Scholia in Pindarum Pythian Odes Scholia in Pindarum A. B. Drachmann Google Digital Humanities Awards Program Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Patrick Callahan Digital Editor Trustees of Tufts University Medford, MA Perseus Project Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License Scholia Pindar Scholia in Pythionicas A. B. Drachmann Leipzig Teubner 1910 Scholia vetera in Pindari carmina 2 Internet Archive

text encoded in accordance with the latest EpiDoc standards

Greek Latin 1.) Removed extraneous page number notes. 2.) Removed extra returns 3.) Made consistent paragraph tags to all scholia (a., b., etc.) 4.) Moved MS notations from OCR position to where Drachmann intended to be read in text 5.) few line breaks should have been paragraph and vice versa 6.) caught incorrect line #s 7.) added some elements in Drachmann that were missing in scan
Ἀρχὴ Πυθίων. Ὑπόθεσις Πυθίων.

a. Ὁ τῶν Πυθίων ἀγὼν ἐτέθη μὲν πρότερος τῶν Ἰσθμίων πολλοῖς ἔτεσιν, ἡ δὲ αἰτία τοιαύτη μυθολογεῖται περὶ αὐτῶν. Λητὼ γὰρ ἡ Κοίου τοῦ Οὐρανοῦ καὶ Γῆς, καὶ Φοίβης τῆς Κρόνου, ᾗ Ζεὺς ἐμίγη ὄρτυγι εἰκασθείς, ἔγκυος γενομένη ὤδινεν ἐπὶ τοῦ Ζωστῆρος τῆς Ἀττικῆς· τίκτει τε Ἄρτεμιν καὶ Φοῖβον ἐν Δήλῳ τῇ πρότερον Ὀρτυγίᾳ καλουμένῃ. καὶ Ἄρτεμις αὐξηθεῖσα ἦλθεν εἰς Κρήτην, καὶ τὸ Δικτύνιον ὄρος κατέσχεν· Ἀπόλλων δὲ ἐν Λυκίᾳ· τῇ δὲ μητρὶ τὴν Δῆλον ἀπένειμαν. ἔρχεται τοίνυν εἰς Δελφοὺς Ἀπόλλων, Πύθωνι τὰς βοῦς νέμων. Ἑρμῆς δὲ χέλυν εὑρὼν τετράχορδον λίνα ἀντὶ χορδῶν ἐνημμένην, ἐπειδὴ οὔπω τῶν νεύρων ἡ χρῆσις εὕρητο, καὶ ἁλοὺς τὰς Ἀπόλλωνος βοῦς κλέπτων, ἀντὶ τῆς κλοπῆς τὴν χέλυν δίδωσι τῷ Ἀπόλλωνι, λαβὼν παρ᾿ αὐτοῦ τὸ κηρύκειον. ἑπτάφθογγον δὲ αὐτὴν ἐποίησεν, ἁρμοσάμενος πρὸς τὴν τοῦ Πανὸς σύριγγα, οὐ τοῦ Ἑρμοῦ καὶ Πηνελόπης, ἀλλὰ τοῦ Διὸς καὶ Θύβρεως· ἢ τάχα ἑπτὰ φθόγγοις αὐτὴν ἐκέρασε διὰ τὸ αὐτὸν ἑπταμηνιαῖον γεγενῆσθαι. δοκεῖ δὲ οὗτος τὰ λίνα ἐξελὼν τοῖς νεύροις ἐντεῖναι τὴν λύραν· ὅθεν καὶ λέγεται Λίνον ᾑρηκέναι. ἔμαθε δὲ καὶ τὴν μαντικὴν τέχνην ὑπὸ τοῦ Πανός· οὗτος γὰρ τοῖς Ἀρκάσι θεμιστεύει πᾶσιν ἐπιμελῶς. εἶτα ἔρχεται ἐπὶ τὸ μαντεῖον, ἐν ᾧ πρώτη Νὺξ ἐχρησμῴδησεν, εἶτα Θέμις. Πύθωνος δὲ τότε κυριεύσαντος τοῦ προφητικοῦ τρίποδος. ἐν ᾧ πρῶτος Διόνυσος ἐθεμίστευσε, . . . . καὶ ἀποκτείνας τὸν ὄφιν τὸν Πύθωνα ἀγωνίζεται τὸν Πυθικὸν ἀγῶνα κατὰ ἑβδόμην ἡμέραν· πεῖρον μέν, ὅτι ἀπεπειράθη τῆς μάχης τῆς πρὸς τὸ θηρίον· ἴαμβον δὲ διὰ τὴν λοιδορίαν τὴν γενομένην αὐτῷ πρὸ τῆς μάχης· λέγεται γὰρ ἰαμβίζειν τὸ λοιδορεῖν· δάκτυλον δὲ ἀπὸ Διονύσου, ὅτι πρῶτος οὗτος δοκεῖ ἀπὸ τοῦ τρίποδος θεμιστεῦσαι· Κρητικὸν δὲ ἀπὸ Διός· μητρῷον δέ, ὅτι Γῆς τὸ μαντεῖόν ἐστι· σύριγμα δὲ διὰ τὸν τοῦ ὄφεως συριγμόν. οὕτω μὲν οὖν κατέστη πρῶτον ὁ τῶν Πυθίων ἀγών. μετὰ δὲ ταῦτα Κρίσης κτισθείσης ἐπὶ τῶν στενῶν τῆς ἐπὶ τοὺς Δελφοὺς ἀγούσης ὁδοῦ, καὶ πολλὰ τῶν Κρισαίων ἐργαζομένων ἐπὶ τοὺς Ἕλληνας καὶ ἀποσυλούντων τοὺς ἐπὶ τὸ χρηστήριον βαδίζοντας, οἱ Ἀμφικτύονες ἑλόντες | τὴν Κρῖσαν μετὰ τῶν ἄλλων συμμάχων καὶ κύριοι αὐτῶν γενόμενοι διέθηκαν ἕτερον ἀγῶνα, ἐν ᾧ καὶ αὐληταὶ ἠγωνίσαντο. οἱ δὲ τὸν γυμνικὸν ἀγῶνα νικήσαντές εἰσιν οἵδε, ὅτε Ἀπόλλων ἔθηκε Πύθια, ἐν τῷ τοῦ Πύθωνος ἀγῶνι· Κάστωρ στάδιον, πὺξ Πολυδεύκης, δολιχὸν Κάλαϊς, ὁπλίτην Ζήτης, δίσκον Πηλεύς, πάλην Τελαμών, παγκράτιον Ἡρακλῆς· οὓς τῷ φυτῷ τῆς δάφνης ἐστεφάνωσεν.

b. ἄλλως· ἡ ὑπόθεσις τῶν Πυθίων. Εὐρύλοχος ὁ Θεσσαλὸς καταπολεμήσας Κιρραίους ἀνεκτήσατο τὸν ἀγῶνα τοῦ θεοῦ· οἱ δὲ Κιρραῖοι λῃστρικῇ ἐφόδῳ χρώμενοι ἐφόνευον τοὺς παραβάλλοντας εἰς τὰ τοῦ θεοῦ. περιεγένετο δὲ αὐτῶν ἐπὶ ἄρχοντος Ἀθήνησι μὲν Σιμωνίδου, Δελφοῖς δὲ Γυλίδα. οἱ μὲν οὖν Κιρραῖοι εἰς τὴν παρακειμένην τῷ Παρνασῷ Κίρφιν ὄρος ἀπέφυγον, ὅσοι δὴ καὶ περιλειφθέντες ἐτύγχανον. καταλιπὼν δὲ ὁ Εὐρύλοχος ἐνίους τῶν Θεσσαλῶν μετὰ Ἱππία τοῦ στρατηγοῦ, ὥστε τοὺς ὑπολοίπους χειρώσασθαι, ᾤχετο ἀνακτησόμενος τὸν ἀγῶνα, καὶ δὴ τοῦτον χρηματίτην μόνον ἔθετο. μετὰ δὲ χρόνον ἑξαετῆ καταγωνισαμένων τῶν μετὰ τοῦ Ἱππία τοὺς ὑπολελειμμένους τῶν Κιρραίων, ἐπὶ μὲν Ἀθήνησιν ἄρχοντος Δαμασίου, ἐν δὲ Δελφοῖς Διοδώρου, ὕστερον καὶ στεφανίτην ἔθεντο κατορθώσαντες. τὸν δὲ Εὐρύλοχον νέον ἐκάλουν Ἀχιλλέα, ὡς Εὐφορίων ἱστορεῖ (fr. 53 Mein.)· ὁπλοτέρου τ᾿ Ἀχιλῆος ἀκούομεν Εὐρυλόχοιο, Δελφίδες ᾧ ὕπο καλὸν Ἰήϊον ἀντιβόησαν Κρῖσαν πορθήσαντι, Λυκωρέος οἰκία Φοίβου. μόνων δὲ κιθαρῳδῶν ἀγωνιζομένων τοπαλαιὸν ἐποίησεν ὁ Εὐρύλοχος καὶ τὰ ἕτερα ὑπάρχειν ἀγωνίσματα.

c. ἄλλως· τὰ Πύθια ἐτέθη, ὡς μέν τινες ἐπὶ τῷ δράκοντι, ὃν φύλακα ὄντα τοῦ ἐν Δελφοῖς μαντείου ὁ Ἀπόλλων ἔκτεινεν· ἐκλήθη δὲ ὁ ἀγὼν ἀπὸ τοῦ τόπου· τῷ δὲ τόπῳ ἦν τὸ ὄνομα Πυθὼ ἤτοι ἀπὸ τοῦ τοὺς φοιτῶντας ἐπὶ τὸ μαντεῖον τοῦ θεοῦ πυνθάνεσθαι ἢ διὰ τὸ σαπῆναι τὸ θηρίον αὐτόθι ἀναιρεθέν. πύθεσθαι γάρ ἐστι τὸ σήπεσθαι, ὡς παρ᾿ Ὁμήρῳ (α 161)· λεύκ᾿ ὀστέα πύθεται ὄμβρῳ. καθαρθεὶς δὲ Ἀπόλλων τὸν τῆς δρακοντοκτονίας φόνον ἐν Κρήτῃ παρὰ Χρυσοθέμιδι ἐκεῖθεν ἦλθεν εἰς τὰ Θεσσαλικὰ τέμπη, ἔνθεν μετεκομίσατο τὴν δάφνην. μέχρι δὲ πολλοῦ ἡ εἰς τοὺς τῶν νικώντων στεφάνους χωροῦσα δάφνη ἐντεῦθεν ἐκομίζετο ὑπὸ παιδὸς ἀμφιθαλοῦς. ἐτελεῖτο δὲ ὁ ἀγὼν καταρχὰς μὲν διὰ ἐνναετηρίδος, [ἔκτισαν δὲ τὸν ἀγῶνα οἱ Ἀμφικτύονες Εὐρυλόχου τοῦ Θεσσαλοῦ θέντος αὐτόν,] μετέστη δὲ εἰς πενταετηρίδα . . . . διὰ τὸ τὰς Παρνασίδας νύμφας Ἀπόλλωνι κτείναντι τὸ θηρίον τὰς ἐν ταῖς χερσὶν ὀπώρας προσενεγκεῖν δῶρα.

d. ἄλλως· τὸν Πυθικὸν ἀγῶνα διέθηκεν Εὐρύλοχος ὁ Θεσσαλὸς σὺν τοῖς Ἀμφικτύοσι τοὺς Κιρραίους καταπολεμήσας ὠμούς τινας ὄντας καὶ βιαζομένους τοὺς περιοίκους, ἐπὶ ἄρχοντος Δελφοῖς μὲν Γυλίδα, Ἀθήνησι δὲ Σίμωνος. καὶ νικήσας ἔθετο χρηματικὸν ἀγῶνα· χρήμασι γὰρ μόνοις τοὺς νικήσαντας ἐτίμων, οὔπω στεφάνου ὄντος. ἔθετο δὲ ἀγῶνα κιθαρῳδικὸν ὥσπερ καὶ πρότερον, προσέθηκε δὲ αὐλητὴν καὶ αὐλῳδόν· καὶ τοῦ τῶν Ἀμφικτυόνων στρατεύματος ἀναχωρήσαντος ὀλίγοι περιελείφθησαν, ὥστε τὴν Κίρφιν διαπορθῆσαι· ἡγεῖτο δὲ τῶν περιλειφθέντων Ἱππίας ὁ Θεσσαλός. καὶ ἔτει ἕκτῳ μετὰ τὴν τῆς Κίρρας ἅλωσιν ἀνεκήρυξαν τῷ θεῷ τὸν στεφανίτην, ἐπὶ Διοδώρου μὲν ἄρχοντος Δελφοῖς, Ἀθήνησι δὲ Δαμάσιδος. ἀντίκειται δὲ ἐκ μεσημβρίας τῷ ὄρει τοῦ Παρνασοῦ Κιρραῖον πεδίον καὶ ὄρος, ὃ Κίρφιν καλοῦσιν, ἐν ᾧ μέσος ὁ Πλεῖστος φέρεται ποταμός. καὶ ὅτι Εὐρύλοχος ὁ Θεσσαλὸς τοὺς Κιρραίους ἐπόρθησε, μαρτυρεῖ καὶ Εὐφορίων· ὁπλοτέρου τ᾿ Ἀχιλῆος ἀκούομεν Εὐρυλόχοιο.

Scholia in Pythionicarum carmen I.

Ἱέρωνι Αἰτναίῳ ἢ Συρακουσίῳ ἅρματι Πύθια.

Ἱέρωνος γένος. Ἱέρων ἄνωθεν Συρακούσιός ἐστι, τὴν δὲ Κατάνην ἀνακτίσας ὁμωνύμως τῷ παρακειμένῳ ὄρει Αἴτναν προσηγόρευσε, καὶ Αἰτναῖον ἑαυτὸν κατὰ τοὺς ἀγῶνας νικῶν ἀνεκήρυξεν. ἐνίκησε δὲ ὁ Ἱέρων τὴν μὲν κς΄ Πυθιάδα καὶ τὴν ἑξῆς κέλητι, τὴν δὲ κθ΄ ἅρματι, εἰς ἣν ὁ ὑποκείμενος ἐπίνικος τέτακται. ἔσχε δὲ ὁ Ἱέρων τὴν τῶν Συρακουσίων ἀρχὴν μετὰ τὴν Γέλωνος τοῦ ἀδελφοῦ τελευτὴν τῇ οε΄ Ὀλυμπιάδι. στέφονται δὲ δάφνῃ οἱ νικῶντες.

Ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ ιβ΄. τὸ α΄ σύγκειται ἐκ διμοίρου τροχαίου καταληκτικοῦ. τὸ β΄ πενθημιμερὲς δακτυλικόν, ὅμοιον τῷ μῆνιν ἄειδε θεά. τὸ γ΄ ὀκτασύλλαβον Σαπφικόν, ᾧ τὸ πρῶτον ὅλον Σαπφοῦς γεγραμμένον. ἔστι δὲ δίμετρον [τροχαϊκὸν] ἀκατάληκτον ἐπιχοριαμβικόν. τὸ δ΄ Πινδαρικὸν ἐκ Σαπφικοῦ· σύγκειται δὲ ἐκ τροχαϊκῆς συζυγίας καὶ χοριάμβου καὶ ἰωνικοῦ ἀπ᾿ ἐλάττονος καὶ συλλαβῆς. τὸ ε΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, τοῦ πρώτου ποδὸς τῆς πρώτης συζυγίας διαφερούσης. τὸ ς΄ σύνθετον ἐκ τοῦ λεγομένου προσοδιακοῦ καὶ ἰαμβικῆς συζυγίας. τὸ ζ΄ κατὰ τὸ Πινδαρικὸν ἐκ Σαπφικοῦ, διαφέρον τοῦ τετάρτου, ὅτι ἐκεῖνο μὲν ὑπερκατάληκτον, τοῦτο δὲ καταληκτικόν. τὸ η΄ τροχαϊκὸν τρίμετρον καταληκτικόν. τὸ θ΄ πενθημιμερὲς δακτυλικόν, ὅμοιον τῷ μῆνιν ἄειδε θεά. τὸ ι΄ ὅμοιον τῷ ζ΄. τὸ ια΄ προσοδιακὸν παρὰ τὴν ἰαμβικὴν συζυγίαν. τὸ ιβ΄ τροχαϊκὴ διποδία, ὅ ἐστι μονόμετρον.

ἡ δὲ ἐπῳδὸς κώλων ιε΄. τὸ α΄ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ β΄ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον. τὸ γ΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον, τῆς τελευταίας ἀδιαφόρου οὔσης. τὸ δ΄ κατὰ τὸ Πινδ ρικὸν ἐκ Σαπφικοῦ, διαφέρον τοῦ τετάρτου, ὅτι ἐκεῖνο μὲν ὑπερκατάληκτον, τοῦτο δὲ καταληκτικόν, ὅμοιον τῷ ζ΄ καὶ τῷ ι΄ τῆς στροφῆς. τὸ ε΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον, ὅμοιον τῷ α΄ τῆς στροφῆς. τὸ ς΄ δίμετρον ἰωνικὸν καταληκτικόν. τὸ ζ΄ προσοδιακόν, ὅμοιον τῷ ς΄ τῆς στροφῆς. τὸ η΄ ὅμοιον τῷ γ΄ τῆς στροφῆς. τὸ θ΄ ἰωνικὸν δίμετρον ἀπ᾿ ἐλάσσονος καταληκτικόν. τὸ ι΄ ὅμοιον τῷ δ΄ τῆς στροφῆς, ἐκείνου ὑπερκαταλήκτου ὄντος. τὸ ια΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον, ὅμοιον τῷ α΄ τῆς στροφῆς. τὸ ιβ΄ ὁμοίως. τὸ ιγ΄ πενθημιμερὲς δακτυλικόν, ὅμοιον τῷ μῆνιν ἄειδε θεά. τὸ ιδ΄ προσοδιακόν· ἐξ ἰωνικοῦ ἀπ᾿ ἐλάσσονος σύγκειται καὶ χοριάμβου. τὸ ιε΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον, ὅμοιον τῷ α΄ τῆς στροφῆς.

Inscr.a. Γέγραπται μὲν ὁ ἐπίνικος Ἱέρωνι, λέγεται δὲ ὁ Πίνδαρος οὕτως ἐπιβεβλῆσθαι κατὰ Ἀρτέμωνα τὸν ἱστορικόν (FHG IV p. 341), ὅτι δὴ αὐτῷ ὁ Ἱέρων χρυσῆν ὑπέσχετο κιθάραν. τὰ δὲ τοιαῦτα περιεργίας πεπλήρωται. οἰκειότατα γὰρ Πυθίου ὄντος τοῦ ἀγῶνος τὸν θεὸν προστάτην ὄντα ἀνυμνεῖ.

b. Πυθὼ δὲ λέγεται ἢ παρὰ τὸ πυνθάνεσθαι τοὺς ἀφικνουμένους, ἢ παρὰ τὸ σήπεσθαι τὸν Πυθῶνα ἐν αὐτῇ. ἐκαλεῖτο δὲ τὸ πρότερον Νάπη, εἶτα Πετρήεσσα, εἶτα Κρίσσα, εἶτα Πυθώ. Αἰτναῖος δὲ ἀνηγορεύθη, ἐπειδὴ Συρακούσιος ὢν ἔκτισε τὴν Αἴτνην.

a. χρυσέα φόρμιγξ: τινὲς χρυσῆν ὑποσχέσθαι κιθάραν τὸν Ἱέρωνα τῷ Πινδάρῳ. διὸ καὶ ὁ ποιητὴς ὑπομιμνήσκων αὐτὸν τῆς ἐπαγγελίας ἀπὸ τῆς κιθάρας ἤρξατο τοῦ προοιμίου.

b. χρυσῆ δὲ κιθάρα ἀντὶ τοῦ τιμία, ὡς χρυσῆ Ἀφροδίτη (Χ 470).

a. σύνδικον Μοισᾶν κτέανον: συνῳδόν, οἱονεὶ οὐκ ἐναντίον. ὁ δὲ Ἀπολλώνιος σύντροπον ἤκουσε· δίκη γὰρ ὁ τρόπος ὡς καὶ Ὅμηρος (τ 43)· αὕτη τοι δίκη ἐστί.

b. οὐ μάτην δὲ αὐτῷ παρέρριπται τὸ Ἀπόλλωνος κτῆμα εἰπεῖν τὴν κιθάραν· ἀντὶ γὰρ τῆς τῶν βοῶν κλοπῆς παρ᾿ Ἑρμοῦ πρῶτος ἐκτήσατο τὸ ὄργανον.

c. ἢ Ἀπόλλωνος, διὰ τὸ τὸν Ἀπόλλωνα προκατάρχειν τοῦ χοροῦ τῶν Μουσῶν.

d. ὁ δὲ νοῦς· χρυσῆ κιθάρα, καὶ τοῦ Ἀπόλλωνος κτῆμα καὶ τῶν μελανοπλοκάμων Μουσῶν συνῳδὸν καὶ σύντροπον, | παρόσον ὁ μὲν Ἀπόλλων τῇ κιθάρᾳ τῶν ᾠδῶν προκαθηγεῖται τῶν Μουσῶν, αὗται δὲ χορεύουσιν.

a. τᾶς ἀκούει μὲν βάσις: βάσιν ἔνιοι τὸν ῥυθμόν· πρὸς γὰρ ῥυθμὸν ἡ ἁρμονία τῶν μελῶν διατυποῦται· οἱ δὲ τὴν τῶν ποδῶν κροῦσιν· προκατάρχονται γὰρ αἱ ᾠδαὶ παρὰ τῆς κιθάρας, εἶθ᾿ οὕτως ἕπεται ὁ τῶν χορευτῶν ῥυθμός.

b. ἢ βάσις ὁ ῥυθμός, παρὰ τὸ βαίνειν εἰς τὸν ῥυθμὸν τοῖς κρούουσι τὴν γῆν τοῖς ποσίν.

c. ἀγλαΐας ἀρχά: ἀμφίβολον πότερον ἡ βάσις ἀγλαΐας ἀρχὴ οὖσα, ἢ σὺ ὦ κιθάρα ἀγλαΐας τυγχάνεις ἀρχή. κἀντεῦθεν δὲ ἄδηλον, ἤτοι ἀγλαΐαν τὴν κατὰ τὰς πανηγύρεις φησί, καθ᾿ ἣν πάντες γαννύμενοι τερπόμεθα, ἢ ἀγλαΐαν τὴν διάχυσιν καὶ εὐφροσύνην.

d. ἄλλως· ἀγλαΐας ἀρχάν: τὴν ἀρχὴν καὶ τὰς προανακρούσεις.

a. πείθονται δ᾿ ἀοιδοὶ σάμασιν: ἀοιδοὶ ἤτοι ἐν τῷ καθόλου, ἢ ἐπὶ τῶν Μουσῶν ὁ λόγος. ὡς γὰρ ἔφην, Ἀπόλλων μὲν προκατάρχει τῶν κρουμάτων, πρὸς δὲ τὰ κρούματα εὐρύθμως αἱ Μοῦσαι χορεύουσι.

b. σάμασι: σημείοις. τοῖς συνθήμασιν.

c. ἢ τοῖς κελεύσμασιν, ἀπὸ τοῦ σημῆναι διὰ τῆς προανακρούσεως.

d. ὁ δὲ νοῦς· ἧς, σοῦ ὦ κιθάρα, κατακούει μὲν ἡ τῶν ποδῶν κροῦσις, τῆς εὐφροσύνης καὶ διαχύσεως ἀρχὴ οὖσα· πείθονται δὲ καὶ οἱ ἀοιδοὶ τοῖς σοῖς συνθήμασιν, ὅταν τῶν προοιμίων τῶν ἡγουμένων τῶν χορῶν τὰς προαναφωνήσεις καὶ κρούσεις κατασκευάζῃς διακινουμένη.

a. ἀμβολάς: τὰς προαναφωνήσεις. ὡς καὶ Ὅμηρος (α 155)· ἦτοι ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.

b. ἐλελιζομένη δέ, ἢ διακινουμένη ἢ διακρουομένη.

κεραυνὸν σβεννύεις: κατὰ τὸ ἐναντίον προήγαγεν· ἔδει γὰρ εἰπεῖν κεραυνοῦ πῦρ. τὸ δὲ τοιοῦτον σχῆμα τοῦ λόγου καὶ παρ᾿ Ὁμήρῳ (Δ 535)· ὁ δὲ χασσάμενος πελεμίχθη. πελεμιχθεὶς γὰρ ἀνεχώρησεν.

a. ἀένναον κυρίως ἐπὶ τῶν ὑδάτων τίθεται, καταχρηστικῶς δὲ ὁ Πίνδαρος νῦν ἐπὶ τοῦ κεραυνοῦ τάττει ἀντὶ τοῦ ἄσβεστον.

b. σκάπτῳ δὲ Δωρικῶς τῷ σκήπτρῳ.

a. Διὸς αἰετός: πάνυ γὰρ διετύπωσεν, ὅτι δὴ ὁ ἀετὸς ἐπικαθήμενος τῷ τοῦ Διὸς σκήπτρῳ καὶ κατακηλούμενος ταῖς μουσικαῖς ᾠδαῖς εἰς ὕπνον κατάγεται, ἀμφοτέρας χαλάσας τὰς πτέρυγας καὶ ταλαντευόμενος καὶ ζυγοστατούμενος ὥσπερ διὰ τὴν τοῦ σκήπτρου στενότητα, ὥστε αὐτῷ μὴ ἐξολισθαίνειν τῇ ᾠδῇ, ἀλλὰ ἀσφαλῆ τὴν βάσιν ὑπάρχειν. ἡ δὲ Σαπφὼ (fr. 16) ἐπὶ τοῦ ἐναντίου ἐπὶ τῶν περιστερῶν· . . ταῖσι ψυχρὸς μὲν ἔγεντο θυμός, Πὰρ δ᾿ ἱεῖσι τὰ πτερά . . . .

b. ὁ δὲ νοῦς· καὶ τὸν ἰσχυρὸν καὶ πολεμικώτατον κεραυνὸν σβεννύεις τοῦ διαπαντὸς ὄντος πυρός. ἀφυπνοῖ δὲ τῇ ἡδονῇ συσχεθεὶς ἐπὶ τοῦ σκήπτρου τοῦ Διὸς ὁ ἀετὸς τὴν ταχεῖαν ἑαυτοῦ πτέρυγα ἐξ ἀμφοτέρων τῶν μερῶν χαλάσας, ὁ τῶν ὀρνέων βασιλεύς.

a. κελαινῶπιν νεφέλαν: ἤτοι κατ᾿ αὐτῆς τῆς νεφέλης τὸ ἐπίθετον. ἵνα σωματικώτερον ἀναπλάσῃ τὴν νεφέλην | τὴν μέλανας ἔχουσαν ὀφθαλμούς, ἣ τὴν μελαίνουσαν τοὺς ὀφθαλμοὺς νεφέλην.

b. ἄλλως. κελαινῶπιν νεφέλαν τὴν ἐπίχυσιν τοῦ ὕπνου φησίν.

c. ἄλλως· ἀντὶ τοῦ ὕπνον, παρόσον ἀφεγγής ἐστι. κατέχευας, ὦ κιθάρα. ἁπαλὸν καὶ ἡδὺ κλεῖθρον κατὰ τῶν βλεφάρων.

a. ἀγκύλῳ κρατί: τῇ ἐπικεκαμμένῃ κεφαλῇ τοῦ ἀετοῦ. οὕτω δὲ εἶπε διὰ τὸ ῥάμφος αὐτοῦ. καὶ Ὅμηρος (τ 538)· ἀγκυλοχείλης.

b. τὸ δὲ κλαῖστρον ἀντὶ τοῦ κλεῖθρον.

a. ὑγρὸν νῶτον αἰωρεῖ: ἀντὶ τοῦ εἰς ὕπνον καταφερόμενος ὑπὸ σοῦ, ὦ κιθάρα, αἰωρεῖται τὸν νῶτον ἐπὶ θάτερον ῥέπων.

b. ἄλλως· ὑγρὸν νῶτον: τὸν εὐδιάχυτον ὑπὸ τῆς ἡδονῆς. | γραφικώτατα δὲ συνδιατιθέμενον τῇ ᾠδῇ καὶ θελγόμενον τὸν ἀετὸν ὑπετύπωσεν.

a. ῥιπαῖσι: ταῖς βολαῖς. λέγει δὲ τοῖς μέλεσιν.

b. ὁ δὲ νοῦς· ὁ δὲ ἀετὸς εἰς ὕπνον τῇ ἡδονῇ καθελκόμενος τὸν εὐδιάχυτον αὐτοῦ νῶτον ἐπαίρει, τοῖς σοῖς μέλεσι θελχθείς.

a. βιατὰς Ἄρης: ὁ γὰρ ἰσχυρότατος Ἄρης τὴν τραχυτάτην τῶν δοράτων ἀκμὴν καταλιπών, τουτέστι τὸν πόλεμον, εὐφραίνει τὴν καρδίαν τῷ τῆς κιθάρας κηλήματι.

b. κώματι τῷ κοιμήματι, τῷ θέλγματι.

a. κῆλα δέ: κατὰ συναίρεσιν τὰ κηλήματα. Ὅμηρος δὲ (A 383) τὰ τοξικὰ βέλη· τὰ δ᾿ ἐπῴχετο κῆλα θεοῖο. δυνατὸν δὲ ἀκούειν καὶ νῦν τροπικώτερον βέλη τὰ θελκτικὰ τῆς μουσικῆς πάθη.

b. κῆλα τὰ ὑπὸ μουσικῆς θέλγματα.

c. ὁ δὲ νοῦς· τὰ δὲ τῆς μουσικῆς κηλήματα καὶ τῶν θεῶν θέλγει τὰς φρένας παρὰ τῇ σοφίᾳ τοῦ Ἀπόλλωνος καὶ τῶν εὐπλοκάμων Μουσῶν.

a. ὅσσα δὲ μὴ πεφίληκε: τοῦτο εἶπεν, ἵνα ὦσιν οἱ ἀκροαταὶ ἕτοιμοι πρὸς τὴν ἀκρόασιν.

b. τουτέστιν ὅσα δὲ μήτε κατὰ γῆν, μήτε κατὰ τὴν ἄπειρον θάλασσαν φιλεῖ ὁ Ζεύς, ἀποστρέφεται τὴν ᾠδὴν τῶν Μουσῶν.

a. ἐν αἰνᾷ Ταρτάρῳ: πάλιν κατὰ τὸ ἴδιον ἔθος θηλυκῶς τὴν Τάρταρον προήγαγεν, ὡς καὶ τὴν Ἰσθμόν. καὶ τὸ Τυφώς· | ἔδει γὰρ ὁ Τυφών. Ὅμηρος (B 782) ἑτέραν εὐθεῖαν οἶδεν, ὁ Τυφωεύς· Τυφωέϊ γαῖαν ἱμάσσῃ.

b. ἀπὸ κοινοῦ, ἀτύζεται καὶ οὗτος.

c. ὁ δὲ νοῦς· ἀποστρέφεται τὴν μουσικὴν ὁ Τυφὼν ὁ ἐν τῷ Ταρτάρῳ κείμενος.

a. ἑκατοντακάρανος: οὐκ ἀριθμητικῶς, ἀλλ᾿ ἀντὶ τοῦ πολυκέφαλος.

b. τόν ποτε Κιλίκιον: ὅν ποτε, τὸν Τυφῶνα, ἔθρεψε μὲν τὸ ἐν Κιλικίᾳ πολυθρύλλητον σπήλαιον, νῦν δὲ αἱ τῆς Κύμης ὄχθαι καὶ ἡ Σικελία τὰ δασέα αὐτοῦ στήθη πιέζει.

c. ἄλλως· τόν ποτε Κιλίκιον θρέψε: στασιάζεται ἡ περὶ τοῦ Τυφῶνος ἱστορία. οἱ μὲν γὰρ αὐτὸν ὄρει τῆς Βοιωτίας ὑποκεῖσθαι ἔφασαν, καὶ ὥς εἰσιν αὐτόθι πυρὸς ἀναδόσεις· οἱ δὲ ἐν Φρυγίᾳ· ἕτεροι ἐν Λυδίᾳ. Ἀρτέμων δέ τις ἱστορικὸς (FHG IV

p. 341) πιθανώτερον λογοποιεῖ. καθάπαξ γάρ φησι πᾶν ὄρος ἔχον πυρὸς ἀναδόσεις ἐπὶ Τυφῶνι καίεσθαι. ἔστι δὲ τὸ πιθανὸν ἐξ αὐτῆς τῆς τοῦ ὀνόματος ἱστορίας· τύφειν γἀρ τὸ καίειν. | ὁ δὲ Πίνδαρός φησι τὸν Τυφῶνα ἐν Κιλικίᾳ τεθράφθαι, ὡς καὶ Ὅμηρος (B 783)· εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς· ὑποκεῖσθαι δὲ τῷ ὄρει καὶ αὐτόθι πυρὸς κρατῆρας καὶ τοὺς ἀναδιδομένους πρηστῆρας.

d. τὸ ἑξῆς· ἑκατοντακάρηνος ὁ Τυφὼς πολέμοις τῶν θεῶν.

πολυώνυμον: ἀντὶ τοῦ πολυθρύλλητον διὰ τὸ ἀνατραφῆναι ἐν αὐτῷ τὸν Τυφῶνα.

a. ταί θ᾿ ὑπὲρ Κύμας: Κύμη νῆσος παρακειμένη τῇ Σικελίᾳ. ἔστι δὲ καὶ ἑτέρα τῶν Αἰολέων. φαίνεται δὲ οὐχ ἡ Κύμη πῦρ ἀναδιδοῦσα, ἀλλ᾿ ἡ καλουμένη Προχύτη, ἣν καὶ Πιθηκούσσας ὀνομάζουσι. συμβαίνουσι γὰρ αὐτόθι κυμάτων ἐξαισίων κινήσεις καὶ ἀνέμων σφοδροτάτων ἐπίπνοιαι καὶ πρηστήρων ἐπιφάνειαι καὶ πυρὸς καταφλέξεις, ὡς μυθολογεῖσθαι ὑποκεῖσθαι τὸν Τυφῶνα.

b. ἁλιερκέες ὄχθαι: ἤτοι αἱ τὴν ἄλα ἕρκος ἔχουσαι, ἢ τῆς ἁλὸς αὐταὶ ἕρκος οὖσαι, διὰ τὸ μὴ συγχωρεῖν ἐπίπροσθεν φέρεσθαι τὰ κύματα.

a. κίων δ᾿ οὐρανία: ἡ Αἴτνη τὸ ὄρος, ἣν οὕτω διὰ τὸ ὕψος ὠνόμασεν ὑποστηρίζουσαν τὸν οὐρανόν.

b. ὁ δὲ νοῦς· ἡ δὲ οὐρανία κίων συνέχει τὸν Τυφῶνα, ἡ κατὰ πᾶσαν ὥραν ἔτους χιονιζομένη καὶ τῆς ὀξείας χιόνος τροφὸς οὖσα, ἡ Αἴτνη.

a. πάνετες: τὸ πάνετες ἀμφίβολον· ἤτοι γὰρ διαπαντὸς συνέχει τὸν Τυφῶνα ἡ Αἴτνη καὶ δι᾿ αἰῶνος, ἢ τῷ ἑξῆς συναπτέον ὀξείας χιόνος τιθήνα, ἵν᾿ ἦ, δι᾿ ἔτους ἀεὶ τιθηνουμένη τὴν χιόνα. 39G

b. ἄλλως· οὐ κατὰ παντός, ἀλλὰ κατὰ πᾶσαν ὥραν ἔτους, ἵνα εἰς ὑπερβολὴν ἄρῃ τὸν λόγον, λέγων καὶ χειμῶνι καὶ θέρει χιονίζεσθαι τὴν Αἴτνην. 40G

χιόνος ὀξείας: ἤτοι παρὰ τὴν πυκνότητα τῆς καταφορᾶς, ἢ παρὰ τὴν ψυχρότητα, ὅτι οἱ ἐφαπτόμενοι ὅμοιόν τι πάσχουσι τοῖς κεντουμένοις.

ἀπλάτου: ἢ ἀπροσπελάστου ἢ πολλοῦ.

a. πυρὸς ἁγνόταται: ἁγνότατον τὸ πῦρ φησιν, ὅτι ἁγνιστικόν ἐστιν, ἢ καὶ παρὰ τὸ θεῖον τὸ αὐτόθι γινόμενον, ᾧ καθαίρομεν, ὡς καὶ Ὅμηρος (χ 482)· ὄφρα θεειώσω μέγαρον. τῇ δὲ τροπῇ ἐπιμένει διόλου πυρὸς ποταμοὺς καὶ πηγὰς λέγων διὰ τὴν ἄγαν τοῦ πυρὸς ἀνάδοσιν.

b. ὁ δὲ νοῦς· ἧστινος Αἴτνης ἀναφυσῶνται καὶ ἀναδίδονται ἐκ τῶν μυχῶν ἀπροσπελάστου πυρὸς πηγαί· οἱ δὲ ποταμοὶ τοῦ πυρὸς ἐν ἡμέρᾳ ῥοῦν καὶ φορὰν προχέουσι καπνοῦ ἤτοι μέλανα ἢ καυστικόν· ἐν δὲ τῇ νυκτὶ ἡ ξανθὴ τοῦ πυρὸς φλὸξ ἐκρήγνυσι τοῦ ὄρους τὰς πέτρας, καὶ εἰσκυλίει τῇ παρακειμένῃ θαλάσσῃ.

πόντος τὸ πέλαγος. καὶ Ὅμηρος· ἐπ᾿ εὐρέα νῶτα θαλάσσης.

a. Ἁφαίστοιο ἑρπετόν: ὁ Τυφών, παρόσον ἐξ αὐτοῦ ἢ δι᾿ αὐτὸν οἱ τοῦ πυρὸς ἀναδίδονται πρηστῆρες.

b. κρουνοὺς δὲ τροπικῶς μέν φησιν ὡς ἐπὶ ποταμοῦ, ἐμφαίνει δὲ τὰς τοῦ πυρὸς ἀναφυσήσεις.

c. ὁ δὲ νοῦς· ἐκεῖνο δὲ τὸ τοῦ Ἡφαίστου ἑρπετὸν κρουνοὺς πυρὸς δεινοτάτους ἀναδίδωσι, θαυμαστὸν μὲν ἰδεῖν, θαυμαστὸν δὲ καὶ τῶν παρόντων καὶ ἑωρακότων ἀκοῦσαι.

γράφεται καὶ προσιδέσθαι.

a. ἐν μελαμφύλλοις: τοῖς πολυδένδροις. ἡ γὰρ τῶν δένδρων πυκνότης βαθεῖαν ἀπεργάζεται τὴν ὕλην.

b. ζητητέον δέ, πῶς φησι τὸν Πυθῶνα ἐνδεδῆσθαι ταῖς τῆς Αἴτνης κορυφαῖς, ὅν φησιν ὑπ᾿ αὐτῇ κεῖσθαι; ῥητέον δέ, ὅτι ὑπόκειται μὲν αὐτῷ τὸ ἔδαφος ὑπὸ τὸν νῶτον, ἐπίκειται δὲ τῷ στήθει ἡ Αἴτνη ὥσπερ δεσμὸς καὶ σχοινίον ἐν μέσῳ αὐτὸν συνέχουσα.

a. χαράσσοισα: ἐπιξύουσα, ἐπινύσσουσα.

b. ὁ νοῦς· τὸ ὑπεστρωμένον ἔδαφος, φησί, κεντρῶδες καὶ ἐπιξύει τὸν τοῦ Τυφῶνος νῶτον· τὸ δὲ κεντρώσεως αἴτιόν ἐστι τὸ τῆς Αἴτνης ἐπικείμενον βάρος.

c. τὸ μὲν ἐπικεκλιμένον νῶτον κεντεῖ ἐπιξύουσα ἡ ὑποκειμένη τοῦ ἐδάφους κεντρώδης στρωμνή.

a. εἴη Ζεῦ, τὶν εἴη ἁνδάνειν: ἐπειδὴ περὶ τοῦ Τυφῶνος λόγον ἐκίνησε καὶ τὰς τιμωρίας αὐτοῦ διεξῆλθεν, ὥσπερ φόβῳ διατεθεὶς πρὸς τὰ διηγήματα κατεύχεται τὸν Δία ἔχειν εὐμενῆ.

b. ὁ δὲ νοῦς· εἴη σοι, φησίν, ὦ Ζεῦ, ἀρέσκειν, ὅστις τοῦτο τὸ ὄρος περιέπεις τὴν Αἴτνην, ἥ ἐστι τῆς εὐκάρπου Σικελίας πρόσωπον, ἤτοι διὰ τὸ ἐπιφανὲς ἢ διὰ τὸ ὕψος. τιμᾶται δὲ κατὰ τὸ ὄρος τῆς Αἴτνης ὁ Ζεύς.

γαίας μέτωπον τὴν Αἴτνην μεταφορικῶς ἀπὸ τῶν ζῴων, | ἤτοι διὰ τὸ ἐπίσημον αὐτὴν εἶναι ἢ διὰ τὸ ὕψος καὶ τὴν ἀνάβασιν.

τοῦ μὲν ἐπωνυμίαν: τούτου οὖν τοῦ ὄρους τὴν ὁμώνυμον πόλιν Αἴτνην ὁ ἔνδοξος οἰκιστὴς Ἱέρων ἐδόξασεν ἀνακηρύξας κατὰ τὰ Πύθια· ἀνεκήρυξε γὰρ ὑπὲρ τὸ καλλίνικον ἅρμα τοῦ Ἱέρωνος ὁ κήρυξ οὖσαν αὐτοῦ πατρίδα.

ναυσιφορήτοις: τοῖς διὰ νηὸς φερομένοις ἀνδράσι χάρις καὶ ἡδονή, πρώτοις φερομένοις διὰ θαλάσσης | πόμπιμον καὶ οὔριον ἐπιπνεῦσαι ἄνεμον· οὕτω καὶ τῇ Αἴτνῃ ἀνακτισθείσῃ, πρῶτον ἐν ἀγῶσιν ἐπιφανεστάτην γενέσθαι.

ἐοικότα γάρ: ἐοικὸς γὰρ καὶ πρέπον ἐστὶ τὸν ἐξ ἀρχῆς ἀγαθῆς ἀρξάμενον, τοῦτον καὶ τέλους εὐδόξου τεύξεσθαι. οὕτως οὖν καὶ τὴν Αἴτνην ἐκ πρώτης ἀρξαμένην ἐν τοῖς ἀγῶσιν ἐπίδοξον εἶναι ὑπολαμβάνω καὶ διηνεκῶς εὐπραγήσειν.

ὁ δὲ λόγος ταύταις: ὁ δὲ ἐγκωμιαστικὸς λόγος δοξάζει αὐτὴν ταῖς συντυχίαις ταύταις τῆς νίκης εἰς τὸ λοιπὸν καὶ τὴν Αἴτνην ἵπποις καὶ στεφάνοις εὔδοξον καὶ σὺν θαλίαις καὶ κώμοις ἡδέσιν ὀνομαστὴν ἀποδεικνύειν.

Λύκιε καὶ Δάλοιο ἀνάσσων: ὦ Λύκιε Ἄπολλον καὶ τῆς Δήλου βασιλεύων καὶ τοῦ Παρνασοῦ τοῦ ἐν Φωκίδι ὄρους τὴν Κασταλίαν κρήνην φιλῶν, ἐθελήσαις ταῦτα τῷ σῷ νῷ πράττειν καὶ συμπεραίνειν καὶ εὔανδρον ἀποτελεῖν τὴν χώραν. ἐκ θεῶν γὰρ ταῖς ἀνθρωπίναις ἀρεταῖς πᾶσαι μηχαναὶ δωροῦνται. κατὰ δαίμονα γάρ τινα σοφοὶ καὶ ταῖς χερσὶν ἀνδρεῖοι, καὶ ἄγαν εὔγλωσσοι καὶ δυνατοὶ κατὰ τὸ λέγειν ἐγένοντο.

ἄνδρα δ᾿ ἐγὼ κεῖνον: τὸν δὲ Ἱέρωνα ἐγκωμιάσαι προθυμούμενος ἐλπίζω παρὰ σκοπὸν μὴ τὸν ὕμνον ῥίψειν, ἀντὶ τοῦ κατὰ σκοποῦ προσδοκῶ βαλεῖν τοὺς ὕμνους ὡς ἄξιον ὄντα τὸν Ἱέρωνα ἀνυμνῶν.

μὴ χαλκοπάραον: τὸ ὑπερβατόν· μὴ ὥσπερ χαλκοπάραον ἄκοντα παλάμᾳ δονέων ἀγῶνος ἔξω βαλεῖν.

μακρὰ δὲ ῥίψας: ἐλπίζω μακρῶς καὶ δυνατῶς ἀκοντίσας παρελθεῖν καὶ νικῆσαι τοὺς ὑπεναντίους.

εἰ γὰρ ὁ πᾶς χρόνος: τὸ εἴ τοῦτο νῦν εὐκτικόν ἐστιν, ἀντὶ τοῦ αἴθε. αἴθε γὰρ ὁ πᾶς χρόνος αὐτῷ τήν τε εὐδαιμονίαν καὶ τὸν πλοῦτον ἐπ᾿ εὐθείας ἀγάγοι | καὶ τῶν καμάτων τῶν τῆς λιθουρίας ἐπίλησιν ἀγάγοι, ὡς ἐγὼ τοὺς ἐναντίους νικῆσαι προσδοκῶ. καὶ τάχα ἂν εἰς ὑπόμνησιν ἀγάγοι, | ὁποίας ὁ Ἱέρων ἐν τοῖς πολέμοις τῇ πολεμικῇ ἑαυτοῦ καὶ ὑπομονητικῇ ψυχῇ ὑπέμεινε μάχας, ἡνίκα ἐκτῶντο τὴν Σικελικὴν τυραννίδα, ἣν αὐτοῖς οἱ θεοὶ ταῖς ἑαυτῶν μηχαναῖς ἐδωρήσαντο, ὁποίαν οὐδεὶς τῶν ἄλλων Ἑλλήνων δρέπεται, τοῦ πλούτου στεφάνωμα οὖσαν τίμιον. φασὶ δὲ τὸν Ἱέρωνα [καὶ] πρὸς Γέλωνα τὸν ἀδελφὸν ἐστασιακέναι τῆς ἀρχῆς ἕνεκα.

a. καμάτων ἐπίλασιν: καμάτων φησὶ τῶν συνεχόντων τὸν Ἱέρωνα ἐκ τοῦ νοσήματος τῆς λιθουρίας. φησὶ γάρ που καὶ ὁ Ἀριστοτέλης ἐν τῇ τῶν Γελῴων πολιτείᾳ (fr. 486) [τὸν Γέλωνα] ὑδέρῳ νοσήματι τὸν βίον τελευτῆσαι τὸν τοῦ Ἱέρωνος ἀδελφόν, αὐτὸν δὲ τὸν Ἱέρωνα, ἐν τῇ τῶν Συρακουσίων πολιτείᾳ (fr. 587), δυσουρίαν δυστυχῆσαι.

b. τῆς νόσου. τοῦ Ἱέρωνος νοσήσαντος. ὅτι διὰ λιθουρίαν φορείῳ φερόμενος ἐνίκα τὰς μάχας ὁ Ἱέρων. παραβάλλων δὲ αὐτὸν τῷ Ποίαντος Φιλοκτήτῃ παρείκασεν.

ἦ κεν ἂν μνάσειεν: ἀναμνήσειεν ἂν ὁ χρόνος, εἰ ἐπίλησις γένοιτο τῶν καμάτων, ὥστε φανερὰν αὐτοῦ γενέσθαι τὴν ἀρετήν, ἣν εἶχεν ἐν πολέμοις.

ἁνίχ᾿ εὑρίσκοντο: ὁ μὲν λόγος ἐστὶ περὶ Ἱέρωνος καὶ Γέλωνος, τῶν τυραννευσάντων ἐν Συρακούσαις. τὸ δὲ σημαινόμενον· ὅτε σὺν τῇ τῶν θεῶν μηχανῇ ἀνεκτῶντο τὴν βασιλείαν. τιμὴν γὰρ εἴωθε τὴν βασιλείαν ὀνομάζειν.

τὰν Φιλοκτήταο δίκαν: ἐπὶ δὲ τοῦ παρόντος τὸν Φιλοκτήτου τρόπον μετερχόμενος ἐστρατεύθη καὶ τὴν μάχην ἐνίκησε. φορείῳ δὲ φερόμενος ὁ Ἱέρων κατηγωνίζετο τοὺς ἐναντίους.

σὺν δ᾿ ἀνάγκᾳ μιν: σὺν δὲ τῇ ἀνάγκῃ τῆς νόσου καί τις ὑπερήφανος ἔσανε καὶ ἐκολάκευσε τὸν Ἱέρωνα. ὃ δὲ βούλεται λέγειν, ὅτι καὶ νοσοῦντα αὐτὸν πολλοὶ τῶν ὑπερηφάνων ἐκολάκευσαν.

a. μεγαλάνωρ: αἰνίττεται τοῦτο εἰς Ἀναξίλαον τὸν τῶν Ῥηγίνων βασιλέα βουληθέντα Λοκροὺς καταπολεμῆσαι τοὺς ἐν Ἰταλίᾳ καὶ ἐμποδισθέντα τῇ τοῦ Ἱέρωνος ἀπειλῇ. ὅτι δὲ Ἀναξίλαος Λοκροὺς ἠθέλησεν ἄρδην ἀπολέσαι καὶ ἐκωλύθη πρὸς Ἱέρωνος, ἱστορεῖ καὶ Ἐπίχαρμος ἐν Νάσοις (fr. 98). b. ἢ οὕτως· ὡς τοῦ Θήρωνος μεγάλα μὲν δυναμένου, κολακεύσαντος δὲ Ἱέρωνα.

φαντὶ Λαμνόθεν: τῇ ἱστορίᾳ καὶ Βακχυλίδης συμφωνεῖ ἐν τοῖς διθυράμβοις (fr. 7 B1.), ὅτι δὴ οἱ Ἕλληνες ἐκ Λήμνου μετεστείλαντο τὸν Φιλοκτήτην Ἑλένου μαντευσαμένου. εἵμαρτο γὰρ ἄνευ τῶν Ἡρακλείων τόξων μὴ πορθηθῆναι τὴν Ἴλιον.

a. μεταλλάσοντας ἐλθεῖν: ἐπιζητήσοντας· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τὰ μέταλλα ἐπιζητούντων. ἐπειδὴ δὲ διὰ τὸ πάθος τῷ Φιλοκτήτῃ τὸν Ἱέρωνα εἴκασε, τῇ ἐπεξεργασίᾳ χρώμενος ἐπιπλέον συνείρει τὰ ἐγκώμια.

b. ὁ δὲ νοῦς· φασὶ δὲ ἐκ Λήμνου τῷ ἕλκει καταπονούμενον τὸν τοῦ Ποίαντος υἱὸν ἐπιζητήσοντας ἐλθεῖν τοὺς ἰσοθέους ἥρωας.

ὃς Πριάμοιο πόλιν: ὅστις Φιλοκτήτης τὴν Ἴλιον ἐπόρθησε καὶ ἐπὶ τέλος ἤγαγε τοῖς Ἕλλησι τοὺς πόνους· ἀνεῖλε γὰρ τὸν Πάριν· ἀσθενεῖ μὲν καὶ ἀδυνάτῳ σώματι βαδίζων, ἀλλὰ μεμοιραμένον ἦν τὸ τὴν Ἴλιον ἁλῶναι τοῖς Ἡρακλείοις τόξοις.

a. οὕτω δ᾿ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι: οὕτω δὲ, φησὶ, τῷ Ἱέρωνι ὀρθωτὴρ καὶ ἰατρὸς γένοιτο ὁ θεός, ὡς καὶ τῷ Φιλοκτήτῃ. | φησὶ γὰρ Διονύσιος (FHG II p. 10) χρησμοῖς Ἀπόλλωνος ἀπολουσάμενον τὸν Φιλοκτήτην ἀφυπνῶσαι, τὸν δὲ Μαχάονα ἀφελόντα τοῦ ἕλκους τὰς διασαπείσας σάρκας καὶ ἐπικλύσαντα οἴνῳ τὸ τραῦμα ἐπιπάσαι βοτάνην, ἣν Ἀσκληπιὸς εἴληφε παρὰ Χείρωνος, καὶ οὕτως ὑγιασθῆναι τὸν ἥρωα.

b. οὕτως οὖν καὶ τῷ Ἱέρωνι ὡς τῷ Φιλοκτήτῃ ὁ θεὸς ὀρθωτὴρ καὶ ὑγείας αἴτιος γένοιτο εἰς τὸν ἐσόμενον χρόνον, ὧν ἐπιθυμεῖ εὐκαιρίαν παρεχόμενος.

c. ἄλλως. οὕτω δὲ τῷ Ἱέρωνι ὀρθωτὴρ καὶ θεραπευτὴς ὁ θεὸς γένοιτο ὡς καὶ τῷ Φιλοκτήτῃ.

Μοῖσα, καὶ πὰρ Δεινομένει: ὦ Μοῦσα, πείθου μοι χορεῦσαι καὶ παρὰ τῷ Ἱέρωνος υἱῷ Δεινομένει, ποινὴν καὶ ἀντέκτισιν τῷ νικηφόρῳ ἅρματι τὸ ἐγκώμιον παρεχομένη. οὐ γὰρ ἀλλοτρία ἡδονὴ τῷ παιδὶ ἡ τοῦ πατρὸς νίκη. Δεινομένης δὲ υἱὸς Ἱέρωνος ἐκ τῆς Νικοκλέους τοῦ Συρακουσίου θυγατρὸς κατὰ Φίλιστον (FHG I p. 189) καὶ Τίμαιον· | ἐκ γὰρ τῆς Ἀναξιλάου θυγατρὸς καὶ τῆς Θήρωνος ἀνεψιᾶς οὐκ ἐπαιδοποίησεν ὁ Ἱέρων προγαμήσας ταύτην· ὅθεν ἐστὶ καὶ ὁ παῖς ὁμώνυμος τῷ πάππῳ· Δεινομένης γὰρ ὁ πατὴρ Ἱέρωνος.

ἄγ᾿ ἔπειτα: ἄγε τοίνυν, ὦ Μοῦσα, ἐπὶ τῷ τῆς Αἴτνης βασιλεῖ Δεινομένει προσφιλέστατον ἀνεύρωμεν ὕμνον.

a. τῷ πόλιν κείναν: ὁ νοῦς· ᾧ, τῷ Δεινομένει δηλονότι, ὁ Ἱέρων τὴν Αἴτνην ἀνέκτισε καὶ διοικεῖν ἔδωκε σὺν θείᾳ ἐλευθερίᾳ, καὶ τοῖς νόμοις τῆς Δωρίου δικαιοσύνης, ἀπὸ κοινοῦ τὸ διοικεῖν ἔδωκεν.

b. ἄλλως· ἀνακτίσας τὴν Κατάνην ὁ Ἱέρων καὶ Αἴτνην μετονομάσας διοικεῖν Δεινομένει τῷ υἱῷ ταύτην δέδωκεν.

c. ἄλλως· τῷ Δεινομένει ὁ Ἱέρων Αἴτναν παραδέδωκεν ἐν νόμοις τῆς Δωρίδος στάθμης. τοῦτο δὲ λέγει, ἐπεὶ στρατηγὸν αὐτῆς κατέστησεν αὐτόν, ἐλευθέρους ἀφεὶς τοὺς Αἰτναίους καὶ τοῖς Λακωνικοῖς τρόποις ἢ νόμοις χρωμένους.

a. Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισε: νόμοις τῆς Δωρίδος δικαιοσύνης· ἀπὸ Ὕλλου τοῦ ἐπιφανεστάτου τῶν Δωριέων, ὃς ἐβασίλευσε τῶν περὶ Ἰταλίαν οἰκησάντων.

b. ἔνιοι δὲ Ὑλλίδος στάθμας οὕτω· τῆς Λυκούργου νομοθεσίας. | οὗτος γὰρ ἑνδέκατός ἐστιν ἀπὸ Ἡρακλέους, ὡς Ἔφορος (FHG I 253) ἱστορεῖ. ὁ οὖν Ἱέρων Γελῴους καὶ Μεγαρεῖς καὶ Συρακουσίους ὄντας τῶν Δωριέων ἀποίκους ἐνῴκισε τῇ Αἴτνῃ. καὶ οὕτως ἂν ὁ λόγος ἀκολούθως ἔχοι, ὡς Δωριεῦσιν οὖσιν Αἰτναίοις καὶ Λακωνικοὺς νόμους θέσθαι τὸν Ἱέρωνα.

a. ἐθέλοντι δὲ Παμφύλου: Πάμφυλος, ἄλλος τῶν Ἡρακλειδῶν, καὶ Δύμας καὶ Δῶρος υἱοὶ Αἰγιμιοῦ, ἀφ᾿ ὧν Παμφυλὶς καὶ Δυμανὶς φυλαὶ ἐν Λακεδαίμονι.

b. ὁ δὲ νοῦς· θέλουσι δὲ οἱ Ὑλλίδαι, τουτέστιν οἱ Λακεδαιμόνιοι, ἀπὸ Ἡρακλέους καὶ Παμφύλου κατάγεσθαι.

c. ἄλλως· θέλοντι δὲ Παμφύλου: οἱ Δωριεῖς οἰκοῦντες πρότερον τὴν Πίνδον οὖσαν μίαν τῆς τετραπόλεως τῆς ἐν Περραιβίᾳ ἀφικνοῦνται εἰς τὴν μεταξὺ Οἴτης καὶ Παρνασοῦ Δωρίδα ἑξάπολιν οὖσαν· ἐστὶ δὲ Ἐρινεὸν, Κύτινον, Βοιὸν, Λίλαιον, Κάρφαια, Δρυόπη· ἐκ δὲ τούτων σὺν τοῖς Ἡρακλείδαις εἰς Λακεδαίμονα κατέρχονται. ὁ δὲ νοῦς ἐπαμφοτερίζει. θέλουσι δὲ οἱ ἀπὸ Παμφύλου Ἡρακλέους ἀπόγονοι Δωριεῖς οἱ παρὰ ταῖς ὄχθαις τοῦ Τηϋγέτου ὄρους μένοντες ἐμμένειν τοῖς Αἰγιμιοῦ νόμοις.

Τηΰγετον ὄρος Λακωνικόν, οὗ καὶ Ὅμηρος (ζ 103) μέμνηται· ἢ κατὰ Τηΰγετον περιμήκετον.

ἔσχον δ᾿ Ἀμύκλας: κατέσχον τὴν Σπάρτην· ἀπὸ γὰρ μιᾶς πόλεως τὴν πᾶσαν ἐμφαίνει Λακωνικήν.

Πινδόθεν ὀρνύμενοι: διὰ Πίνδου τὴν κάθοδον ποιησάμενοι εὐχερῶς τῆς Πελοποννήσου ἐκράτησαν. Πίνδος δὲ Περραιβίας ὄρος.

a. Τυνδαριδᾶν: ὅτι θέλει λέγειν τοὺς Ἡρακλείδας, καθ᾿ ὃν χρόνον ἀνεκτήσαντο τὴν Λακωνικὴν καὶ τὴν Πελοπόννησον.

b. βαθύδοξοι γείτονες: ἔδει σύνοικοι εἰπεῖν. ἀλλὰ ῥητέον, ὅτι ἱστοροῦσί τινες τοὺς Διοσκούρους μετῳκηκέναι εἰς Ἄργος· γειτνιᾷ δὲ τὸ Ἄργος τῇ Λακεδαίμονι. καὶ οὕτως ὁ Πίνδαρος κατὰ λόγον γείτονάς φησι τοὺς Λακεδαιμονίους τῶν Διοσκούρων.

a. Ζεῦ τέλειε: ὁ νοῦς· ὦ Ζεῦ τέλειε, διαπαντὸς τοῖς Αἰτναίοις τοῖς περιοικοῦσι τὸν Ἀμένη ποταμὸν τοιαύτην μερίδα βασιλεῦσί τε καὶ δημόταις παράσχου, ὥστε τὸν τῶν ἀνθρώπων λόγον διακρίνειν τοῦτο καὶ ἀληθὲς ἀποφαίνειν, ὅτι ἐν ἐλευθερίᾳ εἰσίν.

b. οἱ δὲ τὸ τοιαύτην μοῖραν τοῖς Αἰτναίοις ἀνδρείας, οἵαν καὶ Λακεδαιμόνιοι κατὰ πόλεμον ἔχουσιν.

ἀστοῖς: τουτέστι δίδου τοῖς βασιλεῦσι καὶ τοῖς ἀστοῖς τοῖς περὶ τὸν Ἱέρωνα μερίδα εὐτυχίας.

σύν τοι: σὺν σοὶ, ὦ Ζεῦ, ὁ βασιλεὺς Σικελίας Ἱέρων τῷ ἑαυτοῦ υἱῷ Δεινομένει ἐντελλόμενος τὸν τῶν Αἰτναίων δῆμον ἐπιτρέποι διαπαντὸς εἰς σύμφωνον καὶ εἰρηναίαν ἡσυχίαν.

a. λίσσομαι, νεῦσον, Κρονίων: ὁ νοῦς· καθικετεύω σε, ὦ Κρόνου παῖ Ζεῦ, ἐπίνευσον, ὅπως ὅ τε τῶν Φοινίκων καὶ ὁ τῶν Καρχηδονίων καὶ Τυρσηνῶν θόρυβος ἥσυχον καὶ εἰρηναῖον ἔχοι τὸν οἶκον· ἐπίνευσον δὲ θεασάμενος τὴν πρὸ τῆς Κύμης ναυμαχίαν.

b. ἄλλως· χαριέστατα ἐκ τοῦ θορύβου τὴν τῶν βαρβάρων ἀκοσμίαν ὑπεστήσατο, ὡς καὶ Ὅμηρος (Δ 436)· ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει.

c. ἄλλως· Τυρσηνοὶ καὶ Καρχηδόνιοι, οἵ εἰσι Φοινίκων ἄποικοι, διεμάχοντο πρὸς Κυμαίους· μελλόντων οὖν ἄρδην ἀπόλλυσθαι τῶν Κυμαίων, Ἱέρων συμμαχήσας τοὺς μὲν Κυμαίους διέσωσε, τῶν δὲ Τυρσηνῶν τοὺς πλείστους ἀπώλεσε. κατεύχεται οὖν ὁ Πίνδαρος εἰρηνικὰ καὶ ἀστασίαστα μένειν λοιπὸν τὰ πράγματα Καρχηδονίοις καὶ Σικελιώταις.

οἷα Συρακοσίων: ὁποῖα γὰρ ὑπὸ τῷ ἄρχοντι καὶ βασιλεῖ τῶν Συρακουσίων Ἱέρωνι ἀναιρεθέντες πεπόνθασιν οἱ Καρχηδόνιοι καὶ Τυρσηνοί· ὅστις ὁ Ἱέρων ἀπὸ τῶν ταχειῶν νεῶν ἐνέβαλε τῇ θαλάσσῃ πᾶσαν τὴν ἡλικίαν.

a. Ἑλλάδ᾿ ἐξέλκων βαρείας: ἔνιοι μὲν Ἑλλάδα τὴν ἐν Σικελίᾳ ἤκουσαν, ἔνιοι δὲ Ἑλλάδα τὴν Ἀττικήν. ἱστορεῖται γάρ τι τοιοῦτον, ὅτι Ξέρξου μέλλοντος στρατεύειν ἐπὶ τὴν Ἑλλάδα πρέσβεις ἦλθον πρὸς Καρχηδονίους κελεύοντες πλεῖν ἐπὶ Σικελίαν καὶ τοὺς τὰ τῶν Ἑλλήνων φρονοῦντας καταστρέφεσθαι, καὶ οὕτως ὁρμᾶν ἐπὶ τὴν Πελοπόννησον. οἱ μὲν οὖν Καρχηδόνιοι ὑπήκουσαν. κατὰ δὲ τὸν αὐτὸν χρόνον πρὸς Ἱέρωνα πρέσβεις ἦλθον παρ᾿ Ἀθηναίων ἀξιοῦντες συμμαχεῖν τοῖς Ἕλλησιν· οἷς ὑπήκουσαν οἱ περὶ τὸν Γέλωνα, καὶ κατασκευασάμενοι διακοσίας ναῦς καὶ δισχιλίους ἱππέας καὶ μυρίους πεζοὺς τὸν τῶν Καρχηδονίων στόλον κατεναυμάχησαν κατὰ τῆς Σικελίας ὁρμῶντα, ὥστε καὶ τοὺς Σικελιώτας καὶ τοὺς ἄλλους Ἕλληνας ἐλευθερῶσαι.

b. ἄλλως· ἔνιοι μὲν Ἑλλάδα τὴν Σικελίαν ἤκουσαν, τινὲς δὲ Ἑλλάδα τὴν Ἀττικήν. εἰκὸς δὲ ταῖς Ἐφόρου ἱστορίαις ἐντυχόντα τὸν Πίνδαρον, ἐξηκολουθηκέναι αὐτὸν αὐτῷ. ἱστορεῖ γὰρ Ἔφορος (FHG I p. 264) τοιοῦτον, ὅτι παρασκευαζομένου Ξέρξου τὸν ἐπὶ τῇ Ἑλλάδι στόλον, πρέσβεις παραγενέσθαι πρὸς Γέλωνα τὸν τύραννον ἱκετεύοντας εἰς τὸν τῶν Ἑλλήνων σύλλογον ἐλθεῖν· ἐκ δὲ Περσῶν καὶ Φοινίκων πρέσβεις πρὸς Καρχηδονίους, προστάσσοντας ὡς πλεῖστον δέοι στόλον εἰς Σικελίαν βαδίζειν καταστρεψομένους τοὺς τὰ τῶν Ἑλλήνων φρονοῦντας πλεῖν ἐπὶ Πελοπόννησον. ἀμφοτέρων δὲ τὸν λόγον δεξαμένων, καὶ τοῦ μὲν Ἱέρωνος συμμαχῆσαι τοῖς Ἕλλησι προθυμουμένου, τῶν δὲ Καρχηδονίων ἑτοίμων ὄντων συμπρᾶξαι τῷ Ξέρξῃ, Γέλωνα διακοσίας εὐτρεπίσαντα ναῦς καὶ δισχιλίους ἱππεῖς καὶ πεζοὺς μυρίους κατακοῦσαι στόλον Καρχηδονίων καταπλεῖν ἐπὶ Σικελίαν καὶ διαμαχησάμενον μὴ μόνον τοὺς Σικελιώτας ἐλευθερῶσαι, ἀλλὰ καὶ σύμπασαν τὴν Ἑλλάδα. | εἰκὸς οὖν ταύτῃ τῇ ἱστορίᾳ ἐντετυχηκέναι τὸν Πίνδαρον.

a. αἱρέομαι: αἱροῦμαι καὶ ἀποδέχομαι, φησὶ, τὴν παρὰ Σαλαμῖνος καὶ Ἀθηναίων χάριν καὶ μισθόν, ὅτι ἐκινδύνευσαν ὑπὲρ πάσης τῆς Ἑλλάδος.

b. ἄλλως· λαμβάνω καὶ λογίζομαι σωτηρίαν τῆς Ἑλλάδος τὴν τῶν Ἀθηναίων νίκην.

c. ἄλλως· αἱρέομαι: αἱροῦμαι, φησί, τὴν τῆς Ἑλλάδος σωτηρίαν τὸν παρ᾿ Ἀθηναίων μισθόν· τοῦτό ἐστιν ἡ παρὰ Σαλαμῖνος χάρις.

d. λαμβάνω τὴν χάριν, τουτέστι τῆς Σαλαμῖνος τὴν μάχην, εἰς μισθὸν καὶ εἰς σωτηρίαν τῆς Ἑλλάδος παρὰ τῶν Ἀθηναίων. οἱ γὰρ Ἀθηναῖοι εἰς Σαλαμῖνα ναυμαχήσαντες πρὸς τοὺς Πέρσας ἔσωσαν τὴν Ἑλλάδα.

αἱροῦμαι δὲ καὶ ἀποδέχομαι, φησὶ, τὴν πρὸ Κιθαιρῶνος μάχην τῶν Σπαρτιατῶν, καθ᾿ ἣν οἱ τοξόται τῶν πεζικῶν ἡγούμενοι περὶ Πλαταιὰς τὴν πεζικὴν ἀνετρέψαντο δύναμιν.

a. πὰρ δὲ τὰν εὔυδρον ἀκτάν: ὁ νοῦς· καὶ παρὰ τὴν εὔυδρον ἀκτὴν τοῦ Ἱμέρα ποταμοῦ τὸν ὕμνον τοῖς τοῦ Δεινομένεος παισὶ τελέσας, ἀπὸ κοινοῦ τὸ αἱρέομαι· ὅντινα ὕμνον ἐδέξαντο παρὰ τῇ ἑαυτῶν ἀρετῇ τῶν πολεμίων ἀναιρεθέντων.

b. φασὶ δὲ τὸν Γέλωνα τοὺς ἀδελφοὺς φιλοφρονούμενον ἀναθεῖναι τῷ θεῷ χρυσοῦς τρίποδας ἐπιγράψαντα ταῦτα (Simon. fr. 141 Bgk.)· Φημὶ Γέλων᾿, Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον, παῖδας Δεινομένευς τοὺς τρίποδας θέμεναι, βάρβαρα νικήσαντας ἔθνη, πολλὴν δὲ παρασχεῖν σύμμαχον Ἕλλησιν χεῖρ᾿ ἐς ἐλευθερίην.

Ἱμέρα παίδεσσιν: Ἱμέρας ποταμὸς ἐν Σικελίᾳ, περὶ οὗ καὶ Αἰσχύλος φησὶν ἐν Γλαύκῳ (fr. 32)· καλοῖσι λουτροῖς ἐκλέλουμαι δέμας εἰς ὑψίκρημνον Ἱμέραν δ᾿ ἀφικόμην.

a. τὸν ἐδέξαντο: ὅντινα ὕμνον ἐδέξαντο ἐπὶ τῇ ἑαυτῶν ἀρετῇ τῶν πολεμίων ἀνδρῶν ἀναιρεθέντων.

b. ἄλλως· ὅντινα ὕμνον ἐδέξαντο νικήσαντες τοὺς Καρχηδονίους.

a. καιρὸν εἰ φθέγξαιο: οἱ μέν φασι λείπειν τὴν κατά πρόθεσιν, ἵν᾿ ᾖ· κατὰ καιρὸν εἰ φθέγξαιο.

b. εἰ καιρίως λέγων, τῆς πολυλογίας τὰ πέρατα εἰς ἓν συντείνας καὶ συμπλέξας, ἐκφύγοις ἂν τὸν φθόνον. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν δικτύων.

c. τὸ δὲ ἑξῆς· εἰ ἐν βραχεῖ φθέγξαιο κατὰ καιρὸν, πολλῶν πείρατα συντανύσας, μείων ἕπεται μῶμος ἀνθρώπων.

d. ἄλλως· αἰσθάνεται ἑαυτοῦ ἐκπεπτωκότος. ὁ δὲ νοῦς οὕτως· εἰ τὰ καίρια λέγεις τῶν πολλῶν τὰ πέρατα εἰς ἓν συντεμὼν καὶ συμπλέξας, οὐκ ἀκολουθήσει σοι μέμψις οὐδὲ φθόνος.

a. ἀπὸ γὰρ κόρος αἰανής: ὁ γὰρ διηνεκὴς κόρος καὶ ἡ μακρολογία τὰς ταχείας καὶ μικροψύχους διανοίας ἀμβλύνει τῶν ἀνθρώπων.

b. ἄλλως· ὁ γὰρ κόρος καὶ ἡ μακρολογία ἀμβλύνει τὰς τῶν ἀκουόντων διανοίας.

a. ἀστῶν δ᾿ ἀκοά: ἡ δὲ τῶν πολιτῶν ἀκοὴ κρυφίως λυπεῖ τὴν ψυχὴν ἐπὶ τοῖς ἀλλοτρίοις τῶν πολιτῶν κατορθώμασιν. ἀλλήλοις γὰρ ὡς ἐπὶ τὸ πλεῖστον διαφθονοῦσιν.

b. ἄλλως· ἀντὶ τοῦ λυποῦνται οἱ πολῖται ἐπὶ τοῖς τῶν ἀλλοτρίων καλοῖς· καὶ ἐπὶ τοῖς σοῖς, Ἱέρων, φθονοῦσι καλοῖς. τί τοῦτο;

a. ἀλλ᾿ ὅμως κρέσσον: ἀλλ᾿ ὅμως βέλτιον φθονεῖσθαι ἤπερ οἰκτείρεσθαι. μὴ οὖν παρέλκου μηδὲ παρόρα τὰ καλὰ, ὦ Ἱέρων.

b. ἄλλως· μὴ διὰ τὸν φθόνον, φησὶ, παρόρα τὰ καλὰ, ἀλλὰ τὸν νῦν τεταγμένον σοι δῆμον δικαίῳ καὶ ἀγαθῷ κυβέρνα πηδαλίῳ. νώμα γὰρ ἀντὶ τοῦ κυβέρνα.

a. ἀψευδεῖ δὲ πρὸς ἄκμονι: σκληρῶς ἄκμονα τὸ στόμα ἀπὸ μεταφορᾶς τῶν χαλκευόντων. πρὸς ἄκμονι δὲ ἀψευδεῖ χάλκευε, ὅ ἐστι, φιλαλήθης ἔσο.

b. ἄλλως· ἀντὶ τοῦ ἀλήθευε. | ἴσως δέ τι ἐπηγγείλατο τῷ Πινδάρῳ ὁ Ἱέρων.

εἴ τι καὶ φλαῦρον παραιθύσσει: λείπει ὁ γάρ· ἐὰν γάρ τι καὶ εὐτελὲς παρὰ σοῦ λεχθῇ καὶ ὁρμήσῃ, καὶ τοῦτο μέγα καὶ διὰ πάντων φέρεται. φησὶ δὲ μεγάλα εἶναι τὰ τῶν ἀρχόντων ἁμαρτήματα, κἂν εὐτελῆ τυγχάνῃ. εἰ καί τι οὖν εὐτελὲς ἁμάρτῃς, τοῦτο μέγιστον ἔσται.

πολλῶν ταμίας: πολλῶν γὰρ δεσπότης καὶ βασιλεὺς τυγχάνεις καὶ διοικητής. βασιλεὺς γὰρ ἦν.

πολλοὶ μάρτυρες ἀμφοτέροισι: τῷ τε ἀληθεῖ καὶ τῷ ψευδεῖ· ἢ σοὶ καὶ τῷ υἱῷ. ὁ δὲ Σιδώνιος, σοὶ καὶ τοῖς ὑποτεταγμένοις.

εὐανθεῖ δ᾿ ἐν ὀργᾷ: εὐγενεῖ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν εὐγενῶν φυτῶν. εὐγενεῖ δὲ, φησὶ, τρόπῳ παραμένων, εἰ δή τι φιλεῖς τὴν ἡδεῖαν τῶν ἐγκωμίων ἀκοὴν, μὴ ἀπόκαμνε πρὸς τὰς δαπάνας. ἐκ δὲ τούτου προτρέπεται τὸν Ἱέρωνα μισθὸν αὐτῷ παρασχεῖν τοῦ ἐπινίκου.

ἐξίει δ᾿ ὥστε κυβερνάτας: ὥσπερ δὲ κυβερνήτης ἄριστος, ἔα πρὸς πνεῦμα τὸ ἱστίον· ἵνα ἱστίον μὲν τὸν μισθὸν, πνεῦμα δὲ τὸ ἐγκώμιον ἀκούσωμεν.

μὴ δολωθῇς κέρδεσιν εὐτραπέλοις: ὁ νοῦς· μὴ δολωθῇς, ὦ προσφιλέστατε Ἱέρων, τῇ ἐχθροτάτῃ φιλοκερδείᾳ.

a. ὀπισθόμβροτον: τὸ φροντίδος ἀξιούμενον ὑπὸ τῶν ἀνθρώπων τῶν μετὰ ταῦτα καὶ μετὰ θάνατον λεγόμενον ἐγκώμιον.

b. ἄλλως· τὸ μετὰ ταῦτα ἐσόμενον τῆς δόξης καύχημα, ὅπερ μόνον τῶν τεθνηκότων ἀνθρώπων τὸν βίον καταμηνύει τοῖς τε λογίοις καὶ ποιηταῖς.

c. οἱ δὲ οὕτω· τὸ ἐκ τῆς δόξης καύχημα τὸ μετὰ ταῦτα ἐσόμενον, ὅπερ μόνον τῶν τεθνηκότων ἀνδρῶν τὸν βίον καταμηνύει.

a. οἶον ἀποιχομένων: τὸ μετὰ ταῦτα ἐσόμενον τῆς δόξης καύχημα, ὅπερ μόνον τῶν τεθνηκότων ἀνθρώπων τὸν βίον καταμηνύει | τοῖς τε λογίοις καὶ ποιηταῖς.

b. ἀοιδοῖς μὲν τοῖς ποιηταῖς. λογίοις δὲ τοῖς πεζογράφοις.

οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά: οὐδαμῶς φθείρεται καὶ λήθην λαμβάνει ἡ τοῦ Κροίσου φιλοφρονητικὴ ἀρετή. ὅτι δὲ πλούσιος καὶ φιλόφρων ὁ Κροῖσος ἦν, δῆλος ὁ λόγος.

τὸν δὲ ταύρῳ χαλκέῳ: κατὰ δὲ τοὐναντίον, φησὶ, Φάλαριν τὸν ἐν τῷ χαλκῷ βοῒ κατακαύσαντα τοὺς ἀνθρώπους αἰσχρὰ φάτις ἔχει. τὸν δὲ τοῦ Φαλάριδος ταῦρον οἱ Ἀκραγαντῖνοι κατεπόντωσαν, ὥς φησι Τίμαιος (FHG I. p. 222)· τὸν γὰρ ἐν τῇ πόλει δεικνύμενον μὴ εἶναι τοῦ Φαλάριδος, καθάπερ ἡ πολλὴ κατέχει δόξα, ἀλλ᾿ εἰκόνα Γέλα τοῦ ποταμοῦ. κατασκευάσαι δὲ αὐτόν φασι Περίλαον καὶ πρῶτον ἐν αὐτῷ κατακαῆναι. Καλλίμαχος (fr. 119)· πρῶτος ἐπεὶ τὸν ταῦρον ἐκαίνισεν, ὃς τὸν ὄλεθρον εὗρε τὸν ἐν χαλκῷ καὶ πυρὶ γιγνόμενον.

νηλέα νόον: τινὲς ἄνοον, τὴν -λε- ἀποστρέφοντες.

ἐχθρὰ Φάλαριν: ὁ νοῦς· τοῦ μὲν Κροίσου οὐδαμῶς φθείρεται ἡ φιλοφρονητικὴ ἀρετὴ, τὸν δὲ χαλκῷ ταύρῳ τῶν ξένων καυτῆρα καὶ ἀνηλεῆ τὸν νοῦν Φάλαριν αἰσχρὰ πανταχοῦ κατέχει φήμη.

οὐδέ μιν φόρμιγγες: ὁ νοῦς· οὐδὲ αὐτὸν αἱ ὑποικίδιοι κιθάραι παρὰ συμποσίοις καὶ δείπνοις εἰς κοινωνίαν ἡδεῖαν δέχονται ταῖς τῶν παίδων ὁμιλίαις καὶ τοῖς ὕμνοις. τουτέστιν οὐδέποτε τὸν Φάλαριν ἐν συμποσίοις παῖδες ὑμνοῦσιν. λείπει δὲ τῷ λόγῳ ἡ εἴς πρόθεσις.

τὸ δὲ παθεῖν εὖ: τὸ δὲ ἐπιτυχεῖν ἄθλων καὶ ἀγῶνος καὶ εὖ πρᾶξαι πρωτεύει· ἀνυμνεῖσθαι δὲ νικήσαντα δευτέρα μοῖρα. ἀμφοτέροις δὲ τούτοις ὃς ἂν ἐπιτύχῃ καὶ κρατήσῃ, στέφανον ὑψηλότατον δέχεται. τέλος.

Scholia in Pythionicarum carmen II.

Τῷ αὐτῷ.

Τῷ αὐτῷ Ἱέρωνι.

Ἱέρωνι Συρακουσίῳ νικήσαντι ἅρματι.

Περὶ τῶν κώλων τῆς στροφῆς καὶ ἀντιστροφῆς τοῦ δευτέρου τῶν Πυθίων εἴδους.

Τῆς δευτέρας ᾠδῆς ἡ μὲν στροφὴ καὶ ἀντίστροφος κώλων ιε΄. τὸ α΄ δίμετρον τροχαϊκὸν καταληκτικὸν λελυμένους ἕχον τοὺς δύο πόδας. τὸ β΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ γ΄ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον. τὸ δ΄ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ ε΄ χοριαμβίκὸν δίμετρον βραχυκατάληκτον. τὸ ς΄ ἀναπαιστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ζ΄ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν, τῆς πρώτης συλλαβῆς ἀδιαφόρου οὔσης. τὸ η΄ χοριαμβικὸν τρίμετρον ἀκατάληκτον. τὸ θ΄ τρίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ ι΄ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ια΄ μονόμετρον ἀναπαιστικόν. τὸ ιβ΄ δίμετρον ἐπιχοριαμβικὸν ἀκατάληκτον. τὸ ιγ΄ τρίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ ιδ΄ δίμετρον τροχαϊκὸν καταληκτικὸν Εὐριπίδειον. τὸ ιε΄ πενθημιμερὲς ἰαμβικόν.

Περὶ τῆς ἐπῳδοῦ αὐτοῦ.

Ἡ δὲ ἐπῳδὸς κώλων ιδ΄. τὸ α΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ β΄ δίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ γ΄ δίμετρον χοριαμβικὸν καταληκτικόν. τὸ δ΄ τρίμετρον ἀντισπαστικὸν ἀκατάληκτον, ἀπὸ ἰαμβικῆς ἀρχόμενον καὶ κατακλειόμενον ἰαμβικῇ. τὸ ε΄ παιωνικὸν δίμετρον καταληκτικόν.

τὸ ς΄ Γλυκώνειον, τοῦ πρώτου ποδὸς ἀδιαφόρου, εἶτα τροχαίου, εἶτα διϊάμβου. τὸ ζ΄ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν Πινδαρικὸν, ἀπὸ τροχαίου εἰς τροχαῖον. τὸ η΄ σύνθετον ἀπὸ παίωνος καὶ διμέτρου Ἰωνικοῦ ἀκαταλήκτου, τοῦ τε ἀνακλωμένου καὶ τοῦ ἀπὸ μείζονος. τὸ θ΄ πενθημιμερὲς ἰαμβικόν. τὸ ι΄ Ἰωνικὸν δίμετρον κατακλειόμενον ἐκ τροχαϊκῆς διποδίας. τὸ ια΄ χοριαμβικὸν τρίμετρον καταληκτικόν. τὸ ιβ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιγ΄ Πινδαρικόν, διὰ τὸ πολλάκις τὸν Πίνδαρον αὐτῷ κεχρῆσθαι. σύγκειται δὲ ἐξ ἀντισπάστου καὶ χοριάμβου καὶ ἰάμβου καὶ συλλαβῆς. τὸ ιδ΄ Ἰωνικὸν ἀπὸ μείζονος ἀκατάληκτον.

Inscr. Γέγραπται μὲν Ἱέρωνι ἅρματι νικήσαντι, ἄδηλον δὲ εἰς ποῖον ἀγῶνα· διεστασίασται γὰρ οὐ μετρίως τοῖς πρὸ ἡμῶν. οἱ μὲν γὰρ οὐδὲ ὅλως ἐπίνικον αὐτὸν εἶναί φασι, Τίμαιος δὲ (FHG I p. 232) θυσιαστικὴν, Καλλίμαχος (fr. 100 d 16) Νεμεακὴν, Ἀμμώνιος καὶ Καλλίστρατος Ὀλυμπιακὴν, ἔνιοι Πυθικὴν, ὡς Ἀπολλώνιος ὁ εἰδογράφος, ἔνιοι δὲ Παναθηναϊκήν. | αὐτίκα γοῦν Διονύσιος ὁ Φασηλίτης οὐκ οἴεται δεῖν γράφειν τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν, ἀλλὰ τᾶν λιπαρᾶν ἀπ᾿ Ἀθηνᾶν διὰ τὸ Παναθηναϊκὸν εἶναι τὸν ἐπίνικον· καταφέρεσθαι γάρ πως τὸν Πίνδαρον εἰς τὸ τὰς Ἀθήνας λιπαρὰς προσαγορεύειν, τὰς δὲ Θήβας χρυσαρμάτους καὶ εὐαρμάτους καὶ λευκίππους καὶ κυανάμπυκας· τέλεον εὐχερής τις ὤν. καὶ γὰρ καὶ ἄλλας πλείους λιπαρὰς καλεῖ, ὥσπερ τὴν Σμύρναν (fr. 204)· καὶ λιπαρῷ Σμυρναίῳ ἄστει· καὶ τὴν Αἴγυπτον ἐν Διθυράμβοις (fr. 82)· τὰν λιπαρὰν μὲν Αἴγυπτον ἀγχίκρημνον. καὶ τὰς Θήβας δέ που εἶπε λιπαράς (fr. 196)· λιπαρᾶν τε Θηβᾶν μέγαν σκόπελον. ἄλλως τε εὔηθες ἀπὸ τῶν Ἀθηνῶν φάναι τῷ Ἱέρωνι τὸ μέλος φέρεσθαι. οὐ γὰρ τὸ μέλος, ἀλλ᾿ ἡ νίκη αὐτῷ Ἀθήνηθεν ἀφικνεῖται· ὁ δὲ Πίνδαρος οὐκ Ἀθηναῖος. ἀλλὰ Θηβαῖος, ὥστε ἀπὸ Θηβᾶν δεῖ γράφειν, ὅθεν ἦν ὁ τὸ ποίημα συνθείς.

a. μεγαλοπόλεις εἶπε τὰς Συρακούσας, ἐπειδὴ Ἀρχίας τέσσαρας πόλεις καταστρεψάμενος εἰς μίαν συνήγαγεν. εἰσὶ δὲ αὗται· Ἀχραδίνη. Νεάπολις. Ἐπιπολαὶ, τύχη. οὐκ ἐκ τοῦ παρατυχόντος οὖν μεγαλοπόλεις εἴρηκε τὰς Συρακούσας.

b. ἄλλως· ὦ μεγαλοπόλιες Συράκουσαι τοῦ μεγαλοπολέμου Ἄρεος τέμενος οὖσαι, ἀντὶ τοῦ ἀνδρεῖοι ὄντες, ἀνδρῶν σιδήρῳ καὶ ἵπποις χαιρόντων καὶ πολεμικῶν τροφοὶ οὖσαι.

βαθυπολέμου τέμενος Ἄρεος: τοῦτο εἴρηκε διὰ τὸ νεωστὶ Καρχηδονίους καὶ Λίβυας καὶ Τυρρηνοὺς ὑπὸ τῶν περὶ Γέλωνα καὶ Ἱέρωνα μὴ μόνον τῇ νήσῳ ἐπιπλεύσαντας καθῃρῆσθαι, ἀλλὰ καὶ ὑπ᾿ αὐτοῖς τὴν Καρχηδόνα γενέσθαι, ὥστε ὑπακούειν· τὸ γοῦν ἀνθρωποθυτεῖν φησιν ὁ Θεόφραστος ἐν τῷ περὶ Τυρρηνῶν παύσασθαι αὐτοὺς Γέλωνος προστάξαντος. ὅτι δὲ καὶ ἐκέλευσεν αὐτοὺς χρήματα εἰσφέρειν, Τίμαιος (FHG I p. 214) διὰ τῆς ιδ΄ ἀνέγραψεν.

