡ ῥαψγδία ἐπιγράφεται Νυκτεγερσία διὰ τὸ νύκτωρ ἐπα- ναστάντας τοὺς πρώτους τῶν Ἕλλήνων κατασκόπους πέμψαι γνώμῃ Νέστορος Διομήδη καὶ Ὀδυσσέα A=
2. εἰκότως “εὖδον·” ἀμφότερα γὰρ ὕπνου ἀγωγά, καὶ ὁ ἐκ τῆς μάχης κάματος καὶ ἡ ἐπὶ τγ ἥττῃ) δυσθυμία
〈παννύχιοι〉] οὺχὶ διʼ ὅλης τῆς νυκτός, ἀλλὰ τὸ πλεῖστον μέρος τῆς νυκτός. εἴαωθε γὰρ ὁ Ὅμηρος τὸ “παννύχιοι” καὶ “πανρμέριοι” τιθέναι καὶ ἐπί τῶν κατὰ μέρος· “παννύχιοι μὲν ἔπειτα καρηκο- μόωντες Ἀχαιοί” (Il. 7. 476) “τοἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσ- κοντο” (Il. 1. 472) B —
8. ἠέ ποθι] ἢ δή A— πευκεδανοῖο] πικροῦ rec. A +
12. ἀπορία] πῶς ἐντὸς τοῦ τείχους ⌈ὑπάρχω⌋ ὁ Ἀγαμέμνων ⌈τὰ πυρὰ⌋ ἐθαύμαζε, τὴν ⌈⌋ρχήν⌋ μηδὲ βλέπων αὑτὰ διὰ τοῦ τείχους καὶ ῥητέον, ὅτι ὁ βασιλεῦς ὑψηλοτάτην ἔἶχε σκηνήν, ἵνʼ εὐχερῶ θεωρεῖν πάντα δύνηται] A=
13. ἀνθρώπων] ᾀδόντων 16. ὑψόθ’ ἐόντι Διί] ὀδυρόμενος A=
24. ποδηνεκές] μέχρι ποδῶν καθῆκον
44. 〈κερδαλέης〉] παρὰ τὴν κερδώ, ἐστι τὴν ἀλώπεκα· ἔστι δὲ πανουργότατον τὸ ζῷον A+
46. ἱεροῖσιν] θύμασιν 47. αὐδήσαντος] τινός
50. αὔτως] μάτην 54. ῥίμφα] ταχέως
56. τέλος] τάγμα A= 57. τοῖο] τούτου
58. σημαίνει] προστάττει 59. μάλιστα] ἐξαιρέτως
65. ἀβροτάξομεν] ἀποτύχωμεν A= 67. ἧ] ὅπου
〈ἐγρήγορθαι〉] τὰ εἰς θαι λήγοντα ἀπαρέμφατα, ἔχοντα πρὸ
τοῦ θ ἀμετάβολον, παροξύνονται, κεκάρθαι ἐσπάρθαι τετίλθαι· ἀλλʼ
ὅτι τὰ παραληγόμενα τὴ ορ συλλαβῇ Αἰολικά ἐστιν, ὡς ἔφθορθαι
μέμορθαι, προπαροξύνονται A + ἐγρήγορθαι] Αἰολικόν
ἄνωχθι] μεταπλασμός· ἄνωγε γἀρ ἦν
69. μεγαλίζεο θυμῷ] ἐπαίρου τῇ διανοί, A +
71 ἵει] ἔπεμψε A= 84. οὐρήων] τῶν φυλάκων A=
94. ἀλαλύκτημαι] τεθορύβημαι
96. δραίνεις] ἐπινοεῖς, δρᾶσαι δύνασαι A=
100. σχεδόν] ἐγγύς A=
106. κήδεσι μοχθήσειν] κακοῖς ἐνταλαιπωρήσειν
110. ταχύν] τὸν τοῦ Ὀιλέως Φυλέος—υἱόν] ἤτοι τὸν Μέγητα A=
113. ἑκαστάτω οὑδὲ μάλʼ ἐγγύς] ἑρμηνευτικόν
127. ἵνα] ἀντὶ τοῦ ἐκεῦ A=
133. περονήσατο] ἤτοι πόρπῃ συνέλαβεν φοινικόεσσαν] πυρρὰν τῷ χρώματι A—
134. οὔλη] τρυφερά rec. 142. ἀμβροσίην] γλυκεῖαν
153. σαυρωτῆρος] τοῦ κρόσφου
〈σαυρωτήρ〉 τὸ σιδηρο〈ῦ〉ν, ὅπου πήγνυται τὸ δόρυ, παρὰ τὸ
σταυροῦσθαι καὶ ὀρθοῦσθαι ἐπʼ αὑτοῦ τὸ δόρυ, σταυρωτήρ τις ὤν A~
159. ἀιωτεῖς] ἀπανθίζη· ἄωτος γὰρ τὸ ἀπάνθισμα A +
160. 〈θρωσμῷ〉] τόπος ἐστὶν ὑψηλὸς ἐν τῷ πεδίῳ πρὸ τῆς Ἰλίου,
ὅς ὀνομαστικῶς καλεῖται θρωσμός, ὡς καὶ ἕτερος Καλλικολώνη, ῷ
στρατοπέδῳ ἐχρῶντο οἱ Τρῶες, εἴ ποτε τῆς πόλεως ἔξαω τάσσοιντο A=
173. ἐπὶ ξυροῦ —ἀκμῆς] ἤτοι ἐπὶ ὀξύτητος κινδύνου A +
188. νύκτα φυλασσομένοισι κακήν] κακὴν φυλακὴν κατὰ νύκτα διάγουσιν
189. τέτραφθʼ] τετραμμένοι ἦσαν, ἀπέβλεπον A +
198. ἐκδιαβάντες ὀρυκτήν] γράφεται “εὖ διαβάντες ὀρυκτήν”
200. ἀπετράπετʼ] ἀπετρέπετο
206. ἐσχατόωντα] ἔσχατον ὑπολειπόμενον
207. φῆμιν] γράφεται καὶ “φῆμιν” καὶ “φήμην·” καὶ φήμη μέν ἐστιν ὁ θεῖος λόγος, φῆμις δὲ ὁ παρʼ ἠμν λεγόμενος λόγος. ὃν ἄρα ἐπιφημίξομεν καὶ λαλήσομεν
212. ἀσκηθής] ἀβλαβής A +
216. τῇ μὲν ζκτέρας οὐδὲν θμοιον] ῇ οὐδὲν κτῆμα ὅμοιον διὶ τὴν πρᾶξιν καλοῶς τὸ “ὑπόρρηνον,” ἴρα καὶ τὴν πορείαν ἔγκαρπον ποιή- νωωται A+
223. θαλπωρή] ἡδονή A +
226. βράσσων] βραχύτερος, ἐλάσσων, ἢ ταρασσόμενος καὶ ἀκατα- στατῶν μεταφορικῶς A- λεπτή] ἀσθενής 238. ὀπάσσεαι] προλάβες
251. ἄνεται] ἀνύεται A -
252. προβέβηκε] προκεχώρηκεν εἰς δύσιν
258. ταυρείην] δερματίνην Aςς ἄλ〈λ〉οφον] μὴ ἔχουσαν προμετώπ〈ι〉ον A + καταῖτυξ] πάντα τὰ εἰς 〈υξ) συστέλλουσι τὸ ὐ A-
265. πῖλος ἀρήρει] τὸ πεπιλημένον ἔριον ἐνέκειτο A -
267. ἐξέλετο] ἀφείλετο
277. ὄρνιθά φασι καὶ τὸν ὄρνιν, φασὶ δὲ καὶ τὸ σημεῖον τοῦ μέλλοντος. ἅδε γοῦν τὸ σημεῖον τοῦ μέλλοντος ὀφείλεις νοεὔν
285. σπεῖο] ἕπου, συνακολούθησον A-
286. πρὸ Ἀχαιῶν] πρὸ τῶν λοιπῶν Ἑλλήνων
292. ἴυνιν] ἐνιαυσιαίαν· ἔτος γἀρ ὁ ἐνιαυτός A-
306. ο κεν Δὰριστεύωσι] Ἕλληνικοῦς δηλονότι
317. μοῦνος] τηλύγετος 324. ἅλιος] μάταιος
325. τόφρα] ἕως 〈τούτου) διαμπερές] μέχρι τέλους
335. κτιδέην κυνέην] τὴν ἐξ ἰκτίδος δέρματος πεποιημένην. ἴκτις
δὲ ζώον ὀρνιθοφάγον καὶ πανοῦργον, μεῖζον μὲν γαλῆς, παραπλή-
ιον δὲ καὶ δασύτερον A-
350. ἀφραδίσιν] ἀνοίαις Ἄα 351. οὖρα] ὁρία, ὐρμήματα A=
357. δουρηνεκές] δόρατος βολήν, δόρατος μῆκος Ἀ.
301. κεμάδα] νεογνόν, τέκνον ἐλάφου ἐπείγετον] διώκουσιν
362. μεμηκώς] ποιὰ φωνὴ τῶν λαγῴων διωκομένων
364. λαοῦ] τοῦ Τρωικοῦ ἀποτμήξαντε] χωρίσαντε
365. φυλάκεσσιν] τοῖς παρὰ τοῖς Εἵλησιν
368. ἐπευξάμενος] 〈κ〉αυχησάμενος
373. ὑπὲρ μον] διελθοῦσα 375. βαμβαίνων] τρέμων AB+
393. ἅρματα] ὅτοι ἄρμα. ἀντὶ ἑνικοῦ τῷ πληθυντικῷ ἐχρή〈σα)τo
408. ὁ “δαἰ σύνδεσμος ὁ διὰ τοῦ α καὶ διἀ τοῦ γραφόμενός
ἐστι μὲν συμπλεxτικόs, μόνοις δὲ τοῖς πυσματικοῖς σωντάσσεται. καὶ
ἀπορεῦ ὁ Ἀπολλώνιος οῦτω λέγων( cf. de Constr. p. 77 B.), ὡς οἳ μὲν
παραπλρωματικὸν θέλουσιν αὑτὸν εἶναι ἰσοδυναμοῦντα τρ δή, ὅτε
παρέλκει, οἲ 〈δὲ〉 περὶ Ἀρίσταρχόν φασιν ἰσοδυναμεῖν αὑτὸν τῷ δέ
τῷ διἀ τοῦ ε ψιλοὶ γραφομένῳ καὶ εἰναι συμπλεκτικόν· διόπερ ἐν τοῖς
“πῶς δαὶ τῶν ἄλλων Τρώων” δυνάμενος ἀποστρέψαι μὲν τὸ δέ, ἵνʼ ῇ
ὁ δέ συμπλεκτικὸς συναληλιμμένος, δασῦναι δὲ τὴν αι δίφθογγον καὶ
πληθυντικὸν ἄρθρον ἐκδέχεσθαι —δεῖται γὰρ τοῦ ἄρθρου ἡ σύνταξις
-τοῦτο μὲν σὐ πεποίηκε, φιλῶς δὲ τὸν “δαί” προήγαγε καθʼ ἓν μέρος
λόγου, σύνδεσμον ἐκδεχόμενός συμπλεκικόν, γιγνώσκαων τὸ τοῦ
ποιητοῦ ἰδίωμα, ὡς ἐλλειπτικὸς μέν ἐστι τῶν ἄρθρων, τούτρ 〈δὲ)
συνδέσμῳ μετὰ τῶν πυσματ〈ικ〉ῶν κέχρήται
416. φλοίσβου] τῆς ταραχῆς τοῦ πολέμου
417. κεκριμένη] ἐπιλελεγμένη A=
428. 〈ἀγκυλότοξοι〉] ἀ〈γ〉κύλη εἶδος ἀκοντίου, τὸ λεγόμενον ῥηκ- τάριον
434. νεήλυδες] νεωστὶ ἐληλυθότες A + 435. βασαιλεύς] ῦρμικῶν
τῷ Ῥήσῳ χρησμός, ὥς φασιν, ἦν δεδομένος, ὅτι, εἰ αὑτὸς
γεύσεται τοῦ ὕδατος καὶ οἱ ἵπποι αὑτοῦ τοῦ Σκαμάνδρου πίωσι 〈καἰ〉
τῆς αὐτόθι νομῆς, ἀκαταμάχτος ἔσται εἰς τὸ παντελές ὃ δὲ νυκτὸς
ἔφθασεν εἰς τὴν Τροίαν καὶ οὺκ ἔφθασε γεύσασθαι τοῦ ὕδατος· καὶ
διὰ τοῦτο ἐφονεύθη A+
450. εἶσθα] παραγενήση, ῆξεις, ἐλεύσ) A-
463. 〈ἐπιβωσόμεθα〉] ἐπιβοησόμεθα ν, καὶ τροπῇ τοῦ η καὶ ο εἰς ὦ μέγα γίνεται “ἐπιβωσόμεθα”
466. μυρίκην] θαμνῶδες φυτόν Ἀς δέελον] εῦγνωστον A+
485. ἀσημάντοισιν] μὴ ἔχουσι τοὺς ἐπιστατοῦντας γράφεται “ἀσημάντορσιν” rec.
493. ἀήθεσσον] ἀήθεις ἠσαν αὑτῶν Α=
497. Οἰνείδαο] ὁ τοῦ Οἰνέως ἔκγονος Διομήδης
499. σῦν δʼ ἥειρεν] συνέδησεν. A=
502. ῥοίζησεν] ἀνάρθρως ἐφώνησεν, |o ἡμεῖς συρίζειν φαμέν A +
503. κύντατον] χαλεπώτατον 510. πεφοβημένος] φεύγων
513. ἐπεβήσετο] καὶ ὁ Διομήδης καὶ ὁ Ὀδυσσεύς κόψε] ἐκτύπει 526. σκοπόν] τὸν Δόλωνα
542. ἠσπάζοντο] περιεπλέκοντο 546. σφῶε] ὑμῖν
547. ἐοικότες] παρόμοιοι 550. ἐνόησα] ἥκουσα
576. 〈ἀσαμίνθους〉] τἀς λεκάνας, παρὰ τὸ τὴν ἄσην μινύθειν καὶ ἐλαττοῦν A+
3. Ἕριδα] τὴν σωματοειδῆ θεάν.
4. πολέμοιο τέρας] ἤτοι τὸν πόλεμον A+
6. γεγωνέμεν] ὥστε 11. ὄρθια] ὀρθῶς, μεγάλως A=
21. οὓνεκα] ὅτι 24. τοῦ δέ] θώρακος μέλανος] ἀπὸ χρώματος μέλανος
10 26. ὀρωρέχατο] ἐξετέταντο A+
31. ἀορτήρεσσιν] λώροις τοῖς ἀπαιωροῦσι τὸ ξίφος A=
32. ἀμφιβρότην] τὴν μεγάλην, τὴν παρασκέπουσαν τὸν βροτόν θοῦριν] τὴν κούφην, τὴν εὺκίνητον A+
35 μέλανος κυάνοιο] ἀπό
45. ἐγδούπησαν] πλεονασμὸς τοῦ γ, ἵνʼ ἦ τραχυτέρα ἡ φωνή
50 ῥώοντο] ὁρμων Α= ἠῶθι] τῆς ἀνατολῆς A=
51.μεθʼ ἱππήων] μετὰ τῶν ἵπων B + 53. ἐέρσας] δρόσους
62. οὔλιος ἀστήρ] ὀλέθριος, ἵνʼ ἧ ὁ Κύων A=
71. μνώοντο] μνήμην ἐποιοῦντο rec.
