The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
ἄνδρες Λακεδαιμόνιοι, ὅπερ ἡγούμεθα Κοριν-
θίους ἐπᾶραι τοσαῦτ’ ἀναισχυντῆσαι καὶ οὕτω πολλῷ
τῷ παραλόγῳ τῆς δημηγορίας χρήσασθαι καθ’ ἡμῶν,
πρῶτον μὲν ἡ μηδέποτε ἀήθης αὐτοῖς ψευδολογία καὶ
πρόχειρος καθ’ ὧν ἂν βούλωνται συκοφαντία καὶ λοι-
δορία, δεύτερον δὲ καἰ τὸ παρ’ ὑμῖν δικασταῖς, οἳ τὴν
αὐτὴν αὐτοῖς οἰκεῖτε Πελοπόννησον, ποιεῖσθαι τοὺς
λόγους. τούς τε γὰρ ἀεὶ μαθόντας προτιμᾶν ἄλλο τι
τῆς ἀληθείας ἐν ἀγῶνι τοιούτῳ καθισταμένους ἐν ᾧ
μάλιστα καιρόν ἐστιν αὐτοῖς ἔχον τὸ ψεῦδος οὐ ῥᾴδιον
παντάπασι τοῦ μαθήματος ἀμελεῖν, τούς γε μὴν τοῖς
δικάζουσιν ὡς οἰκείοις οὖσι θαρροῦντας, ὡς καὶ πᾶν
ὁτιοῦν ψευδομἕνους ἀνεξελέγκτους οἴεσθαι μεῖναι, μὴ
πολλὰ θρασύνεσθαι καὶ παράλογα οὐκ εἰκός.
οὐ
μὴν ἀλλ’ εἰ μὲν ἑωρῶμεν ὑμᾶς διατεθειμένους καθά-
20 περ ἐδόξατε Κορινθίοις πρὸ τοῦ δημηγορεῖν ἀνιέναι,
τὸ δὲ ἦν ταῖς σφῶν ἡδοναῖς ὑμᾶς αὐτοὺς ἐπιτρέψαι
ἄλλου του ἀκούσαιμι λέγοντος, τὰ πάντα δὲ κατ’ ἐπι-
θυμίαν οὖσι τοῖς ἡμετέροις ἐχθροῖς; νυνὶ δ’ ὁρῶντες
προθύμους ὑμᾶς ἔργον ἀνδρῶν ὀρθότατα δικαζόντων
πληρῶσαι καὶ ἀκοῦσαι μὲν καὶ ἡμῶν λόγον διδόντων,
διατεθῆναι δὲ καὶ τὰς γνώμας ἴσους ἀμφοτέροις, φιλίαν
δὲ καὶ οἰκειότητα τὴν πρὸς Κορινθίους καὶ διαφοράν,
εἴ τίς ἐστι πρὸς ἡμᾶς, τό γε νῦν εἷναι πόρρω στῆσαι
τῶν λογισμῶν, ἔνα καὶ ἀμφοῖν τοῖς μέρεσιν ὀρθῶς
καὶ προσηκόντως δικάζητε καὶ μηδέ τις ἐντεῦθεν λύμη
τῷ δικαίῳ ἐπισυμβαίνῃ, ὅ δὴ καὶ πάντες νομοθέται
τιμῶντες ἐπὶ τούτῳ τοὺς δικαστὰς ὁρκοῦντές εἰσιν,
ἀνέστημεν καὶ αὐτοὶ ἐροῦντες ὑπὲρ ἡμῶν.
πλὴν οὐχ
ὥσπερ Κορίνθιοι καὶ ἡμεῖς εἰς τὰς κατ’ αὐτῶν λοι-
δορίας ἐμβαλοῦμεν αὐτίκα οὔτ’ αὖ φιλίας ἀρχαίας καὶ
συνηθείας ὑμᾶς ἀναμνήσομεν καὶ ὧς μετ’ ἀλλήλων
συστάντες ποτὲ τοῖς Ἕλλησιν ὑπήρξαμεν ἐν καιρῷ οὐδ’
εὐεργεσίας ἡμῶν καταλέξομεν, ἃς πολλὰς οὐ χωρὶς
κινδύνων καὶ κοινῶς κατεθέμεθα τοῖς πᾶσι καὶ ἰδία
τοῖς ἀεὶ δεομένοις. οὔτε γὰρ εὐπρεπὲς καὶ ἄλλως
ἰσχύοντας περιεῖναι τῶν ἀντιτεταγμένων λοιδορουμέ-
νοῦς αὐτοῖς ἐπιέναι καὶ τό γε κατορθωμάτων ποιεῖσθαι
κατάλογον ἃ μηδὲν τοῖς παροῦσι καθήκει σαθρά τις
ἂν εἴη φιλοτιμία καὶ ἐπίδειξις ἄκαιρος, καὶ μάλιστα
ἢ τίς
Ἰωνίαν οὐκ οἶδεν ἀποικίαν καὶ αὐτὴν ἡμετέραν οὖσαν
καὶ μέρος τῆς ὑπὲρ ἀπάντων Ἀθηναίων προνοίας
καλῶς ὑπ’ αὐτῶν πολισθεῖσαν τὴν πᾶσαν, ἵν ὁ ἐν-
ταῦθα τῆς Εὐρώπης χῶρος ὧς ἐκ μεγάλου διαστήματος
βαρβάροις ἀνεπίβατος μένῃ; τίς ἑτέρωθεν Σικελίαν
αὐτήν; τίς τοὺς ἐν Μαραθῶνι κινδύνους, τοὺς ἐπ’
Ἀρτεμισίῳ καὶ Σαλαμῖνι καὶ Πλαταιᾶσιν, ἔνθα σὺν
ὑμῖν Μαρδονίου τὰς πολλὰς διεφθείραμεν μυριάδας,
τοὺς ὑπὲρ ὑμῶν, ὦ Λακεδαιμόνιοι, ὅτε τῶν εἱλώτων
ἐπαναστάντων ἔσχατος κινδύνων τὴν Λακεδαίμονα
περιέστη, τοὺς ὑπὲρ τῶν ἄλλων; τίς ταῦτα πάντα
ὑμῶν ἀγνοεῖ; καὶ τί δεῖ μακρηγορεῖν ὑπομιμνήσκοντας
ὑμᾶς φερούσης καὶ ταῦτα τῆς ὑπομνήσεως ἐν τῷ νῦν
ἀγῶνι πλέον οὐδὲν εἰς ἡμᾶς;
οὔκουν ἡμεῖς γε περὶ
τῶνδ’ ἐθελήσομεν λέγειν, ἀλλ’ ἀποχωρήσαντες σπουδῇ,
ὑπερβάντες δὲ ἄμα καὶ τὰ καθ’ ἡμῶν πολλὰ καὶ νη-
πιώδη Κορινθίων διελέγχειν ἐγκλήματα ὡς οὐδ’ ὑμῶν
περὶ τῶν οὕτω γελοίων λόγον ἀπαιτησόντων οὐδένα,
μὴ γὰρ ἂν πρέπειν Λακεδαιμονίους ὄντας ἄρχειν τε
καὶ αὐτοὺς ἀξιοῦντας ὁμοίως ἡμῖν τῶν Ἑλλήνων περὶ
πόλεως ἡγεμονίδος τοιαῦτ’ ἐγκλήματα δέχεσθαι, ἐπὶ
τὰ καίρια μάλιστα τῆς κατηγορίας καὶ γενναῖα καθ’
ἡμῶν δοκοῦντα τὸν λόγον τρεψόμεθα.
6. Ἀσέβειαν προφέρουσιν ἡμῖν Κορίνθιοι, ἀσέ-
βειαν, 60 ἄνδρες Λακεδαιμόνιοι, πρᾶγμα ὅπερ ἐς δεῦρο
οὐ μόνον οὐκ ἐφάνη τις ἐξενεγκὼν καθ’ ἡμῶν, ἀλλ’
οὐδὲ διανοηθείς, καὶ βαρεῖς εἰσιν, ὧς ὁρᾶτε, νῦν ἐφ’ ἡμᾶς
πειρ·αθέντες καὶ ταῦτα Ἀθηναίων, εἰ μὴ χρηστῶν ἀεὶ
καὶ φιλανθρώπων, ὅμως τοιούτων οὐδέποτε ἐπ’ αὐτούς.
ἥτις δὲ πρόφασις κεκίνηκεν ὥστ’ ἐπὶ ταῦθ’ ὁρμῆσαι,
εἰ μὲν ἄλλο τι ὄν κρύπτουσιν αὐτοί, σαφῶς λέγειν
οὐκ ἴσμεν, ὅ δ’ οὖν φασι καὶ ὑμεῖς ἠκούσατε λεγόν-
των, Ποτίδαια, ὅτι ταύτην πολεμίαν οὖσαν παρεστη-
σάμεθα, καὶ Ποτιδαιᾶται ἀλλήλων γευόμενοι. τοῦτο δὲ
τι ποτέ ἐστι καὶ ὅπως συνηνέχθη καὶ τίς ἀρχῆθεν
αἰτία τῷδε συμβῆναι, λέγωμεν ἤδη. εἰ δὲ μικρὸν ἀνα-
γαγόντες ἐροῦμεν, οὐκ ἔξω τοῦτο καιροῦ. γένοιτο γὰρ
ἂν ἐντεῦθεν καὶ ὑμῖν καλῶς ἀκροασαμένοις ἀγνοεῖν
περὶ μηδενὸς καὶ ἡμῖν τὸν λόγον τὴν πρέπουσαν λαμ
βάνειν ἀρχήν.