τὸ σιδηροχαρμᾶν κατὰ κοινοῦ καὶ τῶν ἀνδρῶν καὶ τῶν ἵππων.

a. λιπαρᾶν διὰ τὸν Διόνυσον καὶ Ἡρακλέα καὶ αὐτόν.

b. φέρων μέλος ἔρχομαι: οὐκ αὐτὸς ὁ Πίνδαρος ἥκων εἰς τὰς Συρακούσας ταῦτά φησιν· οὐ γὰρ ἀφῖκται πρὸς τὸν Ἱέρωνα, ἀλλ᾿ ἡ ᾠδὴ ἀποστολική· ἤτοι οὖν ἐκ τοῦ διακομίσαντος τὴν ᾠδὴν πρὸς τὸν τύραννόν ἐστιν ὁ λόγος ἢ ἐκ τοῦ χοροῦ· διὰ γὰρ χοροῦ ἔπεμπε τοὺς ἐπινίκους.

c. ὁ δὲ νοῦς· ἀπὸ τῶν εὐδαιμόνων Θηβῶν παραγίνομαι τὸ μέλος φέρων, ἀγγελίαν καὶ ἀνακήρυξιν τοῦ ἅρματος τοῦ [κατὰ] τὴν χθόνα ἐλελίζοντος καὶ ἀνακινοῦντος· ὁ δὲ εὐάρματος Ἱέρων νικῶν εὐσυνόποιοις καὶ διαι γεστάτοις ἀνέδησε στεφάνοις τὴν Ὀρτυγίαν.

Ὀρτυγίαν στεφάνοις: ἐν Ὀρτυγίᾳ ἦν τὰ ἱπποτροφεῖα Ἱέρωνος. Ὀρτυγίαν δὲ τὴν ἐπὶ τῆς Σικελίας χερρόνησόν φησιν· αὐτῆς γὰρ νῆσος οὖσα τοπρότερον συνήφθη ταῖς Συρακούσαις.

a. ποταμίας ἕδος: τῆς Ἀλφειώας. φασὶ γάρ τινες Ἀλφειὸν ἐρασθέντα τῆς θεοῦ καὶ διώξαντα ἄχρι τῆς Ὀρτυγίας παύσασθαι. | ὅθεν Ἀλφειώας Ἀρτέμιδος ἐκεῖ φασιν εἶναι ἱερὸν, ἣν νῦν ποταμίαν εἶπεν.

b. ἄλλως· ἕδος Ἀρτέμιδος: ἵδρυται γὰρ ἄγαλμα Ἀρτέμιδος ἐπὶ τῇ Ἀρεθούσῃ, ἡ δὲ Ἀρέθουσα ἐξ Ἀλφειοῦ τοῦ ποταμοῦ δέχεται τὰ ῥεύματα· ποταμίαν οὖν [Ἄρτεμιν] αὐτὴν διὰ τοῦτο ὠνόμασεν.

τᾶς οὐκ ἄτερ κείνας: ἧστινος ἐκείνας οὐ χωρὶς τῆς Ἀρτέμιδος τὰς πεποικιλμένας ἐχούσας ἡνίας πώλους ταῖς ἀγαναῖς ἑαυτοῦ χερσὶν ἐδάμασε καὶ ὑπέζευξε. τὸ δὲ κείνας τῷ πώλους συναπτέον· ἐπεὶ καὶ αὕτη ἱππική· τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα (Ζ 205).

a. ἐπὶ γὰρ ἰοχέαιρα: τὸ ἐπί τῷ τίθησι συναπτέον. Διδύμα δὲ ἡ Ἄρτεμις καλεῖται.

b. ὁ δὲ νοῦς· ἡ δὲ παρθένος Ἄρτεμις ἀμφοτέραις αὐτῆς ταῖς χερσὶ καὶ ὁ ἐναγώνιος Ἑρμῆς τὸν λαμπρὸν ἐπιτίθησι κόσμον τῷ ἅρματι.

a. ὅ τ᾿ ἐναγώνιος: ὡς καὶ Αἰσχύλος (fr. 384) φησίν· ἐναγώνιε Μαίας καὶ Διὸς Ἑρμᾶ. προστάτης γὰρ ὁ Ἑρμῆς τῶν ἀγώνων.

b. κόσμον δὲ τὸν στέφανόν φησιν.

a. ξεστὸν ὅταν δίφρον: ὅταν τὸν δίφρον καταζευγνύῃ καὶ τὰ ἅρματα τὰ πεισιχάλινα, τὰς σειρὰς δηλονότι καὶ τὰ ζυγά. πεισιχάλινα δὲ πῶς τὰ ἅρματα: χαλινοῖς γὰρ οὐ χρῶνται πρὸς τὴν κατάζευξιν. ἤτοι οὖν τὰς ἡνίας δεκτέον χαλινοὺς εἰρῆσθαι διὰ τὸ χαλᾶσθαι αὐτὰς καὶ πάλιν ἀνέλκεσθαι, ἢ καὶ ἐπὶ τῶν κελήτων δεκτέον· ἠγώνισται γὰρ καὶ κέλησιν.

b. ὅταν οὖν ὁ Ἱέρων εἰς τὸν ἀγῶνα παρασκευάζῃ τὰ ἅρματα, ἡ Ἄρτεμις προσάπτεται αὐτοῦ τῶν χαλινῶν καὶ τῶν ὀχημάτων, κατὰ τὸ Ὁμηρικόν (Ε 799)· ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο.

c. ἢ οὕτως· ἐπιτίθησι, φησὶ, τὰς χεῖρας ἡ Ἄρτεμις καὶ ὁ Ἑρμῆς τῷ Ἱέρωνι, ὅταν τὸν εὔξεστον δίφρον καὶ τὰ πεισιχάλινα ἄρματα, ὅ ἐστι τὰς ἡνίας, τὸ ἵππειον καταζευγνύῃ σθένος, ἀντὶ τοῦ ὅτε τοὺς ἵππους ζεύγνυσι, καλῶν τὸν Ποσειδῶνα ὡς ἵππειον θεὸν, ὁ Ἱέρων.

ἔν θ᾿ ἅρματα: ἡ ἔν ἀντὶ τῆς εἴς, ἵν᾿ ᾖ· ὅταν εἰς τοὺς δίφρους καὶ τοὺς χαλινοὺς ζευγνύῃ τὸ ἵππειον σθένος, ὅ ἐστι τοὺς ἵππους.

ἄλλοις δέ τις ἐτέλεσεν: ἄλλοις βασιλεῦσιν ἄλλος ποιητὴς ὕμνον εὐηχῆ καὶ εὔρυθμον κατασκευάζει, ὄντα τὸν ὕμνον ἀμοιβὴν καὶ λύτρα τῆς ἀρετῆς. εἶτα ἡ ἀνταπόδοσις τοῦ νοῦ· ἐγὼ δὲ σοὶ, ὦ Ἱέρων· καὶ ἐπισυνάπτει ἐργασίαν.

(εὐαυχέα:) ἐφ᾿ ᾧ ἔστι τινὰ αὐχεῖν.

a. κελαδέοντι μὲν ἀμφὶ Κινύραν: περὶ μὲν τὸν Κινύραν οἱ ὕμνοι τῶν Κυπρίων γίνονται, ἐγὼ δὲ περὶ σέ. ἦν δὲ οὗτος Ἀπόλλωνος υἱὸς, ἢ Πάφου κατὰ ἐνίους.

b. διαπορεῖται δὲ, τί δή ποτε εἰς τοὺς τοῦ Ἱέρωνος ἐπαίνους τὸν Κινύραν προσῆκται, | εἰ μὴ ὅτι ταῖν θεοῖν ἱεροφάντης ἀπεδέδεικτο· Δεινομένους γὰρ υἱεῖς εἰσιν οἱ περὶ τὸν Ἱέρωνα τοῦ τὰ ἱερὰ ἐκ Τριοπίου τῆς Κύπρου εἰς Σικελίαν κομίσαντος. ὁ δὲ Κινύρας οὗτός ἐστιν, ἀφ᾿ οὗ οἱ Κύπρῳ Κινυρίδαι τῇ θεῷ ἀνιέρωνται.

c. ἢ οὕτως· εἰσὶν οἱ λέγοντες τὸν Δεινομένην τὸν πατέρα Ἱέρωνος ἀνέκαθεν Κύπριον· | διὸ νῦν εὐλόγως γράφων εἰς τὸν Ἱέρωνα μέμνηται Κινύρου. [τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. (Λ 20.)]

d. ὁ δὲ νοῦς· χορεύουσι μὲν περὶ τὸν Κινύραν πολλάκις οἱ τῶν Κυπρίων ὕμνοι, ὅντινα ὁ χρυσοκόμης ἠγάπησεν Ἀπόλλων ἱερέα καὶ σύντροφον καὶ συνήθη τῆς Ἀφροδίτης ὄντα.

e. ἡ δὲ ἀνταπόδοσις τοῦ λόγου αὕτη· περὶ μὲν τὸν Κινύραν οἱ τῶν Κυπρίων ὕμνοι, περὶ δὲ σὲ ὁ ἐμὸς καὶ τῶν Συρακουσίων.

φᾶμαι Κυπρίων· τόν: τὸν τῶν Κυπρίων βασιλέα, οὗ καὶ Ὅμηρος μέμνηται (Λ 20). υἱὸς δὲ Εὐρυμέδοντος καὶ Παφίας νύμφης. ἐγένετο δὲ ἱερεὺς τῆς Κυπρίας Ἀφροδίτης.

a. κτίλον Ἀφροδίτας: ὅτι κτίλον τὸν συνήθη καὶ εἰθισμένον τῇ χειρὶ προσηγόρευσε. καὶ αὐτὸς ὁ Πίνδαρος τὸ τιθασσεύεσθαι κτιλεύεσθαι λέγει (fr. 238)· | ἔνθα [αἱ] ποῖμναι κτιλεύονται κάπρων λεόντων τε.

b. ἢ οὕτως· οὐχ ὅτι ἐρώμενος Ἀπόλλωνος ὁ Κινύρας· ἀλλ᾿ ἀγαπᾶσθαί φησιν αὐτὸν ὑπὸ τοῦ θεοῦ διὰ τὸ ἐγκωμιάζεσθαι αὐτὸν ὑπὸ τῶν μουσικῶν.

c. ἄλλως· Ὅμηρος μὲν (Γ 196. Ν 492) κτίλον τὸν προηγούμενον τῆς ποίμνης κριόν· ἡ δὲ τοῦ ὀνόματος ἐτυμολογία οὐχ οὕτως ἔχει. ἔστι γὰρ παρὰ τὸ κτίσαι, ὅ ἐστι τὸ θρέψαι· ὡς αὐτὸς ὁ Πίνδαρος (fr. 313) ἐν ἄλλοις· ὀρεικτίτου συὸς, τοῦ ἐν ὄρει τεθραμμένου. νῦν δὲ τὸν ἱερέα.

d. κτίλον Ἀφροδίτης οἱονεὶ σύνθρεμμα καὶ συνήθη τῇ θεῷ.

Ἄγει δὲ χάρις: ἄγει δὲ ἑαυτὴν ἡ χάρις πρὸς ἀμοιβήν τινος ὑποστρεφομένη τῶν προϋπαρξάντων προσφιλεστάτων ἔργων. ὁ δὲ λόγος αὐτῷ, ὅτι προευεργετηθεὶς ὑπὸ τοῦ Ἱέρωνος νῦν ἀμείβεται αὐτὸν τοῖς ὕμνοις καὶ ἐγκωμίοις.

a. ἀντὶ ἔργων: ἀντὶ τῶν ὕμνων ἡ χάρις ἄγει τὸν ποιητὴν εἰς τὸ λέγειν καὶ ὑμνεῖν, ἀντὶ τοῦ ὁ μισθός. ποίτινος δὲ ἀμειπτική.

b. ἄλλως· ἔξωθεν προσληπτέον χάριν, ὥστε εἶναι τὸν λόγον τοιοῦτον· ἡ δὲ χάρις χάριν ἄγει ἀντὶ φίλων ἔργων σεβομένη τὸν εὐεργετήσαντα.

c. ὀπιζομένη δὲ ἀμειβομένη, ἀνταποδιδοῦσα, ἐντρεπομένη· μετὰ αἰδοῦς γὰρ χαρίζονται, ἀλλ᾿ οὐ μετὰ θράσους.

d. ἢ ὀπιζομένη, ὕστερον ἐπακολουθοῦσα· ἡ γὰρ ἀμειπτικὴ χάρις ὑστέρα τῆς προκαταρκτικῆς. τοῦτο δὲ εἶπε διὰ τὸ τοὺς Λοκροὺς χάριν ὁμολογεῖν τῷ Ἱέρωνι, προευεργετήσαντι αὐτούς.

ὀπιζομένη ἤτοι ἐπιστρεφομένη· ἢ ὅτι μετὰ αἰδοῦς καὶ θράσους αἱ χάριτες δίδονται.

a. οὗτοί εἰσιν Ἐπιζεφύριοι Λοκροὶ πρὸς τῇ Ἰταλίᾳ οἰκοῦντες.

b. Λοκρὶς παρθένος ἀπύει: ὁ νοῦς· ἀνυμνοῦσι μὲν τὸν Κινύραν οἱ Κύπριοι· σὲ δὲ, ὦ Δεινομένους παῖ Ἱέρων, Ἐπιζεφυρία παρθένος προελθοῦσα λοιπὸν τῶν οἴκων ἀναφωνεῖ καὶ ἀνυμνεῖ, τῶν πολεμικῶν καμάτων ἐξ ἀπροσδοκήτου ἀπαλλαγεῖσα καὶ διὰ τὴν σὴν δύναμιν ἐλεύθερον βλέπουσα.

c. ἄλλως· Ἀναξίλα τοῦ Μεσσήνης καὶ Ῥηγίου τυράννου πολεμοῦντος Λοκροῖς Ἱέρων πέμψας Χρόμιον τὸν κηδεστὴν διηπείλησεν αὐτῷ, εἰ μὴ καταλύσαιτο τὸν πρὸς αὐτοὺς πόλεμον, αὐτὸν πρὸς τὸ Ῥήγιον στρατεύειν· οὗπερ δὴ πρὸς τὴν ἀπειλὴν ἐνδόντος ἐν εἰρήνῃ διήγαγον οἱ Λοκροί. ἐφ᾿ οἷς οὖν ἔπαθον, αἱ Λοκρίδες ᾖδον καὶ καθύμνουν τὸν Ἱέρωνα.

δρακεῖσ᾿ ἀσφαλές: ἐλεύθερον βλέπουσα. Ἀναξίλας γὰρ καὶ Κλεόφρων ὁ τούτου παῖς Ἰταλίας ὄντες τύραννοι, ὁ μὲν ἐν Μεσσήνῃ τῇ Σικελιωτικῇ, ὁ δὲ ἐν Ῥηγίῳ τῷ ἐπὶ Ἰταλίας, πόλεμον ἠπείλουν Λοκροῖς· διαπρεσβευσάμενος δὲ πρὸς αὐτοὺς ὁ Ἱέρων ἔπαυσε τοῦ πολέμου τοὺς Λοκρούς.

θεῶν δ᾿ ἐφετμαῖς: ταῖς δὲ τῶν θεῶν ἐντολαῖς καὶ βουλήσεσι τὸν Ἰξίονά φασι ταῦτα τοῖς ἀνθρώποις βοᾶν,| τῷ ταχεῖ τροχῷ πανταχοῦ δινούμενον, ὥστε τὸν εὐεργέτην προσηνέσιν ἀμοιβαῖς μετερχομένους ἀμείβεσθαι.

a. Ἰξίονα φαντὶ ταῦτα: τίνος ἕνεκεν εἰς τοὺς περὶ Ἰξίονα παρεκβέβηκε λόγους ὁ Πίνδαρος; εἰ γὰρ οἱ Λοκροὶ, ἀνθ᾿ ὧν εὐηργετήθησαν ὑφ᾿ Ἱέρωνος, ᾄδουσιν αὐτὸν, εἰς οὐδὲν ὁ Ἰξίων αὐτῷ προσῆκται· τότε γὰρ ἐχρῆν εἰς παράδειγμα αὐτὸν ἄγεσθαι, εἰ μὴ τῆς χάριτος οἱ Λοκροὶ ἐμέμνηντο, ὥσπερ ὁ Ἰξίων. εἰ μὴ ἄρα καθόλου παρελήλυθεν ὁ Ἰξίων, ὅτι τὸν εὐεργέτην προσήκει τοῖς αὐτοῖς ἀεὶ ἀμείβεσθαι.

b. τὸν δὲ Ἰξίονα οἱ μὲν Ἀντίονος γενεαλογοῦσιν, ὡς Αἰσχύλος (fr. 89)· Φερεκύδης δὲ (FHG I p. 96) Πεισίωνος, ἔνιοι δὲ Ἄρεος, οἱ δὲ Φλεγύα. Ἀσκληπιάδης δὲ ἐν τρίτῳ Τραγῳδουμένων οὕτω γράφει. προσιστοροῦσι δὲ ἔνιοι, ὅτι καὶ μανείη ὁ Ἰξίων, ὡς Φερεκύδης· καὶ τὴν ἐπὶ τοῦ τροχοῦ δὲ κόλασιν αὐτῷ παρεγκεχειρήκασιν· ὑπὸ γὰρ δίνης καὶ θυελλῶν αὐτὸν ἐξαρπασθέντα φθαρῆναί φασιν. οὗτος ἔγημε Δίαν τὴν Δηϊονέως θυγατέρα. ἔθος δὲ ἐπὶ τοῖς παλαιοῖς τοῖς τῶν νυμφῶν πατράσι δῶρά τινα προσάγειν, ὡς καὶ Ὅμηρος (Λ 244)· πρῶθ᾿ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι᾿ ὑπέστη αἶγας ὁμοῦ καὶ ὄϊς. ὁ δὲ Δηϊονεὺς κατὰ τὸ σύνηθες γήμαντα τὸν Ἰξίονα τὴν τῶν δώρων εἰσεπράττετο δόσιν· | καὶ οὕτως ὁ Ἰξίων διορύξας βόθρον καὶ πληρώσας πυρὸς ἐκάλεσε τὸν πενθερὸν ὡς ἐπὶ εὐωχίαν. ὁ δὲ ἀπρονόητος ὢν τοῦ μηχανήματος εἰσελθὼν ἐπέστη τῇ πυρᾷ καὶ κατεκαύθη. | τοῦ δὲ μύσους μηδενὸς καθαρίζοντος τὸν Ἰξίονα, ἀποστραφέντων δὲ αὐτὸν καὶ τῶν ἄλλων θεῶν, οἰκτείρας ὁ Ζεὺς ἐκάθηρε μὲν αὐτὸν τοῦ φόνου, ἀνήγαγε δὲ καὶ εἰς οὐρανὸν καὶ συνέστιον εἶχεν αὐτόν. τὸν δὲ δευτέρῳ ἁμαρτήματι ἐπιχειροῦντα εἰς ἔρωτα τῆς Ἥρας κινηθῆναί φασι· μαθόντα δὲ τὸν Δία νεφέλην τῇ Ἥρᾳ ἀναπλάσαι καὶ ἐκτυπῶσαι ὁμοίαν, τὸν δὲ Ἰξίονα θεασάμενον ἐφορμῆσαι καὶ παρακλιθῆναι. γενέσθαι δὲ ἐξ αὐτῶν ἄγριόν τινα καὶ τερατώδη ἄνδρα, ὃν Κένταυρον ὠνόμασαν. ὕστερον δὲ τροχῷ τοὺς πόδας καὶ τὰς χεῖρας τοῦ Ἰξίονος προσδεσμευθῆναι, καὶ κελεῦσαι τὸν Δία πρὸς τὴν δίνησιν τοῦ τροχοῦ τὸ τοιοῦτον . . . ., ὡς προσήκει τοὺς εὐεργετήσαντας βελτίοσιν ἀμείβεσθαι καὶ μὴ τοῖς ἐναντίοις καταβλάπτειν.

πτερόεντι τροχῷ: δεδεμένος, φησὶ, τῷ τροχῷ ὁ Ἰξίων τοῦτο βοᾷ καὶ λέγει, ὅτι δεῖ τοὺς εὐεργέτας ἀντευεργετεῖν.

a. ἔμαθε δὲ σαφῶς ὁ Ἰξίων, ὅτι δεῖ τὸν εὐεργέτην ἀνταμείβεσθαι. παρὰ γὰρ τοῖς Κρόνου παισὶν εὐμενῶς διατεθεῖσιν αὐτῷ ἡδὺν δεξάμενος βίον τὴν ἐν θεοῖς διαγωγὴν, τὸν μακρὸν καὶ ὑπεραίροντα τὴν αὐτοῦ φύσιν ὄλβον ἐνεγκεῖν οὐκ ἴσχυσεν, ὅτε τῆς Ἥρας ταῖς μεμηνυίαις φρεσὶν ἐπεθύμησεν, ἥντινα Ἥραν μόναι αἱ τοῦ Διὸς κοῖται ἔλαχον.

b. ἄλλως· μαθὼν τὸ σαφὲς ἔγνω. εὐμενῶς διατεθεῖσιν.

a. ἀλλά νιν ὕβρις ἐς αὐτάταν: εἰς ἄτην καὶ βλάβην. τὸ δὲ αὐάταν Αἰολικῶς προήγαγεν· ἐκεῖνοι γὰρ, ἐὰν ᾖ δύο φωνήεντα, ἐντιθέασι τὸ -υ-, ὡς ἐπὶ τοῦ ἀήρ αὐήρ, καὶ ἄως αὔως. ὅτε δὲ σύμφωνόν ἐστι μεταξὺ, οὐκέτι. πῶς οὖν τὸ ἄτη τοῦ -τ- ὄντος μεταξὺ ἀνεδέξατο τὸ -υ-; καὶ φαμεν, ὅτι ἀπὸ συναιρέσεως γέγονεν· ἦν γὰρ ἀάτη· καὶ Ὅμηρος (Τ 91)· πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται. καὶ οὕτως ἀναλόγως, εἰ καὶ κατ᾿ ἔκθλιψιν γέγονε, διὰ τὸ ὑπάρχειν τὸ ἕτερον -α-, ἀνεδέξατο τὸ -υ-.

b. ἄλλως· ἀλλά νιν: ὁ νοῦς· ἀλλά νιν καὶ αὐτὸν τὸν Ἰξίονα ἡ ὕβρις εἰς ἄτην μεγάλην ἐνέβαλεν.

c. ἄλλως· αὐάταν ὑπεράφανον: μεγάλην ἄτῃν. Αἰολικῶς δὲ προήγαγε τὴν λέξιν. ἐκεῖνοι γὰρ, ἐὰν ὦσι δύο φωνήεντα, ἐπεντιθέασι τὸ -υ- ὡς ἐπὶ τοῦ ἄως αὔως. ἐπεὶ οὖν ἐστιν ἀάτη, αὐάτη παρ᾿ αὐτῷ εἴρηται.

a. ἐξαίρετον ἔσχε μόχθον: τὸν ἐξηλλαγμένον. ἤτοι δὲ ὅτι μέγας, ἢ ὃν οὐδεὶς ἄλλος ἔσχεν. οὐδεὶς γὰρ ἄλλος παραδέδοται ἐπὶ τροχοῦ κολαζόμενος. (53) Ὁμηρικῶς ἀντὶ τοῦ ταχέως. ταχέως δὲ παθὼν καὶ τιμωρηθεὶς τὸν πρέποντα αὐτῷ καὶ ἁρμόζοντα ἐδέξατο μισθόν.

b. αἱ δύο δ᾿ ἀμπλακίαι: τοῦτό φησιν, ὅτι τὸ μὲν τοῦ φόνου ἁμάρτημα συνέγνων οἱ θεοὶ, τὸ δὲ δεύτερον οὐκέτι. καί φησιν, ὅτι αἱ δύο ἁμαρτίαι εἰσὶ φερέπονοι, οἱονεὶ πόνον καὶ τιμωρίαν τοῖς ἁμαρτάνουσιν ἐπιφέρουσαι.

. ἄλλως· δύο ἀμπλακίας φησὶ τόν τε ἐμφύλιον φόνον καὶ τὴν ἐπιθυμίαν τῆς Ἥρας.

ὅτι τ᾿ ἐμφύλιον αἷμα: τῶν δύο ἁμαρτημάτων διαίρεσιν ποιεῖται καί φησιν· Ἰξίων ἐμφύλιον φόνον ἐνέμιξεν ἀνθρώποις· οἷον πρῶτος κατειργάσατο ἐν ἀνθρώποις τὸν ἐμφύλιον φόνον· δεύτερον δὲ, ὅτι τοῖς μεγάλοις καὶ εὐκατασκευάστοις θαλάμοις τοῦ Διὸς τὴν γαμετὴν Ἥραν ἐπείρα τε καὶ ἐνήδρευε. | τὸ γὰρ ἐπειρᾶτο παθητικὸν ὂν ἀντὶ τοῦ ἐνεργητικοῦ ἐστι, σημαίνει δὲ τὸ ἐνήδρευεν. | οὕτω γὰρ καὶ πειρατὰς τοὺς κατὰ πέλαγος [λῃστὰς] λέγομεν, κυρίως δὲ τοὺς ἐν ὁδῷ κακουργοῦντας, | παρ᾿ ὃ δὴ καὶ ὁδουροὺς αὐτοὺς λέγουσιν. Εὐριπίδης ἐν Ἀρχελάῳ (fr. 260)· ἔπαυσ᾿ ὁδουροὺς λυμεῶνας. καὶ Σοφοκλῆς ἐν Αἰγεῖ (fr. 21)· πῶς δῆθ᾿ ὁδουρῶν ὅμοιος ἐξέβης λαθών;

οὐκ ἄτερ τέχνας: οὐ χωρὶς δόλου. τοῦτο δὲ λέγει διὰ τὸν βόθρον. σημειωτέον δὲ, ὅτι καὶ τοὺς δόλους καὶ τὰς πανουργίας τέχνας τινὲς ἐκάλουν.

χρὴ δὲ καθ᾿ αὑτὸν αἰεί: προσῆκον δέ ἐστι, φησὶ, τῶν κατὰ τὴν ἑαυτοῦ δύναμιν τὸ μέτρον σκοπεῖν καὶ τούτων ἐπιθυμεῖν, καὶ μὴ τῶν ὑπὲρ δύναμιν ὀρέγεσθαι. ὅμοιον δὲ τοῦτο τῷ ὑπὸ Χίλωνος ἐν Δελφοῖς ἐγγραφέντι [γνῶθι σαυτόν], ὅ τινές φασι Σωδάμου εἶναι.

παράτροποι: αἱ μοιχίδιοι καὶ τοῦ δέοντος παρατετραμμέναι εἰς κακότητα καὶ βλάβην ἐνέβαλον. ἔνιοι δὲ γράφουσιν, εἰς κακότητα ὀρθὴν, καὶ οὐχὶ ἀθρόαν, ἵν᾿ ᾖ εὐθεῖαν, ἀπὸ μεταφορᾶς τῶν ὁδῶν.

εἶδος γάρ: τὸ γὰρ εἶδος ἡ νεφέλη ὁμοία ἦν τῇ ὑπερεχούσῃ τοῦ οὐρανίου Κρόνου θυγατρί.

ἅν τε δόλον: ἥντινα νεφέλην δόλον Ἰξίονι κατεσκεύασαν αἱ τοῦ Διὸς τέχναι καλὸν καὶ ἄξιον βλάβος. πῆμα δὲ τὴν νεφέλην εἶπε ὡς πρὸς τὸ ἀποτέλεσμα, τὸ ἐξ αὐτῆς βλάβος.

καλὸν πῆμα: ὡς καὶ Ἡσίοδος (Theog. 585)· καλὸν κακόν· καλὸν μὲν διὰ τὸ ὡμοιῶσθαι τῇ Ἥρᾳ, πῆμα δὲ ὡς πρὸς τὸ ἀποτέλεσμα. 75 EF

a. τὸν δὲ τετράκναμον: τὸν δὲ τετράραβδον δεσμὸν ἤνυσε καὶ κατειργάσατο ἑὸν ὄντα δεσμὸν καὶ ὄλεθρον ὁ Ἰξίων, ἶσον ταῖς χερσὶ καὶ τοῖς ποσὶ πρὸς τὸ τῇ δέσει τῶν χειρῶν καὶ τῶν ποδῶν ἐξαρκεῖν.

b. τὸν δὲ τετράκναμον: κνήμη τοῦ τροχοῦ ῥάβδος ἡ ἀπὸ τῆς χοινικίδος ἐπὶ τὸν κύκλον διήκουσα. οἱ δὲ ἁρμάτειοι τροχοὶ τῶν ἀνθρώπων ἑξάκνημοί εἰσιν, οἱ δὲ τῶν θεῶν δι᾿ ὑπερβολὴν τοῦ κόσμου παρὰ τῷ Ὁμήρῳ (Ε 723) ὀκτάκνημοι εἶναι λέγονται. οἰκείως δὲ ὁ Πίνδαρος τὸν τοῦ Ἰξίονος τροχὸν τετράκνημον εἶπεν, ἵνα τοῖς μὲν δυσὶ ποσὶ τὰς δύο, ταῖς δὲ χερσὶ τὰς δύο προσάψῃ κνήμας.

ἐν δ᾿ ἀφύκτοισι: ὁ νοῦς· ἐν δὲ τοῖς ἀφύκτοις δεσμοῖς πεσὼν τὴν πᾶσιν ἐγνωσμένην ἀνεδέξατο ἀγγελίαν καὶ φήμην.

a. τὰν πολύκοινον ἀγγελίαν: τὴν πᾶσιν ἐγνωσμένην. φησὶ δὲ ταύτην ὅτι χρὴ τοὺς εὐεργέτας καλοῖς ἀμείβεσθαι.

b. ἄλλως· τὴν πᾶσιν ἐγνωσμένην· κοινὰ γὰρ τὰ Ἰξίονος· ἢ τὴν ὠφέλιμον. τίς δέ ἐστιν αὕτη; ἣν δεδεμένος ὁ Ἰξίων ἐν τῷ τροχῷ ἔλεγε, τὸν εὐεργέτην ἀγαναῖς ἀμοιβαῖς ἀμείβεσθαι.

a. ἄνευ οἱ χαρίτων: ἀντὶ τοῦ ἔξω συνουσίας. χαρίζεσθαι γὰρ κυρίως λέγεται τὸ συνουσιάζειν, ὥσπερ Θεόπομπος ἐν Μήδῳ (fr. 29, I p. 740 K.) εἰσάγει τὸν Λυκαβηττὸν λέγοντα· παρ᾿ ἐμοὶ τὰ λίαν μειράκια χαρίζεται τοῖς ἡλικιώταις. καὶ Ἀριστοφάνης ἐν Ἱππεῦσιν (517) ἐκ μεταφορᾶς· πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι. καὶ Σαπφώ (fr. 34)· σμικρά μοι πάϊς ἔμμεναι φαίνεο κἄχαρις. ἡ μήπω δυναμένη χαρίζεσθαι.

b. ἄλλως· Ἀρίσταρχος ἀφ᾿ ἑτέρας ἀρχῆς νῦν ἐπὶ τῆς νεφέλης ὑφίσταται τὸν λόγον τῆς τῷ Ἰξίονι συνευνασθείσης.

c. ἄνευ δέ οἱ Χαρίτων, οἷον τὸν ἄχαριν γόνον. ἄχαρις γὰρ ἦν τις καὶ ἄγριος ὁ Νεφέλης καὶ Ἰξίονος Κένταυρος.

d. συνίστησιν ὁ Πίνδαρος ἐξ Ἰξίονος καὶ Νεφέλης τοὺς δισωμάτους Κενταύρους· ἐκείνην μὲν γάρ φησι τεκεῖν τὸν τοιοῦτον γόνον, ὃς οὔτε ἐν ἀνθρώποις οὔτε ἐν θεοῖς τιμὴν εἶχεν· ὄνομα δέ φησιν αὐτῷ εἶναι Κένταυρον. τοῦτον δὲ ἐν Μαγνησίᾳ ἵπποις μιγνύμενον γεννῆσαι τοὺς διφυεῖς Κενταύρους, ὥστε ἐκείνους κατὰ τὸ γενικὸν ὄνομα ὀνομασθῆναι Κενταύρους ἀπὸ τῆς τοῦ πατρὸς ὀνομασίας. εἰσί γε μὴν οἳ τὸν ὅλον μῦθον παρεγκεχειρήκασιν ὡς οὐ γεγονότων διφυῶν. Λέλεγας γάρ φασιν αὐτοὺς προσαγορευομένους διὰ τὸ ἀποκεντῆσαι τοὺς ταύρους προσαγορευθῆναι Ἱπποκενταύρους· οἱ δὲ ὅτι ἵπποις κέλησιν ἐποχηθέντες πρῶτοι πάντων τοῦτο διεπράξαντο.

a. μόνα καὶ μόνον: ἀντὶ τοῦ μονόμετρον καὶ ξένον τὴν φύσιν.

b. οἱ δὲ μόνον καὶ οὐκέτι ἕτερον· οὐδεὶς γὰρ ἄλλος Νεφέλης ἐγένετο υἱός· καὶ παρὰ τὰς ἄλλας νεφέλας μόνη ἔτεκε Κένταυρον.

a. οὔτ᾿ ἐν θεῶν νόμοις: ἐγέννησε, φησὶν, ἡ νεφέλη τῷ Ἰξίονι παῖδα οὔτε ἐν ἀνθρώποις γέρας ἀποφερόμενον, ἀντὶ τοῦ τῆς τῶν ἀνθρώπων φύσεως ξένον ὄντα, οὔτε ἐν τοῖς τῶν θεῶν νόμοις τιμώμενον. ἐκ δὲ τούτου πάλιν οὐδὲ θεοῖς ὅμοιον.

b. ἢ τὸν οὔτε τῆς τῶν ἀνθρώπων μετέχοντα φύσεως οὔτε τῆς τῶν θεῶν.

a. ὃς ἵπποισιν: ὅστις ὁ ἐξ Ἰξίονος καὶ νεφέλης Κένταυρος ταῖς ἵπποις ταῖς Θεσσαλικαῖς ἐμίγνυτο κατὰ τὰς ὑπωρείας τοῦ Πηλίου ὄρους.

b. ἄλλως· Κένταυρόν φησι γεννηθῆναι ἄνδρα ἐκ τοῦ Ἰξίονος καὶ τῆς νεφέλης· ὃν πλησιάζοντα ταῖς ἐν τῷ Πηλίῳ ἵπποις γεννῆσαι τοὺς διφυεῖς Κενταύρους. τὰ μὲν κάτω τῇ μητρὶ παραπλήσια ἔχοντας, τὰ δὲ ἄνω τῷ πατρί.

a. ἐκ δ᾿ ἐγένοντο στρατός: ἐξεγένοντο δὲ στρατὸς θαυμαστὸς Κενταύρων ἀμφοτέροις τοῖς γεγεννηκόσιν ὅμοιοι. ἔσχον δὲ εἰς ἓν συμβεβλημένας τὰς δύο φύσεις, καὶ τὰ μὲν κάτω ἐμφερεῖς ἦσαν ταῖς μητράσι, τὰ δὲ ἄνω τῷ πατρί.

b. ἐκ δ᾿ ἐγένοντο στρατός: ἡ φράσις κατὰ σχῆμα· ἀπὸ πληθυντικοῦ γὰρ ἑνικὸν ἐπήγαγε. καὶ ἔστι τὸ ἐναντίον παρ᾿ Ὁμήρῳ (Ο 305)· ἡ πληθὺς ἐπὶ νῆας ἀπὸ στρατοῦ ἀπονέοντο. καὶ τὸ ἶσον (Σ 496)· αἱ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.

c. ζητεῖται διατί, εἰ ἐν Μαγνησίᾳ τῆς Θεσσαλίας οἱ Κένταυροι ἐτράφησαν, πῶς ἐν Φολόῃ τῇ Ἀρκαδικῇ Ἡρακλεῖ ἀντιτάσσονται. καὶ ῥητέον, ὅτι Πειρίθους ὁ Ἰξίονος παῖς καὶ Δίας τῆς Δηϊονέως ὡς ἂν οἰκειότατα ἔχων πρὸς τοὺς Κενταύρους τὴν τῶν γάμων ἑστίασιν ἐπιτελῶν κέκληκεν αὐτοὺς, ἐπιλαθόμενος δὲ τῷ Ἄρει θῦσαι ἔσχε μηνίοντα τὸν θεόν· καὶ οὕτως οἱ Κένταυροι κερασθέντες τῆς τῶν κρατήρων κατὰ τὴν εὐωχίαν ἀποπνοίας αἰσθόμενοι οὐ κατέσχον ἑαυτοὺς τῆς ἐμφύτου μανίας· ἐμφορησάμενοι γὰρ οἴνου ἀκράτου ἀκολάστως ἐφώρμησαν ταῖς τῶν Λαπιθῶν γυναιξὶ, πολλῶν δὲ ἀναιρεθέντων ἐκ τῶν Κενταύρων οἱ περιλειφθέντες εἰς Φολόην ἀπέφυγον τὴν οὕτω κληθεῖσαν ἀπὸ ἑνὸς τῶν Κενταύρων.

ἐπὶ ἐλπίδεσσιν: ἐλπίδας νῦν τὰς φρένας φησὶ καὶ διανοίας. | λέγει δὲ, ὅτι θεὸς ὃ ἂν διανοηθῇ, τοῦτο καὶ ἀνύει. τοῦτο δὲ γνωμολογεῖ διὰ τὸν Ἰξίονα, ἐπεὶ ὁ Ζεὺς τὴν νεφέλην τῇ Ἥρᾳ ἴσχυσεν ἀπεικάσαι.

ὃ καὶ πτερόεντ᾿ αἰετόν: ἐπεὶ τῶν ζῴων τὰ μέν ἐστι θαλάσσια, τὰ δὲ χερσαῖα, τὰ δὲ μετάρσια, ἀφ᾿ ἑκάστου εἴδους ἓν παρέλαβε τῶν τριῶν τὸ κρατιστεῦον. | τὸν ἀετὸν οὖν τὸν βασιλέα τῶν πτηνῶν ὁ θεὸς καταλαμβάνει καὶ παραλλάσσει, ὁ δὲ δελφὶς δοκεῖ τῶν ἐναλίων προέχειν καὶ ταχύτατος εἶναι· καὶ τοῦτον δὲ παραμείβεται· καὶ ὁ ἄνθρωπος προέχει τῶν ἐπιγείων· καὶ τοῦτον δὲ ὑψιφρονοῦντα καὶ καυχώρμενον κατακάμπτει ὁ θεὸς καὶ καταπαλαίει. τοῖς δὲ ἀγαθοῖς τῶν ἀνθρώποων ἀγήραον καὶ αφθαρτον εὐδοξίαν ἀπένειμεν.

δάκος ἀδινόν· ἰδίως τὸ δάκος ἀδινὸν εἶπεν, ἀντὶ τοῦ κακόν. ὃ δὲ βούλεται λέγειν· ἐμὲ δὲ δεῖ φεύγειν τὰς κακηγορίας, τουτέστι τὸ κακηγορεῖν τινας. αἰνίττεται δὲ εἰς Βακχυλίδην· ἀεὶ γὰρ αὐτὸν τῷ Ἱέρωνι διέσυρεν.

ἐν ἀμαχανίᾳ: ἐν ἀπορίᾳ βίου διὰ τὴν λοιδορίαν φησὶ καθεστῶτα, πάντων αὐτὸν ἀποστρεφομένων.

a. ἔχθεσι πιαινόμενον· ὑπὸ τῶν ἀνθρώπων τοιούτοις ἔχθεσι πιαινόμενον, βαρὺν ἐπιφέρουσιν αὐτῷ λόγον.

b. δύναται καὶ ἑτέρως διαιρεῖσθαι, διὰ μὲν τοῦ πόλλ᾿ ἐν ἀμηχανίᾳ ψογερὸν Ἀρχίλοχον νοουμένου παρὰ τοῖς ἀνθρώποις ψεγόμενον τὸν Ἀρχίλοχον καὶ πόλλ᾿ ἐν ἀμηχανίᾳ ψεγόμενον, ἐπεὶ βαρυλόγοις ἔχθεσιν ἐπιαίνετο καὶ ἔχαιρεν, εἰς λοιδορίαν ἀνθρώπων καὶ εἰς κακομηχανίαν χρώμενος τῇ ποιήσει.

c. ἢ οὕτως· εἶδον γὰρ, φησὶ. τὸν Ἀρχίλοχον πιαινόμενον λόγοις ψογεροῖς ἐν ἀπορίᾳ.

d. οἷον καὶ τὸν Ἀρχίλοχον ἐν ἀπορίᾳ εἶδον, ἐπεὶ ψογερὸς ἦν.

e. τὸ πλουτεῖν δὲ σὺν τύχᾳ: τὸ δὲ ἐπιτυγχάνειν, φησὶ, πλούτου μετὰ σοφίας, ἄριστόν ἐστιν.

f. ἢ οὕτω· τὸ εὐπορεῖν σοφίας σὺν εὐτυχίᾳ ἄριστόν ἐστι. | τοῦτο δὲ ἐπὶ τοῦ Ἱέρωνος ἀκουστέον. ἀποστρέφει γὰρ εἰς τοῦτον τὸν λόγον· ὃ σὺ ἔχεις σὺν εὐτυχεῖ πότμῳ, σοφίας ἐστὶν ἄριστον. ζητεῖται δὲ. | πῶς τὸ πλουτεῖν σοφίας λέγει ἄριστον· σοφία γὰρ πλούτου κρείττων. μήποτε οὖν οὐχὶ συγκριτικῶς, τοῦ πλούτου πρὸς τὴν σοφίαν συγκρινομένου· ἐχρήσατο γὰρ ἂν οὐχ ὑπερθετικῇ λέξει τῇ ἄριστον, ἀλλὰ συγκριτικῇ τῇ ἄρειον. ἄρειον μὲν γὰρ τόδε τοῦδε, ἄριστον δὲ πολλῶν. δῆλον οὖν, ὅτι τὸ πλουτεῖν τέταχεν οὐ κυρίως ἐπὶ τοῦ νοουμένου κατὰ τὸν βίον πλούτου, οἷον περιουσιάζειν χρήμασιν, ἀλλὰ μεταφορικῶς, τὸ πληθύειν καὶ περιουσιάζειν ἐν πότμῳ σοφίας ἄριστόν ἐστιν, [οἷον, τὸ τῇ σοφίᾳ πλουτεῖν ἄριστόν ἐστιν]. Ἀρίσταρχος δὲ οὕτως· οἷον εἴ τις λέγει, εὐποτμότατός ἐστιν ὁ πλουτῶν καὶ σοφίας ἅμα τυγχάνων.

a. τὺ δὲ σάφα νιν ἔχεις: τοῦτο πρὸς τὸν Ἱέρωνα εἶπε· σὺ δὲ ἐλεύθερος ὢν, ὦ Ἱέρων, ἐλευθέρᾳ τῇ φρενὶ τὴν ἀρετὴν ἔχων καὶ τὴν σοφίαν ἣν προεῖπε καὶ πλουτῶν, δύνασαι καὶ ἑτέροις πεπαρεῖν, ἤτοι πορίζειν καὶ παρασκευάζειν.

b. ἢ παρασχεῖν. καὶ πλουσίους ἀποδεῖξαι.

πεπαρεῖν: ὅτι τὸ πεπαρεῖν πορίσαι ἢ περιποιῆσαι ἢ πλουσίους ἀποδεῖξαι.

κύριε: κυρωτικὲ καὶ τελεστικὲ, τουτέστι πάντων ἔχων τὴν κυριότητα.

εὐστεφάνων: ἤτοι ὑψηλῶν, ἢ εὖ τετειχισμένων. στέφανος γὰρ πόλεως τὸ τεῖχος.

εἰ δέ τις ἤδη κτεάτεσσιν: εἰ δέ τις πλούτῳ καὶ τιμῇ φησιν ἕτερόν τινα τῶν κατὰ τὴν Ἑλλάδα τῶν πρὸ τούτου μείζονα καὶ ἀξιολογώτερον γεγενῆσθαι, κούφῃ καὶ ματαίᾳ φρενὶ διαπαλαίει καὶ μάχεται, ἀντὶ τοῦ ἀνόητός ἐστι [καὶ ἀναίσθητος].

παλαιμονεῖ: οἷον ματαιολογεῖ, καὶ οἷον ἐλπίδι ἐλαφρᾷ καὶ κούφῃ παλαίει· ἀσύνετος γάρ ἐστιν.

a. εὐανθέα δ᾿ ἀναβάσομαι: ἤδη δὲ ὁρμήσω ἀνθηρῶς ἀνυμνήσων τὴν ἀρετὴν τοῦ Ἱέρωνος.

b. ἢ οὕτως· ἐπὶ τὸν ἀνθηρὸν στόλον ὁρμήσω τῆς ἀρετῆς τοῦ Ἱέρωνος, ἵν᾿ ᾖ ἀνθηρὸν στόλον λέγων τὴν ἀρετὴν τοῦ Ἱέρωνος διὰ τοὺς στεφάνους· ἢ διὰ τὸ περὶ Ἰξίονος προειπεῖν. μεταβὰς τοίνυν ἐπ᾿ εὐανθέα στόλον ἀναβήσομαι.

c. ἄλλως· ἐπειδὴ περὶ λοιδοριῶν διεξῆλθε καὶ τῆς Ἀρχιλόχου δυσφημίας, φησὶν ὅτι ἐπ᾿ εὐανθεστέραν ὁδὸν λόγων ἀναβήσομαι καὶ ἀνυμνήσω σε, ὦ Ἱέρων, περὶ τῆς ἀρετῆς σου λέγων.

d. τὸ δὲ εὐανθῆ στόλον, ἡ μεταφορὰ ἀπὸ τῶν πλεόντων ἡδέως.

νεότατι μὲν ἀρήγει: τῇ νεότητι μὲν βοηθεῖ ἡ περὶ τὸ πολεμεῖν θρασύτης. τοῦτο δὲ ἐν τῷ καθόλου γνωμικῶς ἀναπεφώνηκεν.

a. ὅθεν φαμί: ὅθεν φημὶ καὶ σὲ τὴν ἄπειρον δόξαν εὑρηκέναι, ἐκ τῶν πολέμων τῶν κατορθουμένων διὰ τὴν νεότητα. τοῦτο δέ φησι, παρόσον ἔτι νέος ὢν ὁ Ἱέρων σὺν Γέλωνι τῷ ἀδελφῷ τοὺς ἐπὶ τῆς Σικελίας πολέμους διήνεγκε.

b. ὅθεν: ἀπὸ τῆς θρασύτητος τῆς περὶ τοὺς πολέμους.

a. βουλαὶ δὲ πρεσβύτεραι: αἱ δὲ σαὶ γνῶμαι καίτοι ἀκμαίου ὄντος πρεσβύτεραί εἰσι καὶ συνεταί· διὸ ἀκίνδυνόν μοι παρέχουσιν αἱ σαὶ γνῶμαι τὸ κατὰ πάντα ἐγκωμιάζειν σε.

b. ἢ οὕτως· ἀκίνδυνον ἐμοὶ τῷ τοὺς ἐπαίνους παρέχοντι πρὸς πάντα λόγον ἐπαινεῖν, | οἷον οὐκ ἐλεγχθήσομαι ὑπό τινος ὅτι ψευδῶς σε ἐπαινῶ. ἃ γὰρ ἔχεις, ταῦτα καὶ λέγω.

c. βουλαὶ δὲ πρεσβύτεραι: οἷον, ὑπὲρ τὴν νεότητα βουλεύῃ. καὶ Σοφοκλῆς (fr. 562) ἐπὶ τοῦ Τρωίλου· τὸν ἀνδρόπαιδα δεσπότην ἀπώλεσα, παῖδα μὲν τὴν ἡλικίαν, ἄνδρα δὲ τῷ φρονήματι.

d. τοῦτο δὲ εἶπεν ὅτι ἐν μὲν νεότητι πολεμικὸς ἦν ὁ Ἱέρων, ἐν ἡλικίᾳ δὲ εὔβουλος.

a. κατὰ Φοίνισσαν ἐμπολάν: οἷον ἐπὶ κέρδει καὶ πράσει· οἱ γὰρ Φοίνικες παλιγκάπηλοι. Σοφοκλῆς (fr. 823)· ὠνὴν ἔθου καὶ πρᾶσιν, ὡς Φοῖνιξ ἀνήρ, Σιδώνιος κάπηλος. καὶ ὁ Κωμικός (fr. IV 334 M.)· εὐθὺς Φοῖνιξ γίγνομαι· τῇ μὲν δίδωμι χειρὶ, τῇ δὲ λαμβάνω. | τοῦτο δὲ εἶπεν ὁ Πίνδαρος, παρόσον μισθοῦ συντέταχε τῷ Ἱέρωνι τὸ ἐγκώμιον.

b. ἄλλως· τοῦτο μὲν τὸ μέλος καὶ τοῦτον τὸν ἐπίνικον κατὰ τὴν τῶν Φοινίκων ἐμπορίαν, ἀντὶ τοῦ λαβὼν παρὰ σοῦ μισθὸν, διὰ τῆς θαλάσσης διαπέμπομαί σοι.

c. τὸ δὲ Καστόρειον μέλος ὑπορχηματικὸν, Αἰολικῷ ῥυθμῷ συντεταγμένον. ὅπερ χάριν καὶ προῖκά σοι διεπεμψάμην, ἀπαντήσας τῷ μέλει, φησὶ δὲ τῷ Καστορείῳ, καὶ ὑποδεξάμενος αὐτὸ διὰ τῆς ἑπταμίτου κιθάρας, φησὶ δὲ τῆς λύρας, ἑκὼν ἐπιθεώρησον τὸ μέλος, ἀντὶ τοῦ κροῦσον καὶ δοκίμασον, εἰ μὴ εὐρύθμως γέγραπται.

τὸ Καστόρειον: τὸν ἐπίνικον ἐπὶ μισθῷ συντάξας ὁ Πίνδαρος ἐκ περιττοῦ συνέπεμψεν αὐτῷ προῖκα ὑπόρχημα, οὗ ἡ ἀρχή (fr. 105)· Σύνες ὅ τοι λέγω ζαθέων ἱερῶν ἐπώνυμε, ὃ δὴ Καστόρειον εἶπε διὰ τὸ τὴν ἔνοπλον ὄρχησιν κατ᾿ ἐνίους τοὺς Διοσκούρους εὑρεῖν· ὀρχηστικοὶ γάρ τινες οἱ Διόσκουροι. ὁ δὲ Ἐπίχαρμος (fr. 75) τὴν Ἀθηνᾶν φησι τοῖς Διοσκούροις τὸν ἐνόπλιον νόμον ἐπαυλῆσαι, ἐξ ἐκείνου δὲ τοὺς Λάκωνας μετ᾿ αὐλοῦ τοῖς πολεμίοις προσιέναι. | τινὲς δὲ ῥυθμόν τινά φασι τὸ Καστόρειον, χρῆσθαι δὲ αὐτῷ τοὺς Λάκωνας ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς. διέλκεται δὲ ἡ τῆς πυρρίχης ὄρχησις, πρὸς ἣν τὰ ὑπορχήματα ἐγράφησαν. ἔνιοι μὲν οὖν φασι τὴν ἔνοπλον ὄρχησιν πρῶτον Κούρητας εὑρηκέναι καὶ ὑπορχήσασθαι, | αὖθις δὲ Πύρριχον Κρῆτα συντάξασθαι, Θαλήταν δὲ πρῶτον τὰ εἰς αὐτὴν ὑπορχήματα· Σωσίβιος δὲ, τὰ ὑπορχηματικὰ πάντα μέλη Κρηταϊκὰ λέγεσθαι. ἔνιοι δὲ οὐκ ἀπὸ Πυρρίχου τοῦ Κρητὸς τὴν πυρρίχην ὠνομάσθαι, ἀλλὰ ἀπὸ τοῦ παιδὸς τοῦ Ἀχιλλέως Πύρρου ἐν τοῖς ὅπλοις ὀρχησαμένου ἐπὶ τῇ κατὰ Εὐρυπύλου τοῦ Τηλέφου νίκῃ. Ἀριστοτέλης δὲ (fr. 519) πρῶτον Ἀχιλλέα ἐπὶ τῇ τοῦ Πατρόκλου πυρᾷ τῇ πυρρίχῃ κεχρῆσθαι, | ἣν παρὰ Κυπρίοις φησὶ πρύλιν λέγεσθαι, ὥστε παρὰ τὴν πυρὰν τῆς πυρρίχης τὸ ὄνομα θέσθαι.

a. ἐν Αἰολίδεσσι: ἐπεὶ οἱ Αἰολεῖς κιθαρῳδοί· τὸ δὲ μέλος Αἰολικῷ ῥυθμῷ συνέταξε. ἢ τὸ ποίημα.

b. ἄλλως· Αἰολίδεσσι: Βοιωτίαις· ἐκεῖθεν γὰρ ὁ Πίνδαρος. τοιοῦτόν ἐστι καὶ τὸ ἑτέρωθι (Pind. fr. 191) λεγόμενον· Αἰολεὺς ἔβαινε Δωρίαν κέλευθον ὕμνων.

a. γένοιο δ᾿ οἷος ἐσσὶ μαθών: ἐπισκεψάμενος δὲ τὸν ἀποσταλέντα σοι ὕμνον διάμεινον τῷ ἐξ ἀρχῆς τρόπῳ ἴσος, καὶ μὴ μεταβληθῆς τὴν προαίρεσιν ὑπὸ τῶν κολακευόντων σε.

b. μαθὼν δὲ, φησὶ, τὸ γεγραμμένον γενήθητι οἷος εἶ, σοφὸς, καὶ σύνες τὸ λεγόμενον, ὃ οἱ παῖδες εἰώθασι λέγειν, πίθων καλὸς, πρὸς τὸν πίθηκον οὐκ ὄντα καλὸν ἀλλ᾿ εἰδεχθῆ. μαθὼν οὖν τοῦτο, φησὶ, γενήθητι οἷος εἶ, μὴ λέγεσθαι μὲν σοφὸς, τῷ δὲ πράγματι ἄσοφος, ὥσπερ ὁ πίθων. ταῦτα δὲ ἔνιοι τείνειν αὐτὸν εἰς Βακχυλίδην· εὐδοκιμῆσαι γὰρ αὐτὸν παρὰ τῷ Ἱέρωνι.

c. ὃ δὲ βούλεται λέγειν, ὅτι ὥσπερ παρὰ τοῖς παισὶ καλός ἐστιν ὁ πίθων, οὕτω παρὰ τοῖς ἄφροσι καὶ κόλαξιν οἱ ὑπερέχοντες λέγονται σοφοὶ καὶ πάντα ἔχειν τὰ ἀγαθά· δεῖ δὲ αὐτοῖς μὴ πιστεύειν, ἀλλὰ τοῖς βελτίοις καὶ σοφοῖς.

d. γένοιο δ᾿ οἷος ἐσσὶ μαθών: οἷος εἶ ἐξ ὧν ἔγραψα, γένοιο τοιοῦτος.

e. ἢ οὕτως· οἷος εἶ, μὴ ἀπατηθῇς.

a. πίθων παρὰ παισίν: ὡς ὁ πίθηκος ἀκούων παρὰ τῶν παίδων, ὅτι καλός ἐστιν, ἐπαίρεται, οὕτω καὶ οἱ μάταιοι τῶν ἀνθρώπων ἐπαίρονται καὶ χαυνοῦνται, | ὅπερ τοῖς φρονίμοις οὐχ ἁρμόζει εἰδόσιν ὅτι κατὰ κολακείαν καὶ ἐνέδραν ἐπαινοῦνται, οὐκ ἐξ ἀληθείας.

b. μήποτε οὖν χαριέστερόν ἐστιν οὕτως ἀκούειν· Θρασυδαῖος ἑταῖρος ἦν Πινδάρου, Ἱέρων δὲ ἐπολέμησε Θήρωνι τῷ Θρασυδαίου πατρί. εἰκὸς οὖν διαβεβλῆσθαι τὸν Πίνδαρον τῷ Ἱέρωνι, ὅθεν ἀπολογούμενος εἰς τοῦτο πᾶσαν ἀναφέρει παραίνεσιν.

c. ἢ οὕτως· ὥσπερ ὁ πίθηκος σπουδάζεται παρὰ τοῖς παισὶν φαῦλος ὤν, οὕτω καὶ Βακχυλίδης παρὰ παισὶ μὲν ἄφροσιν εὐδοκιμείτω, παρὰ σοὶ δὲ σοφῷ ὄντι πίθηκος ἔστω.

d. ἄλλως· αἰνίττεται εἰς τὸν Βακχυλίδην· οἷον, παρὰ τοῖς παισὶ δοκεῖ καλὸς εἶναι ὁ πίθηκος. παρὰ δὲ ἀνδράσιν οὐκέτι· γινώσκεται γὰρ ἀκριβῶς τὸ ζῷον.

e. ἔνιοι δὲ οὕτως· ὥσπερ παρὰ παισὶ δοκεῖ καλὸς εἶναι καὶ γελοῖος, οὕτως καὶ ὁ Βακχυλίδης.

f. δύναται δὲ καὶ οὕτω νοεῖσθαι· ὁ Βακχυλίδης παρὰ παισὶ δοκεῖ εἶναι σοφὸς, παρὰ τελείοις δὲ οὐκέτι.

a. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν: ὁ Ῥαδάμανθυς διὰ τὸ μὴ εὐεξαπάτητος εἶναι σοφὸς ὑπείληπται· καὶ σὺ οὖν, ὦ Ἱέρων, μὴ πείθου διαβολαῖς μηδὲ πιθηκισμοῖς, ὅ ἐστιν ἀπάταις.

b. ἄλλως· ὁ λόγος παραινετικὸς τῷ Ἱέρωνι, ὅτι οὐ προσήκει σε κολακεύουσιν ἥδεσθαι. οἱ γὰρ τοιοῦτοι φιληδεῖς εἰσι παισὶ, τελείοις γε μὴν οὐκέτι.

c. ἰδοὺ γὰρ ὁ Ῥαδάμανθυς εὖ ἔπραξε καὶ ἐπίδοξος γεγένηται ὅτι ἄψεκτον τῶν φρενῶν εἶχε τὸν καρπὸν, τουτέστι τὸν λογισμὸν, καὶ οὐδαμῶς ταῖς ἀπάταις ἐτέρπετο τὴν ψυχὴν, οἷα μάλιστα ταῖς τῶν κολάκων καὶ ἀπατεώνων ἀνθρώπων μηχαναῖς καὶ ἀπάταις εἴωθε παρακολουθεῖν.

a. οἷα ψιθύρων παλάμαις: τῶν κολάκων καὶ ἀπατεώνων, παρὰ τὸ ἠρέμα ψιθυρίζειν.

b. παλάμαις δὲ ταῖς τέχναις.

ἄμαχον κακόν: ὁ λόγος γνωμικός· ἀκαταμάχητον κακὸν τὸ τῶν κολάκων φῦλον. τὸ δὲ ἄμαχον κακὸν δύναται συνάπτεσθαι τῷ ἀμφοτέροις, ἵν᾿ ᾖ· οἱ ψίθυροι ἄμαχον κακόν εἰσιν ἀμφοτέροις, καὶ τῷ διαβαλλομένῳ καὶ τῷ πρὸς ὃν διαβάλλουσιν.

a. διαβολιᾶν ὑποφάτιες: ἑρμηνευταὶ καὶ διάβολοι, παρὰ τὸ φατίζειν καὶ λέγειν.

b. τὸ δὲ ἀμφοτέροις, ὅτι τόνδε μὲν τῷδε διαβάλλουσι, τόνδε δὲ τῷδε· ὅπερ Ὅμηρος (E 831) ἀλλοπρόσαλλόν φησι.

c. διαβολιᾶν δὲ ἀντὶ τοῦ διαβολῶν Δωρικῶς, ἤτοι κατηγοριῶν.

ὀργαῖς ἀτενές: τρόποις· καὶ ὅτι ἀτενές ἐστιν εὐθύτατα καὶ ὀρθότατα. διὰ δὲ τούτου τὸ ὁμοιότατον δηλοῖ. καθόλου δὲ τοῖς τῶν ἀλωπέκων τρόποις εἰσὶν ὅμοιοι.

a. κέρδει δὲ τί μάλα: ἐρωτηματικὸς ὁ λόγος· ἀλλὰ καὶ κέρδει τοῦτο ποιοῦσιν· εἶτα ἡ ἐπαγωγή· τί δὴ αὐτοῖς τοῦτο τὸ κατηγορεῖν ἐπικερδὲς τυγχάνει; ὁ αὐτὸς καὶ ἐν ἄλλοις (Ο. Ι, 53)· ἀκέρδεια λέλογχε θαμινὰ κακαγόρους.

b. ἄλλως· τὸ δὲ διαβάλλειν οὐδὲν ἐπικερδὲς ἔχει.

c. τί αὐτοῖς κέρδος τὸ διαβάλλειν ἐμέ; ἐγὼ γὰρ ὡς φελλὸς ἁλιευτικοῦ δικτύου, αὐτοῦ ὄντος ἐν βάθει, ἐπιπλέω καὶ οὐ βαπτίζομαι.

d. ὡς ὑπὸ ἄλλου σκεύους βαρύνεται ὁ φελλὸς καὶ οὐ δύνει, οὕτως ἐγὼ ἀβάπτιστός εἰμι ὡς φελλός.

e. θηλυκῶς δὲ λέγει τὴν φελλόν.

f. τὸ δὲ βαθύ συναπτέον τῷ ἕρκος.

g. τί μάλα τοῦτο κερέον: τί περιγίνεται κέρδος τοῖς ψιθύροις; οὐδὲν γὰρ ἀνύουσιν. οὐ γὰρ πεφρόντικα ὡς ὁ ἀβάπτιστος φελλός. δῆλον δὲ ἐκ τούτου μᾶλλον ὅτι περὶ αὑτοῦ λέγει ὁ Πίνδαρος.

a. ἅτε γὰρ ἐνάλιον: ἐγὼ ὥσπερ σαγήνης πονούσης καὶ βάθος λοιπὸν ἐχούσης κατὰ τοῦ πελάγους, ἀβάπτιστος ὢν ὡς ὁ φελλὸς . . . . . .

b. . . . . . . . καὶ ἐπινήχεται ὑπὲρ τὴν τῆς θαλάσσης ἐπιφάνειαν ἀβαπτίστου φύσεως ὢν, οὕτω καὶ ἐγὼ ταῖς τῶν ἄλλων κακηγορίαις ἀβάπτιστός εἰμι, | ἑτέρας σκευῆς ὢν, ὡς πρὸς τὴν σαγήνην τὸν φελλόν.

ὡς ὑπὲρ ἕρκος ἅλμας: τῇ τῆς θαλάσσης ἐπιφανείᾳ, ὅτι τῇ ἑαυτῆς ἐπιφανείᾳ περιτειχίζεται.

a. ἀδύνατα δ᾿ ἔπος ἐκβαλεῖν: ἀδύνατόν ἐστι τὸν διαβάλλοντα ἐν ἀγαθοῖς ὄντα ἀνθρώποις εἰπεῖν τι κραταιόν· ἀσθενὲς γὰρ λέγει.

b. κραταιὸν δὲ, κρατυνθῆναι καὶ πιστευθῆναι δυνάμενον.

c. ἢ οὕτως· ἀδύνατον δέ ἐστι τὸν δόλιον ἄνδρα, φαῦλα λέγοντα καὶ ψευδῆ, πεῖσαι συνετὸν ἄνδρα καὶ φρόνιμον.

d. ἄλλως· ἀδύνατόν ἐστι δόλιον πολίτην λέγειν τινὰ ἐν ἀγαθοῖς καὶ φρονίμοις ἀνδράσι λόγον ἰσχυρὸν καὶ πρὸς ἀπάτην πιστόν.

a. ὅμως μάν: ὅμως κολακεύων ὁ δόλιος ἀνὴρ ἐπιπολὺ καλῶς διανύει τὸν βίον.

b. πλοκήν τινα ποιεῖ.

a. πάγχυ διαπλέκει: πλοκήν τινα ποιεῖ.

b. ἐὰν διάπλεκε γέγραπται, πρὸς ἑαυτὸν λέγει ὁ Πίνδαρος.

a. φίλον εἴη φιλεῖν: εἴη με τοὺς μὲν φίλους τῶν ἀνθρώπων φιλεῖν, πρὸς δὲ τὸν ἐχθρὸν ἅτε καὶ αὐτὸς ὢν ἐχθρὸς λύκου τρόπον ὑποδραμοῦμαι.

b. ἄλλως· μὴ πρὸς πάντας εἴη μοι σαίνειν, φησὶ, καὶ φίλους καὶ ἐχθροὺς, ἀλλὰ τὸν μὲν φίλον σανῶ, τὸν δὲ ἐχθρὸν ἐπιτηρήσω, ἵνα μετέλθω καθάπερ λύκος ἐνεδρεύων, οὐκ εὐθείαις ἀλλὰ σκολιαῖς ὁδοῖς, τουτέστιν οὐχ ἑνὶ τρόπῳ ἀλλὰ παντοῖος ἔσομαι.

a: λύκοιο δίκαν: ὡς λύκος.

b. προσδραμοῦμαι αὐτῷ λύκου τρόπον.

c. τὰ ἴχνη αὐτοῦ φυλάξω ὡς λύκος, ἐπ᾿ ἄλλο καὶ ἄλλο βαίνων, | τοῦ ἐχθροῦ ἄλλοτε ἄλλα πράγματα διαψηλαφῶν, ὥστε τοῦτον βλάψαι.

d. οἱονεὶ ἐπιπατῶν αὐτοῦ τοῖς ἴχνεσι καὶ βλάπτων αὐτὸν οὐκ ἐκ τοῦ φανεροῦ, ἀλλὰ λεληθότως εἰς τὸν ἐχθρὸν κακουργῶν.

a. ἐν πάντα δὲ νομόν: κατὰ πᾶσαν ἀρχήν. ἐπεὶ τρεῖς πολιτείας φησὶν εἶναι, δημοκρατίαν, ὀλιγαρχίαν, τυραννίδα.

b. ὁ νοῦς· κατὰ πᾶσαν δὲ ἀρχὴν ὁ εὐθυρρήμων, ὁ μὴ ἕτερα μὲν νοῶν ἕτερα δὲ λέγων, βελτίων ἐστὶν, ἔν τε τυραννίδι καὶ δημοκρατίᾳ καὶ ὅταν τὴν πόλιν οἱ σοφοὶ καὶ ἄριστοι διοικῶσι. προφέρει γὰρ οὐχ ὑποκρινόμενος.

a. χρὴ δὲ πρὸς θεόν: προσήκει δὲ μὴ φιλονεικεῖν πρὸς τὸ δαμόνιον, ἀλλ᾿ οἷα ἂν διδῷ, ταῦτα καὶ φρονεῖν. πολλάκις γὰρ τὰ τῶνδε μὲν ὑψοῖ, ἄλλοτε δὲ τὰ τῶν ἑτέρων ἑτέροις ἔδωκεν.

b. ἄλλως· οἱ διαβάλλοντες γὰρ ἐρίζουσιν. οὐ δεὶ οὖν θεοῖς ἀντιβαίνειν.

a. ὃς ἀνέχει: οἱονεὶ μετεωρίζει, ὥστε εἶναι περὶ αὐτοὺς τοὺς μεγάλην δόξαν.

b. ἄλλως· κἀγὼ οὖν εἴξω τῷ Βακχυλίδῃ [φησὶ] τὰ νῦν, παρὰ θεῶν εὖ πράττοντι, καὶ οὐκ ἀντιβήσομαι τῇ προαιρέσει ἐπιπλεῖστον.

c. τοτὲ μὲν τἀκείνων· ἐπεὶ ἔφησεν ὅτι τὸν μὲν ὁ θεὸς ὑψοῖ, τὸν δὲ καταρριπτεῖ, φησὶν ὅτι οὐδὲ ταῦτα τῶν ἀπατεώνων καὶ κολάκων πείθει τὴν ψυχὴν εἰς τὸ ἀπέχεσθαι τῆς τοιαύτης ὑποστάσεως λογιζομένους ὡς οὐ παραμενεῖ αὐτοῖς ἡ νῦν δοκοῦσα παρεῖναι εὐτυχία.

a. ἀλλ᾿ οὐδὲ ταῦτα νόον ἰαίνει: τίνα ταῦτα: ἐπεὶ προείρηκεν ὅτι ὁ θεὸς στρέφει τὸν βίον καὶ οὐκ ἐν τῇ αὐτῇ τάξει ἀεὶ τὰ πράγματα μένει, φησὶν ὅτι οὐδὲ ταῦτα τοὺς φθονεροὺς καὶ διαβόλους ἰαίνει οὐδὲ προσπαθῆ ποιεῖ τὸν νοῦν αὐτῶν, ἵνα παύσωνται διαβάλλοντες.

b. ἀλλ᾿ οὐδὲ ταῦτα νόον ἰαίνει φθονερῶν: ἐπεὶ προείρηκεν ὅτι τὸν μὲν ὁ θεὸς ὑψοῖ, τὸν δὲ καταρρίπτει, καὶ οὐκ ἐν τῇ αὐτῇ τάξει τὰ πράγματα μένει, φησὶν ὅτι οὐδὲ ταῦτα τοὺς φθονεροὺς καὶ διαβόλους κινεῖ εἰς τὸ ἀπέχεσθαι τοῦ πρὸς τοὺς πέλας φθόνου, λογιζομένους ὡς οὐ παραμενεῖ αὐτοῖς ἡ νῦν δοκοῦσα παρεῖναι εὐτυχία.

c. οὐκ ἰαίνει οὖν, φησὶ, οὐ προσπαθῆ ποιεῖ τὸν νοῦν αὐτῶν, ἵνα παύσωνται διαβάλλοντες.

a: ἰαίνει δὲ ἀντὶ τοῦ θερμαίνει καὶ προσπαθῆ ποιεῖ τὸν νοῦν.

b. τὸ δὲ στάθμας φροντίδος.

c. σταθμώμενοι, φησὶ, πολλὰ | καὶ περιγράφοντες μεγάλα τινὰ μέλλοντα ἔσεσθαι αὐτοῖς. προωδυνήθησαν πρὶν τυχεῖν ὧν ἐπιζητοῦσι καὶ ἐλπίζουσιν.

d. στάθμας δέ τινος: ἡ ἀναφορὰ πάλιν πρὸς Βακχυλίδην. εἴληπται δὲ οὕτως ἡ διάνοια, διὰ τὸ παρὰ τῷ Ἱέρωνι τὰ Βακχυλίδου προκρίνεσθαι ποιήματα, καί φησιν ὅτι φέρειν δεῖ τὰ συμπτώματα τῆς τύχης.

ἐνέπαξαν ἕλκος: οἷον, ἥλκωσαν αὐτῶν τὴν καρδίαν, πρὶν κακῶσαί τινα καὶ κατορθῶσαι ἃ κατ᾿ ἀλλήλων μηχανῶνται· ὅ ἐστιν, ἄδικα φρονοῦντες πρότερον ἑαυτοὺς ὀδυνῶσι πρὶν ἄλλους κακῶσαι.

a. φέρειν δέ: τὰ δὲ προσπίπτοντα παρὰ τῆς τύχης ὑποβάλλοντα τὸν αὐχένα ὑπομένειν συμφέρει.

b. ἄλλως· φέρειν δὲ ἐλαφρῶς καὶ ἄνευ φιλονεικίας τὸν παρὰ τῆς τύχης ζυγὸν συμβάλλεται, ὥσπερ βοῦν ὑποδύντα τὸν ζυγόν.

c. πάλιν αὐτῷ πρὸς τὸ τοῦ Βακχυλίδου ἀναφέρεται ὁ λόγος. ἕλξω γὰρ, φησὶ, τὸν ζυγὸν, ὡς ἡ τύχη ἠβουλήθη, διὰ τὸ τιμᾶσθαι παρὰ σοὶ (τῷ Ἱέρωνι) μᾶλλον ἐμοῦ τὸν Βακχυλίδην.

d. ἄλλως· ἐπικουρητικόν ἐστι καὶ ἀρηκτικὸν τὸ μὴ ἀντιτείνειν ταῖς τῶν θεῶν βουλήσεσιν, ἀλλ᾿ ὡς βούλονται ὑποδύντα τὸν ζυγὸν καὶ κατακύψαντα ἕλκειν καὶ προκόπτειν τὸ ἔργον τοῦ βίου. ἐπεὶ οὖν Βακχυλίδης ἐστί σου φίλος, ἕλξω ὑποδὺς τὴν τῆς τύχης ζεύγλην ὡς βοῦς.

a. ποτὶ κέντρον λακτιζέμεν: λακτίζειν δὲ πρὸς κέντρον οὐκ ἀσφαλὲς, οὐδὲ ἀβλαβὴς ὁδὸς τυγχάνει· τούτεστιν, οὐ συμφέρει τῇ τύχῃ ἄνθρωπον ὄντα διαμάχεσθαι. ἡ δὲ τροπὴ ἀπὸ τῶν βοῶν· τῶν γὰρ βοῶν οἱ ἄτακτοι κατὰ τὴν γεωργίαν κεντριζόμενοι ὑπὸ τοῦ ἀροῦντος λακτίζουσι τὸ κέντρον καὶ μᾶλλον πλήττονται.

b. ἄλλως· οὐ βούλομαι, φησὶ, βίᾳ φίλος σου εἶναι, ἀλλὰ αἱρετός.

c. ἄλλως· ἐγὼ, φησὶ, πρὸς κέντρα οὐ λακτίζω, ἀλλὰ εἴξας ἕλξω τὸν ζυγὸν, ὅ ἐστι τὸ ἔργον τοῦ βίου. | Αἰσχύλος Ἀγαμέμνονι (1624)· πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς. καὶ Εὐριπίδης (fr. 604)· πρὸς κέντρα μὴ λάκτιζε τοῖς κρατοῦσί σου.

Scholia in Pythionicarum carmen III.

Τῷ αὐτῷ κέλητι.

Ἱέρωνι Συρακουσίῳ.

Τῆς τρίτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιγ΄. τὸ α΄ ὅμοιον τῷ (P. I 7)· ἀμβολὰς τεύχῃς ἐλελιζομένα. τὸ β΄ τὸ αὐτὸ τῷ πρώτῳ. τὸ γ΄ δίμετρον ἰαμβικὸν ἀκατάληκτον, ὅμοιον τῷ (Archil. fr. 94, 2)· τίς σὰς παρήειρε φρένας. τὸ δ΄ προσοδιακόν. τὸ ε΄ δακτυλικὸν πενθημιμερές. το ς΄ ἀναπαιστικὸν μονόμετρον. τὸ ζ΄ δίμετρον ἰαμβικὸν ἀκατάληκτον. τὸ η΄ Ἰωνικὸν ἀπὸ μείζονος μονόμετρον ὑπερκατάληκτον, ἢ ἀναπαιστικὸν μονόμετρον ἀκατάληκτον. τὸ θ΄ προσοδιακόν. τὸ ι΄ δίμετρον Ἰωνικὸν ἀπ᾿ ἐλάσσονος καταληκτικόν. τὸ ια΄ πενθημιμερὲς δακτυλικόν. τὸ ιβ΄ ἐπιχοριαμβικὸν τρίμετρον καταληκτικόν. τὸ ιγ΄ ἐγκωμιολογικόν.

ἡ ἐπῳδὸς κώλων ιε΄. τὸ α΄ ὅμοιον τῷ α΄ τῆς στροφῆς. τὸ β΄ τροχαϊκὸν τρίμετρον καταληκτικὸν [Πινδαρικόν]. τὸ γ΄ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ δίμετρον Ἰωνικὸν ἀπ᾿ ἐλάσσονος. τὸ ε΄ ὅμοιον τῷ (P. I 34)· ταί θ᾿ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι. τὸ ς΄ πενθημιμερὲς δακτυλικόν. τὸ ζ΄ ὅμοιον τῷ· τίς σὰς παρήειρε φρένας. τὸ η΄ ὅμοιον τῷ ς΄. τὸ θ΄ ὅμοιον τῷ ζ΄. τὸ ι΄ ὅμοιον τῷ ς΄ καὶ τὸ η΄. τὸ ια΄ προσοδιακόν. τὸ ιβ΄ δίμετρον [τροχαϊκὸν] ἐπιχοριαμβικόν. τὸ ιγ΄ Ἰωνικὸν ἀπ᾿ ἐλάσσονος δίμετρον ἀκατάληκτον. τὸ ιδ΄ μονόμετρον ἀναπαιστικὸν, ὅμοιον τῷ ἕκτῳ τῆς στροφῆς. τὸ ιε΄ ὅμοιον τῷ· τίς σὰς παρήειρε φρένας.

Inscr.a. Γράφει τὸν ἐπίνικον Ἱέρωνι νικήσαντι κέλητι τὴν εἰκοστὴν ἕκτην καὶ εἰκοστὴν ἑβδόμην Πυθιάδα. καὶ φανερὸν, ὅτι εἰς ἀμφοτέρας τὰς νίκας τὸν ἐπίνικον συντάττει, δι᾿ ὧν ὀνομάζει στεφάνους ἀέθλων καὶ κώμους ἀέθλων. τὸ δὲ προοίμιον πρὸς τὴν Ἱέρωνος νόσον ἐστίν· κατεύχεται γὰρ ἀναβιῶναι τὸν Χείρωνα καὶ ὑγιάσαι τῆς νόσου τῆς λιθουρίας τὸν Ἱέρωνα.

a. Χείρων ὁ Κένταυρος γίνεται παῖς Κρόνου καὶ Φιλύρας τῆς Ὠκεανοῦ, καὶ ἔστιν | ὁ νοῦς οὕτως· ἐβουλόμην τὸν Χείρωνα, εἰ προσῆκον τοῦτο εὔξασθαι, ἀναβιῶναι τὸν ἤδη τεθνηκότα.

Inscr.b. Ἤθελον Χείρωνά κε Φιλλυρίδαν: Ἱέρωνι Πύθια νικήσαντι τὴν κζ΄ Πυθιάδα· μέμνηται δὲ καὶ τῆς πρὸ ταύτης Πυθιάδος, ὥστε ἐπὶ ταῖς δύο νίκαις τὴν ᾠδὴν συντετάχθαι. συνᾴδει δὲ καὶ τὰ ἀπὸ τῶν χρόνων. ὡς γὰρ ἤδη βασιλεύοντός φησιν (Vs. 70)· ὃς Συρακόσσαισιν ἄρχει πραῢς ἀστοῖς. καθίσταται δὲ ὁ Ἱέρων βασιλεὺς κατὰ τὴν ος΄ Ὀλυμπιάδα, τῆς κη΄ Πυθιάδος τῇ προκειμένῃ Ὀλυμπιάδι συγχρόνου οὔσης, ὥστε πάντη τε καὶ πάντως μετὰ τὴν ὕστερον Πυθιάδα, ἥτις γέγονε περὶ τὴν οε΄ Ὀλυμπιάδα, συντετάχθαι τόνδε τὸν ἐπίνικον. πρὸς δὲ τὴν παροῦσαν τύχην τοῦ Ἱέρωνος ἁρμοσάμενος εὔχεται ἐν ταῖς πτυχαῖς τοῦ Πηλίου διάγειν τὸν Χείρωνα ὑπὲρ τοῦ δύνασθαι τὸν Ἱέρωνα θεραπείας τυχεῖν ὑπ᾿ αὐτοῦ· | λιθιάσει γὰρ νόσῳ κατείχετο. τὸν δὲ Χείρωνα μιᾶς τῶν Ὠκεανίδων καὶ Κρόνου γενεαλογοῦσιν.

b. τὸ δὲ ἑξῆς· ἤθελον δὴ τὸν ἀποιχόμενον Οὐρανίδου Κρόνου γόνον εὐρυμέδοντα Φιλλυρίδην Χείρωνα, εἰ χρεὼν ἔπος κοινὸν τοῦτ᾿ εὔξασθαι ἡμετέρας ἀπὸ γλώσσης. κοινὸν δὲ, ἤτοι κατακοίνως λεγόμενον ἐν τῷ βίῳ· οἷον, εἰ ἔζη ὁ δεῖνα, ἐποίησεν ἂν τάδε. ἢ κοινὸν, τὸ ἐσόμενον κοινὸν ἀγαθόν· εἰ γὰρ ἀνέζησε, πολλοὺς ἂν ὑγίασεν. ἢ κοινὸν ἀγαθὸν, ἐμοί τε καὶ τῷ Ἱέρωνι· εἰ γὰρ ὑγίανεν ὁ Ἱέρων, ἐμὸν ἦν ἀγαθὸν καὶ τοῦ Ἱέρωνος. | ἢ κοινὸν, τὸ ἐσόμενον κοινὸν διὰ τὴν ἐμὴν δύναμιν· τὸ γὰρ ποίημα κοινὸν εἴωθε λέγειν διὰ τὸ πανταχόσε διϊκνεῖσθαι. ἢ ὡς κοινῆς οὔσης πᾶσι τῆς εὐτυχίας, τὸν Ἱέρωνα ἀπαλλαγῆναι τῆς νόσου.

βάσσαισί τ᾿ ἄρχειν: ἐν τοῖς βασίμοις τόποις καθηγεῖσθαι τοῦ Πηλίου φησὶ τὸν Χείρωνα τὸν ὄντα μὲν θῆρα ἄγριον κατὰ τὸ σῶμα· Κένταυρος γάρ· τὸν δὲ νοῦν ἔχοντα προσφιλέστατον ἀνθρώποις.

οἷος ἐών: ὁ νοῦς· ὁποῖος ὢν τήν τε φύσιν καὶ τὸν νοῦν ὁ Χείρων ἀνέθρεψε τὸν τῆς ἀνωδυνίας καὶ ὑγείας πρᾳότατον κατασκευαστὴν ἥρωα Ἀσκληπιὸν, ἥρωα ὄντα καὶ παντοίας νόσου βοηθόν.

a. τέκτονα νωδυνίας: τὸν κατασκευαστὴν τῆς νωδυνίας· ἰατρὸς γάρ.

b. ἡ δὲ ἀνωδυνία γυιαρκής· τότε γὰρ τοῖς μέλεσι τοῦ σώματος ἐπαρκοῦμεν, ὅταν ὦμεν ἀνώδυνοι.

τὸν μὲν εὐίππου θυγάτηρ: τὸν Ἀσκληπιὸν οἱ μὲν Ἀρσινόης, οἱ δὲ Κορωνίδος φασὶν εἶναι. Ἀσκληπιάδης δέ φησι τὴν Ἀρσινόην Λευκίππου εἶναι τοῦ Περιήρους, ἧς καὶ Ἀπόλλωνος Ἀσκληπιὸς καὶ θυγάτηρ Ἐριῶπις· [Hes. fr. 107 Rz.] ἡ δ᾿ ἔτεκ᾿ ἐν μεγάροις Ἀσκληπιὸν ὄρχαμον ἀνδρῶν, Φοίβῳ ὑποδμηθεῖσα, ἐϋπλόκαμόν τ᾿ Ἐριῶπιν. καὶ Ἀρσινόης ὁμοίως· Ἀρσινόη δὲ μιγεῖσα Διὸς καὶ Λητοῦς υἱῷ τίκτ᾿ Ἀσκληπιὸν υἱὸν ἀμύμονά τε κρατερόν τε. καὶ Σωκράτης (FHG IV p. 496) γόνον Ἀρσινόης τὸν Ἀσκληπιὸν ἀποφαίνει, παῖδα δὲ Κορωνίδος εἰσποίητον. ἐν δὲ τοῖς εἰς Ἡσίοδον ἀναφερομένοις ἔπεσι (fr. 123) φέρεται ταῦτα περὶ τῆς Κορωνίδος· τῆμος ἄρ᾿ ἦλθε κόραξ, φράσσεν δ᾿ ἄρα ἔργ᾿ ἀΐδηλα, Φοίβῳ ἀκερσεκόμῃ, ὅτ᾿ ἄρ᾿ Ἴσχυς γῆμε Κόρωνιν Εἰλατίδης Φλεγύαο Διογνήτοιο θύγατρα. ἐν δὲ τοῖς Ὁμηρικοῖς ὕμνοις (15, 1)· Ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ᾿ ἀείδειν. υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνίς Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύα βασιλῆος. Ἀριστείδης δὲ ἐν τῷ περὶ Κνίδου κτίσεως συγγράμματί (FHG IV 324) φησιν οὕτως· Ἀσκληπιὸς Ἀπόλλωνος παῖς καὶ Ἀρσινόης. αὕτη δὲ παρθένος οὖσα ὠνομάζετο Κορωνὶς, Λευκίππου δὲ θυγάτηρ ἦν τοῦ Ἀμύκλα τοῦ Λακεδαίμονος· Ἀσκληπιοῦ δὲ καὶ Ἠπιόνης Ποδαλείριος καὶ Μαχάων.

a. πρὶν τελέσσαι: πρὶν ἐκτελέσαι τὰ κατὰ τὰς ὠδῖνας, πρὶν ἐκτεκεῖν.

b. ματροπόλον δὲ τὴν Εἰλείθυιαν, διὰ τὸ περὶ τὰς μητέρας εἱλεῖσθαι ἢ πολεῖσθαι τὰς τῶν γεννωμένων.

a. εἰς Ἀΐδαο δόμον ἐν θαλάμῳ: σημειοῦνται οἱ ὑπομνηματισάμενοι τὰ δύο κῶλα τὸ χ΄ παρατιθέντες, ὅτι ἀσυνάρτητά εἰσι. πῶς γάρ φησιν εἰς Ἀΐδαο δόμον, καὶ πάλιν ἐν θαλάμῳ κατέβα; καὶ ἐξηγούμενοι περιττεῦον λαμβάνουσι τὸ ἐν θαλάμῳ.

b. ἔστι δὲ τὸ ἑξῆς οὕτως· ὑπὸ χρυσέοις τό- τόξοις ἐν θαλάμῳ δαμεῖσα εἰς Ἀΐδαο δόμον κατέβα τέχναις Ἀπόλλωνος.

c. ἐν θαλάμῳ: τὸ σημεῖον, ὅτι τὸ ἐν θαλάμῳ πλεονάζει· ἱκανὸν γὰρ ἦν εἰπεῖν εἰς Ἀΐδαο δόμον κατέβα. καὶ πρὸς τὸ λείπειν τὸν καί σύνδεσμον, ἵν᾿ ᾖ· εἰς δόμον καὶ θάλαμον κατέβη.

d. ἄλλως. πρὶν γεννῆσαι ἐν τῷ θαλάμῳ. e. ἐχαριεντίσατο δὲ εἰπὼν θάλαμον τὸν Ἅιδην.

a. χόλος δ᾿ οὐκ ἀλίθιος: οὐκ ἄπρακτος.

b. τουτέστιν ἡ δὲ ὀργὴ τῶν τοῦ Διὸς παίδων οὐκ ἔστι ματαία, ἀλλὰ δυνατὴ τελειῶσαι.

a. ἀποφλαυρίξασά μιν: ἐξευτελίσασα, ἐκφαυλίσασα τὸν Ἀπόλλωνα.

b. αἰτίαν ὑποτίθησι, δι᾿ ἣν ἀνῃρέθη ὑπ᾿ Ἀρτέμιδος κατὰ τὰς Ἀπόλλωνος τέχνας, ὥστε τὸν δέ αἰτιατικὸν παρειλῆφθαι ἀντὶ τοῦ γάρ.

c. ἀποσκυβαλίσασα γὰρ αὐτὸν ταῖς ἁμαρτίαις ταῖς τῶν φρενῶν ἄλλον αἴνησε γάμον· Ἴσχυϊ γὰρ ἐμίχθη· διὸ χαλεπήνας ὁ θεὸς Ἀρτέμιδι συνέταξεν ἀνελεῖν αὐτήν.

d. ἀποφλαυρίξασά μιν: ἐπανάληψις τοῦ διηγήματος. ἡ γὰρ δὴ Κορωνὶς ἐκφαυλίσασα τὸν Ἀπόλλωνος γάμον ταῖς τῶν φρενῶν ἁμαρτίαις, ξένον ἐπῄνεσε γάμον λάθρα τοῦ πατρὸς, πρότερον τῷ τὰς κόμας ἀτμήτῳ συνελθοῦσα Ἀπόλλωνι καὶ φέρουσα τοῦ θεοῦ τὸ καθαρὸν σπέρμα.

a. κρύβδαν πατρός: τοῦτο πρὸς τὸ προκείμενον συναπτέον, οὐ πρὸς τὸ ἑξῆς.

b. ἄλλως· ἤτοι κρύβδαν πατρὸς καὶ πρότερον μιχθεῖσα τῷ Ἀπόλλωνι, ἢ στικτέον εἰς τὸ πατρὸς, ἵν᾿ ᾖ τὸ κρύβδαν ἐπὶ τοῦ δευτέρου γάμου.

c. ἄλλως· εἰ γὰρ ὁ πατὴρ αὐτὴν ἐβεβίαστο συγγενέσθαι τῷ Ἴσχυϊ, συνέγνω ἂν αὐτῇ ὁ Ἀπόλλων. διατί δὲ προὐτίμησε τὸν Ἴσχυν τοῦ Ἀπόλλωνος; Ἀκουσίλαός (FHG I p. 103) φησιν, ὡς κατὰ δέος ὑπεροψίας θνητῷ βουληθεῖσα συνεῖναι.

