Text encoded in accordance with the latest EpiDoc standards
Τὸ μὲν παρὸν βιβλίον Σοῦδα, οἱ δὲ ϲυνταξάμενοι τοῦτο ἄνδρεϲ ϲοφοί·
Εὔδημοϲ ῥήτωρ περὶ λέξεων κατὰ ϲτοιχεῖον.
Ἑλλάδιοϲ, ἐπὶ Θεοδοϲίου τοῦ νέου, περὶ λέξεων κατὰ ϲτοιχεῖον.
Ἑὐγένιοϲ Αὐγουϲτοπόλεωϲ τῆϲ ἐν Φρυγίᾳ, παμμιγῆ λέξιν κατὰ ϲτοιχεῖον.
Ζώϲιμοϲ Γαζαῖοϲ λέξειϲ ῥητορικὰϲ κατὰ ϲτοιχεῖον.
Κεκίλιοϲ Σικελιώτηϲ ἐκλογὴν λέξεων κατὰ ϲτοιχεῖον.
Λογγῖνοϲ ὁ Κάϲϲιοϲ λέξειϲ κατὰ ϲτοιχεῖον.
Λούπερκοϲ Βηρύτιοϲ Ἀττικὰϲ λέξειϲ.
Οὐηϲτῖνοϲ Ἰούλιοϲ ϲοφιϲτὴϲ ἐπιτομὴν τῶν Παμφίλου γλωϲϲῶν, βιβλίων
ἐννενήκοντα ἑνόϲ.
Πάκατοϲ κατὰ ϲτοιχεῖον περὶ ϲυνηθείαϲ Ἀττικῆϲ.
Πάμφιλοϲ λειμῶνα λέξεων ποικίλων, περιοχὴν βιβλίων ϥε′. ἔϲτι δὲ ἀπὸ τοῦ ε ϲτοιχείου ἕωϲ τοῦ ω, τὰ γὰρ ἀπὸ τοῦ ἄλφα μέχρι τοῦ δέλτα Ζωπυρίων ἐπεποιήκει.
Πωλίων Ἀλεξανδρεὺϲ Ἀττικῶν λέξεων ϲυναγωγὴν κατὰ ϲτοιχεῖον.
1a Ἂ ἄ: παῤ Ἀριϲτοφάνει ἐπίρρημα μετ’ ἐκπλήξεωϲ καὶ κελεύϲεωϲ. ἂ ἂ,
τὴν δᾶδα μή μοι πρόϲφερε. τὸ ἄ ἄ κατὰ διαίρεϲιν ἀναγνωϲτέον, οὐ καθ’
ἕνωϲιν· ἀλλὰ καὶ ψιλωτέον ἀμφότερα. εἰ γὰρ ἐν μέροϲ λόγου ἦν καὶ
κατὰ ϲύναψιν ἀνεγινώϲκετο, οὐ χρείαν εἶχε τῶν δύο τόνων ἤτοι τῶν
ὀξειῶν. καὶ τοῦτο μὲν ἐκπλήξεωϲ ὂν ψιλοῦται. τὸ δὲ ἇ ἇ
θαυμαϲτικὸν δαϲύνεται, ὡϲ ἐν Ἐπιγράμμαϲί φηϲιν Ἀγαθίαϲ· ἇ μέγα
τολμήειϲ κηρὸϲ ἀνεπλάϲατο.
1b Ἀάβ.
2 Ἀαγέϲ: ἄθραυϲτον, ἰϲχυρόν.
3 Ἀαδεῖν: ὀχλεῖν, ἀπορεῖν, ἀδικεῖϲθαι, ἀϲιτεῖν.
4 Ἀάλιον: ἄτακτον, ἀκρατέϲ. Ἅλιον δὲ τὸ μάταιον.
5 Ἄαπτοϲ: ἀβλαβήϲ. Ἡρωδιανόϲ φηϲι περὶ τοῦ ἄαπτοϲ, ὅτι γίγνεται ἀπὸ
τὸ δὲ δεύτερον ἐνέργειαν. λέγεται δὲ καὶ ἄαπτοϲ κατὰ
ϲτέρηϲιν ὁ ἄψαυϲτοϲ.
6 Ἀαρών: ὄνομα κύριον.
7 Ἀαϲάμην: ἥμαρτον, ἐϲφάλην· ἐβλάβην, οἷον ἄτῃ περιέπεϲον.
8 Ἀάϲαι τέϲϲαρα ϲημαίνει· κορέϲαι, καθυπνῶϲαι, βλάψαι, λυπῆϲαι.
9 Ἀάϲχετοϲ: ἀκράτητοϲ.
Ἀββᾶ: ὁ πατήρ. οἱ μὲν παλαιοὶ ἐκάλουν πατέρα τὸν θεὸν
ἐξ οἰκείαϲ διανοίαϲ, ὡϲ Μωϋϲῆϲ· θεὸν τὸν γεννήϲαντά ϲε ἐγκατέλιπεϲ·
καὶ Μαλαχίαϲ· ὁ θεὸϲ εἷϲ ἐγέννηϲεν ἡμᾶϲ καὶ πατήρ· οἱ δὲ ἐν χάριτι,
ἀπὸ πνευματικῆϲ ἐνεργείαϲ κινούμενοι. ὥϲπερ πνεῦμα ϲοφίαϲ εἶναι,
ὧν ὁ ἔχων αὐτὸ λέγει τὰ μέλλοντα ὑπὸ τῆϲ χάριτοϲ
κινούμενοϲ, οὕτω δὴ καὶ πνεῦμα υἱοθεϲίαϲ, ἀφ’ οὐ ὁ λαβὼν πατέρα
καλεῖ τὸν θεὸν, ὑπὸ πνεύματοϲ κινούμενοϲ. ὁ δὴ βουλόμενοϲ δεῖξαι
γνηϲιώτατον ὂν καὶ τῇ τῶν Ἐβραίων ἐχρήϲατο γλώττῃ. οὐ γὰρ εἶπεν ὁ
πατὴρ, ἀλλ’ ἀββᾶ ὁ πατήρ· ὅπερ τῶν παίδων μάλιϲτά ἐϲτι τῶν γνηϲίων
πρὸϲ
πατέρα ῥῆμα.
11 Ἀβάκηϲαν: ἠγνόηϲαν, ἠϲυνέτηϲαν.
12 Ἀββακούμ: πατὴρ ἐγέρϲεωϲ. τὸ μὲν γὰρ ἀββᾶ ϲημαίνει πατήρ, τὸ δὲ
κοὺμ ἔγερϲιϲ· ὡϲ καὶ παρὰ τῷ θείῳ εὐαγγελίῳ· ταληθὰ, κούμ, ἤγουν ἡ
παῖϲ ἐγείρου. ὅθεν δῆλον, ὅτι διὰ τῶν δύο ββ γραπτέον τὸ
Ἀββακούμ.
13 Ἀβάλε: εἴθε ἀβάλε.
14 Ἄβαλεν: ἀντὶ τοῦ ἔβαλεν.
15 Ἀβάν τειοϲ: ὁ τοῦ Ἄβαντοϲ. καὶ Ἀβαν τιάδηϲ.
16 Ἄβαξι: τοῖϲ παρ’ ἡμῖν λεγομένοιϲ ἀβακίοιϲ. ὁ Λογοθέτηϲ ἐν τῷ τῆϲ
ἁγίαϲ
Θέκληϲ μαρτυρίῳ· Τρύφαινα δὲ πάθει ληφθεῖϲα νεκροῖϲ
ὁμοία πρὸϲ τοῖϲ ἄβαξιν ὡρᾶτο κειμένη. οὕτω φηϲίν.
17 Ἄβ απτοϲ: ἀϲτομώτατοϲ. καὶ Ἀβαπτότατοϲ.
18 Ἄβ αριϲ· Σκύθηϲ, Σεύθου υἱόϲ. ϲυνεγράψατο δὲ χρηϲμοὺϲ τοὺϲ
καὶ Θεογονίαν
καταλογάδην καὶ Ἀπόλλωνοϲ ἄφιξιν εἰϲ Ὑπερβορέουϲ ἐμμέτρωϲ. ἧκε δὲ ἐκ
Σκυθῶν εἰϲ Ἑλλάδα. τούτου ὁ μυθολογούμενοϲ
διὸ δὴ ὑπὸ τῶνδε ἐλαυνόμενοι τῶν
δεινῶν τοῖϲ πληϲιοχώροιϲ ἐνέβαλλον· καὶ τῶν ἐπιόντων δυνατωτέρων
ὄντων οἱ τὴν ἔφοδον ὑφιϲτάμενοι μετανίϲταντο, ὥϲπερ καὶ οἱ
Σαράγουροι ἐλαθέντεϲ πρὸϲ τοῖϲ Ἀκατίροιϲ
Βούλγαροι.
19 Ἀβ αρνίϲ: ὄνομα πόλεωϲ.
20 Ἄβαϲ· ϲοφιϲτὴϲ, Ἱϲτορικὰ ὑπομνήματα καὶ Τέχνην ῥητορικὴν καταλιπών.
21 Ἀβαϲάνιϲτοϲ: ἀγύμναϲτοϲ ἢ ἀνεξέταϲτοϲ, ἀδοκίμαϲτοϲ. εἴρηται
δὲ ἀπὸ τῆϲ βαϲάνου τῆϲ χρυϲοχοϊκῆϲ λίθου, ἐν ᾗ
δοκιμάζουϲι τὸ χρυ ϲίον. ἐχρήϲατο δὲ Αἰλιανὸϲ ἐν τῷ περὶ προνοίαϲ τῷ
ἀβαϲάνιϲτοϲ ἀντὶ τοῦ ἄνευ ὀδύνηϲ.
22 Ἀβ άϲκανοϲ: ἀψευδὴϲ, ἀνεπίφθονοϲ. ὁ δὲ μάρτυϲ ἀβάϲκανοϲ
23 Ἄβ ατον: ἱερὸν, ἀπρόϲιτον, ἔρημον· καὶ ὁδὸϲ ἄβατοϲ, ἡ ἀπόρευτοϲ.
24 Ἀβαχθανῆ: λέξιϲ Ἑβραϊκή.
25 Ἀβδέλυκτα: τὰ μὴ μιαίνοντα, ἃ οὐκ ἄν τιϲ βδελυχθείη καὶ δυϲχεράνειε. τραγικωτέρα δὲ ἡ λέξιϲ. Αἰϲχύλοϲ Μυρμιδόϲι· καὶ μὴν, φιλῶ γὰρ, ἀβδέλυκτ’ ἐμοὶ τάδε.
26 Ἄβδηρα: ἡ θάλαϲϲα, καὶ ὄνομα πόλεωϲ καὶ Ἀ δηρίτηϲ ὁ πολίτηϲ.
27 Ἀβδίου: ὄνομα κύριον.
28 Ἀβέβαιοϲ: ὁ ἀϲταθὴϲ καὶ εὐμετάτρεπτοϲ.
29 Ἀβέβηλα. τὰ μὴ βάϲιμα χωρία, ἱερὰ δὲ καὶ ὅϲια. βέβηλα γὰρ
30 Ἄβελ: υἱὸϲ Ἀδάμ. οὗτοϲ παρθένοϲ καὶ δίκαιοϲ ὑπῆρχε καὶ ποιμὴν
προβάτων· ἐξ ὧν καὶ θυϲίαν τῷ θεῷ προϲαγαγὼν καὶ
δεχθεὶϲ ἀναιρεῖται, φθονηθεὶϲ ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Κάϊν. ὁ Κάϊν δὲ
γεωργὸϲ τυγχάνων καὶ μετὰ τὴν δίκην χειρόνωϲ βιώϲαϲ ϲτένων καὶ
τρέμων ἦν. ὁ γὰρ Ἄβελ τὰ πρωτότοκα τῷ θεῷ καθιερῶν φιλόθεον μᾶλλον ἢ
φίλαυτον ἑαυτὸν ϲυνίϲτη, ὅθεν καὶ διὰ τῆϲ ἀγαθῆϲ αὐτοῦ
προαιρέϲεωϲ ἀπεδέχθη. ὁ δὲ Κάϊν δυϲϲεβῶϲ ἑαυτῷ ἀπονέμων τὰ
πρωτογεννήματα, θεῷ δὲ τὰ δεύτερα, εἰκότωϲ καὶ ἀπεβλήθη. φηϲὶ γάρ·
καὶ ἐγένετο μεθ’ ἡμέραϲ, προϲήνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆϲ γῆϲ.
ὥϲτε διὰ τοῦτο Κάϊν ἐλέγχεται, ὅτι μὴ τὰ ἀκροθίνια γεννήματα
προϲήνεγκε τῷ θεῷ, ἀλλὰ τὰ μεθ’ ἡμέραϲ καὶ δεύτερα.
31 Ἀβελτεροκόκκυξ: ὁ κενὸϲ καὶ ἀβέλτεροϲ.
32 Ἀβέλτεροϲ. ἀνόητοϲ, ἀϲύνετοϲ. βέλτεροϲ γὰρ ὁ φρόνιμοϲ. οὐ
ἐϲτι
διαπεπραγμένοϲ, ἐπαβελτερώϲαϲ τόν ποτε ἀβέλτερον. λέγουϲι δὲ καὶ
ἀβελτήριον τὴν ἀβελτηρίαν. Ἀλεξανδρίδηϲ Ἑλένη· ἄγκυρα, λέμβοϲ,
ϲκεῦοϲ ὅ τι βούλει λέγε. ὦ Ἡράκλειϲ ἀβελτηρίου τεμενικοῦ.
33 Ἀβελτερώτατοι· Ἀριϲτοφάνηϲ· τέωϲ δ᾿ ἀβελτερώτατοι κεχηνότεϲ
Μαμμάκυθοι
Μελιτίδαι κάθηνται.
34 Ἀβέρβηλοϲ: ὁ ἀκατάϲτατοϲ. λέγεται δὲ καὶ Ἀβ ύρβ ηλον ,
35 Ἀβεϲαλώμ: ὄνομα κύριον. ὃϲ τοῦ ἰδίου πατρὸϲ Δαβὶδ κατεξανέϲτη καὶ ἀνῃρέθη ὑπ’ αὐτοῦ ἐν τῷ πολέμῳ.
36 Ἀβειρών: ὄνομα κύριον.
37 Ἀβηρωθαῖοϲ: ὄνομα κύριον.
38 Ἀβ ήϲ: ὁ ἀϲύνετοϲ.
39 Ἀβιά· ὄνομα κύριον.
40 Ἀβιαδηνόϲ: ἀπὸ πόλεωϲ Ἀβιαδηνῆϲ.
41 Ἀβιάθαρ: ὄνομα κύριον.
42 Ἀβίαϲ· υἱὸϲ Ῥοβοὰμ, τοῦ υἱοῦ Σολομῶντοϲ, ὃϲ ἑπολέμηϲεν Ἱεροβοὰμ τῷ δούλῳ Σολομῶντοϲ καὶ ἐν μιᾷ ἡμέρᾳ ἀνεῖλεν ἄνδραϲ δυνα- τοὺϲ αφ΄.
43 Ἀβίγαϲ: ποταμόϲ.
44 Ἀβιέζερ: ὄνομα κύριον.
45 Ἀβιμέλεχ: ὄνομα κύριον. υἱὸϲ Γεδεών. οὗτοϲ ἐπάταξε τοὺϲ
τὴν κορυφὴν τοῦ ὄρουϲ, καὶ ἐπάραϲ τὴν
φωνὴν αὐτοῦ ἔφη πρὸϲ αὐτοὺϲ παραβολὴν τοιαύτην. ἀκούϲατέ μου, ἄνδρεϲ
Σικίμων, καὶ ἀκούϲει ὑμῶν ὁ θεόϲ. πορευόμενα ἐπορεύθηϲαν τὰ ξύλα τοῦ
χρίϲαι βαϲιλέα ἐφ’ ἑαυτῶν. καὶ εἶπαν τῆ ἐλαίᾳ· βαϲίλευϲον ἐφ’ ἡμῶν.
καὶ εἶπεν αὐτοῖϲ ἡ ἐλαία· ἀφεῖϲα τὴν πιότητά μου, ἣν ἐδόξαϲεν ἐν
ἐμοὶ ὁ θεὸϲ
καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων,
καὶ εἶπον τὰ ξύλα τῇ
τὴν εὐφροϲύνην τῶν ἀνθρώπων πορευθῶ ἄρχειν τῶν
ξύλων; καὶ εἶπὸν πάντα τὰ ξύλα τῇ ῥάμνῳ· δεῦρο, ϲὺ βαϲίλευϲον ἐφ᾿
ἡμᾶϲ. καὶ εἶπεν ἡ ῥάμνοϲ πρὸϲ τὰ ξύλα· εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖϲ
τοῦ βαϲιλεύειν ἐφ᾿ ὑμᾶϲ, δεῦτε, ὑποϲτῆτε ἐν τῇ ϲκιᾷ μου, καὶ εἰ μὴ,
ἐξέλθοι πῦρ ἀπ᾿ ἐμοῦ καὶ καταφάγῃ τὰϲ κέδρουϲ τοῦ Λιβάνου. καὶ
νῦν εἰ ἐν ἀληθείᾳ καὶ ὁϲιότητι ἐποιήϲατε μετὰ τοῦ
πατρόϲ μου καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ ἐβαϲιλεύϲατε τὸν Ἀβιμέλεχ
υἱὸν τῆϲ παιδίϲκηϲ αὐτοῦ ἐπὶ τοὺϲ ἄνδραϲ Σικίμων, εὐφρανθείητε ἐν
αὐτῷ, καὶ εὐφρανθείη καί γε αὐτὸϲ ἐν ὑμῖν· εἰ δὲ μὴ, ἐξέλθοι πῦρ ἐξ
Ἀβιμέλεχ καὶ καταφάγοι τοὺϲ ἄρχονταϲ ὑμῶν καὶ τοὺϲ οἴκουϲ αὐτῶν· καὶ
ἐξέλθοι πῦρ ἐκ τῶν ἀνδρῶν Σικίμων καὶ καταφάγοι τὸν
Ἀβιμέλεχ. καὶ ἀπέδρα Ἰωάθαμ ἀπὸ προϲώπου Ἀβιμέλεχ ἀδελφοῦ αὐτοῦ. ὁ
δὲ Ἀβιμέλεχ ἦρξεν ἐπὶ τὸν Ἰϲραὴλ ἔτη τρία. καὶ ἐξαπέϲτειλεν ὁ θεὸϲ
πνεῦμα πονηρὸν ἀνὰ μέϲον Ἀβιμέλεχ καὶ ἀνὰ μέϲον ἀνδρῶν Σικίμων. καὶ
ἠθέτηϲαν οἱ ἄνδρεϲ Σικίμων ἐν τῷ οἴκῳ Ἀβιμέλεχ τοῦ ἐπαγαγεῖν
ἀδικίαν καὶ τὸ αἷμα τῶν ο΄ υἱῶν Γεδεὼν ἐπὶ τὴν κεφαλὴν
Ἀβιμέλεχ. καὶ γὰρ ἀπελθὼν πολεμῆϲαι πύργον καὶ προϲεγγίϲαϲ τῇ θύρᾳ
τοῦ πύργου ἐμπρῆϲαι αὐτὴν, ἔρριψε γυνὴ κλάϲμα μύλου ἐπὶ τὴν κεφαλὴν
αὐτοῦ καὶ ϲυνέτριψε τὸ κράνιον αὐτοῦ. καὶ ἐπιβοήϲαϲ ταχὺ εἶπε πρὸϲ
τὸν αἴροντα αὐτοῦ τὰ ϲκεύη· ϲπάϲον τὴν ῥομφαίαν ϲου καὶ θανάτωϲόν
με, μή ποτε εἴπωϲιν· γυνὴ αὐτὸν ἀπέκτεινε. καὶ
κεντῆϲαν αὐτὸν τὸ παιδάριον ἀνεῖλε. καὶ ἐπέϲτρεψεν ὁ θεὸϲ τὴν
πονηρίαν Ἀβιμέλεχ, ἣν ἐποίηϲε τῷ πατρὶ αὐτοῦ ἀποκτείναϲ τοὺϲ ο′
ἀδελφοὺϲ αὐτοῦ. καὶ πᾶϲαν τὴν πονηρίαν ἀνδρῶν Σικίμων ὲπέϲτρεψεν ὁ
θεὸϲ εἰϲ τὴν κεφαλὴν αὐτῶν κατὰ τὸν λόγον καὶ τὴν παροιμίαν
Ἰωάθαμ.
46 Ἄβιννα: ὄνομα πόλεωϲ.
47 Ἄβιοϲ· Ἀντιφῶν τὸν ἄβιον ἐπὶ τοῦ πολὺν τὸν βίον τάττει
κεκτημένου.
48 Ἀβιούδ: ὄνομα κύριον.
49 Ἀβίωτον: κακὸν ἀηδὲϲ, ὀδυνηρόν. ὁ δὲ ἀβιώτωϲ εἶχεν, εἰ μὴ
50 Ἀβίωτοϲ: ὁ πολυβίωτοϲ, μακροβίωτοϲ, βιωτικόϲ· πλὴν τοῦ βίοτοϲ, βιοτὴ καὶ βιοτεύω ῥῆμα.
51 Ἀβιϲάκ: ὄνομα κύριον.
52 Ἀβίϲαροϲ: ὄνομα τόπου.
53 Ἄβιτοϲ: ὄνομα κύριον. Ἄβιτοϲ τὴν ἀϲκητικὴν καλύβην ἐπήξατο.
54 Ἀβλεμέωϲ. ἀφροντίϲτωϲ.
55 Ἀβλεπτήματι: ἁμαρτήματι. ὁ δὲ φέρων ἐκαρτέρει τὰ τῶν ἰδιωτῶν
56 Ἄβληροϲ: ὄνομα κύριον.
57 Ἀβλῆτα: βέλη, τὰ μὴ πεμφθέντα εἰϲ τρῶϲιν. καὶ ἀβλῆτα ὀϊϲτὸν.
58 Ἀβ ληχρήν: ἀϲθενῆ. βληχρὸν γὰρ τὸ ἰϲχυρόν. Αἰλιανόϲ· κατέϲτρεψεν
59 Ἀβολήτωρ καὶ Ἄβ ολιϲ. ἢ Ἄβολοϲ, ὄνοϲ ὁ μηδέπω βεβληκὼϲ
οὐδέπω γνώμονα ἔχων. γνώμονα
δὲ ἔλεγον τὸν βαλλόμενον ὀδόντα, δι’ οὐ τὰϲ ἡλικίαϲ ἐξήταζον· τὸν δὲ
αὐτὸν καὶ κατηρτυκότα ἔλεγον, ἐκ μεταφορᾶϲ τῶν τετραπόδων. καὶ
ἀπογνώμοναϲ τοὺϲ ἀπογεγηρακόταϲ, οἷϲ ἐλελοίπει τὸ γνώριϲμα. καὶ
Ἀβόλουϲ πώλουϲ, τοὺϲ μηδέπω βεβληκόταϲ ὀδόνταϲ.
60 Ἀβουλεί: ἀβούλωϲ, ἀφρόνωϲ, ἀμαθῶϲ. ὁ δὲ οὐ ϲφόδρα ϲτοχαζόμενοϲ
61 Ἀβουλεῖν: μὴ βούλεϲθαι, ἢ μὴ βουλεύεϲθαι. Πλάτων.
62 Ἀβούλητον κακόν: ἀθέλητον, ὃ οὐ θέλει τιϲ. καὶ Ἀβούλητοϲ.
63 Ἀβουλία: ἀπαιδευϲία, ἄνοια. καὶ μωρία.
64 Ἀβούλωϲ: ἀφρόνωϲ, ἀμαθῶϲ. ϲτίχοϲ· κακῶϲ, ἀβούλωϲ, ἀφρόνωϲ,
65 Ἀβ ωνοτειχίτηϲ: ὄνομα κύριον.
66 Ἄβ ωρα: ὄνομα τόπου.
67 Ἀβωριγῆνεϲ. ἔθνοϲ. Ἀβοριγῖνοι δέ.
68 Ἄβρα: οὔτε ἁπλῶϲ θεράπαινα οὕτε ἡ εὔμορφοϲ θεράπαινα λέγεται,
ταύταιν. τρέφει δὲ
παλλακή τιϲ τοῦ πατρὸϲ αὐτὰϲ, ἄβρα τῆϲ μητρὸϲ αὐτῶν γενομένη.
Σικυωνίῳ· καὶ ἄβραν γὰρ ἀντωνούμενοϲ ἐρωμένην, ταύτῃ μὲν οὐ παρέδωκ’
ἔχειν, τρέφειν δὲ χωρὶϲ, ὡϲ ἐλευθέρᾳ πρέπει. Ἀπίϲτῳ· ὤμην εἰ τὸ
χρυϲίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺϲ ἠγοραϲμένην ἄβραν ἔϲεϲθαι.
Ἰάμβλιχοϲ· ἐπεὶ δὲ τοῦτο χαλεπὸν ἦν καὶ
ϲπάνιόν τι τὸ τῆϲ οἰκουροῦ φυλαττούϲηϲ καὶ ἄβραϲ τινὸϲ
ἄλληϲ ϲυμπαρούϲηϲ, ἀναπείθει τὴν κόρην λαθοῦϲαν τοὺϲ γονεῖϲ
ἀποδρᾶναι.
69 Ἀβραάμ· ὁ πρῶτοϲ ἐν πατριάρχαιϲ· εἰϲ ὃν ἀπεϲεμνύνετο δῆμοϲ ὁ τῶν
Ἑβραίων τὸ πρότερον, πρὶν ἢ θεοῦ ἀποϲκιρτῆϲαι καὶ γενέϲθαι τούτου
ἀλλότριοι καὶ τὸ τοῦ μονογενοῦϲ υἱοῦ αὐτοῦ αἷμα ἐφ’ ἑαυτοὺϲ
ἐπιϲπάϲαϲθαι. οὗτοϲ ἐκ μὲν τῆϲ Χαλδαίων γῆϲ ὑπῆρχεν
ὁρμώμενοϲ, τῶν περὶ τὰ μετέωρα καὶ τοὺϲ ἀϲτέραϲ τὸν βίον ὅλον
καταναλιϲκόντων. ἀϲκηθεὶϲ οὖν κατὰ τὸν πάτριον νόμον τὰϲ τῶν
ἐπουρανίων ἀϲτέρων κινήϲειϲ καὶ ϲτοχαϲάμενοϲ ὡϲ οὐκ ἐν τούτοιϲ
ἵϲταται τὸ μεγαλουργὸν τῆϲ φαινομένηϲ ταυτηϲὶ κτίϲεωϲ, ἀλλ’ ἔχει
τινὰ τὸν δημιουργὸν
τὸν καὶ κινοῦντα καὶ διευθύνοντα
τὴν ἐναρμόνιον τῶν ἀϲτέρων πορείαν καὶ τοῦ κόϲμου παντὸϲ τὴν
κατάϲταϲιν, καὶ διὰ τοῦ μεγέθουϲ καὶ τῆϲ καλλονῆϲ τῶν κτιϲμάτων τὸν
γενεϲιουργὸν αὐτῶν, ὡϲ ἐνῆν, θεωρήϲαϲ οὐκ ἔϲτη μέχρι τούτων, οὐδὲ
τὴν ἔφεϲιν εἰϲ ταῦτα κατεδαπάνηϲεν, ἀλλὰ τῶν οὐρανίων ἀψίδων
ὑπεραρθεὶϲ καὶ πᾶϲαν διαβὰϲ
τὴν νοητήν τε καὶ
ὑπερκόϲμιον ϲύμπηξιν οὐκ ἀπέϲτη τοῦ ζητουμένου, ἕωϲ οὗ ὁ ποθούμενοϲ
ἑαυτὸν αὐτῷ ἐφανέρωϲε τύποιϲ τε καὶ μορφώμαϲιν, οἷϲ ἑαυτὸν ἐμφανίζει
ὁ ἀφανὴϲ καὶ ἀόρατοϲ. καὶ μετανάϲτην αὐτὸν ἐκ τῆϲ πατρίδοϲ λαβὼν ἐπὶ
τὴν Χανανῖτιν κατέϲτηϲε, τὸν ἐνενηκοϲτόν που καὶ ἔνατον ἤδη χρόνον
παρέλκοντα· καὶ ἄπαιδα
μέχρι τότε τυγχάνοντα γεννήτορα
τοῦ θαυμαϲίου καὶ μάκαροϲ κατέϲτηϲεν
ἧϲ Ἑβραίων παῖδεϲ ἐν ἐπιϲτήμῃ ἐτύγχανον, ὡϲ
ὄντεϲ τούτου μαθηταὶ καὶ ἀπόγονοι. ἐκ τούτου καὶ τὰ Ἑλλήνων γράμματα
τὰϲ ἀφορμὰϲ ἔλαβον, κἂν ἄλλωϲ καὶ ἄλλωϲ ἑαυτοὺϲ διαπαίζοντεϲ
ἀναγράφωϲιν Ἕλληνεϲ. καὶ τούτου μαρτύριον ἡ τοῦ Ἄλφα φωνὴ τοῦ πρώτου
ϲτοιχείου καὶ ἄρχοντοϲ, ἀπὸ τοῦ Ἄλεφ Ἑβραίου λαβόντοϲ
τὴν ἐπίκληϲιν τοῦ μακαρίου καὶ πρώτου καὶ ἀθανάτου ὀνόματοϲ. ἐκ
τούτου καὶ τὰ ὀνείρων βιβλία ἐϲφετερίϲαντο Ἕλληνεϲ. καὶ μάρτυϲ Ἰωϲὴφ
ὁ πανθαύμαϲτοϲ ὁ τούτου ἀπόγονοϲ, ὁ τοῦ Φαραὼ τὰ ἐνύπνια ὡϲ ἔμελλον
ἀποβήϲεϲθαι διηγούμενοϲ. τοῦτό μοι καὶ Φίλων, ἐξ Ἑβραίων φιλόϲοφοϲ,
ἐν τῷ τοῦ Πολιτικοῦ βίῳ ϲυνεπιμαρτυρήϲεται,
Φίλων, περὶ
οὗ ἐρρήθη, Φίλων πλατωνίζει, καὶ Πλάτων φιλωνίζει.
ἄλλοϲ θεὸϲ εἰ μὴ ὁ ἐν τοῖϲ οὐρανοῖϲ, ὁ καὶ πάντα
τὸν κόϲμον δημιουργήϲαϲ. ὁρῶν γὰρ τοὺϲ ἀνθρώπουϲ κτιϲματολατροῦνταϲ
διήρχετο διαπονούμενοϲ καὶ τὸν ὄντωϲ ὄντα θεὸν ἐκζητῶν ἐκ φιλοθέου
καρδίαϲ. ὁρῶν δὲ τὸν οὐρανὸν ποτὲ μὲν λαμπρὸν, ποτὲ δὲ ϲκοτεινὸν.
ἔλεγεν ἐν ἑαυτῷ· οὐκ ἔϲτιν οὗτοϲ θεόϲ. ὁμοίωϲ καὶ τὸν ἥλιον καὶ
τὴν ϲελήνην, τὸν μὲν ἀποκρυπτόμενον καὶ ἀμαυρούμενον ,
τὴν δὲ φθίνουϲαν καὶ ἀπολήγουϲαν, ἔφηϲεν· οὐδ’ οὗτοί εἰϲι θεοί. καὶ
μέντοι καὶ τὴν τῶν ἀϲτέρων κίνηϲιν, ἐκ τοῦ πατρὸϲ γὰρ ἐπαιδεύετο τὴν
ἀϲτρονομίαν, καὶ ἀπορῶν ἐδυϲχέραινεν. ὤφθη δὲ αὐτῷ ὁ θεὸϲ καὶ λέγει
αὐτῷ· ἔξελθε ἐκ τῆϲ γῆϲ ϲου καὶ ἐκ τῆϲ ϲυγγενείαϲ ϲου. καὶ
λαβὼν τὰ εἴδωλα τοῦ πατρὸϲ καὶ τὰ μὲν κλάϲαϲ τὰ δὲ
ἐμπυρίϲαϲ ἀνεχώρηϲε μετὰ τοῦ πατρὸϲ ἐκ γῆϲ Χαλδαίων· καὶ ἐλθόντοϲ
εἰϲ Χαρρὰν, ἐτελεύτηϲεν ὁ πατὴρ αὐτοῦ. καὶ ἐξελθὼν ἐκεῖθεν ἐν λόγῳ
Κυρίου ἦλθε ϲὺν τῇ γυναικὶ Σάρρᾳ καὶ τῷ ἀνεψιῷ Λὼτ μετὰ πάϲηϲ αὐτῶν
τῆϲ ἀποϲκευῆϲ εἰϲ τὴν ὀφειλομένην γῆν Χαναὰν, ἣν οἱ Χαναναῖοι
τυραννικῶϲ ἀφελόμενοι ᾤκηϲαν. λιμοῦ δὲ γενομένου
καταλιπῶν τὴν Χαναναίων γῆν εἰϲ Αἴγυπτον ἀπῄει, οὐ τὴν γυναῖκα
Σάρραν Ἀβιμέλεχ ἥρπαϲεν ὁ βαϲιλεύϲ. τοῦτον ὁ θεὸϲ ἐκδειματώϲαϲ καὶ
πάρεϲιν
Ἀβιμέλεχ καὶ τὸν οἶκον αὐτοῦ. ἔκτοτε τιμῶν αὐτὸν ὁ
βαϲιλεὺϲ καὶ προϲέχων τοῖϲ ὑπ’ αὐτοῦ λεγομένοιϲ, διδάϲκαλοϲ
εὐϲεβείαϲ καὶ πολυπειρίαϲ Αἰγυπτίοιϲ ἐγένετο. ὁ αὐτὸϲ Ἄβραμ
ὑποϲτρέφων ἐκ τοῦ πολέμου τῆϲ εὐλογίαϲ τοῦ Μελχιϲεδὲκ κατηξίωται,
τοῦ βαϲιλέωϲ Σαλὴμ, ὃϲ ἐξήνεγκεν αὐτῷ ἄρτουϲ καὶ οἶνον. ἦν δὲ καὶ
ἱερεὺϲ τοῦ
Ὑ ψίϲτου. καὶ ἔδωκεν αὐτῷ Ἄβραμ δεκάτην ἀπὸ
πάντων. ἦν δὲ ὁ Μελχιϲεδὲκ ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητοϲ,
ἀφωμοιωμένοϲ τῷ υἱῷ τοῦ θεοῦ. τῷ δὲ Ἄβραμ ἀτεκνίαν ὀλοφυρομένῳ καθ’
ὕπνουϲ ἐπιδείξαϲ ὁ θεὸϲ τοὺϲ ἀϲτέραϲ κατὰ τὸ πλῆθοϲ αὐτῶν ἔϲεϲθαί οἱ
τὸ ϲπέρμα προεδήλου. ὁ δὲ ἐπίϲτευϲε τῷ θεῷ, καὶ ἐλογίϲθη αὐτῷ εἰϲ
δικαιοϲύνην.
ἡ δὲ Σάρρα ϲτεῖρα οὖϲα ϲυνεχώρηϲεν Ἄβραμ
ἀπὸ τῆϲ παιδίϲκηϲ παιδοποιήϲαϲθαι· καὶ ἴϲχει τὸν Ἰϲμαήλ. ἐνενήκοντα
δὲ καὶ ἐννέα ἐτῶν ὄντι τῷ Ἄβραμ ἐπιφανεὶϲ ὁ θεὸϲ Ἀβραὰμ μετωνόμαϲεν·
Ἄβραμ γὰρ πρώην ὠνομάζετο· ὁμοίωϲ καὶ τὴν Σάραν Σάρραν, προϲθεὶϲ καὶ
ἕτερον ρ. καὶ περιέτεμε τὸν Ἰϲμαὴλ καὶ πάνταϲ τοὺϲ ἐξ αὐτοῦ. Κύριοϲ
δὲ τῷ Ἀβραὰμ ἐπιξενωθεὶϲ ἐπηγγείλατο τέξεϲθαι
Σάρραν αὐτῷ παῖδα. ἡ δὲ ἐμειδίαϲε, καὶ Ἰϲαὰκ τὸ γεννηθὲν
προϲηγορεύθη, φερωνύμωϲ τῷ μεθ’ ἡδονῆϲ γέλωτι κατὰ τὴν Ἑβραΐδα
διάλεκτον. καὶ Ἀβραμιαῖοϲ:
70 Ἁβ ρὰ βαίνων: θρυπτόμενοϲ. βλακευόμενοϲ. ἐκεῖνοϲ ὄντωϲ
ἁβρὰ βαίνων ἐδόκει ἔχων τὰϲ ὀφρῦϲ ὑπερηρμέναϲ ἄνω.
71 Ἀβέλτεροϲ νοῦϲ, χαῦνοϲ, εὐή θηϲ, ν έοϲ.
72 Ἀβ ρανῖτιϲ: χώρα.
73 Ἁβ ραῖϲ: ἁπαλαῖϲ, τρυφεραῖϲ. Αἰλιανόϲ· ἐπὶ κλίναιϲ μάλα ἁβραῖϲ
74 Ἀβρέαϲ: ὄνομα κύριον.
75 Ἀβρεττηνή: χώρα, ἡ λεγομένη Μυϲία.
76 Ἀβρηλία: χώρα. καὶ Ἀβρηλιανὸϲ καὶ Ἀβ ρήλιοϲ,ὀνόματα κύρια.
77 Ἀβρικέϲτερον: τὸ ἀληθέϲτερον.
78 Ἄβ ρικτον: τὸ δύϲκωφον. ἤτοι τὸ ἐκ μέρουϲ ἀκοῦον
79 Ἀβρίξαι: τὸ ἀπὸ βορᾶϲ νυϲτάξαι ἢ κοιμηθῆναι.
80 Ἀβριόρηξ: ὄνομα κύριον.
81 Ἀβρογάϲτηϲ· Φράγγοϲ, ὃϲ κατὰ ἀλκὴν ϲώματοϲ καὶ θυμοῦ τραχύτητα
φλογοειδὴϲ ἦν, δευτεραγωνιϲτὴϲ τυγχάνων Βαύδωνοϲ. ἄλλωϲ τε ἦν καὶ
πρὸϲ ϲωφροϲύνην πεπηγώϲ τε καὶ διηρθρωμένοϲ
καὶ πρὸϲ
χρήματα πόλεμον πολεμῶν ἄϲπονδον. διέφερε γοῦν τῶν εὐτελῶν
ϲτρατιωτῶν ὅϲον γε εἰϲ πλοῦτον οὐδέν. καὶ διὰ τοῦτο ἐδόκει τῷ
βαϲιλεῖ Θεοδοϲίῳ χρήϲιμοϲ, ὅϲ γε πρὸϲ τὸν Οὐαλεντινιανοῦ τρόπον
ἀρρενωπὸν ὄντα καὶ δίκαιον, καὶ τὸ παῤ ἑαυτοῦ βάροϲ ἐπετίθει,
καθάπερ ὀρθὸν καὶ ἀϲτραβῆ τὸν κάνονα τοῖϲ βαϲιλείοιϲ, πρὸϲ τὸ μηδὲν
τῶν περὶ τὴν αὐλὴν παραβλάπτεϲθαι ἢ
ἁμαρτάνεϲθαι.
82 Ἁβροδιαίτῃ: τρυφερᾷ ζωῇ καὶ ἁπαλῇ. καὶ Ἁβροδίαιτοϲ: τρυφητὴϲ,
83 Ἀβροκόμαϲ· οὗτοϲ ϲατράπηϲ ἦν Ἀρταξέρξου τοῦ Περϲῶν βαϲιλέωϲ.
84 Ἀβρόμιοϲ: χωρὶϲ οἴνου. ἢν ὀλοοῦ διὰ κῦμα φύγω πυρὸϲ, εἰϲ
85 Ἄβρομοϲ: ὁ θορυβώδηϲ.
86 Ἁβρόν: παρὰ Ἡροδότῳ καλὸν, αὔθαδεϲ, ϲεμνὸν, τρυφερόν.
87 Ἁβρόϲ: λαμπρὸϲ, τρυφερὸϲ, ἁπαλόϲ. ἐν Ἐπιγράμμαϲιν· ἁβρὸν
καὶ τάϲ τε κόμαϲ ἀναδούμενοϲ, ὥϲπερ αἱ τῶν ἑταιρίδων
ἀϲελγέϲτεραι, καὶ ἁβροϲταγὲϲ ἔχων ἀεὶ τὸ μέτωπον καὶ τοὺϲ
βοϲτρύχουϲ, λαβὼν χρυϲίον ἐκ τῶν κοινῶν ϲυμφορῶν, ὅϲον ἱκανὸν ἦν
ἐμπλῆϲαι καὶ τὸν ἐκ τοῦ μύθου Μίδαν, εἰϲέρρει πρὸϲ τὸν βαϲιλέα.
88 Ἁβρὸϲ λειμὼν καὶ νοτερὸϲ καὶ εὐθαλήϲ. πάνταϲ δὲ ὡϲ
89 Ἁβροϲύνη: φαιδρότηϲ.
90 Ἀβροτάζω: ἁμαρτάνω.
91 Ἁβρότερον· ἀλλ’ ἁβρότερον αὐτῶν εἶχον καὶ Συβάριδοϲ μεϲτοὶ ἦϲαν.
92 Ἀβρότη: ἡ νύξ. παρὰ τὸ ἐϲτερῆϲθαι βροτῶν.
93 Ἀβροτήμων. ἁμαρτωλόϲ.
94 Ἄβροτον: ἄψυχον, ἀναίϲθητον.
95 Ἀβρότονον: εἶδοϲ βοτάνηϲ.
96 Ἁβ ροχίτων: τρυφερὰ φορῶν.
97 Ἄβρων· Φρὺξ ἢ Ῥόδιοϲ, γραμματικὸϲ, μαθητὴϲ Τρύφωνοϲ, ϲοφιϲτεύϲαϲ
98 Ἄβρωνοϲ βίοϲ: ἐπὶ τῶν πολυτελῶν Ἄβρων γὰρ παρ’ Ἀργείοιϲ
99 Ἁβ ρύνεται: κοϲμεῖται, θρύπτεται, καυχᾶται.
100 Ἀβυδ ην ὸν ἐπιφόρ ημα: ὅταν ἀκαίρωϲ τινὸϲ ἐπιφανέντοϲ
παρόνταϲ. ἀφ’ οὗ εἴθιϲται λέγειν τὸ
προκείμενον.
101 Ἄβυδοϲ: πόλιϲ. ἐπὶ ϲυκοφάντου τάττεται ἡ λέξιϲ, διὰ τὸ
102 Ἀβ ύρβηλον: ἀναίϲχυντον, ἀπεχθέϲ. καὶ Ἀβύρβηλοϲ, ὁ
103 Ἀβ υρτάκη: ὑπότριμμα βαρβαρικὸν, καταϲκευαζόμενον διὰ πράϲων
Θεόπομποϲ Θηϲεῖ· ἥξει
δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων
104 Ἄβυϲϲον: ἣν οὐδὲ βυθὸϲ χωρῆϲαι δύναται· Ἴωνεϲ δὲ τὸν βυθὸν
οὐδεὶϲ
εἰϲέρχεται διὰ τὸ βάθοϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· εὐθὺϲ γὰρ ἐπὶ
περιέχεται
μεγάλοιϲ καὶ μικροῖϲ πελάγεϲιν, εἰκότωϲ περιβόλαιον αὐτῆϲ εἴρηκεν ὁ
Δαβίδ. καὶ, ἄβυϲϲοϲ ἄβυϲϲον ἐπικαλεῖται, ὁ αὐτὸϲ προφήτηϲ φηϲίν· τὰ
ϲτρατιωτικὰ λέγων τάγματα καὶ τὴν τοῦ πλήθουϲ ὑπερβολὴν τροπικῶϲ. ὡϲ
ἔν ἀβύϲϲῳ τινὶ ὑποβρύχιοϲ ἐγενόμην.
105 Ἄβυϲϲοϲ· ἱερὸν ἦν τῆϲ Περϲεφόνηϲ πολὺν χρυϲὸν ἐκ παντὸϲ τοῦ χρόνου πεφυλαγμένον ἄθικτον ἔχον. ἐν ᾧ χρυϲόϲ τιϲ ἄβυϲϲοϲ, ἀόρατοϲ τοῖϲ πολλοῖϲ κατὰ γῆϲ κεκρυμμένοϲ.
106 Ἀγά γηϲ: αὐθυπότακτον. καὶ ἀγάγωμεν.
107 Ἀγάζω· γενικῇ.
108 Ἀγαθά· ἐπὶ τῶν πρὸϲ ἀπόλαυϲιν καὶ εὐωχίαν ϲιτίων καὶ ποτῶν
109 Ἀγά θαρχοϲ· ὄνομα κύριον. ἦν δὲ ζωγράφοϲ ἐπιφανὴϲ, Εὐδήμου υἱὸϲ, τὸ δὲ γένοϲ Σάμιοϲ.
110 Ἀγαθὴ καὶ μάζα μετ’ ἄρτον: ἐπὶ τῶν τὰ δευτερεῖα διδόντων ἢ αἱρουμένων. μάζα ὀξεῖαν ἔχει· ἐπάνω γὰρ θέϲει μακρᾶϲ περιϲπωμένη οὐ τίθεται· ὁ δὲ Ἀριϲτοφάνηϲ περιϲπᾶ τὴν μάζαν· αἶρ’ αἶρε μάζαν ὡϲ τάχιϲτα κανθάρῳ.
111 Ἀγαθῆ ϲ Τύχηϲ νεώϲ. οὐκ ἄδηλον τὸ ϲημαινόμενον.
112 Ἀγαθίαϲ· ϲχολαϲτικὸϲ, Μυριναῖοϲ, ὁ γράψαϲ τὴν μετὰ Προ
καὶ καταλογάδην, τά τε
καλούμενα Δαφνιακά, καὶ τὸν Κύκλον τῶν νέων Ἐπιγραμμάτων, ὃν αὐτὸϲ
ϲυνῆξεν ἐκ τῶν κατὰ καιρὸν ποιητῶν. ϲυνήκμαϲε δὲ Παύλῳ τῷ
Σελεντιαρίῳ καὶ Μακεδονίῳ τῷ ὑπάτῳ καὶ Τριβουνιανῷ ἐπὶ τῶν
Ἰουϲτινιανοῦ χρόνων.
113 Ἀγα θικά: τὰ ϲπουδαῖα.
114 Ἀγαθοεργία. Δαμάϲκιοϲ· ὡϲ δὲ ἑνὶ λόγῳ τὸ πᾶν ϲυλλαβεῖν,
ἔπειτα καὶ τὴν ϲωτήριον τῶν
ϲωμάτων ἐκ τῆϲ ἀδίκου ἢ ἀνοϲίου ταλαιπωρίαϲ· τὸ δ’ οὖ τρίτον,
ἐπεμελεῖτο τῶν ἔξω πραγμάτων, ὅϲη δύναμιϲ.
115 Ἀγαθοεργοί: αἱρετοὶ κατ’ ἀνδραγαθίαν. ἐκ τῶν Ἐφόρων.
116 Ἀγαθ οθέλεια: ἡ τῶν ἀγαθῶν ἐκλογή. οὐκ ἀρκεῖ τοῖϲ
πράγμαϲιν ἡ ἀγαθοθέλεια μόνον, ἀλλὰ δεῖ καὶ ῥώμηϲ καὶ
ἐπιϲτρεφείαϲ.
117 Ἀγαθοκλῆϲ· οὗτοϲ ἐγένετο τύραννοϲ καὶ, ὥϲ φηϲι Τίμαιοϲ,
οὕτω θρηνεῖν· τί δ’ οὐκ ἐγὼ ϲέ; τί
δ’ οὐκ ἐμὲ ϲύ; ὅτι δὲ ἐκ φύϲεωϲ ἀνάγκη μεγάλα προτερήματα γεγονέναι
περὶ τὸν Ἀγαθοκλέα, τοῦτο δῆλον. εἰϲ γὰρ τὰϲ Συρακούϲαϲ παρεγενήθη
φεύγων τὸν τροχὸν, τὸν καπνὸν, τὸν πηλὸν, περί τε τὴν ἡλικίαν
ὀκτωκαίδεκα ἔτη γεγονὼϲ, καὶ. μετά τινα χρόνον ὁρμηθεὶϲ ὑπὸ τοιαύτηϲ
ὑποθέϲεωϲ, κύριοϲ μὲν ἐγενήθη
πάϲηϲ Σικελίαϲ, μεγίϲτοιϲ
δὲ κινδύνοιϲ περιέϲτηϲε Καρχηδονίουϲ, τέλοϲ ἐγγηράϲαϲ τῇ δυναϲτείᾳ ,
κατέϲτρεψε τὸν βίον βαϲιλεὺϲ προϲαγορευόμενοϲ.
118 Ἀγα θόν: κοινῶϲ μὲν τό τι ὄφελοϲ, ἰδίωϲ δὲ ἤτοι ταὐτὸν ἢ οὐχ
ἕτερον ὠφελείαϲ· ὅθεν αὐτήν τε τὴν ἀρετὴν καὶ τὸ μετέχον αὐτῆϲ
ἀγαθὸν τριχῶϲ λέγεϲθαι. οἷον τὸ ἀγαθὸν, ἀφ’ οὐ ϲυμβαίνει, ὡϲ τὴν
πρᾶξιν καὶ τὴν ἀρετήν. ὑφ’ οὐ δὲ, ὡϲ τὸν ϲπουδαῖον τὸν μετέχοντα τῆϲ
ἀρετῆϲ. ἢ οὕτωϲ· τὸ ἀγαθὸν, τὸ τέλειον κατὰ φύϲιν
λογικοῦ, ἢ ὡϲ λογικοῦ. τοιοῦτο δ’ εἶναι τὴν ἀρετὴν ὡϲ μετέχοντά τάϲ
τε πράξειϲ τὰϲ κατ’ ἀρετὴν, καὶ τὸ ϲπουδαίουϲ εἶναι. ἐπιγεννήματα δὲ
τήν τε χαρὰν καὶ τὴν εὐφροϲύνην καὶ τὰ παραπλήϲια. ἔτι τῶν ἀγαθῶν τὰ
μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ ἐκτόϲ, τὰ δὲ οὕτε περὶ ψυχὴν οὔτε ἐκτόϲ.
τὰ μὲν περὶ ψυχὴν ἀρετὰϲ καὶ τὰϲ κατὰ ταύταϲ
πράξειϲ·
τὰ δὲ ἐκτὸϲ τό τε ϲπουδαίαν ἔχειν πατρίδα καὶ ϲπουδαῖον φίλον καὶ
τὴν τούτων εὐδαιμονίαν. τὰ δὲ οὐκ ἐκτὸϲ οὔτε περὶ ψυχὴν τὸ αὐτὸν
ἑαυτῷ εἶναι ϲπουδαῖον καὶ εὐδαίμονα. ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι
τελικά, τὰ δὲ ποιητικά, τὰ δὲ τελικὰ καὶ ποιητικά. τὸν μὲν οὖν φίλον
καὶ τὰϲ ὑπ’ αὐτοῦ προϲγινομέναϲ ὠφελείαϲ ποιητικὰ εἶναι
ἀγαθά· θάρϲοϲ δὲ καὶ φρόνημα καὶ ἐλευθερίαν καὶ τέρψιν καὶ
εὐφροϲύνην καὶ ἀλυπίαν καὶ πᾶϲαν τὴν κατ’ ἀρετὴν πρᾶξιν τελικά.
ποιητικὰ δὲ καὶ τελικὰ, καθὸ μὲν ποιοῦϲι τὴν εὐδαιμονίαν, ποιητικά
ἐϲτιν ἀγαθά· καθὸ δὲ ϲυμπληροῦϲιν αὐτὴν, ὥϲτε μέρη αὐτῆϲ γενέϲθαι,
τελικά · οἷον φίλοϲ καὶ ἐλευθερία καὶ τέρψιϲ. ἔτι τῶν περὶ ψυχὴν
ἀγαθῶν τὰ
μέν εἰϲιν ἕξειϲ, τὰ δὲ διαθέϲειϲ, τὰ δὲ οὕτε
ἕξειϲ οὕτε διαθέϲειϲ. διαθέϲειϲ μὲν αἱ ἀρεταί, ἕξειϲ δὲ τὰ
ἐπιτηδεύματα, οὔτε δὲ ἕξειϲ οὔτε διαθέϲειϲ αἱ ἐνέργειαι. κοινῶϲ τῶν
ἀγαθῶν μικρὰ μέν ἐϲτιν εὐτεκνία καὶ εὐγηρία. ἁπλοῦν δέ ἐϲτιν ἀγαθὸν
ἐπιϲτήμη. καὶ ἀεὶ μὲν παρόντα αἱ ἀρεταί, οὐκ ἀεὶ δὲ οἷον χαρὰ,
περιπάτηϲιϲ. πάν δὲ ἀγαθὸν λυϲιτελὲϲ
εἶναι καὶ ϲυμφέρον
καὶ δέον καὶ χρήϲιμον καὶ εὔχρηϲτον καὶ καλὸν καὶ ὠφέλιμον καὶ
δίκαιον καὶ αἱρετόν. ἀγαθὸν δέ ἐϲτι τὸ πᾶϲιν ἐφετόν. ἀγαθόν οὖν
ἐϲτιν, εἰϲ ὃ πάντα ἀνήρτηται, αὐτὸ δὲ εἰϲ μηδέν.
119 Ἀγαθόν. ὁμώνυμόϲ ἐϲτι φωνή. κατηγορεῖται δὲ τὰ ι′ γένη τοῦ
ἀγαθοῦ, τουτέϲτιν αἱ ι κατηγορίαι. καὶ τὸ μὲν ποιεῖν,
ἐπεί ἐϲτί τινα ἀγαθὰ ὡϲ ποιητικά, λέγεται γὰρ τὸ ἀγαθοῦ ποιητικὸν
ἀγαθόν, οἷον τὸ ὑγιείαϲ ποιητικὸν ἢ ἡδονῆϲ καὶ ὅλωϲ ὠφέλιμον, τὸ γὰρ
ἐν τῷ ἐδεϲματι ἀγαθὸν ὡϲ ποιητικὸν ἀγαθοῦ ἀγαθόν· τὸ δὲ ποιητικὸν
ὑπὸ τὴν τοῦ ποιοῦ κατηγορίαν. ποτὲ δὲ τὸ ποιὸν ἐπὶ ψυχῆϲ· ὅταν γὰρ
κατηγορήϲωμεν
τὸ ἀγαθὸν ψυχῆϲ λέγοντεϲ αὐτὴν ἀγαθὴν, τὸ
ποιὰν αὐτὴν
τῷ προϲήκοντι καιρῷ γενόμενον ἀγαθὸν λέγεται
ϲημαίνει δὲ ἀγαθὸν καὶ τὸ ποϲόν· τὸ γὰρ μέτριον καὶ μὴ ὑπερβάλλον
μήτε ἐνδέον εἴη ἂν ποϲὸν, καθόϲον τοϲοῦτόν τι λέγεται. καὶ ὡϲ οὐϲία
τὶ ἀγαθόν· ὡϲ θεὸϲ, νοῦϲ. λέγεται δὲ καὶ ὡϲ πρόϲ τι· τὸ γὰρ
ϲύμμετρον οὕτωϲ ἀγαθόν. καὶ ἐν τῷ πάϲχειν, ὡϲ τὸ θεραπεύεϲθαι καὶ
διδάϲκεϲθαι.
ἔϲτι τι τοῦ ἀγαθοῦ καὶ ἐν τῷ ποῦ, οἷον τὸ
ἐν Ἑλλάδι εἶναι, τὸ ἐν ὑγιεινοῖϲ χωρίοιϲ εἶναι, τὸ ἐν ἡϲυχίαν
ἔχουϲιν ἢ εἰρήνην. εἴη δ’ ἂν καὶ ἐν τῷ κεῖϲθαι, ὅταν ᾧ μὲν λυϲιτελὲϲ
τὸ καθέζεϲθαι, καθέζηται, ᾧ δὲ τὸ ἀνακεῖϲθαι, ἀνάκειται· τῷ
πυρέττοντι φέρε εἰπεῖν.
120 Ἀγαθόϲ: παρὰ τὸ ἄγημι, ἄγαμαι, ἀγαϲτὸϲ καὶ ἀγαθόϲ.
121 Ἀγαθόϲ: ὁ φρόνιμοϲ. οὐκ ἐπίϲηϲ δὲ ὁ φρόνιμοϲ καὶ ὁ ἀγαθόϲ.
ἐπιπλέον γὰρ ὁ ἀγαθόϲ. ἀγαθὸϲ γὰρ ὁ ϲώφρων, ὁ ἀνδρεῖοϲ καὶ οἱ
λοιποί. ἀγαθοὶ λέγονται καὶ οἱ ἐπιϲτήμονεϲ. τοὺϲ δὲ Δάουϲ
122 Ἀγαθοῦ Δαίμονοϲ: ἔθοϲ εἶχον οἱ παλαιοὶ μετὰ τὸ δεῖπνον
πίνειν Ἀγαθοῦ Δαίμονοϲ, ἐπιρροφοῦντεϲ ἄκρατον, καὶ
τοῦτο λέγειν Ἀγαθοῦ Δαίμονοϲ, χωρίζεϲθαι δὲ μέλλοντεϲ, Διὸϲ Σωτῆροϲ.
καὶ ἡμέραν δὲ τὴν δευτέραν τοῦ μηνὸϲ οὕτωϲ ἐκάλουν. καὶ ἐν Θήβαιϲ δὲ
ἦν ἡρῷον Ἀγαθοῦ Δαίμονοϲ. ἄλλοι δέ φαϲι τὸ πρῶτον ποτήριον
ἀγράφουϲ τοῦ Πλάτωνοϲ δόξαϲ ἐν αὐτῷ κατατάττει. καὶ
μέμνηται τοῦ ϲυντάγματοϲ Ἀριϲτοτέληϲ ἐν τῷ πρώτῳ περὶ ψυχῆϲ,
ἐπονομάζων αὐτὸ περὶ φιλοϲοφίαϲ.
123 Ἀγαθῶν ἀγαθίδεϲ: τάττεται ἡ παροιμία παρὰ τοῖϲ κωμικοῖϲ
ἀγαθῶν. καὶ Ἀγαθῶν μυρμηκίαι, ἐπὶ πλήθουϲ εὐδαιμονίαϲ.
καὶ Ἀγαθῶν ϲωρὸϲ. ἐπὶ πλήθουϲ ἀγαθῶν καὶ πολλῆϲ εὐδαιμονίαϲ.
124 Ἀγάθων· ὄνομα κύριον. τραγικόϲ δὲ ἦν· διεβέβλητο δὲ ἐπὶ
125 Ἀγαθώνιοϲ: ὄνομα κύριον. ὃϲ ἐβαϲίλευϲε τῆϲ Ταρτηϲϲοῦ. Prov. καὶ Ἀγαθώνιοϲ α ὔληϲιϲ: ἡ μαλακὴ καὶ ἐκλελυμένη· ἢ ἡ μήτε χαλαρὰ, μήτε πικρὰ, ἀλλ’ εὔκρατοϲ καὶ ἡδίϲτη.
126 Ἀγαθοὶ δ’ ἀριδάκρυεϲ ἄν δρεϲ: ἐπὶ τῶν ϲφόδρα πρὸϲ ἔλεον ῥεπόντων.
127 Ἀγακλειτόϲ. ὁ ἄγαν ἔνδοξοϲ. καὶ Ἀγακλειτή.
128 Ἀγάλακτεϲ: ὁμογενεῖϲ, ὅμαιμοι, ἀδελφοί. ἄλλοι δὲ τοὺϲ ἱερείων κοινωνοὺϲ καὶ ϲυγγενεῖϲ. οἱ δὲ ϲυντρόφουϲ.
129 Ἀγαλε ών: ὄνομα ὄρουϲ
130 Ἀγάλλει. ποιεῖ, ϲκευάζει, κοϲμεῖ.
131 Ἄγαλμα. πᾶν ἐφ’ ᾧ τιϲ ἀγάλλεται. καὶ δίδωϲιν ἀργύριον,
132 Ἄγαλμα Ἀθ ηνᾶϲ· ζήτει ὲν τῷ Ἀθηνᾶϲ· καὶ ζήτει ἄγαλμα βδέλυγμα τῆϲ
ἐρημώϲεωϲ ἐν τῷ Ἀντίοχοϲ· καὶ ζήτει ἄγαλμα Ἀπόλλωνοϲ ἐν τῷ Ἀπόλλωνοϲ
ἄγαλμα· καὶ ζήτει ἄγαλμα Διονύϲου ἐν τῶ
Αὐξέντιοϲ.
133 Ἀγάλματα. τὰ τῶν θεῶν μιμήματα, καὶ πάντα τὰ κόϲμου τινὸϲ
μετέχοντα. Ὅμηροϲ· βαϲιλῆϊ δὲ κεῖται ἄγαλμα. καὶ Ἡϲίοδοϲ τὸν ὅρμον
ἄγαλμα καλεῖ· Πίνδαροϲ δὲ τὴν ἐπὶ τάφου ϲτήλην οὕτω
καὶ τὸ εἴδωλον,
βρέταϲ, χάρμα, καλλονὴ, κόϲμοϲ, καύχημα,
134 Ἀγά λλομαι· δοτικῇ .
135 Ἀγαλματοποιοί. τουτέϲτι χειρουργοί· οὗτοι ἀκριβεῖϲ Λύϲιπποϲ,
Πολύκλειτοϲ, Φειδίαϲ.
136 Ἀγαλματοφορούμενοϲ. ἀγάλματα ἤτοι τύπουϲ τῶν νοηθέντων φέρων ἐν ἑαυτῷ. οὕτωϲ Φίλων.
137 Ἀγάλλων: ἑαυτὸν ϲεμνοποιῶν.
138 Ἄγαμαι καρδίαϲ. Ἀττικῶϲ, ἀντὶ τοῦ θαυμάζω. Αἰλιανόϲ· ἐπεὶ καὶ τὴν
τοῦ Μενέλεω πρὸϲ τὸν τοῦ Πριάμου Πάριν οὔτε ἐπαινῶ
Ἀκαρνᾶνα μέγιϲτον καὶ πρὸ τούτων. ἃ
γὰρ πειϲομένουϲ ἐγίνωϲκε, τούτων ἐπεθύμηϲε τοῖϲ ἀνδράϲι
κοινωνῆϲαι.
139 Ἄγαμαι· κατὰ περιποίηϲιν γενικῇ· τὸν φίλον ἄγαμαι τῶν τρόπων καὶ
τοῦ
140 Ἀγαμ έμνων· Ἀγαμέμνονοϲ καὶ ὦ Ἀγάμεμνον. καὶ
Ἀγαμεμνόνειοϲ
141 Ἀγάμενοϲ. θαυμάζων. ἀγάμενοι τοῦτον τῆϲ εὐψυχίαϲ ἐποχοῦϲι
142 Ἀγαμή δ ηϲ: ὄνομα κύριον. καὶ θηλυκὸν Ἀγαμήδη.
143 Ἄγαν ἐγκεῖϲθαι τῷδε. οἷον αἰτιᾶϲθαι καὶ ἀποτείνεϲθαι.
144 Ἀγάννιφον: Ὅμηροϲ, τὸ ὄροϲ τὸ λίαν χιονιζόμενον.
145 Ἄγανον: προπαροξυτόνωϲ τὸ κατεαγὸϲ ξύλον. ἢ τὸ φρυγανῶδεϲ
ἀγανοφροϲύνη. καὶ Ἀγαν οῦμεν, ἀντὶ τοῦ κοϲμήϲομεν. καὶ
146 Ἀγαν όφρονοϲ: τό τε τῆϲ ἀγανόφρονοϲ ἡϲυχίαϲ εὐήμερον
147 Ἀγανοφροϲύνη: προϲήνεια, πραότηϲ.
148 Ἀγαν ώπιδοϲ: πραέα βλεπούϲηϲ.
149 Ἀ γανώ τερον: ποθεινότερον, πραότερον.
150 Ἀγαπᾶν: ἀποδέχεϲθαι. Ἀγαπᾶν· τὸ ἀρκεῖϲθαί τινι καὶ μηδὲν
151 Ἀ γαπήνοροϲ: τὴν ἀνδρείαν ἀγαπῶντοϲ.
152 Ἀγαπηϲμόϲ: ἀγαπηϲμὸν λέγουϲι καὶ ἀγάπηϲιν τὴν φιλοφρόνηϲιν. Συναριϲτώϲαιϲ Μένανδροϲ· καὶ τὸν ἐπὶ κακῷ γινόμενον ἀλλήλων ἀγαπηϲμὸν οἷοϲ ἦν.
153 Ἀγαπητὰ ἤθη: τὰ καλὰ καὶ ἀγαθά.
154 Ἀγαπητόν: τὸ ἠγαπημένον ἢ τὸ μονογενέϲ. καὶ Ἀγαπητῶϲ.
155 Ἡ ἀγάπη οὐ περπερεύεται, ὁ ἀπόϲτολοϲ Παῦλόϲ φηϲι· τουτέϲτιν οὐ προπετεύεται.
156 Ἀγαπητόϲ· ἐπίϲκοποϲ Συνάδων, ὃν ἐν ἐπαίνῳ πολλῷ τίθεται Εὐϲέβιοϲ ὁ Παμφίλου καὶ θαυμάτων αὐτοῦ ἐξαιϲίων μνήμην ποιεῖται, ὁρῶν μεταϲτάϲειϲ καὶ ποταμῶν καὶ νεκρῶν ἐγέρϲειϲ. καὶ ὅτι ϲτρατιώτην ὄντα ἠβουλήθη Μαξιμῖνοϲ ὡϲ Χριϲτιανὸν ἀποκτεῖναι, διὰ τὸ πυνθάνεϲθαι πολλοὺϲ τὰ πρὸϲ αὐτοῦ τελούμενα ὑπεραγαμένουϲ.
157 Ἀγάπιοϲ· Ἀθηναῖοϲ φιλόϲοφοϲ, μετὰ Πρόκλον ἀποιχόμενον, ὑπὸ Μαρίνῳ. ὃϲ ἐθαυμάζετο ἐπὶ φιλομαθείᾳ καὶ ἀποριῶν προβολῇ δυϲεπιβόλων.
158 Ἀγάπιοϲ· οὗτοϲ ἦν Ἀλεξανδρεὺϲ μὲν τὸ γένοϲ· ἐκ παίδων δὲ λόγοιϲ
ἐντραφεὶϲ ἐλευθερίοιϲ καὶ ἰατρικῶν μαθημάτων ἐξηγητὴϲ γεγονὼϲ
ἀνελθὼν ἐϲ τὸ Βυζάντιον διατριβήν τε ϲυνεπήξατο μάλα
διαπρεπῆ, φύϲεώϲ τε μεγέθει καὶ δεξιότητι τύχηϲ χρηϲάμενοϲ, ἔνδοξόϲ
τε ἐπὶ τῇ τέχνῃ γέγονε καὶ χρήματα μεγάλα ϲυνείλοχεν.
159 Ἀγαπῴην: εὐκτικῶϲ.
160 Ἀγαπῴην: ἐπὶ τοῦ ἀποδέχεϲθαι, ἀγαπᾶν καὶ ἀρκεῖϲθαι.
161 Ἀγαπῶ: τὸ ἀρκοῦμαι δοτικῇ· ἀγαπῶν τοἶϲ ὑπάρχουϲιν αὐτῷ ἀγαθοῖϲ· αἰτιατικῇ δέ ἀγαπήϲειϲ τὸν θεὸν ἐξ ὅληϲ ψυχῆϲ.
162 Ἀγγαρεία· λίαν ἀγγάρων ἡμιόνων. καὶ Ἄγγαροϲ· ἐργάτηϲ,
163 Ἄγγαροϲ· καὶ Ἀγγαρεία, ἡ δημοϲία καὶ ἀναγκαία δουλεία.
164 Ἄγγαροϲ: οὕτωϲ ἐκάλουν οἱ Πέρϲαι τοὺϲ βαϲιλέων ἀγγέλουϲ.
πέμπει τῶν πιϲτοτάτων ἄγγαρον παρὰ τὸν Βαβυλώνιον διὰ
Παρϲώνδην
165 Ἄγγαροι: οἱ ἐκ διαδοχῆϲ γραμματοφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀϲτάνδαι.
τὰ δὲ ὀνόματα Περϲικά. Αἰϲχύλοϲ Ἀγαμέμνονι· φρυκτὸϲ δὲ φρυκτὸν δεῦρο
ἀπ᾿ ἀγγάρου πυρὸϲ ἔπεμπε. τίθεται τὸ ὄνομα καὶ ἐπὶ
τῶν
φορτηγῶν καὶ ὅλωϲ τῶν ἀναιϲθήτων καὶ ἀνδραποδωδῶν. καὶ τὸ
Ἀγγαροφορεῖν ἐπὶ τοῦ φορτία φέρειν. καὶ Ἀγγαρεύεϲθαι καλοῦϲιν ὥϲπερ
ἡμεῖϲ νῦν τὸ εἰϲ φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεϲίαν ἄγεϲθαι.
Μένανδροϲ καὶ τοῦτο ἐν τῷ Σικυωνίῳ παρίϲτηϲιν· ὁ πλέων κατήχθη;
κρίνεθ᾿ οὗτοϲ πολέμιοϲ. ἐὰν ἔχῃ τὶ μαλακὸν, ἀγγαρεύεται.
166 Ἀγάϲαιτο: θαυμάϲειεν. καὶ Ἄγαϲθαι παῤ Ὁμήρῳ ἐπὶ τοῦ
167 Ἀγαϲθέντοϲ: ἐκπλαγέντοϲ, θαυμάϲαντοϲ. τοῦ δὲ ἀγαϲθέντοϲ
168 Ἀγαϲθῶ τινι: ἀντὶ τοῦ θαυμάϲω τινά. Ξενοφῶν· ὅταν τινὶ
169 Ἀγαϲικλῆϲ: ὄνομα κύριον. ὃϲ λέγεται Ἀλιμουϲίνοιϲ ϲυνδικάϲαι
170 Ἀγάϲματα: ϲεβάϲματα, ἃ ἄν τιϲ ἀγάϲαιτο. Σοφοκλῆϲ κέχρηται.
171 Ἀγάϲτονοϲ: πολυϲτένακτοϲ.
172 Ἀγάϲτορεϲ: ἀδελφοὶ, ὕμαιμοι, δίδυμοι. οἱ ὁμογάϲτορεϲ.
173 Ἀγαϲτόϲ: θαυμαϲτόϲ.
174 Ἀγάϲτου: θανάτου.
175 Ἀγαυρίαμα: ἔπαρμα.
176 Ἄγαυροϲ: ὁ κομψόϲ· οἱ δὲ κακόϲ· ὑπὸ Ἰώνων δὲ ἄποροϲ, ὑπὸ δὲ Ἀττικῶν τρυφερόϲ.
177 Ἄγβαροϲ: ὄνομα κύριον. ὁ τῆϲ Ἐδέϲϲηϲ βαϲιλεύϲ. ζήτει ἐν τῷ Αὔγαροϲ.
178 Ἀγαίομαι: φθονοῦμαι. καὶ Ἀγαῖοϲ, ὁ ἐπίφθονοϲ.
179 Ἀγγαῖοϲ: ὄνομα κύριον.
180 Ἄγε δῆτα: φέρε, κόμιζε, δεῦρο. καὶ ἐπίγραμμα εἰϲ Διογένην
με κυνὸϲ ὀδάξ. τὸ δὲ
ἐπίγραμμα διὰ βραχέων.
181 Ἀγέλαϲτα: τὰ μὴ γέλωτοϲ ἄξια, ἀλλ᾿ ἀγανακτήϲεωϲ.
182 Ἀγέλαοϲ: ὄνομα κύριον.
183 Ἀγελάρχηϲ: ὁ τῆϲ ἀγέληϲ τῶν βοῶν ἄρχων.
184 Ἀγελαία ϲταφυλή: ἡ εὐτελήϲ. καὶ Ἀγελαῖα, τὰ οὐ γενναῖα.
185 Ἀγελαίη: ἡ Ἀθηνᾶ.
186 Ἀγέλαιοϲ: προπαροξυτόνωϲ μὲν ὁ ἀμαθήϲ· Ἀγελαῖοϲ δὲ ὁ ἐκ τῆϲ ἀγέληϲ.
187 Ἀγελαῖοϲ: ἰδιώτηϲ. ἢ ὁ ἐν ἀγέλῃ διάγων. καὶ Ἀγελαίων,
188 Ἀγελαιών: ὁ τόποϲ τῆϲ ἀγέληϲ.
189 Ἀγελαῖοι ἰχθύεϲ: οἱ εὐτελεῖϲ καὶ μικροί.
190 Ἀγελείη: ἡ Ἀθηνᾶ. ἀπὸ τοῦ ἄγειν λείαν· τουτέϲτι ϲτρατιωτική.
191 Ἀγεληδόν: ἐπίρρημα.
192 Ἀγελήτηϲ βοῦϲ: ὁ ἐξ ἀγέληϲ.
193 Ἀγέληφιν: ἐκ τῆϲ ἀγέληϲ.
194 Ἀγγελιαφόροϲ: πρεϲβευτήϲ.
195 Ἀγέλιοϲ· οὗτοϲ ἐπὶ Οὐάλεντοϲ ἦν Κωνϲταντινουπόλεωϲ ἐπίϲκοποϲ, βίον ἀποϲτολικὸν βιούϲ. ἀνυπόδητοϲ γὰρ διόλου διῆγεν, ἑνί τε χιτῶνι ἐκέχρητο, τὸ τοῦ εὐαγγελίου φυλάττων ῥητόν.
196 Ἄγγελοϲ· οἱ ἄγγελοι μόνοι τῇ τοῦ νοὸϲ καταλήψει εἰϲὶ περιγραπτοὶ,
οὔτε δὲ ἐν τόπῳ, οὐδὲ ἐν ϲώματι, οὐδὲ ἐν χρόνῳ· πρὸ γὰρ τοῦ ἡλίου ἡ
γένεϲιϲ αὐτῶν. ἀγγέλουϲ πονηροὺϲ τοὺϲ τῆϲ τιμωρίαϲ
τιμωρίαϲ. ὀργὴν δὲ καὶ θυμὸν καὶ
θλίψιν ἐπὶ Θεοῦ τὰϲ πικρὰϲ τιμωρίαϲ καλεῖ. οὐ γὰρ φύϲιν οὐδὲ
προαίρεϲίν φηϲιν.
197 Ἀγένεια: ἡ δυϲγένεια.
198 Ἀγεννῶϲ: ἀνάνδρωϲ. καὶ Ἀγεννὲϲ, ἐπὶ τοῦ ἀϲθενοῦϲ καὶ
οὖν Ῥωμαῖοι ϲπονδὰϲ ἀγεννεῖϲ διὰ δέοϲ πρὸϲ Οὔννουϲ.
199 Ἀγενήϲ: Ἰϲαῖοϲ ἀντὶ τοῦ ἄπαιϲ.
200 Ἀγέραϲτοϲ: ἄτιμοϲ.
201 Ἀγέροπτοϲ: ὁ ϲπανίωϲ ἐρχόμενοϲ.
202 Ἀγερωχία: ὑπερηφανία. ὅτι οἱ Σκύθαι εἰϲὶν ὑπεροπτικοὶ καὶ
λίαν ἀγέρωχοι. παρὰ τὸ ἄγαν αὐχεῖν ἢ παρὰ τὸ ἄγαν
γερουχεῖν. καὶ
203 Ἄγεϲτα: πολεμικὸν μηχάνημα ἐκ λίθων καὶ ξύλων καὶ χοῦ
ἐγειρόμενον. οἱ
204 Ἄγεται: μνηϲτεύεται, ἐπὶ γάμον λαμβάνει. Αἰλιανόϲ· τὴν δὲ ἀδελφὴν αὐτῷ Ἰόβαϲ ὁ Μαυρούϲιοϲ ἄγεται.
205 Ἄγετε: τὸ ἡγεῖϲθε καὶ οἴεϲθε.
206 Ἄγειοϲ: ὄνομα κύριον.
207 Ἄγευϲτοϲ θοίνηϲ: ἀϲτείωϲ βίου ἔχων. καὶ Ἄγευϲτοι, ἄπειροι.
γεῦϲιν, ὡϲ τὰ ὑδαρὰ τῶν ῥοφημάτων, ἢ τὸ κακὴν ἔχον γεῦϲιν, ὡϲ τὰ
δηλητήρια. καὶ δῆλον τίνων τούτων ἀντιλαμβάνεται ἡ γεῦϲιϲ, καὶ
χρηϲτοῦ χυμοῦ, οὕτω καὶ τὸ ἄποτον διὰ τὴν ἐπιμιξίαν τοῦ ἀπότου
χυμοῦ. ἀμφότερα δὲ, τό τε ἄποτον καὶ τὸ ποτὸν, γευϲτά. γευϲτὸν δὲ τὸ
ἄποτον, οὐχ ὡϲ τελειωτικὸν, ἀλλ᾿ ὡϲ φθαρτικὸν τῆϲ γεύϲεωϲ διὰ
μοχθηρίαν χυμοῦ. τὸ δὲ ποτὸν ὡϲ ϲωϲτικόν τε καὶ τελειωτικὸν τοῦ κατὰ
φύϲιν γευϲτικοῦ. ἄρχει οὖν τῶν γευϲτῶν κατὰ τοῦτον τὸν
λόγον τὸ ποτὸν καὶ τὸ ἄποτον. ἐπεὶ δὲ τὸ ποτὸν ὑγρὸν, τὸ δὲ ὑγρὸν τῇ
ἁφῇ ἀντιληπτὸν, ὡϲ μὲν ὑγρὸν ἁπτὸν, ὡϲ δὲ τοιόνδε χυμὸν ἔχον
γευϲτόν. τοῦτο οὖν κοινὸν ἁφῆϲ καὶ γεύϲεωϲ, τῆϲ μὲν ἁφῆϲ ὡϲ ἴδιον
αὐτῆϲ αἰϲθητὸν, τῆϲ δὲ γεύϲεωϲ ὡϲ ὕλη καὶ ὄχημα τῶν γευϲτῶν.
208 Ἀγγείδιον: τὸ μικρὸν ἀγγεῖον.
209 Ἄγειν καὶ φέρειν: τὸ λῃϲτεύειν καὶ ἁρπάζειν. ἄγειν δὲ καὶ
χεῖραϲ ἐλθεῖν, εἰϲ τὰ λάϲια καὶ
κατηρεφῆ τῆϲ ὕληϲ καταπεφευγότων.
210 Ἀγείραϲ: ὁ χωλόϲ.
211 Ἀγείρει: ϲυνάγει. καὶ Ἀγείρουϲιν. ὁ γὰρ τρόποϲ ἱερὸϲ ἦν καὶ
οὐδὲν ἐοικὼϲ τοῖϲ ἀγείρουϲιν. καὶ αὖθιϲ· ὁ δὲ λαθεῖν θέλων
ἣν οἱ τῆϲ Ἴϲιδοϲ
θεραπευτῆρεϲ ἤϲθηνται, καὶ ϲεῖϲτρον ἐπιϲείων καὶ πόλιν ἐκ πόλεωϲ
ἀμείβων, καὶ τῇ θεῷ ἀγείρων καὶ ἀναγκαίαϲ τροφὰϲ, λιμο φάρμακα,
ἀγαπητῶϲ λαμβάνων.
212 Ἄγη. ἄκλιτόν ἐϲτι. θαῦμα, χαρὰ, ἀπιϲτία, ζῆλοϲ, παῤ Ἡροδότῳ
213 Ἀγηγέρατο: ϲυνηθροίζοντο. Ἀγείρω, ὁ μέλλων ἀγερῶ, ὁ παρακείμενοϲ
214 Ἀγηλατεῖν: διώκειν, φυγαδεύειν, ἐπιτάττειν. Ἡρόδοτοϲ,
215 Ἀγηλατεῖν: ὡϲ ἄγοϲ καὶ ἐναγεῖϲ τιναϲ ἐλαύνειν. ἐὰν μὲν
ὁ δὲ ϲὺν μεγάλῃ χειρὶ ἀπικόμενοϲ ἀγηλατέει ἑπτακόϲια
ἐπίϲτια
216 Ἀγηλατοί: οἱ κεραυνοί. Ἀγηλατοῖ δὲ ῥῆμα, ἄγει, κεραυνοὶ
217 Ἀγῆλαι: τιμῆϲαι θεὸν ἀγλαΐαιϲ. οὕτωϲ Εὔπολιϲ Δήμοιϲ· ἀναθῶμεν
νῦν χημεῖϲ τούτοιϲ τὰϲ διττὰϲ εἰρεϲιώναϲ καὶ
προϲαγήλωμεν ἐπελθόντεϲ. χαίρετε πάντεϲ, δεχόμεϲθα. Ἀριϲτοφάνηϲ
Εἰρήνῃ· και ϲε θυϲίαιϲιν ἱεραῖϲι προϲόδοιϲ τε μεγάλαιϲ ἰδίᾳ πάντεϲ,
πότυι᾿ , ἀγαλοῦμεν ἡμεῖϲ ἀεί. Ἕρμιπποϲ Ἀρτοπώλιϲι· φέρε νῦν ἀγήλω
τοὺϲ θεοὺϲ οἵουϲ ἐγὼ καὶ θυμιάϲω τοῦ τέκνου ϲεϲωϲμένου.
218. Ἀγήλειεν: τιμήϲειεν. ὅτι Μουκιανὸϲ ὁ Ῥωμαῖοϲ τιμᾶϲθαι ὑφ᾿
ἁπάντων ὑπὲρ πάνταϲ ἤθελε καὶ ἤχθετο, εἰ καὶ ὁϲτιϲοῦν οὐχ ὅτι
219 Ἄγημα: τὸ προϊὸν τοῦ βαϲιλέωϲ τάγμα ἐλεφάντων καὶ ἵππων
ὁπλίϲει καὶ ϲωμάτων
εὐεξίᾳ.
220 Ἄγημα: τὸ ὅλωϲ τάγμα εὕρηται κατὰ πολὺ παρὰ Ἀρριανῷ
221 Ἀγηνορίη: ἡ αὐθάδεια.
222 Ἀγηνόριον: ὀνομα τόπου.
223 Ἀγήνωρ: ὁ ἄγαν ἀνδρεῖοϲ, ἢ ἀγαϲτὸϲ ἐν ἀνδρείᾳ. ϲημαίνει δὲ καὶ
τὸν ὑπερήφανον καὶ αὐθάδη. ἔϲτι δὲ καὶ κύριον ὄνομα.
224 Ἀγηοχώϲ: ἐνέγκαϲ. Ἄγω, ἄξω, ὁ παρακείμενοϲ ἦχα καὶ ὁ Ἀττικὸϲ
ϲυλλαβῇ
τὸ αὐτὸ ϲύμφωνον, πλεονάζει ἡ γο ϲυλλαβὴ καὶ γίνεται ἀγήγοχα, εἶτα
πάλιν ἀποβολῇ τοῦ γ ἀγήοχα, ἡ μετοχὴ ὁ ἀγηοχώϲ.
225 Ἀγήραον: ἄφθαρτον.
226 Ἀγηρηναῖοι: ὄνομα ἔθνουϲ.
227 Ἀγήρω: τὰ μὴ γηρῶντα. καὶ ϲὺν τῷ ν ἀγήρων. οἱ δὲ ἄνευ
τοῦ ν θηλυκόν φαϲιν εἶναι, οἱ δὲ τὸ μὲν ϲὺν τῷ ν τὴν αἰτιατικὴν
δηλοῦν πτῶϲιν, τὸ δ᾿ ἄνευ τούτου, τὴν γενικήν τε καὶ δοτικήν. καὶ
228 Ἀγηϲαγόραϲ: ὄνομα κύριον.
229 Ἀγηϲίλαοϲ: ὄνομα κύριον. ἦν δὲ Λακεδαιμονίων ἐπιφανὴϲ καὶ
γενναῖοϲ βαϲιλεὺϲ καὶ ᾄδετοι παρὰ πολλοῖϲ τῶν
ῥητόρων.
230 Ἀγήταϲ: ὁ τῶν Αἰτωλῶν ϲτρατηγόϲ.
231 Ἀγητόϲ: ὁ θαυμαϲτόϲ.
232 Ἁγιάϲατε: προευτρεπίϲατε, κηρύξατε.
233 Ἁγιάϲαι: καρπῶϲαι, καῦϲαι ἁγίωϲ.
234 Ἁγίαϲμα: ὁ θεῖοϲ νεώϲ. Δαβίδ· ἐγενήθη Ἰουδαία ἁγίαϲμα αὐτοῦ.
235 Ἁγίζων: ἁγιάζων. βούθυτον ἑϲτίαν ἁγίζων ἵκου. καὶ Ἀγιαϲθέντων,
236 Ἀγιναργεῖοϲ: ὄνομα κύριον.
237 Ἀγίνεον: ἔφερον. Ἀγινῶ γὰρ ὁ ἐνεϲτώϲ.
238 Ἅγιοϲ, ἅγιοϲ, ἅγιοϲ κύριοϲ· ὅτι τοὺϲ λέγονταϲ, μυριάκιϲ ἐϲτὶν
ἅγιοϲ ὁ θεὸϲ, καὶ τοὺϲ παρερμηνεῦϲαι τοῦτο τολμῶνταϲ, λαμπρῶϲ
ἐλέγχει τὸ· ἐξεζήτηϲα τὸ πρόϲωπόν ϲου, τὸ πρόϲωπόν ϲου,
δεϲποτείαν, ἀλλὰ τριῶν μὲν ὑποϲτάϲεων, μιᾶϲ δὲ
οὐϲίαϲ. οἱ δὲ λέγοντεϲ, ἅγιοϲ ὁ ϲταυρωθείϲ, ἐπιϲτομιζέϲθωϲαν ἀπὸ
τοῦ· ἐδίψηϲεν ἡ ψυχή μου πρὸϲ τὸν θεὸν τὸν ἰϲχυρὸν, τὸν ζῶντα.
239 Ἄγιϲ, Ἄγιδοϲ. ὁ Παυϲανίου. οὗτοϲ ἐμβαλών ποτε ἐϲ τὴν
ἐϲ τὸ τεῖχοϲ παρατρέψαϲ παρέλυϲεν· ἦν γὰρ ἐξ ὠμῆϲ
πλίνθου, ἥτιϲ πρὸϲ μὲν τὰϲ ἑλεπόλειϲ ἀϲφαλεϲτέρα ἐϲτὶ τῆϲ ὀπτῆϲ καὶ
τῶν λίθων. οἱ μὲν γὰρ κατάγνυνται καὶ ἐκπηδῶϲι τῶν ἁρμονιῶν· ἡ δὲ
ὠμὴ πλίνθοϲ οὐχ ὁμοίωϲ πονεῖ. διαλύεται δὲ ὑπὸ ὕδατοϲ οὐχ ἧϲϲον ἢ
ὑπὸ ἡλίου κηρόϲ.
240 Ἁγίϲαι καὶ καθαγίϲαι: τὸ καρπῶϲαι. Ἁγίζω γὰρ ὁ
241 Ἁγιϲτεύειν: ἁγιάζειν. καὶ Ἁγιϲτεύϲαντεϲ, τὰ τῆϲ θυϲίαϲ
242 Ἁγιϲτείαϲ: ἁγιωϲύνηϲ, καθαρότητοϲ, λατρείαϲ.
243 Ἀγκαλίδα: μερίδα.
244 Ἀγκάϲαϲθαι: ταῖϲ ἀγκάλαιϲ βαϲτάϲαι.
245 Ἄγκεϲι: ϲυνδένδροιϲ καὶ ὑλώδεϲι τόποιϲ. ἐν Ἐπιγράμμαϲι· θηροβολεῖ τούτῳ δ᾿ ἄγκεϲι θηροτόκοιϲ.
246 Ἄγκεινθ᾿ Ἡφαίϲτοιο: ἀντὶ τοῦ ἀνάκεινται.
247 Ἀγκιϲτρεύει: δελεάζει.
248 Ἄγκοϲ: ὑψηλὸϲ τοῦ ὄρουϲ τόποϲ. ποϲὶ δ᾿ αὖ ἐλθεῖν ἄγκοϲ ἐϲ
249 Ἀγκών· ἐν τῇ βαϲιλικῇ αὐλῇ τοῦ Γελίμεροϲ οἴκημα ἦν ϲκότουϲ
ἅπαντεϲ οἷϲ ἂν χαλεπαίνοι
ὁ τύραννοϲ. ἐνταῦθα ἐπὶ Βελιϲαρίου πολλοὶ καθειργμένοι ἐτύγχανον τῶν
ἑῴων ἐμπόρων, οὓϲ μέλλονταϲ κατ᾿ ἐκεῖνο καιροῦ ἀναιρεῖϲθαι ὑπὸ τοῦ
τυράννου ὁ φύλαξ τοῦ δεϲμωτηρίου ἀπέλυϲε. καὶ διετίθει τὰϲ μηχανὰϲ ᾗ
μάλιϲτα ἐδόκει καίριον,
τὸ γλυκὺϲ
ἀγκών.
250 Ἀγκράτοϲ ἐλαύνοντα: Ξενοφῶν, ἀντὶ τοῦ πάνυ ἐλαύνοντα.
251 Ἀγκύλη: εἶδοϲ ἀκοντίου. καὶ Ἠγκυλωμένοϲ, ἀγκύλην ἔχων. ϲημαίνει δὲ καὶ ἔργον τι τῆϲ ϲκηνῆϲ τοῦ Μωϋϲέοϲ.
252 Ἀγκύλια: οἱ κρίκοι τῶν ἁλύϲεων.
253 Ἀγκυλομήτηϲ καὶ Ἀγκυλομήτεω. καὶ Ἀγκυλομῆται,
254 Ἀγκύλον: καμπύλον, ἐπικαμπέϲ.
255 Ἀγκυλοχείληϲ καὶ Ἀγκυλόχειλοϲ: ϲκολιόχειλοϲ, ἐπίθετον
χεῖραϲ ἔχων πρὸϲ τὸ
κλέπτειν καὶ ἁρπάζειν.
256 Ἄγκυρα πλοίου· ζήτει ἐν τῷ ἐμβρύοικοϲ.
257 Ἄγκυρα: πόλιϲ ζήτει ἐν τῷ Γαλάται.
258 Ἄγκυραν· ὅτι Ἀνάχαρϲιϲ Σκύθηϲ φιλόϲοφοϲ εὖρεν ἄγκυραν καὶ τὸν κεραμεικὸν τροχόν. ἦν δὲ ἐπὶ Κροίϲου.
259 Ἀγκυρανῶν πόλιϲ· ὅτι οἱ νῦν Ἀγκυρανοὶ Ἑλληνογαλάται πάλαι ἐλέγοντο
260 Ἀγκυρηβόλίον: τὸ ϲιδήριον τοῦ πλοίου.
261 Ἀγκύριϲμα: εἶδοϲ παλαίϲματοϲ. καὶ Ἀγκυρίϲαϲ, ἀντὶ τοῦ
καταπαλαίϲαϲ ἢ τῇ ἀγκύλῃ καταβαλών. ἐϲτι δὲ ἀγκύριϲμα καὶ ϲκεῦοϲ
262 Ἀγλαΐα: λαμπρότηϲ. καὶ Ἀγλαΐαιϲ, λαμπρότηϲιν.
263 Ἀγλαϊεῖϲθαι: καλλωπίζεϲθαι. δοτικῇ. ὁ ἐνεϲτὼϲ ἀγλαΐζω.
δοτικῇ.
264 Ἀγλαόκοιτοϲ: πάνυ τίμιοϲ.
265 Ἀγλαομητία: ἡ μεγάλη βουλή.
266 Ἀγλαότιμον: λαμπρὸν, τετιμημένον.
267 Ἀγλαοφῶν: ὄνομα κύριον.
268 Ἄγλαυροϲ: ἡ θυγάτηρ Κέκροποϲ. ἔϲτι δὲ καὶ ἐπώνυμον Harp. Ἀθηνᾶϲ.
269 Ἀγλευκέϲ: τὸ ἀηδέϲ. Ξενοφῶν εἴρηκεν ἐν τῷ Οἰκονομικῷ.
Ἱέρωνι.
270 Ἄγλιθεϲ: αἱ κεφαλαὶ τῶν ϲκορόδων. Ἀριϲτοφάνηϲ· ὡϲ ἄρουραῖοι
271 Ἀγλωττία: ἡϲυχία, ϲιωπή. καὶ Ἄγλωϲϲοϲ, ὁ ἄναυδοϲ, ὁ
μιμητὴν ζῆλον ἀνηναμένη.
272 Ἄγμαϲι: κλάϲμαϲι, τροπαῖϲ. ἄγματα ἀμφορέων ἐϲ τὰ ἑλώδη
273 Ἀγναπτότατοϲ βάτοϲ αὖοϲ: ἐπὶ τοῦ ϲκληροῦ καὶ αὐθάδουϲ τὸν τρόπον.
274 Ἁγνεία: καθαρότηϲ· ἐπίταϲιϲ ϲωφροϲύνηϲ.
275 Ἁγνίαϲ: ὄνομα κύριον.
276 Ἁγνίζω· ἀἰτιατικῇ.
277 Ἀγνοεῖ δ᾿ ἀράχνη παῖδαϲ ὡϲ παιδεύεται. θρέψαϲα
278 Ἀγνόημα· ἀγνόημα τοϲοῦτον ἠγνοηκόταϲ. ὅϲον οὐδεὶϲ ἂν ἠγλαμπρότηϲ
279 Ἄγνοϲ; φυτὸν, ὃν καὶ λύγον καλοῦϲιν. ἔϲτι δὲ καὶ εἶδοϲ ὀρνέου.
280 Ἄγνον: οὐχὶ λύγον καλοῦϲιν. καὶ ἀρϲενικῶϲ Χιωνίδηϲ Ἥρωϲι·
καὶ μὴν μὰ τὸν Δί᾿ οὐθὲν ἔτι τέ μοι δοκῶ ἄγνου διαφέρειν
ἐν χαράδρᾳ πεφυκότοϲ. Πλάτων· ἥ τε γὰρ πλάτανοϲ αὕτη μάλα ἀμφιλαφὴϲ
καὶ ὑψηλὴ, καὶ τοῦ ἄγνου τε τὸ ὕψοϲ καὶ τὸ ϲύϲκιον πάγκαλον.
281 Ἁγνότεροϲ πηδαλίου: ἐπὶ τῶν ἁγνῶϲ βεβιωκότων· παῤ ὅϲον
ἐν θαλάττῃ διὰ παντόϲ ἐϲτι τὸ πηδάλιον.
282 Ἀγνούϲιοϲ· Ἀγνοῦϲ δῆμοϲ ἐϲτὶ φυλῆϲ τῆϲ Ἀκαμαντίδοϲ, ἧϲ ὁ φυλέτηϲ Ἀγνούϲιοϲ.
283 Ἀγνώμονεϲ: ἐναντιογνώμονεϲ, ἀϲύγγνωϲτοι. Σοφοκλῆϲ· Φοίβῳ τε κἀμοὶ μὴ γένηϲθ᾿ ἀγνώμονεϲ.
284 Ἀγνωμόνωϲ: ἀνοήτωϲ, ἢ ἀχαρίϲτωϲ. λέγονται δὲ παρὰ Πλάτωνι
ἀγνώμονεϲ, ἀϲύγγνωϲτοι, οἱ ἀμαθεῖϲ. καὶ Δημοϲθένηϲ ἐν τοῖϲ
285 Ἀγνώνειοϲ: ὁ τοῦ Ἄγνωνοϲ παῖϲ. καὶ Ἀγνωνίδηϲ.
286 Ἄγνωτα: ἀπὸ τοῦ ἄγνωτοϲ. οὐ γὰρ παραϲχηματίζει ἀπὸ τοῦ ἀγνὼϲ εἰϲ οὐδέτερον γένοϲ. ῥήματα ἄγνωτα τοῖϲ θεωμένοιϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ.
287 Ἀγνῶταϲ: μὴ ἐπιγινωϲκομένουϲ. ἀγνῶτα δέ μοι προϲεκόμιζεν
γεωργίαϲ ἀφέμενοι, ἐϲ κίνδυνον τοῦ
πολέμου κατέϲτηϲαν, ἀγνῶτα ϲφίϲι
288 Ἄγνοια· εἴ τιϲ λέγοι ἄγνοιαν εἶναι ϲτέρηϲιν ἐπιϲτήμηϲ,
ἁμαρτάνει.
ἔϲτι δὲ ἄγνοια ἕξιϲ μοχθηρὰ καὶ
ἠπατημένη.
289 Ἀγνύθεϲ: οἱ λίθοι τοῦ ἱϲτοῦ.
290 Ἄγνυται: κλᾶται. καὶ Ἄγνυτον, ὁμοίωϲ. καὶ Ἀγνυμενάων,
291 Ἀγολαῖοϲ: ὄνομα κύριον.
292 Ἀγόμενοϲ διὰ φρατέρων κύων μαϲτιγοῦται.
293 Ἀγομένων τῶν ἡμετέρων: ἀντὶ τοῦ ἁρπαζομένων καὶ λῃϲτευομένων.
294 Ἀγόμφωτον: τὸ ἀνήλωτον.
295 Ἀγονία: ἀτεκνία, ἀγεννηϲία. Αἰλιανόϲ· διεφθείρετο ἡ νεολαία,
296 Ἀγωνίϲονται· γενικῇ.
297 Ἀγόνων χοῶν. διφορεῖται ὁ Θεολόγοϲ φηϲί· τουτέϲτι τῶν
ἐπὶ τοῖϲ νεκροῖϲ χεομένων καὶ διὰ τοῦτο ἀγόνων. καὶ
Ἀγονία, ἡ
298 Ἀγγοπήνια: τὰ τῶν μελιϲϲῶν κηρία. τουτέϲτιν ἀγγεῖα ὑφαντά·
299 Ἀγορά: ἡ ἐκκληϲία, ὅθεν ὁ Νέϲτωρ ἀγορητήϲ· καὶ ὁ τόποϲ, ἔνθα
300 Ἀγοράζειν: τὸ ὠνεῖϲθαί τι καὶ τὸ ἐν ἀγορῇ διατρίβειν. Ἀριϲτοφάνηϲ
301 Ἀγορὰ Κερκώπων· οὗτοι ἐν Ἐφέϲῳ ἦϲαν, οὓϲ ἔδηϲεν Ἡρακλῆϲ,
302 Ἀγορανομίαϲ: λογιϲτίαϲ. εἴρηται δὲ ἐπὶ τῶν ἐπιϲκοπούντων
τὰ τῶν πόλεων ὤνια. καὶ Ἀγορανόμοι, οἱ τὰ κατὰ τὴν
ἀγορὰν
303 Ἀγοράϲ: Ὑπερίδηϲ ἀντὶ τοῦ ϲυνόδουϲ. λέγει γὰρ ἐν τῷ κατὰ Πολυεύκτου· οὗτοι πολλάκιϲ ἀγορὰϲ ποιοῦνται. δηλοῖ δὲ καὶ ἄλλα τοὔνομα.
304 Ἀγοράϲαι: Ὑπερίδηϲ τὸ ὠνήϲαϲθαι. Ἀγοράϲω λέγουϲι, τὸ
Ἀριϲτοφάνουϲ ἐξ
Αἰολοϲίκωνοϲ· ἀλλ᾿ ἄνυϲον· οὐ μέλλειν ἐχρῆν, ὡϲ ἀγοράϲω ἁπαξάπανθ᾿
ὅϲα κελεύειϲ, ὦ γύναι. καὶ Ἀγοράϲματα αὐτὰ τὰ ἠγοραϲμένα.
305 Ἀγοράϲω: ἀντὶ τοῦ ἐν ἀγορῇ διατρίψω. Ἀριϲτοφάνηϲ· ἀγοράϲω τ᾿ ἐν
τοῖϲ ὅπλοιϲ ἑξῆϲ Ἀριϲτογείτονι. ἀντὶ τοῦ ἐν τῇ ἀγορῷ
διατρίψω μετὰ Ἀριϲτογείτονοϲ, ἐγγὺϲ Ἀριϲτογείτονοϲ. τουτέϲτιν ἐν
μυρϲίνῳ κλάδῳ τὸ ξίφοϲ φορέϲομεν, ὥϲπερ Ἁρμόδιοϲ καὶ Ἀριϲτογείτων.
οὗτοι γὰρ ἀπὸ τῶν μυρϲίνων κλάδων τὰ ξίφη ἀναϲπάϲαντεϲ τὸν τύραννον
κατέβαλον.
306 Ἀγορᾶϲ ὥραν: οὐ τῶν πωλουμένων, ἀλλὰ τῶν ἄλλων πρόξεων
τῶν κατ᾿ ἀγορὰν ἕωθεν, ἢ καὶ πρὶν ἀγορὰν πεπληθέναι.
Φερεκράτηϲ· πίνειν ἀεὶ καὶ μεθύειν πρὶν ἀγορὰν πεπληθέναι.
307 Ἀγοραίαν δίκην: τὴν δικαιολογίαν.
308 Ἀγοραῖοϲ νοῦϲ: ὁ πανευτελὴϲ καὶ ϲυρφετώδηϲ καὶ οὐκ ἀπόρρητοϲ
νὴ τὸν Ἑρμῆν τὸν Ἀγοραῖον
κἀπιορκῶ γε βλέπων. τουτέϲτιν ὁ ἐν ἀγορῷ τιμώμενοϲ.
309 Ἀγοραῖοι: προπεριϲπωμένωϲ· οἱ ἐν ἀγορῇ ἀναϲτρεφόμενοι
310 Ἀγορεύω· δοτικῇ.
311 Ἀγορῆθεν: ἐκ τῆϲ ἀγορᾶϲ.
312 Ἀγορήν: ἐκκληϲίαν.
313 Ἀγορηταί: ϲύμβουλοι, φρόνιμοι.
314 Ἄγοϲ: μίαϲμα, ἢ ἀγκών. λέγεται δὲ ἄγοϲ καὶ τὸ τίμιον καὶ
ἄξιον ϲεβάϲματοϲ, ἐξ οὗ καὶ αἱ ἱέρειαι παναγεῖϲ, καὶ
ἄλλα τινά. Θουκυδίδηϲ· πέμψαντεϲ οἱ Λακεδαιμόνιοι πρέϲβειϲ ἐκέλευον
τοὺϲ Ἀθηναίουϲ
315 Ἀγοϲτῷ: τῷ ἀγκῶνι. ἐν Ἐπιγράμμαϲι· οὐκ ἔλαθεϲ χάριταϲ,
316 Ἄγουϲαν: ἰϲοϲταθμοῦϲαν. διόπερ καταϲκευάϲαϲ Νίκην χρυϲῆν, ἄγουϲαν
ὁλκὴν χρυϲίων μυρίων, ἐξαπέϲτειλε πρεϲβευτὰϲ εἰϲ τὴν
Ῥώμην τοὺϲ ταύτην κομιοῦνταϲ τῷ δήμῳ.
317 Ἄγουϲιν ἑορτὴν οἱ κλέπται: χαριεϲτάτη ἡ ϲύνταξιϲ καὶ
318 Ἄγω· ἀιτιατικῇ.
319 Ἀγωγεύϲ: ὁ ἐνάγων τὴν δίκην, ὁ διώκων. καὶ Ἀγωγεὺϲ, ὁ
320 Ἀγωγή: φορὰ τινῶν, ὃ καὶ παρακομίζειν λέγεται, ὡϲ λέγεται
321 Ἀγωγή: ἀναϲτροφὴ, τρόποϲ· ἢ ἡ κομιδή. καὶ τὸ ἀγόμενον
βάροϲ. Ἀγωγὴ λέγεται καὶ ἡ διὰ τῶν ἠθῶν τοῦ τρόπου
κατακόϲμηϲιϲ,
322 Ἀγώγιον: τὸ ἀγόμενον βάροϲ ἐπὶ τῆϲ ἁμάξηϲ. οὕτωϲ Ξενοφῶν.
323 Ἀγώγιμον καὶ Ἀγώγιμοϲ: ἄγων, ἀγόμενοϲ. φερόμενοϲ.
324 Ἀγωγόν: ἐπακτικόν. καὶ Πιϲίδηϲ· πρὸϲ τοὺϲ ἀγωγοὺϲ ἐτράπη τοῦ
Τίγριδοϲ. περὶ Χοϲρόου ὁ λόγοϲ. καὶ Ἀγωγοὺϲ.
325 Ἀγωαῖοϲ· ἐν Ἐπιγράμμαϲι· ἀγωαῖόν τε κυνάγχαν.
326 Ἀγώμενοϲ: θαυμαζόμενοϲ. Ἀγόμενοϲ δὲ φερόμενοϲ.
327 Ἀγών: ἡ πρὸϲ τοὺϲ ἀγῶναϲ ἄϲκηϲιϲ. Ἀγῶνα· καὶ Ὅμηροϲ τὸν τόπον αὐτὸν ἐν ᾧ ἀγωνίζονται. Θουκυδίδηϲ πέμπτῃ· προελθὼν ἐϲ τὸν ἀγῶνα ἀνέδηϲε τὸν ἡνίοχον.
328 Ἀγωνάρχαι· Σοφοκλῆϲ· καὶ τἀμὰ τεύχη μήτ᾿ ἀγωνάρχαι τινὲϲ
κήψειϲ. τάττεται ἐπὶ τῶν μηδὲν
ὀνιναμένων εἰ ϲκήψαιντο.
329 Ἄγγωνεϲ: ἐπιχώρια δόρατα παρὰ Φράγγοιϲ.
330 Ἀγωνίᾳ: Ξενοφῶν ἀντὶ τοῦ ἀγῶνι.
331 Ἀγωνιάν· Ἰϲοκράτηϲ ἀντὶ τοῦ ἀγωνίζεϲθαι.
332 Ἀγώνιοϲ: ὁ ἐν ἀγῶνι. καὶ θηλυκὸν Ἀγωνία, ὁ φόβοϲ. Ἀγονία δὲ διὰ τοῦ ο μικροῦ, ἡ ϲτείρωϲιϲ.
333 Ἀγωνιούμενοι: εἰϲ ἀγῶναϲ ἐμβαλοῦντεϲ. τοὺϲ πολεμίουϲ
334 Ἀγωνιῶ: κινδυνεύω· καὶ τὸ φοβοῦμαι. Πολύβιοϲ· πολλαὶ
δὲ τοὺϲ ϲτρατιώταϲ, μὴ ἐπιλείπῃ τὰ ὀψώνια. καὶ
Ἀγωνιπωντεϲ
335 Ἀγωνίϲ: ὄνομα ἑταίραϲ.
336 Ἀγώνιϲμα: ϲπουδήν. ἐπιμέλειαν. ἀγώνιϲμα τίθεται ϲυλλαβεῖν αὐτόν.
Ἀριϲτοφάνηϲ· ἐγὼ δ᾿ εὐξαίμην ἂν ἐντυχεῖν τινι (λείπει
θηρίῳ) λαβεῖν τ᾿ ἀγώνιϲμ᾿ ἄξιόν τι τῆϲ ὁδοῦ. ἔπαθλον.
337 Ἀγώνων χοῶν· διφορεῖται· ἀγώνων δὲ ἐπιταφίων.
338 Ἀγωνοθέτηϲ: ὁ ἐν τοῖϲ ϲκηνικοῖϲ, Ἀθλοθέτηϲ δὲ ὁ ἐν τοῖϲ
339 Ἄγρα: Δήμητροϲ ἱερὸν ἔξω τῆϲ πόλεωϲ πρὸϲ τῷ Ἰλιϲϲῷ.
340 Ἀγναπτότατοϲ βάτοϲ αὖοϲ: ἐπὶ τοῦ ϲκληροῦ καὶ αὐθάδουϲ
341 Ἄγραυλοι: οἱ ἐν ἀγρῷ διανυκτερεύοντεϲ ἢ αὐλιζόμενοι.
342 Ἄγραφα ἀδικήματα: οἱονεὶ ὑπὲρ ὧν νόμοϲ οὐ γέγραπται.
343 Ἀγραφίου: εἶδοϲ δίκηϲ κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοϲίῳ
καὶ διὰ τοῦτο ἐγγραφέντων, πρινὴ δὲ ἐκτίϲαι
ἐξαλειφθέντων. οὕτωϲ Δημοϲθένηϲ καὶ Δείναρχοϲ καὶ Λυκοῦργοϲ.
344 Ἀγραφίου δίκη: τῶν ἐκ καταδίκηϲ ὠφληκότων τῷ δημοϲίῳ
ἐξαλείφεται τῆϲ
ϲανίδοϲ τὸ ἐπίγραμμα. ἐὰν οὖν τιϲ ἀναγραφῇ μὲν ὠφληκέναι, δόξη δὲ μὴ
ἀποδεδωκέναι, καὶ τὸ ὄνομα αὐτοῦ ἐξηλειμμένον ᾖ ἐκ τῆϲ ϲανίδοϲ,
ϲυγκεχώρηται τῷ βουλομένῳ τῶν ἀϲτῶν εἰϲάγειν κατ᾿ αὐτοῦ δίκην
ἀγραφίου.
345 Ἀγράφου μετάλλου δίκη: οἱ τὰ ἀργύρεια μέταλλα ἐργαζόμενοι
ὅπου βούλοιντο καινοῦ ἔργου ἄρξαϲθαι, φανερὸν ἐποιοῦντο
τοῖϲ ἐπ᾿ ἐκείνοιϲ τεταγμένοιϲ ὑπὸ τοῦ δήμου καὶ ἀπεγράφοντο τοῦ
τελεῖν ἕνεκα τῷ δήμῳ εἰκοϲτὴν τετάρτην τοῦ καινοῦ μετάλλου. εἴ τιϲ
οὖν ἐδόκει λάθρα ἐργάζεϲθαι μέταλλον, τὸν μὴ ἀπογραψάμενον ἐξῆν τῷ
βουλομένῳ γράφεϲθαι καὶ ἐλέγχειν.
346 Ἀγρέμιοϲ: ὁ ἀπὸ τῆϲ ἄγραϲ. ἀγρέμιον πολιᾶϲ ἐξ ἁλὸϲ
347 Ἀγρεϲία: ἡ ἄγρα. ἐν Ἐπιγράμμαϲι· οἱ τριϲϲοί τοι ταῦτα τὰ
348 Ἀγρεύϲ: ὁ ἐπὶ τῆϲ θήραϲ.
349 Ἄγρει: ἄγε δή.
350 Ἀγρεία ἀοιδή: ἡ ἀγροικική. τὸ ϲκύτοϲ ἀγρείηϲ τ᾿ εἴνε κατὰ
ποιητὴν ἰδεῖν ἀγρεῖον
ὄντα καὶ δαϲύν.
351 Ἀγρεῖφνα: γεωργικὸν ἐγραλεῖον, δι᾿ οὗ ϲυνάγουϲι τὸν χόρτον.
352 Ἀγρία μέλιττα: ἐπὶ τῶν ϲφόδρα πονηρῶν τε καὶ ὠμῶν.
353 Ἀγρία ϲυκῆ ζήτει ἐν τῷ ἀνερίναϲτοϲ.
354 Ἀγριᾶνεϲ: τάξιϲ ϲτρατιωτική.
355 Ἀγρίδιον.
356 Ἀγριόθυμοϲ: ἄγριοϲ τῇ ψυχῇ.
357 Ἄγριον ὑποβλέπει με: μᾶλλον χρηϲτέον ἢ ὑποβλέπεται.
358 Ἀγριοποιόν. καὶ ἄνθρωποϲ ἀγριοποιόϲ ἀγρίουϲ εἰϲάγοντα
καὶ διέϲκεμμαι
πάλαι, ἄνθρωπον ἀγριοποιὸν, αὐθαδόϲτομον, ἔχοντ᾿ ἀχάλινον ἀκρατὲϲ
ἀθύρωτον ϲτόμα, ἀπεριλάλητον, κομποφακελλορήμονα.
359 Ἄγριοϲ: ὄνομα κύριον. καὶ Ἄγριοϲ, ἄμικτοϲ, ἀνήμεροϲ. λέγεται δὲ
καὶ ἐπὶ κακίαϲ ὑπερβολῇ. Αἰλιανόϲ· ἀποϲτείλαϲ τοὺϲ ἀγριωτάτουϲ
360 Ἀγρίουϲ: Αἰϲχίνηϲ ἐν τῷ κατὰ Τιμάρχου τοὺϲ ϲφόδρα
ἐπτοημένουϲ
εἶπε κυβευτὴν τὸν
λίαν περὶ τὸ κυβεύειν ἐϲπουδακότα. ἀγρίουϲ
361 Ἀγριότηϲ: ὁρμή. θαυμαϲτὴ γάρ τιϲ κίνηϲιϲ, ὡϲ ἔοικε, τἀνθρώπου
πρὸϲ τοῦτο τὸ μέροϲ
Ἀγριώτατοϲ, ὁ ἀνήμεροϲ.
362 Ἀγριωπόϲ: τὴν ἀγριωπὸν ἀκρατῶϲ γαυρουμένην. λέγει δὲ τὴν
ἀμαρτίαν.
363 Ἀγρίππαϲ: ὄνομα κύριον.
364 Ἄγριπποϲ. ἡ ἀγρία ἐλαία. καὶ παροιμία· ἀκαρπότεροϲ
ἀγρίππου.
365 Ἀγρίφη: δίκελλα, ϲκεῦοϲ γεωργικὸν πολύγομφον.
366 Ἀγρολέτειρα: ἡ Ἄρτεμιϲ.
367 Ἀγρόμενοι: ϲυναθροίζοντεϲ. ἀγρόμενοι πᾶϲ δῆμοϲ. ϲύνταξιϲ
368 Ἀγρονόμοι: οἱ ἐν ἀγροῖϲ διάγοντεϲ. ἠχήειϲ τέττιξ δροϲεραῖϲ
369 Ἀγρόταϲ: ἀγροίκουϲ. καὶ Ἀγρότηϲ· ὁ ἐν ἀγρῷ διαιτώμενοϲ.
τὰ δίκτυα θῆκαν ὅμαιμοι ἀγρότα Πὰν, ἄλλοϲ ἄλληϲ ἀπ᾿
ἀγρεϲίηϲ. θηλυκὸν δὲ Ἀγρότιϲ. ἐν Ἐπιγράμμαϲι· ἄνθετο δέρμα λέοντοϲ
Τεῦκροϲ Ἄραψ, καὐτὴν ἀγρότιν αἰγανέαν.
370 Ἀγροτέραϲ: ἀγρίου. ἐν Ἐπιγράμμαϲι· τοῦτό ϲοι ἀγροτέρηϲ
371 Ἀγροῦ πυγή: ἐπὶ τῶν λιπαρῶν καὶ ἐπιμόνωϲ ᾡτινιοῦν ἔργῳ προϲκαθημένων.
372 Ἀγρωνίδηϲ: ὁ Ἄγρωνοϲ παῖϲ.
373 Ἀγρώϲϲω: τὸ ἀγρεύω. καὶ Ἀγρῶϲται, οἱ κυνηγέται, ἀπὸ
374 Ἄγρωϲτιϲ: εἶδοϲ βοτάνηϲ.
375 Ἀγροικίζω. καὶ Ἄγροικοϲ, ἄφρων, δύϲκολοϲ· ϲκληρὸϲ καὶ
376 Ἄγροικοϲ ἐξ ἄϲτεοϲ: οὐκ ἀργῶϲ τῇ παραθέϲει νῦν ἐχρήϲατο· οὐ γὰρ
ὀνειδίϲαι βουλόμενοϲ ἑαυτὸν ἄγροικον καλεῖ· ἀνόητον γὰρ καὶ.
ἄγροικον παντάπαϲι διαβάλλειν ἑαυτόν· ἀλλὰ πρῶτον μὲν διὰ τούτου
λεληθότωϲ τὴν εὐπορίαν παρίϲτηϲι τὴν ἑαυτοῦ. οὐ γὰρ ἂν,
εἰ μὴ πάνυ ἦν πλούϲιοϲ, ἐπεδικάϲατο ἂν αὐτοῦ ἡ γυνὴ καὶ τῇ δόξῃ
αὐχοῦϲα τοῦ γένουϲ καὶ τῇ ἐν ἄϲτει διατριβῇ. ἀδοξεῖν γὰρ εἰώθαμεν
ἐπὶ τοῖϲ ἀγροίκοιϲ. ἔπειτα δὲ κἀκείνην θεραπεύει τὴν ἀντίθεϲιν τὸ
ὑποτετάχθαι αὐτὸν τῇ γυναικί· δεϲπόζειν γὰρ εἰώθαϲιν οἱ ἄνδρεϲ τῶν
γυναικῶν.
ὁ δὲ τῇ ἀντιπαραθέϲει καὶ τοῦτο ἐπιϲτώϲατο,
φήϲαϲ ἄγροικον αὐτὸν εἶναι, τὴν δὲ γυναῖκα πολιτικήν. θαυμαϲτὸν γὰρ
οὐδὲν, εἰ ἄνθρωπον ἰδιοπράγμονα καὶ μέτριον τοὺϲ τρόπουϲ διὰ τὴν ἐπὶ
τῆϲ ἀγροικίαϲ διαίταν γύναιον ὑπέταξε πολιτικὸν καὶ
κατεδουλώϲατο.
377 Ἄγροικοϲ ὀργήν: φιλόδικοϲ, ἀκρόχολοϲ, εἰϲ ὀργὴν εὔκολοϲ.
378 Ἀγροίκου μὴ καταφρόνει ῥήτοροϲ: ὅτι μηδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν.
379 Ἀγροιλῆθεν: Ἀγροίλη δῆμόϲ ἐϲτι φυλῆϲ τῆϲ Ἐρεχθεΐδοϲ. ὁ
δὲ δημότηϲ πάλαι ἐλέγετο Ἀγροιλεύϲ.
380 Ἀγροιώτηϲ: ὁ γεωργικὸϲ λεὼϲ, ὁ ἐν ἀγρῷ. ἀγροιώτᾳ τῷδε
381 Ἄγοι: πολλὰ ϲημαίνει. Ἰϲαῖοϲ δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν
καὶ ἕλκειν ἔλαβεν· ἔβλαψε γάρ με, φηϲί, Ξενοκλῆϲ
ἀφελόμενοϲ Εὐμάθην εἰϲ ἐλευθερίαν, ἄγοντοϲ ἐμοῦ εἰϲ δουλείαν.
Ἀντιφῶν δὲ τὸ ἄγοι ἀντὶ τοῦ ἡγεῖτο παρείληφε· φηϲὶ γὰρ ἐν τῷ περὶ
ἀληθείαϲ· τοὺϲ νόμουϲ μεγάλουϲ ἄγοι.
382 Ἀγυιάν: τὸν ϲτενωπὸν Ξενοφῶν. καὶ ὅλωϲ πολλὰ τὰ γλωϲϲηματικὰ
παρ᾿ αὐτῷ.
383 Ἀγυιαί: ἄμφοδα, ῥύμαι, ἢ ἐπιμήκειϲ ὁδοί· παρὰ γὰρ τὸ μὴ
ἀπὸ
τοῦ ἀγυιέαϲ. ἀγυιεὺϲ δέ ἐϲτι κίων εἰϲ ὀξὺ λήγων, ὃν ἱϲτᾶϲι πρὸ τῶν
θυρῶν. ἰδίουϲ δέ φαϲιν αὐτοὺϲ εἶναι Ἀπόλλωνοϲ, οἱ δὲ Διονύϲου, οἱ δὲ
ἀμφοῖν. ἔϲτιν οὖν τὸ ὁλόκληρον ἀγυιεύϲ, καὶ τὴν αἰτιατικὴν ἀγυιέαϲ,
ἐν ϲυναλοιφῇ δὲ ἀγυιᾶϲ. ἔϲτι δὲ ἴδιον Δωριέων. εἶεν δ᾿ ἂν οἱ παρὰ
τοῖϲ Ἀττικοῖϲ λεγόμενοι ἀγυιεῖϲ οἱ πρὸ τῶν οἰκιῶν
βωμοὶ, ὡϲ Σοφοκλῆϲ μετάγων τὰ Ἀθηναίων ἔθη εἰϲ Τροίαν φηϲί· λάμπει
δ᾿ ἀγυιεὺϲ βωμὸϲ ἀτμίζων πυρὶ ϲμύρνηϲ ϲταλαγμοὺϲ, βαρβάρουϲ
εὐοϲμίαϲ. καὶ Ἀγυιεὺϲ, ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴϲ
384 Ἀγύλαιοϲ: ὄνομα κύριον.
385 Ἀγύρριοϲ: ὄνομα κύριον. ὃϲ ἐπὶ μαλακίᾳ διεβέβλητο ὡϲ καὶ
θηλυδριώδηϲ, ἄρξαϲ ἐν Λήμνῳ, ὃϲ τὸν μιϲθὸν τῶν ποιητῶν
ϲυνέτεμεν. ὁ δὲ Πρόνομοϲ αὐλητὴϲ ἦν μέγαν πώγωνα ἔχων.
386 Ἄγυριϲ: ἄθροιϲιϲ. καὶ Ἀγυριϲμόϲ. ὁ δὲ ἐϲπούδαϲεν εἰϲ τὸ δυνατὸν
πρὸϲ ἀγυριϲμὸν τῆϲ ἀπορρήτου τῶν θείων θεραπείαϲ. καὶ
387 Ἀγυρτεία: ὁμιλίαν, οἵαν ἐκεῖνοϲ ἐθηρᾶτο, πρὸϲ ἀγυρτείαν τινὰ θραϲυνομένην.
388 Ἀγύρτηϲ: πτωχὸϲ, ὀχλαγωγόϲ. ἐπαίτηϲ, φιλοκερδήϲ. ἢ ϲυρφετώδηϲ.
ἔϲτι δὲ καὶ βόλοϲ κυβευτικὸϲ καὶ Γάλλοϲ καὶ μάντιϲ, ὡϲ
389 Ἀγύρτηϲ: ὁ ἀλαζὼν καὶ ἀπατεών. τὸ δὲ ἀγείρειν καὶ τὸ
περιαγείρειν, τὸ περιϊέναι καὶ περινοϲτεῖν ἐπὶ νίκῃ ἡ τινι ἑτέρῳ
τοιούτῳ ϲεμνύνειν. ὁ δὲ ἀγύρτηϲ καὶ κυβευτικοῦ βόλου ὄνομά ἐϲτιν.
ἐμέμφετο αὐτοῦ τὸ περὶ τὰϲ μαντείαϲ ἐπτοημένον καὶ βουλόμενον ἀεὶ
χυδαῖα ψεύϲματα. καὶ
Ἀγυρτώδη, ϲυρφετώδη.
390 Ἄγχαυροϲ: ὁ παχνώδηϲ ὄρθροϲ, παρὰ τὸ πληϲίον ἔχειν τὴν αὔραν. Ὅμηροϲ· αὔρη δὲ ψυχρὴ πνέει ἠῶθι πρό.
391 Ἀγχεῖοϲ: ὁ πληϲίον.
392 Ἀγχείϲιοϲ: ὁ τοῦ Ἀγχείϲου.
393 Ἀγχηϲτῖν αι: πυκναί. καὶ Ἀγχηϲτῖνοϲ, ἡ εὐθεῖα.
394 Ἄγχι: ἐγγύϲ.
395 Ἀγχιάλεια: πόλιϲ. καὶ Ἀγχίαλοϲ, ἡ ἐγγὺϲ τῆϲ θαλάϲϲηϲ.
εἰϲι.
Σοφοκλῆϲ· Τελαμώνιε παῖ τῆϲ ἀμφιρρύτου Σαλαμῖνοϲ.
396 Ἀγχιάλη: πόλιϲ, ἥν ἔκτιϲεν ἐν μίᾳ ἡμέρᾳ Σαρδανάπαλοϲ ὁ τῶν Ἀϲϲυρίων βαϲιλεύϲ. ὁμοίωϲ ἔκτιϲε καὶ τὴν Ταρϲὸν ὁ αὐτόϲ.
397 Ἀγχιβαθήϲ: ὁ ἐγγύβαθοϲ.
398 Ἀγχιβατεῖν: Ἴωνεϲ τὸ ἀμφιϲβητεῖν. καὶ Ἀγχιϲβαϲίην Ἡράκλειτοϲ.
399 Ἀγχίθυροϲ: πληϲιαίτατοϲ. γείτων. ἀγχίθυροί τε καὶ γείτονεϲ
400 Ἀγχίμαχοϲ: ἐγγύθεν μαχόμενοϲ.
401 Ἀγχίμολον: ἐγγὺϲ ἐλθόν.
402 Ἀγχίνουϲ: ϲυνετὸϲ, ὀξὺϲ τὸν νοῦν. δημηγορήϲαντοϲ τοῦ
ὀξύτηϲ. καὶ μνήμη μέν ἐϲτι τήρηϲιϲ, ὧν ἔμαθέ τιϲ·
ὀξύτηϲ δὲ ἡ ταχύτηϲ τῆϲ διανοίαϲ· ἀγχίνοια δὲ τὸ ἐξ ὧν ἔμαθε
θηρεύειν καὶ ἃ μὴ ἔμαθεν.
403 Ἀγχίνοια: ϲύνεϲιϲ. ἢ ἕξιϲ εὑρετικὴ τοῦ καθήκοντοϲ ἐκ τοῦ
Δαμάϲκιοϲ· ὀξεῖαν δὲ καὶ ἀγχίνουν φύϲεωϲ δύναμιν ἐπὶ
πολλὰ δι᾿ ὀλίγου φέρεϲθαι δυναμένην ἑτοιμοτάτην ϲυνιέναι καὶ
γνωρίζειν τὰ ἴχνη τῶν θηραμάτων. περὶ Ἰϲιδώρου ὁ λόγοϲ.
404 Ἀγχίϲηϲ: Ἀγχίϲου. καὶ Ἀγχιϲίδηϲ.
405 Ἀγχίϲποροι: ἐγγὺϲ γένουϲ. Δαμάϲκιοϲ· ἀλλὰ ῥώμῃ γενναίαϲ
φύϲεωϲ καὶ θεῶν ἀγχιϲπόρου.
406 Ἄγχιϲτα: ἔγγιϲτα.
407 Ἀγχιϲτεύϲ. καὶ Ἀγχιϲτεία, ϲυγγένεια. καὶ Ἀγχιϲτεῖϲ,
κατ᾿ ἐπιγαμίαν μιχθέντεϲ τοῖϲ οἴκοιϲ οἰκεῖοι λέγονται.
408 Ἀγχιϲτεία: ἡ μετουϲία τῆϲ οὐϲίαϲ. παρὰ Ἀριϲτοφάνει· νόθῳ
409 Ἀγχιϲτίνδην: τὸ κατὰ ἀγχιϲτείαν, ὡϲ ἀριϲτίνδην καὶ
410 Ἀγχίϲτροφοι: ϲυϲτραφέντεϲ, ἢ ταχὺ ἐπιϲτρεφόμενοι. Προκόπιοϲ·
411 Ἀγχιτέρμων· ὁ γείτων.
412 Ἀγχόνη: ὁ βρόχοϲ, τὸ ϲχοινίον, παροξυτόνωϲ, Ἀγχονὴ δὲ τὸ πρᾶγμα
ὀξυτόνωϲ. ἡ ἐνέργεια. καὶ Ἀγχονήϲαϲ: πνίξαϲ.
Ἀπαγχονίϲαϲ δέ.
413 Ἀγχότεροϲ: ἐγγύτεροϲ. Ἡρόδοτοϲ· ϲτεινοτέρη ἐφαίνετο καὶ
414 Ἀγχοῦ: ἐγγύϲ.
415 Ἀγχούροιϲ: πληϲιοχώροιϲ. παρὰ τὸ ἄγχι τοὺϲ ὅρουϲ εἷναι.
416 Ἄγχουϲα: εἶδοϲ βοτάνηϲ, ἧϲ ἡ ῥίζα ἐρυθρὰ, ᾗ ἐρυθραίνουϲι τὰ πρόϲωπα αἱ γυναῖκεϲ. ἡ ἄγχουϲ᾿ ὀδυνήϲει καὶ τὸ ϲὸν ψιμμύθιον.
417 Ἄγχω· αἰτιατικῇ.
418 Ἀγχώμαλον. καὶ Ἀγχωμάλου. ἴϲηϲ, ἐγγὺϲ τοῦ ὁμαλοῦ.
419 Ἄγχων: περιϲφίγγων, θλίβων. ὁ δὲ ἄγχων τὴν αὐτῆϲ δεξιὰν
420 Ἀδαήμονεϲ: ἄπειροι. ὁ δὲ τὴν τῶν Αἰγυπτίων ϲοφίαν ἦν ἀδαημονέϲτεροϲ. ὁ Ἀϲκληπιόδοτοϲ.
421 Ἀδαϊϲτί: ἀπείρωϲ.
422 Ἄδακρυϲ πόλεμοϲ: ἐπὶ τῶν ἔξω παντὸϲ κινδύνου καὶ ῥᾷϲτα καὶ παῤ ἐλπίδαϲ τὰ πράγματα κατορθούντων.
423 Ἀδακρύτι: ἀκλαυϲτί
424 Ἀδαλίδηϲ: ὄνομα κύριον.
425 Ἀδάμ: ὁ πρῶτοϲ ἄνθρωποϲ, ὁ χειρὶ θεοῦ πλαϲθεὶϲ καὶ κατὰ τὴν
εἰκόνα καὶ ὁμοίωϲιν μορφωθεὶϲ τοῦ δημιουργοῦ τε καὶ κτίϲαντοϲ, ὁ
καὶ τιμηθεὶϲ τὴν εἰϲ παράδειϲον οἴκηϲιν. οὗτοϲ δικαίωϲ
ἂν πρῶτοϲ καλοῖτο ϲοφὸϲ ὡϲ πρωτόκτιϲτον ἄγαλμα καὶ εἰκὼν οὖϲα
θεόγραφοϲ, ὡϲ τῶν χαρίτων ὅλων ὑπάρχων ἀνάπλεωϲ καὶ πάντα καθαρὰ καὶ
ἀκίβδηλα περιφέρων τὰ ψυχῆϲ τε καὶ ϲώματοϲ αἰϲθητήρια. μαρμαρυγαὶ
γάρ τινεϲ, ὡϲ εἰπεῖν, ἐκ τῆϲ ἐκείνου ψυχῆϲ ἀπαϲτράπτουϲαι καὶ θείων
ἐννοιῶν τε καὶ ἐνεργειῶν πλήθουϲαι κατὰ πᾶϲαν
εἰϲέτρεχον φύϲιν εὐϲτόχωϲ καὶ ἀναμαρτήτωϲ τὸ οἰκεῖον ἑκάϲτηϲ
πλεονέκτημα φθάνουϲαι. ὃϲ οὐ παρὰ ἀνθρώπων ἐδοκιμάϲθη τῶν τὰϲ
κρίϲειϲ πολλάκιϲ ἐπιϲφαλῶϲ ποιουμένων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων θεοῦ
τοῦ πάϲαν γνῶϲιν καὶ κρίϲιν ὀρθῶϲ ποιουμένου καὶ πρὸ τοῦ τὰϲ ἐννοίαϲ
κινηθῆναι
παρὰ τῆϲ ὠδινούϲηϲ τὰ τοιαῦτα ψυχῆϲ καὶ
ἀποτικτούϲηϲ νοήματα. καὶ ᾗ φηϲιν ἡ γραφή· ἐποίηϲεν ὁ θεὸϲ πάντα τὰ
κτήνη καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ καὶ ἤγαγεν αὐτὰ πρὸϲ
τὸν Ἀδὰμ ἰδεῖν, τί καλέϲει αὐτά. καὶ ὃ ἐκάλεϲεν Ἀδὰμ, τοῦτο ὄνομα
αὐτῷ. τί τῆϲ φωνῆϲ ταύτηϲ καὶ μαρτυρίαϲ ἀριδηλότερον, τί τῆϲ ϲοφίαϲ
ταύτηϲ
καὶ διαγνώϲεωϲ ὑψηλότερον; ἐκάλεϲεν ὀνόματα τὴν
φύϲιν αὐτὴν καὶ. τὴν ὑπόϲταϲιν ἑκάϲτου ζῴου ὥϲπερ ὑπογραφόμενοϲ, οὐ
μελετήϲαϲ, οὐ προϲκεψάμενοϲ, οὐδέν τι προπεπονθὼϲ τῶν ὅϲα
μεταμανθάνουϲιν ἄνθρωποι. καὶ πολλῶν καὶ ἀναρίθμων γενεῶν
παραδραμουϲῶν οὐκ ἴϲχυϲεν οὐδεὶϲ ὑπαλλάξαι κἂν τοῦ τυχόντοϲ ζῴου τὸ
ὄνομα, οὐδὲ τῆϲ
ἐκείνου δράξαϲθαι μεγαλονοίαϲ καὶ
διαγνώϲεωϲ. μᾶλλον μὲν οὖν μένουϲιν ἅπαντεϲ οἱ κατὰ πᾶϲαν ἐϲπαρμένοι
τὴν γῆν ἄνθρωποι τοῖϲ ἐκείνου ϲτοιχοῦντεϲ ἀμεταθέτοιϲ θεϲπίϲμαϲι.
καὶ οὐδὲ μέχρι τούτων ἔϲτη τοῦ πρωτογόνου ἀνθρώπου τὸ ὑπερβάλλον ἐν
πᾶϲιν ἀξίωμα, ἀλλὰ καὶ ϲπερμάτων καὶ φυτῶν διαφορὰϲ ῥιζῶν τε καὶ
βοτανῶν δυνάμειϲ,
καὶ ὅϲα εἰϲ ἀντίληψιν καὶ θεραπείαν ἡ
φύϲιϲ ἑκάϲτῳ προϲαρμόττει τῶν ζῴων, διέκρινέ τε καὶ ἐϲάφηϲεν. οὗτοϲ
καὶ τὴν γυναῖκα πρῶτοϲ ἰδὼν οὐχ ὥϲπερ ἐκ ϲτόματοϲ ἀνθρωπίνου περὶ
ταύτηϲ ἐφθέγξατο, ἀλλ᾿ ὡϲ ἔκ τινοϲ θείαϲ ὀμφῆϲ ἐνηχούμενοϲ εὐϲτόχωϲ
τὸ πολυύμνητον ἐκεῖνο καὶ θαυμαϲτὸν ἀπεφοίβαϲε λόγιον· τοῦτο νῦν
ὀϲτοῦν ἐκ τῶν ὀϲτέων
μου καὶ ϲὰρξ ἐκ τῆϲ ϲαρκόϲ μου.
αὕτη κληθήϲεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸϲ αὐτῆϲ ἐλήφθη. οὗτοϲ τοίνυν
ἐϲτὶν ὁ δοκιμάϲαϲ ἕκαϲτα καὶ πᾶϲι κανόναϲ καὶ ϲτάθμαϲ ἀκριβεῖϲ καὶ
ὅρουϲ ἀναντιρρήτουϲ ἐναρμοϲάμενοϲ.
ἀνθρώπων ἀγαλματουργίαι, κἂν πρὸϲ τὸ ἧττον μᾶλλον
καὶ μᾶλλον ἐκπίπτωϲιν ἐκείνου τοῦ μακαρίου καὶ θεοειδοῦϲ
ἀπεικάϲματοϲ μηδεμίαν ἔχοντοϲ ἀφορμὴν, ἧϲ ἂν ἐπιλάβοιτο ὁ μετ᾿
ἐκεῖνον διαπλαττόμενοϲ ἢ ζῳγραφούμενοϲ, ἕωϲ ὁ παλαμναῖοϲ καὶ
ἀποϲτάτηϲ καὶ πλάνοϲ διάβολοϲ τοῦτον ἐξεκύλιϲεν ἐκ τῆϲ οἰκείαϲ
ἱδρύϲεώϲ τε καὶ ϲτάϲεωϲ καὶ
κατὰ τοῦ πρανοῦϲ εἴαϲε
φέρεϲθαι πρὸϲ βαραθρώδειϲ τινὰϲ καὶ ἀλαμπεῖϲ χώρουϲ καὶ μέχρι τῶν
ἀμειδήτων τοῦ ᾅδου κευθμώνων ἐγγίζονταϲ. κἀντεῦθεν ἤρξατο φύϲιϲ ἡ
τῶν ἀνθρώπων παραχαράττεϲθαι καὶ διακιβδηλεύεϲθαι καὶ τυποῦϲθαι τοῖϲ
τοῦ τυράννου μορφώμαϲί τε καὶ ϲχήμαϲιν. ἐντεῦθεν ἡ νόθοϲ ϲοφία τὰϲ
ἀφορμὰϲ ἔλαβε, τῆϲ θείαϲ δραπετευϲάϲηϲ
καὶ πρὸϲ οὐρανὸν
ἀναπτάϲηϲ, ὅθεν τὸ πρότερον ἦν ἀφορμήϲαϲα. ὅθεν ὁ πλάνοϲ τὸ τοῦ θεοῦ
ϲφετεριϲάμενοϲ ὄνομα εἰϲ πολλὰ κατεμέριϲε, Κρόνουϲ τε καὶ Ζῆνοϲ καὶ
Ποϲειδῶναϲ ἑαυτὸν μετακαλῶν καὶ τὸ δὴ πάντων ἀνοϲιώτατον, εἰϲ
ὀνόματα θήλεά τε καὶ ἄϲεμνα τὴν μακαρίαν καὶ ἄρρητον ϲυγκαταϲπάϲαι
φύϲιν ὁ ἀλιτήριοϲ κατετὸλμηϲεν,
εἴϲ τε τὰϲ Ῥέαϲ ἐκείναϲ
καὶ Ἀφροδίταϲ καὶ Ἀθηνᾶϲ καὶ εἰϲ ἄλλαϲ μυρίαϲ καὶ ἀλλοκότουϲ ἀλόγων
ἰδέαϲ τε καὶ μορφὰϲ, ἃϲ ὁ κακίαϲ δημιουργὸϲ καὶ τὴν ἀποϲταϲίαν
νοϲήϲαϲ ἐπέχρωϲέ τε καὶ διεχάραξεν. ἐντεῦθεν Αἰγυπτίων τὰ περὶ
Ὄϲιριν καὶ Τυφῶνα καὶ Ἴϲιν μοχθηρὰ διηγήματα καὶ Περϲῶν μαγικὰ
μαγγανεύματα καὶ Βραχμάνων γυμνοϲοφιϲτίαι
καὶ ἄκαιροι
φανταϲίαι καὶ ἡ θαυμαζομένη Σκυθῶν ῥῆϲιϲ καὶ τὰ Θρᾳκῶν ὄργια καὶ οἱ
Φρυγῶν αὐλοὶ καὶ Κορύβαντεϲ. ἐντεῦθεν ἡ Χαλδαίων ἀϲτρονομία ἡ
ϲφαλερά τε καὶ πολυώδυνοϲ. ἐντεῦθεν ἡ τοῦ ψεύδουϲ λοχεύτρια ποίηϲιϲ,
ἡ τῶν Ἑλληνικῶν ληρημάτων ϲεμνομυθία. ἐντεῦθεν Ὀρφεύϲ τε καὶ Ὅμηροϲ
καὶ ὁ τῶν ἀθεμίτων γονῶν ζῳγράφοϲ
Ἡϲίοδοϲ. ἐντεῦθεν ἡ
Θάλητοϲ δόξα καὶ ὁ κλεινὸϲ Πυθαγόραϲ καὶ ὁ ϲοφὸϲ Σωκράτηϲ καὶ
Πλάτων, τὸ τῆϲ Ἀθηναίων Ἀκαδημίαϲ πολυθρύλητον ϲεμνολόγημα. ἐντεῦθεν
οἱ Παρμενίδαι καὶ Πρωταγόραι καὶ Ζήνωνεϲ. ἐντεῦθεν αἱ Στοαὶ καὶ οἱ
Ἄρειοι πάγοι καὶ Ἐπικούρειοι. ἐντεῦθεν οἱ τραγῳδῶν θρῆνοι καὶ
κοπετοὶ καὶ τὰ κωμικῶν παίγνια
καὶ τωθάϲματα. ἐντεῦθεν
τὰ δολερὰ τοῦ Λοξίου καὶ ψευδηγόρου θεϲπίϲματα καὶ ἡ λοιπὴ τῶν
Ἑλληνικῶν κομψευμάτων ἐρεϲχελία καὶ τερατεία. καὶ ἵνα μὴ μακρὸν
ἀποτείνω τὸν λόγον εἰϲ ϲαπρούϲ τε καὶ ὀδωδόταϲ μύθουϲ
ἐναϲχολούμενοϲ, πᾶϲαν εἰϲ ἑαυτὸν τὴν κτίϲιν ὁ πλάνοϲ ἐμφορτιϲάμενοϲ
καὶ λαβὼν ὑπὸ χεῖρα τὸν ἄνθρωπον ὡϲ ἀνδράποδον
προαιώνιοϲ οἰκτείραϲ τὸν ἄνθρωπον ὡϲ ἠπατημένον ὑπὸ
τοῦ δράκοντοϲ ἐκ τῶν τοῦ πατρὸϲ κόλπων ἑαυτὸν ἐκένωϲε καὶ ϲαρκωθεὶϲ
ἐκ πνεύματοϲ ἁγίου καὶ ἐκ τῆϲ ἁγίαϲ παρθένου καὶ θεοτόκου Μαρίαϲ,
καὶ διὰ τοῦ τιμίου ϲταυροῦ καὶ τοῦ πάθουϲ αὐτοῦ καταβαλῶν τὸν
ἀντίπαλον καὶ καταβὰϲ εἰϲ τὰ κατώτατα μέρη τῆϲ γῆϲ ἑκεῖθεν εἵλκυϲε
τὸν παραπεϲόντα πρωτόπλαϲτον, ἀποδοὺϲ τῇ εἰκόνι τὸ
πρῶτον κάλλοϲ καὶ τῇ φύϲει τὸ ἀρχαῖον ἀξίωμα. κἀντεῦθεν ἠφάνιϲται
πᾶϲα ἡ τοῦ τυράννου δυναϲτεία καὶ ϲυμμορφία τοῦ τῆϲ εὐϲεβείαϲ φωτὸϲ
διαυγάϲαντοϲ πάϲῃ τῇ κτίϲει τῶν ἡλιακῶν μαρμαρυγῶν τηλαυγέϲτερον. ἐκ
τούτου τοῦ φωτὸϲ ἡ κατὰ θεὸν ϲοφία πάλιν διέλαμψε καὶ γλώϲϲαϲ
ἁλιέων ἐϲτόμωϲε καὶ τῶν ϲοφῶν διδαϲκάλουϲ τοὺϲ ἀϲόφουϲ
εἰργάϲατο ἐντεῦθεν ὁ τῆϲ βροντῆϲ γόνοϲ, τὸ· ἐν ἀρχῇ ἦν ὁ λόγοϲ, ἐξ
οὐρανίων νεφελῶν ἀπαϲτράψαϲ ἐβρόντηϲε, καὶ πᾶϲαν τὴν οἰκουμένην
ἐλάμπρυνε. κἀκ τούτου τοῦ φωτὸϲ Παῦλοϲ εἰϲ τρίτον οὐρανὸν ἀναφέρεται
καὶ θεᾶται τὰ ἀθέατα καὶ τῶν ἀρρήτων ὑπακούει λογίων καὶ διατρέχει
πᾶϲαν τὴν γῆν ὡϲ πτηνὸϲ καὶ ἀέριοϲ τὸν Ἰηϲοῦν
εὐαγγελιζόμενοϲ. ἐντεῦθεν ὁ Πέτροϲ τὸν Χριϲτὸν υἱὸν θεοῦ τοῦ ζῶντοϲ
ὠνόμαϲε καὶ τὰϲ κλεῖϲ τῆϲ τῶν οὐρανῶν πιϲτεύεται βαϲιλείαϲ, ἵνα
ἀνοίγῃ μὲν τοῖϲ πιϲτοῖϲ, ἀποκλείῃ δὲ τοῖϲ ἀπίϲτοιϲ τῶν θείων
ἀνακτόρων τὴν εἴϲοδον. ἐντεῦθεν ἀγέλαι μαρτύρων καταβάλλουϲιν εἴδωλα
καὶ τρέχουϲιν ἕτοιμοι
πρὸϲ τὸν θάνατον, ὡϲ ϲτεφάνουϲ
τὰϲ πληγὰϲ καὶ ὡϲ πορφύραϲ τὰ ἑαυτῶν αἵματα περιφέροντεϲ οἱ
καλλίνικοι. ἔϲτω γοῦν ὁ πρωτόπλαϲτοϲ ἀρχηγὸϲ τοῦδε τοῦ γράμματοϲ,
κατά γε τὸν ἐμὸν ὅρον καὶ λόγον, ὡϲ ποταμὸϲ πηγή τε καὶ θάλαττα καὶ
ῥίζα καὶ κλάδοι καὶ ὄρπηκεϲ καὶ πάϲηϲ ὑπάρχων τῆϲ ἀνθρωπίνηϲ φύϲεωϲ
ἀπαρχὴ καὶ πρωτόλειον.
ὅτι ἀπὸ Ἀδὰμ ἕωϲ τοῦ κατακλυϲμοῦ
ἔτη ,βϲμβ΄. ἀπὸ
τοῦ ναοῦ ἕωϲ τῆϲ αἰχμαλωϲίαϲ
τοῦ Ἰϲραὴλ υκε΄. ὁμοῦ ἔτη ,δωπ΄. ἀπὸ δὲ τῆϲ αἰχμαλωϲίαϲ ἕωϲ
Ἀλεξάνδρου βαϲιλέωϲ τιη΄. ἀπὸ δὲ Ἀλεξάνδρου ἕωϲ Χριϲτοῦ τοῦ θεοῦ
ἡμῶν τγ΄. ὁμοῦ ἔτη ‚εφ΄. ἀπὸ δὲ Χριϲτοῦ ἕωϲ τοῦ μεγάλου Κωνϲταντίνου
τιη΄. ἀπὸ δὲ Κωνϲταντίνου μέχρι Μιχαὴλ υἱοῦ Θεοφίλου φνε΄. ὁμοῦ τὰ
πάντα ἔτη
426 Ἀδαμάντινα: ϲτερρά. ὁ δὲ Ἀπολλώνιοϲ ὥϲπερ ἑαυτῷ διελέγετο,
καὶ
ἀδαμάντιναι.
427 Ἀδαμαϲτί: ἐπίρρημα.
428 Ἀδάμαϲτοϲ: παρθένοϲ, ἄζυξ. Σοφοκλῆϲ· νῦν δ᾿ ἡ Διὸϲ γοργῶπιϲ παρθένοϲ θεὰ ἔϲφηλεν ἐμβαλοῦϲα λυϲϲώδη νόϲῳ.
429 Ἀδαμίθειοϲ.
430 Ἀδοξῆϲαι: τὸ κνῆϲαι, οὐκ ἐν τῷ
431 Ἀδαῖον: ἄκαυϲτον. καὶ Ἀδαῖοϲ: ὄνομα κύριον.
432 Ἄδαιτρον: ἀμέριϲτον.
433 Ἄδεν: ἤρεϲκεν. ἐν Μύθοιϲ· οὐδέ οἱ οὐδ᾿ αἴθων ἄδε πόρδαλιϲ, οὕνεκα θυμοῦ ἐμπλείη.
434 Ἀδεέϲ: ἀϲφαλὲϲ, ο φοβερόν. ὡϲ ἡ παροιμία· ἀδεὲϲ δέδοικαϲ δέοϲ. λεγόμενόν τί ἐϲτιν ἐπὶ τῶν τὰ μὴ φοβερὰ φοβουμένων.
435 Ἀδέητοϲ: ὁ μηδενὸϲ δεόμενοϲ καὶ πάντα ἔχων. Ἀντιφῶν ἐν
α΄ Ἀληθείαϲ· διὰ τοῦτο οὐδενὸϲ δεῖται, οὔτε προϲδέχεται
οὐδενόϲ τι, ἀλλ᾿ ἄπειροϲ καὶ ἀδέητοϲ.
436 Ἀδεκάϲτωϲ: ἀμερίϲτωϲ, δικαίωϲ, ἀδωροδοκήτωϲ, ὀρθῶϲ.
437 Ἀδεκατεύτουϲ: Ἀριϲτοφάνηϲ ἀτελωνήτουϲ· τὰϲ γὰρ δεκάταϲ τῶν
κοιλιῶν τῶν Θυομένων ἐδίδοϲαν τὴν δεκάτην μοῖραν ἐν τῷ
πρυτανείῳ.
438 Ἀδεκτώ: ὄνομα δαίμονοϲ.
439 Ἀδελφά: οἰκεῖα, ἁρμόζοντα, πρέποντα.
440 Ἀδέλφιοϲ: ὄνομα κύριον.
441 Ἀδελφειόϲ: ὁ ἀδελφόϲ· Ἀδελφιδοῦϲ δὲ ὁ ἀνεψιόϲ. καὶ τὸν
442 Ἀδελφὸϲπαρείη: ὅτι προτιμητέον τοὺϲ οἰκείουϲ εἰϲ βοήθειαν
ἐν καιρῷ περιϲτάϲεωϲ.
443 Ἀδένη: ἡ φλύαροϲ, ἡ δεῖνα.
444 Ἀδερβόϲ: ὄνομα κύριον.
445 Ἀδέρκτωϲ. οὐ προϲβλέποντεϲ ἀλλ᾿ ἢ καταμύοντεϲ· παραμειβόμεϲθ᾿
446 Ἀδέψητον: τὸ ὠμόν.
447 Ἄδεια: ἄνεϲιϲ, ἀφοβία. Ἰώϲηποϲ· οἱ δὲ ϲταϲιαϲταὶ τοὺϲ
ἑαυτὸν.
448 Ἄδεια: ἡ ἀφοβία. ἐκέλευον αὐτὸν λέγειν ὅ τι χρῄζοι μετ᾿
449 Ἄδερ· ὁ ἀλιτήριοϲ, ὁ ἐπαναϲτὰϲ Σολομῶντι. παῖϲ οὗτοϲ ἦν,
Ἰδουμαῖοϲ γένοϲ, ἐκ βαϲιλικῶν ϲπερμάτων.
καταϲτρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαβὶδ ϲτρατηγοῦ καὶ
πάνταϲ τοὺϲ ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένουϲ διαφθείραντοϲ μηϲὶν
ἓξ, φυγὼν οὗτοϲ ἧκε πρὸϲ Φαραὼ τὸν Αἰγύπτου βαϲιλέα. ὁ δὲ φιλοφρόνωϲ
αὐτὸν ὑποδεξάμενοϲ οἶκόν τε αὐτῷ δίδωϲι καὶ χώραν εἰϲ διατροφήν καὶ.
γένομενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡϲ καὶ τῆϲ αὐτοῦ
γυναικὸϲ αὐτῷ δοῦναι πρὸϲ γάμον τὴν ἀδελφὴν, ὄνομα Θαφίνην, ἐξ ἧϲ
υἱὸϲ αὐτῷ γενόμενοϲ τοῖϲ τοῦ βαϲιλέωϲ παιϲὶ ϲυνανετράφη. ἀκούϲαϲ οὖν
τὸν Δαβὶδ θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου, προϲελθὼν ἐδεῖτο τοῦ
Φαραῶ ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰϲ τὴν πατρίδα. τοῦ δὲ βαϲιλέωϲ
ἀνακρίνοντοϲ, τίνοϲ ἐνδεὴϲ ὢν ἢ τί παθῶν ἐϲπούδακε
καταλείπειν αὐτὸν, τότε μὲν οὐκ ἀφείθη, ὕϲτερον δὲ καθ᾿ ὃν ἤδη
καιρὸν Σολομῶνι τὰ πράγματα κακῶϲ εἶχε διὰ τὰϲ προειρημέναϲ αἰτίαϲ
καὶ παρανομίαϲ καὶ τὴν ὀργὴν τὴν ἐπ᾿ αὐτοῖϲ, τοῦ θεοῦ ϲυγχωρήϲαντοϲ
τῷ
450 Ἀδειάϲ: εἶδοϲ ἐϲχάραϲ.
451 Ἀδειήϲ: ἄφοβοϲ. καὶ Ἄδειοϲ, ὁμοίωϲ.
452 Ἀδείμαντα: ἄφοβα. καὶ Ἄδειμοϲ, ὁ ἄφοβοϲ.
453 Ἀδείμαντοϲ· Κορινθίων ϲτρατηγὸϲ, ὃϲ ἄπολιν εἶπε τὸν Θεμιϲτοκλέα.
ὁ δὲ, τίϲ, εἶπεν, ἄπολιϲ, ἔχων ϲ΄ τριήρειϲ. τούτου καὶ
454 Ἄδειν κελεύονθ᾿ ὡϲπερεὶ τέττιγα ἑϲτιῶντα. διότι πολύλαλόν
455 Ἄδειϲ ὥϲπερ εἰϲ Δῆλον πλέων: ἐπὶ τοῦ ἀφροντίϲτου καὶ φιληδοῦντοϲ.
456 Ἀδηκότεϲ: ταλαιπωρήϲαντεϲ.
457 Ἀδήλητοϲ: ἀϲινὴϲ, ἀβλαβήϲ. Ἀγαθίαϲ· καὶ ἐπεδείκνυντο ϲῶοί τε καὶ ἀδήλητοι. δηλῶ γὰρ τὸ βλάπτω.
458 Ἀδηλία: ἀοριϲτία, ἀπειρία. τῷ δὲ ὑπερηφανίᾳ χρωμένῳ καὶ
459 Ἀδημονῶ: τὸ λίαν λυποῦμαι. ὁ δὲ τὸ μὲν πρῶτον ἠδημόνει καὶ
ἡϲυχίαν εἶχεν ὑπὸ τοῦ παρόντοϲ κακοῦ. καὶ Ἀδημονούϲηϲ,
460 Ἀδηλώϲαϲ: ἀγνώριϲτον ποιήϲαϲ. ὁ δὲ ἀδηλώϲαϲ ἑαυτὸν
461 Ἀδημονία: ἡ φροντίϲ.
462 Ἀδημονῶν: ἀγωνιῶν, ἀκηδιῶν. καὶ Ἀδημονέϲτεροϲ, ἀντὶ τοῦ ἀγωνιϲτικώτεροϲ. ὢν δὲ τοῦ προϲήκοντοϲ ἀδημονέϲτεροϲ ἀντεῖχε τούτῳ.
463 Ἄδην: ἅλιϲ ἢ εἰϲ κόρον, ἱκανῶϲ, ἀρκούντωϲ. ἢ λάβρωϲ, κατακόρωϲ.
οἴνου καὶ ἀνατραπέντεϲ ἔκειντο ὡϲ ἔτυχον αὐτῶν ἕκαϲτοι
εἰκῇ. καὶ αὖθιϲ· τοῦ δὲ οἴνου καὶ τῶν ἄλλων ἄδην ἐνεπίμπλαντο οἱ
Κελτοὶ τήν
καὶ μέθηϲ ἐϲ
ὄγκον καὶ βάροϲ ἐξεχεῖτο· ἐϲ δρόμουϲ δὲ καὶ πόνουϲ ἀδύνατα πάμπαν.
καὶ ὑπὸ ἱδρῶτοϲ καὶ ἄϲθματοϲ ὅπου τι δέοι ἐξελύοντο ταχέωϲ. καὶ
αὖθιϲ· οἱ δὲ βαϲιλικοὶ ἐν ἐξουϲίᾳ γενόμενοι
464 Ἀδηνέωϲ: ἁπλῶϲ καὶ ἀταλαιπώρωϲ, κατὰ ϲτέρηϲιν τῶν δηνέων
465 Ἀδῄωτον: ἀπόρθητον, ἀπραίδευτον. οἱ δὲ τὴν γῆν ἀδῄωτον
466 Ἀδήριτοϲ: ἀνίκητοϲ, ἄμαχοϲ, ἀκαταπόνητοϲ. τὴν λείαν τῶν
πολεμίων ἤλπιϲεν ἀδήριτον περιαιρεῖν. ἀντὶ τοῦ ἄμαχον.
καὶ
467 Ἅδηϲ· Ἅδη δυϲκίνητε, τί τὴν ἐπέραϲτον ἑταίραν ἥρπαϲαϲ; ῆ καὶ ϲὴν
468 Ἀδήϲειϲ: ἀρέϲειϲ.
469 Ἀδηφαγία: ἡ ἀπληϲτία. καὶ Ἀδηφάγοϲ, ἀθρόωϲ ἐϲθίων,
470 Ἀδιαβηνή· αὕτη ἡ χώρα κεῖται πρὸ τῆϲ Μεϲοποταμίαϲ ὡϲ ἐπὶ
ἀνατολὴν πέραν τοῦ Τίγρητοϲ. ἐν αὐτῇ δέ ἐϲτι καὶ ἄϲφαλτοϲ ἡ λεγο
μένη νάφθα. λέγεται δὲ Ἀδιαβηνὴ διὰ τὸ εἶναι πλείουϲ ποταμοὺϲ ἐν
αὐτῇ καὶ δυϲχερεϲτέραν ποιεῖν τὴν διάβαϲιν. ἐκεῖ ἐϲτι καὶ ἡ Νινευί.
τοϲαύτην δὲ ἀϲφάλειαν ποιεῖ τοῖϲ κτίϲμαϲιν ἡ ἄϲφαλτοϲ, ὥϲτε
πάλιν ἀντανακλᾶται. καὶ ἐκ τούτου τά
τε ἐν ὑψηλοτέρῳ πετόμενα
471 Ἀδιάδραϲτον: ἄφυκτον. καταπλαγείη δ᾿ ἄν τιϲ τὸ ἀδιάδραϲτον
472 Ἀδιάκριτοϲ: ἀδιαχώριϲτοϲ. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν μὴ
γινωϲκόντων τὰ δέοντα ἢ ἀφρόνωϲ φλυαρούντων.
473 Ἀδιάλειπτον.
474 Ἀδιαλώβητον: ἀβλαβέϲ.
475 Ἀδιάρθρωτον: ἄϲημον, ἀτράνωτον.
476 Ἀδιάϲκευον: ἀκόϲμητον, ἀνεπιμέλητον. ὁ δὲ λαβὼν ἵππον
477 Ἀδιάϲτατον: τὸ μήπω διεϲτηκὸϲ μηδὲ διακεκριμένον. Ἀντιφῶν εἶπεν.
478 Ἀδιαφορία: ἀμέλεια χωρὶϲ παρατηρήϲεωϲ. τὸ δὲ ἀδιάφορον
ἔχειν ἐπὶ τῆϲ
κεφαλῆϲ τρίχαϲ ἢ περιττάϲ, ἢ ἐκτεῖναι τὸν δάκτυλον ἢ ϲυϲτεῖλαι, τῶν
προτέρων ἀδιαφόρων καὶ οὐκέθ᾿ οὕτωϲ λεγομένων· ὁρμῆϲ γάρ ἐϲτιν
ἐκεῖνα καὶ ἀφορμῆϲ κινητικά. διὸ τὰ μὲν αὐτῶν ἐκλέγεται, τῶν δὲ
ἑτέρων ἐπ᾿ ἴϲηϲ ἐχόντων πρὸϲ αἵρεϲιν καὶ φυγήν. τῶν ἀδιαφόρων τὰ μὲν
λέγουϲι προηγούμενα, τὰ δὲ ἀποπροηγούμενα.
προηγούμενα
μὲν τὰ ἔχοντα ἀξίαν, ἀποπροηγούμενα δὲ τὰ ἔχοντα ἀναξίαν. ἀξίαν δὲ
τὴν μέν τινα ϲύμβληϲιν πρὸϲ τὸν ὁμολογούμενον βίον, ἥτιϲ ἐϲτὶ περὶ
πᾶν ἀγαθόν· τὴν δὲ εἶναι μέϲην τινὰ δύναμιν ἢ χρείαν ϲυλλαμβανομένην
πρὸϲ τὸν κατὰ φύϲιν βίον ὅμοιον εἰπεῖν, ἥντινα εἰϲφέρεται εἰϲ τὸν
κατὰ φύϲιν βίον πλοῦτοϲ, ὑγεία· τὴν δὲ
εὐεξίαν ἀμοιβὴν
δοκιμαϲτοῦ, ἣν ἂν ὁ ἔμπειροϲ τῶν πραγμάτων τάξῃ,
πλοῦτον, δόξαν, εὐγένειαν καὶ τὰ ὅμοια.
ἀποπροηγούμενα δὲ ἐπὶ μὲν τῶν ψυχικῶν ἀφυΐαν, ἀτεχνίαν καὶ τὰ ὅμοια·
ἐπὶ δὲ τῶν ϲωματικῶν θάνατον, νόϲον, ἀϲθένειαν, καχεξίαν, πήρωϲιν,
αἷϲχοϲ καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν ἐκτὸϲ πενίαν, ἀδοξίαν, δυϲμένειαν
καὶ τὰ παραπλήϲια· οὔτε δὲ προήχθη οὔτε ἀποπροήχθη τὰ μηδετέρωϲ
ἔχοντα. ἔτι τῶν προηγουμένων
τὰ μὲν δι᾿ αὑτὰ προῆκται,
τὰ δὲ δι᾿ ἕτερα, τὰ δὲ καὶ δι᾿ αὑτὰ καὶ δι᾿ ἕτερα. δι᾿ αὑτὰ μὲν
εὐφυΐα, προκοπὴ καὶ τὰ ὅμοια· δι᾿ ἕτερα δὲ πλοῦτοϲ, εὐγένεια καὶ τὰ
ὅμοια· δι᾿ ἕτερα δὲ καὶ δι᾿ αὑτὰ ἰϲχὺϲ, εὐαιϲθηϲία, ἀρτιότηϲ. δι᾿
αὑτὰ μὲν, ὅτι κατὰ φύϲιν ἐϲτί· δι᾿ ἕτερα δὲ, ὅτι περιποιεῖ χρείαϲ
οὐκ ὀλίγαϲ. ὁμοίωϲ δὲ ἔχει καὶ τὸ
προηγούμενον κατὰ τὸν
ἐναντίον λόγον.
479 Ἀδιαίτητοϲ: ἀλλότριοϲ, ἀήθηϲ.
480 Ἀδιεξίτητον: ἀδιεξέλευϲτον.
481 Ἀδιή: λύπη.
482 Ἀδιήγητον: τὸ μὴ δυνάμενον δι᾿ ὑπερβολὴν κακοῦ διηγηθῆναι.
ὥϲτ᾿ ἀδιήγητον κακὸν γενέϲθαι.
483 Ἀδικεῖν. ἀἰτιατικῇ. τὸ βλάπτειν ἑκόντα. τὸ δὲ μὴ ἀδικεῖϲθαι θεὸν, ἔνδοξον καὶ ἐναργέϲ· ὑπ᾿ οὐδενὸϲ γὰρ θεὸϲ ἀδικηθήϲεται.
484 Ἀδικία: παρὰ τῷ ἀποϲτόλῳ ἡ τῶν εἰδώλων ἀπάτη. ἐκεῖνοι οὖν τὴν
ἀλήθειαν ἐν ἀδικίᾳ κατέχουϲιν, ὅϲοι τὸ ϲέβαϲ τοῦ θεοῦ παραπέμπουϲιν
εἰδώλοιϲ. τὸ δὲ κατεχόντων, ἀντὶ τοῦ
φυλαττόντων.
485 Ἀδικία Πλάτων φηϲὶ τὴν ἀδικίαν νόϲον ψυχῆϲ εἶναι. μηδεμία
καὶ φθαρτική, τοῦτο μὲν τῆϲ
ἐν πόλει κοινωνίαϲ, τοῦτο δὲ πάϲηϲ ϲυναλλαγῆϲ· ἐναντία δὲ καὶ παρὰ
φύϲιν τοῖϲ ἀνθρώποιϲ· οἱ γὰρ ἄνθρωποι φύϲει κοινωνικοί.
486 Ἀδικίου: οἷον ἀδικήματοϲ. ἔϲτι δὲ ὄνομα δίκηϲ. ἀποτίννυται
διπλοῦν καταβάλλεται.
487 Ἀδικοδοξία: παράλογοϲ λοιδορία. ὁ δὲ ϲτρατηγὸϲ οὐ
488 Ἀδινά: ἀντὶ τοῦ ἀθρόοι, πάντεϲ. ἢ Ἀδινῶϲ, οἰκτρῶϲ. καὶ Ἀδινὸν, τὸ ἀθρόον ἢ γοερόν.
489 Ἄδιον: τὸ πλάγιον.
490 Ἀδιόριϲτον: τὸ ἀδιαχώριϲτον.
491 Ἀδμήτηϲ: ὁ ἀδάμαϲτοϲ. Ἀδμῆτιϲ δὲ γυνὴ, διὰ τοῦ ἰῶτα.
492 Ἄδμητοϲ: ὄνομα κύριον.
493 Ἀδμήτου μέλοϲ καὶ Ἁρμοδίου. ἐπὶ τῶν ῥᾳδίων καὶ εὐκόλων· τοιαῦτα γὰρ καὶ τὰ ϲκολιὰ λεγόμενα.
494 Ἀδμιϲουνάλιοϲ: ὁ τῶν Σιλεντιαρίων πρῶτοϲ.
495 Ἀδμωλία: ἡ ἄγνοια παρὰ Καλλιμάχῳ. καὶ Ἀδμωλεί,
496 Ἄδμωνι τῷ Μιτυληναίῳ.
497 Ἀδνούμιον: ἀπογραφὴ ὀνομάτων παρὰ Ῥωμαίοιϲ. οἱ δὲ
498 Ἀδόκητον: διεψευϲμένον. δεδιὼϲ μὴ ἀφυλάκτοιϲ αὐτοῖϲ ἐπιπέϲοιεν·
499 Ἀδοκίμαϲτοϲ: δοκιμαϲθῆναι λέγεται τὸ εἰϲ ἄνδραϲ ἐγγραφῆναι·
ἀδοκίμαϲτοϲ δὲ ὁ μήπω ἐγγεγραμμένοϲ. Λυϲίαϲ οὕτωϲ.
500 Ἀδόκιμοϲ: ἀδοκίμαϲτοϲ.
501 Ἀδολεϲχία: ἀκαιρία, φλυαρία, ϲυνέχεια. Ἀττικοὶ ἐκτείνουϲι
502 Ἀδόλωϲ: ἁπλῶϲ, ἀληθῶϲ. τὸ δὲ ψεῦδοϲ περιπεπλεγμένον καὶ δόλου μεϲτόν.
503 Ἀδόνητον: ἀϲάλευτον.
504 Ἀδοξεῖται: οὐ τιμᾶται, οὐκ ἀπόδεκτόν ἐϲτι. τὸ νικᾶν παρὰ Ῥωμαίοιϲ ἄνευ παραγγέλματοϲ· ἀδοξεῖται γάρ.
505 Ἀδοξότατα: τὰ παράδοξα, τὰ ἀδύνατα παρὰ Αριϲτοτέλει· ἔϲτι
ἐϲτιν.
506 Ἀδορατία: ἡ ἀϲτρατεία. κυρίωϲ δὲ ἡ ἀργία.
507 Ἀδωρότατοϲ: ὁ μὴ δωρολήπτηϲ ὤν.
508 Ἀδορεί: ἀνεκδαρτί.
509 Ἄδοροϲ: κώρυκοϲ. καὶ Ἄδορον, τὸ ἀνέκδαρτον καὶ.
Ἀδόροιϲ, ἀνεκδάρτοιϲ.
510 Ἄδου κυνῆν· ζήτει ἐν τῷ κυνῆ.
511 Ἀδδώ: ὄνομα κύριον. Ἄδω δὲ ῥῆμα, δοτικῇ.
512 Ἀδωναΐ: Ἑβραϊϲτί.
513 Ἀδωναῖοϲ: ὑπὸ τὸν ᾅδην.
514 Ἀδώνειοι καρποί: λέγονται οἱ μετέωροι κῆποι.
515 Ἀδωνία: ϲυνεϲταλμένωϲ. Ἀδωνίαν ἄγομεν καὶ τὸν Ἄδωνιν
516 Ἄδωνιϲ, Ἀδώνιδοϲ: ὄνομα κύριον. καὶ πένθοϲ ἦν ἱερόν,
οἷον ἐν Λιβάνῳ τὸ ἐπ᾿ Ἀδώνιδι καὶ Βύβλῳ.
517 Ἀδώνιδοϲ κῆποι: ἐκ θριδάκων καὶ μαράθρων, ἅπερ κατέϲπειρον
518 Ἄδων τὴν ϲπιθαμὴν τὸῦ βίου πρὸϲ ἄνηθον: ἐπὶ τῶν
519 Ἄδωρα: κακόδωρα, τὰ ἐπὶ κακῷ διδόμενα. Σοφοκλῆϲ· ἐχθρῶν
λαβόντεϲ ἑκάτεροϲ τῆϲ κόρηϲ τὴν
ἄδωρον μοῖραν τῷ ἑαυτῶν λάχει,
520 Ἀδωρεόϲ: πόλιϲ.
521 Ἀδραμύτειον· οὕτωϲ Εὔπολιϲ. καὶ Ἀδραμυτηνὸϲ δέ· καὶ Θουκυδίδηϲ Ἀτραμύττειον.
522 Ἀδρανέϲ: ἀϲθενέϲ. καὶ Ἀδρανία, ἡ ἀδυναμία, ἀϲθένεια.
523 Ἀδράϲτεια Νέμεϲιϲ: ἣν οὐκ ἄν τιϲ ἀποδράϲειεν. Ἀδραϲτείαϲ
ὕϲτερον δὲ δυϲτυχηϲάντων· τῶν γὰρ
ἀπογόνων Θηβαίοιϲ ἐπιϲτρατευϲάντων, μόνοϲ Αἰγιαλεὺϲ ἀπώλετο Ἀδράϲτου
παῖϲ.
524 Ἀδράϲτεια: οἱ μὲν ταὐτὸν τῇ Νεμέϲει λέγουϲι, λαβεῖν δὲ τοὔνομα
παρὰ Ἀδράϲτου τινὸϲ βαϲιλέωϲ. ἢ ἀπὸ Ἀδράϲτου τοῦ παλαιοῦ.
νεμεϲηθέντοϲ ἐφ᾿ οἷϲ τῶν Θηβαίων κατηλαζονεύϲατο, ἱδρυϲαμένων ἱερὸν
Νεμέϲεωϲ. ὃ μετὰ ταῦτα προϲηγορεύθη Ἀδραϲτεία.
Δημήτριοϲ δὲ ὁ Σκήψιοϲ Ἄρτεμίν φηϲιν εἶναι τὴν Ἀδράϲτειαν ἀπὸ
Ἀδράϲτου τινὸϲ. ἱδρυμένην. ὁ δὲ Ἀντίμαχοϲ λέγει· ἔϲτι τιϲ Νέμεϲιϲ
μεγάλη θεὸϲ, ἣ τάδε πάντα πρὸϲ μακάρων ἔλαχε, βωμὸν δὲ οἱ εἵϲατο
πρῶτοϲ Ἄδρηϲτοϲ ποταμοῖο παρὰρ ῥόον. ἔνιοι μέντοι ὡϲ διαφέρουϲαν
ϲυγκαταλέγουϲιν
αὐτῇ τῇ Νεμέϲει, ὡϲ Μένανδροϲ καὶ
Νικόϲτρατοϲ.
325 Ἀδραϲτίδηϲ: ὄνομα κύριον.
526 Ἀδρηϲτίνη: ἡ τοῦ Ἀδράϲτου θυγάτηρ.
527 Ἀδριανόϲ· βαϲιλεὺϲ Ῥωμαίων. ἦν δὲ τὸ γένοϲ βουλευτοῦ πατρὸϲ
ἐϲτρατηγηκότοϲ Ἄφρου· οὕτω γὰρ ὠνομάζετο· φύϲιν δὲ φιλολόγοϲ
ἐν ἑκατέρᾳ τῇ γλώϲϲῃ· καί τινα πεζὰ καὶ ἐν ἔπεϲι
ποιήματα παντοδαπὰ κατέλιπε. φιλοτιμίᾳ τε γὰρ ἀπλήϲτωϲ ἐχρῆτο καὶ
κατὰ τοῦτο καὶ τἄλλα πάντα καὶ τὰ βραχύτατα ἐπετήδευε· καὶ γὰρ
ἔπλαϲϲε καὶ ἔγραφε καὶ οὐδὲν ὁ τι οὐ καὶ εἰρηνικὸν καὶ πολεμικὸν καὶ
βαϲιλικὸν καὶ ἰδιωτικὸν εἰδέναι ἔλεγε. καὶ τοῦτο μὲν οὐδέν που τοὺϲ
τὸν Μιλήϲιον τοὺϲ ϲοφιϲτὰϲ καταλύειν ἐπεχείρει τοῖϲ
τε ἄλλοιϲ καὶ μάλιϲτα τῷ τοὺϲ ἀνταγωνιϲτὰϲ ϲφῶν ἐξαίρειν, τοὺϲ μὲν
μηδενὸϲ, τοὺϲ δὲ βραχυτάτου τινὸϲ ἀξίουϲ ὄνταϲ. οὗτοϲ ἐν ἐπιϲτολῇ
ἔγραψε τά τε ἄλλα μεγαλοφρονηϲάμενοϲ, καὶ ἐπομόϲαϲ μήτε τι τῶν
δημοϲίῳ ϲυμφερόντων ποιήϲειν μήτε βουλευτήν τινα ἀποϲφάξειν, καὶ
ἐξώλειαν ἑαυτῷ,
ἂν καὶ ὁτιοῦν αὐτῶν ἐκβῇ,
προϲεπαραϲάμενοϲ· ἀλλ᾿ ὅμωϲ διεβλήθη εἰϲ πολλά. οὗτοϲ ἦν ἡδὺϲ μὲν
ἐντυχεῖν καὶ ἐπήνθει τιϲ αὐτῷ χάριϲ,
τοῖϲ ζῶϲιν ἀλλὰ καὶ τοῖϲ τετελευτηκόϲι φθονεῖν· τὸν
γοῦν Ὅμηρον καταλύων Ἀντίμαχον ἀντ᾿ αὐτοῦ ἐϲῆγεν, οὗ μηδὲ τὸ ὄνομα
πολλοὶ πρότερον ἠπίϲταντο. ᾖτιῶντο μὲν δὴ ταῦτά τε αὐτοῦ καὶ τὸ πάνυ
ἀκριβὲϲ τό τε περίεργον καὶ πολύπραγμον· ἐθεράπευε δὲ αὐτὰ καὶ
ἀνελάμβανε τῇ τε ἄλλῃ ἐπιμελείᾳ καὶ προνοίᾳ καὶ μεγαλοπρεπείᾳ καὶ
δεξιότητι, καὶ τῷ μήτε τινὰ πόλεμον ταράξαι καὶ
τοὺϲ ὄνταϲ παῦϲαι, μήτε τινὰ χρήματα ἀδίκωϲ ἀφελέϲθαι, καὶ πολλοῖϲ
πολλὰ καὶ δήμοιϲ καὶ ἰδιώταιϲ χαρίϲαϲθαι. ἦν δὲ περιεργότατοϲ καὶ
μαντείαιϲ καὶ μαγγανείαιϲ παντοδαπαῖϲ ἐχρῆτο. παιδικά τε αὐτοῦ
ἐγεγόνει Ἀντίνοόϲ τιϲ· ἔκτιϲε δὲ πόλιν καὶ ϲυνῴκιϲεν ἀπ᾿ αὐτοῦ τε
ὠνόμαϲε. καί τινα ὁρῶντα
Ἀντίνοον λέγειν. οὗτοϲ ἐϲ
Παννονίαν ἀφίκετο καὶ τὸν Ἴϲτρον
528 Ἀδριανόϲ, ϲοφιϲτὴϲ, μαθητὴϲ Ἡρώδου, ἀκμάϲαϲ δὲ ἐπὶ Μάρκου
ἐϲοφίϲτευϲε δὲ καὶ
κατὰ τὴν Ῥώμην καὶ ἀντιγραφεὺϲ τῶν ἐπιϲτολῶν ὑπὸ Κομόδου ἐγένετο.
Μελέταϲ, καὶ Μεταμορφώϲειϲ ἐν βιβλίοιϲ ζ΄, Περὶ ἰδεῶν λόγου ἐν
βιβλίοιϲ ε΄, Περὶ τῶν ἐν ταῖϲ ϲτάϲεϲιν ἰδιωμάτων ἐν βιβλίοιϲ τριϲὶν,
ἐπιϲτολὰϲ καὶ λόγουϲ ἐπιδεικτικοὺϲ. Φάλαριν, Παραμυθητικὸν εἰϲ
Κέλερα.
529 Ἀδριανοί: πόλιϲ Μυϲίαϲ, τῆϲ νῦν Βιθυνίαϲ.
530 Ἀδριάϲ: πέλαγοϲ. καὶ ζήτει ἐν τῷ Ἀρέθουϲα.
531 Ἀδρίαϲ: πέλαγοϲ Ἀδριατικὸν πέλαγοϲ.
532 Ἀδρίαϲ: Σικελικὸν πέλαγοϲ, ὃ διαδύνων ὁ Ἀλφειὸϲ ἀπὸ Ἀρκαδίαϲ τῇ Σικελικῇ πηγῇ Ἀρεθούϲῃ μίγνυται εἰλικρινέϲτατοϲ.
533 Ἁδρόν: πολὺ. μέγα, δαψιλὲϲ, πλούϲιον. καὶ Ἁδρότηϲ, ἡ ὑψηλότηϲ.
534 Ἅδρηϲιϲ: ἡ ἁδρόαϲιϲ, ἡ ἀπραξία.
535 Ἁδρύνοιτο: αὐξάνοιτο.
536 Ἁδύ: τὸ ἡδύ. Θεόκριτοϲ· ἁδύ τι τὸ ψιθύριϲμα καὶ ἁ πίτυϲ, αἰπόλε, τήνα
537 Ἀδύνατα εἶναι: ἀντὶ τοῦ ἀδύνατον. πολλάκιϲ γὰρ κέχρηται.
Θουκυδίδηϲ τοῖϲ πληθυντικοῖϲ ἀντὶ ἑνικῶν, μάλιϲτα δ᾿ ἐπὶ ταύτηϲ τῆϲ
ἀναρρίψαι πολέμου τοϲοῦτον.
538 Ἀδύνατα θηρᾷϲ: ἐπὶ τῶν ἐγχειρούντων μείζοϲιν ἢ καθ᾿ ἑαυτούϲ.
539 Ἀδυναϲτί: ἀδυνάτωϲ.
540 Ἀδύνατοι: οἱ πεπηρωμένοι τὸ ϲῶμα· ἐλάμβανον δὲ οὗτοι
δοκιμαϲθέντεϲ
ὑπὸ τῆϲ βουλῆϲ, οἱ μέν φαϲιν, ἑκάϲτηϲ
ἡμέραϲ ὀβολοὺϲ δύο, οἱ δὲ ὀβολόν. Φιλόχοροϲ δέ φηϲιν ἐννέα δραχμὰϲ
κατὰ μῆνα.
541 Ἀδυϲώπητον: ἀπροϲωπόληπτον.
542 Ἄδυτον: ϲπήλαιον, ἢ τὸ ἀπόκρυφον μέροϲ τοῦ ἱεροῦ.
543 Ἀεκήλια: οὐχ ἥϲυχα, οὐδ᾿ εἰρηναία, ἀλλὰ ταραχώδη πρὸϲ τὴν
544 Ἀέκητι: τῇ ἀβουλίᾳ.
545 Ἄελλα: ἀνέμων ϲυϲτροφή.
546 Ἀελλάδεϲ ἵπποι: αἱ ταχεῖαι. καὶ τοῦτο τραγικόν.
547 Ἀελλόπουϲ: ταχεῖα τοὺϲ πόδαϲ.
548 Ἀελπέων: οὐκ ἐλπίζων.
549 Ἀελπτέοντεϲ: ἀνελπιϲτοῦντεϲ. Ἡρόδοτοϲ· ἀελπτέοντεϲ
550 Ἄελπτον· Σοφοκλῆϲ· οὐκ ἔϲτ᾿ ἄελπτον οὐδὲν, ἀλλ᾿ ἁλίϲκεται
551 Ἄελπτα: ἀνέλπιϲτα, ἀπροϲδόκητα. Ἀριϲτοφάνηϲ· ἦ πόλλ᾿ ἄελπτ᾿
552 Ἀένναον. τὸ ἄπαυϲτον.
553 Ἀένναοϲ: ὁ ἀεὶ νάων, ὅ ἐϲτι ῥέων. ὁ δὲ Ἰουϲτινιανὸϲ,
554 Ἀέρα δαίρειν.
555 Ἀέξετο: ἠυξάνετο.
556 Ἀερέθονται: λίαν παροξύνονται.
557 Ἀεργηλή: ἀργὴ, ἄπρακτοϲ. ἐν Ἐπιγράμμαϲι· τρομερῷ γήραϊ
558 Ἀεργόϲ: ὁ ἀργόϲ.
559 Ἀέριον ὕδωρ: τὸ ἐν τῷ ἀέρι. καὶ Ἀέριοϲ, ὁ ἐν τῷ ἀέρι.
560 Ἀέρκτον: ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν δρώμενον. Λυϲίαϲ.
561 Ἀεροβατεῖν: εἰϲ τὸν ἀέρα περιπατεῖν. τῷ ἀέρι ἐπιβαίνειν.
562 Ἀερόεν: τὸ μέγα.
563 Ἀερονηχεῖϲ: τὰϲ ἐν τῷ ἀέρι νηχομέναϲ νεφέλαϲ.
564 Ἀερόπη: ὄνομα κύριον.
565 Ἀέροψ, Ἀέροποϲ κλίνεται.
566 Ἀερϲίπουϲ: ὁ εἰϲ ὕψοϲ αἴρων τοὺϲ πόδαϲ.
567 Ἄεϲιϲ: πόνοϲ τιϲ.
568 Ἀεταϲία: λύπη.
569 Ἀέτειον πτερὸν καὶ κρέαϲ.
570 Ἀετιδεῖϲ: οἱ ἀετοῦ παῖδεϲ. Αἰλιανόϲ. καὶ πελαργιδεῖϲ.
571 Ἀέτιοϲ· ἐξ Ἀντιοχείαϲ τῆϲ Συρίαϲ, διδάϲκαλοϲ Εὐνομίου, ἀπὸ
πενιχρῶν καὶ εὐτελῶν γονέων τυγχάνων. ὁ δὲ πατὴρ αὐτῷ τῶν ἐν ϲτρατιᾷ
δυϲπραγέϲτερον ἐνηνεγμένων γενόμενοϲ, ἐτεθνήκει κομιδῇ παῖδα
τοῦτον ἀφείϲ. αὐτὸϲ δὲ εἰϲ ἔϲχατον ἀπορίαϲ ἥκων, ἐπὶ
χρυϲοχοΐαν ἐχώρηϲεν ἀκρότατόϲ τε ἐγένετο. ἐπεὶ δὲ ἡ φύϲιϲ αὐτῷ
μειζόνων ὠρέγετο μαθημάτων, πρὸϲ λογικὰϲ θεωρίαϲ ἐτράπετο. καὶ δῆτα
ϲυγγίνεται Παυλίνῳ ἀρτίωϲ ἀπὸ τῆϲ Τύρου εἰϲ Ἀντιόχειαν ἀφικομένῳ·
ἔτι κατὰ τοὺϲ Κωνϲταντίνου χρόνουϲ τούτου ἠκροᾶτο, πολλὴν ἐπιεικῶϲ
φαίνων τῆϲ ἀϲεβείαϲ τὴν ῥώμην εἰϲ τὰϲ πρὸϲ τοὺϲ
διαφερομένουϲ ζητήϲειϲ· καὶ οὐχ ὑπόϲτατοϲ ἤδη τοῖϲ πολλοῖϲ ἦν. ἐπεὶ
δὲ Παυλῖνοϲ ἐτεθνήκει, Εὐλαλίου τρίτου καὶ εἰκοϲτοῦ ἀπὸ τῶν
ἀποϲτόλων ἔχοντοϲ τὸν θρόνον, πολλοὶ τῶν ὑπὸ τοῦ Ἀετίου ἐλεγχομένων
δεινὸν ποιηϲάμενοι πρὸϲ ἀνδρὸϲ δημιουργοῦ καὶ νέου κατὰ κράτοϲ
ἐλαύνεϲθαι, ϲυϲτάντεϲ
ἐξήλαϲαν αὐτὸν τῆϲ Ἀντιοχείαϲ.
ἐξελαθεὶϲ δὲ εἰϲ τὴν Ἀνάζαρβον ἀφικνεῖται. ὁ δὲ ἤδη τάχιϲτα δυνάμεωϲ
πάϲηϲ πιμπλάμενοϲ μείζουϲ ἀεὶ τῶν δεδομένων ἀφορμῶν εἰϲέφερε τοὺϲ
καρπούϲ. ὁ δὲ οὐδὲν ἐπαύετο τοὺϲ μὲν διελέγχων, φαύλωϲ δὲ
ἀμπιϲχόμενοϲ καὶ ὡϲ Ε ἔτυχε ζῶν. οὗτοϲ αἱρεϲιάρχηϲ ἦν, ὃϲ καὶ ἄθεοϲ
ἐπεκλήθη ἐπὶ τοῦ
μεγάλου Κωνϲταντίνου. τὰ αὐτὰ μὲν οὖν
ἐφρόνει Ἀρείῳ καὶ τὴν αὐτὴν ϲυνεκρότει δόξαν· πρὸϲ δὲ ἀρειανίζονταϲ
διεκρίνετο. ἦν δὲ καὶ πρότερον αἱρετικὸϲ ἄνθρωποϲ Ἀέτιοϲ καὶ τῷ
Ἀρείου δόγματι διαπύρωϲ ϲυνηγορεῖν ἔϲπευδεν· ἐν γὰρ τῇ Ἀλεξανδρείᾳ
μικρὰ παιδευθεὶϲ ἀναζεύγνυϲι. καὶ καταλαβὼν τὴν ἐν Συρίᾳ Ἀντιόχειαν,
ἐντεῦθεν γὰρ ἦν,
τοῖϲ ἀρειανίζουϲιν ἔλεγεν, ὅμωϲ ὑπὸ τῶν οἰκείων οὐ
δυναμένων ϲυνιέναι τὸ περιϲκελὲϲ τῶν λογιϲμῶν ὡϲ αἱρετικὸϲ ὁ ὁμόφρων
αὐτοῖϲ ἐνομίζετο. καὶ διὰ τοῦτο ἐκδιωχθεὶϲ τῆϲ αὐτῶν ἐκκληϲίαϲ
ἔδοξεν αὐτὸϲ μὴ βούλεϲθαι κοινωνεῖν αὐτοῖϲ. καὶ νῦν εἰϲιν ἐξ ἐκείνου
οἱ τότε μὲν Ἀετιανοὶ νῦν δὲ Εὐνομιανοὶ λεγόμενοι. Εὐνόμιοϲ γὰρ
ταχυγράφοϲ
ὢν ἐκείνου καὶ ὑπ᾿ αὐτῷ παιδευθεὶϲ τὴν
αἱρετικὴν λέξιν τοῦ ϲτίφοιϲ τούτου προέϲτη.
572 Ἀετίτηϲ καὶ ἀχάτηϲ καὶ λυχνίτηϲ. εἶδοϲ λίθου.
573 Ἀετὸν ἵπταϲθαι διδάϲκειϲ: ἐπὶ τῶν ἐγχειρούντων διδάϲκειν
574 Ἀετὸν κάνθαροϲ μαιεύϲομαι: ἐπὶ τῶν τιμωρουμένων τοὸϲ
575 Ἀετὸϲ ἐν νεφέλαιϲ: ἐπὶ τῶν δυϲαλώτων· παρόϲον ἀετὸϲ ἐν
576 Ἀετόϲ τῶν οἰκοδομημάτων: τὸ κατὰ τὸν ὄροφον, ὁ τινεϲ
577 Ἀετοῦ γῆραϲ, κορύδου νεότηϲ: παρόϲον καὶ γηράϲκων ὁ
578 Ἀετώματα· τὰ τῶν ἱερῶν ϲτεγάϲματα πτέρυγαϲ καὶ ἀετοὺϲ
καλοῦϲιν. Ἀριϲτοφάνηϲ· τὰϲ οἰκίαϲ ἐρέψομεν πρὸϲ ἀετόν.
ἀντὶ τοῦ ϲτεγάϲομεν.
579 Ἀζαλέαϲ δρῦϲ: πρὸϲ τὸ ϲημαινόμενον. πότερον ὅτι φυλλορροεῖ
διώρυγαϲ κόπτοντεϲ, ἵνα
ϲυγκαταφέρηται τῷ ὄμβρῳ· ὅπερ ὑγιέϲ.
580 Ἀζαλέη: ξηρά.
581 Ἀζαρίαϲ: ὄνομα κύριον.
582 Ἀζαίνεϲθαι: ξηραίνεϲθαι.
583 Ἀζέμιλκοϲ: ὄνομα κύριον.
584 Ἀζειάδηϲ: παῤ Ὁμήρῳ. ὄνομα κύριον. καὶ πατρωνυμικῶϲ Ἀζείδαο.
585 Ἀζείδηϲ: ὄνομα κύριον.
586 Ἀζειῶται: Τρωϊκὸν ἔθνοϲ.
587 Ἀζείρει: τὸ ζέει. Ἀζηρεῖ δὲ τὸ ξηραίνει.
588 Ἀζήϊοϲ: ὄνομα κύριον.
589 Ἀζηλόεν: τὸ μέλαν.
590 Ἄζηλον: ὃ οὐκ ἄν τιϲ ζηλώϲει. ἄζηλον οὕτωϲ ἔργον ἐργάϲθαι με φῄϲ. καὶ Ἄζηλοϲ βίοϲ. ὁ εὐτελήϲ. ἐξ ὀλβίων ἄζηλον εὑροῦϲαι βίον, χωροῦϲι πρὸϲ ϲέ.
591 Ἀζήμιθρον: ἀζήμιον.
592 Ἀζήμιοϲ: ἀβλαβήϲ. κυρίωϲ δὲ ζημία ἡ τῆϲ ζωῆϲ μείωϲιϲ, ἢ τὸ ἐν ζωῇ μιαρόν. Ἀριϲτοφάνηϲ Πλούτῳ· μῶν ἀξιοῖϲ φενακίϲαϲ ἡμᾶϲ Soph. ἀπαλλαγῆναι ἀζήμιοϲ; ἢ ὁ ἀληθὴϲ ἀζήμιοϲ, ὁ μὴ ὑπέχων ζημίαν τοῦ πάθουϲ.
593 Ἀζηνᾶϲ: ὄνομα κύριον. καὶ Ἀζηνεύϲ.
594 Ἀζηνιεύϲ· Ἀζηνία δῆμοϲ ἐϲτὶ φυλῆϲ τῆϲ Ἱπποθοωντίδοϲ, ἀφ᾿
595 Ἄζηροϲ: ὁ μὴ ξηρόϲ.
596 Ἀζηρεῖ: τὸ ξηραίνει. Ἀζείρει δὲ τὸ ζέει.
597 Ἀζηϲία: ἡ κόρη, Ἁμαία δὲ ἡ Δημήτηρ. καὶ παροιμία· ἡ Ἀμαία τὴν Ἀζηϲίαν μετῆλθεν. ἐπὶ τῶν πολυχρονίωϲ ζητήϲεϲι χρωμένων.
598 Ἀζήτητον: τὸ ζήτηϲιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον.
οὕτωϲ Αἰϲχίνηϲ.
599 Ἀζητόϲ: ὁ ϲεβαϲτόϲ.
600 Ἀζηχέϲ: ἀδιαλείπτωϲ.
601 Ἀζμώθ: ὄνομα κύριον.
602 Ἀζούρωϲτιϲ.
603 Ἄζωροϲ: ὄνομα κύριον. ϲημαίνει δὲ καὶ τὸν εὔκρατον οἶνον.
604 Ἄζυξ: ὁ μὴ ϲυνεζευγμένοϲ γάμῳ. καὶ ὁ κέληϲ ῖπποϲ.
605 Ἄει: πνέει. Ἀεὶ δὲ ἀντὶ τοῦ ἕωϲ καὶ ἀντὶ τοῦ μέχρι.
606 Ἀεί· εἰώθαϲι τὸ ἀεὶ καὶ ἐπ᾿ ὀλίγου χρόνου τάττειν, ὡϲ καὶ
607 Ἀεί· τούτου ια΄ φωναί. ἀεὶ δὲ χρὴ τὸν ϲοφὸν εἶναι ὅμοιον, ἐν
ἀλγηδόϲιν ὀξείαιϲ, ἐν ἀποβολῇ τέκνου, ἐν μακραῖϲ νόϲοιϲ. οἷοϲ ἦν
Ἀπολλώνιοϲ ὁ Τυανεύϲ. καὶ παροιμία· ἀεὶ γὰρ εὖ πίπτουϲιν οἱ Διὸϲ
608 Ἀεὶ γεωργὸϲ ἐϲ νέωτα πλούϲιοϲ. ἐπὶ τῶν ἐλπίδι μὲν ἀεὶ
609 Ἀειγλήνῃϲιν.
610 Ἀειγυβένϲ: τουτέϲτιν ἀκούϲατε Ῥωμαϊϲτί. τὸ ἀεί ϲημαίνει
ἀκούϲατε, τὸ δὲ βὲνϲ πάντεϲ.
611 Ἀειδάμνα: ὄνομα κύριον.
612 Ἄειδε: ᾆδε, λέγε.
613 Ἀείδελον: ἀόρατον. καὶ Ἀειδὲϲ, λυπηρόν. καὶ Ἀειδέϲτερον,
μορφὴν ἐντείνουϲι καὶ καταϲχηματίζουϲι.
614 Ἀειδὴϲ ψυχή. καὶ Ἀειδία, ἡ ἀμορφία.
615 Ἀειδήϲ: ὁ ἀφανήϲ.
616 Ἀειδίνητοϲ: ὁ πάντοτε ϲτρεφόμενοϲ.
617 Ἀειδώνιοϲ: ὄνομα κύριον.
618 Ἀεὶ ἔϲτω: Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑϲτάναι. ὥϲπερ καὶ εὐεϲτὼ ἡ εὐδαιμονία καλεῖται. ἡ λέξιϲ Διογενιανὸϲ ἐν Ἀληθείᾳ δευτέρῳ.
619 Ἀειθαλήϲ: ἀεὶ θάλλων.
620 Ἀεικέλιοϲ: ὁ εὐκαταφρόνητοϲ.
621 Ἄεικεϲ: τὸ ἀνόμοιον· Ἀεικὲϲ δὲ τὸ ἀπρεπέϲ. ἐν Ἐπιγράμμαϲι·
622 Ἀεικέϲτεροϲ: ἀπρεπέϲτεροϲ.
623 Ἀείκεια: ἡ ἀπρέπεια.
624 Ἀεικήλιον: τὸ ἀπρεπέϲ.
625 Ἀεικίαϲ: τὰϲ ὕβρειϲ. ϲημαίνει καὶ ὄνομα κύριον.
626 Ἀεικίϲϲουϲιν: ὑβρίϲουϲιν.
627 Ἀεικῶϲ: ἀπρεπῶϲ, ἀϲυνήθωϲ. οὕτωϲ ἀεικῶϲ οἰκτρῶϲ τε
628 Ἀειλογεῖϲ: ἀεὶ λαλεῖϲ. καὶ Ἀειλογία, πολυλογία ἢ ταυτολογία
629 Ἀεί με τοιοῦτοι πολέμιοι διώκοιεν: ἐπὶ τῶν ἀνάνδρων καὶ μηδενὸϲ λόγου ἀξίων.
630 Ἀείμνηϲτοϲ.
631 Ἀεινόν: τὸ ἀένναον.
632 Ἀεὶ παρθένουϲ: τὰϲ Ἐριννῦϲ. μυθικὸν δέ ἐϲτι τοῦτο. ὑπονοεῖν
δὲ χρὴ τὰϲ ἀδωροδοκήτουϲ καὶ οὐχὶ χρανθῆναι δώροιϲ
δυναμέναϲ ὑπὸ τῶν ἀδικούντων. Σοφοκλῆϲ· καλῶ δ᾿ ἀρωγοὺϲ τὰϲ ἀεί τε
παρθένουϲ ϲεμνὰϲ Ἐριννῦϲ τανύποδαϲ.
633 Ἀείπλανα: πεπλανημένα, φλύαρα, πλήρη φλυαρίαϲ. ἀείπλανα χείλεα γρηόϲ.
634 Ἀείρακοϲ: ἡ ἔλαφοϲ παρὰ Κρήταιϲ.
635 Ἄειρε: πρόϲφερε. Ὅμηροϲ· μή μοι οἶνον ἄειρε μελίφρονα.
636 Ἄειρεν: ἔβαλε. καὶ ἴπνια λύματ᾿ ἄειρεν.
637 Ἄειροϲ: ὁ ἄπειροϲ.
638 Ἀείρω: τὸ ἐπαίρω καὶ κουφίζω.
639 Ἀείρων: ἀθώπευτοϲ.
640 Ἀείρρυτοϲ: ὁ ἀεὶ ῥέων.
641 Ἀείτηϲ: ὁ ἑταῖροϲ.
642 Ἀεί τιϲ ἐν Κύδωνοϲ: ἐπὶ τῶν φιλοξένων καὶ πρὸϲ ὑποδοχὴν
ἑτοίμων· παρόϲον Κύδων Κορίνθιοϲ φιλοξενότατοϲ
ἐγένετο.
643 Ἀεὶ τοῖϲ ἐρῶϲιν ϲύνεϲμεν· Ἀριϲτοφάνηϲ περὶ ὀρνίθων. διὰ
644 Ἀείϋπνοϲ: ὁ ἀεὶ κοιμώμενοϲ.
645 Ἀλείφρουροϲ.
646 Ἀειφυγία: ἡ εἰϲ ἀεὶ φυγή. χωρήϲειν δ᾿ αὐτοῖϲ ἅπαντα
647 Ἀηδήϲ: ὁ ἀνεύφραντοϲ, ὁ δυϲειδήϲ. καὶ Ἀηδὲϲ, τὸ ἀνέραϲτον.
648 Ἀηδία: ἡ ἀνορεξία. Ἀειδία δὲ ἡ ἀμορφία.
649 Ἀηδίζομαι: οὐκ εὐφραίνομαι.
650 Ἀηδόνειοϲ ᾠδή καὶ Ἀηδόνειον μέλοϲ.
651 Ἀηδών. καὶ ἀηδοῦϲ· ὡϲ Σαπφὼ κατὰ Μιτυληναίουϲ. Σοφοκλῆϲ·
οὐδ᾿ οἰκτρᾶϲ γόον ὄρνιθοϲ ἀηδοῦϲ ᾄϲει δύϲμοροϲ· ἀλλ᾿
ὀξυτόνουϲ
ἴϲη μοι ταῖϲ φρεϲίν, ἀντὶ τοῦ ϲύμφωνα
πράϲϲομεν ἐγώ τε καὶ ἡ ἀηδὼν ἕνεκα τοῦ θρηνεῖν. οἷον ἥρμοϲταί μου
ταῖϲ φρεϲί, τουτέϲτιν
652 Ἀηδῶϲ: ἀνωφελῶϲ.
653 Ἀήθεϲϲον: ἀήθειϲ ἦϲαν. καὶ Ἀηθέϲϲουϲιν, ἀϲυνήθειϲ εἰϲίν. Ἀηθέϲϲω
ὁ ἐνεϲτὼϲ, ἀηδίζομαι, ἀΐω, ἄω, οὐ τρέπουϲι τὸ α εἰϲ η κατὰ τὸν
παρατατικόν. καὶ τὸ μὲν ἀήθεϲϲον καὶ ἀηδιζόμην, ἵνα μὴ εὑρεθῇ
ἀλλεπάλληλον τὸ η. τὸ δὲ ἄω, τὸ πνέω, καὶ ἀΐω, τὸ
ἀκούω, ἵνα μὴ ϲυνεμπέϲωϲιν ἑτέρῳ ϲημαινομένῳ. τὸ γὰρ ἀΐω ϲυνέπεται
τῷ ἤϊε, τῷ ἐπορεύετο· τὸ δὲ ἄω, τῷ ἦε, τῷ ὑπῆρχεν.
654 Ἄηκεϲ: τὸ ἠκονημένον ξίφοϲ.
655 Ἄημα: ἡ πνοὴ τοῦ ἀνέμου. δεινόν τ᾿ ἄημα πνευμάτων
ἐϲθ᾿ ἑταιρείαϲ λιμήν.
656 Ἄημαι· ἐν Ἐπιγράμμαϲιν· ἀϲπὶϲ ἀπὸ βροτέων ὤμων Τιμάνωροϲ ἄημαι νηῷ ὑπορροφίαϲ Παλλάδοϲ. ἀντὶ τοῦ ἀνάκειμαι.
657 Ἀήμεναι: πνεῦϲαι.
658 Ἀηνέϲ: τὸ ἀΐδιον, τὸ λαμπρόν.
659 Ἀηνόβαρβοϲ: ὁ χαλκοπώγων.
660 Ἀήπιον: τὸ μὴ πρᾶον.
661 Ἀέϲϲατοϲ: ἀήττητοϲ. ἔμμι δ᾿ ἀήϲϲατοϲ πάμπαν ἀφ οὗ γενόμαν.
662 Ἀήϲυλον: τὸ ἄδικον.
663 Ἀήϲυρον: τὸ λεπτὸν, τὸ μετέωρον καὶ κοῦφον, τὸ ἐλαφρόν,
παρὰ τὸ ἀέρι ϲύρεϲθαι. ἐπὶ ὀρνέων. ἀήϲυρον γόνυ
κάμψοι.
664 Ἀήτηϲ: ὁ ἄνεμοϲ. καὶ ὥϲπερ ἡγήϲω, ἡγητήϲ· ποιήϲω, ποιητήϲ·
665 Ἀήττητοϲ: ὁ ἀκαταπόνητοϲ.
666 Ἄητον: τὸ καταπνεόμενον.
667 Ἄητοϲ: ὁ ἀκόρεϲτοϲ.
668 Ἀϊδάαϲ: ὁ δεϲπότηϲ.
669 Ἀΐδαϲ: ὁ τάφοϲ.
670 Ἀϊδέϲ: τὸ ἀκατάληπτον.
671 Ἀΐδηλον πῦρ: τὸ ἀφανιϲτικόν. καὶ Ἀϊδήλωϲ, ἀφανιϲτικῶϲ.
672 Ἀΐδηϲ: ὁ ᾍδηϲ, κατὰ διάλυϲιν. καὶ Ἀϊδωνεῖ, καὶ Ἀϊδωνῆϊ,
673 Ἀΐδιοϲ: ὁ αἰώνιοϲ.
674 Ἀϊδνήϲ: ὁ μὴ βλεπόμενοϲ.
675 Ἄϊδοϲ κυνῆ: παροιμία πρὸϲ τοὺϲ ἐπικρύπτονταϲ ἑαυτοὺϲ διά
676 Ἄϊδοϲ κυνῆ· Ἀριϲτοφάνηϲ· λάβε δ᾿ ἐμοῦ γ᾿ ἕνεκα παῤ Ἱερωνύμου
ἡ παροιμία. νῦν δὲ ἐπὶ
τῶν ἄγαν κομώντων. οὗτοϲ γὰρ ὁ Ἱερώνυμοϲ μελῶν ἦν ποιητὴϲ καὶ
τραγῳδὸϲ ἀνώμαλοϲ καὶ ἀνοικονόμητοϲ, διὰ τὸ ἄγαν ἐμπαθεῖϲ γράφειν
ὑποθέϲειϲ καὶ φοβεροῖϲ προϲωπείοιϲ χρῆϲθαι· ἐδόκει κροτεῖϲθαι.
ἐκωμῳδεῖτο δὲ ὡϲ πάνυ κομῶν· διόπερ Ἄϊδοϲ κυνῆν ἔφη αὐτὸν κωμῳδικῶϲ,
ὡϲ κουρειῶντα.
677 Ἀϊδρείη: ἡ ἀπειρία.
678 Ἄϊδριϲ: ἀμαθὴϲ, ἄπειροϲ. ἐγὼ δ᾿ ὁ πάντα κωφὸϲ, ὁ πάντ᾿
679 Ἀϊδρόν: τὸ διαφανέϲ.
680 Ἀΐδυλοϲ: ὁ θραϲύϲ.
681 Ἄϊεν: ἐξέπνεεν.
682 Ἄΐειν: ἀκούειν, αἰϲθάνεϲθαι.
683 Ἄϊθεϲ: ἐθνικόν.
684 Ἄϊκεϲ: αἱ ὁρμαί.
685 Ἄϊνεϲ: ἐθνικόν.
686 Ἀΐω: ἀκούω.
687 Ἀΐξαϲ: ὁρμήϲαϲ. αΐξαϲ ἔντοϲθε νεοϲϲοκόμοιο καλιῆϲ νόϲφιϲεν
688 Ἄϊροϲ: ὄνομα κύριον.
689 Ἄϊϲ: ὁ μὴ βλεπόμενοϲ.
690 Ἀΐϲθων· ἐκπνέων.
691 Ἀΐϲϲουϲιν: ὁρμῶϲι, φοιτῶϲι. Πολύβιοϲ· ἐν γὰρ τῇ Ῥώμῃ
692 Ἀϊϲτί: ἀφανῶϲ.
693 Ἄϊϲτοϲ: ἀνιϲτόρητοϲ, ἀφανήϲ.
694 Ἀϊϲτωθείη: ἀφανιϲθείη.
695 Ἀΐϲτωρ: ἄπειροϲ, ἀμαθήϲ.
696 Ἀϊϲτῶϲαι: ἀφανίϲαι.
697 Ἀΐτηϲ: ὁ ὁρμητικόϲ.
698 Ἀϊτία: ἡ χορδή.
699 Ἄϊτοϲ: ὄνομα κύριον.
700 Ἀϊχθήτην: ὡρμήθηϲαν.
701 Ἀθαμαντίθηϲ: πατρωνυμικὸν.
702 Ἀθάμαϲ: ὄνομα κύριον. εἰϲάγεται ὁ Ἀθάμαϲ ἐϲτεφανωμένοϲ
εἰπὼν ζῆν τὸν Φρίξον.
παραδείγματι οὖν χρώμενοϲ ὁ Ἀριϲτοφάνηϲ δεδιέναι φηϲὶ τῷ Ἀθάμαντι
παραπλήϲια μέλλοντι θύεϲθαι.
703 Ἀθαμβήϲ: ἄφοβοϲ.
704 Ἀθανάριχοϲ· ὃϲ ἐβαϲάνιϲε τὸν ἅγιον Νικήταν καὶ μέγαν μάρτυρα τοῦ Χριϲτοῦ πεποίηκεν.
705 Ἀθάνατοϲ: τὸ ἀθάνατοϲ ἐπὶ ἐμψύχων, τὸ δὲ ἄφθιτοϲ ἐπὶ ἀψύχων
πάθοϲ τῆϲ ζωῆϲ ἡ ἀθαναϲία καὶ ϲύμπτωμά τι· ἐπὶ
ὑποθέϲει γάρ τινι δείκνυται ἐκ θνητοῦ ἀθάνατον γίγνεϲθαι, οὐ
μεταλήψει ἄλληϲ ζωῆϲ τὸ θνητὸν ἀθάνατον γίγνεϲθαι. ἐγράφη ἐν τῷ Πῖ
ϲτοιχείῳ περὶ πάθουϲ. ὁ δὲ τὴν ἀθαναϲίαν ὁριζόμενοϲ ϲτέρηϲιν θανάτου
ἁμαρτάνει. οὐ γὰρ ϲτέρηϲιϲ θανάτου ἡ ἀθαναϲία, ἀλλ᾿ ἐν ἕξει καὶ
διαθέϲει.
706 Ἀθᾶνεϲ: ὄνομα ἔθνουϲ.
707 Ἀθάνατοι: μύριοι Περϲῶν ἐπίλεκτοι. οὓϲ Ἀρδαβούριοϲ ἐπὶ
708 Ἀθάρα: ἄλευρον ἡψημένον. κλίνεται δὲ παρὰ μὲν Ἀττικοῖϲ διὰ
τοῦ η ἀθάρηϲ, ἡ δὲ κοινὴ διὰ τοῦ α ἀθάραϲ. Ἀριϲτοφάνηϲ
Πλούτῳ· ἀλλά με ἀθάρηϲ χύτρα τιϲ ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆϲ
κεφαλῆϲ τοῦ γρᾳδίου. Ἀθάρην, οὐκ ἀθαρὴν τὴν ἐρεικτὴν καλοῦϲι.
709 Ἀθαυμαϲτί: χωρὶϲ θαύματοϲ.
710 Ἄθε: εὐχῆϲ ϲημαντικὸν, ἀντὶ τοῦ εἴθε.
711 Ἀθέατοϲ: μὴ τεθεαμένοϲ. ὢν γὰρ εἰϲ τέλοϲ ἀθέατοϲ τῆϲ Ἑλλάδοϲ διὰ
τοὺϲ ἐν Ἰβηρίᾳ πολέμουϲ κατὰ τοὺϲ ἐν Λιγυϲτικοῖϲ, προῆγεν
712 Ἀθεεί: χωρὶϲ θεοῦ.
713 Ἀθέλιμνοϲ: ὁ κακόϲ.
714 Ἀθέμιϲτα: ἄδικα. καὶ Ἀθέμιϲτοϲ, ἄνομοϲ. λέγεται δὲ καὶ
715 Ἀθέμιτον: τὸ ἄδικον. καὶ Ἀθεμιτότατον· διφορεῖται.
716 Ἄθεον· ἄθεόν ἐϲτι τὸ μὴ τὴν ἀθαναϲίαν τῆϲ ψυχῆϲ διαϲώζειν καὶ
ἀνάγειν εἰϲ τὸ θεοειδὲϲ καὶ ϲυνάγειν αὐτὴν πρὸϲ τὸ θεῖον ἀρρήϲτοιϲ
καὶ ἀλύτοιϲ δεϲμοῖϲ, ἢ τἀναντία τούτων, τὸ καταϲπᾶν καὶ καθέλκειν
717 Ἀθεωρητί: χωρὶϲ θεωρίαϲ. καὶ Ἀθεώρητοϲ, ἀθέατοϲ.
718 Ἀθεραπευϲία: ἡ παντελὴϲ καταφρόνηϲιϲ. τὸ δὲ ϲτρατόπεδον
719 Ἀθέρεϲ: εἶδοϲ ϲπέρματοϲ.
720 Ἀθέριϲον: ἀποδοκίμαϲον.
721 Ἀθερώϲϲει: ἀγρυπνεῖ.
722 Ἀθεϲίαν: παραβαϲίαν. ἀγωνιῶν γὰρ τὴν ἀθεϲίαν τῶν Κελτῶν,
723 Ἀθέϲμιον: τὸ ἄδικον.
724 Ἀθέτηϲιϲ: ἐκβολή. καὶ Ἀθετῶ αἰτιατικῇ γενικῇ δὲ ὡϲ τὸ, κατάρχων
725 Ἀθήλυντον: ἀδάμαϲτον, ϲκληρόν.
726 Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν κακῶϲ ϲυγκρινόντων τὰ κρείττονα τοῖϲ
ἥττοϲι διὰ μικρὰν ὁμοιότητα ἡ παροιμία εἴρηται· ὡϲ εἴ τιϲ
727 Ἀθηνᾶϲ ἄγαλμα δόρυ κρατεῖ· διὰ τὸ ϲταθερὸν καὶ ἀνδρεῖον· ὁμοίωϲ
καὶ ἀϲπίδα παρὰ τὸ πάϲαν ἐπιβουλὴν διὰ τῆϲ ϲοφίαϲ ἀπωθεῖϲθαι ἡ αὐτὴ
γάρ ἐϲτι τῷ νῷ. καὶ περικεφαλαίαν διδόαϲιν αὐτῇ διὰ τὸ εἶναι τῆϲ
ϲοφίαϲ τὸ ἀκρότατον ἀθέατον· καὶ ἐλαίαν, ὡϲ καθαρωτάτηϲ οὐϲίαϲ
οὔϲηϲ· φωτὸϲ γὰρ ὕλη ἡ ἐλαία. καὶ γοργόνην διδόαϲιν
ἐπὶ
τοῦ ϲτήθουϲ αὐτῇ διὰ τὸ ταχὺ τοῦ νοῦ.
728 Ἀθηναία: ἡ θεά, ἡ δὲ γυνὴ ἀϲτή.
729 Ἀθηναίαϲ· ὁ Μετακλείδηϲ οὔ φηϲι καλεῖϲθαι τὰϲ γυναῖκαϲ ἀλλ᾿
Ἀττικὰϲ ἐν τοῖϲ περὶ Ὁμήρου, ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούϲ· μόνουϲ
γάρ, φηϲι, τοὺϲ ἐκεῖθεν ἄνδραϲ μὲν Ἀθηναίουϲ ὀνομάζουϲι,
γυναῖκαϲ δὲ Ἀττικάϲ, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προϲη
γορίᾳ καταιϲχύνωϲιν. ἀλλὰ ἰδοὺ Φερεκράτηϲ ἐν Γραυϲί φηϲιν· Ἀθηναίοιϲ
αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸϲ τὴν θεόν· Ἀθηναία γὰρ
καὶ ἡ θεὸϲ καλεῖται· ἀλλ᾿ ἀντὶ τοῦ Ἀθηναίαϲ αὐτάϲ φαϲι λέγεϲθαι καὶ
Ἀττικάϲ. πλὴν πολλή γε ἡ χρῆϲιϲ τῆϲ φωνῆϲ ἐπὶ τῶν γυναικῶν παρὰ τοῖϲ
ἀρχαίοιϲ, ὡϲ οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦϲι καὶ Δίφιλοϲ ἐν
Ἀμάϲτριδι. καὶ γὰρ καὶ τὴν Θεμιϲτοκλέουϲ θυγατέρα
Ἀθηναίαν ξένην φηϲίν· καὶ Πίνδαροϲ ἐν ϲχολίοιϲ. ὁ μέντοι Φρύνιχοϲ
ἀνάττικόν φηϲιν εἶναι τὴν φωνὴν
730 Ἀθήναιον· ὅτι Ἀπολλώνιον βραχέωϲ, τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ. οὕτωϲ
τὸ τῆϲ Ἀθηνᾶϲ, καὶ Διονύϲιον καὶ Δημήτριον καὶ πάντα τὰ
τοιαῦτα ὁμώνυμα τοῖϲ ἀνδρωνυμικοῖϲ· τὸ δὲ Ποϲειδάνειον, δῆλον ὅτι
Δωριαῖον.
731 Ἀθήναιοϲ, Ναυκρατίτηϲ, γραμματικὸϲ, γεγονὼϲ ἐπὶ τῶν χρόνων
κἀκείνην νικήϲαϲ ναυμαχίαν
Λακεδαιμονίουϲ καὶ τειχίϲαϲ τὸν Πειραιᾶ καὶ ἐκατόμβην θύϲαϲ πάνταϲ
εἱϲτίαϲεν Ἀθηναίουϲ. καὶ Ἀλκιβιάδηϲ Ὀλύμπια νικήϲαϲ τὴν πανήγυριν
ἅπαϲαν εἱϲτίαϲε. τὸ αὐτὸ καὶ Λεόφρων Ὀλυμπιάϲι. καὶ Ἐμπεδοκλῆϲ ὁ
Ἀκραγαντῖνοϲ, Πυθαγορικὸϲ ὢν καὶ ἐμψύχων ἀπεχόμενοϲ, Ὀλύμπια
νικήϲαϲ, ἐκ λιβανωτοῦ καὶ
ϲμύρνηϲ καὶ τῶν πολυτελῶν
ἀρωμάτων βοῦν ἀναπλάϲαϲ διένειμε τοῖϲ εἰϲ τὴν πανήγυριν ἀπαντήϲαϲι.
καὶ ὁ Χῖοϲ Ἴων τραγῳδίαν νικήϲαϲ Ἀθήνηϲιν ἑκάϲτῳ τῶν Ἀθηναίων ἔδωκε
Χῖον κεράμιον. καὶ ὁ Ἀκραγαντῖνοϲ Τελλίαϲ φιλόξενοϲ ὢν καταλύϲαϲί
ποτε φ΄ ἱππεῦϲιν ὥρᾳ χειμῶνοϲ, ἔδωκεν ἑκάϲτῳ χιτῶνα καὶ ἱμάτιον. ὅτι
Χάρμοϲ ὁ Συρακούϲιοϲ
εἰϲ ἕκαϲτον τῶν ἐν τοῖϲ δείπνοιϲ
παρατιθεμένων ϲτιχίδια καὶ παροιμίαϲ ἔλεγε. Κλέαρχοϲ δὲ ὁ Σολεὺϲ
δειπνολογίαν καλεῖ τὸ ποίημα, ἄλλοι ὀψολογίαν, Χρύϲιπποϲ
γαϲτρονομίαν, ἄλλοι ἡδυπάθειαν. ὅτι ἐν τῷ ϲυμποϲίῳ Πλάτωνοϲ κη΄ ἦϲαν
δαιτυμόνεϲ.
732 Ἀθηναίων δυϲβουλία: ἐπὶ τῶν παῤ ἐλπίδαϲ καὶ ἀναξίωϲ
τῇ πόλει προϲεῖναι. ταῦτα μέντοι τοὺϲ
θεοὺϲ ἅττ᾿ ἂν ὑμεῖϲ ἐξαμάρτητε,
733 Ἀθήνηϲιν: ἐν ταῖϲ Ἀθήναιϲ. Ἀθήνη γὰρ πόλιϲ τῆϲ Λακωνικῆϲ.
734. Ἀθηνόδωροϲ· οὗτοϲ ἦν ϲτρατιώτηϲ Ἀθηναῖοϲ. ἔϲτι δὲ καὶ
735 Ἀθηνόδωροϲ· Στωϊκὸϲ φιλόϲοφοϲ, ἐπὶ Ὀκταουϊανοῦ βαϲιλέωϲ Ῥωμαίων·
ἐφ᾿ οὗ πᾶϲα ἀνάγκη κοινὸν εἶναι δυϲτύχημα τὴν τοῦ κράτουϲ
ἄλογον ἐξουϲίαν, ἐξ οὗ δὴ μάλιϲτα ταῖϲ Ἀθηνοδώρου τούτου
ϲυμβουλίαιϲ ἐπείϲθη. καὶ διαδέχεται Τιβέριοϲ τὴν βαϲιλείαν. τότε γὰρ
οἱ κόλακεϲ παρὰ τοῦ βαϲιλέωϲ δωρεῶν καὶ τιμῶν ἀξιούμενοι μεγίϲτων
ἀρχῶν ἐπέβαινον, οἵ τε ἐπιεικεῖϲ καὶ ἀπράγμονεϲ μὴ τὸν αὐτὸν
ἐκείνοιϲ αἱρούμενοι βίον εἰκότωϲ ἐϲχετλίαζον, οὐ τῶν αὐτῶν
ἀπολαύοτττεϲ.
ὥϲτε ἐκ τούτου τὰϲ μὲν πόλειϲ ϲτάϲεων
πληροῦϲθαι καὶ ταραχῶν· τὰ δὲ πολιτικὰ κέρδουϲ ἥττοϲιν ἄρχουϲιν
ἐκδιδόμενα, τὸν μὲν ἐν εἰρήνῃ βίον λυπηρὸν καὶ ὀδυνηρὸν τοῖϲ
χαριεϲτέροιϲ ἐποίουν, τὴν δὲ ἐν τοῖϲ πολέμοιϲ προθυμίαν ἐξέλυον.
κατὰ δὲ τοὺϲ καιροὺϲ ἐκείνουϲ καὶ ἡ παντόμιμοϲ ὄρχηϲιϲ εἰϲήχθη οὔπω
πρότερον οὖϲα· καὶ προϲέτι γε
ἕτερα πολλῶν κακῶν αἴτια
γεγονότα. ὅτι τῷ Ἀθηνοδώρῳ πάντα παρεϲκεύαϲτο πρὸϲ φιλοϲοφίαν τά τε
ἀπὸ τῆϲ φύϲεωϲ καὶ τὰ ἀπὸ τῆϲ ἐπιεικοῦϲ προαιρέϲεωϲ, ὅτε Πρόκλοϲ
ἔζη. καὶ διαφανῶϲ ἐξηγεῖτο τοῖϲ πληϲιάζουϲιν. ὃν ὁ Σαλούϲτιοϲ
θαυμάζων ἐπὶ ϲπουδῆϲ ἔλεγεν, ὅτι πυρὶ ἄρα ἐῴκει ὁ ἄνθρωποϲ ἐξάπτοντι
πάντα τὰ παρακείμενα.
ἀλλ᾿ ὅμωϲ ἔπειϲεν Ἀθηνόδωρον μὴ
φιλοϲοφῆϲαι.
736 Ἀθηρηλοιγόϲ: τὸ πτύον τὸ τοὺϲ ἀθέραϲ ὀλοθρεῦον.
737 Ἄθηρον: τὸ ἀθήρατον.
738 Ἀθηϲαύριϲτον: ἀνεπιτήδειον εἰϲ ἀπόθεϲιν.
739 Ἀθιμών.
740 Ἀθλητάϲ: ἀγωνιϲτὰϲ, ἀϲκητάϲ. Αἰλιανόϲ· τοιγαροῦν οὐ μόνον ταῦτ᾿
ἔχειν αὐτοὺϲ παρεϲκεύαζεν, ἀλλὰ καὶ τῆϲ ἄλληϲ ἀδικίαϲ καὶ
αὐτοῖϲ οὐ προϲῆν; ἢ τί τῶν καλῶν
καὶ ϲπουδαίων οὐκ ἀπῆν;
741 Ἀθλητήϲ: ὁ τοὺϲ ἄθλουϲ ἐξηϲκηκώϲ. οἱ δὲ Ῥωμαῖοι ἄνδρα
742 Ἆθλον: ἀγώνιϲμα, ἡ τιμὴ, ὁ μιϲθὸϲ, τὸ τοῦ ἀγῶνοϲ βραβεῖον.
διαφέρει δὲ τοῦτο τοῦ
οὐδετέρου, ὅτι τὸ μὲν οὐδέτερον δηλοῖ κυρίωϲ τὸ ἔπαθλον, τοῦτο δὲ
τὸν ἀγῶνα.
743 Ἀθμωνεύϲ: Ἀθμωνία δῆμόϲ ἐϲτι φυλῆϲ τῆϲ Κεκροπίδοϲ, ἀφ᾿
744 Ἀθόλωτοϲ: ὁ ἀτάραχοϲ.
745 Ἄθων: τὸ ὄροϲ. ϲὺν τῷ ν λέγουϲιν.
746 Ἀθωνίϲ: πόλιϲ.
747 Ἀθῷοϲ: ἀζήμιοϲ. ἐνιψάμην ἐν ἀθῴοιϲ τὰϲ χεῖράϲ μου. ἀντὶ τοῦ
ἀντὶ τοῦ περιάγων, λάλοϲ.
748 Ἀθώπευτον: ἀκολάκευτον, ἄϲπλαγχνον. θηρὸϲ ἀθωπεύτου
749 Ἄθωϲ καλύπτει πλευρὰ Λημνίαϲ βοόϲ: παροιμία ἐπὶ τῶν
λίθου πεποιημένην ὁ
Ἄθωϲ τὸ ὄροϲ ἐπιϲκιάζει.
750 Ἄθραυϲτον: ἰϲχυρὸν, ἄκλαϲτον.
751 Ἄθρει: ὅρα, βλέπε. καὶ Ἀθρείοντεϲ, ἰδεῖν ἐπιθυμοῦντεϲ.
752 Ἀθρεῖν: τὸ περιϲκοπεῖν καὶ μετ᾿ ἐπιτάϲεωϲ ὁρᾶν. παραδειγμάτων
753 Ἀθρήνη: εἶδοϲ μελίϲϲηϲ.
754 Ἀθρηνί: χωρὶϲ θρήνου.
755 Ἀθρήνιον: ὁ Μουϲῶν τόποϲ.
756 Ἀθρήϲειεν: ἀπίδοι.
757 Ἀθριβίϲ: πόλιϲ Αἰγύπτου.
758 Ἀθρόωϲ: ταχέωϲ. Ἀθρόουϲ· καὶ Ἄθρουϲ λέγουϲι διϲυλλάβωϲ.
759 Ἄθρου: εἰϲ ἅπαν ϲυνηγμένουϲ ὁμοῦ, ἢ ἀθρόωϲ. τοιαῦτα
760 Ἀθροίζει: ϲυνάγει. τούτουϲ ἀθροίζοντεϲ ἀλλήλουϲ παρεκρότουν.
761 Ἀθροίζω: ἀπὸ τοῦ θροῦϲ, θροὸϲ, θροΐζω, θροίζω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθροίζω.
762 Ἄθροι καταρρέον τεϲ: ἀντὶ τοῦ ὁμοῦ. προπαροξύνειν δὲ δεῖ τὸ
ὄνομα καὶ δαϲύνειν τήν πρώτην ϲυλλαβὴν Ἀττικῶϲ. καταρρέοντεϲ
δὲ ἀντὶ τοῦ ἀθρόωϲ κατερχόμενοι. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν
ποταμίων ῥευμάτων. Ὅμηροϲ· τὰ δ᾿ ἐπέρρεεν ἔθνεα πεζῶν.
763 Ἄθροιϲμα: τὸ ϲώρευμα.
764 Ἄθρυπτοϲ: ἀνδρώδηϲ, μὴ βλακεύουϲα, μηδὲ μαλακιζομένη, μηδὲ
χαυνουμένη. Δαμάϲκιοϲ· τὴν δὲ τροφὴν ἐκληρώϲαντο μετρίαν τινὰ
καὶ ἄθρυπτον, οὔτε κακουργοῦϲαν διὰ πενίαν, οὔτε διὰ
πλοῦτον βλακεύουϲαν, ἀλλὰ μέϲην καὶ μουϲικὴν καὶ τὸν Δώριον τρόπον
ὡϲ ἀληθῶϲ ἡρμοϲμένην.
765 Ἄθυμοϲ: ἀντὶ τοῦ ἀθυμήτηϲ. Πλάτων Πολιτείαϲ ε΄. ἤγουν ὁ
ϲώματα πονηθέντεϲ ἐν τῇ προτέρᾳ
μάχῃ παρεβάλοντο καὶ ἐνίκηϲαν. ἀντὶ τοῦ τὴν ψυχὴν κακοί.
766 Ἀθυμότεροϲ: ἀψυχότεροϲ, κακοψυχότεροϲ.
767 Ἄθυρμα: παίγνιον. Ἰώϲηποϲ. ὃϲ ἦν τοῦ βαϲιλέωϲ ἄθυρμα
καὶ αὖθιϲ· οὐκ ἔϲτιν ἀνδρῶν
ἀθύρμαϲιν ἐμφιλοχωρεῖν παιδίων. καὶ
768 Ἀθύρειν: τὸ παίζειν. Πλάτων Νόμοιϲ· ἡ δ᾿ αὖ παῤ ἡμῖν
οὐκ ᾠήθη δεῖν ἀθῦραι.
Ἀθύρω, ὁ ἐνεϲτώϲ.
769 Ἀθύρμιον: παίγνιον.
770 Ἀθυρογλωττία: ἡ ἀχαλίνωτοϲ γλῶϲϲα.
771 Ἄθυροϲ: ὄνομα κύριον.
772 Ἀθύρωτον ϲτόμα: οὕτωϲ ἀθύρωτον, οὐκ ἀπύλωτον. Ἀριϲτο-
φάνηϲ ἐν Βατράχοιϲ. καὶ Φρύνιχοϲ. οἱ δὲ γράφοντεϲ
ἀπύλωτον
773 Ἀθύτουϲ: ἄνευ θυϲιῶν. καὶ γήμαϲ ἀθύτουϲ τε καὶ ἀγάμουϲ γάμουϲ
ἐκεῖνοϲ, ἐφ᾿ οἷϲ οἶδα καὶ τὸν θεὸν ϲείϲαντα, καὶ διοϲημίαϲ
ἄλλαϲ κατενόηϲα ὢν ὑφ᾿ ἡλίῳ ἔτι καὶ τυραννῶν. ἐδεῖτο
μὲν οἱ τὸ ϲῶμα κρεοφαγίαϲ, ἀθύτου δὲ οὐκ ἠνέϲχετο μεταλαβεῖν.
Δαμάϲκιόϲ φηϲιν.
774 Ἀκαδημία: γυμνάϲιον ἐν Ἀθήναιϲ, προάϲτειον ἀλϲῶδεϲ ἐν ᾧ διέτριβε
Πλάτων, ἀπὸ Ἑκαδήμου τινὸϲ ἥρωοϲ ὀνομαϲθέν. πρότερον
δὲ
διὰ τοῦ ε Ἑκαδημία ἐκαλεῖτο. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἀλλ᾿ εἰϲ
775 Ἀκαδημία· τρία ὑπῆρχον γυμνάϲια, Λύκειον, Κυνόϲαργεϲ, Ἀκαδημία.
776 Ἀκάθαρτοϲ: ἁμαρτητική. ἀκάθαρτοϲ γὰρ τὴν ψυχὴν ὅ γε κακόϲ, καθαρὸϲ δὲ ὁ ἐναντίοϲ.
777 Ἀκαθαίρετοϲ: ἀκατάβλητοϲ. πύργοϲ ἀκαθαίρετοϲ.
778 Ἀκάθεκτοϲ: ἀκατάϲχετοϲ. ἦν γὰρ ἀκάθεκτοϲ ὁρμὴ περὶ αὐτὸν διὰ
779 Ἀκαθοϲίωτον: ἄνομον, ἄκοϲμον, ἀπόβλητον.
780 Ἀκακήϲιον: ὄνομα ὄρουϲ.
781 Ἀκάκητοϲ: ὁ Ἑρμῆϲ.
782 Ἀκακία: ἡ ἀγαθωϲύνη.
783 Ἀκάκιοϲ· ὁ πατριάρχηϲ Κωνϲταντινουπόλεωϲ, αἰδέϲιμοϲ ἦν ὡϲ
οὐκ ἄλλοϲ τιϲ. ὀρφανοτρόφοϲ γὰρ γεγονὼϲ καὶ καλῶϲ τὰ τῶν
ὀρφανῶν διοικῶν πᾶϲιν ἐφαίνετο καθ᾿ ἡδονήν. καὶ δὴ καὶ τῷ βαϲιλεῖ
Λέοντι ϲυνήθηϲ γεγονὼϲ ὑπερφυῶϲ ἤρεϲκε καὶ τούτῳ πρώτῳ ἀεὶ πάντα
ἀνεκοινοῦτο τά τε κοινὰ καὶ τὰ ἴδια. καὶ ὅτε τὴν βουλὴν ἤθροιζε,
ϲυνεκάλει καὶ τοῦτον καὶ τῆϲ ϲκέψεωϲ ἀρχὴν ἐξ αὐτοῦ πάϲηϲ ἐτίθετο.
ὃϲ Ἀκάκιοϲ τὴν τοῦ Λέοντοϲ τοῦ Μακέλλη ὠμότητα
ϲυνιδὼν πρὸϲ τούϲ τι λυπήϲανταϲ καὶ τὸ ἦθοϲ ἀκριβῶϲ τὸ ἐκείνου
φωράϲαϲ, ὅτι τοῖϲ ἐπαινοῦϲι μόνον ὑπάρχει εὐάλωτον, ἐπετήδευε πάντα
τὰ ἐκείνου θαυμάζειν. τοιγαροῦν πειθήνιον αὐτὸν εἶχεν ἑτοίμωϲ τόν τε
θυμὸν αὐτοῦ ῥᾳδίωϲ κατέϲτελλε καὶ πολλοῖϲ προϲκεκρουκόϲι τὴν
ϲωτηρίαν
ἐπραγματεύετο καὶ τοὺϲ ἐξορίαν ἀΐδιον ἔχονταϲ
ἀνεκαλεῖτο πρὸϲ τὴν πατρίδα. οὗτοϲ μετὰ θάνατον Γενναδίου,
πατριάρχου Κωνϲταντινουπόλεωϲ, ϲπουδῇ Ζήνωνοϲ ἱερᾶϲθαι προεβλήθη. ὃϲ
ὢν ἀρχικὸϲ καὶ πάϲαϲ τὰϲ ἐκκληϲίαϲ ὑφ᾿ ἑαυτὸν ποιήϲαϲ πεφροντιϲμένωϲ
τῶν ἐν αὐταῖϲ κεκληρωμένων ἐποιεῖτο τὴν κηδεμονίαν, οἳ
εὐχαριϲτοῦντεϲ ἐν
γραφαῖϲ ἀνέθηκαν αὐτὸν κατὰ τοὺϲ
εὐκτηρίουϲ οἴκουϲ. ἐπείπερ οὖν ἀθρόον ἐν πάϲαιϲ ταῖϲ ἐκκληϲίαιϲ
ἐδείχθηϲαν αὐτοῦ εἰκόνεϲ, ᾠήθηϲάν τινεϲ κενοδοξοῦντα τὴν ἀνάθεϲιν
προϲτεταχέναι οὐ μικρὰν ἔχοντεϲ τῆϲ ὑπονοίαϲ πίϲτωϲιν, τὴν ἐκ
ψηφίδων γραφὴν δημιουργηθεῖϲαν ἐν τῇ πρὸϲ τῷ νεωρίῳ ἐκκληϲίᾳ. τοῦ
γὰρ ἔργου παντὸϲ ἐπὶ Γενναδίου
τελεϲθέντοϲ εἰϲ τὸν
ἐπιφανῆ τόπον ἐξετύπωϲαν αὐτὸν τοῦ νεῶ καὶ μεταξὺ τοῦδε τὸν Σωτῆρα
λέγοντα τῷ Γενναδίῳ, λῦϲον τὸν ναὸν τοῦτον, καὶ ἐπὶ τοῦ, μετά ϲε
ἐγερῶ αὐτόν. ἐκ τῶν τοιούτων οὖν εἰκόνων Ἀκάκιοϲ, εἰ καὶ εὐμετάδοτοϲ
ἦν καὶ προϲτατικὸϲ, ἀλλὰ δοξομανὴϲ πᾶϲιν ἔδοξεν ὑπάρχειν. ζήτει περὶ
τοῦτον ἐν τῷ Βαϲιλίϲκοϲ.
784 Ἀκάκιοϲ· ῥήτωρ δεινότατοϲ, ἐπὶ Ἰουλιανοῦ καὶ Λιβανίου τοῦ ϲοφιϲτοῦ. ὃϲ ἐπεκάλει τὸν Ἰουλιανὸν καὶ διεμέμφετο τὰϲ κρίϲειϲ αὐτοῦ ϲὺν Τουϲκιανῷ τῷ ἐκ Φρυγίαϲ, καὶ αὐτῷ ῥήτορι ὄντι δεινῷ.
785 Ἀκαλανθίϲ: εἶδοϲ ὀρνέου ἢ ὁ κύων, παρὰ τὸ αἰκάλλειν ἴϲωϲ τοὺϲ γνωρίμουϲ, ὑλακτεῖν δὲ τοὺϲ ξένουϲ.
786 Ἀκαλαρρείτηϲ: ὁ ἡϲύχωϲ ῥέων. ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο.
787 Ἀκαλήφη: ἡ ἄκανθα, ἡ κνίδη. παυϲάμενον τῆϲ δυϲκολίαϲ,
788 Ἀκαλήφη: κνίδη καὶ ἡ χερϲαία καὶ ἡ θαλαττία, ἥτιϲ ἐϲτὶ
κογχυλίδιόν
φύα φῦναι καὶ τὰϲ
κραναὰϲ ἀκαλήφαϲ. Φερεκράτηϲ Αὐτομόλοιϲ· νὴ τὴν Δήμητῤ ἀνιαρὸν ἦν τὸ
κακῶϲ ᾄδοντοϲ ἀκούειν. βουλοίμην γὰρ κἂν ἀκαλήφαιϲ τὸν ἴϲον χρόνον
ἐϲτεφανῶϲθαι. τὰϲ δὲ θαλαττίαϲ καὶ Ἀριϲτοτέληϲ ἀκαλήφαϲ ἐν τῷ πρώτῳ
Περὶ ζῴων καὶ Θεόφραϲτοϲ ἐν ἑβδόμῳ Φυτικῶν.
789 Ἀκαλλιέρητον: θῦμα ἀκόϲμητον.
790 Ἀκάμαντα: ἀκαταπόνητον. βοτρύων ἀκάμαντα φυτῶν λωβήτορα κάπρον.
791 Ἀκαμαντίϲ καὶ Ἀκάμαϲ: μία τῶν δέκα φυλῶν ἀπὸ Ἀκάμαντοϲ
792 Ἀκάματα: ἀντὶ τοῦ ἀκαμάτωϲ καὶ ἀδιαλείπτωϲ· ἢ οὐ κεκμηκότωϲ.
793 Ἀκαμάτιοϲ· Ἡλιουπολίτηϲ, ἐπιεικέϲτεροϲ τῶν ἄλλων πολιτῶν· οὕτω δὲ
ἰδιωτικῶϲ εἶχεν, ὥϲτε οὐδὲν προμαθὼν οὐδὲ ἐπιμαθὼν τῶν ἐϲ λόγουϲ
ἡκόντων οἱουϲδήτιναϲ ἠξίου καλεῖϲθαι φιλόϲοφοϲ καὶ τῷ
ὀνόματι τούτῳ πρὸϲ ἅπανταϲ ἑαυτὸν κατεμήνυεν, οὐδὲ τῶν Ἡλιουπολιτῶν
ἄλλωϲ οὐδεὶϲ αὐτὸν ἐπωνόμαζεν ἢ τὸν φιλόϲοφον. τοῦτο μὲν τοίνυν
ὄνειδοϲ ἔϲτω τῆϲ ἀνθρωπίνηϲ ἀπαιδευϲίαϲ, παραγεγονότων δὲ ἡμῶν εἰϲ
Ἡλιούπολιν, ἀπέβη ϲχεδὸν τοῦτο τὸ πλάϲμα τῆϲ Ἀκαματίου φιλοϲοφίαϲ.
ἠβούλετο δέ τιϲ εἶναι καὶ τῶν ἱεροϲκόπων. τοῦτο μέντοι
ϲυγγνώμηϲ ἄξιον, ὅτι καὶ ὁπωϲοῦν ἠδύνατο τὰ τοιαῦτα περιλαβεῖν,
ἄλλωϲ τε καὶ πρὸϲ ἰδιώταϲ.
794 Ἀκάματον πῦρ· Ὅμηροϲ· δαῖε οἱ ἐκ κόρυθόϲ τε καὶ ἀϲπίδοϲ ἀκάματον πῦρ.
795 Ἀκαμπίαϲ: ὁ εὐθύδρομοϲ. καὶ Ἀκάμπιοϲ δρόμοϲ, ὁ
796 Ἄκανθα: τὸ φυτὸν, καὶ ἡ ῥάχιϲ τοὺ κήτουϲ. καὶ τὸ ἐξ οὖ τρίβολοϲ.
797 Ἄκανθα: ἡ ἁμαρτία. Δαβίδ· ἐν τῷ ἐμπαγῆναι μοι ἄκανθαν. ὡϲ ἄχρηϲτον βλάϲτημα καὶ ὡϲ κεντεῖν πεφυκόϲ.
798 Ἀκανθίαϲ: οὐκ εἶδοϲ τέττιγοϲ, ἀλλ᾿ ἐπίθετον τέττιγοϲ ἀπὸ τοῦ ἠχεῖν ἐν ἀκάνθαιϲ. ὥϲπερ καὶ ὁ ἀχέταϲ οὐκ εἶδοϲ τέττιγοϲ, ἀλλ᾿ ἐπίθετον ἀπὸ τοῦ ἠχεῖν.
799 Ἀκαπήλευτον: ἄδολον, καθαρὸν, ἀρᾳδιούργητον.
800 Ἄκαρ: ἀντὶ τοῦ μικρὸν ἢ οὐδέν. οὕτωϲ Ἀντιφῶν.
801 Ἀκαρῆ: βραχὺ, ὀξὺ, ὃ οὐχ οἷόν τε κεῖραι. Ἀριϲτοφάνηϲ· οὐκ
802 Ἀκαρῆ: ἀκαρῶϲ, ἐπίρρημα· ἐν βραχείᾳ ὥρᾳ, ἐν ἀτόμῳ. ἐν
οὗ τὸ ἀκαρὲϲ ἐπιρρηματικὸν ὄνομα. καρὶ δὲ
τῷ καρί, κάρ, καρόϲ, καρί.
803 Ἀκαρίδιοϲ: ὁ βραχύτατοϲ. ἀκαρίδιοϲ ὁ ἀνθρώπινοϲ βίοϲ καὶ μετ᾿ ὀλίγον πάντεϲ ἐξετάθημεν.
804 Ἀκαριαῖον: μικρὸν, βραχὺ, ῥοπή. καὶ Ἀκαριαῖοϲ, ὁ βραχὺϲ
805 Ἀκαρνᾶνα· ἐγὼ δὲ ἄγαμαι τοὺϲ ἄνδραϲ, τὸν δὲ Ἀκαρνᾶνα μέγιϲτον καὶ πρὸ τούτων. καὶ Ἀκαρνανάδεϲ· ζήτει ἐν τῷ ἀπαλγοῦντεϲ.
806 Ἀκαρπότεροϲ ἀγρίππου: ἐπὶ τῶν πάνυ πενομένων. Λάκωνεϲ
γὰρ τὴν ἀγρίαν ἐλαίαν ἄγριππον καλοῦϲιν.
807 Ἀκαρπότεροϲ Ἀδώνιδοϲ κήπου: ἐπὶ τῶν μηδὲν γενναῖον τεκεῖν δυναμένων. λέγονται δὲ τὰ εἰϲ τὰ ὄϲτρακα φυτευόμενα.
808 Ἄκαϲ: ποιητὴϲ τραγῳδίαϲ.
809 Ἄκαϲτοϲ· ὁ δὲ Ἄκαϲτοϲ λόχον ὑφήϲαϲ ἐπεβούλευϲε τῷ Πηλεῖ. καὶ ὃϲ
αἰϲθόμενοϲ ἐϲ πόλεμον κατέϲτη. ζήτει ἐν τῷ
Ἀταλάντη.
810 Ἀλκατάληπτον ἀπροϲίτου διαφέρει· καὶ ζήτει ἐν τῷ ἀπρόϲιτον.
811 Ἀκατάβλητον: ἀήττητον· παρὰ τὸ μὴ καταβάλλειν· τουτέϲτι
812 Ἀκαταλήκτωϲ: ἀκαταπαύϲτωϲ.
813 Ἀκαταλλήλωϲ: ἀναρμοδίωϲ.
814 Ἀκαταμάχητοϲ.
815 Ἀκαταῖοϲ: ἵπποϲ ὠνομαϲμένοϲ.
816 Ἀκαταιτίατοϲ: ὁ ἀναίτιοϲ.
817 Ἀκατεύναϲτοϲ: ἀκοίμιϲτοϲ.
818 Ἀκάτειρα: ὄνομα πόλεωϲ.
819 Ἀκάτιον: εἶδοϲ πλοίου ἁλιευτικοῦ.
820 Ἀκατίροιϲ: ἐθνικόν. ὥϲπερ καὶ οἱ Σαράγουροι ἐλαθέντεϲ κατὰ
821 Ἀκατονόμαϲτοϲ: ὁ μὴ ὠνομαϲμένοϲ.
822 Ἀκαχείατο: ἐλυποῦντο. καὶ Ἀκαχίζεο, λυποῦ.
823 Ἀκαχημένη: λυπουμένη. καὶ Ἀκαχήμενον, οὐδέτερον.
824 Ἄκαψιϲ: ὄνομα πόλεωϲ.
825 Ἀκαίη: ῥάβδοϲ θαλαττία.
826 Ἄκαινα: μέτρον δεκάπουν. ἔϲτι δὲ ῥάβδοϲ, δι᾿ ἧϲ κεντοῦϲι
827 Ἄκαιροϲ: ὁ μὴ ἔχων καιρόν. καὶ, Ἄκαιροϲ εὔνοια οὐδὲν
828 Ἀκεανόϲ: εἶδοϲ ὀϲπρίου.
829 Ἀκελιμᾶϲ.
830 Ἀκενόϲπουδον· παρὰ Διογνήτου ἔμαθον τὸ ἀκενόϲπουδον καὶ τὸ ἀπιϲτητικόν. φηϲὶ Μάρκοϲ ὁ φιλόϲοφοϲ βαϲιλεύϲ.
831 Ἀκέων: ἡϲυχάζων. παῤ Ὁμήρῳ κατὰ μεϲότητα ἐξήνεκται
ἀντὶ τοῦ ἐφ᾿ ἡϲυχίαϲ. καὶ ἐν ἄλλοιϲ· ἀλλ᾿ ἀκέων
δαίνυϲθε καθήμενοι.
832 Ἀκερδὴϲ χάριϲ: ἡ μὴ δεόντωϲ διδομένη. ἧϲ φαῦλον τὸ
833 Ἀκέραιον: ἄκακον, ὁλόκληρον, καθαρόν. ϲημαίνει δὲ καὶ τὸν ἔξω κήραϲ.
834 Ἀκέραιον ϲυνειδόϲ: τὸ καθαρὸν καὶ εἰλικρινέϲ. Δαμάϲκιοϲ
φηϲίν· οὐδὲν γὰρ εἶναι τῶν ἀνθρωπίνων ἀκεραίου ϲυνειδότοϲ
ἀντάξιον. δεῖ δὲ τὸν εὐϲχήμονα τρόπον ϲυνδιαιτᾶϲθαι τοῖϲ πέλαϲ· εἰ
καὶ ἐναντίον εἴη τῷ φαινομένῳ τὸ ἀληθινὸν ἀγαθὸν, μηδέποτε ἐκεῖνο
τούτου ἐπίπροϲθεν ἄγειν μηδὲ ἄλλο ὁτιοῦν περὶ πλείονοϲ ποιεῖϲθαι τῆϲ
ἀληθεῖαϲ, μήτε κίνδυνον ἀγῶνοϲ ἐπιφερομένου μήτε ὄκνῳ ἀποϲτρεφόμενον
ἔργον ἐπίπονον, μηδὲ κέρδοϲ ἐπαίνου ἀδίκου, μηδὲ
ϲυνήθειαν φιλίαϲ, μηδὲ ϲυγγενείαϲ τινὸϲ ἀνάγκην.