88. ἄδος] ἑῶ, παραγωγὸν ἔδω καὶ ἥδτω, ἀφʼ οὖ καὶ “ἅδος”
90. τῆμος] τότε, καθʼ ὓν ὥραν 95. μετώπιον] κατά
100. παμφαίνοντας] ἤτοι γυμνά περίδυσε] ἢ ἀφείλετο A +
104. παρέβασκε] παραβάτης ἦν A= ὥ] δυϊκῶς
105. ἐν κνημοῖσι] ταῖς προβάσεσιν
κνημοῖσι δίδη μόσχοισι] ἐξοχαῖς ἔδησεν 106. ἀποίνων] διά
109. σπερχόμενος] σπουδάζων
122. μενεχάρμην] τὸν ὑπομένοντα τὴν μάχην, πολεμικόν A=
124. Ἀλεξάνδροιο] παρά A=
147. ὄλμον δʼ ὣς ἔσσευε] ὅλμου δὲ δίκην εἴασεν αὑτὸν ῥίψας
κυλίεσθαι· ὅλμος δέ ἐστι κοιλὸς λίθος, εἰς ὃν κόπτουσιν ὄσπρια καὶ
ἅλλα τινά A=
155. ἀξύλῳ] ἢ τῇ πολυξύλῳ κατʼ ἐπίτασιν A +
160. κεινά] κενά 166. οἳ δέ] οἱ Τρῶες
169. ἀάπτους] ἀπτοήτους 172. οἲ δέ] οἱ Τρῶες
173. νυκτὸς ἀμολγρ] τῷ μεσονυκτίῳ, ὅτε οὐδεὶς μολ〈ίσκ〉ει A +
180. περὶ πρὸ γάρ] περισσῶς γάρ A=
183. πιδηέσσης] τῆς πολυύδρου, τῆς πολλοὺς πίδακας ἐχούσης
216. ἀρτύνθη] παρεσκευάσθη 218. ἔσπετε] εἴπετε
219. ὅς τις δῇ] τίς δή
221. Ἀντηνορίδης] ὁ υἱὸς τοῦ Ἀντήνορος
223. Κισσῆς] ὁ rec.
224. μητροπάτωρ] μητρόθεν πάππος αὑτοῦ A=
249. πρεσβυγενής] γεραίτερος γὰρ οὗτος ἦν
251. εὐράξ] πλευράξ φησιν ἦν, ἤτοι ἐκ πλαγίου, ἀμφοτέρωθεν τῶν πλευρῶν· ἀφαιρέσει γοῦν τοῦ π καὶ λ ἐγένετο “εὑράέ” A—
297. ὑπεραέι] ἐμπνεούσ 307. τρόφι] τρόφιμον
324. κυδοίμεον] ἐθορύβουν A + 349. προΐει] κατὰ τοῦ Εκτορος
350. τιτυσκόμενος] καταστοχαζόμενος A=
353. τρίπτυχος] τρεῖς πτύχας ἔχουσα
354. ἀπέλεθρον] πολλὴν γῆν 360. ἐξέλασε] ἐξέδραμεν
374. αἴνυτο] ὰφγρεῖτο A=
377. ταρσὸν —ποδός] τὸ πλατὺ τοῦ ποδός A=
διὰ δʼ ἀμπερές] διελθών
387. ταρφέες ἰοί] πυκνοί, συνεχεῖς rec.
393. τοῦ δέ] τούτου, οῦ τὸ βέλος μου ἐπαύρ rec. ἀμφίδρυφοι] ἐξεσμένοι ἀμφοτέρωθεν
395. οἰωνοί] ὄρνεα 410. ἤ τε] κὰν τε
413. ἔΛσαν] συνέκλεισαν συνεκέκλεισαν A+
415. ξυλόχοιο] ξυλώδους 416. γναπτῇσι] ἐπικαμπέσι A=
417. ἀμφί] αὑτόν κόμπος] κτύπος
423. καθʼ ἵπῶν ἀίξαντα] ἐκ τῶν ἵππων καταπηδήσαντα
430. πολύαινε] μυθολόγε καὶ φλυαρέ A +
ἄτε] ἀκόρεστε 431. ἐπεύξεαι] καυχήσῃ
Ἱππασίδῃσι] τοῖς παισὶν Ἱππάσου
438. ἔγκασι] ἐ〈γ〉κάτοισι
453. καθαιρήσουσι] κατακαλύψουσι 457. χροός] τοῦ ἰδίου
477. ὀρώρῃ] ἰσχύρ κινῆται A — 480. λῖν] λέοντα
ἔδει μὲν γράφειν περισπωμένως τὸ “λῖν,ʼ ὡς μῦς μῦν,
Ἀριστάρχῳ δὲ ἐπείσθη ἡ παράδοσις ὀξύνοντι A+
484. νηλεὲς ῆμαρ] τὸν θάνατον
493. ὀπαζόμενος] ἐπειγόμενος, ἀφʼ οὖ πληρούμενος A+
495. ἀφυσγετόν] συρφετόν, ἀκαθαρσίαν rec. A+
500. βοή] ταραχή
522. Ἕκτορι παρβεβαώς] ἡνιοχῶν παρὰ τῷ Ἕκτορι
525. ἐπιμίξ] ἀναμειιγμένοι A= 532. λιγυρῇ] τῇ ὀξυφώνηῳ
535. πεπάλακτο] ἐβέβρεκτο 536. ὁπλέων] ὀνύχων Α=
539. μίνυνθα δὲ χάζετο δουρός] οδὲ ὀλίγον δὲ ὑπεχώρει τῷ δόρατι
540. ἐπεπωλεῖτο] οὕτω γράφεται παρὰ τῷ ποιητῇ· γίνεται δὲ ἐκ τοῦ πελάω πωλῶ, ὡς στρέφαω στραωφῶ
541. χερμαδίοισιν] νόει, ὅτι εἷχε ἐπάνω τοῦ ἅρματος λίθους
548. με〈σ〉σαύλοιο] τῆς ἐπαύλεως
552. πρήσσει] πράσ〈σ〉ει, ἀνύει A— θαμέες] ὡς ὀξὺς ὀξέος, οὕτω καὶ θαμὺς θαμέος
555. ἠῶθεν] ἔωθεν, ὄρθρου A —
ἀπὸ νόσφιν ἔβη] ἤτοι ἐχαωρίσθη A= τετιηότι] λελυ-
πημένῳ A=
559. νωθής] ἀργός A + 561. βίη] ἰσχύς νηπίη] ἀσθενής 568. τρωπάσκετο] ἐτρέπετο A=
588. ἐλελιχθέντες] ἐπιστραφέντες A=
νηλεὲς ῆμαρ] τὴν ἀνηλεῆ ἡμέραν
594. ἀντίος] κατὰ πρόσωπον
601. ἰῶκα—δακρυόεσσαν] τὴν δίωξιν τὴν αἰτίαν δακρύων A +
621. ἀπεψύχοντο] ἐξήραινον 630. χάλκεον] “χάλκειον”
ποτῷ ψον] ἤτοι ποτικὸν ὄψον, ὅ ἐστι προσφάγιον δίψους
παρασκευαστικόυ A—
631. ἀλφίτου] ἤτοι ἄρτου A= 639. κνῆ] ἔκοψε A=
640. κνήστι] τῇ μαχαίρᾳ 642. ἀφέτην] ἤτοι ἀφῆκαν
647. ἑτέρωθεν] ἐκ τοῦ ἑτέρου μέρους 649. ὅ] ὅστις
669. γναμπτοῖσι] τοῖς καμπτομένοις
673. γράφεται “Ἤλιδι” καὶ δασεῖα καὶ ψιλή· καὶ εἰ μέν ἐστι δασεῖα, γίνεται ἀπὸ τοῦ ἁλίζω τὸ συναθροίζω· ἐτελοῦντο γὰρ ἐκεῖ τὰ Ὀλύμπια καὶ συνηθροίζετο λαὸς πολύς· διὰ γοῦν τὸ ἁλίκῳ γρά- φεται δασεῦα· εἰ δὲ ψιλή, φαμὲν ὅτι τὸ ῇ πρὸ τοῦ λ ψιλοῦται
679. συβόσεια] χοιροφόρβια πλατέα] μεγάλα
684. τύχε] κατέτυχεν
685. κήρυκες δʼ ἐλίγαινον] οἱ τῶν Πυλίων κήρυκες ὀξέως ἐπε- καλοῦντο τούτους, οἷς ὀφειλόμενον ἦν ἐν τῆ Ἤλιδι, δραμεὔν, ὡς ἀφαρπασθέντων αὑτῶν τῶν θρεμμάταων rec.
686. ἴμεν] πορεύεσθαι 688. Ἐπειοί] οἱ Ἠλεῖοι A +
694. ταῦθʼ] διά
704. ἄσπετα πολλά] ἐκ παραλλήλου τὸ αὑτό
705. ἀτεμβόμενος] στερισκόμενος Α= ἴσης] τιμῆς
711. αἰπεῖα] ὑφηλή 720. μετέπρεπον] ἐνέπρεπον
723. Ἀρήνης] τῆς πόλεως τῆς Πύλου Α=
726. ἔνδειοι] ἑσπέριοι “ἱερόν” φησι τοῦτον ἢ διὰ τὸ θεραπεύειν ἀλφοὺς ἢ διὰ τὸ τρόφιμον ἢ διὰ τὸ ἀεὶ ῥεῖν καὶ εἰναι ἀένναον
736. Διί] πεπρωμένῃ Ἀθήνῃ] φρονήσει
747. μελαίνῃ] παρʼ ὅσον μελαίνει τὸν ἀέρα
761. θεάν] ἀπὸ τῶν Διί] τῷ Νέστορι] τῷ ἀνδρῶν] ἀπὸ τῶν
776. σφῶι] ὑμεῖς A= ἕπετον] ἐνεργεῖτε A= νῶι] ἡμεῖς 782. σφηῷ] ὃ μέν, ὅτι ἐπῆλθεν
807. ἵνα σφʼ ἀγορή τε θέμις τε] ὅπου αὑτοῖς τά τε ὤνια ἐπι-
πράσκετο καὶ τὰ δικαστήρια ἐγίνετο A + 808. ἤην] ὑπῆρχεν
809. ἀντεβόλησεν] συνήντησεν· ὅμηρος γὰρ ἐπὶ τοῦ παρακαλεῖν οὐκ οἶδε τάττειν
832. δικαιότατος] δίκαιος 838. ἔοι] γένοιτο A +
843. βοείας] ἤτοι δέρματα βόεια
24. τῶν] τῶν ποταμῶν ἐνοπή] ταραχή
35. δεδήει] ἐξῆπτο,διεγήγερτο rec.
38. ἰσχανόωντο] κατείχοντο A+
40. ὅ] Ἕκτωρ 42. βλεμεαίνων] ἀγρίως βλέπων
47. πειρητίζων] δοκιμάζων rec. 48. εἴκουσιν] ὑποχωροῦσιν
52. δειδίσσετο] ἤτοι ἄποθεν ἐφόβει
54. κρημνοί] τὰ τῆςτάφρουχείλη ἐπηρεφέες] ὑψηλοί, μεγάλοι
56. ἠρήρει] ήρμοστο, ἐπεπύκνιωτο A—
59. εἰ τελέουσιν] ἐἀν ἐπιτελέσωσιν, ὅ ἐστι παρέλθωσιν
66. τρώσεσθαι] ἡττηθήσεσθαι A + 69. ᾖ] ὄνταως Ἀ=
72. ἐνιπλήξωμεν] ἐμπέσωμεν 79. πείρατα] πέρατα
93. Πάρις] ὁ Ἄλέξανδρος A=
97. αἴθωνες] διάπυροι A + 103. εἴσαντο] ἔδοξαν A +
105. τυκτῇσι βόεσσιν] ταῖς εἰργασμέναις ἀπὸ δερμάτων βοείων
ἀσπίσιρ A+
106. λελιημένοι] παρωρμημένοι ἔνθερμοι
117. Δευκαλίδαο] υἱοῦ Δευκαλίωνος
137. βόας αὔας] βύρσας ξηράς
141. εἵως μέν] ἕως μέν, τοι πρὶν ἐλθεῖν τοὺς βαρβάρους A=
147. κολοσυρτόν] κυρίως ἐπὶ ξύλων συρομένων, ὅταν ξύλων τῶν κοπέντων ἀπὸ ἄρους συρομένων θόρυβος γίνηται. ὁ ἀπὸ κάλου, ἤτοι ξύλου, συρομένου γενόμενος θόρυβος A—
148. ἄγνυτον]... καὶ ἄγνυμι τὸ θέμα, ὅπως ἔσχε τὴν γένεσιν· ἀπὸ τοῦ ἄ〈γ〉τω ῥήματος, ὃ σημαίνει τὸ κλῶ, ἐκ τούτου πλεονασμήῷ τοῦ ῡ γνεται ἀγνῶ, ἐκ τούτου ἀγνύω, ἐκ τούτου ἄγνυμι
157. ζαής] ἄγαν πνέων 160. ἀμφʼ αῦον] κατὰ ξηρόν
ἀύτευν] ἤχουν 161. μυλάκεσσι] τραχέσι λίθοις A=
163. ἀλαστήσας] δεινοπαθήσας A=
167. αἰόλοι] ἣ ποικίλοι ἢ εὺκίνητοι A +
177. θεσπιδαές] ὑπὸ θεῶν ὰπτόμενον A +
182. Πολυποίτης] Ἕλλην ἦν rec.