καὶ φέροισα σπέρμα θεοῦ: ἐμοιχεύθη, φησὶ, τὸ τοῦ θεοῦ καθαρὸν σπέρμα φέρουσα τὸν Ἀσκληπιόν· ἐπειδὴ ὑπ᾿ Ἀπόλλωνος φθαρεῖσα ἐξ αὐτοῦ εἶχε καθαρὸν τὸν Ἀσκληπιὸν ἀνεπίμικτον θνητοῦ σπορᾶς· ἢ ἐπεὶ παρθένον οὖσαν ἔτι καθαρὰν διεπαρθένευσεν. οὐκ ἔμεινεν οὖν φέρουσα τὸ τοῦ θεοῦ σπέρμα καθαρὸν οὐδὲ τοὺς ἐσομένους ὑμεναίους τοῦ γάμου.

οὐκ ἔμεινεν ἐλθεῖν τράπεζαν: οὐχ ὑπέμεινε, φησὶν, ἡ Κορωνὶς ἐλθεῖν τὴν νυμφιδίαν τράπεζαν, ἀντὶ τοῦ νόμῳ γαμηθῆναι, οὐδὲ τῶν ὑμεναίων τὴν ἠχὴν, ὁποῖα μάλιστα αἱ ὁμήλικες παρὰ ταῖς ἑαυτῶν φίλαις φιληδοῦσι ταῖς ἑσπεριναῖς ᾠδαῖς μετεωρίζεσθαι τὴν ψυχὴν καὶ παίζειν.

a. ἑσπερίαις ὑποκουρίζεσθαι ἀοιδαῖς: ἀντὶ τοῦ παίζειν καὶ χορεύειν.

b. ἢ ἀμφοτέρους τοὺς κόρους ὑμνεῖν, τὸν νυμφίον καὶ τὴν νύμφην.

c. ἄλλως· τὸ ὑποκουρίζεσθαι ἀοιδαῖς εἶπε διὰ τὸ τοὺς ὑμνοῦντας ἐπευφημιζομένους λέγειν σὺν κόροις τε καὶ κόραις. | Αἰσχύλος Δαναΐσι (fr. 43)· κἄπειτα δ᾿ εἶσι λαμπρὸν ἡλίου φάος, ἕως ἐγείρω πρευμενεῖς τοὺς νυμφίους νόμοισι θέντων σὺν κόροις τε καὶ κόραις . . . κἀν τῷ βίῳ εὐκορεῖ ἀντὶ τοῦ κόρους κορώνας παρατρέποντες ἔνιοί φασιν (PLG 4 III p. 663) ἐκκόρει κόρει κορώνας.

a. αἰσχύνων: ἐξευτελίζων.

b. ἔδει εἰπεῖν ὅπερ φῦλον. νῦν δὲ ὅς εἶπεν, ἵνα ᾖ, ὃς ἀνθρώπων.

c. ἐπιχώρια νῦν λέγει τὰ παρόντα· ἔστι δὲ ὅμοιον τῷ (Hes. fr. 219)· νήπιος, ὃς τὰ ἑτοῖμα λιπὼν ἀνέτοιμα διώκει.

τοιαύτην, φησὶν, ἔσχεν ἄτην ἡ Κορωνίς. τὰ γὰρ ἐπιχώρια ἐάσασα ἐσπούδασε ξένῳ γαμηθῆναι.

a. καλλιπέπλου λῆμα: περιφραστικῶς ἡ Κορωνίς. Ὅμηρος (β 409)· ἱερὴ ἲς Τηλεμάχοιο.

b. ἐλθόντος γάρ: ἐλθόντος γὰρ ἀπ᾿ Ἀρκαδίας εὐνάσθη ξένου· ὅ ἐστιν ἐν λέκτροις τοῦ ξένου παρεκοιμήθη.

a. οὐδ᾿ ἔλαθε σκοπόν: τὸν νοῦν λέγει τοῦ Ἀπόλλωνος. Ἡσίοδος (fr. 123) δὲ τὸν κόρακα, ὅπερ ἐστὶν ἀπίθανον.

b. ἐν δ᾿ ἄρα μηλοδόκῳ Πυθῶνι: ὁ νοῦς· ἐν δὲ Πυθῶνι ὢν ὁ Ἀπόλλων ἐπῄσθετο τῷ ἱερῷ νόῳ τὸ ἁμάρτημα, ὅντινα τὸν νοῦν αὐτοῦ φησιν εἶναι κοινωνὸν ὁ Πίνδαρος διὰ τὴν μαντικήν.

μηλοδόκῳ: τῇ πολλὰ ὑποδεχομένῃ θύματα.

a. τόσσαις: ἀντὶ τοῦ τυχών. ὁ Απόλλων.

b. τὸ δὲ ἄιεν, ἀντὶ τοῦ ᾔσθετο. Ὅμηρος (Λ 532)· οἱ δὲ πληγῆς ἀίοντες.

c. ἡνίκα οὖν ἡ Κορωνὶς τῷ Ἴσχυϊ συνῆλθεν, ἐν Πυθῶνι τυχὼν ὁ Ἀπόλλων ᾔσθετο.

d. καλῶς δὲ ὁ Πίνδαρος τὴν περὶ τὸν κόρακα παρακρουσάμενος ἱστορίαν δι᾿ ἑαυτοῦ φησι τὸν Ἀπόλλωνα κατειληφέναι τὴν Κορωνίδα."

τὸ δὲ ναοῦ πρὸς τὸ Πυθῶνι, ἵν᾿ ᾖ· τοῦ ἐν Πυθῶνι ναοῦ.

κοινᾶνι: κοινωνὸς τοῦ Ἀπόλλωνος ὁ νοῦς ἐστιν. διατί; ὅτι οὐχ ὥσπερ ἡμεῖς παρ᾿ ἑτέρου πυθόμενοι παρακολουθοῦμεν τοῖς οὖσιν, οὕτω καὶ ὁ Ἀπόλλων, ἀλλὰ δι᾿ ἑαυτοῦ οἶδεν.

a. γνώμαν: τὴν πρόγνωσιν τὴν περὶ τῆς Κορωνίδος.

b. πεπιθών: ἀντὶ τοῦ πεισθεὶς ὑπὸ τοῦ κοινωνοῦ. τούτῳ γὰρ ἀνακοινοῦται καὶ συνδιακρίνει τὰ ὄντα πάντα.

a. πάντα ἴσαντι νόῳ: ὅτι οὐ παρ᾿ ἑτέρου ἤκουσεν. ἀλλ᾿ αὐτὸς δι᾿ ἑαυτοῦ ἔγνω.

b. ὁ δὲ Ἀρτέμων (FHG IV p. 342) τὸν Πίνδαρον ἐπαινεῖ, ὅτι παρακρουσάμενος τὴν περὶ τὸν κόρακα ἱστορίαν [αὐτὸν δι᾿ ἑαυτοῦ ἐγνωκέναι φησὶ τὸν Ἀπόλλωνα]· ἱστορεῖται γὰρ, ὅτι τὴν Ἴσχυος μίξιν ἐδήλωσεν αὐτῷ ὁ κόραξ, παρὸ καὶ δυσχεράναντα ἐπὶ τῇ ἀγγελίᾳ ἀντὶ λευκοῦ μέλανα αὐτὸν ποιῆσαι· τοῦτον δὴ τὸν μῦθον διωσάμενόν φησι τὸν Πίνδαρον τῷ ἑαυτοῦ νῷ καταλαβεῖν τὸν Ἀπόλλωνα τὰ πεπραγμένα τῇ Κορωνίδι· παράλογον γὰρ τὸν ἄλλοις μαντευόμενον αὐτὸν μὴ συμβαλεῖν τὰ κατ᾿ αὐτοῦ δρώμενα. χαίρειν οὖν φράσας τῷ μύθῳ τέλεον ὄντι ληρώδει αὐτόν φησι τὸν Ἀπόλλωνα παρὰ τοῦ νοῦ πυθόμενον ἐπιπέμψαι τὴν Ἄρτεμιν τῇ Κορωνίδι. τὸν δὲ περὶ τὸν κόρακα μῦθόν φησι καὶ Ἡσίοδον μνημονεύοντα λέγειν οὕτως (fr. 123)· τῆμος ἄρ᾿ ἄγγελος ἦλθε κόραξ ἱερῆς ἀπὸ δαιτός Πυθὼ ἐς ἠγαθέην, καί ῥ᾿ ἔφρασεν ἔργ᾿ ἀΐδηλα Φοίβῳ ἀκερσεκόμῃ, ὅτι Ἴσχυς γῆμε Κόρωνιν Εἰλατίδης, Φλεγύαο Διογνήτοιο θύγατρα.

a. ψευδέων δ᾿ οὐχ ἅπτεται: [ψευδῶν δ᾿ οὐχ ἅπτεται] ὁ τοῦ Ἀπόλλωνος νοῦς.

b. ὅ ἐστιν οὐδέποτε ψευδῶν ἐφάπτεται λόγων.

c. κλέπτει τέ μιν οὐ θεός: τὸν νοῦν τοῦ Ἀπόλλωνος, ὃν οὐδεὶς παραλογίζεται οὔτε θεὸς οὔτε ἄνθρωπος οὔτε ἔργοις οὔτε βουλαῖς. οὐκ ἄρα κόραξ εἶπεν ἀλλ᾿ ὁ νοῦς, καθὸ μαντικὸς καὶ ἀπαραλόγιστος.

καὶ τότε γνοὺς Ἴσχυος: τότε μαθὼν ὁ Ἀπόλλων τοῦ Ἴσχους τοῦ Ἐλάτου παιδὸς τὴν ξένην κοίτην καὶ τὴν ἄδικον κακουργίαν, ἔπεμψε τὴν ἀδελφὴν Ἄρτεμιν τὴν ἀκαταμαχήτῳ δυνάμει ὁρμῶσαν, εἰς τὴν Λακέρειαν. ἡ δὲ Λακέρεια πόλις Θεσσαλίας.

ξενίαν κοίταν· ἢ τὴν μετὰ φιλίας γενομένην ἢ τὴν λαθραίαν, ἀπὸ τοῦ ξένου.

ἐς Λακέρειαν: ὅτι ἐν Λακερείᾳ ᾤκει Κορωνὶς, Φερεκύδης ἐν α΄ (FHG I p. 71) ἱστορεῖ, πρὸς ταῖς πηγαῖς τοῦ Ἀμύρου· καὶ περὶ τοῦ κόρακος διηγεῖται, καὶ ὅτι Ἄρτεμιν ἔπεμψεν ὁ Ἀπόλλων, ἣ πολλὰς ἅμα γυναῖκας ἀπέκτεινεν, Ἴσχυν δὲ Ἀπόλλων ἀποκτείνει, τὸν δὲ Ἀσκληπιὸν δίδωσι Χείρωνι. ἡ δὲ Βοιβιὰς καὶ Νεσσωνὶς ἐλέγετο, ὥσπερ Ἀρχῖνος (FHG IV p. 317) ἐν Θεσσαλικοῖς· Βοιβιὰς δὲ ἐκλήθη ἀπὸ μιᾶς τῶν νυμφῶν Βοιβηΐδος.

a. κρημνοῖσι: ταῖς ὄχθαις.

b. ἐπειδὴ ἡ παρθένος ᾤκει [Κορωνὶς] παρὰ ταῖς ὄχθαις τῆς Βοιβιάδος λίμνης. | αὕτη δὲ παράκειται τῇ Λακερείᾳ.

a. δαίμων δ᾿ ἕτερος: ὁ κακοποιὸς, ὡς πρὸς τὸν ἀγαθόν.

b. ὁ δὲ κακοποιὸς δαίμων εἰς τὴν τῆς μοιχείας κακουργίαν τρέψας τὴν Κορωνίδα, καὶ ἀναιρεθῆναι αὐτὴν παρεσκεύασε. Καλλίμαχός φησιν (fr. 91)· οὐ πάντες, ἀλλ᾿ οὓς ἔσχεν ὥτερος δαίμων.

a. καὶ γειτόνων πολλοί: τῆς τοῦ Ἀπόλλωνος . . . .

b. πολλοὶ. φησὶ, τῶν γειτόνων ἀπήλαυσαν τοῦ κακοῦ τοῦ περὶ τὴν Κορωνίδα· λοιμὸς γὰρ ἐγένετο, αἴτιοι δὲ τῶν λοιμῶν Ἀπόλλων καὶ Ἄρτεμις. | λοιμοῦ οὖν γενομένου συναπήλαυσαν οἱ μηδὲν αἴτιοι. Ἡσίοδος (O. D. 240)· πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα.

ἁμᾶ: Ἡρωδιανὸς ἐν τῷ ιθ΄ οὕτω φησί· Δωριεῖς περισπῶσι τὸ παντᾶ, ὥσπερ καὶ τὸ κρυφᾶ παρὰ Πινδάρῳ (O. I 47). τοιοῦτον δέ ἐστι καὶ τὸ ἁμᾶ περισπώμενον [ἐκ τοῦ ἁμῆ γενόμενον]. ζητεῖται δὲ εἰ τῷ περισπωμένῳ τῷ ἁμᾶ προστεθήσεται τὸ ι.

a. πολλὰν δ᾿ ἐν ὄρει πῦρ ἐξ ἑνός: τὸ ὥς λείπει, καὶ περιττεύει ὁ τέ. ἔστι γάρ· ὥσπερ δὲ πῦρ ἐμπεσὸν ὕλην πολλὴν φθείρει, οὕτω τὸ ἁμάρτημα τῆς Κορωνίδος πολλοὺς ἔφθειρεν.

b. ἄλλως· ὥσπερ ἐάν τις εἰς ὕλην πολλὴν σπινθῆρα βάλῃ, οὐ μόνον ἐκεῖνο τὸ μέρος εἰς ὃ βέβληται κατακαίεται, ἀλλὰ καὶ πᾶσα ἡ ὕλη συγκαίεται, οὕτω θανάτου βληθέντος εἰς τὴν Κορωνίδα ἀπ᾿ Ἀρτέμιδος καὶ λοιμικοῦ πάθους κατασκήψαντος, πολλοὶ τῶν γειτόνων ἀπώλοντο. | καὶ Εὐριπίδης (fr. 411)· μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας πρήσειεν ἄν τις.

τείχει ξυλίνῳ: τῇ πυρκαϊᾷ, ἐφ᾿ ἧς ἐτέθη τὸ σῶμα τῆς Κορωνίδος εἰς ἀφανισμόν.

τότε εἶπεν Ἀπόλλων: ἐπεὶ δὲ ἐξήφθη ἡ πυρὰ, εἶπεν Ἀπόλλων· οὐκέτι ὑπομενῶ τὸ ἐμὸν σπέρμα ἰδεῖν συναπολλύμενον τῇ Κορωνίδι.

βάματι δ᾿ ἐν πρώτῳ: ἐὰν μὲν γράφηται ἐν πρώτῳ, ὡς νῦν γέγραπται, ἔσται ἑνὶ βήματι ὁ Ἀπόλλων ἀπὸ τῆς Πυθῶνος ἐληλυθὼς εἰς τὴν Θεσσαλίαν· ἐὰν δὲ, ὡς ἔν τισι, βάματι δ᾿ ἐν τριτάτῳ, ἔσται παραφράζων τὸ τρὶς μὲν ὀρέξατ᾿ ἰών (Ν 20). ἔστι δὲ σεμνότερον καὶ πρέπον τῷ θεῷ τὸ ἅμα τῷ πρώτῳ βήματι ῥύσασθαι τὸν παῖδα, ἔστι δὲ καὶ πρὸς τὴν ἀντίστροφον σύμφωνον. ὁ μέντοι Ἀρίσταρχος γράφει τριτάτῳ.

διέφαινεν: οὐ λέγει, ὅτι διαφανὴς ἐγένετο καὶ λαμπρὰ, ἀλλ᾿ ὅτι ἡ φύσις τοῦ πυρὸς οἷον διεσχίσθη· οἷον διάστημα τοῦ πυρὸς ἐγενήθη, ἕως ἂν ἐπιβὰς ὁ Ἀπόλλων ἀνέληται τὸν παῖδα.

καί ῥά μιν: καὶ δὴ τὸν ἑαυτοῦ παῖδα Ἀπόλλων ἐνεχείρισεν τῷ Κενταύρῳ τῷ Θεσσαλῷ ἀναδιδάσκειν τὰς πολλῶν πημάτων αἰτίας τοῖς ἀνθρώποις νόσους θεραπεύειν.

a. τοὺς μὲν ὦν ὅσσοι μόλον: τούτους μὲν οὖν, ὅσοι παρεγένοντο ἑλκῶν κοινωνοὶ, ἢ τῷ λαμπρῷ σιδήρῳ τὰ μέλη τετρωμένοι, ἢ χειροπληθεῖ λίθῳ μακρόθεν βεβλημένῳ (ἀπὸ κοινοῦ δὲ τὸ μέλη τετρωμένοι), ἢ τῷ θερμαντικῷ πορθούμενοι καὶ κατακαιόμενοι τὸ σῶμα, ἢ φρίκῃ ἢ ῥίγει, ἀπολύσας ἄλλον ἀλλοίων λυπῶν ἐξήγαγεν· ὅ ἐστι τῶν νόσων.

b. αὐτοφύτων: τῶν φυμάτων· ταῦτα γὰρ αὐτόφυτα ἕλκη, ὡς ἂν οὐκ ὑπ᾿ ἄλλων ἐπακτὰ ὄντα, ἀλλ᾿ αὐτόματα γινόμενα.

πολιῷ χαλκῷ τετρωμένοι: τραυματίαι σιδήρῳ· ἢ τραύματα εἰληφότες διὰ χαλκοῦ.

χερμάδι: χειροπληθεῖ λίθῳ μακρόθεν βεβλημένῳ. ἀπὸ κοινοῦ δὲ τὸ μέλη τετρωμένοι.

ἢ θερινῷ πυρί: τῷ θερμαντικῷ ἢ τῷ πυρετῷ ἐκπορθούμενοι τὸ σῶμα.

χειμῶνι: τῷ ῥίγει καθόλου. τῷ ῥιγοπυρέτῳ.

ἔξαγεν, τοὺς μὲν μαλακαῖς: καὶ τοὺς μὲν προσηνέσιν ᾠδαῖς θεραπεύων, τοὺς δὲ προσηνῆ φάρμακα πίνοντας, ἢ τοῖς μέλεσιν αὐτῶν περιάπτων τινὰ πρὸς θεραπείαν, τοὺς δὲ τομαῖς καὶ χειρουργίαις ταῖς διὰ σιδήρου ἀνέστησεν ὀρθοὺς καὶ ὑγιεῖς ἀπέδειξεν. ὅτι δὲ ἀρχαία ἦν καὶ δι᾿ ἐπῳδῆς ἡ ἰατρικὴ, καὶ οὐ μόνον ἡ διὰ φαρμάκων καὶ διαίτης, φησὶ καὶ Ὅμηρος (τ 457)· ἐπαοιδῇ δ᾿ αἷμα κελαινὸν ἔσχεθον.

ἀλλὰ κέρδει: ἀλλὰ καὶ ἡ σοφία κέρδει δέδεται καὶ ἥττηται. μετέστρεψε γὰρ καὶ τὸν θεὸν, φησὶ δὲ τὸν Ἀσκληπιὸν, τῷ πλείονι μισθῷ ὁ χρυσὸς ἐν ταῖς χερσὶ φανεὶς, ὥστε ἄνδρα ἐκ θανάτου ἀναγαγεῖν ἤδη τῷ μοιριδίῳ ληφθέντα. λέγεται δὲ ὁ Ἀσκληπιὸς χρυσῷ δελεασθεὶς ἀναστῆσαι Ἱππόλυτον τεθνηκότα· οἱ δὲ Τυνδάρεων, ἕτεροι Καπανέα, | οἱ δὲ Γλαῦκον, οἱ δὲ Ὀρφικοὶ (fr. 256 Ab.) Ὑμέναιον, Στησίχορος δὲ (fr. 16) ἐπὶ Καπανεῖ καὶ Λυκούργῳ· οἱ δὲ διὰ τὸ τὰς Προιτίδας ἰάσασθαι. οἱ δὲ διὰ τὸ τὸν Ὠρίωνα· Φύλαρχος (FHG I p. 336) ὅτι τοὺς Φινείδας ἰάσατο, Φερεκύδης (FHG I p. 72) δὲ ὅτι τοὺς ἐν Δελφοῖς θνῄσκοντας ἀναβιοῦν ἐποίησεν.

χερσὶ δ᾿ ἄρα: προσυπακουστέον δὴ τῷ ῥίψαις τὸν κερανυνόν. τοῦτον ῥίψας δι᾿ ἀμφοτέρων, τοῦ τε Ἀσκληπιοῦ καὶ τοῦ ἀνισταμένου ἀπὸ τοῦ θανάτου, ἀνεῖλεν αὐτούς.

a. ῥίψαις δι᾿ ἀμφοῖν: οἷον, οὕτω περίθυμος ἐγένετο ὁ Ζεὺς, ὥστε ἐνσκῆψαι βέλος διαμπὰξ δι᾿ ἀμφοτέρων τῶν μαστῶν ἢ τῶν πλευρῶν.

b. δι᾿ αὐτοῦ τε τοῦ Ἀσκληπιοῦ καὶ τοῦ ἰατρευθέντος. ὥστε καὶ τὸν Ἀσκληπιὸν ἀνῃρῆσθαι καὶ τὸν ἀναβεβιωκότα. ὁ δὲ Κράτης τὸν Ἀσκληπιόν φησι καὶ τὸν διδάξαντα αὐτὸν Χείρωνα. οὐδεὶς δὲ τοῦτο μαρτυρεῖ.

αἴθων κεραυνός: ὁ διάπυρος κεραυνὸς ἐνεστήριξεν ἀμφοτέροις τὸν θάνατον.

χρὴ τὰ ἐοικότα: πρέπει τὰ ἀρέσκοντα τοῖς θεοῖς καὶ τὰ πρέποντα, ἢ τὰ ἁρμόζοντα τοῖς ἀνθρώποις, ἐκεῖνα παρὰ θεῶν ζητεῖν γινώσκοντα τὰς παρὰ πόδας ὁποίας ἔχομεν μοίρας· οἷον τὰ ἐνεστὼς, τὰ καθεστῶτα, οἵαν μοῖραν εἰλήχαμεν. ὅμοιον τῷ Χίλωνος ἀποφθέγματι τῷ Γνῶθι σαυτόν. τὸ δὲ ὅλον, ὅτι θνητοὶ πεφύκαμεν.

μὴ φίλα ψυχά: ὁ λόγος πρὸς ἑαυτόν· μηδαμῶς δὲ, ὦ προσφιλεστάτη ψυχὴ, θνητὴ τυγχάνουσα ἐπ᾿ ἀθάνατον σπεῦδε βίον, ἀλλὰ μᾶλλον ἐπιζήτει μηχανὴν, ἣν καὶ καταπράξασθαι δύνασαι.

a. τὰν δ᾿ ἔμπρακτον: οἷον, τοιούτοις ἐπιχείρει ἃ δύναται πραχθῆναι. τοῦτο γὰρ σημαίνει τὸ ἔμπρακτον.

b. ἣ δέον ἐστὶ πρᾶξιν ἀνύειν, ταύτην διαπράττου. πρὸς δὲ τὸ ἄντλει καὶ τὴν μηχανὴν ἐπήγαγεν.

a. εἰ δὲ σώφρων: ἀνέδραμε πάλιν εἰς τὴν ἀρχὴν τοῦ ἐπινίκου. τοῦτο γὰρ ἐκείνῳ προσαπτέον Ἤθελον Χείρωνά κε Φιλλυρίδαν· καὶ μετὰ τὴν διάνοιαν ἐκείνην τὴν εὐκτικὴν εἰκότως προσάψομεν.

b. ἄλλως· ἐπανέλαβε τὰ ἐν ἀρχῇ ῥηθέντα, Ἤθελον Χείρωνά κε Φιλλυρίδαν, ἐπεὶ πολλά ἐστι τὰ διὰ μέσου ῥηθέντα. εἰ οὖν ὁ σώφρων Χείρων ἐκεῖνος ἄντρον ἔναιεν ἔτι, καὶ ἐκήλησα ἂν αὐτὸν καὶ ἐφιλοτιμησάμην ταῖς ἐμαῖς ᾠδαῖς, καὶ ἔπεισα ἂν αὐτὸν ἰατρὸν ὄντα παρασχεῖν τῷ Ἱέρωνι τῶν καυστικῶν νόσων ἀπόλυσίν τινα. διάπυροι γὰρ αἱ νόσοι.

a. καί τί οἱ: καί τι αὐτῷ φίλτρον καὶ ἡδονὴν ἐν τῇ ψυχῇ ἐποίουν οἱ ἐμοὶ ὕμνοι.

b. ὁ δὲ νοῦς· εἰ δὲ ὁ σώρφων καὶ ὁ συνετώτατος κατὰ τὸ Πήλιον ἔτι ᾤκει ἄντρον Χείρων, | καί τι αὐτῷ φίλτρον καὶ ἡδονὴν οἱ ἐμοὶ ἡδύφωνοι ὕμνοι ἐτίθεσαν, ἰατρὸν ἂν αὐτὸν καὶ ἐπὶ τοῦ παρόντος τοῖς ἀγαθοῖς ἀνδράσιν ἔπεισα παρασχεῖν, ἤτοι τοῦ τῆς Λητοῦς παιδὸς Ἀπόλλωνος κεκλημένον υἱόν· φησὶ δὲ τὸν Ἀσκληπιόν· ἢ τοῦ Διὸς, καὶ ἀπὸ κοινοῦ κεκλημένον, αὐτὸν τὸν Ἀπόλλωνα.

θερμᾶν νόσων: ἣ ὅτι ἐπύρεττεν ὁ Ἱέρων, ὡς ἔνιοι τῶν ἱστορικῶν ἐβουλήθησαν, ἢ ὅτι ἐποδαλγία· τὸ δὲ νόσημα τῶν διαπύρων φασίν. οἱ δὲ τὴν λιθουρίαν ἀποδεδώκασιν.

a. ἥ τινα Λατοΐδα: μητρωνυμικῶς τοῦ Ἀπόλλωνος· φησὶ δὲ τὸν Ἀσκληπιόν.

b. ἄλλως· ἤ τινα τοῦ Ἀπόλλωνος ἀπόγονον κεκλημένον ἢ καὶ υἱὸν αὐτοῦ· ἀπὸ κοινοῦ δὲ τὸ κεκλημένον.

ἢ πατέρος: τοῦ Διός. παρὰ τὸ Ὁμηρικόν (Ο 47)· πατὴρ ἀνδρῶν τε θεῶν τε. ἢ πατέρος υἱὸν τὸν Ἀπόλλωνα.

a. καί κεν ἐν ναυσί: καὶ δὴ ἂν ναυσὶ διαπλεύσας. [καὶ] διατεμὼν τὸ Ἰόνιον πέλαγος παρεγενόμην ἐπὶ τὴν Ἀρέθουσαν τὴν ἐν τῇ Ὀρτυγίᾳ τῇ Σικελικῇ κρήνην, παρὰ τὸν Αἰτναῖον φίλον Ἱέρωνα, ὃς καὶ ταῖς Συρακούσαις βασιλεύει τοῖς πολίταις πρᾳότατος ὢν καὶ ἀνεπαχθὴς καὶ τοῖς ἀγαθοῖς οὐ διαφθονῶν, τοῖς τε ξένοις ἀξιάγαστος ὑπάρχων πατὴρ διὰ τὴν φιλοφροσύνην.

b. Ἰονίαν τέμνων θάλάσσαν: Ἰόνιον πέλαγος τὸ περὶ Σικελίαν, τὸ παρὰ τὸ Ἀδριατικὸν πέλαγος, ὡς καὶ Θουκυδίδης (I 24)· Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰόνιον πόντον. παράκειται δὲ καὶ ἡ Σικελία· ἀπὸ τῶν οὖν γειτνιώντων τὴν νῆσον ἐδήλωσεν.

c. ἄλλως. τὸ Ἰόνιον πέλαγος τὸ περὶ Σικελίαν τὸ ὄνομα ἔλαβεν, ὡς μὲν ἔνιοι (Aesch. Prom. 866) ἀπὸ Ἰοῦς· Θεόπομπος δὲ (FHG I p. 302) ἀπὸ Ἰονίου ἀνδρὸς Ἰλλυριοῦ. Ἀρχέμαχος (FHG IV p. 316) δὲ ἀπὸ τῶν ἀπολομένων ἐν αὐτῷ Ἰαόνων.

Ἀρέθουσαν ἐπὶ κράναν: ἡ Ἀρέθουσα κρήνη ἐν Ὀρτυγίᾳ τῇ Σικελιωτικῇ, ἣν δὴ ἀπόλλωνος οὖσαν ἱερὰν Ἀπόλλωνος ἀπέδωκεν.

νέμει: ὃς ὢν βασιλεὺς Συρακουσῶν νέμει καὶ διοικαῖ τὰ δέοντα.

a. τῷ μὲν διδύμας: ὁ νοῦς· τῷ δὲ Ἱέρωνι διπλασίους χάριτας (ἔξωθεν παρέσχον ἂν). εἰ παρεγενόμην ὑγείαν ἅμα κομίζων τιμίαν καὶ τὸν ὕμνον τῶν Πυθικῶν ἄθλων αἴγλην ὄντα καὶ λαμπηδόνα· οὕστινας τοὺς στεφάνους ἀριστεύων τῶ τάχει ἔλαβεν ὁ Φερένικός ποτε ἐν τῇ Κίρρᾳ· εἶτα ἡ ἀνταπόδοσις πρὸς τὸ πρῶτον· εἰ κατῆλθον εἰς Σικελίαν. παρεγενόμην ἂν τὸ βαθύτατον πέλαγος διαπεράσας, καί φημι οὐρανίου ἀστέρος λαμπρότερον καὶ ἐπιφανέστερον ἄγειν φῶς τήν τε θεραπείαν καὶ τὸν ὕμνον.

b. διδύμας χάριτας: τήν τε τοῦ ἰατρεύοντος Χείρωνος, εἰ ἀνεβίωσε, καὶ τὴν τῶν ὕμνων, ὧν εἰς αὐτὸν γράφω.

εἰ κατέβαν: ἀντὶ τοῦ ἦλθον. Ὅμηρος (Ξ 19)· πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον. ἀντὶ τοῦ ἐλθεῖν.

τοὺς ἀριστεύων: οὕστινας ἀριστεύων τοὺς στεφάνους τῷ τάχει ἔλαβεν ὁ Φερένικός ποτε ἐν τῇ Κίρρᾳ.

a. ἀστέρος οὐρανίου: ἐφάνην ἂν αὐτῷ τοῦ ἡλίου λαμπρότερος· ὥστε οὐράνιον ἀστέρα λέγεσθαι τὸν ἥλιον. b. εἰ οὖν, φησὶν, εὐξάμενοι παρεστήσαμεν τὸν Χείρωνα ἀπαλλάξειν αὐτὸν τῆς νόσου, καὶ τὸ ἐπὶ τῇ νίκῃ ποίημα κατεσκεύασα, τότε ἐφάνην ἂν αὐτῷ ὡς ἥλιος, διαβὰς τὸ πέλαγος καὶ ἐλθὼν εἰς Σικελίαν.

a. ἀλλ᾿ ἐπεύξασθαι: ἀλλ᾿ ἐπεύξασθαι μὲν καὶ καθικετεῦσαι ἐγὼ βούλομαι τὴν Ῥέαν. ἥντινα αἱ κόραι πλησίον τῶν ἐμῶν οἴκων σὺν τῷ Πανὶ ἀνυμνοῦσι κατὰ τὴν νύκτα, τὴν σεμνὴν θεόν. λέγεται δὲ Ῥέας ἱερὸν πλησίον τῶν Πινδάρου οἴκων εἶναι. φησὶν οὖν ὅτι κατεύξομαι τὴ Ῥέαν, παρόσον δοκεῖ τῶν νόσων αὐξητικὴ καὶ μειωτικὴ εἶναι· κατεύξομαι οὖν αὐτὴν, φησὶν, εὐμενῆ εἶναι τῷ Ἱέρωνι.

b. ἀλλ᾿ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω ματρί: Ἀριστόδημός φησιν Ὀλυμπίχου αὐλητοῦ διδασκομένου ὑπὸ Πινδάρου γενέσθαι κατὰ τὸ ὄρος, ὅπου τὴν μελέτην συνετίθει, καὶ ψόφον ἱκανὸν καὶ φλογὸς καταφοράν· τὸν δὲ Πίνδαρον ἐπαισθόμενον συνιδεῖν Μητρὸς θεῶν ἄγαλμα λίθινον τοῖς ποσὶν ἐπερχόμενον, ὅθεν αὐτὸν συνιδρύσασθαι πρὸς τῇ οἰκίᾳ Μητρὸς θεῶν καὶ Πανὸς ἄγαλμα. τοὺς δὲ πολίτας πέμψαντας εἰς θεοῦ πυνθάνεσθαι περὶ τῶν ἐκβησομένων· τὸν δὲ ἀνειπεῖν, ἱερὸν Μητρὸς θεῶν ἱδρύσασθαι. τοὺς δὲ ἐκπλαγέντας τὸν Πίνδαρον διὰ τὸ προειληφέναι τὸν χρησμὸν, ὁμοίως τῷ Πινδάρῳ ἐκεῖσε τιμᾶν τὴν θεὸν τελεταῖς.

παρ᾿ ἐμὸν πρόθυρον: ὅτι ἐγειτνία τῇ Πινδάρου οἰκήσει Μητρὸς θεῶν ἱερὸν καὶ Πανὸς, ὅπερ αὐτὸς ἱδρύσατο.

a. σὺν Πανί: τὸ σὺν Πανὶ οὐχ ὅτι αἱ κόραι σὺν τῷ Πανὶ χορεύουσι καὶ ἀνυμνοῦσι τὴν Ῥέαν, ἀλλὰ τὴν Ῥέαν καὶ τὸν Πᾶνα ἀνυμνοῦσι. πάρεδρος γὰρ ὁ Πὰν τῇ Ῥέᾳ, ὡς αὐτὸς ὁ Πίνδαρος ἐν τοῖς κεχωρισμένοις τῶν Παρθενείων (fr. 95) φησίν· Ὦ Πὰν Ἀρκαδίας μεδέων, ἕως τοῦ Ματρὸς μεγάλας ὀπαδὲ, σεμνῶν Χαρίτων μέλημα τερπνόν.

b. ἄλλως. πρὸς τῇ οἰκίᾳ τοῦ Πινδάρου Μητρὸς θεῶν ἵδρυτο ἱερὸν, ᾗ θέλειν εὔξασθαί φησι. οἱ δὲ, ὅτι καθάρτριά ἐστι τῆς μανίας ἡ θεός· καὶ τὸν Διόνυσον δὲ καθᾶραι τῆς μανίας δοκεῖ. τὸν δὲ Πᾶνα παρείληφεν, ὡς μὲν ἔνιοί φασιν, ὅτι καὶ ὁ Πὰν πλησίον καθίδρυτο Πινδάρου, ἢ ὅτι σύνεστι τῇ θεῷ ῶς ὄρειος ὤν. | καὶ ἡ Ῥέα δὲ ὄρειος λέγεται διὰ τὸ ἐν Ἴδῃ οἰκεῖν. (140.) ἐννύχιαι δὲ, ἐπεὶ νυκτὸς αὐτῇ τὰ μυστήρια τελεῖται. (138.) κοῦραι δὲ, αἱ τοῦ Πινδάρου θυγατέρες Πρωτομάχη καὶ Εὔμητις. ἢ αἱ νύμφαι.

a. εἰ δὲ λόγων συνέμεν: εἰ δὲ δύνασαι συνεῖναι τὴν τῶν λόγων ὀρθὴν κορυφὴν, [καὶ] γινώσκεις ἀσφαλῶς μανθάνων τὰ τῶν παλαιῶν. λέγει δὲ τὰ παρὰ τοῦ ποιητοῦ, ὅτι παρὰ ἓν ἀγαθὸν πήματα δύο ἀπονέμουσιν οἱ θεοί. φησὶ γάρ που (Ω 527)· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει δώρων οἷα διδοῦσι, κακῶν, ἕτερος δὲ ἐάων. ᾧ μὲν καμμίξας δώῃ Ζεὺς τερπικέραυνος, ἄλλοτε μέν τε κακῷ ἐπιμίσγεται, ἄλλοτε δ᾿ ἐσθλῷ. δοκοῦσι γὰρ οἱ εὐδαίμονες συγκεκραμένον ἔχειν τοῖς ἀγαθοῖς καὶ φαῦλον· οἱ δὲ δυστυχεῖς ἄκρατον τὴν δυστυχίαν. διὸ καὶ περὶ τοῦ Δημοδόκου τοῦ κιθαρῳδοῦ φησιν (θ 63)· ὃν πέρι Μοῦσ᾿ ἐφίλησε, δίδου δ᾿ ἀγαθόν τε κακόν τε· ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ᾿ ἡδεῖαν ἀοιδήν. διὸ εἴτις λέγει, διατί θεοφιλὴς ὢν πήρωσιν ἐδυστύχησεν, ἔχομεν λέγειν, ὅτι ἀδύνατόν ἐστιν ἄνθρωπον ὄντα τελέως ἐν πᾶσιν εὐτυχεῖν καὶ ἀπαθῆ εἶναι. ὁ μέντοι Πίνδαρος οὕτως ἐδέξατο, δύο πίθους εἶναι φαύλων καὶ ἕνα ἀγαθῶν. διὸ καὶ αὐτός φησιν· ἓν παρ᾿ ἐσλὸν πήματα σύνδυο. οὐκ ἔστι δὲ τοῦτο. δύο γὰρ οἱ πίθοι εἰσὶ, καὶ ὁ μὲν εἷς ἀγαθῶν, ὁ δὲ ἕτερος φαύλων. τὸ γὰρ ἕτερος ἐλέγχει παρακείμενον, ὅπερ ἐπὶ δυϊκοῦ μόνου ἀριθμοῦ λέγεται, τῶν δύο τὸ ἕτερον. ὁ λόγος οὖν πρὸς τὴν Ἱέρωνος νόσον καὶ πρὸς τὸ τῆς βασιλείας ἀξίωμα. μηδαμῶς, φησὶν, ὦ Ἱέρων, ἀλγύνου· ἀδύνατον γάρ ἐστιν ἄνθρωπόν σε ὅντα καὶ εὐδαιμονοῦντα μὴ ἔχειν τι καὶ βλάβης. ἀνασηκοῦσι γὰρ ὥσπερ τὰ ἀγαθὰ τῇ τῶν φαύλων μερίδι.

b. ἄλλως· ἔνιοι ἀπεκδοχήν φασιν εἶναι ταῦτα τῶν Ὁμήρου, ὡς εἰπόντος αὐτοῦ ὅτι τριῶν ὄντων πίθων, ἑνὸς μὲν τῶν ἀγαθῶν, δυεῖν δὲ τῶν κακῶν, ὁ Ζεὺς δίδωσιν ἐξ ἑκάστου μοῖραν. ἐλέγχεται δὲ, ὅτι τὸ ἕτερος ἐπὶ δύο μόνων λέγεται· ὅτι εἰ καὶ ᾔδει τρεῖς ὄντας τοὺς πίθους, ἄλλος ἂν εἶπε καὶ οὐχ ἕτερος. ἔστι δὲ ὑποστίξαντα εἰς τὸ δώρων οἷα δίδωσι διαστεῖλαι καλῶς· κακῶν, ἕτερος δὲ ἐάων. δύο οὖν λέγει πίθους Ὅμηρος, κακῶν τε καὶ ἀγαθῶν, καὶ ᾧ μὲν ἀνθρώπων ἓν παρ᾿ ἓν ἀγαθὸν καὶ κακὸν δῷ, εὐδαίμων ἐστὶν, ᾧ δ᾿ ἂν ἐκ θατέρου δῷ δύο μοίρας τῶν κακῶν, τοῦτον εἶναι κακοδαίμονα. ταῦτα δὲ λέγει παραμυθούμενος τὸν Ἱέρωνα, ὑπὲρ τοῦ πρᾴως φέρειν τὴν λιθίαν.

ἓν παρ᾿ ἐσλόν: ὡς δὲ λεγόμενον προφέρεται τὸ τοιοῦτον, ὅτι τοῖς ἀνθρώποις οἱ θεοὶ τὴν τρίτην τῶν ἀγαθῶν μοῖραν, τῶν δὲ κακῶν τὰς δύο ἀπομερίζουσιν.

τὰ μὲν ὦν: ταῦτα μὲν οὖν τὰ φαῦλα ἀδυνάτως ἔχουσιν οἱ ἄφρονες κοσμίως καὶ ἀνθρωπίνως φέρειν, ἀλλ᾿ οἱ συνετοὶ φέρουσι, τὰ καλὰ προσβάλλοντες ἔξω, καὶ λογιζόμενοι ῥᾷον φέρουσι τὰ φαῦλα.

ἀλλ᾿ ἀγαθοί: τὴν μεταφορὰν εἴληφεν, οἷον ἄν τις νοήσειεν, ἐπὶ τῶν ἱματίων. ὅταν γὰρ ἔχῃ κηλῖδας, οὐ δυνάμενός τις εὐκόσμως χρῆσθαι, τὸ μὲν κηλιδωθὲν ἔνδον ἔστρεψε, τὸ δὲ καλὸν ἔξω· τοὐναντίον δὲ ἐὰν ἄφρων ᾖ, τὰς κηλῖδας ἔξω ἐᾷ. καὶ τὸν βίον οὖν τῶν ἀνθρώπων φησὶ κοινῇ μὲν πάντων ἔχειν πήματα, ταῦτα δὲ τοὺς μὲν ἄφρονας ἐν φανερῷ παρέχειν, τοὺς δὲ σώφρονας μετὰ κόσμου φέρειν ἀποκρυπτομένους καὶ τὰ καλὰ τοῦ βίου ἔξω τρέποντας.

a. τὶν δὲ μοῖρα: ὁ νοῦς· σοὶ δὲ, ὦ Ἱέρων, μερὶς ἀγαθῶν ἀκολουθεῖ· τὸν γὰρ δὴ τῶν λαῶν ἡγούμενον πλοῦτον καὶ ἡ ἐξ ἀρχῆς ἐδωρήσατό σοι καταβολὴ, καὶ ὁρᾷ σε εἴπερ τινὰ τῶν ἄλλων ἀνθρώπων εὐδαίμονα.

b. ἄλλως· τοῦτο ἔχεις, φησὶν, ἀγαθόν. μοῖρα γάρ σοι τῆς εὐδαιμονίας σύνεστιν.

c. ἄλλως· σοὶ δὲ ἡ τῆς εὐδαιμονίας μοῖρα ἀκολουθεῖ· ἀποκεκλήρωσαι γὰρ τὰ ἀγαθὰ, τὸν λαγέταν καὶ τύραννον τῶν ἀνθρώπων πλοῦτον.

a. λαγέταν: τὸν γὰρ λαγέταν τύραννον ἔχεις πλοῦτον.

b. λαγέτας δὲ ὀ πλοῦτος, ἐπεὶ πάντας ἄγει λαούς· ὑποτάσσονται γὰρ αὐτῷ πάντες. ἀλλὰ μὴν καὶ τύραννός ἐστι. τοῦτο πρὸς τὸ ἓν παρ᾿ ἐσλὸν πήματα σύνδυο· καὶ γὰρ τῷ Ἱέρωνι εὐδαιμονία μὲν ἡ τῆς τυραννίδος ἐπὶ μέγιστον ἕπεται. παρεπλάκη δέ τι κακὸν, ἡ νόσος.

a. αἰὼν δ᾿ ἀσφαλής: βίος δὲ ἀσφαλὴς καὶ ἄπταιστος οὐδαμοῦ ἐγένετο, οὔτε παρὰ τῷ Αἰακίδῃ Πηλεῖ, οὔτε παρὰ τῷ ἰσοθέῳ Κάδμῳ· καίτοι λέγονται τῶν ἀνθρώπων εὐδαιμονίαν ἐξοχωτάτην ἐσχηκέναι.

b. ἄλλως· βίος δὲ ἄνευ σφάλματος καὶ βλάβης οὐκ ἐγένετο οὔτε Πηλεῖ οὔτε Κάδμῳ. ταῦτα δὲ διὰ τὴν νόσον αὐτῷ παραινεῖ. (158 B) τὸν δὲ Κάδμον παρέλαβε διὰ τὸ καὶ τοῦτον εὐδαιμονήσαντα ἐκπεσεῖν εἰς Ἰλλυριούς· ὅλως δὲ αὐτὸν ἀποσεμνύνουσι διαπεφυκότα τὸ γένος εἰς θεούς. πρόπαππος γὰρ ὁ Ζεὺς καὶ πάππος ὁ Ποσιδῶν, ὁ δὲ Ἄρης κηδεστὴς, ἡ δὲ Ἀφροδίτη πενθερὰ, ἡ δὲ Θυώνη καὶ ἡ Λευκοθέα θυγατέρες, ὁ δὲ Διόνυσος καὶ ὁ Παλαίμων θυγατριδοῖ· τὸ δὲ ὅλον καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώπων τετιμῆσθαί που μάλιστα πάντων κατὰ τὴν Ἑλλάδα· διόπερ καὶ αὐτὸς ἀπεθεώθη μετὰ τῆς γυναικὸς Ἁρμονίας, καὶ κατῴκησαν ἐν τῷ Ἠλυσίῳ πεδίῳ ἐπὶ δρακόντων ἅρματος, ὡς οἱ ποιηταὶ καὶ οἱ μυθογράφοι [ἡμῖν] παραδεδώκασιν.

a. οἵ τε καὶ χρυσαμπύκων: οἳ, οὗτοι· συλληπτικὸς ὁ τρόπος.

b. οἵτινες καὶ τῶν Μουσῶν ᾀδουσῶν καὶ ἐν τῷ Πηλίῳ ὄρει καὶ ἐν ταῖς ἑπταπύλοις Θήβαις κατήκουσαν. καὶ ταῦτα διὰ τὴν νόσον αὐτῷ παραινεῖ· | καὶ γὰρ ὁ Πηλεὺς καὶ ὁ Κάδμος, φησὶν, εὐδαιμονέστατοι γενόμενοι τῶν ἀνθρώπων εἴς τινα καὶ ἐδυστύχησαν· διὸ, ὦ Ἱέρων, μὴ καταπονοῦ διὰ τὸ πάθος τῆς λιθιάσεως· τὰ γὰρ ἄλλα πάντα εὐτυχὴς πέφυκας.

καὶ ἐν ἑπταπύλοις: καὶ ἐνταῦθα τὸ χωρὶς ἑκάστῳ συμβεβηκὸς συλληπτικῶς ἐπ᾿ ἀμφοτέρων τίθησι, καὶ λίαν πυκνός ἐστιν ἐν τοῖς τοιούτοις· ὁ μὲν γὰρ Πηλεὺς ἐν Πηλίῳ τῷ ὄρει παρὰ Χείρωνι τὴν Θέτιν ἔγημεν, ὁ δὲ ἕτερος ἐν Θήβαις τὴν Ἁρμονίαν. εἶπε δὲ, ὅτι τῶν Μουσῶν ἤκουσαν καὶ ἐν τῷ [Πηλίῳ] ὄρει καὶ ἐν ταῖς Θήβαις· πρὸς ὃ καὶ τὸ σημεῖον.

καὶ θεοὶ δαίσαντο: καὶ οἱ θεοὶ παρ᾿ ἀμφοτέροις εὐωχήθησαν, τουτέστιν ἐν τοῖς ἀμφοτέρων γάμοις. ὅπερ Ὅμηρος (Ω 62)· πάντες δ᾿ ἀντιάασαθε γάμου θεοί, ἐπὶ τοῦ Πηλέως.

καὶ Κρόνου παῖδας: καὶ τοὺς Κρόνου παῖδας βασιλεῖς ἐθεάσαντο ἐν ταῖς χρυσαῖς καθέδραις, καὶ δῶρα παρ᾿ αὐτῶν ἐδέξαντο. (167 a B) ἀλλ᾿ ὅμως, φησὶ, καὶ οὗτοι ἄπταιστον οὐκ ηὐτύχησαν βίον. ὁ μὲν γὰρ Κάδμος εἰς ὄφιν μεταβαλὼν ἀπέθανεν, ὁ δὲ [Πηλεὺς] ἐν Ἰκῷ τῇ νήσῳ ἀτυχήσας τὸν βίον οἰκτρῶς καὶ ἐπωδύνως ἀπέθανεν, ὡς καὶ ὀ Καλλίμαχος (fr. 372) μαρτυρεῖ.

a. ἕδνα τε: ἀκύρως τὰ δῶρα ἕδνα εἶπε. τῷ μὲν γὰρ Πηλεῖ γαμοῦντι τὴν Θέτιν ὁ Ποσειδῶν διὰ τὴν σωφροσύνην ἐδωρήσατο ἵππους, Ἥφαιστος δὲ μάχαιραν· τῷ δὲ Κάδμῳ γαμοῦντι τὴν Ἁρμονίαν Ἀφροδίτη χρυσοῦν ὅρμον ἐδωρήσατο, ὃν κτησάμενος Πολυνείκης κατὰ διαδοχὴν τοῦ γένους παρέσχεν Ἐριφύλῃ, ἵνα πείσῃ Ἀμφιάραον ἵν᾿ ἐξέλθῃ ἐπὶ τὸν πόλεμον.

b. ὃ λέγει οὖν τοιοῦτόν ἐστι· καὶ δῶρα παρ᾿ αὐτῶν τῶν ἔλαβον, | ἀλλ᾿ ὅμως, φησὶ, καὶ οὗτοι ἄπταιστον βίον οὐκ εὐτύχησαν. ὁ μὲν γὰρ Κάδμος μετέβαλεν εἰς ὄφιν, ὁ δὲ Πηλεὺς ἐν Ἰκῷ τῇ νήσῳ οἰκτρῶς ἀπέθανεν.

a. Διὸς δὲ χάριν: κατὰ δὲ τὴν τοῦ Διὸς γνώμην μεταβαλόντες ἐκ τῶν προτέρων ἀγαθῶν, διὰ τῶν δευτέρων καμάτων ἔστησαν ὀρθὴν τὴν καρδίαν, τουτέστι διὰ τὰς ὑπερβαλλούσας ἀτυχίας ἔκπληκτοι ὥσπερ καὶ τὴν καρδίαν πληγέντες γεγόνασιν.

b. οἱ δὲ οὕτως· ἐκ τῶν προτέρων ἀγαθῶν μεταβαλλόμενοι τὴν ὀρθὴν καρδίαν καὶ εὐδαίμονα διὰ καμάτων καὶ συμφορῶν ἰσχυρῶν ἦλθον.

μεταμειψάμενοι: ἐπεὶ ἐξέφυγον ἐκ τῶν πατρίδων, οἷον ἐκ τῶν προτέρων κακῶν μεταβαλόντες ηὐφράνθησαν· θεῶν γὰρ ἔτυχον γάμων.

a. τὸν μὲν ὀξείαισι: τὸν μὲν Κάδμον αἱ θυγατέρες ἀπολλύμεναι τὸ τῆς εὐφροσύνης μέρος ἠρήμωσαν. ἐν σχήματι δὲ εἶπεν, ἀντὶ τοῦ εὐφροσύνης ἔρημον ἐποίησαν.

b. ἄλλως· τὸν μὲν Κάδμον αἱ τρεῖς θυγατέρες ταῖς ὀξείαις συμφοραῖς τὸ τῆς εὐφροσύνης μέρος ἠρήμωσαν καὶ ἀφείλαντο· | εἰς δὲ τὸ τῆς ἐπεράστου Σεμέλης λέχος ὁ Ζεὺς παρεγένετο. ὅτι δὲ αἱ θυγατέρες τοῦ Κάδμου ἐδυστύχησαν, δῆλος ὁ λόγος. ἡ μὲν γὰρ Σεμέλη ἐκεραυνώθη παρὰ Διός· ἡ δὲ Ἀγαυὴ καὶ Ἰνὼ εἰς μανίαν τραπεῖσαι τοὺς παῖδας διέσπασαν· καὶ ἡ μὲν Ἀγαυὴ τὸν Πενθέα, ἡ δὲ Ἰνὼ κατά τινας τὸν Μελικέρτην εἰς λέβητα καθῆκε· πολλοὶ γὰρ τὸν Ἀθάμαντα διδόασιν ἐμβεβληκέναι τῷ λέβητι.

a. ἤλυθεν ἐς λέχος: Θυώνη ἡ Σεμέλη. οὕτω δὲ ὀνομάζεται ἀπὸ τοῦ περὶ τὸν Διόνυσον πάθους, ὅτι θύει καὶ ἐνθουσιᾷ κατὰ τοὺς χορούς. οὕτω καὶ Θυάδες αἱ Βάκχαι, καὶ θύσθλα οἱ θύρσοι.

b. ἄλλως· Θυώνῃ τῇ Σεμέλῃ· διωνυμίᾳ γὰρ ἐκέχρητο. εἰσὶν οἳ καὶ τὴν αὐτὴν Διώνην λέγουσιν, ὥσπερ Εὐριπίδης ἐν Ἀντιγόνῃ (fr. 177)· ὦ παῖ Διώνης, ὡς ἔφυς μέγας θεός, Διόνυσε, θνητοῖς τ᾿ οὐδαμῶς ὑπόστατος. ἔνιοι δὲ τὴν Θυώνην ἑτέραν τῆς Σεμέλης φασὶν εἶναι, τροφὸν τοῦ Διονύσου, ὥσπερ Πανύασις ἐν τρίτῳ Ἡρακλείας (fr. 5)· καί ῥ᾿ ὁ μὲν ἐκ κόλποιο τροφοῦ θόρε ποσσὶ Θυώνης. ἐτυμολογοῦσι δὲ τὴν Θυώνην ἀπὸ τῆς θυηλῆς. Σεμέλη δὲ ἢ κατὰ τὸ μυθικὸν ἡ τὰ μέλη τοῦ σώματος ὑπὸ τῶν βροντῶν διασαλεύσασα, ἢ κατὰ τὸ φυσικὸν ὅτι σείει τὰ μέλη τῶν οἰνουργούντων αὐτὸν ὁ Διόνυσος, ἐν ᾧ τοὺς βότρυς ἁλλόμενοι πατοῦσιν· ἡ δὲ Θυώνη κατὰ τὸ μυθικὸν, διὰ τὸ κεραυνοῖς τεθραῦσθαι, κατὰ δὲ τὸ φυσικὸν, ὅτι πυρώδης ἡ οὐσία τοῦ οἴνου.

a. τοῦ δὲ παῖς, ὅνπερ μόνον: τοῦ δὲ Πηλέως παῖς ὁ Ἀχιλλεὺς, ὅνπερ μόνον ἡ ἄφθαρτος Θέτις ἐγέννησεν, ἐν τῷ Ἰλιακῷ πολέμῳ τοῖς Ἀπόλλωνος τόξοις ἀπολιπὼν τὴν ψυχὴν καὶ τῷ πυρὶ καιόμενος ἐκίνησεν ἐπ᾿ αὐτῷ γόον ἐκ τῶν Ἑλλήνων. μετὰ γὰρ τὸ τελευτῆσαι ἐκάη.

b. ἄλλως· οὐ μόνον αὐτὸν ἐγέννησεν, ἀλλὰ καὶ ἄλλους, οὓς βουλομένη ἀπαθανατίζειν ἔκτεινε. φασὶ δὲ ὅτι καὶ τὸν Ἀχιλλέα μέλλουσα καίειν καὶ καταληφθεῖσα ὑπὸ τοῦ Πηλέως εἰς θάλασσαν ἔφυγεν.

a. ὦρσεν ἐν πυρί: τὸ ἑξῆς· ὦρσ᾿ ἐκ Δαναῶν γόον πυρὶ καιόμενος.

b. ὦρσε, διορμῆσαι ἐποίησεν.

a. εἰ δὲ νόῳ τις ἔχει: εἰ δέ τις τὴν ἀλήθειαν τῶν πραγμάτων προϊδεῖν δύναται, δεῖ πρὸς τῶν θεῶν εὖ πάσχοντα ἑαυτὸν μὴ λυπεῖν, ἀλλὰ συνεπιδιδόναι τὴν ψυχὴν ταῖς ἀπὸ τῶν θεῶν εὐπραγίαις. τὸ δὲ εὖ κοινὸν πρός τε τὸ πασχέμεν καὶ πρὸς τὸ μακάρων τυγχάνοντα.

b. ἄλλως· εἰ δέ τις τῶν ἀνθρώπων οἶδε τῆς ἀληθείας τὴν ὁδὸν, τουτέστιν ὀρθῶς λογίζεται καὶ φρόνιμός ἐστι, προσήκει τινὰ εὖ παρὰ θεῶν εὐεργετούμενον ὑφίστασθαι καὶ τῆς εὐπραγίας ἀπολαύειν. Ὅμηρος (Γ 65)· οὔτοι ἀπόβλητ᾿ ἐστὶ θεῶν ἐρικυδέα δῶρα, ὅσσα κεν αὐτοὶ δῶσιν· ἑκὼν δ᾿ οὐκ ἄν τις ἕλοιτο.

ἄλλοτε δ᾿ ἀλλοῖαι πνοαί: ὥσπερ οὐχ οἱ αὐτοὶ ἄνεμοι διαπαντὸς πνέουσιν, ἀλλ᾿ ἄλλοτε ἄλλοι, οὕτω καὶ αἱ τύχαι τῶν ἀνθρώπων οὐχ αἱ αὐταὶ παραμένουσιν, ἀλλ᾿ ἄλλοτε μὲν εἰς κακὸν μεταβάλλουσιν, ἄλλοτε δὲ εἰς ἀγαθόν. Εὐριπίδης (Here. 101)· κάμνουσι γάρ τοι καὶ βροτοῖς αἱ συμφοραί. καὶ πνεύματ᾿ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει.

ὄλβος δ᾿ οὐκ ἐς μακρόν: ἡ δὲ τῶν ἀνθρώπων εὐδαιμονία οὐκ εἰς μακρὰν παραγίνεται, ἀντὶ τοῦ οὐκ ἐπιπολὺ παραμένει, ἐπειδὰν μάλιστα ἐπακολουθήσας πολὺς ἐπιβαρήσῃ καὶ παραγένηται.

εὖτ᾿ ἂν ἐπιβρίσας: ἡνίκα ἐπιβαρύνας αὑτὸν καὶ ἀθροίσας ἕπηται. ἐξ οὗ καὶ Εὐριπίδης (Orest. 340)· ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς.

σμικρὸς ἐν σμικροῖς: τινὲς οὕτως· ἐὰν μικρὰ ᾖ τὰ περὶ ἐμὲ, καὶ αὐτὸς ἐκ τῆς ἀνάγκης ἔσομαι μικρός· ἐὰν δὲ μεγάλα, εἰκότως ἐπαρθήσομαι καὶ μεγάλα φρονήσω. ἄτοπον δὲ καὶ οὕτω κατὰ Πίνδαρον τὴν ἀλαζονείαν δοκεῖν ταῖς τύχαις συσχηματίζεσθαι. ἔστιν οὖν ὃ λέγει τοιοῦτον· μικροῖς συνὼν καὶ καταδεεστέροις ἐμοῦ μικρὸν ἐμαυτὸν ποιήσω συμμετρήσας ἐκείνοις, ἐν δὲ τοῖς μείζοσι πάλιν ὁ αὐτὸς τυγχάνων ἐκείνοις ἐξισωθήσομαι.

a. δαίμονα: τὸν δὲ περιέχοντά με| δαίμονα καὶ τύχην οἴσω τῇ διανοίᾳ, καὶ θεραπεύσω αὐτὸν κατὰ τὴν ἐμαυτοῦ γνώμην.

b. ἢ οὕτως· ἀεὶ τὸν περιέχοντά με δαίμονα θεραπεύων ταῖς φρεσὶν ἀσκήσω, μικρὰ μὲν πράσσων ἐν μικροῖς, ἐν δὲ μεγάλοις μεγάλας ἐπιβολὰς λαμβάνων.

a. εἰ δέ μοι πλοῦτον: αἰνίττεται εἰς τὸν Ἱέρωνα προτρεπόμενος αὐτὸν ἀφειδῶς τοῖς ποιηταῖς χορηγεῖσθαι τὸν μισθὸν, ὥστε ἀνυμνεῖσθαι αὐτόν.

b. ὁ δὲ νοῦς· ἐὰν δέ μοι ὁ θεὸς πλοῦτον ἀνθηρὸν καὶ εὐδαιμονίαν παράσχῃ, ἐλπίζω δόξαν εὐρεῖν ὑψηλοτάτην καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον.

a. Νέστορα καὶ Λύκιον Σαρπηδόνα: καὶ τὸν Νέστορα καὶ τὸν Σαρπηδόνα διὰ τοὺς ὕμνους τῶν ποιητῶν γινώσκομεν.

b. Νέστορα καὶ Λύκιον: τὸ ἑξῆς· Νέστορα καὶ Λύκιον Σαρπηδόνα γινώσκομεν ἐξ ἐπέων κελαδεινῶν, οἷα σοφοὶ τέκτονες ἅρμοσαν [ἀνθρώπων]. ἀνθρώπων δὲ φάτις περιφραστικῶς, ἡμεῖς οἱ ἄνθρωποι.

c. ἢ προστίθεμεν τὸ ἴσασι, καὶ ἕξει τὴν ἀκολουθίαν οὐκέτι δι᾿ ὑπερβατοῦ, ἀλλ᾿ ἀκολούθως.

ἀνθρώπων φάτις: λείπει τὸ ἔχει τῷ λόγῳ, ἵν᾿ ᾖ οὕτως· Νέστορα καὶ Λύκιον Σαρπηδόνα ἀνθρώπων φάτις ἔχει, καὶ ἐξ ἐπέων κελαδεινῶν αὐτοὺς γινώσκομεν, οἷα σοφοὶ τέκτονες ἅρμοσαν ποιηταί.

a. γινώσκομεν· ἁ δ᾿ ἀρετά: ἡ δὲ ἀρετὴ ταῖς ἐπιδόξοις ᾠδαῖς χρονία καὶ διηνεκὴς παραμένει.

b. ἡ δὲ ἀρετὴ τῶν ἀνθρώπων ἐπὶ χρόνον παραμένει ὕμνων τυχοῦσα. τὸ δὲ τοιοῦτον διαπράξασθαι ὀλίγοις ῥᾴδιόν ἐστι καὶ εὐκατόρθωτον, τὸ καὶ πλουτεῖν καὶ ἐπαινεῖσθαι. προτρέπεται δὲ αὐτὸν δωρεῖσθαι τοῖς ποιηταῖς, ἵνα ὑμνηθῇ.

Scholia in Pythionicarum carmen IV.

Ἀρκεσιλάῳ Κυρηναίῳ ἅρματι.

Τῆς τετάρτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιδ΄. τὸ α΄ ὅμοιον τῷ (P III 1) Ἤθελον Χείρωνά κε Φιλλυρίδαν.

τὸ β΄ ὅμοιον τῷ α΄. τὸ γ΄ ἰαμβέλεγος. τὸ δ΄ ὅμοιον τῷ α΄ καὶ β΄. τὸ ε΄ δίμετρον ἰαμβικὸν ὑπερκατάληκτον. τὸ ς΄ δακτυλικὸν πενθημιμερές. τὸ ζ΄ δίμετρον Ἰωνικὸν ἀπ᾿ ἐλάσσονος ἀνακλώμενον. τὸ η΄ δακτυλικὸν πενθημιμερές. τὸ θ΄ ὅμοιον τῷ (Archil. fr. 94) τίς σὰς παρήειρε φρένας. τὸ ι΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ια΄ δακτυλικὸν ἑφθημιμερές. τὸ ιβ΄ Εὐριπίδειον. τὸ ιγ΄ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιδ΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον.

ἡ ἐπῳδὸς κώλων ιγ΄. τὸ α΄ ὅμοιον τῷ Ἤθελον Χείρωνά κε Φιλλυρίδαν. τὸ β΄ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ γ΄ δακτυλικὸν πενθημιμερές. τὸ δ΄ ἰαμβέλεγος. τὸ ε΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ς΄ προσοδιακὸν τρίμετρον καταληκτικόν. τὸ ζ΄ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας.

τὸ η΄ προσοδιακόν. τὸ θ΄ ἰαμβέλεγος, τοῦ πρώτου πενθημιμεροῦς λείποντος μιᾷ συλλαβῇ. τὸ ι΄ ὅμοιον τῷ τίς σὰς παρή ειρε φρένας. τὸ ια΄ τὸ αὐτό. τὸ ιβ΄ ὅμοιον τῷ α΄. τὸ ιγ΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον.

Inscr.a. Γράφεται ἡ ᾠδὴ Ἀρκεσιλάῳ Πολυμνήστου παιδὶ, Κυρηναίῳ τὸ γένος τῆς Λιβύης, νικήσαντι τὴν τριακοστὴν πρώτην Πυθιάδα. ἔνιοι καὶ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα· ἀλλ᾿ οὐκ ἔγραψεν εἰς τὴν Ὀλυμπιακὴν αὐτοῦ νίκην, καίτοι μετὰ τὴν Πυθικὴν γενομένην, ἀλλ᾿ εἰς τὰ Πύθια μόνον. γράφει δὲ καὶ εἰς ταύτην καὶ ἑτέραν αὐτοῦ νίκην ἐφεξῆς, ἥτις καὶ οἰκειοτέρα ἐστὶ κατὰ τὰ νοήματα καὶ κατὰ τὴν οἰκονομίαν· ἡ γὰρ δὴ προκειμένη ᾠδὴ ἱστορικὴν ἔχει παρέκβασιν. τὰ γὰρ ἐπὶ Κυρήνης κτίσεως καὶ τῶν ἐπ᾿ αὐτῇ ταραχῶν περιέχει. ὁ δὲ Ἀρκεσίλαος τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ ἐφυγάδευσεν, ἐν οἷς τις ἦν καὶ Δαμόφιλος, ὃς ἐκπεσὼν τῆς πατρίδος ἦλθεν εἰς Θήβας, ὑπὲρ οὗ φαίνεται ὁ Πίνδαρος παρακαλῶν καὶ βουλόμενος αὐτὸν διαλλάξαι καὶ ἀξιῶν τὴν Μοῦσαν παραστῆναι τῷ Ἀρκεσιλάῳ, καθ᾿ ἣν ἡμέραν διαπέμπεται τὸν ἐπίνικον. οὐ γὰρ προσκαλεῖται αὑτῷ γράφων παραστῆναι τὴν Μοῦσαν· οὐ γὰρ ἂν διωρίσατο ἐν μιᾷ ἡμέρᾳ γράψαι τὸν ὕμνον.

b. [Σάμερον μὲν χρή σε παρ᾿ ἀνδρὶ φίλῳ:] ταύτην ἔγραψεν Ἀρκεσιλάῳ τῷ Κυρηναίων βασιλεῖ νικήσαντι τὴν τριακοστὴν πρώτην Πυθιάδα, καὶ γεγονότι ἀπὸ τοῦ πρώτου Βάττου. Κυρήνης γὰρ πρῶτος ἐβασίλευσε Βάττος ὁ Πολυμνήστου, ὁ καὶ τὴν ἀποικίαν ἐκ Θήρας εἰς Λιβύην ἀπαγαγὼν καὶ Κυρήνην οἰκίσας, ὃς διάδοχον τῆς ἀρχῆς κατέλιπεν Ἀρκεσίλαον. παρὰ δὲ τούτου παρέλαβε τὴν δυναστείαν Βάττος ὁ ἐπικληθεὶς εὐδαίμων· τοῦ δὲ Βάττου ἄλλος γίνεται Ἀρκεσίλαος, καὶ οὕτω παῖς παρὰ πατρὸς τὴν δυναστείαν παρέλαβε, καὶ τέσσαρες μὲν Βάττοι, τέσσαρες δὲ Ἀρκεσίλαοι ἐγένοντο. πέμπτος δέ ἐστιν Ἀρκεσίλαος Φερετίμης υἱὸς, οὗ καὶ Ἡρόδοτος (4, 162) μνημονεύει. ὁ δὲ τελευταῖος οὗτος Ἀρκεσίλαος δολοφονηθεὶς ὑπὸ Κυρηναίων ἀπέβαλε τῶν Βαττιαδῶν τὴν ἀρχὴν ἔτη διακόσια διαμείνασαν. Ἡρόδοτος (4, 155) μὲν οὖν φησιν, ὅτι ἡ Πυθία τὸν πρῶτον Βάττον οὕτω προσηγόρευσεν Ἀριστοτέλην πρότερον λεγόμενον, τῇ Λιβύων φωνῇ· Λίβυες γὰρ Βάττους τοὺς βασιλεῖς λέγουσιν· οἱ δὲ ὅτι ἰσχνόφωνος ἦν καὶ περὶ τῆς φωνῆς πυνθανόμενον ἡ Πυθία Βάττον προσηγόρευσεν, ἐπεὶ καὶ τὸ ἐπέχεσθαι τὴν γλῶτταν βατταρίζειν φαμέν. ἔνιοι δὲ Κόκκυγα αὐτὸν καλεῖσθαι, διὰ τὸ μὴ γεγωνὸς φθέγγεσθαι. ὁ δὲ Ἀκέσανδρος (FHG IV p. 286) μὴ ἐκ γενετῆς αὐτόν φησιν ἰσχνόφωνον γεγενῆσθαι, ἀλλ᾿ ἀπὸ ταὐτομάτου δεθῆναι τὴν γλῶτταν. ἦν δὲ ὁ ἀνὴρ ῥητορικὸς, φησὶ, καὶ συμβουλεύσασθαι δυνάμενος.

a. τάττεται ἡ ᾠδὴ εἰς τοὺς ἐπινίκους, μεῖζόν τι ἢ κατὰ ἐπίνικον οὖσα διὰ τὸ μεμηκύνθαι καὶ πραγμάτων ἔχειν ἀφήγησιν ἐντοπίων, τὸ δὲ ἀνωτάτω καταλλαγὴν φυγάδος Δαμοφίλου τινός. διαλέγεται δὲ ὁ Πίνδαρος πρὸς τὴν Μοῦσαν, καὶ παραινεῖ αὐτῇ σήμερον παραστῆναι τῷ Ἀρκεσιλάῳ, εἰς ἐκείνην ἀναφέρων τὸν λόγον τὴν ἡμέραν, ἐν ᾗ ἔμελλε δέξασθαι τὸν ἐπίνικον ὁ Ἀρκεσίλαος. οὐ γὰρ εἰ ἐν νουμηνίᾳ λόγου χάριν ἐγράφη, ἐκείνῃ ὑπεστήσατο τῇ ἡμέρᾳ καὶ παρὰ τῷ Ἀρκεσιλάῳ ἔσεσθαι, ἀλλ᾿ ὃ ἔμελλεν ἔσεσθαι, τοῦτο ὡς ἐπὶ τοῦ καιροῦ καὶ ἐνεστηκότος εἶπε. τὴν δὲ Κυρήνην εὔιππον εἶπεν οὐκ ἐκ τοῦ παρατυχόντος, ἀλλ᾿ ὅτι Ποσειδῶν τοὺς Λίβυας διδάξειε τὴν τῶν ἁρμάτων κατάζευξιν· καὶ τὴν ἱππίαν δὲ Ἀθηνᾶν ἐν Λιβύῃ γενέσθαι φασί. τινὲς δὲ ὡς ὅτι ἡ ἱππικὴ ἐν τῇ Λιβύῃ εὑρέθη.

b. ἄλλως· Σάμερον μέν: ὁ νοῦς· σήμερον μὲν προσήκει σε παραστῆναι καὶ τῷ προσφιλεστάτῳ ἀνδρὶ καὶ βασιλεῖ τῆς εὐίππου Κυρήνης, ὅπως ἂν, ὦ Μοῦσα, σὺν τῷ Ἀρκεσιλάῳ κώμους ἄγοντι καὶ χορεύοντι ἐπὶ τῇ νίκῃ, τοῖς τε Λητοῦς παισὶ καὶ τῇ Πυθῶνι τὸν ὀφειλόμενον ὕμνον αὐξήσῃς καὶ ἀποδῷς τὸν τῶν ὕμνων οὖρον.

c. σὺν Ἀρκεσίλᾳ: τὸ σύν πρὸς τὸ αὔξῃς, ἵν᾿ ᾖ συναύξῃς. κωμάζοντι δὲ, κώμους ἄγοντι· κώμους δὲ ἄγουσιν οἱ νικῶντες κατὰ τὴν ἑαυτῶν πατρίδα.

Λατοΐδαισιν: ἤτοι τοῖς Ἀπόλλωνος ἢ τῷ Ἀπόλλωνι μόνῳ, ὥστε τὸ πληθυντικὸν ἀπὸ τοῦ ἑνικοῦ ἐξενεχθῆναι, ὅπερ καὶ βέλτιον, τῷ αἰτίῳ τῆς νίκης ὀφείλεσθαι τὸν ὕμνον καὶ τῷ τόπῳ, οὗπερ ὁ ἀγὼν ἐπώνυμος. δύναται δὲ καὶ τοὺς Κυρηναίους διὰ τὸ Ἀπόλλωνος καὶ Κυρήνης τὸν Ἀρισταῖον γενέσθαι, ὃν παρὰ Κυρηναίοις ὡς οἰκιστὴν διὰ τιμῆς ἄγεσθαι· δύναται δὲ καὶ τοὺς Δελφοὺς λέγειν. ἑτέρωθι γὰρ (fr. 192) Ἀπολλωνίδας αὐτοὺς προσηγόρευσε· Δελφοὶ θεμίστων [ὕμνων] μάντιες Ἀπολλωνίδαι.

ἔνθα ποτὲ χρυσέων: λόγος τις τοιοῦτος περιηχεῖ, ὅτι ὁ Ζεὺς καταμετρήσασθαι τῆς οἰκουμένης τὸ μεσαίτατον βουληθεὶς ἴσους κατὰ τὸ τάχος ἀετοὺς ἐκ δύσεως καὶ ἀνατολῆς ἀφῆκεν· οἱ δὲ διϊπτάμενοι συνέπεσον ἀλλήλοις κατὰ τὴν Πυθῶνα, ὥστε τὴν σύμπτωσιν ὁρίζειν αὐτόθι τῆς ὅλης οἰκουμένης τὸ μεσαίτατον. ὕστερον δὲ σημεῖον τοῦ γεγονότος καὶ χρυσοῦς ἀετοὺς κατασκευάσας ἀνέθηκε τῷ τοῦ θεοῦ τεμένει.

a. Διὸς αἰετῶν πάρεδρος: ὅπου ποτὲ ἡ τῶν χρυσῶν τοῦ Διὸς ἀετῶν πάρεδρος καὶ ἱέρεια τοῦ Ἀπόλλωνος Πυθία οὐκ ἀποδημοῦντος τοῦ θεοῦ ἀλλὰ παρόντος ἐχρησμῴδησε συνοικιστὴν τῆς Λιβύης γενέσθαι τὸν Βάττον, ὅπως ἂν τὴν ἱερὰν νῆσον Θήραν καταλιπὼν ὁ Βάττος κτίσῃ τὴν εὐάρματον καὶ ἱππικωτάτην πόλιν ἐν τῷ τροφιμωτάτῳ καὶ ἄκρῳ μέρει τῆς Λιβύης, καὶ τὸ τῆς Μηδείας ἔπος ἀνασώσῃ τὸ περὶ τῆς Θήρας, ὅτι δὴ ἑπτακαιδεκάτῃ γενεᾷ ἀποικία ἔσται ἐκ Θήρας εἰς Λιβύην, ὅπερ δὴ ἔπος ἡ τοῦ Αἰήτου παῖς ἡ ὀργίλη Μήδεια ἐκ τοῦ ἀθανάτου ἀπεφθέγξατο στόματος, ἡ τῶν Κόλχων βασιλίς.

b. ἄλλως· Διὸς αἰετῶν: ὅτι ὑπὸ Διὸς ἀφεθέντες ἐκ τῶν περάτων τῆς γῆς συνέπεσον ἐνταῦθα, καὶ οὕτως ἐγνώσθη τὸ μέσον τῆς γῆς. ὧν εἰκόνες οἱ χρυσοῖ ἀνέκειντο παρὰ τὸν ὀμφαλὸν ἀετοί· | ἤρθησαν δὲ ἐν τῷ Φωκικῷ πολέμῳ, ὃν συνεστήσατο Φιλόμηλος.

οὐκ ἀποδάμου: διὰ τούτων ἐμφαίνει τῶν ῥηθέντων τὸ ἀσφαλές. τότε γὰρ ἡ Πυθία μάλιστα ἀκριβέστερον χρησμῳδεῖ, ὅτε καὶ πάρεστι τῷ μαντείῳ ὁ θεός.

ἱέρεα: ἡ ἱέρεια· καὶ οὕτως τονιστέον· ἔστι γὰρ κατὰ ἀποβολὴν τοῦ ῑ. οὐ γὰρ κατὰ Ἀττικοὺς ἱερέα. Ὅμηρος (Z 300) γοῦν φησι· τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν. συστείλας τὴν τελευταίαν.

a. χρῆσεν οἰκιστῆρα Βάττον: περὶ τῆς τοῦ Βάττου εἰς τὸ μαντεῖον ἀφίξεως οὐχ ὁμολογοῦσιν ἀλλήλοις οἱ συγγραφεῖς. οἱ μὲν γὰρ ἕνεκεν τῆς φωνῆς αὑτόν φασι, καὶ τὸν χρησμὸν ἄνω καὶ κάτω θρυλλοῦσι τόν (Herodot. 4, 155)· Βάττ᾿, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. | οἱ δὲ στάσεως παραπεσούσης πολιτικῆς· ὀ γοῦν Μενεκλῆς FHG IV p. 449) πιθανωτέραν δοκεῖν φησι τῆς στάσεως τὴν αἰτίαν. μυθικωτέραν δὲ τὴν περὶ τῆς φωνῆς. φησὶ δὲ, ὅτι οἱ πολῖται ἐν τῇ Θήρᾳ ἐστασίασαν καὶ διέστησαν ἀλλήλων, ἠγεῖτο δὲ τῆς ἑτέρας τῶν στάσεων ὁ Βάττος· διαγωνισαμένων δὲ τῶν στάσεων τοὺς τοῦ Βάττου συνέβη ἐκπεσεῖν τῆς πόλεως καὶ φυγεῖν τὴν χώραν, ἀπογινώσκοντας δὲ τὴν εἰς τὴν πατρίδα κάθοδον περὶ ἀποικίας βουλεύεσθαι· ἀποδημήσας· δὲ εἰς Δελφοὺς Βάττος ἠρώτα περὶ τῆς στάσεως, πότερον διαγωνίσονται πρὸς τὴν ἀποικίαν ἢ ἑτέρωσέ ποι ἀποικίαν στείλωνται. τὸν δὲ θεὸν χρῆσαι· Βάττε, τὸ πρόσθε κακὸν, τὸ δὲ δεύτερον ἐσθλὸν ἐρευνᾷς. ἔρχεο, λεῖφ᾿ ἁλίαν χώραν· ἤπειρος ἀμείνων ἠῷος. πρότερον δόλον ἔκβαλε, πείθεϊ πείθων. στέρξον γῆν ὁσίως, ἣν μισεῖ πολλὴν ἀθεμίστως. οἷά τ᾿ ἀνὴρ ἕρξει, τοῖον τέλος αὐτὸν ἱκάνει.

b. ἱερὰν δὲ εἶπε τὴν Θήραν ἤτοι διὰ τὸ περὶ τὴν γῆν ἰδίωμα· κισσηρώδης γὰρ οὖσα πολυφόρος ἐστὶ καὶ πολύκαρπος· ἢ ὅτι Κάδμος ἐπιβαλὼν καὶ τὴν νῆσον οἰκίσας βωμοὺς ἱδρύσατο Ποσειδῶνος καὶ Ἀθηνᾶς. | Ἱεροκλῆς δέ φησι (FHG IV p. 430) τοὺς ἐκ Λακεδαίμονος ἐποικίσαντας Ἀπόλλωνι αὐτὴν ἀνιερῶσαι.

c. ἐγχωρεῖ δὲ καὶ κόσμου χάριν κεῖσθαι τὸ ἐπίθετον.

d. οἰκιστῆρα Βάττον: λείπει τὸ ἔσεσθαι [οἰκιστῆρα].

e. νᾶσον τὴν Θήραν λέγει.

f. ἱερὰν νᾶσον τὴν Θήραν οὐχ ἁπλῶς ὀνομάζει, ἀλλ᾿ ὅτι Κάδμος κατὰ ζήτησιν Εὐρώπης τῆς ἀδελφῆς στελλόμενος προσορμισθεὶς τῇ νήσῳ ἀνέκτισε Ποσειδῶνος καὶ Ἀθηνᾶς ἱερὸν αὐτόθι, ὡς ἱστορεῖ Θεόφραστος.

ἀργινόεντι μαστῷ: Ἀρίσταρχος μὲν τὸ Ὁμηρικὸν (I 141) οὖθαρ ἀρούρης παράγειν αὐτόν φησι πιθανῶς, ὑπαλλαξάμενον τὸν μαστόν· Ἱεροκλῆς δέ φησι τὴν πόλιν κεῖσθαι ἐπὶ λόφου μαστοειδοῦς λευκογείου. μᾶλλον δὲ ἀπὸ τῆς εὐτροφίας, ὡς Ἀρίσταρχος· καὶ γὰρ ὁ ἀργινόεις συνᾴδει τούτῳ μᾶλλον. ἀπὸ γάλακτος.

a. καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι: τουτέστιν ἀνασώσειεν. οἷον ἐπὶ τέλος ἀγάγοι. ἔστι δὲ ὁ Ἀριστοτέλης ιζ΄ ἀπὸ Εὐφήμου τοῦ Ποσειδῶνος καὶ Εὐρώπης τοῦ λαβόντος τὴν βῶλον παρὰ Τρίτωνος.

b. ἄλλως· ἀγκομίσαι: ἀνακομίσειεν. ἐπιμελείας ἀξιώσειεν. ἔχει δὲ ἡ ἱστορία οὕτως· ἡνίκα εἰς τὴν Σύρτιν ἐμπεσόντες οἱ Ἀργοναῦται ἔφερον διὰ τῆς Λιβύης ἐπ᾿ ὤμων τὴν Ἀργὼ, εἶτα καθῆκαν εἰς τὴν θάλασσαν. συντυχόντες Εὐρυπύλῳ τῷ Ποσειδῶνος παιδὶ καὶ ἐπειγόμενοι πρὸς τὸν πλοῦν ἐδέξαντο ξένια τὰ παρατυχόντα. βῶλον γὰρ ἐκεῖνος δραξάμενος ἔδωκε γῆς· ὁ δὲ Εὔφημος ἐδέξατο· εἶτα πρὸς τῇ Θήρᾳ ὑπερκλύσαντος τοῦ κύματος καὶ διαλυθείσης τῆς βώλου ἐμαντεύσατο ἡ Μήδεια, τοὺς ἀπ᾿ Εὐφήμου ἑπτακαιδεκάτους ἀποικίαν στείλασθαι ἐκ Θήρας εἰς Λιβύην. ὁ δὲ Εὔφημος γίνεται παῖς Ποσειδῶνος καὶ Μηκιονίκης τῆς Εὐρώτα θυγατρὸς, ὃς ἔγημε θυγατέρα Ἀλκμήνης Λαονόμην, ἀφ᾿ οὗ ἑπτακαιδέκατος ὢν ὁ Βάττος [ὁ καὶ Ἀριστοτέλης] ἀποικίαν εἰς Λιβύην ἐστείλατο. κατὰ τὴν μαντείαν οὖν τῆς Μηδείας ἑπτακαιδέκατος γεγονὼς ὁ Βάττος ἐδυστύχησε τὴν φωνὴν, καὶ ἐκ θεοῦ, τίς λύσις εἴη, ἀνερωτῶντι αὐτῷ ἀνείλετο οὕτω· Βάττ᾿, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. τὸ δὲ σημεῖον, ὅτι ἑπτακαιδεκάτῃ γενεᾷ ἀπὸ τῶν Ἀργοναυτῶν φησι γενομένους ἐκ τῶν Λημνιάδων οἰκίσαι τὴν πρότερον Καλλίστην, ὕστερον δὲ Θήραν.

a. ζαμενής: ἡ ἄγαν ὀργίλη καὶ πικρά. τὸ δὲ ἐπίθετον ἐκ τῆς ἱστορίας, ὅτι ὑπέμεινε καὶ τοὺς ἑαυτῆς ἀποσφάξαι παῖδας.

b. Θήραιον: τὸ περὶ τῆς Θήρας λεχθέν. ἢ τὸ ἐν τῇ Θήρᾳ εἰρημένον· ἐκεῖ γὰρ ὁ λόγος τῆς Μηδείας καὶ τὸ μάντευμα ἐρρέθη.

ἀθανάτου στόματος: τῆς Μηδείας εἶπεν, ὡς μὲν Χαῖρις, ἐκ μέρους τὴν ἀθάνατον, ἐπεὶ καὶ Ἡσίοδος ἐν τῇ Θεογονίᾳ (992 cl. 965) ἀθάνατον αὐτήν φησιν· ὡς δὲ Ἀσκληπιάδης, ὅτι οὐδὲν τῶν ῥηθέντων ὑπ᾿ αὐτῆς ἀτελὲς γεγένηται οὐδὲ ἐφθάρη.

κέκλυτε: ἐπακούσατε, ὡ μεγαλοψύχων τε ἀνδρῶν καὶ θεῶν παῖδες.

a. φαμὶ γὰρ τᾶσδ᾿ ἐξ ἁλιπλάκτου: τῆς Θήρας, [ἤτοι] ὅτι ἐνάλιος οὖσα πλήττεται ὑπὸ κυμάτων· ἢ τῆς βώλου τῆς διαλυθείσης ὑπερκλύσαντος τοῦ κύματος τὴν ναῦν.

b. ὁ δὲ νοῦς· φημὶ γὰρ ἐκ ταύτης τῆς ἁλιπλάκτου γῆς τὴν Ἐπάφου κόρην Λιβύην τῶν πόλεων τὴν ῥίζαν καὶ καταβολὴν φυτεῦσαι καὶ σπεῖραι τὴν τοῖς ἀνθρώποις ἐν ἐπιμελείᾳ οὖσαν, ἐν τοῖς τοῦ Διὸς Ἄμμωνος θεμελίοις, τουτέστι τῇ Λιβύῃ.

a. Ἐπάφοιο κόραν: τὴν Λιβύην τὴν ἡρωΐδα, ἀφ᾿ ἧς καὶ ἡ χώρα. Ἐπάφου γὰρ τοῦ Διὸς καὶ Ἰοῦς Λιβύη, ἧς καὶ Ποσειδῶνος Βῆλος.

b. ἄλλως· Ἐπάφοιο κόραν: τὴν Λιβύην· ὅτι ἡ χώρα Λιβύης τῆς Ἐπάφου τοῦ Διὸς καὶ Ἰοῦς τῆς Ἰνάχου ὁμώνυμος. | εἰώθασι δὲ οὗτοι συμπλέκειν τὰ τῶν χωρῶν ἢ πόλεων καὶ τὰ τῶν ἡρωΐδων ὀνόματα διακοινοποιοῦντες, | οἷον (Pind. fr. 195)· εὐάρματε χρυσοχίτων, ἱερώτατον ἄγαλμα, Θήβα. τὸ μὲν γὰρ εὐάρματε τῆς πόλεως, τὸ δὲ χρυσοχίτων τῆς ἡρωΐδος.