7. Ποτίδαιαν τὴν ὑπὸ Παλλήνην, τὸ Θρᾳκικὸν
ὄρος, ἴστε που πάντες. ἄποικοι Κορινθίων ἔχουσι ταύ-
την. οὕτω Κορίνθιοί φασι καὶ συμφωνοῦμεν ἡμεῖς καὶ
ἐθέλει περὶ τούτου οὐδεὶς ἀπιστεῖν. ταύτῃ τοι καὶ ἡ
πόλις ἥδε μεγάλως σεμνυνομένη ἐκ τοῦ λέγεσθαι Κο-
ρινθίων ἠγάπα τό τε γένος ἐκεῖσε ἀεὶ ἀναφέρειν τούς
τε δημιουργοὺς καὶ μάλα ἀσμένως δέχεσθαι ἥκοντας
ἐκεῖθεν καὶ ὅ τι προσέταττον ὧς ἑτοιμότατα κατακούειν
ἀλλ’
εἰ μὲν ἐν ἅπαντι τῷ χρόνῳ διέσωζον ταυτηνὶ Πο-
τιδαιᾶται τὴν γνώμην, εἶχε μὲν ἂν τοῦτο κλέος οὐ
μικρὸν Κορινθίοις, εἶχε δὲ καὶ Ποτιδαιάταις αὐτοῖς
ἐπ’ εὐγνωμοσύνῃ οὐ μεῖόν τι καύχημα· νυνὶ δὲ
στέρξαντες ἐπὶ χρόνοις οὐ συχνοῖς τὸ ῥηθὲν ἀγα-
πῶσιν ὡς τάχιστα τὴν μεταβολὴν καὶ τοὺς λάβρως
ἐσθίοντας μιμησάμενοι εἰς ἀηδίαν τὸ παραυτίκα ἐνέ-
πεσον καὶ ἀφίστανται μὲν Κορινθίων, ἀποπέμπουσι δὲ
καὶ τοὺς δημιουργοὺς μεθ’ ὧν ἧκον ἔχοντες προσταγ-
μάτων, ἀπελαύνουσι δὲ καὶ τοὺς ἄλλους οἱ παρῆσαν
ἐκ Πελοποννήσου, καὶ καθ’ ἑαυτοὺς γενόμενοι οὐκ
ἔστιν ὅντινα καὶ προσίεντο.
καὶ ὅπως οὐ παραχρῆμα
τότε ἢ μεθύστερον ἐπιόντες Κορίνθιοι ἢ ἔπεισαν αὖθις
πρὸς αὐτοὺς μεταθέσθαι ἢ μὴ πεισθέντας ἀπώλεσαν,
οὔθ’ ἡμεῖς ἔχομεν λέγειν οὔτ’ αὐτοί φασιν ἔχειν. πλὴν
οὕτως ἀπορραγέντες ἐπὶ πολλοῖς τοῖς ὕστερον χρόνοις
ἔβλεπον πρὸς οὐδένας, ἴσως ὅτι τῶν ἔξωθεν ἔθραττεν
οὐδὲν οὐδαμῶς ἐπιτιθέμενον ἢ καὶ βιάζον, ὥστε τινὰς
ὑπελθεῖν τῶν κρειττόνων καὶ παρ’ ἐκείνων ἰσχὺν
λαμβάνειν, εἴ τι καὶ παραλυποίη, ἀποσοβεῖν δύνα-
σθαι.
καὶ ταῦτα μὲν ἴως οὔπω καὶ τούτοις ἴδει
κινηθῆναι τὰ πράγματα, ἐπεὶ δ᾿ ἐκινήθη καὶ ἀντέ-
πέσε παρ’ ἐλπίδα καὶ ἥψατο καὶ τῶνδε μεταβολὴ
ὥσπερ πάντων τῶν ἀνθρωπείων, καὶ ἰσχυροὶ μὲν οἶ
κύκλῳ Θρᾷκες, ἥττους δὲ οὗτοι προσδοκῶντες καὶ
καί γε μηδεὶς ἐνταῦθα Κορινθίους ἀληθεύειν οἰέσθω
διατεινομένους ὧς ἄρ ἡμεῖς ἦμεν ἀπάτῃ μετιόντες
αὐτούς, οὔτε γάρ, μὰ τοὺς θεούς, ἀπατῶντες οὔτ
ἄλλως πείθοντες ἠβουλήθημεν πρὸς ἡμᾶς μεταθέσθαι,
ἀλλ’ εἰς Ἀθήνας ἐλθόντες μηδενὸς ἑτέρου κινήσαντος
ὅτι μὴ αὐτοὶ ἑαυτοὺς καὶ παρελθόντες εἰς βουλευτήριον
ἐνεχείριζον σφᾶς αὐτούς.
δεήσεις δὲ παραλείπομεν
λέγειν ὂν παντάπασιν ἵξω καιροῦ καὶ παρακλήσεις καὶ
ἱκεσίας ὅσας δὴ ἐποιοῦντο ἰδίᾳ μὲν πρὸς τοὺς δυνα-
τωτάτους ἡμῶν, δημοσίᾳ δὲ πρὸς τοὺς πάντας, ὥστ’
αὐτοὺς ἐθελῆσαι προσίεσθαι. ἀλλ’ ἐπειδήπερ ἡμεῖς τὴν
πρώτην οὐκ ἐδεχόμεθα, οὐχ ὑπεχώρουν, ἐνέκειντο δὲ
πολὺ μᾶλλον δεόμενοι, καὶ ὧς οὐδ’ οὕτως ἡμῶν οὐδὲ
εἰς προσεῖχε σφίσιν οὐδὲ κατένευεν, ἔτι θερμοτέρων
ἀνθήπτοντο λόγων. καὶ τελευτῶν ‘ εἰ εἰ μὴ ὑμεῖς, ἔφα-
’σαν, δέχεσθε, ἀλλ’ ἡμεῖς γε τοὺς βαρβάρους
ἡμῖν ἐπιστήσομεν. σκοπεῖτε οὖν ὁπότερον αἱρε-
τώτερον, ἢ ὑμῶν ἡμᾶς εἶναι καὶ κατακούειν
Ἕλληνας Ἑλλήνων ἢ ἐφ’ ὕβρει κοινῇ τοῦ Ἑλλη-
νικοῦ γένους βαρβαρικοῖς ὑποκύπτειν προσ-
τάγμασι᾿.
ταῦτ’ ἔλεγον καὶ ἡμεῖς ἐνεδίδομεν
ἐτῶν ἤδη γεγονυίας τῆς ἀποστάσεως καὶ ὧς μᾶλλον ἂν
ἀγαπήσειν, εἰ μεθ’ ἡμῶν καὶ ὅλως Ἑλλήνων Ποτι-
δαιᾶται συσταῖεν, ἢ τοῖς φύσει πολεμίοις συστῆναι
βαρβάροις. τοῦτο μὲν γὰρ εἶναι μετ’ ἀδελφῶν συστῆ-
ναι καὶ τοὺς αὐτοὺς εἰδότων θεοὺς ἱερῶν τε καὶ
θυσιῶν καὶ πανηγύρεων τῶν αὐτῶν κοινωνούντων,
ἐκεῖνο δὲ μετὰ τῶν ἀλλοτρίων τοῦ γένους καὶ ὅσον
πλεῖστον ἀφεστηκότων. οὔκουν αὐτούς γε τοὐναντίον
ᾠήθημεν παθεῖν, βαρὺ καὶ ἀφόρητον ἡγήσασθαι τὸ
γεγενημένον καὶ ἡμᾶς δι’ ἔχθρας, ὡς οὐδέποτ’ οὐδέ-
νᾶς ἀνθρώπων, ἔχειν. λέγομεν δέ, ὧς νῦν ἡμῖν τὰ
πράγματα παρέσχον μαθεῖν, ἐπειδήπερ, εἰ ταῦτα καὶ
τότε τοῖς ἔνδον ἐφρόνουν λογισμοῖς, οὐκ ἴσμεν λέγειν
σαφῶς, οἷς δ’ ἄν τις ὅμως ἐκ τῶν ἔξωθεν εἴκασεν,
οὐδὲν ἀηδὲς πεπονθόσιν ἐῴκεσαν.
13. Πλὴν ὅσα μὲν ἐντεῦθεν ἀναλῶσαι συνέβη τῷ
δήμῳ, τοῦτο μὲν τριήρεις παρασκευάζοντι, τοῦτο δὲ
καὶ στρατιὰν τὴν μὲν ἀπὸ τῶν ξένων μισθουμένῳ, τὴν
δ’ οἴκοθεν συναθροίζοντι, παραιτοῦμαι λέγειν. ὑμεῖς
δέ, ὦ πρὸς θεῶν, λογίζεσθε. τὸ γὰρ χωρίον Ποτί-
δάια Ἑλληνικὸν μέν, ὅμως ἐν μέσῃ κεῖται Θρᾴκῃ.
πολλοῦ δὲ τοῦ μεταξὺ πλόος ὄντος πολλὴν ἡμῖν τὴν
δαπάνην, πλείστην δὲ καὶ τὴν φροντίδα παρεῖχε. καὶ
φόβος δὲ ἄμα προσῆν μήποθ’ οὓς ἐδεξάμεθα σώσοντες
1 ὡμολογοῦμεν scripsi e LV ὁμολογοῦμεν Schin 14 ἔχ-
θραν V 22 τὴν δ’ Schm τήν δ’ LV 24 θεῶν scripsi
θεοῦ LV Schm cf. ad p. 60, 1 27 τὴν inserui e LV om Schm
ὑστέ-
ῥεῖ δὲ οὐδὲν εὐδαίμονας εἶναι Ποτιδαιάτας ἡσυχῆ
καθημένους ἐπὶ τοῖς σφετέροις καλοῖς. καὶ ἦσαν εὐδαί-
μονες ἐκεῖνοι διὰ τοὺς Ἀθηναίους, ὥσπερ ἀμέλει ἄθλιοι
δι’ ἐκείνους ἡμεῖς ἀναλίσκοντες, ἐκπλέοντες, στρατεύ-
οντες, πολεμοῦντες, καὶ ταῦτα οὐχ ἴνα ἡμᾶς αὐτοὺς
περιποιησώμεθα, ἀλλ’ ὅπως ἑτέροις τὰ ἐνόντα φυλά-
ξαιμεν. ἅ δὲ τέως ἀπένεμον ἀντὶ τούτων Ποτιδαιᾶται
τῷ δήμῳ, αἰσχύνη καὶ λέγειν. οὕτω φαύλη τις ἦν
δωρεά, μᾶλλον δὲ σκιὰ δωρεᾶς ἢ οὐδὲ τοῦτο. εὐγνω-
μονεῖν ἔφασαν καὶ τῆς εὐεργεσίας αἰσθάνεσθαι καὶ δι’
ὀνομάτων τούτων· σωτῆρες, φύλακες, κηδεμόνες
ἡμῶν Ἀθηναῖοι, ἃ κἂν δυοῖν ὀβολοῖν πρίαιτό τις,
τὸ πᾶν ἡμῖν ἀπεπλήρουν. καὶ τοῦτο δὲ ἄρα ὑπὸ φιλαν-
θρωπίας ἀποχρώντως ἔχειν ἐδόκει καὶ διὰ τῆς ὁμο-
λογίας τῆς χάριτος τὸ πᾶν ἀπέχειν ὑπελαμβάνομεν.