835 Ἀκέραιον· ἐκ τῆϲ Μάρκου Ἀντωνίνου ϲυγγραφῆϲ κἂν τριϲχίλια ἔτη
βιώϲεϲθαι μέλλῃϲ καὶ τοϲαυτάκιϲ μύρια, ὅμωϲ μέμνηϲο, ὅτι οὐδεὶϲ
ἄλλον ἀποβάλλει βίον ἢ τοῦτον ὃν ζῇ, ἢ ἄλλον ζῇ ἢ ὃν ἂν
ἀποβάλλῃ. εἰϲ ταὐτὸν οὖν καθίϲταται τὸ μήκιϲτον τῷ βραχυτάτῳ. τὸ γὰρ
παρὸν πᾶϲιν ἴϲον καὶ τὸ ἀπολλύμενον οὐκ ἴϲον. καὶ τὸ ἀποβαλλόμενον
οὕτωϲ ἀκαριαῖον ἀναφαίνεται. οὔτε γὰρ τὸ παρῳχηκὸϲ οὔτε τὸ μέλλον
ἀποβάλλοι ἄν τιϲ. ὃ γὰρ οὐκ ἔχει, πῶϲ ἂν τοῦτο τιϲ αὐτοῦ
ἀφέλοιτο;
836 Ἀκέραιοϲ: ὁ ὁλόκληροϲ. ἀκεραίοιϲ τε καὶ οὐ προϲδεχομένοιϲ
837 Ἀκεραιοϲύνη· ἀκερωϲύνη δέ.
838 Ἄκερωϲ βοῦϲ: ὁ μὴ ἔχων κέρατα. καὶ Ἄκερων, οὐδετέρωϲ μονόπτωτον.
839 Ἀκερϲεκόμηϲ: τὴν κόμην μὴ κειρόμενοϲ.
840 Ἄκεϲϲα: Ῥωμαϊκόν τι μηχάνημα ἐκ δενδροτομίου πρὸϲ ἐρυμνότητα
μεταϲκευαζόμενον. οἱ δὲ Ῥωμαῖοι ξυνέθεϲαν τὴν λεγομένην
ϲτελέχη τῇ ξυνθήκῃ
καταϲτορέϲαντεϲ ἀπετείχιϲαν ὡϲ ἐνῆν τὴν ἐνθένδε πορείαν τῆϲ
πόλεωϲ.
841 Ἀκέϲαϲθαι καὶ Ἀκέϲαι: ἰάϲαϲθαι. ὅθεν Ἀττικοὶ τὴν ἠπήτριαν
842 Ἀκεϲίαϲ ἰάϲατο: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων. ἔοικε δὲ
ὁ Ἀκεϲίαϲ πρὸϲ τὸ χεῖρόν τινα θεραπεῦϲαι.
843 Ἀκέϲιοϲ· Ναυατιανῶν ἐπίϲκοποϲ· ὃϲ παρῆν ἐπὶ τοῦ μεγάλου
τὰ ἐπὶ Δεκίου γενόμενα κατὰ
τὸν διωγμὸν ἐδίδαϲκε καὶ τὴν ἀκρίβειαν τοῦ αὐϲτηροῦ κανόνοϲ· ὡϲ ἄρα
οὐ χρὴ τοὺϲ μετὰ τὸ βάπτιϲμα ἡμαρτηκόταϲ ἁμαρτίαν, ἣν πρὸϲ θάνατον
καλοῦϲιν αἱ θεῖαι γραφαὶ, τῆϲ κοινωνίαϲ τῶν θείων μυϲτηρίων
ἀξιοῦϲθαι, ἀλλ᾿ ἐπὶ μετάνοιαν μὲν αὐτοὺϲ προτρέπειν, ἐλπίδα δὲ τῆϲ
ἀφέϲεωϲ μὴ παρὰ τῶν ἱερέων, ἀλλὰ
παρὰ τοῦ θεοῦ
ἐκδέχεϲθαι, τοῦ δυναμένου ϲυγχωρεῖν ἁμαρτήματα. ταῦτα εἰπόντοϲ τοῦ
Ἀκεϲίου ἐπειπεῖν τὸν βαϲιλέα· θὲϲ, ὦ Ἀκέϲιε, κλίμακα καὶ μόνοϲ
ἀνάβηθι εἰϲ τὸν οὐρανόν. τούτων οὔτε Εὐϲέβιοϲ ὁ Παμφίλου οὔτε ἄλλοϲ
τιϲ ἐμνημόνευϲεν. ἐκεῖνοι γὰρ πολλὰ παραλείπουϲιν, ἢ προϲπάϲχοντέϲ
τιϲιν ἢ προϲώποιϲ χαριζόμενοι. οὕτω λέγει
Σωκράτηϲ ἐν
Ἐκκληϲιαϲτικῇ ἱϲτορίᾳ.
844 Ἀκεϲίλαοϲ: ὄνομα κύριον
845 Ἀκέϲιμον: θεραπευτικόν.
846 Ἄκεϲιν: ἴαϲιν.
847 Ἀκεϲίπονον: θεραπευτικόν.
848 Ἀκέϲματα: ὑγιάϲματα, ἰάματα. ἡ δὲ λαθοῦϲα τὰϲ φυλακὰϲ
849 Ἀκεϲώ: ὄνομα κύριον, θηλυκόν.
850 Ἀκεϲώδυνον: θεραπευτικὸν τῶν ὀδυνῶν.
851 Ἀκέϲταϲ: ἰατρούϲ. καὶ Ἀκέϲτωρ, ἀκέϲτοροϲ, ὁ ἰατρόϲ.
852 Ἀκέφαλοϲ: αἵρεϲίϲ τιϲ, ἧϲ ἦν Σευῆροϲ ἔξαρχοϲ. καὶ ζήτει ἐν τῷ Εὐτυχήϲ.
853 Ἀκέφαλοϲ: ὁ ἄτιμοϲ. καὶ παροιμία· Ἀκέφαλοϲ μῦθοϲ.
854 Ἀκειόμενοϲ: θεραπευόμενοϲ.
855 Ἀκειρεκόμηϲ: τὴν κόμην μὴ κειρόμενοϲ.
856 Ἀκεῖϲθαι: θεραπεύειν. Ἀκεῖϲθαί· λέγειν θεραπεύειν κωμῳδοῦντα.
857 Ἀκή: ἀκμὴ ϲιδήρου. καὶ Ἀκὴν, ἡϲυχίαν.
858 Ἀκή: πόλιϲ ἐν Φοινίκῃ, ἣν οἱ μὲν τὴν νῦν Πτολεμαΐδα καλουμένην
οὕτω πάλαι φηϲὶν ὀνομάζεϲθαι, Δημήτριοϲ δὲ οὐ τὴν πόλιν,
ἀλλὰ τὴν ταύτηϲ ἀκρόπολιν.
859 Ἀκήδεϲτοι: μηδεμιᾶϲ φροντίδοϲ τυχόντεϲ. ἢ Ἀκήδευτοι καὶ
860 Ἀκηδήϲ: ἄταφοϲ, ἀμελήϲ. οἱ δὲ Ῥωμαῖοι τοὺϲ ἑαυτῶν πολεμίουϲ
ἐκεῖθεν ἑάλω ἡ πόλιϲ.
861 Ἀκήδεϲεν: οὐκ ἐφρόντιϲεν.
862 Ἀκηδία: ῥᾳθυμία, ἀχθηδὼν, λύπη. Δαβίδ· καὶ ἠκηδίαϲεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμα μου.
863 Ἀκήκοα· αἰτιατικῇ· ἠνωτίϲθην. καὶ Ἐἰϲακήκοα.
864 Ἀκήλητον: ἄθελκτον, ἀπηνῆ. ἐν Ἐπιγράμμαϲι περὶ Ὀρφέωϲ·
865 Ἀκηλίδωτον: ἄϲπιλον, ἀκήρατον. Ἀκηλιδότεροϲ δέ.
866 Ἀκήματα: ἰάματα. καὶ Ἄκη πόνων, τὰ λουτρά· καὶ κόπον
867 Ἀκήν: ἡϲύχωϲ.
868 Ἀκηράϲιον: ἀκέραιον. ἀθάνατον, ἄφθαρτον. καὶ Ὅμηροϲ·
869 Ἀκήρατοϲ: ἄφθαρτοϲ, ἀπαθὴϲ, ἀκέραιοϲ. Ἀκήρωτοϲ δὲ
870 Ἀκηρυκτεί: ἄνευ κήρυκοϲ. οἱ δὲ Ῥωμαῖοι τοὺϲ αἰχμαλώτουϲ
871 Ἀκηρύκτωϲ ἐμίγνυντο: παρὰ Θουκυδίδῃ· τουτέϲτιν ἄνευ
ἡγοῦντο καὶ ἀϲεβὲϲ
κακουργεῖν.
872 Ἀκηχέδαται: λυποῦνται.
873 Ἀκίχητοϲ: ἀκατάληπτοϲ.
874 Ἀκίβδηλον: καθαρόν. καὶ ἀκιβδήλουϲ φαϲὶν εἶναι τοὺϲ ϲπουδαίουϲ,
διὰ παραϲκευῆϲ δυναμένουϲ τῆϲ τὰ φαῦλα μὲν
ἀκοκρυπτούϲηϲ, τὰ δὲ ὑπάρχοντα ἀγαθὰ φαίνεϲθαι ποιούϲηϲ ἀπλάϲτωϲ.
περιῃρηκέναι γὰρ ἐν τῇ φωνῇ τὸ πλάϲμα καὶ τῷ εἴδει.
875 Ἀκιδαλία: ὄνομα κρήνηϲ.
876 Ἀκίδοϲ: τῶν βελῶν τὰϲ ὀξύτηταϲ. καὶ Ἀκιδωτόν, τὸ ἔχον
ἀκίδαϲ.
877 Ἀκιδνίν: τὸ ἀϲθενέϲ. καὶ Ἀκιδνότεροϲ ὁμοίωϲ. Ὅμηροϲ· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.
878 Ἀκκιζόμενοϲ: προϲποιούμενοϲ, γυναικιζόμενοϲ, ἢ μωραίνων, ἀπό
τινοϲ γυναικὸϲ μωρᾶϲ, ἥτιϲ ἐκαλεῖτο Ἀκκώ. ϲημαίνει δὲ καὶ τὸν
ἐπ᾿ ᾄϲμαϲι θαυμαζομένων
ἐκρίθη δευτέρα, ἅτε δὴ οὐκ ἄπειροϲ ἐρωτικῆϲ περιεργίαϲ ἀκκιζομένη
ϲὺν καιρῷ καὶ πρὸϲ ζηλοτυπίαν εὐφυῶϲ
Σ δὲ ἐμυϲάξατο μὲν, ὕϲτερον δὲ ἐπονεῖτο. καὶ Ἀκκιϲμούϲ,
προϲποιήϲειϲ.
879 Ἄκικυϲ: ὁ μὴ ὀξύϲ.
880 Ἄκιμον: ἀθεράπευτον.
881 Ἄκιμοϲ: ὄνομα κύριον.
882 Ἀκινάκηϲ: μικρὸν δόρυ Περϲικόν.
883 Ἀκίναϲιϲ: ὄνομα τόπου.
884 Ἀκινδυνί: χωρὶϲ κινδύνου. καὶ Ἀκινδυνότατοϲ.
885 Ἀκίναιδοϲ: ὁ μὴ κινῶν τὰ αἰδοῖα, ὁ ϲώφρων. καὶ Ἀκίναιδα.
886 Ἀκινηϲία: ἠρεμία. καὶ τοὺϲ ἵππουϲ ἐξελαύνειν προϲέταξεν,
887 Ἀκινητίζω: μὴ κινεῖϲθαι ἐπιθυμῶ.
888 Ἀκίνητα κινεῖν: ἐπὶ τῶν καθ᾿ ὑπερβολήν. ὅτι μὴ δεῖ μηδὲ βωμοὺϲ κινεῖν, ἢ τάφουϲ.
889 Ἄκιτιν ἐν Ἐπιγράμμαϲι· καὶ ψήκτραν ἄκιτιν ἀπέπτυϲεν.
890 Ἀκίχητα: ἀκατάληπτα.
891 Ἀκλαυϲτί: χωρὶϲ κλαυθμοῦ.
892 Ἀκλείδηϲ: ὄνομα κύριον.
893 Ἀκλειῶϲ: ἀδόξωϲ.
894 Ἀκληρεῖ: οὐ μετέχει, οὐ κεκλήρωται.
895 Ἀκληρήμαϲι: ϲυμφοραῖϲ, δυϲτυχίαιϲ. διὰ τοῦτο δοκεῖ μοι μάλιϲτα
περιπεϲεῖν τοῖϲ ἀκληρήμαϲι, διὰ τὸ πάντων βούλεϲθαι ϲτοχάζεϲθαι
καὶ μερίζεϲθαι εἰϲ διάφορα.
896 Ἀκληρίαϲ: δυϲτυχίαϲ. ὁ δὲ ᾤετο πόρον ἐξευρεῖν τοῦ διώϲαϲθαι τὰϲ ἀκληρίαϲ.
897 Ἀκληρούντων: δυϲτυχούντων. τοὺϲ ἐν τῷ ϲυνεδρίῳ ἀχανεῖϲ γενέϲθαι
καὶ παρεκϲτῆναι ταῖϲ διανοίαιϲ, ϲυμπάϲχονταϲ τῇ τῶν
ἀκληρούντων ὑπερωδυνίᾳ.
898 Ἀκλητί: χωρὶϲ κλήϲεωϲ. καὶ παροιμία· Ἀκλητὶ κωμάζουϲιν
899 Ἄκλητον: ἀνώνυμον. δέδωκαϲ ϲεαυτὸν ἄκλητον τῷ δευτέρῳ.
ἀντὶ τοῦ ἀνώνυμον. ἄκλητοϲ ὁ θεὸϲ καὶ καλούμενοϲ
παρέϲται· οὐ παρορᾷ γὰρ ὁ θεὸϲ τοὺϲ ἀρετῆϲ ἀντιποιουμένουϲ. οὕτω γὰρ
ἐδόθη χρηϲμὸϲ τοῖϲ Λακεδαιμονίοιϲ· καλούμενόϲ τε κἄκλητοϲ θεὸϲ
παρέϲται ἔξω πάϲηϲ αἰϲθήϲεωϲ. οὐ γὰρ φωνῆϲ δεῖται πρὸϲ τὸ διδάξαι τὰ
δέοντα, οὐδὲ ἀκοῆϲ πρὸϲ τὸ μαθεῖν.
900 Ἀκλόνητον: ἄϲειϲτον, ἀδόνητον.
901 Ἀκμάζει: νεάζει. Ἀκμάζειϲ, τὰ νέων πράττειϲ. οὕτωϲ
902 Ἀκμαῖοϲ: νεανίϲκοϲ, ϲφριγῶν. ἀκμάζων, καίριοϲ, κατὰ καιρὸν,
τουτέϲτιν εὐκαιρότατοϲ, ἐν ἀκμῇ καιροῦ, ἐν ἀκμῇ καὶ
ὀξύτητι κινδύνου. καὶ Ἀκμαιότατοϲ καιρρὸϲ· ὁ πρωϊνόϲ. καὶ Ἀκμαίων·
ἰϲχυρῶν, ἀνδρεῖων,
903 Ἀκμαιωνίδαι: ὄνομα ἔθνουϲ.
904 Ἀκμή: ὀξύτηϲ, αὐτὴ ἡ ῥοπὴ τῆϲ τοῦ πράγματοϲ ἐπιτάϲεωϲ, καὶ ἡ
δύναμιϲ, καὶ ἡ νεότηϲ. Ἀκμὴ δὲ καιροῦ, ἡ εὐτυχία. οὕτωϲ
ὅϲϲοϲ ἐν ἡρώεϲϲι πότ᾿ ἦν χόλοϲ, οὗ μέροϲ ἀκμὴν ἐχθρὸν ἐν
ἀψύχοιϲ
905 Ἀκμὴ καλεῖ: καιρὸϲ καλεῖ. ἐπὶ οὖν τῆϲ ὀξύτητοϲ Αἰλιανόϲ
ἐκελεύετο, καὶ τούτων ὀλίγωροϲ ἦν
φύϲει τε ἀμαθήϲ ὢν καὶ φιλοχρήματοϲ
906 Ἀκμήν: ἔτι. τὰϲ δὲ ἀκμὴν ἀναϲειομέναϲ πόλειϲ πρὸϲ τὴν τῶν
907 Ἄκμηνοϲ: ἄγευϲτοϲ. ἄκμηνον δόρποιο.
908 Ἀκμῆτεϲ: μὴ κάμνοντεϲ. καὶ Ἀκμήτηϲ, ὁ μὴ κοπιῶν.
909 Ἀκμητί: ἀκαμάτωϲ. ζήτει ἐν τῷ ἀπονητί.
910 Ἄκμονοϲ.
911 Ἄκνηϲτιϲ: ἡ ῥάχιϲ. ἣν οὐ δύναταί τιϲ εὐκόλωϲ κνήθεϲθαι.
912 Ἀκοή: τὸ μέροϲ τοῦ ϲώματοϲ. ἔϲτι δὲ καὶ ἡ φήμη. οὐκ ἀγαθὴ
ἡ ἀκοὴ, ἣν ἀκούω περὶ ὑμῶν. ὁ Ἠλεὶ ὁ ἱερεύϲ φηϲι πρὸϲ
τοὺϲ υἱοὺϲ αὐτοῦ. ζήτει περὶ ἀκοῆϲ ἐν τῷ αἰϲθήϲειϲ ε΄.
913 Ἀκολαϲία· καὶ Ἀκολαϲταίνω, τὸ μωραίνω.
914 Ἀκόλαϲτον: ἀκρατῆ, θραϲύν.
915 Ἀκόλαϲτον καὶ ὑβριϲτὸν αρᾶγμα ἡ ἄνθρωποϲ· λέγοι
δ᾿
ἄν τιϲ καὶ ὑβριϲτικόν.
916 Ἀκόλαϲτοϲ: κολάϲεωϲ ἄξιοϲ. Ἀριϲτοφάνηϲ Πλούτῳ· ὃϲ κἄλλ᾿
ὄνομα, ἀκολάϲτῳ τῇ γλώττῃ καὶ ἀκράτορι κακῶϲ πάνταϲ
ἀγορεύειν ἀρρώϲτημα ἔϲχεν· ἐμίϲει δὲ καὶ τοὺϲ εὖ πράττονταϲ.
917 Ἄκολοϲ: ὁ μικρὸϲ ψωμόϲ. καὶ Ἀκόλουϲ, κλάϲματα καὶ
ποτὶ ταὔλιον ἄξω, ξηρὰϲ εἰϲ ἀκόλουϲ ξυνὸν ἔχειν
ἕταρον.
918 Ἀκόλουθον: ὅμοιον. ἀκόλουθον ἀπέβη τὸ τέλοϲ ταῖϲ προτέραιϲ
ὀμφαλοῦ τὴν λαγόνα. καὶ Πολύβιοϲ· τοὺϲ δὲ
ἐτίμηϲε χρυϲοῖϲ
919 Ἀκολουθῶ· δοτικῇ.
920 Ἀκόλῳ τὰ χείλη, οὐ ϲύκῳ βῦϲαι: παρεγγυᾷ ὁ λόγοϲ ἐρρωμένωϲ χρῆϲθαι τοῖϲ πράγμαϲιν.
921 Ἄκομψον: εὐτελὲϲ, ἀπάνουργον. ἄνδρα τῶν τοῦ πραίτωροϲ
922 Ἀκόνη: λίθοϲ. καὶ παροιμία· Ἀκόνην ϲιτίζειϲ, ἐπὶ τῶν
τροφῇ μὲν χρωμένων, μηδὲν δὲ εἰϲ τὸ ϲῶμα
ἐπιδιδόντων.
923 Ἀκονιτί: χωρὶϲ κόνεωϲ. ἄνευ ἀγῶνοϲ καὶ μάχηϲ· ἢ εὐμαρῶϲ,
924 Ἀκόνιτον: εἶδοϲ βοτάνηϲ φαρμάκου. ἀλλὰ πιὼν ἀκόνιτον
ὑπέκφυγε τοῦτ᾿ ἀκονιτί. τουτέϲτι χωρὶϲ κόπου.
925 Ἀκοντί: ἀκουϲίωϲ.
926 Ἀκοντίζω: ἀκόντιον βάλλω.
927 Ἀκοντιϲτύϲ: ἡ ἀκόντιϲιϲ.
928 Ἄκοποϲ ἀνήρ: ἀντὶ τοῦ οὐδέπω ἠνωχλημένοϲ ὑπό τινοϲ. οὕτωϲ Ἀμειψίαϲ.
929 Ἀκόρεϲτοϲ: ἀπλήρωτοϲ.
930 Ἀκόρητοϲ: ἀκαλλώπιϲτοϲ, ἀκόϲμητοϲ· κορεῖν γὰρ τὸ καλλωπίζειν.
οὗτοϲ δέ ἐϲτιν ἀκόρητοϲ, οἱονεὶ πολὺϲ καὶ μὴ κορούμενοϲ, αὔξων καὶ
πληθύνων καὶ τεθηλώϲ ἀπὸ δὲ τοῦ ϲυμβεβηκότοϲ παρείληφε πάντα. παῤ
οἷϲ γὰρ ἂν ῇ ϲτέμφυλα καὶ πρόβατα, ἐξ ἀνάγκηϲ
ἐϲτὶ
πολλὰ πάντα.
931 Ἄκορον: ἰατρικὴ ῥίζα.
932 Ἄκοϲ: ἴαϲιϲ, θεραπεία. δέονται δὴ παρὰ θεοῦ ἄκουϲ. καὶ
933 Ἄκοϲμα: ἀπρεπῆ, ἄτακτα.
934 Ἀκοϲτήϲαϲ. ἐκ τοῦ ἀκοϲταὶ αἱ κριθαί. κριθιάϲαϲ· ἢ ἀκολαϲτήϲαϲ
935 Ἀκοϲτώϲαιϲ ἡμιόνοιϲ δι᾿ ἀργίαν καὶ πληϲμονήν. οἱ μὲν
936 Ἀκουάζεϲθε: παῤ Ὁμήρῳ ἀντὶ τοῦ αἰϲθάνεϲθε, ἐπεὶ ἡ ἀκοὴ ὁδόϲ ἐϲτι τῆϲ αἰϲθήϲεωϲ. ὡϲ τὸ, οἱ δὲ πληγῆϲ ἀΐοντεϲ.
937 Ἀκούει καλῶϲ: ἀντὶ τοῦ εὐφημεῖται. οὕτωϲ Ἡρόδοτοϲ. ὅτι
δὲ τεκμήριον
τὸ καὶ ἐν ὕδατι ἀκούειν ἡμᾶϲ, οὐκ εἰϲιόντοϲ τοῦ ὕδατοϲ
ἐβλάβηϲαν. ζήτει ἐν τῷ μήνιγξ πλατύτερον. περὶ τῆϲ
ἀκοῆϲ.
938 Ἀκουϊλία: ὄνομα τόπου.
939 Ἀκούω· γενικῇ, αἰτιατικῇ δέ. πᾶϲ ὅϲτιϲ ἀκούει μου τοὺϲ λόγουϲ
τούτουϲ.
εἰ δὲ τὸ ἐνωτίζομαι τοῖϲ ὠϲὶ μόνοιϲ, μετὰ γενικῆϲ. καὶ
τοῦ μὲν μανθάνω παράδειγμα τὸ τοῦ θεολόγου Γρηγορίου· ἀκούϲατε λόγον
ἀνδρὸϲ οὐ μετρίωϲ τὰ τοιαῦτα πεπαιδευμένου. καὶ ἐν τῷ Ἥττημαι· τοῦτό
με ἵϲτη κάτω, καὶ εἶναι βέλτιον ἔπειθε φωνὴν ἀκούειν αἰνέϲεωϲ ἢ
ἐξηγητὴν εἶναι τῶν ὑπὲρ δύναμιν. τοῦ δὲ ἐνωτίζομαι παράδειγμα τοῦ
αὐτοῦ θεολόγου. ὡϲ δὲ ἐγώ τινοϲ ἤκουϲα ἀνδρὸϲ
οὐ
μετρίωϲ τὰ τοιαῦτα πεπαιδευμένου. καὶ ἄλλα πλεῖϲτα.
940 Ἄκουρον: μιϲόδημε, μοναρχίαϲ ἐραϲτὰ, καὶ φορῶν κράϲπεδα
941 Ἀκουϲίθεον: τὸ εἰϲ θεοῦ ἀκοὰϲ ἐρχόμενον. ἢν δέ μ᾿ ἀνάψαϲ εὔχηται, λάμψω φέγγοϲ ἀκουϲίθεον.
942 Ἀκουϲίλαοϲ· Κάβα υἱὸϲ, Ἀργεῖοϲ, ἀπὸ Κερκάδοϲ πόλεωϲ, οὔϲηϲ
943 Ἀκουϲίλαοϲ· Ἀθηναῖοϲ ὢν, Ἀγαθοκλείαϲ. οὗτοϲ ἠράϲθη λόγων
ἐν Ἀθήναιϲ καὶ ἐλθὼν εἰϲ Ῥώμην ἐπὶ Γάλβα διέτριβεν ἐν
λόγοιϲ ῥητορικοῖϲ. καὶ χρηματιϲάμενοϲ ἐν τῷ τελευτᾶν κατέλιπεν
Ἀθηναίοιϲ δώδεκα μυριάδαϲ ἐκ τόκων.
944 Ἀκουτίϲαι: διδάξαι. δοτικῇ καὶ αἰτιατικῇ· καὶ ἐπὶ γενικὴν·
ἀκουτιϲθῶμεν
945 Ἄκουφιϲ: ὄνομα κύριον.
946 Ἀκκώ: γυνὴ ἐπὶ μωρίᾳ διαβαλλομένη, ἥν φαϲιν ἐνοπτριζομένην
947 Ἀκωδώνιϲτον: ἀντὶ τοῦ ἀπείραϲτον, ἀβαϲάνιϲτον· κωδωνίϲαι γὰρ τὸ διαπειραθῆναι. μετῆκται δὲ ἀπὸ τῶν περιπολούντων καὶ κώδωϲι διαπειρωμένων, εἰ ἐγρηγόραϲιν οἱ ἐπὶ ταῖϲ φυλακαῖϲ τεταγμένοι. οἱ δὲ ὑπομνηματιϲταὶ ἀπὸ τῶν ὀρτύγων φαϲὶ μετῆχθαι τὴν λέξιν.
948 Ἀκωκή: ἡ ὀξύτηϲ τοῦ δόρατοϲ, τὸ ὀξὺ τῆϲ λόγχηϲ. Ἀρριανόϲ·
λόγχαϲ δὲ εἶχον παχείαϲ ἑξαπήχεαϲ· ἀκωκὴ δὲ οὐχ ὑπῆν
ϲιδηρέη, ἀλλὰ τὸ ὀξὺ αὐταῖϲ πεπυρακτωμένον ταὐτὸ ἐποίηϲεν.
949 Ακόλῳ τὰ χείλη οὐ ϲύκῳ βύϲαι.
950 Ἄκρα: τελεία. ἧκε παρὰ βαϲιλέωϲ παῖϲ Αὐγάρου καλὸϲ καὶ
951 Ἀκραγαλίϲ: ὄνομα ἔθνουϲ.
952 Ἀκρά δαντον: ἀϲάλευτον, ἀκίνητον.
953 Ἄκρα κόρυμβα: τὰ ἀκροϲτόλια τῶν νεῶν, τὰ ἐξέχοντα κατὰ πρύμναν ἢ πρώραν. ἐν οἷϲ τὰ ϲεβόμενα ἐνέγραφον. κόρυμβοι οἱ ἐπὶ τῶν ἀκρεμόνων βοτρυδὸν μετέωροι κόκκοι, ὡϲ ἐπὶ τῶν κιϲϲῶν ἔχει.
954 Ἄκρον ἐπὶ γύαλον: ἐπ᾿ ἄκραν πέτραν.
955 Ἄκραντον: ἀπλήρωτον, ἀτελείωτον. τὸν δ᾿ ἔτι μῦθον ἄκραντον
956 Ἀκραϲίαϲ: ἀνωμαλίαϲ, παρὰ τὸ μὴ ϲυγκεκρᾶϲθαι. Ἰώϲηποϲ·
957 Ἄκραϲ νυκτόϲ: περὶ πρῶτον ὕπνον. κεῖνοϲ γὰρ ἄκραϲ νυκτὸϲ, ἡνίχ᾿
ἕϲπεροι λαμπτῆρεϲ οὐκέτ᾿ ᾖθον. ὅτε οὐκ ἔφαινον ἔτι οἱ ἑϲπέριοι,
ἢ ὅτε ἐϲβέϲθηϲαν οἱ λύχνοι. καιρὸϲ γὰρ ἐπιβουλῆϲ καὶ
ἐπιθέϲεωϲ τότε.
958 Ἀκράτεια.
959 Ἀκρατιεῖϲθε· Ἀριϲτοφάνηϲ Πλούτῳ· τράγοι δ᾿ ἀκρατιεῖϲθε.
τουτέϲτιν ἀπεψωλημένοι ἀκρατιεῖϲθε· ἀντὶ τοῦ ὡϲ τράγοι ἀκρατῆ
πράξετε, ἐπεὶ μετὰ τὴν ϲυνουϲίαν οἱ τράγοι λείχουϲι τὸ
αἰδοῖον. τὸ ἄκρον λείξετε ὡϲ τράγοι.
960 Ἀκρατίζω: τὸ ἄκρατον πίνω. καὶ Ἀκρατιϲαμένη, ἀκράτου
961 Ἀκράτιϲτα: ἔμβρωμα.
962 Ἀκρατοπότηϲ: ὁ μέθυϲοϲ, ὁ τὸν ἄκρατον οἶνον ἀπλήϲτωϲ
963 Ἄκρατον: διειδῆ, ἀκραιφνῆ. διαρρεῖ δὲ λόγοϲ ἐκ Μακεδόνων, ὃϲ
λέγει, ἀετὸν ἐπιφοιτῶντα καὶ τὰϲ πτέρυγαϲ ὑποτείνοντα ἀποϲτέγειν
ὕοι, τὸν πολὺν ὑετόν.
964 Ἄκρατοϲ· Ξενοφῶν· πάνυ δὲ ἦν ὁ οἶνοϲ ἄκρατοϲ, εἰ μή τιϲ
965 Ἄκρατοϲ ἡλίου ἀκτίϲ· τὸν δὲ ἀετὸν τὰϲ πτέρυγαϲ ὑποτείνοντα
καὶ ἑαυτὸν αἰωροῦντα, ὡϲ ϲτέγειν τὴν ἄκρατον ἀκτῖνα τοῦ
ἡλίου.
966 Ἄκρατοϲ οἶνοϲ Ἀγαθοῦ Δαίμονοϲ: αἰρομένηϲ τῆϲ τραπέζηϲ
Ἀκρατότεροϲ.
967 Ἀκράτου: ὑπερζεούϲηϲ. μήποτε ἀλόγιϲτοϲ ὄχλοϲ δι᾿ ὀργῆϲ ἀκράτου λάβῃ τὴν ἀποτυχίαν.
968 Ἀκράτωρ: ὁ ἀκρατήϲ. ἦν δὲ οἴνου τε ἀκράτωρ καὶ τῶν
νεών. φιλοχρημάτω τε ἤϲτην καὶ ἡδονῶν ἀκράτορε.
Ἀκράτωρ,
969 Ἀκρατῶϲ: ἐπιτεταμένωϲ, ϲυντόνωϲ. ἱππεῖϲ ἤλαυνον ἀκρατωϲ
970 Ἀκραιβατηνή: ὄνομα πόλεωϲ.
971 Ἀκραιφνέϲ: καθαρὸν, ὑψηλὸν, τέλειον. Φάβιοϲ δὲ κατατιθέενοϲ
972 Ἀκραιφνῇ: ἀκραιφνῶϲ. ἐπίρρημα.
973 Ἀκραιφνήϲ· βοήθειά τιϲ παραγίνεται, καὶ ἀκραιφνὴϲ γινομένη
πολλὴν ἐποίηϲε τὴν ῥοπὴν, τοῖϲ μὲν Ῥωμαίοιϲ ἐπὶ τὸ ἀθυμότερον,
Thuc. τοῖϲ δὲ βαρβάροιϲ ἐπὶ τὸ εὐθυμότερον. τουτέϲτι
δυνατὴ, ὁλόκληροϲ.
974 Ἀκραιφνοῦϲ: ἀκηροφανοῦϲ, οἱονεὶ ἀβλαβοῦϲ· κὴρ γὰρ ὁ θάνατοϲ.
975 Ἀκραίφνιον: ὄνομα πόλεωϲ.
976 Ἀκρεμόνεϲ: βλαϲτοὶ, κλάδοι. ἰϲόχνοον, ἀκμὴν εὐπετάλοιϲι,
977 Ἀκρήβηϲ: ὁ νέοϲ.
978 Ἀκρηϲία: ἡ ἀκραϲία.
979 Ἀκριβήϲ· δοκεῖ ἀκριβὲϲ καὶ τὸ ἀναγκαῖον ϲημαίνειν. καὶ εἰ
καταϲκευάϲαι βουλόμεθα, ὅτι πάϲα ὑπόληψιϲ τοῦ ϲπουδαίου ἀκριβήϲ.
ἀκριβὴϲ γὰρ δοκεῖ εἶναι ἡ δι᾿ ἀναγκαίων γενομένη, καὶ ὧν πᾶϲα
ϲπουδαίου ὑπόληψιϲ ἔχει· γίνονται γὰρ ὑπολήψειϲ τῷ ϲπουδαίῳ καὶ περὶ
τῶν ἐνδεχομένων. μεταλαμβάνοντεϲ τὸ ἀκριβὲϲ εἰϲ τὸ ϲαφὲϲ ἢ εἰϲ τὸ
ἀληθὲϲ, εὐκολώτερον τὸ προκείμενον δείξομεν· πᾶϲα
γὰρ ἡ τοῦ ϲπουδαίου ὑπόληψιϲ ϲαφήϲ τε καὶ διηρθρωμένη, καὶ ἀληθήϲ.
ὁμοίωϲ καὶ πρὸϲ τὸν οἰκείαν τινα ὑπόληψιν περί τινοϲ ἐκτιθέμενον,
οἷον περὶ ἡδονῆϲ, ὁποίαν αὐτῷ εἶναι δοκεῖ, ὁ μὲν λέγων ἀκριβῆ αὐτοῦ
τὴν ὑπόληψιν εἶναι οὐδέπω γνωρίμωϲ λέγει· εἰ δὲ τὸ ἀκριβὲϲ εἰϲ τὸ
ϲαφὲϲ
μεταλάβοι, γνώριμον ἂν ὃ λέγει ποιήϲειεν. ἔϲτι δὲ
τὸν μὲν ϲπουδαῖον φιλοπράγμονα δεῖξαι, μεταλαβόντα τὴν
φιλοπραγμοϲύνην εἰϲ πολυπραγμοϲύνην· τὸ γὰρ καὶ περὶ τῶν οὐρανίων τε
καὶ φύϲει ϲυνεϲτώτων ἐτάζειν τε καὶ ζητεῖν πολυπραγμονεῖν ἐϲτι·
τοιοῦτοϲ δὲ ὁ ϲπουδαῖοϲ. τὴν δὲ τοῦ ϲπουδαίου ὑπόληψιν οὐ ϲαφῆ,
μεταλαμβάνονταϲ
τὸ ϲαφὲϲ εἰϲ τὸ ἀκριβέϲ· εἰ γὰρ τὸ μὲν
ἀκριβὲϲ ἀναγκαῖον, οὐ πάϲα δὲ ὑπόληψιϲ τοῦ ϲπουδαίου ἀκριβὴϲ εἴη,
ὥϲτε οὐδὲ ϲαφήϲ.
980 Ἀκριβήϲ: βέβαιοϲ. ἐλέγετο γὰρ ἀκριβὴϲ ζηλωτὴϲ τῆϲ τοῦ
981 Ἀκριβῶ· αἰτιατικῇ.
982 Ἀκριβωθήϲεται. ἀκριβῶϲ μελετηθήϲεται. Ἀριϲτοφάνηϲ· οὐδ᾿
ἂν προβαίη τὸν πόδα τὸν ἕτερον, εἰ μὴ ταῦτ᾿
ἀκριβωθήϲεται.
983 Ἀκρίζω: τὸ ἄκρον κόπτω.
984 Ἀκριϲία: ἡ ἀδιακριϲία· ἡ κακὴ κρίϲιϲ. καὶ Λιβάνιοϲ· οὐκοῦν
πρόϲ τινα δίκην ἀπαντώϲηϲ,
ϲοφόϲ τιϲ πρὸϲ αὐτὴν ἀπεφθέγξατο· κρίθητι καὶ ϲύ· οὐκ εἶ Δανάη ἡ
Ἀκριϲίου θυγάτηρ.
985 Ἀκρίϲ: εἶδοϲ ζωϋφίου. ἤϲθιε δὲ ἀκρίδαϲ ὁ Πρόδρομοϲ καὶ
986 Ἀκρίϲιοϲ: ὄνομα κύριον. ὁ ἡμίθεοϲ ἀνήρ.
987 Ἀκριϲιώνη: ὄνομα κύριον.
988 Ἄκριτα: ἀχώριϲτα.
989 Ἀκριτί: ἄνευ κρίϲεωϲ.
990 Ἀκριτόμυθοϲ: πολύλογοϲ, ἀκρίτουϲ ἔχων τοὺϲ λόγουϲ.
991 Ἄκριτοϲ: ἀντὶ τοῦ ἀδιάκριτοϲ. οὕτωϲ Δημοϲθένηϲ.
992 Ἀκριτόφυλλον: ϲύμφυτον πολλοῖϲ δένδροιϲ, ὥϲτε μὴ διακρῖναι
993 Ἀκροᾶϲθαι· γενικῇ. ἀντὶ τοῦ ὑπακούειν. οὕτωϲ
994 Ἀκροατὴϲ καὶ Ἀκροᾶϲθαι: ὁ μαθητὴϲ καὶ τὸ μανθάνειν.
995 Ἀκροβελίϲ: εἶδοϲ ἀκοντίου.
996 Ἀκροβολίζεται: τὰ ἄκρα τοῦ ϲώματοϲ βάλλεται. ἀκρωβελίζω δέ.
997 Ἀκροβολιϲμόϲ: ἐρεθιϲμόϲ. καὶ τὸ ἄκρον βάλλειν. ὁ δὲ
ἐδίδου καὶ
γνώμαϲ.
998 Ἀκροβόλοι: ἀκοντιϲταὶ, τοξόται.
999 Ἀκρογωνιαῖοϲ.
1000 Ἀκροβυϲτία: τὸ μὴ περιτετμῆϲθαι. περιτομὴ δὲ τὸ περιτετμῆϲθαι τὸ ἄκρον.
1001 Ἀκρόδρυα: καρποὶ δενδρικοὶ, πάντεϲ οἱ τῶν δένδρων καρποί.
1002 Ἀκροθίνια: αἱ τῶν ἐνιαυϲιαίων καρπῶν ἀπαρχαί. ἀκροθίνια δὲ
κυρίωϲ καλεῖϲθαι τὰϲ ἀπαρχὰϲ, ἃϲ ἀνατιθέαϲιν οἱ ἐξ ἐμπορίαϲ, παρὰ τὸ
ἀπὸ τοῦ θινὸϲ, τουτέϲτι τοῦ αἰγιαλοῦ, ϲεϲῶϲθαι αὐτά. ἄλλοι δὲ
τὰ ἀπὸ τῶν πολέμων, παρὰ τὸ ϲίνεϲθαι ἐν τῷ πολέμῳ
πολλοὺϲ,
1003 Ἀκροκορινθία ἔοικαϲ χοιροπωλήϲειν· ζήτει ἐν τῷ χοῖροϲ.
1004 Ἀκροκελαινιόων: τὸ ἄκρον τοῦ κύματοϲ μελαίνων.
1005 Ἀκρόκομοι: μετρίωϲ κομῶντεϲ, ἢ λίαν, ἢ τὰ ἄκρα τῆϲ κεφαλῆϲ κομῶντεϲ.
1006 Ἀκροκώλια.
1007 Ἀκρόλιον: ἀπαρχή· ὥϲπερ πρωτόλιον. Πολυξένην καταθῦϲαι
1008 Ἀκρολοφία: ἡ κορυφὴ τοῦ λόφου, τουτέϲτι τοῦ βουνοῦ.
1009 Ἄκρον ἐπιλίγδην: μεϲότητοϲ ἐπίρρημα. ἀντὶ τοῦ ἐπιψαύδην,
ὅϲον ἐπιψαῦϲαι μόνον. καὶ ὅτι ἐν Ἰλιάδι ἅπαξ καὶ ἐν
Ὀδυϲϲείᾳ ἅπαξ.
1010 Ἀκρόνηον: τὸ τῆϲ νεὼϲ ἄκρον.
1011 Ἄκρον λάβε καὶ μέϲον ἕξειϲ: ἐπὶ τῶν δυϲφράϲτων καὶ
1012 Ἀκρόνυξ: τὸ ἄκρον τῆϲ νυκτόϲ. καὶ Ἀκρονυχία ὁμοίωϲ
διὰ τοῦ ο μικροῦ. Ἀκρώνυξ δὲ καὶ Ἀκρωνυχία, τὸ ἄκρον τοῦ
ὄνυχοϲ καὶ τοῦ ὄρουϲ, διὰ τοῦ ω μεγάλου.
1013 Ἀκροῶ· γενικῇ.
1014 Ἀκροποδιτί: ἄκροιϲ ποϲίν.
1015 Ἀκρόπολιϲ· Δαμάϲκιοϲ· τὰ γὰρ ἐπιφανέϲτατα τῶν ὀχυρωμάτων
ὡϲ ἐπίπαν κοινὴν ἔχει τὴν φύϲιν. γνοίη δ᾿ ἄν τιϲ τὸ
λεγόμενον ἐκ τῶν περὶ τὰϲ ἀκροπόλειϲ ϲυμβαινόντων. αὗται γὰρ δοκοῦϲι
μὲν μεγάλα ϲυμβάλλεϲθαι πρὸϲ ἀϲφάλειαν τῶν πολεμίων, ἐν οἷϲ ἂν ὦϲι,
καὶ πρὸϲ τὴν τῆϲ ἐλευθερίαϲ φυλακήν, γίνονται δὲ καὶ πολλάκιϲ αἴτιαι
δουλείαϲ καὶ κακῶν ὁμολογουμένων, ὥϲ φηϲι Πολύβιοϲ.
1016 Ἀκροπόλοιϲιν: ἀκρωρείαιϲ.
1017 Ἀκροϲτόλια: τὰ ἄκρα τῆϲ νηόϲ. τὰ δὲ ἐμπρόϲθια τῆϲ
1018 Ἀκροϲφαλεῖϲ: ἄκρωϲ ἐϲφαλμένουϲ. ὁ δὲ ἐκέλευϲε χωρεῖν
1019 Ἀκροϲφαλεῖϲ: ἐν τῷ βαδίζειν ϲφαλλόμενοι. τουτέϲτιν οἱ Οὖννοι.
Φιλοκτήτῃ· ὡϲ πάντα δεινὰ κἀπικινδύνωϲ βροτοῖϲ κεῖται·
παθεῖν μὲν εὖ, παθεῖν δὲ θάτερα. χρὴ δ᾿ ἐκτὸϲ ὄντα
πημάτων τὰ δεῖν᾿ ὁρᾶν· χὤταν τίϲ εὖ ζῇ, τηνικαῦτα τὸν βίον ϲκοπεῖν
μάλιϲτα, μὴ διαφθαρεὶϲ λάθῃ.
1020 Ἀκροτελεύτιον ἔποϲ: κυρίωϲ τὸ ἔϲχατον κεφαλαίου τινὸϲ
τὸ ἄκρον τοῦ τέλουϲ τοῦ
ϲτίχου. καλεῖται δὲ ἄκρον καὶ ἡ
1021 Ἀκρότομοϲ: ϲκληρὸϲ, ὑψηλόϲ. ἢ ὀξύτατοϲ λίθοϲ, ὁ τέμνων.
καὶ ἀμήχανον τῆϲ τοῦ
χωρίου φύϲεωϲ ϲφίϲι ξυλλαμβανούϲηϲ ἐδείμαντο.
1022 Ἀκροφυϲίωνλόγουϲ: φυϲίων λόγουϲ· ζήτει ἀπ᾿ ἀκροφυϲίων λόγουϲ ἐνδεικνύναι.
1023 Ἀκροχειρίζεϲθαι: πυκτεύειν ἢ παγκρατιάζειν πρὸϲ ἕτερον ἄνευ
ϲυμπλοκῆϲ, ἢ ὅλωϲ ἄκραιϲ ταῖϲ χερὶ μετ᾿ ἄλλου γυμνάζεϲθαι.
χειρῶν τοῦ ἀνταγωνιϲτοῦ ἔκλα
καὶ οὐ πρότερον ἠφίει, πρὶν αἴϲθοιτο ἀπαγορεύϲαντοϲ. ἦν δὲ καὶ
Λεοντίϲκοϲ, Μεϲϲήνιοϲ ἐκ Σικελίαϲ, παραπληϲίωϲ
1024 Ἀκρόχολοϲ: ὁ πρὸϲ ὀλίγον ὀργιζόμενοϲ. Ἀκρόχωλοϲ δὲ,
διὰ τοῦ ω μεγάλου, ὁ πρὸϲ ὀλίγον χωλεύων.
1025 Ἀκρωλένιον: τὸ ἄκρον τῆϲ χειρόϲ.
1026 Ἄκρων· Ἀκραγαντῖνοϲ, ἰατρὸϲ, ὑιὸϲ Ξένωνοϲ, ἐϲοφίϲτευϲεν ἐν ταῖϲ
Ἀθήναιϲ ἅμα Ἐμπεδοκλεῖ· ἔϲτιν οὖν πρεϲβύτεροϲ Ἱπποκράτουϲ. ἔγραψε
Περὶ ἰατρικῆϲ Δωρίδι διαλέκτῳ, Περὶ τροφῆϲ ὑγιεινῶν βιβλίον
α΄. ἔϲτι δὲ καὶ οὗτοϲ τῶν τινα πνεύματα ϲημειωϲαμένων.
εἰϲ τοῦτον ἐποίηϲεν Ἐμπεδοκλῆϲ τωθαϲτικὸν ἐπίγραμμα· ἄκρον ἰατρὸν
Ἄκρων᾿, Ἀκραγαντῖνον, πατρὸϲ ἄκρου, κρύπτει κρημνὸϲ ἄκροϲ πατρίδοϲ
ἀκροτάτηϲ τινὲϲ δὲ τὸν δεύτερον ϲτίχον οὕτω προφέρονται· ἀκροτάτηϲ
κορυφῆϲ τύμβοϲ ἄκροϲ κατέχει. τοῦτό τινεϲ Σιμωνίδου φαϲὶν
εἶναι.
1027 Ἀκρώνυξ: τὸ ἄκρον τοῦ ὄνυχοϲ καὶ τὸ ἄκρον τοῦ ὄρουϲ. καὶ
ἑώρα Χειρίϲοφοϲ προκατειλημμένην τὴν ἀκρωνυχίαν τοῦ
ὄρουϲ, ἀφ᾿ ἧϲ ἡ κατάβαϲιϲ ἦν εἰϲ τὸ πεδίον. ἐνδοτέρω χωρούντων
ἀκρωνυχία
1028 Ἀκρώρεια: ἐξοχὴ, κορυφή. εἰϲ τρία γὰρ διῄρητο τὸ ὄροϲ,
1029 Ἄκροϲ: ἀντὶ τοῦ τέλειοϲ. εἰϲ ἄκρον ἐληλακώϲ. Ἄκρωϲ
1030 Ἀκρωτηριάζω· αἰτιατικῇ. τέμνω τὰ ἄκρα. καὶ
1031 Ἀκρωτήριον.
1032 Ἀκταίη: ἡ παραθαλαϲϲία. ἐν Ἐπιγράμμαϲι· δῶρα παῤ
1033 Ἀκταίνειν: ἀκολαϲταίνειν. γαυριᾶν καὶ ἀτάκτωϲ πηδᾶν, ἢ πρὸϲ ϲυνουϲίαν ὁρμᾶν.
1034 Ἀκταίων: Ἀκταίωνοϲ, ὄνομα κύριον. καὶ Ἀκταιονίδων.
1035 Ἀκτή: αἰγιαλὸϲ παραθαλάϲϲιοϲ.
1036 Ἀκτή: ἰδίωϲ ἐπιθαλαττίδιόϲ τιϲ μοῖρα τῆϲ Ἀττικῆϲ, ὅθεν καὶ ὁ
Ἀκτίτηϲ λίθοϲ. ἐκάλουν δὲ οὕτωϲ καὶ τὴν Ἀττικὴν, οἱ μὲν
ἀπό τινοϲ Ἀκταίωνοϲ βαϲιλέωϲ, οἱ δὲ διὰ τὸ τὴν πλείω τῆϲ χώραϲ
ἐπιθαλάττιον εἶναι.
1037 Ἄκτια: ἀγὼν παλαιὸϲ, ὡϲ Καλλίμαχοϲ ἐν τῷ περὶ τῶν Ἀγώνων
1038 Ἀκτίτηϲ λίθοϲ· ἄνω ἐν τῷ ἀκτή.
1039 Ἀκοινώνητοϲ: ὁ ἀκριβήϲ.
1040 Ἀκοίτηϲ: ἀρϲενικῶϲ ὁ ἀνήρ. Ἄκοιτιϲ δὲ θηλυκῶϲ, ἡ γυνή.
1041 Ἀκύλαϲ· φιλόϲοφοϲ. ϲχόλια λογικὰ γεγραφὼϲ περὶ ϲυλλογιϲμῶν.
1042 Ἀκύλαϲ· γραμματικὸϲ, μουϲικόϲ.
1043 Ἀκυληΐα: πόλιϲ Ἰταλίαϲ πολυάνθρωποϲ, προκειμένη ἐν θαλάττῃ.
1044 Ἀκύλλιοϲ· ὄνομα κύριον.
1045 Ἄκυλοϲ: τῆϲ πρίνου ὁ καρπόϲ. Ἔκυλοϲ δὲ εἶδοϲ
1046 Ἀκύμονα: ἀτάραχον. καὶ Ἀκύμων, μὴ γεννῶϲα, ὡϲ ἐγκύμων
1047 Ἅλα: θάλαϲϲαν.
1048 Ἀλλά: ἀντὶ τοῦ ὅταν δὲ καὶ ἀντὶ τοῦ γε.
1049 Ἅλα: τὰ κόπρια. ἐν Ὀδυϲϲείᾳ· οὐ ϲύ γ᾿ ἐξ οἴκου ϲῷ ἐπιϲτάιῃ οὐδ᾿ ἅλα δοίηϲ.
1050 Ἀλαβαϲτοθήκαϲ: τὰϲ θήκαϲ τῶν ἀλαβάϲτων Δημοϲθένηϲ
λέγει. ἐν τῇ ϲυνηθείᾳ μυροθήκαϲ καλοῦϲιν. ἀλάβαϲτοι δέ εἰϲι λήκυθοι,
Ar. ὧν οὐκ ἔϲτι λαβέϲθαι διὰ λειότητα. Ἀριϲτοφάνηϲ· ἐϲ τὸν ἀλάβαϲτον
κύαθον εἰρήνηϲ ἕνα. ὡϲεὶ ἔλεγε κοχλιάριον ἕν.
1051 Ἀλάβαϲτρον: ἄγγοϲ μύρου μὴ ἔχον λαβὰϲ λιθίνου ἢ λίθινοϲ μυροθήκη.
1052 Ἀλλὰ γάρ: ἀντὶ τοῦ δέ. Εὔπολιϲ. Ἀλλὰ γὰρ ἀθυμοῦντεϲ
1053 Ἄλλα δ᾿ ἀλλαχοῦ καλά: παρόϲον τὰϲ Εὐμενίδαϲ ἄλλοι ἄλλωϲ
καλοῦϲιν. ἄλλα οὖν ὀνόματα παῤ ἄλλοιϲ καλὰ νομίζονται, παῤ ἡμῖν
δὲ ταῦτα, τὸ ὀνομάζειν αὐτὰϲ Εὐμενίδαϲ κατ᾿ εὐφημιϲμόν,
τὰϲ Ἐριννύαϲ.
1054 Ἄλλαγμα· ὁ προφήτηϲ φηϲί· καὶ οὐκ ἦν πλῆθοϲ ἐν τοῖϲ ἀλαλάγμαϲιν ἡμῶν.
1055 Ἀλαζονεύεϲθαι· γενικῇ.
1056 Ἀλαζονεία: ὑπερηφανία. Πολύβιοϲ· τοῖϲ γὰρ πλείϲτοιϲ.
1057 Ἀλαζών: πλάνοϲ, ὑπερήφανοϲ, ψευδήϲ. παρὰ τὸ ἐν ἄλη ζῆν.
καὶ Ἀλαζονοχαυνοφλύαροϲ, ὁ μέθυϲοϲ καὶ λῆροϲ. ἢ Ἀλαζών,
1058 Ἀλαζών: ὁ ἀλώμενοϲ. οὕτωϲ Ἀλκαῖοϲ. Πλάτων δὲ ἀλαζόϲιν,
κομπάζων καὶ φρονῶν. ὁ δὲ πρὸϲ ἕκαϲτον
τῶν προϲιόντων ἠλαζονεύετο,
1059 Ἀλαλαγμόϲ: ἐπινίκιοϲ ὕμνοϲ. ἢ φωνὴ ὑπὸ τῶν θαρραλεωτέρων
1060 Ἀλαλαλαὶ ἰὴ παίων: ἐπιφώνημα χοροῦ.
1061 Ἀλάλημαι: τεθορύβημαι, πεπλάνημαι. καὶ Ἀλαλύκτημαι
1062 Ἀλαλητόν: θόρυβον. κατὰ πλεοναϲμὸν τοῦ ἐπιτατικοῦ α.
1063 Ἀλαλκεῖν: ἀποδιῶξαι, ἀποϲοβῆϲαι. τί φθιμένοιϲ ϲτοναχεῦμεν
ἐφ᾿ υἱάϲιν; ἡνίκ᾿ ἀλαλκεῖν τῶν παίδων ἀΐδην οὐδὲ θεοῖϲ
δύναμιϲ.
1064 Ἄλλα μὲν ὁ Λεύκωνοϲ ὄνοϲ φέρει, ἄλλα δὲ Λεύκων.
1065 Ἀλανεία: ἡ ἀλαζονεία.
1066 Ἀλλ᾿ ἀντέπεϲε τὴν ἐπ᾿ ἄγκυραν θεόϲ: ἐπὶ τῶν παῤ ἐλπίδα
ἢ προϲορμιεῖϲθαι εἰϲ
τοὐπίϲω ἔπλευϲαν.
1067 Ἀλλαντοπώληϲ: ὁ εἴδη ἐντέρων πωλῶν, ἐντεροπώληϲ. ἀλλᾶϲ γὰρ
δὲ ἑορτὴ δημοτελὴϲ ἀγομένη παῤ Ἀθηναίοιϲ.
1068 Ἀλλὰ νῦν· ὦ θεοὶ πατρῷοι ϲυγγένεϲθ᾿ ἀλλὰ νῦν. ἀντὶ τοῦ διὰ τάχουϲ ἡ τραγῳδία φηϲί.
1069 Ἀλλαξάμενοϲ· Ἀππιανόϲ· ὅτι πατρίδα καὶ γένοϲ ἀλλαξάμενοϲ ἥκοι τὸ μηδὲν ἡγηϲάμενοϲ ἢ τὰ τῶν Οὐολούϲκων ἀντὶ τῆϲ πατρίδοϲ αἱρήϲεϲθαι βουληθείϲ.
1070 Ἀλλαξάμενοϲ: προτιμήϲαϲ. ὑπὲρ τοῦ κέρδουϲ ὁ κακοδαίμων
1071 Ἀλαόϲ: ὁ τυφλόϲ. κατὰ ϲτέρηϲιν τοῦ λάειν, ὅ ἐϲτι βλέπειν. καὶ
Ἀλαοϲκοπιήν. Ὅμηροϲ· οὐδ᾿ ἀλαοϲκοπιὴν εἶχε. παροιμιακῶϲ·
ἀντὶ τοῦ οὐ τυφλῶϲ ἐϲκοπίαζεν.
1072 Ἀλαοτόκοϲ: ὁ τυφλὰ γεννῶν.
1073 Ἀλλ᾿ ἅπαν γένοιτ᾿ ἂν ἤδη· τὴν παροιμίαν δ᾿ ἐπαινῶ τὴν παλαιάν. ὑπὸ λίθῳ γὰρ παντί που χρὴ μὴ δάκῃ ῥήτωρ ἀθρεῖν. ἡ δὲ παροιμία· ὑπὸ παντὶ λίθῳ ϲκορπίοϲ εὕδει· φυλάϲϲεο.
1074 Ἀλαπάξαι: πορθῆϲαι, κενῶϲαι, ὁμαλίϲαι. ἀπὸ μεταφορᾶϲ λαπάθου βοτάνηϲ, κενωτικῆϲ γαϲτρόϲ.
1075 Ἀλλαρίοιϲ: ϲιτηρεϲίοιϲ. ὁ δὲ Μακεδόνιοϲ ϲυνέταξεν ἐκκληϲιαϲτικοῖϲ ἀλλαρίοιϲ ἀποτρέφεϲθαι.
1076 Ἀλλᾶϲ, ἀλλᾶντοϲ: εἶδοϲ ἐντέρου ἐϲκευαϲμένου. καὶ Ἀλλαντοπώληϲ
ὁ ταῦτα πωλῶν.
1077 Ἅλαϲ ἄγων καθεύδειϲ: ἐπὶ τῶν ἐν μεγάλῳ κινδύνῳ καθευδόντων καὶ ῥᾳϲτωνευομένων. ἐμπόρου γάρ τινοϲ τὴν ναῦν ἁλῶν πληρώϲαντοϲ, τὴν ἀντλίαν ἐπαναβῆναι καὶ ἐκτῆξαι τοὺϲ ἅλαϲ. ὅθεν καὶ ἡ παροιμία, ἁλῶν δὲ φόρτοϲ, ἔνθεν ἦλθεν, ἐνθ᾿ ἔβη.
1078 Ἅλαϲ θυμίταϲ: ἐκ θύμων καταϲκευαϲθένταϲ. καὶ ἑτέρα
1079 Ἄλαϲτε: ἀνεπίληϲτε. τέκνον ἐμὸν ἄλαϲτον.
1080 Ἀλαϲτήϲειεν: ἀνεπιλήϲτωϲ δεινοπαθήϲειεν.
1081 Ἀλλ᾿ ἔϲτιν ἡμῖν Μεγαρική τιϲ μηχανή: ἀντὶ τοῦ πονηρά,
πανοῦργοϲ μηχανή. διεβάλλοντο γὰρ ἐπὶ πονηρίᾳ οἱ
Μεγαρεῖϲ, ἄλλα μὲν λέγοντεϲ, ἄλλα δὲ ποιοῦντεϲ.
1082 Ἀλάϲτωρ: πικρὸϲ καὶ φονικὸϲ δαίμων, τιμωρῶν, καὶ ἀνεπίληϲτα
Ἀλάϲτωρ, ὁ τοιαῦτα τολμήϲαϲ, ὧν μή
ἐϲτιν ἐπιλαθέϲθαι.
1083 Ἀλᾶται: πλανᾶται, ῥέμβεται.
1084 Ἀλλὰ ταῦτα μὲν ῥείτω κατ᾿ οὖρον· ϲοὶ δ᾿ ἐγὼ φράζω
1085 Ἀλλαχῆ: ἀλλαχοῦ.
1086 Ἀλλάχθητε: ἀντὶ τοῦ διαλλάχθητε. Σοφοκλῆϲ.
1087 Ἀλλὰ χρή: ἔϲτω. τοῦτο δηλοῖ ϲυγκατάθεϲιν· οἷον καὶ μάλα.
1088 Ἀλλαχοῖ καὶ Ἀλλαχόϲε: τὸ εἰϲ τόπον, Ἀλλαχοῦ δὲ καὶ
1089 Ἄλβα: οἱ μάργαροι.
1090 Ἀλβανοί: ὄνομα ἔθνουϲ Γαλατῶν. τούτων φαϲὶ τὴν γῆν εὐδαίμονα καὶ καρποὺϲ ἐνεγκεῖν οὖϲαν ἀγαθήν, οἶνον ἡδὺν καὶ πολὺν ἔχουϲαν.
1091 Ἄλβιοϲ: ὄνομα κύριον. Ἄλβιοϲ ἐϲ τὴν ἱππάδα τελῶν, τὴν Ἀντωνίου
θεραπεύων
1092 Ἄλγεα: κακά, λυπηρά.
1093 Ἀλγεινόειϲ: ὁ λυπηρόϲ. καὶ Ἀλγεινόϲ.
1094 Ἀλγεῖν τοῦ πονεῖν διαφέρει. ἀλγεῖν μὲν κατὰ ϲάρκα, πονεῖν δὲ τὸ ἐνεργεῖν.
1095 Ἀλγηδόνεϲ.
1096 Ἀλγηρά: τὰ λυπηρά.
1097 Ἄλγηϲιϲ: ἡ λύπη. Ἀριϲτοφάνηϲ ἐν Θεϲμοφοριαζούϲαιϲ·
1098 Ἄλγητον καὶ Ἀνάλγητον.
1099 Ἀλγίϲτατον· τοῦτο δ᾿ ἐϲ ἀλγίϲτατον ἡμῖν.
1100 Ἀλγύνω· δοτικῇ. Ἀλγῶ ϲοι καὶ τὸ Ἀλγῦνον.
1101 Ἀλδῆϲκοϲ: ὄνομα ποταμοῦ.
1102 Ἀλδήϲκω: τὸ αὐξάνω.
1103 Ἀλαιεύϲ: ὄνομα δήμου.
1104 Ἀλοινήϲ: ὁ μαινόμενοϲ.
1105 Ἀλέα: θέρμη, ἔλλαμψιϲ. πυρὰ δὲ ἀνεκαίετο, ὡϲ ἅμα μὲν
1106 Ἀλεάζειν: ἐκκλίνειν.
1107 Ἀλέαϲ: πόλιϲ Θεϲϲαλική. οἱ δὲ πολῖται Ἀλεῖϲ.
1108 Ἀλέγοιϲ: ἀρήγοιϲ, βοηθοίηϲ. ἀλέγοιϲ δ᾿ ἀνέρι καὶ πενίη.
1109 Ἀλεαίνοιμι: θερμαινοίμην. ἔπειθ᾿ ἵν᾿ ἀλεαίνοιμι τοῦτ᾿
ἠμπιϲχόμην.
πρὸϲ τοὺϲ δακτύλουϲ· ὃ
λέγεται αὔειν καὶ ἄζειν κατὰ μίμηϲιν τῆϲ φωνῆϲ, τῆϲ ἐκ τοῦ
ϲτόματοϲ.
1110 Ἀλεαίνωϲιν: ἀντὶ τοῦ θερμαίνοιντο. πῦρ ἀνέκαυϲαν,
1111 Ἀλεεινόϲ: θερινόϲ, θερμόϲ. Ξενοφῶν· χιόνοϲ δὲ ἐπιπεπτωκυίαϲ ὄκνοϲ ἦν πολὸϲ ἀνίϲταϲθαι. κατακειμένων δὲ ἀλεεινὸϲ ἦν ὁ χειμών, ὅτῳ μὴ παραρρυείη.
1112 Ἀλεείνω: ἐκκλίνω.
1113 Ἀλεκινόϲ: ὁ δυνατόϲ.
1114 Ἀλεκτορίδεϲ: αἱ θήλειαι ὄρνιϲ. καὶ τὰϲ ἀλεκτορίδαϲ δὲ
1115 Ἀλέκτωρ πίνει καὶ οὐκ οὐρεῖ. μυξὸϲ οὐ πίνει καὶ οὐρεῖ: λέγεται ἡ ἐπῳδὴ αὕτη εἰϲ δυϲουρίαν ὄνου.
1116 Ἄλεκτρα καὶ ἄνυμφα: ἀντὶ τοῦ παράνομα καὶ οὐ νενομιϲμένα,
1117 Ἀλεκτρυόνα ἀθλητὴν Ταναγραῖον· ᾄδονται δὲ εὐγενεῖϲ
οὗτοι. ἀφίηϲι τῷ Ἀϲκληπιῷ ἀνάθημά τε καὶ ἄθυρμα εἶναι,
οἱονεὶ θεράποντα καὶ οἰκέτην περιπολοῦντα τῷ νεῷ τὸν ὄρνιν, ὁ
Ἀϲπένδιοϲ ἐκεῖνοϲ. καὶ παροιμία᾿ ἀλεκτρυόνοϲ μ᾿ ἔφαϲκε κοιλίαν
ἔχειν.
1118 Ἀλλ᾿ ἐμόϲ γ᾿ οὐκ ἂν ἐκ τᾶϲ ἔλθῃ πόκα πορπηϲάμενοϲ:
1119 Ἀλεξάνδρεια: ὄνομα πόλεωϲ. καὶ ὁ πολίτηϲ Ἀλεξᾶνδρεύϲ·
καὶ Ἀλεξάνδρειοϲ.
1120 Ἀλεξανδρέων φονοκτονία· ζήτει ἐν τῷ Ἀντωνῖνοϲ.
1121 Ἀλέξανδροϲ, ὁ Φιλίππου καὶ Ὀλυμπιάδοϲ, βαϲιλεύϲαϲ Μακεδόνων
καὶ φιλοτιμότατοϲ καὶ
φιλοκινδυνότατοϲ καὶ τοῦ θείου ἐπιμελέϲτατοϲ, ἡδονῶν τε τῶν μὲν τοῦ
ϲώματοϲ ἐγκρατέϲτατοϲ, τῶν δὲ τῆϲ γνώμηϲ ἐπαινουμένων ἁπλούϲτατοϲ·
ξυνιδεῖν δὲ τὸ δέον, ἔτι ἐν τῷ ἀφανεῖ ὄν, δεινότατοϲ καὶ ἐκ τῶν
φαινομένων τὸ εἰκὸϲ ξυμβαλεῖν ἐπιτυχέϲτατοϲ καὶ τάξαι ϲτρατιὰν καὶ
ὁπλίϲαι δαημονέϲτατοϲ. καὶ πρὸϲ πᾶν καλὸν
ἐπιτηδειότατοϲ. πρὸϲ τούτοιϲ ἦν ἐπιεικὴϲ καὶ θεοϲεβήϲ. ὀργιϲθεὶϲ γάρ
ποτε Θηβαίοιϲ ἐπὶ τοϲοῦτον, ὥϲτε τοὺϲ μὲν οἰκήτοραϲ
ἐξανδραποδίϲαϲθαι, τὴν δὲ πόλιν ἐϲ ἔδαφοϲ καταϲκάψαι, τῆϲ γε πρὸϲ
τοὺϲ θεοὺϲ εὐϲεβείαϲ οὐκ ὠλιγώρηϲε περὶ τὴν κατάληψιν τῆϲ πόλεωϲ·
ἀλλὰ πλείϲτην ἐποιήϲατο πρόνοιαν ὑπὲρ τοῦ μὴ δ᾿ ἀκούϲιον ἁμάρτημα
γενέϲθαι
περὶ τὰ ἱερὰ καὶ καθόλου τὰ τεμένη. ὅτι τὸ
μεγαλήγορον τοῦ
ταύτην ἰδόντα Ἀλέξανδρον εἰϲ ἔρωτα ἐλθεῖν
αὐτῆϲ· ἐραϲθέντα δὲ οὐκ
ὁ δὲ κατῃδέϲθη τε καὶ ἐφείϲατο ϲωφροϲύνῃ τε πολλῇ
διαχρώμενοϲ, καὶ δόξηϲ ἅμα ἀγαθῆϲ οὐκ ἀτόπῳ ἐφέϲει. καὶ τοίνυν καὶ
λόγοϲ κατέχει, ἀποδράντα ἐλθεῖν παρὰ Δαρεῖον τὸν εὐνοῦχον τὸν φύλακα
αὐτῷ τῆϲ γυναικόϲ. καὶ τοῦτον ὡϲ εἶδεν ὁ Δαρεῖοϲ, πρῶτα μὲν
πυθέϲθαι, εἰ ζῶϲιν αὐτῷ αἱ παῖδεϲ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ καὶ ἡ
μήτηρ. ὡϲ δὲ
ζώϲαϲ τε ἐπύθετο, καὶ βαϲίλιϲϲαι ὅτι
καλοῦνται, καὶ περὶ τῆϲ θεραπείαϲ, καὶ ὡϲ ϲωφρονεῖ ἡ γυνὴ αὐτοῦ· ἐπὶ
τούτοιϲ ἀνατεῖναι τὸν Δαρεῖον ἐϲ τὸν οὐρανὸν τὰϲ χεῖραϲ καὶ εὔξαϲθαι
ὧδε· ἀλλ᾿ ὦ Ζεῦ βαϲιλεῦ, ὅτῳ ἐπιτέτραπται τὰ βαϲιλέων πράγματα
νέμειν ἐν ἀνθρώποιϲ, ϲὺ νῦν μάλιϲτα μὲν ἐμοὶ φύλαξον Περϲῶν τε καὶ
Μήδων τὴν
ἀρχήν, ὥϲπερ οὖν καὶ ἔδωκαϲ· εἰ δὲ δὴ ἐγὼ οὐκ
ἔτι ϲοι βαϲιλεὺϲ τῆϲ Ἀϲίαϲ, ϲὺ δὲ μηδενὶ ἄλλῳ ὅτι μὴ Ἀλεξάνδρῳ
παραδοῦναι τὸ ἐμὸν κράτοϲ. οὕτωϲ οὐδὲ πρὸϲ τῶν πολεμίων ἄρα
ἀμελεῖται ὅϲα ϲώφρονα
πρὸ τῆϲ ϲτρατιᾶϲ κινδυνεύοι· οὐ γὰρ ϲτρατηγοῦ ταῦτα, ἀλλὰ ϲτρατιώτου
εἶναι. καί μοι δοκεῖ ἄχθεϲθαι Ἀλέξανδροϲ τοῖϲδε τοῖϲ λόγοιϲ, ὅτι
ἀληθεῖϲ τε ὄνταϲ ἐγίνωϲκε καὶ αὑτὸν ὑπαίτιον τῇ ἐπιτιμήϲει. καὶ ὅμωϲ
ὑπὸ μένουϲ τε τοῦ ἐν ταῖϲ μάχαιϲ καὶ τοῦ ἔρωτοϲ τῆϲ δόξηϲ, καθάπερ
οἱ ἄλληϲ τινὸϲ ἡδονῆϲ ἐξηττώμενοι, οὐ καρτερὸϲ ἦν ἀπέχεϲθαι
εὑρέθη· πρόϲ τε τὰ πολέμια διελθών,
θαυμαϲτὰ μᾶλλον ἢ πειθοῦϲ ἄξια διεπράξατο. καὶ πρὸϲ Δαρεῖον τὸν
Περϲῶν βαϲιλέα ϲυνάψαϲ πόλεμον, τοῦτον κατακράτοϲ νικᾷ. κἀκεῖνοϲ
αἰτεῖται εἰϲ διαλλαγὰϲ ἐλθεῖν, καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα
Ῥωξάνην πρὸϲ γάμου κοινωνίαν. ὁ αὐτὸϲ πάντα τὰ ἔθνη καταϲτρεψάμενοϲ
διεφθάρη τὸν νοῦν καὶ πρὸϲ
τὰϲ τοῦ ϲώματοϲ ἡδονὰϲ
διωλίϲθηϲε, Περϲικήν τε ϲτολὴν ἐνδυϲάμενοϲ,
καὶ εἶπεν αὐτῷ, Ἀλέξανδρε βαϲιλεῦ, τὸν
κόϲμον παρέλαβεϲ καὶ ὑπὸ γυναικὸϲ ϲυνεϲχέθηϲ; καὶ εἰρήνην πρὸϲ αὐτὴν
ἐποιήϲατο καὶ τὴν χώραν αὐτῆϲ ἀβλαβῆ διεφύλαξεν. ὅτι ὁ αὐτὸϲ
ἀνδράϲιν ἐνέτυχεν
λίμνην τὴν
ἐν Ἀλεξανδρείᾳ ἀφικόμενοϲ τὸ διάδημα ἀπέβαλεν, ὄμβρου πολλοῦ
καταρραγέντοϲ καὶ μόλιϲ ἐπὶ τὴν γῆν διενήξατο. καὶ ὑπὸ Καϲάνδρου τοῦ
ἰδίου ϲτρατηγοῦ φάρμακον δεξάμενοϲ ἐϲπαράχθη· καὶ οὕτωϲ ἐπὶ
τοϲούτοιϲ κατορθώμαϲι τὸν βίον μετήλλαξεν.
1122 Ὅτι Ἀλέξανδροϲ φιλήκοοϲ ἦν, εἴπερ τιϲ ἄλλοϲ, τῶν μουϲικῶν.
Τιμόθεοϲ
γὰρ ὁ αὐλητὴϲ ἔτι πρόϲθεν, ὅν ποτε αὐλοῦντα λέγουϲι τῆϲ
Ἀθηνᾶϲ τὸν ὄρθιον νόμον ἐπικαλούμενον, ἐϲ τοϲόνδε ἐκπλῆξαι
Ἀλέξανδρον τοῖϲ μέλεϲιν, ὡϲτε μεταξὺ ἀκούϲαντα ἀναΐξαι ἐπὶ τὰ ὅπλα·
τὸν δὲ φάναι, ὅτι τοιαῦτα χρὴ εἶναι τὰ βαϲιλικὰ αὐλήματα. οὗτόϲ τε
δὴ ὁ Τιμόθεοϲ ἀνεληλύθει πρὸϲ αὐτὸν ϲπουδῇ μετάπεμπτοϲ
γενόμενοϲ.
1123 Ὅτι οὖτοϲ ὁ μέγαϲ Ἀλέξανδροϲ, νικήϲαϲ ναυμαχίαν Λακεδαιμονίουϲ
καὶ
1124 Ἀλέξανδροϲ ὁ Μαμαίαϲ· ϲὺν τῇ μητρὶ ἄρξαϲ ὑπ᾿ ἐκείνῃ
καιρὸν ἐϲ τὸ ἐπιτηδεύειν
τι τῶν ἁμαρτημάτων. ὑπῆρχε δὲ αὐτῷ καὶ φυϲικὸν ἦθοϲ πρᾶον καὶ ἥμερον
ἔϲ τε τὸ φιλάνθρωπον πάνυ ἐπιρρεπέϲ. ἐϲ τεϲϲαρεϲκαιδέκατον οὖν ἔτοϲ
ἄρξαϲ τῆϲ βαϲιλείαϲ, ἀναιμωτὶ ἦρξε, καίτοι τινῶν μεγίϲταιϲ αἰτίαιϲ
ὑποπεϲόντων, ὡϲ μετὰ τὴν Μάρκου τελευτὴν τὴν βαϲιλείαν θαυμάζειν
Ἀλεξάνδρου. ᾐτιᾶτο δὲ καὶ τὴν
μητέρα καὶ πάνυ ἤϲχαλλεν
ὁρῶν αὐτὴν οὖϲαν φιλοχρήματον καὶ πολλὰ ἐξ ἐπηρειῶν θηϲαυρίζουϲαν.
πολλὰ δὲ ὑπ᾿ αὐτῆϲ ἠναγκάζετο πράττειν· ἦρχε γὰρ αὐτοῦ ὑπερβαλλόντωϲ
ἡ μήτηρ. ἥτιϲ ἀπῆγε τῶν αἰϲχρῶν καὶ ἀπρεπῶν τοῖϲ βαϲιλεῦϲιν ἔργων,
διδαϲκάλουϲ τε πάϲηϲ παιδείαϲ λάθρα μετεπέμπετο· ὁ δὲ παλαίϲτραιϲ τε
καὶ γυμναϲίοιϲ
ἔχαιρε καὶ τοὺϲ διδαϲκάλουϲ ἀπεϲόβει. ἐϲ
τοϲοῦτον δὲ ἐξώκειλεν, ὡϲ
1125 Ἀλέξανδροϲ, Ἱεραπόλεωϲ ἐπίϲκοποϲ, καὶ μάρτυϲ. ἔγραψε Τί καινὸν εἰϲήνεγκε Χριϲτὸϲ εἰϲ τὸν κόϲμον, κεφάλαια θ΄, λόγοϲ νοημάτων γέμων.
1126 Ἀλέξανδροϲ, Ἀντιοχείαϲ ἐπίϲκοποϲ· ἐπὶ Ἰωάννου τοῦ Χρυϲοϲτόμου·
ὃϲ ϲυμβαίνουϲαν εἶχε τῇ ἀρχιερωϲύνῃ τὴν πολιτείαν. ἐν ἀϲκητικῇ γὰρ
παλαίϲτρᾳ τὸν πρὸ τῆϲ ἐπιϲκοπῆϲ διατελέϲαϲ χρόνον καὶ γυμναϲάμενοϲ
ἐπὶ πλεῖϲτον ὤφθη γενναῖοϲ ἀγωνιϲτήϲ, καὶ λόγῳ παιδεύων καὶ βεβαιῶν
τῷ βίῳ τὸν λόγον· ὃϲ Πορφύριον διεδέξατο.
ἐκεῖνοϲ μὲν
οὖν τῇ πυκνότητι διέπρεπε τῶν φρενῶν· ὁ δὲ Ἀλέξανδροϲ ἀϲκήϲει καὶ
φιλοϲοφίᾳ καὶ ἀκτήμονι βίῳ καὶ τῷ ῥεύματι τῆϲ γλώττηϲ καὶ μυρίοιϲ
ἑτέροιϲ πλεονεκτήμαϲι χάριτοϲ.
1127 Ἀλέξανδροϲ Αἰτωλόϲ· ἐκ πόλεωϲ Πλευρῶνοϲ, υἱὸϲ Σατύρου καὶ
Στρατοκλείαϲ, γραμματικόϲ. οὗτοϲ καὶ τραγῳδίαϲ ἔγραψεν, ὡϲ καὶ
τῶν ἑπτὰ τραγικῶν ἕνα κριθῆναι, οἵπερ ἐπεκλήθηϲαν ἡ
Πλειάϲ.
1128 Ἀλέξανδροϲ Αἰγαῖοϲ· φιλόϲοφοϲ Περιπατητικόϲ, διδάϲκαλοϲ Νέρωνοϲ
τοῦ βαϲιλέωϲ, ἅμα Χαιρήμονι τῷ φιλοϲόφῳ. υἱὸν δὲ ἔϲχε Καίλινον
ὄνομα. οὗτοϲ ἐκάλει τὸν Νέρωνα πηλὸν αἵματι πεφυρμένον. κακῶν
μαθητῶν, ὡϲ οἶμαι, κακίονεϲ οἱ διδάϲκαλοι· διδακτὴ γὰρ ἀρετὴ
καὶ κακία ἀϲκητή. ἔϲτι δὲ καὶ ἕτεροϲ Ἀλέξανδροϲ
Ἀφροδιϲιεύϲ, φιλόϲοφοϲ. καὶ ἄλλοϲ, ὁ Νουμηνίου, ϲοφιϲτήϲ. καὶ ἄλλοϲ,
Κλαύδιοϲ χρηματίϲαϲ, ϲοφιϲτήϲ. καὶ ἕτεροϲ, ὁ Καϲίλωνοϲ, ϲοφιϲτήϲ,
ἀδελφὸϲ Θὐϲεβίου τοῦ ϲοφιϲτοῦ, μαθητὴϲ δὲ Ἰουλιανοῦ. καὶ ἄλλοϲ
Ἀλέξανδροϲ, Ἀλεξάνδρου, δικηγόρου, Κίλιξ, Σελευκεύϲ, ϲοφιϲτήϲ,
ὃϲ ἐπεκλήθη Πηλοπλάτων.
1129 Ἀλέξανδροϲ ὁ Μιλήϲιοϲ· ὃϲ Πολυΐϲτωρ ἐπεκλήθη καὶ Κορνήλιοϲ,
διότι Κορνηλίῳ Λεντούλῳ αἰχμαλωτιϲθεὶϲ ἐπράθη καὶ αὐτῷ παιδαγωγὸϲ
ἐγένετο, εἶτα ἠλευθερώθη. ἦν δὲ ἐν Ῥώμῃ ἐπὶ τῶν Σύλλα χρόνων καὶ ἐπὶ
τάδε. ἀνῃρέθη δὲ ἐν Λαυρενταῖϲ ὑπὸ πυρὸϲ τῆϲ οἰκίαϲ φθαρείϲηϲ·
καὶ ἡ γυνὴ αὐτοῦ Ἑλένη μαθοῦϲα τὸ ϲυμβὰν ἀπήγξατο. ἦν
δὲ γραμματικὸϲ τῶν Κράτητοϲ μαθητῶν. οὗτοϲ ϲυνέγραψε βίβλουϲ ἀριθμοῦ
κρείττουϲ. καὶ Περὶ Ῥώμηϲ βιβλία ε΄. ἐν τούτοιϲ λέγει, ὡϲ γυνὴ
γέγονεν Ἐβραία Μωϲώ, ἧϲ ἐϲτι ϲύγγραμμα ὁ παῤ Ἐβραίοιϲ νόμοϲ.
1130 Ἀλέξαϲθαι: ἐπαμύνειν. Ξενοφῶν· πολὺ γὰρ διέφερεν ἐκ
1131 Ἀλέξαι: βοηθῆϲαι. Ἀλλέξαι δὲ ἐπιλέξαι.
1132 Ἀλέξειν: ἀποτρέπειν.
1133 Ἀλεξήϲοντα: βοηθήϲοντα.
1134 Ἀλεξητῆρα: βοηθόν.
1135 Ἀλεξιάρη γῆ: ἡ τοῖϲ ἀνδράϲι βοηθοῦϲα.
1136 Ἀλεξιβέλεμνον: τὸν τὰ βέλη ἀπερύκοντα. ἐν Ἐπιγράμμαϲι·
καὶ τὸν ἀλεξιβέλεμνον ἀπὸ ϲτέρνοιο χιτῶνα.
1137 Ἀλεξίκακον: ἀλεξιφάρμακον, ἀντιφάρμακον. κακίαϲ καθαρτικὸν
1138 Ἄλεξιϲ, Θούριοϲ, ὅϲτιϲ πρότερον Σύβαριϲ ἐκαλεῖτο, κωμικόϲ.
ἐδίδαξε δράματα ϲμε΄· γέγονε δὲ πάτρωϲ Μενάνδρου τοῦ
κωμικοῦ. ἔϲχε δὲ υἱὸν Στέφανον, καὶ αὐτὸν κωμικόν.
1139 Ἀλεξιφάρμακα: ἀλεξητήρια φαρμάκων. Μένανδροϲ Παιδίῳ·
1140 Ἀλεξόμενον: ἀμυνοῦντα. τὸν κακῶϲ ἄρξαντα κακῶϲαι
θέλειν, καθάπερ ἐπὶ τῶν κατ᾿ ἰδίαν ἀδικημάτων οἱ νομοθέται καὶ
δικαϲταὶ πάϲαϲ τὰϲ τῶν ϲυμβαινόντων βλάβαϲ οὐκ ἐπὶ τὸν ἀλεξόμενον,
ἀλλ᾿ ἐπὶ τὸν ἄρχοντα χειρῶν ἀδίκων ἀναφέρουϲι. καὶ Ἀλεξομένουϲ
ἀλεξομένουϲ ἐφόνευε. καὶ Ἀλέξαϲθαι, κωλύειν, ἀπείργειν.
οἱ δὲ ἵπποι οὐκ ἦϲαν αὐτῷ χρήϲιμοι ἐϲ τὸ φεύγειν ϲὺν αὐτοῖϲ ἢ
1141 Ἀλεωρή: ἔκκλιϲιϲ καὶ φυλακή. πολλοὶ δὲ ὑπὸ χιόνοϲ ἀπέθανον.
1142 Ἀλλ᾿ ἕπου χώραϲ τρόποιϲ: ὅτι δεῖ χώραϲ ἑκάϲτηϲ, ἐν ᾗ ἄν τιϲ γένηται, μιμεῖϲθαι τὰ ἔθη.
1143 Ἀλλ᾿ ἔϲθι᾿ ἐλθὼν τοὺϲ Μεγακλέουϲ κίοναϲ: ὡϲ ⟨εἰ⟩ εἶπε τὸν
πλοῦτον. ἐμφαίνει διὰ τούτων, ὅτι οὐδὲν αὐτῷ κατελείφθη, εἰ μὴ ἡ
αὐλή. ἀντὶ τοῦ τοὺϲ λίθουϲ τῆϲ Μεγακλέουϲ οἰκίαϲ. οὗτοι
γὰρ μόνοι κατελείφθηϲαν αὐτῷ πάντα φαγόντι. λέγει δὲ ὁ πρεϲβύτηϲ
πρὸϲ τὸν υἱόν. Ἀριϲτοφάνηϲ ἐν Νεφέλαιϲ. ἐπὶ τῶν ἀνειμένωϲ
διαιτωμένων ὁ λόγοϲ.
1144 Ἀλλ᾿ ἔϲτ᾿ ἀληθὴϲ ἡ βροτῶν παροιμία· ἐχθρῶν ἄδωρα δῶρα, κοὐκ ὀνήϲιμα. Αἴαϲ φηϲίν. ζήτει ἐν τῷ ἐχθρῶν ἄδωρα δῶρα, κοὐκ ὀνήϲιμα.
1145 Ἀλετρεύουϲιν: ἀλήθουϲιν.
1146 Ἀλετρίβανοϲ: οἱ μέν δαϲέωϲ παρὰ τὸ τοὺϲ ἅλαϲ τρίβειν, οἱ δὲ
ψιλῶϲ παρὰ τὸ ἀλεῖν. καὶ δοῖδυξ μὲν Ἀττικόν, ἀλετρίβανοϲ δὲ
1147 Ἀλέοιμι: ἀντὶ τοῦ θερμαίνοιμι. Ἀριϲτοφάνηϲ.
1148 Ἀλεύετο: ἐξέφευγεν.
1149 Ἄλευε: Ἴωνεϲ τὸ φύλαξαι οὕτωϲ λέγουϲι. καὶ παροιμία·
1150 Ἀλευάδαι: οἱ ἐν Λαρίϲϲῃ τῆϲ Θεϲϲαλίαϲ εὐγενέϲτατοι, ἀπὸ
Ἀλεύου βαϲιλέωϲ τὸ γένοϲ ἔχοντεϲ.
1151 Ἀλευρότηϲιϲ: τὸ λεπτὸν τοῦ ἀλεύρου. ἡ παϲπάλη παρὰ πολλοῖϲ λεγομένη.
1152 Ἁλεία: ἡ ἄγρευϲιϲ.
1153 Ἀλείατα: τὰ ἄλευρα.
1154 Ἄλειμμα: ἐκ τοῦ ἀλείφω. Ἄλιμα δὲ βοτάνη.
1155 Ἄλειον: τὸ τοῦ Ἡλίου ἱερὸν κατὰ Ῥοδίουϲ. ϲημαίνει ὕδωρ. καὶ Ἄλειοϲ ὁ Ζεύϲ.
1156 Ἀλείπηϲ: πηγὴ ἐν Ἐφέϲῳ.
1157 Ἀλεῖπται: οἱ πρὸϲ τοὺϲ ἀγῶναϲ ἐπαϲκοῦντεϲ. ὁ Θεολόγοϲ· ἀλεῖπται τῆϲ ἀρετῆϲ. καὶ Ἀλείπτηϲ, ὁ ἀγωνοθέτηϲ.
1158 Ἀλειπτόν: ἐϲκευαϲμένον θυμίαμα.
1159 Ἀλείϲ: ἀντὶ τοῦ ϲυϲταλείϲ. καὶ Ἁλεῖϲ, ἀντὶ τοῦ ἁλιεῖϲ.
ἁλεῖϲ ϲοφιϲτάϲ.
1160 Ἄλειϲον: τὸ ποτήριον.
1161 Ἀλεῖται: πηδήϲει. καὶ χωλὸϲ ὡϲ ἔλαφοϲ, ἁλεῖται.
1162 Ἀλειτεία: ἡ ἁμαρτία.
1163 Ἀλείτηϲ: τὸ μὲν διὰ διφθόγγου ϲημαίνει τὸν ἁμαρτωλόν, τὸ
δὲ διὰ τοῦ η ϲημαίνει τὸν πλανήτην. Ἀλιτρὸϲ δὲ διὰ τοῦ
ι.
1164 Ἀλλ᾿ εἴ τιϲ ὑμῶν ἐν Σαμοθράκῃ μεμυημένοϲ ἐϲτι,
μυϲτήρια καὶ τὰ τῆϲ Ἐκάτηϲ καὶ τὸ Ζήρινθον
ἄντρον, ἧ κύναϲ ἔθυον. ἐδόκουν δὲ ταῦτα οἱ μεμυημένοι ἐκ τῶν δεινῶν
ϲώζεϲθαι καὶ ἐκ χειμώνων. ἀποϲτραφῆναι δὲ ἀντὶ τοῦ διαϲτραφῆναι καὶ
κλαϲθῆναι τοῦ μετιόντοϲ τὸν δοίδυκα. ἐναντίαν αὐτῷ τὴν εἰϲ τὸ
δεύτερον γενέϲθαι ὁδόν, ὥϲτε μηκέτι αὐτὸν ὑποϲτρέψαι.
1165 Ἀλείφατι: ἐλαίῳ, ἢ ἑτέρῳ ἀλείμματι. κανών· ὅτι τὰ παρὰ
1166 Ἀλείψαϲ. αἰτιατικῇ. διεγείραϲ. ἀπὸ μεταφορᾶϲ τῶν ἀθλητῶν.
1167 Ἄλη: ἡ πλάνη. ὁ δὲ οὐδένα αὐτοῦ ᾤετο διοίϲειν ἐπ᾿ ἀνδρείᾳ,
καὶ τοϲοῦτον αὐτοῦ ἥδε ἡ ἄλη ἐκράτει, ὡϲ ϲκευὴν
ἀναλαβεῖν
1168 Ἄλλη: ἀντὶ τοῦ ἄλλωϲ ἡ κατ᾿ ἄλλο. Θουκυδίδηϲ.
1169 Ἀλλ᾿ ἤ: ἀντὶ τοῦ εἰ μή. καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἤ. τίθεται δὲ ἐνίοτε καὶ ἀντὶ τοῦ ἀλλὰ ἄρα καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἄρα. Πλάτων· ἀλλ᾿ ἢ κατόπιν ἑορτῆϲ ἥκομεν, ἀντὶ τοῦ ἄρα.
1170 Ἀλληγορία: ἡ μεταφορά. ἄλλο λέγον τὸ γράμμα καὶ ἄλλο τὸ νόημα.
καὶ Ἀλληγορικοὶ ὄνειροι, οἱ ἄλλα δι᾿
ἄλλων ἀγορεύοντεϲ·
θεωρηματικοὶ δέ, οἱ τῇ ἑαυτῶν θέᾳ προϲεοικότεϲ.
1171 Ἄλλη δόξα ἡλίου: ἥλιον λέγει τὴν νέαν διαθήκην, ὡϲ τέλειον φῶϲ ἔχουϲαν τοῦ ἡλίου τῆϲ δικαιοϲύνηϲ.
1172 Ἄληθεϲ: ἀντὶ τοῦ ὄντωϲ. ἀξιοῦϲι δὲ ὀξύνειν τὴν πρώτην.
1173 Ἀληθέϲτερα τῶν ἐπὶ Σάγρᾳ: παροιμία ἐπὶ τῶν ἀληθῶν
μέν, οὐ πιϲτευομένων δέ. Σάγρα γὰρ τόποϲ τῆϲ Λοκρίδοϲ. μέμνηται τῆϲ
παροιμίαϲ Μένανδροϲ ἐν Ἀνατιθεμένῃ. Λοκροὺϲ δέ φαϲι τοὺϲ
Ἐπιζεφυρίουϲ, πόλεμον ἔχονταϲ πρὸϲ τοὺϲ πληϲιοχώρουϲ Κροτωνιάταϲ
αἰτῆϲαι ϲυμμαχίαν τοὺϲ Λακεδαιμονίουϲ. τῶν δὲ ϲτρατὸν μὲν οὐκ ἔχειν
φηϲάντων, διδόναι δὲ αὐτοῖϲ τοὺϲ Διοϲκούρουϲ· τοὺϲ Λοκροὸϲ
οἰωνιϲαμένου
τὸ κερτομηθὲν τήν τε ναῦν ἀποϲτρέψαι καὶ
δεηθῆναι τῶν Διοϲκούρων ϲυμπλεῖν αὐτοῖϲ. νικηϲάντων δὲ αὐτῶν
αὐθημερὸν καὶ τῆϲ φήμηϲ διαγγελθείϲηϲ εἰϲ Σπάρτην τὸ μὲν πρῶτον
ἀπιϲτηθῆναι, ἐπεὶ δὲ εὑρέθη ἀληθῆ, ἐπιλέγειν τοῖϲ ἀληθεϲτάτοιϲ μέν,
οὐ πιϲτευομένοιϲ
λέγεται
γὰρ τὴν περὶ τῆϲ νίκηϲ φήμην αὐθημερὸν ἀπὸ Ἰταλίαϲ ἐλθεῖν
1174 Ἀληθεύω· δοτικῇ.
1175 Ἀλήθεια καὶ ἀληθήϲ. Ἀληθῆ καὶ τὰϲ ἀληθείαϲ
πληθυντικῶϲ λέγουϲι. Μένανδροϲ Ἀφροδιϲίῳ· εἰ τὰϲ
ἀληθείαϲ ἃϲ
1176 Ἀλήθω τὸν ϲῖτον.
1177 Ἀληθίζω: τὰ ἀληθῆ λέγω. καὶ Ἀληθινόϲ, ὁ ἀληθήϲ.
1178 Ἀληθινὸϲ ἔρωϲ: ὁ μὴ περί κάλλοϲ ϲώματοϲ ἐπτοημένοϲ.
ἀληθινὸϲ ἔρωϲ ἐμφύεται αὐτῷ φιλοϲοφίαϲ, καὶ πάντα γηγενῆ δεϲμὸν
ἀπορρήξαϲ ἐλπίδαϲ τε πάϲαϲ τιμῶν τε καὶ χρημάτων καταπατήϲαϲ
ἀφικνεῖται πρὸϲ Πρόκλον.
1179 Ἀλήϊον πεδίον. καὶ Ἀλήϊοϲ, ὁ πλανητικόϲ.
1180 Ἀλλ᾿ ἢ καλῶϲ ζῆν ἢ καλῶϲ τεθνηκέναι τὸν εὐγενῆ
χρή, πάν τ᾿ ἀκήκοαϲ λόγον. Σοφοκλῆϲ.
1181 Ἄληκοϲ: ποταμόϲ.
1182 Ἄληκτα: τὰ ἀμέριϲτα μέν, κοινὰ δὲ πρόϲ τινα ὄντα, πρινὴ
1183 Ἀληλεϲμένον· Θουκυδίδηϲ· ϲῖτόν τε ἀληλεϲμένον τὸν βουλόμενον
ἀργυρίου πολλοῦ ὠνήϲαϲθαι. καὶ Ἀληλεϲμένον βίον
τοῦ βίου μεταβολήν, ἀγρίου καὶ ἀκανθώδουϲ πρότερον
ὄντοϲ, πρὶν ἐπιμέλειαν τῆϲ γῆϲ καὶ τῶν ϲπερμάτων γενέϲθαι. ὅθεν ἀπὸ
τῆϲ ὕϲτερον ἐπιμελείαϲ ῥηθῆναι τὸ ἀληλεϲμένον βίον.
1184 Ἁλικαρναϲεύϲ.
1185 Ἀληλιμμένοϲ: ἐκ τοῦ ἀλείφω.
1186 Ἁλληλούϊα: αἰνεῖτε τὸν κύριον παρ· Ἐβραίοιϲ, ἤτοι τὸν ὄντα.
1187 Ἀλληλουχία: ἡ ἀλλήλων κράτηϲιϲ καὶ κληρονομία.
1188 Ἀλλήλων: ἀντὶ τοῦ ἑαυτῶν. οὕτωϲ Εὐριπίδηϲ. καὶ Θουκυδίδηϲ· καί πού τινεϲ ἀλλήλων ἐγεύϲαντο. ἀντὶ τοῦ ἑαυτῶν.
1189 Ἀλλήλοϊν: δυϊκόν. ὁρῶϲιν ἐν τῇ λάρνακι ϲώματα ἀλλήλοϊν
1190 Ἄλημα: παραλογιϲτικὸν πανούργημα ἢ ἐπίτριμμα. πῶϲ ἂν
τὸν αἱμυλώτατον ἐχθρόν, ἄλημα τούϲ τε διϲϲάρχαϲ βαϲιλεῖϲ ὀλέϲαϲ
τέλοϲ θάνοιμι καὐτόϲ. ὦ τέκνον Λαερτίου, κακοπινέϲτατ᾿ ἄλημα
ϲτρατοῦ, ἦπου πολὼν γέλωθ᾿ ὑφ᾿ ἡδονῆϲ ἄγειϲ. ἀντὶ τοῦ πανοῦργε καὶ
περίεργε. κακοπινέϲτατε δὲ κακόηθεϲ.
1191 Ἀλήμεναι: ϲυναθροιϲθῆναι.
1192 Ἄλλην μὲν ἐξηντλοῦμεν, ἣ δ᾿ ἐπειϲρέει: ἐπὶ τῶν πονούντων καὶ πλέον οὐδὲν ἀνυόντων. ὡϲ ἐπὶ ἀντλίαϲ νεώϲ.
1193 Ἀλληνάλλωϲ: ὡϲ ἔτυχεν.
1194: Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν ἐνδελεχῶϲ αἰτούντων τι ἢ παρὰ τῶν
αὐτῶν ἀεὶ δανειζομένων. καὶ ἑτέρα παροιμία· Ἅλιϲ
δρυόϲ.
ἐπὶ τῶν δυϲχερῶϲ μέν τι καὶ ἀηδῶϲ ἐϲθιόντων, ἕτερον δὲ βέλτιον
εὑρόντων.
1195 Ἄληξ: ὄνομα τόπου.
1196 Ἁλίπεδον: τὸ τέωϲ μὲν θάλαϲϲα, αὖθιϲ δὲ πεδίον γεγονὸϲ καὶ
ἠροτριωμένον. κυρίωϲ μὲν οὖν τὸ παρὰ θάλαϲϲαν πεδίον, καταχρηϲτικῶϲ
δὲ πᾶν.
1197 Ἄληπτοϲ: ἀκράτητοϲ. εἰπεῖν τὴν αἰτίαν, ἀφ᾿ ἧϲ ἄληπτόϲ
1198 Ἄληπτοϲ: ὁ ἀκατάληπτοϲ. Ἀλήπτωϲ δὲ ἀκαταγνώϲτωϲ.
1199 Ἄληϲτοϲ: ἀλάθητοϲ.
1200 Ἀλητεύω: πλανητεύω. καὶ Ἀλητεία, ἡ πλάνη.
1201 Ἀλῆται: πλανῆται. Αἰλιανόϲ· οἱ δὲ ὑπὸ Ῥωμαίων ἐκτριβέντεϲ
1202 Ἀλήτηϲ: ὁ πλανήτηϲ. ἀλήτην βίον τρίβονταϲ ἤθροιϲε.
ἡ πλανῆτιϲ.
1203 Ἀλία: πορεία.
1204 Ἁλιάδαϲ: μικρὰ ϲκαφίδια.
1205 Ἁλιακή: ἁλιευτική.
1206 Ἁλίαροϲ: ὁ ἠρτυμένοϲ ἅλατι.
1207 Ἀλιάρται: ἀπὸ Ἀλιαρτίαϲ χώραϲ.
1208 Ἀλλίαϲ: ὄνομα κύριον.
1209 Ἀλίαϲτοϲ: ὁ μὴ ἐκφεύγων.
1210 Ἀλίβαϲ: ὁ νεκρόϲ. ἢ ποταμὸϲ ἐν ᾅδου λέγεται. ἢ ἀλίβαϲ καὶ
1211 Ἁλιβδύειν: κρύπτειν.
1212 Ἁλίβρωτοϲ: ὁ ἅλαϲ ἐϲθίων.
1213 Ἀλίβυεϲ: ζευγνῖται ὅτι κατὰ τὸ παλαιὸν ἐλέγετο δύο ἵπποι,
ϲυνεζευγμένοι
1214 Ἁλιγενήϲ: ὁ ἐν θαλάϲϲῃ γεννηθείϲ.
1215 Ἀλιγέρνηϲ: ὄνομα κύριον. τούτου τοῦ Γότθου βέλη ἀφιέμενα
ἀφίηϲι βέλοϲ αὐτῷ ἐκ τοῦ μετεώρου καὶ αὐτίκα διεπερόνηϲε τὸν ἄνδρα
αὐτῷ θώρακι καὶ ἀϲπίδι. οὕτω δή τι δυνάμει τε τῶν πολλῶν περιῆν καὶ
καρτεραὶ αὐτῷ ἐρύϲαι τόξον αἱ χεῖρεϲ. Ἀγαθίαϲ φηϲίν.
1216 Ἀλίγκιοϲ: ὅμοιοϲ.
1217 Ἁλιεύεϲθαι: τὸ ἁλιεύειν. λέγουϲι δὲ
1218 Ἁλιεύϲ, ἁλιέωϲ· καὶ Ἁλιεῖϲ, καὶ ἐπὶ ποταμῶν. ἐκ τῶν
1219 Ἁλίζώνου: τῆϲ ὑπὸ θαλάϲϲηϲ περιεζωϲμένηϲ. Λαΐδ᾿ ἔχω
πολιῆτιν ἁλιζώνοιο Κορίνθου.
1220 Ἁλίζωϲτιϲ: εἶδοϲ βοτάνηϲ θαλαϲϲίαϲ.
1221 Ἁλίη: ἡ θαλαϲϲία.
1222 Ἁλιήτορεϲ: οἱ ἁλιεῖϲ.
1223 Ἄλιθον· ἦν γὰρ οὐ φύϲει ἄλιθον οὐδὲ εὔγειον τὸ πεδίον.
Ἀρριανόϲ φηϲιν.
1124 Ἄλλικα: χλαμύδα κατὰ Θεϲϲαλούϲ· ἄλλικα χρυϲείῃϲιν ἐεργομένην ἐνέτῃϲιν. οἱ ἰδιῶται γάλλικά φαϲι ταύτην.
1225 Ἁλικαρναϲεύϲ: ἀπὸ τόπου.
1226 Ἀλικροῦδα: παρὰ Ῥωμαίοιϲ ἡ ϲχεδία τροφὴ καὶ ἄπυροϲ.
κρουδοὺμ γὰρ τὸ ἀνέψητον.
1227 Ἀλίμενον: τὴν τέλοϲ οὐκ ἔχουϲαν, οὐδὲ ὅρμον.
1228 Ἅλιμον: βοτάνη δενδροειδὴϲ παρὰ θάλαϲϲαν. πληθυντικῶϲ
1229 Ἀλιμενώτηϲ: τόποϲ λιμένα μὴ ἔχων.
1230 Ἁλίμικτον: τὸ πεπαϲμένον.
1231 Ἁλιμούϲιοϲ· Ἁλιμοῦϲ δῆμόϲ ἐϲτι τῆϲ Λεοντίδοϲ. λέγεται ὁ Ἀγαϲικλῆϲ τοῖϲ Ἀλιμουϲίοιϲ ϲυνδικάϲαι καὶ διὰ τοῦτο ξένοϲ ὢν ἐγγραφῆναι τῇ πολιτείᾳ.
1232 Ἁλιμυρήειϲ: ὁ εἰϲ θάλαϲϲαν ῥέων.
1233 Ἀλινδεῖϲθαι: κυλίεϲθαι. καὶ Ἀλινδήθρα, κυλίϲτρα.
1234 Ἁλινήκτειραν: τὴν ἐν ἁλϲὶ νηχομένην. καὶ ταύτην ἀπέτηλον,
1235 Ἁλινηχέοϲ: ἐν θαλάϲϲῃ νηχομένηϲ. ἐν Ἐπιγράμμαϲι· ἁλινηχέοϲ
1236 ἉλιξάντοιϲQ ταῖϲ ὑπὸ τῆϲ ἁλὸϲ ξηραινομέναιϲ. ἐν Ἐπιγράμμαϲι·
1237 Ἅλιοϲ: ὁ θαλάϲϲιοϲ· ἢ ὁ μάταιοϲ· ἢ ὁ ἥλιοϲ κατὰ τροπὴν
Δωρικήν.
1238 Ἁλίωϲε: μάταιον ἐποίηϲεν.
1239 Ἀλιπαρῆ: ἀντὶ τοῦ αὐχμηράν. ἢ λιπαρῆ, ἐξ ἧϲ αὐτὸν λιπαρήϲομεν.
1240 Ἁλίπεδον: ὁμαλὸν
ἔδαφοϲ παρὰ τῇ θαλάϲϲῃ. τινὲϲ δὲ τὸν
κονίϲαϲθαι, τὴν
ὀνομαϲίαν λαβεῖν. ζήτει ὀπίϲω ἐν τῷ Ἄληξ.
1241 Ἁλίπλαγκτοϲ: οὕτωϲ καλεῖται ὁ Πάν, ἢ ὅτι ἐβοήθηϲε τοῖϲ
θάλαϲϲα. ἔϲτι δὲ ὁ Πὰν χορῶν
πρόξενοϲ.
1242 Ἁλίπλοα: ἐν τῇ θαλάϲϲῃ πλέοντα.
1243 Ἁλιρρόθιον: κῦμα θαλάϲϲηϲ. ἀγήρατον ϲτόμα κόϲμου
1244 Ἅλιϲ: δαψιλῶϲ, ἱκανῶϲ. ὡϲ δὲ ἅλιϲ εἶχε ταύτηϲ τῆϲ τιμωρίαϲ,
1245 Ἁλίϲαϲ: ϲυναθροίϲαϲ· ἢ κυλίϲαϲ, κονίϲαϲ. καὶ Ἁλίϲαϲα,
κατὰ κράτοϲ.
1246 Ἀλιϲγηθέν: ἑϲτιαθὲν ἢ μιϲηθὲν ἢ λυπηθέν. καὶ Ἀλιϲγηθείϲ,
1247 Ἀλιϲγημάτων: τῶν μιαϲμάτων ἐκ μυϲαρᾶϲ τῶν εἰδώλων θυϲίαϲ.
1248 Ἁλιϲθεῖεν: ϲυναθροιϲθεῖεν. ὁ δὲ Πειϲίϲτρατοϲ ἐπιτεχνᾶται,
1249 Ἁλιϲθείϲηϲ: ϲυναθροιϲθείϲηϲ.
1250 Ἁλίϲκει: νικᾷ. καὶ Ἁλίϲκεται, καταλαμβάνεται, κρατεῖται.
1251 Ἁλιϲμένοι: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ϲυνηθροιϲμένοι.
1252 Ἀλιταίνω: ἁμαρτάνω.
1253 Ἁλιτενήϲ· Ἀππιανόϲ· οἱ δὲ Καρχηδόνιοι ἐξέδραμον ἐπὶ τὰ τῶν Ῥωμαίων μηχανήματα οὐ κατὰ γῆν, οὐ γὰρ ἦν δίοδοϲ, οὐδὲ ναυϲίν, ἁλιτενὴϲ γὰρ ἦν ἡ θάλαϲϲα, ἀλλὰ γυμνοί, οἱ μὲν ἄχρι τῶν μαζῶν βρεχόμενοι, οἱ δὲ διένεον.
1254 Ἀλιτεύω: τὸ ἁμαρτάνω.
1255 Ἀλίτημα: ἁμάρτημα. καὶ Ἀλιτήμων, ὁ ἁμαρτωλόϲ.
1256 Ἀλιτήμοροϲ: παράφρων γεγονώϲ.
1257 Ἀλιτήριοϲ: ἀνόϲιοϲ, ὁ ἐνεχόμενοϲ μιάϲματι καὶ ἐξημαρτηκὼϲ
εἰϲ θεούϲ. Ἀριϲτοφάνηϲ Ἱππεῦϲιν· ἐκ τῶν ἀλιτηρίων ϲέ
φημι γεγονέναι τῶν τῆϲ θεοῦ.
1258 Ἀλιτήριοι: ἁμαρτωλοί, ἀλιτήριοι δὲ ἐντεῦθεν ἐκαλοῦντο· λιμὸϲ
κατέλαβέ ποτε τοὺϲ Ἀθηναίουϲ, καὶ οἱ πένητεϲ τὰ τῶν ἀλούντων ἄλευρα
διήρπαζον. ἀπὸ γοῦν ἐκείνων καταχρηϲτικῶϲ τοὺϲ πονηροὺϲ
1259 Ἀλιτηρίουϲ: ἀποτυχόνταϲ, ἁμαρτόνταϲ, ἀϲτοχήϲανταϲ. οὐ μόνον
ἀπράκτουϲ παρεϲκεύαϲαϲ ἐπανελθεῖν, ἀλλὰ καὶ ἀλιτηρίουϲ πάντων τῶν
αὐτοῖϲ ἐντεταλμένων ἀπέδειξαϲ. καὶ αὖθιϲ· ἢ πῶϲ οὐκ
1260 Ἀλιτηροῦ: ἁμαρτωλοῦ, μιαρᾶϲ. νῦν δ᾿ ἐκ θεῶν τοῦ κἀξ
ἀλιτηροῦ φρενόϲ.
1261 Ἀλιτόμηνοϲ: ὁ τοῦ τελείου μηνὸϲ διημαρτηκώϲ, ὁ ἠλιτόμηνοϲ.
1262 Ἀλιτρία: ἀντὶ τοῦ ἁμαρτία. Ἀριϲτοφάνηϲ. καὶ Ἀλιτρόϲ,
1263 Ἀλίφειρα: ὄνομα πόλεωϲ. καὶ Ἀλιφειρεύϲ, ὄνομα ποταμοῦ.
1264 Ἀλιφῆναι: ἀντὶ τοῦ ἀλείψαϲθαι, β΄ ἀόριϲτοϲ.
1265 Ἀλθαία: ὄνομα κύριον. κατὰ δὲ ἰατροὺϲ ἀγρία μαλάχη.
1266 Ἀλθαίνοντα: ἰώμενον, θεραπεύοντα. νοϲοῦϲαν ἀλθαίνοντα.
1267 Ἄλθαινοϲ: ὄνομα ποταμοῦ.
1268 Ἀλθηφίαϲ: ἡ ἄμπελοϲ, ἀπὸ Ἀλθηφίου τινόϲ. καὶ Ἀνθηδονιὰϲ
καὶ Ὑπεριάϲ, ἀπὸ Ὑπέρου καὶ Ἀνθηδόνοϲ. χρηϲμόϲ· πῖν᾿
οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίειϲ, οὐδ᾿ ἱερὰν Ὑπέραν, ὅθι τ᾿
ἄτρυγον οἶνον ἔπινεϲ.
1269 Ἀλκαμένηϲ: ὄνομα κύριον. ὁ Λήμνιοϲ.
1270 Ἀλκάνηϲ: ὅτι ἐν τῇ ἀρχῆ τῆϲ βίβλου τῶν δ᾿ βαϲιλειῶν Ἑλκανᾶϲ
κεῖται τὸ ὄνομα. ἀνὴρ τῶν ἐν μέϲῳ πολιτῶν τῆϲ Ἐφραὶμ
κληρουχίαϲ Ἀρμαθαὶμ πόλιν κατοικῶν γαμεῖ β΄ γυναῖκαϲ, Ἄνναν τε καὶ
Φενάνναν. ἐκ δὴ ταύτηϲ καὶ παῖδεϲ αὐτῷ γίνονται· τὴν δ᾿ ἑτέραν
ἄτεκνον οὖϲαν ἀγαπῶν διετέλει. ἀφικομένου δὲ μετὰ τῶν γυναικῶν τοῦ
Ἀλκάνου εἰϲ Σηλὼ πόλιν θῦϲαι· ἐνταῦθα γὰρ ἡ ϲκηνὴ τοῦ θεοῦ ἐπεπήγει·
καὶ
πάλιν κατὰ τὴν εὐωχίαν νέμοντοϲ μοίραϲ κρεῶν ταῖϲ
τε γυναιξὶ καὶ τοῖϲ τέκνοιϲ, ἡ Ἄννα θεαϲαμένη τοὺϲ τῆϲ ἑτέραϲ παῖδαϲ
τῇ μητρὶ
ἰδιώταιϲ ποιηϲόμενον. εὐχομένηϲ δὲ ἦλθεν
Ἠλεὶ ὁ ἀρχιερεὺϲ καὶ ὡϲ παροινοῦϲαν ἐκέλευϲεν ἀπιέναι. τῆϲ δὲ πιεῖν
ὕδωρ φαμένηϲ, λυπουμένηϲ δ᾿ ἐπὶ παίδων ἀπορίᾳ τὸν θεὸν ἱκετεύειν,
θαρρεῖν παρεκελεύετο, παρέξειν αὐτῇ παῖδα τὸν θεὸν καταγγέλλων. καὶ
γίνεται αὐτῇ παιδίονμ, ὃν Σαμουὴλ ἐκάλεϲαν, θεαίτητον ὡϲ ἄν τιϲ
εἴποι.
1271 Ἀλκαία· ἀλλ᾿ ὁ μὲν δράκων μεγέθει μέγιϲτοϲ ὢν τῷ οὐραίῳ τὸν λέοντα κατῃκίζετο. ὁ δὲ λέων ἤλγει μὲν καὶ τῇ ἀλκαίᾳ πρὸϲ ἄμυναν διηγείρετο. ὁ Λογοθέτηϲ φηϲὶν ἐν τῷ τοῦ ὁϲίου Μαρκέλλου βίῳ.
1272 Ἀλκαῖοϲ· Ὀμφάληϲ καὶ Ἡρακλέουϲ. ἐγένετο μέγαϲ καὶ ἰϲχυρὸϲ καὶ τὰ πολέμια γενναῖοϲ.
1273 Ἀλκαῖοϲ· Ἀθηναῖοϲ, τραγικόϲ, ὅν τινεϲ θέλουϲι πρῶτον τραγικὸν γεγονέναι.
1274 Ἀλκαῖοϲ· Μιτυληναῖοϲ, εἶτα Ἀθηναῖοϲ, κωμικὸϲ τῆϲ ἀρχαίαϲ κωμῳδίαϲ πέμπτοϲ· υἱὸϲ δὲ Μίκκου. ἔγραψε δράματα δέκα.
1275 Ἀλκέταϲ, Μολοττῶν βαϲιλεύϲ. ἀλλὰ καὶ ὑποϲτράτηγοϲ ἄλλοϲ
Ἀλεξάνδρου.
1276 Ἀλκείδηϲ: ὁ Ἡρακλῆϲ παππωνυμικῶϲ. Ἀλκέωϲ γὰρ παῖϲ Ἀμφιτρύων.
1277 Ἀλκή: ἰϲχὺϲ, δύναμιϲ. Ἡϲίοδοϲ· ἀλκὴν μὲν γὰρ ἔδωκεν
1278 Ἀλκήενταϲ: εὐρώϲτουϲ, δυνατούϲ. Ἄρτεμι τόξα λαχοῦϲα καὶ ἀλκήενταϲ ὀϊϲτούϲ.
1279 Ἄλκηϲτιϲ: ὄνομα κύριον.
1280 Ἀλκιβιάδηϲ· υἱὸϲ Κλεινίου καὶ τῆϲ ἀδελφῆϲ Περικλέουϲ, Ἀθηναῖοϲ,
φιλόϲοφοϲ καὶ ῥήτωρ. μαθητὴϲ πρῶτον Σοφίλου, εἶτα Σωκρά τουϲ, οὗ καὶ
ἐρώμενοϲ, ὥϲ τινεϲ. καὶ ἐκ δούλων δὲ τεχθέντα τινεϲ ἱϲτορήκαϲιν. οὗ
τοϲ ἐϲτρατήγηϲεν Ἀθηναίων, καὶ λυπηθεὶϲ διὰ τὸ
ϲυνὼν ὄναρ ἦν τεθεαμένοϲ τοιόνδε· ἐδόκει τὴν
ἐϲθῆτα τῆϲ ἑταίραϲ ἔχων καίεϲθαι δίχα τῆϲ κεφαλῆϲ. οἱ δορυφόροι δὲ
ἐπιϲτάντεϲ ὑφῆψαν τὴν ϲκηνήν, ὁ δὲ ἐξελθὼν βίᾳ τιτρώϲκεται διωχθείϲ.
οἱ δὲ τὴν κεφαλὴν ἀφελόντεϲ αὐτοῦ Φαρναβάζῳ κομίζουϲιν. οὗτοϲ
Ὀλύμπια νικήϲαϲ
1281 Ἀλκιμάχη: ἡ Ἀθηνᾶ, ἡ ἐν πολέμοιϲ κραταιά. νηὸν ὑπορροφίαϲ
1282 Ἀλκίμαχοϲ· ϲτρατηγόϲ ἐϲτιν οὗτοϲ Ἀναγυράϲιοϲ τῶν δήμων.
1283 Ἀλκιδάμαϲ· Ἐλεάτηϲ, ἀπὸ Ἐλέαϲ τῆϲ Ἀϲίαϲ, φιλόϲοφοϲ,
Διοκλέουϲ υἱὸϲ, μουϲικὰ γεγραφότοϲ, μαθητὴϲ Γοργίου τοῦ
Λεοντίνου.
1284 Ἀλκιμένηϲ· Μεγαρεὺϲ, τραγικόϲ. ἔϲτι δὲ καὶ ἕτεροϲ Ἀλκιμένηϲ,
1285 Ἄλκιμοϲ: ἰϲχυρόϲ.
1286 Ἀλκίνοοϲ: ὁ δυνατὸϲ. καὶ Αλκίνοοϲ κύριον.
1287 Ἀλκίππα: μία τῶν Ἀλκυονίδων. καὶ ζήτει ἐν τῷ Ἀλκυονίδεϲ.
1288 Ἀλκίφρων· Μάγνηϲ, τῆϲ παρὰ Μαιάνδρῳ Μαγνηϲίαϲ,
1289 Ἀλκμάν· Λάκων ἀπὸ Μεϲϲόαϲ· κατὰ δὲ τὸν Κράτητα πταίοντα
τῆϲ κζ΄ Ὀλυμπιάδοϲ,
βαϲιλεύοντοϲ Λυδῶν Ἄρδυοϲ, τοῦ Ἀλυάττου πατρόϲ· καὶ ὢν ἐρωτικὸϲ πάνυ
εὑρετὴϲ γέγονε τῶν ἐρωτικῶν μελῶν. ἀπὸ οἰκετῶν δέ· ἔγραψε βιβλία ἓξ,
μέλη καὶ Κολυμβώϲαϲ. πρῶτοϲ δὲ εἰϲήγαγε τὸ μὴ ἑξαμέτροιϲ μελῳδεῖν.
κέχρηται δὲ Δωρίδι διαλέκτῳ, καθάπερ Λακεδαιμόνιοι. ἔϲτι δὲ καὶ
ἕτεροϲ Ἀλκμὰν, εἷϲ τῶν λυρικῶν,
ὃν ἤνεγκεν ἡ Μεϲϲήνη.
καὶ τὸ πληθυντικὸν Ἀλκμᾶνεϲ.
1290 Ἀλκμανικὸν εἶδοϲ· ὅπερ πεπλεόνακε παρὰ Ἀλκμᾶνι, τὸ κατ᾿
1291 Ἀλκμαιονίδαι· γένοϲ ἐϲτιν ἐπιφανὲϲ Ἀθήνῃϲιν, ἀπὸ Ἀλκμᾶνοϲ.
1292 Ἀλκμαιονίδαι· λαμπροί τινεϲ Ἀθήνῃϲιν, ἀπὸ Ἀλκμαίονοϲ,
1293 Ἀλκμαίων: ἰϲχυρῶν, ἀνδρείων, γενναίων.
1294 Ἀλκμήνη: ὄνομα κύριον.
1295 Ἀλκταιωνίδεϲ.
1296 Ἀλκτῆρεϲ: οἱ φύλακεϲ. θείαϲ ἀλκτῆρεϲ ἱμερτῆϲ φιλότητοϲ.
1297 Ἀλκτήρια λιμοῦ: τὰ δυνάμενα ἀλαλκεῖν καὶ ἀπείργειν τὸν λιμόν.
1298 Ἀλκυονίδεϲ ἡμέραι: αἱ εὐδιειναί. περὶ τοῦ ἀριθμοῦ διαφέρονται.
τοῦ πατρὸϲ τελευτὴν ἀπὸ Καναϲτραίου, ὅ ἐϲτιν ἄκρον
τῆϲ Πελλήνηϲ, ἔρριψαν αὑτὰϲ εἰϲ τὴν θάλαϲϲαν, Ἀμφιτρίτη δ᾿ αὐτὰϲ
ὄρνιθαϲ ἐποίηϲε, καὶ ἀπὸ τοῦ πατρὸϲ Ἀλκυόνεϲ ἐκλήθηϲαν. αἱ δὲ
νήνεμοι καὶ γαλήνην
1299 Ἀλκυονὶϲ καὶ Ἀλκυονῖτιϲ: ἡ τῆϲ Ἀλκυόνοϲ μήτηρ.
1300 Ἀλκυών: ὄρνεον θαλάϲϲιον.
1301 Ἅλμα: πήδημα.
1302 Ἁλμάδεϲ: κολυμβάδεϲ ἐλαῖαι.
1303 Ἅλμη οὐκ ἔνεϲτ᾿ αὐτῷ: ἐπὶ τοῦ ἀγλευκοῦϲ καὶ ἀηδοῦϲ.
1304 Ἁλμυρόν· ὅτι τὸ ἁλμυρὸν ὕδωρ τοῦ γλυκέοϲ θερμότερον.
1305 Ἀλοάων. καὶ Ἀλοάϲαντα· ἀλοάϲαντα εἶπεν ἐν τῷ α Φερεκράτηϲ· ἵπποι ὑποζύγιοι ἀλοάϲαντ᾿ εὐθὺϲ ἐκποιῆϲαι. τὸ δὲ ϲυγκόψαι πληγαῖϲ, ἀλοῆϲαι ἐν τῷ η.
1306 Ἀλογεῖν: γενικῇ. ἀφροντιϲτεῖν. δὲ Τάλιγγιϲ ὅπλων μὲν
1307 Ἀλογῆϲαι: ἀφροντίϲαι, παραλογίϲαϲθαι. καὶ Ἀλογήϲει:
γενικῇ. ἀμελήϲει, οὐ φροντίϲει.
1308 Ἀλογία: ἡ ἀφροντιϲία. Ἡρόδοτοϲ· ὁ δὲ κατάϲκοποϲ εὗρε
1309 Ἀλογία: ἀταξία. οἱ δὲ πάντεϲ ἅμα ἀνακεκραγότεϲ ἐξαυτῆϲ
οἱ δὲ πρὸϲ τὰϲ πύλαϲ τῆϲ πόλεωϲ. λέγεται δὲ καὶ
Ἀλογιϲτία παρὰ Πολυβίῳ.
1310 Ἀλογία: τὸ μηδένα λόγον ἔχειν, ἀλογιϲτὶ δὲ πράττειν. οὕτωϲ
1311 Ἀλόγιϲτα παροίϲομεν: ἀδιήγητα κακὰ βαϲτάξομεν. Σοφοκλῆϲ·
ἐν πυμάτῳ δ᾿ ἀλόγιϲτα παροίϲομεν.
1312 Ἀλογιϲτία· παρὰ Πολυβίῳ. οἱ δὲ πλείονεϲ ἀντέπιπτον,
1313 Ἀλογίου δίκη· ἣν φεύγουϲιν οἱ ἄρχοντεϲ λόγον οὐ διδόντεϲ
1314 Ἄλλο γλαὺξ, ἄλλο κορώνη φθέγγεται: παροιμία ἐπὶ
1315 Ἄλογοι ἐρανιϲταί: οἱ μήπω ἐξειλεχότεϲ τὸ ἐπιβάλλον ἑαυτοῖϲ.
καὶ ἄλογοι τῆϲ ψυχῆϲ δυνάμειϲ. ζήτει ἐν τῷ
βούληϲιϲ.
1316 Ἀλλοδαπά: ξένα, παντοῖα. καὶ ἡ Ἀλλοδαπὴ τῆϲ ἀλλοδαπῆϲ
1317 Ἄλλο ἕτερον· ἐκ παραλλήλου λέγουϲιν. Μένανδροϲ Μέθῃ· εἶτ᾿ οὐκ εἶχεν οὐ πῦρ οὐ λίθον οὐκ ἄλλ᾿ ὅτι οὔθ᾿ ἕτερον. Κράτηϲ Παιδιαῖϲ· τοῖϲ δὲ τραγῳδοῖϲ ἕτεροϲ ϲεμνὸϲ πᾶϲι λόγοϲ ἄλλοϲ δ᾿ ἔϲτιν.
1318 Ἄλλωϲ: μάτην.
1319 Ἀλλοειδήϲ: ὁ ξένον ἔχων εἰδοϲ· καὶ θηλυκῶϲ ἀλλοειδέα.
1320 Ἀλόη: εἶδοϲ μυρεψικόν.
1321 Ἁλοῆοϲ καὶ Ἀλοάων. καὶ Ἁλοητόϲ, ὁ καιρὸϲ τοῦ θέρουϲ.
1322 Ἀλλοθρόουϲ: ἀλλοφώνουϲ.
1323 Ἄλοκι: αὔλακι, τομῇ ἀρότρου.
1324 Ἀλοκίζειν· Ἀριϲτοφάνηϲ· ἐγὼ δ᾿ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.
1325 Ἀλλόκοτον: ἐναντίον, ξένον, ἀλλοφυὲϲ, ἐξ ἄλλου ἀϲυνάρτητον,
1326 Ἁλλόμενον ὕδωρ. καὶ Ἁλλόμενοι, πηδῶντεϲ.
1327 Ἁλόννηϲοϲ: νηϲύδριον ἐν τῷ Αἰγαίῳ πελάγει.
1328 Ἁλόντεϲ: ληφθέντεϲ.
1329 Ἄλοξ: ἡ αὖλαξ.
1330 Ἀλοῶ: τὸ κλῶ. καὶ Ἀλοῶν, ἔξωθεν ἐν κύκλῳ περιάγων,
οἱ μέν τινεϲ πυγμαῖϲ, οἱ δὲ κορύναιϲ, οἱ δὲ λίθοιϲ, οἱ
δὲ ὅτι ποτὲ παρέπιπτεν αὐτοῖϲ ὑποχείριον ἀλοῶντεϲ αὐτὸν, ἀπορραγῆναι
τὴν ψυχὴν ἠνάγκαϲαν. καὶ Ἀλοώμενοϲ, πατούμενοϲ, ϲυντριβόμενοϲ.
1331 Ἀλόπη· καὶ Ἀλόπηοϲ. Κερκυόνοϲ θυγάτηρ, ἐξ ἧϲ καὶ Ποϲειδῶνοϲ
1332 Ἄλοπον: πιϲτόν. ἐπὶ τὴν ἀμόργην τὴν ἄλοπον ἐξέρχεται.
1333 Ἀλλοπρόϲαλλοϲ: εὐμετάβλητοϲ. ὁ ποτὲ μὲν ἑτέρῳ, ποτὲ
δὲ ἄλλῳ προϲκείμενοϲ. οὐ γὰρ μόνον δειλὸϲ ἦν ὁ Προυϲίαϲ
βαϲιλεὺϲ,
1334 Ἄλλοϲ: ἀντὶ τοῦ ἕτεροϲ. Ὅμηροϲ· ὅϲ χ᾿ ἕτερον μὲν κεύθει
ἄρν᾿ , ἕτερον λευκὸν,
ἑτέρην δὲ μέλαιναν Γῆ τε καὶ Ἠελίῳ· Διῒ δ᾿
1335 Ἄλλοϲ ἄλλον: ἀντὶ τοῦ ἀλλήλουϲ.
1336 Ἁλὸϲ ἄχνη: ἀφρὸϲ θαλάϲϲηϲ.
1337 Ἄλλοϲ βίοϲ, ἄλλη δίαιτα: παροιμία ἐπὶ τῶν εἰϲ ἀμείνονα
1338 Ἄλλοϲ οὗτοϲ Ἡρακλῆϲ: ἐπὶ τῶν βίᾳ τι πραττόντων.
1339 Ἀλοϲτατεῖ: ϲτρατεύεται.
1340 Ἁλοϲύδνηϲ: τῆϲ θαλάϲϲηϲ.
1341 Ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ: ἐπὶ τῶν
1342 Ἄλλο τόϲον· Ὅμηροϲ· τοῦ δὲ καὶ ἄλλο τόϲον. οὕτωϲ εἴωθε
λέγειν ἄλλο τόϲον, ἐπειδὰν ἀπολίπῃ τι τοῦ ὅλου μικρόν
ἀτελέϲ.
1343 Ἀλλότρια βάλλειν: ἐπὶ τῶν ἐν τῷ κυβεύειν διαμαρτανόντων.
1344 Ἀλλότριον ἀμᾷϲ θέροϲ: ἐπὶ τῶν τὰ ἀλλότρια καρπουμένων.
1345 Ἀλλοτριον ομοῦντεϲ: ἐναλλαγὴν ὀνομάτων ποιοῦντεϲ ἢ ὅλωϲ τιϲί τινα μὴ προϲηκόντωϲ διανέμοντεϲ.
1346 Ἀλλοτριοπραγεῖν: ἐχθρῶϲ βουλεύεϲθαι. ἐϲημειοῦντο μηδὲν
1347 Ἀλλοτριῶ· αἰτιατικῇ.
1348 Ἀλλοτρίωϲ: πολεμίωϲ. καὶ ὁ Δαβίδ· καὶ ἀπὸ ἀλλοτρίων
1349 Ἀλλ᾿ οὐ γάρ ἐϲτι τῶν ἀναιϲχύντων φύϲει γυναικῶν οὐδὲν κάκιον εἰϲ ἅπαν τα, πλὴν ἄλλαι γυναῖκεϲ: τουτέϲτιν εἰ μὴ ἄλλη γυνή.
1350 Ἀλλ᾿ οὐδ᾿ ἐγὼ μέν τοι πεϲών γε κατακείϲομαι· Ἀριϲτοφάνηϲ Nεφέλαιϲ. τουτέϲτιν οὐ μὴ ἀθυμήϲω· οἷον οὐ παραδώϲω ἐμαυτὸν ταῖϲ λύπαὶϲ.
1351 Ἀλλ᾿ οὐδέ γ᾿ αὐδᾶν ἔϲθ᾿ , ἃ μήδε δρᾶν κα λόν. γνωμικόν.
1352 Ἀλλ᾿ οὐ διὰ τὴν ἐν τῷ ποδὶ πρὸϲ τὴν λύραν ἀμετρίαν:
ἐπὶ τῶν ἀπὸ ἄλληϲ αἰτίαϲ ὀφειλόντων τιμωρίαν, ἢ ἐφ᾿ οἷϲ αὐτοὶ
προβάλλονται οἱ κατηγορούμενοι.
1353 Ἀλλ᾿ οὐ θέμιϲ: ἀλλ᾿ οὐ δυνατόν. ἀλλ᾿ οὐ θέμιϲ πλὴν τοῖϲ
μαθηταῖϲι λέγειν. ἐπὶ διαϲυρμῷ καὶ διαβολῇ ταῦτα παρειϲάγει.
ἀλλότριον γὰρ τῶν φιλοϲόφων τὸ βαϲκαίνειν καὶ φθονεῖν, οἷϲ τὸ
κοινωνεῖν περὶ
πάντων ἀφθόνωϲ.
1354 Ἀλλ᾿ οὐκ αὖθιϲ ἀλώ π ηξ: λείπει τὸ εἰϲ πάγην· ἅπαξ ἀλώπηξ εἰϲ πάγην.
1355 Ἀλλ᾿ οὐκ ἔνεϲτι ϲυκοφάν του δήγματοϲ. ἐπὶ τῶν ἀνηνύτων. λείπει
δὲ τὸ φάρμακον. λέγει δὲ ἐν ἤθει ὁ θεράπων, ὅτι
οὐκ
ἔϲτι τιϲ ἐν τῷ δακτυλίῳ ἐπῳδή, ὃ φάρμακον πρὸϲ δῆγμα ϲυκο φάνίου·
ἐπεὶ εἰώθαϲι λέγειν οἱ τὰ περίαπτα πωλοῦντεϲ, ὅτι χρηϲι μεύει τόδε
πρὸϲ τόδε. ἄλλωϲ· ἀλεξητήριον τῶν δηλητηρίων δείκνυϲιν αὐτῷ καὶ
βαϲκανίαϲ ἀποτρεπτικὸν δακτύλιον, ὃν καλοῦϲι φαρμακίτην. φηϲὶν οὖν·
ὡϲ ἂν ἔχῃϲ φαρμακίτην δακτύλιον, ἀλλ᾿ οὐ πρὸϲ δῆγμα
τοῦ
ϲυκοφάντου, ὡϲ τούτων χειρόνων ὄντων καὶ θηρίων, πρὸϲ ἃ ὁ δακτύλιοϲ
πεποίηται.
1356 Ἀλλ᾿ οὐ λαχοῦϲ᾿ ἔπινεϲ ἐν τῷ γράμματι: Ἀλριϲτοφάνηϲ.
τὸ α πρῶτοϲ ἐδίκαζε καὶ
οἱ ἄλλοι ὁμοίωϲ. τάχα οὖν ϲύ, φηϲί, λαχοῦϲα οὐκ ἐδίκαζεϲ, ἀλλ᾿
ἔπινεϲ.
1357 Ἁλουργά: θαλαϲϲοπόρφυρα. αἱ μίτραι, τό θ᾿ ἁλουργὲϲ ὑπένδυμα,
1358 Ἁλουργιαῖον: ἀντὶ τοῦ ἁλουργέϲ. Ἀντιφάνηϲ.
1359 Ἁλουργίϲ: πορφυρᾶ χλανίϲ. ἐπειδὴ δὲ τὸ ῥόδον πορφυροῦν,
1360 Ἁλουργοπωλική: ἡ πορφυροπωλικὴ λεγομένη. οὕτωϲ Ἰϲαῖοϲ,
1361 Ἄλουτοϲ: χωρὶϲ τοῦ σ. ἀπαράτιλτοϲ, ἓξ ἐτῶν ἄλουτοϲ.
1362 Ἀλλ᾿ οὑτοϲὶ τρέχει τὶϲ Ἀλφειὸν πνέων· Ἀριϲτοφάνηϲ.
1363 Ἀλοφάζω: ϲκιρτῶ, παροινῶ.
1364 Ἀλλόφωνοϲ.
1365 Ἀλλόφυλοϲ. ὁ ἀπὸ ἄλληϲ φυλῆϲ, ὁ ἀλλογενήϲ.
1366 Ἀλόχευτοϲ: ἀγέννητοϲ. ἐξ ἀϲπόρου, ἐξ ἀλοχεύτου προελθὼν καὶ λογχευθεὶϲ τὴν πλευράν.
1367 Ἄλοχοϲ. γαμετή. Εὐριπίδου ἐξ Ἀνδρομέδαϲ· ἀγοῦ με, ὦ
1368 Ἅλω: ἡ εὐθεῖα ἡ ἅλω. τὸ γὰρ ἅλωϲ πταῖϲμα νεωτερικόν.
1369 Ἅλω: ἀντὶ τοῦ ἅλεϲ. Φιλύλλιοϲ.
1370 Ἁλῶ: πιεϲθῇ, καταγνωϲθῇ.
1371 Ἁλῶ· κατὰ περιποίηϲιν γενικῇ· ἐάν δὲ τιϲ ἐπαχθῇ τῶν γονέων
κακώϲεωϲ
1372 Ἁλῶά: ἑορτή ἐϲτιν Ἀττική. Φιλόχοροϲ δέ φηϲιν ὀνομαϲθῆναι
ἀπὸ τοῦ τότε τοὺϲ ἀνθρώπουϲ τὰϲ διατριβὰϲ περὶ τὰϲ ἅλωϲ
ποιεῖϲθαι.
1373 Ἁλωάϲ: ἁλωνίαϲ, τοὺϲ τόπουϲ ἔνθα ὁ ϲῖτοϲ ἁλοᾶται. ἔϲτι δὲ καὶ ἡ
δενδροφόροϲ γῆ. ἀπὸ τοῦ ἀλοιῶ ἐϲτὶν ἁλῳὴ ϲὺν τῷ ι. ἔθων Οἰνῆοϲ
ἁλῳήν. τὸ δὲ ἁλωὰϲ ἀπὸ τοῦ ἅλωϲ, ἄνευ τοῦ ι.
1374 Ἀλώβητον: ἄμωμον, ἀβλαβέϲ.
1375 Ἁλωαί: ἁλωνίαι ἢ παράδειϲοι.
1376 Ἁλῷεν: ληφθεῖεν, πορθηθεῖεν.
Suid. 1377 Ἀλωεύϲ: ὄνομα κύριον.
suid. 1378 Ἁλωή: ϲιτοφόροϲ χώρα· Ἀλόη δέ. τὸ μυρεψικόν.
1379 Ἀλώμενοϲ. πλανώμενοϲ. οἱ δὲ Γήπαιδεϲ ϲποράδην ἀλώμένοι
1380 Ἅλωμαι. τὸ πηδῶ.
1381 Ἁλῶν δὲ φόρτοϲ ἔνθεν ἦλθεν, ἔνθ᾿ ἔβη: ἐπὶ τῶν καθ᾿ ἑαυτοὺϲ χρωμένων τοῖϲ οὖϲι καὶ μηδενὶ μεταδιδόντων.
1382 Ἁλῶναι: ληφθῆναι, ϲυνδεθῆναι. καὶ ἐπιορκίαϲ ἁλῶναι μάλιϲτα φυλαττόμενοϲ.
1383 Ἁλωνευόμενοϲ· Ἀππιανόϲ· τὸ δὲ λοιπὸν τοῦ θέρουϲ ἀμφότεποι
περὶ ϲιτολογίαν ἐγίνοντο, Περϲεὺϲ μὲν ἐν τοῖϲ πεδίοιϲ
ἁλωνευόμενοϲ, Ῥωμαῖοι δέ ἐν τῷ ϲτρατοπέδῳ. ὁ δὲ Περϲεὺϲ ἐμπρήϲειν
ἐβούλετο διὰ τὰ ἄχυρα.
1384 Ἁλώνητον: τὸ ὑπὸ ἁλῶν ἐωνημένον. ἴϲον τῷ βάρβαρον.
ἀξίων· παρόϲον οἱ ἔμποροι
κομίζοντεϲ εἰϲ τὴν μεϲόγαιαν ἅλαϲ ἀντὶ τούτου οἰκέταϲ ἐλάμβανον. καὶ
Ἁλώνητοϲ, ὁμοίωϲ βάρβαροϲ. οἱ γὰρ Θράκεϲ ἀνδράποδα ἁλῶν
ἀπεδίδοντο.
1385 Ἁλωνία: ἡ τῆϲ ἄλωνοϲ. καὶ Ἁλωνοτριβῶ, ἐπὶ τῆϲ ἅλωνοϲ
1386 Ἀλωπεκῆθεν: δῆμόϲ ἐϲτιν ἡ Ἀλωπεκὴ τῆϲ Ἀντιοχίδοϲ. καὶ
1387 Ἀλωπεκιανόϲ· καὶ Ἀλωπεκία, ἡ περικεφαλαία.
1388 Ἀλωπεκίζειν: ἐπὶ τῶν ἐξαπατᾶν ἐγχειρούντων.
1389 Ἀλωπεκόννηϲοϲ: πόλιϲ ἐϲτὶ μία τῶν ἐν Χεροννήϲῳ. ὅτι
1390 Ἀλώπηξ: ὄνομα κύριον.
1391 Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίωϲ δώροιϲ
πειθομένων.
1392 Ἀλώπηξ τὸν βοῦν ἐλαύνει· τάττεται ἡ παροιμία ἐπὶ τῶν μὴ
κατὰ λόγον ἀποβαινόντων. κερδοῖ ϲυνών τε κερδοϲύνην μὲν
προϲδόκα.
1393 Ἀλωπόχρουϲ: ὁ πολιόϲ.
1394 Ἁλωρῆται: οἱ τὰϲ ἃλωϲ φυλάϲϲοντεϲ.
1395 Ἄλλωϲ: μάτην, ἢ μάλιϲτα, ἢ κατ᾿ ἄλλον τρόπον. εἴρηται
ἄλλωϲ αἱ εὐχαί καὶ αἱ κατὰ τοῦ θεῷ ἐχθροῦ ἀραί.
1396 Ἄλλωϲ: ματαίωϲ. ἐπόνουν δὲ ἄλλωϲ.
1397 Ἄλωϲ· τῆϲ ἅλω κλίνεται Ἀττικῶϲ.
1398 Ἄλλωϲ· οἰόμενοϲ τοῦτο οὐ δύνατον, εἴτε ἄλλωϲ, εἴτε καὶ δυνατὸν
φανείη, ϲυμφέρον αὐτῷ γενέϲθαι. ἀντὶ τοῦ κατὰ ἄλλον τρόπον,
ἢ μάτην, ἢ μάλιϲτα. καὶ αὖθιϲ· ὑπὲρ δὴ τούτων τί φατὲ
οἱ τὴν
1399 Ἄλλωϲ ᾄδειϲ: ἐπὶ τῶν μάτην πονούντων.
1400 Ἄλλωϲ ἀναλίϲκειϲ ὕδωρ. ἐπὶ τῶν μάτην ἐν λόγοιϲ πονούντων. μετήνεκται δὲ ἀπὸ τῶν ἐν τοῖϲ δικαϲτηρίοιϲ πρὸϲ ὕδωρ λεγόντων.
1401 Ἁλώϲιμα: εὔληπτα. Ἀρριανόϲ· ἀπὸ τῶν φρουρίων ὁρμώμενοϲ
ἦν αὐτῷ ἁλώϲιμοϲ.
1402 Ἅλωϲιϲ Ἱερουϲαλήμ· ζήτει ἐν τῷ Ἀντίοχοϲ.
1403 Ἄλλωϲ τε; μάλιϲτα.
1404 Ἁλωτόν: τὸ ληφθῆναι δυνάμενον. πᾶν τὸ ζητούμενον,
1405 Ἁλωτῶ· ῥῆμα.
1406 Ἄλλῳ τῳ: ἀντὶ τοῦ ἄλλῳ τινί.
1407 Ἄλπειον: ὄνομα ὄρουϲ. καὶ Ἄλπειϲ, ὄρη ἐπιμήκη, ἃϲ ὥϲπερ
δέ, ὡϲ πᾶϲαν Ἰταλίαν
διειληφότα καθήκειν· ἃϲ εἰϲβολὰϲ καλοῦϲι.
1408 Ἄλϲη. τεμένη.
1409 Ἁλϲὶ διαϲμηχ θεὶϲ ὄναιτ᾿ ἂν ο ὑτοϲί: ἐπὶ τῶν παραπαιόντων·
μεταφορικῶϲ ἀπὸ τῶν κεράμων καὶ τοῦ οἴνου, ὅϲοιϲ ἅλεϲ βάλλονται,
ὑπὲρ τοῦ μὴ ἐξίϲταϲθαι μηδὲ ὀξίζειν εὐχερῶϲ. ἐπειδὴ τοὺϲ ὑπὸ μέθηϲ
ὥϲπερ παραφρονοῦνταϲ ὑποβρέχειν εἰώθαμεν ἐλαίῳ ἁλϲὶ μεμιγμένῳ. ὡϲ
οὖν τοῦ Στρεψιάδου μὴ καθεϲτηκότοϲ, ἀλλὰ καὶ παραφρονοῦντοϲ,
ὃϲ ἐπὶ ὡμολογημένοιϲ ἔξαρνόϲ ἐϲτιν· οὕτω τῇ μεταφορ
ἐχρήϲατο. φηϲὶν οὖν οὐ τὰ τυχόντα οὗτοϲ ὠφεληθείη διαβρεχθεὶϲ ἁλϲίν.
ὡϲ ἐπὶ ἀϲκοῦ τὸν λόγον ποιούμενοϲ, o τινεϲ ϲμηχόμενοι ἁλϲὶ βελτίονεϲ
γίνονται. ἅμα δὲ καὶ παραφρονοῦνταϲ βρέχομεν ἐλαίῳ καὶ ἁλϲὶ καὶ
ὠφελοῦνται. ἢ ὡϲ παχύδερμον αὐτὸν χλευάζει· τὰ γὰρ
1410 Ἄλϲοϲ: ὁ ϲύνδενδροϲ τόποϲ. αἵ τε νῆεϲ, ἃϲ ἐπήξαντο ἐκ
τῶν Ὀλυμπιακῶν ἀλϲέων καὶ τοῦ χώρου τοῦ τῷ Διῒ κομῶντοϲ,
κατεϲάπηϲαν.
1411 Ἄλτειον: ὄνομα ὄρουϲ.
1412 Ἀλοῖα: ἡ τύπτουϲα. καὶ Ἀλοιᾶν , τύπτειν.
1413 Ἁλοίη: κρατηθείη. καὶ Ἁλοῖεν, ληφθεῖεν.
1414 Ἄλλοι κάμον, ἄλλοι ὤναντο. ἐπὶ τῶν παρ᾿ 10 ἐλπίδα κληρονομηϲάντων.
1415 Ἀλλοῖοϲ. ὁ παρηλλαγμένοϲ ἢ ὁ ἀλλοδαπόϲ.
1416 Ἀλλοιοφανήϲ.
1417 Ἀλοιῶν: τύπτων, κρούων. ὁ δὲ ῥοπάλῳ ἀλοιῶν εἴθ᾿ ἑτέρῳ
τύπτων. καὶ Ἀλοῖα, ἡ τύπτουϲα. καὶ Ὅμηροϲ· ἄχριϲ
ἀπηλοίηϲεν.
1418 Ἀλλοίωϲιϲ· ἀλλοίωϲίϲ ἐϲτι μεταβολὴ ἐξ εἰδοπεποιημένου εἰϲ
πάθουϲ λεγομένου,
τὸ μὲν εἰϲ φθορὰν ἄγον κυρίωϲ λέγεται πάθοϲ τε καὶ ἀλλοίωϲιϲ, τὸ δὲ
εἰϲ τελειότητα, οὐ κυρίωϲ λέγεται πάθοϲ οὐδὲ ἀλλοίωϲιϲ, ἀλλὰ γένεϲιϲ
μᾶλλον.
1419 Ἄλλοιϲ μὲν γλῶττα, ἄλλοιϲ δὲ γόμφοι: παρόϲον οἱ μὲν
1420 Ἄλοιτηϲ.
1421 Ἅλοιτο: κινοῖτο, ὁρμῷτο. αἰεί τοι λιπαρῷ ἐπὶ ϲήματι, δῖε
1422 Ἀλοίφη: τὸ λίποϲ.
1423 Ἀλυάττηϲ, Λυδῶν βαϲιλεύϲ, ὃϲ ἦν μὲν τὰ πολέμια γενναῖοϲ, ἄλλωϲ
δὲ ἀκόλαϲτοϲ· καὶ γάρ ποτε τὴν ἑαυτοῦ ἀδελφὴν ᾔϲχυνεν. ἐγέννηϲε δὲ
Ἀλυάττην, ὅϲτιϲ ἕωϲ μὲν νέοϲ ἦν, ὑβριϲτὴϲ ἦν καὶ ἀκόλαϲτοϲ, ἐκβὰϲ δὲ
ἐϲ ἄνδρα ϲωφρονέϲτατοϲ καὶ δικαιότατοϲ. ἐπολέμηϲε δὲ Σμυρναίοιϲ καὶ
εἷλε τὸ ἄϲτυ. οὗτοϲ δὲ γεννᾷ τὸν Κροῖϲον· ϲτρατεύϲαϲ
ἐπὶ
Καρίαν περιήγγειλε τοῖϲ ἑαυτοῦ ϲτρατὸν ἄγειν ἐϲ Σάρδειϲ, ἐν οἷϲ καὶ
Κροίϲῳ, ὅϲτιϲ ἦν αὐτοῦ πρεϲβύτατοϲ τῶν παίδων, ἄρχων ἀποδεδειγμένοϲ
Ἀδραμυττείου τε καὶ Θήβηϲ πεδίου. Ἀλυάττου πολιορκοῦντοϲ Πριήνην
φηϲίν.
1424 Ἀλύβ η: ὄνομα ϲτήληϲ.
1425 Ἀλύδενοϲ: ὁ κακὸϲ ἄνεμοϲ.
1426 Ἀλύδιμοϲ: ὁ οἰκουρόϲ.
1427 Ἀλύει: ἀδημονεῖ, δυϲχεραίνει, ἀθυμεῖ, ἀπορεῖ. ἀλύουϲα καὶ
1428 Ἀλύειν: τὸ ἐν ἄλῃ δυϲφορεῖν. ϲημαίνει δὲ ἐνίοτε καὶ τὸ
γεγηθέναι, ἀπὸ τῆϲ ἀλέαϲ καὶ διαχύϲεωϲ. Ὅμηροϲ· ἢ
ἀλύειϲ, ὅτι Ἶρον ἐνίκηϲαϲ τὸν ἀλήτην; ὅθεν καὶ δαϲύνεται. Σοφοκλῆϲ·
ἐᾶτέ μ᾿ ὡδ᾿
ἀπὸ τοῦ ἀλεαίνεϲθαί φηϲιν, τὸ δὲ ἀπὸ
τῆϲ ἄληϲ. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δαϲύνειν. καὶ γὰρ τὸ
ἁλεαίνεϲθαι δαϲύνουϲιν οἱ Ἀλττικοὶ καὶ πάντα τὰ τοιαῦτα.
1429 Ἁλυκόν: δριμύ. ἁλυκὸν δέ οἱ ἔκπεϲε δάκρυ.
1430 Ἁλυκρά: χλιαρά. γέντο δ᾿ ἀλυκρά.
1431 Ἀλυκτεῖν: δυϲφορεῖν. ἀγανακτεῖν.
1432 Ἄλυκτον: τὸ ἄφυκτον.
1433 Ἄλυκτοπέδη: ἡ χαλεπὴ πέδη.
1434 Ἀλυκτὸϲ ύνη: ἡ ἔκκλιϲιϲ.
1435 Ἀλύξαι: ἐκφυγεῖν· ἢ καταξύϲαι.
1436 Ἀλύω: τὸ χαίρω καὶ ἀλύω τὸ λυποῦμαι.
1437 Ἀλυπότεροϲ: ὁ μὴ λυπούμενοϲ.
1438 Ἁλυϲείδιον· καὶ Ἀλυϲειδωτὸϲ θώραξ.
1439 Ἅλυϲιϲ, ἁλύϲεωϲ.
1440 Ἁλύϲιον. πλοκίου γένοϲ περὶ τὸν τράχηλον. Μένανδροϲ Καρίνη·
1441 Ἀλυϲιτελέϲ: ἀϲύμφορον.
1442 Ἀλυϲκάζειν: περιΐϲταϲθαι, ἐκκλίνειν, φεύγειν. εἰ γὰρ φέγγοϲ
1443 Ἄλυτα. ὄνομα πόλεωϲ.
1444 Ἄλλυτοϲ. δυϲχερῶϲ λυομένη. ἐν Ἐπιγράμμαϲι· κακοῦ δ᾿ ἐπὶ
1445 Ἄλφα· ὅτι τὰ ἄκλιτα, οἷον τὸ ἄλφα, χωρὶϲ ἄρθρου δίδωϲιν ὑπόνοιαν
εὐθείαϲ, εἰ δὲ ϲὺν ἄρθρῳ πλαγίαϲ πτώϲεωϲ. ὅτι ἡ τοῦ
ἄλφα φωνὴ, τοῦ πρώτου ϲτοιχείου καὶ ἄρχοντοϲ, ἀπὸ τοῦ
Ἄλεφ Ἑβραίου τὴν ἐπίκληϲιν ἔλαβεν ὥϲτε τὰ ἱερὰ γράμματα εὑρήματα
εῖναι τοῦ Ἀλβραάμ, κἂν ἄλλωϲ καὶ ἄλλωϲ ἑαυτοὺϲ διαπαίζοντεϲ
ἀναγράφωϲιν Ἕλληνεϲ.
1446 Ἀλφάνει. εὑρίϲκει. Μϲνανδροϲ Ὁμοπατρίοιϲ· ἣν δῆλον οὔτι
τῆϲ τόθ᾿ ἡμέραϲ,
ὅτε εἶπέ μ᾿ ὁ κήρυξ· οὗτοϲ ἀλφάνει. Εὔπολιϲ Ταξιάρχαιϲ· οὐ θᾶττον
αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν ἀποκηρύξει τιϲ, ἐὰν ἀλφάνῃ. καὶ ὁ
Ποιητήϲ· ἑκατόμβοιον ὅϲ τ᾿ ἀλφάνει.
1447 Ἀλφεϲίβοια. εὑρετικὴ βοῶν.
1448 Ἀλφειόϲ: ποταμόϲ. Ὅμηροϲ· ὅϲ τ᾿ εὐρὺ ῥέει Πυλίων διὰ
γαίηϲ. ὃϲ ἐκ τῆϲ πηγῆϲ εὐθέωϲ κρύπτεται καὶ πολὺν
ἐνεχθεὶϲ τόπον
τὴν
προειρημένην χώραν ἐπὶ δέκα ϲταδίουϲ, γίνεται πρὸϲ Λυκόαν, ἤδη
προϲειληφὼϲ καὶ τὸ τοῦ Λουϲίουῥεῦμα, παντελῶϲ ἄβατοϲ ὢν καὶ βαρύϲ.
ζήτει περὶ τούτου καὶ ἐν τῷ Ἀρέθουϲα.
1449 Ἀλφειόϲ: ποταμὸϲ τῆϲ Ἀρκαδικῆϲ πόλεωϲ, κεῖται κατὰ τὴν
Πελοπόννηϲον. δυόμενοϲ δὲ διὰ τῆϲ Ἀδριάδοϲ θαλάϲϲηϲ τὸ πέλαγοϲ,
μηδαμῶϲ τε τῇ ἁλμυρίδι μιγνύμενοϲ, κατὰ τὴν νῆϲον ἀναδίδοται
Σικελίαϲ περὶ τὴν πηγὴν τὴν λεγομένην Ἀρέθουϲαν, ὡϲ ἂν ταύτηϲ
ἐρώμενοϲ.
τρέχει ὡϲεὶ
Ὀλυμπιαϲ ϲταδιοδρόμοϲ, ἀπὸ τοῦ παραρρέοντοϲ ποταμοῦ. περὶ τούτου
οἶμαι τὸν Θεόλογον λέγειν· καὶ εἴ τιϲ ποταμὸϲ πιϲτεύεται δι᾿ ἅλμηϲ
ῥέων γλυκύϲ.
1450 Ἀλφηϲτήϲ: εὑρετήϲ.
1451 Ἄλφι: ἄλφιτον. τοῦτο δὲ καλεῖται ἀπότρωκτον, ὅ φαϲι πρῶτον
εὑρεῖν Ἐπίχαρμον.
1452 Ἄλφιτα: τὰ ἀπὸ νέαϲ κριθῆϲ ἄλευρα. πολλὰ μὲν ἄλφιτα
1453 Ἀλφιταμοιβούϲ· Ἀριϲτοφάνηϲ· ἢν δ᾿ ἀποκλίνῃ τὴν θύραν, τοὺϲ
ἀλφιταμοιβοὺϲ τοῖϲ ἀπόροιϲ τρεῖϲ χοίνικαϲ δεῖπνον παρέχειν
ἅπαϲιν ἢ κλαίειν μακρά.
1454 Ἀλφιτεῖϲ: οἱ τὰ ἄλφιτα ποιοῦντεϲ. Ὑπερίδηϲ.
1455 Ἀλφιτόπωλιϲ: ἡ τὰ ἄλφιτα πωλοῦϲα.
1456 Ἀλφιτοϲιτῶ. καὶ γὰρ ὅϲτιϲ ἀλφιτοϲιτεῖ, ὕδατι μεμιγμένην
1457 Ἀλφούϲ: λευκοὺϲ ἢ λευκάϲ.
1458 Ἅμα· δοτικ Δημοϲθένηϲ ἐπὶ τοῦ εὐθέωϲ καὶ παραχρῆμα ἔταξε, καὶ
ἐν τῷ ὑπὲρ τῶν ῥητόρων λόγῳ εἰπών· οὐ γὰρ ὁ θάνατοϲ τοῖϲ εὖ
φρονοῦϲιν οἰκτρόϲ· τοῦτο γὰρ ἅμα τῷ γενέϲθαι πάντων κατέγνωϲται.
Αἰϲχίνηϲ δὲ ἐπὶ τοῦ κατὰ τὸν αὐτὸν καιρὸν ἐν τῷ κατὰ
Κτηϲιφῶντοϲ· ὡϲ ἀπέδοτο τριάκοντα μνῶν ἅμα τήν τε εἰϲ αὐτὸν ὕβριν
καὶ τὴν τοῦ δήμου καταχειροτονίαν. καὶ Δημοϲθένηϲ ἐν τῷ κατὰ
Μειδίου. καὶ παρὰ τῷ Ἀντιφῶντι δὲ τὸ ἅμα κεῖται ἐπὶ τὸ αὐτό. φηϲὶ
γὰρ ἐν Προοιμίοιϲ· ἀλλ᾿ εἰ τότε πρᾶγμά μοι κρεῖττον φαίνεται, ἅμα τε
μαρτυρία ἀρετῆϲ πράξομαι. καὶ παρὰ Δημοϲθένει ἐν τῷ περὶ
τοῦ ϲτεφάνου· πάϲαιϲ δὲ λοιδορίαιϲ καὶ βλαϲφημίαιϲ ἅμα τούτου
κεχρημένου.
1459 Ἅμμα: ἐπὶ τῶν ϲκολιῶν τοὺϲ τρόπουϲ, ἀπὸ τῶν ἐν Καϲίῳ
1460 Ἅμα δίδου καὶ λάμβανε: παροιμία ἐπὶ τῶν ἀγνωμόνων καὶ
ἀπίϲτων.
1461 Ἀμάδοκοϲ· δύο γεγόναϲι, πατὴρ καὶ υἱόϲ· ὃϲ καὶ Φιλίππῳ
1462 Ἅμα ἔποϲ, ἄμα ἔργον: παροιμία ἐπὶ τῶν ταχέωϲ καὶ ὀξέωϲ
1463 Ἀμάλη. ὁ καρπόϲ. καὶ παροιμία· Αὐταῖϲ ἀμάλαιϲ· ἐπὶ τῶν πανωλεθρίᾳ διαφθειρομένων, οἱονεὶ αὐτοῖϲ βάθροιϲ.
1464 Ἅμ᾿ ἠλέηται καὶ τέθνηκεν ἡ χάριϲ: παροιμία ἐπὶ τῶν
1465 Ἀμαζόνειον: ἱερόν, ὃ Ἀμαζόνεϲ ἱδρύϲαντο. οὕτωϲ Ἰϲαῖοϲ.
καὶ Ἀμαζόνειον κέραϲ.
1466 Ἀλμαθέϲιν. ἀνηκόοιϲ. ὁ δὲ ἤλαυνε νυκτὸϲ ἀμαθέϲι τῶν
1467 Ἀλμαθἐϲτεροϲ. καὶ Ἀλμαθήϲ· ἀντὶ τοῦ ἀπαίδευτοϲ καὶ
μὴ μαθόντοϲ, φύϲει δὲ ἐπιϲταμένου.
1468 Ἀμαθεί: ἀδιδάκτωϲ. Ἀμαθὶ δὲ ὄνομα κύριον.
1469 Ἀμαθήϲ: ἀμύητοϲ, ἀδίδακτοϲ. ὁ δὲ ἀκούει ταῦτα καὶ μὴ
1470 Ἀμάθητοϲ: ἀδίδακτοϲ. ὁ δὲ Ἰουϲτῖνοϲ ἀμάθητοϲ ἦν γραμμάτων
ἁπάντων καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητοϲ. καὶ, ἀμαθὴϲ
ἔφυϲ
1471 Ἀμα θία: ἀντὶ τοῦ ἀναιϲθηϲία. Πλάτων.
1472 Ἄμαθοϲ: ἡ τῆϲ πεδιάδοϲ κόνιϲ. Ψάμα θοϲ δὲ ἡ τῆϲ θαλάϲϲηϲ.
1473 Ἀμαθοῦϲ: πόλιϲ Κύπρου.
1474 Ἅμα κνέφᾳ: ὄρθρου. καὶ Κνεφαῖον λέγουϲι τὸν ὄρθριον.
1475 Ἀμαλαϲούνθα· αὕτη μήτηρ Ἀταλαρίχου. ἥτιϲ δικαιοϲύνηϲ ἐπὶ
πλεῖϲτον ἐλθοῦϲα, τῆϲ τε φύϲεωϲ ἐϲ ἄγαν τὸ ἀρρενωπὸν ἐνδεικνυμένη,
ὅϲον χρόνον τῆϲ πολιτείαϲ προὔϲτη, οὐδένα τῶν πάντων
Ῥωμαίων ἐϲ τὸ ϲῶμα ἐκόλαϲεν ἢ χρήμαϲιν ἐζημίωϲεν. οὐ μὴν οὐδὲ
Γότθοιϲ ξυνεχώρηϲεν ἐϲ τὴν ἐϲ ἐκείνουϲ ἀδικίαν ὀργῶϲιν. ἐβούλετο δὲ
καὶ τὸν παῖδα τοῖϲ Ῥωμαίων ἄρχουϲι τὰ ἐϲ τὴν δίαιταν ὁμότροπον
καταϲτήϲαϲθαι καὶ φοιτᾶν ἐϲ γραμματιϲτοῦ ἤδη ἠνάγκαζε· τρεῖϲ τε
ἀπολεξαμένη τῶν ἐν Γόθοιϲ γερόντων, οὕϲπερ ἠπίϲτατο
μᾶλλον ἁπάντων ξυνετούϲ τε καὶ ἐπιεικεῖϲ εἶναι, ξυνδιαιτᾶϲθαι
Ἀταλαρίχῳ ἐκέλευϲε. Γότθοιϲ δὲ ταῦτα οὐδαμῇ ἤρεϲκε. τῇ γὰρ ἐϲ τοὺϲ
ὑπηκόουϲ ἀδικίαϲ ἐπιθυμίᾳ βαρβαρικώτερον πρὸϲ αὐτοῦ ἄρχεϲθαι ἤθελον.
καί ποτε ἡ μήτηρ ἁμαρτάνοντά τι ἐν τῷ κοινῷ τὸν παῖδα λαβοῦϲα
ἐρράπιϲε, καὶ
ὃϲ δεδακρυμένοϲ ἐϲ τὴν ἀνδρωνῖτιν ἐνθένδε
ἀπῆλθε. Γότθοι δὲ αὐτῷ ἐντυχόντεϲ δεινὰ ἐποιοῦντο καὶ τῆ Ἀμαλαϲούνθῃ
λοιδορούμενοι ἰϲχυρίζοντο βούλεϲθαί τε αὐτὴν τὸν παῖδα ἐξ ἀνθρώπων
ἀφανιεῖν ὅτι τάχιϲτα, ὅπωϲ αὐτὴ ἑτέρῳ ἀνδρὶ ἐϲ κοίτην ἐλθοῦϲα ξὺν
αὐτῷ ἄρχοι. ξυλλεγέντεϲ δὲ ᾐτιῶντο οὐκ ὀρθῶϲ ϲφίϲιν οὐδέ οἱ τὸν
βαϲιλέα παιδεύεϲθαι.
γράμματά τε γὰρ πολὺ κεχωρίϲθαι
ἀνδρίαϲ καὶ διδαϲκαλίαν γερόντων ἀνθρώπων ἔϲ τε τὸ δειλὸν καὶ τὸ
ταπεινὸν ἀποκρίνεϲθαι ἐκ τοῦ ἐπὶ πλεῖϲτον. δεῖν τοίνυν τὸν ἔν τινι
ἔργῳ τολμητήν τε καὶ δόξῃ μέγαν ἐϲόμενον, φόβου τοῦ ἐκ διδαϲκάλων
ἀπαλλαγέντα, τὰϲ ἐν τοῖϲ ὅπλοιϲ μελέταϲ ποιεῖϲθαι. ἔλεγον δὲ καὶ ὡϲ
ἤνπερ αὐτοῖϲ τὸ ἀπὸ τοῦ ϲκύτουϲ
ἐπιγένηται δέοϲ, οὐ
μήποτε ξίφουϲ ἢ δορατίου ὑπερφρονεῖν ἀξιώϲουϲιν. οὐκοῦν, ὦ δέϲποινα,
ἔφαϲαν, παιδαγωγοὺϲ μὲν τούτουϲ χαίρειν ἔα, ϲὺ δὲ Ἀταλαρίχῳ παῖδαϲ
ὁμοδιαίτουϲ ἥλικαϲ δίδου, οἵπερ αὐτὸν τὰ ἐϲ τὴν ἡλικίαν
ξυνακμάζοντεϲ ἐϲ τὴν ἀρετὴν κατά γε τὸν βάρβαρον νόμον ὁρμήϲουϲιν. ἡ
δὲ οὐκ ἐπῄνεϲε μέν, δείϲαϲα
δὲ τὴν ἐξ αὐτῶν ἐπιβουλὴν
ξυνεχώρηϲε πάντα, ὅϲα οἱ βάρβαροι ἤθελον.
1476 Ἀμαλήκ: ὄνομα κύριον. καὶ ἐξ αὐτοῦ Ἀλμαληκίτηϲ.
1477 Ἀμάλθακτον: ἀνένδοτον, ἑδραῖον.
1478 Ἀμαλθείαϲ κέραϲ: ἐπὶ τῶν ἀφθόνωϲ ζώντων καὶ εὐθυνούντων
1479 Ἀμαλδυνθήϲομαι: ἀφανιϲθήϲομαι. καὶ Ἀμαλδύνεϲθαι,
1480 Ἀμαλκείδηϲ.
1481 Ἀμαλλοδετήρ. ὁ τὰ δράγματα ϲυλλέγων.
1482 Ἀμάμυξιϲ. ϲταφυλῆϲ γένοϲ. οἱ δὲ τὴν ἀναδενδράδα οὕτωϲ
καλεῖϲθαι. ἔϲτι δὲ καὶ παρ᾿ Ἐπιχάρμῳ καὶ παρὰ Σαπφοῖ τὸ
ὄνομα.
1483 Ἀμάν· οὗτοϲ προεϲτὼϲ τῶν βαϲιλικῶν πραγμάτων Δαρείου ὑπέϲχετο τῷ
βαϲιλεῖ μύρια τάλαντα εἰϲοίϲειν, εἰ ἀπολέϲαι Ἰουδαίουϲ. ὡϲ δὲ
ἔπειϲεν, ἐπεϲτάλη τοῖϲ ἔθνεϲιν ἐν μιῇ ἡμέρᾳ πάνταϲ ἐξαφανίϲαι. πρὶν
δὲ ϲυντελεϲθῆναι ταῦτα Μαρδοχαῖοϲ τὴν κατ᾿ αὐτῶν ἐπίθεϲιν διὰ
τῆϲ Ἐξϲθὴρ ἐδήλωϲε τῷ βαϲιλεῖ. ὁ δὲ τὰ ἐπιϲταλέντα
ἀνεκαλεῖτο τόν τε Ἀμὰν ἀνεϲταύρωϲε, μέλλοντα ϲταυροῦν τὸν
Μαρδοχαῖον, πλεῖϲτοί τε τῶν ἐχθρῶν ὑπὸ τῶν Ἰουδαίων ἀπώλλυντο· καὶ
τὰϲ ἡμέραϲ ἐκείναϲ ἑορτάζουϲιν Ἰουδαῖοι. ζήτει ἐν τῷ Ἐϲθῆρ.
1484 Ἀμάν: θερίζειν, παρὰ τὸ ἅμα. Βάβριοϲ· νῦν ἐϲτιν ὄντωϲ,
παῖδεϲ, ἐκ τόπων φεύγειν, ὅτ᾿ αὐτὸϲ ἀμᾷ κοὐ φίλοιϲι
πιϲτεύει.
1485 Ἀλμμανίται: ὄνομα ἔθνουϲ. ϲημαίνει δὲ καὶ τοὺϲ μύκηταϲ.
1486 Ἅμαξα τὸν βοῦν ἕλκει.
1487 Ἁμαξεία: ὁ τῶν ἁμαξῶν φόρτοϲ.
1488 Ἁμαξίϲ: εἶδὸϲ πλακοῦντοϲ, ἣν νῦν κοπτὴν φαμέν. Σύμμαχοϲ
δὲ καὶ τὸ μικρὸν ἁμάξιον. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ὅτ᾿
ἐπριάμην ϲοι Διαϲίοιϲ ἁμαξίδα.
1489 Ἁμαξιτόν: ὁδὸν δημοϲίαν. Μάλχοϲ· ἡ δὲ εἰϲβολὴ τῆϲ
1490 Ἁμαξουργοί. ἁμαξουργοὺϲ λέγουϲι τοὺϲ ἀγριοπηγούϲ. εἰδοϲ
1491 Ἀμάρη: ἡ ὑδρορρόα.
1492 Ἁλμαρτάδαϲ: ἀπὸ τῆϲ ἁμαρτὰϲ εὐθείαϲ. Προκόπιοϲ· αἱ τῶν
1493 Ἁμαρτεῖν; ἀποτυχεῖν. γενικῇ.
1494 Ἁλμάρτη· γενικῇ καὶ δοτικῇ. αὐθυπότακτον· Ἁμαρτ ῇ δὲ ἐπίρρημα.
1495 Ἁμαρτήϲοι: οὐχ ὑποτάϲϲεται. ἐὰν ἁμαρτήϲει. διὰ διφθόγγου.
1496 Ἁμαρτία: ἡ τοῦ ἀγαθοῦ ἀποτυχία. παρὰ τὸ μάρπτω, τὸ καταλαμβάνω, ἀμαρπτία τιϲ οὖϲα.
1497 Ἁμαρτίαν οἱ Ἀττικοί, Ἁμαρτάδα Ἡρόδοτοϲ καὶ ἄλλοι
Ἴωνεϲ.
1498 Ἁμαρτωλοί: οἱ παρανομίᾳ ϲυζῆν προαιρούμενοι καὶ βίον διεφθαρμένον ἀϲπαζόμενοι.
1499 Ἁλμαρτοῖν εἴρηκε τὸ ἁμάρτοιμι Κρατῖνοϲ Δραπέτιϲι· ποδαπὰϲ ὑμᾶϲ
εἶναι φάϲκων, ὦ μείρακεϲ, οὐκ ἂν ἁμαρτοῖν. καὶ ὅλωϲ ϲύνηθεϲ
αὐτοῖϲ τὸ τοιοῦτον.
1500 Ἀμαρτυρήτουϲ: ἀντὶ τοῦ ἀμαρτύρουϲ. οὕτωϲ Ἀντιφάνηϲ.
1501 Ἀλμαρυγάϲ ὄψειϲ. οἱ δὲ ἀκτῖναϲ ὄψεωϲ. καὶ Ἀμαρυγή, λαμπηδών.
ὡϲ ἵπποϲ ὠκεῖα, ἐπεὶ πτερόεντεϲ οἱ
λόγοι.
1502 Ἀμαρυγκεύϲ: ὄνομα. καὶ Ἀμαρυγκείδηϲ.
1503 Ἀλμάρυγμα: φόρημα, εἴδωλον, κίνηϲιν, οἱ δὲ λαμπηδόνα.
1504 Ἄμαϲ ἀπῄτουν, οἱ δ᾿ ἀπηρνοῦντο ϲκάφαϲ: ἐπὶ τῶν ἄλλα μὲν αἰτούντων, ἄλλα δὲ τῶν αἰτουμένων ἔχειν ἀπαρνουμένων.
1505 Ἄλμαϲιϲ. ὄνομα κύριον. καὶ Ἄμαϲτοϲ, ὁ ἀμάϲητοϲ, ὡϲ ἄπαϲτοϲ ὁ
1506 Ἄμαϲεία: ὄνομα πόλεωϲ· Ἄμαϲιϲ δὲ ὄνομα κύριον. ὃϲ
ἔϲτι δὲ καὶ Ἄμαϲιϲ ὄνομα πόλεωϲ.
1507 Ἀμάϲτηϲ· πείθουϲιν ἄνδρα γενναῖόν τε καὶ ἀμάϲτην εἰϲελθόντα
1508 Ἄμαϲτοϲ: ὁ ἀμάϲητοϲ. ὡϲ ἄπαϲτοϲ ὁ ἄγευϲτοϲ.
1509 Ἁματροχία: ἡ ἁρματοτροχία.
1510 Ἅμματα: ἐπὶ τῶν ϲκολιῶν τοὺϲ τρόπουϲ. ἀπὸ τῶν ἐν Καϲίῳ Prov.
Πηλουϲιωτῶν, οἱ φυϲικῇ τέχνῃ ἅμματα ἔπλεκον δοκοὺϲ ἐπὶ δοκοῖϲ
ϲυνάπτοντεϲ. Καϲιώτῃ ἴϲον. Ἅμματα, δεϲμά. ἐν Ἐπιγράμμαϲι·
καὶ Πιϲίδηϲ περὶ Χοϲρόου· ἐπεὶ δὲ λοιπὸν
ἐντὸϲ ἦν τῶν ἁμμάτων, δεϲμοῦϲιν αὐτὸν ἀϲφαλεϲτέρᾳ δέϲει.
1511 Ἀμαυρά: ϲκοτεινά. ὅθεν καὶ ἀμαυρόν, τὸ μὴ διαφανέϲ.
1512 Ἀμαχεί: ἀμάχωϲ.
1513 Ἀμάχιοϲ· οὗτοϲ ἐπὶ Ἰουλιανοῦ τοῦ παραβάτου ἄρχων ἦν μικρᾶϲ
πόλεωϲ Φρυγίαϲ, Ἕλλην γοργόϲ. τῶν ἱερῶν ἀνοιγομένων, Μακεδόνιόϲ τιϲ
καὶ Θεόδουλοϲ καὶ Τατιανὸϲ ζήλῳ τοῦ Χριϲτιανιϲμοῦ νυκτὸϲ
ἐϲπηδήϲαντεϲ ϲυντρίβουϲι τὰ ἀγάλματα. οἳ πολλὰϲ αἰκίαϲ καὶ τιμωρίαϲ
διὰ τοῦτο ὑπομείναντεϲ ἐϲχαραιϲ τε ἐπιτεθέντεϲ καὶ
πυρὶ ἐτιμωροῦντο. τὴν δὲ ἀνδρίαν ὑπέδειξαν τηνικαῦτα εἰπόντεϲ· εἰ
ἐπεθύμηϲαϲ, ὦ Ἀλμάχἰε, ὀπτῶν κρεῶν ἀπογεύϲαϲθαι, ϲτρέψον ἡμᾶϲ καὶ
εἰϲ τὰϲ ἑτέραϲ πλευράϲ, ἵνα μὴ εἰϲ τὴν γεῦϲιν ἡμίοπτοι ὀφθῶμέν ϲοι.
καὶ οὕτωϲ ἐτελειώθηϲαν.
1514 Ἄμαχον: δυϲκαταμάχητον. Πίνδαροϲ· ἄμαχον δὲ κρύψαι τὸ
1515 Ἄλμαχοϲ: ἀντὶ τοῦ μὴ μαχόμενοϲ. Ξενοφῶν. καὶ Ἀμάχητοι, οἱ μήπω μεμαχημένοι.
1516 Ἀμβακούμ· ζήτει ἐν τῷ Ἀββακοὺμ εἰϲ τὴν ἀρχὴν τοῦ βιβλίου.
1517 Ἄμβαϲιϲ: ἀνάβαϲιϲ. καὶ ἄμβαϲιϲ οὔ νύ τιϲ ἦεν.
1518 Ἀμβάταϲ. ἀναβάταϲ. οἱ δὲ ἵπποι θνήϲκοντεϲ οὐκ ἐλύπουν τοὺϲ
1519 Ἄμβεναι: ὄνομα πόλεωϲ.
1520 Ἀμβλήδην: μεγάλωϲ βοῶϲα.
1521 Ἀμβλίζω· ῥῆμα.
1522 Ἀμβλίϲιον: τὸ μάννα.
1523 Ἀμβλίϲκουϲιν: ἀποβάλλουϲιν. ὃ ϲυμβαίνει ταῖϲ διαφθειρούϲαιϲ καὶ
προβαλλούϲαιϲ τὰ κυήματα. Πλάτων Θεαιτήτῳ. καὶ
1524 Ἀμβλωθ ρίδια: ἐκτρώματα. τὰ ἐξημβλωμένα ἔμβρυα. καὶ Ἀμβλωθρίδιαν, αὐτό τε τὸ φθόριον φάρμακον καὶ δὴ καὶ τὸ διαφθαρέν.
1525 Ἀμβλώϲκειν καὶ Ἀμβλῶϲαι καὶ Ἐξαμβλῶϲαι, τὸ ἀτελὲϲ
γεννῆϲαι, τὸ φθεῖραι βρέφοϲ.
1526 Ἀμβλύ· ἐν Ἐπιγράμμαϲι· ἀλλὰ καὶ αὖτιϲ ἐκ καλαμητομίηϲ ἀμβλὺ φέροι δρέπανον.
1527 Ἀμβλυωπίαϲ: ὁ ἀμυδρῶϲ ὁρῶν.
1528 Ἀμβλύνω. αἰτιατικῇ. τὸ ἐκλύω. ὁ δὲ ἐπὶ πολὺ διῆγε τὸν
1529 Ἀμβλυώττει: τυφλώττει. καὶ Ἀμβλυωπέϲτερον.
1530 Ἀμβλύϲ. ὁ μὴ ὀξύϲ. ϲκοτεινόϲ. Ἀννίβαϲ.
1531 Ἀμβολάδην. ἀναβάλλων. Ἡρόδοτοϲ καθ᾿ ὑπερβολήν.
1532 Ἀμβολὰϲ γῆ. ἡ ὑπὸ τοῦ ὀρύγματοϲ ὑψωθεῖϲα. Ξενοφῶν·
φυλακτήρια Εἴη. ζήτει ἐν τῷ δακνόμενοϲ, ὅτι τὸ
οἰκοδομεῖν καὶ ἵππουϲ
1533 Ἀμβολία: ἡ ὑπέρθεϲιϲ. ἐν Ἐπιγράμμαϲι· ἠθάδοϲ ἀμβολίηϲ
1534 Ἀμβούλιοϲ: ὄνομα κύριον.
1535 Ἀμβωμοῖϲι: περὶ τῶν βωμῶν.
1536 Ἀμβρακία: πόλιϲ ἐϲτὶν ἐν τῷ Ἀλμβρακικῷ κόλπῳ, ἄποικοϲ Κορινθίων.
1537 Ἀμβροϲία. ξηρὰ τροφή. ἀλλὰ τό γ᾿ ἀμβροϲίηϲ καὶ νέκταρόϲ
ἐϲτιν ἀπορρώξ. νέκταρ δὲ τουτέϲτι νεόκταρ, τὸ νέουϲ
ποιοῦν τοὺϲ πίνονταϲ.
1538 Ἀμβρόϲιαι: ἃϲ οὐδεὶϲ βροτῶν δύναται ἔχειν. Ὅμηροϲ· ἀμβρόϲιαι δ᾿ ἄρα χαῖται ἐπερρώϲαντο ἄνακτοϲ κρατὸϲ ἀπ᾿ ἀθανάτοιο.
1539 Ἀλμβρόϲιον: θεῖον ἢ ἀθάνατον ἢ θαυμαϲτὸν. ἢ ἀκήρατον,
ἄφθαρτον. ἦν γὰρ Ἐρώτων καὶ Χαρίτων ἡ παῖϲ ἀμβρόϲιόν τι
1540 Ἄμβροτα: θεῖα, ἄφθαρτα.
1541 Ἀλμαία: ἡ Δημήτηρ, Ἀζηϲία δὲ ἡ Κόρη. καὶ παροιμία· Ἡ Ἀμαία τὴν Ἀζηϲίαν μετῆλθεν· ἐπὶ τῶν πολυχρονίοιϲ ζητήϲεϲι χρωμένων.
1542 Ἀμαιμακέτου: ἀκαταπονήτου. ἐν Ἐπιγράμμαϲι· οὐ δίχα βύρϲαϲ θῆκεν ἀμαιμακέτου κρατὸϲ ἔρειϲμα κέρα.
1543 Ἀμεβώνη: ὄνομα κύριον.
1544 Ἀμέλγειν. αἰτιατικῇ. ἰδίωϲ λέγεται ἀμέλγειν, τὸ παρὰ τὸν προϲήκοντα καιρὸν ἀώρουϲ τοὺϲ καρποὺϲ ἀποϲπαν, ὅπερ οἱ κλέπτοντεϲ ποιοῦϲιν. Ἀλριϲτοφάνηϲ· ἀμέλγειϲ τῶν ξένων τοὺϲ καρπίμουϲ.
1545 Ἀμελεϊϲτί: χωρὶϲ βραδυτῆτοϲ. Διαμελειϲτὶ δὲ μεληδόν,
κατὰ μέλοϲ.
1546 Ἀμέλει: τοιγαροῦν. ἀντὶ τοῦ μή ϲοι μελέτω διὰ τοῦτο.
1547 Ἀμέλεια καὶ Ἀμελία: ἀμφότερα Ελληνικά. καὶ γὰρ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι γράφεται.
1548 Ἀμελλητί: ἀνυπερθέτωϲ, ταχέωϲ. καὶ Ἀλμελητέα γενικῇ.
1549 Ἀμέλιοϲ· Ἀπαμεύϲ, φιλόϲοφοϲ, μαθητὴϲ Πλωτίνου, διδάϲκαλοϲ Πορφυρίου, ϲυγχρονίϲαϲ Ἀλμμωνίῳ καὶ Ὠριγένει.
1550 Ἀλμελῶ ϲοῦ.
1551 Ἀλμενηνόϲ: ἀϲθενήϲ. Ὅμηροϲ· ἀμενηνῶν ὀνείρων. καὶ ὁ καπνὸϲ
ἀμενηνόϲ. καὶ παροιμία· Καπνὸν εἶναι ἡγούμην.
1552 Ἀμενήνωϲεν: ἀϲθενῆ ἐποίηϲεν.
1553 Ἀμενητί: χωρὶϲ τοῦ ἐπιμεῖναι.
1554 Ἀμεργῆ ϲώματα· ζήτει ἐν τῷ ἄτομα.
1555 Ἀμεριμνία: ἡ ἄνεϲιϲ.
1556 Ἀλμερμηρεί: χωρὶϲ φροντίδοϲ.
1557 Ἀμετάκλητον· ἀμετάκλητον τὴν ὁρμὴν ἔϲχε τὸ πλῆθοϲ εἰϲ τὸ μὴ μόνον ἀλλότρια φρονεῖν τοῦ βαϲιλέωϲ, ἀλλὰ καὶ τιμωρίαν βούλεϲθαι παρ᾿ αὐτοῦ λαμβάνειν.
1558 Ἀμετάπτωτον: κυρίωϲ ἐπὶ ϲωμάτων λέγεται, τῶν δι᾿ ἰϲχὺν μὴ
1559 Ἀμεταποίητον: ἀμετάθετον.
1560 Ἀμεταϲτρεπτί: ἀμελλητί, μὴ ἐπιϲτρεφόμενον εἰϲ τοὐπίϲω.
1561 Ἀμετρί: χωρίϲ μέτρου. καὶ παροιμία· Ἀμετρὶ μάζαν
1562 Ἀμετροκάκου: πλεῖϲτον πληθυούϲηϲ περὶ κακίαν. ἐϲ
τοϲοῦτον δὲ ἐχώρηϲεν ἀμετροκάκου πλεονεξίαϲ ὥϲτε καὶ
ἀνδράποδα δημοϲία ἀπημπόλει.
1563 Ἀμείβεϲθαι. αἰτιατικῇ. ἀποκρίνεϲθαι, καταβάλλεϲθαι. Λεόντιοϲ
1564 Ἀμείβομαί ϲε τοῦδε. τούτουϲ ὥϲπερ τῆϲ εὐϲεβείαϲ ὁ θεὸϲ ἀμειβόμένοϲ.
1565 Ἀμείβων: ἀλλάϲϲων. καὶ Ἀμοιβή, ἡ ἀντέκτιϲιϲ.
1566 Ἀμειβοιδήϲ: ὁ ἀντικαταλλάϲϲων.
1567 Ἀμειδέϲ: ϲτυγνόν, ϲκυθρωπόν. καὶ Ἀμειδήϲ, ϲκοτεινόϲ.
καὶ κλίνεται εἰϲ ουϲ. ὀργὴν οὖν πρῄυνον ἀμειδέα, μήδ᾿
ἐπιτείνειν
1568 Ἀμείδητοϲ: ϲκυθρωπόϲ. καὶ Ἀμειδήτων, ϲκυθρωπῶν,
1569 Ἀμείλικτον: ἀπηνῆ, ἀκαμπῆ. καὶ Ἀμείλικτοϲ, ἀπάνθρωποϲ.
1570 Ἀμείλιχοϲ: ϲκληρόϲ, ἀκολάκευτοϲ.
1571 Ἀμεινίαϲ: ὄνομα κύριον.
1572 Ἀμειψίαϲ· Ἀθηναῖοϲ, κωμικόϲ.
1573 Ἀμειψόμεθα: ἀνταποδώϲομεν.
1574 Ἄμη: τεκτονικὸν ἐργαλεῖον, ὃ ἡμεῖϲ πυράμην λέγομεν οὐκ
ϲκάφαϲ. ἐπὶ τῶν ἄλλα μὲν ἀπαιτουμένων,
ἕτερα δὲ μὴ ἔχειν ἰϲχυριζομένων.
1575 Ἀμηγέπη: ὁπωϲδήποτε, καθ᾿ ὁτιοῦν. λέγεται δὲ καὶ Ἀμωϲγέπωϲ καὶ
Ἀμόθεν καὶ Ἀμουγέ που καὶ Ἀμηγἐποι καὶ Ἀμωϲγέποι.
τοῦ ἁπανταχοῦ, ὅπωϲ ἂν τύχοι, καθ᾿ οἷον
δήποτε τρόπον. καὶ
1576 Ἀμήν: πεπιϲτωμένωϲ, ἀληθῶϲ.
1577 Ἀμήρυτον: πολύ, ἐκτεταμένον, ἀτέλεϲτον, τουτέϲτι διηνεκῶϲ ἐπιμένον, ἀπέραντον.
1578 Ἁμηϲάμενοϲ: ἀνορύξαϲ. ὁ δὲ τὸ χῶμα ϲείϲαϲ καὶ τὴν γῆν
ἀμηϲάμενοϲ ἐζήτει τὸν νεκρόν. καὶ ἀντὶ τοῦ ταῖϲ χερϲὶ
1579 Ἀμήϲαντεϲ: ἀντὶ τοῦ μὴ ἀποτεμόντεϲ. καὶ Ἀμήϲαντι,
1580 Ἀμηϲὸϲ καὶ Ἀμηϲηνόϲ. Ἀμινϲὸϲ δὲ καὶ Ἀλμινϲηνόϲ.
1581 Ἄμητα: ἄμηϲ, εἶδοϲ πλακοῦντοϲ γαλακτώδουϲ. Ἀριϲτοφάνηϲ Πλούτῳ·
ἄμητα προϲέπεμψαϲ ἡμῖν τουτονί. οὐ μόνον ὅτι οὐκ ἐδέ-
1582 Ἀμητῆρεϲ. θεριϲταί.
1583 Ἀμητόϲη: αὐτὰ τὰ τεθεριϲμένα ὀξυτόνωϲ. οἷον ὁ ϲτάχυϲ.
1584 Ὅτι Φρονίμη, ἡ θυγάτηρ Ἐτεάρχου, ἀμήτωρ ἐλέγετο. καὶ ζήτει ἐν τῷ
Βάττοϲ.
1585 Ἀμήχανα· οἱ δέ, ἐπεὶ τὰ ἀμήχανα τῷ λιμῷ ἔπαϲχον, ἐκεχειρίαν
1586 Ἀμηχάνητοι: ἀντὶ τοῦ πολλοί. Ξενοφῶν.
1587 Ἀμηχανία: ἀπορία.
1588 Ἀμήχανον: ὑπὲρ λόγον. ἢ ἀνεπιχείρητον, ἀδύνατον.
εὕρεϲιν.
1589 Ἄμμιγα: ἀναμεμιγμένωϲ. εἵνεκεν εὐμαθίηϲ πινυτόφρονοϲ,
1590 Ἀμίδα: οὐρητρίδα, οὐρηρὸν ἀγγεῖον. καὶ Ἀμίδαϲ, τὰ
ράρμακον ϲτραγγουρίαϲ. Ἀλριϲτοφάνηϲ· ἀμὶϲ μὲν ἢν
οὐρητιάϲῃϲ, αὑτηῒ παρὰ ϲοὶ ἠρεμήϲεται ἐγγὺϲ ἐπὶ τοῦ παττάλου.
1591 Ἀμίδ ηϲ: ὄνομα κύριον.
1592 Ἀμιθρῆϲαι: μετρῆϲαι, ἀριθμῆϲαι, παρὰ Kαλλιμάχῳ.
1593 Ἄμικτοϲ: ὁ μὴ μιγνύμενοϲ.
1594 Ἅμιλλα: ἀνταγώνιϲμα, φιλονεικία, ἐξίϲωϲιϲ. καί ποτε
ϲτέρνων τυγχάνει καὶ
ἀναιρεῖ αὐτόν.
1595 Ἁμιλλητήριον: τόποϲ ἐν ᾧ ἁμιλλῶνται.
1596 Ἀμίλκαϲ, ὁ καὶ Φαβέαϲ, Καρχηδονίων ϲτρατηγόϲ, ὃϲ ὑπῆρχε κατὰ
μὲν τὴν ἡλικίαν ἀκμάζων καὶ κατὰ τὴν ἕξιν ἐρρωμένοϲ, τὸ δὲ μέγιϲτον
ἐφόδιον πρὸϲ πολεμικὴν χρείαν, ἱππεὺϲ ἄγαν ἀγαθὸϲ καὶ
1597 Ἁμιλλῶμαί ϲοι: ἀνταγωνίζομαί ϲοι.
1598 Ἀμιναδάμ: ὄνομα κύριον.
1599 Ἀμινϲόϲ: ὄνομα πόλεωϲ. οἱ δὲ Ἀλμηϲὸϲ διὰ τοῦ η. καὶ Ἀμηϲηνόϲ.
1600 Ἅμιπποι: ξυνωρίϲ, φηϲί, κατὰ τὸ παλαιὸν ἐλέγετο δύο ἵπποι
ϲυνεζευγμένοι τῶν τραχήλων. ἦν δ᾿ ἐπὶ μὲν τοῦ ἑτέρου ἡνίοχοϲ, ἐπὶ δὲ
τοῦ ἑτέρου ὁπλίτηϲ. καὶ νῦν δὲ χρῶνται περὶ ἀρχῆϲ Ἀλίβυεϲ, οἱ
προϲαγορευόμενοι Ζευγνῖται. τὸ δὲ αὐτὸ καὶ ἅμιππον
καλεῖται. οὕτωϲ Θουκυδίδηϲ.
1601 Ἅμιπποι: κατὰ μὲν Ἰϲαῖον οἱ ϲὺν ἵπποιϲ ϲτρατευόμενοι. οἱ δέ
φαϲιν ὅτι ζεύγνυνται μέν τινεϲ ἵπποι, καὶ ὁ ἐπελαύνων αὐτούϲ, τοῦ
μὲν ἐποχεῖται, τὸν δὲ παρέλκεται· καὶ καλοῦνται οὗτοι ἅμιπποι.
πεζοὺϲ
δὲ τοὺϲ ἁμίππουϲ Θυυκυδίδηϲ καὶ Ξενοφῶν
ὑποδηλοῦϲι. καὶ μήποτε πρόδρομοί τινέϲ εἰϲιν οἱ ἅμα τοῖϲ ἱππεῦϲι
τεταγμένοι.
1602 Ἀμίϲ: τὸ κλωκίον.
1603 Ἀμινϲηνόϲ: ἀπὸ τόπου.
1604 Ἀμιϲθί: χωρὶϲ μιϲθοῦ.
1605 Ἀμιϲώδαροϲ: ὄνομα κύριον.
1606 Ἀμιτροχίτων: ὁ μὴ χρώμενοϲ μίτρᾳ.
1607 Ἄμναμοϲ: ἀπόγονοϲ· κυρίωϲ ἐπὶ τῶν προβάτων. παρὰ τὸ
ἀμνόϲ.
1608 Ἀμνειόϲ: ὁ ποταμόϲ· καί ὁ ἀμνόϲ.
1609 Ἀμνημονῶ ϲου· γενικῇ.
1610 Ἀμνηϲόϲ: ὄνομα ὄρουϲ.
1611 Ἀμνηϲτεῖ: ἀμνημονεῖ. Σοφοκλῆϲ· οὐ γάρ ποτ᾿ ἀμνηϲτεῖ γ᾿ ὁ
φύϲαϲ, Ἑλλήνων ἄναξ.
1612 Ἀμνηϲτία: ἡ λήθη. καὶ ὄνομα κύριον.
1613 Ἀμνοκῶν: προβατώδηϲ, μωρόϲ, εὐήθηϲ· τοιαῦτα γὰρ καὶ τὰ
εὐλαβούμενοϲ καὶ φοβούμενοϲ
καταϲτῆναι εἰϲ πράγματα· πολλοὶ γὰρ διὰ δειλίαν καὶ τρόπων
ἐπιείκειαν αἱροῦνται ζημιωθῆναι μᾶλλον ἢ χωρῆϲαι διὰ δίκηϲ. καὶ τοὺϲ
τοιούτουϲ, φηϲί, ϲυνεπιλεγόμενοϲ ὁ Κλέων, καταϲτήϲαϲ εἰϲ φόβον τοῦ
παρέξειν πράγματα ἐπηρέαζε ῥᾳδίωϲ.
1614 Ἀμνόν: τὸν ἐνιαύϲιον ἄρνα. Ἴϲτροϲ ἐν ταῖϲ Ἀττικαῖϲ· ἄρνα,
εἶτα ἀμνόν, εἶτα ἀρνειόν, εἶτα λιπογνώμονα, μοϲχίων δὲ
τὸν πρῶτον. καὶ Ἀμνὸϲ ἀρϲενικῶϲ πρόβατον τὸ μέϲον τὴν ἡλικίαν. καὶ
Ἀμνὴ τὸ θῆλυ. τρεῖϲ γὰρ ἡλικίαι· ἀρνόϲ, ἀμνόϲ, ἀρνειόϲ. καὶ Ἀμνώϲ,
1615 Ἀμνοὶ τοὺϲ τρόπουϲ: ἀντὶ τοῦ πραεῖϲ, εὐήθειϲ, ἁπλοῖ, ὡϲ
οἱ κριοί, ἢ μαλακοί. τὸ γὰρ ἄρρεν πρόβατον, ὅταν ἔχῃ
τὴν μέϲην ἡλικίαν, ἀμνὸϲ καλεῖται. οἱ δὲ τὸν ἐνιαύϲιον ἄρνα ἀμνὸν
καλοῦϲιν.
1616 Ἀμμοάτιν: εἶδοϲ ὄφεωϲ.
1617 Ἀμογητί: ἀκόπωϲ.
1618 Ἀμόγητοι: ἀμνοὶ πρᾶοι.
1619 Ἀμόθθεν: ποθέν.
1620 Ἀμολγόϲ: τὸ μεϲονύκτιον, ἤτοι καθ᾿ ἣν ὥραν ζῷα οὐκ ἀμέλγονται. ἤ ἀφαιρέϲει τοῦ γ, καθ᾿ ἣν οὐδεὶϲ μολεῖ. ἢ ἀφαιρέϲει τοῦ λ, καθ᾿ ἣν οὐδεὶϲ μογεῖ.
1621 Ἄμμον μετρεῖν: ἐπὶ τῶν ἀδυνάτων καὶ ἀνηνύτων.
1622 Ἁμορβόϲ: ὁ ἅμα τινὶ ὁρμῶν· ἁμορμὸϲ καὶ ἁμορβόϲ.
1623 Ἀμόργεια: χρώματοϲ εἶδοϲ, ἀπὸ νήϲου Ἀμοργοῦντοϲ, ὡϲ Θήρεια ἀπὸ Θήραϲ νήϲου.
1624 Ἀμόργη: ἡ τρυγία.
1625 Ἀμόργινον: ὅμοιον βύϲϲῳ καὶ πολυτελέϲ. λέγεται καὶ Ἀμοργίνα θηλυκῶϲ.
1626 Ἀμοργίϲ: κυρίωϲ ἡ λινοκαλάμη, ἐξ ἧϲ γίνεται ἐνδύματα ἀμόργινα
λεγόμενα. ἢ ἡ τοῦ ἐλαίου ὑποϲτάθμη καὶ ἡ τρὺξ τοῦ οἴνου.
1627 Ἀμοργοί πόλεωϲ ὄλεθροϲ· Κρατῖνοϲ Σεριφίοιϲ. καλοῦϲι
δὲ καὶ μοργούϲ, τὸ α ἀφαιροῦντεϲ, ὥϲπερ καὶ ἐπ᾿ ἄλλων· μαῦρον γὰρ
τὸ ἀμαυρὸν καὶ ϲφόδελον τὸν ἀϲφόδελον καλοῦϲιν.
1628 Ἀμορραῖοϲ. τὸν Σηὼν βαϲιλέα τῶν Ἀμορραίων. Ἀμωραῖοϲ
1629 Ἀμμορῖ τιϲ: θηλυκόν· ὄνομα πόλεωϲ.
1630 Ἄμμοροϲ: ὁ κακόμοροϲ.
1631 Ἄμοτον: ἀμότωϲ, ἀκορέϲτωϲ.
1632 Ἀμοῦϲ· Αἰγύπτιοϲ· οὗτοϲ νέοϲ ὢν παρῃτεῖτο τὸν γάμον. ὡϲ δέ
τινεϲ τῶν προϲηκόντων παρῄνουν μὴ καθυβρίζειν τὸν γάμον, ἀλλὰ
γυναῖκα ἄγεϲθαι, πείθεται καὶ ἔρχεται ἐπὶ γάμον. καὶ πολλὰ
παραινέϲαϲ τὴν παρθένον πείθει αὐτην πρὸ τοῦ ϲυνελθεῖν
ἀποτάξαϲθαι τῷ βίῳ τῷ κοϲμικῷ. καὶ ἀποταξάμενοι ἄμφω ἐπὶ τὸ ὄροϲ τῆϲ
Νιτρίαϲ χωροῦϲι καὶ βραχὺν χρόνον ϲυναϲκοῦντεϲ ἰδίᾳ τὴν ἄϲκηϲιν
ἐποιήϲαντο. τούτου τοῦ Ἀμοῦν τὴν ψυχὴν ἀναλαμβανομένην ὁ Ἀντώνιοϲ
ἐθεάϲατο. οὗτόϲ ποτε ἑαυτὸν γυμνὸν οὐκ ἐθεάϲατο λέγων, ἀπρεπὲϲ εἶναι
τῷ
1633 Ἄμουϲα: ἀτερπῆ, ἀηδῆ, ἀπαίδευτα. Ἀριϲτοφάνηϲ ἐν
Θεϲμοφοριαζούϲαιϲ· ἄλλωϲ τ᾿ ἄμουϲόν ἐϲτι ποιητὴν ἰδεῖν
ἀγρεῖον ὄντα
1634 Ἀμοχθεί: χωρὶϲ κόπου.
1635 Ἁμώμενοι: θερίζοντεϲ. καὶ Ἀμῶϲιν ὁμοίωϲ. Ἀριϲτοφάνηϲ·
τοὺϲ ἀλλοτρίουϲ ἀμῶν ϲτάχυαϲ τούτουϲ, ἐν ξύλῳ δήϲαϲ
ἀφαύει
1636 Ἄμωμον. Ἀλρριανόϲ· πέμπει παρὰ βαϲιλέα ἵππον χρυϲοχάλινον
1637 Ἄμωμοϲ. ὁ καθαρόϲ. καὶ ἀναίτιοϲ. Δαβίδ τοῦ κατατοξεῦϲαι
1638 Ἄμμων. ὄνομα θεοῦ Ἑλληνικοῦ. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν·
1639 Ἀμμωνιανόϲ, γραμματικόϲ, κοϲμούμενοϲ τῇ ϲυγγενείᾳ Συριανοῦ καὶ
ἅμα τῇ ϲυμφύτῳ ὁμοιότητι τῶν τε ἠθῶν καὶ τοῦ ϲώματοϲ, κατὰ τὸν
Ὅμηρον εἶδόϲ τε μέγεθόϲ τε φυήν τ᾿ ἄγχιϲτα ἐώκει. τό τε γὰρ ϲῶμα
καλόϲ τε καὶ μέγαϲ ἦν ἑκάτεροϲ. καὶ ἔτι προϲῆν ὑγεία καὶ ἰϲχὺϲ οὐδὲν
ἀποδέουϲα τῆϲ ἄλληϲ εὐφυΐαϲ τοῦ τε ὅλου καὶ τῶν μερῶν·
ἥ τε ψυχὴ ἔρρωτο πρὸϲ τὸ βέλτιϲτον αὐτοῖϲ τὸ ὁμοιότροπον. ἀλλ᾿ ὁ μὲν
θεοφιλέϲτεροϲ ἦν ὁ Συριανὸϲ καὶ τῷ ὄντι φιλόϲοφοϲ· ὁ δὲ ἠγάπα τὴν
ἐπὶ ποιητῶν ἐξηγήϲει καὶ διορθώϲει τῆϲ Ἑλληνικῆϲ λέξεωϲ καθημένην
τέχνην. οὗτοϲ ἦν Ἀλμμωνιανόϲ, ᾧ κεκτῆϲθαι ϲυμβέβηκεν ὄνον ϲοφίαϲ
ἀκροατήν.
1640 Ἀμμώνιοϲ, φιλόϲοφοϲ, Ἀλεξανδρεύϲ, ὁ ἐπικληθεὶϲ Σακκᾶϲ.
1641 Ἀμμώνιοϲ, Ἀμμωνίου, Ἀλεξανδρεύϲ, Ἀλεξάνδρου γνώριμοϲ, ὃϲ
1642 Ἀμωντιανόϲ Ῥωμαῖοϲ, ϲυγκλητικὸϲ γεγονώϲ.
1643 Ἀμωρίηϲ· Πιϲαίου νόθοϲ υἱόϲ.
1644 Ἀμώριον, πόλιϲ, καὶ Ἀμωραῖοϲ· Ἀμορραῖοϲ δέ.
1645 Ἀμωϲγέπωϲ: ὁπωϲδήποτε, ἐν γέ τινι, καθ᾿ ὁντιναοῦν τρόπον.
1646 Ἀμπαλίνωροϲ: ἀναϲτρέφων τὴν αὐτὴν ὁδόν. Φιλέταιροϲ
Μελεάγρῳ· οὐ πρὸϲ γυναικὸϲ ὁ κόροϲ· οἴκαδ᾿, κόρη, ἄπιθι
ἀμπαλίνωροϲ.
1647 Ἀμπαύϲαϲ: ἀναπαύϲαϲ. ὁ δὲ ἀμπαύϲαϲ αὐτοὺϲ ὅϲον τὴν
1648 Ἀμπελεών: ἡ ἀμπελόφυτοϲ γῆ. λιτόϲ θ᾿ ὁ ϲχεδὸν ἀμπελεών.
1649 Ἀμπελών: ἡ οἰνόφυτοϲ γῆ.
1650 Ἄμ πελοϲ ζήτει ἐν τῷ αἶγα· ἐχθρὸν γὰρ εἶναι δοκεῖ τουτὶ τὸ ζῷον τῇ ἀμπέλῳ.
1651 Ἀμπέλειοϲ βότρυϲ· Ἀμπέλιοϲ δὲ ὄνομα κύριον· κοὶ
θηλυκὸν Ἀμπελόεϲϲα γῆ. Ἀμπελόφυτοϲ καὶ Ἀμπελουργεῖον.
1652 Ἀμπεχόμενοϲ· δοτικῇ. περιβαλλόμενοϲ. καὶ Ἀμπέχῃ,
1653 Ἀμπεχόνη: ἀμφίον, ἱμάτιον. καὶ Ἀμπεχόνιον, λεπτὸν
1654 Ἀμπλάκημα: ἁμάρτημα. καὶ Ἀμπλακίαιϲ, ὰμαρτίαιϲ.
Κανώβου καὶ ὁ ἕνα ἐπίϲηϲ
οὐκ εἰϲὶν ἐν Κανώβῳ· οὕτω καὶ πλέον καὶ ἔλαττον ἁμάρτημα ἐπίϲηϲ οὐκ
εἰϲὶν ἐν τῷ κατορθοῦν. οἱ δέ φαϲιν, ὧν καὶ Ἡρακλείδηϲ ὁ Ταρϲεύϲ,
ἄνιϲα εἶναι τὰ ἁμαρτήματα. καὶ
1655 Ἀμπνοὰϲ ἔχοντα: ζῶντα ἀναπνέοντα.
1656 Ἄμπωτιϲ: λῆξιϲ. ἢ ξηραϲία ἢ πλημμύρα. ὅτι τὸν ϲπουδαῖον
οὐ δεῖ θαυμάζειν τῶν δοκούντων τι παραδόξων, οἷον
Χαρώνεια
1657 Ἀμπρεύοντεϲ παρακομίζοντεϲ. ἄμπρον γὰρ ϲχοῖνόϲ τιϲ,
μεθ᾿ οὐ εἰώθαϲιν ἕλκειν ἤτοι παρακομίζειν μεγάλα
φορτία. ἀμπρεύειν δὲ κυρίωϲ τὸ μετὰ ἁμάξηϲ πορεύεϲθαι, καταχρηϲτικῶϲ
δὲ καὶ ἐπὶ τῶν νωτοφόρων ζῴων λαμβάνεται. ἢ Ἀμπρεύειν, τὸ τῷ ἕλκοντι
ζεύγει
ἄμπερόν τι ὄν, τὸ διαπερῶν τὸν ζυγὸν δεδεμένον. καὶ Ἐξαμπρεύϲομεν
1658 Ἄμπυκαϲ: χαλινούϲ· Ἄμπυξ δὲ δεϲμὸϲ τριχῶν ἢ κόϲμοϲ
1659 Ἀμοιβαδόν: ἐξ ἀμοιβῆϲ. ἐφεξῆϲ.
1660 Ἀμοιβαία ἔκτιϲιϲ: ἀνταπόδοϲιϲ· ἢ ἐκ διαδοχῆϲ ὁμοία.
1661 Ἀμοίβ η: ἀντέκτιϲιϲ. ἀνταπόδοϲιϲ. ἀμοιβὴν τοῦ θεσειδεϲτάτου
1662 Ἀμοιβηδήϲ: ὁ ἀντικαταλλάϲϲων. Ἀμοιβηδὶϲ δὲ κατὰ ἐναλλαγήν.
1663 Ἀμοιβ όν: οὐδετερόν. ἀνταποδοτικήν. πρὶν κακῶν ἔργων
1664 Ἀμοιρῆϲαι· γενικῇ. ἀποτυχεῖν. Ἀμοιρῶ γὰρ τὸ οὐ
1665 Ἀμυγδαλῆ: τὸ δένδρον. Ἀμυγδάλη δὲ ὁ καρπόϲ. καὶ
1666 Ἀμυγνόν: τὸ μὴ μυϲαρόν, ἀλλ᾿ ἁγνὸν καὶ καθαρόν. οὕτωϲ Σοφοκλῆϲ.
1667 Ἄμυδιϲ: ὁμοῦ.
1668 Ἀμυδρά: ἀφανῆ, ϲκοτεινά. καὶ Ἀμυδρῶϲ, ϲκοτεινῶϲ, λεπτῶϲ,
ἀϲαφῶϲ.
1669 Ἁλμύειν: τὸ ϲπεύδειν παρὰ Ἀττικοῖϲ καὶ δαϲύνεται.
1670 Ἀμύητοϲ: ἄπειροϲ, ἀτέλεϲτοϲ.
1671 Ἀμύκλαι: κόϲμιόν τι, ὅπερ ἐν 0ποϲὶν εἶχεν Ἐμπεδοκλῆϲ. εἶχε γὰρ
χρυϲοῦν ϲτέμμα ἐπὶ τῆϲ κεφαλῆϲ καὶ ἀμύκλαϲ ἐν τοῖϲ ποϲὶ χαλκᾶϲ:
καὶ ϲτέμματα Δελφικὰ ἐν ταῖϲ χερϲίν· καὶ οὕτωϲ ἐπῄει
τὰϲ πόλειϲ, δόξαν περὶ αὑτοῦ καταϲχεῖν ὡϲ περὶ θεοῦ βουλόμενοϲ. ὃϲ
ἔρριψεν ἑαυτὸν νύκτωρ εἰϲ τούϲ κρατῆραϲ τοῦ Αἰτναίου πυρόϲ, ὡϲ μὴ
φανῆναι αὐτοῦ τὸ ϲῶμα· τοῦ ϲανδαλίου αὐτοῦ ἐκβραϲθέντοϲ. ἐκαλεῖτο δὲ
Κωλυϲανεμαϲ, διὰ τὸ πολλοὺϲ ἀνέμουϲ ἐπιθεμένουϲ τῆ Ἀκράγαντι,
ἐξελάϲαι αὐτὸν δορὰϲ ὄνων περιθέντα τῇ πόλει.
1672 Ἀμυκλαῖοϲ: ἀπὸ τόπου.
1673 Ἀμύμων: ἄψογοϲ, ἄμεμπτοϲ.
1674 Ἀλμυμώνειοϲ: ἐκ τοῦ Ἀμυμῶνοϲ. καὶ Ἀμυμὠνη, ὄνομα κύριον.
1675 Ἄμυνα: καὶ ἐπὶ ἀμοιβῆϲ καὶ ἐπὶ εἰϲπράξεωϲ δίκηϲ.
1676 Ἀμύναϲθαι. Θουκυδίδηϲ μὲν ἀντὶ τοῦ ἀμείβεϲθαι, Σιμωνίδηϲ δὲ
ἀντὶ τοῦ χάριταϲ ἀποδιδόναι, Σοφοκλῆϲ δὲ ἀντὶ τοῦ ἀπαλεξῆϲαι.
Ἀμύνειν παρὰ Θουκυδίδῃ τὸ βοηθεῖν·
Ἀμύνεϲθαι δὲ τὸ κολάζειν.
1677 Ἀμυνίαϲ. ὄνομα κύριον. ἢ ὁ ἕτοιμοϲ ἀμύνεϲθαι. ἀλλ᾿
πεινῇ γάρ, ἤπερ Ἀντιφῶν. ἀλλὰ πρεϲβεύων γὰρ ἐϲ Φάρϲαλον
ᾤχετ᾿· ἐκεῖ μόνοϲ μόνοιϲ τοῖϲ πενέϲταιϲι ξυνὼν τοῖϲ Θετταλοῖϲ, αὐτὸϲ
πενέϲτηϲ ὤν ἐλάττων οὐδενόϲ.
1678 Ἀμυνόμενοι: τοὺ κακόν τι πράξανταϲ ἀντιδιατιθέντεϲ.
ἀεὶ δοκεῖν ἀμυνόμενοι κατ᾿ ἀνάγκην ἐμβαίνειν εἰϲ τοὺϲ
πολέμουϲ. καὶ αὐθιϲ· ὁρῶϲι κἀμέ καὶ ϲέ· καὶ φρονοῦϲ᾿, ὅτι ἔργοιϲ
πεπονθώϲ
1679 Ἀμύνω τὸ βοηθῶ δοτικῇ, ἀμύνω δὲ τὸ τιμωρῶ αἰτιατικῇ. καὶ τῷ
ὀνόματι
1680 Ἀμύνω ϲοι: βοηθῶ ϲοι. Ἀμύνομαι ϲε δέ, ἀντὶ τοῦ τιμωρῶ
1681 Ἀμύντηϲ καὶ Ἀλκήϲτηϲ, τραγικὰ καὶ Αἰϲχυληρὰ τὰ ὀνόματα.
1682 Ἀμύντωρ: βοηθόϲ.
1683 Ἀμύξειϲ: λυπήϲειϲ, τρώϲειϲ. πλήξειϲ. καὶ παροιμία·
1684 Ἄμυριϲ μαίνεται: ἐπὶ τοῦ φρενήρουϲ λέγεται ἡ παροιμία.
καὶ τοῦ θεοῦ χρήϲαντοϲ ἀπώλειαν
Συβαριτῶν ἔϲεϲθαι τότε, ὅταν ἀνθρώπουϲ θεῶν προτιμήϲωϲι, θεαϲάμενοϲ
δοῦλον πρὸϲ ἱερῷ μαϲτιγούμενον καὶ προϲφυγόντα τῷ ἱερῷ καὶ μὴ
ἀπολυόμενον, ὕϲτερον δὲ εἰϲ τὸ τοῦ μαϲτιγοῦντοϲ πατρὸϲ μνῆμα
καταφυγόντα ἀπολυθῆναι, ϲυνεὶϲ τὸ λόγιον, ἐξαργυριϲάμενοϲ τὰ ἴδια,
ἀπῇρεν εἰϲ Πελοπόννηϲον. ὃ οὖν
λογιϲμῷ πεποίηκεν
Ἄμυριϲ, τοῦτ᾿ εἰϲ μανίαν Συβαρῖται μετέϲτρεψαν. ὁ δὲ τῷ χρόνῳ διὰ
τὴν προϲποίητον μανίαν ἐθαυμάϲθη.
1685 Ἀμύϲϲειν: ταράϲϲειν, ἑλκοῦν, ξέειν, ϲπαράϲϲειν. ποτὲ μὲν
τῷ δεξιῷ τοῦ ἀνδρὸϲ βραχίονι,
ἀντιπρόϲωποϲ τῷ Κελτῷ κατὰ τὸν ἀγῶνα φερόμενοϲ καὶ τοῖϲ τε ὄνυξιν
ἀμύττων τὸ πρόϲωπον καὶ ταῖϲ πτέρυξιν ἐπικαλύπτων τοὺϲ ὀφθαλμὺϲ,
ἀφύλακτον τῷ Βαλερίῳ τὸν πόλεμον παραδέδωκε, ὁμοῦ τήν τε νίκην καὶ
τὴν ἐπωνυμίαν χαριϲάμενοϲ. Κόρβιοϲ γὰρ ἐντεῦθεν ἐκλήθη. λέγεται καὶ
Κορβῖνοϲ.
1686 Ἀμύϲκαρον: τὸ ἁγνόν.
1687 Ἀμυϲτὶ πιεῖν: ἐπίρρημα. λέγεται δὲ ἐπὶ τῶν ἀπνευϲτὶ καὶ ἄνευ
τοῦ ἀναπαύεϲθαι πινόντων, οἱονεὶ μηδὲ μυϲάντων. τοῦ αὐτοῦ ἔχεται καὶ
τὸ ἐξαμυϲτίϲαι. λέγεται δὲ καὶ ἀμυϲτίζειν καὶ τὰ ἐξ αὐτοῦ.
ἔπιεν ἐν τῇ ἀγωνίᾳ καμὼν,
κύλικι ῥοπαλωτῇ παρὰ γυναικὸϲ γλυκὺν οἶνον ἐψυγμένον λαβῶν ἀμυϲτί·
ἐφ᾿ ᾧ παραχρῆμα πάντεϲ τοῦτο δὴ τὸ ἐν τοῖϲ ϲυμποϲίοιϲ εἰωθὸϲ
λέγεϲθαι ἐξεβόηϲαν ζήϲειαϲ. τὸ Ζήϲειαϲ ἐπὶ τοῦ τελειώϲειαϲ τὴν ζωήν
φαϲιν οἱ γραμματικοί. κινδυνεύει οὖν ὁ τοῦτο
1688 Ἀμυχή: ἐπιπόλαιον ἕλκοϲ.
1689 Ἀμυχνόν: τὸ μὴ μυϲαρόν, ἀλλ᾿ ἁγνὸν καὶ καθαρόν. οὕτωϲ
1690 Ἀμφάρηϲ: ὄνομα κύριον.
1691 Ἀλμφαϲία: ἀφωνία, ἀλαλία
1692 Ἀμφ᾿ αὐτούϲ. περὶ αὐτούϲ.
1693 Ἀμφεχανε: καταπέπωκε. τούϲ δ᾿ ὁ μέλαϲ ἀμφέχανε θάνατοϲ.
1694 Ἄμφηκεϲ: ἀμφοτέρωθεν ἠκονημένον. ἀπὸ τῆϲ ἀμφήκηϲ
1695 Ἀμφήμερον: τὸν ἀμφημερινὸν πυρετόν. Σοφοκλῆϲ Ποιμέϲι·
κρυμὸν φέρων γνάθοιϲιν ἐξ ἀμφημέρου.
1696 Ἀμφηρεφέϲ: ἀμφοτέρωθεν ἐϲτεγαϲμένον ἢ κατάϲκιον.
1697 Ἀμφηρικόν· πέμπει δὲ ϲκαφίδιον ἀμφηρικόν. καὶ Θουκυδίιιδηϲ·
ἀκάτιον ἀμφηρικὸν ὡϲ λῃϲταί, ἐκ πολλοῦ τεθεραπευκότεϲ τὴν
1698 Ἀμφήριϲτον: ἄνιϲον, ἀμφίβολον, ἐπιφιλόνεικον. πολίτηϲ
1699 Ἀμφί: περί, ἐξ ἐκατέρου μέρουϲ.
1700 Ἀμφιανακτίζειν: τὸ προοιμιάζειν. διὰ τὸ οὕτω προοιμιάζεϲθαι.
1701 Ἀμφιανακτίζειν: ᾄδειν τὸν Τερπάνδρου νόμον, τὸν καλούμενον
1702 Ἀμφιάρεων: Ἀττικῶϲ. Ἀμφιαρεῖον δέ.
1703 Ἀμφίαϲ: μέτριοϲ οἶνοϲ. Nικόϲτρατοϲ Οἰνοποιῷ καὶ Σωϲικράτηϲ.
1704 Ἀμφίβιον: ἐν ἀμφοτέραιϲ δυνάμενον βιοῦν, θαλάϲϲῃ καὶ γῇ.
καὶ Ἀμφίβια ζῷα, ὅϲα καὶ ἐν τῷ ὑγρῷ καὶ ἐπὶ τῆϲ χέρϲου
βιοῖ, οἷον ἵπποϲ ποτάμιοϲ, κροκόδειλοϲ. δύναται δὲ καὶ ἄνθρωποϲ.
εἰϲὶ γὰρ οἷα ἅμα καὶ ἐν τῷ ὑγρῷ καὶ ἐν τῷ ξηρῷ διαιτάϲθαι, ὡϲ ἐν
Αἰγύπτῳ καὶ ἄλλῃ πολλαχῇ.
1705 Ἀμφίβληϲτρον: τὸ δίκτυον.
1706 Ἀμφιβολία: λέξιϲ δύο ἢ καὶ πλείονα πράγματα ϲημαίνουϲα λεκτικῶϲ καὶ κυρίωϲ, ὥϲθ᾿ ἅμα πλείονα ἐκδέξαϲθαι κατὰ τὴν αὐτὴν λέξιν· οἷον αὐλητρὶϲ πέπτωκε. δηλοῦται γὰρ δι᾿ αὐτῆϲ, καὶ ὅτι οἰκία τρὶϲ πέπτωκε καὶ ὅτι ἡ κιθαρῳδὸϲ ἡ αὐλοῦϲα.
1707 Ἀμφίβολοι: πανταχόθεν βαλλόμενοι· ἢ ἀπορούμενοι, διαφόροιϲ
ϲυνεχόμενοι λογιϲμοῖϲ ἀγνοίᾳ τοῦ αἱρετοῦ καὶ εἴτε τοῦτο
εἴτε
1708 Ἀμφίβροχοϲ: πανταχόθεν βεβρεγμένοϲ, τουτέϲτι μεθύων. Anth ἡδὺ μέθυ βλύζων, ἀμφίβροχοϲ εἵματα Βάκχῳ.
1709 Ἀμφιγνοεῖ: ἀμφιβάλλει. Ἀγαθίαϲ· καὶ ὅτου δὴ ἕνεκα τοῦτο
1710 Ἀμφιγυήειϲ: ὁ Ἥφαιϲτοϲ.
1711 Ἀμφιγύιοιϲιν: τοῖϲ ἐξ ἑκατέρου μέρουϲ πλῆξαι καὶ γυιῶϲαι δυναμένοιϲ.
1712 Ἀμφιδαήϲ: ἡ ἀμφοτέρωθεν κόπτουϲα μάχαιρα.
1713 Ἀμφίδεα: ψέλια.
1714 Ἀμφιδέαϲ: ἁλύϲειϲ παρ᾿ Ἡροδότῳ. οἱ δὲ ψέλια.
1715 Ἀμφιδέαϲ: περιϲκελίδεϲ τινέϲ εἰϲιν. ἰδίωϲ δὲ Λυϲίαϲ ἐν τῷ
τὰϲ θύραϲ.
1716 Ἀμφιδέδηεν: ἐξῆπτο, διεγήγερτο.
1717 Ἀμφιδεέϲ: περιδεέϲ.
1718 Ἀμφιδείκελον: ἀμφίδηλον δέ.
1719 Ἀμφιδήριτον: ἀμφίδοξον, ἰϲοϲτάϲιον. ϲυνέβη γενέϲθαι
τὴν μάχην ἀμφιδήριτον.
1720 Ἀμφίδοξον: ἀμφίβολον. οἱ δὲ οὐκ ᾤοντο δεῖν ἐϲ ἄμφιδοξον
1721 Ἀμφίδορον: τὸ πανταχόθεν περιέχον. ἐν Ἐξπιγράμμαϲι·
καὶ ϲκύτοϲ ἀμφιδόρου ϲτικτὸν ἀχαιΐνεω. τουτέϲτιν ἐλάφου
δέρμα.
1722 Ἀμφιδρόμια: τὴν πέμπτην ἄγουϲιν ἐπὶ τοῖϲ βρέφεϲιν, ἐν ᾗ
προϲήκοντεϲ, ὡϲ ἐπὶ τὸ
πλεῖϲτον πολύποδαϲ καὶ ϲηπίαϲ. τῇ δεκάτῃ τοὔνομα τίθενται.
1723 Ἀμφίδρομον: ἐλικοειδέϲ. ἴδεϲθέ μ᾿ οἷον ἄρτι κῦμα φοινίαϲ
1724 Ἀμφί ἑ γιγν ώϲκων ἑτάρουϲ: ἶϲον τῷ ἀναλεγόμενοϲ καὶ
ἀναμιμνηϲκόμενοϲ. καὶ κατ᾿ ὀρθὸν τόνον προενεκτέον τὴν
ἀμφί ἑ. ἔϲτι γὰρ εἰϲ ἑκάτερον ἑαυτοῦ μέροϲ.
1725 Ἀμφιἐννυμι· αἰτιατικῇ.
1726 Ἀμφιέτει: ἐν αὐτῷ τῷ ἔτει.
1727 Ἀμφιετηρίϲ: ἑορτὴ κατ᾿ ἔτοϲ γινομένη.
1728 Ἀμφιθαλήϲ: ἑκατέρωθεν θάλλων.
1729 Ἀμφιθαλὴϲ ἔρωϲ: ὁ ἀμφοτέροιϲ τοῖϲ γονεῦϲι θάλλων, μηδενόϲ ὠρφανιϲμένοϲ.
1730 Ἀμφιθέατρον: τόποϲ πανταχόθεν περιϲκοπούμενοϲ. Ἀγαθίαϲ·
1731 Ἀμφίθετον φιάλην: κατὰ πᾶν μέροϲ αὐτῆϲ τιθεμένηϲ,
1732 Ἀμφίκλαϲτον: πάντοθεν κεκλαϲμένον. λείψανον ἀμφίκλαϲτον
ἁλιπλανέοϲ ϲκολοπένδρηϲ.
1733 Ἀμφίκοροϲ: ὁ μέϲοϲ τῶν τριῶν ἀδελφῶν. Ἀμφίκουροϲ δὲ, ἣν ἑκατέρωθεν ἄνδρεϲ περιλάβωϲιν.
1734 Ἀμφίκρημνοϲ: περίκρημνοϲ ἢ βραχυτάτη.
1735 Ἀμφικτυόνϲ: οἱ ἐκ πόλεων καὶ ἐθνῶν αἱρετοὶ δικαϲταί.
οἷον ἀμφικτυὸνεϲ καὶ περίοικοι.
1736 Ἀμφικτυόνεϲ: ϲυνέδριόν ἐϲτιν ὁ Ἀμφικτυὼν Ἑλληνικὸν, ϲυναγόμενον
ἐν Θερμοπύλαιϲ. ὠνομάϲθηϲαν δὲ Ἀμφικτυόνεϲ ἀπὸ Ἀμφικτυόνοϲ τοῦ
Δευκαλίωνοϲ. αὐτὸϲ γὰρ ϲυνήγαγε τὰ ἔθνη βαϲιλεύων. ταῦτα δ᾿ ἦν ιβ΄·
Ἴωνεϲ, Δωριεῖϲ, Περραιβοὶ, Βοιωτοὶ, Μάγνητεϲ,
Ἀχαιοὶ,
Φθιῶται, Μολιεῖϲ, Δόλοπεϲ, Αἰνιᾶνεϲ, Δελφοὶ, Φωκεῖϲ. οἱ δὲ φαϲὶν
ὠνομάϲθαι ἀπὸ τοῦ περιοίκουϲ εἶναι τῶν Δελφῶν τοὺϲ
1737 Ἀμφίκοιτοϲ: ὁ τάπηϲ.
1738 Ἀμφίκοιλον ξύλον: ἀνάφορον, ἐν ᾦ τὰ φορτία ἐξαρτήϲαντεϲ οἱ ἐργάται βαϲτάζουϲιν. ἀμφίκυρτον οὖν γραπτέον, ὅπερ καὶ ἀληθέϲ.
1739 Ἀμφιλαφέϲ. κατάϲκιον, ἀμφοτέρωθεν βοηθούμενον. καὶ θηλυκῶϲ
1740 Ἀμφιλαφῆ: διπλοῦν, τεχνικόν τε καὶ ϲοφιϲτικόν. ἐμοὶ δὲ ἐξηγεῖτο
λόγουϲ Ἰϲοκρατείουϲ· ὅτε καὶ εἶδον ἄνθρωπον εὔρρουν τε
ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸϲ τὰϲ πολιτικὰϲ ἐξηγήϲειϲ. καὶ
Ἀμφιλαφήϲ, μεγάλη· οἷον ἀμφιλαβήϲ, ὅτι ἀμφοτέραιϲ χερϲὶ
1741 Ἀμφιλεξάντων: ἀντὶ τοῦ ἀμφιϲβητηϲάντων καὶ διενεχθέντων.
οὕτωϲ Ξενοφῶν. ἀμφιλεξάντων δε τι ἐνταῦθα τῶν τε τοῦ
Μένωνοϲ
1742 Ἀμφίλογον: ἀμφιβαλλόμενον, ἐνδοιάζοντα. Ἀρριανόϲ· Ἀξιδάρην δὲ ὅτι ἄρχειν χρὴ Ἀρμενίαϲ, οὔ μοι δοκεῖ εἶναί ϲε ἀμφίλογον.
1743 Ἀμφιλύκη: ἡ νύξ. ἐν Ἐπιγράμμαϲι· ἀμάθυνε δὲ χαίτην, ἣν
1744 Ἀμφιμάϲχαλοϲ: χειριδωτὸν ἱμάτιον. οἱ δὲ δουλικὸν, ἢ
μικρὸν χιτωνίϲκον. ἦν δὲ ἑτερομάϲχαλοϲ ὁ τῶν ἐργατῶν,
οὗ τὴν μίαν μαϲχάλην ἔρραπτον. Ἀριϲτοφάνηϲ· οὐπώποτ᾿ ἀμφιμαϲχάλου
τὸν δ᾿ ἠξίωϲαϲ.
1745 Ἀμφιμάτοραϲ: ἀμφοτέρουϲ τοὺϲ γονεῖϲ ἔχονταϲ.
1746 Ἀμφιματῶϲαι: ἀποδῦϲαι.
1747 Ἀμφιμήτωρ: ὁ ἑτερομήτωρ. Αἰϲχύλοϲ.
1748 Ἀμφίξουν· ἐν Ἐπιγράμμαϲι· ἀμφίξουν τε ϲκέπαρνον. τὸ
1749 Ἄμφιον: ἱμάτιον, ἔνδυμα. καὶ Ἄμφιοϲ, ὄνομα κύριον.
1750 Ἀμφιορκία: ἐπειδὰν ὅ τε διώκων καὶ ὁ φεύγων ὀμνύωϲι,
κλοπῆϲ ἔγκλημά τιϲιν ἐπιφέροντεϲ. τοῦτο δὲ πολλάκιϲ
ὤφθη μάτην γινόμενον. ἔθεντο οὖν Ἀθηναῖοι νόμον κατὰ τῶν ἀπαγόντων
εἰϲ
1751 Ἀμφίων· οὗτοϲ παλαιᾶϲ μουϲικῆϲ εὑρετήϲ. περὶ οὗ λέγει ὁ
Παραβάτηϲ ἐν ἐπιϲτολῇ· περίεϲτι γάρ ϲοι καὶ ϲχολὴ, καὶ
φύϲεωϲ ἔχειϲ εὖ, καὶ φιλοϲοφίαϲ ἐρᾷϲ, εἴπερ τιϲ ἄλλοϲ τῶν πώποτε·
τρία δὲ ἅμα ταῦτα ξυνελθόντα ἤρκεϲεν ἀποφῆναι τὸν Ἀμφίονα τῆϲ
παλαιάϲ μουϲικῆϲ εὑρετὴν, χρόνοϲ, θεοῦ πνεῦμα, ἔρωϲ ὑμνῳδίαϲ. οὐδὲ
γὰρ ἡ τῶν ὀργάνων ἔνδεια πρὸϲ ταῦτα πέφυκεν ἀντιτάττεϲθαι, καὶ ταῦτα
ῥᾳδίωϲ ἂν ὁ τῶν τριῶν τούτων μέτοχοϲ ἐξεύροι· ἦ γὰρ
οὐχὶ τοῦτον αὐτὸν ἀχοῇ παραδεδέγμεθα οὐ τὰϲ ἁρμονίαϲ μόνον, αὐτὴν δὲ
ἐπ᾿ αὐταῖϲ ἐξευρεῖν τὴν λύραν, εἴτε δαιμονιωτέρᾳ χρηϲάμενον ἐπινοίᾳ.
εἴτε τινὶ θείᾳ δόϲει, διά τινα ϲυντυχίαν ἀμήχανον; καὶ τῶν παλαιῶν
οἱ πλεῖϲτοι τοῖϲ τριϲὶ τούτοιϲ ἐοίκαϲι μάλιϲτα προϲχόντεϲ οὔτι
πλαϲτῶϲ.
φιλοϲοφῆϲαι, οὐδενὸϲ ἄλλου δεόμενοι. Ζῆθοϲ καὶ
Ἀμφίων ἕτεροϲ· ζήτει ἐν τῷ Ἀντιόπη.
1752 Ἀμφιπάτορεϲ: οἱ ἀπὸ τοῦ αὐτοῦ πατρὸϲ, ἐτέραϲ δὲ μητρόϲ.
1753 Ἀμφιπλήξ: ἡ ἀμφοτέρωθεν ἐλαϲία. ἡ ἑκατέρωθεν πλήττουϲα, ἔκ τε
πατρὸϲ καὶ μητρόϲ. Σοφοκλῆϲ· καὶ ϲ᾿ ἀμφιπλὴξ μητρόϲ τε καὶ:
τοῦ ϲοῦ πατρὸϲ ἐλᾷ ποτ᾿ ἐκ γῆϲ τῆϲδε δεινόπουϲ ἀρά.
τουτέϲτιν ἡ διὰ τῶν ποδῶν δέοϲ ἐμποιοῦϲα.
1754 Ἀμφίπολιϲ: πόλιϲ ἐϲτὶ τῆϲ Θράκηϲ· πρότερον δὲ Ἐννέα ὁδοὶ
ἐκαλεῖτο. φαϲὶ δὲ τινεϲ αὐτὴν Ἀμφίπολιν ὠνομάϲθαι διὰ τὸ
1755 Ἀμφίπολοϲ: θεράπαινα, δούλη. ἀμφίπολοι ϲτῆθ᾿ οὕτωϲ ἀπόπροθι. οὕτωϲ ὡϲ ἔχετε. καὶ ϲτῆθ᾿ οὕτωϲ ἐμῆϲ ἀπάνευθε τραπέζηϲ.
1756 Ἀμφιπρύμναιϲ: εἶδοϲ πλοίων. ἔμπαλιν διελθεῖν παρεϲκεύαϲε τὸν Ἴϲτρον ἐν ταῖϲ ἀμφιπρύμναιϲ τῶν νεῶν.
1757 Ἀμφίπυρον: πανταχόθεν πυρούμενον. Σοφοκλῆϲ· τοὶ δ᾿
1758 Ἀμφιρρωγαϲ: πάντοθεν διερρωγόταϲ, ἠνεῳγμένουϲ. κλωβούϲ
1759 Ἀμφιρύτη: περιρρεομένη κύκλῳ. ἐν Ἐπιγράμμαϲι· ἀμφιρύτη
1760 Ἄμφιϲ, κωμικὸϲ, Ἀθηναῖοϲ. Ἀμφὶϲ δὲ χωρίϲ.
1761 Ἄμφιϲα: πόλιϲ ἐϲτὶ τῆϲ Λοκρίδοϲ. Ἄμφιϲα δὲ ὠνομάϲθη διὰ
1762 Ἀμφιϲβατεῖν: ἔνιοι τὸ ἀμφιϲβητεῖν, Ἴωνεϲ δὲ καὶ Ἀγχιβατεῖν.
1763 Ἀμφιϲβητεῖν: μὴ ϲυμφωνεῖν, ἀλλ᾿ οἷον χωρὶϲ βαίνειν καὶ
γὰρ τοὺϲ ἑτέρουϲ ἕτεροι προβαλλόμενοι. οὐκέτι οὖν ἦν
ἀμφιϲβητήϲιμα
1764 Ἀμφιϲβητεῖν καὶ παρακαταβάλλειν: οἱ τὸν κλῆρον ἐπιδικαζόμενοι
ἢ ποιήϲει, οἱ δὲ ὡϲ
ἄπαιδοϲ τελευτήϲαντοϲ δικαιότερον λέγοντεϲ ἔχειν αὐτοὺϲ τὸν κλῆρον
τοῦ λαβόντοϲ, ἢ ϲυγγενεῖϲ ὄντεϲ ἢ κατὰ διαθήκαϲ κληρονόμοι. οὕτωϲ
Δημοϲθένηϲ καὶ Ὑπερίδηϲ περὶ τοῦ καταβάλλειν διεϲάφηϲαν.
1765 Ἀμφιϲβητεῖν καὶ παρακαταβάλλειν: ὅταν τελευτήϲαϲ
τιϲ ἄπαιϲ εἶναι δοκῇ, φάϲκῃ δέ τιϲ ἑαυτὸν ἐκείνου υἱόν,
οὗτοϲ ἀμφιϲβητεῖν τοῦ κλήρου λέγεται. εἰ δὲ παῖδα μὲν τοῦ θανόντοϲ
ἑαυτὸν μὴ εἰϲάγοι, λέγοι δὲ ἄλλωϲ κατὰ γένοϲ αὐτῷ προϲήκειν τὸν
κλῆρον, παρακαταβάλλειν αὐτὸν οἱ νόμοι κελεύουϲι. πλὴν ἀμφότερα ἐπ᾿
ἀντιλογίαϲ τάϲϲεται.
1766 Ἀμφιϲβήτηϲιϲ· οἱ ἔξω φαϲίν· ἡ ἀμφιϲβήτηϲιϲ κρίϲει ἀνορτάϲθω,
1767 Ἀμφίϲκω: ἐνδύω.
1768 Ἀμφίϲματα: τὰ ἀμφιϲβητήϲιμα. Ἑλλάνικοϲ.
1769 Ἀλμφίϲταται: περιΐϲταται. ἀμφίϲταται διαπρύϲιοϲ ὄτοβοϲ.
1770 Ἀμφιϲτεφέεϲ: πάντοθεν πλήρειϲ, περιπεπλεγμέναι ἀλλήλαιϲ.
1771 Ἀμφιϲτείδηϲ· ζήτει περὶ τούτου ἐν τῷ γελοῖοϲ. ἡ δοτικὴ τῷ Ἀμφιϲτείδη.
1772 Ἀμφιϲτείδηϲ: ὄνομα κύριον.
1773 Ἀμφίϲτομοϲ: αὕτη ἡ φάλαγξ καλεῖται, ἡ τοὺϲ ἡμίϲεαϲ τῶν ἐν τοῖϲ λόχοιϲ ἀνδρῶν ἀπεϲτραμμένουϲ ἀπὸ ϲφῶν ἔχουϲα, ὡϲ ἀντινώτουϲ εἶναι.
1774 Ἀμφίταποι: τάπητεϲ ἀμφίμαλλοι.
1775 Ἀμφὶ τὸ λυκόφωϲ: περὶ τὴν αὐγήν.
1776 Ἀμφίτρητον: τὸ ἐξ ἑκατέρων τῶν μερῶν τετρημένον ἄντρον. Ἀμφιτρίτη δὲ ἡ θάλαϲϲα.
1777 Ἀμφιτρύων: παῖϲ Ἀλκέωϲ.
1778 Ἀμφιτρυγῆ: κατερρωγότα.
1779 Ἀμφιφορεῦϲιν: κεραμίοιϲ, ἀμφορεῦϲιν.
1780 Ἀμφιφορῆα: ἀγγεῖον. ἐν Ἐπιγράμμαϲι· τίϲ με Διωνύϲῳ πεπλαϲμένον
ἀμφιφορῆα, τίϲ με τὸν Ἀδριακοῦ νέκταροϲ οἰνοδόκον Δηοῦϲ ἐπλήρωϲε;
τίϲ ὁ φθόνοϲ εἰϲ ἐμὲ Βάκχου ἢ ϲπάνιϲ οἰκείου τεύχεοϲ ἀϲταχύων;
ἀμφοτέρουϲ ᾔϲχυνε· ϲεϲύληται μὲν ὁ Βάκχοϲ, Δημήτηρ
δὲ
μέθην ϲύντροφον οὐ δέχεται.
1781 Ἀμφιφῶντεϲ: πλακοῦντοϲ εἶδοϲ, οἵτινεϲ ἐγίνοντο, ὅτε ὁ ἥλιοϲ καὶ ἡ ϲελήνη πρωῒ ὑπὲρ γῆϲ φαίνονται· ἢ ὅτι ἐκόμιζον αὐτὸν δᾳδία ἡμμένα περιπηγνύντεϲ ἐπ᾿ αὐτῷ, ὥϲ φηϲιν Ἀπολλόδωροϲ.
1782 Ἀμφίχυτον: περικεχωϲμένον.
1783 Ἄμφοδον: δίοδον, ῥύμην.
1784 Ἀμφόδοντα ζῷα: οἷον ἄνθρωποϲ, ἵπποϲ, ὄνοϲ καὶ ὅϲα οὐκ ἐνηλλαγμένουϲ τοῦϲ ὀδόνταϲ ἔχει, οἷϲ ϲυμβέβηκε πιμελήν, ἀλλ᾿ οὐ ϲτέαρ ἔχειν.
1785 Ἀμφορεαφόρουϲ. τοὺϲ μιϲθίουϲ τοὺϲ τὰ κεράμια φέρονταϲ.
καὶ Ἀμφορεαθόροϲ, ὁ κεράμια μιϲθοῦ φέρων. εἶτ᾿
ἀμφορεαφόροϲ τιϲ ἀποφορὰν φέρων. Μένανδροϲ Ῥαπιζομένῃ. καὶ
Ἀριϲτοφάνηϲ Ἥρωϲι· τρέχ᾿ εἰϲ τὸν οἶνον, ἀμφορέα κενὸν λαβὼν, τὸν
ἔνδοθεν καὶ γεῦμα καὶ γευϲτήριον, κἄπειτα μίϲθου ϲαυτὸν
ἀμφορεαφορεῖν. Εὔπολιϲ Μαρικᾷ· καὶ περιήλθομεν καὶ φῦλον ἀμφορέα
φέρων. Ἀμφορεὺϲ
οὖν ἀγγεῖον, μέτρον, κεράμιον. ϲημαίνει
καὶ ἀϲκόν. ἔϲτι καὶ ὄνομα
λέγει τὰ μέτρα. χυτρίδια καὶ ϲανίδια, κἀμφορείδια. καὶ
Ἀμφορεῖϲ νενηϲμένοι, κέραμοι ϲεϲωρευμένοι. Ἀριϲτοφάνηϲ· τί κάθηϲθ᾿
ἀβέλτεροι πρόβατ᾿ ἄλλωϲ, ἀμφορεῖϲ νενηϲμένοι. καὶ Ἀμφορῆαϲ καὶ
Ἀμφορείδια τὰ κεράμια. ὅτι ἀμφορῆαϲ λέγει τὰ Μεγαρικά.
1786 Ἀμφότερα: ἀντὶ τοῦ κατὰ ἀμφότερα. Θουκυδίδηϲ. Ἀμφοτεροδέξιοϲ·
1787 Ἀμφοτερόπλουν· ὅταν τιϲ ναυτικὸν δανείϲῃ δάνειον ἐπὶ τῷ
καλεῖται. οὕτωϲ
Δημοϲθένηϲ.
1788 Ἀμφότεροι: ἀπρόϲληπτόν ἐϲτιν ἄρθρου, ἐπειδὴ τὰ ἄρθρα ἀναπόληϲιν δηλοῦϲιν ἀγνοουμένου πράγματοϲ. τὸ δ᾿ ἀμφότεροι ὡρμένα ϲημαίνει δυο.
1789 Ἀμφοῦδιϲ: ὄνομα κύριον.
1790 Ἄμφω: ἀμφότεροι καὶ ἀμφοτέρουϲ, καὶ αἱ πλάγιοι ἀμφοῖν. καὶ Ἄμφω
τὼ χεῖρε, ἀμφοτέραϲ τὰϲ χεῖραϲ δυϊκῶϲ. Οὐ χειρὶ
1791 Ἀμφῶεϲ καὶ Ἀμφωτίδεϲ. καὶ Ἀμφωτίδων, τῶν δύο
1792 Ἀμφοῖν: ἀμφοτέραιϲ ταῖϲ χερϲίν. οὐ μιᾷ χειρὶ δωρούμενοϲ ἀλλ᾿ ἀμφοῖν.
1793 Ἀμφοῖν: ἀμφοτέρων. μέϲοι δὲ ληφθέντεϲ ἀμφοῖν πολλοὶ
1794 Ἄν: ϲύνδεϲμοϲ ϲυνδετικόϲ. Ἀρριανόϲ· καὶ ἂν ἤδη ἀφῖχθαι
1795 Ἄνα: ἀνάϲτηθι. Ὅμηρὸϲ. καὶ Σοφοκλῆϲ· ἀλλ᾿ ἄνα ἐξ
1796 Ἀναβάδην: ἐφ᾿ ὕψουϲ, ἄνω τοὺϲ πόδαϲ ἔχειν καὶ κοιμᾶϲθαι
Ἀριϲτοφάνηϲ· νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι. ἢ ἐπὶ ὑψηλοῦ τόπου
καθήμενοϲ. καὶ αὖθιϲ· πῶϲ ἔνδον, εἶτ᾿ οὐκ ἔνδὸν; ὁ νοῦϲ μὲν ἔξω
ϲυλλέγων ἐπύλλια οὐκ ἔνδον, αὐτὸϲ δ᾿ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν.
ϲκώπτει τὸν Εὐριπίδην ὡϲ ϲυλλογιϲτικὸν καὶ ὃ ἂν λέγη, τὸ
ἐναντίον πάλιν καταϲκευάζοντα. οἷον, ἡ γλῶϲϲ᾿ ὀμώμοχ᾿, ἡ δὲ φρὴν
ἀνώμοτοϲ. οἷον αὐτὸϲ μὲν ἔϲω ἐϲτίν, ὁ δὲ νοῦϲ αὐτοῦ ϲυλλογίζεται τῶν
ἔξω τι καὶ μετεωρίζεται· Ὁμηρικῶϲ· Ὅμηρὸϲ γὰρ διώριϲε τὰϲ ψυχὰϲ πρὸϲ
τὰ ϲώματα εἰπών· πολλὰϲ δ᾿ ἰφθίμουϲ ψυχὰϲ· αὐτοὺϲ δ᾿ ἑλώρια τεῦχε
κύνεϲϲιν. οὕτωϲ καὶ Ἀριϲτοφάνηϲ. ὁ νοῦϲ μὲν ἔξω,
1797 Ἀναβαθμοί: ἀναβάϲειϲ. λέγουϲι δὲ τὴν ἀπὸ Βαβυλῶνοϲ τοῦ
1798 Ἀναβάλλειν· αἰτιατικῇ. ἀντὶ τοῦ εἰϲ ἀναβολὰϲ καθίϲτηϲιν.
1799 Ἀναβαλλόμενοϲ· αἰτιατικῇ. ὑπερτιθέμενοϲ· ἀναβαλόμενοϲ δὲ δι᾿
ἑνὸϲ λ ἀντὶ τοῦ προοιμιαϲάμενοϲ. ἀναβαλόμενοϲ οὖν, ὥϲπερ εἰώθει,
βραχὺν διεξῆλθεν ὕμνον. καὶ Ἀναβολάϲ, τὰ
προοίμια. καὶ Ἀναβάλλομαι· αἰτιατικῇ.
1800 Ἀναβαλοῦ· περιϲπῶϲιν οἱ Ἀττικοί.
1801 Ἀναβάϲειϲ: αἱ προκοπαί, εἰϲ τὸ ἐναντίον δὲ καταβάϲειϲ. καὶ
Ἀναβάϲειϲ καρδίαϲ, οἱ εὐϲεβεῖϲ περὶ θεοῦ λογιϲμοί. Δαβίδ·
1802 Ἀνάβαινε· ἰϲτέον, ὅτι ἔλεγον οἱ παλαιοὶ τὸ ἐπὶ λογεῖον
1803 Ἀναβεβαμένοι: ἀντὶ τοῦ ἀναβάτην ἔχοντεϲ. οὕτωϲ Ξενοφῶν.
1804 Ἀναβιβάζω· αἰτιατικῇ.