ἀστέων ῥίζαν: τὴν Κυρήνην. ἐξ αὐτῆς γὰρ καὶ Ἀπολλωνία καὶ Τεύχειρα ἐκτίσθησαν.

μελησίμβροτον: τὴν μελήσουσαν πολλοῖς. βούλεται δὲ λέγειν, ὅτι ἐκ τῆς Θήρας ἡ Λιβύη μεταφυτευθήσεται πόλεων ῥίζαν.

Διὸς ἐν Ἄμμωνος: Ἄμμωνα Λίβυες τὸν Δία προσαγορεύουσι καὶ οὕτω τιμῶσι, καὶ ἔστιν αὐτοῦ μαντεῖον ἐν Λιβύῃ· καὶ γὰρ καὶ Φαῖστος ἐν τοῖς Λακεδαιμονικοῖς (F H G IV p. 472) ἐπιβάλλων φησί· Ζεῦ Λιβύης Ἄμμων κερατηφόρε κέκλυθι μάντι. ἐνταῦθα δὲ πῶς τὴν Κυρήνην τοῦ μαντείου πλησίον εἶναί φησιν; ἀπέχει γὰρ ἱκανοῖς σταδίοις· ἀλλὰ ῥητέον, ὅτι πᾶσα ἡ χώρα ἀνιέρωται τῷ θεῷ.

a. ὅτι αἱ παραπλεύριοι ἄκανθαι αὐτῶν πτερύγια καλοῦνται.

b. τὸ δὲ ἐλαχύ πρὸς σύγκρισιν τῶν ὀρνέων.

c. ἀντὶ δὲ νησιωτικῶν καὶ θαλασσίων ἔργων ἠπειρωτικὰ καὶ ἱππικὰ μεταλήψονται.

d. ὁ δὲ λόγος, ὅτι νησιῶται ὄντες οἱ Θηραῖοι ἠπειρῶται γίνονται.

e. ὁ δὲ νοῦς· ἀντὶ δὲ τῶν μικροπτερύγων δελφίνων ἵππους μεταλήψονται καὶ ἡνία ἀντὶ κωπῶν, καὶ δίφρους κινήσουσι κατὰ τὸν δρόμον. πτέρυγας δὲ τῶν δελφίνων τὰς ἀκάνθας φησὶ τὰς ἑκατέρωθεν τῶν βραγχίων, αἷς καὶ διανήχονται καὶ διΐπτανται ὥσπερ οἱ ἰχθύες.

ἀελλόποδας δὲ ἀπὸ τῶν ἑλκόντων τοὺς δίφρους εἴρηκεν.

a. κεῖνος ὄρνις: ἡ βῶλος, κεῖνο ὄρνεον· τὸ γὰρ ὄρνεον ἐπὶ τῆς βώλου λαμβάνουσιν.

b. ἄλλως· κεῖνος ὄρνις: ἐκεῖνος ὁ σύμβολος· τουτέστιν ἡ βῶλος παρασκευάσει τῶν μεγίστων πόλεων μητρόπολιν πολιν γενέσθαι τὴν Θήραν. ἀπὸ γὰρ ταύτης ἡ Κυρήνη ἀνακτίζεται.

τόν ποτε: ὁ νοῦς· ὅν ποτε τὸν ὄρνιν, ὅ ἐστι τὴν βῶλον, ἐν ταῖς προχοαῖς τῆς Τριτωνίδος θαλάσσης, θεῷ ἀνδρὶ ὁμοιωθέντι καὶ ξένια παρεχομένῳ ἐκ τῆς πρώρας καταβὰς ὁ Εὔφημος ἐδέξατο.

a. Τριτωνίδος ἐν προχοαῖς: Τρίτων ποταμὸς Λιβύης, ἐν ᾧ ἡ Ἀθηνᾶ ἐγεννήθη [ἀφ᾿ οὗ καὶ Τριτογένεια ὀνομάζεται].

b. ἄλλως· Τριτωνίδος λίμνης: οὕτω καλουμένη θάλασσα περὶ τὴν Λιβύην, καθ᾿ ἣν συντρέχοντες τῷ Εὐρυπύλῳ τὴν βῶλον ἐδέξαντο οἱ Ἀργοναῦται.

c. ζητεῖται δὲ, δι᾿ ἣν αἰτίαν ὑπεδέξατο τὴν βῶλον ὁ Εὔφημος· καὶ οἱ μὲν, ὅτι πρωρεὺς ἦν, φαίνεται γὰρ καὶ ὁ Εὐρύπυλος ἐπιστὰς τῇ πρώρᾳ καὶ ἐπιδιδοὺς τὸ ξένιον· οἱ δὲ διὰ τὴν συγγένειαν. ἀμφότεροι γὰρ Ποσειδῶνος, ὅ τε δοὺς καὶ ὁ λαβών. | ὁ δὲ Ἀσκληπιάδης τὰ ἐν ταῖς μεγάλαις Ἠοίαις παρατίθεται (fr. 143)· ἢ οἵη Ὑρίῃ πυκινόφρων Μηκιονίκη, ἣ τέκεν Εὔφημον Γαιηόχῳ Ἐννοσιγαίῳ μιχθεῖσ᾿ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης.

ἀνέρι εἰδομένῳ: τοῦτο καινοτέρως ὁ Πίνδαρος ἱστορεῖ, ὅτι θεὸς Εὐρυπύλῳ παρεικασθεὶς παρέστη τοῖς Ἀργοναύταις.

αἴσιον δ᾿ ἐπί οἱ Κρονίων: αἴσιον δὲ τῇ δόσει βροντήσας ἐπεκτύπησεν ὁ Ζεύς (42 B), ὅτε τὴν ἄγκυραν τὴν χαλκᾶς ἔχουσαν γένυς πρὸς τῇ νηὶ ἀνελκυσάντων τῶν Ἀργοναυτῶν καὶ κρημνάντων ἐπέτυχεν ὁ Εὐρύπυλος. σημαίνει δὲ διὰ τούτου τὸν ἀπόπλουν· ὅτε γὰρ πλεῖν μέλλουσιν, ἀνάγουσι τὰς ἀγκύρας.

a. ἁνίκ᾿ ἄγκυραν: τὸν Τρίτωνά φησιν αὐτοῖς συντετυχηκέναι ἀναγομένοις ἤδη. τότε γὰρ τὰς ἀγκύρας τοῦ βυθοῦ ἀνασπάσαντες ἐκκρεμῶσι τῆς νεώς.

b. Ἀργοῦς δὲ χαλινὸν τὴν ἄγκυραν λέγει, διὰ τὸ ἐπέχειν τὰς ναῦς δίκην χαλινοῦ· πρὸς τῇ νηῒ γὰρ κρημνάντων ἐπεκύρησε, τουτέστιν ἀναγομένων. τίς δὲ ἐπεκύρησεν; ὁ ἀνδρὶ εἰκασμένος Τρίτων.

ἐπέτοσσεν: ἐπέτυχεν.

a. Ἀργοῦς χαλινόν: χαλινὸν νῦν τὴν ἄγκυραν λέγει ἀπὸ μεταφορᾶς τῶν ἵππων.

b. τοῦτο προσειληφέναι φησὶ Δίδυμος Πίνδαρον τερατείας χάριν τῆς πρὸς ἡμᾶς, ἐπεὶ οὐδὲ πρέπον τὸ πρὸς εἰδότας λέγειν. ὁ δὲ Ἀμμώνιος περὶ τούτων οὕτω γράφει· καὶ ἑαυτὴν συμπεριλαμβάνει διὰ τὸ ταῖς αὐτῆς βουλαῖς τὴν ἔξω φυγὴν ποιήσασθαι· ἐκβιβάσαι γὰρ συνεβούλευσε καὶ διὰ τοῦ Ἀδρίου ποιῆσαι τὸν πλοῦν. τοῦτο δὲ ἐναντίον τῷ ἐκ τοῦ Ὠκεανοῦ ὑπὲρ τὴν Λιβύην κομίσαι τὴν ναῦν εἰς τὴν Τριτωνίδα· ἀλλὰ μᾶλλον ὡς διὰ τοῦ Φάσιδος εἰς τὸν Ὠκεανὸν ἐκπεπτωκότων.

c. δώδεκα δέ: οἱ λόγοι παρὰ τῆς Μηδείας· ἐν δώδεκα ἡμέραις τοπρότερον ἔξω τοῦ Ὠκεανοῦ ἐφέρομεν κατὰ τῶν νώτων τῆς ἐρήμου καὶ ὁμαλῆς γῆς τὸ θαλάττιον δόρυ. τουτέστι τὴν ναῦν, τοῖς ἡμετέροις βουλεύμασιν ἀνασπάσαντες.

νώτων ἐρήμων: ὑπὲρ τῶν ἐρήμων νώτων τῆς γῆς. παρὰ γὰρ τὸν Λιβυκὸν Ὠκεανὸν ἐλθόντες, καὶ μὴ δυνάμενοι διεξελθεῖν διὰ τὸ εἶναι τεναγώδη, συμβουλαῖς τῆς Μηδείας βαστάσαντες τὴν ναῦν διεκόμισαν εἰς τὴν Τριτωνίδα λίμνην.

μήδεσσιν ἀνσπάσαντες ἀμοῖς: τὸ πρόσωπον τῆς Μηδείας μιμεῖται ὁ ποιητής.

τουτάκι δ᾿ οἰοπόλος: τὸ τηνικαῦτα δὲ ὁ μόνος ἀναστρεφόμενος θεὸς παρεγένετο ἀνδρὸς αἰδεσίμου καὶ ἀξιοπρεποῦς φαιδρὰν καὶ εὐπρεπῆ ὄψιν ὁμοιωθείς.

ἀνδρὸς αἰδοίου: ὁ Τρίτων Εὐρυπύλῳ ὁμοιούμενος Κυρήνης βασιλεῖ.

φιλίων δ᾿ ἐπέων: λόγων δὲ προσφιλῶν καὶ φιλοφρονητικῶν κατήρχετο, ὥσπερ τοῖς ξένοις παραγεγονόσιν οἱ ξενισταὶ τὰ δεῖπνα καὶ τὴν φιλοφροσύνην πρῶτον ἐπαγγέλλονται.

ἅτ᾿ ἐλθόντεσσιν: ἅ τε τοῖς ἐλθοῦσι ξένοις οἱ εὐεργέται ἐπαγγέλλονται δεῖπνα, ταῦτα ἐπηγγέλλετο. τοῦτο γὰρ δεῖ συνυπακοῦσαι.

ἀλλὰ γὰρ νόστου: ἀλλὰ γὰρ ἡ τῆς γλυκείας ἀνακομιδῆς πρόφασις ἐκώλυεν αὐτοὺς παραμένειν καὶ τῆς θεοῦ δεξιώσεως ἀπολαύειν.

Φάτο δ᾿ Εὐρύπυλος: ἔλεγε δὲ ὁ Εὐρύπυλος τοῦ ἀφθάρτου Ποσειδῶνος εἶναι παῖς. τοῦτον Ἀπολλώνιος (4, 1552. 1561) ποτὲ μὲν Εὐρύπυλον προσαγορεύει, ποτὲ δὲ Τρίτωνα. Ἀκέσανδρος δέ φησιν ἀδελφὸν εἶναι τὸν Εὐρύπυλον Τρίτωνος, γράφων οὕτως· Εὐρύπυλος Ποσειδῶνος καὶ Κελαινοῦς τῆς Ἄτλαντος, Τρίτωνος ἀδελφός. οὗτος γαμεῖ Στερόπην τὴν Ἡλίου, Πασιφάης ἀδελφὴν, καὶ γίνονται παῖδες δύο, Λυκάων καὶ Λεύκιππος.

γίνωσκε δ᾿ ἐπειγομένους: συνεώρα δὲ καὶ αὐτὸς ἡμᾶς ἐπειγομένους, καὶ ἀναρπάσας εὐθέως ἐκ τῆς γῆς τῇ δεξιᾷ χειρὶ τὸ παρατυχὸν ξένιον ἐζήτει παρασχεῖν.

Δεξιτερᾷ προτυχόν: Χαῖρίς φησι δεῖν γράφειν προτυχόν, ἵν᾿ ᾖ· ἀναρπάσας δὲ εὐθὺς ἐκ τῆς ἀρούρης τὸ παρατυχόν ξένιον ἔδωκεν· ὅπερ ἦν ἡ βῶλος. | διατί δὲ Εὔφημος ἐδέξατο, πολλῶν ὄντων, ζητεῖται. καὶ οἱ μέν φασι διὰ τὸ ἐγγύς· πρωρεὺς γὰρ ἦν· | διό |φησι Πίνδαρος πρῴραθεν. | οἱ δὲ διὰ συγγένειαν· οἱ δὲ ὅτι ὁ δοὺς τὴν βῶλον, εἴτε Τρίτων ἦν εἰκασμένος Εὐρυπύλῳ εἴτε ἦν Εὐρύπυλος, οὗτος ἦν Ποσειδῶνος υἱός· ἄλλως δὲ καὶ ὅλη ἡ Λιβύη ἱερὰ Ποσειδῶνος διὰ τὸ μεμίχθαι Λιβύῃ τὸν Ποσειδῶνα· ταύτῃ οὖν καὶ ὁ Εὔφημος διὰ τὴν οἰκειότητα ἐδέξατο. προσθείη δ᾿ ἄν τις, ὅτι καὶ Ταιναρίου ἐβασίλευεν, Ποσειδῶνος δὲ αὕτη ἱερά. | Ἀσκληπιάδης δέ φησιν ὅτι καὶ Περικλύμενος καὶ Ἐργῖνος καὶ Ἀγκαῖος· τί οὖν οὐδεὶς εἰλήφει τούτων; φησὶ γοῦν αὐτὸς δῶρον ἔχειν τὸν Εὔφημον παρὰ Ποσειδῶνος τὴν θάλασσαν ἀπημάντως διαπορεύεσθαι ὡς διὰ γῆς. πρὸς δὲ τοὺς λέγοντας ὅτι Εὔφημος κυβερνήτης ἦν καὶ μὴ πρωρεὺς, τοῦτο γὰρ ἱστορεῖν Θεότιμον, λεκτέον ὅτι καὶ πάνυ λόγον ἔχει τὸν κυβερνήτην ὡς ἡγούμενον τῆς νεὼς τὴν βῶλον παρὰ Τρίτωνος λαβεῖν.

a. οὐδ᾿ ἀπίθησέ νιν: παθητικῶς· οὐκ ἀπειθῆ αὐτὸν πεποίηκε πρὸς τὴν ὑποδοχήν.

b. ἀλλ᾿ ἥρως: ὁ δὲ ἥρως Εὔφημος ἐπιθορὼν ταῖς ἀκταῖς τῇ αὐτοῦ χειρὶ τὴν αὑτοῦ ἀνθαρμόσας καὶ ἐπεκτείνας χεῖρα ἐδέξατο τὴν θείαν βῶλον.

ἀντερείσας: συνάψας.

βώλακα δαιμονίαν: τὴν θείαν· καὶ ἤτοι ὅτι ἐξ αὐτῆς ἀποικίαι καὶ χρησμοὶ Ἀπόλλωνος, ἢ ὅτι θεὸς ὁ δωρησάμενος.

a. πεύθομαι δ᾿ αὐτάν: ἔτι περὶ τῆς βώλου τὸν λόγον ποιεῖται ἡ Μήδεια, ὅτι πέπυσται χθὲς αὐτὴν διατετηκυῖαν, καίπερ παρακελευομένη φυλάξαι.

b. ἄλλως· μετέπεσεν ἐπὶ τὸ ποιητικὸν πρόσωπον, καὶ οὐκέτι τὸ τῆς Μηδείας ἐφύλαξε διαπαντός.

c. ὁ δὲ νοῦς· κατακούω δὲ αὐτὴν, τὴν βῶλον, κατακλυσθεῖσαν ἐκ τῆς νεὼς σὺν τῇ θαλάσσῃ τῆς δύσεως διενηνέχθαι καὶ διαλυθῆναι συμφερομένην τοῖς κύμασι.

d. ἐναλίᾳ βᾶμεν: συμβεβηκέναι καὶ εἰς ταὐτὸ γεγενῆσθαι τῇ θαλασσίᾳ ἅλμῃ, ὅ ἐστι κατὰ περίφρασιν τῇ θαλάσσῃ.

e. τὴν σύν οὖν πρόθεσιν συντακτέον τῷ βᾶμεν, ἵν᾿ ᾖ συμβῆναι καὶ συνελθεῖν εἰς ταὐτό.

ἐκ δούρατος: ἐκ τῆς νηός.

a. ἑσπέρας ὑγρῷ πελάγει: ἤτοι κατὰ τὸν καιρὸν τῆς ἑσπέρας, ἢ τῆς δυτικῆς θαλάσσης.

b. ἀκολουθήσασαν.

ἦ μάν νιν: ναὶ μὴν αὐτὴν, τὴν βῶλον, συνεχῶς τοῖς λυσιπόνοις οἰκέταις φυλάξαι, φησὶν, [ὤτρυνον]· τούτων δὲ εἰς λήθην ἦλθον αἱ φρένες.

λυσιπόνοις: ἐπειδὴ οἱ οἰκέται τῶν δεσποτῶν τοὺς πόνους διαλύουσι τῇ θεραπείᾳ· ὡς Εὐριπίδης (fr. 1019)· δούλοισι γάρ τε ζῶμεν οἱ ἐλεύθεροι.

a. καὶ νῦν ἐν τᾷδ᾿: ὁ λόγος περὶ τῆς Θήρας, ὡς τῆς Μηδείας προσορμισθείσης κατὰ τὸ τηνικαῦτα καὶ διαλεγομένης περὶ τῆς βώλου.

b. ὁ δὲ νοῦς· καὶ νῦν ἐν ταύτῃ τῇ ἀφθάρτῳ νήσῳ πρὸ τοῦ δέοντος καιροῦ διεχύθη τῆς εὐρυχώρου Λιβύης τὸ σπέρμα, τουτέστιν ἡ βῶλος.

a. σπέρμα πρὶν ὥρας: διχῶς τὸ σπέρμα δύναται νοεῖσθαι, καὶ ὅτι Λιβυκὴ ἡ βῶλος, καὶ ὅτι οἷον ἀρχὴ τῆς εἰς Λιβύην ἀποικίας.

b. πρὶν ὥρας: πρὸ τοῦ δέοντος καιροῦ.

c. εἰ γὰρ οἴκοι νιν βάλε: εἰ γὰρ δὴ αὐτὴν, τὴν βῶλον, ἐν τοῖς ἑαυτοῦ οἴκοις ἤγαγε παρὰ τὸ χθόνιον τοῦ Ἅιδου στόμα εἰς τὴν ἱερὰν Ταίναρον παραγεγονὼς, ἐκ δὲ τούτου εἰς Λακεδαίμονα ἐλθὼν, ὁ τοῦ ἱππικοῦ Ποσειδῶνος υἱός.

d. Ταίναρος δὲ πόλις Λακωνικὴ, ἐν ᾗ καὶ πύλη ἐστὶν εἰς Ἅιδου. | Μένανδρος (fr. 842 K.)· πύλη τίς ἐστι Ταινάρου πρὸς ἐσχάτοις.

a. Εὔφαμος ἐλθών: εἰ γὰρ τὴν βῶλον ἔσωσεν εἰς Ταίναρον, ἥτις Ἅιδου ἐστὶ στόμα, μετὰ τέσσαρας ἂν γενεὰς ἐγενήθη ἡ ἀποικία καὶ ἔλαβε σὺν τοῖς ἄλλοις τὴν εὐρεῖαν ἤπειρον Λιβύην.

b. γυναῖκα δὲ ἔσχεν ὁ Εὔφημος Λαονόμην Ἡρακλέους ἀδελφὴν, Ἀμφιτρύωνος θυγατέρα καὶ Ἀλκμήνης.

c. ἐπεὶ δὲ οὐ διεσώθη, ἀλλ᾿ ἐτάκη ἐν τῇ Θήρᾳ. οὐκέτι φησὶν ἐλεύσεσθαι ἐκ τῆς Λακωνικῆς τὴν ἀποικίαν μετὰ τέσσαρας γενεὰς, ἀλλὰ μετὰ ἑπτακαίδεκα ἐξ ἀλλοδαπῶν γυναικῶν γεννηθέντας τινὰς καθέξειν τῆς Λιβύης.

a. τόν ποτ᾿ Εὐρώπα: ὅντινά ποτε ἡ Εὐρώπη ἡ τοῦ Τιτυοῦ θυγάτηρ ἐγέννησε παρὰ ταῖς ὄχθαις τοῦ Κηφισοῦ τοῦ Βοιωτικοῦ ποταμοῦ , τετάρτων ἐξ Εὐφήμου παίδων γεγονότων γένος αὐτῷ ἐκείνην ἔλαβε καὶ κατέσχε σὺν τοῖς Ἕλλησι τὴν μεγάλην καὶ πλατεῖαν ἤπειρον τῆς Λιβύης. τότε γὰρ τῆς μεγάλης Λακεδαίμονος ἀνάστατοι γίνονται καὶ τοῦ Ἀργείου κόλπου καὶ τῶν Μυκηνῶν.

τετράτων παίδων κ᾿ ἐπιγεινομένων: οἱ γὰρ ἐξ Εὐφήμου τέταρτοι ἔμελλον ἀποικίαν στέλλεσθαι ἀπὸ Λακεδαίμονος εἰς Λιβύην· νῦν δὲ διὰ τὸ λελύσθαι τὴν βῶλον εἰς Θήραν ἐκ Λακεδαίμονος οἱ τέταρτοι ἀπὸ Εὐφήμου ἔρχονται καὶ ἀπὸ Θήρας οἱ ἑπτακαιδέκατοι, ὡς μετὰ τὴν τετάρτην γενεὰν Εὐφήμου τὴν ἐλθοῦσαν εἰς Θήραν ἄλλας τρισκαίδεκα γενέσθαι εἰς Θήραν.

τότε γὰρ μεγάλας: τότε γὰρ οἱ Ἡρακλεῖδαι κατελθόντες μετὰ τέσσαρας γενεὰς ἐξανέστησαν τοὺς προκατέχοντας [ἀπὸ Εὐφήμου] Μυκηνῶν καὶ Ἄργους καὶ Λακεδαίμονος. ἤλλακται δὲ ὁ χρόνος· ἐξανίστανται γάρ φησιν ἀντὶ τοῦ ἐξαναστήσονται. ταῦτα γὰρ ἡ Μήδεια προλέγει ὡς ἐσόμενα ὕστερον.

a. νῦν γε μὰν ἀλλοδαπᾶν: ἐπὶ δὲ τοῦ παρόντος τῶν ἀλλοδαπῶν καὶ ξένων γυναικῶν τὸ ἐν ταῖς κοίταις ἔκκριτον καὶ διαπρεπὲς γένος εὑρήσει τὴν ἀποικίαν· οἵτινες σὺν τιμῇ θεῶν εἰς ταύτην τὴν νῆσον παραγενόμενοι τέκωσι τὸν Βάττον τὸν τῶν τῆς Λιβύης πεδίων δεσπότην.

b. ἡ ἱστορία τοιαύτη· ταῖς Λημνίαις γυναιξὶν ἀσεβῶς διακειμέναις περὶ τὰς τῆς Ἀφροδίτης τιμὰς ἡ θεὸς δυσοσμίαν προσέπεμψε, καὶ οὕτως αὐτὰς οἱ ἄνδρες ἀπεστράφησαν· αἱ δὲ συνθέμεναι πρὸς ἑαυτὰς ἐξ ἐπιβουλῆς τοὺς ἄνδρας ἀνεῖλον. τηνικαῦτα δὲ οἱ Ἀργοναῦται τὸν εἰς Σκυθίαν στελλόμενοι πλοῦν προσωρμίσθησαν τῇ Λήμνῳ, καὶ εὑρόντες ἔρημον ἀρσένων τὴν νῆσον συνελθόντες ταῖς γυναιξὶν ἀπηλλάγησαν. οἱ δὲ φύντες ἐξ αὐτῶν ἦλθον εἰς Λακεδαίμονα κατὰ ζήτησιν τῶν πατέρων, καὶ προσδεχθέντες παρὰ Λάκωσι καὶ πολιτευσάμενοι συνέθεντο ἐπιθέσθαι τῇ Σπάρτῃ. γνωσθέντες δὲ συνελήφθησαν καὶ καθείρχθησαν ἐν εἱρκτῇ· κατὰ δέ τινας αἱ μητέρες ἐλθοῦσαι πρὸς αὐτοὺς τὰς μὲν αὑτῶν ἐσθῆτας ἐκείνοις περιέθεσαν καὶ αὐτόθι ἔμειναν, ἐκείνους δὲ ὡς γυναῖκας ἀποπέμψασαι κατακαλυψαμένους ἔσωσαν, οἱ δὲ παῖδες τῷ μηχανήματι λαθραίως ἀπέφυγον. τῶν δὲ Λακώνων βουλομένων αὐτοὺς ἀνελεῖν, Θήρας ὁ Αὐτεσίωνος κατὰ συντυχίαν τότε ἀποικίαν στέλλων καθικέτευσε τοὺς Λάκωνας εἰς τὴν ἀποικίαν αὐτῷ τοὺς ἄνδρας παρασχεῖν, καὶ δεξάμενος εἰς τὴν Θήραν ἐκτοπίζει. συνῆν δὲ αὐτῷ καὶ Σάμος, οὗ ἀπόγονος Βάττος, ὃς πρῶτος ἀποικίαν εἰς Κυρήνην ἔστειλεν.

c. ἄλλως· ζητεῖται τίνες εἰσὶν ἀλλοδαπαὶ γυναῖκες, ἐξ ὧν φησι τοὺς φύντας καθέξειν τὴν Κυρήνην, πότερον ἐπειδή τινες ἐν Θήρᾳ ᾤκησαν μετὰ Κάδμου συνεξορμήσασαι, ὅτε ἐπὶ τὴν τῆς Εὐρώπης ζήτησιν ἀπῆρεν ἐκ Φοινίκης· ὑπέμειναν γὰρ ἐν Θήρᾳ μετὰ Μεμβλιάρεω τοῦ Κάδμῳ συνεξορμήσαντος Φοίνισσαί τινες γυναῖκες· ἢ ἀλλοδαπὰς γυναῖκας τὰς Λημνίας λέγει, [περὶ ὧν ἡ ἱστορία προείρηται].

κριτὸν εὑρήσει: τίς εὑρήσει; ἡ προκειμένη ἤπειρος ἡ Λιβύη.

οἵ κεν τάνδε: ἔδει εἰπεῖν, ὅπερ γένος.

τάνδε σὺν τιμᾷ: ἐν ταύτῃ τῇ νήσῳ τῇ Θήρᾳ· ἐν αὐτῇ γὰρ διελέγετο ἡ Μήδεια.

τέκωνται: ἀντὶ τοῦ τέξονται.

a. κελαινεφέων πεδίων: τῶν τῆς Λιβύης· καὶ οἱ μὲν διὰ τὸν αὐτόθι συνεχῆ ὄμβρον καὶ τοὺς χειμῶνας, διὸ καὶ εὔκαρπος ἡ Κυρήνη διὰ τὸ συνεχῶς δεύεσθαι· τινὲς δὲ διὰ τὸ τῶν πεδίων μέγεθος.

b. ἄλλως· Ἀμμώνιός φησι διὰ τὸ περὶ τὴν Κυρήνην μόνον ἵστασθαι νέφος παρὰ τὴν ἄλλην Λιβύην. ἢ μᾶλλον μεγέθους τις ἔμφασις δηλοῦται διὰ τὸ ἀποσκοτοῦσθαι τὰς ὄψεις τοῦ πέρατος μὴ ὁρωμένου.

a. τὸν μέν: τὸν Βάττον.

b. πολυχρύσῳ: τῇ Πυθοῖ. ὅτι δὲ πολυχρήματος, καὶ Ὅμηρός φησι (I 404 sq.).

c. ὅντινά ποτε τὸν Βάττον ἐν τῷ πολυχρύσῳ οἴκῳ ὁ Ἀπόλλων ἀναμνήσει τοῖς ἑαυτοῦ χρησμοῖς εἰς τὸν Πυθικὸν νεὼν παραγενόμενον οἰκιστὴν τῆς Κυρήνης γενέσθαι.

a. θέμισσι: τοῖς χρησμοῖς.

b. ἀναμνήσει τὰ ἑξῆς ἐπιφερόμενα.

c. τί δὲ ἀναμνήσει; οἰκιστὴν τῆς Κυρήνης γενέσθαι.

a. καταβάντα χρόνῳ: χρόνῳ δὲ ὕστερον ταῖς ναυσὶ πολλοὺς ἀγαγεῖν πρὸς τὸ τοῦ Κρονίδου Νείλου λιπαρὸν τέμενος· φησὶ δὲ τὴν Λιβύην.

b. τέμενος [γὰρ] Νείλου Διὸς τὴν Λιβύην φησίν. καὶ ἤτοι τὸν Νεῖλον ἀντὶ τοῦ Διός φησιν, ἐπειδὴ παρὰ τοῖς Αἰγυπτίοις τιμᾶται ὡς θεός· ἢ παρὰ τὸ Ὁμηρικόν (δ 581)· ἂψ δ᾿ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο.

b. χρόνῳ δ᾿ ὑστέρῳ: ὁ δέ ἀντὶ τοῦ δή, ἵν᾿ ᾖ· χρόνῳ δὴ ὑστέρῳ διὰ νεῶν πολλοὺς ἄνδρας ἀγαγεῖν ἀπὸ Θήρας εἰς τὴν Λιβύην.

τέμενος Κρονίδα: τὸν Νεῖλον Κρονίδαν [φησὶν], ὡς Παρμένων· Αἰγύπτιε Ζεῦ Νεῖλε. ἀναλογεῖν γὰρ τοῖς τοῦ Διὸς ὄμβροις τὸ τοῦ Νείλου ὕδωρ, καὶ ὥσπερ ἀντίστροφόν τινα τοῦτον τῷ Διῒ εἶναι.

a. ἦ ῥα Μηδείας ἐπέων στίχες: ἔφη ἡ τῆς Μηδείας στιχομυθία. συνήθως δὲ ὁ Πίνδαρος πληθυντικοῖς ἑνικὰ ἐπήνεγκεν.

b. ὁ νοῦς· οὕτως εἰρήκασιν οἱ τῆς Μηδείας λόγοι, οἱ δὲ ἰσόθεοι ἥρωες κατεπλάγησαν σιωπῇ τὴν πυκνὴν καὶ συνετὴν συμβουλὴν τῆς Μηδείας κατακούσαντες.

a. ὦ μάκαρ υἱὲ Πολυμνάστου: ὦ Ἀριστότελες. ὁ γὰρ αὐτὸς Βάττος καὶ Ἀριστοτέλης.

b. ὁ δὲ νοῦς· ὦ μακάριε υἱὲ τοῦ Πολυμνήστου Ἀριστότελες, σὲ ἐν τῷ τῆς Μηδείας λόγῳ ὁ χρησμὸς ὤρθωσε καὶ ἀπέδειξε τῆς Δελφικῆς ἱερείας αὐτομάτῳ φθόγγῳ.

a. χρησμὸς ὤρθωσε μελίσσας: τὰς περὶ τὰ θεῖα καὶ μυστικὰ μελίσσας καὶ ἑτέρωθι (fr. 158)· ταῖς ἱεραῖς μελίσσαις τέρπεται. ὅτι δὲ τὰς περὶ τὰ ἱερὰ διατελούσας καὶ Μελίσσας ἔλεγον, Μνασέας ὁ Παταρεὺς (FHG III p. 150) ἀφηγεῖται λέγων, ὡς κατέπαυσαν αὗται σαρκοφαγοῦντας τοὺς ἀνθρώπους πείσασαι τῇ ἀπὸ τῶν δένδρων χρῆσθαι τροφῇ, καθ᾿ ὃν καιρὸν καὶ Μέλισσα μία τις αὐτῶν κηρία μέλιτος εὑροῦσα πρώτη ἔφαγε καὶ ὕδατι μίξασα ἔπιε, καὶ τὰς ἄλλας δὲ ἐδίδαξε, καὶ τὰ ζῷα μελίσσας ἐξ ἑαυτῆς ἐκάλεσε, καὶ φυλακὴν πλείστην ἐποιήσατο· ταῦτα δέ φησιν ἐν Πελοποννήσῳ γενέσθαι. | ἄνευ γὰρ Νυμφῶν οὔτε Δήμητρος ἱερὸν τιμᾶται διὰ τὸ ταύτας πρώτας καρπὸν ἀποδεῖξαι καὶ τὴν ἀλληλοφαγίαν παῦσαι καὶ περιβλήματα χάριν αἰδοῦς ἐξ ὕλης ἐπινοῆσαι, οὔτε γάμος οὐδεὶς ἄνευ Νυμφῶν συντελεῖται, ἀλλὰ ταύτας πρῶτον τιμῶμεν μνήμης χάριν· ὅτι τε εὐσεβείας καὶ ὁσιότητος ἀρχηγοὶ ἐγένοντο.

b. ἄλλως· χρησμὸς μελίσσας: τῆς Δελφικῆς ἱερείας· φησὶ δὲ τῆς Πυθῶνος.

c. μελίσσας δὲ τὰς ἱερείας, κυρίως μὲν τὰς τῆς Δήμητρος, καταχρηστικῶς δὲ καὶ τὰς πάσας, διὰ τὸ τοῦ ζῴου καθαρόν.

a. Δελφίδος αὐτομάτῳ κελάδῳ: ἤτοι αὐτοκελεύστῳ· οὐ γὰρ κατὰ ἐπίταγμα τῶν χρησμῳδουμένων ἡ προφῆτις τοὺς χρησμοὺς ἐκφέρει, ἀλλ᾿ ἐπιπνοίᾳ· ἢ τῷ μὴ ἐκ συντάξεως φερομένῳ, ἀλλ᾿ ἀπαυτοματιζομένῳ· καὶ ἰδίως· οὐκ ἐρωτηθεῖσ᾿ ὑπὸ τοῦ Βάττου περὶ τῆς ἀποικίας, ἀλλὰ περὶ τῆς φωνῆς· ἔνθεν δὴ καὶ αὐτώρης ὁ τρίπους. Καλλίμαχος (fr. 264)· αὐτώρης ὅτε τοῖσιν ἐπέφραδε. καὶ τότε αὐτώρης ἡ μάντις λέγεται, ὅταν μὴ βουλομένου τινὸς, περὶ ὅτου ἥκει μαντευσόμενος, ἀπαυτοματίσῃ. | τοιοῦτον οὖν ἐστι καὶ τὸ αὐτομάτῳ κελάδῳ. ὃν προήκατο οὐδενὸς πυθομένου.

b. ἄλλως· αὐτομάτῳ κελάδῳ· παρόσον ἐκ ταὐτομάτου ἔχρησεν ἡ Πυθία περὶ τῆς ἀποικίας, τοῦ Βάττου περὶ φωνῆς ἐρωτῶντος.

ἅ σε χαίρειν: ἥτις σε περὶ τῆς κακοφωνίας καὶ τραχείας φωνῆς ἀνερωτῶντα τίς παρὰ θεῶν λύσις γένοιτο, χαίρειν τρὶς προσειποῦσα εἱμαρμένον βασιλέα διὰ τῶν χρησμῶν ἀπέφηνε τῇ Κυρήνῃ.

φωνᾶς ἀνακρινόμενον: ἀνερευνῶντα. τίς ἔσται τῆς φωνῆς ποινὴ, τουτέστιν ἀπόλυσις· ἐπεὶ ἡ ποινὴ ἀπολύσεως ἕνεκεν γίνεται.

ποινὰ τίς: ἀμοιβὴ ἢ λύσις.

a. ἦ μάλα δή: ὁ νοῦς· ναὶ δὴ λίαν καὶ ἐπὶ τοῦ παρόντος, ὥσπερ ἐν τῇ τοῦ φοινικοῦ καὶ ἀνθηροῦ ἔαρος ἀκμῇ καὶ ὥρᾳ, ἀπὸ κοινοῦ θάλλει τὸ μέρος καὶ τὸ ἄνθος, οὕτω καὶ ἐν τούτοις τοῖς παισὶν ὄγδοον μέρος ὢν θάλλει καὶ βλαστᾷ ὁ Ἀρκεσίλαος.

b. τὸ μετά συντακτέον τῷ παισί.

a. τούτοις ὄγδοον: τὰ ῥηθέντα ὑπὸ τῆς Πυθίας νῦν θάλλει ὡς ἐν ἔαρι ἐπὶ τοῦ ὀγδόου γένους. ὄγδοος γὰρ Ἀρκεσίλαος | ἀπὸ Βάττου τοῦ πρώτου, ᾧ γράφει νῦν ὁ Πίνδαρος.

b. ἄλλως· μετὰ τοὺς ἀπὸ Εὐφήμου ἑπτακαίδεκα καὶ νῦν ὁ Ἀρκεσίλαος ὄγδοός ἐστιν.

c. παισί: τοῖς Κυρηναίοις.

a. τῷ μὲν Ἀπόλλων: τῷ Ἀρκεσιλάῳ.

b. τῷ μὲν Ἀπόλλων: τούτῳ μὲν τῷ Ἀρκεσιλάῳ ὅ τε Ἀπόλλων καὶ ἡ Πυθὼ ἐκ τῆς ἱπποδρομίας δόξαν καὶ μνήμην ἐκ πάντων τῶν περιοίκων δεδώκασιν.

ἀμφικτυόνων: ἀμφικτύονες καλοῦνται οἱ ἀγωνοθέται τῶν Πυθίων ἐκ δώδεκα ἐθνῶν τῆς Ἑλλάδος ὄντες.

ἀπὸ δ᾿ αὐτὸν δώσω: ἀποδώσω δὲ αὐτὸν ἐγὼ ταῖς Μούσαις, ἀντὶ τοῦ ὑμνήσω νενικηκότα· ἀνυμνήσω δὲ καὶ τὸ χρυσοῦν δέρας. ζητεῖται δὲ, δι᾿ ἣν αἰτίαν καὶ Ἰάσονος ἐμνήσθη καὶ τοῦ εἰς Σκυθίαν ἀπόπλου· καί φαμεν ὅτι Ἀρκεσίλαος εἰς Εὔφημον ἀνάγει τὸ γένος τὸν τὴν βῶλον ὑποδεξάμενον καὶ συσταλέντα τοῖς Ἀργοναύταις.

a. χρύσεον νάκος κριοῦ: κατὰ κοινοῦ τὸ Μοίσαισι δώσω.

b. διὰ τί δὲ συγκαταπέπλοχε ταῖς εἰς τὸν Ἀρκεσίλαον ᾠδαῖς τὰ περὶ τὸν πλοῦν τῶν Ἀργοναυτῶν τὸν ἐπὶ τὸ χρυσοῦν δέρος τοῦ κριοῦ; ὅτι τὸ γένος τῶν περὶ τὸν Ἀρκεσίλαον τὴν ἀρχὴν εἶχεν ἀπὸ Εὐφήμου, ᾧ καὶ ἡ βῶλος ἐδόθη.

c. μετὰ γὰρ κεῖνο πλευσάντων Μινυᾶν: ἐπ᾿ ἐκεῖνο γὰρ τὸ δέρος.

d. ὁ δὲ νοῦς· ἐπὶ γὰρ τοῦτο τὸ δέρος πλευσάντων τῶν Ἀργοναυτῶν θεῖαι τιμαὶ τοῖς Κυρηναίοις ἐφυτεύθησαν.

πλευσάντων Μινυᾶν: τῶν Μινυῶν· φησὶ δὲ τῶν Ἀργοναυτῶν, ὅτι οἱ πλείους αὐτῶν εἰς Μινύαν τὸν Ποσειδῶνος καὶ Τριτογενείας τῆς Αἰόλου τὸ γένος ἀνῆγον. καὶ Ἀπολλώνιός φησιν (I 230)· ἐπεὶ Μινύαο θυγατρῶν οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ᾿ αἵματος εὐχετόωντο.

σφισίν: αὐτοῖς, τοῖς Κυρηναίοις τοῖς εἰς Θήραν τὴν ἀποικίαν στειλαμένοις.

a. τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας: ὁ λόγος ἐρωτηματικὸς πρὸς τὴν Μοῦσαν· τίς γὰρ ἀρχὴ τοῦ πλοῦ; ποῖος δὲ κίνδυνος ἐν τοῖς ἰσχυροτάτοις τοῦ ἀδάμαντος ἔδησεν ἥλοις; τουτέστι ποία ἰσχυρὰ καὶ κινδυνώδης ἀνάγκη παρώρμησε τοὺς Ἀργοναύτας; εἶτα Ὁμηρικῷ ζήλῳ μετὰ τὴν ἐρώτησιν ἐπάγει τὸ αἰτιον· μεμοιραμένον ἦν τὸν Πελίαν ἐκ τῶν ἄγαν διαφανῶν Αἰολιδῶν τελευτῆσαι τὸν βίον, ἢ καὶ γνώμαις ἢ καὶ πράξεσιν ἀκαταμαχήτοις καὶ σκληραῖς.

b. ἄλλως· χρῆται ὁ ποιητὴς ζήλῳ Ὁμηρικῷ· μετὰ γὰρ τὴν πρὸς τὴν Μοῦσαν ἐρώτησιν τὴν αἰτίαν ἐπάγει. | ἄρχεται δὲ τῆς ἱστορίας, δι᾿ ἣν ἔπλευσαν οἱ Ἀργοναῦται.

c. θέσφατον δὲ μεμοιραμένον. χρησμῳδηθέν.

ἐξ ἀγαυῶν Αἰολιδᾶν: Αἰολίδης ὁ Ἰάσων· Αἴσονος γὰρ τοῦ Κρηθέως [γίνεται] τοῦ Αἰόλου υἱός· ἔνθ᾿ ἦτοι πρῶτον Τυρὼ ἴδον εὐπατέρειαν, ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι· φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο (λ 235)· εἶτα τὸ ἑξῆς· τοὺς δ᾿ ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν Αἴσονά τ᾿ ἠδὲ Φέρητα (λ 258).

Ἦλθε δέ οἱ κρυόεν: ἦλθε δὲ καὶ ἀνεδόθη τὸ φρικτὸν τοῦτο μάντευμα τῷ συνετῷ αὐτοῦ θυμῷ, τὸ κατὰ τὸν μέσον ὀμφαλὸν ῥηθὲν [τουτέστι κατὰ τὸ Δελφικὸν χρηστήριον τὸ ἐν μέσῳ τῆς οἰκουμένης] τῆς εὐδένδρου γῆς· λέγει δὲ τῆς Πυθῶνος.

ῥηθὲν ματέρος: τῆς γῆς.

a. τὸν μονοκρήπιδα: ἡ ἱστορία παρὰ Φερεκύδει (FHG I p. 87). ἔθυε τῷ Ποσειδῶνι, φησὶν, ὁ Πελίας, καὶ προεῖπε πᾶσι παρεῖναι· οἱ δὲ ἦσαν οἵ τε ἄλλοι πολῖται καὶ ὁ Ἰήσων· ἔτυχε δὲ ἀροτρεύων ἐγγὺς τοῦ Ἀναύρου ποταμοῦ, ἀσάμβαλος δὲ διέβαινε τὸν ποταμὸν, διαβὰς δὲ τὸν μὲν δεξιὸν ὑποδεῖται πόδα, τὸν δὲ ἀριστερὸν ἐπιλήθεται, καὶ ἔρχεται οὕτως ἐπὶ δεῖπνον. ἰδὼν δὲ ὁ Πελίας συμβάλλει τὸ μαντήϊον, καὶ τότε μὲν ἡσύχασε, τῇ δ᾿ ὑστεραίᾳ μεταπεμψάμενος αὐτὸν ἤρετο ὅ,τι ποιοίη εἰ αὐτῷ χρησθείη ὑπό του τῶν πολιτῶν ἀποθανεῖν· ὁ δὲ Ἰήσων, πέμψαι ἂν εἰς Αἶαν αὐτὸν ἐπὶ τῷ Ἰήσονι Ἥρη ἐς νόον βάλλει, ὡς ἔλθοι ἡ Μήδεια τῷ Πελίᾳ κακόν.

b. μονοκρήπιδα, τὸν μονοσάμβαλον· κρηπὶς γὰρ τὸ βῆμα, καὶ εἴρηται παρὰ τὴν βάσιν.

c. ἄλλως· ὅτι ἐκ τοῦ Ἀναύρου ποταμοῦ μόγις τὸ δεξιὸν πέδιλον ἔσωσεν, ἱστορεῖ καὶ Ἀπολλώνιος (I 10)· ἄλλο μὲν ἐξεσάωσεν ὑπ᾿ ἰλύος, ἄλλο δ᾿ ἔνερθε κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν. εἰσὶ δὲ καὶ Αἰτωλοὶ πάντες μονοκρήπιδες διὰ τὸ πολεμικώτατοι εἶναι. ἦν δὲ τὸ μάντευμα τοιοῦτον· [τὸν μονοκρήπιδα πάντως ἐν φυλακῇ σχεθέμεν μεγάλᾳ καὶ τὰ ἑξῆς.]

ἐν φυλακῇ σχεθέμεν: ἀντὶ τοῦ φυλάσσεσθαι.

a. αἰπεινῶν σταθμῶν: ἀπὸ τῶν ὑψηλοτάτων ἐναύλων, λέγει δὲ τοῦ Χειρωνείου σπηλαίου.

b. σταθμῶν ἐς εὐδείελον: τὴν εὖ πρὸς ἑσπέραν κειμένην. ἢ τὴν διαφανῆ καὶ ἐπίσημον.

c. ὁ δὲ νοῦς· ὅταν ἀπὸ τῶν ὑψηλοτάτων ἐπαύλεων τοῦ Χείρωνος (παρὰ γὰρ αὐτῷ ἐπαιδεύθη) εἰς τὴν πρὸς τῇ ἑσπέρᾳ γῆν τῆς εὐδόξου Ἰωλκοῦ παραγένηται ξένος ὢν καὶ πολίτης.

d. τὸ δὲ σημεῖον χ΄, ὅτι σταθμοὺς τὰς κατ᾿ ἀγροὺς ἐπαύλεις ἔλεγον, καὶ ὅτι εὐδείελον τὸ εὔδηλον προσονομάζεται (ν 234)· ἦ πού τις νήσων εὐδείελος ἠέ τις ἀκτή.

a. ξεῖνος αἴτ᾿ ὦν ἀστός· καὶ ξένος ὢν καὶ πολίτης ὁ Ἰάσων, πολίτης μὲν ὅτι Ἰωλκίους εἶχε τοὺς γονεῖς, ξένος δὲ ὅτι τεχθεὶς παρὰ τῷ Χείρωνι ἀνετράφη.

b. ὁ δὲ Ἰάσων χρόνῳ παρεγένετο, δύο δόρασι θαυμαστὸς καὶ ἐκπληκτικός.

a. ἐσθὰς δ᾿ ἀμφότερόν μιν ἔχεν: ἐσθὴς δὲ διπλῆ συνεῖχεν αὐτὸν, ἥ τε τῶν Μαγνήτων ἐπιχώριος, ἁρμοζομένη τοῖς θαυμαστοῖς μέλεσι, καὶ ἡ παρὰ Χείρωνι παρδαλέα, ἣ ἔσκεπε καὶ ἀπήλεξε τοὺς φρίσσειν παρασκευάζοντας ὄμβρους.

b. ἄλλως· ἠμφίεστο γὰρ δύο σχήματα, τό τε παρὰ Χείρωνι καὶ τὸ Μαγνήτων, καὶ ἡ μὲν ἦν στολὴ, ἡ δὲ παρὰ Χείρωνι δορὰ παρδάλεως.

φρίσσοντας ὄμβρους: οὐκ αὐτοὺς φρίσσοντας, ἀλλὰ φρίσσειν ποιοῦντας. καὶ Ὅμηρος (Z 132)· ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας, οὐκ αὐτοῦ μαινομένου, ἀλλὰ τοῦ μανιοποιοῦ. καὶ χλωρὸν δέος (H 479), τὸ χλωροποιόν. διὸ καὶ τὸ σημεῖον.

οὐδὲ κόμαν πλόκαμοι: οὐδὲ τὴν πρώτην κόμην εἰς ἀπαρχὴν τοῖς θεοῖς ἐκείρατο, ἀλλ᾿ ὡς Ἀχιλλεὺς νέος ἦν πρωτοκόμης (Ψ 144)· | Σπερχεῖ᾿, ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς. καὶ παρ᾿ Αἰσχύλῳ (Choeph. 6)· πλόκαμον Ἰνάχῳ θρεπτήριον, τὸν δεύτερον δὲ τόνδε πενθητήριον, Ὀρέστης φησὶ τῷ Ἀγαμέμνονι. τὰς γὰρ πρώτας κόμας τοῖς ποταμοῖς οἱ ἀρχαῖοι ἀπεκείροντο, σύμβολον τοῦ ἐξ ὕδατος εἶναι πάντων τὴν αὔξησιν.

a. τάχα δ᾿ εὐθὺς ἰών: ὁ νοῦς· ταχέως δὲ εὐθὺ πορευόμενος τῆς ἑαυτοῦ γνώμης τῆς ἀφόβου καὶ ἀταράχου ἔστη διάπειραν λαμβάνων. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι καὶ πολλοῦ ὄχλου ὄντος ἐν τῇ πόλει πρὸς παρρησίαν ὅλον ἑαυτὸν παρεσκεύαζεν.

b. ἄλλως· εὐθύς: [ἀντὶ τοῦ εὐθέως. ἢ] ἐπ᾿ εὐθείας πορευθείς. τὸ δὲ σφετέρας οὐχ ὑγιῶς· ἔδει γὰρ ἑᾶς· περὶ ἑνὸς γὰρ ὁ λόγος.

a. γνώμας ἀταρβάκτοιο: οἷον πρὸς παρρησίαν ὅλον ἑαυτὸν παρεσκεύαζε.

b. τὸ δὲ σημεῖον χ΄, ὅτι ἀταρβήκτοιο εἶπεν ἀντὶ τοῦ ἀκαταπλήκτου. καὶ ὅτι γνώμας ἀντὶ τοῦ διανοίας.

c. τὸ δὲ ἑξῆς· ἐστάθη ἐν ἀγορᾷ πλήθοντος ὄχλου.

a. τὸν μὲν οὐ γίνωσκον: τοῦτον μὲν οὗν νεωστὶ τῇ Μαγνησίᾳ ἐπιδημήσαντα οἱ ἐνοικοῦντες οὐκ ἐγίνωσκον. b. ὀπιζομένων: ἐπιστρεφομένων εἰς αὐτὸν καὶ τοὺς ὦπας ἐπιβαλλόντων.

c. ἢ οὕτως· ἐπεὶ ὄπις ἐστὶν ἡ τοῦ μέλλοντος ἐπιστροφὴ, τὸ ἐσόμενον ὕστερον προλαβών τις εἶπεν.

d. ἢ ὀπιζομένων. τῶν τοὺς θεοὺς πρὸ ὀφθαλμῶν ἐχόντων καὶ εὐλαβῶν.

a. οὔτι που οὗτος Ἀπόλλων: ἐχρήσατο τῷ λόγῳ πάνυ κεκολασμένως τὸ οὔτι προσθεὶς, καὶ ἔδωκε διὰ μὲν τὸ κάλλος ὅμοιον εἶναι τοῖς θεοῖς τὸν Ἰάσονα, διά γε μὴν τὸ τῆς φύσεως φθαρτὸν ἀμφιβάλλων ἀπαρνεῖται.

b. ὁ δὲ νοῦς· οὐδαμῶς οὗτός ἐστιν ὁ Ἀπόλλων. οὐδὲ μὴν ὁ ἱππικώτατος Ἄρης ὁ πόσις τῆς Ἀφροδίτης. τοῦτο δέ φησι διὰ τὸ ἄγαν ἀνθηρὸν καὶ ὡραῖον τοῦ Ἰάσονος. χαριέστατα δὲ παρέλαβεν Ἄρεα καὶ Ἀπόλλωνα.

a. ἐν δὲ Νάξῳ φαντὶ θανεῖν: ἐν δὲ τῇ εὐδαίμονι Νάξῳ φασὶ τεθνηκέναι τὸν τῆς Ἰφιμεδείας παῖδα Ὦτον καὶ σὲ, ὦ τολμηρότατε Ἐφιάλτα. Ἰφιμεδείας δὲ καὶ Ἀλωέως γεγόνασι παῖδες Ὦτος καὶ Ἐφιάλτης. οὗτοι δὲ ἀσεβῶς διετέθησαν περὶ τὴν Ἄρτεμιν, καί ποτε εἰς ἔλαφον ἑαυτὴν ἡ θεὸς μεταποιήσασα θηρεύουσιν αὐτοῖς κατὰ τὴν Νάξον ἐν μέσῳ ὤφθη. οἱ δὲ κατατοξεύειν τὴν ἔλαφον ὑπολαμβάνοντες ἔλαθον ἀλλήλους τιτρώσκοντες. τούτους οὖν ἐπὶ τοῦ ἐκτραπέλου τοῦ Ἰάσονος σώματος παρείληφεν.

b. ἄλλως· ἐν τῇ Νάξῳ τεθνήκασιν οἱ Ἀλωεῖδαι, οἱ καλοὶ ἐκεῖνοι. μέμφεται δὲ Χαῖρις ἐπὶ τῇ παραλήψει τῶν Ἀλωειδῶν· ἀρκεῖ γὰρ ὁ Ἀπόλλων καὶ ὁ Ἄρης. θεοῖς μὲν γὰρ εἰκάζομέν τινας, ἀνθρώποις δὲ ὑπερφυέσι καὶ τερατώδεσιν οὐκέτι. ὅτι δὲ εὐπρεπὴς ἦν ὁ Ἰάσων, δῆλον ἐκ τοῦ καὶ τὴν Ἥραν κατά τινας αὐτῷ ἐπιμανῆναι.

a. καὶ μὰν Τιτυόν: ἀλλὰ μὴν τὸν Τιτυὸν τὸ τῆς Ἀρτέμιδος βέλος ἐθήρευσε καὶ ἀνεῖλεν ἐκ τῆς ἀνικήτου βελοθήκης ὁρμώμενον. ἀκύρως δὲ τὸν Τιτυὸν ἐνταῦθα παρατίθησι τερατώδη ὄντα τὸ σῶμα καὶ ἄλλως ἀσεβῆ.

b. ἄλλως· ὁ μὲν Τιτυὸς μέγας ἦν, καλὸς δὲ οὕ. ὅτι δὲ ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος ἐτελεύτησε, Φερεκύδης (FHG I p. 71) φησίν.

ὄφρα τις τᾶν ἐν δυνατῷ: τοξευθεὶς, φησὶν. ὁ Τιτυὸς ὑπὸ τῆς Ἀρτέμιδος καὶ ἀναιρεθεὶς παράδειγμα τοῖς μετὰ ταῦτα γέγονεν, ὅπως ἄν τις τῶν δυνατῶν ἐπιθυμιῶν ὀρέγηται.

τοὶ μὲν ἀλλάλοισιν: τοιαῦτα μὲν οἱ κατὰ τὴν ἀγορὰν Μάγνητες ὄντες ἀλλήλοις διαλεγόμενοι ἔλεγον.

a. προτροπάδαν: ἀντὶ τοῦ ἐπτοημένως.

b. ὁ δὲ νοῦς· ἐν δὲ τοῖς ἡμιόνοις καὶ τῇ ἐνδόξῳ ἀπήνῃ ἐπτοημένως παρεγένετο σπεύδων ὁ Πελίας.

c. ἢ προτροπάδην τὸ προτετραμμένος ἐπ᾿ εὐθείας.

a. τάφε δ᾿ αὐτίκα: ἐξεπλάγη δὲ ἰδὼν τὸν μονοκρήπιδα. ὡς κατ᾿ αὐτοῦ τι δράσοντος τοῦ Ἰάσονος, καὶ τοῦ χρησμοῦ νῦν ἀποτελουμένου.

b. πέδιλον δὲ νῦν εἶπε τὴν κρηπῖδα· πάντα γὰρ τὰ τοῖς ποσὶ περιειλούμενα πέδιλα καλεῖται.

c. ἄλλως· εὐθέως δὲ κατεπλάγη θεασάμένος τὸ ἄγαν αὐτῷ διὰ τὸν χρησμὸν εὔγνωστον ὑπόδημα τοῦ Ἰάσονος τῷ δεξιῷ αὐτοῦ περικείμενον ποδί.

ἀρίγνωτον: τὸ ἄγαν αὐτῷ διὰ τὸν χρησμὸν εὔγνωστον.

a. κλέπτων δὲ θυμῷ: ὑποκλέπτων δὲ τῇ ψυχῇ τὸν φόβον τὸν κατὰ τὸν χρησμὸν προσεῖπεν.

b. ἀντὶ τοῦ οὐκ ἀναγυμνῶν αὑτοῦ τὴν εὐλάβειαν.

ποίαν γαῖαν, ὦ ξεῖν᾿, εὔχεαι: ποίαν γῆν, ὦ ξένε, καυχᾷ ἔχειν πατρίδα, καὶ τίς σε τῶν χαμαιγενέων ἀνθρώπων ἐκ τιμίας ἀνῆκε γαστρός; εἰπὲ, μὴ τοῖς ἐχθροῖς ψεύδεσι τὴν τιμίαν καταμιάνῃς γένναν.

a. ἀνθρώπων χαμαιγενέων: τὸ ἀνθρώπων ἥρμοζε τῷ ἔτεκεν, ὃ καὶ ἐπ᾿ ἀρσένων τίθεμεν· τὸ δὲ γυναικῶν τῷ νῦν κειμένῳ ἐξανῆκε γαστρός· ἴδιον γὰρ τῶν γυναικῶν τοῦτο.

b. πολιᾶς δὲ νῦν λέγει τῆς τιμίας, παρὰ τὸ τοῦ γήρως ἔντιμον.

μὴ ψεύδεσι καταμιάνας: λείπει ἤτοι τὸ εἶδος ἢ τὸν λόγον. μὴ μολύνας τοῖς ψεύδεσι τὴν μορφὴν καὶ τὸ εἶδος, εἰπὲ πόθεν γεγέννησαι· οἷον πρὸς τὸ εἶδος καὶ ἐλευθερίως φθέγγου.

a. φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν: φημὶ καὶ διαβεβαιοῦμαι τὴν Χείρωνος διδασκαλίαν κομίζειν, ἀντὶ τοῦ γνώσῃ διὰ τῶν λόγων οὐ ψευδόμενόν με, ὡς τοῦ Χείρωνος ἐλευθερίως αὐτὸν ἀναθρέψαντος καὶ διδάξαντος μὴ ψεύδεσθαι.

b. ἄλλως· διδασκαλία τοῦ Χείρωνος, ἡ ἀλήθεια· οἷον, οὐ ψεύσομαι ἀλλὰ τὴν ἀλήθειαν ἐρῶ, ἣν ἔμαθον παρὰ Χείρωνος δικαίου τυγχάνοντος.

ἄντροθε γὰρ νέομαι: ἔθος αὐτῷ τῶν τοπικῶν τὸ -ν- ἀφαιρεῖν. ὁ δὲ νοῦς· ἐκ γὰρ τοῦ Χειρωνίου σπηλαίου παραγίνομαι ἀπὸ τῆς Χαρικλοῦς καὶ Φιλύρας, ἔνθα με αἱ τοῦ Κενταύρου ἁγναὶ κόραι ἀνέθρεψαν.

πὰρ Χαρικλοῦς: Χαρικλὼ γυνὴ Χείρωνος, θυγάτηρ Ἀπόλλωνος ἢ ὥς τινες Πέρσου ἢ Ὠκεανοῦ, ἐξ ἧς καὶ Χείρωνος Κάρυστος. ὁ δὲ Ἡσίοδος (fr. 124) Ναΐδα φησὶ τὸν Χείρωνα γῆμαι.

εἴκοσι δ᾿ ἐκτελέσαις ἐνιαυτούς: εἴκοσι δὲ ἐκπληρώσας ἐνιαυτοὺς παρὰ Χείρωνι οὔτε ἔργον οὔτε λόγον ἐκείνοις ἀπαίδευτον εἰπὼν παρεγενόμην εἰς τὰ οἰκεῖα, τὴν ἀρχὴν καὶ βασιλείαν ἀναλαμβάνειν σπεύδων τοῦ πατρὸς Αἴσονος ὑπ᾿ ἄλλῳ νῦν οὐ κατὰ τὸ δίκαιον οὖσαν.

a. ἐντράπελον: ἀπαίδευτον, αἰσχρὸν, ὃ ἐκτρέψαιτο ἄν τις.

b. ἢ οὕτως· ἐναντίον καὶ αἰσχρὸν, ὃ ἄν τις ἐντραπείη.

a. οἴκαδ᾿ ἀρχαίαν κομίζων: παραγώγως ἐξήγαγε τὴν ἀρχὴν. ὡς καὶ Ὅμηρος (τ 73) τὴν ἀνάγκην· ἀναγκαίη γὰρ ἐπείγει.

b. ἄλλως· Χαῖρις γράφει ἀρχὰν ἀγκομίζων, ἵν᾿ ᾖ, τὴν ἀρχὴν ἀνακομιούμενος τοῦ ἐμοῦ πατρὸς, ἥτις βασιλεύεται παρὰ πάντα τὰ δίκαια. ὁ γὰρ Πελίας ἀφείλετο τὸν Αἴσονα τὴν ἀρχήν.

τάν ποτε Ζεὺς ὤπασεν: ἥντινά ποτε βασιλείαν ὁ Ζεὺς ἐχαρίσατο τῷ Αἰόλῳ καὶ τοῖς αὐτοῦ παισίν. ἡ δὲ γενεαλογία οὕτω· Προμηθέως Δευκαλίων, οὗ Ἕλλην, οὗ Αἴολος, οὗ Κρηθεὺς καὶ Ἀθάμας καὶ Σαλμωνεύς· καὶ Κρηθέως μὲν παῖς Αἴσων, Αἴσονος δὲ Ἰάσων· Σαλμωνέως δὲ Τυρὼ, ἧς καὶ Ποσειδῶνος Πελίας καὶ Νηλεύς.

πεύθομαι γάρ μιν Πελίαν ἄθεμιν: κατακούω δὲ τὸν ἄδικον Πελίαν ταῖς ἀνοήτοις πεισθέντα φρεσὶ τῶν ἡμετέρων γονέων ἀποσυλῆσαι τὴν βασιλείαν.

a. λευκαῖς πιθήσαντα φρασίν: λευκὰς εἶπε φρένας κατὰ τὸ ἐναντίον ταῖς παρ᾿ Ὁμήρῳ μελαίναις, ἃς ἐκεῖνος ἀπὸ τῶν ἐν βάθει διαφαινομένων ὑδάτων κατὰ μεταφορὰν ὠνόμασε. τὰ μὲν γὰρ ἐπιπόλαια τῶν ὑδάτων διαυγῆ καὶ λευκὰ, τὰ δὲ ἐν βάθει μέλανα· διόπερ τὰς μὲν ἐπιπολαίους λευκὰς φρένας εἶπε, τὰς δὲ ἐν βάθει μελαίνας Ὅμηρος.

b. ἄλλως· σημειωτέον ὅτι τὰς κενὰς οὕτως εἶπεν.

a. ἁμετέρων ἀποσυλᾶσαι: Χαῖρις γράφει ἁμετέρων, καὶ περισπᾷ τὸ ἀρχεδικᾶν, ἵν᾿ ᾖ, τῶν ἡμετέρων πατέρων τῶν ἀρχεδικῶν ἀποσυλῆσαι αὐτὸν πεύθομαι. ἐὰν δὲ ἀρχεδίκαν, τὴν ἀρχὴν, ἣν κατὰ δίκην, τουτέστι κατὰ τὸ δίκαιον εἶχον οἱ ἐμοὶ γονεῖς. βιάζεται δὲ μεταγράφων. προτέταχε γὰρ τὴν ἀρχήν· ἱκόμαν οἴκαδε ἀρχαίαν κομίζων· διόπερ ἀκολούθως ἐπήνεγκεν· ἁμετέραν ἀποσυλῆσαι. ἐὰν δὲ περισπωμένως ἀναγινώσκωμεν ἀρχεδικᾶν, οὐκ ἐκκόπτει ἡ γραφή· ἔσται γὰρ ὁ λόγος τοιοῦτος· τὴν ἡμετέραν ἀρχὴν τῶν ἀρχεδικῶν μου γονέων πεύθομαι τὸν Πελίαν ἀποσυλῆσαι.

b. ἄλλως· ἀρχεδικᾶν ἐὰν περισπωμένως, τῶν δικαίων βασιλέων· ἐὰν δὲ βαρυτόνως ἀρχεδίκαν, ἀρχεδίκην, ἵν᾿ ᾖ· τὴν ἐξ ἀρχῆς βασιλείαν. ἣν εἶχον δικαίως.

a. τοί μ᾿ ἐπεὶ πάμπρωτον εἶδον: οἵτινές με γονεῖς, ἐπειδὴ τεχθεὶς τὸ πρῶτον φῶς ἐθεασάμην, τοῦ ἀδικωτάτου βασιλέως δεδοικότες τὴν ὕβριν, φροντίδα καὶ λύπην πένθιμον ὥσπερ τετελευτηκότος μου ἐν τοῖς οἴκοις θέμενοι σὺν θρήνῳ γυναικείῳ λαθραίως ἔπεμπον, ἐνδήσαντες σπαργάνοις πορφυροῖς, κοινωνὸν τὸ τῆς νυκτὸς σκότος τοῦ μηχανήματος ἐσχηκότες. καὶ δεδώκασί με ἀνατρέφειν τῷ Χείρωνι.

b. ἄλλως· οἱ γονεῖς οἱ ἐμοὶ. ὅτε ἐγεννήθην. δείσαντες τὴν ὕβριν τοῦ ἡγεμόνος Πελίου, ὑποθέντες τεθνηκέναι με καὶ κηδεύειν. μετὰ κωκυτοῦ γυναικῶν ὡς ἐκφορὰν τελοῦντες κρύφα καὶ νύκτωρ ἐξέπεμψαν πρὸς τὸν Χείρωνα, ἵνα μηδὲν πάθω ὑπὸ τοῦ Πελίου.

a. νυκτὶ κοινάσαντες: τῇ νυκτὶ κοινωνήσαντες κατὰ τὴν ὁδὸν, ἀντὶ τοῦ νυκτός με κατακρύψαντες.

b. Κρονίδᾳ: τῷ Χείρωνι· ἐκ γὰρ Κρόνου καὶ Φιλύρας ἐστί.

c. τὸ δὲ τράφεν κατὰ Δωριέων ἔθος ἀποβολῇ τοῦ ῑ.

a. ἀλλὰ τούτων μὲν κεφάλαια λόγων ἴστε: ἀλλὰ τούτων μὲν τῶν λόγων τὰ κεφάλαια καὶ τὸ πέρας γινώσκετε, τῶν δὲ ἱππικῶν μοι πατέρων τοὺς οἴκους μηνύσατε, ὦ ἔντιμοι πολῖται.

b. κεφάλαια λόγων: τὰ μείζονα καὶ τὰ καίρια.

λευκίππων πατέρων: εὐεπίφορος ὁ Πίνδαρος λευκίππους καλεῖν (fr. 202)· λευκίππων Μυκηναίων προφᾶται.

Αἴσονος γὰρ παῖς ἐπιχώριος ὑπάρχων οὐκ εἰς ξένην ἥκω γῆν.

a. φὴρ δέ με θεῖος Ἰάσονα κικλῄσκων προσηύδα: παρὸ ἰατρὸς ἦν. τὸν ἐκτραφέντα ὑπ᾿ αὐτοῦ φερωνύμως Ἰάσονα ἐκάλεσε παρὰ τὴν ἴασιν.

b. ὁ δὲ νοῦς· ὁ Κένταυρος δέ με Ἰάσονα ἐκάλει. . . . καὶ θῆρα μὲν διὰ τὴν συμβολὴν τοῦ σώματος καὶ τὴν φύσιν, θεῖον δὲ ἤτοι παρὰ τὴν δικαιοσύνην ἢ παρὰ τὸν τεκόντα Κρόνον.

a. ὣς φάτο: οὕτως εἶπε· τοῦτον δὲ. τὸν Ἰάσονα, εἰσελθόντα ἐγνώρισαν οἱ τοῦ πατρὸς ὀφθαλμοί. καὶ ἅμα τῇ γνώσει ἀπὸ τῶν καταγεγηρακότων βλεφάρων ἀνεβράσθη δάκρυα, ἐπειδὴ κατὰ τὴν ἑαυτοῦ ψυχὴν ἐξαιρέτως καὶ ὑπερβεβλημένως ἥσθη.

b. ἄλλως· εἰσελθόντα δὲ αὐτὸν ἔγνω ὁ πατήρ. πῶς δὲ δυνατὸν τὸν ὑπὸ τὴν γένεσιν ἐν σπαργάνοις ἐκτεθέντα, νῦν δὲ τετελειωμένον κατὰ τὴν ἡλικίαν, ἐπιγινώσκεσθαι παρὰ τοῦ πατρός; δεῖ οὖν ὑπονοεῖν ὅτι διὰ χρόνου τινὸς ὁ Αἴσων ἐπισκεψόμενος τὸν υἱὸν λεληθότως ἐπορεύετο πρὸς τὸν Κένταυρον· αὐτὸς γὰρ ἐξέθετο ὅπως ἐκτραφῇ· διὸ καὶ ἐγνώρισεν αὐτὸν εἰς τὴν ἰδίαν κατελθόντα.

a. ἐκ δ᾿ ἄρ᾿ αὐτοῦ πομφόλυξαν: ἀνεβράσθησαν. ὡς ἐπὶ τῶν ζεστῶν ὑδάτων ἔφη.

b. ἢ οὕτως· κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ἀναζεόντων ὑδάτων· τοιοῦτος γὰρ ἦχος γίνεται ἀπὸ βρασμοῦ. τὸ δὲ σημεῖον χ΄, ὅτι ἐκ τοῦ παρεπομένου ἀντὶ τοῦ ἐδάκρυσεν.

ἐπεὶ γάθησεν ἐξαίρετον: γίνεται γὰρ τοῦτο, ἐπειδὰν ὑπέρμετρος χαρὰ ἐπιπέσῃ, ὥστε ἀκουσίως δακρύειν. Σοφοκλῆς (fr. 824)· χῶρος γὰρ οὗτός ἐστιν ἀνθρώπου φρενῶν, ὅπου τὸ τερπνὸν καὶ τὸ πημαῖνον φύει· δακρυρροεῖ γοῦν καὶ τὰ καὶ τὰ τυγχάνων.

a. ἤλυθον κείνου γε κατὰ κλέος: κατὰ τὴν Ἰάσονος ἐπάνοδον.

b. ἐγγὺς μὲν Φέρης: πλησίον αἱ Φεραὶ τῆς Ἰωλκοῦ· κρήνη δὲ Ὑπερηὶς ἐν Θεραῖς, | ὡς Σοφοκλῆς (fr. 825)· ὦ γῆ Φεραία, χαῖρε, σύγγονόν θ᾿ ὕδωρ Ὑπέρεια κρήνη, νᾶμα θεοφιλέστατον.

c. ἐγγὺς μὲν Φέρης: ἐγγὺς ἀντὶ τοῦ ἐγγύθεν, ἐκ τῶν σύνεγγυς τόπων, ὡς τῶν Φερῶν ἐγγὺς κειμένων τῆς Ἰωλκοῦ. Ὑπέρεια δὲ κρήνη ἐν ταῖς Φεραῖς. φασὶ δὲ ἔνιοι, ἀπὸ Ὑπέρητος αὐτὴν λαβεῖν τοὔνομα, ὡς Φερεκύδης (FHG I p. 86). φησὶ γὰρ οὕτω· Μέλας ὁ Φρίξου γαμεῖ Εὐρύκλειαν· τῶν δὲ γίνεται Ὑπέρης, ὃς ᾤκει ἐπὶ τῇ κρήνῃ τῇ ἀπ᾿ αὐτοῦ κληθείσῃ Ὑπερείῃ. καὶ κατ᾿ ἐνίους δὲ ἔκδοσις παρ᾿ Ὁμήρῳ οὕτως ἔχει (Β 711)· οἳ δὲ Φερὰς ἐνέμοντο, ἰδὲ κρήνην Ὑπέρειαν. εἶναι δέ φασι καὶ ἐν Λακωνικῇ Ὑπέρειαν κρήνην.

a. ἐκ δὲ Μεσσάνας Ἀμυθάν: ἐκ δὲ τῆς Μεσσήνης τῆς Λακωνικῆς πόλεως ὁ Ἀμυθὰν παρεγένετο. καὶ ὅτι οὗτοι Αἴσονος ἀδελφοί, καὶ Ὅμηρός πού φησι (λ 258)· τοὺς δ᾿ ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν, Αἴσονά τ᾿ ἠδὲ Φέρητ᾿ Ἀμυθάονά θ᾿ ἱππιοχάρμην.

Ἄδματος καὶ Μέλαμπος: οὖτοι ἐκείνων ἦσαν υἱοὶ, καὶ σὺν τοῖς πατράσιν αὐτῶν ἦλθον. Ἀμυθάονος γὰρ Μελάμπους, Φέρητος δὲ Ἄδμητος, ἀνεψιοὶ τοῦ Ἰάσονος.

a. ἐν δαιτὸς δὲ μοίρᾳ: ἐν δὲ τῷ συμποσιακῷ καιρῷ.

b. ἄλλως· ἐν δὲ τῇ μερίδι τῆς εὐωχίας, τουτέστιν ἐν τῷ συμποσιακῷ καιρῷ, προσηνέσι λόγοις αὐτοὺς ὁ Ἰάσων δεξιούμενος, ξένια ἁρμόζοντα κατασκευάζων, πᾶσαν εὐφροσύνην καὶ ἡδονὴν αὐτοῖς ἐξέτεινεν.

Ἰάσων δέγμενος: οὐχ ὡς πάντας ὑποδεδεγμένου τοῦ Ἰάσονος τοὺς περὶ Φέρητα δεῖ νοεῖν, ἀλλ᾿ ἐπειδὴ διὰ τὴν παρουσίαν αὐτοῦ ἐγένετο ὑπὸ Αἴσονος τοῦ πατρὸς ἡ ξενία τοῖς ἀδελφοῖς, διὰ τοῦτο εἶπεν αὐτὸν ὑποδέχεσθαι. ἡ γὰρ ἀναφορὰ τῆς ξενίας εἰς αὐτὸν ἀνήγετο.

a. ἀθρόαις πέντε δραπών: ἀδιαλείπτως διὰ νυκτὸς καὶ ἡμέρας τὸ ἄνθος τῆς ζωῆς ἀποδρέπων παρ᾿ αὐτοῖς, τὰ πρὸς τὴν εὐωχίαν παρεχόμενος.

b. ὁ δὲ νοῦς· ἐν πέντε ὅλαις νυξὶ καὶ ἡμέραις δρεπόμενος τὸ ἱερὸν τῆς ζωῆς ἀπάνθισμα, τὴν εὐφροσύνην, ἐξένιζε τοὺς συγγενεῖς.

c. ἄλλως· τουτέστιν ἐν θυμηδίᾳ διάγων καὶ εὐφροσύνῃ:

ἀλλ᾿ ἐν ἕκτᾳ πάντα λόγον: ἀλλ᾿ ἐν τῇ ἕκτῃ ἡμέρᾳ ὅλον τὸν λόγον τὸν σπουδαῖον ἐξ ἀρχῆς ὁ Ἰάσων τοῖς ἐγγενέσιν ἑαυτοῦ ἐκοινώσατο· οἱ δὲ ἀκούσαντες ἠκολούθησαν.

a. οἱ δ᾿ ἐπέσποντο: οἱ δὲ συνῄεσαν αὐτῷ καὶ τὴν αὐτὴν γνώμην ἀνέλαβον.

b. οἱ δὲ ἐπηκολούθησαν αὐτοῦ τῇ προαιρέσει εὐωχηθέντες.

c. αἶψα δ᾿ ἀπὸ κλισιᾶν ὦρτο: ταχέως δὲ ἀπὸ τῶν σκηνῶν σὺν τοῖς προρρηθεῖσιν ὥρμησεν ὁ Ἰάσων, καὶ δὴ παρεγένοντο εἰς τὸν τοῦ Πελίου οἶκον, σπουδαίως δὲ ἔσω τοῦ οἴκου κατέστησαν.

ἐσσύμενοι: μετὰ σπουδῆς.

a. Τυροῦς ἐρασιπλοκάμου γενεά: ὁ Πελίας. καὶ Ὅμηρος (λ 254)· ἡ δ᾿ ὑποκυσαμένη Πελίαν τέκε καὶ Νηλῆα.

b. ὁ νοῦς· ἡ δὲ τῆς Τυροῦς γέννα, τουτέστιν ὁ Πελίας, τούτων ἀκούσας καὶ αἰσθόμενος τὴν εἴσοδον, ἀπήντησεν αὐτοῖς.

πραῢν δ᾿ Ἰάσων: πραῢν δὲ ὁ Ἰάσων μαλθακῇ καὶ οὐ τραχείᾳ φωνῇ ἀποστάζων τοῦ στόματος λόγον κατεβάλλετο βάσιν καὶ ἀρχὴν τῶν σοφῶν λόγων.

ποτιστάζων ὄαρον: τὴν ὁμιλίαν.

a. παῖ Ποσειδᾶνος Πετραίου: Πετραῖος τιμᾶται Ποσειδῶν παρὰ Θεσσαλοῖς, ὅτι διατεμὼν τὰ ὄρη τὰ Θετταλικὰ, φημὶ δὴ τὰ Τέμπη, πεποίηκε δι᾿ αὐτῶν ἐπιτρέχειν τὸν ποταμὸν, πρότερον διὰ μέσης τῆς πόλεως ῥέοντα καὶ πολλὰ τῶν χωρίων διαφθείροντα. | καὶ Καλλίμαχος (h. in Del. 105)· φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων. οἱ δὲ, ὅτι ἐπί τινος πέτρας κοιμηθεὶς ἀπεσπερμάτισε, καὶ τὸν θορὸν δεξαμένη ἡ γῆ ἀνέδωκεν ἵππον πρῶτον, ὃν ἐπεκάλεσαν Σκύφιον.

b. ἄλλως· ἐπίθετον Ποσειδῶνος ὁ Πετραῖος. φασὶ δὲ καὶ ἀγῶνα διατίθεσθαι τῷ Πετραίῳ Ποσειδῶνι, ὅπου ἀπὸ τῆς πέτρας ἐξεπήδησεν ὁ πρῶτος ἵππος· διὸ καὶ Ἵππιος ὁ Ποσειδῶν.

c. ἄλλως· ὦ τοῦ Πετραίου Ποσειδῶνος παῖ, αἱ μὲν τῶν ἀνθρώπων φρένες ταχύτεραι μὲν ἐπαινέσαι καὶ ἀνελέσθαι τὸ παρὰ τὸ δίκαιον κέρδος· καίτοι ἑρπόντων ἐκ τῆς ἀδικίας πρὸς τὴν ἑξῆς τραχεῖαν ὁδὸν, ὅμως τὸ κέρδος τοῦ δικαίου προκρίνουσιν.

a. ἐντὶ μὲν θνατῶν φρένες ἕως πρὸς ἐπίβδαν: ἐπίβδαι κυρίως καλοῦνται αἱ ἐχόμεναι τῶν ἑορτῶν ἡμέραι, αἱ μεθέορτοι, ἐπιβάδες τινὲς οὖσαι, οἷον ἐπαγόμεναι τῇ ἑορτῇ. τινὲς δέ φασι παρεμβεβλῆσθαι τὸ βῆτα· τὰς γὰρ ἐπὶ δαιτὶ λέγουσιν ἐπίβδας, ὡς τὴν σίδην σίβδην. καὶ ἔασον ἔβασον. οἱ δὲ, μετῆχθαι ἀπὸ τῶν ἐπιβδαλλομένων προβάτων· βδάλλοντες γὰρ οἱ ποιμένες ἄπαξ αὖθις ἐπιβδάλλουσι. νῦν δὲ σημαίνει τὸ μέλλον καὶ τὸ μετὰ ταῦτα.

b. ὁ δὲ λόγος· αἱ τῶν ἀνθρώπων φρένες πρὸς τραχεῖαν ἑρπόντων ἐπίβδαν, ὡς ἄν τις εἴποι, καίπερ τοῖς τοιούτοις μετὰ τὴν παροῦσαν εὐφροσύνην τοῦ κέρδους τραχείας ἐπιούσης ἐπίβδης, ἢ καίπερ τοῦ τοιούτου πράγματος τοῦ ἀδίκου ἢ ἐπικερδοῦς τραχεῖαν ἔχοντος τὴν ἐπίβδαν, τουτέστι τὴν μετὰ ταῦτα ἀπόλαυσιν οὐ τερπνὴν ἔχοντος.

c. τὸ δὲ ἐπίβδας τὰς μεθεόρτους φασὶν, οἱονεὶ τὰς ἐπιβαινούσας ἡμέρας τῇ πανηγύρει. νῦν δὲ τὸν μετὰ ταῦτα χρόνον δηλοῖ.

a. ἀλλ᾿ ἐμὲ χρή: ἀλλὰ προσήκει ἐμὲ καὶ σὲ ἀφεμένους τῶν ἀγανακτήσεων συντιθέναι εἰς τὸ λοιπὸν τοῦ βίου τὴν εὐδαιμονίαν.

b. θεμισσαμένους: δικαίως διακρίναντας τοὺς τρόπους ἐκτελεῖν τὴν λοιπὴν εὐδαιμονίαν.

εἰδότι τοι ἐρέω: γινώσκοντί σοι λέγω· μία μήτηρ ἠ Ἐνάρεα τῷ τε Κρηθεῖ καὶ τῷ Σαλμωνεῖ, ἐν δὲ τρίταις γοναῖς ἐξ ἐκείνων φυτευθέντες ἡμεῖς τὴν χρυσῆν δύναμιν τοῦ ἡλίου ὁρῶμεν, τουτέστιν ἐν ζῶσι διάγομεν.

a. μία βοῦς: καταχρηστικώτερον τὴν τοκάδα φησὶ, τουτέστι τὴν μητέρα. λέγεται δὲ μήτηρ Κρηθεῖ καὶ Σαλμωνεῖ Ἐνάρεα.

b. ἄλλως· μία βοῦς μεταφορικῶς μία γυνή. (252 B) ἰδίως δὲ οὐκ ἀπὸ ἀνδρογενείας εἴληφεν ἀπὸ τοῦ Αἰόλου. ἀλλ᾿ ἀπὸ τῆς γυναικός· εἰ μὴ ἄρα ὅτι οἱ πάπποι ἀλλήλοις ὁμογάστριοι, ὅ τε Κρηθεὺς καὶ ὁ Σαλμωνεὺς, ὁ μὲν Αἴσονος, ὁ δὲ Πελίου.

c. ἀντὶ τοῦ, ἓν ἔχομεν γένος. καὶ Ἡσίοδος (fr. 7)· Αἰολίδαι δ᾿ ἐγένοντο θεμιστοπόλοι βασιλῆες, Κρηθεὺς ἠδ᾿ Ἀθάμας καὶ Σίσυφος αἰολομήτης, Σαλμωνεύς τ᾿ ἄδικος καὶ ὑπέρθυμος Περιήρης.

Σαλμωνέως Τυρὼ, Τυροῦς Πελίας. τρίτος οὖν ἀπὸ Σαλμωνέως ὁ Πελίας. ὁ δὲ Ἰάσων καὶ αὐτὸς οὕτω τρίτος· Κρηθεύς ἐστι Σαλμωνέως ἀδελφὸς, Κρηθέως δὲ Αἴσων, Αἴσονος δὲ Ἰάσων, τρίτος ἀπὸ Κρηθέως. ὁ μὲν οὖν Πελίας ἀπὸ Σαλμωνέως κατὰ μητέρα ἀριθμούμενος, Ἰάσων δὲ κατὰ πατέρα ἀπὸ Κρηθέως.

a. Μοῖραι δ᾿ ἀφίσταντ᾿ εἴ τις ἔχθρα πέλει: ἐὰν δέ τις ἔχθρα ὁμογόνοις γεννηθῇ, ὥστε καλύπτειν τὴν αἰδῶ καὶ ἀποκρύπτειν, τουτέστι μὴ αἰδεῖσθαι, τοῦ τοιούτου πράγματος ἀφίστανται αἱ Μοῖραι· ὡς ἄν τις εἴποι, οὐκ εὐμοιροῦσιν, οὐκ ἀγαθῇ μοίρᾳ χρῶνται.

b. ὁ δὲ Χαῖρις προστιθεὶς τὸ ῑ γράφει ἀφίσταιντο, ἵν᾿ ᾖ εὐκτικὸς ὁ λόγος· ἀφίσταιντο αἱ Μοῖραι, εἰ μέλλοι ἐν τῷ γένει ἡμῶν διαφορὰ γίνεσθαι, ὥστε ἀναίδειαν προστραπῆναι. καὶ οὐκ ἀπιθάνως ὁ Χαῖρις.

οὐ πρέπει νῷν: οὐ προσῆκον οὐδὲ δίκαιον ἡμῖν ἀμφοτέροις τοῖς τὸν χαλκὸν τιτρώσκουσι ξίφεσιν, οὔτε μὴν ἀκοντίοις τὴν μεγάλην καὶ περίσημον τῶν προγόνων βασιλείαν διαμοιράσασθαι.

a. μῆλά τε γάρ τοι ἐγὼ καὶ βοῶν ξανθὰς ἀγέλας: τὰ μὲν γὰρ πρόβατα καὶ τὰς τῶν βοῶν ἀγέλας ἀφίημι καὶ συγχωρῶ, καὶ πάντας τοὺς ἀγροὺς οὕστινας ἀφελόμενος τῶν ἐμῶν γονέων νέμῃ, τὸν σὸν πλοῦτον ἐκ τῆς ἐπικαρπίας αὔξων.

b. μῆλα δὲ νῦν καταχρηστικώτερον πᾶσαν τὴν τῶν τετραπόδων κτῆσιν ἀρχαΐζων φησί. καὶ Ὅμηρος (Ρ 550)· ἀνθρώπους ἀπέπαυσεν ἐπὶ χθονὶ, μῆλα δὲ κήδει.

ἁμετέρων τοκέων: ἀντὶ τοῦ τοκέως, τοῦ πατρός. ὁ γὰρ Αἴσων τοῦ Πελίου κατὰ μητέρα ἀδελφός.

κοὔ με πονεῖ τεὸν οἶκον: οὐκ ἀλγύνει δέ με ταῦτα τὸν σὸν οἶκον αὔξοντα.

a. ἀλλὰ καὶ σκᾶπτον: ἀπὸ κοινοῦ τὸ πονεῖ. καὶ ὁ ἀλλά ἀντὶ τοῦ δέ, ἵν᾿ ᾖ· πονεῖ δέ με τὸ σκῆπτρον καὶ ὁ θρόνος.

b. ἄλλως· ἀλλὰ καὶ τὸ σκῆπτρον τὸ τῆς μοναρχίας καὶ ὁ θρόνος τῆς μοναρχίας, ἔξωθεν τὸ, λυπεῖ με.