183. χαλκοπαρήου] χαλκὰς παραγναθίδας ἐχούσης
186. πεπάλακτο] ἐμολύνετο A=
192. αὐτοσχεδίην] ἐκ τοῦ σύνεγγυς A +
204. κόψε] ἔδακεν A+ αὐτόν] τὸν αἰετόν ἔχοντα] κατέχοντα
213. δῆμον] δημότην παρέξ] παρὰ τὸ δέον
221. ἀφέηκε] ἔρριψε 225. παρὰ ναῦφιν] ἀπὸ τῶν νηῶν rec. A=
238. οὔ τι μετατρέπομʼ οὐδ’ ἀλεγίζω] παραλλήλως τὸ ⌈αὺ⌋τό
247. μενεδήιος] ὥστε μένειν τοὺς πολεμ〈ί〉ους ἐν τῇ μάχῃ
255. θέλγε νόον] “θέλγε” κατʼ εὐφημισμόν
260. ἔχματα] καταστηρίγματα
265. κελευτιόωντο] παρεκελεύοντο Α= 277. τώ] οἱ Αἴαντες
278. τῶν] τούτων 279. ὤρετο] ὥρμησεν A +
280. πιφαυσκόμενος] προσημαίνων A + 283. λωτεῦντα] ἀνθοῦντα A=
286. κρύπτονται. ἐλύω, ὁ μέλλων ἐλύσω, ὁ παρατατικὸς εἴλυκα,
τὸ πληθυντικὸν εἰλύμεθα εἴλυσθε εἴλυνται “εἰλύαται”
293. ἕλιξιν] τοῖς εὶλ〈ο〉ῦσι τοὺς πόδας ἐν τῇ πορεί, A+
298. σχόμενος] κατέχων 316. καυστείρης] τῆς καυστικῆς
340. ἐπόχατο] ἥτοι ὀχεῦσι ἥσαν ἠσφαλισμέναι
344. ὅ] τοῦτο 345. τάχα] τὸ ταχέως παρὰ τῷ Ὁμήρῳ
347. λχρηεῖς] ἄγαν ἀνδρεῖοι 353. εἶθαρ] εὐθέως A=
366. σφῶι] ὑμεῖς 380. ὅ] ὁ λίθος
384. σὺν—ἅραξεν] συνέτριψεν 390. ἄτφ] ὄπιθεν
396. βράχε] ἤχησεν 397. ἔπαλξιν] προμαχῶνα
400. ὁμαρτήσαντε] ὁμοῦ καὶ ὑπὸ τὸν αὑτὸν καιρὸν ἀφιέντες τὰ
δόρατα A=
401. τελαμῶνα] κατὰ τόν 406. χώρησεν] ἀπεχώρησεν ἐπάλξιος] ἀπὸ 422. ἐπιξύνῳ] ἐπικοίνῳ
423. περὶ ἴσης] περὶ τοῦ ζσου 424. ἐπάλξεις] αἱ
429. ἀσπίδος] κατά
431. ῥαίνω, ὁ μέλλων ῥανῶ, ὁ παρακείμενος ἔρρα〈γ〉κα, ὁ παθητικὸς ἔρρα〈μ〉μαι, ὁ ὑπερσυντελικὸς ἐρράμ〈μ〉ην ἔρρανσο ἔρραντο, τὸ πληθυντικὸν ἐρράμ〈μ〉εθα ἔρασθε ἐρραμμένοι ἥσαν, καὶ τὸ Ἰωνικὸν ἐρράνατο, καὶ τροπῇ τοῦ ν εἰς δ “ἐρράδατο”
444. κροσσάων] διὰ τῶν κλιμάκων 446. πρυμνός] κάτωθεν
448. ἅμαξαν] οἱ μὲν παλαιοὶ ψλὴν γράφουσιν, ὡς ἀπὸ τοῦ τὰ πρὸς τὸν ἀμητὸν ἄγειν, ἡμεῖς δὲ γράφομεν δασεῖαν, ὡς ἀπὸ τοῦ ἅμα ἔχειν τὸν ἄξονα
451. πόκον] ἔριον 456. ἐπημοιβοί] ἀλλήλοις ἐπικείμενοι
458. 〈εὖ διαβάς〉] ἤτοι διασκελίσας καὶ στήσας τὸν ἕνα πόδα ὧδε
καὶ τὸν ἄλλον ἐκεῖ
462. λᾶος] τοῦ 463. ὑπώπια] τὴν πρόσοψιν A=
4. καθορώμενος] ὁρῶν
5. ἀγχεμάχων] τῶν ἐκ τοῦ σύνεγγυς πολεμούντων
10. ἀλαὸς σκοπιήν] ματαίαν τὴν κατασκοπήν· ἀλαὸς γὰρ κατὰ διάλεκτον ὁ τυφλός A=
17. 〈παιπαλόεντος〉] ἤτοι πετρώδους καὶ σκληροῦ· παλὸν γἀρ
λέγεται τὸ ξηρόν, ὅθεν καὶ πάλος ὁ πηλός. πηλὸς γὰρ κυρίως τότε
λέγεται, ὅταν δατι φυρθεὶς χοῦς ξηρανθῇ. παλόν τοί⌈υν⌋, καὶ
κατὰ ἀναδιπλασιασμὸν πάπαλον], καὶ πλεονασμῷ τοῦ ῑ παίπαλον,
καὶ ἐπιθετικνς χῶρος παιπαλόεις
18. κραιπνὰ ποσὶν προβιβάς] ἐκθύμως τρέχων καὶ διὰ τοῦτο πνενστιῶν
20. τρὶς μὲν ὀρέξατ’ ἰών] ἐκ τρίτου μὲν ἐξέτεινε πορευθείς
ὀρέξατο] ὥρμησεν
23. τιτύσκετο] τύκω τύσκαω καὶ κατὰ ἀραδιπλασσιασμὸν τιτύσκαω
25. χρυσόν] χρυσῆν στολήν περὶ χροΐ] περὶ τῷ σώματι
33. Τενέδοιο καὶ Ἴμβρου] νῆσοι πλησίον τῆς Τρίας κείμεναι A +
39. ἀολλέες] ἀπὸ τοῦ ᾱ τοῦ σημαίνοντος τὸ ὁμοῦ καὶ τοῦ εἱλεῖσθαι
41. ἄβρομοι] πολύβρομοι, πολύηχοι B +
45. ἀτειρέα] τὴν ἀκαταπόνητον rec. 48. μηδέ] οοὺχί
51. ἕξουσιν] κωλύσουσιν 53. γε] αὑτός
55. σφῶιν] ὑμῖν 56. αὐτώ] ὑμᾶς
59. σκηπανίάῳ] τῷ σκήπτρῳ A= B +
60. ἀμφοτέριω κεκοπώς] ἀμφοτέρους κρούσας
66. τοῖιν] ἐκ τούτων
90. μετεισάμενος] πρὸς αὑτοὺς ἀφικόμενος, ἢ μεταβληθείς
103. θώων] τῶν
“ἦια” τὰ βρώματα τὰ ἐκ τάχους ποδῶν ἡμῖν ποριζόμενα,
κατὰ ἔκτασιν τοῦ ῑ Ἰωνικῶς “ἤια,ʼʼ ἵνα ᾖ παρὰ τὸ ἴω τὸ πορεύομαι
Ἴον τὸ βρῶμα καὶ ἥιον Ἰωνικῶς καὶ τὸ πληθυντικόν “ἦια” A +
104. ἡλάσκουσα] ἀλῶ ἀλάσω ἀλάσκω καὶ τροπῇ τοῦ ῆ ἠλάσκω
125. κελευτιόων] παρακελευόμενος 128. Ἀθηναίη] ἡ φρόνησις
130. προθελύμνῳ] ἐπαλλήλῳ
134. ἐπτύσσοντο] εἰς ταὐτὸν συνήρχοντο
137. ὀλοοίτροχος] λίθος περιφερὴς ὁ ἐν τῷ τρέχειν ὀλοός, ἐπεὶ καταφερόμενος πᾶρ τὸ ἐμπἵπτον βλάπτει A +
141. ἔμπεδον] συνεχῶς 159. τιτύσκετο] κατεστοχάζετο A=
163. σχέθʼ] ἐκώλυσεν 168. οἰσόμενος] κομίσων A+
178. μελίη] εἶδος δένδρου
199. ῥωπήια] οἱ τόποι, ἔνθα φύονται ῥῶπες, ξυλάριά τινα δυνά- μενα ῥέψαι ἅμα τάῷ κρατῆσαι καὶ κλῖναι
200. γαμφηλτσιν] ταῖς σιαγόσιν 202. κεφαλήν] τοῦ Ἰμβρίου
203. Ἀμφιμάχοιο] ὑπέρ 211. παρʼ ἑταίρου] ἐκ τοῦ
ὅ] ὅστις 213. ἔνεικαν] ἐκόμισαν
229. ὅ οἱ] γράφεται “ὅτε ”
237. συμφερτή] συμφορωτέρα, ὠφελιμωτέρα λυγρῶν] ἀσθενῶν
238. ἀγαθοῖσιν] τοῖς ἀνδρείοις
239. καἰ —ἐπισταίμεσθα] καὶ δυνα〈ί〉μεθα rec.
241. ἕλετο ἦν, καὶ συγκοπῇ ἔλτο, καὶ τροπῇ τοῦ λ εἰς ῦ ἕντο, καὶ προθέσει τοῦ γ “γέντο·” ἔστι δὲ τῶν Αἰολέων
252. τεῦ] περί τινος B + 257. οἰσόμενος] ἑαυτῷ
276. λεγοίμεθα] ἀθροιζοίμεθα, ἐπιλεγοίμεθα. ἢ ἀπὸ τοῦ λόχου· 〈εἰ λεγοίμεθα) εἰς λόχον, οὑδέ κεν ἔνθα τεόν γε μένος (287) A +
279. ἄλλυδις ἄλλῃ] ἀπὸ ἄλλου εἰς ἄλλο κατάστημα
286. δαΐδι καὶ ἀποκοπῦ “δάι ”
287. οὑδέ κεν ἔνθα] οὐδαμῶς όνοιτο] μέμψαιτό τις
288. πονεύμενος] ἐνεργῶν
291. ὀαριστύν] συνομιλία〈ν〉 298. οἷος] ὁποῖος
300. ἐφόβησε] εἰς φυγὴν ἔτρεψεν
307. Δευκαλίδη] υἱὸς Δευκαλίωνος A +
315. μίν] τοῦτον καὶ ἐσσύμενον πολέμοιο] καὶ λίαν προθυμούμενον πολεμεῖν
319. μή] οὐχί 322. ἔδοι] ἐσθίοι
323. ῥηκτός] τετρωμένος
325. ἐρίζειν] πρὸς τὸν Ἀχιλλέα· ποδώκης γὰρ οὖτος
326. νῶιν] δμῖν 330. οἳ δέ] οἱ Τρῶες
334. λιγέων] ὀξέων σπέρχωσιν] διεγείρωντα
336. ἄμυδις κονίης] ὁμοῦ μετὰ τῆς κονίης
337. ὁμόσε] εἰς τὸν αὐτὸν 〈τόπον〉
353. δαμναμένους] τοὺς Ἀχαιούς
356. ἀλέενεν] ὁ Ποσειδῶν
359. πεῖραρ] τέλος ἐπαλλάξαντες] ἐπιπλέξαντες
390. βλωθρή] μακρά, παρἀ τὸ βλώσκειν, ὅ ἐσπιν ἐπιβαίνειν
391. νήιον] ναυπηγήσιμον
407. κανόνε〈σ〉σι] ῥάβδοις
409. καρφαλέον] κάρφη τὰ ξηρά ἐπιθρέξαντος] ἐπιψαύσαντος
429. Ἱπποδάμειαν] ἀδελφὴν τοῦ Αἰνείου
440. ἤρκει] ἀπεδίωκεν, ἀπῇργεν, ἐκώλυεν
441. αὖον] ξηρόν A+
443. οὐρίαχον] τὸν σαυρωτῆρα τὸ〈ν〉 ἐν τῷ τέλει τοῦ ἀκοντίου A+ πελέμμιξεν] ἤτοι διέσεισεν
446. οὕτως· ἇρα δοκοῦμεν ἄξιοι ὑπάρχειν καυχᾶσθαι τρεῖς ἀνθʼ ἑνὸς πεφονευκέναι, ἐπείπερ σὺ καυχλσαι ματαίως A= B+
464. γαμβρῷ] τῷ Ἀλκαθόηῳ
473. 〈οἰοπόλῳ〉] δηλονότι τῷ ἐρήμῳ, ἔνθα τις οἷος, ἐστι μόνος, πολεῖται· ἢ ἐν ᾦ πολοῦσιν οἶες A—
488. πλησίοι] οἱ παλαιοὶ ὁ πλησίος τοῦ πλησίου
492. κτίλον] τὸν κριόν
493. ἐκ βοτάνης] μετά A +
495. 〈ἑοῖ〉] ὥσπερ λέγομεν ὥρων ἀντὶ τοῦ ἔβλεπον καὶ πλεονασμῷ τοῦ ε ἑώρων, οὕτω καὶ οἶ ἀντὶ τοῦ αὑτῷ καὶ πλεονασμῷ τοῦ ε “ἑοῖ”
507. γύαλον] τοι τὸ κοῖλον
508. ἀγοστῷ] παρὰ τὸ ἄγαν ὀστώδης εἶναι
515. τρέσσαι] φυγεῖν μετὰ δέους
519, 20. διʼ ὤμου—ἔσχεν] διῆλθεν
521. βριήπυος] μεγὰ καὶ βαρὺ βοῶν
524. ἐελμένος] συγκεκλεισμένος
533. τὸν δέ] τὸν Δηίφοβον
539. νεουτάτου] νεοτρώτου
543. “ἐάφθη” ἤτοι ἀπεκρεμάσθη. τὸ θέμα ἅπτω, ὁ μέλλων ἅψω, ὁ παρακείμενος ἦφα, ὁ παθητικὸς ἧμμαι, ὁ παθητικὸς ἀόριστος ἥφθην ἥρθης ἥφθη καὶ Ἰωνικῶς ἅφθη καὶ πλεονασμῷ τοῦ ε “ἑάφθη᾿᾿ A +
551. περισταδόν] ἀντὶ τοῦ περιιστάμενοι rec.
555. πολλοῖς βελέεσσιν] ἐν ἄλλαις μάχαις rec.
557. στρωφᾶτο] αὐτοῦ τὸ ἔγχος 559. τεῦ] τινός
560. τισυσκόμενος] καταστοχαζόμενος
569. Ἄρης] τρῶσις A +
578. ἀποπλαγχθεῖσα] ἀποκρουσθεῖσα
583. ὃ δέ] ὁ Ἕλενος 〈πῆχυν〉] τὰ ἑκατέρωθεν μέρη τοῦ ἐν τῷ τόξῳ 〈κέρατος〉 πήχεις ἐλέγοντο, ὁ δὲ Ὅμηρος ἑνικῶς γράφει ‘ὁ πῆχυς᾿ rec.
584. ὁμαρτήτην] ὁμοῦ ἀφῆκαν rec.
588. 〈πτυόφιν〉] τῇ φι παραγωγῇ ὁ ποιητὴς Ὅμηρος κατὰ τριῶν
κέχρρται πτώσεαων, ἐπὶ γενικῆς δοτικῆς καὶ αἰτιατικῆς· καὶ ἐπὶ γενικῆς
μὲν οὕτως “ὡς δʼ ὅτʼ ἀπὸ—πτυόφιν·” ἔστι γὰρ ἀπὸ τοῦ πτύον. ἐπὶ δὲ
δοτικῆς“ Ἕκτωρ ἧφι βίηφι᾿᾿ (Il. 22.107) ἔστι γὰρ τῇ ἑαυτοῦ 〈βίᾳ〉.
ἐπὶ δὲ αἰτιατικῆς “ἢ ἐπὶ δεξιόφιν (308)· ἔστι γὰρ ‘ἢ ἐπὶ τὰ δεξιά.ʼ
ἢ ἐπʼ εὐθείας, ὡς Ἡσίοδος (Opp. 216) “ ὁδὸς —ἑτέρηφι παρελθεῖν.᾿᾿
ἔστι γὰρ ἑτέρα. ἐπὶ δὲ κλητικῆς Ἀλκμὰν ὁ μελοποιὸς (fr. 59 B.)
οὕτω “Μῶσα, Διὸς θύγατερ ὠρανίαφιτ·᾿᾿ ἔστι γὰρ οὐρανία A+
ἀλῳήν] 〈παρὰ τὴν〉 ἄλσιν
599. οἰὸς ἀώτῳ] ἐρίῳ, ἄνθει rec.