κἂν εἰ μέχρι τέλους ᾑροῦντο εὐγνώμονες εἷναι, οὐκ
ἄν ποθ’ ἡ παροῦσα ἐδέχετο τύχη οὐδὲ μετεκινήθη
αὐτοῖς τῶν ἐνόντων οὐδέν. ἢ πολὺ πρότερον ἡμεῖς
τοῦθ’ ὑπέστημεν ἂν ἢ ἐκεῖνοι προισταμένων ἡμῶν.
ὃ δ’ οὖν αὐτοὺς ἀπώλεσε καὶ τὰς ἐνεστώσας ἐπή-
νεγκε συμφοράς, ἡ πρὸς ἀγνωμοσύνην μεταβολὴ καὶ ἡ
ἀρχάς, ὡς ἐκεῖνοι τροφάς, μεταλλάττοντες, πρὸς ἁπάσας
δὲ ὁμοίως ἀηδῶς ἔχοντες. τῷ ὄντι γὰρ μέγαν ὄλβον
στέγειν οὐκ ἠδυνήθησαν. καὶ ἐπειδήπερ ἐχρῆν αὐτοὺς
κακῶς παθεῖν, ὁμοῦ μὲν διενοοῦντο ἡμῶν ἀποστῆναι,
ὁμοῦ δ’ ἀφίσταντο, ὁμοῦ δὲ Κορινθίους προσεκαλοῦντο
καὶ ἐπενέβαλλον οὐδένα χρόνον μεταξὺ νοήματός τε
καὶ ἔργων.
16. Πρὸς οὖν ταῦτα τίς οὐκ ἂν ἔπαθεν ἀκούσας
τὸ κοινὸν πάντων ἀνθρώπων καὶ ὀργῇ ληφθεὶς ὥρ-
μησεν εὐθὺς ἀφανίσαι; ἀλλ’ οὐχ ἡμεῖς γε τᾷ τότε, εἰ
καὶ τὸ πρᾶγμα ὑπῆρχε σφόδρα ὀδυνηρὸν καὶ ἀφόρητον
καὶ πολλὴν ἡμῖν φέρον συγγνώμην. κἂν εἰ μέχρι τοῦ
σφάττειν αὐτοὺς ἐκινήθημεν, οὔκουν οὐδ’ ἐκηρύττομεν
παραυτὰ τῆς ἀγγελίας ἐκπλεῖν, στρατεύεσθαι, κινεῖν
τὰ ὅπλα ἐπὶ τοὺς ἀγνώμονας, τοὺς ἀχαρίστους, τοὺς
παρασπονδήσαντας, τοὺς ἀλιτηρίους καὶ θεῶν τῶν ἐπὶ
τοῖς ὅρκοις κληθέντων καὶ ἡμῶν, οἱ μετὰ τοὺς θεοὺς
ἐσῴζομεν, ἀλλ’ εἰς βουλευτήριον ἀνιόντες καὶ ψήφισμα
θέντες, ὃ δὴ καὶ ὑμᾶς εἰπεῖν πᾶσαν ὑπερβάλλειν
φιλανθρωπίαν, τὸ δὲ ἦν Ἀθηναίους αἱρεῖσθαι
σώζειν Ποτιδαιάτας καὶ αὖθις, μόνον εἰ βου-
τῶν ὅπλων ὑποκύψωσι βιασθέντες.
οὐ πολὺς ὁ
μετὰ ταῦτα χρόνος, καὶ παρῆσαν οἱ πρέσβεις, συμπαρῆν
ὁ στρατός, λόγοι ἐγίγνοντο καὶ ἀπειλαὶ μετὰ τῶν
λόγων. Ποτιδαιᾶται δ’ ἑτέρωθεν ἑώρων, ἤκουον, ἐγέ-
λων· πάντα ἦν μακρὸς λῆρος αὐτοῖς, καὶ ὦ παῖδες,
ἔλεγον, Ἀθηναῖοι, εἰ δοκεῖτε πείθοντες ἡμᾶς ἢ
βιάζοντες παραστήσασθαι. τότε πρὸς τούτοις καὶ
οἱ ἐν γειτόνων ὁρῶντες Ὀλύνθιοι κατακούειν Ἀθηναίων
ἀφίστανται· καὶ τὸ κακὸν δὴ τοῦτο, ὥσπερ ἄλλο τι
νόσημα, προβαῖνον ἅπτεται καὶ Χαλκιδέων, καὶ αὐτοὶ
συναφίστανται. τότε δὴ καὶ Ἀλέξανδρος φίλος ὢν ἐκ
προγόνων τῷ δήμῳ πολέμιος γίνεται, καὶ πάντα ἡμῖν
ἐνόσει τὰ ἐν Θρᾴκῃ πράγματα ἐκ Ποτιδαίας τὴν
πρώτην ἀρξάμενα.
Τοῖς δὲ δὴ τοιούτοις μὲν οὖσιν αὐτοῖς, τοιού-
τῶν δὲ καὶ πραγμάτων ἡμῖν γεγενημένοις αἰτίοις τίνα
τις ἐπενεγκὼν τιμωρίαν ἔδοξεν ἂν τὴν δικαίαν ἐπενεγ-
κεῖν; ἄλλοι μὲν οὖν ἴσως πάντες φαῖεν ἂν μηδ’ εἶναι
τὴν δικαίαν ἐνταῦθα, ὑπερβάλλειν γὰρ πολὺ τὸ ἀδί-
κημα, ὡς καὶ αὐτὸν θάνατον μικρὸν εἶναι πρὸς τοῦτο
τοὺς ἐπέμπομεν τρίτον ἐπὶ τὴν αὐτὴν κομίζοντας στό-
λον, τούτοις πᾶσι παρηγγυῶμεν μὴ κακοῦν μηδὲ βλά-
πΤειν μηδέν, φυλακῆς δὲ μόνον ἐπιμελουμένους, ὧς ἂν
μὴ λαθών τις εἰσίῃ μηδ’ αὖθις ἐξίη, λόγοις πρὸς
ἡμᾶς μετακλίνειν πειρᾶσθαι. ἀλλ’ αὐτούς γ’ ἔθραττε
τῶν ὁρωμένων οὐδέν, οὐ στρατὸς προσκαθήμενος, οὐχ
ὅπλα δεικνύμενα, οὐ τριήρεις τριήρεσιν ἐπιπλέουσαι,
οὐχ ὅ τι ἂν εἴποι τις τῶν δεινῶν. οὕτω μὲν ἡμῖν
ἡμέρως εἶχε τὰ πρὸς αὐτούς, οὕτω δὴ καὶ αὐτοὶ ἀμε-
ταθέτως εἶχον τῆς γνώμης. ὅθεν καὶ περιλαβὸν αὐτοὺς
τὸ στρατόπεδον κύκλῳ εἰς ἀκριβῆ πολιορκίαν καθίστη.
καὶ ἃ μὲν ἑαυτοὺς ἔδρασαν συγκλεισθέντες, εἴθ’
ὅσια εἴτ’ ἀνόσιαι εἰδεῖεν αὐτοί· ἅ δὲ τέως ἡμεῖς διε-
πραξάμεθα, ἐπειδὴ τῷ μακρῷ χρόνῳ παρεστησάμεθα,
οὔτε βαρβαρικὰ καὶ οἷα παθεῖν αὐτοὺς δίκαιον ἦν,
οὔθ’ ὁποῖα ὁ νόμος στρατιωτῶν βούλεται. οὐ γὰρ δή-
που συλλαβόντες ἐκινήσαμεν ἐπ’ αὐτοὺς ὅπλα οὐδ’ ὡς
ἐχθροῖς ἐχρησάμεθα οὐδ’ ἐζημιώσαμεν οὐδένα εἰς τὴν
ζωήν, ἅπαντας δὲ σῶς κελεύσαντες τῆς πόλεως ἀπιέναι
κάμεν τοῦ δικαίου καὶ τὴν ἀξίαν οὐκ ἐλαμβάνομεν.