ᾧ ποτε Κρηθεΐδας: ᾧτινί ποτε τῷ θρόνῳ ὁ τοῦ Κρηθέως παῖς Αἴσων ἐπικαθεζόμενος ἐπ᾿ εὐθείας ἦγε τοῖς ὑπηκόοις τὰς δίκας.

a. τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας: ταῦτα μὲν οὖν χωρίς τινος ἀνίας καὶ λύπης διάλυσον τῷ δικαίῳ, μή τι νεώτερων ἡμῖν καὶ ἐπιβλαβὲς ἐξ αὐτῆς ἀνασταίη κακόν.

b. ἐὰν δὲ ᾖ ἀναστήσῃ, ἔσται ὁ νοῦς τοιοῦτος· μὴ ὁ νεωτερισμὸς ἡμῖν κακὸν ἀναστήσῃ.

c. ἄλλως· τινὲς κατὰ συναλοιφὴν θέλουσιν ἐξενηνέχθαι, ὡς παρ᾿ Ὁμήρῳ (Α 203)· ἢ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρείδαο, ἀντὶ τοῦ ἴδηαι. οὕτως οὖν ἀναστήσῃ ἀντὶ τοῦ ἀναστήσηαι.

ὣς ἄρ᾿ ἔειπεν: οὕτως εἶπεν ὁ Ἰάσων· ὁ δὲ Πελίας ἠρέμα καὶ ἡσύχως ἀνταπεκρίθη αὐτῷ.

ἔσσομαι τοιοῦτος: γενήσομαι τοιοῦτος, οἶος μηδὲν ἀναστῆσαι ἄδικον καὶ νεώτερον. ἀλλὰ ἤδη με τὸ γηραιὸν μέρος τῆς ἡλικίας περικυκλοῖ καὶ περιέχει.

a. σὸν δ᾿ ἄνθος ἥβας ἄρτι κυμαίνει: μετεωρίζεται· ἀπὸ τῶν κυμάτων ἡ μεταφορὰ. πρὸς τί δὲ ταῦτα λέγει; ἐγὼ μὲν εἰς ἐπανόρθωσιν τοῦ γένους οὐκέτι ἰσχύω τι δρᾶν γέρων ὤν· σὺ δὲ νέος ὢν δύνασαι ἀπολῦσαι τὸν ἐκ τῶν χθονίων γεγονότα κότον τῷ γένει ἡμῶν. ἴδιος δέ ἐστι καὶ ἐνταῦθα ὁ Πίνδαρος μετὰ τοῦ δέρους καὶ τὴν ψυχὴν τοῦ Φρίξου κελεύων τῷ Ἰάσονι ἐκ τῆς Αἴας ἀνακαλέσασθαι· ἐπὶ γὰρ τούτῳ μηνίειν τοὺς χθονίους δαίμονας· τῶν ἄλλων ἐπὶ μόνην τὴν κομιδὴν τοῦ δέρους αὐτὸν ἐκπεμφθῆναι λεγόντων. ὅτι δὲ τὰς ψυχὰς ἀνεκαλοῦντο τῶν ἐπὶ ταῖς ἀλλοδαπαῖς ἀποιχομένων, Ὅμηρος δηλοῖ (ι 64)· οὐδ᾿ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι, πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῧσαι.

b. ἄλλως· ἐπειδὴ γὰρ ἐν Κόλχοις τέθνηκεν ὁ Φρίξος, κελεύει με δι᾿ ὀνείρων ἀνακαλέσασθαι αὐτοῦ τὴν ψυχὴν εἰς Θεσσαλίαν. παραγενόμενον εἰς τοὺς τοῦ Αἰήτου οἴκους, κελεύει δέ με καὶ τὸ δέρμα τοῦ κριοῦ ἀγαγεῖν, ᾧτινί ποτε ἐκ τοῦ πόντου διεσώθη καὶ ἐκ τῶν τῆς μητρυιᾶς ἀθέων βελῶν, τῶν ἐπιβουλῶν.

c. ἔθος δὲ ἦν τῶν τελευτησάντων ἐπ᾿ ἀλλοδαπῆς, εἰ καὶ μὴ τὰ σώματα εἴη παρ᾿ αὐτὰ, τὰς γοῦν ψυχὰς διά τινων μυστηρίων ἀνακαλεῖσθαι καὶ ὥσπερ συμπλεούσας εἰς τὴν πατρίδα διαπεραιοῦν. τοῦτο καὶ Ὅμηρος (l. c.) οἶδεν.

κομίξαι: ἤτοι ἀνακομίσαι ἢ ἀνακαλέσασθαι, ἢ ἐπιμελείας ἀξιῶσαι· ἡρωϊκώτερον δὲ τὸ πρότερον καὶ ἄξιον τοῦ πλοῦ.

a. ἔκ τε ματρυιᾶς ἀθέων βελέων: ἐκακώθη γὰρ διὰ τὴν μητρυιὰν ἐρασθεῖσαν αὐτοῦ καὶ ἐπεβουλεύθη. ὥστε φυγεῖν. ταύτην δὲ ὁ μὲν Πίνδαρος ἐν Ὕμνοις (fr. 49) Δημοδίκην, Ἱππίας δὲ (FHG II p. 62) Γοργῶπιν· Σοφοκλῆς ἐν Ἀθάμαντι (p. 131 N.) Νεφέλην· Φερεκύδης (FHG I p. 86) Θεμιστώ· ὃς καί φησι τῶν καρπῶν φθειρομένων ἐκ ταὐτομάτου ἐθελούσιον δοῦναι ἑαυτὸν εἰς σφαγήν. τὸ δὲ ἀθέων βελέων ἀλληγορικῶς ἀντὶ τοῦ βουλευμάτων ἢ λόγων ἢ πραγμάτων· οὐ γὰρ ἐνδόντος αὐτοῦ πρὸς ἃ ἡ μητρυιὰ παρεκάλει, ἐπιβουλευθῆναι εἰς τὰ τεθρυλλημένα.

b. ἄλλως· βελέων: τῶν ἐπιβουλῶν.

c. τὴν κατ᾿ Ἰνὼ ἱστορίαν ἐκτίθεται.

ταῦτά μοι ὁ θαυμαστὸς ὄνειρος παραγενόμενος ἔλεγεν.

μεμάντευμαι: ἐμαντευσάμην δὲ εἰς Δελφοὺς ἐλθὼν, εἰ ἐρευνητέον τι τούτων καὶ φροντιστέον, τουτέστιν εἰ πρακτέον· καὶ ὡς τάχιστα κελεύει ναῦν παρασκευάσασθαι καὶ καθέλκειν εἰς τὸν ἐπὶ Σκυθίαν ἀπόπλουν.

τοῦτον ἄεθλον: τοῦτον τὸν ἆθλον ἑκὼν ἐκτέλεσον, καί σοι προΐημι ἄρχειν καὶ βασιλεύειν τῆς Θεσσαλίας· περὶ δὲ τῶν λεγομένων καὶ τῆς ἀποδόσεως τῆς βασιλείας ὅρκος ἰσχυρὸς καὶ βέβαιος ὁ γενέθλιος ἡμῖν Ζεὺς γενέσθω. γενέθλιος δὲ ἀμφοτέροις, Πελίᾳ τε καὶ Ἰάσονι· Σαλμωνεὺς γὰρ καὶ Κρηθεὺς εἰς Δία τὸ γένος ἀνῆγον.

σύνθεσιν ταύταν: ταύτην τὴν συνθήκην τῶν ὅρκων καὶ τῆς βασιλείας πρὸς ἑαυτοὺς ἐπαινέσαντες διεχωρίσθησαν.

ἀτὰρ Ἰάσων: ὁ δὲ Ἰάσων αὐτὸς παρώξυνε τὸν ὄντα καὶ δόξαντα πλοῦν εἰς Σκυθίαν ἀναφανεροῦν πανταχοῦ.

a. τάχα δὲ Κρονίδαο: ταχέως δὲ οἱ τοῦ Κρόνου παιδὸς Διὸς τρεῖς παῖδες τὸν ἀριθμὸν, οἱ ἀκοπίαστοι κατὰ τὴν μάχην, παρεγένοντο. καὶ ἐκ μὲν Ἀλκμήνης Ἡρακλῆς, ἐκ δὲ Λήδας οἱ Διόσκουροι. πάλιν δὲ συλληπτικῶς ἐχρήσατο τῷ τρόπῳ. φαίνεται γὰρ Ἡρακλῆς Ἀλκμήνης καὶ Λήδας υἱὸς κατὰ τὸ ἀδιαχώριστον τοῦ λόγου· ἀλλὰ προσήκει ὑποδιαιροῦντας ἑκάστῳ τὸ οἰκεῖον τῆς γενέσεως προσάπτειν.

b. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς: πάντας Σοφοκλῆς ἐν ταῖς Λημνιάσι τῷ δράματι (fr. 354) καταλέγει τοὺς εἰς τὸ Ἀργῷον εἰσελθόντας σκάφος, καὶ ὁ Αἰσχύλος ἐν Καβείροις (p. 31 N.). ὁ δὲ Πίνδαρος συσταλῆναι τὸν Ἡρακλέα τοῖς Ἀργοναύταις φησὶν, ὡς δὲ ἐν Μυσίᾳ ἐξῆλθεν ἐφ᾿ ὕδρευμα, κατελείφθη παρὰ τῶν Ἀργοναυτῶν· οἱ δὲ νεώτεροι, διὰ τὸ κατὰ τὴν εἰρεσίαν ἄπειρον αὐτὸν εἶναι καὶ συντρίβειν τὰς κώπας, | ὡς καὶ Ἀπολλώνιος (I 1167)· δὴ τότ᾿ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκούς μεσσόθεν ἄξεν ἐρετμόν. οἱ δὲ. ὅτι ἐφ᾿ οὗ ἃν ἐκαθέσθη μέρους, ἐκεῖ ἡ ναῦς ἔκλινεν.

Ἀλκμήνας: τὸ χ΄, ὅτι τὸ χωρὶς συμβεβηκὸς τῷ Ἡρακλεῖ [τῷ τῆς Ἀλκμήνης] καὶ ἐπὶ τῶν Διοσκούρων κοινῶς εἴρηκεν· οἱ μὲν γὰρ Διὸς καὶ Λήδας, ὁ δὲ Ἀλκμήνης μόνος.

a. δοιοὶ δ᾿ ἀνέρες, Ἐννοσίδα γένος: δύο δὲ ἄνδρες παρεγένοντο ἐκ Ποσειδῶνος ἔχοντες τὸ γένος, τὴν ἑαυτῶν αἰδεσθέντες δύναμιν, τουτέστιν οὐκ ἀνάξια τῆς ἑαυτῶν ἀνδρείας λογισάμενοι· καὶ ὁ μὲν Περικλύμενος ἐκ Πύλου, ὁ δὲ Εὔφημος ἐκ Ταινάρου, ὅ ἐστιν ἀκρωτήριον τῆς Λακωνικῆς, παρεγένοντο. πάλιν συλληπτικώτερον· οὐ γὰρ ἀμφότεροι ἀπὸ Ταινάρου καὶ Πύλου, ἀλλ᾿ ὁ μὲν Περικλύμενος [ἐκ Χλωρίδος] ἐκ Πύλου στέλλεται, ὁ δὲ ἐκ Ταινάρου ὁ Εὔφημος, ὡς αὐτὸς προεῖπεν.

b. ἄλλως· καὶ ἐνταῦθα συλληπτικῶς. Περικλύμενος γὰρ Νηλέως καὶ Χλωρίδος ἐκ Πύλου, Εὔφημος δὲ ἐκ Ταινάρου.

c. πῶς δὲ Ἐννοσίδα εἶπε τοὺς δύο; Νηλέως γὰρ ὁ Περικλύμενος, ὁ δὲ Νηλεὺς Ποσειδῶνος υἱός· ὁ δὲ Εὔφημος Ποσειδῶνος ἐκ Ταινάρου, υἱωνὸς δὲ ὁ Περικλύμενος ἐκ Πύλου.

a. αἰδεσθέντες ἀλκάν: ἐντραπέντες ἣν εἶχον ἀλκὴν καταισχῦναι, εἰ μὴ ὑπακούσειαν τοῖς καλοῦσι.

b. διὰ τοῦτο ὑπέμειναν πλεῦσαι, ἵνα μὴ καταιδεσθῶσιν ὡς ἄνανδροι.

τῶν μὲν κλέος ἐσλόν: τούτων μὲν οὖν ἐξ ἀμφοτέρων τῶν Ποσειδῶνος παίδων δόξα τις ἀγαθὴ συνεπεράνθη κατὰ τὸν ἀπόπλουν τῶν Ἀργοναυτῶν.

a. ἐξ Ἀπόλλωνος δὲ φορμικτάς: Ἀπόλλωνος τὸν Ὀρφέα φησὶν εἶναι, ὃν καὶ αὐτὸς ὁ Πίνδαρος καὶ ἄλλοι Οἰάγρου λέγουσιν. Ἀμμώνιος δὲ σύμφωνον τὴν ἱστορίαν θέλων εἶναι, οὕτως ἀποδίδωσιν· ἐξ Ἀπόλλωνος φορμικτάς: ὁ δὲ ἀπὸ τοῦ Ἀπόλλωνος μουσικός· ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί (Hes. theog. 94). ὥσπερ οὖν ἐκ Διὸς λέγουσιν εἶναι τοὺς βασιλεῖς, οὐχ ὅτι γόνος εἰσὶ τοῦ Διὸς, ἀλλ᾿ ὅτι τὸ βασιλεύειν ἐκ Διὸς ἔχουσιν, οὕτως ἐξ Ἀπόλλωνος φορμικτὴν αὐτὸν εἶπεν· ἡγεμὼν γὰρ ὁ θεὸς τῆς κιθαρῳδίας. | ὁ μέντοι Χαῖρις οὐκ ἀπιθάνως τούτους φησὶν ὠνομάσθαι τοὺς ἐκ θεῶν γεγονότας, οἷον Διοσκούρους καὶ Ἡρακλέα· οὕτω δὴ καὶ Ὀρφέα, διὰ τὸ Ἀπόλλωνος εἶναι υἱὸν γόνῳ. παρατίθεται δὲ καὶ χρησμόν τινα, ὅν φησι Μέναιχμον ἀναγράφειν ἐν τῷ Πυθικῷ (scr. rer. Alex. p. 146). ἔχει δὲ οὕτως· Πιέρες αἰνοπαθεῖς, στυγνὴν ἀποτίσετε λώβην Ὀρφέ᾿ ἀποκτείναντες Ἀπόλλωνος φίλον υἱόν. καὶ Ἀσκληπιάδης (FHG III p. 303) ἐν ἕκτῳ Τραγῳδουμένων ἱστορεῖ Ἀπόλλνος καὶ Καλλιόπης 'Υμέναιον, Ἰάλεμον, Ὀρφέα.

b. ἐξ Ἀπόλλωνος δὲ φορμικτάς: παρεγένετο ὁ τῶν ἀοιδῶν πατὴρ ἐξ Ἀπόλλωνος ὢν καὶ κιθαριστὴς ὁ εὐαίνητος Ὀρφεὺς, ὁ ὑπὸ πάντων ἐπαινούμενος.

πέμπε δ᾿ Ἑρμᾶς: συνέστειλε δὲ τοῖς ἥρωσιν ὁ χρυσῆν μεταχειριζόμενος ῥάβδον Ἑρμῆς τοὺς διδύμους ἑαυτοῦ παῖδας ἐπὶ τὸν δεινότατον ἆθλον, Ἐχίονα καὶ Εὔρυτον, τῷ τῆς ἀκμῆς ὑπεραίροντας θερμῷ. τὸ δὲ σχῆμα τῆς φράσεως Ἀλκμανικόν· πρὶν γὰρ εἰπεῖν τὰ δύο ὀνόματα, μέσην ἔταξε τὴν μετοχήν.

a. ἐπ᾿ ἄτρυτον: τὸν ἄτρυτον καὶ τὸν ἀκαταπόνητον· ἐκ δὲ τούτου τὸν ὑπερβεβλημένον ὡς δεινὸν ἐμφαίνει

b. ἢ τὸν οὐκ ἐνδιδόντα οὐδὲ ὑπείκοντα.

a. κεχλάδοντας: πληθύοντας τῇ ἥβῃ· πρὸς ὃ καὶ τὸ χ΄.

b. κεχλάδοντας ἥβᾳ: πλήθοντας. κυρίως δὲ χλῆδος ἡ μετὰ ἤχου τῶν ὑδάτων ῥύσις, μιμητικῶς εἰρημένη, ὡς καὶ βρόμος πυρός. τῷ δὲ τῆς ἑρμηνείας σχήματι πλειστάκις Ἀλκμὰν κέχρηται. ἐπὰν γὰρ περὶ δυοῖν ποιῆται τὸν λόγον, τὸ ἕτερον ὄνομα προθεὶς περὶ ἀμφοῖν ποιεῖται τὸν λόγον, εἶτα οὕτω τὸ ἕτερον προσαπέδωκεν, οἷον (fr. 9)· Κάστωρ τε, πώλων ταχέων δμητῆρες ἱππόται σοφοὶ, καὶ Πολυδεύκης κυδρός. | καὶ Ὅμηρος (E 774)· ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος.

c. οἱ δὲ περὶ τὸν Εὔρυτον, Ἀντιανείρας τῆς Μενέτου.

ὁ δὲ νοῦς· ταχύτατοι δὲ πρὸς τὴν ἐξόρμησιν οἱ περὶ τὸ Πάγγαιον ὄρος οἰκοῦντες Βορεάδαι τοῖς ἥρωσι συνεστέλλοντο.

a. καὶ γὰρ ἑκών: καὶ γὰρ αὐτοὺς ἑκὼν ψυχῇ προσηνεστάτῃ ταχέως ἐκέλευσεν ὁ τῶν ἀνέμων βασιλεὺς Βορέας.

b. ἴσως δὲ τὰ ὀνόματα πεποιημένα ἀπὸ τοῦ πατρός.

Ζήταν Κάλαΐν τε: οἱονεὶ Ζαήτην, ὅ ἐστιν ἄγαν ἄοντα καὶ πνέοντα, καὶ Κάλαϊν οἷον καλῶς ἄοντα. τινὲς δὲ ἀναιροῦσι τὸν τῶν Βορεαδῶν μῦθον οὐ βουλόμενοι αὐτοὺς εἶναι πτερωτοὺς, ταχυτάτους δὲ εἶναι καὶ ὠκύτητι τῶν ποδῶν διαφέροντας, καὶ τὴν Ὠρείθυιαν οὐχ ὅτι Βορέας ἥρπασεν, ἀλλ᾿ ὅτι ἀνὴρ τῶν ἐν Θρᾴκῃ ἐνδόξων. Βορείους δὲ ἐκάλουν οἱ Ἕλληνες τοὺς τὴν Θρᾴκην οἰκοῦντας διὰ τὰ τοῦ Βορέου πνεύματα. ἐπεμίγνυντο δὲ τοῖς Ἕλλησιν οἱ περὶ Ζήτην καὶ Κάλαϊν καὶ ἠγωνίζοντο διὰ τὴν πρὸς Ἀθηναίους συγγένειαν, καὶ ἐκαλοῦντο ἀπὸ τῶν τόπων Βορεάδαι.

πεφρίκοντας: διακινοῦντας· φρὶξ γὰρ κυρίως ἡ ἠρεμαία κίνησις τῶν κυμάτων. μυθικὸν δέ τι ἀνέπλασεν ἐπτερῶσθαι φήσας τοὺς Βορεάδας, καὶ ἴσως ἀλληγορικώτερον ὁ μῦθος ἔχει διὰ τὰς ταχείας τοῦ πατρὸς πνοάς.

a. πόθον ἔνδαιεν: ἤγουν ἐνέκαιεν ἐπιθυμίαν τοῦ ἐμβῆναι.

b. πόθον ἔνδαιεν: ἐπέκαιε δὲ καὶ ἐνέβαλλεν ἐπιθυμίαν τοῖς ἥρωσιν ἡ Ἥρα τοῦ Ἀργώου σκάφους, ὥστε μή τινα ἀπολειπόμενον ἀκινδύνως καὶ ἀδόξως τὸν αἰῶνα παρὰ μητρὶ μένοντα διαιτᾶσθαι.

a. τὰν ἀκίνδυνον: μὴ ἔξωθεν κινδύνου ἕκαστον παρὰ τῇ μητρὶ διαιτᾶσθαι.

b. ἢ οὕτως· ἰέναι δὲ ἐν ἐπιθυμίᾳ ἐποίει ἡ Ἥρα, μὴ μένειν ἀδόξως παρὰ τῇ μητρὶ, ἀλλὰ καὶ ἐπὶ τῷ θανάτῳ τῆς ἰδίας ἀρετῆς κάλλιστον φάρμακον τὴν μετὰ ταῦτα εὐδοξίαν σὺν τοῖς ἄλλοις ὁμήλιξιν εὑρέσθαι.

θηλυκῶς ὁ Πίνδαρος τὴν αἰῶνα κατὰ τὸ ἴδιον ἔθος ἐξήνεγκε.

a. φάρμακον θανάτου ἡ ἀρετὴ καὶ ἡ εὔκλεια.

b. ἀντὶ τοῦ παραμυθίαν τοῦ θανάτου ταύτην εὑρεῖν, τὴν ἀπὸ τοῦ πλεῦσαι ἀρετήν.

ἐς δ᾿ Ἰωλκόν: ἐπειδὴ δὲ κατέβη εἰς τὴν Ἰωλκὸν τὸ τῶν ναυτῶν ἀπάνθισμα, τουτέστιν οἱ Ἀργοναῦται. τὸ δὲ κατέβα ἀντὶ τοῦ κατῆλθε, καὶ πυκνῶς αὐτῷ χρῆται, τῷ καταβῆναι ἀντὶ τοῦ παραγενέσθαι.

λέξατο: ἤτοι κατέλεξε καὶ κατελόχισεν, ἢ ἠρίθμησεν· ἐν δ᾿ ἡμέας πρώτους λέγε κήτεσιν (δ 452)· καὶ τὸ ὡρολόγιον ὡράριθμόν ἐστιν, ἐν ᾧ τὰς ὥρας ἀριθμοῦμεν.

καί ῥά οἱ μάντις: καὶ δὴ τῷ Ἰάσονι ὁ μαντικώτατος Μόψος ὄρνισί τε καὶ κλήροις μαντευόμενος προθύμως ἐνεβίβασε τῷ σκάφει τοὺς Ἀργοναύτας, αἴσιον γενέσθαι δηλονότι φήσας τὸν ἀπόπλουν.

a. ὀρνίχεσσι καὶ κλάροισι: ταῖς μαντείαις χρησάμενος ὁ Μόψος ἐνεβίβασε τὸν στρατὸν προθύμως. | εἰώθασι δὲ διὰ κλήρων μαντεύεσθαι· οἷον, ἐὰν βάλλοντός μου τόδε ἀναβῇ, ἀποτελεσθήσεται τόδε· ἐὰν δὲ μὴ, οὐκ ἀποτελεσθήσεται. | καὶ ἐν τοῖς ἱεροῖς ἀστράγαλοι κεῖνται, οἷς διαμαντεύονται βάλλοντες αὐτούς. | κατ᾿ ἐνίους δὲ τρισὶν ἐχρήσαντο μάντεσιν οἱ Ἀργοναῦται, Μόψῳ τῷ Ἄμπυκος, Ἴδμονι τῷ Ἄβαντος, Ἀμφιαράῳ τῷ Ὀϊκλέους.

b. κλάροισιν: ἰστέον ὅτι κλήροις τοπρὶν ἐμαντεύοντο, καὶ ἦσαν ἐπὶ τῶν ἱερῶν τραπεζῶν ἀστράγαλοι, οἷς ῥίπτοντες ἐμαντεύοντο.

a. ἐπεὶ δ᾿ ἐμβόλου: ἐπειδὴ δὲ τοῦ ἐμβόλου ἄνωθεν τὰς ἀγκύρας ἐκρέμασαν ἀποπλεῖν λοιπὸν μέλλοντες, χρυσῆν φιάλην ἐν χερσὶν ἔχων ὁ τῆς νεὼς ἡγεμὼν Ἰάσων κατὰ τὴν πρύμναν ἐπισπένδων τὸν τῶν θεῶν πατέρα Δία καὶ τὰς τῆς θαλάσσης ὁδοὺς καὶ τὰς τῆς εὐφροσύνης ἡμέρας αἰτίας ἐκάλει, καὶ τὴν προσφιλεστάτην μοῖραν τῆς ἐπανόδου, τουτέστιν τέστιν ἐπαναπλεύσασθαι ἠξίου.

b. ἄλλως· ἐμβόλου: τοῦ ξύλου εἰς ὃ ἀναδεσμοῦσι τὴν ἄγκυραν. οὐκ ἦν δὲ κατὰ τοὺς ἥρωας τοῦτο· διό φαμεν ἰδίως τεθεικέναι τὸν Πίνδαρον. κοινότατον δέ ἐστιν ὅτι ἀποπλεῖν μέλλοντες ἀνέλκουσι τὰς ἀγκύρας καὶ τῆς νεὼς ἐξαρτῶσιν.

ἀγκύρας: τοῦτο ἰδίως φησὶν ὁ Πίνδαρος· οὐ γὰρ ταῖς ἀγκύραις ἐκέχρηντο, ἀλλὰ λίθοις, ὥς φησι καὶ Ἀπολλώνιος (I 1277, al.).

a. πατέρ᾿ Οὐρανιδᾶν: τὸν Δία. διατί δὲ πρῶτον ἐπισπένδων τῇ θαλάσσῃ Διῒ καὶ οὐ Ποσειδῶνι ἔθυσεν ὁ Ἰάσων; εἰκότως παρὰ τὸ Ἀράτειον (ph. 2)· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ᾿ ἀνθρώπων ἀγοραὶ, μεσταὶ δὲ θάλασσαι καὶ λιμένες.

b. ἐγχεικέραυνον δὲ Ζῆνα, τὸν τῷ κεραυνῷ ἀντὶ ἔγχους χρώμενον· βέλος γὰρ τοῦτο τοῦ Διὸς διδόασιν, ὡς τοῦ Ποσειδῶνος τὴν τρίαιναν καὶ Διονύσου τὸν θύρσον.

ἐκ νεφέων δέ οἱ: ἐκ δὲ νεφῶν βροντήσας ὁ. Ζεὺς αἴσιον σύμβολον αὐτῷ ἐδίδου τῆς ὁδοῦ. ἀστράπτων ἐπιδέξι᾿, ἐναίσιμα (B 353).

ἐκ δὲ τῆς βροντῆς ἀντιλάμψεις καὶ λαμπηδόνες ἐγένόντο. ὅταν γὰρ βροντήσῃ, ἀστράπτει.

a. ἀμπνοὰν δ᾿ ἥρωες: ἀναπνεύσαντες δὲ οἱ ἥρωες ἔστησαν σημείοις, τοῖς τοῦ Διὸς δηλονότι, πειθόμενοι, ὡς πρὸ τούτου ἀγωνιώντων αὐτῶν.

b. ἀμπνοὰν δὲ ἔστησαν, περιφραστικῶς ἀνέπνευσαν.

κάρυξε δ᾿ αὐτοῖς: ἀνεκήρυξε δὲ αὐτοῖς ὁ μάντις σπουδαιότερον ἐμβαλεῖν ταῖς κώπαις καὶ ἐρέττειν, ἡδείας ὑποφαίνων ἐλπίδας· ἡ δὲ κωπηλασία ἐχώρει ἐκ τῶν ταχειῶν χειρῶν τῶν Ἀργοναυτῶν, ἄκορος οὖσα. ἐκ δὲ τούτου τὸ ἄγαν αὐτῶν κατὰ τὴν εἰρεσίαν πρόθυμον ἐμφαίνει.

a. ἐνίπτων: λέγων. καὶ Ὅμηρος ἐνίψω φησίν.

b. ἐνίψαι δὲ ἀντὶ τοῦ εἰπεῖν· ὡς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω (β 137).

εἰρεσία δ᾿ ὑπεχώρησεν: ἡ εἰρεσία ἐχώρησεν αὐτοῖς, τουτέστι προέβη αὐτοῖς ἡ εἰρεσία.

ἄκορος δὲ, τουτέστιν οὐκ ἐλάμβανον κόρον ἐλαύνοντες. ἀλλ᾿ ἦσαν πρόθυμοι.

σὺν νότου δ᾿ αὕραις: σὺν δὲ ταῖς τοῦ νότου πνοαῖς εἰς τὸ ἄξεινον τοῦ πόντου στόμα παρεγένοντο, ἔνθα καὶ προκαθιερωμένον εὑρόντες βωμὸν ἔκτισαν καὶ αὐτοὶ Ποσειδῶνος τέμενος, καὶ δεξάμενοι Θρᾳκικοὺς ταύρους πυρροὺς τὴν χροιὰν ἱερούργησαν τῷ θεῷ.

a. φοίνισσα δὲ, πυρρὰ, ἀπὸ τοῦ χρώματος.

b. τὸ δὲ σημεῖον, ὅτι φοίνισσαν εἶπεν ἀπὸ τοῦ φοινικέου σχηματίσας.

c. Ὅμηρος μέντοι οἰκείως τῇ τοῦ ὕδατος φύσει καὶ τῷ Ποσειδῶνι ἀπονέμει τὰ θύματα (γ 6)· ταύρους παμμέλανας ἐνοσίχθονι κυανοχαίτῃ.

ταύρων ὑπᾶρχεν: ἀντὶ τοῦ ἡγεῖτο τῆς καθιδρύσεως.

a. μεταφορικῶς δὲ λέγει βωμοῖο θέναρ τὸ πλάτος αὐτοῦ· τῶν γὰρ χειρῶν θέναρ καλοῦσι τὸ πλατύ. τὸ δὲ ἢ ἀπὸ τοῦ θεῖναι πεποίηται τὸ ὄνομα ἢ ἀπὸ τοῦ θένειν ἐν αὐτῷ.

b. ἄλλως· βωμοῖο θέναρ. τὸ τοῦ βωμοῦ κοίλωμα τὸ ὑποδεχόμενον τὰ θύματα.

c. ἀπὸ κοινοῦ δὲ τὸ ὑπῆρχεν ἀκουστέον· ὑπῆρχε βωμοῖο θέναρ, κατὰ περίφρασιν ὁ βωμὸς, καὶ ὑπῆρχεν ἀγέλη Θρᾳκικῶν ταύρων.

ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι: ἐς δὲ τὸν ὑψηλότατον κίνδυνον προθυμίαν ἔχοντες καὶ σπουδὴν τὸν τῶν νεῶν ἔφορον καὶ δεσπότην καθικέτευον τῶν συνδρομάδων πετρῶν ἐκφυγεῖν τὴν ἀκαταμάχητον δύναμιν καὶ κίνησιν καὶ μὴ καταληφθῆναι ὑπ᾿ αὐτῶν. φασὶ δὲ τὰς Κυανέας πέτρας πάλαι ἐπικινεῖσθαι τῷ πελάγει καὶ συμπίπτειν ἀλλήλαις.

συνδρόμων κινηθμόν: Ὅμηρος μὲν ἐκτοπίζει τὸν Ἰάσονος πλοῦν (μ 69)· οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς, καὶ τὰ ἑξῆς· οἱ δὲ νεώτεροι πόντον ὑφίστανται δύο νησίδια σκοπελοειδῆ ἀλλήλοις συρρηγνύμενα. καὶ ἴσως Ὅμηρος οὐδὲ αὐτὰς τὰς πέτρας ἐπικυλίεσθαί φησιν, ἀλλὰ τὰ κύματα ἐγειρόμενα μεταξὺ ταῖς πέτραις προσρήσσειν τὰς ναῦς. φησὶ γοῦν (μ 71)· καί νύ κε τὴν ἔνθ᾿ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας, ὅτι τὴν ναῦν προσέρρηξεν ἂν τῇ πέτρᾳ τὸ κῦμα, καὶ οὐκ αὐτὴ ἡ πέτρα συνεκρότησε τῇ ἑτέρᾳ· οἱ δὲ νεώτεροι συντρέχειν φασίν. ὁ δὲ Πίνδαρος προστερατεύεταί τι λέγων ὅτι δίδυμαι ἦσαν ζωαί.

δίδυμαι ζωαί: ζώσας αὐτὰς εἶπε διὰ τὴν κίνησιν. ἔστι δὲ διθυραμβικὸν τὸ τῆς τοιαύτης ἑρμηνείας· πολλάκις γὰρ ἐπὶ τὸ κοῦφον ἀνάγονται.

κυλινδέσκοντό τε: ἐπεκυλίοντο δὲ ἀλλήλαις αἱ πέτραι ταχύτερον ἤπερ αἱ τῶν ἠχητικῶν ἀνέμων πνοαί.

a. ἀνέμων στίχες: τάξεις καὶ ὁρμαί. ἴσως δὲ ἀπὸ τοῦ στίζειν τὴν θάλασσαν· στιγμῇ γὰρ ἔοικε τὸ φρικάζον. καὶ Ὅμηρος (Ξ 16)· ὡς δ᾿ ὅτε πορφύρει πέλαγος μέγα.

b. ἀλλ᾿ ἤδη τελευτάν: ἀλλὰ λοιπὸν τελευτὴν καὶ θάνατον αὐταῖς ταῖς πέτραις ὁ τῶν Ἀργοναυτῶν πλοῦς ἐπήγαγεν. οἰκείως δὲ τελευτὰν ἐπήγαγεν, ὡς πρὸς τὸ ζωάς· καὶ γὰρ εἵμαρτο διαπλευσάσης νεὼς ῥιζωθῆναι τὰς πέτρας τῷ πελάγει.

c. ἄλλως· ὥσπερ διὰ τὴν κίνησιν ζωὰς αὐτὰς εἶπεν, οὕτω διὰ τὴν στάσιν τῆς κινήσεως τελευτὴν ἐπήγαγεν.

a. ἐς Φᾶσιν δ᾿ ἔπειτεν: ἔπειτα εἰς τὸν Φᾶσιν ποταμὸν ἦλθον παρ᾿ αὐτῷ τῷ ταχεῖ Αἰήτῃ, ἔνθα τοῖς καταπληκτικοῖς Κόλχοις τὴν ἑαυτῶν ἰσχὺν προσήγαγον καὶ προσέμιξαν, περιφραστικῶς παρεγένοντο.

b. Φᾶσις δὲ ποταμὸς Σκυθίας τῆς κατὰ τὴν Ἀσίαν· ἔστι γὰρ καὶ ἑτέρα Εὐρώπης πλησίον τῆς Μαιώτιδος λίμνης καὶ τοῦ Τανάιδος ποταμοῦ. τούτου καὶ Ἀπολλώνιος μνημονεύει (2, 401)· Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει. 381 a B

κελαινώπεσσιν: οἱ μὲν τοῖς καταπληκτικοῖς τὴν ὄψιν· τὸ γὰρ κελαινὸν ἐπὶ τῆς καταπλήξεως λαμβάνουσιν· οἱ δὲ, ὅτι Αἰγυπτίων ἄποικοί εἰσιν οἱ Σκύθαι, διὰ τοῦτο καὶ μελανόχροας αὐτοὺς εἶναι λέγουσιν. δοκοῦσι δὲ καὶ Αἰγυπτίων εἶναι ἄποικοι. ἔχουσι δὲ καὶ λινουργοῦσι τὴν καλάμην, ὤσπερ Αἰγύπτιοι. Καλλίμαχος (fr. 265)· Κολχίδος ἐκ καλάμης.

a. μίξαν Αἰήτᾳ: ἀντὶ τοῦ συνῆλθον, ἐπιμιχθῆναι ἐποίησαν τὴν ἑαυτῶν βίαν ἐκείνοις.

b. τουτέστιν ἐμίγησαν αὐτοῖς.

a. πότνια δ᾿ ὀξυτάτων: ἡ δὲ δέσποινα τῶν ὀξυτάτων βελῶν τὴν ποικίλην τῇ τριχώσει ἴυγγα τὴν τετράκνημον ἐξ οὐρανοῦ καταγαγοῦσα ἐν τῷ ἀλύτῳ ὑποζεύξασα τροχῷ συνέπραττε τῷ Ἰάσονι.

b. ὀξυτάτων δὲ βελέων τῶν ἐρωτικῶν.

a. ποικίλαν ἴυγγα τετράκναμον: ἴυγξ ὄρνεον πεποικιλμένον τῇ τριχώσει, μακροτράχηλον, γλῶσσαν ἔχον ἐπιπολὺ ἐκτεταμένην, πυκνῶς περιστρεφόμενον καὶ περιδινοῦν τὸν τράχηλον. τοῦτο τὸ ὄρνεον δοκοῦσιν αἱ φαρμακίδες εὐθετεῖν αὐταῖς εἰς τὰς ἐρωτικὰς ἐπῳδάς· λαμβάνουσαι γὰρ αὐτὸ δεσμεύουσιν ἐκ τροχοῦ τινος, ὃν περιρρομβοῦσιν ἅμα ἐπᾴδουσαι. οἱ δέ φασιν, ὅτι τὰ ἔντερα αὐτοῦ ἐξελκύσασαι καθάπτουσι τῷ τροχῷ. ταύτην οὖν, φησὶ, τὴν ἴυγγα πρῶτον Ἀφροδίτη ἐκ τοῦ Ὀλύμπου ἤνεγκεν εἰς ἀνθρώπους καὶ ἔδωκεν Ἰάσονι, καὶ ἐδίδαξεν αὐτὸν τὰς ἐπῳδὰς τὰς ἐρωτικὰς, ἵν᾿ ἐκμήνας τὴν Μήδειαν ποιήσῃ συμμαχεῖν αὐτῷ. κνῆμαι δὲ τὰ μέσα τῶν τροχῶν ξύλα. ἔστι δὲ καὶ μεταφορικῶς ἀκοῦσαι τὰς πτέρυγας πόδας εἰρημένας, καὶ κατὰ τὸ ἀνάλογον δηλονότι. οὐ γὰρ ἁπλῶς ἐκδεσμεύεται ἐκ τοῦ τροχοῦ τετρακνήμου ὄντος, ἀλλ᾿ ἄνωθεν μὲν ἐκ τῶν δύο πτερύγων, κάτωθεν δὲ ἐκ τῶν δυεῖν ποδῶν. τινὲς δὲ τετρακνήμον᾿ ἀνέγνωσαν, ἵν᾿ ᾖ, ἐν τῷ τετρακνήμονι κύκλῳ.

b. ζητεῖται, πῶς τετράκνημον τὴν ἴυγγά φησιν· οὐδὲ γὰρ λόγου ἔχεται κατὰ τοῦ τροχοῦ ἀκούειν· οὐδὲ γὰρ τετράκνημον κύκλῳ. ῥητέον οὖν, ὅτι κατά τινας ὁμωνύμως ὁ τροχὸς τῷ ζῴῳ ἴυγξ λέγεται, ὅν φασιν ἔχειν τέσσαρας κνήμας. ἔστι δὲ καὶ μεταφορικῶς νοῆσαι, ὡς προείπομεν.

a. λιτάς τ᾿ ἐπαοιδάς: τὰς δὲ φαρμακευτικὰς ἐπαοιδὰς ἐξεδίδαξεν ἡ Ἀφροδίτη τὸν σοφὸν Ἰάσονα.

b. λιτάς τ᾿ ἐπαοιδάς: λιτανευτικὰς, καθὸ οἱ ταῖς ἐπαοιδαῖς χρώμενοι λιτανεύουσι τοὺς θεοὺς καὶ εὔχονταί τινα γενέσθαι αὐτοῖς. πρὸς τί οὖν ἐδίδαξε τὰς ἐπαοιδάς; ἵνα ἡ Μήδεια, ἣν προσεφέρετο αἰδῶ πρὸς τοὺς γονεῖς, ταύτην μὴ κατέχῃ, ἀλλ᾿ ἀναιδὴς γενομένη καταλίπῃ μὲν αὐτοὺς, πρόσθηται δὲ τῷ ξένῳ.

ποθεινὰ δ᾿ Ἑλλάς: ἡ ποθεινὴ δὲ Ἑλλὰς αὐτὴν τῇ τῆς Πειθοῦς μάστιγι κατὰ τὴν φρένα καιομένην διακινοίη καὶ παρασκευάσαι συναπᾶραι τοῖς Ἀργοναύταις.

καὶ τάχα πείρατ᾿ ἀέθλων: καὶ ταχέως τῷ Ἰάσονι ἡ Μήδεια ὑπετίθετο τὰ πέρατα καὶ τὰ τέλη τῶν ἄθλων, ὧν ἔμελλεν αὐτῷ ἐπιτάττειν ὁ πατὴρ αὐτῆς Αἰήτης.

σὺν δ᾿ ἐλαίῳ: ἡ Μήδεια κατέχρισε τὸν Ἰάσονα διὰ τοὺς πυρπνόους ταύρους. πρῶτον γὰρ ὁ Αἰήτης ζεύξας αὐτοὺς καὶ καταγωνισάμενος προέθηκε τῷ Ἰάσονι· ἵνα οὖν μηδὲν ὑπὸ τοῦ πυρὸς πάσχῃ, φάρμακα ἐλαίῳ μίξασα ἔδωκεν Ἰάσονι ἡ Μήδεια.

ἀντίτομα δὲ εἶπε τὰ ἀλεξιφάρμακα κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ῥιζοτόμων· ἁπλούστερον γὰρ τῇ ἰατρικῇ χρώμενοι τὰ πολλὰ τῶν παθημάτων ῥίζαις ἀπεθεράπευον, ἃς τέμνοντες ἐπετίθεσαν, ὡς Πάτροκλος (Λ 846)· ἐπὶ δὲ ῥίζαν βάλε πικρήν χερσὶ διατρίψας.

καταίνησάν τε: κατῄνεσαν δὲ καὶ συνέθεντο κοινὸν ποιῆσαι τὸν γάμον τὸν γλυκὺν καὶ ἀλλήλοις μιγῆναι.

a. ἀλλ᾿ ὅτ᾿ Αἰήτας: ὅτε δὲ ὁ Αἰήτης ἐν μέσοις τὸ ἀδαμάντινον κατέθηκεν ἄροτρον καὶ τοὺς βοῦς, οἵτινες φλόγα ἀπέπνεον τῶν ξανθῶν γενύων καιομένου πυρὸς, καὶ ταῖς χαλκαῖς αὐτῶν ὁπλαῖς ἐπέξεον καὶ ἐπεχάραττον τὴν γῆν ἐπιστρεφόμενοι κατὰ τὴν πορείαν."

b. ἀδαμάντινον: οἱ μὲν ὡς ἐκ τῆς τοῦ ἀδάμαντος φύσεως τὸ ἰσχυρὸν ἤκουσαν, οἱ δὲ ὅτι ἀληθῶς ἐξ ἀδάμαντος ἦν.

c. εἶχε γὰρ ὁ Αἰήτης χαλκόποδας ταύρους, οἳ τοὺς προσπελάζοντας κατέκαιον προχέοντες πῦρ τῶν μυκτήρων, οὓς ὁ Αἰήτης καταζεύξας εἰς μέσον ἤγαγε καὶ ἠροτρίασε τὴν γῆν, εἶτα λύσας ἐκέλευσε τὸν Ἰάσονα ζευγνύειν.

d. ἄλλως· τοὺς πυρίπνους ταύρους Ἀντίμαχος ἐν Λύδῃ (fr. 9) Ἡφαιστοτεύκτους λέγει. καὶ Σοφοκλῆς . . . . . . δὲ χαλκοῦς βοῦς ἀδερμάτους φησίν· χαλκοσκελεῖς γὰρ . . . . . . . . . ἐν ἐκπνέουσι πνευμάτων ἄπο· φλέγει δὲ μυκτὴρ, ὥσ . . . . (Soph. fr. 312) καὶ Ἀπολλώνιος (3, 409)· δύω πεδίον τὸ Ἀρήϊον ἀμφινέμονται ταῦροι χαλκόποδες, στόματι φλόγα φυσιόωντες.

σκίμψατο: ἤρεισεν, ἐπὶ τῆς γῆς κατέθηκεν.

ὁπλαῖς ἀμειβόμενοι: οἱ ταῦροι προβαίνοντες. τὸ γὰρ ἀμειβόμενοι οὕτως ἀκουστέον· τοὺς πόδας ἐναλλάσσοντες κατὰ τὴν πορείαν.

ὀρθὰς δ᾿ αὔλακας: τὰς εὐθείας τοῦ ἀρότρου τομὰς· διὸ καὶ αὔλακες εἴρηνται παρὰ τὸν αὐλόν. πᾶν δὲ ἐπίμηκες οὕτω φασίν.

ἐντανύσαις: ἐντείνας δὲ ἤλαυνε, καὶ ἐπ᾿ εὐθείας ἔτεμνε τὰς αὔλακας, καθ᾿ ἃς ὀργυιὰν (μέτρον δέ ἐστιν) ἔσχιζε τὴν γῆν εἰς βάθος κάτω τῷ ἀρότρῳ.

a. ἀναβωλακίας δ᾿ ὀργυιάν: μέτρον τι ἡ ὀργυιά. φησὶν οὖν, ὅτι διέτεμνε τὰς αὔλακας ὀργυιᾶς μέτρον ἐχούσας κατὰ τὸ βάθος.

b. ὁ δὲ λόγος· τῆς δὲ ἀναβωλακίας γῆς τὸν νῶτον ἔσχιζεν ἐπ᾿ ὀργυιάν. ἀναβωλακίας δὲ, τῆς ἐν τῇ τμήσει τοὺς βώλους ἀναπεμπούσης.

ἔειπε δ᾿ ὧδε: ὁ νοῦς· οὕτω δὲ ἔλεγεν ὁ Αἰήτης· τοῦτο τὸ τῆς γεωργίας ἔργον ἐμοὶ τελειώσας ὃς τῆς νεὼς προηγεῖται, τὴν ἄφθαρτον στρωμνὴν τὸ κῶας ἀφαιρείσθω, τὸ κάλλιστον ὂν τῇ χρυσῇ μαλλώσει.

a. ἄφθιτον στρωμνάν: τὸ κῶας, ὅτι τοπαλαιὸν ἐπ᾿ αὐτῶν ἐκοιμῶντο.

b. ἄλλως· ἄφθιτον στρωμνὴν εἶπε τὸ δέρος τοῦ κριοῦ, τὸ κώδιον· οἱ γὰρ ἀρχαῖοι ὑπεστρώννυντο τὰ κώδια, ἀφ᾿ οὗ καὶ κῶμα ὁ ὕπνος, διὰ τὸ ἐπὶ κωδίων αὐτοὺς κοιμᾶσθαι. Ἀριστοφάνης (eq. 400)· εἴ σε μὴ μισῶ, γενοίμην ἓν Κρατίνου κώδιον.

c. ἄφθιτον δὲ αὐτὸ εἶπε, καθὸ χρυσοῦν ἦν· ὁ δὲ χρυσὸς ἄφθαρτος. καὶ ἡ Σαπφώ (fr. 142) . . . . . ὅτι Διὸς παῖς ὁ χρυσός, κεῖνον οὐ σὴς οὐδὲ κὶς δάπτει, βροτεᾶν † φρένα κράτιστον φρενῶν (Pind. fr. 222).

θυσάνῳ: τῷ μαλλῷ. θύσανοι γὰρ οἱ κροσσοὶ ἀπὸ τοῦ θύσσεσθαι καὶ παραιωρεῖσθαι· νῦν δὲ ἐπὶ τῶν μαλλῶν τέταχε· καὶ γὰρ οὗτοι θύσσονται διὰ τὸ εὐτραφές.

a. ὣς ἄρ᾿ αὐδάσαντος ἀπὸ κροκόεν: ἢ τὸ κροκοβαφές, ἢ τὸ ὑφαντὸν παρὰ τὴν κρόκην.

b. ὁ δὲ νοῦς· ἀπορρίψας δὲ ὁ Ἰάσων τὸ κροκωτὸν ἱμάτιον, πειθόμενος δὲ καὶ πεποιθὼς τῇ Ἀφροδίτῃ εἴχετο τοῦ ἔργου τοῦ ἀροτριᾶν. ἦν δὲ θεῷ πίσυνος, τῷ Ἔρωτί φησιν ἢ τῇ Ἀφροδίτῃ ἢ τῷ Διί.

a. πῦρ δέ νιν οὐκ αἰόλει: πῶς τὸ πῦρ οὐκ ἐτάρασσε τὸν Ἰάσονα, ὁ μὲν Πίνδαρος οὐκ ἐξέθετο· ἡ δὲ ἱστορία οὕτως. ἐκέλευσεν ἡ Μήδεια τῷ Ἰάσονι μὴ ἐλαύνειν πρὸς τὸν ἀντιφυσῶντα ἄνεμον τοὺς βόας, ἴνα μὴ τὸ πῦρ ἀντικειμένης τῆς πνοῆς [βλάψῃ τοῦτον, ἀλλ᾿] ὄπισθεν φερομένης ὥσπερ συντρεχούσης καὶ ὀξυνούσης εἰς τοὔμπροσθεν τὴν τῆς φλογὸς ἀποφύσησιν· ἐκέλευσε δὲ καὶ συμπεράσαντα τὴν αὔλακα ἀπὸ τοῦ ἐκείνης τέλους μὴ ἄρχεσθαι, ὅπερ ἔθος τοῖς ἀροτριῶσιν, ἀλλ᾿ ἀναποδίσαντα οὕτω πάλιν ἄρχεσθαι διὰ τὰ πνεύματα τὰ ἀντικείμενα, ὡς ἔφαμεν.

b. ὁ δὲ νοῦς· τὸ δὲ πῦρ αὐτὸν οὐκ ἐτάρασσε ταῖς ἐντολαῖς τῆς Μηδείας πεισθέντα. αἰόλλειν δὲ τὸ ταράσσειν. αἰόλησις γὰρ ἡ κινήσις. ὡς καὶ Ὅμηρος (υ 27)· αἰόλλει, μάλα δ᾿ ὦκα λιλαίεται ὀπτηθῆναι.

ξείνας ἐφετμαῖς: ταῖς μαγείαις, ἃς ἐπετείλατο τῷ πυρὶ. ἢ ὅτι ἐνετείλατο αὐτῷ τούτοις τοῖς φαρμάκοις ἀλειψάμενον οὕτως ἔρχεσθαι, καὶ ἐσῴζετο αὐτῆς ταῖς ἐντολαῖς.

σπασάμενος δ᾿ ἄροτρον: ὁ νοῦς· σπασάμενος δὲ ὁ Ἰάσων τὸ ἄροτρον καὶ δήσας τοῖς βοείοις λώροις καὶ ταῖς τοῦ ζυγοῦ ἀνάγκαις τοὺς αὐχένας αὐτῶν ἐμβαλὼν ἤλαυνεν.

a. βοείοις δήσας: τοῖς ἐκ βοείων δερμάτων λώροις.

b. ἤτοι ἀνάγκας ἔντεσιν, ἵν᾿ ᾖ περιφραστικῶς τῇ ἀνάγκῃ· ἢ ἀνάγκῃ, ἵνα λείπῃ τῇ ἑαυτοῦ, τῇ ἐκ τῆς ἑαυτοῦ ἰσχύος ἀνάγκῃ. ὀρθῶς δὲ τὸ ἀνάγκας· οὐ γὰρ ἑκουσίως ταῦτα τὰ ζῷα ἀροῖ καὶ πονεῖ, ἀλλὰ μετὰ τῆς ἐξ ἡμῶν ἀνάγκης ἐπιτιθεμένης αὐτοῖς.

ἐριπλεύρῳ φυᾷ: τῇ μεγαλοπλεύρῳ φύσει τῶν ταύρων.

κέντρον αἰανές: ἤτοι ὀδυνηρὸν παρὰ τὸν αἰαγμόν· αἰάζειν γὰρ τὸ θρηνεῖν· ἢ παρὰ τὴν αἶαν, τὸ μέγα· τὰ γὰρ μεγάλα τῇ γῇ εἰκάζομεν.

a. ἴυξε δ᾿ ἀφωνήτῳ: ἀνεστέναξεν. ὁ δὲ νοῦς· ἐστέναξε δὲ λαθραίως κατὰ τὴν ψυχὴν ὁ Αἰήτης τὴν τοῦ Ἰάσονος δύναμιν θαυμάσας.

b. ἀφωνήτῳ περ ἔμπας: καίπερ τοιούτῳ ἄχει πληγεὶς [ἀφώνῳ], καθ᾿ ὃ οὐκ ἄν τις φωνὴν ἀφείη, ἀλλ᾿ ἐκσταίη, ὅμως ἀνεβόησε θαυμάσας.

a. ποίας ἔρεπτον: κυρίως τὸ ἐρέπτειν ἐπὶ τῶν ἀλόγων ζῴων τάττεται, ὅτι ἐπὶ τῇ ἔρᾳ, τουτέστι τῇ γῇ ἐσθίουσιν. ὡς Ὅμηρος (Θ 560)· ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. νῦν δὲ ἀντὶ τοῦ ἔρεφον ἔλαβε, τουτέστιν ἐστέγουν, ἐστεφάνουν.

b. ἄλλως· τὸ παλαιὸν ἐφυλλοβόλουν τοὺς νικηφόρους τοῖς τῆς γῆς χλωροῖς.

αὐτίκα δ᾿ Ἀελίου: εὐθέως δὲ ὁ τοῦ Ἡλίου παῖς Αἰήτης τὸ χρυσόμαλλον κῶας ὑπεδείκνυε τῷ Ἰάσονι, ἔνθα αὐτὸ ἐξέτειναν αἱ τοῦ Φρίξου μάχαιραι.

Φρίξου μάχαιραι: τουτέστιν ἡ περὶ τὸ ἐκδέρειν τοῦ Φρίξου ἐνέργεια· Φυξίῳ γὰρ Διῒ τὸ δέρος ἀνιέρωσεν. τὸ δὲ χ΄ ὅτι ὑπὸ τοῦ Φρίξου φησὶν ἀνατεθῆναι τῷ Ἄρει τὸ τοῦ χρυσομάλλου κριοῦ δέρος.

a. κεῖτο γὰρ λόχμᾳ: τῷ δασεῖ τῆς ὕλης· λόχμη γὰρ τὸ δάσος. καὶ παρ᾿ Ὁμήρῳ (τ 439)· ἔνθα δ᾿ ἄρ᾿ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς.

b. λείπει δὲ ἡ ὑπό.

c. δράκοντος δ᾿ εἴχετο: κατείχετο δὲ, φησὶ, τὸ κῶας ὑπὸ τῶν δεινοτάτων τοῦ δράκοντος γενύων, ὃς καὶ τῷ πάχει καὶ τῷ μήκει τοῦ σώματος πεντηκόντερον ναῦν κατεῖχεν· ἔνιοι δὲ, ἐμβληθεὶς ἐπλήρου ναῦν πεντηκόντερον.

a. πάχει μάκει τε πεντηκόντερον: τουτέστιν ὑπερεῖχεν. ὁ δράκων πεντηκόντερον ναῦν ἐνίκα τῷ μεγέθει, μείζων ἦν αὐτῆς.

b. ἢ οὕτως· εἰ ἐνέβαλες αὐτὸν εἰς τὴν πενηκόντερον ναῦν, πλήρωμα ἂν αὐτῆς ἐγένετο, ὥστε περιττεύειν τινὰ μέρη αὐτοῦ καὶ ὑπερκεῖσθαι.

ἃν πλαγαὶ σιδάρου: ἥντινα τὴν ναῦν συνεπέρανον αἱ τοῦ σιδήρου πληγαί. πάλιν δὲ τῷ συνήθει σχήματι κέχρηται τὸ ἑνικὸν τῷ πληθυντικῷ συζεύξας, καίτοι παρὸν εἰπεῖν τέλεσσαν. | γράφεται δὲ καὶ τέλεσσαν.

a. κατ᾿ ἀμαξιτόν: ἀντὶ τοῦ μακρῶς λέγω τὰ ποιήματα καὶ ἐπεκτείνω.

b. κατ᾿ ἀμαξιτόν: κατὰ τὴν ὁδὸν ταύτην τὴν τῶν ἐγκωμίων τοῦ Ἰάσονος πορεύεσθαι καὶ λέγειν.

c. ὥρα γὰρ συνάπτει: καιρός με ἐπείγει, ὥστε πρὸς τὸν Ἀρκεσίλαον ἀναδραμεῖν.

καί τινα οἶμον ἴσαμι: καί τινα οἶδα ὁδὸν βραχεῖαν, τουτέστιν οἶδα κατὰ τὰς ἐξηγήσεις καὶ βραχέα λέγειν.

σοφίας ἑτέροις: ἤτοι ταύτης τῆς σοφίας, τῆς περὶ τὸ συντόμως λέγειν, καὶ ἄλλων γέγονα καθηγητὴς, ὅ ἐστι διδάσκαλος· ἢ πολλοῖς προσέσχον ἄλλοις, ὡς ἐν συντομίᾳ, ὥστε ταχέως αὐτὰ ἐξειπεῖν.

κτεῖνε μὲν γλαυκῶπα: ἐπισυνάπτει τῆς ἱστορίας τὸ συμπέρασμα· ὁ μὲν Ἰάσων ἀνεῖλε ταῖς τῆς Μηδείας τέχναις τὸν γλαυκόφθαλμον καὶ πεποικιλμένον ἔχοντα νῶτον ὄφιν, ὦ Ἀρκεσίλαε.

a. κλέψε τε Μήδειαν: ἔκλεψε δὲ καὶ τὴν Μήδειαν ἑκοῦσαν, τὴν τὸν Πελίαν φονεύσασαν.

b. ὁ δὲ νοῦς· κατεργασάμενος μὲν τὸν ἆθλον ὁ Ἰάσων λάθρα τοῦ Αἰήτου καὶ τῶν Κόλχων ἀπέκλεψε τὴν Μήδειαν ἑκοῦσαν καὶ αὐτὴν. τὴν τῷ Πελίᾳ φόνον γενομένην· εἶτα ναυτιλλόμενοι ἐνεμίγησαν τῷ τε τοῦ Ὠκεανοῦ πελάγει καὶ τῇ Ἐρυθρᾷ θαλάσσῃ | καὶ τῶν Λημνίων γυναικῶν τῶν ἀνδροφόνων τῷ ἔθνει· ἀπὸ κοινοῦ τὸ ἐμίγησαν.

c. σὺν αὐτῇ, σὺν τῇ Μηδείᾳ θελούσῃ καὶ ἐνεργούσῃ· ὅπερ ἔνιοι μὴ νοοῦντες μεταγράφουσι σὺν αὐτῷ, τῷ δέρει. γίνεται δὲ παρέλκον. δεῖ οὖν· σὺν αὐτῇ βουλομένῃ ἔκλεψε, καὶ τὸν ἀδελφὸν Ἄψυρτον ὑπέμεινε διασπάσαι διὰ τὸν ἀπὸ τῆς ἴυγγος ἔρωτα Ἰάσονος.

Πελιαοφόνον: ὁ Χαῖρις οὐ βούλεται συνθέτως ἀναγινώσκειν Πελιαοφόνον· ἐκ γὰρ δυοῖν τελείων ἐστὶ τοῦ Πελίαο καὶ τοῦ φόνου. γίνεται δὲ τοιαύτη σύνθεσις, ὡς μεταβάλλεσθαι τὸν τόνον· ἤτοι οὖν, φησὶν ὁ Δίδυμος, προενεκτέον τὰν Πελιαοφονόν ὀξυτόνως, ἵν᾿ ᾖ φονευτικήν· ἢ παροξυτόνως, ἥτις ἦν τοῦ Πελίου φόνος.

a. ὁ δὲ νοῦς· προσεπέλασαν δὲ καὶ τῷ Ὠκεανῷ καὶ τῇ Ἐρυθρᾷ θαλάσσῃ. καινῶς δὲ ὁ Πίνδαρος ταῦτα τὰ πελάγη ἱστορεῖ πεπλανῆσθαι τοὺς Ἀργοναύτας.

b. ἄλλως· ἐν τ᾿ Ὠκεανοῦ: ἡ πρόθεσις περιττεύει τοῦ λόγου. εἴληφε δὲ ὁ Πίνδαρος τὸ πάντων πρῶτον γενόμενον, καὶ ἀντεστραμμένως ἔσχατον ἔθηκεν. εἰς μὲν γὰρ τὸν Ὠκεανὸν καὶ τὴν Ἐρυθρὰν εἰσέβαλον φεύγοντες ἐκ Κόλχων· ταῖς δὲ Λημνίαις ἐμίγησαν, πρὶν εἰς τὸν πόντον ἐπιπλεῦσαι. ἀλλ᾿ ἵνα ἐπὶ τὴν τοῦ γένους ἀρχὴν ἐπανέλθῃ, τὸ πρότερον ἀντεστραμμένως ὕστερον ἔθηκεν.

Λημνιᾶν τ᾿ ἔθνει γυναικῶν: οὐκ ἀκολούθως. οὐ γὰρ ὑποστρέφοντες προσέβαλον τῇ Λήμνῳ, ἀλλ᾿ ἀπιόντες.

ἀνδροφόνων: ἐξ ἐκείνης τῆς ἱστορίας. αἱ τῶν Λημνίων γυναῖκες ἀσεβήσασαι ἀεὶ εἰς τὴν Ἀφροδίτην διηνεκῶς ἔσχον μηνιῶσαν τὴν θεόν· μῖσος γὰρ αὐταῖς πρὸς τοὺς ἄνδρας προσετρίψατο, καὶ οὕτως ἐκεῖνοι πρὸς τοὺς Θρᾷκας πολεμοῦντες κἀκ τοῦ πολέμου τὰς αἰχμαλωτίδας λαβόντες παρεκοιμῶντο· ἐφ᾿ ᾧ ζηλοτυπήσασαι αἱ γυναῖκες ἐψηφίσαντο ἐκ Θρᾴκης ὑποστρέφοντας τοὺς ἄνδρας ἀνελεῖν, ὅπερ καὶ πεποιήκασιν.

a. ἔνθα καὶ γυίων ἀέθλοις: οἱ μὲν τῶν ἱστορικῶν βούλονται τοὺς Ἀργοναύτας ἀγωνίζεσθαι ἐπὶ τοῖς ἀναιρεθεῖσιν ἀνδράσιν, οί δὲ ἐπὶ τῷ Θόαντος . . . . .

b. τὸ δὲ ἔνθα, ἐν τῇ Λήμνῳ· ἐν τοῖς ἀγῶσιν ἐπεδείξαντο τῶν μελῶν τὴν ἀνδρείαν καὶ τὴν κρίσιν, ἀγωνιζόμενοι περὶ ἐσθῆτος.

τὸ ἐσθᾶτος ἀμφὶς ἀμφίβολον, πότερον τῆς ἐσθῆτος χωρὶς ἠγωνίσαντο, τουτέστι γυμνοὶ, ἢ τὸ ἀμφίς ἀντὶ τῆς περί δεκτέον· χρῶνται γὰρ τῇ λέξει καὶ ἐπὶ τούτου· ἵν᾿ ᾖ τὸ ἔπαθλον ἐσθὴς, ὥστε περὶ ἐσθῆτος αὐτοὺς ἠγωνίσθαι, ὃ καὶ ὑγιές ἐστι. καὶ γὰρ καὶ παρὰ Σιμωνίδῃ (fr. 205) ἐστὶν ἡ ἱστορία, ὅτι περὶ ἐσθῆτος ἠγωνίσαντο. καὶ Πίνδαρος ἐν Ὀλυμπιονίκαις (IV 20? IX 97?).

a. ἀκτῖνας: τὸ σπέρμα. λείπει δὲ ἡ σύν ἢ ἡ ἔν, ἵν᾿ ᾖ σὺν ὄλβῳ ἢ ἐν ὄλβῳ.

b. τουτάκις ὑμετέρας ἀκτῖνας: τηνικαῦτα δὲ τοῦ σοῦ γένους τὰς λαμπηδόνας καὶ καταβολὰς σὺν εὐδαιμονίᾳ διεδέξατο μεμοιραμένον ἦμαρ ἢ νύκτες.

c. ὁ δὲ νοῦς· τὸ τηνικαῦτα τοῦ σοῦ γένους ἡ καταβολὴ γέγονεν ἐν ἡμέρᾳ ἢ ἐν νυκτί.

a. ἆμαρ ἢ νυκτός: τοῦτο λέγει ὅτι ἢ νυκτὸς ἢ ἡμέρας συνελθόντες ταῖς Λημνιάσι γυναιξὶν οἱ ἥρωες ἔσχον ὑμᾶς.

b. τόθι γὰρ γένος Εὐφάμου: ἀποστρέφει τὸν λόγον πρὸς τὸν Ἀρκεσίλαον, ἐπεὶ Ἀριστοτέλης ὁ πρόγονος αὐτοῦ ἀπὸ τῶν Λημνίων γυναικῶν ἦν. οἱ γὰρ Ἀργοναῦται ἐν τῇ Λήμνῳ ταῖς Λημνιάσιν ἐπλησίασαν, ἐν οἷς καὶ Εὔφημος Λαμάχῃ συνελθὼν Λευκοφάνην ἐποίησεν· ἀφ᾿ ὧν Ἀριστοτέλης ὁ πρόγονος Ἀρκεσιλάου.

c. ἄλλως· τόθι γένος: διὰ τούτων τὴν ἐν ἀρχῇ πρόθεσιν συγκεφαλαιοῖ, καθ᾿ ἣν εἶπε (vs. 67 sqq.) τὸν Ἀρκεσίλαον ταῖς Μούσαις ἀποδώσειν καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ κεῖνο πλευσάντων Μινυῶν θεόπομποί σφισι τιμαὶ | φύτευθεν· τοῦ Εὐφήμου γεννήσαντος ἐκ τῆς Λημνίας τὸν τούτων ἀρχηγὸν τοῦ γένους. οἱ γὰρ ἀπὸ τούτων ἐκπεσόντες ἐκ Λήμνου εἰς Λακεδαίμονα παρεγένοντο, ἐκεῖθεν δὲ ἀπῴκησαν τὴν καλουμένην Καλλίστην νῆσον, Θήρα τὴν ἀποικίαν ἀγαγόντος, ἀφ᾿ οὗ Θήρα μετωνομάσθη.

d. διαποροῦσι δὲ, διατί μόνου Εὐφήμου μνημονεύει, πολλῶν ταῖς Λημνίαις πλησιασάντων· ἐπιλύεται δὲ ὁ Δίδυμος φάσκων, ὅτι ἀπὸ Εὐφήμου τούτου ἐγένετό τις καὶ ἕτερος Εὔφημος ὁ σὺν Βάττῳ τὴν Κυρήνην κτίσας, ὃν διὰ τὴν ὁμωνυμίαν ἀπ᾿ ἐκείνου τις ὑποτοπάσει εἶναι.

e. ἐγένοντο δὲ καὶ πλείους Εὔφημοι· πρῶτος ὁ Μηκιονίκης καὶ Ποσειδῶνος, δεύτερος ὁ Σάμου παῖς ἀπόγονος τοῦ πρώτου Εὐφήμου, τρίτος ὁ σὺν Βάττῳ. τέταρτος ὁ κατὰ τὸν Ἀρκεσίλαον, ὃν ξενολογήσοντα ἔπεμψεν ὁ βασιλεὺς καὶ τὸν Πυθικὸν ἀγῶνα ἀγνιούμενον.

a. ἄν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ νᾶσον: Χαῖρις βούλεται γράφειν ἔν ποτε ἀντὶ τοῦ ἄν ποτε, κατὰ τὴν τοῦ Πινδάρου συνήθειαν.

b. τὸ δὲ ἑξῆς· οἱ δὲ ἀπὸ τῶν ἡρώων γεγενημένοι παῖδες καὶ τοῖς Λακεδαιμονίοις μιχθέντες κατὰ τὴν ζήτησιν τῶν πατέρων παρέβαλον εἰς τὴν Ἑλλάδα. καὶ εἰς τὴν Καλλίστην ποτὲ χρόνῳ ἀπῴκησαν.

c. Καλλίσταν: τὴν Θήραν. φησὶ Καλλίμαχος (fr. 112)· Καλλίστη τοπάροιθε, τὸ δ᾿ ὕστερον οὔνομα Θήρη.

ἔνθεν δ᾿ ὔμμι: ἐντεῦθεν δὲ, ἐκ τῆς Θήρας, τῷ Ἀρκεσιλάῳ ὁ Ἀπόλλων χρησμοῖς καὶ μαντείαις δέδωκε σὺν θεῷ τὸ τῆς Λιβύης πεδίον τιμαῖς αὔξειν τὸ θεῖον πόλισμα καὶ διοικεῖν τῆς τίμιον ἐχούσης θρόνον Κυρήνης· ἵνα ἐπὶ τὴν νύμφην τὸν λόγον ἀνάγωμεν.

a. ἄστυ: ἐλλείπει ὁ τέ. ἵν᾿ ᾖ· ἄστυ τε χρυσοθρόνου.

b. τὸ ἑξῆς· διανέμειν δέδωκεν ὑμῖν τὴν Κυρήνην καὶ διοικεῖν συνετὴν γνῶσιν εὑροῦσιν.

γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν: προτρέπεται τὸν Ἀρκεσίλαον ὁ Πίνδαρος συνορᾶν αὐτοῦ τὸ αἴνιγμα. τὸ γὰρ Οἰδιπόδα σοφίαν τοῦτο βούλεται, ὅτι κἀκεῖνος τὸ τῆς Σφιγγὸς αἴνιγμα ἔλυσεν. ὃ δὲ αἰνίττεται, ἔστι τοιοῦτον. ἐστασίασάν τινες ἐν τῇ Κυρήνῃ κατὰ τοῦ Ἀρκεσιλάου, βουλόμενοι αὐτὸν μεταστῆσαι τῆς ἀρχῆς· ὁ δὲ ἐπικρατέστερος αὐτῶν γενόμενος ἐφυγάδευσεν αὐτοὺς τῆς πατρίδος. ἐν τοῖς οὖν στασιώταις ἦν καὶ ὁ Δημόφιλος, ὃς καὶ αὐτὸς ἀνάστατος γέγονε τῆς πατρίδος, καὶ φυγαδευθεὶς ἔρχεται εἰς Θήβας καὶ ἀξιοῖ τὸν Πίνδαρον (τινὲς δὲ, ὅτι καὶ τὸν μισθὸν τοῦ ἐπινίκου δίδωσι τῷ Πινδάρῳ αὐτός), ὥστε τῇ τοῦ ἐπινίκου γραφῇ διαλλάξαι αὐτὸν πρὸς τὸν Ἀρκεσίλαον. ἦν δὲ αὐτῷ καὶ πρὸς γένους.

a. εἰ γάρ τις ὄζους: περὶ Δημοφίλου ἀπολογεῖται τὸ αἴνιγμα. εἰ γάρ τις, φησὶ, περικόψει δρῦν, ὅμως δὲ καὶ τὸν καρπὸν ἀποβεβληκυῖα φέρει περὶ ἑαυτῆς ψῆφον γενομένη ἢ οὐδὸς ἤ τι ἄλλο τοιοῦτον· ὡς καὶ Ὅμηρος (φ 43)· οὐδόν τε δρύϊνον προσεβήσετο· ἢ τὸ πανέσχατον, εἴ ποτε πυρὸς χειμερίου χρεία γένηται, πρὸς ἀλέαν χρήσιμός ἐστιν.

b. ὁ δὲ νοῦς· εἰ γάρ τις μεγάλης δρυὸς ἐκκόψει κλάδους καὶ καταισχύνῃ αὐτῆς τὸ θαυμαστὸν εἶδος τῇ τῶν ἀκρεμόνων περικοπῇ, ὅμως καὶ φθινόκαρπος οὖσα ψῆφον περὶ αὑτῆς δίδωσιν, ὅτι δύναται εἴς τι χρησιμεύειν καὶ ἄκαρπος οὖσα, ὅταν αὐτῇ κατὰ τὸν χειμῶνα πῦρ λοίσθιον ἐπιγένηται.

μόχθον ἄλλοις: ἀλλὰ τοῖς βαστάζουσιν ἢ τοῖς λῃστεύειν βουλομένοις, διὰ τὸ μηκέτι δύνασθαι ἐστεγασμένης τῆς οἰκίας.

a. ἐσσὶ δ᾿ ἰατήρ: οὐχ ὅτι ἰατρὸς ἦν ὁ Ἀρκεσίλαος, ἀλλ᾿ ὅτι ἐνόσει τὴν φυγὴν ὁ Δημόφιλος. φησὶ γοῦν· δεῖ αὐτὸν πρὸς σοῦ θεραπεύεσθαι.

b. ἄλλως· ἐσσὶ δ᾿ ἰατήρ: θεραπευτικὸς τῆς παρούσης καταστάσεως. | τοῦτο γὰρ δηλοῖ τὸ ἐπικαιρότατος.

a. Παιάν τέ σοι: ὁ δὲ Ἀπόλλων σοι τετίμηκε τὴν ζωήν. τῇ μέντοι τροπῇ ἐπιμένει διόλου· ἰατρικῆς γὰρ προστάτης ὁ θεός.

b. ἄλλως· Παιάν τέ σοι: καὶ αὐτός σοι ὁ Παιὰν τὴν εἰς τοῦτο δύναμιν παρέχεται. ποιεῖται δὲ τὸν λόγον ὑποψίας ἐνεστώσης τοῖς Κυρηναίοις πρὸς τὸν Ἀρκεσίλαον καὶ ταραττομένων αὐτῶν ὑπ᾿ ἐκείνου ἢ ἐλαττουμένων παραιτούμενος καταστῆσαι τὴν πόλιν ἐπὶ τὸ ἀρχαῖον.

a. χρὴ μαλακάν: προσήκει σε πραεῖαν ἐπιφέροντα τὴν χεῖρα θεραπεύειν τὴν τοῦ ἕλκους τρῶσιν, καὶ μὴ τὰς ἀλγηδόνας τρίβειν.

b. καὶ ταῦτα μεταφορικῶς ἀκουστέον. δεῖ, φησὶν, μαλακὴν προσφέροντα τὴν χεῖρα τὴν τοῦἕλκους τρῶσιν θεραπεύειν.

ῥᾴδιον μὲν γάρ: τὸ μὲν γὰρ διασεῖσαι πόλιν καὶ τοῖς ἀσθενεστέροις ῥᾴδιόν ἐστι, μή τοί γε δὴ τοῖς ἐν δυνάμει κειμένοις· οἷον εἰώθαμεν λέγειν, τὸ κακὸν ῥᾴδιον ποιῆσαι· ἀλλὰ διασεισθεῖσαν πόλιν ἐπὶ χώρας καταστῆσαι δυσχερές ἐστιν, ἐὰν μὴ θεὸς ἡγῆται τοῖς δυναστεύουσιν εἰς τὸ αὐτὸ πειρωμένοις ἀγαγεῖν κατάστημα.

a. τὶν δὲ τούτων: διπλῆ ἐστιν ἡ διάνοια. καὶ οἱ μὲν οὕτως ἀποδεδώκασι· σοὶ δὲ τούτων αἱ χάριτες καταπράττονται, ἐὰν τῆς Δημοφίλου φυγῆς φροντίσῃς. οἱ δὲ οὕτως· ὅτι μάλιστα παρὰ σοῦ αἱ τοιαῦται χάριτες γίνονται καὶ πράξεις περὶ τῶν διοικουμένων ἐν τῇ βασιλείᾳ.

b. ἄλλως· σοὶ δὲ τοῦ κυβερνᾶσθαι ὑπὸ θεῶν ἐκτελοῦνται χάριτες.

c. ἢ οὕτως· σοὶ δὲ καὶ τοῦ κατορθῶσαι ὑπὸ θεῶν αἱ χάριτες ὑπόκεινται.

d. ἢ οὕτως· σοὶ δὲ καὶ τοῦ ὀρθῶσαι τὴν πόλιν αἱ χάριτες ἐξυφαίνονται ὑπὸ θεῶν ἢ παρὰ τῶν θεῶν κατασκευάζονται, τουτέστιν ἔχεις παρὰ θεῶν δεδωρημένον τὸ δύνασθαι τὴν πόλιν εἰς τὸ ἀρχαῖον ἀποδοῦναι κατάστημα. διό φησι τλῆθι.

e. ἰδίως δὲ τῷ τλᾶθι κέχρηται· ἔστι γὰρ ὑπόμενε, τελευτᾷ δὲ εἰς τὸ πρᾴως φέρε τὰ ἡμαρτημένα.

τλᾶθι τᾶς εὐδαίμονος: ὑπόμεινον περὶ τῆς εὐδαίμονος Κυρήνης πᾶσαν ἔχειν σπουδὴν, ὡς καὶ τῆς πόλεως λυπουμένης καὶ ζητούσης τοὺς φυγαδευθέντας πολίτας, καὶ ὀφείλοντος αὐτοῦ τιμῆσαι τὸ δαιμόνιον.

τῶν δ᾿ Ὁμήρου: τῶν δὲ Ὁμήρου καὶ τόδε σύνες τὸ ῥῆμα, οἷον κατὰ μνήμην ἔχε καὶ τίμα. διὰ γὰρ τοῦ πόρσυνε καὶ τόδε ἀκουστέον. ἐκείνου δὲ τοῦ ἔπους μέμηται τοῦ (Ο 207)· ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτ᾿ ἄγγελος αἴσιμα εἰδῇ. τοῦτο δὲ πρὸς ἑαυτὸν ὁ Πίνδαρος ἀνάγει, ὅτι ὀφείλεις μοι πεισθῆναι πρεσβεύοντι ὡς ἀγαθῷ ἀγγέλῳ.

a. αὔξεται καὶ Μοῖσα δι᾿ ἀγγελίας: ἀντιστρόφως εἶπε· θέλει γὰρ εἰπεῖν· αὔξεται ἀγγελία διὰ μούσης τῆς ἑαυτοῦ.

b. αὔξεται καὶ ὀρθὴ γίνεται ἡ ἀγγελία, τουτέστι διὰ τῆς ποιήσεως· αὕτη γὰρ ἡ ἀγγέλλουσα καὶ συμβουλεύουσα τῷ Ἀρκεσίλᾳ διαλύσασθαι πρὸς τοὺς πολίτας.

c. ὁ δὲ λόγος· αὔξεται καὶ ἡ ποίησις δι᾿ ὀρθῆς ἀγγελίας καὶ παιδείας.

a. ἐπέγνω μὲν Κυράνα: ἐπέγνω ἐπειράθη, οἷον γνῶσιν ἔσχεν.

b. ἄλλως· ἐπέγνω μὲν ἡ Κυρήνη καὶ ὁ τοῦ Βάττου οἶκος, τουτέστι τὸ σὸν ὦ Ἀρκεσίλαε οἴκημα, τὴν δικαιοσύνην τῶν Δημοφίλου φρενῶν.

Βάττου μέγαρον δικαίαν: ἤτοι δικαίαν παροξυτόνως, ἵν᾿ ᾖ τὴν δίκην, ὡς καὶ τὴν ἀρχὴν ἀρχαίαν παραγώγως· ἢ περισπωμένως, ἵν᾿ ᾖ δικαίων Δημοφίλου πραπίδων.

a. κεῖνος γὰρ ἐν παισίν: ἐκεῖνος γὰρ ὁ Δημόφιλος ἐν μὲν παισὶ τὴν ἡλικίαν νεώτερός ἐστιν, ἐν δὲ φρεσὶ πρεσβύτερος τὸ φρόνημα, ὥσπερ ἂν ἑκατονταετεῖ χρόνῳ ἐπιτυχών· οἱονεὶ οὕτω φρόνιμός ἐστιν ὡσπερεὶ ἑκατονταετὴς ἀνήρ.

b. ἄλλως· οὕτως ἐστὶ φρόνιμος ὡς πολυετὴς ἀνήρ. ἐὰν δὲ κυρίως ἀκούηται, ἀπεμφαίνει· ὁ γὰρ ἑκατονταετὴς παραφρονεῖ. δεῖ οὖν μεταλαμβάνειν εἰς τὸ πολυετής. ὡς τὸ (Υ 247)· οὐδ᾿ ἂν νηῦς ἑκατόνζυγος.

c. τουτέστι, φρόνιμός ἐστιν ὡς πολυέτης ἀνήρ.

a. ὀρφανίζει μὲν κακὰν γλῶσσαν: ἐρημοῖ, ἀποχωρίζει. τουτέστιν ἥκιστα κακολογεῖ.

b. ἄλλως· τῆς ἐλευθερίου φωνῆς τὴν κακὴν καὶ λοίδορον γλῶσσαν χωρίζει, [ἤτοι] οὐκ ἔστιν ὑβριστής.

c. ὁ δὲ νοῦς· ἀποχωρίζει μὲν τῆς ἐλευθερίου αὐτοῦ φωνῆς τὴν κακογλωσσίαν, ἔμαθε δὲ βδελύττεσθαι τοὺς ὑβριστὰς, | οὔτε μὴν τοῖς ἀγαθοῖς ἐξεναντίας φιλονεικεῖ, οὐδὲ τὸ τῶν πραγμάτων τέλος πρὸς ἄνυσιν μηκύνει· ὁ γὰρ ἐν ἀνθρώποις καιρὸς, οἱονεὶ βίος, βραχὺ ἔχει τὸ μέτρον· οἱονεὶ, ἡ τῶν πραγμάτων εὐκαιρία ῥᾳδίαν ἔχει τὴν παραδρομήν.

d. ἄλλως· τῆς ἑαυτοῦ φανερᾶς καὶ ἐκλάμπρου φωνῆς ὀρφανίζει τὴν κακὴν γλῶσσαν, ὅ ἐστι τὴν κακολογίαν.

e. ἢ οὕτω· τὴν κακὴν γλῶτταν τῆς φανερᾶς φωνῆς ὀρφανὴν ποιεῖ· οἷον οὐδὲν φθέγγεται κακόν.

f. κακὴν γλῶτταν ὀρφανὴν φωνῆς ἔχει. ἥκιστα κακολογεῖ.

οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς: τὸ χ΄, ὅτι ἐκ τῶν Ἡσιόδου Ἔργων (716) εἴληπται· ἐκεῖνος γὰρ παραινεῖ μὴ ὁμιλεῖν τοῖς κακοῖς μηδὲ ἐπιπλήττειν μηδὲ ψέγειν τοὺς ἀγαθούς· μηδὲ κακῶν ἕταρον, μήδ᾿ ἐσθλῶν νεικητῆρα. Ὅμηρος δὲ τὸν Θερσίτην εἰσήγαγε φιλόκακον καὶ μισάγαθον· ὅσους γὰρ ὁ ποιητὴς ἐγκωμίακε κατ᾿ ἀρετὴν, τούτους ἔψεγε. διὸ καὶ ἔλεγεν (B 220)· ἔχθιστος δ᾿ Ἀχιλῆϊ μάλιστ᾿ ἦν ἠδ᾿ Ὀδυσῆϊ.

a. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων: καιρὸς ὁ χρόνος. ἡ εὐκαιρία.

b. βραχὺ μέτρον ἔχει: οὐκ ἐπιπολὺ τοῖς ἀνθρώποις παρατεῖνον ἔχει τὸ μέτρον, ἀλλὰ σπάνιός ἐστι καὶ βραχὺς ὁ χρόνος· διὸ καὶ δεῖ, ὅτε ἔξεστιν, αὐτὸν λαμβάνειν.

a. θεράπων δέ οἱ, οὐ δράστας: οὐκ ἀποδιδράσκων, τὸν καιρὸν ὁ Δημόφιλος.

b. ἀκολουθεῖ δὲ, φησὶν, αὐτῷ ὁ καιρὸς θεράπων, οὐ δράστης, ἀλλὰ παράμονος, τουτέστιν οὐ παρέρχεται αὐτὸν, ἀλλὰ πάντα τὰ καίρια γινώσκει.

c. ἄλλως· πολλαὶ κατὰ τοῦτο τὸ ῥητὸν ἐξηγήσεις προεχώρησαν. τῷ καιρῷ ἕπεται οὐχ ὡς δράστας, ὅ ἐστι δραπέτης· οὐ πανουργῶν οὐδὲ τὰ παρ᾿ αὐτοῦ προστασσόμενα ὑπερτιθέμενος καὶ ἀναβαλλόμενος τὰ προσπίπτοντα.

a. φαντὶ δ᾿ ἔμμεν: φασὶ δὲ τοῦτο ἀνιαρότατον εἶναι τὸ γινώσκοντά τινα τῇ ἀνάγκῃ, ἀντὶ τοῦ δι᾿ ἀνάγκην, τούτων ἐκτὸς εἶναι. καὶ μηδὲν ἀπολαύειν αὐτῶν δύνασθαι, ἐφόσον βούλεται. ὅτι καὶ ὁ Δημόφιλος εἰδὼς τὰ τῆς πατρίδος καλὰ. ἀνάγκῃ τῆς φυγῆς οὐκ ἐχρήσατο αὐτοῖς.

b. ἄλλως· χαλεπόν ἐστι τὸ γινώσκειν ὅ, τι καλὸν μὲν, μὴ πράσσειν δὲ αὐτό. τὸ γὰρ | ἔξω πόδας ἔχειν τοιοῦτόν ἐστι, μήτε ἐν αὐτῷ εἶναι τῷ εὖ πράττειν. ἀλλ᾿ ἐξ ἀνάγκης αὐτὸ προΐεσθαι.

c. ἢ οὕτω· λυπηρὸν, τὸν καλῶς ποιοῦντα κακῶς ἀκούειν.

a. καὶ μὰν κεῖνος Ἄτλας: καὶ μὴν καὶ ὁ Δημόφιλος τοσοῦτον ἔχει τὸ τῆς φυγῆς ἄχθος, ὅσον καὶ ὁ Ἄτλας τῷ φάρει πιεζόμενος διηνεκῶς προσπαλαίει τῷ οὐρανῷ.

b. φέρει δὲ τῷ Ἄτλαντι ὅμοιον ἄχθος Δημόφιλος τῆς πατρίδος καὶ τῶν κτημάτων μακρὰν χωρισθείς.

c. ἄλλως· ἀντὶ τοῦ, καὶ παρὰ θεοῖς τὰ πράγματα ποικίλας ἔχει τὰς μεταβολάς· ὁ γοῦν Ἄτλας κακῶς πάσχει τὸν οὐρανὸν βαστάζων. πρότερον εὐτυχῶν.

d. ἄλλως· Ἄτλας οὐρανῷ: λείπει τὸ ὡς. διὰ δὲ τούτου βούλεται σημαίνειν, ὅτι οὐκ ἀεὶ τὰ αὐτὰ μένει τῶν πραγμάτων, οὐχ ὅτι παρὰ ἀνθρώποις, ἀλλ᾿ οὐδὲ παρὰ θεοῖς.

a. λῦσε δὲ Ζεύς: ἀπέλυσε δὲ καὶ ὁ Ζεύς ποτε τοὺς Τιτᾶνας τῆς τιμωρίας, καίτοι ἐπιθεμένους αὐτοῦ τῇ ἀρχῇ καὶ μεταστῆσαι βουληθέντας. ἐγκαλοῦσι δέ τινες τῷ Πινδάρῳ, ὅτι οὐκ οἰκείως ἐπὶ τῆς διαλλαγῆς τὸν Ἄτλαντα παρείληφε· διηνεκῶς γὰρ μοχθεῖ.

b. λῦσε δὲ Ζεύς: τοῦτο εἴρηται πρὸς τὸ μὴ δεῖν ἐν ταῖς τιμωρίαις ἀδιάλλακτον ἔχειν τὸ ἔχθος μηδὲ ἀθανάτους ἔχειν τὰς λύπας.

c. ἄλλως· τοῦτο πρὸς τὴν παράκλησιν ἁρμόζει, ὅτι τοὺς Τιτᾶνας Ζεὺς ἔλυσεν ὑπὸ τοῦ Κρόνου δεθέντας.

a. ἐν δὲ χρόνῳ μεταβολαί: μεταβολαὶ γίνονται ἀνέμων.

b. ἐν χρόνῳ δὲ καὶ τὸ ἱστίον τῆς νεὼς εὐδιεινὴν ἔχει μεταβολὴν τοῦ χειμερινοῦ λωφήσαντος ἀνέμου.

ἀλλ᾿ εὔχεται οὐλομέναν νοῦσον: ἀλλὰ κατεύχεται Δημόφιλος ταύτην τὴν ἐνεστῶσαν ὀλεθριωτάτην νόσον τῆς φυγῆς διαντλήσας καὶ ἀποφυγὼν τὸν κατὰ τὴν Κυρήνην οἶκον θεάσασθαι, καὶ ἐπὶ τῇ τοῦ Ἀπόλλωνος κρήνῃ πάλιν συνήθως συμποσιάσαι καὶ τὴν ψυχὴν ἐκδοῦναι πρὸς φιλοφροσύνην καὶ συμπόσια.