622. οὐκ ἐπιδευεῖς] ἤτοι οὐκ ἐνδεεῖς, ἀλλὰ πλήρεις
741. συλήσας] σκυλεύσας· σῦλα γὰρ τὰ σκῦλα παρὰ τοῖς παλαιοῖς
653. καταῦθι] αὐτόθι
669. θῳήν] τὸ τῆς ἀστρατείας φησὶν ἐπιζήμιον
678. σθένει] ἐκείνων αὐτός] καὶ
682. εἰρυμέναι] εἱλκυσμέναι 684. ζαχρηεῖς] ἰσχυροί
706. τώ] τούτους οἶον] μόνον ἐέργει] ἤτοι ῥέζει
707. ὦλκα] τὴν αὔλακα 716. ἀώτῳ] ἤτοι τῇ σφενδόνῃö
736. δεδήει] πυρόεις γὰρ καὶ καυστικὸς ὁ πόλεμος
756. Πανθοίδην] τὸν υἱὸν Πάνθον
773. νῦν τοι σῶς αἰπὺς ὄλεθρος] ἤτοι μηδὲν ἐλλείπει σοι πρὸς ἀπώλειαν
776. ἐρωῆσαι] ὑποχωρῆσαι
781. οἴω] μόνοι 782. τετυμμένοι] “τετρωμένοι”
793. Ἀσκανίης] πόλις Φρυγίας
800. ἀρηρότες] ἡρμοσμένοι
809. μακρὰ βιβάσθων] ἤτοι μεγάλα διαβαίνων A—
813. ἦ θην] οὕτως
815. ἦ κε] ὄντως κε εὐναιομένη] ἡ ὑμή] ἡ ὑμετέρα
837. Διός] ὰ⌈έρ⌋ος
1. σφόδρα συνετὸς εἰσάγεται ὁ Νέστωρ μὴ νικώμενος ὑπὸ μέθης
τὸν λογίσμον A +
⌈ἐζήτηται, πῶς ὁ Νέστωρ ἐπὶ τοσοῦτον πίνει χρόνον ἀρξάμενος
ἀπὸ τῶν ἐσχάτων τῆς A. καὶ ῥητέον, ὅτι οὐ τοσοῦτον χρόνον ἔπινεν,
ἀλλʼ Ὅμηρος⌋ κατὰ παρέκβασιν ἀπαγγείλας τὰς πράξεις, βουληθεὶς
δὲ ἐπί τὸν Νέστορα 〈ἐπανελθεῖν〉, πάλιν ἀπὸ ταύτης τῆς πράξεω·
ἤρξατο, ἀφʼ ἦσπερ αὐτὸν κατέλιπε ποιοῦντα A=
τὸ “πέρ ” ἀντὶ τῆς καί, “πίνοντά περ ἔμπης”
7. βροτὸν αἱματόεντα] τὸν μ⌈ολ⌋υσμὸν τοῦ ἀνθρωπείου αἵματος
11. πιθανῶς ὁνέος εἰσῆκται κεχρημένος τῇ χρυσῇ ἀσπίδι· προείρηκε
γὰρ ὁ ποιητῆς “ἀλλʼ ἐφομαρτεῖ⌈ον καὶ⌋ σπεύδετον, αἴ κε λά⌈βωμεν⌋᾿᾿
(Il. 8. 191) A=
13. στῆ δʼ ἐκτὸς κλισίης] εἰς ὑψηλὸν γὰρ τόπον ἦν ἡ σκηνή
15. ἔστι ῥῆμα ἐρίπτω, σημαίνει τὸ πίπτω, “ἤριπε δʼ, ὡς ὅτε τις
δρῦς” (Il. 13. 389) καὶ “ποσσὶν ἐρίπτων᾿᾿ (Il. 15. 356) ἀντὶ τοῦ
καταρρίπτων· οὖ γίνεται παθητικὸν ἐρίπτομαι ἀντὶ τοῦ καταβάλλομαι
καὶ ἤριμμαι παθητικὸς παρακείμενος καὶ ἡρίμμην ὑπερσυντελικός,
ἤριψο ἤριπτο, καὶ Ἀττικὸς διπλασμιασμὸς ἐρήριπτο, καὶ κατὰ συστολὴν
“ἐρέριπτο” A=
16. κωφῷ] μὴ ὐπʼ ἀνέμου ἐγειρομένῳ
17. ὀσσόμενον] προσημαῖνον ἢ προσδεχόμενον A -
25. λάκε] ἤχει ἀτειρής] ὁ ἀκαταπόνητος
35. τῷ ῥα] διὸ δή
〈προκρόσσας〉] οἱονεὶ προκάρο〈σ〉σοι, παρὰ τὸ κάρα, αἱ κατὰ
κεφαλὴν συντεθειμέναι 〈καὶ〉 οἶον τἀς κεφαλὰς καὶ τὰς ἀρχὰς
〈ἀλλήλαις ἐπιθεῖσαι〉· καὶ τῶν τειχῶν αἱ κεφαλαὶ καὶ αἱ ἀρχαὸ
κροσσοί
36. συνέκλειον αἱ τοῦ Ἑλλησπόντου ἄκραι, τὸ Ῥοίτειον καὶ τὸ Σίγειον A=
37.ἀυτῆς] περί
57. ἀλίαστον] ἄπαυστον 71. ᾔδεα] ᾔδειν
77. ὕψι] ἐφʼ ὕψος 78. ἀβρότη] ἀμβροσία, θεία, ἀμβρότη
82. δρῶ τὸ βλέπω δρᾶ, ὡς μίσγω μίγδα, καὶ σύνθετον δὲ “ὑπόδρα”
84. ἀεικελίου] εὐκαταφρονήτου, εὐτελοῦς
104. ἐνιπῇ] τῇ ἐπιπλήξει
109. διὰ τί νῦν Διομήδης συμβουλεύει, καὶ οὐ Νέστωρ; καἰ φαμεν,
ὅτι τὸ γῆρας ἐν τοῖς δεινοῖς ἐστιν ἐπισχετικόν, ἡ δὲ νεότης θαρσαλεω-
τέρα· ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρᾳ συμβουλῇ (Il. 9.32
sqq.) θαυμασθεὶς νῦν μᾶλλον τεθάρρηκε καὶ προήρπακε τῶν
πρεσβυτέρων τοῦς λόγους A=
110.σὐ δηθὰ ματεύσομεν, αἴ κε θέλητε] σὺ πόρρω ἐπιζητήσομεν,
ἐὰν θέλητε
112. γενεῆφι] τῇ ἡλικίᾳ
114. ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει] ὃς ἐν τῷ Θηβαϊκῷ πολέμῳ ἔθανεν
116. αἰπεινῇ] θαυμαστῇ 119. νάσθη] ἀπῳκίσθη
123. ὄρχατοι] κῆποι
125. τὰ δέ] ταῦτα δέ
129. ἔνθα δέ] ἐκεῦ δέ, μετὰ ταῦτα ἐχώμεθα] ἤτοι ἀπεχώμεθα A +
130. ἕλκεϊ ἕλκος] τῷ τραύματι τραῦμαö
131. ἐνήσομεν] ἐμβαλοῦμεν
132. θυμῷ] ἐπιθυμητικῷ 136. μετά] πρός B=
142. σίφλος ὁ ψόγος A+
σίφλος ἐστί τὸ ἄμορφον πρόσωπον, ἤτοι σίνος τι περὶ τὸ
πρόσωπον· ἐπεὶ γὰρ ὁ Ἀχιλλεὺς εὔμορφος ἦν, ὡς οἶδε καὶ παρʼ
ἐκεῖνον τὸν Νιρέα (Il. 2. 673), διὰ τοῦτό φησιν, ὅτι ποιήσειεν
ἐκεῖνον ὁ θεὸς ἄμορφον
147. πῶς ὁ Ποσειδῶν ὁμοιωθεὶς πρεσβύτῃ) ὑπὲρ τὴν ἡλικίαν φθέγγεται ; καί φαμεν, ὅτι τῇ μὲν ὄψει ἦν πρεσβύτης, τῇ δὲ φωνῇ τὴν τοῦ θεοῦ σχέσιν ἐνεδείκνυτο A=
156. αὐτοκασίγνητον] ἀδελφὸν τοῦ Διός δαέρα] ἀνδρὸς ἀδελφόν A=
158. οἱ—θυμῷ] αὐτῷ τῷ
168. ἄνωγε μὲν προπαροξύτονον ἀντὶ τοῦ ἐκέλευσεν, “ἀνῷγε” δὲ περισπώμενον ἀντὶ τοῦ ἠνέγξεν
172. ἑδανῷ] συστολῇ τοῦ ῆ εἰς ε A +
176. πεξαμένη] κτενίσασα
180. ἐνετῇσι] ἀπὸ τοῦ ἐνίεσθαι τοῖς ἱματίοις
181. θυσάνοις] κροσσοῖς
182. ἕρματα] ἐνώτια A= ἦκεν] ἐνέηκεν
λοβοῖσι] τοῖς ἁπαλοῖς τῶν ἀτίων
185. νηγατέῳ] νεωστὶ γενομένῳ 195. αὔδα] λέγε
196. εἰ δύναμαι τελέειν καὶ εἰ τετελεσμένον ἐστίν] τοῦτο ὕστερον πρότερον καὶ πραωθύστερον
202. ἐὺ τρέφον] μετʼ ἐπιμελείας ἀνῆγον
203. Ῥείης] περὶ τῆς
204. ἀντὶ τοῦ κατέπεμψεν ἀφῆκεν. ἐκ τοῦ ἵημι τὸ πέμπω εἴσω εἷσα εἴσας εἶσε καὶ μετὰ τοῦ κατά προθετικοῦ “καθεῖσε,” τοῦ εἰς θ τρεπομένου, ὅτι τὸ ἵημι τὸ πέμπαω δασυντέον
216. ὀαριστύς] ὁμιλία
217. πάρφασις] παραλογιστική 221. ὅ τι] εἴ τι
229. ἐξ Ἀθόω] ὅρους Θρᾴκης A +
240. ὑπὸ—ἥσει] ὑποθήσει
250. Διὸς υἱός] ὁ Ἡρακλῆς
Ἡροκλῆς ἀνακομιζόμενος μετὰ τὸ πορθῆσαι Τροίαν γενόμενός
τε κατὰ τὸ Αἰγαῖον πέλαγος βουλήσει Ἥρας σφόδρα συνεσχέθη
χειμῶνι· κατασυρεὶς δὲ εἰς Κῶν ἐκωλύθη ἐπιβῆναι τῆς νήσου ὑπὸ
Εὐρυπύλου τοῦ Ποσειδῶνος βασιλεύοντος αὐτῆς· βιασάμενος δὲ
ὡς λῃστὴς ἐπιβὰς ἀνεῖλε τόν τε Εὐρύπυλον καὶ τοὺς παῖδας αὑτοῦ,
μιγεὶς δὲ τῇ θυγατρὶ αὑτοῦ Χαλκιόπῃ Θεσσαλὺν ἐγέννησεν A +
253. οἶ] αὐτῷ 255. μίν] τὸν Ἡρακλέα
256. ὃ δέ] ὁ Ζεύς 261. ἅζετο] ἐνετρέπετο
281. τώ] οὖτοι Ἴμβρου] νῆσος Θρᾴκης
282. πρήσσοντε] κόπτοντε
284. Λεκτόν] ἀκρωτήριον τῆς Ἴδης, κεκλημένον ἀπὸ τοῦ ἐν αὐτῷ
κατακλιθῆναι Δία καὶ Ἥραν. γ΄ δὲ τὰ ἀκρωτήρια τῆς Ιδης, Λεκτόν
Γάργαρον Φαλάκρη (cf. ad Il. 8. 48) A +
326. Δήμητρος] τῆς
333. ἔοι] ὑπ⌈άρ⌋ξοι 344. διαδράκοι] κατοπτεύσαι
347. νεοθηλέα ποίην] χλωρὰν βοτάνην
348. λωτόν] εἶδος χόρτου A+
349. πυκνόν] ὥστε ποιῆσαι στρῶμα μαλακόν] ἀναπαύσιμον ἔεργε] αὐτοὺς ἀνεῖχεν
351. στιλπναί] στίλβουσαι, λαμπραί
362. τὸν δέ] τὸν Ποσειδῶνα
381. ἄμειβον] ἤλ〈λ〉ασσον 386. τῷ δέ] τῷ ἄορι
387. δέος ἰσχάνει ἄνδρας] πεποίηται γὰρ εἰς φόβον, οὐκ εἰς
φόνον
404. τῇ] ὅπου Α= τελαμῶνε] οἱ ἀναφορεῖς
413. ἔσσευε] ἐκίνησεν
414. ῥιπῆς] κεραυνοῦ ἐξερίπῃ] πέσῃ
415. θεείου] ὡς 427. εὖ ἀκήδεσεν] αὑτοῦ ἠμέλησεν
438. πλῆτο] ἐπλησίασεν, προσεπελάσθη
444. Ἠνοπίδην] τὸν υἱὸν Ἤνοπος
460. πέσεν] ὁ Προθοήνιωρ ἄγχι] πλησίον
463. 〈λικριφίς〉] ὅτοι πλαγίως, ἀπὸ τοῦ λίαν καὶ τοῦ κρυφίως,
κατὰ τροπὴν τοῦ υ μακροῦ εἰς βρα⌈ χύ⌋ ι] A ~
κόμισεν] τὴν κῆρα
467. ῥῖνες] τῷ πληθυντικῷ ἀντὶ τοῦ ἑνικοῦ ἐχρήσατο
484.τῷ] διό 485. ἄρεως ἀλκτῆρα] φόνου τιμωρόν
495. ἰνίου] τοῦ νεύρου 497. ἀπήραξεν] ἀπετίναξεν
499. φή] ὡς 501. εἰπέμεναι] εἴπατε A=
10. κῆρ ἀπινύσσων] ἐξεστηκὼς τῇ) ψυχῷ καὶ σὺ διακείμενος συνετῶς, ἀλλὰ ἀσυνέταως A –
19. ἄκμονας] κανόνας καὶ ῥάβδους
ἧκα] ἐτάνυσα· ἵημι τὸ τανύω, ὁ μέλλων ἥσω, ὁ παρακείμενος
“ἦκα᾿᾿
23. τὸ “τεταγών” μετάπλασις· ὤφειλε γὰρ τεταγώς. σημαίνει δὲ τὸ τετινακώς καὶ τινάξας. κανονίζεται δὲ οὕτως· τινάσσω, ὁ μέλλων τινάξω, ὁ παρακείμενος τετίναχα, ὁ μέσος τετίναγα καὶ ἐν συγκοπῇ τέταγα, ἡ μετοχὴ ὁ τεταγώς καὶ κατὰ μετάπλασιν “τεταγών”
24. ἀνίη] εἴα, κατελίμπανεν
25. συνεχές λέγουσιν οἱ ῥήτορες τὸ μὴ εἰς μέρ καὶ 〈κατὰ〉 μέρη
ὄν, ἀλλὰ ἕν τι καὶ μονώτατον· διεχές δὲ τὸ κεχωρισμένον ἀπὸ τῶν
ἄλλων καὶ εἰς μέρη μεμερισμένον· ἀδιεχές οὖν λοιπὸν τὸ μὴ κεχω-
ρισμένον, ἀλλὰ τὸ οἶον ἕν τι ὃν καὶ μονώτατον· συναιρέσει γοῦν
τοῦ ι καὶ ε εἰς ῆ γίνεται ἀδηχές· ἐπεὶ δὲ σἶδας, ὅτι τὸ καὶ τὸ δ συγ-
γένειαν ἔχουσι, τρέπεται τὸ δ εἰς καὶ γίνεται ‘ἀζρχέςʼ
37. Στυγός] καθʼ Ἡσίοδον ἱερά ἐστι πηγή, θυγάτηρ Ὠκεανοῦ (Theog. 301) A +
39. καὶ νωίτερον] καὶ ἡμῶν
40. κουρίδιον] τὸ ἐκ παρθενίας τὸ μέν] τοῦτο
42. τοῖσι] τοῖς Ἕλλησιν
43. ἐκ τοῦ ἀνάσσω ὁ παρακείμενος ἤναχα, ὁ μέσος ἤναγα, καὶ οἱ Δωριεῖς τὸν μέσον παρακεἱμενον μετάγουσιν εἰς ἐνεστῶτα ἀνάγω, κοὶ τροπῇ τοῦ εἰς ω ἀνώγω
60. λελάθοι] εἰς λήθην ἀγάγοι
68. τοῦ] τοῦ Πατρόκλου rec.
69. 〈παλίλωξιν〉] τὴν ἐξ ὑποστροφῆς τῶν φευγόντων δίωξιν, ὅταν οἱ πρότερον φεύγοντες ὕστερον πάλιν αὑτοὶ διώκουσι θαρρήσαντες παρὰ νηῶν] ἀπό
81. πευκαλίμῃσι] πυκαλίμσι, καὶ πλεονασμῷ τοῦ ε
84. ὁμηγερέεσσι] συνηθροισμένοις
87. Θέμιστι] μιᾷ τῶν Τιτανίδων
90. ἀτυζομέν] ταρασσομένῃ A= 94. ὑπερφίαλος] ὑπερήφανος
104. μενεαίνομεν] ὀργιζόμεθα
106. ἀφήμενος] ἤτοι ἀπὸ ἡμῶν ἥμενος ἤτοι καθήμενος
109. τῷ ἔχεθʼ] διὸ ἀνέχεσθε
114. καταπρηνέ〈σ〉σʼ] 〈κατα〉πρηνέσσι
115. νεμεσήσετε] μέμψεσθε
139. τοῦ γε] τοῦ υἱοῦ σοῦ 140. πέφαται] ἐφονεύθη
141. ῥῦσθαι] φυλάττεσθαι 168. ποδήνεμος ὠκέα] ταχεῖα πετεινή
214. 〈Ἑρμείω〉] Ἑρμείεω ἦν, ἐκβολῇ δὲ τοῦ ε ἐγένετο “ Ἑρμείω·”
καὶ γὰρ οὕτω φαμέν, ὁ Ἑρμῆς τοῦ Ἕρμείεω, ὕσπερ καὶ βορέης βο-
ρέαω, καὶ ἐκβολῇ βορε〈ί〉ω A +
219. πόθεσαν] ἤτοι ἐπεζήτουν αὐτόν
228. ἐτελέσθη] ἐτελειώθη
230. ἐπισσείων] ἐπαπ〈ε〉ιλούμενος
234. ἔργον τε ἔπος τε] πρᾶξιν καὶ βουλήν
240. νέον] νεωστί
252. οἳ μὲν τὸ “ἄιον ἀντὶ τοῦ ἐξέπνεον, οἳ δὲ ὅτι “ἐπεὶ ᾐσθανόμην κατὰ τὸ φίλον κῆρ·ʼ τοῦτο γὰρ δηλοῖ τὸ “ἄδιον᾿᾿ Α-
254. ἀοσσητῆρα] βοηθόν
ἀοσσητὴρ ὁ βοηθός, ὁ μὴ περιμένων ὄσσαν καὶ φήμην· ἔθος
γὰρ τοῖς παλαιοῖς τοῦτο πυνθανομένοις μαντείας βοηθεῖν
257. αἰπεινόν] ὑψηλόν
261. λειανέω] λείαν καὶ ὁμαλὴν ποιήσω
263. ἀκοστήσας] κριθιάσας
264. κροαίνων] κρουαίνων ἦν ἀντὶ τοῦ κρούων τοὺς πόδας, καὶ ἐκβολῇ τοῦ υ “κροαίνω〈ν〉᾿᾿
271. ἄγριον αἶγα] ἀρσενικῶς τὴν αἶγα
274. σφί] αὐτοῖς 287. οἶον] ὁποῖον
320. κατένωπα] πρὸς ὄψιν
322. ἔθελξε] ἐγοήτευσεν, ἠπάτησεν
350. 〈πυρὸς λελάχωσι〉] τὴν διάπυρον ταφὴν λαχεῖν ποιήσωσι rec.