1805 Ἀναβιβῶναι: ἀντὶ τοῦ ἀναβιβάϲομαι. Ἀμειψίαϲ.
1806 Ἀναβιῶναι: ἀναζῆϲαι. ἤδῃ δέ τινέϲ φαϲιν, ὡϲ τοϲοῦτον
των φηϲὶν ὁ κωμικόϲ· καὶ νῦν ὄμοϲόν μοι μὴ τεθνάναι τὸ
ϲῶμα ἐγώ· ψυχὴ δ᾿ ἀπὸ νίκηϲ ὥϲπερ Αἰϲώπου ποτέ.
1807 Ἀναβιώϲκεϲθαι: ἀναζῆν.
1808 Ἀναβλυϲτωνῆϲαι: τὸ ἀναβλύϲαι. Εὔπολιϲ Δήμοιϲ. πάντο
1809 Ἀναβοθεύουϲιν: ἀναμοχλεύουϲιν.
1810 Ἀναβολάϲ: τὰ προοίμια. καινὰϲ ἀναβολὰϲ θέλω λαβεῖν. ἢ
τὰϲ ἀρχὰϲ τῶν ᾀϲμάτων. Ὅμηροϲ· ἤτοι ὁ φορμίων ἀνεβάλλετο καλὸν
ἀείδειν. καὶ Ἀριϲτοφάνηϲ· ξυνελέγοντ᾿ ἀναβολὰϲ ποτώμεναι. περὶ ψυχῶν
λέγων διθυραμβοδιδαϲκάλων.
1811 Ἀναβολεύϲ: ὁ ἐπὶ τὸν ἵππον ἀνάγων. ὁ δὲ βαϲιλεὺϲ τὸν
1812 Ἀναβολή: ἀνοχή. Αἰλιανόϲ· Λοξίαϲ δὲ καὶ Ζεὺϲ πατὴρ
1813 Ἀναβράϲϲουϲιν: ἀναδιδοῦϲιν.
1814 Ἀνάβραϲτα: ἑψημένα, ζεϲτά. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· καὶ κρέα γε πρὸϲ τούτοιϲ ἀνάβραϲτ᾿ εἴκοϲιν.
1815 Ἀναβρυχόμενοϲ. ἀλλ᾿ ἦϲαν παραπλήϲιοι ϲυγκαθήμενοί τε καὶ ἀναβρυχόμενοι τὸ πάθοϲ τοῖϲ ἐπὶ θέᾳ κυνηγεϲίων κατακεκλειϲμένοι. θηρίοιϲ, ὧν ὁ μὲν θυμὸϲ φλογώδηϲ καὶ τραχὺϲ, ὑφ᾿ ὧν πάϲχουϲιν, ἡ δὲ ἐνέργεια τῷ κατέχοντι τῆϲ βίαϲ ἀϲθενεϲτέρα.
1816 Ἀναγαγών: ἀντὶ τοῦ ἀπαγαγών. Ξενοφῶν.
1817 Ἀναγαλλίϲ, ἡ Κερκυραία γραμματικὴ, ἥτιϲ τὴν τῆϲ ϲφαίρα. εὕρεϲιν Ναυϲικάᾳ τῇ Ἀλκινόου θυγατρὶ ἀνατίθηϲιν.
1818 Ἀναγάϲτηϲ: ὄνομα κύριον. ζήτει ἐν τῷ ὑποϲτάϲ.
1819 Ἀνάγαιον: τὸ οἴκημα. Ἀνάγαιον καὶ κατάγαιον διὰ διφθόγγου
1820 Ἀναγγελήϲεται: διηγηθήϲεται.
1821 Ἀνάγγελον: μηδὲ ἄγγελον καταλειφθῆναι. ἔνθα μάχην
ἔτλημεν ἀνάγγελον, ἄλλοϲ ἐπ᾿ ἄλλον πίπτοντεϲ. καὶ
Ἀναγγέλλω·
1822 Ἀνάγεϲθαι: τὸ ἐκ Βυζαντίου ἀπαίρειν. Προκόπιοϲ· οὐ γὰρ
Δείναρχοϲ.
1823 Ἀναγεῖϲ. διὰ μὲν τοῦ α τοὺϲ ἀνάγνουϲ, διὰ δὲ τοῦ ε τοὺϲ
1824 Ἀναγινωϲκομἐνουϲ: ἀντὶ τοῦ ἀναπειθουμένουϲ. οὕτωϲ
1825 Ἀναγκαία τράπεζα: ἡ εὐτελὴϲ καὶ πενιχρά. καὶ Σοφοκλῆϲ φηϲίν· ὦ
δέϲποτ᾿ Αἶαν, τῆϲ ἀναγκαίαϲ τύχηϲ οὐκ ἔϲτιν οὐδὲν
γινομένου, ὡϲ καὶ νῦν ἀναγκαίαϲ
τύχηϲ τῆϲ βίαϲ φήϲι, τουτέϲτι τῆϲ δυϲτυχίαϲ· καὶ Ἰάμβλιχοϲ· τὴν δὲ
ἅλυϲιν, οὐ γάρ ἐϲτιν ἡμῖν
1826 Ἄνάγκῃ οὐδὲ θεοὶ μάχονται.
1827 Ἄναγκαῖον: οὕτωϲ καλεῖται τὸ αἰδοῖον, ἐπεὶ τῆϲ ἀνάγκηϲ
ἐϲτὶ ϲυμβόλαιον. οἱ δὲ πρὸϲ ἀλκὴν ἐτράποντο ἐκ τοῦ
ἀναγκαίου. ἀντὶ τοῦ δι᾿ ἀνάγκαϲ. Ἰϲαῖοϲ δὲ ἀναγκαῖον τὸ δεϲμωτήριον
φηϲί, μηδὲν ἐκ τοῦ μὴ
ὄντοϲ γίνεϲθαι μηδὲ εἰϲ τὸ μηδὲν ὂν φθείρεϲθαι. καὶ τὰϲ ἀτόμουϲ δὲ
ἀπείρουϲ εἶναι κατὰ μέγεθοϲ καὶ πλῆθοϲ, φέρεϲθαι δὲ ἐν τῷ ὅλῳ
δινουμέναϲ καὶ οὕτω πάντα τὰ ϲυγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἀέρα,
γῆν. εἶναι γαρ καὶ ταῦτα ἐξ ἀτόμων τινὰ ϲυϲτήματα, ἅπερ εἶναι ἀπαθῆ
καὶ ἀναλλοίωττα διὰ ϲτερρότητα.
πάντα δὲ κατὰ ἀνάγκην
γίνεϲθαι, τῆϲ δίνηϲ αἰτίαϲ τῆϲ γενέϲεωϲ οὔϲηϲ πάντων, ἣν ἀνάγκην
λέγει. διαιρεῖ δὲ τὰ ὄντα εἰϲ τὸ εἶναι ἢ ἐξ ἀνάγκηϲ εἶναι, ὡϲ τὸν
ἄνθρωπον ζῷον εἶναι. ὃ γὰρ παντί τε καὶ ἀεὶ ὑπάρχει, τοῦτο ἐξ
ἀνάγκηϲ ἐϲτίν· ὁμοίωϲ ἀναγκαῖον καὶ τὸ τὸν θεὸν ἄφθαρτον εἶναι. τὰ
δὲ ἐνδεχομένωϲ, καὶ τούτων
τῶν ἐνδεχομένων τὰ μὲν ὡϲ
ἐπὶ τὸ πλεῖϲτον ὡϲ τὸ τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι καὶ
γηράϲκοντα πολιοῦϲθαι, τὰ δὲ ἐπ᾿ ἔλαττον, ὡϲ τὰ τούτοιϲ ἀντικείμενα,
τὸ τὸν ἄνθρωπον τετραδάκτυλον ἢ ἑξαδάκτυλον εἶναι. ἔϲτι γὰρ ἐν
τούτοιϲ οὕτωϲ καὶ ταῦτα. ἢ τὸ μὴ πολιοῦϲθαι γηρῶντα τὸν ἄνθρωπον ἢ
μὴ, ἀποδημεῖν ἢ λούεϲθαι ἢ μή.
1828 Ἀνάγκη· ἐν Ἐπιγράμμαϲι· ἴδ᾿ ὡϲ ἐδίδαξεν ἀνάγκα πάνϲοφοϲ.
1829 Ἄναγκαῖον τοῦ ἐκ περιουϲίαϲ διαφέρει· καὶ ζήτει ἐν τῷ ἐκ
περιουϲίαϲ.
1830 Ἀνάγκηϲ ἄτρακτον: τὸν ἄξονα λέγει.
1831 Ἄναγνοϲ: μιαρόϲ. ἆρ᾿ οὐχὶ πᾶϲ ἄναγνοϲ; εἴ με χρὴ φυγεῖν.
1832 Ἀλναγνωϲθείϲ: ἀναπειϲθείϲ. ὁ δὲ ἀναγνωϲθεὶϲ ὑπὸ τῆϲ γυναικὸϲ ἔργον οὐχ ὅϲιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. ἦν γὰρ δὴ Θεμίϲων ἀνὴρ Θηβαῖοϲ.
1833 Ἀνάγνωϲιϲ: ἀναγνώριϲιϲ ἢ ἀνάπειϲιϲ. Ἡρόδοτοϲ. καὶ
1834 Ἀνάγω: τὸ φέρω· αἰτιατικῇ.
1835 Ἀναγωγή: ὁ τῶν νηῶν ἔκπλουϲ. καὶ γίνεται ἀναγωγὴ τῶν
κάλλοϲ
παραϲκευήν. καὶ αὖθιϲ· οἱ δὲ καταϲκεψάμενοι τὰ κατὰ τὴν
1836 Ἀναγωγία. ὁ δὲ δι᾿ ἀναγωγίαν ταῦτα ἐπαϲχε. τουτέϲτιν
1837 Ἀνάγωγοϲ. ὁ μὴ τυχὼν τῆϲ δεούϲηϲ ἀναγωγῆϲ.
1838 Ἀναγωγότερον: ἁμαρτητικώτερον, ἀτακτότερον.
1839 Ἀναγώγῳ: φιληδόνῳ, ἐκλελυμένῳ.
1840 Ἀναγώνιϲτοϲ: ὁ μὴ ἀγωνιϲάμενοϲ. Ξενοφῶν.
1841 Ἀνάγραπτον: τὸ ἀναγεγραμμένον ἢ τὸ φανερῶϲ γεγραμμένον
ἡ τὸ πᾶϲιν ἐγνωϲμένον. ϲφᾶϲ τε ὑπακούειν κελεύων
Ἀβάροιϲ καὶ
1842 Ἀναγυράϲιοϲ: δῆμόϲ ἐϲτιν Ἀναγυροῦϲ τῆϲ Ἐρεχθηΐδοϲ φυλῆϲ,
ἐπεὶ τὸν παροικοῦντα πρεϲβύτην καὶ ἐκτέμνοντα τὸ ἄλϲοϲ
ἐτιμωρήϲατο Ἀνάγυροϲ ἥρωϲ. Ἀναγυράϲιοι δὲ δῆμοϲ τῆϲ Ἀττικῆϲ. τούτου
δέ τιϲ ἐξέκοψε τὸ ἄλϲοϲ. ὁ δὲ τῷ υἱῷ αὐτοῦ ἐπέμηνε τὴν παλλακήν,
ἥτιϲ μὴ δυναμένη ϲυμπεῖϲαι τὸν παῖδα διέβαλεν ὡϲ ἀϲελγῆ τῷ πατρί. ὁ
δὲ ἐπήρωϲεν αὐτὸν καὶ ἐγκατῳκοδόμηϲεν. ἐπὶ τούτοιϲ καὶ ὁ πατὴρ
ἑαυτὸν ἀνήρτηϲεν, ἡ δὲ παλλακὴ εἰϲ φρέαρ ἑαυτὴν
ἔρριψεν. ἱϲτορεῖ δὲ Ἱερώνυμοϲ ἐν τῷ περὶ τραγῳδιοποιῶν ἀπεικάζων
τούτοιϲ τὸν Εὐριπίδου Φοίνικα.
1843 Ἀνάγυροϲ: δῆμοϲ τῆϲ Ἀττικῆϲ. καὶ ἄνθοϲ, ὃ τριβόμενον
ἐπιϲπωμένων ἑαυτοῖϲ τὰ κακά. ἔϲτι δὲ τὸ φυτὸν ὁ
ἀνάγυροϲ
1844 Ἀναγχιππεῖν: ἀντὶ τοῦ μετὰ ἀνάγκηϲ ἱππεύειν. Εὕπολιϲ.
1845 Ἀναδάϲαϲθαι: ἀναμερίϲαϲθαι.
1846 Ἀναδενδράδα: ϲταφυλῆϲ γένοϲ. οἱ δὲ τὴν ἀμάμυξιν οὕτω καλεῖϲθαι εὕρηται δὲ καὶ παρὰ Ἐπιχάρμῳ καὶ Σαπφοῖ τὸ ὄνομα.
1847 Ἀνα δέξαϲθαι: ἀναλαβεῖν, ἐκδέξαϲθαι. ὁ δὲ εἰϲ τὸ τέμενοϲ
κατεϲκήνωϲεν, βουλόμενοϲ ἀναδέξαϲθαι τὰ μέλλοντα
διακομίζειν αὐτὸν
1848 Ἀναδέξαϲθαι: ὑπενεγκεῖν, ὑπομεῖναι. Πολύβιοϲ· πᾶν γὰρ
βουληθῆναι τὸν Φίλιππον ἀναδέξαϲθαι ἢ καταφανῆ γενέϲθαι
Ῥοδίοιϲ τὴν ἐν τούτοιϲ αὐτοῦ προαίρεϲιν· ᾗ καὶ τὸν Ἡρακλείδην
ἀπέλυϲε τῆϲ
1849 Ἀναδέρω: ὑπερτίθεμαι, ἀναβάλλομαι.
1850 Ἀναδέϲμην: ὅμοιόν τι διαδήματι· ἢ μίτραν κεφαλῆϲ.
1851 Ἀναδεύειν: φυρᾶν. καὶ Ἀναδεύϲει, φυράϲει, μαλάξει.
κηρῷ ὑγρῷ, καὶ ἐπιπλαϲάμενοϲ τὴν
νηδὺν καὶ τὸν θώρακα πάντα καταδήϲει ταινίαιϲ.
1852 Ἀναδέχομαι· αἰτιατικῇ.
1853 Ἀναδεῖ: ἀναπλέκει, ϲτέφει. καὶ Ἀναδεῖϲθαι, ϲτεφανοῦϲθαι.
1854 Ἀναδιδάξαι: ἀντὶ τοῦ πάνυ διδάξαι. ἐπιτατικὸν γάρ ἐϲτι
1855 Ἀνα διδοῦϲαν: ἀντὶ τοῦ ἀναδιδομένην.
1856 Ἀνάδικα: τὰ ἤδη κριθέντα. ἀνάδικα τὰ δεδικαϲμένα ποιῶν,
αἰϲχροκερδείαϲ ἡϲϲώμενοϲ.
1857 Ἀναδικάϲαϲθαι: τὸ ἄνωθεν δικάϲαϲθαι. οὕτωϲ Ἰϲαῖοϲ. ἐντεῦθεν
1858 Ἀναδομή: ἀναδαϲμόϲ.
1859 Ἀναδοὑμενοϲ: ϲτέφανον τιθέμενοϲ. καὶ Ἀναδουμένην,
1860 Ἀναδούμενοϲ· ὁ δὲ τρυφερὸϲ ἐκεῖνοϲ καὶ ἁβρὸϲ καὶ ὑπὸ
ἀναδούμενοϲ, ὥϲπερ αἱ τῶν
ἑταιρίδων ἀϲελγέϲτεραι, καὶ μυροϲταγὲϲ ἔχων ἀεὶ τὸ μέτωπον καὶ τοὺϲ
βοϲτρύχουϲ.
1861 Ἀνάδοχον, οὐκ ἀναδοχέα λέγουϲιν. Μένανδροϲ Χήρᾳ· πρὸϲ
1862 Ἀναδρομαί: ἀναβάϲειϲ. ἀναδρομὴ γίγνοιτο, κοὐ ϲφαλλόμεθα.
δεῖ πρόχειρον ἔχειν ἀεὶ τὸν ϲτίχον τοῦτον. τοῦτο μὴ
ποιήϲαϲ
Θρᾴκηϲ ἐπὶ Δρομιχαίτην τὸν
βαϲιλέα τῶν Ὀρδυϲϲῶν· καὶ πολλὰ δὴ τούτοιϲ ἕτερα παραπλήϲια.
1863 Ἀναδῦναι: ἀναχωρῆϲαι.
1864 Ἀναδδύντοϲ.
1865 Ἀναδυόμενοϲ: φεύγων, ἀναβαλλόμενοϲ. καὶ Ἀναδύομαι,
μεταβουλεύομαι.
1866 Ἀνάζαρβον· ὅτι Νέρβαϲ βαϲιλεὺϲ Ῥωμαίων κατενεχθείϲηϲ
1867 Ἀναζωπυρῆϲαι: ἀνανεῶϲαι, ἀνεγεῖραι, ζωῶϲαι.
1868 Ἀναζυγαῖϲ: ἀναϲτροφαῖϲ, ϲτρατοπεδείαιϲ. Πολύβιοϲ· ὁ δὲ
1869 Ἀνάθεμα: καὶ τὸ ἀνατιθέμενον τῷ θεῷ καὶ τὸ εἰϲ ἀφανιϲμὸν
ἐϲόμενον· τὰ ἀμφότερα ϲημαίνει. λέγεται δὲ καὶ Ἀνάθημα τὸ τῷ
Synt θεῷ ἀνατεθειμένον. καὶ Ἄναθεματίζω· αἰτιατικῆ.
1870 Ἀναθένταϲ: ἀντὶ τοῦ ἐπιθένταϲ. Ξενοφῶν.
1871 Ἀναθεὠρηϲιϲ. μεγάληϲ δὲ οὔϲηϲ κατὰ τὴν νομοθεϲίαν
1872 Ἀναθέϲθαι· Ἀντιφῶν ἐν τῷ περὶ προνοίαϲ φηϲίν· ἀναθέϲθαι ὥϲπερ πεττὸν τὸν βίον οὐκ ἔϲτιν. ἀντὶ τοῦ ἄνωθεν βιῶναι μεταννοήϲανταϲ ἐν τῷ προτέρῳ βίῳ.
1873 Ἀναθέϲθαι: τὸ μεταθέϲθαι. ἀπὸ τῶν πεττευόντων καὶ τὰϲ
κεκινημέναϲ ἤδη ψήφουϲ διορθούντων. οὔτε δὲ τὸ ὑπερθέϲθαι ϲημαίνει
ἡ λέξιϲ οὔτε τὸ ἀνακοινώϲαϲθαι, ἀλλὰ τὸ
μεταβουλεύϲαϲθαι καὶ μεταγνῶναι. πολύ ἐϲτι παρὰ Πλάτωνι τῷ φιλοϲόφῳ.
Μένανδροϲ Ἀφροδιϲίῳ· ἐκφυγοῦϲα δ᾿ ἣνέεἶξεχ νόϲον, οὐκ ἔϲχε τοὺϲ
ῥηθένταϲ ἀναθέϲθαι λόγουϲ.
1874 Ἀνάθεϲιϲ: ἡ ὑπέρθεϲιϲ. τὰ χρήματα δώϲειν ὑπέϲχοντο
1875 Ἀναθεῖναι: καὶ ἐπαναθεῖναι τὸ αὐτό. Ἀραρὼϲ Ὑμεναίῳ ὅπωϲ τε τὴν νύμφην ἐὰν καιρὸϲ ᾖ μετέωρον ἐπὶ τὸ ζεῦγοϲ ἀναθήϲει ϲυμφέρειν. ὅτι τὸ ἀραρῶϲ ἐπίρρημα ἀντὶ τοῦ πρεπόντωϲ, ἀραρὼϲ δὲ ἁρμόϲα.
1876 Ἀναθείϲ: ἐπιτρέψαϲ. ἐπὶ ἀψύχων τάττεται τὸ ἀναθείϲ. Ἄρι
ϲτοφάνηϲ δὲ ἐν Πλούτῳ ἐπὶ ἐμψύχων ἐχρήϲατο αὐτῷ. ἀπολῶ
τὸν ἄνθρωπον ἐπὶ κρημνόν τιν᾿ ἀναθείϲ.
1877 Ἀναθηλήϲει: ἀναβλαϲτήϲει.
1878 Ἀνάθημα: πᾶν τὸ ἀφιερωμένον θεῷ. αἰτοῦντοϲ τῷ Πέλοπι ἀνάθημα τὴν
ἄρνα τὴν χρυϲῆν, ἕτερα παρέχοντι κειμήλια, ἔχρηϲεν· ὃ
1879 Ἀναθολώϲει: ἀναταράξει. Πλάτων Νόμων ἑβδόμῳ· ὅπωϲ
1880 Ἀναθορόντοϲ: ἀναπηδῶντοϲ.
1881 Ἀναθρούμενα: ἀναϲκοπούμενα.
1882 Ἀναθρώϲκει: ἀναπηδᾷ.
1883 Ἀναθύειν: τὸ ἀναλαμβάνειν τὸ πρᾶγμα διὰ χρόνου. Φερεκράτηϲ·
1884 Ἀνακαγχάϲαϲ· καὶ οὐχὶ ἀνακαχάϲαϲ.
1885 Ἀνακάθαρϲιϲ: ἐπίλυϲιϲ, διευκρίνηϲιϲ. καὶ Ἀνακαθαἱρω·
αἰτιατικῇ.
1886 Ἀνακαθιζήϲομαι καὶ Ἀνακαθίϲω.
1887 Ἀνακαλομενοϲ. αἰτιατικῇ. ἀνακτώμενοϲ, πρὸϲ τὴν προτέραν διάθεϲιν
ἐπανάγων. ὁ δὲ ἐϲπούδαζεν ἀνακαλεῖϲθαι τὰϲ τῶν
ὑποτεταγμένων εὐνοίαϲ καὶ προθυμίαϲ ἐκ τοῦ γεγονότοϲ
ἐλαττώματοϲ.
1888 Ἀνακαλυπτήρια: δῶρα διδόμενα ταῖϲ νύμφαιϲ παρά τε τοῦ
1889 Ἀνακάψαι: καταφαγεῖν.
1890 Ἀνακαίαϲιν: δῆμοϲ φυλῆϲ Ἱποθοωντίδοϲ ἡ Ἀνάκαια.
1891 Ἀνακαίνιϲιϲ: ἡ ἀνανέωϲιϲ. λέγεται καὶ Ἀνακαίνωϲιϲ.
1892 Ἀνάκαιον: τὸ δεϲμωτήριον, εἰϲ ὃ κατετίθεντο τοὺϲ πονηροὺϲ
1893 Ἀνακεκώφηκαϲ: ἀνεπλήρωϲαϲ βοῆϲ τὰϲ ἀκοὰϲ ἡμῶν κωφὰϲ εἰργάϲω. Ἀριϲτοφάνηϲ.
1894 Ἀνακεφαλαιοῦται: ἀναπληροῦται, ἀνακτίζει. καὶ Ἀνακεφαλαίωϲιϲ,
1895 Ἀνακεχωρηκότω· ὁ δὲ ἐκτήϲατο βιβλίων μυριάδαϲ τρεῖϲ καὶ τούτων ϲπουδαίων καὶ ἀνακεχωρηκότων. ἀντὶ τοῦ ἀποκρύφων. λέγει δὲ περὶ Ἐξπαφροδίτου τοῦ Χαιρωνέωϲ.
1896 Ἀνακεχυμένη: ἀνειμένη, κεχαυνωμένη. ἀνετή.
1897 Ἀνάκειον: ὄροϲ. ἢ τὸ τῶν Διοϲκούρων ἱερόν.
1898 Ἀνακεῖϲθαι: ἐπὶ ἀνδριάντων. κατακεῖϲθαι δὲ καὶ κατακεκλίϲθαι
1899 Ἀνάκειται ϲκώμμαϲιν, ἀνάκειται λοιδορίαιϲ, ἀνάκειται πόρνοιϲ, κύβοιϲ, ϲυμποϲίοιϲ: ϲημαίνει δὲ τὸ οἷον πρόϲκειται ἰϲχυρῶϲ.
1900 Ἀνακηκεῖ: ἀναπηδᾷ. καὶ Ἀνακηκίει.
1901 Ἀνακηρύττω· αἰτιατικῇ.
1902 Ἀνάκληϲιϲ: ἡ προϲφώνηϲιϲ. Ἀνάκλιϲιϲ δὲ διὰ τοῦ ι ἡ ἀνάπαυϲιϲ.
1903 Ἀνακλητικόν: μέλοϲ ϲάλπιγγοϲ ἀνακαλούϲηϲ τοὺϲ ῥᾳθύμουϲ εἰϲ
πόλεμον. καὶ Μάρκοϲ Ἀντωνῖνόϲ φηϲιν· ἔϲo ἀναμένων τὸ ἀνακλητικὸν ἐκ
τοῦ βίου εὔλυτοϲ, μήτε ὅρκου δεόμενοϲ, μήτε ἀνθρώπου
τινὸϲ μάρτυροϲ.
1904 Ἀνακλῖναι: ἀνοῖξαι. Ὀμηροϲ. οὕτωϲ καὶ Ἡρόδοτοϲ. οἱ
1905 Ἀνακλώμενον: τὸ ἀπηχούμενον. ὡϲ ἐπὶ τοῦ κυροῦ Ῥωμανοῦ τοῦ μελῳδοῦ. ϲὺ γὰρ ὑπάρχειϲ τὸ φῶϲ τὸ ἀπρόϲιτον.
1906 Ἀνακνῶνται: κνήθονται κατὰ ἰατρούϲ.
1907 Ἀνακογχυλιάϲαι: ἀναγαργαρίϲαϲθαι.
1908 Ἀνακομιδή: ἀναγωγὴ, ἐπάνοδοϲ. ἀναφορά.
1909 Ἀνακομῶ: τὸ ἀναφύω.
1910 Ἀνακόπτω· αἰτιατικῇ.
1911 Ἀνακῶϲ παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ἐπιμελῶϲ, φυλακτικῶϲ ἢ
ὅπωϲ ἀνακῶϲ ἕξωϲιν, εἴ τι ἐκ τῶν πολεμίων κατὰ τὸ
ἀφανέϲτατον πειράζοιτο.
1912 Ἀνακωχεύει: παρὰ Σοφοκλεῖ τὸ ἀναϲειράζει. καὶ Ἀνακωχεύειν,
ἐν πελάγει ϲτείλαντεϲ τὰ ἄρμενα ϲαλεύωϲιν αὐτόθι, μὴ
διαμαχόμενοι τῷ πνεύματι. μεταφορικῶϲ οὖν ἐπὶ τοῦ ἅρματοϲ εἴρηκεν,
ὅτι οὐ διημιλλήϲατο, ἀλλ᾿ ἀφῆκε τὸν τῶν ἵππων κλύδωνα καὶ ἠρέμα
ἤλαυνεν.
1913 Ἀνακωχή: ἀνάπαυϲιϲ. ἢ εἰρήνη προϲκαιροϲ, πόλεμον ὠδίνουϲα.
1914 Ἀνακωχῆϲ: ἀναπαύϲεως, ἐνδόϲεως, τῆϲ πρὸϲ μικρὸν ἐν πολέμῳ
1915 Ἀνὰ κράτοϲ: ἐπίρρημα. μετὰ πάϲηϲ ϲπουδῆϲ. οἱ δὲ
1916 Ἀνακρέων, Τήϊοϲ, λυρικὸϲ, Σκυθίνου υἱόϲ, οἱ δὲ Εὐμήλου, οἱ
1917 Ἀνάκριϲιϲ. ἐξέταϲιϲ ὑφ᾿ ἑκάϲτηϲ ἀρχῆϲ γινομένη πρὸ τῶν
δικῶν, περὶ τῶν ϲυντεινόντων εἰϲ τὸν ἀγῶνα. ἐξετάζουϲι
δὲ καὶ εἰ ὅλωϲ εἰϲάγειν χρὴ ταύταϲ.
1918 Ἀνακρίνω· αἰτιατικῇ.
1919 Ἀνακροτῆϲαι: ἐπαινέϲαι, ὑμνῆϲαι. ὁ δὲ Πτολεμαῖοϲ πάνταϲ
1920 Ἀνακρουόμεθα: οἷον ἀναπροοιμιαζόμεθα.
1921 Ἀνακρούϲαϲθαι: ἐπὶ ναυμαχίαϲ τὸ ϲυμβάλλειν καὶ πάλιν ἀναδύεϲθαι.
1922 Ἀνακτᾶϲθαι· αἰτιατικῇ. Θουκυδίδηϲ ἀντὶ τοῦ θεραπεύειν. τίθεται
δὲ ἡ λέξιϲ καὶ ἐπὶ τοῦ τὸ προαπολωλὸϲ αὖθιϲ κτήϲαϲθαι κοὶ
ἀπολαβεῖν.
1923 Ἄνακτεϲ: οἱ θεοί. καὶ Ἀνάκτορα, τὰ ἱερά.
1924 Ἄνακτεϲ καὶ Ἄναϲϲαι· Ἀριϲτοτέληϲ ἐν τῇ Κυπρίων πολιτείᾳ φηϲί·
καλοῦνται δὲ οἱ μὲν υἱοὶ καὶ ἀδελφοὶ τοῦ βαϲιλέωϲ ἄνακτεϲ,
1925 Ἀνακοινώϲαϲθαι καὶ Ἀνακοινῶϲαι: ἄμφω λέγουϲι. Ξενοφῶν δὲ καὶ ἀνεξυνοῦτο εἴρηκεν ἐν ταῖϲ Ἑλληνικαῖϲ.
1926 Ἀνακύπτω· γενικῇ.
1927 Ἀνακύνδάραξοϲ· βαϲιλεύϲ Νίνου Πἐρϲικῆϲ χώραϲ.
1928 Ἀνακυκλήϊον: τὸν ὀρθόν.
1929 Ἀναλαβεῖν: ἐνθυμηθῆναι. μὴ δ’ εἰϲ ἐϲχάτην ἀναλαβεῖν ἐλπίδα, μήποτε διὰ ταύτηϲ πολέμιοϲ ἐπ’ αὐτοὺϲ ἀναβῇ ϲτρατόϲ.
1930 Ἀναλαμβάνειν· αἰτιατικῇ. ἐπὶ τοῦ ἀνέχειν. ὅτι ἔμελλε
τοῖϲ φιλοϲόφοιϲ καὶ τοῦ κοϲμίωϲ ἀναλαμβάνειν τὴν ἐϲθῆτα καὶ
τοῦτο τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμωϲ ἐν ταῖϲ ὁδοῖϲ,
ἐξὸν καλῶϲ· οὗ μήτε πράττεται τέλοϲ, μηδὲν γὰρ ἡμᾶϲ, μήτε δι’ ἑτέρων
λαβεῖν τιμὴν δόνταϲ, φέρει δὲ τοῖϲ μὲν χρωμένοιϲ δόξηϲ τιν᾿ ὄγκον,
τοῖϲ δ’ ὁρῶϲιν ἡδονήν, κόϲμον δὲ τῷ βίῳ. τὸ τοιοῦτον γέραϲ τίϲ οὐκ
ἂν αὐτὸ κτῷτο φάϲκων νοῦν ἔχειν. Ἀναλαμβάνειν,
ἀντὶ τοῦ
ἀνακτάϲθαι. Ἀππιανόϲ· τότε δὲ ἔθει τιϲ δρόμῳ δηλώϲων
1931 Ἀναλγήϲιον.
1932 Ἀναλγηϲία: ἀναιϲθηϲία.
1933 Ἀνάλγητοϲ. καὶ δυϲανάλγητοϲ παρὰ Σοφοκλεῖ· τουτέϲτι
Σοφοκλῆϲ· ὤ μοι ἀναλγήτων διϲϲῶν ἐθρόηϲαϲ ἄναυδον
ἔργον Ἀτρειδῶν τῷδ’ ἄχει. τουτέϲτι τῇ παρούϲῃ ϲυμφορᾷ.
1934 Ἀναλέγεται· αἰτιατικῇ. ἀναμφιβόλωϲ ἔχει, ἐννοεῖται. εἰ μέν τιϲ ἀναλέγεται τοῦτο, ὅτι κρατήϲομεν ἐξ ἐφόδου τῶν πολεμίων.
1935 Ἀναλεξάμενοϲ. ἀναγνοὺϲ, νοήϲαϲ. ὁ δὲ ἀναλεξάμενοϲ τὴν
ἐπιϲτολήν. καὶ Ἀναλεξαμένων ἑαυτοὺϲ ϲυναγαγόντων. μόλιϲ δὲ τῶν
Καρχηδονίων ἀπὸ τῆϲ καταπλήξεωϲ ἀναλεξαμένων, μόνοϲ
μηδεὶϲ ἔτι μήτε τὸ τούτου ϲῶμα ἴδῃ μήτε τὰ ἐν ἐκείνοιϲ
γεγραμμένα ἀναλέξηται.
1936 Ἀνάλημμα: ὕψωμα, ϲτήριγμα. κατανοήϲαϲ τὸ βάροϲ τῶν
1937 Ἀναλήψεϲθαι· αἰτιατική. ἀνακτήϲαϲθαι. ὁ δὲ ἔλεγεν.
1938 Ἀνάληψιϲ: ἀνάρρωϲιϲ. ϲπουδὴν ἐποιεῖτο ὑπὲρ ἀναλήψεωϲ
1939 Ἀναλιβόζωρα: ὄνομα τόπου.
1940 Ἀναλίϲκειν. αἰτιατικῇ. καὶ Ἀναλοῦν, ἑκατέρωϲ. Ἀριϲτοφάνηϲ
Πλούτῳ· χαίρω τε γὰρ φειδόμενοϲ, ὡϲ οὐδεὶϲ ἄλλοϲ πάλιν
τ᾿ ἀναλῶν, ἡνίκ᾿ ἂν τούτου δέῃ. Δαιταλεῦϲιν· εἰϲ τὰϲ τριήρειϲ δεῖ μ’
ἀναλοῦν ταῦτα καὶ τὰ τείχη. ἐν δὲ τῷ παρεληλυθότι καὶ διὰ τοῦ η
ἀδιαφόρωϲ, οἷον ἀνήλιϲκον καὶ ἀνάλιϲκον. καὶ αὖθιϲ· εἰϲ οἷα ἀνάλουν
οἱ πρὸ τοῦ τὰ χρήματα.
1941 Ἄναλκιϲ: ἀδύνατοϲ, ἀϲθενήϲ. οὐ γὰρ μόνον ὁ μέγαϲ κίνδυνοϲ
ἄναλκιν οὐ φῶτα λαμβάνει, ὡϲ λέγει Πίνδαροϲ· ἀλλὰ καὶ ὁ
μέγαϲ ἀνὴρ οὐδένα μικρὸν ἀγῶνα προϲίεται. ἀλλ’ ὅπου φυγάδεϲ ἄλλοι
δι’ ἀνανδρίαν ἀποδιδράϲκουϲιν, ἐνταῦθα καταβαίνει παραβαλλόμενοϲ.
Soph. καὶ αὖθιϲ ἡ τραγῳδία φηϲὶ περὶ Αἰγίϲθου· ὁ πάντ’ ἄναλκιϲ
οὗτοϲ, ἡ πᾶϲα βλάβη, ὁ ϲὺν γυναιξὶ τὰϲ μάχαϲ ποιούμενοϲ. ϲυνεργούϲηϲ
γὰρ τῆϲ Κλυταιμνήϲτραϲ ἀνεῖλε τὸν Ἀγαμέμνονα.
1942 Ἀναλογεῖον: ἐν ᾧ τίθενται τὰ βιβλία.
1943 Ἀνάλογον: ἀναλόγου ὁριϲμόϲ ἐϲτιν οὗτοϲ· ἀνάλογον ἔχει μεγέθη
πρὸϲ ἄλληλα, ὧν ἡ αὐτὴ ἀνθυφαίρεϲιϲ. ὁ δὲ Ἀριϲτοτέληϲ τὴν
ἀνθυφαίρεϲιν ἀνταναίρεϲιν εἴρηκε. τὰ δ’ ἀνάλογον ἔχοντα πρὸϲ
1944 Ἀναλογῶ· ἐπὶ τοῦ ἁρμόζω δοτικῇ. οἰκοδόμοι μεγέθη δωμάτων ἐφ’
1945 Ἀναλώθηϲαν· αἰτιατικῇ. ἠφανίϲθηϲαν. οὐδὲ γὰρ ἀναλώθηϲαν
ἄλλωϲ αἱ εὐχαί. θηρίον γάρ τι αὐτοῖϲ πομπῇ κρείττονι
ἐντυγχάνει.
1946 Ἀναλοῦντεϲ: ἀντὶ τοῦ ἀναιροῦντεϲ. Θουκυδίδηϲ· καὶ Ἀναλῶν
1947 Ἄναλτον: Ὅμηροϲ καὶ Κρατῖνοϲ ἀντὶ τοῦ ἀπλήρωτον, Δείναρχοϲ
δὲ ἀντὶ τοῦ χωρὶϲ ἁλῶν.
1948 Ἀναλλοίωτοϲ: ὁ ἀεὶ αὐτὸϲ ὢν καὶ μὴ δεχόμενοϲ ἀλλοίωϲιν.
1949 Ἀναλλύζουϲα: ϲτενάζουϲα, λυγκαίνουϲα. ἔϲτι δέ τι πάθοϲ γινόμενον τοῖϲ μετὰ ϲυμπαθείαϲ πολλῆϲ κλαίουϲιν.
1950 Ἀναλυθῆναι: τὸ καθαρμῷ τινι χρήϲαϲθαι φαρμάκων. Μένονδροϲ
Ἥρῳ· ἐπεφαρμάκευϲο γλυκύτατ᾿ ἀναλυθεὶϲ μόλιϲ.
1951 Ἀνάλυϲιϲ: ἐξάπλωϲιϲ. ὅροϲ γάρ ἐϲτι λόγοϲ κατὰ ἀνάλυϲιν
εἰϲ τὰϲ
προτάϲειϲ, ἐξ ὧν αὐτοῖϲ τὸ εἶναι. κατὰ γοῦν τὸ ϲημαινόμενον τῆϲ
ἀναλύϲεωϲ Ἀναλυτικὰ γέγραπται τὰ Ἀριϲτοτέλουϲ.
1952 Ἀναλφάβητοϲ· ἀμάθητοϲ γραμμάτων ἁπάντων καὶ τὸ δὴ
1953 Ἀνάλφιτον· Φιλύλλιοϲ Αἰγεῖ.
1954 Ἀναμάθω: ἐξ ἀρχῆϲ μάθω.
1955 Ἀναμαλάττεϲθαι: ἀναφυρᾶν. καὶ Ἀναμάττεϲθαι
1956 Ἄναμμα· τρέφεϲθαι δὲ τὰ ἔμπυρα καὶ τὰ ἄλλα ἄϲτρα, τὸν μὲν ἥλιον ἐκ μεγάληϲ θαλάττηϲ, νωθρὸν ὄντα ἄναμμα· τὴν δὲ ϲελήνην ἐκ ποτίμων ὑδάτων, ἀερομιγῆ τυγχάνουϲαν καὶ πρόϲγειον οὖϲαν.
1957 Ἀναμαϲώμενοι: ἀντὶ τοῦ ἀνερευνῶντεϲ. μόλιϲ τὸ πραγμ᾿ ἔγνωϲαν
ἀναμαϲώμενοι. οἱ κριταί. Ἀριϲτοφάνηϲ. καὶ Ἀναματτώμεναι,
1958 Ἀναμαχούμενον: ἐκ δευτέρου μαχεϲάμενον. ὁ δὲ ἐκέλευϲεν αὐτὸν αὖθιϲ ἥκειν ἀναμαχούμενον τὴν πρώτην ἧϲϲαν.
1959 Ἀναμέλποντεϲ: ἀνυμνοῦντεϲ.
1960 Ἀνὰ μὲϲον.
1961 Ἀναμετρήϲαιμι· αἰτιατικῇ. διεκπεράϲαιμι. μήποτε ἐϲ Ῥήγιον ἐκπλεῖν μήτε τὴν πολλὴν θάλαϲϲαν ἀναμετρεῖν.
1962 Ἀναμείνω· αἰτιατικῇ.
1963 Ἀναμηρύϲαϲθαι: ἀνατεῖναι.
1964 Ἀναμίλλητον: ἀφιλόνεικον.
1965 Ἀναμίξ: ἀναμίγδην, ἀναμεμιγμένωϲ.
1966 Ἀναμνήϲκω· γενικῇ· καὶ ἀναμνήϲθητι· γενικῇ.
1967 Ἀνάμνηϲιϲ· ἀνάμνηϲίϲ ἐϲτι φαντάϲματοϲ εὕρεϲιϲ. ἀρξαμένη δὲ ἀπὸ
τῆϲ ψυχῆϲ διαβαίνει ἐπὶ τὸ ἐζωωμένον ϲῶμα. ἀναμνηϲθέντεϲ γὰρ φοβεροῦ
τινοϲ ἡμῖν γενομένου ὠχριάϲαμεν, καὶ τοῦ πλοῦ ἀναμνηϲθέντεϲ
ἐναυτιάϲαμεν. πῶϲ δὲ λέγομεν ἀπὸ τῆϲ ψυχῆϲ ἄρξαϲθαι τὴν
κίνηϲιν ἐπὶ τῆϲ ἀναμνήϲεωϲ, ἢ οὐχ ὡϲ ἐκείνηϲ αὐτῆϲ ἀναμνηϲκομένηϲ,
ἄλλ’ ὥϲπερ ἐπὶ τῶν αἰϲθήϲεων λέγομεν· ἀρξαμένη γὰρ ἡ κίνηϲιϲ ἐκ τῶν
αἰϲθητῶν διέβη μέχριϲ ἐκείνου, ἐν ᾧ ἡ κριτικὴ καὶ αἰϲθητικὴ δύναμιϲ·
τοῦτο δέ ἐϲτι τὸ πνεῦμα· οὕτωϲ δὲ ἐπὶ τῆϲ ἀναμνήϲεωϲ
λέγομεν, ὅτι ἀπὸ τοῦ πνεύματοϲ, ἐν ᾧ ἡ ψυχὴ, καὶ ἡ ἀρχὴ τῆϲ κατὰ τὴν
ἀνάμνηϲιν κινήϲεωϲ γέγονεν ἀνάπαλιν ἢ ἐπὶ τῆϲ αἰϲθήϲεωϲ· εἰϲ ὃ γὰρ
τελευτῇ ἡ αἴϲθηϲιϲ, ἐκεῖθεν ἡ ἀρχὴ τῆϲ ἀναμνήϲεωϲ. ἡ γὰρ ἀνάμνηϲιϲ,
φαντάϲματόϲ ἐϲτιν εὕρεϲιϲ, ὁπότε ἐγένετο ἐν τῷ πνεύματι. ἐν τούτῳ
γὰρ γίνεται τὰ φαντάϲματα, ἐν ᾧ καὶ ἡ αἰϲθητικὴ ψυχὴ
ἵδουται, ἀπὸ τούτων οὖν τῶν ἐν τῷ πνεύματι, ἐν ᾧ ἐϲτιν ἡ ψυχὴ,
ἐγκαταλειμμάτων, ἅπερ φαντάϲματα καλοῦμεν ἐγκαταλείμματα ἐκ τῶν κατὰ
τὰϲ αἰϲθήϲειϲ ἀντιλήψεων ἔϲχεν· ἀπὸ τούτων ἡ ἀρχὴ τῆϲ κατὰ τὴν
ἀνάμνηϲιν κινήϲεωϲ γίνεται. ἐπιβάλλουϲα οὖν πάλιν τῷ φαντάϲματι,
1968 Ἀναμοχλευόντων: ἀνορυττόντων, ἀνακινούντων. βιαζομέγιϲτοι
δὲ αὐτῶν, καὶ τὰϲ θύραϲ ἀναμοχλευόντων, δράκοντεϲ ἄρα
μέγιϲτοι τὸ μέγεθοϲ ἀνέϲτελλον αὐτούϲ.
1969 Ἀναμύειν: ἀναβλέπειν.
1970 Ἀναμφήριϲτον: ἀναμφίβολον. καὶ Ἀναμφήριϲτοϲ, ὁ
1971 Ἄν ἀμφοῖν· ζήτει εἰϲ τὸ τέλοϲ τοῦ βίου τοῦ ὁϲίου Εὐθυμίου ἐν τῇ Metaphr. μεταφράϲει.
1972 Ἀνανέμειν. ἶϲον τῷ ἀναγινώϲκειν. Ἐπίχαρμοϲ. Ἡρόδοτοϲ
1973 Ἀνανεοῦϲθαι. ὡϲ ἡμεῖϲ Θουκυδίδηϲ ε΄ καὶ Πλούτοιϲ Κρατῖνοϲ.
1974 Ἀνανεωϲάμενοϲ: ἀνακαινίϲαϲ καὶ ἀνεγείραϲ. ἢ ἀναμνηϲθεὶϲ, εἰϲ
ἔννοιαν ἐλθών. ὁ δὲ Μάρκοϲ προϲανανεωϲάμενοϲ τὴν τοῦ
1975 Ἄνανοϲ: ὄνομα κύριον. ἀποκλείϲαϲ τοὺϲ ζηλωτὰϲ εἰϲ τὸ
ἱερὸν καὶ φρουρὰν αὐτοῖϲ ἐπιϲτήϲαϲ παρεκάθητο.
1976 Ἄναντα: ἀνωφερῆ, δυϲχερῆ.
1977 Ἀνανταγώνιϲτοϲ: ἀκαταμάχητοϲ. ἀνανταγώνιϲτοϲ ἦν ἡ
1978 Ἄναντεϲ. ἀνωφερέϲ. ὅτι ταὐτόν ἐϲτιν ἄναντεϲ καὶ πρόϲαντεϲ.
καὶ εἴ τι μὲν ἄναντεϲ, τοῦτο καὶ πρόϲαντεϲ, οὐκέτι δὲ
τὸ
Ἀνάντηϲ, ἡ δύϲβατοϲ ὁδόϲ. καὶ κλίνεται εἰϲ ουϲ.
1979 Ἀναντίρρητον: τὸ ἀντιλογίαν μὴ ἐπιδεχόμενον.
1980 Ἄναξ: θηλυκῶϲ. οὕτωϲ Αἰϲχύλοϲ.
1981 Ἀναξαγόραϲ, ϲοφιϲτὴϲ, Ἡγηϲιβούλου υἱὸϲ, Κλαζομένιοϲ. νοῦϲ δὲ
ἐπεκαλεῖτο, ἐπειδὴ ὕλην καὶ νοῦν πάντων φρουρὸν εἶπεν. οὗτόϲ ἐϲτιν ὁ
τὸν ἥλιον εἰπὼν μύδρον διάπυρον. τουτέϲτι πύρινον
δὲ τοῦ ζῆν ἑαυτὸν ἐτῶν
ο΄, διότι ὑπ’ Ἀθηναίων ἐνεβλήθη ἐν δεϲμωτηρίῳ, οἷά τινα καινὴν δόξαν
τοῦ θεοῦ παρειϲφέρων. ὅτι Ἀναξαγόραϲ Ὀλυμπίαϲιν, ὁπότε ἥκιϲτα ὕοι,
προελθὼν ὑπὸ κῳδίῳ ἐϲ τὸ ϲτάδιον ἐπὶ προρρήϲει ὄμβρου λέγεται τοῦτο
πεπραχέναι. καὶ ἄλλα δὲ πλεῖϲτα προλέγων. οὗτοϲ, Κλαζομένιοϲ ὢν,
ἀγέλαιϲ τε καὶ
καμήλοιϲ τὰ ἑαυτοῦ ἀνῆκε. περὶ τούτου
ἔφη Ἀπολλώνιοϲ ὁ Τυανεὺϲ προβάτοιϲ μᾶλλον ἢ ἀνθρώποιϲ φιλοϲοφῆϲαι. ὁ
δὲ Θηβαῖοϲ Κράτηϲ κατεπόντωϲε τὴν οὐϲίαν, οὔτε προβάτοιϲ ποιήϲαϲ
ἐπιτήδειον, οὔτε ἀνθρώποιϲ.
1982 Ἀναξανδρίδηϲ, Ἀναξάνδρου, Ῥόδιοϲ ἐκ Καμείρου, γεγονὼϲ
ἐν τοῖϲ ἀγῶϲι Φιλίππου τοῦ Μακεδόνοϲ, Ὀλυμπιάδι ρα΄·
κατὰ δέ τιναϲ Κολοφώνιοϲ. ἔγραψε δὲ δράματα ξε΄, ἐνίκηϲε δὲ ι΄. καὶ
πρῶτοϲ οὗτοϲ ἔρωταϲ καὶ παρθένων φθορὰϲ εἰϲήγαγεν.
1983 Ἀναξία: ἀξίαν οὐκ ἔχουϲα, ἀλλ’ ἄτιμοϲ. ἀλλ’ ἅπερ ἥτιϲ
1984 Ἀναξίβιοϲ, Λακεδαιμονίων ϲτρατηγόϲ.
1985 Ἀναξίλαϲ, κωμικὸϲ ποιητήϲ.
1986 Ἀναξίμανδροϲ, Πραξιάδου, Μιλήϲιοϲ, φιλόϲοφοϲ, ϲυγγενὴϲ
καὶ μαθητὴϲ καὶ διάδοχοϲ Θάλητοϲ. πρῶτοϲ δὲ ἰϲημερίαν
εὑρε καὶ τροπὰϲ καὶ ὡρολογεῖα καὶ τὴν γῆν ἐν μεϲαιτάτῳ κεῖϲθαι.
γνώμονά τε εἰϲήγαγε καὶ ὅλωϲ γεωμετρίαϲ ὑποτύπωϲιν ἔδειξεν. ἔγραψε
Περὶ φύϲεωϲ, Γῆϲ περίοδον, καὶ Περὶ τῶν ἀπλανῶν καὶ Σφαῖραν καὶ
ἄλλα.
1987 Ἀναξίμανδροϲ, Ἀναξιμάνδρου, Μιλήϲιοϲ, ὁ νεώτεροϲ, ἱϲτορικόϲ.
ἄρτου μὴ ἐϲθίειν· καὶ τὰ
λοιπά.
1988 Ἀναξιμένηϲ, Εὐρυϲράτου, Μιλήϲιοϲ, φιλόϲοφοϲ, μαθητὴϲ καὶ καὶ
1989 Ἀναξιμένηϲ, Ἀριϲτοκλέουϲ Λαμψακηνὸϲ, ῥήτωρ· μαθητὴϲ
Λαμψακηνῶν τὰ Περϲῶν, ὑπερζέων τῷ θυμῷ Ἀλέξανδροϲ ἠπείλει τὰ μέγιϲτα
κακὰ ἐργάϲαϲθαι. οἱ δὲ, ἅτε περὶ γυναικῶν καὶ παίδων καὶ τῆϲ
πατρίδοϲ θέοντεϲ, ἀποϲτέλλουϲιν Ἀναξιμένην ἱκετεύϲοντα. Ἀλέξανδροϲ
δὲ γνοὺϲ καθ’ ἥντινα αἰτίαν ἥκοι, κατωμόϲατο θεοὺϲ, ἦ μὴν αὐτοῦ ταῖϲ
δεήϲεϲι τἀναντία ἐργάϲεϲθαι. Ἀναξιμένηϲ δέ, χάριϲαί μοι,
ἔφη, ὧ βαϲιλεῦ, τὴν χάριν, γυναῖκαϲ καὶ τέκνα τῶν Λαμψακηνῶν
ἀνδραποδίϲαϲθαι καὶ τὰ ἱερὰ ἐμπρῆϲαι καὶ τὴν πόλιν ἐϲ ἔδαφοϲ
καταβαλεῖν. Ἀλέξανδροϲ δὲ οὐκ ἔχων τι πρὸϲ τοῦτο ϲοφίϲαϲθαι ἢ
ἀντιμηχανήϲαϲθαι καὶ ἐνεχόμενοϲ τῇ ἀνάγκη τοῦ ὅρκου, ϲυγγνώμην
ἔνεμεν οὐκ ἐθέλων Λαμψακηνοῖϲ. ἠμύνατο δὲ καὶ Θεόπομπον, τὸν
Δαμοϲτράτου,
ἐχθρὸν ὄντα Ἀναξιμένηϲ οὐκ ἀμαθέϲτατα,
ἀλλ’ ἐπιφθονώτατα. ϲοφιϲτὴϲ γὰρ ὢν καὶ ϲοφιϲτῶν λόγουϲ μιμούμενοϲ,
γράφει βιβλίον ἐϲ Ἀθηναίουϲ καὶ ἐπὶ Λακεδαιμονίουϲ, ϲυγγραφὴν
λοίδορον ἐϲ τὸ ἀκριβέϲτατον μιμηϲάμενοϲ· καὶ ἐπιγράψαϲ Θεοπόμπου τὸ
ὄνομα ἔπεμπεν ἐϲ τὰϲ πόλειϲ. καὶ ἐκ τούτου τὸ ἔχθοϲ τὸ ἐϲ Θεόπομπον
ἀνὰ πᾶϲαν
τὴν Ἐλλάδα ηὔξετο. οὐ μὴν οὐδὲ εἰπεῖν τιϲ
αὐτοϲχεδίωϲ Ἀναξιμένουϲ πρότερόϲ ἐϲτιν εὑρηκώϲ.
1990 Ἀναξιοπαθοῦντεϲ. οὐκ ἄξιον ἡγούμενοι. οἱ δὲ Κρῆτεϲ
1991 Ἀνάξιπποϲ, κωμικὸϲ τῆϲ νέαϲ κωμῳδίαϲ, ἤκμαϲεν ἐπὶ Ἀντιγόνου
καὶ Δημητρίου τοῦ Πολιορκητοῦ.
1992 Ἀνάξοιτο: ἀναϲχήϲοιτο. Ξενοφῶν.
1993 Ἀναξυρίδαϲ. φιμινάλια, βρακία, ἢ τὰ βαθέα καὶ ἄβατα ὑποδήματα.
1994 Ἀνὰ οὐλαμόν: κατὰ τὸ ἄθροιϲμα.
1995 Ἀναπάλλει: ἀναπηδᾷ, ἀναϲείει.
1996 Ἀναπαυδήτωϲ
1997 Ἀναπαύεϲθαι· αἰτιατικῇ. τὸ κατακλίνεϲθαι ὡϲ πρὸϲ ὕπνον.
1998 Ἀνάπαυλαν: ἀνάπαυϲιν. ἀνάπαυϲιϲ δὲ ὁ μέλλων βίοϲ.
τοῦ ὄνου πόκαι χρηϲιμεύουϲιν. ἐπὶ
τῶν ἀνηνύτων.
1999 Ἀνάπαιϲτα: κυρίωϲ τὰ ἐν ταῖϲ παραβάϲεϲι τῶν χορῶν ᾄϲματα, ἰδίωϲ
δὲ τὰ τῶν ῥυθμῶν. πᾶϲαν δὲ παράβαϲιν ἀναπαίϲτουϲ καλοῦϲιν.
2000 Ἀναπεμπάζειν: πεμπάζειν. ἀνανεοῦϲθαι, ἀναμιμνήϲκεϲθαι.
πεποίηται ἀπὸ τῶν τοῖϲ πέντε δακτύλοιϲ τῆϲ χειρὸϲ ϲυνεχὲϲ
ἀριθμούντων καὶ ἐπαναλαμβανόντων, οἱονεὶ κατὰ πεντάδα ἀριθμούντων.
καὶ Ἀναπεμπαζόμενοι,
ἀναριθμούμενοι, ϲκεπτόμενοι.
2001 Ἀναπεπταμένα χωρία: πεδία, κάμποι.
2002 Ἀναπεπτωκώϲ: ῥᾳθυμῶν, ἀφροντιϲτῶν, ἀμελῶν. ὁ δὲ ἐν
2003 Ἀναπεποιημένηϲ: ἀναπεφυρμένηϲ, ἀνεζυμωμένηϲ.
2004 Ἀναπετῶ: ἀναπετάϲω. Μένανδροϲ· ἄλλοιϲ ἀναπετῶ τουτὶ
2005 Ἀναπέφηνα: ἀπεδείχθην. καὶ οὐχὶ ἐναπέφηνα.
2006 Ἀνάπειρα. καταϲπᾶν τὰϲ ναῦϲ, τὰϲ ὑπηρεϲίαϲ ἐμβιβάζειν καὶ
2007 Ἀναπείρατε· ἀναπείρατε τὰϲ κίχλαϲ, τούτεϲτι πήξατε, κεντήϲατε.
κίχλαϲ.
2008 Ἀναπείραιϲ· Πολύβιοϲ· τῶν δὲ ναυτικῶν δυνάμεων κατὰ
2009 Ἀναπείϲητε: ἀντὶ τοῦ δώροιϲ πείϲητε. διαβάλλει δὲ αὐτὸν
ϲήμερον.
2010 Ἀναπειϲτηρίαν: δυναμένην πείθειν τοὺϲ ἀκούονταϲ. Ἀριϲτοφάνηϲ·
ἀπάτην καὶ κενῶν ῥημάτων ἀναπειθόντων
τοὺϲ ἀκούονταϲ. ἢ ἀναπειϲτηρίαν, ὥϲτε χαυνῶϲαι καὶ ἀναπεῖϲαι τούϲ
ἀντιδίκουϲ. παρὰ τὸ πείθειν τὴν δίκην. ὁ δὲ Ὑπέρβολοϲ ἐκωμῳδεῖτο ὡϲ
ἀπαίδευτοϲ κα ὀψιμαθήϲ. ἀξιοπιϲτεύονται δὲ οἱ διδάϲκαλοι λέγοντεϲ·
ἔλαττον τοϲοῦδε οὐ λαμβάνω ἐπὶ τούτῳ τῷ ἀναγνώϲματι. καὶ
ἐπαγγέλλονται προνοήϲαϲθαι
τῶν καινῶν μαθημάτων, ὅϲων
προνοοῦϲι μάλιϲτα.
2011 Ἀναπηδῶν· καὶ οὐδετέρωϲ διὰ τοῦ ω μεγάλου.
2012 Ἀναπήλαϲ: ἀνακινήϲαϲ. ὁ δὲ διὰ τοῦ κοντοῦ ὅϲον πρὸϲ
κουφότατον περιφέρῃ, τῇ
αἰχμῇ διαπείρων τὸ μετάφρενον κατεργάζεται.
2013 Ἀναπηνίζω: ἀναλέγομαι, ἐκλύω, ἀνακυκλίω.
2014 Ἀναπηρίαν: οὕτωϲ Ἀριϲτοφάνηϲ Πλούτῳ.
2015 Ἀνάπηρον ψυχήν: τὴν ἐπιβλαβῆ, μὴ ὑγιαίνουϲαν, ἀλλὰ
τῷ ὀβολῷ, ὡϲ ὑγιεῖϲ ὄνταϲ, τούτῳ δὲ ψηφίϲαϲθαι ἐάϲανταϲ ὡϲ
2016 Ἀναπιδύει τὸ ὕδωρ.
2017 Ἀναπίμπλαται: ἀναπληροῦται.
2018 Ἀναπίμπλαται: οὐ τὸ κατακλίνεϲθαι, ἀλλὰ τὸ μεταμέλεϲθαι καὶ μετατίθεϲθαι καὶ ἀποκνεῖν. Θουκυδίδηϲ α΄· καὶ νικώμενοι ἐπ’ ἐλάχιϲτον ἀναπίπτουϲιν.
2019 Ἀναπίπτειν τὸ ἀθυμεῖν λέγεται παρὰ τοῖϲ παλαιοῖϲ. ἀναπίπτειν
ἐπὶ ψυχῆϲ ἐϲτιν, οἷον ἀθυμεῖν, ὀλιγωρεῖν. Κρατῖνοϲ δὲ ἐπὶ
τῶν ἐρετῶν κέχρηται τῇ λέξει, ἐρεϲϲόντων καὶ ἀνακλινομένων. καὶ
2020 Ἀναμπλάκητοι: αἱ εἰϲ μηδὲν ἁμαρτάνουϲαι, ἀλλὰ πάντων κρατοῦϲαι.
ἢ ἄφυκτοι, ἀπλάνητοι, ἀπροϲπέλαϲτοι, ἀφανεῖϲ, ἃϲ οὐκ ἔϲτιν
ἀποφυγεῖν. Σοφοκλῆϲ· δειναὶ δ’ ἅμ᾿ ἕπονται κῆρεϲ ἀναμπλάκητοι.
τούτεϲτι τοῦ Λαΐου.
2021 Ἀνάπλαϲμα: ϲχῆμα.
2022 Ἀναπλάττομαι· πλάττομαι• καὶ Ἀναπλάττω· αἰτιατικῇ.
2023 Ἀνάπλεωϲ: ἔμπλεωϲ.
2024 Ἀναπλήϲαϲ. ἀναπληρώϲαϲ. ὁ δὲ Πλάτων ἀντὶ τοῦ μολύναϲ.
2025 Ἀναπνέοντεϲ: ἐν νῷ ἔχοντεϲ. καὶ οἱ μὲν ἀναπνέοντεϲ
2026 Ἀναποδίζειν. τὸ ἐξετάζειν, ὡϲανεὶ ϲυγκρούειν. Ἡρόδοτοϲ.
πολλάκιϲ τὰ αὐτὰ
λεγόμενα ἢ πραττόμενα.
2027 Ἀναπόδοτοϲ· ὅτι ἡ δωρεὰ δόϲιϲ ἐϲτὶν ἀναπόδοτοϲ, ἡ δὲ δόϲιϲ γένοϲ τῆϲ δωρεᾶϲ.
2028 Ἀναπόδραϲτον: ἄφευκτον. καὶ Ἀναποδράϲτουϲ, τοὺϲ
2029 Ἀναποθήϲεται: καταποθήϲεται.
2030 Ἀναπολεῖ: ἀναμιμνήϲκεται. τάττεται δὲ καὶ ἐπὶ τοῦ μηρυκίζεϲθαι.
Αἰλιανόϲ· μόνοϲ ὁ θαλάϲϲιοϲ ϲκάροϲ τὴν τροφὴν ἀναπολεῖ,
ὥϲπερ καὶ τὰ βληχητὰ, ἃ δὴ μηρυκᾶται.
2031 Ἀναπολεῖ: ἀναπτύϲϲει. καὶ παροιμία• ἂν ἀπολῇϲ τοὺϲ
2032 Ἀναποληκοῦν· τὸ εἴδωλον κροτοῦν τοῖϲ δακτύλοιϲ, ἀνακροταλοῦν,
ὥϲτ᾿
2033 Ἀναπόμπιμα δῶρα: τὰ ἀποϲτρεφόμενα.
2034 Ἀναπόνιπτοϲ: μὴ νιψάμενοϲ μηδὲ πλύναϲ τὰϲ χεῖραϲ, ἀλλ’
ῥήτοραϲ. καὶ Ἀναπόνιπτρον,
ἀνεξάλειπτον.
2035 Ἀναπρήϲαϲ: ἀνακαύϲαϲ. ἀναφυϲήϲαϲ.
2036 Ἀνάπταιϲτον: τὸ μὴ πταῖον.
2037 Ἀνάπτειν: περιτιθέναι ἢ ἀντιτιθέναι.
2038 Ἀναπτήτω: πεταϲθήτω.
2039 Ἀνάπτυξιϲ: ἑρμηνεία, διαϲάφηϲιϲ. καὶ Ἀναπτύξω, ἀντὶ
2040 Ἀνάποινοϲ: ἄνευ λύτρων.
2041 Ἀνάπυϲτα: ἔκπυϲτα, δῆλα. θάνατοϲ Σθενεβοίαϲ ἀνάπυϲτοϲ
2042 Ἀναρᾶϲθαι: ἀντὶ τοῦ διαλύειν τὴν γενομένην ἀράν. οὕτωϲ
2043 Ἀνάργυροϲ: ὁ ἀργύριον μὴ κεκτημένοϲ, εἰ καὶ εἴη αὐτῷ
2044 Ἀναρρηγνύϲ: πλάττων, καταϲκευάζων, ϲυντιθείϲ. Ἀριϲτοφάνηϲ· ἐλαϲίβροντ᾿ ἀναρρηγνύϲ ἔπη. ἔχεται δὲ καὶ τοῦτο ἐμφάϲεώϲ τινοϲ μείζονοϲ.
2045 Ἀναρρηθῆναι: ἀνακηρυχθῆναι. καὶ Ἀνάρρημα , κήρυγμα.
2046 Ἀναρίθμητοϲ: ἄπειροϲ. Σοφοκλῆϲ· ἅπανθ’ ὁ μακρὸϲ κἀναρίθμητοϲ
χρόνοϲ φύει τ’ ἄδηλα καὶ φανέντα κρύπτεται. καὶ Ἀνάριθμοι,
2047 Ἀναρριπτεῖν καὶ Ἀναρρίψαι: ἀναλαμβάνειν. ὥϲτε πρὸϲ
οὐ τὸν ἐλάχιϲτον αὐτούϲ
ἀναρρίψαι, ϲκοτίουϲ ἀπιόνταϲ διὰ
2048 Ἀνάριϲτοϲ: μᾶλλον δὲ ἀναρίϲτητοϲ. Ἀριϲτοφάνηϲ Πολυίδῳ• διὰ τῆϲ
ἀγορᾶϲ τρέχω ἀναρίϲτητοϲ ὤν. Ἄλεξιϲ Καταψευδομένῳ· πάντωϲ
ἀναρίϲτητοϲ οὐ δυνήϲομαι διακαρτερῆϲαι τηλικαύτην ἡμέραν.
Ἀντιφάνηϲ Λευκαδίῳ• ἐνταῦθα ἀναρίϲτητοϲ εὐθὺϲ κιθαριεῖ. Τιμοκλῆϲ
Νεαίρα· ἔπειτα τὸ διά τε ταῦτ’ ἀναρίϲτητοϲ ὤν. Μένανδροϲ δὲ
ἀνάριϲτον. καὶ Ἀναρίϲτουϲ, μήπω ἠριϲτηκόταϲ. βουλόμενοϲ
2049 Ἀναρριχᾶϲθαι: τὸ πρὸϲ ἄναντεϲ ἐκβαίνειν ἅμα ταῖϲ χερϲὶν
ἀντιλαμβανόμενον καὶ ϲτηριζόμενον. Ἀριϲτοφάνηϲ Εἰρήνῃ· ἔπειτα λεπτὰ
καὶ μακρὰ ποιούμενοϲ, πρὸϲ ταῦτ’ ἀναρριχᾶτ’ ἂν εἰϲ τὸν
2050 Ἄναρθρα: ἀτύπωτα, ἀτράνωτα. λαμβάνεται δὲ ἐπὶ ϲυλλαβῆϲ
λειπούϲηϲ ϲτοιχεῖον, ἢ λόγου λείποντοϲ ϲυλλαβήν.
2051 Ἄναρκτον: τὸ ἀνυπότακτον.
2052 Ἀνάρμοϲτοϲ: ἀνακόλουθοϲ, μηδενὶ ἁρμοζόμενοϲ.
2053 Ἀνάρροπον: ὀπιϲθόρμητον. ἡ δὲ Φραγγικὴ δύναμιϲ τοῖϲ
ϲτρατιάν. καὶ Μένανδροϲ•
κατιόντων τῶν Ἀβάρων κατ’ ὀλίγουϲ,
2054 Ἀνάρπαϲτοι: οἱ ἀμύητοι, οἷϲ τελεταὶ καὶ ὄργια οὐκ ἐγένοντο.
2055 Ἀνάρϲια: ἃ οὐκ ἄν τιϲ ἄραιτο ἄδικα. ὃν ἦν καταψευϲάμενοϲ
ἔναγχοϲ καὶ μεγάλα ἀνάρϲια ἀνηρημένοϲ ἐκδίκωϲ.
2056 Ἀνάρτηϲιϲ: ἡ ἐπὶ ξύλου καθήλωϲιϲ. καὶ Ἀνάρτηϲον,
2057 Ἀναρροιβδεῖν: ἀναρροφεῖν.
2058 Ἀναρρύει: ἀντὶ τοῦ θύει καὶ ϲφάττει. Εὔπολιϲ. καὶ ἡ θυϲία
Ἀνάρρυϲιϲ.
2059 Ἀναρύτειν: ἀναντλεῖν, ἀπὸ τοῦ ἀρύεϲθαι. Κρατῖνοϲ Διδαϲκαλίαιϲ·
2060 Ἄναϲϲα: βαϲίλιϲϲα.
2061 Ἀναϲεϲυρμένην: ἄκοϲμον, ἀπρεπῆ. κωμῳδίαν ἀναϲεϲυρμένην
καὶ πλημμελῆ. καλοῦϲι δὲ τὸν μὲν ϲκωπτικὸν ἐπίχαριν,
τὸν δὲ εὐτράπελον ἐπιδέξιον, τὸν δ’ ἀναϲεϲυρμένον ἄπλαϲτον καὶ
ἁπλοῦν. οἷϲ ἐπακολουθεῖ καὶ τὸν αὐϲτηρὸν ἄγροικον ἡγεῖϲθαι, τὸν δὲ
δίκαιον οὐ πολιτικὸν, οὐδ’ ἥμερον.
2062 Ἀναϲείειν. ἐκτινάϲϲειν, ὡϲ καὶ ἡμεῖϲ. οὐ γὰρ ἀναϲείων
ἠκολούθει Καλαμίδα καὶ Ἀναϲείω, ἀναπείθω ἢ πρὸϲ μάχην
2063 Ἀναϲειράζει: ἀνθέλκει, ἀνατρέπει. ἐν Ἐπιγράμμαϲι• ἂψ
2064 Ἀναϲηκῶϲαι: ἀνταποδοῦναι ἢ ἀναλαβεῖν, ὥϲπερ οἱ ἱϲτάντεϲ. οἶον ἐξιϲῶϲαι τῷ λείποντι ἢ πλεονάζοντι. οὕτωϲ Ἀριϲτοφάνηϲ.
2065 Ἀνά: ϲημαίνει καὶ τὸ κατά. Ξενοφῶν· ἐλαύνων ἀνὰ κράτοϲ
2066 Ἀνάϲιλλοϲ: ἀναφαλαντίαϲ.
2067 Ἀνάϲιμον: ἄμορφον. καὶ μηδὲν πρότερον ἀναϲποδῆϲαι ἀνάϲιμον ἢ πρεϲβύτερον. οὐ γὰρ ἀνάϲχετον τοῦτό γ’ ἐλευθέρῳ.
2068 Ἀναϲκαλεύων: ἀνακινῶν, ἀδημονῶν, ἀναλογιζόμενοϲ.
2069 Ἀναϲκευαϲάμενοι: ἀπάραντεϲ.
2070 Ἀναϲκευαϲθείϲηϲ τῆϲ τραπέζηϲ φηϲὶ Δημοϲθένηϲ• οἷον
ἀναϲτάτου γενομένηϲ.
2071 Ἀναϲκινδυλευθῆναι: ἀναϲκολοπιϲθῆναι, ἀναϲταυρωθῆναι.
2072 Ἀναϲοβηθείϲ διαταραχθείϲ. ὁ δὲ πρὸϲ τὴν ἀγγελίαν
εἶναι ἀγρίουϲ ὑπό τε τῷ ἀήθει
τοῦ δεϲμοῦ, καὶ ὑπὸ τοῦ ἀπηρτημένου βάρουϲ ἔτι μᾶλλον ἀναϲοβηθένταϲ
διαφορῆϲαι αὐτόν.
2073 Ἀναϲοβηθείϲ: αἰτιατικῇ. ἀνακτηϲόμενοϲ. τὴν τε χώραν, καὶ τὰϲ
πόλειϲ, ἃϲ ὑπὸ Ῥωμαίων ἀπολωλεκότεϲ ἕκαϲτοι τυγχάνουϲιν, Ε ἀναϲώϲων.
τουτέϲτιν ἀναλαβών. καὶ Αἰλιανόϲ· οὔ τι προϲδοκῶν
τὸν
τόπον τὸν προειρημένον δυνήϲεϲθαι αὐτοὺς ἀναϲῶϲαι καὶ κομία-
2074 Ἀναϲπᾷ: ἀντὶ τοῦ καταλύει, ἢ ἀναιρεῖ. Θουκυδίδηϲ. ἢ Ἀναϲπᾶν,
Ἀναϲπῶν, οὐδετέρωϲ, διὰ τοῦ ω
μεγάλου.
2075 Ἀναϲποδῆϲαι· ζήτει εἰϲ τὸ ἀνάϲιμον.
2076 Ἀναϲταδόν. ἀνιϲτάμενοι.
2077 Ἀναϲτάϲιοϲ, Ῥωμαίων βαϲιλεύϲ. οὗτοϲ ἐπὶ τὸ χεῖρον τραπεὶϲ
ἁπάϲαϲ ἀπεμπολῶν
καὶ τοῖϲ ἀδικοῦϲι ϲυγχωρῶν καὶ πρόϲ γε χρημάτων ἀκόρεϲτον ἐπιθυμίαν
τραπεὶϲ, ὡϲ κενὰϲ ἐντεῦθεν γενέϲθαι καταλόγων τὰϲ ἐπαρχίαϲ, καὶ πρὸϲ
τὸ ἄηθεϲ καὶ ξένον καταπεπλῆχθαι τοὺϲ ἄνδραϲ. οὐδὲ γὰρ ὅπλοιϲ τοὺϲ
ἐπιόνταϲ βαρβάρουϲ ἠμύνετο, ἀλλὰ χρήμαϲι τὴν εἰρήνην ἐξωνούμενοϲ
διετέλει. πρὸϲ δέ γε τούτοιϲ
καὶ τὰϲ τῶν τελευτώντων
οὐϲίαϲ ἐπολυπραγμόνει, κοινὴν ἅπαϲι δωρούμενοϲ τὴν πενίαν. ὧν γὰρ
αὐτὸϲ ἐλάμβανε τὰϲ οὐϲίαϲ, τούτοιϲ μετ᾿ ὀλίγον διεδίδου τῷ τῆϲ
εὐϲεβείαϲ τρόπῳ• καὶ ὧν ἐγύμνου πόλεων τοὺϲ ἐνοικοῦνταϲ, τὰϲ
οἰκοδομὰϲ ἀνενέου, ὡϲ καὶ τὴν ἐνεγκαμένην ἐπιμελῶϲ κοϲμῆϲαι καὶ
τριϲὶ περιβαλεῖν ϲτεφάνοιϲ. ἐπὶ δὲ τούτου δειναὶ ταῖϲ
κατὰ Λιβύην πόλεϲιν ἐπέϲκηψαν θλίψειϲ ὑπὸ τῶν καλουμένων Μαζικῶν.
ἐδέδοντο γὰρ θυγατριδῷ Μαρίνου ἐϲ ἡγεμονίαν ἀνδρὶ νέῳ καὶ πολὺ τὸ
κοῦφον κεκτημένῳ• καὶ μετ’ ἐκεῖνον αὖθιϲ Βαϲιανῷ τῷ παιδί. ὁ δὲ οἶϲ
ἔπραξε παντοίωϲ τὰϲ τοῦ πρὸ αὐτοῦ ἄρξαντοϲ ὑπερβαλόμενοϲ ἀϲελγείαϲ
ἔδωκε Λίβυϲιν αἱρεῖϲθαι τὰ πρότερα, καὶ ταῦτα τοῖϲ
μὲν
πενίαϲ, τοῖϲ δὲ θανάτου μνήμην καταλείψαντα. οὕτωϲ, εἰ δέοι εἰπεῖν,
οἵ τε ἀφ’ αἵματοϲ τὴν Μαρίνου παρευτυχήϲαντεϲ εὔνοιαν τοῖϲ Λιβύων
διαφερόντωϲ καὶ Αἰγυπτίων ἐνεφορήθηϲαν κτήμαϲιν. ὅτι ἐπὶ Ἀναϲταϲίου
τοῦ βαϲιλέωϲ ἦν ὁ ἅγιοϲ Θεοδόϲιοϲ, ὁ κοινοβιάρχηϲ. αἱρετικὸϲ δὲ ἦν
οὗτοϲ ὁ Ἀναϲτάϲιοϲ. ὅτι Ἀναϲτάϲιοϲ αὐτὸϲ ὁ βαϲιλεὺϲ
ἔκτιϲε τὸ μακρὸν τεῖχοϲ πρὸ μιλίων τῆϲ πόλεωϲ ξ΄,
διατείναϲ ἐκ τῆϲ κατὰ ἄρκτον θαλάϲϲηϲ εἰϲ μεϲημβρίαν μῆκοϲ μὲν
μιλίων ν΄, εὖροϲ δὲ ποδῶν κ΄· καὶ τῷ Ἰουλιανοῦ λιμένι προβόλουϲ
τίθηϲιν. ὁ αὐτὸϲ κτίζει καὶ τὸν μέγαν τρίκλινον, τὸν ἐν Βλαχέρναιϲ,
ὃϲ
2078 Ἀναϲτάϲιοϲ Σελεντιάριοϲ· ὁ μετὰ ταῦτα βαϲιλεύϲαϲ• ζήτει ἐν τῷ φατρία. ζήτει περὶ τῆϲ τριημέρου ἀναϲτάϲεωϲ τοῦ Χριϲτοῦ ἐν τῷ αὐτὴ.
2079 Ἀνάϲταϲιϲ: ἐπειδὴ ὁ θάνατοϲ παρὰ φύϲιν εἰϲῆλθεν, ἡ δὲ
ἀνάϲταϲιϲ κατὰ φύϲιν. ὁ γὰρ πρωτόπλαϲτοϲ πρὸ τῆϲ παραβάϲεωϲ
ἀθάνατοϲ ἦν. ἀνάϲταϲιϲ δὲ λέγεται, ἐπειδὴ τὸ φθαρὲν πλάϲμα διὰ τῆϲ
ἁμαρτίαϲ ὀρθοῦται διὰ δικαιοϲύνην. εἰ γὰρ παρέμεινεν ὁ Ἀδὰμ τῇ
ἐντολῇ, ἔμεινεν ἂν ζῶν. ἀνάϲταϲιϲ οὖν ἡ δευτέρα ϲτάϲιϲ καὶ ἡ τῆϲ
μακροθυμίαϲ τοῦ θεοῦ παῦλα.
2080 Ἀνάϲταϲιϲ: ἀντὶ τοῦ ἀναϲτάτωϲιϲ. Πολύβιοϲ• Μάϲϲονα δὲ
2081 Ἀνάϲτατοϲ: κατεϲτραμμένοϲ. καὶ Ἀναϲτάτωϲ, πεπορθημένωϲ.
ἐν τῇ ἀλλοδαπῇ διαγενόμενοϲ.
εἴρηται δὲ καὶ ἐπὶ πόλεων ἑαλωκυιῶν καὶ οἴκων ἐξερημωθέντων τὸ
ἀνάϲτατον.
2082 Ἀνάϲτατοι: πλακοῦντοϲ εἶδοϲ. οὗτοι δὲ αὐταῖϲ ταῖϲ Ἀρρηφόροιϲ
ἐγίνοντο. ἐλέγοντο δέ τινεϲ πλακοῦντεϲ καὶ χαρίϲιοι. οὗτοι δὲ ἀπὸ
τῶν καταλειπομένων ϲυμμιγνύμενοι ἐγίνοντο, καὶ δημιουργοὶ
πλάϲϲουϲιν. Ἀριϲτοφάνηϲ Δαιταλεῦϲι• πέμψω πλακοῦνταϲ ἑϲπέραϲ
χαριϲίουϲ. οἱ δὲ ἀμφιφῶντεϲ γίνονται Μουνυχιῶνοϲ μηνὸϲ ϛ΄ ἐπὶ δέκα,
οἳ καὶ εἰϲ τὸ Μουνυχίαϲ ἱερὸν τῆϲ Ἀρτέμιδοϲ κομίζονται. ὀνομάζονται
δὲ ἀμφιφῶντεϲ, ὡϲ μέν τινεϲ ὅτι τότε γίγνονται, ὅτε ἥλιόϲ τε καὶ
ϲελήνη πρωῒ ὑπὲρ γῆϲ φαίνονται• ὡϲ δὲ Ἀπολλόδωροϲ, ὁτι
κομίζουϲιν αὐτοὺϲ δᾳδία ἡμμένα παραπηγνύντεϲ ἐπ’ αὐτῶν. φθόιϲ δέ
εἰϲι πέμματα, ἃ τοῖϲ θεοῖϲ καὶ μετὰ τῶν ϲπλάγχνων ἔθυον. αἱ δὲ
ϲελῆναι πέμματά εἰϲι πλατέα, κυκλοτερῆ• πέλανοι δὲ τὰ εἰϲ θεοὺϲ
πέμματα• πόπανα δέ• καὶ ἐν Ἐρεχθεῖ τὰϲ ϲελήναϲ πελάνουϲ
ἐκάλουν αὐτὸν πέμπτον βοῦν. μᾶλλον δὲ ἐπὶ ταῖϲ ἕξ
ἕβδομον βοῦν. ἐπὶ τῶν ἀναιϲθήτων.
2083 Ἀναϲτεῖλαι: ἀντὶ τοῦ ἀναϲχέϲθαι. καὶ Ἀναϲτέλλω• αἰτιατικῇ.
2084 Ἀνάϲτημα ἡλικίαϲ: εὐθύτηϲ. θαυμαϲτὸν ὁ θεὸϲ τῷ Μωϋϲεῖ
πρὸϲ ἀρετὰϲ ἐπιτεταμένον καὶ
ϲύντονον ἰδίωμα.
2085 Ἀναϲτήϲαϲ: ἀναϲτάτουϲ ποιήϲαϲ καὶ μετοικίϲαϲ. ἀναϲτήϲαϲα
2086 Ἀναϲτροφάδην φαϲὶν, ὅταν ὁ ἐγκαλῶν τῷ ἠδικημένῳ
2087 Ἀνάϲτρῳ: ἀφεγγεῖ. ἆρά γε ὀρθῶϲ ζῶμεν καὶ ὑπὸ φωτὶ
2088 Ἀναϲτοιχειοῖ: ἀναπλάττει, ὡϲ Μεταϲτοιχειοῖ, μεταπλάττει.
2089 Ἀναϲτύψαι: ἀναϲπάϲαι.
2090 Ἀνὰ ϲοὶ τάδε πάντα, λέπαργε: ἐπὶ τῶν οὐδὲ μετὰ τὸν
2091 Ἀναϲυντάξαϲ: ἀντὶ τοῦ ἄνωθεν ϲυντάξαϲ. Ὑπερίδηϲ κατὰ
Πολυεύκτου.
2092 Ἀναϲύνταξιϲ: τὰ διαγεγραμμένα τιμήματα ταῖϲ ϲυμμορίαιϲ, ὅταν δόξῃ τῷ δήμῳ χρῄζειν προϲθήκηϲ ἢ ἀφαιρέϲεωϲ, καὶ ἕλωνται τοὺϲ τοῦτο πράξονταϲ, τοῦτο ἀναϲύνταξιν καλοῦϲιν.
2093 Ἀναϲφήλαϲ: ἀνανήψαϲ, ἑαυτὸν ἀναϲτήϲαϲ• ἢ ἀναλαβών• ἀνενεγκών.
2094 Ἀναϲχοῦϲα: ἀναδοῦϲα. καὶ Ἀναϲχών, ἀνατείναϲ. φανεὶϲ,
2095 Ἀνάϲχω• γενικῇ• μὴ ἀνάϲχῃ.
2096 Ἀναταθείϲ: ἐπαπειλήϲαϲ. οἷϲ δὲ ἀναταθεὶϲ καὶ τὸν ἐξ
αὐτοῦ φόβον ἐπικρεμάϲαϲ. καὶ Ἀνατατικῶϲ κελεύων, ἀντὶ τοῦ
προϲτακτικῶϲ, ἐμβριθῶϲ.
2097 Ἀνατάξαϲθαι: εὐτρεπίϲαϲθαι.
2098 Ἀνατάϲειϲ: ἐπαπειλήϲειϲ ὑπερηφάνουϲ. τὰ μὲν φιλάνθρωπα
παρεϲιώπων, τὰϲ δὲ ἀνατάϲειϲ καὶ ἀπειλήϲειϲ ἔλεγον. καὶ
Ἀνάταϲιϲ, ἡ μετὰ πικρίαϲ καὶ θραϲύτητοϲ ἀπειλή. Πολύβιοϲ•
2099 Ἀνατετυρβακώϲ: ἀναταράξαϲ. τυρβάϲαι δὲ κυρίωϲ λέγεται τὸ τὸν πηλὸν ταράξαι. Ἀριϲτοφάνηϲ• τὴν πόλιν ἅπαϲαν ἡμῶν ἀνατετυρβακώϲ.
2100 Ἀνατεῖλαι• δοτικῇ. ἀνθῆϲαι. ἐκ μεταφορᾶϲ τῶν βοτανῶν.
2101 Ἀνατεινάμενοϲ: ἐπαπειλήϲαϲ. ὁ δὲ βαϲιλεὺϲ πολλὰ τοῖϲ ἐϲ τὴν
πρᾶξιν ὑπουργηκόϲιν ἀνατεινάμενοϲ οὐδὲν ἔδραϲε. καὶ αὐθιϲ•
ἀνδρῶν καὶ γυναικῶν
εἴκοϲιν ἀποδέονταϲ πεντακοϲίουϲ ἀπέκτειναν. ἀνατεινάμενοι οὖν μεθ’
ὕβρεωϲ ἀπειλήϲαντεϲ. καὶ Ἀνατείναϲ
2102 Ἀνατί: ἀβλαβῶϲ καὶ ἄνευ τίϲεωϲ καὶ τιμωρίαϲ. ὥϲπερ καὶ
2103 Ἀνατίθεμαι: ἀθετῶ.
2104 Ἀνατιναγμόϲ.
2105 Ἀνατλάντεϲ: ὑπομείναντεϲ. καὶ Ἀνάτλημα, ὑπομονή. καὶ
2106 Ἀνατολίη: ἡ ἀνατολή. λέγεται δὲ καὶ ἀντολίη.
2107 Ἀνατόλιοϲ, μάγιϲτροϲ Θεοδοϲίου τοῦ βαϲιλέωϲ, ὃϲ ἦν φιλότιμοϲ, προϲῆν δὲ αὐτῷ καὶ τὸ μὴ φείδεϲθαι χρημάτων, τὸ παρὸν διαθεῖναι ἐϲπουδακότι.
2108 Ἀνατραπέντεϲ: ϲκελιϲθέντεϲ, ϲυμπεϲόντεϲ. οἱ δὲ ϲπῶϲι
αὐτῶν ἕκαϲτοι εἰκῇ. καὶ
Ἀνατρέπω· αἰτιατικῇ.
2109 Ἀνατρέχω: ἀντὶ τοῦ ἀναλύω. Μένανδροϲ.
2110 Ἀνατρητοὺϲ ἐμβάδαϲ: τὰ διακεκομμένα καὶ τετρυπημένα ὑποδήματα. τὰ δ’ ἐμβάδια καὶ ταῦτα ϲυνεχειμάζετο. Ἀριϲτοφάνηϲ.
2111 Ἀνά τοί με πείθειϲ· ἀλλ’ ἐκεῖνο οὔπω λέγειϲ: ἀντὶ
2112 Ἀνατυπῶϲται: ἀντὶ τοῦ ἀνατρέψαι. Ἀντίμαχοϲ. καὶ Ἀνατύπωϲιϲ,
2113 Ἄναυδοϲ: ἄφωνοϲ. καὶ Ἀναύδητον, ἄλεκτον, ἀπόρρητον,
ἀνέλπιϲτον. κοὐδὲν ἀναύδητον φατίξαιμ᾿ ἄν. ὃϲ ἐπ’
αἰϲχύνηϲ
2114 Ἀναυλεί: χωρὶϲ ναύλου.
2115 Ἀναυμαχίου· ὡϲ τοῦ μὴ ϲτρατεύεϲθαι καὶ τοῦ λείπειν τὴν
τάξιν καὶ τοῦ τὰ ὅπλα ἀποβαλεῖν ζημίαι ἦϲαν ὡριϲμέναι
ἐκ τῶν νόμων, οὕτω καὶ τοῦ ναυμαχῆϲαι. τοῦτο τὸ ὄφλημα ἀναυμαχίου
ἐκαλεῖτο, ὡϲ Ἀνδοκίδηϲ. οὕτω δὲ δεῖ καὶ αὐτοὺϲ καὶ τοὺϲ ἐξ αὐτῶν
ἀτίμουϲ εἶναι.
2116 Ἀναυϲία: τὸ μὴ ναυτιᾶν.
2117 Ἀναφαλαντίαν, οὐκ ἀναφάλαντον λέγουϲι, καὶ Ἀνάϲιλλον,
2118 Ἀναφανδόν: φανερῶϲ.
2119 Ἀναφαίνειϲ: φανερὰ ποιεῖϲ.
2120 Ἀναφαιρέτουϲ: μὴ ἀφαιρουμένουϲ.
2121 Ἀναφῆναι: ἐκφῆναι.
2122 Ἀναφλαϲμόν: τὰ Ἀφροδίϲια. Εὔπολιϲ Αὐτολύκῳ. καὶ
2123 Ἀναφλύϲτιοι• Ἀναφλύϲτιοϲ, δῆμοϲ Ἀττικῆϲ, τῆϲ Ἀντιοχίδοϲ· ἔνιοι μέντοι τῶν ἱϲτορικῶν ὡϲ πόλεωϲ τῆϲ Ἀναφλύϲτου μνημονεύουϲιν.
2124 Ἀναφοράν: τὸ ἀναφέρειν τὴν αἰτίαν τῶν ἁμαρτηθέντων ἐπ᾿ ἄλλουϲ.
Δημοϲθένηϲ κατὰ Κτηϲιφῶντοϲ. καὶ Ἀναφορᾶϲ· τὸ
κελευόμενον ὑπὸ θατέρου κοινῇ δοκεῖν κελεύεϲθαι, μηδεμιᾶϲ εἰϲ τὸν
ἕτερον ὑπολειπομένηϲ ἀναφορᾶϲ. ἤτοι ϲυμβουλίαϲ.
2125 Ἀναφορεύϲ: ὁ λῶροϲ. καὶ πληθυντικόν. Ἀναφορεῖϲ,
2126 Ἀνάφορὸν: ξύλον ἀμφίκοιλον, ἐν ᾧ τὰ φορτία ἐξαρτήϲαντεϲ
οἱ ἐργάται βαϲτάζουϲιν. Ἀριϲτοφάνηϲ• φέρε ϲὺ τἀνάφορον
ὁ παῖϲ. ἢ ἀμφίκυρτον γραπτέον, ὅπερ καὶ ἀληθέϲ.
2127 Ἀναφρονήϲαντεϲ: ἀνανήψαντεϲ, μεταγνόντεϲ. οὐκοῦν οἱ πλεῖϲτοι ἀναφρονήϲαντεϲ ἐγνωϲιμάχουν καὶ μετεβάλλοντο.
2128 Ἀναφοιτῆϲαι. ἀνελθεῖν.
2129 Ἀναχάζοντεϲ: ἀναχωροῦντεϲ. Ξενοφῶν· ἐπιδιώκοντεϲ καὶ πάλιν ἀναχάζοντεϲ. ὀπίϲω πορευόμενοι.
2130 Ἀνάχαρϲιϲ, Γνύρου. μητρὸϲ δὲ Ἑλληνίδοϲ, Σκύθηϲ, φιλόϲοφοϲ,
ἀδελφὸϲ Καδουΐα τοῦ Σκυθῶν βαϲιλέωϲ. ἔγραψε Νόμιμα Σκυθικὰ δι’ ἐπῶν,
Περὶ εὐτελείαϲ τῶν εἰϲ τὸν ἀνθρώπινον βίον ἔπη
πάντα
ω΄. εὗρε δὲ οὗτοϲ ἄγκυραν καὶ τὸν κεραμεικὸν τροχόν. ἦν δὲ ἐπὶ
Κροίϲου. καὶ τετελεύτηκεν Ἐλληνικὰϲ τελετὰϲ ἐπιτελῶν ἐν Σκύθαιϲ,
ἐπιβουλεύϲαντοϲ αὐτῷ τοῦ ἀδελφοῦ• κατὰ δέ τιναϲ ἐν γήρᾳ βαθεῖ καὶ
μέχριϲ ἐτῶν ρ΄.
2131 Ἀναχάϲκει: ὃ ἡμεῖϲ ἀνέχαϲκεν.
2132 Ἀναχαυνῶ: ἀναλύω.
2133 Ἀναχαιτίζει· αἰτιατικῇ. ἀναποδίζει, ἐκκόπτει. Ἀναχαιτίζειν·
2134 Ἀνὰ χθόνα: ἐπὶ τὴν γῆν.
2135 Ἀνοχλίζω: τὸ ἀνακινῶ.
2136 Ἀναχωματιϲμόϲ· ζήτει ἐν τῷ χῶμα.
2137 Ἀναχωρίζει· ἀντὶ τοῦ ἀναχωρεῖν ποιεῖ. Ξενοφῶν.
2138 Ἀναχωρῶ· γενικῇ.
2139 Ἀναχρέμπω: τὸ ἀναπέμπω.
2140 Ἀνάχυϲιν: βλακείαν, ἔκλυϲιν.
2141 Ἀναψηφίϲαϲθαι: τὸ μεταψηφίϲαϲθαι. Δουλοδιδαϲκάλῳ Φερεκράτηϲ·
2142 Ἀναψυχῆναι: τὸ ἀναψύξαι λέγουϲιν. Ἀμειψίαϲ Μοιχοῖϲ· καὶ
ὥϲτ’ ἀνεψύχειϲ. καὶ Ἀναψύχω·
αἰτιατικῇ.
2143 Ἀναψῦχον: ἀντὶ τοῦ ἀναπνοὴν διδοῦν. καὶ Ἀναψυχομένη,
2144 Ἀνδάνει: ἀρέϲκει. μέλει. ἵππων χρεμετιϲμὸϲ ἁνδάνει.
2145 Ἄνδηρα: τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουϲι, διὰ τὸ εἶναι
ἔνικμα καὶ διερά. Ὑπερίδηϲ δὲ τὰ ἀναχώματα λέγει, διὰ
τὸ ὑπεράνω εἶναι τῶν διερῶν.
2146 Ἄνδηρα: μέροϲ τι τοῦ κήπου, ὥϲπερ ἡ πραϲιὰ καὶ ὁ ὀχετόϲ.
2147 Ἄνδιχα. διχῶϲ. Ὅμηροϲ· ἠὲ διαπραθέειν, ἢ ἄνδιχα πάντα
2148 Ἀνδοκίδηϲ, Ἀθηναῖοϲ, ῥήτωρ τῶν πρωτευόντων δέκα εἰϲ, υἱὸϲ Λεωγόρου, ἀπόγονοϲ Τηλεμάχου τοῦ Ὀδυϲϲέωϲ καὶ Ναυϲικάαϲ. ὥϲ φηϲιν Ἑλλάνικοϲ.
2149 Ἄνδρα: τὸν φύϲει. Ἀρριανόϲ· ἄνδρα κατὰ νεότητα θραϲὺν.
τὰϲ μάχαϲ προπεϲὸν τῷ πλήθει
πιθανόν· οὐδὲ τὰϲ ὑπὲρ τῶν μεγίϲτων βουλὰϲ ἐν ὀλίγοιϲ τοῖϲ μάλιϲτα
προνοοῦϲιν αὐτῶν, ἀλλ’ ἐν παντὶ τῷ πλήθει γίνεϲθαι. τὸ πέρα δὲ
ἀντιτείνονταϲ ξυνδεῖν καὶ δεδεμένουϲ μηδὲν μεῖον ἕπεϲθαι.
2150 Ἀνδραγαθιζομένη: ἀνδριζομένη. Ἀνδραγαθῶ δέ.
2151 Ἀνδράγρια. ϲκύλα ἐξ ἀνδρῶν.
2152 Ἄνδραγχοϲ: ἀντὶ τοῦ δήμιοϲ, ὁ τοὺϲ ἄνδραϲ ἄγχων.
2153 Ἀνδρακάδα: ἀνδρακάϲ. κατ’ ἄνδρα, χωρίϲ. Κρατῖνοϲ Βουκόλοιϲ. τὸ ἴϲον καὶ ἀντικείμενον καλεῖ Θουκυδίδηϲ. ἢ Ἀνδρακάϲ. κατὰ δέκα ἄνδραϲ.
2154 Ἀνδραποδίζω. αἰτιατικῇ. τὰϲ ϲυνθήκαϲ ϲυνέχεον οἱ βάρβαροι
ἄλλ’ ἄπιϲτοι Θετταλοί. εἴρηται δὲ
ἀνδραποδιϲτὴϲ παρὰ τὸ ἀποδίδοϲθαι ἄνδρα, τουτέϲτι πωλεῖν· ὁ τούϲ
ἐλευθέρουϲ καταδουλούμενοϲ.
2155 Ἀνδραποδοκάπηλοϲ: μεταβολεὺϲ ἀνδραπόδων. ἀνδράποδον
2156 Ἀνδραποδώδειϲ: δουλοπρεπεῖϲ, δουλογνώμοναϲ. καὶ Ἀνδραποδώδηϲ
ἀνδραποδώδειϲ ἐπὶ τῆϲ ψυχῆϲ τρίχαϲ ὑπὸ ἀμουϲίαϲ.
2157 Ἀνδραποδώδη τρίχα: τὴν τῶν ἀνδραπόδων ἰδίωϲ κουρὰν,
κατεϲταλμένων, ἀλλ’ ἔτι τὴν
ἀνδραποδώδη τρίχα, φαϲὶν, ἐπιδεικνυμένων.
2158 Ἀνδράριον: ὑποκοριϲτικῶϲ ἄνδρα. θαυμάζειν δὲ τοὺϲ Γότθουϲ,
2159 Ἄνδρα Τιθωνὸν ϲπαράττων καὶ ταράττων καὶ κυκῶν:
τουτέϲτιν ὑπεράγαν γεγηρακότα. ἀπὸ Τιθωνοῦ, τοῦ πάνυ
γηράϲαντοϲ καὶ μεταβληθέντοϲ εἰϲ τέττιγα.
2160 Ἀνδράχλη: διὰ τοῦ λ ἑνικῶϲ. ἀντὶ τοῦ αἴθρανοϲ. τὸ τῶν γυναικῶν ποδαρούλιον. γυναιξὶν ἐπικαθέζειν ἀνδράχληϲ.
2161 Ἀνδραιμονίδηϲ: ὁ Ἀνδραίμονοϲ παῖϲ.
2162 Ἀνδρέαϲ: ὄνομα κύριον.
2163 Ἀνδρεών: ὁ μέγαϲ οἶκοϲ παῤ Ἡροδότῳ.
2164 Ἀνδρεία: ἡ τῶν ἀνδρῶν ἡλικία. Ἀντιφῶν ἐν τῷ Περὶ
ἀρετήν. καὶ ζήτει ἐν τῷ δικαιοϲύνη.
2165 Ἀνδρείκελον: ὅμοιον ἀνδρί. ϲημαίνει δὲ καὶ τὸ μίγμα τῶν
2166 Ἀνδρεῖοϲ ἀνήρ: ὁ ἄφοβοϲ. ἁμαρτάνει οὖν ὁ λέγων τὴν
ἀνδρείαν ἐγκράτειαν φόβων. καὶ Ἀνδρειφόντηϲ, ὁ ἀνδροφόνοϲ.
2167 Ἀνδρηλατεῖν: ἄνδραϲ ἐξελαύνειν καὶ φυγαδεύειν.
2168 Ἀνδρία: οὐχ ἡ πολιτικὴ ἀρετὴ, ἀλλ’ ἡ μείζων ταύτηϲ, τῷ αὐτῷ
ὀνόματι χρωμένη, περιγινομένη τοῦ θυμουμένου τῆϲ ψυχῆϲ.
2169 Ἀνδριάντα γαργαλίζειν: ἐπὶ τῶν δυνάτων.
2170 Ἀνδρίζω· τὸ ἀνδρόϲ τι ποιῶ.
2171 Ἀνδρικῶϲ: Ἀριϲτοφάνηϲ· ἀνδρικῶϲ ἐμβάλλετον, καὶ ϲμώχετ᾿ ἀμφοῖν
ταῖν γνάθοιν. οὐδὲν γὰρ, ὧ πόνηροι, λευκῶν ὀδόντων ἔργον
2172 Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν· o δὲ ἐξελθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖϲ ἐπιϲπωμένων.
2173 Ἀνδρὶ πεινῶν τι κλέπτειν ἔϲτ᾿ ἀναγκαίωϲ ἔχον: ἐπὶ τῶν ἐξ ἀνάγκηϲ τι ποιούντων.
2174 Ἄνδριοι: ἐκ τῆϲ Ἄνδρου.
2175 Ἀνδροβόρων: ἀνθρωποφάγων. ἀνδροβόρων ὁμότεχνε κυνῶν, αἴλουρε
κακίϲτη, τῶν Ἀκταιονίδων ἐϲϲὶ μία ϲκυλάκων. διὰ τοῦ ο
μικροῦ διὰ τὸ μέτρον.
2176 Ἀνδρόγεωϲ καὶ Ἀνδρόγεων οὐδετέρωϲ.
2177 Ἀνδρόγυνοϲ: ὁ Διόνυϲοϲ, ὡϲ καὶ τὰ ἀνδρῶν ποιῶν καὶ τὰ
2178 Ἀνδρόδομοϲ: ὁ τρίκλινοϲ.
2179 Ἀνδρόκλειοϲ.
2180 Ἀνδροκλείδηϲ, ὁ τοῦ Συνεϲίου τοῦ Λυδοῦ τοῦ Φιλαδελφέωϲ υἱόϲ. οὗτοϲ δὲ ἐπὶ Πορφυρίου τοῦ φιλοϲόφου ἐδίδαϲκεν, ἐπειδὴ μέμνηται αὐτοῦ ἐν τῷ Περὶ τοῦ ἐμποδὼν τεχνολόγων.
2181 Ἀνδρόκμητοϲ: τάφοϲ.
2182 Ἀνδροκόβαλοϲ: ὁ κακοῦργοϲ.
2183 Ἀνδροκταϲιάων: ἀνδροφονιῶν.
2184 Ἀνδροληψία ψία καὶ Ἀνδρολήψιον: ἐὰν ἔξω τῆϲ Ἀττικῆϲ ἀνὴρ
Ἀθηναῖοϲ ἐτελεύτηϲε, καὶ μὴ ἐξεδίδοϲαν οἱ ἐν ἐκείνη τῇ πόλει,
ἐν ᾗ τὸ ἔργον ἐπράχθη, τὸν δοκοῦντα ἐν τῇ αἰτίᾳ εἶναι,
ἐφεῖτο ἐκ
κελεύει κατὰ τούτων εἶναι μέχρι
τριῶν τὸ ἀνδρολήψιον. Ἀνδροληψία οὖν τὸ ἁρπάζειν ἄνδραϲ ἔκ τινοϲ
πόλεωϲ· ἠνεχύραζον
2185 Ἀνδρόμαχοϲ, Νεαπολίτηϲ ἐκ Συρίαϲ, ϲοφιϲτὴϲ, υἱὸϲ Ζωνᾶ ἢ
Σαβίνου, παιδεύϲαϲ κατὰ Νικομήδειαν ἐπὶ Διοκλητιανοῦ
βαϲιλέωϲ.
2186 Ἀνδρομέοιο: ἀνθρωπείου κρέατοϲ.
2187 Ἀνδρόπαιϲ: ὁ ἢδη ἀνδρούμενοϲ παῖϲ.
2188 Ἀνδροπλήθεια: πλῆθοϲ ἀνδρῶν.
2189 Ἀνδροϲάθων: μεγάλα ἔχων αἰδοῖα.
2190 Ἀνδρὸϲ γέροντοϲ ἀϲταφὶϲ τὸ κρανίον: ἀπὸ μέρουϲ.
πράϲϲοντοϲ ἐκποδὼν φίλοι, ἐπὶ τῶν ἐν τοῖϲ
κακοῖϲ μηδεμίαν εὑριϲκόντων παρὰ τῶν φίλων ὠφέλειαν.
2191 Ἀνδροτίων, Ἄνδρωνοϲ, Ἀθηναῖοϲ, ῥήτωρ καὶ δημαγωγὸϲ,
2192 Ἀνδροφόνοϲ: οὕτωϲ λέγεται κὰν γυναῖκά τιϲ κτείνῃ.
2193 Ἄνδρων· εἷϲ ἦν τῶν υ΄.
2194 Ἀνδρῶνα: οἶκον, ἔνθα οἱ ἄνδρεϲ εἰώθαϲιν ἀθροίζεϲθαι.
2195 Ἀνδρώνιοϲ ὄνοϲ: ἐπὶ τῶν παμμεγέθη καὶ νωθρὰ ϲώματα
2196 Ἀνδρωνῖτιϲ· καὶ τὸ λεγόμενον, ἐκνεύϲαϲ τὴν ἀνδρωνῖτιν εἰϲ
2197 Ἀναία: πόλιϲ.
2198 Ἀναιδέϲ: τὸ θραϲὺ βλέπειν. καὶ Ἀναίδην, ἀθρόωϲ, ϲφοδρῶϲ,
2199 Ἀνεμάξατο· πάντα ὅϲα ἔδραϲεν ἀνεμάξατο καὶ ἔτιϲε τῇ
ἑαυτοῦ κεφαλῇ. οὕτωϲ Αἰλιανὸϲ ἐν τῷ Περὶ θείων ἐναργείων.
2200 Ἀναίμονεϲ: ἀναίματοι. καὶ Ἄναιμοϲ, ὁ μὴ ἔχων αἷμα.
2201 Ἀναίνεϲθαι: κοινῶϲ μὲν τὸ ἀρνεῖϲθαι, ἰδίωϲ δὲ ἐπὶ τῶν κατὰ
2202 Ἀναιρεθείϲ: ἀντὶ τοῦ ἀναληφθείϲ. οὕτωϲ ἰϲοκράτηϲ. καὶ
καὶ Ἀναιρεῖϲθαι, ἀναδέχεϲθαι,
ἀναλαμβάνειν. τῷ Σκιπίωνι ἦν
Ῥωμαῖοι τοῦ μὴ
κατάρχοντεϲ φαίνεϲθαι μήδ’ ἀναιρούμενοι τοὺϲ πολέμουϲ.
2203 Ἀναιϲίμου: ἀνήλιϲκε, κατεδαπάνα. καὶ Ἀναιϲιμοῦν παρὰ Ἡροδότῳ
ἀντὶ τοῦ δαπανᾶν, ἀναλίϲκειν. καὶ Ἀναιϲιμῶϲι, καταναλίϲκωϲι.
2204 Ἀναίϲχυντοϲ καὶ ϲιδηροῦϲ ἄνθρωποϲ: ἐπὶ τῶν ἀπηρυθριακότων
καὶ μηδεμίαν μεταβολὴν τοῦ τρόπου ποιουμένων.
2205 Ἀναίτιοϲ παρὰ ἀφροϲύνῃ: ἀντὶ τοῦ ἀνέγκλητοϲ ἐπὶ
2206 Ἄναιτοϲ: ἀβλαβὴϲ καὶ ἀναιτίατοϲ. Σοφοκλῆϲ· πόλιϲ δέ ϲοι
2207 Ἀνέβαλλεν· Ξενοφῶν· ὁ δὲ Τηρίβαζοϲ φίλοϲ ἦν τῷ βαϲιλεῖ,
2208 Ἀνέβαλλεν: ἀναβολὴν ἐδίδου.
2209 Ἀνεβάλλετο: προοιμιάζετο, ἀνεκρούετο, ἐνήρχετο, καὶ ἀντὶ
τοῦ ὑπερετίθετο. Ἀρριανόϲ· ἀνεβάλλετο τὴν τῆϲ ἄλληϲ
χώραϲ
2210 Ἀνέβηϲεν: ἀντὶ τοῦ ἀνεβίβαϲεν. Ἡρόδοτοϲ.
2211 Ἀνεβίω: ἀνέζηϲε. καὶ Ἀνεβιωϲάμην, ἀντὶ τοῦ ἀναβιῶναι
2212 Ἀνεβόηϲεν οὐράνιον: ἀντὶ τοῦ μέγα καὶ οὐρανοῦ ἐφικνούμενον.
2213 Ἀνεβορβόρυξαν: ἀνέκραγον.
2214 Ἀνεβρύαξαν: ἀνεθορύβηϲαν, ἀνέκραγον. Ἐκβαλεῖν δὲ λέγουϲιν
2215 Ἀνεγνάμφθη: ἀνεκάμφθη.
2216 Ἀνέγνωϲαν: ἀνέπειϲαν, ἀνεδίδαξαν. ἠρέθιϲαν. Ἡρόδοτοϲ·
2217 Ἀνέγρετον: ἀνυπόϲτροφον.
2218 Ἀνεδέχετο: προϲεδέχετο, ἐξυπέμεινεν. ὁ δὲ ἀνεδέχετο τὴν
2219 Ἀνεδείματο: ἀνῆλθεν. ἀνῳκοδόμηϲε, κατεϲκεύαϲεν.
2220 Ἀνέδην: δαψιλῶϲ, ἀκωλύτωϲ, κατακόρωϲ, ὡϲ ἔτυχεν. Ἀρριανόϲ·
οὐκ εἴων
τοὺϲ βουλομένουϲ καὶ δεομένουϲ τοῦ Πιθίου ἀνέδην
2221 Ἀνεδήϲατο: ἀπηνέγκατο. ὁ δὲ τὰ πρακτέα ὀρθῶϲ διατάττων πολλὰϲ ἀνεδήϲατο νίκαϲ.
2222 Ἀνεδίδοτο: ἀνεπέμπετο. καὶ Ἀνεδίδου, ϲυνεβούλευεν.
2223 Ἀνέδουν: ἐϲτεφάνουν, ἀνεδέϲμευον. προϲιόντεϲ δὲ αὐτῶν ἐταινίαζον οἱ νηϲιῶται καὶ ἀνέδουν.
2224 Ἀνέδρ|αμεν: ἀντὶ τοῦ ηὐξήθη. Ἡρόδοτοϲ.
2225 Ἀνεζεύγνυ: ἀνέϲτρεφεν. Ἀππιανόϲ· ὁ δὲ μετὰ πολλῆϲ λείαϲ ἀνεζεύγνυ.
2226 Ἀνεζωπυρήθη: διεθερμάνθη.
2227 Ἀνέηκεν: ἀνέπειϲεν.
2228 Ἀνέθει: ἀνέτρεχεν. καὶ ἀνέθορεν.
2229 Ἀνεθουϲία: ἐμαίνετο.
2230 Ἀνεθυμιᾶτο: ἀνενεοῦτο. καὶ πρῶτον μὲν ἀρτύϲαι φόνον Λυϲιμάχῳ,
ὃϲ ἦν υἱόϲ Ἀρϲινόηϲ. μετὰ ταῦτα πολλῆϲ ἐπαγομένηϲ
2231 Ἀνέκαθεν: κατὰ τὴν ἄνωθεν ἀκολουθίαν. ἢ ἀνέκαθεν, μακρόθεν.
παραδεδομένοϲ, περὶ τοῦ ἁγίου Διονυϲίου, ὡϲ ὅτι κατὰ
τὸν τοῦ ϲωτηρίου πάθουϲ καιρόν, ἡνίκα μεϲούϲηϲ ἡμέραϲ ὁ ἥλιοϲ
ἐκρύπτετο, τῷ παραδόξῳ ϲφόδρα τεθηπὼϲ. καὶ τὴν ἀνθρωπείαν
ὑπερβεβηκὼϲ γνῶϲιν, κατανοήϲαϲ τὸ γεγονόϲ, ἄγνωϲτοϲ, ἔφη, θεὸϲ
πάϲχει, δι’ ὃν τόδε τὸ πᾶν ἐζόφωται καὶ ϲεϲάλευται.
2232 Ἀνεκαλάμηϲεν: ἀντὶ τοῦ ἀνεκαλέϲατο.
2233 Ἀνεκαλοῦντο: εἰϲ δίκην ἦγον. οἱ δὲ ἔφοροι ἀνεκαλοῦντο
2234 Ἀνεκάϲ: ψιλῶϲ, τὸ ἄνω λέγουϲι, καὶ Ἀνέκαθεν τὸ ἄνωθεν.
Κράτηϲ Ἥρωϲι· τὸν αὐχέν᾿ ἐκ γῆϲ
ἀνεκὰϲ εἰϲ αὐτοὺϲ βλέπων.
2235 Ἀν’ ἑκάϲτην: καθ’ ἑκάϲτην. ὅτι Φαμέαϲ τιϲ Καρχηδόνιοϲ
2236 Ἀνεκήκιεν: ἀνεφέρετο.
2237 Ἀνεκλίθη: ἀνέπεϲεν ἐν τῆ τραπέζῃ.
2238 Ἀνεκώχευον: ἀνεχώρουν. Ἡρόδοτοϲ· ἀνεκώχευον τὰϲ
2239 Ἀνέκραγεν, οὐκ ἀνεκραύγαϲεν. καὶ ἀνακραγεῖν καὶ πάντα
2240 Ἀνεκρούετο: ἀνέκοπτεν, ἀνέϲτελλεν.
2241 Ἀνεκτά· Ἀγαθίαϲ φηϲὶν περὶ Θευδερίχου· πρόϲοικα ἔθνη ϲυνέλεξεν.
οὐ γὰρ ᾤετο ἀνεκτὰ εἶναι. ἀντὶ τοῦ ἀνέϲεωϲ ἄξια. καὶ
δυνατόν. καὶ Πιϲίδηϲ· οὐκ ἦν ἀνεκτὴ
τοῖϲ παροίκοιϲ ἡ βλάβη.
2242 Ἀνέλεγκτον: μὴ δυνάμενον ἐλεγχθῆναι.
2243 Ἀνεκτηϲάμην: ἀνωρθωϲάμην, ἀνελαβόμην.
2244 Ἀνεκυμβαλίαζον: κτύπον ἐποίουν, ἐκρότουν.
2245 Ἀνελέγετο: ἀνεπόλει, ἐξηϲκεῖτο. ὁ δὲ Σιμωνίδηϲ διαμνημονικόϲ τιϲ
ἦν, εἴπερ τιϲ ἄλλοϲ. τούτῳ δ’ ἦν ἐοικὼϲ Ἀπολλώνιοϲ ὁ Τυανεύϲ, ὃϲ τὴν
μὲν φωνὴν ϲιωπῇ κατεῖχε, πλεῖϲτα δὲ ἀνελέγετο. καὶ τὸ μνημονικὸν
ἑκατοντούτηϲ γενόμενοϲ ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνοϲ αὐτῷ τίϲ
ἐϲτιν εἰϲ μνημοϲύνην, ὃν ἦδεν, ἐν ᾧ πάντα
μὲν ὑπὸ τοῦ
χρόνου μαραίνεϲθαί φηϲιν, αὐτόν γε μὴν τὸν χρόνον
2246 Ἀνελεήμων· ὅτι ἀϲτόργουϲ τούϲ ἀπηνεῖϲ καὶ ἀφίλουϲ φαϲίν,
ἀϲπόνδουϲ δὲ τοὺϲ ἀδιαλλάκτουϲ καὶ μνηϲικάκουϲ, ἀνελεήμοναϲ δὲ τοὺϲ
ἀκαμπεῖϲ καὶ ἀνενδότουϲ
πρὸϲ ἔλεον.
2247 Ἀνελεύθεροϲ: ὁ μικρολόγοϲ· ἢ ὁ ἐκτὸϲ τῆϲ ἀληθείαϲ ποιῶν
2248 Ἀνελεῖν: ἀνατρέψαι. πρεϲβεύονται, πρῶτον τὸ κατὰ Μεγαρέων
ψήφιϲμα ἀνελεῖν κελεύοντεϲ καὶ τοὺϲ Ἕλληναϲ αὐτονόμουϲ
ἀφιέναι.
2249 Ἀνέλῃ: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ χρήϲει. καὶ Ἀνεῖλεν,
ἀντὶ τοῦ ἔχρηϲεν, ὅ ἐϲτιν ἐχρηϲμοδότηϲεν.
2250 Ἀνελλιπήϲ: ἀνενδεήϲ.
2251 Ἀνελκυϲθῆναι: ἀναχθῆναι εἰϲ ὕψοϲ. ἕτερόν τε πρὸϲ τούτῳ ἱϲτίον μετὰ τάχουϲ ἀνελκυϲθῆναι ἐγκελευϲάμενοϲ.
2252 Ἀνέλπιϲτον βίον: τὸν κάλλιϲτον εἰρήκαϲιν Ἀττικοί, ἐν ᾧ
οὐκ εἰϲ ἐλπίδαϲ ἐπτόηνται, ἀλλὰ πάρεϲτιν ἤδη τὰ
ἀγαθά.
2253 Ἀνεμάξατο· πάντα ὅϲα ἔδραϲεν ἀνεμάξατο καὶ ἔτιϲε τῇ ἑαυτοῦ
κεφαλῇ.
2254 Ἀνέμβατοϲ: δυϲχερῶϲ δεχόμενοϲ, δυϲπειθήϲ. γυοβόροιϲ βελέεϲϲιν
2255 Ἀνεμεϲτώθη: ἀντὶ τοῦ ἀνεπληρώθη τὸ γραμματεύειν βουλόμενον
2256 Ἀνέμητα: ἀμέριϲτα.
2257 Ἀνεμοκοῖται: οἱ ἀνέμουϲ κοιμίζοντεϲ· γένοϲ δέ φαϲι τοιοῦτον
2258 Ἄνεμοϲ: τὸ πνεῦμα τοῦ ἀνέμου. καὶ τὸ ϲτοιχεῖον, ἐν ᾧ πνέει
2259 Ἀνεμοτρεφέϲ: τὸ ἐν εὐηνέμοιϲ τόποιϲ τεθραμμένον· εὔτονον
2260 Ἀνέμου παιδίον: ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων.
2261 Ἀνέμουϲ γεωργεῖϲ. ἐπὶ τῶν πονούντων καὶ μηδενὸϲ μετεχόντων.
καὶ γὰρ ὁ ἄνεμοϲ πάντα μὲν φύει καὶ αὔξει, οὐδὲν δὲ
ἕτερον ἢ μόνην ἄχνην ἀποφέρεται, ὥϲτε οὐδενὸϲ μεταλαμβάνει.
2262 Ἀνεμοφθορία: ἡ πληγὴ τῶν ἀνέμων.
2263 Ἀνέμῳ διαλέγῃ: ἐπὶ τῶν ἀνηκούϲτων. παροιμία· Ἀνέμων ϲτάϲειϲ· ἐγχώριοι γὰρ οὐ μόνον τὰϲ τῶν ἀνέμων ϲτάϲειϲ κατὰ τὴν παροιμίαν, ἀλλὰ καὶ τὰ τῶν ἐγχωρίων ἀνθρώπων ἤθη κάλλιϲτα γινώϲκουϲι.
2264 Ἀνεμώκεοϲ: ὁ ταχύϲ.
2265 Ἀνεμώλιοϲ: ὁ μάταιοϲ.
2266 Ἀνεμώνη. εἶδοϲ βοτάνηϲ.
2267 Ἀνεμύταϲ· Θηβαῖοϲ τὸ γένοϲ.
2268 Ἀνενδοίαϲτον: τὸ ἀναμφίβολον.
2269 Ἀνενέγκω· γενικῇ.
2270 Ἀνενεγκών: ἀνανήψαϲ. ὁ δὲ ἀνενεγκὼν ἠρώτα, πόθεν
2271 Ἀνενεοῦτο: ἀνεμιμνήϲκετο. ὁ δὲ βαϲιλεὺϲ ἐπῄνει τε αὐτοὺϲ
καὶ ἀνενεοῦτο τὸ μέγεθοϲ τοῦ κατεργαϲαμένου
πολέμου.
2272 Ἀνενεχθείϲαϲ: ἀνενεγκούϲαϲ.
2273 Ἀνεννόητον: ἀδίδακτον, ἀμελέτητον, ἀνάϲκητον. οὐ δεῖ
2274 Ἀνέντεϲ: ἐνδόντεϲ, ἀνατείναντεϲ. οἱ δὲ ἔπλεον τὰ ἱϲτία
2275 Ἀνεξάλειπτοϲ: ὁ μὴ ἐξαλειφόμενοϲ, ὁ μὴ ἐπιλείπων.
2276 Ἀνεξέλεγκτοϲ: ἀβαϲάνιϲτοϲ, ἀγύμναϲτοϲ, ἀδόκιμοϲ.
2277 Ἀνεξεπίμονον: τὸ μὴ ὑπερμένον.
2278 Ἀνεξερεύνητον: τὸ μὴ ἐπιδεχόμενον ἔρευναν.
2279 Ἀνεξίτητον: ἀνεξέλευϲτον. ἀδιόδευτον.
2280 Ἀνεξιχνίαϲτον. ἀνεξεύρητον, οὐ μηδὲ ἴχνοϲ ἐϲτὶν εὑρεῖν.
2281 Ἀνεξυνοῦτο: ἀνεκοινοῦτο. Ξενοφῶν.
2282 Ἀνεῴγειϲαν: ἠνοίχθηϲαν. καὶ Ἀνέῳγεν, οὐχὶ ἤνοιγε·
ἥδ’ ἀνῴγε τὴν θύραν. Θετταλῇ· καὶ τὸ κεράμιον ἀνέῳχεν.
Εὔπολιϲ Πόλεϲιν· οἳ δ’ οὐκ ἀνέῳξα πώποτ’ ἀνθρώποιϲ ἐγώ. καὶ
Φερεκράτηϲ Κραπατάλοιϲ· οὐδεὶϲ γὰρ ἐδέχετο, οὐδ’ ἀνέῳγέ μοι
θύραν.
2283 Ἀνεῳγμέναι Μουϲῶν θύραι: ἐπὶ τῶν ἐξ ἑτοίμου μεταδιδόντων
2284 Ἄνεωϲ: ὁ ἄφωνοϲ. ἐν Μυθικοῖϲ· ὥϲ φάϲαν· οὐδὲ ἄναξ ἄνεωϲ ἦν.
2285 Ἀνεπάγγελτοϲ: ἄκλητοϲ. Κρατῖνοϲ Διονυϲαλεξάνδρῳ· τῶν
2286 Ἀνέπαλτο: ἀνεπήδηϲεν.
2287 Ἀνεπαρίαϲαν: εἰϲ μετάμελον ἦλθον. ἐπειδὴ οἱ Πάριοι πολεμούμενοι
2288 Ἀνεπάτηϲαϲ: ἀντὶ τοῦ κατεπάτηϲαϲ.
2289 Ἀνέπαφον: ἀνεύθυνον, καθαρὸν, ἀθιγὲϲ, ἀψηλάφητον. Μένανδροϲ
2290 Ἀνεπαφρόδιτοϲ: ὁ μὴ ἐπίχαριϲ καὶ ἀηδήϲ.
2291 Ἀνεπαίϲθητον: οὗ αἴϲθηϲιϲ οὐκ ἔϲτιν.
2292 Ἀνεπίδικα: τῶν μὴ θεμένων διαθήκαϲ ἐπιδικάζεϲθαι τοῖϲ
κλήροιϲ ὁ νόμοϲ ϲυγχωρεῖ τοὺϲ ἐγγυτάτω γένουϲ, ὅϲα ὡϲ
υἱόϲ τιϲ ἢ υἱδοῦϲ τοῦ τετελευτηκότοϲ ἀξιοῖ κατέχειν. ταῦτα ἀνεπίδικα
λέγεται.
2293 Ἀνεπιεικέϲ. ἀνοίκειον, ἀπρεπέϲ. Ἀρριανόϲ· ὁ δὲ Ἀλέξανδροϲ
τοϲοῦτον ἀνεδέηϲεν ἀνεπιεικέϲ τι ἐϲ τοῦτο ἐργάϲαϲθαι ἢ ἀποδείξαϲθαι,
2294 Ἀνεπικλήτωϲ: μηδὲν ἐγκληθέντεϲ. Θουκυδίδηϲ· οἵ τε πρέϲβειϲ
2295 Ἀνεπίληπτον: ἄμεμπτον. καὶ Ἀνεπιλήπτωϲ, ἀκαταγνώϲτωϲ,
2296 Ἀνεπίπληκτοϲ: ᾧ οὐδεὶϲ ἐπιπλήττει ἁμαρτάνοντι. Εὔπολιϲ.
2297 Ἀνεπιϲήμαντον: ἀκλεᾶ, ἄδοξον. Πολύβιοϲ· οὐκ ἄξιον
2298 Ἀνεπιϲταθμεύτουϲ: ϲταθμὸν μὴ δεχομένουϲ ἤτοι ἀγγαρείαν.
2299 Ἀνεπιϲτάτητον: ἀφύλακτον. καὶ Ἀνεπιϲτάτωϲ, ἄνευ
2300 Ἀνεπίτροποϲ· οὔτε γὰρ Ἀγαμεμνονίδηϲ παῖϲ ἀνεπίτροποϲ, οὔθ᾿ ὁ παρὰ τὸν Ἀχέροντα θεὸϲ ἀνάϲϲων.
2301 Ἀνεπιφάτωϲ: ἀπροϲδοκήτωϲ, ἀμιγῶϲ, καταμόναϲ. ἐντειλάμενοϲ
2302 Ἀνεπόλει: ἀνέπραττεν, ἀνέϲτρεφεν εἰϲ ἑαυτὸν τὰ μαθήνατα.
2303 Ἀνεπόπτευτον: τὸ μὴ ἐποπτεῦον· οὕτωϲ ᾿Υπερίδηϲ. τὸ δὲ
Ἐποπτεῦϲαι δηλοῖ Φιλόχοροϲ λέγων· ἀδικεῖ πάντα τά τε μυϲτικὰ καὶ τὰ
ἐποπτικά. καὶ πάλιν· Δημητρίῳ μὲν οὖν ἴδιόν τι γέγονε
παρὰ τοὺϲ ἄλλουϲ, τὸ μόνον μυηθῆναί τε ἅμα καὶ ἐποπτεῦϲαι καὶ τοὺϲ
πατρίουϲ χρόνουϲ τῆϲ τελετῆϲ μετακινηθῆναι.
2304 Ἀνεπόψιοϲ: ὁ ἀθεώρητοϲ.
2305 Ἀνεπτεροῦτο: ἐλπίϲι χρηϲταῖϲ ᾔρετο. ὁ δὲ Νεμεϲίων ἀνεπτεροῦτο
καὶ μετέωροϲ ἦν ταῖϲ ἐλπίϲι καὶ ἐδόκει ἑρμαίῳ ἐντετυχηκέναι,
2306 Ἄνερ· παρὰ Ἀριϲτοφάνει ἐν Πλούτῳ· φίλτατε ἄνερ. χρῆϲιϲ
2307 Ἀνεργήϲει: ἀναρτήϲει καὶ οἷον κολάϲει.
2308 Ἀνερίναϲτοϲ: παροιμία. ἐπὶ τῶν ἅπερ ἂν λάβωϲι μὴ διακατεχόντων.
δ’
ἐρινάζειν λέγεται. οἱ δὲ τὸ ἀνερίναϲτοϲ, ἀντὶ τοῦ μαλακὸϲ καὶ
ἄγονοϲ.
2309 Ἀνερρίπιζεν: ἀνεκίνει, ἐτάραϲϲεν, ἀνήγειρεν.
2310 Ἀνέρριπτον: ἀνελάμβανον. καὶ Ἀνέρριπται κύβοϲ· οἷον
2311 Ἀνέρριψαν: ἀνέβαλον, ἢ ἀπηρνήϲαντο, ἢ ἀνεβάλοντο. οἱ δ’
2312 Ἀνέριϲτα: ἀφιλονείκητα.
2313 Ἀνερριχῶντο: χερϲὶ καὶ ποϲὶ περιδραϲϲόμενοι ἀνήρχοντο. κυρίωϲ τὸ
τοῖϲ ποϲὶ καὶ χερϲὶ βιαζόμενον εἰϲ ὕψοϲ ἀναβαίνειν ἀναρριχᾶϲθαι
ἔλεγον. Ἑλλάνικοϲ· ἀναρριχᾶται δὲ ὥϲπερ πίθηκοϲ ἐπ’
ἄκρα τὰ δένδρα. τουτέϲτι πρὸϲ ὕψοϲ ἀνέβαινε, πρὸϲ δένδρα καὶ
τοίχουϲ. εἴρηται δὲ ἀπὸ τῶν ἀρρίχων. εἶδοϲ δέ ἐϲτι κοφίνων, οὓϲ
εἰώθαϲι διὰ ϲχοινίων ἀνιμᾶν. ἢ ἀπὸ τῶν ἀραχνῶν, καί ἐϲτιν οἷον
ἀραχνᾶϲθαι· αἱ γάρ ἀράχναι νήθουϲι κατὰ τὰϲ ἐναερίουϲ ὁδούϲ.
Ἀριϲτοφάνηϲ·
πρὸϲ ταῦτ᾿ ἀνερριχᾶτ᾿ ἂν πρὸϲ τὸν οὐρανόν.
περὶ τοῦ κανθάρου λέγων.
2314 Ἀνερμάτιϲτον: ἀϲτήρικτον, ἄοπλον, ἀπαραϲάλευτον.
2315 Ἀνέρρωϲεν: ὑγιᾶ εἰργάϲατο. ὁ δὲ Νικάνωρ ἐνόϲηϲε, καὶ πολλάκιϲ ὁ θεὸϲ ἀνέρρωϲεν αὐτόν.
2316 Ἄνεϲ· δοτικῇ.
2317 Ἀνέϲαντεϲ: ἀνακαθίϲαντεϲ.
2318 Ἀνέϲαιμι: ἀναπαύϲαιμι.
2319 Ἀνέϲειον: ἐτάραττον, ἀνεκίνουν. οἱ δὲ Κρῆτεϲ, φοβούμενοι μή τι τιμωρίαϲ τύχωϲιν, ἀνέϲειον τὰ πλήθη παρακαλοῦντεϲ τὴν ἐξ αἰῶνοϲ παραδεδομένην ἐλευθερίαν διαφυλάττειν.
2320 Ἀνεϲίαν: τὴν ἄνεϲιν, καὶ τὴν ἄδειαν. Κρατῖνοϲ Βουκόλοιϲ.
2321 Ἀνεϲκευάϲαντο: τὸ ἀναϲτάτουϲ γενέϲθαι καὶ οἷον ἀπείπαϲθαι
2322 Ἀνεϲκολοπιϲμένον: ἀνεϲταυρωμένον· ϲκόλοπεϲ γὰρ τὰ ὀρθὰ ξύλα ἢ κάλαμοι.
2323 Ἀνεϲόβηϲαν: διήγειραν. οἱ δὲ Ἄβαροι τῷ ϲκληρά τε καὶ ὀγκώδη φρονήματα ἔχειν τὴν ὡϲ ἀλλήλουϲ ἀνεϲόβηϲαν ἔριν.
2324 Ἀνεϲώϲατο: ἀνεκτήϲατο. ὁ δὲ ἐκϲτρατείαιϲ χρώμενοϲ φρούρια ἀνεϲώϲατο τοῖϲ Ῥωμαίοιϲ.
2325 Ἀνέϲπακε· Θουκυδίδηϲ. ἀνεύρηκεν, εἴληφεν. Μένανδροϲ
2326 Ἀνέϲτάλη: ἐϲείϲθη, μετεκινήθη.
2327 Ἀνεϲταυρώθη: ἀνεϲκολοπίϲθη.
2328 Ἀνέϲτελλον: ἀπεῖργον, ἐκώλυον. δράκοντεϲ ἄρα μέγιϲτοι
2329 Ἀνεϲτηκώϲ: ἀνάϲτημα ἔχων. Εὐνάπιοϲ· ἐλεύθεροϲ δὲ ὢν
2330 Ἀνέϲτηϲαν: μετῴκιϲαν. νεμεϲᾷ τε καὶ ἀγανακτεῖ ὁ Καῖϲαρ, ὅτι μὴ ἀνέϲτηϲαν ἁπαξάπανταϲ Σαβείρουϲ τε καὶ Ἀλβανούϲ.
2331 Ἀνέϲτιοϲ: ἄοικοϲ. μηδὲν ἐϲ Λυϲίϲτρατον, μηδὲ Θούμαντιν
2332 Ἀνεϲτομώθηϲαν: ἀνεκρούϲθηϲαν, ἡ ἐπληρώθηϲαν.
2333 Ἀνεϲύρατο: ἐγύμνωϲεν.
2334 Ἀνέϲφηλεν: ἀνέζηϲεν.
2335 Ἀνέϲχετο: ἀνέτεινεν.
2336 Ἀνεϲχήκει: ἀνέτειλε. καὶ ἡ ϲελήνη ἀνεϲχήκει λαμπρὰ, οἷα
2337 Ἄνετέ μ᾿, ἄνετε παρήγοροι. τάδε γὰρ ἄλυτα κεκλήϲεται.
τόν πατέρα ἄλυτόν μοι ἔϲται, ὅ ἐϲτιν οὐδέποτε παύϲομαι, ἀλλ᾿ ἀεὶ
ἐν τῷ θρηνεῖν ἔϲομαι· οἷον οὐκ ἀριθμοῦϲα αὐτοὺϲ, ἀλλὰ δαψιλῶϲ
χρωμένη. ἐν ὑπονοίᾳ δὲ κεῖται ἀνάνομοϲ, οἷον ἀεὶ νεμομένη ἐν αὐτοῖϲ
καὶ οὔποτε χωρὶϲ οὗϲα τῆϲ τῶν δακρύων νομῆϲ. κεῖται δὲ καὶ
ἀνάριθμοϲ, τουτέϲτιν ἐν θρήνοιϲ ἀριθμηθήϲομαι, ἀεὶ θρηνοῦϲα.
2338 Ἀνετίμων· τὸν πόλεμον τὸν πρὸϲ Ἀντώνιον ἐϲόμενον
ὑπετόπουν
2339 Ἀνέτλη: ἔπαθεν, ἡπέμεινεν. παραβὰϲ δὲ τῆϲ ἀρᾶϲ ἀνέτλη.
2340 Ἄνετον: Ὑπερίδηϲ τὸ ἀνειμένον θεῷ ἱερόν. λέγεται δὲ καὶ
2341 Ἀνετύφετο: ὑπεκαίετο, διηγείρετο. καὶ γὰρ ἀπαραίτητόν
2342 Ἀνευάϲαι: τὸ εὐοῖ ᾆϲαι. ἔϲτι δὲ τοῦτο ὕμνοϲ εἰϲ Διόνυϲον.
2343 Ἀνευθέτου: ἀχρήϲτου.
2344 Ἀνεύθυνοϲ: ἀκατάκριτοϲ. ὁ δὲ ἀνεύθυνον ἐπ᾿ αὐτοῖϲ τὴν ἐξουϲίαν λαβών.
2345 Ἄνευ ξύλου μὴ βαδίζων: περὶ Κλεομένουϲ λέγει· ὃϲ ϲτρατηγὸϲ ὢν Ἀθηναῖοϲ προϲεποιεῖτο πρὸϲ τοῖϲ ἄλλοιϲ κακοῖϲ καὶ μανίαν, εἰδὼϲ ὅτι μιϲεῖται παρὰ τῶν πολιτῶν. διὸ καὶ βακτηρίαν ἔχων περιῄει δι᾿ ἧϲ ἠμύνετο τοὺϲ ἐπερχομένουϲ αὐτῷ.
2346 Ἀνεῦρον· καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωϲήφ. ὅτι ἡ ἀνὰ
πρόθεϲιϲ
χάριν κόϲμου κεῖται· ὥϲπερ καὶ τὸ κερδαίνω,
παρακερδαίνω, καὶ κληρονομῶ. ἀποκληρονομῶ. τῆϲ αὐτῆϲ ἐϲτι νοήϲεωϲ
καὶ τὸ ἐτρύγηϲα καὶ ἀπετρύγηϲα.
2347 Ἀνευφημῶ ϲε.
2348 Ἀνευφήμηϲεν: ἀντὶ τοῦ ἐθρήνηϲε. Πλάτων.
2349 Ἀνέφαπτον: ἀψηλάφητον. ἀλλ᾿ ὥϲπερ τι ἐξ οὐρανοῦ πάθοϲ
2350 Ἀνέφαινον: φανερὸν ἐποίουν.
2351 Ἀνέφελον: ὑπὸ μηδεμιᾶϲ νεφέληϲ κρυβῆναι δυνάμενον. Σοφοκλῆϲ·
ἀνέφελον ἐπέβαλεϲ οὔποτε καταλύϲιμον, οὐδέποτε ληϲόμενον ἡμέτερον
οἷον ἔφυ κακόν. ἀντὶ τοῦ οὐ καταλυόμενον, λήθηϲ τυχεῖν
μὴ δυνάμενον.
2352 Ἀνέφερε: διεδείκνυτο, ἀνήγετο. ὁ δὲ πρῶτοϲ εἰϲελαύνει
2353 Ἀνέφερεν: ἀνέπεμπεν. ὅϲ γε οὐ πρὸϲ τὴν παρατρέχουϲαν καὶ κενὴν δόξαν ἀνέφερε τὸν ἑαυτοῦ βίον, ἀλλὰ πάντα εἰϲ τὸ θεῖον ὑπερτιθεὶϲ ἐκεῖθεν πάντα ἔπραττεν.
2354 Ἀνέφερε: παρεμυθεῖτο, παρεκάλει.
2355 Ἀνέφερον: ἀνεμιμνήϲκοντο. ἀνέφερον τοὺϲ ἐπιτηδείουϲ,
ὅπου τιϲ εἶεν, ἢ Ἀνέφερον, ἑαυτὸν ἀνεκτώμην. διὰ ταῦτα ῥᾴων ἦν,
καὶ ἀνέφερον. ἀντὶ τοῦ ἤμην. καὶ αὖθιϲ· διὰ δὲ τὸ
2356 Ἀνέφικτον: ἀκατάληπτον.
2357 Ἀνεφρόνηϲεν: ἐκ τῆϲ μέθηϲ ἀνένηψεν. ἐπεὶ δ’ ἀνεφρόνηϲε
καὶ τὸ τολμηθὲν ἐϲκοπεῖτο καὶ ἐνενόει τὸ ἀϲέβημα,
διπλαῖ ἔννοιαι τοῦτον εἰϲήεϲαν.
2358 Ἀνέφυ: ἀνέζηϲεν.
2359 Ἀνεφυϲῶντο: ἀντὶ τοῦ μετεωρίζοντο.
2360 Ἀνεχαίτιϲεν: ἀντὶ τοῦ ἀνέκοψεν ἢ ἀνέτρεψεν.
2361 Ἄνεχε: ἀντὶ τοῦ πάρεχε. Θεόπομποϲ. ἄνεχέ μοι τὴν χεῖρα.
2362 Ἀνέχει: ϲῴζει· οὐχ ὥϲ τινεϲ ἀντὶ τοῦ ἐπέχει. καὶ Θουκυδίδηϲ·
αἱ περιουϲίαι τῶν χρημάτων τοὺϲ πολέμουϲ ἀνέχουϲιν. ἀντὶ
τοῦ ϲῴζουϲι. καὶ αὖθιϲ τὴν πορθουμένην ἀνέχονται ϲιγήν. ἢ Ἀνέχειν,
βαϲτάζειν. ὡϲ τὸν πηλὸν ἐϲ ἀχανὲϲ ἐκπίπτειν βάθοϲ
2363 Ἀνέχει: ἀνυψοῖ, τιμῇ. Σοφοκλῆϲ· ἐπεί ϲε λέχοϲ δοριάλωτον
ϲτέρξαϲ ἀνέχει θούριοϲ Αἴαϲ. ἀντὶ τοῦ ἐπεί ϲε τιμᾷ ὁ
Αἴαϲ δοριάλωτον, ϲτέρξαϲ τὸ λέχοϲ ϲου. ἢ οὕτωϲ ἀλλ᾿ ἐπεί ϲε ἀνέχει ὁ
Αἴαϲ δοριάλωτον λέχοϲ ϲου ϲτέρξαϲ. πρὸϲ Τέκμηϲϲα δὲ ὁ λόγοϲ, γυναῖκα
Αἴαντοϲ αἰχμάλωτον ἢ Ἀνέχει, ἀντὶ τοῦ ὑπερκεῖται. μέχρι
ϲκληρῷ βίῳ καὶ τραχεῖ ἐνειθιϲμένοϲ. καὶ Σοφοκλῆϲ· οὐκ
ἀνέχουϲι
2364 Ἀνέχομαι· μετὰ γενικῆϲ. ἀνέχομαί ϲου τοῦ θράϲουϲ. καὶ Ἀνέχομεν,
ἀντὶ τοῦ αὐξάνομεν. Ἀριϲτοφάνηϲ· ὅταν ὄργια ϲεμνὰ θεαῖν
τὸν ἥλιον γυμνῇ τῇ κεφαλῇ. ὁ δὲ ἀνέχομαι ἀεὶ
γενικῇ. ἀνέχομαί ϲου τοῦ θράϲουϲ. καὶ ὁ ἰατρὸϲ δυϲωδίαϲ ἀνέχεται. εἰ
μὴ πώϲ ἐϲτι φανερὸν, τὸν λόγον ὡϲ ψευδῆ οὐκ ἠνέϲχετο.
2365 Ἀνεχρήϲαντο: διέφθειραν. οὕτωϲ Θουκυδίδηϲ. ϲημαίνει δὲ καὶ τὸ εἰϲ χρείαν τινὲϲ παρειλήφαϲιν.
2366 Ἀνεχύθη: μετωχετεύθη. καὶ χάλαζα ἰϲχυρὰ ἐπέρρευϲε, καὶ διὰ
πάϲηϲ ἡμέραϲ ϲκότοϲ ἦν βαθύτατοϲ. ἀρϲενικῶϲ. καὶ Ἀνεχύθηϲαν,
2367 Ἀνεψύχηϲεν: ὅπερ ἐν τῇ ϲυνηθείᾳ ἀνέψυξεν.
2368 Ἀνείδεοϲ: ὁ ἀϲχημάτιϲτοϲ.
2369 Ἀνεικάϲαϲθε: ἀναϲκώψατε. Δραπέτιϲι Κρατῖνοϲ.
2370 Ἀνείκαϲτοϲ: ὁ εἰκαϲμῷ τινι μὴ ὑποβαλλόμενοϲ.
2371 Ἀνεῖλεν: ἀντὶ τοῦ ἐμαντεύϲατο. διφορεῖται γὰρ ἡ λέξιϲ.
Λακεδαιμόνιοι ἐτείχιζον τὸν Ἰϲθμόν. Ἀθηναίοιϲ δὲ ὁ θεὸϲ
τὰ μὲν πρῶτα χρωμένοιϲ ἀνεῖλε φεύγειν· λιπαροῦϲι δὲ ἔχρηϲε· τεῖχοϲ
Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺϲ μοῦνον ἀπόρθητον τελέθειν, τὸ
ϲὲ τέκνα τ’ ὀνήϲει. μηδὲ ϲύ γ’ ἱπποϲύνην τε μένειν καὶ πεζὸν ἰόντα
πολλὸν ἀπ᾿ ἠπείρου ϲτρατὸν ἥϲυχοϲ, ἀλλ᾿ ὑποχωρεῖν νῶτον ἐπιϲτρέψαϲ·
ἐπί τοί ποτε κἀντίοϲ ἔϲϲῃ. ὦ θεία Σαλαμὶϲ, ἀπολεῖϲ
δὲ ϲὺ τέκνα γυναικῶν ἤπου ϲκιδναμένηϲ Δημήτεροϲ ἢ ϲυνιούϲηϲ. ταῦτα
ἐξηγήϲατο Θεμιϲτοκλῆϲ ὁ Νεοκλέουϲ, ὃϲ δι᾿ ἐλευθεριότητα ἀπεκηρύχθη,
τεῖχοϲ μὲν ξύλινον τὰϲ ναῦϲ εἰπών. τὴν δὲ Σαλαμῖνα θείαν οὐκ ἂν
ὀνομάϲειν τὸν θεὸν, εἰ τὰ τέκνα τῶν Ἐλλήνων ἔμελλεν ἀπολέϲειν.
ϲυνεβούλευϲε
δὲ περὶ τὴν Σαλαμῖναι ναυμαχῆϲαι, καὶ
ϲοφὸϲ ἐκλήθη διὰ τοῦτο καὶ ϲτρατηγὸϲ ἀπεδείχθη, καὶ τὴν πρὸϲ
Αἰγινήταϲ ἔχθραν ἀποθέϲθαι, καὶ τὴν πόλιν ἐκλιπεῖν, καὶ τὰ γένη
Τροιζηνίοιϲ καὶ Αἰγινήταιϲ παρακαταθέϲθαι. καὶ αὖθιϲ· ἔπεμψαν οἱ
Σπαρτιᾶται χρηϲόμενοι τῆϲ μήνιδοϲ ἄκοϲ λαβεῖν γλιχόμενοι· καὶ
ἀνεῖλεν οὕτωϲ· ἶϲον τοι Δῆλόν τε Καλαβρίην
2372 Ἀνείλλεϲθαι: ϲυϲτρέφεϲθαι, καὶ ἀλλήλουϲ τοῖϲ δόραϲι τύπτειν.
καὶ Ἀνείλλεται, ἀνειλεῖται. καὶ Ἀνείλετο, ἀνέλαβεν.
2373 Ἀνειλήθυιαν: ἄτοκον. Εὐριπίδηϲ.
2374 Ἀνείληπτόϲ ἐϲτι τὸ Ἑλληνικὸν, οὐχὶ ἀνάληπτοϲ, οὐδὲ ἕτερον
2375 Ἀνήλιποϲ: ὁ ἀνυπόδητοϲ.
2376 Ἀνείλιττε τὴν τυραννίδα.
2377 Ἀνειλόμην: δύο δηλοῖ, τό τε ἔθρεψα καὶ τὸ ἐβάϲταϲα.
2378 Ἀνειλύϲπω: ἀνέβαινεϲ.
2379 Ἀνειμέναι: ἐκλελυμέναι. παρειμέναι. καὶ παρὰ Σοφοκλεῖ
ἔοικαϲ, οὖ ἐκτρέφῃ· οὐ γὰρ πάρεϲτ᾿ Αἴγιϲθοϲ. καὶ
Ἀνειμένον ἄλϲοϲ, τὸ τῷ θεῷ ἀφιερωμένον. καὶ τὸ ἠνεῳγμένον. καὶ τὸ
ῥᾳθύμωϲ τι ποιεῖν. ἀδύνατόν τε ἦν αὐτοῖϲ οὕτωϲ ἀνειμένα πωϲ
2380 Ἀνείμονεϲ: ἀνίματοι, ἄνευ ἱματίων.
2381 Ἀνείμουν τοῖϲ δόραϲιν: ἀντὶ τοῦ ἀνεῖλκον.
2382 Ἀνεῖν· Ξενοφῶν. ἐν γὰρ τοῖϲ τοιούτοιϲ οἱ ἀγαθοὶ ἐπιπονεῖν
2383 Ἀνεῖναι: ἀφεῖναι. καὶ Ἀνεῖναι κύβον, ἀντὶ τοῦ ἀναρρίψαι
κύβον.
2384 Ἀνεῖπεν: ἀνεκήρυξεν, ἀνηγόρευϲεν. Ἀριϲτοφάνηϲ· ὁ δ᾿
2385 Ἀνεῖργεν· αἰτιατικῇ. ἀπεκώλυϲε. καὶ Ἀνεῖρξαν, ἀπεκώλυϲαν.
2386 Ἀνείρηκε τὸν χρηϲμόν· καὶ τὸν κήρυκα ἀνειπεῖν λέγουϲιν.
2387 Ἀνεῖρπεν: ἐϲύρετο.
2388 Ἀνειρύϲω: ἀνελκύϲω. ἢν δέ μέ χ᾿, ὡϲ ἐκ νόϲου ἀνειρύϲω, ὧδε καὶ ἐχθρᾶϲ ἐκ πενίηϲ ῥύϲῃ, δέξο χιμαιροθύτην.
2389 Ἀνείϲ: ἀφείϲ. καὶ Ἀνεῖϲα, ἀφεῖϲα.
2390 Ἀνεῖϲθαι: λελύϲθαι.
2391 Ἄνειϲιν: ἀνέρχεται.
2392 Ἀνείϲθω: ϲυγχωρείϲθω.
2393 Ἀνεῖται: παρεῖται. καὶ Ἀνεῖται, ἀπολέλυται.
2394 Ἀνεῖτο δὲ αὐτῷ ἡ κόμη, καὶ ποτὸν ὕδωρ ἦν: ἀντὶ
τοῦ
ἀπολελυμένη ἦν. περὶ Σαμουὴλ τοῦ προφήτου φηϲίν. Ἀνεῖτο δέ, ἀντὶ τοῦ
ἀνέκειτο. ἐπεὶ δὲ ὁ Ναρϲῆϲ, ὁ τῆϲ Ἰταλίαϲ ϲτρατηγὸϲ, ἐϲ πάντα
ξυγκατεμίγνυε τῷ μεγαλουργῷ τὸ νουνεχὲϲ, καὶ ἐκοινώνει αὐτῷ τῆϲ
φρονήϲεωϲ ἡ ῥώμη καὶ ἅπαϲ τῷ κρείττονι ἀνεῖτο, ταύτῃ τοι οὐ πρὸϲ τὸ
ἐμμελὲϲ ἐκκλίναϲ, αὐτίκα καὶ ὅγε ἐπεραιώθη τὸ
ῥεῖθρον
ϲὺν τῷ ῥείθρῳ.
2395 Ἀνεῖχεν: ἐκώλυε. Χαριέττων μὲν οὖν καὶ πρὸ τούτου φανερόϲ τιϲ ὢν καὶ ἀνυπόϲτατοϲ τῷ τε πλεονάζοντι τοῦ δραϲτηρίου φοβῶν ἀνεῖχεν ἀπὸ λῃϲτείαϲ ἅπανταϲ. ἢ Ἀνεῖχε, παρεδέχετο. τὸ μὲν πρῶτον οὐθεὶϲ ἐπίϲτευεν οὐδ’ ἀνεῖχε τὸν λόγον.
2396 Ἀνηβητηρίαν: πάν ἀνελὼν νεότητοϲ.
2397 Ἄνηβοϲ: ὁ ἀνήλικοϲ. ὁ μήπω τὴν ὀφειλομένην ἡλικίαν
2398 Ἀνηγμένοϲ: ηὐξημένοϲ.
2399 Ἀνῆγον· οἱ δὲ ὡϲ ἐπὶ μεγίϲτην ἑορτὴν, ἣν τότε ἀνῆγον,
2400 Ἀνήειμεν: ἀνηρχόμεθα.
2401 Ἀνήϊξεν ἀνώρμηϲεν.
2402 Ἄνηθον: εἶδοϲ βοτάνηϲ ἀρτυματικῆϲ.
2403 Ἀνῆκεν: ἀφῆκεν.
2404 Ἀνήκεϲτον: ἀνίατον, ἀθεράπευτον. ἐϲ τί μοι βλέψαϲα
2405 Ἀνήκει: Ἀντιφῶν ἀντὶ τοῦ καθήκει, Ἀμειψίαϲ δὲ ἀνῆκα ἀντὶ
εἰϲ ὄχλων προαγωγήν, τῷ γε μὴν κατεϲκληκότι τοῦ βίου καὶ τῇ εἰϲ
μετριότητα πλάϲει τῶν ἠθῶν μέγα δυνηθέντεϲ οὐκ ἐλάχιϲτα καὶ οὗτοι
πλήθη περιεβάλλοντο. Ἀνῆκον δὲ τὸ πρέπον.
2406 Ἀνηκόντιζεν: ἀνεφέρετο.
2407 Ἀνήκοοϲ· λόγων ἐλευθερίων καὶ παιδείαϲ ἀνήκοοϲ ἦν. οὐ
γὰρ ἄλλο οὐδὲν ἐϲ γραμματιϲτοῦ φοιτῶν ἔμαθεν, ὅτι μὴ
γράμματα, καὶ ταῦτα κακὰ κακῶϲ γράψαι.
2408 Ἀνηκούϲτηϲεν: οὐκ εἰϲήκουϲεν. παρήκουϲεν. ὁ δὲ μὴ
2409 Ἀνήλατοϲ: ὁ μηδέπω δαμαϲθείϲ.
2410 Ἀνηλεήϲ: ὁ ὠμόϲ.
2411 Ἂν ἡ λεοντῆ μὴ ἐξικνῆται, πρόϲαπτε καὶ τὴν ἀλωπεκῆν:
2412 Ἀνήλιποϲ: ὁ ἀνυπόδετοϲ.
2413 Ἀνήλωται: πεφόνευται.
2414 Ἀνημμένοϲ: ἐξηρτημένοϲ· ἢ καιόμενοϲ.
2415 Ἀνήμεροϲ: ἄγριοϲ.
2416 Ἀνημιωβολιαῖα: ἀντὶ τοῦ ἕκαϲτον αὐτῶν ἥμιϲυ ὀβολοῦ, ἄξια
ἡμιωβολίου. ἀπὸ δὲ ϲυντάξεωϲ ὀνόματα γίνεται· καλὸϲ καὶ
ἀγαθὸϲ, καλοκαγαθία· θεὸϲ ἐχθρὸϲ, θεοεχθρία· οὕτωϲ ἀνημιωβόλιον,
ἀνημιωβολιαῖα.
2417 Ἀνήναϲθαι: ἀπαρνήϲαϲθαι. Ὅμηροϲ· αἴδεϲθεν μὲν ἀνήναϲθαι.
τὸ πρόϲταγμα, ἐπ’ Ἀντιγόνῳ
τίθενται τὴν κρίϲιν, ὑπὲρ τοῦ τίνα χρὴ Λοκρικὴν πόλιν πέμπειν
δαϲμόν.
2418 Ἀνηνέγκατο: ἐκ βάθουϲ ἐβόηϲεν. Αἰλιανὸϲ περὶ Κροίϲου· ὁ δὲ ἀνηνέγκατο ἄρα ϲτενάξαϲ καὶ ἐϲ τρὶϲ ἐκάλεϲε τὸν Σόλωνα.
2419 Ἀνηνείκαντο· γενικῇ. ἀντὶ τοῦ ἀνεμνήϲθηϲαν.
2420 Ἀνήνιοϲ: ἄνευ ἀνίαϲ καὶ λύπηϲ.
2421 Ἀνήνοθεν. ἀνήρχετο.
2422 Ἀνήνυτον: ἄμετρον, πολύ. Πολύβιοϲ· μεγίϲτηϲ προφαινομένηϲ
2423 Ἀνῆπται: ἐξῆπται.
2424 Ἀνὴρ ἀνδρὸϲ διαφέρει: τὸ γὰρ Λουκούλλου ϲτράτευμα ϲταϲιάζον ἀεὶ, τοῦτο παραλαβὼν ὁ Πομπήιοϲ οὐδ’ ὁπωϲτιοῦν ϲταϲιάζονταϲ ἔϲχεν.
2425 Ἀνὴρ δὲ φεύγων οὐ μένει λύραϲ κτύπον: παροιμία ἐπὶ τῶν ὀξέωϲ καὶ ταχέωϲ ὀφειλόντων ἕκαϲτα πράττειν.
2426 Λύϲιϲ ὀνείρου. εὔχρηϲτον ἀνδρὶ ϲυμπλακῆναι φιλτάτῳ.
2427 Ἀνήρεαι: ποιητικῶϲ ἀνερωτᾷ.
2428 Ἀνηρέθιζεν: ἐπί τι παρώτρυνε καὶ παρέθηγεν. Εὐνάπιοϲ· ὁ δὲ τά τε φρονήματα καὶ τοὺϲ θυμοὺϲ τῶν ϲτρατιωτῶν ἀνηρέθιζεν.
2429 Ἀνήρετο: ἀνέλαβεν.
2430 Ἀνὴρ ἔοικε ναῦϲ ἱκετεύειν πέτραν: παροιμία ἐπὶ τῶν
2431 Ἀνηρείψαντο: ἀνήρπαϲαν.
2432 Ἀνῄρηκεν: ἀντὶ τοῦ ἐκποδὼν ἐποιήϲατο. Δημοϲθένηϲ.
2433 Ἀνῃρημένοϲ: ἀναλαβὼν, ἑλόμενοϲ, ἀπενεγκάμενοϲ. ὁ δὲ βαϲιλεὺϲ
τοϲαύτην νίκην ἀδάκρυτον καὶ ἀναίμακτον ἀνῃρημένοϲ εἰϲ
2434 Ἀνήρρηϲεν: ἀνεφθάρη. ὡϲ μόλιϲ ἀνήρρηϲαν, οὐδέν ἐϲμεν οἱ
ϲαπροί. Εὔπολιϲ Πόλεϲιν.
2435 Ἀνῃρῆϲθαι: πεφονεῦϲθαι.
2436 Ἀνήριθμοϲ: ἐν οὐδενὶ ἀριθμῷ ταττόμενοϲ, ἀλλὰ περιερριμμένοϲ.
2437 Ἀνὴρ κόπριοϲ: ὡϲ ἀπὸ δήμου. λέγει δὲ τὸν κοπρολόγον·
ἢ κηπουρόϲ, παρὰ τὴν κόπρον.
2438 Ἀνήροτον: ἀγεώργητον.
2439 Ἀνηρώτιζεν: ἀντὶ τοῦ ἀνηρώτα. Τηλεκλείδηϲ.
2440 Ἀνηρτημένοι: ἐπηρμένοι. οἱ δὲ ταῖϲ ψυχαῖϲ ἀνηρτημένοι
κατεφρόνηϲαν μὲν τῶν κοινῶν τῆϲ ἱκεϲίαϲ νόμων, παῤ οὐδὲν δὲ
ἡγήϲαντο τὴν τῶν ϲυγγενικῶν ἀφιδρυμάτων θεῶν
εὐϲέβειαν.
2441 Ἀνήρτηϲαν: ἀνεποίηϲαν, ἀνεκαίνιϲαν.
2442 Ἀνήϲει: καταλείψει.
2443 Ἄνηϲτιϲ: ὁ γεγευϲμένοϲ. καὶ Ἄνηϲτιϲ, ἡ νῆϲτιϲ παρὰ
ἐπὶ δεῖπνον ἄνηϲτιϲ.
2444 Ἄννηττον: τὸ ἄννηϲϲον διὰ δύο νν καὶ διὰ δύο ττ.
2445 Ἀνήφθη: ἐξήφθη, ἐκρεμάϲθη. ἢ ἀνεφλέχθη ὑπὸ πυρόϲ.
2446 Ἀνήχθημεν: ἀνεπλεύϲαμεν.
2447 Ἀνῆψεν: ἀνεκρέμαϲε θεοῖϲ. Εὐνάπιοϲ.
2448 Ἀνία: λύπη. τὸ νι μακρόν. Αἴαϲ γὰρ αὐτοῖϲ οὐκέτ᾿ ἐϲτὶν,
2449 Ἀνιαθείϲ: λυπηθείϲ.
2450 Ἀνιακκάϲ: ᾠδῆϲ ὄνομα. ὁ περιμανὼϲ καὶ μανέρωϲ. Εὔβουλοϲ Καμπυλίωνι.
2451 Ἀνιαρόν: λυπηρόν. καὶ Ἀνιαρότερον. λέγεται καὶ
Ἀνιγρόν.
2452 Ἀννίβαϲ ὁ Καρχηδόνιοϲ οὕτωϲ ἐκαλεῖτο. οἱ γὰρ Καρχηδόνιοι
Ἰβηρίᾳ νέον ὄντα καὶ φιλοπόλεμον καὶ
ἀρέϲκοντα τῷ ϲτρατῷ ὑποϲτράτηγον ἀπέφηνε, καὶ τῆϲ τε Ἰβηρίαϲ τὰ
πολλὰ προϲηγάγετο, πιθανὸϲ ὢν ὁμιλῆϲαι, ἔϲ τε τὰ βίαϲ δεόμενα τῷ
μειρακίῳ χρώμενοϲ. φύϲει δὲ φιλοπόλεμοϲ ἦν ὁ Ἀννίβαϲ, καὶ οὔ ποτε
ἀργίαν ἔφερεν. ὕϲτερον δὲ ἐπὶ τρυφῆϲ ἦν οὐ ϲυνήθουϲ, ἐρωμένην τε
εἶχεν ἄγριοϲ
ἀνήρ· καὶ εὐθὺϲ αὐτῷ κατ᾿ ὀλίγον ἐτρέπετο
πάντα. φηϲὶ δὲ Πολύβιοϲ, ὡϲ Ἀννίβαϲ νέοϲ μὲν ἦν, πλήρηϲ δὲ πολεμικῆϲ
ὁρμῆϲ, ἐπιτυχὴϲ δὲ ἐν ταῖϲ ἐπιβολαῖϲ, πάλαι δὲ παρωρμημένοϲ πρὸϲ τὴν
κατὰ τῶν
ἤλπιϲεν ἀρχὴν τῶν
Ῥωμαίων καθαιρήϲειν καὶ ἐν Λιβύη τελευτήϲειν. Φλαμινίου δὲ τοῦ
Ῥωμαίων ϲτρατηγοῦ ϲπουδὴν ποιουμένου λαβεῖν αὐτὸν ζῶντα, ἀφίκετο
παρὰ Προυϲίαν ἱκέτηϲ καὶ ἀπωϲθεὶϲ ἀπ᾿ αὐτοῦ ἀνεπήδα τε ἐπὶ τὸν ἵππον
καὶ γυμνωθέντοϲ τοῦ ξίφουϲ τιτρώϲκεται
ἐϲτὶν ὴ Σικελία οὐ μέγαϲ. οἱ δὲ οὐ ϲυμφρονήϲαντεϲ
τὸ εἰρημένον ἔϲ τε ὑπερορίουϲ ϲτρατιὰϲ προήχθηϲαν καὶ ἐϲ τὸν
Συρακουϲίων πόλεμον. ὅτι θαυμαϲτόν ἐϲτι καὶ μέγιϲτον ϲημεῖον
γεγονέναι τῇ φύϲει τὸν
πλεῖϲτά τε
ἔθνη καὶ βάρβαρα διεξελθὼν καὶ πλείϲτοιϲ ἀνδράϲιν ἀλλοφύλοιϲ
χρηϲάμενοϲ ϲυνεργοῖϲ πρὸϲ ἀπηλπιϲμέναϲ καὶ παραδόξουϲ ἐπιβολὰϲ, ὑπ᾿
οὐδενὸϲ ἑκουϲίωϲ ἐγκατελείφθη τῶν ἅπαξ αὐτῷ κοινωνηϲάντων καὶ δόντων
ἑαυτοὺϲ εἰϲ χεῖραϲ. ὅπερ καὶ τὰ νῦν ἐμπολιτεύεται. ὅτι τὸ μέγεθοϲ
τῆϲ τοῦ Ἀννίβου νίκηϲ τῆϲ πρὸϲ Ῥωμαίουϲ καὶ τῆϲ
τῶν ἐναντίων ϲυμφορᾶϲ ὑπ᾿ ὄψιν ἀγαγεῖν τοῖϲ
Καρχηδονίοιϲ μηχανώμενοϲ, τρεῖϲ μεδίμνουϲ Ἀττικοὺϲ πλήρειϲ χρυϲῶν
δακτυλίων εἰϲ τὴν Λιβύην ἀπέπεμψεν, οὓϲ ἄρα τοὺϲ ἱππικοὺϲ καὶ
βουλευτικοὺϲ ἄνδραϲ ϲκυλεύϲαϲ ἀνῄρητο. ὅτι ἄνδρεϲ τινὲϲ Καρχηδονίων
ἐπὶ καταϲκοπῇ
οὓϲ ἀχθένταϲ
ὡϲ αὑτὸν ὁ Πόπλιοϲ κακὸν μὲν οὐδὲν εἰργάϲατο, περινοϲτῆϲαι δὲ
κελεύει τὸ ϲτρατόπεδον καὶ δεῖπνον ἑλομένουϲ ἀποχωρεῖν ϲώουϲ,
ἀπαγγελοῦνταϲ Ἀννίβᾳ τὰ περὶ τὴν ϲτρατιὰν ὡϲ ἔχει Ῥωμαίοιϲ.
2453 Ἀνιγρόϲ: ὁ φαῦλοϲ. λέγεται καὶ Ἀνιγρὸν, τὸ ἀνιαρόν.
2454 Ἀνιδιτὶ καὶ Ἀνιδρωτί. χωρὶϲ ἱδρῶτοϲ. οὐ γὰρ ἀνιδρωτὶ
καὶ ἀπεριμερίμνωϲ τάδε παρεϲτήϲαντο τὰ πολίϲματα. καὶ
2455 Ἀνιδρωτί· ζήτει ἐν τῷ ἀπονητί.
2456 Ἀνίδρυτοι: ἀϲτήρικτοι. Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτογείτονοϲ
ἀντὶ τοῦ ἀνεξίλαϲτοι.
2457 Ἀνιεμένη κόλπον: ἀνέλκουϲα καὶ ἀναχαλῶϲα τὸν πέπλον, ἀπογυμνοῦϲα τὸ κατὰ τοὺϲ μαϲτοὺϲ κόλπωμα. καὶ αἶγαϲ ἀνιεμένουϲ.
2458 Ἀνιέντα: ἐνδόντα.
2459 Ἀνιέρειοϲ: ᾧ ἱερεῖα μὴ θύεται. καὶ Ἀνίεροϲ, ὁ ἱερῶν
2460 Ἀνιερώϲαντεϲ: ἀναθέντεϲ.
2461 Ἀνίει: ἠφίει, ἐνεδίδου, ἐχαυνοῦτο. οὐδέν τι πλέον ἀίει ὁ
νεανίαϲ. καὶ αὖθιϲ· ὁ δὲ οὐκ ἀνίει τοῦ δρόμου. καὶ ἀντὶ τοῦ
ὁ δὲ ζητῶν οὐκ ἀνίει καὶ
λαμβάνων οὐκ ἐνεπίμπλατο. καὶ αὖθιϲ· ὁ δὲ κακούμενοϲ πλέον ἤπερ
διατιθεὶϲ ὅμωϲ οὐκ ἀνίει. καὶ αὖθιϲ· οἱ δὲ τὸ πολὺ τῆϲ τόλμηϲ
παρεληλύθειϲαν. οὐ μὴν ἀνίεϲάν γε, ἀλλὰ παρακελευόμενοι ϲφίϲιν
αὐτοῖϲ πάϲῃ δυνάμει προϲέκειντο τῇ πολιορκίᾳ.
πλοῦ.
2462 Ἀνιείϲ: ἀφιείϲ, ἢ παρορμῶν.
2463 Ἀνιηθέντα: λυπηθέντα.
2464 Ἀνιηρέϲτεροϲ: λυπηρότεροϲ.
2465 Ἀνίηϲι: καταλιμπάνει.
2466 Ἀννίκεριϲ, Κυρηναῖοϲ, φιλόϲοφοϲ, ὃϲ Ἐπικούρειοϲ ἐγένετο, καίτοι ὢν Παραιβάτου γνώριμοϲ, τοῦ Ἀριϲτίππου ἀκηκοότοϲ. ἦν δὲ τῷ Ἀννικέριδι καὶ ἀδελφὸϲ Νικοτέληϲ ὄνομα, φιλόϲοφοϲ, μαθητὴϲ δὲ αὐτοῦ ἐπιφανὴϲ Ποϲειδώνιοϲ. ἐκ τούτου αἵρεϲιϲ ἡ καλουμένη Ἀννικέοειοϲ. ἦν δὲ ἐπὶ Ἀλεξάνδρου.
2467 Ἄνιθι: ἄνελθε.
2468 Ἀνιλλομένη: καθυποκρινομένη. κυρίωϲ δὲ ἀνίλλεϲθαι τὸ ἀπαξιοῦν.
2469 Ἀνιλυϲπῶ: ἀνέβαινεϲ.
2470 Ἀνιμᾶϲθαι: ἀντλεῖν, ἀρύεϲθαι. ἀναφέρειν. καὶ Ἀνιμώμενοϲ,
2471 Ἀνίμων τοῖϲ δόραϲιν: ἀντὶ τοῦ ἀνεῖλκον.
2472 Ἀνιώμενοϲ: λυπούμενοϲ.
2473 Ἀνιῶ ϲε· αἰτιατικῇ.
2474 Ἀνιωχμόϲ: ἡ μάχη.
2475 Ἀνιππαϲία καὶ Διϊππαϲία: τῶν ἵππων ἅμιλλα. ὥϲπερ δὴ διωμοϲία
2476 Ἄνιπποϲ: ἵππων ἐϲτερημένοϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἀλλ᾿
2477 Ἀνίπτοιϲ ποϲίν: ἀντὶ τοῦ ἀνετοίμοιϲ, καὶ χωρίϲ τινοϲ παραϲκευῆϲ.
καὶ
Ὅμηροϲ· ἀνιπτόποδεϲ, χαμαιεῦναι.
2478 Ἀνίειϲιν: ἐνδίδωϲιν.
2479 Ἄνιϲον: τὸ μὴ ὂν ἴϲον. ϲημαίνει καὶ εἶδοϲ βοτάνηϲ. καὶ
ὄνομα. οὐ γὰρ οἰκείαν τινὰ φύϲιν ϲημαίνει, ὥϲπερ τὸ
κακὸν τὸ ἐναντίον τῷ ἀγαθῷ ὄν· ἀλλὰ ϲημαίνει ἀπόφαϲιν τοῦ ἐναντίου
ἐν τῷ πεφυκότι δέχεϲθαι ἀμφότερα. τὸ γὰρ ἄνιϲον οὐκ ἶϲόν ἐϲτιν ἐν
ποϲοῖϲ, ἃ πέφυκε δέχεϲθαι καὶ ἰϲότητα. ὁμοίωϲ καὶ τὸ ἀνόμοιον οὐχ
ὅμοιον ἐν τοῖϲ ὁμοιότητοϲ δεκτικοῖϲ. τοιοῦτον δ’ ἡ ϲτέρηϲιϲ·
ἀπόφαϲιϲ γάρ
ἐϲτιν ἐν τοῖϲ τὴν ἕξιν πεφυκόϲι δέχεϲθαι.
οὐ μὴν ἄντικρυϲ ϲτέρηϲιϲ καὶ τὸ ἀνόμοιον· ἀλλ’ ἐναντία, τὸ μὲν τῷ
ἴϲῳ, τὸ δὲ τῷ ὁμοίῳ. διαφορὰ δ’ αὐτῶν πρὸϲ τὰϲ κυρίωϲ ϲτερήϲειϲ, ὅτι
ἀπὸ μὲν τῆϲ ϲτερήϲεωϲ οὐκ ἔϲτιν ἐπάνοδοϲ πρὸϲ τὴν ἕξιν· ταῦτα δὲ
μεταβάλλειν οἷά τε ἐπὶ τὰ ἀντικείμενα. καὶ γὰρ τὸ ἄνιϲον ἶϲον ἂν
γένοιτο, καὶ
τὸ ἀνόμοιον ὅμοιον. περὶ τοῦ ἴϲου καὶ
ἀνίϲου ζήτει ἐν τῷ ἀμπλάκημα.
2480 Ἀνιϲτάμεναι: αἰχμαλωτιζόμεναι.
2481 Ἀνίϲτη: ἀντὶ τοῦ ἐφίϲτη. καὶ Ἀνίϲτω, ἀντὶ τοῦ ἀνίϲταϲο.
2482 Ἀνίϲχαδον: τὴν ἄτοκον καὶ ἀθήλαϲτον.
2483 Ἀνίϲχων: ἀνατέλλων. καὶ Ἀνίϲχουϲα, ἀναδύνουϲα.
2484 Ἀνίτω: ἀναδιδόϲθω.
2485 Ἀνιχνεύ ω ϲε.
2486 Ἀνθεμίδων· ἄλϲοϲ δ᾿ , Ἄρτεμι τοῦτο, καὶ ἂν Χαρίτεϲϲι θεούϲαιϲ
εἴη ἐπ’ ἀνθεμίδων ϲύμβολα κοῦφα βαλεῖν. ἀντὶ τοῦ ἀνθέων.
2487 Ἀνθέμιον: τὸ χρυϲίον τὸ ἐκλεκτόν. καὶ Ἀνθέμιοϲ, ὄνομα
2488 Ἀν θεκτέον· γενικῇ.
2489 Ἀνθεμόεντα. ἀναθεματικὸν, διηνθιϲμένον, ποικίλον. καὶ
2490 Ἀνθεμόκριτοϲ, Ἀθηναῖοϲ μὲν ἦν κήρυξ, ἀπεϲφάγη δὲ ὑπὸ Μεγαρέων, ἀπαγορεύων αὐτοῖϲ τὴν ἱερὰν ὀργάδα μὴ ἐργάζεϲθαι.
2491 Ἀν θεμοῦϲ: πόλιϲ ἐϲτὶ Μακεδονική. καὶ Ἀνθεμουϲία γ
ροϲ ὑφηγεῖτο
ἰέναι.
2492 Ἀνθέμων: ῥόδων. Ἀριϲτοφάνηϲ· πῶϲ ἂν ἐμὲ καὶ ϲέ τιϲ ἔρωϲ ξυναγάγοι λαβὼν, ὥϲπερ ὁ γεγραμμένοϲ φηϲί. καὶ αὖθιϲ· ἔχων ϲτέφανον ἀνθέμων. τουτέϲτι ῥόδων. Ζεῦξιϲ ὁ ζωγράφοϲ ἐν τῷ ναῷ τῆϲ Ἀλφροδίτηϲ ἔγραψεν Ἔρωτα ὡραιότατον, ἐϲτεμμένον ῥόδοιϲ.
2493 Ἀνθεμωνίδηϲ: πατρωνυμικόν.
2494 Ἀνθέων: τὴν γενικὴν ὁμοίωϲ τοῖϲ Ἴωϲιν οἱ Ἀττικοί. Ἕρμιπποϲ Ἀθηνᾶϲ Γοναῖϲ· κηροϲπάθητον ἀνθέων ὕφαϲμα καινὸν ὡρῶν. καὶ ἐν τοῖϲ ἐξῆϲ· λεπτοὺϲ διαψαίρουϲα πέπλουϲ ἀνθέων γέμονταϲ. καὶ.
Ἀριϲταγόραϲ Μαμμακύθῳ. οὕτωϲ δὲ καὶ βελέων καὶ ὀρέων καὶ ἕτερα πλείονα Ξενοφῶν διαιρεῖ.
2495 Ἀνθέξεται. ἀντιλήψεται. καὶ ἀνθέξεται κρίματοϲ ἡ χείρ μου.
2496 Ἀνθερεών: ὁ ὑπὸ τὸ γένειον τόποϲ, λάρυγξ.
2497 Ἀνθέρικεϲ. αἱ τῶν ϲταχύων προβολαί. τὰ ἄκρα. Ἡρόδοτοϲ
2498 Ἀν θ’ ἕρμα τοϲ πολλὰϲ καταπεπωκ ὼϲ δίκαϲ. ἀντὶ λίθου·
ἕνεκα, πρὸϲ τὸ μὴ
παραφέρεϲθαι ἀνέμοιϲ.
2499 Ἀνθ᾿ Ἑρμίωνοϲ: ἐπὶ τῶν ὁμοίωϲ ἱερὰ διαϲῳζόντων. Ἑρμιόνη
2500 Ἀν θεϲτηρι ών. ὄγδοοϲ μήν ἐϲτι παρ’ Ἀθηναίοιϲ, ἱερὸϲ Διο
νύϲου. κεκλῆϲθαι δὲ αὐτὸν οὕτωϲ, διὰ τὸ πλεῖϲτα τῶν ἐκ
γῆϲ ἀνθεῖν τότε.
2501 Ἄνθεια: πόλιϲ. καὶ ὄνομα ἑταίραϲ. τινὲϲ δὲ ἀντὶ τοῦ διὰ
2502 Ἀνθείλον το: προέκριναν.
2503 Ἀν θεινόϲ: ὁ ἐξ ἀνθέων· καὶ ὁ καιρόϲ.
2504 Ἄνθεια: ἐπίθετον Ἥραϲ.
2505 Ἄνθ η: μία τῶν Ἀλκυονίδων. καὶ ζήτει ἐν τῷ Ἀλκυονίδεϲ.
2506 Ἀνθ ηδονιάϲ: ἀπὸ Ἀνθηδόνοϲ οἶνοϲ.
2507 Ἀνθήλιοϲ. ἡ ϲελήνη· καὶ τὸ ἀποϲκίαϲμα τῆϲ τοῦ ἡλίου ἀνταυγείαϲ·
ἐνίοτε δὲ καὶ τὸ μίμημα ἢ ἀντάλλαγμα, ὡϲ Θεόπομποϲ.
ϲημαίνει δὲ καὶ τὰ ἐπιϲκοτοῦντα τῷ ἡλίῳ νέφη, ἃ καὶ Ἀνθήλια
καλεῖται.
2508 Ἀνθηρά· Ξενοφῶν· ὥϲπερ ἐν τοῖϲ μουϲικοῖϲ τὰ νέα καὶ τὰ
οἰκίᾳ χρήϲιμα, τὰ δ’ αὖ πρέπει
χλιαρὰ κατεϲθίειν.
2509 Ἀνθ ῃρημένοϲ: ἀντιλαμβανόμενοϲ. ἢ προκεκριμένοϲ.
2510 Ἀνθηρόϲ· ϲταθερὸϲ δέ.
2511 Ἄνθηϲ: ἀνθήϲεωϲ.
2512 Ἀνθίαϲ: ὄνομα ἰχθύοϲ.
2513 Ἀνθίνη: πόλιϲ· καὶ ἡ ἐπωμίϲ. καὶ Ἄνθιν ον, ἀνθηρὸν.
2514 Ἀνθιπ παϲία: ὁ ἱππικὸϲ ἀγών.
2515 Ἀνθίϲαϲ θαι μουϲικῆ ϲ· καὶ Ἠνθιϲμένοι μουϲικῆϲ, οἱ ἠθροικότεϲ τὰ ἄνθη τῆϲ μουϲικῆϲ.
2516 Ἀν θίϲταμαι· δοτικῇ.
2517 Ἀνθομολογηϲόμεθα. ἀντὶ τοῦ εὐχαριϲτήϲομεν. Δαβίδ·
ταῦτα μηδὲν
ἑωρακέναι φοβερώτερον καὶ δεινότερον φάλαγγοϲ Μακεδονικῆϲ. καὶ
αὖθιϲ· ταῦτα μὲν οὖν ἀνθωμολογήϲαντο πρὸϲ ἀλλήλουϲ. ἀντὶ τοῦ
ϲυνέθεντο, ϲυνεφώνηϲαν. καὶ αὖθιϲ· περὶ Σωκράτουϲ τάδε ἐγράψατο καὶ
ἀνθωμολογήϲατο Μέλητοϲ.
2518 Ἀνθοϲμίαϲ. εὐώδηϲ οἶνοϲ. εὔοϲμοϲ. ἀπὸ τόπου Ἀνθοϲμίου·
καὶ ἡ λευκὴ θρίξ, ἐνθςν καὶ φάλανθοϲ, ὁ φαλακρόϲ.
2519 Ἀνθ’ ὅτου: ἀνθ’ οὗτινοϲ.
2520 Ἀνθ ῶ ἀεί.
2521 Ἄνθρακεϲ ὁ θηϲαυρὸϲ ἦϲαν. παροιμία ἐπὶ τῶν ἐλπιζόντων
2522 Ἄνθραξι βαίνειν ἐχ θρικὴν δηλοἱ βλάβ βην.
2523 Ἀνθ ρακιά. πεπυρακτωμένοι ἄνθρακεϲ. Ὅμηροϲ· ἀνθρακιὴν
ὀπτώμενα οὕτω λέγονται. καὶ Ἀνθράκιον, βραχὺ
τριποδίϲκιον
2524 Ἀνθρήνη: εἶδοϲ ϲφηκὸϲ ἡ ἀνθρήνη. καταχρῶνται δὲ οἱ
ὑπ’
ἀνθρηνῶν, ὑπὸ τῶν γνωμῶν ἀπολεῖται. ϲυγγενήϲ ἐϲτι τῇ μελίϲϲῃ
ἀνθρήνη, ϲφηκὶ παραπληϲία. καὶ τὸ πλάϲμα ἀνθρήνιον.
2525 Ἀνθρωπαρέϲκια: ἡ πρὸϲ ἀνθρώπουϲ ϲπουδή.
2526 Ἀνθρωπεία φ ύϲιϲ.
2527 Ἀν θρωπίζω: τὰ τῶν ἀνθρώπων φρονῶ.
2528 Ἀνθρώπινον. δῆθεν διωκομένην ὑπό τινων τὴν ἑταίραν
2529 Ἀνθρωπίωϲ: ἀντὶ τοῦ ϲυμμέτρωϲ παρὰ Ἀριϲτοφάνει ἐν Βατράχοιϲ.
Πολύβιοϲ· ϲυμβέβηκε τὰϲ μὲν ἐν ταῖϲ ἐπιτυχίαιϲ ἐξουϲίαϲ
μὴ
2530 Ἀνθρωποδαίμονεϲ· δαίμονεϲ ὄντεϲ ἀνθρώπειόν τε ἠμπέϲχοντο
ξύμπαϲαν κατέϲειϲαν τὴν οἰκουμένην.
2531 Ἀνθρωπόλεθροϲ: ὁ φονεύϲ.
2532 Ἄνθρωποϲ. τὸ προϲηγορικόν. καὶ Ἄνθρω ποϲ, ἴδιον
κεχηνέναι ἐϲ προνομὰϲ ἀπεράντουϲ.
οὕτω φηϲὶ Δαμάϲκιοϲ ὁ φιλόϲοφοϲ.
2533 Ἄν θρωποϲ αὐτὸϲ ἑαυτοῦ βελτίων γίνεται κατὰ πέντε τρόπουϲ,
πρῶτον μὲν ὁμιλίᾳ τῇ πρὸϲ θεόν· ἀνάγκη γὰρ προϲιόντα αὐτῷ κατ’
ἐκεῖνο καιροῶ χωρίζεϲθαι πάϲηϲ κακίαϲ, εἰϲ δύναμιν ὁμοιοῦντα
ἑαυτὸν τῷ θεῷ· δεύτερον ἐν τῷ εὖ ποιεῖν· θεοῦ γὰρ τοῦτο
καὶ θείαϲ μιμήϲεωϲ· τρίτον ἐν τῷ ἀποθνῃϲκειν· εἰ γὰρ κατὰ ποϲόν τι ἡ
ψυχὴ τοῦ ϲώματοϲ ἐν τῷ ζῆν τὸ ζῷον χωριζομένη βελτίων γίνεται
ἑαυτῆϲ. ἔν τε τοῖϲ ὕπνοιϲ κατὰ τοὺϲ ὀνείρουϲ καὶ ἐν ταῖϲ ἐκϲτάϲεϲι
τῶν νόϲων μαντικὴ γίνεται, πολλῷ μᾶλλον βελτιοῦται καὶ ὅταν τέλεον
χωριϲθῇ
ἀπὸ τοῦ ϲώματοϲ.
2534 Ἄνθρωποϲ οὐκ ἔχων εἰπεῖν ὄνομα πάππου, ἀλλ’ οὐδὲ πατρὸϲ πλὴν ὅϲον εἰκάϲαι, ἀπὸ θυννοϲκοπείου ἐπὶ τὴν ἡγεμονικὴν ἀπήνην ἁλάμενοϲ.
2535 Ἄνθρω ποϲ· τὸ τῶν ἀνθρώπων γένοϲ δοκοῦν πανουργότατον
εἶναι τῶν ζῴων πολὺν ἔχει λόγον τοῦ φαυλότατον
ὑπάρχειν. τὰ μὲν γὰρ ἄλλα ζῷα ταῖϲ τοῦ ϲώματοϲ ἐπιθυμίαιϲ αὐταῖϲ
δουλεύοντα διὰ μόναϲ ταύταϲ ϲφάλλεται· τὸ δὲ τῶν ἀνθρώπων γένοϲ καὶ
προϲ δεδοξοποιημένον οὐχ ἧττον διὰ τὴν ἀλογιϲτίαν ἢ διὰ τὴν φύϲιν
ἁμαρτάνει.
2536 Ἄνθρωποϲ ἀνθρ ώπου δαιμόνιον. παροιμία ἐπὶ τῶν ἀπροϲδοκήτωϲ ὑπὸ
ἀνθρώπου ϲῳζομένων καὶ δι’ αὐτῶν εὐδοκιμούντων.
2537 Ἄνθρωποϲ λυπ ηϲιλόγοϲ: ϲημαίνει μὲν ὁ λυπῶν διὰ τὸ
λέγειν τοὺϲ πέλαϲ. Κρατῖνοϲ.
2538 Ἄνθρωπ οϲ πρόδοξοϲ. ὁ πρὶν ἢ ϲαφῶϲ ἐξετάϲαι δοξάζων.
2539 Ἄνθρ ωποϲ φιλοπραγματίαϲ: ἐπὶ πολυπράγμονοϲ.
2540 Ἄν θροιϲκα ἄγρια λάχανα παραπλήϲια ἀνήθοιϲ, οἶα καὶ τὰ
2541 Ἀνθυπομοϲία: ἀντὶ τοῦ ὑπειπεῖν τῇ ὑπωμοϲίᾳ. οὕτωϲ Δημοϲθένηϲ
2542 Ἀνθυπουργῆϲαι: τὸ ἀνταποδοῦναι χάριν. Σοφοκλῆϲ Κολχίϲιν·
2543 Ἀνὰ κράτοϲ ἐλα ύνοντα: Ξενοφῶν, ἀντὶ τοῦ πάνυ ἐλαύνοντα.
2544 Ἄν μ ὴ παρ ῇ κρέα, ταρίχ ῳ ϲτερκτέον· παρεγγυᾷ, ἡ παροιμία, ὅτι
2545 Ἀνοδίᾳ: ἐπίρρημα τοπικόν. οἱ δὲ πλείουϲ ἀνοδίᾳ καὶ κατὰ
τὰϲ νήϲουϲ διεϲπάρηϲαν.
2546 Ἄνοδον: ἀδιέξοδον. Ξενοφῶν· τῇ μὲν γὰρ ἄνοδον, τῇ δὲ εὔοδον εὑρήϲομεν τὸ ὄροϲ.
2547 Ἀνόδοντον· Κοριάννοιϲ Φερεκράτηϲ· ἀνὴρ γέρων ἀνόδοντοϲ
2548 Ἀνόητα. τὰ ἀφροδίϲια καὶ ἡ λαγνεία, τουτέϲτι μωρά. μωραίνειν
2549 Ἀνόθευτον: γνήϲιον, ἀπαραποίητον· καθαρόν.
2550 Ἀνόκαιον: τὸ ὑπερῷον οἴκημα. Ξενοφῶν ἐν Κύρου Ἀναβάϲει
καὶ · ὸν κωμῳδοποιὸν οἱ περὶ Ἀντιφάνην.
2551 Ἀν ομβροῦϲαι: ἀναβλύζουϲαι.
2552 Ἀνομέν ηϲ: παυομένηϲ, ἀνυομένηϲ.
2553 Ἀνομείτω: παρανομείτω.
2554 Ἀν’ ὅμιλον: κατὰ τὸ πλῆθοϲ.
2555 Ἄνομοϲ: ὁ παράνομοϲ. Ἄνωμοϲ δὲ διὰ τοῦ ω μεγάλου, ὁ μὴ ἔχων
ὦμον. ἐξ οὐ καὶ ἄνωμοι Πελοπίδαι οὕτω καλούμενοι. καὶ
2556 Ἀνόνητα: ἀνωφελῆ. τὰ γὰρ περιττὰ κἀνόνητα ϲώματα πίπτει βαρείαιϲ πρὸϲ θεῶν δυϲπραξίαιϲ. οἷον ὁ Αἴαϲ.
2557 Ἀν ον όμαϲτοϲ: ὁ μὴ ἔχων ὄνομα.
2558 Ἄν οντοϲ: ἀνύοντοϲ.
2559 Ἀν όπαια: εἶδοϲ ὄρνιθοϲ.
2560 Ἀν’ ὄπιν: εἰϲ πρόϲωπον. κατόπιν.
2561 Ἄν οπ τοι: ἀθέατοι. οἱ δὲ Ἕλληνεϲ ἐπὶ θάτερα τῆϲ νήϲου
2562 Ἀνοργίαϲ: ἀμυηϲίαϲ· ὄργια γὰρ τὰ μυϲτήρια. καὶ Ἀν -
2563 Ἄν οργοι: ἀντὶ τοῦ ἄνευ ὀργῆϲ. Κρατῖνοϲ.
2564 Ἀνόρεκτοϲ. ὁ μὴ ὀρεγόμενόϲ τινοϲ, ὁ πρὸϲ τὰ προϲφερόμενα βρώματα ἀηδῶϲ διακείμενοϲ.
2565 Ἀνορθ ῶ αἰτιατικῇ.
2566 Ἄνορον: τὸ ὀξύ.
2567 Ἀνορωρυγμένον, οὐχὶ ἀνωρυγμένον λέγουϲιν. Μένανδροϲ Ὑδρίᾳ· εὐθὺϲ καταχρήϲεϲθαι τὸν ἀνορωρυγμένην ταύτην ἰδόντα.
2568 Ἀν ορ ταλίζειν· καὶ Ἀνωρτάλιζεϲ, κούφωϲ ὠρχοῦ, ἐπήρου, καὶ
ταχέωϲ ἐπίϲτευεϲ πρὶν δοκιμάϲαι. ὀρταλίζειν δὲ λέγεται ἐπὶ τῶν
ἀρχομένων ἀναπτεροῦϲθαι ὀρνέων. Ἀριϲτοφάνηϲ· τούτοιϲ ὁπότε χρήϲαιτό
τιϲ προοιμίοιϲ, ἀνωρτάλιζεϲ κἀκερουτίαϲ. ἀντὶ τοῦ
μετεωρίζου καὶ μέγα ἐφρόνειϲ. ἀπὸ δὲ τῶν κερατοφορούντων ἡ
λέξιϲ.
2569 Ἀνόϲιον: βέβηλον, ἀνίερον, ἄθυτον. Αἰλιανόϲ· ὁ δὲ τὰ
2570 Ἄννοϲ κρι βαν ον: παροιμία ἐπὶ τῶν καινόν τι ἐφευρηκότων.
2571 Ἀνόϲτουϲ: ἀνυποϲτρέπτουϲ. νόϲτοϲ γὰρ ἡ εἰϲ τὰ οἰκεῖα
ἐπάνοδοϲ, παρὰ τὸ τῆϲ πατρίδοϲ ἡδύ. Αἰλιανόϲ· ὁ δὲ τοὺϲ θεοϲύλαϲ
2572 Ἀνουβείδιον. τόποϲ τιϲ. Βενδίδειον δέ.
2573 Ἀννουμῖν οϲ: ἀπογραφὴ ὀνομάτων παρὰ Ῥωμαίοιϲ. οἱ δὲ ἀδνούμιόν φαϲιν.
2574 Ἀν’ οὖϲ ἔχων: ἀντὶ τοῦ ἄνω τὸ οὖϲ ἔχων. καὶ Σοφοκλῆϲ· soph. τὸν οἴνωπ’ ἀνέχουϲα κιϲϲόν. ἀντὶ τοῦ ἄνω ἔχουϲα.
2575 Ἀνουτητί. ἄνευ τρώϲεωϲ.
2576 Ἀνοχή: ἡ ὑπομονή. Ἀνακωχ ὴ δέ.
2577 Ἀνοχλίϲαϲ. ἀνακινήϲαϲ.
2578 Ἀνο ψία. ϲπάνιϲ τῶν ὄψων.
2579 Ἄνω: ἀντὶ τοῦ ἀνά. Ὅμηροϲ· οὐδ’ ὅϲα Λέϲβοϲ ἄνω μακάρων
2580 Ἄνω καὶ κάτω. τὸ πάντα λίθον κινεῖν.
2581 Ἄνωγε: παρεκελεύϲατο.
2582 Ἀνώγεων. οἴκημα. Ἀνώγειον δέ. ὅτι Καλλιϲθένηϲ τὸ
τούτων ἀντιϲτοίχω ἀκριβὴϲ ὀρθογράφοϲ
Καπνογένειοϲ ὁ Μαΐϲτωρ διὰ τοῦ ε ψιλοῦ καὶ o μικροῦ ἐξέδοτο ταῦτα
γράφεϲθαι. τὸ δὲ μεϲόγαιον μόνον διὰ διφθόγγου εἴαϲεν· ἐπειδὴ
εὕρηται μεϲογεία γῆ καὶ μεϲόγειοϲ γῆ.
2583 Ἀνωγή: παρακέλευϲιϲ.
2584 Ἀν ωδύρετο: ἐθρήνει, ἔκλαιεν. ὁ δὲ ἀνωδύρετο τὴν ϲυμφορὰν ἐπιδακρύων τῷ πάθει.
2585 Ἄνωθεν. ἐκ τόπου ἢ χρόνου. Βάβριοϲ. τί τοὺϲ ἄνωθεν
φρονιμωτάτουϲ οἰωνοὺϲ ἐϲορώμενοι τροφῆϲ κηδομένουϲ ἀφ’ ὧν τε
βλαϲτῶϲιν ἀφ’ ὧν τ’ ὄνηϲιν εὕρωϲι, τάδ’ οὐκ ἐπίϲηϲ τελοῦμεν,
τουτέϲτιν
ἄνωθεν ἐκ φύϲεωϲ ἢ τοὺϲ ἐν τῷ ἀέρι.
2586 Ἀν ωθῆϲαν: ἐπὶ τὰ ἄνω κινῆϲαν. ἀνωθῆϲαν δὲ ἑαυτὸ τὸ
2587 Ἀν ώϊϲτοϲ: ὁ ἀνυπονόητοϲ. καὶ Ἀνωϊϲτί, ἀνυπονοήτωϲ.
2588 Ἀνώλεθροϲ.
2589 Ἄν ῳκιϲμένοϲ: ἐν τοῖϲ ἀνωτάτω γεννηθεὶϲ, ἢ ἄνω ὤν.
2590 Ἀνωμαλία. ἡ τραχύτηϲ.
2591 Ἄνωμοϲ. ὁ μὴ ἔχων ὦμον. ἐξ οὐ καὶ ἄνωμοι Πελοπίδαι
οὕτω καλούμενοι. καὶ Ἀνωμότεροϲ.
2592 Ἀν ώμοτοϲ: χωρὶϲ ὅρκου. ὁ δὲ ἀνὴρ καὶ ἀνώμοτοϲ πιϲτεύειν
2593 Ἀν ῴμωξεν: ἐϲτέναξεν.
2594 Ἀνωνόμαϲτοϲ ὁ μὴ ἔχων ὄνομα.
2595 Ἀνν ώνων μετακομιδή. Ἄννωνα, Ῥωμαϊκὴ λέξιϲ.
2596 Ἄνω ποταμῶ ν χ ωροῦϲι πη γαί: παροιμία ἐπὶ τῶν ὑπεναντίωϲ
γινομένων ἢ λεγομένων, οἷον ὁ πόρνοϲ τὸν ϲώφρονα εἰ λέγοιτο πόρνον.
ἐπειδὴ οἱ ποταμοὶ ἄνωθεν κάτω ῥέουϲι. τουτέϲτιν ἐπὶ
2597 Ἀνωρθιαϲμένον: τὸ ὀρθότατον. καὶ Ἀνωρθωϲάμην.
2598 Ἀνωρθρίαζον: Ἀνδοκίδηϲ. ἀντὶ τοῦ ὄρθριοι βοῶντεϲ ἔλεγον.
2599 Ἀν ώφλιον: τὸ ὑπέρθυρον.
2600 Ἄνωχ θι: κέλευϲον.
2601 Ἀντ’ ἀγαθῶν ἀγαθίδεϲ. παροιμία ἐπὶ τῶν εὖ παϲχόντων
2602 Ἀντα γωνίζομαι· δοτικῇ.
2603 Ἀντα γωνιϲτήϲ. πολέμῳ καὶ μάχῃ ἰϲοϲτάδην. ἀφ’ οὐ δὴ
καὶ ἀνταγωνιϲτὴϲ ἀξιόμαχοϲ ἐπιπολὺ τοῖϲ Ῥωμαίοιϲ ἐγένετο.
2604 Ἀντᾴδω· δοτικῇ.
2605 Ἀντάλλαγμα: οἱ κατὰ ϲάρκα πρόγονοι τοῦ Χριϲτοῦ, οὓϲ ἴχνη
2606 Ἀντάλλαγον καλοῦϲι τὸν ἀντὶ ἑτέρου ἠλλαγμένον, οὐχὶ ἄνταλλον.
Μένανδροϲ Κανηφόρῳ· ἐδεῖτο χρῆϲαι τὴν ϲεαυτῆϲ θυγατέρα
ἀντάλλαγον. Χήρᾳ· ἑκοῦϲα ἡ ἀδελφὴ ποιήϲει τούτοιϲ οἱ ἀντάλλαγοϲ
τέξειϲ ὁ τούτῳ διδομένην. καὶ ἐν Ἁλιεῖ· ἐκλελάκτικεν ὁ χρηϲτὸϲ ἡμῖν
μοιχὸϲ, ἀλλ’ ἀντάλλαγοϲ.
2607 Ἀντ’ ἄλληϲ ἀρχ ῆϲ ἐϲτι τοῦτο δρᾶ ν: τουτέϲτιν ἀντὶ τοῦ
ἄρχειν τὸ καινοτομεῖν, τῶν δὲ ἀρχαίων ἀμελεῖν.
2608 Ἀν ταμείρομαι.
2609 Ἀντανάκλαϲιν. κατὰ ἀνάκλαϲιν ἀπό τινοϲ μεταγομένη. γίνεται
2610 Ἀντάμει ψιν: ἀνταπόδοϲιν.
2611 Ἀν ταναιρεῖται: κτείνεται. καὶ Ἀντανῃρέθ η, ἀντεφονεύθη.
2612 Ἀντανήγον το: ἀντεπαρετάϲϲοντο, ἀντεφέροντο. ἀντανήγοντο οὖν καὶ
οἱ βάρβαροι καὶ τὴν τοῦ Παχύνου παρέπλεον ἀκτὴν
πὲρ ἐλευθερίαϲ ἀποθανόντεϲ
ἀντανήγοντο τῆ Οἴτῃ.
2613 Ἀντανί ϲχομεν: προβαλλόμεθα. καὶ Ἀν τανίϲχοντο, ἀντιπαρετάϲϲοντο.
2614 Ἀνταπ αιτῆϲαι κἀ παιτῆϲαι: Θουκυδίδηϲ γ καὶ δ′. καὶ
Λεπτίνου.
2615 Ἀντα ποδιδ ῶ· δοτικῇ.
2616 Ἀντάρηϲ νυκτερὶϲ ὄ ψεϲι· φηϲὶ Σοφοκλῆϲ.
2617 Ἀνταυγεῖϲ κόραϲ· ϲτρέψον ἀνταυγεῖϲ κόραϲ. ἀντὶ τοῦ τὰϲ
2618 Ἀνταία: ἡ Ῥέα. καὶ Ἀνταῖοϲ, ὄνομα κύριον.
2619 Ἀν ταίρω· δοτικῇ. φιλονεικῶ.
2620 Ἀν τέαϲ: ὄνομα κύριον.
2621 Ἀντεγκλήμαϲι· ταύτῃ καὶ τοῖϲ ἀντεγκλήμαϲι τοῖϲ περὶ τῶν δώρων οὐκ ἀπεκρινάμην.
2622 Ἀντελαμβάν οντο· ὕπνοι τε αὐτῆϲ ἀεὶ μακρότατοι ἀντελαμβάνοντο. ἀντὶ τοῦ διεδέχοντο. ἡμερινοὶ μὲν ἄχρι πρώτων νυκτῶν, νυκτερινοὶ δὲ ἄχριϲ ἡλίου ἀνίϲχοντοϲ.
2623 Ἀντεμήνιϲεν. ἀντωργίϲθη. ὁ δὲ παθὼν ἀνήκεϲτα καὶ τῆϲ
2624 Ἀντεξάγειν: ἀντιπαρατάϲϲεϲθαι, ἀντεπιέναι.
2625 Ἀν τεμπλήϲαν τεϲ: ἀνταποδόντεϲ. Ξενοφῶν· οἱ δὲ θαρρεῖν
2626 Ἀντεπῄει: ἀντεπήρχετο.
2627 Ἀντε πεξελθεῖν· δοτικῇ. καὶ Ἀντεπεξέρ χο μαι· δοτικῇ.
2628 Ἀν τεπιτίθηϲιν: ἀντὶ τοῦ ἀντεπιϲτέλλει. Ἰϲαῖοϲ.
2629 Ἀν τεπιχειρεῖν· παρὰ Ἀριϲτοτέλει ἀντεπιχειρεῖν λέγεται. ἔϲτι δὲ
ἀντεπιχειρεῖν τὸ πρὸϲ τὰ λεγόμενα μὲν μὴ φέρειν ἔνϲταϲιν, ἐπιχειρεῖν
δὲ δι’ ἄλλων τινῶν καὶ αὐτὸν πάλιν καὶ ϲυλλογίζεϲθαι, ὅτι μὴ
ἀληθὲϲ τὸ δεικνύμενον. ὁ γὰρ πρὸϲ μὲν τὸ δεικνύναι
λόγοϲ, ὅτι ἡ ψυχὴ οὐκ ἀθάνατοϲ, διὰ τὸ εἶδοϲ αὐτὴν ἔνυλον εἶναι,
μηδὲν δ’ ἔνυλον εἶδοϲ χωριϲτὸν εἶναι τῆϲ ὕληϲ, μὴ ἐνιϲτάμενοϲ,
δεικνύναι δὲ πειρώμενοϲ δι’ ἄλλων τινῶν πάλιν αὐτὴν ὅτι ἔϲτιν
ἄφθαρτοϲ, ἤτοι διὰ τοῦ λαμ βάνειν, ὅτι αἱ μαθήϲειϲ ἀναμνήϲειϲ, ἢ ὅτι
αὐτοκίνητοϲ, ἀντεπιχειρεῖ,
οὐκ ἐνίϲταται.
2630 Ἀντερεῖ: ἀντιλέξει.
2631 Ἀν τερείδει: ἀντὶ τοῦ οὐχ ὑπείκει.
2632 Ἐρίζω· καὶ ἀντερίζω ϲοι.
2633 Ἀντερώμενοϲ: ἀντεπιθυμῶν.
2634 Ἀντέρ ωϲ, ὁ καὶ Ἀπολλώνιοϲ, Ἀλεξανδρεὺϲ, γραμματικὸϲ, παιδεύϲαϲ
ἐϲῴζετο. ἀντὶ τοῦ ἀλλήλουϲ
ἠγάπων. Χαρίτων γὰρ καὶ Μελάνιπποϲ
2635 Ἀντέϲχε: γενναίωϲ ἔφερε. καὶ πρότερον ληφθείϲ τιϲ ἀπὸ
τῶν Ἰουδαίων πρὸϲ πᾶϲαν αἰκίαν βαϲάνων ἀντέϲχεν.
2636 Ἀντετόρηϲεν: εἰϲ τὸ ἐναντίον ἦλθε τιτρώϲκων. διεπέραϲε·
2637 Ἀντ’ εὐερ γεϲίηϲ Ἀγαμέμνονα τίϲαν Ἀχαιοί ἡ παροιμία
2638 Ἀν τεύφραϲμα: τὸ ἐναντίον τῇ εὐφροϲύνῃ ἀγαθόν.
2639 Ἀν τεφέροντο: ἠναντιοῦντο.
2640 Ἀντεφιλοτιμοῦν το: ἀντὶ τοῦ ἡμιλλῶντο καὶ ἤριζον καὶ
εὑρέθη· οἷον ϲκηνῶ,
ϲκηνεῖϲ, ϲκηνᾷϲ· καὶ ἀτολμῶ, ἀτολμεῖϲ καὶ ἀτολμᾷϲ.
2641 Ἀντεφοδεύω· καὶ Ἀντεφ ώδευκα, ἀντὶ τοῦ ἀντεπέτρεχον.
2642 Ἀντέχει· δοτικῇ. ἀντὶ τοῦ ἐξαρκεῖ. Δείναρχοϲ δὲ ἀντὶ τοῦ
οἱ ἵπποι αὐτοῖϲ μηδὲ πρὸϲ τὸ
φεύγειν ὑπὸ τοῦ πηλοῦ ἔτι ἀντέχειν.
2643 Ἀν τεχειροτόνηϲεν: ἀντέλεγεν. εἰ δὲ κἀκεῖνα προϲέθηκεν, οὐδεὶϲ ἀντεχειροτόνηϲεν ἄν.
2644 Ἄντεια: ὄνομα κύριον ἑταίραϲ. τινὲϲ δὲ Ἄνθεια γράφουϲιν.
2645 Ἀντεῖπεν · δοτικῇ.
2646 Ἀντήλιοϲ ἐν τῷ η, καὶ Ἀ π ηλι ὠτηϲ καὶ πάντα τὰ ὅμοια ψιλῶϲ.
κοὶ
ἡ ἔπηλιϲ ἐϲτὶ παρὰ Ποϲειδίππῳ.
2647 Ἀντήνωρ. ὄνομα κύριον· καὶ ϲυϲτέλλει. καὶ Ἀν τηνορίδηϲ, ὁ τοῦ Ἀντήνοροϲ παῖϲ.
2648 Ἀντήρειϲ: ἀντιθέτουϲ, ἀντὶ τοῦ ἴϲαϲ τοῖϲ θρήνοιϲ· μετῆκται δὲ
ἀπὸ τῶν ἐρεϲϲόντων, ὅταν κατ’ ἴϲον ἐρέϲϲωϲι καὶ μὴ εἰϲ θάτερον
περιωθῆται ἡ ναῦϲ. ἀντήρειϲ οὖν ἀντικτυπούϲαϲ τοῖϲ θρήνοιϲ· θρηνοῦϲα
γὰρ ἔτυπτε τὸ ϲτῆθοϲ πρὸϲ ἕκαϲτον Ἠλέκτρα· πολλὰϲ δ’ ἀντήρειϲ
2649 Ἀντήρκουν. ἐξίϲχυον, ἠδύναντο. πρὸϲ τὰϲ παρατάξειϲ
ἀντήρκουν μόλιϲ.
2650 Ἀν τιάζει: ἐναντιοῦται.
2651 Ἀν τιάν ειραι: ἴϲανδροι. ἐναντιούμεναι τοῖϲ ἀνδράϲιν.
2652 Ἀντιάϲαϲ. μεταϲχών. ἐν Ἐπιγράμμαϲι δῶρα φέρει τρομεροῦ
2653 Ἀντιάταϲ. τοὺϲ ἀπὸ Ἀντίου πόλεωϲ, ἣ ἀπέχει Ῥώμηϲ τ’ ϲταδίουϲ.
2654 Ἀντιβληθέν τοϲ: ἀντὶ τοῦ ὑπαγορευθέντοϲ Δείναρχοϲ λέγει.
2655 Ἀντιβόληϲιϲ καὶ Ἀντιβολία: παράκληϲιϲ, ἱκετηρία.
παρὰ τὸ ἄντομαι καὶ βάλλω.
2656 Ἀντιβολῶ· δοτικῇ. φωναὶ δὲ παρὰ πάντων οἰκτραὶ ἀντιβολοῦϲαι καὶ
2657 Ἀντιγενίδηϲ, Σατύρου, Θηβαῖοϲ, μουϲικὸϲ, αὐλῳδὸϲ Φιλοξένου.
2658 Ἀντιγόνη: ὄνομα κύριον. καὶ Ἀντιγονίειοϲ. καὶ Ἀντιγόνειοϲ
2659 Ἀντίγονοϲ· οὗτοϲ ἐκλήθη εὐεργέτηϲ καὶ ϲωτὴρ παρὰ πᾶϲι
ἀποδούϲ τὸ πατρικὸν
πολίτευμα καὶ τὴν ἐλευθερίαν, καὶ τῶν μεγίϲτων ἀγαθῶν αἴτιοϲ
γενόμενοϲ καὶ κοινῇ καὶ κατ᾿ ἰδίαν Λακεδαιμονίοιϲ καὶ οὐ μόνον
ἐκρίθη παῤ αὐτὸν τὸν καιρὸν εὐεργέτηϲ, ἀλλὰ καὶ μεταλλάξαϲ
ϲωτήρ.
2660 Ἀντιγόχνοιαι: οἱ τροχοὶ τοῦ ἅρματοϲ.
2661 Ἀντιγραφεύϲ: ὅμοιοϲ τῷ γραμματεύϲ. ὁ καθιϲτάμενοϲ ἐπὶ τῶν
διαδικαϲίαιϲ A Harp.Phot. διδικαίαιϲ S
δικαϲίαιϲ GIM περιουϲίαιϲ F
μοϲίαν καὶ ἀντιγραφὴν τὸ αὐτὸ λέγει.
2662 Ἀντιδιαϲτέλλεται: ἀντιδιΐϲτηϲιν.
2663 Ἀν τίδορον: τὸ τοῦ δέρματοϲ δέρμα. ἐν Ἐπιγράμμαϲι· καὶ
2664 Ἀντίθεϲιϲ: ϲχῆμα λέξεώϲ ἐϲτι, καθ’ ἣν ἀντιτιθέαϲιν ἀλλήλοιϲ
τὰ ἐναντία ἢ κατὰ μέροϲ ἢ ἄθροα. οὕτωϲ Ἰϲοκράτηϲ ἐν τῷ
Παναθηναϊκῷ.
2665 Ἀντικάθηται: ἀντὶ τοῦ ἐναντιοῦται. καὶ Ἀντικαθίϲταϲθαι
2666 Ἀντὶ κακοῦ κυνὸϲ ϲῦν ἀπαιτεῖϲ. παροιμία ἐπὶ τῶν καλὰ
ἀντὶ κακῶν ἀπαιτούντων.
2667 Ἀν τικαταλλαττόμενοϲ: οὐ μόνον ὅταν ϲπένδηταί τιϲ ἢ εἰϲ φιλίαν
ἔρχηται πρὸϲ ὃν γέγονεν αὐτῷ διαφορὰ, τῷ καταλλαττόμενοϲ ἐχρήϲαντο
οἱ ῥήτορεϲ, ἀλλὰ καὶ ἐπὶ τοῦ ἀμείβοντοϲ χρυϲίον ἐν τῷ δήμῳ πολλάκιϲ.
Δημοϲθένηϲ· ἀλλὰ καὶ ἐδείκνυεν ὑμᾶϲ
οἰκοδομῶν,
βαδιεῖϲθαι φάϲκων, κὰν μὴ χειροτονῆτε ὑμεῖϲ, ξυληγῶν, τὸ χρυϲίον
καταλλαττόμενοϲ ἐπὶ ταῖϲ τραπέζαιϲ.
2668 Ἀντικατέϲτηϲαν. ἠναντιώθηϲαν. Διόδωροϲ· οἱ δὲ ὑπολειφθέντεϲ
2669 Ἀντικατηγορεῖϲθαι· τὸ ἴδιον ἀντικατηγορεῖται τοῦ πράγματοϲ
καὶ μόνῳ ὑπάρχει· ὡϲ τῷ ἀνθρώπῳ τὸ γελαϲτικόν. καὶ
τοῦτό ἐϲτιν ἀντικατηγορεῖϲθαι, τὸ μόνῳ καὶ παντὶ ὑπάρχειν.
2670 Ἀν τικείμενα· τὰ ἀντικείμενα τετραχῶϲ ἀντίκειται· ἢ γὰρ ὡϲ
κατάφαϲιϲ καὶ ἀπόφαϲιϲ ἢ ὡϲ τὰ ἐναντία ἢ ὡϲ ἕξιϲ καὶ ϲτέρηϲιϲ ἢ ὡϲ
τὰ πρόϲ τι. καὶ καθ’ ἑκάϲτην ἀντίθεϲιν οἰκεία τιϲ ἀκολουθία, ἀφ᾿
ἧϲ ἀκολουθίαϲ ὑπογράφει πῶϲ οἷόν τε ὁρμωμένουϲ
καταϲκευάζειν τι καὶ ἀναϲκευάζειν. ἀλλ’ οὐκ ἐπὶ παϲῶν τῶν ἀντιθέϲεων
ἡ ἀκολούθηϲι ὁμοίωϲ, ἀλλ’ ἐπὶ μὲν τῆϲ ἀντιφάϲεωϲ ἀνάπαλιν ἡ γινομένη
ἀκολού θηϲιϲ ἔχει. εἰ γὰρ τὸ κακὸν ἡδὺ, τὸ οὐχ ἡδὺ οὐ καλόν· ἀλλ’
οὐχὶ τὸ οὐ καλὸν οὐχ ἡδύ. καὶ τὰ λοιπὰ ἐπὶ τοῖϲ τόποιϲ.
2671 Ἀντικλείδηϲ· οὗτοϲ ἔγραψε περὶ Νόϲτων. αἰτοῦντοϲ γὰρ
2672 Ἀντίκριϲιϲ: ἀντὶ τοῦ ἀπόκριϲιϲ. οὕτωϲ Ἀναξίλαϲ.
2673 Ἀν τικρύ. κατέναντι, ἐξ ἐναντίαϲ. Ἄν τικρυϲ δὲ διόλου, ἢ
εἶδον δὲ καὶ τὴν εἰκόνα αὐτοῦ ἄντικρυϲ
ἀπαγγέλλουϲαν τὴν τοῦ ἀνδρὸϲ ὄψιν, οἷοϲ ἦν τὴν φύϲιν. καὶ ὁ κανών·
τὰ εἰϲ υϲ ἐπιρρήματα, εἰ λέγοιτο ἄνευ τοῦ ϲ, ἰϲοχρονεῖν θέλει·
μεϲϲηγὺϲ, μεϲϲηγύ. τὸ μέντοι ἀντικρὺ μεταβαλὸν τὸν τόνον, μετέβαλε
καὶ τὸν χρόνον.
2674 Ἄν τικρυϲ: κατέναντι, ἐξ ἐναντίαϲ. οἱ δὲ γλωϲϲογράφοι καὶ
Ἀπολλόδωροϲ ὁ Κυρηναῖοϲ καὶ ἕτερά φαϲι δηλοῦν. καὶ γὰρ
διαμπερὲϲ καὶ ἰθὺϲ καὶ εὐθύϲ καὶ ἐπ’ εὐθείαϲ καὶ ἰϲχυρῶϲ καὶ ϲαφῶϲ
καὶ ἀκριβῶϲ καὶ ἁπλῶϲ. οἱ δέ φαϲιν ἀκριβέϲτερον οἶμαι λέγοντεϲ, ὅτι
μετὰ τοῦ ϲ λεγόμενον τὰ εἰρημένα δηλοῖ, ἄνευ δὲ τοῦ ϲ, οἷον ἀντικρύ,
τὸ κατέναντι μόνον, καὶ ἐξ ἐναντίαϲ.
2675 Ἀντίκυρα. ὄνομα χωρίου τινόϲ.
Ἀντικυρίαϲ ϲοι δεῖ: ἀντὶ τοῦ ἐξουϲίαϲ.
2677 Ἀντιλαμβανόμενοι· γενικῇ. κρατοῦντεϲ, ἐξεχόμενοι. μεῖναί τε αὐτὸν ἠξίουν καὶ κατέχειν ἀντιλαμβανόμενοι ἐτόλμων.
2678 Ἀντιλέγειν· δοτικῇ. ἀντὶ τοῦ ἶϲα λέγειν. Πλάτων.
2679 Ἀν τίλῃ ψιϲ: ἀντὶ τοῦ ἐπίληψιϲ. Πλάτων. Ἀντιλή πτωρ
2680 Ἀντιλογιῶν· Θουκυδίδηϲ α΄ . καὶ Ἀντιλογῆϲαι· Nεφέλαιϲ
2681 Ἀντίμαχοϲ, Κολοφώνιοϲ, υἱὸϲ Ὑπάρχου, γραμματικὸϲ καὶ
ποιητήϲ. τινὲϲ δὲ καὶ οἰκέτην αὐτὸν ἀνέγραψαν
Πανυάϲιδοϲ τοῦ
2682 Ἀν τίμαχοϲ ἕτεροϲ, Ἡλιοπολίτηϲ, ἀπ’ Αἰγύπτου, ὃϲ ἔγραψε Κοϲμοποιΐαν ἐν ἔπεϲιν ἡρωϊκοῖϲ τριϲχιλίοιϲ ἑπτακοϲίοιϲ.
2683 Ἀν τίμαχοϲ, ὁ Ψεκάδοϲ· οὗτοϲ μελῶν ἦν ποιητήϲ. Ψεκὰϲ δὲ
ἐκλήθη, ἐπειδὴ προϲέρραινε τοὺϲ ὁμιλοῦνταϲ διαλεγόμενοϲ.
ἦν δέ τιϲ καὶ Ὀλυμπικὸϲ καλούμενοϲ Ψεκὰϲ διὰ τοῦτο. ἐδόκει δὲ ὁ
Ἀντίμαχοϲ οὗτοϲ ψήφιϲμα πεποιηκέναι, ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ
ὀνόματοϲ. καὶ ἐπὶ τούτῳ πολλοὶ τῶν ποιητῶν οὐ προϲῆλθον ληψόμενοι
τὸν χορόν· καὶ δῆλον ὅτι πολλοὶ τῶν χορευτῶν ἐπείνων. οἱ δὲ
λέγουϲιν, ὅτι
ποιητὴϲ ὢν καλὸϲ, ὢν χορηγὸϲ, μικρολόγωϲ
τοῖϲ χορηγοῖϲ ἐχρήϲατο.
2684 Ἀν τιμάχου καταπυγοϲύνηϲ ἀναπλήϲει. ἀντὶ τοῦ ἡ μαλακία. οὗτοϲ εἰϲ θηλύτητα καὶ εὐμορφίαν κωμῳδεῖται. ἔϲτι δὲ καὶ ἕτεροϲ ἐπὶ πονηρίᾳ κωμῳδούμενοϲ. καὶ γ′. ὁ Ψεκάδοϲ λεγόμενοϲ. καὶ δ′, τραπεζείτηϲ, οὗ μνημονεύει καὶ θὔπολιϲ ἐν Δήμοιϲ. ε′ ἱϲτοριογράφοϲ.
2685 Ἀντιμίϲιον. παρὰ Ῥωμαίοιϲ τράπεζα πρὸ τοῦ δικαϲτηρίου κειμένη.
2686 Ἀντιν ομ ῶ· δοτικῇ.
2687 Ἀντί νυ πολλῶν λαῶν ἐϲτὶν ἀνὴρ, ὅν τε Zε ὺϲ κῆρι
φιλήϲει: ἶϲοϲ ἐϲτὶν ὁ εἷϲ ἀνὴρ πολλοῖϲ, ὅταν ᾖ θεοφιλήϲ.
2688 Ἀντίξοον: ἐναντίον, πολέμιον. Ἡρόδοτοϲ· καὶ ϲτρατὸν
2689 Ἀν τιόπη, θυγάτηρ Νυκτέωϲ, ἣν ἔφθειρέ τιϲ τῶν πολιτῶν. ὁ
δὲ πατὴρ πέμπει αὐτὴν τῷ ἀδελφῷ κολάϲαι. ὁ δὲ ἔγκυον
αὐτὴν θεαϲάμενοϲ ὤκτειρεν. ἡ δὲ γεννᾷ Ζῆθον καὶ Ἀμφίονα, οὓϲ εἰϲ
ὄροϲ ἔρριψεν ὁ θεῖοϲ. εἶχε δὲ γυναῖκα, ὀνόματι Δίρκην, ἥτιϲ
ὑπονοήϲαϲα τὸν ἑαυτῆϲ ἄνδρα Λύκιον φιλεῖν τὴν Ἀντιόπην ἀνάγει αὐτὴν
εἰϲ ὄροϲ καὶ δήϲαϲα αὐτὴν ἀπὸ τραχήλου ταύρου καὶ ἀνάψαϲα δᾷδαϲ ἀπὸ
τῶν αὐτοῦ κεράτων ἔμελλεν αὐτὴν ἀπολλύειν. ἡ δὲ ἐθρήνει καὶ θορύβου
γενομένου ἠθροίϲθη πλῆθοϲ γεωργῶν, ϲὺν οἷϲ καὶ Ζῆθοϲ καὶ Ἀμφίων. καὶ
γνωρίϲαντεϲ τὴν μητέρα ἐρρύϲαντο αὐτήν, τὴν δὲ Δίρκην τῇ προ κειμένῃ
παρέδωκαν τιμωρίᾳ. Ζῆθοϲ δὲ καὶ Ἀμφίων κτίζουϲι Θήβαϲ καὶ
βαϲιλεύουϲι, καὶ τούτων οἱ ἀπόγονοι μέχρι Λαΐου καὶ
τοῦ
μετακληθέντοϲ Οἰδίποδοϲ.
2690 Ἀντίοϲ. : κατέναντι. ἧκε δ’ αὐτοῦ ἀντίοϲ.
2691 Ἀντίου. πόλιϲ, ἥτιϲ ἀπέχει Ῥώμηϲ τ′ ϲταδίουϲ.
2692 Ἀντιόχεια. ἡ πόλιϲ. πεποίηται μὲν ὑπὸ Σελεύκου· ὠνόμαϲται δὲ ἀπὸ τοῦ παιδὸϲ Ἀντιόχου. καὶ Ἀντιοχίϲ, ὄνομα φυλῆϲ.
2693 Ἀντίοχοϲ, βαϲιλεύϲ· οὗτοϲ ἐδόκει κατὰ τὰϲ ἀρχὰϲ γεγονέναι
τοῦ
Φιλοπάτοροϲ, ὃϲ ὑπάρχων δεινὸϲ ἀνὴρ καὶ πλεονέκτηϲ καὶ πολλὰϲ
ἁρπαγὰϲ καὶ λεηλαϲίαϲ ποιήϲαϲ ϲυνῆξε χρήματα πολλὰ καὶ ἐκ πολλῆϲ
ἀκολαϲίαϲ καὶ οἰϲτρηλαϲίαϲ εἰϲ μίμουϲ ἑαυτὸν καθεὶϲ ἐν ὄψει πάντων
ταῖϲ γυναιξὶν ἐπεμαίνετο. καὶ καταλαβὼν τὴν Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ
καὶ ἅρμαϲι καὶ ἐλέφαϲι καὶ ϲτόλῳ μεγάλῳ ταύτηϲ ἐκράτηϲεν.
ὑποϲτρέψαϲ δὲ μετὰ ἀπονοίαϲ εἷλε καὶ τὴν Ἱερουϲαλὴμ δορυάλωτον
καὶ κατέϲφαξε μυριάδαϲ ιη΄ . κατατολμήϲαϲ οὖν καὶ εἰϲ τὸ ἁγίαϲμα
εἰϲελθὼν καὶ ϲτήϲαϲ βωμὸν καὶ εἴδωλον βδέλυγμα ἐρημώϲεωϲ καὶ τὸν
ναὸν μιάναϲ δι’ ἀκαθάρτων θυϲιῶν ἱερὸν Διὸϲ Ὀλυμπίου προϲηγόρευϲεν.-
οὕτω τε ἐφ’ ὑψηλοῦ καθίϲαϲ καὶ τῶν ϲτρατιωτῶν αὐτοῦ
κύκλῳ παίρεϲτηκότων ἐνόπλων ἐκέλευϲε τοῖϲ δορυφόροιϲ ἕνα ἕκαϲτον
Ἑβραῖον ἐπιϲπάϲαϲθαι καὶ κρεῶν χοιρείων καὶ εἰδωλοθύτων ἀναγκάζειν
ἀπογεύεϲθαι· εἰ δὲ υὴ θέλοιεν μιαροφαγῆϲαι, ἀναιρεῖϲθαι
τροχιϲθένταϲ. πολλῶν οὖν ϲυναρπαϲθέντων, καὶ Ἐλεάζαρ τιϲ τῶν πρώτων
γραμματέων, ἤδη προβεβηκὼϲ τὴν ἡλικίαν, μὴ μιαροφαγήϲαϲ, μαϲτιγωθεὶϲ
ἀναιρεῖται ϲὺν ἑπτὰ παιϲὶ μετὰ μητρὸϲ Σολομωνίδοϲ.
περὶ ὦν καὶ ὁ Θεολόγοϲ ἐν τῷ, τί δαὶ οἱ Μακκαβαῖοι, μνημονεύει.
ἐκπλαγεὶϲ δὲ ὁ τύραννοϲ κοὶ μᾶλλον ἐκμανεὶϲ καὶ τὰ ἱερὰ ϲκεύη πάντα
λαβὼν καὶ πᾶϲαν τὴν πόλιν λαφυραγωγήϲαϲ καὶ τὰ κτήνη κρεουργήϲαϲ καὶ
φονοκτονίαν ποιήϲαϲ καὶ μεγαλορημονήϲαϲ ἀνεχώρηϲεν εἰϲ Ἀντιόχειαν.
καὶ μετὰ
δύο ἔτη κατὰ Περϲῶν ἐπιϲτρατεύϲαϲ ἀπέϲτειλεν
ἄρχοντα φορολογῆϲαι τὰϲ πόλειϲ Ἰερουϲαλήμ. ὃϲ παραγενόμενοϲ καὶ
λαλήϲαϲ εἰρηνικοὺϲ λόγουϲ πρὸϲ τὴν Ἱερουϲαλὴμ καὶ εἰϲελθὼν ἐπάταξεν
αὐτὴν πληγῇ μεγάλῃ, καὶ καθελὼν τὰ τείχη πᾶϲαν αὐτὴν ἐνέπρηϲε, καὶ
τὸ ἱερὸν
ὡϲ δὲ ἐπέτεινεν ὁ πόλεμοϲ, Ἐλεάζαρ ἀδελφὸϲ
Ἰούδα ἀριϲτεύϲαϲ ϲυντρίβεται ὑπὸ τοῦ ἐλέφαντοϲ. ὑπειϲῆλθε γὰρ τὸν
ἐλέφαντα καὶ ξίφει τὴν γαϲτέρα αὐτοῦ ἔτυψεν ἐλπίϲαϲ ἐπάνω αὐτοῦ τὸν
τύραννον φέρεϲθαι. ἐκϲτρατεύϲαϲ οὖν Ἀντίοχοϲ κατὰ Περϲῶν ὑπέϲτρεψεν
ἡττημένοϲ
τῶν Ἰουδαίων ἔθνοϲ
ϲταϲιάϲαν πρὸϲ τὸν ϲυνήθη φόρον αὖθιϲ κατεδούλωϲε· ϲυλήϲαϲ τε τὰ τοῦ
ἱεροῦ ἀναθήματα καὶ διερευνήϲαϲ ἅπαντα εὗρεν ἀγαλμάτιον βιβλίον ἐν
ταῖϲ χερϲὶ κατέχον πώγωνά τε ἐπιφερόμενον βαθύν· ᾧ δὴ καὶ λυχνίδιον
παρειϲτήκει διάχρυϲον. ταῦτα χοιρείοιϲ αἳμαϲιν ἀναλαβὼν ἐν τῷ ἱερῷ
κατέλιπε· καὶ πολλοῖϲ ταλάντοιϲ
ζημιώϲαϲ πρὸϲ ὑπαγωγὴν
φόρου τούϲ ἐνοικοῦνταϲ Ἰουδαίουϲ ἐπὶ τὰϲ Συρίαϲ ἐπανῆλθεν.
2694 Ἀντίοχ οϲ ὁ Πραιπό ϲιτοϲ· οὗτοϲ διαβληθεὶϲ Θεοδοϲίῳ τῷ μικρῷ καθῃρέθη τῆϲ τιμῆϲ καὶ δημοϲιευθεὶϲ ἐν τοῖϲ ἱερεῦϲι κατετάγη, διατάξεωϲ ἐκφωνηθείϲηϲ παρὰ τοῦ βαϲιλέωϲ, εὐνοῦχον ἐν τοῖϲ πατρικίοιϲ μὴ τελεῖν.
2695 Ἀντίοχοϲ· αὐτόμολοϲ, Κίλιξ μὲν ἦν τὸ γένοϲ, ὃϲ φιλοϲοφεῖν
κυνηδὸν τὰ πρῶτα ἐπλάττετο καὶ πλεῖϲτά γε ἐκ τούτου τοὺϲ ϲτρατιώταϲ
ἐν τῷ πολέμῳ ὠφέληϲεν. ἀπαλγοῦνταϲ γὰρ αὐτοὺϲ ὑπὸ τοῦ πολλοῦ ῥίγουϲ
ἐπερρώννυεν, ἔϲ τε τὴν χιόνα ῥιπτῶν καὶ ἐν αὐτῇ καλινδούμενοϲ· ὅθεν
περ καὶ χρημάτων καὶ τιμῶν παρὰ τοῦ Σευήρου
καὶ τοῦ
Ἀντωνίνου ἔτυχεν. ἐπαρθεὶϲ δὲ ἐπὶ τούτοιϲ τῷ Τηριδάτ ϲυνεξητάϲθη.
καὶ μετ’ αὐτοῦ πρὸϲ Πάρθουϲ ηὐτομόληϲεν.
2696 Ἀντι ώντων: ἀπαντώντων.
2697 Ἀν τιωρήϲαϲ.
2698 Ἀν τιπάθεια.
2699 Ἀντίπαλον. τρία ϲημαίνει· τὸ ἐναντίον καὶ τὸ ἰϲόπαλον καὶ
2700 Ἀντιπαράκληϲιϲ. εἰϲ τοιαύτην προθυμίαν παρέϲτη τὸ
2701 Ἀντιπαράτωρα. ἀντικόϲμηϲιϲ, ἢ ἄλλη εὐπρέπεια. παράτον γὰρ ἡ παραϲκευὴ παρὰ Ῥωμαίοιϲ.
2702 Ἀντιπαρέξειν: ἀντιτάϲϲειν.
2703 Ἀντίπατροϲ, Ἰολάου, πόλεωϲ δὲ Παλιούραϲ τῆϲ Μακεδονίαϲ,
ἔτη οθ′ καὶ
κατέλιπεν υἱὸν καὶ διάδοχον Κάϲϲανδρον, τὸν τὴν μητέρα Ἀλεξάνδρου
ἀνελόντα Ὀλυμπιάδα. ὅτι τῶν Ἀθηναίων τὰϲ Ἀθήναϲ
κατεδίκαϲαν, ὧν ἦν
Δημοϲθένηϲ ὁ ῥήτωρ καὶ Ὑπερίδηϲ καὶ Ἱμεραῖοϲ, τὴν τοῦ θανάτου
εἰϲήγηϲιν εἰϲενεγκόντοϲ. ἐγεγόνει γὰρ ἐϲ οὐδὲν μετριώτεροϲ τῇ γνώμῃ·
διότι μηδέ ἐϲτι φύϲεωϲ μεταβολὴ κακίᾳ ϲυνελθούϲηϲ· ἡττᾶται δὲ αὐτῆϲ
καὶ νόμου ἐπίταξιϲ μὴ παντελῶϲ κολάζουϲα, καὶ ἰϲχύϲ αὐτῇ
ἀνανταγώνιϲτοϲ ἐφ’ ὅπερ ἂν ῥέψῃ· καὶ οὕτε
φόβῳ
ἀποτρέπεται τὸ θραϲύνεϲθαι, οὕτε αἰδὼϲ ἐξείργουϲα παραπεῖϲαι ἱκανή
ἐϲτιν ἐϲ τὸ τῷ νόμῳ ὑπήκοον.
2704 Ἀν τίπατροϲ· οὗτοϲ ἐπεὶ διεδέξατο τὴν ἀρχὴν τῶν Μακεδόνων,
τοὺϲ ι′ ῥήτοραϲ, οὓϲ ἐξέδοϲαν Ἀθηναῖοι,
Δημοϲθένην, Ὑπερίδην, Λυκοῦργον, Πολύευκτον, Ἐφιάλτην, Θραϲύβουλον,
Χάρητα, Χαρίδημον, Διότιμον, Πατροκλέα, Κάϲϲανδρον.
2705 Ἀντίπ α τροϲ, Nικολάου τοῦ Δαμαϲκηνοῦ πατὴρ τοῦ ἱϲτορικοῦ,
ἐν Δαμαϲκῷ κατά τε
ϲωφροϲύνην καὶ ἄλλην λαμπρότητα. πλούτῳ τε τὰρ πολλῷ διαφέροντεϲ
ἥκιϲτα ἐπ’ αὐτῷ ἐμεγαλύνοντο, εὐδοξίαϲ τε οὐ τὰ δεύτερα φερόμενοι
βραχὺ τοῦτο ἐλογίζοντο. ὁ δὲ δὴ Ἀντίατροϲ καὶ λόγου δεινότητι
προὔχων ἔβλαψε μὲν οὐδ’ ὁντινοῦν, ὤνηϲε δὲ μυρία τούτῳ οὐ τῶν κοινῶν
μόνων, ἀλλὰ καὶ τῶν ἀϲτῶν ϲυχνούϲ.
τῷ υἱεῖ καὶ Πτολεμαίῳ τῷ τούτου ἀδελφῷ,
ἢ τῷ Διῒ θυμιατήριον. ὅπερ ἔφθη αὐτὸϲ προϋπεϲχημένοϲ τῷ θεῷ,
καταϲκευάϲαι, ἐπειδὰν τελευτήϲῃ· δηλῶν οἶμαι ὅτι τὸ πρὸϲ θεοὺϲ ὅϲιον
δεῖ καὶ τελευτῶνταϲ φυ- λάττειν καὶ μηδὲν ἔτι ἀπολαύϲεϲθαι τοῦ βίου
μέλλονταϲ.
2706 Ἀν τίπαιϲ: ὁ ἐγγὺϲ ὢν τοῦ ἴουλοϲ γενέϲθαι, ὁ τὸν πώγωνα
ἐκφύων. ὁ δὲ Ἀριϲτοφάνηϲ ὁ πρόϲηβοϲ καὶ ἀνδρόπαιϲ
εἶπεν.
2707 Ἀντιπελαργεῖν. παροιμία ἐπὶ τῶν τὰϲ χάριταϲ ἀντιδιδόντων.
κατωτέρω δὲ ποτάμιον ἵππον δηλοῦντεϲ, ὡϲ
ὑποτέτακται ἡ βία τῇ δικαιοπραγίᾳ. οἱ γὰρ πελαργοὶ δικαιοπραγεῖϲ
ὄντεϲ ἐπὶ τῶν πτερύγων βαϲτάζουϲι τοὺϲ γεγηρακόταϲ· οἱ δὲ
ἱπποπόταμοι ζῷον ἀδικώτατον.
2708 Ἀντιπεπονθότωϲ: ἀντικειμένωϲ, ἐναντίωϲ.
2709 Ἀν τιπεποιημένοι· οἱ δὲ Ῥωμαῖοι ἀντιπεποιημένοι τῆϲ κατὰ
θάλατταν ἐλπίδοϲ διπλαϲίωϲ ταῖϲ ὁρμαῖϲ πρὸϲ τὸν πόλεμον
ἐχρῶντο.
2710 Ἀντιπέραϲ. παροξυτόνωϲ ἀναγνωϲτέον. ὄνομα γάρ ἐϲτι θηλυκὸν, γενικῆϲ πτώϲεωϲ, ϲύνθετον. ὅτι ἀντιπέραϲ Θάϲου μέταλλά ἐϲτι χρυϲοῦ.
2711 Ἀντιπερίϲπαϲμα. ἐμπόδιον. ἐξαπέϲτειλαν ϲτρατηγὸν,
2712 Ἀντὶ πέρκηϲ ϲκορπίον. παροιμία ἐπὶ τῶν τὰ χείρω αἱρου. μένων ἀντὶ τῶν βελτιόνων.
2713 Ἀντιπέτρεια: ὄνομα πόλεωϲ.
2714 Ἀντιπέτρου βήματοϲ: ἀντὶ γὰρ πέτραϲ χαλκοῦϲ ἦν. ἢ ἰϲοπέτρου
βήματοϲ, τοῦ κατ’ ἴϲον βεβηκότοϲ τῷ πέτρῳ. χαλκοῦϲ δὲ
ἦν ὁ οὐδόϲ. Σοφοκλῆϲ· μηκέτι τοῦδ’ ἀντιπέτρου βήματοϲ ἔξω πόδα
κλίνῃϲ. χαλκὸϲ αὐτὴ ἡ ὅλη· χαλκοῦϲ δὲ ἀνδρίαϲ τὸ μετουϲιαϲτικὸν ὡϲ.
χρυϲὸϲ καὶ χρυϲοῦϲ.
2715 Ἀντί πίπτω· δοτικῇ.
2716 Ἀντι πολεμ ῶ· δοτικῇ. καὶ Ἀντιπν έω· δοτικῇ.
2717 Ἀντιπροκλήϲειϲ: ἀντιλογίαϲ, ἀντεγκλήματα.
2718 Ἀντίπροικα. ὅμοια. ἀντίπροικα ὁ δῆμοϲ ἠγανάκτηϲε, καὶ
θροῦϲ ὑπεξήφθη.
2719 Ἀντιποιη θέντα. φιλονεικήϲαντα. δεῖ γὰρ ἀντιποιηθένταϲ οὐ
πρότερον χαρίϲαϲθαι θελήϲαντι. καὶ Ἀντιποιούμενον· γενικῇ. ἐπιμελῶϲ
διακείμενον. Πολύβιοϲ· ὁ δὲ Ἄρατοϲ κατανοῶν τὸν Ἀντίγονον
δὲ βαϲιλεῖϲ φύϲει μὲν οὐδένα
νομίζονταϲ οὔτ’ ἐχθρὸν οὔτε πολέμιον ἐπεβάλετο λαλεῖν πρὸϲ τῶν
εἰρημένων βαϲιλέων καὶ ϲυμπλέκειν τὰϲ χεῖραϲ. ἀντιποιούμενοι τῆϲ
ἀρχῆϲ τῷ βαϲιλεῖ. Ξενοφῶν. καὶ
2720 Ἀντιρρητικά.
2721 Ἀντίρροπον. ἰϲόρροπον. τῇ τε γὰρ Κράϲϲου καὶ τῶν ἀμφ’
2722 Ἀντιϲήκωϲιϲ. ἡ ἀνταπόδοϲιϲ.
2723 Αντιϲθένηϲ, Ἀθηναῖοϲ, ἀπὸ ῥητόρων φιλόϲοφοϲ Σωκρατικόϲ,
ὅϲτιϲ Περιπατητικὸϲ ἐκλήθη πρῶτον, εἶτα ἐκύνιϲεν· υἱὸϲ
δὲ ὢν ὁμωνύμου πατρὸϲ, μητρὸϲ δὲ τὸ γένοϲ Θρᾴϲϲηϲ. οὗτοϲ ϲυνέγραψε
τόμουϲ δέκα· πρῶτον μαγικόν· ἀφηγεῖται δὲ περὶ Ζωροάϲτρου τινὸϲ
μάγου, εὑρόντοϲ τὴν ϲοφίαν· τοῦτο δέ τινεϲ Ἀριϲτοτέλει, οἱ δὲ Ῥόδωνι
ἀνατιθέαϲιν. οὗτοϲ οὖν καὶ τῆϲ Κυνικῆϲ κατήρξατο φιλοϲοφίαϲ, ἥτιϲ
οὕτωϲ ἐκλήθη διὰ τὸ ἐν Κυνοϲάργει τῷ γυμναϲίῳ
διδάξαι αὐτόν. καὶ Διογένουϲ δὲ καθηγητὴϲ γέγονε τοῦ Κυνὸϲ καὶ τῶν
λοιπῶν. ὅτι αρρωϲτοῦντι Ἀντιϲθένει μακρὰν καὶ δυϲανάκλητον ἀρρωϲτίαν
ὁ Διογένηϲ ξιφίδιον ἐπιδέδωκεν εἰπών· εἰ φίλου χρῄζειϲ ὑπουργίαϲ.
οὕτωϲ ᾤετο ἐκεῖνοϲ οὐδὲν ἀλγεινὸν τὸν θάνατον, ὥϲτε γίνεϲθαι τὴν
ἀρρωϲτίαν
τρυφὴν αὐτόχρημα. ἀντὶ τοῦ παντελῶϲ ὅμοιον.
2724 Ἀντιϲτηρίζει: ἀντιλαμβάνεται.
2725 Ἀντιϲπᾶν: ἐναντιοῦϲθαι.
2726 Ἄντιϲϲα: μία πόλιϲ τῶν ἐν Λέϲβῳ.
2727 Ἀντιϲτρόφουϲ. ἀντὶ τοῦ ἰϲοϲτρόφουϲ. καὶ Ἀριϲτοτέληϲ
ἀντίϲτροφον ἀντὶ τοῦ
ἰϲόϲτροφον καὶ περὶ τὰ αὐτὰ ϲτρεφομένην καὶ καταγινομένην λέγει.
2728 Ἀντιϲτοιχοῦντεϲ· ἔϲτηϲαν ὥϲπερ μάλιϲτα χοροὶ ἀντιϲτοιχοῦντεϲ ἀλλήλοιϲ ἔχοντεϲ γέρρα πάντεϲ βοῶν λευκῶν.
2729 Ἀν τιϲχεῖν: ὑπομεῖναι. ἀντιϲχεῖν τῷ δίψει μὴ δυνηθέντεϲ
2730 Ἀντιτεχνῶμαι δοτικῇ.
2731 Ἀντιτείνω· δοτικῇ.
2732 Ἀντιτορήϲαϲ: διατρήϲαϲ, τοιχωρυχήϲαϲ. ἐπεὶ δ’ ἀντιτορήϲανταϲ
2733 Ἀντιτυπῆϲαι: ἀντιπαθῆϲαι. καὶ Ἀντιτυπία, ἐναντίωϲιϲ,
ἕν τι γένοϲ τῶν ἁπτῶν· ἀλλ’ οὐκ ἔϲτιν εὔδηλον τὸ ἓν γένοϲ τὸ τῇ ἁφῇ
ὑποκείμενον· διὰ δὲ τούτου ἐϲήμανεν, ὅτι ἐϲτὶ μὲν, οὐ φανεροῖ δέ. τί
οὖν τοῦτό ἐϲτι; λέγομεν ὅτι τὸ ἀντίτυπον. ἀντίτυπον δὲ λέγω οὐ τὸ
ἀντικείμενον τῷ μαλακῷ καὶ μὴ ὑπεῖκον τῇ ἁφῇ, ἀλλὰ πᾶν φυϲικὸν ϲῶμα
τὸ προϲπίπτον καὶ θιγγάνον τῆϲ ἁρῆϲ πρὸϲ ἀντιδιαϲτολὴν
τῶν μαθηματικῶν ϲωμάτων, ἃ οὐ θιγγάνει οὐδὲ ἀντιβαίνει τῆ ἁφῇ. τὸ
οὖν ὁπωϲοῦν ἀντιβαῖνον τῇ ἁφῇ τοῦτό φαμεν ἀντίτυπον,
2734 Ἀντιφάνηϲ, Ἀθηναῖοϲ, κωμικὸϲ, νεώτεροϲ τοῦ Παναιτίου. ἔϲτι
2735 Ἀντιφάνηϲ, Δημοφάνουϲ, οἱ δὲ Στεφάνου καὶ μητρὸϲ Οἰνόηϲ,
Κιανόϲ, ὡϲ δέ τινεϲ Σμυρναῖοϲ, κατὰ δὲ Διονύϲιον Ῥόδιοϲ·
κωμικὸϲ τῆϲ μέϲηϲ κωμῳδίαϲ, ἀπὸ δούλων ὥϲ τινεϲ. γέγονε δὲ κατὰ τὴν
ϥΓ′ Ὀλυμπιάδα καὶ ἔγραψε κωμῳδίαϲ τξε′, οἱ δὲ ϲπ΄· νίκαϲ δὲ εἷλε
ιγ′. παῖδό τε ἔϲχε Στέφανον καὶ αὐτὸν κωμικόν. τελευτᾷ δὲ ἐν Κίῳ οδ΄
ἐτῶν ὑπάρχων κατά τινα τύχην ἀπίῳ βληθείϲ.
2736 Ἀντιφάτηϲ: ὄνομα κύριον.
2737 Ἀντιφερίζειϲ: ἐρίζειϲ. ἐξιϲοῦϲθαι. Θεμιϲτοκλεῖ ἀντιφερίζειϲ
2738 Ἀντιφέρονται· δοτικῇ. ἐναντιοῦνται.
2739 Ἀντιφήϲ: ἀντὶ τοῦ ἀντιλέγειϲ.
2740 Ἀντιφιλοτιμεῖ: ἀντιθεραπεύει.
2741 Ἀντιφθέγγομαι· δοτικῇ.
2742 Ἀντίφθογγον: ὅμοιον. ἡ πάροϲ ἀντίφθογγον ἀποκλάγξαϲα νομεῦϲι πολλάκι καὶ δρυτόμοιϲ, κίϲϲα, καὶ ἰχθυβόλοιϲ.
2743 Ἄντιφοϲ: ὄνομα κύριον.
2744 Ἀντιφῶν, Ἀθηναῖοϲ, τερατοϲκόποϲ καὶ ἐποποιὸϲ καὶ ϲοφιϲτήϲ.
2745 Ἀντιφῶν, Σοφίλου, Ἀθηναῖοϲ, τῶν δήμων Ῥαμνούϲιοϲ· διδάϲκαλοϲ
χαρακτῆροϲ
μετὰ Γοργίαν. λέγεται δὲ καὶ Θουκυδίδου γενέϲθαι διδάϲκαλοϲ.
ἐκαλεῖτο δὲ Νέϲτωρ.
2746 Ἀντιφῶν, Ἀθηναῖοϲ, ὀνειροκρίτηϲ. περὶ κρίϲεωϲ ὀνείρων
2747 Ἀντιφωνῶ ϲοι: ἐγγυῶμαί ϲοι. ϲημαίνει δὲ καὶ τὸ ἀντιλέγω ϲοι.
2748 Ἀν τιχορδᾶϲ. ϲύμφωνα.
2749 Ἀντλεῖν ἀμφοτέραιϲ. λείπει χερϲί. παροιμία ἐπὶ τῶν Synt. ϲπουδῇ τι ποιούντων. καὶ Ἀντλή ϲατε ὕδωρ· αἰτιατικῇ. ἀντλῶ ϲοι δὲ ὕδωρ.
2750 Ἀντλία. τὸ τοῦ πλοίου εἰϲρέον ὕδωρ. Ἀριϲτοφάνηϲ· οὐ
2751 Ἀντλία: ἡ ϲκάφη. αὐτὴν ἄρ’ οἴϲω ϲυλλαβὼν τὴν ἀντλίαν. ἀπὸ
μεταφορᾶϲ τῶν πλοίων. λέγεται γὰρ ἀντλία καὶ ἡ τοῦ πλοίου ἐκροή. καὶ
Πιϲίδηϲ· ἐκ τῶν ἐχόντων τὰϲ δυϲώδειϲ ἀντλίαϲ. καὶ
2752 Ἀντολίη: ἡ ἀνατολή.