20. Ἀλλ' οὐχὶ τοῦτό ἐστιν οὗ δὴ χάριν ἐπὶ τὴν
κατηγορίαν ἀναστῆναι Κορίνθιοί φασιν, ἄλλο δέ, ὅπερ
ὡς μὲν εὔηθες, ὡς δὲ καὶ γελοῖον, οὐ πολλῶν ἂν εἴη
λόγων δεικνύναι. τί δέ φασι; πόλεμος ὅν ἐκίνησαν
Ἀθηναῖοι περιειστήκει Ποτίδαιαν, καὶ ἐπο-
λιορκεῖτο, ἐπέβη δὲ λιμὸς καὶ Ποτιδ.αιᾶται
ἀλλήλων ἐγεύσαντο· καὶ ἐκ τούτου ἀσεβεῖς
Ἀθηναῖοι. ὑμεῖς δ’, ὦ Κορίνθιοι, πῶς οὐκ ἀσε-
βεῖς διὰ τοῦτο; ὅτι πρόφασιν εἰσηνέγκατε οὐδεμίαν
οὐδὲ μετέσχεν ὑμῶν οὐδεὶς τοῦ μιάσματος; οὐδ’
ἡμεῖς εἰσηνέγκαμεν οὐδὲ μετέσχομεν, ὥσθ’ ὂν ἂν
τρόπον ὑμᾶς αὐτοὺς ἀπολύητε αἰτίας, τὸν αὐτὸν
δήπουθεν καὶ ἡμᾶς. ἀμφότεροι γὰρ οὗπερ ἐγκα-
λεῖτε μακρὰν ἐπίσης ἐσμέν. οὐκοῦν καὶ πόρρω αἰτίας
ὁμοίως. τί λοιπὸν ἀλόγως ἐπὶ τὴν κατηγορίαν ἐκφέ-
ρεσθε εἰδότες καὶ ταῦτα σαφῶς ὡς ὅ τι ἂν ὑμεῖς, εἴ
τις ἐγκαλεῖ, περὶ τῶνδε ἐρεῖτε, τοῦτ’ αὐτὸ καὶ ἡμῖν ἐκ
τοῦ ἴσου λόγου παρέσται εἰπεῖν;
οὐ τοίνυν ἀσκέ-
πτως ἐφ’ ὁντιναοῦν, ἀλλὰ τὸν ἁμαρτάνοντα τὴν αἰτίαν
τρεπτέον. τοῦτο μὲν γὰρ δίκαιον καὶ προσῆκον ἅτε
καὶ τοῖς νόμοις ὡς μάλιστα δοκοῦν καὶ πᾶσιν ὰνθρώ-
ποις λυσιτελῶς ἔχον ἀνακοπτομένης οὐ μικρῷ τινι
μέρει κακίας ἐντεῦθεν, ἐκεῖνο δὲ πράττειν πρὸς τῷ
δύο τὰ χείριστα ἐντεῦθεν συμβήσεται· οἵτε γὰρ ἀδι-
κοῦντες ἀεὶ τὸ δοῦναι δίκην ἐκφεύξονται οἴ τ’ αὖ
ἐπιεικεῖς καὶ χρηστοὶ τὰ τῶν ἀνοσίων πείσονται, ὥστε
μήτε πονηρίαν ἐπιλείψειν τὸν βίον καὶ ἀρετὴν τὰ μέ-
γιστα ζημιοῦσθαι, ὅπερ δὴ καὶ παντὸς μᾶλλον φυλάτ-
τεσθαι προσήκει, ἵνα μὴ θᾶττον ἄνω κάτω τἀνθρώπεια
γένηται.
ἥ, πρὸς θεῶν, ἀρεστὸν ὑμῖνι εἴ τις ἱερό-
συλος ἢ λωποδύτης ἐν Κορίνθῳ ἐγένετο, ἐκεῖνον μὲν
χαίρειν ἐᾶν, ὑμᾶς δὲ τοὺς ἄλλους ἀντ’ ἐκείνου εἰσάγειν,
ἔνα μὴ μόνον ἄδικον ᾖ τὸ πρᾶγμα, ἀλλὰ καὶ σφόδρα
γελοῖον; εἰ γὰρ Κορίνθιοι δι’ ἐκεῖνον τὸν ἔνα ἰερόσυ-
λοι πάντες, δεῖ δὲ καθ’ ὑμᾶς μεταβαίνειν τὴν αἰτίαν
ἀεί, εἶεν ἂν τοιοῦτοι καὶ Ἀργεῖοι καὶ οἱ πλησιόχωροι
Μαντινεῖς καὶ οἱ ἐν Ἀθήναις ἡμεῖς καὶ πάντες ἄνθρω-
ποι, καὶ οὐδένες ἀνθρώπων. ὁ γὰρ δεχόμενος τὴν
αἰτίαν ἐπ᾿ ἄλλον ἀεὶ μεταπέμψει, ἡ δὲ φερομένη οὔτε
εἴς τινα ἑστήξει καὶ πάντας ἐπελεύσεται, ὧς εἶναι
ἀνάγκην ἀποκριθῆναι τὸν λόγον εἰς αἴνιγμα. ἀλλὰ
τοῦτο παντάπασιν ἄτοπον. ἄτοπον δήπου καὶ τὸ ἡμᾶς
ἀσεβεῖς εἶναι διὰ Ποτιδαιάτας ἠσεβηκότας. εἰ δ’ ἐπὶ
πλέον βιάζετε, ὁδῷ προβαῖνον ἐλεύσεται τὸ ἔγκλημα
καὶ ἐπὶ τοὺς Κορινθίους ὑμᾶς, καὶ ἀντεγκαλέσομεν
τότ’, εὖ ἴστε, σφοδρότερον οὐδὲν ἀνιέντες.
ἀλλ’
οὐχ οὕτω δεῖ παίζειν. ἄνθρωποι γὰρ πάντες οἷς μέλει
τοῦ σφῶν μύσους τοσοῦτον μετεῖναι δοκεῖ, ὁπόσον καὶ
τοῖς ἐν Ἐκβατάνοις καὶ Σούσοις καὶ πλεῖστον διῳκι-
σμένοις αὐτῶν.
24. Ἀλλ’ ἐπολιορκεῖτε, φασίν, αὐτοὺς κἀν τῇ
πολιορκίᾳ τοῦτο συνέπεσεν. ἐπολιορκοῦμεν μὲν
οὖν καὶ μάλα δικαίως. ἐχθροὶ γὰρ ἦσαν καὶ πολέμιοι,
καί, ὥσπερ φίλοις οὖσιν ὑπέστημεν τρόπῳ παντὶ βοη-
θεῖν, οὕτως εἰς τοὐναντίον ἀποκριθεῖσι πολεμοῦντες
οὐδὲν ἐπράττομεν τῶν ἀδίκων. εἰ μὲν γὰρ μηδὲν ἡμᾶς
ἀδικήσασι μηδέ τι κακὸν διαθεμένοις ἠράμεθα πρὸς
αὐτοὺς πόλεμον, ἦν ἂν τοῦτο περιφανῶς ἄδικον, πρὸς
οὓς ἦν ἡμῖν οὐδὲν διάφορον, στρατεύειν ἐθέλειν καὶ
μάχην ἀπροφάσιστον συνιστᾶν, καί γε ὅστις ἡμᾶς τού-
του χάριν μετῆλθε τιμωρούμενος, δικαιότατα παρ’ ἡμῖν
ὐγε κριταῖς πάντων μᾶλλον ἔδρασεν ἄν· ἐπεὶ δ’ ατοὶ
μηδενὸς καλοῦντος μηδὲ βιάζοντος προσήλθοσαν, ἱκέ-
τευσαν, ἐδεήθησαν, ἔτυχον ἡμῶν οἴων ἠβούλοντο, εἶτ’
εἰς ἀποστασίαν εἶδον πᾶσαν τὴν περὶ αὐτοὺς Ἀθη-
οὐκοῦν, ἄνδρες Ἕλληνες, καὶ
ἐκινοῦμεν τὸν πόλεμον καὶ δίκην ἐλαμβάνομεν ἀξίαν
μὲν οὐδαμῶς, ἀλλ’ ἣν ἐνομίζομεν ἀποχρῆναι. καὶ τὸ
πρᾶγμα ὧς ἐννομώτατον ἦν, κωλύει γὰρ τοὺς τοιούτους
ἀμύνεσθαι οὔτε νόμος οὐδεὶς οὔτε θεὸς οὔθ’ ἡ κοινὴ
τῶν ἀνθρώπων συνήθεια. μάλιστα μὲν οὖν καὶ τὰ
ἀπὸ τῶν θεῶν παραδείγματα, οἷς αὐτοὶ καὶ σκηπτοῖς
ἄνωθεν καὶ χαλάζῃ βάλλουσι καὶ ὕδασι πνίγουσι καὶ
πᾶσι τρόποις τοὺς ἀνοσίους καὶ ἀγνώμονας τῶν ἀνθρώ-
πων κολάζουσι, διδασκαλία πρὸς τὴν τῶν ἐχθρῶν ἐστι
τιμωρίαν οἴ τ’ αὖ νόμοι ἐπὶ τούτῳ καθίζοντες δικα-
στὰς κολάσεων τε εἴδη καὶ τρόπους ἀναδιδάσκοντες
πολλὴν ποιοῦνται τὴν προτροπήν, ὡς, εἰ τινες κακῶς
ἔδρασαν κακῶς καὶ ἀπόλωνται. καὶ ἀνθρώπων δὲ
κἂν τοὺς ἀσθενεστάτους εἴποις καὶ μετριωτάτους και-
ρὸν ἔχοντας μετιέναι τοὺς ἀδικοῦντας οὐκ ἂν τὴν
ἐπιχείρησιν παραιτήσασθαι. οὕτως ἁπανταχόθεν προ-
τετραμμένον ἐστὶν ἀμύνεσθαι τοὺς ἐχθρούς, καὶ κεκώ-
λυται οὐδαμῶς.
ὃ δὴ καὶ ἡμεῖς ἐποιοῦμεν, θάτερον
δὲ οὐδαμῶς, λέγω τὸ οὕτω τραφῆναι παρασκευάσαι. καὶ
γὰρ οὔτε παράδειγμα τοῦ τοσούτου μύσους ἑωρῶμεν
γεγενημένον, πρὸς ὅπερ εἰκὸς ἦν ἀπιδόντας μιμήσασθαι,
κἂν ἄλλοι τινὲς μυρίοι πρὸς ταύτην ἐξέκλιναν τὴν
μανίαν, ἀλλ’ Ἀθηναίοις γε οὐ πρὸς φύσεως μέχρι
τοσούτου τὴν ὀργὴν παρεκτείνειν, οὔκουν οὐδ’ εἰ
ὥστ’, εἰ καὶ Ποτιδαιάτας ἐπολιορκοῦμεν, μετρίαν σκο-
ποῦντες εἰσπράξασθαι δίκην τοῦτ’ ἐποιοῦμεν, ἀλλ’ οὐχ
ὅπως εἰς ἀνάγκην τοῦ νεκρῶν ἅπτεσθαι συνελάσωμεν
καὶ πείσωμεν ἀντὶ πολεμίων, τί λέγω πολεμίων; ἀντὶ
θηρίων ἀλλήλοις γενέσθαι.
εἴχομεν ἂν ἀσεβείας
αἰτίαν ἡμεῖς, εἰ τοῦτο διενοούμεθα καὶ σκοπὸς ἦν
περιστάντας τὴν πόλιν καὶ συλλαβόντας αὐτοὺς λιμῷ
καὶ σιδήρῳ καὶ πάσαις ἀνάγκαις ὠθεῖν πρὸς τοιαύτας
τροφάς· ὅπου δ’ ἄνετοι ἐκεῖνοι ἐντὸς περιβόλου στρε-
φόμενοι ἐκ τῶν πύργων ἄνωθεν ἀντεπισείοντες τῷ
στρατοπέδῳ τὰ ὅπλα, ἡνίκα οὐ πολέμιος ἦν κατεπείγων.