A-
360. τῇ] διὰ ταύτης 364. ἄψ] πάλιν
372. πολυπύρῳ] σιτοφόρῳ 387. ἐπιβάντες] ἐπελθόντες
399. χατέοντι] χρήζοντι rec. 407. παυροτέρους περ] καί
410. στάθμη ἐστὶ 〈σ〉χοινίον λεπτὸν ἐρυθρῷ ἢ μέλανι χρώματι
ἐχρισμένον, ᾧ κανονίζεται τὰ ξύλα A + 415. ἐείσατο] ἐφάνη
416. τώ] ὁ Αἴας καὶ Ἕκτωρ 418. τόν] τὸν Ἕκτορα
432. Κύθηρα νησίδιον τῆς Λακωνικῆς, Ἀφροδίτης ἱερόν, ὅθεν καὶ Κυθέρειαν ἐπιθετικῶς ὀνομάζουσι τὴν θεόν A =
459. αἴνυτο] ἐλάμβανεν 463. ὅς] ὁ Ζεύς
467. μήδεα κείρει] καὶ τὴν προθυμίαν
479. τετραθέλυμνον] τετράπτυχον, τέσσαρας θέσεις ἔχον ἐπαλ- λήλους
508. χορόν] ἤτοι χορείαν rec.
512. στρεύγεσθαι] ἤτοι ταλαιπωρεῖσθαι καὶ ὃ ἡμεῖς κατὰ στράγγα
λέγομεν ῥέειν
517. πρυλέων] πεζῶν 518. Κυλλήνιον] Ἀρκάδα rec.
520. Μέγης] Ἕλλην οὖτος
528. Φυλείδαο] τοῦ υἱοῦ Φυλέως
530. γυάλοισιν] τοῖς κεκιλωμένοις ἢ τοῖς σώμασιν
535. τοῦ δέ] τοῦ Δόλοπος
537. πᾶς] ὁ λόφος
544. ἐεισάσθην] ἔω τὸ ὁρμῶ, ὁ μέλλων ἔσω, ὁ ἀόριστος εἷσα, ὁ μέσος εἰσάμην εἴσω εἴσατο, καὶ ἐείσατο Ἰωνικῶς, τὸ δυϊκὸν ἐεισάμεθα ἐείσασθον “ἐεισάσθην”
546. Ἱκεταονίδην] τὸν υἱὸν Ἱκετάονος
554. ἐντρέπεται] οἶον ἐντροπὴν ἐπὶ τὸ βέλτιον λαμβάνει rec.
557. κατάκρης] ἓν μέρος λόγου
607. ἀφλοισμός] οἱονεὶ ἀφρισμός τις, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον καὶ πλεονασμῷ τοῦ “ἀφλοισμός B+
613. ἔπορνυε] ἔπεμπε rec.
615. πειρητίζων] ἀπόπειραν ποιούμενος
621. προσερεύγεται] μετὰ ἤχου φέρεται, πρό〈σ〉εισιν rec.
639. οὖτος ὁ Κοπρεὺς ἦν κῆρυξ Εὐρυσθέως τοῦ τῶν Ἀργείων
βασιλέως, ὃς τὰς παρὰ Εὐρυσθέως ἐντολὰς ἔλεγε τῷ Ἡρακλεῖ τῶν
ἄθλων ἕνεκα ἔξω τῆς πόλεως μένοντι· δεδοικὼς γὰρ αὐτὸν οὐκ εἴα
ἔνδον εἰσελθεῖυ A=
640. ἀγγελίης] ἤτοι ἄγγελος
643. νόον] κατά πρώτοισι] τοῖς
654. τοὶ δέ] οἱ Τρῶες ἐπέχυντο] ἐπηνέχθησαν
668. νέφος ἀχλύος] τὴν ἦτταν νόει Ἀθήνη] ὡς φωσφόρος
672. ὅσοι] τῶν Ἑλλήνων
685. ἴκρια] οἳ μὲν “ἰκρία” γράφουσιν, ὁ δὲ Ὅμηρος προπαροξυ- τόνως “ἴκρια”
691. ἔθνος] πλῆθος 700. ἔφασαν] ὑπελάμβανον
708. τοί γε] οἱ Ἕλληνες καὶ οἱ Τρῶες
741. τῷ ἐν χερσὶ φόως] ἤτοι ἐν τῷ μάχεσθαι καὶ ἡ σωτηρία Β+
1. ἐυσέλμοιο] τῆς καλοκαθέδρου, ἀπὸ τοῦ σέλμα τὸ κόθημα, ἐξ οὖ καὶ σέλ〈λ〉ας καὶ σε〈λ〉λίον
3. θερμὰ χέων] θερμὰ γάρ εἰσιν ἐξερχόμενα 〈παρὰ τὸ〉 θέρω τὸ θερμαίνω θέρεν τε καὶ τέρεν γίγνεται, ὥσπερ τὸ τεθερμασμένον καὶ οἱονεὶ διακεχυμένον
18. ὑπερβασίης] παραβασίας Β +
47. λίτεσθαι] παρακαλεῖν 57. κτεάτι〈σ〉σα] ἐκτησάμην A +
78. περιάγνυται] περιρ〈ρ〉ήγνυται 85. οἵ] οὖτοι Α=
108. πελεμίξαι] διασεῖσαι 114. δόρυ] τό
116. ἀντικρύ] ἐξ ἐναντίας ἀπάραξε] ἀπέκοψεν
120. ὅ] ὅτι μήδεα] βουλεύματα
134. ἀστερόεντα] ἢ λαμπρόν
143. Πηλιάδα] τὴν ἐκ Πηλίου ὄρους
152. ἵει] ἀφίει
159. παρήιον] τὸ πληθυντικὸν αἱ παρειαί
172. αὑτός] ὁ Πάτροκλος 176. ἀκάμαντι] τῷ γενναίῳ
180. χορῷ] ἐν τῷ χορεύειν 181. κρατύς] ὁ ἰσχυρός
223. χιτώνων] οἶον τὸ ὑποκάμισον
227. ὅτε μὴ Διὶ πατρί] εἰ μή. ἔστι δὲ ῥητορικὴ ἡ φράσις
228. θεείῳ] θείῳ 243. ἤ ῥα] ὅτι ὄντως
244. εἰ] “ἤ”·
264, 5. ἔχοντες πρόσσω πᾶς πέτεται] καινοπρεπὲς τὸ σχῆμα
302. ἐρωή] ἀναβολή
304. 〈προτροπάδην〉] ἠπειγμένως, ἢ τὸν οἰκεῖον αὐχένα δεικνύντες
315. μυών] συνέλευσις τῶν νευρῶν
324. ἀπὸ μυώνων] ἀπὸ τῆς συνθέσειως καὶ τῆς συμπλοκῆς τῶν νευρῶν
331. κλόνον] συστροφήν
338. ἱπποκόμου] τῆς ἱπποτρίχου
339. ἐρραίσθη] διεφθάρη, ἐκλάσθη
341. παρηέρθη] ἀπεκρεμάσθη 347. κέασσε] συνέκλασεν
349. τὸ δέ] τὸ αἶμα
356. τὸ “ἐπέχραον” ἀντὶ τοῦ προσεπέλασαν τοὺς χρῶτας αὑτῶν
οἱ λύκοι τοῖς χρωσὶ τῶν ἀρνῶν, ἤτοι προσέμιξαν· οἳ δὲ τῶν λέξεων
παραφρασταὶ τὸ “ἐπέχραον” ἀντὶ τοῦ ἐπῆλθον ἡρμήνευσαν. § ἀπὸ δὲ
θέματος τοῦ χράω τὸ προσπελάζω ὁ μέλλων χρίσω, ὁ ἀόριστος
ἔχραον, τὸ τρίτον τῶν πληθυντικῶν ἔχραον καὶ μετὰ τῆς ἐπί προθέ-
σεως “ἐπέχραον”
359. ἰδρείῃ] ἐμπειρίᾳ 364. Ὀλύμπου] τοῦ ὄρους
365. αἰθέρος] τοῦ καθαροῦ ἀέρος
372. σφεδανόν] σπεδανόν 375. τανύοντο] ἔτρεχον
392. ἐπὶ κάρ] ὅ ἐστιν ἐπὶ κεφαλήν· κάρην〈ον〉 γάρ ἐστι καὶ
κατὰ ἀποκοπὴν κάρη καὶ ἀποκοπῇ πάλιν τοῦ η “κάρ” A +
405. γναθμὸν δεξιτερόν] τὴν δεξιὰν σιαγόνα
410. καδ᾿ δʼ ἄρ᾿ ἐπὶ στόμʼ ἔωσε] κατέρριψεν
412. ἄνδιχα] διχῶς κεάσθη] ἐκλάσθη
422. 〈πόσε φεύγετε νῦν; θοοί ἐστε〉] ἢ οὕτω “νῦν θοοί ἐστε”
ἤτοι ταχεῖς εἰς τὸ φεύγειν
437. θείω] κατάθωμαι
456. ταρχύσουσι] ἀπὸ τοῦ τάριχος γίνεσθαι ἐν τεθνηκόσιν κασίγνητοι] οἱ συγγενεῖς· ἀπὸ γὰρ 〈τῆς〉 ἱστορίας ἀδελφὸς αὑτοῦ οὐχ εὑρίσκεται
459. ψιάδας] ῥανίδας λεπτάς
468. ἔβραχε] ᾔχησε ἀίσθων] ἀποπνέων A +
470. κρίκε δὲ ζυγά] ἤχησεν ὁ ζυγός Α=
542. εἴρυτο] ἐρύετο 545. ἀεικίσσωσι] ὑβρίσωσιν
548. κατὰ κρῆθεν] κατὰ κρατός 554. λάσιον] συνετόν
558. τὸ μὲν “ἐσήλατο” ἀντὶ τοῦ ἐπήδησεν· ἐπὶ τοῦ Ἕκτορος δὲ (Il. 12. 438) κρεῖσσον —οὖτος γὰρ ἐπήδησεν εἰς τὸ τεῖχος—ἐπὶ δὲ τοῦ Σαρπηδόνος τὸ ἐσάλευσεν· εἶπε γὰρ ὄπιθεν τὸ “Σαρπήδὼν δʼ ἄρ᾿ ἔπαλξιν λαβών᾿᾿ (ib. 397) A +
586. ἐκ τοῦ ἰθύ καὶ τοῦ μένος Ἰθαμένης καὶ Ἰθαιμένης, οὗ τὸ μένος ἐστὶν ἰθύ. σημαίνει δὲ τὸ ὄνομα τὸν πολεμικώτατον
589. ὅσ〈σ〉η] ὁπόση αἰγανέης] ἀκοντίου
614. πελεμίχθη] ἐσείσθη
617. τρία εἴδη ὁρχήσεως πυρρίχη, σίκιννις, ἥτις ἐστὶν ἱερατική,
καὶ κορδακισμὸς αἰσχρός τις ὢν καὶ μᾶλλον κωμικῷ ἀρμόδιος rec. A+
640. εἴλυτο] ἐκεκάλυπτο
685. μετεκίαθε] ἐπεδίωκεν
695. Μεγάδην] ἤτοι Μέγου παῖδα
714. ἀλῆναι] συστραφῆναι
723. ἀπερωήσειας] ὑποχωρήσειας 745. εἰρωνικῶς
766. πελεμιζέμεν] σείειν ταράσσειν
767. κράνειαν] κρανέαν
775. στροφάλιγγι κονίης] τῇ συστροφῇ τῆς γῆς
776. σημείαωσαι τὸν στίχον, ὅτι ὅλος δακτυλικός
787. ἔνθα] τότε 793. βάλε] ἔρριψεν
796. πάρος] πρῶτον 803. τερμιόεσσα] ἡ ποδήρης
806. μετάφρενον] τό
807. Δάρδανος ἀνήρ] ὁ ἀπὸ Δαρδάνου καταγόμενο
810. βῆσεν] κατεβίβασεν 813. δάμασσε] ἐφόνευσε
822."/> καὶ ἐτέθη τὸ κ
4. πόρτακι] νεογνῇ βοί. πόρτις ἡ μικρὰ βοῦς, παρὰ τὸ ἄρτι εἰς πορείαν ἰέναι καὶ νομήν
5. κινυρή] ἀδυρτική, θρηνητική A + πρίν] πρὸ τοῦ
9. Πάνθου υἱός] ὁ Εὔφορβος A=
ἐυμμελίης] ἤτοι ὁ καλὰ μέλη ἔχων καὶ εὔμορφος, ἢ ὁ εὖ τῇ μελίᾳ χρώμενος, πολεμικὸς ἀνδρεῖος ἰσχυρότατος
20— 3. ὁμοίωσις ἐξ ἀνομοίων
25. ὑπέμεινε] ὲπὶ τόπου 35. γνωτόν] ἀδελφόν
36. χήρωσας —γυναῖκα] χήραν ἐποίησας τήν γυναῖκα
37. ἄρητον] ἢ βλαβερὸν ἢ ἐπάρατον A ~
39. ἐνείκας] ἀπενείκας
40. 〈Φρόντιδι〉] πρὸς ἀντιδιαστολὴν τοῦ φροντίς
52. ἐσφήκωντο] ἐσφιγμένοι ἦσαν A + 54. ὅθ’] ὅπου
58. ἐξέστρεψε] ἐξερρίζωσεν
95. περιστείαωσι] περιστήκωσι γὰρ ἦν, καὶ ἀποβολῇ τοῦ κ “περι- στήσωσι”
105. 〈κακῶν δέ κε φέρτατον εἴη 〉] ἐκ τῶν πολλοῶν κακῶν τοῦτο
ἄμεινον· δύο γὰρ κακῶν προκειμέντων τὸ μὴ χεῖρον βέλτιον A +
134. νήπιʼ ἄγοντι] τοὺς σκύμνους ἐπιφερομένῳ
136. ἐπισκύνιον] τὸ τοῦ προσώπου δέρμα A ~
155. τὸ θέμα φῶ, φήσω, ὁ παρακείμενος πέφηκα, ὁ παθητικὸς
πέφημαι, τὸ δεύτερον πέφησαι, ὁ μετʼ ὀλίγον μέλλων πεφήσομαι
πεφήσῃ “πεφήσεται”
156. ἐνείη] ἐνυπῆρχεν 157. ἄτρομον] ἄφοβον
165. θεράποντες] δηλαδὴ τοῦ Ἀχιλλέως. ἔστι δὲ ὑπερβατόν
166. ἐτάλασσας] ὑπέμεινας A + 180. ἠέ] εἰ ἄρα
193. τὰ ἅ] τὰ ἵδια
197. ὥσπερ τὸ στάς στάντος, οὕτω καὶ τὸ “γηράς” γηράντος
201. καταθύμιος] ἤτοι εἰς νοῦν λαμβανόμενος
205, 6. ἀπὸ κρατός τε καὶ ὤμων εἵλευ] ἀφείλευ
207. ποινήν] ἀμοιβήν A= 218. οἰωνιστήν] τὸν μάντιν
220. περικτιόντων] τῶν περιοικούντων
221. πληθὺν διζήμενος] πλήθους δεόμενος
226. λαούς] τοὺς ἡμετέρους 228. ὀαριστύς] ἀρετή
230. εἴξῃ δέ οἱ] ἀποχωρήσῃ αὐτῷ
250. δήμια] τὰ δημόσια σημαίνουσιν] κελεύουσιν
277. μίνυνθα] οὐδὲ ὀλίγον 285. μετεισάμενος] μετελθών
297. αὐλόν] ἢ τὴν ὀπήν
314. θώρηκος γύαλον] κατὰ περίφρασιν τὸν θώρακα rec.