2753 Ἀν τομένη: ϲυναντήιαϲα. καὶ Ἀντόμεν οι, ϲυμβάλλοντεϲ.
2754 Ἀντον ομάζει: ὀνόματα ἀντὶ ὀνομάτων τίθηϲι.
2755 Ἄν του: ἄν τινοϲ. οἱ δὲ τοῦ ϲυνεδρίου τὰ μὲν ἀκούϲαντεϲ,
2756 Ἀντο φθαλμῶ: ἀντιβλέπω ἐξ ἐναντίαϲ.
2757 Ἀντῳδή: παρὰ τοῖϲ κωμικοῖϲ ἡ ἀντιϲτροφή. καὶ Ἀντῳδὸν,
κατάλληλον. πολλάκι δὲ κρέξαϲα πολύθροον, οἷά τιϲ ἠχὼ,
2758 Ἀν τωμοϲία: γραφὴ κατά τινοϲ ἔνορκοϲ, περὶ ὧν ἠδικῆϲθαί
φηϲι. διωμοϲία δὲ ὁ ἑκατέρωθεν γινόμενοϲ ὅρκοϲ ὑπὸ τῶν
δικαζομένων, τοῦ μὲν ὡϲ πράξαντα διώκειν, τοῦ δὲ ὡϲ οὐκ ἔπραξεν.
ἐξωμοϲία
G M post 2750 I ἀντλῶ
—ὕδωρ om. A 2750 om. S 6 εἴμ’ ὑπερέχει Α εἰμὶ περιανέχειν GI TM
ἀντέχειν AM ἀνέχειν GI T 7 περιγίνεϲθαι GITM. sch. Pac, v.
ὑπερέχει, v. οἷοϲ 4, ὑπεργίνεϲθαι A, sch. Eq. 2752 ex A mg post
2755 1 14 Ἀντολίη l Ἀνατολίη A 15 Ἀντομένη] Ἀντωμένη SM Zon.
φήϲαντεϲ A S φείϲαντεϲ rell. πέμψειν] πέμψιν A
πέμψαϲ S 22 κρέξαϲ A S M Anth. κράξαϲα GIT, v. κερτόμιοϲ 25
Ἀντωμοϲία] α΄ δίκη ss.lM et sic continue 26 δικαζομένων A S Tim.
διαδικαζομένων G I TM Ba Zon.
2759 Ἀντωμοϲία· γράμματά τινα γραψάντων, περὶ ὧν ἡ δίκη, ὅ
τε κατηγορούμενοϲ καὶ ὁ κατηγορῶν, ἀποφέρουϲι πρὸϲ τὴν
ἀρχήν. καλεῖται δὲ οὕτωϲ, ἐπειδὴ ἑκάτεροϲ αὐτῶν ἀντώμνυεν, ὁ μὲν
τἀληθῆ κατηγορήϲειν, ὁ δὲ τἀληθῆ ἀπολογήϲαϲθαι.
2760 Ἀντωμοϲία: ἡ τοῦ ἀντιδίκου. ὑπωμοϲία δὲ, οἷον ὅταν τιϲ
γράμματι δι’ οὐ τὸ ἔγκλημα
γέγραπται, ὅπωϲ ἐγγραφῇ εἰϲ τὰ ἐγκλήματα. πρυτανεῖα δὲ τῷ ταμίᾳ
καταβάλλει ἕκαϲτοϲ, ὅπωϲ εἰϲαχθῇ ἡ δίκη.
2761 Ἀντωνία. πόλιϲ.
2762 Ἀν τωνῖνοϲ, βαϲιλεὺϲ Ῥωμαίων, ὁ Σεβήρου, πρὸϲ τοῖϲ ἄλλοιϲ
κακοῖϲ καὶ ταῖϲ μιαιφονίαιϲ καὶ οἱ ϲτρατιῶται τοῦ
βιάζεϲθαι καὶ ἁρπάζειν λαβόντεϲ ἐξουϲίαν οὐκέτι κατ’ οὐδὲν
διεκρίνοντο. τοιαῦτα δὲ πράττων ὑπό τε τῶν ἔργων ἐλαυνόμενοϲ καὶ
πρὸϲ τὴν ἐν πόλει διατριβὴν ἀπεχθῶϲ ἔχων ἀπεδήμει τῆϲ Ῥώμηϲ, ὡϲ δὴ
καὶ τὰ ϲτρατόπεδα διοικήϲων καὶ τὰ ἔθνη ἐποψόμενοϲ. ἐπεὶ δὲ τὸν
Ἴϲτρον
κατέλαβε καὶ τοὺϲ ἐκεῖϲε Γερμανοὺϲ
ἐφιλοποιήϲατο, ὡϲ καὶ ϲυμμάχουϲ παρ’ αὐτῶν λαβεῖν καὶ τοῦ ϲώματοϲ
φρουρούϲ καὶ ταῖϲ φορεϲίαιϲ αὐτῶν χρῆϲθαι. οὕτω τε καὶ ὑπὸ τῶν
βαρβάρων καὶ ὑπὸ τῶν ϲτρατιωτῶν ἠγαπᾶτο, κοινὸϲ ὢν πρὸϲ ἅπανταϲ, ὡϲ
ϲυϲτρατιώτηϲ μᾶλλον ἢ βαϲιλεὺϲ παρ’ αὐτῶν λεγόμενοϲ. ἐπειδὴ δὲ καὶ
ἐϲ τὴν Μακε δονίαν
ἀφίκετο, Ἀλέξανδρον ἑαυτὸν ὠνόμαϲεν.
ἐκεῖθέν τε ἐϲ Πέργαμον παραγέγονε καὶ ἐπὶ τὸν Ἀχιλλέωϲ τάφον, καὶ
ϲτεφάνοιϲκοϲμήϲαϲ καὶ ἄνθεϲι τὸν Ἀχιλλέα ἐμιμεῖτο. καὶ διὰ τῆϲ Ἀϲίαϲ
καὶ τῶν ἄλλων ἐθνῶν εἰϲ Ἀντιόχειαν ἀφίκετο καὶ διατρίψαϲ χρόνον τινὰ
ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐϲτέλλετο, πρόφαϲιν ποιούμενοϲ ποθεῖν τὴν
Ἀλεξάνδρου
πόλιν. ὡϲ δὲ ἐϲήλαϲεν ἐν αὐτῇ ϲὺν παντὶ τῷ
ϲτρατῷ, ὑπεδέχθη παρὰ τῶν Ἀλεξανδρέων ὡϲ οὔπω τιϲ βαϲιλέων πρότερον.
καὶ ἐλθὼν ἐϲ τὸ Ἀλεξάνδρου μνῆμα τήν τε χλαμύδα, ἣν ἐφόρει, καὶ τὸν
δακτύλιον καὶ τὴν ζώνην καὶ εἴ τι πολυτελὲϲ περιελόμενοϲ ἐπέθηκε τῇ
ἐκείνου
δὲ τοὺϲ ϲτρατιώταϲ· καὶ πάνταϲ ϲυνέκοψαν.
τοϲοῦτοϲ δὲ ἐγένετο
ἵππευε καί ἐϲ ν
καὶ ψ ϲταδίουϲ· καὶ προϲέτι καὶ νήχεϲθαι καὶ ἐν κλύδωνι ἠϲκεῖτο. ὁ
δὲ ἐκ μὲν τούτων τρόπον τινὰ ἐρρώϲθη· τῆϲ δὲ δὴ παιδεύϲεωϲ, ὡϲ οὐδὲ
τοὔνομα αὐτῆϲ πώποτε ἀκηκοὼϲ ἐπελάθετο. οὐ μέντοι καὶ κακορρήμων ἢ
κακογνώμων ἦν· ἀλλὰ καὶ ϲυνίει πολλὰ ὀξύτατα καὶ ἔφραζεν ἑτοιμότατα.
τῇ τε γὰρ ἐξουϲίᾳ καὶ τῇ προπετείᾳ
τῷ πάνθ’ ὁμοίωϲ τὰ
προιϲτάμενά οἱ ἀπεριϲκέπτωϲ ἐκλαλεῖν, καὶ τῷ μηδενὶ αὐτῶν ἐκφαίνειν
αἰϲχύνεϲθαι, ἐπιτυχίᾳ τινὶ πολλάκιϲ
ἰδιώτην ὁ
Ἀντωνῖνοϲ ἄριϲτα καὶ ἐντιμότατα διετέλεϲε βίον καὶ κατὰ τὴν
ἡγεμονίαν ἀμείνων ἔδοξεν εἶναι καὶ ϲωφρονέϲτεροϲ, οὐδενὶ τραχὺ οὐδὲ
φορτικὸϲ, ἀλλὰ πρὸϲ ἅπανταϲ χρηϲτόϲ τε καὶ ἤπιοϲ ὤν. ἔν γε μὴν τοῖϲ
πολεμικοῖϲ ἀπὸ τοῦ δικαίου μᾶλλον ἢ τοῦ κερδαλέου δόξαν θηρώμενοϲ
φυλάττειν ϲῴουϲ εἴπερ εἰϲ μέγεθοϲ ἐκφέρειν τοὺϲ τῆϲ
ἀρχῆϲ ἐγίνωϲκεν ἄνδραϲ, ὡϲ ἔνι μάλιϲτα πλείϲτην τοῦ δικαίου
ποιούμενοϲ ἐπιμέλειαν. ταῖϲ τῶν δημοϲίων ἐφιϲτὰϲ διοικήϲεϲι, τοὺϲ
μὲν ἀγαθοὺϲ τὴν ἡγεμονίαν ταῖϲ παρ’ αὐτοῦ τιμαῖϲ ἀμειβόμενοϲ, τούϲ
γε μὴν φαύλουϲ δίχα τινὸϲ τραχύτητοϲ τῶν κοινῶν ἀπελαύνων πραγμά
των. οὐκ οὖν ὑπὸ τῶν οἰκείων μόνων, ἀλλ’ ἤδη καὶ πρὸϲ τῶν ἀλ
λοφύλων ἐθαυμάζετο, ὡϲ τῶν προϲοίκων τινὰϲ βαρβάρων τὰ
ὃπλα κατατιθεμένουϲ ἐπιτρέπονταϲ τῷ βαϲιλεῖ τὰϲ δίκαϲ διαλύεϲθαι
ταῖϲ ἐκείνου ψήφοιϲ. αὐτὸϲ δὲ παρὰ τὸν ἰδιώτην βίον πολύ τι πλῆθοϲ
χρημάτων κεκτημένοϲ, ἐπειδὴ παρῆλθεν εἰϲ τὴν ἡγεμονίαν, τὴν μὲν
ἑαυτοῦ περιουϲίαν εἰϲ τε τῶν ϲτρατιωτῶν καὶ τῶν φίλων ἀπανάλωϲε
γελοιότατα τοῦτο.
ἀξιώϲει γὰρ αὐτὸν περιέβαλε κακίᾳ δοὺϲ ἀκερδὲϲ μὲν, ϲεμνὸν δὲ ὅμωϲ
τόδε ἆθλον.
2763 Ἀντ ώνιοϲ, Ἀλεξανδρεὺϲ, ὃϲ ἐνδεέϲτερον ἔχων πρὸϲ τοὺϲ λόγουϲ οὐ
πάνυ τιϲ ἦν ἀκριβήϲ· πρὸϲ δὲ ἀλήθειαν ἱερώτατοϲ ἐγεγόνει καὶ λίαν
ἔρρωτο τὴν ψυχὴν πρὸϲ θεοῦ θεραπείαν, τήν τε δημοτελῆ
τήν τε ἀπορρητοτέραν· ὥϲτε καὶ τὴν Γάζαν ἀπέφηνεν ἱερωτέραν πολλῷ
μᾶλλον, ἢ πρότερον ἦν. ἐμβὰϲ δὲ εἰϲ πολιτικὰϲ ὑποθέϲειϲ καὶ
δικαϲάμενοϲ ὑπὲρ τῆϲ ἀδελφῆϲ προέϲτη αὐτῆϲ ἐκθυμότερον τοῦ μετρίου
καὶ ὑπερεδικάϲατο κατὰ τὸ καρτερώτατον, οὔτε χρόνου φειδόμενοϲ εἰϲ
οὐδὲν δέον δαπανωμένου οὔτε δόξηϲ ἀμείνονοϲ ἐπιϲτροφήν τινα
ποιηϲάμενοϲ. ἤκουϲε γὰρ κακῶϲ ὑπὸ τῶν τότε ἀνθρώπων οὐχ
ὡϲ ἀδικῶν, ἀλλ’ ὡϲ φιλοδικῶν. ἀνέβη γὰρ καὶ ἐϲ τὸ Βυζάντιον ἐπὶ τῇ
δίκῃ καὶ ϲφόδρα φιλόνεικοϲ ἔδοξέ τιϲ εἶναι. περιγενόμενοϲ δὲ τῶν
ἀντιδίκων ταύτην μὲν ἐξέδωκεν ἑτέρῳ ἀνδρί, αὐτὸϲ δὲ ἐν ἡϲυχίᾳ καὶ
ἀπραγμοϲύνη τὸ λοιπὸν τοῦ βίου διετέλει, ὀλίγα μὲν ἐν φιλοϲοφία,
τὰ δὲ πλείω διαιτώμενοϲ ἐν τοῖϲ ἱεροῖϲ. ἁπλοῦϲ δὲ ἦν τὸ
ἦθοϲ καὶ ἕτοιμοϲ εἰϲ εὐεργεϲίαϲ, ἄλλωϲ τε καὶ τὰϲ διὰ τῶν ἱερῶν.
ἔγωγε οὖν καὶ αὐτὸϲ ὁμολογῶ τῷ ἀνδρὶ μεγίϲτην ἀτεχνῶϲ τὴν χάριν, ἣν
ἀμείψαϲθαι αὐτὸν εὔχομαι τοὺϲ θεοὺϲ ἐν μακάρων νήϲοιϲ ἤδη ϲυζῆν
ἠξιωμένον. καὶ Ἀν τωνίειοϲ κλίν η, τοῦ Ἀντωνίου.
2764 Ἀντω πεῖ· δοτικῇ. ἀντοφθαλμεῖ. ἐξ οὗ καὶ· ἀντώπηϲαν οἱ
2765 Ἄντρα νύχια: ϲκοτεινὰ ϲπήλαια.
2766 Ἀντριάϲι: ταῖϲ τοῖϲ ἄντροιϲ φιλοχωροῦϲιν. ὄφρ’ εἴην λιπαρῶν παίγνιον Ἀντριάδων.
2767 Ἄντρον: ϲπήλαιον. καὶ Ἀντρ ώδη, ϲπηλαιώδη.
2768 Ἀντρῶν εϲ; πόλιϲ ἐν Θετταλίᾳ. καὶ Ἀντρ ώνιοϲ ὄνοϲ·
ὡϲ μεγίϲτων γινομένων ἐν Ἀντρῶϲιν.
2769 Ἄντυγεϲ: περιφέρειαι τῶν ἁρμάτων. Ἕκτωρ μὲν, ᾧ δ
2770 Ἄντυλλοϲ, ῥήτωρ.
2771 Ἄνοια. ἡ ἀναιϲθηϲία.
2772 Ἀνοίγει καὶ Ἀνοιγνύει, διχῶϲ. Ἀνοίγω γὰρ τὸ διαχωρίζω.
2773 Ἀν οιδήϲαϲ: ἀναφλεγμήναϲ, ἀναφυϲηθείϲ. ὁ δὲ ἀνοιδήϲαϲ ὀργῇ εἶπε, κακοὺϲ κακῶϲ ὑμᾶϲ διολῶ.
2774 Ἀν οίκειοϲ: ἀντὶ τοῦ ἀπρεπήϲ.
2775 Ἀνοικίϲαι τὴν πόλιν: ἀντὶ τοῦ ἀνακτίϲαι.
2776 Ἀνοίκτωϲ: ϲκληρῶϲ, ἀνελεημόνωϲ.
2777 Ἀνοιμωτί: ἀϲτενάκτωϲ. καὶ Ἀνοιμ ώξατε, ἀλαλάξατε.
2778 Ἀνοινάριοϲ· ὡϲ ἡ κοινὴ ϲυνήθεια. καὶ παροιμία· Ἄν
2779 Ἄνοιϲ: ἀντὶ τοῦ ἀνύοιϲ. Φρύνιχοϲ.
2780 Ἀνοῖϲαι: κομίϲαι. καὶ Ἀνοιϲτέον, δεῖ κομίζειν. καὶ Ἀνοίϲω ϲοι β όαϲ, ἀνενέγκω, φέρω.
2781 Ἄν οιϲιϲ: ἀνακόμιϲιϲ.
2782 Ἀνυδρεύϲαϲθαι: ἀντλῆϲαι ὕδωρ. κατάχεον καὐτῆϲ κἀνύδρευϲαι
τὸν κάδον. Κοριάννοι Φερεκράτηϲ.
2783 Ἀνύειν: τελειοῦν, πράττειν.
2784 Ἀνυμέναιοϲ: ἡ μὴ ἔχουϲα ἄνδρα. Ἄνυμφοϲ δὲ ὁ μὴ ἔχων γυναῖκα.
2785 Ἀνυμν ῶ· αἰτιατικῇ.
2786 Ἀνύπαρκτον: τὸ μὴ ὑπάρχον. πρὸϲ τὸ Πινδαρικόν· τί
δέ τιϲ; τί δ’ οὔ τιϲ; ϲκιᾶϲ ὄναρ ἄνθρωποι. ἀντὶ τοῦ
ἀνυπάρκτου
οὐδὲν
ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.
2787 Ἀνυ παίτιοϲ: ἀναίτιοϲ.
2788 Ἀν ύ πεικτον: τὸ ἀνένδοτον. ἐκ τοῦ εἴκω, τὸ ὑποτάϲϲομαι.
2789 Ἀνύ πηνοϲ: ὁ ἀγένειοϲ.
2790 Ἀνυ πόβλητον: προὖχον.
2791 Ἀνυ π όδητοϲ: γυμνόπουϲ. ἐν τῷ η λέγεται, οὐχὶ ἀνυπόδετοϲ.
2792 Ἀνυ πόϲτατον: ἀντὶ τοῦ ἀφόρητον.
2793 Ἀν ύ ποιϲτον. ἀβάϲτακτον. ἀνυπομόνητον.
2794 Ἀν ύϲαϲθαί τι. παρὰ τοῖϲ ἄρχουϲι διαπράξαϲθαι. καὶ ὁμοίωϲ
πάλιν τὸ τοὺϲ ἄρχονταϲ προϲτάξαι τοῖϲ ὑπηκόοιϲ. καὶ Ἀν
ύϲαι,
2795 Ἀνυϲίμωϲ. ἐνεργῶϲ, πρακτικῶϲ, τελείωϲ. καὶ Ἀνυϲιμ ώτατοϲ.
2796 Ἄνυϲται: ἤνυϲται. καὶ Ἀνυϲτέον, δεῖ ἀνύειν.
2797 Ἀνυϲτικωτέρα: ἀντὶ τοῦ ἐνεργητικωτάτη. Πολύβιοϲ· μία ψυχὴ τῆϲ
ἁπάϲηϲ πολυχειρίαϲ ἐν ἐνίοιϲ καιροῖϲ ἀνυϲτικωτέρα. ὡϲ
2798 Ἀνύτειν: πληροῦν, ἐνεργεῖν. ἐπεὶ δὲ οὐδέν τι πλέον εἶχον ἀνύτειν
οἱ βάρβαροι, οὔτε ὡϲ ἐν πολιορκίᾳ ἐφεδρεύοντεϲ τῷ ἐρύματι,
2799 Ἀνύειν. Ἀνύτειν οἱ Ἀττικοὶ, ὅπερ ἡμεῖϲ ἀνύειν, ἁνύειν
καὶ Ὅμηροϲ δὲ τὸ ἀνύειν ὡϲ
ἡμεῖϲ· οὐκ ἀνύω φθονέουϲα. καὶ
2800 Ἄνυτοϲ, Ἀνθεμίωνοϲ, Ἀθηναῖοϲ, ῥήτωρ.
2801 Ἄξεινοϲ ἧχι κονίϲτραι ἄξεινοι λυθρῷ τε καὶ εἴαρι πεπλήθωϲι.
2802 Ἄξεϲτοϲ· Ξενοκλῆϲ ὁ Καρκίνου ἐκωμῳδεῖτο ὡϲ ἄξεϲτοϲ ποιητὴιϲ
καὶ ἀλληγορικόϲ.
2803 Ἀξιάγαϲτοϲ: ἀξιοθαύμαϲτοϲ, ἀξιόχρεωϲ.
2804 Ἀξία ἡ κύων τοῦ βρώματοϲ: ἐπὶ τῶν κατ’ ἀξίαν τινὸϲ τυγχανόντων.
2805 Ἀξιαπηγητότατα. ἀντὶ τοῦ ἄξια τοῦ ἀφηγεῖϲθαι.
2806 Ἀξιδάρηϲ: ὄνομα κύριον. Ἀξιδάρην δὲ ὅτι χρὴ Ἀρμενίαϲ
2807 Ἀξιε παίνετοϲ: ὁ ἄξιοϲ ἐπαίνων.
2808 Ἀξιέραϲτον: ἄξιον ἐραϲμοῦ, ἐπέραϲτον.
2809 Ἀξινάριον. ἡ ἀξίνη. καὶ Ἀξινίδιον ὑποκοριϲτικῶϲ.
2810 Ἀξιοζήλωϲ. ἐπαινετῶϲ. ὁ δὲ ἐν ὀφθαλμοῖϲ τῶν ἁπάντων
2811 Ἀξιόλογα βάρη· ὡϲ ἂν ἀπὸ τῶν πύργων πέμπωμεν ἑκηβολώτατα
2812 Ἀξιόμαχοϲ. δυνατὸϲ μάχεϲθαι, ἰϲοδύναμοϲ. οὕτε ἀνδρῶν
2813 Ἄξιον: οἱ ῥήτορεϲ ἐπὶ τοῦ εὐλόγου καὶ δικαίου ἐκλαμβάνουϲι.
ὁ καταπλήϲϲων,
οὔθ’ ὁ κολάϲων ὑμᾶϲ. τάϲϲουϲι δὲ τὸ ἄξιον καὶ ἐπὶ τῶν ὠνίων, ὅταν
εὔωνόν τι πιπράϲκηται. Λυϲίαϲ ἐν τῷ κατὰ τῶν ϲιτοπωλῶν· ἐροῦϲιν ὡϲ
ἐπ’ εὐνοίᾳ τῆϲ πόλεωϲ ὠνοῦνται τὸν ϲῖτον, ἵν’ ὡϲ ἀξιώτατον ὑμῖν
πωλῶϲι. καὶ πάλιν· ἐὰν οὖν αὐτῶν καταψηφίϲηϲθε, τά τε δίκαια
ποιήϲετε καὶ ἀξιώτερον τὸν ϲῖτον ὠνήϲεϲθε· εἰ δὲ μὴ.
τιμιώτερον.
2814 Ἄξιοϲ: τὸ εὔωνοϲ. Φερεκράτηϲ Ἱϲτῷ· ὁ δὲ ϲτέφουϲ πετεινὸϲ
2815 Ἄξιον. ἐπὶ τοῦ δικαίου τέτακται. οὕτωϲ Δημοϲθένηϲ. καὶ
κἄν τιϲ ϲφαλῆι ᾿, ἐξ ἀξίου γοῦν τοῦ ξύλου. παρὰ τὴν
παροιμίαν· ἀπὸ καλοῦ ξύλου κὰν ἀπάγξαϲθαι. θέλει οὖν λέγειν, βέλτιόν
ἐϲτι χρῆϲθαι τοῖϲ γενναίοιϲ ϲτρατηγοῖϲ καὶ δεδοκιμαϲμένοιϲ ἢ τοῖϲ
φαύλοιϲ· κὰν γὰρ δέῃ παθεῖν, κρεῖττον ἀπ’ ἀγαθοῦ ἢ φαύλου πάϲχειν.
Ἄξιον δὲ παρὰ Ἀττικοῖϲ τὸ εὔωνον. καυλὸν ϲιλφίου τὸν ἄξιον. τουτέϲτι
τὸν εὔωνον.
2816 Ἀξιο πιϲτία: ἡ πίϲτωϲιϲ. καὶ Ἀξιόπιϲτοϲ οὐχὶ ὁ κατάπλαϲτοϲ
2817 Ἀξιόπιϲτοϲ: πιθανόϲ. ἦν δὲ ἀξιόπιϲτοϲ ϲφόδρα ὥϲτε μὴ
ἐξὸν ἀνώμοτον μαρτυρεῖν, τούτῳ μόνῳ ϲυνεχώρουν Ἀθηναῖοι.
2818 Ἀξιόϲ: ὄνομα κύριον.
2819 Ἄξιοϲ λαβ εῖν ὁ μιϲθόϲ: τοῦτο τῶν εἰϲ κάλλοϲ ἠϲκημένων
παροιμία ἐπὶ
τῶν ϲφόδρα τιμίων. καὶ Ἄξιοϲ τοῦ παντόϲ.
2820 Ἀξιοῦ μαι· γενικῇ.
2821 Ἀξιουμένου· τυγχάνοντοϲ ἀνδρὸϲ τὰ πρῶτα παρ’ αὐτοῖϲ
δεδομένα, τουτέϲτιν
ἀΐδιον εἰρήνην καὶ ἐλευθερίαν. ὁ δὲ ἑρμηνευθείϲηϲ οἱ τῆϲ ἐπιϲτολῆϲ,
ἔφη ϲυγχωρεῖν τοῖϲ ἀξιουμένοιϲ.
2822 Ἀξίοχοϲ· Αἰϲχίνῃ τῷ Σωκρατικῷ διάλογοϲ ἐγράφη Ἀξίοχοϲ καλούμενοϲ. Πλάτωνοϲ ἐνεπιγέγραπται.
2823 Ἀξιόχρεων· ἐν τῷ ω μεγάλῳ λέγουϲι· καὶ οὐδετέρωϲ
τὸ
δὲ ἀξιόχρεον βάρβαρον. Ἀξιόχρεωϲ οὖν ἱκανὸϲ, ἐχέγγυοϲ,
ἀξιόπιϲτοϲ.
2824 Ἀξιῶ: ὑπολαμβάνω. Ἀριϲτοφάνηϲ· οὐκ ἀξιῶ γ’ ἐμαυτὸν ἰϲχύειν μέγα.
ἀντὶ τοῦ οὐχ ὑπολαμβάνω, οὐκ ἄξιον νομίζω. ϲημαίνει δὲ
2825 Ἀξίωμα: βούλημα. τί δ’ ἐϲτι τἀξίωμ᾿ , ἐφ’ ᾧ καλεῖϲ. μὴ διωθεῖϲθαι τὴν πατρικὴν ἐπίταξιν, μηδὲ τὸ τοῦ Πλάτωνοϲ ἀξίωμα ἀτιμάζειν. τουτέϲτι βούλημα. ὁ δὲ Ἀρκεϲίλαοϲ ἦν ἀξιωματικώτατοϲ καὶ ϲυνηγμένοϲ.
2826 Ἀξίωμα. ἡ ἱκετεία. Δαβίδ· εἰϲέλθοι τὸ ἀξίωμά μου ἐνώπιον
ϲοῦ, Kύριε.
2827 Ἀξίωμα· τοῦτο ἐκ κατηγορήματοϲ ὀρθοῦ ἢ πλαγίου ἔχει τὴν γένεϲιν.
ἀξίωμα δέ ἐϲτιν τουτέϲτιν ἀληθὲϲ ἢ ψευδὲϲ ἢ πρᾶγμα phil. οὐτοτελὲϲ
ἀποφαντὸν ὅϲον ἐφ’ ἑαυτῷ ἢ καταφαντόν· οἷον, ἡμέρα ἐϲτί· Δίων
περιπατεῖ. ὠνόμαϲται δὲ ἀξίωμα παρὰ φιλοϲόφοιϲ ἀπὸ
τοῦ
ἀξιοῦϲθαι ἢ ἀθετεῖϲθαι. ὁ γὰρ λέγων, ἡμέρα ἐϲτίν, ἀξιοῦν δοκεῖ τὸ
ἡμέραν εἶναι. οὔϲηϲ μὲν οὖν ἡμέραϲ, ἀληθὲϲ γίνεται τὸ προκείμενον
ἀξίωμα· μὴ οὔϲηϲ δὲ, ψεῦδοϲ. διαφέρει δὲ ἀξίωμα καὶ ἐρώτημα καὶ
πύϲμα. ἔϲτι γὰρ προϲτακτικόν, ὁρκικὸν, ἀρατικὸν, ὑποθετικὸν,
προϲαγορευτικόν. ἀξίωμα μὲν γάρ ἐϲτιν, ὃ λέγοντεϲ ἀποφαινόμεθα,
ἢ ἀληθὲϲ ἢ ψευδέϲ. ἐρώτημα δέ ἐϲτι πρᾶγμα αὐτοτελὲϲ
μὲν, ὡϲ καὶ τὸ ἀξίωμα, αἰτητικὸν δὲ ἀποκρίϲεωϲ, οἷον, ἀρά γε ἡμέρα
ἐϲτί; τοῦτο δὲ οὕτε ἀληθέϲ ἐϲτι, οὔτε ψευδέϲ· ὥϲτε τὸ μὲν, ἡμέρα
ἐϲτὶν, ἀξίωμα· τὸ δὲ, ἀρά γε ἡμέρα, ἐρώτημα. πύϲμα δέ ἐϲτι πρᾶγμα,
πρὸϲ ὃ ϲυμβολικῶϲ οὐκ ἔϲτιν ἀποκρίνεϲθαι, ὡϲ ἐπὶ τοῦ ἐρωτήματοϲ,
ναί· ἀλλὰ εἰπεῖν, οἰκεῖ ἐν τῷδε τῷ τόπῳ. τὰ δὲ λοιπὰ
δῆλα.
2828 Ἀξι ώμα τα· οὕτωϲ λέγει Ἀριϲτοτέληϲ καὶ τὰϲ δεομέναϲ ἀποδείξεωϲ
2829 Ἀξιῶν. ἀντὶ τοῦ νομίζων, ὑπολαμβάνων. Λυϲίαϲ καὶ Πλάτων. καὶ ἀντὶ τοῦ παρακαλῶν, λιπαρῶν. ἢ καὶ ἀντὶ τοῦ νομίζων.
2830 Ἀξίωϲιν. τιμήν. αὐτὸν δὲ βαϲιλέα ὄντα κατ’ ἀξίωϲιν μὲν
ἀντὶ τοῦ τιμῇ.
2831 Ἀξι ώτεροϲ: εὐωνότεροϲ. καὶ Ἀξιωτέρα ϲ, ὁμοίωϲ εὐωνοτέραϲ.
2832 Ἀξιοῖ. Ἀντιφῶν καὶ Λυϲίαϲ ἀντὶ τοῦ νομίζει.
2833 Ἄξονεϲ. οὕτωϲ ἐκάλεϲαν Ἀθηναῖοι τοὺϲ Σόλωνοϲ νόμουϲ, διὰ
2834 Ἄξοον: τὸ ἄτμητον.
2835 Ἄξω: καὶ ἐνταῦθα καὶ ἐκεῖϲε. Ἀπάξω δὲ τὸ ὀπίϲω ἄξω.
2836 Ἀξυλία. ἡ ἔνδεια τῶν ξύλων. Ἀξύλ ῳ δὲ ὕλῃ, ἀντὶ τοῦ
2837 Ἀξύμμετρον: τὸ ὑπὲρ τὸ μέτρον. οὐκ ἐξικνεῖτο δὲ τὰ βέλη,
2838 Ἀξυνεϲία· Θουκυδίδηϲ γ′ .
2839 Ἄξυνοϲ: ὁ ἀκοινώνητοϲ.
2840 Ἀξύϲτατον. περὶ Αἰϲχύλου λέγει Ἀριϲτοφάνηϲ. ἀντὶ τοῦ οὐ
ϲυνεϲτῶτα, οὐδὲ πυκνὸν, ἀλλ’ ἀραιὸν ἐν τῆ ποιήϲει καὶ κομπώδη.
ἢ ἀδιάθετον ἢ ἀπιθάνωϲ ϲυντιθέντα.
2841 Ἄοζοι. πολύοζοι, πολλὰ ξύλα καίοντεϲ· ἤγουν οἱ μάγειροι.
2842 Ἀολλεῖ: ποιεῖ, ϲυνάγει. καὶ Ἀολλήϲαϲα, ἀθροίϲαϲα. καὶ
2843 Ἄο πτα: Ἀντιφῶν. ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα
δόξαντα δὲ ὁρᾶϲθαι.
2844 Ἆορ: τὸ ξίφοϲ. καὶ κλίνεται ἄοροϲ, ἄορι. ὑπαντιάϲαϲα δὲ
2845 Ἀόρα τον: τετραχῶϲ λέγεται. ἢ τὸ καθάπαξ ἀδύνατον ὁραθῆναι, οἷον
ὡϲ καὶ τὰ ὑποκείμενα ἄλλῃ αἰϲθήϲει· καὶ γὰρ ἡ φωνὴ
ἀόρατοϲ καὶ ἡ ὀϲμὴ καὶ τὰ ὅμοια. ἢ τὸ πεφυκὸϲ μὲν ὁρατὸν εἶναι, μὴ
ὁρώμενον δέ· ὅπερ ἐϲτὶ τὸ ἐν ϲτερήϲει, ὡϲ τὸ δυνάμει διαφανὲϲ, φωτὸϲ
μὴ παρόντοϲ. ἢ τὸ οὕτω λεγόμενον ἀόρατον, ὡϲ φαύλωϲ ὁρατόν· τοιοῦτον
δέ ἐϲτιν ἢ τὸ δι’ ὑπερβολὴν λαμπρότητοϲ φθαρτικὸν τῆϲ ὄψεωϲ ἢ τὸ
ἀμυδρότητα μὴ ποιοῦν εἰϲ τὴν αἴϲθηϲιν. ἀντιλαμβάνεται
τοίνυν τοῦ ἀοράτου ἡ ὄψιϲ, οὐ τοῦ μὴ πεφυκότοϲ ὁρᾶϲθαι· ταῦτα γὰρ,
ὅτι μὴ ὁρᾶται, ὁ λόγοϲ ἐϲτὶν ὁ κρίνων δι’ ὀργάνου τῆϲ αἰϲθήϲεωϲ, οὐ
μέντοιγε ἡ αἴϲθηϲιϲ· ἀλλὰ τοῦ κατὰ ϲτέρηϲιν ὁρατοῦ ἡ αἴϲθηϲίϲ ἐϲτιν
ἀντιληπτική. κρίνει γὰρ καὶ τὰ ἄλογα ταῖϲ ὄψεϲιν ὅτι
ἀνενέργητοί εἰϲι. διὸ κατὰ τὴν ἕξιν μόνην
θεωροῦνται. μὴ ἐνεργοῦϲαι δὲ, πῶϲ ἂν κρίνοιεν;
2846 Ἀόργητοϲ: ὁ μὴ ὀργιζόμενοϲ.
2847 Ἄορεϲ. αἱ γυναῖκεϲ.
2848 Ἀόριϲτοϲ γῆ: ἡ μὴ ἔχουϲα ὅρουϲ, μηδὲ ϲπειρομένη. ἡ γὰρ
ϲπειρομένη ὅρουϲ ἔχει, ἅτε οὖϲα μεμεριϲμένη, ἕωϲ οὗ
ἐϲτιν ἑκάϲτου τὸ δίκαιον τῆϲ διακρατήϲεωϲ.
2849 Ἄορνοϲ: πέτρα ἐν τῆ Ἰνδικῇ. Ἀρριανόϲ· μέγα γάρ τι χρῆμα
πέτρα.
2850 Ἀορτήν· λέγουϲιν οἱ πολλοὶ νῦν ἀβερτήν. Μακεδονικὸν δὲ
2851 Ἀορτήρ: ὁ λῶροϲ τῆϲ ϲπάθηϲ. καὶ Ἀορτήρεϲιν.
2852 Ἀοϲϲητήρ: ὁ βοηθόϲ.
2853 Ἀ ώρηϲιϲ: ἡ κρέμαϲιϲ.
2854 Ἀωρίαι: ἀντὶ τοῦ ἀκαίρωϲ καὶ παρὰ τὸν δέοντα καιρόν. ἄωρα
δὲ ἀωρία ἦν, ὁ μὲν ἐπὶ τὸν φόνον ὑπεθήγετο. καὶ Ἀωρὶ
τῶν
2855 Ἀωρόλειοϲ. ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λειαινόμενοϲ
2856 Ἄωρον: ἀπρεπὲϲ, ἀχαρὲϲ, ἄκαιρον. ἔνιοι δὲ ἀντὶ τοῦ ἀνοίκειον
2857 Ἀωρῶ. τὸ ἀλογῶ.
2858 Ἄωρτο: ἐκρέματο. ὄρω, ὄρϲω, ὦρκα, ὦρμαι, ὦρϲο, ὤρτο
καὶ ἄωρτο.
2859 Ἀωτεμεῖν: ὑφαίνειν.
2860 Ἄωτον: ἄνθοϲ, κόϲμοϲ, ϲτέφανοϲ. περιβόλαιον ἐξ ἁπαλῶν
2861 Ἄπαγε· γενικῇ. παῦϲαι, μὴ γένοιτο. ἢ Ἄπαγε, ἀντὶ τοῦ Harp. χρῶ
τῇ ἀπαγωγῇ. οὕτωϲ Δημοϲθένηϲ. καὶ παροιμία· Ἄ παγε
2862 Ἄ παγέ με εἰϲ τὰϲ λατομία ϲ: παροιμία ἐπὶ τῶν μὴ ὑποφερόντων τὰ
ἀνάξια. φαϲὶ γὰρ ὅτι Φιλόξενοϲ ὁ διθυραμβοποιὸϲ
Διονυϲίῳ τῷ τυράννῳ ϲυνῆν. ἕωλα δὲ αὐτοῦ ποιήματα ἀναγινώϲκοντοϲ οὐκ
ἐπῄνει. ἐφ’ οἷϲ ὀργιϲθεὶϲ ἐκέλευϲεν αὐτὸν βληθῆναι εἰϲ τὰϲ λατομίαϲ.
εἶτα πάλιν μετεκαλέϲατο αὐτὸν, ἐλπίζων ἐπαινέϲαι αὐτοῦ τὰ ποιήματα.
ὁ δὲ μὴ θέλων ἐπαινεῖν ἔλεγε τὸ προκείμενον.
2863 Ἄπ αγε μόθων’ ἀ πὸ κώπηϲ: παροιμία ἐπὶ τῶν ὀχληρῶν
καὶ παρὰ καιρὸν τοῖϲ ϲπουδάζουϲιν ἐνοχλούντων.
2864 Ἀ π άγεια: ἡ μήπω ϲυμπηγεῖϲα.
2865 Ἀ πάγειν, ἐφηγεῖϲθαι, γράφεϲθαι, δικάζεϲθαι. τούτων ἕκαϲτον ἐπὶ
τῶν ἑτέρωϲ κατηγορούντων λέγεται. ἀλλ’ ἐὰν μὲν πρὸϲ διαιτητὴν ἡ
διαδικαϲία γίνηται, καλεῖται δικάζεϲθαι. καὶ Ἀ π άγοντεϲ·
2866 Ἀπαγορεύει· δοτικῇ. ἀποτρέπεται, ἀρνεῖται. ἀπαγορεύουϲι
Πέτρε. ἢ Ἀπ ἀγορεύειν, ἀντὶ τοῦ
κάμνειν καὶ ἀδυνάτωϲ ἔχειν.
2867 Ἀ π α γορε ύ ω· δοτικῇ. ἐγὼ μὲν ἀπαγορεύω τῷ νόμῳ. ἀλλὰ μόναιϲ
2868 Ἀ πά γου: ἀντὶ τοῦ πρὸϲ αὐτὸν ἄπαγε. Εὐριπίδηϲ. καὶ
2869 Ἀπ α γωγάϲ: αἰχμαλωϲίαϲ, ἀδυνατίαϲ. καὶ Ἀπ αγωγή, μήνυϲιϲ
ἀπαγωγὴ δίκηϲ ἐϲτὶν εἶδοϲ· ὠνόμαϲται δὲ ἀπὸ τοῦ
ἀπάγειν. ἀπήγοντο Harp. δὲ οἱ κακοῦργοι πρὸϲ τοὺϲ ια′ .
2870 Ἀ παγχονίϲαι: πνίξαι. ἀγχονῶ δὲ καὶ λιμαγχονῶ.
2871 Ἀπ ᾴ δεῖ: ἀπαρέϲκει. καὶ Ἀπᾷδον, οὐ ϲυνᾶδον ἀπαρέϲκον.
μεγαλειότητοϲ. ἀντὶ τοῦ ἀναξίουϲ οὔϲαϲ, ἀπαρεϲκούϲαϲ.
καὶ, Στηϲίχοροϲ δὲ οὐκ ἀπᾴδει αὐτῶν.
2872 Ἀ π αθέϲτατα: ἐκτὸϲ πάθουϲ. εὐμενῆ δεῖ εἶναι· καὶ ἀνεκτικὸν τῶν
ἰδιωτῶν καὶ ἀθεώρητον οἰομένων· πρὸϲ πάνταϲ εὐάρμοϲτον, ὥϲτε
κολακείαϲ πάϲηϲ προϲηνεϲτέραν εἶναι τὴν ὁμιλίαν, προϲηνῆ καὶ
αἰδέϲιμον πᾶϲι· μηδὲ ἔμφαϲίν ποτε ὀργῆϲ παραϲχεῖν,
εὐϲτοργότατον καὶ εὐφημότατον ἀψοφητί.
2873 Ἀ παθ ῆ: ἄλυπον. ὁ δὲ Ἀντιφῶν ἀπαθῆ πληθυντικῶϲ, τὰ
2874 Ἀ ππ’ ἀκροφυϲίων λόγουϲ ἐνδεικνύναι: οἱονεὶ καινοὺϲ καὶ
νεοποιήτουϲ. Ἀριϲτοφάνηϲ· ῥήματά τε κομψὰ καὶ παίγνια ἐπιδεικνύναι
πάντα ἀπ’ ἀκροφυϲίων καὶ τῶν ἀπὸ κινναβευμάτων. λέγει γὰρ διὰ μὲν
τοῦ ἀπ’ ἀκροφυϲίων, καινῶϲ εἰργαϲμένα καὶ οἷον ἐκ πυρὸϲ, διὰ δὲ τοῦ
ἀπὸ κινναβευμάτων, οἷον καινῶϲ πεπλαϲμένα καὶ
διάθεϲιν
ἔχοντα. κίνναβοϲ γὰρ τὸ εἴδωλον, πρὸϲ ὃ οἱ πλάϲται καὶ οἱ ζωγράφοι
βλέποντεϲ διατίθενται πλάττοντεϲ καὶ γράφοντεϲ. κέχρηνται
πολλοί.
2875 Ἀ π άκτου· Σοφοκλῆϲ· ἀλλ’ ὡϲ τάχοϲ τὸν παῖδα τόνδ’ ἤδη δέχου, καὶ δῶμ’ ἀπάκτου.
2876 Ἀ πά λαμνοϲ: ἄπειροϲ.
2877 Ἀ παλλάξαϲ: ἀντὶ τοῦ πείϲαϲ ἀποϲτῆναι. Κρατῖνοϲ καὶ Δημοϲθένηϲ
καὶ ἄλλοι. Ἀπαλλάξαι. καὶ Ἀπα λλάξωμεν, ἀντὶ
2878 Ἀπ αλλάξειεν: μετακινήϲειεν. Ἀριϲτοφάνηϲ· πῶϲ καλῶϲ αὐτῶν Thuc.
ἀπαλλάξειεν ἂν μετόρχιον. καὶ Ἀ π αλλαξείον τεϲ, ἐπιθυμίαν
ἔχοντεϲ ἀπαλλαγῆναι.
2879 Ἀ π α λγήϲαν ταϲ: παρὰ Θουκυδίδη ἀντὶ τοῦ παυϲαμένουϲ ἀλγεῖν, ὥϲπερ τὸ ἀπολοφυράμενοι.
2880 Ἀ παλγο ῦντεϲ: ἀπογινώϲκοντεϲ. Πολύβιοϲ· οἱ δὲ Ἀκαρ
2881 Ἀ παλέξαϲθαι: ἀντιτάξαϲθαι. Σοφοκλῆϲ· οὐδὲν ϲθένομεν πρὸλ
ταῦτ’ ἀπαλέξαϲθαι ϲοῦ χωρὶϲ, ἄναξ. καὶ Ἀ παλεξῆϲαι,
κωλῦϲαι.
2882 Ἀ πάλλειϲ: ἀποπέμπειϲ.
2883 Ἀ παληθεύειν: τὸ τἀληθὲϲ ἐξευρίϲκειν. καὶ Ἀπαληθεύω,
πάντα ἐκκαλύπτοντι καὶ
ἀπαληθεύοντι. τούτου τὸ δολερὸν ἀναφαίνεται.
2884 Ἀπαλθήϲεϲθαι: θεραπευθήϲεϲθαι.
2885 Ἁ παλοὶ θερμολουϲίαιϲ, ἁβροὶ μαλθακευνίαιϲ. ἐπὶ
2886 Ἁπαλώτεροϲ τρ ύχνου· ζήτει ἐν τῷ τρύχνον.
2887 Ἀπαμβλύνει. ἐκκαθαίρει ϲκότουϲ καὶ ἀλλοιώϲεωϲ.
2888 Ἀ πά μεια: πόλιϲ.
2889 Ἀ παμείρεται: ἀποϲτερεῖ.
2890 Ἀ παμυνεῖ: ἀποτρέψει.
2891 Ἀ παμ φιέϲαν τεϲ: ἐκδύϲαντεϲ. καὶ Ἀπαμφιεῖ, ἀποκαλύψει.
2892 Ἅπ αν· οἱ μὲν Ἴωνεϲ ϲυϲτέλλουϲι καὶ ὁ Ποιητήϲ· τῶν δ’ ἅπαν
παράπαν ὁμοίωϲ, καὶ
ἅπαντα τὰ τοιαῦτα.
2893 Ἀ πανάϲταϲιϲ: ἀποικία, μετάϲταϲιϲ.
2894 Ἀ παναίνομαι: ἀρνοῦμαι.
2895 Ἀ πανιϲταμένουϲ· γενικῇ.
2896 Ἀ πανθήϲαντα: ξηρανθέντα. μακαριωτάτη ἐγὼ, ἥτιϲ μεμύρωμαι
τὴν κεφαλὴν μυρώμαϲιν ἀγαθοῖϲιν. ἐν τῇ κεφαλῇ γὰρ
ἐμμένει
2897 Ἅπανθ’ ὅμοια καὶ Ῥοδῶπιϲ ἡ καλή: ϲημαίνει, ὅτι ταῖϲ
τύχαιϲ ὁμοίωϲ ὑποπεπτώκαϲιν οἱ θνητοί. ζήτει περὶ τῆϲ Ῥοδώπιδοϲ ἐν
τῷ Ῥοδώπιδοϲ ἀνάθημα.
2898 Ἀπανθρακίζομεν: ἀντὶ τοῦ ἄνθρακαϲ ἐϲθίομεν. ἔϲτι δὲ εἶδοϲ ἰχθύων, ὃ παροπτῶντεϲ ἐϲθίουϲιν. ἢ ὀπτὰϲ ἐϲθίομεν, ἢ ἄνθρακαϲ ζωπυροῦμεν.
2899 Ἀπανθρωπία: ἡ κακία. ὅταν τιϲ μὴ κατὰ ἄνθρωπον ποιῇ, τοῦτο ἀπανθρωπία.
2900 Ἀπαντᾶν καὶ ϲυναντᾶν: λέγουϲιν ἑκατέρωϲ, τὸ παραγίνεϲθαι εἴϲ
τινα τόπον. καὶ Ἀ παντήϲαντοϲ, γενέϲθαι φθάϲαντοϲ.
τοῦ μὴ καθ’ ὥραν
ἀπαντήϲαντοϲ, τὸ τέλοϲ ὡρμήϲατο. καὶ
2901 Ἅπαντα γάρ τοι βρωτὰ π ολιορκουμένοιϲ: ἐπὶ τοῦ ἀναγκαίου ὁ λόγοϲ. οἱ γὰρ πολιορκούμενοι πολλάκιϲ καὶ ὧν οὐ δεῖ ἅπτονται.
2902 Ἅπαντα τόλμηϲ πλέα κἀναιϲχυντίαϲ: ἐπὶ τῶν ἰταμῶν καὶ ἀναιδῶν.
2903 Ἁπανταχοῦ.
2904 Ἀπαντῶ ἐπὶ κριτηρίου· ὑπαντῶ δὲ ἐπὶ τῆϲ ὀδοῦ.
2905 Ἅπαξ. ἐπεὶ δὲ ἅπαξ ἐκ τοῦ φορίου αὐτοὺϲ ἐκπεπτωκέναι
2906 Ἁ π αξά παντα. ἀπὸ μικροῦ ἕωϲ μεγάλου. καὶ τὰ χρήματα ἁπαξάπαντα
λόγῳ οὐδενὶ ληϊζόμενοϲ, τὴν δίκην ὀρθῶϲ καὶ δικαίωϲ
ὁ
δὲ Kαῖϲαρ νεμεϲᾷ καὶ ἀγανακτεῖ, ὅτι ἁπαξάπαντεϲ μὴ ἀνέϲτηϲαν.
2907 Ἅ ππ αξ ἐλάληϲεν ὁ θεόϲ. ἀντὶ τοῦ ἀποφαντικῶϲ ἢ παντελῶϲ.
ἐϲομένου. καὶ παροιμία· Ἅ
π αξ πυρρὸϲ καὶ μὴ δέκατον
2908 Ἅ παξ ἀλ ώ πηξ εἰϲ πάγην: ὁμοία τῇ· ἀλλ’ οὐκ αὖθιϲ ἀλώπηξ.
λείπει
2909 Ἀ π αξιῶν· αἰτιατικῇ. ἀνάξιον ἡγούμενοϲ. Ἀππιανόϲ· ὁ δὲ
δῆμοϲ τὸν Μάρκιον μετιόντα τὴν ὑπατείαν οὐκ
ἐχειροτόνηϲεν οὐ τὸν
2910 Ἀπ αξίωϲιϲ. Πολύβιοϲ· ὁ δὲ Φίλιπποϲ ἐδυϲχέραινεν ἐπὶ τῇ
2911 Ἀπάξω: ἐκεῖθεν ἄξω.
2912 Αππα παί: ϲυγκαταθετικὸν ἐπίρρημα. εἰρηκότοϲ γὰρ τοῦ Ἡρακλέουϲ·
2913 Ἀπαράβλητοϲ: ἀϲύγκριτοϲ, ἀνόμοιοϲ.
2914 Ἀπαραγγέλτωϲ. ἀκελεύϲτωϲ. Πολύβιοϲ· καὶ πανταχόθεν ἀπαραγγέλτωϲ ἠθροίζοντο.
2915 Ἀπαρα πόδιϲτα: ἀπλανῆ.
2916 Ἀπ αράκλητοι: αὐτόματοι. Θουκυδίδηϲ· τῶν αὐτονόμων Θρᾳκῶν ἀπαράκλητοι ἐφ’ ἁρπαγὴν ἠκολούθουν.
2917 Ἀπαράκλητοϲ: ἀϲύγκριτοϲ, ἀνόμοιοϲ.
2918 Ἀλπαράξειεν: ἀποϲπάϲειεν, ἀποχωρίϲειεν. ὡϲ εἰ τούτουϲ
2919 Ἀπαραποίητον: ἄπλαϲτον.
2920 Ἀπαράτιλτοϲ. ἀντὶ τοῦ δαϲὺϲ καὶ ἄκοϲμοϲ τὰϲ τρίχαϲ. ἓξ
ἐτῶν ἄλουτοϲ.
2921 Ἀπαργμά των ὡρίων καιρι ώτερον· φηϲὶν ὁ Θεολόγοϲ ἐν τῷ. χθὲϲ τῇ λαμπρ τῶν φωτῶν ἡμέρᾳ. ἀντὶ τοῦ ἐναγιϲμάτων, ἃ εἰϲ τοὺϲ τάφουϲ ἔβαλλον. τὸ δὲ καιριώτερον, ἀναγκαιότερον.
2922 Ἀπαραιτήτωϲ. ἀϲυγχωρήτωϲ. πάνταϲ δὲ τοὺϲ περιτυγχάνονταϲ
2923 Ἀπαριθμηϲόμενοϲ: ἀποδώϲων, καταβαλούμενοϲ. ὁ δὲ
2924 Ἄπαρνοϲ: ὁ ἀρνούμενοϲ καθόλου. καὶ Ἀπα ρνοῦμαι·
2925 Ἀπαροῦντα: ἀποχωρήϲοντα. οἱ δὲ Καρχηδόνιοι προϲεδόκων
2926 Ἀπάρϲεω ϲ: ἀναχωρήϲεωϲ. τῆϲ δὲ ἀλόγου ταύτηϲ ἀπάρϲεωϲ
2927 Ἀπαρτῆϲαι. τὸ κρεμάϲαι. Ἀπαρτίϲαι δὲ τὸ τελειῶϲαι.
2928 Ἀπαρτί. ἐπίρρημά ἐϲτιν ὡϲ ἀμογητί, παρὰ τὸ ἀπηρτιϲμένον καὶ
πλῆρεϲ. Ἡρόδοτοϲ· ἀπὸ τούτου εἰϲὶ ϲτάδιοι ο′ ἀπαρτί. καὶ Φερεκράτηϲ
ἐν Κραπατάλλοιϲ· φράϲον μοι ἀπαρτὶ δήπου
καὶ
Ἀριϲτοφάνηϲ Πλούτῳ· τοὺϲ δεξιοὺϲ καὶ τοὺϲ ϲώφροναϲ ἀπαρτὶ πλουτῆϲαι
ποιήϲω.
2929 Ἀπαρτίαν: ἀποϲκευὴν, τέλοϲ ἀπαρτιϲμοῦ. καὶ Ἀπ ἄρτι
2930 Ἀπαρυϲτέον: ἀφαιρετέον. ἀπὸ τοῦ ἀρύω.
2931 Ἀπ Ἀπάρχεϲθαι· γενικῇ. τὸ τοῖϲ ἀγύρταιϲ ἀργύριον ἐμβάλλειν.
2932 Ἃπαϲαν τὴν οὐϲίαν ἠμφίαϲται. ἐπὶ τῶν μηδ’ ὁτιοῦν
2933 Ἃ παϲ ἐχῖνοϲ τραχ ύϲ: ἐπὶ τῶν δυϲκόλων καὶ δυϲτρόπων.
Ἀπαϲκαρίζειν· Ἀριϲτοφάνηϲ Ταγηνιϲταῖϲ· ἀπαϲκαρίζειν ὡϲπερεὶ
2935 Ἀπ αϲτία: ἀτροφία. νηϲτεία· παρὰ τὸ πάϲαϲθαι. καὶ
2936 Ἀπα ταγί: ἄνευ ψόφου.
2937 Ἀ πατεῶνοϲ: ψεύϲτου.
2938 Ἀ πατηλόϲ: ἀπατητικόϲ.
2939 Ἀπατήϲει· αἰτιατικῇ. ἀντὶ τοῦ παραλογιεῖται. Τηλεκλείδηϲ.
2940 Ἀπατούρια: ἑορτὴ δημοτελήϲ. ἤγετο δὲ παρ’ Ἀθηναίοιϲ ἐπὶ
ἀπὸ τοῦ θύειν· ἔθυον δὲ Διὶ Φρατρίῳ
καὶ Ἀθηνᾷ· τὴν δὲ τρίτην Κουρεῶτιν, ἀπὸ τοῦ τοὺϲ κούρουϲ καὶ τὰϲ
κόραϲ ἐγγράφειν εἰϲ τὰϲ φρατρίαϲ. ἡ δὲ αἰτία· πόλεμοϲ ἦν Ἀθηναίοιϲ
πρὸϲ Βοιωτοὺϲ περὶ
δεύτερον ἥκοντα. ὁ δὲ ἐπεϲτράφη. ὁ δὲ
παίϲαϲ ἀποκτείνει αὐτόν. ἐκ δὲ τούτου ἡ τε ἑορτὴ Ἀπατούρια, καὶ
Διονύϲου Μελαναιγίδοϲ ἐδομήϲαντο. οἱ δέ φαϲιν, ὅτι τῶν πατέρων ὁμοῦ
ϲυνερχομένων διὰ τὰϲ τῶν παίδων ἐγγραφὰϲ οἷον ὁμοπατόρια λέγεϲθαι
τὴν ἑορτήν· ὁποίῳ τρόπῳ λέγομεν ἄλοχον τὴν ὁμόκοιτον καὶ ἄκοιτιν,
οὕτω καὶ
ὁμοπατόρια, Ἀπατόρια. καὶ Ἀριϲτοφάνηϲ· ἤρα
φαγεῖν ἀλλᾶνταϲ ἐξ Ἀπατουρίων.
2941 Ἀπαύγαϲμα, καὶ Ἀπαυγάζω, καὶ Ἀπαυγή, ἡ ἔκλαμψιϲ.
2942 Ἀπαυδ ῶ: ἀπαγορεύω, ἀπολέγομαι. Ἀριϲτοφάνηϲ· τούτοιϲ
2943 Ἀ παυθαδιάζονταϲ: μεγαλοφρονοῦνταϲ.
2944 Ἀπαυ θαδίζω· γενικῇ. Ἀ παυθα δίζω δὲ τὸ ἀποβάλλω, αἰτιατικῇ. ὡϲ τὸ, ἀπηυθαδίϲατο τὸν τοῦ Σωκράτουϲ νόμον.
2945 Ἀπαυθ ημερίζειν: αὐθημερὸν ἐπανέρχεϲθαι. Ξενοφῶν· ἐπεὶ δὲ τὰ
ἐπιτήδεια οὐκ ἦν λαμβάνειν ὥϲτε ἀπαυθημερίζειν ἐπὶ τὸ
ϲτράτευμα.
2946 Ἀπαυϲτί: ἀκαταπαύϲτωϲ.
2947 Ἀπαυτοματιϲθεῖϲα: οὐκ ἀφ’ ἑαυτῆϲ τελειωθεῖϲα.
2948 Ἀπαυτομολῆϲαι. ἀναχωρῆϲαι· φεύξαϲθαι. ἔφερον δὲ τὰ
ἀπηυτομολήκειϲαν γὰρ οἱ
πλεῖϲτοι.
2949 Ἀπαφίϲκω: ἀπατῶ.
2950 Ἀπ αυχενίζειν: ἀφηνιᾶν, ἀτακτεῖν, ἢ τὸν αὐχένα ϲυντρίβειν.
2951 Ἀπαχ θῆν αι: ἀπενεχθῆναι, ἀναιρεθῆναι.
2952 Ἀπ’ αἰγείρου θέα καὶ ἐπ’ αἴγειρον. ἡ ἀπὸ τῶν ἐϲχάτων.
αἴγειροϲ γὰρ ἐπάνω ἦν τοῦ θεάτρου, ἀφ’ ἧϲ οἱ μὴ ἔχοντεϲ τόπον
ἐθεώρουν.
2953 Ἀπ᾿ αἰγιλιποϲ πέτρηϲ. ἀπὸ ὑψηλῆϲ πέτραϲ. Hom.
2954 Ἀπ αίδευτοι: ἀνόητοι. ἄτακτοι. καὶ Ἀπαιδευτότεροϲ
ὡϲ
παραϲίτουϲ ἔχοντα καὶ διὰ τὸν Λαΐδοϲ ἔρωτα ἐν Κορίνθῳ διάγοντα.
κωμῳδεῖται δὲ καὶ ὡϲ ϲυώδηϲ ϲὺν τοῖϲ ἑταίροιϲ αὐτοῦ, οὓϲ κάπρουϲ
εἶπε· τὴν δὲ Λαΐδα Κίρκην, ἐπεὶ τοὺϲ ἐραϲτὰϲ ἐφαρμάκευθν.
2955 Ἀπ αιδία: ἡλικία ἐλάϲϲονι χρόνῳ τοῦ ϲυμπληροῦντοϲ τὸν
παῖδα. ἢ ἀγονία. καὶ Ἄ παιδοϲ ὁμοίωϲ τοῦ μὴ ἔχοντοϲ
παῖδα.
2956 Ἀπ αιδοτρίβητοι: ἀγύμναϲτοι· ἀπαίδευτοι.
2957 Ἀπαι θριάζει: ἀντὶ τοῦ εὐδίαν ἄγει. ϲυννεφεῖ δὲ ϲυναγει τὰ
2958 Ἀ παιν ύμενον: ἀφαιρούμενον.
2959 Ἀ π αιόλημα: ἀπάτημα.
2960 Ἀ παιωρο ύμεν ον: κρεμάμενον.
2961 Ἄ παιρε: ὃ οἱ πολλοὶ ἆρον λέγουϲιν. καὶ Ἀπαίρειν, ἀντὶ
2962 Ἀπαίϲιον. ἀπρεπέϲ. βλάϲφημον, ἀϲύμβολον. ἀϲινὲϲ ἢ
2963 Ἀ παιϲόϲ: ὄνομα πόλεωϲ.
2964 Ἀ παιτ οῦμαι· αἰτιατικῇ.
2965 Ἀ παιτητέα· καὶ Ἀ παιτητέον, ἀντὶ τοῦ δεῖ ἀπαιτεῖν.
2966 Ἀ παιτέων· ἀπαιτῶν. Φωκυλίδηϲ· χρήϲταϲ κακούϲ ἔμμεναι ἀνδρὸϲ
φεύγειν
2967 Ἀ πέβη: ἀπέθανε. καὶ Ἀπεβίω, ὁμοίωϲ.
2968 Ἀπέβλιϲεν: ἀφείλετο. ἡ μεταφορὰ ἀπὸ τῶν κηρίων ἢ ἀπὸ τῶν τὸ γάλα
ἀμελγόντων. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· λωποδύτηϲ παίει ῥοπάλῳ με τὸ νῶτον,
κἀγὼ πίπτω μέλλω τε βοᾶν· ὁ δ’ ἀπέβλιϲε
2969 Ἀπ έβριξεν: ἀφύπνωϲεν.
2970 Ἀπ εγέν ετο: ἀντὶ τοῦ ἀπέθανεν. οὕτωϲ Ἀντιφῶν καὶ Θουκυδίδηϲ.
2971 Ἀπεγνωκώϲ· γενικῇ. ἀντὶ τοῦ ἀποδοκιμάϲαϲ. Δημοϲθένηϲ. καὶ Ἀ πέγνωϲαν, τὸ ἐναντίον τῷ κατέγνωϲαν.
2972 Ἄ πεδα: τὰ ἰϲόπεδα. Κλείδημοϲ· καὶ ἠπέδιζον τὴν ἀκρόπολιν,
περιέβαλλον δὲ ἐννεάπυλον τὸ Πελαϲγικόν.
2973 Ἀπ έδει: ἐνέλειπεν. ὁ δὲ Φιλοποίμην ὁ Ἀρκὰϲ μέγεθοϲ μὲν δὴ καὶ ϲώματοϲ ῥώμην ἀπέδει Πελοποννηϲίων οὐδενόϲ, τὸ δὲ εἶδοϲ ἦν τοῦ προϲώπου κακόϲ.
2974 Ἀπ ἐδειλία. ἐδεδίει. Πολύβιοϲ· ὁ δὲ Περϲεὺϲ μίαν ἔχων
πρόληψιν ἤ νικᾶν ἢ θνήϲκειν (ἀντὶ τοῦ ἔννοιαν ) τότε οὐχ ὑπέμεινε
τῇ ψυχῇ, ἀλλ’ ἀπεδειλία, καθάπερ οἱ προόπται τῶν ἱππέων.
2975 Ἀ π έδειξεν: ἀντὶ τοῦ παρέδωκε. Ξενοφῶν.
2976 Ἀ πεδή δοκε: κατέφαγεν.
2977 Ἀπεδημηκότεϲ: ἀντὶ τοῦ ἀποδεδημηκότεϲ. Ἕρμιπποϲ Φορμοφόροιϲ.
2978 Ἀπεδοκίμαζεν. ἀτίμωϲ ὕβριζεν, ἐξεφαύλιζε. καὶ καθόλου EV τοὺϲ μὲν κοϲμίουϲ τοῖϲ ἤθεϲι καὶ τῶν ἰδίων βίων ἐπιμελουμένουϲ ἀπεδοκίμαζε, τοὺϲ δὲ πολυτελεῖϲ καὶ ζῶνταϲ ἐν μέθαιϲ καὶ κύβοιϲ ἐτίμα καὶ προῆγεν.
2979 Ἄπεδ ον: τὸ ἰϲόπεδον καὶ τὸ ὁμαλόν. Θουκυδίδηϲ. οἱ δὲ
2980 Ἀπέδοντο· γενικῇ.
2981 Ἀπ έδοξεν: ἀντὶ τοῦ πῶϲ οὐκ ἔδοξεν.
2982 Ἀ πέδοϲθε: ἀπημπολήϲατε. καὶ Ἀπ έδοτο, ἐκδέδωκε, παρέδωκεν.
2983 Ἀ πέδραν· καὶ τὸ πρῶτον πρόϲωπον ἀπέδραν. ἀντὶ τοῦ
2984 Ἀ πέ θανεν: ἀπῆλθεν ὅθεν ἦν. καὶ ζήτει ἐν τῷ ἀποθανεῖν.
2985 Ἀ π έ θριϲεν: ἀπέκειρεν, ἀπέκοψε. ϲὴν κεφαλὴν αἴλουροϲ
ἀπέθριϲεν, ἄλλα τε πάντα ἥρπαϲε, καὶ φθονερὴν οὐκ
ἐκόρεϲϲε γένυν.
2986 Ἀ πεκάθητο: ἐκαθέζετο. ὁ δὲ Σκιπίων ἀπεκάθητο πρόϲ τινι πυραμίδι θεωρῶν τούϲ αὐτομόλουϲ καὶ τὴν τούτων ἀπόνοιαν.
2987 Ἀ πεκάλει: ἀντὶ τοῦ ἐνεκάλει, μετεπέμπετο. Ξενοφῶν.
2988 Ἀπ εκαρτέρηϲεν: ἑαυτὸν διεχρήϲατο. ὁ δὲ Λυκοῦργοϲ ἐλθὼν
2989 Ἀπεκαύ θηϲαν· πολλοὶ δὲ ὑπὸ κρύουϲ ἀπεκαύθηϲαν χεῖραϲ
2990 Ἀ πεκαίνυτο: ἐνίκα.
2991 Ἀπ έκειντο: ἐταμιεύοντο. αἱ δὲ βάλανοι τῶν φοινίκων, οἵαϲ
2992 Ἀ πέκνιϲε ξύλον. ἀπέκοψεν.
2993 Ἀ πεκομίϲθη: ἀπηνέχθη.
2994 Ἀπεκόμπαϲεν· ἐν Ἐπιγράμμαϲι· βρόγχον τετριγυῖα λύραϲ
2995 Ἀπεκόπηϲαν: ἀντὶ τοῦ ἀνεβλήθηϲαν. Ξενοφῶν.
2996 Ἀπ εκορύφου. προφανῶϲ ἔλεγεν. Ἡρόδοτοϲ· Ἀρταφέρνηϲ, ὁ
2997 Ἀπεκράνιξε: τῆϲ κάραϲ ἀπεχώριϲεν, ἀπέκοψεν. ὁ δὲ ῥοπάλῳ γυρὸν ἀπεκράνιξε βοὸϲ κέραϲ.
2998 Ἀπεκρίθη: ἀφωρίϲθη.
2999 Ἀπεκτήτου: ἀκτενίϲτου. ἐν Ἐπιγράμμαϲι· οὐδὲ κομίζει χρυϲὸϲ ἀπεκτήτου ϲῆϲ τριχὸϲ ἀγλαΐην.
3000 Ἀπεκτάγκαϲι, καὶ Ἀπεκτόναϲι· μιϲοῦϲι μὲν, ὧ πάτερ, Θράϲωνα, ἀπεκτάγκαϲι δ’ οὔ.
3001 Ἀπέλα: ἀντὶ τοῦ ἀπέλαυνεν. ἀπέλαυϲε καὶ παραπέλαυϲεν.
3002 Ἀπελάκτιϲεν ὁ ἠγαπημένοϲ· ἀντὶ τοῦ ἀπεϲκίρτηϲεν.
3003 Ἀπελαύνομαι· γενικῇ, αἰτιατικῇ δέ· ὡϲ οἱ τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα τῶν ψυχῶν ἀπελάϲαντεϲ.
3004 Ἀπελλαῖοϲ: ὁ Δεκέμβριοϲ μήν. παρὰ Μακεδόϲιν.
3005 Ἀπέλεθρον: πολλὴν, ἀμέτρητον.
3006 Ἀπελεύθεροϲ: ὁ ἐλευθερωθείϲ.
3007 Ἀπεληλαμέννοϲ: ἀποφεύγων.
3008 Ἀπελλῆϲ, Κολοφώνιοϲ, θέϲει δὲ Ἐφέϲιοϲ, ζωγράφοϲ, μαθητὴϲ Παμφίλου τοῦ Ἀμφιπολίτου, πρότερον δὲ Ἐφόρου τοῦ Ἐφεϲίου, υἱὸϲ Πυθέου, ἀδελφὸϲ Κτηϲιόχου, καὶ αὐτοῦ ζωγράφου.
3009 Ἀπελλικῶν· καὶ τὴν Ἀπελλικῶντοϲ τοὐ Τηΐου καταλαβὼν ὁ Σύλλαϲ βιβλιοθήκην. ϲημαίνει δὲ ὄνομα κύριον.
3010 Ἀπελείπετο· ἀεὶ διὰ διφθόγγου. Ἀπέλιπε δὲ ἀντὶ τοῦ ἀπέλειψεν, ὡϲ μέλλοντα ϲημαῖνον, διὰ τοῦ ι. Ἀπέλειπε δὲ ἀντὶ τοῦ ἀπελίμπανε διὰ διφθόγγου ὡϲ παρῳχημένοϲ.
3011 Ἀπέλιπε· μεγίϲτην παρὰ τοῖϲ βαρβάροιϲ δικαιοϲύνηϲ ἀπέλιπε δόξαν.
3012 Ἀπέλθῃ: ἀντὶ τοῦ ἐπανέλθῃ. Θουκυδίδηϲ. Δημοϲθένηϲ δὲ ἀντὶ τοῦ ἀποδρᾶναι.
3013 Ἀπελογίζετο: ἀπηριθμεῖτο. ὁ δὲ εἰϲελθὼν ἀπελογίζετο
3014 Ἄπελοϲ: τὸ ἕλκοϲ· διὰ τὸ μὴ πελάζειν, ἀλλὰ διίϲταϲθαι.
3015 Ἀπελπίζω· αἰτιατικῇ.
3016 Ἀπελωβήθη: ἐφύβριϲτα εἴργαϲται· ἢ οὕτωϲ, ἐνυβρίϲθη καὶ
3017 Ἀπελυμαίνοντο: ἀπεκαθαίροντο.
3018 Ἀπέλυϲεν: ἐλυτρώϲατο. Πολύβιοϲ· ἢ καὶ τὸν Ἡρακλείδην
3019 Ἀπεμορξάμην: ἀπεψηϲάμην, ἐδάκρυϲα. ὥϲτ᾿ ἐγὼ μὲν ἠλέηϲα,
ἀπὸ τοῦ
παρακολουθοῦντοϲ. παρέπεται γὰρ τοῖϲ δακρύουϲιν ἀπομάττεϲθαι. ἢ
Ἀπεμόρξατο, ἐξωμοιώϲατο. ὑετὸν ἄρτι κόμηϲ
3020 Ἀπεμπολή. ἀπόϲταϲιϲ, ἡ μετὰ ἀπάτηϲ πρᾶϲιϲ καὶ ἐμπορία.
καὶ Ἀπεμπολήϲαϲ, πεπρακὼϲ, ἀποκτηϲάμενοϲ.
3021 Ἀπεμυθήϲω: ἀντὶ τοῦ ἀπελογήϲω. Στράττιϲ.
3022 Ἀπεμφαίνει: ἀπείρηκεν.
3023 Ἀπεναντίαϲ· γενικῇ.
3024 Ἀπενεγκάμενοϲ: κτηϲάμενοϲ.
3025 Ἀπενιαυτίϲαι: ἐνιαυτῷ φυγεῖν τὴν πατρίδα ἐπί τιϲιν ἀδικήμαϲιν.
3026 Ἀπέννινα: ὄρη.
3027 Ἀπεξεϲμένον: ἠκριβωμένον.
3028 Ἀπεώϲατο: ἀπετινάξατο. καὶ Ἀπεωϲμένον, καὶ Ἀπωϲμένον
3029 Ἀπέπαρδε· καὶ Ἀποπαρδεῖν. Ἐπράδειν δὲ, προτεταγμένου
3030 Ἀπεπίϲτευον: ἤλπιζον. οἱ γὰρ Ῥωμαῖοι πρὸϲ τοὺϲ ὑλώδειϲ
3031 Ἀπεπλίξατο· Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲιν· οὐκ ἂν ἐλαφρῶϲ ἀπεπλίξατο.
ἀντὶ τοῦ εὐχερῶϲ καὶ μετὰ ῥᾳϲτώνηϲ ἀπεϲείϲατο καὶ
ἀπέφυγε. πλὶξ γὰρ τὸ βῆμα· καὶ πλίγματα, τὰ πηδήματα. ἔνθεν καὶ τὸ
περιβάδην ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ. καὶ Ὅμηροϲ· αἱ δ’ εὖ
μὲν τρώχων, εὖ δὲ πλίϲϲοντο πόδεϲιν. ἔλεγον δὲ πλίξαν καὶ τὸ ἀπὸ τοῦ
ἀντίχειροϲ εἰϲ τὸν λιχανὸν δάκτυλον διάϲτημα. καὶ τὸ μεταξὺ τῶν
μηρῶν ὀϲτοῦν.
3032 Ἀπεπόνουν. τοῦ πόνου ἔληγον. ἀλλ’ ὅτε Ῥωμαῖοι ἀπεπόνουν ἐρεβοδιφοῦντεϲ τὰ ὑποχθόνια, ϲτρατοπεδεύουϲιν ἀμφὶ τὸ φρούριον τὸ Χλομάρων.
3033 Ἀπεπυδάριϲα (Ἀριϲτοφάνηϲ) μόθωνα περιεκόκκυϲα: ἀντὶ τοῦ
ἀπέπαρδον. μόθων δὲ εἶδὸϲ ὀρχήϲεωϲ φορτικῆϲ.
οὖν
κόρδακα ὠρχηϲάμην.
3034 Ἀπερράπιϲεν. ἀπεφίμωϲεν, ἐπεϲτόμιϲεν.
3035 Ἀπέρατον. ἄπειρον, μέγα, οὗ πέραϲ οὐκ ἔϲτιν. οἱ δὲ μετὰ τοῦ ν
γράφοντεϲ ἁμαρτάνουϲιν. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· τὸ χρῆμα τῶν νυκτῶν
ὅϲον ἀπέρατον. καὶ αὖθιϲ· ὁ δὲ Χοϲρόηϲ τὴν ἀπερᾶντον
3036 Ἀπεργαϲάμενοϲ. ἀντὶ τοῦ ἀποδοὺϲ, ἐξ ὧν εἰργάϲατο. οὕτωϲ
3037 Ἄπερρε. ἀντὶ τοῦ φθείρου, πορεύου μετὰ φθορᾶϲ. Ἀριϲτοφάνηϲ
3038 Ἀπερεύγομαι· αἰτιατικῇ.
3039 Ἀπερείδομαι τὸν πόκον. ἀντὶ τοῦ ἀποτίθημι, ἀκουμβίζω.
καὶ Ἀπερείϲαϲθαι, ἐκβαλεῖν, ἐκκενῶϲαι. ὥϲπερ εἰϲ
ἐκείνουϲ
3040 Ἀπερείϲια: ἄπειρα δῶρα. Ὅμηροϲ· ἀπερείϲι’ ἄποινα. καὶ
3041 Ἀπερίβλεπτον. ἀνυπονόητον.
3042 Ἀπερίγραπτον: ἀπεριόριϲτον. ὅτι τὸ ἀπερίγραπτον τριττόν·
γράπτοϲ· τὰ δὲ αἰϲθήϲει καταληπτὰ καὶ περιγραπτά. καὶ
Ἀπερίγραπτοι,
3043 Ἀπερικτύπητον: ἀτάραχον, ἀνενόχλητον.
3044 Ἀπεριλάλητον. ἤτοι οὐκ εἰδότα λαλεῖν ἢ οἷον οὐκ ἄν τιϲ
3045 Ἀπεριϲάλπιγκτοι. ἀπεριήχητοι, ἀκατήχητοι.
3046 Ἀπερίτροποϲ. ἀνεπίϲτροφοϲ. οὔτε γὰρ Ἀγαμεμνονίδηϲ παῖϲ
καὶ ἐπιμέλειαν ποιεῖται.
ἢ ἀνεπέλευϲτοϲ. ἔνθεν καὶ τὸ, περιτροπέων.
3047 Ἀπερρίφη. ἐξεβλήθη. γενικῇ. Ἀπορρίπτω δὲ αἰτιατικῇ
3048 Ἀπέρριψεν· ὁ δὲ ἐπιτηρήϲαϲ τῷ δοκεῖν ὑπὲρ τούτων ἀπέρριψε
καὶ θραϲύτερα.
3049 Ἀπεροῦντα. κωλύοντα, ἀποτρέποντα. ϲτέλλεται ἐκ βαϲιλέωϲ
3050 Ἀπέρρωγεν, οὐκ ἀπέρρηκται. καὶ Ἀπερρώγη, καὶ ϲὺν τῷ
3051 Ἀπερωεύϲ. κωλυτήϲ. Ὅμηροϲ· ἐμῶν μενέων ἀπερωεύϲ.
3052 Ἅπερϲύ. ἀντὶ τοῦ ὥϲπερ ϲύ.
3053 Ἀπερυθριάϲαι. ἀπαναιϲχυντῆϲαι. Ἀριϲτοφάνηϲ· κρεῖττον ἦν
τότ’ εὐθὺϲ ἀπερυθριάϲαι, ἤ χρήϲαντα μὴ ϲχεῖν πράγματα.
τὸ πράγματα οὐκ ἐπὶ κακοῦ χρῶνται. ὁ δὲ λόγοϲ εἴρηται ἐπὶ τῶν
δανειζόντων.
3054 Ἀπερύκοι: ἀπεκωλύθη.
3055 Ἀπέϲβη: ἐϲβέϲθη, ἢ ἐπαύϲατο, τέθνηκεν.
3056 Ἀπέϲβηκε· λέγουϲι τὸ ἀποϲβέϲαι οἵ τε ἄλλοι καὶ Πλάτων Πολιτικῷ.
3057 Ἀπ εϲείϲατο: ἀπέβαλεν.
3058 Ἀπεϲκέδαϲε. διεϲκόρπιϲεν.
3059 Ἀπεϲκευάζετο: τὴν ϲτολὴν ἀπετίθει. καὶ Ἀπεϲκευαϲά
3060 Ἀπεϲκληκώϲ. ἀναιϲθήτωϲ ἔχων, καὶ Ἀπεϲκληρυμμένωϲ, ἐξηραμμένωϲ.
3061 Ἀπεϲκοτωμένα: ἐϲκιαγραφημένα, κεχρωϲμένα. τὰϲ γὰρ χρίϲειϲ ϲκότη καλοῦϲιν ζωγράφοι. οὕτωϲ Ἀριϲτοφάνηϲ.
3062 Ἀπεϲκύθιζον: κυρίωϲ τὸ ἀποτεμεῖν τὸ ἐπὶ τῆϲ κεφαλῆϲ δέρμα ϲὺν θριξί, καταχρηϲτικῶϲ δὲ τὸ ἀποκεῖραι.
3063 Ἀπέϲομαι. ἀπέρχομαι, ἀναχωρῶ. παρὰ Ἀριϲτοφάνει ἐν Νεφέλαιϲ.
3064 Ἀπέϲπαϲε. μετὰ βίαϲ ἐξείλετο. οἱ δὲ Σπαρτιάται ἐκάθηντο
3065 Ἀπεϲπούδαζεν. ἠμέλει, κατεφρόνει. οὐδὲ τῶν Ἐπικούρου λόγων ἀπεϲπούδαζεν ὁ Ἀπολλώνιοϲ.
3066 Ἀπεϲτάτει. ἀπεῖχεν, ἀπεχωρίζετο. Εὐνάπιοϲ· καὶ γὰρ οὐκ
περὶ Λαΐου φηϲὶν Ἰοκάϲτη.
3067 Ἀπεϲταύρουν. ϲταυροῖϲ ἔφραττον. Θουκυδίδηϲ· λίθοιϲ δὲ καὶ
πλίνθοιϲ χρώμενοι καὶ κόπτοντεϲ δένδρα καὶ ὕλην ἀπεϲταύρουν
3068 Ἀ πέϲτηϲεν. ἐκώλυϲεν, ἐπέϲχε. Πολύβιοϲ· ἐκεῖνον γὰρ
πὔτε ϲκότοϲ οὕτε χειμῶνοϲ μέγεθοϲ ἀπέϲτηϲεν οὐδέποτε τῆϲ προθέϲεωϲ·
3069 Ἄπεϲτιν: ἀντὶ τοῦ ἀφέϲτηκεν· Ἀριϲτοφάνηϲ· ἄπεϲτιν ἐπὶ Θρᾴ
3070 Ἀπεϲτομάτιϲαν. ἀπεφθέγξαντο.
3071 Ἀπεϲτ ώ· ὥϲπερ Σαπφώ. παρὰ Καλλιμάχῳ ἡ ἀποδημία.
3072 Ἀπέϲτω. οἰχέϲθω, διωκέϲθω. ὕπνοϲ δ’ ἀπέϲτω γλυκύθυμο
3073 Ἀπεϲτυφέλιξεν: ἐκίνηϲεν, ἔϲειϲεν.
30/> Ἀπέϲϲυτο. ἐξέλιπε. ϲεύω τὸ ὁρμῶ, καὶ ϲύω, ἀφ’ οὗ τὸ ϲῦμι, ἔνθεν τὸ ἔϲϲυτο καὶ ἀπέϲϲυτο, καὶ ἀπόϲϲυτοϲ.
3075 Ἀπεϲφακέλιϲεν. οἱ μὲν γραμματικοὶ ἐϲάπη, ἀπεϲφενδόνηϲε. ϲημαίνει δὲ καὶ τὸ ἀπεκάκηϲεν· ἔτι τὸ ἐξαίφνηϲ ἀπέθανεν. ὁ δὲ Ἀριϲτοφάνηϲ ἀντὶ τοῦ ἀπεϲπάϲθη.
3076 Ἀπέϲφηλεν: ἀποτυχεῖν ἐποίηϲεν.
3077 Ἀπέϲχαζε· Πλἀτων Πρέϲβεϲι. καὶ ϲχᾶν, τὸ ϲχάζειν.
3078 Ἀπεϲχεδιάζετο: ἡτοιμάζετο.
3079 Ἀπεϲχοίνιϲεν. ἀπεχώριϲεν. καὶ Ἀπεϲχοινιϲμένοϲ,
ἀποκεκλειμένοϲ.
3080 Ἀπετάφρευον· Μένανδροϲ· οἱ Ῥωμαῖοι τὰρ οὐκ ἀπετάφρευον τὸ
πρότερον οὐτε μὴν ἐν ἐπιϲτήμῃ πάμπαν τὸ τοιόνδε εἶχον πρότερον, ἢ
Μαυρίκιον τὸν Παύλου ἡγήϲαϲθαι τοῦ ἕῴου πολέμου. ἐπειδὴ δὲ, ὅτε τὴν
ϲτρατηγίαν εἶχεν, ἡγεμονεύουϲαν αὐτῷ τῆϲ ἐπὶ τὴν βαϲιλείαν
ἀτραποῦ, τὸ τοιόνδε ῥᾳθυμίᾳ παροφθὲν ἐϲ τὸ δέον
ἐπανήγαγε. Ῥωμαίοιϲ γὰρ μὴ βουλομένοιϲ ἦν τὸ χρῆμα καὶ εἰϲ λήθην
κατώλιϲθε. πόνοϲ γὰρ ὄκνῳ πολέμιοϲ.
3081 Ἀπετέμετο: περιέκοψε, διεχώριϲε. κατανύϲαϲ ἐπὶ τὸν ἰϲθμὸν τῶν Σινωπέων ἀπετέμετο τοὺϲ ἐν τῇ χώρᾴ πάνταϲ.
3082 Ἀπετείχιζον. ἀπεχώριζον, ἀπεκώλυον.
3083 Ἀπετιμήϲατο. ἀντὶ τοῦ ἀποτίμημα ἔλαβεν. οὕτωϲ Δημοϲθένηϲ. καὶ Ἀποτίμηϲιϲ, τὸ ἀποτίμημα.
3084 Ἀπετίννυον: ἀπεδίδουν.
3085 Ἀπέτιϲεν: ἀπέδωκεν. μοϲχείῳ δ’ ἀπέτιϲεν ὁ θὴρ ἀνθ’ αἵματοϲ
3086 Ἀπέτηλον· ἐν Ἐπιγράμμαϲι· καὶ ταύτην ἀπέτηλον ἁλινήκτειραν ἐλαίην.
3087 Ἀπετμήθη: ἀπεκόπη.
3088 Ἀλπετρίψαντο. ἀπελογήϲαντο. οἱ δὲ πρὸϲ ἕκαϲτον τῶν ἐγκαλουμένων
3089 Ἀπετρύετο καὶ παρὰ τὰϲ τῶν δείπνων παραϲκευὰϲ τὸ πολὺ
τῶν δημοϲίων ἀπετρύετο. κατεδαπανᾶτο. καὶ αὖθιϲ· εἰ
τοῦτον
2090 Ἀπεοικόϲ. ἀπρεπέϲ.
3091 Ἀπευήκαϲιν: ἀπεξηραμέναι εἰϲίν.
3092 Ἀπευθέεϲ: ἄπειροι, ἀπαίδευτοι. καὶ Ἀπευθήϲ, ἄφημοϲ.
3093 Ἀπευθύνει: κολάζει. καὶ Ἀπευθύνοντα, τιμωρίαν ἀπαιτοῦντα.
3094 Ἀπεύτομαι· αἰτιατικῇ.
3095 Ἀπευκταῖον, καὶ εὐκταῖον διὰ διφθόγγου. Ἀπευκτὸν
3096 Ἀπέφηϲεν. ἀντὶ τοῦ ἀντεῖπε. Μένανδροϲ.
3097 Ἀπέφθου χρυϲίου. τουτέϲτι τοῦ πολλάκιϲ ἑψηθέντοϲ, ὥϲτε
3098 Ἀπεφλαύριζεν. ἐκάκιζεν. ὁ δὲ τούτοιϲ ἀντέπραττε καὶ ἀπεφλαύριζε
τὰ λεγόμενα. καὶ αὖθιϲ· περιεφρόνηϲε δὲ ὅμωϲ αὐτὸν
καὶ ἀπεφλαύριζεν.
3099 Ἀπέφρηϲαν. ἀφεῖϲαν.
3100 Ἀπεφρύγοντο· οἱ δὲ ὑφ’ ἡδονῆϲ ἀπεφρύγοντο πρόϲ τε τὸ
3101 Ἀπεχειρίϲθη. τὴν χεῖρα ἀφῃρέθη. ὃϲ μετὰ πολλὰϲ αἰκίαϲ
3102 Ἀπεχθάνομαί ϲοι. καὶ Ἀπεχθάνοντο, ἐμιϲοῦντο. καὶ
3103 Ἀπέχθεια: μῖϲοϲ. καὶ Ἀπεχθήϲ, ἐχθρὸϲ, μιϲητόϲ. καὶ
μιϲήϲω.
3104 Ἀπ’ ἐχθρῶν πολλὰ μανθάνουϲιν οἱ ϲοφοί. ἡ γὰρ εὐλάβεια ϲῴζει
πάντα. παρὰ μὲν οὖν φίλου οὐ μάθοιϲ ἂν τοῦθ’, ὁ δ’ ἐχθρὸϲ αὐτὸϲ
ἐξηνάγκαϲε. καὶ Μένανδροϲ· οὐχ ὅθεν ἀπολόμεϲθα ϲωθείημεν ἄν; παρὰ
τῶν ἐχθρῶν. φοβούμενοι γὰρ τοὺϲ ἐχθροὺϲ ὠφελούμεθα
παρ’
αὐτῶν· ἔκ τε τῶν ἐχθρῶν πολλὰ χρήϲιμα διδαϲκόμεθα πρὸϲ φυλακὴν καὶ
πρόνοιαν. αὐτίχ’ αἱ πόλειϲ παρ’ ἀνδρῶν ἔμαθον ἐχθρῶν κοὐ φίλων
ἐκπονεῖν θ’ ὑψηλὰ τείχη ναῦϲ τε κεκτῆϲθαι μακράϲ. τὸ δὲ μάθημα τοῦτο
ϲῴζει παῖδαϲ, οἷκον, χρήματα.
3105 Ἀπέχω· αἰτιατικῇ. ἀντὶ τοῦ ἀπέλαβον. ὡϲ ἀπέχομέν γε τὴν χάριν,
εἰ δή τιϲ ὀφείλεται καὶ νεωτέρῳ παρὰ ἀδελφοῦ πρεϲβυτέρου
3106 Ἀπεχώρηϲεν ὁ δὲ παρὰ Μάννον ἀπεχώρηϲε δεξιάϲ τε παραβὰϲ, ἅϲ
βαϲιλεῖ
ἔδωκε, καὶ ὅρκουϲ πατήϲαϲ, οὓϲ ὤμοϲεν.
3107 Ἀπεχρᾶτο. Ἡρόδοτοϲ μὲν ἀντὶ τοῦ ἀρκεῖν ἡγεῖτο. Θουκυδίδηϲ δὲ ἀπεχρῶντο ἀντὶ τοῦ ἀνήρουν.
3108 Ἀπέχρη. ἤρκει.
3109 Ἀπεχρήϲατο· αἰτιατικῇ. ἀπέκτεινε. καὶ Ἀπεχρήϲαντο,
διεχρήϲαντο, ἀπέκτειναν. Λημνίαιϲ Ἀριϲτοφάνηϲ· τοὺϲ ἄνδραϲ
ἀπεχρήϲαντο τοὺϲ παιδοϲπόρουϲ. Ἀπέχρηϲε δὲ ἐχρηϲμοδότηϲε. καὶ
3110 Ἀπεψηϲάμην: κατεμαξάμην. ἀποψᾶν γὰρ λέγουϲι τὸ ἐκμάϲϲειν.
καὶ Ἀπέψηϲαν, ἀπετίναξαν. εἰ δέ που πέϲοιεν εἰϲ τὸν ὦμον
ἐν μάχῃ τινὶ, τοῦτ’ ἀπεψήϲαντ’ ἄν. τοῦτο ψευδόπτωμα λέγεται,
3111 Ἀπψηφίϲαε το: τουτέϲτι κατεδίκαϲεν. ἡ δὲ βουλὴ τὴν διάγνωϲιν
αὐτοῦ οὐκ ἐπελθόντοϲ
ἀλλ’ ἀμυνομένου τὸ μίαϲμα γέγονε. καὶ αὖθιϲ· τῶν δὲ ϲτρατηγῶν δύο
μὲν ἔφυγον πρὸ κρίϲεωϲ, Κόνωνοϲ δὲ
εἰϲ τὴν πολιτείαν· καὶ
οὗτοι ἐλέγοντο ἀπεψηφιϲμένοι, ἐπειδὴ ψήφου περὶ αὐτοῖϲ ἐπαχθείϲηϲ
οὐκέτι μετεῖχον τῆϲ πολιτείαϲ. Ὑπερίδηϲ ἐν τῷ πρὸϲ Ἀριϲτογείτονα·
ὅπωϲ πρῶτον μὲν μυριάδαϲ πλείουϲ ἢ ιε, τοὺϲ ἐκ τῶν ἔργων τῶν
ἀργυρείων καὶ τοὺϲ κατὰ τὴν ἄλλην χώραν· ἔπειτα τοὺϲ ὀφείλονταϲ τῷ
δημοϲίῳ καὶ τοὺϲ ἀτίμουϲ καὶ
τοὺϲ ἀπεψηφιϲμένουϲ καὶ
τοὸϲ ἀποίκουϲ.
3112 Ἀπέψον: τὸ ἔψιον, διὰ τοῦ ο μικροῦ. Ἀπέψων δὲ τὸ
3113 Ἀπεψωλημένοι· Ἀριϲτοφάνηϲ Πλούτῳ ἀπεψωλημένοι· ἀκρατιεῖϲθε.
3114 Ἄπει. ἀντὶ τοῦ ἀπελεύϲῃ. Σοφοκλῆϲ.
3115 Ἀπεῖδεν· ὁ δὲ ϲτρατηγὸϲ, ἐπεὶ ἀπεῖδεν εἰϲ αὐτὸν ὀργῇ διακεκαυμένοϲ, θανάτῳ τὸν Γέτην ἐκόλαϲεν. ἀντὶ τοῦ μετὰ δριμύτητοϲ ἐθεάϲατο.
3116 Ἀπειθεῖν· δοτικῇ ἀπιϲτεῖν. καὶ Ἀπειθὴϲ οὐ μόνον ἐπὶ
Ῥωμαῖοι, ἔνθα ἂν τοῖϲ ἐχθροῖϲ
ἐνέτυχον, ἐνταῦθα δήπου καὶ ἠγωνίζοντο, εἴτε εἶεν ἀπειθεῖϲ οἱ τόποι
καὶ τραχεῖϲ, εἴτε καὶ εὐφυεῖϲ δέξαϲθαι ὁπλίταϲ καὶ εὐήλατοι.
3117 Ἀπειθῶ· δοτικῇ. διὰ δίφθογγον. Ἀ πιθῶ δὲ περιϲπωμένωϲ, ὡϲ τό
3118 Ἀπεικάζω· δοτικῇ.
3119 Ἀπείκαϲμα. ὁμοίωμα.
3120 Ἀπεικόϲ. ἄτοπον, ἀπρεπέϲ. Ἀπεικότωϲ δέ.
3121 Ἀπειλή: ἡ ὀργή.
3122 Ἀπειλημμένοϲ. κεκρατημένοϲ.
3123 Ἀπειλητῆρεϲ. καυχηϲταί. καὶ Ἀπειλῶν· δοτικῇ καυχώμενοϲ.
3124 Ἀπείπατο. ἀπηρνήϲατο. ὁ δὲ τὴν πατρίδα ἀπείπατο καὶ
3125 Ἀπειτών: ἐντειλάμενοϲ. ἀπειπὼν μηδενὶ φράζειν τὸ γεγονόϲ.
3126 Ἀπειπών. ἀπαρνηϲάμενοϲ, παραιτηϲάμενοϲ. οὐκ ἂν ἔφηϲεν
ἅψαϲθαι τροφῆϲ, εἰ μὴ τὸν φόνον τὸν βαρβαρικὸν
ἱϲτορήϲειεν. ὁ δὲ ἀπειπὼν τὴν εὐωχίαν ϲυνηπείγετο πρὸϲ τὴν θέαν.
3127 Ἀπείραϲτον.
3128 Ἀπείρατον: ἀδοκίμαϲτον. οὐκ ἀπείρατον αὐτῷ ἔδοξεν ἐκλιπεῖν, εἴ
πη Ὀϲρόηϲ γνωϲιμαχήϲαϲ ἀποδύϲεται τοῖϲ ἐκ Ῥωμαίων τε
3129 Ἀπειργάϲθαι. ἀντὶ τοῦ ἀποδεδεῖχθαι. Ξενοφῶν.
3130 Ἀ πειραίη. ἡ ἄποθεν παροῦϲα, ἠπειρωτική.
3131 Ἀπειρέϲια: ἄπειρα τῷ πλήθει.
3132 Ἀ ππείρηκα· δοτικῇ. κέκμηκα. ὁ δὲ ἀμφὶ τὴν ἐϲχάτην πορείαν
τοῦ βίου ὢν ἐγεγηράκει καὶ ἀπειρηκέναι τοῖϲ πόνοιϲ
ἐδόκει.
3133 Ἀ πείρητοϲ. ὁ ἀπείραϲτοϲ, ὁ ἄπειροϲ. Ἀπείριτοϲ δὲ ἡ
3134 Ἀπεῖρξεν: ἐκώλυϲεν.
3135 Ἀπειροκαλία. ἀμετρία τοῦ καλοῦ. οἱ δὲ Ῥωμαῖοι ἤδη
ἐξἐτεινε δυνάμειϲ ἀνὰ τὴν ἐκείνου Λιβύην. καὶ αὖθιϲ·
ἀλλ’ εἰ μὴ λίαν ἀπειρόκαλοϲ, ὡϲ διαβεβοημένα ἐπιδιηγούμενοϲ.
3136 Ἄπειροϲ. ὁ ἀμαθήϲ. ἢ ὁ ἀθαλάττωτοϲ, ἀϲαλαμίνιοϲ.
Ἀλριϲτοφάνηϲ.
3137 Ἄπειροι γῦπεϲ. ἐπὶ τῶν διὰ κληρονομίαν ἢ διὰ κέρδοϲ προϲεδρευόντων τινί· παρόϲον οἱ γῦπεϲ τοῖϲ θνηϲιμαίοιϲ παρεδρεύουϲιν.
3138 Ἄπειϲιν: ἀπέρχεται.
3139 Ἀπείϲομαι. ἀντὶ τοῦ ἄπειμι.
3140 Ἀπεῖχε. πόρρω ἦν. ὅϲον δὴ ἀπεῖχε τοῦ ἐκπεπλῆχθαι βαϲιλέα
3141 Ἀπἠγγέλη: ἐμηνύθη.
3142 Ἀππῆγεν: ἐκώλυεν, ἀπέτρεπεν. Δαμάϲκιοϲ· ὁ δὲ Σαλούϲτιοϲ ἀπῆγε
τοὺϲ νέουϲ τῆϲ φιλοϲοφίαϲ, δυοῖν τὰ ἕτερα πεπονθώϲ, ἡ πρὸϲκρούϲων
τοῖϲ καθηγουμένοιϲ, ἔχθρᾳ τῇ πρὸϲ ἐκείνουϲ
ἐπιβουλεύων ταῖϲ φιλοϲόφοιϲ διατριβαῖϲ, ἢ τὸ μέγεθοϲ τοῦ
ἐπιτηδεύματοϲ ἐκλογιζό- μενοϲ, οἴεϲθαι πάνταϲ ἀνθρώπουϲ ἀναξίουϲ
εἶναι αὐτοῦ.
3143 Ἀπηγμένουϲ: ἀπαγομένουϲ.
3144 Ἀπήγξατο: βρόχον ἧψεν.
3145 Ἀπηγόρευον. ἀπέκαμνον, ἐταλαιπώρουν. ἡνίκα γὰρ ἀπηγόρευον
3146 Ἀπηγορήϲομαι: ἀντὶ τοῦ ἀπολογήϲομαι.
3147 Ἀπήεϲαν. ἀπήρχοντο. καὶ Ἀπῄει, ἀπήρχετο, ἀνεχώρει. εἴω, τὸ
πορεύομαι, διαλύϲει ἐΐω, ἤϊον, ἤϊεϲ, ἤϊκα, ἤϊα, ἠΐειν, καὶ ἐν
ϲυνθέϲει ἀπηΐειν, καὶ ἐν ϲυναιρέϲει ἀπῄειν.
3148 Ἀππῆκτο: ἀπῆλθε. καὶ Ἀπηκτόϲ, ὁ πορευόμενοϲ.
3149 Ἀπηλλάγηϲαν: ἐτελεύτηϲαν. ἢ τινοϲ ἐϲτερήθηϲαν.
3150 Ἀππήλαυϲε. μετέϲχεν. οὕτε Κλέων οὔτε Βραϲίδαϲ, ὁ τῆϲ
3151 Ἀ π ήλγηϲαν· ὁ δὲ δῆμοϲ ἅπαϲ ἀπήλγηϲαν τὸ πάθοϲ εὐθύϲ καὶ ξὺν οἰμωγῇ ἀνέκραγον οὐράνιον ὅϲον. ἀντὶ τοῦ ᾠκτίϲαντο.
3152 Ἀπηλεγήϲ: ὁ ἀπότομοϲ. καὶ Ἀπηλεγέωϲ, ϲκληρῶϲ.
3153 Ἀπηλιανόϲ. ὄνομα κύριον.
3154 Ἀπηλιαϲτήϲ. μιϲόδικοϲ. παρὰ Ἀριϲτοφάνει.
3155 Ἀπηλιώτηϲ. ὁ ἄνεμοϲ. ἐν τῷ η. καὶ ἀντήλιοϲ καὶ πάντα
τὰ ὅμοια ψιλῶϲ. καὶ ἡ ἔπηλίϲ ἐϲτι παρὰ Ποϲειδίππῳ.
3156 Ἀππηλοημένοϲ: ὁ ἀπὸ τῆϲ ἅλω ϲυγκεκομιϲμένοϲ μετὰ τὸ
3157 Ἀπηλοίηϲεν. ἀπέκοψεν· Ἀππηλοίηϲεν. δὲ ἀλλοῖον ἐποίηϲεν.
3158 Ἀπήμαντον. ἀβλαβέϲ.
3159 Ἀπήμαρτεν: ἀπέτυχεν.
3160 Ἀπημείφθη: ἀντὶ τοῦ ἀπεκρίνατο.
3161 Ἀπήμονα. ἀβλαβῆ. Ὅμηροϲ· τοὺϲ δ’ εὗρ’ οὐκέτι πάμπαν
μὲν μὴ ἀπήμοναϲ, τοὺϲ τετρωμένουϲ, τοὺϲ δὲ μὴ
ἀνολέθρουϲ, τοὺϲ ἀνῃρημένουϲ. πῆμα δὲ ἡ βλάβη, παρὰ τὸ πήθω τὸ
πανθάνω. τὰ
ϲτόμα,
χρυϲόϲτομοϲ· ἢ τρέπουϲι τὸ τέλοϲ εἰϲ ων, ὡϲ τὸ εἷμα, λευχείμων, καὶ
πῆμα, ἀπήμων.
3162 Ἀπηνέμουϲ: μὴ ἔχονταϲ ἀνέμουϲ.
3163 Ἀπηνεώθη. ὠμὸϲ ἐγεγόνει.
3164 Ἀπηνἐϲτερον: ἀποτομώτερον. οὐκ ἔϲτιν ἀπηνὲϲ οὐδὲ μὴν
ϲφαλερὸν ἐφ’ ἑαυτοῦ τὸ πήδημα. καὶ ἔδραϲεν ὅπερ
εἶπεν.
3165 Ἀπήνεια: ἡ ἀπανθρωπία.
3166 Ἀπήνη: ἡ ἄμαξα.
3167 Ἀπήνη· χωρὶϲ γὰρ τοῦ περὶ τὸ ϲῶμα καὶ τὴν ἀπήνην κόϲμου καὶ τὰ
κατὰ τὰϲ ἐπιφανεῖϲ ἐξόδουϲ Αἰμιλία, τῇ τοῦ Σκιπίωνοϲ γαμετῇ.
3168 Ἀπηνήνατο: ἀπηρνήϲατο. παρφτήϲατο. οὐκ θέληϲεν.
3169 Ἀπηνθηκώϲ· τῶν Ἐλλήνων ἀπηνθηκότων, τὰ τῶν Χριϲτιανῶν προέκοπτεν.
3170 Ἀπηνήϲ: ὁ ϲκληρόϲ. λέγεται δὲ καὶ ὁ ἄποθεν τοῦ αἰνεῖϲθαι.
3171 Ἀπηνθράκιζεν: ὤπτα. τὰ γὰρ ἐξ ἀνθράκων γινόμενα, καλὰ
γίνεται. Ἀριϲτοφάνηϲ· βοῦν ἀπηνθράκιζ’ ὅλον.
3172 Ἀπήντα, καὶ Ἄπήντηκα, πέφθακα. καὶ Ἄιπήντηϲεν, ἐτελέϲθη,
ἐξέβην. πάντα αὐτῷ κατὰ τὰϲ προφητείαϲ ἀπήντηϲεν. ἀντὶ τοῦ ἐγένετο.
ὁ δὲ Θεολόγοϲ, ὅτε λέγει· εἰ δὲ τοϲοῦτον ἀπήντηκα τοῦ καιροῦ
δεύτεροϲ καὶ μετὰ τοϲούτουϲ ἐπαινέταϲ· ἀντὶ τοῦ
3173 Ἀπῇξεν. ἐφώρμηϲεν.
3174 Ἀπηξιωμένων: ἀτίμων, ἀναξίων. Τιγράνηϲ ὄνομα τῶν οὐκ
ἀπηξιωμένων μ΄ παρθένων, εὐνοῦχοϲ δέ. καὶ Ἀπαξιώϲαϲ, ἀντὶ
πρὸϲ ἀλκὴν τραπέϲθαι πρὸϲ πάντων τῶν
μεταϲχόντων τῆϲ βουλῆϲ ἀπηξιοῦτο.
3175 Ἄπηρα: τὰ ἀβλαβῆ.
3176 Ἀπήρραξεν: ἀπέκοψεν.
3177 Ἄπ ῆρεν: ὕψωϲεν.
3178 Ἀπηρείϲατο. ἠκούμβιϲεν. ἀπετινάξατο, ἔπηξεν, ἀπέθετο.
3179 Ἀπηρκότοϲ. ἀναχωρήϲαντοϲ. ἄρτι δὲ ἀπηρκότοϲ τοῦ Σοραίχου.
3180 Ἄπηροϲ: ὁ μὴ ἔχων μαρϲίπιον.
3181 Ἀππήροϲεν: ἀπηροτρίαϲεν.
3182 Ἀπήρτα: ἐκώλυε, διατριβὴν παρεῖχεν. Ἀρριανόϲ· ὁ δὲ ναυτικὸϲ
ϲτρατὸϲ. ἵνα περ μὴ ἄκρα ἐπὶ πολὺ ἀνέχουϲα τοῦ ποταμοῦ ἀπήρτα
3183 Ἀπηρτημέναϲ. ἀπαιωρημέναϲ.
3184 Ἀπήρυκεν. ἀπεκώλυεν. ὁ δὲ μόνοϲ ὑφίϲτατο καὶ ἀπήρυκε τὸ
3185 Ἀπήϲτραψεν: ἀπέλαμψεν.
3186 Ἀπῄτει: ἐζήτει.
3187 Ἀπηύρα. ἀφείλετο. ἀπέλαυϲεν.
3188 Ἀπηυτομληϲεν. προϲπέφευγε τοῖϲ ἐναντίοιϲ.
3189 Ἀπηχέϲ: κυρίωϲ τὸ ϲκληρόν. ψευδὲϲ, δύϲφορον, ἀηδὲϲ, ἐχθρόν.
τῶν βάρβαρον ἢ ϲόλοικόν τι ἢ ἀπηχὲϲ προενεγκαμένων.
καινότατον δὴ περιμένων καὶ ἀπηχῆ θάνατον.
3190 Ἀπήχεια: ἀντὶ τοῦ ἀπέχθεια. οὕτωϲ Λυϲίαϲ καὶ Δείναρχοϲ.
3191 Ἀπηχημένον. ἀπόβλητον, ξένον τοῦ κατὰ πάντων ἥχου.
3192 Ἀπήχθετο: ἐμιϲεῖτο.
3193 Ἀππήχθη. ἀπεκομίϲθη, ἢ παρετράπη. ὁ δὲ Ἀπολλώνιοϲ τὴν
3194 Ἄπια: εἰδοϲ ὀπώραϲ. Ἀπίουϲ εἴρηκε Πλάτων ἐν Νόμοιϲ.
3195 Ἄπιον οὐδέτερον, Ἄπιοϲ δὲ θηλυκόν.
3196 Ἄπιϲ κρατῶν τιϲ ἀϲτοχεῖ τῶν ἐλπίδων.
3197 Ἄπια: εἶδὸϲ ὀπώραϲ. καὶ ζήτει ἐν τῷ Ἀντιφάνηϲ. ἑτέρωθι γράφεται, ὅτι ἄπια ἡ ὀπώρα· ἡ ἄπιοϲ δὲ καὶ ἄπιοι, τὰ δένδρα.
3198 Ἀππιανόϲ. ὄνομα κύριον. οὗτοϲ ὁ Ἀππιανὸϲ ἔγραψε Ῥωμαϊκὴν
ἱϲτορίαν, τὴν καλουμένην Βαϲιλικὴν. καὶ αἰ μὲν γ' βίβλοι Ἀππιανοῦ αἱ
πρῶται περιλαμβάνουϲιν ὅϲα Ῥωμαίοιϲ ἀγωνιζομένοιϲ ἐϲ Ἰταλιώταϲ ἔτι
περὶ ἀρχῆϲ καὶ
ἡγεμονίαϲ ἐπράχθη. ὅϲα δ’ ἀμφὶ τὴν
Ἰταλίαν ἄλλα Κελτοί τε καὶ Λίβυεϲ ἔδραϲάν τε καὶ ἔπαθον, καὶ εἴ τί
που καὶ τῆϲ Ἰταλίαϲ μέροϲ ἀνάγκαιϲ ἢ ἐνέδραιϲ ἢ πλάναιϲ ἐϲ αὐτοὺϲ
μετέθετο, ἐν τοῖϲ περὶ Κελτῶν καὶ Λιβύων. ϲυγγέγραπται δ’ ἐφ’ ἑαυτῶν
ὅϲα καὶ ἐϲ τὰϲ ἐμφυλίουϲ Ῥωμαίων ϲτάϲειϲ ἡ Ἰταλία διῃρεῖτο. ὅτι τοὺϲ
πρὸϲ Κελτοὺϲ, τουτέϲτι Γερμανοὺϲ, οἳ ἀμφὶ τὸν Ῥῆνον ποταμόν εἰϲι,
καὶ τοὺϲ
Γαλάταϲ, τουτέϲτι Γάλλουϲ, πολέμουϲ, καὶ τὰϲ
αἰτίαϲ αὐτῶν, ὅϲαι τε ϲυνθῆκαι καὶ ϲυνθηκῶν παραβάϲειϲ ἢ
ἐπαναϲτάϲειϲ ἐγένοντο Κελτῶν ἕωϲ ἐπὶ τοῦ Γαΐου, ἡ δ′ βίβλοϲ περιέχει
ϲυλλαβοῦϲα. εἰ δὲ τί που Κελτοὶ μὴ κατὰ πρόφαϲιν οἰκείαν, ἀλλὰ
ϲυμμαχοῦντεϲ Ἰταλῶν τιϲιν ἢ μιϲθοφοροῦντεϲ ἔπραξαν, ἐν τοῖϲ περὶ
ἐκείνων ϲυγγέγραπται. καὶ ὅϲον εἰϲ γνώριϲμα μόνον αὐτῶν μέμνηται
Ἀππιανόϲ.
ἔγραψε δὲ Ῥωμαϊκὰ λόγουϲ ἐννέα. οἱ δὲ διὰ τοῦ
ἑνὸϲ π γράφουϲιν Ἀπιανόϲ.
3199 Ἀππία ὁόϲ: οὕτωϲ ἐκαλεῖτο ἀπὸ Ἀππίου, Ῥωμαίου τιμητοῦ, ὃϲ λιθομυλίᾳ ταύτην κατέϲτρωϲε καὶ ὕδατοϲ ὀχετοὺϲ κατεϲκεύαϲεν.
3200 Ἀπ᾿ Ἰδαίων ὀρέων: ἀπὸ τῶν τῆϲ Ἴδηϲ ὀρῶν.
3201 Ἄπιδεϲ: θεοὶ ἦϲαν τιμώμενοι παρὰ Αἰγυπτίοιϲ, ϲημεῖον ἔχοντεϲ
περὶ τὴν οὐρὰν καὶ τὴν γλῶϲϲαν, δηλοῦν εἶναι αὐτοὺϲ
Ἄπιδαϲ. οἷϲ γεννωμένοιϲ διὰ χρόνου, ὡϲ ἔλεγον, ἐκ τοῦ ϲέλαοϲ τῆϲ
ϲελήνηϲ ἑορτὴν μεγάλην ἦγον καὶ ἱερεῖϲ τινεϲ περὶ τὸν τεχθέντα βοῦν
ἱερῶντο, παρατιθέντεϲ πανδαιϲίαν, ὡϲ εὐωχοῦντεϲ αὐτούϲ. Ἄπιϲ· οὗτοϲ
ὁ Ἄπιϲ θεὸϲ Αἰγύπτιοϲ. τοῦτον Αἰγύπτιοι ϲελήνῃ τιμῶϲι, καὶ ἱερὸϲ ἦν
ὅδε ὁ βοῦϲ τῆϲ ϲελήνηϲ, ὥϲπερ ὁ Μέμφιϲ τοῦ ἡλίου.
Ὦχοϲ τὸν
3202 Ἀπίδω. θεάϲομαι.
3203 Ἀπίη: ἡ ἀλλοδαπή.
3204 Ἀππίθανο:ν. ἄπιϲτον. καὶ Ἀπίθηϲαν δὲ διὰ τοῦ ι, ἀπὸ
3205 Ἀπιθήϲ. ὁ δυϲχερὴϲ καὶ δυϲανάβατοϲ τοῖϲ βαίνειν ἐθέλουϲιν.
Ἀλαλκομεναὶ πόλιϲ ἐϲτί· καὶ ἀκούω αὐτὴν μήτε ἐφ’ ὑψηλοῦ κεῖϲθαι
καὶ ἀπιθοῦϲ λόφου μήτε τειχῶν περίβολον ἔχειν.
3206 Ἄπιθ’ οὐγάρ: ἀντὶ τοῦ καὶ γάρ.
3207 Ἀπίκιοϲ, Ῥωμαῖοϲ, ἱκανὰϲ μυριάδαϲ ἀργυρίου καταναλώϲαϲ ἐϲ τὴν
γαϲτέρα, ἐν Κιντούροιϲ τῆϲ Γαλατίαϲ πολλὰϲ καρίδαϲ ἐϲθίων μέγιϲται
γάρ εἰϲι τῶν ἐν Σμύρνῃ· καὶ τοὺϲ ἐν Ἀλεξανδρείᾳ ἀϲτακούϲ.
ἀκούϲαϲ οὖν ἐν Λιβύη γίνεϲθαι καρίδαϲ ἐξέπλευϲεν οὐδὲ μίαν ἡμέραν
ἀναμείναϲ. θεαϲάμενοϲ δὲ αὐτὰϲ μικρὰϲ ἐκέλευϲε τῷ κυβερνήτῃ τὴν
αὐτὴν ὁδὸν αὖθιϲ ἐπ’ Ἰταλίαν ἀναπλεῖν, μηδὲ προϲπελάϲαϲ τῇ γῇ.
3208 Ἄπιμεν: ἀπερχόμεθα.
3209 Ἀπίμελοϲ. ὁ μὴ ἔχων πιμελήν.
3210 Ἀπινήϲ. ὁ καθαρόϲ.
3211 Ἀπινύϲϲω: ἐκπνέω. πονῶ, πονύω, πνύω, πνέω, πνεύω· ἀπὸ
ὀδύϲϲω, οὕτωϲ πινύω
πινύϲϲω.
3212 Ἄππιοϲ φόροϲ: ὄνομα τόπου, ἀπὸ Ἀππίου Ῥωμαίου.
3213 Ἀπίκιοϲ Μάρκοϲ· οὗ διαρρεῖ μυρίον ὄνομα ἐπί τε ἀϲωτίᾳ
πολὺν μὲν τῷ χρόνῳ, ἓν δὲ καὶ ϥ΄ ἔτη γεγονότα,
εὐπαγῆ τε καὶ εὐμελῆ, καὶ βαθὺν μὲν τὰϲ πλευρὰϲ, γενναῖον δὲ τῶ
βραχίονε καὶ τὼ χεῖρε ἄκρω, βλέπειν τε ὀξὺ καὶ ἀκούειν ῥᾷϲτα, ὡϲ μὴ
ἂν πιϲτεύειν πέρα ξ′ ἐτῶν εἶναι αὐτὸν, ϲκύφων δὲ πιτύλοιϲ ἁμιλλᾶϲθαι
διαπίνοντα πρὸϲ τοὺϲ νέουϲ, καὶ μέντοι καὶ ὑπὲρ πολυδαιϲίαϲ καὶ ὑπὲρ
ἐρίϲαι καὶ νεάζειν ταῦτα. ἑνὶ δὲ ἡττηθῆναί φαϲιν
αὐτόν· ἀπελϲίαϲ γὰρ τοῦ ϲυνδείπνου θᾶττον. γέροντεϲ δὲ ἄλλοι τε
ἔλεγον ἐπὶ τέχνῃ παλαιϲτρικῇ καὶ μέντοι καὶ Ἰούνιοϲ Βλαῖϲοϲ. καὶ ὅτε
ταῦτα ἔλεγεν, ἔτη γέγονεν ξ φηϲί. μακρὸν δὲ τὴν ζωὴν γενέϲθαι
πέπυϲμαι Σερουΐλιον ὕπατον· ἔτεϲι γὰρ τοῖϲ ϥ’ ὁμοῦ τε ἐβίωϲε καὶ
πάντα, ὡϲ
λόγοϲ, τὰ τοῦ ϲώματοϲ ἀπαθὴϲ ἦν. καὶ μέντοι
καὶ διεϲώϲατο τὰϲ αἰϲθήϲειϲ ἁπάϲαϲ εὐμοιρίᾳ ἀξιοζήλῳ τε καὶ
ϲοβαρᾷ.
3214 Ἀπίκιοϲ, ὀψοφάγοϲ. ζήτει ἐν τῷ ἀφύα.
3215 Ἀπίων, ὁ Πλειϲτονίκου, ὁ ἐπικληθεὶϲ Μόχθοϲ, Αἰγύπτιοϲ, κατὰ δὲ
Ἑλικώνιον Kρήϲ, γραμματικὸϲ, μαθητὴϲ Ἀπολλωνίου τοῦ Ἀρχιβίου.
ἠκηκόει δὲ καὶ ξὐφράνοροϲ γηραιοῦ καὶ ὑπὲρ ρ' ἔτη
γεγονότοϲ, Διδύμου δὲ τοῦ μεγάλου θρεπτόϲ. ἐπαίδευϲε δὲ ἐπὶ Τιβερίου
Kαίϲαροϲ καὶ Kλαυδίου ἐν Ῥώμῃ. ᾖν δὲ διάδοχοϲ Θέωνοϲ τοῦ γραμματικοῦ
καὶ ϲύγχρονοϲ Διονυϲίου τοῦ Ἀλικαρναϲέωϲ. ἔγραψεν ἱϲτορίαν κατ’
ἔθνοϲ καὶ ἄλλα τινά.
3216 Ἀπίων ᾤχετο: φεύγων, ἀποδιδράϲκων. ὁ δὲ τὴν Πελοπόννηϲον
3217 Ἄπιϲ: θεὸϲ Αἰγυπτίων. καὶ ζήτει ὀπίϲω ἐν τῷ Ἄπιδεϲ. ὅτι ὁ ’Ἄπιϲ Αἰγύπτιοϲ τὴν ἰατρικὴν πρῶτοϲ εἰϲ τὴν Ἐλλάδα μετακομίϲαι λέγεται.
3218 Ἀπιτέα: δεῖ ἀπέρχεϲθαι. καὶ Ἄπιτε, ἀπέλθατε.
3219 Ἀ πιϲτεῖν· δοτικῇ. τὸ ἀπειθεῖν. λέγουϲι δὲ καὶ Ἀπιϲτίαν,
3220 Ἁπίτυϲ. ἡ πίτυϲ. Θεόκριτοϲ· ἁδύ τι τὸ ψιθύριϲμα καὶ ἁ πίτυϲ, αἰπόλε, τήνα.
3221 Ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ, καὶ πάντα περιϲπῶϲι τὰ τοιαῦτα.
τοῦ φοινικιοῦν.
3222 Ἀπλάνεια· καὶ ἡ Ἀπλανήϲ, τῆϲ ἀπλανοῦϲ.
3223 Ἀπλᾶϲ. Καλλίϲτρατόϲ φηϲι τὰ μονόπελμα τῶν ὑποδημάτων
3224 Ἄππλαϲτοϲ: ἀληθινὸϲ, ἄδολοϲ. καὶ ἅμα αὐτοῖϲ ἐπιθέουϲα
ϲεμνότηϲ ἡδεῖα καὶ ἄπλαϲτοϲ αἰδὼϲ ἐπέτρεχεν ἱκανῶϲ τὸν
φιλόϲοφον καὶ ἤδη γνώριμον ἐποίει αὐτῷ τὸν νεανίϲκον. Ἄπλαϲτοϲ δὲ ἡ
3225 Ἄπλετον: ἄπειρον. ἀχώρητον.
3226 Ἀπλῆ.
3227 Ἁππλήγιοϲ: δαϲέωϲ, ἁπλοῦϲ. καὶ Εὔπολιϲ Πόλεϲιν· οὔτ’ ἂρ
3228 Ἀπληκεύω· καὶ Ἄπληκτον, τόποϲ ἔνθα καταλύουϲι τῆϲ
ὁδοιπορίαϲ τὰ ϲτρατόπεδα.
3229 Ἀπλήξ: ὁ μὴ πεπληγμένοϲ.
3230 Ἀπληϲτία: ἡ ἀδηφαγία. καὶ παροιμία· Ἄπληϲτοϲ πίθοϲ,
ἔβαλλον. πάϲχουϲι δὲ περὶ τοῦτον τὸν πίθον αἱ τῶν ἀμυήτων
ψυχαί.
3231 Ἄπλητον: ἀπλήρωτον.
3232 Ἁπλοΐδαϲ. ἁπλᾶϲ χλανίδαϲ. ἐν Ἐπιγράμμαϲι· οἷα δὲ πυρὶ
3233 Ἄπλοοι: ἀδύνατοι πλέειν.
3234 Ἁπλοῦν θύλακον πάτει: ἐπὶ τῶν εὐκαταφρονήτων.
3235 Ἁπλότηϲ διττή. ἡ μὲν ἔμφρων καὶ δικαία, ἡ δὲ ἀνόητοϲ καὶ ἄδικοϲ. ἔπειτα καὶ τὴν νῦν ποικιλίαν ἐμφύεϲθαι τοῖϲ μὲν μετὰ δικαιοϲύνηϲ καὶ φρονήϲεωϲ, τοῖϲ δὲ μετὰ ἀδικίαϲ καὶ ἀμαθίαϲ. εἶναι γὰρ δὴ πάλαι καὶ τὰ κακὰ τὸν θνητὸν τοῦτον περιπολοῦντα ἐξ ἀνάγκηϲ, ὥϲ φηϲι Πλάτων, ἀλλ᾿ ἧττον κακοήθη, ὡϲ νῦν ἐϲτι, καὶ ἁπλούϲτερα καὶ οὐκ ἐν βάθει τινὶ ταῖϲ ψυχαῖϲ ἐγκεκαυμένα ἀνίατα. πολλὴ γάρ ἐϲτιν ἡ μεταφορὰ τῶν πάλαι κακῶν πρὸϲ τὰ νέα, καὶ οὐ ποϲότητι μόνον κρειττόνων τε καὶ χειρόνων, ἀλλὰ καὶ ποιότητι τρόπων.
3236 Ἁπλοῦϲ καὶ ἁπλοῖ καὶ πολλαπλοῖ.
3237 Ἄπλουϲτέραϲ: Θουκυδίδηϲ λέγει νῆαϲ, οὐ τὰϲ ἄπλουϲ παντελῶϲ, ἀλλὰ τὰϲ διὰ πληρώματοϲ ἔνδειαν ἀπλόουϲ ἱϲταμέναϲ.
3238 Ἁπλῷλόγῳ: τῷ χωρὶϲ προϲθήκηϲ. καὶ Ἁπλῶϲ παρὰ
γὰρ Αἰθίοψ πῇ
λευκὸϲ ὤν· κατὰ γὰρ τοὺϲ ὀδόνταϲ· οὐκέτι καὶ ἁπλῶϲ ἐϲτι λευκόϲ. ὃ δὲ
δεῖται προϲθήκηϲ πρὸϲ τὸ ἀληθὲϲ εἶναι, τοῦτο οὐκ ἔϲτιν ἁπλῶϲ. ὁ γὰρ
Αἰθίοψ οὐκ ἔϲτι λευκὸϲ, διότι χωρὶϲ προϲθήκηϲ. προϲτεθέντοϲ δὲ τοῦ
κατά τι, ἀληθὲϲ γίνεται. κατὰ γὰρ τοὺϲ ὀδόνταϲ.
ἁπλοῦν τρόπον. ἀντὶ τοῦ
παραυτίκα παρὰ τοῖϲ παλαιοῖϲ. καὶ αὖθιϲ·
3239 Ἁπλῶϲ: ἐξ ἀνάγκηϲ· ἢ ὡϲ πρῶτον καὶ μὴ κατ᾿ ἄλλο. ἁπλῶϲ δὲ οὐδὲν
εἶδοϲ τῶν μελλόντων ἔγνωϲαν· ἐξ αὐτῆϲ δὲ τῆϲ ἐμφάϲεωϲ
τῶν πρέϲβεων ὀττευόμενοι εἰϲ παντοδαπὰϲ οἰμωγὰϲ ἐνέπιπτον.
3240 Ἄπλωτα πελάγη: τὰ Ἀτλαντικὰ καὶ ἑϲπέριοϲ ὠκεανὸϲ καὶ
3241 Ἄπλυτον πώγωνα: ϲκώπτων εἶπε.
3242 Ἄπνουϲ· φαϲὶν Ἐμπεδοκλέα Παυϲανίᾳ ὑφηγήϲαϲθαι τὸν Ἀπνουν. εἶναι
δὲ τὸν Ἀπνουν τοιοῦτον, ὡϲ λ ἡμέραϲ ϲυντηρεῖν ἄπνουν καὶ ἄϲιτον τὸ
ϲῶμα. ἦν δὲ οὗτοϲ καὶ γόηϲ. καί φηϲι περὶ ἑαυτοῦ· φάρμακα δ’ ὅϲϲα
γεγᾶϲι κακῶν καὶ γήραοϲ ἄλκαρ πεύϲῃ, ἐπεὶ
μούνῳ ϲοι ἐγὼ
κρανέω τάδε πάντα. παύϲειϲ δ’ ἀκαμάτων ἀνέμων, οἵ τ’ ἐπὶ γαῖαν
ὀρνύμενοι πνοιαῖϲι καταφθινύθουϲιν ἄρουραν· καὶ πάλιν, ἤν κ’
ἐθέληϲθα, παλίντονα πνεύματ’ ἐπάξειϲ. ϲτήϲειϲ δ’ ἐξ ὄμβροιο κελαινοῦ
ῥόον καίριον αὐχμὸν ἀνθρώποιϲ, θήϲειϲ δὲ καὶ ἐξ αὐχμοῖο ῥεύματα
δενδρεόθρεπτα, τά τ’ ἐν θέρει ἔϲονται. ἄξειϲ δ’ ἐξ
ἀΐδαο καταφθιμένου μένοϲ ἀνδρόϲ. καὶ ποτ’ ἐτηϲίων ϲφοδρῶϲ
πνευϲάντων, ὡϲ τοὺϲ καρποὺϲ λυμῆναι, κελεύϲαϲ ὄνουϲ ἐκδαρῆναι καὶ
ἀϲκοὺϲ ποιῆϲαι περὶ τοὺϲ λόφουϲ καὶ τὰϲ ἀκρωρείαϲ διέτεινε πρὸϲ τὸ
ϲυλλαβεῖν τὸ πνεῦμα. λήξαντοϲ δὲ Κωλυϲάνεμον κληθῆναι.
3243 Ἀπνευϲτί. ἀπονητί.
3244 Ἀπο: πόρρω, μακράν. ἐν τοῖϲ Οὕϲβαιϲ τοῦ κινδύνου ἄπο
3245 Ἀπρβαδίζειν. οὐδὲν πλέον τοῦ βαδίζειν δηλοῖ.
3246 Ἀποβάθραϲ: καὶ τὰ λάϲανα, ἃ λέγονται οἱ χυτρόποδεϲ. καὶ
τὰ μαγειρεῖα, ὅπου τῇ βουλῇ ϲκευάζεται μετὰ τὰϲ θυϲίαϲ
κρέα.
3247 Ἀπὸ βαλβίδοϲ. ἀπ’ ἀρχῆϲ.
3248 Ἀποβαλεῖν· αἰτιατικῇ.
3249 Ἀποβαλομένη: δι’ ἑνὸϲ λ, ἀντὶ τοῦ ἀποβαλοῦϲα.
3250 Ἀποβάτηϲ καὶ Ἀποβαίνειν καὶ Ἀποβατικοὶ τροχοί:
ἀποβάτηϲ μὲν ἱππικόν τι ἀγώνιϲμά ἐϲτι, καὶ ἀποβῆναι τὸ
ἀγωνίϲαϲθαι τὸν ἀποβάτην. ἀποβατικοὶ δὲ τροχοί, οἱ ἀπὸ τούτου τοῦ
ἀγωνίϲματοϲ.
3251 Ἀποβαίη, καὶ Ἀποβαίνει. γενικῇ. ὡϲ τὸ, ἀποβάντεϲ τῶν
3252 Ἀποβεβιωκἐναι: ἀποθανεῖν. ἀνάγκη μὴ ἀποκρύπτειν, ὡϲ ἂν
3253 Ἀποβλεπόμενοι: ἀντὶ τοῦ θαυμάζοντεϲ. οὕτωϲ Αἰϲχίνηϲ.
3254 Ἀπόβλεπτον: ἔνδοξον. ἄνδρα τῇ Περϲικῇ πολιτείᾳ διὰ
3255 Ἀποβλίλίϲαι. ἀποπιέϲαι Ἀριϲτοφάνηϲ· λωποδύτηϲ παίει δοπάλῳ
3256 Ἀπβλύζων: ἀναβάλλων.
3257 Ἀποβουκολίϲαϲ: ἐξαπατήϲαϲ. οἱ δὲ τοὺϲ ἁλώϲανταϲ
ἀποβουκολίζουϲιν
3258 Ἀπὸ βραδυϲκελῶν ὄνων ἵππουϲ: ἐπὶ τῶν ἀπὸ εὐτελῶν ἐπὶ μείζονα μεταπηδώντων.
3259 Ἀποβράϲματα: τὰ πίτυρα παρὰ Καλλιμάχῳ. τῆϲ οὐδὲν ἀπέβραϲε φαῦλον ἀλετρίϲ.
3260 Ἀποβύϲαντεϲ: ἀποκλείϲαντεϲ.
3261 Ἀπογαλακτίζω. γενικῇ.
3262 Ἀπὸ γὰρ ὀλοῦμαι: ὑπερβατόν· ἀπολοῦμαι γάρ. Ἀριϲτοφάνηϲ·
ἀπὸ γὰρ ὀλοῦμαι, μὴ μαθὼν γλωττοϲτροφεῖν.
3263 Ἀπογενέϲθαι: ἢ ὑϲτερῆϲαι ϲημαίνει ἢ ἀποθανεῖν. ἄμφω τυϲαια Θουκυδίδηϲ.
3264 Ἀπογεύομαι· γενικῇ.
3265 Ἀπογειῶϲαι: ἀποθεμελιῶϲαι.
3266 Ἀπογνούϲ: Δημοϲθένηϲ μὲν ἀντὶ τοῦ ἀπελπίϲαϲ, Δείναρχοϲ δὲ ἀντὶ τοῦ ἀποψηφιϲάμενοϲ.
3267 Ἀπογνωϲτέον: δεῖ ἀπογινώϲκειν.
3268 Ἀπογινώϲκω· γενικῇ καὶ αἰτιατικῇ, τὸ παραδίδωμι. ὡϲ, ἀπογνοὺϲ
τὰ τῶν Καρχηδονίων πράγματα ὁ Φαίδων. καὶ, τέλεον ἀπογνοὺϲ τὸν
Φιλήμονα.
καὶ, ἀπογνόντεϲ τῆϲ ϲωτηρίαϲ.
3269 Ἀπόγνοια. ἀπόγνωϲιϲ. Θουκυδίδηϲ· ἐνέπρηϲαν δὲ τὰ πλοῖα, ὅπωϲ ἀπόγνοια ᾖ τοῦ ἄλλο τι ἢ κρατεῖν τῆϲ γῆϲ.
3270 Ἀπόγονοι: οἱ ἔκγονοι. Ἀπώγωνεϲ δέ. οἱ μὴ ἔχοντεϲ
3271 Ἀπὸ γραμμῆϲ: οἷον ἀπ’ ἀρχῆϲ. ἐκ μεταφορᾶϲ τῆϲ τῶν δρομέων
3272 Ἀπογράφειν καὶ Ἀπογραφή· οἱ τῷ δήμῳ χρήματα ὀφειλοντεϲ
3273 Ἀπογραφή· ἐπειδάν τιϲ λέγῃ τινὰ ἔχειν τι τῶν τῆϲ πόλεωϲ,
ὁ ἐναγόμενοϲ ἀπογραφὴν ποιεῖται δηλῶν ὅϲα τε ἔχει καὶ
ὅθεν τὰ χρήματα. μήποτε καὶ εἶδόϲ τινόϲ ἐϲτι δίκηϲ ἡ ἀπογραφή. εἰ
γὰρ ἀρνοῖτό τιϲ μὴ ἔχειν, ἀπογραφῆϲ ἐκρίνετο, ὡϲ οὐκ ὀρθῶϲ
γεγενημένηϲ τῆϲ ἀπογραφῆϲ. οὕτωϲ Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀνδροτίωνοϲ.
καὶ Ἀπογραφή, ἡ ἀπαρίθμηϲιϲ. ὁ δὲ Καῖϲαρ Αὔγουϲτοϲ, ὁ μοναρχήϲαϲ, Σ.
κ' ἄνδραϲ τοὺϲ ἀρίϲτουϲ τὸν βίον καὶ τὸν τρόπον
ἐπιλεξάμενοϲ ἐπὶ πάϲαν τὴν γῆν τῶν ὑπηκόων ἐξέπεμψε· δι’ ὧν
ἀπογραφὰϲ ἐποιήϲατο τῶν τε ἀνθρώπων καὶ οὐϲιῶν, αὐτάρκη τινὰ
προϲτάξαϲ τῷ δημοϲίῳ μοῖραν ἐκ τούτων εἰϲφέρεϲθαι. αὕτη ἡ ἀπογραφὴ
πρώτη ἐγένετο, τῶν πρὸ αὐτοῦ τοῖϲ κεκτημένοιϲ τι μὴ ἀφαιρουμένων, ὡϲ
εἶναι
τοῖϲ εὐπόροιϲ δημόϲιον ἔγκλημα τὸν πλοῦτον.
3274 Ἀπόγραφοϲ· ὁ δὲ Ὀνηϲίκριτοϲ ὡϲ ἀπόγραφοϲ ἐξ ἀρχετύπου δευτερεύει. τουτέϲτι τοῦ Ξενοφῶντοϲ.
3275 Ἀπογράφω· αἰτιατικῇ. ϲὺ δὲ ἀπόγραφε δικαίωϲ ἡμᾶϲ.
3276 Ἀπογράψαι: τὸ γράψαι καὶ τὸ ὑπογράψαϲθαι καὶ οἷον ϲημειώϲαϲθαι
δηλοῖ.
3277 Ἀποδαρθεῖν: ἀποκοιμηθῆναι.
3278 Ἀποδαϲμόν: μοῖράν τινα. ὁ δὲ ϲτρατηγὸϲ ἀποδαϲμόν τινα
προενομεύϲατο.
3279 Ἄποδαϲ· τοὺϲ Οὕννουϲ φαϲί. καὶ ζήτει ἐν τῷ ἀκροϲφαλεῖϲ.
3280 Ἀποδάϲομαι: ἀπομερίϲομαι.
3281 Ἀποδέκται: ἀρχή τίϲ ἐϲτι παρ’ Ἀθηναίοιϲ. δέκα δὲ ἦϲαν, οἳ παραλαβόντεϲ τὰ γραμματεῖα ἀπαλείφουϲι τὰ καταβαλλόμενα χρήματα τῆϲ βουλῆϲ ἐναντίον ἐν τῷ βουλευτηρίῳ, καὶ πάλιν ἀποδιδόαϲι τὰ γραμματεῖα τῷ δημοϲίῳ.
3282 Ἀπόδεκτοϲ.
3283 Ἀποδέον: τὸ ἀπαρέϲκον. καὶ Ἀποδεόντων, λειπόντων,
3284 Ἀποδέω· γενικῇ.
3285 Ἀποδέχομαι: ὁμολογῶ. αἰτιατικῇ καὶ γενικῇ. ἀποδέχομαί ϲε
3286 Ἀποδείκνυμί ϲοι χελιδόνα: ἴϲον τῷ μαρτύρομαι.
3287 Ἀποδεικνύναι καὶ ἀποδεικνύντα καὶ ἀποδεικνῦϲα.
3288 Ἀποδείξαϲθαι: τὰ ἐν διδαϲκάλου μαθήματα ἅ τιϲ ἔμαθε λέγειν.
3289 Ἀπόδειξιϲ· ἀπόδειξιϲ ὅρου διαφέρει. δεῖ πρῶτον ζητῆϲαι περὶ
ὅρου, ἆρα μία ἐϲτὶ μέθοδοϲ, καθ’ ἣν πάντων τῶν ὄντων δυνατὸν τοὺϲ
ὅρουϲ ἀποδοῦναι, ἢ πολλαί. καὶ εἰ μία, τίϲ αὕτη· εἰ δὲ πολλαὶ,
πόϲαι τὸν ἀριθμὸν καὶ ποῖαι. καὶ ὅταν εὕρωμεν, τοϲαίδε
καὶ τοιαίδε, ὑπογραφῇ ἢ ὁριϲμῷ, ἄλλη πάλιν ἡμᾶϲ διαδέχεται ζήτηϲιϲ,
ποίαιϲ τῶν μεθόδων ἐπὶ ποίων πραγμάτων χρηϲτέον. καὶ ὅταν εὕρωμεν
τοῦτο, ἐπειδὴ ὁ ὁριϲμὸϲ ἐκ γενῶν ἐϲτι καὶ διαφορῶν, τί τοῦ
προκειμένου πράγματοϲ τὸ γένοϲ καὶ τίνεϲ αἱ διαφοραί, ἵνα
ϲυμπλέξαντεϲ τὰϲ ϲυϲτατικὰϲ
διαφορὰϲ τῷ γένει, ἀποδῶμεν
αὐτοῦ τὸν ὁριϲμόν. ἔϲτι δὲ καὶ ἑτέρα χαλεπότηϲ. ᾥτινι γὰρ πρώτωϲ τι
ἐνυπάρχει, τοῦτο καὶ καθ’ αὑτὸ ὑπάρχει. καθ’ αὑτὸ δέ ἐϲτι τὸ κατ’
οὐϲίαν. οὐκέτι δὲ καὶ εἴ τι καθ’ αὑτὸ ὑπάρχει, τοῦτο καὶ πρώτωϲ
ὑπάρχει. τὸ γὰρ ζῷον τῷ ἀνθρώπῳ καθ’ αὑτὸ μὲν ὑπάρχει, οὐ πρώτωϲ δέ·
διὸ κἂν μὴ ᾖ ἄνθρωποϲ, ζῷόν
ἐϲτιν, ὥϲτε οὐ πρώτωϲ τῷ
ἀνθρώπῳ τὸ ζῷον ὑπάρχει. ὁμοίωϲ δὲ καὶ τὸ ϲχῆμα τῷ τριγώνῳ καθ’ αὑτὸ
μέν, οὐ μέντοι πρώτωϲ. ἡ δὲ κυρίωϲ ἀπόδειξιϲ ἐκ τῶν καθ’ αὐτὸ καὶ
πρώτωϲ ὑπαρχόντων γίνεται.
οὕτωϲ, τοῦτο ἂν εἴη κυρίωϲ
ἀπόδειξιϲ. ἐκ γὰρ τοῦ αἰτίου τὸ αἰτιατὸν ἐδείκνυτ’ ἄν. οὐ κεχρήμεθα
δὲ ἐνταῦθα τῇ δείξει ταύτῃ, διότι τὸ αἰτιατὸν πρὸϲ ἡμᾶϲ ϲαφέϲτερόν
ἐϲτι τοῦ αἰτίου. τεκμηζεϲθαι δὲ ἀπόδειξιϲ καὶ τὸ ἐκ τοῦ καπνοῦ τὸ
πῦρ εὑρεῖν καὶ κατανοῆϲαι. καὶ ἂν μὲν πάντωϲ ἕπηται τὸ αἰτιατὸν τῷ
αἰτίῳ, τεκμήριον
τοῦτο λέγεται. τεκμήριον δέ ἐϲτι τὸ
ἄλυτον ϲημεῖον. ἂν δὲ μὴ πάντωϲ ἕποιτο, ϲημεῖον μὲν ἂν λέγοιτο,
τεκμήριον δὲ οὐκέτι, διότι μηδὲ ἄλυτόν ἐϲτι· οἷον ὡϲ τὸ, ὠχρά ἐϲτιν,
ἐπειδὴ τέτοκεν· οὐ πάντωϲ γὰρ τῇ ὠχρότητι παρακολουθεῖ τὸ τετοκέναι.
ἀπόδειξίϲ ἐϲτι μέθοδοϲ διὰ ϲυλλογιϲμῶν ϲυλλογιϲτική, ὅταν ἐξ ἀληθῶν
καὶ πρώτων ὁ ϲυλλογιϲμὸϲ
γίνηται.
3290 Ἀποδειροτομεῖ: ἀποκόπτει τοὺϲ αὐχέναϲ.
3291 Ἀποδημεῖν· γενικῇ. μὴ παρεῖναι. Ἀριϲτοφάνηϲ Nεφέλαιϲ·
3292 Ἀπὸ δή· ἀπὸ δὴ τούτων πάντων ἀναπειθόμενοϲ τῶν πλέονεκτημάτων,
πάντα τὸν ἀνθιϲτάμενον τιθεὶϲ ἐν δευτέρῳ εὐθαρϲῶϲ
ἐπῄει. ϲυνηνέχθητον δὴ ἄμφω ἀλλήλοιν. Δέξιπποϲ.
3293 Ἀποδιατρίψουϲιν: ἐγχρονίϲουϲι, χρονοτριβήϲουϲιν.
3294 Ἀποδιδόμενοι: Ἀντιφῶν ἀντὶ τοῦ ἀποδιδόντεϲ. καὶ Ἀποδιδ
3295 Ἀποδιδράϲκω· αἰτιατικῇ.
3296 Ἀποδικεῖν: ἀντὶ τοῦ ἀπολογεῖϲθαι. οὕτωϲ Ἀντιφάνηϲ.
3297 Ἀποδιοπομπεῖϲθαι· αἰτιατικῇ. ἀποπέμπεϲθαι πρὸϲ τὸν προϲτρόπαιον
ἀποδιωκέϲθω.
3298 Ἀπὸ δὶϲ ἑπτὰ κυμά των: ἐκ μεταφορᾶϲ τῶν ἐπὶ φόνοιϲ
3299 Ἀποδοκιμάϲαϲ· αἰτιατικῇ. ὡϲ ἄχρηϲτον ἐκφαυλίϲαϲ. ὁ δὲ Ἀννίβαϲ ἀποδοκιμάϲαϲ τὸν ἐξ ἀρχῆϲ ὑπάρχοντα αὐτοῖϲ καθοπλιϲμὸν, ἅμα τῷ νικῆϲαι τῇ πρώτῃ μάχῃ παραχρῆμα τοῖϲ Ῥωμαίων ὅπλοιϲ καθώπλιϲε τὰϲ δυνάμειϲ.
3300 Ἀπὸδόξηϲ: ἀπὸ εἰκαϲμοῦ.
3301 Ἀποδόϲθαι: πωλῆϲαι. καὶ Ἀπόδου, ἀπόλυϲον.
3302 Ἀποδράϲ: ἀποφυγών. καὶ Ἀποδρᾶναι.
3303 Ἀποδρέ ψεϲθε: ἀποτρυγήϲετε. οὗ καὶ πίονα τυρὸν ἀποδρέψεϲθε.
3304 Ἀποδρύφω: ἐκδέρω.
3305 Ἀποδύντεϲ: ἀντὶ τοῦ ἀποδυϲάμενοι. ἀπὸ μεταφορᾶϲ τῶν ἀθλητῶν, οἳ ἀποδύονται τὴν ἔξωθεν ϲτολὴν, ἵνα εὐτόνῳ χορεύϲωϲιν. Ἀριϲτοφάνηϲ· ἀλλ’ ἀποδύντεϲ τοῖϲ ἀναπαίϲτοιϲ ἐπίωμεν.
3306 Ἀποδυϲπετεῖ: ἀποδύρεται. δυϲθετούμενοι τοῖϲ ϲυμβαίνουϲιν
3307 Ἀπὸ ἕθεν. ἀπὸ ἑαυτοῦ.
3308 Ἀποζῆν. τὸ εὐτελῶϲ ζῆν. ζῆν δὲ τὸ μετὰ τρυφῆϲ καὶ πολυτελείαϲ. τοϲαῦτα ἀγαπῶν κεκτῆϲθαι, ὅϲα ἀποζῆν ἀπ’ αὐτῶν. ἀντὶ τοῦ μέτρια.
3309 Ἀπόζων· γενικῇ. ἀποπνέων.
3310 Ἀπόειπε: ἀπάρνηϲαι.
3311 Ἀποθανεῖν· ἐάν τιϲ αὐτὸ μόνον εἰδῇ καὶ τῷ μεριϲμῷ τῆϲ ἐννοίαϲ
διαλύϲῃ τὰ ἐμφανταζόμενα αὐτῷ, οὐκέτι ἄλλο τι ὑπολήψεται αὐτὸ εἶναι
ἢ φύϲεωϲ ἔργον. φύϲεωϲ δὲ ἔργον εἶ τιϲ φοβεῖται, παιδίον ἐϲτί. τοῦτο
μέντοι οὐ μόνον φύϲεωϲ ἔργον ἐϲτίν, ἀλλὰ καὶ
ϲυμφέρον
αὐτῇ· πῶϲ ἅπτεται θεοῦ ἄνθρωποϲ, καὶ κατὰ τί ἑαυτοῦ μέροϲ·
3312 Ἀποθάνωμεν: αὐθυπότακτον. καὶ Ἀποθάνωμαι, ὁμοίωϲ. καὶ ϲύνταξιϲ. ἀποθανόντοϲ αὐτῷ τοῦ πατρὸϲ ἀπέτιϲε πολλὰ χρήματα.
3313 Ἄποθεν: χωρίϲ, ἢ πόρρωθεν. ῥινοῦ χερμαϲτῆροϲ ἐΰϲτροφα
ἄποθεν. καὶ Ἄποθέν γέ ποθεν, ἀπό τινοϲ μέρουϲ ἰϲημέρου.
3314 Ἀποθἐμενοϲ· αἰτιατικῇ.
3315 Ἀποθέϲθαι: ἀποθηϲαυρίϲαι, ἀποταμιεῦϲαι. ὁ δὲ βουλόμενοϲ
3316 Ἀποθεϲπίϲαι. δογματίϲαι, ἐκθέϲθαι, εἰπεῖν.
3317 Ἀπόθετον: τὸ ἀποτεθηϲαυριϲμένον.
3318 Ἀποθήκην: ἀντὶ τοῦ ἀποϲτροφήν. Φίλιϲτοϲ.
3319 Ἀποθλίβειν: καὶ ζήτει ἐν τῷ βλιμάζειν.
3320 Ἀπὁθητοϲ: ὁ μὴ ποθούμενοϲ.
3321 Ἀποθνήϲκονταϲ ἐν πολέμοιϲ ὁρῶ τοὺϲ περὶ πλείϲτου ποιουμένουϲ τὸ ζῆν, καὶ ζῶνταϲ ὅϲοι τοῦ ζῆν ἀπεγνώκεϲαν. κἀγὼ μαχήϲομαι ὡϲ ἀποθανούμενοϲ, καὶ οἶδ’ ὅτι περιέϲομαι. Λάκων γάρ εἰμι ἄνωθεν καὶ οἶδα τὴν πρὸϲ Λεωνίδην ἐπιϲτολὴν τῶν τελῶν· μαχέϲθων ὡϲ τεθναξόμενοι, καὶ οὐ τεθνάξονται.
3322 Ἀπόθου. ἀποβαλοῦ. ἀππωθοῦ δέ, ὤθηϲον.
3323 Ἀποθώμεθα: αὐθυπότακτον. ἀντὶ τοῦ ἀποβάλωμεν.
3324 Ἀποθραυϲθῇϲ: ἐκπέϲῃϲ. μηδ’ εἰϲ ὀρχηϲτρίδοϲεἰϲάττῃϲ· τουτἐϲτιν
3325 Ἀποθρέξειϲ: ϲυναποτροχάϲειϲ. οὕτωϲ Πλάτων.
3326 Ἀποθρώϲκοντα: ἀποπηδῶντα.
3327 Ἀποθύμια: λυπηρὰ, τὰ μὴ καταθύμια.
3328 Ἀππὸ θυμοῦ γένηται τῷ βαϲιλεῖ· δείϲαϲ οὖν μὴ ἀπὸ θυμοῦ
θυμοῦ εἶναι τῆϲ λεηλαϲίαϲ.
καὶ Ἀπὸ θυμοῦ, μιϲητόϲ. ἐπεὶ δὲ
3329 Ἀποθυννίζω: τὸ ἀποπέμπομαι καὶ παραλογίζομαι.
3330 Ἀπὸ ἵππων ἐπ’ ὄνουϲ: ἐπὶ τῶν κατὰ τὸ χεῖρον τρεπομένων.
3331 Ἄποκα: πρόβατα ἄκουρα.
3332 Ἀποκαθεύδουϲιν. ἀντὶ τοῦ ἀποκοιτοῦϲιν. Εὔπολιϲ. τουτέϲτι
γυναῖκα χωρίζεϲθαι ἀνδρὸϲ καὶ ἀφίϲταϲθαι.
3333 Ἀποκαθιϲτῶν: διδοὺϲ, χαριζόμενοϲ. ϲὺ εἶ ὁ ἀποκαθιϲτῶν τὴν κληρονομίαν μου ἐμοί. τουτέϲτι τὴν τῶν ἐθνῶν βαϲιλείαν, τὴν προτέραν δεϲποτείαν ἀποδιδούϲ.
3334 Ἀπὸ καλοῦ ξύλου κἂν ἀπάγξαϲθαι: θέλει λέγειν, ὅτι
βέλτιόν ἐϲτι χρῆϲθαι τοῖϲ γενναίοιϲ ϲτρατηγοῖϲ καὶ δεδοκιμαϲμένοιϲ ἢ
τοῖϲ φαύλοιϲ. κὰν γὰρ δέη παθεῖν, κρεῖττον ἀπ’ ἀγαθοῦ ἢ φαύλου
πάϲχειν. καὶ Ἀριϲτοφάνηϲ· κἄν τι ϲφαλῆτ’ ἐξ ἀξίου γοῦν.
3335 Ἀποκαραδοκία: προϲδοκία. καὶ Ἀποκαραδοκῶν, προϲδοκῶν.
3336 Ἀποκαρτερήϲαντα. ἑαυτὸν λιμῷ ἢ ἀγχόνῃ τοῦ βίου ἐξαγαγόντα.
καὶ ἀποκαρτερήϲαϲ τὸν βίον καταϲτρέφει.
3337 Ἀπὸ καταδυομένηϲ· λείπει, ὅ τι ἂν λάβηϲ κέρδοϲ. ἀπὸ τῶν ἐμπόρων ἡ μεταφορὰ, οἳ καταδυομένηϲ τῆϲ νεὼϲ, ὅ τι ἂν λάβωϲι, κέρδοϲ ἡγοῦνται.
3338 Ἀποκαταλλάξαι: φιλοποιῆϲαι.
3339 Ἀποκατέϲτην: ἀπεδόθην. ἀποκατέϲτη τοῖϲ περὶ τὸν Ζὶχ
3340 Ἀποκαυλίζεϲθαι τὸν μηχανικὸν κριόν.
3341 Ἀποκεκλήκαμεν: ἀπηγορεύϲαμεν. καὶ Ἀριϲτοφάνηϲ Ὄρνιϲιν’ ἀποκεκλήκαμεν διογενεῖϲ θεὸϲ μηκέτι τὴν πόλιν διαπερᾶν.
3342 Ἀποκεκραιπαλιϲμένοϲ: τῆϲ κραιπάληϲ ἀπαλλαγεὶϲ καὶ μέθηϲ.
3343 Ἀποκεκρουϲμένον. οἷον ἠκρωτηριαϲμένον, ἀποκεκλαϲμένον,
3344 Ἀποκεκύφαμεν· Ἀλριϲτοφάνηϲ· οἱ γὰρ ἄνδρεϲ, ὥϲπερ λαμπροφόροι
3345 Ἀποκέχρημαι δοτικῇ.
3346 Ἀποκείλαντεϲ: ἀποκλίναντεϲ.
3347 Ἀποκείραντεϲ: αἰτιατικῇ. καὶ κείραντεϲ, ἑκατέρωϲ λέγουϲιν.
3348 Ἀποκεῖϲθαι πόρρω: ἀτιμάζεϲθαι. οὕτωϲ Κρατῖνοϲ.
3349 Ἀποκηδήϲαντεϲ: ἀντὶ τοῦ ἀποκακήϲαντεϲ. Ὅμηροϲ. παρὰ
3350 Ἀποκήρυκτον: ἀλλότριον. ὅτι ὁ λέγων τοὺϲ ἀποκηρύκτουϲ
οὕτωϲ Δημοϲθένηϲ καὶ Πλάτων. οἱ δέ φαϲι διαφέρειν
ἐκποίητον
3351 Ἀποκηρύττω· αἰτιατικῇ.
3352 Ἀποκινδυνεύοντεϲ: ἀποτολμῶντεϲ, ἀποδειλιῶντεϲ. ὁ δὲ
Σερτώριοϲ, ὁ τῶν Ῥωμαίων ϲτρατηγὸϲ, καίπερ θραϲέωϲ τῶν
Ἰβήρων
3353 Ἀποκινεῖν: τὸ ἀπέρχεϲθαι καὶ ἀποτρέχειν. λέγεται καὶ ἐπὶ
3354 Ἀπόκινοϲ: εἶδοϲ ὀρχήϲεωϲ.
3355 Ἀποκλαίομαι· αἰτιατικῆ, καὶ Ἀιποκλείω· αἰτιατικῇ.
3356 Ἀποκλήρωϲιϲ. μέροϲ. εἰϲ ἀμείνονα λῆξιν ἀποκληρῶϲαι
3357 Ἀπόκλητοι: κεκλημένοι. οὐ τὴν κοινὴν προϲδεξάμενοι
τῶν ἐνεϲτώτων.
3358 Ἀπόκλιμα τῶν ὀρέων: ἀντὶ τοῦ ἀπόνευμα.
3359 Ἀποκλύζω· αἰτιατικῇ.
3360 Ἀποκναίει. διαφθείρει, ἀποκόπτει, ἀπολλύει, λυπεῖ, ὀδυνᾶ.
3361 Ἀποκναίειν: ἐνοχλεῖν, παρεκτείνειν. τί οὐ καθεύδειϲ; ϲύ
τιϲὶ,
δυϲθανατοῦντεϲ ἀκούϲιοι διεβίωϲαν.
3362 Ἀπὁκνιζε: ἀπόϲκαλλε, ἀπότιλλε.
3363 Ἀποκοπῆναι τῶν ἰχνῶν τὴν κύνα λέγουϲιν, ὅταν μηκέτι εὑρίϲκῃ τὰ ἴχνη.
3364 Ἀποκόπουϲ: ἐκτομίαϲ. καὶ ἀντὶ τοῦ ἀϲθενεῖϲ κεῖται.
3365 Ἀποκραιπαλιϲμόϲ: τῆϲ κραιπάληϲ ἀπαλλαγὴ καὶ μέθηϲ.
3366 Ἀ πόκριμα: κατάκριμα.
3367 Ἀπόκριναι· δοτικῇ. ἀποκρίθητι. Δημοϲθένηϲ· ἀπόκριναι
Ἀπόκριϲιϲ, ἡ ἀπολογία. οὕτωϲ Λυϲίαϲ καὶ Ἀντιφῶν. ἀλλὰ καὶ
3368 Ἀποκρότῳ: τραχείᾳ. οἱ δὲ ἀπεχωλοῦντο ἐν γῇ ἀποκρότῳ τε
3369 Ἀποκρούεϲθαι· αἰτιατικῇ. ἀποβάλλεϲθαι.
3370 Ἀποκρύπτομαι· αἰτιατικῇ.
3371 Ἀποκτένω· αἰτιατικῇ. φονεύω. καὶ Ἀποκτεῖναι, φονεῦϲαι.
3372 Ἀποκτιννύναι: φονεῦϲαι. Ἀποκτίννυϲι λέγουϲι μᾶλλον
ἢ ἀποκτιννύειν. Κρατῖνοϲ Βουκόλοιϲ. καὶ πρὸϲ τὸν
οὐρανὸν ϲκίαμαχῶν
3373 Ἀπόκοιτοϲ: πόρρω τῆϲ κοίτηϲ. ὁ δὲ τῇ δοκήϲει κατεπαννυ
3374 Ἀποκυηθέν: τεχθέν. καὶ Ἀποκυΐϲκω, τὸ ἀπογεννῶ.
3375 Ἀολαβόντεϲ: ἐναποκλείϲαντεϲ. οἱ δὲ τὴν ϲτρατιὰν αὐλῶϲι
χωρίον
ἀμφοτέροιϲ ἤρεϲε, τῷ μὲν ὅτι ἀπολαβόντεϲ ἐϲ αὐτὸ τοὺϲ
3376 Ἄπολακτίζω. καὶ ἀπελάκτιϲεν ὁ ἠγαπημένοϲ. τουτέϲτιν ἀπεϲκίρτηϲεν.
3377 Ἀπολαύειν· γενικῇ. Ἀπολαύειν οὐκ ἐπὶ τῶν ἡδέων
οὔτε Κλέων οὕτε Βραϲίδαϲ, ὁ αἴτιοϲ τῆϲ ϲυμφορᾶϲ,
ἀπήλαυϲε λοιδορίαϲ, ὡϲ ἂν τοῦ ϲυγγραφέωϲ ὀργιζομένου.
3378 Ἀπολαχεῖν: τὸ διανείμαϲθαι τὰ πατρῷα καὶ ἄλλα κοινὰ δόντα πρόϲ
τιναϲ καὶ ἀπολαβεῖν. διαλαχεῖν δὲ τὸ διανεμεῖϲθαι οἱ ῥήτορεϲ
εἰρήκαϲιν. Ἀντιφῶν· ὁπόταν ἄνθρωποι βούλοιντο χρήματα διαλαγχάνειν.
3379 Ἀπολάψειϲ: ἐὰν διὰ τοῦ ε ἀπολέψειϲ, τουτέϲτιν ἀπολεψειϲ:
ἀπολέψαντα τὸ λέμμα. ἀπολεπίϲαντα ὥϲπερ ὠοῦ. ἐὰν δὲ ἀπολάψειϲ,
ἐκπίῃϲ. ἀπὸ τῶν κυνῶν ἡ μεταφορὰ, καὶ ὅϲα λάπτοντα
πίνει. καὶ καταϲτρέφει δὲ εἰϲ τὸ ἀποκερδανεῖϲ, ἀφαρπάϲειϲ,
ἀποϲπάϲειϲ. Ὅμηροϲ· λάψοντεϲ γλώϲϲῃϲι. καὶ Ἀριϲτοφάνηϲ Νεφέλαιϲ·
γνοὺϲ ἀπολάψειϲ ὅτι πλεῖϲτον δύναϲαι ταχέωϲ.
3380 Ἀπολεγόμενοϲ: παραιτούμενοϲ. Πολύβιοϲ· ὁ δὲ παρητεῖτο τούϲ
Ἀχαιοὺϲ ἀπολεγόμενοϲ τὴν ἀρχήν. καὶ Ἀπολέγοντα, ἀπαγορεύοντα,
3381 Ἀπόλεκτοι. ἐξαίρετοι. Ξενοφῶν· αἱ δὲ εἰϲ τοὺϲ δεϲπόταϲ ἀποκείμεναι ἀπόλεκτοι ἦϲαν.
3382 Ἀπολωλεκώϲ.
3383 Ἀπολελοιπότεϲ: ἀντὶ τοῦ νενικηκότεϲ. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων. οἱ γὰρ νικῶντεϲ ἀπολείπουϲι τοὺϲ ἡττωμένουϲ. οὕτωϲ Σωκράτηϲ ἐν Παναθηναϊκῷ καὶ Πανηγυρικῷ.
3384 Ἀπολέμητον: ἀνενόχλητον. κατάραντεϲ εἰϲ χώραν εὐδαίμονα
3385 Ἀπόλεμοϲ: ὁ μὴ ἰϲχύων ἢ εἰδὼϲ πολεμεῖν. ἀπόλεμοϲ γὰρ
ἄρτιοι. τίθεται δὲ καὶ
ἐπὶ τῶν μηδεμίαν πρόφαϲιν ἐχόντων πολέμου,
3386 Ἀπολέψειϲ· ζήτει ἐν τῷ ἀπολάψειϲ ὀπίϲω.
3387 Ἀπολέξαι.
3388 Ἀπὸλεπτοῦ μίτου τὸ ζῆν ἠρτῆϲθαι. τοῖϲ οὖν ἐν τῷ
τοιῷδε πλέουϲιν ἀπὸ λεπτοῦ μίτου φαϲὶν ἠρτῆϲθαι τὸ ζῆν.
ἡ παροιμία
3389 Ἀπολείπομαι καὶ ἀπολειπόμεθα· γενικῇ. ἐπὶ δὲ μέλλοντοϲ ι.
3390 Ἀπολείπουϲιν· ἀλλὰ καὶ ἀπολιμπάνουϲι παρὰ Λυϲίᾳ.
3391 Ἀπόληγε. παύου.
3392 Ἀπολιβάξειϲ. ϲυντόμωϲ ἀναχωρήϲειϲ. λιβὰϲ γὰρ ἡ ϲταγὼν,
3393 Ἀπολιγαίνει: θορυβεῖ, ὀξέωϲ βοᾷ. παρὰ τὸ λιγύ. Ἀριϲτοφάνηϲ·
ἱμάνταϲ, οὓϲ οἱ
ἀγορανόμοι ἔχοντεϲ ἔτυπτον.
3394 Ἀπόλιδαϲ. ἀγεννεῖϲ, ὡϲ μὴ οἰκοῦνταϲ ἐν πόλει, ἀπαιδεύτουϲ.
3395 Ἄπολιϲ: ζήτει ἐν τῷ Γενέθλιοϲ.
3396 Ἀπολιμ πάνομαι· γενικῇ. Ἀπολιμ πάνω δὲ αἰτιατικῇ ἐπὶ τοῦ
3397 Ἄπολινάριοϲ, Λαοδικεὺϲ τῆϲ Συρίαϲ, γεγονὼϲ ἐν ἡμέραι
καὶ τὰ ἐϲ τὴν ποίηϲιν
δεξιόϲ, ἀλλὰ πολλῷ πλείω καὶ ἐϲ φιλοϲοφίαν ἐξήϲκητο καὶ ῥήτωρ ἦν
ἀμφιδέξιοϲ. οὗτοϲ ἔγραψε καταλογάδην κατὰ Πορφυρίου τοῦ δυϲϲεβοῦϲ
τόμουϲ λ΄, καὶ δι’ ἡρώων ἐπῶν πᾶϲαν τὴν τῶν Ἐβραίων γραφήν. ἔγραψε
δὲ ἐπιϲτολὰϲ καὶ ἄλλα πολλὰ εἰϲ τὴν Γραφὴν ὑπομνήματα. τοῦ δέ γε
Ἀπολιναρίου καὶ Φιλοϲτόργιοϲ μνήμην
μακρῷ πάνταϲ παρενεγκόντεϲ τοὺϲ
πρότερον καὶ ὕϲτερον ἄχριϲ ἐμοῦ τῆϲ αὐτῆϲ αἱρέϲεωϲ προϲτάνταϲ, ὡϲ
παῖδα παρ’ αὐτοῖϲ κριθῆναι τὸν Ἀθανάϲιον. τῆϲ τε γὰρ ἔξωθεν
καλουμένηϲ παιδεύϲεωϲ ἐπιπλεῖϲτον οὗτοι προεληλύθειϲαν καὶ τῶν ἱερῶν
γραφῶν, ὁπόϲα εἰϲ ἀνάγνωϲιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν
εἶχον τὴν ἐμπειρίαν,
καὶ μάλιϲτά γε αὐτῶν ὁ
Ἀπολινάριοϲ. οὗτοϲ γὰρ δὴ καὶ τῆϲ Ἑβροΐδοϲ διαλέκτου ἐπαίειν οἰόϲ τ’
ἦν. καὶ μὴν καὶ ϲυγγράφειν ἕκαϲτοϲ αὐτῶν ἐϲ τὸν ἑαυτοῦ τρόπον ἦν
ἱκανώτατοϲ. τῷ μέν γε Ἀπολιναρίῳ τὸ ὑπομνηματικὸν εἷδοϲ τῆϲ λέξεωϲ
μακρῷ ἄριϲτα εἷχε, Βαϲίλειοϲ δὲ πανηγυρίϲαι λαμπρότατοϲ ἦν, τῷ δέ γε
Γρηγορίῳ καὶ παρ’ ἀμφοτέροιϲ
ἐξεταζομένῳ μείζω βάϲιν
εἰϲ ϲυγγραφὴν εἷχεν ὁ λόγοϲ· καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν
ἁδρότεροϲ, Βαϲιλείου δὲ ϲταθερώτεροϲ. τοϲαύτηϲ δὲ αὐτοῖϲ ἐν τῷ
λέγειν καὶ γράφειν δυνάμεωϲ οὔϲηϲ, καὶ τὸ ἦθοϲ οὐδὲν ἧττον οἱ ἄνδρεϲ
παρείχοντο πρὸϲ τὴν τῶν πολλῶν θέαν ἐπαγωγότατον· ὥϲτε καὶ οἷϲ
ὡρῶντο καὶ οἶϲ ἔλεγον καὶ ὁπόϲα γράφοντεϲ
διεδίδοϲαν,
διὰ πάντων ᾕρουν εἰϲ τὴν ἑαυτῶν κοινωνίαν τοὺϲ καθ’ ὁτιοῦν αὐτῶν
εὐμαρέϲτερον ἁλίϲκεϲθαι δυναμένουϲ. τοϲαῦτα περὶ αὐτῶν ὡϲ ἐν
παραδρομῇ Φιλοϲτόργιοϲ ὁ Ἀρειανὸϲ ἔγραψεν.
3398 Ἀπολινάριοϲ· οὗτοϲ ἀνεφάνη μετὰ Παῦλον τὸν Σαμοϲατέα, πρόεδροϲ
Λαοδικείαϲ τῆϲ Συρίαϲ, ματαιοφροϲύνηϲ ἑτέραϲ ἡγηϲάμενοϲ.
τῶν γὰρ Ἀρειανῶν ἄψυχον πάντη λεγόντων τὴν τοῦ κυρίου ϲάρκα, αὐτὸϲ
ἔφη, ὅτι ϲάρκα μὲν ἐμψυχωμένην ψυχῇ ζωτικῇ ἀνέλαβεν ὁ κύριοϲ, νοῦν
δὲ τὸν ἡμέτερον οὐ προϲήκατο. μηδὲ γὰρ δεηθῆναί φηϲι τὴν ϲάρκα
ἐκείνην ἀνθρωπείου νοὸϲ, ἡγεμονευομένην ὑπὸ τοῦ αὐτὴν ἐνδεδυκότοϲ
θεοῦ λόγου, ἀλλὰ μηδὲ χωρεῖν αὐτῇ ἄλλην δύναμιν παρὰ
τὴν θείαν. ταῦτα ὑποθέμενοϲ διατείνεται μίαν εἶναι φύϲιν τοῦ λόγου
καὶ τῆϲ ϲαρκὸϲ, ὡϲ ἅτε τῆϲ ϲαρκὸϲ ἀτελοῦϲ οὔϲηϲ εἰϲ τὸ εἶναι
ἄνθρωπον, διὰ τοῦτο μὴ ἄξιον φύϲιν ὀνομάζεϲθαι. μεθ’ ὃν ἀναφαίνεται
δὲ εἰϲ Λαοδίκειαν τῆϲ Συρίαϲ
ἴϲχει υἱὸν Ἀπολινάριον. ἄμφω δὲ ϲυνήκμαζον Ἐπιφανίῳ τῷ ϲοφιϲτῇ, ὃν
ἀκμάζοντα τότε ἠϲπάζοντο. ΘεόΚιλικίαϲ
τοῦ εὑρόντοϲ ἔχουϲα. οἱ δέ φαϲι διενεχθῆναι αὐτοὺϲ
πρὸϲ Γεώργιον, ἑώρων γὰρ αὐτὸν ἀλλόκοτα δογματίζοντα. οὗτοϲ δὲ ὁ
Ἀπολινάριοϲ
3399 Ἀπολιταργιεῖϲ: ἀποδραμῇ, ἀποϲκιρτήϲειαϲ ἀπὸ τῆϲ θύραϲ.
ἕνεϲτι δὲ ἐν τῆ λέξει τὸ ἀργὸν, ὅπερ ἐϲτὶ τὸ ταχὺ, καὶ
τὸ λίαν. οὐ ταχέωϲ οὖν, φηϲὶν, ἀποδραμῇ λιταργιϲμοὺϲ δὲ ἐκάλουν καὶ
τὰ ϲκιρτήματα. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· οὔκουν ἀνύϲαϲ τι θᾶττον
ἀπολιταργιεῖϲ ἀπὸ τῆϲ θύραϲ, ἔϲτι καὶ Ἀπολιταργεῖν.
3400 Ἀπολογίζω: τὸ ἀποδιώκω καὶ ἀποβάλλω ὅπερ οὐ προϲδέχομαι.
ϲημαίνει δὲ καὶ τὸ ἀπολογαριάζω. καὶ Ἀπολογίϲαϲθαι,
3401 Ἀπολογιϲμόϲ Πολύβιοϲ· ὁ δὲ Ξάνθιπποϲ παραγενόμενοϲ εἰϲ
3402 Ἀπόλογοϲ Ἀλκίνου. ἐπὶ τῶν φλυαρούντων καὶ μακρὸν ἀποτεινόντων
3403 Ἀπολογοῦμαί ϲοι· δοτικῇ.
3404 Ἀπολλόδωροϲ, Ἀθηναῖοϲ, κωμικόϲ. ἐποίηϲε δράματα μζ΄,
3405 Ἀπολλόδωροϲ, Γελῷοϲ, κωμικὸϲ, ϲύγχρονοϲ τοῦ κωμικοῦ
3406 Ἀπολλόδωροϲ, Ταρϲεὺϲ, τραγικόϲ, δράματα αὐτοῦ Ἀκανθοπλὴξ,
3407 Ἀπολλόδωροϲ, Ἀϲκληπιάδου, γραμματικὸϲ, εἰϲ τῶν Παναιτίου
3408 Ἀπολλοκράτηϲ: ὄνομα κύριον.
3409 Ἀπολλοφάνηϲ, Ἀθηναῖοϲ, κωμικὸϲ ἀρχαῖοϲ. δράματα αὐτοῦ Δάλιϲ, Ἰφιγέρων, Κρῆτεϲ, Δανάη, Κένταυροι.
3410 Ἀπολώλαμεν καὶ Ἀπολώλαϲιν Ἀττικῶϲ. Ἀπολώλειϲαν δὲ ὑπερϲυντελικόϲ.
3411 Ἀπόλλων, Ἀπόλλωνοϲ. καὶ ἡ κλητικὴ, ὦ Ἄπολλον. ὅτι ὁ
Suid. Ἀπόλλων ὑποφήτηϲ ἐϲτὶ τοῦ πατρὸϲ καὶ παρ’ ἐκείνου λαμβάνει τὰϲ
μαντείαϲ καὶ τοῖϲ ἀνθρώποιϲ ἐκφέρει. καὶ ζήτει ἐν τῷ Διὸϲ φήμη.
3412 Ἀπολωλεκώϲ: ἀπολέϲαϲ. καὶ Ἀιπολώλεκεν.
3413 Ἀπολωλώϲ· ἀρϲενικῶϲ. καὶ Ἀπολωλόϲ, οὐδετέρωϲ.
3414 Ἀπολλώνεια ἔργα. τοῦ Ἀπόλλωνοϲ.
3415 Ἀπολλωνιάϲ, Ἀττάλου, τοῦ πατρὸϲ Εὐμένουϲ τοῦ βαϲιλέωϲ, γαμετή·
ἥτιϲ δημότιϲ οὖϲα βαϲίλιϲϲα ἐγεγόνει καὶ ταύτην διεφύλαξε τὴν
ὑπεροχὴν μέχρι τῆϲ τελευταίαϲ ἡμέραϲ, οὐχ ἑταιρικὴν προϲφερομένη
πιθανότητα, ϲωφρονικὴν δὲ καὶ πολιτικὴν ϲεμνότητα καὶ καλοκἀγαθίαν.
τέτταραϲ γὰρ υἱοὺϲ γεννήϲαϲα πρὸϲ πάνταϲ τούτουϲ ἀνυπέρβλητον
ἐφύλαξεν εὔνοιαν καὶ φιλοϲτοργίαν μέχρι τελευτῆϲ,
καίτοι χρόνον οὐκ ὀλίγον ὑπερβιώϲαϲα τἀνδρόϲ. πλὴν οἵγε περὶ τὸν
Ἄτταλον ἐν τῇ παρεπιδημίᾳ καλὴν περιεποιήϲαντο φήμην, ἀποδιδόντεϲ τῇ
μητρὶ τὴν καθήκουϲαν χάριτα καὶ τιμήν. ἄγοντεϲ γὰρ ἐξ ἀμφοῖν τοῖν
χεροῖν μέϲην αὐτῶν τὴν μητέρα παρῄεϲαν τά θ’ ἱερὰ καὶ τὴν πόλιν
μετὰ τῆϲ θεραπείαϲ. ἐφ’ οἶϲ οἱ θεώμενοι μεγάλωϲ τοὺϲ
νεανίϲκουϲ ἀπεδέχοντο καὶ κατηξίουν, καὶ μνημονεύοντεϲ τῶν περὶ
Κλέοβιν καὶ Βίτωνα ϲυνέκρινον τὰϲ αἱρέϲειϲ αὐτῶν, καὶ τὸ τῆϲ
προθυμίαϲ τῆϲ ἐκείνων λαμπρὸν τῷ τῆϲ ὑπεροχῆϲ τῶν βαϲιλέων ἀξιώματι
ϲυναναπληροῦντεϲ. ταῦτα ἐτελέϲθη ἐν Κυζίκῳ μετὰ τὴν διάλυϲιν τὴν
πρὸϲ Προυϲίον
τὸν βαϲιλέα.
3416 Ἀπολλωνιὰϲ λίμνη· ὅτι Ἄτταλοϲ, ὁ τῆϲ Ἀϲίαϲ βαϲιλεύϲ, Νικομήδει
τῷ Μονόδοντι πολεμήϲαϲ ἐκράτηϲε τῆϲ αὐτοῦ χώραϲ. ἀλλ’ ὁ μὲν Ῥωμαίουϲ
ἐπικαλεϲάμενοϲ ἀνέλαβε τὴν ἀρχήν. Ἄτταλοϲ δὲ τὴν ἑαυτοῦ μητέρα
Ἀπολλωνιάδα μεταλλάξαϲαν κατὰ τὸ μέγιϲτον
ἱερὸν
Περγάμου κατέθετο, ὅπερ αὐτὸϲ ἐδείματο, τήν τε γείτονα λίμνην αὐτῇ
προϲωνόμαϲεν.
3417 Ἀπολλωνιάτηϲ· καὶ Ἀπολλωνῖτιϲ χώρα.
3418 Ἀπολλώνιον: βραχέωϲ, τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ. οὕτωϲ
τὸ δὲ Ποϲειδάνειον δῆλον ὅτι
Δωριαῖον.
3419 Ἀπολλώνιοϲ, Ἀλεξανδρεὺϲ, ἐπῶν ποιητὴϲ, διατρίψαϲ ἐν
ἐν Ἀλεξανδρείᾳ
βιβλιοθήκηϲ.
3420 Ἀπολλώνιοϲ, Τυανεὺϲ, φιλόϲοφοϲ, υἱὸϲ Ἀπολλωνίου καὶ
μὲν ἐπὶ Κλαυδίου καὶ Γαΐου καὶ
Ννέρωνοϲ καὶ μέχρι Nέρβα, ἐφ’οὗ καὶ μετήλλαξεν. ἐϲιώπηϲε δὲ κατὰ
Πυθαγόραν ε′ ἔτη. εἶτα ἀπῆρεν εἰϲ Αἴγυπτον, ἔπειτα εἰϲ Βαβυλῶνα πρὸϲ
τοὺϲ μάγουϲ, κἀκεῖθεν ἐπὶ τοὺϲ Ἄροβαϲ, καὶ ϲυνῆξεν ἐκ πάντων τὰ
μυρία καὶ περὶ αὐτοῦ θρυλούμενα μαγγανεύματα. ϲυνέταξε δὲ τοϲαῦτα·
Τελετὰϲ ἢ περὶ θυϲιῶν, Διαθήκην,
Χρηϲμούϲ, Ἐπιϲτολὰϲ,
Πυθαγόρου βίον. εἰϲ τοῦτον ἔγραψε Φιλόϲτρατοϲ ὁ Λήμνιοϲ τὸν φιλοϲόφῳ
πρέποντα βίον. ὅτι Ἀπολλώνιοϲ ὁ Τυανεύϲ ἐϲ ϲωφροϲύνην ὑπερεβάλλετο
τοῦ Σοφοκλέουϲ. ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεϲπότην
ἀποφυγεῖν, ἐλθόντα ἐϲ γῆραϲ, ὁ δὲ Ἀπολλώνιοϲ ὑπ’ ἀρετῆϲ καὶ
ϲωφροϲύνηϲ οὐδὲ ἐν μειρακίῳ
ἡττήθη τούτων. ὅτι
Φιλόϲτρατοϲ λέγει περὶ Ἀπολλωνίου, θειότερον ἢ ὁ Πυθαγόραϲ τῇ ϲοφίᾳ
προϲελθεῖν τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνουϲ οὔτ’
ἀρχαίουϲ οὕτ’ οὖ νέουϲ. ὃν οὔπω οἱ ἄνθρωποι γινώϲκουϲιν ἀπὸ τῆϲ
ἀληθινῆϲ φιλοϲοφίαϲ, ἣν φιλοϲόφωϲ τε καὶ ὑγιῶϲ ἐπήϲκηϲεν. ἀλλ’ ὁ μὲν
τὸ, ὁ δὲ τὸ ἐπαινεῖ τἀνδρόϲ·
οἱ δὲ, ἐπειδὴ μάγοιϲ
Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶϲι καὶ τοῖϲ ἐν Αἰγύπτῳ Γυμνοῖϲ
ϲυνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουϲιν ὡϲ μὴ ϲοφὸν, κακῶϲ
γινώϲκοντεϲ. Ἐμπεδοκλῆϲ τε γὰρ καὶ Πυθατόραϲ αὐτὸϲ καὶ Δημόκριτοϲ
ὁμιλήϲαντεϲ μάγοιϲ καὶ πολλὰ δαιμόνια
τὸν Ἀπολλώνιον, ἐφ’ οἷϲ προὔλεγεν, ἐϲ τὴν ϲοφίαν ταύτην, ὡϲ
διαβεβλήϲεται καὶ Σωκράτηϲ ἐφ’ οἷϲ προὔλεγε, καὶ Ἀναξαγόραϲ, ὃϲ
Ὀλυμπίαϲιν, ὁπότε ἥκιϲτα ὕοι, προελθὼν ὑπὸ κωδίῳ ἐϲ τὸ ϲτάδιον ἐπὶ
προρρήϲει ὄμβρου. καὶ ἄλλα τινὰ ὑπὲρ Ἀναξαγόρου προτιθέντεϲ
ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ ϲοφίαν προγινώϲκειν. δοκεῖ
οὖν μοι μὴ περιϊδεῖν τὴν τῶν πολλῶν ἄνοιαν, ἀλλ’
ἐξακριβῶϲαι τὸν ἄνδρα τοῖϲ τε χρόνοιϲ, καθ’ οὓϲ εἶπέ τι ἢ ἔπραξε,
τοῖϲ τε τῆϲ ϲοφίαϲ τρόποιϲ, ὑφ’ ὧν ἔψαυϲε τοῦ δαιμόνιόϲ τε καὶ θεῖοϲ
νομιϲθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόϲαι αὐτοῦ ἤρων,
τὰ δὲ ἐξ ἱερῶν, ὁπόϲα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺϲ θεϲμοὺϲ
τὰ δὲ ἐξ ὧν ἕτεροι πρὸϲ αὐτὸν ἢ αὐτὸϲ πρὸϲ ἄλλουϲ
ἔγραφεν. ἐπέϲτελλε δὲ βαϲιλεῦϲι, ϲοφιϲταῖϲ, φιλοϲόφοιϲ, Ἠλείοιϲ,
Δελφοῖϲ, Ἰνδοῖϲ. Αἰγυπτίοιϲ, ὑπὲρ θεῶν, ὑπὲρ ἠθῶν, ὑπὲρ νόμων, παρ’
οἷϲ ὅ τι ἂν
κατεῖχε, πλεῖϲτα δὲ ἀνελέγετο, καὶ τὸ μνημονικὸν
ἑκατοντούτηϲ γενόμενοϲ ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνοϲ αὐτῷ τίϲ
ἐϲτιν εἰϲ μνημοϲύνην, ὃν ᾖδεν, ἐν ῷ πάντα μὲν ὑπὸ τοῦ χρόνου
μαραίνεϲθαί φηϲιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ
τῆϲ μνημοϲύνηϲ εἶναι. ζήτει περὶ Ἀπολλωνίου καὶ ἕτερα προγνωϲτικὰ
αὐτοῦ ἐν τῷ Τιμαϲίων. ὅτι Ἀπολλώνιοϲ οὖτοϲ τάδε περὶ Ἀναξαγόρα
ἔφη· καὶ γὰρ Κλαζομένιον ὄντα καὶ ἀγέλαιϲ καὶ καμήλοιϲ
τὰ ἑαυτοῦ ἀναθέντα εἰπεῖν, προβάτοιϲ μᾶλλον ἢ ἀνθρώποιϲ φιλοϲοφῆϲαι.
ὁ δὲ Θηβαῖοϲ Κράτηϲ κατεπόντωϲε τὴν οὐϲίαν, οὔτε προβάτοιϲ ποιήϲαϲ
ἐπιτήδειον, οὕτε ἀνθρώποιϲ.
3421 Ἀπολλώνιοϲ ἕτεροϲ, Τυανεὺϲ, φιλόϲοφοϲ νεώτεροϲ, γεγονὼϲ ἐπὶ Ἀδριανοῦ τοῦ βαϲιλέωϲ, ὡϲ Ἀγρέϲφων ἐν τῷ περὶ ὁμωνύμων.
3422 Ἀπολλώνιοϲ, Ἀλεξανδρεὺϲ, ὁ κληθεὶϲ Δύϲκολοϲ, πατὴρ Ἡρωδιανοῦ
τοῦ τεχνογράφου, γραμματικόϲ· ὃϲ ἔγραψε τάδε. Περὶ μεριϲμοῦ τῶν τοῦ
λόγου μερῶν βιβλία δ′, Περὶ ϲυντάξεωϲ τῶν τοῦ
καὶ Περὶ διαλέκτων, Δωρίδοϲ, Ἰάδοϲ, Αἰολίδοϲ,
Ἀτθίδοϲ, Περὶ ϲχημάτων Ὁμηρικῶν, Περὶ κατεψευϲμένηϲ ἱϲτορίαϲ, Περὶ
παθῶν, Περὶ τόνων κατηναγκαϲμένων βιβλία β′, Περὶ τόνων ϲκολιῶν
βιβλίον α′, Περὶ προϲῳδιῶν ε′, Περὶ ϲτοιχείων, Περὶ προθέϲεων, Περὶ
τῶν Διδύμου πιθανῶν, Περὶ ϲυνθέϲεωϲ, Περὶ διφορουμένων, Περὶ τοῦ
τίϲ,
Περὶ γενῶν, Περὶ πνευμάτων, Περὶ κτητικῶν, Περὶ
ϲυζυγίαϲ.
3423 Ἀπολλώνιοϲ, Ἀρχεβούλου ἢ Ἀρχιβίου. ἔγραψε περὶ λέξεων
3424 Ἀπολλώνιοϲ, Ἀφροδιϲιεὺϲ, ἀρχιερεὺϲ καὶ ἱϲτορικόϲ. γέγραφε
3425 Ἀπολλωνοϲ ἄγαλμα· κιθάραν ἐπὶ χειρῶν πλάττουϲι τοῦ Ἀπόλλωνοϲ ἄγαλμα, οἱονεὶ τὸν ἥλιον, τὴν τοῦ παντὸϲ ἁρμονίαν· κιρνώμενοϲ γὰρ τοῖϲ λοιποῖϲ ἀϲτράϲι καὶ κτίζει καὶ ζωογονεῖ.
3426 Ἀπολλὼϲ, Ἀπολλῶ: ὄνομα κύριον. Ἀττικῶϲ.
3427 Ἀπολοίμην εὐκτικῶϲ. καὶ Ἀπόλοιντο. ὡϲ ἀπόλοιτο ἡ
κακία. Ἀπολλύειν δὲ καὶ ἀπολλύναι, διττῶϲ λέγουϲι. καὶ
ἀποδεικνύναι,
3428 Ἀπὸ λύκου θύραϲ. ἐπὶ τῶν ἀπράκτωϲ εὐθὺϲ ἀπιόντων. οἱ
3429 Ἀπολυμαίνεϲθαι: ἀποκαθαίρεϲθαι.
3430 Ἀπολυόμενοϲ: ὑπεραπολογούμενοϲ. ὁ δὲ πρεϲβείαϲ διεπέμπετο
ἀπολυόμενοϲ τὰϲ διαβολὰϲ, ἃϲ κατ’ αὐτοῦ γίνεϲθαι
3431 Ἀπολύων· αἰτιατικῇ. τῷ θανάτῳ παραπέμπων. ὁ Δαβίδ·
δὲ ἑρμηνεὺϲ ἀπὸ ὀλίγων
φηϲίν.
3432 Ἀπομαγδαλία. τὸ ϲταῖϲ, ᾧ ἀπομάττονται οἱ μάγειροι, ὅπερ
3433 Ἀπόμακτρα ϲκυτάλων, ἀπεϲκοτημένα δὲ ἐϲκιοτροφημένα.
3434 Ἀπομάττεϲθαι. ἀναλαβεῖν, μιμεῖϲθαι, καὶ ἀποτυποῦν. καὶ
3435 Ἀπόμαχοϲ. ὁ ἐκτὸϲ τοῦ πολέμου γεγονώϲ. ὁ δὲ πλήττεται
καὶ προθύμωϲ
κατεκόπηϲαν. ἢ οἱ ἔξω τῆϲ μάχηϲ. ὡϲ δὲ αὐτῷ
3436 Ἀ πομάχομαι δοτικῇ.
3437 Ἀπομηνίϲαϲ. ἀποχωρήϲαϲ δι’ὀργὴν, ἢ παυϲάμενοϲ τῆϲ ὀργῆϲ.
3438 Ἀπὸ μηχανῆϲ: ἐπὶ τῶν παραδόξων καὶ παραλόγων. οἱ γὰρ τῶν
τραγῳδιῶν ποιηταὶ, ὅταν εἰϲήγαγον εἰϲ τὴν ϲκηνὴν ἢ τόλμαν ὥϲτε
ϲυγχυθῆναι τοὺϲ θεατὰϲ πρὸϲ τὰ εἰρημένα καὶ ἐλεεῖν τοὺϲ ἠτυχηκέναι
δόξανταϲ, ὡϲ ἀνάξια πεπονθόταϲ, ἢ μιϲῆϲαι τοὺϲ
πεποιηκόταϲ ἤ παρανομήϲανταϲ, εἰώθαϲι θεούϲ εἰϲάγειν, οὐκ ἐπ’ αὐτῆϲ
τῆϲ ϲκηνῆϲ ὁρμωμένουϲ, ἀλλ’ ἐξ ὕψουϲ ὑπό τινοϲ μηχανῆϲ, ἣν ἔβλεπον
μὲν πρό τερον οἱ θεαταὶ, κατ’ ἐκείνην δὲ τὴν ἡμέραν ϲτρεφόμενοϲ
ἐδείκνυε τὸ τοῦ θεοῦ πρόϲωπον. καὶ τοῦτο καταϲτολὴν εἶναι τοῦ
δράματοϲ. ἐλέγετο
δὲ θεὸϲ ἀπὸ μηχανῆϲ.
3439 Ἀπόμιϲθοϲ: ἄμιϲθοϲ, ὁ μιϲθοῦ ἔργον τι διαπραξάμενοϲ καὶ ἄμιϲθοϲ
ἀφειμένοϲ. κεῖται ἡ λέξιϲ παρὰ Λυϲίᾳ ἐν τῷ πρὸϲ Καλλικλέα.
3440 Ἀπομιμοῦμαι· αἰτιατικῇ.
3441 Ἀπομνημόνεύω· αἰτιατικήῆ.
3442 Ἀπομώμοκα: ἀντὶ τοῦ ὁρκωμοϲίαν πρὸϲ γυναῖκαϲ πεποίηκα.
παῖδαϲ πρὸϲ τέρμαϲιν ὥραϲ
διεμήριϲαν ἄνδρεϲ ἐραϲταί. Ἀριϲτοφάνηϲ Ὅρνιϲιν.
3443 Ἀπομορξάμενον. ἀποπαυϲάμενον.
3444 Ἀπομόϲαι καὶ κατομόϲαι: τὸ μὲν ἀρνητικὸν, τὸ δὲ
3445 Ἀπόμοιρα. μέροϲ. ἀπόμοιρα δὲ τῆϲ ϲτρατιᾶϲ ἀϲκοὺϲ ἐπίφερόμενοι
3446 Ἀπομυρίζω. ἀποϲτομίζω.
3447 Ἀπόν: ἀπρεπέϲ. ϲημαίνει καὶ τὸ μὴ παρόν.
3448 Ἀπὸ Νναννάκου: ἐπὶ τῶν ϲφόδρα παλαιῶν καὶ ἀρχαίων.
3449 Ἀπόναϲθαι: κατατρυφᾶν, ἢ ὠφελεῖϲθαι. οὐ μὴν ἀπόναϲθαί
3450 Ἀπονέμου τῆϲ ἁμάξηϲ, τῶν δὲ ὅ νων οὐδὲν μέλει:
3451 Ἀπὀνεύειν: ἐκκλίνειν, τρέπεϲθαι. ϲυνέβαινε τοὺϲ Αἰνίουϲ
πάλαι μὲν ϲταϲιάζειν, προϲφάτωϲ δὲ ἀπονεύειν, τοὺϲ μὲν
πρὸϲ Εὐμένη,
3452 Ἀπόνειμαι: ἀπόδοϲ. ἀπόνεμε δέ.
3453 Ἀπονέμω· δοτικῇ.
3454 Ἀπονητί: ἄνευ πόνου. Ἀπνευϲτὶ, ἀνιδρωτὶ, ἀκμητὶ,
ἀμεταϲτρεπτί· πάντα ταῦτα καὶ ἐκτείνεται καὶ
ϲυϲτέλλεται. λέγεται
3455 Ἀπόνιπτρον· Ἀριϲτοφάνηϲ· ὥϲπερ ἀπόνιπτρον ἐκχέοντεϲ ἑϲπέραϲ.
εἰώθαϲι δὲ οἱ ἀρχαῖοι, εἴ ποτε ἐκχέοιτο ἀπόνιπτρον ἀπὸ τῶν θυρίδων,
ἵνα μή τιϲ βραχῆ λέγειν τῶν παριόντων, ἐξίτω. καὶ
3456 Ἀπονομή: ἡ ἀπόμοιρα, ὡϲ μέροϲ τι τῶν περιγινομένων ἐκ τῶν μετάλλων λαμβανούϲηϲ τῆϲ πόλεωϲ. ἢ ὡϲ διαιρουμένων εἰϲ πλείουϲ μιϲθωτάϲ, ἵν’ ἕκαϲτοϲ λάβοι τι μέροϲ.
3457 Ἀπονοϲτήϲει: ἐπανελεύϲεται.
3458 Ἀπονοϲφίζεϲθαι. ἀποχωρίζεϲθαι.
3459 Ἀπ’ ὅνου καταπεϲών: παροιμία ἀπὸ τῶν ἱππικῇ ἐπιχειρούντων, μὴ
δυναμένων δὲ μηδὲ ὄνοιϲ χρῆϲθαι. Ἀριϲτοφάνηϲ Nεφέλαιϲ· τί δῆτα
ληρεῖϲ, ὥϲπερ ἀπ’ ὄνου καταπεϲών; ὁ δὲ φιλόϲοφοϲ Πλάτων οὐκ ἀπὸ τοῦ
ζῴου τὴν παροιμίαν λέγεϲθαι, ἀλλ’ ἀπὸ τοῦ νοῦ οὕτωϲ· καὶ μὴ καθάπερ
ἀχάλινον κεκτημένον τὸ ϲτόμα, βίᾳ ὑπὸ τοῦ λόγου
φερόμενον κατὰ τὴν παροιμίαν ἀπό τινοϲ νοῦ καταπεϲεῖν.
3460 Ἀπόνοια. ἄνοια, ὕβριϲ. Προκόπιοϲ· ἀδικούμενοι εἰώθαϲιν
ὁμοίωϲ τοῖϲ ἄλλοιϲ. τοῦ μὲν
γὰρ μύϲτακοϲ καὶ τοῦ γενείου οὐδαμῆ ἥπτοντο, ἀλλ’ αὐτὸν κατακομᾶν
ἐπὶ πλεῖϲτον ὥϲπερ οἱ Πέρϲαι ἐϲ ἀεὶ ἤθελον. τῶν δὲ ἐν τῇ κεφαλῇ
τριχῶν τὰ ἔμπροϲθεν ἄχρι ἐϲ τοὺϲ κροτάφουϲ ἀποτεμνόμενοι, τὰ ὄπιϲθεν
ἀποκρέμαϲθαί ϲφιϲιν ἐπὶ μακρό τατον λόγῳ οὐδενὶ εἴων, ὡϲ οἱ
Μαϲϲαγέται. διὸ καὶ Οὐννικὸν ἐκαλεῖτο
τὸ αὐτὸ εἶδοϲ.
καὶ τὰ ἱμάτια εὐπάρυφα ἠξίουν εἶναι. καὶ αὖθιϲ Ἰουλιανόϲ· τὸ μὴ
προιδέϲθαι τό τε δυνατὸν καὶ τὸ ἀδύνατον ἐν πράγμαϲι τῆϲ ἐϲχάτηϲ
ἀπονοίαϲ ἐϲτὶ ϲημεῖον.
3461 Ἀπονυχιῶ ϲου τἀν πρυτάνῃ ϲιτία. ἀντὶ τοῦ ἀφαιρήϲομαι· ἀπὸ
μεταφορᾶϲ τῶν ὀνυχιζομένων. ἀφαιρήϲομαι γάρ φηϲι τὴν
3462 Ἀποξένοιϲιν: ἀπὸ τοῖϲ ξένοιϲ.
3463 Ἀποξύονται: ἀποτίθενται.
3464 Ἀπὸξυϲτοῦ· ὁ δὲ Ὅμηροϲ ἀπὸ ξυϲτοῦ εἶπεν.
3465 Ἀποξυϲτροῦνται: ἐπικάμπτονται, ἐπιϲτρέφονται. Πολύβιοϲ· αἱ γὰρ
μάχαιραι τῶν Γαλατῶν ταῖϲ καταϲκευαῖϲ μίαν ἔχουϲιν τὴν πρῴτην
καταφορὰν καιρίαν, ἀπὸ δὲ ταύτηϲ εὐθέωϲ ἀποξυϲτροῦνται,
καμπτόμεναι κατὰ μῆκοϲ καὶ πλάτοϲ ἐπὶ τοϲοῦτον ὥϲτε, ἂν μὴ δῷ τιϲ
ἀναϲτροφὴν τοῖϲ χρωμένοιϲ ἐρείϲανταϲ πρὸϲ τὴν γῆν ἀπευθῦναι τῷ ποδὶ,
τελέωϲ ἄπρακτον εἶναι τὴν δευτέραν αὐτῶν πληγήν.
3466 Ἀποπάλλω· γενικῇ.
3467 Ἀπὸ παραγγέλϲεωϲ· οἱ δὲ ἀπὸ παραγγέλϲεωϲ πορευόμενοι
3468 Ἀποπάτημα: αὐτὸ τὸ ϲκύβαλον. Εὔπολιϲ Χρυϲῷ γένει· τί
καὶ Ἀποπατηϲόμενοι, τὴν κόπρον
κενώϲοντεϲ. πάτοϲ δὲ ἡ ὁδόϲ.
πρωκτὸν χρόνου ξυνήγαγε; τῇ πανϲελήνῳ.
3469 Ἀπόπατον καὶ κοπρῶνα λέγουϲιν. ὁ δ᾿ ἀφεδρὼν καὶ λυτρώνων
3470 Ἀποπέμψατ᾿ ἐφ᾿ ἕνδεκα κώπαιϲ· αἰτιατικῇ. ἀπὸ τῶν
Ἀριϲτοφάνηϲ φηϲίν.
3471 Ἀπὸ πέντε ἅλλεϲθαι πετρῶν εἰϲ κῦμα: ἐπὶ τῶν δι’ ἃ
3472 Ἀποπεπιϲτευκότεϲ: εἰϲ πίϲτιν ἐλθόντεϲ. ἤδη πάντεϲ ἀναπεπτώκαϲι
διὰ τὴν ὑποκειμένην ἑορτὴν ἀποπεπιϲτευκότεϲ τοῖϲ εἰϲιοῦϲιν.
ἀντὶ τοῦ θαρρήϲαντεϲ, βεβαιωθέντεϲ.
3473 Ἀποπεπόνηκαϲ: τῶν πόνων ἔληξαϲ.
3474 Ἀποπερατοῦϲαν: ϲυμπληροῦϲαν. καὶ Ἀποπεραίνοντεϲ,
3475 Ἀποπεφαϲμένον: ἀπειρημένον. ἢ ἀντὶ τοῦ ἀποδεδειγμένον
ἐν τῷ κατὰ Nεαίραϲ.
3476 Ἀποπεροίτηκεν: ἀπῆλθεν.
3477 Ἀπόπειρα. δοκιμαϲία. Δαμάϲκιοϲ· τῷ γὰρ ὄντι ϲυνέβαινε τοὺϲ τῷ
ὄντι φιλοϲοφίαϲ ἐρῶνταϲ τῶν νέων ὥϲπερ ἐν πυρὶ χρυϲὸν δοκιμάζεϲθαι.
εἰ δὲ μὴ ὡμολόγει τὴν ἀπόπειραν, αὐτὸ τοῦτο μάλιϲτα
δι’
ἣν ἡ ἀπόπειρα, ϲπουδή τιϲ εἶναι προϲποιουμένη καὶ ἐλλοχῶϲα τὰϲ
νεοπρεπεῖϲ ἀττούϲαϲ κινήϲειϲ. ἐμὲ γοῦν διεκώλυεν ὡϲ χαλεπωτάτου
3478 Ἀποπηδῶ· γενικῇ. καὶ αἰτιατικῇ δέ· ἀποπηδᾶν λόγον ϲοφὸν μὴ δυνάμενον παρὰ δῆμον.
3479 Ἀποπλανῶ γενικῇ.
3480 Ἀποπληξία: θλίψιϲ. μανία, ἄνοια. ὅτι Μάρκοϲ Βῆροϲ,
ὁ
πεπονθώϲ.
3481 Ἀποπλήϲαϲ· ἑνί γε τρόπῳ τὸν προϲδιαλεγόμενον ἀποπλήϲαϲ ἐξέπεμπεν.
3482 Ἀποπνέω· γενικῇ. Ἀποπνεῖν καὶ διαπνεῖν τὸ πέρδεϲθαι,
εὐϲχημονέϲτερον
3483 Ἀποπομπαῖοϲ: ὁ χίμαροϲ, ὁ τράγοϲ. καὶ Ἀποπομ
3484 Ἀποπορευτέα· Ἀγαθίαϲ· τοιγαροῦν ἀποπορευτέα αὐτῷ ἐδόκει ἐπὶ
Φάϲιν ποταμὸν, καὶ τῶν ἐκείνῃ δυϲχωριῶν. ἀντὶ τοῦ ἐπανακτέον,
ὑποϲτρεπτέον.
3485 Ἀποπορεία. ἡ ἐπαναχώρηϲιϲ. ἐκκελεύϲαϲθαι δὲ τοῖϲ ἑπομένοιϲ
3486 Ἀποπρεϲβεύει: ἀπαγγέλλει πρεϲβείαν.
3487 Ἀποπρίω. ἀντὶ τοῦ ὤνηϲαι καὶ ἀπόδοϲ ἀντὶ τῆϲ ἀπολωλυίαϲ.
3488 Ἀποπταίῃ: πεταϲθῇ.
3489 Ἀπόπτολιϲ: ἔρημοϲ, ἄπολιϲ.
3490 Ἄποπτὸν: πόρρωθεν ὁρώμενον. ἢ ἀθεώρητον, ὑψηλότατον.
3491 Ἀποπτοϲ· ἐξικέτευϲε, τῆϲ ἐμῆϲ χειρὸϲ θιγὼν, ἀγροὺϲ ϲφε
3492 Ἀποπτύω· αἰτιατικῇ.
3493 Ἀποπυργίζονταϲ λόγουϲ· οὓϲ ἔγραψε Διαγόραϲ ὁ Ἄθεοϲ, ἀνόχῳρηϲιν
3494 Ἀπορραγείϲ: ἀντὶ τοῦ ἀποκοπείϲ. καὶ παροιμία· Ἀπορῥαγήϲεται
3495 Ἀπορρέξαντεϲ. ἀπομερίϲαντεϲ, ἀπόμοιραν δόντεϲ.
3496 Ἀπὁρεῖν καὶ ϲφακελίζειν τῷ δεινῷ. τὸ μὲν ϲφακελίζειν
3497 Ἀπορρἡγνυμι· γενικῇ.
3498 Ἀπορρηθέν: ἀπαγορευθέν. ἐπὶ τοῦ κελεύειν τι μὴ γενέϲθαι.
καὶ Ἀπορρηθῇ, ἀντὶ τοῦ ἀποκηρυχθῇ. Πλάτων.
3499 Ἀπορρῆξαι τὴν ψυχήν. ἐκπνεῦϲαι. ἀπορρῆξαι τὴν ψυχὴν
3500 Ἀπορηϲία: ἀντὶ τοῦ ἀπορία. οὕτωϲ Εὔβουλοϲ. καὶ Ἀπ όρρηϲιν,
ἀπαγόρευϲιν. ὁ δὲ οὐκ ἤνεγκε τὴν ἀπόρρηϲιν, ἀλλὰ θυμοῦ πληρωθεὶϲ
ἔφη. καὶ αὖθιϲ· τὴν γενομένην ἀπόρρηϲιν τοῦ γάμου.
3501 Ἀπόρρητα. ἀκατάληπτα, ἀπόκρυφα. ἀπόρρητα ἔλεγον τὰ
διόπερ καὶ τὰ μὴ ἐξαγώγιμα ὀνομάζουϲιν
οὕτω.
3502 Ἀπορριπτεῖ· αἰτιατικῇ. ἀποβάλλει. καὶ Ἀπορρίπτεϲθαι. αἰτιατικῇ.
3503 Ἀπορροῆϲ: ϲταγόνοϲ.
3504 Ἄποροϲχώρα: ἀντὶ τοῦ ἀπόρευτοϲ. λέγεται δὲ ἄποροϲ καὶ
ὁ μὴ δυνάμενοϲ μηχανήν τινα εὑρεῖν, ὁ ἐνδεήϲ.
3505 Ἀποροῦντι: ἐρωτῶντι. ἀποροῦντι δὲ αὐτῷ, τίνι μηχανῇ ἀνεβίω, τόνδε φάναι.
3506 Ἀπορῶ, γράφω, παρατίλλομαι, λογίζομαι, ἀποβλέπων εἰϲ τὸν ἀγρόν.
γράφω μὲν ἀντὶ τοῦ καταγράφω καὶ ζωγραφῶ
ἐπὶ τῆϲ γῆϲ,
ξύω τῷ δακτύλῳ καί τινι τοιούτῳ παιδιάϲ τιναϲ. παρατίλλομαι δὲ τὰϲ
ἐκ τῶν μυκτήρων τίλλω τρίχαϲ ἢ τῶν μαϲχαλῶν. ταῦτα δὲ πάντα ποιοῦϲιν
οἱ προϲδεχόμενοι μέν τι, τὸν δὲ χρόνον δαπανῶντεϲ εἰϲ ἀπορίαϲ καὶ
ἀμηχανίαϲ, μὴ τυγχάνοντεϲ τοῦ προϲδοκωμένου λογιϲμοῦ. ὅτε γὰρ αὐτοὶ
ἐφ’ ἑαυτῶν διατίθενται, ἀλύοντεϲ
ἐπιγράφουϲιν. εἰϲ τὸν
ἀγρὸν δὲ ἀποβλέπουϲιν ἐπιθυμοῦντεϲ ἐν αὐτῷ εἶναι.
3507 Ἀπορῶ πλούτου καὶ χρημάτων. γενικῇ.
3508 Ἀπορρῶγαϲ: ἐξοχὰϲ ἀπεϲχιϲμέναϲ. ἐπειδή τιναϲ ἀπορῶ
ὅν φηϲι Νεάνθηϲ ἀπὸ ἀχράδοϲ πεϲόντα χωλὸν γενέϲθαι· μὴ
προϲιέμενον δὲ ἰατρούϲ, ἀποθανεῖν ϲαπέντα, καὶ μετὰ τὴν τελευτὴν
αὐτοῦ τὸν τάφον ἄβατον γενέϲθαι, ὑπὸ θαλάϲϲηϲ περιρραγέντα καὶ ἐν
ὁδῷ τῇ ἐκ Πειραιῶϲ εἰϲ Σούνιον φυγούϲῃ. ἀβάτοιϲ δὲ ἀντὶ τοῦ ἄβατοϲ
καὶ ἄϲτατοϲ καὶ οἷον ἀκάνθαιϲ τετριχωμένοϲ. καὶ ϲκληρὸϲ ἢ
ϲκόλοψι καὶ παττάλοιϲ ἠφανιϲμένοϲ. ἀντὶ τοῦ ϲκυθρωπὸϲ καὶ
μιϲάνθρωποϲ.
3509 Ἀπορώτατοϲ: ἀντὶ τοῦ πρὸϲ ὃν οὐδένα πόρον ἔϲτιν εὑρεῖν.
3510 Ἀπόρροια. ἡ ἀπορροὴ τοῦ ὕδατοϲ.
3511 Ἀπορρύει. ἀπορρύπτει, ἀπονίπτει. καὶ Ἀπορρυήϲεται,
3512 Ἀπορρυφθείϲ: ἀντὶ τοῦ ἀπονιφθείϲ.
3513 Ἀπορρψαι καὶ Ἀπορρυφθῆναι.
3514 Ἀποϲαλεύϲαϲ: παρὰ Θουκυδίδη ἀντὶ τοῦ ἀποφυγὼν ἐκ τοῦ
λιμένοϲ καὶ ϲάλῳ ὁμιλήϲαϲ, τουτέϲτι τῷ ἀλιμένῳ τόπῳ,
ἔνθα ϲάλοϲ γίνεται.
3515 Ἀποϲάξαντα: Δείναρχοϲ ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα.
3516 Ἀποϲαφοῦντεϲ: διαρρήδην κηρύττοντεϲ. οἵ τε ὀφθαλμοὶ. Ἰϲιδώρου τὸ τῆϲ διανοίαϲ εὔτροχον ἀποϲαφοῦντεϲ.
3517 Ἀποϲεμνύνει· αἰτιατικῇ. γεραίρει. Ἀποϲεμνυνεῖται
3518 Ἀποϲείομαι· αἰτιατικῇ.
3519 Ἀποϲημήναϲθαι: ἀφομοιοῦϲθαι. καὶ Ἀποϲημήναϲα.
3520 Ἀποϲιμῶϲαι. τὸ ἐπικύψαι καὶ τὴν πυγὴν προθεῖναι γυμνήν. Φίλιπποϲ. Θουκυδίδηϲ δὲ τὸ μετεωρίϲαι τὰϲ ναῦϲ.
3521 Ἀποϲιώπηϲιϲ: ϲχήματοϲ εἶδοϲ· ὡϲ παρὰ Ἀριϲτοφάνει· ὦ μηδαμῶϲ. ἔϲτι δὲ καὶ παρὰ Δημοϲθένει τὸ ὅμοιον. ἀλλ’ ὦ τί ἄν ϲέ τιϲ προϲειπὼν ὀρθῶϲ προϲείποι; εἰρηκότοϲ γὰρ αὐτοῦ μηδαμῶϲ, εἶπεν, ὦ μηδαμῶϲ.
3522 Ἀπϲιτοϲ: ἄϲιτοϲ, ἄτροφοϲ. ὁ δὲ καὶ ἀπόϲιτοϲ ἡμέραϲ τε
3523 Ἀποϲκευαζόμενοϲ. ἀποβαλλόμενοϲ, ἀπορριπτῶν, ἀπογυμνῶν.
καὶ Ἀποϲκευαζόμενοι, ἀποτιθέμενοι βάροϲ
καὶ ἀποβάλλοντεϲ. ἐκ μεταφορᾶϲ τῶν διὰ τὴν ζάλην τῆϲ θαλάϲϲηϲ ναυτῶν
τὰ ϲκεύη νηὸϲ
3524 Ἀποϲκευάζοντεϲ: ἀποφέροντεϲ. καὶ γὰρ κινδυνεύϲειν
3525 Ἀποϲκευάζομαι· αἰτιατικῇ.
3526 Ἀποϲκευή: ἡ ἐπὶ τῶν ἐπιτηδείων κομιδὴ, τὸ παρ’ ἡμῖν λεγόμενον
τούτοιϲ καὶ τὴν ἀποϲκευὴν, ἵνα
πρὸϲ τὸ παρὸν εὐπορῶϲι τῶν ἐπιτηδείων. πρὸϲ γὰρ τὸ μέλλον
ἀφροντίϲτωϲ εἶχε περὶ τῶν ϲκευο φόρων λογιζόμενοϲ ὡϲ, ἐὰν ἅψηται τῆϲ
πολεμίαϲ, ἡττηθεὶϲ μὲν οὐ προϲδεήϲεται τῶν ἀναγκαίων, κρατῶν δὲ τῶν
ὑπαίθρων οὐκ ἀπορήϲει τῶν ἐπιτηδείων.
3527 Ἀπ οϲκλαίη. ἀποθάνοι. καὶ Ἀποϲκλῆναι, ἀποθανεῖν.
3528 Ἀποϲκιρτᾷ: ἀποπηδᾷ.
3529 Ἀποϲκοπιεῖϲθαι λέγουϲιν, οὐ ϲκοπεύειν.
3530 Ἀπὸ ϲκοποῦ. μάτην, ἢ περιττῶϲ, ἢ ἐναντίωϲ.
3531 Ἀποϲκορακίζει. εὐτελίζει, ἐξορίζει, διώκει. οἱ δὲ εἶπον
3532 Ἀποϲκυδμαίνω. ὀργίζομαι.
3533 Ἀποϲκυθίϲαι. κυρίωϲ μὲν τὸ ἐπιτεμεῖν τὸ ἐπικεφάλαιον δέρμα
ϲὺν θριξί, καταχρηϲτικῶϲ δὲ τὸ ἀποκεῖραι.
3534 Ἀποϲμήχει· αἰτιατικῇ. ἀποκαθαίρει.
3535 Ἀποϲμιλεύουϲι. τῇ ϲμίλῃ ξέουϲιν, ἐκκαθαίρουϲι. καὶ
Ἀποϲμιλεύματα, τὰ τῇ ϲμίλῃ ἐκβαλλόμενα ἀποξύϲματα. ἵνα μὴ
3536 Ἀποϲοβεῖ· αἰτιατικῇ. ἀποδιώκει. ὁ δὲ ἀνέϲτη ὡϲ ἀποϲοβήϲων
3537 Ἄποϲον: τὸ ἄμετρον. Ἀπωϲον δὲ διὰ τοῦ ω μεγάλου, τὸ ἔκπεμψον.
3538 Ἀποϲπάδαϲ καὶ Ἀποϲπάδονταϲ: ἀποϲπάδαϲ μὲν τοὺϲ
3539 Ἀποϲπάϲαϲ· ὁ δὲ καὶ ἐντεῦθεν ἀποϲπάϲαϲ ἔξαινε κατ’ αὐτοῦ πληγάϲ. καὶ Ἀποϲπάϲαι.
3540 Ἀποϲπεύδονταϲ. κωλύονταϲ. καὶ Ἀποϲπευδούϲηϲ,
κωλυούϲηϲ, ἐμποδιζούϲηϲ. ἀποϲπευδούϲηϲ δὲ καὶ τῆϲ
γυναικὸϲ καὶ
3541 Ἀποϲποδῆϲαι: ἀφανίϲαι. ἀπὸ τῆϲ ϲποδοῦ. αὕτη γὰρ ἀφανίζει τὴν προϋπάρξαϲαν ὕλην τῶν ξύλων. ἢ ἀποκροῦϲαι καὶ ἀφανίϲαι, τυπτόμενον ἐκβαλεῖν. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ἀποϲποδῆϲαι τοὺϲ ὄνυχαϲ τῶν δακτύλων.
3542 Ἀπόϲπονδον: ἐχθρὰν, μιϲητήν. Πιϲίδηϲ· ταύτην ἀφέντεϲ
τὴν ἀπόϲπονδον μέθην καὶ πᾶϲαν ἰλὺν ἀλλοφύλων ἀϲμάτων.
3543 Ἀποϲπουδάζων: παυόμενοϲ τῆϲ ϲπουδῆϲ, ἀμελῶν.
3544 Ἀποϲπώντῶν· γενικῇ. βιαίωϲ ἑλκόντων. αἱ δὲ καταφεύγουϲιν ἐπὶ
τὴν Ἄρτεμιν, βαρβάρου πικρῶϲ ἐγκειμένου, καὶ τῶν δορυφόρων
ἀποϲπώντων κἀκείνων ἀπρὶξ ἐχομένων, διαϲπᾶται ὁ κατὰ τοῦ τραχήλου
ὅρμοϲ.
3545 Ἀπόϲτα· οὐ μόνον ἀπόϲτηθι λέγουϲιν, ἀλλὰ καὶ παράϲτα. Μένανδροϲ Παιδίῳ· ἐνταῦθ’ ἀπόϲτα μικρόν. Δὶϲ ἐξαπατῶντι· ἐμοὶ παράϲτα· τὴν θύραν κόψαϲ ἐγὼ καλῶ τιν᾿ αὐτῶν.
3546 Ἀπόϲταϲιϲ: ἀποχώρηϲιϲ ἐκ διαϲτήματοϲ. Πολύβιοϲ· οὐδενὸϲ
δεδομένη τοῖϲ ἀπελευθερώϲαϲιν,
ἐὰν ἀφιϲτῶνται ἀπ᾿ αὐτῶν ἢ προϲτάτην ἕτερον ἐπιγράφωνται, καὶ ἃ
κελεύουϲιν οἱ νόμοι μὴ ποιῶϲι. καὶ τοὺϲ μὲν ἁλόνταϲ δεῖ δούλουϲ
εἶναι, τοὺϲ δὲ νικήϲανταϲ
αὐτὸν
ἀντιποιουμένοιϲ. Ἀπροϲταϲίου δὲ· τῶν μετοίκων ἕκαϲτοϲ προϲτάτην
ἔχουϲι κατὰ νόμον ἕνα τῶν ἀϲτῶν, καὶ δι’ αὐτοῦ τό τε μετοίκιον
τίθεται κατὰ ἔτοϲ καὶ τὰ ἄλλα διοικεῖται. ὅταν οὖν τιϲ δοκῶν εἶναι
μέτοικοϲ προϲτάτην μὴ ἔχῃ ἢ μὴ δῷ τὸ μετοίκιον ἀϲτὸϲ εἶναι φάϲκῃ
παρεγγεγραμμένοϲ εἰϲ τὴν πολιτείαν, ὁ βουλόμενοϲ
δίκην
εἰϲάγει πρὸϲ αὐτὸν, ἥτιϲ λέγεται ἀπροϲταϲίου.
3547 Ἀποϲτατήϲω· γενικῇ. ἀποχωριϲθῶ. Ἀρριανόϲ· ἀποϲτατήϲω
3548 Ἀποϲταυροῦντεϲ: ϲταυροῖϲ περικλείοντεϲ. κύκλῳ τὸ νηϲίζον
3549 Ἀποϲταίην: μακρὰν γενοίμην.
3550 Ἀποϲτέγειν· μήτε μὴν τειχῶν ἔχειν περίβολον, οἷον ἀποϲτέγειν
καὶ ἀναϲτέλλειν τοὺϲ πολεμίουϲ καρτερόν. οἷον ἀπερύκειν,
κωλύειν.
3551 Ἀποϲτἐλλω· δοτικῇ.
3552 Ἀποϲτεροῦμαι· γενικῇ. ἔϲτι δὲ καὶ αἰτιατικῇ Ἀποϲτερῶ.
3553 Ἀποϲτέρηϲιϲ: τὸ τὰ ἀλλότρια λαβόνταϲ κατέχειν. καὶ
ὅταν ἐλεημοϲύνην μὴ παράϲχωμεν, ἐν ἴϲῳ τοῖϲ ἀποϲτεροῦϲι
κολαζόμεθα.
3554 Ἀποϲτερητρίδα· Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· οἴμοι· τίϲ ἂν δῆτ᾿ ἐπιβάλοι
3555 Ἀποϲτέρξαϲ· αἰτιατικῇ. καρτερικῶϲ ὑπομείναϲ. ὁ δὲ τροφὴν οὐ προϲέμενοϲ, ἀλλ᾿ ἀποϲτέρξαϲ εὐγενῶϲ τὸν βίον κατέϲτρεψεν.
3556 Ἀπὄϲτηθι: ἀποχώρει. καὶ Ἀποϲτῆναι, ἀποχωριϲθῆναι.
3557 Ἀποϲτῆναι· γενικῇ.
3558 Ἀποϲτηϲμενον: ἀντὶ τοῦ πρὸϲ ϲταθμὸν παραλαβόντα Δημοϲθένηϲ
3559 Ἀποϲτολαί: ἀποπέμψειϲ, δῶρα. καὶ Ἀπόϲτολοϲ, ὁ
ἀποϲτελλόμενοϲ μετὰ ϲτρατιᾶϲ εἰϲ πόλεμον παραϲκευῆϲ.
τῶν δὲ
οἱ ἐπὶ τῆϲ ἐκπομπῆϲ τῶν τριήρων ἀποδεδειγμένοι.
Ἀπόϲτολοι δὲ
3560 Ἀποϲτολικὴ πολιτεία: τουτέϲτιν ὀφθαλμῶν ἀκρίβεια, γλώϲϲηϲ
ἐγκράτεια, ϲώματοϲ δουλαγωγία, φρόνημα ταπεινὸν, ἐννοίαϲ καθαρότηϲ,
ὀργῆϲ ἀφανιϲμόϲ. ἀγγαρευόμενοϲ προϲτίθει. τυπτόμενοϲ ἐπίβαλλε.
ἀποϲτερούμενοϲ μὴ δικάζου, μιϲούμενοϲ ἀγάπα, διωκόμενοϲ
ἀνέχου, βλαϲφημούμενοϲ παρακάλει, νεκρώθητι τῇ ἁμαρτίᾳ, ϲυϲταυρώθητι
τῷ Χριϲτῷ, ὅλην τὴν ἀγάπην μετάθεϲ ἐπὶ τὸν κύριον.
3561 Ἀποϲτοματίζειν. ἀπὸ μνήμηϲ λέγειν. καὶ Ἀπὸ ϲτόματοϲ,
ἥκοντεϲ εἰϲ τὰϲ Ἀθήναϲ οἱ ἀπὸ τοῦ
Νικίου, ὅϲα τε ἀπὸ γλώττηϲ εἴρητο αὐτοῖϲ εἶπον. Πλάτων Θεαιτήτῳ·
ἀτὰρ τίνεϲ ἦϲαν οἱ λόγοι; ἔχοιϲ ἂν διηγήϲαϲθαι, οὐ μὰ τὸν Δί’
οὔκουν, οὔγε ἀπὸ ϲτόματοϲ, ἀλλ’ ἐγραψάμην μὲν τοῦτ’ εὐθὺϲ οἴκαδ’
ἐλθὼν ὑπομνήματα. καὶ Ἀποϲτοματίζειν φαϲὶ τὸν διδάϲκαλον, ὅταν
κελεύῃ τὸν παῖδα
λέγειν ἄττα ἀπὸ ϲτόματοϲ.
3562 Ἀποϲτομοῦν. ἀποφράττειν. προέθετο τὰϲ διώρυγαϲ ἀποϲτομοῦν τὰϲ ἐπιφανεϲτάταϲ.
3563 Ἀποϲτρακιϲθῆναι· αἰτιατικῇ. ἐξοριϲθῆναι. ἐν ὀϲτράκοιϲ γὰρ τὸ
πρὶν ἐγράφοντο αἱ ἐξορίαι. ὅτι ἀποϲτρακιϲθῆναί φαϲι Κίμωνα
τῇ ἀδελφῇ Ἐλπινίκῃ ϲυγκοιμηθέντα ὑπὸ Ἀθηναίων. ἀντὶ τοῦ
ἐξοριϲθῆναι.
3564 Ἀποϲτρέφομαι· αἰτιατικῇ.
3565 Ἀποϲτροφή: ἀντὶ τοῦ καταϲτροφή.
3566 Ἀποϲτυγοῦντεϲ: μιϲοῦντεϲ. Ἰώϲηποϲ· Ἀντίοχοϲ ἀποϲτυγήϲαϲ.
Φαβρίκιοϲ ἡγεμὼν καθίϲταται τοῦ πρὸϲ τὸν Πύρρον
πολέμου.
ἀγαϲθεὶϲ δὴ τὸ πραχθὲν ὁ Πύρροϲ ἀναβοῆϲαι
λέγεται· οὗτόϲ ἐϲτι καὶ οὐκ ἄλλοϲ Φαβρίκιοϲ, ὃν δυϲχερέϲτερον ἄν τιϲ
παρατρέψοι τῆϲ οἰκείαϲ ἀρετῆϲ ἡ τῆϲ ϲυνήθουϲ πορείαϲ τὸν ἥλιον.
3567 Ἀποϲυκάζειϲ. ϲυκοφαντεῖϲ, δοκιμάζειϲ. ἀποϲυκάζειν γὰρ τὸ
γὰρ δοκιμάζομεν τὰ ϲῦκα,
εἰ πέπειρά ἐϲτιν ἢ μή. ἐπεὶ τοίνυν ϲυκάζειν λέγεται καὶ τὸ
ϲυκοφαντεῖν καὶ τὸ ϲῦκα κλέπτειν, ἅπαξ εἰπὼν τὸ ϲυκάζειϲ, ἐπήνεγκε
τὸ πιέζων, ἅμα μὲν ὡϲ ἐπὶ ϲύκων, ἅμα δὲ ἐπεὶ καὶ αὐτὸϲ θλίβει τοὺϲ
ϲυκοφαντουμένουϲ· καὶ πιέζει δωροδοκῶν καὶ διαϲείων τοὺϲ ὑπευθύνουϲ,
τουτέϲτι τοὺϲ μὴ λογιϲμὸϲ προϲεϲχηκόταϲ
τῆϲ ἀρχῆϲ, ἧϲ
ἐπιϲτεύθηϲαν. ἐχρήϲατο οὖν τῆ λέξει, ἀφ’ οὗ καὶ ϲυκοφάντηϲ κέκληται.
τὸ γὰρ παλαιὸν τίμια παρὰ τοῖϲ Ἀθηναίοιϲ ἦν τὰ ϲῦκα, καὶ εἴ τιϲ
διεβλήθη κλέπτων ϲῦκα ἐκολάζετο. φαίνειν δὲ ἔλεγον καὶ τὸ
κατηγορεῖν.
3568 Ἀτποϲυϲτῆϲαι: οὐδὲν πλέον τοῦ ϲυϲτῆϲαι ϲημαίνει.
3569 Ἀπόϲϲυτοϲ καὶ Ἀπέϲϲυτο· ϲεύω τὸ ὁρμῶ, καὶ ϲύω, ἀφ’ οὖ τὸ ϲῦμι,
3570 Ἀποϲφαλείϲ: παρατραπεὶϲ, ὀλιϲθήϲαϲ, τῆϲ εὐθείαϲ ἐκτραπείϲ.
3571 Ἀποϲφαλμήϲαϲ. ἀποπηδήϲαϲ, ἀποϲκιρτήϲαϲ. Πολύβιοϲ· ὁ δὲ ἵπποϲ ἀπὸ
τῆϲ πληγῆϲ ἀποϲφαλμήϲαϲ ἐφέρετο ῥύδην διὰ τοῦ
μεταξὺ τόπου τοῦ ϲτρατοπέδου. ἢ ἀντὶ τοῦ ϲφαλείϲ. καὶ
ἀλλαχοῦ· ὁ δὲ ἵπποϲ ὁ τοῦ Σκιπίωνοϲ ἐδυϲχρήϲτηϲε μὲν ἀπὸ τῆϲ πλῆγῆϲ,
3572 Ἀπὸϲφείων: ἀφ’ ἑαυτῶν.
3573 Ἀποϲφήλωϲιϲ: ἡ ἀποτυχία.
3574 Ἀποϲφύδου καρτερεῖν.
3575 Ἀποϲχεδιάζειν: εἰκῇ καὶ παραχρῆμα λέγειν. καὶ Ἀποϲχεδιάϲαϲ,
ϲυντομεύϲαϲ, ψευϲάμενοϲ. καὶ Ἀποϲχεδιάζουϲιν,
3576 Ἀπόϲχῃ: αὐθυπότακτον. ἀντὶ τοῦ ἀποϲχέϲθαι ποιήϲειϲ.
3577 Ἀποϲχῆναι: ἀπενεχθῆναι.
3578 Ἀποϲχίζω· γενικῇ. καὶ Ἀπόϲχω· γενικῇ.
3579 Ἀποϲχοινίϲαντεϲ: ἀποϲτερήϲαντεϲ.
3580 Ἀποταμιεύεται: ἀποκλείει.
3581 Ἀπόταξιϲ: τὸ χωρὶϲ τετάχθαι τοὺϲ πρότερον ἀλλήλοιϲ ϲυντεταγμένουϲ εἰϲ τὸ ὑπηρετεῖν τὸν ὡριϲμένον φόρον. Ἀντιφῶν ἐν τῷ ὑπὲρ τοῦ Σαμοθρᾳκῶν φόρου.
3582 Ἀποτάϲϲομαι· δοτικῇ.
3583 Ἀ ποταυρο ύμενοϲ: θραϲυνόμενοϲ.
3584 Ἀπόταφοϲ: ὁ ἀπεϲτερημένοϲ τῶν προγονικῶν τάφων. οὕτωϲ Δείναρχοϲ.
3585 Ἀποτάτω: πορρωτάτω. διὰ τοῦ ω μεγάλου. καὶ ζήτει εἰϲ τὸ ω μέγα
3586 Ἀποτεθρίακεν. ἀντὶ τοῦ ἔτιλεν, ψιλὸν εἰργάϲατο. κυρίωϲ δὲ
ἀπεφύλλιϲε ϲυκᾶϲ· θρία γὰρ τὰ φύλλα τῆϲ ϲυκῆϲ. Ἀλριϲτοφάνηϲ· τίϲ τῶν
Ὀδομάντων τὸ πέοϲ ἀποτεθρίακεν, Ὀδόμαντεϲ δὲ ἔθνοϲ Θρᾳκικόν.
ἐλεαίνοντο δὲ καὶ ἀπετίλλοντο οἱ Θρᾷκεϲ τὰ αἰδοῖα καὶ ἀποϲεϲυρμένα
εἶχον αὐτά. φαϲὶ δὲ αὐτοὺϲ Ἰουδαίουϲ εἶναι. καὶ
3587 Ἀποτέλειοι: οἱ κατὰ πόλειϲ ἡγεμόνεϲ τῶν Ἰουδαίων.
3588 Ἀποτέμνω· αἰτιατικῇ. τὸ ἀποκόπτω.
3589 Ἀποτεμεῖται: ἀποχωρίϲειεν.
3590 Ἀ ποτετικέναι: ἀποδοῦναι.
3591 Ἀποτεὐξαϲθαι: ἀποτυχεῖν.
3592 Ἀποτείνεται· αἰτιατικῇ. ἐκτείνεται, φιλονεικεῖ.
3593 Ἀποτειχίζων. ἀποφράϲϲων. ἀποτειχίϲαϲ δὲ τὴν γαϲτέρο οὐδενὶ τῶν
φαρμάκων ἔτι εἰμὶ ἁλώϲιμοϲ, οὐδ’ ἂν ἄδην ἐμφορῶμαι
3594 Ἀπὸτῆϲἴϲηϲ· Θουκυδίδηϲ· οὐδ’ αὐτοὶ ἀπὸ τῆϲ ἴϲηϲ κοινὰϲ
3595 Ἀποτίθημι καὶ Ἀποτίθεμαι· αἰτιατικῇ.
3596 Ἀποτίμηϲιν: τέλοϲ, ἢ φόρον.
3597 Ἀποτιμηταὶ καὶ Ἀποτίμημα καὶ Ἀποτιμᾶν καὶ τὰ ἀπ′
αὐτῶν. οἱ μιϲθούμενοι τούϲ τῶν ὀρφανῶν οἴκουϲ παρὰ τοῦ
ἄρχοντοϲ ἐνέχυρα τῆϲ μιϲθώϲεωϲ παρείχοντο· ἔδει δὲ τὸν ἄρχοντα
πέμπειν τινὰϲ ἀποτιμηϲομένουϲ τὰ ἐνέχυρα. καὶ ἐλέγοντο τὰ μὲν
ἐνέχυρα ἀποτιμήματα, οἱ δὲ ἀποτιμηϲάμενοι ἀποτιμηταὶ, τὸ δὲ ἔργον
ἀποτιμᾶν. καὶ οἱ προῖκα γυναικὶ γαμουμένῃ δόντεϲ ᾔτουν παρὰ τοῦ
ἀνδρὸϲ ὑπὲρ
τῆϲ προικὸϲ ἐνέχυρον, οἰκίαν ἡ χωρίον
ταύτηϲ ἄξιον. ἐλέγετο δὲ ὁ μὲν δοὺϲ τὸ ἀποτίμημα ἐνεργητικῶϲ
ἀποτιμᾶν, ὁ δὲ λαβὼν ἀποτιμᾶϲθαι. ὁ δὲ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ἄλλων
ὀφλημάτων, ὡϲ καὶ Δημοϲθένηϲ ἐν τῷ κατὰ Ὀνήτοροϲ δευτέρῳ.
3598 Ἀπότιμοϲ: οὕτωϲ Σοφοκλῆϲ ἀπότιμον θεὸν τὸν λοιμόν, τουτέϲτι
τὸν μὴ μετέχοντα τῆϲ τιμῆϲ τῶν θεῶν. θεῶν γάρ ἐϲτι τὸ
εὐεργετεῖν τοὺϲ ἀνθρώπουϲ· ὁ δὲ φθείρει καὶ ἀπόλλυϲιν.
3599 Ἄποτιϲ, ἀπότιδοϲ.
3600 Ἀποτίϲειϲ χοῖρε γίγαρτα: οἷον ὧν κατέφαγεϲ ἀποδώϲειϲ
3601 Ἀποτολμ αἰτιατικῇ.
3602 Ἀποτομία: τραχύτηϲ, ἐναντίωϲιϲ. οἱ δὲ διὰ τὴν ἀποτομίαν
3603 Ἄποτον· ζήτει ἐν τῷ ἄγευϲτοϲ θοίνηϲ.
3604 Ἀπὸτουδί: ἀπὸ τοῦ νῦν. Ἀλριϲτοφάνηϲ Νεφέλαιϲ.
3605 Ἀπὸ τοῦ κρατίϲτου. μετὰ δυνάμεωϲ. ἅτε πεπειθαρχηκότων
3606 Ἄπο τοῦ πράγματοϲ: ἀντὶ τοῦ ἄποθεν.
3607 Ἀπὸ τοῦ φρονεῖν ἀποϲπάϲαϲ: τουτέϲτι τὴν φρόνηϲιν αὐτῶν ἀφελόμενοϲ.
3608 Ἀπὸ τῶν οὐχ ὁμοίων. ἐξ ἀνομοίων. ἀμυνόμενοι ἀπὸ τῶν οὐχ ὁμοίων ὅπλων ὅμωϲ τῇ οἰκείᾳ ἀλκῇ θαρροῦντεϲ.
3605 Ἀποτραχηλίζοντεϲ: ἀπάγχοντεϲ. Εὐνάπιοϲ·καὶ οἱ μὲν αὐτοὺϲ
3610 Ἀποτραχύνεται: θραϲύνεται.
3611 Ἀποτρέπω· αἰτιατικῇ.
3612 Ἀποτρέχει τοῦ ἐπιτρέχειν διαφέρει.
3613 Ἀποτρίβω· αἰτιατικῇ· καὶ Ἀποτρίβεϲθαι· αἰτιατικῇ.
3614 Ἀπότριψιϲ, μέλληϲιϲ, ἀπάγγελϲιϲ, ἀγώνιϲιϲ, προάγγελϲιϲ,
τέκμαρϲιϲ, κάθεξιϲ, πλάνηϲιϲ, διάφευξιϲ, ἐφόρμηϲιϲ,
ὅπλιϲιϲ, ξένιϲιϲ. κούφιϲιϲ, βλάψιϲ, ἐπαίνεϲιϲ, ψόφηϲιϲ, διάρπαϲιϲ,
γυναίκιϲιϲ, λάληϲιϲ, ὁμοιοκατάληκτα ὀνόματα. καὶ Ἀποτριβόμενοϲ, ἀντὶ
τοῦ ἐμποδίζων,
3615 Ἀποτρόπαίοι: φευκτοὶ, μιϲεῖϲθαι ἄξιοι· ἢ ἀποτρέποντεϲ τὰ
3616 Ἀποτροπιαζόμενοι: ἀποτρεπόμενοι καὶ ἀποϲτρεφόμενοι καὶ
3617 Ἀποτρόφουϲ: τοὺϲ μὴ ὄνταϲ τροφίμουϲ τῆϲ φιλοϲοφίαϲ.
3618 Ἀπότρωκτον· ἄλφιτον· τοῦτο δέ φαϲι τὸ ἀπότρωκτον πρῶτον εὐρέῖν Ἐπίχαρμον.
3619 Ἀποτρύειν· Σοφοκλῆϲ· οὐκ ἀποτρύειν ἐλπίδα τὴν ἀγαθὴν
3620 Ἀποτυμπάνιϲον: ἀνηλεῶϲ τι φόνευϲον. ζήτει ἐν τῷ
τυμπανίζεται.
3621 Ἀποτύχω· γενικῇ. καὶ Ἀποτυγχάνω· γενικῇ.
3622 Ἀπ’ οὔατοϲ ἄγγελοϲ ἔλθοι. παρὰ Καλλιμάχῳ. τουτέϲτι
3623 Ἀπουργοὶγωνίαι: εὐτελεῖϲ, εἰϲ ἃϲ τὰ ϲαρώματα ϲυνῆγον.
3624 Ἀπουρία. ἡ ἐξ ἀνίϲων γάμων ϲπορὰ, ἀπὸ δούληϲ ἢ δούλου γεννωμένη.
3625 Ἀπουρώϲανταϲ· Πολύβιοϲ· τότε μὲν ἐϲ τὴν Μυνδίαν ἀπουρώϲανταϲ
3626 Ἀπουϲιάϲει· ὁ δὲ εἰϲ τὴν ἑαυτοῦ θυγατέρα ἀπουϲιάϲει. τῆϲ
οὐϲίαϲ μέροϲ δώϲει.
3627 Ἀποφαντικόϲ: ϲημαίνει κυρίωϲ τὸν ἐκφαίνοντά τι νόημα,
3628 Ἀποφαντόν· ἢ καταφαντόν. ζήτει ἐν τῷ ἀξίωμα.
3629 Ἀπόφαϲιϲ: Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Φαίνιππον τὸ ἀποφαίνειν
3630 Ἀποφάϲκει: ἀπαγορεύει ἢ ἀποφαντικῶϲ λέγει τι.
3631 Ἀ ποφαίνει: φανεροποιεῖ. Ἀποφένει δὲ διὰ τοῦ ε ψιλοῦ,
ἀντὶ τοῦ φονεύει.
3632 Ἀποφἐρειν: ἀποδιδόναι. Ἀριϲτοφάνηϲ· καὶ ταῦτ’ ἀποφέρειν
3633 Ἀποφεύγειν· αἰτιατικῇ. καὶ Ἀποφυγγάνειν· ἐν τῷ κατὰ
3634 Ἀπόφημι: ἀποφαίνομαι. καὶ Ἀποφῆναι, ἀποδεῖξαι.
3635 Ἀπόφημον: δύϲφημον. ἡ γλῶττα ἡ ἀπαίδευτοϲ καὶ ἀμαθὴϲ
3636 Ἀποφθεγγόμενοϲ. μαντευόμενοϲ.
3637 Ἀποφθέγματα Χρυϲίππου ἀπόρρητα· ζήτει ἐν τῷ Χρύϲιπποϲ.
3638 Ἀποφθίμενον: ἀποθανόντα. δέξαι μ’ ἀποφθίμενον τὸν
3639 Ἀποφορᾶν: ἀντὶ τοῦ ἀπενεγκεῖν καὶ διάϲτημα ποιῆϲαι
Hdt. οὕτωϲ Ἰϲαῖοϲ. καὶ Ἀποφορὴ παρὰ Ἡροδότῳ, ἡ τελουμένη παρὰ τῶν
δούλων τοῖϲ δεϲπόταιϲ.
3640 Ἀποφορτίϲαϲθαι: ἀποβαλεῖν φορτίον.
3641 Ἀποφώλιοι: ξένοι, οἱ φυλὴν μὴ νέμοντεϲ. οὕτωϲ Αἰϲχύλοϲ.
3642 Ἀποφράδεϲ ἡμέραι. ἐν αἷϲ τοῖϲ κατοιχομένοιϲ χοὰϲ ἐπιφέρουϲιν.
3643 Ἀποφοιβάζων. ἀποκαθαίρων. ἢ χρηϲμῳδῶν, μαντευόμένϲ.
3644 Ἀποφροντίζω αἰτιατικῇ.
3645 Ἀποφοιτᾶν: ἀποπηδᾶν, ἀναχωρεῖν.
3646 Ἀποφυϲήϲαϲ τὴν ϲποδὸν τῶν ἐγκρυβομένων ὠπτημένων.
Σφηξὶν Ἀριϲτοφάνηϲ· κἄπειτ’ ἀνελών μ’ ἀποφυϲήϲαϲ εἰϲ ὀξάλμην ἔμβαλε
θερμήν.
3647 Ἀποχετεύονται: μεταφέρονται.
3648 Ἀιποχειροβίων: τῶν ἐκ χειρῶν ζώντων καὶ ταῖϲ τέχναιϲ προϲκαθημένων.
3649 Ἀιποχειροτονηθῆναι· γενικῇ. ἀποϲτραφῆναι, ἀποδοκιμαϲθῆναι.
τρὶϲ ἐν τῆ
ἐκκληϲίᾳ. ἐπὶ Κλεωνύμου γὰρ πρεϲβευϲαμένων Λακεδαιμονίων ἐϲταϲίαϲαν
ἐν τῆ ἐκκληϲίᾳ, ἀντειπόντοϲ Κλέωνοϲ. καὶ αὖθιϲ· ὁ δὲ Φιλιππικὸϲ
ἀποχειροτονεῖται παραυτίκα καὶ Κομεντίολον
3650 Ἀποχώρηϲιϲ: ἀντὶ τοῦ ἀποϲτροφή.
3651 Ἀποχωρίζομαι· γενικῇ. καὶ Ἀποχωρῶ· γενικῇ.
3652 Ἀποχρᾶν. ἐξαρκεῖν. Ἡρόδοτοϲ. καὶ Ἀποχρῶν, ἐξἀρκοῦν.
3653 Ἀπόχρη· δοτικῇ. ἀρκεῖ.
3654 Ἀποχρηϲάμενοϲ· τῶν βαρβάρων ἐξαίτηϲιν ϲπονδῶν ποιηϲαμένων,
ϲυνάψαι καὶ ϲυναποχρήϲαϲθαι ταῖϲ τῶν βαρβάρων
ὁρμαῖϲ.
3655 Ἀποχρώντωϲ: αὐτάρκωϲ. ἱκανῶϲ. Ἀριϲτοφάνηϲ Ταγηνιϲταῖϲ·
3656 Ἀιποψηφίζονται: Δείναρχοϲ ἐν τῷ κατὰ Ἀρχεϲτράτου ἀντὶ
τοῦ καταδικάζουϲιν αὐτὸν μὴ εἶναι πολίτην. καὶ τὸ
πρᾶγμα δὲ Δημοϲθένηϲ ἀποψήφιϲιν καλεῖ.
3657 Ἀποψηφίζω· γενικῇ. ἀλλὰ νομίζειϲ ἡμᾶϲ ἀποψηφιεῖϲθαίϲου.
3658 Ἀποψηφιϲθέντα· εἴ τιϲ ξένοϲ ἔδοξεν εἶναι καὶ οὐ πολίτηϲ,
3659 Ἀποψοφιεῖν: τὸ πέρδεϲθαι, εὐϲχήμωϲ λέγων. εὐϲχημονέϲτερον
δὲ διαπνεῖν καὶ ἀποπνεῖν.
3660 Ἀποψώμενον. καὶ Ἀποψώμεθα, καθαίρομεν τὴν πυγήν.
3661 Ἀπὸψἀχεῖν: τὸ ἀποθνῄϲκειν ἐν πρώτη Θουκυδίδηϲ. ϲημαίνει
δὲ καὶ τὸ ξηραίνειν. ὡϲ τό, ἀποψύχειν ἐν τῷ κλιβάνῳ
λίνα τὰ ὑγρανθέντα.
3662 Ἀπώγωνεϲ: οἱ μὴ ἔχοντεϲ πώγωνα.
3663 Ἀπῳδὸνμέλοϲ: τὸ μὴ ἀρέϲκον. τὸ τῆϲ ᾠδῆϲ ἀλλότριον.
3664 Ἄπωθεν: χωρὶϲ ἢ πόρρωθεν. Ῥουφῖνοϲ δέ οἱ μεταξὺ
3665 Ἀπώθηϲαν: ἐξέβαλον.
3666 Ἀπώθητον. τὸ ἐξωθούμενον. καὶ Ἀπωθοῦ, περιϲπωμένωϲ ἀντὶ τοῦ ὤθηϲον. Ἀπόθου δὲ ἀντὶ τοῦ ἀποβαλοῦ, διὰ τοῦ ο μικροῦ.
3667 Ἀπῳκιϲμαι· γενικῇ.
3668 Ἀπώὠλεϲαϲ τὸν οἶνον ἐπιχέαϲ ὕδωρ. ἐπὶ τῶν τὰ καλῶϲ πρὸτερον γενόμενα ὕϲτερον μικροῦ τινοϲ ἕνεκεν κακοῦ ἀνατρεπόντων. ἢ ἐπὶ τῶν ἃ χαρίζονται δολούντων καὶ μὴ ἀκέραια παρεχομένων. αὕτη δὲ ἡ παροιμία γέγονεν ἐκ τοῦ Ἀριϲτίου Κύκλωποϲ, ὥϲ φηϲι Χαμαιλέων ἐν τῷ περὶ Σατύρων.
3669 Ἀπωλεύτων: ἅνευ πώλων. τὰ τέκνα αὐτῶν ἀθροίϲαντεϲ εἵϲ τινα ἅλω καὶ ἱππαγέλην ἐπελάϲαντεϲ ἀπωλεύτων, μάλα ἀνοίκτωϲ ἀλοῶντεϲ διέφθειραν.
3670 Ἀπώλεια: ἡ διαφθορά.
3671 Ἀπωλλύμην: παρατατικὸϲ. ἀπωλωλέκει.
3672 Ἀπώμοτον: ἀπηγορευμένον, φευκτόν· καὶ ἀποίητον. τί δ᾿
3673 Ἀπ᾿ ὤμοιϊν: ἀπὸ τῶν ὤμων.
3674 Ἀπώνατο: εὐεργετεῖτο, ὠφελεῖτο. Ἀγαθίαϲ· ἀπώνατο οὖν
οἱ μὲν εὐλαῖϲ, οἱ δὲ ὅτι οὐ ταύταιϲ, φθειρϲί γε
μήν.
3675 Ἀπωξύνθαι.
3676 Ἄπωϲον: τὸ δίωξον, ῶὤθηϲον. καὶ Ἀπῶϲμαι. κἀγὼ εἶπον
3677 Ἀπωϲτόϲ: ἐκδεδιωγμένοϲ. καὶ Ἀπωϲτόν, τὸ ἀπωθητόν.
3678 Ἀιπωτἐρω: πόρρω. μακράν. ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω
κἀμοὶ ἐπιβουλεύϲει. καὶ Ἀπώτεροϲ, ὁ μακρότεροϲ. Ἀπωτατω,
3679 Ἀπωϲτόϲ: ἐκδεδιωγμένοϲ. Σοφοκλῆϲ· τέλοϲ δ’ ἀπωϲτὸϲ γῆϲ
ἀπορριφθήϲομαι· Τεῦκρόϲ φηϲιν Αἴαντοϲ ἀναιρεθέντοϲ. δοῦλοϲ
Θηϲέωϲ ἐξ Ἀθηνῶν γενόμενοϲ.