οὐ ξίφος ἐπανατεινόμενον, οὐ σιδήρου πληγή, οὐ πῦρ
καῖον, οὐ βρόχος, οὐκ ἄλλη τις βάσανος, ἡμῶν αὐτοὺς
πρὸς ἡμᾶς καὶ ἔτι μετακαλουμένων, ἱκετευόντων, βο-
ώντων· σύνετε, ἄνδρες Ποτιδαιᾶται, γίνεσθε
ὑμῶν αὐτῶν, φείσασθε γυναικῶν τῶν ὐμετέ-
ρων, φείσασθε παίδων· τί ὑμεῖς αὐτόχειρες
ἑαυτῶν ἐπιθυμεῖτε γενέσθαι; ἔστιν ἐφ’ ὑμῖν
μεταβουλευσαμένοις σωθῆναι, ἔστι καὶ σκλη-
ρυνθεῖσι καθάπαξ ἀπολωλέναι, εἰ ταῦθ’ ἡμῶν
προτεινόντων ἔχοντες ἐκεῖνοι καιρὸν τοῦ πράττειν τὰ
δέοντα ὅμως ἐσκληρύνοντο, ἕως ἑαυτοὺς ἀπώλεσαν,
28. Καὶ εἰ βούλεσθε, κύκλῳ τὴν Ἑλλάδα περιελ-
θόντες ἐς ζητεῖτε, εἴ τι τοιοῦτον εἰς ἀνθρώπους Ἀθη-
ναῖοι πεπράχασι, κἂν εὕρητέ που, συνεζεύχθω ἀμφό-
τερα καὶ ἐξ ἔθους ἡμᾶς λέγετε ἀσεβεῖν. ἡττήθησαν καὶ
Θηβαῖοι μετὰ τῶν ἄλλων Βοιωτῶν ὑπὸ τῆς πόλεως ἐν
πολλοῖς, ἡττήθησαν καὶ Φωκεῖς καὶ Θετταλοὶ σὺν
αὐτοῖς, ἐπειράθησαν καὶ Μακεδόνες τῆς ἡμετέρας ἰσχύος
καὶ πρὸς τούτοις Θρᾷκες καὶ ἀπ’ ἀμφοῖν τῶν ἐθνῶν
ἔτι πολλοὶ παρ’ ἡμῖν ἐν δεσμοῖς. ἀλλ’ οὐδεὶς οἵους
οὗτοί φασιν ἡμῶν ἐπειράθη.
καὶ τί τοὺς Ἕλληνας
λέγομεν; οὐ τοὺς Ἴωνας ἡμῶν οἱ Πέρσαι κατεδου-
λοῦντο; οὐκ Ἐρετριεῖς ἀναρπάστους ἐξείλοντο; οὐ μετὰ
τοῦ αὐτοῦ διανοήματος εἰς Μαραθῶνα κατήρκασιν, ἴν
ὡς Ἐρέτριαν καὶ τὴν Ἀττικὴν πᾶσαν διάθωνται; ἀλλὰ
τούτων λαμπρῶς καὶ τότε κρατήσαντες καὶ ὕστερον
ὅτε Ξέρξης ἐπῄει πᾶσαν τὴν Ἀσίαν κινῶν ἐφ’ ἡμᾶς,
καὶ μετὰ ταῦτ’ ἐν Κύπρῳ καὶ Παμφυλίᾳ καὶ ἀλλαχοῦ,
οὐκ ἔστιν εἰπεῖν ὧς ἐνί γε ἢ πλείοσιν αὐτῶν τοιαύτην
ἐπηγάγομεν ἀνάγκην. οὐ βαρβάρῳ δεῖπνον παρεθέμεθα
βάρβαρον οὐδὲ παραστησάμενοι τοὺς δημίους παίοντες,
μαστιγοῦντες, σφάττοντες ἐκελεύομεν ἅπτεσθαι. οὐ
τοσοῦτον τὴν ἀνθρωπείαν ἠγνοήκαμεν φύσιν ἡμεῖς
μὴ τοίνυν ἡμᾶς τις τῆς ἐκείνων ἀσεβείας αἰτίους,
ἀλλ’ αὐτοὺς ἐκείνους λεγέτω, οἱ καὶ τὴν ἀθέμιτον
ἑαυτοῖς παρέθεντο τράπεζαν καὶ τροφῆς ἐπ’ αὐτῆς
ἥψαντο παρανόμου. ὅσοι δὲ ἡμῖν τούτων ἕνεκεν μέμ-
φονται, τούτους δήπου φαμὲν μηδὲ τοὺς ἐν ταῖς πό-
λεσιν ἄρχοντας ἐθέλειν ἀμέμπτως ἔχειν ἐᾶν, οἷς] ὅτι
τινὲς εἰς δεσμωτήριον ὐπ’ αὐτῶν ἐμβαλλόμενοι πρὶν
ἢ τοῖς νόμοις καὶ μετριωτέραν ἴσως δοῦναι δίκην
φθάνουσιν αὐτοὶ παρανομοῦντες εἰς ἑαυτοὺς καὶ ζωῆς
ἀπαλλάττοντες. ἀλλ’ οὐδαμῶς γε τοῦτο κρίνοντος ὀρθὰ
λογισμοῦ. οὐ γὰρ μόνον ὅτι τινὲς ἑάλωσαν οὐδ’ ὅτι
κατεσχέκθησαν ἐν δεσμοῖς σκοπεῖν δεῖ, ἀλλ’ εἰ μὴ καὶ
σὺν δίκῃ ταῦτα πεπόνθασιν. εἰ δ’ ἀσεβῶς ὑφ’ ἑαυτῶν
ἀπηλλάγησαν, οὐδὲν τοῦτο συμβάλλεται ὥστε τὸν
κατασχόντα ἔχειν αἰτίαν· οὔκουν οὐδ’ ἡμῖν φέρει
κατηγορίαν, εἰ τοὺς ἐχθροὺς νομίμως πολιορκούντων
ἡμῶν ἀσεβεῖς ἐκεῖνοι γεγόνασιν εἰς ἀλλήλους παρανο-
μήσαντες.
31. Εἰ δέ τις φιλονείκως ἔχων οὐκ ἀφίσταται τὴν
πολιορκίαν λέγων εἰς ταῦτα παραβιάσασθαι, αὐτοὶ καὶ
ταύτης ἔχουσι τὴν αἰτίαν. ὁρᾶτε γάρ· ἡμέτεροι ἦσαν,
πάντα παθεῖν ἕτοιμοι ἤ ἡμῶν ἀποστῆναι. φίλους ἡμεῖς
αὐτοὺς ἤγομεν διὰ ταῦτα. ἔργῳ τῆς ἡμῶν φιλίας ἐλάμ-
ἐχθρῶν ἀπηλλάγησαν σχῆμα. ἐντεῦθεν παρὰ πόδας
αὐτοῖς ὁ πόλεμος καὶ τὰ δεινὰ ἐπὶ θύραις. ἐφ’ οἷς
δέον ὄν μεταβουλευσαμένους προσιέναι ἡμῖν, προσιόν-
τας δὲ δεηθῆναι καὶ δεηθέντασ εὐμενεστέρων τυχεῖν,
ὅμως ἀπονοηθέντες ἀπώλοντο.