338. ἔτι γάρ τις] ὥς τις
354. ἔρχατο πάντη] ἤτοι περιπεφραγμένοι ἦσαν
371. αἰθέρι] αἰθρίᾳ καθαρᾷ, ἀέρι ἀνεφέλῳ
373. μεταπαυόμενοι δὲ μάχοντο] ἐκ διαδοχῆς δὲ ἐπολέμουν
414. ὡς ἠθοποιίαν ἐνταῦθα ποιεῖται ὁ ποιητὴς λέγων, ποίους λόγους 〈ἂν〉 εἶπον οἱ Ἕλληνες ὑπερμαχοῦντες τοῦ Πατρόκλου καὶ ποίους οἱ Τρῶες
431. ἀρειῇ] ἀρῇ ἦν, καὶ πλεονασμῷ τῆς ει “ἀρειῃ”
443. 〈σφῶι δόμεν)] ὑμεῖς ἐδόθητε
446. 〈οὐ μὲν γάρ τι πού ἐστιν ὀιζυρώτερον ἀνδρός)] ὑπερβολή
457. κονίην] τήν ἀπὸ—βαλόντε] ἀποβαλόντες
469. Αὐτόμεδον] ὡς τὸ “Ἀγάμεμνον·” ἔστι δὲ Αἰολικόν
νηκερδέα] τὰ ἀνωφελῆ
492. εἰλυμέντω ὤμους] ἐσκεπασμένοι τούς
493. αὔῃσιν] ξηραῖς
637. ἀκηχέδαται] λυποῦνται. 〈ἀπὸ τοῦ) ἀκάχω
640. εἴη] πορευθείη 643. Ἀχαιῶν] ἐκ τῶν
677. ἀ〈μ〉φικόμῳ] δασεῖ
694. κατέστυγε] ἤτοι ἐστύγνασεν A+ 〈κατέστυγε〉] στυγῶ τὸ μισῶ καὶ στυγῶ τὸ φρίσσω. ὧδε γοῦν οὐ τοῦτο ἐμφαίνει, ἀλλὰ τὸ ἐστύγνασεν
709. μίν] τὸν Ἀχιλλέα 710. μάλα περ] καί
726. πρὸ κούρων] ἔμπροσθεν 727. ἕως] μέχρι τινός B═
741. ἀζηχής] συνεχής
742. ἀμφιβαλόντες] ἀμφερείσαντες
748. ὑλήεις] ὁ ξυλώδης πεδίοιο] διά
πεδίοιο διαπρύσιον τετυχηκώς] παῤ ὅλον τὸ πεδίον παρατε-
ταμέναως διήκων
750. ἄφαρ] ταχέως 760. περί τʼ ἀμφί τε] πανταχόθεν
3. ὀρθοκραιράων] ὀρθὰς κεραίας ἐχουσῶν, ὀρθοπρύμνων. κεραία δὲ
καλεῖται τὸ ἐπάνω τοῦ ἱστοῦ δεδεμένον πλάγιον ξύλον, οὗ ἐξάπτεται
ἡ ὀθόνη A+
8. μὴ δή μοι τελέσωσι] δέδοικα
17. θερμά] ὡς ἀπὸ βάθους κατερχόμενα
33. ὃ δέ] ὁ Ἀχιλλεύς κυδάλιμον] κατά
50. ἀργύφεον] οἱονεὶ λευκόν. ἀργόφεον κατὰ Αἰολεῖς τροπῇ τοῦ
o εἰς υ, δηλονότι οὗ ἡ φαῦσις ἀργή, τουτέστι λευκή
54. δυσαριστοτόκεια] ἐπὶ κακῷ ἄριστον τόκον γεννήσασα AB+
57. γουνῷ] γονίμῳ τόπῳ AB+ 66. σφίσι] Ὅμηρος ῑ γράφει
68. 〈ἐπισχερώ〉] ἤτοι κατὰ τάξιν, ἐκ μεταφορᾶς τῆς χειρὸς
παρόσον ταύτης τὰ δάκτυλα κατὰ τάξιν εἰσίν· ἢ ἀπὸ τῆς ἐπί προθέ-
σεως καὶ τοῦ σχέσις, ἤτοι ἀλλήλων ἐξηρτημέναι. σχέσις δέ, ὅταν
τὸ ἓν τοῦ ἑτέρου ἐξέχηται
100. ἐμεῖο] χεῖρας
108. ἐφέηκε] παρώρμηκε 109. ὅς τε] ὁ χόλος
110. 〈ἠύτε καπνός〉] ζέσις γὰρ τοῦ περὶ καρδίαν αἵματος 〈ὁ θυμὸς διʼ〉 ὄρεξιν ἀντιλυπήσεως AB +
124. ἐφείην] ἀναγκάσαιμι 136. νεῦμαι] πορεύομαι
138. πάλιν] εἰς τοὐπίσω υἶος] ἐκ τοῦ
147. ἐνείκαι] κομίσαι 176. ἓ] αὑτόν, τὸν Ἕκτορα
178. σέβας] αἰδώς σέ] σοῦ
180. ᾐσχυμμένοs] καταισχυνόμενος τὸ πρόστωπον, μὴ τὸ οἰκεῖον
σῴζων κάλλος
198. αὔτως] οὕτως ὡς ἔχεις
204. ὤμοις] αὑτοῦ αἰγίδα] φόβον
205. νέφος] τὸ σκυθρωπόν
206. φλόγα παμφανόωσαν] τὸ φρικῶδες καὶ φοβερόν
208. τήν] περὶ ἥν δήιοι] πολέμιοι
209. οἵ τε] οἱ πολεμούμενοι κρίνονται] δοκιμάζονται
211. πυρσοί] οἱ φανοί rec.
〈ἐπήτριμος〉 ἤτοι συχνὸς καὶ ἀλλεπάλ〈λ〉ηλος· ὥσπερ γὰρ
τὸ ἐπηετανός ἀπὸ τοῦ ἔτος ἐτανός καὶ ἐπηετανός, οὕτω καὶ τὸ ἐπή-
τμιμος ἀπὸ τοῦ τρίον τοῦ σημαίνοντος τὸ πολλόν καὶ μετὰ ταῦτα
τριμός ἤτριμος καὶ ἐπήτριμος
212. ἰδέσθαι] ὥστε 213. νηυσίν] ταῖς
219. ἀριζήλη φωνή] μεγάλη γίνεται
221. ἀριζήλη φωνή] ἄγαν ἔκδηλος
223. ὀρίνθη] ἐταράχθη 224. ὄχεα] ἐπί
245. μέδεσθαι] φροντίσαι 256. εἰμέν] ἐσμέν
258. ῥηίτεροι πολεμίζειν] εὐκαταγωνιστότεροι
275. πύλαι] νῦν τὰ οἰκοδομήματα 278. τῷ] τῷ Ἀχιλλεῖ
286. ἀλήμεναι] συστραφῆναι
287. ἐελμένοι] συγκεκλεισμένοι
292. περνάμενʼ] πιπρασκέμεναι ἵκει] ἀφίκετο
294. ἔλσαι] συγκλεῖσαι 300. ἀνιάζει] ἀνιᾶται
302. τῶν] τῶν Τρώων
317. 〈χέῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου〉] ἢ τὰς
〈εῖρας τοῦ Πατρόκλου θέμενος ἐν τοῖς ἑαυτοῦ στήθεσιν AB+
319. ἐλαφηβόλος] θηρευτής ἁρπάσῃ] ἀπὸ μέρους τὸ πᾶν
329. ἄμφω] ἀμφοτέρους ἡμῶν ἐρεῦσαι] ἐρυθρὰν τῷ αἵματι ποιῆσαι A=
335. σοῖο φονῆος] τοῦ 338. τόφρα] τέως
342. πιείρας] πλουσίας
348. γάστρην] τὴν κοίλην τῆς γαστρός
351. ἀλείφατος] ἀλείμματος. ἄλειφα〈ρ〉 ἀλείφατος, ὡς δέλεαρ δελέατος ἐννεώροιο] ἐνναετοῦς
352. “λιτί ἢ λιτῷ καὶ ἀποικίλ〈τ〉ῳ. ἔστι δὲ μεταπλασμός A+
359. ἐγένοντο] ἐγεννήθησαν
362. 〈μέλλει βροτὸς ἀνδρὶ τελέσσαι〉] καθʼ οὖ ἂν ὀργισθῇ,καὶ ἐκ- πληρῶσαι· ἢ ‘καὶ μὴν ἄνθρωπος ἀνθρὠπῳ κακὸν κατασκευάζει καὶ ποιεῖ ᾿
371. κυλλοποδίων] ὁ χωλός 375. κύκλα] τροχούς Α=
376. αὐτόματοι] οὖτοι οἱ τρίποδες αὐτοὶ ἀφʼ ἑαυτῶν δυσέατʼ] ἔλθοιεν 377. ἠδέ] καί
379. δεσμούς] τοὺς ἥλους, καθὸ συμβάλλουσι καὶ συνδεσμοῦσι τὰ ὦτα τοῦ τρίποδος
380. ἰδυίῃσιν] ταῖς ἐπιστημονικαῖς
396. μητρός] τῆς Ἥρας 397. κρύψαι] ἀφανίσαι
401. πόρπας] περόνας γναμπτάς] ἐπικαμπεῖς ἕλικας] ἑλικοειδεῖς ὅρμους] περιτραχήλ〈ι〉α
409. ὅπλα] τὰ χαλκευτικὰ ἐργαλεῖα
410. 〈“πέλωρ〉 αἴητον” μέγα τέρας, δηλονότι οἷον οὐκ ἄλλο. ἀπὸ τοῦ ἔω τὸ ὑπάρχω ἐτόν ἔητον ἄητον καὶ προ〈σ〉θέσει τοῦ ι “αἴητοντ᾿᾿ οἳ δέ φασιν “αἴητον” τὸ μέγιστον, οἶον ἡ γῆ ἀπὸ τοῦ αἶα ἡ γῇ A +
411. ῥώοντο] ἐκινοῦντο 418. νεήνισιν] νεωτέραις
421. ἐποίπνυον] ἐνήργουν, ἐπορεύοντο
432. ἀλλάων] τῶν λοιπῶν ἁλιάων] τῶν θαλασσίων
446. ἔφθιεν] ἔτηκεν
460. ὄ] ὅς ἀπώλεσε] τοῦτον
470. χοάνοισ〈ι〉] τοῖς χωνευτηρίοις
471. εὔπρηστον] εὐφύσητον
472. παρέμμεναι] ἤτοι συμπαρεῖναι
474. ἀτειρέα] τὸν ἀκαταπόνητον
480. τρίπλακα] τρίπτυχα B= μαρμαρέην] στίλβουσαν τελαμῶνα] ἀναφορέα
486. Ὑάδας] ἄστρα τινὰ κείμενα πλησίον τῶν Πληιάδων, ἢ ὡς
ἐοικότα τῷ Υ ἢ ὡς σημαντικαὶ βροχῶν ἀπὸ τοῦ ὕω τὸ βρέχω A +
488. ῆ τʼ αὑτοῦ στρέφεται] περὶ τὸν βόρειόν ἐστι πόλον ἀεὶ φαινομένη
489. ἄμμορος — λοετρῶν] ἀντὶ τοῦ ἄδυτος
491. τῇ] τῇ μιᾶ πόλει
492. δαΐδων] φωτῶν, λαμπάδων 493. ἠγίνεον] ἦγον
494. ἐδίνεον] ἀνεστρέφοντο
500. πιφαύσκων] διασαφῶν 501. ἴστορι] μάρτυρι A +
πεῖραρ] τὸ τέλος 505. ἔχον] ὑπῆρχον
515. ἀνέρες οὓς ἔχε γῆρας] γέροντες 519. ὀλίζονες] ὀλίγοι
539. ὡμίλευν] ἀνεστρέφοντο
542. τρίπολον] τρὶς ἠροτριασμένον
543. ἐλάστρεον] ἤλαυνον
544. τέλσον] τέλος ἦν, καὶ κατὰ μετάθεσιν τέλσο καὶ προ〈σ〉θέ- σει τοῦ ν “τέλσον,” ἤτοι τέλος
546. στρέψασκον] ἤτοι ἐστρέφοντο ὄγμους] τοὺς αὔλακας
548. μελαίνετο] βαθεῖα ἐφαίνετο ἀρηρομένῃ] ἡροτριασμέν
550. τέμενος] χωρίον ἔριθοι] γεωργοί
551. ὀξείας] ἠκονημένας
553. ἀμαλλοδετῆρες] οἱ δραγματοδέται
561. ἀλῳήν] ἄμπελον 563. εἱστήκει] ἡ ἄμπελος κάμαξι] χαρακώμασι ἀργυρέῃσιν] βασταζομένοις
564. ἀμφί] ἔθηκε 568. ταλάροισι] καλαθίσκοις
570. 〈λίνον〉] ἢ τὴν κόρδαν 571. ῥήσσοντες] κροτοῦντες
572. ἰυγμῷ] συριγμῷ A= 582. τώ] οἱ λέοντες,
587. νομόν] νομήν 588. οἰῶν] προβάτων ἀργεννάων] λευκῶν
596. εἵατο] ἐνεδέ〈δυ〉ντο ἐυννήτους] εὖ νενησμένους
ἐλαίῳ] ὡς 600. ἄρμενον] ἡρμοσμένον A +
601. πειρήσεται] πεῖραν ποιούμενος κινήσειεν θέῃσιν] γράφεται “θέλῃσιν”
602. θρέξασκον] ἐν κύκληῳ ἔτρεχον
3. θεοῦ] τοῦ Ἡφαίστου 9. πρῶτα] τήν ἀρχήν
11. καλά] τὸ καλός μακρὸν παρὰ τῷ Ὁμήρῳ
21. ἐπιεικές] πρέπον 26. ἀεικίσσωσι] ἀφανίσωσι
43. οἰήια νηῶν] τὰ πηδάλια 45. οἵ] οὖτοι
46. δηρόν] καίτοι γε τρεῖς ἡμέρας· ἀλλὰ διὰ τὴν δυστυχίαν τῶν
Ἑλλήνων τοῦτό φησιν
50. πρώτῃ ἀγορῇ] τῇ προεδρίᾳ 61. τῷ κʼ] καὶ οὕτως
68. 〈ἀσκελέως〉] τουτέστιν ἀμεταβάτως· ἐκ μεταφορᾶς τῶν σκε-
83. ἐνδείξομαι] ἤτοι τὴν ἀπότασιν τῶν λόγων πρὸς αὑτὸν ποιή- σομαι A+. B=
91. ἀᾶται] βλάπτει 93. πίλναται] ἐπιβαίνει, προσπελάζει
115. ᾒδη] ἠπίστατο 117. ἐκύει] κατὰ γαστρὸς εἶχεν
149. κλοτοπεύειν] ὑποκλέπτειν τὸν καιρόν
150. ἄρεκτον] ἄπρακτον 151. Ἀχιλῆα] ἐμὲ τόν
157. οὐκ ὀλίγον χρόνον] σὐ πρὸς βραχὺν χρόνον
167. τοῦτό ἐστιν ὅ φασιν οἱ ῥήτορες ἐκ τοῦ ἐναντίου
209. κατὰ—ἰείη] εἰσέλθοι 229. νηλέα] ἀταπείνωτον
230. λίπωνται] καταλειφθῶσιν
239. Φυλείδην] τὸν τοῦ Φυλέως υἱόν
240. Κρειοντιάδην] τὸν τοῦ Κρείοντος υἱόν
242. 〈ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον〉] τοῦτό ἐστι τὸ λεγό- μενον ‘ἅμʼ ἔπος ἅμʼ ἔργονʼ (Ζenob. Ι 77)
247. ῥητορικώτατον τὸ “στήσας”
250. ἄντην] γράφεται “αὐδήν᾿᾿ rec.
261. μή] σὐ μέν] μήν ἐπενεῖκαι] ἠβουλήθην
263. ἀπροτίμαστος] ἢ ἀνύβριστος
266. στόμαχον] τὸν γούργουρον.
270. διδῶ διδοῖς καὶ τοῦ θα ἐπεκτάσει 〈“δἰδοισθα ᾿᾿〉
273. ἀμήχανος] ἄβουλος 287. δειλῇ] ἀθλίᾳ rec.
299. δαίσειν] ποιήσειν 303. αὐτόν] τὸν Ἀχιλλέα
324. χήτει τοιοῦδʼ ἀνδρός] ἐμοῦ. §. τὸ χῆτος
330. σέ] τὸν Πάτροκλον 343. μέμβλετʼ] μέλλει
387. σύριγγος] τῆς δορατοθήκης
398. ἠλέκτωρ Ὑπερίων] Ἥλιος 405. ἤμυσε] ἔκλινε A+
421. μόρος] μοῖρα
4. Θέμιστι] Θέμις Θέμιτος καὶ προσθέσει τοῦ
9. πίσεα ποιήεντα] τὰ ὑδρηλὰ καὶ βοτανώδη χαωρία, ἀπὸ τοῦ εἶναι ἐν αὑτοῖς ὔδωρ ὥστε ποτίσαι
30. “ὑπὲρ μόρον” παρὰ τὸ μεμοιραμένον καὶ τὸ δέον
31. ἀλίαστον] χαλεπόν 33. ἀγῶνα] ἄθροισιν
51. λαίλαπι ἶσος] διὰ τὸ σκοτεινὸν τοῦ πολέμου
78. Ἄρηα] τὸ ξίφος
92. Λυρνησσόν] πόλις τῶν Ὑποπλακίων Θηβῶν rec. Πήδασον] πόλις ἐν Ἑλλησπόντῳ rec.