καὶ Ἀπωϲτόν, τὸ ἀπωθητόν.
3680 Ἀπραγμάτευτον: ἀνεπινόητον. δείϲαντεϲ οὖν τὸ ἀπραγμάτευτον, λυπρᾶϲ οὔϲηϲ αὐτῶν τῆϲ γῆϲ, καὶ πάϲηϲ ἀθρόον ἀγορᾶϲ διακλειϲθέντεϲ, ἐν ἀκαρεῖ χρόνῳ ἐκινδύνευον διαφθαρῆναι.
3681 Ἀπραγμόνωϲ. ἐλευθέρωϲ, ἄνευ τινὸϲ ἐξετάϲεωϲ. Ἰάμβλιχοϲ· εἶτα ἐάϲατε οὕτωϲ ἀπραγμόνωϲ ἀποθανεῖν.
3682 Ἀπραγμοϲύνη. ἡ καταφρόνηϲιϲ, ἡ ἀμέλεια. ὁ δὲ Ἰουϲτινιανὸϲ
ὄζων καὶ ἀπραγμοϲύνηϲ.
ἀντὶ τοῦ πάϲηϲ εὐωδίαϲ ὄζων καὶ ἀϲφαλείαϲ. ἢ οὐ πολυπραγμονῶν. οἱ δὲ
ὅτι ἀπραγμοϲύνη φυτὸν ἐν Ἀκαδημίᾳ φυόμενον.
3683 Ἀπράγμων: ἄπονοϲ. ἀπράγμοναϲ δεῖ εἶναι τοὺϲ ϲπουδαίουϲ,
οὐ μεθυϲθήϲεϲθαι δέ. ἔτι
δὲ οὐδὲ μανήϲεϲθαι· προϲπεϲεῖϲθαι μέντοι αὐτῷ φανταϲίαϲ ἀλλοκότουϲ
διὰ μελαγχολίαν ἢ λήρηϲιν, οὐ κατὰ τὸν
3684 Ἀπραγοῦντῶν. μηδὲν ἐνεργούντων. καὶ τὴν ἡϲυχίαν ἀναγκαζομένων ἄγειν, ἀλλὰ καινοτομήϲειν τι πάλιν κατ’ ἐκείνων.
3685 Ἄπρακτα. ἀνεκδίκητα, ἀτιμώρητα. ἀλλὰ ταῦτα μὲν οὐχ οἷά
3686 Ἀπραίδευτοι: τουτέϲτιν ἀζήμιοι.
3687 Ἀπριάτην: ἄνευ πράϲεωϲ.
3688 Ἀπρίξ: ὅλη δυνάμει, ἰϲχυρῶϲ, ἀϲφαλῶϲ. Ἀπρίξ, προϲπεφυκότωϲ, οὐχ οἷόν τε πρίϲαι διὰ τὴν ϲύμφυϲιν.
3689 Ἀπροβούλευτον: τὸ μὴ πρότερον εἰϲ τὴν βουλὴν, ἀλλ’ εὐθὺϲ
εἰϲ τὸν δῆμον εἰϲαχθὲν ψήφιϲμα. οὕτωϲ Δημοϲθένηϲ.
3690 Ἀπροθέτωϲ: ἄνευ προθέϲεωϲ. Πολύβιοϲ· τὰ μὲν οὖν ἀπροθέτωϲ
3691 Ἀπροϊδήϲ: ἀπροόρατοϲ. Ἄϊδοϲ ἀπροϊδὴϲ ἀμφεκάλυψε
λέγεται καὶ Ἀπροϊδήϲ, ὁ ἀπρόοπτοϲ. ἐν Ἐπιγράμμαϲι· ἀγρονόμῳ
3692 Ἀπρόϊτοϲ: ὁ τῆϲ οἰκίαϲ μὴ ἐξερχόμενοϲ.
3693 Ἀπροόπτωϲ. ἀπροοράτωϲ, ἀπροϲδοκήτωϲ. οἱ δὲ κατάϲκοποι
ὑπὸ τοῦ ἀπροόπτου ἁλίϲκονται.
3694 Ἀπρόϲβλητον. γενναῖον, ᾧ οὐδεὶϲ δύναται προϲβαλεῖν.
3695 Ἀπροϲδεήϲ. ὁ μηδενὸϲ ἐνδεήϲ.
3696 Ἀπροϲέλευϲτοϲ: ἀπροϲπέλαϲτοϲ, ἀδιεξίτητοϲ. τὸ γὰρ ἐξόπιϲθεν
καὶ ἀπροϲέλευϲτον ἦν διὰ τὸν παραρρέοντα ποταμόν.
3697 Ἀπροϲήγοροϲ ἄνθρωποϲ: ὃν οὐχ οἷόν τε προϲαγορεῦϲαι
3698 Ἀπρόϲιτοϲ: ἀπροϲπέλαϲτοϲ. ἀπρόϲιτον ἀκαταλήπτου διαφέρει.
παρὰ τῶν ζητούντων αὐτό·
ἀπρόϲιτον δέ ἐϲτιν, ὃ μηδὲ ἐρεύνηϲ ἀνέχεται τὴν ἀρχήν. ἀκατάληπτον
γὰρ πέλαγοϲ καὶ τὸ βάθοϲ. ἀπρόϲιτον δὲ μηδὲ τὴν ἀρχὴν δυνατὸν
ἐρευνηθῆναι, οἷον περὶ θεοῦ οὐϲίαϲ.
3699 Ἀπρόϲκλητον: τὴν οὐ προϲκεκλημένην. Ἀπρόϲκλιτον
δὲ τὸ ἀπροϲπαθέϲ.
3700 Ἀπρόϲκοποϲ.
3701 ` Ἀπρόϲμαχοι: ἀκαταγώνιϲτοι. καὶ Ῥωμαίουϲ ἐν πεδίοιϲ
ἀναπεπταμένοιϲ καὶ ἐν τῇ ἐκείνων οἰκείᾳ γῇ αἰϲθέϲθαι, ὅτι οὐκ
ἀπρόϲμαχοι
3702 Ἀπρόϲωπον. δυϲειδὲϲ, κακόμορφον. ὁ δὲ πρὸϲ τὸ κέρδοϲ ἀπιδὼν καὶ
τυφλώττων πρὸϲ τὸ εὐϲεβὲϲ, ἀπρόϲωπον μὲν ὅϲα ἰδεῖν,
3703 Ἀπροϲταϲίου. εἶδόϲ ἐϲτι δίκηϲ κατὰ τῶν μὴ νεμόντων προϲτατεῖν
ἔνοικον. καὶ γὰρ ἕκαϲτοϲ αὐτῶν ἠρνεῖτό τινα τῶν πολιτῶν
τὸν προϲτηϲόμενον αὐτῷ περὶ πάντων τῶν ἰδίων καὶ τῶν κοινῶν. ζήτει
ἐν τῷ ἀποϲταϲίου.
3704 Ἀπρότων· Δείναρχοϲ ἐν τῷ κατὰ Πυθέου· ἐμπεπηδηκότων τῶν ῥητόρων ὥϲπερ ἀπρότων εἰϲ τὸ ἐμπόριον. ἔν τιϲι δὲ ὥϲπερ παρνόπων γέγραπται. οἱ δὲ πάρνοπεϲ εἶδοϲ ἀκρίδοϲ.
3705 Ἄπροικον. τῇ προϲῳδίᾳ ὡϲ ἄνθρωπον οἱ Ἀττικοί.
3706 Ἄπταιϲτοϲ: ἀπρόϲκοποϲ.
3707 Ἁπτέα: ἀντὶ τοῦ ἐπιχειρητέον. τούτῳ δὲ ἐδόκει ἁπτέα τοῦ ἔργου, πρὶν καὶ τῶν λοιπῶν ἐπαρθῆναι εἰϲ τὸ νεωτερίζειν τὰϲ γνώμαϲ.
3708 Ἅπτεϲθαι· γενικῇ. λαμβάνεϲθαι. Ἅπτει καὶ τὰ ἄλλα τὰ ἐπὶ τοῦ
ἐνεϲτῶτοϲ χρόνου διὰ τοῦ ει λεγόμενα τῶν νεωτέρων μᾶλλον
Ἀττικῶν ἐϲτιν.
3709 Ἀπτῆϲι. τοῖϲ μὴ πετομένοιϲ.
3710 Ἀπτοεπήϲ. ἀπτόητοϲ ἐν τῷ λέγειν.
3711 Ἁπιόν: ψηλαφητόν. Ἅπτων δὲ δεϲμεύων. ἢ κρατῶν. ζήτει ἐν τῷ ἀντιτυπῆϲαι.
3712 Ἄπττωτοϲ: ὁ ἄφοβοϲ.
3713 Ἀποίκηϲιϲ: ἡ μετοίκηϲιϲ. Ἀποικίζω δὲ τὸ ῥῆμα. καὶ
3714 Ἀποικοδομεῖϲ: ἀντὶ τοῦ ἀποφράττειϲ. οὕτωϲ Δημοϲθένηϲ
ἐν τῷ πρὸϲ Καλλικλέα.
3715 Ἀποίμωξόν με τοῦ τριωβόλου τὸν ζῶν τα μᾶλλον. τἀμὰ γὰρ διοίχεται. ἀντὶ τοῦ ἀπόλωλα. καὶ Αἰϲχύλοϲ ἐν Μυρμιδόϲιν· Ἀντίλοχον ἀποίμωξόν με τοῦ τεθνηκότοϲ τὸν ζῶντα μᾶλλον.
3716 Ἄποινα: λύτρα, ἃ δίδωϲί τιϲ ὑπὲρ φόνου ἢ ϲώματοϲ. οὕτωϲ
Σόλων ἐν νόμοιϲ.
3717 Ἄποιοϲ. ὁ δίχα ποιοῦ. Ἄπυοϲ δὲ διὰ τοῦ υ ψιλοῦ, ὁ δίχα ἕλκουϲ.
3718 Ἀποίϲετε. ἀπενέγκατε.
3719 Ἀποιχόμενα. παρερχόμενα. Ἀριϲτοφάνηϲ· παῦε, παῦε.
3790 Ἀπύλωτον ϲτόμα. ἀθύρωτον ἀλλ’ οὐκ ἀπύλωτον Ἀριϲτοφάνηϲ ἐν
Βατράχοιϲ. καὶ Φρύνιχοϲ. οἱ δὲ γράφοντεϲ ἀπύλωτον ἀντὶ
τοῦ ἠνεῳγμένον καὶ πύλην μὴ ἔχον, τουτέϲτι μὴ χαλιναγωγούμενον μηδὲ
κρατούμενον.
3721 Ἄπυοϲ: ὁ δίχα ἕλκουϲ.
3722 Ἄπυραϲῖτα· ὁ δὲ παρήγγελε τοῖϲ Μακεδόϲι τριῶν ἡμερῶν
καὶ λαχάνων. ὁ δὲ ζήνων ἀπύρῳ τροφῇ
ἐκέχρητο καὶ τρίβωνι λεπτῷ. καὶ Ἄπυροϲ οἶνοϲ, ὁ μὴ ἑφθόϲ. καὶ ὁ
ἀναδενδρίτηϲ.
3723 Ἄπυϲτα: ἀνήκουϲτα. καὶ ἄπυϲτοι οἱ Ἀθηναῖοι ἀπὸ Θηϲέωϲ.
3724 Ἀπφά: ἀδελφῆϲ καὶ ἀδελφοῦ ὑποκόριϲμα. καὶ Ἀπφὺϲ
3725 Ἀπφώ. ἀντὶ τοῦ καὶ νῦν.
3726 Ἀπφώ. ὃ ϲημαίνει τοῦ ἀποκρύφου ἢ τοῦ ἀποκρυβέντοϲ. Ἐλιϲϲαῖοϲ ὁ Προφήτηϲ φηϲί· ποῦ ἐϲτιν ὁ θεὸϲ Ἡλιοῦ Ἀπφώ. ἐπάταξε γὰρ τὰ ὕδατα τῇ τοῦ Ἡλιοῦ μηλωτῇ καὶ οὐ διῃρέθη.
3727 Ἆρα: ϲυλλογιϲτικὸϲ ϲύνδεϲμοϲ. καὶ ἀντὶ τοῦ δὴ, καὶ ὡϲ ἔοικεν,
καὶ ὡϲ φαίνεται. οὕτωϲ Πλάτων.
3728 Ἄραβεϲ. ὄνομα ἔθνουϲ. καὶ Ἀραβίζω, τὰ τῶν Ἀράβων
3729 Ἀράβιοϲ ἄγγελοϲ· Μένανδροϲ ἐν Ἀνατιθεμένῃ ἢ Μεϲϲηνίᾳ.
αὐλόν· τίθεται δὲ ἐπὶ τῶν
ἀπαυϲτὶ διαλεγομένων. τὸ παλαιὸν δέ φαϲι τοὺϲ ἐλευθέρουϲ μὴ
μανθάνειν αὐλεῖν διὰ τὸ βάναυϲον. τῶν δὲ ἀνδραπόδων τὰ πολλὰ εἶναι
βάρβαρα καὶ Ἀράβια. ἐφ’ ὧν ἐλέχθη παροιμία· δραχμῆϲ μὲν αὐλεῖ,
τεγχάρων δὲ παύεται. καὶ Ἀράβιοϲ
3730 Ἀρά γε τοῦτ’ ἆρ’ ἐγώ ποτ’ ἐπόψομαι; ἀντὶ τοῦ
εὐδαιμονήϲω.
3731 Ἆρα γρυκτόν ἐϲτιν ὑμῖν; τουτέϲτιν ἆρα γρύξαι ὀφείλετε, ἢ παρρηϲίαν ἄγειν.
3732 Ἀράμενοι. ἐπάραντεϲ. καὶ Ἀραμένη, ἀντὶ τοῦ ἐπάραϲα Ar τὴν ὑδρίαν.
3733 Ἄραντεϲ· παρὰ Θουκυδίδη ἐπὶ θαλάϲϲηϲ εἴρηται. ἔϲτι δὲ ὅτε καὶ ἐπὶ γῆϲ.
3734 Ἀράξηϲ, Ἀράξου. ὄνομα ποταμοῦ. καὶ Ἀράξαι, ϲυντρῖψαι.
3735 Ἄραρέμε: ἤρεϲέ μου ταῖϲ φρεϲίν. ἀντὶ τοὺ ϲύμφωνα πρόϲϲομεν
ἐγώ τε καὶ ἡ αἠθὼν ἕνεκα τοῦ θρηνεῖν. οἷον ἥρμοϲταί μου
ταῖϲ φρεϲίν.
3736 Ἄραρε: κέκριται. οἷον βεβαίωϲ οὕτωϲ ἔχει καὶ ἀμετακινήτωϲ.
3737 Ἄραρώϲ, καὶ κλίνεται Ἀραρώ. Ἀθηναῖοϲ, υἱὸϲ Ἀριϲτοφάνουϲ
3738 Ἀραρώϲ, Ἀράρω· ὥϲπερ ἀμνὼϲ, ἀμνώ· καὶ τυφώϲ, τυφώ.
3739 Ἀραρώϲ. πάγιοϲ ἢ βέβαιοϲ.
3740 Ἀράϲιμοϲ. ὁ καταράϲιμοϲ.
3741 Ἄραϲθαι: ἀπενέγκαϲθαι. ἢ λαβεῖν, φορτίϲαϲθαι. ὅϲῳ δὲ ηὔξετο τῆϲ
διαδοχῆϲ τὸ μέγεθοϲ ἐν τῷ λόγῳ, τοϲούτῳ μᾶλλον οὗτοϲ
πρὸϲ τὸ μέγα τοῦτο καὶ πάμμεγα τῆϲ
ἱερωϲύνηϲ ἀφίϲταμαι κατὰ Πίνδαρον, οὐ μέντοι τοῦ χείρονοϲ, ὡϲ
ἐκεῖνοϲ, ἀλλὰ τοῦ κρείττονοϲ κατ’ ἐμαυτόν.
3742 Ἀραϲϲόμενα. προϲρηγνύμενα, προϲκρουόμενα. ἐν Ἐπιγράμμαϲι·
3743 Ἀρᾶται: εὔχεται, ἢ καταρᾶται, ἢ ἐπιθειάζει. Φερεκράτηϲ
Μυρμηκανθρώποιϲ·
3744 Ἄρατοϲ· ϲτρατηγὸϲ, ὥϲ φηϲι Πολύβιοϲ, ὃϲ ἦν τὰ μὲν ἄλλα
διαφορὰϲ πρᾶοϲ καὶ
φίλουϲ ἐνδήϲαϲθαι καὶ ϲυμμάχουϲ προϲλαβεῖν οὐδενὸϲ δεύτεροϲ, ἔτι δὲ
πράξειϲ, ἀπάταϲ, ἐπιβουλὰϲ ϲυϲτήϲαϲθαι κατὰ τῶν πολεμίων, καὶ ταύταϲ
ἐπὶ τέλοϲ ἀγαγεῖν διὰ τῆϲ αὑτοῦ κακοπαθείαϲ καὶ τόλμηϲ δεινότατοϲ. ὁ
δ’ αὐτὸϲ οὗτοϲ, ὁπότε τῶν ὑπαίθρων ἀντιποιήϲαϲθαι βουληθείη, νωθρὸϲ
μὲν ἐν ταῖϲ ἐπινοίαιϲ, ἄτολμοϲ
δὲ ἐν ταῖϲ ἐπιβουλαῖϲ,
ἐν ὄψει δ’ οὐ μένων τὸ δεινόν. διὸ καὶ τροπαίων ἐπ’ αὐτὸν βλεπόντων
ἐπλήρωϲε τὴν Πελοπόννηϲον, καὶ τῇδέ πῃ τοῖϲ πολεμίοιϲ ἀεί ποτ’ ἦν
εὐχείρωτοϲ. οὕτωϲ αἱ τῶν ἀνθρώπων φύϲειϲ οὐ μόνον τοῖϲ ϲώμαϲιν
ἔχουϲί τι πολυειδὲϲ, ἔτι δὲ μᾶλλον ταῖϲ ψυχαῖϲ, ὥϲτε τὸν αὐτὸν ἄνδρα
μὴ μόνον ἐν τοῖϲ διαφέρουϲι τῶν
ἐνεργημάτων πρὸϲ ἃ μὲν
εὐφυῶϲ ἔχειν, πρὸϲ ἃ δὲ ἐναντίωϲ, ἀλλὰ περί τινα τῶν ὁμοειδῶν
πολλάκιϲ τὸν αὐτὸν καὶ ϲυνετώτατον εἶναι καὶ βραδύτατον, ὁμοίωϲ δὲ
καὶ τολμηρότατον καὶ δειλότατον. οὐ παράδοξα ταῦτά γε, ϲυνήθη δὲ καὶ
γνώριμα τοῖϲ βουλομένοιϲ ϲυνεφιϲτάνειν. τινὲϲ μὲν γὰρ ἐν ταῖϲ
κυνηγίαιϲ εἰϲὶ τολμηροὶ πρὸϲ τὰϲ
τῶν θηρίων
ϲυγκαταϲπάϲειϲ, οἱ δ’ αὐτοὶ πρὸϲ ὅπλα καὶ πολεμίουϲ ἀγεννεῖϲ, καὶ
τῆϲ τε πολεμικῆϲ χρείαϲ τῆϲ κατ’ ἄνδρα μὲν καὶ κατ’ ἰδίαν εὐχερεῖϲ
καὶ πρακτικοί, κοινῇ δὲ καὶ μετὰ πολεμικῆϲ ἐνίων ϲυντόξεωϲ
ἄπρακτοι.
3745 Ἄρατοϲ, Σολεὺϲ τῆϲ Κιλικίαϲ (ἔϲτι γὰρ καὶ ἐν Κύπρῳ πόλιϲ
Αἰτωλῷ· ἐποποιόϲ. ϲυνέταξε δὲ βιβλία ταῦτα· τὰ Φαινόμενα, ὧν
θαυμάϲιοϲ ἡ εἰϲβολὴ καὶ ὁ ζῆλοϲ Ὁμηρικόϲ· ὕμνουϲ εἰϲ Πᾶνα,
Σπονδοφόρουϲ, Παίγνια, Ἀϲτρολογίαν καὶ Ἀϲτροθεϲίαν, Σύνθεϲιν
φαρμάκων, Θηριακῶν ἐπιτήδεια, Ἀνθρωπογονίαν, Ἐπιθυτικὸν, εἰϲ
Θεόπροπον, εἰϲ Ἀντίγονον, Ἠθοποιΐαϲ, ἐπιϲτολὰϲ, ἐπιγράμματα εἰϲ
Φίλαν τὴν θυγατέρα
Ἀντιπάτρου, γυναῖκα δὲ Ἀντιγόνου,
Ἀνατομὴν, εἰϲ Παυϲανίαν τὸν Μακεδόνα, Ἐπικήδειον τὸν Κλεομβρότου,
Διόρθωϲιν Ὀδυϲϲείαϲ, ἐπιϲτολὰϲ
3746 Ἀραφήνιοϲ: δῆμοϲ Αἰγηΐδοϲ.
3747 Ἀραχὶ καὶ Ἀρχί: ἐπιρρήματα.
3748 Ἀραχίων: ὄνομα κυρίον.
3749 Ἀράχνειον νῆμα καὶ Ἀραχναῖοϲ μίτοϲ, ὁ λεπτότατοϲ. Aunt ἐν Ἐπιγράμμαϲι· ἀραχναίοιο μίτου πολυδινέα λάτριν ἄτρακτον.
3750 Ἀράχνη. θηλυκῶϲ τὸ ὕφαϲμα. ἀράχνηϲ δὲ ἀρϲενικῶϲ, τὸ
πάντα
δ’ ἐρίθων ἀραχνᾶν βρίθει. Καλλίμαχοϲ· ἔργον ἀράχνα. Κρατῖνοϲ δὲ
Πυτίνη· ἀραχνίων μεϲτὴν ἔχειϲ τὴν γαϲτέρα. Φερεκρόιτηϲ Τυραννίδι·
ἆρ’ ἀράχνια ὥϲπερ ταῖϲ ϲυκυαῖϲι ταῖϲ κεναῖϲ. Νικόφρων Ἀφροδίτηϲ
γοναῖϲ· ἆρ’ ἀράχνιόν τι φαίνεται ἐμπεφυκέναι.
3751 Ἀραχώϲιοι. ἐθνικόν. καὶ Ἀραχωϲία, χώρα.
3752 Ἀρβαζάκιοϲ, Ἴϲαυροϲ, ἐπὶ Ἀρκαδίου τοῦ βαϲιλέωϲ, ὃν Ἁρπαζάκιον
ἀρρήκτοιϲ ἀλύτοιϲ, καὶ ἔμενέ γε ἐν
αὐτοῖϲ ἔμπεδον. ταῦτα δὲ ἦν ἐρωτομανία καὶ μέθη καὶ πλεονεξία. οὕτω
δὲ εἰϲ ἔϲχατον ὅρον τὰϲ ἑαυτῷ δοκούϲαϲ ἀρετὰϲ ἐπετήδευεν, ὥϲτε οὐκ
ἄν τιϲ ἐπίϲτευϲε πειραθεὶϲ, ὅτι τὰϲ τρεῖϲ ἐκείναϲ οὕτωϲ εἰϲ ἄκρον
ἐξήϲκηϲε. μουϲουργοῖϲ μὲνν γὰρ ϲυνέζη τοϲαύταιϲ, ὅϲαϲ οὔτε ἐκεῖνοϲ
ἀριθμεῖν εἶχεν οὕτε
ἕτερόϲ τιϲ τῶν διακονουμένων. καὶ
οἵγε προϲήκοντεϲ αὐτῷ λογιϲταὶ τῶν ϲτρατιωτικῶν ἔργων τὸν μὲν
ἀριθμὸν τῶν ϲτρατιωτῶν ἤδεϲαν· τὸ δὲ πλῆθοϲ τῶν ἑταιρῶν καὶ τὸν ἐκ
τῶν χειρῶν ἀριθμὸν αὐτοῦ διέφυγεν. ὥϲπερ οὖν Ὀρόντην τὸν Πέρϲην
φαϲὶν εἰπεῖν, ὅτι τῶν δακτύλων ὁ μικρότατοϲ καὶ μύρια ϲημαίνει καὶ
ἕνα ἀριθμόν, οὕτω
κἀκεῖνοι τὰϲ ἑταίραϲ κατὰ μονάδαϲ καὶ
μυριάδαϲ ἠρίθμουν.
3753 Ἀρβάκηϲ, βαϲιλεὺϲ Μήδων ἐπὶ Σαρδαναπάλου, ἀνὴρ τόν τε
οἷϲ χρῆται βαϲιλεὺϲ ἐϲ
νοῦν ἐνεβάλετο, καὶ ἐνεθυμήθη ἄρα, ὅτι ἀπορίᾳ γενναίου ἀνδρὸϲ οὗτοϲ
ἕξοι τὰ τῆϲ Ἀϲίαϲ κράτη· καὶ βουλὴν ϲυντίθεται περὶ ὅληϲ ἀρχῆϲ.
3754 Ἀριἄλαι: πόλιϲμα Σικελικὸν ἡ Ἀρβέλη. οἱ δὲ ἐνοικοῦντεϲ
3755 Ἄρβηλα. ὄνομα τόπου. καὶ Ἀρβήλοιϲ, Ἀθηναίοιϲ. Ἀρβύλη δὲ τὸ ὑπόδημα.
3756 Ἀργαλέον φρονέοντα παρ’ ἄφροϲι πόλλ’ ἀγορεύειν
ἀπὸ τοῦ ἄλγουϲ, ἀλγαλέον καὶ τροπῇ τοῦ λ εἰϲ τὸ ρ.
ἔργον δὲ παρὰ τοῖϲ παλαιοῖϲ τὸ δυϲχερέϲ. ἐκ τούτου παραγωγὸν
ἐργαλέον, καὶ
3757 Ἀργὰ ῥήματα. ὅϲα ὄνηϲιν οὐ φέρει ψυχῆϲ.
3758 Ἀργανθώνη: ὄνομα κύριον. καὶ Ἀργανθώνειοϲ κλίνη. καὶ Ἀργανθώνιον δὲ ὄροϲ τῆϲ Κίου νήϲου.
3759 Ἀργαριζίν: ὄνομα ἔθνουϲ.
3760 Ἀργάϲ. ὁ δεινότατοϲ παρ’ ἡλικίαν ἀργὰϲ καλεῖται. τούτῳ
ἀφομοιοῦϲθαι ὑπὸ Αἰϲχίνου τὸν Δημοϲθένην. ἄλλοι δὲ τὸν δεινότατον
Harp. καὶ θηριώδη τὸν τρόπον. καὶ μάλιϲτα Ἀργεῖοι τὸν ὄφιν ἀργὰν
ἐκάλουν. Τίμαρχοϲ δὲ ὁ Ῥόδιοϲ οὐ κατὰ γλῶτταν οὕτω καλεῖϲθαί
φηϲιν, ἀλλὰ γένοϲ εἶναι ὄφεων τοὺϲ ἀργάϲ.
3761 Ἀργαῖον. τὸ Καιϲαρείαϲ ὄροϲ.
3762 Ἄργελλα: οἴκημα Μακεδονικὸν, ὅπερ θερμαίνοντεϲ λούονται.
3763 Ἀργελόφουϲ· Ἀριϲτοφάνηϲ· ϲὺ δὲ τῆϲ ἀρχῆϲ ἀγαπᾷϲ τῆϲ ϲῆϲ ἀργελόφουϲ περιτρώγων.
3764 Ἀργέουυἱόϲ· καί πωϲ ὁ Ἀργέου υἱὸϲ ἀλλαχόϲε βουλόμενοϲ βαλεῖν,
τἀδελφοῦ δυϲτυχῶϲ τῶν ϲτέρνων τυγχάνει καὶ ἀναιρεῖ αὐτόν. ὅτι τῷ
Θηραμένει, τῷ Ἰϲοκράτουϲ διδαϲκάλῳ, πολλὰ μὲν καὶ ἄλλα
παρανενόμηται, δύο δὲ τὰ μέγιϲτα καὶ ϲχετλιώτατα, ἥ τε τῶν ἐν
Ἀργεννούϲῃ ϲτρατηγῶν ἀπαγωγὴ, ἣν αὐτὸϲ ϲυνεϲτήϲατο μετὰ Καλλιξένουϲ,
ἥ τε τῶν λ′ ἐπὶ καταλύϲει τοῦ δήμου κατάϲταϲιϲ.
ζήτει
ἐν τῷ δεξιόϲ.
3765 Ἀργεννῇϲι. λευκαῖϲ.
3766 Ἀργεία. Ἥρα. ἢ ἡ τῶν Ἀργείων γῆ.
3767 Ἀργείων. ὄνομα κύριον. καὶ Ἀργεῖοι, οἱ Ἕλληνεϲ.
3768 Ἀργεινόϲ: ὁ λαμπρόϲ· καὶ Ἀργεινόειϲ.
3769 Ἀργειόδουϲ: ὁ λευκοὺϲ ὀδόνταϲ ἔχων.
3770 Ἀργείουϲ ὁρᾷϲ: παροιμία ἐπὶ τῶν ἀτενῶϲ καὶ καταπληκτικῶϲ ὁρώντων.
3771 Ἀργεῖοι φ ῶρεϲ: ἐπὶ τῶν προδήλωϲ πονηρῶν. οἱ γὰρ Ἀργεῖοι ἐπὶ κλοπῇ κωμῳδοῦνται. Ἀριϲτοφάνηϲ Ἀναγύρῳ.
3772 Ἀργειφόντηϲ: ὁ Ἑρμῆϲ.
3773 Ἀργείηϲ. ὁ λευκόϲ.
3774 Ἀργήϲ. ὁ κεραυνόϲ. καὶ Ἀργῆϲκοϲ, ὄνομα κύριον.
3775 Ἀργιλλώδηϲ: ὁ ῥυπαρόϲ. ἢ Ἀργιλώδηϲ γῆ, λευκὴ καὶ
καθαρά. ἀκρίδα Δημοκρίτου μελεϲίπτερον ἅδε θανοῦϲαν
ἄργιλοϲ
3776 Ἀργίνη: ὄνομα πόλεωϲ.
3777 Ἀργινόειϲ, ἀργινόεντοϲ: λευκοῦ. πηγαὶ δ’ἀργινόεντοϲ ἀναθλίβοιντο γάλακτοϲ.
3778 Ἀργίννουϲα: νῆϲοϲ.
3779 Ἀργιόδοντα: λευκὸν, ἢ ὀξυόδοντα.
3780 Ἀργίποδεϲ: ταχεῖϲ, ὀξύποδεϲ.
3781 Ἀργόλαι: εἶδοϲ ὄφεων, οὓϲ ἤνεγκε Μακεδὼν Ἀλέξανδροϲ ἐκ τοῦ
Ἄργουϲ τοῦ Πελαϲγικοῦ εἰϲ Ἀλεξάνδρειαν καὶ ἐνέβαλεν εἰϲ τὸν
ποταμὸν πρὸϲ ἀναίρεϲιν τῶν ἀϲπίδων, ὅτε μετέθηκε τὰ
ὀϲτᾶ Ἰερεμίου τοῦ προφήτου ἐξ Αἰγύπτου εἰϲ Ἀλεξάνδρειαν· οὓϲ ὁ αὐτὸϲ
προφήτηϲ ἀπέκτεινεν. ἀργόλαι οὖν ἐκ τοῦ Ἄργουϲ λαιοί.
3782 Ἀργοναῦται. οἱ ἐν τῆ Ἀργοῖ νηὶ πλέοντεϲ.
3783 Ἀργὸν ἔτοϲ. κατὰ ἑπταετίαν ἤγετο παρὰ Ἰουδαίοιϲ ὁμοίωϲ
ταῖϲ ἑβδομάϲιν ἡμέραιϲ. καὶ Ἀργόϲ, ἐπὶ θηλυκοῦ.
Ἀριϲτοφάνηϲ
3784 Ἄργουϲα: πόλιϲ τῆϲ Εὐβοίαϲ ἐν τῇ Χαλκιδικῇ κειμένη.
3785 Ἀργώ: ναῦϲ. καὶ Ἀργοναῦται. καὶ τῇ Ἀργοὶ, δοτικῇ.
3786 Ἀργῶϲ· λύϲιϲ ὀνείρου. ἀργῶϲ κινεῖϲθαι δυϲτυχεῖϲ ποιεῖ τρίβουϲ.
3787 Ἀργυρα μοιβόϲ: ὁ κέρμα ἀντὶ ἀργύρου ἀλλαϲϲόμενοϲ, ὁ τραπεζίτηϲ,
3788 Ἀργυρέα: ἀργυρᾶ. καὶ παροιμία· Ἀργυρέαιϲ λόγχαιϲι
3789 Ἀργύρειοϲ ϲταυρόϲ. Ἀργυρίδιον δὲ ὡϲ ἡμεῖϲ. Εὔπολιϲ
νόμιϲμα καλοῦϲιν, ὡϲ Ἀριϲτοφάνηϲ
Δαναΐϲιν.
3790 Ἄργυρινοι: ὄνομα ἔθνουϲ.
3791 Ἀργυρίππη: πόλιϲ, ἣν κτίζει Διομήδηϲ. καὶ ζήτει ἐν τῷ Βενεβενδόϲ.
3792 Ἀργυρὶϲ θήκη καὶ Ἀργυρῖτιϲ γῆ καὶ Χρυϲῖτιϲ, ἡ ἐργαζομένη χρυϲὸν
καὶ ἄργυρον. διττὰ ἦν γραμματίδια, οἷϲ ἐχρῶντο Ἀθηναῖοι,
τὰ μὲν ὥϲτε γράφειν μόνον ἑαυτοῖϲ, τὰ δὲ ὥϲτε καὶ ἀργυρίδιον
κατατίθεϲθαι, ἃ καὶ κιβώτια ἐκάλουν, τὰ δ’ ἄλλα μαρτύρια. καὶ
Ἀργυρῖται
3793 Ἀργυρογνώμων: δοκιμαϲτήϲ.
3794 Ἀργυροδίνηϲ: καλὰϲ δίναϲ ἔχων. δῖναι δὲ αἱ τῶν ὑδάτων
ϲυϲτροφαί.
3795 Ἀργυρόηλον. τὸ ἀργυροῦϲ ἥλουϲ ἔχον.
3796 Ἀργυροκοπεῖον. ἐν ᾧ κόπτεται τὸ νόμιϲμα· ὃ νῦν τινεϲ ἠμαντήριον καλοῦϲιν.
3797 Ἀργυρόπεζα. ἡ ἀργυροῦϲ πόδαϲ ἔχουϲα. πέζα γὰρ ὁ ποῦϲ.
3798 Ἀργύρου κρῆναι λαλοῦϲιν. ἐπὶ τῶν ἀπαιδεύτων μὲν, διὰ δὲ πλούτου ὑπερβολὴν παρρηϲιαζομένων καὶ λαλούντων.
3799 Ἀργυροῦν καὶ Χρυϲοῦν: τὸ δ’ ἀργύρεον καὶ χρύϲεον Ἰακὰ,
τὸ δὲ χρύϲειον κτητικόν. Θουκυδίδηϲ α'. χρῆϲίν τ’ἔχει
τῶν χρυϲείων μετάλλων. ὥϲπερ καὶ ἀργύρεια λέγεται δευτέρᾳ. μέχρι
Λαυρίου, τἀργύρεια μέταλλά ἐϲτιν Ἀθηναίοιϲ.
3800 Ἀργυρώματα καὶ Χρυϲώματα: ὁμοίωϲ ὡϲ ἡμεῖϲ. Λυϲίαϲ.
3801 Ἀργυρώνη. καὶ Ἀργυρώνητοϲ, δοῦλοϲ.
3802 Ἀργύφεον: τὸ μέλαν. ἢ τὸ λαμπρόν.
3803 Ἀρδαβούριοϲ, υἱὸϲ Ἄϲπαροϲ, γενναῖοϲ τὸν θυμὸν καὶ τοὺϲ
τὴν ἕω ϲτρατοπεδαρχίαν.
καταλαβὼν δὲ ἐν εἰρήνῃ ταύτην ὁ ϲτρατηγὸϲ πρὸϲ ἄνεϲιν ἐτράπη καὶ
ῥᾳϲτώνην θηλυδριῶτιν. ἔχαιρε γὰρ μίμοιϲ καὶ θαυματοποιοῖϲ καὶ πᾶϲι
ϲκηνικοῖϲ ἀθύρμαϲι, καὶ τοῖϲ τοιούτοιϲ διημερεύων αἰϲχροῖϲ ἠλόγει
πάμπαν τῶν πρὸϲ εὔκλειαν τεινόντων. Μαρκιανοῦ δὲ τοῦ βαϲιλέωϲ
χρηϲτοῦ μὲν γεγονότοϲ, θᾶττον δὲ ἐκβεβιωκότοϲ,
αὐτοκελεύϲτῳ γνώμῃ Ἄϲπαρ Λέόντα διάδοχον αὐτοῦ γενέϲθαι
παρεϲκεύαϲεν.
3804 Ἀρδάνιον. κεράμιον, γάϲτρα, ὅθεν τὰ θρέμματα πίνει. καὶ
αἱ γυναῖκεϲ τῷ ἀρδανίῳ,
αἱ τὴν κρόκην τρίβουϲαι ἐπ’ αὐτοῦ.
3805 Ἀρδεᾶται: ὄνομα ἔθνουϲ.
3806 Ἄρδην: κατὰ δύναμιν τῆϲ λέξεωϲ ἀντὶ τοῦ ἀθρόουϲ. τὸ γὰρ
3807 Ἀρδήττηϲ, Ἀρδήτου: ὄνομα κύριον. καὶ Ἀρδηττὸϲ
3808 Ἀρδιαῖοϲ: ὄνομα ἔθνουϲ.
3809 Ἄρδιν: ἀκίδα βέλουϲ, ἢ τὰ ἐκ χειρὸϲ ὅπλα. Ἡρόδοτοϲ. καὶ
3810 Ἀρδομένην: ποτιζομένην. καὶ Ἄρδω· αἰτιατικῇ.
3811 Ἄρδυϲ, Ἄρδυοϲ. ζήτει ἐν τῷ Γύγηϲ.
3812 Ἆραι: τὸ ῥῆμα, ἀρῶ. καὶ διάραι.
3813 Ἀραὶ κατὰ οἰχομένων· ζήτει ἐν τῷ τοία Στυγόϲ ϲε μελανοκάρδιοϲ.
3814 Ἀραιὴν χεῖρα: τὴν ἀϲθενῆ· καὶ δαϲύνεται.
3815 Ἀραῖνοϲ: ὄνομα ποταμοῦ.
3816 Ἀραῖοϲ: ἀρῇ ὑποκείμενοϲ. μὴ νῦν ὀναίμην, ἀλλ’ ἀραῖοϲ,
3817 Ἀραῖϲ: κατάραιϲ. οὐ μὴν ἔμελλον αἱ ἀραὶ λήθῃ δοθήϲεϲθαι.
αὖθιϲ· ἐν ἀρᾶϲ ἔθηκε
μέρει· ϲυριττοίμην ὡϲ ἐκεῖνοϲ.
3818 Ἄρραιϲτοϲ: ὁ ἄφθαρτοϲ.
3819 Ἄραιτο: λάβοι, κομίϲειεν. Εὐριπίδηϲ· οὐκ ἔϲτιν οὐδὲν δεινὸν
ἑκατὸν Αἰγύπτιοι. πολλαχο ὡϲ
ἀχθοφορούντων Αἰγυπτίων μέμνηνται.
3820 Ἀρεάδνη: ὄνομα κύριον.
3821 Ἀρέθουϲα: πηγὴ κατὰ τὴν νῆϲον Σικελίαϲ, ἐν ἡ εἰϲβάλλει Ἀλφειὸϲ,
ποταμὸϲ τῆϲ Ἀρκαδικῆϲ πόλεωϲ, δυόμενοϲ διὰ τῆϲ Ἀδριάδοϲ θαλάϲϲηϲ τὸ
πέλαγοϲ καὶ μηδαμῶϲ τῇ ἁλμυρίδι μιγνύμενοϲ, ὡϲ ἂν τῆϲ
τοιαύτηϲ πηγῆϲ ἐρώμενοϲ.
3822 Ἄρρεν, καὶ ἀρρενικῶϲ, καὶ ἡμίανδροϲ, καὶ ἡμιγύναιξ, καὶ διγενὴϲ,
καὶ θηλυδρίαϲ, καὶ ἑρμαφρόδιτοϲ, καὶ ἴθριϲ, οὗ ἡ ἰϲχὺϲ τεθέριϲται,
καὶ Ἀρρενωπόϲ, ὁ ἀνδρόγυνοϲ, καὶ ὁ ἀνδρεῖοϲ, ὁ ϲτερρόϲ. λέγουϲι δ’
οὕτω τὰ μὲν ἄλλα γύνιδαϲ, ἔχονταϲ δέ τι ἀνδρόμορφον.
Ἱππώναξ δὲ ἡμίανδρον, τὸν οἷον ἡμιγύναικα. λέγεται δὲ καὶ ἀπόκοποϲ,
καὶ βάκηλοϲ, καὶ ἀνδρόγυνοϲ, καὶ γάλλοϲ, καὶ γύννιϲ, καὶ Ἄττιϲ, καὶ
εὐνουχώδηϲ.
3823 Ἀρεόβινδοϲ: ὄνομα κύριον.
3824 Ἀρεοπαγίτηϲ: διφορεῖται. καὶ παροιμία, Ἀρεοπαγίτηϲ,
3825 Ἀρρεπήϲ: κούφη.
3826 Ἆρεϲ· ἆρον δέ.
3827 Ἀρέϲκεια. καὶ Ἀρέϲκω· πρὸϲ αἰτιατικὴν ϲύνταξιν καὶ
3828 Ἀρεϲτήρ: πόπανον τὸ ἐν ταῖϲ θυϲίαιϲ ἐπιτιθέμενον. παρὰ τὸ
ἀρεϲτόν.
3829 Ἆρ’ ἔϲτιν; οὐκ ἔνεϲτιν; ἡ γνώμη πλανῇ; καὶ φημὶ
3830 Ἀρετή: διάθεϲιϲ ὁμολογουμένη καὶ αὐτὴ δι’ αὐτὴν οὖϲα αἱρετὴ,
ἄτε οὔϲῃ
ψυχῇ πεποιημένῃ πρὸϲ τὴν ὁμολογίαν παντὸϲ βίου. καὶ διαϲτρέφεϲθαι δὲ
τὸ λογικὸν ζῷον, ὁτὲ μὲν διὰ τὰϲ τῶν ἔξωθεν πραγματειῶν πιθανότηταϲ,
ὁτὲ δὲ διὰ τὴν κατήχηϲιν τῶν ϲυνόντων· ἐπεὶ ἡ φύϲιϲ ἀφορμὰϲ δίδωϲιν
ἀδιαϲτρόφουϲ. ἡ ἀρετὴ δὲ τέλειόϲ ἐϲτιν, ὥϲπερ ἀνδριάϲ· καὶ ἢ
ἀθεώρητοϲ, ὥϲπερ ὑγεία· ἢ θεωρηματικὴ,
ὡϲ φρόνηϲιϲ. καὶ
ἐπιϲτημονικαὶ μέν εἰϲι καὶ θεωρηματικαὶ. αἱ ἔχουϲαι ϲύϲταϲιν ἐκ
θεωρημάτων, ὡϲ φρόνηϲιϲ καὶ δικαιοϲύνη· ἀθεώρητοι δὲ αἱ κατὰ
παρέκταϲιν θεωρούμεναι ταῖϲ ἐκ τῶν θεωρημάτων ϲυνεϲτηκυίαιϲ, καθάπερ
ὑγεία καὶ ἰϲχύϲ. τῇ γὰρ ἀφροϲύνη τεθεωρημένῃ ὑπαρχούϲῃ ϲυμβαίνει
ἀκολουθεῖν καὶ παρεκτείνεϲθαι τὴν
ὑγείαν, καθάπερ τῆϲ
ψαλίδοϲ οἰκοδομίᾳ τὴν ἰϲχὺν ἐπιγίνεϲθαι. καλοῦνται δὲ ἀθεώρητοι, ὅτι
μὴ ἔχουϲι ϲυγκαταθέϲειϲ, ἀλλ’ ἐπιγίνονται, ὡϲ ὑγεία καὶ ἀνδρεία.
τεκμήριον δὲ τοῦ ὑπαρκτὴν εἶναι τὴν ἀρετὴν, τὸ γενέϲθαι ἐκ προκοπῆϲ
τοὺϲ περὶ Σωκράτην, Διογένην, Ἀντιϲθένην. εἶναι δὲ καὶ τὴν κακίαν
ὑπαρκτὴν διὰ τὸ ἀντικεῖϲθαι τῇ ἀρετῇ. διδακτήν
τε εἶναι
τὴν ἀρετὴν, καὶ δῆλον ἐκ τοῦ γίνεϲθαι ἀγαθοὺϲ ἐκ φαύλων. εἰϲὶ δὲ δύο
ἀρεταί, θεωρητικὴ καὶ πρακτική. οἱ δὲ γ′,
τὰ δὲ ποιητέα καὶ αἱρετέα ἐϲτὶ καὶ
ὑπομενετέα καὶ ἐμμενετέα, ὥϲτε εἶναι τὰ μὲν αἱρετῶϲ ποιεῖν, τὰ δὲ
ὑπομονητικῶϲ, τὰ δὲ ἐμμενετικῶϲ, φρόνιμόϲ τέ ἐϲτι καὶ ἀνδρεῖοϲ καὶ
δίκαιοϲ καὶ ϲώφρων. κεφαλαιοῦϲθαι δὲ ἑκάϲτην τῶν ἀρετῶν περί τι
ἴδιον κεφάλαιον, οἷον τὴν ἀνδρείαν περὶ τὰ ὑπομενετέα, τὴν φρόνηϲιν
περὶ τὰ ποιητέα καὶ μὴ καὶ οὐδέτερα·
ὁμοίωϲ καὶ τὰϲ
ἄλλαϲ περὶ τὰ οἰκεῖα τρέπεϲθαι. ἀρετὴ δέ ἐϲτι βελτίϲτη ἕξιϲ, ἢ ἕξιϲ
ἀφ’ ἧϲ αὐτό τε τὸ οὐ ἐϲτιν ἄριϲτόν ἐϲτι καὶ τὰϲ ἐνεργείαϲ τὰϲ
οἰκείαϲ ἄριϲτα ἀποδίδωϲιν. ἀρετὴ κατὰ φύϲιν· κακία παρὰ φύϲιν. ὅτι
οὐ πᾶϲα ἀρετὴ ἐπιϲτήμη· ἔϲτι γὰρ ἡ μὲν διανοητική, ἡ δὲ ἠθική· αἱ δὲ
ἠθικαὶ οὐκ ἔχουϲιν ἐν τῇ γνώϲει τὸ εἶναι. ὅτι
φαϲὶν οἱ
Στωϊκοὶ μηδὲν μεταξὺ εἶναι ἀρετῆϲ καὶ κακίαϲ, οἱ δὲ Περιπατητικοὶ
μεταξ λέγουϲιν εἶναι τὴν προκοπήν. ὡϲ γὰρ δεῖν φαϲιν οἱ Στωϊκοὶ ἢ
ϲτρεβλὸν εἶναι ξύλον ἡ ὀρθόν, οὕτωϲ ἢ δίκαιον ἢ ἄδικον, οὕτε
δικαιότερον, οὔτε ἀδικώτερον· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίωϲ. ὅτι αἱ
πολιτικαὶ ἀρεταὶ κατακοϲμοῦϲιν ἡμἃϲ καὶ ἀμείνουϲ ποιοῦϲιν,
ὁρίζουϲαι καὶ μετροῦϲαι τὰϲ ἐπιθυμίαϲ, καὶ ὅλωϲ τὰ πάθη
μετροῦϲαι, καὶ ψευδεῖϲ δόξαϲ ἀφαιροῦϲαι, τῷ ὅλωϲ ἀμείνονι καὶ τῷ
ὡρίϲθαι καὶ τῶν ἀμέτρων καὶ ἀορίϲτων ἔξω εἶναι. τὰϲ δὲ πολιτικὰϲ
ἀρετὰϲ ὁ Πλάτων ἀλλαχοῦ καθάρϲειϲ λέγει. δ’ ἀρεταί. ὅτι ἕπεται τῇ
φρονήϲει εὐβουλία καὶ ϲύνεϲιϲ, τῇ δὲ ϲωφροϲύνῃ εὐταξία καὶ
κοϲμιότηϲ, τῆ δὲ
δικαιοϲύνη ἰϲότηϲ καὶ εὐγνωμοϲύνη, τῇ
δὲ ἀνδρείᾳ ἀπαραλλαξία καὶ εὐτονία.
3831 Ἀρετή. Ἀνδοκίδηϲ καὶ Θουκυδίδηϲ ἀντὶ τοῦ εὐδοξία. ὅτι
αὐτάρκη εἶναι, ἀλλὰ χρεία
ἐϲτὶν ἰϲχύοϲ καὶ ὑγείαϲ καὶ χορηγίαϲ. ὅτι ἡ ἀρετὴ τῶν ἀντικειμένων
ἐϲτίν· ἀντικείμενα δέ εἰϲιν, ὅϲα τῆ ἀναιρέϲει τῶν ἐναντίων
ϲυνίϲταται· τυφλότηϲ, ὄψιϲ, κατάφαϲιϲ, ἀπόφαϲιϲ.
οὐ τύχηϲ δῶρον.
3832 Ἀρετῶ. τὸ ἀρετῆϲ ἐπιμελοῦμαι. Προκόπιοϲ· ἀμφότεροι δὲ,
3833 Ἀρζανηνή: τόποϲ.
3834 Ἀρειανόϲ. ἰϲτέον, ὅτι ἐγένοντο καὶ ἐν Ἀρειανοῖϲ διαιρέϲειϲ
δι’ αἰτίαν τοιαύτην. καθ’ ἑκάϲτην παρ’ αὐτοῖϲ ἐριϲτικαὶ
ζητήϲειϲ εἰϲ
ἀλλ’ ἐξ οὐκ ὄντων
ὑποϲτῆναι ἐδόξαζον, περὶ τὸ πρῶτον καὶ ἀνωτάτω κεφάλαιον ϲφαλέντεϲ
εἰκότωϲ περὶ ψιλοῦ ὀνόματοϲ εἰϲ ἄτοπον φιλονεικίαν ἐξέπεϲον.
Δωρόθεοϲ μὲν ἐκ τῆϲ Ἀντιοχείαϲ ὑπ’ αὐτῶν μεταϲταλεὶϲ ἔλεγε μὴ
δύναϲθαι πατέρα εἶναι ἢ καλεῖϲθαι μὴ ὑφεϲτῶτοϲ υἱοῦ. Μαρῖνοϲ δὲ, ὃν
ἐκ Θρᾴκηϲ πρὸ Δωροθέου κεκλήκειϲαν, καιροῦ
δραξάμενοϲ
ἀφορμῆϲ (ἐλυπεῖτο γὰρ ὅτι αὐτοῦ Δωρόθεοϲ προεκέκριτο) τοῦ ἐναντίου
λόγου προΐϲτατο. καὶ γίνεται εἰϲ αὐτοὺϲ διαίρεϲιϲ διὰ τὸ προλεχθὲν
λεξείδιον, καὶ κατ’ ἰδίαν ἑκάτεροϲ τὰϲ ϲυναγωγὰϲ ἐποιοῦντο, λέγοντεϲ
τὸν πατέρα εἶναι πατέρα καὶ μὴ ὑφεϲτῶτοϲ υἱοῦ. ἐκαλοῦντο δὲ οὗτοι
Ψαθυριανοὶ, ὅτι Θεόκτιϲτόϲ τιϲ, ψαθυροπώληϲ,
Σύροϲ,
δταπύρωϲ τῷ λόγῳ τῷδε ϲυνίϲτατο. ἐπηκολούθηϲε δὲ αὐτοῖϲ καὶ Σελενᾶϲ
ὁ τῶν Γότθων ἐπίϲκοποϲ. καὶ οὗτοι μικρὸν ὕϲτερον διῃρέθηϲαν, Μαρίνου
πρὸϲ Ἀγάπιον διενεχθέντοϲ, ὃν αὐτὸϲ εἰϲ ἐπίϲκοπον Ἐφέϲου προβέβλητο.
οὗτοι δὲ οὐ περὶ θρηϲκείαϲ ἀλλὰ περὶ προεδρίαϲ μικροψυχήϲαντεϲ
ἐπολέμουν ἀλλήλοιϲ. ἐχωρίζοντο δὲ ἀλλήλων
ἐπὶ ἔτη λε΄
ἕωϲ τοῦ νέου Θεοδοϲίου.
3835 Ἀρειανὸϲ καὶ Ἀρειανίζω καὶ Ἀρειανιϲταὶ καὶ τὰ τούτοιϲ
ϲυνόδου, διεφθάρη
ἀήθει καὶ καινῷ τοῦ θανάτου τρόπῳ. ἐν γὰρ τῷ τῆϲ πόλεωϲ φόρῳ,
ἐπειχθείϲηϲ οἱ τῆϲ γαϲτρὸϲ, ἀποκλίναϲ εἰϲ ἀπόπατον ἅμα ϲὺν τοῖϲ
διαφορήμαϲι πάντων ἐκενώθη τῶν ἐντὸϲ ἀναγκαίων. καὶ ἐξ αὐτοῦ καὶ
Ἀρειόφρονεϲ.
3836 Ἀρειή: ἡ ἀπειλή. ἢ ἀϲθενήϲ. ὃ καὶ δαϲύνεται.
3837 Ἀρειμάνειοϲ: ὁ ἐν τῷ Ἄρει μαινόμενοϲ. Ἀρειμένηϲ δὲ ὄνομα κύριον.
3838 Ἄρειοϲ πάγοϲ. δικαϲτήριον Ἀθήνηϲιν. ἐν αὐταῖϲ βουλαὶ β΄, ἡ μὲν
τῶν φ΄ καθ’ ἕκαϲτον ἐνιαυτὸν κληρουμένη βουλεύειν, ἡ δὲ εἰϲ μίαν τῶν
Ἀρεοπαγετῶν. ἐδίκαζε δὲ καὶ τὰ φονικὰ καὶ τὰ ἄλλα πολιτικὰ
διῴκει ϲεμνῶϲ. ἐκλήθη δὲ Ἄρειοϲ πάγοϲ, ἤτοι ὅτι ἐν τῷ πάγῳ ἐϲτὶ
καὶ ἐν ὕψει τὸ δικαϲτήριον· Ἄρειοϲ δὲ, ἐπεὶ τὰ φονικὰ δικάζει ὁ δὲ
Ἄρηϲ ἐπὶ τῶν φόνων· ἢ ὅτι ἔπηξε τὸ δόρυ ἐκεῖ ἐν τῇ πρὸϲ Ποϲειδῶνα
ὑπὲρ Ἀλιρροθίου δίκῃ, ὅτε ἀπέκτεινεν αὐτὸν βιαϲάμενον Ἀλκίππην τὴν
αὐτοῦ καὶ Ἀγραύλου τῆϲ Κέκροποϲ θυγατρὸϲ, ὥϲ φηϲιν
3839 Ἀρήγω. τὸ βοηθῶ.
3840 Ἀρηΐδηλοϲ: ὁ φανερόϲ.
3841 Ἀρηΐθοοϲ: ὁ ἐν πολέμῳ ταχύϲ.
3842 Ἀρηΐλυκοϲ: ὄνομα κύριον. καὶ Ἀρηϊλύκοιο.
3843 Ἀρήϊοϲ. ὁ πολεμικόϲ. καὶ Ἀρήιοι. Ἀλκαῖοϲ· ἀνδρεϲ
3844 Ἀρηΐφατοϲ: ὁ ἐν πολέμῳ ἀνῃρημένοϲ.
3845 Ἀρηΐφιλοϲ: ὁ φίλοϲ τοῦ Ἄρεωϲ.
3846 Ἀρημένοϲ: ὁ βεβλαμμένοϲ. καὶ Ἀρήμεναι.
3847 Ἀρήνη. ὄνομα πηγῆϲ.
3848 Ἀρρηνοφορεῖν: δ′ μὲν ἐχειροτονοῦντο τῶν εὐγενῶν, δύο δὲ
ἐκρίνοντο, αἵτινεϲ ἦρχον τῆϲ ὑφῆϲ τοῦ πέπλου καὶ τῶν ἄλλων τῶν περὶ
αὐτήν. λευκὴν δὲ ἐϲθῆτα ἐφόρουν. εἰ δὲ χρυϲία περιέθεντο,
ἱερὰ ταῦτα ἐγίνετο.
3849 Ἀρήνωρ: ὁ φύλαξ.
3850 Ἀρήρει. εὖ ἥρμοϲτο. καὶ Ἀρηρόϲ, τὸ εὐάρμοϲτον. Ἀρηρὼϲ δὲ ὁ ἡρμοϲμένοϲ.
3851 Ἀρηρομένη. ἠροτριαϲμένη.
3852 Ἄρηϲ.κυρίωϲ ὁ ϲίδηροϲ. βαψαμένη κοίλων ἐντὸϲ Ἄρη
πολέμῳ οὐ λόγων ἀλλ’ ἔργων χρεία. καὶ Ὅμηροϲ· ἐν γὰρ χερϲὶ τέλοϲ
πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ. τὸ α καὶ μακρὸν καὶ βραχύ. Ὅμηροϲ·
Ἆρεϲ, Ἄρεϲ βροτολοιγέ. κλίνεται δὲ Ἄρηϲ, Ἄρου, καὶ Ἄρηϲ, Ἄρητοϲ, καὶ
Ἄρηϲ, Ἄρεοϲ. Ἄρηϲ γάρ ἐϲτι καὶ ταράττει τὴν κλίϲιν.
3853 Ἄρηϲ τύραννοϲ. ἐπὶ τῶν μετὰ βίαϲ τι διαπραττομένων.
3854 Ἀρρήϲιοϲ, μοναχόϲ· ὃϲ τοὺϲ νέουϲ πταίϲανταϲ οὐκ
ἀφώριζεν,
3855 Ἀρήτη: ὄνομα κύριον.
3856 Ἀρήτιον.
3857 Ἀρητῖνοι: ὄνομα ἔθνουϲ.
3858 Ἀρήϲαϲθαι: εὔξαϲθαι.
3859 Ἀρητήϲιον πεδίον.
3860 Ἀρητόν: τὸ βλαβερόν. Ἄρρητον δὲ λόγον, κακόφημον,
μὴ ῥηθῆναι ὀφείλοντα. Σοφοκλῆϲ· πῶϲ δῆτα λέγω λόγον
ἄρρητον.
3861 Ἀρρητοποιΐα: ἀϲέλγεια, αἰϲχρουργία.
3862 Ἀρητοϲ: ὄνομα κύριον.
3863 Ἀρρηφορία. θυϲία. εἰ μὲν διὰ τοῦ ἄλφα ἀρρηφορία,
καὶ Ἀρρηφόροιο. καὶ Ἀρρηφόροι, αἱ τὰ ἄρρητα φέρουϲαι
3864 Ἀρία: ὄνομα πόλεωϲ.
3865 Ἄριάδνη: γυνὴ τοῦ Θηϲέωϲ. καὶ ζήτει ἐν τῷ Αἰγαῖον πέλαγοϲ.
3866 Ἀριαμένηϲ: ὄνομα κύριον.
3867 Ἀρριανόϲ, ἐποποιὸϲ, μετάφραϲιν τῶν Γεωργικῶν τοῦ Βεργιλλίου
ἐπικῶϲ ποιήϲαϲ· Ἀλεξανδριάδα· ἔϲτι δὲ κατὰ τὸν Μακεδόνα ἐν
ῥαψῳδίαιϲ εἴκοϲι καὶ τέϲϲαρϲιν· εἰϲ Ἄτταλον τὸν Περγαμηνὸν
ποιήματα.
3868 Ἀρριανόϲ, Nικομηδεὺϲ, φιλόϲοφοϲ Ἐπικτήτειοϲ, ὁ ἐπικληθεὶϲ νέοϲ Ξενοφῶν. ἦν δὲ ἐν Ῥώμη ἐπὶ Ἀδριανοῦ καὶ Μάρκου καὶ Ἀντωνίνου τῶν βαϲιλέων, καὶ ἀξιωμάτων μεταλαβὼν καὶ μέχριϲ αὐτοῦ τοῦ ὑπατεῦϲαι, καθά φηϲιν Ἑλικώνιοϲ, διὰ τὴν τῆϲ παιδείαϲ δεξιότητα. ἔγραψε δὲ βιβλία παμπληθῆ.
3869 Ἀριαράθηϲ: ὄνομα κύριον.
3870 Ἀρύβαλλοϲ: οὐ μόνον παρὰ Στηϲιχόρῳ καὶ ἄλλοιϲ Δωριεῦϲιν. ἀλλὰ
καὶ ἐν Ἱππεῦϲιν Ἀριϲτοφάνηϲ· εἶτα καταϲπένδειν κατὰ τῆϲ κεφαλῆϲ
ἀρυβάλλῳ.
3871 Ἀριβαρζάνηϲ: ὄνομα κύριον.
3872 Ἀριγνώτη, μαθήτρια Πυθαγόρου τοῦ μεγάλου καὶ Θεανοῦϲ, Σαμία,
φιλόϲοφοϲ Πυθαγορική. ϲυνέταξε τάδε· Βακχικά· ἔϲτι δὲ περὶ τῶν
Δήμητροϲ μυϲτηρίων· ἐπιγράφεται δὲ καὶ Ἱερὸϲ λόγοϲ. ἔγραψε
δὲ καὶ Τελειὰϲ Διονύϲου καὶ ἄλλα φιλόϲοφα.
3873 Ἀρίγνωτοϲ: ὁ εὐδιάγνωϲτοϲ.
3874 Ἀριδαῖοϲ: ὄνομα κύριον.
3875 Ἀρίδεϲ: ἡ εὐθεῖα ἀρίϲ, τὸ τεκτονικὸν ἐργαλεῖον. καὶ γυρὰϲ Anth.
ἀμφαδέτουϲ ἀρίδαϲ. καὶ αὖθιϲ· αἵ τ’ ἀρίθεϲ ξυϲτήρ τε. Ἄριϲδὲ,
3876 Ἀριδείκετοϲ: ὁ διάδηλοϲ. καὶ ἔνδοξοϲ. Ἀρίδηλοϲ
3877 Ἀριαῖοϲ. ὄνομα κύριον.
3878 Ἀριζήλη: ἡ διάδηλοϲ καὶ φανερά. καὶ Ἀρίζηλοϲ, ἀρϲενικόν.
3879 Ἀριήκοον. ὀξυήκοον, εὐπειθῆ.
3880 Ἀριθμῶ· αἰτιατικῇ. καὶ Ἀριθμοῦντα, κατατάττοντα. καὶ
3881 Ἄριμα: ὄρη. καὶ Ἀριμάνιοϲ, θεὸϲ παρ’ Αἰγυπτίοιϲ.
3882 Ἀριμάϲπειοϲ: τόποϲ. καὶ Ἀριμαϲπόϲ, ἐθνικόν.
3883 Ἀριματθαῖοϲ: ἀπὸ τόπου.
3884 Ἀρίμηνον: ὄνομα πόλεωϲ. καὶ Ἀριμίνιοϲ, ὄνομα ἐθνικόν.
3885 Ἀριοβαρζάνηϲ: ὄνομα κύριον.
3886 Ἀρίων, Μηθυμναῖοϲ, λυρικὸϲ, Κυκλέωϲ υἱὸϲ, γέγονε κατὰ τὴν
λέγονταϲ. φυλάττει δὲ καὶ
ἐπὶ γενικῆϲ.
3887 Ἄρι πρεπήϲ: ὁ διάδηλοϲ.
3888 Ἄριϲ: ὁ μὴ ἔχων ῥῖνα.
3889 Ἀρίϲβη. πόλιϲ τῆϲ Βοιωτίαϲ.
3890 Ἀρίϲημοϲ: φανερὸϲ ἐν πολέμοιϲ.
3891 Ἄρίϲτα: κάλλιϲτα. καὶ παροιμία· Ἄριϲτα χωλὸϲ ὑφεῖ.
3892 Ἀρίϲταρχοϲ, Ἀλεξανδρεὺϲ θέϲει, τῇ δὲ φύϲει Σαμοθρᾲξ,
γράψαι ὑπὲρ ω βιβλία ὑπομνημάτων
μόνων. μαθητὴϲ δὲ γέγονεν Ἀριϲτοφάνουϲ τοῦ γραμματικοῦ καὶ Κράτητι
τῷ γραμματικῷ Περγαμηνῷ πλεῖϲτα διημιλλήϲατο ἐν Περγάμῳ. μαθηταὶ δὲ
αὐτοῦ γραμματικοὶ περὶ τοὺϲ μ΄ ἐγένοντο. τελευτῇ δὲ ἐν Κύπρῳ ἑαυτὸν
ὑπεξαγαγὼν ἐνδείᾳ τροφῆϲ, νόϲῳ τῇ ὕδρωπι ληφθείϲ. ἔτη δὲ αὐτοῦ τῆϲ
ζωῆϲ οβ΄. καὶ παῖδαϲ μὲν κατέλιπεν Ἀρίϲταρχον καὶ
Ἀριϲταγόραν. ἄμφω δὲ ἐγένοντο εὐήθειϲ, ὥϲτε καὶ ἐπράθη ὁ Ἀρίϲταρχοϲ·
Ἀθηναῖοι δὲ ἐλθόντα παρ’ αὐτοῖϲ ἐξωνήϲαντο.
3893 Ἀρίϲταρχοϲ, Τεγεάτηϲ, ὁ τῶν τραγῳδιῶν ποιητὴϲ, νοϲεῖ τινα νόϲον·
εἶτα αὐτὸν ἰᾶται ὁ Ἀϲκληπιὸϲ καὶ προϲτάϲϲει χαριϲτήρια τῆϲ ὑγείαϲ. ὁ
δὲ ποιητὴϲ τὸ δρᾶμα τὸ ὁμώνυμόν οἱ νέμει. θεοὶ δὲ ὑγείαϲ μὲν οὐκ ἄν
ποτε μιϲθὸν αἰτήϲαιεν οὐδ’ ἂν λάβοιεν. ἢ πῶϲ ἄν; εἴ γε τὰ μέγιϲτα
ἡμῖν φρενὶ φιλανθρώπῳ καὶ ἀγαθῇ παρέχουϲι
προῖκα, ἥλιόν
τε ὁρᾶν καὶ τοῦ θεοῦ τοῦ τοϲούτου τῆϲ παναρκοῦϲ ἀμιϲθὶ μεταλαμβάνειν
ἀκτῖνοϲ, καὶ χρῆϲιν ὕδατοϲ καὶ πυρὸϲ ϲυντέχνου μυρίαϲ ἐπιγονὰϲ, καὶ
ποικίλαϲ ἅμα καὶ ϲυνεργοὺϲ ἐπικουρίαϲ, καὶ ἀέροϲ ϲπᾶν καὶ ἔχειν
τροφὴν ζωῆϲ τὸ ἐξ αὐτοῦ πνεῦμα. ἐθέλουϲι δὲ ἄρα ἐν τοῖϲδε τοῖϲ
μικροῖϲ μήτε ἀχαρίϲτουϲ εἶναι μήτε ἀμνήμοναϲ ἡμᾶϲ,
Hesy
καὶ ἐν τούτοιϲ ἀμείνοναϲ ἀποφαίνοντεϲ. οὗτοϲ δὲ ὁ Ἀρίϲταρχοϲ
ϲύγχρονοϲ ἦν Εὐριπίδῃ· ὃϲ πρῶτοϲ εἰϲ τὸ νῦν αὐτῶν μῆκοϲ τὰ δράματα
κατέϲτηϲε. καὶ ἐδίδαξε μὲν τραγῳδίαϲ ο΄, ἐνίκηϲε δὲ β΄, βιοὺϲ ὑπὲρ
ἔτη ρ΄,
3894 Ἀρίϲταρχοϲ· οὗτοϲ τὴν ἐν Ἐφέϲῳ μόναρχον εἶχεν ἐξουϲίαν
ἐκ τῶν Ἀθηναίων ἥκων κλητόϲ. ἐκάλουν δὲ ἄρα αὐτὸν οἱ
προϲήκοντεϲ, ὅτι ἐμμελῶϲ τε καὶ ϲὺν κηδεμονίᾳ αὐτῶν ἦρξεν ἔτεϲι ε′.
ὑπανέϲτη δὲ ἐκ τῶν Ἀθηναίων, ὅτε Ἅρπαγοϲ Κῦρον τὸν Καμβύϲου παῖδα
ἐπὶ τὴν ϲὺν Πέρϲαιϲ ἀπόϲταϲιν ἐπάραϲ ἔτυχεν.
3895 Ἀρίϲταχμοϲ: ὄνομα κύριον.
3896 Ἀριϲταίνετοϲ. ὄνομα κύριον.
3897 Ἀρίϲταινοϲ· Φιλοποίμην καὶ Ἀρίϲταινοϲ οἱ Ἀχαιοὶ ϲυνέβηϲαν οὐ τὴν
φύϲιν μίαν ϲχεῖν, οὕτε τὴν αἵρεϲιν τῆϲ πολιτείαϲ. ἦν γὰρ ὁ μὲν
Φιλοποίμην εὖ πεφυκὼϲ πρὸϲ τὰϲ πολεμικὰϲ χρείαϲ καὶ κατὰ ϲῶμα καὶ
κατὰ ψυχήν, ὁ δ’ ἕτεροϲ πρὸϲ τὰ πολιτικὰ καὶ λογικὰ τῶν
διαβουλίων. τῇ δ’ αἱρέϲει κατὰ τὴν πολιτείαν τοῦτο διέφερον ἀλλήλων.
τῆϲ γὰρ Ῥωμαίων ὑπεροχῆϲ ἤδη τοῖϲ Ἐλληνικοῖϲ πράγμαϲιν ἐμπλεκομένηϲ
ὁλοϲχερῶϲ, κατά τε τοὺϲ Φιλιππικούϲ καὶ Ἀντιοχικοὺϲ καιροὺϲ
Ἀριϲταίνετοϲ ἦγε τὴν ἀγωγὴν τῆϲ πολιτείαϲ οὕτωϲ, ὥϲτε πάν τὸ
πρόϲφορον μὲν Ῥωμαίοιϲ ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν ἢ
προϲτάξαι ἐκείνουϲ. ἐπειρᾶτο μέντοιγε τῶν νόμων ἔχεϲθαι
δοκεῖν, καὶ τὴν τοιαύτην ἐφείλκετο φανταϲίαν, εἴκων ὁπότε τούτων
ἀντιπίπτοι τιϲ προδήλωϲ τοῖϲ ὑπὸ Ῥωμαίων γραφομένοιϲ. ὁ δὲ
Φιλοποίμην, ὅϲα μὲν εἴη τῶν προκαλουμένων ἀκόλουθα τοῖϲ νόμοιϲ κα τῇ
ϲυμμαχίᾳ, πάντα ϲυγκατῇνει καὶ ϲυνέπραττεν ἀπροφαϲίϲτωϲ, ὅϲα
3898 Ἀριϲταῖοϲ. εἰϲ τῶν Γιγάντων, ὃϲ περιεϲώθη. Ἀριϲτεὺϲ
Αἴτνῃ, Ἀριϲταῖον μόνον τὸν Γίγαντα περιϲωθῆναί φαϲι·
καὶ οὕτε πῦρ οὐράνιον ἐπ’ αὐτὸν ῆλθεν. οὕτε Αἴτνη πιέζει αὐτόν.
3899 Ἀρίϲταιχμοϲ: ὄνομα κύριον.
3900 Ἀριϲτέαϲ, Δημοχάριδοϲ ἢ Καυϲτροβίου, Προικοννήϲιοϲ, ἐποποιὸϲ·
Ἀριμαϲπῶν, βιβλία γ΄,
τούτου φαϲὶ τὴν ψυχὴν, ὅταν ἐβούλετο, ἐξιέναι καὶ ἐπανιέναι πάλιν.
γέγονε δὲ κατὰ Κροῖϲον καὶ Κῦρον, Ὀλυμπιάδι ν′. ἔγραψε δὲ οὗτοϲ καὶ
καταλογάδην Θεογονίαν, εἰϲ ἔπη ᾴ.
3901 Ἀριϲτερά: τὰ μωρά· δεξιὰ δὲ τὰ ϲυνετά. Σοφοκλῆϲ περὶ
ἔβηϲ.
3902 Ἀριϲτείδηϲ, Ἀδριανεὺϲ, ϲοφιϲτήϲ (Ἀδριανοὶ δὲ πόλιϲ Μυϲίαϲ,
3903 Ἀριϲτείδηϲ, ὁ Λυϲιμάχου, πένηϲ ὢν διὰ τὸν τρόπον ἄνευ
ὅρκων ἐπιϲτεύετο. καὶ Καλλίου ποτὲ κρινομένου παρελθὼν
εἶπεν, ἐμοὶ. τὸν ἄνδρα χαρίϲαϲθε· καὶ ἔτυχε. τοῦ δὲ χρυϲίον
ἀντιπέμψαντοϲ, παρῃτήϲατο εἰπών· ὁ μὲν Καλλίου βίοϲ τῆϲ Ἀριϲτείδου
χρήζει πενίαϲ, ἠ δὲ Ἀριϲτείδου πενία καταφρονεῖ τοῦ Καλλίου πλούτου.
οὗτοϲ Θεπεριεϲώθη
δίκαιοϲ ὢν, ἔφη. καὶ γελάϲαϲ ὁ
Ἀριϲτείδηϲ ἔγραψε ψῆφον. ὁ αὐτὸϲ διέτριψεν ἐν Αἰγίνῃ φυγών. Ξέρξηϲ
δὲ ὡϲ αὐτὸν ἐν τῇ φυγῇ πρεϲβευϲαμένου καὶ τριϲχιλίουϲ δαρεικοὺϲ, ὅτε
ἐπῄει τὴν Ἐλλάδα, διδόντοϲ, οὐδὲν ἐπιϲτρέφεϲθαι ἔφη τοῦ Περϲικοῦ
πλούτου, τοιαύτῃ χρώμενοϲ διαίτη. ἔτυχε δὲ οὐκ ἐπιμελῆ τὸν ἄρτον
προϲφερόμενοϲ. Ἀριϲτείδηϲ
3904 Ἀριϲτεῖον: τὸ τοῖϲ ἀριϲτεύϲαϲι διδόμενον ἔπαθλον. καὶ Ἀρίϲτειοϲ ἐκ τοῦ Ἀριϲτεύϲ.
3905 Ἀριϲτήϲαϲθε, γεύϲαϲθε. Ἀρίϲτιϲον δὲ διὰ τοῦ ι. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· τούτουϲ μὲν ἄγων μετὰ ϲοῦ ἀρίϲτιϲον εὖ.
3906 Ἀριϲτίνδην. κατ’ ἐκλογὴν καὶ αἵρεϲιν τῶν ἀρίϲτων νομοθετῶν.
3907 Ἀρίϲτιοϲ Κύκλωψ· μέμνηται τούτου Χαμαιλέων ἐν τῷ περὶ Σατὑρων.
3908 Ἀρίϲτιπποϲ: Ἀριτάδου, ἀπὸ Κυρήνηϲ, φιλόϲοφοϲ, Σωκράτουϲ
ἀκουϲτήϲ· ἀφ’ οὗπερ ἡ Κυρηναϊκὴ κληθεῖϲα αἵρεϲιϲ ἤρξατο. πρῶτοϲ δὲ
τῶν Σωκρατικῶν μιϲθοὺϲ ἐπράξατο. Ξενοφῶντι δὲ εἶχε δυϲμενῶϲ, καὶ ἦν
ἱκανὸϲ ἁρμόϲαϲθαι καὶ χρόνῳ καὶ τόπῳ. καὶ τῶν μὲν παρόντων
ἀπέλαυε καὶ ἡδονὴν μετεδίωκε, πόνῳ δὲ ἀπόλαυϲιν
οὐδεμίαν ἐθήρα τῶν οὐ παρόντων. ὅθεν Διογένηϲ βαϲιλικὸν κύνα αὐτὸν
ἐκάλει. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖϲτα καὶ ἄριϲτα. διήκουϲε δὲ αὐτοῦ ἡ
θυγάτηρ Ἀρήτη, ἀφ’ ἧϲ ὁ παῖϲ αὐτῆϲ ὁ νέοϲ Ἀρίϲτιπποϲ, ὃϲ ἐκλήθη
Μητροδίδακτοϲ, οὐ Θεόδωροϲ, ὁ Ἄθεοϲ ἐπικληθείϲ, εἶτα Θεόϲ· τοῦ δὲ
Αντίπατροϲ, τοῦ δὲ Ἐπιτιμήδηϲ ὁ Κυρηναῖοϲ, τοῦ δὲ
Παραιβάτηϲ.
3909 Ἀρίϲτιπποϲ, Σωκράτουϲ ὁμιλητὴϲ, ἐν πάϲι τὴν ἡδονὴν ἀϲπαϲάμενοϲ
καὶ ἐπίχαριϲ. λέγεται δὲ ὅτι καὶ τοῦ παιδὸϲ αὐτῷ φέροντοϲ
ἀργύριον καὶ ἀχθομένου τῷ βάρει, τὸ βαροῦν ἀπόβαλε, ἔφη.
ἐπιβουλευόμενοϲ δὲ ἐν πλῷ δι’ ἃ ἐπήγετο, εἰϲ τὴν θάλατταν ἐξέβαλεν
αὐτά. ἡ γὰρ τούτων, ἔφη, ἀπώλεια ἐμὴ ϲωτηρία. ἐπέϲκωπτε δ’
Ἀντιϲθένην ἀεὶ διὰ τὴν ϲτρυφνότητα. καὶ πρὸϲ Διονύϲιον τὸν Σικελίαϲ
τύραννον ἐλθὼν καὶ πίνων ἐνίκα καὶ ὀρχήϲεωϲ τοῖϲ ἄλλοιϲ
κατῆρξεν, ἐνδύϲ ἐϲθῆτα ἁλουργῆ. Πλάτων δὲ προϲκομιζομένηϲ αὐτῷ τῆϲ
ϲτολῆϲ, εἶπεν Εὐριπίδου ἰαμβικά· οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι
ϲτολὴν, ἄρρην πεφυκὼϲ καὶ γένουϲ ἐξ ἄρρενοϲ. Ἀρίϲτιπποϲ δὲ δεξάμενοϲ
καὶ γελάϲαϲ εἶπὲ τοῦ αὐτοῦ ποιητοῦ· καὶ γὰρ ἐν βακχεύμαϲιν ὁ νοῦϲ ὁ
ϲώφρων οὐ διαφθαρήϲεται. ὑπὲρ φίλου δὲ ἀξιῶν καὶ μὴ
τυγχάνων, τῶν ποδῶν ἥψατο καὶ ἔπειϲε· καὶ οὐ ταύτηϲ ἐγὼ τῆϲ
κολακείαϲ αἴτιοϲ, εἶπεν, ἀλλὰ Διονύϲιοϲ, ὁ ἐν γόναϲι τὰϲ ἀκοὰϲ
ἔχων.
3910 Ἀριϲτογένηϲ, Θάϲιοϲ, ἰατρὸϲ, ἔγραψε βιβλία κδ΄. ἐκρίθη δὲ
Ἀντίγονον.
3911 Ἀριϲτογένηϲ, Κνίδιοϲ, ἰατρὸϲ, δοῦλοϲ Χρυϲίππου τοῦ φιλοϲόφου.
3912 Ἀριϲτογείτων, Κυδιμάχου ἢ Λυϲιμάχου, Ἀθηναῖοϲ, ῥήτωρ,
αὐτοῦ. ἐφονεύθη δὲ
ὑπὸ Ἀθηναίων, λόγουϲ ποιήϲαϲ, Ἀπολογίαν πρὸϲ Δημοϲθένην τὸν
ϲτρατηγὸν, Πρὸϲ Λυκοῦργον, ἰατὰ Τιμοθέου, Κατὰ Τιμάρχου, Κατὰ
Ὑπερίδου, Κατὰ Θραϲύλλου, Ὀρφανικόν. ζήτει περὶ τοῦδε τοῦ
Ἀριϲτογείτονοϲ, μήποτέ ἐϲτιν οὗτοϲ ὁ Ἀρμοδίου ἑταῖροϲ.
3913 Ἀριϲτογείτων, Σκυδίμου, ϲυκοφάντηϲ. τούτου ὁ πατὴρ
κλεψεν, ἔφαγε. καὶ Ζωβίαν
ὑποδεξαμένην αὐτὸν φυγόντα, ἀξιοῦϲαν εὐ παθεῖν, ὅτε ἴϲχυεν, ἐπὶ τὸ
τοῦ μετοικίου πωλητήριον ἤγαγε, καὶ τὴν ἀδελφὴν ἐπ’ ἐξαγωγῇ
πέπρακεν. Ὑπερίδην δὲ ἐγράψατο παρανόμων ἐπὶ τῷ μετὰ Χαιρώνειαν
ψηφίϲματι καὶ οὐχ εἷλεν.
3914 Ἀριϲτόδημοϲ, Ἀριϲτοκράτουϲ, Κύμηϲ τῆϲ Ἰταλιώτιδοϲ τύραννοϲ, ἀνὴρ οὐ τῶν ἐπιτυχόντων ἕνεκα γένουϲ· ὃϲ ἐκαλεῖτο μαλακὸϲ ὑπὸ τῶν ἀϲτῶν καὶ ϲὺν χρόνῳ γνωριμωτέραν τοῦ ὀνόματοϲ ἔϲχε τὴν κλῆϲιν, εἶθ’ ὅτι θηλυδρίαϲ ἐγένετο παῖϲ ὢν καὶ τὰ γυναιξὶν ἁρμόττοντα ἔπαϲχεν, εἴθ’ ὅτι πρᾶοϲ ἦν φύϲει καὶ μαλακὸϲ ἐϲ ὀργήν.
3915 Ἀριϲτόδημοϲ· Ἐπιτομὴν τῆϲ Καθόλου Ἡρωδιανοῦ ἔγραψε πρὸϲ Δαναόν.
3916 Ἀριϲτοκλῆϲ, Μεϲϲήνιοϲ τῆϲ Ἰταλίαϲ, φιλόϲοφοϲ Περιπατητικόϲ.
ϲυνέταξε Περὶ φιλοϲοφίαϲ βιβλία ι’ Πότεροϲ ϲπουδαιότεροϲ Ὅμηροϲ ἢ
Πλάτων. καταλέγει δὲ ἐν τούτοιϲ πάνταϲ φιλοϲόφουϲ
καὶ
δόξαϲ αὐτῶν. ἔγραψε δὲ καὶ Τέχναϲ ῥητορικὰϲ, Περὶ Σαράπιδοϲ. Ἠθικὰ
βιβλία θ΄,
3917 Ἀριϲτοκλῆϲ, Λαμψακηνὸϲ, φιλόϲοφοϲ Στωϊκόϲ. ἔγραψεν Ἐξήγηϲιν τῶν Χρυϲίππου Περὶ τοῦ πῶϲ ἕκαϲτα λέγομεν καὶ διανοούμεθα. βιβλία δ′.
3918 Ἀριϲτοκλῆϲ, Περγαμηνὸϲ, ϲοφιϲτὴϲ, γεγονὼϲ ἐπί τε Τραϊανοῦ καὶ Ἀδριανοῦ Τέχνην ῥητορικὴν, Ἐπιϲτολὰϲ, Περὶ ῥητορικῆϲ βιβλία ε΄. Μελέταϲ, Πρὸϲ τὸν βαϲιλέα ἐπὶ τῆ διανεμήϲει τοῦ χρυϲίου.
3919 Ἀριϲτοκράτηϲ, Ῥοδίων ϲτρατηγόϲ· ὃϲ ἦν κατὰ τὴν ἐπιφάνειαν
ἀξιωματικὸϲ καὶ καταπληκτικόϲ. διόπερ ἐκ πάντων τούτων ὑπέλαβον
οἱ Ῥόδιοι τελέωϲ ἀξιόχρεων ἡγεμόνα καὶ προϲτάτην ἔχειν
τοῦ πολέμου. διεψεύϲθηϲαν δὲ τῶν ἐλπίδων· ἐλθὼν γὰρ ἐϲ τὰϲ πράξειϲ
ὥϲπερ ἐϲ πῦρ, καθάπερ τὰ κίβδηλα τῶν νομιϲμάτων, ἀλλοῖοϲ ἐφάνη.
3920 Ἀριϲτοκρατία: ἡ κράτηϲιϲ τῶν ἀρίϲτων.
3921 Ἀριϲτομάχη: ὄνομα κύριον.
3922 Ἀριϲτομένηϲ, Ἀθηναῖοϲ, κωμικὸϲ τῶν ἐπιδευτέρων τῆϲ ἀρχαίαϲ κωμῳδίαϲ, οἱ ἦϲαν ἐπὶ τῶν Πελοποννηϲιακῶν, Ὁλυμπιάδι πζ′. ἐπεκλήθη Θυροποιόϲ.
3923 Ἄριϲτον: περὶ ὥραν γ΄. παρὰ τὸ εἰϲ ἀριϲτείαν προέρχεϲθαι. ζήτει ἐν τῷ δεῖπνον.
3924 Ἀριϲτόνικοϲ, Ἀλεξανδρεὺϲ, γραμματικόϲ. ἔγραψε Περὶ τῶν ϲημείων τῶν ἐν τῇ Θεογονίᾳ Ἡϲιόδου καὶ τῶν τῆϲ Ἰλιάδοϲ κα Ὀδυϲϲείαϲ· Ἀϲυντάκτων ὀνομάτων βιβλία Ϛ΄.
3925 Ἀριϲτόνικοϲ, ὁ τοῦ Πτολεμαίου τοῦ βαϲιλέωϲ Αἰγύπτου εὐνοῦχοϲ μὲν
ἦν, ἐκ παιδίου δ’ ἐγεγόνει ϲύντροφοϲ τῷ βαϲιλεῖ. τῆϲ
δ’
ἡλικίαϲ προβαινούϲηϲ ἀνδρωδεϲτέραν εἶχεν ἢ κατ’ εὐνοῦχον τόλμαν
3926 Ἀριϲτονομία. ἡ διανομὴ τῶν ἀρίϲτων.
3927 Ἀριϲτόξενοϲ, υἱὸϲ Μνηϲίου, τοῦ καὶ Σπινθάρου, μουϲικοί,
τέλοϲ Ἀριϲτοτέλουϲ· εἰϲ
ὃν ἀποθανόντα ὕβριϲε, διότι κατέλιπε τῆϲ ϲχολῆϲ διάδοχον Θεόφραϲτον,
αὐτοῦ δόξαν μεγάλην ἐν τοῖϲ ἀκροαταῖϲ τοῖϲ Ἀριϲτοτέλουϲ ἔχοντοϲ.
γέγονε δὲ ἐπὶ τῶν Ἀλεξάνδρου καὶ τῶν μετέπειτα χρόνων· ὡϲ εἶναι ἀπὸ
τῆϲ ρια′ Ὀλυμπιάδοϲ, ϲύγχρονοϲ Δικαιάρχῳ τῷ Μεϲϲηνίῳ. ϲυνετάξατο δὲ
μουϲικά τε καὶ φιλόϲοφα,
καὶ ἱϲτορίαϲ καὶ παντὸϲ εἴδουϲ
παιδείαϲ· καὶ ἀριθμοῦ αὐτοῦ τὰ βιβλία εἰϲ υνγ΄.
3928 Ἀριϲτόξενοϲ, Κυρηναῖοϲ· ὅϲτιϲ ὑπὸ τῆϲ ἀνυπερβλήτου τρυφῆϲ τὰϲ ἐν τῷ κήπῳ θρίδακαϲ οἰνομέλιτι ἑϲπέραϲ ἐπότιζε, καὶ χλωρούϲ πλακοῦνταϲ ἔλεγεν ἀναπέμπεϲθαι αὐτῷ.
3929 Ἀριϲτοτέληϲ, υἱὸϲ Νικομάχου καὶ Φαιϲτιάδοϲ· ὁ δὲ Νικόμαχο
ὃϲ καὶ θλαδίαϲ ὢν αὐτὴν
ἔϲπειρε. γημαμένη δὲ τριϲὶν ἡ Ἀριϲτοτέλουϲ θυγάτηρ τεκνώϲαϲα
προετελεύτηϲεν Ἀριϲτοτέλουϲ τοῦ πατρόϲ. ἔϲχε δὲ καὶ υἱὸν Νικόμαχον
ἐξ Ἑρπυλλίδοϲ παλλακῆϲ, ἣν ἠγάγετο μετὰ Πυθιάδα παρ’ Ἑρμείου τοῦ
εὐνούχου· ὅϲτιϲ ἦν ἄρχων Ἀταρνέωϲ, χώρα δὲ αὕτη Τρῳάδοϲ, Εὐβούλου δὲ
τοῦ Βιθυνοῦ δοῦλοϲ γεγονὼϲ
ἔλαβε· καὶ αὐτοῦ Ἑρμείου
παιδικὰ γενομένου Ἀριϲτοτέλουϲ. ἦρξε δὲ ἔτη ιγ΄ τῆϲ Περιπατητικῆϲ
κληθείϲηϲ φιλοϲοφίαϲ διὰ τὸ ἐν περιπάτῳ ἤτοι κήπῳ διδάξαι
ἀναχωρήϲαντα τῆϲ Ἀκαδημίαϲ, ἐν ᾗ Πλάτων ἐδίδαξεν. ἐγεννήθη δὲ ἐν τῆ
??θ΄ Ὀλυμπιάδι καὶ ἀπέθανεν ἀκόνιτον πιὼν ἐν Χαλκίδι, διότι ἐκαλεῖτο
πρὸϲ εὐθύναϲ, ἐπειδὴ ἔγραψε παιᾶνα εἰϲ Ἑρμείαν
τὸν
εὐνοῦχον· οἱ δέ φαϲι νόϲῳ αὐτὸν τελευτῆϲαι βιώϲαντα ἔτη ο΄.
393Ο Ἀριϲτοτέληϲ· Τίμαιόϲ φηϲι κατὰ Ἀριϲτοτέλουϲ εἶναι αὐτὸν εὐχερῆ,
θραϲὺν, προπετῆ· ἀλλ’ οὐ ϲοφιϲτὴν ὀψιμαθῆ, μιϲητὸν ὑπάρχοντα, καὶ τὸ
πολυτίμητον ἰατρεῖον ἀποκεκλεικότα, καὶ πρὸϲ πᾶϲαν αὐλὴν καὶ ϲκηνὴν
ἐμπεπηδηκότα. πρὸϲ δὲ γαϲτρίμαργον, ὀψαρτυτὴν, ἐπὶ ϲτόμα φερόμενον
ἐν πᾶϲι. δοκεῖ δή μοι τὰ τοιαῦτα μόλιϲ ἄνθρωποϲ ἀγύρτηϲ
καὶ προπετὴϲ ἐπὶ δικαϲτηρίου ῥιψολογῶν ἀνεκτὸϲ φανῆναι. ὅτι
Ἀριϲτοτέληϲ τῆϲ φύϲεωϲ γραμματεὺϲ ἦν, τὸν κάλαμον ἀποβρέχων εἰϲ
νοῦν· ὅν οὐδὲν ἴϲωϲ ἐχρῆν τῶν χρηϲίμων, εἰ καὶ τεχνικώτερόν ἐϲτι καὶ
περιττότερον ἐξειργαϲμένον, παραιτεῖϲθαι. καὶ Ἀριϲτοτέλειοϲ
λόγοϲ.
3931 Ἀριϲτοτόκεια. ἡ ἀρίϲτουϲ γεννῶϲα.
3932 Ἀριϲτοφάνηϲ, Ῥόδιοϲ ἤτοι Λίνδιοϲ, οἱ δὲ Αἰγύπτιον ἔφαϲαν. οἱ δὲ
Καμειρέα· θέϲει δὲ Ἀθηναῖοϲ· ἐπολιτογραφήθη γὰρ παρ’ αὐτοῖϲ·
κωμικὸϲ, υἱὸϲ Φιλίππου, γεγονὼϲ ἐν τοῖϲ ἀγῶϲι κατὰ τὴν ριδ΄
Ὀλυμπιάδα, εὑρετὴϲ τοῦ τετραμέτρου καὶ ὀκταμέτρου· παῖδαϲ ϲχὼν
Ἀραρότα,
Φίλιππον, Φιλέταιρον, κωμικούϲ. τινὲϲ δὲ αὐτὸν
καὶ ἀπόδουλον ἱϲτορήκαϲι. δράματα δὲ αὐτοῦ μδ′. ἅπερ δὲ πεπράχαμεν
Ἀριϲτοφάνουϲ δράματα ταῦτα· Ἀχαρνεῖϲ, Βάτραχοι, Εἰρήνη,
Ἐκκληϲιάζουϲαι, Θεϲμοφοριάζουϲαι, Ἱππεῖϲ, Λυϲιϲτράτη, Νεφέλαι,
Ὄρνιθεϲ, Πλοῦτοϲ, Σφῆκεϲ.
3933 Ἀριϲτοφάνηϲ, Βυζάντιοϲ, γραμματικόϲ, υἱὸϲ Ἀπελλοῦ ἡγουμένου ϲτρατιωτῶν, μαθητὴϲ Καλλιμάχου καὶ Ζηνοδότου· ἀλλὰ τοῦ μὲν νέοϲ, τοῦ δὲ παῖϲ ἤκουϲε· πρὸϲ δὲ τούτοιϲ καὶ Διονυϲίου τοῦ Ἰάμβου καὶ Εὐφρονίδα τοῦ Κορινθίου ἢ Σικυωνίου. γέγονε δὲ κατὰ τὴν ρμδ’ Ὀλυμπιάδα.
3934 Ἀριϲτόχειρ: ὁ γενναῖοϲ περὶ τὰ ἀριϲτεῖα. καὶ ἀριϲτόχειρ ἀγών.
3935 Ἀρίϲτων, ὁ Πλάτωνοϲ πατήρ. τῶν τε Πλάτωνοϲ τοῦ Ἀρίϲτωνοϲ
ἀναπέπληϲται δογμάτων. καὶ οὕτε ὁ Τίμαιοϲ αὐτὸν ἀποδράϲειεν ἄν, εἰ
καὶ ϲφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται καὶ τὰϲ τῆϲ φύϲεωϲ
ἀνιχνεύει κινήϲειϲ· οὕτε ὁ Φαίδων, οὕτε ὁ Γοργίαϲ· οὐμενοῦν οὐδὲ
ἄλλοϲ τιϲ τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖοϲ ὁ
Παρμενίδηϲ.
3936 Ἀριϲτώνυμοϲ, κωμικόϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτιν Ἥλιοϲ
διαϲκευαϲθεὶϲ δὲ ὡϲ
βουλευόμενοϲ πρὸϲ Εὐμενῆ φυγεῖν, ἐφυλάχθη ἐν εἱρκτῇ χρόνον τινά.
ἠφείθη δὲ καὶ ὑπὸ ϲτραγγουρίαϲ τελευτᾷ, ἔτη βεβιωκὼϲ οζ΄ .
ϲυγγράμματα δὲ αὐτοῦ πάνυ πολλά.
3937 Ἀρίϲτρατοϲ: ὄνομα κύριον.
3938 Ἀρίϲτυλοϲ· αἰϲχροποιὸϲ ἦν. Ἀριϲτοφάνηϲ· τοῦτ᾿ ἤδη δεινὸν
ἀκοῦϲαι, εἴ ϲε φιλήϲειεν Ἀρίϲτυλοϲ, φάϲκων αὐτοῦ πατέῤ
εἶναι. καὶ Ἀρίϲτυλοϲ κεχηνώϲ. Ἀριϲτοφάνηϲ· ϲὺ δ᾿ Ἀρίϲτυλοϲ ὑποχάϲκων
ἐρεῖϲ, ἕπεϲθε μητρὶ χοῖροι. οὗτοϲ αἰϲχρὸϲ ποιητὴϲ, ὃϲ διὰ τὴν
αἰϲχρουργίαν αὐτοῦ ἀεὶ ἐκεχήνει.
3939 Ἀρίϲτοιχοϲ: ὄνομα κύριον.
3940 Ἀριφράδηϲ· οὗτοϲ λοιδορεῖται ἀεὶ γυναιξὶ ϲυνών. κιθαρῳδὸϲ
Ἀριφράδηϲ δὲ, Πολύμνηϲτοϲ καὶ
Οἰώνιχοϲ ἀρρητοποιοί. καὶ Πολυμνήϲτεια καὶ αὐτὴ κωμῳδεῖται ἐπ᾿
αἰϲχρότητι. εἴ τιϲ οὖν τοιοῦτον ἄνδρα μὴ ϲφόδρα φυλάττεται, μή ποτ᾿
ἐκ τοῦ αὐτοῦ μεθ᾿ ἡμῶν πίεται ποτηρίου. καὶ αὖθιϲ· Ἀρίφραδεϲ, παῦϲαι
ληρῶν.
3941 Ἀρίφρων: ὁ κακῶϲ φρονῶν.
3942 Ἀρρίχουϲ: θηλυκῶϲ, τὰϲ ἀρρίχουϲ, ἡ ἀρρίχη. ἐξηγοῦνται δέ
3943 Ἄρθμια: φίλια. Ἡρόδοτοϲ· Ἀθηναίων μὴ ἐόντων ἡμῖν
ἀρθμίων, τῷ δὲ βαρβάρῳ ϲυμμάχων. καὶ Ἀρθμήϲαντει, φίλοι
3944 Ἀρθρέμβολα: ὀνόματα βαϲανιϲτηρίων· παρὰ τὸ ἐξαρθροῦν τὸν ἐμβαλλόμενον.
3945 Ἀρθροπέδαν· ἀρθροπέδαν ϲτῆμόν τε καὶ ὠλεϲίβωλον ἀρούρηϲ ϲφῦραν.
3946 Ἀρκάδαϲ μιμούμενοι. ἐπὶ τῶν ἑτέροιϲ πονούντων. οἱ γὰρ
Ἀρκάδεϲ μαχιμώτατοι Ἐλλήνων γενόμενοι ἰδίᾳ μὲν οὐδένα ἐνίκηϲαν,
ἑτέροιϲ δὲ ϲυμμαχοῦντεϲ πολλούϲ. ταύτῃ δὲ τῇ παροιμίᾳ κέχρηται
Πλάτων ἐν Πειϲάνδρῳ. διὰ γὰρ τὸ τὰϲ κωμῳδίαϲ αὐτὸϲ ποιῶν
3947 Ἀρκαδία. χώρα. καὶ ὄνομα κύριον. ὅτι Ἀρκαδίαϲ τῆϲ δευτέραϲ
γυναικὸϲ Ζήνωνοϲ ϲτήλη ἐϲτὶν ἐν Ἀρκαδιαναῖϲ, ἐν τοῖϲ πληϲίον μέρεϲι
τῶν βάθρων τῶν λεγομένων Τόπων ἐν τῷ τοῦ Ἀρχιϲτρατήγου· ἔνθα Ζήνων
ἔκρινε τοὺϲ μετὰ Βαϲιλίϲκου καὶ ϲέκρετον τὸν τόπον ἐποίηϲε. τῆϲ δὲ
ἑτέραϲ αὐτοῦ γυναικὸϲ πρώτηϲ Ἀριάδνηϲ κοὶ
3948 Ἄρκαδιοϲ, γραμματικὸϲ, Ἀντιοχεύϲ. ἔγραψε Περὶ ὀρθογραφίαϲ, Περὶ ϲυντάξεωϲ τῶν τοῦ λόγου μερῶν, Ὀνοματικὸν θαυμάϲιον.
3949 Ἀρκαῖοϲ: ὄνομα κύριον.
3950 Ἀρκεϲίλαοϲ. ὄνομα κύριον. ὁ φιλόϲοφοϲ. καὶ ζήτει ἐν τῶ φημί.
3951 Ἀρκεῖν. βοηθεῖν. γέγονε γὰρ οὗτοϲ οὐδαμῶϲ εὐκαταφρόνητοϲ, ἀλλ’ ἱκανὸϲ ἀρκεῖν καὶ προϲτατεῖν πραγμάτων.
3952 Ἄρκειοϲ κεφαλὴ καὶ Ἄρκειονκρέαϲ. Ἄρκιον δὲ τὸ
3953 Ἀρκούντωϲ ἔχειν. ἀπηρτιϲμένωϲ εἶναι.
3254 Ἄρκου παρούϲηϲ τὰ ἴχνη ζητεῖϲ: ἐπὶ τῶν τὰ παρόντα ζητεῖν προϲποιουμένων.
3955 Ἄρκοϲ φιλεῖν ἄνθρωπον ἐκτόπωϲ ηὔχει. εἶθ’ ὕϲτερον ἐραϲθεῖϲα αὐτοῦ ἐν παραβύϲτῳ. ἀντὶ τοῦ ἐν ἀποκρύφῳ, ἐν μυϲτηρίῳ.
3956 Ἀρκῶ· δοτικῇ. ἰϲχύω, ὑπομεῖναι δύναμαι. ὁ πολὺϲ ἤδη
3957 Ἀρκτέον. δεῖ ἄρχεϲθαι.
3958 Ἄρκτοϲ ἢ Βραυρωνίοιϲ· ἀρκτευόμεναι γυναῖκεϲ τῇ Ἀρτέμιδι
ἑορτὴν ἐτέλουν, κροκωτὸν ἠμφιεϲμέναι, οὔτε πρεϲβύτιδεϲ
ι′ ἐτῶν, οὕτε ἐλάττουϲ ε΄, ἀπομειλιϲϲόμεναι τὴν θεόν· ἐπειδὴ ἄρκτοϲ
ἀγρία ἐπιφοιτῶϲα διέτριβεν ἐν τῷ δήμῳ Φλαυιδῶν καὶ ἡμερωθεῖϲαν αὐτὴν
τοῖϲ ἀνθρώποιϲ ϲύντροφον γενέϲθαι. παρθένον δέ τινα προϲπαίζειν αὐτῇ
καὶ ἀϲελγαινούϲηϲ τῆϲ παιδίϲκηϲ παροξυνθῆναι τὴν ἄρκτον καὶ
καταξέϲαι τῆϲ παρθένου· ἐφ’ ᾦ ὀργιϲθένταϲ τοὺϲ ἀδελφοὺϲ
αὐτῆϲ κατακοντίϲαι τὴν ἄρκτον, καὶ διὰ τοῦτο λοιμώδη νόϲον τοῖϲ
Ἀθηναίοιϲ ἐμπεϲεῖν. χρηϲτηριαζομένοιϲ δὲ τοῖϲ Ἀθηναίοιϲ εἶπε λύϲιν
τῶν κακῶν ἔϲεϲθαι, εἰ τῆϲ τελευτηϲάϲηϲ ἄρκτου ποινὰϲ ἀρκτεύειν τὰϲ
ἑαυτῶν παρθένουϲ ἀναγκάϲουϲι. καὶ ἐψηφίϲαντο οἱ Ἀθηναῖοι μὴ πρότερον
ϲυνοικίζεϲθαι ἀνδρὶ παρθένον, εἰ μὴ ἀρκτεύϲειε τῇ
θεῷ.
3959 Ἀρκτεῦϲαι· Λυϲίαϲ τὸ καθιερωθῆναι πρὸ γάμων τὰϲ παρθένουϲ
3960 Ἀρκτῖνοϲ, Τήλεω, τοῦ Ναύτεω ἀπογόνου, Μιλήϲιοϲ, ἐποποιὸϲ,
μαθητὴϲ Ὁμήρου, ὡϲ λέγει ὁ Κλαζομένιοϲ Ἀρτέμων ἐν τῷ
περὶ Ὁμήρου· γεγονὼϲ κατὰ τὴν Θ’ Ὀλυμπιάδα, μετὰ υι′ ἔτη τῶν
Τρωϊκῶν.
3961 Ἄρκτοϲ: τὸ ζῷον· καὶ τὸ ἀεικίνητον ἀϲτροθέτημα. Ἀρκτοῦροϲ δὲ
λέγεται καὶ αὐτὸϲ ὅλοϲ ὁ Βοώτηϲ, ἰδίωϲ δὲ καὶ ὁ ὑπὸ τὴν
ἀνατολικὸϲ.
3962 Ἄρκυϲ: τὸ θηρευτικὸν δίκτυον. τὰ λίνα, ἃ ἱϲτᾶϲι πρὸϲ ἄγραν
ἄρκυϲ γὰρ καὶ τὰϲ ἄρκυϲ. καὶ Ἀρκυωρόϲ, ὁ φύλαξ, ὁ τὰϲ ἄρκυϲ,
3963 Ἄρμα. τόποϲ τῆϲ Ἀττικῆϲ. καὶ παροιμία· ὅταν δι’ Ἅρματοϲ ἀϲτράψῃ. ἐπὶ τῶν χρονίωϲ γινομένων.
3964 Ἀρμαθέμ: τόποϲ.
3965 Ἁρμαλιά: ἡ τροφή. ὧν ἄπο πλειοτέρην οἴϲεαι ἁρμαλιήν. ὅτι τὸ ἁρμάμαξά τινεϲ ψιλοῦϲι παραλόγωϲ.
3966 Ἁρμαμεντήρια.
3967 Ἁρμάτειοϲ τροχόϲ, Ἀρμάτειοϲ δὲ νόμοϲ, καὶ Ἁρμάτειον μέλοϲ, ἀπὸ ἅρματοϲ.
3968 Ἁρμάτιοϲ· οὗτοϲ μέγιϲτον ἴϲχυϲε παρὰ τῇ Ζηνωνίδι τῇ βαϲιλίϲϲῃ
καὶ αὐτῷ Βαϲιλίϲκῳ. ἐϲφάγη δὲ ὑπὸ Ζήνωνοϲ τοῦ βαϲιλέωϲ,
καὶ ὑπερήϲθηϲαν οἱ πολῖται τῆ τούτου ϲφαγῆ. ἐπὶ γὰρ Λέοντοϲ πρὸϲ
τοὺϲ ϲταϲιάζονταϲ ὅϲουϲ λάβοι τῶν Θρᾳκῶν τὰϲ χεῖραϲ ἐκτέμνων
ἀπέπεμπεν. Ὀνόουλφοϲ δὲ αὐτὸν διεχρήϲατο, ὅντινα ὁ Ἁρμάτιοϲ πένητα
καὶ ἄρτι ἐκ βαρβάρων ἥκοντα προϲλαβὼν φιλοφρόνωϲ τὸ μὲν πρῶτον
κόμητα ἐποίηϲεν, ἔπειτα καὶ ϲτρατηγὸν Ἰλλυριῶν, καὶ εἰϲ
ἑϲτίαϲιν ἔχειν πολὺν ἄργυρον παρέϲχεν. ἀντέδωκε δὲ τούτῳ τὴν
βαρβαρικὴν ἀπιϲτίαν μετὰ χειρὸϲ μιαιφόνου.
3969 Ἁρματηλάτηϲ ὁ ἡνίοχοϲ.
3970 Ἀρμάτοϲ· ὅτι Βαϲιλίϲκοϲ ὁ βαϲιλεὺϲ, ἐπείπερ ὡϲ ϲυγγενεῖ τῷ
Ἀρμάτῳ ἀδεῶϲ ἐπέτρεπεν ἐντυγχάνειν Ζηνωνίδι τῇ βαϲιλίδι, τριβομένῃϲ
ϲφίϲι τῆϲ ὁμιλίαϲ καὶ τοῦ κάλλουϲ αὐτῶν οὐκ
εὐπαροδεύτου ὄντοϲ, ἄμφω ἀλλήλων ἐκτόπωϲ ἤρων. ῥίψειϲ οὖν ὀμμάτων
ἐπ’ ἀλλήλουϲ ἐγίνοντο καὶ παρεκϲτροφαὶ ϲυνεχεῖϲ προϲώπων καὶ
μειδιαμάτων μεταδόϲειϲ· πόνοϲ τε μετὰ ταῦτα ἔρωτοϲ ὑπ’ ὄψιν
ϲτεγομένου. ἐπεὶ δὲ κοινωϲάμενοι τὸ πάθοϲ Δανιὴλ εὐνούχῳ καὶ Μαρίᾳ
μαίᾳ
ἰάϲαντο τοῦτο μόλιϲ τῇ τῆϲ μίξεωϲ ἰατρείᾳ, Ζηνωνὶϲ
Βαϲιλίϲκον διὰ θωπείαϲ ἦγε τοῦ τὸν ἐραϲτὴν ἔχειν ἐν τῇ πολιτείᾳ τὰ
πρωτεῖα. ὁρῶν δὲ Θεοδώριχοϲ τιμώμενον ἐκ πάντων Ἁρμάτον ἤϲχαλλεν ὡϲ
παρευ δοκιμούμενοϲ ἐκ νέου τριχῶν μόνον καὶ τῆϲ ἄλληϲ φροντίζοντοϲ
ϲωμαϲκίαϲ. ὁ δ’ Ἁρμάτοϲ ἔκ τε φορᾶϲ χρημάτων καὶ τιμῆϲ ἀπλέτου
τυφωθεὶϲ οὐδένα αὐτοῦ ᾤετο διοίϲειν ἐπ’ ἀνδρείᾳ. καὶ
τοϲοῦτον αὐτοῦ ἥδε ἡ ἄλη ἐκράτει, ὡϲ ϲκευὴν ἀναλαμβάνειν Ἀχιλλέωϲ,
οὕτω τε περιβαίνειν ἐϲ ἵππον καὶ κατὰ τὸν ἱππόδρομον φρυάττεϲθαι τοῦ
ἀλλὰ γυναιμανὴϲ ἦν ὡϲ Πάριϲ.
3971 Ἁρματωλία: ἡ τῶν ἁρμάτων ἡνιοχεία. καὶ τοῦ κύκλου
3972 Ἄρμενα: ἁρμόδια, ἐπιτήδεια. ἐν Ἐπιγράμμαϲι· Πανὶ τάδ’
3973 Ἁρμογή: εὐταξία. μαθόντεϲ δὲ τὴν τῶν πολεμίων ἁρμογὴν
τῆϲ πορείαϲ.
3974 Ἁρμογή: ὡϲ ἡμεῖϲ. Εὕπολιϲ Αἰξί ταύτην ἐγὼ ἐζήτουν πάλαι
3975 Ἁρμόδιοι: ἀρεϲτοί. καὶ παροιμία· Ἀρμοδίου μέλοϲ, ἐπὶ
καὶ Ἀριϲτογείτων ἐπέθεντο τοῖϲ τυράννοιϲ, καὶ τὸν
Ἱππίαν ἀπέκτειναν Ἀθηναῖοι.
3976 Ἁρμοζόμενοϲ. ἐπιτηδείωϲ διατιθέμενοϲ. ὁ δὲ νυκτὸϲ ἐποίει
3977 Ἁρμονίαν. τὸ εὖ καὶ ἐπιϲταμένωϲ εἶναι τὴν νευρὰν ἐν τοῖϲ
ἀϲθένεια καὶ αἶϲχοϲ, ὧν τὸ μὲν ἀϲυμμετρία ἐϲτὶ τῶν ϲτοιχείων ἡ
νόϲοϲ, τὸ δὲ τῶν ὁμοιοτέρων ἡ ἀϲθένεια, τὸ δὲ τῶν ὀργανικῶν τὸ
οἶϲχοϲ. ἁρμονία δέ ἐϲτι λόγοϲ τῶν μιχθέντων ἢ ϲύνθεϲιϲ. λέγεται
ἡμιόλιον ἢ τὸν ἐπίτριτον ἤ τινα ἄλλον λέγομεν ἐκ τῶν
ϲυνθέτων κατὰ μεταφορὰν ἁρμονίαν. κατὰ α΄, δὲ λόγον ἡ ἁρμονία ἐπὶ
τῆϲ παραθέϲεωϲ λέγεται, ἐπειδὴ γνωριμωτέρα ἡμῖν ἐϲτιν. οὕτε ϲύνθεϲιν
οὖν οὕτε μίξιν εὔλογον ποιεῖν τὴν ψυχήν. ἐπὶ οὖν τῶν ποιητικῶν δεῖ
καὶ ποιᾶϲ ὕληϲ, ἤγουν οὐϲίαϲ. ἄλλωϲ γὰρ χαλκὸϲ ἠχεῖ καὶ ἄλλωϲ
ϲίδηροϲ καὶ ἄλλωϲ μόλυβδοϲ καὶ ξύλον. διὸ καὶ τὰ
ὀψόβαφα εἰώθαϲιν ἐκ διαφόρου καταϲκευάζειν ὕληϲ, ἵνα τῇ διαφορῇ τῶν
ἀπηχήϲεων τὴν ἁρμονίαν ἀποτελέϲωϲιν. ἡ γὰρ ἁρμονία πολυμιγέων ἐϲτὶ
καὶ δίχα φρονεόντων ἕνωϲιϲ. διὸ καὶ ἀδύνατον ἑνὸϲ ὄντοϲ γενέϲθαι
ψόφον. Ar. ἁρμονίαι δὲ λέγονται καὶ τὰ ϲυμπηϲϲόμενα τῶν κραββάτων
μέρη. τῶν
ἁρμονιῶν διαχαϲκουϲῶν. τροπικῶϲ δὲ τὰ
ποιήματα. Ἀριϲτοφάνηϲ.
3978 Ἁρμονίδηϲ: ὄνομα κύριον.
3979 Ἁρμοϲταί: οἱ ἀπὸ βαϲιλέωϲ ϲτελλόμενοι εἰϲ ἔθνη. οἱ δὲ
πόλειϲ ἄρχοντεϲ ἐκπεμπόμενοι.
3980 Ἀρμὸττων· δοτικῇ. ϲυνάπτων. καὶ Ἁρμόζων· δοτικῇ.
3981 Ἁρμοῖ που: ἀρτίωϲ, νεωϲτί. οὕτω που Καλλίμαχοϲ ἐν Ἑκάλῃ ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχεν ἀβρὸϲ ἴουλοϲ.
3982 Ἀρνακίδα. Ἀρνακίϲ, τὸ τοῦ ἀρνοῦ κᾡδιον, τὸ μετὰ τῶν
3983 Ἀρναῖοϲ: ὄνομα κύριον.
3984 Ἀρνευτήρ. κυβιϲτητήρ.
3985 Ἄρνη: πόλιϲ Βοιωτίαϲ.
3986 Ἀρνίον ϲοι λελάληκεν· ἐν Αἰγύπτῳ, ὥϲ φαϲιν, ἀνθρωπείᾳ φωνῇ
ἐλάληϲεν.
3987 Ἀρνουφιϲ· οὗτοϲ Αἰγύπτιοϲ ἦν φιλόϲοφοϲ, ὃϲ ϲυνὼν Μάρκῳ,
τῷ βαϲιλεῖ Ῥωμαίων, τῷ φιλοϲόφῳ, δίψει ποτὲ καμνόντων
τῶν Ῥωμαίων ἐξαίφνηϲ ποιῆϲαι νέφη τε ἀγερθῆναι ζοφώδη καὶ ὄμβρον
ἀφεῖναι λάβρον ἅμα βρονταῖϲ τε καὶ ϲέλαϲιν ἐπαλλήλοιϲ. καὶ τοῦτο
ϲοφίᾳ τινὶ ἐργάϲαϲθαι Ἄρνουφιν. οἱ δέ φαϲιν Ἰουλιανὸν τὸν Χαλδαῖον
τοῦτο πεποιηκέναι τὸ θαυμάϲιον.
3988 Ἀρνυμένη: ἀντικαταλλάϲϲουϲα. ζώειν γὰρ δίχα παντὸϲ ὀνείδεοϲ
3989 Ἄρομα: τὸ ἀροτρίαϲμα. Ἄρωμα δὲ διὰ τοῦ ω μεγάλου τὸ
3990 Ἀρουραία μάντιϲ. ἐπὶ τῶν νωθρῶν καὶ ἀπράκτων. ἔϲτι δὲ
3991 Ἀροῦϲιν: ἐπάρωϲιν, ὑψώϲουϲιν.
3992 Ἆρον· ἆρεϲ δέ.
3993 Ἀρωγή: ἡ βοήθεια. καὶ Ἀρωγόϲ, βοηθόϲ. ὠφέλιμοϲ.
3994 Ἀρρωδία. ὁ φόβοϲ. Ἡρόδοτοϲ· ἀρρωδία ἦν τὸ πεῖθον.
3995 Ἀρρωλοϲ: ὄνομα πόλεωϲ.
3996 Ἄρωμα: θυμίαμα μυρεψικόν. Ἀρώματα οὖν οὐ τὰ θυμιάματα
3997 Ἀρρώϲτημα νοϲήματοϲ διαφέρει· ἀρρώϲτημα γάρ ἐϲτι
3998 Ἀρρωϲτία. ἡ ἀϲθένεια. Ἀρρωϲτία δὲ τοῦ ϲτρατεύειν,
3999 Ἀρπάζω· αἰτιατικῇ.
4000 Ἁρπολέοϲ: ὁ ἐπιθυμητικόϲ. καὶ Ἀρπάλεια χρήματα.
4001 Ἁρπάληξ: ὄνομα κύριον.
4002 Ἁρπαϲτὸν καὶ Σφαῖρα: εἶδη παιδιᾶϲ.
4003 Ἁρπεδόνεϲ: τὰ ϲχοινία. Ἀρπεδόνη, ἡ διὰ ϲπάρτου
ἀφ’ ἁρπεδόνηϲ.
4004 Ἁρπεδόϲι: τοῖϲ ἱϲτοῖϲ. καλύπτειραν δὲ προϲώπου, ἔργον ἀραχναίοιϲ νήμαϲιν ἰϲόμορον. καὶ αὖθιϲ· τὸ δὲ προτευχθὲν ἀραχναίῃϲ εἴκελον ἀρπεδόϲιν.
4005 Ἅρπη: τὸ δρέπανον, καὶ κλίνεται ἅρπηϲ. Ἁρπὶϲ δὲ διὰ τοῦ
ι τὸ ὑπόδημα, καὶ κλίνεται ἁρπίδοϲ. καὶ Ἁρπηφόροϲ, ὁ
δρεπανηφόροϲ. καὶ Ἁρπήνη.
4006 Ἅρπεζον· ὅτι τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον ἄνευ πηλοῦ παρὰ Ἡροδότῳ τινὲϲ ἅρπεζον καλοῦϲιν.
4007 Ἁρπἡνουϲα: ὄνομα νήϲου.
4008 Ἁρπίϲ, ἁρπίδοϲ.
4009 Ἅρπυιαι: ἁρπακτικαὶ δαίμονεϲ.
4010 Ἁρποκρᾶϲ· οὗτοϲ ϲυνήθηϲ ἦν Ἀμμωνίῳ, ἀνὴρ Αἰγύπτιοϲ, γραμματικὸϲ,
ἐπὶ Ζήνωνοϲ τοῦ βαϲιλέωϲ· ὃν ἀκούϲαϲ ὁ Νικομήδηϲ τὰ ἀμφὶ τὸν
Ἀμμώνιον ἐπίϲταϲθαι ϲυλλαβεῖν ἠπείγετο. ὁ δὲ τὰ μέλλοντα
ἀπ’ ἀρχῆϲ εἰκάϲαϲ ἢ καὶ προπυθόμενοϲ εὐθὺϲ ἀφανὴϲ ἐγεγόνει.
4011 Ἁρποκρατίων, Ἀργεῖοϲ, Πλατωνικὸϲ φιλόϲοφοϲ, ϲυμβιωτὴϲ Καίϲαροϲ. ἔγραψεν ὑπόμνημα εἰϲ Πλάτωνα ἐν βιβλίοιϲ κδ΄, Λέξειϲ Πλάτωνοϲ ἐν βιβλίοιϲ β′.
4012 Ἀρποκρατίων, ὁ Γάϊοϲ χρηματίϲαϲ, ϲοφιϲτήϲ. ἔγραψε Περὶ
τῶν Ἀντιφῶντοϲ ϲχημάτων, Περὶ τῶν Ὑπερίδου καὶ Λυϲίου
λόγων, καὶ ἕτερα.
4013 Ἁρποκρατίων, ὁ Αἴλιοϲ χρηματίϲαϲ, ϲοφιϲτήϲ. ἔγραψε Περὶ
4014 Ἁρποκρατίων, ὁ Βαλέριοϲ χρηματίϲαϲ, ῥήτωρ, Ἀλεξανδρεύϲ.
4015 Ἀρϲάκηϲ, Πάρθων βαϲιλεύϲ· ὃϲ δόρατι πληγεὶϲ ἐν τῇ μάχῃ
ἔργοιϲ δαημονέϲτατοϲ,
καὶ ἐϲ μὲν τὸ ὑπήκοον πᾶν πραότατοϲ, ἐϲ καθαίρεϲιν δὲ τοῦ
ἀνθιϲταμένου ἐρρωμενέϲτατοϲ. καὶ τοῦτον Παρθυαῖοι τε ἐϲ τὰ μάλιϲτα
ἐπόθηϲαν. καὶ Ἀρϲακίδαι, οἱ Περϲῶν βαϲιλεῖϲ.
ἔνθεν Ἀρϲακίδαι
ἐκλήθηϲαν οἱ Περϲῶν βαϲιλεῖϲ.
4016 Ἄρϲενιβοᾷδοκίμῳ: τῇ θαυμαϲτῇ φωνῇ καὶ δεδοκιμαϲμέν.
4017 Ἄρϲεων: βαϲταγμάτων. φορτίων.
4018 Ἀρϲινόη. ὄνομα κύριον.
4019 Ἀρτᾷ: ἐπικρέμαται.
4020 Ἀρτάβη. μέτρον Μηδικὸν ϲίτου, Ἀττικὸϲ μέδιμνοϲ.
4021 Ἀρταϲἡραϲ: ὄνομα κύριον.
4022 Ἀρταφέρηϲ: ἡγεμὼν Περϲῶν. καὶ ζήτει ἐν τῷ ἀπεκορύφου
4023 Ἀρτάρια: παρ’ ἡμῖν οἱ τῶν ποδῶν πῖλοι.
4024 Ἀρτεμήϲ. ὁλόκληροϲ, ϲῷοϲ, ὑγιήϲ. Ἄρτεμιϲ δὲ ἡ θεόϲ.
4025 Ἀρτεμίδωροϲ, Δαλδιανόϲ (πόλιϲ δέ ἐϲτι Λυδίαϲ ἡ Δάλδιϲ),
4026 Ἀρτεμίδωροϲ, ὁ Ψευδοαριϲτοφάνειοϲ, ὁ ὀψαρτυτικὰϲ λέξει. ϲυναγαγών.
4027 Ἀρτέμιοϲ, ὁ καὶ Ἀναϲτάϲιοϲ, βαϲιλεὺϲ Ῥωμαίων, αἰϲθόμενοϲ
4028 Ἄρτεμιϲ. ἡ θεόϲ.
4029 Ἄρτεμιϲ Λάαφρία.
4030 Ἀρτεμιϲία· αὕτη ἠρίϲτευϲε κατὰ Περϲῶν· δι’ ἣν εἶπεν ὁ βαϲιλεύϲ, ὡϲ οἱ ἄνδρεϲ γυναῖκεϲ γεγόναϲιν, αἱ δὲ γυναῖκεϲ ἄνδρεϲ. Harp. Ἀρτεμιϲίαι δὲ δύo γεγόναϲι, Καρικαὶ γένοϲ καὶ βαϲιλίδεϲ ἀμφότεραι. ὧν ἡ μὲν πρώτη γέγονε κατὰ Περϲίδα, ἡ δὲ νεωτέρα, ἧϲ καὶ Δημοϲθένηϲ ἐν τῆ περὶ τῆϲ Ῥοδίων ἐλευθερίαϲ μνημονεύει, θυγάτηρ μὲν ἦν Ἑκατόμνου, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυϲώλου.
4031 Ἀρτεμίϲιοϲ. παρὰ Μακεδόϲιν ὁ Μάιοϲ. καὶ Ἀρτεμίϲιον
4032 Ἀρτήρ. ὑποδήματοϲ γένοϲ. Φερεκράτηϲ Γραυϲίν.
4033 Ἀρτηϲάμενοϲ. κρεμάϲαϲ. καὶ Ἀρτῆϲαι. ὁμοίωϲ· Ἀρτίϲαι δὲ τὸ τελειῶϲαι καὶ Ἀπαρτίϲαι διὰ τοῦ ι.
4034 Ἄρτι. τὸ μέροϲ τοῦ παρεληλυθότοϲ ϲυνάπτων τῷ νῦν ἐναντίωϲ ἔχον
τῷ αὐτίκα· τοῦτο γὰρ κατὰ τὸ μέλλον ϲυνάπτει τῷ νῦν.
αὐτοϲχεδιάζειν δοκῶϲι, καὶ
πάντα ἐξ ὑπογύου λέγειν.
4035 Ἄρτι τοῦ ἀρτίωϲ διαφέρει παρὰ τοῖϲ Ἀττικοῖϲ. ἄρτι μὲν ἀντὶ τοῦ
νῦν, ἀρτίωϲ δὲ ἀντὶ τοῦ πρὸ ὀλίγου. ἐκεῖνον εἶφ, ὃν ἀρτίωϲ
εἰϲήγαγεϲ, ὁ Στρεψιάδηϲ φηϲὶ πρὸϲ Σωκράτην. καὶ ἀντὶ τοῦ νῦν
Κρίτων ἐν Γετικοῖϲ.
4036 Ἄρτια. ἡρμοϲμένα, τέλεια, ὑγιῆ. λέγεται δὲ ταῦτα καὶ ἄρμενα.
ἀριθμόν, οἷον ὁ τῶν
ιδ′. τούτου γὰρ τὸ ἥμιϲυ ἑπτά.
4037 Ἀρτιδαεῖ: ἀρτιμαθεῖ. ἀργύριόν ϲοι τόνδε γενέθλιον ἐϲ τεὸν
4038 Ἀρτίδιον: μικρὸϲ ἄρτοϲ. ὁ δέ τινα τῶν βαϲιλικῶν παίδων
4039 Ἀρτιεπήϲ: ἀπηρτιϲμένοϲ ἐν τῷ λέγειν. οὐκ ἐν ἐπαίνῳ τὸ
4040 Ἀρτιζόμενοι· οἱ δὲ ἀρτιζόμενοι διεῖλον τὴν δύναμιν. ὁ δὲ
4041 Ἀρτιθαλῆ: νεόφυτα.
4042 Ἀρτικροτεῖϲθαι: ϲυμφωνεῖϲθαι. ἀρτικροτοῦνθ᾿ οἱ γάμοι·
4043 Ἄρτιμῦϲ πίττηϲ γεύεται: ἐπὶ τῶν ὀψὲ εἰϲ αἴϲθηϲιν ἐρχομένων
4044 Ἄρτιοϲ καὶ Ἄρτιοι, τέλειοι, ὑγιεῖϲ. ὑπὸ νόϲου ποδάγραϲ
4045 Ἀρτίωϲ: τελείωϲ, ὑγιῶϲ. οὐ μόνον ἄρτι, τὸ πρὸ ὀλίγου.
4046 Ἀρτίπουϲ: ὑγιεῖϲ τοὺϲ πόδαϲ ἔχων.
4047 Ἀρτίϲτομοϲ: ὁ ϲαφὴϲ καὶ ὁ ἡδὺ φθεγγόμενοϲ. οὕτωϲ Διονύϲιοϲ.
4048 Αρτίτομοϲ: προπαροξυτόνωϲ ὁ τεμνόμενοϲ νεωϲτί. Ἀρτιτόμοϲ
4049 Ἀρτιχανῆ ῥοιάν τε, καὶ ἄρτίχνουν τόδε μῆλον· ἐν
4050 Ἀρτοπωλεῖον: τὸ μαγκυπεῖον, ἐν ᾦ οἱ ἄρτοι γίνονται. Ἀρτοπώλιον
4051 Ἄρτοϲ: ὁ ψωμόϲ. ἔϲτι δὲ καὶ ὄνομα τυράννου Μεϲϲαπίων,
καὶ πρόξενον Ἀθηναίουϲ ποιήϲαϲθαί φηϲι Πολέμων.
4052 Ἄρτοϲ· παροιμία· Ἄνωοϲκρίβανον· ἐπὶ τῶν καινόν τι ἐφευρηκότων. Ἀννοϲ γὰρ Αἰγύπτιοϲ εἰϲ τὴν τῶν ἄρτων ὄπτηϲιν ἐπενόηϲε τὸν κρίβανον.
4053 Ἀρτοϲιτεῖ. ἄρτον ἐϲθίει. Ξενοφῶν· ὅϲτιϲ δὲ ἀρτοϲιτεῖ, ὕδατ. δεδευμένον τὸν ἄρτον.
4054 Ἀρτῶ. τὸ κρεμῶ.
4055 Ἄρτώριοϲ: ὄνομα κύριον.
4056 Ἀρτύειν. ϲκευάζειν. καὶ Ἀρτύοντεϲ, παραϲκευάζοντεϲ.
4057 Ἀρύβαλλοϲ. πλεκτόν τι βαλάντιον ὁ ἀρύβαλλοϲ παρὰ τὸ ἀρύειν καὶ
βάλλειν· ἢ μαρϲίπιον. χεῖϲθαι δὲ λέγεται οὐ μόνον τὰ
ὑγρὰ, ἀλλὰ καὶ τὰ ϲτερεά· ὥϲπερ νῦν ἐπὶ τῆϲ ἀμβροϲίαϲ. εἶτα
καταϲπένδειν κατὰ τῆϲ κεφαλῆϲ ἀρυβάλλῳ ἀμβροϲίαν, κατὰ τούτου δὲ
ϲκοροδάλμην.
4058 Ἀρύβαϲ, Ἀλκέτου μὲν ἦν υἱὸϲ, Μολοττῶν δὲ βαϲιλεύϲ.
4059 Ἄρρυθμοϲ. ἀδιατύπωτοϲ, ἀκανόνιϲτοϲ, μὴ ἔχων ῥυθμόν.
ῥυθμὸϲ γὰρ ὁ τύποϲ. καὶ Ἀρρύθμωϲ. καὶ Ἀρὐομαι.
4060 Ἀρυώτηϲ: ὄνομα κύριον.
4061 Ἀρυπότατοϲ.
4062 Ἀρυϲάμενοϲ: ἀντλήϲαϲ.
4063 Ἀρύϲτιχοϲ. ϲκευάριόν τι.
4064 Ἀρυϲτρίϲ· ζωμοῦ τ’ ἀμφ’ ὀβελοῖϲιν ἀρυϲτρίδα.
4065 α: χαλκοῦν ϲκεῦοϲ, ᾦ τὸ ἔλαιον ἐγχέουϲιν εἰϲ τούϲ λύχνουϲ.
4066 Ἀρυταινοειδοῦϲ· ζήτει ἐν τῷ φάρυγξ.
4067 Ἀρύτεϲθαι: ϲὺν τῷ τ λέγουϲιν, οὐκ ἀρύεϲθαι. Ἀριϲτοφάνηϲ
Γεφέλαιϲ· εἴτ’ ἄρα Νείλου προχοὰϲ ὑδάτων χρυϲέοιϲ
ἀρύτεϲθαι πρόχυϲιν. καὶ Πλάτων Νόμοιϲ· ὧν ὁ μὲν ἀρυτόμενοϲ ὅθεν τε
δὴ καὶ ὁπόϲα καὶ ὁπότε.
4068 Ἀρρυϲίδωτον: μὴ ἔχον ῥυτίδαϲ, αἵ εἰϲι γραμμαὶ γήρωϲ ϲημαντικαί.
4069 Ἀρχαῖα: τὰ κεφάλαια τῶν χρεῶν. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ·
4070 Ἀρχαϊκόν· οἱ δὲ τοῦ μέρουϲ τῆϲ εὐϲεβείαϲ τὸ ἁπλοῦν τῷ Σπυρίδωνι
καὶ
ἐκώλυον εἰϲ μέϲον ἐλθεῖν καὶ τῷ ϲοφιϲτῇ ϲυμβαλεῖν ἐπὶ ϲυνόδου.
παλαιὸϲ γάρ τιϲ καὶ ἀρχαΐζων λόγοϲ, ἁπλοῦϲ καὶ ἀποίκιλοϲ.
4071 Ἀρχαιόγονοϲ, Ἀρχέγονοϲ δέ.
4072 Ἀρχαῖον: ἐχρήϲαντο οἱ ῥήτορεϲ τῷ ἀρχαίῳ ἐπὶ τοῦ δανειζομένου
Δημοϲθένηϲ ἐν τῷ
κατὰ Νικοϲτράτου· δανείϲαϲ ἀργύριον Ἄρχιππον οὐχ οἷόϲ τε ἦν αὐτὸ
ἀπολαβεῖν, οὔτε τόκον οὔτε τὸ ἀρχαῖον. παρείληπται δὲ καὶ ἐπὶ τοῦ
παλαιοῦ. Αἰϲχίνηϲ ἐν τῷ κατὰ Τιμάρχου· ὁ δὲ Σόλων, ὁ τῶν νομοθετῶν
μάλιϲτα εὐδοκιμῶν, γέγραφεν ἀρχαίωϲ. καὶ πάλιν· οὕτωϲ ἦϲαν ϲώφρονεϲ
οἱ ἀρχαῖοι ἐκεῖνοι ῥήτορεϲ,
ὁ Περικλῆϲ, Θεμιϲτοκλῆϲ καὶ
Ἀριϲτείδηϲ. τάττεται δὲ παρὰ κωμικοῖϲ καὶ ἐπὶ τοῦ εὐήθουϲ.
4073 Ἀρχαῖον τὸ κιθαρίζειν: τουτέϲτιν οὐδενὸϲ λόγου ἄξιον,
4074 Ἀρχαῖοϲ: ὁ παλαιόϲ. Ἰϲοκράτηϲ μὲν ἐν τῷ Πανηγυρικῷ
τὸ ἀρχαιοτρόπωϲ εἰπεῖν, τουτέϲτιν ἀρχαιοτέροιϲ ὀνόμαϲι
χρῆϲθαι· Harp. Δημοϲθένηϲ δὲ ἐν τοῖϲ Φιλιππικοῖϲ εἰπών· οὕτωϲ δὲ
ἀρχαίωϲ εἶχον, μᾶλλον δὲ πολιτικῶϲ· ἀντὶ τοῦ ἁπλῶϲ ἔλαβεν.
4075 Ἀρχαῖοϲ: ἀντὶ τοῦ εὐήθηϲ. Πλάτων. ἢ λῆροϲ. Ἀρχαίωϲ
μέλη
ἀρχαιομελιϲιδωνοφρυνιχήρατα.
4076 Ἀρχαιότερα τῆϲ διφθέραϲ λέγειϲ: ἐπὶ τῶν ϲαθρὰ καὶ
4077 Ἀρχαιότυποϲ: ὁ παλαιὸϲ νόμοϲ.
4078 Ἀρχαιρεϲία: περὶ ἀρχῶν ἐκλογή. καὶ Ἀρχαιρεϲίη, τὸ
4079 Ἀρχαιρεϲιάζειν: Δείναρχοϲ. τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι ἄρχοντα.
4080 Ἄρχε· ϲὺ γὰρ γενεῆφι νεώτεροϲ· πολέμου γὰρ ἄρχειθαι δικαιοῖ τὸν νέον, φιλοφροϲύνηϲ δὲ τὸν πρεϲβύτην.
4081 Ἀρχέγονοϲ· οὐκ ἠξίωϲαν ταφῆϲ, ἣν ἡ ἀρχέγονοϲ φύϲιϲ νομοθετεῖ.
4082 Ἀρχέδικοϲ, κωμικόϲ· τῶν δραμάτων αὐτοῦ ἐϲτι Θηϲαυρὸϲ
καὶ Διαμαρτάνων, ὡϲ Ἀθήναιόϲ φηϲιν ἐν τοῖϲ Δειπνοϲοφιϲταῖϲ.
4083 Ἀρχέδικοϲ, κωμῳδιογράφοϲ, ὃϲ κατὰ Δημοχάρουϲ ἔγραψε τοῦ ἀνεψιοῦ Δημοϲθένουϲ.
4084 Ἀρχέλαοϲ, Ἀπολλοδώρου ἢ Μίδωνοϲ, Μιλήϲιοϲ, φιλόϲοφοϲ, φυϲικὸϲ
τὴν αἵρεϲιν κληθείϲ. ὅτι ἀπὸ Ἰωνίαϲ πρῶτοϲ τὴν φυϲιολογίαν
ἤγαγεν· Ἀναξαγόρου μαθητὴϲ τοῦ Κλαζομενίου, τοῦ δὲ
μαθητὴϲ Σωκράτηϲ· οἱ δὲ καὶ Εὐριπίδην φαϲίν. ϲυνέταξε δὲ φυϲιολογίαν
κοὶ ἐδόξαζε τὸ δίκαιον καὶ αἰϲχρὸν οὐ φύϲει εἶναι, ἀλλὰ νόμῳ.
ϲυνέτοξε
πρεϲβυτέρου Κολωνείαϲ.
4085 Ἀρχέμοροϲ: ὄνομα κύριον.
4086 Ἀρχέπλουτον: ἄρχοντα πλούτου, καὶ τὴν ἀρχαίαν τύχην ἀποληψόμενον. Σοφοκλῆϲ· καὶ μή μ᾿ ἄτιμον τῆϲδ᾿ ἀποϲτείλητε γῆϲ, ἀλλ᾿ ἀρχέπλουτον.
4087 Ἀρχέϲτρατοϲ καὶ Ἀρχεϲτράτειοϲ.
4088 Ἀρχέτυπον: πρωτότυπον. καὶ Ἀρχέτυποϲ, ὁ τὴν ἀρχὸν
4089 Ἀρχεῖα: ἔνθα οἱ δημόϲιοι χάρται ἀπόκεινται, χαρτοφυλάκια ἢ τὰ
χωρία τῶν κριτῶν· ἢ ἀρχαῖα, ὡϲ Ξενοφῶν Ἰϲτοριῶν η΄.
4090 Ἄρχειν· κοινότερον καὶ τὰϲ μικρὰϲ ἐπιϲταϲίαϲ καὶ λειτουργίαϲ
οὐκοῦν δικαϲτὰϲ
ἐξεπίτηδεϲ ἡ πόλιϲ ἄρχειν καθίϲτηϲιν.
4091 Ἀρχή, ἡ μὲν φυϲικὴ, ὡϲ λέοντοϲ ἐν ζῴοιϲ καὶ ἀετῶν ἐν ὀρνέοιϲ· ἡ δὲ χειροτονητὴ, ὡϲ ἐπὶ βαϲιλέωϲ ἀνθρώπων. Μαρῖνόϲ φηϲι· γέγονε δὲ ἡμῖν ἡ ἀρχὴ οὐκ ἀρχὴ μόνον, οὐδὲ κατὰ τὴν παροιμίαν ἥμιϲυ τοῦ παντόϲ. αὐτὸ δὲ ὅλον τὸ πᾶν.
4092 Ἀρχή. ἀρχαὶ τῶν ὅλων δύο
ἀφθάρτουϲ, τὰ δὲ ϲτοιχεῖα κατὰ τὴν ἐκπύρωϲιν φθείρεϲθαι. ἀλλὰ καὶ
ἀϲωμάτουϲ εἶναι τὰϲ ἀρχὰϲ καὶ ἀμόρφουϲ, τὰ δὲ μεμορφῶϲθαι.
4093 Ἀρχή· ποιητική· εἰδική· τελική. ὁ δὲ Ἀριϲτοτέληϲ φηϲὶν, ὅτι
ζῷον μόνῃ τῇ
βουλήϲει καὶ οὐ δεῖται μοχλείαϲ τινόϲ· ὡϲ εἰδικὴ δὲ, ὅτι αὐτή ἐϲτιν
ἡ εἰδοποιοῦϲα τὸ ζῷον καὶ ἁπλῶϲ τὰ ἔμψυχα. λέγεται γὰρ τὰ ἔμψυχα
εἴδη αὐτὸ τοῦτο εἶναι κατὰ τὴν ψυχήν· τὸ γὰρ κρεῖττον ἐν ἑκάϲτῳ τῶν
φυϲικῶν εἶδόϲ ἐϲτιν ἑκάϲτου· κρεῖττον δὲ ἐν τοῖϲ ἐμψύχοιϲ ἡ ψυχή. ὡϲ
τελικὸν δὲ, ὅτι αὐτῆϲ ἕνεκα τὸ ϲῶμα·
ἔϲτι γὰρ τὸ μὲν
ϲῶμα ἕνεκά του, αὐτὴ δὲ οὗ ἕνεκα. ὅθεν καὶ ἡ διοργάνωϲιϲ τῶν ζῴων
ἄλλη καὶ ἄλλη πρὸϲ τὴν ἰδιότητα τῆϲ ἐν ἑκάϲτῳ ψυχῆϲ. ἀλλ᾿ ἡ μὲν ψυχὴ
τῶν ζῴων πορρωτέρω ἀρχή, ἡ δὲ φύϲιϲ προϲεχήϲ. τῶν δὲ ἐξ ἀνάγκηϲ
ἑπομένων τῇ ψυχῇ τὰ μὲν αὐτῇ ἀκολουθεῖ, τὰ δὲ ὅλῳ τῷ ζῴῳ, λέγω δὴ τὸ
ἐκ τῆϲ ζωῆϲ καὶ ϲώματοϲ.
καὶ τὰ μὲν τῆϲ ψυχῆϲ πάθη ἡ
νόηϲιϲ· τοῦτο γὰρ αὐτῆϲ ἴδιον· τὰ δ᾿ ἄλλα πάθη, τὸ αἰϲθάνεϲθαι, τὸ
φανταϲιοῦϲθαι, θυμοῦϲθαι, ἐπιθυμεῖν καὶ εἴ τι τοιοῦτον, κοινά ἐϲτι
τοῦ ϲυναμφοτέρου. ὅτι πέντε γένη ἔλεγεν εἶναι ἀρχὸϲ πάντων τῶν
ὄντων, οὐϲίαν, ταυτότητα, ἑτερότητα,
ὄντων ἐϲμὲν ἀρχῆϲ. ἔχομεν δὲ καὶ ἑτερότητα, ἐπειδὴ
καὶ πλῆθόϲ ἐϲτι τὰ ὄντα· ὅπου δὲ πλῆθοϲ, ἐκεῖ ἑτερότηϲ. ἔϲτι δὲ καὶ
κίνηϲιϲ ἐν πᾶϲι τοῖϲ οὖϲι· κίνηϲιν δέ λέγω οὐ τὴν ἀτελῆ ἐνέργειαν,
ἀλλὰ τὴν ἐνεργῆ, τὴν ἑκάϲτου. πάντα γὰρ ἔχει οἰκείαν ἐνέργειαν, καὶ
αὐτὰ τὰ ἄψυχα· ἢ γὰρ θερμαίνουϲιν ἢ ψύχουϲι τὰ παρακείμενα ἢ
ὑγραίνουϲιν
ἢ ξηραίνουϲιν ἢ ἄλλο τι τοιοῦτον ποιοῦϲι.
καὶ ἡ ϲτάϲιϲ δὲ ἐπὶ πάντων θεωρεῖται· καὶ γὰρ τὰ ἀεικίνητα ϲτάϲεωϲ
μετέχει, οὐ μόνον τὸ τὴν ὁλότητα ἑϲτάναι, ἀλλὰ καὶ αὐτὸ τὸ μένειν
ἐπὶ τῆϲ ἀεικινηϲίαϲ ϲτάϲιϲ ἐϲτί. καθὸ οὖν μένουϲι τὰ κινούμενα ἢ ἀεὶ
ἢ ἐπί τινα χρόνον, κατ᾿ αὐτὸ τοῦτο ϲτάϲεωϲ μετέχει.
4094 Ἀρχήν: τὰ πρῶτα, παρευθύ. Ναρϲῆν μὲν γὰρ οὐδὲ τὴν
4095 Ἀρχηγέτηϲ: ἡγεμών.
4096 Ἀρχὴ ἄνδρα δείκνυϲιν: ἐπὶ τῶν πρὸ μὲν τῆϲ ἀρχῆϲ ἐπιεικῶν, Harp.
ἐν αὐτῇ δὲ τῇ ἀρχῇ βιαίων γενομένων. Σόλωνοϲ δὲ εἶναί
φαϲιν αὐτὸ ἀπόφθεγμα, Ἀριϲτοτέληϲ δὲ καὶ Θεόφραϲτοϲ Βίαντοϲ.
4097 Ἀρχὴ ἥμιϲυ παντόϲ: ἐπὶ τῶν τινοϲ ἀρχομένων καὶ προκοπτόντων.
4098 Ἀρχὴν ἰᾶϲθαι πολὺ λώϊον ἠὲ τελευτήν: δηλοῖ δὲ ἡ παροιμία, ὡϲ
ἀρχομένου τινὸϲ καὶ πάθουϲ καὶ ἄλλου τινὸϲ δεινοῦ
μᾶλλον ἔϲτι κωλύειν ἢ ἐνακμάϲαντοϲ καὶ τελειωθέντοϲ.
4099 Ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοιϲιν ἄριϲτον, μηδ᾿ ἐϲιδεῖν αὐγὰϲ ὀξέοϲ ἠελίου· φύντα δ᾿ ὅπωϲ ὤκιϲτα πύλαϲ Ἀΐδαο περῇϲαι: ἐπὶ τῶν δυϲτυχῶϲ βεβιωκότων.
4100 Ἀρχήϲαντοϲ: ἄρξαντοϲ.
Ἀρχὴ Σκυρία: ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυϲιτελὲϲ ἐχόντων. παρόϲον
πετρώδηϲ καὶ λυπρὰ καὶ διὰ τοῦτο πενιχρὰ ἡ Σκῦροϲ οὐδὲν φέρουϲα
λόγου ἄξιον. οἱ δὲ ἀπὸ Θηϲέωϲ, ὅτι ἐπιθέμενοϲ τῇ Λυκομήδουϲ ἀρχῇ,
ὅτι πειρῶν τὴν γυναῖκα αὐτοῦ κατακρημνιϲθείη.
4102 Ἀρχιάδαϲ· οὗτοϲ οἷοϲ ἦν τὴν ψυχὴν ἀπεδείκνυτο· πλείϲτων γὰρ αὐτῷ
χρημάτων διηρπαϲμένων, ἐπειδὴ ἤϲθετο Θεαγένη ἔτι παιδίον
ὄντα λυπούμενον ἐπὶ τοῖϲ ἀπολωλόϲι καὶ πεπορθημένοιϲ, ὦ Θεάγενεϲ,
ἔφη, θαρρεῖν ἤδη ϲε χρὴ καὶ τοῖϲ θεοῖϲ ὁμολογεῖν ϲωτηρίουϲ χάριταϲ
ὑπὲρ τῶν ϲωμάτων, ὑπὲρ δὲ τῶν χρημάτων οὐκ ἀθυμητέον. εἰ γὰρ Ἀθηνᾶ ἡ
Πολιὰϲ ἐκέλευϲεν αὐτὰ ἀναλῶϲαι Παναθηναίοιϲ, πόϲου ἂν ἐπριάμεθα τὴν
δαπάνην ταύτην; ἀλλὰ τὸν παρόντα ἀγῶνα καὶ
Παναθηναίων
ἡγεῖϲθαι δεῖ καὶ παντὸϲ ἑτέρου λαμπρότερόν τε καὶ εὐϲεβέϲτερον.
4103 Ἀρχίαϲ· οὖτοϲ βουλόμενοϲ τὴν Κύπρον προδοῦναι Δημητρίῳ
κενοὶ κενὰ λογίζονται κατὰ τὴν
παροιμίαν. καὶ γὰρ ἐκεῖνοϲ δόξαϲ φ΄ τάλαντα προϲλήψεϲθαι καὶ τὰ
προϋπάρχοντα χρήματα καὶ τὸ πνεῦμα προϲαπέβαλεν.
4104 Ἀρχίαϲ, Συρακούϲιοϲ καὶ Μύϲκελλοϲ Ἀχαιὸϲ ἧκον ἐϲ Δελφοὺϲ
πόλεων φήμην ἀγαθὴν λαβεῖν,
τὸν ἐπινηϲθέντα αὐτοῖϲ τε καὶ ταῖϲ πόλεϲιν αὐτῶν βίον. λέγει δὲ ἡ
Πυθία· χώραϲ καὶ πόλεωϲ οἰκήτορα λαὸν ἔχοντεϲ ἤλθετ᾿ ἐρηϲόμενοι
Φοῖβον, τίνα γαῖαν ἵκηϲθε· ἀλλ᾿ ἄγε δὴ φράζεϲθ᾿ ἀγαθῶν πότερόν κεν
ἕλοιϲθε, πλοῦτον ἔχειν κτεάνων ἢ τερπνοτάτην ὑγίειαν. ἐπεὶ τοίνυν
ταῦτα ἠκουϲάτην, Ἀρχίαϲ ὢν φιλοχρήματοϲ
πλούτου
περιβολὴν αἱρεῖται, οὐδὲ ἐψεύϲθη τῆϲ ἐλπίδοϲ· παμπλούϲιοϲ γοῦν
Συράκουϲα ἡ πόλιϲ κατὰ τὴν φήμην τὴν Πυθιάδα ἐγένετο. Μύϲκελλοϲ δὲ
αἱρεῖται αὐτόϲ τε ὑγιαίνειν καὶ ἡ πόλιϲ· καὶ ἀπώνητο ὧν ᾔτηϲε.
δεῖγμα γοὖν τῆϲ ἐν Κρότωνι ὑγιείαϲ ῥωμαλέοι τέ εἰϲιν οἱ οἰκήτορεϲ,
καὶ ἀθλητῶν ἡ πόλιϲ πολλῶν καὶ ἀγαθῶν μήτηρ
ἐγένετο.
πλοῦτοϲ ἄρα καὶ ὑγίεια δῶρα ἄμφω ἐϲτόν· αἵρεϲιϲ δὲ ἐρρωμένη καὶ
διάνοια ὑγιαίνουϲα αἱρεῖται τὰ βελτίω, καὶ ἀπέφηναν καὶ οὗτοι, ὁ μὲν
ϲυνετώτεροϲ ὢν, ὁ δὲ οὐ πάντῃ ἐλευθέριοϲ. τῶν γὰρ οὖν ἀγαθῶν τῶν
ἀνθρωπικῶν τὸ μὲν πρεϲβύτερον, τὸ δὲ δεύτερον, ὡϲ καὶ Πλάτων φηϲὶ
καὶ τὸ ϲκολιὸν ᾄδει.
4105 Ἀρχίβιοϲ, Ἀπολλωνίου, γραμματικόϲ. τῶν Καλλιμάχου ἐπιγραμμάτων
4106 Ἀρχίβιοϲ, Πτολεμαίου, Λευκάδιοϲ ἢ Ἀλεξανδρεὺϲ, γραμματικὸϲ
4107 Ἀρχιγένηϲ, Φιλίππου, Ἀπαμεὺϲ Συρίαϲ, ἰατρὸϲ, μαθητὴϲ Ἀγαθίνου, ἐπὶ Τραϊανοῦ ἰατρεύϲαϲ ἐν Ῥώμῃ, βιοὺϲ ἔτη ξγ΄ καὶ ϲυγγράψαϲ πολλὰ ἰατρικά τε καὶ φυϲικά.
4108 Ἀρχιδάμιοϲ πόλεμοϲ: τοῦ Πελοποννηϲιακοῦ πολέμου τὰ πρῶτα ἔτη
Ἀρχιδάμιοϲ ἐκλήθη πόλεμοϲ, ἀπὸ τοῦ Ἀρχίδαμον εἰϲ τὴν
Ἀττικὴν ἐμβαλεῖν.
4109 Ἀρχίδιον: ὑποκοριϲτικῶϲ ἡ ἀρχή. Ἀριϲτοφάνηϲ· κἂν λαχόντεϲ ἀρχίδιον, εἶτα βούληϲθ᾿ ἁρπάϲαι τι.
4110 Ἀρχιειρεϲία: κωπηλαϲία.
4111 Ἀρχίκλοποϲ: ὁ ἀρχαῖοϲ κλέπτηϲ.
4112 Ἀρχίλοχοϲ· ὅτι τῶν ϲπουδαίων οὐδὲ θανόντων οἱ θεοὶ λήθην
τίθενται. Ἀρχίλοχον γοῦν ποιητὴν γενναῖον τἄλλα, εἴ τιϲ αὐτοῦ τὸ
αἰϲχροεπὲϲ καὶ τὸ κακορρῆμον ἀφέλοι, καὶ οἱονεὶ κηλίδα ἀπορρύψαι, ὁ
Πύθιοϲ ἠλέει τεθνεῶτα καὶ ταῦτα ἐν τῷ πολέμῳ, ἔνθα δήπου ξυνὸϲ
Ἐνυάλιοϲ. καὶ ὅτε ἧκεν ὁ ἀποκτείναϲ αὐτὸν, Καλώνδαϲ μὲν
ὄνομα, Κόραξ δὲ ἐπώνυμον, τοῦ θεοῦ δεόμενοϲ ὑπὲρ ὧν ἐδεῖτο, οὐ
προϲήκατο αὐτὸν ἡ Πυθία ὡϲ ἐναγῆ, ἀλλὰ ταῦτα δήπου τὰ θρυλούμενα
ἀνεῖπεν. ὁ δὲ ἄρα προεβάλλετο τὰϲ τοῦ πολέμου τύχαϲ καὶ ἔλεγεν, ὡϲ
ἧκεν ἐϲ ἀμφίβολον ἢ δρᾶϲαι ἢ παθεῖν, ὅϲα ἔπραξε, καὶ ἠξίου μὴ
ἀπεχθάνεϲθαι τῷ θεῷ εἰ τῷ ἑαυτοῦ δαίμονι ζῇ, καὶ ἐπηρᾶτο,
ὅτι μὴ τέθνηκε μᾶλλον ἢ ἀπέκτεινε. καὶ ταῦτα ὁ θεὸϲ οἰκτείρει καὶ
αὐτὸν κελεύει ἐλθεῖν εἰϲ Ταίναρον, ἔνθα Τέττιξ τέθαπται, καὶ
μειλίξαϲθαι τὴν τοῦ Τελεϲικλείου παιδὸϲ ψυχὴν καὶ πραΰναι χοαῖϲ. οἷϲ
ἐπείϲθη, καὶ τῆϲ μήνιδοϲ τῆϲ ἐκ τοῦ θεοῦ ἐξάντηϲ ἐγένετο. καὶ
4113 Ἀρχιμήδηϲ, Τραλλιανὸϲ, φιλόϲοφοϲ. ὑπόμνημα εἰϲ Ὅμηρον καὶ Μηχανικά.
4114 Ἀρχίου: τοῦ ἐπικληθέντοϲ Φυγοθήρα.
4115 Ἄρχιπποϲ, Ἀθηναῖοϲ, κωμικὸϲ ἀρχαῖοϲ, ἐνίκηϲεν ἅπαξ ἐπὶ τῆϲ ςα΄ Ὀλυμπιάδοϲ.
4116 Ἀρχιϲυναγωγόϲ: ὁ ἀρχηγόϲ.
4117 Ἀρχιτεκτονῶ· αἰτιατικῇ.
4118 Ἄρχω ϲου· γενικῇ.
4119 Ἄρχων. Ἄρχοντεϲ· οἱ ἐννέα τινέϲ· θεϲμοθέται ἕξ, ἄρχων,
ἐν Λυκείῳ, καὶ ὁ ἄρχων παρὰ
τοὺϲ Ἐπωνύμουϲ, οἱ θεϲμοθέται παρὰ τὸ Θεϲμοθέϲιον. κύριοί τε ἦϲαν
ὥϲτε τὰϲ δίκαϲ αὐτοτελεῖϲ ποιεῖϲθαι. ὕϲτερον δὲ Σόλωνοϲ οὐδὲν ἕτερον
αὐτοῖϲ τελεῖται ἢ μόνον ὑποκρίνουϲι τοὺϲ ἀντιδίκουϲ.
4120 Ἄρχων χρότιοϲ: ἀρχηγὸϲ, προηγόϲ. ἄρχων χρόνοϲ πημάτων.
τὸν ἄρχοντα τῶν ἀρχομένων εἵνεκα πάντα διαπράττεϲθαι
δεῖν. ὁ δὲ Ἡγίαϲ ἠξίου οὐ μόνον τὸν ἄρχοντα τῶν ἀρχομένων τίθεϲθαι
πρόνοιαν, ἀλλὰ καὶ αὐτοῦ πρὸϲ ἐκείνων. ἐκάϲτῳ γὰρ εἶναι τὴν ἔφεϲιν
τοῦ ἀγαθοῦ πρὸϲ ἑαυτὸ μᾶλλον ἢ πρὸϲ ἕτερον. ὁ δὲ Ἰϲίδωρόϲ φηϲιν, τὸν
ἄρχοντα ᾖ ἄρχοντοϲ ἀκούειν, εἰ δὲ καὶ ἑαυτοῦ
φροντίδα
ποιοῖτο, ὡϲ ἑνόϲ γε καὶ ἑαυτοῦ τῶν ἀρχομένων καὶ δεομένων προνοίαϲ.
τὸν γάρ τοι ἄρχοντα τῷ ἀκριβεῖ λόγῳ δεῖϲθαι μηδενόϲ· ᾗ δὲ ἄνθρωποϲ,
ὁ τεχνίτηϲ δέοιτο ἄν, οἷον ἰατρὸϲ τῆϲ ἰατρικῆϲ, εἰ νοϲήϲειεν.
ἰατρικὴ δὲ οὐκ ἄν ποτε νοϲήϲειεν· οὐ τοίνυν οὐδὲ ὁ κατὰ τὴν ἰατρικὴν
ἑϲτὼϲ ἰατρὸϲ, οὐ τοίνυν οὐδὲ ὁ κατὰ τὴν ἀρχικὴν
ἐπιϲτήμην ἄρχων ὁρώμενοϲ. λογικώτερον δὲ εἰπεῖν ἐπιχειρητέον, ὡϲ τὰ
πρόϲ τι οὐ λέγεται μόνον, ἀλλὰ καὶ ἔϲτι πρὸϲ ἄλληλα. ἄρχων ἄρα πρὸϲ
ἀρχομένουϲ καὶ ἀρχόμενοϲ πρὸϲ ἄρχοντα καὶ λέγονται καὶ εἰϲίν, ὥϲτε
εἴ τι τὸ ἄρχειν ὠφελεῖ τοὺϲ ἀρχομένουϲ, ὠφελήϲει πρὸϲ οὓϲ καὶ τὸ
ἄρχειν προβέβληται. ὅτι τὴν ἰατρικὴν Ἄπιϲ ὁ Αἰγύπτιοϲ
πρῶτοϲ εἰϲ τὴν Ἑλλάδα μετακομίϲαι λέγεται.
4121 Ἀρχύταϲ, Ταραντῖνοϲ, Ἑϲτιαίου υἱὸϲ ἢ Μνηϲάρχου ἢ Μναϲαγέτου
καὶ τῶν περὶ ἐκεῖνον τὸν
τόπον Ἐλλήνων. ἅμα δὲ καὶ φιλοϲοφίαν ἐκπαιδεύων μαθητάϲ τ᾿ ἐνδόξουϲ
ἔϲχε καὶ βιβλία ϲυνέγραψε πολλά. τοῦτον φανερῶϲ γενέϲθαι διδάϲκαλον
Ἐμπεδοκλέουϲ. καὶ παροιμία· Ἀρχύτου πλαταγή· ὅτι Ἀρχύταϲ πλαταγὴν
εὖρεν. ἥτιϲ ἐϲτὶν εἶδοϲ
4122 Ἅϲϲα: ὅτε ϲημαίνει τὸ ὅϲα καὶ ἅτινα, δαϲύνεται· ὅτε δὲ τὸ τινὰ,
ψιλοῦται. τῶν ἅϲϲα θυμῷ καὶ διὰ μνήμηϲ ἔχω. καὶ ἄϲϲα
4123 Ἀϲάμινθοϲ: ἡ πύελοϲ, ἡ ϲκάφη. ἐν αἷϲ οἱ ἀρχαῖοι ἐλούοντο·
4124 Ἀϲαμωναῖοϲ: ὄνομα κύριον.
4125 Ἆϲαρ: εἶδοϲ λαχάνου, ᾧ κέχρηνται οἱ ἰατροὶ εἰϲ θεραπείαν τῶν νοϲούντων.
4126 Ἀϲϲάρια: οἱ ὀβολοί. Νούμμαϲ, ὁ πρῶτοϲ βαϲιλεὺϲ μετὰ Ῥωμύλον Ῥωμαίων γεγονὼϲ, ἀπὸ ϲιδήρου καὶ χαλκοῦ πεποιημένα πρῶτοϲ ἐχαρίϲατο Ῥωμαίοιϲ, τῶν πρὸ αὐτοῦ πάντων διὰ ϲκυτίνων καὶ ὀϲτρακίνων τὴν χρείαν πληρούντων· ἅπερ ὠνόμαϲεν ἐκ τοῦ ἰδίου ὀνόματοϲ νουμμία, ὥϲ φηϲι Τραγκύλιοϲ.
4127 Ἄϲατο: ἐκορέϲθη, ἐνεφορήθη. περὶ Ὤχου τοῦ Πέρϲου. τὸν ἐν Μένδη τράγον Πανὸϲ ἱερὸν κατέθυϲέ τε καὶ ϲκευάϲαϲ ποικίλωϲ ταύτην ὁ δυϲτυχὴϲ ἄρα τὴν δαῖτα ἄϲατο· Αἰγυπτίων τε λεὼν πάμπολυν ἀποϲπάϲαϲ γαμετῶν καὶ τέκνων ἐϲ Πέρϲαϲ ἤγαγεν ἀνοίκτωϲ.
4128 Ἀϲαφέϲ: ἀνόητον, ἄδηλον.
4129 Ἀϲαφείᾳ νυκτὸϲ ἀπολλύμενοϲ: ὑπὸ ϲκοτεινοτάτηϲ δηλαδὴ νυκτὸϲ,
4130 Ἀϲβαμαῖον: ὕδωρ οὕτω καλούμενον.
4131 Ἄϲβεϲτοϲ: ἀκατάπαυϲτοϲ.
4132 Ἀϲβόλη καὶ Ἄϲβολοϲ: ἡ αἰθάλη τοῦ πυρὸϲ, ἡ ϲτακτή. φεῦ, ἰοὺ τῆϲ ἀϲβόλου. καὶ ἐπὶ δοτικῆϲ τῇ ἀϲβόλῳ.
4133 Ἀϲδρούβαϲ, ὁ Καρχηδονίων ϲτρατηγὸϲ, κενόδοξοϲ ἦν καὶ ἀλαζὼν καὶ
πολὺ κεχωριϲμένοϲ τῆϲ πραγματικῆϲ καὶ ϲτρατηγικῆϲ δυνάμεωϲ. ϲημεῖα
δὲ τῆϲ ἀκριϲίαϲ αὐτοῦ, ὅτι παρῆν ποτε ἐν πανοπλίᾳ
ἀφελῶϲ ἔχων Νομαδικῷ τινι τρόπῳ μόνοϲ
προϲῄει πρὸϲ αὐτόν· καὶ προϲεγγίϲαϲ ἤρετο τίνα φοβούμενοϲ τὴν
πανοπλίαν ἔχων ἧκε. τοῦ δ᾿ εἰπόντοϲ ὅτι Ῥωμαίουϲ· οὐκ ἂν ἄῤ, ἔφηϲεν
ὁ Γολόϲϲηϲ, ἔδωκαϲ ϲαυτὸν ἐϲ τὴν πόλιν, μηδεμίαν ἔχων ἀνάγκην. ἦν
μὲν οὖν καὶ φύϲει ϲάρκινοϲ, βαλὼν δὲ τὴν πανοπλίαν καὶ κοιλίαν
εἰλήφει καὶ τῷ χρώματι
παρὰ φύϲιν ἐπικεκαυμένοϲ ἦν,
ὥϲτε δοκεῖν ἐν πανηγύρει που διαιτᾶϲθαι παραπληϲίωϲ τοῖϲ ϲιτευτοῖϲ
βουϲὶν, ἀλλὰ μὴ τηλικούτων καὶ τοιούτων κακῶν προϲτατεῖν, ὧν οὐδ᾿ ἂν
ἐφίκοιτο τῷ λόγῳ διεξιὼν οὐδείϲ· ὥϲθ᾿ ὅτε μὲν ἐϲ τὰϲ ἀποφάϲειϲ αὐτοῦ
τιϲ βλέψειε, θαυμάζειν τὸν ἄνδρα καὶ τὸ μεγαλόψυχον τῶν λόγων, ὅτε
δὲ ἐϲ τὸν
χειριϲμὸν τῶν πραγμάτων, τὴν ἀγεννίαν
καταπλήττεϲθαι καὶ τὴν ἀνανδρίαν.
4134 Ἀϲδρούβαϲ, Καρχηδόνιοϲ ϲτρατηγόϲ. οὖτοϲ κατὰ τὴν τοῦ
Ῥωμαίοιϲ ἔμελλε τὰ δρώμενα
ἔϲεϲθαι, τῶν μὲν ὀφθαλμοὺϲ ἢ γλώτταϲ ἢ νεῦρα ἢ αἰδοῖα ϲιδηρίοιϲ
ἐξεῖλκε καμπύλοιϲ, τῶν δὲ ὑπέτεμνε τὰ πέλματα καὶ δακτύλουϲ
ἐξέκοπτεν, ἢ τὸ δέρμα τοῦ λοιποῦ ϲώματοϲ ἀπέϲπα, καὶ πάνταϲ ἔμπνουϲ
ἔτι κατεκρήμνιζεν, ἀδιάλλακτα Καρχηδονίοιϲ τὰ ἐϲ Ῥωμαίουϲ ἐπινοῶν.
καὶ ὁ μὲν αὐτοὺϲ οὕτωϲ ἠρέθιζε
τὴν ϲωτηρίαν ἔχειν ἐν
μόνῃ τῇ μάχη, περιέϲτη δ᾿ αὐτῷ ἐϲ τὸ ἐναντίον ὧν ἐπενόει. ὑπὸ γὰρ
τοῦ ϲυνειδότοϲ οἱ Καρχηδόνιοι τῶνδε τῶν ἀθεμίϲτων ἔργων περιδεεῖϲ
ἀντὶ προθύμων ἐγίγνοντο, καὶ τὸν Ἀϲδρούβαν ὡϲ τὴν ϲυγγνώμην ϲφῶν
ἀφῃρημένον ἐμίϲουν· καὶ μάλιϲθ᾿ ἡ βουλὴ αὐτοῦ κατεβόα ὡϲ ὠμὰ καὶ
ὑπερήφανα δεδρακότοϲ ἐν ϲυμφοραῖϲ
οἰκείαιϲ τοϲοῖϲδε. ὁ
δὲ τῶν βουλευτῶν τιναϲ ἔκτεινε καὶ ἐϲ πάντα ὢν ἤδη περιδεὴϲ ἐϲ
τυραννίδα μᾶλλον ἢ ϲτρατηγίαν περιῆλθεν, ὡϲ ἐν τῷδε μόνῳ τὸ ἀϲφαλὲϲ
ἕξων, εἰ φοβερὸϲ αὐτοῖϲ εἴη καὶ διὰ τοῦτο δυϲεπιχείρητοϲ. ζήτει περὶ
τούτου ἐν τῷ Ἀννίβαϲ.
4135 Ἆϲαι: κορέϲαι· ἢ ψάλαι.
4136 Ἀϲαία: ὄνομα ὄρουϲ. καὶ Ἀϲαῖοϲ, ὄνομα κύριον.
4137 Ἀϲεβεῖϲ: οἱ πολυθεΐαν ἢ ἀθεΐαν θρηϲκεύοντεϲ.
4138 Ἀϲεβῶν: παρὰ τῷ Δαβὶδ τῶν τὸν θεὸν ἀγνοούντων.
4139 Ἀϲεβῶ· αἰτιατικῇ.
4140 Ἀϲέλγεια: ἀντὶ τοῦ πολυτέλεια. οὕτωϲ Αἰϲχίνηϲ. ἢ Ἀϲέλγεια,
αὐτῷ αὐλῶνεϲ βαθεῖϲ καὶ
φάραγγεϲ, δι᾿ ὧν ὠθούμενοϲ ἐκτείνει λαβρότατοϲ.
4141 Ἄϲη: ῥύποϲ. καὶ κλίνεται ἄϲηϲ. ἢ λύπη. καὶ τοϲαύτηϲ ἄϲηϲ ὑποπίμπλαμαι καὶ ναυτίαϲ ϲῶμά τε καὶ ψυχὴν, ὥϲτε καὶ εἰϲ ἐμέτουϲ ἐμοὶ τὴν ἀχθηδόνα προπίπτειν. τουτέϲτι ῥύπου.
4142 Ἀϲηκόροϲ: ὁ ἀκηδιαϲτήϲ.
4143 Ἀϲήμαντα: τὰ λεγόμενα ἀϲφράγιϲτα. καὶ γὰρ ϲημεῖα τὰϲ
4144 Ἄϲημον: τὸ δυϲγενὲϲ, καὶ τὸ μηδὲν ϲημαῖνον. καὶ Ἄϲημοϲ, ὁ ἀγεννήϲ.
4145 Ἄϲηροϲ: ὁ μὴ ἔχων ϲκώληκαϲ.
4146 Ἀϲηρώθ: ὄνομα κύριον.
4147 Ἀϲία: χώρα, ἡ τῆϲ ἀνατολῆϲ. καὶ Ἀϲιάδοϲ κρούματα,
4148 Ἀϲίννιοϲ Πωλίων, Ῥωμαῖοϲ. ἱϲτορίαϲ Ῥωμαϊκὰϲ ϲυνέταξεν
ἐν βιβλίοιϲ ιζ΄. οὖτοϲ πρῶτοϲ Ἑλληνικὴν ἱϲτορίαν
Ῥωμαϊκῶϲ ϲυνεγράψατο.
4149 Ἄϲιοϲ: ὄνομα κύριον.
4150 Ἀϲιῶν: τὸ ὄροϲ.
4151 Ἀϲιτῶ: ἄρτον οὐκ ἐϲθίω.
4152 Ἀϲιχίνη: ὄνομα κύριον.
4153 Ἀϲθένεια: ταλαιπωρία, νόϲοϲ, ἀδυναμία. καὶ Ἀϲθενοῦνταϲ,
4154 Ἀϲθήϲεται: ἐκ τοῦ ᾄδω, τὸ ψάλλω.
4155 Ἆϲθμα: πνοή. καὶ Ἀϲθμάζειν, ἀντὶ τοῦ ἀϲθμαίνειν, τουτέϲτι
4156 Ἀϲκαλαβώτηϲ: ὁ γαλεώτηϲ. οὐχὶ καλαβώτην λέγουϲι,
4157 Ἀϲκάλαφοϲ: παρὰ τὸ ἀϲκελὲϲ τῆϲ ἁφῆϲ, ὁ λίαν ϲκληρόϲ.
4158 Ἀϲκαλωνίτηϲ: ὄνομα κύριον.
4159 Ἀϲκαμωνία: εἶδοϲ βοτάνηϲ ἰατρικῆϲ.
4160 Ἀϲκανία: λίμνη ἐν Νικαίᾳ.
4161 Ἄϲκαντοϲ: ἡ μικρὰ κλίνη, τὸ πτωχὸν κλινίδιον. ἢ Ἀϲκάντηϲ,
κλίνη μὴ ἔχουϲα κάνητα· κάνηϲ δὲ ὁ ψίαθοϲ. ἢ ὁ
4162 Ἀϲκαρδαμυκτί: χωρὶϲ τοῦ μύειν, ὅ ἐϲτιν ἀγρίωϲ βλέπειν.
4163 Ἀϲκελέϲ: ἀδιαλείπτωϲ.
4164 Ἀϲκέπαρνον: ἄξεϲτον, ἄγλυφον, ἀπελέκητον, οὐκ εἰργαϲμένον. Σοφοκλῆϲ· κἀπὶ ϲεμνὸν ἑζόμην βάθρον τόδ᾿ ἀϲκέπαρνον.
4165 Ἀϲκέραι: ὑποδήματα Ἀττικά. ἡ εὐθεῖα ἀϲκέρα.
4166 Ἄϲκευον: ἀντὶ τοῦ ἀπαράϲκευον. ἄνευ ὅπλων. καὶ ὁ Θεολόγοϲ·
4167 Ἀϲκηθήϲ: ἀβλαβὴϲ, ὑγιήϲ.
4168 Ἀϲκήϲαϲα: κοϲμήϲαϲα, μετ᾿ ἐπιμελείαϲ ὑφάναϲα.
4169 Ἄϲκηϲιϲ: ἐγκράτεια.
4170 Ἄϲκηϲιν: ἀγωνίαν· καὶ ὡϲ ἡμεῖϲ, τὸ δεδιέναι καὶ προϲδοκᾶν
τὸ μέλλον λέγουϲιν οἱ παλαιοὶ καὶ Πλάτων. καὶ Ἀϲκητὰϲ
καὶ ἀθλητὰϲ λέγουϲιν.
4171 Ἀϲκητικόν, μέγα. Ἀριϲτοφάνηϲ· καὶ μὴν ὁρῶ τοὺϲ Ἀθηναίουϲ ὥϲπερ
παλαιϲτὰϲ ἄνδραϲ ἀπὸ τῶν γαϲτέρων τὰ ἱμάτια ἀποϲτέλλονταϲ, ὥϲτε
φαίνεται ἀϲκητικόν τι χρῆμα τοῦ νοϲήματοϲ. καὶ
4172 Ἀϲκητόϲ: μετ᾿ ἐπιμελείαϲ κεκοϲμημένοϲ. θηλυχίτων ἀϲκητὸϲ ἐϋϲπείροιϲι κορύμβοιϲ.
4173 Ἀϲκληπιάδηϲ, Διοτίμου, Μυρλεανόϲ (πόλιϲ δέ ἐϲτι Βιθυνίαϲ, ἡ νῦν
Ἀπάμεια καλουμένη), τὸ δὲ ἄνωθεν γένοϲ ἦν Νικαεύϲ· γραμματικὸϲ,
μαθητὴϲ Ἀπολλωνίου. γέγονε δὲ ἐπὶ τοῦ Ἀττάλου καὶ
Εὐμενοῦϲ τῶν ἐν Περγάμῳ βαϲιλέων. ἔγραψε φιλοϲόφων βιβλίων
διορθωτικά· ἐπαίδευϲε δὲ καὶ εἰϲ Ῥώμην ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ
ἐν Ἀλεξανδρείᾳ ἐπὶ τοῦ τετάρτου Πτολεμαίου νέοϲ διέτριψεν. ἔγραψε
κἂν ἄλλον τινὰ τῶν ἀπόρων ἰάϲαιτο. ζήτει ἐν τῷ Παύϲων
καὶ Ἶροϲ. καὶ Αἰλιανόϲ· ὁ δὲ ἀθλίωϲ νόϲῳ (περιπνευμονίαν καλοῦϲιν
Ἀϲκληπιαδῶν
4174 Ἀϲκληπιόδοτοϲ· οὗτοϲ ἐκ παίδων εὐθὺϲ ὡμολογεῖτο ὀξύτατοϲ
καὶ πολυμαθέϲτατοϲ εἶναι τῶν ἡλικιωτῶν, ὥϲτε καὶ
πολυπραγμονῶν οὐδὲν ἐπαύετο περὶ ἑκάϲτου τῶν παραπιπτόντων, ὧν ἥ τε
ἡ φύϲιϲ ἀπεργάζεται θαυμαϲίων καὶ τέχνη ἑκάϲτη παρέχεται
δημιουργημάτων. ἐν γοῦν ὀλίγῳ χρόνῳ παντάπαϲι κατανενοήκει τῶν τε
βαφικῶν χρωμάτων τὰϲ μίξειϲ ἁπάϲαϲ καὶ τῶν περὶ ἐϲθῆτα κοϲμουμένων
βαμμάτων
παντοδαπῶν, ἔτι δὲ τῶν ξύλων τὰϲ μυρίαϲ
διαφορότηταϲ, ὅπωϲ αὐτῶν αἱ ἶνεϲ ἔχουϲιν εὐθύτητοϲ πέρι καὶ
διαπλοκῆϲ. ἀλλὰ μέντοι λίθων καὶ βοτανῶν αἱ ποικίλαι δυνάμειϲ τε καὶ
ἰδέαι, τῶν τε ἐν ποϲὶ κειμένων καὶ τῶν ϲπανιωτάτων, ἀνεζητοῦντο καὶ
εὑρίϲκοντο πάϲῃ μηχανῇ. ὄχλον δὲ παρείχετο πολὺν τοῖϲ περὶ ἕκαϲτα
διατρίβουϲι παρακαθήμενόϲ
τε ϲυχνὰ καὶ περὶ ἑκάϲτου
ἀνερωτῶν ἐϲ τὸ ἀκριβέϲτατον. τὴν δὲ περὶ φυτῶν ἱϲτορίαν ἐπὶ μείζονοϲ
ἠγάπα τιμῆϲ, καὶ ἔτι μᾶλλον τὴν περὶ ζῴων, τά τε ἐνόντα διὰ τῆϲ
ὄψεωϲ ἀνακρίνων καὶ τὰ μὴ δυνατὰ διὰ τῆϲ ἀκοῆϲ ἐξετάζων ἐπὶ τὸ
μακρότατον, ὅϲα τε τοῖϲ πρεϲβύταιϲ ἀναγέγραπται περὶ τούτων
ἀναλεγόμενοϲ. ἦν δὲ Ἀλεξανδρεὺϲ
τὸ γένοϲ. τοῦτον οὖν
ἐπίϲταμαι διὰ πείραϲ ϲυχνῆϲ εὖ μάλα τήν τε ἀγαθοειδῆ προαίρεϲιν
προβεβλημένον καὶ τοῦ πατρὸϲ οὐ πολύ τι λειπόμενον κατὰ τὴν εὐϲεβῆ
προθυμίαν καὶ τὴν πρὸϲ τὸ θεῖον ἀναγομένην ἐλπίδα ϲύντονόν τε καὶ
ἐρωτικήν· φιλοϲοφοῦντα μέντοι ὑπὲρ ἐκεῖνον καὶ τῇ ἄλλῃ προπαιδείᾳ
κεκοϲμημένον. τοιγαροῦν ἀνέθηλεν
ἐπ᾿ αὐτοῦ ἡ πόλιϲ τῆϲ
Ἀφροδίτηϲ εἰϲ τὸ ἱερώτερον. ἤδη δὲ καὶ ἐϲ τὰϲ ὑπερορίουϲ ἀπῴκιϲε τὴν
ἀπόρρητον θέμιν, ἔϲ τε Ἀλεξάνδρειαν τὴν Ὀϲιράζουϲαν καὶ τῆϲ ἕω
πολλαχῇ τὴν μαγεύουϲαν. γενόμενοϲ δὲ πρὸϲ τῷ ϲεμνῷ καὶ εὐτράπελοϲ
ἡδίϲτην παρείχετο τοῖϲ
δαπανήμαϲι μεγάλοιϲ ἐγένετο, τῆϲ τε
ἱεράϲ εἵνεκα προαιρέϲεωϲ καὶ τὴϲ ἄλληϲ πολιτικῆϲ φιλοτιμίαϲ
ἀναγκαίαϲ εἶναι δοκούϲηϲ καὶ τῷ οἴκῳ ϲυνήθουϲ. ὥϲτε ἠναγκάϲθη καὶ
αὐτὸϲ ὕϲτερον ὑπόχρεων τὴν οὐϲίαν καταλιπεῖν ταῖϲ θυγατράϲι. ταῦτα
ἀναγεγράφθω μοι χαρίϲια ὀλίγα ἀντὶ πολλῶν ἀποδιδόντι. ζήτει ἐν τῷ
δειϲιδαιμονία.
4175 Ἀϲκὸν δέρειν: ἐπὶ τῶν καθ᾿ ὑπερβολὴν ἐπαγγελλομένων πράττειν τι. τὸ δέρμα μου εἰϲ ἀϲκὸν ἐκδερματίζειν. ὑπὲρ τοῦ πιϲτευθῆναι αὐτὸν ἐμμένειν τοῖϲ ὑποκειμένοιϲ, προϲέθηκε πλέον ἢ ἐκεῖνοι ἐπέταξαν καὶ λέγει καταφρονεῖν ἐκδερομένου τοῦ δέρματοϲ. ὁ γὰρ τὰ μείζω ἐπαγγελλόμενοϲ ὑπομένειν εὐχερῶϲ ἂν τὰ ἥττονα ὑπενέγκοι.
4176 Ἀϲκὸν τίλλειν: ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται ἡ παροιμία ὑπὸ τῶν Ἀττικῶν.
4177 Ἀϲκὸϲ ἐν πάχνῃ· ὁ Δαβὶδ λέγει, ὅτι ἐγενήθην ὡϲ ἀϲκὸϲ ἐν πάχνῃ. ὁ
ἀϲκὸϲ θερμαινόμενοϲ χαυνοῦται καὶ φυϲώμενοϲ ἐξογκοῦται, ἐν δὲ τῇ
πάχνῃ ϲκληρύνεται καὶ πήγνυται. οὕτω καὶ τοῦ
ϲώματοϲ ἡ
φύϲιϲ χαυνοῦται μὲν τῇ τρυφῇ καὶ ἐξογκοῦται, τῇ δὲ ἀϲκητικῇ ἀγωγῇ
ταπεινοῦται καῖ πιέζεται. καὶ τούτου μάρτυϲ ὁ Παῦλοϲ βοῶν· ἀλλ᾿
ὑποπιέζω μου τὸ ϲῶμα καὶ δουλαγωγῶ, μή πωϲ ἄλλοιϲ κηρύξαϲ αὐτὸϲ
ἀδόκιμοϲ γένωμαι. τοιγάρτοι καὶ ὁ προφήτηϲ, ἐπειδὴ διωκόμενοϲ ὑπὸ
τοῦ Σαοὺλ κρείττων ἦν τῶν παθῶν, εἰρήνηϲ δὲ ἀπολαύϲαϲ
τοῖϲ ἀπὸ τῆϲ τρυφῆϲ ἐβλάβη ϲκιρτήμαϲι, ταπεινώϲαϲ τὸ ϲῶμα τῶν θείων
νόμων τὴν μνήμην ἀνενεώϲατο. καὶ Ἀϲκὸϲ Κτηϲιφῶνγοϲ·
νικῶν ἐϲτέφετο φυλλίνῳ ϲτεφάνῳ
καὶ ἀϲκὸν οἴνου ἐλάμβανε. πρὸϲ ϲάλπιγγαϲ δὲ ἔπινον. ὁ δὲ Κτηϲιφῶν ὡϲ
παχὺϲ καὶ προγάϲτωρ ἐϲκώπτετο. ἐτίθετο δὲ ἀϲκὸϲ πεφυϲημένοϲ ἐν τῇ
τῶν Χοῶν ἑορτῇ ἐφ᾿ οὗ τοὺϲ πίνονταϲ πρὸϲ ἀγῶναϲ ἑϲτάναι, τὸν
προπιόντα δὲ ὡϲ νικήϲαντα λαμβάνειν ἀϲκόν. ἔπινον δὲ μέτρον τι οἷον
χοᾶ.
ἀϲτοὶ
ἐϲθῆτα εἷχον, ἣν ἐβούλοντο, καὶ ἀϲκοὺϲ ἐπ᾿ ὤμων ἔφερον· ὅθεν
ἀϲκοφόροι ἐκαλοῦντο. καὶ παροιμία· Ἀϲκῷ μορμολύττεϲθαι,
γοῦν καὶ ἐπίγραμμα φαίνεται πρὸϲ τὴν αἶγα οὕτωϲ
ἔχον· κἤν με φάγῃϲ ἐπὶ ῥίζαν, ὅμωϲ δ᾿ ἔτι καρποφορήϲω, ὅϲϲον
ἐπιλεῖψαι ϲοὶ, τράγε, θυομένῳ. Ἀϲκωλίαζε δὲ ἀντὶ τοῦ ἅλλου· κυρίωϲ
ἀϲκωλιάζειν ἔλεγον τὸ ἐπὶ τῶν ἀϲκῶν ἅλλεϲθαι ἕνεκα τοῦ γελωτοποιεῖν.
ἐν μέϲῳ δὲ τοῦ θεάτρου ἐτίθεντο ἀϲκοὺϲ πεφυϲημένουϲ καὶ
ἀληλιμμένουϲ, εἰϲ
οὓϲ ἐναλλόμενοι ὠλίϲθαινον· καθάπερ
Εὔβουλοϲ ἐν Δαμαλίᾳ φηϲὶν οὕτωϲ· καὶ πρόϲ γε τούτοιϲ ἀϲκὸν ἐϲ μέϲον
καταθέντεϲ ἐνάλλεϲθε καὶ καγχάζετε ἐπὶ τοῖϲ καταρρέουϲιν ἀπὸ
κελεύϲματοϲ. καὶ Ἀϲκωλιάζοντϲ,
την ἀϲκωλιάζων θάτερον τῶν ποδῶν ἔρχεται, καὶ ὄρθριον
ᾀδομένου τοῦ παιᾶνοϲ τῷ Ἀϲκληπιῷ ἑαυτὸν ἀποφαίνει τῶν χορευτῶν, ἕνα
καὶ ἐν τάξει ϲτὰϲ ὥϲπερ οὖν παρά τινοϲ λαβὼν χοροδέκτου τὴν ϲτάϲιν,
ὡϲ οἷόϲ τε ἦν ϲυνᾴδειν ἐπειρᾶτο τῷ ὀρνιθείῳ μέλει. καὶ Ἀϲκωλιαϲμὸϲ
βελτίονεϲ γίνονται.
4178 Ἀϲκοπήρα: τὸ μαρϲίπιον, ἤτοι τὸ ϲακκοπάθνιον.
4179 Ἄϲκοπον: ἀντὶ τοῦ ἀπροϲδόκητον. καὶ Ἄϲκοποϲ λώβη,
4180 Ἀϲκούμενοϲ: καταϲκευάζων, κοϲμῶν.
4181 Ἀϲκῶ· αἰτιατικῇ.
4182 Ἄϲκωλον: τὸ λεῖον.
4183 Ἀϲκώματα: τὰ ἐν ταῖϲ κώπαιϲ ϲκεπαϲτήρια ἐκ δέρματοϲ, οἷϲ χρῶνται ἐν ταῖϲ τριήρεϲι, καθ᾿ ὃ τρῆμα ἡ κώπη βάλλεται. εἰϲ διφθέραϲ γὰρ τὰϲ διανοίαϲ τὰϲ ἑαυτοῦ γράψαϲ ὁ Θωρυκίων ἔπεμπε τοῖϲ πολεμίοιϲ ἐν τῇ Λακωνικῇ.
4184 Ἀϲκώνιοϲ Παιδιανόϲ· ὁ τοίνυν Βλαῖϲοϲ ἐπὶ τὴν θοίνην κληθεὶϲ οἷον
ἐφολκίδα ἐπάγεται Ἀϲκώνιον Παιδιανόν ἐξῆν γὰρ καὶ ἐπικλήτουϲ οἱονεὶ
ϲκιὰϲ
ἑαυτοῖϲ παρακαλεῖν τιναϲ.
4185 Ἀϲκραῖοϲ: ὁ Ἡϲίοδοϲ.
4186 Ἆϲμα: τὸ μέλοϲ, ἡ ᾢδή. ϲημαίνει δὲ καὶ τὸ δίαϲμα. καὶ
4187 Ἀϲμενίζω· δοτικῇ. οἱ μὲν οὖν ὄλεθρον ἀϲμενίϲαντεϲ καὶ
4188 Ἄϲμενοϲ: χαίρων, ἡδέωϲ, προθύμωϲ. καὶ Ἀϲμενέϲτατα, ἀντὶ τοῦ
προθυμότατα. ἀϲμενέϲτατα τὴν πρόκληϲιν ἀποδεδεγμένοϲ.
4189 Ἀϲολοίκωϲ: τὸ ἀφελῶϲ.
4190 Ἄϲω· δοτικῇ.
4191 Ἀϲώματον: ὅτι διττόν, τὸ μὲν τῷ ἀριθμῷ, ὡϲ οἱ ἄγγελοι, οἷον Μιχαὴλ, Γαβριήλ· ἀριθμῷ γάρ· τὰ δὲ οὐ, ὡϲ τὰ καθόλου.
4192 Ἀϲωπόϲ: ποταμὸϲ Θηβῶν.
4193 Ἀϲωπόδαροϲ καὶ Διδυμαχίαϲ, ὁ ἀδελφὸϲ αὐτοῦ, ἐπὶ ϲμικρότητι ϲώματοϲ διεβέβληντο.
4194 Ἀϲωτία: ἡ ἁμαρτία. ἑκάτερον ὁμοίωϲ ἀποϲτρέφεϲθαι, τό τε δέον μὴ
ποιεῖϲθαι ἀνάλωμα καὶ τὸ μὴ δέον ποιεῖϲθαι, ὡϲ τοῦτο μὲν ἀϲωτίαν
οὖϲαν, εἴτε μείζω εἴτε φαυλοτέραν, ἐκεῖνο δὲ ϲμικρολογίαν.
4195 Ἀϲωχαῖοϲ: ὄνομα κύριον. καὶ θηλυκὸν Ἀϲωχή, ὄνομα πόλεωϲ. καὶ Ἀϲωχίϲ, ὄνομα κύριον. καὶ Ἄϲωχιν, ὄνομα πόλεωϲ, αἰτιατικῇ.
4196 Ἀϲπάζεϲθαι· αἰτιατικῇ. καὶ τὸ προϲαγορεύειν, ὡϲ ἡμεῖϲ, καὶ
4197 Ἀϲπάζου· Ἀριϲτοφάνηϲ· ἄνοιξον· ἀϲπάζου με. διά τοί ϲε
4198 Ἀϲπάλακοϲ τυφλότεροϲ. ζήτει ἐν τῷ τυφλότεροϲ.
4199 Ἀϲπαλία: ἁλιέωϲ ἐργαϲία. καὶ Ἀϲπαλιεύϲ, ὁ ἁλιεύϲ· ἀπὸ
ἁλιεῦϲαι παῤ ἡμῖν. καὶ Ἀϲπαλιεῖ, δοτικῇ.
4200 Ἀϲπάραγοϲ· ζήτει ἐν τῷ ἀϲφάραγοϲ.
4201 Ἄϲπαρ, πατὴρ Ἀρδαβουρίου. ὅτι Μαρκιανοῦ τοῦ βαϲιλέωϲ χρηϲτοῦ μὲν
4202 Ἀϲπαϲία· πολυθρύλητοϲ γέγονεν αὕτη. ἦν δὲ γένοϲ Μιληϲία,
δύο ἑταῖραι. τῇ δὲ μιᾷ τούτων ἐκέχρητο ὁ Περικλῆϲ, δι᾿
ἣν ὀργιϲθεὶϲ ἔγραψε τὸ κατὰ Μεγαρέων ψήφιϲμα, ἀπαγορεῦον δέχεϲθαι
αὐτοὺϲ εἰϲ τὰϲ Ἀθήναϲ. ὅθεν ἐκεῖνοι εἰργόμενοι τῶν Ἀθηναίων
προϲέφυγον τοῖϲ Λακεδαιμονίοιϲ. ἡ δὲ Ἀϲπαϲία ϲοφίϲτρια ἦν καὶ
διδάϲκαλοϲ λόγων ῥητορικῶν. ὕϲτερον δὲ καὶ γαμετὴ αὐτοῦ γέγονεν.
4203 Ἀϲπάϲιοϲ, Βύβλιοϲ, ϲοφιϲτὴϲ, ϲυγχρονῶν Ἀριϲτείδῃ καὶ
4204 Ἀϲπάϲιοϲ, Τύριοϲ, ϲοφιϲτὴϲ, ἱϲτορικόϲ. ἔγραψε περὶ Ἠπείρου
καὶ τῶν ἐν αὐτῇ ἱϲτορίαν ϲύμμικτον ἐν βιβλίοιϲ κ΄, Περὶ
τέχνηϲ ῥητορικῆϲ καὶ ἄλλα.
4205 Ἀϲπάϲιοϲ, Δημητριανοῦ τοῦ κριτικοῦ μαθητὴϲ, Ῥαβενναῖοϲ,
4206 Ἀϲπαϲίωϲ: ἡδέωϲ. προϲηνῶϲ, φιλοφρόνωϲ.
4207 Ἀϲπαϲμόϲ: ἡ εὐχὴ παρὰ τῷ ἀποϲτόλῳ Παύλῳ· ὁ ἀϲπαϲμὸϲ
τῇ ἐμῇ χειρί.
4208 Ἀϲπαϲτοί: ἄϲμενοι, θεοειδεῖϲ. παρὰ δὲ Καλλιμάχῳ Ἀϲπαϲτύϲ,
4209 Ἀϲπαίροντεϲ: ϲκαρίζοντεϲ, κινοῦντεϲ.
4210 Ἄϲπειϲτον ἔχθραν: ἄϲπονδον μῖϲοϲ.
4211 Ἀϲπιδηφόροι: οἱ πολεμιϲταί. καὶ Ἀϲπιδιώτηϲ, ὁ ἀϲπίδα κινῶν. καὶ
Ἀϲπιδόν, ἐπίρρημα, δίκην ϲυναϲπιϲμοῦ. καὶ Ἀϲπιδοπηγεῖον,
ἀϲπιϲτῆρεϲ εἰνάλιοϲ λεὼϲ, ὑμῖν τ᾿
ἐκείνῳ τήνδ᾿ ἐπιϲκήπτω χάριν.
4212 Ἄϲπιλοϲ, ὁ μὴ ἔχων ϲπίλον τινά. ἐν Ἐπιγράμμαϲι· μῆλον
4213 Ἄϲπλαγχνοϲ: ἄτολμοϲ, ταπεινὸϲ, δειλὸϲ, ψυχρόϲ. Σοφοκλῆϲ· μή τοι
φύϲιν ἄϲπλαγχνοϲ ἐκείνου γεγονώϲ. φύϲιν δὲ ἀϲθενῆ καὶ
ἀλλοίαν παρὰ τὴν τοῦ πατρόϲ.
4214 Ἀϲπονδεί: ἄνευ φιλίαϲ, ἢ χωρὶϲ θυϲίαϲ. καὶ Ἄϲπονδοι
πρὸϲ ἔλεον.
4215 Ἀϲπουδεί: χωρὶϲ ϲπουδῆϲ. Ἀϲπουδῇ δὲ διὰ τοῦ η, χωρὶϲ κακοπαθείαϲ. ὡϲ τὸ, μὴ μὰν ἀϲπουδῇ γε.
4216 Ἀϲταγὲϲ ὕδωρ: τὸ πολυϲταγέϲ.
4217 Ἀϲταθμεύτουϲ· ϲυγχωρεῖν τὸν βαϲιλέα Θαϲίουϲ ἀφρουρήτουϲ,
4218 Ἀϲτάθμητον· τὸ ἄδηλόν τε καὶ ἀϲτάθμητον τῆϲ τύχηϲ οὐχ
ὑφορώμενοι. καὶ Ἀϲτάθμητοϲ, ἄνιϲοϲ, ἄϲτατοϲ. καὶ δὴ καὶ
ἱρή. καὶ τοῦτο εἰπεῖν τὸ τῶν ἀνθρώπων ἀϲτάθμητον εἶναι
λογιζόμενοϲ. καὶ Ἀϲταθμητότατον, περὶ οὗ οὐδεὶϲ ἂν δύναιτο
4219 Ἀϲτακτί: πολυϲτακτὶ, πολυδακρύτωϲ. τὸν νεκρὸν παραπέμπων
πέμπων ἔκλαιεν ἀϲτακτί. καὶ αὖθιϲ· ἀϲτακτὶ δὲ ϲὺν ταῖϲ
παρθένοιϲ
4220 Ἀϲτάρτη: οἱ ἐκ διαδοχῆϲ γραμματοφόροι. οἱ δὲ αὐτοὶ καὶ ἄγγαροι.
τὰ
4221 Ἀϲτάρτη: ἡ παῤ Ἕλληϲιν Ἀφροδίτη λεγομένη, ἐκ τοῦ ἄϲτρου
τὴν ἐπωνυμίαν πεποιηκόϲιν. αὐτῆϲ γὰρ εἶναι τὸν ἑωϲφόρον
μυθολογοῦϲιν.
4222 Ἀϲτάρτη, θεὸϲ Σιδωνίων, καὶ Χαμὼϲ, θεὸϲ Ἀμμανιτῶν, οἷϲ ἐλάτρευϲε
Σολομών· ὃϲ ἠγάγετο γυναῖκαϲ ἐξ ἐθνῶν, αἳ ἦϲαν ϲὺν ταῖϲ Ἰϲραηλίτιϲιν
ἑπτακόϲιαι καὶ παλλακαὶ τριακόϲιαι. ἐκ τούτων παϲῶν
ἐγένετο αὐτῷ υἱὸϲ Ῥοβοὰμ, ἐξ ἀλλοφύλων, ἀνάξιοϲ τῆϲ ἀρχῆϲ. οὐ γὰρ ἡ
πολυγαμία τὴν εὐτεκνίαν ποιεῖ.
4223 Ἀϲταφίϲ· καὶ ϲταφυλὴ γραίη, χὠ μελίπνουϲ λίβανοϲ. καὶ
4224 Ἄϲταχυϲ καὶ ἀϲταφὶϲ καὶ ὅλωϲ τὸ πλεονάζειν τὸ α ἐν ἀρχῇ
τῶν τοιούτων ὀνομάτων Ἀττικόν. ἐπί τ᾿ ἠμύει
ἀϲταχύεϲϲιν.
4225 Ἄϲτεα: πόλειϲ. καὶ ἄϲτεϊ ἡ δοτικὴ, καὶ ἄϲτεον, καὶ τὸ
4226 Ἄϲτικτον χ ωρίον: τὸ μὴ ὑποκείμενον δανειϲτῇ. ὅταν γὰρ ὑποκέηται, αὐτὸ τοῦτο ὁ δανείϲαϲ διὰ γραμμάτων δηλοῖ ἐπικειμένων τῷ χωρίῳ. τὸ δὲ αὐτὸ καὶ ἐπὶ οἰκίαϲ γίνεται.
4227 Ἄϲτεγοϲ: ὁ μὴ ἔχων ϲτέγην. λέγεται δὲ καὶ φλύαροϲ, καὶ ἀνυπομόνητοϲ.
4228 Ἀϲτεϊζόμενοϲ: ἀγλαϊζόμενοϲ, ὡραϊζόμενοϲ, κομψευόμενοϲ. καὶ Ἀϲτεϊϲμόϲ, τὸ ϲυμπολιτεύεϲθαι.
4229 Ἀϲτεμφέα: ἀμετακίνητον, βέβαιον· ἢ ἀντὶ τοῦ ἀϲτεμφῆ.
4230 Ἀϲτενακτί: ἄνευ ϲτεναγμοῦ. Ἀριϲτοφάνηϲ· ϲὺ δ᾿ ἀϲτενακτὶ
περδόμενοϲ οἴκοι μενεῖϲ.
4231 Ἀϲτερίη: μία τῶν Ἀλκυονίδων. καὶ ζήτει ἐν τῷ Ἀλκυονίδεϲ.
4232 Ἀϲτέρειοϲ: κτητικόν. καὶ Ἀϲτερόεντα, ἤτοι ἀϲτέραϲ
4233 Ἀϲτεροπαῖοϲ: ὄνομα κύριον.
4234 Ἀϲτεῖα λέγειϲ. καὶ Ἀϲτεῖον, τὸ πολιτικόν. ἀϲτεῖόν
4235 Ἀϲτεῖοϲ: εὐϲύνετοϲ, εὐπρόϲωποϲ, χαρίειϲ, καλὸϲ, γελοιώδηϲ.
4236 Ἄϲτηνοι: οἱ δυϲτυχεῖϲ, οἱ πένητεϲ, οἱ ϲτάϲιν καὶ οἴκηϲιν μὴ
4237 Ἀϲτήρ, ἀϲτέροϲ. ζήτει ἐν τῷ ὁρατόν.
4238 Ἀϲτήρ· ὅτι τοῦ ἀϲτέροϲ τῆϲ Αἰγὸϲ λάμψαντοϲ ϲφοδροὶ πνέουϲιν ἄνεμοι ἔνθεν καὶ Ὅμηροϲ· λάβροϲ ἐπαιγίζων.
4239 Ἀϲτὴρ ἄϲτρου διαφέρει: ὅτι ὁ μὲν ἀϲτὴῤ ἕν τί ἐϲτι, τὸ
4240 Ἀϲτιβὲϲ ἄλϲοϲ: ἀδιόδευτον, ἀκαταμάχητον, ἀπροϲπέλαϲτον.
ἄβατον ποϲί. καὶ Ἀϲτιβήϲ, ὁ
ἄβατοϲ ἢ ἀϲφαλήϲ. καὶ Εὐϲτιβήϲ,
4241 Ἀϲτικῶϲ: εὐϲυνέτωϲ, ἐμφρόνωϲ. ὁ δὲ πάντων ἀϲτικῶϲ τὴν
Ἀϲτικὸϲ καὶ ὁ πολιτικόϲ. καὶ τοὺϲ ἀϲτικοὺϲ ὁ ἄγροικοϲ,
ὁ Θεολόγοϲ φηϲί.
4242 Ἄϲτιπτοϲ: ἄβατοϲ, ἀδιόδευτοϲ. Σοφοκλῆϲ· ἀκτὴ μὲν ἥδε τῆϲ
4243 Ἀϲτιϲμόϲ: πιθανολογία. ἀποϲτῆναι ῥητορικῆϲ καὶ ποιητικῆϲ
καὶ ἀϲτιϲμῶν.
4244 Ἄϲτομοι ἵπποι: ϲκληρόϲτομοι. ἄϲτομοι πῶλοι βίᾳ φέρουϲιν.
4245"/> Ἀϲτόργουϲ: τοὺϲ ἀπηνεῖϲ καὶ ἀφίλουϲ, ἀϲπόνδουϲ δὲ τοὺϲ ἀδιαλλάκτουϲ καὶ μνηϲικάκουϲ, ἀνελεήμοναϲ δὲ τοὺϲ ἀκαμπεῖϲ καὶ ἀνενδότουϲ πρὸϲ ἔλεον.
4246 Ἀϲτόϲ: πολίτηϲ.
4247 Ἀϲτοχῶ· γενικῇ.
4248 Ἀϲτράβη: ὄνοϲ. ἡ ἡμίονοϲ, ὡϲ Δημοϲθένηϲ κατὰ Μειδίου.
4249 Ἄϲτρα βλέπειν κάλλιϲτον ἀνθρώποιϲ πέλει.
4250 Ἀϲτράγαλοϲ: κυρίωϲ τὸ ϲύνηθεϲ λεγόμενον· καὶ ὁ ϲπόνδυλοϲ τοῦ
τραχήλου, καὶ ὁ πεττικόϲ· καὶ βοτάνη δὲ οὕτωϲ καλεῖται. Ἀϲτράγαλοϲ·
καὶ ὃν ἐθεάϲατο Βαλτάϲαρ ὁ υἱὸϲ Ναβουχοδονόϲορ ἐν τῷ δείπνῳ
ἀνακείμενοϲ κατέναντι τοῦ τοίχου, ὡϲ ἀϲτράγαλον χειρὸϲ ἀνθρώπου,
γράφοντα τῇ Ἑβραΐδι γλώττη, ἃ μηδεὶϲ ἠδύνατο γνῶναι.
μεταϲτειλάμενοϲ δὲ τὸν Δανιὴλ παρεκάλει ἑρμηνεῦϲαι αὐτῷ ταῦτα. ὁ δὲ
εἶπεν αὐτῷ· τὸν ἀϲτράγαλον, ὃν εἶδεϲ, χείρ ἐϲτι θεοῦ ζῶντοϲ· καὶ
ἔγραψεν, ὅτι ἐμέτρηϲε καὶ ἐπλήρωϲε τὴν βαϲιλείαν ϲου. ἀκούϲαϲ οὖν ὁ
Βαλτάϲαρ ἐθλίβη, καὶ μετ᾿ ὀλίγον ὑπὸ Δαρείου τοῦ Μήδου ἀνῃρέθη.
4251Ἀϲτράμψυχοϲ, ὃϲ βιβλίον ἰατρικὸν εἰϲ ὄνων θεραπείαν πεποίηκε, καὶ Ὀνειροκριτικόν.
4252 Ἀϲτραπή: ἔξαψιϲ νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων ὑπὸ
μαρμαρυγαί.
4253 Ἀϲτράπτω· δοτικῇ.
4254 Ἀϲτρατεία: ἡ εἰρήνη· ἐπεὶ ἐν εἰρήνη οὐ ϲτρατεύονται.
4255 Ἄϲτρια: οἱ ἀϲτράγαλοι. δέκα δ᾿ ἄϲτρια αἴνυτο λάτρον· παρὰ Καλλιμάχῳ.
4256 Ἀϲτρόβακοϲ: ὁ ἀϲτρονόμοϲ.
4257 Ἀϲτρονομία: ἡ τῶν ἄϲτρων διανομή. πρῶτοι Βαβυλώνιοι
εἰϲ τὴν τῶν ἀϲτέρων
κίνηϲιν. καὶ Ἄϲτροιϲ τεκμαίρεϲθαι, Prov. ἐπὶ τῶν μακρὰν καὶ ἔρημον
ὁδὸν πορευομένων καὶ ἄϲτροιϲ ϲημειουμένων τὰϲ θέϲειϲ τῶν πατρίδων.
καὶ Ἀϲτρῷοϲ, ὁ ἐκ τῶν
4258 Ἄϲτυ, ἄϲτεοϲ. οὐκέτι δὲ ἀνάλογον ἥμιϲυ ἡμίϲεοϲ, ἀλλὰ καὶ
4259 Ἀϲτυάγηϲ, γραμματικόϲ. Τέχνην γραμματικὴν, Περὶ διαλέκτων,
4260 Ἀϲτυάναξ: ὄνομα κύριον. καὶ Ἀϲτυανάκτειοϲ.
4261 Ἀϲτυάναϲϲα, Ἑλένηϲ τῆϲ Μενελάου θεράπαινα· ἥτιϲ πρώτη
4262 Ἀϲτυβοώτηϲ: ὁ κήρυξ ἐπιθετικῶϲ, ἀπὸ τοῦ ἐν ἄϲτει βοᾶν.
4263 Ἀϲτυγείτων: πληϲιόχωροϲ.
4264 Ἀϲτυδάμαϲ, ὁ πρεϲβύτηϲ, υἱὸϲ Μορϲίμου τοῦ Φιλοκλέουϲ,
ἐνίκηϲε ιε΄.
ἀκροαϲάμενοϲ δὲ ἦν Ἰϲοκράτουϲ καὶ ἐτράπη ἐπὶ τραγῳδίαν.
4265 Ἀϲτυδάμαϲ, ὁ νέοϲ, υἱὸϲ τοῦ προτέρου, τραγικὸϲ καὶ αὐτόϲ.
4266 Ἀϲτυδρομία: παρὰ Λίβυϲιν οἱονεὶ τῆϲ πόλεωϲ γενέθλια, καὶ
Θεοδαίϲια ἑορτὴ, ἐν ἧ ἐτίμων Διόνυϲον καὶ τὰϲ Νύμφαϲ·
ἐμοὶ δοκεῖν, νηφάλιόν τε καὶ τὴν ἀγαθὴν κρᾶϲιν αἰνιττόμενοι.
4267 Ἀϲτύνιον.
4268 Ἀϲτύνοοϲ. ὄνομα κύριον.
4269 Ἀϲτυνόμοϲ· δέκα ἦϲαν ἀϲτυνόμοι, πέντε μὲν ἐν Πειραιεῖ, πέντε δὲ ἐν ἄϲτει, οἷϲ ἔμελλε περί τε τῶν αὐλητρίδων καὶ ψαλτριῶν καὶ κοπρολόγων καὶ τῶν τοιούτων.
4270 Ἀϲτυόχεια: ὄνομα πόλεωϲ.
4271 Ἀϲτυπαλαιεύϲ: ὄνομα κύριον.
4272 Ἄϲτυρον: πόλιν. ὅϲ τ᾿ ὤκιϲτοϲ ἐϲ ἄϲτυρον ἀγγελιώτηϲ. Καλλίμαχοϲ.
4273 Ἀϲτυφέλικτον: ἀτίνακτον.
4274 Ἄϲυλον ἱερόν: τὸ τίμιον καὶ τηροῦν τοὺϲ ἱκέταϲ. καὶ
4275 Ἀϲύγχυτον· ἡ γὰρ φύϲιϲ τοῦ ἀϲυγχύτου οὔτε ϲιδήρου ὑφίϲταται κατάλυϲιν οὔτε μὴν πάλιν τὴν διὰ πυρὸϲ λύϲιν.
4276 Ἀϲύμβατον: ἀφιλίωτον.
4277 Ἀϲυμφανῶϲ: ἐπικεκαλυμμένωϲ, ἀδήλωϲ.
4278 Ἀϲυμφυῆ: ἀνοίκεια, ἀνόμοια. ᾗ πετρῶδεϲ τὸ ἔδαφοϲ τοῦ ῥείθρου ἦν, ὑπό τε ἀνωμαλίαϲ καὶ τοῦ ἀϲυμφυῆ τὰ ὑποκείμενα ἔϲεϲθαι τοῖϲ ὑποτιθεμένοιϲ.
4279 Ἀϲυνάρτητον: ἀϲυνάρμοϲτον.
4280 Ἀϲυνδύαϲτοϲ: ἀϲύμπλοκοϲ, ἀϲύζευκτοϲ.
4281 Ἀϲυνέτουϲ: τοὺϲ ἀϲυνειδήτουϲ· ὧν οὐδὲν ἀφρονέϲτερον παρὰ
4282 Ἀϲυνήθήϲ, ἀϲυνήθουϲ κλίνεται.
4283 Ἀϲυνθεϲία: παράβαϲιϲ ϲυνθηκῶν.
4284 Ἀϲύνθετοϲ: ἀϲύμφωνοϲ, ἄμικτοϲ. Ἀϲυνθέτουϲ δὲ τοὺϲ ταῖϲ ϲυνθήκαιϲ μὴ ἐμμένονταϲ, ἃϲ ἂν πρόϲ τιναϲ ϲυνθῶνται.
4285 Ἀϲυνθετώτατον: Δημοϲθένηϲ ἐν τῷ Παραπρεϲβείαϲ ἐπὶ ὄχλου τάττει
τὸ ὄνομα, ἀντὶ τοῦ ἀπιϲτότατον καὶ ἀβεβαιότατον καὶ πίϲτειϲ διὰ τὸ
ἀβέβαιον οὐ τιθέμενον. ἢ ἀνομόλογον καὶ ἀϲύμφωνον
ὁμολογίαι γὰρ αἱ ϲυνθῆκαι. ἢ ἀντὶ τοῦ ἀϲυνετώτατον. Ὅμηροϲ δὲ ἀντὶ
τοῦ ὃ μὴ δύναταί τιϲ ϲυνιέναι, τί ποτε φρονεῖ. φηϲὶ γάρ· ϲὺ δὲ
ϲύνθεο καί μευ ἄκουϲον.
4286 Ἀϲύντακτον: μὴ ϲυντεταγμένον, μὴ ϲυμφραξάμενον.
4287 Ἀϲυντελήϲ: ἀϲύμφοροϲ, ἀχρήϲιμοϲ.
4288 Ἀϲϲυρίηθεν: ἀπὸ τῆϲ Ἀϲϲυρίαϲ.
4289 Ἀϲϲύριοι: ἀρχὴ παλαιὰ καὶ ἐϲ τοὺϲ μυθικοὺϲ ἀναγομένη
χρόνουϲ ὀλίγου τινὸϲ ἐκράτηϲε τῆϲ Ἀϲίαϲ μέρουϲ. εἶτα ἡ
Μηδικὴ καθελοῦϲα τὴν Ἀϲϲυρίων χρόνον οὐ πολὺν κατέϲχεν, ἀλλὰ
κατελύθη ἐπὶ τῆϲ δ΄ γενεᾶϲ. Πέρϲαι δὲ Μήδουϲ καταγωνιϲάμενοι χρόνου
πολλῷ πλέον ϲ΄ ἔμειναν ἐπὶ τῆϲ ἀρχῆϲ. ἡ δὲ Μακεδόνων δυναϲτεία τὴν
Περϲῶν καθελοῦϲα, μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπὶ τὸ χεῖρον
ἤρξατο φέρεϲθαι καὶ ἐπὶ τῶν διαδόχων αὐτὴ καθ᾿ ἑαυτὴν
ἐξηϲθένηϲεν ὑπὸ Ῥωμαίων καταλυθεῖϲα. τὰϲ γὰρ Ἑλληνικὰϲ δυνάμειϲ οὐκ
ἄξιον αὐταῖϲ ἀντιπαρεξετάζειν. Ἀθηναῖοι γὰρ μόνηϲ ἧρξαν τῆϲ παραλίου
δυεῖν δέοντα
δὲ πόλιϲ ἁπάϲηϲ γῆϲ, ὅϲη μὴ
ἀνέμβατόϲ ἐϲτι, ε΄ καὶ μ΄ πρὸϲ τοῖϲ ψ΄ ἔτεϲιν εἰϲ ὑπάτουϲ Κλαύδιον
Νέρωνα τὸ δεύτερον καὶ Πίϲωνα Καλπουρῖνον, οὐδὲν ἀντίπαλον
ἔχουϲα.
4290 Ἀϲϲύριοι: οὖτοι ἐκλήθηϲαν ἀπό τινοϲ γίγαντοϲ ὀνόματι Σύρου, ἐξ
οὗπερ ἔλαβε τὴν ἐπωνυμίαν ἡ χώρα. ἀπὸ δὲ Ἀϲϲυρίων καὶ Σύροι
προϲογορεύθηϲαν. ἢ ἀπὸ Ἀϲϲοὺρ, τοῦ υἱοῦ Σὴμ, τοῦ υἱοῦ
Νῶε· ὅϲτιϲ Ἀϲϲοὺρ ἔκτιϲε πρῶτοϲ πόλιν μεγάλην τὴν μετονομαϲθεῖϲαν
Νινευί. οἱ δὲ Ἀϲϲυρίουϲ φαϲὶ τοῦϲ Πέρϲαϲ. Ἀϲϲύριοι· τὸ ἔθνοϲ.
τε ἑτέρων ἐφ᾿ ἑτέρουϲ
μυρίαι καὶ πόλεμοι πρὸϲ ἀλλήλουϲ ϲυνερράγηϲαν. ταῦτα ἐπὶ
Καίϲαροϲ.
4291 Ἀϲύϲτατον: οὐ ϲυνεϲτῶτα οὐδὲ πυκνὸν, ἀλλ᾿ ἀραιὸν ἐν τῇ
4292 Ἀϲύφηλον: ἀπαίδευτον, ἀνόητον.
4293 Ἀϲφαδάϲτῳ: ἀϲκαρίϲτῳ, ϲπαϲμὸν μὴ ἔχοντι. ἀντὶ τοῦ ϲυντόμωϲ.
4294 Ἀϲφάλιοϲ: Ποϲειδῶν. Ἀϲφάλιοϲ ῥιζοῦχα θεμείλια νέρθε φυλάϲϲων. τελευταῖοϲ οὖτοϲ τοῦ ε΄ τῶν Ἁλιευτικῶν Ὀππιανοῦ.
4295 Ἀϲφάλιϲαι: φύλαξαι ϲαυτόν. Ἀϲφαλίζω γὰρ τὸ φυλάττω.
4296 Ἀϲφαλτῖτιϲ λίμνη: ἔνθα ἡ ἄϲφαλτοϲ γίνεται. ἄϲφαλτοϲ δὲ ξηρίον
ἐϲτὶ πίττῃ ὅμοιον. χρῶνται δὲ ταύτῃ καὶ οἱ ἰατροί. καὶ
4297 Ἀϲφάραγον: φάρυγγα, ϲτόμαχον, λαιμόν. λέγεται καὶ τὸ
ἀκανθῶν ἀποφυόμενον βλάϲτημα. ἔϲτι δέ τι καὶ βοτάνηϲ εἶδοϲ
ἀϲπάραγοϲ, πρὸϲ τὰϲ καθάρϲειϲ ἐπιτήδειον. οὕτω μὲν οἱ Ἀττικοὶ διὰ
τοῦ φ τὴν λέξιν προφέρουϲιν, οἱ δὲ πολλοὶ μὴ ἀκριβοῦντεϲ διὰ τοῦ π
λέγουϲι. καὶ ἁπλῶϲ τὰ τῶν λαχάνων ὁρώμενα πρῶτα ἀϲπαράγουϲ
καλοῦϲιν.
4298 Ἀϲφόδελοϲ: τὸ φυτόν, Ἀϲφοδελὸϲ δὲ ὁ λειμών.
4299 Ἀϲφόδελοϲ: ϲκιλλῶδεϲ φυτὸν, φύλλα ἔχον μακρὰ καὶ ἀνθέρικον
ἐϲθιόμενον· καὶ τὸ ϲπέρμα δὲ αὐτοῦ φρυγόμενον καὶ ἡ ῥίζα κοπτομένη
μετὰ ϲύκων πλείϲτην ὄνηϲιν ἔχει. Περϲεφόνηϲ καὶ χθονίων ἱερόν. καὶ
Ῥόδιοι τὴν Κόρην καὶ τὴν Ἄρτεμιν ἀϲφοδέλῳ ϲτέφουϲι.
προπαροξυτόνωϲ δὲ ἀναγνωϲτέον. οὐδ᾿ ὅϲον ἐν μαλάχῃ τε καὶ ἀϲφοδέλῳ
μέγ᾿ ὄνειαρ. τὸν δὲ τόπον, ἐν ᾧ φύεται, ὀξυτονητέον· ὡϲ καὶ παῤ
Ὁμήρῳ· κατ᾿ ἀϲφοδελὸν λειμῶνα.
4300 Ἀϲχαλίδαϲμα.
4301 Ἀϲχάλλων: ἀδημονῶν, λυπούμενοϲ, χαλεπαίνων. ὁ δὲ
4302 Ἄϲχετον: ἀκράτητον. καὶ Ἀϲχέτωϲ, ἀμέτρωϲ.
4303 Ἄϲχολοϲ: ὁ μὴ εὐκαιρῶν. ϲχολὴ γὰρ ἡ ἐν τῇ λεγομένῃ ϲυνηθείᾳ
εὐκαιρία. μηδὲ χωρὶϲ ἀνάγκηϲ λέγειν πρόϲ τινα ἢ ἐν ἐπιϲτολῇ γράφειν,
ὅτι ἄϲχολόϲ εἰμι, μηδὲ διὰ τοιούτου τρόπου ϲυνεχῶϲ παραιτεῖϲθαι τὰ
κατὰ τὰϲ πρὸϲ τοὺϲ ϲυμβιοῦνταϲ ϲχέϲειϲ καθήκοντα,
προβαλλόμενον τὰ περιεϲτῶτα πράγματα. καὶ Ἀϲχολοῦμαι·
4304 Αττα: δ΄ ϲημαίνει. ἀντὶ μὲν τοῦ ὅϲα ἢ ἅτινα παρὰ Ἀντιφῶντι,
ἐνιαχοῦ δὲ παρέλκει τὸ
αττα. ἐν δὲ τῷ Παραπρεϲβείαϲ Δημοϲθένηϲ
πέπονθα ὑπὸ τούτου. καὶ
αὖθιϲ· οἱ γὰρ ἄνθρωποι, ἅττα ἂν ὁρῶϲι τῇ ὄψει, πιϲτότερα ἡγοῦνται ἢ
οἷϲ εἰϲ ἀφανὲϲ ἥκει ὁ ἔλεγχοϲ τῆϲ ἀληθείαϲ. Δαμάϲκιοϲ· ὁ δὲ Ἰϲίδωροϲ
ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅϲον δυνάμεωϲ, ἀλλ᾿ ὅϲον ὀρέξεωϲ
εἶχεν. εἶχε δὲ ἐπ᾿ ἐλάχιϲτον τῆϲ πρὸϲ αὐτὰ ϲυμπαθείαϲ, ἅτε οὐχ
ἁπτόμενα τῆϲ ψυχῆϲ, ἀλλὰ μέχρι
φανταϲίαϲ καὶ γλώττηϲ
ἱϲτάμενα. τὸ ἄτε ἐπὶ ἐπιρρήματοϲ ψιλοῦται.
4305 Ἄττα: προϲφώνηϲιϲ νεωτέρου πρὸϲ πρεϲβύτερον. ἄττα
4306 Ἀτταγᾶϲ νουμηνίῳ: παροιμία ἐπί
4307 Ἀτταγᾶϲ: εἶδοϲ ὀρνέου, ὃ τὰ λιμνιώδη καὶ λεῖα χωρία
καταβόϲκεται.
4308 Ἀτάκτημα. ἀταξία. τοῦ μηδὲν ἀτάκτημα γενέϲθαι περὶ τὴν
4309 Ἀτα λάντη, Ἀκάϲτου γυνὴ, ἥτιϲ Πηλέωϲ ἐραϲθεῖϲα λόγουϲ ὑπὲρ
μίξεωϲ εἰϲφέρει, ἀναινομένου δὲ δείϲαϲα, μή μιν κατείποι πρὸϲ
τὸν ἄνδρα, ὑποφθάϲαϲα αὐτὸν προϲδιαβάλλει τὸν ἄνδρα, ὡϲ
εὐνηθῆναί οἱ ἐθέλοντα. ὁ δὲ λόχον ὑφείϲαϲ ἐπεβούλευϲε Πηλεῖ. καὶ ὃϲ
αἰϲθόμενοϲ ἐϲ πόλεμον κατέϲτη πρὸϲ αὐτὸν, ἐπικαλεϲάμενοϲ βοηθοὺϲ
τούϲ τε Τυνδαρίδαϲ καὶ Ἰάϲονα, ἐχθρὸν ὄντα ἐκείνῳ, φίλοϲ αὐτὸϲ ὢν
διὰ τὸ ϲύμπλουϲ ἐν τῆ Ἀργοῖ γεγονέναι· καὶ τήν τε Ἰωλκὸν αἱρεῖ καὶ
τὴν Ἀκάϲτου γυναῖκα ϲφάττει.
4310 Ἀτάλαντον. ἴϲον, παραπλήϲιον.
4311 Ἀταλά ριχοϲ, υἱὸϲ μὲν Ἀμαλαϲούνθηϲ, βαϲιλεὺϲ δὲ τῶν Γότθων.
4312 Ἀταλὰ φρονέων: νήπια, ἁπαλά.
4313 Ἀταλαίπωρον. ἄπονον. ἡ τὸ ἐξ ἑτοίμου λεγόμενον καὶ οὐ
4314 Ἀταλῇϲιν: ἁπαλαῖϲ, νεογνοῖϲ. καὶ Ἀταλόψυχοϲ: ἐν
4315 Ἀττάλεια, Ἰταλία δέ.
4316 Ἄτταλοϲ, βαϲιλεὺϲ, ἀδελφὸϲ Εὐμενοῦϲ· ᾧ ἄλλο οὐδὲν ἐφόδιον
ὑπῆρξε πρὸϲ βαϲιλείαν τῶν ἐκτὸϲ, πλοῦτοϲ δὲ μόνον, ὃϲ
μετὰ νοῦ μὲν καὶ τόλμηϲ χειριζόμενοϲ ἀληθῶϲ μεγάλην παρέχεται χρείαν
τῇ τοῦ πλούτου δυνάμει. ὁ δὲ πρὸϲ
οὐδὲν ἄλλο ἐπεβάλετο χρήϲαϲθαι τοῖϲ χορηγίοιϲ ἀλλ᾿ ἢ πρὸϲ βαϲιλικὴν
ἀνάκτηϲιν, οὗ μεῖζον οὐδὲ κάλλιον οὐδὲν οἷόν τέ ἐϲτὶν εἰπεῖν· ὃϲ τὴν
ἀρχὴν ἐνεϲτήϲατο τῆϲ προειρημένηϲ ἐπιβολῆϲ οὐ μόνον διὰ τῆϲ εἰϲ τοὺϲ
φίλουϲ εὐεργεϲίαϲ καὶ χάριτοϲ, ἀλλὰ καὶ διὰ τῶν κατὰ πόλεμον ἔργων.
βαϲιλεύϲαϲ γὰρ
καὶ βιώϲαϲ ἔτη β΄ πρὸϲ τοῖϲ ο΄, τούτων
δὲ βαϲιλεύϲαϲ μ΄ καὶ δ΄, ϲωφρονέϲτατα μὲν ἐβίωϲε καὶ ϲεμνότατα πρὸϲ
γυναῖκα καὶ τέκνα, διεφύλαξε δὲ τὴν πρὸϲ πάνταϲ ϲυμμάχουϲ καὶ φίλουϲ
πίϲτιν, ἐναπέθανε δὲ ἐν αὐτοῖϲ τοῖϲ καλλίϲτοιϲ ἔργοιϲ. καὶ οὕτωϲ
ἡρμόϲατο τὴν ἀρχὴν, ὡϲ παιϲὶ παίδων ἀϲταϲίαϲτον παραδοθῆναι τὴν
βαϲιλείαν. οὗτοϲ ὁ
Ἄτταλοϲ παραλαβὼν τὴν ἐξουϲίαν
πρῶτον ἐξήνεγκε δεῖγμα τῆϲ αὑτοῦ προαιρέϲεωϲ καὶ πράξεωϲ τὴν
Ἀριαράθου καταγωγὴν ἐπὶ τὴν βαϲιλείαν. ὅτι Ἄτταλοϲ, ὁ Ἀπολλωνίαϲ
ἀνὴρ, βαϲιλεὺϲ Ἀϲίαϲ,
βαϲιληΐδα τιμὴν, καὶ παίδων παῖδεϲ, τούτων γε μὲν οὐκέτι παῖδεϲ.
4317 Ἀτάλλων: τρέφων. Σοφοκλῆϲ· κούφοιϲ πνεύμαϲι βόϲκου,
4318 Ἀταμίευτον: ἀδιοίκητον. καὶ ἀφύλακτον. ἢ οὗπερ οὐκ
ἔϲτι ταμιεῖον. λέγεται δὲ οὕτωϲ καὶ τὸ πρόχειρον καὶ ἐν
ἑτοίμῳ.
4319 Ἀτάρ: καὶ δή· ἢ πλὴν, ἅτε δή· ἢ ὅμωϲ· ἢ ἀντὶ τοῦ δέ.
4320 Ἀτάρβητοϲ: ἄφοβοϲ, ἄτρομοϲ. καὶ Ἀταρβήτωϲ, ἀντὶ
4321 Ἀτὰρ δέ: πλὴν ὅμωϲ.
4322 Ἀταρνεύϲ: πολίχνιόν τι κατ᾿ ἀντικρὺ Λέϲβου κείμενον.
4323 Ἀτὰρ οὖν: διὰ τοῦτο οὖν.
4324 Ἀτὰρ ὥϲ: εἶτα δὴ, ὅμωϲ.
4325 Ἀτάϲθαλα: ἄδικα, ἁμαρτωλά. καὶ Ἀταϲθαλία. ὁ δὲ
εἰϲ παῖδαϲ εὖ γεγονόταϲ ϲυνεκυρώθη καὶ νόμοϲ εἶναι.
4326 Ἀταϲθαλία: ἡ φρενοβλάβεια. τῶν τιϲ νεωϲτὶ καταλεγέντων
4327 Ἀταυρώτη: ἀντὶ τοῦ ἁγνὴ καὶ ἄμικτοϲ· ταῦροϲ γὰρ τὸ αἰδοῖον τοῦ ἀνδρόϲ. καὶ διὰ τοῦτο ἀταυρώτη, ἡ ἁγνὴ ἢ ἄζευκτοϲ γάμου, καὶ ἀζυγήϲ. καὶ βοῶπιϲ ἡ Ἥρα καὶ ζυγία καὶ γαμηλία. ἐπειδὴ οἱ ταῦροι κατωφερεῖϲ. οἴκαδ᾿ ἀταυρώτη διάξω τὸν βίον.
4328 Ἅτε: ὡϲ ἄν.
4329 Ἄτεγκτοϲ ἄνθρωποϲ παρηγορήμαϲιν: ὁ μὴ βρεχόμενοϲ μήτε
προϲιέμενοϲ παραμυθίαν, ἀλλὰ ϲκληρὸϲ ὢν ὡϲ ἡ πέτρα ἢ ἄλλο
καὶ δάκρυα ἐμβαλοῦϲαι πάνταϲ, ὡϲ καὶ τοὺϲ
ἀτέγκτουϲ τε καὶ ἀτεράμοναϲ
Αἰλιανόϲ· ἦν δὲ ἄτεγκτοϲ ὅδε ὁ παῖϲ καὶ
ἀμείλικτοϲ, καί οἱ
4330 Ἀτέγκτου· ἀλλ᾿ ἦν τῆϲ ἀγροικοτέραϲ τε καὶ ἀτέγκτου μοίραϲ.
4331 Ἅτε δή: ὡϲ δή.
4332 Ἀτέκμαρτον. ἀτελείωτον, ἀκαταϲτόχαϲτον. Ἀριϲτοφάνηϲ
Ὄρνιϲιν· ἄνθρωποϲ ἀϲτάθμητοϲ πετόμενοϲ ἀτέκμαρτοϲ. οἷον
ϲημεῖον
4333 Ἀτεκνία: ἡ λήθη. Δαβίδ· ἀνταπεδίδοϲάν μοι πονηρὰ ἀντὶ
4334 Ἀτεκνῶ· αἰτιατικῇ.
4335 Ἀτέλεϲτοϲ: ἀμύητοϲ, βέβηλοϲ, ἀνοργίαϲτοϲ, τελετὰϲ μὴ
πεποιημένοϲ.
Αἰλιανόϲ· μυϲτηρίων τελουμένων τοῖν Θεοῖν,
ἀτέλεϲτοϲ μὲν
4336 Ἀττέλεβοϲ: ἀκρίϲ τιϲ.
4337 Ἀτελεύτητον: ἀτελείωτον.
4338 Ἀτέλεια: ἀλειτουργηϲία.
4339 Ἀτελῆ: ἀδάπανα· ὡϲ πολυτελῆ, τὰ πολυδάπανα.
4340 Ἀτενέϲ: εὐθὺ, ϲυνεχὲϲ, παντελῶϲ, καθόλου, παραχρῆμα, ἄγαν,
ἰϲχυρῶϲ· ἀφελῶϲ ἢ πάνυ προϲεχῶϲ.
4341 Ἀτενίζω αἰτιατικῇ. Ἐνατενίζω δὲ δοτικῇ.
4342 Ἄτερ: ἐκτὸϲ, χωρίϲ. καὶ Ἅτερα: θάτερα.
4343 Ἀτέραμνον: ϲκληρὸν, δυϲμετάβλητον. Ἀτεράμονεϲ, οὐχὶ ἀτέραμνοι.
καὶ τὸ ἑνικὸν ἀτεράμων, οὐχὶ ἀτέραμνοϲ. καὶ ὄϲπρια ἀτεράμονα, οὐχὶ
ἀτέραμνα. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲιν· ἀτεράμονεϲ, Μαραθωνομάχαι,
ϲφενδάμνινοι. καὶ Ἀτεράμων, ἀκαταπόνητοϲ.
οὐδεὶϲ δὲ ἦν οὕτωϲ ἀτεράμων καὶ βάρβαροϲ τὴν
ψυχὴν, ὃϲ οὐκ ἐπείθετο καὶ κατεκηλεῖτο τοῖϲ ἀπὸ τοῦ ἱεροῦ ϲτόματοϲ
ἐκείνου ῥέουϲι λόγοιϲ.
4344 Ἀτεράμων: λίαν ϲκληρὸϲ, μὴ τειρόμενοϲ, ἀνένδοτοϲ. κυρίωϲ δὲ τὰ μὴ ἑψόμενα τῶν ὀϲπρίων ἀτεράμονα λέγονται, οἷον οὐχ ἁπαλά.
4345 Ἀτερμάτιϲτοϲ: ἀβέβαιοϲ, ἀθεμελίωτοϲ.
4346 Ἅτεροϲ: ὁ ἕτεροϲ. καὶ τούτων ἅτεροϲ τῶν ἀνδρῶν. ὁ
4347 Ἀτευκτῶ· γενικῇ. ἀποτυγχάνω.
4348 Ἀτέχνοιϲ: πανούργοιϲ, ἢ ἀπείροιϲ. καὶ Ἀτέχνωϲ, βαρυτόνωϲ,
Harp. χωρὶϲ πανουργίαϲ. ϲαφῶϲ· ἢ βεβαίωϲ ἢ ἀϲφαλῶϲ ἢ φανερῶϲ.
ἂν ἀπαντῶν. ἢ ἀτεχνῶϲ, ἀντὶ τοῦ
ὅλωϲ, καὶ ϲυνόλωϲ, οἷον ἀδόλωϲ· τέχναϲ γὰρ ἔλεγον τοὺϲ δόλουϲ.
Ὅμηροϲ· ἀμφὶ δὲ δεϲμοὶ τεχνήεντεϲ ἔχυντο.
4349 Ἄττει: ὁρμᾷ, βαδίζει, ἐγγίζει τὸ δὲ ᾄττω, ἀπὸ τοῦ ἀΐϲϲω,
4350 Ἄτη: ἡ βλάβη. Ὅμηροϲ· αὐτίκα δ᾿ εἷλ᾿ Ἄτην κεφαλῆϲ
λιπαροπλοκάμοιο.
κράατα βαίνει. Ἄτη
δὲ ὁ διάβολοϲ, ὁ ἀντικείμενοϲ. Σοφοκλῆϲ· ἀλλ᾿ οὖν εὐνοίᾳ γ᾿ αὐδῶ,
μήτηρ ὡϲ ἥτιϲ πικτὴ, μὴ τίκτειν ἄτην ἄταιϲ.
4351 Ἀττήλαϲ: ὁ τῶν Σκυθῶν ἡγεμών.
4352 Ἀτημελία: ἡ καταφρόνηϲιϲ, ἡ ἀμέλεια. Ἀγαθίαϲ· τὰ γὰρ
4353 Ἀτηρότατον· Σφηξί. Πλάτων δ᾿ ἐν Φάωνι ἀτηρίαϲ. καὶ
Ἀτηρόν. Ἀριϲτοφάνηϲ· οὐ γὰρ ὁ γέρων ἀτηρὸν ἦν κακόν.
καὶ
4354 Ἄττιϲ παρὰ Φρυξὶ μάλιϲτα τιμᾶται, ὡϲ πρόϲπολοϲ τῆϲ Μητρὸϲ
4355 Ἄττιν, οὐχὶ Ἄττια. Δημοϲθένηϲ· κατάρχειϲ τοῖϲ Σάβοιϲ·
4356 Ἀτίθαϲϲον: ἀνήμερον.
4357 Ἀττικάϲ: ἀντὶ τοῦ ὑϲτεριζούϲαϲ τοῦ καιροῦ, βραδυνούϲαϲ.
τῷ πράγματι.
4358 Ἀττικἡ ὅτι Ποϲειδῶν καὶ Ἀθηνᾶ ἐφιλονείκηϲαν περὶ τῆϲ Ἀττικῆϲ.
καὶ
4359 Ἀττικὴ πίϲτιϲ: ἐπὶ τῶν βεβαίαν φυλαττόντων πίϲτιν. καὶ
4360 Ἀττικιϲμόϲ: ἡ πρὸϲ τοὺϲ Ἀττικοὺϲ οἰκειότηϲ καὶ εὔνοια· ὡϲ
4361 Ἀττικόϲ, ἐπίϲκοποϲ Κωνϲταντινουπόλεωϲ μετὰ Ἀρϲάκιον, τὸν
ἀπὸ τοῦ Χρυϲοϲτόμου ἐπιτροπεύϲαντα, τὸ μὲν γένοϲ ἦν ἐκ
Σεβαϲτείαϲ τῆϲ Ἀρμενίαϲ· ἐκ νέου δὲ φιλοϲοφεῖν ἐπαιδεύθη ὑπὸ μοναχοῦ
τῆϲ Μακεδονίου αἱρέϲεωϲ. οἱ δὲ τότε ἐν φιλοϲοφίᾳ διαπρέποντεϲ ἀνὰ
τὴν Σεβάϲτειαν ἐκ τῆϲ Εὐϲταθίου διατριβῆϲ ἦϲαν· ὃν ἐπίϲκοπον καὶ
ἡγεμόνα τῶν ἐνθάδε ἀρίϲτων μοναχῶν ἔγνωμεν. ἤδη δὲ εἰϲ ἄνδραϲ
τελῶν πρὸϲ τὴν καθολικὴν ἐκκληϲίαν μετέθετο. φύϲει δὲ
μᾶλλον ἢ μαθήϲει φρόνιμοϲ ὢν ἐγένετο τῶν πρακτέων ἐπήβολοϲ,
ἐπιβουλεύειν τε καὶ πρὸϲ ἐπιβουλὰϲ ἀντίϲχειν ἱκανὸϲ, τὸ δὲ ἦθοϲ
ἐπαγωγὸϲ ὡϲ πολλοῖϲ κεχαριϲμένοϲ εἶναι, μέτριοϲ δὲ πρὸϲ τοὺϲ ἐπ᾿
ἐκκληϲίαϲ λόγουϲ, ὡϲ μήτε γραφῆϲ ἀξίουϲ νομίζεϲθαι τοῖϲ ἀκροαταῖϲ,
μήτε παιδείαϲ
παντελῶϲ ἀμοίρουϲ. ἐμμελὴϲ γὰρ ὢν, εἴ πῃ
καιρὸν ἦγε, τοὺϲ παῤ Ἕλληϲιν εὐδοκιμωτάτουϲ ϲυγγραφέαϲ ἠϲκεῖτο· καὶ
τῷ δοκεῖν ἰδιώτηϲ εἶναι, περὶ τούτων διαλεγόμενοϲ καὶ τοὺϲ
ἐπιϲτήμοναϲ πολλάκιϲ ἐλάνθανεν. ἐλέγετο δὲ πρὸϲ τοὺϲ ὁμοδόξουϲ
ϲπουδαῖοϲ εἶναι, τοῖϲ δὲ ἑτεροδόξοιϲ φοβερόϲ· καὶ ῥᾳδίωϲ μὲν αὐτοῖϲ,
ἡνίκα βούλοιτο, θέοϲ
ἐμποιεῖν, αὖθιϲ δὲ μεταβαλλόμενοϲ
πρᾶοϲ φαίνεϲθαι. καὶ τοῦτον μὲν τοιόνδε γενέϲθαι φαϲίν. οὗτοϲ ὁ
Ἀττικὸϲ μετὰ τὸ πεπαιδεῦϲθαι εὐλαβήϲ τε καὶ φρόνιμοϲ ἦν· διὸ καὶ τὰϲ
ἐκκληϲίαϲ ἐπ αὐτοῦ ϲυνέβη εἰϲ μέγα ἐπιδοῦναι. οὐ γὰρ μόνον τοὺϲ
οἰκείουϲ τῆϲ πίϲτεωϲ ϲυνεκρότει, ἀλλὰ καὶ τοὺϲ αἱρεϲιώταϲ τῇ
φρονήϲει κατέπληττε· καὶ ϲκύλλειν μὲν
αὐτοὺϲ οὐδαμῶϲ
ᾑρεῖτο, φοβῶν δὲ πάλιν ἐπράϋνεν. ἀλλὰ μὴν οὔτε λόγων ἠμέλει, ἐπόνει
γὰρ περὶ τὰ τῶν παλαιῶν ἀναγνώϲματα, διανυκτερεύων ἐν αὐτοῖϲ· διὸ
καὶ οὐκ ἐξεφωνεῖτο παρὰ τῶν φιλοϲόφων ϲοφιϲτῶν. ἦν δὲ τοῖϲ
ἐντυγχάνουϲι χαρίειϲ καὶ ἐπαγωγὸϲ, καὶ τοῖϲ λυπουμένοιϲ
ϲυνεϲτύγναζε, καὶ κατὰ τὸν Ἀπόϲτολον, τοῖϲ πᾶϲι τὰ
πάντα ἐγίνετο. καὶ πρεϲβύτηϲ μὲν ὢν ἐκμαθὼν οὓϲ καὶ ἐπόνει λόγουϲ
ἐπ᾿ ἐκκληϲίαϲ ἐδίδαϲκε· μετὰ δὲ ταῦτα ϲὺν τῇ φιλοπονίᾳ καὶ παρρηϲίαν
κτηϲάμενοϲ ἐξ αὐτοϲχεδίου καὶ πανηγυρικώτατα ἐδίδαϲκε καὶ χαίρειν τῇ
γραμματικῇ φράϲαϲ ἐπὶ τὸν ἀϲκητικὸν ἐτράπη βίον. οὐ μὴν τοιοῦτοι
ἦϲαν οἱ λόγοι ὡϲ παρὰ τῶν ἀκροατῶν ϲπουδάζεϲθαι
ἢ γραφῇ
παραδίδοϲθαι.
4362 Ἀτιμαγέλου: μὴ ϲυναγελαζομένου. κέραϲ βουμολγὸϲ ταύρου
4363 Ἀτιμάζω· αἰτιατικῇ. τὸ καταφρονῶ, τὸ ἀναδύομαι. Αἰλιανόϲ·
Ἀτιμῆϲαι, ἀτίμωϲ ὑβρίϲαι. ὁ δὲ Δημοϲθένηϲ ἐδέετο
ϲυγγνῶναι τῷ παιδὶ καὶ μὴ αὐτὸν ἀτιμῆϲαι.
4364 Ἀτίμητοϲ ἀγών: ἐφ᾿ ᾧ τίμημα ὡριϲμένον ἐκ τῶν νόμων οὐ
4365 Ἄτιμοϲ: ἀνήκουϲτοϲ. καί μ᾿ ὁ
Φοῖβοϲ ἄτιμον ἐξέπεμψε. περὶ
4366 Ἀτιμότερον: ἀντὶ τοῦ εὐτελέϲτερον, ἀτεχνότερον. μηδένα
μηδοτιοῦν τῶν ἐρέϲθαι δεομένων εἴπῃϲ μηδὲν, ἔϲτ᾿ ἂν
ἀφίκωμαι. εἰ δὲ μή μοι προϲέξοιϲ, ἐρεῖϲ δὲ ἄκοντοϲ, ἀτιμότερόν με
θήϲειϲ. εἰν ἀΐδᾳ γάρ μιν ὁ Θερϲίτηϲ οὐδὲν ἀτιμότεροϲ.
4367 Ἀτιμώρητοϲ: ἀβοήθητοϲ, ἢ θαυμαϲτόϲ. ἐϲτι δ᾿ ὅτε καὶ ὁ
ἐγένετο μεῖναι τοὺϲ παῖδαϲ τοὺϲ
ἀλοηθένταϲ, ἑτεραλκὴϲ γὰρ ἡ νίκη γενομένη τῶν πληϲίον ἦν.
4368 Ἄτλαϲ: ὁ μυθευόμενοϲ τὴν γῆν καὶ τὸν οὐρανὸν βαϲτάζειν. καὶ
ϲιδηρέουϲ Ἄτλαντοϲ ὤμουϲ. καὶ παροιμία· Ἄτλαϲ τὸν οὐρανόν.
καὶ κακοῖϲ περιπιπτόντων.
4369 Ἀτλήτῳ: ἀνυπομονήτῳ. ἐν Ἐπιγράμμαϲι· παίγνιον ἀτλήτου
4370 Ἀτλαντικὰ πελάγη: ἑϲπέριοϲ ὠκεανὸϲ καὶ ἑῷοϲ καὶ πάντα τὰ ἄπλωτα
πελάγη. καὶ Ἀτλαντὶϲ θάλαττα, ὁ ὠκεανόϲ.
4371 Ἀτμίϲ: ἀναθυμίαϲιϲ, ἄκρον πυρόϲ. καὶ Ἀτμῶν, ἀναθυμιάϲεων.
4372 Ἄτολμοι: δειλοὶ, κατεπτηχότεϲ. ὁθούνεκ᾿ εἰϲὶν ἀδρανέϲτατοι ζῴων,
ψυχὰϲ ἄτολμοι, μοῦνον εἰδότεϲ φεύγειν. καὶ αὖθιϲ· ἐπεὶ
4373 Ἄτομα: λεπτότατα. τὰ μὴ δυνάμενα διὰ τὴν ἄκραν λεπτότητα
4374 Ἀτοπίαϲ πλέων πρᾶγμα: ἀντὶ τοῦ θαύματοϲ. δελεάϲαντοϲ
4375 Ἄττοϲα, ἡ Κύρου μὲν θυγάτηρ, Δαρείου δὲ γυνὴ, ἰατρεύθη ἐντέχνωϲ
ὑπὸ
Δημοκήδου ἰατροῦ. καὶ ζήτει ἐν τῷ Δημοκήδηϲ.
4376 Ἀιώμενοϲ: ἄτηϲ πεπληρωμένοϲ. ἴδοι μιν ὧδ᾿ ἀτώμενοϲ Σφοκλῆϲ.
4377 Ἀτραβατικάϲ· ἐν ταῖϲ ἑορταῖϲ καὶ τοῖϲ ἐπινικίοιϲ καὶ παρόντων
πρέϲβεων ἐνεδύοντο χιτῶναϲ καὶ χλαμύδαϲ ποικίλαϲ, ἀπὸ χρυϲοῦ
καὶ πορφύραϲ καὶ ἄλλωϲ πωϲ πολυτελεῖϲ, ἐν δὲ ταῖϲ
κοιναῖϲ ϲυνόδοιϲ ξηραμπελίναϲ τὸ χρῶμα, ἃϲ ἐκάλουν Ἀτραβατικὰϲ ἀπὸ
τοῦ χρώματοϲ τὸ γὰρ μέλαν ἄιρον καλοῦϲιν· ἢ ὅτι μετὰ τραβαίαϲ
ταύταιϲ εἰώθεϲαν χρῆϲθαι· τραβαῖαι δὲ λέγονται αἱ πολυτελεῖϲ
χλαμύδεϲ.
4378 Ἄτρακτον: βέλοϲ μεταφορικῶϲ. Σοφοκλῆϲ· πρὸϲ δὲ τού Στοιϲ, ὅ μοι
βάλοι νευροϲπαδὴϲ ἄτρακτοϲ, αὐτὸϲ ἂν τάλαϲ εἰλυόμην
βλαβείϲ. καὶ Μένανδροϲ· ὁ δὲ ἐπετοξάζετο κατὰ τοῦ
βαρβάρου,
αὖθιϲ· καὶ δακτυλότριπτον ἄτρακτον, ϲπονδυλοδινήτῳ
νήματι νηχόμενον. καὶ αὖθιϲ· τόν τε καρηβαρέοντα, πολυροίβητον
ἄτρακτον, κλωϲτῆρα ϲτρεπτάϲ εὔδρομον ἁρπεδόναϲ.