ἐπ᾿ Ἀπόλλωνος: Ἀπόλλωνος κρήνην φησὶν, ἧς καὶ Καλλίμαχος (h. in Ap. 88) μνημονεύει· οἱ δ᾿ οὔπω πηγῇσι Κύρης ἐδύναντο πελάσσαι Δωριέες.

a. δαιδαλέαν φόρμιγγα: διόλου ἀπὸ κοινοῦ ληπτέον τὸ εὔχεται.

b. εὔχεται πολλάκις τὴν πεποικιλμένην κιθάραν ἐν σοφοῖς βαστάζων καὶ μουσικευόμενος ἐν τοῖς πολίταις λοιπὸν ἐν ἡσυχίᾳ εἶναι, μήτε τινὶ κακὸν προστριψάμενος, καὶ αὐτὸς δὲ ἀβλαβὴς ὢν τὸ λοιπὸν πρὸς τοὺς πολίτας.

c. τὸ δὲ ὅλον· ὥστε ἀπαγγεῖλαι τὰ ὑπὸ Πινδάρου αὐτῷ δεδομένα ποιήματα. θέλει δὲ εἰπεῖν, ὅτι καὶ μουσικός ἐστιν.

ἡσυχίᾳ θιγέμεν: ἀντὶ τοῦ ἡσυχίας. σύνηθες δὲ τὸ σχῆμα τῷ Πινδάρῳ.

a. παραγέγονε πρὸς τὸν Πίνδαρον ὁ Δημόφιλος, ἵνα αὐτὸν ἀξιώσῃ διὰ τοῦ ὕμνου διαλλάξαι αὐτὸν πρὸς τὸν Ἀρκεσίλαον.

b. καί κε μυθήσαιτο: καὶ δὴ εἴποι ἄν σοι, ὁποίαν εὗρε πηγὴν τῶν θείων ἐπῶν, ἀρτίως ἐπιξενωθεὶς καὶ ἐπιδημήσας ταῖς Θήβαις. τοῦτο δὲ ὡς πρὸς ἑαυτὸν, ὅτι θαυμαστῶς γράφει.

τέλος Ἀρκεσιλάου.

Scholia in Pythionicarum carmen V.

Τῷ αὐτῷ Ἀρκεσιλάῳ.

Τῆς πέμπτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιδ΄. τὸ α΄ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ β΄ περιοδικόν· ἢ λέγεται διπλοῦς ἴαμβος· ἔστι δὲ δίμετρον καταληκτικόν. τὸ γ΄ δίμετρον ἰαμβικὸν ὑπερκατάληκτον. τὸ δ΄ ὅμοιον τῷ αὐτῷ. τὸ ε΄ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ς΄ παιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ΄ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ η΄ ὅμοιον τῷ (Archil. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ θ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν. τὸ ι΄ . . . . . . τὸ ια΄ παιωνικὸν δίμετρον ἀκατάληκτον διὰ Κρητικοῦ, ὅ ἐστι παίων δ΄. τὸ ιβ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ιγ΄ ἰαμβικὸν δίμετρον καταληκτικὸν, ὅ ἐστιν ἑφθημιμερές. τὸ ιδ΄ τροχαϊκὸν δίμετρον καταληκτικόν.

ἡ ἐπῳδὸς κώλων ἐστὶ δώδεκα σὺν δύο. τὸ α΄ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ γ΄ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ δ΄ περιοδικὸν, διπλοῦς τροχαῖος, ἀκατάληκτον. τὸ ε΄ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. τὸ ς΄ περιοδικόν· ἢ λέγεται διπολοῦς ἴαμβος. ἔστι δὲ τρίμετρον καταληκτικόν. τὸ ζ΄ Γλυκώνειον. τὸ η΄ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον. τὸ θ΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ι΄ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον· ἰδίως δὲ ἐπήνεγκεν αὐτῷ τοὺς τροχαίους. τὸ ια΄ παιωνκὸν δίμετρον ἀκατάληκτον. τὸ ιβ΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιγ΄ ὅμοιον τῷ αὐτῷ. τὸ ιδ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν, ὅμοιον τῷ πρώτῳ τῆς στροφῆς.

Inscr. Γέγραπται καὶ αὕτη ἡ ᾠδὴ νικήσαντι τῷ Ἀρκεσιλάῳ ἅρματι τὴν λά Πυθιάδα. ἐπειδὴ δὲ διήγημα ἐν τῷ πρώτῳ μᾶλλον ἐπινίκῳ ἤπερ ἐγκώμιον πεποίηται τῷ Πινδάρῳ καὶ παρέκβασις διηγηματικὴ τῶν κατὰ Ἰάσονα, ἐδέησεν αὐτῷ καὶ δεύτερον γράψαι ἐπίνικον.

a. τὸ δὲ ὁ πλοῦτος εὐρυσθενής, τὸν μετὰ ἀρετῆς πλοῦτόν φησιν εὐρυσθενῆ εἶναι. τὸ γὰρ ἕτερον ἄνευ τοῦ ἑτέρου οὐκ ἀσφαλὲς, ὡς καὶ Καλλίμαχος (in Iov. 95)· οὔτ᾿ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν. οὔτ᾿ ἀρετὴ ἀφένοιο· καὶ ἡ Σαπφώ (fr. 80)· ὁ πλοῦτος ἄνευ ἀρετᾶς οὐκ ἀσινὴς πάροικος.

b. ὁ νοῦς· ὀ πλοῦτος ἄγαν ἰσχυρότατός ἐστιν, ὅταν τις ἀνθρώπων ἀρετῇ συγκεκραμένον καθαρᾷ τῆς τύχης αὐτὸν παραδούσης ἀνάγῃ πολύφιλον ὄντα καὶ διδῷ τοῖς ἐν χρείᾳ καθεστηκόσιν.

c. μόνον οὕτως ὁ πλοῦτος εὐρυσθενής ἐστιν [ὄντως] καὶ μέγα ἰσχύει, ἐὰν κεκραμένος ἀρετῇ ὑπάρχῃ.

a. πολύφιλον δὲ, ἐπειδὴ τῷ πλουτοῦντι πολλοὶ ἕπονται. οὕτω δὲ Ἀρίσταρχος· ἔστι μὲν χωρὶς τὸ πολύφιλον λέγειν, χωρὶς δὲ τὸ ἑπέταν· τοιοῦτός ἐστι τῷ ἔχοντι ὀπαδὸς, ὥστε πολλοὺς φίλους ποιεῖν. ἔστι δὲ καὶ συναμφότερα ἀκούειν· ᾧ πολλοὶ ἕπονται."

b. πολύφιλον ἑπέταν: ᾧ πολλοὶ φίλοι ἕπονται.

c. τὸ δὲ ἀνάγῃ τὸ αὐτὸ τῷ αὔξῃ.

d. ἢ ἐν τῷ καθόλου τὸν πολύφιλον πλοῦτον, ἢ ὅταν πολυφίλως αὐτὸν ἀνάγῃ, ὅτι πολύφιλοι οἱ πλούσιοι.

e. ἢ οὕτω· τὸν τοῖς ἐν χρείᾳ καθεστηκόσιν ἑπόμενον.

ὦ θεόμοιρε: ὦ ἐκ θεοῦ ταύτην ἔχων τὴν μοῖραν. ὅ ἐστιν ἐκ θεῶν εἰληφὼς τὴν βασιλείαν.

σύ τοί νιν κλυτᾶς αἰῶνος: σὺ, φησὶν, ὦ Ἀρκεσίλαε, αὐτὸν, τὸν πλοῦτον, ἀπ᾿ ἄκρων βαθμίδων τῆς αἰῶνος, τουτέστιν ἀπ᾿ ἀρχῆς τοῦ βίου καὶ ἀφ᾿ οὗ ἐγνωρίσθης τῷ βίῳ κόσμος, σὺν εὐδοξίᾳ μετέρχῃ, ὅτι οὐκ εἰς ῥᾳθυμίαν αὐτῷ χρώμενος εἶ, ἀλλ᾿ εἰς τὰ δοξάζειν δυνάμενα, ἱπποτροφίας καὶ τὰ τοιαῦτα.

a. διατί δὲ σὺν Κάστορι; ἢ ὅτι ἱππικὸς ὁ θεός· Ὅμηρος (Γ 237)· Κάστορά θ᾿ ἱππόδαμον· ὁ δὲ Ἀρκεσίλαος ἱπποτρόφει· δοκεῖ δὲ πρῶτος συνωρίδα καταζεῦξαι Κάστωρ· ἢ ὅτι ἄνωθεν οἱ Βαττιάδαι καὶ Ἀριστοτέλης Λάκωνες ἦσαν, ὅθεν καὶ οἱ Τυνδαρίδαι· ἀπὸ γὰρ Λακώνων εἰς Θήραν ἦλθον, ἀπὸ δὲ τῆς Θήρας εἰς Κυρήνην· | ἢ ὅτι ἐπιφανῶς ἄγουσιν οἱ Κυρηναῖοι τὰ Διοσκούρεια, Βάττου πρώτου καταδείξαντος τὴν εὐχήν.

b. ἕκατι χρυσαρμάτου Κάστορος: κέλητα καὶ χαλινὸν πρῶτος Βελλεροφόντης κατέζευξε, συνωρίδα Κάστωρ, ἅρμα Ἐριχθόνιος ὁ Ἀθηναῖος, ἀστράβην Ὀξύλος ὁ Αἰτωλός.

a. εὐδίαν ὃς μετὰ χειμέριον: ὁ Κάστωρ σοι εὐδίαν παρασκευάζει. ὑπαινίττεται δὲ τὸν τῶν Κυρηναίων νεωτερισμόν· στάσις γὰρ ἐνέπεσεν αὐτῷ πρὸς τὸν δῆμον· ὃν δὴ χειμῶνα ἔφη.

b. διχόθεν ὁ Κάστωρ εὐμενής σοί ἐστιν, εἴς τε τὴν εὐδίαν ἐκ χειμῶνος κατάστασιν, καὶ εἰς τὴν ἱππικὴν νίκην.

c. ἄλλως· εὐδίαν ὅς: ὅστις ὁ Κάστωρ μετὰ τὸν χειμερινὸν ἐκεῖνον ὄμβρον τῶν πραγμάτων περὶ τὴν σὴν μακαρίαν ἑστίαν καταλάμπει. τοῦτο δέ φησιν, ὅτι ἐστασίαστο τὰ περὶ τὴν Κυρήνην πράγματα τῷ Ἀρκεσιλάῳ κατ᾿ ἐκεῖνο καιροῦ.

σοφοὶ δ᾿ ἔτι κάλλιον: διδόασι, φησὶν, οἱ θεοὶ τοῖς ἀνθρώποις ἀγαθὰ, οἱ δὲ σοφοὶ καλλίονα ποιοῦσιν αὐτὰ προσεπικοσμοῦντες διὰ τὴν αὐτῶν ἀρετήν.

a. φέροντι καὶ τὰν θεόσδοτον: ἀντὶ τοῦ φέρουσι καὶ ποιοῦσι.

b. τὸ δὲ [σημεῖον] χ΄, ὅτι θεόσδοτον εἶπε τὸν πλοῦτον ἀντὶ τοῦ θεόδοτον.

σὲ δ᾿ ἐρχόμενον: σὲ δὲ δικαίως ζῶντα πολὺς σὺν εὐδαιμονίᾳ πλοῦτος περιέχει.

τὸ μὲν, ὅτι βασιλεύς ἐσσι: τοῦτο Ἀττικὸν τὸ σχῆμα· τοῦτο μὲν, ὅτι βασιλεὺς εἶ μεγάλων πόλεων, ἔχει σου ὁ συγγενὴς ὀφθαλμὸς γέρας αἰδοιέστατον, τουτέστιν ὁ ἴδιός σου ὀφθαλμὸς βλέπει περὶ σὲ ὂν τὸ γέρας τῆς βασιλείας αἰδοιέστατον. οἷον βλέπει σεαυτὸν τιμώμενον· δύναται γὰρ ἀπὸ τοῦ ὀφθαλμοῦ τὸ ὅλον σῶμα σημαίνεσθαι· καὶ κατὰ τοῦτο δὲ μακάριος εἶ, ὅτι τὰ Πύθια ἐνίκησας.

a. μάκαρ δὲ καὶ νῦν: μακάριος δὲ τυγχάνεις καὶ ἐπὶ τοῦ παρόντος, ὅτι τῆς εὐδόξου Πυθιάδος τὴν δόξαν τοῖς ἵπποις λαβὼν ἐδέξω καὶ τοῦτον τὸν κῶμον καὶ ὕμνον παρὰ τῶν χορευτῶν, ὄντα Ἀπόλλωνος παίγνιον. καὶ ἤτοι ὅτι Μουσηγέτης ὁ θεός· παιδιὰ γὰρ Ἀπόλλωνος ἡ χορεία· ἢ Ἀπόλλωνος ἄθυρμα τὴν νίκην· Ἀπόλλωνι γὰρ ἀνιέρωται ὁ ἀγών.

b. ὃ δὲ λέγει, ὅτι Πύθια νενίκηκεν.

τῷ μή σε λαθέτω: διὸ μή σε λανθανέτω ἡ Κυρήνη ἀνυμνουμένη.

ἀμφὶ κᾶπον Ἀφροδίτας: κῆπον Ἀφροδίτης τὴν Κυρήνην ὠνόμασεν ὡς καλλίκαρπον καὶ διὰ τοῦτο ἐράσμιον καὶ ἐπαφρόδιτον· εἰ μὴ ἄρα τὸν τῶν Χαρίτων λόφον ὠνόμασεν οὕτως [Ἀφροδίτης κῆπον εἶπε]. Καλλίμαχος (fr. 266)· ἢ ὑπὲρ αὐσταλέον Χαρίτων λόφον.

παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν: ἐπὶ παντὸς πράγματος δεῖ τῷ θεῷ τὴν αἰτίαν ἀνάπτειν καὶ ὑπερτιθεῖν, καὶ φιλεῖν· οὕτως Ἀρίσταρχος ἀντὶ τοῦ φίλει· καὶ σὲ τοίνυν πρὸ μὲν πάντων τῷ θεῷ προσήκει . . . . . ., προσήκει δὲ φιλεῖν παρὰ τοὺς ἄλλους ἑταίρους | Κάρρωτον. ἔστι δὲ ἡνίοχος, ἐπιχώριον δὲ Κυρηναίοις τὸ ὄνομα. εἰσὶ δὲ οἳ καὶ τῆς Ἀρκεσιλάου γυναικὸς πατέρα εἶναι ἔφασαν τὸν Κάρρωτον.

φιλεῖν δὲ Κάρρωτον: Κάρρωτος ὄνομα κύριον, περὶ οὗ μέμνηται πρὸς τὸν Ἀρκεσίλαον· οἱ δὲ τὸν ἡνίοχον τούτου, ὅν φησιν ὁ Δίδυμος τῆς Πυθικῆς νίκης αἴτιον γενέθαι τῷ Ἀρκεσιλάῳ, κατάγειν δὲ αὐτῷ καὶ στρατιωτικὸν ἀπὸ τῆς Ἑλλάδος ἀθροίσαντα. ταῦτα δὲ πιστοῦται παρατιθέμενος τὰ Θεοτίμου (FHG IV p. 517) ἐκ τοῦ πρώτου περὶ Κυρήνης ἔχοντα οὕτως· διαπίπτουσαν δὲ τὴν πρᾶξιν αἰσθόμενος Ἀρκεσίλαος καὶ βουλόμενος δι᾿ αὐτοῦ τὰς Ἑσπερίδας οἰκίσαι πέμπει μὲν εἰς τὰς πανηγύρεις ἵππους ἀθλήσοντας Εὔφημον ἄγοντα, νικήσας δὲ τὰ Πύθια καὶ τὴν ἑαυτοῦ πατρίδα ἐστεφάνωσε καὶ ἐποίκους εἰς τὰς Ἑσπερίδας συνέλεγεν. Εὔφημος μὲν οὖν ἐτελεύτα· Κάρρωτος δὲ τῆς Ἀρκεσιλάου γυναικὸς ἀδελφὸς διεδέξατο τὴν τῶν ἐποίκων ἡγεμονίαν. ὁ τοίνυν Πίνδαρος τοὺς ἑταίρους καθομιλῶν τὸ καταπραχθὲν τῷ Εὐφήμῳ τῷ Καρρώτῳ προσῆψε· μόνον γὰρ κατορθῶσαί φησιν αὐτὸν ἀγαγόντα τὸ στρατιωτικόν. δόξειε δ᾿ ἂν τούτοις συνᾴδειν καὶ τὸ μείζοσιν ἢ καθ᾿ ἡνίοχον τοῖς περὶ αὐτοῦ λόγοις τὸν Πίνδαρον κεχρῆσθαι· ἑταῖρον γάρ φησι καὶ εὐεργέτην τοῦ βασιλέως, ὅπερ ἂν εἰκότως ἐπὶ κηδεστοῦ λέγοιτο ἢ ἐπὶ ἡνιόχου· φησὶ γάρ, ἑκόντι τοίνυν πρέπει νόῳ τὸν εὐεργέτην ἀντιάσαι . . . . . . αὐτουργόν τινα τὸν Κάρρωτον γενόμενον ἡνιοχῆσαι τὸ ἅρμα, διὰ τὸ ἐπιεικῶς τοὺς Κυρηναίους ἁρματηλάτας εἶναι καὶ ἱππικοὺς, ὥστε ἀμφότερα τῷ Ἀρκεσιλάῳ αὐτὸν κατειργάσθαι, ἡνιοχῆσαί τε καὶ στρατολογῆσαι.

a. ὃς οὑ τὰν Ἐπιμηθέος: Ἐπιμηθέως λέγουσιν ὡς ἐπίπαν θυγατέρα τὴν Μεταμέλειαν καὶ τὰ παραπλήσια, καθάπερ καὶ Προμηθέως τὴν Προμήθειαν. νῦν δὲ ὁ Πίνδαρος τὴν Πρόφασιν αὐτὴν Ἐπιμηθέως εἶπε θυγατέρα.

b. οὐκ ἐκόμισεν οὖν σοι, ὦ Ἀρκεσίλαε, Κάρρωτος λόγους καὶ προφάσεις, ἀλλὰ τὴν νίκην. εἰώθασι γὰρ οἱ ἡττηθέντες σκήπτεσθαι ποριζόμενοι προφάσεις τῆς ἤττης.

c. τὸν δὲ στέφανον εἶπεν ἀρισθάρματον γέρας τὸν ἐπὶ τῇ τῶν ἵππων ἀριστείᾳ δοθέντα. διὰ δὲ τῆς Κασταλίας ἐκ μέρους τὴν Πυθὼ δεδήλωκεν.

d. ἄλλως· ὅτι Ἐπιμηθέως θυγατέρα τὴν πρόφασιν εἴρηκε. παρεισῆκται δὲ ὁ Ἐπιμηθεὺς ἀνόητος καὶ ἀπὸ τῶν ἀποβαινόντων συμπτωμάτων καὶ παθῶν διδασκόμενος τὰ ἀσύμφορα καὶ μεταμελόμενος, ὁ δὲ τούτου ἀδελφὸς Προμηθεὺς καὶ σοφὸς καὶ προορώμενος· διὸ καὶ τοὔνομα ἀπὸ τοῦ προμαθεῖν ἐσχε. καὶ Σοφοκλῆς (?) δὲ ἐν τῷ Προμηθεῖ· τοῦ Προμηθέως, θέλων λέγειν τῆς φρονήσεως ἀντέχεσθαι καὶ μὴ τῆς μεταμελείας.

e. ὀψίνοον δὲ τὴν Πρόφασιν εἶπε, διὰ τὸ ὀψέ ποτε καὶ βραδέως τὰ συμφέροντα καὶ ἀσύμφορα καταλαμβάνειν.

f. ὅστις ὁ Κάρρωτος οὐ τὴν τοῦ βραδέως βουλευσαμένου Ἐπιμηθέως θυγατέρα Πρόφασιν ἄγων εἰς τοὺς οἴκους τῶν Βαττιαδῶν, τουτέστι τῶν Κυρηναίων, παρεγένετο.

g. ὁ δὲ νοῦς τῷ λόγῳ, ὅτι οὐχ ἡττηθεὶς καὶ προφασισάμενος αἰτίαν τῆς ἥττης ἦλθεν εἰς Κυρήνην, ἀλλὰ νικήσας.

ἀλλ᾿ ἀρισθάρματον: ὁ νοῦς· ἀλλ᾿ ἐξοχώτατον ἐκ τῶν ἁρμάτων γέρας ἐν Πυθῶνι παραγεγονὼς περιέβαλεν ὁ Κάρρωτος ταῖς σαῖς κόμαις, ἀφθάρτοις ἡνίαις κατὰ τὸ τέμενος τῶν δυωδεκαδρόμων ἐπαρκῶν· φησὶ δὲ τῶν ἁρμάτων· ὅτι δώδεκα δρόμους ἀνύει τὸ τέλειον ἅρμα, τὸ δὲ πωλικὸν ὀκτώ. μαρτυρήσει δὲ καὶ ὁ Καλλίμαχος.

a. ὕδατι Κασταλίας ξενωθείς: ἐν Πυθῶνι παραγεγονώς· ἀπὸ δὲ τῆς πηγῆς τὸ χωρίον ἀκουστέον.

b. ὁ δὲ νοῦς τοιοῦτος· ἀλλ᾿ ἄριστον γέρας ὁ Κάρρωτος ταῖς σαῖς κόμαις περιέβαλεν, ἀφθάρτοις ἡνίαις κατὰ τὸ τέμενος τῶν δυωδεκαδρόμων ἁρμάτων, τουτέστι τὸ στάδιον, τοῖς ποσὶν ἐπαρκέσας καὶ τὴν νίκην ἀπενεγκάμενος.

ἀκηράτους τὰς ἡνίας ἔφη ἀντὶ τοῦ ἀδιαφθόρους· οὐ γὰρ διεφθάρησαν κατὰ τὸν δρόμον. ἀλλὰ διέμειναν ὑγιεῖς· ἔξωθεν δὲ προσληπτέον τὴν κατά, ἵν' ᾖ κατὰ τὸ τέμενος.

a. ποδαρκέων δωδεκαδρόμων τέμενος: τέμενος τὸ πεδίον ἐν ᾧ ὁ ἀγὼν ἄγεται.

b. ὅτι δὲ δωδεκάκις τρέχουσι, μαρτυρεῖ καὶ Καλλίμαχος (fr. 468)· δωδεκάκις περὶ †δίφρον ἐπήγαγεν ἴθματα δίφρου.

a. κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν: οὐδὲν γὰρ τῶν αὐτοῦ ἁρμάτων ὁ Κάρρωτος κατέκλασεν. ἐν γὰρ τοῖς ἑξῆς αὐτὸς ἱστορεῖ μ΄ δίφρους τοὺς συναγωνιζομένους τῷ τοῦ Ἀρκεσιλάου ἅρματι κατεάχθαι κατὰ τὸν δρόμον, μόνον δὲ τὸ τοῦ Καρρώτου ὄχημα ἀπήμαντον ἀνύσαι τὸ στάδιον, καὶ διὰ τοῦτο ἀνατεθεῖσθαι τῷ Ἀπόλλωνι.

b. ὁ δὲ νοῦς· οὐδαμῶς δὲ συνέτριψε τῆς τοῦ ἅρματος σκευῆς οὐδὲν, ἀλλὰ κρέμαται καὶ ἀνιέρωται τῷ Ἀπόλλωνι, ὁπόσα τῶν ταῖς χερσὶν ἁρμοζόντων τεκτόνων ποικίλματα ἄγων τὸν Κρισαῖον λόφον . . . . . κατὰ τὸ κοιλόπεδον πεδίον [ἔδραμε] τοῦ Ἀπόλλωνος.

χεριαρᾶν: τῶν χερὶ ἀρεσκόντων καὶ κατασκευαζόντων τὰ τεκταινόμενα.

Κρισαῖον λόφον: ἀνατεθεικέναι φησὶν αὐτὸν ἀπὸ τῆς νίκης ἐν Δελφοῖς τῷ Ἀπόλλωνι τὸν δίφρον τοῦ ἅρματος.

ἄμειψεν ἐν κοιλόπεδον: ὅτι ὁ ἀγὼν ἐν τῷ πεδίῳ τελεῖται. κατὰ σύγκρισιν δὲ τὴν πρὸς τὸ Παρνάσσιον ὄρος κοιλόπεδον εἶπε τὸ χωρίον.

a. νάπος τὸ πεδίον ἐν ᾧ ὁ ἀγὼν ἄγεται, κατὰ σύγκρισιν τὴν πρὸς τὸν Παρνασόν. ὄρος γὰρ ἐκεῖνο δικόρυφον. καὶ ἑτέρωθι (P. VI 9) Ἀπολλωνίαν νάπην καλεῖ τὸν τόπον τοῦτον.

b. τό σφ᾿ ἔχει: ὅπερ τὸ ὄχημα ἔχει τις οἶκος ἐστεγασμένος κυπαρισσίνοις δοκοῖς πλησίον τοῦ ἀνδριάντος, ὅντινα μονόβολον ὄντα οἱ Κρῆτες παρὰ τῷ Παρνασίῳ ὄρει καθίδρυσαν, τουτέστιν ἐν τῇ Πυθοῖ.

c. ὡς ἀνδριάντος μονοξύλου ἀνακειμένου ἐν Δελφοῖς Κρητῶν ἀναθέντων.

μονόδροπον: μονόβολον. μονόξυλον. παρὰ τὸ μόνον αὐτὸ εἰλῆφθαι· δρέπεσθαι γὰρ τὸ λαμβάνειν.

ἑκόντι τοίνυν πρέπει: ὁ λόγος πρὸς τὸν Ἀρκεσίλαον. προσήκει σε, φησὶν, ἑκοντὶ τὸν εὐεργέτην Κάρρωτον ἀμείψασθαι ἀνθ᾿ ὧν εἰς σὲ διεπράξατο.

Ἀλεξιβιάδα, σὲ δ᾿ ἠΰκομοι: ὦ Ἀλεξιβίου υἱὲ Κάρρωτε, σὲ δὲ αἱ εὔκομοι ἐκ τῆς μνήμης καταλαμβάνουσι Χάριτες.

μακάριος, ὃς ἔχεις: μακάριος δὲ καὶ εὐδαίμων τυγχάνεις, ὅστις καὶ μετὰ τὸν μέγαν κάματον διὰ τῶν ἐμῶν φερτάτων λόγων, τουτέστι τῶν ὕμνων, ἔχεις μνημεῖα τῶν καμάτων. ταῦτα δὲ ἤτοι πρὸς τὸν Ἀρκεσίλαον λέγει διὰ τὸ στάσεσι κεχρῆσθαι πρὸς τοὺς ὑπηκόους, ἢ πρὸς τὸν Κάρρωτον, διότι περὶ τὴν τῶν ἐποίκων συλλογὴν πολλὰ ἐταλαιπώρησεν.

ἐν τεσσαράκοντα: ὁ νοῦς· ἐν γὰρ τεσσαράκοντα καταπεσοῦσιν ἡνιόχοις ἄθραυστον καὶ ὑγιᾶ τὸν δίφρον ἤγαγες ἀταράχῳ διανοίᾳ, καὶ παρεγένου εἰς τὸ Λιβύης πεδίον ἐκ τῶν ἐνδοξοτάτων ἀγωνισμάτων καὶ εἰς τὴν ἐπίδοξον πόλιν Κυρήνην.

ὅλον δίφρον: ὁλόκληρον καὶ ὑγιᾶ. προείρηται δὲ ὅτι τὰ συνηγωνισμένα αὐτῷ μ΄ ἅρματα συνεθραύσθη.

a. πόνων δ᾿ οὔ τις: καθολικῶς φησι, παραμυθούμενος αὐτόν.

b. τὸ ὅλον· οὐδεὶς δὲ ἀνθρώπων ἄμοιρός ἐστι πόνων καὶ καμάτων, οὔτε ἔσται ποτέ. ἴσος δὲ τοῦτο, ὡς τοῦ Καρρώτου κεκμηκότος ἀβλαβὲς διασῶσαι τὸ ἅρμα.

a. τὰ καὶ τὰ νέμων: τουτέστι τὰ ἀγαθὰ καὶ τὰ κακά. ἀμήχανον γὰρ, φησὶν, ἄνθρωπον ὄντα πάντα ἀγαθὰ λαχεῖν. Ὅμηρος (Ω 527)· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει. καὶ αὐτὸς ὁ Πίνδαρος (P. III 81)· ἓν παρ᾿ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς.

b. χρῶνται δὲ τῷ ἔμπαν ἀντὶ περισπωμένου τοῦ ὁμῶς, ὅ ἐστιν ἴσον τῷ ὁμοίως· καὶ γὰρ τὸ ἔμπης ἀντὶ περισπωμένου τοῦ ὁμῶς τάσσει Ὅμηρος (σ 354)· ἔμπης μοι δοκέει δαΐδων σέλας ἔμμεναι καὶ κεφαλῆς. καὶ πάλιν (Ξ 174)· ἔμπης ἐς γαῖάν τε καὶ οὐρανόν.

c. καὶ ἐπὶ τῶν ὁμοίων.

a. κεῖνόν γε καὶ βαρύκομποι: ἐκεῖνον δὲ, τὸν Βάττον, καὶ οἱ χαλεποὶ λεόντες τῆς Λιβύης εὐλαβηθέντες ἔφυγον.

b. κεῖνόν γε καὶ βαρύκομποι: Ἀρίσταρχος κατὰ τὸν τόπον φησὶ τοῦτον, καθ᾿ ὃν ἔκτισται ἡ Κυρήνη, λέοντας διατρίβειν πολλοὺς, τῷ δὲ Βάττῳ τὸν Ἀπόλλωνα δοῦναί τινας ἐπῳδὰς, δι᾿ ὧν [αὐτοὺς] ἔμελλεν ἀποσοβήσειν καὶ τὸν τόπον ἡμερώσειν. ὑπερποντίαν δὲ αὐτὸν ἐπενέγκαι γλῶσσάν φησι, παρόσον τὴν τοῦ Ἀπόλλωνος φωνὴν ἐκ Δελφῶν εἰς Λιβύην μετήνεγκε. μήποτε δὲ τροπικῇ κατείληπται φράσει, καὶ ἔστιν ὃ βούλεται λέγειν, ὅτι ἐνθήρου τῆς Λιβύης οὔσης, ὁ Βάττος οἰκίσας τὴν Κυρήνην παρεσκεύασε φυγεῖν τοὺς λέοντας, δέει τῷ ἀπ᾿ αὐτοῦ τῶν λεόντων διασκεδασθέντων.

a. γλῶσσαν ἐπεί σφιν: οὐχ ὅτι, φησὶν ὁ Δίδυμος, οἱ λέοντες ἐκ φωνῆς ἔφυγον, ἀλλ᾿ ἐπεὶ τὴν ἀπόφασιν ἐκ τῆς Πυθίας ὑπὲρ τὸν πόντον διεκόμισεν. ἐλθόντι γὰρ αὐτῷ εἰς Δελφοὺς καὶ χρωμένῳ πῶς ἀποκαταστήσει τὴν φωνὴν, παραλιποῦσα τὸ ἐρωτηθὲν ἐκέλευσεν αὐτῷ πόλιν κτίζειν ἐπὶ τῆς Λιβύης. τοιοῦτον οὖν ἐστι τὸ γλῶσσαν ἐπεί σφιν ἀπένεικεν, ἐπεὶ τὸν χρησμὸν διεκόμισε. κατὰ γὰρ τὸν χρησμὸν διεβίβασεν ὄχλον καὶ ἔκτισε τὴν Κυρήνην· ἔφυγον δὲ οἱ λέοντες φοβηθέντες τὸ πλῆθος, οὐ τὴν φωνὴν τοῦ Βάττου. οἱ δὲ τὸ γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν, οὕτως ἀποδιδόασιν, ὅτι τοσοῦτον ἐφώνησεν, ὥστε τὴν πρότερον ἐνδεδωκυῖαν αὐτῷ ὑπερποντίαν γενέσθαι.

b. ἄλλως· ὑπερποντίαν, τὴν μεγάλην, ὥστε καὶ διὰ θαλάσσης ἀκούεσθαι καὶ ἐξικνεῖσθαι.

a. ὁ δ᾿ ἀρχαγέτας: ὁ δὲ τῆς ἀποικίας ἀρχηγέτης Ἀπόλλων τοὺς θῆρας εἰς φυγὴν παρώρμησεν, ὅπως ἂν μὴ τῷ βασιλεῖ τῆς Κυρήνης τῷ Βάττῳ ἀτελὴς γένοιτο καὶ οὐχὶ οἰκισθείη ἡ Κυρήνη.

b. καὶ τοῦτο ἑαυτῷ συνᾴδων ὁ Δίδυμος οὕτως ἀποδίδωσιν· ἐπεὶ ὁ Ἀπόλλων ἔχρησεν οἰκίσαι τὴν Κυρήνην, αἴτιος ἐγένετο τοῦ φυγεῖν τοὺς θῆρας. οἰκιζομένης γὰρ τῆς πόλεως ἔφυγον.

ἀτελὴς γένοιτο: ἀτελὴς ὁ Ἀπόλλων· μενόντων γὰρ τῶν θηρίων οὐκ ἂν ᾠκίσθη ἡ Κυρήνη.

ὃ καὶ βαρειᾶν νόσων: ὅστις ὁ Ἀπόλλων καὶ τῶν βαρειῶν νόσων τοῖς τε ἀνδράσι καὶ ταῖς γυναιξὶν ἄκεσιν δίδωσι· καὶ γὰρ ταῦτα διὰ χρησμῶν θεραπεύει.

πόρεν τε κίθαριν: τὴν κιθαριστικὴν ἐμπειρίαν. Ὅμηρος (Β 827)· ᾧ τόξον Ἀπόλλων, ἀντὶ τοῦ τὴν τοξικήν.

δίδωσί τε μοῖσαν: ἐχαρίσατο δὲ τῷ τῶν ἀνθρώπων γένει καὶ τὴν κιθάραν, καὶ δωρεῖται τὴν μουσικὴν οἷς ἂν βούληται, ἀστασίαστον ἄγων εἰς τὰς φρένας τῶν ἀνθρώπων δικαιοσύνην.

ἐπειδὴ καὶ τὸ ἄδυτον αὐτοῦ μαντικόν.

τῷ καὶ Λακεδαίμονι ἐν Ἄργει τε: ᾧ, τῷ χρησμῷ, καὶ τοὺς Ἡρακλείδας καὶ τοὺς Αἰγιμιοῦ παῖδας κατῴκισεν ἐν Λακεδαίμονι καὶ Ἄργει καὶ ἐν Πύλῳ. ἀπὸ δὲ τῆς Πύλου τὴν Μεσσήνην . . . . . . . διδόασι. τριμερὴς δὲ ἡ τῶν Ἡρακλειδῶν διαίρεσις. οἱ μὲν γὰρ Ἀριστοδήμου παῖδες Προκλῆς καὶ Εὐρυσθένης ἔσχον τὴν Λακωνικὴν, ὁ δὲ Τήμενος τὸ Ἄργος, ὁ δὲ Κρεσφόντης τὴν Μεσσήνην· χρησμῷ δὲ κατῆλθον προστάξαντος τοῦ Ἀπόλλωνος, δῆλον δὲ ὅτι καὶ οἱ Αἰγιμιοῦ παῖδες Δύμας καὶ Πάμφυλος συγκατῆλθον τοῖς Ἡρακλείδαις. συνῴκησαν δὲ οἱ Θηβαῖοι τοῖς Λακεδαιμονίοις.

καὶ ζαθέᾳ Πύλῳ: ἀπὸ τῆς Πύλου τὴν Μεσσήνην σημαίνει. οἱ γὰρ νεώτεροι τὴν Πύλον, ἧς Νέστωρ ἡγεῖτο, οὐ περὶ τὴν Τριφυλίαν τῆς Ἀρκαδίας, ἀλλὰ περὶ τὴν Μεσσήνην διδόασιν.

a. τὸ δ᾿ ἐμὸν γαρύετ᾿ ἀπὸ Σπάρτας: ὁ λόγος ἀπὸ τοῦ χοροῦ τῶν Λιβύων ἢ ἀπὸ τοῦ ποιητοῦ.

b. ὁ δὲ νοῦς· τὸ δὲ ἡμῶν κλέος καυχᾶται εἶναι ἀπὸ Σπάρτης, ὅπου γεγεννημένοι οἱ πρόγονοι ἡμῶν οἱ Αἰγεῖδαι εἰς τὴν Θήραν ἀφίκοντο. ἐκ Λακεδαίμονος γὰρ εἰς τὴν Θήραν ἡ ἀποικία ἐγένετο, ἐκ δὲ Θήρας εἰς Κυρήνην. Αἰγείδας δὲ κέκληκε τοὺς Λακεδαιμονίους διὰ τὸ κατοικισθῆναι τοὺς παρὰ Θηβαίοις καλουμένους Αἰγείδας ἐν Λακεδαίμονι.

a. ὅθεν γεγενναμένοι: ἐπεὶ ἐκ Λακωνικῆς ἐλθόντες οἱ περὶ Θήραν Καλλίστην ὤκησαν. | Καλλίμαχος (in Apoll. 74)· ἐκ μέν σε Σπάρτης ἕκτον γένος.

b. ἄλλως· συνῴκησαν γὰρ οἱ Θηβαῖοι τοῖς Λακεδαιμονίοις. χρόνῳ δὲ οἱ Λακεδαιμόνιοι συνεξῆλθον τοῖς εἰς Θήραν ἀπῳκηκόσι, φημὶ δὲ τοῖς ἀπὸ τῶν Λημνιάδων καὶ τῶν Ἀργοναυτῶν· ἀπὸ δὲ Θήρας γεγένηται ἀποικία εἰς Κυρήνην. ἔστιν οὖν τὸ πᾶν ἐσπουδασμένον τῷ Πινδάρῳ ὥστε δεῖξαι αὐτὸν συγγενῆ Λακεδαιμονίων καὶ Κυρηναίων, οὕτω δὲ καὶ τοῦ νικηφόρου.

a. Αἰγεῖδαι ἐμοὶ πατέρες: θέλει δεῖξαι τὸν Ἀρκεσίλαον τὸ γένος κατάγοντα ἀπὸ τῶν Ἡρακλειδῶν.

b. Αἰγεῖδαι ἐμοὶ πατέρες: διτταὶ γίνονται αἱ τῶν Θήβηθεν Αἰγειδῶν εἰς Σπάρτην ἀφίξεις, προτέρα μὲν ἡ σὺν τοῖς Δωριεῦσι καὶ Ἀριστοδήμῳ, ἧς μέμνηται Ἔφορος ἐν τῇ πρώτῃ (FHG I p. 235) λέγων· Ὕλλον καὶ τοὺς ἄλλους τοὺς ἀποτυχόντας τῆς ἐπὶ τὴν Σπάρτην στρατείας ἐπερωτᾶν τὸν θεὸν, τίνας τῶν Ἑλλήνων ποιήσονται πρὸς τὴν κάθοδον συμμάχους· τὸν δὲ ἀνελεῖν, τοὺς ὑπὸ Ἡρακλέους εὐεργετηθέντας, πρώτους δὲ τούτους κελεῦσαι Αἰγείδας παρακαλεῖν. ὑπολαμβάνοντας δὲ ταῦτα εὐλόγως προστεταχέναι τὸν θεὸν ἐλθεῖν εἰς τὰς Ἀθήνας πρῶτον, εἰδότας Θησέα τὸν Αἰγέως [μέγιστα πάντων ὑφ᾿ Ἡρακλέους εὐεργετημένον, εὖ δὲ ἔχειν τὴν μαντείαν νομίζοντας,] καὶ [πρώτους τοὺς] Θησέως [τοῦ Αἰγέως] ἀπογόνους ἐκάλουν, τοῦ τῆς καθόδου μὴ διαμαρτεῖν. ἔπειτά φασι τὸν Ἀριστόδημον διὰ τῆς Βοιωτίας πορευόμενον καταλαβεῖν θύοντάς τινας τῶν Θηβαίων παρὰ τὴν ὁδὸν, καὶ τοῦ κήρυκος ἀκούσαντα τοῖς Αἰγείδαις εὐχομένου τὰ ἀγαθὰ λαβεῖν περὶ τῆς μαντείας ἔννοιαν, καὶ νομίσαντα δεῖν, ἐπειδὴ τοὺς Ἀθήνηθεν Αἰγείδας πρώτους παρακαλοῦντες διημάρτανον, τοὺς ἐκ τῶν Θηβῶν συμμάχους μετελθεῖν πρότερον. κατὰ τύχην δὲ ταύτῃ τῇ στρατείᾳ τῶν Ἡρακλειδῶν τὴν Πελοπόννησον κατασχόντων ἡγοῦντο τὸ μαντεῖον εἰρῆσθαι περὶ τῶν ἐν Θήβαις Αἰγειδῶν. ἑτέρα δὲ ἡ σὺν Τιμομάχῳ, ἐν ᾧ πρὸς Ἀμυκλαεῖς Λακεδαιμονίοις καθειστήκει πόλεμος. τινὲς δὲ Αἰγέα, ἀφ᾿ οὗ ἡ τῶν Αἰγειδῶν ἐν Θήβαις φατρία τοὔνομα ἔλαβε, Σπαρτὸν εἶναι τῶν ἀπὸ Κάδμου.

a. ἔνθεν, διαδεξάμενοι ἀπὸ τῆς Θήρας τὰ πάτρια ἔθη τῆς πανηγύρεως· ἢ ὅθεν τὸ γένος κατάγοντες ἡμεῖς οἱ Θηβαῖοι ἐπαινοῦμεν τὴν Κυρήνην, ὦ Ἄπολλον.

b. τούς τε γὰρ Αἰγείδας κατὰ χρησμὸν ἀπὸ Θηβῶν λαβόντες ἀπὸ ἑορτῆς Καρνείου Ἀπόλλωνος δειπνοῦντας ἐπήγαγον.

a. χαλκοχάρμαι ξένοι: οἱ Ἀντήνορος παῖδες ζωγρηθέντες τρεῖς ὄντες ἦλθον εἰς Λιβύην καὶ ᾤκησαν· εἰσὶ δὲ Γλαῦκος, Ἀκάμας, Ἱππόλοχος.

b. ἄλλως· ἥντινα Λιβύην οἰκοῦσι καὶ κατέχουσιν οἱ πολεμικώτατοι ξένοι οἱ τοῦ Ἀντήνορος παῖδες. σὺν γὰρ τῇ Ἑλένῃ καὶ τῷ Μενελάῳ παρεγένοντο, ἐπειδὴ τὴν πατρίδα πορθηθεῖσαν ἐθεάσαντο κατὰ τὸν πόλεμον.

Τρῶες Ἀντανορίδαι: περὶ τῆς εἰς Κυρήνην ἀφίξεως τῶν Ἀντηνοριδῶν Λυσίμαχος (FHG III p. 337) ἐν πρώτῳ τῶν νόστων ἱστορεῖ, παρ᾿ Ἄμνακι βασιλεῖ Λιβύων αὐτοὺς ᾠκηκέναι μὴ βουλομένους συνοικεῖν τοῖς τὸ Ἴλιον πεπορθηκόσι, καὶ ὅτι ἔκτισαν μεθ᾿ ἱκανὸν χρόνον τὸν μεταξὺ Κυρήνης καὶ τῆς θαλάσσης κείμενον λόφον Ἀντηνοριδῶν ἐπικεκλημένον. τινὲς δὲ οὕτω τὴν ἱστρίαν ἐκτίθενται· οἱ Ἀντηνορίδαι φιλοφρονητικώτερον διέκειντο πρὸς τοὺς Ἕλληνας· φησὶ γάρ που καὶ αὐτὸς ὁ Ἀντήνωρ (Γ 205)· ἤδη γὰρ καὶ δεῦρό ποτ᾿ ἤλυθεν· καὶ ὑποβαίνων· τοὺς δ᾿ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα. καὶ οἱ Ἕλληνες δὲ κατὰ τὴν πόρθησιν παρδαλέαν τῷ Ἀντήνορος οἴκῳ παρῃώρησαν σημεῖον ποιούμενοι τοῖς οἰκείοις στρατιώταις τοῦ μηδένα ὡς πολέμιον οἶκον πορθῆσαι. διαφυγόντες δὲ τὸν πόλεμον συναπῆραν μὲν τῷ Μενελάῳ, κατὰ δὲ τὴν πλάνην τοῦ Μενελάου εἰς Λιβύην ἐλθόντες οἱ Ἀντηνορίδαι, καταπονηθέντες τῷ χειμῶνι καὶ τῇ πολυχρονίῳ πλάνῃ ᾤκησαν αὐτόθι.

a. τὸ δ᾿ ἐλάσιππον ἔθνος: ἀντὶ τοῦ οἱ Κυρηναῖοι. οἱ Κυρηναῖοι ἐρχόμενοι πρὸς αὐτοὺς μετὰ τοῦ φέρειν δῶρα καθαγίζουσιν ἐπιμελῶς καὶ προσδέχονται καὶ θεραπεύουσιν· οὓς διεπεραίωσε τὴν τῆς ἁλὸς κέλευθον ἀνοίγων, τουτέστι σχίζων διὰ τὸν πλοῦν, ἢ ἀντὶ τοῦ συνήθη ποιῶν. τὸ μὲν γὰρ πρῶτον οὐκ ἐπλεῖτο, ὡς ἂν τῆς Κυρηναϊκῆς ἐρήμου οὔσης· ὅτε δὲ ᾤκισεν αὐτὴν, πλοΐμη ἐγένετο διὰ τὰς ἐπιμιξίας.

b. ἄλλως· τὸ δὲ ἱππικώτατον ἔθνος τῶν Κυρηναίων μετ᾿ ἐπιμελείας τοὺς Ἀντήνορος παῖδας τεθνηκότας δεξιοῦνται θυσίαις, παραγίνονται δὲ μετὰ δώρων καὶ ἐναγισμάτων.

c. ἄλλως· οἱ Κυρηναῖοι ἐτίμων, φησὶ, τοὺς Ἀντηνορίδας οἵδε, οὓς ὁ Βάττος ἤγαγεν εἰς τὴν Λιβύην τῆς πλατείας θαλάττης τὴν ὁδὸν ἀνοίγων.

τοὺς Ἀριστοτέλης: ὅτι Ἀριστοτέλης ἦν ὁ κτίσας τὴν Κυρήνην, ὁ κληθεὶς Βάττος, ὁ καὶ τὴν λεγομένην Σκυρωτὴν πλατεῖαν αὐτοῖς κατασκευάσας.

κέλευθον ἀνοίγων: ἀντὶ τοῦ πλοΐμην λοιπὸν ποιῶν τὴν ἐπὶ τὴν Λιβύην θάλασσαν τῷ τὴν Κυρήνην κτίζειν· τότε γὰρ διὰ τὸ ἔρημον τῆς χώρας οὐκ ἐπλεῖτο ἐκείνη ἡ θάλασσα.

ἄλσεα μείζονα: ἀντὶ τοῦ μεγάλα ἁπλῶς, οὐ πρὸς ἄλλα συγκρίνων. ἄλση δὲ τὰ τῶν θεῶν τεμένη.

a. εὐθύτομόν τε: κάθοδον ἐποίησεν εὐθυτενῆ καὶ λείαν· τῶν γὰρ χωρίων τραχυτάτων ὄντων λείαν ἀπειργάσατο τὴν ὁδόν.

b. σκυρωτὴν δὲ λιθόστρωτον· σκῦρον γὰρ λέγουσι τὴν λατύπην τὴν ἀπὸ τῆς κατεργασίας τῶν λίθων ἀποπίπτουσαν.

Ἀπολλωνίαις: ταῖς τοῦ Ἀπόλλωνος ἀλεξιμβρότοις θαλίαις, ἀπὸ κοινοῦ βαδιστὴν ἐποίησεν. ἀλεξιμβρότοις δὲ, ταῖς ἀπαλεξούσαις τὰ τῶν ἀνθρώπων φαῦλα· τοὺς γὰρ θεοὺς θεραπεύομεν πρὸς ἀπαλέξησιν τῶν φαύλων.

ἱππόκροτον: καὶ ἵπποις πεδιάδα βαδιστὴν καὶ ταῖς τοῦ Ἀπόλλωνος εἶναι θαλίαις βαδιστὴν ἀπὸ κοινοῦ.

a. σκυρωτὰν ὁδόν: οὕτω καλεῖται πλατεῖα Σκυρωτὴ ἐπὶ τῆς Κυρήνης, λέγεται δὲ καὶ τὸ ἱερὸν τῶν Διοσκούρων ἐν ἐκείνῃ τῇ πλατείᾳ εἶναι.

b. λέγεται δὲ σκυρωτὴ, ἀντὶ τοῦ λιθόστρωτος.

c. ἄλλως· σκυρωτάν: τὴν Σκυρωτὴν οὖν, φησὶν, ὁδὸν κατεσκεύασεν ὁ Βάττος, δι᾿ ἧς αἱ τῷ Ἀπόλλωνι γινόμεναι πομπαὶ κομίζονται εἰς τὸ ἱερόν.

d. πεδιάδα δὲ κέκληκε τὴν ὁδὸν ὡς ἐπίπεδον καὶ λείαν.

e. τὰς δὲ πομπὰς ἀλεξιμβρότους, ἤτοι παρὰ τὸ ἀλέγειν ὅ ἐστι φροντίζειν, ὧν φροντίζουσιν ὡς συντελεσθῶσιν· ἢ ἐπεὶ εἰς ἀλέξησιν τῶν κακῶν ὑπὲρ τῶν βροτῶν γίνονται. πομπαῖς γὰρ καὶ θυσίαις ἱλάσκονται τὸ δαιμόνιον.

f. ἔνθα πρυμνοῖς ἀγορᾶς: τὸν τάφον αὐτοῦ συνίστησιν ἐπὶ τοῖς τῆς ἀγορᾶς ὁρίοις ὄντα. φησὶ γὰρ, ἐπ᾿ ἐσχάτοις τῆς ἀγορᾶς δίχα κεῖται θανὼν, ἐπὶ τῷ διορίζοντι τὴν ἀγορὰν ἄκρῳ. ἔστι δὲ καὶ οὕτω διελέσθαι· ἐπὶ πρυμνοῖς τῆς ἀγορᾶς κεῖται θανὼν. δίχα τῶν ἄλλων ἡρώων.

g. τὸ δὲ χ΄ ὅτι πρυμνοῖς ἀγορᾶς εἶπεν ἀντὶ τοῦ τοῖς ἐσχάτοις ἄκροις.

h. τὸ δὲ ἐπίδιχα, ἐπὶ θάτερα μέρη.

ἐπίδιχα: διακεχωρισμένος τῶν ἄλλων βασιλέων ἐν τῇ Κυρήνῃ πρὸς τὰ τελευταῖα τῆς ἀγορᾶς κεῖται τεθνηκὼς ὁ Βάττος.

a. μάκαρ μέν: μακάριος μὲν ὅτε ἐν ζῶσιν ἦν, καὶ μετὰ ταῦτα, φησὶν, ὡς ἥρως τιμᾶται σεπτὸς ὢν παρὰ Κυρηναίοις.

b. λαοσεβὴς δὲ ὁ ὑπὸ τοῦ λαοῦ σεβόμενος.

πρὸ δωμάτων: ποίων δωμάτων; ἤτοι τοῦ ἥρωος Βάττου ἢ τῶν βασιλείων ἢ καὶ πρὸ τῶν τῆς πόλεως πυλῶν. καὶ κατὰ τοῦτο δοκεῖ τῶν ἄλλων διαφέρειν ὁ Βάττος, ὅτι ὁ μὲν ἄκρᾳ ἀγορᾷ τέθαπται, οἱ δὲ πρὸ τῆς πόλεως.

μεγάλαν δ᾿ ἀρετᾶν: τῶν δὲ ἐπισήμων σου ἀρετῶν κατακούουσιν, ὦ Ἀρκεσίλαε, οἱ πρόγονοι τῇ ἑαυτῶν φρενὶ τῇ ὑπογείῳ. τῶν ἀρετῶν δὲ, τῶν οὐσῶν αὐτῶν ὄλβου.

δρόσῳ μαλθακᾷ: τοῖς ποιήμασιν ἐπικοσμουμένην τὴν ἀρετὴν αὐτῶν τῇ χθονίᾳ φρενὶ ἀκούουσιν.

a. ἀκούοντί ποι: τὴν μεγάλην τοῦ Ἀρκεσιλάου ἀρετὴν τοῖς ποιήμασιν ἐπικοσμουμένην ἀκούουσί που τῇ χθονίᾳ αὐτῶν φρενί.

b. χθονίᾳ δὲ φρενὶ, παρόσον τεθνήκασι καὶ ἐν τῇ γῇ κεῖνται.

a. σφὸν ὄλβον: ὄλβον λέγει τὴν κῶμον, ὅς ἐστιν αὐτῶν ὄλβος. τί γὰρ καταλείπεται τοῖς τεθνεῶσιν ἢ ὄλβον ἔχειν τοὺς ἐπαίνους τοὺς διὰ τῶν ποιημάτων, τουτέστι πλουτεῖν ἐπαίνοις.

b. υἱῷ τε κοινὰν χάριν: τὸν Ἀρκεσίλαον υἱὸν εἶπε, καθὸ ἀπόγονος ἦν τοῦ Βάττου. ἀκούοντες οὖν τῶν ὕμνων τῶν εἰς Ἀρκεσίλαον κοινὴν ἔχουσι τὴν χάριν οἱ πρόγονοι.

a. τὸν ἐν ἀοιδᾷ νέων πρέπει: πρέπει τὸν Ἀπόλλωνα εὐχαριστεῖσθαι ὑπ᾿ Ἀρκεσιλάου καὶ ὑμνεῖσθαι αὐτὸν ἐν τῇ ᾠδῇ τῶν νέων, διότι ἐκ Πυθῶνος εἴληφε τὴν νίκην καὶ τὸ μέλος, ὃ νῦν γέγραφεν, ὅ ἐστι λυτήριον τῶν δαπανῶν. ἐδαπάνησε μὲν γὰρ πολλὰ καὶ ἐπόνησεν, οὐκ εἰς κενὸν δὲ, ἀλλὰ τυχὼν τῆς νίκης ἀμοιβὴν ἔσχε τῆς δαπάνης. ταῦτα δὲ εἶπεν ὡς πολλὰ δεδωκότος καὶ καταναλώσαντος Ἀρκεσιλάου.

b. ἄλλως· τὸν ἐν ἀοιδᾷ: ὅντινα τὸν Ἀρκεσίλαον ἐν τῷ χορῷ καὶ τῇ τούτου ᾠδῇ προσήκει ἀνυμνεῖν τὸν Ἀπόλλωνα. ἔχοντα τὸν Ἀρκεσίλαον τὴν ἐκ Πυθῶνος καλλίστην τῶν δαπανῶν παραμυθίαν· λέγει δὲ τὴν νίκην καὶ τὸ τοῦ ἐπινίκου μέλος.

ἄνδρα κεῖνον: τὸν Ἀρκεσίλαον, τὸν ὑπὲρ εὐδοξίας δαπανῶντα.

κρέσσονα μέν: τουτέστι κρείσσονα τῆς ἡλικίας νοεῖ καὶ λέγει. ὑπὲρ τὴν ἡλικίαν ἔχει τὸν νοῦν καὶ τὴν φρόνησιν.

θάρσος τε: τὸ δὲ θάρσος καὶ τὴν ἀνδρείαν τοσοῦτός ἐστιν ὅσος ὁ ἀετὸς πρὸς τοὺς ἄλλους ὄρνις συγκρινόμενος.

ἀγωνίας δ᾿ ἕρκος: ἀντὶ τοῦ τῶν ἀγώνων ὀχύρωμα θαυμαστὸν ἔχει τὸ σθένος.

οἷον σθένος: θαυμαστικῶς· ὁποῖον δὲ ἐν ταῖς ἀγωνίαις καὶ τοῖς ἀγῶσιν ἔχει τὸ ἑαυτοῦ σθένος ὡς ἂν ὀχύρωμα καὶ τειχίον.

a. ἔν τε Μοίσαισι ποτηνὸς ἀπὸ ματρὸς φίλας: ἀμφίβολον, πότερον ἀπὸ μητρὸς πεπαιδευμένος, ἢ ἀπὸ τῆς πρώτης ἡλικίας ἔνδοξος ἦν καὶ πτηνὸς, τουτέστι τῇ δόξῃ μετεωριζόμενος.

b. ἢ οὐχ ὑπὸ μητρὸς ἐδιδάσκετο, ἀλλὰ φύσει τέλειος ἦν κατ᾿ ἀρετὴν, οὐ νεοσσὸς ἀλλὰ πτηνὸς, τουτέστιν οὐ τῶν διδασκόντων ἔχρῃζεν.

c. ἄλλως· ἐν δὲ λόγῳ καὶ ἀρετῇ ὀξὺς καὶ ταχὺς ἀφ᾿ ἑαυτοῦ εὐθὺς τεχθεὶς γέγονεν· ἀντὶ τοῦ ἐκ νέας ἡλικίας καὶ περὶ παίδευσιν ἐπιθυμητικῶς ἔχει.

a. καλῶν ἔσοδοι: ἀντὶ τοῦ ἔθη.

b. ὅσα τέ ἐστι παρὰ Κυρηναίοις τῶν καλῶν ἔθη, ταῦτα ὑπέμεινε καὶ κατώρθωσε πρῶτος.

θεός τέ οἱ: τὸ δαιμόνιον, φησὶν, αὐτῷ ἐπί τε τοῦ παρόντος προθύμως τελεῖ τὰ κατὰ δύναμιν καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον.

καὶ τὸ λοιπὸν, ὦ Κρονίδαι: ἐπεὶ εὐκταίως νῦν ἔχει αὐτῷ τὰ παρὰ τῶν θεῶν, οὕτω καὶ ἐς τὸ μέλλον, ὦ Κρονίδαι, φησὶ, μὴ ἐάσητε τοιοῦτον ἐλάττωμα περὶ τὸν βίον αὐτοῦ γενέσθαι, ὥστε καθάπερ ὑπὸ φθινοπώρου πνοῆς τὰ φύλλα κεῖται ἐπὶ τὴν γῆν τῶν δένδρων, οὕτω καὶ τὰ πράγματα αὐτοῦ μαρανθῆναι, ἀλλ᾿ ἀειθαλὴς αὐτοῦ μένοι ὁ βίος μηδέποτε φθίνων μηδὲ φυλλορροῶν.

Διός τοι νόος: ὁ δὲ τοῦ Διὸς νοῦς τὴν ἑκάστου τύχην κυβερνᾷ καὶ ἐπὶ τὰ βελτίονα ἄγει.

εὔχομαί νιν: εὔχομαι, φησὶν, αὐτὸν, τὸν Δία, ὥσπερ νῦν ἐν τῇ Πυθῶνι δέδωκε γέρας καὶ τιμὴν τὴν ἀπὸ τῆς νίκης, οὕτω καὶ ἐν Ὀλυμπίᾳ δοῦναι αὐτῷ νίκην τινὰ τῷ Ἀρκεσιλάῳ, ὅστις ἐστὶ Βάττου γένος.

γέρας ἐπὶ Βάττου γένει: ἰστέον ὅτι οὐκ ἔχει τὴν ποσότητα τῶν κώλων.

Scholia in Pythionicarum carmen VI.

Ξενοκράτει Ἀκραγαντίνῳ ἅρματι.

a. τοῦ ἕκτου εἴδους ἡ ᾠδὴ μονόστροφός ἐστι κώλων ἐννέα. τὸ α΄ σύνθετον ἐκ πενθημιμεροῦς καὶ ἑφθημιμεροῦς ἰαμβικόν. τὸ β΄ τρίμετρον ἐπιωνικὸν ἀκατάληκτον. ἄδηλον δὲ πότερον ἐκ δευτέρου παίωνος ἢ πρώτου. τὸ γ΄ ὅμοιον τῷ (Archil. fr. 94, 2). τίς σὰς παρήειρε φρένας. τὸ δ΄ τρίμετρον ἐπιχοριαμβικὸν ὑπερκατάληκτον. τὸ ε΄ ὅμοιον τῷ γ΄.

τὸ ς΄ τρίμετρον τροχαϊκὸν καταληκτικόν. τὸ ζ΄ ἰαμβικὸν πενθημιμερές. τὸ η΄ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ θ΄ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν Πινδαρικόν.

b. Ξενοκράτης Θήρωνος ἀδελφός. ἔστι δὲ ἡ ᾠδὴ μονόστροφος, αἱ δὲ μονόστροφοι ἀντιστρεφούσας ἔχουσι τὰς στροφὰς ἀλλήλαις, ὥστε ἴσα εἶναι τά τε τῆς στροφῆς καὶ ἀντιστρόφου καὶ ἐπῳδοῦ. διὸ οὐδὲ κορωνίσι χρῶνται ἐπ᾿ αὐτῶν διὰ μέσου. αἱ δὲ πρὸς τριάδα γεγραμμέναι ἴσας ἔχουσι τὰς στροφὰς καὶ ἀντιστρόφους. τὴν δὲ ἐπῳδὸν διαλλάσσουσαν τούτων.

Inscr. Γέγραπται Ξενοκράτει Ἀκραγαντίνῳ νενικηκότι κατὰ τὴν κδ΄ Πυθιάδα. φανερὸν δὲ, ὅτι αἱ ᾠδαὶ οὐ κατὰ χρόνον διάκεινται· ἡ γὰρ πρὸ ταύτης ᾠδὴ Ἀρκεσιλάῳ γέγραπται νικήσαντι λα΄ Πυθιάδα.

a. Ἀκούσατ᾿· ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας: ὁ λόγος ἤτοι ἀπὸ τοῦ χοροῦ ἐστιν ὡς ἐγκωμιάζοντος τὴν πόλιν ὡς εὔφορον, ἤτοι παρὰ τοῦ Πινδάρου πρὸς τοὺς μέλλοντας διακομίζειν τὸν ὕμνον.

b. ὁ δὲ νοῦς· ἀκούσατε· ναὶ γὰρ δὴ τῆς εὐοφθάλμου Ἀφροδίτης καὶ αὐτῶν τῶν Χαρίτων ὑπὸ τὸ χωρίον ἀναστρεφόμεθα, ἀντὶ τοῦ ἀνυμνοῦμεν τὴν Ἀκράγαντα εἰς τὸν ναὸν παραγινόμενοι τὸν τῆς ἐριβρόμου γῆς ὄντα ὀμφαλὸν, τουτέστιν εἰς τὴν Πυθῶνα.

c. ἔνιοι δὲ ἄρουραν Χαρίτων καὶ Ἀφροδίτης τὴν ποιητικὴν ἤκουσαν, ἀφ᾿ ἧς δρέπεται τὰ μέλη ὁ Πίνδαρος.

d. ἀμφιβάλλει δὲ τὰ τῆς φράσεως, καὶ οἱ μὲν Χαρίτων καὶ Ἀφροδίτας ἄρουραν τὴν Ἀκράγαντα ἀκούουσι διὰ τὸ ἐπιτερπῆ τὴν πόλιν εἶναι καὶ ἐράσμιον· οἱ δὲ τὸν Πύθιον ναόν. δύναται δὲ καὶ ἀλληγορῶν ὁ Πίνδαρος τὴν ἑαυτοῦ ποίησιν λέγειν, ὅτι ἐξ αὐτῆς ἐκαρποῦτο τὰ μέλη.

e. ὁ δὲ λόγος ἐκ τῶν χορευτῶν ἤτοι πρὸς ἀλλήλους διαλεγομένων ἢ πρὸς τοὺς ἀναληψομένους τὸ ποίημα.

f. ὁ δὲ ἦ σύνδεσμος ἀντὶ τοῦ δή κεῖται.

g. ὃ δὲ βούλεται λέγειν, τοιοῦτόν ἐστιν· ἀκούσαθ᾿, ἑλικώπιδος γὰρ δὴ Ἀφροδίτης ἄρουραν ἢ Χαρίτων ἄρουραν ἀναπολοῦμεν εἰς τὴν Πυθὼ παριόντες, ἥ ἐστιν ὀμφαλὸς τῆς γῆς.

Πυθιόνικος θησαυρὸς ὁ ὕμνος· θησαυρίζεται γὰρ παντὶ τῷ χρόνῳ.

a. ἔνθ᾿ ὀλβίοισιν Ἐμμενίδαις: οὐκ ἀπὸ φυλῆς, ὁ Ἀρίσταρχος· τοῦ κυρίου γὰρ ὄντος Ἐμμενίδου οὐκ ἂν γένοιτο Ἐμμενίδας· ἡ δὲ ποιητικὴ παρέκτασις καὶ σχηματισμοὶ ἐπὶ τῶν κυρίων πατρωνυμικῶν ἐπὶ τὰ αὐτῶν τρεπόμενα ὀνόματα, οἷον Ἡρακλείδης καὶ Ἀσκληπιάδης ἔστι μὲν σχήματι πατρωνυμικὰ, κύρια δέ τινων. | εἴ τις οὖν τὸν τοῦ Ἡρακλείδου υἱὸν πατρωνυμικῶς βούλοιτο σημῆναι, ὁμωνύμως ἂν πάλιν [πατρὸς] Ἡρακλείδην καλοίη. | Ἱππόστρατος δὲ (FHG IV p. 433) ὁ τὰ περὶ Σικελίας γενεαλογῶν φησιν, ὅτι Ἐμμενίδης καὶ Ξενόδικος Τηλεμάχου υἱοὶ, καὶ Ἐμμενίδου μὲν οἱ περὶ Θήρωνα καὶ Ξενοκράτην, Ξενοδίκου δὲ Ἱπποκράτης καὶ Κάπυς, οἳ φυγαδευθέντες ὑπὸ Θήρωνος ὕστερον Καμίκου κατέσχον τῆς Σικελικῆς πόλεως, καθ᾿ ἣν καὶ ὁ Μίνως ὑπὸ ταῖς Κωκάλου θυγατράσιν ἀπώλετο κατὰ ζήτησιν Δαιδάλου ἐλθών.

b. ὁ δὲ νοῦς· ἔνθα, ἐν τῇ Πυθῶνι, τοῖς εὐδαίμοσιν Ἐμμενίδαις καὶ τῇ Ἀκράγαντι καὶ τῷ Ξενοκράτει ὁ ὑπὲρ τῆς τῶν ἵππων νίκης Πυθιόνικος θησαυρὸς, τουτέστιν ὁ ὕμνος ἕτοιμος καὶ πρόχειρος ἵσταται καὶ ἀνάκειται ἐν τῇ πολυχρύσῳ Ἀπολλωνίᾳ νάπῃ τῇ Πυθοῖ.

c. ἢ οὕτως· ἔνθα, ἐν τῷ ναῷ τῷ ἐν Πυθοῖ. ἐκεῖ γὰρ ἡ Ἀπολλωνία νάπη, περὶ ἧς ἐν Παιᾶσιν εἴρηται (fr. 69). | ἔνιοι δὲ νάπην τὸ πεδίον ἤκουσαν, ἐν ᾧ οἱ ἱππικοὶ ἀγῶνες ἐτελοῦντο.

ποταμίαν εἶπε τὴν Ἀκράγαντα διὰ τὸ ὁμωνυμεῖν τῷ ποταμῷ.

a. Ἀπολλωνίᾳ νάπᾳ: τινές φασιν εἰς τρεῖς μοίρας διῃρῆσθαι τοὺς Δελφούς· καὶ τούτων ἡ μὲν λέγεται ὑπάτη, ἡ δὲ μέση, ἐν ᾗ ἐστι καὶ αὐτὴ ἡ καλουμένη νάπη.

b. Ἀπολλωνίαν νάπην τὴν Πυθῶνα λέγει ἐνταῦθα.

a. τὸν οὐ χειμέριος ὄμβρος: τὸν ὕμνον, ὃν καὶ θησαυρὸν εἶπεν.

b. ἄλλως· ὁ νοῦς· ὅντινα τὸν ὕμνον οὔτε ὁ χειμὼν τῆς μεγαλοήχου νεφέλης ἀπηνὴς στρατὸς ἐπελθὼν οὔτε ἄνεμοι ταῖς πνοαῖς τύπτοντες καὶ στρέφοντες τῇ πολυφόρῳ χεράδι ἄξουσι καὶ ἐμβαλοῦσιν εἰς τὰ βάθη τῆς θαλάσσης.

ἐριβρόμου νεφέλας στρατός: τὸν ὄμβρον φησὶ, σκληρᾷ μεταφορᾷ χρησάμενος διθυραμβωδῶς, παρόσον πολλῶν νεφῶν εἰς ταὐτὸ συναγομένων ῥήγνυνται οἱ ὄμβροι. τὸν οὖν τῶν ὕμνων θησαυρὸν ὑπ᾿ οὐδενὸς ἀπαχθήσεσθαι, οὔτε ὑπὸ ὄμβρου οὔτε ὑπὸ ἄλλου τινός.

a. παμφόρῳ χεράδι: τῷ κοπρώδει φορυτῷ. κυρίως ἡ ἐκ τῆς χαράδρας ἀκαθαρσία. | Ὅμηρος (Φ 319)· εἰλύσω ψαμάθοισιν, ἅλις χεράδος περιχεύας.

b. χερὰς δὲ ὁ μετὰ ἰλύος καὶ λίθων συρφετός. |

c. τὸ δὲ τυπτόμενοι ἀντὶ τοῦ τύπτοντες.

d. φάει δὲ πρόσωπον: ἔξωθεν προσληπτέον εἰς τὸν πλήρη λόγον ἔχων· ἔχων τὸ πρόσωπον ἐν φωτὶ καθαρῷ, τουτέστι λελαμπρυσμένος τῷ προσώπῳ καὶ ἐπιφανὴς ὢν ὁ θησαυρός.

e. ὁ δὲ Θρασύβουλος υἱός ἐστι Ξενοκράτους, (16 B) ἐπιστατεῖ δὲ, ὡς εἰκὸς, τῶν ἱππικῶν ἀγώνων, παρὸ δὴ καὶ προσδιαλέγεται αὐτῷ ὁ Πίνδαρος.

f. ἢ οὕτως· ὁ νοῦς· ὁ δὲ τῶν ὕμνων ἐν καθαρῷ φωτὶ λελαμπρυσμένος τὸ πρόσωπον θησαυρὸς τῷ σῷ πατρὶ Ξενοκράτει, ὦ Θρασύβουλε, κοινὴν τῷ γένει σου τοῖς πολυθρυλλήτοις τῶν ἀνδρῶν λόγοις ἀπαγγελεῖ τὴν ἐπίδοξον τοῦ ἅρματος νίκην τὴν εὐτυχηθεῖσαν ἐν Δελφοῖς. | ἡ γὰρ Κρίσα τῶν Δελφῶν.

πατρὶ τεῷ, Θρασύβουλε: ὦ τοῦ Ξενοκράτους παῖ. τοῦτον δὲ ὡς φιλοπάτορα καὶ προεστῶτα τῆς ἱππικῆς ἐπαινεῖ, οὐχ ὥς τινες ἐβουλήθησαν, ἡνίοχον. ὁ γὰρ ἡνίοχος Νικόμαχός ἐστιν, ὡς ἐκ τῶν Ἰσθμιονικῶν (II 22) δῆλός ἐστιν.

λόγοισι θνατῶν: φανερὸν ὅτι ὁ Θρασύβουλος υἱὸς Ξενοκράτους. τὰς γὰρ Χείρωνος ὑποθήκας αὐτῷ διὰ τοῦτο λέγει, ἐπειδὴ τὰς περὶ πατέρων εὐσεβείας περιέχει.

a. σύ τοι σχέθων νιν: ὁ νοῦς· σὺ τοίνυν, Θρασύβουλε, δεξιῶς καὶ ἀληθῶς ἄγεις τὴν ἐντολὴν καὶ παραίνεσιν, ἥν ποτε ἐν τοῖς ὄρεσι μονωθέντι τῷ Ἀχιλλεῖ τὸν τῆς Φιλύρας υἱὸν Χείρωνα εἰπεῖν φασιν, ἐξαιρέτως μὲν τὸν μεγαλόφωνον καὶ ἀστραπῶν καὶ κεραυνῶν δεσπότην Δία παρὰ τοὺς ἄλλους θεοὺς τιμᾶν καὶ σέβεσθαι, ταύτης δὲ τῆς τιμῆς τῆς πρὸς τοὺς θεοὺς μὴ στερίσκειν τῶν γεγεννηκότων [τοὺς] τὸν εἱμαρμένον βίον, [ἐφ᾿ ὧν ζῶσι χρόνων, μετιόντας]. καὶ ἔστιν ἡ ἀπόδοσις τοιαύτη· οὕτω καὶ σὺ, Θρασύβουλε, περὶ τοὺς θεοὺς καὶ τοὺς γονεῖς φυλάττεις τὴν εὐσέβειαν.

b. ἐπιδέξια: ἐπιδεξίως.

c. νιν: αὐτὴν, τὴν ἐντολήν.

ὀρφανιζομένῳ ἤτοι χωριζομένῳ ἢ ὀρφανῷ γονέων ὄντι παρὰ τῷ Χείρωνι. τὰς δὲ Χείρωνος ὑποθήκας Ἡσιόδῳ ἀνατιθέασιν, ὧν ἡ ἀρχή (fr. 170)· εὖ νῦν μοι τάδ᾿ ἕκαστα μετὰ φρεσὶ πευκαλίμῃσιν φράζεσθαι· πρῶτον μὲν, ὅταν [εἰς σὸν] δόμον εἰσαφίκηαι, ἔρδειν ἱερὰ καλὰ θεοῖς αἰειγενέτῃσιν.

a. ἐγένετο καὶ πρότερον: ἐγένετο καὶ τοπαλαιὸν, φησὶ, γενναῖος ὁ Ἀντίλοχος, τὸ φρόνημα τοῦτο φέρων τὸ περὶ τοὺς πατέρας εὐσεβὲς καὶ δίκαιον, ὅστις ὁ Ἀντίλοχος ὑπεραπώλετο τοῦ πατρὸς τὸν δεινὸν τῶν Αἰθιόπων ὑπομείνας βασιλέα Μέμνονα.

b. τοῦ δεῖν περὶ τοὺς πατέρας σπουδαῖον εἶναι παράδειγμα τὸν Ἀντίλοχον παρήγαγεν.

Νεστόρεον γὰρ ἵππος ἅρμα: τὸ γὰρ δὴ τοῦ Νέστορος ἅρμα ὁ ἵππος ἐνεπόδιζε τρωθεὶς τοῖς τοῦ Ἀλεξάνδρου βέλεσι. μέμνηται τούτου καὶ Ὅμηρος, ἔνθα φησί (Θ 86)· σὺν δ᾿ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ. ὅτι δὲ ὑπὲρ τοῦ πατρὸς ἐτελεύτα ὁ Ἀντίλοχος, κεφαλαιωδέστερον εἶπε (δ 188)· τόν ῥ᾿ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός.

ὁ δ᾿ ἔφεπεν: ὁ δὲ Μέμνων ἐπεδίωκε καὶ μεθ᾿ ὁρμῆς διεκίνει τὸ δόρυ.

a. Μεσσανίου δὲ γέροντος: Μεσσήνιον τὸν Νέστορά φασιν οὗτοι, ὅσοι ὑπέλαβον τὴν Πύλον τῆς Μεσσήνης εἶναι, ἀλλ᾿ οὐχὶ τῆς κατὰ τὴν Ἀρκαδίαν Τριφυλίας. ὁ μέντοι Ὅμηρος οἶδεν ὑποτεταγμένην τῇ Λακωνικῇ τὴν Μεσσήνην. φησὶ γάρ (φ 13. 15)· δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας· τὼ δ᾿ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν.

b. ὁ δὲ νοῦς· τοῦ δὲ Μεσσηνίου γέροντος ταραχθεῖσα ἡ φρὴν ἐβόα τὸν παῖδα.

c. ἄλλως· καὶ Πίνδαρος τὸν Νέστορα ἐκ τῆς Μεσσηνιακῆς Πύλου φησὶν εἶναι. τριῶν γὰρ ὄντων τῶν ἐν Πελοποννήσῳ Πύλων εἷς μέν ἐστιν ὁ περὶ τὸν Ἀλφειὸν ποταμὸν ἐν Ἤλιδι Πύλος, ὃν καὶ ὑφ᾿ Ἡρακλέος πεπορθῆσθαί [φασιν]· ἕτερος δὲ ὁ Τριφυλιακὸς Πύλος, ἐν ᾧ ὁ Ἀμαθόεις ποταμός· τρίτος ἐν Μεσσήνῃ περὶ τὸ Κορυφάσιον. | εἰσὶ δὲ οἵ φασι τοὺς τρεῖς Πύλους περὶ τὸ Κορυφάσιον ὑπὸ τὸν Νηλέα εἶναι· δοκεῖ δὲ τῷ Διδύμῳ ἐκ τοῦ Τριφυλιακοῦ Πύλου εἶναι τὸν Νέστορα, ἔνθα καὶ Ἀμαθόεις ἐστὶ ποταμὸς καθ᾿ Ὅμηρον.

a. χαμαιπετὲς δ᾿ ἄρ᾿ ἔπος: εὐτελές. μάταιον.

b. ὁ δὲ λόγος· οὐ μάταιον δὲ τὸν λόγον ἑαυτοῦ ἔρριψεν. ὑπομείνας γὰρ ὁ θαυμαστὸς Ἀντίλοχος ἠγόρασε τῷ μὲν ἰδίῳ θανάτῳ τὴν τοῦ πατρὸς ἀνακομιδὴν καὶ ζωὴν, ἔδοξε δὲ ἐν τοῖς ἀρχαιοτέροις πρῶτος γεγονέναι.

θεῖος ἀνήρ: ὁ Ἀντίλοχος, ὅτι δὴ ὑπ᾿ ὀφθαλμοῖς ἔχων καὶ προορώμενος τὸ δεινὸν ὅμως ὑπὲρ πατρὸς μετὰ προθυμίας ἀπέθανεν.

a. ἐδόκησέ τε τῶν πάλαι: ἔδοξε τοῖς ἀρχαίοις πρῶτος γεγονέναι πρὸς τὸν πατέρα φιλόστοργος ἐν τοῖς ὁπλοτέροις.

b. τὸ δὲ ἑξῆς· τῶν πάλαι ἔργον τελέσας πελώριον ἐν τῇ γενεᾷ τῶν ὁπλοτέρων ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν ἐδόκησεν.

a. τῶν δὲ νῦν καὶ Θρασύβουλος: τῶν δὲ ἀνθρώπων τῶν καθ᾿ ἡμᾶς ὁ Θρασύβουλος πρὸς τὴν τοῦ πατρὸς ἑαυτοῦ στάθμην καὶ ὀρθότητα μάλιστα βαίνει, οἱονεὶ τὸν πατέρα αὐτοῦ τιμᾷ.

b. τὸ δὲ πάτρῳ, τῷ πρὸς πατρὸς θείῳ Θήρωνι. ἐπερχόμενος οὖν πρὸς τὴν τοῦ θείου ἀγλαΐαν, καὶ κατὰ τὸν κόσμον ἴσον ἑαυτὸν ἀπέδειξεν.

c. ἢ οὕτως· ἀντὶ τοῦ πάτρωϊ ποιητικῶς. τὸν γὰρ Θήρωνα λέγειν θέλει τὸν ἀδελφὸν Ξενοκράτους.

d. τῶν δὲ καθ᾿ ἡμᾶς ἀνθρώπων Θρασύβουλος τὴν πρὸς τοὺς πατέρας ἑαυτοῦ στάθμην εὐθεῖαν ἔχει εὔνοιαν. πρὸς τὴν στάθμην δὲ τὰ πάντα εὐθύνεται.

a. νόῳ δὲ πλοῦτον ἄγει: μετὰ λογισμοῦ πλουτεῖ. νόῳ γὰρ ἄγει τὸν πλοῦτον· οὐχ ὑπὸ τοῦ πλούτου εἰς ἀκρασίαν τρέπεται τὸν νοῦν, ἀλλὰ λογισμῷ κατέχει τὸν πλοῦτον ἐφ᾿ ἃ δεῖ, τῆς τε ἥβης ἀπολαύει οὔτε εἰς πλημμέλειαν οὔτε εἰς ὑπεροψίαν ἀποχρώμενος αὐτῇ.

b. ἄδικον οὔτε: οὔτε εἰς ἄδικον οὔτε εἰς ὑπερήφανον τὴν ἑαυτοῦ ἥβην δρεπόμενος, ἀντὶ τοῦ οὐ καταχρώμενος τῇ ἑαυτοῦ νεότητι πρὸς ἀλαζονείαν.

c. ὑπέροπλον ἥβαν δρέπων, σοφίαν δέ: δρεπόμενος δὲ τὴν σοφίαν καὶ καταδεδυκὼς εἰς τοὺς ταύτης μυχούς. ἐκ δὲ τούτου ὅτι ἄγαν σοφός ἐστι. ἀπὸ κοινοῦ δὲ τὸ δρέπων.

τίν τε, Ἐλέλιχθον: σοὶ δὲ, ὦ Πόσειδον, προσέρχεται καὶ προσοικειοῦται, ὃς εὗρες ἱππείαν εἴσοδον· τουτέστιν ἱππικὰς ἁμίλλας· ὅτι ἵππιος ὁ θεός. ἡ δὲ φρὴν αὐτοῦ κατὰ τὴν πρὸς τοὺς συμπότας ὁμιλίαν γλυκεῖά ἐστιν, ὥστε τὰ κηρία παραλλάσσειν καὶ παραπορεύεσθαι τῇ γλυκύτητι τῶν φρενῶν· ἀντὶ τοῦ νικᾷ τὸ μέλι.

Scholia in Pythionicarum carmen VII.

Μεγακλεῖ Ἀθηναίῳ ἵπποις Ὀλύμπια· Ἴσθμια· [Πύθια].

Τῆς ζ΄ ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἑπτά. τὸ α΄ ἰαμβικὸν τρίμετρον καταληκτικόν. τὸ β΄ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον. τὸ γ΄ σύνθετον ἐκ διμέτρου βραχυκαταλήκτου ἰαμβικοῦ καὶ πενθημιμεροῦς ἰαμβικοῦ. τὸ δ΄ προσοδιακόν. τὸ ε΄ Φερεκράτειον ἀπὸ βραχειῶν ἀρξάμενον. τὸ ς΄ δίμετρον Ἰωνικὸν καταληκτικόν. τὸ ζ΄ δίμετρον τροχαϊκὸν ὑπερκατάληκτον.

ἡ ἐπῳδὸς κώλων ἐννέα. τὸ α΄ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. τὸ β΄ τὸ αὐτὸ ὁμοίως. τὸ γ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ δ΄ τὸ αὐτὸ ὁμοίως. τὸ ε΄ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ ς΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ὅμοιον τῷ (Archil. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ η΄ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ θ΄ ἰαμβικὸν πενθημιμερές.

Inscr.a. Γέγραπται Μεγακλεῖ Ἀθηναίῳ νικήσαντι τὴν κε΄ Πυθιάδα τεθρίππῳ. ἔστι δὲ οὗτος οὐχ ὁ τὰ Ὀλύμπια νενικηκὼς, ἀλλ᾿ ἕτερος· τὴν δὲ ἐκείνου νίκην τούτῳ προσάπτει ὁ Πίνδαρος συνήθως ἑαυτῷ. τὴν γὰρ μζ΄ ἐκεῖνος Ὀλυμπιάδα ἀναγράφεται νενικηκώς· ὁ δὲ τὴν πς΄ ἕτερος [δὲ] ἂν εἴη Μεγακλῆς τούτῳ ὁμώνυμος.

b. ἄλλως· γέγραπται μὲν ἡ ᾠδὴ Μεγακλεῖ Ἀθηναίῳ ἀναφέροντι τὸ γένος εἰς Ἀλκμαίωνα τὸν γενόμενον ἄγαν πλουσιώτατον. τοῦτον γάρ φασιν ἐληλυθέναι προς Κροῖσον, τὸν δὲ συγχωρῆσαι αὐτῷ διασκευασθῆναι ὡς βούλεται, καὶ σκευὴν ἀναλαβεῖν ὁποίαν προῃρεῖτο, καὶ εἰσελθόντα εἰς τὰ βασίλεια καὶ εἰς τὰ ταμιεῖα ἀναλαβεῖν ὅσον βούλοιτο χρυσόν. ὑποδησάμενος οὖν κοθόρνους, οἵ εἰσιν ὑποδήματα Διονυσιακὰ, καὶ κόλπωμα ποιήσας ἐνεσώρευσε τῷ κολπώματι χρυσόν· ἔτι δὲ καὶ τοὺς πλοκάμους ἐνέδησεν ὑποβαλὼν αὐτοῖς καὶ τὸ στόμα. διὰ δὲ τὸ βάρος βίᾳ ἐπορεύετο· διαχυθεὶς οὖν ὁ Κροῖσος ἐπ᾿ αὐτῷ γέλωτι, ἐπί τε τῇ ὄψει καὶ τῷ γλίσχρῳ, καὶ ἕτερον αὐτῷ προσεδωρήσατο. διά τοι τοῦτο ἐπιφανέστατος κατὰ τὴν Ἀττικὴν γεγένηται, ὡς ἄγαν ὢν πλουσιώτατος. γεγόνασι δὲ ἐξ αὐτοῦ οἳ ἐκλήθησαν Ἀλκμαιωνίδαι, οἳ καὶ κατέλυσαν τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα.

a. Κάλλιστον αἱ μεγαλοπόλιες· κάλλιστόν ἐστι προοίμιον τῇ εὐρυσθενεῖ γενεᾷ τῶν Ἀλκμαιωνιδῶν αἱ μεγαλοπόλιες Ἀθῆναι, καὶ θεμέλιον τῶν ᾠδῶν τοῖς ἵπποις βαλέσθαι, καὶ ἀπὸ κοινοῦ· κάλλιστόν ἐστι προοίμιον αἱ Ἀθῆναι· | ἀντὶ τοῦ ἐπὶ τῇ νίκῃ κάλλιστόν ἐστιν ἐν τῷ ὕμνῳ ἐγκωμιάσαι τὸν νικηφόρον ἀπὸ τῶν Ἀθηνῶν.

b. ὁ λόγος· κάλλιστόν ἐστι προοίμιον τῶν Ἀλκμαιωνιδῶν αἱ Ἀθῆναι, ὥστε κρηπῖδα ὑποβαλέσθαι τοῦ ἐπαίνου τὸν ἀπὸ τῆς πατρίδος κόσμον.

εὐρυσθενῆ δὲ εἶπε τὴν γενεὰν αὐτῶν διὰ τὸ τὸν Ἀλκμαίωνα ἀνδρεῖόν τινα καὶ ἐπιφανῆ γενέσθαι· ἀφ᾿ οὗ καὶ οἱ Ἀλκμαιωνίδαι, οἳ τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα κατέλυσαν.

a. ἐπεὶ τίνα ἀκηκοέναι ἐπὶ τῇ Ἑλλάδι περιφανέστερον οἶκον οἰκοῦντα εἵπω;

b. ἄλλως· ἐπεὶ τίνα πατρίδα τίνα τε οἶκον ἐν τῇ Ἑλλάδι ἐπιφανέστερον τῶν Ἀλκμαιωνιδῶν εἰπεῖν δυνήσομαι; ἰδίως δὲ τὸ ναίων παρείληπται· ὅθεν τινὲς γράφουσι ναίοντα. ἄλλοι γράφουσιν, οἶκόν τ᾿ ἀΐων, ὅ ἐστιν ἀκούων.

a. ναίων ὀνυμάξαι: τινὲς ἀφαιροῦσι τὸ -ν-, γράφοντες ἀντὶ τοῦ ναίων ἀίων. ἢ τίνα οἶκον ἐπιφανέστερον τούτων ὀνομάσω. | ἕτεροι δὲ πάλιν τὸ μὲν -ν- αἴρουσι, τὸν δὲ τόνον οὕτω προφέρονται, αἰῶν᾿· ἵν᾿ ᾖ συναλοιφὴ ἀντὶ τοῦ αἰῶνι, οἷον τῷ αἰῶνι ὀνυμάξομαι, τῷ αἰῶνι παρακαταθήσομαι. ὁ δὲ Δίδυμος ἁπλούστερον ἀκούει· αὐτὸς ἐγὼ ναίων ἐν τῇ Ἑλλάδι, ἀντὶ τοῦ οἰκῶν, | τίνα ἐπιφανέστερον οἶκον ὀνυμάξομαι; οὐκ ἐξ ἀκοῆς ἀκηκοὼς, ἀλλ᾿ αὐτὸς ναίων ἐν τῇ Ἑλλάδι τίνα δυναίμην ἂν αὐτῆς ἐπιφανεστέραν ὀνομάσαι;

b. τὸ δὲ ναίων ἀντὶ τοῦ ναίοντα, ὡς καὶ Ὅμηρος (Β 350)· φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα, εἶτα ὑποβαίνων· ἀστράπτων ἐπιδέξια, ἀντὶ τοῦ ἀστράπτοντα.