οὕτως οὐχ ἡμῶν
ἔργον, ἀλλ’ ἐκείνων ἡ πολιορκία, καὶ ὁ κατασχὼν
αὐτοὺς ὄλεθρος οὐκ ἄλλους εἶχε τοὺς παρεσκευακότας
ἤ τοὺς ἀπολωλότας αὐτούς. ἀλογώτατα γὰρ πρὸς τὰ
τῶν Ἀθηναίων ὠθίσαντες ἑαυτοὺς ξίφη ὑπ’ αὐτῶν
διαφθείρονται καὶ μεγάλην ἀνάψαντες φλόγα ἁλίσκον-
τᾶι ὑπ’ αὐτῆς. ἢ δοκεῖ σοι κἂν ἔνα ἡμῶν κινηθῆναι
θελῆσαι ἢ τὸ περὶ τοῦ τείχους ψήφισμα γράψαι, εἰ μὴ
νεώτερα ἐφρόνουν ἐκεῖνοι, εἰ μὴ πρὸς ἀποστασίαν
ἔβλεπον, εἰ μὴ ἀντὶ φίλων ἐχθροί, ἀντὶ δ’ οἰκείων
πολέμιοι, ἀντὶ δὲ συμμάχων αἴροντες ὅπλα καθ’ ἡμῶν
ἐγένοντο; νυνὶ δ’ ἀποστάντων ἐκείνων, καὶ εἴθε γε τὸ
κατ’ αὐτοὺς ἦν μόνον, ἀλλ’ ἀπώλοντο Ἀθηναίοις πρὸς
τὸ ἐκείνων παράδειγμα καὶ τὰ ἐν Θρᾴκῃ πάντα καὶ
Μακεδονίᾳ πράγματα καὶ οὐδὲ νῦν μετὰ τὴν Ποτι-
δαίας καθαίρεσιν οἷοί τ’ ἐσμὲν ἑαυτοῖς ἐπανασώσα-
σθαι, οὕτως οὖν ἐκείνων καὶ δι’ ἐκείνους τῶν ἄλλων
διατεθέντων ποῦ δίκαιον μὴ κινηθῆναι μὲν ἡμᾶς,
αὐτοὺς δὲ καὶ ὧν ἔπαθον χείρω πολλῷ παθόντας
τυχεῖν;
χρηστοί γε ὑμεῖς, ὦ Κορίνθιοι, τὸν μὲν
μὲν μὲν ἀναλώματα τόσα καὶ τόσα ἐπὶ τοσούτοις
ἔτεσιν, ἐκπεπτώκαμεν δὲ χώρας ὅσην οὐδ’ εἰπεῖν ῥᾴ-
διον δι’ αὐτοὺς ἀποστάσης; εἶτα τί ἡμᾶς ἐχρῆν Ἀθη-
ναίους ὄντας ἀντὶ τούτων ποιεῖν; ἀναπεπτωκέναι καὶ
καθεύδειν ὧς ἐν ῥᾳστώνῃ διάγοντας; ἀλλ’, ἵν’ ἡμᾶς
ἐάσω, εἰ Λακεδαιμόνιοι ἦσαν; ἀλλ’ ἐῶ καὶ τὸ τούτων,
εἰ ὑμεῖς ἧτε, ὠ Κορίνθιοι, τοσαύτης ἀνδρῶν ἀπολαύ-
σαντες ἀγνωμοσύνης, τέ ἂν αὐτοῖς ἐχρήσασθε;
ἀλλὰ
τι ταῦτ’ ἐρωτῶ; ὅπως ἂν ἠνέγκατε, δῆλον ἡμῖν ἐτέ-
ρωθεν γέγονε, καὶ τὰ πρὸς Κερκυραίους ὑμῖν πρα-
χθέντα καλῶς μαρτυρεῖ. ἐπλεῖτε γὰρ ἐπ’ ἐκείνους αἰτίαν
ἔχοντες οὐδεμίαν τοιαύτην καὶ ἐναυμαχεῖτε καὶ ναῦς
αὐτῶν τὰς μὲν ἐλαμβάνετε κενάς, τὰς δὲ αὐτοῖς ἀνδράσι
κατεδύετε καὶ αὐτήν γε τὴν νῆσον, εἰ γ’ ἐδύνασθε, οὐκ
ἂν ἀπέστητε καταδῦσαι. εἶτα δεινὸν ἡγεῖσθε, εἴπερ, ὧς
ὑμεῖς, καὶ ἡμεῖς ἑτέρωθεν ἐχρησάμεθα τοῖς ἐχθροῖς; καὶ
Κορινθίους μὲν οὐδὲν ἄδικόν φασι Κορίνθιοι, ἄν τις
ἐναντιῶται, ἀφανίζειν εὐθύς, ἀλλ’, εἴ τις ὑπὲρ τούτου
γρύξει, πολλὴν εἶναι τὴν παραίτησιν ὅτι πολέμιος
ἦν, ὅτι παρασπονδῶν, ὅτι βλάπτων· Ἀθηναῖοι
καὶ πῶς οὐκ ἀλόγιστον τοῦτο;
ἐγκαλεῖν ἴδει καὶ μέμφεσθαι προσηκόντως, ὢ Κορίνθιοι,
ἡνίκα μηδὲν κακὸν εἰς ἡμᾶς εἰργασμένους ἐκείνους
ἐπεθέμεθα αὐτοὶ καὶ ἐβλάπτομεν μόνῃ τῇ τοῦ ἀδικεῖν
ἀκολουθοῦντες ἐφέσει· ἐπεὶ δ’ ἐκεῖνοι βλάπτειν ἤρξαντο
πρῶτοι, πῶς δὲ βλάπτειν; ἐκ τοῦ τὰ συγκείμενα ἀθε-
τῆσαι καὶ σπονδῶν ἀλογῆσαι καὶ ἀτιμάσαι μὲν ἡμῶν
τὴν περὶ αὐτοὺς πρόνοιαν, ἀτιμάσαι δὲ καὶ τὴν σπου-
δήν, ματαιῶσαι δὲ καὶ τοὺς πόνους καὶ τὰς ἐλπίδας
καὶ εἰς ἄκραν περιφρόνησιν τῶν ἡμετέρων γενέσθαι,
οὐκ ἂν ἔχοι λόγον ἡ μέμψις, ἂν ἡμεῖς ἐπεξήλθομεν.
ὁρᾶτε γὰρ καὶ τὸν κοινὸν πᾶσιν ἀνθρώποις νόμον, ὧς
οὐκ ἐπ’ ἄλλους ἢ τοὺς τοιούτους προτρέπει τὰ ὅπλα
κινεῖν, καὶ τὸν βλάπτοντα δὲ ἀντιβλάπτειν καὶ ἀντι-
μισεῖν τὸν μισοῦντα καὶ τὸν ξύοντα ἀντιξύειν οὐχ
ὑπάρχειν ἑτέρου ἢ τούτου τοῦ δόγματος.
36. Ἁλλ’ ἴσως μηδὲ τοὐλάχιστον ἡμῖν παρεξελθοῦσι
τοῦ δικαίου δοτέον εἶναι δίκην παρακελεύεσθε καὶ
νόμον τοιοῦτον καθ’ ἡμῶν καινοτομεῖν βούλεσθε,
Ποτιδαιάταις δὲ καὶ τὰ μέγιστα παρανομοῦσι μηδ’
εἶναι συνόλως αἰτίαν. καὶ μὴν Λακεδαιμονίοις μικρά
ποτε βλάψασι τὴν Ἀττικὴν ἐκ τοῦ πλείονος ἀνταπἐδο-
μεν πᾶσαν ἐν κύκλῳ τὴν Πελοπόννησον περιπλεύσαν-
τες ἀεὶ καὶ λυμηνάμενοι. καὶ Κορινθίους, ἐπειδήποτε
ἀμοιβὴν ἐποιούμεθα. καὶ τούτοις μέν, τοῖς ἄκροις λέγω
τῶν Ἑλλήνων καὶ βασιλεῖ τῷ μεγάλῳ, μετὰ τοιούτου
προσηνέχθημεν τοῦ φρονήματος, Ποτιδαιάταις δὲ δώ-
σομεν καθ’ ἡμῶν παίζειν καὶ οὐ σωφρονιοῦμεν αὐτοὺς
καὶ δι’ αὐτῶν τοὺς ἄλλους, ἀνεξόμεθα δὲ μᾶλλον
ἡσυχῆ καὶ συγχωρήσομεν ἀτιμωρήτοις περινοστεῖν καὶ
τοσοῦτον καυχᾶσθαι κρηπῖδα καταβαλομένοις τῆς εἰς
Ἀθηναίους τῶν ἄλλων ὀλιγωρίας; θάνατος ἂν ἦν
αἱρετώτερος ἅπασιν ἡμῖν ἢ τοσοῦτον κληρωσαμένοις
ὄνειδος ζῆν.
ἀλλ’ ἐκείνους μὲν οὐκ ἔστι λέγειν ὧς
οὐ δίκαια πεπόνθασιν ἀγνώμονας γεγενημένους καὶ
ἀντὶ φίλων εἰς ἀποστασίαν καὶ ἔχθραν ἀπαλλαγέντας,
γένοιτο δὲ παραπλήσια παθεῖν καὶ οἶς παραπλησίως
ἐκείνοις ἄδικος ἀγνωμοσύνη δικαίας στοργῆς προτετί-
μηται. εἴη μὲν γὰρ ἂν τοῦτο μάλιστα προσῆκον τῷ
βίῳ καὶ πᾶσαν μὲν πονηρίαν, πρὸ πάσης δὲ τὴν ἀγνω-
μοσύνην ἐξαιρεθῆναι, ὃ δὴ κακὸν ἔσχατον ἔμοιγε ὡς
καὶ ἀσεβείας ἐγγύτατα βαῖνον. καὶ γὰρ ὥσπερ ἀσεβῶν
ἕνεκεν ἡ παρὰ τῶν κρειττόνων οὐ κάτεισιν εἰς ἀνθρώ-
πους εὐεργεσίαι οὕτω δὴ καὶ τῷ μίσει τῶν ἀχαρίστων
φιλανθρωπίᾳ πρὸς ἕτερον οὐδεὶς ἀνθρώπων κεχρῆσθαι
βούλεται. καὶ τό γε τῶν τοιούτων μέρος, κωλύεται
οὕτω μὴ εἶναί φημι χείρους ἀγνω-
μόνων ἀνθρώπων ἐν τοῖς οὖσιν ὀφθῆναι πᾶσαν διὰ
μιᾶς ταύτης ἐπεισενεγκόντας τῷ κοινῷ πονηρίαν. καὶ
οὐδὲν δι’ αὐτοὺς τὰ τῶν ἀνθρώπων ὅτι μὴ ἔχθραι καὶ
πόλεμοι καὶ ἀπιστία καὶ ὑποψία καὶ δόλος καὶ ψεῦδος
καὶ πᾶν εἶδος κακοῦ, καὶ οὐδαμοῦ ἡ ἀλήθεια καὶ τὸ
γνησίως προσιέναι ἀλλήλοις· οὐ γὰρ ἔστιν ὅστις μὴ
πλαττόμενος μηδὲ σοφιζόμενος ἀναστρέφεται. διὰ τοῦτο
μηδ’ ἐλεεῖν εἶναι δίκαιον τοὺς τοιούτους μηδὲ φείδε-
σθαι, ἀγρίως δὲ μᾶλλον πρὸς αὐτοὺς τοὺς πάντας
ὁρᾶν καὶ ἐξελαύνειν ἀπάσης ἣν οἰκοῦσιν ἄνθρωποι
γῆς, φιλανθρωπίαν, ὅσον τὸ κατ’ αὐτούς, ἐκ τοῦ βίου
καὶ ἐπιείκειαν ἐξορίσαντας, τὸ ἀκοινώνητον δὲ καὶ
θηριῶδες ἐπεισαγαγόντας. τὸ γὰρ τοιοῦτον ἀδίκημα
παρορώμενον ἀτιμώρητον οὐ πολλοῦ τινος χρόνου
δεήσεται τοῦ μὴ τῆς λύμης ἀναπλῆσαι τοὺς πάντας.
καὶ τὸ μετὰ ταῦτα πῶς ἄν τις ἐθελήσει τινὶ συν-
θέσθαι ἢ μεταδοῦναι τῶν ἑαυτοῦ; πῶς τίς τινος ἀντι-
λήψεται καὶ καταπονουμένῳ χεῖρα ὀρέξει; τίνι βοηθή-
σει; τινα προσλήψεται εἰδὼς ἀντὶ τοῦ χάριν ὀφείλειν
τὸν εὖ πάσχοντα εἰς πολέμιον αὐτίκα
ἀλλ’ ἐῶ τοὺς ἄλλους, αὐτοὶ δέ γε ἡμεῖς οἵτινες εἰώθα-
μεν ἀεὶ σώζειν, εἵ τις δεόμενος ἵκετο, πῶς ἔτι τῆς ἐκ
ἑνὸς καὶ δυεῖν ἀγνωμόνων ἀνθρώπων αἱρεῖσθαι καὶ
τρίτον ἄλλον εὐεργετεῖν.