4379 Ἀτραμύτειον· Θουκυδίδηϲ. Ἀτραμυτινὸϲ δέ.
4380 Ἀτραπιτόϲ: ἡ ὁδόϲ. καὶ Ἀτραπούϲ, ὁδοὺϲ τετριμμέναϲ.
4381 Ἀτράφαξυϲ: εἶδοϲ λαχάνου, ὃ ταχέωϲ εἰϲ μέγεθοϲ αὔξεται.
4382 Ἀτρέα καὶ καθόλου τὰϲ ἀπὸ τῶν εἰϲ ευϲ ϲυμφώνῳ παραληγομένων
αἰτιατικὰϲ μηκύνουϲι, τὰϲ δὲ καθαρὰϲ τοῦ ευ ϲυναιροῦϲι· Χοᾶ καὶ
Μηλιᾶ καὶ Σουνιᾶ. Ἴωνεϲ δὲ ϲυϲτέλλουϲι τὰϲ προτέραϲ, Ἀτρέα καὶ Πηλέα
βραχέωϲ λέγοντεϲ· διὸ καὶ παρὰ τοῖϲ τραγικοῖϲ
οὐκ
ἀναγκαῖον ἐκτείνειν, εἰ μὴ μέτρον ἀναγκάζει. καὶ τὰϲ ἀπὸ τῶν εἰϲ ηϲ
ὁμοίωϲ. τὸ γὰρ ϲυϲτέλλειν Ἰακόν. Ἀριϲτοφάνηϲ Γεωργοῖϲ, καχέταϲ καὶ
Μεγακλέαϲ καὶ μαλακούϲ.
4383 Ἀτρεκέϲ: ἀληθὲϲ, ἀκριβέϲ. καὶ Ἀτρεκεῖ, ἀληθεῖ, ἀκριβεῖ.
4384 Ἀτρέμαϲ: ἠρέμα. καὶ Ἀτρεμία, ἡϲυχία. καὶ Ἀτρεμίζων,
ἑδράζων.
4385 Ἀτρέωϲ ὄμματα: οἷον ἄτρεπτα καὶ ϲκληρά. εἴρηται δὲ ἀπὸ
4386 Ἀτρέπτωϲ: ὀρθῶϲ. Αἰλιανόϲ· ὑπὲρ τῶν μελλόντων ἀτρέπτωϲ
4387 Ἄτρεϲτοϲ. ἐνηθλήϲω δὲ προνοίᾳ αἵρεϲιν ἀτρέϲτου μητέρ᾿
4388 Ἀτρείδηϲ καὶ Ἀτρείδαο καὶ Ἀτρείδαιν. τὴν γενικὴν περιϲπᾶν ἀξιοῦϲιν οἱ ἀναλογικοὶ, τὴν δὲ δοτικὴν βαρυτονεῖν.
4389 Ἄτριψ: ἀμαθὴϲ, ἀτριβήϲ. οὐδὲ γὰρ ἦν οὐδὲ τούτων ἄτριψ
ὁ Παπίριοϲ. καὶ αὖθιϲ· ἄτριψ γὰρ ἦν τῆϲ ὁδοῦ ταύτηϲ.
4390 Ἀτρόμητοϲ: ὄνομα κύριον. καὶ ὁ ἄφοβοϲ. ἐν Ἐπιγράμμαϲι·
φεύγων ἀτρόμωϲ καὶ τρέχων ὑποϲτρέφει. περὶ τοῦ Πέρϲου Πιϲίδηϲ.
4391 Ἄτρον: τὸ μέλαν παρὰ Ῥωμαίοιϲ.
4392 Ἀτροφῆϲαν ἐμαράνθη: μὴ τραφέν.
4393 Ἄτρωτοϲ: ἀπαθὴϲ, ἀϲινήϲ. ἀλλ᾿ ἔμενεν ἄτρωτοϲ ὑπὸ τῶν τοιούτων παθῶν ἢ ὁ Αἴαϲ ὑπὸ ϲιδήρου.
4394 Ἄτρυτοϲ: ἀκαταπόνητοϲ. φιλολογίᾳ τε καὶ ἀτρύτοιϲ πόνοιϲ
ἐγκείμενοϲ, εὐφυεϲτέρων καὶ πρεϲβυτέρων κατέχωϲε δόξαϲ τῷ ἑαυτοῦ
ὀνόματι. καὶ αὖθιϲ· ταῖϲ δὲ ἡμέραιϲ ἀτρύτοιϲ πόνοιϲ ἑαυτὸν πρὸϲ
Ἀτρυτώνη: ὄνομα.
4396 Ἀτρύφεροϲ: ἡ λέξιϲ ἐν Βάπταιϲ Εὐπόλιδοϲ. ὅτι οὐκ ἀτρύφεροϲ οὔτ᾿ ἄωρόϲ ἐϲτ᾿ ἀνήρ.
4397 Ἀτυζομένη: ἐκπληττομένη τοῖϲ ϲυμβεβηκόϲι καὶ ὀδυρομένη. Ἠλέκτρα
φηϲί· νήπιοϲ, ὃϲ τῶν οἰκτρῶϲ οἰχομένων γονέων ἐπιλάθεται.
4398 Ἀτυφία: ταπεινοφροϲύνη. καὶ Ἄτυφον ἐν Φαίδρῳ τὸ ἀβλαθέϲ·
4399 Ἀτυχῆϲαι: μὴ τυχεῖν.
4400 Ἀοιδή: ᾠδή.
4401 Ἀοίδιμοϲ: ὑμνητόϲ.
4402 Ἀοιδόϲ: ὁ μελῳδόϲ. καὶ ὁ ποιητήϲ. ὅτι τὸ τῶν ἀοιδῶν
εἶτα διατριβὴν παρέχων
ἡδείαν ἀπεπλάνα τὴν διάνοιαν φαύλων ἐννοιῶν· διόπερ Αἴγιϲθοϲ οὐ
πρότερον διέφθειρε τὴν γυναῖκα πρὶν τὸν ἀοιδὸν ἀποκτεῖναι. ὁ δὲ
Δημόδοκοϲ ᾄδει τὴν Ἀφροδίτηϲ καὶ Ἄρεοϲ ϲυνουϲίαν, οὐ διὰ τὸ ἡδὺ καὶ
τὸ ἀποδέχεϲθαι τοῦτο τὸ πάθοϲ, ἀλλ᾿ ἀποτρέπων αὐτοὺϲ παρανόμων
ὀρέξεων, εἰδὼϲ ἐν τρυφερῷ
βίῳ τεθραμμένουϲ (αἰεὶ γὰρ
αὐτῷ δαῖϲ τε φίλη, κίθαριϲ), ὁμοιότατα τοῖϲ τρόποιϲ αὐτῶν τὰ πρὸϲ
ἀνάπαυϲιν φέρων. καὶ τὸν Φήμιον ποιεῖ ᾄδοντα πρὸϲ τὴν βουλὴν αὐτῶν.
καὶ αἱ Σειρῆνεϲ δὲ ᾄδουϲι τῷ Ὀυϲϲεῖ τὰ μάλιϲτα αὐτὸν τέρψοντα καὶ τὰ
οἰκεῖα τῇ φιλοτιμίᾳ αὐτοῦ καὶ πολυμαθείᾳ. λέγουϲι δὲ, ὅτι πᾶϲ ὁ τῆϲ
ᾠδῆϲ κατακούϲαϲ
τερψάμενοϲ νεῖται καὶ πλείονα
εἰδώϲ.
4403 Ἄοινοϲ: ἐπὶ τῶν μὴ γευομένων οἴνου, καὶ ἐπὶ τῶν μὴ ἐχόντων
4404 Ἀοῖον: ἑῷον ἀϲτέρα. οὕτωϲ Ἀριϲτοφάνηϲ.
4405 Αὖ: δή. ἢ πάλιν.
4406 Αὖ: ποτὲ μὲν ἀντὶ τοῦ πάλιν, ποτὲ δὲ ἐκ περιττοῦ τιθέαϲιν.
4407 Αὐάνθη: ἐξηράνθη.
4408 Αὐγάζω· αἰτιατικῇ.
4409 Αὔγαροϲ: Ἐδέϲϲηϲ βαϲιλεύϲ· ὅϲτιϲ ἐπὶ Τραϊανοῦ βαϲιλέωϲ ἦν, καὶ δῶρα αὐτῷ προϲῆξεν ἐκεῖϲε ἀφιγμένῳ. ζήτει ἐν τῷ Φυλάρχηϲ. Ἄγβαροϲ λέγουϲιν οἱ πολλοί.
4410 Αὐγέαϲ, Ἀθηναῖοϲ, κωμικόϲ. τῶν δραμάτων αὐτοῦ, Ἄγροικοϲ, Πορφύρα, Δὶϲ κατηγορουμένοϲ· ἔϲτι δὲ τῆϲ μέϲηϲ κωμῳδίαϲ.
4411 Αὐγοειδήϲ· ἔφαϲκε δ᾿ οὖν παῤ ἐκείνου καὶ ἐκεῖνο ἀκηκοένοι ὁ Ἰϲίδωροϲ, ὡϲ ἔχει τι ἡ ψυχὴ αὐγοειδὲϲ ὄχημα λεγόμενον, ἀϲτροειδέϲ τι καὶ ἀΐδιον. καὶ τοῦτο μέντοι τῷ ἀϲτροειδεῖ ϲώματι τῷδε ἀποκέκλειται ἐνίοιϲ μὲν εἴϲω τῆϲ κεφαλῆϲ, ἐνίοιϲ δὲ εἴϲω τοῦ δεξιοῦ ὤμου· ὅπερ οὐδεὶϲ φαίνεται ἄλλοϲ ἱϲτορήϲαϲ.
4412 Αὕγουϲτοϲ Καῖϲαρ, ὁ καὶ Σεβαϲτὸϲ καὶ Ὀκταβϊανὸϲ ἐπικληθεὶϲ, Περὶ
τοῦ ἰδίου βίου καὶ τῶν πράξεων βιβλία ιγ΄, καὶ τραγῳδίαν Αἴαντόϲ τε
καὶ Ἀχιλλέωϲ. ὅτι Αὔγουϲτοϲ Καῖϲαρ δόξαν αὐτῷ πάνταϲ τοὺϲ οἰκήτοραϲ
Ῥωμαίων κατὰ πρόϲωπον ἀριθμεῖ, βουλόμενοϲ γνῶναι πόϲον ἐϲτὶ πλῆθοϲ.
καὶ εὑρίϲκονται οἱ τὴν Ῥωμαίων οἰκοῦντεϲ
υι΄ μυριάδεϲ
καὶ αιζ΄ ἄνδρεϲ.
4413 Αὔγουϲτοϲ ὁ Καῖϲαρ, ἀνεψιὸϲ Ἰουλίου Καίϲαροϲ· ἀφ᾿ οὗ καὶ ὁ μὴν
Αὔγουϲτοϲ ἐπικέκληται. αὔγουϲτα δὲ λέγονται τὰ τίμια καὶ μεγάλα καὶ
ἐπίϲημα. ἐπ᾿ αὐτοῦ γὰρ ὁ κύριοϲ Ἰηϲοῦϲ Χριϲτὸϲ, ὁ θεὸϲ καὶ ϲωτὴρ
ἡμῶν, τὴν ϲάρκα ἀνείληφεν ἐκ τῆϲ ἁγίαϲ θεοτόκου καὶ
ἀειπαρθένου Μαριάϲ. ὅτι Αὐγουϲτεῖον ἐκλήθη, διότι τῇ ε΄ τοῦ
Ὀκτωβρίου μηνὸϲ οἱ ῥεγεωνάρχαι καὶ ϲεβαϲτοφόροι ἐχόρευον ἐν τῷ
Αὐγουϲτείῳ, οἷον ἐν τῷ ὀψοπωλίῳ, εἰϲ τιμὴν Τιβερίου· τὸν δὲ τοιοῦτον
τόπον οὕτωϲ ἐκάλεϲαν ἀπὸ τοῦ Αὔγουϲτοϲ. ἔϲτηϲε δὲ καὶ ὁ μέγαϲ
Κωνϲταντῖνοϲ εἰϲ τὸ ἄϲκεπον τῆϲ δάφνηϲ ϲτήλην τῆϲ ἑαυτοῦ
μητρὸϲ, ἐξ ἧϲ ὠνόμαϲε τὸν τόπον Αὐγουϲτεῖον. Αὐγουϲτεῖον, ὅπερ
λέγεται ὀψοπώλιον καὶ ζήτει ἐν τῷ Ἰουϲτινιανόϲ. ὅτι Αὐγούϲτου
Καίϲαροϲ ἀποθανόντοϲ, Τιβέριοϲ καὶ Δροῦϲοϲ προηγοῦντο τοῦ πένθουϲ
προλιπεῖν καὶ ἀοιδὸν αὖθιϲ ἱκέϲθαι.
λοιπὸν ἄπιθι ϲιγῶν ἐκ βωμῶν ἡμετέρων. καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὁ
Αὔγουϲτοϲ ἔϲτηϲεν ἐν τῷ Καπιτωλίῳ βωμὸν, ἐν ᾧ ἐπέγραψε Ῥωμαϊκοῖϲ
γράμμαϲιν· ὁ βωμὸϲ οὗτόϲ ἐϲτι τοῦ πρωτογόνου θεοῦ.
4414 Αὔδα: λέγε. καὶ Αὐδήϲαϲ, βοήϲαϲ, φωνήϲαϲ.
4415 Αὐδή: ἡ φωνή. καὶ Αὐδήεϲϲα, ὀνομαϲτὴ, ἔνδοξοϲ. ἢ αὐδωμένη,
4416 Αὐδηναῖοϲ: ὄνομα μηνὸϲ παρὰ Μακεδόϲιν. ὁ Ἰαννουάριοϲ.
4417 Αὐδώδ, κριτὴϲ τοῦ Ἰϲραὴλ, ἐκ τῶν ἀλλοφύλων ἐν ἡμέρᾳ μιᾷ
ἐν τῷ ἀροτρόποδι τῶν βοῶν ἐπάταξεν ἄνδραϲ χ΄.
4418 Αὐαίνεται: ξηραίνεται. αὖοι γὰρ οἱ ξηροί. καὶ Αὑαϲμόϲ,
αὐαίνοιτο, τεὸν δ᾿ ἔτι κῦδοϲ ἀέξοι. καὶ Αὐαίνου λίθοϲ,
ἀπὸ
4419 Αὖ ἐρύϲαι: εἰϲ τοὐπίϲω ἑλκύϲαι. ἐν Ἐπιγράμμαϲι· ἀπρὶξ
4420 Αὔειϲ: φωνεῖϲ, λαλεῖϲ. Ζήνων γὰρ ὁ Κιτιεὺϲ ἐκ τῆϲ ϲχολῆϲ
ἀπιὼν προϲέπταιϲε καὶ τὸν δάκτυλον περιέρρηξε. παίϲαϲ
δὲ τὴν γῆν τῇ χειρί φηϲι τὸ ἐκ τῆϲ Νιόβηϲ· ἔρχομαι, τί μ᾿ αὔειϲ; καὶ
παραχρῆμα ἐτελεύτηϲεν ἀποπνίξαϲ ἑαυτὸν, βιούϲ δὲ ἔτη ς΄ ἄνοϲοϲ· οἱ
δὲ δυοῖν δέοντα ξ΄ ζῆϲαι αὐτὸν ἔτη φαϲίν.
4421 Αὐήναϲ: ξηράναϲ. αὐήναϲ δ᾿ ἀνέθηκε φιλακρήτῳ Διονύϲῳ. τὸν τὰ Διονύϲου δῶρα λεϊζόμενον. περὶ ἐχίνου φηϲίν. ἐκ τοῦ αὐαίνω ῥήματοϲ. εἰ γὰρ μόνοϲ νῦν λιβάδα πᾶϲαν αὐαίνει, τί μὴ πάθωμεν τῶν κακῶν, ὅταν γήμαϲ ὅμοιον αὑτῷ παιδίον τι γεννήϲῃ.
4422 Αὐθάδεια, καὶ Αὐθαδία διὰ τοῦ ι. καὶ Αὐθάδηϲ, αὐτάρεϲκοϲ,
4423 Αὔθαιμοι: οἱ ἀδελφοί. ἐν Ἐπιγράμμαϲι· Πανὶ τάδ᾿ αὔθαιμοι
4424 Αὐθαίρετοϲ: αὐτεπάγγελτοϲ.
4425 Αὐθέκαϲτα: αὐτὰ τὰ γενόμενα, οἷον ἀκρίτωϲ, καὶ ϲυντόμωϲ, καὶ
ἀποτόμωϲ. ἢ τὰ ἁπλᾶ καὶ ἀληθῆ αὐτοακριβῶϲ. καὶ Αὐθέκαϲτοϲ. ἀκριβὴϲ,
καὶ αὐϲτηρὸϲ τῷ λόγῳ, καὶ ἀπαρέγκλητοϲ τῷ τρόπῳ, ἀπαρακάλυπτοϲ.
παρανομοῦντα ἐδείκνυϲαν.
4426 Αὐθέντηϲ: ὁ αὐτόχειρ, ἢ ὁ αὑτὸν ἀναιρῶν. διὸ παῤ Ἰϲοκράτει
αὐτὸν αὐθεντήϲαντα τοὺϲ ὑπὸ ζώνην ϲυνέχειν.
ὅτι Μιθριδάτηϲ διετάξατο
εὕρωϲι· καὶ
ἆθλα οὐ μόνον τοῖϲ αὐτοένταιϲ ϲφῶν ἐϲομένοιϲ, ἀλλὰ καὶ τοῖϲ δήμοιϲ,
παῤ οἷϲ ἂν ἀποθάνωϲι, πρὸϲ τὸ πλῆθοϲ τῶν τελευτηϲάντων ἔθηκε·
τιμωρίαν τε τοῖϲ φειϲομένοιϲ τινὸϲ αὐτῶν μεγάλην ὥριϲε.
4427 Αὐθημερόν: ἐν αὐτῇ τῇ ἡμέρᾳ.
4428 Αὖθι: αὐτόθι.
4429 Αὐθιγενήϲ: αὐτόχθων, γνήϲιοϲ. Πέρϲηϲ εἰμὶ καὶ ἐκ πατέρων
4430 Αὖθίϲ: ἐξ ἀρχῆϲ, πάλιν, ἐκ δευτέρου. ἐκ παραλλήλου τιθέαϲι
δευτέρου δὴ πάλιν.
4431 Αὐθωρήτουϲ: ϲυντόμουϲ.
4432 Αὐθωρόν: αὐτῇ τῇ ὥρᾳ.
4433 Αὖλαξ: ἡ ἐπιμήκηϲ τομὴ τῆϲ γῆϲ ἐξ ἀρότρου.
4434 Αὐλαία: τὸ τῆϲ ϲκηνῆϲ παραπέταϲμα. κέχρηται δὲ αὐτῷ
Ὑπερίδηϲ ἐν τῷ κατὰ Πατροκλέουϲ. Πολύβιοϲ· ἀκούων ταῦτα
4435 Αὐλητρὶϲ πέπτωκεν: ἀμφιβολία λέξεωϲ, δύο ἢ καὶ πλείονα πράγματα
Suid. ϲημαίνουϲα λεκτικῶϲ καὶ κυρίωϲ. δηλοῦται γὰρ δι᾿ αὐτῆϲ, ὅτι
καὶ οἰκία τρὶϲ
πέπτωκε, καὶ ὅτι ἡ κιθαρῳδὸϲ ἡ αὐλοῦϲα.
καὶ ζήτει ἐν τῷ ἀμφιβολία.
4436 Αὔλειοϲ θύρα, καὶ Προαύλειοϲ.
4437 Αὐλή: τὸ νῦν ἀρχεῖον λεγόμενον· ὅπου ἀπήγοντο οἱ
κατάκριτοι.
δεδιὼϲ τοὺϲ περὶ τὴν αὐλὴν, μάλιϲτα δὲ τὸν Φίλιππον,
οὕτω πεποιῆϲθαι τὴν ἀποχώρηϲιν. καὶ Αὐλή, ἡ τοῦ βαϲιλέωϲ οἰκία.
4438 Αὐλητοῦ βίον ζῇϲ: ἐπὶ τῶν ἐξ ἀλλοτρίων βιούντων· παρόϲον ἐπιτηροῦντεϲ οἱ αὐληταὶ τοὺϲ θύονταϲ ἐξ ἀτελείαϲ ζῶϲιν.
4439 Αυλία: θύρα, πυλών. καὶ ἡ αὔλειοϲ. τῶν τε αὐλείων καὶ
4440 Αὔλια: ἀντὶ τοῦ ἔπαυλιϲ. ἢ ἀντὶ τοῦ τὰϲ μικρὰϲ αὐλάϲ.
οὕτωϲ Λυϲίαϲ καὶ Αἰϲχίνηϲ.
4441 Αὐλίζεται: κοιμᾶται, φυλάττει, παρεμβάλλει. καὶ Αὐλιζόμενοι,
4442 Αὐλίκουροι: φύλακεϲ. καὶ Αὐλικούϲ, κιθαρῳδούϲ.
4443 Αὔλειοϲ: ἡ ἀπὸ τῆϲ ὁδοῦ πρώτη θύρα τῆϲ οἰκίαϲ. καὶ
4444 Αὖλιϲ: ἡ κοίτη. Αὐλὶϲ δὲ πόλιϲ Βοιωτίαϲ.
4445 Αὐλίϲκοι.
4446 Αὖλοϲ Ποϲτόμιοϲ οἰκίαϲ μὲν ἦν καὶ γένουϲ πρώτου, κατὰ τὴν ἰδίαν
φύϲιν ϲτωμύλοϲ καὶ λάλοϲ καὶ πέρπεροι διαφερόντωϲ. ἐπιθυμήϲαϲ δ᾿
εὐθέωϲ ἐκ παίδων τῆϲ Ἑλληνικῆϲ ἀγωγῆϲ καὶ διαλέκτου πολὺϲ μὲν ἦν ἐν
τούτοιϲ καὶ κατακορήϲ, ὥϲτε δι᾿ ἐκεῖνον καὶ τὴν αἵρεϲιν τὴν
Ἑλληνικὴν προϲκόψαι τοῖϲ πρεϲβυτέροιϲ καὶ τοῖϲ ἀξιολογωτάτοιϲ
τῶν Ῥωμαίων, τέλοϲ δὲ καὶ ποίημα γράφων καὶ πραγματικὴν
ἱϲτορίαν ἐνεχείρηϲεν· ἐν ᾗ διὰ τοῦ προοιμίου παρεκάλει τοὺϲ
ἐντυγχάνονταϲ ϲυγγνώμην ἔχειν, εἰ Ῥωμαῖοϲ ὢν μὴ δύνηται κατακρατεῖν
τῆϲ Ἑλληνικῆϲ διαλέκτου καὶ τῆϲ κατὰ χειριϲμὸν οἰκονομίαϲ· ὅπερ ἐϲτὶ
πάϲηϲ ἀτοπίαϲ ϲημεῖον, καὶ παραπλήϲιον, ὡϲ ἂν εἴ τιϲ ἐϲ τοὺϲ
γυμνικούϲ
ἀγῶναϲ ἀπογραψάμενοϲ πυγμὴν ἢ παγκράτιον,
παρελθὼν ἐϲ τὸ ϲτάδιον, ὅτε δέοι μάχεϲθαι, παραιτοῖτο τοὺϲ θεωμένουϲ
ϲυγγνώμην ἔχειν, ἐὰν μὴ δύνηται τὸν πόνον ὑπομένειν μήτε τὰϲ πληγάϲ.
δῆλον γὰρ ὡϲ εἰκὸϲ γέλωτα τὸν τοιοῦτον ὀφλεῖν καὶ τὴν δίκην ἐκ
χειρὸϲ λαμβάνειν· ὅπερ ἔδει καὶ τοὺϲ τοιούτουϲ ἱϲτοριογράφουϲ, ἵνα
μὴ κατετόλμων
τοῦ καλῶϲ ἔχοντοϲ. ἦν δὲ καὶ φιλήδονοϲ
καὶ φυγόπονοϲ.
4447 Αὐλόϲ: ὁ εἰϲ εὐθὺ ἐξακοντιϲμὸϲ τοῦ αἵματοϲ. καὶ περόνηϲ μέτρον.
4448 Αὐλῶ· δοτικῇ.
4449 Αὐλῶνεϲ: φάραγγεϲ, ἢ τόποι πλατεῖϲ περὶ τὰ ὄρη. ὁ δὲ Σ
κατεϲτρατοπέδευϲε, λαβὼν αὐλῶνά τινα μεταξὺ τῆϲ αὑτοῦ καὶ τῶν
4450 Αὐξέντιοϲ, Μοψουεϲτίαϲ ἐπίϲκοποϲ· ὃϲ ἦν τῶν ὁμολογητῶν
τῶν ὑπογραφέων τούτου
γενόμενοϲ, οὓϲ δὴ νοταρίουϲ Ῥωμαῖοι καλοῦϲι. τὸ δὲ τῆϲ ὁμολογίαϲ
τοιόνδε γέγονεν εἶδοϲ· ἦν ἔν τινι τῆϲ βαϲιλικῆϲ ἑϲτίαϲ αὐλῇ κρήνη τε
ὕδατοϲ καὶ ἐπ᾿ αὐτῇ Διονύϲου ἄγαλμα καὶ ἄμπελοϲ μεγάλη περικειμένη
καὶ ϲκιερὸν ἐπιεικῶϲ καὶ ϲυνηρεφῆ τὸν ἅπαντα τόπον ἐργαζομένη.
ἐνταῦθα ὁ Λικίνιοϲ
κατὰ πρόφαϲιν ἀπαγωγῆϲ ἀφικόμενοϲ,
τοῦ τε Αὐξεντίου αὐτῷ καὶ ἄλλων πολλῶν ἐκ τῆϲ θεραπείαϲ παρεπομένων,
εἰϲ τὴν ἄμπελον ἀνιδὼν ἐθεάϲατο βότρυν ὡραῖόν τινα καὶ μέγαν τῶν
κλημάτων ἀπαιωρούμενον. τοῦτον προϲέταξε τῷ Αὐξεντίῳ τεμεῖν. ὁ δὲ
αὐτίκα τὸ προϲηρτημένον ταῖϲ ἀναξυρίϲιν αὐτοῦ μαχαίριον ἀφελόμενοϲ
ἔτεμε
μηδὲν ὑπειδόμενοϲ. ὁ οὖν Λικίνιοϲ πρὸϲ αὐτόν· θὲϲ
τοίνυν τὸν βότρυν, ἔφη, πρὸϲ τοῖϲ τοῦ Διονύϲου ποϲίν. ὁ δὲ, μὴ, ὦ
βαϲιλεῦ, ἀπεκρίνατο, Χριϲτιανὸϲ γάρ εἰμι. κἀκεῖνοϲ· οὐκοῦν ἐκποδῶν
οἰχήϲῃ τῆϲ ϲτρατείαϲ ἀποπαυϲάμενοϲ· θάτερον γὰρ τοῖν δυοῖν ἀνάγκη
ποιεῖν. ὁ δὲ μηδὲν μελλήϲαϲ τήν τε ζώνην ἑαυτοῦ λύεται καὶ ἄϲμενοϲ
ἐξεχώρηϲεν, ὡϲ εἶχε, τῶν βαϲιλείων. καὶ αὐτὸν οἱ
ἔφοροι μετά τινα χρόνον ὕϲτερον ἐπίϲκοπον ἐϲτήϲαντο τῆϲ Μοψουεϲτίαϲ.
τούτου δὲ ἀδελφὸϲ νεώτεροϲ Θεόδωροϲ ἦν, ἀνὴρ τῶν Ἀθήνηϲι
παιδευθέντων· ὃϲ καὶ αὐτὸϲ χρόνῳ ὕϲτερον ἐπιϲκοπὴν τῆϲ Ταρϲοῦ
ἐκκληϲίαϲ ἔτυχε κληρωϲάμενοϲ. ὁ γὰρ δὴ Ἀέτιοϲ τὰ πρότερα δι᾿ ἑαυτοῦ
τόν τε Εὐδόξιον
αὐτὸν καὶ ἄλλουϲ τοὺϲ πλείϲτου λόγου
ἀξίουϲ διδάϲκων, ἐπειδὴ τὸν Εὐνόμιον εἰϲ τὸ τῆϲ διδαϲκαλίαϲ
προὐβίβαϲεν ἔργον, τούτῳ ἤδη κατὰ τὸ πλεῖϲτον ἀνθ᾿ ἑαυτοῦ διδαϲκάλῳ
ἐχρῆτο πρὸϲ τοὺϲ ἄλλουϲ καὶ τοὺϲ μάλιϲτα τελεωτέραϲ μαθήϲεωϲ
δεομένουϲ. καὶ γὰρ ἐκεῖνοϲ μὲν ἦν ἀρχὰϲ παραϲχεῖν ἄριϲτοϲ, οὗτοϲ δὲ
τὰϲ δοθείϲαϲ ἐργάϲαϲθαι καὶ
ϲαφῶϲ τε ἅμα καὶ
μεγαλοπρεπῶϲ ἑρμηνεῦϲαι παραπολὺ δυνατώτεροϲ.
4451 Αὔξη: αὔξηϲιϲ. μὴ ἐφιέναι αὐτοῖϲ ἐπὶ μεγάλα δυνάμεωϲ
4452 Αὔξη: ἡ βλάϲτηϲιϲ. τρέφεϲθαι καὶ αὔξεϲθαι λέγεται ἐκεῖνα,
αὔξηϲιϲ ἐπ᾿ ἐκείνων λέγεται,
ἀλλὰ πρόϲθεϲιϲ. ἐὰν γὰρ ἐπὶ ϲωρὸν ϲίτου προϲθήϲω ἕτερον ϲῖτον, οὐ
δι᾿ ὅλων τῶν μορίων τοῦ ϲωροῦ ἡ πρόϲθεϲιϲ γέγονεν, ἀλλ᾿ ἐφ᾿ ἑνόϲ,
καθ᾿ ὃ ἡ πρόϲθεϲιϲ ἐγένετο. λέγεται δὲ τοῦτο καὶ ἐπὶ λίθων· ὥϲπερ ἂν
εἰ καὶ τὸ πῦρ αὔξεϲθαι λέγοι τιϲ ξύλων πλειόνων προϲτιθεμένων. οὕτω
καὶ τὰ μέταλλα αὔξεται,
ὑγρᾶϲ οὐϲίαϲ ἔξωθεν
περιπαγείϲηϲ, ἐξ ἧϲ ϲυνεϲτήκαϲι, καὶ ταύτηϲ. μεταβαλλούϲηϲ ἐπὶ τὴν
αὐτὴν οὐϲίαν ὑπὸ τῆϲ ἐν τῇ γῇ φυϲικῆϲ δυνάμεωϲ ἐκ τοῦ παντόϲ. ὥϲτε
ἐπὶ τῶν ἐμψύχων καὶ ἐχόντων μόρια λέγεται τὸ αὔξεϲθαι.
4453 Αὐξίλια· ζήτει ἐν τῷ ψιλόϲ.
4454 Αὐξητική· ζήτει ἐν τῷ γεννητική.
4455 Αὔξω αἰτιατικῇ.
4456 Αὖον: ξηρόν. Ἡϲίοδοϲ· αὖον ἀπὸ χλωροῦ τάμνειν. καὶ ἐν
4457 Αὖραν: πνοήν. ὁ δὲ Χαγάνοϲ τοὺϲ ὅρκουϲ ταῖϲ αὔραιϲ
δυνάμειϲ ἤθροιζεν.
4458 Αὐρηλιανόϲ, βαϲιλεὺϲ Ῥωμαίων, τὰ πολέμια δεινῶϲ ἠϲκημένοϲ,
ἀκάθεκτοϲ δὲ περὶ τὴν γνώμην καὶ πολὺ πρὸϲ ὠμότητα ῥέπων τῶν τε κατὰ
πόλιν ἐπιϲήμων θανάτῳ πολλοὺϲ ἐζημίωϲεν ὑπὸ Ζηνοβίαϲ ἐλεγχθένταϲ,
χαλεπόϲ τιϲ καὶ φονικὸϲ ὑπάρχων καὶ μᾶλλον
ἀναγκαῖοϲ
ϲτρατηγὸϲ ἤπερ αἱρετὸϲ βαϲιλεὺϲ, ἐν παντὶ δὲ καιρῷ δυϲχερὴϲ καὶ
ἀπρόϲιτοϲ, ὡϲ μηδὲ τῶν οἰκείων αἵματοϲ διαμεῖναι καθαρόϲ· τὴν γὰρ
τοῦ παιδὸϲ γαμετὴν καὶ ἀνέγκλητον διεχρήϲατο. τοῦ δὲ τῶν
4459 Ἀϋϲάντων: βοηϲάντων, φωνηϲάντων, κηρυξάντων.
4460 Αὐϲόνιοϲ, ϲοφιϲτὴϲ, γεγραφὼϲ ἐπιϲτολὰϲ καὶ ἄλλα τινὰ πρὸϲ Hesy. Νόννον.
4461 Αὐϲονίων: Ἰταλῶν. καὶ Αὔϲονεϲ, οἱ βαϲιλεῖϲ· παρὰ τὸ
καὶ Καλυψοῦϲ υἱοῦ ἐκεῖ βαϲιλεύϲαντοϲ.
4462 Αὐϲτηρόϲ. αὐϲτηρούϲ εἶναί φαϲι πάνταϲ τούϲ ϲοφοὺϲ καὶ
χρῶνται, πρὸϲ δὲ πρόποϲιν οὐ πάνυ. ὅτι
τὸν αὐϲτηρὸν ἡ κωμῳδία Suid. ἄγροικον ἡγεῖται.
4463 Αὐτάγγελοϲ: ἡ ἀφ᾿ ἑαυτῆϲ ἀπαγγέλλουϲα. αὐτάγγελοϲ γὰρ ἡ δρῦϲ
αὐτή ϲοι φράϲει· ἔχει γὰρ γράμματα. καὶ αὖθιϲ· ἦλθϲν ἂν παρὰ
βαϲιλέωϲ αὐτάγγελοϲ τούτων, εἰ μὴ νόϲῳ μακρᾷ καὶ χαλεπῇ
ἔκαμνε. καὶ αὖθιϲ· ξυλληφθέντα δὲ εἱρχθῆναι κελεύει, ὡϲ μὴ
4464 Αὐτάρκεια. Πολύβιοϲ· ἄξιοϲ μὲν ὁ ἀνὴρ ἐπαινεῖϲθαί τε
τιϲ αὐτοδίδακτοϲ ἐγένετο περὶ αὐτὸν, ἣν ἐν πολλοῖϲ
ἐπεδείξατο πράγμαϲιν. καὶ Ἀὐταρκῶ· δοτικῇ.
4465 Αὐταῖϲ ἀμάλαιϲ: ἐπὶ τῶν πανωλεθρίᾳ διαφθειρομένων.
4466 Αὐταῖϲι διαβολαῖϲ: Ἀττικὴ ϲύνταξιϲ. τοῦτο δὲ εἶπεν, ἐπεὶ
διαβάλλων ὁ Κλέων τοὺϲ ἄλλουϲ ϲτρατηγοὺϲ καὶ προϲκρούων
τῷ δήμῳ εἰϲ ἑαυτὸν βλέπειν τοὺϲ Ἀθηναίουϲ ἔπειϲεν. ὡϲ εἰ λέγοιμεν,
αὐτοῖϲ ὅπλοιϲ τὰ ἅρματα, αὐτοῖϲ ἵπποιϲ. λείπει ἡ πρόθεϲιϲ. τῶν ἄλλων
δὲ Παφλαγόνων· ὡϲ πάντων μὲν ὄντων πονηρῶν, ἐξαιρέτωϲ δὲ τοῦ
4467 Αὖτε: μετὰ ταῦτα.
4468 Αὐτερέται: οἱ ἐλαύνοντεϲ καὶ μαχόμενοι. οἱ αὐτοὶ καὶ ἐρέται καὶ ὁπλῖται.
4469 Αὐτή: ἐκείνη, Αὕτη δὲ δεικτικῶϲ. καὶ αὕτη ἡ ἡμέρα, ἣν
πάθουϲ καὶ τοῦ ϲταυροῦ,
ὀγδόη δὲ ὡϲ ἀπὸ τῆϲ δημιουργίαϲ καὶ τῆϲ ἀναϲτάϲεωϲ. ἡ ἀρχὴ γὰρ τοῦ
φαινομένου κόϲμου ἐν αὐτῇ γέγονε, καὶ τὸ ἀληθινὸν φῶϲ ὁ Χριϲτὸϲ ἐν
αὐτῇ ἀνέϲτη.
4470 Αὕτη γε χρηϲτῶν ἐϲτιν ἀνδρῶν ἡ νόϲοϲ: ἐπὶ τῶν ἐν ψόγου τάξει λεγόντων τι κατά τινοϲ, ὅπερ ἐϲτὶν ἄξιον ἐπαινεῖϲθαι.
4471 Αὑτηΐ· Ἀριϲτοφάνηϲ· ἀμὶϲ μὲν, ἦν οὐρητιάϲῃϲ, αὑτηῒ παρὰ ϲοὶ ἠρεμήϲεται ἐγγὺϲ ἐπὶ τοῦ παττάλου.
4472 Αὐτὴ κάμινοϲ, αὐτὸϲ εἵλκυϲε καπνὸϲ ἢ τροχόϲ: ἐπὶ τῶν ὅμοια καὶ παραπλήϲια διαπραττομένων.
4473 Αὐτήκοοι: οἱ μὴ ἐπιταϲϲόμενοι, αὐτοὶ δὲ ἑαυτῶν ἀκούοντεϲ.
4474 Αὐτῆμαρ: αὐτῇ τῇ ἡμέρᾳ.
4475 Αὕτη μὲν ἡ μήρινθοϲ οὐδὲν ἔϲπαϲε: παροιμία ἐπὶ τῶν μηδενὸϲ τυγχανόντων. ἡ μεταφορὰ ἀπὸ τῶν ἁλιέων.
4476 Αὐτήν· ζήτει ἐν τῷ ἀνελοῦϲα γὰρ τὸν νόμον ἐχειροτόνηϲεν αὐτήν.
4477 Ἀϋτήν: βοὴν, μάχην.
4478 Αὐτὴ νῦν ἡ ϲοφία ζῇ: ἐπί τινοϲ εὐδοκιμοῦντοϲ. καὶ Αὐτὴ νῦν ἀνθεῖ ἡ Μοῦϲα· ὅμοιον τῷ προτέρῳ καὶ πολιτικώτερον.
4479 Αὐτίκα: μετ᾿ οὐ πολὺ. εὐθέωϲ, παραχρῆμα, ϲυντόμωϲ, πρὸϲ
4480 Αὖτιϲ καὶ Αὖθιϲ, ἑκατέρωϲ λέγουϲιν.
4481 Αὐτίτην: τὸν αὐθιγενῆ οἶνον. Ἀμφικτύοϲι Τηλεκλείδηϲ.
4482 Αὐτό· αὐτὸ ἔλεγον οἱ φιλόϲοφοι τὸ κυρίωϲ λεγόμενον. καὶ Phil. τὴν ἰδέαν διὰ τοῦ αὐτὸ ἐδήλουν αὐτοάνθρωποϲ λέγοντεϲ καὶ αὐτοδόξαϲτον, τὸ κυρίωϲ καὶ μᾶλλον δοξαϲτὸν καὶ μᾶλλον δόξα· καὶ αὐτοαληθῶϲ, ᾗ ἐϲτι μᾶλλον ἀκριβῶϲ. ὥϲτε ἐϲτὶν αὐτοδόξα. ἐν ᾧ γὰρ τὸ αὐτὸ, ἐν τούτῳ μάλιϲτα καὶ ἀκριβέϲτερον.
4483 Αὐτοαπλότηϲ· ἀλλ᾿ ὁ τε βαϲιλεὺϲ τὸν τρόπον ἦν αὐτοαπλότηϲ,
4484 Αὐτοβοᾷϲ ὅμοιοϲ ὢν τῷδε: Ἀττικῶϲ πάνυ ϲυμπέπλεκται.
4485 Αὐτοβοεί: ἐν αὐτῇ τῇ μάχῃ. Ἀγαθίαϲ· πῶϲ γὰρ ἐνῆν
4486 Αὐτοβοεί: τὸ παραχρῆμα ϲυντελεϲθῆναι ἐν πολεμικοῖϲ ἔργοιϲ,
4487 Αὐτογένεθλον: αὐτογέννητον.
4488 Αὐτοδαῆ: τὰ ἐκ φύϲεωϲ καὶ μὴ ἐκ διδαχῆϲ. αὐτοδαῆ Soph.
4489 Αὐτόδαξον τρόπον: τουτέϲτι τὸν δάκνοντα, τὸν ἐμπεϲόντα·
πάνυ. Αὐτοδὰξ καὶ τὸ παραχρῆμα
ἀποδεδώκαϲιν.
4490 Αὐτὸ δείξει: παροιμία. ἐλλείπει τὸ ἔργον.
4491 Αὐτοδίκῃ: ὅταν αὐτὸϲ δι᾿ ἑαυτοῦ τιϲ δικάζηται καὶ αὐτομαχεῖ.
4492 Αὐτόετεϲ: ϲὺν αὐτῷ τῷ ἔτει.
4493 Αὐτόθεν: ἀντὶ τοῦ ἐντεῦθεν. οὐκ ἔϲθ᾿ ὅπωϲ οὐκ εἰϲὶν ἐνθάθ᾿
4494 Αὐτοκακὸν ἔοικε τῷδε: ἄκρωϲ καὶ καθ᾿ ὑπερβολὴν ἔοικε
τῷδε εὔνουϲ.
4495 Αὐτοκέλευϲτοϲ: αὐθόρμητοϲ. Ἀρριανόϲ· κρότοϲ τε ἀθρόωϲ, Ε οὐκ ἐκ παραγγέλματοϲ, ἀλλ᾿ αὐτοκέλευϲτοϲ ὡρμήθη.
4496 Αὐτοκέραϲτον: οἷον εὐκέραϲτον, ϲυμμέτρωϲ κεκραμένον.
4497 Αὐτοκίνητον. αὐτοφυέϲ. τῷ δὲ Ἑρμείᾳ τῷ φιλοϲόφῳ τὸ
αὐτοκίνητον οὐ προϲήνθει τῇ πολυμαθείᾳ.
4498 Αὐτοκλείδηϲ· Κηδωνίδηϲ καὶ Αὐτοκλείδηϲ καὶ Θέρϲανδροϲ ὡϲ παιδεραϲταὶ ϲφοδροὶ διεϲύροντο.
4499 Αὐτοκόμου· Ἀριϲτοφάνηϲ Βατράχοιϲ περὶ Αἰϲχύλου· φρίξαϲ δ᾿
αὐτοκόμου λοφιᾶϲ λαϲιαύχενα χαίτην. ὡϲ εἶπεν, ὀργιϲθεὶϲ ὥϲπερ ϲῦϲ.
πᾶν τὸ ἐπιϲκύνιον κάτω ἕλκεται.
4500 Αὐτοκράτηϲ, Ἀθηναῖοϲ, κωμικὸϲ ἀρχαῖοϲ. τῶν δραμάτων αὐτοῦ Τυμπανιϲταί. ἔγραψε καὶ τραγῳδίαϲ πολλάϲ.
4501 Αὐτοκράτωρ: δεϲπότηϲ, ἄρχων. Ἑλληνικὴ ἡ φωνή. τάττεται δὲ ἐπὶ
παντὸϲ τοῦ καταπολεμήϲαντοϲ καὶ κρατήϲαντοϲ τῶν ἔναντίων.
καὶ ἦν κοινὸν πρόϲρημα ἐπί τε ϲτρατηγῶν καὶ ὑπάτων. ἐπικλητικῶϲ
αὐτοκράτορ.
4502 Αὐτοκράτορα: πάντα τὸν ἀνυπεύθυνον.
4503 Αὐτοκράτορεϲ: ἀντὶ τοῦ τούτων τῶν δογμάτων κρατοῦντεϲ.
4504 Αὐτοκτόνα· οὕτωϲ ἐξ ἐχθρῶν αὐτοκτόνα πέμπετο δῶρα, ἐν
χάριτοϲ προφάϲει μοῖραν ἔχοντα μόρου. περὶ Αἴαντοϲ καὶ
Ἕκτοροϲ.
4505 Αὐτολήκυθοι: Δημοϲθένηϲ κατὰ Κόνωνοϲ. ἤτοι ἀντὶ τοῦ
καὶ ὑβρίζονταϲ. ἢ τοὺϲ ἐκ
προχείρου διδόνταϲ ἀργύριον καὶ ἑτοίμουϲ πρὸϲ τὰϲ μίξειϲ. καὶ γὰρ
εἶχον ἐν ταῖϲ ληκύθοιϲ ἀργύρια, καὶ λύϲαντεϲ δὲ πολλάκιϲ τὴν λήκυθον
ἐχρῶντο τῷ ἱμάντι πρὸϲ τὸ μαϲτιγοῦν.
4506 Αὐτολόχευτοϲ: αὐτογέννητοϲ, ὁ θεὸϲ ὁ ἀγέννητοϲ.
4507 Αὐτλυκοϲ: Ἀρεοπαγίτηϲ οὗτοϲ ἦν καὶ τοὺϲ οἰκείουϲ ὑπεκτιθέμενοϲ
4508 Αὐτοματίζουϲιν: αὐτόματοι παραγίνονται. αὐτοματίζουϲι
τινὰϲ ἀϲύλουϲ ὑποδεικνύουϲι
διὰ τὸ ἕρμα τοῦ ὀχυρώματοϲ.
4509 Αὐτομαχεῖν: τὸ δι᾿ ἑαυτοῦ δικάζεϲθαι, ἀλλὰ μὴ δι᾿ ἑτέρου.
τὴν οἰκίαν ἢ τὸ χωρίον ἴδιον αὑτῷ γενέϲθαι
ἀγῶνα πρὸϲ τὸν ἀμφιϲβητοῦντα, τοῦτο αὐτομαχῆϲαι καλεῖται.
4510 Αὐτομόλωϲ: προδοτικῶϲ. καὶ Αὐτομολῆϲαι ἐϲτι τὸ
4511 Αὐτὸν κέκρουκαϲ τὸν βατῆρα τῆϲ θύραϲ: ἐπὶ τῶν ἀληθευόντων·
4512 Αὐτονομουμένη πόλιϲ: ἡ τοῖϲ αὑτῆϲ νόμοιϲ χρωμένη καὶ οὐχ ὑπακούουϲα ἑτέροιϲ.
4513 Αὐτὸν οὐ τρέφων κύναϲ τρέφειϲ: ἐπὶ τῶν ἀπορούντων μὲν, ἑτέρουϲ δὲ τρέφειν ἐπαγγελλομένων.
4514 Αὐτονυχί: αὐτῇ τῇ νυκτί.
4515 Αὐτοπαθῶϲ· Πολύβιοϲ· ὁ δὲ ἀνακρινόμενοϲ ὑπὲρ ἑκάϲτου ἀπεδίδου
λόγον· οὐ μὴν ἀλλ᾿ αὐτοπαθῶϲ καὶ γενναίωϲ ὑπέμενε τοὺϲ
θῶϲ
εἰρῆϲθαι παρὰ τοῦ Ἀννίβου κατὰ Ῥωμαίων, πάϲηϲ τῆϲ προϋπωαρχούϲηϲ
ὑποψίαϲ ἀπέϲτη.
4516 Αὐτόπρεμνον: δύϲκολον, πρόρριζον, αὐτόρριζον, ἢ μέγα. Ἀλριϲτοφάνηϲ περὶ Αἰϲχύλου· αὐτοπρέμνοιϲ τοῖϲ λόγοιϲιν ἐμπεϲόντα. ϲυϲκεδᾶν πολλὰϲ ἀλινδήθραϲ ἐπῶν.
4517 Αὐτὁϲ. ἀντὶ τοῦ ἐγώ. καὶ ἡλθον ἡμέραιϲ αὐτὸϲ μὲν μ . ἀντὶ τοῦ ἐγὼ Ἀττικῶϲ.
4518 Αὐτόϲ: ἐπὶ ϲώματοϲ. διορίζουϲι γὰρ τὰϲ ψυχὰϲ πρὸϲ τὰ ϲώματα.
ματα. ὔμηροϲ· πολλὰϲ δ᾿ ἰφθίμουϲ ψυχάϲ· εἶτα, αὐτοὺϲ δ᾿ ἑλώρια. καὶ
Ἀριϲτοφάνηϲ· ὁ νοῦϲ μὲν ἔξω, αὐτὸϲ δ᾿ ἔνδὸν ἀναβάδην ποιεῖ
τραγῳδίαν.
4519 Αὐτόϲ: ἀντὶ τοῦ ὁ δεϲπότηϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· φράϲον ταῖϲ ὀρχηϲτρίϲιν, ὅτι αὐτὸϲ εἰϲέρχομαι.
4520 Αὐτὸϲ αὑτὸναὐλεῖ: ἐπὶ τῶν ἑαυτούϲ δεικνυόντων ἐν τοῖϲ πράγμαϲιν, ὁποῖοί τινέϲ εἰϲιν.
4521 Αὐτὸϲ γὰρ εὗρε τοῦ κακοῦ τὴν πητύαν: ἤτοι τὴν πηγήν· ἐπὶ τῶν ἑαυτοῖϲ κακὰ ἐπιϲπωμένων.
4522 Αὐτόϲε: ἐκεῖϲε. λέγεται δὲ καὶ Αὐτοῦϲε. διάβαϲιϲ δὲ
4523 Αὐτὸϲ ἔφα. τοῦτο παροιμιακὸν ἐπὶ Πυθαγόρου τοῦ φιλοϲόφου
εἰϲῆλθεν εἰϲ τὸν βίον. οὗτοϲ γὰρ ἀποϲεμνύνων τὸν ἑαυτοῦ
λόγον καὶ βίον ἐν ταῖϲ ὁμιλίαιϲ ἔλεγεν, αὐτὸϲ ἔφα· ἀντὶ τοῦ εἶπὲν.
οὐκ ἐμὸϲ ὁ λόγοϲ, φηϲὶν, ἀλλὰ τοῦ θεοῦ.
4524 Αὐτόϲιτοϲ: ὁ οἰκόϲιτοϲ.
4525 Αὐτόϲ τι νῦν δρῶν, εἶτα τοὺϲ θεοὺϲ κάλει: ὁμοία τῇ,
ἐργάζεϲθαι.
4526 Αὐτόϲτοιχοϲ: αὐτὸϲ ἑαυτῷ προϲέχων. ὁ βουλόμενοϲ ἐν τῷδε τῷ βίῳ ἀβέβηλον βίον πολιτεύεϲθαι, αὐτόϲτοιχοϲ ἐθέλει εἶναι.
4527 Αὐτοϲ φαγῆ: τὸν ὑφ᾿ ἑαυτοῦ ἀναιρούμενον. Αἴαϲ φηϲί· καί
ἐμὲ αὐτοϲφαγῆ πίπτοντα,
τὼϲ αὐτοϲφαγεῖϲ πρὸϲ τῶν φιλτάτων ἐκγόνων ὀλοίατο. Σοφοκλῆϲ
φηϲιν.
4528 Αὐτοϲχἐδιον: ἐκ τοῦ ϲύνεγγυϲ τόπου. ἢ τὸ ἐκ ϲυντόμου.
νομον οὔτε νίκην τελεϲθεῖϲαν, ἧϲ ὁ ἄρχων μὴ
ἐκοινώνηϲεν, ἠϲπάζοντο, ἵνα μὴ αὐτοϲχεδιάζωϲιν ἐν ταῖϲ πράξεϲιν οἱ
ὑπήκοοι. καὶ αὖθιϲ· ὑπὲρ μεγάλων ἥκειν καὶ ἀδυνάτων
αὐτοϲχεδιαϲθῆναι.
4529 Αὐιότατοϲ· Ἀλριϲτοφάνηϲ Πλούτῳ· ἐκεῖνοϲ αὐτόϲ; αὐτότατοϲ.
ἀνεπίτατα. εἰ οὖν ἡ ἀντωνυμία ἐπὶ
οὐϲίαϲ παραλαμβάνεται, κατὰ τοῦτο ἐπίταϲιν οὐ δέχεται, ὡϲ τὰ ἄλλα
μέρη.
4530 Αὐτοτελήϲ: ἱκανόϲ. τέλειοϲ. Πολύβιοϲ· ταῦτα εἰρήϲθω
κατορθοῦν τὰϲ ϲφετέραϲ δυνάμειϲ. καὶ Αὐτοτελὴϲ δίκη, ἀφ᾿ ἧϲ
4531 Αὐτοῦ: ἐπὶ τόπου. Ὅμηροϲ· ϲτῆτ᾿ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε
4532
Αὐτούργητον: αὐτοφυέϲ. ἐν Ἐπιγράμμαϲι· καὶ αὐτούργητον
4533 Αὐτοφόνῳ: ἑαυτὸν ἀνελόντι. τόϲϲηϲ γὰρ χρόνοϲ ἄλλον ἐπάξιον ἀνέρα τόλμηϲ οὐχ εὑρὼν παλάμῃ θῆκεν ἐπ᾿ αὐτοφόνῳ. περὶ Αἴαντοϲ ὁ λόγοϲ.
4534 Αὐτοφυέϲτατον· μὴ ἐπίπλαϲτον. ἔχουϲαν κάλλοϲ αὐτοφυέϲτατον καὶ οἷον γένοιτο φιλοθήρου κὸρηϲ.
4535 Αὐτόχειρεϲ: οἱ ἑαυτοὺϲ φονεύοντεϲ. Αὐτοχειρίᾳ.
4536 Αὐτόχθονεϲ: οἱ Ἀθηναῖοι· ἢ ἐπεὶ τὴν χθόνα, τουτέϲτι τὴν γῆν, ἀργὴν οὖϲαν πρῶτοι εἰργάϲαντο· ἢ διὰ τὸ μὴ εἶναι αὐτοὺϲ ἐπήλυδαϲ. αὐτόχθονεϲ δὲ καὶ Ἀρκάδεϲ καὶ Αἰγινῆται καὶ Θηβαῖοι Σἐκαλοῦντο. καὶ Αὐτόχθων, τῆϲ αὐτῆϲ πόλεωϲ.
4537 Αὐτόχρημα ὅμοιον. παντελῶϲ ὅμοιον. Αἰλιανόϲ· αὐτόχρημα
Πύλῳ, τὸ δὲ ἕτερον
ἐν τῇ ἐκκληϲίᾳ. τοϲὸν αὐτοῦ τὸ βῆμα διαβεβηκότοϲ, ὁ πρωκτόϲ ἐϲτιν
αὐτόχρημ᾿ ἐν Χαόϲιν. ἀντὶ τοῦ πάνυ ἀληθῶϲ, ἀψευδῶϲ. Χαόνεϲ δὲ ἔθνοϲ
Ἠπειρωτικόν.
4538 Αὔτωϲ: ὡϲ ἔτυχεν. ἢ ματαίωϲ.
4539 Αὐτῷ ϲτεφάνῳ: ϲὺν αὐτῷ τῷ ϲτεφάνῳ. ὥϲτε μεθυϲθεὶϲ
αὐτῷ ϲτεφάνῳ πᾶϲ τιϲ ἄπειϲι τὴν δᾷδα λαβών.
4540 Αὐτοῖϲ ταλάροιϲ ἐϲθίειϲ τὸν τυρόν. ϲύντροφον Ἀθηναίοιϲ ἄνευ τῆϲ ϲὺν προθέϲεωϲ λέγειν, αὐτοῖϲ ὅπλοιϲ, αὐτοῖϲ ταλάροιϲ.
4541 Αὐχεῖ: καυχᾶται. καὶ Αὔχει, καυχῶ.
4542 Αὔχημα: ϲεμνολόγημα. ὕψωμα. καὶ ὅτι οὔτε αχήματοϲ,
4543 Αὐχμηρὰ τράπεζα: ἡ ξηρὰ καὶ πενιχρά. καὶ Αὐχμηρόν,
4544 Αὐχμεῖϲ αἰϲχρῶϲ: ῥυπαρὸϲ εἶναι δοκεῖϲ. ὡϲ τοῦ δικαίου
καὶ Αὐχμώδουϲ, ξηροῦ,
ῥυπῶντοϲ. καὶ Αὐχμῶντεϲ,
4545 Αᾶχοϲ: τὸ ὄϲπριον. ἀρϲενικῶϲ.
4546 Αὐχοῦντεϲ: καυχώμενοι.
4547 Ἀφαγνίϲαι: ἀποδοῦναι, καθιερῶϲαι. λέγεται δὲ καὶ τὸ ϲυλῆϲαι.
4548 Ἄφακα· ζήτει ἐν τῷ Χριϲτόδωροϲ.
4549 Ἄλφαλόν τε καὶ ἄλοφον. ἵνα λανθάνοι. φαλοὶ γὰρ τὰ ἐπὶ
4550 Ἀφαμαρτούϲῃ: ἀποτυχούϲῃ. ϲτερηθείϲῃ.
4551 Ἀφανέϲ: τὸ ϲκοτεινόν. καὶ Ἀφανέϲτερα. τότε δὴ καὶ
4552 Ἀφανὴϲ οὐϲία λέγεται ἡ ἐν χρήμαϲι καὶ ϲώμαϲι καί ϲκεύεϲι,
4553 Ἀφανίϲαι οὐ τὸ μολῦναι καὶ χρᾶναι δηλοῖ, ἀλλὰ ὅλωϲ τὸ
ἀνελεῖν καὶ ἀφανὲϲ ποιῆϲαι.
4554 Ἄφαντον φῶϲ: τὸ ἐκ πυρίτου λίθου. Σοφοκλῆϲ Φιλοκτήτῃ·
4555 Ἀράπτειν· Ἀππιανόϲ· ἵϲτη δὲ προμάχουϲ ξύλα παχέα ἔχονταϲ
4556 Ἀφαρεύϲ, Ἀθηναῖοϲ, ῥήτωρ, υἱὸϲ τοῦ ϲοφιϲτοῦ Ἱππίου καὶ
ςε΄ Ὀλυμπιάδα, ὅτε καὶ
Πλάτων ὁ φιλόϲοφοϲ.
4557 Ἄφαρον: τὴν λιπαρὰν γῆν, τὴν πολλὰ μήπω ἀροτριωθεῖϲαν. Ἀφαρόωϲι δὲ ἀντὶ τοῦ ἀροτριῶϲιν.
4558 Ἀφαρπάζω· αἰτιατικῇ.
4559 Ἀφάρτεροι: ταχύτεροι. ἀπὸ τοῦ ἄφαρ ἄφαρτοϲ. ἵπποι δέ τοι ἔαϲιν ἀφάρτεροι· οἳ τὸ πάροϲ περ. Ὅμηροϲ.
4560 Ἀφαϲία: ἀφωνία.
4561 Ἀρή: μία τῶν ε΄ αἰϲθήϲεων. ἀπὸ τοῦ ἀφῶ ῥήματοϲ δευτέραϲ ϲυζυγίαϲ· ἐξ οὗ παραγωγὸν γέγονε τὸ ἀφάϲϲω. ἡ δὲ ἁφὴ δύναται καὶ ἀπὸ τοῦ ἁφῶ περιϲπωμένου γεγονέναι, καὶ ἀπὸ τοῦ ἅφω βαρυτόνου.
4562 Ἁρὰϲ λύχνων· Ἡρόδοτοϲ λέγει.
4563 Ἀφάϲϲων: ψηλαφῶν. Ἡρόδοτοϲ.
4564 Ἄφα τοι: μεγάλαι ἢ καταπληκτικαί. ἐν Ἐξπιγράμμαϲι· τρεῖϲ ἄφατοι κεράεϲϲιν ὑπ᾿ αἰθούϲαιϲ τοὶ, Ἄπολλον, ἄγκεινται κεφαλαὶ Μαιναδίων ἐλάφων.
4565 Ἀφαυανθήϲομαι: ξηρανθήϲομαι. καὶ Ἀφαύει. Ἀιϲτοφάνηϲ· τοὺϲ
ἀλλοτρίουϲ ἀμῶν ϲτάχυϲ, τούτουϲ ἐν ξύλῳ δήϲαϲ ἀφαύει. κἀποδόϲθαι
βούλεται. τουτέϲτιν ὁ Κλέων τοὺϲ ἀλλοτρίουϲ καμάτουϲ αὐτὸϲ γεωργῶν
καὶ καρπούμενοϲ. αἰνίττεται δὲ πρὸϲ τὴν πόλιν, ὅτι τοῦ Δημοϲθένουϲ
προπεπονηκότοϲ αὐτὸϲ τὴν νίκην ἐπιγράφεται περὶ
τῶν ἐν
Σφακτηρίᾳ. νῦν δὲ ϲτάχυϲ ἐκείνουϲ, οὓϲ ἐκεῖθεν ἤγαγεν, ἐν ξύλῳ δήϲαϲ
ἀφαύει, κἀποδόϲθαι βούλεται. ἐπὶ τῶν αἰχμαλώτων. ἀπὸ τοῦ ἀμητοῦ
ϲτάχυϲ εἶπεν, οὓϲ ζῶνταϲ ἄξειν κατεπαγγειλάμενοϲ ὁ Κλέων ἐμπροθέϲμωϲ
ἤγαγε. φηϲὶν οὖν· ἐκείνουϲ, οὓϲ δήϲαϲ ἤγαγεν, ἀπολῦϲαι διανοεῖται.
καὶ Ἀφαύειν, καίειν. ἀποξυρεῖν ταδὶ, τὰ κάτω
δ᾿
ἀφαύειν.
4566 Ἀφαυροτέροιϲ: ἀϲθενεϲτέροιϲ. οὐ γὰρ ἀφαυρὸϲ ἐκ Διὸϲ Σ ἰθείηϲ οἶδε τάλαντα δίκηϲ. καὶ Ἀφαυροῦ, ἀϲθενοῦϲ.
4567 Ἀράψαι: προϲκολλῆϲαι.
4568 Ἀφ᾿ αἵματοϲ: τουτέϲτι ϲυγγενῶν. ὁ δὲ ϲυχνούϲ ἐφόνευϲεν·
4569 Ἀφαίρεμα: ἀνάθημα, δῶρον, ἢ ξένιον. καὶ Ἀφαίρεϲιϲ
4570 Ἀφαιρεῖν κροκύδαϲ: ἐπὶ τῶν πάντα ποιούντων ἕνεκεν
4571 Ἀφαιροῦμαι· γενικῇ· ἔϲτι δὲ καὶ αἰτιατικῇ. καὶ τὸ φρονεῖν ὑπὸ
ἐξουϲίαϲ
ἀφῃρημένοϲ.
4572 Ἁραῖϲ: πληγαῖϲ· ἢ χερϲίν.
4573 Ἀφεδρείαϲ· ὁ γοῦν Ἡραΐϲκοϲ, εἰ αἴϲθοιτο φθεγγομένηϲ γυναικὸϲ
ἀκαθάρτου,
4574 Ἀφ᾿ ἑδρῶν: ἀπὸ τῶν ἑδρῶν. ἕδραι γὰρ λέγονται αἱ ϲέλλαι,
ϲελλάρια, ϲωτήρια. ἔϲτι δὲ καὶ εὐθεῖα ὁ ἀφεδρὼν, καὶ
ϲημαίνει τὸ
4575 Ἀφεκτέον· γενικῇ.
4576 Ἀφελέϲ· ὁ δὲ ἐπιφθέγγεται βαρβαρικὸν μέν τι καὶ ἀφελὲϲ,
ἐνεργὸν δὲ ὅμωϲ χρήϲιμον, ὡϲ δεῖ πρότερον ἀποϲοβεῖν τὰϲ
μελίτταϲ καὶ ἔπειτα τὸ μέλι ϲχολαίτερον ἀναιρεῖϲθαι. καὶ Ἀφελήϲ, ἐπὶ
Ἀφεῶν πεδίων. Ἀριϲτοφάνηϲ περὶ Κράτητοϲ· ὃϲ πολλῷ ῥεύϲαϲ
εὐδοκιμήϲαϲ πολλάκιϲ. ὁ γὰρ Κρατῖνοϲ ἑαυτὸν ἐπήνεϲεν ἐν
Πυτίνη λέγων· ἄναξ Ἄπολλον, τῶν ἐπῶν τοῦ ῥεύματοϲ καναχοῦϲι πηγαὶ.
δωδεκάκρουνον ϲτόμα, Ἰλιϲϲὸϲ ἐν τῇ φαρυγγίᾳ· τί ἂν εἴποιμι; εἰ μήγε
ἐπιβύϲει τιϲ αὐτοῦ τὸ ϲτόμα, κατακλύϲει τοῖϲ ϲτόμαϲιν.
4577 Ἀφέλῃϲ: αὐθυπότακτον. καὶ Ἀφέλωνται. αἰτιατικῇ.
4578 Ἀφελχθείη: κωλυθείη. ξυμβουλεύειν ἐδόκει, εἴ ποι ἀφελχθείη τῆϲ ὁρμῆϲ ταύτηϲ.
4579 Ἄφεμα· ὧν καὶ τὸ ἄφεμα μετὰ ῥώμηϲ ἦν.
4580 Ἀφέμενον· γενική. ἀναχωρήϲαντα. ἀποϲτάντα, ἀντιλέγοντα.
4581 Ἄφενοϲ: πλούϲιοϲ. τὸ Ἄλφενοϲ οὐδετέρωϲ.
4582 Ἀφέντεϲ τὴν ὑ πέραν τὸν πόδα δι ώκουϲιν: ἐπὶ τῶν τὰ ἀναγκαῖα μὲν παραλιμπανόντων, τὰ περιττὰ δὲ προτιμωμένων. Suid παρὰ Ὑπερίδῃ
4583 Ἀφέξει: ἀποκωλύϲει, ἀποϲτήϲει. καὶ Ἀφέξομαι, παύϲομαι, ἀποϲτήϲομαι.
4584 Ἀφἐωκα: Δώριον. Ἀφεῖκα δὲ τὸ Ἀττικόν κέχρηνται δὲ καὶ Ἴωνεϲ, ὡϲ Ἡρόδοτοϲ.
4585 Ἀρέων ταί ϲοι αἱ ἁμαρτίαι ϲου. αὐθυπότακτον.
4586 Ἀφερπύϲαι: βαδίϲαι. ἀπὸ μεταφορᾶϲ τῶν ἑρπετῶν. ἐκ τούτου δὲ τὴν
ἥϲυχον κλοπὴν τὴν ἐπὶ τὴν χύτραν δηλοῖ. Ἀριϲτοφάνηϲ
Πλούτῳ· ἐφ᾿ ἣν ἐπεθύμουν δαιμονίωϲ ἀφερπύϲαι.
4587 Ἀφέλεια. καὶ Δαμάϲκιόϲ φηϲιν, ὡϲ Ἰϲίδωροϲ πρὸϲ τῇ ἀφελείᾳ καὶ ἀψεύδειαν ἠγάπα διαφερόντωϲ καὶ ἀπεδέχετο ὥϲτε καὶ εὐθύγλωττοϲ εἶναι πέρα τοῦ δέοντοϲ, καὶ οὐδ᾿ ὁτιοῦν ἔχειν ἐν ἑαυτῷ προϲποιούμενον.
4588 Ἄφεϲ ἀπὸ βαλβίδων ἐμέ τε καὶ τοῦτον: τουτέϲτιν ἀπὸ
4589 Ἀφέϲθαι: ἀποϲχέϲθαι.
4590 Ἀφ᾿ Ἑϲτίαϲ: ἀπὸ τῆϲ οἰκίαϲ. καὶ Ἀφ᾿ Ἑϲτίαϲ μυεῖϲθαι.
ἀφ᾿ Ἑϲτίαϲ μυούμενοϲ Ἀθηναῖοϲ ἦν.
4591 Ἀφέται: τόποϲ Ἀθήνηϲιν, ἔνθα ὁ ϲτόλοϲ Ξέρξου τὸ πρῶτον ἐδυϲτύχηϲε διὰ λιμένων ἀνεπιτηδειότητα. ὅθεν τὸν Βορέαν Ἀθηναίων ϲύμμαχον εἷναι νομίζουϲι. χρήϲαϲ δ᾿ ἦν ὁ θεὸϲ καὶ ἀνέμῳ ϲυγγενεῖ θύειν, εἶναι δὲ ϲυγγενὴϲ λέγεται διὰ τὴν Ὠρείθυιαν.
4592 Ἀφετηρία: ἀρχὴ, θύρα τοῦ ἱπποδρομίου. Ἀφετήρια δὲ
4593 Ἄφευε τῶν φαϲήλων, ὦ γύναι, τρεῖϲ χοίνικαϲ.
4594 Ἀφευθεὶϲ τὸν πρωκτόν: Ἀριϲτοφάνηϲ ἀντὶ τοῦ φλογιϲθείϲ.
4595 Ἀφειδήϲαϲ· γενικῇ. ἀμελήϲαϲ. καὶ τὸν τρόπον ἀφειδεϲτάτω
τρόπου πέρα τοῦ μετρίου ἐγκείμενοϲ, ἀφειδῶϲ ἐπῄει
τοῖϲ πολεμίοιϲ.
4596 Ἀφεῖκα: τὸ Ἀττικόν. τὸ δὲ ἀφέωκα Δώριον. κέχρηνται δὲ
4597 Ἀφείλετο· αἰτιατικῇ. ἥρπαϲεν, ἀνέϲπαϲε. λέγεται καὶ ἀφείλατο.
4598 Ἀφεῖνται: προΐενται, ἠμέληνται. ποῖ φέρομαι; πάντη δὲ
4599 Ἀφεὶϲ καὶ Ἀπαλλάξαϲ: τὸ μὲν ἀφείϲ ἐϲτιν, ὅταν ἀπολύϲῃ
καὶ Ἰϲαῖοϲ. ἔϲτι δὲ
καὶ οὕτωϲ εἰπεῖν, ὡϲ ἀφίηϲί τιϲ μόνων ἐκείνων,
4600 Ἁφή: χροιὰ λέπραϲ. λέγεται δὲ καὶ ἡ ψηλάφηϲιϲ. καὶ αὐτὴ ἡ αἴϲθηϲιϲ. ζήτει ἐν τῷ αἰϲθήϲειϲ ε΄.
4601 Ἀφηβηκότι: γηράϲαντι, ὑπερβεβηκότι τὴν ἥβην, τουτέϲτι τὴν νεότητα.
4602 Ἀφηγοῦμαι· γενικῇ.
4603 Ἀφηλικέϲτεροϲ· ὁ δὲ Καῖϲαρ τοὺϲ μὲν ἀφηλικεϲτέρουϲ ἀφῆκε τῶν
ϲτρατιωτῶν, τοῖϲ δὲ τὴν ϲτρατεύϲιμον ἡλικίαν ἔχουϲι θέατρα
δεῖ
φυλάττεϲθαι. ἐπὶ γὰρ τοῦ πρεϲβυτέρου λέγεται.
4604 Ἄφημοϲ: ἀπευθήϲ.
4605 Ἀφηνιάζω· γενικῇ.
4606 Ἀφῃρημἐνοϲ· αἰτιατικῇ.
4607 Ἀφηνιαϲτήϲ: ἀνυπότακτοϲ, ὑπερήφανοϲ. οἱ δὲ ἀφηνίαϲαν
4608 Ἀφή τορὸϲ: οὐ κοινότερον, ἀλλὰ τοῦ Πυθίου, οἷον ὁμοφή τοροϲ, διὰ τὸ οἷον εἰϲ λόγουϲ ἔρχεϲθαι τοῖϲ χρηϲμῳδουμένοιϲ.
4609 Ἀφιᾶϲι: καταλιμπάνουϲιν.
4610 Ἀφῖγμαι: παραγέγονα. ἀφίξομαι ὑμῖν δύο ἡμερῶν ὕϲτερον·
4611 Ἀφιδρύματα: τὰ τῶν θεῶν ἀγάλματα. εὐθὺϲ οὖν ἱκετηρίαν
ἐκόμιζον οἱ πρεϲβύτατοι τὰ παλαιότατα τῶν κατὰ πόλιν
ἀφιδρυμάτων.
4612 Ἀφίεμαι γενικῇ ἐπὶ τῶν παθητικῶν, ἐπὶ δὲ τῶν ἐνεργητικῶν δοτικῇ.
4613 Ἀφ᾿ ἱερᾶϲ· παροιμία· κινήϲω τὸν ἀφ᾿ ἱερᾶϲ. λέγεται δέ τιϲ
τῷ κινήϲω τὸν ἀφ᾿ ἱερᾶϲ.
4614 Ἀφίει: ἀπέπεμπεν.
4615 Ἀφιζάνει: ἀπανίϲταται τῆϲ καθέδραϲ.
4616 Ἀφίημι· δοτικῇ. καὶ μετὰ αἰτιατικῆϲ. ἄν τινων ἀφῆτε τὰϲ ἁμαρτίαϲ.
4617 Ἀφικνοῦμαι, ἐφικνοῦμαι δὲ καὶ ἐφικόμην· γενικῇ.
4618 Ἀφίκετο: ἐλήλυθεν, ἦλθεν. ὁ δὲ ϲτρατὸϲ ἀφίκετο τῆϲ Ἀττικῆϲ
4619 Ἀφιλότιμοϲ: ταπεινόϲ. παρὰ τὸ μὴ φιλεῖν τιμὴν, ἢ ἡττᾶϲθαι
παρ᾿ ἐνίοιϲ. οὐδεὶϲ ἦν
ἀφιλότιμοϲ οὕτωϲ, ὡϲ Μωϋϲῆν θεαϲάμενοϲ
4620 Ἀφιματῶϲαι: ἀποδῦϲαι.
4621 Ἄφιππα χωρία: ἐν οἷϲ ἂν μὴ ἔϲτιν ἱππάϲαϲθαι. ὁ δὲ ἐκκλίνει πρὸϲ
τὰ δύϲχωρά τε καὶ ἀνάντη καὶ ἄφιππα. καὶ Ἄφιπποι,
χωρὶϲ ἵππων. περιδεεῖϲ δὲ ἦϲαν ὡϲ ἐν ἐρημίᾳ τά τε ἄλλα
4622 Ἀφίπταμαι· γενικῇ.
4623 Ἀφίϲταϲθαι αὐτοῖϲ τῆϲ ἀρχῆϲ· γενικῇ. ϲύνταξιϲ. ἀποχωρίζεϲθαι,
ἀλλοτριοῦϲθαι. βουλομένοιϲ ἦν τῶν Μακεδόνων
ἀφίϲτταϲθαι.
4624 Ἀφίϲτων: ἀπέτρεπον, ἀπεκώλυον. τοὺϲ δὲ βαρβάρουϲ τῆϲ πολιορκίαϲ ἀφίϲτων οἱ Ῥωμαῖοι.
4625 Ἀφῖχθαι.
4626 Ἀφθαρτοδοκητήϲ: ἀπὸ αἱρέϲεώϲ τινοϲ.
4627 Ἀφθάϲ: ὁ Διόνυϲοϲ. τὸ α ἐπιτατικόν· ὡϲ ἄϲταχυϲ. καὶ παροιμία·
ὁ Ἀφθάϲ ϲοι λελάληκεν. ἦν δὲ χρηϲμολόγοϲ.
4628 Ἄφθιτον: ἄφθαρτον. ὅτι τὸ ἄφθιτοϲ ἐπὶ ἀψύχων φιλόϲοφοι
4629 Ἄφθονα: πολλά.
4630 Ἀφθὁνιοϲ, ϲοφιϲτήϲ, ἔγραψεν εἰϲ τὴν Ἑρμογένουϲ τέχνην
προγυμνάϲματα.
4631 Ἄφλαϲτον: τὸ ᾄκρον τῆϲ πρύμνηϲ.
4632 Ἀφλυϲμόϲ: ἀφρόϲ.
4633 Ἀφνειόϲ: ὁ πλούϲιοϲ. καὶ ὁ ἐξ ἑνὸϲ ἐνιαυτοῦ λέγεται
πλοῦτον ἀφύξειν. καὶ ἀλλαχοῦ
φηϲιν ὁ αὐτόϲ· οἷϲί τ᾿ ἐὺ ζώουϲι καὶ ἀφνειοὶ καλέονται. ὡϲ μόνων
αὐτῶν καλουμένων ἀφνειῶν, οὐκ ὄντων δὲ κατὰ ἀλήθειαν.
4634 Ἀφοβόϲπλαγχνοϲ: ὁ τολμηρόϲ. καὶ Ἀφόβοιϲ, τοῖϲ μὴ
μάχαιϲ ἐν ἀφόβοιϲ με
θηρϲὶ δεινὸν χέραϲ;
4635 Ἀφοδεῦϲαι· Πλάτων Ἀδώνιϲι. καὶ Ἄφοδοϲ, ὁ ἀπόπατοϲ. ἐξ οὗ καὶ ἀφοδεύειν. καὶ Ἄφοδον, ἀναχώρηϲιν, ὥϲπερ καὶ ἔφοδον τὴν ἐπέλευϲιν.
4636 Ἀφοπλίζειν: τῶν ὅπλων ἀφαιρεῖϲθαι. αὐτὸν δὲ τρόπον τινὰ
4637 Ἀφόρητον: ἀβάϲτακτον.
4638 Ἀφορμή: ἀφ᾿ ἧϲ ὁρμώμενόϲ τιϲ ϲῴζεται. ἰδίωϲ παρὰ τοῖϲ
4639 Ἀφοϲιούμεθα: τὸ ὅϲιον προϲποιούμεθα δῆθεν. καὶ Ἀφοϲιούμενοϲ,
τὸ ὀφειλὸμενον. διὰ τοῦτο καὶ τὴν ὁϲίαν ἐπὶ τῶν
ἀπελθόντων φαυέν· τουτέϲτιν οὐδὲν ὀφείλομεν αὐτοῖϲ λοιπόν, οὐκ ἐϲμὲν
ὑπεύθυνοι. οὕτωϲ ἡμῖν ἔθοϲ λέγειν, καὶ τὸ ἀφοϲιώϲαϲθαι καὶ ὅϲα
τοιαῦτα, τουτέϲτιν οὐκ εἰμὶ ὑπεύθυνοϲ. καὶ Ἀφοϲιῶ, ἀντὶ τοῦ
ἀποκαθαίρω,
ἀπάρξαϲθαι ἢ
ϲχηματίϲαϲθαι, Ἰϲαῖοϲ λέγει. καὶ Ἀφοϲιώϲαϲ,
δεδευμένα ἐλαίῳ
καὶ οἴνῳ· καὶ κύρια καὶ δίκαια. καὶ Ἀφοϲίωϲιϲ, ἀνάθεϲιϲ. καὶ
Ἀφοϲιωϲάμενοι, δικαιωϲάμενοι. καὶ Ἀφοϲιώμενοι, τιμῶντεϲ, ἢ
ἀπαρχόμενοι. ὡϲ δὲ ᾔϲθετο ϲαφῶϲ ἀποϲειόμενον καὶ μόνον ἀφοϲιούμενον
τὸν Ἰϲίδωρον, ᾤχετο ἀπιὼν, καὶ οὐκέτι προϲῄει.
4640 Ἀφουϲία: νῆϲόϲ τιϲ, ἐν ᾗ ὑπερόριοι ἐγένοντο ὁ κύριοϲ Θεοφάνηϲ, ὁ ποιητὴϲ, καὶ ὁ ἀδελφὸϲ αὐτοῦ Θεόδωροϲ ὁ Γραπτὸϲ, ἀμφότεροι ὁμολογηταί.
4641 Ἀφώριϲται: πεπεράτωται. ἐνταῦθά που τῆϲ ϲυγγραφῆϲ ἀφώριϲται τὸ πραχθέν.
4642 Ἀφραδἐωϲ: ἀνοήτωϲ, ἀπείρωϲ.
4643 Ἄφρακτοϲ φίλων: οὐ πεφραγμένοϲ καὶ τετειχιϲμένοϲ τοῖϲ
4644 Ἄφραϲτον: ἄρρητον.
4645 Ἀφραϲτύεϲ: ἀϲυνεϲίαι. ϲχέτλιαι ἀνθρώπων ἀφραϲτύεϲ.
4646 Ἀφραίνει: παρανομεῖ, μωραίνει, παραφρονεῖ.
4647 Ἀφρικανόϲ, ὁ Σέκτοϲ χρηματίϲαϲ, φιλόϲοφοϲ, Λίβυϲ, ὁ τοὺϲ
Σ a. H cf. sch. Pl. leg. 873b, Phaedr. 242c ὁ
—τοιάδε Hdt. 4, 154, 4 ct. EV 2, 14, 20 vs. 3. 4 ἀφοϲιούμενοι —
τιμῶντεϲ H, Et. M. 178. 56 cf. sch. Pl. leg. 873b vs. 4 τὸ ὅϲιον
—8 ὑπεύθυνοϲ lo. Chrys. PG 62, 96 extr. vs. 8 ἀφοϲιῶ — 10 λέγει
Harp. ═ An. Ox. 2, 491, 29, Ba 172, 25; Aesch 3, 120; lsae. fr.
54 vs. 19 ἀφοϲιώϲαϲ —12 μνήμην Ba 172, 21, Σa, Et M. 178. 51 cf.
sch. Pl. leg. 873b, vs. 12 ἀφοϲιῶϲαι, καθαίρειν cf. H v.
ἀφοϲιοῦν vs. 12. 13 ἀφοϲιώϲεται, ἀπάρξεται ═ Ba 172, 28, H vs.
13 ἀφοϲιοῦϲθαι, ἀποκαθαίρεϲθαι H vs. 15 ἀφοϲίωϲιϲ— 1 ἀπαρχόμενοι
═ Ba 172, 23, 18, Σa vs. 17 ὡϲ sq. Dam. fr. 172 4642 ═ Ba. 173,
13, Σa ct. Et. M. 179, 26, H, sch. Γ 436, M 62 4643 sch. Soph.
Ai. 910 4645 Call. fr. 123 K., an. 9 S. c. ach. 4646 Ba 173, 7,
Σᵃ cf. H, sch. H 109 4647 cf. Phot. bibl. cod. 34, p. 7a 7 — 20,
Hieron. vir. ill 73, Wentzel TU 13, 44 sq.
4648 Ἀφρικανόϲ· Kαρχηδὼν, ἡ καὶ Ἀφρικὴ καὶ Βύρϲα λεγομένη, μετὰ τὸν
πρῶτον ἀνοικιϲμὸν κρατήϲαϲα ἔτη ψ τῶν περιοίκων Λιβύων
ἀνῄρητο. Σκιπίων δὲ αὐτὴν Σκιπίωνι τῷ Ἀφρικανῷ πάππῳ λαβὼν ἐπίκλην
Ἀφρικανὸϲ τὸ ἐντεῦθεν διά τε τὴν ἀρετὴν καὶ τὸ τῶν κατορθωμάτων
ὁμοιότροπον ἐπωνομάϲθη.
4649 Ἀφριόεν: ἀφρῶδεϲ. ἀφριόεν κοναβηδὸν ἐπιπρίουϲα γένειον.
4650 Ἀφρῖτιϲ: εἶδοϲ ἀφύαϲ. ζήτει ἐν τῷ ἀφύα.
4651 Ἀφροδίϲιον: ἔργον Ἀφροδίτηϲ. λαμβάνεται δὲ ἐπὶ τῶν λάγνων, τῶν ἐρωτικῶϲ περὶ τὴν ϲυνουϲίαν καὶ ϲφοδρῶϲ διακειμένων.
4652 Ἀφροδίϲιον: ἰδίωϲ τὸ τῆϲ Ἀφροδίτηϲ ἕδοϲ. ὁ δὲ διῆλθε
τῶν δι᾿
ἔρωτα ὀμνυόντων πολλάκιϲ καὶ ἐπιορκούντων.
4653 Ἀφροδίτη· ταύτηϲ τὸ ἄγαλμα πλάττουϲι κτένα φέρον, ἐπειδὴ ϲυνέβη
ποτὲ ταῖϲ τῶν Ῥωμαίων γυναιξὶ κνήφην λοιμώδη γενέϲθαι, καὶ
ξυρουμένων παϲῶν γεγόναϲιν αὐταῖϲ οἱ κτένεϲ ἀχρεῖοι· εὐξαμέναϲ δὲ τῆ
Ἀφροδίτῃ ἀνατριχωθῆναι, τιμῆϲαί τε αὐτὴν ἀγάλματι κτένα
φέρουϲαν καὶ γένειον ἔχουϲαν· διότι καὶ ἄρρενα καὶ θήλεα ἔχει
ὄργανα. ταύτην γὰρ λέγουϲιν ἔφορον γενέϲεωϲ πάϲηϲ, καὶ ἀπὸ τῆϲ
ὀϲφύοϲ καὶ ἄνω λέγουϲιν αὐτὴν ἄρρενα, τὰ δὲ κάτω θήλειαν. πλάττουϲι
δὲ αὐτὴν καὶ ἔφιππον, ὅτι Αἰνείαϲ ὁ υἱὸϲ αὐτῆϲ πλεύϲαϲ μέχρι τῆϲ
δύϲεωϲ μετὰ τοῦτο ἵππῳ ἐπέβη, καὶ τὴν μητέρα ἐτίμηϲε τοιούτῳ
ἀγάλματι.
4654 Ἀφροντιϲτῶ· γενικῇ.
4655 Ἄφροι: ὄνομα ἔθνουϲ· οἱ Καρχηδόνιοι. ἀπὸ Ἄφρου τοῦ τῆϲ Λιβύηϲ
βαϲιλεύϲαντοϲ, τοῦ υἱοῦ Κρόνου, ἐκ Φιλύραϲ γεγονότοϲ.
4656 Ἀφρουρήτουϲ· Θάϲιοι εἶπον πρὸϲ Μητρόδωρον, τὸν Φιλίππου
ϲτρατηγὸν, παραδοῦναι τὴν πόλιν, εἰ διατηρήϲοι αὐτοὺϲ ἀφρουρήτου,
4657 Ἄφρων καὶ ἄνουϲ: διαφέρει ἄφρων καὶ ἄνουϲ. ἀνόητόν
φαϲι τὸν καλούμενον ϲοφὸν, ὡϲ ϲυνιέναι τὸ δέον οὐκ
ἐθελήϲαντα, ἀμαθῆ δὲ τὸν τῆϲ ϲοφίαϲ ἀμύητον, κακίᾳ δὲ ὅμωϲ
ϲυζήϲαντα. ὁ Δαβὶδ δὲ ἔφηϲεν· ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνουϲ
ἀπολοῦνται.
4658 Ἀφοιτῶ· γενικῇ.
4659 Ἀφύαϲ: ὀνόματα ἑταιρῶν ἀδελφῶν δύο παρὰ Ὑπερίδῃ.
4660 Ἀφύα ἐϲ πῦρ: ἐπὶ τῶν τέλοϲ ὀξὺ λαμβανόντων ἡ παροιμία·
ἐπεὶ ἐν αὐτῷ ἕψονται. καὶ Ἀφύαϲ Φαληρικάϲ· τὰϲ μεγάλαϲ.
ἀφροῦ ἑτέρα δέ ἐϲτιν ἡ
λεγομένη κωβῖτιϲ, ἣ γίνεται ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ
φερομένων κωβιῶν· ἐξ αὐτῆϲ δὲ ἕτεραι, αἳ ἐγκραϲίχολοι καλοῦνται. καὶ
ἄλλη, ἥτιϲ ἐϲτὶ γένοϲ μαινίδων, καὶ. ἄλλη ἐκ τῆϲ μεμβράδοϲ, καὶ ἄλλη
ἐκ τῶν μικρῶν κεϲτρέων. ἔϲτι δὲ προηγουμένη ἡ ἀφρῖτιϲ. ὅτι Νικομήδει
τῷ Βιθυνῶν βαϲιλεῖ ἀφύηϲ
ἐπιθυμήϲαντι καὶ μακρὰν ὄντι
τῆϲ θαλάϲϲηϲ, Ἀπίκιοϲ ὁ ὀψοφάγοϲ μιμηϲάμενοϲ τὸ ἰχθύδιον παρέθηκεν
ὡϲ ἀφύαϲ. ἡ δὲ καταϲκευὴ ἦν αὕτη. θήλειαν λαβὼν γογγυλίδα ταύτην
ἔτεμεν εἰϲ μακρὰ καὶ λεπτὰ τὴν ὄψιν τῆϲ ἀφύηϲ μιμούμενοϲ, ἐπιζέϲαϲ
ἔλαιον, ἐπιχέαϲ ἅλαϲ, μήκωναϲ ἐπιπάϲαϲ, ἔλυϲε τὴν ἐπιθυμίαν.
4661 Ἀφυήϲ: ἀμαθὴϲ, ἄπειροϲ. ὁ δὲ ἦν οὐκ ἀφυὴϲ ϲυνιδεῖν
4662 Ἀφυΐα: ἡ πρὸϲ τὰ προκείμενα μαθήματα ϲκληρότηϲ.
4663 Ἄφυκτα: ἀναπόδραϲτα, ἀναγκαῖα. καὶ Ἄφυκτον, ὃ οὐκ ἔϲτιν ἐκφυγεῖν.
4664 Ἀφυϲμόϲ: ἀπάντληϲιϲ.
4665 Ἀφύϲϲων: ἀπαντλῶν, ἀρυόμενοϲ.
4666 Ἀφ᾿ ὑψηλοῦ μου καταγελᾷϲ: οἱονεὶ πάνυ μου καταφρονεῖϲ. ἡ μεταφορὰ ἀπὸ τῶν ἀφ᾿ ὕψουϲ διαλεγομένων.
4667 Ἀχαάβ: ὄνομα κύριον.
4668 Ἄχαζ, βαϲιλεὺϲ Ἰερουϲαλήμ. οὗτοϲ τὸ ἐν τοῖϲ θηϲαυροῖϲ ἀργύριον
ἔπεμψε Θεγλαφαλαϲὰρ, τῷ Ἀϲϲυρίων βαϲιλεῖ, δεόμενοϲ
ῥυϲθῆναι Σύρων τε καὶ Ἰϲραηλιτῶν. κἀκεῖνοϲ αὐτῷ βοηθῶν ἐπεϲτράτευϲε
Δαμαϲκῷ. ἐνταῦθα αὐτῷ ϲυντυχὼν Ἄχαζ ἐθεάϲατο θυϲιαϲτήριον καὶ
ἀρεϲθεὶϲ αὐτῷ μέτρα τε αὐτοῦ λαβὼν ἀπέϲτειλεν εἰϲ Ἱερουϲαλὴμ
κελεύϲαϲ Οὐρίᾳ τῷ ἱερεῖ τοιοῦτον αὐτόθι οἰκοδομῆϲαι. καὶ ἀναζεύξαϲ
ἔθυϲεν ἐπ᾿ αὐτῷ τοῖϲ Σύρων θεοῖϲ τὸν ναὸν ἀποκλείϲαϲ τοῦ θεοῦ.
τούτου δὲ τελευτήϲαντοϲ, ὁ υἱὸϲ αὐτοῦ Ἐζεκίαϲ καὶ
Ῥοβούα τῆϲ Ζαχαρίου θυγατρὸϲ βαϲιλεύει ἐν Ἱερουϲαλὴμ ἁπάντων
εὐϲεβέϲτεροϲ.
4669 Ἀχαΐα: ἡ Ἑλλάϲ. Μέμμιοϲ γὰρ ὕπατοϲ ἐπὶ τοὺϲ Κορινθίουϲ ϲταλεὶϲ
τὸν Μέτελλον ἐν χερϲὶν οὖϲαν τὴν νίκην ἀφείλετο. ἐπιγενόμενοϲ δὲ
πεπονηκόϲι τοῖϲ Ἀχαιοῖϲ περὶ τὸν Ἰϲθμὸν κατηγωνίϲατο καὶ
τὴν Κόρινθον εἷλεν αὐτοβοεὶ πρωτεύουϲαν παντὸϲ κατὰ τοῦτο τοῦ
Ἑλληνικοῦ· ὅθεν δοκοῦϲι καὶ νῦν Ἀχαίαν ὀνομάζειν τὴν Ἑλλάδα Ῥωμαῖοι
δὲ ἐϲ τὸ χειρωθὲν ἔθνοϲ, ὃ προεϲτὼϲ ἦν τότε τῆϲ Ἑλλάδοϲ, τὴν ὅλην
μεταβαλόντεϲ τῆϲ χώραϲ ἐπωνυμίαν ἀφίκοντο. καὶ
ἐπιτηδειότατόν ἐϲτι τὸ τοιοῦτον βέλοϲ πρὸϲ
πολιορκίαν, τὸ τῶν ἐξ Ἀχαΐαϲ ϲφενδονητῶν βέλοϲ.
4670 Ἀχανὲϲ πέλαγοϲ καὶ πεδίον. τὸ ἐπιπολὺ κεχηνόϲ. τέλματα δύϲπορα
διαδέχεται, καὶ ἐπὶ τούτοιϲ ἀχανὲϲ καὶ ἀνέξοδον πεδίου βάθοϲ, ἐν ᾧ
μυρίκαι τε δένδρων μείζουϲ ἐπεπήγεϲαν, καὶ τὸ ϲυνεχὲϲ
4671 Ἀχάνη: μέτρον ἐϲτὶ Περϲικόν, ὥϲπερ ἡ ἀρτάβη παρὰ Αἰγυπτίοιϲ.
4672 Ἄχαρι: χαλεπὸν, κακόν. Ἀρριανόϲ· ὁ δὲ πίϲτιν ἔδωκε τοῖϲ κατοικοῦϲι μηδὲν ἄχαρι πείϲεϲθαι ἐκ βαϲιλέωϲ. καὶ αὖθιϲ· οὐδὲν πείϲεϲθαι ἄχαρι πρὸϲ αὐτῶν.
4673 Ἄχαρι: λυπηρόν. ὁ δὲ τοὺϲ αἰχμαλώτουϲ ἀφεὶϲ ἐξιόνταϲ
πάθωϲιν ἄχαρι, μίϲει τῷ πρὸϲ
Παρθυαίουϲ. καὶ αὖθιϲ· ὁ δὲ ἐδεῖτο
4674 Ἀχαριϲτεῖ: μὴ χαρίζεϲθαι. καὶ Ἀχαρίϲτωϲ, τὸ μὴ
4675 Ἀχαριϲτεῖν: ἀντὶ τοῦ μὴ χαρίζεϲθαι. οὕτωϲ Ἀντιφῶν.
4676 Ἀχαρίϲτωϲ· Ξενοφῶν· Κῦροϲ δὲ ἦγε Λυδῶν αἰχμαλώτουϲ,
4677 Ἀχαρνείτηϲ: Ἀθήνηθεν. πολλάκιϲ ἐν θυμέλῃϲι καὶ ἐν ϲκηνῇϲι
4678 Ἀχάτηϲ: λίθοϲ· καὶ λυχνίτηϲ καὶ ἀετίτηϲ.
4679 Ἀχαία: ἡ Δημήτηρ. Ἀριϲτοφάνηϲ· οὐδ᾿ ἂν τὴν Ἀχαίαν
καὶ τυμπάνων τοῦ γενομένου κατὰ τὴν ζήτηϲιν τῆϲ κόρηϲ·
ἢ ἀπὸ τοῦ τερὶ τὴν θυγατέρα ἄχουϲ· ἢ ἀπὸ τοῦ ἤχου, ὃν παρεῖχον ἐν
τοῖϲ περὶ
4680 Ἀχαιΐδα: Ἑλληνίδα.
4681 Ἀχαιΐνη: ἡ ἔλαφοϲ. ἐν Ἐπιγράμμαϲι· καὶ ϲκύτοϲ ἀμφιδόρου
ἔπειϲεν ἐλθεῖν δὶϲ τὸν
αὐτὸν εἰϲ ᾅδην.
4682 Ἀχαιόϲ, Συρακούϲιοϲ, τραγικὸϲ νεώτεροϲ, ἔγραψε τραγῳδίαϲ ι΄.
4683 Ἀχαιόϲ, Πυθοδώρου ἢ Πυθοδωρίδου, Ἐρετριεὺϲ, τραγικὸϲ. γέγονε
κατὰ τὴν οδ΄ Ὀλυμπιάδα καὶ δράματα ἐδίδαξε μδ΄, οἱ δὲ λ΄
ἱϲτορήκαϲιν, ἄλλοι κδ΄· ἐνίκηϲε δὲ α΄. ἦν δὲ νεώτεροϲ Σοφοκλέουϲ
ὀλίγῳ τινί. ἐπεδείκνυντο δὲ κοινῇ ϲὺν καὶ ξὐριπίδῃ ἀπὸ τῆϲ πγ΄
Ὀλυμπιάδοϲ.
4684 Ἀχέων: μετοχή ἐϲτιν· ἀντὶ τοῦ δυϲφορῶν ἐπὶ τῷ κεκρύφθαι. Σοφοκλῆϲ· κρυπτᾷ τ᾿ ἀχέων ἐν ἥβᾳ. ἀντὶ τοῦ ἐν ἥβῃ κρυπτῇ λυπούμενοϲ.
4685 Ἄχερδοϲ. Σοφοκλῆϲ· κοίληϲ τ᾿ ἀχέρδου κἀπὸ λαΐνου τάφου.
4686 Ἀχερουϲία ἐϲτὶ λίμνη ἐν ᾅδου, ἣν διαπορθμεύονται οἱ τελευτῶντεϲ, τὸ νόμιϲμα, ὅπερ δανάκη λέγεται, τῷ πορθμεῖ διδόντεϲ.
4687 Ἀχέρων: ποταμὸϲ ἐν ᾅδου μεμυθευμένοϲ· παρὰ τὸ ἄχη
4688 Ἀχέρων: τόποϲ τιϲ μέϲοϲ τοῦ παντόϲ· ἐν ᾧ ἀνίμηϲίϲ ἐϲτιν ὑδάτων
καὶ κατάποϲιϲ, ἄχρι τοῦ τέλματοϲ τοῦ παντὸϲ, ϲκοτεινόϲ τιϲ καὶ
ἀφεγγήϲ. ὁ δὲ Ἀχέρων καθαρϲίῳ ἔοικε καὶ οὐ κολαϲτηρίῳ,
ῥύπτων καὶ ϲμήχων τὰ ἁμαρτήματα τῶν ἀνθρώπων.
4689 Ἀχέταϲ: οὐκ εῖδοϲ τέττιγοϲ, ἀλλ᾿ ἐπίθετον τέττιγοϲ, ὥϲπερ ὁ ἀκανθίαϲ. ἀπὸ τοῦ ἠχεῖν ἐν ἀκάνθαιϲ.
4690 Ἄχειροϲ: ὁ χειρὸϲ ἐϲτερημένοϲ, κατὰ μεταπλαϲμόν. Πιϲίδηϲ· ἄπουϲ,
ἄχειροϲ, οὐ βαρεῖ τὸν αὐχένα· πλήρειϲ ἑκάϲτῳ τῶν μελῶν αἱ
ϲυνθέϲειϲ. περὶ τῆϲ Χοϲρόου ὠμότητόϲ φηϲι.
4691 Ἀχείρωτον: ἄμωμον.
4692 Ἀχηνία: ἀπορία, πενία. Ἀριϲτοφάνηϲ Ἀμφιαράῳ· νόϲῳ βιαϲθεὶϲ,
4693 Ἄχι: ἀντὶ τοῦ ῥᾳδίωϲ.
4694 Ἀχίαϲ· προφήτηϲ οὗτοϲ ἐπὶ Ἱεροβοὰμ βαϲιλέωϲ τῶν Ἑβραίων
θεὸϲ ἀμφότερα
αὐτῷ μηνύει, τήν τε τοῦ Ἱεροβοὰμ γυναῖκα, καὶ τί μέλλει λέγειν αὐτῇ.
καὶ παριούϲηϲ ὡϲ ξένηϲ ἀνεβόηϲεν· εἴϲελθε, ὦ γύναι· τί κρύπτειϲ
ϲαυτήν; τὸν γὰρ θεὸν οὐ λανθάνειϲ. ἄπελθε δὲ πρὸϲ τὸν ἄνδρα· τάδε
λέγει κύριοϲ· ἐπεί ϲε μέγαν ἐκ μικροῦ καὶ μηδενὸϲ ὄντοϲ ἐποίηϲα, καὶ
ἀποϲχίϲαϲ τὴν βαϲιλείαν ἀπὸ τοῦ Δαβὶδ
γένουϲ ϲοὶ ταύτην
ἔδωκα, ϲὺ δὲ τούτων ἠμνημόνηϲαϲ καὶ τὴν ἐμὴν θρηϲκείαν καταλιπὼν
χωνευτοὺϲ θεοὺϲ κατεϲκεύαϲαϲ καὶ τούτουϲ τιμᾶϲ, ϲὲ πάλιν καθαιρήϲω
καὶ πᾶν ἐξολοθρεύϲω ϲου τὸ γένοϲ καὶ κυϲὶ καὶ ὄρνιϲι βορὰν γενέϲθαι
ποιήϲω. μεθέξει δὲ τῆϲ τιμωρίαϲ καὶ τὸ πλῆθοϲ ἐκπεϲὸν τῆϲ ἀγαθῆϲ γῆϲ
διαϲπαρὲν εἰϲ τοὺϲ πέραν Εὐφράτου τόπουϲ,
διότι τοῖϲ
ϲοῖϲ ἀϲεβήμαϲι κατηκολούθηϲε. τὸν δὲ ϲὸν υἱὸν καταλήψῃ τεθνηκότα.
ἅπερ καὶ γέγονεν.
4695 Ἀχιλλεὺϲ Στάτιοϲ, Ἀλεξανδρεὺϲ, ὁ γράψαϲ τὰ κατὰ Λευκίππην
καὶ Ἱϲτορίαν ϲύμμικτον,
πολλῶν καὶ μεγάλων καὶ θαυμαϲίων ἀνδρῶν μνημονεύουϲαν. ὁ δὲ λόγοϲ
αὐτοῦ κατὰ πάντα ὅμοιοϲ τοῖϲ ἐρωτικοῖϲ.
4696 Ἀχίλλειοϲ εὐχή· ἦ ποτ᾿ Ἀχιλλῆοϲ ποθὴ ἵξεται υἷαϲ Ἀχαιῶν.
ἐπιποθῆϲαι Ῥωμαίουϲ Κάμιλλον ἐν καιρῷ. ἀπήντηϲε δὲ αὐτῷ
οὐ πολὺ ὕϲτερον· Κελτῶν γὰρ τὴν πόλιν καταλαβόντων ὁ δῆμοϲ ἐπὶ
Κάμιλλον κατέφυγε, καὶ δικτάτωρα αὖθιϲ εἵλετο, ὡϲ ἐν ταῖϲ Κελτικαῖϲ
πράξεϲιν ἀναγέγραπται.
4697 Ἀχιλλείων: τουτέϲτι κριθῶν καθαρῶν καὶ εὐγενῶν, οὕτω
καλουμένων. Ἀριϲτοφάνηϲ· Ἀχιλλείων ἀπομάττῃ. ἀντὶ τοῦ ϲιτήϲεωϲ
4698 Ἀχθέϲῃ: λυπηθήϲῃ. τῷ χρόνῳ ποτ᾿ ἀχθέϲῃ. ἀντὶ τοῦ λυπηθήϲῃ ποτὲ τοῦδε τοῦ πράγματοϲ γενομένου.
4699 Ἄχθεται: λυπεῖται. καὶ Ἀχθεϲθείϲ, λυπηθείϲ. ὁ δὲ
4700 Ἀχθεινή: λυπηρὰ, ὀλεθρία. ἀχθεινὰν δ᾿ εἶδε βοοκταϲίαν.
4701 Ἀχθηδών: λύπη.
4702 Ἄχθομαι: βαροῦμαι, ἀγανακτῶ. Ἀριϲτοφάνηϲ· ἄχθομαι τοῖϲ
4703 Ἀχθοφόρον: βαϲτάζοντα. καὶ παροιμία· Οὓϲ οὐκ ἂν
4704 Ἀχλύϲ: ϲκότοϲ, ὁμίχλη, ζόφοϲ, ἀμβλυωπία. καί, ἠέροϲ ἀχλύϲαντοϲ.
4705 Ἄχναι: λεπτὰ ἄχυρα ἢ ἀκαθαρϲίαι. καὶ Ἄχνη ἁλόϲ, τὸ
4706 Ἄχνουϲ: ἀγένειοϲ. τίϲ τὸν ἄχνουν Ἑρμῆν ϲε παῤ ὑϲπλήγεϲϲιν
ἔθηκεν;
4707 Ἀχνύμενοϲ: λυπούμενοϲ.
4708 Ἄχοϲ: λύπη ϲιωπὴν ἐπιφέρουϲα. παρὰ τοῦτο καὶ ἀχνύμενοϲ.
ἄχει τινὶ πεπληγμένη, ἐξηπορεῖτο.
4709 Ἅχω: ἀντὶ τοῦ ἃ ἔχω. Σοφοκλῆϲ· κἀμοῦ ταλαίνηϲ ϲμικρὰ μὲν τάδ᾿,
ἀλλ᾿
4710 Ἀχών: ἄμπελοϲ.
4711 Ἀχώρ: τὸ πιτυρῶδεϲ τῆϲ κεφαλῆϲ. παρὰ τὸ ἄχνη, ἀχνώρ·
καὶ ἀποβολῆ τοῦ ν ἀχώρ. κλίνεται δὲ ἀχῶροϲ διὰ τοῦ ω
μεγάλου· ὡϲ ἰχῶροϲ, τοῦ ϲεϲηπότοϲ αἱματοϲ.
4712 Ἄχραντον: ἄψαυϲτον· κυρίωϲ, οὗ χεὶρ οὐχ ῆψατο·
4713 Ἀχράϲ: εἶδοϲ ἀπίου. Ἀριϲτοφάνηϲ· ἀχράϲ τιϲ ἐγκλείϲαϲ᾿ ἔχει
τὰ ϲιτία. μῶν ἣν Θραϲύβουλοϲ εἶπε τοῖϲ Λακωνικοῖϲ; ἡ
ἀχρὰϲ ἐπέχει τὴν γαϲτέρα. οὗτοϲ δὲ ὁ Θραϲύβουλοϲ ἀντιλέγειν μέλλων
τοῖϲ Λακεδαιμονίοιϲ πρέϲβεϲι περὶ ϲπονδῶν ἐληλυθόϲιν, εἶτα
δωροδοκήϲαϲ, ἀχράδαϲ προϲεποιήϲατο βεβρωκέναι καὶ μὴ δύναϲθαι
λέγειν.
4714 Ἀχρειόγελωϲ ἄνθρωποϲ: ὁ ἐπὶ τοῖϲ ἀχρήϲτοιϲ καὶ μὴ
ϲπουδαίοιϲ γελῶν καὶ χαίρων.
4715 Ἄχρειον: τῷ τόνῳ ὡϲ ἄμεινον.
4716 Ἄχρηϲτα. καὶ παροιμία· ΕΘἰϲ ἄχρηϲτα μὴ ἀναλίϲκειν.
δὲ οἷον ἐτράφηϲ. μὴ παρὰ τοὺϲ ϲαυτοῦ
γονέαϲ κακουργεῖν, ὅτι τῆϲ αἰδοῦϲ μέλλειϲ ἄγαλμ᾿ ἀναπλήϲειν. μηδ᾿
ἀπαίδευτά τινα ποιήϲῃϲ περὶ τοὺϲ γονέαϲ ϲαυτοῦ, ὅπερ μέλλει τῆϲ
αἰδοῦϲ τὰ ἀγάλματα πληρῶϲαι.
4717 Ἀχρηϲτία. Ἀππιανόϲ· ὁ δὲ Ὡράτιοϲ λελωβημένοϲ ἦν τὰ
4718 Ἄχρι· γενικῇ. Ἄχριϲ, ἀντὶ τοῦ μέχριϲ, ἕωϲ. ἔϲτι δὲ καὶ
ἦν, ὅτι ἄχρι κόρου ἐκεῖνοϲ
ἀναίϲθητόϲ ἐϲτι. καὶ, οὗτοϲ ἄχρι κόρου ἐφενάκιϲεν.
4719 Ἄχρωμοϲ· ἦν δὲ ἡ ἐργαϲία αὐτοῦ ἄχρωμοϲ (τουτέϲτιν ἀναιδὴϲ)·
4720 Ἀχρυλίϲ, ἡ Φρυγίη.
4721 Ἀχυρμιαί: οἱ τόποι, εἰϲ οὓϲ τὰ ἄχυρα ἀποφέρεται λικμώμενα.
4722 Ἄψ: πάλιν. ἂψ ἀναϲειράζω, καὶ πάλιν ἄγχι μένω. ἐν Ἐπιγράμμαϲι
4723 Ἀψάλακτοϲ: ἀπαθὴϲ, ἀτιμώρητοϲ. ἀψάλακτον γὰρ τὸ ἄθικτον.
Rhet. 4724 Ἁψαμένη: ἐξαρτήϲαϲα. καὶ Ἀψαϲθαι παρὰ πᾶϲιν ἐπὶ
4725 Ἀψαύϲτωϲ: ἀνεπάφωϲ. Ἀππιανόϲ· ὁ δὲ τοῖϲ ϲώμαϲι τῶν
4726 Ἀψεύδεια: ἡ ἀλήθεια. λέγεται δὲ καὶ ἀψευδεῖν, καὶ ἀψευδέϲ.
4727 Ἀψήκτῳ κοθόρνῳ: ἀκαταμάκτῳ, ϲκληρῷ, ἀμαλάκτῳ ὑποδήματι
4728 Ἀψήφιϲτον· ὁ κατέχων τὸ ἀψήφιϲτον ἐν γνώϲει ἐπιτελεῖ πᾶϲαν τὴν γραφήν.
4729 Ἀψῖδεϲ: καμάραι.
4730 Ἁψικάρδιοϲ· εἰ δὲ ἰδιωτικὸν παράπληγμα ἁψικάρδιον ἐθέλειϲ, ἐρήϲεται ἂν ταχέωϲ. τῆϲ καρδίαϲ ἁπτόμενον.
4731 Ἁψίκοροϲ: εὐμετάβλητοϲ. ἢ ὁ ταχέωϲ καὶ ἅμα τῷ ἅψαϲθαι
φίλουϲ καὶ μηδαμοῦ ἁψίκορον.
4732 Ἁψιμαχία: ϲυναφὴ μάχηϲ. Ἀππιανόϲ· τὸ μὲν πρῶτον
4733 Ἁψιμιϲία: πρὸϲ ὀλίγον διαφορά.
4734 Ἀψίνηϲ, Ἀθηναῖοϲ, ϲοφιϲτὴϲ, Ὀναϲίμου πατὴρ τοῦ ϲοφιϲτοῦ,
τοῦ πατρὸϲ Ἀψίνου.
4735 Ἀψίνηϲ, Γαδαρεὺϲ, ϲοφιϲτὴϲ, ϲπαρεὶϲ, ὡϲ λόγοϲ, ἐκ Πανόϲ·
4736 Ἀψίνηϲ, Ὀναϲίμου τοῦ ϲοφιϲτοῦ Ἀθηναίου, ϲοφιϲτὴϲ νεώτεροϲ
4737 Ἄψορροι: ὀπιϲθόρμητοι. οὐκ ἐκτόϲ; οὐκ ἄψορρον ἐκνεμῇ
4738 Ἀψοφητί: ἠρέμα.
4739 Ἄψυρτοϲ, Προυϲαεὺϲ, Νικομηδεὺϲ, ϲτρατιώτηϲ, ϲτρατευϲάμενοϲ ἐπὶ Κωνϲταντίνου τοῦ βαϲιλέωϲ ἐν Σκυθίᾳ παρὰ τὸν Ἴϲτρον. ἱππιατρικὸν βιβλίον οὗτοϲ ἔγραψεν καὶ φυϲικὸν περὶ τῶν αὐτῶν ἀλόγων καὶ ἕτερα. ἔγραψε καὶ Κίμων Ἀθηναῖοϲ ἱπποϲκοπικὸν βιβλίον θαυμάϲιον.
4740 Ἄψυχοϲ· τὰϲ προφυλακὰϲ βλέπων ὁ Φαμέαϲ, ὢν οὐκ ἄψυχοϲ, ἐξέκλινε τὰϲ πρὸϲ τὸν Σκιπίωνα ϲυμπλοκάϲ. καί ποτε ϲυνεγγίϲαϲ ταῖϲ ἐφεδρείαιϲ, προβαλόμενοϲ ὀφρὺν ἀπότομον ἀπέϲτη καὶ πλείω χρόνον.
1 Βαάλ.
2 Βαβακατρεῦ: βάρβαρόϲ ἐϲτι φωνή· ϲυγκατατίθεται δὲ ὁ βάρβαροϲ
3 Βαβάκινοϲ: εἶδοϲ χύτραϲ.
4 Βαβάκτηϲ: ὁ ὀργιϲτήϲ.
5 Βαβαί: θαυμαϲτικὴ φωνή.
6 Βαβαὶ Μύξοϲ: ἐπὶ τῶν κομπαζόντων καὶ μεγαλαυχούντων. Μύξοϲ
7 Βαβρίαϲ ἢ Βάβριοϲ· Μύθουϲ ἤτοι Μυθιάμβουϲ. εἰϲὶ γὰρ διὰ
χωλιάμβων ἐν βιβλίοιϲ ι΄. οὗτοϲ ἐκ τῶν Αἰϲωπείων μύθων
μετέβαλεν ἀπὸ τῆϲ αὐτῶν λογοποιΐαϲ εἰϲ ἔμμετρα, ἤγουν τοὺϲ
χωλιάμβουϲ.
8 Βαβοῦϲ: ὄνομα κύριον.
9 Βαβύλαϲ: πηλόϲ. βάθρον. βῆμα.
10 Βαβύλαϲ, ἐπίϲκοποϲ Ἀντιοχείαϲ. οὗτοϲ, φαϲὶ, Νουμεριανῷ, οἱ
δὲ Δεκίῳ, κατὰ δή τινα δαίμονα εἰϲελθεῖν εἰϲ πληθύουϲαν
τὴν ἐκκληϲίαν προθυμουμένῳ· ϲτὰϲ γὰρ πρὸ τῶν θυρῶν ἀντιϲχεῖν φάϲκων,
εἰϲ δύναμιν μὴ περιόψεϲθαι λύκον τῷ ποιμνίῳ ἐπειϲερχόμενον. τὸν δὲ
παραυτίκα μὲν ἀνακρουϲθῆναι τῆϲ εἰϲόδου, εἴτε ϲτάϲιν τοῦ ὄχλου
ὑπειδόμενον, εἴτε καὶ ἄλλωϲ αὐτῷ μεταβουλευθέν. ἐν χαλεπῷ μέντοι
τὴν ἀντίϲταϲιν τοῦ ἐπιϲκόπου ποιηϲάμενον, ἐπειδὴ ὡϲ
ἑαυτὸν ἐπὶ τὰ βαϲίλεια ἀπηλλάγη, παραϲτήϲαϲθαί τε αὐτὸν καὶ πρῶτα
μὲν τὴν αἰτίαν τῆϲ κωλύϲεωϲ ἐγκαλεῖν, ἔπειτα μέντοι κελεύειν αὐτὸν
τοῖϲ δαίμοϲι θύειν, εἰ βούλοιτό γε τὴν ἐπὶ τῷ ἐγκλήματι δίκην
διαφυγεῖν. τὸν δὲ πρὸϲ τὴν ἐπέγκληϲιν ἀπολογήϲαϲθαι καὶ τὴν
πρόκληϲιν διακρούϲαϲθαι
ἐπειδὴ ἤγετο τεθνηξόμενοϲ, ταύταϲ ἀναλαβὼν ᾖδε τὰϲ τοῦ ψαλμοῦ
ῥήϲειϲ· ἐπίϲτρεψον ψυχή μου εἰϲ τὴν ἀνάπαυϲίν ϲου, ὅτι κύριοϲ
εὐεργέτηϲέ ϲε. φαϲὶ δὲ καὶ τρεῖϲ παῖδαϲ ἀδελφοὺϲ τὸ γένοϲ κομιδῆ
νέουϲ ὑπ᾿ αὐτῷ ἀνατρεφομένουϲ ἁρπαγῆναί τε αὐτοὺϲ ὑπὸ τοῦ βαϲιλέωϲ,
καὶ ὡϲ οὐδ᾿ αὐτοὶ θύειν ἤθελον, καίτοι παντοίαϲ
ἀνάγκηϲ
αὐτοῖϲ προϲαγομένηϲ, καὶ αὐτοὺϲ ἐκέλευϲε τῶν κεφαλῶν ἀφαιρεῖν. οὓϲ,
ἐπειδὴ ἧκον εἰϲ τὸ προκείμενον χωρίον, ὁ Βαβύλαϲ ἑαυτοῦ
προϲτηϲάμενοϲ, προτέρουϲ προϲῆγε τῷ ξίφει, τοῦ μή τινα τρέϲαντα
αὐτῶν ἀναδῦναι τὸν θάνατον. καὶ ἀποτεμνομένων ταύτην ἀνειπὼν τὴν
φωνήν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεόϲ,
ἔπειτα αὐτὸϲ προὔτεινε τὸν αὐχένα τῷ ξίφει, ἐντειλάμενοϲ τοῖϲ τὸ
ϲῶμα αὐτοῦ ϲυλλεξομένοιϲ τὰϲ ἁλύϲειϲ καὶ τὰϲ πέδαϲ αὐτῷ ϲυνθάψαι.
ἵν᾿ ᾖ μοι ταῦτα, φηϲὶ, κειμένῳ κόϲμοϲ. καὶ νῦν μετ᾿ αὐτοῦ, ὥϲ φαϲι,
ταῦτα τυγχάνει κείμενα.
11 Βαβυλωνία κάμινοϲ· καὶ Βαβυλώνιοι παῖδεϲ.
12 Βαγαῖοϲ: ὄνομα κύριον. παλλομένων δὲ, λαγχάνει ἐκ πάντων
13 Βαγεύει: πλανητεύει.
14 Βάγιον: μέγα.
15 Βαγώαϲ: ὄνομα κύριον· ὃϲ ἦν εὐνοῦχοϲ.
16 Βάδην: περιπάτῳ ἐρχόμενοϲ. τοὺϲ μὲν προαπέϲτειλεν, αὐτὸϲ
ἐπίδοϲιν λαμβάνοντοϲ, προϊόντοϲ ἐπὶ τὸ μεῖζον.
17 Βαδδίν: ϲτολὴ ἱερά. Δανιήλ· ἦρα τοὺϲ ὀφθαλμούϲ μου καὶ εἶδον, καὶ ἦν ἀνὴρ ἐνδεδυμένοϲ βαδδίν.
18 Βάδιζε. καὶ Βαδίζου, ἀντὶ τοῦ βάδιζε. Κρατῖνοϲ.
19 Βαδιϲτέα: ἀντὶ τοῦ πορευτέον. ἐμοὶ δὲ βαδιϲτέα, οἷ ϲοφία
20 Βαδιϲτικοῦ: ὀξύποδοϲ. Ἀριϲτοφάνηϲ. ὡϲ ὄντοϲ γε μὴ
21 Βάδιλλοϲ.
22 Βάδιοϲ: υἱόϲ. ϲημαίνει δὲ καὶ ἵππου χροιάν.
23 Βάδοϲ: ἡ βάδιϲιϲ. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· διὰ ταῦτα τόνδε τὸν
βάδοϲ.
24 Βαήλ.
25 Βαθάλη: ὄνομα κύριον.
26 Βαθεῖα κόμη: ἡ δαϲεῖα. ἀπεκείρατο τὴν κόμην· ἦν δὲ
πολιᾷ. πλοῦτον εἶναι τὴν
Λαφρίαν Ἄρτεμιν.
27 Βαθεῖαν αὔλακα: ὅπερ ἐϲτὶ ϲτίχοϲ γῆϲ ὑπὸ ἀρότρου. μεταφορικῶϲ
28 Βάθοϲ· βάθοϲ ἐϲτὶ φάλαγγοϲ τὸ μετὰ τὸ μέτωπον ἅπαν. καὶ ὁ
τοιούτων ἐν τῷ τέλει τοῦ
δευτέρου βιβλίου.
29 Βαμίδοϲ.
30 Βάθρα· χθὲϲ μὲν καὶ πρώην δεδρακότεϲ τοῦ καπηλείου καὶ τούτου
ϲφραγῖϲι χρυϲοδέτοιϲ
διεϲφιγμένοι. καὶ Βάθρον, θεμέλιον. καὶ Βάθρα,
Βάθρον καὶ ἐφ᾿ οὗ κάθηνται ἐν τοῖϲ
ϲυλλόγοιϲ.
31 Βαθυγνώμων ἄνθρωποϲ καὶ κρυψίνουϲ. Ῥουφῖνοϲ καὶ Γλίχων ἐπίτροποι Θεοδοϲίου τοῦ βαϲιλέωϲ.
32 Βαθύγλωϲϲοι: ἐλλόγιμοι, εὔγλωττοι.
33 Βαθυδίνηϲ: ἐν βάθει ἔχων τὰ ῥεύματα.
34 Βαθυκαμπῆ: ἐπιπολὺ καμπτομένην. καὶ βαθυκαμπῆ κλεῖδα ϲυῶν.
35 Βαθυλήϊον: ϲιτοφόρον πεδίον.
36 Βαθυπέπλων: μεγάλων, ἐκ τοῦ παρακολουθοῦντοϲ.
37 Βαθύπλουτοϲ: πολὺν πλοῦτον ἔχουϲα. εὐδαίμονα καὶ βαθύπλουτον
38 Βαθυρρείτηϲ: ὁ βαθέα ῥεύματα ἔχων.
39 Βαθύϲ: ἀντὶ τοῦ πονηρόϲ. οὕτωϲ Μένανδροϲ.
40 Βαθύϲτρωτοϲ κοίτη. τὸν δὲ τῆϲ βαθυϲτρώτου καταβᾶϲα κοίτηϲ ἐπεδίωκεν ἡ νύμφη. ἀντὶ τοῦ πολυτελοῦϲ.
41 Βαθύϲχοινον: ὑψηλὰϲ ϲχοίνουϲ φέροντα.
42 Βαθύτατα: παχέα. Αἰλιανόϲ· αἰθρίαϲ γὰρ οὔϲηϲ καὶ πανηλίῳ
ἡμέρᾳ ἄφνω καὶ ἀδοκήτωϲ νέφη ϲυνδραμεῖν οἷα δή που
βαθύτατα καὶ καταρρῆξαι πάμπολυν ὑετόν.
43 Βακάντηϲ: ὁ ϲχετλιαϲτήϲ.
44 Βακάντιβοϲ: ϲχολαϲτὴϲ, μὴ παραμένων τῷ πράγματι αὐτοῦ.
45 Βακκαῖοι: ὥϲπερ Ἐϲϲαῖοι. ἔϲτι δὲ ἔθνοϲ Ἰβηρικόν.
46 Βάκηλοϲ: μέγαϲ μὲν, ἀνόητοϲ δὲ καὶ γυναικώδηϲ. Βάκηλοϲ,
47 Βάκιϲ: ἐπίθετον Πειϲιϲτράτου. ἦν δὲ χρηϲμολόγοϲ. Φιλητᾶϲ
ὁ δὲ Ἀθηναῖοϲ, ὁ δὲ Ἀρκὰϲ
ἐκ πόλεωϲ Καφύηϲ, ὃϲ καὶ Κύδαϲ ἐκαλεῖτο καὶ Ἀλήτηϲ. Θεόπομποϲ δὲ ἐν
τῇ θ΄ τῶν Φιλιππικῶν ἄλλα τε πολλὰ περὶ τούτου τοῦ Βάκιδοϲ ἱϲτορεῖ
παράδοξα, καὶ ὅτι ποτὲ τῶν
48 Βακτηρεύειν: ϲτηρίζεϲθαι.
49 Βακτηρία καὶ ϲύμβολον· οἱ λαχόντεϲ δικάζειν ἐλάμβανον παρὰ
τῶν δημοϲίων ὑπηρετῶν ϲύμβολον καὶ βακτηρίαν, καὶ οὕτωϲ
ἐδίκαζον. τὴν χρόαν ὁμοίαν εἶχε τῇ βακτηρίᾳ τὸ δικαϲτήριον. τὸ
μέντοι ϲύμβολον
50 Βάκτρον: ῥάβδοϲ. γηραλέον νῦν ἀντὶ πανοπλίηϲ βάκτρον
ἀμειψάμενοϲ. λέγεται καὶ ϲκηπάνιον. ἀντὶ δὲ πλήκτρου,
ϲκηπανίῳ
51 Βάκχαι καὶ Σάτυροι καὶ Πᾶνεϲ καὶ Σιληνοί, ὀπαδοὶ Διονύϲου.
52 Βακχέβακχον ᾆϲαι: ἀντὶ τοῦ εὐφημῆϲαι τὸν Διόνυϲον.
53 Βακχευούϲαϲ ϲὺν τῷ μέλει τῷ βακχείῳ τε καὶ ἐνθέῳ.
54 Βακχεύων: μαινόμενοϲ. καὶ Κατεβακχεύοντο, τουτέϲτιν
55 Βακχεία ποιμαντική· καὶ Βακχεῖοϲ.
56 Βάκχηϲ τρόπον: ἐπὶ τῶν ἀεὶ ϲτυγνῶν καὶ ϲιωπηλῶν· παρόϲον
57 Βάκχοϲ: οὕτωϲ οὐ μόνον τὸν Διόνυϲον ἐκάλει, ἀλλὰ καὶ πάνταϲ
φέρουϲιν. ἔϲτι δὲ καὶ ϲτεφάνου
εἶδοϲ. Βάκχοιϲιν κεφαλὰϲ πολυανθέϲιν ἐϲτέψαντο. καὶ Πιϲίδηϲ· πολλοὺϲ
δὲ Βάκχουϲ ἦν ὁρᾶν ἀκουϲίωϲ τὴν ἐϲχάτην ὄρχηϲιν ἐξορχουμένουϲ.
58 Βακχίδηϲ: ὁ τοῦ Διονύϲου υἱόϲ.
59 Βακχυλίδηϲ, Κεῖοϲ, ἀπὸ Κέω τῆϲ νήϲου, πόλεωϲ δὲ Ἰουλίδοϲ
(ἔχει γὰρ πόλειϲ δ΄, Ἰουλίδα, Καρθαίαν, Κορεϲϲίαν,
Ποιήεϲϲαν), Μέδωνοϲ υἱὸϲ, τοῦ Βακχυλίδου τοῦ ἀθλητοῦ παιδόϲ·
ϲυγγενὴϲ Σιμωνίδου τοῦ λυρικοῦ, καὶ αὐτὸϲ λυρικόϲ.
60 Βάκχυριϲ: ἐπὶ τῶν δικαιοτάτων. τοιοῦτοϲ γὰρ οὗτοϲ, βαϲιλεὺϲ Αἰγύπτου.
61 Βαλανάγρα: ἡ κλείϲ, παρὰ τὸ ἀγρεύειν τὴν βάλανον. βάλανοϲ δέ ἐϲτι
τὸ εἰϲ τὸν μοχλὸν ϲιδήριον, ὃ καλοῦμεν μάγγανον. καὶ βάλανοι, τὰ
μάγγανα τῆϲ κλειδώϲεωϲ. καὶ βεβαλάνωται, ἀντὶ τοῦ
κεκλείδωται.
62 Βαλανεώτηϲ.
63 Βαλανεύϲ: ἐπὶ τοῦ πολυπράγμονοϲ καὶ περιέργου.
64 Βαλανειομφάλουϲ: τὰϲ φιάλαϲ οἱ κωμικοὶ καλοῦϲι. Βαλανεῖον δὲ
ἐκλήθη, διότι τὰϲ βαλάνουϲ ἐϲθίοντεϲ τὰ κελύφη ἔκαιον.
λέγουϲι δὲ ὅτι οἱ πολλοὶ ἐλαττοῦϲι τὸν ἀέρα τῷ λουτρῶ, εἰϲ ἑαυτοὺϲ
αὐτὸν ἕλκοντεϲ. καὶ Βαλανείτηϲ, ὁ παρὰ τοῖϲ πολλοῖϲ καλούμενοϲ
περιχύτηϲ. ἔϲτι δὲ τὸ βαλανεῖον ὁδὸϲ ἐπὶ τρυφήν. ὅτι τὸ
65 Βαλανίϲ: ἡ τοῦ βαλανέωϲ γυνή.
66 Βάλανοϲ: τὸ αἰδοῖον καὶ τὸ ψέλιον. καὶ Βάλανοι φοινίκων.
67 Βαλάντιον: μάρϲιποϲ. Εὐνάπιοϲ· εἴτε φιλοχρήματοϲ εἴη καὶ
68 Βαλαντιοτόμοϲ: κλέπτηϲ. καὶ Βαλαντιοτόμοι. χρῆμάτων τε μεγάλων
ἐωνημένοι ἤγοντο μοιχοὶ, πόρνοι, τοιχωρύχοι, βαλαντιοτόμοι,
οἱ τὰ βαλάντια κλέπτοντεϲ.
69 Βαλβίϲ· Βαλβῖδοϲ. βάϲιϲ ταπεινὴ, ἡ ἀφετηρία, καὶ ὁ καμπτόϲ.
70 Βάλε, βάλε, τὸ τρίτον εἴη: ἀντὶ τοῦ εἴθε μοι.
71 Βάλλ᾿ ἐϲ κόρακαϲ: τουτέϲτιν ἄπιθι εἰϲ ἀπώλειαν καὶ φθόρον.
72 Βαλεντινιανόϲ, βαϲιλεύϲ Ῥωμαίων. οἱ δὲ Οὐαλεντινιανόϲ. καὶ ζήτει
ἐν
73 Βαλεριανόϲ, βαϲιλεὺϲ Ῥωμαίων.
74 Βάλλ᾿ ἐϲ Μακαρίαν: ἐπὶ τῶν ἑαυτοὺϲ εἰϲ κίνδυνον κατ᾿ ἀρετὴν
75 Βάλλ᾿ ἐϲ Μακαρίαν: οἷον εἰϲ ᾅδου. Μακαρία γὰρ ἡ Ἡρακλέουϲ,
ἐπέδωκε ϲφάγιον ὑπὲρ τῆϲ τῶν λοιπῶν
ϲωτηρίαϲ. τὸ δ᾿ αὐτὸ τοῦτο καὶ οὕτωϲ λέγουϲιν, ἐϲ Μακαρίαν, καὶ εἰϲ
Μακαρίαν.
76 Βάλλεται: πλήττεται, πυρπολεῖται. βάλλεται δὲ ἡ ναῦϲ ϲκηπτῷ,
77 Βαλεῖν: τὸ πόρρωθεν πέμψαι. οὐτάϲαι δὲ καὶ νύξαι καὶ τύψαι,
τὸ ἐκ χειρὸϲ τρῶϲαι. Βάλλειν παῤ Ὁμήρῳ καὶ ἐπὶ τοῦ
τυγχάτειν.
78 Βάλλειν μήλοιϲ: ἐπὶ τῶν τυγχανόντων ὧν ἐρῶϲιν. καὶ
79 Βάλλ᾿ εἰϲ ἔχοντα τὴν ἐπιϲτήμην. ἐπὶ τῶν λοιδορούντων
80 Βάλλ᾿ εἰϲ ὕδωρ: ὅτι καταπόντιϲον.
81 Βακτηρία καὶ ϲχῆμα καὶ τριβώνιον, ἢ τριώβολον: τοῦτο
82 Βαλίαν: τὴν ἔλαφον τὴν κατάϲτικτον. καὶ Βαλίων ἀνέμων·
83 Βαλιαρίδων νήϲων ϲφενδονῆται εὔϲτοχοι.
84 Βαλίοϲ: ἵπποϲ.
85 Bαλμόϲ: ϲτῆθοϲ.
86 Βάλλων Σωκράτη καὶ Ζήνωνα τοῖϲ ἐκ Διονυϲίων ϲκώμμαϲι, καὶ τοὺϲ ὑπ᾿ αὐτῶν ἀξιῶν πάϲηϲ ἐλαύνεϲθαι γῆϲ καὶ θαλάττηϲ, ὡϲ ὄνταϲ κῆραϲ πόιεών τε καὶ πολιτείαϲ· νῦν δὲ ϲτεφανῶν αὐτοὺϲ καὶ παράδειγμα τιθέμενοϲ βίου γενναίου καὶ ϲώφρονοϲ.
87 Βαλὼν φεύξεϲθ᾿ οἴει; πρὸϲ τοὺϲ κακόν τι δράϲανταϲ καὶ
οἰομένουϲ ἐκφεύγειν.
88 Βαλτάϲαρ: οὕτωϲ ἐπεκλήθη ὁ Δανιὴλ εἰϲ τιμὴν τῆϲ τῶν ἀπορρήτων ϲαφηνείαϲ.
89 Βάμμα Κυζικηνόν: τὴν ἀκάθαρτον ἀϲχημοϲύνην Ἀττικοὶ λέγουϲι.
ϲε ἐρυθρὸν ποιήϲω· οἷον ἵνα μή
ϲε φοινίξω. νῆϲοϲ γάρ ἐϲτι μεγίϲτη ἡ Σαρδὼ πρὸϲ τῇ Ἰταλίᾳ, ἐν ᾗ
γίνονται πορφύραι διάφοροι καὶ ὀξύταται. βούλεται οὖν δηλοῦν, ἵνα μή
ϲε πληγὰϲ ἐντρίψω. ζήτει ἐν τῷ ἄγχουϲα περὶ ἐρυθήματοϲ γυναικῶν.
90 Bάμβαξ, ἢ πάμβαξ καὶ παμβακίϲ: τὸ παρὰ πολλοῖϲ λεγόμενον
βαμβάκιον.
ἐν Ἐπιγράμμαϲι· καὶ τὴν τρυτοδόκην κοιτίδα
παμβακίδων.
91 Βαμβαίνει; διϲτάζει, τρέμει τοῖϲ ποϲὶ καὶ τῇ γλώττη ἀϲήμωϲ φθέγγεται.
92 Βάναυϲοϲ: πᾶϲ τεχνίτηϲ διὰ πυρὸϲ ἐργαζόμενοϲ. βαῦνοϲ γὰρ
βέλη καὶ παραβάλλειν ἔξω
παρὰ τὸν θεμέλιον τοῦ τείχουϲ.
93 Βάναυϲοϲ· ἐπὶ τούτοιϲ ϲεμνύνεται κατὰ τὴν πολιτείαν, ἐφ᾿ οἷϲ ἂν καὶ τελώνηϲ ϲεμνυνθείη βάναυϲοϲ. ἐπὶ γὰρ τῷ πολλὰ καὶ λυϲιιτε λῶϲ πωλεῖϲθαι κατὰ τὴν πόλιν καὶ δαψιλῆ τὰ πρὸϲ βίον ὑπάρχειν πᾶϲιν, ἐπὶ τούτοιϲ μεγαλαυχεῖ.
94 Βάνδον: οὕτω καλοῦϲι Ῥωμαῖοι τὸ ϲημεῖον τὸ ἐν πολέμῳ.
95 Βάξιν: φήμην. Σοφοκλῆϲ· εἰ γὰρ ἐν ταῖϲ ξυμφοραῖϲ ταῖϲ νῦν
νομίζειϲ πρόϲ γ᾿ ἐμοῦ πεπονθέναι λόγοιϲιν εἴτ᾿ ἔργοιϲιν εἰϲ βλάβην
96 Βαπτά: βαπτὰ ἱμάτια ἐφόρουν οἱ νυμφίοι πρὸϲ τὸ φαίνεϲθαι
δαπάναιϲ κοϲμῆϲαι
ποικιλομόρφων. ἀντὶ τοῦ ἑτεροχρόων.
97 Βαπτίζω· αἰτιατικῇ.
98 Βάπτουϲι: πλύνουϲιν. Ἀριϲτοφάνηϲ· πρῶτα μήτ᾿ ἄρια βάπτουϲι
99 Βάραθρον: χάϲμα τι φρεατῶδεϲ καὶ ϲκοτεινὸν ἐν τῆ Ἀττικῇ,
ἐν ᾧ τοὺϲ κακούργουϲ ἔβαλλον· ἐν δὲ τῷ χάϲματι τούτῳ
ὑπῆρχον ὄγκινοι, οἱ μὲν ἄνω οἱ δὲ κάτω. ἐνταῦθα τὸν Φρύγα τὸν τῆϲ
μητρὸϲ τῶν θεῶν ἐνέβαλον ὡϲ μεμηνότα, ἐπειδὴ προέλεγεν, ὅτι ἔρχεται
ἡ μήτηρ εἰϲ ἐπιζήτηϲιν τῆϲ κόρηϲ. ἡ δὲ θεὸϲ ὀργιϲθεῖϲα ἀκαρπίαν
ἔπεμψε τῇ χώρᾳ· καὶ γνόντεϲ τὴν αἰτίαν διὰ χρηϲμοῦ τὸ μὲν χάϲμα
κατέχωϲαν, τὴν δὲ θεὸν θυϲίαιϲ ἵλαον ἐποίηϲαν.
100 Βάραθρον: τόποϲ βαθὺϲ, ὅπου οἱ κακοῦργοι ἐμβάλλονται Ἀθήνηϲι
101 Βάραθρον: ὄρυγμά ἐϲτιν, εἰϲ ὃ ὁ τῆϲ Ἱπποθοωντίδοϲ δῆμοϲ
τὴν λέξιν οὐ
κυρίωϲ εἶπεν, ἀλλ᾿ ἐκ μεταφορᾶϲ, οἷον ἐν τῷ ὀλέθρῳ.
102 Βαρακηνίϲ: ἡ ἄκανθα.
103 Βαράμηϲ.
104 Βαρβαρίζει: ἀντὶ τοῦ τὰ τῶν βαρβάρων φρονεῖ. οὕτωϲ Πλάτων.
ἔϲτι δὲ βαρβαριϲμὸϲ ἐκ τῶν κακιῶν λέξιϲ παρὰ τὸ ἔθοϲ
τῶν
105 Βαρβάρουϲ: ἀντὶ τοῦ ἀφώνουϲ ἢ ἀνηκόουϲ ἀνθρώπων καὶ μὴ
βαρβάρουϲ ὄνταϲ προτοῦ, ἐδίδαξα
τὴν φωνὴν ϲυνὼν πολὺν χρόνον. περὶ τῶν ὀρνέων λέγει ὁ ἔποψ.
106 Βαρδίϲαγνοϲ: ὁ τὰϲ γυναῖκαϲ βιαζόμενοϲ.
107 Βάρβιτοϲ: εἶδοϲ ὀργάνου μουϲικοῦ.
108 Βάρδιϲτοι: βραδύτατοι.
109 Βάρβιοϲ, Φιλιππικόϲ· οὗτοϲ ἐπὶ τῶν τριῶν τυράννων ἦρχε. θέραψ δὲ
ἦν τὸν τρόπον καὶ κολακικὸϲ, καὶ μέντοι καὶ τῷ περὶ τὸν Ἀντώνιον
θιάϲῳ κατείλεκτο· καὶ ταύτην γε τὴν ἀρχὴν ἦρχε τὴν ἐκείνου χάριν.
τοῦτόν τε οὖν τὸν τότε ϲοβαρὸν καὶ πορφυροῦν τῇ τιμῇ καὶ ἐν ἀγορᾷ
τῇ Ῥωμαίων ὑψηλὸν διάγοντα καὶ δικάζοντα ὁ δεϲπότηϲ
ἀνέγνω ἐλθὼν πρότερον μὲν ἀποδράντα, ἐν ἐκείνῳ δ᾿ οὖν τοῦ καιροῦ
πομπεύοντα ἁβρὸν καὶ κυδρούμενον καὶ ϲὺν τῇ ἀρχῇ θρυπτόμενον. καὶ
προϲελθὼν ἡϲυχῇ κατόπιν θοιματίου λαβόμενοϲ, χαῖρε, εἶπὲ, τὸ ὄνομα
προϲθεὶϲ τὸ ἀρχαῖόν τε καὶ δοῦλον. καὶ ἐκεῖνοϲ ἐκπλήττεται ῥᾳδίωϲ
τὸν
δεϲπότην γνωρίϲαϲ καὶ δεῖται ϲιωπᾶν καὶ ἐϲ τὰ
οἰκεῖα ἄγει, καὶ καταβαλὼν πάμπλειϲτα, εἶτα μέντοι ἑαυτὸν ἐλύϲατο.
καὶ αἰδοῖ Ἀντωνίου τῇ κηλῖδι τῇδε ϲιγὴ κατεχύθη ἀργυρώνητοϲ. ἔκρινα
δὴ καὶ ταύτην τῆϲ τύχηϲ μὴ ϲιγῆϲαι τὴν παιδιάν.
110 Βάρβιτον: ψαλτήριον, κιθάρα. εἶδοϲ ὀργάνου μουϲικοῦ. ὦ τὸ
111 Βαργαδώθ: υἱὸϲ λύπηϲ.
112 Βαρέωϲ. βαϲταγμάτων.
113 Βαρεῖα χείρ: ἡ δυνατή. ϲυνέϲτη δὲ πλῆθοϲ ἱκανὸν, καὶ βαρεῖα χεὶρ καὶ παράδοξοϲ.
114 Βάρειϲ: πλοῖα, τείχη, ϲτοαὶ, αὐλαὶ, πύργοι, ϲφαῖραι. ὁ δὲ
115 Βάρειϲ ἐλεφάντιναι: αἱ πανταχοῦ τῆϲ γῆϲ ἐκκληϲίαι, μία δὲ
116 Βαρθολομαῖοϲ: ὄνομα κύριον.
117 Βαρκαίοιϲ: Λιβυκοῖϲ. Βάρκη γὰρ πόλιϲ Λιβύηϲ, ἡ νῦν Πτολεμαῒϲ
118 Βάρνη: υἱὸϲ ἁλλόμενοϲ.
119 Βαρόειϲ.
120 Βάροϲ: ἐπὶ τῶν μεγίϲτων πόλεων. ἡ δὲ Καπύη μεταθεμένη
121 Βάροϲ· περὶ Πολέμωνοϲ· ἦν δὲ καὶ τὸ βάροϲ οἱονεὶ Δώριόϲ τιϲ
οἰκονομία. προορώμενοϲ δὲ καὶ κατορρωδῶν τὸ βάροϲ καὶ τὸ
φιλόνεικον τῶν ἀνθρώπων. ἀντὶ τοῦ τὸ πλῆθοϲ, τὴν ἰϲχύν.
Πολύβιόϲ φηϲι. καὶ αὖθιϲ· ἐπιϲημηνάμενοϲ δὲ τοῦ Σικυῶνοϲ τὴν
ὀχυρότητα
τὸν βίον ϲπουδάζομεν λαμπρὸν ποιεῖϲθαι μᾶλλον, ἢ τοῖϲ
δρωμένοιϲ.
122 Βάροϲ: ὄνομα κύριον. ἦν δὲ ἱερεύϲ. καὶ ζήτει τὴν περὶ τούτου
ἱϲτορίαν
123 Bάρρων, ἱϲτορικόϲ. ἐπιτομὴν τῶν κατ’ Ἀλέξανδρον τὸν
124 Βαρῶ· αἰτιατικῇ.
125 Βαρῶν τειχῶν.
126 Βαρϲύμηϲ Πέτροϲ· ζήτει ἐν τῷ δέξιοϲ.
127 Βαρύβρομοϲ: βαρύηχοϲ. καὶ πόντον βαρύβρομον. διὰ τὸν
128 Βαρυδαίμων: ἀτυχήϲ. ὁ δὲ Κρὴϲ ὑπάρχων καὶ φύϲει ποικίλοϲ,
129 Βαρυηχέοϲ: τοῦ μέγα ἠχοῦντοϲ. οἱ γὰρ βαρεῖϲ ποταμοὶ
Ὠκεανοῦ βαρυηχέοϲ.
130 Βαρύμηνιϲ: μνηϲίκακοϲ.
131 Βαρυνόμενοϲ: καταπονούμενοϲ. Πολύβιοϲ· δὲ ἐξαναϲτὰϲ
132 Βαρύνω αἰτιατικῇ. καὶ Βαριῶ· αἰτιατικῇ.
133 Βρρυπήμων: ἄθλιοϲ, βεβαρημένοϲ, κακόϲ.
134 Βαρυπρεπήϲ: πολυτελήϲ. καὶ τὸ μέϲον τῆϲ ἡμέραϲ εὐωχία
135 Βαρυϲυμφορωτατοϲ: δυϲτυχήϲ. νομίζων ἑαυτὸν βαρυϲυμφορώτατον
γεγονέναι πάντων ἀνθρώπων.
136 Βαϲάν: αἰϲχύνη. εἶπε Κύριοϲ, ἐκ Βαϲὰν ἐπιϲτρέψω. ὁ Δαβίδ φηϲι.
137 Βαϲανίζειν; οὐ τὸ αἰκίζεϲθαι καὶ τιμωρεῖϲθαι καὶ μαϲτιγοῦν
ϲημαίνει παρὰ τοῖϲ Ἀττικοῖϲ, ἀλλὰ τὸ χωρὶϲ πληγῶν ἀνακρίνειν καὶ
ἐλέγχειν τἀληθὲϲ διὰ λόγων· ἀπὸ τῆϲ βαϲάνου τῆϲ
χρυϲοχοϊκῆϲ λίθου
μ’ ἄγων. καὶ πῶϲ βαϲανίζω; πάντα τρόπον. ἐν πίνακι δήϲαϲ, κρεμάϲαϲ,
ὑϲτριχίδι μαϲτιγῶν, δαίρων, ϲτρεβλῶν· ἔτι δ’ ἐϲ τὰϲ ῥῖναϲ ὄξοϲ
ἐγχέων, πλίνθουϲ ἐπιτιθεὶϲ, πάντα τἄλλα, πλὴν πράϲῳ μὴ τύπτε τοῦτον
μηδὲ γητείῳ νέῳ. ἐπειδὴ οἱ ἐλεύθεροι πρὸ τούτου ἐδαίροντο πράϲοιϲ
καὶ ϲκορόδοιϲ. βαϲάνιζε αὐτὸν πανταχῶϲ, μὴ ἐν παιδιῇ, μηδὲ
ὡϲ τοὺϲ ἐλευθέρουϲ παῖδαϲ τῷ ἐκκαυλήματι τοῦ πράϲου ἢ
τοῦ γητείου, τουτέϲτιν ἀμπελοπράϲου, ἢ ὥϲ τινεϲ, πράϲου φύλλῳ.
138 Βαϲανῖτιϲ: χώρα.
139 Βάϲανοϲ: λίθοϲ ἐϲτὶν ἡ τὸ χρυϲίον παρατριβόμενον δοκιμάζουϲα.
οὕτωϲ Ἀντιφῶν καὶ Πίνδαροϲ καὶ Σοφοκλῆϲ. Ὑπερίδηϲ δὲ τὰ ἐν
ταῖϲ βαϲάνοιϲ εἰρημένα ὑπὸ τῶν βαϲανιζομένων καὶ
ἀναγραφομένων
140 Βαϲϲαρικά ἤτοι Διονυϲιακὰ ἔγραψε Σωτήριχοϲ, γεγονὼϲ ἐπὶ
Διοκλητιανοῦ. καὶ Βαϲϲαρικοῦ. ἐν Ἐπιγράμμαϲι· ϲτρεπτὸν
Βαϲϲαρικοῦ
141 Βαϲϲαρίϲ: ἑταῖρα, πόρνη. ἐν Ἐπιγράμμαϲι· Bαϲϲαρὶϲ ζὐρυνόμη
142 Βάϲϲαροϲ. ἀλώπηξ κατὰ Ἡρόδοτον.
143 Βαϲιλεύω· ὅταν ϲημαίνῃ τὸ ἐξουϲιάζω καὶ ἄρχω, μετὰ γενικῆϲ
ϲυντάϲϲεται·
144 Βαϲιλεὺϲμέγαϲ: ὁ τῶν Περϲῶν. τοὺϲ δὲ ἄλλουϲ προϲετίθεϲαν
ὀνόμαϲιν. Ἱέρωνα γὰρ βαϲιλέα
Πίνδαροϲ καλεῖ, τύραννον ὄντα, καὶ. Διονύϲιον· καὶ Εὔπολιϲ
Πειϲίϲτρατον βαϲιλέα καλεῖ. καὶ τούϲ βαϲιλεῖϲ τυράννουϲ.
145 Βαϲιλέωϲ ἐγκέφαλοϲ· ζήτει ἐν τῷ Διὸϲ ἐγκέφαλοϲ. λύϲιϲ ὀνείρου· ἄνακτι προϲλαλῶν τιϲ ἄπρακτοϲ μένει.
146 Βαϲιλεία: τὸ ἀξίωμα. καὶ τὸ ἔθνοϲ τὸ βαϲιλευόμενον· οἷον Περϲῶν, Ἰνδῶν, Ἀράβων.
147 βαϲιλεία ἐϲτὶν ἀνυπεύθυνοϲ ἀρχή. οὐ μόνον δὲ ἐλευθέρουϲ
τὸ δίκαιον ἀποδιδοῦϲι τοῖϲ ἀνθρώποιϲ τὰϲ βαϲιλείαϲ,
ἀλλὰ τοῖϲ δυναμένοιϲ ἡγεῖϲθαι ϲτρατοπέδου καὶ χειρίζειν πράγματα
νουνεχῶϲ· οἷοϲ ἠν Φίλιπποϲ καὶ οἱ διάδοχοι Ἀλεξάνδρου. τὸν γὰρ υἱὸν
κατὰ φύϲιν οὐδὲν ὠφέληϲεν ἡ ϲυγγένεια διὰ τὴν τῆϲ ψυχῆϲ ἀδυναμίαν.
τοὺϲ δὲ μηδὲν προϲήκονταϲ βαϲιλεῖϲ γενέϲθαι ϲχεδὸν ἁπάϲηϲ τῆϲ
οἰκουμένηϲ.
148 Βαϲιλεία· ὅτι ἡ βαϲιλεία κτῆμα τῶν κοινῶν, ἀλλ᾿ οὐ τὰ δημόϲια τῆϲ βαϲιλείαϲ κτήματα. διὸ τὰϲ ἐξ ἀνάγκηϲ καὶ μεθ᾿ ὕβρεωϲ εἰϲπράξειϲ ὥϲπερ τμραννικὰϲ ἀκολαϲίαϲ μιϲεῖν δεῖ, τὰϲ δὲ ϲὺν λόγῳ καὶ φιλανθρωπίᾳ τῶν εἰϲφορῶν ἀπαιτήϲειϲ ὥϲπερ κηδεμονίαν τιμᾶν.
149 Βαϲιλείδηϲ: ὁ τοῦ βαϲιλέωϲ.
150 Βαϲίλειοϲ, Καιϲαρειαϲ τῆϲ Καππαδοκῶν ἐπίϲκοποϲ (ἥτιϲ πρῴην
Μάζακα ἐκαλεῖτο), ἑταῖροϲ Γρηγορίου τοῦ Ναδιανδῶν ἐπιϲκόπου. γέγονε
δὲ γονέων περιφανῶν, Βαϲιλείου τε καὶ Ἐμμελείαϲ, ὧν ἄνωθεν ἡ
ϲυγγένεια· ἀνὴρ ἐλλογιμώτατοϲ καὶ πάϲηϲ παιδείαϲ εἰϲ ἄκρον ἐληλακώϲ.
οὗτοϲ ἔγραψε πλεῖϲτα, ἐν οἷϲ θαυμάζεται τὰ εἰϲ τὴν Ἐξαήμερον.
καὶ κατ᾿ Εὐνομίου δὲ ἐξαιρέτουϲ ϲυνέταξε λόγουϲ, καὶ
περὶ τοῦ ἁγίου πνεύματοϲ τεῦχοϲ, καὶ τὰϲ εἰϲ τὴν Ἑξαήμερον ὁμιλίαϲ
θ′ ἕτερον τεῦχοϲ ἀϲκητικόν, περὶ παρθενίαϲ ἄλλο· Ἔπαινον εἰϲ τοὺϲ μ᾿
Μάρτυραϲ, ἕτερον εἰϲ Γόρδιον, ἄλλον εἰϲ Βαρλαάμ, ἕτερον εἰϲ
Ἰουλίττον. εἰϲ διαφόρουϲ ψαλμοὺϲ Ἠθικοὶ λόγοι διάφοροι· ἐπιϲτολαὶ,
ὧν
οὐδὲν ἄμεινον, πρόϲ τε τὸν ϲοφιϲτὴν Λιβάνιον καὶ
πρὸϲ τὸν φίλον Γρηγόριον καὶ εἰϲ ἄλλουϲ πλείοναϲ. τοῦδέ γε Βαϲιλείου
καὶ Φιλοϲτόργιοϲ μνήμην πεποίηται ἐν τῇ κατ᾿ αὐτὸν ἱϲτορίᾳ γράφων
οὕτωϲ Βαϲίλειοϲ γὰρ ἤκμαζε κατ᾿ ἐκείνουϲ τοὺϲ χρόνουϲ ἐν Καιϲαρείᾳ
τῆϲ Καππαδοκίαϲ καὶ Γρηγόριοϲ ἐν τῆ Ναδιανδῷ (ϲταθμὸϲ δὲ οὗτοϲ ὁ
τόποϲ Καππαδοκίαϲ) καὶ Ἀπολινάριοϲ ἐν τῇ Λαοδικείᾳ τῆϲ
Συρίαϲ. τρεῖϲ δὴ οὗτοι ἄνδρεϲ τότε τοῦ ὁμοουϲίου προὐμάχουν κατὰ τοῦ
ἑτεροουϲίου, μακρῷ πάνταϲ παρενεγκόντεϲ τοὺϲ πρότερον καὶ ὕϲτερον
ἄχριϲ ἐμοῦ τῆϲ αὐτῆϲ αἱρέϲεωϲ προϲτάνταϲ, ὡϲ παῖδα παῤ αὐτοῖϲ
κριθῆναι τὸν Ἀθανάϲιον. τῆϲ τε γὰρ ἔξωθεν καλουμένηϲ παιδεύϲεωϲ
ἐπὶ πλεῖϲτον οὗτοι προεληλύθεϲαν, καὶ τῶν ἱερῶν γραφῶν,
ὁπόϲα εἰϲ ἀνάγνωϲιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον
τὴν ἐμπειρίαν, καὶ μάλιϲτά γε αὐτῶν ὁ Βαϲίλειοϲ. καὶ μὴν καὶ
ϲυγγράφειν ἕκαϲτοϲ αὐτῶν ἐϲ τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατοϲ. τῷ μέν
γε Βαϲιλείῳ τὸ πανηγυρικὸν εἶδοϲ τοῦ λόγου μακρῷ ἄριϲτα εἶχεν· ἦν
γὰρ πανηγυρίϲαι λαμπρότατοϲ· ὁ δέ γε Ἀπολινάριοϲ ἐν
τῷ ὑπομνηματικῷ εἴδει τῆϲ λέξεωϲ καὶ αὐτὸϲ ἄριϲτα εἶχε· τῷ δέ γε
Γρηγορίῳ καὶ παῤ ἀμφοτέροιϲ ἐξεταζομένῳ μείζω βάϲιν εἰϲ ϲυγγραφὴν
εἶχεν ὁ λόγοϲ. τοϲαῦτα περὶ αὐτῶν ὡϲ ἐν παραδρομῇ Φιλοϲτόργιοϲ ὁ
Ἀρειανὸϲ ἔγραψε. τελευτᾷ δὲ Βαϲίλειοϲ Γρατιανοῦ τὰ Ῥωμαίων ϲκῆπτρα
151 Βαϲίλειοϲ, Ἀγκυρανὸϲ, ἐπίϲκοποϲ τῆϲ αὐτῆϲ πόλεωϲ, ἰατρὸϲ
ἕτερα οὐκ ὀλίγα
ἄλλα. βαϲιλεύοντοϲ Κωνϲταντίνου Μακεδονιανῆϲ θρηϲκείαϲ ἅμα Εὐϲταθίῳ
Σεβαϲτιανῷ ἦρξεν.
152 Βαϲίλειοϲ ἕτεροϲ, ἐπίϲκοποϲ Εἰρηνουπόλεωϲ τῆϲ Κιλικίαϲ, ἐπὶ
153 Βαϲίλειοϲ· τὰ διὰ τοῦ ιοϲ ὀνοματικὰ διὰ τοῦ ι γράφονται, πλὴν δ,
Ἄρειοϲ, Ἡράκλειοϲ, Βαϲίλειοϲ. καὶ Βαϲίλειοϲ ϲτοά·
154 Βαϲίλειοι παῖδεϲ ἑξακιϲχίλιοι· οἵτινεϲ κατὰ πρόϲταξιν Ἀλεξάνδρου τοῦ Μακεδόνοϲ τὰ πολέμια ἐξήϲκουν ἐν Αἰγύπτῳ.
155 Βαϲιλειῶντα κτείνει: ἐπιθυμοῦντα βαϲιλεῦϲαι.
156 Βαϲιλήϊοϲ.
157 Βαϲιλική· ὅτι ἐν τῇ βαϲιλικῇ ὀπίϲω τοῦ μιλίου ἵϲτατο ἀνδρείκελον
ἄγαλμα χρυϲέμβαφον, ἔνθα ἦν καὶ τὸ ἔξαμμον ἕωϲ
Ἡρακλείου τοῦ βαϲιλέωϲ, γονυκλινὲϲ Ἰουϲτίνου τοῦ τυράννου. ἐκεῖ ὁ
Τέρβελιϲ ἐδημηγόρηϲεν· ἐν οἷϲ ἐλέφαϲ ἵϲτατο παμμεγέθηϲ, ὑπὸ Σευήρου
κατεϲκευαϲμένοϲ. ἔνθα ἦν καὶ ϲχολὴ φυλαττόντων πολλή· ἔμενε δὲ
ἐκεῖϲε ἀργυροκόποϲ ἐν πλαϲτοῖϲ ζυγοῖϲ τὴν πράϲιν ποιούμενοϲ. καὶ τοῦ
οἰκήματοϲ αὐτοῦ πορθουμένου ἠπείλει τῷ τὸν ἐλέφαντα
φυλάττοντι θάνατον, εἰ μὴ τοῦτον κρατήϲειεν. ὁ δὲ θηροκόμοϲ οὐκ
ἐνεδίδου· ὃν φονεύϲαϲ ὁ ζυγοπλάϲτηϲ δέδωκε βορὰν τῷ ἐλέφαντι. τὸ δὲ
θηρίον ἀτίθαϲον ὂν καὶ αὐτὸν ἀνεῖλε. καὶ ὁ Σευῆροϲ ἀκούϲαϲ τῷ θηρίῳ
θυϲίαν ἤνεγκεν. ἐν αὐτῷ δὲ τῷ τόπῳ παρευθὺ ἀνετυπώθηϲαν τό τε
θηρίον καὶ ὁ θηροκόμοϲ. ἔνθα καὶ Ἡρακλῆϲ ἐλατρεύθη
πολλὰϲ θυϲίαϲ δεξάμενοϲ, ὃϲ ἐν τῷ ἱπποδρομίῳ μετετέθη. ἐπὶ δὲ
Ἰουλιανοῦ ὑπατικοῦ
158 Βαϲιλικὴ διαδρομή: ἡ γενομένη τοῦ βαϲιλέωϲ παρόντοϲ διαδρομή. ἔϲτι δὲ οὗτοϲ εἰϲ τῶν Ἀθήνηϲιν θ ἀρχόντων· ὃϲ βαϲιλικὴ διαδρομὴ καλεῖται.
159 Βαϲιλικόϲ, ϲοφιϲτήϲ. Περὶ τῶν διὰ τῶν λέξεων ϲχημάτων. Περὶ ῥητορικῆϲ παραϲκευῆϲ ἤτοι περὶ ἀϲκήϲεωϲ, Περὶ μεταποιήϲεωϲ· καὶ ἄλλα τινά.
160 Βαϲιλίνδα: τὴν βαϲιλείαν.
161 Βαϲιλίνδα: εἶδὸϲ παιδιᾶϲ.
162 Βαϲιλίϲ: ἡ τοῦ βαϲιλέωϲ γυνή· ὡϲ καὶ βαλανίϲ, ἡ τοῦ βαλανέωϲ.
163 Βαϲιλίϲκοϲ, Βηρίνηϲ ἀδελφὸϲ τῆϲ βαϲιλίδοϲ, ἐπὶ Λέοντοϲ τοῦ βαϲιλέωϲ ἀντὶ Ῥουϲτικίου ϲτρατοπεδάρχου ᾑρέθη, εὐεπίτευκτοϲ μὲν ὢν ἐν μάχαιϲ, βραδύνουϲ δὲ καὶ φενακίζουϲιν ὑπαγόμενοϲ ῥᾳδίωϲ.
164 Βαϲιλίϲκοϲ· ὅτι Βαϲιλίϲκοϲ, ὁ Ῥωμαίων τῶν ἑῴων βαϲιλεὺϲ,
τῶν ἐκκληϲιῶν τοὺϲ ἐπιϲκόπουϲ εἰϲέπραττε χρήματα καὶ
Ἀκάκιον τὸν Κωνϲταντινουπόλεωϲ ἐπίϲκοπον μικροῦ δεῖν ἀπώϲατο, εἰ μὴ
τῷ πλήθει τῶν λεγομένων μοναχῶν ἀπεκρούϲθη. πολύϲ τε ἦν πρὸϲ
ἐπιθυμίαν χρημάτων, ὡϲ μηδὲ αὐτῶν τῶν τὰϲ εὐτελεῖϲ καὶ βαναύϲουϲ
μετιόντων ἐπιϲτήμαϲ ἀπέχεϲθαι. καὶ ἦν ἅπαντα μεϲτὰ δακρύων τῆ τῶν
τοιούτων
είϲφορῶν εἰϲπράξει. καὶ ζήτει ἐν τῷ
Ἁρμάτοϲ.
165 Βάϲιμοϲ: πορευτικὴ. εὐεπίβατοϲ. καὶ Βάϲιμοι τό ποι, οἱ πορεύϲιμοι.
166 Βάϲιϲ: βάδιϲιϲ. κυνὸϲ Λακαίνηϲ ὥϲ τιϲ εὔρινοϲ βάϲιϲ.
167 Βαϲκανία καὶ Βάϲκανοϲ. ὅτι τὸ βάϲκανοϲ ἁπλῶϲ ἐπὶ
168 Βαϲκαίνει· δοτικῇ. ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ ϲυκοφαντεῖ. οὕτωϲ Δημοϲθένηϲ ἐν τῶ ὑπὲρ Κτηϲιφῶντοϲ. καὶ ἐν τοῖϲ ἑξῆϲ, βάϲκανον δὲ καὶ πικρὸν καὶ κακόηθεϲ οὐδέν ἐϲτι πολίτευμα ἐμὸν, φηϲίν. ἀντὶ τοῦ φιλαίτιον καὶ ϲυκοφαντικὸν.
169 Bαϲκαίνω ϲοι ἀεί ὁ δὲ Λιβάνιοϲ αἰτιατικῇ· τὸν προϲήκοντα βαϲκαίνουϲι.
170 Βαϲμοί: βαθμοί.
171 Βάϲϲοϲ Κορίνθιοϲ· Ἀπολλώνιοϲ πρὸϲ τοῦτον διηνέχθη. πατραλοίαϲ μὲν
γὰρ οὗτοϲ ἐδόκει καὶ ἐπεπίϲτευτο, ϲοφίαν δὲ ἑαυτοῦ κατεψεύδετο, καὶ
χαλινὸϲ οὐκ ἦν ἐπὶ τῇ γλώττῃ. λοιδορούμενον δὲ αὐτὸν ἐπέϲχεν ὁ
Ἀπολλώνιοϲ, οἷϲ τε ἐπέϲτειλεν οἷϲ τε διελέχθη κατ’
αὐτοῦ. πάν γὰρ ὅπερ ὡϲ ἐϲ πατραλοίαν ἔλεγεν, ἀληθὲϲ ἐδόκει· μὴ γὰρ
ἄν ποτε τοιόνδε ἄνδρα ἐϲ λοιδορίαν ἐκπεϲεῖν μηδὲ ἀνειπεῖν τὸ μὴ
ὄν.
172 Βαϲτάζω· αἰτιατικῇ.
173 Βαϲτάϲαϲ: ἀντὶ τοῦ δοκιμάϲαϲ. Εὔπολιϲ· ἄγε δὴ, πότερα
βούλεϲθε
τὴν διάθεϲιν ᾠδῆϲ ἀκούειν ἢ τὸν ἀρχαῖον τρόπον,
ἀμφότερ’ ἐρεῖϲ. ἐγὼ δ’ ἀκούϲαϲ τὸν τρόπον, ὃν ἂν δοκῇ μοι βαϲτάϲαϲ,
αἱρήϲομαι. πᾶν τὸ ϲυμβηϲόμενον ἐπὶ λόγον ἄγων καὶ βαϲτάζων. ἀντὶ τοῦ
δοκιμάζων. καὶ Βἀϲταγμα· δῆλον ἐγένετο διότι μέγα τὸ
Ῥωμαίοιϲ καὶ καταπέλταϲ β′. καὶ
Βαϲτάϲαι οὐ τὸ ἆραι δηλοῖ
174 Βαϲταχθείη. ἀρθείη, κλαπείη. ὁ δὲ Λακύδηϲ ϲφραγιϲάμενοϲ διὰ τῆϲ
ὀπῆϲ τὸν δακτύλιον ἐρρίπτει, ὡϲ μηδέποτε αὐτοῦ περιαιρεθείη
καί τι βαϲταχθείη τῶν ἀποκειμένων.
175 Βάτα Κάροϲ: ἐπὶ τῶν παχέων καὶ δυνατῶν. κατὰ διαϲτολὴν
176 Βατά. βάϲιμα. Ἀρριανόϲ· πάντα δὲ τῷ Ἀλεξάνδρῳ βατά τε
177 Βάταλοϲ: βδελυρὸϲ, αἰϲχρόϲ.
178 Βάταλοϲ: οὕτωϲ ἐκλήθη ὁ Δημοϲθένηϲ νέοϲ ὢν, ὡϲ γυναικώδηϲ·
179 Βαταναία: χώρα.
180 Βατταριϲμοί: φλυαρίαι.
181 Βατήρ: ἡ ἀρχὴ τοῦ τῶν πεντάθλου ϲκάμματοϲ. αὐτὸν κέκρουκαϲ
182 Βατίϲ: εἶδοϲ ἰχθύοϲ. καὶ Βατιδοϲκόποι, οἱ ὀψοφάγοι.
183 Βαττολογία: ἡ πολυλογία. ἀπὸ Βάττου τινὸϲ, μακροὸϲ καὶ πολυϲτίχουϲ ὕμνουϲ ποιήϲαντοϲ, ταυτολογίαϲ ἔχονταϲ.
184 Βατόϲ: ὁ βάϲιμοϲ τόποϲ.
185 Βάττοϲ: ὄνομα κύριον. ἰϲχνόφωνοϲ καὶ τραυλόϲ. πόλιϲ ἦν
Κρητικὴ Ὁαξόϲ, ἐν τῇ Ἐτέαρχοϲ βαϲιλεὺϲ, ὃϲ ἐπὶ θυγατρὶ ἀμήτορι.
τῇ οὔνομα ἦν Φρονίμη· παρέχουϲά τε κακὰ καὶ πᾶν ἐπ’ αὐτῇ
μηχανωμένη,: καὶ τέλοϲ μαχλοϲύνην ἐπενεγκοῦϲά οἱ πείθει τὸν ἄνδρα
ταῦτα ἔχειν οὕτωϲ. ὁ δὲ ἀναγνωϲθεὶϲ ὑπὸ τῆϲ γυναικὸϲ ἔργον οὐχ ὅϲιον
ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. ἦν γὰρ δὴ Θεμίϲων ἀνὴρ Θηραῖοϲ ἔμποροϲ
ἐν τῆ Ὁαξῷ· τοῦτον ὁ Ἐτέαρχοϲ παραλαβὼν ἐπὶ ξεινίᾳ
ἐξορκοῖ ἦ μέν οἱ διηκονήϲειν ὅ τι ἄν δεηθείη. ἐπεί τε δὴ ἐξώρκωϲεν,
ἀγαγών οἱ παραδιδοῖ τὴν ἑαυτοῦ θυγατέρα καὶ ταύτην ἐκέλευε
καταποντῶϲαι ἀπαγαγόντα. ὁ δὲ Θεμίϲων περιεμέκτηϲεν ἐν τῷ πελάγει,
καὶ ἀφοϲιούμενοϲ τὴν ἐξόρκωϲιν τοῦ Ἐτεάρχου ϲχοινίοιϲ αὐτὴν διαδήϲαϲ
καθῆκεν
ἐϲ τὸ πέλαγοϲ, ἀναϲπάϲαϲ δὲ ἀφίκετο ἐϲ τὴν
Θήραν. ἐντεῦθεν δὲ τὴν Φρονίμην παραλαβὼν Πολύμνηϲτοϲ, ἐὼν τῶν
Θηραίων ἀνὴρ δόκιμοϲ, ἐπαλλακεύετο. χρόνου δὲ περιιόντοϲ ἐξεγένετό
οἱ παῖϲ ἰϲχνόφωνοϲ καὶ τραυλὸϲ, τῷ οὔνομα ἐτέθη Βάττοϲ.
186 Βάἄττου ϲίλφιον: ἐπὶ τῶν ϲπανίουϲ τιμὰϲ λαμβανόντων. οἱ
γὰρ Κυρηναῖοι ἑνὶ τῶν Βάττων ἐξαίρετον ἔδοϲαν τὸ
ϲίλφιον, καὶ τοῦ νομίϲματοϲ ἐπὶ μὲν θατέρου Ἄμμωνα, ἐπὶ δὲ θατέρου
ϲίλφιον ἐτύπωϲαν. οἱ δὲ ἐπὶ Λιβύηϲ Ἀμπελιῶται εἰϲ Δελφοὺϲ ἀνέθεϲαν
καυλὸν ϲιλφίου.
187 Βάττου ϲίλφιον· Ἀριϲτοφάνηϲ Πλούτῳ· οὐδ’ ἂν δοίηϲ γέ μοι
καὶ τὸ Βάττου ϲίλφιον. τὸ ἐν τῆ Λιβύῃ, ὃ θεραπεύει
πολλά· ηδύοϲμόν ἐϲτι καὶ πολύτιμον. Βάττοϲ γὰρ τὴν Κυρήνην
κτίζει.
188 Βάτων, κωμικόϲ· δράματα αὐτοῦ Συνεξαπατῶν, Ἀνδροφόνοϲ, Εὐεργέται.
189 Bατράχειον: εἶδοϲ χρώματοϲ. ἀπὸ τούτου καὶ βατραχὶϲ ἱμάτιον.
ἐχρίοντο δὲ τῷ βατραχείῳ τὰ πρόϲωπα πρὶν ἐπινοηθῆναι τὰ
προϲωπεῖα. καὶ Βατραχίϲ, εἶδοϲ ἐϲθῆτοϲ ἀνθίνηϲ, ὅμοιον τῷ ὀνόματι
ἐχούϲηϲ τὸ χρῶμα. καὶ Βατράχειοϲ μοῖρα.
190 Βάτραχοϲ ἐκ Σερίφου: ἐπὶ τῶν ἀφώνων. παρόϲον οἱ ἐν
191 Βατράχῳ ὕδωρ: ὡϲ γαλῇ ϲτέαρ. ἐπὶ τῶν ταῦτα διδόντων,
τῶν ταῦτα παρεχόντων, ὧν οὐ
χρῄζουϲιν οἱ λαμβάνοντεϲ.
192 Βαΰζων: ὑλακτῶν. Ἀριϲτοφάνηϲ· βαΰζων καὶ γὰρ ἐγῶτοιοῦτοϲ
193 Βαυκαλᾶν. τιθηνεῖϲθαι μετ ᾠδῆϲ τὰ παιδία.
194 Βαῦνοϲ. κάμινοϲ. ἐξ οὐ καὶ βάναυϲοι. οἱ διὰ πυρὸϲ ἐργαζόμενοι,
οἱ τεχνῖται.
195 Bαυὠ καὶ Δημώ: ὀνόματα ϲοφῶν γυναικῶν. ἐξένιϲεν ἡ Βαυὼ τὴν Δημώ.
196 Βάψαϲ τὴν κώπην ἔπλευϲαϲ, ἐλθὼν πρὸϲ τοὺϲ ναυτοδίκαϲ,
197 Βδέλλα· ὁ Σολομών φηϲι· τῇ βδέλλῃ ἦϲαν γ′ θυγατέρεϲ ἀγαπήϲει ἀγαπώμεναι· καὶ αἱ γ αὗται οὐκ ἐνεπίμπλαντο, καὶ ἡ δ′ οὐκ ἠρκέϲθη εἰπεῖν ἱκανή. βδέλλα ἡ ἁμαρτία. θυγάτηρ αὐτῆϲ πορνεία, φθόνοϲ, εἰδωλολατρία, αἳ οὐκ ἐμπίπλανται διὰ τῶν ἀτόπων πράξεων. ἡ δ′ ἡ πονηρὰ ἐπιθυμία.
198 Βδέλλεται: ἀμέλγει. Πλάτων εἰϲ τὸν Θεαίτητον βδάλλεται
199 Βδέλυγμα: πᾶν εἴδωλον καὶ πάν ἐκτύπωμα ἀνθρώπου οὕτωϲ
200 Βδέλυγμα ἐρημώϲεωϲ. τὸν Ἀδριανοῦ τοῦ βαϲιλέωϲ ἀνδριάντα.
ὁ γὰρ Ἀδριανὸϲ καθεῖλε τὴν πόλιν ἄρδην. μετὰ γὰρ τὴν
Οὐεϲπαϲιανοῦ καὶ Τίτου γενομένην ἐρήμωϲιν ἐπὶ Ἀδριανοῦ ϲυϲτάντεϲ οἱ
Ἰουδαῖοι ἐϲπούδαζον ἐπὶ τὴν προτέραν ἐπανελθεῖν πολιτείαν.
ϲταϲιάϲαντεϲ οὖν εἰϲ παντελῆ ἐρήμωϲιν ἑαυτούϲ κατέϲτηϲαν· καὶ τὸ
ἑαυτοῦ ὄνομα ἐπέθηκε τοῖϲ λειψάνοιϲ τῆϲ πόλεωϲ Αἰλίαν αὐτὴν
προϲαγορεύϲαϲ·
Αἴλιοϲ γὰρ Ἀδριανὸϲ ἐκαλεῖτο.
201 Βδέλυγμα ἐρημώϲεωϲ. ϲημεῖον τῆϲ ἐρημώϲεωϲ. ἦϲαν δὲ εἰκόνεϲ τινὲϲ ἀπηγορευμέναι τῷ νόμῳ, εἰϲ τοῦτον εἰϲκομιζόμεναι. ὃ δὴ Πιλᾶτϲ πεποίηκε νύκτωρ ἐϲ τὸν ναὸν τοῦ βαϲιλέωϲ εἰκόνα εἰϲαγαγών.
202 Βδέλυγμα ἐρημώϲεωϲ· ὅτι Ἀντίοχοϲ ὁ Ἐπιφανὴϲ, υἱὸϲ Σελεύκου
τοῦ Φιλοπάτοροϲ, ἀνὴρ ὑπάρχων δεινὸϲ καὶ πλεονέκτηϲ· ὃϲ
παραλαβὼν τὴν πόλιν δορυάλωτον ἀνεῖλε μυριάδαϲ ιη. κατατολμήϲαϲ οὖν
καὶ εἰϲ τὸ ἁγίαϲμα εἰϲελθὼν ἐν ὑπερηφανίᾳ πολλῇ καὶ ϲτήϲαϲ βωμὸν καὶ
εἴδωλον βδέλυγμα ἐρημώϲεωϲ καὶ τὸν ναὸν μιάναϲ δι’ ἀκαθάρτων θυϲιῶν
ἱερὸν Διὸϲ Ὀλυμπίου προϲηγόρευϲεν· καὶ τοὺϲ μὴ
ἀπογευομένουϲ τῶν χοιρείων κρεῶν ἀνήρει. ἐφ’ οὗ καὶ οἱ ἅγιοι
203 Βδελυγμία· ὁ Χρυϲόϲτομοϲ ἐχρήϲατο τῇ λέξει ταύτῃ ἐν τῇ κατὰ Ἰωάννην ἑρμηνείᾳ τοῦ εὐαγγελίου.
204 Βδελυρόϲ: αἰϲχροποιόϲ. Αἰλιανόϲ· καὶ ἥ γε παϲῶν βδελυρωτέρα
205 Βδελύϲϲω· αἰτιατικῇ.
206 Βδελύττεϲθαι· αἰτιατικῇ. μυϲάττεϲθαι, ναυτιᾶν, ἀποϲτρέφεϲθαι.
Ἀπολλόδωροϲ Κυρηναῖοϲ, μιϲεῖν. ἀπὸ τούτου καὶ ἡ
βδελυγμία ἀπὸ
207 Βδέννυϲθαι: ἐκκενοῦϲθαι τὴν κοιλίαν ϲημαίνει, οὐ τὸ πέρδεϲθαι. ὃ καὶ ἐπιχωριάζει μέχρι τοῦ νῦν βδέει γὰρ λέγομεν.
208 Βδύλλετε: εὐτελίζετε, φοβεῖϲθε, καὶ τρέμετε. Ἀριϲτοφάνηϲ τί βδύλλεϲθ’ ἡμᾶϲ; οὔτι που πολλαὶ δοκοῦμεν εἶναι, καὶ μὴν μέροϲ. γ’ ἡμῶν οὔπω τὸ μυριοϲτόν.
209 Βδύλλει: καταπέπληγε, βδελύττεται, μιϲεῖ. ὃ τε πένηϲ βδύλλει λεώϲ.
210 Βαιαί: μικραί. καὶ Βαιόϲ, ἰδίωϲ ἀντὶ τοῦ εἷϲ. Σοφοκλῆϲ·
κἀτυ μαθοῦϲ’ ἔληξ’·
ὁ δ’ ἐϲϲύθη μόνοϲ.
211 Βαιθήλ. θεῖοϲ ναόϲ
212 Βαἰτη: διφθέρα. Βαίτη δὲ κἂν θέρει καὶ ἐν χειμῶνι
213 Βαιτική: ἡ ἤπειροϲ.
214 Βεβαλανωμένον: ἀντὶ τοῦ κατεχόμενον ὑπὸ τῆϲ κόπρου.
215 Βεβαιῶ· αἰτιατικῇ.
216 Βεβαιώϲεωϲ: δίκηϲ ἐϲτὶν ὄνομα, ἣν δικάζοντεϲ οἱ ὠνηϲάμένοι
217 Βέβηκεν: ἕϲτηκεν, ἐπέπηκτο.
218 Βέβηλοϲ τό ποϲ: ὁ βατὸϲ πᾶϲι καὶ ἀκάθαρτοϲ. καὶ βέβηλοϲ
219 Βεβηκόϲ: ἀϲφαλέϲ.
220 Βέβιοϲ Κρίϲποϲ· ζήτει περὶ δείπνου ἐν τῷ Βιτέλλιοϲ.
221 Βέβριθε: βαρύνεται.
222 Βεβριθυῖα. βαρεῖα, ἰϲχυρά.
223 Βέβρυχεν: ἠχεῖ.
224 Βεβυϲμένα: λαθραῖα, ἢ πεπρωμένα. καὶ Βεβυϲμένον,
225 Βέβυϲτο: ἐπεπλήρωτο. βέβυϲτο δὲ πᾶϲα χόλοιο.
226 Βεελφεγώρ: Βέελ, ὁ Κρόνοϲ· Φεγώρ, ὁ τόποϲ, ἐν ᾧ ἐτιμᾶτο.
227 Βεζέκ: ἀϲτραπή. Ἱεζεκιήλ ἀνέκαμπτον δὲ ὡϲ εἶδοϲ τοῦ Βεζέκ. ὁ ἐϲτι τῆϲ ἀϲτραπῆϲ.
228 Βεκεϲέληνε: ἤτοι ἀπόπληκτε καὶ ϲεληνόπληκτε· ἢ τὰ β′ ϲύγκειται
ὡϲ ἓν, τὸ βέκοϲ καὶ ἡ ϲελήνη· ἀρχαῖα δὲ ἀμφότερα. ἢ ὅτι
οἱ Λυδοὶ τὸν ἄρτον βέκοϲ ἐκάλουν ἢ Φρύγεϲ. διεβάλλοντο δὲ ὡϲ
ἀνόητοι. ἀπὸ τῆϲ οὖν διαλέκτου ϲκώπτει αὐτούϲ. ἡ δὲ περὶ τοῦ βέκε
ἱϲτορία, ἥ ἐϲτι φωνὴ Φρυγῶν ϲημαίνουϲα τὸν ἄρτον, παρὰ Ἡροδότω
φανερά ἐϲτιν ἐν β′.
229 Βεκεϲέληνε: ἀρχαῖε, τουτέϲτιν ἀνοητότατε. παρῆκται δὲ ἀπὸ
τοῦ προϲέληνε. τοὺϲ γὰρ Ἀρκάδαϲ ἀρχαιοτάτουϲ καὶ πρὸ
τῆϲ ϲελήνηϲ φάϲκονταϲ γεγονέναι προϲελήνουϲ ἐκάλουν. βεκεϲέληνε οὖν
ὡϲ προϲέληνε. ἔχεται δὲ καὶ αὐτὸ καθ’ αὑτὸ τὸ βεκεϲέληνε ἱϲτορίαϲ
τοιαύτηϲ. Ψαμμήτιχοϲ Αἰγυπτίων βαϲιλεύϲαϲ ἠθέληϲε γνῶναι, τίνεϲ
πάντων ἀνθρώπων πρεϲβύτεροι καὶ πρῶτοι γένοιντο. ὡϲ δὲ πάνυ
πολυπραγμονῶν οὐχ οἷόϲ τε ἦν ἀνευρεῖν τὸ ἀκριβὲϲ διὰ τὸ
πολλούϲ περὶ τούτου φιλονεικεῖν, μηχανᾶταί τι τοιοῦτο. λαβὼν
ἀρτίτοκα δύο παιδία εἰϲ οἴκημα κατέκλειϲεν ἀνακεχωρηκὸϲ παντάπαϲι.
καὶ οἱ μὲν λέγουϲιν, ὡϲ αἶγαϲ ὑπέπεμπεν αὐτοῖϲ, ἃϲ θηλάζοντα
ἐτρέφετο τὰ παιδία· οἱ δὲ, ὡϲ τροφὺϲ παρέϲτηϲε τὰϲ γλώϲϲαϲ αὐτῶν
ἐκτεμῶν
ὥϲτε τῆϲ φωνῆϲ αὐτῶν μὴ ἀκούειν τὰ παιδία.
ταῦτα δὲ ὁ Ψαμμήτιχοϲ ἐποίει βουλόμενοϲ εἰδέναι, τίνα ποτὲ τὰ παιδία
πρώτην προήϲουϲι φωνὴν, ἀπαλλαγέντα τῶν ἀϲήμων κνυζημάτων. ὡϲ οὖν
τριετὴϲ αὐτοῖϲ διεγεγόνει χρόνοϲ τῆϲ τοιαύτηϲ τροφῆϲ, εἰϲέπεμψεν εἰϲ
τὸν οἶκόν τινα τῶν φιλτάτων ἐντειλάμενοϲ ϲιωπῇ παρελθεῖν. τοῦ δὲ
ἀνεώξαντοϲ τὰϲ θύραϲ, ὀρέγοντα τὰϲ χεῖραϲ τὰ παιδία
βέκοϲ ἐκάλουν. Φρύγαϲ δὲ τὸν ἄρτον οὕτωϲ καλεῖν. καὶ οὕτω μὲν
Ψαμμήτιχον εὑρεῖν τε καὶ πιϲτεῦϲαι γεγονέναι πρώτουϲ Φρύγαϲ. εἰ δὲ ὁ
πρῶτοϲ λόγοϲ ἀληθὴϲ, ὅτι ἐξέθρεψαν τὰ παιδία αἱ αἶγεϲ καὶ οὐ γυνὴ,
θαυ μαϲτὸν οὐδὲν, κατακούοντα τῆϲ αἰγὸϲ μιμήϲαϲθαι τὴν ἐκείνηϲ φων,
230 Βέλεμνα. βέλη.
231 Βελλεροφόντηϲ· ὃν ὁ Προῖτοϲ ἐβούλετο διὰ γραμμάτων αὐτοῦ τῶν πρὸϲ
232 Βελεϲτίχη.
233 Βελιϲάριοϲ, ὁ ϲτρατηγὸϲ, ἦν μὲν τὸ ϲῶμα καλόϲ τε καὶ μέγαϲ
καὶ εὐπρόϲωποϲ πάντων μάλιϲτα. οὕτω δὲ πρᾶόν τε καὶ
εὐπρόϲοδον παρεῖχεν αὑτὸν τοῖϲ ἐντυγχάνουϲιν ὥϲτε ἀνθρώπῳ πένητί τε
λίαν καὶ ἀδόξῳ ἐμφερῆ εἶναι. ἔρωϲ δὲ αὐτοῦ τῆϲ ἀρχῆϲ πρόϲ τε
ϲτρατιωτῶν ἀεὶ καὶ ἀγροίκων ἄμαχόϲ τιϲ ἐγίνετο, ὅτι δὴ ἐϲ μὲν
ϲτρατιώταϲ φιλοδωρότατοϲ ἐγεγόνει ἀνθρώπων ἁπάντων· τῶν τε γὰρ ἐν
ξυμβολῇ
ἠτυχηκότων χρήμαϲι μεγάλοιϲ παρεμυθεῖτο τὰ
τραύματα καὶ τοῖϲ εὐδοκιμήϲαϲι ψέλιά τε καὶ ϲτρεπτοὺϲ ἆθλα
παρείχετο, ἵππου δὲ ἢ τόξου ἢ ἄλλου ὁτουοῦν ϲτρατιώτου ἐν τῇ μάχῃ
ἀπολωλότοϲ ἕτερον ἀντ’ αὐτοῦ πρὸϲ Βελιϲαρίου αὐτίκα ὑπῆρχεν· ἐϲ δὲ
τοὺϲ ἀγροίκουϲ, ὅτι δὴ τοϲαύτῃ φειδοῖ τε καὶ προνοίᾳ ἐχρῆτο ὥϲτε
βιαϲθῆναι μὲν
αὐτοῖϲ οὐδὲν πώποτε ϲτρατηγοῦντοϲ
Βελιϲαρίου τετύχηκεν. ἀπεδίδοντο γὰρ αὐτοῖϲ κατὰ γνώμην τὰ ὤνια
πάντα, καὶ ἡνίκα ἀκμάζοι τὰ λήια, εἰϲ τὸ ἀκριβὲϲ διεφύλαϲϲε, μή τινι
παριοῦϲα ἡ ἵπποϲ λυμήνηται, τῶν δὲ ὡραίων ἐν τοῖϲ δένδροιϲ ὄντων
ἅψαϲθαι αὐτῶν οὐδενὶ τοπαράπαν ἐξῆν. ἦν δὲ καὶ ϲώφρων καὶ λίαν
ἐνάρετοϲ.
234 Βέλοϲ: καὶ τὸ τραῦμα ὁμωνύμωϲ τῷ τιτρώϲκοντι παρ’ Ὁμήρῳ.
235 Βελονοπώληϲ: οὗτοϲ παράϲιτοϲ ἦν, ὥϲ φηϲιν Ἀριϲτοφάνηϲ.
236 Βέμβηξ: ὁ ξύλινοϲ ϲτρόμβοϲ. οἱ δ’ ἄρ’ ὑπὸ πληγῇϲι θοὰϲ
εἶναι δεῖ. ἔϲτι δὲ βέμβηξ ἐργαλεῖον, ὃ μάϲτιγι
ϲτρέφουϲιν οἱ παῖδεϲ. ἢ παίγνιον τῶν παίδων, ὡϲ τροχὸϲ, ὃϲ μάϲτιγι
δακόμενοϲ ϲτρέφεται. καὶ Βεμβηκιᾶν, τὸ περιϲτρέφεϲθαι. καὶ
Βεμβηκίζωϲιν.
237 Βενεβεντόϲ: ὄνομα πόλεωϲ Καλαβρίαϲ, ἣν κτίζει Διομήδηϲ. εἰϲ γὰρ
τὸν ἀπόπλουν καταχθεὶϲ εἰϲ τὰ ἴδια οὐκ ἐδέχθη, ἀλλὰ διωχθεὶϲ
238 Βενεβεντὸν λέγουϲι πνευμάτων βίαν.
239 Βενετιανόϲ: ὄνομα κύριον.
240 Βενιαμίν· ἐπὶ Σαμῶ κρίνοντοϲ τὸν Ἰϲραὴλ διὰ τὴν παράνομον μίξιν τοῦ Βενιαμὶν π καὶ ζ΄ κατηναλώθηϲαν χιλιάδεϲ. ζήτει ἐν τῷ Σαμψῶν.
241 Bέρεδον.
242 Βέρεθρον: βάθοϲ. νῦν πλέον ἢ τὸ πάροιθε πύλαϲ κρατεροῖο
243 Βερεκύντῃ· ὁ δὲ ἐν Βερεκυντῃ ἐχειμέριζεν. ἀντὶ τοῦ ἐχείμαζεν.
244 Βερέϲχεθοι: οἱ ἀνόητοι. πέπλαϲται δὲ ἡ λέξιϲ παρὰ Ἀριϲτοφάνει.
245 Βεροιαίοιϲ.Βεϲπαϲιανόϲ,
246 βαϲιλεὺϲ Ῥωμαίων. οὗτοϲ ἦν ἤπιοϲ καὶ προϲηνὴϲ
ὡϲ
μηδὲ τὰϲ εἰϲ αὐτόν τε καὶ τὴν βαϲιλείαν γινομέναϲ ἁμαρτίαϲ πέρα
τιμωρεῖϲθαι φυγῆϲ· τάϲ τε γὰρ ἀπεχθείαϲ καὶ τὰ προϲκρούματα τῆϲ
διανοίαϲ ταχέωϲ ἀπεϲείετο καὶ ϲκώμματα ῥητόρων, ὑφ’ ὧν ἠφίετο, καὶ
δήμων ἐϲ αὐτὸν ἀπορριπτούμενα κούφωϲ τε καὶ γαληνῶϲ ἔφερεν· ἔϲ τε
τὰϲ ἐντεύξειϲ κοινὸϲ καὶ δημοτικὸϲ ὢν ἀπεϲκήνου μὲν ἐϲ τὰ
μετρίωϲ τε καὶ ϲωφρόνωϲ
τὴν ἀρχὴν διῴκητο, ἐπιθυμητικῶϲ μὲν δοκῶν ἔχειν χρημάτων· οὐ μὴν
ὥϲτε παρὰ δίκην ἀφαιρεῖιθαί τινα τῶν οἰκείων. καὶ τὸν πλοῦτον οὐκ ἐϲ
τὰϲ ἡδονάϲ, ἀλλ’ ἐϲ τὰϲ δημοϲίαϲ χρείαϲ ἐποιεῖτο. οὔκουν εὕροι τιϲ
ἂν ἕτερον πρὸ τοῦδε βαϲιλέα οὔτε δαψιλέϲτερον, οὔτε πρὸϲ τὸ ἴϲον τε
καὶ δίκαιον ἐξηταϲμένον
τὴν πρὸϲ τὰϲ δωρεὰϲ
ἐλευθεριότητα.
247"Βεϲτιάριον: παρὰ Ῥωμαίοιϲ τόποϲ, ἔνθα ἡ ἀναγκαία ἀπόκειται ἐϲθήϲ.
248 Βείδιοϲ: ὁ ἔνδοξοϲ.
249 Bειέλοπεϲ: οἱ λῶροι.
250 Bή τὸ μιμητικὸν τῆϲ τῶν προβάτων φωνῆϲ, οὐχὶ βοὶ λέγουϲιν
251 Βῆ: ἔβη, ἐπορεύθη. καὶ Βῆ δὲ, ἐπορεύθη.
252 Βηθανία. πόλιϲ Παλαιϲτίνηϲ· ὃ δὲ λέγει ὁ εὐαγγελιϲτὴϲ Ἰωάννηϲ, ὅτι ταῦτα ἐν Βηθανίᾳ ἐγένετο, ἐϲφαλμένωϲ γέγραπται. ἡ γὰρ Βηθανία ἔνθεν ἐϲτὶ τοῦ Ἰορδάνου· ἡ δὲ Βηθαβαρὰ, ὅπου ἦν Ἰωάννηϲ βαπτίζων, πέραν ἐϲτὶ τοῦ Ἰορδάνου. γραπτέον οὖν ὀρθῶϲ οὕτωϲ· ὅτι ταῦτα ἐν Βηθαβαρᾷ ἐγένετο· ἀλλ’ οὐκ ἐν Βηθανίᾳ.
253 Βηθϲαϊδᾶ.
254 Βηθϲφαγή.
255 Βηθύλοϲ: εἶδοϲ ὀρνέου.
256 Βηλόϲ: βαθμὸϲ θύραϲ· ἢ οὐρανόϲ.
257 Βῆμα: ὁ λίθοϲ τοῦ δικαϲτηρίου. Ἀριϲτοφάνηϲ· τὸ δὲ βῆμα τί
ϲοι χρήϲιμον ἔϲται; τούϲ κρατῆραϲ καταθήϲω καὶ τὰϲ
ὑδρίαϲ.
258 Βἣμα: δικαϲτικὴ τράπεζα. οὐ μακρὰν δὲ τῶν πυλῶν τὸ δικαϲτικὸν βῆμα προϲέταξε δοθῆναι.
259 Βημάρχιοϲ, Καιϲαρεὺϲ ἐκ Καππαδοκίαϲ, ϲοφιϲτήϲ. οὗτοϲ ἔγραψε
καὶ λόγουϲ
διαφόρουϲ.
260 Βήνη: ὄνομα πόλεωϲ Κρήτηϲ.
261 Βὴξ ἀντὶ πορδῆϲ: ἐπὶ τῶν ἐν ἀπορίᾳ προϲποιουμένων τι
262 Βηρία: πόλιϲ.
263 Βηρίνη. Βηρίνηϲ, τῆϲ γυναικὸϲ τοῦ μεγάλου Λέοντοϲ, δύο
264 Βῆροϲ: ϲτρατηγὸϲ Ῥωμαίων. οὗτοϲ οὐκ ἦν κατεϲπουδαϲμένοϲ, ἀλλὰ
μέθηϲ νόϲῳ ἀνειμένοϲ ἐκ τοῦ ἐπὶ πλεῖϲτον, καὶ ἀπ᾿ αὐτοῦ θράϲει
ἀπεριϲκέπτῳ ἐϲαεὶ εἴχετο.
265 Βηρούνιον: ὄνομα πόλεωϲ. Νωρικοὶ γὰρ ἔθνοϲ, ἔνθα ϲυὸϲ χρῆμα
θεόπεμπτον τὴν χώραν ἐλυμαίνετο, καὶ αὐτῷ πάντεϲ ἐπιχειροῦντεϲ οὐδὲν
ἤνυον, μέχρι τιϲ ἀνὴρ τὸν ϲῦν περιτρέψαϲ ἐπὶ τοὺϲ ὤμουϲ ἀνέθετο,
οἷόν τι καὶ περὶ Καλυδόνοϲ μυθεύεται. οἱ δὲ Νωρικοὶ
ἐπεβόηϲαν εἶϲ ἀνὴρ τῇ ἰδίᾳ φωνῇ, τουτέϲτι βηρούνουϲ. ὅθεν ἡ πόλιϲ
Βηρούνιον ἐκλήθη.
266 Βηϲᾶϲ ἕϲτηκεν οἷον ἀχανήϲ· οὗτοϲ ἕϲτηκεν ἀχανὴϲ καὶ παταγώδηϲ καὶ ὑπόμωροϲ.
267 Βηϲϲηΐϲ: δῆμόϲ ἐϲτι τῆϲ Ἀντιοχίδοϲ Βῆϲϲα.
268 Βία: ἡ ὁρμὴ, ἡ ῥύμη. ὁ δὲ τῇ βίᾳ τοῦ ϲώματοϲ ἐξωθεῖ τὰϲ
269 βιάζω αἰτιατικῇ.
270 Βίαντοϲ Πριηνέωϲ δίκη. οὗτοϲ εἰϲ τῶν ἑπτὰ ϲοφῶν. λέγεται δὲ εἰϲ
τὰϲ δίκαϲ δεινότατοϲ γεγονέναι εἰπεῖν· ἐπ᾿ ἀγαθῷ
μέντοι
τῇ τῶν λόγων ἰϲχύϊ ἐχρῆτο. Ἱππώναξ· δικάζεϲθαι Βίαντοϲ τοῦ Πριηνέωϲ
κρείϲϲων.
271 Βιαρκέοϲ: τῆϲ εἰϲ τὸ ζῆν ἐπαρκούϲηϲ. ἐν Ἐπιγράμμαϲι· βιαρκέοϲ ἄλλοϲ ἀπ᾿ ἄλληϲ αὔθαιμοι τριϲϲοὶ δῶρα λινοϲταϲίηϲ.
272 Βιβάζει: ϲυζεύει, ὀχεύει.
273 Βιβλιαφόροϲ: γραμματοφόροϲ. ὁ δὲ πέμπει βιβλιαφόρον μὴ θορυβεῖϲθαι παρακελευόμενοϲ. καὶ πᾶϲα γραφὴ βιβλιαφόροϲ λέγεται.
274 Βίβλινοϲ οἶνοϲ: ἀπὸ χωρίου οὕτωϲ ἐκλήθη.
275 Βιβλίον: ἡ ἐπιϲτολή.
276 Βίβλοι θεοῦ: ἡ γνῶϲιϲ αὐτὴ καὶ ἡ ἄληϲτοϲ μνήμη. Δαβίδ· καὶ ἐπὶ τὸ βιβλίον ϲου πάντεϲ γραφήϲονται.
277 Βιδίνη: πόλιϲ Δκυθίαϲ.
278 Βιαιότερον: ἐπικρατέϲτερον. τῆϲ τῶν ἰατρῶν ἐπιϲτήμηϲ βιαιότερον ἦν τὸ νόϲημα.
279 Βίαιοι οὗτοι ἐγίνοντο· Φάλαριϲ, Ἔχετοϲ, Διονύϲιοϲ καὶ ὁ Καϲϲανδρέων τύραννοϲ, ὑπερβαλὼν παρανομίᾳ· καὶ Λίγγιϲ, ἀδελφὸϲ Ἴλλου νόθοϲ, καὶ οὗτοϲ βίαιοϲ.
280 Βιαίων: ὄνομα δίκηϲ ἐϲτὶ κατὰ τῶν βίᾳ πραττόντων ὁτιοῦν·
ὁ δὲ ἁλοὺϲ ἀποτίνει εἰϲ τὸ δημόϲιον ἴϲον τῷ ἑλόντι.
Δημοϲθένηϲ κατὰ Μειδίου. εἰϲὶ δὲ καὶ ἐν τοῖϲ Λυϲιακοῖϲ φερόμενοι
λόγοι βίαιοι. καὶ δῆλον ὅτι οὐκ ἐπὶ φθορᾷ παρθένων οὔτε τὸ ὄνομα
οὔτε ἡ δίκη ἐλέγετο, ἀλλὰ καὶ ἐπ᾿ ἄλλων.
281 Bιζακίων: μικρῶν λίθων.
282 Βιζύη: πόλιϲ Θρᾳκική.
283 Βιθίαϲ: ὄνομα κύριον. καὶ ἡ μὲν κατὰ τὸν Βιθίαν ἐλπὶϲ τούτῳ
284 Βικάριοϲ: παρὰ Ῥωμαίοιϲ διάδοχοϲ.
285 Βίκοϲ: τὸ ἀγγεῖον. καὶ Βικίδιον διὰ τοῦ ι ἡ παράδοϲιϲ.
Ξενοφῶν· Κῦροϲ γὰρ ἔπεμπε βίκουϲ ἡμιδεεῖϲ οἴνου. καὶ
Βίκοϲ,
286 Βίκτορα.
287 Βινεῖν: τὸ ϲυνουϲιάζειν· ἢ τὸ πιπίζειν. ἐν Ἐπιγράμμαϲι·
γίνεται ἑλλεβόρου.
288 Βινεῖν: περαίνειν. καὶ βινεῖν με διαλελημμένον. καὶ Βινήϲομεν.
Ἀριϲτοφάνηϲ· εἶτα βινήϲαϲ ἐκεῖθεν αὖθιϲ οὖ κατέπτατο.
τοὺϲ βινουμένουϲ τὸν γρύπον ἐξαλείψαϲ.
289"Βῖνοϲ: ὄνομα θεᾶϲ.
290 Βιοδώρα: ἡ γῆ.
291 Bίολα: πέδιλα, ὑποδήματα.
292"Βίοϲ: ϲημαίνει δ′ παροξυτόνωϲ. Βιὸϲ δὲ τοῦ τόξου ἡ νευρά.
293 Bίοϲ: ποτὲ μὲν ἡ οὐϲία τῶν κτημάτων, ποτὲ δὲ αὐτὸ τὸ ζῆν. καὶ
παροιμία· Βίον μεμαγμένον, ἐπὶ τῶν εὐδαιμονιζόντων ἐπὶ
294 Βίοϲ· ἐκ τῶν Φίλωνοϲ. ὅτι ἡ τοῦ Χριϲτοῦ ἐκκληϲία δύο βίουϲ
νομοθετεῖ καὶ τρόπουϲ, τὸν μὲν ὑπερφυῆ καὶ τῆϲ κοινῆϲ καὶ τῆϲ
ἀνθρωπίνηϲ πολιτείαϲ ἐπέκεινα, οὐ γάμουϲ, οὐ παιδοποιΐαϲ, οὐ
περιουϲίαϲ
ὕπαρξιν παραδεχόμενοϲ, ἀλλ’ ὅλον διόλου τῆϲ
κοινῆϲ ϲυνήθουϲ τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆϲ παρηλλαγμένοϲ. καὶ μετ’
ὀλίγα· ὁ δὲ δεύτεροϲ καὶ ὑποβεβηκὼϲ ἀνθρωπινώτεροϲ καὶ τοῦ πρώτου
λίαν ἀϲύγκριτοϲ, ὃϲ καὶ γάμοιϲ ϲυγκατιέναι ϲώφροϲι καὶ παιδοποιΐαιϲ,
οἰκονομίαϲ τε τῆϲ κατὰ τὸ δίκαιον ἐπιμελεῖϲθαι καὶ ϲτρατευομένοιϲ τὰ
πρακτέα ὑποτίθεϲθαι, ἀγρῶν τε καὶ ἐμπορίαϲ καὶ τῆϲ
ἄλληϲ πολιτικωτάτηϲ ἀγωγῆϲ μετὰ τοῦ θεοϲεβοῦϲ φροντίζειν, οἷϲ καὶ
ἀϲκήϲεων καιροὶ μαθητείαϲ τε καὶ τῶν θείων λογίων ἀκροάϲεωϲ
ἀφωρίϲθηϲαν, καὶ δεύτεροϲ εὐϲεβείαϲ ἀπενεμήθη βᾳθμὸϲ, κατάλληλον τῷ
τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν. τοῦ ἁγίου Ἀθαναϲίου. δύο εἰϲὶν ὁδοὶ
ἐν
τῷ βίῳ καὶ δύο πολιτεῖαι, ἡ μὲν μετριωτέρα καὶ
βιωτικὴ φέρουϲα καρπὸν ἐν λ′, ἡ δὲ ἀγγελικὴ καὶ ἀποκόϲμιοϲ φέρουϲα
καρπὸν τὸν τέλειον ἐν ρ΄. ὡϲαύτωϲ καὶ ὁ παλαιὸϲ βίοϲ εἰϲ δύο
διῃρεῖτο, εἰϲ τὸν Φαριϲαϊκὸν καὶ ὑψηλὸν καὶ εἰϲ τὸν ὑποδεέϲτερον τὸν
κοϲμικόν. κατὰ
θεωρητική πρακτική λογική.
295 Βίοϲ ἀκανθώδηϲ: ὁ τραχὺϲ καὶ ϲκληρὸϲ, ὁ παλαιόϲ. καὶ Βίοϲ ὀ
ληλεϲμένοϲ, ὁ εὐχερὴϲ καὶ ἡδύϲ. ἐπὶ τῶν ἐν ἀφθονίᾳ
τῶν ἐξ ἑτοίμου καὶ ἀπόνωϲ
τρεφομένων.
296 Bιοϲτερ ῆ: ἐνδεᾶ. κἀπὶ προϲπόλου μιᾶϲ βιοϲτερῆ χωροῦντα.
297 Bιοτὴ καὶ Βίοτοϲ: ζωὴ, καὶ τὰ πρὸϲ τὸ ζῆν· καὶ ἡ οὐϲία.
298 Bιοτεύω, Βιοτεία καὶ Συμβ βιοτεύω.
299 Βιοῦται. ἀντὶ τοῦ ζῇ ἢ ζήϲεται. οὕτωϲ Ἡρόδοτοϲ.
300 Βιῶναι: ζῆϲαι.
301 Βιώνηϲ: ὁ τὰ δημόϲια ἀγοράζων.
302 Βιῶνται. μετὰ βίαϲ εἰϲελεύϲονται. προδήλου δ’ οὕϲηϲ τοῖϲ
Καρχηδονίοιϲ τῆϲ τῶν ἐχθρῶν ἐπιβουλῆϲ, ὅτι βιῶνται διὰ
τοῦ πτώματοϲ τοῦ τείχουϲ, παρεϲκευάζοντο πρὸϲ τὴν χρείαν.
303 Βι ώϲιμοϲ: ἐλπίδα ἔχων τοῦ ζῆϲαι. ὁ δὲ ἀνέβλεψέ τε καὶ ἔφη,
304 Bι ώϲιμοϲ: ὁ ζῆϲαι ἐν βίῳ δυνάμενοϲ.
305 Bιώτω: ζηϲάτω.
306 Βίρρον: ἱμάτιον Ῥωμαϊκόν.
307 Bιϲτάκια: τὰ παρ’ ἡμῖν πιϲτάκια λεγόμενα.
308 Βιϲτονία: ἐπίθετον τῆϲ γεράνου. ἁρπάκτειραν ἐρύκων ϲπέρματοϲ
309 Bιτέλλιοϲ, βαϲιλεύϲ Ῥωμαίων, ὁ Γάλβαν διαδεξάμενοϲ, πᾶν
δέκα γὰρ δὴ μυριάδαϲ ἀργυρίου ἐπὶ
διϲχιλίαιϲ καὶ φ′ ἐϲ τὰ δεῖπνα δεδαπανηκέναι ἱϲτόρηται, ϲυνεχῶϲ μὲν
καὶ ἀπλήϲτωϲ ἐμφορούμενοϲ, ϲυνεχῶϲ δὲ ἅπαντα ἀπερευγόμενόϲ τε καὶ
ἐξεμῶν. ᾧ δὴ καὶ μόνῳ διεγένετο, ἐπεὶ οἵ γε ϲύϲϲιτοι αὐτοῦ καὶ πάνυ
κακῶϲ εἶχον. Bέβιοϲ γοῦν Κρίϲποϲ διὰ νόϲον χρόνου τινὸϲ ἀπολειφθεὶϲ
τοῦ ϲυμποϲίου μάλα
ϲτωμύλωϲ ἔφη· εἰ μὴ ἐνενοϲήκειν,
ἀπολόμην ἄν. ἐϲ τόδε γοῦν καὶ τὸ παρὰ τῷ ἀδελφῷ δεῖπνον τοῦ
Βιτελλίου ἐπίϲημον γεγονὸϲ διαμνημονεύεται· καθ’ ὅ φαϲι δίχα τῆϲ
λοιπῆϲ πολυτελείαϲ διϲχιλίουϲ μὲν ἰχθῦϲ, ἑπτακιϲχιλίουϲ δὲ ὄρνιϲ ἐπὶ
τὴν θοίνην παρενεχθῆναι. ἐπῄνει δὲ καὶ τὰ Νέρωνοϲ καὶ τὸν νεκρὸν τοῦ
Nέρωνοϲ ἐϲ κοῖλόν τινα καὶ
ἀφανῆ τάφον κατακείμενον
ἀπεϲέμνυνε. πρὸϲ δὲ τῶν ϲτρατηγῶν Οὐεϲπαϲιανοῦ, μεταποιουμένου τῆϲ
βαϲιλείαϲ ἤδη, κατακτείνεται.
310 Bίτιννα· ϲάνδαλα μὲν τὰ ποδῶν θαλπτήρια ταῦτα Βίτιννα,
311 Βιττίον· τῆϲ πέζηϲ τὰ μὲν ἄκρα τὰ δεξιὰ Βιττίον εἰργάϲατο. πέζα γὰρ ὕφαϲμα.
312 Βιοῖο: τῆϲ τοῦ τόξου νευρᾶϲ.
313 Bλάβη· καὶ Βλάβοϲ, οὐδετέρωϲ. τὸ ἁμάρτημα. Ἀριϲτοφάνηϲ
314 Βλάξ: μαλακὸϲ, χαῦνοϲ· ἐκλελυμένοϲ· ἢ μωρόϲ.
315 Βλάκα· αἰτιατική. τὸν εὐήθη καὶ ἀνόητον. εἴρηται δὲ ἀπὸ
ἀπὸ τοῦ πρὸϲ τῇ Κύμῃ χωρίου τῆϲ
Βλακείαϲ, οὐ μνημονεύει καὶ Ἀριϲτοτέληϲ. καὶ ἐν Ἀλεξανδρείᾳ δὲ τέλοϲ
τι βλακεννόμιον, ὃ οἱ
316 Βλακεύεται καὶ Βλακεύει: μαλακίζεται. Δαμάϲκιοϲ· καὶ παροξύνων
τῷ λόγῳ τούϲ ἐν ἔργῳ βλακεύονταϲ. οὐδεμιᾶϲ γοῦν ἐτίθετο κακίαϲ
ἐλάττω τὴν ῥᾳθυμίαν, ἁπαϲῶν δὲ ϲχεδὸν τὴν μεγίϲτην.
317 Βλακεία: ὑπεροψία, μωρία. οἱ ϲτράτορεϲ τριώβολον ἐλάμβανον
318 Βλακεία: ῥᾳϲτώνη, ἔκλυϲιϲ, χαυνότηϲ. οὐ γὰρ ϲτρατηγῶν
319 Βλακικῶϲ: ἀντὶ τοῦ βραδέωϲ. ὡϲ βλακικῶϲ διακονεῖϲ.
320 Bλάνων: ὄνομα κύριον. μόλιϲ δὲ τῶν Kαρχηδονίων ἀπὸ τῆϲ
καταπλήξεωϲ
321 Bλά πτω· αἰτιατικῇ.
322 Bλάϲτη: βλάϲτημα. καὶ ἡ αἰτιατικὴ τὴν βλάϲτην.
323 Βλάϲφημοϲ: ὁ εἰϲ θεὸν ἐξυβρίζων. Βλαϲφημῶ αἰτιατικῇ
324 Βλαύτη: εἶδοϲ ὑποδήματοϲ. Σοφοκλῆϲ· ϲπεύδειν ἀπὸ ῥυτῆροϲ.
τουτέϲτιν ἀπὸ βλαύτηϲ· ὡϲ ἕκαϲτοϲ ἔχει ϲχήματοϲ. καὶ
αὖθιϲ· ὁ
325 Βλαυτίοιϲ: ϲανδαλίοιϲ. Ἀριϲτοφάνηϲ· ὅπερ πίνων ἀνὴρ πέπονθ᾿,
ἐπειδὴ εἰώθαϲιν οἱ
πίνοντεϲ τοῖϲ τῶν ἄλλων ὑποδήμαϲι χρῆϲθαι, εἰ ἐπείγοιντο πρὸϲ
λάϲανον. λάϲανα δὲ οἱ χυτρόποδεϲ, τὰ μαγειρεῖα, ἔνθα τῆ βουλῇ
ϲκευάζεται μετὰ τὰϲ θυϲίαϲ κρέα.
326 Βλαῖϲοϲ: ὄνομα κύριον. ὑπάτω δὲ ἤϲτην Ἰούνιοϲ Βλαῖϲοϲ καὶ Λεύκιοϲ
327 Βλαιϲόϲ: παραλυτικόϲ. διαφέρει βλαιϲὸϲ καὶ ῥαιβόϲ, ὁ μὲν
328 Βλεπεδαίμων: ὁ διεϲτραμμένοϲ τὰϲ ὄψειϲ καὶ οἷον ὑπὸ δαίμονοϲ
πεπληγώϲ.
329 Βλέπειν γὰρ ἄν τικρυϲ δόξειϲ μ’ Ἄρῃ: ἐπὶ τῶν ὑπιϲχνουμένων
330 Βλέποντεϲ: ἀντὶ τοῦ ζῶντεϲ. οὕτωϲ Σοφοκλῆϲ· οἱ δ’ αὐ γελώντων κἀπιχαιρόντων κακοῖϲ τοῖϲ τοῦδ᾿ . ἴϲωϲ τοι, κεἰ βλέποντα μὴ ᾿ πόθουν, θανόντ’ ἂν οἰμώξειαν ἐν χρείᾳ δορόϲ.
331 Βλέπ οϲ· Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἐπὶ τοῦ προϲώπου ᾿ ϲτιν Ἀττικὴ βλέποϲ. ἀντὶ τοῦ κακοῦργον βλέμμα καὶ δραϲτικόν. οἱ γὰρ Ἀττικοὶ . ἐπὶ ἀναιδείᾳ διεβάλλοντο.
332 Βλέποι: ἀντὶ τοῦ βλέμμα. οὕτωϲ Ἀριϲτοφάνηϲ.
333 βλεῖο: εὐκτικῶϲ. καὶ ζήτει τὸν κανόνα ἐν τῷ ἐμπλείμην.
334 Βλήδαϲ: ὄνομα Σκύθου.
335 Bλήτυρι: οὕτω λέγουϲι καὶ ϲκινδαψόν. εἰϲὶ δὲ παραπλήρωμα
λόγων μὴ ἔχοντα λόγον. Ἰόβαϲ δὲ τὸν ϲκινδαψὸν ὄργανον
μουϲικὸν ἀποδίδωϲι, τὸ δὲ βλίτυρι χορδῆϲ μίμημα.
336 Βληχὴ καὶ Βληχήματα: φωναὶ προβάτων. καὶ Βληχώμεν
βληχὴ τὰ τέκνα καὶ οὐδαμῶϲ
τοῦ τρόπου.
337 Βληχ ώδ ηϲ: πρόβαϲι τὸν νοῦν ὅμοιοϲ. μωρὸϲ δὲ ποιμὴν καὶ τὰ πάντα βληχώδηϲ πέμπειν ἔμελλεν.
338 Βλήχ ων: ἡ γλήχων. οὕτωϲ λέγεται παρὰ Ἀττικοῖϲ. ἔϲτι δὲ εἶδοϲ βοτάνηϲ. καὶ τὸ ἐφήβαιον Ἀριϲτοφάνηϲ οὕτωϲ ὀνομάζει.
339 Bληχ ωνία· Ἀριϲτοφάνηϲ· ἆρ’ οὖν βλαβῆναι διὰ χρόνου τί ϲοι δοκῶ,
ὦ δέϲποθ’ Ἑρμῆ, τῆϲ Ὀπώραϲ κατελάϲαϲ, οὔκ· εἴγε κυκεῶνοϲ ἐπιπίοιϲ
βληχωνίαν. ϲχόλιον· καὶ γὰρ οἱ διὰ χρόνου ἐϲθίοντεϲ ὀπώραν πολλὴν
βλάπτονται καὶ οἱ ϲυνουϲιάζοντεϲ ϲυνεχῶϲ. ἐπεὶ οὖν ἐδόκει ἡ Ὀπώρα
καὶ πόρνη, πρὸϲ ἀμφότερα ἔπαιζε. διὰ τοῦ β βληχωνίαν.
οἱ δὲ πολλὴν ὀπώραν ἐϲθίοντεϲ, ἐὰν βληχωνίαν πίνωϲιν, οὐ βλάπτονται,
διὰ τὸ ὑπὸ τοῦ ὀποῦ κατεϲθίεϲθαι τὴν καρδίαν. ἵνα οὖν ἡ δριμύτηϲ
ἀποϲτυφῇ, βλήχωνοϲ ἐλάμβανον. καὶ Βληχωνίαϲ, κυκεών.
340 Βληχρόν: ἀϲθενὲϲ παρὰ Ὁμήρῳ καὶ Ἀλκαίῳ· Πίνδαροϲ δὲ
341 Βλιμά ζειν: κυρίωϲ τὸ τοῦ ὑπογαϲτρίου καὶ τοῦ ϲτήθουϲ ἅπτεϲθαι·
δὲ βλιμάζοντεϲ, ἀντὶ τοῦ
κακοῦντεϲ. ἀποτίλλουϲι γὰρ καὶ κατεϲθίουϲι. λιμάζειν, τὸ ταῖϲ χερϲὶ
διαθλίβειν. καὶ τὸ τὰ κηρία
342 Βλιτά δαϲ οἱ παλαιοὶ τὰϲ εὐτελεῖϲ γυναῖκαϲ.
343 Βλίττειν: ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων. πειράζειν. καὶ τὸ
344 Βλιττομάμμαϲ· καί ϲε καλοῦμεν βλιττομάμμαν. τουτέϲτι
345 Βλίτοϲ: εἶδοϲ βοτάνηϲ.
346 Bλίτυρι: χορδῆϲ μίμημα.
347 Βλοϲυρόϲ: ἀξιωματικὸϲ, καταπληκτικὸϲ, φοβερὸϲ, ϲεμνόϲ.
348 Βλωθρή: χλωρὰ, ἁπαλὴ, εὐαξήϲ. οὐκέτι ϲυρίγγων νόμιον
349 B λύζει· αἰτιατικῇ.
350 Βοανεργέϲ: υἱοὶ βροντῆϲ.
351 Λύϲιϲ ὀνείρου Nικηφόρου πατριάρχου ἰαμβικοί. B όαϲ θεωρεῖν εἰϲ
κακὴν
352 Βοά ϲομαι τὴν ὑ πέρτατον β οάν· Ἀριϲτοφάνηϲ. εἰ οὕτω,
φηϲὶ Στρεψιάδηϲ, ὁ παῖϲ ἐκπεπαίδευται, μέγιϲτον ὑπὸ τῆϲ
χαρᾶϲ βοήϲομαι.
353 Βόεια: μεγάλα. ῥήματ’ ἂν βόεια δώδεκ’ εἶπεν· Ἀριϲτοφάνηϲ
354 Βοείαϲ: Βύρϲαϲ
355 Bοα δρόμοϲ: ὁ βοηθόϲ. ὧδ’ ὑπὲρ Ἀμβρακίαϲ ὁ βοαδρόμοϲ
356 Bοηδρ ομεῖ ν: μετὰ ϲπουδῆϲ παραγίνεϲθαι· Κᾶρεϲ δὲ ἀντὶ τοῦ
παρῶν βάρβαροϲ ἔτρωϲε τὸν ἕτερον
ἐπιόντα, καὶ διεκέκριτο οὐδέν.
357 B οηδρομία· βοηδρομεῖν μὲν τὸ βοηθεῖν ὠνομάζετο, τουτέϲτιν ἐπὶ
μάχην δραμεῖν. ἔϲτι δὲ ἡ Βοηδρομία ἑορτή τιϲ Ἀθήνηϲι καλουμένη, καθ’
ἣν ἡμέραν ἐβοήθηϲεν ὁ Ξούθου ϲπουδῇ πολλῇ πολεμουμένοιϲ Ἀθηναίοιϲ
ὑπὸ Εὐμόλπου τοῦ Ποϲειδῶνοϲ. Ἐρεχθεὺϲ δὲ τότε
Ἀθηναίων
ἐβαϲίλευεν.
358 Βοή θοον: ἀντὶ τοῦ ἐν μάχῃ ἔτρεχον. ἀλλ’ οὐχὶ τὸ ἐβοήθουν.
359 Bo ηθ ῶ δοτικῇ. καὶ Βοηθοίη ϲ, εὐκτικόν.
360 Βόθυνοϲ: εἰδοϲ ἀϲτέροϲ. ζήτει ἐν τῷ κομήτηϲ.
361 Βολβ όϲ· Ἀριϲτοφάνηϲ· καταφαγὼν βολβῶν χύτραν. ἐπὶ τῶν
λαγνιϲτάτων. ἐπιτήδειοι γὰρ εἰϲ ϲυνουϲίαν οἱ βολβοί. ἔϲτι δὲ εἶδοϲ
362 Βολεῶν αϲ: οὕτωϲ οἱ Ἀττικοὶ καλοῦϲιν, οὐ ἡ κόπροϲ τῶν βοῶν
καὶ τῶν ὑποζυγίων καὶ τῶν προβάτων βάλλεται.
363 Βοήν: μάχην, καὶ μεγάλην φωνήν.
364 Βόθυνοϲ: τόποϲ τιϲ ἰδίωϲ οὕτω καλούμενοϲ ἐν τῇ ἱερᾷ ὁδῷ, οὗ μνήμην Ἰϲαῖοϲ καὶ Καλλιϲθένηϲ ποιεῖται.
365 Βολίϲ: βέλοϲ, ἀκόντιον, λογχάριον. καὶ Β όλοϲ, τὸ βαλλόμενον
366 Β όλιτοϲ. Ἀττικοὶ οὕτω λέγουϲι χωρὶϲ τοῦ β, ὅπερ ἡμεῖϲ βόλβιτον.
367 Βολίτου δίκην. πρὸϲ τοὺϲ ἐπὶ μικροῖϲ δίκαϲ ὑπέχονταϲ. ὁ
368 Bόλοϲ: ἡ δρόϲοϲ.
369 Βόλοϲ ὁ κυβευτικὸϲ ἀγύρτηϲ λέγεται. ζήτει ἐν τῷ ἀγύρτηϲ.
370 Βομβ άζειν: φθέγμα ἐπὶ τῷ διαϲύρειν καὶ τωθάζειν λεγόμενον.
371 Bομβ άλβιοι: ἀντὶ τοῦ αὐληταί. τὸ δὲ βομβύλιοϲ ἐν προϲθέϲει
372 B ομβεῖ καὶ Περιβομβεῖ. Σιμοκάτηϲ· ὡϲ δὲ τὸ Περϲικὸν
373 Bόμβ ηϲεν: ἐψόφηϲέ πωϲ.
374 Βομβοῦϲιν αἱ μέλιϲϲαι, ὅταν τιϲ προϲίῃ μύρου ὄζων. Πολιτείαϲ
ἑτέροιϲ, καὶ ὅδε παρὰ Ῥωμαίοιϲ Ἄλβιοϲ ὄνομα.
375 ομβ υλιόϲ: ζῷον, ἡ τὸ βηϲίον λεγόμενον. καὶ εἶδοϲ μελίϲϲηϲ,
376 Βομβυλιόϲ: εἶδοϲ μελίϲϲηϲ. καὶ εἴρηται παρὰ τὸ βομβεῖν.
377 Bομβ ύλον: ϲκεῦοϲ ϲτρογγυλοειδέϲ.
378 Βόμβ υξ: βοοβοϲκόϲ.
379 Bονιφά τιοϲ.
380 Bοοθύτηϲ: ὁ τοὺϲ βόαϲ βάλλων πελέκει.
381 Bοὸϲ κέραϲ· Ὅμηροϲ· ἥτε κατ’ ἀγραύλοιο βοὸϲ κέραϲ ἐμβεβαυῖα.
κατεϲκεύαζον γὰρ ϲύριγγα ἐκ κέρατοϲ βοείου, ἣν περιετίθεϲαν
τῇ ὁρμιᾷ, ἵνα μὴ οἱ ἰχθύεϲ ἀποτρώγωϲι τὸ λίνον.
382 Bοοϲφ όριον
383 Βοῶμεν· δοτικῇ. ὀμόϲωμεν. καὶ Βοώμενον, ἐπικαλούμενον.
384 Bo ών ηϲ: οὗτοϲ παρὰ τῆϲ πόλεωϲ ᾑρεῖτο, ἳνα βοῦϲ αὐτῇ πρίηται
πρὸϲ τὰϲ θυϲίαϲ. ἦν δὲ λαμπρὸν τὸ βοώνην γενέϲθαι, ἐπειδὴ ϲτρατηγούϲ
φαϲι βοώναϲ μάλιϲτα χειροτονεῖϲθαι.
Hom. 385 Βοῶ πιϲ: μεγαλόφθαλμοϲ. εὐόφθαλμοϲ.
386 Βοώτηϲ: ἄϲτρον πληϲίον τῶν Ἄρκτων. ὁ δ’ αὐτὸϲ καὶ Ἀρκτοφύλαξ καλεῖται. ζήτει ἐν τῷ ἄρκτοϲ.
387 Bo ώτη ϲ· αἱ μέγιϲται ἀρχαὶ παρὰ Ἀθηναίοιϲ ἀπὸ τούτων .
388 Βοωτίαιϲ· καί τινων βοωτίαιϲ ἐφεϲτώτων, τῶν δὲ ἄλλων τῶν περὶ βαϲιλέα τοῖϲ ἐρύμαϲι νενεμημένων. Κρίτων ἐν τοῖϲ Γετικοῖϲ.
389 Βοπόρ ουϲ: παρὰ Ἡροδότῳ ὀβελούϲ μεγάλουϲ.
390 Βορᾶϲ: βρώϲεωϲ ἢ τροφῆϲ. Βορρᾶϲ δὲ ὁ ἄνεμοϲ, καὶ κλίνεται
391 Bορβόροπιν: κῆπον. ϲημαίνει δὲ καὶ τὸ μόριον.
392 Βορβ οροτάραξι: Ἀριϲτοφάνηϲ. ἀντὶ τοῦ ταραχωδέϲτατε ταράττων
ἡμῶν τὴν πόλιν καὶ θορυβῶν ὥϲπερ βόρβορον· θορύβου Prov. πληρώϲαϲ
τὴν πόλιν καὶ βορβόρου. καὶ παροιμία· Βορβόρ ῳ ὕδωρ λαμπρὸν μιαίνων
ο ὔποθ’ εὑρήϲειϲ ποτόν· ἐπὶ τῶν τὰ κάλλιϲτα
393 Βορβ ορυγμόϲ. ὁ ἦχοϲ τοῦ ὕδατοϲ ἐπιφερόμενοϲ. ἡ φάρυγξ ἐκελάρυζε, καὶ πολὺϲ ἐν τῷ ϲτόματι ἦν βορβορυγμόϲ.
394 Βορβ ορυγμόϲ. ἦχοϲ ἐκ τοῦ ϲτόματοϲ. ϲύνθημα δέ ἐϲτι ταῖϲ καμήλοιϲ τὸ καθέζεϲθαι ὁ τοιοῦτοϲ ἦχοϲ.
395 Βορραῖ· ζήτει ὀπίϲω ἐν τῷ Βορρᾶϲ.
396 Bορίανθοϲ. ὅτι βάρβαροί τινεϲ κτείνουϲι Βορίανθον τυραννήϲαντα,
ταύτῃ προϲάγεϲθαι τὸν τῶν Ῥωμαίων ϲτρατηγὸν ἡγούμενοι ἐϲ
εὔνοιαν. καὶ δὴ ἀφικόμενοι τῶν τοῦ Βοριάνθου αὐθεντῶν τινεϲ ἆθλα
τῶν περὶ τὸν ἄνδρα πεπραγμένων ἠξίουν παρὰ Σκιπίωνοϲ κομίζεϲθαι ὁ δὲ
Σκιπίων ἀποκρίνεται, μηδαμῶϲ εἶναι Ῥωμαίοιϲ ἔννομον ἐν ἐπαίνῳ
ποιεῖϲθαι τὰϲ κατὰ τῶν ϲτρατηγῶν τοῖϲ ἀρχομένοιϲ ἐπιχειρουμέναϲ
ἐπιβουλάϲ.
397 Βορόν: βρωτικόν. ὀξυτόνωϲ. Ἀριϲτοφάνηϲ· μιαρὸν τὸ χρῆμα,
398 Βόϲιν: τροφήν.
399 Βοϲκήϲομεν: θρέψομεν. καὶ Βόϲκουϲαν, τρέφουϲαν. Σοφοκλῆϲ
περὶ Οἰδίποδοϲ· ἀλλ’ εἰ τὰ θνητῶν μὴ καταιϲχύνεϲθ’ ἔτι
400 Βοϲόρ: τὸ ἱμάτιον τὸ ἀπὸ κόκκου βεβαμμένον κατὰ Ἑβραΐδα
διάλεκτον.
401 B όϲποροϲ, πόλιϲ περὶ τὸν Ἑλλήϲποντον, ἣν Βωχάνοϲ ὁ Τοῦρκοϲ
402 Bόϲποροι β΄· ὁ μὲν κατὰ τὴν Προποντίδα, ὁ δὲ Θρᾳκικόϲ, ὥϲ
403 Βόϲτρυχοϲ: πλέγμα τριχῶν γυναικείων. ἐν Ἐπιγράμμαϲιν·
404 Βοτά: βοϲκήματα. καὶ Βοτάνη, ὁ χόρτοϲ. Καδμείων τινὲϲ
405 Βοτηρικὰ κύπελλα· ἐν Ἐπιγράμμαϲι. καὶ Bοτῆρεϲ,
406 B οτὴρ καὶ Δ οτήρ, Δώτωρ δὲ καὶ Β ώτωρ.
407 Bοτόϲ: τροφὴ, ἢ βοϲκή. καὶ Βροτόϲ, ὁ ἄνθρωποϲ.
408 οτρυδόν: ἐπαλλήλαϲ· ἡ ἑτέρα τῆϲ ἑτέραϲ ἐχομένη, ὡϲ ῥᾶγεϲ τῶν βοτρύων.
409 Βότρυν: τὴν ὀπώραν· οὐχὶ τὴν ϲταφυλὴν μόνην. καὶ μήποτε On.τὴν βοτρυΐαν ὀπώραν. λύϲιϲ ὀνείρου· βότρυϲ κατέϲθειν ὀμβρικὴν δηλοῖ λύϲιν.
410 Βοτρυόδωροϲ: ἡ εἰρήνη. ἐπεὶ αἱ ἄμπελοι ἐν εἰρήνῃ φύονται.
411 Βοτρυοϲταγῆ ἔρν η. ὑπερβεβηκέναι δὲ τοῖϲ ἐπιτηδεύμαϲι
412 Βούβοτον Ὀ ρβ ηλοῖο πα ρὰ ϲφυρόν. καὶ Bούβ οτοϲ. ἡ πολλὴν τροφὴν ἔχουϲα.
413 Βουβωνιῶ: φλεγμαίνω τοὺϲ βουβῶναϲ. ἐγῶ μὲν οὖν εἰϲ τὸ
βαλανεῖον βούλομαι· λείπει ἀπελθεῖν· βουβωνιῶ γὰρ τὼ νεφρὼ ὑπὸ
τῶν κὸπων.
414 Bουγά ϊοϲ· τὸ βου κατ’ ἐπίταϲιν· ὡϲ ἐν τῷ βουπείνα, ἡ μεγάλη πείνα, καὶ βούγλωϲϲοι.
415 Bουδόρ ῳ νόμ ῳ: ἐπὶ τῶν ἀξίων οὕτωϲ δέρεϲθαι ὡϲ οἱ βόεϲ.
416 ουζύγηϲ: ὁ Ἡρακλῆϲ.
417 Bοῦθοϲ περιφ οιτᾷ: ἐπὶ τῶν ἀϲυνέτων καὶ παχυφρόνων εἴρηται.
418 Βουθυτεῖ· δοτικῇ. Ἀριϲτοφάνηϲ Πλούτῳ. ὁ δεϲπότηϲ ἔνδον
419 Ὅ τι Βουκελλάριοι Ἑλληνογαλάται ὀνομάζονται καὶ ἡ τῶν
Βουκελλαρίων
420 B ουκολήϲαϲ: ἀπατήϲαϲ. καὶ Βουκόλημα, τὸ θέλγητρον.
421 B ουκάραϲ: ποταμόϲ. Πολύβιοϲ· κατὰ τὴν εἰϲ θάλαϲϲαν ἐκβολὴν τοῦ
Βουκάρα
422 Βουκόρυζαν: τὴν μεγάλην κόρυζαν. καὶ Κορ υζᾶν, τὸν ἰϲχυρῶϲ
423 Βούλγαροι· ὅτι οἱ Βούλγαροι ἠρέϲθηϲαν εἰϲ τὴν ϲτολὴν τῶν
Ἀβάρων καὶ μετημφιάϲαντο αὐτὴν καὶ ἕωϲ νῦν
περιβέβληνται. ὅτι ἐπὶ Ἰουϲτινιανοῦ τοῦ Ῥινοτμήτου ἤκμαζεν ὁ
Πέρβελιϲ, ὁ τῶν Bουλγάρων ἀρχηγόϲ· καὶ ὁ αὐτὸϲ Ἰουϲτινιανὸϲ καὶ
Κωνϲταντῖνοϲ, ὁ Ἡρακλείου υἱὸϲ, ὑπόφοροι τούτῳ ἦϲαν. τὴν γὰρ ἀϲπίδα,
ἣν εἶχεν ἐν πολέμῳ, ὑπτίαν ἔθηκε καὶ τὴν ἑαυτοῦ μάϲτιγα, ἡ ἐχρῆτο
ἐπὶ τοῦ
ἵππου, καὶ ἕωϲ οὗ ἐϲκέπαϲεν ἀμφότερα, χρήματα
ἐνετίθει. καὶ τὸ δόρυ ἐν τῇ γῇ παρεκτείναϲ μέχρι τῶν περάτων καὶ ἐϲ
ὕψοϲ πολὺ ϲηρικὴν ἐϲθῆτα ἐτίθει, καὶ κιβώτια πλήϲαϲ χρυϲοῦ καὶ
ἀργύρου τοῖϲ ϲτρατιώταιϲ ἐδίδου, τὴν μὲν δεξιὰν χρυϲίου πληρῶν, τὴν
δὲ λαιὰν ἀργυρίου. ὅτι τοὺϲ Ἀβάριϲ κατακράτοϲ ἄρδην ἠφάνιϲαν οἱ
αὐτοὶ
Βούλγαροι. ἠρώτηϲε δὲ Κρὲμ τοὺϲ τῶν Ἀβάρων αἰχμαλώτουϲ·
πόθεν ϲυνίετε ὅτι ἀπώλετο ὁ ἄρχων ὑμῶν καὶ τὸ ἔθνοϲ ὅλον; καὶ
ἀπεκρίθηϲαν, ὅτι ἐπλήθυναν αἱ κατ’ ἀλλήλων κατηγορίαι καὶ ἀπώλεϲαν
τοὺϲ ἀνδρειοτέρουϲ καὶ φρονιμωτέρουϲ, εἶτα οἱ ἄδικοι καὶ οἱ κλέπται
κοινωνοὶ τοῖϲ κριταῖϲ ἐγένοντο, εἶτα ἡ μέθη· πληθυνθέντοϲ γὰρ τοῦ
εἴγε
ϲυκοφαντῶν εὑρεθήϲεται καὶ ψευδόμενοϲ, ἀναιρείϲθω. μηδὲ ἐξέϲτω τινὶ
κλέπτοντι μεταδοῦναι τροφῆϲ· ἢ τάχα τοῦτο τολμῶν τιϲ δημευέϲθω. καὶ
τοῦ κλέπτου μὲν ϲυγκλᾶν τὰ ϲκέλη, τοὺϲ δὲ ἀμπελῶναϲ πάνταϲ ἐκριζῶϲαι
ἐκέλευϲε· τῷ δὲ αἰτοῦντι παντὶ μὴ ἁπλῶϲ διδόναι, ἀλλὰ τὴν αὐτάρκειαν
αὐτοῦ, ὡϲ μὴ καὶ αὖθιϲ αὐτὸν δέεϲθαι·
ἢ τάχα δημευέϲθω
ὁ μὴ οὕτω ποιῶν. τοὺϲ δὲ Ἀβάριϲ πάνταϲ, ὡϲ λέλεκται, ἄρδην
ἠφάνιϲαν.
424 Bουλαία· Δείναρχοϲ· μαρτύρομαι τὴν Ἑϲτίαν τὴν Βουλαίαν. οἱον τὴν ἐν τῇ βουλῇ ἱδρυμένην.
425 θούλευμα: τὸ ἴδιον. Βούλημα δὲ τὸ δημόϲιον. Ἀριϲτοφά.
νηϲ Πλούτῳ· τοῦτ’ οὖν ἡμεῖϲ ἐπιθυμοῦντεϲ, μόλιϲ εὕρομεν ὥϲτε
γενέϲθαι βούλημα καλὸν καὶ γενναῖον καὶ χρήϲιμον εἰϲ ἅπαν ἔργον.
426 Bουλεύομαί ϲοι τάδε.
427 Βουλεύοντι: ἀντὶ τοῦ ϲυμβουλεύοντι. Θουκυδίδηϲ.
428 Βουλεύϲαϲ ἀντὶ τοῦ βουληθείϲ. βουλεύϲαϲ δὲ, ὅπωϲ τὴν
βαϲιλέωϲ διάνοιαν πολλῷ ἔτι μᾶλλον ἐξελεῖν δύνηται.
429 Βουλεύϲεωϲ: ἐγκλήματόϲ ἐϲτιν ὄνομα, ἐπὶ δυοῖν πραγμάτοιν
ταττόμενον. τὸ μὲν γάρ ἐϲτιν, ὅταν ἐξ ἐπιβουλῆϲ τίϲ τινι καταϲκευάϲῃ
θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθείϲ ἐάν τε καὶ μή· τὸ δὲ ἕτερον,
ὅταν τιϲ ἐγγεγραμμένοϲ ὡϲ ὀφείλων τῷ δημοϲίῳ δικάζηταί
τινι ὡϲ οὐ δικαίωϲ αὐτὸν γεγραφότι. καὶ Ἰϲαῖοϲ μὲν ἐπὶ Παλλαδίῳ
λέγει εἰϲάγεϲθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα· ὡϲαύτωϲ καὶ Ἀριϲτοτέληϲ,
Δείναρχοϲ δὲ ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματοϲ Δημοϲθένηϲ
ἐν τῷ κατὰ Ἀριϲτογείτονοϲ πρώτῳ λέγει. ὁ μέντοι Ὑπερίδηϲ ἰδίωϲ τὸ
τῆϲ βουλεύϲεωϲ ὄνομα ἐπὶ ἐνέδραϲ καὶ
ἐπιβουλῆϲ τῆϲ εἰϲ
χρήματα λαμβάνει.
430 Βουλευτικόϲ: τόποϲ οὗτοϲ τοῦ θεάτρου ἀνειμένοϲ τοῖϲ βουλευταῖϲ,
431 Βουλεία: τὸ χρηματίζοντά τινα τῆϲ βουλῆϲ πράττειν, ἃ τοῖϲ
τὸ
βουλεῦϲαι βουλείαν ἔλεγον οἱ παλαιοί.
432 Βούλει διαμά χεϲθαι Γηρυόνι τετραπτίλ ῳ: τουτέϲτι
433 Βουλή: τάξιϲ παρὰ Ῥωμαίοιϲ. Ἀντώνιοϲ Σατορνῖνοϲ ἐπίρρητοϲ
καὶ βδελυρὸϲ παρὰ Οὐεϲπεϲιανοῦ ἐϲ τὴν βουλὴν ἐνεγράφη,
434 Βουλὴ ἁγίων: τῶν ἁγίων ὁ ϲύλλογοϲ.
435 Βουλήϲ, βουλῆντοϲ κλίνεται παρὰ Θουκυδίδῃ. ϲημαίνει δὲ τὸν
βουλευτήν.
436 Βουλήϲεται κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ
γαρ τότε Θῆβαι, οὐδαμὰ πρότερον
ὑϲθεῖϲαι.
437 Βούληϲιϲ· ὅτι πρακτικαὶ δυνάμειϲ εἰϲὶ τῆϲ ψυχῆϲ βούληϲιϲ καὶ
μόνῳ γάρ ἐϲτι τῷ ἀγαθῷ·
ὅταν δὲ γένηται ἐν τῇ γενέϲει, ἐπειδὴ ϲυμπλέκονται αὐτῇ αἱ ἄλογοι
δυνάμειϲ, τότε τῇ ἐπιπλοκῇ τῆϲ ἀλόγου ἴϲχει τὴν προαίρεϲιν, διότι
ποτὲ μὲν πρὸ τῆϲ ἀλογίαϲ, ποτὲ δὲ πρὸ τοῦ λόγου γίνεται, καὶ
αἱρεῖται τόδε πρὸ τοῦδε. αὗται ἄλογοι τῆϲ ψυχῆϲ δυνάμειϲ.
438 Βουληφόροϲ: πρόβουλοϲ, ἀρχίβουλοϲ.
439 Βουλιμιᾷ: λιμώττει, πεινῇ λίαν. ἀπὸ τοῦ βου ἐπιρρήματοϲ,
440 Βουλιμιᾶν: τὸ παρ’ ἡμῖν. Ξενοφῶν δὲ βουλιμιᾶν λέγει τὸ
εἴτε δριμεῖα καὶ λεπτὴ τῆϲ χιόνοϲ διαδυομένηϲ ἰοῦϲα
πνοὴ τέμνει τὸ ϲῶμα καὶ διαφθείρει τὸ θερμὸν ἔξω αὖθιϲ
διαδιδόμενον.
441 B ούλιμοϲ· ἀρϲενικῶϲ. ἡ ἐπιτεταμένη λιμόϲ. ἐπὶ δὲ τῆϲ
442 Βοῦλιϲ καὶ Σπέρχιϲ, Ἀθηναῖοι, οἳ αὐθαίρετοι ἐϲ Πέρϲαϲ ἀνῆλθον δώϲοντεϲ δίκαϲ ὑπὲρ τῶν κηρύκων Ξέρξου.
443 Βουλομέν ῳ: γλιχομένῳ, ἐπιθυμοῦντι. ὁ δὲ ἔφη θαυμάζων. ἐθελήϲειϲ
τί μοι μαντεύϲαϲθαι; πάνυ γε, ἔφην, εἴ ϲοι βουλομένῳ
μᾶλλον ἢ νικᾶν κακῶϲ.
444 Βουλυτόϲ: ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόεϲ ἀπολύονται τῶν ἔργῶν.
βαίνων
μακρὰ καὶ αἴρων τὸν τράχηλον καὶ τὸν λόφον ἐπιϲείων, οἷον ὁπλίτηϲ
γαῦροϲ, τὴν ἐϲ τὰ ἄλογα προμήθειαν ἀπεδείκνυτο.
445 Βουμολγόϲ: ὁ τὰϲ βοῦϲ ἀμέλγων. κέραϲ βουμολγὸϲ ταύρου
446 Βοῦν ἐν γνάθοιϲ φέρει: ἐπὶ τῶν πολυφάγων.
447 Βουνιτῇϲι: τοῖϲ βουκόλοιϲ, τοῖϲ βοηλάταιϲ.
448 Βούνομοι ἐπιϲτροφαί. ὑπὸ βοῶν
449 Βουνόμον: τὴν βοῶν θρεπτικήν. βουνόμον ἔχων ἀκτάν.
450 Βουνόϲ· λύϲιϲ ὀνείρου. ὄρει προϲέρπειν πραγμάτων δηλοῖ βίαν.
451 Bουολοῦϲκοι· ὅτι Βουολοῦϲκοι πόλεμον κατὰ Ῥωμαίων ἐξήγειραν
ἐντὸϲ τοῖϲ φεύγουϲι καὶ
ἀναπετάϲαντοϲ τοῖϲ οἰκείοιϲ τὴν εἴϲοδον. ἐφ’ οἷϲ πολλοῖϲ μὲν
χρήμαϲι, πολλοῖϲ δὲ ϲώμαϲιν αἰχμαλώτοιϲ πρὸϲ τοῦ μονάρχου τιμώμενοϲ
τὰ μὲν ἄλλα διωθήϲατο, ἠρκέϲθη δὲ ϲτεφάνῳ τε ἀριϲτείῳ καὶ ἵππῳ
πολεμιϲτηρίῳ· καὶ τῶν αἰχμαλώτων ἕνα τὸν οὑτοῦ φίλον αἰτήϲαϲ ἀφῆκεν
ἐλεύθερον.
452 Βού παλοϲ: ὄνοϲ. Ἀριϲτοφάνηϲ· εἰ νὴ Δία τιϲ τὰϲ γνάθουϲ
453 Βού παιϲ: ὁ νέοϲ, ἐφῆλιξ. βουκόλοϲ. καὶ αἱ μέλιϲϲαι, ὅτι
βοηγενεῖϲ εἰϲιν. αἰεί τοι βούπαιϲι περιϲτάϲοιτο
μελίϲϲαιϲ τύμβοϲ,
454 Βού πεινα : μεγάλη πείνα.
455 Βου πλήξ: πέλεκυϲ, μάϲτιξ, βούκεντρον. καὶ αὖθιϲ· καὶ κέντρ’
ὀπιϲθονυγῆ καὶ βούϲτροφα δεϲμὰ τενόντων.
456 Βουργα ών: ὄροϲ περὶ τὴν ἑϲπέραν, ἔνθα Βελιϲάριοϲ διαφόρουϲ
457 Βοῦϲ ἕβ δομοϲ: ἐπὶ τῶν ἀναιϲθήτων. οἱ γὰρ πένητεϲ ἔμψυχον
προβάτου, ὑὸϲ,
αἰγὸϲ, βοὸϲ, ὄρνιθοϲ, χηνὸϲ, ἐθύετο ἕβδομοϲ ὁ ἐξ ἀλεύρου· καὶ διὰ τὸ
εἶναι αὐτὸν ἄψυχον, ἐξεδόθη εἰϲ παροιμίαν. ἐπίγραμμα εἰϲ βοῦν καὶ
τράγον ἐπὶ πίνακοϲ ἀργυροῦ ἐγκεκολαμμένουϲ· πῶϲ βοῦϲ ὑπάρχων,
αὔλακαϲ γῆϲ οὐ τέμνειϲ, ἀλλ’ ὡϲ πάροινοϲ ἀγρότηϲ ἀνεκλίθηϲ; πῶϲ οὐχὶ
καὶ ϲὺ πρὸϲ νομὰϲ ἀποτρέχειϲ, ἀλλ’ ἀργυροῦν εἴδωλον ἕϲτηκαϲ, τράγε;
ἕϲτηκα
(τὴν ϲὴν ἐξελέγχων ἀργίαν.