96. 〈Λέλεγας〉] τοὺς ἐν Ἑ〈λ〉λησπόντῳ ἀπὸ τῆς Θεσσαλίας
πρώτους κατοικοῦντας rec.
122. δευέσθω] προσδείσθω rec. 123. πάρος] νῦν
129. θεῶν] ἤτοι ἡμῶν αὑτῶν ὀμφῆς] θείας φωνῆς
137. “πάτου” ἤτοι τῆς πατουμένης
140. ὀρεῖται] γενήσεται 162. θοῦριν] ἤτοι τὴν θουροποιόν
168. 〈ἐάλη〉].. . . οὕτως ἐκ τοῦ ἀλάω ἀλῶ ἄλρμι, ὁ μέλλων ἀλήσω. ὁ β΄ ἀόριστος ὤφειλεν εἶναι ἤλην, Ἰωνικῶς δὲ ἄλην καὶ κατὰ πρό- θεσιν τοῦ ε ἐάλην ἐάλης “ἐάλη”
172. μένει] τῇ δυνάμει 189. σεῦα] ἐδίωκον
190. μετετροπαλίζεο] ἐπε〈σ〉τρέφου
195. σὲ ῥύεσθαι] τὸν Δία θυμῷ] τῇ ψυχῇ
196. βάλλεαι] καὶ στρέφεις
202. 〈αἴσυλα〉] αἴσυλον τὸ μάταιον. παρὰ τὸ α στερητικὸν καὶ τὸ συλῶ τὸ σκυλεύω ἄσυλον, καὶ πλεονασμῷ τοῦ ι αἴσυλον· οὐχ αἱρετόν γὰρ φρονοῦντι συληθῆναι, πρᾶγμα ἀνωφελές
207. ἁλοσύδνης] τῆς θαλασ〈σ〉ίας
218. ὑπωρείας] τὰ κάτω μέρη τῶν ὁρῶν
221. ἵπποι —βουκολέοντο] παρὰ χρῆσιν
222. ἀταλῇσιν] ἁπαλαῖς
230"sqq. Ζεύς
Δάρδανος
Ἐριχθόνιος
Τρώς
Ἶλος Ἀσσάρακος
Λαομέδων Κάπυς
Πρίαμος Ἀγχίσης
Ἕκτωρ Αἰνείας
234. ἀνηρείγαντο] ἀνήρπασαν A+
247. οὐδ’ ἂν ναῦς ἑκατὸν καθέδρας ἔχουσα τὸ βάρος τῶν ὀνειδῶν φέροι
248. στρεπτή] εἰς ἔπαινον καὶ εἰς ψόγον
255. ἐτεά] ἀληθῆ 268. ἐρύκακε] ἤτοι τὸ 〈ἔγχος〉
272. ἔσχετο] ἐσχέθη 276. ῥινός⌋ δέρμα
311. ἐρύσσεαι] καταθήσεις 328. ἷξε] ἐκάθισεν
335. ἀναχωρῆσαι] ἤτοι ἀναχώρει
339. σὺ μὲν γάρ τις ἄλλος—ἐξεναρίξει] μέ
362. στιχός] διά 376. προμάχιζε] προπολεμεῖ
385. Τμώλῳ] ὄρος Λυδίας Ὕδης] ἡ νῦν καλουμένη Σάρδεις
387. κεάσθη] ἐσχίσθη 388. ἐπεύξατο] ἐκαυχήσατο
391. Γυγαίῃ] ἀπὸ Γύγου τινός A + 401. καθʼ ἵππων] κατὰ τῶν
402. ἔθεν] αὐτοῦ 403. ἤρυγεν] ποιὰ λέξις, ἤτοι ἐμυκήσατο A—
404. ἄνακτα] τὸν Ποσειδῶνα A +
412. θυμός ἐστι〈ν ὁ〉 μεταξὺ τῶν κλειδῶν κείμενος ὑμήν
415. ἤντετο] ὑπήντα 418. λιασθείς] κυλισθεὶς χωρισθείς
424. ἀνέπαλτο] λίαν 425. ἐσεμάσσατο] ἐμαλάκισεν 〈ἐσεμάσσατο θυμόν〉] τὸν κατὰ τοῦ Ἀγαμέμνονος· μαλακὸν μὲν γὰρ τῷ Ἀγαμέμνονι ἐποίησεν, ἑαυτῷ δὲ τραχύν, ἢ ἔνυξεν, ἤτοι κείμενον τὸν θυμόν μου κατὰ τῶν Τρώων καὶ ἀνενέργητον ὄντα ἔνυξεν
427. πτώσσοιμεν] δειλιῷμεν 482. τῆλε] μακράν αὐτῇ] σύν 492. εἰλυφάζει] εἰλεῖ, συστρέφει A—
496. τριβέμεναι] ἀλοᾶν κρῖ] κριθά ἐυκτιμένῃ] εὐκατασκεύῳ ἀλωῇ] ἅλωνι
497. λεπτά] τὰ κριθά 499. στεῖβον] κατεπάτουν
501. ἄς] αἷς ῥαθάμιγγες] αἱ ῥανίδες
502. ἐπισσώτρων] τῶν τροχῶν 503. ἀάπτους] τὰς ἀπτοήτους
3. διατμήξας] διαχωρίσας 4. οἱ ἄλλοι] οἱ Ἕλληνες
6. οἵ γε] οἱ Τρῶες 7. πρόσθε] αὐτῶυ τῶν Τρώμων
ἐρυκέμεν] ὥστε
20. ἀεικής] ἀπρεπὴς ἀνδράσιν, ἤτοι γυναικώδης
23. πιπλᾶσι] γράφεται “πιμπλᾶσι”
25. δεινοῖο] γράφεται καὶ ἰῶτα, τοῦ δίνας ἔχοντος
40. ἐπέρασσε] ἐπώλησεν· περᾶν γὰρ τὸ πωλεῖν παρʼ Ὁμήρῳ
64. ὥρμαινε] διενοεῖτο
70. ἐκ τοῦ ἀῶ τὸ κορέννυμι γίνεται ἆσαι τὸ κορέσαι καὶ πλεονασ- μῷ τῆς με〈ν〉 “ἄμεναι” τὸ κορεσθῆναι
79. ἑκατόμβοιον] ἑκατὸν βοῶν τιμήν ἦλφον] εὖρον
80. ἐλύμην] ἐλυτρωσάμην 97. μίν] τὸν Ἀχιλλέα
105. περί] ἤτοι περισ〈σ〉οτέρως
123. ἀπολιχμήσονται] ἀπολείξουσιν
141. Ἀξιός] ποταμὸς Παιονίας 146. δαικταμένων] ὑπὲρ τῶν
152. Πλεγόνος] τοῦ. 157. Ἀξιοῦ] ποταμοῦ
162. ἁμαρτῇ] ταῖς δύο χερσίν 194. κρείων] ὁ μείζων
204. ἐρεπτόμενοι] κατεσθίοντες 213. βαθέης] ἀπό
217. μέρμερα] μεμεριμνημένα 248. θεός] Ξάνθος
255. ὕπαιθα —τοῖο] ἐκ πλαγίου τοῦ πολεμίου λιασθείς] χωρισθείς ἐκκλίνας rec.
260. ψηφῖδες] μικραὶ λιθάδες
262. προαλεῦ] κατωφερεῖ. παρὰ τὸ ἁλίζεσθαι, ὅ ἐστιν ἀθροίζεσθαι,
ὥστε σημαίνειν τὸ 〈“κατειβόμενον—χώρηῳ ἐνὶ προαλεῖ ᾿ 〉 καταφερό-
μενον εἰς τὴν γῆν A +
ἄγοντα] τὸν ὑδραγωγοῦντα 267. φοβέουσι] διώκουσι A=
274. ἔπειτα δὲ καί τι πάθοιμι] ἤτοι τι ἄλλο δεῦ με παθεῖν
282. ἐρχθέντα] πνιγέντα A= συφορβόν] χοιροβόσκον
283. ἔναυλος] χειμάρρους A + ἀποέρσῃ] 〈ἀπο〉πνίξῃ
314. φιτρῶν] τῶν 319. χέραδος] τό· ἢ “χεράδος” A +
321. ἀλλέξαι] συναθροῖσαι ἄσιν] ἰλύν
329. ἀποέρσειε] 〈ἀπο〉πνίξειεν A=
336. κήαι] καύσειεν. ἦν γὰρ 〈ἂν τὸ〉 “κῆαι” ἀπαρέμφατον
περισπαρμέναως A. ~
338. ἴει] ἔμβαλ〈λ〉ε A= 345. σχέτο] ἐπεσχέθη
346. νεοαρδέʼ ἀλῳήν] νεοπότιστον γῆν 347. μίν] ἐπʼ αὐτόν ὅς τις ἐθείρῃ] ὅστις ἔθος ἔχει σκάπτειν
359. καὶ αὐτίκα] καὶ πάλιν 361. φῦ] οὕτως ἔφη ὁ ποταμός
363. σιάλοιο] ὁ ἥμερος χοῖρος
364. ἀμβολάδην] ἀναβάλλων ἤτοι ἀναβράζων A—
366. ἔθελεν] ἠδύνατο A + B= τεῖρε] κατεπόνει
367. Ἡφαίστοιο] τοῦ βίηφι] βιαίως
369. ἔχραε κήδειν] σφοδρῶς ἐπῆλθεν, ὥστε κήδειν
382. καλὰ ῥέεθρα] κατά 386. ἄητο] ὥρμητο
395. ἄητον] μέγιστον 397. οὐτάμεναι] ἐμέ
421. κυνάμυια] ἡ Ἀφροδίτη 436. ἔοικεν] ἤτοι πρέπει
445. σημαίνων] καὶ ἄρχων 453. σύν] σοι
457. ὑποστάς] ὑποσχόμενος
460. πρόχνυ] παντελῶς. πρόγνυ ἦν καὶ τροπῇ τοῦ γ εἰς χ A +
462. μυθήσαιο] εἴποις 479. Διὺς παράκοιτις] ἡ Ἥρα
489. ἔμαρπτεν] συνελάβετο 490. σκαιῇ] τῇ χειρί
494. ἴρηκος] ψιλόν. καὶ ἔστι τῶν Ἰώνων
500. πρόφρασσα] προθύιιως A=
537. ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας] πρωθύστερον τοῦτο
557. ἄλλῃ] ἀλλαχοῦ 560. ἄν] παρέλκει
563. πόλιος] ἀπό 571. ἀλείς] 〈συ〉στραφείς A=
600. ἑκάεργος] ὁ Ἀπόλλων
2. 〈πίον〉] εἶπε γὰρ ἄνωθεν (Il. 21. 541). ὅτι “καρχαλέοι” ἦσαν
12. ἄλεν] συνεστράφησαν A= ἐλιάσθης] ἐπλανήθης rec.
15. πάντων] συγκριτικόν 25. τὸν δέ] τὸν Ἀχιλλέα
7. ἀρίζηλοι] ἤτοι ἀρίδηλοι. τροπῇ τοῦ δ εἰς ζ A +
41. σχέτλιος] ἄδικος 43. ἀπὸ —ἔλθοι] ἀπέλθοι
44. εὖνιν] ἐστερημένον 45. περνάς] πιπράσκων A=
58. φίλης αἰῶνος] θηλυκῶς ἡ αἰών 62. ἑλκηθείσας] αἰχμαλώτους
66. αὐτόν] ἐμέ 69. οὕς] κύνας
71. κείσονται] πεσοῦνται
73. πάντα δὲ καλὰ θανόντι περ] καὶ κατὰ πολύ
80. ἀνιεμένη] γυμνοῦσα AB +
88. ἄνευθε δέ σε μέγα νῶιν] πολὺ ἀφʼ ἡμῶν
117. ἅμα] ὁμοῦ 130. εἴδομεν] μάθιωμεν
141. ὕπαιθα] ἔμπροσθεν B + λεληκώς] λακω τὸ φωνῶ
142. ἑλέειν] λαβεῖν ἕ] αὑτόν
145. οἳ δέ] ὁ Ἀχιλλεὺς καὶ ὁ Ἕκτωρ
ἐρινεόν] τόπος πολλῶν ἐρινεῶν περιεκτικός
147. κρουνώ] τούς 149. ὕδατι λιαραῷ] τῷ χειμῶνι
184. πρόφρονι] προθύμῳ 185. ἐρώει] ἀποπαύου
189. δίηται] διώκῃ 198. ποτί] πρό〈ς〉
199. φεύγοντα] τόν διώκειν] ὁ διώκων
200. ὅ] ὁ δινκόμενος τόν] τὸν διώκοντα
205. καρήατι] τὸ κάρηαρ τοῦ καρήατος
209. ἐτίταινε] ἐξέτεινεν 216. νῶι] ἡμᾶς B=
251. δίον] τινὲς τὴν “δῖον” ἤτοι τὴν ἔνδοξον
261. τινὲς γράφουσιν ‘ “ἄλαστε” ἤτοι δεινὰ καὶ ἀνεπίληστα εἰρ- γασμένε᾿ rec. B—
280. ἠείδεις] ἐπέγνως ἤτοι] καίτοι
282. μένεος] τὸ ος μακρόν· καταπεραιοῖ γὰρ εἰς μέρος λόγου
285. ἄλευαι] παραφυλάττου 301. ἀλέη] ἀποφυγή
322. τοῦ] τοῦ Ἕκτορος ἄλλο τόσον] ἤτοι τὸ λοιπὸν σῶμα
325.αυκανίην] 〈τὸ〉 κατὰ τὸν λαιμόν, ἀπὸ τοῦ ἀπολαύω
328. ἀσφάραγον] ὅλον τὸν φάρυγγα· ὠνόμασε δὲ αὑτὸν οὕτω, μιμούμενος τὸν ἦχον τὸν γινόμενον ἐν αὐτῷ κατὰ τὴν φωνήν A— μελίη] ἡ 329. μίν] αὐτόν
332. ἐμέ] ἐμοῦ 333. ἀοσσητήρ] σωτήρ
336. ἑλκήσουσι] ἔστι ἕλκω ἑλκήσω 337. τόν] τὸν Πάτροκλον
346. αὑτόν] ἐμέ ἀνείη] ἀναπείσειεν A=
347. ὤμʼ] ἤτοι ὠμά 348. ὡς] οὕτως A+
349. νήριτʼ] πολλὰ ἀσύγκριτα
356. προτιόσσομαι] προορῶ B+
373. ἀμφιφάασθαι] ψηλαφᾶσθαι rec.