ταύτῃ τοι καὶ τοῖς δικαίοις
εὖ παθεῖν διὰ τοὺς ἀμνήμονας εὐεργεσίας περιέσται
ζημιοῦσθαι, καὶ τὸ κακὸν δὴ τοῦτο λυμανεῖται πᾶσι
τοῖς ἀγαθοῖς, ὧς εἶναι δέον ἓν τοῦτο σπούδασμα πάν-
τὰς ποιεῖσθαι ἀνθρώπους, εἴ τίς που καὶ παραφανείη
πάθει τοιούτῳ κάτοχος ὤν, πάσῃ δυνάμει ἐκτρίβειν
πειρᾶσθαι κἀκ τοῦ μέσου ποιεῖν. ὃ δὴ καὶ ἡμᾶς καλῶς
λογισαμένους Ποτιδαιάτας μετελθεῖν οὐκ ἀξίως μὲν
τῆς ἐκείνων λώβης, ὅμως τῆς γε τῶν Ἀθηναίων φύ-
σεως οὐ πολὺ ἄποθεν, καὶ ἅμα καλῶς ἂν ἔχοι καὶ
ἀποχρώντως ἡμῖν, εἰ τοῖς μικροῖς παιδευθέντες ἀγαθοὶ
γενόμενοι περιεῖεν τῷ βίῳ ἢ παντάπασιν ἐκτριβέντες
ἐκστῆναι τῶν ὄντων. εἰ δὲ καὶ οὕτως κακίας οὐκ
ἀφέξονται, ἀλλ’ ᾧ γε τὴν ἀξίαν τοῦ τολμήματος ἀπο-
τίσουσι δίκην ὧς τάχιστα παραστήσεται.
41. Πλὴν οὕτως τῆς εἰς ἐκείνους τιμωρίας ἐλλιπῶς
ἐχούσης οὐκ ἀγαπῶσι Κορίνθιοι, ἀλλὰ μετεληλύθατε,
φασίν, ἀνοσίως καὶ ἀπανθρώπως αὐτούς. πῶς, ὦ
χρηστοί, ἀνοσίως καὶ ἀπανθρώπως; οὐκ ἦσαν ἡμῖν
ἐχθροί; οὐ καθ’ ἡμῶν συνέστησαν; οὐκ ἐν εὐχῆς ἐποι-
οῦντο μέρει πᾶν ὁτιοῦν τῶν δεινῶν τυχεῖν ἡμᾶς ὑπο-
ὑπ’ Ἀθηναίων, ἀλλ’ ὧς σὺν χρόνῳ παρεστησάμεθα
τὴν πόλιν, περιεποιησάμεθα καὶ ζῆν ἀνήκαμεν καὶ
περινοστεῖν ἐλευθέρους οὐκ ὄντας ἀξίους τοιούτου
τυχεῖν οὐδενός.
ἄνευ δὲ ὧν εἰρήκαμεν, τίς ποτε
περὶ πολέμου νενομοθέτηκε καὶ μέτρα καὶ τρόπους εἰση-
γησάμενος μάχης μέχρι τοσούτου διετάξατο προιέναι,
περαιτέρω δὲ μή, καὶ οὕτως μὲν συμπλέκεσθαι, οὕτως
δὲ οὐδαμῶς, καὶ τοὺς ἐχθροὺς μετιτέον εἶναι ἢ τιμω-
ρητέον τόνδε τὸν τρόπον, ἀλλὰ μὴ τόνδε, καὶ δεῖν γε
ἡμᾶς ἀκολουθεῖν αὐτῷ ἢ μὴ ἀκολουθοῦντας ἐπιτι-
μᾶσθαι καὶ δίκας ὑπέχειν ὧς οὐ νομίμως οὐδὲ δικαίως
τὴν ἀγωνίαν ποιησαμένους; οὐκ ἔστιν ὁ ταῦτα νομοθε-
τῶν, οὐκ ἔστιν οὐδείς, ἀλλ’ ὧς ὁ καιρὸς φέρει, καὶ
τἀς μάχας διαθετέον ἅπαντες λέγουσι, καὶ κοινὸς οὗτος
ἅπασι νόμος, ὡς ἑκάστῳ ἐκ τῶν συμπιπτόντων παρί-
σταται τὸν πόλεμον διαφέρειν.
τί λοιπὸν ἄγνοιαν
τῶν κοινῇ γνωρίμων πλαττόμενοι ἅπερ ἀκώλυτα
τειν ἡμῖν ἐγκαλεῖτε καὶ ἄλλων κατηγορεῖν ἐθέλοντες
τόπον κατηγορίας ἑτέροις καθ’ ὑμῶν δίδοτε; ἢ ἔχετε
λέγειν ὡς εἰσί τινες ἀνθρώπων παρ’ οἷς ταῦτα φυλάτ-
τεται, ἢ εἰ μὴ παρ’ οὐδέσιν ἄλλοις, παρ’ ὑμῖν γοῦν
τοῖς Κορινθίοις; καὶ εἶρξέ ποτέ τις ὑμᾶς ἣ νόμος ἢ
μαίνεσθε; οὐ περκόπτετε τὴν κύκλῳ χώραν; οὐ πάντα
ὑπὲρ ἑνὸς τοῦ κρείττους φανῆναι μετέρχεσθε; τί γοῦν
ἅ μηδ’ αὐτοὶ φυλάσσοντες οὐδέποτε ὤφθητε καὶ ὑμῖν
ἀντὶ τούτου προσηνέχθη οὐδείς, ἡμῖν ὧς μὴ φυλάξασιν
ἐγκαλεῖτε;
εἶεν. ἀλλ’ ὁ Ποτιδαιάτας ἀσεβῆ καὶ
ἀνόσια εἰργασμένος τίς, ὦ πρὸς θεῶν; Ἀθηναίων
μὲν οὐδείς, οὐ μὰ τοὺς θεούς. νομίμῳ γὰρ καὶ δικαίῳ
πρὸς αὐτοὺς ἐκεχρήμεθα τῷ πολέμῳ, αὐτοὶ δὲ κατ’
ἀλλήλων μανέντες ὑφ’ ἑαυτῶν ἐξανήλωντο. καὶ καλήν
γε, ὦ δίκη παραβαθεῖσα, τὴν ἐπίνοιαν κατ’ αὐτῶν
ἐξεῦρες ἅμα μὲν ἐκείνων τὴν πονηρίαν καὶ ἀγνωμο-
σύνην παύουσα, ἄμα δὲ καὶ τῶν μελλόντων μιμεῖσθαι
τοὺς ἀλιτηρίους ἐκείνους προανακόπτουσα τὰς ὁρμάς.
ὡς ἔδει γε τοιαύτην σε πᾶσιν ἀεὶ τοῖς πονηροῖς παρ-
εστάναι καὶ ἀδικίας ἀνθρώπων μεθ’ ὁμοίας ἐξαίρειν
τῆς ταχυτῆτος.
45. Πλὴν Ποτιδαιᾶται μέν, ὦ Λακεδαιμόνιοι, οὕτω
μὲν ἡμῖν, οὕτω δὲ καὶ τοῖς πρὸ ἡμῶν ἀδικηθεῖ-
σι θεοῖς τὴν ἀξίαν ἀπέδωκαν, Κορίνθιοι δὲ κατη-
γοροῦσιν ἡμῶν ἀντὶ τούτων οὐ μᾶλλον ἐκείνων
γείρων ἦν ὑμᾶς ἐπὶ τὸν ἡμέτερον πόλεμον. ἤ οὐ μέ-
μνησθε ὡς ἐγκελεύοντες ἦσαν ὑμῖν καθάπερ στρατηγοὶ
στρατιώταις· τί κάθησθε; τί ἀνατέτραφθε ὧς ἐφ’
ὕπνον; τί τὸ Δωρικὸν καὶ πάτριον οὐκ ἀναλαμ-
βάνετε φρόνημα; οὐχ ὁρᾶτε τοὺς ἀνθρώπους
ὧς αὐξάνουσι καὶ προβαίνουσι καὶ μεῖζον φρο-
νοῦσι τῆς φύσεως; οὐ καθέξετε σφᾶς; οὐ κατα-
βαλεῖτι; οὐ ταπεινώσετε πρὶν ἢ φθάσουσιν
ἄμαχοι γεγονότες;
46. Καὶ τὸ μὲν δὴ προβεβλημένον αὐτοῖς ἄλλον
ἔχον ἀγῶνα εἰς τὴν καθ’ ἡμῶν, ὧς ὁρᾶτε, συμβολὴν
ἀπεκρίθη, ἡμῖν δὲ πρὸς ταῦτα βραχὺς ἂν εἴη λόγος,
ὅν δὴ αὐτίκα εἰπόντες καταβησόμεθα. τὸ μὲν δὴ
μείζους ἐθέλειν ἑαυτῶν γίνεσθαι καὶ προκόπτειν ἀεὶ
οὐκ ἀρνούμεθα, ἐπειδήπερ οὐ μόνοις τοῖς Ἀθηναίοις
ἔργον ἐστὶ σπουδαζόμενον οὐδὲ μόνοις τοῖς Ἕλλησιν,
ἀλλὰ καὶ τούτοις καὶ βαρβάροις καὶ πᾶσιν ὧς ἔπος
εἰπεῖν ἀνθρώποις. φύσει γὰρ ἅπασι τὴν τοῦ πλείονος
ἐπιθυμίαν ἴσμεν ἐντετηκέναι, κἂν εἴ τις αἱρῆται μετ-
ιέναι καθ’ ἔνα τοὺς πάντας, οὐκ ἄν ποτε οὐδαμοῦ
διαπίπτοντα τὸν λόγον εὑρήσει. καὶ οὐδαμῶς ἂν εἴη
τοῦτό γε ἄπο τρόπου, εἰ κατὰ τὸ πεφυκὸς πᾶσιν ἀν-
ὅ δὲ ὅμως κἀν τῷ τοιούτῳ παρηλ-
λαγμένον ἡμῖν καὶ οὐ ῥᾴδιον παρά τισιν ἄλλοις κατα-
νοῆσαι, ὅτι τῶν μὲν ἄλλων ἀπάντων μηδεμίαν οἰκείων τε
καὶ ἀλλοτρίων εἰδότων διαφορὰν κατὰ τοῦτο, ἀλλ’ ἐπ’
ἴσης τὴν ἑαυτῶν ἐπίδοσιν ἐξ ἁπάντων γίνεσθαι σπου-
δαζόντων ἡμῖν οὐχ οὕτω πραγματεύεται τοῦτο. ἀλλὰ
τὸ μὲν Ἑλληνικὸν ἅπαν γένος ἀγαπῶμεν καὶ στέργομεν
καὶ βουλοίμεθ’ ἂν πᾶν ἀγαθὸν αὐτοῖς γενέσθαι καί γε
ὅσον πλεῖστόν ἐστι πρὸς αὐτοὺς ἐπιεικείᾳ χρώμεθα καὶ
ἰσονομίᾳ ὑπερορῶντες καὶ τοῦ συμφέροντος ἑαυτῶν,
εἴπερ κοινῶς τοῦτο τοῖς πᾶσι μέλλει συνοίσειν· βαρβά-
ρους δὲ μισοῦμεν ἀεὶ καὶ πολεμοῦμεν καὶ φιλονεικοῦμεν
ἐκ τῶν ἰδίων ἐκείνοις πραγμάτων ὀνομαστότεροι ἑαυτῶν
φανῆναι καὶ περιφανέστεροι.