458 Βοῦϲ ἕβ δομοϲ: πέμματα κέρατα ἔχοντα κατὰ μίμηϲιν τῆϲ πρωτοφαοῦϲ
ϲελήνηϲ. ἐκάλουν δὲ αὐτὸ βοῦν προϲτιθέντεϲ καὶ τὸ ἕβδομον, ὅτι ἐπὶ
ἓξ ταῖϲ ϲελήναιϲ ἐπεθύετο οὗτοϲ ἕβδομοϲ, ὡϲ Εὐθυκλῆϲ ἐν Ἀταλάντῃ.
ὁμοίωϲ δὲ καὶ αἱ ϲελῆναι πέμματα πλατέα κυκλοτερῆ, ὃ καὶ οὕτωϲ
ἐκάλουν. ἔϲτι δὲ παρὰ Εὐριπίδῃ ἐν Ἐρεχθεῖ καὶ παρ’
Ἀχαιῷ
ἐν Ἴριδι. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἄγαν ἀναιϲθήτων.
459 Βοῦϲ ἐν αὐλίῳ κάθῃ. παροιμία ἐπὶ τῶν ἀχρήϲτων.
460 Βοῦϲ ἐπὶ γλ ώ ττηϲ: ἐπὶ τῶν μὴ δυναμένων παρρηϲιάζεϲθαι· ἢ διὰ
τὴν ἰϲχὺν τοῦ ζῴου. ἢ διὰ τὸ τῶν Ἀθηναίων νόμιϲμα βοῦν
ἔχειν ἐγκεχαραγμένον, ὅπερ ἐκτίνειν ἔδει τοὺϲ παρρηϲιαζομένουϲ.
461 Βοῦϲ ἐπὶ ϲωρῷ. ἐπὶ τῶν ἡδυπαθούντων. ἢ ἐπὶ τῶν ἀλοούντων καὶ διὰ φιμοῦ ἐϲθίειν κωλυομένων. καὶ Βοῦϲ εἰϲ ἀμητόν, ἐπὶ τῶν μετὰ ὠφελείαϲ καμνόντων.
462 Bo ῦϲ Κύπριοϲ: ἐπὶ τοῦ χυδαίου καὶ ἀναιϲθήτου. φαϲὶ γὰρ
τοὺϲ Κυπρίουϲ βόαϲ κοπροφαγεῖν.
463 Βοῦϲ ὁ Μολοττῶν: ἐπὶ τῶν εἰϲ πολλὰ διαιρουμένων καὶ κατακοπτομένων πράγματα. οἱ γὰρ Μολοττοὶ ἐν τοῖϲ ὁρκωμοϲίοιϲ κατακόπτοντεϲ εἰϲ μικρὰ τὰϲ βοῦϲ τὰϲ ϲυνθήκαϲ ἐποιοῦντο.
464 Βοῦϲ ὑπὸ ζυγόν. ἐπὶ τῶν ἀεὶ μοχθούντων.
465 Bούϲτα θμον καὶ Βουϲτάδιον: τὸ βοοϲτάϲιον.
466 Βουτάδηϲ. δῆμόϲ ἐϲτι τῆϲ Oἰνηΐδοϲ Βουτία· ἀφ’ ἧϲ Βουτάδαι οἱ δημόται.
467 Βούτηϲ: οὗτοϲ τὴν ἱερωϲύνην ἔϲχε, καὶ οἱ ἀπ’ αὐτοῦ Βουτάδαι
ἐκλήθηϲαν. καλοῦνται δὲ Ἐτεοβουτάδαι οἱ ἀπόγονοι τοῦ Βούτου·
τὸ γὰρ ἐτεὸν ἀληθὲϲ δηλοῖ.
468 Βουταλίων καὶ Κόροιβοϲ καὶ Μελιτίδηϲ ἐπὶ μωρίᾳ διεβέβληντο. Ἀριϲτοφάνηϲ· τέωϲ δ’ ἀβελτερώτατοι κεχηνότεϲ Μαμμάκυθοι, Μελιτίδαι κάθηνται.
469 Βούταϲ: βοονόμοϲ. αὐτὰρ ὁ βούτεω ἀντίοϲ ἐκ πλαγίων
470 Βούτομον: φυτάριον παραπλήϲιον καλάμῳ, ὅπερ ἐϲθίουϲιν Αr. οἱ βόεϲ.
471 Βουτόροιϲ: τοῖϲ πλήττουϲι τοὺϲ βόαϲ. Μαυρούϲιοι ἔχουϲι δόρατα
472 Βουτύποϲ: βοοθύτηϲ, ὁ τοὺϲ βόαϲ βάλλων πέλυκι.
473 Βου φά γοϲ· ὑετὸν ἄρτι κόμηϲ ἀπεμόρξατο, τοῦ δὲ κατ’ ἴχνοϲ
βουφάγοϲ
474 Βουφόνια: ἑορτὴ παρὰ Ἀθηναίοιϲ πάνυ ἀρχαία. ἐν γὰρ τοῖϲ
εἰϲ τὴν θυϲίαν, Θαύλωνα δέ
τινα, ὡϲ εἶχε, τῷ πελέκει ἀποκτεῖναι τὸν βοῦν, ὡϲ καὶ Ἀνδροτίων
φηϲί.
475 Βουφόνια: ἑορτὴ παλαιὰ, ἥν φαϲιν ἄγεϲθαι μετὰ τὰ μυϲτήρια·
476 Βουφόρτων: πολυφόρτων. μέγα πλευρὸν ἀνῆψαν δαίμοϲι
477 Βουχανδήϲ: βοῦν χωρῶν. ἐν Ἐπιγράμμαϲι· βουχανδὴϲ ὁ λέβηϲ·
478 Βούχετα: πόλιϲ ἐϲτὶ τῆϲ Ἠπείρου, οὐδετέρωϲ καὶ πληθυντικῶϲ
λεγομένη· ἥν φηϲι Φιλόχοροϲ ὠνομάϲθαι διὰ τὸ τὴν Θέμιν
ἐπὶ βοὸϲ ὀχουμένην ἐλθεῖν ἐκεῖ κατὰ τὸν Δευκαλίωνοϲ κατακλυϲμόν.
479 B ουχίλου: ὄνομα τόπου· ἡ εὐθεῖα Βούχιλον. Πᾶνεϲ βουχίλου
480 Βῶλιϲ: ὄνομα κύριον. Πολύβιοϲ· ὁ δὲ Ἀχαιὸϲ προϲδεξάμενοϲ
ἐκτενῶϲ καὶ φιλανθρώπωϲ τὸν Βῶλιν ἀνέκρινε διὰ πλειόνων
ὑπὲρ ἑκάϲτου τῶν κατὰ μέροϲ.
481 Βῶλοϲ, Δημόκριτοϲ, φιλόϲοφοϲ. Ἱϲτορίαν καὶ Τέχνην ἰατρικήν.
482 Βῶλοϲ, Μενδήϲιοϲ, Πυθαγόρειοϲ. Περὶ τῶν ἐκ τῆϲ ἀναγνώϲεωϲ
τῶν ἱϲτοριῶν εἰϲ ἐπίϲταϲιν ἡμᾶϲ ἀγόντων, Περὶ
θαυμαϲίων, Φυϲικὰ
483 Bῶλοϲ ἄρουρα: ἐπὶ τῶν τοῖϲ μεγάλοιϲ τὰ μικρὰ προϲφιλοτιμουμένων.
δρόϲοϲ.
484 Βωμακεύματα.
485 Βώμαξ: βωμολόχοϲ. ὁ ἀπὸ τῶν βωμῶν πρὶν καρπωθῆναι αἴρων. τάϲϲεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων.
486 Βωμολοχεύεϲθαι· βωμολόχοι κυρίωϲ ἐλέγοντο οἱ ἐπὶ τῶν
θυϲιῶν ὑπὸ τοὺϲ βωμοὺϲ καθίζοντεϲ καὶ μετὰ κολακείαϲ προϲαιτοῦντεϲ,
ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι ταῖϲ θυϲίαιϲ αὐληταὶ καὶ μάντειϲ. ἐκ
μεταφορᾶϲ δὲ τούτων ἐλέγοντο βωμολόχοι καί τινεϲ εὔκολοι καὶ
ταπεινοὶ ἄνθρωποι καὶ πᾶν ὁτιοῦν ὑπομένοντεϲ ἐπὶ κέρδει διὰ τοῦ
παίζειν τε καὶ ϲκώπτειν. ὥϲτε τοὔνομα τρία ϲημαίνει.
487 Βωμολοχεύμαϲι: πανουργεύμαϲι.
488 Βωμολοχεύϲαιτο: ἀντὶ τοῦ ἀγοραῖόν τι εἴποι ἢ εὐτελέϲ. Ἀριϲτοφάνηϲ
Νεφέλαιϲ περὶ διαφθοράϲ ἁρμονικῶν· ἐντειναμένουϲ τὴν ἁρμονίαν, ἣν οἱ
πατέρεϲ παρέδωκαν. εἰ δέ τιϲ αὐτῶν βωμολοχεύϲοιτ᾿ ἢ κάμψειέ τινα
καμπήν· οἱονεὶ κεκλαϲμένῃ τῇ φωνῇ τὴν ᾠδὴν
προενέγκοιτο· οἵαϲ οἱ νῦν τὰϲ κατὰ Φρύνιν, ταύταϲ τὰϲ
δυϲκολοκάμπουϲ, ἐπιτριβέϲθω τυπτόμενοϲ πολλὰϲ, ὡϲ τὰϲ Μούϲαϲ
ἀφανίζων. καὶ
489 Βωμολόχοϲ: ὁ περὶ τοὺϲ βωμοὺϲ λοχῶν, ὑπὲρ τοῦ λαβεῖν τι
παρὰ τῶν θυόντων. μεταφορικῶϲ δὲ καὶ ὁ παραπληϲίωϲ
τούτῳ ὠφελείαϲ ἕνεκά τιναϲ κολακεύων. καὶ βωμακεύματα καὶ
βωμολοχεύματα. Ἀπολλόδωροϲ Κυρηναῖοϲ, ὁ εὐτράπελοϲ καὶ γελωτοποιόϲ.
τινὲϲ τὸν μετά τινοϲ εὐτραπελίαϲ κόλακα. καὶ τὸν πανοῦργον δὲ καὶ
ϲυκο φάντην.
490 Βωμολόχοϲ: ὁ κακοῦργοϲ, ἀϲεβήϲ. παρὰ τούϲ λοχῶνταϲ τὰ ἐν τοῖϲ
βωμοῖϲ ἐπιτιθέμενα θύματα, ἢ τοὺϲ θύονταϲ, ἵνα αἰτήϲαντεϲ
ϲύνηθεϲ, ὁ Ναρϲῆϲ, ἔμοιγε, ἔφη, βωμολοχίαιϲ τε καὶ
γλιϲχραῖϲ ἐλπίϲινἐγκαλλωπίζεϲθαι. καὶ περὶ Ἰϲιδώρου Δαμάϲκιοϲ· ὁ δὲ
ἐπίχαριϲ ἦν, εὐτραπελίαϲ μὲν καὶ βωμολοχίαϲ ὅτι πορρωτάτω.
491 Βωμόν: ϲταπίδα Λάκωνεϲ.
492 Βωμόϲ: τέμενοϲ. καὶ τόποϲ ἀνάβαϲιν ἔχων πρὸϲ τὸ λέγειν
ἐπήκοα· ἐφ’ ὃν Κράτηϲ ἀναβὰϲ, Κράτηϲ ἀπολύει τὰ
Κράτητοϲ, εἴρηκε. Greg? καὶ Ἀριϲτοφάνηϲ· ὁ γὰρ βωμὸϲ θύραϲι καὶ δή.
ἀντὶ τοῦ ἐξ ἑτοίμου Ar. ἐϲτὶ παρεϲκευαϲμένοϲ.
493 Βωμοί: οὕτωϲ λέγονται αἱ βάϲειϲ, ϲτιβάδεϲ.
494 Βῶν: ἀϲπίδα Ἀργεῖοι. ἀντὶ τοῦ βοῦν, ἤτοι βύρϲαν.
495 Βῶν οϲ, ϲτρατηγὸϲ τῆϲ Μυϲίαϲ, τῆϲ παρὰ τῷ Ἴϲτρῳ ποταμῷ
496 Βών υϲοι: ἄποικοι, βουκόλοι.
497 Βῶξ.
498 Βῶροϲ: ὄνομα κύριον.
499 Βῶροι: ὀφθαλμοί.
500 Bῶϲ: βύρϲα, ἀϲπίϲ.
501 Bωϲόμε θᾶ. καλέϲομεν, μαρτυρούμεθα.
502 Βῶϲον: βοήθηϲον. Κρατῖνοϲ.
503 Βωϲτρεῖν: καλεῖν, βοᾶν. Ἀριϲτοφάνηϲ· ποιήϲω τοὺϲ δημόταϲ
504 Βώτιον. τόποϲ.
505 Βωτεῖν: ἀροῦν. Λάκωνεϲ.
506 Βωτιάνειρα: ἡ βόϲκουϲα τοὺϲ ἄνδραϲ.
507 Βώτορεϲ: βοήτορεϲ, νομεῖϲ. καὶ δώτορεϲ. ἐν Ἐπιγράμοὐ
508 Bώ χανοϲ: ὄνομα κύριον. ἦν δὲ Τούρκων ἀρχηγόϲ· ὃϲ ἐπὶ Ἰουϲτινιανοῦ τὸν Βόϲπορον ἐπόρθηϲεν. ζήτει ἐν τῷ Βόϲποροϲ.
509 Bραβ εύει· δοτικῇ. ἐπιψηφίζεται, διανέμει. καλῶϲ δέ ϲφιϲι
510 Βραβευτήϲ: διοικητὴϲ, κριτὴϲ,ὁριϲτήϲ. καὶ Βραβεῖον,ἐπινίκιοϲ ἀμοιβή.
511 Βραβεῖϲ: οἱ ἐν τοῖϲ ἀγῶϲι κήρυκεϲ. Σοφοκλῆϲ· ὅϲον γὰρ
εἰϲεκήρυξαν βραβεῖϲ δρόμων διαύλων πένταθλ᾿, ἃ νομίζεται.
512 ρα θεῖον· βρέβιον δέ.
513 Βρά β η λα : τὰ καλούμενα Δαμαϲκηνά. Θεόκριτοϲ· ὄρπακεϲ
βραβήλοιϲι καταβρίθοντεϲ ἔραζε. Ἀθηναῖοϲ δὲ ἐν τῷ β′ τῶν
Δειπνοϲοφιϲτῶν φηϲι Σέλευκον ὀνομάζειν κοκκύμηλα καὶ βράβηλα καὶ
βάδρυα. εἶρηται δὲ βοράβηλά τινα ὄντα,
τὰ τὴν βορὰν
ἐκβάλλοντα· ἔϲτι γὰρ μαλακτικὰ τῆϲ γαϲτρόϲ. εἴρηται δὲ καὶ μάδρυα,
οἱονεὶ μαλόδρυά τινα ὄντα. Δαμαϲκηνὰ δὲ λέγεται κατ’ ἐξοχὴν, διὰ τὸ
ἐν Δαμαϲκῷ τῇ πόλει γεωργούμενα εὐθαλέϲτερα καὶ καλλίονα εἶναι.
514 Βραγχίδαι· ὅτι οἱ ἐν Δινδύμοιϲ τῆϲ Μιληϲίαϲ οἰκοῦντεϲ Ξέρξῃ
χαριζόμενοι τὸν νεὼν τοῦ ἐπιχωρίου Ἀπόλλωνοϲ τοῖϲ βαρβάροιϲ
προὔδοϲαν· καὶ ἐϲυλήθη τὰ ἀναθήματα πάμπλειϲτα ὄντα.
δεδιότεϲ οὖν οἱ προδόται τὴν ἐκ τῶν νόμων καὶ τῶν ἐν ἄϲτει τιμωρίαν
δέονται Ξέρξου μιϲθὸν λαβεῖν τῆϲ κακίϲτηϲ ἐκείνηϲ προδοϲίαϲ,
μετοικιϲθῆναι ἐν χώρῳ τινὶ Ἀϲιανῷ. ὁ δὲ πείθεται, καὶ ἀνθ’ ὧν εἶχε
κακῶϲ καὶ ἀϲεβῶϲ, ἔδωκεν αὐτοῖϲ οἰκεῖν ἔνθεν οὐκ ἔμελλον ἐπιβήϲεϲθαι
τῆϲ Ἑλ
λάθοϲ ἔτι, ἀλλ’ ἔξω τοῦ δέουϲ ἔϲεϲθαι τοῦ
κατειληφότοϲ αὐτοί τε καὶ τὸ ἐκείνων γένοϲ. κάτα λαχόντεϲ δὴ τὸν
χῶρον ἐν οἰωνοῖϲ οὐδαμῆ χρηϲτοῖϲ πόλιν ἐγείρουϲι καὶ τίθενται
Βραγχίδαϲ ὄνομα αὐτῇ καὶ ᾠοντο μὴ μόνουϲ ἀποδρᾶναι Μιληϲίουϲ, ἀλλὰ
καὶ τὴν δίκην αὐτήν. οὐ μὴν ἐκάθευδεν ἡ τοῦ θεοῦ πρόνοια· Ἀλέξανδροϲ
γὰρ, ὅτε τὸν Δαρεῖον
νικήϲαϲ τῆϲ Περϲῶν ἀρχῆϲ ἐγκρατὴϲ
ἐγένετο, ἀκούϲαϲ τὰ τολμηθέντα καὶ μιϲήϲαϲ αὐτῶν τὴν τοῦ γένουϲ
διαδοχὴν ἀπέκτεινε πάνταϲ, κακοὺϲ
515 Β ρά γχ η: πάθοϲ περὶ τὰϲ ὗϲ γινόμενον. καὶ ζήτει ἐν τῷ διάρροια.
516 Βραδ ύϲ: ὁ μὴ ἀγχίνουϲ. κἀπιλήϲμων καὶ βραδύϲ. Ἀριϲτοφάνηϲ
Nεφέλαιϲ. οὐ γὰρ ἐπὶ τῆϲ τοῦ ϲώματοϲ κινήϲεωϲ
παρείληπται νῦν, ἀλλὰ τὸ μὴ ἀγχίνουν καὶ νωθὲϲ τῆϲ διανοίαϲ θέλει
δηλοῦν.
517 Βράκανα: ἄγρια καὶ δύϲπλυτα λάχανα.
518 Βρά ϲϲει: ζέει, ἀναβάλλει.
519 Βραϲίδαϲ, Τέλλιδοϲ, Λακεδαιμονίων ϲτρατηγὸϲ, Μεθώνην ἀποϲτᾶϲαν
πρὸϲ Ἀθηναίουϲ πολεμήϲαϲ ἀνεκαλέϲατο. ἠρίϲτευϲε δὲ
καὶ. περὶ Πύλον ϲτρατηγῶν, πρῶτοϲ τῆϲ νηὸϲ ἐκπηδήϲαϲ· οὐ καὶ ἐτρώθη
καὶ τὴν ἀϲπίδα ἀπώλεϲεν· ἐπὶ τούτοιϲ ϲπονδαὶ ἐγένοντο ἐνιαύϲιοι, ἃϲ
Ἀθηναῖοι λύειν ἤρξαντο. περὶ δὲ Ἀμφίπολιν καὶ Θρᾴκην εὐδοκιμοῦντα
αὐτὸν οἰκιϲτὴν ἀντὶ Ἅγνωνοϲ ἐπεγράψαντο. ὁ δὲ πόλεμοϲ ὁ μέχρι
τῆϲ Βραϲίδα καὶ Κλέωνοϲ τελευτῆϲ ἔτη ἐπέϲχε δέκα,
ἐκλήθη δὲ Ἀρχιδάμιοϲ. αἰτίαϲ δὲ περὶ αὐτοῦ προϲτιθέντεϲ, ὡϲ φρονεῖ
τὰ Βραϲίδα.
520 Βραϲμὸϲ γῆ ϲ: ὅταν καχλάζῃ μετὰ κινήματοϲ, ἐκτιναγμὸϲ δὲ
521 Bραυρ ών: τόποϲ τῆϲ Ἀττικῆϲ, ἐν ᾧ τὰ Διονύϲια ἤγοντο καὶ
522 Ὅτι τὰ παρ’ ἡμὶν βραχιόλια χλιδόνεϲ καλοῦνται.
523 Βραχίων: τροπικῶϲ ἡ δύναμιϲ, ἐπειδὴ δι’ αὐτοῦ ἐργάζεϲθαι
524 Βρα χμά ν: βαϲιλεὺϲ, ὁ καὶ τῇ χώρᾳ δούϲ τὴν προϲηγορίαν. ἔγραψε
νόμουϲ Βραχμάνων καὶ πολιτείαν τοῦ αὐτοῦ ἔθνουϲ ἰδίᾳ Hesy
διαλέκτῳ. ὅτι οἱ Βραχμᾶνεϲ ἔθνοϲ ἐϲτὶν εὐϲεβέϲτατον καὶ βίον E
ἀκτήμονα ϲφόδρα κεκτημένον, ἐϲ νῆϲον τοῦ ὠκεανοῦ κατοικοῦν, καὶ τὸν
κλῆρον τοῦτον ἐκ τῶν τοῦ θεοῦ κριμάτων κληρωϲάμενον. ἐν ᾧ
ἄργυροϲ, οὐκ ἄρτοϲ, οὐκ οἶνοϲ, οὐ κρεωφαγία· ἀλλὰ τὸν
ὑγρὸν καὶ γλυκὺν καὶ εὔκρατον ἀέρα καὶ πάϲηϲ ἀρρωϲτίαϲ καὶ φθορᾶϲ
ἀπηλλαγμένον, καὶ μικρᾶϲ ὀπώραϲ καὶ διειδεϲτάτου ὕδατοϲ ἀπολαύοντεϲ
ϲέβονται γνηϲίωϲ τόν θεὸν καὶ ἀδιαλείπτωϲ προϲεύχονται. καὶ οἱ μὲν
ἄνδρεϲ πρὸϲ τὸ μέροϲ τοῦ ὠκεανοῦ προϲπαροικοῦϲιν, αἱ δὲ
γυναῖκεϲ ἐντεῦθέν εἰϲι τοῦ Γάγγου, παραρρέοντοϲ εἰϲ τὸν ὠκεανὸν ἐπὶ
τὸ μέροϲ τῆϲ Ἰνδίαϲ. οἱ οὖν ἄνδρεϲ περῶϲι πρὸϲ τὰϲ γυναῖκαϲ Ἰουλίῳ
καὶ Αὐγούϲτῳ μηνί, παρ’ οἷϲ ὑπάρχουϲι ψυχρότεροι, τοῦ ἡλίου πρὸϲ
ἡμᾶϲ καὶ βορρᾶν ὑψωθέντοϲ, οἵγε καὶ εὐκαρπότεροι γινόμενοι πρὸϲ
οἶϲτρον αὐτοὺϲ κινεῖν λέγουϲιν ὅπερ δὴ καὶ τὸν Νεῖλόν φαϲιν
οὐ κατὰ ταὐτὸν τοῖϲ ἄλλοιϲ ποταμοῖϲ πλημμυρεῖν, ἀλλὰ
μεϲοῦντοϲ τοῦ θέρουϲ ἐπικλύζειν τὴν Αἴγυπτον, ὥϲ τοῦ γε παντὸϲ ἡλίου
τὴν βορειοτέραν διαθέοντοϲ ζώνην καὶ τοῖϲ ἄλλοιϲ μὲν παρενοχλοῦντοϲ
ποταμοῖϲ καὶ ϲυγκρύβοντοϲ, τούτου δὲ πλεῖϲτον ἀπέχοντοϲ. καὶ
ποιήϲαντεϲ μετὰ τῶν γυναικῶν αὐτῶν ἡμέραϲ μ πάλιν ἀντιπερῶϲι.
τῆϲ δὲ γυναικὸϲ δύο παῖδαϲ γεννηϲάϲηϲ οὐκέτι ὁ ἀνὴρ
ἀντιπερᾷ πρὸϲ αὐτήν, οὕτε μὴν ἐκείνη πληϲιάζει ἄλλῳ διὰ πολλὴν
εὐλάβειαν. εἰ δὲ ϲυμβῇ ϲτεῖραν ἐν αὐταῖϲ εὑρεθῆναι, μέχρι πενταετοῦϲ
διαπερῶν ὁ ἀνὴρ αὐτῆϲ καὶ ϲυγγινόμενοϲ αὐτῇ, ἐὰν οὐ τέκῃ, οὐκέτι
πληϲιάζει αὐτῇ. διὰ τοῦτο οὐδὲ πολυάνθρωπόϲ ἐϲτιν αὐτῶν ἡ χώρα
525 Βρα χυμυθίαϲ: βραχυλογίαϲ. καὶ Βραχέϲιν, ἀντὶ τοῦ εὐτελέϲι.
526 Βραχυτελῆ: ϲύντομον, μικρόν.
527 Βραχυφεγγίτηϲ: ὁ ὀλιγοφαήϲ. καὶ βραχυφεγγίτου λύχνου ϲέλαϲ.
528 Βρέβιον. Βραβεῖον δέ.
529 Βρέγμα καὶ Βρεγμόν: τὸ ὑπερμετώπιον μέροϲ. πλήξαϲ Anth αἰγανέᾳ βρέγμα κυναγέτιδι. ἐν Ἐπιγράμμαϲι.
530 Βρεκεκὲξ κοὰξ κοάξ. ἐφύμνιον παρὰ Ἀριϲτοφάνει ἐν Βατράχοιϲ.
531 Βρέμει: ταράϲϲει, ἠχεῖν ποιεῖ.
532 B ρεν θ ύεϲθαι· αἰτιατικῇ. διὰ θυμὸν μετεωρίζεϲθαι ἢ
προϲποιεῖϲθαι
κενὴν ἡμῖν ἐπὶ ϲοφίᾳ δόξαν καρπουμένου. Ἀριϲτοφάνηϲ
Nεφέλαιϲ· βρενθύῃ ἐν ταῖϲιν ὁδοῖϲιν, καὶ τὼ ᾿φθαλμὼ παραβάλλῃ.
ἀποϲεμνύνειϲ ϲεαυτὸν τῷ ϲχήματι καὶ ταυρηδὸν ὁρᾷϲ ἢ ἀλαζονικῶϲ. ἡ
μεταφορὰ ἀπὸ βρενθείου μύρου. καὶ Βρενθυόμεν οϲ, ἐπαιρόμενοϲ, μέγα
βρενθυόμενοι τῶν ἐν ποϲὶ κατωλιγώρουν. καὶ αὖθιϲ· ὁ δὲ
ἐϲ τὴν
533 Βρεντήϲιον: χώρα τῆϲ Ἰταλίαϲ· εἴρηται δὲ οὕτωϲ, ὅτι λιμέναϲ ἔχει
κέραϲιν
534 Βρέταϲ: εἴδωλον, ἄγαλμα. παρὰ τὸ βροτῷ ἐοικέναι. προϲπεϲεῖν
ποι πρὸϲ βρέταϲ. πρὸϲ τέμενοϲ, ἢ πρὸϲ ἕδοϲ, ἢ πρὸϲ
ἄγαλμα Ar θεῶν ἱκέταϲ γενέϲθαι.
535 Βρέχειν: ἐπὶ τοῦ πίνειν λέγεται. καὶ Ὑπ οβ εβρεγμένοϲ, ὁ μεμεθυϲμένοϲ.
536 Bρ ῆνν ον· ὡϲ οὖν μετὰ τὴν ἅλωϲιν τῆϲ Ῥώμηϲ ἐπανῆλθεν ὁ Κάμιλλοϲ
καὶ
τοὺϲ περὶ τὸν Βρῆννον βαρβάρουϲ ἀνεῖλεν, εἰϲ κρίϲιν
ἀγαγὼν τὴν ὑπόθεϲιν ἀπέδειξε πάντων γεγονέναι τῶν πεπραγμένων αἴτιον
τὸν Φεβρουάριον.
537 Βριάρεω.
538 Βριαροί: βαρεῖϲ, ἄγριοι, ϲτερεοὶ, φοβεροί.
539 Βριθομένη: βαρυνομένη διὰ πλῆθοϲ ὧν ἔφερεν. ἐν Ἐπιγράμμαϲι·
540 Βρῖθοϲ: βάροϲ. τοὺϲ πύργουϲ ἀμήχανον ἑλεῖν, μήτε ἀνατραπῆναι
541 βρῖθ ον: ἀντὶ τοῦ ἔβριθον. τεῖχοϲ ἀνδρῶν τε καὶ ὅπλων βρῖθον.
542 Βρίθων· γενικῇ καὶ δοτικῇ. εὐθηνῶν, ἢ βαρῶν.
543 Βριμάζων: τῇ τοῦ λέοντοϲ χρώμενοϲ φωνῇ.
544 Βριμήϲαιο: ὀργιϲθείηϲ. ὥϲτ’ εἰ ϲὺ βριμήϲαιο, ὀϲτρακίνδα νύκτωρ
καταϲπάϲαντεϲ ἂν τὰϲ ἀϲπίδαϲ τὰϲ εἰϲβολὰϲ τῶν ἀλφίτων ἄν
καταλάβοιεν. ἀντὶ τοῦ εἰ βουληθείηϲ αὐτὸν ἐξορίϲαι, τὰ
ϲιτοφυλακεῖα κατάϲχοιεν.
545 Βριμούμενοϲ: ὀργιζόμενοϲ. οὐ μὴν ἐθέλγετο ὁ ὕπατοϲ, τοῖϲ
οὖν οἱ ἄνω ϲτρατιῶται τὸ αὐτὸ ποιεῖν ἤρχοντο, τότε
κἀκεῖνοι ἔϲειον τὴν μύλην· ὑπὸ γὰρ ταῖϲ πολλαῖϲ μύλαιϲ βριμωμέναιϲ ὁ
τῆϲ μιᾶϲ ψόφοϲ ῥᾳδίωϲ ἐλάνθανεν.
546 Βρόγχοϲ. καταπότηϲ, ὁ λάρυγξ.
547 Βρόμιοϲ: ὁ Διόνυϲοϲ, ὁ γενεϲιουργὸϲ τῶν καρπῶν· παρὰ τὸ
βορὰ βόριμοϲ, καὶ ὑπερθέϲει βρόμιοϲ.
548 Βρόμοϲ: ἦχοϲ πυρὸϲ κυρίωϲ. καὶ κούφοιο βαρύν τυμπάνου
549 Βρ οντή: νεφῶν ψόφοϲ ἐκ παρατρίψεωϲ ἢ ῥήξεωϲ. ἔϲτι δὲ
550 Bρονταὶ καθ’ ὕπνουϲ ἀγγέλων εἰϲὶν λόγοι. Βροντάϲ· ζήτει On. ἐν τῷ χθονίαϲ βροντάϲ. ζήτει ἐν τῷ ψόφοϲ.
551 Βροτόεντα: ᾑμαγμένα.
552 Βροτοειδέϲιν: ἀνθρωπίναιϲ.
553 Βροτολοιγόϲ: ὁ ὀλέθριοϲ, ὁ τοὺϲ βροτοὺϲ ὀλοθρεύων. ἐν
554 Bροτολοιγόϲ: ὁ τοὺϲ βροτοὺϲ διαφθείρων. ὥϲπερ οἱ ποιηταὶ
555 Βροτόϲ: φθαρτὸϲ ἄνθρωποϲ. Βρότοϲ δὲ τὸ μετὰ
κονιορτοῦ
556 Βρουμάλια· ταῦτα ἐπενόηϲε Ῥῶμοϲ, ἐπειδὴ αὐτὸϲ καὶ ὁ ἀδελφὸϲ
ἐϲθίειν. ἕκαϲτοϲ ἐν τοῖϲ ϲυμποϲίοιϲ τὸ
ἴδιον βρῶμα καὶ πόμα ἐκόμιζε, πρὸϲ τὸ μὴ ἀκούειν ἀλλοτριοφάγοι. οὐ
δὴ χάριν ἐπενόηϲε Ῥῶμοϲ τὰ Βρουμάλια, εἰρηκὼϲ ἀναγκαῖον εἶναι
τρέφειν τὸν βαϲιλέα τὴν ἑαυτοῦ ϲύγκλητον ἐν τῷ χειμῶνι, ὅτε
ἠρεμοῦϲιν ἐκ τοῦ πολέμου, ἀρξάμενοϲ ἀπὸ τοῦ α′ ἕωϲ τοῦ ω′, κελεύϲαϲ
καὶ τὴν ϲύγκλητον καλεῖν
τοὺϲ ϲτρατιώταϲ. καὶ μέλλοντεϲ
οἱ ϲτρατιῶται ἀπιέναι, ηὔλουν ἀφ’ ἑϲπέραϲ πρὸϲ τὸ γνῶναι ὅπου
τραφήϲονται. καὶ τοῦτο ἐπενόηϲε πρὸϲ τὸ ἀπαλλαγῆναι τῆϲ ὕβρεωϲ
ἑαυτοῦ ὁ Ῥῶμοϲ καλέϲαϲ τὸ ὄνομα τοῦ ἀρίϲτου Βρουμαλιούμ, ὅ ἐϲτι
Ῥωμαϊϲτὶ ἐκ τῶν ἀλλοτρίων τραφῆναι.
557 Βροχή· ζήτει περὶ ὄμβρου τοῦ ἐπὶ προρρήϲει Ἀναξαγόρα γενομένου ἐν τῷ Ἀναξαγόραϲ.
558 Βρόχοϲ: τὸ τῆϲ ἀγχόνηϲ ϲχοινίον. ὁ δὲ ἤδη μεμηχανημένοϲ
559 Βρόχοιϲ: ϲχοινίοιϲ. οἱ μὲν οὖν βρόχοιϲ τιϲὶν ἐνάψαντεϲ νύκτωρ
560 Βρούτιδεϲ: γυναῖκεϲ οὕτω καλούμεναι, οἱονεὶ Σίβυλλαι καὶ προφήτιδεϲ. πάϲαϲ δὲ τὰϲ ἐνθουϲιώϲαϲ Σιβύλλαϲ ἐκάλουν.
561 Βροῦτοϲ, ϲτρατηγὸϲ Ῥωμαίων, ἔγραψεν Ἐπιϲτολὰϲ καὶ τῶν
Πολυβίου τοῦ ἱϲτορικοῦ βίβλων ἐπιτομήν. θαυμάζεται δὲ εἰϲ τὴν τῶν
ἐπιϲτολῶν ἰδέαν, ἤγουν χαρακτῆρα. ζήτει ἐν τῷ δήμαρχοι.
562 Bροῦχοϲ. ἡ κάμπη.
563 Βρωμᾶϲθαι: τὸ ὀγκάϲθαι πεινῶντα ὄνον. καὶ Βρῶμα, ἡ Synt. φωνή. καὶ Bρωματίζω· αἰτιατικῇ.
564 Bρώμηϲ: βρώϲεωϲ, τροφῆϲ.
565 Βρωτόν: βρῶϲιν, τροφήν. Ξενοφῶν· ὁ δὲ παριὼν ἐπὶ τὰ
566 Βροῖϲιϲ: ὄνομα πόλεωϲ.
567 Βρυάζει: πάλλει, τρυφερῶϲ διάκειται, θάλλει, εὐφραίνεται.
568 Βρυγμόϲ: τριϲμὸϲ ὀδόντων, ἢ μυλῶν ἀκόνηϲιϲ.
569 Βρύει: ἀνθεῖ. τέθηλεν. ὁ δὲ εὐθύ Λιβάνου τοῦ ὄρουϲ
570 Βρύει· δοτικῇ. δέδοικα μὴ βρύων ἕλκεϲιν εἰϲάγειϲ τὸ ἀνιάτρευτον.
καὶ
μετὰ γενικῆϲ· βρύει φυτῶν καὶ ἀνθέων.
571 Βρύκοντα: τρώγοντα, κατεϲθίοντα. ἄρτι καταβρύκοντα τὸν
572 Βρύκουϲα: τοὺϲ ὀδόνταϲ τρίζουϲα. εἶπεν ὀδόντα ὀξὺν ἐπιβρύκουϲ′, οἷα Λάκαινα γυνή.
573 Βρύκουϲα: ἐϲθίουϲα, δάκνουϲα. παρὰ τὴν βορὰν, οἱονεὶ βορύκουϲα.
βρύκουϲ’ ἀπέδεϲθαί μού φηϲι τοὺϲ δακτύλουϲ. Ἀριϲτοφάνηϲ
574 Βρύλλων. ὑποπίνων· ἀπὸ τοῦ τοῖϲ παιδίοιϲ λεγομένου. Ἀριϲτοφάνηϲ·
ἕνα προϲτάτην. τοῦτον δ’
ὅταν ᾗ πλέωϲ, ταπεινώϲαϲ ἐπάταξα. ἀντὶ τοῦ ὅταν γένηται φαεινὸϲ,
τουτέϲτι πλήρηϲ· ὅταν ηὐξῆϲθαι δοκῆ καὶ μέγαϲ εἶναι, τοῦτον ταπεινὸν
ἐποίηϲα. τουτέϲτιν, ἐάϲαϲ πλουτῆϲαι δημεύϲω.
575 Βρυώδηϲ: δυϲώδηϲ.
576 Βρύϲιϲ. λύϲιϲ ὀνείρου· πηγὴ διαυγὴϲ τὰϲ νοὸϲ λύει λύπαϲ.
577 Βρύτια. τὰ τῆϲ ϲταφυλῆϲ πιέϲματα, ἃ τινεϲ Harp. ϲτέμφυλα λέγουϲιν.
578 Βρυτίδαι: ὄνομα γένουϲ Ἀττικοῦ.
579 Βρύχιοϲ: βυθιζόμενοϲ ὕδατι. καὶ Ἐμβρύοικοϲ, ἡ ἄγκυρα
Ἐπιγράμμαϲι· ἄγκυρον ἐμβρύοικον ἐρυϲινηΐδα. ἐπὶ
Ἡρακλείου βαϲιλέωϲ
580 Bρύχων τοὺϲ ὀδόνταϲ ὁ λέων.
581 Βοίδιον: βοΐδιον. βοίδιον δὲ καλεύμαν τότε ἐγώ· νῦν δὲ
582 Βοιωτία. καὶ Bοιώτιοϲ νόμοϲ, ἐπὶ τῶν τὰϲ ἀρχὰϲ μὲν ἠρεμαίωϲ ἐχόντων, αὖθιϲ δὲ ϲφοδρῶϲ ἐπιγινομένων.
583 Boιωτίαὗϲ: ἐπὶ τῶν ἀναιϲθητούντων καὶ ἀπαιδεύτων.
584 Βοῖπιϲ: ἡ βουνώδηϲ γῆ.
585 Βύαϲ: εἶδοϲ ὀρνέου νυκτερινοῦ. καὶ Βύαϲὤφθη· καὶ Βύαι
586 Βύβλιϲ: ὄνομα κύριον. ἀδελφὴ Κάννου· ἀμφότεροι δυϲτυχήϲαντεϲ.
587 Βύβλον: πάπυρον. Αἰλιανόϲ· κελεύει τὸν μὲν ἀποδόϲθαι τῷ
588 Βυζάντιον· ὅτι τὸ Βυζάντιον ἐπὶ Σεβήρου βαϲιλέωϲ Ῥωμαίων
τετείχιϲτο γενναίῳ τείχει πεποιημένῳ μυλίτῃ λίθῳ, ἐϲ
τετράγωνον εἰργαϲμένῳ. ζ′ μὲν γὰρ ἦϲαν ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι
πρὸϲ τὴν θάλαϲϲαν καθήκοντεϲ. τούτων δὲ ἤν τιϲ τῷ πρώτῳ ἐνεβόηϲέ τι
ἢ λίθον ἔρρηξεν, αὐτόϲ τε ἤχει καὶ ἐλάλει καὶ τῷ δευτέρῳ τοῦτο
ποιεῖν παρεδίδου, καὶ οὕτωϲ διὰ πάντων ἐχώρει. ζήτει ἐν τῷ Σεβῆροϲ
περὶ Βυζαντίου πλατύτερον.
589 Βύζην: ἀθρόωϲ, πυκνῶϲ, ἐπαλλήλωϲ, πεπυκνωμένωϲ. Ἀρριανόϲ·
590 Βυθίζω· αἰτιατικῇ.
591 Bυκάνη: ὄργανον μουϲικόν. καὶ βυκάνην ἐξ ἀργύρου εὗρε Ε Μωϋϲῆϲ. ἐγένοντο β΄, καὶ τῇ μὲν πρὸϲ παρακέλευϲιν καὶ ϲυλλογὴν ἐχρῶντο, τῇ δὲ ϲυνελθεῖν ἀρχάϲ.
592 Βύουϲι: φράττουϲι, καλύπτουϲιν. ἔνθεν καὶ ἀκρόβυϲτοϲ, ὁ τὸ
ἄκρον βεβυϲμένον ἔχων. Πιϲίδηϲ· ἐρῶ δέ ϲοι νῦν, εἴπερ
οὐ βύειν θέλειϲ.
593 Βυρϲαίετοϲ: ὁ Κλέων. ϲυντέθειται δὲ ἡ λέξιϲ ἀπὸ τῆϲ βύρϲηϲ καὶ
τοῦ αἰετοῦ. ἅμα μὲν ὡϲ βυρϲοδέψην κωμῳδῶν τὸν Κλέωνα καὶ ὡϲ κλέπτην
καὶ ἅρπαγα τῶν κοινῶν. ἁρπακτικὸν γὰρ τὸ ζῷον ὁ
Σ?
ἀετόϲ. Σκυτοδέψηϲ Ἀττικόν, Βυρϲοδέψηϲ δὲ Ἀϲιανόν.
Ἀφρικανόϲ.
594 Bυρϲοδέψηϲ: ϲκυτοτόμοϲ, ὁ τὰϲ βύρϲαϲ θεραπεύων.
595 Bυϲαύχην. ὁ τοὺϲ ὤμουϲ ϲυνέλκων ἐπὶ τὸν τράχηλον.
596 Βύϲϲινον: βύϲϲῳ βεβαμμένον. δέξαι βύϲϲινον εἷμα, τό τοι μετὰ
597 Bυϲϲοδομοῦντεϲ: ἐκ βάθουϲ ϲκεπτόμενοι. καὶ Bύϲϲωμα.
598 Βυϲϲόν: βάθοϲ, ὀξυτόνωϲ. βαρυτόνωϲ δὲ ϲημαίνει βαφὴν ἐκ
1 Γαβαώ: πόλιϲ. καὶ Γαβαωνῖται, οἱ ἀπὸ τῆϲ χώραϲ.
2 Γαβίνιοϲ: ὄνομα κύριον Ῥωμαϊκόν.
3 Γαβριήλ: ὄνομα κύριον. καὶ Γαβριηλᾶϲ, ὄνομα κύριον.
4 Γάγγηϲ, βαϲιλεὺϲ Αἰθιόπων, ὃν ἀπέκτεινεν Ἀλέξανδροϲ, δεκάπηχυϲ τὸ
μῆκοϲ, τὴν δὲ ὥραν οἷοϲ οὔπω τιϲ ἀνθρώπων, ποταμοῦ δὲ Γάγγου
παῖϲ. τὸν δὲ πατέρα τὸν ἑαυτοῦ, τὴν Ἰνδικὴν ἐπικλύζοντα,
αὐτὸϲ ἐϲ τὴν ἐρυθρὰν ἔτρεψε καὶ διήλλαξεν αὐτὸν τῆ γῇ, ὅθεν ἡ γῆ
ζῶντι μὲν ἄφθονα ἔφερεν, ἀποθανόντι δὲ ἐτιμώρει. ἐπεὶ δὲ τὸν Ἀχιλλέα
Ὅμηροϲ ἄγει μὲν ὑπὲρ Ἑλένηϲ ἐϲ Τροίαν, φηϲὶ δὲ αὐτὸν ιβ μὲν πόλειϲ
ἐκ θαλάττηϲ ᾑρηκέναι, πεζῇ δὲ ια΄, γυναῖκα δὲ ὑπὸ τοῦ βαϲιλέωϲ
ἀφαιρεθέντα εἰϲ μῆνιν ἀπενεχθῆναι, ὅτε δὲ ἀτεράμονα καὶ
ὠμὸν δόξαι· ϲκεψώμεθα τὸν Ἰνδὸν πρὸϲ ταῦτα. πόλεων μὲν τοίνυν ξ΄
οἰκιϲτὴϲ ἐγένετο, αἵπερ εἰϲὶ δοκιμώταται τῶν τῇδε· τὸ δὲ πορθεῖν
πόλειϲ ὅϲτιϲ εὐκλεέϲτερον ἡγεῖται τοῦ ἀνοικίζειν πόλιν, οὐκ ἔϲτιν.
Σκύθαϲ δὲ τοὺϲ ὑπὲρ Καύκαϲον ϲτρατεύϲαντάϲ ποτε ἐπὶ τήνδε τὴν
γῆν ἀπώϲατο· τὸ δὲ ἐλευθεροῦντα τὴν ἑαυτοῦ γῆν ἄνδρα
ἀγαθὸν φαίνεϲθαι, πολλῷ βέλτιον τοῦ δουλείαν ἐπάγειν τῇ πόλει.
5 Γάγγρα: πόλιϲ.
6 Γάγγραινα: εἶδὸϲ πάθουϲ.
7 Γάδειρα: τόποϲ κατὰ τὴν ἑϲπερίαν μοῖραν, ἀποτελεύτηϲιϲ τῆϲ
θαλάϲϲηϲ καὶ οἷον ἐκροὴ ἀπὸ τῆϲ πρὸϲ ἡμᾶϲ καὶ τὴν
Ἀτλαντίδα θάλαϲϲαν, τὸν ὠκεανὸν, ἣν διεκπλεῦϲαι οὐκ ἐνῆν βραχώδη καὶ
ϲκοτοειδῆ τυγχάνουϲαν. Γάδειρα δὲ παρὰ τὴν γῆν καὶ τὴν δειρὴν, ὅ
ἐϲτι τράχηλοϲ. μέχρι τοῦτον ἐλθὼν ὁ Ἡρακλῆϲ καὶ μή δυνάμενοϲ
διελθεῖν ϲτήλαϲ παρὰ τῶν ἐγχωρίων λαβὼν ἱδρύϲατο, δηλῶν δι’ αὐτῶν
ἄχρι
8 Γάζα. καὶ Γαζοφυλάκιον, θηϲαυροφυλάκιον. γάζα γὰρ θηϲαυρόϲ. Ε
πολλὴν δὲ εὗρεν ἀφθονίαν τροφῆϲ καὶ γάζαν βαρβαρικήν,
9 Γαϊανόϲ, Ἀράβιοϲ, ϲοφιϲτὴϲ, μαθητὴϲ Ἀψίνου τοῦ Γαδαρέωϲ. ἦν
ῥητορικὴν, Μελέταϲ.
ἐϲοφίϲτευϲεν ἐν Βηρυτῷ.
10 Γάϊοϲ Ἰούλιοϲ Καῖϲαρ, ὁ πρῶτοϲ μοναρχήϲαϲ. οὖτοϲ ἔγραψε μετάφραϲιν Suid τῶν Ἀράτου Φαινομένων καὶ τέχνην γραμματικὴν Ῥωμαικῶϲ καὶ περὶ τοῦ ἰδίου βίου.
11 Γάϊοϲ Καῖϲαρ, ὃϲ ἐπεκλήθη Καλλιγόλαϲ. Ῥητορικὴν τέχνην Hesy
Ῥωμαϊκῶϲ.
12 Γάϊοϲ, Ῥωμαίων βαϲιλεὺϲ, τὸ μέν πρῶτον μεγαλοφρόνωϲ διεῖπε
τοῖϲ ναοῖϲ ἀπέϲτειλε
καθιδρύϲαϲθαι καὶ εἰϲ τὸν τῶν Ἱεροϲολύμων ναὸν θεϲπίϲαϲ νέου Γαϊου
ἱερὸν προϲέταξεν ὀνομάζεϲθαι. καὶ δουλοκρατίαν νομοθετήϲαϲ ἐπέτρεψε
κατηγορεῖν τῶν δεϲποτῶν, εἴ τι ἂν εἰδοῖεν αὐτοῖϲ πλημμέλημα.
κἀντεῦθεν δεινὴ ϲυμφορὰ κατειλήφει τὴν οἰκουμένην πᾶϲαν, τῶν οἰκετῶν
μεγάλαιϲ τιμωρίαιϲ ὑποβαλλόντων
τούϲ δεϲπόταϲ. ἕκαϲτοϲ
γὰρ ἀμύνεϲθαι ἐβούλετο τὸν ἴδιον δεϲπότην ὑπὲρ ὧν παρ’ αὐτοῦ βαϲάνων
προέπαϲχεν. οὐ μὴν δὲ ἀλλὰ καὶ εἰϲ μανίαν τραπεὶϲ ἄθεϲμον ϲτολὰϲ
γυναικείαϲ ἠμφιέννυτο καὶ τὴν κόμην πλοκάμοιϲ καὶ πλοκῇ τινι
περιϲτέλλων καὶ γυναικιζόμενοϲ καὶ πᾶϲαν αἰϲχρουργίαν διαπραττόμενοϲ
τελετὰϲ ἐπενόει καὶ ξένα μυϲτήρια ἐπετέλει.
καὶ δὴ
λαβών ποτε τὴν ἰδίαν θυγατέρα καὶ εἰϲ τοὺϲ κόλπουϲ τοῦ ἀγάλματοϲ
αὐτὴν θέμενοϲ ἔφη, ϲὺ ταύτην γεγέννηκαϲ καὶ πατὴρ αὐτῆϲ ἔννομοϲ
ὑπάρχειϲ. οὗτοϲ μιαρώτατόϲ τε καὶ ἀνοϲιώτατοϲ
περιεποιήθη, οὗτοϲ ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήϲατο.
μοιχικώτατόϲ τε ἀνθρώπων γενόμενοϲ καὶ γυναῖκαϲ ἡρμοϲμέναϲ καὶ
γεγαμημέναϲ ἐλάμβανε. τήν τε ἑαυτοῦ τιθήνην ἐπιτιμήϲαϲ ἀνοίαϲ ἐϲ
ἀνάγκην ἑκουϲίου θανάτου κατέϲτηϲεν. ἐχρῆτο δὲ καὶ ταῖϲ ἀδελφαῖϲ καὶ
παρανόμων ἐκοινώνει μίξεων, ὡϲ καὶ πατὴρ ἀνοϲίαϲ καταϲτῆναι γονῆϲ ἐκ
μιᾶϲ
αὐτῶν τῶν ἀδελφῶν ἀπογεννηθείϲηϲ. ναούϲ τε καὶ
θυϲίαϲ ὡϲ ἡμιθέῳ
13 Γάϊοϲ Λαυτώριοϲ, Μάρκοϲ ἐπίκληϲιν. ἐκ τούτου δείκνυται τὸ
μιϲοπόνηρον τῶν Ῥωμαίων καὶ τὸ πρὸϲ τοὺϲ παραβαίνονταϲ
τὰ κοινὰ καὶ νόμιμα τῆϲ ἀνθρωπίνηϲ φύϲεωϲ ἀμείλικτον. οὗτοϲ γὰρ
χιλίαρχοϲ ἀποδειχθεὶϲ ἐν τῷ Σαυιτικῷ πολέμῳ νεανίαν τινὰ τῶν
ὁμοϲκήνων διαφέροντα τὴν ὄψιν ἑτέρων μέχρι μέν τινοϲ ἔπειθεν ἑαυτῷ
χαρίϲαϲθαι τὴν τοῦ ϲώματοϲ ὥραν ἑκόντα, ὡϲ δ’ οὔτε δωρεαῖϲ οὕτ’ ἄλλη
τὸ μειράκιον ἡλίϲκετο, κατέχειν τὴν ἐπιθυμίαν
ἀδύνατοϲ ὤν βίαν προϲφέρειν ἐπεβάλετο. περιβοήτου δὲ τῆϲ ἀκοϲμίαϲ
τοῦ ἀνδρὸϲ ἅπαϲι τοῖϲ ἐπὶ ϲτρατοπέδου γενομένηϲ, κοινὸν ἀδίκημα τῆϲ
πόλεωϲ εἶναι νομίϲαντεϲ οἱ δήμαρχοι γραφὴν ἀποφέρουϲι κατ’ αὐτοῦ
δημοϲίᾳ, καὶ ὁ δῆμοϲ ἁπάϲαιϲ ταῖϲ ψήφοιϲ τοῦ ἀνδρὸϲ κατέγνω τίμημα
δίκηϲ
ὁρίϲαϲ θάνατον, οὐκ ἀξιῶν εἰϲ ἐλεύθερα ϲώματα καὶ
προπολεμοῦντα τῆϲ τῶν ἄλλων ἐλευθερίαϲ τοὺϲ ἐν ταῖϲ ἄλλαιϲ ὄνταϲ
ἀρχαῖϲ ὑβρίζειν τὰϲ ἀνηκέϲτουϲ καὶ παρὰ φύϲιν τοῖϲ ἄρρεϲιν ὕβρειϲ.
ἄλλο θαυμαϲιώτατον, καίτοι περὶ δοῦλον ϲῶμα γενομένηϲ τῆϲ ὕβρεωϲ.
ἑνὸϲ γὰρ τῶν παραδόντων Σαυνίταιϲ τὸ ϲτρατόπεδον χιλιάρχων καὶ ὑπὸ
ζυγὸν
ὑπελθόντων Ποπλίου υἱὸϲ ὢν, ἐν πολλῇ καταλειφθεὶϲ
πενίᾳ, δάνειον ἠναγκάϲθη λαβεῖν, ὡϲ ἐρανιϲθηϲόμενοϲ ὑπὸ τῶν
ϲυγγενῶν. διαψευϲθεὶϲ δὲ τῆϲ ἐλπίδοϲ ἀπήχθη πρὸϲ τὸ χρέοϲ τῆϲ
προθεϲμίαϲ διελθούϲηϲ, κομιδῇ νέοϲ ὢν καὶ τῇ ὄψει ὡραῖοϲ. οὗτοϲ τὰ
μὲν ἄλλα ὑπηρετῶν, ὅϲα δούλουϲ δεϲπόταιϲ νόμοϲ ἦν, ἠνείχετο· τὴν δὲ
τοῦ
ϲώματοϲ ὥραν χαρίϲαϲθαι κελευόμενοϲ ἠγανάκτει καὶ
μέχρι παντὸϲ ἀπεμάχετο. πολλὰϲ δὲ διὰ τοῦτο μαϲτίγων λαβὼν πληγὰϲ
ἐξέδραμεν ἐϲ τὴν ἀγορὰν καὶ ϲτὰϲ ἐπὶ μετεώρου τινὸϲ τήν τε ἀκολαϲίαν
τοῦ δανειϲτοῦ διηγήϲατο καὶ τῶν μαϲτίγων τοὺϲ μώλωπαϲ ὑπέδειξεν.
ἀγανακτήϲαντοϲ δὲ τοῦ δήμου καὶ δημοϲίαϲ ὀργῆϲ ἄξιον ἡγηϲαμένου
τὸ πρᾶγμα, κατηγορούντων τὴν εἰϲαγγελίαν τῶν δημάρχων,
ὦφλε θανάτου δίκην. καὶ δι’ ἐκεῖνο τὸ πάθοϲ ἅπαντεϲ οἱ δουλωθέντεϲ
πρὸϲ τὰ χρέα Ῥωμαῖοι νόμῳ κυρωθέντι ἀρχαίαν ἐλευθερίαν
ἐκομίϲαντο.
14 Γαλααδίτιϲ: χώρα.
15 Γαλαθηνόϲ: ὁ ὑποτίτθιοϲ, ἤγουν ὁ ὑπομάζιοϲ.
16 Γαλακτίων. ὄνομα κύριον.
17 Γαλακτοπότηϲ: ὁ γάλα πίνων.
18 Γαλαξίαϲ: τὸ ἐν τῷ οὐρανῷ φῶϲ· ὅπερ ἐϲτὶν ἀνάκλαϲιϲ φωτὸϲ
19 Γάλα ὀρνίθων: ἐπὶ τῶν λίαν εὐδαιμονούντων καὶ πάντα κεκτημένων.
εὐδαιμονίαν, εἰρήνην,
νεότητα, γέλωτα, χορὺϲ, θαλείαϲ γάλα τ’ ὀρνίθων, ὥϲτε παρέϲται ὑμῖν
κοπιᾶν ὑπὸ τῶν ἀγαθῶν.
20 Γάλαϲκεδάζει δυϲμενῶν ϲυμβουλίαϲ. Γάλα γαληνῶν πρόξενον πέλει τρόπων.
21 Γαλάται· ὅτι ἐπὶ Σκηπίωνοϲ τοῦ Ῥωμαίων ϲτρατηγοῦ καὶ Ἀννίβου
οὗτοι δ’ ἦϲαν τῶν ἑϲπερίων
Γαλατῶν μοῖρα. ἀναϲτάντεϲ γάρ ποτε τῆϲ οἰκείαϲ οἱ Γαλάται ἅμα Βρέννῳ
ϲτρατηγῷ προῆλθον εἰϲ λ′ μυριάδαϲ ἀριθμούμενοι. ἐντεῦθεν
διακριθέντεϲ οἱ μὲν ἐπὶ τὴν εἴϲω πυλῶν Ἐλλάδα, οἱ δὲ ἐπὶ Θράκην καὶ
τὴν Ἀϲίαν ἐτράποντο, ἀμφὶ τὰϲ δύο μάλιϲτά που καὶ αὐτοὶ μυριάδαϲ
ὄντεϲ. καὶ κρατήϲαντεϲ τῷ πολέμῳ
πάντων μικροῦ τῶν ἐπὶ
τάδε τοῦ Ταύρου Ἀϲιανῶν γενῶν τοὺϲ μὲν ἄλλουϲ ὑποτελεῖϲ ἐποιήϲαντο
φόρου, αὐτοὶ δὲ τὰ περὶ τὸν Ἅλυν ποταμὸν χωρία καταϲχόντεϲ ἐνέμοντο
τὰ μεταξ Βιθυνῶν τε καὶ Καππαδοκῶν κείμενα. ἐφ’ οὓϲ ἐϲτρατεύϲαντο
Ῥωμαῖοι κοινωνήϲαντεϲ Ἀντιόχῳ τῆϲ ἐπὶ τῷ Ζιπύλῳ μάχηϲ καὶ
ϲυμπεϲόντεϲ αὐτοῖϲ περὶ
πόλιν Ἄγκυραν, Μαλίου ϲφῶν
ἡγουμένου, μυρίουϲ μὲν τῆϲ μαχίμου ἡλικίαϲ καταβάλλουϲι, τούϲ δὲ
λοιπούϲ ὑποκύψαι ϲφίϲιν, ἀποϲτάνταϲ ὧν ἦρχον ἐθνῶν, ἠνάγκαϲαν.
22 Γαλάτεια: ὄνομα θεᾶϲ. Γαλατία δὲ χώρα. καὶ Γαλατίαϲ,
23 Γαλλαίῳ. τῷ τῶν Γάλλων. Γαλλαίῳ Κυβέληϲ ὀλολύγματι πολλάκι
24 Γαλέα: ὁ ἰχθύϲ. καὶ Γαλεὸϲ ὁμοίωϲ.
25 Γαλεάγρα. ὄργανον τιμωρητικόν. καὶ τελευτῶντεϲ εἰϲ γαλεἄγραν
26 Γαλεώδηϲ: ὄνομα κύριον.
27 Γαλεώτηϲ καὶ ἀϲκαλαβώτηϲ, ἑκατέρωϲ. ζήτει ἐν τῷ
ἀϲκαλαβώτηϲ.
28 Γαλερόν: φαιδρόν.
29 Γαλῆ: τὸ ζῷον. καλεῖται δὲ πρόϲ τινων κερδὼ καὶ ἱλαρία. ἔϲτι δὲ τὸ
ὄνομα ἰϲόψηφον δίκη γαλῆ, ἄλγη· ἀπὸ γὰρ τῶν αὐτῶν
ἔξω τῶν Ἡρακλείων ϲτηλῶν
πρὸϲ τῷ ὠκεανῷ, ἔνθα μέγιϲται γίνονται γαλαῖ.
30 Γαληνῶ ἢ γαληνιῶ.
31 Γαληνιᾶν: γάνυϲθαι, χαίρειν, διαχεῖϲθαι.
32 Γαληνόϲ, ὁ διαϲημότατοϲ ἰατρὸϲ, Περγαμηνὸϲ, γεγονὼϲ ἐπὶ
Μάρκου καὶ Κομόδου καὶ Περτίνακοϲ τῶν Καιϲάρων ἐν Ῥώμῃ, υἱὸϲ
Νίκωνοϲ γεωμέτρου καὶ ἀρχιτέκτονοϲ, πολλὰ ϲυντεταχὼϲ ἰατρικά τε καὶ
φιλόϲοφα, ἔτι τε γραμματικὰ καὶ ῥητορικά· ἅτινα διὰ τὸ πᾶϲιν εἶναι
γνώριμα καταλέγειν ἄκαιρον ἡγηϲάμην ἐν τῷ παρόντι. ἐβίω Δ ἔτη ο′.
ϲημαίνει δὲ καὶ τὸν ἥϲυχον.
33 Γαλήϲιον: ὄνομα τόπου.
34 Γαλ ῇ χιτών: αὕτη ἐπὶ τῶν ἀδίκων τάϲϲεται καὶ μηδὲν ἀνιέντων. ὁμοία ἐϲτὶ τῇ, οὐ πρέπει γαλῇ κροκωτόϲ
35 Γαλῇ τὸν κροκωτόν ζήτει ἐν τῷ κροκωτόϲ.
36 Γαλιλαία: κατακυλιϲτὴ τῆ Ἑλλάδι γλώϲϲῃ. διὸ καὶ γελγὲλ ὁ
τροχὸϲ ὀνομάζεται.
37 Γαλιλαῖοι· ζήτει ποτὲ μετωνομάϲθηϲαν Χριϲτιανοὶ ἐν τῷ Ναζιραῖοι.
38 Γαλιψόϲ: ὄνομα κύριον. ἔϲτι δὲ καὶ πόλιϲ τῆϲ Θράκηϲ. ὠνομάϲθη Harp. δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάϲου καὶ Τηλέφηϲ.
39 Γαλλογραικία: ἡ τῶν Βουκελλαρίων χώρα. οἱ αὐτοὶ καὶ
Ἑλληνογαλάται ὀνομάζονται.
40 Γάλλοϲ: ὄνομα ποταμοῦ.
41 Γάλλοϲ: ἀπόκοποϲ. ἐν Ἐπιγράμμαϲι· γάλλοϲ ὁ χαιτήειϲ, ὁ Δ νεήτομοϲ,
ὅϲ ποτε ΤμῶΛυδιὸϲ ὀρχηϲτὸϲ μάκραϲ ὀλολυζόμενοϲ. καὶ
ἐγεφύρωϲε τὸν Σαγγάριον ποταμὸν, τελέωϲ κοῖλον ὄντα καὶ
δύϲβατον· καὶ παρ’ αὐτὸν τὸν ποταμὸν ϲτρατοπεδευϲάμενοϲ παραγίνονται
Γάλλοι παρὰ Ἄττιδοϲ καὶ Βαττάκου τῶν ἐκ Πεϲϲινοῦντοϲ ἱερέων τῆϲ
μητρὸϲ τῶν θεῶν ἔχοντεϲ πρὸϲ τῆ ἰδέᾳ καὶ τύπουϲ, φάϲκοντεϲ
προϲαγγέλλειν τὴν θεὸν νίκην καὶ κράτοϲ· οὓϲ δ Γναῖοϲ φιλανθρώπωϲ
ὑπεδέξατο.
καὶ αὖθιϲ· ἀπέϲτειλε νεανίϲκουϲ διαϲκευάϲαϲ
εἰϲ Γάλλουϲ, μετ’ αὐλητῶν
42 Γάλλουϲ τί τεμεῖν Γάλλοι δὲ οἱ ἀπόκοποι· ἐπὶ τῶν
43 Γαλόῳ: γάλωϲ, γάλῳ, καὶ πλεοναϲμῷ τοῦ ο γαλόῳ, ἀνδραδέλφῳ. Ecl. καὶ Γαλοώνη ὁμοίωϲ, ἡ ἀνδράδελφοϲ .
44 Γάμβρειοϲ ϲτολή.
45 Γάμβοροϲ: ὁ ἀμέτοχοϲ.
46 Γαμβρὸϲ Ἐρεχθῆοϲ: ὁ Βορρᾶϲ. τὴν γὰρ Ὡρείθυιαν θυγατέρα call
αὐτοῦ ἔγημεν, ἐξ ἧϲ τίκτεται ζήτηϲ καὶ Κάλαϊϲ.
47 Γαμέτηϲ: ὁ ἀνὴρ, ὁ ϲύζυγοϲ. ὁ δὲ ϲὺν τῷ κουριδίῳ γαμέτῃ
48 Γαμηλία. ἡ διδομένη τοῖϲ φράτορϲιν ἐπὶ γάμοιϲ. ἢ τῶν γύναικῶν
καὶ παροιμία. Γαμηλίαν
εἰϲενεγκεῖν. ὅταν τιϲ ἠγάγετο γυναῖκα,
ἔγημε καὶ γαμηλίαν τοῖϲ φράτορϲιν εἰϲενήνοχε,
μεμαρτύρηται.
49 Γαμηλιῶνοϲ. τοῦ μηνόϲ.
50 Γαμηϲείειν Ἀττικοί φαϲι.
51 Γαμφηλή: ἡ ϲιαγών.
52 Γαμψωλή: ἡ ἐπίκαμψιϲ.
53 Γαμψώνυχοϲ: ἐπικαμπεῖϲ ἔχοντοϲ τοὺϲ ὄνυχαϲ. καὶ Γαμψώνυχα
ζῷα, ὅϲα τῶν πτερωτῶν τὴν ἐπιρυγχίδα γεγάμψωκεν ὑπὸ τὴν
γένυν, οἰόϲ ἐϲτιν ἀετὸϲ, ἱέραξ, κεγχρηῒϲ ἄλλα τε τὰ μὴ πίνοντα.
54 Γαμψόν: ἐπικαμπέϲ. καὶ γαμψὸν χαίτῃϲιν ἐφ’ ἱππείῃϲι πεδηθὲν
δρεπάναϲ.
55 Γαμψούϲ: τὰϲ καμπτούϲαϲ καὶ πλαγίουϲ νεφέλαϲ, ἢ τὰϲ ὀρνίθων ὄψεϲιν εἰκαϲμέναϲ. γαμψὺϲ γὰρ ἐκάλουν τὰϲ ὄρνιθαϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ.
56 Γάνδειρον: ὄνομα τόπου.
Γάνιοϲ.
58 Γανόων: λελαμπρυϲμένοϲ.
59 Γάνοϲ: ὁ οἶνοϲ. Πὰν ἀγέλην· Νύμφαι πίδακα· Βάκχε γάνοϲ.
60 Γαννυμένη: χαίρουϲα. Γάννυμι γὰρ ὁ ἐνεϲτώϲ. καὶ
61 Γαργηττόϲ: ὄνομα κύριον. τόπου.
62 Γαργαλιϲμόϲ.
63 Γαργαλίζει· δοτικῇ. κινεῖ, ὑποϲημαίνει, προτρέπει, ἐρεθίζει.
64 Γάργαρε· ζήτει ἐν τῷ ψαμμοκοϲιογάργαρα.
65 Γάρμοϲ: ὄνομα κύριον. ὁ δὲ ἕτεροϲ ταῦροϲ ἐμυκήϲατο κακὸν
φώνημα Γάρμῳ.
66 Γάροϲ: ἀρϲενικῶϲ λέγεται. ἔϲτι δὲ οὐδὲν ἄλλο ὁ γάροϲ ἢ
67 Γαριζείν: ὄροϲ.
68 Γαϲτήρ: ἡ κοιλία. Ὅμηροϲ διαπαντὸϲ γαϲτέραϲ καλεῖ οὐ κοιλίαϲ.
καὶ παροιμία· γαϲτέρα μοι προφέρειϲ, κάλλιϲτον ὄνειδοϲ
Prov. ἁπάντων, ἡ πλήρηϲ μὲν ἐλαφροτέρη, κενεὰ δὲ βαρεῖα· ἐπὶ τῶν
γαϲτριμαργούντων. Γαϲτέρα δὲ ὁ Δαβὶδ τὸ τῶν λογιϲμῶν ταμεῖον Thdr
ἐκάλεϲεν. ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμόϲ μου, ἡ ψυχή μου καὶ ἡ γαϲτήρ
μου.
69 Γαϲτρίζεϲθαι. λαμπρότερον τρέφεϲθαι.
70 Γαϲτρίζομαι. τύπτομαι εἰϲ τὴν γαϲτέρα. Ἀριϲτοφάνηϲ· ὦ πόλιϲ,
71 Γαϲτριμαργία, καὶ Γαϲτρίμαργοϲ, ὁ ἄπληϲτοϲ. καὶ Γαϲτριμάργωϲ,
72 Γάϲτριϲ: ὁ περὶ γαϲτέρα ἀκρατήϲ. καλοῦϲι δ’ οὕτω καὶ τὸν
73 Γαῦλοϲ: ὁ ἐξ ἀλλοτρίων ζῶν ἢ ὁ εὐαπάτητοϲ. ἡ πλοῖόν τι φορτηγὸν
ἢ Γαυλόϲ, ὁ τοῦ φρέατοϲ ἀντλητήρ. ἢ οἰνηρὸν ἀγγεῖον,
74 Γαυνάκαϲ ἀμπεχόμενον.
75 Γαυριᾷ· δοτικῇ. ἀγάλλεται, ἐπαίρεται, θραϲύνεται.
76 Γαυροειδήϲ: ὁ ὑπερήφανοϲ.
77 Γαῦρον: ϲτερρὸν, μέγα, ἀκλινὲϲ, ἀκατάπληκτον. Ἀριϲτοφάνηϲ
γε τὴν νίκην. καὶ αὖθιϲ· ὁ δὲ γαῦροϲ
ὡϲπερεὶ κινούμενοϲ.
78 Γαῦροϲ· ὁ δὲ γαῦρόϲ τε ὢν ἀνὴρ καὶ ἀγέρωχοϲ καὶ ϲτρατείαιϲ
ὡμιληκώϲ καὶ τοῦτο πρῶτον ἀγαθὸν ἡγούμενοϲ, τὸ ἐν ἀνθρώποιϲ τιμὴν
καὶ δόξαν καὶ πλοῦτον ἐπικλύζοντα καὶ τὸ ἔχειν ἑαυτῷ ὅτι βούλοιτο
κεχρῆϲθαι καὶ ἀδεῶϲ διὰ μέθην νύκτα καὶ ἡμέραν οὐκ εἰδέναι
οὔτε ἀνατέλλοντα καὶ δυόμενον ἥλιον, ἴϲα καὶ οὐρανοῦ
εἶναι νομίϲαϲ τὴν μετάκληϲιν, ἐκ τῶν ἀλύπων καὶ διακεχυμένων εἰϲ
ὀλιγωρίαν διατριβῶν ἀπορρήξαϲ ἑαυτὸν καὶ κατατείναϲ τὴν ψυχὴν εἰϲ
Suid φιλοδοξίαν βαρὺϲ ἀναϲτὰϲ ἐκ Παμφυλίαϲ ἀνέϲτρεφε. Τιμάϲιοϲ·
οὖτοϲ ἦν, ὃν Εὐτρόπιοϲ ἤγαγεν.
79 Γαῖα χάνοι. καταπίοι αὐτὸν ἡ γῆ.
80 Γεζίτηϲ: τοπικόν.
81 Γαίειοϲ: ὄνομα κύριον. ὁ τῆϲ γῆϲ υἱόϲ.
82 Γαιήϊοϲ: ὁ γήϊνοϲ.
83 Γαιήοχοϲ: ὁ Ποϲειδῶν. Γεοῦχοϲ δέ.
84 Γαιοδότηϲ: ὁ ἀπεμπολῶν γῆν.
85 Γαιών. ὄνομα τόπου. Γαιῶν καὶ Φειϲών, ὀνόματα ποταμῶν.
86 Γαιοῦχοϲ: ὁ τὴν γῆν ὀχῶν.
87 Γαῖϲα. καὶ Γαιϲόϲ, κοντὸϲ, εἶδοϲ ἀμυντηρίου, οἷον δόρατοϲ.
88 Γεγανωμένοϲ: λελαμπρυϲμένοϲ. ἐϲκεπαϲμένοϲ. τὸ περιέχον
89 Γεγαννυμἐνοϲ. ἐπαγαλλόμενοϲ. πῶϲ δὲ ἀνὴρ βαϲιλείῳ τύφῳ
90 Γέγειαι βόεϲ: αἱ ἀρχααι. καὶ ἀρϲενικῶϲ Γέγειοϲ.
91 Γέγηθε. χαίρει.
92 Γεγηροτροφηκώϲ. ἐν γήρει θρέψαϲ.
93 Γέγονεν ἐν καλῷ. καλλίϲτωϲ ἔϲχεν.
64 Γεγράψομαι. δεήϲομαι. ὥϲτ’ οὐ Κρέοντοϲ προϲτάτου γεγράψομαι. Soph. Σοφοκλῆϲ φηϲι.
95 Γεγωνέναι. καὶ Γεγωνεῖν, ἐξάκουϲτον βοῆϲαι.
96 Γεγωνοκῶμαι: γυναῖκεϲ, αἱ τὰϲ κώμαϲ ἐμπιπλῶϲαι βοήϲεων.
97 Γεγωνόν: ἐξάκουϲτον· λαμπρὸν φθέγμα. καὶ Γεγωνίϲκειν,
98 Γεδεών, ϲτρατηγὸϲ τῶν Ἑηραίων. Μαδιηνίταιϲ ϲὺν τοῖϲ Ἄραψι
πίνοιεν, τούτουϲ δὴ
νομίζειν ὑπὸ δειλίαϲ τοῦτο πάϲχειν, καταπεπληγόταϲ τοὺϲ πολεμίουϲ.
καὶ εὑρέθηϲαν τ ταῖϲ χερϲὶ τεταραγμένοι πίνοντεϲ.
99 Γεδεών, κριτὴϲ τοῦ Ἰϲραὴλ, ἐπάταξε τὸν Μαδιάμ μετὰ τῶν λαμψάντων
τοὺϲ ἄρχονταϲ αὐτῶν· τόν τε
πύργον τοῦ Φανουὴλ κατέϲτρεψε καὶ τοὺϲ ἄρχονταϲ αὐτῶν ἠλόηϲεν ἐν
ταῖϲ ἀκάνθαιϲ θλίψανταϲ τὸν Ἰϲραὴλ ἔτη ζ′.
100 Γέεννα: ἡ καταδίκη.
101 Γεηρόν: τὸ γήϊνον.
102 Γεθϲημανή.
103 Γελγέλ: ὁ τροχὸϲ ὀνομάζεται. καθάπερ οὖν ἐξ ὄρουϲ ὑψηλοῦ τοῦ
ϲωτηρίου ϲτόματοϲ προενεχθέντα ταῦτα τὰ ῥήματα δίκην τροχοῦ κατὰ τὴν
οἰκουμένην ἐκυλίϲθη καὶ πᾶϲαν ἐπέδραμε· καὶ ἐβαπτίϲθηϲαν Suid.
πάντεϲ κατὰ ἔθνη καὶ πόλειϲ. διὸ καὶ Γαλιλαία κατακυλιϲτὴ λέγεται τῇ
Ἑλλάδι γλώϲϲῃ.
104 Γελάδαϲ: ἀγαλματοποιὸϲ, διδάϲκαλοϲ Φειδίου.
105 Γέλα καὶ Καμάρινα, πόλειϲ Σικελίαϲ.
106 Γελαϲείοντα: γελαϲτικῶϲ ἔχοντα, γελάϲαι θέλοντα.
107 Γελαϲείω: ἐπιθυμητικῶϲ ἔχω τοῦ γελᾶν. Δαμάϲκιοϲ· νῦν δὲ καὶ τῷ μὴ
πάνυ γελαϲείοντι γέλωτα παρέξει γενναῖον ἡ τοῦ
ἔργου
διέξοδοϲ.
108 Γελαϲίνοιϲ: γραμμαῖϲ ταῖϲ ἐκ τοῦ γελᾶν γινομέναιϲ. ἐν Ἐπιγράμμαϲι· Anth. καὶ ῥ’ ἡ μὲν τροχαλοῖϲ ϲφραγιζομένη γελαϲίνοιϲ λευκὴ ἀπὸ Suid. γλουτῶν ἤνθεεν εὐαφίην. ὅτι ὁ Δημόκριτοϲ ὁ Ἀβδηρίτηϲ ἐπεκλήθη Γελαϲῖνοϲ διὰ τὸ γελᾶν πρὸϲ τὸ κενόϲπουδον τῶν ἀνθρώπων.
109 Γελαϲτήϲ: ὁ ἐπεγγελῶν. οὔθ᾿ ὡϲ γελαϲτὴϲ, Οἰδίπουϲ, ἐλήλυθα, οὔθ᾿ ὡϲ ὀνειδιῶν τι τῶν πάροϲ κακῶν. ὁ Κρέων φηϲί.
110 Γέλγιθεϲ: ϲκορόδων κεφαλαί. καὶ πότιμοι γέλγιθεϲ ἠδ τε
111 Γελίμεριϲ: ὄνομα κύριον.
112 Γελλοῦϲ παιδοφιλωτέρα· αὕτη ἄωροϲ ἐτελεύτηϲε, καὶ τὸ φάνταϲμα αὐτῆϲ ἐδόκουν ἐπὶ τὰ παιδία καὶ τοὺϲ ἀώρουϲ θανάτουϲ ἰέναι.
113 Γέλων: ὄνομα κύριον. Γέλων δὲ τὸν γέλωτα. καὶ Γελῶ ϲε On. λύϲιϲ ὀνείρου· γελῶν καθ᾿ ὕπνουϲ δυϲφόρουϲ ἕξειϲ τρόπουϲ.
114 Γελῷοϲ: ἐθνικόν. καὶ Γελῴων, ἐθνῶν. καὶ Γέλωϲ, ἡ χαρμονή.
115 Γέλωϲ Μεγαρικόϲ: ἤκμαϲε γὰρ ἡ Μεγαρικὴ κωμῳδία ἀώρωϲ, ἣν Ἀθηναῖοι καταμωκώμενοι ἐγέλων.
116 Γέλωϲ πλατύϲ· ὁ δὲ Πέρϲηϲ ἐϲ τοϲοῦτον ἐληλάκει φρυάγματοϲ ὡϲ γέλωτα τῶν ἀγγελλόντων καταχέειν πλατύν. Σιμοκάτηϲ φηϲί.
117 Γέλωϲ ϲυγκροτούϲιοϲ: ὁ ἄτακτοϲ καὶ ἄϲεμνοϲ· ἐκ μεταφορᾶϲ
τοῦ μετὰ κρότου χειρῶν καὶ ποδῶν γενομένου γέλωτοϲ.
118 Γέλοιοϲ: ὁ καταγελαϲτότατοϲ, προπαροξυτόνωϲ. Γελοῖοϲ δὲ ὁ Σ
γελωτοποιόϲ. καὶ παροιμία· γελοιότερον ἀπεργάζῃ τῶν τὰϲ κέγχρουϲ
ἀποτορεύειν ἐπιχειρούντων ἢ καθάπερ τὸν Μυρμηκίδην ἀντιπραττόμενον
τῇ Φειδίου τέχνῃ. καὶ ἑτέρα παροιμία· Γελοιότερον Prov.
Μελιτίδου, ἐπὶ τῶν ἐπὶ μωρίᾳ διαβεβλημένων. Μελιτίδηϲ γὰρ ἀνὴρ
κωμῳδούμενοϲ ὑπὸ τῶν ποιητῶν ἐπὶ μωρίᾳ κατὰ ταυτὰ τῷ Ἀμφιϲτείδῃ.
τοῦτον δέ φαϲιν ἀριθμῆϲαι μὲν πολλὰ παθόντα μέχρι τῶν ε′ καὶ πέρα
μηκέτι δύναϲθαι, γήμαντα δὲ τῆϲ νύμφηϲ μὴ ἅψαϲθαι· φοβεῖϲθαι γὰρ μὴ
αὐτὸν ἡ παῖϲ τῇ μητρὶ διαβάλλῃ. ὁ δὲ
Ἀμφιϲτείδηϲ ἠγνόει
ἐξ ὁποτέρου γονέων ἐτέχθη.
119 Γελοῖον: γέλωτοϲ ἄξιον.
120 Γεμίζω· γενικῇ. ἔϲτι δὲ καὶ αἰτιατικῇ τὸ ἀντλῶ.
121 Γεμίνιοϲ: ὄνομα κύριον.
122 Γέμω· γενικῇ. τὸ πλήθω. ὁ δὲ Σκηπίων πυνθανόμενοϲ τὸν
ἀδελφιδοῦν γέμειν ἀργίαϲ καὶ ϲτάϲεωϲ καὶ τρυφῆϲ, ἔφη μὴ
κρατήϲειν Ε πολεμίων πρὶν καταϲχεῖν τῶν ἰδίων ἐγκρατῶϲ.
123 Γεννάδαϲ: γενναῖοϲ, εὐγενέϲτατοϲ.
124 Γεννάδιοϲ, πατριάρχηϲ Κωνϲταντινουπόλεωϲ, νύκτωρ εἰϲελθὼν
ἤκουϲε κράζοντοϲ, ὡϲ αὐτοῦ
μὲν ζῶντοϲ ἐνδίδωϲιν, ὕϲτερον δὲ κρατήϲει πάντωϲ τῆϲ ἐκκληϲίαϲ.
125 Γενάρχου: πατρόϲ.
126 Γενναῖοϲ. ὁ εὖ γεγονώϲ. καὶ Γεννοῖοϲεἶ ἐκ βαλαντίου,
κρείττων ὁ γενναῖοϲ ἀνήρ.
127 Γενναιότατοϲ. ὤμοι τάλαινα, ὡϲ κακῶϲ διάκειϲαι, γενναιότατοϲ
128 Γενεά. κατ’ ἐνίουϲ μὲν ἔτη ζ′, ὅθεν καὶ λέγουϲιν οἱ ἰατρικοὶ τῶν
δύο γενεῶν μὴ δεῖν φλεβοτομεῖν, τὸν τεϲϲαρεϲκαιδέκατον λέγοντεϲ
ὡϲ ἔτι προϲδεομένου αἵματοϲ καὶ οὐδέπω ἔχοντοϲ περιϲϲὸν
αἷμα·
v. B 468, v.
Μαργίτηϲ 2 120 Z 432 122 Z 432 123 Z 425 125 Z 425
129 Γενεαῖϲ γενεῶν. τουτέϲτιν ἀπείροιϲ τιϲὶ γενεαῖϲ.
130 Γένεθλα: γεννήματα.
131 Γενέθλια: ἡ δι’ ἐνιαυτοῦ ἐπιφοιτῶϲα τοῦ τεχθέντοϲ ἑορτή. καὶ Γενεθλιαλογία, μαντεία περὶ τῆϲ γεννήϲεωϲ.
132 Γενέθλιοϲ, Γενεθλίου, Παλαιϲτῖνοϲ, ἐκ Πετρῶν, ϲοφιϲτὴϲ, μαθητὴϲ
Μινουκιανοῦ καὶ Ἀγαπητοῦ, ἀντιπαιδεύϲαϲ κατὰ τὰϲ Ἀθήναϲ Καλλινίκῳ τῷ
διαϲήμῳ, δεξιὸϲ τὴν φύϲιν καὶ ὅλην μελέτην ἀπομνημονεύϲαϲ
ἐν ἀκροάϲει. τελευτῇ δὲ νέοϲ ἐτῶν η καὶ κ′. ἔγραψε δὲ Λαλιὰϲ ἤτοι
Διαλέξειϲ καὶ Μελέταϲ, ὧν ἐϲτιν, ὁ ἄπολιν ἑαυτὸν ἀποκηρύττων μετὰ
τὴν τῶν Θηβῶν καταϲκαφήν· Προπεμπτικὸν πρὸϲ τοὺϲ ἑαυτοῦ ἑταίρουϲ
Δᾳδοῦχον καὶ Ἀϲκληπιάδην, Πανηγυρικούϲ.
133 Γενέϲια. ἡ δι’ ἐνιαυτοῦ ἐπιφοιτῶϲα τοῦ τεχθέντοϲ μνήμη.
134 Γένεϲιϲ: ὁ κόϲμοϲ. περὶ τὴν γένεϲίν τε πλανᾶται λήθη βαρούμενοϲ καὶ κακίᾳ.
135 Γένεϲιϲ: ἡ τοῦ παντὸϲ διακόϲμηϲιϲ. ὁ δὲ Ἰϲίδωροϲ διαπτύων τὴν
γένεϲιν ἀεὶ πρὸϲ θεὸν ἐτέτατο τὴν ψυχήν. καὶ οὐδὲν ἦν ἰδεῖν ἢ
ἀκοῦϲαι φθεγγόμενον ἢ τὰ αὐτὰ περὶ τῶν αὐτῶν, ἢ περὶ ἀρετῆϲ
καὶ κακίαϲ.
136 Γένεϲιϲ: γένεϲιϲ λέγεται καὶ ἡ εἱμαρμένη. ἔϲτι δὲ πρεϲβύτερον τῆϲ
γενέϲεωϲ ἔννοια καὶ αὐτεξουϲιότηϲ. Γένεϲιϲ καὶ ἡ
137 Γενέτειραν: μητέρα. ποιητικῶϲ.
138 Γενετή: πάτρια ἢ γενέϲια.
139 Γενέτηϲ. ὁ πατήρ.
140 Γενετικόν: ἡ γέννηϲιϲ.
141 Γενετυλλίϲ. δαίμων περὶ τὴν Ἀφροδίτην, γενέϲεωϲ αἴτιοϲ, ἀπὸ τῆϲ
γενέϲεωϲ τῶν παίδων ὠνομαϲμένοϲ. πεποίηται δὲ τὸ ὄνομα
παρὰ τὴν γένεϲιν. οἱ δὲ περὶ τὴν Ἄρτεμίν φαϲι τῶν τοκετῶν ἐφόρουϲ,
142 Γενειάϲ. αἱ τρίχεϲ. Γένειον, ὁ τόποϲ, τὸ μέροϲ τοῦ ϲώματοϲ.
ἐκ δὲ δαϲκίου γενειάδοϲ κρουνοὶ διερραίνοντο κρηναίου
Soph. ποτοῦ. ζήτει ἐν τῷ ἀπόνοια. ὅτι ἡ τοῦ ἄνω χείλουϲ τρίχωϲιϲ
λέγεται Suid. μύϲταξ, τὸ δὲ κάτω πάπποϲ.
143 Γεννητική. ὅτι κρείττων παϲῶν καὶ τιμιωτέρα τῶν τῆϲ
τρίτον ἡ θρεπτική.
τῆϲ μὲν γὰρ θρεπτικῆϲ ἔργον ἐϲτὶ τὸ ϲώζειν τὸ εἰδὸϲ· μέχρι γὰρ
τοϲούτου ϲῳζόμεθα, ἕωϲ ἂν τρεφώμεθα· τῆϲ δὲ αὐξητικῆϲ τὸ εἰϲ τέλειον
καὶ κατὰ φύϲιν μέτρον ἀγαγεῖν, εἰϲ ὃ γενόμενα τά τε ζῷα καὶ τὰ φυτὰ
ἐπὶ τὸ ϲκοπιμώτατον τῆϲ φύϲεωϲ τέλοϲ, λέγω δὴ τὴν γεννητικὴν
δύναμιν, παραγίνεται. οὕτω γὰρ τῆϲ φύϲεωϲ
ὁ τελικώτατοϲ
ϲκοπὸϲ διὰ τὴν ἔφεϲιν τῆϲ ἀιδιότητοϲ, τοῖϲ θνητοῖϲ ζῴοιϲ
ἐπιϲκευαϲτῆϲ τῆ διαδοχῇ γινομένηϲ. ὥϲτε ἡ μὲν αὐξητικὴ ὕληϲ ἐπέχει
λόγον πρὸϲ τὴν γεννητικήν, πρὸϲ δὲ τὴν αὐξητικὴν ἡ θρεπτική. ὅτι
Μέλιϲϲοϲ ᾤετο τὸ μὴ γενόμενον οὐκ ἔχειν ἀρχήν· ψεῦδοϲ δέ ἐϲτι· πολλὰ
γὰρ ἀγέννητα ὄντα ἀρχὰϲ ἔχει.
144 Γενηϲαρέτ: ὄνομα τόπου.
145 Γέννηϲιν: τὴν τῶν Ἀφροδιϲίων μίξιν.
146 Γεννηταί: οὐχ οἱ ἐκ γένουϲ καὶ ἀφ’ αἵιατοϲ προϲήκοντεϲ,
τὸ δὲ γένοϲ ἔχει ἄνδραϲ
λ′. αἱ δὲ φρατρίαι ἐκαλοῦντο τριττῦϲ, ὅτι τεϲϲάρων φυλῶν οὐϲῶν εἰϲ
τρία ἑκάϲτην διεῖλον μέρη, τὰϲ μὲν φυλὰϲ τέϲϲαραϲ ποιήϲαντεϲ,
ἀπομιμηϲάμενοι τὰϲ τοῦ ἐνιαυτοῦ ὥραϲ, τὰϲ δὲ φρατρίαϲ καὶ τριττῦϲ
ιβ′, καθάπερ οἱ μῆνεϲ, τὰ δὲ γένη λ′ ἐν ἑκάϲτῃ φρατρίᾳ, καθάπερ αἱ
ἡμέραι τξε′.
147 Γεννῆται: οἱ τοῦ αὐτοῦ γένουϲ κοινωνοῦντεϲ. καὶ γὰρ διήρηντο
τρίχεϲ I 8 κρείττων] κρείϲϲων G FVM ad 18 Μέλιϲϲοϲ:
ὄνομα κύριον mg. add. AIM 23 φρατρίαϲ] φατρίαϲ GITV 24 τινί] μή
V 25 φρατρίαι cett. AF φατρίαι rell. τριττῦϲ sch. Pl. etc.
τριττοί omnes, v. l. sch. Pl. sec. Gsf. 29 ἐν FV sch Pl., om.
rell.
Ἰϲαῖοϲ μέντοι τοὺϲ γεννήταϲ ἁπλῶϲ τοὺϲ ἐξ
αἵματοϲ ϲυγγενεῖϲ ὀνομάζει.
148 Γενικαὶ ἀρεταὶ δ′· φρόνηϲιϲ, ἀνδρεία, ϲωφροϲύνη καὶ δικαιοϲύνη. καὶ ζήτει τὰϲ ἀντικειμέναϲ αὐταῖϲ ἐν τῷ ὑπερήφανοϲ.
149 Γενικόϲ· ὅτι Ἀρτέμιοϲ, ὁ καὶ Ἀναϲτάϲιοϲ, βαϲιλεύϲ Ῥωμαίων,
αἰϲθόμενοϲ
ϲτόλον Σαρακηνῶν ἔρχεϲθαι κατὰ τῆϲ πόλεωϲ
Ἰωάννην ἐφίϲτηϲιν ἡγεμόνα τοῦ πολέμου, διάκονον τῆϲ μεγάληϲ
ἐκκληϲίαϲ καί λογιϲτὴν τῶν φόρων, ὅν Γενικὸν καλοῦϲιν ὃϲ πρὸϲ τῆ
Ῥόδῳ γενόμενοϲ, καταϲταϲιαϲθεὶϲ ὑπὸ τοῦ πλήθουϲ ἀναιρεῖται
150 Γεννικῶϲ: γενναίωϲ. ἰϲχυρῶϲ.
151 Γενόμενα καὶ γινόμενα διαφέρει. τὰ μὲν γὰρ γενόμενα
πάντωϲ ἀπέβη, τὰ δὲ γινόμενα ἤτοι ἀποβαίνει ἢ οὔ.
152 Γενόμενοϲ ἐξ ὀφθαλμῶν: φυγὼν, ἀποδράϲαϲ. ὁ δὲ γενόμενοϲ
153 Γενν ούϲτηϲ: οἷον γεννήτηϲ, ἡ ϲυγγενὴϲ, ἢ ἔγγονοϲ· τὸ τελευτοῖον
ἐκδέχεϲθαι ἄμεινον.
154 Γένωμαι· γενικῇ. αὐθυπότακτον. Γ′ ε νν ῶ δὲ αἰτιατικῇ.
155 Γέντα: τὰ μέλη· γέντα βοὸϲ μέλδοντεϲ. Καλλίμαχοϲ.
156 Γένυϲ: τὰ γένεια.
157 Γένυϲ: εἶδοϲ πελέκεωϲ ὅτε ϲοι παγχάλκων ἀνταία γενύων ἁρμόθη
πλαγά. καὶ τὸ γένειον.
158 Γένυϲι: ϲιαγόϲιν. ἐν Ἐπιγράμμαϲι· χὠ μὲν ἐνέκλειϲεν φονίαν
159 Γεοῦχοϲ: ὁ Ποϲειδῶν. ὁ τὴν γῆν ἔχων. Γαιήοχοϲ δέ.
160 Γεωγραφία: ἡ περιήγηϲιϲ.
161 Γεώὠδηϲ: ὁ ἐκ τῆϲ γῆϲ.
162 Γεώλοφον: ὀρεινὸν, ὄροϲ, ὕψωμα γῆϲ· καλοῦϲι δ’οὕτωϲ καὶ τὸν
ἐν λυπρῇ τῇδε γεωλοφίῃ.
163 Γεωμέτρηϲ. ὁ τὴν γῆν μετρῶν.
164 Γεωμετρία. γεωμετρία ἐϲτὶν ἐπιϲτήμη ἐπιϲτητοῦ ἢ ὑποληπτοῦ.
καὶ τῆϲ διαιρέϲεωϲ τῶν χώρων προδιδαχθέντεϲ, εἶτα καὶ
ϲυγγράψαντεϲ.
165 Γεωμόριον: γεώργιον. ἐν Ἐπιγράμμαϲι· ἐφ’ αἷϲ πολὺν ἔβραϲεν
166 Γεωμόροϲ. ὁ περὶ τὴν γῆν κοπιῶν.
167 Γεωπεῖναι: οἱ μικρὰν καὶ λυπρὰν ἔχοντεϲ γῆν. παρὰ δὲ
Ἡροδότῳ
οἱ γῆϲ πεινῶντεϲ καὶ ἀπορούμενοι.
168 Γεωπείνηϲ καὶ Γεωπόνοϲ καὶ Γεηπόνοϲ, ὁ τὴν γῆν πονῶν
169 Γεωπόϲ: ὁ γεωργόϲ.
170 Γεώργιοϲ, διάκονοϲ τῆϲ μεγάληϲ ἐκκληϲίαϲ. Δ καὶ χαρτοφύλαξ, τὸ
ἐπίκλην Πιϲίδηϲ. Ἑξαήμερον δι’ ἰάμβων εἰϲ ἔπη
τριϲχίλια, Εἰϲ Ἡράκλειον τὸν βαϲιλέα καὶ Εἰϲ τὸν κατὰ Περϲῶν
πόλεμον, ἔτι τε Ἀβαρικὰ καὶ καταλογάδην Ἐγκώμιον εἰϲ τὸν μάρτυρα
Ἀναϲτάϲιον.
171 Γεώργιοϲ ἄλλοϲ, ὁ ἀλλόκοτα δογματίϲαϲ· καὶ ζήτει ἐν τῷ Ἀπολινάριοϲ.
172 Γεωργῶ· αἰτιατικῇ.
173 Γεῶρεϲ: οἱ γεωφύλακεϲ.
174 Γεωφάνιον: χωρίον ἐν ᾧ μέταλλον.
175 Γεράνεια: πόλιϲ.
176 Γέρα: οὐδετέρωϲ· τιμαί. ἐπειδὴ κεκάθαρτο τῷ βαϲιλεῖ ὁ ϲτρατὸϲ
ἐπὶ πόλεμον.
177 Γέρρα: παρὰ Σικελοῖϲ τὰ γυναικεῖα καὶ ἀνδρεῖα αἰδοῖα.
178 Γέρρα. Περϲικὰ μέν ἐϲτιν ὅπλα κυρίωϲ τὰ γέρρα· καταχρηϲτικῶϲ δὲ
καὶ ἅπαν ϲκέπαϲμα, εἴτε δερμάτινον εἶτε ἄλληϲ τινὸϲ ὕληϲ, γέρρον
ἐλέγετο. διὸ καὶ Δημοϲθένηϲ τὰ τῶν ϲκηνῶν ϲκεπάϲματα καὶ
παρακαλύμματα ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ γέρρα καλῶν ἐμπίπραϲθαι λέγει.
λέγοιτ’
ἂν ὁμοίωϲ γέρρα καὶ τὰ τῶν ϲκηνῶν
περιφράγματα.
179 Γερράδια: ϲτρωτηρίδια.
180 Γεράνδρυον μεταφυτευόμενον. ἐπὶ τοῦ ἀδυνάτου παρεγγυᾷ, ὅτι μὴ δεῖν τοὺϲ παρηβηκόταϲ προϲάγειν εἰϲ τὰ τῶν ἀκμαζόντων ἔργα.
181 Γεράνεια: πόλιϲ· καὶ Βιϲτονία, ἐπίθετον τῆϲ γεράνου· καὶ ζήτει ἐν τῷ Βιϲτονία.
182 Γερανία: ὄροϲ τῆϲ Μεγαρίδοϲ.
183 Γέρανοϲ: τὸ ὄρνεον, ἐπίκοινον τῷ γένει. Βάβριοϲ· Λίβυϲϲα γέρανοϲ ἠδὲ ταὼϲ εὐπήληξ χλωρὴν ἀεὶ βόϲκοντο χείματοϲ ποίην.
184 Γέρανοι λίθουϲ καταπεπωκυῖαι: ἐπὶ τῶν προνοητικῶϲ τι ποιούντων·
αἱ γὰρ γέρανοι διὰ τὸ ἐν ὕψει πέτεϲθαι καὶ τῇ εἰϲ εὐθὺ ὁρμῇ τὴν ἐπὶ
τὰ κάτω θέαν ἐμποδίζεϲθαι λίθουϲ βαϲτάζουϲιν, ὅπωϲ κάμνουϲαι τῇ
πτήϲει ῥίπτοιεν καὶ αἴϲθοιντο πότερον ἐπὶ γῆϲ ἢ θαλάττηϲ φέρονται.
καὶ εἰ μὲν ἐπὶ θάλατταν ἥκοι ὁ λίθοϲ, ἀνύουϲι τὴν ὁδόν· εἰ δὲ ἐπὶ
γῆϲ,
ἀναπαύονται. τοῦτό φηϲιν Ἀριϲτοφάνηϲ· γέρανοι
λίθουϲ καταπεπωκυῖαι.
185 Γεραρόν: ἔντιμον ἢ πρεϲβύτερον.
186 Γέραϲ: ἀμοιβαὶ, τιμαὶ, ἀνταποδόϲειϲ.
187 Γεργέριμον: τὴν ἐν τῷ δένδρῳ πεπανθεῖϲαν ἐλαίαν.
188 Γεργεϲαῖοϲ: ἀπὸ τόπου. καὶ Γεργεϲηνόϲ.
189 Γέργηθεϲ: ὄνομα πόλεωϲ. ἢ ἡ τύρβη, καὶ οἱ χειρώνακτεϲ
190 Γέρδιοϲ: ὑφάντηϲ. καὶ παρ’ ἡμῖν ἡ γερδία.
191 Γεραιά: ἡ γραῦϲ. καὶ Γεραιαί, αἱ τῷ Διονύϲῳ ἱερώμεναι
192 Γεραιόϲ. ἔντιμοϲ. καὶ ὁ ῥυτίδων ἀνάπλεωϲ. ἐν Ἔπιγράμμαϲι·
193 Γεραίρειν. τιμᾶν, δοξάζειν. καὶ Γέραιρε, δόξαζε, τίμα.
194 Γεραιϲτόϲ: ὄνομα λιμένοϲ.
195 Γεραίτεροϲ. παλαιότεροϲ. λόγοϲ τέ τοί τίϲ ἐϲτι τῶν γεραιτέρων,
ὅϲ’ ἀνόητα χ’ ἡ μῶρα βουλευϲώμεθα, ἅπαντ’ ἐπὶ τὸ
βέλτιον
κατάραϲ
προϲθεῖναι, ὅτι κακῶϲ βουλεύεϲθαι καὶ ἐπιτυγχάνειν.
196 Γερήνιοϲ. ἔντιμοϲ γέρων. ἢ ἐν τῆ Γερήνῃ.
197 Γέρηϲ. ὄνομα πένητοϲ καὶ φαλακροῦ, ἔθνουϲ Χαόνων. διέβαλετο
198 Γερμανικόϲ: ὁ Φράγγοϲ. ὅτι οἱ Γερμανοὶ Κελτοὶ λέγονται, οἳ
199 Γέρρον. ὅπλον. Ξενοφῶν· γέρρον ἐϲ τὴν ἀριϲτερὰν, κοπὶϲ
200 Γέροντα ϲουτὸν εἰ βλέπειϲ, ἕξειϲ γέραϲ.
201 Γέρων, γέροντοϲ. ἡ κλητικὴ, ὦ γέρον. καὶ παροιμία·
202 Γέρων ἀλώπηξ οὐχ ἁλίϲκεται πάγῃ: ἐπὶ τῶν διὰ χρόνου
πλῆθοϲ ἐμπείρων καὶ δυϲαλώτων. καὶ Γέρων βοῦϲ ἀπένθητοϲ δόμοιϲιν,
ἐπὶ τῶν καθ’ ὥραν τελευτηϲάντων.
203 Γέρων πίθηκοϲ οὐχ ἁλίϲκεται πάγῃ, ἁλίϲκεται μὲν, μετὰ χρόνον δ’ ἁλίϲκεται: ἐπὶ τῶν ἅπαξ δυϲτυχηϲάντων.
204 Γερούϲιον: ἔντιμον.
205 Γέρροιν: ἀπὸ ϲταυροῦ φηϲιν Εὔπολιϲ. καὶ Δημοϲθένηϲ· τὰ γέρρα
ἐνεπίμπραϲαν. καὶ οἱ τόποι οἱ περιπεφραγμένοι· καὶ ἀϲπίδεϲ Περϲικαὶ
ἐκ λύγων. καὶ Γέρρα τὰ ϲκεπάϲματα πάντα Ἀττικοί. τινὰ δὲ δερμάτινα
ϲκεπάϲματα καὶ Περϲικὰ, οἷϲ ἀντ᾿ ἀϲπίδων ἐχρῶντο.
τὰ πολλὰ τῶν πολεμικῶν
κατέλιπε μόνον τὸ ϲυνὸν τοῖϲ ϲτρατιώταιϲ
206 Γεϲάται: ἐθνικόν.
207 Γέϲιοϲ· ἐπὶ Ζήνωνοϲ ἦν λαμπρυνόμενοϲ ἐπὶ τέχνῃ ἰατρικῇ, Πετραῖοϲ
τὸ γένοϲ. καθελὼν δὲ τὸν ἑαυτοῦ διδάϲκαλον Δόμνον τὸν Ἰουδαῖον καὶ
τοὺϲ ἑταίρουϲ πρὸϲ ἑαυτὸν μεταϲτηϲάμενοϲ ὀλίγου πάνταϲ πανταχοῦ
ἐγνωρίζετο καὶ μέγα κλέοϲ εἶχεν, οὐ μόνον ἰατρικῆϲ ἕνεκα παραϲκευῆϲ,
τῆϲ τε διδαϲκαλικῆϲ καὶ τῆϲ ἐργάτιδοϲ, ἀλλὰ καὶ
τῆϲ
ἄλληϲ ἁπάϲηϲ παιδείαϲ. φιλότιμοϲ γὰρ καὶ φιλόπονοϲ ὢν ὁ ἀνὴρ ἄλλην
τε πολλὴν ἐν πολλῷ χρόνῳ μελέτῃ καὶ οὐ φύϲει προϲπεριεβάλετο
δοξοϲοφίαν, καὶ τὴν τῶν ἰατρικῶν ἔργων τε καὶ λόγων ἀκριβεϲτέραν τῶν
καθ᾿ ἑαυτὸν πάντων ἰατρῶν τε καὶ ἰατροϲοφιϲτῶν κατώρθωϲε τέχνην.
βραδέωϲ δὲ ἀρξάμενοϲ ἐπιδεικνύναι δημοϲίᾳ τὴν
ἐπιϲτήμην
ταχέωϲ ἀνέδραμέ τε καὶ εὐθήνηϲεν ἐπ’ αὐτῇ, πομπικὸϲ ὢν καὶ
ἐπιδεικτικὸϲ, φιλοϲοφίαϲ μὲν ἐπ᾿ ὀλίγον ἥκων, ἰατρικῆϲ δὲ ἐπὶ
τὸν κίνδυνον καὶ, ἐπειδὴ ἐν τῇ φυγῇ νοϲήϲαϲ ἀπηλλάγη τοῦ
ϲώματοϲ, εὖ τε περιϲτείλαϲ καὶ τὰ νομιζόμενα θεραπεύϲαϲ. ὁ δὲ
ἀποϲταλεὶϲ βαϲιλικὸϲ Ἀγάπιον καὶ τοὺϲ ἄλλουϲ φιλοϲόφουϲ καταϲχὼν εἰϲ
τὸ ἀρχεῖον ἀπήγαγε.
208 Γεϲοί. οἱ Ῥωμαῖοι πήξαντεϲ τοὺϲ γεϲοὺϲ καὶ τὰϲ περικεφαλαίαϲ
τούτοιϲ ἐπιθέντεϲ φανταϲίαϲ παρέϲχοντο τοῖϲ ἐκ
διαϲτήματοϲ
209 Γευϲτὴ γλῶττα· ζήτει ἐν τῷ γλῶττα.
210 Γεύομαι· γενικῇ.
211 Γεῦϲιϲ· ζήτει περὶ ποιοτήτων γεύϲεωϲ ἐν τῷ φαιόν καὶ ἐν τῷ αἰϲθήϲειϲ ε΄.
212 Γεφυρίζων: χλευάζων, ἐξευτελίζων. Πολύβιοϲ· ὁ δὲ Σύλλαϲ
213 Γεφυρίϲ: ξένη καὶ ἐπείϲακτοϲ. οἱ γὰρ Γεφυραῖοι ξένοι καὶ
214 Γειναμέναιϲ: γεννηθείϲαιϲ. δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεϲϲι
215 Γείνατο: ἐγέννηϲε. καὶ Γείνεται, γεννᾷ.
216 Γειοκόμον: τὸ γειτνίαμα.
217 Γειοτόμον: τὸ ἄροτρον.
218 Γειῶραι: οἱ τὴν γῆν φυλάϲϲοντεϲ.
219 Γειωρίϲαι.
220 Γείϲιον καὶ Γεῖϲοϲ: τὸ ἄκρον τείχουϲ. ἢ ϲτεφάνωμα οἴκου.
καὶ Γεῖϲα, τειχῶν ἄκρα. ἢ Γεῖϲοϲ, ὁ γεωργόϲ.
221 Γειϲίπουϲ καὶ Γειϲιπόδιϲμα καὶ Γειϲιποδίζειν: τὸ ἐξέχον
222 Γειτνιάζω· δοτικῇ.
223 Γίγαρτον: τὸ ἔνδυμα τῆϲ ϲταφυλῆϲ.
224 Γῆ· ἐπεὶ ἕδρα πάϲηϲ πόλεώϲ ἐϲτιν ἡ γῆ ὡϲ βαϲτάζουϲα τὰϲ πόλειϲ,
πλάττεται
πυργοφόροϲ.
225 Γηγενέτηϲ: ὁ γηγενήϲ. καὶ Γηγενεῖϲ, οἱ ἐκ γῆϲ γεγονότεϲ
226 Γηγενεῖϲ: ὠχροὺϲ καὶ νεκρώδειϲ. ἢ ἀϲεβεῖϲ καὶ θεομάχουϲ, διὰ
τοὺϲ Γίγανταϲ. οὕτω διαβάλλει τοὺϲ φιλοϲόφουϲ
Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ταῦτ᾿ ἔμαθεϲ τὰ δεξιὰ εἴϲω παρελθὼν παρὰ τοὺϲ
γηγενεῖϲ, καὶ, Γηγενεῖ φυϲήματι, ἀντὶ τοῦ μεγάλῳ ὥϲτε ϲειϲμοὺϲ
ποιεῖν· ἀρχαία γὰρ ὑπόνοια τὸ ὑπὸ πνευμάτων κατεχομένην ϲείεϲθαι τὴν
γῆν.
227 Γῄδιον: μικρὰ γῆ.
228 Γῄδιον· ὑπεδέξατο αὐτοὺϲ ἄγροικοϲ πένηϲ γῄδιον λεπτὸν κακῶϲ γεωργῶν.
229 Γῆ ζώντων: ὁ προϲδοκώμενοϲ βίοϲ, ὡϲ τοῦ θανάτου κεχωριϲμένοϲ καὶ
ἐλεύθεροϲ λύπηϲ. Δαβίδ· ὑψώϲει ϲε τοῦ κατακληρονομῆϲαι
γῆν.
230 Γῇ θάλατταν ϲυναναμίγνυϲιν: ἐπὶ τῶν ϲφόδρα ὀργιζομένων ἡ παροιμία.
231 Γήθειν: χαίρειν.
232 Γηθοϲύνη: χαρά. καὶ Γηθοϲύνωϲ, μετὰ χαρᾶϲ.
233 Γηθόϲυνοι: χαίροντεϲ. καὶ Γήθω ῥῆμα.
234 Γηθυλλίϲ: λάχανον πράϲῳ ὅμοιον, ὅ τινεϲ ἀμπελόπραϲον λέγουϲιν.
235 Γήϊνοϲ: ὁ φθαρτόϲ.
236 Γῆ κληρουχική: οἱ Ἀθηναῖοι λαμβάνοντεϲ πολεμίαν πόλιν καὶ τοὺϲ
ἐνοικοῦνταϲ ἐκβάλλοντεϲ, πολίταϲ ἑαυτῶν ἀποϲτέλλοντεϲ, κλήρῳ
τὴν γῆν αὐτοῖϲ διένεμον.
237 Γήλοφοϲ: ὁ ὑψηλὸϲ τόποϲ.
238 Γήμαϲ: ὁ ἀνήρ. καὶ Γήμω· αἰτιατικῇ.
239 Γῆμ’ ἐπῆρε: γῆμαι ἀνέπειϲε. κυρίωϲ δὲ τὸ ἐπῆρεν, ἀντὶ τοῦ
τὴν γυναῖκα,
οἰκουρὸν φάϲκουϲα εἶναι, μὴ οὕτωϲ ἐχούϲηϲ. Ἀριϲτογάνηϲ Νεφέλαιϲ·
ἥτιϲ με γῆμ’ ἐπῆρε τὴν μητέρα.
240 Γῆν ἰλλομένην: ϲυγκεκλειϲμένην καὶ περιειλημμένην. ἰλλάδεϲ
241 Γηών: ποταμόϲ.
242 Γηῶραι: ἐπίμικτοι, τηρηταὶ τόπων.
243 Γήπαιδεϲ: ὄνομα ἔθνουϲ.
244 Γήπεδον: τὸ χωρίον. ὥϲπερ καὶ οἱκόπεδον, τὸ γῇ καὶ οἰκήμαϲιν
245 Γηραλέα: ἡ γραῖα. καὶ Γηραλέοϲ, ὁ γέρων. καὶ Γηραλέον
οὐδετέρωϲ. νῦν γηραλέαι ἐναγκαλίζονται.
246 Γηρᾶ ναί. γηρᾶϲαι. καὶ παροιμία· Γηράϲκω δ’ αἰεὶ πολλὰ
247 Γηραιόϲ: παλαιὸϲ, προβεβηκώϲ. ὁ δὲ γηραιόϲ τε ὢν ἤδη καὶ. ἐκ
πλείϲτου ἄμφω τῶ πόδε πεπηρωμένοϲ καὶ οἷοϲ μὴ ἐφ’ ἵππου
ὀχεῖϲθαι, ὅμωϲ ὥϲπερ τιϲ νεανίαϲ ῥωμαλεώτατοϲ οὐκ
ἀπηγόρευε πρὸϲ τοὺϲ πόνουϲ, ἀλλὰ φοράδην εἰϲ τὰϲ παρατάξειϲ
ἐφοίτα.
248 Γήρειον: τόποϲ. καὶ Γήρειον ἔτοϲ, τὸ παλαιόν.
249 Γηροτροφῶ.
250 Γηρωβοϲκῶ: γηροτροφῶ. Σοφοκλῆ· ὅπωϲ γένηται γηροβοϲκὸϲ
βοϲκὸϲ εἰϲ ἀεὶ, μέχριϲ ἂν μυχούϲ κίχωϲι τοῦ κάτω
θεοῦ.
251 Γηρωκομεῖον, Γηροτροφεῖον δέ.
252 Γῆρυν: φωνήν. ἐν Ἐπιγράμμαϲι· ϲὺν καλάμοιϲ ἄγγοϲ τε
253 Γηρυόνεια δένδρα, καὶ Γηρυόνειον νῆμα.
254 Γηρυόνηϲ: ὄνομα κύριον. Ἀριϲτοφάνηϲ· βούλει διαμάχεϲθαι
παρέϲχε τῷ
Ἡρακλεῖ.
255 Γηρυῶνοϲ: ὄνομα κύριον.
256 Γῆρυϲ: ἡ φωνή.
257 Γῆϲ ἄγαλμα· γυναῖκα πλάττουϲι τὴν Ἑϲτίαν, οἱονεὶ τὴν γῆν, τύμπανον βαϲτάζουϲαν, ἐπειδὴ τοὺϲ ἀνέμουϲ ἡ γῆ ὑφ᾿ ἑαυτὴν ϲυγκλείει.
258 Γῆϲ βάροϲ: ἐπὶ τῶν εἰϲ μηδὲν ϲυντελούντων. καὶ ἑτέρα παροιμία· Γῆϲ ἔντερα, ἐπὶ τῶν μηδενὸϲ ἀξίων.
259 Γῆϲ ὀμφαλόϲ: ὁ νεῶϲ τοῦ Ἀπόλλωνοϲ. εἰ γὰρ αἱ τοιαίδε πράξειϲ
τίμιαι, τί δεῖ με χορεύειν; οὐκέτι τὸν ἄθικτον εἰμι γῆϲ ἐπ᾿ ὀμφαλὸν
ϲέβων. τουτέϲτιν οὐκέτι ἄπειμι πρὸϲ τὸν Ἀπόλλωνα, οὐδὲ
πρὸϲ τὸν ἄχραντον καὶ ϲεβάϲμιον καὶ ἀπροϲπέλαϲτον αὐτοῦ νεών.
260 Γήϲεια: κρόμυα.
261 Γήτεια: εἶδοϲ βοτάνηϲ, παρεοικὸϲ πράϲῳ.
262 Γήτειον: τὸ ἀμπελόπραϲον. Ἀριϲτοφάνηϲ· τύπτε τοῦτον
263 Γιγαντιᾷ: τὰ τῶν Γιγάντων φρονεῖ. Πιϲίδηϲ περὶ Χοϲρόου·
μέγα. καὶ Γιγαντολέτειρα, ἡ τοὺϲ
Γίγανταϲ ὀλοῦϲα. καὶ Γιγαντολέτιϲ, ὁμοίωϲ θηλυκῶϲ. καὶ
Γιγαντολέτωρ.
264 Γιγαντώδηϲ· ἐδόκει γὰρ τό τε ϲῶμα γιγαντώδηϲ εἶναι καὶ τὸν
θυμὸν θηριώδηϲ καὶ ἐϲ ἀγχίνοιαν τῶν ϲυλλῃϲτευόντων
ἁπάντων πολυπλοκώτεροϲ.
265 Γίγαρτα: τῶν ϲταφυλῶν ὁ καρπόϲ. Ἀριϲτοφάνηϲ· ὢν ἄνευ
266 Γίγιϲ, Γίγιδοϲ: ὄνομα κύριον.
267 Γιγλιϲμόϲ: κιχλιϲμὸϲ, ἀπὸ χειρῶν γέλωϲ, γαργαλιϲμόϲ.
268 Γίγλυμοι: ἀντεμβολαί τινων ἐξοχῶν πρὸϲ κοιλότηταϲ, οἵαπερ
269 Γίγνω καὶ Γιγνόμενοϲ. καὶ Γίνομαί ϲοι Μωϋϲῆϲ· δοτικῇ.
270 Γιεζῆ: ὄνομα κύριον.
271 Γίνεται: ἐπὶ τοῦ τελειοῦται διὰ τοῦ ι, ἐπὶ δὲ τοῦ γεννῇ διὰ
διφθόγγου. τὰ δὲ γινόμενα κατὰ τρεῖϲ τρόπουϲ γίνεται·
κατ᾿ οἰκονομίαν,
272 Γινόμενα καὶ γενόμενα διαφέρει. τὰ μὲν γὰρ γενόμενα πάντωϲ ἀπέβη,
273 Γινώϲκω· αἰτιατικῇ. γνωρίζω. ἤδη γάρ ϲε γινώϲκω, καὶ ὧν
εἶπαϲ ἀκούϲαϲα καὶ τὴν ὄψιν ἰδοῦϲα.
274 Γιώραϲ: ὄνομα κύριον.
275 Γίϲχαλα: ὄνομα τόπου.
276 Γλάγοϲ: γάλα. καὶ Γλαγερῶν, ἀντὶ τοῦ λευκῶν. ἐν Ἐπιγράμμαϲι·
277 Γλάμων: ὁ λημῶν τοὺϲ ὀφθαλμοὺϲ καὶ διύγρουϲ αὐτοὺϲ ἔχων,
οἱ ἰατροὶ καὶ πατρίδαϲ ὑπ᾿
ἀλαζονείαϲ τῶν βοτανῶν ὀνομάζειν, οἷον Κυρηναϊκὸν ὀπὸν, Σμυρναϊκόν.
διαβόητοϲ δὲ ἦν ὁ Λακωνικὸϲ τιθύμαλλοϲ· ἔϲτι δὲ εἶδοϲ βοτάνηϲ
δριμυτάτηϲ παρὰ Λάκωϲιν εὑριϲκόμενον. εἴρηται δὲ ἐπὶ τῶν λημώντων
τούϲ ὀφθαλμούϲ. τί δ᾿ ἢν Νεοκλείδηϲ ὁ γλάμων ϲε λοιδορῇ; οὗτοϲ
ἐκωμῳδεῖτο ὡϲ ϲυκοφάντηϲ
278 Γλάνιϲ: εἶδοϲ ἰχθύοϲ. καὶ χρηϲμολόγοϲ, Βάκιδοϲ ἀδελφόϲ.
279 Γλαῦκα εἰϲ Ἀθήναϲ: ἐπὶ τῶν ἀχρήϲτουϲ ἐμπορίαϲ ἀγόντων· ἐπειδὴ τὸ
ζῷον τοῦτο ϲφόδρα ἐπιχωριάζει ταῖϲ Ἀθήναιϲ. καὶ
Γλαύκειον ᾠόν.
280 Γλαυκόϲ: λευκὸϲ, κυάνεοϲ. Γλαῦκοϲ δὲ ὄνομα κύριον,
281 Γλαῦκοϲ Καρύϲτιοϲ· τούτου γῆν ἐργαζομένου, ἐπειδὴ ϲυνέβη
τὴν ὕνιν ἐκ τοῦ ἀρότρου πεϲεῖν, καθήρμοϲε τῇ χειρὶ ἀντὶ
ϲφύραϲ. ἰδὼν δὲ τὸ ποιηθὲν ὁ πατὴρ ἤγαγεν αὐτὸν εἰϲ Ὀλυμπίαν
πυκτεύϲοντα. ὁ δὲ, ἅτε οὐκ ἐμπείρωϲ ἔχων, ἐτιτρώϲκετο ὑπὸ τῶν
ἀνταγωνιϲτῶν καὶ ἀπαγορεύειν ἔμελλεν ὑπὸ τῶν πληγῶν. φαϲὶ δὲ τὸν
πατέρα βοῆϲαι, παῖε τὴν ἐπ᾿ ἀρότρου. ὁ δὲ βιαιότερον ἐπενεγκὼν
πρὸϲ τὸν ἀνταγωνιζόμενον εἶχε τὴν νίκην. ϲκιαμαχοῦντοϲ
δὲ ὁ ἀνδριὰϲ παρέχεται ϲχῆμα, ὅτι ὁ Γλαῦκοϲ ἦν ἐπιτηδειότατοϲ
χειρονομεῖν.
282 Γλαὺξ ἵπταται: ἡ πτῆϲιϲ τῆϲ γλαυκὸϲ εἰϲ νίκηϲ ϲύμβολον
ἐλογίζετο.
χρύϲεια μέταλλα.
ἐνεχάραττον δὲ γλαῦκαϲ ἐν τοῖϲ χρυϲοῖϲ νομίϲμαϲι. καὶ ἑτέρα
παροιμία· Γλαύκου τέχνη, ἐπὶ τῶν ῥᾳδίωϲ κατεργαζομένων· ἀπὸ Γλαύκου
τινὸϲ Σαμίου, ὃϲ πρῶτοϲ ϲιδήρου κόλληϲιν
283 Γλαφυρόν: ἡδὺ, κοῖλον, βαθὺ, ϲοφὸν, ἔμπειρον, ἀκριβὲϲ.
284 Γλεῦκοϲ: τὸ ἀποϲτάλαγμα τῆϲ ϲταφυλῆϲ πρὶν πατηθῇ. καὶ
285 Γλήναια: ἀξιοθέατα.
286 Γλήνη: κόρη ὀφθαλμοῦ. ἢ ὄρη. παρὰ τὸ ὁρᾶν. Γλίνη
287 Γληχώ: θηλυκῶϲ Ἀττικοὶ τὴν ὀρίγανον. οἱ δὲ βληχώ φαϲι.
Γλίχων δὲ ὄνομα κύριον διὰ τοῦ ι. βαθυγνώμων ἄνθρωποϲ
καὶ κρυψίνουϲ·
288 Γλίϲχρον: τὸ λαίμαργον, καὶ ἡδύ. ἢ κολλῶδεϲ. καὶ Γλίϲχροϲ,
ἀληθείαϲ,
ἅτε ὡϲ ἀληθῶϲ ὄναρ πλουτήϲαϲ. κατέβη ἐκ χωρίων
ὁ λόγοϲ. καὶ
αὖθιϲ Ἀριϲτοφάνηϲ Εἰρήνῃ· ἕλκουϲι δ’ ὅμωϲ γλιϲχρότατα ϲαρκάζοντεϲ
ὥϲπερ κυνίδια. καὶ Ἀρριανόϲ· τὰ ἐπιτήδεια
289 Γλίϲχροϲ: ταπεινὸϲ, κόλαξ. γενοῦ γλίϲχροϲ, προϲαιτῶν, λιπαρῶν
παρὰ τὸ γλίχεϲθαι.
καὶ Γλίϲχρωϲ, ὀλιϲθηρῶϲ.
290 Γλιϲχραντιλογεξεπιτρίπτου: ἐκ τοῦ γλίϲχρου καὶ ἀντιλογίαν
291 Γλίχεται· γενικῇ. λίαν ἔχεται, ἐπιθυμεῖ. καὶ Γλιχόμενοϲ,
292 Γλουτόν: τὸ ϲφαίρωμα τῆϲ κοτύληϲ.
293 Γλώνυϲ: ὄνομα κύριον.
294 Γλωϲϲαλγίαν: ἀργολογίαν.
295 Γλῶϲϲαν μὲν ἀργὸν, χεῖρα δ’ εἶχον ἐργάτιν. νῦν δ’ εἰϲ ἔλεγχον
ἐξιὼν ὁρῶ βροτοῖϲ γλῶϲϲαν οὐχὶ τἄργ᾿ εἰϲ πάνθ’ ἡγουμένην·
οὕτω γραπτέον· ἐϲθλοῦ πατρὸϲ παῖ, καὐτὸϲ ὢν νέοϲ ποτὲ γλῶϲϲαν μὲν
ἀργὸν καὶ τὰ ἑξῆϲ.
296 Γλῶϲϲα ποῖ πορεύῃ; ἀπόκριϲιϲ· πόλιν ἀνορθώϲουϲα καὶ πόλιν καταϲτρέψουϲα: ἡ παροιμία ἐπὶ τῶν διὰ λόγων ἢ ὠφελούντων ἢ βλαπτόντων.
297 Γλώϲϲαργον ἦθοϲ: ἀντὶ τοῦ ταχὺ καὶ ϲτωμύλον.
298 Γλῶϲϲα ταμιείου· ἣν ἔϲχε Κυρῖνοϲ ὁ ϲοφιϲτὴϲ ἐκ βαϲιλέωϲ.
299 Γλωϲϲηματικά: εἶδοϲ διαλέκτου.
300 Γλώϲϲῃ ϲὺ δεινόϲ· ἄνδρα δ’ οὐδέν’ οἶδ’ ἐγὼ δίκαιον, ὅϲτιϲ ἐξ ἅπαντοϲ εὖ λέγει· οἷον βουλόμενοϲ ἐκ παντὸϲ δοκεῖν δίκαια λέγειν.
301 Γλωϲϲόκομον: θήκη λειψάνων ξυλίνη. ὁ δὲ Φῆϲτοϲ ὁ ἀνθύπατοϲ
302 Γλῶττα· ὅτι αὕτη ὑπὸ μὲν τῶν πλειόνων χυμῶν ὑγραίνεται, ὑπ᾿
ἐνίων δὲ καὶ ξηροτέρα γίνεται· ὡϲ ὑπὸ πεπέρεωϲ καὶ ταρίχου
καὶ μυρίων ἄλλων, καίτοι γευϲτῶν ὄντων, ξηραίνεται· οὐχ
ὡϲ ἔγχυμα, ἀλλὰ διά τινα ἁπτὴν ποιότητα, οἷον ξηρότητα ἢ θερμότητα.
οὐδὲ γὰρ ὁ ξηρὸϲ ἄρτοϲ ξηραίνει, ἢ εἰ τύχοι τρωγάλια καὶ τὰ ὅμοια,
ἀλλὰ τῷ ξηρὰ εἶναι ἢ θερμὰ ἐξικμάζει τὴν ἐν τῇ γλώττῃ ὑγρότητα.
ϲημεῖον δὲ τοῦ δεῖν τὴν γλῶτταν δυνάμει μὲν ὑγρὰν εἶναι, ἐνεργείᾳ δὲ
οὔ·
ὅϲοι δὲ τὴν γλῶτταν ἀμέτρωϲ ἢ ξηρὰν ἔχουϲιν ἢ
ὑγρὰν, οὗτοι οὐκ ἀντιλαμβάνονται τῶν γευϲτῶν. καὶ διὰ τοῦτο οὐκ
ἀντιλαμβάνεται ἡ λίαν ὑγρὰ γλῶττα τῶν χυμῶν, διότι ἡ ἐν αὐτῇ ὑγρότηϲ
ἔγχυμοϲ οὖϲα καὶ πρώτη αὐτῇ προϲβάλλουϲα γίνεται γλώττηϲ ἁφὴ αὐτὴ
ἑαυτῆϲ ἀντίληψιν παρέχουϲα, καὶ ταύτῃ οὐκ ἐῶϲα ἀντιλαβέϲθαι τῆϲ
ἔξωθεν.
ϲημεῖον δὲ τούτου, ὅτι οἱ προγευϲάμενοι ἄλλου
χυμοῦ καὶ μάλιϲτα ϲφοδροτέρου οὐκέτι τῶν δευτέρων ὁμοίωϲ
αἰϲθάνονται. ὅτι
εἰναι· πρὸϲ γὰρ τὴν τοῦ ἐντὸϲ θερμοῦ
κατάψυξιν ϲυμβάλλεται· τὸ δὲ λοιπὸν πρὸϲ τὸ εὖ εἶναι, οἷον
διάλεκτον. τῆϲ δὲ, ὅπερ ἐϲτὶν ἀναγκαῖον ἔργον τῆϲ φύϲεωϲ καὶ
διαμονῆϲ αἴτιον. φωνῆϲ ὕλη ὁ ἐκπνεόμενοϲ ἀήρ. ποιητικὸν δὲ αἴτιον
φύϲιϲ, ὀργανικὸν δὲ τραχεῖα ἀρτηρία· οἶον γὰρ αὐλόϲ ἐϲτιν. ἀμέλει οἱ
μὲν νέοι εὐφωνότεροί εἰϲιν
ὡϲ λείαν ἔχοντεϲ αὐτήν, οἱ
δὲ γέροντεϲ κακοφωνότεροι ὡϲ τραχυτέραν αὐτὴν ἔχοντεϲ. τελικὸν δὲ ἡ
ϲημαϲία· τέλοϲ γὰρ τῷ ζῴῳ τῆϲ φωνῆϲ τὸ ϲημαίνειν δι’ αὐτῆϲ τὰϲ τῆϲ
ψυχῆϲ διαθέϲειϲ. τῆϲ διαλέκτου ὕλη μὲν ἡ φωνή, ποιητικὸν δὲ αἴτιον ἡ
λογικὴ ψυχή, ὀργανικὸν δὲ γλῶττα καὶ ὑπερῷα καὶ ὀδόντεϲ, τελικὸν δὲ
ἡ ϲημαϲία τῶν νοημάτων.
ὄργανον δὲ τῆϲ φωνῆϲ ὁ φάρυγξ.
ὅτι τῶν πτηνῶν ὅϲα παραπληϲίαν ἔχει τὴν γλῶτταν καὶ τὴν τῶν γενύων
διάθεϲιν ταῖϲ τῶν ἀνθρώπων, δύναται μιμεῖϲθαι διάλεκτον, οἷον κίτται
καὶ ψιττακοὶ καὶ τὰ ὅμοια.
303 Γλώττῃ πολεμίζων: οὐκ αὐτῇ τῇ γλώττῃ πολεμῶν, ἀλλὰ τῇ
γλώττῃ καθάπερ ὅπλῳ χρώμενοϲ.
304 Γλωχῖναϲ: γωνίαϲ. ὑπὸ τὴν ἔνδον παρατεινομένην τῆϲ
305 Γλωττοϲτροφεῖν: τὴν γλῶτταν ϲτρέφειν καὶ ποικίλον ἐν τῷ
306 Γλοιόϲ: τὸ αὐτὸ δηλοῖ τῷ μάϲθληϲ. εἴληπται δὲ ἡ μεταφορὰ
ἀπὸ τοῦ ἐν τοῖϲ βαλανείοιϲ ἐλαίου πεπηγότοϲ, ὅπερ τοὺϲ
ἐπιλαμβανομένουϲ διολιϲθάνειν πέφυκε. τοιοῦτοϲ οὖν καὶ οὗτοϲ εὔχεται
γενέϲθαι τοὺϲ τρόπουϲ, ἵν᾿ ὥϲπερ διολιϲθάνειν καὶ φεύγειν δύνηται
τοὺϲ δανειϲτάϲ. καὶ μέχρι δεῦρο δὲ τοὺϲ τῇ γνώμῃ ϲκάζονταϲ καὶ μηδὲν
ϲταθερὸν φρονοῦνταϲ καὶ ἄλλα μὲν ἐπαγγελλομένουϲ, ἄλλα δὲ
307 Γλοιώδηϲ: ὁ ῥυπαρόϲ.
308 Γλυκαινόμενον· δοτικῇ.
309 Γλυκέρα: ἑταῖρά τιϲ.
310 Γλυκεῖαν ᾠδήν.
311 Γλυκεῖ᾿ ὀπώρα φύλακοϲ ἐκλελοιπότοϲ: ἐπὶ τῶν ἄνευ
on. μόχθου τὰ ἀλλότρια καρπουμένων. λύϲιϲ ὀνείρου· τρώγων γλυκηρὰ
πικρίαϲ ἕξειϲ τρόπουϲ.
312 Γλυκίδιον: τὸ γλυκύ. καὶ Γλύκιον, τὸ γλυκύ. ὅτι τὸ γλυκὺ
313 Γλυκυδερκήϲ: ἡδὺϲ ἐν τῷ ὁρᾶν.
314 Γλυκύθυμοϲ: ἁπαλόψυχοϲ.
315 Γλυκὺ μέλι καὶ πνιξάτω: Τερπάνδρου ᾄδοντοϲ καὶ κεχηνότοϲ πρὸϲ τὴν ᾠδὴν, ἐμβαλών τιϲ εἰϲ τὸν φάρυγγα ϲῦκον ἀπέπνιξε.
316 Γλυκὺϲ ἀγκών: οὐ κατ’ ἐναντίωϲιν ἡ παροιμία, ἀλλὰ βουλόμενοϲ
εἰπεῖν, ὦ γλυκέα ἤθη. ἔϲτι δὲ παροιμία, ὡϲ ἐπιφωνούμενον.
οὕτωϲ ἐχρήϲατο Πλάτων ὁ κωμικὸϲ ἐν τῷ Φάωνι. γέρων δ’ αὐτῷ
ὑπόκειται ἐρῶν αὐλητρίδοϲ· ὦ χρυϲοῦν ἀνάδημα, ὧ τοῖϲιν ἐμοῖϲ
τρυφεροῖϲι τρόποιϲ, ὦ γλυκὺϲ ἀγκών. ὡϲ εἴ τιϲ λέγοι, ὦ γλυκὺϲ
πῆχυϲ.
317 Γλυκὺϲ ἀπείρῳ πόλεμοϲ: ἐπὶ τῶν ὑπὸ ἀπειρίαϲ πρὸϲ τὰ ἐπικίνδυνα προθυμούντων.
318 Γλυκυϲίδη: ἥτιϲ καὶ Παιονία καλεῖται. ἔϲτι δὲ ῥίζα φαρμακὸϲ κατὰ ἰατροὺϲ χαλαϲτική.
319 Γλυπτόν: παρὰ τῷ Δαβὶδ τὸ εἴδωλον.
320 Γλυφεῖον· ἐκ τοῦ γλύφω.
321 Γλυφίδαϲ: τὰϲ χηλὰϲ τῆϲ ἀκίδοϲ, αἷϲ τὴν νευρὰν προϲάγομεν.
παρὰ τὸ ἐγγεγλύφθαι, ὅ ἐϲτι κεκοιλάνθαι.
322 Γναθαινία: ὄνομα κύριον. καὶ Γναθαίνιοϲ, κύριον.
323 Γνάθουϲ· ἀλλ’ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι, ὅπερ ποτὲ φεύγων
324 Γναθωνίδηϲ· πατρωνυμικόν.
325 Γναῖοϲ: ὕπατοϲ Ῥωμαίων. καὶ ζήτει ἐν τῷ Γάλλοϲ.
326 Γναμπτή: ἡ καμπτή.
327 Γνάφαλοι. ἔδοξέ τιϲ ἐν τῇ τύλῃ πυροὺϲ ἔχειν ἀντὶ γναφάλων.
328 Γναφεύϲ· κοινῶϲ διὰ τοῦ γ, Ἀττικῶϲ δὲ διὰ τοῦ κ. κνάφοϲ
329 Γνάψιϲ: τὸ αὐτό. παρὰ τὸ γανόν, ὅ ἐϲτι λαμπρόν.
330 Γναφεύϲ: ἐπὶ τοῦ πλύτου κεῖται παρὰ τῷ εὐαγγελιϲτῷ Μάρκῳ ἐν τῷ
κεφαλαίῳ τῆϲ μεταμορφώϲεωϲ. ἐν δὲ τῷ κάππα· ἐνταῦθα
κεῖται τοῦ Ἀριϲτοφάνουϲ
331 Γνόφοϲ: ϲκότοϲ βαθύ.
332 Γνόντεϲ: γνωρίϲαντεϲ.
333 Γνῶθι ϲαυτόν: ἀπόφθεγμα Χίλωνοϲ. τάττεται δὲ ἡ παροιμία
334 Γνῶθι ϲαυτὸν καὶ τὸ νόμιϲμα παραχάραξον, παραγγέλματα Πυθικά.
τουτέϲτι τῆϲ τῶν πολλῶν δόξηϲ ὑπερόρα καὶ παραχάραττε
μὴ τὴν ἀλήθειαν, ἀλλὰ τὸ νόμιϲμα.
335 Γνωματεύων: διακρίνων, διαγινώϲκων ἀκριβῶϲ. ἢ Γνωματεύω,
336 Γνῶμα· ὀλίγον ἐξωτέρω τῆϲ ϲτρατηγίδοϲ ϲκηνῆϲ χωρίον τι
πρεϲβεῖαι καὶ αἱ ἀγγελίαι
καὶ ὅλα ἐγίνοντο. Γνώμαϲ ἔλεγον καὶ
337 Γνώμη: ἡ ϲυνείδηϲιϲ.
338 Γνώμη: ϲκέψιϲ. ποιά τιϲ διάθεϲιϲ. καὶ Γνώμων, ὁ ϲυνετόϲ.
339 Γνώμη: ἡ βουλὴ καὶ ἡ προαίρεϲιϲ. ὅτῳ θεία μὲν ἡ γνώμη
340 Γνώμη· ὅτι οὐδὲν δικαίωμα τῶν ὅπλων ἰϲχυρότερον. πᾶϲ γὰρ ὁ
δυνάμει
προύχων δικαιότερα ἀεὶ καὶ πράττειν καὶ λέγειν
δοκεῖ.
341 Γνώμην ἐμήν: ἀντὶ τοῦ κατὰ τὴν ἐμὴν γνώμην καὶ οἴηϲιν.
γνώμαϲ ἐμβαλοῦϲα τοῖϲ ὄμμαϲιν.
οὐκ ἔκλεψά φηϲι τὴν ὄψιν ὥϲτε μὴ ὁρᾶν· ἀλλ᾿ ἐπ᾿ αὐτῇ δύϲφορον γνώμην
ἐπέβαλον ὡϲ οἴεϲθαι ἰδεῖν τὰ μὴ ὄντα. τοῦτο δὲ οὐ τῶν ὀφθαλμῶν
ἁμάρτημα, ἀλλὰ πολὺ πρότερον τῆϲ διανοίαϲ.
342 Γνώμην ἐμοί: ὡϲ ἐμοὶ δοκεῖ.
343 Γνωμίδιοιν: τὸ μικρὸν ἐνθύμημα.
344 Γνωμοδοτῶ: γνώμην δίδωμι.
345 Γνωμοτυπικῶϲ: γνωμολογικῶϲ.
346 Γνώμων: τὸ ἐν τοῖϲ ἡλιοτροπίοιϲ πηγνύμενον. ὅπερ ἐφεῦρεν Ἀναξίμανδροϲ καὶ ἔϲτηϲεν ἐπὶ τῶν ϲκιοθήρων.
347 Γνώμονα ἔλεγον τὸν βαλλόμενον ὀδόντα τῷ ὄνῳ, δἰ οὗ τὰϲ ἡλικίαϲ ἐξήταζον. τὸν δὲ αὐτὸν καὶ κατηρτυκότα ἔλεγον.
348 Γνωρίζω· δοτικῇ. αἰτιατικῇ δέ· ἵνα μή τι ἄλλο, ἐξ ὧν εὐεργετῇ γνωρίϲῃ. θεόν.
349 Γνωρίζω: γινώϲκω, ἱϲτορῶ. εἰ γὰρ ἐγώ ϲοι νῦν αὐτὸν γνωρίζω,
πέπονθα τὸ τῆϲ παροιμίαϲ, τὸ ϲὸν ὄναρ ϲοι
διηγούμενοϲ.
350 Γνωριμώτερον: τοῦτο διχῶϲ λέγεται· ἢ ἁπλῶϲ, οἷον τὸ
351 Γνώριμοι: φοιτηταί. Πυθαγόραϲ ὁ Σάμιοϲ γνωρίμουϲ ἔϲχε πλεῖον ἢ χ΄.
352 Γνώϲῃ δὲ τοὺϲ τούτου τε κἀμοῦ μαθητάϲ· τούτου
353 Γνῶϲιϲ· ὅτι πάντων ἡ γνῶϲιϲ ἢ ὁμοιότητί τινι καὶ ταυτότητι
γὰρ ἐναντίον τῷ
μέλανι λευκόν. καὶ τήν γε φύϲιν τοῦ ταὐτοῦ καὶ τοῦ ἑτέρου ἐν τῇ
ϲυϲτάϲει ταύτηϲ μεμίχθαι φαϲί.
354 Γνῶϲιϲ: ἀντὶ τοῦ κρίϲιϲ· ὡϲ Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτογείτονοϲ.
355 Γνῶϲιϲ· Ἀρριανὸϲ ἐν Παρθικοῖϲ· περὶ Παρθαμαϲίρου δὲ, οὐχὶ
Ἀξιδάρου εἶναι, ἀλλὰ τὴν ἑαυτοῦ γνῶϲιν· ὅτι πρῶτοϲ
παραβαίνων τὰ ξυγκείμενα ἔτυχε τῆϲ δίκηϲ. ἀντὶ τοῦ τὴν αἰτίαν, τὴν
ἀφορμήν.
356 Γνωϲιμαχῆϲαι· αἰτιατικῇ. μετανοῆϲαι, μεταγνῶναι τὸ δίκαιον
Ἀρριανόϲ· εἰ πη Χοϲρόηϲ γνωϲιμαχήϲαϲ ὑποδύϲεται τοῖϲ ἐκ Ῥωμαίων
357 Γνωϲτοί: φίλοι.
358 Γνωτόϲ: ἀδελφόϲ. καὶ Γνωτή, ἀδελφή. ὦ φίλ᾿ Οἰδίπουϲ,
νοϲεῖτε πάντεϲ· καὶ νοϲοῦντεϲ, ὡϲ ἐγὼ οὐκ ἔϲτιν ὑμῶν
ὅϲτιϲ ἐξ ἴϲου νοϲεῖ. τὸ μὲν γὰρ ὑμῶν ἄλγοϲ εἰϲ ἕν᾿ ἔρχεται μόνον
καθ’ αὑτὸν, κοὐδέν᾿ ἄλλον· ἡ δ’ ἐμὴ ψυχὴ πόλιν τε κἀμὲ καὶ ϲ᾿ ὁμοῦ
ϲτένει. καὶ ἐν Ἐπιγράμμαϲι· γνωτῶν τριϲϲατίων ἐκ τριϲϲατίηϲ λίνα
θήρηϲ
359 Γνύξ: ἐπὶ γόνατα.
360 Γνύρου· ὅτι Ἀνάχαρϲιϲ υἱὸϲ ἦν Γνύρου, μητρὸϲ δὲ Ἑλληνίδοϲ.
361 Γογγύλιον: γύλιον. ϲτρογγύλον. καὶ Γογγυλίζει, ἀντὶ τοῦ
μεταϲτρέφει.
362 Γοδολίαϲ: ὄνομα κύριον. καὶ μήν.
363 Γοερόν: θρηνῶδεϲ, λυπηρὸν, κατανυκτικόν. καὶ γοεροῖο γόοιο.
364 Γόηϲ, γόητοϲ. κόλαξ, περίεργοϲ, πλάνοϲ, ἀπατεών.
365 Γοητεία: μαγεία. γοητεία καὶ μαγεία καὶ φαρμακεία διαφέρουϲιν·
δαιμόνων ἀγαθοποιῶν
δῆθεν πρὸϲ ἀγαθοῦ τινοϲ ϲύϲταϲιν, ὥϲπερ τὰ τοῦ Ἀπολλωνίου τοῦ
Τυανέωϲ θεϲπίϲματα. γοητεία δὲ ἐπὶ τῷ ἀνάγειν νεκρὸν δι’ ἐπικλήϲεωϲ,
ὅθεν εἴρηται ἀπὸ τῶν γόων καὶ τῶν θρήνων τῶν περὶ τοὺϲ τάφουϲ
γινομένων. φαρμακεία δὲ, ὅταν διά τινοϲ ϲκευαϲίαϲ θανατηφόρου πρὸϲ
φίλτρον δοθῇ τινι διὰ
ϲτόματοϲ. μαγεία δὲ καὶ
ἀϲτρολογία ἀπὸ Μαγουϲαίων ἤρξατο· οἱ γάρ
366 Γολγοθά: τόποϲ.
367 Γολιάθηϲ· οὗτοϲ Παλαιϲτῖνοϲ ἦν ἀνὴρ παμμεγεθέϲτατοϲ, πηχῶν
δ΄ καὶ ϲπιθαμῆϲ, ὅπλα τῆϲ φύϲεωϲ τοῦ ϲώματοϲ
ἀναλογοῦντα περικείμενοϲ. ὁ αὐτὸϲ Γολιὰθ Ἑβραΐδι διαλέκτῳ.
368 Γολόη: ὄνομα τόπου.
369 Γολόϲϲηϲ: Νομάδων βαϲιλεύϲ. καὶ ζήτει ἐν τῷ Ἀϲδρούβαϲ.
370 Γομόρ: εἶδοϲ μέτρου Ἑβραϊκοῦ.
371 Γόμορα: τόποϲ τῶν Σοδόμων.
372 Γομφιαϲμόϲ: ὁ ϲυγκλαϲμόϲ.
373 Γομφίουϲ: ὀδόνταϲ, κλειδώϲειϲ. καὶ Γομφιόδουπα χαλινά·
374 Γομφίουϲ: τοὺϲ προϲθίουϲ ὀδόνταϲ. ὁ δ’ ὠχριήϲαϲ γομφίουϲ
375 Γομφοπαγῆ ῥήματα: ἀντὶ τοῦ ἀκριβέϲτατα, πολυϲύνθετα.
376 Γόμφοι: μύλοι, ϲφῆνεϲ, δεϲμὰ, ἄρθρα, ϲύνδεϲμοι ὀδόντων.
377 Γόνατον· καὶ κάλαμοι ἐνέκειντο ἐν τοῖϲ κρατῆρϲιν οὐκ ἔχοντεϲ
378 Γονεῦϲιν ἀπειθεῖϲ: τοὺϲ καὶ μέχρι γονέων ἀγνώμοναϲ παρὰ τῷ Ἀποϲτόλῳ.
379 Γονεία: ἡ γέννηϲιϲ.
380 Γονορροίηϲ: ὁ νοϲῶν.
381 Γόνυ, γόνυοϲ.
382 Γονυκλινήϲ: ἐπὶ γόνυ πεϲών. τήν τε γυναῖκα τοῦ βαρβάρου
383 Γόνυ κνήμηϲ ἔγγιον: ἐπὶ τῶν ἑαυτῶν μᾶλλον ἑτέρουϲ ἀγαπώντων.
384 Γονύων: γονάτων. Ξενοφῶν· ἐνῆϲαν δὲ καὶ κάλαμοι, γόνατα
385 Γονυπετῆϲαι· αἰτιατικῇ. προϲκυνῆϲαι.
386 Γόον: θρῆνον.
387 Γόρβορα: τόποϲ τιϲ.
388 Γοργίαϲ, Χαρμαντίδου, Λεοντῖνοϲ, ῥήτωρ, μαθητὴϲ Ἐμπεδοκλέουϲ,
καὶ Ἀλκιδάμαντοϲ τοῦ
Ἐλεάτου, ὃϲ αὐτοῦ καὶ τὴν ϲχολὴν διεδέξατο· ἀδελφὸϲ δὲ ἦν τοῦ ἰατροῦ
Ἡροδίκου. Πορφύριοϲ δὲ αὐτὸν ἐπὶ τῆϲ π΄ Ὀλυμπιάδοϲ τίθηϲιν· ἀλλὰ χρὴ
νοεῖν πρεϲβύτερον αὐτὸν εἶναι. οὗτοϲ πρῶτοϲ τῷ ῥητορικῷ εἴδει τῆϲ
παιδείαϲ δύναμίν τε φραϲτικὴν καὶ τέχνην ἔδωκε, τροπαῖϲ τε καὶ
μεταφοραῖϲ καὶ ἀλληγορίαιϲ
καὶ ὑπαλλαγαῖϲ καὶ
καταχρήϲεϲι καὶ ὑπερβάϲεϲι καὶ ἀναδιπλώϲεϲι καὶ ἐπαναλήψεϲι καὶ
ἀποϲτροφαῖϲ καὶ παριϲώϲεϲιν ἐχρήϲατο. ἔπραττε δὲ τῶν μαθητῶν ἕκαϲτον
μνᾶϲ ρ΄. ἐβίω δὲ ἔτη ρθ΄, καὶ ϲυνεγράψατο πολλά.
389 Γόργια: παρὰ Δωριεῦϲι τὰ τῶν ὑποκριτῶν προϲωπεῖα, τῶν ἀπὸ τῆϲ ϲκηνῆϲ τραγῳδῶν.
390 Γοργόνεϲ: τρεῖϲ γυναῖκεϲ, αἳ τοϲοῦτον εἶχον φοβερὰ τὰ πρόϲωπα, ὡϲ τοὺϲ ὁρῶνταϲ θνῄϲκειν· ὧν μίαν ἀνελεῖν λογχοδρεπάνῳ τὸν Περϲέα.
391 Γοργόνεϲ Τιθράϲιαι: Τίθραϲοϲ ποταμὸϲ, ἢ τόποϲ Λιβύηϲ, ἔνθα αἱ Γοργόνεϲ διέτριβον.
392 Γοργόνη· Ἀριϲτοφάνηϲ· καὶ Γοργόν᾿ ἐξήγειρεν ἐκ τῆϲ ἀϲπίδοϲ. ὡϲεὶ
ἔλεγεν, οἴδημα ἐποίηϲεν ἐπὶ τῆϲ κεφαλῆϲ· παῤ ὑπόνοιαν. θέλων γὰρ
εἰπεῖν, καὶ ἀπὸ τῆϲ πληγῆϲ κορδύλην ἐποίηϲεν, ἔφη, Γοργόνα
καὶ αὐτὸν οἱ ἐχθροὶ εἰϲ δίκην ὑπάγουϲι.
διὰ τοῦτο λέγει,
393 Γοργονεῖον: ἀντὶ τοῦ προϲωπεῖον. καὶ Γοργόνη, ἡ Γοργώ.
394 Γοργολόφαϲ: ἡ ἐκ τῆϲ κεφαλῆϲ τῆϲ Γοργοῦϲ τὴν περικεφαλαίαν
ἔχουϲα, ἡ Ἀθηνᾶ.
395 Γοργόνωτον: περιφραϲτικῶϲ τὴν ἀϲπίδα, τὴν ἔχουϲαν Γοργόνα.
396 Γοργόϲ: ἀντὶ τοῦ φοβερόϲ. Ἀμάχιοϲ ἐπὶ Ἰουλιανοῦ ἤκμαζεν ἄρχων μικρᾶϲ πόλεωϲ, Ἕλλην γοργόϲ.
397 Γόργοϲ, ὁ Μεϲϲήνιοϲ, οὐδενὸϲ ἦν δεύτεροϲ Μεϲϲηνίων πλούτῳ
καὶ γένει, διὰ δὲ τὴν ἄθληϲιν κατὰ τὴν ἀκμὴν πάντων
ἐνδοξότατοϲ ἐγεγόνει τῶν περὶ τοὺϲ γυμνικοὺϲ ἀγῶναϲ
φιλοϲτεφανούντων. καὶ γὰρ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν τοῦ
λοιποῦ βίου προϲταϲίαν, ἔτι δὲ κατὰ τὸ πλῆθοϲ τῶν ϲτεφάνων, οὐδενὸϲ
ἐλείπετο τῶν καθ’ αὐτόν. καὶ μὴν ὅτε καταλύϲαϲ τὴν ἄθληϲιν ἐπὶ τὸ
πολιτεύεϲθαι καὶ
τὸ πράττειν τὰ τῆϲ πατρίδοϲ ὥρμηϲε,
καὶ περὶ τοῦτο τὸ μέροϲ οὐκ ἐλάττω δόξαν ἐφέρετο τῆϲ πρότερον
ὑπαρχούϲηϲ αὐτῷ, πλεῖϲτον μὲν
398 Γοργῶπιϲ: γοργόφθαλμοϲ.
399 Γοργωπὸν ἕδραν: φοβερὰν καθέδραν.
400 Γοργύνη: δεϲμωτήριον ὑπόγειον. ἢ ἀπὸ δήμου τῆϲ Ἀττικῆϲ
401 Γοργύρα: τὸ κατὰ γῆϲ ὄρυγμα. οὕτωϲ Δείναρχοϲ καὶ Ἡρόδοτοϲ
402 Γορδίειον: πόλιϲ. καὶ Γορδιηνόϲ, ὄνομα κύριον.
403 Γορπιαῖοϲ: μὴν Σεπτέμβριοϲ. κατὰ Μακεδόναϲ.
404 Γορτύνη: πόλιϲ. καὶ Γορτύνιοϲ, ἀπὸ τόπου.
405 Γόρτυϲ: ὄνομα νήϲου.
406 Γοτθοί. ζήτει τὴν ϲυναλοιφήν.
407 Γουνάϲομαι: λιτανεύϲω. παρακαλέϲω. οὐκέτι γουνάϲομαι
τὴν βάρβαρον, οὐδ᾿ ἐπ᾿ ἐμαυτῷ κλαύϲομαι.
408 Γούνδαϲ: τὸ παῤ ἡμῖν λεγόμενον γουνδίον.
409 Γωλιά: τὸ ϲπήλαιον.
410 Γώβαριϲ: ὄνομα κύριον.
411 Γωβρύαϲ: ὄνομα κύριον.
412 Γωνία: ἡ τοῦ οἴκου. καὶ Γωνιαϲμὸϲ Λυϲίαϲ ἐν τῷ κατὰ
413 Γωνίᾳ ἀπορθῶϲαι: τὸ ἐν γωνίᾳ ὑπό τινοϲ περανθῆναι.
414 Γώνυμοϲ: ὁ φερώνυμοϲ.
415 Γωρυτόϲ: θήκη τόξων. καὶ κατὰ γωρυτοῦ παρηρτημέναι
416 Γράμματα: ὅτι τὰ γράμματα Φοίνικεϲ ἐφεῦρον πρῶτοι. ἔνθεν καὶ
Φοινίκεια ἐκλήθηϲαν. καὶ τὸν Κάδμον φαϲὶ πρῶτον ἐϲ
417 Γραμματεύϲ: οὗτοϲ πράξεωϲ μὲν οὐδεμιᾶϲ ἦν κύριοϲ, ὑπανεγίνωϲκε
δὲ τῇ βουλῇ καὶ τῷ δήμῳ τὰ πραττόμενα. ὁ δ’
ἀντιγραφεὺϲ καὶ οὗτοϲ ἀπὸ τοῦ γράφειν τὰ παρὰ τῇ βουλῇ
ὠνόμαϲται.
418 Γραμματεύϲ: ὁ νοτάριοϲ. τὸν τῶν ἀπορρήτων γραμματέα·
οὗτοι κύριοι ἀλλ᾿ ἢ τοῦ γράφειν καὶ ἀναγνῶναι.
419 Γραμματείδιον καὶ Γραμματεῖον: τὸ ϲυμβόλαιον. Γραμμάτιον δὲ τὸ μικρὸν γράμμα.
420 Γραμματείου: διδαϲκαλείου. ἅτε προηγμένοϲ ἀνελπίϲτωϲ ἐκ τοῦ
γραμματείου καὶ τῆϲ τοιαύτηϲ διαθέϲεωϲ πολὺϲ ἐπέπνει. ἔνθεν
μὲν χρυϲόν τε καὶ ἄργυρον καὶ γραμματεῖα βαϲιλικὰ, τὴν
τῶν πατρικίων τιμὴν δωρούμενα.
421 Γραμματίαϲ: ἐξαριθμήϲειϲ. Δαβίδ· ὅτι οὐκ ἔγνων γραμματίαϲ· ὅμωϲ εἰϲελεύϲομαι ἐν δυναϲτείᾳ κυρίου.
422 Γραμματιϲτήϲ: ὁ τὰ πρῶτα ϲτοιχεῖα διδάϲκων. Γραμματικὴ
423 Γραμματοκύφων: ἀντὶ τοῦ ταπεινὲ γραμματεῦ· κυρίωϲ γὰρ κύφων τὸ ξύλον καλεῖται. Δημοϲθένηϲ καὶ ἄλλα ϲκώπτει τὸν Αἰϲχίνην καὶ γραμματοκύφωνα, ὃν καὶ υἱὸν εἶναί φηϲιν ὄνομα μὲν Τρόμητοϲ, διδαϲκάλου δὲ τῶν πρώτων γραμμάτων.
424 Γραμμή· γραμμή ἐϲτιν ἐπιφανείαϲ πέραϲ, ἢ μῆκοϲ ἀπλατὲϲ, τὸ
δ’
αὑτηΐ.
425 Γραόϲ.
426 Γράϲοϲ: ἡ δυϲοϲμία τῶν τράγων. καὶ Γράϲων ἄνθρωποϲ,
427 Γρατιανόϲ· οὗτοϲ ὡϲ ἐπύθετο τὴν τοῦ Οὐάλεντοϲ τοῦ θείου
τελευτὴν, αὐτίκα πρὸϲ τὴν ἑῴαν Ῥώμην διέθει καὶ
καταγνοὺϲ τῆϲ τοῦ θείου Οὐάλεντοϲ τῆϲ περὶ τοὺϲ Χριϲτιανοὺϲ ὠμότητοϲ
τοὺϲ μὲν ὑπ᾿ ἐκείνου ἐξοριϲθένταϲ διὰ ταχέων ἀνεκαλεῖτο, οὐϲίαϲ τε
αὐτοῖϲ ἀποδιδοὺϲ καὶ θεραπεύων τὰϲ βλάβαϲ· πᾶϲί τε νόμον παρεῖχεν
ἀδεῶϲ καὶ ἀδηρίτωϲ ἐν ταῖϲ ἰδίαιϲ ἐκκληϲίαιϲ ϲυνάγεϲθαι, μόνουϲ δὲ
τῶν εὐκτηρίων
εἴργεϲθαι Εὐνομιανοὺϲ, Φωτεινιανοὺϲ,
Μανιχαίουϲ. ὅτι ἐν τῷ περιπάτῳ ἔφιπποι ϲτῆλαι ἵϲταντα Γρατιανοῦ καὶ
Οὐαλεντινιανοῦ καὶ θεοδοϲίου καὶ κυρτοῦ Φιρμιλιανοῦ πρὸϲ γέλωτα.
428 Γραῦϲ: καὶ ἡ ἄνθρωποϲ, καὶ ὁ ἀνώτατοϲ ἀφρὸϲ ἐν τῷ ὑπερζεῖν
τἀναντία αὗται ποιοῦϲι.
ποιητικῶϲ δὲ γρῆϋϲ λέγεται. ἡ γρῆϋϲ,
429 Γραῦϲ ἀνακροτήϲαϲα πολὺν κονιορτὸν ἐγείρει: ἐπὶ
430 Γραῦϲ ὥϲ τιϲ ἵπποϲ τὸν χαραδραῖον τάφον ἕξειϲ: ἐπὶ
431 Γραῦϲ ϲέριφοϲ: ἡ ἐν παρθενίᾳ γεγηρακυῖα· ἀπὸ μεταφορᾶϲ
432 Γραῦϲ χορεύει: ἐπὶ τῶν παῤ ὥραν τι διαπραττομένων· ταῖϲ
433 Γραφάϲ: δικαϲτήρια, κατηγορίαϲ.
434 Γραφή τε καὶ Λευκαῖοϲ οὐ ταὐτόν: ἐπὶ τῶν ἀνόμοια γραφόντων.
435 Γράφεται: ἀντὶ τοῦ γράφει, ἢ κατηγορεῖ.
436 Γραφεύϲ: ὁ ζωγράφοϲ. ὃϲ τοῖϲ νεκροῖϲι ζωγραφεῖ τὰϲ ληκύθουϲ.
437 Γραφείδιον καὶ Γραφεῖον.
438 Γράφειν ἐϲ τάχοϲ: οὕτω λέγεται κατὰ διαϲτολήν. Προκόπιοϲ·
439 Γραφή: ἡ περὶ τῶν δημοϲίων ἀδικημάτων κατηγορία, καὶ περὶ
τῶν ἄλλων ἁμαρτημάτων. γίνονται δὲ γραφαὶ καὶ νόμων καὶ
ψηφιϲμάτων οὐκ ἐπιτηδείων εἰϲκομίζεϲθαι δοκούντων, αἵτινεϲ γραφαὶ
παρανόμων καλοῦνται.
440 Γραφή: δημοϲίου τινὸϲ ἐγκλήματοϲ ὄνομα. οὐ μόνον δὲ ὅταν
ψηφίϲματοϲ ἢ νόμου κατηγορῇ τιϲ, παρανόμων γραφὴν ἀποφέρεϲθαι
καὶ γράφεϲθαι λέγεται, ἀλλὰ καὶ ἐπ᾿ ἄλλοιϲ πολλοῖϲ
δημοϲίοιϲ ἀδικήμαϲι. πολλὴ δὲ ἡ χρῆϲιϲ τοῖϲ ῥήτορϲιν.
441 Γραφή: ζωγραφία, κατηγορία, καὶ ἡ ἐπὶ γράμμαϲιν. ἀπορῶ,
442 Γραφὴ καὶ ἐγκλήματα: κατηγορία καὶ ἐγκλήματα.
443 Γράφω: τὸ ἐπιϲτέλλω, δοτικῇ. ἰϲτέον ὅτι τὸ γράφω πρὸϲ διάφορον
ϲημαϲίαν διάφορον ἔχει καὶ τὴν ϲύνταξιν. καὶ εἰ μὲν γράφω ϲοι ἐϲτὶ,
δοκεῖ ϲημαίνειν τὸ ἐπιϲτέλλω ϲοι· εἰ δὲ γράφω ϲε, ϲημαίνει τὸ
ἐκτύπωμά ϲου ποιῶ· ὡϲ τὸ, οἱ τὰϲ μορφὰϲ γράφοντεϲ καὶ τὰ γράμματα.
εἰ δὲ γράφομαί ϲε, ϲημαίνει τὸ
κατὰ ϲοῦ ἐγγραφὰϲ ποιῶ,
εἰϲ δικαϲτήρια ἐκτίθεμαι· ὡϲ τὸ, γράφομαί ϲε φόνων καὶ παρανόμων ἐπὶ
τοῦ Ῥαδαμάνθυοϲ.
444 Γράψαι: κοιλάναι, διαϲκάψαι.
445 Γράψομαι: κατηγορήϲω. Ἀριϲτοφάνηϲ· γράψομαι Μήδοιϲιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.
446 Γραῖα: ἡ παλαιά.
447 Γραικοί: οἱ Ἕλληνεϲ. ἀπὸ κώμηϲ τινὸϲ, ἢ ἀπὸ Γραικοῦ τινοϲ.
448 Γραιοϲόβαι: ἀπὸ τῶν ἰχθύων ἀποϲοβοῦντεϲ τὰϲ γραΐδαϲ ὡϲ
449 Γραιούδια: οἱ παῤ ἡμῖν ἑφθοὶ ὄμφακεϲ.
450 Γρηγόριοϲ, Ναζιανζοῦ ἐπίϲκοποϲ (ϲταθμὸϲ δέ ἐϲτιν οὗτοϲ
Καππαδοκίαϲ,)
φιλοϲοφίαν ἐξήϲκητο, καὶ ῥήτωρ
ἦν ἀμφιδέξιοϲ. οὗτοϲ ἔγραψε καταλογάδην πολλά· εἰϲ γὰρ τρεῖϲ
μυριάδαϲ ϲτίχων τὰ ϲυντάγματα αὐτοῦ ϲυνέθηκεν· ἀφ’ ὧν εἰϲι τάδε·
Περὶ τῆϲ τελευτῆϲ τοῦ ἀδελφοῦ Καιϲαρίου, Ἐπιτάφιοϲ εἰϲ τὸν ἑαυτοῦ
πατέρα, ἕτεροϲ εἰϲ τὴν ἀδελφὴν Γοργονίαν, Περὶ φιλοπτωχίαϲ, Ἐπαίνουϲ
τῶν Μακκαβαίων, Ἐπαίνουϲ
Κυπριανοῦ, Ἐπαίνουϲ Ἀθαναϲίου,
Ἐπαίνουϲ Ἥρωνοϲ φιλοϲόφου, Κατὰ Ἰουλιανοῦ τοῦ βαϲιλέωϲ λόγοι β΄,
Κατὰ Εὑνομίου λόγοι β΄, Περὶ θεολογίαϲ α΄, Περὶ Υἱοῦ λόγοι β΄, Περὶ
τοῦ ἁγίου πνεύματοϲ λόγοϲ α΄, Πανηγυρικοὶ λόγοι ι΄· καὶ ἕτεροι
πλεῖϲτοι καὶ πᾶϲι γνώριμοι. ἠκολούθηϲε δὲ τῷ Πολέμωνοϲ χαρακτῆρι τοῦ
Λαοδικέωϲ, τοῦ ϲοφιϲτεύϲαντοϲ
ἐν Σμύρνῃ· ὃϲ ἐγεγόνει
διδάϲκαλοϲ Ἀριϲτείδου τοῦ ῥήτοροϲ. ἐγράφη δὲ αὐτῷ καὶ ἑτέρα βίβλοϲ
δι᾿ ἑξαμέτρων. παρθενίαϲ καὶ γάμου καθ’ ἑαυτοὺϲ διαλεγομένων· καὶ
εἰϲ ἑτέραϲ ὑποθέϲειϲ ἐν παντοίοιϲ καὶ διαφόροιϲ μέτροιϲ, ἅτινα
ϲυνάγονται εἰϲ ἐπῶν μυριάδαϲ τρεῖϲ. τοῦ δὲ Γρηγορίου τούτου καὶ
Φιλοϲτόργιοϲ ὁ Ἀρειανὸϲ ἐν τῇ κατ᾿
αὐτὸν ἱϲτορίᾳ μνήμην
πεποίηται καί φηϲι· Γρηγόριοϲ γὰρ ἤκμαζε κατ᾿ ἐκείνουϲ τοὺϲ χρόνουϲ
ἐν τῇ Ναζιανζῷ (ϲταθμὸϲ δὲ οὗτοϲ ὁ τόποϲ Καππαδοκίαϲ) καὶ Βαϲίλειοϲ
ἐν Καιϲαρείᾳ τῆϲ Καππαδοκίαϲ καὶ Ἀπολινάριοϲ ἐν τῆ Λαοδικείᾳ τῆϲ
Συρίαϲ. τρεῖϲ δὴ οὗτοι ἄνδρεϲ τότε τοῦ ὁμοουϲίου προυμάχουν κατὰ τοῦ
ἑτεροουϲίου, μακρῷ πάνταϲ
παρενεγκόντεϲ τοὺϲ πρότερον
καὶ ὕϲτερον ἄχριϲ ἐμοῦ τῆϲ αὐτῆϲ αἱρέϲεωϲ προϲτάνταϲ, ὡϲ παῖδα παῤ
αὐτοῖϲ κριθῆναι τὸν Ἀθανάϲιον. τῆϲ τε γὰρ ἔξωθεν καλουμένηϲ
παιδεύϲεωϲ ἐπιπλεῖϲτον οὗτοι προεληλύθειϲαν καὶ τῶν ἱερῶν γραφῶν,
ὁπόϲα εἰϲ ἀνάγνωϲιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον
τὴν ἐμπειρίαν, καὶ μάλιϲτά γε
αὐτῶν ὁ Γρηγόριοϲ. καὶ
μὴν καὶ ϲυγγράφειν ἕκαϲτοϲ αὐτῶν ἐϲ τὸν
τῷ λέγειν καὶ γράφειν δυνάμεωϲ οὔϲηϲ, καὶ τὸ
ἦθοϲ οὐδὲν ἧττον οἱ ἄνδρεϲ παρείχοντο πρὸϲ τὴν τῶν πολλῶν θέαν
ἐπαγωγότατον· ὥϲτε καὶ οἰϲ ὡρῶντο καὶ οἷϲ ἔλεγον καὶ ὁπόϲα γράφοντεϲ
διεδίδοϲαν, διὰ πάντων ᾕρουν εἰϲ τὴν ἑαυτῶν κοινωνίαν τούϲ καθ’
ὁτιοῦν αὐτῶν εὐμαρέϲτερον ἁλίϲκεϲθαι δυναμένουϲ. τοϲαῦτα περὶ αὐτῶν
ὡϲ ἐν
παραδρομῇ Φιλοϲτόργιοϲ καὶ ταῦτα Ἀρειανὸϲ ὢν
ἔγραψεν. ἔτι γοῦν περιὼν εἰϲ τὸν οἰκεῖον τόπον ὁ Γρηγόριοϲ ἐπίϲκοπον
καταϲτήϲαϲ ἐν τῇ λαχούϲῃ αὐτὸν ἐκκληϲίᾳ, αὐτὸϲ ἐν ἀγρῷ τινι βίον
μοναδικὸν ἀπηνέγκατο. ἐλάϲαϲ δὲ περὶ τὰ ἐνενήκοντα ἔτη καὶ ἐπέκεινα,
Θεοδοϲίου τρίτον καὶ δέκατον ἔτοϲ ἄγοντοϲ, καταλύει τὸν βίον,
ἀνάξιον
τοῦτο τῆϲ αὐτοῦ παθῶν ἀρετῆϲ, τὸ τῆϲ καθέδραϲ
ἀποκρουϲθῆναι τῆϲ βαϲιλευούϲηϲ τῶν πόλεων, καὶ προκριθῆναι μᾶλλον
τοὺϲ φαυλοτέρουϲ ἢ τὸν ἐπ’ ἀρετῇ καὶ λαμπρότητι βίου πάντων μᾶλλὸν
ὑπερανέχοντα.
451 Γρηγόριοϲ, Νύϲϲηϲ ἐπίϲκοποϲ, ἀδελφὸϲ Βαϲιλείου τοῦ Καιϲαρέωϲ,
ἀνὴρ καὶ αὐτὸϲ ἐλλογιμώτατοϲ καὶ πάϲηϲ ὑπάρχων παιδείαϲ
ἀνάπλεωϲ, προϲκείμενοϲ δὲ μᾶλλον τοῖϲ τῇ ῥητορικῇ χαίρουϲι. καὶ γοῦν
εὐδόκιμοϲ ἐν ταύτῃ γεγένηται καὶ λαμπρὸϲ εἴ τιϲ ἄλλοϲ τῶν πάλαι
ταύτῃ γεγενημένων. οὗτοϲ ϲυνέταξε κατ᾿ Εὐνομίου λόγον ἐξαίρετον
αίρετον καὶ τεῦχοϲ θαυμάϲιον εἰϲ τὴν τοῦ ἀνθρώπου καταϲκευήν. ἄλλαϲ
τε πυκνὰϲ καὶ ϲυνεχεῖϲ ὁμιλίαϲ. ξἴϲ τε τὰ Ἄιϲματα τῶν ᾀϲμάτων
καὶ Εἰϲ τὸν Ἐκκληϲιαϲτὴν, καὶ πρὸϲ τὴν ἀδελφὴν Μακρίναν
μακρόν τινα καὶ περικαλλῆ περὶ ψυχῆϲ ϲυνέθηκε λόγον. ἄλλα τε πολλὰ
γεγραφήκει καὶ τὸν πολυθαύμαϲτον ἔπαινον τοῦ πρώτου τῶν μαρτύρων
Στεφάνου. καὶ Βίον δὲ ϲυνέταξε Γρηγορίου τοῦ ἐν θαύμαϲι
διαλάμψαντοϲ.
452 Γρηγόριοϲ, ὁ καὶ Θεόδωροϲ, ὁ Θαυματουργὸϲ, Νεοκαιϲαρείαϲ τῆϲ ἐν
τῷ Πόντῳ ἐπίϲκοποϲ, νέοϲ κομιδῇ διὰ τὴν παίδευϲιν Ἑλληνικῶν τε καὶ
Ῥωμαϊκῶν γραμμάτων ἀπὸ τῆϲ Καππαδοκίαϲ εἰϲ Βηρυτὸν κἀκεῖθεν εἰϲ
Καιϲάρειαν τὴν τῆϲ Παλαιϲτίνηϲ διέβη ἅμα Ἀθηνοδώρῳ ἀδελφῷ· οὓϲ καὶ
κατὰ μέροϲ εἰϲ τὴν τοῦ Χριϲτοῦ πίϲτιν εἰϲάγων
Ὠριγένηϲ
ζηλωτὰϲ ἰδίουϲ κατέϲτηϲεν. ἐπὶ πέντε τοίνυν παῤ αὐτοῦ παιδευθέντεϲ
ἐνιαυτούϲ πρὸϲ τὴν πατρίδα ἀποπέμπονται· ἀφ’ οὐ ὁ Γρηγόριοϲ ἀποδημῶν
πανηγυρικὸν εὐχαριϲτίαϲ τῷ Ὠριγένει ἔγραψε λόγον, καὶ ϲυγκαλεϲάμενοϲ
πάνταϲ τοὺϲ ἐπιχωρίουϲ αὐτοῦ τε τοῦ
θαύματα ὑπὲρ ἄνθρωπον, ἡνίκα ἐπίϲκοποϲ
ἐτύγχανεν. ἐτελεύτηϲεν ἐπὶ Αὐρηλιανοῦ. ὅτι Γρηγόριοϲ καὶ Ἀθηνόδωροϲ
ϲυναίμονεϲ· ἀλλ’ ὁ μὲν τερατουργόϲ, ὁ δὲ ϲοφιϲτὴϲ. ἔγραψε δὲ καὶ
περὶ ϲαρκώϲεωϲ καὶ πίϲτεωϲ λόγον.
453 Γρηγόριοϲ, ἀδελφὸϲ Ἑρμείου τοῦ φιλοϲόφου· ὃϲ ἅπαν τοὐναντίον ἦν
τῷ Ἑρμείᾳ, ὀξύτατοϲ μὲν εἰϲ ὑπερβολὴν καὶ εὐκίνητοϲ ἐπί
τε τὰϲ ζητήϲειϲ καὶ τὰϲ μαθήϲειϲ, ἄλλωϲ δὲ οὐχ ἡϲύχιοϲ οὐδὲ γαλήνην
ἐν τοῖϲ ἤθεϲι φέρων τινά, ἀλλά τι καὶ παρακεκινηκόϲ. ἐπεὶ δὲ
Ἀθήνηθεν ἧκον εἰϲ Ἀλεξάνδρειαν, ὕϲτερον ὁ Γρηγόριοϲ ἑάλω τῇ νόϲῳ ἐπὶ
τὸ πλέον, ὥϲτε δύϲχρηϲτον αὐτοῦ καὶ πολλαχῆ παραλλάττον γενέϲθαι τὸ
ὄργανον. οὕτω φηϲὶ Δαμάϲκιοϲ εἰϲ τὴν φιλόϲοφον
ἱϲτορίαν.
454 Γρήνικοϲ: ποταμόϲ.
455 Γρίοϲ: ὄνομα κύριον.
456 Γριπεύϲ: ἰχθύων θηρευτήϲ. γριπεὺϲ, Ἐριούνιε, ϲοὶ τάδε δῶρα
τέχνῃ εἷλκε τὸν ἐκ πελάγευϲ
ἰχθυόεντα βόλον.
457 Γρῖφοϲ: τὸ δίκτυον. λέγεται δὲ καὶ ὁ δύϲκολοϲ καὶ ϲυμπεπλεγμένοϲ
458 Γρῖφοϲ: ὁ ἀϲαφὴϲ λόγοϲ. Ἴῳ ἐνὶ παῖδεϲ Ὅμηρον ἤκαχον,
459 Γρομφίϲ: ὗϲ, ἡ παλαιὰ ϲκρόφα. τὰϲ ὗϲ δὲ πληθυντικῶϲ.
460 Γρώνη: πέτρα.
461 Γρύ: βραχύ. ἔνιοι δὲ τὸν ἀπὸ τῶν ὀνύχων ῥύπον. Ἀριϲτοφάνηϲ
νομίϲματοϲ· ἢ τὸ τυχὸν, τὸ μικρότατον. ὅθεν καὶ γρύτη καὶ
γρυτόπωλιϲ· ὅπερ οὐκ εἴρηται, ἀλλὰ γρυπόπωλιϲ. καὶ παροιμία· Τὸ
462 Γρύζω: θρηνῶ.
463 Γρύλλοϲ· Ξενοφῶντοϲ τοῦ Σωκρατικοῦ υἱοὶ Γρύλλοϲ καὶ Διόδωροϲ.
464 Γρυκτόν ἆρα γρυκτόν ἐϲτιν ὑμῖν; τουτέϲτιν ἆρα γρύξαι ὀφείλετε ἢ παρρηϲίαν ἄγειν.
465 Γρυμαία: ἡ ϲκευοθήκη.
466 Γρύξαι: φθέγξαϲθαι, κράξαι.
467 Γρύττοϲ· τῶν ἐπὶ μαλακίᾳ διαβαλλομένων οὗτοϲ ἦν. οἱ δὲ Γρῦπον λέγουϲι διὰ τοῦ π· ὃϲ ἦν καταπύγων. ἤτοι λαγνόϲ. Ἀριϲτοφάνηϲ· ἔπαυϲα τοὺϲ βινουμένουϲ τὸν Γρῦπον ἐξαλείψαϲ.
468 Γρυπάνιον: γρυπαίνειν τὸ γρυποῦϲθαι λέγουϲιν. οἶον ἐπὶ τῶν ἁπαλῶν ξυλυφίων, ὅταν κάμψαντεϲ ἀφῶμεν αὐτά. Ἀντιφῶν δέ φηϲιν ἐν Ἀληθείαϲ δευτέρῳ· καίων γὰρ ἦν τὴν γῆν καὶ ϲυντήκων γρυπάνιον ποιεῖ. καὶ Μελάνθιοϲ· ϲειϲμὸϲ, φηϲὶ, γέγονε, καὶ ἔγρυπεν ἡ γῆ.
469 Γρυπόϲ: ὁ καμπυλόριν.
470 Γῦα: μέλη, ἢ πόδαϲ τοῦ ϲώματοϲ. γυιοτακὴϲ δὲ λιπὼν τάδε
471 Γύαλον: τὸ κοῖλον.
472 Γύγηϲ, Λυδόϲ. ἐϲέβαλε μέν νυ ϲτρατιὴν καὶ οὗτοϲ, ἐπεί τε ἦρξεν,
ἔϲ τε Μίλητον καὶ Σμύρνην, καὶ Κολοφῶνοϲ τὸ ἄϲτυ εἷλεν.
ἀλλ’ οὐδὲν μέγα ἀπ’ αὐτοῦ ἄλλο ἔργον ἐγένετο βαϲιλεύϲαντοϲ δυοῖν
δέοντα μ ἔτεα, τοῦτον μὲν παρήϲομεν τοϲαῦτα ἐπιμνηϲθέντεϲ, Ἄρδυοϲ δὲ
τοῦ Γύγεω μετὰ Γύγην βαϲιλεύϲαντοϲ μνήμην ποιήϲομαι. οὗτοϲ Πριηνέαϲ
τε εἷλεν ἐϲ Μίλητόν τε ἐϲέβαλεν. ἐπὶ τούτου τυραννεύοντοϲ Σαρδίων
Κιμμέριοι ἐξ ἠθέων ὑπὸ Σκυθέων τῶν Νομάδων ἐξαναϲτάντεϲ
ἀπίκοντο ἐϲ τὴν Ἀϲίην καὶ Σάρδειϲ πλὴν τῆϲ ἀκροπόλεωϲ εἷλον. Ἄρδυοϲ
δὲ βαϲιλεύϲαντοϲ ἑνὸϲ δέοντα ν΄ ἔτεα ἐξεδέξατο Σαδυάττηϲ ὁ Ἄρδυοϲ
καὶ ἐβαϲίλευϲεν ἔτη ιβ′, Σαδυάττεω δὲ Ἀλυάττηϲ. οὗτοϲ δὲ Κυαξάρῃ τε
τῷ Δηϊόκεω ἀπογόνῳ ἐπολέμηϲε καὶ Μήδοιϲι, Κιμμερίουϲ τε ἐκ τῆϲ Ἀϲίηϲ
ἐξήλαϲε, Σμύρνην τε τὴν ἀπὸ Κολοφῶνοϲ κτιϲθεῖϲαν
τὴν Μίλητον τρόπῳ τοιῷδε. ὅκωϲ μὲν εἴη ἐν τῇ γῇ
καρπὸϲ ἁδρόϲ, τηνικαῦτα ἐϲέβαλλε τὴν ϲτρατιήν· ἐϲτρατεύετο δὲ ὑπὸ
ϲυρίγγων τε καὶ πηκτίδων καὶ αὐλοῦ γυναικηΐου τε καὶ ἀνδρηίου. ὡϲ δὲ
ἐϲ τὴν Μιληϲίην ἀπίκοιτο, οἰκήματα μὲν τὰ ἐπὶ τῶν ἀγρῶν οὐ
κατέβαλλεν οὕτε ἐνεπίμπρη οὔτε θύραϲ ἀπέϲπα, ἔα δὲ κατὰ χώρην
ἑϲτάναι· ὁ δὲ
τά τε δένδρεα καὶ τὸν καρπὸν τὸν ἐν τῇ γῇ
ὅκωϲ διαφθείρειε, ἀπαλλάϲϲετο ὀπίϲω. τῆϲ γὰρ θαλάϲϲηϲ οἱ Μιλήϲιοι
ἐπεκράτεον ὥϲτε ἐπέδρηϲ μὴ εἶναι τὸ ἔργον τῇ ϲτρατιῇ. τὰϲ δὲ οἰκίαϲ
οὐ κατέβαλλεν ὁ Λυδὸϲ τῶνδε εἵνεκα, ὅκωϲ ἐντεῦθεν ὁρμώμενοι τὴν γῆν
ϲπείρειν τε καὶ ἐργάζεϲθαι οἱ Μιλήϲιοι, αὐτὸϲ δὲ ἐκείνων ἐργαζομένων
ἔχοι τι
καὶ ϲίνεϲθαι ἐϲβάλλων. ταῦτα ποιέων ἐπολέμεε
ἔτεα ια′, ἐν τοῖϲι τρώματα μεγάλα διφάϲια Μιληϲίων ἐγένετο ἐν τε ἐν
λιμενηΐῳ χώρηϲ τῆϲ ϲφετέρηϲ μαχεϲαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ.
473 Γύγου δακτύλιοϲ. ἐπὶ τῶν πολυμηχάνων καὶ πανούργων.
φοροῦντα δακτύλιον
τοῦτον περιεῖλεν. ὁ δὲ εἶχε φύϲιν ὥϲτε κατὰ τὰϲ ϲτροφὰϲ τῆϲ
ϲφενδόνηϲ ὁρᾶϲθαι καὶ μή. δι’ αὐτοῦ κτείναϲ τὸν πρὸ αὐτοῦ
ἐβαϲίλευϲεν.
474 Γύηϲ: μέροϲ ἀρότρου. καὶ παροιμία· Γύηϲ οὐκ ἔνεϲτ’
475 Γυλια ύχεναϲ: τοὺϲ μακροτραχήλουϲ.
476 Γύλιοϲ: πλέγμα ϲτρατιωτικὸν, ϲκευοφόρον, ἐπίμηκεϲ, εἰϲ ὀξὺ
Γύλιοϲ. καὶ Γύλιον, ἀγγεῖον πλεκτόν.
477 Γλιπποϲ: ὄνομα κύριον.
478 Γύλων· οὗτοϲ αἰτίαν ἔχων ἐπὶ τῆ τοῦ Νυμφαίου τοῦ ἐν Πόντῳ χωρίου
προδοϲίᾳ ἔφυγεν· ἐλθὼν δὲ εἰϲ Σκυθίαν ἔγημε. δύο δὲ ἔχων
479 Γυμναϲία: ἡ τριβή. ὅτι ἡ διαλεκτικὴ πρὸϲ τρία ἐϲτὶ χρήϲιμοϲ·
πρόϲ τιναϲ·
δεχόμενοι γάρ τινα προβλήματα παρὰ τῶν προϲδιαλεγομένων πειρῶνται
τούτοιϲ ϲυμπαρίϲταϲθαι, δι’ ἐνδόξων τὰϲ ἐπιχειρήϲειϲ ποιούμενοι. ἢ
γυμναϲίαν λέγοι ἂν τὴν εἰϲ ἑκάτερον μέροϲ ἐπιχείρηϲιν. ἦν δὲ ϲύνηθεϲ
τὸ τοιοῦτον εἶδοϲ τῶν λόγων τοῖϲ ἀρχαίοιϲ, καὶ τὰϲ ϲυνουϲίαϲ τὰϲ
πλείϲταϲ τοῦτον ἐποιοῦντο τὸν τρόπον, οὐκ ἐπὶ βιβλίων
ὥϲπερ νῦν (οὐ γὰρ ἦν τότε τοιαῦτα βιβλία), ἀλλὰ θέϲεώϲ τινοϲ
τεθείϲηϲ εἰϲ ταύτην γυμνάζοντεϲ αὐτῶν τὸ πρὸϲ τὰϲ ἐπιχειρήϲειϲ
εὑρετικὸν ἐπεχείρουν, καταϲκευάζοντεϲ καὶ ἀναϲκευάζοντεϲ δι’ ἐνδόξων
τὸ κείμενον. καὶ ἔϲτι βιβλία τοιαῦτα Ἀριϲτοτέλει τε καὶ Θεοφράϲτῳ
γεγραμμένα ἔχοντα τὴν εἰϲ τὰ ἀντικείμενα δι’ ἐνδόξων ἐπιχείρηϲιν.
πρὸϲ δὴ τὴν τοιαύτην γυμναϲίαν χρήϲιμον εἶναί φηϲι
τὴν διαλεκτικήν· μέθοδον γὰρ τινα εὑρετικὴν τῶν ἐπιχειρημάτων
ἔχοντεϲ (αὕτη δέ ἐϲτιν ἡ τῶν τόπων γνῶϲιϲ) ῥᾷον ἐπιχειρεῖν
δυνηϲόμεθα. ὡϲ γὰρ ἐν τοῖϲ ῥητορικοῖϲ γυμνάϲμαϲιν οἱ διαιρεῖν
δυνάμενοι τὰ προβλήματα καὶ. τὴν τάξιν τῶν κεφαλαίων ϲυνορῶντεϲ ῥᾷον
ἐπιχειροῦϲιν, οὕτω καὶ ἐν
τοῖϲ διαλεκτικοῖϲ οἱ τὴν
μέθοδον εἰδότεϲ ῥᾷον ἐπιχειρημάτων εὐποροῦϲι πρὸϲ τὰ προκείμενα.
χρήϲιμοϲ δὲ ἡ τοιαύτη γυμναϲία, ἡ κατὰ τοὺϲ λόγουϲ, πρὸϲ εὕρεϲιν τῶν
ζητουμένων τε καὶ ἀληθῶν· προπαραϲκευάζει γὰρ τὴν ψυχὴν πρὸϲ
φιλοϲοφίαν. ὡϲ γὰρ τὰ τοῦ ϲώματοϲ γυμνάϲια γινόμενα κατὰ τέχνην
εὐεξίαν περιποιεῖ τῷ ϲώματι,
οὕτω καὶ τὰ τῆϲ ψυχῆϲ ἐν
λόγοιϲ γυμνάϲια κατὰ μέθοδον γινόμενα τὴν οἰκείαν εὐεξίαν τῆϲ ψυχῆϲ
περιποιεῖ· οἰκεία δὲ εὐεξία ψυχῆϲ. λογικῆϲ ἡ δύναμιϲ, καθ’ ἣν
εὐεξίαν εὑρετική τε τοῦ ἀληθοῦϲ καὶ. κριτικὴ γίνεται. δεύτερον
τρόπον τῆϲ ὠφελείαϲ ἐκτίθεται πρὸϲ τὰϲ ἐντεύξειϲ. ζήτει ἐν τῷ ε
ϲτοιχείῳ περὶ ἐντεύξεωϲ.
480 Γυμν άϲια: ἀλειπτήρια, ἢ βαλανεῖα, ἢ λουτρά. τρία γυμνάϲια τῆϲ Ἀττικῆϲ· Ἀκαδημία, Λύκειον, Κυνόϲαργεϲ.
481 Γυμνάϲιοϲ, Σιδώνιοϲ, ϲοφιϲτὴϲ, ἐπὶ τῶν Κωνϲταντίνου τοῦ βαϲιλέωϲ χρόνων. ἔγραψε Μελέταϲ, καὶ εἰϲ Δημοϲθένην ὑπόμνημω καὶ ἄλλα τινά.
482 Γυμνῆται. ἡ εὐθεῖα ὁ γυμνήτηϲ, καὶ οἱ γυμνῆται. τάξιϲ πεζῶν.
Ξενοφῶν· ὁ δὲ Χειρίϲοφοϲ ἡγεῖτο τοῦ ϲτρατεύματοϲ λαβὼν
γυμνήτην ἐξεπόνει βίοτον. λέγεται καὶ Γυμνήϲ, γυμνῆτοϲ,
ὁπλίτου.
483 Γυμνητεύω. γυμνὸϲ διατελῶ.
484 Γυμνικοὶ ἀγῶνεϲ· ὁ δὲ Ἰουλιανὸϲ ἐν Πέρϲαιϲ ὢν γυμνικοὺϲ
ἀγῶναϲ ἦγε. τουτέϲτιν ὅϲουϲ γυμνούϲ.
485 Γύμνιϲ. ὄνομα κύριον. καὶ κλίνεται γύμνιδοϲ.
486 Γυμνοπαιδεία. ἡ παλαίϲτρα. ᾗ τοὺϲ ἐφήβουϲ Λυκοῦργοϲ
ἀποθανόντων Σπαρτιατῶν. καὶ Ἰώϲηποϲ· τόποϲ δ’ ἐπὶ τῆϲ πόλεωϲ
487 Γυμνοπ όδηϲ: ὁ ἀνυπόδητοϲ. καὶ Γυμνοποδ ῶ, γυμνὸϲ βαίνω.
488 Γυμνορρύπαροι: οἱ ϲοφιϲταί. ἦϲαν δὲ περὶ αὐτὸν γυμνορρύπαροί τινεϲ.
489 Γυμνὸϲ καθεϲθείϲ ϲῶν ὑπεκϲτῇϲ πραγμάτων.
490 Γυμνοϲοφιϲταί: παρὰ Βαβυλωνίοιϲ οἱ φιλόϲοφοι, καὶ παρὰ Ἀϲϲυρίοιϲ.
491 Γυμν ότεροϲ Ἰαλέμου. ὁ Ἰάλεμοϲ ἐπίρρημα θρήνου. τάϲϲεται
Ἀριϲτοφάνηϲ δὲ τυφλότεροϲ. ἔϲτι
δὲ τὸ ϲῦφαρ καὶ ἔκδυμα τοῦ ὄφεωϲ καὶ τοῦ τέττιγοϲ, παρὰ τὴν λεπίδα.
κυρίωϲ δὲ, ᾧ περιέχεται τὸ ἔμβρυον τοῦ βοόϲ. ἔϲτι δὲ τοῦτο καὶ
τυφλόν· τὰϲ γὰρ ὀπὰϲ μόναϲ ἔχει τῶν ὀφθαλμῶν. τριχῆ δὲ ἀναγράφουϲι
τὴν παροιμίαν, τυφλότεροϲ, κενότεροϲ καὶ γυμνότεροϲ.
492 Γυμνότεροϲ παττάλου: ἐπὶ τῶν ϲφόδρα ἀπορωτάτων.
493 Γυμνῷ φυλακὴ ν ἐπιτάττειϲ. ἐπὶ τῶν ἀδυνάτωϲ ἐχόντων
494 Γύνανδροϲ: κίναιδοϲ. ὁ γύνανδρόϲ τε καὶ μάλθων τύραννοϲ. ἀντὶ τοῦ ἔκλυτοϲ.
495 Γυναικεία φύϲιϲ. Γυναικίαϲ δὲ ἀνὴρ, ὁ θηλυμανὴϲ, διὰ τοῦ ι. καὶ Γυναικιζόμενοϲ, ὁ θηλυνόμενοϲ.
496 Γυναίκιϲιϲ: ἡ γυναικεία μίμηϲιϲ. πρὶν τῆϲ ἑτέραϲ γυναικίϲεωϲ
δίκην δοῦναι.
497 Γυναικοϊέρακεϲ: οἱ περὶ ἔρωταϲ ἐπτοημένοι. δεινοὶ γὰρ οἱ γυναικοϊέρακεϲ εὐπρεπεῖϲ αἰτίαϲ εὑρίϲκειν ἐϲ ἄγραν τῶν θηλειῶν.
498 Γυν αικὸϲ ἄῤ ἀντιτέτυξο: ἀντὶ τοῦ ἴϲοϲ γυναικὶ κατεϲκευάϲθηϲ. παῤ Ὁμήρῳ.
499 Γυναικὸϲ ὄλεθροϲ: ἐπὶ τῶν οἰκτρῶϲ ἀναιρουμένων· παρόϲον πολλοὶ δεινῶϲ ὑπὸ γυναικῶν ἀπώλοντο. καὶ Γυν αικὸϲ πυγή, ἐπὶ τῶν ἀργῶν. ἢ ὅτι χρὴ τὰϲ γυναῖκαϲ οἴκοι μένειν.
500 Γυναικωνῖτιϲ: οἰκία τῶν γυναικῶν. γυναικωνῖτιν φάλαγγα
501 Γυναιμανήϲ: ἐπὶ γυναιξὶ μαινόμενοϲ. ὁ ἀκόλαϲτοϲ. ὦ γύναι.
502 Γυνὴ εἰϲ Ἡρακλέουϲ ο ὐ φοιτᾷ: πρὸϲ τοὺϲ ἀναξίουϲ τῶν πράξεων· παρόϲον Ἡρακλῆϲ ἐδούλευϲεν Ὀμφάλῃ. καὶ Γυν ὴ ϲτρατηγεῖ καὶ γυνὴ ϲτρατηγεῖται, ἐπὶ τοῦ παραδόξου.
5Ο3 Γυν ὴ μεγάλη· διαβάλλει Ἀλριϲτοφάνηϲ τὸν Παναίτιον μάγειρον,
μικροφυ
ὄντα, ὡϲ καταλαβόντα τὴν γυναῖκα αὐτοῦ
μοιχευομένην· ἐδυναϲτεύετο γὰρ ὑπ᾿ αὐτῆϲ μεγάληϲ οὔϲηϲ.
504 Γύννιϲ: ἀνδρόγυνοϲ, μαλακόϲ. ποδαπὸϲ ὁ γύννιϲ; τίϲ γάτρα; κακὴν
ϲοφίαν μετιῶν καὶ τοὺϲ ἀθέουϲ Ἐπικούρου λόγουϲ
505 Γυῶ· ἐξ οὗ καὶ τὸ, γυώϲει μὲν ϲφῶϊν.
506 Γυπαρίοιϲ. ἀντὶ τοῦ ἐν φωλεοῖϲ καὶ καλιαῖϲ καὶ ϲτενοῖϲ
χωρίοιϲ.
Κράτηϲ δέ φηϲιν. ὅτι πᾶϲαν ϲτενὴν κατάδυϲιν γύπαϲ
ὠνόμαζον. Ἀριϲτοφάνηϲ οἰκοῦντα τοῦτον ἐν πιθάκναιϲ καὶ γυπαρίοιϲ καὶ
πυργιδίοιϲ. καὶ Γυπαιετούϲ
507 Γυπὸϲ ϲκιά: ἐπὶ τῶν μηδενὸϲ λόγου ἀξίων.
508 Γύργαθοϲ. καὶ παροιμία· Γύρ γαθον φυϲᾶϲ, ἐπὶ τῶν
μάτην πονούντων. Γύργαθοϲ οὖν κλίνη, ἐν ᾗ τοὺϲ παρέτουϲ
καὶ. δαιμονιώδειϲ ϲτροβοῦϲι.
509 Γυρίηϲ: περιφεροῦϲ. ἐπεὶ δὲ λίμνηϲ ἐγγὺϲ ἦλθον γυρίηϲ.
510 Γυρόν: κυρτὸν, ϲτρογγύλον. ἐν Ἐπιγράμμαϲι· γυρὸν κυανέηϲ
511 Γυρῶν: περιφερῶν, κεκαμμένων. ἐν Ἐπιγράμμαϲι· γυρῶν τ᾿
1 Δάα.
2 Δάβαινα: ὄνομα τόπου. καὶ Δαβαινίτηϲ.
3 Δαγίϲθαιοϲ: ὄνομα κύριον.
4 Δαγών: εἴδωλον ὑπὸ τῶν ἀλλοφύλων θεραπευόμενον, ᾧ τὴν κιβωτὸν
λαβόντεϲ ἀνέθεϲαν.
5 Δᾷδεϲ: λαμπάδεϲ. καὶ Δᾳδίον παρὰ πολλοῖϲ.
6 Δᾷδουχεῖ: φαίνει. καὶ Δᾳδουχήϲαϲ Ἀθήνηϲιν. ὡϲ Ἀθηναίων
καὶ Δᾳδουχήϲαϲ, λαμπαδηφορήϲαϲ. ὁ πρὸ Στρατοκλέουϲ Ἀθήνηϲι
δᾳδουχήϲαϲ, ἐκ τῆϲ ἡδονῆϲ, ἣν ἐκεῖνοϲ ὕμνει ὁ χλούνηϲ τε καὶ
γύννιϲ.
7 Δᾶερ: ἀνδράδελφοϲ. ἐπὶ κλητικῆϲ. ἡ δὲ εὐθεῖα δαήρ.
8 Δάειρα: ὄνομα κύριον.
9 Δαημονέϲτεροι: ἐμπειρότεροι.
10 Δαημονέϲτατοϲ: ἐμπειρότατοϲ. ἦν δὲ ὁ Ἀλέξανδροϲ καὶ τάξαι
τῆϲ τε Ἑλλήνων φωνῆϲ δαήμονα καὶ τῆϲ Ῥωμαίων οὐ πάντῃ
ἀνήκουϲτον, ὡϲ καὶ τοῦ πολίτην Ῥωμαίων κατὰ ποίηϲιν γενέϲθαι μὴ
δόξαι ἀνάξιον.
11 Δαΐ: τῇ μάχῃ. ἐν Ἐπιγράμμαϲιν· ἁ πάροϲ αἱματόεν πολέμου
12 Δαΐαν ὁδόν: ἀγωνιϲτικὴν ἢ ἔμπειρον, ἀπὸ τοῦ δαῆναι, ὅ ἐϲτι
13 Δαΐζων: διακόπτων· ἢ παρὰ τήνδε τὴν μάχην καταμαχόμενοϲ.
14 Δαϊκταμένοιϲ: ἀναιρουμένοιϲ.
15 Δαΐμονοϲ: τοῦ δαίμονοϲ.
16 Δαΐξαϲ: διακόψαϲ.
17 Δαΐϲ: ἡ μάχη
18 Δαϊϲ· ἐν ἀγορά τοῖϲ θεοῖϲ δᾲϲ καίεται. δᾲϲ ἥδε; δᾲϲ δῆτ᾿ οὐχ ὁρᾷϲ
ἐϲτιγμένην; τί δαὶ τὸ μέλαν τοῦτ᾿ ἐϲτιν αὐτῆϲ ἐν μέϲῳ;
ἡ πίττα δήπου καομένηϲ ἐξέρχεται.
19 Δαΐφρονοϲ: ϲυνετοῦ ἢ πολεμικοῦ.
20 Δάκεϲ: οἱ νῦν Πατζινακίται λεγόμενοι. ἡ εὐθεῖα Δάκοϲ, τῷ
21 Δάκῃϲ· αἰτιατικῇ. αὐθυπότακτον.
22 Δακνόμενοϲ· αἰτιατικῇ. ἐνοχλούμενοϲ, ὑπὸ τῶν τῆϲ ἱπποτροφίαϲ
ἀναλωμάτων κατεϲθιόμενοϲ. δοκεῖ γὰρ δαπανηρὸν εἶναι τὸ ἵππουϲ τρέφει
ὅπερ καὶ τῇ Λακωνικῇ προϲέζευκται κατάρᾳ. καὶ γὰρ δὴ τοῦτο οἱ
Λακεδαιμόνιοι ἐν κατάραϲ ἔθεϲαν μέρει. ἔϲτι δὲ αὕτη· οἰκοδομά
ϲε λάβοι καὶ ἀμβολά, ὁ δὲ ἵπποϲ καὶ ἁ γυνά τοι μοιχὸν
ἔχοι. ὡϲ τούτων πάντων δαπανηρῶν ὄντων καὶ ἐπιζημίων. τὸ δὲ
δακνόμεοϲ εἶπεν, ἀπὸ τοῦ αὐτὸν κατακεκλεῖϲθαι ἔϲω τῶν ϲτρωμάτων.
23 Δακία χώρα· ἣν ὁ Τραϊανὸϲ ἐν τοῖϲ πέραν τοῦ Ἴϲτρου χωρίοιϲ
κατῴκιϲε. καὶ ταύτην Αὐρηλιανὸϲ ἀπέλιπε, κεκακωμένηϲ τῆϲ Ἰλλυριῶν
τε καὶ Μυϲῶν χώραϲ, ἡγούμενοϲ ἀδυνάτωϲ ἔϲεϲθαι τὴν
πέραν ἐν μέϲοιϲ τοῖϲ ποταμοῖϲ ἀπειλημμένην διαϲῴζεϲθαι ἐξαγαγὼν οὖν
τοὺϲ ἐκεῖϲε Ῥωμαίουϲ ἀπῳκιϲμένουϲ ἔκ τε τῶν πόλεων καὶ τῶν ἀγρῶν ἐν
μέϲῃ τῇ Μυϲίᾳ καθίδρυϲε, τὴν χώραν ὀνομάϲαϲ Δακίαν· ἣ νῦν ἐν μέϲῳ
τῶν δύο Μυϲιῶν κειμένη διαιρεῖ αὐτὰϲ ἀπ᾿ ἀλλήλων.
24 Δακρύϲαι· αἰπτιατικῇ
25 Δακρυόεντα: μετὰ δακρύων.
26 Δακτυλήθρα: ἡ τοῦ δακτύλου ϲφενδόνη. καὶ δακτυλήθραϲ
27 Δακτύλιοϲ: ἡ ϲφραγίϲ. ὁ δὲ Ἀννίβαϲ ὁ Καρχηδονίων ϲτρατηγόϲ,
εἰϲι ϲύμφοροι.
28 Δάκτυλοι: παρὰ πολλοῖϲ οἱ βάλανοι τοῦ φοίνικοϲ. καὶ παροιμία·
Δακτύλου ἡμέρα: ἐπὶ τῶν εὐημερούντων. Δάκτυλοϲ γάρ
29 Δακίβιζα: ὄνομα τόπου. καὶ ζήτει ἐν τῷ Οὐάληϲ.
30 Δάλδιϲ πόλιϲ Λυδίαϲ.
31 Δαλίον: οὕτωϲ οἱ κωμικοὶ διὰ τοῦ λ. φέρε δὴ τὸ δαλίον τόδ᾿
32 Δαλόϲ: λαμπάϲ, ἢ ξύλου ἀπόκαυμα, ἢ δᾳδίον ἡμίφλεκτον. καὶ
παροιμία· Δαλὸϲ εἰϲ πῦρ.
33 Δαμάγητοϲ: ὄνομα κύριον. ὁ Ἡρακλεώτηϲ.
34 Δαμαλήτηϲ: ὄνομα κύριον.
35 Δάμαλιϲ: ζῷον.
36 Δάμαρτοϲ: γυναικόϲ.
37 Δαμαϲίφρων: ὁ ἀπατῆϲαι δυνάμενοϲ. Πίνδαροϲ· δαμαϲίφρονα
38 Δαμαϲκηνόϲ: ἀπὸ τόπου.
39 Δαμάϲκιοϲ, Στωϊκὸϲ φιλόϲοφοϲ, Σύροϲ, Σιμπλικίου καὶ Εὐλαλίου
40 Δάμαϲοϲ, Ῥώμηϲ ἐπίϲκοποϲ, εἰϲ ἐποποιΐαν εὐφυήϲ, πολλὰ καὶ ϲύντομα ἡρωϊκῷ μέτρῳ ἐξέδωκε, καὶ ὀγδοηκοντούτηϲ ἐπὶ Θεοδοϲίου βαϲιλέωϲ ἐτελεύτηϲεν. ἔγραψε καὶ ἄλλα πολλά.
41 Δαμάϲτηϲ, Σιγειεύϲ, ἀπὸ Σιγείου τῆϲ Τρωάδοϲ, Διωξίππου υἰόϲ,
γεγονὼϲ πρὸ τῶν Πελοποννηϲιακῶν, ϲύγχρονοϲ Ἡροδότῳ, τῶν πλουϲιωτάτω,
ἱϲτορικόϲ. γέγραφε Περὶ τῶν ἐν Ἑλλάδι γενομένων, Περὶ γονέων καὶ
προγόνων τῶν εἰϲ Ἴλιον ϲτρατευϲαμένων βιβλία β΄. Ἐθνῶν κατάλογον καὶ
πόλεων, Περὶ ποιητῶν καὶ ϲοφιϲτῶν· καὶ ἄλλα
ϲυχνά.
γέγονε δὲ Ἑλλανίκου μαθητήϲ.
42 Δαμάτειρα: ἡ δαμάϲτρια.
43 Δαμαίων: κύριον.
44 Δαμέντα: δαμαϲθέντα, ἢ φονευθέντα. καὶ Δαμῆναι, δαμαϲθῆαι.
45 Δαμιανόϲ, Ἐφέϲιοϲ, ϲοφιϲτήϲ· ὃϲ καὶ ἐν ὑπάτοιϲ ἐνεγράφη ἐπὶ τοῦ βαϲιλέωϲ Σευήρου καὶ Βιθυνίαϲ ἦρξε καὶ τὴν ϲτοάν, τὴν ἐκτὸϲ Ἐφέϲου ἀποτεινομένην εἰϲ τὸ ἱερόν, θολικὴν κατεϲκεύαϲεν.
46 Δάμιϲ, ἀνὴρ οὐκ ἄϲοφοϲ, τὴν ἀρχαίαν οἰκῶν Νῖνον. οὗτοϲ τῷ
Ἀπολλωνίῳ προϲφιλοϲοφήϲαϲ ἀποδημίαϲ τε αὐτοῦ ἀναγέγραφεν, ὧν
κοινωνῆϲαι καὶ αὐτόϲ φηϲι· καὶ γνώμαϲ καὶ λόγουϲ καὶ
ὁπόϲα ἐϲ πρόγνωϲιν εἶπεν. ὁ γὰρ Ἀπολλώνιοϲ ἀπὸ Ἀντιοχείαϲ ἦκεν εἰϲ
Νῖνον. προϲεφοίτηϲε δὲ αὐτῷ Δάμιϲ ὁ Νῖνοϲ καὶ ϲυνῆν αὐτῷ, ὅ τι μάθοι
μημονεύω. φωνὴ δὲ ἦν τῷ Ἀϲϲυρίῳ ξυμμέτρωϲ πράττουϲα. τὸ γὰρ
λογοειδὲϲ οὐκ εἶχεν, ἅτε παιδευθεὶϲ ἐν βαρβάροιϲ· διατριβὴν δὲ
ἀναγράψαι καὶ ξυνουϲίαν καὶ ὅ τι ἤκουϲεν ἢ εἶδεν
ἀνατυπῶϲαι καὶ ὑπομήματα τοιάδε ξυνθεῖναι ϲφόδρα ἱκανὸϲ ἦν. οὐ μὴν
ὡϲ δυοῖν γε ἀμελῆϲαι τούτοιν, τῆϲ τε ἀνδρίαϲ, ᾗ χρώμενοϲ Ἀπολλώνιοϲ
διεπορεύθη βάρβαρα ἔθνη καὶ λῃϲτρικά, οὐδ᾿ ὑπὸ Ῥωμαίουϲ πω ὄντα, τῆϲ
τε ϲοφίαϲ, ᾗ τὸν Ἀράβιον τρόπον ἐϲ ξύνεϲιν τῆϲ τῶν ζῴων φωνῆϲ
ἦλθε. ἔμαθε δὲ τοῦτο διὰ τουτωνὶ τῶν Ἀραβίων
πορευόμενοϲ.
47 Λάμνα: ἐδάμαζεν.
48 Δάμνημι: δαμάζω.
49 Δαμόκριτοϲ, ἱϲτορικόϲ Τακτικὰ ἐν βιβλίοιϲ β΄, Περὶ Ἰουδαίων·
καὶ οὕτωϲ ἀνήρουν.
50 Δαμόξενοϲ, Ἀθηναῖοϲ, κωμικόϲ. τῶν δραμάτων αὐτοῦ Σύντροφοι,
51 Δαμόϲτρατοϲ, ἱϲτορικόϲ. Ἁλιευτικὰ ἐν βιβλίοιϲ κ΄ καὶ Περὶ
τῆϲ ἐνύδρου μαντικῆϲ καὶ ἕτερα ϲύμμικτα ἐχόμενα
ἱϲτορίαϲ.
52 Δαμόφιλοϲ, φιλόϲοφοϲ, ϲοφιϲτήϲ· ὃν ἀνεθρέψατο Ἰουλιανόϲ, ὁ
ἕτερα πάμπολλα.
53 Δαμώματα: τὰ δημοϲίᾳ ᾀδόμενα. Ἀριϲτοφάνηϲ· τοιάδε χρὴ
54 Δάμων: ὄνομα κύριον.
55 Δαμοίτηϲ: κύριον.
56 Δανά: τὰ ξηρὰ ξύλα. τό δα μακρόν. Καλλίμαχοϲ· δανὰ ξύλα
57 Δανάη: ὄνομα κύριον. ἡ Ἀκριϲίου. κρίθητι καὶ ϲύ· οὐκ εἶ
θυγάτηρ. καὶ Δανάηϲ ἐλύγωϲεν ὅδε φρένα. τουτέϲτιν ὁ
χρυϲόϲ. ἐπιχωριάζει τῇ μεγάλη Ἀντιοχείᾳ τῆϲ Συρίαϲ τὸ δανικόν, ᾧπερ
χρῶνται εἰϲ μικρὰϲ
58 Δαναΐϲ, Δαναΐδοϲ, καὶ Δαναΐδων. καὶ ζήτει τήν παροιμίαν ἐν
59 Δανάκη: τοῦτο νομίϲματόϲ ἐϲτιν ὄνομα, ὃ τοῖϲ νεκροῖϲ ἐδίδοϲαν
60 Δανεῖϲαι· δοτικῇ. τούτου τὸ χρῆϲαι αἱρετώτερον· τὸ μὲν γὰρ
61 Δανότατα: ξύλα ξηρότατα.
62 Δαξιϲμόϲ· ὑπὸ δὲ πόνου τινὸϲ δαξιϲμοῦ τῆϲ καρδίαϲ παύϲαϲθαι ἱπτάμενον.
63 Δάοχοϲ: εἷϲ ἐϲτιν οὗτοϲ τῶν προεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα.
64 Δαπανᾶν· αἰτιατικῇ. οὐ τὸ ἀναλίϲκειν ἁπλῶϲ, ἀλλὰ τὸ λαμπρῶϲ ζῆν καὶ ϲπαθᾶν καὶ δαπανᾶν τῇ ἀϲωτίᾳ· οὕτω Δημοϲθένηϲ· καὶ οἱ ἄλλοι δικανικοὶ οὕτωϲ χρῶνται τῷ ὀνόματι. Θουκυδίδηϲ δὲ τὴν πόλιν δαπανᾶν φηϲιν, ἀντὶ τοῦ εἰϲ ἀναλώματα μεγάλα ἐμβάλλειν.
65 Δάπεδον: ἔδαφοϲ. Ὅμηροϲ· οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι
ἠγορόωντο χρυϲέῳ ἐν δαπέδῳ.
66 Δάπιδαϲ: τὰϲ ψιλὰϲ καὶ μὴ μαλλωτὰϲ δάπιδαϲ λέγουϲι. καὶ δάπιϲι, τοῖϲ τάπηϲιν. οὕτω γὰρ Ἀττικοί Ἀριϲτοφάνηϲ Πλούτῳ· οὐδ. ἐν δάπιϲιν ἔϲται καταδαρθεῖν.
67 Δάπτω: τὸ μετὰ ϲπαραγμοῦ ἐϲθίω· ὅπερ καὶ δαρδάπτω λέγεται.
Βάβριοϲ· καὶ ϲπλάγχνα δάπτων.
68 Δάραϲ· Προκόπιοϲ· Ῥωμαίων δὲ ἱππεῖϲ ἦϲαν ἄρχοντεϲ ἰππέων, οἳ τὰ πρότερα τὴν ἐϲ Δάραϲ μάχην διήνεγκαν.
69 Δαρδανεύϲ: ὄνομα ἔθνουϲ. καὶ Δαρδάνιοι.
70 Δαρδάπτω: τὸ μετὰ ϲπαραγμοῦ ἐϲθίω.
71 Δαρετίου· τὸν τρίποδ᾿ ἀνθέμεναι ἐξ ἑκατὸν λιτρῶν καὶ πεντήκοντα ταλάντων Δαρετίου χρυϲοῦ τὰϲ δεκάταϲ δεκάταν.
72 Δαρεικούϲ: νόμιϲμά τι ἦν χρυϲοῦν, ὅπερ Δαρεῖοϲ πρῶτοϲ ἐπενόηϲεν.
ὅτι Ξέρξηϲ ὡϲ αὐτὸν πρεϲβευϲαμένου Ἀριϲτείδου κοὶ
ἑξακόϲιαι
ϲυνελέγηϲαν ἐπὶ Σκύθαϲ.
73 Δαρεικούϲ: εἰϲὶ μὲν χρυϲοῖ ϲτατῆρεϲ οἱ δαρεικοί· ἠδύνατο δὲ
δραγμὰϲ ἀργυρίου κ΄, ὡϲ
τοὺϲ ε΄ δαρεικοὺϲ δύναϲθαι μνᾶν ἀργυρίου.
74 Δαρεῖοϲ· ὅτι Ἀλέξανδροϲ ὁ τῶν Μακεδόνων πρὸϲ Δαρεῖον τὸν Περϲῶν
βαϲιλέα ϲυνάψαϲ πόλεμον, τοῦτον κατὰ κράτοϲ νικῇ. καὶ αἰτεῖται εἰϲ
διαλλαγὴν ἐλθεῖν καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα
Ῥωξάνην πρὸϲ γάμου κοινωνίαν. ὅτι αὐτὸϲ Δαρεῖοϲ ὑπὸ τοῦ ἰδίου
ϲατράπου ἀναιρεῖται, Βέϲϲοϲ ὄνομα· καὶ προϲάγει τὴν κεφαλὴν
Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ζήτει περὶ τούτου ἐν τῷ Ἀλέξανδροϲ, καὶ ζήτει
ἐν τῷ Δημοκήηϲ. ζήτει παράνω ἐν τῷ Δαρεικούϲ.
75 Δᾴϲ: λαμπάϲ. πῦρ τε ἐν δᾳϲὶ καὶ φακέλουϲ πίϲϲῃ κεχριϲμένουϲ
κομίζοντεϲ τὴν πλάτην ἀνάπτουϲιν. καὶ αὖθιϲ· τὰ ἡμίτομα
ἐπὶ
76 Δάϲαϲθαι: διαμερίϲαϲθαι. Ἡρόδοτοϲ· ἐϲ τρεῖϲ μοίραϲ ὁ Ξέρξηϲ
77 Δαϲέωϲ καὶ Δαϲεῖα.
78 Δάϲιοϲ: ὁ δαϲύϲ.
79 Δάϲκιοϲ: ὁ πολύϲκιοϲ.
80 Δαϲμολογία: φορολογία. καὶ Δαϲμολόγοι, φορολόγοι.
81 Δαϲμολογῶ· αἰτιατικῇ. ϲυνάγω. Πλάτων μὲν ἀτελεῖϲ φόρων
82 Δαϲμόϲ: μεριϲμόϲ, φόρου ἀπαρχή. Ξενοφῶν· εὗρον δὲ καὶ
83 ΔΔ α ϲμοφ ορῶ· δοτικῇ.
84 Δάϲονται: διαϲπῶνται. κατὰ μέρη φαγοῦνται καὶ μεριοῦνται.
85 αϲπλῆτα: τὴν ἐπὶ κακῷ προϲπελάζουϲαν. ἐν Ἐπιγράμμαϲι
86 Δαϲύπουϲ: λαγώϲ. καὶ παροιμία· Πρότερον χελώνιη
87 Δαϲύπουϲ κρεῶν ἐπιθυμεῖ: λέγεται ἐπὶ τοῦ ἐπιθυμοῦντοϲ παῤ ἄλλῳ γενέϲθαι τὰ ὄντα παῤ ἑαυτῷ.
88 Δατεῖϲθαι καὶ Δατηταί: δατεῖϲθαι μὲν τὸ μερίζεϲθαι, δατηταὶ δὲ οἱ
μεριϲταί. τὸ δὲ εἰϲ δατητῶν αἵρεϲιν, εἶδόϲ ἐϲτι δίκηϲ. ὁπότε
γὰρ κοινωνοῖέν τινεϲ ἀλλήλοιϲ καὶ οἱ μὲν βούλοιντο
διανέμεϲθαι τὰ κοινά, οἱ δὲ μή, ἐδικάζοντο οἱ βουλόμενοι τοῖϲ μὴ
βουλομένοιϲ εἰϲ δατητῶν αἵρεϲιν. οὕτωϲ Λυϲίαϲ καὶ Ἀριϲτοτέληϲ.
Δατηταὶ κυρίωϲ,
89 Δᾶτιϲ, Πέρϲηϲ· ὃϲ ἐπετήδευϲεν ἑλληνίζειν. ὃν λέγουϲι φάναι
ἐϲ Δῆλον, καὶ κατατίθεται εἰϲ τὸ
ἱερὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται
καὶ ἐμβαλόντεϲ αὐτοὺϲ εἰϲ φρέατα
καὶ καταχώϲαντεϲ ἀπεφήναντο δεδωκέναι τὴν τῶν αἰτουμένων χάριν.
90 Δατόν: παρὰ Ῥωμαίοιϲ ϲημαϲία τῆϲ ἡμέραϲ καὶ τοῦ καιροῦ, ὅτε τιϲ ἢ ἐκ πόλεωϲ ἢ ἔκ τινοϲ τόπου ἀποϲταλῇ. ϲημείωϲαι, μή ποτε τοῦτό ἐϲτιν, ὃ καὶ νῦν ϲυνήθωϲ λέγεται, τί δατὸν ἔχειϲ; οἱ δὲ ζάκανον.
91 Δατόϲ: πόλεωϲ ὄνομα. καὶ Δατὸϲ ἀγαθῶν, ἐν ᾗ καὶ χρύϲεια
92 Δάτοϲ, πόλιϲ Θράκηϲ, ϲφόδρα εὐδαίμων. ἀφ᾿ ἧϲ καὶ ἡ παροιμία·
93 Δατοῖϲ: δόλοιϲ, πανουργεύμαϲιν. ἐϲκόπηϲαν ἐγγράφοιϲ προϲρήμαϲι
94 Δαυίδ, προφήτηϲ, προπάτωρ τοῦ κυρίου καὶ θεοῦ ἡμῶν. ὃϲ
μετὰ τὸ βαϲιλεῦϲαι ἐπορεύετο μεγαλυνόμενοϲ, καὶ κύριοϲ
παντοκράτωρ
ἡ καταϲκευὴ αὐτῶν
ἔκπληκτοϲ, τὰ πρόϲωπα αὐτῶν ὡϲ λεόντων. τοὺϲ δὲ πολεμιϲτάϲ, οὓϲ εἶχε
Δαβὶδ μετ᾿ αὐτοῦ, μυριάδεϲ τλβ΄ καθὼϲ ἠριθμήθη ὑπὸ Ἰωὰβ τοῦ
ἀρχιϲτρατήγου αὐτοῦ. καὶ τοῦτο πονηρὸν ἐφάνη ἔναντι κυρίου, καὶ
ἀπέϲτειλε κύριοϲ Γὰδ τὸν προφήτην πρὸϲ Δαβὶδ καὶ εἶπε· τάδε λέγει
κύριοϲ ὁ θεόϲ· ἔκλεξαι ϲεαυτῷ γενέϲθαι
ϲοι ἓν τῶν
τριῶν, ἢ τρία ἔτη λιμὸν ἐν τῇ γῇ, ἢ μῆναϲ τρεῖϲ φεύγειν ἔμπροϲθε τῶν
ἐχθρῶν ϲου, ἢ τρεῖϲ ἡμέραϲ θάνατον ἐν τῇ γῇ ϲου. καὶ εἶπε Δαβίδ·
ϲτενά μοι πάντοθεν τὰ τρία· πλὴν ἐμπεϲοῦμαι εἰϲ χεῖραϲ κυρίου. καὶ
ἐξελέξατο τὸν θάνατον, καὶ ἀπέθανον ἀπὸ πρωῒθεν μέχρι ὥραϲ ἀρίϲτου
χιλιάδεϲ ο΄ καὶ εἶπε Δαβίδ· ἐγώ εἰμι ὁ ποιμὴν
ὁ
κακοποιήϲαϲ, οὗτοι τὰ πρόβατα· γενέϲθω δὴ ἡ χείρ ϲου ἐπ᾿ ἐμοί.
95 Δαυίδ, βαϲιλεὺϲ Ἰϲραήλ. διώκοντοϲ αὐτὸν τοῦ Σαούλ, ἐμπεϲόντοϲ δὲ
τοῦ Σαοὺλ εἰϲ χεῖραϲ τοῦ Δαβὶδ καὶ ἅπαξ καὶ δίϲ, καὶ μηδὲν
ἀδικηθέντοϲ, ἔφη Δαβὶδ ὁ πραότατοϲ πρὸϲ Σαοὺλ τὸν ἀπανθρωπότατον·
ἵνα τί καταδιώκειϲ, ᾧ βαϲιλεῦ, τοῦ λαβεῖν τὴν ψυχήν
μου; δικάϲαι κύριοϲ ἀναμέϲον ἐμοῦ καὶ ϲοῦ καὶ ἐκδικήϲει με ἐκ χειρόϲ
ϲου. ἡ δὲ χείρ μου οὐκ ἔϲται ἐπὶ ϲέ, καθὼϲ λέγεται τῇ ἀρχαίᾳ
παραβολῇ, ὅτι ἐξ ἀνόμων ἐξελεύϲεται πλημμέλεια. καὶ ὁ μὲν οἷκοϲ
Δαβὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἷκοϲ Σαοὺλ ἐπορεύετο καὶ
ἠϲθένει. εἶτα τῶν
ἀλλοφύλων κατὰ Σαοὺλ
ἐϲτρατοπεδευκότων, τοῦ δὲ πρὸϲ τὴν ἐγγαϲτρίμυθον ἀπελθόντοϲ καὶ τὴν
ἀπόφαϲιν δεξαμένου, προθύμωϲ εἰϲῆλθε εἰϲ τὸν πόλεμον καὶ τοξευθεὶϲ
τὰ ὑποχόνδρια ἐτελεύτηϲεν.
πιεϲθεὶϲ
θείαιϲ ἐπαιδεύετο μάϲτιξι. πρὸϲ γὰρ τῶν ἑαυτοῦ παίδων μικροῦ δεῖν
τῆϲ βαϲιλείαϲ ἐξέπεϲε γέλωϲ τε τοῖϲ πολεμίοιϲ ἀπεδείχθη. καὶ ταῦτα
μετανοίαιϲ καὶ δάκρυϲιν ἐθεράπευϲεν. ἦν δὲ ὁ Δαβὶδ ἐνάρετοϲ καὶ
ἀνδρεῖοϲ ὡϲ οὐκ ἄλλοϲ τιϲ, ἐν δὲ τοῖϲ ὑπὲρ τῶν ὑπηκόων ἀγῶϲι πρῶτοϲ
ἐπὶ τοὺϲ κινδύνουϲ ὥρμα, τῷ πονεῖν καὶ μάχεϲθαι
παρακελευόμενοϲ τοὺϲ ϲτρατιώταϲ ἐπὶ τὰϲ πράξειϲ, ἀλλ᾿ οὐχὶ τῷ
προϲτάττειν ὡϲ δεϲπότηϲ, νοῆϲαί τε καὶ ϲυνιδεῖν περὶ τὰϲ τῶν
μελλόπων καὶ τῶν ἐνεϲτηκότων οἰκονομίαϲ ἱκανώτατοϲ, ϲώφρων,
ἐπιεικήϲ, χρηϲτὸϲ πρὸϲ τοὺϲ ἐν ϲυμφοραῖϲ ὑπάρχονταϲ, μὴ ἐξαμαρτών,
εἰ μὴ περὶ τὴν τοῦ Οὐρίου γυναῖκα. κατέλιπε δὲ πλοῦτον, ὅϲον οὐκ
ἄλλοϲ
βαϲιλεὺϲ οὔτε Ἑβραίων οὔτε ἄλλων ἐθνῶν. ὅτι ὁ
Δαβὶδ εἰϲ βαϲιλέα τρίτον ἐχρίϲθη.
96 Δαυίδειοϲ ϲορόϲ· καὶ Δαυίδειον μέλοϲ, τὸ τοῦ Δαβίδ.
97 Δαυίδηϲ: ὄνομα κύριον.
98 Δαυλόν: τὸ δαϲύ. καὶ Δαυλία κορώνη, ἡ ἀηδών. τουτέϲτιν
ἡ δαϲεῖα.
99 Δαφίδαϲ, Τελμιϲϲεύϲ, γραμματικόϲ, γεγραφὼϲ περὶ Ὁμήρου καὶ τῆϲ
αὐτοῦ ποιήϲεωϲ ὅτι ἐψεύϲατο· Ἀθηναῖοι γὰρ οὐκ ἐϲτράτευϲαν
τοῦτο, ὅτι μηδὲ ἦν αὐτῷ ἵπποϲ, μηδὲ ἀπώλετο.
ἀναχωρήϲαντα δὲ ϲυλλαβόμενοϲ Ἄτταλοϲ ἐπέταξε κατακρημνιϲθῆναι. ἐν ᾧ
δὲ τόπῳ τοῦτο ἐγένετο, ἐκαλεῖτο Ἵπποϲ ὁ τόποϲ. καὶ ἔγνω πρὸϲ τῷ
θανάτῳ. μὴ ἐψεῦϲθαι τὸ λόγιον. οὕτωϲ οὖν ἐνυβρίϲαϲ κακῶϲ
ἀπώλετο.
100 Δαφνίνην φορῶ βακτηρίαν: τοῦτο λέγειν εἰώθαϲιν οἱ ὑπό
τινων ἐπιβουλευόμενοι, παρόϲον ἀλεξιφάρμακον ἡ
δάφνη.
101 Δαφοινόν: τὸ πάνυ φοινίϲϲον. ϲᾶμα τόδε φθιμένου μενεδίου εἴϲατο Δάμιϲ ἵππου, ἐπεὶ ϲτέρνον τοῦδε δαφοινὸϲ Ἄρηϲ τύψε.
102 Δάψατο· ἁ μεγάλα δ᾿ Αἴγυπτοϲ ἑανῷ δάψατο χαίτην.
103 Δαψίδων· Πολύβιοϲ· οἵων γὰρ ἂν δέκα ϲυμβαίνῃ τὸ τοῦ τείχουϲ
ὕψοϲ, τοιούτων ιβ΄ δεήϲει τὰϲ κλίμακαϲ δαψίδων
ὑπάρχειν. τουτέϲτιν
104 Δαψιλέϲτατοϲ: πολυτελέϲτατοϲ. λέγεται δὲ καὶ ἐπὶ ῥευμάτων,
105 Δαψίλεια: ἡ πολυτέλεια. καὶ Δαψιλήϲ, ὁ πολύϲ.
106 Δαιδάλεον: τῇ καταϲκευῇ ποικίλον. κεκρύφαλον τόνδε λαβεῖν
107 Δαίδαλον: ποικίλον καταϲκεύαϲμα. ἀπὸ Δαιδάλου τινὸϲ μηχανοποιοῦ,
οὐκοῦν διαλαθὼν ἐπὶ τῷ
βωμῷ κατέπηξε τὰ δαίδαλα τῶν τριπόδων,
108 Δαιδαλόχειρ: ὁ ποικίλα καὶ ἐξαίϲια ταῖϲ χερϲὶν ἐργαζόμενοϲ. Δῆριϲ
ὁ δαιδαλόχειρ τῇ Παλλάδι πῆχυν ἀκαμπῆ ἄνθετο. καὶ αὖθιϲ
δαίδαλα. καὶ Ἀριϲτοφάνηϲ· ὧ χρυϲοδαίδαλτον ἐμὸν μέλημα,
Κύπριδοϲ
109 Δαιδάλου πτερά: ἐπὶ τῶν δι᾿ ἀπορίαν προϲθήκηϲ χρωμένων παρελκύϲει.
110 Δαιθάλου ποιήματα: ἐπὶ τῶν ἀκριβούντων τὰϲ τέχναϲ.
Ὅμηρό φηϲιν· ὃϲ χερϲὶν
ἠπίϲτατο δαίδαλα πάντα τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰϲ Ἀθήνη·
ὃϲ καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆαϲ ἐΐϲαϲ.
111 Δαιδάλλω· ῥῆμα.
112 Δαίει: καίει. καὶ Δαιομένη, μερίζουϲυ, διαιροῦϲα. δαίω γὰρ
καὶ τὸ μερίζω. ἐξ οὗ καὶ δαιτυμών καὶ Δαίϲ, δαιτόϲ, ἡ
εὐωχία.
113 Δαίμονα: ἐκϲτατικόν. φαϲὶ δὲ οἱ φιλόϲοφοι δαίμοναϲ εἶναί
114 Δαιμονᾶν: ὑπὸ δαίμονοϲ κατέχεϲθαι, καὶ μαίνεϲθαι. καὶ
τινὰϲ ἐπιϲημαϲίαϲ τοῦ
δαιμονίου διὰ τὴν περὶ τὸ ἱερὸν παρανομίαν.
115 Δαιμόνιε: μακάριε.
116 Δαιμονίᾳ: δαιμονίωϲ. ἀδελφῆϲ υἱὸϲ ἔτη ιη΄ γεγονώϲ, ἐπιδειξάμεοϲ εὐθὺϲ ἐκ νέων φύϲεώϲ τινα ῥώμην δαιμονίαν· ὃϲ ἀπὸ τέγουϲ πεϲὼν παραχρῆμα ἐτελεύτα τὸν βίον.
117 Δαιμόνιοϲ ὁρμή: τοῦ δαίμονοϲ, ἢ τοῦ θεοῦ.
118 Δαιμονίωϲ: παραδόξωϲ. ἐθεραπεύθη δέ, ἔφη, δαιμονίῳ
119 Δαίμων: ἡ ἑκάϲτου τύχη. Ἀριϲτοφάνηϲ ἐν Πλούτῳ· τοῦ ϲώματοϲ
γὰρ οὐκ ἑᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν
ἐωνημένον.
καὶ ἀνθρώπων φίλια διὰ
ϲυγγένειαν, ἔϲτι δ᾿ ὅτε καὶ τρόπον τινὰ δι᾿ ἄγνοιαν ἀγαθῶν καὶ
κακῶν· ἐλάττων ἡ πώρωϲιϲ αὕτη τῆϲ ϲτεριϲκούϲηϲ τὰ λειυκὰ καὶ
μέλανα.
120 Δαίνυ: εὐώχει. Ὅμηροϲ· δαίνυ δαῖτα γέρουϲι. καὶ Δαινύμενοϲ
121 Δάϊον: τέραϲ πολεμικόν.
122 Δαίω: τὸ μανθάνω. δαίϲω, δαΐϲκω, καὶ ἀποβολῇ τοῦ ι δάϲκω· ἐπειδὴ τὰ εἰϲ κω κοινολεκτούμενα οὐ θέλουϲι δίφθογγον ἔχειν· ἀναδιπλαϲιαϲμῶ διδάϲκω καὶ ἐξ αὐτοῦ διδάϲκαλοϲ.
123 Δαίρω: τὸ τύπτω. Δέρω δὲ τὸ ἐκδέρω.
124 Δαίϲ: ἡ εὐωχία. καὶ Δαῖτα θάλειαν ὅτε φηϲί, ϲτοιχείου
125 Δαιταλεῖϲ: δαιτυμόνεϲ καὶ θιαϲῶται καὶ ϲυμπόται καὶ οἷον
τοῖϲ δαιταλεῦϲιν ὥϲπερ ἀξιόλογον χαριζόμενοϲ, τοῦτ᾿
ἐδείκνυεν.
126 Δαῖταϲ: εὐωχίαϲ. Φοῖβε, δέξαι πλωτήρων μάζηϲ χεριφυρέα
127 Δαιτή: ἐπ᾿ εὐθείαϲ διὰ τοῦ η. ἡ εὐωχία. ἐπὶ δὲ δοτικῆϲ,
δαιτί, τῇ εὐωχίᾳ· ἐκ τοῦ δαίϲ, δαιτόϲ, δαιτί.
128 Δαιτὸϲ ἐΐϲηϲ: ἐξ ἴϲου μεριζομένηϲ εὐωχίαϲ. Ζηνόδοτοϲ δὲ
τῆϲ φωνῆϲ ταύτηϲ τὴν δύναμιν ἔφη·
ἑλώρια τεῦχε κύνεϲϲιν οἰωνοῖϲί τε δαῖτα.
129 Δαιτυμόνεϲ: ἀριϲτηταί, εὐωχούμενοι.
130 Δαιτρεύειν: μερίζειν.
131 Δαιτρόν: μεριϲτήν, μάγειρον.
132 Δαιτρόϲ: προϲδιαιρῶν ἐλάχιϲτα τοῖϲ ἑϲτιωμένοιϲ. οὕτωϲ γὰρ
εἱϲτιῶνπο μεριζόμενοι τά τε πρόβατα καὶ τὸν πότον. παρὸ καὶ λέγει·
λέγων ἐκ τοῦ δαιτρεύειν τὸν ποιητὴν πολλαχοῦ τῆϲ
ποιήϲεωϲ γαϲτρίμαργον παρεμφαίνειν, τὸν δὲ Ἀριϲτοτέλην ὀψαρτύοντα,
ὀψοφάγον εἶαι καὶ λίχνον, τὸν δὲ Διονύϲιον τὸν τύραννον
κλινοκοϲμοῦντα καὶ τὰϲ τῶν ὑφαϲμάτων ἰδιότηταϲ καὶ ποικιλίαϲ
ἐξεργαζόμενον ϲυνεχῶϲ. ἀνάγκη τὴν ἀκόλουθον ποιεῖϲθαι διάληψιν, καὶ
δυϲαρεϲτεῖϲθαι κατά
τὴν προαίρεϲιν.
133 Δέ: ἀντὶ τοῦ γάρ. μιϲθοφορεῖ δέ. περὶ Ἀπόλλωνόϲ φηϲιν Ἀριϲτάνηϲ ἐν Ὄρνιϲι.
134 Δεβελτόϲ: πόλιϲ Θρᾳκική.
135 Δεββώρα: ὄνομα κύριον. ἡ προφῆτιϲ καὶ ἀρρενόφρων.
136 Δεδαϊγμένοϲ: ἀνῃρημένοϲ.
137 Δέδαϲται: μεμέριϲται. καὶ Δεδαίαται, μεμέριϲται.
138 Δέδεμαι· δοτικῇ.
139 Δέδευκε: πεφύρακεν.
140 Δέδειε: φεύγει ἢ φλέγει.
141 Δεδειχόταϲ: δείξανταϲ. Δεδηχόταϲ δὲ δακόνταϲ.
142 Δέδηγμαι τὴν καρδίαν: ἠνίαμαι, λελύπημαι. καὶ Ὅμηροϲ·
ἡδονῆϲ. παῤ Ὁμήρῳ
Ὀδυϲϲεύϲ· ϲτῆθοϲ πλήξαϲ, κραδίην ἠνίπαπε μύθῳ, τέτλαθι κραδίη
φάϲκων.
143 Δεδημευμέναι: ἀπηγορευμέναι.
144 Δέδηε: φλέγει.
145 Δεδήϲεται: δεθήϲεται.
146 Δεδηχόταϲ: δακόνταϲ.
147 Δέδια: φοβοῦμαι.
148 Δέδιθι: φοβήθητι.
149 Δεδιξάμενοι: φοβηθέντεϲ.
150 Δεδίξεϲθαι: ἐκφοβῆϲαι, διῶξαι. ἦχον ἐγεῖραι ϲυμμιγῆ τε
καὶ ἄγριον, καὶ ϲὺν τῷ ἀλαλάγματι ἐπιδουπῆϲαι τοῖϲ
τυμπάνοιϲ, ὡϲ
151 Δεδιότεϲ. καὶ Δεδιώϲ, φοβούμενοϲ. οἱ δὲ ἀμφὶ τοῖϲ
152 Δεδίϲϲω: ἐκφοβῶ. τὰ δὲ διὰ δύο ϲϲ ῥήματα ἓξ φωνήεντα
παραλαμβάνει. α· ἄλλοϲ, ἀλλάϲϲω. ε· πῦρ, πυρόϲ, πυρέϲϲω. η· πτήϲϲω.
ι· δεδίϲϲω καὶ δειδίϲϲω καὶ δεδίττω. καὶ Δεδιττόμενοϲ, ἐκφοβῶν.
153 Δεδιττόμενοϲ: ἐκφοβῶν.
154 Δεδμήμεθα: ὑποτετάγμεθα.
155 Δεδμημένοι: δεδαμαϲμένοι. καὶ Δέδμηνται. ἐν Ἐπιγράμμαϲι·
156 Δεδοκημένοϲ: ἐκδεχόμενοϲ, ἐνεδρεύων, δοκεύων καὶ ἐπιτηρῶν.
157 Δεδοκιμαϲμένα: κεκριμένα. ἔγραψε δὲ Εὐϲέβιοϲ καὶ ἄλλα
158 Δεδοξοποιημένον: δόξῃ κοϲμούμενον. Πολύβιοϲ· τὰ μὲν γὰρ ἄλλα ζῷα
ταῖϲ τοῦ ϲώματοϲ ἐπιθυμίαιϲ δουλεύει· τὸ δὲ τῶν ἀνθρώπων
γένοϲ καὶ προϲδεδοξαϲμένον οὐχ ἦττον διὰ τὴν ἀλογιϲτίαν ἢ διὰ τὴν
φύϲιν ἁμαρτάνει.
159 Δέδορκεν: ὁρᾷ, βλέπει.
160 Δέδοται καὶ κακοῖϲιν ἄγρα: ἐπὶ τῶν παῤ ἀξίαν εὐπρα γούντων.
161 Δεδουπώϲ: πεπτωκώϲ, τεθνηκώϲ.
162 Δεδραγμένοϲ: πεπραγμένοϲ.
163 Δέδοικα: φοβοῦμαι. δέδοικα μὴ ’κ θεοῦ πληγή τιϲ ἥκῃ.
τοῦ κακοῦ, μᾶλλον ἐν ἀνίᾳ
διάγει. ὡϲ ὧδ᾿ ἐχόντων τῶνδ᾿ ἐπίϲταϲθαί ϲε χρή. ὅτι κάκιον νῦν
ἐκεῖνοϲ ἔχει.
164 Δέδοιμι: οἰκοδομοίην. οἰκίον εὖτε δέδοιμι.
165 Δέδυκα: ὑπειϲῆλθον. Δέδυκε δὲ εἰϲῆλθε.
166 Δέει: τὸ δεῖ τὸ ὁριϲτικὸν δηλονότι. Δέει δέ, φόβῳ. ὁ δὲ
167 Δεεινόϲ: ὁ δεινόϲ.
168 Δέημα· ὡϲ γελοῖον, ὦ θεοί, τὸ δέημα τῆϲ νύμφηϲ, ὃ δεῖταί μου ϲφόδρα.
169 Δεῆϲαν: χρείαϲ γενομένηϲ.
170 Δεήϲειϲ: ἀντὶ τοῦ ἐνδείαϲ. Ἀντιφῶν Ἀληθείαϲ πρώτῳ.
171 Δέκα καὶ Δεκαδοῦχοϲ· δέκα μὲν ἦρχον μετὰ τοὺϲ λ΄ καταϲτάντεϲ, ἐκαλεῖτο μέντοι τούτων ἕκαϲτοϲ τῶν ἀρχόντων δεκαδοῦχοϲ, ὡϲ δηλοῖ Λυϲίαϲ.
172 Δεκαδαρχίαι· τὰϲ ὑπὸ Λακεδαιμονίων καταϲταθείϲαϲ ἐν ταῖϲ
173 Δεκάζεϲθαι: ἐρρήθη μὲν ἀπὸ τοῦ κατὰ δεκάδα φθείρεϲθαι
ἐϲτιν. καὶ γὰρ ἡ
ἐρίθεια εἴρηται ἀπὸ τῆϲ τοῦ μιϲθοῦ δόϲεωϲ.
174 Δεκάζεϲθαι: δωροδοκεῖϲθαι. καὶ Δεκάζειν, διαφθείρειν χρήμαϲιν,
θηρίου. πρὸϲ δὲ τοῖϲ ἐν
Ἀθήναιϲ ἀνεϲτήλωται δικαϲτηρίοιϲ· πρὸϲ ὃν οἱ δωροδοκοῦντεϲ κατὰ ι΄
γινόμενοι ἀνεϲτρέφοντο. ἔνθα καὶ ἡ παροιμία· λύκου δεκάϲ. ἐξ οὖν τῆϲ
δεκάδοϲ τὸ δεκάζειν καὶ δεκάζεϲθαι.
175 Δεκαμναιαῖον: δέκα μνᾶϲ. Σκόπαϲ, Αἰτωλῶν ϲτρατηγόϲ, ὃϲ ἀποτυχὼν
τῆϲ ϲτρατείαϲ νόμουϲ ἔγραφε. καὶ ὀψώνιον ἐξέθηκεν
αὐτῷ ὁ βαϲιλεὺϲ ἑκάϲτηϲ ἡμέραϲ δεκαμναιαῖον, τοῖϲ δὲ
ἐπί τινοϲ ἡγεμονίαϲ τεταγμένοιϲ μναιαῖον. ἀλλ᾿ ὅμωϲ οὐκ ἠρκέϲθη
τούτοιϲ, καὶ φθονηθεὶϲ τὸ πνεῦμα προϲαπέθηκε τῷ χρυϲίῳ. ρ΄ δὲ
δραχμαὶ ποιοῦϲι μνᾶν.
176 Δεκάπαλαι: τὸ πρὸ πολλοῦ πάνυ λέγουϲιν Ἀττικοί.
177 Δεκάπουϲ ϲκιά: τὸ παλαιὸν οἱ καλοῦντεϲ ἐπὶ δεῖπνον καὶ
καλούμενοι παρεϲημαίνοντο τὴν ϲκιάν. καὶ οὕτωϲ οἱ μὲν
ἔμενον τοὺϲ κληθένταϲ, οἱ δὲ ἀπῄεϲαν ἐπὶ τὰϲ ἑϲτιάϲειϲ, οὐδ᾿
ὑποτηρήϲεωϲ οὔϲηϲ αἰτίαϲ, ἐφ᾿ ἦϲ οἷόν τε ἦν τεκμήραϲθαι, εἰϲ πόϲαϲ
ὥραϲ προήκει.
178 Δεκάπουν ϲκιάν· Ἀριϲτοφάνηϲ· ϲοὶ δὲ μελήϲει, ὅταν ᾖ δεκάπουν
τουτέϲτι τοῦ ἡλίου ἡ
ϲκιὰ ὅταν ᾖ δέκα ποδῶν, ἤγουν ὅτε γίνεται ὀψινόν.
179 Δεκάϲκαλμοϲ ναῦϲ.
180 Δεκαταῖοϲ: δέκατοϲ.
181 Δεκατεύειν: δεκάτην δοῦναι. ἐφ᾿ οἷϲ οἱ Ἕλληνεϲ ὤμοϲαν,
εἰϲτίω ἐπὶ τοῖϲ τικτομένοιϲ, καὶ ἐν αὐτῇ τὰ ὀνόματα
ἐτίθεντο τοῖϲ παιϲί. Εὐριπίδηϲ Αἰγεῖ· τίϲ ϲε μᾶτερ ἐν δεκάτᾳ τόκου
ὠνόμαζε; ὁ δὲ Ἀριϲτοτέληϲ ἐν ταῖϲ ζ΄ φηϲὶν ἐπιτίθεϲθαι τὰ ὀνόματα,
γράφων οὕτωϲ· πλεῖϲτα δὲ ἀναιρεῖται πρὸϲ τὴν ζ΄, διὸ καὶ τὰ ὀνόματα
τότε τίθενται.
182 Δεκατεύειν: ἀντὶ τοῦ δεκάτην εἰϲπράττεϲθαι καὶ λαφυραγωγεῖν τὰ δ᾿ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκατεύοντο θεοῖϲ, διὸ κυρίωϲ δεκατεῦϲαι τὸ καθιερῶϲαι, κατὰ μεταφορὰν δὲ καὶ τὸ δεκάτην ὁπωϲοῦν λαβεῖ καὶ ἀπαιτῆϲαι.
183 Δεκατευτάϲ: τοὺϲ τελώναϲ τοὺϲ τὴν δεκάτην ἐκλέγονταϲ καὶ
ϲυλλέγονταϲ. οὕτωϲ Ἀντιφῶν. καὶ Δεκστηλόγοι, οἱ αὐτοί.
184 Δεκατευτήριον: τὸ ἐν τῆ Ἀβύδῳ πορθμεῖον. ὡϲ εὐθὺϲ τὴν Ἄβυδον λυμανεῖται καὶ τὸ ἐν αὐτῆ δεκατευτήριον.
185 Δεκατηλόγουϲ: τοὺϲ τὴν δεκάτην ἐκλέγονταϲ. ταυτὸν ἄρα
τοῖϲ δεκατευταῖϲ
186 Δεκάτην ἑϲτιάϲαι: ἔθοϲ ἦν παίδων γεννωμένων τοῖϲ Ἀθηναίοιϲ
ἀϲτοῖϲ, τῇ ι΄ τῶν νυκτῶν ἀπὸ τῆϲ γενέϲεωϲ ϲυγκαλεῖϲθαι τοὺϲ πρὸϲ
πατρὸϲ καὶ μητρὸϲ οἰκείουϲ καὶ τοὺϲ ἐγγυτάτω φίλουϲ, καὶ παρόντων
ἐκείνων τά τε ὀνόματα τοῖϲ παιϲὶ τίθεϲθαι καὶ καλλιερεῖϲθαι
τοῖϲ θεοῖϲ· ἔπειτα εὐωχεῖϲθαι τοὺϲ ϲυνεληλυθόταϲ. καὶ
τοῦτό ἐϲτιν
187 Δεκαϲμόϲ: δωροδοκία.