πάσαισι γὰρ πολίεσιν: ἐν γὰρ πάσαις ταῖς πόλεσιν ὁ λόγος καὶ ἡ φήμη ἀναστρέφει περὶ τῶν τοῦ Ἐρεχθέως πολιτῶν, τουτέστι τῶν Ἀθηναίων· οἱονεὶ πᾶσα πόλις θαυμάζει τὰς Ἀθήνας καὶ τὰς ἀνδραγαθίας τῆς πόλεως.

a. Ἄπολλον, οἳ τεόν τε δόμον: οἵτινες οἱ Ἀλκμαιωνίδαι, ὦ Ἄπολλον, ἐν τῇ ἐξοχωτάτῃ Πυθῶνι τὸν σὸν οἶκον θαυμαστὸν κατεσκεύασαν.

b. Ἄπολλον, οἳ τεόν τε δόμον: οἱ μὲν, ὅτι διὰ τὸν ὕμνον καὶ τὴν νίκην ἐπιφανέστερον ἐποίησαν τὸν τοῦ Ἀπόλλωνος νεὼν, οἱ δὲ παρὰ τὴν ἱστορίαν. λέγεται γὰρ ὅτι τὸν Πυθικὸν νεὼν ἐμπρησθέντα, ὥς τινές φασιν, ὑπὸ τῶν Πεισιστρατιδῶν οἱ Ἀλκμαιωνίδαι φυγαδευθέντες ὑπὸ τῶν Πεισιστρατιδῶν ὑπέσχοντο ἀνοικοδομήσειν, καὶ δεξάμενοι χρήματα καὶ συναγαγόντες δύναμιν ἐπέθεντο τοῖς Πεισιστρατίδαις, καὶ νικήσαντες μετ᾿ εὐχαριστηρίων πλειόνων ἀνῳκοδόμησαν τῷ θεῷ τὸ τέμενος, ὡς Φιλόχορος (FHG I p. 395) ἱστορεῖ, εὐξάμενοι πρότερον τῷ θεῷ.

ἄγοντι δέ με: ἀντὶ τοῦ ἄγουσι δέ με καὶ προτρέπονται ἐπὶ τὸν ὕμνον, ὦ Μεγάκλεες, αἱ ὑμῶν νῖκαι καὶ τῶν προγόνων, πέντε μὲν ἐν Ἰσθμῷ γενόμεναι, μία δὲ ἐξοχωτάτη ἐν τῇ Ὀλυμπίᾳ· δύο δὲ ἐκ Δελφῶν.

Διὸς Ὀλυμπιάς: οὐ νενίκηκεν οὗτος Ὀλύμπια, ἀλλὰ ἄλλοι ὁμώνυμοι τούτου· ἕνεκα δὲ τοῦ ἀπολαμπρῦναι αὐτὸν καὶ τὴν προγονικὴν τούτῳ ἀνατίθησι νίκην.

a. χαίρω τι, τὸ δ᾿ ἄχνυμαι: Ἀρίσταρχος, συμβεβηκέναι αὐτῷ τι σύμπτωμα περὶ τὴν νίκην ταύτην· ὅθεν καί φησι τὸ μὲν χαίρειν, τὸ δὲ ἄχνυσθαι, φθόνου τινὸς παρακειμένου τοῖς καλοῖς ἔργοις· οὕτω μέντοι γε γίνεσθαι παραμονίμους τὰς εὐτυχίας, ἐπὰν ἔχωσί τι κρᾶμα καὶ δυστυχήματος. ἔοικε δὲ τὸ περὶ τὴν Ἱπποκράτους τελευτὴν περὶ τοῦτον τὸν καιρὸν ἀπηντηκέναι, εἰς ὃν καὶ θρῆνον γράφει ὁ Πίνδαρος· ἦν δὲ ὁ Ἱπποκράτης συγγενὴς τοῦ νικηφόρου.

b. ἄλλως· ἐπὶ τῇ νῦν εὐτυχηθείσῃ νίκῃ χαίρω, ἄχνυμαι δὲ διὰ τὸν Ἱπποκράτην.

τὰ καὶ τά: ἀντὶ τοῦ ἀγαθὰ καὶ κακά. βεβαίαν δέ φησι τὴν εὐδαιμονίαν εἶναι, ὅταν τῇ πολλῇ εὐπραγίᾳ παρέπηταί τι φαῦλον. τοιοῦτόν ἐστι τὸ παρ᾿ Ὁμήρῳ (θ 63)·

τὸν πέρι Μοῦσ᾿ ἐφίλησε, δίδου δ᾿ ἀγαθόν τε κακόν τε· ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ᾿ ἡδεῖαν ἀοιδήν.

Scholia in Pythionicarum carmen VIII.

Ἀριστομένει Αἰγινήτῃ παλαιστῇ νικήσαντι Πύθια.

Τῆς ὀγδόης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐννέα. τὸ α΄ ὅμοιον τῷ (Arch. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ β΄ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. τὸ γ΄ Ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ δ΄ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ε΄ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ς΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ἰαμβικον δίμετρον ὑπερκατάληκτον. τὸ η΄ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ θ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον.

ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ α΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ β΄ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ γ΄ ἰαμβικὸν πενθημιμερές. τὸ δ΄ περιοδικόν· ἢ λέγεται διπλοῦς τροχαῖος, ὑπερκατάληκτον. τὸ ε΄ Ἰωνικὸν δίμετρον ἀπὸ μείζονος βραχυκατάληκτον. τὸ ς΄ τὸ αὐτὸ ὁμοίως. τὸ ζ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ η΄ Γλυκώνειον.

τὸ θ΄ Γλυκώνειον. τὸ ι΄ ἀναπαιστικὸν δίμετρον καταληκτικόν. τὸ ια΄ ἰθυφαλλικόν.

Inscr. Γέγραπται ἡ ᾠδὴ Ἀριστομένει Αἰγινήτῃ παλαιστῇ νικήσαντι τὴν λε΄ Πυθιάδα.

a. ἰδίᾳ Αἰγινήταις ἦσαν στάσεις περὶ τὸν τῆς νίκης τοῦ Ἀριστομένους καιρόν· διὸ καὶ οἰκείως τὴν Ἡσυχίαν κατεύχεται, ποιητικώτατα δὲ τὴν ἡσυχίαν τῆς δικαιοσύνης ἔφη παῖδα εἶναι, ᾗ καὶ ἐκ τῶν ἐναντίων τῆς ἀδικίας τὸν θόρυβον.

b. Φιλόφρον Ἡσυχία: τὴν Ἡσυχίαν κατακαλεῖται διὰ τὸ νεωστὶ λελύσθαι τὰ Περσικά. δύναται δὲ καὶ ἁπλῶς λέγειν ὁ Πίνδαρος ὡς περὶ εὐνομουμένων τῶν Αἰγινητῶν. καὶ ἐπαινεῖ τὴν ἡσυχίαν ὡς μεγιστόπολιν· ὅπου γὰρ ἡσυχία, καὶ εἰρήνη. εἰρήνη δ᾿ ἀνὰ γῆν κουροτρόφος (Hes. O. D. 228).

a. βουλῶν τε καὶ πολέμων ἔχοισα κλεῖδας: οὕτω κατὰ τὸ αὐτοφυλακτικόν· ἐν ᾗ βουλαί εἰσι· πολέμων δὲ, ἵνα διακλείῃ αὐτοὺς καὶ ἀπείργῃ.

b. ὁ δὲ νοῦς· ὦ Ἡσυχία φιλοφρονητικὴ καὶ μεγίστη ἐν ταῖς πόλεσιν οὖσα, τῆς Δικαιοσύνης θυγάτηρ, εἰρήνης τε καὶ πολέμων καὶ βουλευτηρίων ἔχουσα τὰς μεγάλας κλεῖς.

c. ὦ μεγιστόπολι: ἤτοι ὅτι μεγίστας ἀποτελεῖ τὰς πόλεις ἀστασιάστους οὔσας, ἢ ὅτι αὐτὴ μέγα ἐν ταῖς πόλεσιν ἰσχύει.

ἔχοισα κλαῖδας: τῆς μὲν εἰρήνης κατὰ τὸ φυλακτικὸν, ἐν ᾗ καὶ βουλαί εἰσιν· ἀπὸ δὲ πολέμων ἵνα διακλείῃ.

Πυθιόνικον: ἀντὶ τοῦ παρὰ Ἀριστομένους δέχου τὴν Πυθικὴν νίκην αὐτοῦ.

τὺ γὰρ τὸ μαλθακόν: σὺ γὰρ, ὦ Ἡσυχία, τὸ προσηνὲς καὶ ἐπιεικὲς ἔρξαι καὶ ποιῆσαι δύνασαι.

καιρῷ σὺν ἀτρεκεῖ: τουτέστιν εὐκαίρως, ὁμοδρομοῦντος τῷ καιρῷ τοῦ παθεῖν. τὸ γὰρ ἀτρεκεῖ ἀντὶ τοῦ ὁμοτρεκεῖ, ὡς ἄλοχος ὁμόλοχος.

a. τὺ δ᾿ ὁπόταν τις ἀμείλιχον: σὺ δὲ ὅταν τις ἀπροσηνῆ, οἱονεὶ ἰταμωτάτην ὕβριν καὶ ὀργὴν ἐνθῇ τῇ ἑαυτοῦ καρδίᾳ, τραχεῖα καὶ προσάντης τῇ τῶν δυσμενῶν καὶ ἀπηνῶν ἀπαντήσασα κεφαλῇ, τὴν ἀλαζονείαν αὐτῶν ἐν ἀφανειᾳ τιθεῖς. ἔθος δὲ Πινδάρῳ ἀπὸ ἑνικοῦ εἰς πληθυντικὸν καταφέρεσθαι, ὡς κἀνταῦθα· ὅταν τις, εἶτα δυσμενέων.

b. ὁ δὲ νοῦς ὅλος· σὺ, ὦ Ἡσυχία, τοὺς ἀλαζόνας καὶ ὑβριστὰς ἀφανίζεις καὶ ἀμαυροῖς."

c. ὅταν τις ἀμείλιχον: ἐάν τις, φησὶ, ταραχώδης καὶ ὑβριστὴς γένηται, τοῦτο γάρ ἐστι τὸ, ἀμείλιχον καρδίᾳ κότον ἐνελάσῃ, ὑπαντιάξασα αὐτῷ σὺ, ὦ Ἡσυχία, τουτέστιν ἀπαντήσασα, τραχεῖα τῷ τῶν πολεμίων κράτει, ὅ ἐστι πολέμους ἐπιστήσασα, τιθεῖς αὐτοῦ τὴν ὕβριν ἐν ἄντλῳ, τουτέστι βαπτίζεις αὐτοῦ τὴν ὕβριν.

ἐν ἄντλῳ: τῷ ὕδατι καὶ ἀφανείᾳ. ὡς Ὅμηρος (ο 479)· ἄντλῳ δ᾿ ἐνδούπησε πεσοῦσ᾿ ὡς εἰναλίη κήξ.

a. τὰν οὐδὲ Πορφυρίων: ἣν οὐδὲ ὁ Πορφυρίων γίγας ᾔσθετο παρὰ τὸ καθῆκον ἐξερεθίζων· διόπερ καὶ ἀνῃρέθη.

b. ὁ δὲ νοῦς· ἥντινα τὴν Ἡσυχίαν ἀποστραφεὶς καὶ παρὰ τὸ δέον ἐρεθίζων οὐδὲ ὁ Πορφυρίων ἔγνω· διὸ καὶ ἀπώλετο.

κέρδος δὲ φίλτατον: ὄνησίς ἐστι τῶν διδομένων, ὅταν τις παρ᾿ ἑκόντος λαμβάνῃ, τὸ δὲ μετὰ βίας ἀγόμενον κέρδος ἀνόνητόν ἐστι. τοῦτο δὲ εἶπεν, ὅτι Πορφυρίων ἐπεχείρει βοῦς ἀποσπάσαι Ἡρακλέος ἄκοντος αὐτοῦ.

βία δὲ καὶ μεγάλαυχον: ἡ τοῦ σώματος ἰσχὺς τὸν μεγαλαυχήσαντα ἐπὶ τῇ ῥώμῃ σφάλλει τῷ χρόνῳ· ὑποδείγματι δὲ τῷ Τυφῶνι ἐχρήσατο καὶ τοῖς ἑξῆς.

δμᾶθεν δὲ κεραυνῷ: πάλιν συλληπτικῶς· οὔτε γὰρ ὁ Τυφὼς καὶ ὁ Πορφυρίων ἐκεραυνώθησαν καὶ ὑπὸ Ἀπόλλωνος ἐτοξεύθησαν, ἀλλ᾿ ὁ μὲν Τυφὼς διοβλὴς γέγονεν, ὁ δὲ Πορφυρίων ὑπὸ Ἀπόλλωνος ἐτοξεύθη. | ὁ δὲ τὸ τῷ ἑτέρῳ συμβεβηκὸς ὡς κατ᾿ ἀμφοτέρων ἔφη.

a. Ξενάρκειον ἔδεκτο: τὸν Ἀριστομένην· ἔστι γὰρ Ξενάρκους υἱός. πρὸς ὃ τὸ χ΄, καὶ ὅτι Κίρραθεν εἴρηκεν, οὗ συντελεῖται ὁ ἀγὼν ὁ ἱππικὸς ὑπὸ Δελφῶν.

b. ὁ δὲ νοῦς· ὅστις ὁ Ἀπόλλων εὐμενεῖ νόῳ ὑπεδέξατο ἐν Δελφοῖς ἐστεφανωμένον τῇ δάφνῃ τὸν Ἀριστομένην.

a. Δωριεῖ τε κώμῳ: τῷ τῶν Αἰγινητῶν ὕμνῳ· Δωριεῖς γὰρ ἀπὸ Ἄργους εἰς Αἴγιναν κατῴκησαν.

b. Δωριεῖς γὰρ, ἄποικοι ὄντες Ἀργείων.

οὐκ ἔξω Χαρίτων ἡ Αἴγινα, οὐκ ἄχαρις.

ἁ δικαιόπολις: ἡ δὲ δικαιόπολις νῆσος Αἴγινα οὐκ ἐξέπεσε τῶν Χαρίτων, θίγουσα ταῖς τῶν Αἰακιδῶν ἀρεταῖς.

δόξαν ἀπ᾿ ἀρχᾶς: ἐξ ἀρχῆς δὲ τελείαν ἔχει τὴν δόξαν ἡ Αἴγινα καὶ οὐ νῦν μόνον.

πολλοῖσι μὲν γάρ: πολλοῖς μὲν γὰρ ἀνυμνεῖται ἀγῶσι καὶ ἐν ταῖς ὀξείαις μάχαις γενναίους καὶ πολεμικοὺς ἀγαγοῦσα ἥρωας, διαπρέπει δὲ καὶ ἐν ἀνδράσιν εὐβουλίας ἕνεκεν καὶ γνώμης.

a. εἰμὶ δ᾿ ἄσχολος ἀναθέμεν: ἀντὶ τοῦ, οὐκ εὐκαιρῶ πᾶσαν αὐτῆς τὴν ἀρετὴν ἐμπεριλαβεῖν τῷ ὕμνῳ. δεῖ γάρ με τὸν νικηφόρον ἐπαινεῖν, εὐλαβοῦμαι δὲ μὴ προσκορὴς φανῶ.

b. ἄλλως· εἰμὶ δ᾿ ἄσχολος: ἐν ἀσχολίᾳ, φησὶν, εἰμὶ καὶ οὐκ εὐκαιρῶ, ὥστε πᾶσαν τὴν τῆς Αἰγίνης μακρηγορίαν ἀναθεῖναι τῇ λύρᾳ καὶ τῷ ἡδεῖ φθέγματι, οἱονεὶ τῇ ᾠδῇ.

c. οὐκ ἔστι καιρὸς τὰ ἐγκώμια τῆς Αἰγίνης καὶ τῶν Αἰακιδῶν λέγειν, μή τις φθόνος βλάψῃ με.

d. οἱ δὲ, μὴ προσκορὴς ὀφθῶ.

a. μὴ κόρος ἐλθών: ὑπερθέμενος, φησὶ, τὸ παρεκβάσει περὶ Αἰγίνης τι εἰπεῖν, μὴ κόρος ἐπιδράμῃ μου τοῖς ποιήμασι, ὃ νῦν ἐξείληφα ἔργον, τὸ ἐν ποσί μου τρέχον, τουτέστι τὸ πρόσφατον· τί δέ ἐστι τοῦτο; ἡ νίκη· ταύτην ὑμνήσω.

a. τὸ δ᾿ ἐν ποσί μοι: τὸ νῦν παρὰ ποσί μου ὄφλημα, τοῦτο νῦν τρέχον καὶ μετὰ σπουδῆς παραγινέσθω ταχὺ παρὰ τῇ ἐμῇ γνώμῃ.

b. τὸ τρέχον ὡς ἐπὶ σταδίου τῇ μεταφορᾷ κέχρηται.

a. ἐμᾷ ποτανόν: ἢ πετόμενον, ἐπεὶ τὰ ποιήματα εἰς πᾶσαν διϊκνεῖται πόλιν, ἢ μετέωρον.

b. ἢ οὕτω· τὸ πρᾶγμα πτηνὸν καὶ τὸ χρέος γινέσθω, τουτέστι τὸ ποίημα ταῖς ἐμαῖς τέχναις, ὥστε καὶ διαπόντιον δύνασθαι εἶναι.

c. νεώτατον καλῶν: πρόσφατον· ὑπόγυος γὰρ ἡ νίκη.

a. παλαισμάτεσσι γάρ: τοῖς γὰρ παλαίσμασι τοὺς πρὸς μητρός σου θείους μεταδιώκων καὶ ζηλῶν οὔτε τὸν Ὀλυμπίᾳ Θεόγνητον νικήσαντα καταισχύνεις οὔτε τὴν Κλειτομάχου ἐν Ἰσθμοῖ νίκην, καὶ ἀπὸ κοινοῦ τὸ κατελέγχεις.

b. ὁ δὲ Κλειτόμαχος καὶ Θεόγνητος θεῖοι τοῦ νικηφόρου· Ὀλυμπιονίκης δὲ ὁ Θεόγνητος, ὁ δὲ Κλειτόμαχος Ἰσθμιονίκης. φησὶ δὲ αὐτὸν μὴ κατελέγχειν τοὺς τῆς μητρὸς ἀδελφοὺς, ἀλλὰ κατ᾿ ἴχνη τούτων βαίνειν.

a. αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις: φατρία ἐν Αἰγίνῃ Μιδυλιδῶν ἀπὸ Μιδύλου προγόνου ἐπιδόξου γεγονότος. αὐτὸς δ᾿ ἐν ἄλλοις (fr. 190)· ἁ Μιδύλου δ᾿ αὐτῷ γέννα, φησί. μαρτυρεῖ δὲ καὶ Ὅμηρος (Ν 354)· ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ᾿ ἴα πάτρη, ἀντὶ τοῦ φατρία. τῷ οὖν σῷ γένει τοῖς Μιδυλίδαις δόξαν προσέθηκας.

b. ὁ δὲ νοῦς· τῶν δὲ Μιδυλιδῶν τὴν φατρίαν αὔξων τὸν λόγον φέρεις ἐκεῖνον, ὃν εἶπέ ποτε Ἀμφιάραος, ἡνίκα ἐθεάσατο ἐν ταῖς ἑπταπύλοις Θήβαις παραμένοντας τοὺς υἱοὺς τῶν ἑπτὰ ἐπὶ Θήβας, | ὅτε ἀπὸ τοῦ Ἄργους τὴν δευτέραν ἐπάνοδον ἐπανῆλθον οἱ Ἐπίγονοι.

τὸν ὅνπέρ ποτ᾿ Οἰκλέος: τοῦτον, φησὶ, τὸν λόγον φέρεις, ὦ Ἀριστόμενες, ὃν εἶπεν ὁ Ἀμφιάραος ἰδὼν θαρσαλέως πολεμοῦντας τοὺς Ἐπιγόνους κατὰ τῶν Θηβαίων. τί δὲ εἶπε; φυᾷ τὸ γενναῖον ἐπιπρέπει· ὅτι σῴζουσι τὴν τῶν γονέων ἀρετήν. καὶ σὺ δὲ, φησὶ, τοὺς μήτρωας ζηλοῖς τῇ ἀθλήσει.

a. ᾐνίξατο: ἀντὶ τοῦ ἀπεφθέγξατο· οὐ γὰρ αἰνιγματωδῶς εἶπε. καὶ παρ᾿ Ὁμήρῳ (Ν 374)· Ὀθρυονεῦ, πέρι δή σε βροτῶν αἰνίζομ᾿ ἁπάντων.

b. πῶς δὲ ταῦτα ὁ Ἀμφιάραός φησιν; εἰ μὴ ὅτε ζῶν κατεπόθη, κατά τινα θείαν ἐπίνοιαν προσδιελέγετο τοῖς Ἐπιγόνοις.

c. ἄλλως· ᾐνίξατο ἐπῄνεσεν εἶπε παρὰ τὸν αἶνον.

ὧ δ᾿ εἶπεν: ὁ δὲ Ἀμφιάραος τῶν Ἐπιγόνων μαχομένων εἶπε· τῇ φύσει τὸ συγγενὲς ἐκ πατέρων προθύμημα τοῖς παισὶν ἐπιπρέπει. Ὅμηρος (Ε 253)· οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι, τουτέστι συγγενικόν.

a. ἐκ πατέρων παισί: τοῖς ἐπιγόνοις ἐπιπρέπει τὸ ἐκ πατέρων.

b. πῶς ὅτι θεάμοαι σαφὲς δράκοντα; ὡς τοῦ Ἀλκμαίονος ἔχοντος ἐπὶ τῆς ἀσπίδος ἐπίσημον δράκοντα, | ὅτι ἐπιτήδειον πρὸς οἰωνοὺς τὸ ζῷον καὶ καταδῦνον εἰς τὰς ὀπὰς τῆς γῆς, κατέδυ δὲ καὶ ὁ Ἀμφιάραος, ὁ δὲ παῖς σημεῖον τῆς τοῦ πατρὸς ἔσῳζε τέχνης.

λῆμα. θεάομαι σαφές: θεωρῶ γὰρ, φησὶ, σαφῶς ἐν ταῖς Θήβαις τὸν Ἀλκμαίονα, ποικίλον δράκοντα ἐπὶ τῆς καταπληκτικῆς ἀσπίδος διακινοῦντα.

a. δράκοντα ποικίλον αἰθᾶς: τῆς λαμπρᾶς, παρὰ τὸ αἴθειν.

b. ἀντὶ τοῦ θεωρῶ τὸν Ἀλκμᾶνα διακινοῦντα ἐπὶ τῇ ἀσπίδι ἐπίσημον δράκοντα.

a. Ἀλκμᾶν᾿ ἐπ᾿ ἀσπίδος: διατί ὁ Ἀλκμαίων εἶχεν ἐπὶ τῆς ἀσπίδος δράκοντα; ὅτι ἐπιτήδειον πρὸς οἰωνοὺς τὸ ζῷον, μάντις δὲ καὶ ὁ Ἀμφιάραος· ὁ δὲ παῖς σημεῖον τῆς τοῦ πατρὸς ἔσῳζε τέχνης.

b. ἐπεὶ γηγενὲς τὸ ζῷον καὶ καταδύον εἰς τὰς ὀπὰς τῆς γῆς, κατέδυ δὲ καὶ ὁ Ἀμφιάραος.

c. ἢ καθὸ ἦν ἀπὸ Μελάμποδος. ἱστοροῦσι δὲ δύο δράκοντας διαλεῖξαι τὰς ἀκοὰς τοῦ Μελάμποδος καὶ διατρῆσαι πρὸς ἀλλήλας· διὸ καὶ δοκεῖ αἰσθάνεσθαι τῆς τῶν ἀλόγων ζῴων φωνῆς.

a. ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ: ὁ δὲ τῷ προτέρῳ πάθει καμὼν καὶ τὸν στρατὸν ἀπολέσας Ἄδραστος νῦν κρείσσονος οἰωνοῦ ἐνέχεται ἀγγελίᾳ· νικήσει γὰρ τῇ μάχῃ, τὸ δὲ κατὰ τὸν ἴδιον οἶκον ἐναντίως πράξει. πρότερον μὲν γὰρ ἐσώθη μόνος, κατὰ δὲ τὴν δευτέραν στρατείαν πάντων σωθέντων, αὐτὸς μόνος τὸν υἱὸν ἀπέβαλεν Αἰγιαλέα, ὥς φησιν Ἑλλάνικος (FHG I p. 47) λέγων ἐν Γλίσαντι τὴν συμβολὴν γεγενῆσθαι.

b. ἢ οὕτως· ὁ δὲ καμὼν Ἄδραστος τῇ προτέρᾳ συμφορᾷ, νῦν βελτίονος ἔχεται τύχης, τῇ τοῦ ὄρνιθος ἀγγελίᾳ καὶ κλῃδόνι. οἰωνιστὴς γὰρ ὁ Ἀμφιάραος.

τὸ δὲ οἴκοθεν ἀντία πράξει: ἐναντίως τοῖς πᾶσι τὰ κατὰ τὸν οἶκον πράξει· μόνος γὰρ τὸν παῖδα ἀπολέσει. | ἐν γὰρ τῇ πρώτῃ στρατείᾳ οἱ μὲν ἄλλοι ἓξ στρατηγοὶ ἀπώλοντο, ἐν δὲ τῇ δευτέρᾳ, ὅτε οἱ Ἐπίγονοι, μόνος ὁ Ἀδράστου παῖς Αἰγιαλεὺς ἀπώλετο. οὕτω καὶ ἐξ αὐτοῦ φασιν Ἀδράστειαν κληθῆναι τὴν Νέμεσιν.

μόνος γὰρ ἐκ Δαναῶν: μόνος γὰρ τῶν Ἑλλήνων τοῦ Θηβαίου στρατοῦ τελευτήσαντος τοῦ υἱοῦ τὰ ὀστᾶ συναγαγὼν καὶ συλλέξας ἀφίξεται εἰς τὸ Ἄργος σὺν τῷ στρατοπέδῳ ἀβλαβεῖ καὶ περισωθέντι.

a. ἰστέον ὅτι Ἄβας ὁ Λυγκέως ᾤκησε τὸ Ἄργος, εἶτα μετέστη εἰς Εὔβοιαν. ὅτι δὲ Λυγκέως Ἄβας, ἐξ ἐκείνου δῆλον (trag. fr. adesp. 454)· σφαγὰς δὲ Δαναοῦ παρθένων Λυγκεὺς φυγών Ἄβαντα φύει διάδοχον τυραννίδος.

b. ἄλλως· Ἄβας πατὴρ Ταλαοῦ, ἐξ οὗ ὁ Ἄδραστος.

a. τοιαῦτα μὲν ἐφθέγξατ᾿ Ἀμφίαρηος: ὡς ἀπὸ τοῦ χοροῦ τὸ πρόσωπον μιμουμένου τοῦ νενικηκότος. ταῦτα δὲ εἴρηκεν ὡς ὑπάρχοντος ἡρῴου καὶ γειτνιῶντος τῇ τοῦ νικηφόρου οἰκίᾳ, προσυποτίθεται δὲ ὅτι καὶ ὑπήντησε πορευομένῳ εἰς τὸν ἀγῶνα καὶ τῆς μαντείας ἐφήψατο καὶ αὐτὸς ὢν μάντις. ἐμφαίνει δὲ διὰ τούτων, ὅτι ἐγεγόνει τις μαντεία περὶ τῆς νίκης αὐτοῦ.

b. ἄλλως· ἐφηδόμενος δὲ καὶ αὐτὸς τὸν Ἀλκμάονα στεφανῶ τῇ ᾠδῇ. ὅτι δή μοι ὁ τούτου πατὴρ Ἀμφιάραος γείτων ἐστὶ καὶ φύλαξ τῶν ἐμῶν κτημάτων, καὶ ὅτι ἀπιόντι εἰς τὸν τῆς γῆς ὀμφαλὸν, τουτέστιν εἰς τὴν Πυθῶνα, ἀπήντησε καὶ τῶν μαντευμάτων ἐφήψατο τοῖς συγγεννηθεῖσιν αὐτῷ τυχὸν [δὲ λέγει συγγόνοις τέχναις].

γείτων ὅτι μοι: τῇ Ἀριστομένους οἰκίᾳ παρίδρυτο Ἀλκμάονος ἡρῷον, ἴσως δὲ καὶ τῇ αὐτοῦ μαντείᾳ χρησάμενος ἐπὶ τὸν ἀγῶνα ἐπορεύθη καὶ ἐνίκησεν.

a. κτεάνων φύλαξ ἐμῶν: ἐπεὶ οἱ ἀπὸ τοῦ χοροῦ Αἰγινῆταί εἰσιν.

b. ἐπεὶ ἐκ προγόνων ἦν μάντις, διὰ τοῦτο εἶπε συγγόνοισι.

τὺ δ᾿ ἑκαταβόλε: σὺ δὲ, ὦ Ἄπολλον, τὸν πάντας δεχόμενον ἐν τῷ Πυθῶνι νεὼν εὐδόξως διανέμων τοῦτο μὲν τὸ μέγιστον κλέος τῆς νίκης αὐτόθι ἐν τῷ Πυθῶνι παρέσχες, ἐν Αἰγίνῃ δὲ πρὸ τοῦ ἐνίκησε τὰ Δελφίνια Ἀπόλλωνος ἀγῶνα.

τόθι χαρμάτων: ὡς τοῦ Ἀριστομένους, πρὶν λαβεῖν τὰ Πύθια, νενικηκότος ἐν οἴκῳ, τουτέστιν ἐν Αἰγίνῃ ἀγῶνα ἱερὸν Ἀπόλλωνος πένταθλον. ἄγεται δὲ ἐν Αἰγίνῃ Δελφίνια Ἀπόλλωνι.

σὺν ἑορταῖς ὑμαῖς: ταῖς σαῖς, καὶ πλεονάζει τούτῳ ὁ Πίνδαρος. τιμᾶται δὲ σφόδρα ἐν Αἰγίνῃ Ἀπόλλων καὶ Ἄρτεμις.

a. ἑκόντι δ᾿ εὔχομαι νόῳ: σοὶ δὲ, ὦ Ἄπολλον, εὔχομαι ἐφορᾶν σε ἕκαστον τῶν ποιημάτων, ὅσα κατά τινα ἁρμονίαν ἐπέρχομαι καὶ γράφω.

b. ἄλλως· ἤτοι διαβεβαιοῦμαι, ἢ εὔχομαί σοι, ὦ Ἄπολλον, καθ᾿ ἁρ|μονίαν πρὸς πάντα ἔρχεσθαι πράγματα, οἷον πρὸς μηδὲν πλημμελῶς ἔρχεσθαι.

a. κώμῳ μὲν ἁδυμελεῖ: τῷ μὲν χορῷ ἡμῶν δικαιοσύνη παρέστηκε, τουτέστιν οὐ ψευδόμεθα οἷς λέγομεν περὶ τοῦ Ἀριστομένους.

b. ἢ οὕτως· δικαίως κωμάζεται ὁ Ἀριστομένης καὶ ἐπιτηδείως· ἀγαθὸς γάρ ἐστι. τὴν δὲ τῶν μετὰ ταῦτα ἐπιστροφὴν παρὰ τῶν θεῶν εὔχομαι ἀνεπίφθονον ἐπὶ ταῖς ὑμετέραις τύχαις γενέσθαι. ὁ δὲ Ξενάρκης πατὴρ τοῦ νικηφόρου.

a. εἰ γάρ τις ἐσλὰ πέπαται: εἰ γάρ τις, φησὶν, ἀγαθὰ κέκτηται μὴ σὺν πολλῷ πόνῳ ἀλλὰ ῥᾳδίως, τοῖς πολλοῖς τῶν ἀνθρώπων δοκεῖ σοφὸς ὢν ἐν ἄφροσι τὸν ἑαυτοῦ βίον κορύσσειν, τουτέστιν αὔξειν, ταῖς ὀρθοβούλοις ἑαυτοῦ ἐπιτεχνήσεσιν.

b. ἢ οὕτως· εἴ τις ἄνευ πόνου ἀγαθόν τι περιεκτήσατο, τοῦτον οἱ πολλοὶ τῶν ἀφρόνων δοκοῦσι σοφὸν εἶναι, | καὶ τοῦτο ἐκ τῆς σοφίας δοκεῖ οὕτω περιπεποιῆσθαι. ἐγὼ δέ φημι τοῦτο ἐν θεῷ εἶναι, καὶ ἔστι τὸ δαιμόνιον αἴτιον τῆς κτήσεως.

c. πέπαται δέ, ἀντὶ τοῦ κέκτηται. καὶ Ὅμηρος (Δ 433)· πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ, ἀντὶ τοῦ πλουσίου.

τὰ δ᾿ οὐκ ἐπ᾿ ἀνδράσι κεῖται: ταῦτα δὲ οὐκ ἔστιν ἐν ἀνθρώποις, τὸ ἐκ περινοίας κτήσασθαι· τὸ δαιμόνιον δὲ ἑκάστῳ παρέχει.

δαίμων δὲ παρίσχει: ἐπεὶ προεῖπεν ὅτι ὁ δαίμων πάντα παρέχει, ἐπήγαγεν ὅτι ποτὲ μὲν ἄλλοτε ἄλλον ὑψηλὸν ποιῶν, ἄλλοτε δὲ ὑποχείριον ποιῶν καὶ οἰκτρὸν καὶ ταπεινόν.

ἄλλον δ᾿ ὑπὸ χειρῶν: ὑπὸ χειρῶν μέτρον περιφραστικῶς περὶ τὰς χεῖρας ποιεῖ, | ἀντὶ τοῦ τῇ χειρὶ αὐτοῦ καὶ τῇ ἐξουσίᾳ.

a. μέτρον καταβαίνει: ἀντὶ τοῦ καταβαίνειν ποιεῖ.

b. μεμετρημένα ἑκάστῳ τὰ κακὰ καὶ τὰ ἀγαθὰ παρέχεται, οὔποτε τῶν ἐν μονίμῳ τύχῃ κρατῶν.

a. μυχῷ τ᾿ ἐν Μαραθῶνος: ἀντὶ τοῦ ἔχεις γέρας, ἀπὸ κοινοῦ.

b. τουτέστι τὰ Παναθήναια.

c. Ἥρας τ᾿ ἀγῶν᾿ ἐπιχώριον: ὡς καὶ ἐν Αἰγίνῃ Ἡραίων ἀγομένων κατὰ μίμησιν τοῦ ἐν Ἄργει ἀγῶνος· ἄποικοι γὰρ Ἀργείων. Δίδυμος δέ φησι τὰ Ἑκατόμβαια αὐτὸν νῦν λέγειν ἐπιχώριον ἀγῶνα Αἰγινητῶν διὰ τὴν συγγένειαν.

νίκαις τρισσαῖς: σὺν ταῖς τρισὶ ταύταις νίκαις καὶ τὰ Πύθια νικήσας τέτρασι σώμασι τῶν ἀνταγωνιστῶν ἄνωθεν ἐνέπεσας, ἧττον αὐτῶν φροντίζων.

δάμασσας ἔργῳ: μετ᾿ ἔργου καὶ ἐνεργείας πολλῆς καθυπέταξας σαυτῷ.

τέτρασι δ᾿ ἔμπετες: ὡς ἄνευ κλήρου τέσσαρας παῖδας προκαλεσαμένου καὶ νικήσαντος.

τοῖς οὔτε νόστος ὁμῶς: οἷστισι τοῖς ἡττηθεῖσιν ἐκ τῆς Πυθίας ἡ ἀνακομιδὴ οὔτε ἡδεῖα οὔτε προσηνὴς ἐγένετο, οὔτε ἐλθόντων αὐτῶν ἐπὶ τὴν πατρίδα περὶ τὴν μητέρα καὶ τοὺς γονεῖς γέλως γλυκὺς χάριν ἐκίνησε τὴν ἐκ τῆς νίκης· ἐκ δὲ τοῦ ἐναντίου λύπη καὶ συμφορὰ περὶ τὸν οἶκον τῶν ἡττηθέντων γέγονεν.

a. ἐχθρῶν ἀπάοροι πτώσσοντι: ἀφωρισμένοι, κεχωρισμένοι.

b. οἷον εὐλαβοῦνται καὶ φεύγουσι τοὺς ἐχθροὺς τῇ τῆς ἥττης συμφορᾷ δακνόμενοι.

a. ὁ δὲ καλόν τι νέον: ὁ δὲ καλὸν πράξας ὑπὸ τῶν ἐλπίδων μετέωρος φέρεται.

b. ἄλλως· ὁ δὲ νεωστὶ καλὸν καταπραξάμενος καὶ νικήσας, ἀπὸ μεγάλης ἁβρότητος καὶ εὐδαιμονίας ἐκ τῶν εὐτυχηθεισῶν ἐλπίδων ὑψοῦται, ταῖς ταχείαις αὐτοῦ ἐπαιρόμενος ἀνδρείαις, ἔχων καὶ κρείττονα πλούτου τὴν φροντίδα, τουτέστι τὴν νίκην.

a. ἐν δ᾿ ὀλίγῳ βροτῶν τὸ τερπνὸν αὔξεται: λείπει τὸ χρόνῳ.

b. τουτέστι χρόνον μικρὸν αὔξει τοὺς ἀνθρώπους καὶ καταβάλλει ἡ τυχοῦσα πρόφασις. ἔξωθεν οὖν προσληπτέον τὸ χρόνῳ.

c. ἐν ὀλίγῳ δὲ χρόνῳ τὸ τῶν ἀνθρώπων ἡδὺ καὶ καλὸν εἶναι δοκοῦν αὔξεται καὶ παραμένει· οὕτω δὲ πάλιν ταχέως αὐξηθὲν τὸ ἀγαθὸν ἀφανίζεται ἀηδεῖ τινι γνώμῃ καὶ πείρᾳ σεσεισμένον καὶ νικηθέν.

ἀποτρόπῳ: τῇ παρὰ τρόπον καὶ παρὰ τὸ δέον ἐχθρᾷ γνώμῃ. [καὶ πείρᾳ σεσεισμένον καὶ νικηθὲν καὶ] οὐ κατὰ τὴν ἡμῶν δόκησιν.

a. ἐπάμεροι, τί δέ τις; τῶν ἐφημέρων ἀνθρώπων τί ἄν τις εἴποι ὅτι ἔστι τις, ἢ πάλιν ὅτι οὐκ ἔστι; ταχέως μὲν γὰρ ἔστιν εἰπεῖν, ὅτι ἐστί τις οὗτος, ταχέως δὲ ὅτι οὐδεὶς, διὰ τὴν μετάπτωσιν τῶν πραγμάτων. διὰ τοῦτο δὲ καὶ ἐπιφέρει, ὅτι σκιᾶς ὄναρ ἄνθρωποι, εὖ τῇ ἐμφάσει χρώμενος, ὡς ἄν τις εἰποι τοῦ ἀσθενοῦς τὸ ἀσθενέστερον. οὐ γὰρ οἷον ἀνθρώπου ὄναρ ἐστὶν, ἀλλὰ σκιᾶς ἀνθρώπου.

b. ἢ οὕτως· ἐπάμεροι· ὦ ἄνθρωποι, τίς ἐστιν ὁ δοκῶν εἶναι καὶ μέγας καὶ πλούσιος; τίς δὲ ὁ νομιζόμενος οὐδεὶς καὶ εὐτελής; ὀνείρατα σκιᾶς ἐσμεν οἱ ἄνθρωποι.

a. ἀλλ᾿ ὅταν αἴγλα διόσδοτος ἔλθῃ: ἀλλ᾿ ὅταν ἐκ Διὸς δεδομένη αἴγλη ἐπέλθῃ, τουτέστιν ὅταν ὁ Ζεὺς ἐπιλαμπρύνῃ, ἡδὺς ὁ βίος γίνεται τοῖς ἀνθρώποις.

b. ἀλλ᾿ ὅταν αἴγλα Διός: ἀλλ᾿ ὅταν αἴγλη τις καὶ φῶς ἐκ θεοῦ παραγένηται, λαμπρὸν φέγγος ἔπεστι κατὰ τῶν ἀνθρώπων καὶ προσηνὴς ὁ βίος καὶ ἡ ζωή.

c. ἐπιμέμφονταί τινες τῷ Πινδάρῳ, ὅτι ἐγκώμιον γράφων θρηνεῖ τὸν ἀνθρώπινον βίον.

a. Αἴγινα, φίλα μᾶτερ: τὸν λόγον πρὸς τὴν ἡρωίδα ἀπέστρεψεν, ἀφ᾿ ἧς καὶ ἡ νῆσος.

b. ὁ δὲ νοῦς· ὦ προσφιλεστάτη μῆτερ Αἴγινα, τὴν ὁμώνυμόν σοι πόλιν φύλασσε καὶ περίεπε σὺν ἐλευθερίᾳ, φύλασσε δὲ σὺν τῷ Διῒ καὶ τῷ βασιλεῖ Αἰακῷ καὶ τοῖς ἐξ αὐτοῦ ἥρωσιν.

c. ἢ οὕτω· τοῦτο ἐκ τοῦ χοροῦ λέγοιτο ἂν, ὥστε τὴν Αἴγιναν μητέρα τῶν χορευόντων λέγεσθαι.

d. ἐλευθέρῳ δὲ στόλῳ ἀντὶ τοῦ ἐλευθέρᾳ στάλσει ἢ στάσει καὶ σχήματι, μὴ ταττομένη ὑπ᾿ ἄλλοις.

e. Αἴγινα φίλα μᾶτερ: προσφωνεῖ τῇ ἡρωίδι.

σὺν Διῒ καὶ κρέοντι: τὸ χ΄, ὅτι ὑπερβάτως εἴρηκε σὺν Διῒ καὶ κρέοντι καὶ σὺν Αἰακῷ.

Scholia in Pythionicarum carmen IX.

Τελεσικράτει Κυρηναίῳ ὁπλιτοδρόμῳ

Τῆς ἐννάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιε΄. τὸ α΄ ἀναπαιστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ β΄ τροχαϊκὸν τρίμετρον καταληκτικὸν, εἰς ἴαμβον καταλῆγον. τὸ γ΄ Ἀρχιλόχειον, ὅμοιον τῷ (Archil. fr. 79) Ἐρασμονίδη Χαρίλαε. τὸ δ΄ πενθημιμερὲς δακτυλικόν. τὸ ε΄ τὸ αὐτὸ τῷ γ΄, ἀλλὰ τοῦτο δωδεκάσημον, τὸ δὲ γ΄ ἑνδεκάσημον. τὸ ς΄ δίμετρον ἐπιχοριαμβικὸν ἀκατάληκτον. τὸ ζ΄ δίμετρον Ἰωνικὸν ἀπ᾿ ἐλάσσονος ἀκατάληκτον. τὸ η΄ δακτυλικὸν πενθημιμερές. τὸ θ΄ τρίμετρον δακτυλικὸν ἀκατάληκτον. τὸ ι΄ δακτυλικὸν πενθημιμερές. τὸ ια΄ τὸ αὐτὸ τῷ γ΄ καὶ ε΄. τὸ ιβ΄ δακτυλικὸν πενθημιμερές. τὸ ιγ΄ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον. τὸ ιδ΄ τὸ αὐτὸ τῷ ιγ΄. τὸ ιε΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον.

ἡ ἐπῳδὸς κώλων ἐστὶ ιδ΄. τὸ α΄ Πινδαρικόν· ἔστι δὲ ἐγκωμιολογικόν. τὸ β΄ δακτυλικὸν τρίμετρον καταληκτικόν.

τὸ γ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ πενθημιμερὲς δακτυλικόν. τὸ ε΄ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ς΄ Ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ζ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ θ΄ Ἰωνικὸν δίμετρον καταληκτικὸν ἀνακλώμενον. τὸ ι΄ Πινδαρικὸν παρὰ τὸ πρῶτον Σαπφικὸν καὶ ἰαμβέλεγος. τὸ ια΄ ἰαμβέλεγος μετατεθεικὼς τὴν πρώτην ἐπὶ τὴν τελευταίαν συλλαβήν. τὸ ιβ΄ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον. τὸ ιγ΄ δακτυλικὸν πενθημιμερές. τὸ ιδ΄ ὅμοιον τῷ ια΄.

Inscr.a. Γράφει τῷ προειρημένῳ τὴν ᾠδὴν νικήσαντι κη΄ Πυθιάδα. ἐνίκησε μέντοι καὶ στάδιον τὴν λ΄ Πυθιάδα, οὐ φαίνεται δὲ ὁ Πίνδαρος ταύτης τῆς νίκης μνημονεύων, ἴσως ὅτι φθάσας τῆς εἰκοστῆς ὀγδόης ἔγραψεν.

b. ἄλλως· γράφεται Τελεσικράτει Κυρηναίῳ νικήσαντι τὴν κη΄ Πυθιάδα ὁπλίτῃ, τῇ δὲ λ΄ στάδιον· παρὸ δὴ οὐ μνημονεύει τῆς ἐν τῷ σταδίῳ νίκης. τούτου δὲ ἀνάκειται ἐν Δελφοῖς ἀνδριὰς ἔχων κράνος. ἐκ προγόνων δέ ἐστι δρομεύς· Ἀλεξίδαμον γάρ φησιν αὐτοῦ εἶναι πρόγονον Λίβυν, ἐλθόντα ἐπὶ τὴν Ἀνταίου θυγατέρα καὶ ἀγωνισάμενον. πολλοὶ δὲ ταύτης μνηστῆρες.

a. ὁ νοῦς· βούλομαι τὸν Πυθιονίκην Τελεσικράτην ἐγκωμιάζων σὺν ταῖς βαθυζώνοις Χάρισιν ἀνυμνεῖν, εὐδαιμονέστατον ἄνδρα, στέφανον καὶ δόξαν ὄντα τῆς ἱππικῆς Κυρήνης.

b. χαλκάσπιδα, ὅτι σὺν ἀσπίσι χαλκαῖς τὸν ὁπλίτην ἔτρεχον δρόμον.

c. τὸ ἑξῆς δὲ, σὺν βαθυζώνοις Χάρισιν.

a. τὰν ὁ χαιτάεις: εἰς τὴν ἡρωίδα, ἀφ᾿ ἧς τοὔνομα ἔλαβεν ἡ πόλις Κυρήνη, μετάγει τὸν λόγον. ἀπὸ δὲ Ἠοίας Ἡσιόδου τὴν ἱστορίαν ἔλαβεν ὁ Πίνδαρος, ἧς ἡ ἀρχή (fr. 128)· ἢ οἵη Φθίῃ Χαρίτων ἄπο κάλλος ἔχουσα Πηνειοῦ παρ᾿ ὕδωρ καλὴ ναίεσκε Κυρήνη.

b. ὁ δὲ νοῦς· ἥντινα τὴν Κυρήνην ὁ κομήτης Ἀπόλλων ἐκ τῶν ὑψηλῶν τοῦ Πηλίου κόλπων ἥρπασε καὶ ἤνεγκε χρυσῷ δίφρῳ, τὴν θηρευτικὴν καὶ ἀγρευτικὴν παρθένον.

c. ἀνεμοσφαράγων: τῶν ψόφον ἀποτελούντων ἐκ τοῦ ἀνέμου.

τόθι νιν πολυμήλου: ἔνθα αὐτὴν τῆς πολυπροβάτου καὶ εὐκάρπου γῆς ἔθηκε δέσποιναν, καὶ οἰκεῖν θάλλουσαν καὶ γαυριῶσαν τὴν ἐπέραστον τρίτην μοῖραν τῆς ἠπείρου γῆς, τουτέστι τὴν Λιβύην.

a. ῥίζαν τρίταν: τὸ χ΄, ὅτι τὴν Λιβύην τρίτην εἶπε ῥίζαν τῆς γῆς διὰ τὸ μερίζειν τινὰς ὅλην τὴν οἰκουμένην εἰς Ἀσίαν καὶ Εὐρώπην καὶ Λιβύην.

b. εἰς ἔπαινον τοῦτο εἴληφε· τουτέστιν, ὅτι ἡ Λιβύη τρίτον ἐστὶ τῆς οἰκουμένης καθ᾿ αὑτὴν, καὶ οὐ τῇ Ἀσίᾳ συνταττομένη.

a. ὑπέδεκτο δ᾿ ἀργυρόπεζ᾿ Ἀφροδίτα: ζητεῖται, διατί καὶ ἐνταῦθα ἡ Ἀφροδίτη εὑρίσκεται συμπροπέμπουσα τὸν Ἀπόλλωνα καὶ ἐφαπτομένη τοῦ δίφρου. καὶ ἤτοι ὅτι μετέρχεται τὰ γαμήλια ἔργα ἡ θεός, ἢ ὅτι, ὡς αὐτός φησι (P. V 31), κῆπος Ἀφροδίτης ἡ Λιβύη. καὶ ἴσως διὰ τὸ ἐπέραστον τῶν χωρίων· οὐκ ἔχομεν γὰρ ἐξ ἱστορίας δεῖξαι, ὅτι ἱερὰ ἦν ἡ Λιβύη τῇ θεῷ.

b. ὁ δὲ νοῦς· ὑπεδέξατο δὲ ἡ λευκόπηχυς Ἀφροδίτη τὸν Δήλιον ξένον, τουτέστι τὸν Ἀπόλλωνα, κούφως καὶ ἠρεμαίως τῶν θείων ὀχημάτων τῇ χειρὶ αὐτῆς ἁπτομένη.

c. ἄλλως· τὴν Ἀφροδίτην φησὶ προσῆφθαι τοῦ ὀχήματος διὰ τὸ προεστάναι τὴν θεὸν τῶν γάμων· ἀλλὰ σύ γ᾿ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο (E 429).

d. ξένον δὲ ἔφη τῇ Κυρήνῃ τὸν Ἀπόλλωνα διὰ τὸ νῦν πρῶτον ἐπιδημῆσαι. διὰ τιμῆς δὲ ἄγουσι τὸν θεόν.

καί σφιν ἐπὶ γλυκεραῖς: καὶ δὴ αὐτῶν ταῖς γλυκεραῖς κοίταις ἐπέραστον ἔβαλεν αἰδῶ, κοινὸν ἁρμόζουσα τὸν μιχθέντα γάμον τῷ θεῷ καὶ τῇ τοῦ Ὑψέως κόρῃ Κυρήνῃ.

a. τουτάκις: τότε.

b. ὅστις ὁ Ὑψεὺς τῶν ἀνδρειοτάτων Λαπιθῶν βασιλεὺς ἐτύγχανεν ἐξ Ὠκεανοῦ δεύτερος κατάγων τὸ γένος. ἐξ Ὠκεανοῦ γὰρ Πηνειὸς ὁ ποταμὸς, ἀφ᾿ οὗ ἐγένετο ὁ Ὑψεύς.

a. ὅν ποτε Πίνδου: τῷ Θετταλικῷ ὄρει· Πίνδος γὰρ ὄρος Περραιβίας, ἡ δὲ Περραιβία τετράπολις τῆς Θεσσαλίας.

b. τὸ δὲ ναΐς εὐφρανθεῖσα, ἀντὶ τοῦ παννυχίσασα διὰ τὴν εὐφροσύνην. Ναΐδος δὲ καὶ Πηνειοῦ τὸν Ὑψέα Φερεκύδης (F H G I p. 72), Ἀκέσανδρος δὲ (ibid. IV p. 285) Φιλύρας τῆς Ἀσωποῦ καὶ Πηνειοῦ ἱστορεῖ τὸν Ὑψέα.

c. ὁ δὲ νοῦς· ὅντινα τὸν Ὑψέα ποτὲ ἐν ταῖς ἐξοχαῖς τῆς Πίνδου ἡ Ναῒς εὐφρανθεῖσα τῇ τοῦ Πηνειοῦ μίξει ἐγέννησε Κρέουσα Γῆς οὖσα θυγάτηρ.

ὁ δὲ τὰν εὐώλενον: ὁ δὲ Ὑψεὺς τὴν λευκόπηχυν Κυρήνην ἀνέθρεψεν. ἔσχε δὲ ταύτην ἐκ Χλιδανώπης· οὐ μόνον δὲ Κυρήνην ἔσχεν, ἀλλὰ καὶ Ἀλκαίαν.

a. παλιμβάμους: παλιμπορεύτους. αἱ γὰρ ὀρθαὶ ὑφαίνουσαι προπορεύονται καὶ πάλιν τὸν αὐτὸν πορεύονται τόπον καὶ ὑποστρέφουσιν. ὡς καὶ Ὅμηρος (A 31)· ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν.

b. ὁ δὲ νοῦς· αὕτη μὲν οὖν ἡ Κυρήνη οὔτε τὰς παλιμπορεύτους ἐφίλησε τῶν ἱστῶν ὁδοὺς οὔτε τῶν δείπνων ταῖς τέρψεσιν ἢ τῶν ἑταιρῶν τῶν οἴκου δεσποζουσῶν, ἀπὸ κοινοῦ οὐχ εἵλετο, τὰς τέρψεις.

a. δείπνων οἰκουριᾶν: οἰκοδεσποινῶν, οἱονεὶ τῶν ἤδη γεγαμημένων καὶ ἀρχουσῶν οἰκιῶν.

b. γράφεται δὲ καὶ δεῖπνον οἰκουριῶν.

ἀλλ᾿ ἀκόντεσσί τε χαλκέοις: ἀλλὰ χαλκοῖς δόρασι καὶ ξίφει μαχομένη ἐπόρθει καὶ ἀνῄρει τοὺς ἀγρίους θῆρας, πολλὴν ἡσυχίαν καὶ εἰρήνην ταῖς πατρῴαις παρέχουσα βουσίν· ἀναιρουμένων γὰρ τῶν ἀγρίων θηρῶν εὐμαρῶς καὶ ἀδεῶς τὰ ἥμερα τῶν ζῴων νέμεται.

τὸν δὲ σύγκοιτον: καὶ τὸν ἑωθινὸν δὲ ὀλίγον ἐπερχόμενον τοῖς βλεφάροις ἡδὺν ὕπνον ἀφανίζουσα καὶ ἀναλίσκουσα· ἔξωθεν τὸ ἐθήρα.

a. παῦρον ἐπὶ βλεφάροις: οἷον εἶχε περὶ θήραν ἐμμανῶς, ὡς καὶ πρὶν ἡμέρας θηρᾶν καὶ μὴ κοιμᾶσθαι τὸν ἑωθινὸν ὕπνον.

b. οἱ δὲ προστιθέντες ὅτι δι᾿ ὅλης νυκτὸς καὶ μέχρι τοῦ ἑωθινοῦ ἐθήρα, ἄτοποι. οὐ γὰρ οἷόν τε νυκτὸς σκότους ὄντος θηρᾶν, ἀλλ᾿ εἰ ἄρα, περὶ τὸν ὄρθρον.

c. ἄλλως· παῦρον ἐπὶ βλεφάροις: ὡς τὰς νύκτας ὅλας περὶ τὰ κυνηγέσια γινομένης αὐτῆς, πρὸς ὄρθρον δὲ κοιταζομένης αὐτῆς. οὗτος γάρ ἐστιν ὁ πρὸς τὴν ἕω ῥέπων ὕπνος.

a. ῥέποντα: ἀντὶ τοῦ ἐπερχόμενον.

b. ἄλλως· ὕπνον ἀναλίσκουσα: ἔξωθεν προσυπακουστέον τὸ ἐθήρα.

c. ὁ δὲ λόγος· οὕτως ἐμμανῶς εἶχε περὶ θήραν ὡς καὶ πρὸ ἡμέρας θηρᾶν καὶ μὴ κοιμᾶσθαι τὸν ἑωθινὸν ὕπνον.

κίχε νιν: κατέλαβε δὲ ἐν τῷ Πηλίῳ τότε τὴν Κυρήνην ὁ Ἀπόλλων τῷ ἰσχυρῷ ἄνευ δόρατος μόνην διαμαχομένην λέοντι. καὶ Καλλίμαχος (in Apoll. 91)· ἔνθα λέοντα Ὑψηῒς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.

a. σεμνὸν ἄντρον, Φιλυρίδα: τὸ σεμνόν σου σπήλαιον, Κένταυρε, καταλιπὼν ἐλθὲ καὶ θαύμασον τὴν ψυχὴν τῆς γυναικὸς, ὁποῖον νεῖκος ἀντὶ τοῦ ὁποίαν νίκην ἐπάγει τῇ ἑαυτῆς κεφαλῇ ἡ νεᾶνις τοῦ καμάτου ὑπερτέραν ἔχουσα τὴν ἑαυτῆς ψυχὴν, οἱονεὶ οὐ κάμνουσα πρὸς τὸ καταπαλαῖσαι τὸν λέοντα· ἀλλ᾿ οὐδὲ φόβῳ ἐχειμάσθησαν αὐτῆς αἱ φρένες.

b. αὐτὴ ἀταρβὴς οὖσα, τὴν ψυχὴν ὕπερθεν ἔχουσα τοῦ μόχθου, τουτέστιν οὐ νικωμένη τῷ μόχθῳ, οἵαν φιλοτιμίαν ἐπάγει τῇ ἑαυτῆς κεφαλῇ.

τίς νιν ἀνθρώπων τέκε: τίς δὴ αὐτὴν ἀνθρώπων ἐγέννησεν; ἀπὸ ποίας δὲ φύσεως καὶ γέννης ἀποσπασθεῖσα [καὶ γεννηθεῖσα] τῶν συμφύτων ὀρῶν τοὺς κευθμῶνας ἔχει, ἀντὶ τοῦ θηρᾷ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν κλάδων τῶν ἀποσπωμένων τῶν φυτῶν.

a. γεύεται δ᾿ ἀλκᾶς: γεύεται δὲ καὶ ἐφάπτεται ἀπείρου καὶ πολλῆς ἀνδρείας, οἷον ἰσχυρά ἐστιν. Ὅμηρος (Υ 258)· γευσόμεθ᾿ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν, ἀντὶ τοῦ πολεμήσωμεν.

b. [ἢ οὕτω·] πέρας οὐκ ἐχούσης διὰ τὸ μέγεθος.

c. τὸ δὲ ἑξῆς· ἆρα ὅσιόν ἐστι τὴν χεῖρα προσενεγκεῖν καὶ δρέψαι τὴν παρθενίαν αὐτῆς; ὁ γὰρ λόγος ἐρωτηματικὸς παρ᾿ Ἀπόλλωνος ἐν ἤθει λεγόμενος.

d. ὅσιόν ἐστι τὴν ἔνδοξον χεῖρα αὐτῇ ἐπενεγκεῖν ἆρα, καὶ ἐκ τῶν κοιτῶν ἡδεῖαν βοτάνην ἀποκεῖραι; ἀντὶ τοῦ διαπαρθενεῦσαι αὐτήν.

a. κεῖραι μελιαδέα ποίαν: τὸ σημεῖον, ὅτι μεταφορικῶς εἴρηκε τὴν ἀκμήν.

b. ἄλλως· καὶ γεννῆσαι ἐξ αὐτῆς παῖδα. τοῦτο γάρ ἐστι τὸ κεῖραι μελιηδέα ποίαν.

c. ἢ τὴν παρθενίαν.

Κένταυρος ζαμενής: ζαμενὴς νῦν ὁ συνετός. τινὲς δὲ ὁ ἰσχυρός. τὸν δὲ Ἀπόλλωνα εὐθέως ὁ συνετὸς Κένταυρος τῇ ἀγανῇ αὐτοῦ ὀφρύϊ προσηνὲς καὶ ἡδὺ γελάσας ἀνταπεκρίνατο.

a. χλαρὸν γελάσας: ἤτοι πολὺ, κεχαλασμένον· χλιδὸν γὰρ λέγουσι τὸ πλῆθος· ἢ προσηνὲς καὶ ἡδὺ, παρὰ τὸ χλιαρόν· τὰ μὲν γὰρ ἀπηνῆ τοῖς ψυχροῖς παραβάλλουσι, τὰ δὲ προσηνῆ καὶ τερπνὰ τοῖς θερμοῖς διὰ τὴν γινομένην διάχυσιν. οὕτως οὖν ἐπιπολὺ γελάσας· οὐ γὰρ ὡς οἱ σκυθρωπάζοντες συνηγμένας εἶχε τὰς ὀφρῦς.

b. ἢ οὕτω· χλαρὸν ἀντὶ τοῦ χλιαρὸν καὶ ἡδὺ κατὰ συναίρεσιν.

μῆτιν ἑάν: κατὰ τὴν ἑαυτοῦ διάνοιαν, οἱονεὶ ὑπομειδιάσας, ἵνα μὴ δῶμεν αὐτὸν πολὺ καὶ ἄκαιρον γελάσαντα.

a. κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦς: ἕκαστος, φησὶ, κρύπτει τοὺς λόγους τοὺς περὶ συνουσίας. ἔοικε παρεγχειρεῖν ὁ Χείρων τὸν Ἀπόλλωνα, ἐπεὶ προεῖπεν ἐκεῖνος· ὅσια κλυτὰν χεῖρά οἱ προσενεγκεῖν;

b. ἢ οὕτως ἀποδοτέον· σὺ Ἄπολλον ἐρωτᾷς με, εἰ ὅσια κλυτὰν χεῖρά οἱ προσενεγκεῖν, | ὁ πᾶν τὸ ἐσόμενον εἰδώς· μάντις γὰρ εἶ. ἀλλ᾿ ἐπεὶ αἰσχυνόμεθα περὶ τούτων λέγειν καὶ κρυπτῶς ταῦτα ἐνεργεῖται, καὶ σὺ αἰδούμενός με ἐρωτᾷς· ἐπίστασαι γὰρ μάντις ὤν.

c. ἄλλως· τῆς περὶ τὰς γυναῖκας πειθοῦς, φησὶν, ὦ Ἄπολλον, κρυπταί εἰσι τῶν ἱερῶν συνουσιῶν αἱ κλεῖς· ἐν θεοῖς [γὰρ] καὶ ἀνθρώποις ὁμοίως ἐστὶ τοῦτο· ἀπερυθριῶν γὰρ ἡμῶν ἕκαστος αἰσχύνεται ἐκ τοῦ φανεροῦ περὶ ἀφροδισίων διαλέγεσθαι.

a. αἰδέοντ᾿ ἀμφαδόν: αἰσχύνονται γὰρ οἵ τε ἄνδρες καὶ οἱ θεοὶ τὸ πρῶτον ἐκ τοῦ φανεροῦ τῆς ἡδείας κοίτης τυχεῖν.

b. ἢ οὕτως· αἰδοῦνται, ὦ Ἄπολλον, [οἵ τε ἄνδρες καὶ οἱ θεοὶ] φανερῶς τὸν ἔρωτα λέγειν.

a. καὶ γὰρ σέ: καὶ γὰρ σὲ, ὃν οὐδὲ θεμιτὸν οὐδὲ δυνατὸν ψεύσασθαι, παρέτρεψεν ὁ προσηνής σου τρόπος ἐρωτᾶν με περὶ Κυρήνης τοῦ γένους καὶ τῆς μίξεως, καίπερ εἰδότα ἀκριβῶς πάντα.

b. ἡ αἰδὼς ἐποίησέ σε τὸν μάντιν πυνθάνεσθαι, ὃν οὐδεμία διαφεύγει ἀλήθεια, πάντα δὲ τὰ μέλλοντα προγινώσκεις.

κούρας δ᾿ ὁπόθεν γενεὰν ἐξερωτᾷς ὦ ἄνα: ὁ λόγος ἠθικός· ἐμὲ ἐρωτᾷς, ὦ δέσποτα Ἄπολλον, πόθεν τῆς κόρης ἡ γενεὰ καὶ τίνες οἱ γονεῖς; ὅστις πάντων τῶν ὑπὸ τὸν βίον οἶδας τὸ τέλος καὶ πάσας τὰς ὁδοὺς καὶ ὅσα ἐν τῷ ἔαρι φύλλα ἀναφύει.

χὥ, τι πόθεν ἔσσεται: καὶ πόθεν νῦν τὴν ἀρχὴν μέλλει λαμβάνειν, καλῶς καὶ ἀπταίστως καθορᾷς. ἀπὸ κοινοῦ, ὃς ταχὺ πάντα οἶδας καὶ δύνασαι, ἐμὲ περὶ τῶν τῆς κόρης γονέων ἐρωτᾷς;

a. εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι: εἰ δὲ χρὴ καὶ σοφῷ σοι ὄντι ἐξισωθῆναι, ἐρῶ.

b. ἄλλως· εἰ δὲ ἐξισωθῆναί σοι δεῖ καὶ μαντεύσασθαι, ὡς σὺ μαντεύῃ, [ἐρῶ].

ἵκεο βᾶσσαν: παραγενοῦ ταύτῃ πόσις, ταύτην τὴν βῆσσαν καὶ τὸ σπήλαιον, ἔξωθεν τὸ καταλιπών.

a. καὶ μέλλεις ὑπὲρ πόντου: μέλλεις γὰρ αὐτὴν διὰ τοῦ πόντου εἰς τὸν τοῦ Διὸς ἔξοχον κῆπον ἐνεγκεῖν. φησὶ δὲ τὴν Λιβύην.

b. Διὸς ποτὶ κᾶπον: τὴν Λιβύην Διὸς κῆπον λέγει διὰ τὸ πλησιάζειν τῇ Αἰγύπτῳ, ἣν Διὸς τέμενος οἱ ποιηταί φασιν (P. IV 56).

c. ἢ διὰ τὸ τὸν Ἄμμωνα Δία νομίζεσθαι. Ἄμμων Ὀλύμπου δέσποτα (fr. 36)· καὶ πάλιν (P. IV 66)· Διὸς ἐν Ἄμμωνος θεμέθλοις. Ἄμμωνος δὲ ἡ Λιβύη.

d. ἄλλως· πῶς Διὸς κῆπος ἡ Λιβύη; ὅτι δοκεῖ ὁ Ζεὺς ἐν Λιβύῃ Ἄμμων τιμᾶσθαι· ὥς φησι Φαῖστος ὁ τὰ Λακεδαιμονικὰ συνταξάμενος (FHG IV p. 472)· Ζεῦ Λιβύης Ἄμμων κερατηφόρε κέκλυθι μάντι.

a. ἔνθα νιν ἀρχέπτολιν: αὐτήν. ἡ γὰρ πόλις ἀπ᾿ αὐτῆς Κυρήνη κληθήσεται.

b. ἔνθα αὐτὴν, ἐπὶ τὸ ὑψηλὸν μέρος τῆς Λιβύης, δέσποιναν ἀποδείξεις, τὸν ἐκ Θήρας ὄχλον ἀναστήσας καὶ συναθροίσας.

a. ὄχθον ἐς ἀμφίπεδον: ἀμφίπεδον εἶπεν ὄχθον τὴν Κυρήνην διὰ τὸ αὐτὴν μὲν ἐπ᾿ ὄχθου ἱδρύσθαι, περὶ αὐτὴν δὲ πεδιάδα εἶναι.

b. ἀμφίπεδον δὲ, ἑκατέρωθεν πεδία ἔχοντα.

c. ἢ τὸν πανταχόθεν ὁδευόμενον τοῖς πεδίοις.

νῦν δ᾿ εὐρυλείμων: ὁ νοῦς· ἐπὶ δὲ τοῦ παρόντος αὐτὴν ἡ πλατεῖς ἔχουσα λειμῶνας Λιβύη ὑποδέξεται τὴν ἔνδοξον νύμφην ἐν τοῖς τιμίοις αὐτῆς οἴκοις μετὰ προθυμίας, ἔνθα αὐτῇ τὴν μερίδα τῆς γῆς εὐθέως κατασκευάζειν καὶ οἰκονομεῖν ἐννόμως καὶ δικαίως παράσχοι, οὔτε πολυκάρπων φυτῶν ἄμοιρον, οὔτε ἀνεπίγνωστον θηρίων, τουτέστι πολύθηρον.

ἵνα οἱ χθονὸς αἶσαν: ὅπου τῆς ἰδίας γῆς μέρος δωρήσεται ἡ Λιβύη τῇ Κυρήνῃ οὔτε φυτῶν ἀπεστερημένον οὔτε ἔξω κυνηγεσίων, ὥστε συντελεῖν ἐννόμως αὐτῇ, ὥστε συνάπτεσθαι καὶ συμβάλλεσθαι πρὸς τὴν κατασκευήν.

a. συντελέθειν: συντελεῖν, κατασκευάζειν, ἢ οἰκονομεῖν.

b. ἄλλως· συντελοῦσαν αὐτῇ ἐν ταῖς νομαῖς καὶ νεμήσεσι, συναύξουσαν αὐτῇ καὶ τὰς φυτείας καὶ τὰ κυνηγέσια. ἔνθηρος γὰρ ἡ Λιβύη.

φυτῶν νήποινον: κυρίως μὲν τὸν ἀνεκδίκητον, νῦν δὲ τὸν ἄμοιρον καὶ ἄπειρον.

τόθι παῖδα τέξεται: ὁ νοῦς· ἐν τῇ Λιβύῃ ἡ Κυρήνη τέξεται παῖδα [λέγει δὲ] τὸν Ἀρισταῖον, ὅντινα ὁ ἔνδοξος Ἑρμῆς ἀνελὼν καὶ λαβὼν παρὰ τῆς μητρὸς οἴσει καὶ δώσει τρέφειν Ὥραις, καὶ Γῇ δώσει ὡς προμάμμῃ τῆς μητρὸς τοῦ παιδός. ἡ γὰρ Κρέουσα ἡ Ναϊὰς Γῆς παῖς οὖσα ἔτεκε τὸν Ὑψέα τὸν πατέρα τῆς Κυρήνης.

Ὥραισι καὶ Γαίᾳ: καλῶς τῇ Γῇ δίδωσιν, ἐπεὶ καὶ ἐκ Γῆς δίδωσι καταφέρειν τὸ γένος· Γῆς γὰρ Κρέουσα, ἧς Ὑψεὺς, οὗ Κυρήνη, ἧς Ἀρισταῖος.

ταὶ δ᾿ ἐπιγουνίδιον: αἱ δὲ Ὧραι καὶ ἡ Γῆ ἐπὶ τοῖς ἑαυτῶν γόνασι θεῖσαι τὸν Ἀρισταῖον καὶ θαυμάσασαι τὸ βρέφος ἐνστάξουσι τοῖς χείλεσι νέκταρ καὶ ἀμβροσίαν, καὶ ποιήσουσιν αὐτὸν ἀθάνατον ὥσπερ Ζῆνα καὶ Ἀπόλλωνα· ἵνα τὸ ὥσπερ ἔξωθεν ὑπακούσωμεν.

a. θησάμεναι βρέφος αὐταῖς: δι᾿ ἑαυτῶν.

b. ἢ οὕτως· τοῖς ὄμμασιν.

ἁγνὸν Ἀπόλλωνα: τὸν Ἀρισταῖόν τινες Ἀπόλλωνα, τινὲς δὲ καὶ Ἀγρέα. | ἔστι δὲ τοῦ μέλιτος εὑρετὴς, ὃ δὴ τῆς ἀθανασίας δέκατον μέρος ᾠήθησαν εἶναι.

a. χάρμα φίλοις: θρέψουσι δὲ αὐτὸν τοῖς ἀνθρώποις χαρὰν καὶ ὄφελος, ἀκόλουθον ὄντα τῶν προβάτων. πρὸ γὰρ τοῦ γενέσθαι Ἀρισταῖον τὰ πρόβατα ὀπάονας οὐκ εἶχεν.

b. ἄλλως· ἀκίνητον τῶν προβάτων ἀκόλουθον αὐτὸν θήσονται, τοῖς δὲ αὐτὸν Ἀρισταῖον καλεῖν, καὶ ἀπὸ κοινοῦ τὸ θήσονται.

a. Ἀγρέα καὶ Νόμιον: ἰστέον ὅτι τὸν Ἀρισταῖον διὰ τὸ τὴν κτηνοτροφίαν καὶ κυνηγεσίαν εὑρηκέναι Ἀγρέα καὶ Νόμιον, Δία καὶ Ἀπόλλωνα προσηγόρευον.

b. φαίνεται δὲ, ὅτι καὶ τὴν ἐλαιουργίαν καὶ μελιτουργίαν πρῶτος ἐπινενόηκεν Ἀρισταῖος.

a. ὣς ἄρ᾿ εἰπὼν ἔντυεν: οὕτως εἰπὼν ὁ Χείρων παρεσκεύαζε τὸν Ἀπόλλωνα τελειοῦν τὸ τῶν γάμων τέλος.

b. ἄλλως· ἕτοιμον αὐτοῖς τόπον ἐποίει, ἵνα οὕτως ὁ γάμος κρανθῇ.

c. ἢ ὁμιλήσας, ὅτι πολυομίλης γενηθήσεται ὁ Ἀρισταῖος καὶ ἀθάνατος παῖς, παρεσκεύασεν αὐτῷ τὸν γάμον.

d. τουτέστιν, εἰ καὶ ἀνεβάλλετο τὸν γάμον ὁ Ἀπόλλων, ἀλλὰ τοῖς λόγοις προετράπη ταχέως μιχθῆναι.

e. ὡς ἄρα εἰπών: ἀντὶ τοῦ, εἰπόντος τοῦ Χείρωνος ηὐτρεπίζετο αὐτοῖς τὰ πρὸς τὸν γάμον.

a. ὠκεῖα δ᾿ ἐπειγομένων: σπευδόντων δὲ τῶν θεῶν ταχεῖα καὶ ἡ πρᾶξις καὶ ἡ κατόρθωσις γίνεται.

b. αἱ δὲ ὁδοὶ τῶν θεῶν βραχεῖαι καὶ μικραί εἰσι διὰ τὸ ταχὺ καὶ ἀκοπίαστον αὐτῶν.

c. ἄλλως· γλαφυρῶς ἀπέπαυσε τὸν νοῦν ἀπὸ τῆς μίξεως, εἰπὼν ὅτι οἱ θεοὶ πάντα ἀνύουσι καὶ ὁδοὺς ἔχουσι βραχείας, ὧν ἂν θέλωσι πρᾶξαι.

a. κεῖνο κεῖν᾿ ἆμαρ: ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐκεῖνο τὸ πρᾶγμα διετέλεσεν, ἐν ᾗ ὡμίλησεν αὐτῷ ὁ Χείρων, καὶ ἐτελειώθη τὰ περὶ τὸν γάμον.

b. ἢ οὕτως· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἁρπάσας τὴν Κυρήνην ἐκόμισεν εἰς Λιβύην.

c. ἄλλως· κεῖνο: εὐθὺς ἤγαγεν αὐτὴν εἰς Λιβύην καὶ συνῆλθεν αὐτῇ.

a. ἐν πολυχρύσῳ Λιβύας: ἐν δὲ τῷ πολυχρύσῳ θαλάμῳ τῆς Λιβύης ἐμίγη αὐτῇ ὁ Ἀπόλλων, ἔνθα τὴν καλλίστην πόλιν καὶ ἔνδοξον κατὰ τοὺς ἀγῶνας περιέπει ὁ Ἀπόλλων τὴν ὁμώνυμον τῇ νύμφῃ Κυρήνην.

b. Λιβύας: ἡ ἡρωίς.

a. καὶ νῦν ἐν Πυθῶνί νιν: καὶ νῦν δὲ ἐν τῇ θείᾳ Πυθῶνι νικήσας ὁ Τελεσικράτης ἐπιφανῆ ἐποίησε τὴν Κυρήνην.

b. ὁ δὲ Τελεσικράτης Καρνειάδου παῖς ἦν.

ἅ νιν εὔφρων δέξεται: ἥτις αὐτὸν ἡ Κυρήνη εὐμενὴς δέξεται ἡ καλὰς ἔχουσα γυναῖκας, πατρίδι δόξαν ἐπέραστον ἄγοντα αὐτὸν ἀπὸ Δελφῶν.

a. ἀρεταὶ δ᾿ αἰεί: αἱ δὲ μεγάλαι ἀρεταὶ ἀεὶ καὶ πολύμυθοί εἰσι, ἀντὶ τοῦ πολλῶν λόγων δέονται πρὸς τὰ ἐγκώμια.

b. ἢ οὕτω· περὶ τῶν μεγάλων ἀρετῶν πολλὰ ἔνεστιν εἰπεῖν.

a. βαιὰ δ᾿ ἐν μακροῖσιν: ἐάν τις, φησὶ, μακρὰ ἐκλάβῃ πράγματα καὶ βαιὰ ποιήσῃ αὐτὰ τῷ λόγῳ, ἀκοὰ σοφοῖς ἐστι, τουτέστι σοφοῦ ἀκροατοῦ δεῖται, ἵνα συνῇ τὰ πολλὰ ἐπιτετμημένα.

b. ἢ οὕτως· ἐν μεγάλοις δὲ κατορθώμασιν ὀλίγα συντιθέναι καὶ λέγειν, τοῖς σοφοῖς ἡ τοιαύτη ἀκοὴ καὶ ποίησις ᾠκείωται.

ὁ δὲ καιρὸς ὁμοίως: παντὸς δὲ πράγματος τὸ τέλος καὶ κορυφὴν ὁμοίως ἡ εὐκαιρία ἔχει, ἀντὶ τοῦ δεῖ κατὰ καιρὸν καὶ μεγάλα καὶ μικρὰ λέγειν.

a. ἔγνων ποτὲ καὶ Ἰόλαον: ὁ γὰρ Ἰόλαος τεθνηκὼς ἐπειδὴ ἔμαθεν Εὐρυσθέα ἐξαιτούμενον παρ᾿ Ἀθηναίων τοὺς Ἡρακλείδας καὶ ἐπαπειλοῦντα πόλεμον, εἰ μὴ δώσουσιν, εὔξατο ἀναβιῶναι, καὶ ἀναβιώσας ἀπέκτεινε τὸν Εὐρυσθέα καὶ πάλιν τέθνηκεν. οἱ δὲ πρὸς τὸ πιθανώτερον ἕλκουσι τὴν ἱστορίαν, ὅτι γέρων ὢν ηὔξατο ἀνηβῆσαι, καὶ τελέσας τὸν ἆθλον εὐθέως ἐτελεύτα.

b. ὁ δὲ νοῦς· ἐγνώρισαν δέ ποτε καὶ αἱ ἑπτάπυλοι Θῆβαι τὸν Ἰόλαον οὐκ ἀτιμάσαντα τὴν τῶν πραγμάτων εὐκαιρίαν, οἱονεὶ καταχρησάμενον τῇ εὐκαιρίᾳ.

c. ἢ οὕτως· ἔκρυψεν ἡ Θήβη αὐτὸν, ἐπεὶ τὸν Εὐρυσθέα ἀπεκεφάλισεν, ἐν τῷ τοῦ Ἀμφιτρύωνος σήματι, ὅπου αὐτοῦ ὁ προπάτωρ ἦν κείμενος. ὅτι δὲ εὐξάμενος ὁ Ἰόλαος ἀνενεώθη καὶ ἀπέκτεινεν Εὐρυσθέα, δῆλον· ηὔξατο δὲ τῷ Διῒ ἐπὶ μίαν ὥραν ἡβῆσαι, ὅτε διὰ τοὺς Ἡρακλείδας ἐν τῇ Ἀττικῇ καταφυγόντας Εὐρυσθεὺς Ἀθηναίοις πόλεμον συνεκρότησεν.

οὐκ ἀτιμάσαντά νιν: αὐτόν. τίνα; τὸν καιρόν. εἰς γὰρ δέον καὶ ἐν καιρῷ τοῖς πράγμασι κατεχρήσατο συνταχθεὶς τοῖς περὶ τὸν Ὕλλον καὶ τὴν κεφαλὴν τοῦ Εὐρυσθέως ἀποκόψας.

τὸν Εὐρυσθέως ἐπεί: ὅντινα τὸν Ἰόλαον, ἐπειδὴ τῇ τοῦ ξίφους ἀκμῇ τὴν τοῦ Εὐρυσθέως κεφαλὴν ἀπέτεμεν, ὑποκάτω τῆς γῆς ἔκρυψαν παρὰ τῷ τάφῳ τοῦ ἱππικωτάτου Ἀμφιτρύωνος.

a. ἔνθα οἱ: ἔνθα ὁ τοῦ πατρὸς αὐτοῦ πατὴρ Ἀμφιτρύων ὁ τῶν Θηβαίων φίλος καὶ ξένος μετοικήσας ἔκειτο εἰς τὰς Θήβας.

b. ἐν τῇ ἀμαξιτῷ πλησίον τοῦ τάφου Ἀμφιτρύωνος ἔθαψαν Εὐρυσθέα, ἵνα ἀεὶ πατῆται.

c. λευκίπποις δὲ εἶπε διὰ Ζῆθον καὶ Ἀμφίονα.

a. τέκε οἷ καὶ Ζηνί: τῷ Ἀμφιτρύωνι ἡ Ἀλκμήνη.

b. ὁ νοῦς· ἐγέννησε δὲ τῷ Ἀμφιτρύωνι καὶ τῷ Διῒ μιγεῖσα ἡ Ἀλκμήνη ἐν μιᾷ ὠδῖνι διδύμων υἱῶν πολεμικωτάτην δύναμιν.

ἐν μόναις ὠδῖσιν: ἐν ἑνὶ τόκῳ καὶ μιᾷ ὠδῖνι. ἐν μιᾷ γὰρ λέγεται νυκτὶ καὶ τῇ αὐτῇ συνευνασθέντων Διὸς καὶ Ἀμφιτρύωνος [τῇ Ἀλκμήνῃ] γενέσθαι τοῦ μὲν Ἡρακλέα, τοῦ δὲ Ἰφικλέα.

κωφὸς ἀνήρ: κωφός ἐστι καὶ ἀπαίδευτος ἐκεῖνος ὁ ἀνὴρ, ὅστις τῷ Ἡρακλεῖ τὸ ἑαυτοῦ μὴ περιβάλλει στόμα, ἀντὶ τοῦ ὅστις μὴ ἐγκωμιάζει τὸν Ἡρακλέα, καὶ ὅστις μηδὲ τῶν τῆς Δίρκης ὑδάτων αἰσθάνεται | καὶ ἔχει μνήμην, ἀπὸ κοινοῦ κωφός ἐστιν. ὁ γὰρ μὴ ἀκούσας οὐδὲ εἰπεῖν δύναται.

a. τοῖσι τέλειον ἐπ᾿ εὐχᾷ: πεπονθώς τι ἐξ αὐτῶν τέλειον ἀγαθὸν διὰ τοῦ κώμου ὑμνήσω. τί δ᾿ ἂν εἴη πεπονθώς; δηλαδὴ καὶ τὰ Ἰολάεια ἐνίκησεν ὁ νικηφόρος. τὸ δὲ ὑπέρβατον· τοῖσι κωμάσομαι τέλειόν τι παθὼν ἐπ᾿ εὐχᾷ [ἐσλόν].

b. ἄλλως· τοῖσι τέλειον ἐπ᾿ εὐχᾷ· ὁ λόγος παρὰ τοῦ ὑμνουμένου πρὸς τὸν Ἡρακλέα καὶ Ἰφικλέα· τετυχηκὼς τῆς νίκης τῶν Ἡρακλείων κἀγὼ ἀντικωμάσω αὐτοὺς, φησὶ, καὶ ὑμνήσω.

Χαρίτων κελαδεννᾶν μή με λίποι καθαρὸν φέγγος: τῶν ἐνδόξων Χαρίτων τὸ ἀνθηρὸν φέγγος καὶ ἡ παρρησία μή με λίποι, ἀντὶ τοῦ γένοιτό μοι χαρίεντα γράφειν.

Αἰγίνᾳ τε γάρ: διορίζομαι γὰρ τὸν νικηφόρον ἔν τε Αἰγίνῃ καὶ τρίτον ἐν Μεγάροις νικήσαντα ταύτην τὴν πόλιν εὐκλεᾶ καταστῆσαι, ἔργῳ τὴν σιγηλὴν καὶ ἀπαρρησίαστον ἀμηχανίαν καὶ αἰσχύνην ἐκφυγών. οἱ γὰρ νικηθέντες ἀμηχανοῦντες καὶ αἰσχυνόμενοι σιωπῇ περιπατοῦσι, μὴ ἔχοντες παρρησίαν μετά τινος διαλεχθῆναι.

φαμὶ Νίσου τ᾿ ἐν λόφῳ: ἐν Μεγάροις· ὡς εἶναι τέσσαρας τὰς πάσας νίκας, μίαν μὲν ἐν Αἰγίνῃ, τρεῖς δὲ ἐν Μεγάροις. ὁ δὲ λόγος ἀπὸ τοῦ νικηφόρου.

σιγαλὸν ἀμηχανίαν: τῷ ἔργῳ τὴν μὲν σιγωμένην ἀμηχανίαν φυγὼν, εὔκλειαν δὲ κατακτησάμενος. ἀμήχανον δὲ τὴν σιγὴν εἶπεν, ὅτι κατηφεῖς εἰσιν οἱ νικηθέντες. καὶ ἑτέρωθί πού (fr. 229) φησι· νικώμενοι δὲ ἀγρυξίᾳ δέδενται.

οὔνεκεν εἰ φίλος ἀστῶν: διὸ εἴτε τις αὐτῷ τῷ νικηφόρῳ φίλος τῶν πολιτῶν εἴτε ἐναντίος καὶ ἐχθρός ἐστι, τὸ ἐν τῷ κοινῷ πονηθὲν ἀγαθὸν ἀνυμνείτω, αὐτὸν μὴ καταβλάπτων τὸν λόγον τοῦ Νηρέως. ἐκεῖνος γὰρ, ὁ Νηρεὺς, ἔφη δεῖν τὸν καλῶς πράττοντα καὶ μετὰ δικαιοσύνης πάντα τρόπον καὶ παρὰ τῶν ἐχθρῶν ἀνυμνεῖσθαι.

a. εἴ τις ἀντάεις: ἔναντα δαείς.

b. τὴν νίκην τοῦ νικηφόρου.

c. ἄλλως· ἀντάεις, ἐναντιούμενος, ἐχθρός.

πλεῖστα νικήσαντα: πολλάκις σε νικήσαντα εἶδον τὰ Παναθήναια ἐν ταῖς ὡρισμέναις τελεταῖς τῆς Ἀθηνᾶς. ὁ δὲ λόγος ἀπὸ τοῦ χοροῦ πρὸς τὸν νικήσαντα.

ἄφωνοί τε: ἄφωνοι καὶ ἐν ἑαυταῖς κατὰ τὴν ψυχὴν, ὦ Τελεσίκρατες, ἕκασται τῶν παρθένων ηὔχοντό σε ἄνδρα εὐτυχῆσαι, αἱ δὲ γυναῖκες υἱὸν, ἀπὸ κοινοῦ τὸ εὔχοντο ἔμμεν. ηὔχοντο δὲ ἐν τοῖς Ὀλυμπίοις ὁρῶσαί σε καὶ ἐν τοῖς ἄλλοις ἀγῶσι τῆς πλατείας γῆς καὶ ἐν πᾶσιν ἁπλῶς τοῖς ἐν ἑκάστῃ πόλει ἐπιχωρίοις ἀγῶσι, πανταχοῦ ὁρῶσαί σε αἱ γυναῖκες ταῦτα ηὔχοντο.