κἂν ὅθεν ἡμᾶς τις ἐκ
μικρῶν τὸ καταρχὰς μεγάλοι γεγόναμεν ἐξετάζῃ, οὐκ
ἄλλοθεν ἢ ἐκ βαρβαρικῶν τροπαίων τοιοῦτ’ οὑς εὑρήσει
γεγενημένους. πάμπρωτα μὲν γὰρ εὐθύς, ὅτε μετὰ τῶν
ζώντων Θησεὺς ὁ ἡμέτερος ἦν, Ἀμαζόνας νενικήκαμεν,
γυναῖκας μὲν ἂν ἴσως εἴποι τις, ἀλλὰ πολὺ τὴν ἀρρέ-
νῶν παρελθούσας φύσιν, καὶ γέγονεν ἡμῖν ἐντεῦθεν
οὐ μικρῷ τινι ἐπιδοῦναι. ἔπειτα διαβάντες εἰς τὴν
Ἀσίαν Σάρδεις ἐπολιορκοῦμεν καὶ ὁ ἐκεῖθεν χρυσὸς
μεγάλως τὰ τῶν Ἀθηναίων ἀνύψωσε πράγματα. τρίτον
τοὐν Μαραθῶνι τρόπαιον ἱστῶμεν καὶ προέβημεν ὅσον
πλεῖστον ἐνῆν. καὶ τέταρτον κάλλιστον ἐπὶ καλλίστοις
τὸ ἐν Σαλαμῖνι καὶ Πλαταιᾶσι ναυμαχοῦντες καὶ πε-
καὶ γῆς, καὶ μέγιστον Ἀθηναῖοι παρὰ πᾶσιν ἔσχομεν
ὄνομα.
ταῦθ’ ἡμᾶς ὕψωσεν, ὦ Λακεδαιμόνιοι, καὶ
μεγάλους πεποίηκεν, οὐχ ἅπερ οὗτοί φασι, κατὰ τῆς
Ἑλλάδος τυχεῖν ἀγωνισαμένους. ἠρξάμεθα γὰρ οὐδέ-
ποτε πολέμου πρὸς Ἕλληνας, εἰ δ’ ἔτυχέ τις πρότερος
ἡμᾶς ἀδικήσας, τόν τε πόλεμον παρεσκεύασεν ἀναγκαῖον
καὶ ἡμᾶς ἠρέθισε κατ’ αὐτοῦ, ἐπειδήπερ ἐκ τοῦ ἴσου
τρόπου φίλον ἡμῖν καὶ μετρίως ἔχειν, εἴ τις μὴ ἐ̓γνω-
κεν ἡμᾶς ἀδικεῖν, καὶ πολεμίως, εἴ τις μὴ φυλάσσειν
ἐθέλει τὰ δίκαια. τῶν δὲ νήσων καὶ τῶν πόλεων ἃς
νῦν ἔχομεν ἀδίκως κατειλήφαμεν οὐδεμίαν. οὐ γὰρ
παραβιασάμενοι οὐδὲ νόμῳ πολέμου κρατήσαντες κεκτή
μεθα, ἀλλὰ τῶν ἐν αὐταῖς ἀρχόντων καὶ δήμων ἐφ’
ἑαυτοὺς κεκληκότων, τάχα ὅτι τὴν ὑπὲρ πάντων ἡμῶν
ἠγάπησαν πρόνοιαν. οὕτως ἡμεῖς κἀκ τοιούτων ἑαυτῶν
μείζους ἐγενόμεθα, οὐχ ὅν τρόπον οὗτοί φασιν οὐδ’
ὅθεν φασίν, ἀλλ’ ὅθεν καὶ ὑμεῖς μάρτυρές ἐστε.
50. Μὴ τοίνυν, ὦ ἄνδρες Λακεδαιμόνιοι, ἐθελήσητε
τοῖς τούτων πεισθέντες λόγοις ἐξαφθῆναι αὐτίκα καὶ
πρὸς πόλεμον ἀπιδεῖν οὕτω μὲν ἀπρεπῆ, οὕτω δὲ καὶ
ὀλέθριον. καὶ γὰρ ἀπαντήσει, εἰ συμβήσεται, ἀλλὰ μὴ
συμβαίη ποτέ, ὥσπερ ἡμῖν καὶ ὑμῖν οὐκ ἀκίνδυνα, καὶ
πράξομεν ἀμφότεροι αἰσχρῶς καὶ παντάπασιν ἀναξίως
χρήμασι συνάραςθαι καὶ στρατῷ, καὶ τελέσουσι, νῦν
δὲ ἡμῖν ἐφ’ ὑμᾶς.
ἀλλ’ ὑμεῖς γε, ἢν σωφρονῆτε,
ἀναμνησθήσεσθε ὧς νῦν πρώτως τῶν κινδύνων ἀνα-
φέρειν ἤρξατο ἡ Ἑλλὰς καὶ οὐ καλὸν πρὶν ἢ σαφῶς
ἀνενεγκεῖν εἰς δευτέρους μείζονας περιβάλλειν, ἀνα-
μνησθήσεσθε δὲ ὅτι καὶ τὰς σπονδὰς ἐπὶ πεντήκοντα
ὅλους ἐνιαυτοὺς πεποιήμεθα, ἐφ’ ᾧ καὶ πεντηκοντού-
τεις αὐτὰς ὠνομάκαμεν, καὶ οὐδαμῶς εὐσεβὲς πρὶν ἤ
τὰ ἡμίση τῶν ὡρισμένων ἐτῶν καταλαβεῖν συγχέειν
ταύτας πειρᾶσθαι. ἀλλὰ Κορινθίους καὶ τοὺς ἄλλους
οἱ ταράσσουσι τὴν Ἑλλάδα ληρεῖν ἐάσατε ὡς ἔργον
πληροῦντας βασκάνων δαιμόνων, ἐκείνων γὰρ ἴδιον
τοῖς τῶν ἀνθρώπων καλοῖς ἐπιφύεσθαι καὶ προφάσεις
ἀναμοχλεύειν δι’ ὧν δυνήσονται εἴς τε τὸν κατ’ ἀλλή-
λων πόλεμον ἐξοπλίσαι καὶ τὰ καλὰ περιτρέψαι, τὴν
ἡσυχίαν δὲ ὧς μόνης ταύτης τὸ κοινὴ συμφέρον ἐχού-
σης ἀγαπήσατε, ὧς ἂν μὴ μόνον ὁσίως καὶ εὐσεβῶς
ἡμῖν ἔχῃ τὰ πρὸς θεούς, ἀλλὰ καὶ καλῶς γένοιτο
πρᾶξαι καὶ Ἀθηναίοις καὶ Πελοποννησίοις καὶ πᾶσι
τοῖς Ἕλλησι.
52. Καὶ ἡμεῖς μὲν οὖν, ὦ Λακεδαιμόνιοι, δοῦ-
χάριν καὶ πρὸς τουτουσὶ Κορινθίους καὶ τῶν Ἑλλή-
νων τοὺς ἄλλους, εἴ τις ἐγκαλεῖν ἔχοι ὡς Ἀθηναῖοι
προσέκρουσαν, πάρεσμεν λόγον δοῦναι καὶ ἅπερ δίκαια
πληροῦν ἐθέλειν ἑκάστῳ. ἂν δέ που μὴ τοῦτον φήσῃ
τις τὸν τρόπον, ἀλλὰ τοῖς ὅπλοις τὴν διάκρισιν ἐπι-
τρέπῃ, ὀδυνηρὸν μὲν τῇ ἀληθείᾳ τοῦθ’ ἡμῖν δόξει
καὶ ἐλεεινὸν θεωμένοις οἶ κακοῦ τὰ τῆς Ἑλλάδος ἀφί-
ξεται πράγματα, πλὴν ἀπαντησόμεθα καὶ αὐτοὶ μεθ’
ὅπλων πολλὰ τῆς εἰς τοῦτ’ ἀνάγκης τοὺς ἐφόρους τῶν
Ἑλλήνων θεοὺς κἀπὶ ταῖς σπονδαῖς κεκλημένους παρ-
αἰτησάμενοι, κἂν εἴ τις εἰς τὴν Ἀττικὴν ἐμβάλοι, οὐ
μόνον ἐνταῦθα ἐναντιουμένους εὕροι καλῶς, ἀλλὰ καὶ
αὐτοὶ ἀντεμβαλοῦμεν εἰς τὴν αὐτοῦ μεθ’ ὁμοίου τοῦ
τάχους καὶ τῆς παρασκευῆς.
53. Εἴρηται καὶ ἡμῖν, ὦ Λακεδαιμόνιοι, καὶ τὰ
πρὸς Κορινθίους καὶ τὰ πρὸς ὑμᾶς. δοῖεν δὲ οἱ κρείτ-
τους, ἃ κοινὴ τοῖς Ἕλλησι συμφέρει, ταῦθ’ ὑμῖν παρα-
στῆναι ποιῆσαι.