379. 〈ἐπεδή〉] ἴαμβον ἀντὶ σπονδαίου ἐδέξατο ὁ ποιητής· τὸ γὰρ “ἐπεί” ἴαμβος
406. λιπαρήν] πλουσίαν 431. βείομαι] βιώσομαι
432. ὅ] ὅστις 441. δίπλακα] τὸ λεγόμενον δίμοτον
468. χέε] ἔρριψε δέσματα] τὰ δεσμά
σιγαλόεντα] τὰ ποικίλα 472. πόρε] ὁ Ἕκτωρ
473. εἰνατέρες] αἱ τῶν ἀδελφῶν γυναῖκες A= B+
476. ἀμβλήδην] ἀναβάλλεσθαι τὸ προοιμιάζεσθαι
489. ἀπουρίσσουσιν] ἀφαιρήσουσιν B +
502. νηπιαχεύων] νηπιευόμενος
507. οἶος] μόνος ὁ Ἕκτωρ ἔρυσο] ἔσῳζες
29. τάφον] ἐπιτάφιον δεῖπνον A +
30. ὀρέχθεον] ποιόν τινα ἦχον ἀπετέλουν
37. χωόμενον] ἤτοι συγκεχυμένον A= B +
46, 7. 〈ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὦδε ἵξετʼ ἄχος κραδίην〉] ἐπεὶ οὺκ ἄν μοι ἅλλo γε τοιοῦτον συμβήσεται κακόν
68. ὑπὲρ κεφαλῆς] ἔνθα τὸ λογιστικόν
75. ὀλοφύρομαι] ἵνα 81. εὐηγενέων] τῶν εὐγενῶν
85. Ὀπόεντος] τῆς 87. κατέκτανον] ἐγώ
88. ἀστραγάλοισι] τοῖς κόττοις
90. σὸν θεράποντα] τὸν δραστήριον φίλον
91. ὁμή] ἡ αὐτή 94. ἠθείη] θεία
107. ἔικτο] ὡμοίωτο θέσκελον] θείως
111. οὐρῆας] τὰ λεγόμενα μουλαροφορτηγά
115. σειράς] 〈σ〉χοίνους
116. πολλά] τοπία ἄναντα] ἀνωφερῆ B═
κάταντα] κατωφερῆ B═ πάραντα] ὁμαλά
δόχμια] πλάγια B═
121. ἔκδεον] ἐδέσμουν ταί] αἱ ἡμίονοι
122. ἐλδόμεναι] προθυμούμεναι ῥωπήια] τὰ φρύγανα
130. χαλκὸν ζώννυσθαι] σίδηρον καθοπλίζεσθαι
136. κάρη] τοῦ Πατρόκλου 144. ἄλλως] μάτην rec. A+
159. ὅπλεσθαι] εὐτρεπίσαι 160. κήδεος] φροντίδος ἄξιος A═
169. δρατά] τὰ νεκρά
177. σιδήρεον] ἰσχυρόν νέμοιτο] καίοι
186. ῥοδόεντι—ἐλαίῳ] τῷ ῥοδελαίῳ λεγομένῳ
187. ἀποδρύφοι] ἀποξέοι ἑλκυστάζων] ὁ Ἀχιλλεύς A═
190. μένος] τό
191. σκήλειε] σκελετὸν ποιήσειε, ξηράναι A+
ἀμφὶ περὶ χρόα ἴνεσιν] τὸν ἀμφὶ τοῖς νεύροις χρόα
195. βορέῃ καὶ ζεφύρῳ] συγγενεῖς οὗτοι
197. φλεγεθοίατο] φλέξαιεν 200. οἳ μέν] οἱ ἄνεμοι
216. πυρῇ] τῇ μεγάλῃ πυρᾷ 226. ἐρέων] μηνύων
233. οἳ δέ] Ἕλληνες 234. μίν] τὸν Ἀχιλλέα
240. ἀριφραδέα—τέτυκται] εὐεπίγνωστα ὑπάρχουσι τὰ ὀστᾶ
243. 〈δίπλακι〉 δημῷ] ἴσως γὰρ ἦν καὶ κάτω τῶν ὀστῶν λίπος
καὶ ἄνω τῶν ὀστῶν
257. χεύαντες] ἀναχωματίσαντες
261. πολιόν] τὸν ἔντιμον, τὸν χρησιμεύοντα εἰς πόλιν
263. θῆκε] τί δὲ ἔθηκεν;
266. βρέφος] ἔμβρυον 276. περί] ὑπέρ A═
292. αὐτόν] τὸν Αἰνείαν 299. εὐρυχόρῳ] τῇ
310. τῷ] διὰ τοῦτο 315. μήτι] “μήτει”
μέγʼ ἀμείνων] τῇ βουλῇ 318. μήτι] “μήτει”
329. λᾶε] λίθοι ἐρηρέδαται] στηρίζουσιν
330. ἀμφίς] ἀμφότερωθεν 331. τεῦ] τινός
333. καὶ νῦν τέρματʼ ἔθηκε] κατὰ τὸ σιωπώμενον
τέρματα] καμπτούς
335. κλινθῆναι] κάμφθητι 336. τοῖιν] τῶν ἵππων rec.
337. κένσαι] κεντῆσαι εἶξοί τε οἱ] ἐπιδοῦναι αὐτῷ
338. ἐν τῷ καμπτῆρί σοι ὁ ἀριστερὸς ἵππος οὕτως ἐμπελασάτω ἀκριβῶς, ὥστε τὴν ἔξαωθεν περιφέρειαν τοῦ τροχοῦ δόξαι φαύειν τῆς χοιναικίδος· τοῦτο δὲ πάσχειν δοκεῖ ὁ παρὰ τὸν κάμπτῆρα τροχός A=
339. πλήμνη] τῇ χοινικίδι 340. ἐπαυρεῖν] ψαῦσαι
348. τούς] ἵππους 350. πείρατα] τὰ τέλη
358. τέρματα] τὸν καμπτόν 367. μετὰ πνοιῇς] ἐν ταῖς
374. ἄψ] εἰς τοὐπίσω
376. Φηρητιάδαο] Φερητιάδαο τοῦ Εὐμήλου
377. μετεξέφερον] ἐπέτρεχον 380. πνοιῇ] τῶν ἵππων
387. ἐβλάφθησαν] ἐνεποδίσθησαν
388. ἐλεφαίρω τὸ ἀπατοῶ παρὰ τὸ ἐλπω ἐλπαίρω παραγωγόν, καὶ πλεονασμῷ τοῦ ε καὶ τροπῆ τοῦ π εἰς φ ἐλεφαίρω, κυρίως τὸ ταῖς ἐλπίσιν ἀπατᾶν
ἐλεφηράμενος] διʼ ἀπάτης βλάψας A= B~
392. ἦξε] ἔκλασεν 393. ἐλύσθη] προσειλκύσθη 〈ἐξεκυλίσθη〉] ἀπὸ τοῦ εἴλω εἰλύω, ἀπελάσει τοῦ ι rec. συνεστράφη ταῖς ἡνίαις rec.
395. περιδρύφθη] ἐξέσθη 396. θρυλίχθη] ἐθραύσθη Α=
403. σφῶι] ὑμᾶς αὐτούς
409. λείπεσθε] ὑστερίζετε φέριστοι] ὦ
411. σφῶιν] ὑμῖν A +
418. ὀλίγον χρόνον] διὰ τὸ πολὺ γῆρας rec.
424. παρακλίνας] πλησιάσας
440. ἔτυμον] ἀληθῶς πεπνῦσθαι] σώφρονα εἷναι rec.
441. ἄεθλον] τὸ ἔπαθλον
454. τόσον] ὅλον B+ φοῖνιξ] πυρρός Α=
459. παροίτεροι] ἔμπροσθεν 481. εὔληρα] χαλινά
484. ἀπηνής] σκληρός 520. ὃ δέ] ὁ τροχός
523. δίσκουρα] ἤτοι περιορισμὸν δίσκου
544. ἄεθλον] τὸ ἔπαθλον 553. τήν] τὴν ἵππον
587. ἄνσχεο] ἀνάσχου 589. ὑπερβασίαι] ὑπερηφανίαι
590. νόος] αὑτοῦ λεπτή] ἀσθενής
598. ἐέρση] δρόσος 609. τοί] σοί
613. δέ] ὁ Μενέλαος 618. τῆ] λαβε
622. ἀκοντιστύν] ἀκοντίου ἀγῶνα
630. κρείοντα] βασιλέα
638. Ἀκτορίωνε] οἱ καὶ Μολιονίδαι
639. βαλόντε] δύο γὰρ ἦσαν 643. ὥς] οῦτως
652. ἐπέκλυε] ἤκουσε 653. πυγμαχίης] πυγμικῆς
660. ᾦ] ᾥτινι 683. ζῶμα] ὡς περίσκελος νόει
688. γενύων] τῶν σιαγόνων 689. ὤρνυτο] ἐφώρμησε
690. παπτήναντα] προδεδειχότα
691. ὑπήριπε] κατηνέχθη 692. φρικός] πνοῆς
699. αὐτοί] οἱ φίλοι αὐτοῦ 705. ἕ] αὐτήν
712. ὡς δέ] παρέλκει τὸ “δέ ᾿᾿ ἀμείβοντες] δοκοί
724. ἀνάειρε] ἀνακούφισον 726. κόψε] ἔκρουσεν A +
727. στήθεσσιν] τοῦ Αἴαντος
744. Φοίνικες] οἱ καὶ Σιδόνιοι
πόντον] τὴν μεγάλην θάλασσαν
748. οὖ ἑτάροιο] ὑπὲρ τοῦ Πατρόκλου
759. ἔκφερε] προέδραμεν
761. στήθεος ἄγχι] ἐπί κανών] κάλαμος
765. οἶ κεφαλῆς] τοῦ Αἴαντος
767. ἱεμένηῳ] τῷ Ὀδυσσεῖ
792. ἐριδδήσασθαι] ἐξισωθῆναι, ἁμιλληθῆναι
805. ὁρεξάμενος χρόα] ἐφαψάμενος τοῦ χρωτός
806. 〈ἐνδίντων〉] τῶν ἐντὸς τῶν ὅπλων μελῶν B+
815. πάντας] τούς
826. διαφέρει σόλος καὶ δίσκος· ὁ μὲν γὰρ δίσκος πλατύς ἐστι
καὶ κυκλοτερής, ὁ δὲ σόλος στρογγύλος καὶ σφαιροειδής A+
832. οἶ] τοῦ ἀεθλευσαμμένου
886. 〈ἥμονες ἄνδρες〉] ἀκοντισταὶ ἄνδρες. ἀπὸ τοῦ ἵημι τὸ πέμπω A+
6. ἀνδροτῆτα] τὴν ἀνδρείαν 8. πείρων] διαπερῶν
11. τοτὲ δέ] ἄλλοτε δέ
15. ἕλκεσθαι δησάσκετο] εἷλκε δήσας
30. μαχλοσύνην] χαλῶ χαλός καὶ πλεονασμῷ τῆς μα συλλαβῆς καὶ συγκοπῇ μάχλος καὶ τὸ θηλυκὸν μαχλή
33. σχέτλιοι] ἀγνώμονες δηλήμονες] βλαπτικοί
52. ἄμεινον] ἐπωφελές 53. νεμεσσηθῶμεν] μεμψώμεθα
60. ἀτίτηλα] ἐπεμελήθην
ἐκ τοῦ ἀταλός ἁπαλός τις ὤν· ⌈καὶ⌋ τὸ μὲν ἁπαλός δασύνεται, τὸ δὲ ἀταλός ψιλοῦται
63. φόρμιγγα] ἐννεάχορδον ἕταρε] φίλε
74. ἀλλʼ εὶ] ἀλλ’ εἴθε B= 76. λάχῃ] τύχῃ
79. 〈μείλανι πόντῳ〉] Μέλας, οὕτω ὀνομαζόμενος
80. βυσσόν] βυθόν 100. εἶξε] ἀπεχώρησεν
102. ἐπέε〈σ〉σι] τοῖς λόγοις ὤρεξε] ἐνεχείρισεν
104. κηδομένη] λυπουμένη 131. βέῃ] ζήσεις· βιώσῃ
134. ἑέ] ἑαυτόν A + 148. οἶον] ὄντα μόνον
163. ἐντυπάς] ἐπίρρημα· ἤτοι ἐντυπωδῶς, δηλονότι τύπον μόνον σῴζων ἀνθρώπου
177. οἶον] μόνον σε
190. 〈πείρινθα〉] ὃ καὶ εἰς τὴν Ὀδυσσείαν (6. 70) ὑπερτερίαν
καλεῖ, διὰ τὸ μὴ ὑπέραν⌈ ω⌋ ἐκείνου κεῖσθαι ἄλλο
208. κλαίωμεν] αἴ 210. μίν] αὐτόν
213. προσφῦσα] προσενδακοῦσα
221. θυοσκόοι] οἱ διὰ τῶν θυσιῶν κοοῦντες, τουτέστι νοοῦντες τὰ μέλλοντα A ~
227. ἐξ ἔρον εἴην] πληρώσαιμι 228. ἀνέῳγεν] ἠνέῳξεν
229. ἔξελε] ἤτοι ὡς ἐξαιρέτους ἔλαβεν
232. στήσας] σταθμήσας
235. ἐξεσίην ἐλθόντι] εἰς πρεσβείαν ἐλθόντι· ἀπὸ τῆς ἔξ προθέ- σεως καὶ τοῦ εἶμι τὸ ἔρχομαι
241. 〈ἢ ὀνόσασθε〉] γράφεται “ἢ ο〈ὐ〉νεσθε” A +
〈ἢ ὀνόσασθ᾿, ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν〉] ἤτοι ἐπὶ ταῖς ἐμαῖς συμφοραῖς εὐφραίνεσθε
248. ὁμόκλα] ἐνεκέλευσεν 253. κατηφόνες] ἐπονείδιστοι
266. ἡμιονείην] ἔστι γὰρ καὶ βοείη
268. καδ’ δʼ ἀπὸ πασσαλόφι] ἀπὸ δὲ τῶν πασσάλων ᾕρεον] ἔλαβον ἡμιόνειον] ἐπιτήδειον ἡμιόνοις
272. πέζη] τῇ ἀρχῇ τοῦ ῥυμοῦ ἕστορι] πα〈τ〉τάλῳ AB +
274. ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν] ἤτοι ἐποίησαν θηλεαν, ἥτις ἐξανα· ἔχει καὶ γωνίαν
280. ἀτίταλλεν] ἔτρεφεν 292. οἶ αὐτῷ] τῷ Διί
316. περκνόν] μέλανα AB=
318. ἐυκλήῃς] εὑκλείστοις A= γράφεται “ἐυκληῖσʼ ἀραρυῖα᾿ A +
341. μίν] αὐτόν 345. κρατύς] ἰσχυρός
347. αἰσυμνητῆρι] γράφεται “αἰσυητῆρι” A +
349. οἵ] ὁ κῆρυξ καὶ ὁ Πρίαμος
385. ἐπεδεύετʼ] ἐνδεὴς ἦν
388. καλά] κάλλιστα ἀπότμου] δυστυχοῦς
395. εἴα] ἡμᾶς
399. καλῶς “ἕβδομος.” εἶς γάρ ἐστι τῶν ἑπτὰ πλανήτων
407. εἶς] ὑπάρχεις 417. ἀκηδέστως] ἀφροντίστως
418. αἰσχύνει] αἰκίζει θείοιο] γράφεται “θηοῖο᾿᾿
419. αἶμα] τό
νένιπται] κεκάθαρται 421. ἐτύπη] ἐτρώθη
425. ἐναίσιμα] καθήκοντα 453. στραυροῖσιν] σκόλοψιν
454. ἐπιρρήσεσκον] ἐπέβαλλον
514. ἀπὸ—ἦλθε] ἀπῆλθεν ἵμερος] τοῦ κλαίειν
529. ἀμμίξας] ἀναμίξας, συμμίξας
540. 〈παναώριον〉] ἢ τὸν πάνυ πρὸ ὥρας μέλλοντα ἀποθανεῖν, ἢ τὸν πανάμορφον, ἢ τὸν παντελῶς ὄντα διʼ ὤρας ἤτοι φροντίδος
544. Λέσβος] ἡ ἕδος] τό
〈Μάκαρος ἕδος〉] ἔκτισε τὴν Λέσβον Μάκαρ ὁ Κρινάκου καὶ ἐβασίλευσεν αὐτῆς A=
551. 〈πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα〉] οἷον πολλὰ μὲν κακὰ πάθοις, ἀναστήσαις δʼ αὑτὸν οὐδαμῶς· τοῦτο γὰρ ἀδύνατον A +
555. λῦσον] πώλησον 570. ἀλίτωμαι] παραβῶ
584. ἐρύσαιτο] κατάσχοι 589. τόν] τὸν Ἕκτορα
608. φῆ] ἔφη τεκέειν] τὴν Λητώ
616. ἐρρώσαντο] ἐχόρευον 617. κήδεα πέσσει] λύπας ἔχει
642. πεπάσμην] ἐγευσάμην 646. οὔλας] μαλακάς
ἕσασθαι] σκεπάσασθαι
662. 〈ἐέλμεθα〉] ἀπὸ τοῦ εἴλω καὶ κατὰ διαλύσιν τῆς ει διφθόγγου εἰς δύο ε ‘ἐέλσω᾿
ἐέλμεθα] συγκεκλείσμεθα
720. 〈ἀοιδούς〉] ἦσαν δὲ οὖτοι Κλεῖτος καὶ ⌈Ἐπι⌋μήδης Α=
729. ἐπίσκοπος] ὁ φύλαξ τῆς πόλεως αὑτήν] τὴν πόλιν
755. ῥυστάζεσκεν] εἵλκυεν 757. ἑρσήεις] ἀνθηρός Α=
767. ἀσύφηλον] τὸ βλαπτικόν. ἀπὸ τοῦ ἆσαι τὸ βλάψαι καὶ τοῦ φηλεῖν τὸ ἀπατᾶν ἀσόφηλον, οἱονεὶ τὸ βλαπτικόν
787. ὑπάτῃ] τῇ ἀνωτέρᾳ.