ἔν τ᾿ Ὀλυμπίοις: οὐ τοῖς ἐν Πίσῃ νῦν Ὀλυμπίοις· οὐ γὰρ ἂν οὕτως ἔρριψεν ἁπλῶς τὸν λόγον· ἀλλὰ τοῖς ἐν Ἀθήναις. | τὸ δὲ Γῆς, ὅτι καὶ αὐτῇ ἀγὼν ἄγεται ἐν Ἀθήναις, ὥς φησι Δίδυμος.

ἔν τε καὶ πᾶσιν ἐπιχωρίοις: ἐκ κοινοῦ νικήσαντα εἶδον καὶ ἐν τοῖς ἀγομένοις ἀγῶσι τῇ Γῇ. λέγει δὲ ἐν Ἀθήναις. ἐκεῖ γὰρ ἄγεται τῇ Γῇ ἀγὼν, ὥς φησι Δίδυμος.

a. . . . . . . . . . . . διψώσῃ τῇ ᾠδῇ προστιθέντα.

b. ἀκειόμενόν με καὶ θεραπεύοντα διψῶσαν ᾠδὴν τῷ θέλειν ὑμνεῖν ὑμᾶς, πράσσει τις ἐμὲ καὶ ἀναγκάζει ἔτι τοῦτο ὑπομεῖναι καὶ συμπεριλαβεῖν τὴν τῶν προγόνων ὑμῶν δόξαν.

οἷοι Λιβύσσας: ὁποῖοι ἦσαν μνηστῆρες οἱ τοῦ νικηφόρου πρόγονοι, οἳ fπερὶ τῆς Λιβυκῆς γυναικὸς ἦλθον εἰς τὴν Ἴρασσαν τὴν τοῦ Ἀνταίου πόλιν πρὸς τὴν ἔνδοξον κόρην.

a. Ἴρασσαν πρὸς πόλιν Ἀνταίου: ὅτι ὁ ὑπὸ Ἡρακλέους καταγωνισθεὶς Ἀνταῖος Ἰρασσεὺς ἦν ἀπὸ Ἰρασσῶν τῶν ἐν τῇ Τριτωνίδι λίμνῃ, ὡς Φερεκύδης φησί (FHG I p. 80). ὁ δὲ Πίνδαρος ὑπὲρ τοῦ χαρίσασθαι τῷ ἐπαινουμένῳ παρατρέψας τὴν ἱστορίαν φησὶν Ἀλεξίδαμον πρόγονον τοῦ ἐπαινουμένου γενέσθαι μνηστῆρα τῆς Ἀνταίου θυγατρός· ὄνομα δὲ αὐτῇ Ἀλκηῒς, ὥς φησι Πείσανδρος ὁ Καμιρεύς (fr. 6 Ki.)· ἕτεροι δὲ Βάρκην.

b. ἄλλως· Ἴρασσα, πόλις Λιβύης, ἣν ᾤκησεν Ἀνταῖος, οὐχ ὁ παλαίσας Ἡρακλεῖ· ἐκεῖνος γὰρ διαλλάσσει τοῖς χρόνοις· ἀλλ᾿ ἕτερος, ὃς τὴν θυγατέρα τοῖς μνηστευομένοις προὔθηκεν ἆθλον δρόμου τῷ φθάσαντι λαβεῖν κελεύσας. ὅμοιον δὲ ἐποίησε Δαναῷ· καὶ γὰρ ἐκεῖνος τὰς θυγατέρας δρόμῳ προὔθηκε. τὴν δὲ κόρην ταύτην τῶν Τελεσικράτους τις προγόνων Ἀλεξίδαμος μνηστευσάμενος καὶ νικήσας τὸν δρόμον ἔγημεν.

c. ἢ ὅτι Ἀνταῖος ὁ παράνομος, ὃν ἀνεῖλεν Ἡρακλῆς, οὗτός φησι, παραγενόμενον τὸν Ἀλεξίδαμον δρόμῳ νικήσαντα τοὺς σὺν αὐτῷ μνηστῆρας, λαβεῖν γυναῖκα τὴν θυγατέρα τοῦ Λιβύων βασιλέως.

d. Ἀνταίου: οὐ τοῦ ξενοκτόνου, ἀλλὰ ἑτέρου· ἐκεῖνον γὰρ ἀνεῖλεν Ἡρακλῆς, ᾧ συνήκμασεν Εὔφημος, οὗ ἀπόγονοι μετῴκησαν εἰς Κυρήνην.

τὰν μάλα πολλοί: ἥντινα τὴν Ἀνταίου θυγατέρα πολλοὶ τῶν ἀρίστων ἀνδρῶν ᾔτουν· ᾔτουν δὲ πολλοὶ μὲν συγγενεῖς αὐτῆς, πολλοὶ δὲ καὶ ἐκτὸς ὄντες γένους, ἐπειδὴ ἐκπρεπὲς αὐτῆς ἐθρυλλεῖτο καὶ ἐθαυμάζετο εἶναι τὸ κάλλος. τῆς γὰρ ἐντίμου αὐτῆς νεότητος καρπὸν δρέψασθαι ἐβούλοντο· ἐκ δὲ τούτου, τὴν παρθενίαν αὐτῆς ἐβούλοντο λαβεῖν.

πατὴρ δὲ θυγατρί: ὁ δὲ πατὴρ Ἀνταῖος ἐνδοξότερον τῇ ἑαυτοῦ θυγατρὶ κατασκευάζων τὸν γάμον, πεποίηκεν ὅπερ ἤκουσέ ποτε ἐν Ἄργει τὸν Δαναὸν ταῖς τεσσαρακονταοκτὼ θυγατράσιν ἑαυτοῦ πεποιηκέναι, κἀκεῖνον ἐμιμήσατο.

a. ἄκουσε Δαναόν: ἤκουσε γὰρ τὸν Δαναὸν ἐν Ἄργει ὁποῖον ταῖς τεσσαρακονταοκτὼ θυγατράσιν αὐτοῦ γάμον εὗρε, πρὶν τὸ μέσον τῆς ἡμέρας γενέσθαι. τὸ γὰρ ἑωθινὸν ἠγωνίσαντο καὶ πρὸ μεσημβρίας διελύθησαν τοῦ δρόμου, καὶ ἕκαστος ἣν ἠβουλήθη ἔλαβεν.

b. ζητεῖται δὲ, διατί τεσσαρακονταοκτὼ εἶπε πεντήκοντα οὐσῶν; καὶ ῥητέον, ὅτι Ἀμυμώνη μὲν προδιαφθαρεῖσα ἦν Ποσειδῶνι, Ὑπερμήστρα δὲ ἐρασθεῖσα Λυγκέως, αἱ δὲ ἄλλαι συνδραμοῦσαι τῷ πατρῴῳ βουλήματι ἀνεῖλον τοὺς Αἰγύπτου παῖδας.

ὠκύτατον γάμον: ὁ Δαναὸς, φησὶν, ἔστησε τὰς θυγατέρας ἕως μέσης ἡμέρας, ἵνα δηλονότι προθεωρήσωσιν αὐτὰς οἱ μνηστῆρες, καὶ ἕκαστος ἕληται τῶν δρόμῳ πρωτευσάντων ἣν ἂν βούληται.

a. οὕτως δὲ δίδου: οὕτως οὖν καὶ ὁ Ἀνταῖος ὁ Λίβυς ἐδίδου πρὸς γάμον τὴν ἑαυτοῦ θυγατέρα, κατασκευάζων τῇ κόρῃ τὸν προϊόντα νυμφίον ἄνδρα. τῷ νικήσαντι γὰρ καὶ αὐτὸς ἔδωκε τὴν παῖδα πρὸς γάμον.

b. ἄλλως· Λίβυς ὄνομα κύριον, οὐχ ὁ Ἀνταῖος, ὡς Δίδυμος.

a. ποτὶ γραμμᾷ: πρὸς γὰρ τὸ τέλος αὐτὴν τοῦ σταδίου κοσμήσας ἔστησε, τέλος καὶ ἄκρον εἶναι αὐτὴν τῷ νικήσαντι. ἐν μέσοις δὲ αὐτοῖς εἶπεν· ὅστις ἂν πρῶτος τῶν πέπλων αὐτῆς ἅψηται, ἐκεῖνος αὐτὴν ἀπαγέσθω.

b. ἄλλως· ποτὶ γραμμᾷ: τῇ νύσσῃ, τῷ τέλει τοῦ σταδίου.

αὐτὰν στᾶσε κοσμήσας: ἔστησεν αὐτὴν πρὸς τῇ ἐσχάτῃ γραμμῇ τοῦ δρόμου, τοῦτο ἄκρον καὶ τέλος διατάξας, τὴν στάσιν τῆς παρθένου. ἐχάρασσον δὲ γραμμήν τινα, ἣν ἀρχὴν καὶ τέλος εἶχον οἱ ἀγωνιζόμενοι. | ὅθεν καὶ παροιμία· μὴ κίνει γραμμήν.

a. ἔνθ᾿ Ἀλεξίδαμος: οὗτος πρόγονος ἦν τοῦ νικηφόρου, ὡς προείπομεν.

b. ἄλλως· Ἀλεξίδαμος ἦν ὁ νικήσας χάριν τῆς Λίβυος θυγατρός.

c. τὸ δὲ ἔφυγεν οὐ κυρίως· οὐ γὰρ ἐδίωκέ τις· ἀλλὰ τὸ τάχος βούλεται παραστῆσαι, | παρόσον οἱ διωκόμενοι ἐπιτείνουσι τὸν δρόμον.

d. ἐνταῦθα ὁ Ἀλεξίδαμος, ἐπειδὴ τὸν ταχὺν δρόμον ἐξέφυγε καὶ ἐνίκησε, τὴν ἔνδοξον παρθένον τῆς χειρὸς τῇ ἑαυτοῦ χειρὶ λαβὼν ἤγαγεν εἰς τὸν τῶν ἱππικῶν Λιβύων στρατόν.

ἱππευτᾶν νομάδων: τῶν Λιβύων· ὅτι ὑποδύντες τὴν γῆν οἱ πλείους αὐτῶν οἰκοῦσιν· ἢ καὶ παρὰ τοῦτο οὕτω καλούμενον ἔθνος. ἐκ τούτου δὲ δῆλον, ὅτι ὁ Ἀνταῖος οὐκ ἔστιν· οὗτος γὰρ ἦν κατὰ τοὺς χρόνους Ἡρακλέους· πρὸ δὲ τοῦ Ἡρακλέους οὐδεὶς ἦν ἀγὼν, ὁ δὲ Ἀλεξίδαμος ἱστορεῖται προνενικηκέναι.

a. πολλὰ δὲ φύλλα καὶ στεφάνους οἱ περὶ αὐτὸν ἑστῶτες ἔρριπτον, πολλὰ δὲ πτερὰ νίκης καὶ πρὸ τοῦ ἀγῶνος ἔλαβε, ἀντὶ τοῦ πολλοὺς καὶ ἄλλους ἀγῶνας ἐνίκησε.

b. πτερὰ δὲ νίκης, περιφραστικῶς τὴν νίκην.

Scholia in Pythionicarum carmen X.

Ἱπποκλεῖ Θεσσαλῷ παιδὶ διαυλοδρόμῳ.

Τῆς δεκάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων δέκα. τὸ α΄ Φερεκράτειον. τὸ β΄ δίμετρον ἰαμβικὸν ὑπερκατάληκτον, ἄτακτον. τὸ γ΄ δίμετρον Ἰωνικὸν βραχυκατάληκτον. τὸ δ΄ σύνθετον ἐκ προσοδιακοῦ καὶ ἰαμβικοῦ πενθημιμεροῦς. τὸ ε΄ Φερεκράτειον. τὸ ς΄ δίμετρον ἐπιχοριαμβικὸν ἀκατάληκτον. τὸ ζ΄ δίμετρον χοριαμβικὸν βραχυκατάληκτον. τὸ η΄ δίμετρον δοχμιακὸν ἀκατάληκτον. τὸ θ΄ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ι΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἡ ἐπῳδὸς κώλων η΄. τὸ α΄ ἰαμβικὸν πενθημιμερές. τὸ β΄ μητρῳακὸν τρίμετρον ἀκατάληκτον. τὸ γ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ Ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ ε΄ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ς΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ζ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ παιωνικὸν δίμετρον ἀκατάληκτον.

Inscr. Ἦν μὲν τὸ γένος ὁ προκείμενος νικηφόρος Θεσσαλὸς, πόλεως δὲ Πελινναίου· ἐνίκησε δὲ τὴν κβ΄ Πυθιάδα. δοκεῖ δὲ μὴ ὑγιῶς ἐπιγεγράφθαι ἡ ᾠδὴ Ἱπποκλεῖ· δέον γὰρ Ἱπποκλέᾳ. τὸ γὰρ ὄνομα ἦν Ἱπποκλέας, ὡς καὶ αὐτὸς ὁ Πίνδαρος δηλοῖ. ἐνίκησε δὲ καὶ οβ΄ καὶ ογ΄ Ὀλυμπιάδα. τὴν δὲ Λακεδαίμονα νῦν παρείληφεν, ὡς αὐτὸς δηλοῖ, ὅτι ἀμφότερα τὰ ἔθνη ὑπὸ τῶν Ἡρακλειδῶν ἐβασιλεύετο. ἐν δὲ τῇ αὐτῇ ἡμέρᾳ ἐνίκησε καὶ στάδιον, οὗ οὐκ ἐμνήσθη, ἴσως τοῦ διαύλου μόνον μισθὸν λαβών.

Ὀλβία Λακεδαῖμον: ὦ εὐδαιμονεστάτη Λακεδαῖμον καὶ μακαρία Θεσσαλία· ἐν γὰρ ἀμφοτέραις ἐξ ἑνὸς πατρὸς τοῦ γενναίου Ἡρακλέους τὸ γένος βασιλεύει.

ἀριστομάχου ἐπιθετικῶς· τοῦ Ἡρακλέους τοῦ ἀρίστου κατὰ τὰς μάχας.

τί κομπέω: οἱ μὲν ὅτι κομπῶ, ἀλλόκοτον νῦν λέγω, εἶτα ἡ μέση· κατὰ τὸν δέοντα καιρὸν κομπῶ. οἱ δὲ οὕτως ὑφ᾿ ἕν· τί κομπῶ καὶ φλυαρῶ παρὰ τὸν δέοντα καιρὸν, ἵνα τὴν κατά ἀντὶ τῆς παρά λάβωμεν.

a. ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον: Πελινναῖον πολις τοῦ νικηφόρου.

b. Πελινναῖον πόλις Θεσσαλίας, ἀφ᾿ ἧς καὶ τὸ ἐν Χίῳ ὄρος ἐκλήθη.

a. Ἀλεύα τε παῖδες: ἤτοι καθόλου οἱ Θεσσαλοὶ ἀπὸ Ἀλεύα τοῦ βασιλεύοντος, ὡς καὶ Σισυφίδαι οἱ Κορίνθιοι ἀπὸ Σισύφου· ἢ Ἀλεύα παῖδες οἱ ὄντες ἑταῖροι τῷ Ἱπποκλέᾳ. b. ὁ δὲ νοῦς· ἀλλά με ἡ Πυθὼ καὶ τὸ Πελινναῖον καὶ τοῦ Ἀλεύα οἱ παῖδες ἀπύειν παρακελεύονται καὶ ὑμνεῖν· ἢ βοᾷ καὶ προσκαλεῖται· θέλοντές με τὴν ἔνδοξον καὶ ἐγκωμιαστικὴν τῶν χορευόντων ἐπ᾿ αὐτὸν τὸν Ἱπποκλέα ἄγειν φωνήν.

ἐπικωμίαν ἀνδρῶν: τῶν κωμασόντων ἀνδρῶν.

γεύεται γὰρ ἀέθλων: καὶ γὰρ ἐπιδόξων γεύεται ἄθλων καὶ μεταλαμβάνει νικηφόρος γεγονώς· | ὡς νεωστὶ δὲ κατιόντος εἰς τοὺς ἀγῶνας ταῦτά φησιν.

a. στρατῷ τ᾿ ἀμφικτυόνων: ἐν δὲ τῷ τῶν ἀμφικτυόνων καὶ περιοίκων ὄχλῳ καὶ συνόδῳ ἡ Πυθὼ αὐτὸν ἄριστον τῶν διαυλοδρόμων παίδων ἀνηγόρευσε, ἀντὶ τοῦ εἰς Πύθια δίαυλον ἐνίκησε.

b. διαυλοδρομᾶν δὲ ἀπὸ τῆς διαυλοδρόμης εὐθείας· οἱ διαυλοδρόμαι, τῶν διαυλοδρομῶν καὶ τροπῇ Δωρικῇ διαυλοδρομᾶν.

c. Παρνάσσιος μυχός: ἡ Πυθὼ | ἀνεκήρυξε διαυλοδρόμην ὑπερέχοντα τῶν παίδων.

d. ἢ καὶ περισπαστέον | διαυλοδρομᾶν, ἵν᾿ ᾖ τῶν διαυλοδρομῶν.

a. Ἄπολλον: προσφωνεῖ τὸν θεὸν, ἐπειδὴ καὶ Πυθιονίκης ὁ νικηφόρος.

b. τῶν δὲ ἀνθρωπίνων ἡδὺ τὸ τέλος αὔξεται καὶ ἡ ἀρχὴ ἡδεῖα γίνεται, τοῦ δαιμονίου αὐτὰ αὔξοντος.

τεοῖσί τε μήδεσιν: ὁ Ἱπποκλέας, φησὶ, ταῖς σαῖς βουλήσεσιν, ὦ Ἄπολλον, ἐνίκησε· τὸ δὲ ἀπὸ γένους αὐτοῦ ἔμφυτον ἐπιβῆναι ἐποίησε τοῖς ἴχνεσι τοῦ Ὀλυμπιονίκου τοῦ αὐτοῦ πατρός.

a. δὶς ἐν πολεμαδόκοις: δὶς ἐνίκησεν ὁ Φρικίας ἐν Ὀλυμπίᾳ, ὁ πατὴρ τοῦ Ἱπποκλέους. ἦν δὲ ὁπλίτης· διό φησιν· ἐν πολεμαδόκοις Ἄρεος ὅπλοις. τοῦ γένους οὖν φησιν ἥκειν εἰς τὰ ἴχνη· καὶ γὰρ ἐκεῖνος ὁπλιτοδρόμος | καὶ οὗτος διαυλοδρόμος.

b. ἄλλως· τοῦτό φησιν ὡς τοῦ πατρὸς αὐτοῦ δὶς νικήσαντος τὰ Ὀλύμπια ὁπλιτοδρόμου.

ἔθηκε καὶ βαθυλείμωνα: τὸν Φρικίαν καὶ Ὀλυμπιονίκην ὄντα ὁ ὑπὸ τὴν βαθυλείμωνα πέτραν τῆς Κίρρας ἀγὼν, τουτέστιν ὁ Πυθικὸς, κρατησίποδα ἐποίησε. διὰ τούτου δὲ σημαίνει, ὅτι Ὀλυμπιονίκης ὢν ἐγένετο καὶ Πυθιονίκης.

κρατησίποδα: κρατῆσαι τοῖς ποσὶν ἤγουν νικῆσαι δρόμῳ.

ἕποιτο μοῖρα: ἐπακολουθοίη δὲ αὐτοῖς καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἡ μοῖρα καὶ ἡ εὐτυχία, ὥστε αὐτοῖς αὔξειν τὸν ἀγήνορα πλοῦτον. τῶν δὲ κατὰ τὴν Ἑλλάδα καλῶν μετεσχηκότες οὐκ ὀλίγον μὴ ἐναντίαις παρατροπαῖς συντύχωσι παρὰ τῶν θεῶν.

a. ἀπήμων δὲ, ἀβλαβὴς καὶ ἀνόργητος ἐπὶ τοῖς αὐτῶν κατορθώμασιν εἴη ὁ θεός.

b. εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος: εὐτυχὴς δὲ οὗτος ὁ ἀνὴρ καὶ πολυύμνητος παρὰ τοῖς σοφοῖς γίνεται, ὃς ἂν πάλῃ ἢ δρόμῳ τόλμῃ τε καὶ ἀνδρείᾳ νικήσας τὰ μέγιστα τῶν κατορθωμάτων δέξηται, καὶ προσεπιτούτοις ἔτι καὶ ζῶν ἴδῃ τὸν νεώτερον αὐτοῦ υἱὸν κατὰ τὸ προσῆκον Πυθικῶν στεφάνων τυχόντα· | καὶ ἀπὸ κοινοῦ τὸ εὐδαίμων.

a. ὁ χάλκεος οὐρανός: οὐκέτι μέντοι ὁ στερεὸς οὐρανὸς καὶ ἰσχυρὸς ἐπιβατὸς αὐτοῖς ἐστιν, οἱονεὶ τοῖς εἰς ἄκρον οὕτως εὐδαιμονίας ἐλθοῦσιν οὐκ ἔστι καὶ θεοῖς συγγενέσθαι, ὡς τῶν ἐν ἀνθρώποις ἄκρων καὶ τελείων εὐτυχημάτων αὐτῶν μετασχόντων τῶν τὴν τοιαύτην εὐτυχίαν εὐτυχησάντων.

b. ἄλλως· τῷ τοιούτῳ, τῷ παῖδας ἐσχηκότι καὶ ἃ προείρηκα εὐτυχήματα, οὐκ ἀναβατὸς μόνον ὁ οὐρανός· οἷον, ὡς ἐν θνητοῖς εὐδαίμονές εἰσιν· ἀθάνατοι γὰρ οὐ δύνανται γενέσθαι.

a. ὅσαις δὲ βρότεον ἔθνος: ὅσων δὲ ἀγλαϊῶν καὶ ἀγαθῶν οἱ ἄνθρωποι ἐφαπτόμεθα εὐδαιμονίας.

b. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τῶν ἀνθρωπίνων καλῶν τὸ πέρας καὶ τὸ τέλος ἔχει ὁ τὴν τοιαύτην εὐδαιμονίαν εὐτυχήσας, τὸ καὶ αὐτὸν νικῆσαι καὶ τὸν υἱὸν ἰδεῖν νικήσαντα.

c. ὅσαις δὲ, ἀντὶ τοῦ ὅσων, ἀντὶ γενικῆς ἐχρήσατο.

a. ναυσὶ δ᾿ οὔτε πεζὸς ἰών: οὔτε πεζὸς οὔτε πλῷ παραγενόμενος εἰς τὸ τῶν Ὑπερβορέων ἄθροισμα εὐμαρῶς εὕροις τὴν ἐπ᾿ αὐτοὺς θαυμαστὴν ὁδόν. ὁ δὲ νοῦς αὐτῷ πρὸς τὴν εὐτυχίαν· ὥσπερ οὐκ ἔστιν εὐμαρὲς εἰς τὸ τῶν Ὑπερβορέων ἔθνος παραγενέσθαι, οὕτως οὐδὲ ταύτης τῆς εὐτυχίας μείζονα εὑρεῖν εὐμαρές ἐστιν.

b. μέχρι δὲ τούτων ὁ Πίνδαρος καλῶς τὸν ἐπίνικον γράφει· ἠστόχησε δὲ τὰ μετὰ ταῦτα ἀλόγῳ παρεκβάσει χρησάμενος.

ἐς Ὑπερβορέων ἀγῶνα: ἀγῶνα νῦν τὸ ἄθροισμα, ἵν᾿ ᾖ· εἰς τὸ τῶν Ὑπερβορέων ἄθροισμα πορευόμενος τὴν ἐπ᾿ αὐτοὺς ἄγουσαν ὁδόν οὐκ ἂν εὔροις.

παρ᾿ οἷς ποτε Περσεύς: παρ᾿ οἷς, τοῖς Ὑπερβορέοις, ὁ Περσεὺς εὐωχήθη εἰς τὰς οἰκίας αὐτῶν εἰσελθὼν καὶ καταλαβὼν αὐτοὺς διὰ τῶν ὄνων ἐνδόξους θυσίας τελοῦντας τῷ θεῷ Ἀπόλλωνι. οἱ γὰρ Ὑπερβόρειοι ὄνους θύουσι τῷ Ἀπόλλωνι, ὡς καὶ ὁ Καλλίμαχός φησι (fr. 188)· τέρπουσιν λιπαραὶ Φοῖβον ὀνοσφαγίαι.

a. κλειτὰς ὄνων ἑκατόμβας: τὸ σημεῖον, ὅτι οἱ Ὑπερβόρειοι ὄνους θύουσι τῷ Ἀπόλλωνι.

b. ταῦτα, φησὶν ὁ Δίδυμος, μετὰ τοῦ γελοίου καὶ ἄσεμνά εἰσι· τίνα γὰρ λόγον ἂν ἔχοι ἥδεσθαι τὸν Ἀπόλλωνα τοῖς ὀρθιάζουσιν ὄνοις; φησίν.

ἐπιτόσσαις: ἐστὶν ἐπιτυχών.

ὧν θαλίαις ἔμπεδον: ὧν, τῶν Ὑπερβορέων, μάλιστα διηνεκῶς ταῖς εὐφημίαις καὶ εὐωχίαις χαίρει ὁ θεός.

a. χαίρει γελᾷ θ᾿ ὁρῶν: ἥδεται δὲ, φησὶν, ὁ Ἀπόλλων θεωρῶν τὴν τῶν θηρίων ἀναίρεσιν.

b. ὕβριν τὴν ἀναίρεσιν. ὕβριν δὲ αὐτὴν καλεῖ παρὰ τὰ σκιρτήματα, ἃ ἐν τῇ σφαγῇ ποιοῦνται οἱ ὄνοι.

a. ὀρθίαν κνωδάλων: ἔπαιξεν ὁ Πίνδαρος, ὡς τῶν ὄνων ὀρθιώντων, ὅτε ἱερουργοῦντο.

b. κνωδάλων, κυρίως τῶν θαλαττίων ζῴων, καταχρηστικῶς δὲ καὶ τῶν χερσαίων.

c. ἢ οὕτω· μεγάλων, διὰ τὸ τῶν ὄνων τερατῶδες τοῦ σώματος.

Μοῖσα δ᾿ οὐκ ἀποδαμεῖ: ἡ δὲ Μοῦσα οὐκ ἔστιν ἀπόδημος ἀπὸ τῶν τρόπων καὶ τῶν ἠθῶν αὐτῶν· οἷον, οὐκ εἰσὶν ἄμουσοι.

παντᾶ δὲ χοροί: πανταχοῦ εἰς τὸ τῶν Ὑπερβορέων ἔθνος παρθένων χοροὶ λύρας τε ἦχοι καὶ κτύποι καὶ τῶν αὐλῶν δὲ οἱ κτύποι κινοῦνται.

δάφνᾳ τε χρυσέᾳ: τῇ δὲ εὐφύλλῳ δάφνῃ τὰς ἑαυτῶν κεφαλὰς στεφόμενοι εὐωχοῦνται σωφρόνως καὶ συνετῶς.

a. νόσοι δ᾿ οὔτε: οὔτε νόσοι τῇ ἱερᾷ αὐτῶν γενεᾷ οὔτε ὀλέθριον γῆρας μέμικται, μόχθων δὲ καὶ μάχης μακράν εἰσι, τὴν παρὰ τὸ δίκαιον ἐκφεύγοντες ὕβριν.

b. οἱονεὶ οὐκ ἄδικα πράττοντες καὶ μέμψιν ὑφίστανται παρὰ θεῶν.

a. πόνων δὲ καὶ μαχᾶν ἄτερ: ἐφ᾿ οἷς οὔτε νεμεσῶσιν αὐτοῖς οἱ θεοὶ, ἀλλὰ φυγόντες τὴν ὑπὲρ τὸ δίκαιον νέμεσιν οἰκοῦσι χωρὶς πόνων.

b. οὐ γὰρ ἀδικοῦσιν ἀλλήλους, ἀλλὰ πεφεύγασι τὴν διὰ τὸ παρὰ τὸ δίκαιόν τι πράσσειν νέμεσιν, τουτέστι μέμψιν.

a. ὑπέρδικον Νέμεσιν: ὅτι ὑπερδικαιοῖ καὶ κολάζει τοὺς ἀδικοῦντας ἡ Νέμεσις.

b. θρασείᾳ δὲ πνέων καρδίᾳ: τῇ γενναίᾳ δὲ πνευστιῶν ψυχῇ ὁ Περσεὺς εἰς αὐτοὺς παρεγένετο, εἰς δὲ τὸ τῶν μακαρίων ἀνδρῶν ἔθνος παραγινομένῳ αὐτῷ προκαθηγεῖτο ἡ Ἀθηνᾶ.

a. ἔπεφνέ τε Γοργόνα: ἡ ἱστορία ἐστὶ τοιαύτη. ὅτε ὁ πάππος Ἀκρίσιος ἀποκυήσασαν τὸν Περσέα τὴν Δανάην λάθρα ᾔσθετο, τότε ἐνείρξας αὐτὴν εἰς κιβωτὸν μετὰ τοῦ παιδὸς καθῆκεν εἰς τὸ πέλαγος, καὶ προσηνέχθη ἡ κιβωτὸς Σερίφῳ τῇ νήσῳ, ἧς Πολυδέκτης ἐβασίλευε. καί ποτε ἀνδρωθέντος αὐτοῦ καὶ ἑστιωμένου παρὰ τῷ Πολυδέκτῃ, παρ᾿ ἑτέρων ἕτερα εἰσφερόντων εἰς τὸν ἔρανον αὐτὸς τὴν τῆς Γοργόνος κεφαλὴν ὑπέσχετο· ὁ δὲ Πολυδέκτης εὔκαιρον πρόφασιν λαβὼν τὴν ὑπόσχεσιν ἀπῄτει αὐτὸν καὶ ἐξήλαυνε τῆς νήσου πρὸς τὸ κομίσαι τὴν κεφαλήν· ἤρα γὰρ τῆς μητρὸς αὐτοῦ. ὁ δὲ ἀπελθὼν καὶ τεμὼν τῆς Γοργόνος τὴν κεφαλὴν εἰσήνεγκεν εἰς τὸν ἔρανον, καὶ πάντας ἀπελίθωσε τοὺς ἐν τῷ συμποσίῳ καὶ αὐτὸν δὲ τὸν Πολυδέκτην.

b. ἄλλως· ἀνεῖλε μὲν τὴν Γοργόνα . . . . . . πῶς δὲ εἰς Ὑπερβορέους ἦλθεν ὁ Περσεὺς ἐπὶ τῷ ἀποτεμεῖν τὴν κεφαλὴν τῆς Γοργόνος; οἱ γὰρ Ὑπερβόρεοι πρὸς τοῖς Ἐρυθραίοις μέρεσι καὶ Ἀρκτῴοις οἰκοῦσιν, αἱ δὲ Γοργόνες κατὰ μέν τινας ἐν τοῖς Αἰθιοπικοῖς, ἅ ἐστι πρὸς ἀνατολὴν καὶ μεσημβρίαν, κατὰ δέ τινας ἐπὶ τῶν περάτων τῆς Λιβύης, ἅ ἐστι πρὸς δύσιν. ὅτι δὲ αἱ Γοργόνες οὐκ εἰσὶ πρὸς Ἄρκτους, δῆλον· οὐδεὶς γὰρ ἱστόρησεν.

a. δρακόντων: λείπει ἡ μετά, ἵν᾿ ᾖ μετὰ δρακόντων.

b. νασιώταις δὲ τοῖς Σεριφίοις· ἡ δὲ Σέριφος νῆσος περὶ Αἴγιναν.

a. ἐμοὶ δὲ θαυμάσαι: οὔτε θαυμάσιον οὔτε ἄπιστον οὐδὲν ἐμοὶ φαίνεται τῶν ὑπὸ θεῶν γινομένων. Ὅμηρος (κ 306)· θεοὶ δέ τε πάντα δύνανται.

b. ἄλλως· ἐμοὶ δὲ ὥστε θαυμάσαι οὐδὲν εἶναι ἄπιστον φαίνεται θεῶν καταπραξαμένων.

a. ταχὺ δ᾿ ἄγκυραν: ἐπειδὴ κωλύει τὰς ναῦς ἐξοκέλλειν ἐπὶ τὰς πέτρας· οἷον ἀλέξησιν τῆς πέτρας, ὅπως σώσῃ τὴν πρῴραν ἀπὸ τῆς πέτρας.

b. ἄλλως· ἐπιτιμᾷ ἑαυτῷ ὁ Πίνδαρος ὡς πολλῇ χρησαμένῳ τῇ παρεκβάσει, καὶ τροπικῶς προάγεται τὸν λόγον ὡς ἐπὶ νεώς.

c. παῦσον τὴν κώπην, ταχέως δὲ τὴν ἄγκυραν ἀπὸ τῆς πρῴρας τῇ γῇ κατέρεισον καὶ κάθες, οὖσαν τὴν ἄγκυραν βοήθημα καὶ ἀλέξημα τῆς χοιράδος πέτρας.

a. χοιράδος ἀλκάν: χοιράδες λέγονται πέτραι αἱ ὕφαλοι, ὑφ᾿ ὧν καχλάζει τὸ κῦμα καὶ λανθάνειν αὐτὰς ὑποκειμένας παρασκευάζει, ὥστε λανθάνειν προσπλεούσας τὰς ναῦς.

b. τὸ δὲ πρῴραθεν, ὅτι ἐκ τῆς πρῴρας καθίενται αἱ ἄγκυραι εἰς τὴν θάλασσαν.

a. ἔλπομαι δ᾿ Ἐφυραίων: σφόδρα ἐζητήθη, τίνας νῦν τοὺς Ἐφυραίους φησίν· ὁ μὲν γὰρ Ἀγέστρατος τοὺς Κορινθίους φησίν· Ἔφυρα γὰρ ἡ Κόρινθος, ὡς καὶ Ὅμηρος (Ζ 152)· ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο· καὶ ἀποδίδωσι τὴν διάνοιαν οὕτως, ὅτι νικήσει ὁ νικηφόρος Ἴσθμια καὶ ὑπὸ τῶν Κορινθίων ἀνυμνηθήσεται. γελοῖον δέ. τί γὰρ μᾶλλον, εἴπερ εὔχεται, μὴ τὸν Ὀλυμπιακὸν εὔχεται ἀγῶνα νικήσειν; τινὲς δὲ Ἐφυραίους τοὺς ἐν Θεσπρωτίᾳ ἤκουσαν, ἧς καὶ Ὅμηρος μνημονεύει (Β 659)· τὴν ἄγετ᾿ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος. ὁ δὲ Πίνδαρος ἀμφὶ Πηνειόν φησιν αὐτούς· δῆλον δὲ δήπουθεν, ὡς ὁ Πηνειὸς τῆς Θεσσαλίας ἐστὶ, καὶ φαίνεται, ὅτι Ἐφυραίους οὔτε τοὺς ἐν Θεσπρωτίᾳ οὔτε τοὺς Κορινθίους φησί· ῥητέον οὖν, ὅτι τοὺς Κρανωνίους. Κρανὼν δὲ πόλις Θεσσαλίας· Θεσσαλὸς δὲ καὶ ὁ νικηφόρος. οὕτω δὲ πρότερον οἱ Κρανώνιοι Ἐφυραῖοι ἐκαλοῦντο. μαρτυρεῖ δὲ τούτῳ Κινέας. φησὶ γὰρ ἔρχεσθαι αὐτὸν ὑπὸ τῷ Κρανῶνι, καὶ ἐλθεῖν ἐπὶ τὸν τῆς Ἱπποδαμείας γάμον ἐν Πίσῃ. εἶτα ἐκεῖ καταστρέψαντα τὸν βίον οἱ Θεσσαλοὶ τὴν Ἔφυραν καλουμένην πόλιν, εἰς τιμὴν τοῦ τεθνηκότος, Κρανῶνα μετωνόμασαν.

b. ἄλλως· ἔλπομαι δ᾿ Ἐφυραίων: ἐλπίζω δὲ τῶν Κρανωνίων τῶν περὶ τὸν Πηνειὸν ποταμὸν τὴν ἐμὴν ἡδεῖαν ᾠδὴν ᾀδόντων, ἔτι καὶ πλέον τὸν Ἱπποκλέα ἕνεκεν τῶν στεφάνων σὺν ταῖς ᾠδαῖς θαυμαστὸν καὶ ἐπίδοξον ἐν τοῖς ὁμήλιξι θεῖναι καὶ ἀποδεῖξαι, καὶ ἐν τοῖς πρεσβυτέροις ἀνδράσι καὶ [ἐν] ταῖς νεωτέραις παρθένοις φροντίδα καὶ μέριμναν, ἀπὸ κοινοῦ θησέμεν.

c. φατρία παρὰ Θεσσαλοῖς ἡ τῶν Ἐφυραίων. οἱ δὲ, ὅπερ κάλλιον, τοὺς Κρανωνίους ἤκουσαν· ἡ γὰρ Κρανὼν τὸ πρότερον Ἔφυρα ἐκαλεῖτο, τὸ ὕστερον δὲ μετωνομάσθη Κρανὼν ἀπό τινος βασιλεύσαντος Κρανῶνος καὶ ἀναιρεθέντος ὑπὸ Οἰνομάου μνηστευσαμένου τὴν Ἱπποδάμειαν.

a. καὶ γὰρ ἑτέροισιν ἑτέρων ἔρως: οὐ γὰρ πάντες τῶν αὐτῶν ἐπιθυμοῦμεν· οὗτος τοῦ ἀθλεῖν ἐφρόντισε καὶ ἐπεθύμησεν· αἱ δὲ παρθένοι διὰ τοὺς ἐμοὺς ὕμνους φροντίδα ἕξουσιν.

b. ἄλλως· ὁ λόγος· καὶ γὰρ ἄλλοις τισὶ τῶν ἀνθρώπων ἄλλων πραγμάτων ἔρως ὑπεκίνησε τὰς φρένας. | καὶ οὗτος οὖν ἠράσθη τοῦ ἀθλεῖν.

a. τῶν δ᾿ ἕκαστος ὀρούει: τὴν μέριμνάν τις, περὶ ἧς ἕκαστος φροντίζει, τελειώσας ὑπὸ τὸν καιρὸν ἐκεῖνον προσηνῶς διάγει.

b. ἄλλως· ὡς ἂν δέ τις ὁρμᾷ καὶ ἐπιθυμῇ, τυχὼν τῆς παρὰ πόδας ἐπιθυμίας, ἡδίστην ἂν σχοίη τὴν μέριμναν, οἱονεὶ ἀμέριμνος λοιπόν ἐστιν.

τὰ δ᾿ εἰς ἐνιαυτόν: τὰ δὲ μετ᾿ ἐνιαυτὸν μέλλοντα προγνῶναι ἄδηλον καὶ ἀδύνατόν ἐστιν.

a. πέποιθα ξενίᾳ προσανεῖ Θώρακος: Θώραξ εἷς τῶν Ἀλευαδῶν, ἑταῖρος τοῦ νικηφόρου, ὃς καὶ ἠξίωσε τὸν ποιητὴν ἐπὶ τῇ νίκῃ τοῦ ἑταίρου συντάξαι τὸν ἐπίνικον.

b. ὁ δὲ νοῦς· πεπίστευκα δὲ τῇ προσηνεῖ φιλίᾳ τοῦ Θώρακος, ὅστις τὴν ἐξ ἐμοῦ χάριν ἐπιθυμῶν τοῦτο τὸ τῶν Μουσῶν τέθριππον ἅρμα ἔζευξε· λέγει δὲ τὸν ὕμνον· ὅτι αὐτὸς ἔπεισε γράψαι τῷ νικηφόρῳ τὸν ἐπίνικον.

τόδ᾿ ἔζευξεν ἅρμα: ἀντὶ τοῦ ζευχθῆναι ἐποίησεν. ἀλληγορικῶς δὲ τὸ ποίημα ἅρμα Πιερίδων.

a. ἄγοντα προφ|ρόνως: ἀντὶ τοῦ ἀγόμενον· ἵν᾿ ᾖ· καὶ ἐμὲ αὐτὸν βουλόμενον καὶ ἑκουσίως ἀγόμενον.

b. ἄλλως· ἤτοι ἐπαγόμενός με πρὸς τὴν φιλίαν τοῦ ἀθλητοῦ ἐποίησέ με γράφειν τὸ ποίημα· ἢ τὸν ἀθλητὴν ἐπαγόμενος πρὸς τὴν φιλίαν μου ἐποίησέ με εἰς αὐτὸν γράφειν.

a. πειρῶντι δέ: τῷ δὲ ἀποπειρωμένῳ καὶ δοκιμάζοντι ὁ χρυσὸς ἐν τῇ βασάνῳ διαπρέπει καὶ τὸ ἑαυτοῦ δείκνυσιν ἀνθηρὸν τῆς ὕλης.

b. πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει: ὥσπερ, φησὶ, τῷ πειράζοντι τῇ βασάνῳ ὁ χρυσὸς πρεπτός ἐστι, τουτέστιν ἐκπρεπὴς πότερον καλὸς ἢ κίβδηλός ἐστιν, οὕτω καὶ ὁ ὀρθὸς νοῦς ἐκ τῆς πείρας δοκιμάζεται. καὶ οὗτος οὖν κράτιστος ἐξήτασται ἐν φιλίᾳ.

c. ἄλλως· [πειρῶντι δὲ καὶ χρυσός:] ἔξωθεν τὸ πείρᾳ δείκνυται.

d. βάσανος δὲ λίθος ἐστὶ Λυδία, πρὸς ἣν ὁ χρυσὸς ἀκονώμενος διαπρέπει.

e. ὁ δὲ νοῦς ὅλος· ὥσπερ ὁ χρυσὸς διὰ τῆς Λυδίας λίθου δοκιμάζεται, πείρᾳ καὶ ἔργῳ ὁ τῶν φίλων τρόπος.

ἀδελφεούς τ᾿ ἐπαινήσομεν: τοὺς δὲ τοῦ Θώρακος ἀδελφοὺς ἀγαθοὺς ὄντας ἐγκωμιάσομεν, ὅτι τοὺς τῶν Θεσσαλῶν νόμους αὔξοντες εἰς ὕψος ἐπαίρουσιν, οἱονεὶ δικαίως ἄρχοντες ἐπαίρουσι τοὺς νόμους τῇ δικαιοσύνῃ.

a. ἐν δ᾿ ἀγαθοῖσι κεῖνται: ἔνθα, ἐν τῇ Θεσσαλίᾳ, ἀγαθοῖς οὖσι τοῖς Ἀλευάδαις αἱ πατρικαὶ καὶ ἔνδοξοι κυβερνήσεις καὶ διοικήσεις ἀπόκεινται. ἐκ δὲ τούτου, καὶ οἱ νόμοι τῶν πατέρων αὐτῶν ἐν Θεσσαλίᾳ ἀπόκεινται.

b. τῷ γὰρ κεῖται ἀντὶ τοῦ κεῖνται συνήθως τῷ σχήματι κέχρηται.

c. ἢ οὕτως· οἱ ἀγαθοὶ κυβερνῶσι τὰς ἑαυτῶν πατρίδας.

τέλος Ἱπποκλέους.

Scholia in Pythionicarum carmen XI.

Θρασυδαίῳ Θηβαίῳ παιδὶ σταδιεῖ.

Τῆς ἑνδεκάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐννέα. τὸ α΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ β΄ Ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ γ΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ δ΄ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον. τὸ ε΄ τροχαϊκὸν δίμετρον βραχὺ λελυμένον. τὸ ς΄ ἑφθημιμερὲς δακτυλικόν. τὸ ζ΄ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ η΄ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ θ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον.

ἡ ἐπῳδὸς κώλων ἕξ. τὸ α΄ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ β΄ Φερεκράτειον ἀπὸ βραχειῶν ἀρξάμενον. τὸ γ΄ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον. τὸ δ΄ περίοδος ἐξ ἰάμβων καὶ τροχαίων. τὸ ε΄ τὸ αὐτό. τὸ ς΄ ἰαμβικὸν δίμετρον καταληκτικόν.

Inscr.a. Γέγραπται ἡ ᾠδὴ Θρασυδαίῳ παιδὶ νικήσαντι κη΄ Πυθιάδα, καὶ λγ΄ δίαυλον ἢ στάδιον ἄνδρας. τὸ δὲ ἀγυιᾶτις ἀντὶ τοῦ ὦ ἀγυιᾶτις, ὡς καὶ παρ᾿ Ὁμήρῳ (Γ 277)· Ἠέλιος ὃς πάντ᾿ ἐφορᾷς· καὶ (ρ 415)· δὸς φίλος. ἀγυιᾶτις οὖν ἀντὶ τοῦ σύνοικε.

Inscr.b. ἄλλως· Θρασυδαίῳ Θηβαίῳ σταδιεῖ: γέγραπται μὲν ἡ ᾠδὴ τῷ προκειμένῳ νικήσαντι τὴν λγ΄ Πυθιάδα διαύλῳ. | οὐκ εἰς τὴν τοῦ διαύλου δὲ νίκην γράφει, ἀλλ᾿ εἰς τὴν τοῦ σταδίου. τῷ δὲ εἶναι Θηβαῖον τὸν Θρασυδαῖον τὰς ἀπαθανατισθείσας ἐν Θήβαις ἡρωΐδας ἐπικαλεῖται. προοιμιάζεται δὲ κατὰ τὸν προσαγορευτικὸν λόγον καὶ οὐχὶ κατὰ τὸν διηγηματικόν· πρὸς γὰρ αὐτὰς ἀποτείνεται, οὐχὶ δὲ περὶ αὐτῶν λέγει.

Κάδμου κόραι: ὦ Κάδμου κόραι, Σεμέλη μὲν τῶν Ὀλυμπίων θεῶν σύνοικε, Ἰνὼ δὲ Νηρεΐδων, παραγίνεσθε σὺν τῇ μητρὶ τοῦ ἀριστογόνου Ἡρακλέους, φησὶ δὲ τῇ Ἀλκμήνῃ· παραγίνεσθε, ὦ ἡρωΐδες, εἰς τὴν Μελίαν καὶ τῶν τιμίων τριπόδων εἰς τὸν ἄδυτον ἀνθρώποις θησαυρόν, τὴν Μελίαν ἀκούομεν. τὸ δὲ ἄδυτον πρὸς τὸ ἄγαν σεπτόν.

ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ: ἴτε εἰς τὸν ἄδυτον, ὅς ἐστι χρυσέων τριπόδων θησαυρός. πυκνῶς δὲ τίθησιν ὁ Πίνδαρος κατὰ τὸ ἀρσενικὸν τὸν ἄδυτον. προσκαλεῖται δὲ τὰς Θήβησιν ἡρωΐδας εἰς τὸ Ἰσμήνιον ἥκειν, ἐν ᾧ τὸ τοῦ Τηνέρου ἱερόν ἐστι χρηστήριον. τριπόδων δὲ εἶπε θησαυρὸν τὸ Ισμήνιον διὰ τὸ αὐτόθι πολλοὺς ἀνακεῖσθαι τρίποδας· οἱ γὰρ Θηβαγενεῖς ἐτριποδοφόρουν ἐκεῖσε. ἡ δὲ Μελία Ἰσμηνοῦ ἀδελφὴ ὑπὸ Ἀπόλλωνος φθαρεῖσα καὶ γεννήσασα Τήνερον, ἀφ᾿ οὗ ἐν Θήβαις Τηνερικὸν πεδίον.

πὰρ Μελίαν χρυσέων: Μελία Ὠκεανοῦ θυγάτηρ, ἐξ ἦς καὶ Ἀπόλλωνος Τήνερος ὁ μάντις, ὃς παρ᾿ Ἰσμηνῷ τῷ ποταμῷ ἐμαντεύετο. καὶ αὐτόθι μαντεῖόν ἐστιν, ὃ Ἰσμήνιον καλεῖται, ἔστι δὲ καὶ πηγὴ ὁμώνυμος τῇ ἡρωΐδι.

ὃν περίαλλ᾿ ἐτίμασεν: ὅντινα τὸν ἄδυτον θησαυρὸν ὁ Ἀπόλλων ἐξόχως ἐτίμησε καὶ ὠνόμασεν αὐτὸν Ἰσμήνιον μαντεῖον, καὶ ἀληθέστατον θῶκον ὄντα τὸν ἄδυτον θησαυρὸν, τουτέστι τὸ Ἰσμήνιον μαντεῖον, ἀληθῆ τῶν μαντευμάτων καθέδραν.

a. ὦ παῖδες Ἁρμονίας: Σεμέλη καὶ Ἰνὼ, ἃς κατὰ τὸ προοίμιον ἐκάλεσεν.

b. ἔνθα καὶ νῦν ἐπίνομον: εἰς τὸ Ἰσμήνιον καλεῖ συνέρχεσθαι τὸν ἐπίνομον τῶν ἡρωΐδων στρατόν.

c. ἐπίνομον δὲ στρατὸν εἶπε τὰς ἐπινεμομένας καὶ ἐποπτευούσας τὰς Θήβας.

d. ἢ ἐπίνομον τὸν σύννομον ταῖς Θήβαις, τὸν ἐπὶ τοῦ αὐτοῦ νομοῦ καὶ τῆς αὐτῆς ἐπινομῆς.

e. τίς δὲ καλεῖ; ἤτοι ὁ Ἀπόλλων καλεῖ διὰ τὴν νίκην, ἢ καὶ ἡ Μελία, ὅπερ καὶ βέλτιον· θήλεια γὰρ θηλείας εὐλόγως συγκαλεῖ.

f. ὁ δὲ νοῦς· καὶ νῦν ἐνταῦθα, ἐπὶ τοῦ παρόντος, τῶν ἐντοπίων ἡρωΐδων συνηθροισμένων τὸ πλῆθος προσκαλεῖται προσελθεῖν ἤτοι ὁ νικηφόρος ἢ ὁ Ἀπόλλων, ἢ ἡ Μελία, ὃ καὶ βέλτιον· | θήλεια γὰρ οὖσα εἰκότως τὰς ἡρωΐδας προσκαλεῖται.

a. ὄφρα Θέμιν ἱεράν: εἰς τοῦτο συγκαλεῖται, ἵνα ὑμνήσωσι τὴν Θέμιν καὶ τὴν Πυθώ.

b. Θέμιδος ἦν τὸ χρηστήριον, ὅθεν καὶ τὸ θεμιστεύειν.

c. ἄλλως· ὅπως ἂν τὴν ἱερὰν Θέμιν καὶ τὴν Πυθῶνα καὶ τὸν ὄντα ὀμφαλὸν τῆς γῆς ὑμνήσητε σὺν παννυχίσι, χάριν κατατιθέμεναι ταῖς ἑπταπύλοις Θήβαις καὶ τῷ τῆς Κίρρας ἀγῶνι.

a. ἐν τῷ Θρασυδαῖος ἔμνασεν: ἐν ᾧ, τῷ τῆς Κιρρας ἀγῶνι, φησὶ δὲ τῷ Πυθικῷ, ἐπιβαλὼν τρίτον στέφανον τὴν πατρικὴν μνήμην ἤγαγε τῶν πατρικῶν κατορθωμάτων, νικῶν ἐν τῇ χώρᾳ τοῦ Πυλάδου τοῦ φίλου τοῦ Λάκωνος Ὀρέστου.

b. ἄλλως· ἐν τῷ προκειμένῳ ἀγῶνι τῆς Κίρρας, ἐν τοῖς Πυθίοις, ἀνέμνησε τὴν πατρῴαν ἑστίαν τῶν νικῶν, ἐπιβάλλων αὐτῇ τὸν στέφανον.

c. τρίτον δὲ εἶπεν ὡς ἢ πατρὸς ἢ προγόνου τινὸς αὐτοῦ νενικηκότος· αὐτὸς γὰρ ἅπαξ ἀναγράφεται Πύθια νικήσας.

τρίτον ἐπὶ στέφανον πατρῴαν βαλὼν ἐν ἀφνεαῖς ἀρούραις: ὅτι τὴν Φωκίδα χώραν ἀφνεὰν ἄρουραν Πυλάδου εἴρηκε· τῆς γὰρ Φωκίδος ἡ Πυθὼν, ἧς Στρόφιος ὁ πατὴρ Πυλάδου ἐβασίλευσε· καὶ ὅτι τὸ ξένου Λάκωνος Ὀρέστα τοιοῦτον· ἐν τῇ χώρᾳ τοῦ Πυλάδου, ὅστις ἦν τοῦ Λάκωνος Ὀρέστου ξένος. τὸ δὲ τρίτον ἐπὶ στέφανον, οὐχ ὅτι αὐτὸς ὁ νικηφόρος τρεῖς ἔσχε νίκας, ἀλλ᾿ ἀναγέγραπται ὁ πατὴρ αὐτοῦ Ὀλυμπιονίκης γεγονὼς, καὶ αὐτὸς εὐτυχήσας ὅτι τὰς πάσας τρεῖς ὑπέδειξεν αὐτῷ γεγονέναι καὶ τῷ πατρί.

a. ἐν ἀφνεαῖς ἀρούραις: ταῖς τῆς Φωκίδος· ἧς ἡ Πυθώ· ἧς Στρόφιος ὁ πατὴρ Πυλάδου ἐβασίλευσεν.

b. ἄριστα ὁ Πίνδαρος τὸ ἐγκώμιον εἰργάσατο· ἐν δὲ τοῖς ἑξῆς σφόδρα ἀκαίρῳ παρεκβάσει ἐχρήσατο.

a. τὸν δὴ φονευομένου πατρός: ἀνείλετο ἡ τροφὸς Ἀρσινόη τὸν Ὀρέστην φονευομένου τοῦ πατρὸς ὑπὸ τῆς Κλυταιμνήστρας.

b. ἰδίως δέ φησιν ὁ Πίνδαρος Ἀρσινόην εἶναι τὴν Ὀρέστου τροφόν· Φερεκύδης (FHG I p. 94) δὲ Λαοδάμειαν λέγων αὐτὴν τὸν ταύτης παῖδά φησιν ἀνῃρῆσθαι ὑπὸ Αἰγίσθου νομιζόμενον Ὀρέστην εἶναι· τὸν δὲ Ὀρέστην ἐκκλαπέντα εἶναι τριῶν ἐτῶν, ὡς Ἡρόδωρος ἐν Πελοπείᾳ (FHG II p. 41).

c. ἄλλως· ὅντινα τὸν Ὀρέστην φονευομένου τοῦ πατρὸς αὐτοῦ Ἀρσινόη ἡ τροφὸς ἐκ τῶν Κλυταιμνήστρας χειρῶν καὶ τοῦ κατ᾿ αὐτοῦ δόλου σκευωρουμένου ὑπεξέκλεψεν, ὅτε ἡ ἀνηλεὴς γυνὴ τὴν τοῦ Δαρδάνου παιδὸς Πριάμου θυγατέρα Κασάνδραν τῷ πολιῷ ξίφει σὺν τῇ τοῦ Ἀγαμέμνονος ψυχῇ ἔπεμπε παρὰ τὴν εὔσκιον τοῦ Ἀχέροντος ἀκτήν. μετέπεσε δὲ εἰς τὸν περὶ αὐτοῦ λόγον.

πότερόν νιν: ἐπιζητεῖ δύο αἰτίας, δι᾿ ἃς τὸν Ἀγαμέμνονα ἀνεῖλε, καί φησι· πότερον ἄρα ἡ Ἰφιγένεια ἡ παῖς αὐτῆς μακρὰν τῆς πατρίδος ἐν τῷ Εὐρίπῳ σφαγεῖσα ἐλύπησεν αὐτὴν καὶ ἐκίνησεν, ὥστε τὴν ὀργὴν ταύτην ἔχουσαν βαρύτατον τὸ ἐπιχείρημα ἄρασθαι, καὶ τολμῆσαι τοσοῦτον, ὡς πρὸς τὴν τοῦ Ἀγαμέμνονος ὁρμῆσαι σφαγήν· ἢ ἑτέρῳ αὐτὴν ἀνδρὶ μισγομένην αἱ νυκτεριναὶ τῆς μοιχείας συνουσίαι παρήγαγον κατὰ τοῦ Ἀγαμέμνονος, ὥστε αὐτὸν φονεῦσαι σὺν δόλῳ;

a. τὸ δὴ νέαις ἀλόχοις: ὅπερ, τὸ τῆς μοιχείας ἁμάρτημα, ἐπικαλύψαι ταῖς ἀλλοτρίαις γλώσσαις ἀδύνατόν ἐστιν· λαθεῖν τοὺς ἔξω, ἢ μαθόντας τοὺς ἔξωθεν ἀποσιωπῆσαι ἀδύνατόν ἐστι πρᾶγμα. οἱ γὰρ ἀλλότριοι λαλοῦσι· | κατὰ φύσιν γὰρ λοίδοροί εἰσιν οἱ πολῖται.

b. ἄλλως· ὅπερ, τὸ ὑπὸ ἄλλῳ ἀνδρὶ μοιχεύεσθαι, ταῖς νέαις γυναιξὶν ἐχθρότατον ἁμάρτημά ἐστιν.

a. ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον: ἤδη καὶ τῶν ὑπερεχόντων μᾶλλον ἰδίως ἅπτονται γὰρ οὗτοι. τοῦτο δὲ πρὸς τὸν Ἀγαμέμνονα, ὅτι ἐπιφανὴς ὢν ἐφθονήθη.

b. ἢ οὕτως· ἔχει γὰρ ἡ εὐτυχία οὐ μικρὸν φθόνον, ὅτι ἀεὶ τοῖς εὐτυχοῦσι βασκαίνουσιν οἱ ἔξωθεν.

a. ὁ δὲ χαμηλὰ πνέων: ὁ δὲ ταπεινὰ καὶ οἰκτρὰ πνέων, τουτέστιν ὁ εὐτελὴς καὶ πένης ἀφώνως ἠχεῖ, οἷον ζῇ· διὰ γὰρ τὴν πενίαν εὐτελής τις ὢν καὶ ἀφανής ἐστιν.

b. ἄλλως· ὁ δὲ ταπεινὸς οὐκ ἐν φανερῷ βρέμει.

c. τὸ δὲ χ΄ ὅτι χαμηλὰ τὰ ταπεινὰ εἴρηκεν.

a. θάνε μὲν αὐτὸς ἥρως: ἀπέθανε μὲν οὖν αὐτὸς ὁ Ἀγαμέμνων χρόνῳ πολλῷ παραγεγονώς ποτε ἐν Λακεδαίμονι, καὶ τὴν μάντιν ἀπολέσθαι πεποίηκε κόρην Κασάνδραν· αἴτιος γὰρ αὐτὸς τοῦ ὑπὸ Κλυταιμνήστρας ἀποθανεῖν αὐτὴν γέγονεν.

b. ἄλλως· παραγεγονὼς δὲ εἰς Λακεδαίμονα ὁ Ἀγαμέμνων ἀποτέθνηκεν, ἐπειδὴ περὶ τῇ Ἑλένῃ μαχόμενος συμφλεχθείσης τῆς Τροίας καὶ τῶν ἐνοικούντων Τρώων, διέλυσε τοὺς οἰκους τῆς εὐδαιμονίας, ἀντὶ τοῦ τοὺς πλουσίους οἴκους κατεστρέψατο.

Ἀμύκλαις; κατὰ μέν τινας πόλις, κατὰ δέ τινας δῆμος Λακωνικῆς.

ἁβρότατος: τῆς εὐδαιμονίας, τῆς τρυφῆς. (49.) ἀπὸ δὲ κοινοῦ τὸ ἵκων.

νέᾳ κεφαλᾷ: ἀντὶ τοῦ νέος ὢν ἔτι. ὁ δὲ Ὀρέστης, φησὶν, ἔτι νεώτερος ὢν τὰς τῆς μητρὸς ἀποφεύγων χεῖρας πρὸς Στρόφιον τὸν Πυλάδου πατέρα παρεγένετο, οἰκοῦντα πρὸς τὸ ἔσχατον τοῦ Παρνασοῦ.

ἀλλὰ χρόνῳ σὺν Ἄρει: ἀλλὰ χρόνῳ ποτὲ ἡβήσας ὁ Ὀρέστης καὶ ἐν τῇ πατρίδι παραγεγονὼς τῷ ξίφει ἀνεῖλε τὴν μητέρα, καὶ τὸν Αἴγισθον ἔθηκεν ἐν φοναῖς. φοναὶ δὲ οἱ τόποι εἰς οὓς φονεύονται καλοῦνται. Ὅμηρος (Κ 521)· ἐν ἀργαλέῃσι φονῇσιν.

a. ἦ ῥ᾿, ὦ φίλοι, κατ᾿ ἀμευσίπορον: συνῄσθηται καὶ αὐτὸς ἀκαίρῳ παρεκβάσει κεχρημένος καί φησι γοῦν· ἆρα, ὦ φίλοι, ἐπλανήθην τῆς ὁδοῦ τὸ πρότερον ὀρθὴν πορευόμενος [ὁδὸν], ἢ ἄνεμός με τοῦ πλοῦ παρέσφηλεν; ἀμευσίπορον δὲ, ἣν ἀμειβόμεθα καὶ ἀνύομεν καὶ μὴ κατὰ πλάνην παρεκτρεπόμενοι πορευόμεθα. διὸ ἀπέστρεψε τὸν λόγον πρὸς τὴν Μοῦσαν καί φησιν· εἰ συνέθου καὶ μισθὸν ἔλαβες, ἵν᾿ ἐγκωμιάσῃς τὸν νικηφόρον, δέον ἐστὶ τὸν ὕμνον ἄλλοτε ἄλλῃ μετάγειν, ἢ περὶ τοῦ Θρασυδαίου τι λέγοντας ἢ περὶ τοῦ πατρὸς αὐτοῦ τοῦ Πυθιονίκου. ὑπάργυρος γάρ ἐστιν ἡ φωνὴ καὶ ἔμμισθος, ὥστε οὐ δεῖ παρεκβαίνειν καὶ περὶ ἄλλων λέγειν, μισθὸν εἰληφότα.

b. ἄλλως· ὥσπερ ἐπιπλήττει ἑαυτῷ ὁ Πίνδαρος ἀκαίρῳ παρεκβάσει χρησάμενος.

c. ὁ δὲ νοῦς· ναὶ δὴ, ὦ φίλοι, κατ᾿ ἀμευσίπορον ὁδὸν ἐπλανήθην εὐθεῖαν τὸ πρότερον πορευόμενος· | ἀντὶ τοῦ ἐσφάλην τοῦ δέοντος παρεκβάσει χρησάμενος.

d. κατὰ τρίοδον δὲ πεπλανῆσθαι, ἐπειδὴ δοκεῖ ὁ ἀπ᾿ εὐθείας ἐν τριόδῳ παραγενόμενος ἀπορεῖν, ὁποίαν ὀφείλει βαδίσαι.

ἤ μέ τις ἄνεμος: ναὶ δὴ ἄνεμός μέ τις ἐξέρριψε τοῦ δέοντος πλοῦ καὶ ἐκπεσεῖν ἐποίησεν ὡς θαλαττίαν ναῦν.

εἰ μισθῷ συνέθευ: εἰ δὲ ἀληθῶς, ὦ ἡμετέρα Μοῦσα, μισθοῦ καὶ ἀργυρίου τὴν σὴν φωνὴν ὑπέσχου παρασχεῖν, ἄλλοτε ἄλλα ὀφείλεις ἀνακινεῖν ἐγκώμια· ὀφείλεις δὲ ἐπὶ τοῦ παρόντος ἀνακινεῖν τὸ ἐγκώμιον ἢ αὐτῷ τῷ πατρὶ τοῦ Πυθιονίκου ἢ αὐτῷ τῷ Θρασυδαίῳ, ὧν ἡ δόξα τῆς νίκης καὶ ἡ εὐφροσύνη πανταχοῦ διαλάμπει.

a. ταρασσέμεν: ἀντὶ τοῦ τάρασσε, καὶ μετάφερε.

b. λείπει τὸ ὀφείλεις.

τὰ μὲν ἅρμασι: τὰ μὲν γὰρ ἅρμασι καὶ τεθρίππῳ σὺν τοῖς ἵπποις τὸ παλαιὸν καλλίνικοι γενόμενοι τῶν πολυθρυλλήτων ἀγώνων ἔσχον τὴν ταχεῖαν ἀκτῖνα καὶ λαμπηδόνα ἐν Ὀλυμπίᾳ· καὶ ἀπὸ κοινοῦ νικήσαντες ἀκτῖνα ἔσχον· καὶ τῇ Πυθοῖ δὲ κατελθόντες ἐπὶ τὸ γυμνὸν στάδιον ἀγωνίσασθαι, ἤλεγξαν τῇ τῶν ποδῶν ταχυτῆτι τὸν τῶν Ἑλλήνων ὄχλον, παρὰ πάντας εὐδοκιμήσαντες μόνοι.

πολυφάτων ἔσχον θοὰν ἀκτῖνα: οἱ μὲν πρόγονοι, φησὶν, αὐτοῦ ἔσχον Ὀλυμπικὰς νίκας, αὐτὸς δὲ ὁ Θρασυδαῖος ἐν τῇ Πυθοῖ στάδιον ἐνίκησε. τὸ δὲ τῷ Θρασυδαίῳ πεπραγμένον συλληπτικῶς ἐπὶ πάντων τέταχεν.

θεόθεν ἐραίμαν: θεῶν δὲ βουλήσει ἔρωτα ἔχοιμι τῶν καλῶν, τὰ δυνατὰ ἐπιθυμῶν | ἐν τῇ παρούσῃ μοι ἀεὶ ἡλικίᾳ, τουτέστιν ἑκάστοτε.

τῶν γὰρ ἀνὰ πόλιν: τῶν γὰρ κατὰ πόλιν, φησὶν, εὑρίσκων τὰ τοιαῦτα τῶν πραγμάτων ἐπὶ πλεῖστον χρόνον θάλλοντα, ὅσα τὸ ἄκρον οὐκ ἔχει τῆς εὐδαιμονίας, μέμφομαι τὰς τυραννίδας, μέμφομαι τοὺς τῆς ὑψηλῆς καὶ τυραννικῆς ἐπιθυμοῦντας τύχης.

a. ξυναῖσιν: ἀντὶ τοῦ μέσαις, κοιναῖς καὶ συμμέτροις.

b. τέταμαι· ἀντὶ τοῦ ἔγκειμαι, τεταμένην ἔχω τὴν ἐπιθυμίαν.

c. ὅ ἐστι· περὶ ταῖς κοιναῖς καὶ συμμέτροις ἀρεταῖς καὶ εὐτυχίαις τὴν ἐπιθυμίαν τεταμένην ἔχω.

a. φθονεροὶ δ᾿ ἀμύνονται ἄτᾳ: οἱ δὲ φθονεροὶ τῇ ἑαυτῶν ἄτῃ καὶ βασκανίᾳ ἀμύνονται καὶ βλάπτονται, βασκαίνοντες εἴ τις τὸ τέλειον τῆς εὐδαιμονίας καὶ εὐτυχίας λαβὼν καὶ ἐν ἡσυχίᾳ καὶ εἰρήνῃ διάγων τὴν χαλεπὴν στάσιν καὶ ὕβριν ἀπέφυγε κατὰ τὴν τελευτὴν τοῦ θανάτου, ἀντὶ τοῦ μέχρι καὶ θανάτου δικαίως ἔζησε, καλλίονα καὶ ἐντιμότερον τὴν ἑαυτοῦ ἀθάνατον τῶν ἑαυτοῦ κτημάτων χάριν τῇ ἰδίᾳ αὐτοῦ γενεᾷ παρεσχηκὼς καὶ καταλιπὼν, ἔξωθεν δόξαν καὶ τὴν μετὰ θάνατον ἑαυτοῦ εὐφημίαν.

b. ἢ οὕτως· ἐπειδὴ ἐπὶ τοῖς ἀλλοτρίοις καλοῖς λυπούμενοι διαφθείρονται τηκόμενοι. (84 fin. B)

c. ἢ οὕτω· τὸν δὲ ἄκρως εὐτυχοῦντα, κἂν μετὰ ἡσυχίας ζῇ μηδὲν παρασχὼν πρᾶγμα, ὅμως οἱ φθονεροὶ βασκαίνοντες βλάπτουσιν.

εἴ τις ἄκρον ἑλών: εἴ τις, φησὶν, ἄκρον καὶ τὸ πρωτεῖον ἔχει, οἱ φθονεροὶ τῇ ἄτῃ αὐτὸν ἀμύνονται, τουτέστι βλάπτουσιν (83 B)· διὸ βέλτιόν ἐστι τὴν μεσότητα σῴζειν ἐπὶ πάντων.

a. μέλανος δ᾿ ἂν ἐσχατιάν: τοῦ θανάτου ἢ τοῦ ᾅδου. εἴ τις οὖν, φησὶν, οὐκ ἔστιν ὑβριστὴς καὶ τὸ ἄκρον ἔχει, καλλίονα τὸν θάνατον ἑαυτῷ περιποιησάμενος πάντων κτημάτων ἀπολείπει τῇ γενεᾷ αὐτοῦ τὴν εὐφημίαν. ταύτην γὰρ εἶπε κρατίστην κτημάτων χάριν· παντὸς γὰρ κτήματος κρείσσων ἐστὶν ἡ εὐφημία.

b. τὴν ἐν τοῖς κτήμασι κρατιστεύουσαν εὐφημίαν· ταύτην γὰρ λέγει χάριν.

ἄ τε τὸν Ἰφικλείδαν: ἥτις εὐδοξία ἔνδοξον ὄντα καὶ τὸν Ἰφικλέους παῖδα Ἰόλαον πανταχοῦ διάγει καὶ ἐπίσημον ποιεῖ, καὶ τὸν Κάστορα καὶ σὲ, ὧ δέσποτα Πολύδευκες, υἱοὶ θεῶν, καὶ ἀπὸ κοινοῦ τὸ διάγει ἡ εὐφημία, ποτὲ μὲν παρ᾿ ἡμέραν ἐν ταῖς Λακωνικαῖς ὄντας καθέδραις, ποτὲ δὲ ἐν τοῖς τοῦ Διὸς οἰκοῦντας. (fin. sch. E)

πανταχοῦ διάγει καὶ ἐπίσημον ποιεῖ καὶ διαστέλλει.

τὸ μὲν παρ᾿ ἆμαρ: τὸ τοῦ Ὁμήρου παραφράζει τὸ (λ 302)· ἄλλοτε μὲν ζώουσ᾿ ἑτερήμεροι, ἄλλοτε δ᾿ αὖτε τεθνᾶσιν.

Scholia in Pythionicarum carmen XII.

Μίδᾳ αὐλητῇ Ἀκραγαντίνῳ.

Ἡ δωδεκάτη ᾠδὴ καὶ τελευταία μονοστροφική ἐστιν ἐκ κώλων ιδ΄. τὸ α΄ περίοδος δωδεκάσημος ἐκ σπονδείου καὶ πυρριχίου καὶ τροχαίου καὶ ἰάμβου. τὸ β΄ τὸ αὐτό. τὸ γ΄ δακτυλικὸν πενθημιμερές. τὸ δ΄ τὸ αὐτὸ τῷ πρώτῳ καὶ δευτέρῳ. τὸ ε΄ τὸ αὐτό. τὸ ς΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ΄ δακτυλικὸν πενθημιμερές. τὸ η΄ ἐξ Ἰωνικοῦ ἀπὸ μείζονος καὶ χορίαμβου. τὸ θ΄ τὸ αὐτὸ τῷ πρώτῳ καὶ δευτέρῳ. τὸ ι΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ια΄ προσοδιακὸν μιᾷ συλλαβῇ περιττεῦον, ὅμοιον τῷ (Archil. fr. 79) Ἐρασμονίδη Χαρίλαε. τὸ ιβ΄ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον. τὸ ιγ΄ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ ιδ΄ Στησιχόρειον τρίμετρον ἀκατάληκτον.

Inscr. Γέγραπται ἡ ᾠδὴ Μίδᾳ Ἀκραγαντίνῳ. οὗτος ἐνίκησε τὴν κδ΄ Πυθιάδα καὶ κε΄· φασὶ δὲ αὐτὸν καὶ Παναθήναια νενικηκέναι. ἱστοροῦσι δέ τι ἴδιον σύμπτωμα συμβεβηκέναι περὶ τὸν αὐλητὴν τοῦτον· ἀγωνιζομένου γὰρ αὐτοῦ ἀνακλασθείσης τῆς γλωσσίδος ἀκουσίως καὶ προσκολληθείσης τῷ οὐρανίσκῳ, μόνοις τοῖς καλάμοις τρόπῳ σύριγγος αὐλῆσαι, τοὺς δὲ θεατὰς ξενισθέντας τῷ ἤχῳ τερφθῆναι, καὶ οὕτω νικῆσαι αὐτόν.

a. ὁ δὲ λόγος ἀπότασις τῷ Πινδάρῳ πρὸς τὴν ἡρωΐδα τὴν Ἀκράγαντα [ἢ καὶ τὴν Ἀκράγαντα πόλιν]· ὦ φιλόκαλε καὶ καλλίστη τῶν πόλεων, ἥτις εἶ Θερσεφόνης ἕδος, αἰτέω σε, ἵνα ἵλεως δέξῃ τὸ στεφάνωμα τοῦ Μίδα, ὃ ἐκ Πυθῶνος ἤνεγκεν.

b. ὁ δὲ νοῦς· αἰτέω σε, ὦ καλλίστη τῶν ἀνθρώπων [καὶ φιλόκαλε] πόλι καὶ τῆς Φερσεφόνης ἔδαφος, ἥτις ἐν ταῖς ὄχθαις τοῦ προβατοτρόφου Ἀκράγαντος τὴν εὐκατασκεύαστον Ἀκράγαντα τὴν ὁμώνυμον σαυτῇ οἰκεῖς πόλιν.

a. Φερσεφόνας ἕδος: ἀπὸ μέρους τὸ ὅλον· ὅλην γὰρ τὴν Σικελίαν ἐδωρήσατο τῇ Περσεφόνῃ ὁ Ζεύς.

b. ἅ τ᾿ ὄχθαις ἐπὶ μηλοβότου ναίεις Ἀκράγαντος: τοῦ ὁμωνύμου ποταμοῦ. τὸ δὲ ναίεις ἀντὶ τοῦ ναίῃ, ὡς καὶ Ὅμηρος (Δ 45)· ναιετάουσι πόληες, ἀντὶ τοῦ ναιετάονται.

ἐΰδματον: τὴν εὐκατασκεύαστον κολώνην· λέγεται γὰρ ἐφ᾿ ὑψηλοῦ κεῖσθαι.

ἵλαος ἀθανάτων: ὦ δέσποινα, εὐμενὴς σὺν θεῶν καὶ ἀνδρῶν εὐμενείᾳ τὸ ἐκ τῆς Πυθῶνος στεφάνωμα, τὸν ὕμνον, δέξαι τοῦ ἐνδόξου Μίδου, αὐτόν τε τὴν Ἑλλάδα νικήσαντα τῇ ἑαυτοῦ τέχνῃ· ἀπὸ κοινοῦ τὸ δέξαι.

a. τάν ποτε Παλλάς: ἥντινα τὴν αὐλητικὴν τέχνην εὕρατό ποτε ἡ Ἀθηνᾶ τῶν θρασειῶν Γοργόνων τὸν θρῆνον διαπλέξασα καὶ μιμησαμένη.

b. ἄλλως· διαπλέξασα, συνθεῖσα τὸν οὔλιον θρῆνον τῶν Γοργόνων ἡ Ἀθηνᾶ.

a. τὸν παρθενίοις: ὅντινα τὸν θρῆνον ὑπὸ παρθενίοις Γοργόνων κεφαλαῖς καὶ ὀφίων ἀπλησιάστοις κεφαλαῖς ἐπήκουσε σὺν τῷ δυσπενθεῖ καμάτῳ καὶ θρήνῳ κατασπενδόμενον."

b. τὸν παρθενίοις: μυθεύεταί τι τοιοῦτον, ὅτι ὅτε ὁ Περσεὺς ἐκαρατόμησε τὴν Μέδουσαν, αἱ δύο ἀδελφαὶ ἐθρήνουν τὴν ἀδελφὴν, καὶ ἐκ τῆς κεφαλῆς αὐτῶν καὶ τῶν ὄφεων τῶν περὶ τὴν κεφαλὴν συριγμός τις ἀνεδίδοτο. τούτου τοῦ συριγμοῦ κατακούσασα ἡ Ἀθηνᾶ τοῦ ἐκ τῶν ὄφεων πρὸς μίμησιν τοῦ θρήνου καὶ τοῦ γινομένου συριγμοῦ ἐκ τῶν ὄφεων ἐπενόησε τὴν αὐλητικὴν, ἣν καὶ ὠνόμασε πολυκέφαλον νόμον διὰ τοῦτο· ἐπεὶ γὰρ ἐκ τῶν πολλῶν κεφαλῶν τῶν ὄφεων εἷς τις ἀνεδίδοτο συριγμὸς, πολλὰς δὲ κεφαλὰς εἰκότως εἶχον οἱ ὄφεις, διὰ τοῦτο πολυκέφαλον νόμον τὴν κατὰ μίμησιν αὐλητικὴν συνθεῖσα ὠνόμασεν.

δυσπενθεῖ σὺν καμάτῳ: τῷ τῶν Γοργόνων, ἀδελφὴν γὰρ ἐπένθουν κάμνουσαν. τίνες δέ εἰσιν αἱ παρθένιοι κεφαλαί; δηλονότι αἱ τῶν παρθένων τῶν ἀδελφῶν τῆς Μεδούσης, Σθενοῦς καὶ Εὐρυάλης.

a. Περσεὺς ὁπότε τρίτον ἄϋσε κασιγνητᾶν: τουτέστι τὴν μίαν· τρεῖς γὰρ ἦσαν. τὸ δὲ ἄϋσεν ἤτοι ἐπὶ τῆς μιᾶς τῶν Γοργόνων ἀκουστέον, ὡς ἄυσε καρατομουμένη διὰ τὴν ἀλγηδόνα, καὶ τότε ἄϊεν ἡ Ἀθηνᾶ τὸν θρῆνον τῶν ἀδελφῶν αὐτῆς· ἢ ἄϋσεν ὁ θρῆνος καρατομήσαντος τοῦ Περσέως. οἱ δὲ ἀπὸ τῆς ἀϋτῆς ἐσχηματίσθαι θέλουσι, τῆς μάχης· οἷον κατεπολέμησε τὸ τρίτον μέρος αὐτῶν.

b. ἄϋσε διχῶς· ἄνυσεν, ἀνυσθῆναι ἐποίησεν· ἢ ἄϋσεν, ἀντὶ τοῦ ἐκραύγασεν.

ἐναλίᾳ Σερίφῳ: ἐν τῇ θαλασσίᾳ Σερίφῳ μοῖραν καὶ θάνατον κομίζων τὸ τρίτον μέρος τῶν Γοργόνων· ἐκ δὲ τούτου πάλιν τὴν τῆς Γοργόνος κεφαλήν.

ἤτοι τό τε θεσπέσιον: ναὶ γὰρ δὴ ὁ Περσεὺς τὸ θεῖον γένος τοῦ Φόρκου τὰς Γοργόνας ἠφάνισε τῆς εὐπαράου Μεδούσης τὴν κεφαλὴν ἀποτεμὼν, καὶ ὀλεθριώτατον ἔρανον τῷ Πολυδέκτῃ ἔθηκε, καὶ τὴν τῆς μητρὸς αὐτοῦ δουλείαν ἀσφαλῆ καὶ ἐλευθέραν καὶ τὴν μετ᾿ ἀνάγκης κοίτην, ἀπὸ κοινοῦ τὸ ἔθηκεν.

a. Φόρκοι᾿ ἀμαύρωσε γένος: τοῦτο ἐπὶ τῶν τριῶν ἀκουστέον, ὅτι τὴν μὲν μίαν ἐκαρατόμησε, τὰς δὲ δύο ἐτύφλωσεν· ὀφθαλμῷ γὰρ αἱ τρεῖς ἐχρῶντο ἑνί.

b. εὐπάραον δέ φησι τὴν Μέδουσαν, οὐχ ὅτι οὕτω φύσεως εἶχε, ἀλλ᾿ ὅτι περὶ ἑαυτῆς ἡ Μέδουσα ὡς εὐμόρφου διέκειτο· διὸ καὶ περὶ κάλλους τῇ Ἀθηνᾷ ἐφιλονείκησεν.

c. ἢ οὕτως· Φόρκυος γένος τὰς Γοργόνας.

d. τὸ δὲ τοῦ Φόρκυος γένος ἠμαύρωσεν ἐπὶ τῶν τριῶν ἀκουστέον· | ὅτι τὴν μὲν μίαν ἐκαρατόμησε, τὰς δὲ δύο ἐξετύφλωσεν ἀφελόμενος τὸν ἕνα ὀφθαλμὸν ὃν εἶχον. μόνῳ γὰρ ἑνὶ ἐχρῶντο αἱ τρεῖς.

e. ἄλλως· ἢ γένος ἀντὶ τοῦ θυγατέρα, τὴν προειρημένην Μέδουσαν.

a. λυγρόν τ᾿ ἔρανον Πολυδέκτᾳ: ἐπεὶ ἐν ἐράνῳ ποτὲ ἐπέταξεν ἑκάστῳ ὡς ἂν βασιλεὺς [ὁ Πολυδέκτης] προσφέρειν αὐτῷ δῶρον καὶ τῷ Περσεῖ τὴν κεφαλὴν τῆς Γοργόνος.

b. κοινῶς δὲ ληπτέον τὸ ἠμαύρωσε, τὰς Γοργόνας δηλονότι.

τό τ᾿ ἀναγκαῖον λέχος: τὸ μετὰ ἀνάγκης καὶ βίας γινόμενον.

τὸν ἀπὸ χρυσοῦ φαμεν: ὅντινα τὸν Περσέα φαμὲν ἀπὸ χρυσοῦ γενέσθαι αὐτομάτως καταρρέοντος.

ἀλλ᾿ ἐπεὶ ἐκ τούτων: ἀλλ᾿ ἐπειδὴ ἐκ τούτων τῶν πόνων τὸν προσφιλέστατον ἄνδρα ἐρρύσατο Περσέα ἡ Ἀθηνᾶ, τότε τὸ πολύφωνον μέλος τῶν αὐλῶν κατεσκεύαζεν. ἐρρύσατο δὲ πόνων· ἐπεδίωξαν γὰρ τὸν Περσέα μέχρι Βοιωτίας.

a. ὄφρα τὸν Εὐρυάλας: ὅπως σὺν τοῖς ὀργάνοις τὴς αὐλητικῆς τὸν ἐκ τῶν ἰσχυρῶν γενύων τῆς Εὐρυάλης ἐκδοθέντα θρῆνον μιμήσαιτο.

b. ἄλλως· ἀπὸ μιᾶς ἤρκεσε καὶ τὸ περὶ τὴν ἑτέραν τὴν Σθενὼ πάθος παραστῆσαι.

c. ἡ Εὐρυάλη Μεδούσης ἀδελφή. ἵν᾿ οὖν, φησὶ, τὸν ταύτης μιμήσαιτο γόον ἐρικλάγκταν, τουτέστι μεγαλόκρακτον, μεγαλόηχον. ἀπὸ μέρους δὲ εἴρηκεν· οὐ γὰρ μόνη ἐθρήνησεν ἡ Εὺρυάλη, ἀλλὰ καὶ ἡ Σθενώ.

a. ἀλλά νιν εὑροῖσα: ἀλλ᾿ εὑροῦσα τὸ τοῦ αὐλοῦ μέλος μετέδωκε τοῖς ἀνθρώποις ἔχειν, καὶ ὠνόμασε τὸ μέλος πολυκέφαλον νόμον· ἐπεὶ καὶ αἱ τῶν δρακόντων πλείους ἦσαν κεφαλαὶ αἱ συρίξασαι· ὧν κατὰ μίμησιν συνέθηκε.

b. τινὲς δὲ πολυκέφαλον, φασὶν, εἶπεν, ἐπειδὴ πεντήκοντα ἦσαν ἄνδρες, ἐξ ὧν ὁ χορὸς συνεστὼς προκαταρχομένου τοῦ αὐλητοῦ τὸ μέλος προεφέρετο.

c. οἱ δὲ κεφαλὰς ἀκούουσι τὰ προοίμια. ᾠδὴ οὖν διὰ πολλῶν προοιμίων συνεστῶσα, ἣν λέγουσι τὸν Ὄλυμπον πρῶτον εὑρηκέναι.

εὐκλέα λαοσσόων: ἔνδοξον ὑπόμνημα τῶν ἀγώνων τῶν τοὺς λαοὺς σοούντων καὶ παρορμώντων εἰς τὴν θέαν. φησὶ δὲ τὸ μέλος.

a. χαλκοῦ θ᾿ ἅμα καὶ δονάκων: τοὺς δόνακας λέγει, οἳ παρὰ τῷ Ὀρχομενῷ φύονται, ἐξ ὧν αἱ αὐλητικαὶ γλωσσίδες γίνονται. ἐν γὰρ τῷ Κηφισσῷ οἱ αὐλητικοὶ κάλαμοι φύονται. εἴρηται δὲ καὶ ἐν Παιᾶσι περὶ αὐλητικῆς.

b. ἢ οὕτως· διαπορευόμενον τὸ μέλος ὁμοῦ διά τε χαλκοῦ καὶ καλάμου, ἀντὶ τοῦ διὰ τῶν αὐλῶν.

a. τοὶ παρὰ καλλιχόρῳ: οἵτινες οἱ κάλαμοι οἰκοῦσιν εἰς τὴν τῶν Χαρίτων πόλιν, τουτέστι τὴν Ὀρχομενὸν, ἐν τῷ τεμένει τοῦ Κηφισσοῦ, τῶν χορευτῶν πιστοὶ καὶ ἀληθεῖς ὄντες μάρτυρες.

b. τὸ δὲ ναίουσι κάλαμοι σκληρῶς καὶ διθυραμβωδῶς προήγαγεν· ἔδει γὰρ εἰπεῖν φύονται.

c. πόλιν δὲ Χαρίτων τὴν Ὀρχομενόν.

εἰ δέ τις ὄλβος: συνυπακουστέον· τοιοῦτόν ἐστιν ἢ ὑπάρχει. ὁ γὰρ λόγος· εἰ δέ τις ὄλβος ἐν ἀνθρώποις ἐστὶν, ἄνευ καμάτου οὐδὲ γίνεται.

ἐκ δὲ τελευτάσει νιν: ἐκτελευτήσει δὲ, φησὶ, τὸν ὄλβον ὁ δαίμων, τουτέστιν ἐπὶ τέλος ἄξει, ἤτοι σήμερον ἢ ὕστερον· τοῦτο γὰρ ἔδει ἐπενεγκεῖν, ὃ δὴ παρέλιπεν.

ἤ τοι σάμερον: ἤ τοι σήμερον δαίμων ἢ ὕστερον· τουτέστιν, ἐὰν μὴ παραχρῆμά τις εὐτυχήσῃ, μὴ ἀδημονείτω· ὁ γὰρ θεὸς τὸ εἱμαρμένον ἢ σήμερον τελέσει ἢ αὔριον. τοῦτο δέ φησιν, ἐπεὶ ἀπροσδοκήτως ἐνίκησε κλασθέντος τοῦ καλάμου.

οὐ παρφυκτόν: τὸ εἱμαρμένον οὐ φευκτόν· τὸ γὰρ φευκτὸν οὐχ εἱμαρμένον.

a. ἀλλ᾿ ἔσται χρόνος: ὁ λόγος τοιοῦτος· ὁ πονήσας, κἂν μὴ παραχρῆμα τύχῃ πλούτου, μὴ καμνέτω. θεὸς γὰρ ἢ σήμερον ἢ ὕστερον ποιήσει καὶ ἐπὶ τέλος ἄξει. πῶς δὲ ἐπὶ τέλος ἄξει; σὺν τῇ εἱμαρμένῃ. διό φησι· τὸ δὲ μόρσιμον.

b. ἢ οὕτως· ἀλλ᾿ ἔσται οὗτος ὁ χρόνος, ὅστις καὶ τὰ ἐν ἀνελπιστίᾳ καταστήσας τὸ ἀνάπαλιν τῆς γνώμης καὶ ἐλπίδος, τὸ μὲν δώσει ὅπερ οὐκ ἤλπιζε, τὸ δὲ οὐ δώσει ὅπερ προσεδόκησε. τοῦτο δέ φησιν, ἐπεὶ ἀπροσδοκήτως ἐνίκησεν ὁ Μίδας κλασθέντος τοῦ καλάμου.