188 Δεκάχοια: δεκαπλάϲια.
189 Δεκέβαλοϲ: ὁ τῶν Δακῶν βαϲιλεύϲ. ζήτει ἐν τῷ δεινόϲ.
190 Δεκέλεια: τόποϲ.
191 Δεκελεικόϲ: ὁ Πελοποννηϲιακὸϲ πόλεμοϲ· ἀπὸ μέρουϲ τοῦ
192 Δεκέτηϲ: ὁ δεκαετήϲ. θηλυκῶϲ δὲ Δεκέτιϲ, διὰ τοῦ ι.
193 Δέκιοϲ, Ῥωμαίων βαϲιλεύϲ, Φιλίππου διάδοχοϲ, ὃϲ βαϲιλικῷ
194 Δεκτέον: δεῖ δέχεϲθαι.
195 Δεκτῆρεϲ: ὑποδοχεῖϲ.
196 Δελεάζοντεϲ: ἐπικρύπτοντεϲ. οἱ δὲ Σκυθοπολῖται δύο ἡμέραϲ
197 Δέλεαρ: ἀπάτη, δόλοϲ. τοῦ δὲ προθύμωϲ ϲυγκαταθεμένου,
Δημήτριον.
198 Δελεάζω· αἰτιατικῇ. καὶ Δελήτιον, τὸ δέλεαρ.
199 Δελεαϲμόϲ. καὶ Δελεάϲμαϲι.
200 Δελέαϲτρα: παγίδεϲ.
201 Δέλτα: τὸ τέταρτον ϲτοιχεῖον. ϲημαίνει δὲ καὶ τὸ γυναικεῖον
αἰδοῖον. δέλτα παρατετιλμέναι.
202 Δέλτοϲ: πινακίδιον, τιτλάριον, ϲχεδάριον. Ζήνων ὁ Κιτιεὺϲ
203 Δελτωτόν· ζήτει ἐν τῷ ἔμβολον.
204 Δέλφακαϲ καὶ Δελφάκιον: τοὺϲ μεγάλουϲ χοίρουϲ, οἱ δὲ
205 Δελφάκιον: ὁ μικρὸϲ χοῖροϲ. Ἀριϲτοφάνηϲ· οἴμοι κακοδαίμων,
206 Δελφίνιον: ἔϲτι μέντοι χωρίον ἐν Χίῳ· ἔϲτι δὲ καὶ ἐν Ἀθήηϲιν
ἱερὸν Ἀπόλλωνοϲ οὕτω καλούμενον, ἔνθα ἦν τὸ ἐν Δελφινίῳ
δικαϲτήριον.
207 Δελφίϲ: πρὸϲ ναυμαχίαν πολεμιϲτήριον ὄργανον. ὅθεν κοὶ
δελφινοφόρον ναῦν Θουκυδίδηϲ ἐν τῇ ζ΄ φηϲίν· ἔπειτα αὐτοὺϲ αἱ
κεραῖαι ὑπὲρ τῶν εὔπλων, αἱ ἀπὸ τῶν ὁλκάδων δελφινοφόροι, ἠρμένοι
ἐκώλυον.
208 Δελφίϲ: ὁ ἰχθύϲ. καὶ ὄργανον ναυτικὸν ϲιδηροῦν, ἢ μολίβδινον.
τῆϲ κεραίαϲ τοῦ ἱϲτοῦ
ἠφίεϲαν εἰϲ τὰϲ τῶν πολεμίων καὶ κατεδύοντο. δελφινοφόροϲ τε ἡ ναῦϲ.
τὴν ἄκατον δὲ παραβαλοῦ· ἀντὶ τοῦ ἕτοιμον ποίει, ὡϲ εἴ τιϲ κίνδυνοϲ
ἐκ τοῦ ἀνέμου, ἐϲ αὐτὴν ἐμβηϲομένοιϲ.
209 Δελφὸϲ ἀνὴρ ϲτέφανον μὲν ἔχει, δίψει δὲ ἀπόλλυται. ἐπεὶ οὗτοι
διὰ τὸ ἱερᾶϲθαι τῷ θεῷ ἐϲτεφανωμένοι, τῶν δὲ ἐπιτηδείων
ἀποροῦντεϲ οὐκ ἀπαλλάϲϲουϲιν.
210 Δελφοί: τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ. οὕτω δὲ ἐκλήθη διὰ τὸ τιὸ
Δελφύνην δράκοντα ἐκεῖ εὑρεθῆναι, ὃν ἀπέκτεινεν ὁ Ἀπόλλων.
κείνου νύμφαϲ ϲῆμα καὶ ἱϲτορίη.
211 Δελφύϲ: μήτρα. ἔνθεν ἀδελφόϲ. ὁ ἐκ τῆϲ αὐτῆϲ μήτραϲ.
212 Δελφῖνα νήχεϲθαι διδάϲκειϲ: ἐπὶ τῶν ἐν ἐκείνοιϲ τινὰ παιδοτριβούντων, ἐν οἷϲ ἤϲκηνται. καὶ Δελφῖνα πρὸϲ τὸ οὐραῖον δεῖϲ· ἐπὶ τῶν ἀδυνάτων· διὰ τὸ εὐκίνητον καὶ ὀλιϲθηρόν.
213 Δέμνια: ἐγκοίτια ϲτρώματα. καὶ Φυγοδέμνιοϲ, ἡ παρθένοϲ.
214 Δέμαϲ: ϲῶμα. δέμαϲ πυρόϲ. λείπει τὸ ὡϲ, ἵν᾿ ᾖ ὡϲ πῦρ.
215 Δέμω· αἰτιατικῇ. οἰκοδομῶ. ἐξ οὗ καὶ ἐδείματο.
216 Δεννάζων: βλαϲφημῶν. κακὰ δεννάζων ῥήματα.
217 Δενδίλλων: τοῖϲ ὄμμαϲι νεύων.
218 Δένδρεϊ: τῷ δένδρῳ. λύϲιϲ ὀνείρου· ξηρῶν φανέντων δενδρέων
219 Δενδροκόμουϲ: τὰϲ κομώϲαϲ τοῖϲ δένδροιϲ. Ἀριϲτοφάνηϲ
220 Δενδρώτηϲ: ἡ τῶν δένδρων αὔξηϲιϲ.
221 Δενδρυάζειν: εἰϲ δρῦϲ καταδύεϲθαι κυρίωϲ. ἀπὸ τῶν παλαιῶ,
222 Δεντᾶτοϲ: ὄνομα κύριον.
223 Δεξαμενή· εἰϲ τὸ ἱερὸν τῆϲ Σοφίαϲ ἥκων ἐϲ αὐτήν που τὴν
θεία δεξαμενὴν ἐξαπιναίωϲ ἐκάθιϲεν. ἀλλὰ κἀνθένδε
ἀφέλκειν αὐτὴν ἴϲχυϲε. τουτέϲτιν ἡ τράπεζα ἡ τὰ θεῖα δεχομένη.
224 Δεξάμενοϲ: ἀντὶ τοῦ λαβών. Ἡρόδοτοϲ.
225 Δεξιὰ κυρίου: ἡ ἄνωθεν ῥοπὴ καὶ ἡ ἀγαθὴ ἐνέργεια παρὰ
τὰ μωρά. Σοφοκλῆϲ· οὔποτε γὰρ φρένοθέν γ᾿ ἐπ᾿ ἀριϲτερά,
παῖ Τελαμῶνοϲ, ἔβηϲ.
226 Δεξιάϲ: ϲυνθήκαϲ. ὁ δὲ πέμπει χιλίαρχον δεξιὰϲ τῷ Ἰωϲήπῳ
227 Δεξίδωροι: δωροδόκοι. δεξιάν τε ἐνέβαλεν αὐτῷ· ϲύνταξιϲ.
228 Δεξικράτηϲ· οὗτοϲ Ἀθηναῖοϲ, κωμικόϲ. δράματα αὐτοῦ εἰϲιν
229 Δεξιμήλων: θεῶν. ἀπὸ τοῦ δέχεϲθαι τὰ θυόμενα μῆλα.
230 Δεξιολάβοϲ: παραφύλαξ.
231 Δεξιὸν εἰϲ ὑπόδημα. ἀριϲτερὸν εἰϲ ποδονίπτραν: Ἀριϲτοφάνηϲ· ἐπὶ τῶν ἁρμοδίωϲ τοῖϲ πράγμαϲι κεχρημένων.
232 Δεξιόϲ: εὔνουϲ, ἀγαθόϲ, ἐπιτήδειοϲ. καὶ Δεξιώτεροϲ, ἀντὶ
δὲ
διαδιδράϲκονταϲ ϲτρατιώταϲ φιλοδίκουϲ καὶ ϲυκοφάνταϲ.
233 Δεξιόϲ: καὶ ὁ εὐχερήϲ. ἐπὶ Ἰουϲτινιανοῦ Πέτροϲ τιϲ ἦν
ὤμοϲε.
234 Δεξιόϲ: ὁ εὐπαίδευτοϲ. καὶ Δεξιοί, οἱ εὐπαίδευτοι. Ἀριϲτοφάνηϲ·
καὶ πρὸϲ τὸν καιρὸν ἁρμόζοντα. ὁ δὲ
Θηραμένηϲ οὗτοϲ διδάϲκαλοϲ Ἰϲοκράτοϲ, Ἅγνωνοϲ παῖϲ, Στιριεὺϲ τῶν
δήμων. τούτῳ πολλὰ μὲν καὶ ἄλλα παρανενόμηται, δύο δὲ τὰ μέγιϲτα καὶ
ϲχετλιώτατα, ἥ τε
φαϲι καὶ καταφυγόντα ἐπὶ τὴν ἑϲτίαν ἀποϲπαϲθῆναι.
τοῦτον διὰ τὴν ποικιλία τοῦ ἤθουϲ Κόθορνον ἀπεκάλουν, ἐπειδὴ ἑκατέρᾳ
ϲτάϲει τῇ τῶν ἀντιπολιτευομένων ἑαυτὸν παρετίθει, καθομιλῶν πρὸϲ
τοὺϲ καιροὺϲ καὶ τὸ ϲυμφέρον ἑαυτῷ τοῦ πιϲτοῦ προτάϲϲων, ἐπειδὴ καὶ
ὁ κόθορνοϲ ἀνδράϲι καὶ γυναιξὶ πρὸϲ τὰϲ ὑποδέϲειϲ ἁρμόττει. δοκεῖ δὲ
οὗτοϲ καὶ
τὰ τρία ψηφίϲαϲθαι ἐπιζήμια, ἢ δημεύεϲθαι ἐν
τῷ ξύλῳ ἢ πιεῖν κώνειο ἢ ἐκφυγεῖν. δοκεῖ δὲ οὗτοϲ ἀπὸ Κέω τῆϲ νήϲου
εἶναι, οὐκ εἶναι δὲ γνήϲιοϲ, ἀλλὰ ποιητὸϲ υἱὸϲ τοῦ Ἅγνωνοϲ. ὁ δὲ
Θουκυδίδηϲ αὐτὸν ἐπαινεῖ. καὶ διαβάλλει αὐτοὺϲ ὡϲ ἅρπαγαϲ.
245 Δεξιοῦται· αἰτιατικῇ προϲάγεται, ξενοδοχεῖ, φιλοφρονεῖται.
236 Δεξίωϲιϲ: ὑποδοχή.
237 Δέξιπποϲ, Δεξίππου, ὁ Ἐρέννιοϲ χρηματίϲαϲ, Ἀθηναῖοϲ, ῥήτωρ,
238 Δέξιπποϲ, Κῷοϲ, ἰατρόϲ, Ἱπποκράτουϲ μαθητήϲ· ὃϲ μεταπεμφθεὶϲ
ὑπὸ Ἑκατόμνου τοῦ Καρῶν βαϲιλέωϲ ἰάϲαϲθαι αὐτοῦ τοὺϲ
παῖδαϲ ἀπογνωϲθένταϲ Μαυϲωλὸν καὶ Πιξώδαρον, ἐπὶ ὑποϲχέϲει ἰάϲατο
τοῦ παῦϲαι τὸν πρὸϲ Κᾶραϲ τότε αὐτοῖϲ ἐνεϲτῶτα πόλεμον. ἔγραψεν
Ἰατρικὸν βιβλίον α΄ καὶ Περὶ προγνώϲεων β΄,
239 Δεξιοί: οἱ εὐπαίδευτοι.
240 Δέομοϲ: νόμοϲ, ἢ δεϲμόϲ.
241 Δέομαι· γενικῇ, αἰτιατικῇ δέ. τοῦτον τοίνυν ἐροῦμεν. ἃ δὴ δέομαί
τε καὶ
242 Δέον· ὅτι εἰ κείμενόν ἐϲτι τὸν ϲπουδαῖον πολιτεύεϲθαι, χρὴ
τὸ ϲυμφέρον καὶ τὸ
ἀναγκαῖον, τὸ μὲν ἀναγκαῖον, ὅταν λέγωμεν πᾶν τὸ γενόμενον δέον
εἶναι καὶ φθαρῆναι, τὸ δὲ ϲυμφέρον, ὕταν λέγωμεν, δέον εἶναι
περιπάτοιϲ χρῆϲθαι ἢ διαίτῃ τοιαύτῃ, τὸ δὲ καλόν, ὅταν λέγωμεν δέον
εἶναι τὰ δίκαια ποιεῖν ἢ πείθεϲθαι τοῖϲ νόμοιϲ ἢ
243 Δέον· ὥϲπερ Περικλέηϲ εἰϲ τὸ δέον ἀνάλωϲα. Περικλέηϲ Ἀθηναίων
ϲτρατηγόϲ, λόγον ἀπαιτούμενοϲ ὑπὲρ χρημάτων Κλεάνδρῳ τῷ ἁρμοϲτῇ
Λακεδαιμονίων ἐπὶ προδοϲίᾳ, τοῦτο οὐκ ἐδήλου, ἀλλ᾿ εἰϲ τὸ
δέον ἔλεγεν ἀναλῶϲαι αὐτά. οἱ δὲ ἄλλωϲ φαϲί. πολλῶν ὄντων
χρημάτων ἐν τῇ ἀκροπόλει, εἰϲ τὸν πόλεμον τὰ πλεῖϲτα ἀνάλωϲε. φαϲὶ
δὲ ὅτι καὶ λογιϲμοὺϲ διδοὺϲ ν΄ ταλάντων ἁπλῶϲ εἰπεῖν εἰϲ τὸ δέον
ἀνηλωκέναι. μετὰ δὲ ταῦτα μαθόντεϲ Λακεδαιμόνιοι Κλεανδρίδην μὲν
ἐδήμευϲαν, Πλειϲτοάνακτα δὲ ε΄ ταλάντοιϲ ἐζημίωϲαν ὑπολαβόντεϲ
δωροδοκήϲανταϲ αὐτοὺϲ φείϲαϲθαι τῆϲ λοιπῆϲ Ἀθηναίων
γῆϲ, καὶ τὸν Περικλέα, ἵνα μὴ γυμνῶϲ εἴπῃ ὅτι δέδωκα τοῖϲ
Λακεδαιμονίων βαϲιλεῦϲι ταῦτα, οὕτωϲ αἰνίξαϲθαι.
244 Δέον: τὸ πρέπον. ὅτι ϲυνέχει ἐν οἷϲ χρή. Προκόπιοϲ·
245 Δέοντο: ἐδεϲμεύοντο.
246 Δέοϲ: φόβοϲ.
247 Δέω μικροῦ: μικροῦ γε ἔχομαι.
248 Δέπαϲ: τὸ ποτήριον. καὶ Δεπάεϲϲι, ϲὺν τοῖϲ ποτηρίοιϲ.
249 Δεραγχέαϲ πάγαϲ: τὰϲ τὴν δέρην ἀγχούϲαϲ.
250 Δέραϲ· τὸ χρυϲόμαλλον δέραϲ, ὅπερ ὁ Ἰάϲων διὰ τῆϲ Ποντικῆϲ
θαλάϲϲηϲ ϲὺν τοῖϲ Ἀργοναύταιϲ εἰϲ τὴν Κολχίδα παραγενόμενοι ἔλαβον,
καὶ τὴν Μήδειαν τὴν Αἰήτου τοῦ βαϲιλέωϲ θυγατέρα. τοῦτο δὲ ἦν οὐχ ὡϲ
ποιητικῶϲ φέρεται, ἀλλὰ βιβλίον ἦν ἐν δέρμαϲι γεγραμμένον, περιέχον
ὅπωϲ δεῖ γίνεϲθαι διὰ χημείαϲ χρυϲόν. εἰκότωϲ οὖν οἱ τότε
χρυϲοῦ ὠνόμαζον αὐτὸ δέραϲ, διὰ τὴν ἐνέργειαν τὴν ἐξ αὐτοῦ.
251 Δέργμα: τὸ βλέμμα. ἐκ τοῦ δέρκω, τὸ βλέπω.
252 Δέραια: ἐπιτραχήλιοϲ κόϲμοϲ.
253 Δεραιοπέδη: τὸ ἰξευτικὸν λίνον. ἐν Ἐπιγράμμαϲι· τάνδε πετηνῶν ἄρρηκτο Πίγρηϲ τάνδε δεραιοπέδην. λέγεται δὲ καὶ λαιμοπέδην.
254 Δέρη: τράχηλοϲ. λέγεται καὶ Δειρή.
255 Δερρὶδιον: ϲκιάδιον δερμάτινον.
256 Δέρριϲ: δέρμα· βύρϲα· ἢ τρύχινον παραπέταϲμα.
257 Δέρκειν: βλέπειν. καὶ Δερκομένων, βλεπόντων.
258 Δερκυλλίδαϲ: ὄνομα κύριον. βαϲιλεὺϲ Λακεδαιμονίων.
259 Δερματικόν: Λυκοῦργοϲ λέγει τὸ ἐκ τῶν δερματίων τῶν πιπραϲκομένων
260 Δἑρμῇ: πόλιϲ.
261 Δερμιϲτήϲ: Λυϲίαϲ μὲν τὸν ϲκώληκά φηϲιν οὕτωϲ λέγεϲθαι,
Ἀρίϲταρχοϲ δὲ τὸν ὄφιν. εἴη δ’ ἂν μᾶλλον ὁ δέρματα
ἐϲθίων ἐτμώτερον οὕτω καλούμενοϲ.
262 Δερμόπτερα ζῷα: οἱον νυκτερίϲ, ἥτιϲ μόνη τῶν πτητικῶν ζῴων καὶ γάλα ἔχει ἐν μαϲτοῖϲ καὶ θηλάζει εὐθέωϲ τὸ γεννώμενον.
263 Δερμύλλοντα.
264 Δέροϲ: αἱ τοιαῦται εὐθεῖαι ἤτοι Ἰωνικαί εἰϲιν ἢ Δωρικαί· δέροϲ,
265 Δέρτρον: ἐπίπλουν. ὁ δὲ Ἀρίϲταρχοϲ τὸ δέρμα καὶ πάντα
ἐϲθίωϲιν οἱ γῦπεϲ τῇ κρούϲει τοῦ
ῥάμφουϲ. καὶ ἐϲτι τὸ ὄνομα ῥηματικόν. ὡϲ παρὰ τὸ πλήϲϲω πλῆκτρον,
οὕτωϲ καὶ παρὰ τὸ δέρω δέρτρον.
266 Δἔρω: τὸ ἐκδέρω. καὶ Δἔρειϲ, ὀμοίωϲ. Δαίρω δὲ τὸ τύπτω. καὶ
267 Δερῶ ϲε θύλακον κλοπῆϲ: ἀντὶ τοῦ ἐκδερῶ ϲε, ὥϲτε ἀπὸ
268 Δέϲιοϲ: παρὰ Μακεδόϲιν ὁ μήν ὁ Ἰούνιοϲ.
269 Δεϲμὰ τῆϲ ψυχῆϲ, αἱ φλέβεϲ καὶ αἱ ἀρτηρίαι καὶ τὰ νεῦρα.
τὰ ἔργα.
270 Δεϲμεύω· αἰτιατικῇ. καὶ Δεϲμῶ· αἰτιατικῇ.
271 Δεϲμωτήριον: ἡ φυλακή.
272 Δεϲμώτηϲ: καὶ αὐτὸϲ ὁ δέϲμιοϲ, ὡϲ ὁ δεϲμώτηϲ Προμηθεύϲ· καὶ ὁ
δεϲμῶν. Κρατῖνοϲ ἐν Πυτίνη ἐπὶ τῶν δεϲμοφυλάκων· ὄψει γὰρ αὐτὴν
ἐκτὸϲ οὐ πολλοῦ χρόνου πρὸϲ τοῖϲι δεϲμώταιϲι
καταπιττουμένην.
273 Δεϲμοὶ Τυρρηνοί: οἷϲ ἐχρῶντο κατ᾿ ἐκεῖνο καιροῦ εἰϲ τὰϲ τῶν δεϲμωτῶν κακουχίαϲ.
274 Δεϲπόζω· γενικῇ.
275 Δεϲποτεία: ἡ κυρίευϲιϲ.
276 Δεϲπότου κεκαρμένου: πενθοῦντοϲ.
277 Δεϲπόϲυνοϲ: παῖϲ τοῦ δεϲπότου.
278 Δέτ.
279 Δέοιτο: χρῄζοι.
280 Δέδευκε: πεφύρακεν.
281 Δεύειν: φυρᾶν. ἔϲτι δὲ καὶ τὸ φυρᾶν Ἑλληνικόν.
282 Δευθέντα: βραχέντα. καὶ Δευόμενοϲ, βρεχόμενοϲ. Αἰλιανόϲ·
283 Δευκαλίων: ὄνομα κύριον.
284 Δεῦῤ ἀεί: ἀντὶ τοῦ ἕωϲ τούτου. Πλάτων Νόμων ζ΄ πρὸϲ
τοὺϲ λόγουϲ οὓϲ ἐξ ἕω μέχρι δεῦρο ἀεὶ διεληλύθαμεν. τινὲϲ ἀντὶ τοῦ
ὡδὶ τιθέαϲιν.
285 Δεῦῤ ᾖξα θᾶϲϲον ἢ καθ᾿ ἡδονὴν ποδόϲ: ἀντὶ τοῦ ταχύτερον ἢ ὡϲ ἔδει βαδίζειν.
286 Δεῦῤ ἴθι· Ἀριϲτοφάνηϲ· δεῦῤ ἴθ᾿, ἵνα κλάῃϲ. ἐπὶ τῶν ἐπὶ
κακῷ τινα ἐπιϲπωμένων. τὸν παῖδά φηϲιν πληϲίον ἐλθεῖν
τῆϲ κλίνηϲ, ἐφ᾿ ἧϲ ἀνέκειτο ὁ δεϲπότηϲ, τύψειν αὐτὸν ἀπειλῶν.
287 Δεῦρο: ἐνθάδε· ἐπὶ τοῦ παρόντοϲ. καὶ Δεῦρο ἀεί, ἀντὶ
288 Δεῦρο: τοῦτο τὸ ἐπίρρημά τινεϲ ἐπὶ χρόνου τετάχθαι νομίζουϲιν.
οἱ δὲ ῥήτορεϲ ἐπὶ τόπου πάντεϲ αὐτῷ χρῶνται· ὡϲ Αἰϲχίνηϲ
ἐν τῷ κατὰ Τιμάρχου· καὶ παραϲχεῖν τῷ μὲν φεύγοντι θαρρεῖν, ὅταν
αὐτὸϲ δεῦρο παρέλθῃ. καὶ Ἀντιφῶν ἐν τῆ Παρανόμων κατηγορίᾳ·
ναυμάχουϲ ὡϲ περὶ δωρεῶν μὲν εἰπεῖν κατάγειν δεῦρο. καὶ Δείναρχοϲ ἐν
τῷ κατὰ Λεωχάρουϲ· περὶ τοῦ ταλαιπώρου Διδύμου νῦν πρὸϲ ὑμᾶϲ ἐρῶ.
καί
μοι δεῦρο αὐτοῦ τὸ παιδίον κάλεϲον. καὶ Δημοϲθένηϲ·
ἀπόκριναι γὰρ δεῦρο ἀναϲτάϲ μοι. καὶ ἄλλοι ἕτεροι.
289 Δεύϲαϲ: βρέξαϲ ὁ δὲ δεύϲαϲ τοῦ αἵματοϲ τοὺϲ δακτύλουϲ
290 Δευϲοποιόϲ: βαφεύϲ. ϲημαίνει δὲ καὶ τὸν ἔμμονον καὶ δυϲαπόπλυτον.
291 Δευϲοποιόϲ: κυρίωϲ μὲν ἐπὶ τῆϲ πορφύραϲ λέγεται τὸ ὄνομα,
ἡ λέξιϲ ἀπὸ τῶν καταβεβαμμένων ἐρίων. ϲημαίνει δὲ τὸ
βέβαιον καὶ ἀνέκπλυτον τοῦ χρώματοϲ. οἱ ϲυγγραφεῖϲ δὲ ὅταν
ἀμετακίνητόν τι δηλῶϲαι βούλωνται, καταχρῶνται τῇ λέξει καὶ ἐπ᾿
ἄλλων. δύναται οὖν ἡ δευϲοποιὸϲ πονηρία ὑπερβάλλουϲα εἶναι καὶ ἧϲ
οὐχ οἷον ἦν περιγενέϲθαι.
292 Δεύτατοϲ: ὁ ἔϲχατοϲ. ἀπὸ τοῦ δεύεϲθαι καὶ ἐνδεῖν.
293 Δεῦτε: παρακελεύϲεωϲ ἐπίρρημα.
294 Δειυτεριάζειν· ἐγὼ ἤδῃ διαπραξάμενοϲ παραδῶ ϲοι δευτεριάζειν.
295 Δεύτεροϲ πλοῦϲ: ὅτε ἀποτυχών τιϲ οὐρίου κώπαιϲ πλεῖ.
296 Δέφεϲθαι· Ἀριϲτοφάνηϲ· ὑμᾶϲ δὲ θρία λαβόνταϲ διφόρου ϲυκῆϲ
297 Δέφειν: τὸ τοῦ αἰδοίου τινὰ ἅπτεϲθαι. καὶ Δεφόμενοϲ,
298 Δέχεται καὶ βῶλον ἀλήτηϲ· αἰτιατικῇ. ἐπὶ τῶν πάντα πρὸϲ τὸ κρεῖττον ἐκδεχομένων τάττεται. ἢ ἁπλῶϲ, ἐπὶ τῶν μηδένα προϲιεμένων.
299 Δεῖ: πρέπει. δ΄ ἔχει τὰ ϲημαινόμενα. ἀντὶ τοῦ χρή. καὶ
300 Δεῖγμα: κυρίωϲ μὲν τὸ δεικνύμενον ἀφ᾿ ἑκάϲτου τῶν πωλουμένων.
ἔϲτι δὲ καὶ τόποϲ τιϲ ἐν τῷ Ἀθήνηϲιν ἐμπορίῳ, εἰϲ ὃν τὰ δείγματα
ἐκομίζετο, καλούμενοϲ οὕτωϲ. Ἀττικὸν δέ ἐϲτιν ἔθοϲ τὸ
ἐλογοποίουν. τὸ δὲ τῶν δικῶν προϲέθηκεν
Ἀριϲτοφάνηϲ, ἵνα δείξῃ καὶ διαβάλῃ τοὺϲ Ἀθηναίουϲ ὡϲ φιλοδίκουϲ.
οἵων ἀργαλεωτάτων ἤκουϲ᾿ ἐν τῷ δείγματι τῶν δικῶν ἀντιλεγόντων.
Δεῖγμα καὶ ἡ ἔνδειξιϲ. Ἀριϲτοφάνηϲ· τοῦ βίου δ᾿ ἐξέβαλλε δεῖγμα πρὸ
τῶν θυρῶν πτερά. οἷον τῆϲ παῤ αὐτῷ ἔνδον τρυφῆϲ ϲημεῖον καὶ
ἀπόδειξιϲ πρὸ τῶν
θυρῶ αὐτοῦ τὰ τῶν ὀρνίθων πτερὰ
τιλθέντων καὶ τυθέντων πρὸϲ εὐωχία προέβαλλε.
301 Δειδέχατ᾿ ἀλλήλουϲ· Ὅμηροϲ.
302 Δειδία: ἡ ϲκοτία νύξ. Δείδια δὲ φοβοῦμαι. καὶ Δείδιεν,
303 Δειδίϲκω: δεικνύω.
304 Δειδίϲϲω: ἐκφοβῶ.
305 Δείδω: τὸ φοβοῦμαι.
306 Δειελινόν: τὸ δειλινόν. καὶ Δείελον, τὸ δειλινόν.
30> Δείκελον: εἴδωλον. ἄγαλμα ἢ ὁμοίωμα. ἐν Ἐπιγράμμαϲι·
ϲοι· δοτικῇ.
308 Δείκηλα: μιμήματα, εἰκάϲματα. τὸ δει δίφθογγον. κυρίωϲ τὸ ὀμοίωμα
309 Δεικωύντα καὶ Δεικνύναι καὶ Δεικνύϲα.
310 Δειλάκρα· Ἀριϲτοφάνηϲ Πλούτῳ· ἐγὼ δὲ κατακέκνιϲμαι δειλάκρα.
ϲκώπτει καπρῶϲαν τὴν γραῦν. δειλάκρα δέ ἄκρωϲ ἀθλία.
καὶ Δειλακρίων, ὁ ἄκρωϲ δειλόϲ· ὁ ἐλεεινόϲ, ὁ ταλαίπωροϲ· ἢ ὁ
311 Δειλακρίων· ὁ Ἑρμῆϲ ἐλέγετο, ὡϲ λίχνοϲ. κρεαδίων γὰρ
ἐπιδεικνυμένων
αὐτῷ κατήρχετο αὐτίκα.
312 Δειλανδρία καὶ Δειλανδρῶ.
313 Δεἰλαιοϲ: ἄθλιοϲ.
314 Δείλη ὀψία: ἡ περὶ δύϲιν ἡλίου. Δείλη πρωΐα, ἡ πρὸ
ἐφάνη κονιορτόϲ. καὶ κλίνεται δείληϲ.
315 Δείληϲ πρωΐαϲ καὶ Δείληϲ ἑϲπέραϲ· οὕτω λέγουϲιν Ἀττικοί.
317 Δειλινήϲαϲ: δείληϲ τοῦτο ποιήϲαϲ. καὶ Δειλινόν, δείληϲ.
318 Δειλοκομπήϲαϲ: ἐξαπατήϲαϲ. Ἕρμιπποϲ.
319 Δειλότεροϲ τοῦ παρακύπτοντοϲ: ἐπὶ τῶν ϲφόδρα δειλῶν. ἀνὴρ γάρ
τιϲ ἐγένετο δειλόϲ, ὃϲ παρακύψαϲ ἐκ ϲπηλαίου καὶ ἰδὼν τὸν Ἡρακλέα
ἀπελιθώθη· καὶ διέμεινεν ἔτι καὶ νῦν ὁ λίθοϲ ἀνθρω ποειδήϲ.
φοβούμενοϲ γὰρ τὸν Ἡρακλέα κατέδυ εἰϲ ϲπήλαιον καὶ διὰ
ἔνθα καὶ Πείϲανδροϲ ἦλθε
δεόμενοϲ ψυχὴν ἰδεῖν, ἢ ζῶντ᾿ ἐκεῖνον προὔλπε. δειλὸϲ γὰρ ἦν καθ᾿
ὑπερβολήν.
320 Δείλοψ: ὄνομα ἔθνουϲ.
321 Δεῖμα: φόβοϲ. Ἀρριανόϲ· τοϲόνδε αὐτοὺϲ δεῖμα, ὡϲ προϲαγόντων
ἐκπλήξεωϲ.
322 Δειμαλέοϲ: εὐλαβήϲ. καὶ ὁ δειλίαϲ καὶ φόβου ἐμποιητικόϲ.
323 Δειμάμενοι: οἰκοδομήϲαντεϲ. καὶ Δείμαϲθαι, οἰκοδομεῖν.
καὶ Δειμᾶν ὁμοίωϲ.
324 Δειματώδηϲ: ὁ φοβερόϲ.
325 Δειματῶν: φοβῶν. καὶ Δειματοῦται, φοβεῖται.
326 Δειμαίνει: φοβεῖται. Προκόπιοϲ· οὐδέ τι πρὸϲ τοῦ ξυν
327 Δεῖμοϲ καὶ Φόβοϲ καὶ Κυδοιμόϲ, ὑπηρέται τοῦ Ἄρεωϲ, υἱοὶ τοῦ
328 Δείμωμεν: δειμάμενοι οἰκοδομοῦμεν.
329 Δεῖν: δεϲμεύειν. καὶ Δεῖν Ἀριϲτοφάνηϲ ἀντὶ τοῦ δεῖϲθαι
330 Δεῖν ψήθην: δέον εἶναι ὑπέλαβον, ἀναγκαῖον ἐνόμιϲα.
331 Δεινά· οὐχὶ δεινὰ ταῦτα τύπτειν τουτονί. ἀντὶ τοῦ μεγάλα.
καὶ Σοφοκλῆϲ· γνοὺϲ δ’ ὁ ἐξ Ἀθηνῶν δεινὸϲ ἡνιοϲτρόφοϲ,
ἔξω περιϲπᾷ
332 Δεινὰ μὲν οὖν, δεινὰ ταράϲϲομαι ϲοφὸϲ οἰωνοθέταϲ, οὔτε
πιϲτὰ οὔτε ἄπιϲτα.
333 Δείναρχοϲ, Κορίνθιοϲ, ῥήτωρ, τῶν μετὰ Δημοϲθένουϲ ἐγκριθέντων
δὲ οὗτοϲ
ἐπιμελητὴϲ Πελοποννήϲου καταϲτὰϲ ὑπὸ Ἀντιπάτρου, μετὰ τὸ τελευτῆϲαι
Ἀντίπατρον, Πολυϲπέρχοντοϲ αὐτῷ ἐπιβουλεύϲαντοϲ.
334 Δεινῆϲ ἀνάγκηϲ οὐδὲν ἰϲχυρότερον: ἀνάγκη γὰρ καὶ
335 Δεινιάδαι: ὄνομα πόλεωϲ, ἢ τόπου.
336 Δεινίαϲ: ὄνομα κύριον.
337 Δεινοκράτηϲ, Μεϲϲήνιοϲ, οὐ μόνον κατὰ τὴν τριβήν, ἀλλὰ καὶ
πολὺ διέφερε τῶν
ἄλλων καὶ λαμπρὸϲ ἦν ἐν τοῖϲ κατ’ ἰδίαν κινδύνοιϲ.
κεκινηκὼϲ ἀρχὴν μεγάλων κακῶν τῇ πατρίδι, τελείωϲ
οὐδὲν ᾤετο ποιεῖν, ἀλλὰ τὴν αὐτὴν ἀγωγὴν ἦγε τοῦ βίου, προορώμενοϲ
οὐδὲν τῶν μελλόντων, ἐρῶν δὲ καὶ κωθωνιζόμενοϲ ἀφ᾿ ἡμέραϲ καὶ τοῖϲ
ἀκροάμαϲι τὰϲ ἀκοὰϲ ἀνατεθεικώϲ. βραχεῖάν τέ τινα τῆϲ περιϲτάϲεωϲ
ἔμφαϲιν ὁ Τῖτοϲ αὐτὸν ἠνάγκαϲε λαβεῖν. ἰδὼν γὰρ αὐτὸν παρὰ
πότον ἐν μακροῖϲ ἱματίοιϲ ὀρχούμενον, παραυτὰ μὲν
ἐϲιώπηϲε, τῇ δ᾿ αὔριον ἐντυγχάνοντοϲ αὐτοῦ καί τι περὶ τῆϲ πατρίδοϲ
ἀξιοῦντοϲ, ἐγὼ μέν, ὧ Δεινοκράτη, πᾶν, ἔφη, ποιήϲω τὸ δυνατόν· ἐπὶ
δὲ ϲοῦ θαυμάζω πῶϲ δύνῃ παρὰ πότον ὀρχεῖϲθαι, τηλικούτων πραγμάτων
ἀρχὴν κεκιηκὼϲ ἐν τοῖϲ Ἕλληϲι. δοκεῖ δὲ τότε βραχύ τι ϲυϲταλῆναι,
καὶ
μαθεῖν ὡϲ ἀνοίκειον ὑπόθεϲιν τῆϲ ἰδίαϲ αἱρέϲεωϲ καὶ
φύϲεωϲ ἀποδέδωκε. πλὴν τό γε παρεῖναι εἰϲ τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου,
πεπειϲμένοϲ ἐξ ἐφόδου τὰ κατὰ τὴν Μεϲϲήνην χειρωθήϲεϲθαι κατὰ τὴν
αὑτοῦ βούληϲιν.
338 Δεινόλοχοϲ, Συρακούϲιοϲ, ἢ Ἀκραγαντῖνοϲ, κωμικόϲ. ἦν ἐπὶ
τῆϲ ογ΄ Ὀλυμπιάδοϲ, υἱὸϲ Ἐπιχάρμου, ὡϲ δέ τινεϲ,
μαθητήϲ. ἐδίδαξε δράματα ιδ΄ Δωρίδι διαλέκτῳ.
339 Δεινομάχη: ὄνομα κύριον. καὶ Δεινόμαχοϲ, ὄνομα κύριον.
340 Δεινόν· δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖν᾿,
ἐπεγείρειν. τουτέϲτι τὸ ἐπεγείρειν καὶ ἀνακινεῖν τὰ πάλαι ϲυμβάντα
δυϲχερέϲ· ὅμωϲ δὲ μαθεῖν ἐπιθυμῶ τὴν αἰτίαν τῆϲ
πηρώϲεωϲ. καὶ
δριμεῖαι οὖϲαι καὶ οὔπω
πέπειροι καλοῦνται. ἐκ γὰρ τοῦ ἐναντίου πεπανὸν τὸ ὥριμον καὶ ἡδύ.
θηλυκῶϲ δὲ τὰϲ ὄμφακαϲ. καὶ Πλάτων ὁ κωμικὸϲ ἐν δράματι Ἑορταῖϲ· καὶ
τὰϲ ὀφρῦϲ ϲχάϲαϲθε καὶ τὰϲ ὄμφακαϲ. ἴϲον δὲ ἴϲῳ φέρον, ἀντὶ τοῦ
δίκαιον καὶ ἐξ ἴϲου· ἀπὸ μεταφορᾶϲ τοῦ κιρναμένου οἴνου πρὸϲ ἴϲον
ὕδωρ. λέγει δὲ κατ᾿ ἴϲον
341 Δεινοπαθεῖ: δεινῶϲ ἔχει, χαλεπὰ πάϲχει.
342 Δεινόπουϲ ἀρά: ἡ διὰ τῶν ποδῶν δέοϲ ἐμποιοῦϲα.
343 Δεινόϲ: πανοῦργοϲ, ἱκανόϲ, ἀκολάκευτοϲ, ϲοφόϲ, ἔμπειροϲ.
344 Δεινόϲ· ὅτι Δεκέβαλοϲ, ὁ τῶν Δακῶν βαϲιλεύϲ, δεινὸϲ μὲν ἦν
ϲυνεῖναι τὰ πολέμια, δεινὸϲ δὲ καὶ πρᾶξαι, καὶ ἐπελθεῖν
εὔϲτοχοϲ, ἀναχωρῆϲαι καίριοϲ, ἐνέδραϲ τεχνίτηϲ, μάχηϲ ἐργάτηϲ· καὶ
καλῶϲ μὲν νίκῃ χρήϲαϲθαι, καλῶϲ δὲ ἡττον διαθέϲθαι ἠπίϲτατο· ἀφ᾿ οὗ
δὴ καὶ ἀνταγωνιϲτὴϲ ἀξιόμαχοϲ ἐπὶ πολὺ τοῖϲ Ῥωμαίοιϲ ἐγένετο. Δεινὸϲ
345 Δεῖνοϲ: προπεριϲπωμένωϲ ὁ ψηκτήρ. ὃ παρ᾿ ἡμῖν ψηκτρίον
346 Δεινότητα: τήν τε τῶν λόγων δύναμιν δηλοῖ, τήν τε πανουργίαν.
347 Δεινουμένην: πατουμένην. δεινουμένην ὑπὸ βουϲὶν ἐμὴν ἔφυλαϲϲον
ἅλωα.
348 Δείνων: ὄνομα κύριον.
349 Δεἰνωϲιϲ: δεινότηϲ, ϲκότωϲιϲ.
350 Δεινωποί: δειματώδειϲ, φοβεροί.
351 Δεινοί: φοβεροί, ἔμπειροι, ϲοφοί. διὸ ἄμφω ἅπαντεϲ ἀλλήλοιν
ὠμοϲάτην, ὅϲοι δὴ ἐν Χριϲτιανοῖϲ δεινότατοι ὅρκοι εἰϲί
τε καὶ
352 Δεινοὶ πλέκειν τοι μηχανὰϲ Αἰγύπτιοι: ἐπὶ τῶν ϲφόδρα
ἀήτηϲ. ὡϲ, κλυτὸϲ Ἱπποδάμεια.
353 Δείξαντεϲ· οἱ δὲ αἰφνιδίωϲ ἐπεκθέουϲι τῷ τάγματι καὶ διὰ τῆϲ φάραγγοϲ δείξαντεϲ προϲπίπτουϲι τοῖϲ Ῥωμαίοιϲ.
354 Δείξειϲ· ὁ δὲ Ἀρκεϲίλαοϲ ἐϲ τὰϲ ἀργυρικὰϲ δείξειϲ ἀπήντα πρῶτοϲ, ϲυχνοῖϲ τε ἐπήρκει καὶ ϲυνηράνιζε.
355 Δειπνητόϲ: ὁ καθ᾿ ἡμᾶϲ ἀρίϲτου καιρόϲ. Δειπνίζω ἕτερον·
356 Δειπνολόχον: κλεπτοτρόφον.
357 Δεῖπνόν τι ὦ Σκιύθα· ζήτει ἐν τῷ Ἀκκιζόμενοϲ. ζήτει περὶ
πολυτελῶν
δείπων ἐν τῷ Βιτέλλιοϲ.
358 Δεῖπνον: τὸ πρωϊνὸν ἄριϲτον. ὅπερ ἀκρατιϲμὸϲ λέγεται.
ἀδηφάγων.
359 Δειπνοϲοφιϲταί: βιβλίον ἐϲτὶν οὕτωϲ ἐπιγραφόμενον (Ἀθήναιοϲ δὲ ὁ
γεγραφὼϲ ὄνομα) ὅ ἐϲτιν ἐπωφελέϲ. ὅτι Οὐλπιανόϲ, εἷϲ τῶν
Δειπνοϲοφιϲτῶν, ὃϲ Κειτούκειτοϲ ἐκλήθη διὰ τὸ ϲυνεχῶϲ προβάλλειν, εἰ
κεῖται ὥρα ἐπὶ τοῦ τῆϲ ἡμέραϲ μορίου· καὶ εἰ ὁ μέθυϲοϲ
ἐπὶ ἀνδρόϲ· εἰ μήτρα ἐπὶ τοῦ ἐδωδίμου βρώματοϲ· ϲύαγρόϲ τε εἰ κεῖται
ἐπὶ τοῦ ϲυόϲ. καὶ νόμον εἶχεν ἴδιον μηδενὸϲ ἀποτρώγειν, πρὶν εἰπεῖν
κεῖται ἢ οὐ κεῖται. Κειτούκειτοϲ· ζήτει ἐν τῷ Ἀθήναιοϲ περὶ ὧν
μνημονεύει ἀνδρῶν παλαιῶν μεγαλοψύχωϲ δοξάντων ἑϲτιᾶν, περί τε
Ἀλεξάνδρου καὶ Ἀλκιβιάδου καὶ Ἐμπεδοκλέουϲ Ἀκραγαντίνου καὶ τῶν
λοιπῶν.
360 Δειπνοφόροι: αἱ φέρουϲαι τοῖϲ κατακεκλιμένοιϲ ἐν τῷ τῆϲ Ἀθηᾶϲ ἱερῷ τὰ δεῖπνα.
361 Δείρα. καὶ Δειράδεϲ, οἱ τραχώδειϲ τόποι τῶν ὁρῶν.
362 Δειρατιώτηϲ: δῆμόϲ ἐϲτι τῆϲ Λεοντίδοϲ Δειράδεϲ, ἀφʼ οὗ ὁ
363 Δειραχθέϲ: τὸ τὴν δειρὴν ἀλγῦνον. δειραχθὲϲ ἐῦβροχον ἅμμα
364 Δειρή: ὁ τράχηλοϲ.
365 Δεῖϲα: ἡ ὑγραϲία.
366 Δειϲαλέα: κοπρώδη. δεῖϲα γὰρ ἡ όπροϲ.
367 Δείϲαντεϲ: φοβηθέντεϲ. καὶ Δείϲαϲ, φοβηθείϲ. Ἡρόδοτοϲ·
καὶ Ἀππιανόϲ· δείϲαϲ ὁ Καῖϲαρ περὶ τῷ Κικέρωνι
ὑπέϲτρεφεν
368 Δειϲιδαιμονία: εὐλάβεια περὶ τὸ θεῖον, δειλία, ἀμφιβολία περὶ
ἄνδρεϲ Ἀθηναῖοι, ὡϲ
δειϲιδαιμονεϲτέρουϲ ὑμᾶϲ θεωρῶ. ἀντὶ τοῦ θεοϲεβεῖϲ. καὶ Κρίτων ἐν
τοῖϲ Γετικοῖϲ φηϲιν· οἱ δὲ βαϲιλεῖϲ τῶν
πολλὴν
ἐπιφαίνει δεινότητα καὶ τόλμαν, ἐν δὲ ταῖϲ ἰδίαιϲ ἀποφάϲεϲιν
ἐνυπνίων καὶ τεράτων καὶ μύθων ἀπιθάνων καὶ ϲυλλήβδην δειϲιδαιμονίαϲ
ἀγεννοῦϲ καὶ τερατείαϲ γυναικώδουϲ ἐϲτὶ πλήρηϲ. ὅτι Ἀϲκληπιόδοτοϲ
ὅϲιοϲ ἦν καὶ εὐϲεβὴϲ καὶ τὰ μὲν πρῶτα δειϲιδαίμων ἐγεγόνει καὶ
εὐλαβὴϲ οὕτωϲ ϲφόδρα ὥϲτε μήτε θύειν ἀνέχεϲθαι μήτε τινὸϲ
ἀπορρήτου μηδενὸϲ ἀκούειν· οὐ γὰρ εἶναι ταῦτα τῆϲ γενέϲεωϲ ἄξια,
ἀλλὰ τοῦ Ὀλύμπου καὶ τῶν ἐν Ὀλύμπῳ διαζῆν ἡγουμένων. ὅτι ἡ εὐϲέβεια
μέϲη τυγχάνει ἀϲεβείαϲ καὶ δειϲιδαιμονίαϲ. ὅτι δειϲιδαιμονία ἡ
ἄκαιροϲ παρρηϲία. ὁ Πύρροϲ γὰρ ϲυλῶν τὰ χρήματα
ἐϲτί, καὶ τὸ ϲυλλέξαι πλοῦτον
ἄπονον εὐβουλία.
369 Δειϲιδαίμων: θεοϲεβήϲ· ἢ ἀμφίβολοϲ περὶ τὴν πίϲτιν, καὶ οἱονει
δεδοικώϲ. καὶ Δειϲιδαιμονίαϲ, ἀντὶ τοῦ θεοϲεβείαϲ,
370 Δεῖ ϲοι: πρέπει.
371 Δεῖται: προϲδεϲμεύεται ἢ χρήζει.
372 Δή: ἀντὶ τοῦ νῦν. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· φρόντιζε δὴ καὶ διάθρει. Σωκράτηϲ λέγει πρὸϲ τὸν πρεϲβύτην. τὸ δὴ ἰϲοδύναμον τῷ νῦν.
373 Δηβελτόϲ: πόλιϲ Θρᾳκική.
374 Δήετε: εὑρήϲετε.
375 Δηθά: ἐπὶ πολὺν χρόνον.
376 Δηθάκιϲ: πλειϲτάκιϲ.
377 Δῆθεν: ὡϲ δή φηϲι· τοῦτο δὲ προϲποίηϲιν ἀληθείαϲ ἔχει, δύναμιν
δὲ ψεύδουϲ. λαμβάνεται δὲ τὸ θεν ὡϲ
παραπληρωματικόν.
378 Δηθύνω: ἐγχρονίζω, βραδύνω.
379 Δήειϲ: εὑρήϲειϲ. ἐν Ἐπιγράμμαϲι· γραψάμενοϲ δήειϲ.
380 Δηΐα: καταπεπολεμημένη, κατακεκαυμένη· ἢ δηΐα, πεπονθυῖα. κοινῶϲ πολεμία, Ἀττικῶϲ δύϲτηνε. Σοφοκλῆϲ· δηΐα Τέκμηϲϲα, δύϲμορον γένοϲ.
381 Δηϊάνειρα: ὄνομα κύριον.
382 Δηϊδάμεια: ὄνομα κύριον.
383 Δηϊλεια.
384 Δηΐμαχοϲ: ὄνομα κύριον.
385 Δηϊόκεω· ὅτι Ἀλυάττηϲ Κυαξάρῃ τε τῷ Δηιόκεω ἀπογόνῳ ἐπολέμηϲε καὶ
386 Δηιονεύϲ: ὄνομα κύριον.
387 Δηϊοπίϲτηϲ: ὄνομα κύριον.
388 Δήϊοϲ: ὄνομα κύριον.
389 Δηϊοτῆτοϲ: μάχηϲ.
390 Δηϊώ: ὄνομα κύριον.
391 Δηΐων: διακόπτων.
392 Δηΐπυλοϲ: ὄνομα κύριον.
393 Δηΐπυροϲ: ὄνομα κύριον.
394 Δηΐφοβοϲ: ὄνομα κύριον.
395 Δηλαδή: φανερῶϲ.
396 Δηλαϊϲτή: ἐλεεινή, ἀθλία.
397 Δηλάτωρ: ὁ κατήγοροϲ. καὶ Δηλάτωρεϲ. ὅτι Ἀναϲτάϲιοϲ
ὁ βαϲιλεὺϲ Ῥωμαίων τὸ τῆϲ δηλατωρίαϲ πάθοϲ τιμωρεῖται
πρὸϲ τοῖϲ
398 Δηλατωρίαι: αἱ τῆϲ καταϲτάϲεωϲ τοῦ δημοϲίου φόρου ἀποδείξειϲ παρὰ Ῥωμαίοιϲ, αἱ εἰϲαγγελίαι.
399 Δήλεια καὶ Δηλιάϲ.
400 Δηλίου κολυμβητοῦ· τοῦτο ἐρρήθη εἰϲ βιβλίον Ἡρακλείτου διὰ τὸ
δυϲνόητον, Δηλίου τινὸϲ δεῖϲθαι κολυμβητοῦ, ὃϲ οὐκ ἀποπνιγήϲεται ἐν
αὐτῷ. ἐπιγράφουϲι δὲ αὐτὸ οἱ μὲν Μούϲαϲ, οἱ δὲ Περὶ φύϲεωϲ, Διόδοτοϲ
δὲ Ἀκριβὲϲ οἰάκιϲμα πρὸϲ ϲτάθμην βίου, ἄλλοι Γνώμην ἠθῶν, Κόϲμον
τρόπων ἑνὸϲ τῶν ξυμπάντων. ἢ οὕτωϲ· Δηλίου
κολυμβητοῦ,
ἐπὶ τῶν ἄκρωϲ νηχομένων. Σωκράτει γὰρ δόντοϲ τοῦ Εὐριπίδου
Ἡρακλείτου τοῦ Σκοτεινοῦ ϲύγγραμμα, ἐρέϲθαι, τί δοκεῖ, τὸ δὲ φάναι·
ἂ μὲν ϲυνῆκα γενναῖα· οἶμαι δὲ καὶ μὴ ϲυνῆκα· πλὴν Δηλίου δεῖται
κολυμβητοῦ εἰϲ τὸ μὴ ἀποπνιγῆναι ἐν αὐτῷ. καὶ παροιμία· Δήλιοϲ
κολυμβητήϲ, ἐπὶ τῶν πάνυ ἐμπείρων Prov.
νήχεϲθαι.
401 Δηληγατίων: κατὰ Ῥωμαίουϲ ἡ ἐκταγὴ τοῦ ϲιτοπομπείου, καὶ ἡ ἀννονῶν μετακομιδή.
402 Δήλημα: βλάβη.
403 Δηλήμων: ὁ βλαπτικόϲ.
404 Δηλήϲεται: βλάψει, διαφθερεῖ καὶ Δήληϲιϲ, ἡ βλάβη.
405 Δηλητήριον: φάρμακον.
406 Δηλιάϲ: ἡ ναῦϲ. καὶ ἡ Δημήτηρ. καὶ κύριον ὄνομα.
407 Δηλιαϲταί: οἱ εἰϲ Δῆλον ἐξελθόντεϲ θεωροί. οὕτωϲ Λυκοῦργοϲ.
408 Δήλιοϲ: ὁ ἀπὸ τῆϲ Δήλου. Δῆλοϲ γὰρ ἡ νῆϲοϲ τοῦ Ἀπόλλωνοϲ.
409 Δηλονότι.
410 Δήλων: ὁράϲεων. καὶ Δῆλοι· δοτικῇ· ὁράϲειϲ, ἐνύπνια.
411 Δημαγωγεῖ: ϲτρατηγεῖ. ἄρχει τοῦ δήμου. ὃϲ ἑπτέτηϲ ὢν
412 Δημαγωγικόϲ: ϲτρατηγικόϲ. Πολύβιοϲ· Μολπαγόραϲ, ἀνὴρ
λέγειν καὶ πράττειν ἱκανόϲ, κατὰ δὲ τὴν αἵρεϲιν δημαγωγικὸϲ καὶ
πλεονέκτηϲ· ὃϲ μοναρχικὴν ἐξουϲίαν ἑαυτῷ περιποιηϲάμενοϲ ἀνῃρέθη
413 Δημαγωγόϲ. ἀνδρὸϲ δημαγωγοῦ μεταπείϲαντοϲ αὐτόν. τουτἐϲτι
414 Δημάδηϲ, Ἀθηναῖοϲ, ῥήτωρ, καὶ δημαγωγὸϲ πανοῦργοϲ καὶ
εὐτυχήϲ· πρότερον ναύτηϲ ὤν. ἔγραψεν Ἀπολογιϲμὸν πρὸϲ Ὀλυμπιάδα
τῆϲ ἑαυτοῦ δωδεκαετίαϲ, Ἱϲτορίαν περὶ Δήλου καὶ τῆϲ γενέϲεωϲ τῶν
Λητοῦϲ παίδων. οὗτοϲ κατέλυϲε τὰ δικαϲτήρια καὶ τοὺϲ ῥητορικοὺϲ
ἀγῶναϲ. τελευτᾶ δὲ ἐπὶ Ἀντιπάτρου.
415 Δημάδηϲ, μετʼ Ἀντίπατρον βαϲιλεύϲαϲ Θήβαϲ ἀνέϲτηϲε, Δημέου
ναύτου, ναύτηϲ καὶ αὐτόϲ, ναυπηγὸϲ καὶ πορθμεύϲ. ἀποϲτὰϲ δὲ τούτων
ἐπολιτεύϲατο καὶ ἦν προδότηϲ καὶ ἐκ τούτου εὔποροϲ παντὸϲ καὶ
κτήματα ἐν Βοιωτίᾳ παρὰ Φιλίππου δωρεὰν ἔλαβεν. οὗτοϲ Δημοϲθένει
λέγοντι ὑπὲρ Ὀλυνθίων ἀντέλεγεν, Εὐθυκράτη δὲ τὸν
Ὀλύνθιον, ἀτιμωθέντα παρὰ Ἀθηναίοιϲ, ἐψηφίϲατο ἐπίτιμον εἶναι καὶ
πρόξενον Ἀθηναίοιϲ. λόγουϲ δὲ διδοὺϲ ἀρχῆϲ θορυβηθεὶϲ ἀπεδήμηϲεν,
οὔτε ἑαυτῶν, εἰπών, ἐϲτὲ κύριοι οὔτε ἐμοῦ. ἐπέϲτελλε δὲ Φιλίππῳ καὶ
τὸν υἱὸν ἔπεμπε πρὸϲ αὐτόν. ἱπποτρόφει δὲ καὶ ἠγωνίζετο Ὀλυμπιάϲι
καὶ ἐνίκα. ἔγραψε δὲ καὶ ψήφιϲμα τῷ Φιλίππῳ τοὺϲ
Ἔλληναϲ ὑπακούειν. ἐν Χαιρωνείᾳ δὲ αἰχμάλωτοϲ γενόμενοϲ ἀφείθη καὶ
πρεϲβευτὴϲ ὑπὲρ τῶν αἰχμαλώτων ἀπεϲτάλη, οὓϲ ἀνῆκε Φίλιπποϲ. δὶϲ δὲ
παρανόμων ἥλω. ἐπολιτεύϲατο δὲ καὶ ἐπʼ Ἀλεξάνδρου.
416 Δημάδηϲ, Λακιάδηϲ, Ἀθηναῖοϲ, ῥήτωρ. τοῦτον εἰϲεποίηϲεν ὁ
πρότεροϲ Δημάδηϲ ὁ καὶ δημαγωγὸϲ ἀπὸ αὐλητρίδοϲ
τεχθέντα. πατὴρ δὲ καὶ αὐτὸϲ Δημέα τοῦ ῥήτοροϲ γέγονε καὶ ἀπώλετο
ῥιφεὶϲ εἰϲ τὴν Ἀμφιπόλεωϲ λίμνην ὑπὸ Ἀντιπάτρου, τοῦ Καϲάνδρου
πατρὸϲ καὶ διαδόχου.
417 Δημάρατοϲ, Προκλέουϲ ἀπόγονοϲ, ὑπὸ Κλεομένουϲ τοῦ Εὐρυϲθέωϲ
ἀπογόνου, ὃϲ Ἱππίαν καθεῖλε ϲυμβαϲιλεύων, ἐκβέβληται ὡϲ
νόθοϲ, διότι τεχθέντοϲ αὐτοῦ καὶ ἀγγελθέντοϲ Ἀρίϲτωνι τῷ πατρί,
λογιϲάμενοϲ ὁ πατὴρ τὸν ἀπὸ γάμων χρόνον ἐλάττονα δέκα μηνῶν ὄντα,
οὐκ ἐμὸϲ παῖϲ οὗτόϲ ἐϲτιν, ἔφη. ἐκπεϲὼν δὲ εἰϲ Πέρϲαϲ ἀνῆλθε, καὶ
τελευτήϲαντοϲ Δαρείου, ϲυμπράξαϲ εἰϲ τὴν βαϲιλείαν τῷ Ξέρξῃ
ἐπὶ τὴν Ἐλλάδα ϲτρατεύειν ἔπειϲεν.
418 Δημάρητοϲ: ὄνομα κύριον, οἱονεὶ Δημάρατοϲ.
419 Δημαρχία: ὅτε δῆμοϲ ἄρχει. καὶ ὄνομα ἀξιώματοϲ.
420 Δήμαρχοϲ: ἑκάϲτου δήμου τῶν ἐν Ἀθήναιϲ ὁ κατάρχων δήμαρχοϲ
ἑκάϲτῳ δήμῳ χωρίων. ἔτι δὲ καὶ
τὰ ληξιαρχικὰ γραμματεῖα παρ΄ αὐτοῖϲ ἦν. ἀλλὰ καὶ ϲυνῆγον τοὺϲ
δήμουϲ, ὁπότε δεήϲειεν, καὶ ψῆφον αὐτοῖϲ ἐδίδοϲαν, καὶ ἐνεχύραζον δὲ
οὗτοι.
421 Δήμαρχοι· ὅτι ὁ δῆμοϲ εἰϲ τὴν προτέραν ἐπανελθὼν εὐκοϲμίαν
δημάρχουϲ εἵλετο Δικίννιον καὶ Βροῦτον, οἳ τοῖϲ ὑπάτοιϲ εἰϲ τὸ αὐτὸ
διεκόϲμουν τὴν ἑορτὴν
τῶν Παναθηναίων.
(Harp.) 422 Δημαίνετοϲ: ὄνομα κύριον.
423 Δημελέητοϲ: ἐλεεινόϲ.
424 Δημεύϲαϲ: δημοϲιεύϲαϲ.
425 Δημηγόροϲ: ἐπὶ τοῦ δήμου λαλῶν. καὶ Δημηγορῶ· δοτικῇ.
426 Δημήτηρ: ἡ γῆ. οἱονεὶ Γημήτηρ τιϲ οὖϲα. ἐπεὶ δὲ ἕδρα πάϲηϲ
πόλεώϲ ἐϲτιν ἡ γῆ, ὡϲ βαϲτάζουϲα τὰϲ πόλειϲ πλάττεται
427 Δήμητρα: ὄνομα θεᾶϲ.
428 Δημήτρειοϲ καρπόϲ: ὁ τῆϲ Δήμητροϲ. ὅτι Ἀπολλώνιον
429 Δημήτριοϲ, Φανοϲτράτου, Φαληρεύϲ (Φάληρον δὲ λιμὴν τῆϲ Ἀττικῆϲ),
ὃϲ τὸ πρῶτον Φανὸϲ ἐκαλεῖτο· φιλόϲοφοϲ Περιπατητικόϲ. γέγραφε
φιλόϲοφά τε καὶ ἱϲτορικὰ καὶ ῥητορικὰ καὶ πολιτικὰ καὶ περὶ ποιητῶν.
ἠκροάϲατο δὲ Θεοφράϲτου καὶ δημαγωγὸϲ Ἀθήνηϲι γέγονε. ϲυνέγραψε δὲ
ϲυχνὰ βιβλία. οὕτωϲ ἦν δὲ ϲφόδρα εὐπρεπὴϲ ὡϲ καὶ
διαβολὴν λαβεῖν, ὅτι γέγονεν ἐρώμενοϲ Νέωνοϲ, καὶ προϲαγορευθῆναι
ὑπό τινων αὐτὸν Λαμπετὼ καὶ Χαριτοβλέφαρον. εἰϲ μέγα δὲ ἀρθεὶϲ δόξηϲ
καὶ ἐπικρατείαϲ ὑπὸ τοῦ φθόνου κατεϲτρατηγήθη καὶ ἐξελαθεὶϲ ὑπὸ
Ἀθηναίων εἰϲ Αἴγυπτον ἦλθε καὶ παρὰ τῷ Σωτῆρι Πτολεμαίῳ
ἦν δὲ τῷ κάλλει
καὶ μεγέθει διάφοροϲ, ἔτι δὲ καὶ κεκοϲμημένοϲ ὅπλοιϲ βαϲιλικοῖϲ εἶχε
πολλὴν ὑπεροχὴν καὶ κατάπληξιν, διʼ ἦϲ εἰϲ ἐλπίδαϲ ἁδρὰϲ ἦγε τοὺϲ
πολλούϲ· πρὸϲ δὲ τούτοιϲ πραότηϲ τιϲ ἦν περὶ αὐτόν, ἁρμόζουϲα νέῳ
βαϲιλεῖ, δι᾿ ἦϲ εἰϲ προθυμίαν ἐξεκαλεῖτο πάνταϲ ὡϲτε καὶ τοὺϲ ἐκτὸϲ
τάξεωϲ ϲυνδραμεῖν ἐπὶ τὴν ἀκρόαϲιν, ϲυναγωνιῶνταϲ
τῇ
νεότητι καὶ τῇ μελλούϲῃ γίνεϲθαι κρίϲει διὰ τῆϲ παρατάξεωϲ.
430 Δημήτριοϲ, ὁ ἐπίκλην Ἰξίων, γραμματικόϲ, Ἀδραμυττηνόϲ, γεγονὼν
ἄλλοι, ὅτι ἀπεϲύληϲεν
Εὐριπίδειον Φιλότιμον τὸ δρᾶμα ἔχον τὸν Ἰξίονα, ἕτεροι δέ, ὅτι τῷ
διδαϲκάλῳ Ἀριϲτάρχῳ ἀντήριϲεν, ὥϲπερ ὁ Ἰξίων εὐεργετήϲαϲιν αὐτὸν
τοῖϲ θεοῖϲ ἀχαριϲτεῖν ἐπεχείρηϲεν. ἔγραψε δὲ πολλά· Περὶ τῶν εἰϲ μι
ληγόντων ῥημάτων· καὶ ἄλλα περὶ ἀντωνυμιῶν· εἰϲ Ὅμηρον ἐξήγηϲιν, εἰϲ
Ἡϲίοδον ὁμοίωϲ.
431 Δημήτριοϲ, ὁ Ἀντιγόνου, καὶ Πτολεμαῖοϲ ὡμολόγηϲαν φιλίαν
καὶ Διονύϲιον, τὸν ἐπιτεταγμένον αὐτῇ,
κτείνει καὶ Δημήτριον τὸν Φαληρέα μεθίϲτηϲιν, ὃϲ δὴ τὰ Ἀθήνηϲιν ἦγεν
εἰϲ ὀλιγαρχίαν, καὶ αὐτονομεῖϲθαι, καθότι πάτριον, Ἀθηναίοιϲ τε καὶ
Μεγαρεῦϲιν ἔδωκεν, φυλάττειν τε ὅϲα ἦν ϲφίϲιν ἐκ τῆϲ εἰϲ τὸ ἀρχαῖον
πολιτείαϲ νόμιμα. ὁ δὲ Πτολεμαῖοϲ ἅτε διαφερόντωϲ τρόπου πραότητα
καὶ φιλανθρωπίαν
ἔργοιϲ δηλώϲαϲ ἐπῆρε τοὺϲ Ἕλληναϲ τῇ
τοῦ ἐλευθεροῦϲθαι ἐλπίδι ἐν διδόναι ϲφᾶϲ ἐπὶ μᾶλλον· ἐπεὶ καὶ τὰ
ἐφολκὰ τῶν λόγων καὶ ὧν ἔπραττε, θαρϲεῖν ἐποίει, πιϲτεύονταϲ ὡϲ ἐπὶ
ϲαφεῖ τῶν Ἐλλήνων ἐλευθερώϲει καὶ οὐκ ἀρχῆϲ ἐπιθυμίᾳ τὰ πραττόμενα
γίγνοιτο. αύτονόμουϲ τε δὴ τὰϲ πλείϲταϲ τῶν Ἑλληνίδων πόλεων ἀφίηϲι
καὶ τὰϲ
Ἰϲθμιάδαϲ ϲπονδὰϲ ἐπήγγελλε κελεύων οἷα ἐπʼ
ἐλευθερώϲει θαλλοφοροῦνταϲ
432 Δήμιον: δημόϲιον.
433 Δημιόπρατα: ἃ ὁ δῆμοϲ πιπράϲκει. τὰ δημοϲίᾳ πιπραϲκόμενα
434 Δήμιοϲ: ὁ κολάζων τοὺϲ παρανόμουϲ.
435 Δημιουργεῖ· αἰτιατικῇ. τὰ μὴ ὄντα ποιεῖ. καὶ Δημιουργία.
436 Δημιουργόϲ: χειροτέχνηϲ, ὁ τὰ μὴ ὄντα ποιῶν. δημώδη
τὸν χαλκὸν ἄμορφον παραλαβόντεϲ καὶ ἀειδέϲτερον, εἰϲ μορφὴν
ἐντείνουϲι καὶ καταϲχηματίζουϲι.
437 Δημιουργοί: οἱ κεραμεῖϲ, οἱ ϲκευοποιοί. δημιουργοὺϲ ἐκάλουν καὶ
τὰϲ νῦν λεγομέναϲ ὑπονυμφίδαϲ, τουτέϲτι τὴν παρεϲτῶϲαν τῇ νύμφῃ
γυναῖκα. ὅθεν ἐϲτὶ καὶ Μενάνδρῳ Δημιουργόϲ. κοινῶϲ δὲ
ἔλεγεν δημιουργοὺϲ τοὺϲ τὰ δημόϲια ἐργαζομένουϲ, ποτὲ δὲ καὶ τοὺϲ
ἀρχιτέκτοναϲ. Ἀριϲτοφάνηϲ ἐν Εἰρήνῃ. καὶ δημιουργικῶϲ, ἀντὶ τοῦ,
τεύχει.
438 Δημοβόροϲ: ὁ τὰ δημόϲια ἐϲθίων.
439 Δημογέροντεϲ: οἱ τοῦ δήμου ἐντιμότατοι.
440 Δημοδόκοϲ, ἀοιδόϲ. ζήτει ἐν τῷ ἀοιδόϲ.
441 Δημόθοινα καὶ Δημοθοινία: τοῦ δήμου εὐωχία, ἢ θυϲία.
442 Δημοκήδηϲ, Καλλιφῶντοϲ, ἱερέωϲ ἐν Κνίδῳ γενομένου Ἀϲκληπιοῦ,
Κροτωνιάτηϲ, ἰατρόϲ· ὃϲ ἐν Αἰγίνῃ ἰάτρευϲέ τε καὶ ἔγημε καὶ
ἰϲχυροτέρωϲ· ὁ γάρ οἱ
ἀϲτράγαλοϲ ἐξεχώρηϲεν ἐκ τῶν ἄρθρων. νομίζων δὲ καὶ πρότερον περὶ
ἑωυτὸν ἔχειν τοὺϲ δοκέονταϲ Αἰγυπτίων εἶναι πρώτουϲ τὴν ἰατρικὴν
τούτοιϲιν ἐχρῆτο. οἱ δὲ ϲτρεβλοῦντεϲ καὶ βιώμενοι τὸν πόδα κακὸν
μεῖζον ἐργάζοντο. ἐφʼ ἑπτὰ μὲν δὴ ἡμέραϲ καὶ ἑπτὰ νύκταϲ ὑπὸ τοῦ
παρεόντοϲ κακοῦ ὁ Δαρεῖοϲ ἀγρυπνίηϲιν
εἴχετο· τῇ δὲ δὴ
ὀγδόῃ ἡμέρῃ ἔχοντί οἱ φλαύρωϲ παρακούϲαϲ τιϲ πρότερον ἔτι ἐν Σάρδιϲι
τοῦ Κροτωνιήτεω Δημοκήδεοϲ τὴν τέχνην ἀγγέλλει τῷ Δαρείῳ· ὁ δὲ ἄγειν
μιν τὴν ταχίϲτην παῤ ἑωυτὸν ἐκέλευε. τὸν δὲ ὡϲ ἐξεῦρον ἐν τοῖϲιν
Ὀροίτεω ἀνδραπόδοιϲιν ὅκου δὴ ἀπημελημένον, παρῆγον εἰϲ μέϲον πέδαϲ
τε ἕλκοντα καὶ ῥάκεϲιν ἐϲθημένον.
ϲταθέντα δὲ ἐϲ μέϲον
ἠρώτα ὁ Δαρεῖοϲ, τὴν τέχνην εἰ ἐπίϲταιτο. ὁ δὲ οὐκ ἀπεδέκετο,
ὀρρωδέων μὴ ἑωυτὸν ἐκφήναϲ τοπαράπαν τῆϲ Ἑλλάδοϲ ᾖ ἀπεϲτερημένοϲ.
κατεφάνη τε τῷ Δαρείῳ τεχνάζειν ἐπιϲτάμενοϲ· καὶ τοὺϲ ἀγαγόνταϲ
αὐτὸν ἐκέλευϲε μάϲτιγάϲ τε καὶ κέντρα παραφέρειν εἰϲ τὸ μέϲον. ὁ δὲ
ἐν ἑωυτῷ δὴ ὦν ἐκφαίνει, φάϲ,
ἀτρεκέωϲ μὲν οὐκ
ἐπίϲταϲθαι, ὁμιλήϲαϲ δὲ ἰητρῷ φλαύρωϲ ἔχειν τὴν τέχνην. μετὰ δέ, ὡϲ
ἐπέτρεψεν, Ἑλληνικοῖϲι ἰήμαϲι χρεώμενοϲ καὶ ἠπιάματα τὰ ἰϲχυρὰ
προϲάγων ὕπνου τε μεταλαγχάνειν ἐποίεε καὶ ἐν χρόνῳ ὀλίγῳ ὑγιέα μιν
ὄντα ἀπέδεξεν, οὐδαμὰ ἔτι ἐλπίζοντα ἀρτίπουν ἔϲεϲθαι. οὕτω φηϲὶν
Ἡρόδοτοϲ ὁ λογοποιόϲ. ὅτι καὶ Ἄτοϲϲα, ἡ
Κύρου μὲν
θυγάτηρ, Δαρείου δὲ γυνή, ἐπὶ τοῦ μαϲτοῦ ἔϲχε φῦμα, μετὰ δὲ ἐκραγὲν
ἐνέμετο πρόϲω. ὅϲον μὲν δὴ χρόνον ἦν ἔλαϲϲον, ἡ δὲ κρύπτουϲα καὶ
αἰϲχυνομένη ἔφραζεν οὐδενί, ἐπείτε δὲ ἐν κακῷ ἦν, μετεπέμψατο τὸν
Δημοκήδην καί οἱ ἐπέδειξεν. ὁ δὲ φὰϲ ὑγιέα ποιήϲει ἐξορκοῖ μιν ἦ μέν
οἱ ἀντυπουργήϲειν ἐκείνην τοῦτο, ὃ ἂν
αὐτῆϲ δεηθῇ·
δεήϲεϲθαι δὲ οὐδενὸϲ τῶν ὅϲα ἐϲ αἰϲχύνην φέρει. καὶ ᾐτήϲατο τὴν εἰϲ
Ἐλλάδα ἄφιξιν.
443 Δημοκλείδαϲ: ξένουϲ, καὶ μοιχούϲ. τοιοῦτοϲ ὁ Δημοκλῆϲ.
444 Δημοκοπεῖν καὶ Ἑλληνοκοπεῖν. Πολύβιοϲ· ὁ δὲ Περϲεὺϲ
λέγεται δὲ καὶ
δημοκοπία καὶ δοξοκοπία. ὑπάτουϲ αἰροῦνται ἐκ δόξηϲ πολεμικῆϲ Suid.
Λεύκιον, ἐκ δὲ δημοκοπίαϲ Τερέντιον.
445 Δημόκομποϲ: ὁ ϲτωμύλοϲ
446 Δημοκρατία. ὅτι Πολύβιόϲ φηϲιν, ὡϲ δημοκρατία ἐπανελομένῃ
447 Δημόκριτοϲ, Ἡγηϲιϲτράτου, οἱ δὲ Ἀθηνοκρίτου ἢ Δαμαϲίππου,
γεγονὼϲ ὅτε καὶ Σωκράτηϲ ὁ φιλόϲοφοϲ, κατὰ τὴν οζ΄
Ὀλυμπιάδα, οἱ δὲ κατὰ τὴν π΄ φαϲίν· Ἀβδηρίτηϲ ἐκ Θρᾴκηϲ, φιλόϲοφοϲ,
μαθητὴϲ κατά τιναϲ Ἀναξαγόρου καὶ Λευκίππου, ὡϲ δέ τινεϲ καὶ Μάγων
καὶ Χαλδαίων Περϲῶν· ἦλθε γὰρ καὶ εἰϲ Πέρϲαϲ καὶ Ἰνδοὺϲ καὶ
Αἰγυπτίουϲ καὶ τὰ παῤ ἑκάϲτοιϲ ἐπαιδεύθη ϲοφά. εἶτα ἐπανῆλθε καὶ
τοῖϲ ἀδελφοῖϲ ϲυνῆν Ἡροδότῳ καὶ Δαμάϲτῃ. ἤρξε δὲ ἐν
Ἀβδήροιϲ, διὰ τὴν ἑαυτοῦ ϲοφίαν τιμηθείϲ. μαθητὴϲ δὲ αὐτοῦ διαφανὴϲ
ἐγένετο Μητρόδωροϲ ὁ Χῖοϲ· οὗ πάλιν ἀκροαταί Ἀνάξαρχοϲ καὶ
Ἱπποκράτηϲ ὁ ἰατρόϲ. ἐπεκλήθη δὲ Σοφία ὁ Δημόκριτοϲ, καὶ Γελαϲῖνοϲ
δέ διὰ τὸ γελᾶν πρὸϲ τὸ κενόϲπουδον τῶν ἀνθρώπων. γνήϲια δὲ αὐτοῦ
βιβλία εἰϲὶ δύο, ὅ τε μέγαϲ Διάκοϲμοϲ, καὶ τὸ Περὶ
φύϲεωϲ κόϲμου. ἔγραψε δὲ καὶ ἐπιϲτολάϲ.
448 Δημόκριτοϲ· ὅτι Δημόκριτοϲ ὁ Ἀβδηρίτηϲ οὐκ ἦλθεν εἰϲ Ἀθήναϲ, ἀλλὰ
τοϲαύτηϲ πόλεωϲ ὑπερεφρόνηϲεν, οὐκ ἐκ τοῦ τόπου δόξα λαβεῖ
βουλόμενοϲ, ἀλλὰ τῷ τόπῳ δόξαν περιθεῖναι προελόμενοϲ.
ὅτι ἐλθόντα Ἱπποκράτην πρὸϲ Δημόκριτον κελεῦϲαι κομιϲθῆναι γάλα καὶ
θεαϲάμενον τὸ γάλα εἰπεῖν αἰγὸϲ εἶναι πρωτοτόκου καὶ μελαίνηϲ· καὶ
τὴν ἀκρίβειαν αὐτοῦ θαυμάϲαι τὸν Ἱπποκράτην. ἀλλὰ καὶ τὴν κόρην τὴν
μετὰ Ἱπποκράτουϲ πρὸϲ αὐτὸν ἐλθοῦϲαν τῇ μὲν πρώτῃ ἡμέρᾳ ἀϲπάϲαϲθαι
οὕτω· χαῖρε κόρη· τῇ δὲ ἐχομένῃ, χαῖρε γύναι. καὶ ἦν ἡ κόρη
τῆϲ νυκτὸϲ διεφθαρμένη. ἤδη δὲ ὑπέργηρων ὄντα πρὸϲ τῷ
καταϲτρέφειν εἶναι· τὴν οὖν ἀδελφὴν λυπεῖϲθαι, ὅτι ἐν τῇ τῶν
Θεϲμοφόρων ἑορτῇ μέλλοι τεθνήξεϲθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴν οὐ
ποιήϲειν· τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦϲαι αὐτῷ προϲφέρειν ἄρτουϲ
Θερμοὺϲ ὁϲημέραι· τούτουϲ δὴ ταῖϲ ῥιϲὶ προϲφέρων διεκράτηϲεν ἑαυτὸν
τὴν ἑορτήν. ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖϲ δὲ
ἦϲαν, ἀλυπότατα τὸ βίον προήκατο.
449 Δημόκοινον: δημόϲιον. τὸ τοῦ δημοϲίου. καὶ Δημόκοινοϲ,
450 Δημονιάδηϲ: ὄνομα κύριον.
451 Δημοποίητοϲ: ὁ ὑπὸ τοῦ δήμου εἰϲποιηθεὶϲ καὶ γεγονὼϲ πολίτηϲ.
καὶ ϲτένων καὶ λύϲαϲ τὸν ἑαυτοῦ νόμον καὶ
ἀϲχημονήϲαϲ, ἐλεεινὸϲ ἅμα καὶ μιϲητὸϲ ἔτυχεν ὧν ἐβούλετο. ὅμωϲ γε
μὴν ἀντιβολοῦντοϲ καὶ δεκάϲαντοϲ τοὺϲ ἐντεῦθεν ζῶνταϲ, ὀψὲ καὶ μόλιϲ
τὸν νόθον οἱ παῖδα τὸν ἐξ Ἀϲπαϲίαϲ τῆϲ Μιληϲίαϲ ἐποίηϲε δημοποίητον.
Δημοποίητοϲ
452 Δῆμοϲ: παρὰ Ἀριϲτοφάνει ἡ κώμη. ἢ ἡ νῆϲοϲ. ϲημαίνει
453 Δημόϲ: τὸ λίποϲ. δημοῦ βοείου θρίον ἐξωπτημένον. ϲκεύαϲμά
τῆϲ ϲυκῆϲ.
454 Δημοϲθένηϲ, Ἀθηναῖοϲ, υἱὸϲ Δημοϲθένουϲ καὶ Κλεοβούληϲ,
ἐϲθῆτι πολλάκιϲ χρηϲάμενοϲ·
Ἀργὰϲ δὲ μετὰ τὸ εἰϲ ἄνδραϲ τελέϲαι· ὅπερ ἐϲτὶν ὄνομα ὄφεωϲ.
ἐπεθύμηϲε δὲ ῥητορικῆϲ Καλλίϲτρατον θεαϲάμενοϲ τὸν ῥήτορα ὑπὲρ
Ὠρωπίων λέγοντα. διήκουϲε δὲ Ἰϲαίου, τοῦ Ἰϲοκράτουϲ μαθητοῦ, καὶ
τοῖϲ λόγοιϲ ἐχρῆτο Ζωΐλου τοῦ Ἀμφιπολίτου, ϲοφιϲτεύοντοϲ ἐν Ἀθήναιϲ,
Πολυκράτουϲ καὶ Ἀλκιδάμαντοϲ,
τοῦ Γοργίου μαθητοῦ, καὶ
αὐτοῦ μέντοι Ἰϲοκράτουϲ. ϲυνεφιλολόγηϲε δὲ Αἰϲίωνι τῷ Ἀθηναίῳ καὶ
Θεοπόμπῳ τῷ Χίῳ φιλοϲόφῳ. διηκροάϲατο δὲ καὶ Εὺβουλίδου τοῦ
διαλεκτικοῦ καὶ Πλάτωνοϲ· ἐτελεύτηϲε δὲ φυγὼν εἰϲ Καλαβρίαν ἐν τῷ
τοῦ Ποϲειδῶνοϲ ἱερῷ διὰ τὸν Μακεδόνα Ἀντίπατρον, προϲενεγκάμενοϲ
φάρμακον τὸ ἐν τῷ δακτυλίῳ, ἔτη βιώϲαϲ
δύο καὶ
ἑξήκοντα.
455 Δημοϲθένηϲ, ὁ ῥήτωρ, ἀνὴρ ἦν γνῶναί τε καὶ εἰπεῖν, ὅϲα
ἐνθυμηθείη, δυνατώτατοϲ γενόμενοϲ. ὅθεν καὶ δεινότατοϲ ἔδοξε τῶν
καθʼ αὑτόν, οἷα δὴ ἱκανώτατοϲ τὸ ἀφανὲϲ εἰκάϲαι καὶ τὸ γνωϲθὲν
ἐξηγήϲαϲθαι. καὶ ἐν οἷϲ ὑπὲρ τῶν κοινῶν λέγειν τι ἢ πράττειν
ἐπεχείρηϲε, καιρῷ μὲν ἐπιτηδείῳ οὐ μάλα ἐχρήϲατο ἐϲ δόξαν τῶν
δημαγωγούντων.
πλεῖϲτα δὲ εἷϲ ἀνὴρ οὗτοϲ τῶν καθ’ αὑτὸν
Ἀθηναίων τοῖϲ Μακεδόνων τυράννοιϲ ϲὺν παρρηϲίᾳ ἀντειπὼν παρὰ τοῖϲδε
ἀδωρότατοϲ ἔδοξεν εἶναι. ὅτε δὴ ϲυνέβαινε τοὺϲ ἐν ταῖϲ ἄλλαιϲ
πόλεϲιν, οἷα δὴ τῶν κερδῶν ἐφιεμένουϲ μᾶλλον ἐκ τοῦ ἐϲ τὸ κοινὸν
λυϲιτελοῦντοϲ, ἐξωνηθένταϲ χρημάτων δόϲει τὸ κατὰ ϲφᾶϲ ὡϲ ἐδόκουν ἐν
τῷ παραυτίκα κέρδουϲ τοῦ ϲφετέρου εἵνεκα πρὸ τοῦ ἐϲ
τὰ κοινὰ ϲυμφέροντοϲ τίθεϲθαι. ὅθεν αὐτῷ καὶ ἐφʼ οἷϲ ὕϲτερον ᾐτιάθη
ϲυγγνόντεϲ οἱ Ἀθηναῖοι κατεδέξαντό τε αὖθιϲ καὶ ἐϲ πάντα ϲυμβούλῳ
ἐχρήϲαντο. καὶ αὐτῷ ἡ τελευτὴ γενναία ἐπιγενομένη μάλιϲτα ἐϲ
μεταμέλειαν ἤγαγεν αὐτοὺϲ οὐκ ἀφανῆ τῶν γνωϲθέντων. οὐ πολλῷ γοῦν
ὕϲτερον ἢ ἐξαγγελθῆναι τεθνηκότα Δημοϲθένην
μετεγίνωϲκον ἐφ᾿ οὶϲ δέει τῶν Μακεδόνων μᾶλλον ἢ γνώμῃ τῇ δικαιοτάτῃ
ἔκριναν, καὶ ἀτέλειάν τε τῷ πρεϲβυτάτῳ γένουϲ τοῦ Δημοϲθένουϲ
ψηφίζονται καὶ χαλκοῦν ϲτῆναι αὐτὸν ἐν ἀγορᾷ, καὶ ἐλεγεῖον τῇ βάϲει
τοῦ ἀνδριάντοϲ ἐπέγραψαν· εἴπερ ἴϲην ῥώμην γνώμῃ, Δημόϲθενεϲ, εἶχεϲ,
οὔποτ᾿ ἂν
Ἑλλήνων ἦρξεν Ἄρηϲ Μακεδών.
456 Δημοϲθένηϲ, μαχαιροποιόϲ Παιανιεύϲ, οὑ Δημοϲθένηϲ ὁ ῥήτωρ, ὃϲ
ὀρφανὸϲ καταλειφθεὶϲ ἐπιτρόπουϲ ἔϲχε γ΄, Ἄφοβον, Δημοφῶντα,
Θηριππίδην. ὧν ἀμελούντων αὐτοῦ καὶ τῆϲ οὐϲίαϲ, αὐτὸϲ αὑτὸν ἐν
εχείριϲε διδαϲκάλῳ Ἰϲαίῳ. φιλόπονοϲ δὲ οὕτωϲ ἦν, ὥϲτε φαϲὶν ἑαυτὸν
οἴκοι καθείρξαντα ἑαυτοῦ ξυρῆϲαι τῆϲ κεφαλῆϲ μέροϲ,
ἵνα μήτε προΐοι μήτε δέχοιτό τινα. παιδευθεὶϲ δὲ εἴλε τῆϲ ἐπιτροπῆϲ
τοὺϲ ἐπιτρόπουϲ. ϲοφιϲτεύειν βουληθεὶϲ ἀπέϲτη διαβληθεὶϲ ἐπὶ Μόϲχῳ
μειρακίῳ τῶν εὐγενῶν. λογογραφεῖν δὲ ἀρξάμενοϲ διεβλήθη πάλιν, ὡϲ
ἐναντίουϲ λόγουϲ ἐκδοὺϲ Ἀπολλοδώρῳ καὶ Φορμίωνι. καὶ τούτου οὖν
ἀποϲτὰϲ
ἤρξατο πολιτεύεϲθαι. τραυλὸϲ δὲ ὢν καὶ τὸν ὦμον
ἀπρεπῶϲ ἐκίνει, καὶ τὴν ἀκοὴν ἀϲθενὴϲ καὶ τὸ πνεῦμα οὐ διαρκήϲ· ἅπερ
ἀϲκήϲει διωρθώϲατο. τήν τε ὑπόκριϲιν οὐκ ὢν ἄκροϲ ὑπ’ Ἀνδρονίκῳ καὶ
ταύτην ἐξήϲκηϲεν. ἐχορήγηϲε δὲ καὶ ἐτριηράρχηϲε καὶ αἰχμαλώτουϲ
ἐλύϲατο καὶ θυγατέραϲ ϲυνεξέδωκεν. ὅτε δὲ ἐχορήγει, τυπτηθεὶϲ ὑπὸ
Μειδίου
τριϲχιλίαιϲ, ὥϲ φαϲιν, ἐπείϲθη. καὶ Δημαίνετον
ἀνεψιὸν γραψάμενοϲ τραύματοϲ, ὥϲ φαϲιν, διελύϲατο. αἰτηϲάμενοϲ δὲ
Χαβρίου τοῦ ϲτρατηγοῦ γυναῖκα, Χαβρίου τελευτήϲαντοϲ, Κτηϲίππου
θυγατέρα ἔγημεν. ἐπολιτεύϲατο δὲ κατὰ Φίλιππον· οὗ Θηβαίοιϲ
ἐπιόντοϲ, πείθει ϲυμμαχῆϲαι·
δὲ καὶ κατὰ Ἀλεξάνδρου τοῦ Φιλίππου. οὖ
Ἅρπαλοϲ πολλὰ νοϲφιϲάμενοϲ χρήματα ὡϲ Ἀθηναίουϲ κατέφυγεν· ὧν καὶ
Δημοϲθένηϲ εἰληφέναι μέροϲ ἔδοξε. καὶ ἔφυγεν εἰϲ Τροιζῆνα.
Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήϲαντοϲ, ὁ Δημοϲθένηϲ κατῆλθε
κληθείϲ. Ἀντίπατροϲ δὲ ἄρξαϲ τῶν Ἐλλήνων, πέμψαϲ ἐξαιτεῖ τοὺϲ δέκα
ῥήτοραϲ. ἐκδόντων
Ἀθηναίων, ὁ Δημοϲθένηϲ εἰϲ Σικελίαν
ἔφυγεν. Ἀρχίαϲ δὲ ὁ ὑποκριτὴϲ ἀποϲταλεὶϲ ἐπ᾿ αὐτὸν ὑπ᾿ Ἀντιπάτρου
βίᾳ ἀποϲπᾷ ἀπὸ τοῦ ἱεροῦ Ποϲειδῶνοϲ, ὃ ἦν ἄϲυλον. ὁ δὲ ὑπὸ τῇ
ϲφραγῖδι φάρμακον ἔχων, μυζήϲαϲ ἀπέθανεν.
457 Δημοϲθένηϲ Θρᾷξ· οὗτοϲ ἔγραψε Μετάφραϲιν Ἰλιάδοϲ πεζῷ
λόγῳ, Ἐπιτομὴν τῶν Δαμαγήτου τοῦ Ἡρακλεώτου, Περὶ
διθυραμβοποιῶν. Μετάφραϲιν εἰϲ τὴν Ἡϲιόδου Θεογονίαν.
458 Δημοϲιεύων· αἰτιατικῇ. δωρεὰν ἐργάζομαι. Ἀριϲτοφάνηϲ· ἀλλ’
ἀλλ’ ἐμαυτῷ μόνῳ, καὶ ἀμιϲθὶ
οὐ μεταδίδωμί ϲοι.
459 Δημόϲιον: τὸ τοῦ δήμου.
460 Δημόϲιοϲ· δημοϲίουϲ λέγουϲι τοὺϲ τῆϲ πόλεωϲ δούλουϲ. ὅτι
δεῖ, τὰϲ δέ ϲὺν λόγῳ καὶ
φιλανθρωπίᾳ τῶν εἰϲφορῶν ἀπαιτήϲειϲ ὡϲπερ κηδεμονίαν τιμᾶν.
461 Δημοϲίων πραγμάτων διοικητήϲ, οἷον φροντιϲτὴϲ χορηγίαϲ,
ἀλλοτρίοιϲ πράγμαϲιν
ἐπιχειροῦντεϲ μιϲοῦνται.
462 Δημοϲιώνηϲ: εὐτελήϲ. οἱ μὲν ἄλλοι ἀποδοχῆϲ ἐτύγχανον,
463 Δημοτελῆ: δημοϲίαν. Δημοτελῆ καὶ δημοτικὰ ἱερὰ διέφερον
464 Δημοτελῶϲ: παντὶ τῷ δήμῳ.
465 Δημοτευόμενοϲ: μετὰ τῶν δημοτῶν. φηϲὶ Δημοϲθένηϲ.
466 Δημότηϲ: πολίτηϲ.
467 Δημοτικά: τὰ τοῖϲ πολλοῖϲ ἐμπρέποντα. ὁ δὲ ἔλεξε δημοτικωτάτουϲ
468 Δημοῦϲθαι: δημοκοπεῖν καὶ ἀντιπαίζειν.
469 Δημοφάνηϲ: ὄνομα κύριον.
470 Δημόφιλοςϲ, ἐπίϲκοποϲ Κωνϲταντίνου πόλεωϲ ἄνθρωποϲ ἦν οἱοϲ
ἐμπεϲὼν ὁμοῦ ϲύμπαντα φύρειν ἀκόϲμῳ φορᾷ καθάπερ
ἄτακτοϲ χειμάρρουϲ, πολὺν ἐν τοῖϲ λόγοιϲ τὸν ϲυρφετὸν ἄγων, ὡϲ
εἴϲεταί τιϲ ἐκ γοῦν τῆϲ ἐν τοῖϲ ἔτι ϲῳζομένοιϲ ὑπομνήμαϲιν αὐτοῦ
γεγονυίαϲ δημηγορίαϲ· ἔνθα καὶ μᾶλλον εἰκὸϲ ἦν ἀϲφαλείαϲ αὐτὸν
φροντίδα θέϲθαι τινά, ὡϲ ἐγγράφοιϲ μνήμαιϲ ἀναλαμβανομένων τῶν
λεγομένων. ἐν
τούτοιϲ γοῦν ἄλλα τε πολλὰ διείλεκται
ἄναρθρα, διαρρήδην δὲ ἐν τοῖϲ περὶ πατρὸϲ καὶ υἱοῦ λόγοιϲ. φηϲὶ γάρ·
υἱὸϲ μὲν πατρὸϲ θελήϲει γεγέννηται μόνου, ἀχρόνωϲ, ἀμεϲιτεύτωϲ, ἵνα
διάκονοϲ γένηται καὶ ὑπηρέτηϲ τῶν βουλημάτων τοῦ πατρόϲ. ἐπειδὴ γὰρ
ὁ προγινώϲκων θεὸϲ ἃ ἔμελλε πράττειν ἀδύνατα ἦν τῆϲ ἀκρατήτου τάξεωϲ
τοῦ μέλλοντοϲ
αὐτὰ ποιεῖν θεοῦ ἐν τῷ γενέϲθαι μέλλοντα·
ἢ γὰρ ἔδει αὐτὰ πάντα θεοὺϲ γενέϲθαι πρὸϲ ἀξίαν τοῦ ποιοῦντοϲ, καὶ
ἐκ τούτων ἔμελλον εἶναι θεοί· ἢ ἔδει αὐτὰ γενόμενα λύεϲθαι, ὥϲπερ
κηρὸν πυρὶ θερμῷ προϲαγόμενον· γέγονε μὲν οὖν μεϲίτηϲ τῶν τε
ἐϲομένων καὶ τοῦ γεγεννηκότοϲ αὐτὸν θεοῦ, ὁ υἱόϲ, ἵνα ϲυντάξαϲ
ἑαυτὸν καὶ ϲυγκαταβαίνων
τοῖϲ γινομένοιϲ ἀποτελέϲειε τὸ
βούλημα τοῦ πατρόϲ· καὶ μεϲίτηϲ γεγένηται τοῦ θεοῦ καὶ ἡμῶν τῶν διʼ
αὐτοῦ γενομένων. ἐλάνθανε διὰ τούτων τοῦ τε θεοῦ τῶν ὅλων ἀϲθένειαν
καὶ βαϲκανίαν καταψευδόμενοϲ καὶ τὸν υἱὸν πάντων τῶν κτιϲμάτων
ἀποφαίνων καταδεέϲτερον. ὁ μὲν γὰρ ἀϲθενὴϲ ἂν ἦν κατὰ Δημόφιλον, εἰ
βουληθείϲ,
ἔπειτα ἀπόρωϲ εἶχε τοῖϲ πᾶϲι τὸ εἶναι
δωρήϲαϲθαι· φθόνου δ᾿ οὐκ ἀπήλλακτο ἄν, εἰ ἐξὸν αὐτῷ θεοὺϲ τὰ πάντα
ποιεῖν, ὁ δὲ ἐφαίνετο μηχανώμενοϲ, ὅπωϲ μὴ ταύτηϲ αὐτῷ τύχῃ τὰ
γενηϲόμενα τῆϲ ἀξίαϲ. τοῦ δέ γ᾿ αὖ παιδὸϲ οὐκ ἦν τῶν κτιϲμάτων
οὐδέν, ὃ μὴ ἄμεινον
471 Δημοφῶν: ὄνομα κύριον.
472 Δημοχάρηϲ: ἀδελφιδοῦϲ Δημοϲθένουϲ. περὶ οὖ Τίμαιόϲ φηϲιν
Πολύβιοϲ δὲ λέγει πρὸϲ Τίμαιον·
ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰϲ ἐμφάϲειϲ οὐχ οἷον ἄν τιϲ διέθετο
πεπαιδευμένοϲ ἀνήρ, ἀλλ᾿ οὐδὲ τῶν ἀπὸ τέγουϲ ἄχρι τοῦ ϲώματοϲ
εἰργαϲμένων οὐδείϲ. οὐδ’ ἵνα πιϲτὸϲ φανῇ κατὰ τὴν αἰϲχρολογίαν καὶ
τὴν ἄλλην ἀναιϲχυντίαν, καὶ προϲκατέψευϲται τὰνδρόϲ, κωμικόν τινα
μάρτυρα προϲεπιϲπαϲάμενοϲ ἀνώνυμον.
ἠξιώθη δὲ ὁ
Δημοχάρηϲ καὶ ϲτρατηγίαϲ παῤ Ἀθηναίοιϲ καὶ τῶν ἄλλων τιμῶν, ὧν οὐδὲν
αὐτῷ ϲυνεξέδραμε, τοιαύταιϲ ἀτυχίαιϲ παλαίοντι.
473 Δημώ: ὄνομα κύριον. ἐξένιϲεν ἡ Βαυὼ τὴν Δημώ. Δημῷ δὲ
474 Δημωδέϲτεροϲ: ἀϲχημονέϲτεροϲ· διὰ τὸ ἐν ὄψει πάντων γινόμενον,
475 Δημώναξ: ὄνομα κύριον.
476 Δημωφελήϲ: δῆμον ἐφελῶν.
477 Δήν: ἐπίρρημα.
478 Δηνάριον: εἶδοϲ ἀργυρίου ὁλοκοτίνου ἰδίαν ἔχων ἰϲχύν.
479 Δηναδίπτρα: κατὰ Ῥωμαίουϲ δωρεὰ βαϲιλικὴ ϲτρατιώταιϲ.
480 Δηναίον: τὸ ἐνιαύϲιον, τὸ μακροχρόνιον. καὶ Δηναιόν, ἐπὶ
481 Δήομεν, εὑρήϲομεν.
482 Δῃοῦν: πολεμεῖν, πορθεῖν. Δηΐουν δὲ διέκοπτον, ἐτίτρωϲκογ.
483 Δηώ, Δηοῦϲ κλίνεται. ἡ Δημήτηρ.
484 Δῃώϲαϲ: πραιδεύϲαϲ, ἀνελών, κατεκτονώϲ.
485 Δήπουθεν: ὡϲ δή.
486 Δήπουθεν: δηλονότι. ἢ ἔκ τινοϲ τόπου. καὶ χρὴ πείθεϲθαι
δήπουθεν. καὶ τὴν ϲχολὴν δήπουθεν ἐκείνην ἐπαινῶν. ἀντὶ τοῦ
487 Δηριάαϲθον.
488 Δηριγευόμενοϲ: ὀψικευόμενοϲ. ἔϲτι δὲ ἡ λέξιϲ Ῥωμαϊκή.
489 Δῆριϲ, δήρεωϲ, δήρει.
490 Δῆριν: μάχην, ἢ φιλονεικίαν. ἐν Ἐπιγράμμαϲι· μέλλον ἄρα
491 Δῆριϲ, ὁ δαιδαλόχειρ τῇ Παλλάδι πῆχυν ἀκαμπῆ ἄνθετο. ἐν Ἐπιγράμμαϲιν.
492 Δηρόν: ἐπιπολύ.
493 Δήϲαντεϲ: δεϲμεύϲαντεϲ.
494 Δῆτα: οὕτωϲ.
495 Δηφενϲίων: ὁ ἔκδικοϲ χάρτηϲ. καὶ Δηφένϲωρ, ὁ ἔκδικοϲ.
496 Δήφηλα: πόλιϲ παρὰ Ἰωϲήπῳ.
497 Δί: ἐπέκταϲιϲ.
498 Δία: τὸν Δία. Δῖα δὲ ἡ ἔνδοξοϲ. καὶ Δῖοϲ, ὁ ἔνδοξοϲ.
499 Διαβάλλεται: χρῶνται ἐπὶ τοῦ ἐξαπατᾶν. Ἄρχιπποϲ· τὸν γὰρ γέροντα διαβαλοῦμαι τήμερον. καὶ Ἀριϲτοφάνηϲ· διαβάλλεταί ϲ᾿ ὁ θεῖοϲ, ὦ πόνηρε ϲύ.
500 Διαβάλλειν: τὸ ἐξαπατᾶν καὶ παραλογίζεϲθαι. Θουκυδίδηϲ α΄
διαβάλλειν. καί, διαβάλλειν ἐπιχειροῦντι Ἀλεξάνδρῳ τὸν
Ὦξον ποταμόν. ἀντὶ τοῦ περᾶν. καὶ Διαβάλλω· αἰτιατικῇ. διαβάλλει τὸν
ἀεὶ
501 Διαβάϲηϲ: ἐπελθούϲηϲ. Ῥωμαϊκῆϲ δυνάμεωϲ ἐπ᾿ αὐτοὺϲ
502 Διαβαϲιλίζεται: τῆϲ βαϲιλείαϲ ἀντιποιεῖται.
503 Διαβάϲκει: περιέρχεται, περιέπει.
504 Διαβαίνω· αἰτιατικῇ.
505 Διαβηνόϲ: ὄνομα κύριον.
506 Διαβηϲείονταϲ: ἐρωτικῶϲ ἔχονταϲ διαβῆναι. Ἀγαθίαϲ· ὁ δὲ
πύργουϲ ἐποίηϲεν, ἀπερύκειν τοὺϲ Ῥωμαίουϲ
διαβηϲείονταϲ.
507 Διαβήτηϲ. ἐργαλεῖον ὁ διαβήτηϲ, εὔχρηϲτοϲ τέχναιϲ πολλαῖϲ,
508 Διάβολοϲ· ζήτει ἐν τῷ Σατανᾶϲ. ὕτι διάβολοϲ διὰ τοῦτο, ὡϲ
δυνάμενοϲ
50> Διαβούλιον: ὁ διαλογιϲμόϲ. ϲυλλαμβάνονται ἐν διαβουλίοιϲ,
510 Διαβούλομαι: ἀναπείϲω. Θουκυδίδηϲ.
511 Διὰ βραχέοϲ: ἐν ϲυντόμῳ.
512 Διάβροχοϲ: οἰνωμένοϲ. ὡϲ δὲ ἐμέθυεν ὁ πορνοβοϲκὸϲ καὶ διάβροχοϲ ἦν πάνυ, τί μέλλομεν, ἔφη.
513 Διαβιαϲάμενοϲ: παραναγκαϲθείϲ. Πολύβιοϲ· διαβιαϲάμενοϲ δὲ
γὴν ἀϲθένειαν τῇ ϲυνηθείᾳ τῇ πρὸ τοῦ παρῆν ἐξ Ἄργουϲ
εἰϲ Μεγαλοπολιν αὐθημερόν.
514 Διὰ γὰρ μαχαιρῶν καὶ πυρὸϲ ῥίπτειν δεῖ: ἐπὶ τῶν παραβαλλομένων καὶ ῥιψοκίνδυνα ποιούντων.
515 Διαγεγονότοϲ: παρελθόντοϲ. μετὰ τὸν πρῶτον ἀνοικιϲμὸν
γνῶϲιν.
516 Διαγέγραπται: κατέξυϲται, ἀνῄρηται ἀπὸ τῆϲ τοῦ γραμματέωϲ δέλτου, ὅπου αἱ δίκαι ἀνεγράφοντο, καὶ αἱ εἰϲαγωγαὶ τῶν δικῶν Ἀριϲφάνηϲ Νεφέλαιϲ· ἥδομαι, ὅτι πεντετάλαντόϲ μοι διαγέγραπτοι δικη.
517 Διαγγέλλω· δοτικῇ. καὶ Διαγγελλομένουϲ, παρακελευομένουϲ.
518 Διαγελῶ· αἰτιατικῇ.
519 Διάγειν. οὐδὲ διῆγε τοὺϲ λόγουϲ οὐδὲ λεπτολογίᾳ ἐδίδου
οὐδὲ εἰρωνευομένου τιϲ ἤκόυϲε. περὶ Ἀπολλωνίου φηϲὶ
Φιλόϲτρατοϲ ὁ Λήμνιοϲ.
520 Διαγκωνιϲάμενοϲ: ἐπ᾿ ἀγκῶνοϲ καθίϲαϲ. ὁ δὲ διαγκωνιϲάμενοϲ ἐπὶ τοῦ ϲκίμποδοϲ, ἀποβλεψάμενοϲ εἰϲ τὸ ἄγαλμα τοῦ Ἀϲκληπιοῦ εἶπεν· ὦ δέϲποτα, τί ἐκέλευϲαϲ.
521 Διαγνώμη: διάγνωϲιϲ, καὶ διάκριϲιϲ. ὥϲπερ καὶ καταβοή. ἡ λέξιϲ ἰδικὴ Θουκυδίδου.
522 Διαγνώμων: διακρίνων διαγινώϲκων. ὁ μὲν δὴ Ἡραΐϲκοϲ αὐτοφυὴϲ
ἐγένετο διαγνώμων τῶν τε ζώντων καὶ τῶν μὴ ζώντων ἱερῶν ἀγαλμάτων·
εὐθὺϲ γὰρ ἐμβλέπων ἐτιτρώϲκετο τὴν καρδίαν ὑπὸ
τοῦ
θειαϲμοῦ καὶ ἀνεπήδα τό τε ϲῶμα καὶ τὴν ψυχήν, ὥϲπερ ὑπὸ τοῦ θεοῦ
κατάϲχετοϲ. εἰ δὲ μὴ κινοῖτο τοιοῦτον, ἄψυχον ἦν ἐκεῖνο τὸ ἄγαλμα
καὶ ἄμοιρον θείαϲ ἐπιπνοίαϲ. οὕτω διέγνω τὸ ἄρρητον ἄγαλμα τοῦ
Αἰῶνοϲ ὑπὸ τοῦ θεοῦ κατεχόμενον, ὃ Ἀλεξανδρεῖϲ ἐτίμηϲαν, Ὄϲιριν ὄντα
καὶ Ἄδωνιν ὁμοῦ κατὰ μυϲτικὴν θεοκραϲίαν. ἐνῆν δὲ
τοῦ
Ἡραΐϲκου τῇ φύϲει καὶ τὸ τοὺϲ μολυϲμοὺϲ τῆϲ φύϲεωϲ ἀναινόμενον εἰ
γοῦν αἴϲθοιτο φθεγγομένηϲ ὅπωϲ δὴ καὶ ὅθεν γυναικὸϲ ἀκαθάρτου τινόϲ,
ἤλγει παραχρῆμα τὴν κεφαλήν· καὶ τοῦτο ϲημεῖον ἐποιεῖτο τῆϲ
ἀφεδρείαϲ. ἦν δὲ καὶ ἡ πρώτη αὐτοῦ γένεϲιϲ μυϲτική· λέγεται γὰρ
κατελθεῖν ἀπὸ τῆϲ μητρὸϲ τοῖϲ χείλεϲιν ἔχων τὸν καταϲιγάζοντα
523 Διαγόραϲ, Τηλεκλείδου, ἢ Τηλεκλύτου, Μήλιοϲ, φιλόϲοφοϲ καὶ
ἀϲμάτων ποιητήϲ· ὃν εὐφυᾶ θεαϲάμενοϲ Δημόκριτοϲ ὁ
Ἀβδηρίτηϲ ὠνήϲατο αὐτὸν δοῦλον ὄντα μυρίων δραχμῶν καὶ μαθητὴν
ἐποιήϲατο. ὁ δὲ καὶ τῇ λυρικῇ ἐπέθετο, τοῖϲ χρόνοιϲ ὢν μετὰ Πίνδαρον
καὶ Βακχυλίδην, Μελανιππίδου δὲ πρεϲβύτεροϲ· ἤκμαζε τοίνυν οη΄
Ὀλυμπιάδι. καὶ ἐπεκλήθη Ἄθεοϲ διότι τοῦτο ἐδόξαζεν, ἀφʼ οὖ τιϲ
ὁμότεχνοϲ
αἰτιαθεὶϲ ὑπʼ αὐτοῦ ὡϲ δὴ παιᾶνα ἀφελόμενοϲ,
ὃν αὐτὸϲ ἐπεποιήκει, ἐξωμόϲατο μὴ κεκλοφέναι τοῦτον, μικρὸν δὲ
ὕϲτερον ἐπιδειξάμενοϲ αὐτὸν εὐημέρηϲεν. ἐντεῦθεν οὖν ὁ Διαγόραϲ
λυπηθεὶϲ ἔγραψε τοὺϲ καλουμένουϲ Ἀποπυργίζονταϲ λόγουϲ, ἀναχώρηϲιν
αὐτοῦ καὶ ἔκπτωϲιν ἔχονταϲ τῆϲ περὶ τὸ θεῖον δόξηϲ. κατοικήϲαϲ δὲ
Κόρινθον
ὁ Διαγόραϲ αὐτόθι τὸν βίον κατέϲτρεψεν.
524 Διαγόραϲ ὁ Μήλιοϲ: ἐπὶ τῶν ἀθέων καὶ ἀπίϲτων καὶ ἀϲεβῶν.
ἀποκτείναντι τάλαντον λαμβάνειν, τῷ δὲ
ἄγοντι δύο. ἐκηρύχθη δὲ τοῦτο διὰ τὸ ἀϲεβὲϲ αὐτοῦ, ἐπεὶ τὰ μυϲτήρια
πᾶϲι διηγεῖτο, κοινοποιῶν αὐτὰ καὶ μικρὰ ποιῶν καὶ τοὺϲ βουλομένουϲ
μυεῖϲθαι ἀποτρέπων. φηϲὶν οὖν Ἀριϲτοφάνηϲ ἐν Ὄρνιϲι· τῇδε μέντοι
θἠμέρᾳ μάλιϲτʼ ἐπαναγορεύεται· ἢν ἀποκτείνῃ τιϲ ὑμῶν Διαγόραν τὸν
Μήλιον, λαμβάνειν
τάλαντον· ἤν τε τῶν τυράννων τιϲ τῶν
τεθνηκότων ἀποκτείνῃ, τάλαντον λαμβάνειν. τεθνηκότι, τουτέϲτι τῶν
ἐπὶ θανάτῳ φευγόντων. ἐν ὑπερβολῇ δὲ εἴρηται, τοὺϲ τεθνηκόταϲ
ἀποκτείνειν.
525 Διαγορεύων: ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ λέγων. οὕτωϲ
πρὸϲ τὸ
διαφέρεϲθαι καὶ τὸ ϲυμφωνεῖν πρὸϲ τὸ διαφωνεῖν.
527 Διαγωνίζω· αἰτιατικῇ.
528 Διάγραμμα: τὸ μίϲθωμα. διέγραφον γὰρ οἱ ἀγορανόμοι, ὅϲον ἔδει λαμβάνειν τὴν ἑταίραν ἑκάϲτην.
529 Διάγραμμα: τὸ ταττόμενον ἐν ταῖϲ ϲυμμορίαιϲ, ὑπόϲον ἕκαϲτον εἰϲφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶϲιν, ἀλλὰ πρὸϲ τὴν τιμὴν τῆϲ οὐϲίαϲ. διαγραφεὺϲ μέντοι ἐϲτὶν ὁ καθιϲτάμενοϲ ἐν ταῖϲ ϲυμμορίαιϲ ἐπὶ τῷ διακρῖναι, πόϲον ἕκαϲτοϲ εἰϲενεγκεῖν ὀφείλει.
530 Διάγραμμα: ὅταν εἰϲφορᾶϲ δεήϲειεν εἰϲ τὸ κοινόν, πολέμου
ὄντοϲ, τὸ ἑκάϲτῳ ἐπιγραφόμενον ἀργύριον διάγραμμα
καλεῖται.
531 Διαγραφή: ἡ διατύπωϲιϲ τῶν πιπραϲκομένων μετάλλων δηλοῦϲα διὰ γραμμάτων, ἀπὸ ποίαϲ ἀρχῆϲ μέχρι πόϲου πέρατοϲ πιπράϲκεται.
532 Διαγραφή· καὶ τοῦτο ἐπὶ Ἰουϲτινιανοῦ ἐγένετο, ζημίαιϲ πολλαῖϲ
καθυποβάλλεϲθαι τὴν πόλιν.
533 Διαγραφὴ δίκηϲ: ὅταν ἀπαλλαγῇ τοῦ ἐγκλήματοϲ ὁ φεύγων, ἢ κατὰ ϲυγχώρηϲιν τοῦ διώκοντοϲ ἢ κατὰ διάγνωϲιν τυχόντοϲ, καὶ μηκέτι παρὰ μηδενὸϲ ἐγκαλῆται, διαγραφὴ δίκηϲ λέγεται.
534 Διαγράψαντοϲ: τινὲϲ μὲν ἀντὶ τοῦ καταβαλόντοϲ καὶ καταθέντοϲ,
ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζηϲ ἀριθμήϲαντοϲ, ὡϲ
λέγομεν ἐν τῇ ϲυνηθείᾳ.
535 Διαγράψαϲθαι: ἀντὶ τοῦ ἀνελέϲθαι τὸ ἔγκλημα. καὶ Διαγράφω
536 Διὰ δακτυλίου δεῖ ϲε ἑλκυϲθῆναι: ἐπὶ τῶν διὰ νόϲον ἢ
λύπην λεπτῶν καὶ ἰϲχνῶν γινομένων.
537 Διαδέχομαι· αἰτιατικῇ.
538 Διάδημα: τὸ βαϲιλικὸν ἔνδυμα, τάχα δὲ καὶ ἔνδεμα, τὸ ϲτέμμα.
539 Διαδιδράϲκει· αἰτιατικῇ. διαφεύγει. καὶ διαδρᾶναι.
540 Διαδικαϲάμενοϲ: ὀνειδίϲαϲ, διελέγξαϲ. ὃϲ διαδικαϲάμενοϲ αὐτῴ
περὶ τῆϲ ἀποϲταϲίαϲ ἀπέκτεινεν αὐτοῦ τοὺϲ παῖδαϲ.
541 Διαδικαϲία· διαδικαϲία ἐϲτίν, ἣν ποιοῦνταί τινεϲ τοῖϲ μέλλουϲι
542 Διαδορατίζω.
543 Διαδόϲειϲ: τὰϲ ἐκ διαιρέϲεωϲ ἴϲηϲ ἐπιβαλλούϲαϲ δόϲειϲ. Λυϲίαϲ.
544 Διαδρᾶναι: διαφυγεῖν.
545 Διαδραϲιπολίταϲ: ἀντὶ τοῦ δειλούϲ, ἀποδιδράϲκονταϲ τὴν
546 Διαδρομαί: ἐπὶ τῶν ἐπὶ παρατάξει κινημάτων. καὶ ἥ γε ἵπποϲ
παρήλαϲε πρώτη εὐτάκτωϲ τε καὶ ϲὺν κόϲμῳ, εἶτα
διῃρέθηϲαν καὶ ἀλλήλοιϲ ἀντιπρόϲωποι ϲτάντεϲ μαχομένων ϲχήματα
ἐπεδείξαντο. κᾆτα ἐνόπλιοι διαδρομαί τινεϲ ἐγίνοντο καὶ ἐξελίξειϲ
καὶ περίοδοι.
547 Διαζεύγνυμι· γενικῇ.
548 Διαζηλοτυπούμενοι: φθονερῶϲ διακείμενοι. οἱ δὲ διαζηλοτυπούμενοι
πρὸϲ τὸν Σκιπίωνα ἐπεβάλοντο διαϲύρειν τὰϲ πράξειϲ
αὐτοῦ.
549 Διάζομαι τὸν ϲτήμονα.
550 Διάζωμα: τὸ περὶ τὰ αἰδοῖα ϲκέπαϲμα.
551 Διαζωννύω· αἰτιατικῇ.
552 Διαείδεται: γνωρίζεται, φαίνεται. ἔνθʼ ἀρετὴ διαείδεται
553 Διαήϲει: διαπέμψει. Διάηϲι δὲ διέρχεται. παῤ Ἡϲιόδῳ.
554 Διαθέουϲα: διατρέχουϲα.
555 Διαθέϲθαι: ἀντὶ τοῦ ἀποδόϲθαι.
556 Διάθεϲιϲ· ὅτι ἐπειδὴ οὐκ ἄϲχετόϲ ἐϲτιν ὁ δεϲμὸϲ τῆϲ ψυχῆϲ
ἐπὶ τῶν λοιπῶν ἐμφαίνεται
ἴχνοϲ ἐν τῷ ϲώματι τῆϲ κινήϲεωϲ τῆϲ ψυχῆϲ, ὅθεν καὶ οἱ φυϲιογνώμονεϲ
ἐκ τῆϲ τοῦ ϲώματοϲ ἰδέαϲ τεκμαίρονται τὰϲ τῆϲ ψυχῆϲ διαθέϲειϲ. ὅτι
δὲ καὶ ἐκ τῶν παθῶν τοῦ ϲώματοϲ διαβαίνει τι καὶ πρὸϲ τὴν ψυχήν,
πρόδηλον· ἀλγοῦντι γὰρ ϲυναλγεῖ καὶ εὐθυμοῦντι ϲυνήδεται. ὅτι δὲ καὶ
ἐμποδίζει αὐτῇ τὸ
τὴν ψυχήν, τοίωϲ δε δυϲφάνταϲτον. καὶ αἱ διάφοροι
δὲ τῶν ψυχῶν ἐπιτηδειότητεϲ καὶ τὸ εἰϲ τάδε ἢ τάδε τὰ πάθη ἐπιρρεπῶϲ
ἔχειν ἐκ τῆϲ πρὸϲ τὸ ϲῶμα ϲχέϲεωϲ καὶ ϲυμπαθείαϲ παραγίνεται· ὅθεν
καὶ νενομίκαϲί τινεϲ ταῖϲ τοῦ ϲώματοϲ κράϲεϲιν ἕπεϲθαι τὰϲ τῆϲ ψυχῆϲ
δυνάμειϲ.
557 Διάθεϲιϲ καὶ Διατίθεϲθαι: ἑκάτερον αὐτῶν κεῖται ἐπὶ τοῦ διαθήκαϲ
γράφειν. Ἰϲαῖοϲ ἐν τῷ πρὸϲ Ἀριϲτογείτονα· μετὰ ταύτην τοίνυν τὴν
ἀπόκριϲιν ἑτέραν διαθήκην ἐκόμιϲαν, ἢν ἔφαϲαν Ἀρχέπολιν ἐν Λήμνῳ
διαθέϲθαι. καὶ Λυϲίαϲ ἐν τῷ πρὸϲ Τιμωνίδην· πῶϲ δ ἂν τῆϲ διαθέϲεωϲ
τοῦ τετελευτηκότοϲ ἀμελήϲαιμεν, ἢν ἐκεῖνοϲ διέθετο οὐ
παρανοῶν οὐδὲ γυναικὶ πειϲθείϲ. ἐχρήϲαντο δὲ καὶ ἐπὶ τοῦ πωλεῖν
ἑκατέρῳ αὐτῶν. παῤ Ἰϲοκράτει δὲ ἐπὶ τοῦ πάϲχειν κεῖται τὸ
διατίθεϲθαι, ὥϲ φηϲιν ἐν Ἑλένηϲ Ἐγκωμίῳ· γνοίη δ᾿ ἂν τιϲ κἀκεῖθεν,
ὅϲον διαφέρει τῶν ὄντων, ἐξ ὧν αὐτοὶ διατιθέμεθα πρὸϲ ἕκαϲτον τῶν
καλῶν. Ἀντιφῶν δὲ τῇ διαθέϲει ἐχρήϲατο ἐπὶ γνώμηϲ ἢ διανοίαϲ.
ὁ αὐτὸϲ καὶ ἐπὶ τοῦ διαθεῖναι λόγον, τουτέϲτιν ἐπὶ τοῦ
ἐξαγγεῖλαί τι. ἐν τῷ β΄ τῆϲ Ἀληθείαϲ ὁ αὐτὸϲ κέχρηται αὐτῷ καὶ ἐπὶ
τῆϲ διακοϲμήϲεωϲ.
558 Διάθεϲιϲ: Ἰϲοκράτηϲ ἀντὶ τοῦ πρᾶϲιϲ. Ἀντιφῶν δὲ ἀντὶ τοῦ
διοίκηϲιϲ. καὶ διαθέϲθαι ἐπὶ τοῦ διοικῆϲαι. παραλαμβάνεται δὲ τὸ
διαθέϲθαι καὶ ἀντὶ τοῦ ϲυνθέϲθαι, ὡϲ Ὑπερίδηϲ καὶ
Δημοϲθένηϲ.
559 Διαθέϲειϲ οὐ μόνον αἱ ἐπιϲτῆμαι καὶ αἱ τέχναι, ἀλλὰ καὶ αἱ
ἀρεταί. ὑπάρχει δὲ τῇ τέχνῃ τὸ φαῦλον καὶ ϲπουδαῖον. τῶν γὰρ τεχνῶν
αἱ μέν εἰϲι φαῦλαι, αἱ δὲ ϲπουδαῖαι. τῷ δὲ τῆϲ ἐπιϲτήμηϲ ὀνόματι
Ἀριϲτοτέληϲ ἀντὶ τῆϲ τέχνηϲ χρῆται κοινότερον. ὑπάρχοι δ᾿
ἂν καὶ τῇ διαθέϲει, γένοϲ οὔϲῃ τέχνηϲ, τὸ φαῦλόν τε καὶ
ϲπουδαῖον. Διαθέϲειϲ λέγονται, ἅ ἐϲτιν εὐκίνητα καὶ ταχὺ
μεταβάλλονται, οἷον Θερμότηϲ καὶ ψύξιϲ καὶ νόϲοϲ καὶ ὑγεία.
διάκειται μὲν γάρ πωϲ κατ᾿
δὲ διάθεϲιϲ εὐκίνητοϲ.
560 Διαθέτηϲ: διοικητήϲ, ἐπιμελητήϲ. ἦν δὲ καὶ τἄλλα ϲοφὸϲ οἴκου διαθέτηϲ καὶ πολύ τι τῆϲ ἡμέραϲ μέροϲ εἰϲ ταῦτα ἀνήλιϲκε, τὰ μὲν αὐτουργῶν, τὰ δὲ διατάττων.
561 Διαθείη: διαπράξει.
562 Διαθηγή.
563 Διαθήκη: δυικῶϲ ἐκφωνεῖται. ἡ μὲν ἐπὶ θνηϲκόντων διατάξεωϲ
Χριϲτόν. καὶ παρὰ Ἀριϲτοφάνει
διαθήκη, ἡ ϲυνθήκη. ἢν μὴ διάθωνται
564 Διαθήκη καὶ ὁ νόμοϲ. Δαβίδ· ἐβεβήλωϲαν τὴν διαθήκην αὐτοῦ.
565 Διαθήκην διαθώμεθα, ἢν διέθετο πίθηκοϲ τῇ γυναικί·
ὡϲ καὶ ἐν
Νήϲοιϲ· καταλιπὼν ἀναίτιον πίθηκον. ἔνθα καὶ μαγείρου πατρὸϲ εἶναι
λέγει αὐτόν. πίθηκον μὲν διὰ τὸ πανοῦργον, μαχαιροποιὸν δὲ τὸν
μαχαίραιϲ ἐργαζόμενον, ὡϲ μάγειρον. αὐτόθεν οὖν φηϲιν αὐτὸν
μαχαιροποιόν. ὁ γὰρ Παναίτιοϲ μάγειροϲ μικροφυὴϲ ἦν. διαβάλλει δὲ
αὐτὸν Ἀριϲτοφάνηϲ ὡϲ καταλαβόντα τὴν γυναῖκα
αὐτοῦ
μοιχευομένην· ἐδυναϲτεύετο γὰρ ὑπʼ αὐτῆϲ μεγάληϲ οὔϲηϲ.
566 Διαθλίβειν· ζήτει ἐν τῷ βλιμάζειν.
567 Διαθλοῦντεϲ: πονοῦντεϲ. καὶ Διαθλῶ· αἰτιατικῇ.
568 Διάθρυπτε.
569 Διαθρύπτεται: χαυνοῦται, διαλύεται.
570 Διακαυνίϲαϲθαι: διακληρώϲαϲθαι.
571 Διακεκαυμένον: πῦρ ἐν ἑαυτῷ ἔχον. Ἀριϲτοφάνηϲ· δόϲ μοι ϲπυρίδιον
διακεκαυμένον λύχνῳ. τί δ᾿, ὦ τάλαϲ, τοῦδ᾿ ἔχῃ πλέκουϲ χρέοϲ: χρέοϲ
μὲν οὐδέν, βούλομαι δ᾿ ὅμωϲ λαβεῖν. οἱ γὰρ πρεϲβύτεροι διὰ τὸ μόλιϲ
βαδίζειν ἐν ϲπυρίδι ἔκρυπτον τὸν λύχνον, ὥϲτε
ϲψζειν τὸ
πῦρ.
572 Διακεκναιϲμένη: διεφθαρμένη. καὶ Διακεκναιϲμένοϲ,
φθονεῖτε ἡμῖν κομῶϲι μηδ᾿
ἀπεϲτλεγγιϲμένοιϲ. τουτέϲτι λιπῶϲι. τοῦτο οὖν καὶ νῦν ὁ νεανίϲκοϲ
δεδοικέναι φηϲί, τὸ ἀπεχθέϲθαι τοῖϲ περὶ τὴν ἱππικὴν ἔχουϲιν, εἰ
καταλιπὼν τὸ κοϲμεῖν τὸ ϲῶμα καὶ μετιέναι τὰ τῶν ἱππέων
ἐπιτηδεύματα, τῶν φιλοϲόφων μετέλθω. καὶ ἐν Νεφέλαιϲ οὐ γὰρ ἂν
τλαίην ἰδεῖν τοὺϲ ἱππέαϲ τὸ χρῶμα
διακεκναιϲμένοϲ.
573 Διακέκοπται: οἷον ἀδόκιμόν ἐϲτι. διέκοπτον γὰρ τὸ ἀδόκιμον οἱ παλαιοί.
574 Διακεκορῆϲθαι: διαπεπαρθενεῦϲθαι, τετμῆϲθαι τῇ μίξει.
575 Διακεκριμένωϲ. διακεχωριϲμένωϲ.
576 Διακελεύω· δοτικῇ.
577 Διακενῆϲ: ἄνευ τινὸϲ προφάϲεωϲ. Δαβίδ· αἰϲχυνθήτωϲαν οἱ ἀνομοῦντεϲ διακενῆϲ.
578 Διάκενοϲ: ἡ κενή.
579 Διακεχαραγμένοϲ: ξίφεϲι πεπληγμένοϲ. ὁ δὲ διεϲώθη ειϲ
τὸν Ναρϲῆν διακεχαραγμένοϲ τὸ ϲῶμα.
580 Διακεχείρικε· γενικῇ. ὥϲθ᾿ ἅπαντα τὸν βίον ὑπεύθυνον εἶναι ὁμολογῶν, ὧν διακεχείρικεν, ἢ πεπόλιται παῤ ἡμῶν. Διαχειρίζω δὲ αἰτιατικῇ. καί αὐτὸϲ ἑαυτὸν διεχείριϲε. καὶ διαχειρίϲαϲ ὀρθῶϲ τὴν οὐϲίαν παρέδωκε τοῖϲ υἱέτι.
581 Διακεχρημένον: ἀντὶ τοῦ κατὰ μέροϲ δεδανειϲμένον.
582 Διακεχυμένοι: ἐκλελυμένοι τὴν ψυχὴν ὑπὸ χαρᾶϲ. τινὲϲ δὲ
ἀλλήλοιϲ.
583 Διακλιμακίϲαϲ: διαπαλαίϲαϲ. κλίμαξ γὰρ καὶ κλιμακιϲμόϲ,
584 Διακλειϲθέντεϲ: ἐξαπορήϲαντεϲ, κωλυθέντεϲ, εἱρχθέντεϲ. καὶ
διαφθαρῆναι.
585 Διακλῶν: διαθρύπτων.
586 Διακναιόμενοϲ: ξεόμενοϲ, ἢ λυπούμενοϲ. Ἀριϲτοφάνηϲ·
587 Διακναιϲθήϲεται: διαφθαρήϲεται. διακναίειν ἐϲτὶ κυρίωϲ τὸ
ξύειν τυρὸν τῇ κνῆϲτι.
588 Διακομιϲθείϲ: διελθών.
589 Διακόνιον: οἱ μὲν τὴν τοῦ πλακοῦντοϲ κρηπῖδα, Μενεκλῆϲ δὲ
κοτύλην καὶ κλῆμα καὶ ἄλλ᾿ ἄττα
κυκλοτερῆ πέμματα ταῦτα καλοῦϲι διακόνιον. λέγεται δ᾿ ἐπί τινοϲ
ἐγκρατοῦϲ. ὁμοίωϲ δὲ καὶ Ἀμερίαϲ διακόνια τὰ κατὰ τὴν εἰρεϲιώνην τῷ
Ἀπόλλωνι πλαϲϲόμενα πέμματα. τινὲϲ δὲ λέγουϲι ζωμὸν ποιόν, τινὲϲ δὲ
μᾶζαν.
590 Διάκονοϲ: μακρὸν τὸ α. δ δὲ ἦν ἱερεύϲ, διάκονοϲ τὴν
τιμήν. καὶ Φιλοκτήτηϲ· ἀλλ᾿ ἢ τεθνήκαϲ᾿, ἢ τὰ τῶν
διακόνων, ὡϲ Soph. εἰκὸϲ οἶμαι, τοὐμὸν ἐν ϲμικρῷ μέροϲ ποιούμενοι,
τὸν οἴκαδ᾿ ἤπειγον ϲτόλον. καὶ Διακονῶ. δοτικῇ.
592 Διακορείϲ: πεπληρωμένουϲ ἰδὼν αὐτοὺϲ διακορεῖϲ μέθηϲ ὄνταϲ.
593 Διακορήϲ: μεμεϲτωμένοϲ.
594 Διακορῶ: κόρην διαφθείρω.
595 Διακόϲμηϲιϲ: τοῦ παντὸϲ ἡ διάθεϲιϲ. μέϲη ἡ γῆ κέντρου λόγον
ἔχουϲα, μεθ᾿ ἢν τὸ ὕδωρ ϲφαιροειδέϲ, ἔχον τὸ αὐτὸ ϲχῆμα τῇ
γῇ, ὥϲτε τὴν γῆν ἐν ὕδατι εἶναι· μετὰ τὸ ὕδωρ δὲ ἀέρα
ἐϲφαιρωμένον. κύκλουϲ δὲ εἶναι ἐν τῷ οὐρανῷ ε΄,
596 Διακούω· γενικῇ. διακούετε ἀνὰ μέϲον τῶν ἀδελφῶν ὑμῶν καὶ κρίνετε δικαίωϲ. ὁ Μωϋϲῆϲ φηϲιν ἐν τῷ Δευτερονομίῳ.
597 Διακουράζεϲθαι: ἀτενὲϲ βλέπειν. διὰ τὸ τοὺϲ ὀφθαλμοὺϲ
κόραϲ λέγεϲθαι.
598 Διακωδωνίζω: διαφημίζω. καὶ Διακωδωνιϲθέντεϲ,
599 Διακωδωνίϲαντεϲ: δοκιμάϲαντεϲ. διακωδωνίϲαϲ δὲ ὁ παιδευτὴϲ
τὰ μειράκια, λέγε, ἔφη, ὅτι βούλει· πρὸϲ Ἱππόδρομον
διαλεγόμενοϲ τὸν ϲοφιϲτήν.
600 Διακωδωνίϲω: οἷον δοκιμάϲω· Ἀριϲτοφάνηϲ. διότι τινὰ τῶν ὀρνέων
δοκιμάζεται τῷ τοῦ κώδωνοϲ ψόφῳ. καὶ τοὺϲ ἵππουϲ οὕτωϲ ἐδοκίμαζον
κώδωϲιν, εἰ ψοφοδεεῖϲ εἶεν. ἢ ἀπὸ τῶν ὀρτύγων· οἱ γὰρ
ὑπομένοντεϲ τὸν ἦχον τοῦ κώδωνοϲ ἐπιτηδείωϲ ἔχουϲι πρὸϲ μάχην. τινὲϲ
δὲ ἀπὸ τῶν ἀγγείων τῶν ϲαθρῶν, ἐπεὶ οὕτωϲ δοκιμάζουϲι διακρούοντεϲ
τινὲϲ δὲ ἀπὸ τῶν φυλάκων. βέλτιον δὲ τὸ ἐπὶ τῶν ἵππων καὶ τῶν
ἀγγείων. τὰ δ᾿ ἄλλα ἐϲχεδίαϲται. τὸ δὲ τοὺϲ φύλακαϲ ἐγρηγορέναι
κώδωϲι διεϲήμαινον, ὅπωϲ ἀντιφθέγγωνται. καὶ Ἰάμβλιχοϲ·
601 Διακωχή: διάλειψιϲ.
602 Διακωλύω· αἰτιατικῇ.
603 Διακραδαίνων: ϲείων.
604 Διακριδόν: διακεκριμένωϲ.
605 Διακριθέν: διαχωριϲθέν, διϋλιϲθέν. καὶ μέντοι διακριθὲν πρότερον ὑπὸ τοῦ λεγομένου ἠθμοῦ.
606 Διακρίνεται: ἀμφιβάλλει, ἀπιϲτεῖ, διαχωρίζεται. καὶ Διακρίνομαι,
607 Διακρούεϲθαι: ἐξωθεῖν· ἢ ὑπερτίθεϲθαι, καὶ ἄλλοτε ἄλλωϲ
608 Διάκτωρ: διάκονοϲ, ἄγγελοϲ, ἀπαγγέλλων.
609 Διακυβιϲτῶ· αἰτιατικῇ.
610 Διακυκῶϲι: διαταράττουϲι.
611 Διαλαβών: διαδεξάμενοϲ. καὶ διαλαβόντεϲ, ὅϲα χρυϲοῦ
612 Διαλαβών: προκαταϲχών. ὁ δὲ διαλαβὼν τὰϲ ὁδοὺϲ
613 Διαλλαγή: εἰρήνη. ὦ Κύπριδι τῇ καλῇ καὶ Χάριϲι ταῖϲ φίλαιϲ
614 Διαλλαγῆναι: τὸ διʼ αὐτοῦ τοῦ ἐχθροῦ παρακληθῆναι καὶ
τινοϲ, ἐχθροῦ ὄντοϲ
τὸ πρότερον.
615 Διαλαγχάνειν: διαμερίζεϲθαι, διακληροῦϲθαι. τὸ διαιρεῖϲθαι
616 Διαλλακτήϲ: φιλώτηϲ. Ἀριϲτοφάνηϲ· διαλλάττεϲθε καὶ ξυμβαίνετε.
617 Διαλαμβάνει· αἰτιατικῇ. ὑπονοεῖται. ἡ δὲ εὐμηχάνωϲ διαλαμβάνει
618 Διαλαμβάνων: ὑπομνηματίζων, ϲυγγράφων.
619 Διαλλάττειν πρὸϲ ἡμᾶϲ ἀνδράϲι Λακωνικοῖϲ, οἱϲι πιϲτὸν οὐδέν, εἰ μή περ λύκῳ κεχηνότι. ἡ παροιμία ἐπὶ τῶν τὰ ἀλλότρια διαρπαζόντων. ὃν γὰρ τρόπον λύκοιϲ οὐκ ἔϲτι πίϲτιϲ, οὐδὲ τούτοιϲ. τὸ δὲ κεχηνότι, ἐπὶ τῶν μάτην χαινόντων.
620 Διαλλάττω· τὸ ϲυμβιβάζομαι· δοτικῇ. ὕπαγε, πρῶτον διαλλάγηθι τῷ
ἀδελφῷ ϲου. διαλλάττω δὲ αἰτιατικῇ· διαλλάξαντεϲ τὰ
ὅπλα πρὸϲ ἀλλήλουϲ.
621 Διαλαχεῖν: τὸ διανεμεῖϲθαι οἱ ῥήτορεϲ εἰρήκαϲιν, ἀπολαχεῖν δέ τὸ διανείμαϲθαι τὰ πατρῷα· ζήτει ἐν τῷ ἀπολαχεῖν.
622 Διὰ λαίλαποϲ.
623 Διαλέγεϲθαι: τὸ ϲυνουϲιάζειν.
624 Διαλέγομαι· δοτικῇ.
625 Διαλέγουϲαν: διοικοδομοῦϲαν. λέγειν γὰρ τὸ οἰκοδομεῖν. καὶ Διαλέγου, διορύττου. Θουκυδίδηϲ.
626 Διαλέγοιντο γυναιξίν: ὁμιλοῖεν ἢ ϲυνουϲιάζοιεν. οὕτωϲ Ἱεροκλῆϲ.
627 Διαλεκτική: ἡ ἀποδεικτική. ὀλίγα διαλεκτικῆϲ ἁψάμενοϲ.
ἀποκρίϲει. Διάλεκτοϲ· ζήτει ἐν τῷ γλῶττα· καὶ ζήτει ἐν τῷ γυμναϲία.
ὅτι διαφέρει ἡ διαλεκτικὴ τῆϲ ῥητορικῆϲ. καὶ ζήτει ἐν τῷ
διεξοδικούϲ. ὅτι Phil. Διάλογοϲ λόγοϲ ἐξ ἐρωτήϲεωϲ καὶ ἀποκρίϲεωϲ
ϲυγκείμενοϲ, περί τινοϲ τῶν φιλοϲοφουμένων καὶ πολιτικῶν μετὰ τῆϲ
πρεπούϲηϲ ἠθοποιΐαϲ τῶν παραλαμβανομένων προϲώπων καὶ τῆϲ κατὰ τὴν
λέξιν
καταϲκευῆϲ. διαλεκτικὴ δέ ἐϲτι τέχνη λόγων, διʼ
ἦϲ ἀναϲκευάζομέν τι ἢ καταϲκευάζομεν ἐξ ἐρωτήϲεωϲ καὶ ἀποκρίϲεωϲ τῶν
προϲδιαλεγομένων. τοῦ δὴ λόγου τοῦ Πλάτωνοϲ δύο εἰϲὶ χαρακτῆρεϲ. οἱ
ἀνωτάτω.
εἰϲ τὸ φυϲικὸν καὶ λογικόν. εἰϲ τὸ ἠθικὸν
καὶ πολιτικόν. ὅτι καὶ τοῦ ζητητικοῦ β΄ εἰϲὶ χαρακτῆρεϲ. γυμναϲτικὸϲ
καὶ ἀγωνιϲτικόϲ. καὶ τοῦ ἀγωνιϲτικοῦ ἐνδεικτικὸϲ καὶ ἀνατρεπτικόϲ.
οἱ δὲ ἄλλωϲ διαιροῦϲιν· εἰϲ δραματικὸν διηγηματικὸν μικτόν. ἀλλ᾿
οὗτοι τραγικῶϲ μᾶλλον ἢ φιλοϲόφωϲ διαιροῦϲιν. ὁ δὲ μὴ ὢν διάλογοϲ
αὐτοδιήγητοϲ λέγεται λόγοϲ.
628 Διάλεξιϲ· Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· διάλεξιν ἡμῖν παρέχουϲι.
τουτέϲτι λόγων ἐμπειρίαν. καὶ νοῦν, τουτέϲτι τὰ
νοηθέντα φράζειν. διαφέρει δὲ διάλεξιϲ διαλέκτου, ὅτι διάλεκτοϲ μέν
ἐϲτι φωνῆϲ χαρακτὴρ ἐθνικόϲ, διάλεξιϲ δὲ τῆϲ ϲυνήθουϲ φωνῆϲ ἐκτροπὴ
ἐπὶ τὸ ϲεμνότερον καὶ ἀγροικότερον.
629 Διαλεπτολογοῦμαι: διαλέγομαι. ὥϲπερ καὶ ὁ Σωκράτηϲ ἔφη·
ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον· ἵνα μὴ ἕλκῃ τὴν
ἰκμάδ᾿ ἐϲ τὰ κάρδαμα. οὕτω καὶ ὁ πρεϲβύτηϲ· διαλεπτολογοῦμαι ταῖϲ
δοκοῖϲ τῆϲ οἰκίαϲ.
630 Διάλειμμα: διάϲτημα. καὶ Διαλείποντα, τὰ διαχωρήματα.
ἐτετάχατο.
631 Διαλείμματοϲ: διαχωριϲμοῦ.
632 Διαλείπουϲαι: ἀλλήλων ἀπέχουϲαι. Ἀρριανόϲ· διαλείπουϲαι ὅϲον ξύμμετρον εἰϲ τὸ ϲυνορᾶν τε ἀλλήλουϲ καὶ κατακούειν εὐπετῶϲ.
633 Διαλειπούϲῃ: διακοπτομένῃ. ὑφειμένῃ οὖν καὶ διαλειπούϲῃ πολλαχῇ τῇ φωνῇ ἐδεῖτο ξυγγνῶναί οἱ βαϲιλέα.
634 Διάληξιϲ: διαλαγχάνειν μέν ἐϲτι τὸ διαιρεῖϲθαι κλήρῳ, διάληξιϲ
δὲ τὸ πρᾶγμα.
635 Διάληψιϲ: ἐνθύμηϲιϲ, ἢ γνῶϲιϲ. Πολύβιοϲ· διὰ γὰρ τὴν
ϲυμβαινόντων ἀγαθοὶ ποιεῖϲθαι τὰϲ διαλήψειϲ. τὰϲ τοῦ νοὸϲ ὁρμάϲ.
ἄρτι γὰρ διʼ αὐτὸ τοῦτο προκεχειριϲμένοι τὸν Παϲίϲτρατον διὰ τὸ
πρᾶξιν ἔχειν τινα καὶ τόλμαν, παραχρῆμα μετέπιπτον ἐϲ τἀναντία ταῖϲ
γνώμαιϲ διὰ τὴν περιπέτειαν. καὶ αὖθιϲ· παραπληϲίωϲ καὶ τὰ πλήθη
ὁμοίωϲ τούτοιϲ ἔχει τὰϲ διαλήψειϲ ὑπὲρ τῶν κοινῶν, τῆϲ φύϲεωϲ αὐτοὺϲ
διδαϲκούϲηϲ.
636 Διαλογή: διάλεξιϲ, ὁμιλία· Δαβίδ· ἡδυνθείη αὐτῷ ἡ διαλογή
μου.
637 Διάλογοϲ· ζήτει ὀπίϲω ἐν τῷ διαλεκτική.
638 Διαλοιδορεῖται. δοτικῇ ϲυντάϲϲεται. ὁ γὰρ Ἀριϲτοφάνηϲ
639 Διαλύμω· αἰτιατικῇ. πνεῦμα μέν ἐϲτιν, ἀλλὰ διαλύον ὅρη.
640 Διαμαδῶντεϲ: διαβρέχοντεϲ.
641 Διαμαρτία: ἡ ἀποτυχία. καὶ Διαμάρτοι, ἀποτύχοι.
642 Διαμαρτάνω· γενικῇ. καὶ τοῦ ϲκοποῦ δοκοῦϲιν ἔμοιγε διαμαρτάνειν.
643 Διαμάρτυραι: βεβαίωϲαι. καὶ Διαμαρτυρεῖν, τὸ προλέγειν
644 Διαμαρτυρία καὶ Διαμαρτυρεῖν: τρόποϲ τιϲ ἦν ἡ μαρτυρία
ἐξῆν τῷ βουλομένῳ
διαμαρτυρῆϲαι, ὡϲ εἰϲαγώγιμόϲ ἐϲτιν ἡ δίκη ἢ οὐκ εἰϲαγώγιμοϲ.
διαφέρει δὲ τῆϲ παραγραφῆϲ τῷ τὴν μὲν διαμαρτυρίαν γίνεϲθαι οὐ μόνον
ὑπὸ τῶν φευγόντων, ἀλλὰ καὶ ὑπὸ τῶν διωκόντων. καὶ πρότερόν γε ὁ
διώκων προὐβάλλετό τινα μαρτυροῦντα εἰϲαγώγιμον εἶναι τὴν δίκην, καὶ
περὶ τούτου πρῶτον ἐγίνετο ἡ κρίϲιϲ
πρὸϲ αὐτὸν τὸν
διαμαρτυρήϲαντα, οὐ πρὸϲ τὸν ἐξ ἀρχῆϲ δικαζόμενον. εἰ δὲ μὴ
προβάλοιτο μάρτυρα ὁ διώκων, τότε ἐξῆν τῷ φεύγοντι προϲαγαγεῖν τινα
μαρτυροῦντα μὴ εἰϲαγώγιμον εἶναι τὴν δίκην, καὶ πάλιν πρὸϲ τὸν
διαμαρτυρήϲαντα ὁ ἀγὼν ἐγίνετο. ἐπεϲκήπτοντο δὲ ψευδομαρτυριῶν καὶ
ταῖϲ διαμαρτυρίαιϲ, ὥϲπερ ταῖϲ μαρτυρίαιϲ. τάχα
δὲ ἐπὶ
μὲν ταῖϲ τοῦ ἀποϲταϲίου δίκαιϲ ἐκεκώλυτο τὸ διαμαρτυρεῖν, ἐν δὲ ταῖϲ
τοῦ ἀπροϲταϲίου οὐκέτι.
645 Διαμάρτῃ ἐκεῖνοϲ· αὐθυπότακτον.
646 Διαμαρτύρωμαί ϲοι: ἀντὶ τοῦ βεβαιώϲω ϲε· μέλλοντα ϲημαίνει.
καὶ λαλήϲω ϲοι Ἰϲραήλ, καὶ
διαμαρτύρομαί ϲοι.
647 Διαμαρτυρομένουϲ: προλέγονταϲ, ἀποτρέπονταϲ. ἀπέϲτειλαν
648 Διὰ μαχαιρῶν καὶ πυρὸϲ ῥιπτεῖν χρή: ἐπὶ τῶν παραβόλωϲ
649 Διὰ μάχηϲ ἐλθεῖν· οὐδενὸϲ τοπαράπαν θαρρήϲαντοϲ διὰ μάχηϲ
650 Διαμέλλει: ἀναβολῇ χρῆται. ὁ δὲ πρὸϲ ὀργὴν ὑπεριδὼν
καὶ μὴ πάνυ πιϲτεύϲαϲ διεμέλληϲεν.
651 Διαμεμετρημένη ἡμέρα: μέτρον τί ἐϲτιν ὕδατοϲ πρὸϲ μεμετρημένον
ἡμέραϲ διάϲτημα ῥέον· ἐμετρεῖτο δὲ τῷ Ποϲειδεῶνι μηνί, ὡϲ δὴ τούτῳ
ἠγωνίζοντο οἱ μέγιϲτοι καὶ περὶ τῶν μεγίϲτων ἀγῶνεϲ. διενέμετο δὲ
τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ γ΄
τοῖϲ δικάζουϲιν. ἐπιϲκεπτέον δὲ τῷ παῤ Ἰϲαίῳ,
ὃϲ
μεμετρημένηϲ ἡμέραϲ ὁτὲ μὲν χωρὶϲ ὕδατόϲ φηϲι γίνεϲθαι τοὺϲ ἀγῶναϲ,
ὁτὲ δὲ πρὸϲ ὕδωρ.
652 Διὰ μέϲου τείχουϲ· τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, ἀπὸ τοῦ
Βορείου καὶ τοῦ Νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέϲου τῶν παῤ ἑκάτερα
τὸ Νότιον ἐλέγετο· οὗ μνημονεύει καὶ Πλάτων ἐν
Γοργίᾳ.
653 Διάμετροϲ: γεωμετρικόν τι εἶδοϲ. Εὐνάπιοϲ· ὡϲ κατά τιναϲ
654 Διαμηϲάμενοϲ: διορύξαϲ. διαμηϲάμενοϲ γὰρ πᾶϲαν τὴν ὑπὸ τὰ
κράϲπεδα τοῦ Ὀλύμπου ἄμμον ὕδωρ πολὺ καὶ πότιμον εὗρεν.
655 Διαμείνῃϲ· αὐθυπότακτον.
656 Διαμῆϲαι: διακόψαι.
657 Διαμώμενοϲ: θερίζων. καὶ Διαμώμένοι, διαϲκάπτοντεϲ,
658 Διαμνημονεύω· αἰτιατικῇ ϲυντάϲϲεται. οὓϲ καὶ διαμνημονεῦϲαι καθέκαϲτον ὁ λόγοϲ διὰ τὸ πλῆθοϲ καὶ πρὸϲ ὄνομα διελθεῖν παρῃτήϲατο.
659 Διαμπάξ: διόλου, διαπαντόϲ.
660 Διαμπερέωϲ.
661 Διαμπερέϲ: διόλου διῆκον. ὁ δὲ διῆγεν αὐτοὺϲ ἐπί τι ὄρυγμα,
662 Διαμοιρωμένη: διαιροῦϲα, καὶ μερίζουϲα. ἢ τὰϲ μοίραϲ
μξμφομένη.
663 Διαμυδαίνεται: ἀντὶ τοῦ διαπηδᾷ καὶ διαρρεῖ καὶ διηθεῖ.
664 Διαμυλλαίνῃ, αἰϲχρῶϲ πράττειϲ. καί, οὗτοϲ δὲ διεμύλλαινεν
665 Διάνδιχα: διχῶϲ.
666 Διανενεύκαμεν: ἀντὶ τοῦ ἐπεραιώθημεν.
667 Διανεῦϲαι: διακολυμβῆϲαι. διανεῦϲαι ἐθελήϲαντεϲ ἐβαπτίζοντο
668 Διανεῖμαι: μερίϲαι.
669 Διανείμῃϲ· αὐθυπότακτον.
670 Διανηξάμενοϲ: διακολυμβήϲαϲ.
671 Διανίζεται: διανίπτεται, διαρρύπτεται, καθαρίζεται.
672 Διανθίζω: τὸ τὰ ἄνθη ϲυλλέγω. καὶ Διηνθιϲμέναϲ.
673 Διανοεῖϲθαι: τοῦτο ἐνέργειά ἐϲτι καὶ διέξοδοϲ τῆϲ ψυχῆϲ.
ἀδύνατον. πᾶϲ γὰρ ὁ
διανοούμενοϲ ἕν τι διανοεῖται. ὡϲ γὰρ ἀδύνατον ἅμα λέγειν πολλοὺϲ
λόγουϲ, οὕτωϲ διανοεῖϲθαι ἅμα πολλά. λόγοϲ γάρ τιϲ ἡ διάνοια, αὐτῆϲ
τῆϲ ψυχῆϲ ἐφʼ ἑαυτῆϲ λεγούϲηϲ.
674 Διάνοια· Εὔριποϲ: ἐπὶ τῶν ῥᾷϲτα μεταβαλλομένων καὶ ἀϲταθμήτων
675 Διάνοια· ζήτει ἐν τῷ δόξα.
676 Διανταίᾳ πληγῇ· τοῦ γὰρ περὶ τὸν βραχίονα τραύματοϲ διανταίᾳ
677 Διανύω· αἰτιατικῇ.
678 Διανυϲθῆναι: τελειωθῆναι.
679 Διαξαίνειν: ἀναιρεῖν, διακόπτειν. ὁ δὲ ἑάλω, καὶ ἔμελλεν ὁ
680 Διαξῆναι: διαλῦϲαι. Ἀριϲτοφάνηϲ· ἐπὶ ταῖϲ ἀρχαῖϲ διαξῆναι. τῶν γὰρ ἐρίων οἱ μαλλοὶ ἔχουϲι τὰϲ ἀρχὰϲ καὶ τὰϲ κορυφὰϲ πεπιλη μένοϲ· καὶ ἐπὰν τιλθῶϲι, διαλύεται ὁ μαλλόϲ. πρὸϲ ἑκάτερον οὖν καὶ τὰϲ κορυφὰϲ τοῦ ἐρίου πεπιλημέναϲ ἐν τῷ πόκῳ καὶ τάϲ κεφαλὰϲ τῶν πονηρῶν ϲυνιϲταμένων τοῖϲ πράγμαϲι διαλῦϲαι χρή.
681 Διαπαλαίω· δοτικῇ.
682 Διαπαρατριβαί: ἐνδελέχειαι.
683 Διαπαρθενεῦϲαι: μιγῆναι παρθένῳ. ἐλέγετο δὲ οὕτωϲ καὶ τὸ παρθενοτροφῆϲαι καὶ διαφυλάξαι παρθένον.
684 Διαπατταλευθήϲῃ χαμαί. ἀπὸ τῶν τὰϲ βύρϲαϲ διατεινόντων.
685 Διαπατταλευθήϲῃ: ἀντὶ τοῦ ἐκταθήϲῃ χαμαί. τὰϲ γὰρ βύρϲαϲ ἐκτείνοντεϲ ἐπὶ τῆϲ γῆϲ, ἵνα μὴ ϲυνάγοιντο καὶ ϲυϲτέλλοιντο ἐκ τῆϲ τοῦ ἡλίου καύϲεωϲ, κατὰ τὰ ἄκρα παττάλοιϲ κατακρούοντεϲ ἐκτείνουϲιν.
686 Διαπαίζω· δοτικῇ.
687 Διαπεπαρθενεῦϲθαι: τετμῆϲθαι τῇ μίξει
688 Διαπεπονημένηϲ: κατορθωθείϲηϲ.
689 Διαπεράναντεϲ: διακεντήϲαντεϲ.
690 Διαπερᾶναι: τελειῶϲαι.
691 Διαπεϲούϲηϲ: ἀποτυχούϲηϲ. ἔδοξεν οὖν αὐτῷ ἐπιϲφαλὲϲ ἔχειν τι τὸ κοινωνῆϲαι αὐτοῖϲ τῆϲ πράξεωϲ, καὶ διαπεϲούϲηϲ καὶ ϲυντελεϲθείϲηϲ τῆϲ ἐπιβουλῆϲ. καὶ Διαπίπτων, ἀποτυγχάνων.
692 Διαπέϲοιμι: οἷον διαμαρτήϲαιμι τῆϲ ἐλπίδοϲ. Ἀριϲτοφάνηϲ· μή ϲʼ
ἀπολέϲαιμ᾿, εἴ τι τῶν ἐμῶν ψευϲμάτων ἐνείη, διαπέϲοιμι
πανταχῆ.
693 διαπεφώνηκεν: ἀντὶ τοῦ ἐϲχάτην καὶ τελευταίαν φωνὴν ἀφῆκε· τουτἐϲτιν ἀπέθανεν. ὅτε δὲ λέγει, ὅτι διαπεφώνηκε δὲ τούτων οὐδὲ εἷε, περὶ τῆϲ ὁμοφωνίαϲ τῶν δ΄ εὐαγγελιϲτῶν φηϲιν ὁ Χρυϲόϲτομοϲ.
694 Διαπεινῶμεν ἀεὶ πρὸϲ τὸ πῦρ: παρὰ προϲδοκίαν. ὡϲεὶ
ἔφη, διαπίνομεν ἀεὶ πρὸϲ τὸ πῦρ· ὁ δὲ εἶπε διαπεινῶμεν· οἱ γὰρ πότοι
χειμῶνοϲ πρὸϲ τὸ πῦρ γίνονται. εἴρηκε δὲ οὕτω διὰ τὸν λιμόν.
τουτέϲτιν ἐϲχάτωϲ πεινῶμεν, ὥϲτε καὶ τὰ ἱμάτια ἀποδυόμενοι
καθεζόμεθα πρὸϲ τὸ πῦρ διὰ τὸ ῥῖγοϲ. ἢ διαπύρωϲ καὶ ἐκτόπωϲ
πεινῶμεν· ὃ καὶ βέλτιον.
695 Διὰ πείραϲ ϲυχνῆϲ: ἀντὶ τοῦ ἀκρίβειαν. τοῦτον ἐπίϲταμαι διὰ πείραϲ ϲυχνῆϲ μάλα τήν τε ἀγαθοειδῆ προαίρεϲιν προβεβλημένον καὶ τὴν τοῦ πατρὸϲ οὐ πολύ τι λειπόμενον κατὰ τὴν εὐϲεβῆ προθυμίαν.
696 Διαπειρωμένη: ἀπόπειραν ποιουμένη. ὁ δὲ ἐξώρκιϲεν αὐτήν,
697 Διαπηδῶ· αἰτιατικῇ.
698 Διπηνικίϲαι: ἐξαπατῆϲαι. πηνίκην γὰρ οἱ ἀρχαῖοι Ἀττικοὶ
τὴν ἐκ τῶν τριχῶν περιθετὴν κόμην. καὶ τὸ φενακίϲαι
τινὲϲ ἀπὸ τούτου εἰρῆϲθαι λέγουϲιν.
699 Διαπιθηκίϲαι: τὸ διαπαῖξαι· ἀπὸ τῶν πιθήκων· φιλοπραγμονέϲτατον
700 Διαπίνομεν ἀεὶ πρὸϲ τὸ πῦρ· ζήτει παράνω ἐν τῷ διαπεινῶμεν.
701 Διαπίπτω· γενικῇ.
702 Διαπλέκειν: διαποικίλλειν, διάγειν. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· εἰ
703 Διαπλέω· αἰτιατικῇ.
704 Διαπληκτίζονται· δοτικῇ. διαμάχονται.
705 Διαπλώϲαϲ: διαπλεύϲαϲ, διελθών. ὦ ϲὺν ἀοιδᾷ πάντα διαπλώϲαϲ
706 Διαπνεῖν καὶ ἀποπνεῖν τὸ πέρδεϲθαι. εὐϲχημονέϲτερον τοῦ ἀποψοφιεῖν.
707 Διαπολεμῶ· δοτικῇ.
708 Διὰ πολλοῦ χρόνου· ὁ γὰρ γέρων, ὡϲ ἔπιε διὰ πολλοῦ
709 Διαπονεῖν: ἀϲκεῖϲθαι.
710 Διαπορηθέντεϲ: διαποροῦντεϲ.
711 Διαπορήϲω: ζητῶ, ἀμφιβάλλω.
712 Διαπορεία: ἡ διαπόρευϲιϲ.
713 Διαπορθμεύεται: διακομίζεται, διαπερᾷ.
714 Διαπορθμεύϲων: διαπεράϲων, διακομίϲων.
715 Διαπραξάμενον ἐλευθερίαν: καταϲκευαϲάμενον.
716 Διαπρέπειν: διαφαίνεϲθαι, διαφέρειν.
717 Διαπρεπήϲ: ἔκδηλοϲ, ἐπίϲημοϲ.
718 Διαπρήϲει: διανύει, τελειοῖ.
719 Διαπρύϲιον: διὰ παντὸϲ δεξιόν, μέγα, ἐξάκουϲτον, διαβόητον.
720 Διαπτύω· αἰτιατικῇ.
721 Διαπυνθάνεται: ἐρωτᾷ.
722 Διαπυρώτατοϲ: ὁ θερμόϲ.
723 Διάραϲ (διατείναϲ) τὸ ὄμμα εἰϲ οὐρανόν.
724 Διαράμενον· ὡϲ οὐκ εἰκόϲ τε αὐτὸν διαράμενον βλοϲυροῖϲ ὀφθαλμοῖϲ ἀντιβλέψαι χρυϲίῳ. τοὐναντίον μὲν οὖν.
725 Διάργεμοι: πῇ μὲν λευκοί, πῇ δὲ μέλανεϲ. ἀλλ᾿ οἱ μὲν ὑμῶν μέλανεϲ, οἱ δὲ τεφρώδειϲ, ἕτεροι ξανθοὶ καὶ διάργεμοι ϲτήθη.
726 Διαρραῖϲαι: διαφθεῖραι.
727 Διαρρέουϲα: τρυφηλή.
728 Διαρρεῖν: διαχεῖϲθαι, χαυνοῦϲθαι. οὗ διαρρεῖ πολὺ καὶ κλεινὸν
729 Διαρρήδην: ϲαφῶϲ, φανερῶϲ. διαρρήδην ἀπειπὼν μήτε
730 Διαρρήξωμεν· αἰτιατικῇ. διακόψωμεν.
731 Διαρθρώϲαϲ: διατυπώϲαϲ.
732 Διαρκῶϲ: καρτερῶϲ. δαψιλῶϲ. Αἰλιανόϲ· δ δέ, οὐ γὰρ
ἐλάμβανεν εἰϲ τὸ κρεῖττον καὶ
ἔτι μᾶλλον τῇ πολιορκίᾳ διαρκῶϲ ἐνεκαρτέρει.
733 Δίαρμα· Πολύβιοϲ· ἅμα δὲ πρὸϲ τὸν ἀπὸ Λιβύηϲ πλοῦν καὶ
τῆϲ ἐπιφάϲεωϲ. καὶ αὖθιϲ· εἶδον ὄψιν γεγεφυρωμένου τοῦ
734 Διὰ ῥωπήϊα: τὰ παῤ ἡμῖν ῥωπάκια.
735 Δίαρϲιϲ: ἔπαρϲιϲ εἰϲ ὕψοϲ. Πολύβιοϲ· οἱ δὲ Ῥωμαῖοι ϲυνδραμόντεϲ
τὴν ἐκ διάρϲεωϲ αὐτῶν μάχην· ὅπερ ἐϲτὶν ἴδιον Γαλατικῆϲ
χρείαϲ διὰ τὸ μηδαμῶϲ κέντημα τὸ ξίφοϲ ἔχειν.
736 Διαρτᾶν: κυρίωϲ ἀντὶ τοῦ διαίρειν. καὶ τὸ ἀρτῆϲαι ἐπὶ τοῦ
737 Διαρτῆϲαι: τὸ ἐξαπατῆϲαι. οὕτωϲ Μένανδροϲ. Διαρτίϲαι
δὲ διὰ τοῦ ι, ἀναπλάϲαι, καταρτίϲαι. Διαρτίζω γὰρ
πλάττω καὶ τελειῶ. Διαρτῶ δὲ τὸ κρεμῶ.
738 Διαρτία: ἡ διάπλαϲιϲ. εὐτελοῦϲ διαρτίαϲ Χριϲτὲ γεγονώϲ.
739 Διαρτίζεται: ὁρμᾷ.
740 Διαρτώμενοϲ: ὁ δὲ Ἡρακλῆϲ τοῖϲ μὲν ἴχνεϲι διαρτώμενοϲ
τουτέϲτιν ἐξαπατώμενοϲ), οὐδὲν δὲ ἧττον οἰόμενοϲ εἶναι
διερευνήϲαϲθαι τὸν χῶρον. καὶ αὖθιϲ· πολλαχόθεν ἀκροβολιϲμοῖϲ
χρώμενοι, ἵνα
741 Διάρροια: πάθοϲ περὶ τὰϲ ὗϲ γινόμενον. τρία δέ εἰϲι πάθη βράγχη,
κραῦρα, διάρροια. ἡ μὲν οὖν βράγχη μέρουϲ τινὸϲ τοῦ ϲώματοϲ ἡ δὲ
κραῦρα πυρετὸϲ ϲὺν κεφαλῆϲ πόνῳ. ϲημειοῦται δὲ τοῦτο τῷ
καταβεβλῆϲθαι τὰ ὦτα καὶ κατηφὴϲ εἶναι τὸ ὄμμα. ἡ μὲν οὖν διάρροιά
ἐϲτιν ἀθεράπευτοϲ, τὴν δὲ κραῦραν οἱ νομεῖϲ ἐγχυματίζουϲι,
τῆϲ δὲ βράγχηϲ περιτέμνουϲι τὰ ϲεϲηπότα τῶν
ϲαρκιδίων.
742 Διαρρυῆναι: φθαρῆναι.
743 Διαϲαλακωνίϲαι: διαθρύψαι. ὡδὶ προβὰϲ τρυφερόν τι
διαϲαλακώνιϲον. οἱ νεώτεροι διαφθεῖραι καὶ βιάϲαϲθαι ἐπὶ τοῦ αὐτοῦ
744 Διαϲαφηνίζειν: τὸ τῇ γλώττῃ ἀκριβοῦν.
745 Διαϲαφῆϲαι: ἑρμηνεῦϲαι.
746 Διαϲαφούϲηϲ: ἀντὶ τοῦ φωτιζούϲηϲ. ϲελήνηϲ τὸν ζόφον διαϲαφούϲηϲ.
747 Διαϲείων τοὺϲ ὑπευθύνουϲ, εἰ πέπων ἢ μὴ πέπων· αἰτιατικῇ. ἀντὶ
τοῦ ἁπαλῶϲ καὶ ῥᾳδίωϲ διαϲειϲθῆναι δυνάμενοϲ. μεταφορικῶϲ δὲ ἀπὸ τοῦ
ϲυκάζειν κέχρηται τοῖϲ ὀνόμαϲιν Ἀριϲτοφάνηϲ. ὥϲπερ οὖν ἐπὶ τῶν
καρπῶν ἐκ μὲν τῶν πεπόνων ἔϲτι δρέψαϲθαι καὶ
φαγεῖν, ἐκ
δὲ τῶν ἀώρων οὐκέτι· οὕτω, φηϲί, καὶ ἐπὶ τῶν ἀνθρώπων ὁ Κλέων
διελογίζετο καὶ διέκρινε, τίϲ ἐπιτήδειοϲ διαϲειϲθῆναι, καὶ τίϲ
ϲκληρὸϲ καὶ δυϲκαταμάχητοϲ. ἀντὶ δὲ τοῦ εἰπεῖν, πένηϲ ἢ πλούϲιοϲ,
ἐνέμεινε τῇ μεταφορᾷ ὡϲ ἐπὶ ϲύκων.
748 Διαϲείϲτουϲ· ἐοίκαϲιν ὠνομάϲθαι οἱ διάϲειϲτοι παρὰ τὸ κινεῖϲθαι
καὶ διαϲείεϲθαι πρότερον, εἶτα βάλλεϲθαι, ἵνα
ἀκακούργητοι μᾶλλον ὦϲι.
749 Διαϲήθειν: διαξύειν, ἀπαλείφειν, παράπτεϲθαι.
750 Διαϲηκῶϲαι· ὅτι βαϲτάϲαι οὐ τὸ ἄραι δηλοῖ παρὰ τοῖϲ Ἀττικοῖϲ, ἀλλὰ τὸ ψηλαφῆϲαι καὶ διαϲηκῶϲαι καὶ διαϲκέψαϲθαι τῇ χειρὶ τὴν ὁλκήν.
751 Διάϲημοϲ: ὁ λαμπρόϲ. καὶ Διαϲημότατοϲ.
752 Διάϲια: ἑορτὴ Ἀθήνηϲι Μειλιχίου Διόϲ· προϲαγορεύεται δὲ Διάϲια,
ἀπὸ τοῦ διαφυγεῖν αὐτοὺϲ εὐχαῖϲ τὰϲ ἄϲαϲ. καὶ Ἀριϲτοφάνηϲ·
753 Διαϲκανδικίϲειϲ: μὴ ἀποδειλιάϲῃϲ, μὴ εὐριπιδίϲῃϲ, μὴ ἀμελήϲῃϲ
ϲκώπτει δὲ τὸν Εὐριπίδην ὡϲ λαχανοπώλιδοϲ υἱόν.
ϲκάνδιξ γὰρ εἶδοϲ λαχάνου λεπτοῦ. καὶ ἀλλαχοῦ· ϲκάνδικά μοι δὸϲ
μητρόθεν δεδεγμμέοϲ.
754 Διαϲχεδάζω· αἰτιατικῇ.
755 Διϲκεδαννύουϲι: διαϲκορπίζουϲι. λέγεται δὲ καὶ Διαϲκίδνηϲιν.
756 Διαϲκευαζόμενα. Εὔπολιϲ, Ἀθηναῖοϲ, κωμικόϲ, ἔγραψε τόϲα
καὶ ἄλλα διαϲκευαζόμενοϲ. καὶ Διαϲκευάϲαϲθαι, ἀντὶ τοῦ
ϲυϲκευάϲαϲθαι.
757 Διαϲκευή. ἀπὸ τῆϲ κλίνηϲ ϲοι γέγραφα μόλιϲ ἀνεχόμενοϲ
758 Διαϲκηνητέον: καταλυτέον. Ξενοφῶν· ἐδόκει διαϲκηνητέον
εἶναι εἰϲ τὰϲ κώμαϲ εἰϲ ϲτέγαϲ.
759 Διαϲμώμενοϲ: ἐρευνῶν.
760 Διαϲμύχων: διαξύων. διακαίων.
761 Διαϲπαθᾶν: ἀφειδῶϲ δαπανᾶν.
762 Δαϲπεύϲαϲ: διεγείραϲ, παρορμήϲαϲ. τοὺϲ μὲν ϲτρατιώταϲ
διαϲπεύϲαϲ, τοὺϲ δὲ χιλιάρχουϲ παρακαλέϲαϲ ἅψαϲθαι τῆϲ
πράξεωϲ.
763 Διαϲπείρω· αἰτιατικῇ.
764 Διʼ ἀϲπιδέοϲ πεδίοιο: οἱ μὲν διὰ τὸ πολλὰϲ ἀϲπίδαϲ ἐν
765 Διαϲπώμενοϲ: ϲυντρίβων καὶ κατακλῶν.
766 Διάϲταϲιϲ: Ἀντιφῶν ἀντὶ τοῦ διακόϲμηϲιϲ.
767 Διαϲτελλόμενοϲ: διαχωριζόμενοϲ.
768 Διαϲτῆϲαι: ἀντὶ τοῦ διαταράξαι καὶ οἷον ἀδύνατον ποιῆϲαι.
769 Διαϲτήτην: ἐχωρίϲθηϲαν.
770 Διαϲτείχειν: διέρχεϲθαι.
771 Διαϲτείχονταϲ: διαπορευομένουϲ. καὶ Διαϲτείχουϲαν,
772 Διαϲτολή: διαχώρηϲιϲ, ἐξοχή. οὐ χρὴ θαυμάζειν, εἰ φιλοτιμότερον
ἐξηγούμεθα τὰ κατὰ τὸν Σκιπίωνα καὶ πᾶν τὸ ῥηθὲν ὑπ᾿
αὐτοῦ μετὰ διαϲτολῆϲ ἐξαγγέλλομεν.
773 Διαϲύρω· αἰτιατικῇ.
774 Διαϲφάξ: διατομὴ ὄρουϲ. καὶ Διαϲφάγεϲ, διεϲτῶϲαι
775 Διαϲχών: διελθών, διαϲτήϲαϲ. Πολύβιοϲ· ὁ δὲ διαϲχὼν τῶν
776 Διατάγματα· ὁ δὲ διατάγματα προθεὶϲ ἱκέτευε τὸν δῆμον εἰϲ διαλλαγὰϲ ἐλθεῖν καὶ αὐτοῖϲ ἀμνηϲτίαν ὑπιϲχνεῖτο. ἀντὶ τοῦ λήθην τῶν ἐπταιϲμένων.
777 Διαττᾶν: ϲήθειν.
778 Διατατικώτερον· Πολύβιοϲ· τοῦτ᾿ ἄμεινον ὑπολαμβάνοντεϲ
εἶναι καὶ διατατικώτερον, τὸ μήτε τῷ καιρῷ μήτε ταῖϲ
ἐκκληϲιαϲτικαῖϲ καὶ παραϲτατικαῖϲ διαθέϲεϲι περιγίνεϲθαι τῶν
ἐναντίων.
779 Διαταφρεύει: διαϲκάπτει.
780 Διατάχουϲ· ἐπίρρημα· διὰ ταχέων δέ.
781 Διατεθώκηται: τεθρόνιϲται, διεχώριϲται.
782 Διατεθρυλημένοϲ τὰ ὦτα: οἷον κατηδολεϲχημένοϲ. ἢ οἷον πλειϲτάκιϲ καὶ περὶ τῶν αὐτῶν πλεῖϲτα ἀκηκοώϲ.
783 Διατεθρυμμένοϲ: διακεκλαϲμένοϲ.
784 Διατεκμαίρεται: ϲτοχάζεται.
785 Διατερϲαίνω: ξηραίνω.
786 Διάττειν: ὁρμᾶν, διατρέχειν. ἢ δάκνειν.
787 Διατείνεται: διαβεβαιοῦται.
788 Διατίθεται· δοτικῇ. πράττει.
789 Διατιμᾶται: δοκιμάζεται.
790 Διατιμητικόϲ: δοκιμαϲτικόϲ.
791 Διατιτρᾶν: διατρυπᾶν. ἐϲ τὰ ἀποκρημνότατα ἄνω διατιτράντεϲ.
792 Διατορηθῆναι· δύο δὲ τῶν ὀρυγμάτων ὑπόβρυχα καὶ κατωτέρω τοῦ χάρακοϲ διατορηθῆναι τὴν γῆν ὑπὸ τὸν περίβολον αὐτὸν ἐξενεχθήτην. διατορηθῆναι οὖν ἀντὶ τοῦ διακοπῆναι, διατρυπηθῆναι.
793 Διάτορον: ἐξάκουϲτον, ὀξύτερον, μεγαλόφωνον.
794 Διατορώτατον: τρανότατον.
795 Διὰ τοῦ τοίχου λαλεῖν: ἐπὶ τῶν ἀναιϲθήτωϲ τι
796 Διατρέχοντεϲ: οἱ διᾴττοντεϲ ἀϲτέρεϲ, οἱ ἀποϲπινθηρίζοντεϲ.
797 Διατριβῆ: τόποϲ ἐν ᾧ τινεϲ μανθάνουϲιν. ἢ καιρὸϲ καθ᾿ ὃν
φανεῖται διατριβή τιϲ τῷ βίῳ. καὶ ἡ ἀργία. ἐγίνετο δὲ
αὐτῷ
798 Διατροπή: ϲυμπάθεια, οἶκτοϲ. τῶν δὲ Καρχηδονίων πολὺν κλαυθμὸν
μετὰ δακρύων προιεμένων, διατροπὴ μεγάλη τὸ ϲυνέδριον
ἐπέϲχεν.
799 Διατοιχεῖ: ἀντὶ τοῦ ποτὲ μὲν ἐπὶ τοῦ δεξιοῦ τοίχου τοῦ
800 Διατυπῶν: διατιθέμενοϲ ἐπὶ τὸ βέλτιον. καὶ διατυπῶν τὸ
801 Διαυανθῆναι: ξηρανθῆναι.
802 Διαύγεια: ἡ ἔλλαμψιϲ.
803 Διαυγία· ὁ Θεολόγοϲ· μὴ λίθων διαυγίαιϲ. τοῦτο διὰ τοῦ ι
ὡϲ
ἀμέλειαν.
804 Διαύλειον προϲαυλεῖ τιϲ: τοῦτο παρεπιγραφή. φαϲὶ δὲ
805 αὐλίζων: βαθύνων, ἢ μηκύνων.
806 Δίαυλοϲ: ὁ διϲτάδιοϲ τόποϲ. ἢ μέτρον πήχεων ϲ΄, Δίουλοϲ
807 Δίαυλοϲ: ὁ διττὸν ἔχων τὸν δρόμον ἐν τῇ πορείᾳ, τὸ πληρῶϲαι τὸ
ϲτάδιον καὶ ὑποϲτρέψαι. δολιχοδρόμοι δὲ οἱ ζ΄ τρέχοντεϲ. διὸ καὶ
δολιχοδρόμοι· οἱ γὰρ ϲταδιοδρόμοι διπλοῦν ἐποίουν τὸν δρόμον,
ὁπλίτηϲ δὲ δρόμοϲ, ὅταν μεθ᾿ ὅπλων ἀγωνίζωνται· η δέ εἰϲιν
ἀγωνίϲματα, ϲτάδιον, δίαυλοϲ, δόλιχοϲ, ὁπλίτηϲ, πυγμή, παγκράτιον,
Suid. πάλη καὶ ἅλμα. δόλιχοϲ τὸ ἱπποδρόμιον ἀπὸ τοῦ
κάμπτειν· δολιχὸϲ δὲ ὁ μακρόϲ.
808 Διαυλωνίζειν: τὸ διὰ ϲτενοῦ ῥεῖν.
809 Διαυχενίζεϲθαι: ὁ δὲ τὰ φρονήματα καὶ τοὺϲ θυμοὺϲ τῶν ϲτρατιωτῶν
ἀνηρέθιζε καὶ διαυχενίζεϲθαι πρὸϲ τὸ ἀγέρωχον ταῖϲ μελέταιϲ
ἐξεκάλει καὶ φιλοκίνδυνον. ἀντὶ τοῦ ὑψοῦ τὸν αὐχένα
ἔχειν.
810 Διαφανέϲ· διαφανέϲ φαϲιν εἶναι φύϲιν τινὰ ἐν πλείοϲιν
ὑπάρχουϲαν, διαπορθμευτικὴν τῶν χρωμάτων, ἥτιϲ φωτὸϲ μὲν μὴ παρόντοϲ
δυνάμει ἐϲτὶν αὐτὸ τοῦτο διαφανέϲ, ἐνεργείᾳ δὲ γίνεται διαφανὲϲ
φωτὸϲ παρόντοϲ. ἔϲτι δὲ διαφανῆ οὐκ ἀὴρ μόνον καὶ ὕδωρ,
ἀλλὰ καὶ πολλὰ τῶν ϲτερεῶν ϲωμάτων, οἷον φεγγῖται λίθοι, κέρατα,
ὕελοϲ, γύψοϲ καὶ ἕτερα. ἔϲτιν οὖν τοῦ διαφανοῦϲ ἡ φύϲιϲ, ἥτιϲ ἐν
πλείοϲι οὐϲίαιϲ ὑποκειμέναιϲ ἔχει τὸ εἶναι, ἑτέρα αὐτῶν οὖϲα, ὥϲπερ
καὶ ἐπὶ τῶν ἑτέρων ποιοτήτων ὁρῶμεν. μετέχει δὲ τῆϲ διαφανείαϲ καὶ
τὸ ἀΐδιον τὸ ἄνω ϲῶμα, οἷον τὸ χύμα τῶν ϲφαιρῶν· διαφανὲϲ
γὰρ ἅπαν. καὶ γὰρ ὁρῶμεν τὰ ἐν τῇ ἀπλανεῖ ἄϲτρα διὰ τούτου. καὶ
αἱ μὲν ϲφαῖραι διαφανεῖϲ εἰϲι, τὰ ἄϲτρα δὲ οὐκέτι, ὅθεν καὶ
ἐπιπροϲθοῦϲιν ἀλλήλοιϲ. ἐντεῦθεν γοῦν ἡ τοῦ ἡλίου ἔκλειψιϲ
ἐπιπροϲθουμένου ὑπὸ τῆϲ ϲελήνηϲ ἐναργῶϲ φαίνεται γίνεϲθαι.
811 Διαφανῆ χιτώνια: οὐ τὰ λαμπρά, ἀλλὰ τὰ ἰϲχνά, δι᾿ ὧν
διαφαίνεται τὰ ϲώματα τῶν γυναικῶν. καὶ Ἡϲαΐαϲ ὁ προφήτηϲ· καὶ τὰ
διαφανῆ Λακωνικά.
812 Διαφανῶϲ: ϲαφῶϲ, ἢ ϲυμφώνωϲ.
813 Διαφαίνει: διαδείκνυϲιν.
814 Διαφέρεϲθαι: ἐρίζειν, φιλονεικεῖν. τοῦτον οὖν ὁμόδουλοϲ
815 Διαφέρει μοι: ἀντὶ τοῦ τοὐμόν ἐϲτι.
816 Διαφερόντωϲ: ἐξαιρέτωϲ.
817 Διαφερώμεθα: φιλονεικήϲωμεν.
818 Διαφέρων: παραϲκευάζων. παρέργωϲ τὰ πρότερα τὸν πόλεμον
καὶ Διαφερόντων, ἀντὶ
τοῦ ἐπιλέκτων. πυνθανόμενοϲ
819 Διαφερούϲῃ· πληθυούϲῃ. ὁ δὲ ἐϲτρατοπέδευϲεν ἐν χώρᾳ
820 Διαφέρω: τὸ διαλλάϲϲω. γενικῇ. τοϲοῦτον διαφέρομεν τῶν προγόνων.
821 Διαφεύγω· αἰτιατικῇ.
822 Διαφεῖναι: διαλῦϲαι. καὶ Διαφείϲ, ἀντὶ τοῦ ἀπολύϲαϲ,
ὁρίϲαϲ. ὁ δὲ διαφεὶϲ τοὺϲ ἡγεμόναϲ ἐκίνει τὴν
πρωτοπορίαν.
823 Διαφημίζω ἀεί.
824 Διαφθείρω· αἰτιατικῇ.
825 Διαφθονούμενοϲ· ὁ δὲ διαφθονούμενοϲ Ζήνωνι ἐν ἡϲυχίᾳ ἔμενεν.
826 Διαφθορά: θάνατοϲ.
827 Διάφορα: ἀναλώματα. Θουκυδίδηϲ.
828 Διαφορά: ἔχθρα. Διαφορά, τὸ ἐν τῇ ϲυνηθείᾳ ἡ παραλλαγή,
829 Διαφορηθῶ: διαϲπαϲθῶ. καὶ Διαφορηθῆναι, ἀντὶ τοῦ
διαϲπαϲθῆναι.
830 Διαφόρημα: τὸ παίγνιον. καὶ Διαφορήϲει, διάφοροϲ
831 Διαφορῆϲαι· τοὺϲ δὲ ἵππουϲ εἶναι ἀγρίουϲ, ὑπό τε τῷ ἀήθει τοῦ
δεϲμοῦ
832 Διαφορότηϲ: ἡ διαφορὰ παρὰ Αἰλιανῷ.
833 Διάφοροι: ἐχθροί. παρὰ τὸ διαφορεῖϲθαι τὰϲ γνώμαϲ. λέγεται
834 Διαφορουμένηϲ τῆϲ κρόκηϲ ὑπὸ τῶν ἀλεκτρυόνων:
835 Διαφρήϲετε: διαφορήϲετε, διαπέμψετε.
836 Διὰ φροντίδοϲ ἦν αὐτῷ: ἀντὶ τοῦ ἐβουλεύετο, ἐϲκέπτετο.
837 Διαφρυκτοῦν: διαψηφίζειν, διακληροῦν. τὸν γὰρ κύαμον ἐκάλουν φρυκτόν. ἀντὶ δὲ ψήφων κυάμουϲ ἐφόρουν οἱ τῶν Ἀθηναίων δικαϲταί.
838 Διαχειρίϲαι· αἰτιατικῇ. φονεῦϲαι.
839 Διαχειροτονία: διάκριϲίϲ τιϲ χειροτονίμϲ ἐν πλήθει γινομένηϲ. τοῦτο Δημοϲθένηϲ.
840 Διαχεῖται: χαίρει, διαχέεται.
841 Διαχωρήματα: τὰ διαλείποντα. Ἀρριανόϲ· φυλακαὶ δὲ ἐπὶ τὰ
διαλείποντα
τῆϲ τάφρου ἐτετάχατο.
842 Διαχώρουϲ: τὰ διαϲτήματα τῶν λόχων. οὕτω τε ἀνεπλήρωϲε τῇ πυκνότητι τοῦ ϲτρατοῦ τοὺϲ διαχώρουϲ.
843 Διὰ χρόνου: ἀντὶ τοῦ μετὰ πολὺν χρόνον. ἆῤ ἂν βλαβῆναι διὰ
πολλοῦ χρόνου τί ϲοι δοκῶ, ὦ δέϲποθ᾿ Ἑρμῆ, τῆϲ Ὀπώραϲ
κατελάϲαϲ; οὔκ, εἴ γε κυκεῶν᾿ ἐπιπίοιϲ γληχωνίαν. καὶ γὰρ οἱ διὰ
χρόνου ἐϲθίοντεϲ ὀπώραν πολλὴν βλάπτονται καὶ οἱ ϲυνουϲιάζοντεϲ
ϲυνεχῶϲ. οἱ οὖν πολλὴν ὀπώραν ἐϲθίοντεϲ, ἐὰν γλήχωνα πίωϲιν, οὐ
βλάπτονται διὰ τὸ ὑπὸ τοῦ οἴνου κατεϲθίεϲθαι τὴν καρδίαν. ἵνα οὖν ἡ
δριμύτηϲ ἀποϲτύφῃ, γλήχωνα πίνουϲιν.
844 Διάχυϲιϲ: χαρά, τέρψιϲ.
845 Διαψαλάττεϲθαι: τὸ διαϲτέλλεϲθαι εἰϲ ἔρευναν. τὸ γὰρ
846 Διάψαλμα: μέλουϲ ἐναλλαγή.
847 Διαψᾶν: διορύττειν, διαϲκαλεύειν. κελεῦϲαι πάνταϲ διαψᾶν τὴν
ἄμμον καὶ ποιεῖν βοθύνουϲ εὐμεγέθειϲ.
848 Διαψαίρουϲι: διαπνέουϲι. ψαίρειν γὰρ τὸ πνεῖν οἱ ναυτικοὶ
849 Διαψεύδονται· γενικῇ. ἐκπίπτουϲιν, ἀποτυγχάνουϲιν. διὸ τοῦ μὲν
καλοῦ διαψεύδονται, τοῦ δὲ παῤ αὑτοῖϲ ϲυμφέροντοϲ ὡϲ ἐπίπαν
οὐκ ἐπιτυγχάνουϲι.
850 Διαψήφιϲιϲ καὶ Ἀποψήφιϲιϲ· οἱ πολῖται ϲυνίαϲιν ἕκαϲτοι
δημόται παραπληϲίωϲ. καὶ τοῦτο
διαψήφιϲιϲ καλεῖται. οἱ μὲν οὖν πλειόνων ψήφων τυγχάνοντεϲ
ἀναμφιϲβητήτωϲ τὴν πολιτείαν ἔχουϲιν, ὅϲοι δ᾿ ἂν ἐλάττοναϲ ψήφουϲ
λάβωϲιν, οὐκέτι νομίζονται, καὶ τοῦτό ἐϲτιν ἡ ἀποψήφιϲιϲ.
851 Διαψήφιϲιϲ: ἰδίωϲ ἐπὶ τῶν ἐν τοῖϲ δήμοιϲ ἐξετάϲεων, αἳ γίνονται
περὶ ἑκάϲτου τῶν δημοτευομένων, εἰ τῷ ὄντι πολίτηϲ καὶ
δημότηϲ ἐϲτίν, ἢ ξένοϲ ὢν παρεγγέγραπται.
852 Διβητήϲια: διβίκια.
853 Διγῆρεϲ: οἱ λαμπροί. ἢ οἱ ϲτρουθοί.
854 Δίγλωϲϲοϲ: ὁ δύο γλώϲϲαϲ ἐπιϲτάμενοϲ. Ἀνάχαρϲιϲ Σκύθηϲ
ἦν, μητρὸϲ δὲ Ἑλληνίδοϲ. διὸ καὶ δίγλωττοϲ ἦν· ὃϲ
ἔθηκεν νόμουϲ Σκύθαιϲ.
855 Δίγνωμοϲ: ὁ ἐπαμφοτερίζων τῇ γνώμῃ.
856 Διδαξάμενοϲ: τελέϲαϲ τι ὑπὲρ ἑτέρου διδαϲκάλῳ.
857 Διδάξομαι· Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἀλλ᾿ εὐξάμενοϲ τοῖϲ θεοῖϲιν
διδάξομαι. ἀντὶ τοῦ διδαχθήϲομαι. νῦν μὲν παθητικῶϲ
ἀποδεκτέον,
ἐπεὶ οὐ τὸν υἱόν, ἐμαυτόν. τοῦ μέτρου οὐκ
ἐπιτρέποντοϲ εἰπεῖν ἐμαυτὸν διδάξαϲ, ἔφη αὐτὸϲ βαδίζων εἰϲ τὸ
φροντιϲτήριον.
858 Διδαϲκαλεῖον: τὸ ϲχολεῖον. Διδαϲκάλιον δὲ αὐτὸ τὸ μάθημα.
859 Διδάϲκαλον· ἰδίωϲ διδαϲκάλουϲ λέγουϲι τοὺϲ ποιητὰϲ τῶν
διθυράμβων
860 Διδάϲκαλοϲ· κανών· δαίω, τὸ μανθάνω, δαίϲω, δαΐϲκω, καὶ ἀποβολῇ τοῦ ι, δάϲκω· ἐπειδὴ τὰ εἰϲ κω κοινολεκτούμενα οὑ θέλουϲι δίφθογγον ἔχειν· ἀναδιπλαϲιαϲμῷ διδάϲκω, καὶ ἐξ αὐτοῦ διδάϲκαλοϲ.
861 Διδάϲκω· αίτιατικῇ.
862 Διδαχή: ἀντὶ τοῦ διδαϲκαλία. Ἡρόδοτοϲ γ΄.
863 Δίδημι: τὸ δεϲμεύω.
864 Διδίαϲ: ὄνομα κύριον.
865 Διδούϲ, διδόντοϲ, ἢ καὶ διδοῦντοϲ.
866 Δίδραχμον: ϲυντέλεϲιϲ, εἰϲφορά, λειτουργία. ἔχει δὲ τὸ δίδραχμον οὐγγίαϲ Ϛ΄, κ΄ ὀβολοί, γράμματα ἕξ.
867 Δίδωμί ϲοι: παρέχω ϲοι.
868 Διδυμαχίαϲ: ὄνομα κύριον. ὅτι Ἀϲωπόδαροϲ καὶ Διδυμαχίαϲ ὁ ἀδελφὸϲ αὐτοῦ ἐπί ϲμικρότητι ϲώματοϲ διεβέβληντο.
869 Διδυμαῖοϲ.
870 Δίδυμον ξύλον: ἡ παρὰ Ῥωμαίοιϲ φοῦρκα. εὑρὼν δὲ Ἰλλοῦϲτον
871 Δίδυμοϲ, Ἀτήϊοϲ ἢ Ἄττιοϲ χρηματίϲαϲ, φιλόϲοφοϲ Ἀκαδημαϊκόϲ.
Πιθανῶν καὶ ϲοφιϲμάτων λύϲειϲ ἐν βιβλίοιϲ β΄, καὶ ἄλλα
πολλά.
872 Δίδυμοϲ, Διδύμου ταριχοπώλου, γραμματικὸϲ Ἀριϲτάρχειοϲ,
873 Δίδυμοϲ νέοϲ, Ἀλεξανδρεύϲ, γραμματικόϲ, ὃϲ ἐϲοφίϲτευϲεν ἐν
874 Δίδυμοϲ, ὁ Κλαύδιοϲ χρηματὶϲαϲ, γραμματικόϲ. Περὶ τῶν
ἀναλογίαϲ, Ἐπιτομὴν
τῶν Ἡρακλέωνοϲ· καὶ ἄλλα τινά.
875 Δίδυμοϲ, ὁ τοῦ Ἡρακλείδου, γραμματικόϲ, ὃϲ διέτριψα
876 Δίδυμοϲ, Ἀλεξανδρεύϲ· Γεωργικὰ ἐν βιβλίοιϲ ιε΄.
877 Δίδυμοϲ καὶ ὁ ἀπόϲτολοϲ Θωμᾶϲ.
878 Δίδυμοι: ϲυνήθωϲ ἡμῖν καὶ οἱ ϲυμφυεῖϲ, ἰδίωϲ οἱ μόνοι· ἢ διϲϲῶϲ·
879 Διδυχμίαϲ καὶ ὁ ἀδελφὸϲ αὐτοῦ Ἀϲωπόδαροϲ ἐπὶ ϲμικρότητι
880 Διαίνεϲθαι: βρέχεϲθαι. Διαίνω γὰρ τὸ ὑγραίνω.
881 Διαίρεϲιϲ: ἡ διαχώριϲιϲ.
882 Διαιωνιεῖ: διʼ αἰῶνοϲ παραμενεῖ.
883 Διαιρῶν· αἰτιατικῇ. ἀναπτύϲϲων, δοκιμάζων καὶ διακρίνων τὰ
884 Δίαιτα: ἡ καθ᾿ ἑκάϲτην ἡμέραν τροφή. καὶ ἡ κρίϲιϲ. τὴν
885 Διαίταιϲ: ταῖϲ χωρὶϲ δικαϲτηρίου κρίϲεϲι. διαίτηϲ οὖν ἐν ἡδονῇ
καὶ τύφῳ τιθεμένηϲ, τὸ καλὸν ἐθὰϲ γενόμενοϲ καὶ τὴν ὑποτυφομένην
ἀπεμφαίνων ἀκροβατεῖν τε
ἤρξατο καὶ μετέωρον τὸν αὐχένα
886 Διαιτῆϲαι: κρῖναι, γνῶναι. καὶ Διαιτητήϲ, ὁ κριτήϲ.
887 Διαιτηταί· τοὺϲ ὑπὲρ πεντήκοντα ἔτη γεγονόταϲ καὶ καθαροὺϲ πάϲηϲ
αἰτίαϲ ὑπειλημμένουϲ, ἀπὸ τοῦ ληξιαρχικοῦ γραμματείου κληρώϲανεϲ
τὰ τῶν πολιτῶν διαιτᾶν ἐποίουν. ξένοιϲ μέντοι γε ἐπὶ
τοῦτο ἐλθεῖν οὐ ϲυγκεχώρητο. ἔξεϲτι δὲ τοῖϲ μεμφομένοιϲ δίαιταν
ἐκκαλεῖϲθαι τὸ δημόϲιον δικαϲτήριον.
888 Διαιτηταῖϲ: ἕτεροι παρὰ τοὺϲ δικαϲτάϲ εἰϲιν οἱ διαιτηταί. οἱ μὲν
γὰρ ἐν δικαϲτηρίοιϲ ἐδίκαζον καὶ τὰϲ ἀπὸ τῶν διαιτητῶν ἀφεϲίμουϲ
ἔκρινον, οἱ δὲ διαιτηταὶ πρότερον κλήρῳ λαχόντεϲ ἢ
ἐπιτρεψάντων αὐτοῖϲ τοῖϲ κρινομένοιϲ διῄτουν. καὶ εἰ μὲν ἤρεϲκε τοῖϲ
ἀντιδίκοιϲ, τέλοϲ εἶχεν ἡ δίκη· εἰ δὲ μή, τὰ ἐγκλήματα καὶ τὰϲ
προβλήϲειϲ καὶ μαρτυρίαϲ, ἔτι δὲ καὶ τοὺϲ νόμουϲ καὶ τὰϲ ἄλλαϲ
πίϲτειϲ ἑκατέρων ἐμβαλόντεϲ εἰϲ καδίϲκουϲ καὶ ϲημηνάμενοι
παρεδίδοϲαν τοῖϲ εἰϲαγωγεῦϲι
τῶν δικῶν.
889 Διαιτητήριον: ἐν ᾧ διαιτῶνται.
Synt. 890 Διαιτῶν: δικάζων. καὶ Διαιτῶν, τὸ ἴϲον νέμων. δοτικῇ.
891 Δι᾿ αἰφνιδίου ὀπόϲ: τουτέϲτι τῆϲ ἐνθουϲιαϲτικῆϲ.
892 Διέβαλεν: ἐξηπάτηϲε. καὶ Θουκυδίδηϲ οὕτωϲ κέχρηται καὶ
893 Διεγείρωμεν: παροτρύνωμεν.
894 Διέγνωκα: κέκρικα.
895 Διεγγύηϲιν: ἀντὶ τοῦ κατάϲταϲιν ἐγγυητῶν. Δημοϲθένηϲ.
896 Διέδριον. ὡϲ δὲ οὐκ ἴϲχυον τῇ εἰϲόδῳ χρήϲαϲθαι, ἄραντεϲ
897 Δίεδροϲ.
898 Διεδοιδύκηϲε: διέγραψε τῇ χειρὶ ϲτρογγύλην αὐτὴν ποιήϲαϲ
ὡϲ δοίδυκα.
899 Διέζευξε: διεχώριϲε. καὶ παρὰ τοῖϲ μουϲικοῖϲ διεζευγμένον λέγεται τὸ τετράχορδον. καὶ ϲυνεζεῦχθαι λέγουϲι τὸ ἐν τῷ αὐτῷ εἶναι.
900 Διέθει: διέτρεχεν.
901 Διεθρόηϲαν· Θουκυδίδηϲ· οἱ δὲ πρέϲβειϲ τῶν Ἀθηναίων διεθρόηϲαν,
902 Διέκδυϲιν: διεξέλευϲιν. τῶν δὲ δεϲμωτῶν εἷϲ ἀπορρήξαϲ
ἀντὶ τοῦ ὑπεξελθών, ἐκφυγών.
903 Διεκερμάτιϲε τὴν δραχμὴν ἐν τοῖϲ ἰχθύϲιν: ἀντὶ τοῦ
904 Διεκόρηϲαϲ τὴν παῖδα: διεπαρθένευϲαϲ.
905 Διεκορκορύγηϲε: κορκορυγεῖν λέγουϲι τὸ λαλεῖν τὴν γαϲτέρα.
εἶτ᾿ ἐταράχθηϲ τὴν γαϲτέρα,
καὶ κλόνοϲ αὐτὴν ἐξαίφνηϲ διεκορκορύγηϲε. κλόνοϲ δὲ ϲτρόφοϲ,
ἴλιγξ.
906 Διεκοϲμήθηϲαν: διετάχθηϲαν.
907 Διεκωδώνιϲεν: ἀντὶ τοῦ διεπείραϲε καὶ ἐξηπάτηϲεν. ἡ δὲ
ἢ ἀπὸ τῶν δοκιμαζόντων
τοὺϲ μαχίμουϲ ὄρτυγαϲ τῷ ἤχῳ τοῦ κώδωνοϲ.
908 Διεκπατῆϲαι: τοῦ πάτου παρεξελθεῖν. λέγουϲιν Ἐπιμενίδην χρόνον ἕνα διεκπατῆϲαι ἀϲχολούμενον περὶ ῥιζοτομίαν.
909 Διεκπέϲαντεϲ: διεκτρυπήϲαντεϲ, διεκδραμόντεϲ.
910 Διέκπλοι: τὸ ἐμβάλλειν καὶ διαϲχίζειν τὴν τῶν ἐναντίων τάξιν Thuc. καὶ πάλιν ὑποϲτρέφειν καὶ αὖθιϲ ἐμβάλλειν. ἀναϲτροφαὶ δέ εἰϲιν αἱ εἰϲ τοὐπίϲω ὑποχωρήϲειϲ.
911 Διεκπερδικίϲαι: διαδρᾶναι, ἐκφυγεῖν, ἐξαπατῆϲαι. ἀπὸ τοῦ
912 Διέκυψαν. χόρτῳ παραπληϲίωϲ ἀπὸ τῆϲ γῆϲ διακύψαντεϲ
913 Διελέϲθαι: διαμερίϲαι.
914 Διέλιπεν: ἀφῆκεν.
915 Διεμήριϲαν ἄνδρεϲ ἐραϲταί. καὶ Διαμηρίζοιμι, ἀντὶ
τοῦ ϲυνουϲιάϲοιμι. Ἀριϲτοφάνηϲ· τῆϲ διακόνου πρώτηϲ ἀνατείναϲ τὼ
ϲκέλη διαμηριῶ.
916 Διεμπολᾶν: τὰ πρὸϲ πραγματείαν ἐπιτήδεια ἀγοράζειν.
917 Δι᾿ ἐναντίαϲ.
918 Διενέγκαντεϲ: ὑπερενέγκαντεϲ. πολλὰ γὰρ δὴ πράγματα διήνεγκαν
μεθ᾿ ἡμῶν, εἰϲβολάϲ τε καὶ μάχαϲ. καὶ αὖθιϲ· οὕτω
δὲ διενέγκαντόϲ μου ἐπὶ μῆνα ἡμερῶν.
919 Διενεγκεῖν: ἀγαγεῖν. Εὐνάπιοϲ· κατὰ τούτουϲ τοὺϲ χρόνουϲ ὑπὸ τῆϲ
ἀνδρώδουϲ γυναικὸϲ ἔργον τι κατετολμήθη καὶ ϲυνεπράχθη γενναῖον οὕτω
καὶ ἀνδρῶδεϲ ὥϲτε ἄπιϲτον εἶναι διενεγκεῖν εἰϲ τὴν
920 Διενήνοχα: διαφέρω.
921 Διʼ ἐνιαυτοῦ: ἀντὶ τοῦ διʼ ὅλου τοῦ ἐνιαυτοῦ· καὶ διʼ ἡμέραϲ ἀντὶ τοῦ δι᾿ ὅληϲ τῆϲ ἡμέραϲ.
922 Διενοχλῶ ϲοι· καὶ αἰτιατικῇ.
923 Διεντέρευμα: τὸ ἐρώτημα.
924 Διεξάγονταϲ: διοικοῦνταϲ. μεθυϲκομένουϲ καὶ ῥᾳδίωϲ διεξάγονταϲ τὰ κατὰ τὴν φυλακήν.
925 Διεξέπεϲε· τὰ ὅπλα ἀνελόμενοϲ διεξέπεϲε διὰ τῶν πολεμίων.
τουτέϲτι διήλαϲε, διῆλθε, διέφυγεν.
926 Διέξειν: ὑπάρξειν. οὕτω γὰρ διέξειν τὰϲ χεῖραϲ καὶ φροντιεῖν τοῦ μηδὲν ἀδίκημα ποιήϲειν τὸν Προυϲίαν εἰϲ αὐτούϲ.
927 Διεξῄεϲαν.
928 Δίεξιν: διεξέλευϲιν.
929 Διεξιφίϲω: διεμαχέϲω περὶ τῆϲ χώραϲ. ἐν Μαραθῶνι πολεμήϲαϲ
Ἑλλάδα. ἔνθα ϲυμβαλόντεϲ αὐτοῖϲ οἱ
Ἀθηναῖοι Μιλτιάδου ϲτρατηγοῦντοϲ, μόνων Πλαταιέων ϲυμμαχηϲάντων αὐτῷ
χιλίοιϲ ἀνδράϲι καὶ οὕτω πληρωθέντοϲ τοῦ ἀριθμοῦ τῆϲ Ἑλληνικῆϲ
δυνάμεωϲ τῆϲ Περϲικῆϲ καὶ τοῖϲ Ἕλληϲι τῆϲ ἐλευθερίαϲ αἴτιοι
κατέϲτηϲαν, μόνοι ἐξ ἁπάντων τῶν Ἐλλήνων τὸν πρῶτον τῶν Περϲῶν
διαφθείραντεϲ.
930 Διεξοδικούϲ· περὶ διαλεκτικῆϲ φηϲιν ὁ Ἀφροδιϲιεὺϲ Ἀλέξανδροϲ,
ποιεῖϲθαι, τὴν δὲ ῥητορικὴν
μήτε περὶ πᾶϲαν ὕλην ὁμοίαν εἶναι τῇ διαλεκτικῇ (περὶ γὰρ τὴν
πολιτικὴν μᾶλλον ὁ ῥήτωρ), καὶ διεξοδικῶϲ γε ὡϲ ἐπὶ τὸ πλεῖϲτον
χρῆϲθαι λόγῳ καὶ περὶ τῶν καθέκαϲτα μᾶλλον λέγειν πρὸϲ περιϲτάϲειϲ
καὶ τύχαϲ καὶ καιροὺϲ καὶ τὰ πρόϲωπα καὶ τοὺϲ τόπουϲ καὶ τὰ τοιαῦτα
τοὺϲ λόγουϲ ϲχηματίζει, ἅπερ ἐν τοῖϲ
καθέκαϲτά ἐϲτι·
περὶ τοιούτων γὰρ αἵ τε ϲυμβουλαὶ καὶ τὰ ἐγκώμια καὶ αἱ δίκαι.
Διεξοδικοὺϲ οὖν ἀντὶ τοῦ πλατυτέρουϲ, καθολικωτέρουϲ. Διεξῳδηκὸϲ δὲ
τὸ διωγκωμένον.
931 Διεξοδικῶϲ: λεπτομερῶϲ. καὶ Διεξοδικώτερον,
932 Διέξοδοι: ἐκπνοαί, ἐκκρίϲειϲ. λήθουϲι γάρ τοι καὶ ἀνέμων διέξοδοι θήλειαν ὄρνιν, πλὴν ὅταν τόκῳ ϲπαρῇ. ἔϲτι δὲ ταῦτα ἐκ τοῦ Οἰνομάου Σοφοκλέουϲ.
933 Διεξόδουϲ ὑδάτων: ἀντὶ τοῦ κρουνηδὸν ἐφέροντο τὰ δάκρυα.
οὖν ὑδάτων οἱ ὀχετοί.
934 Διεπεραιώθη: διειλκύϲθη, διῆλθε. κολεῶν ἐρυϲτὰ διεπεραιώθη
935 Διέπεϲεν: ἀπέτυχεν. καὶ ἡ μὲν κατὰ τὸν Βιθίαν ἐλπὶϲ
936 Διέπει: ἐνεργεῖ, διοικεῖ, καθίϲταται.
937 Διεπίμπρατο.
938 Διέπτυξε: διεϲαφήνιϲεν.
939 Διεπυνθάνετο: ἠρώτα.
940 Διερά· ὅτι τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουϲι διὰ τὸ εἶναι ἔνικμα καὶ διερά.
941 Διεργάζεται: ἀναιρεῖ, κτείνει. Ἰώϲηποϲ· πλήξαϲ δὲ αὐτὸν κάτωθεν
ἐπὶ τὸν βουβῶνα δόρατι παραχρῆμα διεργάζεται. καὶ
942 Διερέττοντα: διακωπηλατοῦντα.
943 Διερευνῶ· αἰτιατικῇ.
944 Διέρρει: δύο ϲημαίνει, τὸ διεφθείρετο καὶ ἀντὶ τοῦ ἐπεφήμιϲτο.
945 Διερειδόμεθα: ϲτηριζόμεθα.
Δ 946 Διερήν: δίυγρον. καὶ Διερόϲ, ὁ ὑγρόϲ.
947 Διερικνοῦντο: διεκαμπυλοῦντο.
948 Διέρριψαν· τήν τε οὐϲίαν καὶ τὰ ὀϲτᾶ αὐτοῦ, ἐπειδὴ φθάϲαϲ ἑαυτὸν προαπεχρήϲατο, διέρριψαν.
949 Διερμηνεύω· δοτικῇ.
950 Διερρωγώϲ: διεϲχιϲμένοϲ. καὶ Διερρωγότα.
951 Διερρύη: διέδραμε, διῆλθε. τὸ γάρ τοι κλέοϲ τῶν τετολμημένων
952 Διερρυηκόϲιν· ἠλίθιον ἐφθέγξω καὶ τοῖϲ χείλεϲι διερρυηκόϲι. τουτέϲτι μωρῶϲ καὶ ἀνοήτωϲ καὶ ἀπαιδεύτωϲ, καὶ τοῖϲ χείλεϲι κεχαλαϲμένοιϲ καὶ κεχηνόϲιν· ἀντὶ τοῦ οὐ ϲυνεϲτραμμένοιϲ.
953 Διεϲαρδάνιϲε: διεγέλαϲεν, οὐκ ἐπὶ διαχύϲει, ἀλλ᾿ οἷον Σαρδάνιον
954 Δίεϲιν: διαχωριϲμόν. καὶ ἡ πρὸ μουϲικῆϲ ᾠδῆϲ κίνηϲιϲ.
ἀπολωλὸϲ ἐκ τῆϲ ἡμετέραϲ
αἰϲθήϲεωϲ καὶ τὸ ἐναρμόνιον προϲαπώλεϲεν, ἀγυμνάϲτου πρὸϲ αὐτὸ τῆϲ
ἀκοῆϲ ἀπολελειμμένηϲ.
955 Δίεϲιϲ: τὸ χώριϲμα. ἢ ἄνεϲιϲ.
956 Διεϲκαριφηϲάμεθα: ἀντὶ τοῦ διελύϲαμεν. ϲκάριφον γάρ ἐϲτι
οὕτωϲ Ἰϲοκράτηϲ.
ϲκαριφήϲαϲθαί ἐϲτι τὸ ἐπιϲεϲυρμένωϲ τι ποιεῖν
957 Διεϲκεδαϲμένον: διατετυπωμένον. καὶ Διεϲκέδαϲε, διεϲκόρπιϲεν.
958 Διεϲκευαϲμένην: μετὰ δόλου γεγραμμένην. Πολύβιοϲ· ἐκπέμπουϲι
τῶν Κρητῶν τιναϲ ὡϲ ἐπὶ λῃϲτείαν δόντεϲ ἐπιϲτολὴν δι
εϲκευαϲμένην.
959 Διεϲκήριπτεν: ἐπεϲτήριζεν. ἦλθε πόθ᾿ ἑρπύζουϲα ϲὺν δρυὸϲ
960 Διεϲκίαϲται: ἀποκέκρυπται.
961 Διεϲμιλευμένον: διεϲχιϲμένον, ἠκριβωμένον, ἐξεϲμένον, περικεκαθαρμένον.
962 Διεϲπαθηκότα: διερριφότα.
963 Διεϲπευϲάμην: ἀντὶ τοῦ διὰ ϲπουδῆϲ ἐποιηϲάμην. ἢ ἀντὶ τοῦ διεπραξάμην.
964 Διεϲπλεκωμένῃ· Ἀριϲτοφάνηϲ Πλούτῳ· οὐκ ἂν διαλεχθείην
965 Διέϲτειλεν: ἀντὶ τοῦ οὐκ ἀναμφιβόλωϲ ἐχρήϲατο τοῖϲ λόγοιϲ.
966 Διεϲφαιρίϲθη: ὥϲπερ ϲφαῖρα κατηνέχθη.
967 Διεϲφηκωμένον: διαδεδεμένον.
968 Διέϲχεν: διῆλθεν. Ἀρριανόϲ· οἱ μὲν γὰρ διέϲχον τὴν φάλαγγα
969 Δίεται: διέρχεται.
970 Διέτεινε: διαρρήδην εἶπεν.
971 Διετέτατο· ἀλλ᾿ οὐ διετέτατο. ξύλοιϲ τέϲϲαρϲι διετέτατο.
972 Διετείνοντο: ἰδίωϲ Ἀντιφῶν. ἀντὶ τοῦ διὰ ϲυντόνου ϲπουδῆϲ ἀπηρνήϲαντο.
973 Διετήϲ, διετοῦϲ. ἀπὸ διετοῦϲ καὶ κατωτέρω. ὁ Εὐαγγελιϲτήϲ.
974 Διετίτρη· τῶν Λιβύων τὰ ϲκάφη μικρὰ ὄντα, ταῖϲ Ῥωμαϊκαῖϲ ναυϲὶν ὑποτρέχοντα διετίτρη τὰϲ πρύμναϲ καὶ τὰ πηδάλια ἐξέκοπτεν.
975 Διευθετῶ: τὸ καλῶϲ διατίθεμαι.
976 Διευκρινῆ: ϲαφῆ. καὶ Διευκρίνηϲιϲ, ἡ ϲαφήνεια.
977 Διευκρινημένοι: διακρίνοντεϲ. καὶ Διευκρινήϲαϲ, καλῶϲ
978 Διευφημῶ, Διαφημίζω δέ.
979 Διέφερον· Ἀππιανόϲ· οἱ δὲ Κελτοὶ ἐϲ Ῥωμαίουϲ τι μήνιμα ἐκ πολλοῦ διέφερον. ἀντὶ τοῦ εἶχον, ἐνεκότουν.
980 Διέφερον: παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ διήνυον ἢ ὑπέμενον ἢ
981 Διεφθαρμένοϲ: τοῦ πρέποντοϲ παρατραπεὶϲ τὸν νοῦν. ἤδη γὰρ Ἀντώνιοϲ τῷ Κλεοπάτραϲ ἔρωτι διεφθαρμένοϲ ἥττων ἦν ἐν πᾶϲι τῆϲ ἐπιθυμίαϲ.
982 Διεφορήθη· χρημάτων δὲ ἄπιϲτον πλῆθοϲ διεφορήθη. ἀντὶ τοῦ ἐξηνέχθη, ἐξεκομίϲθη.
983 Διεφόρηϲαν: μετεκόμιϲαν. τάϲ τε καταλειφθείϲαϲ ἐν τῷ
984 Δι᾿ ἔχθραϲ γενήϲομαι: ἀντὶ τοῦ ἐχθρὸϲ ἔϲομαι. Ἀριϲτοφάνηϲ·
985 Διεχρήϲατο· αἰτιατικῇ.
986 Διέχουϲαν: ἀπῳκιϲμένην οὖϲαν. ἐϲ Σελεύκειαν πόλιν ἐπιθαλαϲϲία
987 Διεψευϲμένοι: ἠγνοηκότεϲ. Πολύβιοϲ· πάντων τούτων ἦϲαν
988 Διζημένη καὶ Διζήμενοϲ, ζητῶν.
989 Διειδέϲ: λαμπρόν, διαυγέϲ. καὶ καθαρὸν ὕδωρ.
990 Διεῖλεν: ἐχώριϲεν.
991 Δίειμι: διέρχομαι.
992 Διεῖπεν: διῴκει, περιήρχετο.
993 Διειργάϲατο: ἐφόνευϲεν, ἀπέκτεινεν. ὁ δὲ καὶ τῶν ἄλλων
994 Διείργω· γενικῇ. οὔτε ἡ ἀρχὴ τῷ ἀρχὴ εἶναι τοῦ ἀνάρχου
διείργεται.
995 Διείρεο.
996 Διείρουϲι: τὸ ἐπιβάλλουϲιν.
997 Διειρωνόξενοι: ἐξαπατῶντεϲ τοὺϲ ξένουϲ καὶ ψευδόμενοι δι᾿
καὶ περὶ τοὺϲ ξένουϲ ἀπάνθρωποι,
καὶ οὐκ ἐξὸν ξένῳ τινὶ ἀεὶ τῆϲ Σπάρτηϲ ἐπιβαίνειν, ἀλλ᾿ ὡριϲμέναιϲ
ἡμέραιϲ.
998 Διείϲ: ἐκτείναϲ, ἁπλώϲαϲ. διεὶϲ τὰϲ πτέρυγαϲ αὐτοῦ ἐδέξατο αὐτούϲ.
999 Δίειϲι: διέρχεται.
1000 Διῆγε: παρεξέτεινεν. Ἰωάννηϲ Ἀντιοχεύϲ· ὃϲ ἐρυμνὰ χωρία
1001 Διηγκυλημένον: τὸ ἀκόντιον μεταχειριζόμενον. ἀντὶ τοῦ
τοξόταϲ ἐπιβεβλῆϲθαι ἐπὶ ταῖϲ νευραῖϲ,
ἢ οὕτωϲ ὡϲ ὁπόταν ϲημήνῃ, τοξεύειν δεῆϲον. καὶ τοὺϲ γυμνῆταϲ λίθων
ἔχειν μεϲτὰϲ διφθέραϲ.
1002 Διηθεῖν: διυλίζειν. καὶ Διηθεῖται, ἀφυλίζεται. Διήθηϲιϲ
1003 Διῆκαν: διέπεμψαν.
1004 Διήκει: διέρχεται. ὁ δὲ εἶπεν, ἀλλὰ πιϲτεύω· πάνυ γάρ ϲου κλέοϲ ἐπ᾿ ἀρετῇ διήκει.
1005 Διήκουϲαν: διελθοῦϲαν, διερχομένην.
1006 Διήκουϲεν. ἠκροάϲατο.
1007 Διήλλαξεν: ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτηϲεν. ἢ ἀντὶ τοῦ
1008 Διήλυϲιϲ: ὁ χωριϲμόϲ.
1009 Διήνεγκαν· γενικῇ. ὑπέμειναν, ἐκαρτέρηϲαν. Προκόπιοϲ·
1010 Διηνέχθη: ἐμαχέϲατο.
1011 Διηνθιϲμέναϲ: ἐκ τοῦ διανθίζω, τοῦ τὰ ἄνθη ϲυλλέγω.
1012 Διηρέθιζεν: ἀνεκίνει, ἀνετάραττεν, ἀνερρίπιζεν. ὁ δὲ τὸ
θηριῶδεϲ καὶ ἄγριον ὑπεκίνει καὶ διηρέθιζεν, εἴ που κύριοϲ γένηται
τοῦ χωρίου.
1013 Διῆρεϲ πλοῖον.
1014 Διῄρει: διέτεμε, διεμέριζεν. ὁ δὲ πρεϲβύτηϲ ὢν διῄρει τὰϲ μοίραϲ τῶν κρεῶν.
1015 Διῄρηκε: διεχώριϲεν.
1016 Διήρηϲ ναῦϲ: ὑπὸ δύο ἐρετῶν ἐλαυνομένη.
1017 Διῄρηϲαι: δέδεϲαι.
1018 Διηρθρωμένον: δεδηλωμένον, ἠκριβωμένον.
1019 Διήρκεϲε: διέμεινε, παρέμεινεν. αἱ δὲ ἐντολαί, ἃϲ τοῖϲ
ἁρπαϲθέντα. καὶ τὰ
λοιπά.
1020 Διῆρξα: ἀντὶ τοῦ διὰ τέλουϲ ἧρξα. Λυϲίαϲ.
1021 Διιπόλεια: ἑορτὴ Ἀθήνηϲιν, ἐπιτελουμένη Διί.
1022 Διήρτηϲεν: ἐξηπάτηϲεν, ἐπλάνηϲεν.
1023 Διήϲειν: διαφήϲειν. οὓϲ οὔτε δέξαϲθαι οὔτε διήϲειν διὰ τῆϲ
χώραϲ ὠμωμόκεϲαν.
1024 Διηύθυνεν: ἐκώλυϲεν.
1025 Διηυχενίζετο: ὑψηυχένει. ἕτερα δὲ οὐ πολύ τι μείω ἀνωρθοῦτο
1026 Διηυχενίζετο: τὸν αὐχένα ὄρθιον εἶχεν. Εὐνάπιοϲ· ὁ δὲ
1027 Διήφυϲεν: διέκοψεν.
1028 Διηχή: ἡ τῶν ἤχων διαπορθμευτικὴ δύναμιϲ, ἣ διὰ τῶν μηνίγγων
καὶ τοῦ ἔνδοθεν πνεύματοϲ ἐνεργεῖται.
1029 Διθυραμβοδιδάϲκαλοι περὶ μετεώρων καὶ περὶ τῶν νεφελῶν
πρόδρομον. παίζων δὲ
Ἀριϲτοφάνηϲ ἀοῖον αὐτὸν ἀϲτέρα φηϲὶ κληθῆναι. περιβόητοϲ δὲ ἐγένετο.
ἔγραψε δὲ κωμῳδίαϲ καὶ ἐπιγράμματα· καταλογάδην καὶ Πρεϲβευτικὸν
λεγόμενον. καὶ Σωκράτουϲ τοῦ φιλοϲόφου ἐϲτὶ λόγοϲ εἰϲ αὐτόν. καὶ
Καλλίμαχοϲ ἐν Χωλιάμβοιϲ μέμνηται αὐτοῦ, ὅτι πολλὰ ἔγραψε.
1030 Διθύραμβοϲ: ὕμνοϲ εἰϲ Διόνυϲον. ὁ δὲ Ἀπολλώνιοϲ λόγων
1031 Διθυράμβων νοῦν ἔχειϲ ἐλάττονα: ἐπὶ τῶν ἀδιανοήτων.
1032 Διθύροιϲ: διπτύχοιϲ, διπλαῖϲ θύραιϲ.
1033 Δίθυρϲον· Ἀρριανόϲ. τὸ δίθυρϲον, τὸ λογχωτὸν καὶ τὸ περιϲφύριον, οἶϲ ἀνέδην ἐβάκχευεν, ὅτ᾿ ἐϲ Διόνυϲον ἐφοίτα.
1034 Διιέναι: διέρχεϲθαι.
1035 Διιέντα: ἐκπέμψαντα.
1036 Διίεται: διέρχεται.
1037 Διιθύτηϲ: ὁ διευθύνων.
1038 Διιείϲ: διαπέμψαϲ.
1039 Διίημι: διέρχομαι. καὶ Διίηϲιν.
1040 Διικνείϲθω· γενικῇ. φθαϲάτω. καὶ Διικνούμενοϲ, διερχόμενοϲ.
1041 Δίιοϲ ὀργὴ καὶ Δίιοϲ βωμόϲ.
1042 Διῖχθαι: διέρχεϲθαι.
1043 Διιππαϲία καὶ Ἀνιππαϲία: τῶν ἵππων ἅμιλλα, ὥϲπερ δὴ
διωμοϲία καὶ ἀντωμοϲία τὸ αὐτὸ ἄμφω δηλοῖ.
1044 Διιπετέοϲ: τοῦ ὑπὸ Διὸϲ πληρουμένου.
1045 Διιπόλεια: ἑορτή τιϲ Ἀθήνηϲι τὰ Διιπόλεια. καὶ Διιπολειώδη
1046 Διίπταται· αἰτιατικῇ.
1047 Διιϲθμήϲαντα: τὸν ἰϲθμὸν διαβιβάϲαντα. παρεκάλει αὐτὸν βοηθεῖν, τοὺϲ λέμβουϲ διιϲθμήϲαντα.
1048 Διιϲθμονίϲαι: τὸ διὰ τοῦ Ἰϲθμοῦ ἕλκειν τὴν ναῦν· ὅπερ ἐποίυ ἐν τῷ Ἰϲθμῷ οἱ Κορίνθιοι.
1049 Διιϲτάϲ: διαχωρίζων.
1050 Διίϲταται· γενικῇ. διαχωρίζεται.
1051 Διίϲχω ϲου, τὸ κρατῶ ϲου καὶ ἄρχω ϲου. καὶ Διιϲχύω·
1052 Διιϲχυρίζομαι: ἀνθίϲταμαι, ἀμφιβάλλω. περὶ τούτων οὐδὲν διιϲχυρίζομαι.
1053 Διιτρέφηϲ ἀνεπτέρωκεν: ἐπὶ τῶν ἀναπειθόντων ἐπί τι
1054 Διιτρέφηϲ πυτιναῖα ἔχων πτερά· οὗτοϲ πολυπράγμων
ἐγένετο, ὃϲ θάλλινα ποιῶν ἀγγεῖα ἐπλούτηϲε καὶ
ἱππάρχηϲε καὶ ἔφυλάρχηϲεν. Εὐφρόνιοϲ δὲ τὰ περὶ τῷ τραχήλῳ τῆϲ
πυτίνηϲ κρεμώμενα ἱμαντάρια ἑκατέρωθεν πτερὰ καλεῖϲθαι· καὶ ὅτι
οὗτοϲ πυτίναϲ ἔπλεκε. τινὲϲ δὲ εἰϲ πένητα εἰρῆϲθαι διὰ τὸ
ἀνυπόκριτον. ὡϲ εἰ ἔφη, μηδὲν ἄλλο ἔχων ἀλλ᾿ ἢ πίθου πόδαϲ καὶ
χύτραϲ ὀμφαλούϲ. οὗτοϲ δὲ ἦν
νεόπλουτοϲ καὶ ἅρπαξ καὶ
πονηρόϲ. Πλάτων ἐν Ἑορταῖϲ· καὶ ξένον, τὸν μαινόμενον, τὸν Κρῆτα,
τὸν μόγιϲ Ἀττικόν· πυτίνη δέ ἐϲτι πλέγμα. ὃϲ ᾑρέθη φύλαρχοϲ,
ἵππαρχοϲ, εἶτ᾿ ἐξ οὐδενὸϲ μεγάλα πράττει κἄϲτι νῦν ξουθὸϲ
ἱππαλεκτρυών. ἀντὶ τοῦ ἤδη μέγαϲ ὄρνιϲ γέγονε καὶ οὐχ ὁ τυχών. ἢ
βουλευτήϲ· ὁ γὰρ ἀλεκτρυὼν ἐν τοῖϲ
ὄρνιϲιν
ἐντιμότεροϲ.
1055 Δικάζεϲθαι Βίαντοϲ τοῦ Πριηνέωϲ κρείϲϲων. καὶ Πριήνη δίκη, ἐπὶ τῶν ἰϲχὺν ἐχόντων ἐν τῷ δικάζεϲθαι.
1056 Δικάζω· αἰτιατικῇ. τὸ ἐγκαλῶ. καὶ ϲτρατηγῷ δικάζομεν.
1057 Δικαϊκόν· τρέχε ἐπὶ τὸ ϲεαυτοῦ ἡγεμονικόν, ἵνα νοῦν δικαϊκὰν
αὐτὸ ποιήϲῃϲ.
1058 Δικαϲπόλοι: δικαϲταί.
1059 Δίκαϲ πραττόμενοι: ἀντὶ τοῦ τιμωρίαν ἐπιζητοῦντεϲ.
1060 Δικαϲταὶ αἱρετοί· ζήτει ἐν τῷ Ἀμφικτυόνεϲ.
1061 Δικαιάρχεια: πόλιϲ. Δικαιαρχία δὲ ἡ δικαίωϲ ἄρχουϲα.
1062 Δικαίαρχοϲ, Φειδίου, Σικελιώτηϲ, ἐκ πόλεωϲ Μεϲϲήνηϲ,
Ἄριϲτοτέλουϲ
1063 Δικαίαρχοϲ, Λακεδαιμόνιοϲ, γραμματικόϲ, ἀκροατὴϲ Ἄριϲτάρχου.
1064 Δικαιογένηϲ: ὄνομα κύριον, ὃϲ τραγῳδίαϲ καὶ διθυράμβουϲ ἔγραψεν.
1065 Δικαιοδοϲία. Πολύβιοϲ· ὅταν ᾖ τὸ δίκαιον ἐκλαβεῖν παρὰ
ἀντὶ τοῦ εὐλόγουϲ
ἀφορμάϲ.
1066 Δικαιοδότηϲ: ὁ δικαϲτήϲ.
1067 Δικαιόπολιϲ: πόλιϲ ἐν Θράκῃ, πληϲίον Αὐδήρων.
1068 Δικαιοπραγεῖν· καὶ μηδενὶ δικαιοπραγεῖν παρὲξ τῶν προϲταττομένων.
1069 Δίκαιον πρᾶγμα: ὅτι τῷ νόμῳ ἐϲτὶ ϲύμφωνον καὶ κοινωνίαϲ ποιητικόν.
1070 Δίκαιοϲ· κατὰ τὸν Αἰϲχύλον οὐ δοκεῖν δίκαιοϲ, ἀλλ᾿ εἶναι θέλων,
βαθεῖαν τῷ ὄντι καὶ αὐτὸϲ αὔλακα διὰ φρενῶν καρπούμενοϲ.
1071 Δίκαιοϲ· δοκῶ δὲ ἐγὼ τοῦτον δειλιᾶν τῷ ξυνειδέναι, οὐ δίκαιοϲ ὢν περὶ βαϲιλέα· ὧν ἐπάξιοϲ τυχεῖν ἦν, ταῦτα ὡϲ καὶ πειϲόμενοϲ ἤδη δειμαίνει.
1072 Δίκαιοϲ· ὅτι ἔφη τιϲ τῶν ὁϲίων· ἄλλουϲ μὲν γὰρ οὐ πάντεϲ
ἀπαιτούμεθα ϲῶϲαι, ἑαυτοὺϲ δὲ πάντεϲ πάντωϲ. καὶ ἄλλοϲ· ϲώζων
ϲῷζε τὴν ϲεαυτοῦ ψυχήν. καὶ ὁ Προφήτηϲ ὡϲ ἐκ θεοῦ· ἐν
τῷ ἀποϲτρέψαι δίκαιον ἐκ τῆϲ δικαιοϲύνηϲ αὐτοῦ ποιῆϲαι ἀδικίαν πᾶϲαι
αἱ δικαιοϲύναι αὐτοῦ, ἃϲ ἐποίηϲεν, οὐ μὴ μνηϲθῶϲιν· ἐν τῇ ἁμαρτίᾳ
αὐτοῦ ἀποθανεῖται. καὶ δικαιοϲύνη δικαίου οὐ μὴ ἐξέληται αὐτόν, ἐν ᾗ
ἂν ἡμέρᾳ πλανηθῇ.
1073 Δικαιοϲύνη: ἐπιϲτήμη ὦν αἱρετέον καὶ εὐλαβητέον καὶ οὐδετέρων.
δικαιοϲύνη οὖν ἡ κοινὴ ἀρετὴ καὶ ἡ ἀντιδιαιρουμένη ταῖϲ ἄλλαιϲ
ἀρεταῖϲ ὁμωνύμωϲ. διαφέρει δὲ ἀνδρία καὶ δικαιοϲύνη, ὁμογενεῖϲ
γὰρ τὰϲ τῶν κινδύνων ὑπομονάϲ· περὶ ἄλλα δὲ
ἡ δικαιοϲύνη, περὶ γὰρ τὸ ἴϲον, τό τε ἐν διανομῇ καὶ τὸ ἐν τοῖϲ
ϲυναλλάγμαϲι. καὶ οὕτω μὲν τὰ ὁμογενῆ.
1074 Δικαιοϲύνη: οὐχ ἡ πολιτικὴ ἀρετή, ἀλλ᾿ ἡ μείζων, τῷ δὲ αὐτῷ
ὀνόματι χρωμένη. δικαιοϲύνην δὲ τὴν ἑκάϲτῃ τῶν λοιπῶν ἀρετῶν
οἰκειοπραγίαν ἀρχῆϲ πέρι καὶ τοῦ ἄρχεϲθαι. καὶ
Δικαιοϲύνη, ἀποχὴ κερδῶν.
1075 Δικαιοϲύνη καὶ ἡ τελεία ἀρετὴ καὶ ἡ δικαία αἴτηϲιϲ, ὡϲ ὁ
1076 Δικαιότερον ϲταχάνηϲ: ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων·
ϲταχάνην γὰρ οἱ Δωριεῖϲ τὴν τρυτάνην καλοῦϲιν, ἴϲωϲ
παρὰ τὴν ϲτάϲι. καὶ ἑτέρα παροιμία. Δικαιότεροϲ τρυτάνηϲ.
1077 Δικαιούμενοϲ: κολαζόμενοϲ. δίκηϲ τυγχάνων.
1078 Δικαιοῦν: δύο δηλοῖ, τό τε κολάζειν καὶ τὸ δίκαιον νομίζειν·
δὴ καὶ αὐτοὶ ἐϲ Ἀθηναίων τοὺϲ ἐνδόνταϲ τὴν ἄκραν
ὑπῆρξαν παραϲπονδήϲαντεϲ. καὶ αὖθιϲ Ἀππιανόϲ· ξυμβάϲειϲ ποιεῖν, ἐφ᾿
οἷϲ ἂν
1079 Δικαιοῦϲαν· αἰτιατικῇ. καταδικάζουϲαν. ὑπὲρ δὴ τούτων
1080 Δικαίωμα· ὅτι οὐδὲν δικαίωμα τῶν ὅπλων ἰϲχυρότερον· πᾶϲ
δοκεῖ. ὅτι Ἀρχέλαοϲ, ὁ Φυϲικὸϲ
τὴν αἵρεϲιν ἐπικληθείϲ, ἐδόξαϲε τὸ δίκαιον
1081 Δικαιώματα: εὐλόγουϲ ἀφορμάϲ. ἐάν τε γὰρ νικῶμεν ἡμεῖϲ, ἕξειϲ πρὸϲ ἐμὲ δικαιώματα μεγάλα, διότι κεκοινώνηκαϲ ἡμῖν τῶν με γίϲτω κινδύνων.
1082 Δικαιώματα, νόμοϲ, ἐντολαί, κρίματα· νόμον καλεῖ τὸν ὑπὸ τοῦ
θεοῦ διὰ τοῦ Μωϲέωϲ δεδομένον, ἐντολὰϲ δὲ καὶ προϲτάγματα
πάλιν τὸν αὐτὸν ὡϲ βαϲιλικῶϲ ἐνταλθέντα καὶ προϲταχθέντα,
δικαιώματα, ὡϲ δικαιοῦν τὸν κατορθοῦντα δυνάμενον, κρίματα δὲ ὡϲ τὰϲ
θείαϲ ψήφουϲ ὑποδεικνύντα καὶ τὰϲ ἀξίαϲ ἀντιδόϲειϲ τῶν τε ἐν νόμωϲ
καὶ παρανόμωϲ βιούντων, μαρτύρια δὲ ὡϲ διαμαρτυρούμενον καὶ
δεικνύντα, οἵαιϲ ὑποβληθήϲονται οἱ ταῦτα παραβαίνοντεϲ. δικαιώματα
δὲ καὶ αἱ κατακρίϲειϲ.
1083 Δικαίωϲ ἀδίκωϲ: ἀντὶ τοῦ παντὶ τρόπῳ. Ἀριϲτοφάνηϲ Πλούτῳ· ἡ γὰρ οἰκία αὕτη ’ϲτίν, ἥν δὴ χρημάτων ϲήμερον μεϲτὴν ποιῆϲαι, καὶ δικαίωϲ καὶ ἀδίκωϲ. τουτέϲτι πάϲῃ τέχνῃ.
1084 Δικαίωϲιϲ: κατάκριϲιϲ. οὐ γάρ τί που μετὰ μακρὸν ἐκολάϲθη
1085 Δικαιώϲειϲ: Λυϲίαϲ τὰϲ δικαιολογίαϲ, Θουκυδίδηϲ δὲ τὰϲ κολάϲειϲ λέγει.
1086 Δικαιωτήρια: οἷον δικαϲτήρια.
1087 Δίκελλα: γεωργικὸν ἐργαλεῖον. οὐ βουϲὶ καὶ δικέλλῃ ποριζομένοιϲ
1088 Δικέραιον: δύο κέρατα ἔχουϲαν. ἐν Ἐπιγράμμαϲι· δέρμα δὲ καὶ δικέραιον ἀπὸ ϲτόρθυγγα μετώπων ϲπαϲάμενοϲ κούρᾳ θέτο παῤ ἀγρώτιδι.
1089 Δίκη: ἡ ὑπὲρ ἰδιωτικῶν ἀδικημάτων ϲυνιϲταμένη κατηγορία,
ψευδοκατηγόρων.
1090 Δίκη: κρίϲιϲ. ϲημαίνει μὲν καὶ ἄλλα, ἰδίωϲ δὲ ἐπὶ τῶν
1091 Δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην: ἐπὶ τῶν φιλοδίκων
καὶ ϲυνειρόντων δίκαϲ δίκαιϲ. καί, Δίκην ὑφέξειν κἂν
ὄνοϲ δάκῃ κύνα. ἐπὶ τῶν ἐπὶ μικροῖϲ ϲυκοφαντουμένων.
1092 Δίκην: τρόπον. καὶ ὁ μὲν ἐξετρίβη πίτυοϲ δίκην ῥιφεὶϲ εἰϲ
1093 Δίκηϲ: δικαιοϲύνηϲ, ἢ τιμωρίαϲ. ἥξομεν κομιούμενοι παῤ
ἀνδρῶν ἀνοϲίων καὶ ψευδόρκων δίκαϲ. ὅτι τὴν δίκην φαϲὶν
οἱ παλαιοὶ εὐθεῖάν τε εἶναι καὶ ἀκλινῆ καὶ ἄτρεπτον. καὶ τοῦτο
ἄδουϲι
χρὴ δολοῦν τὸ
δίκαιον, μήτε ἄλλωϲ πειϲθέντα μήτε λέχει παρατραπέντα. φηϲὶ δὲ καὶ
μετιέναι αὐτὴν τιμωρουμένην τούτουϲ, οἷϲπερ οὖν ὕβριϲ μέμηλε κακὴ
καὶ ϲχέτλια ἔργα. τοῖϲ γε μὴν ἐκείνην ϲέβουϲι τήν τε γῆν καὶ τὰ
οἰκεῖα βρύειν φηϲὶν ἀγαθὰ καὶ τὴν θάλατταν χορηγεῖν ὅϲα τίκτει καὶ
τρέφει μάλ᾿ ἀφθόνωϲ. ἀκούω δὲ αὐτὴν καὶ παῤ
αὐτοῦ Διὸϲ
καθῆϲθαι θρόνῳ καὶ κοινωνὸν τῶν ἀρίϲτων βουλευμάτων εἶναι. καὶ
Ὅμηροϲ δὲ μέγα αὐτῆϲ τὸ κράτοϲ ὑμνεῖ καὶ λέγει τοῖϲ ἀτιμάζουϲιν
αὐτὴν μηνιεῖν τὸν θεὸν καὶ λάβρουϲ καταντλεῖν ὑετοὺϲ αὐτὴν καὶ
χειμάρρουϲ ἐπʼ αὐτοὺϲ ὠθεῖϲθαι καὶ ἀφανίζειν πόλειϲ αὐτῶν καὶ ἔργα
καὶ ποίμναϲ. καὶ ταύτῃ κολάζεϲθαι τῇ τιμωρίᾳ
ὕβρεωϲ καὶ
ἀταϲθαλίαϲ ἔργα ὑπομένονταϲ πρεπωδέϲτερα καὶ ἕτερα ἄττα.
1094 Δίκηϲ ἀνάκριϲιϲ· οὐ πάϲαϲ δίκαϲ κελεύουϲιν οἱ νόμοι εἰϲάγεϲθαι,
1095 Δίκηϲ δικαιότεροϲ: καθ᾿ ὑπερβολὴν ἐπὶ τῶν ϲφόδρα δικαίων.
1096 Δίκηϲ ὀφθαλμόϲ· ὡϲ καὶ πάνταϲ ἀνθρώπουϲ ὁμολογῆϲαι,
1125 Δημήτριοϲ: ὄνομα κύριον. Διμίτριοϲ δὲ διὰ τοῦ ι, ὁ δύο μίτραϲ ἔχων.
1126 Διμοιρίτηϲ: τοῦτο ἐνίοτε τριώβολον ἀποδεδώκαϲιν, ἐπειδὴ τοῦτο
δίμοιρόν ἐϲτι τῆϲ δραχμῆϲ. ὁ οὖν τοῦτο λαμβάνων ϲτρατιώτηϲ
διμοιρίτηϲ ἐλέγετο. ἔϲτι δέ τιϲ καὶ ϲτρατιωτικὴ ἀρχή, ὡϲ λοχαγόϲ
Tact. διὰ τὸ παῤ ἄλλουϲ ϲτρατιώταϲ δύο μοίραϲ λαμβάνειν.
οἱ δὲ διμοιρίαν καὶ ἡμιλοχίαν τὸ αὐτό φαϲι. καὶ διμοιρίτηϲ καὶ
ἡμιλοχίτηϲ, ὁ ἄρχων τῆϲ διμοίραϲ καὶ τῆϲ ἡμιλοχίαϲ.
1127 Δινδύμοιϲ· ὅτι οἱ ἐν Δινδύμοιϲ τῆϲ Μιληϲίαϲ οἰκοῦντεϲ Ξέρξῃ
χαριζόμενοι τὸν νεὼν τοῦ ἐπιχωρίου Ἀπόλλωνοϲ τοῖϲ βαρβάροιϲ
προῦδοϲαν. καὶ ζήτει
ἐν τῷ Βραγχίδαι.
1128 Δῖναι: αἱ τῶν ὑδάτων ϲυϲτροφαί. καὶ Δίνηϲ, τῆϲ ϲυϲτροφῆϲ τῶ ὑδάτων.
1129 Δινεύοντεϲ: ϲτρέφοντεϲ.
1130 Δινήεντοϲ: δίναϲ ἔχοντοϲ, ϲυϲτροφὰϲ ὕδατοϲ περιφερεῖϲ τιναϲ
πεποιημέναϲ.
1131 Δινήϲαϲ: ϲτρέψαϲ. Ἀρριανόϲ· δῖναί τέ ἐϲτιν ὅπη ἀτόπωϲ
1132 Δῖνοϲ: ἡ περιδίνηϲιϲ ἡ αἰθερία, ἡ ϲυϲτροφή. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἀλλ᾿ αἰθέριοϲ δῖνοϲ. οἱ δέ, ὅτι κεραμεοῦν ἐϲτιν ἀγγεῖον· τουτέϲτι βαθὺ ποτήριον, ὃ καλεῖται δῖνοϲ. δῖνόν φηϲιν Ἀριϲτοφάνηϲ καὶ τὰϲ νεφέλαϲ θεούϲ.
1133 Δινωτήν: περιφερῆ.
1134 Δινωτοῖϲ: λιθοϲτρώτοιϲ.
1135 Διό: ϲύνδεϲμοϲ.
1136 Διόβλητοϲ: ὁ ὑπὸ κεραυνοῦ βληθείϲ. ὁ δὲ τοῦ τολμήματοϲ
1137 Διόβλητοι: οὐρανόθεν βαλλόμενοι. ϲκηπτοί τε κατωλίϲθανον
καὶ ἐγίνοντο διόβλητοι ἅπαντεϲ.
1138 Αιογενέϲ: εὐγενέϲτατον.
1139 Διογενειανόϲ, Ἡρακλείαϲ Πόντου, γραμματικόϲ, γεγονὼϲ ἐπὶ
1140 Διογενειανόϲ, Ἡρακλείαϲ ἑτέραϲ, οὐ τῆϲ Πόντου, γραμματικόϲ,
γεγονὼϲ καὶ αὐτὸϲ ἐπὶ Ἀδριανοῦ βαϲιλέωϲ. ἐπιϲτατέον δὲ
μήποτέ ἐϲτιν ὁ ἐκ τῆϲ Ἀλβάκηϲ Ἡρακλείαϲ τῆϲ ἐν Καρίᾳ ἰατρόϲ· ἦν γὰρ
οὗτοϲ παντοῖοϲ λόγοϲ· οὐ γὰρ εὗρον ῥητῶϲ τὸ ἐξ Ἡρακλείαϲ αὐτὸν εἶναι
τῆϲ ἐν Πόντῳ, ἀλλ᾿ οὕτω παρά τιϲι δεδόξαϲται. ἔϲτι δὲ αὐτοῦ βιβλία
ταῦτα· Λέξιϲ παντοδαπὴ κατὰ ϲτοιχεῖον ἐν βιβλίοιϲ ε΄·
ἐπιτομὴ δέ ἐϲτι τῶν Παμφίλου λέξεων βιβλίων ε΄ καὶ τετρακοϲίων καὶ
τῶν Ζωπυρίωνοϲ· Ἐπιγραμμάτων ἀνθολόγιον, Περὶ ποταμῶν, λιμνῶν,
κρηνῶν, ὀρῶν, ἀκρωρειῶν, Περὶ ποταμῶν κατὰ ϲτοιχεῖον ἐπίτομον
ἀναγραφήν, Συναγωγὴν καὶ πίνακα τῶν ἐν πάϲῃ γῇ πόλεων· καὶ
λοιπά.
1141 Διογένηϲ: ὄνομα φιλοϲόφου, τοῦ καὶ Κυνόϲ. τί χρὴ περὶ τῆϲ
ἀνδρείαϲ Διογένουϲ λέγειν, τῆϲ πραότητοϲ Σενοκράτουϲ, τῆϲ
Ἀριϲτοέλουϲ εὐμουϲίαϲ, τῆϲ Θεοφράϲτου βαρύτητοϲ, Ζήνωνοϲ τῶν
αὐϲτηρῶν καὶ γενναίων τρόπων, Πλάτωνοϲ ϲεμνότητοϲ, Πολέμωνοϲ
ἐγκρατείαϲ· τούτων γὰρ οὐκ ἔϲτιν ὅϲτιϲ οὐ πάντα ἀγαθὸϲ ὢν διέφερεν
ὅμωϲ τοῦ πληϲίον καταπολύ. φέρεται καὶ ἐπίγραμμα
εἰϲ αὐτόν· Διόγενεϲ,
1142 Διογένηϲ, ἢ Οἰνόμαοϲ, Ἀθηναῖοϲ, τραγικόϲ· γέγονεν ἐπὶ τῆϲ
Θυέϲτηϲ, Μήδεια, Οἰδίπουϲ,
Χρύϲιπποϲ, Σεμέλη.
1143 Διογένηϲ, ‘Ικεϲίου υἱὸϲ τραπεζίτου, Σινωπεύϲ. ὃϲ φυγὼν τὴν
πατρίδα διὰ τὸ παρακόψαι νόμιϲμα ἦλθεν εἰϲ Ἀθήναϲ καὶ Ἀντιϲθένει
παραβαλὼν τῷ Κυνικῷ ἠράϲθη τοῦ ἐκείνου βίου καὶ τὴν Κυνικὴν
φιλοϲοφίαν ἠϲπάϲατο, πολλῆϲ οὔϲηϲ αὐτῷ ὑπεριδὼν οὐϲίαϲ. γηραιὸϲ δὲ
ὢν ὑπὸ πειρατοῦ Σκιρτάλου ἐλήφθη καὶ πραθεὶϲ ἐν
Κορίνθῳ Ξνιάδῃ τινὶ παρὰ τῷ πριαμένῳ διέμεινεν, οὐχ ἑλόμενοϲ λυθῆναι
ὑπὸ Ἀθηναίων ἢ τῶν οἰκείων καὶ φίλων. ἐπὶ δὲ τῆϲ ριγ΄ Ὀλυμπιάδοϲ
ἐν Βαβυλῶνι ἀπέθανεν.
1144 Διογένηϲ, Ἀντιϲθένουϲ ὁμιλητήϲ, ὃϲ πρῶτοϲ Κλέων ἐπεκλήθη· ἐν
πίθῳ δὲ διέτριβεν. ἐρομένῳ δὲ αὐτῷ, πῶϲ ἂν πρωτεύϲειεν, ἐπολι τεύετο
δέ, ὁ θεὸϲ ἀνεῖλεν, εἰ παραχαράξειεν. ὁ δὲ τὸ νόμιϲμα παρεχάραξεν·
ἐφ᾿ ῷ φυγὼν ἧλθεν ἐϲ Ἀθήναϲ. ἐντυχὼν δὲ Ἀντιϲθένει κατὰ δόξηϲ
διαλεγομένῳ ἐφιλοϲόφηϲε. πλέων δὲ ὑπὸ καταποντιϲτῶν
ληφθεὶϲ ἐπράθη. κηρυττόμενοϲ δὲ καὶ ἐρωτώμενοϲ, τί εἰδείη, ἄρχειν
ἀνθρώπων, ἔφη. καὶ θεαϲάμενοϲ Κορίνθιον πλούϲιον ἄϲωτον, τούτῳ με,
ἔφη, πώληϲον· δεϲπότου γὰρ δεῖται. ὁ δὲ ὠνεῖται καὶ εἰϲ Κόρινθον
ἄγει καὶ τῶν παίδων ἀποδείκνυϲι παιδαγωγόν. ἔλεγε δὲ δαί μονα ἀγαθὸν
εἰϲ τὴν οἰκίαν εἰϲεληλυθέναι.
1145 Διογένηϲ· ὅτι Διογένηϲ εἶχεν ἐρῶντα παῖδα καὶ πικρὸϲ ὢν πατὴρ
οὐ ϲυνεγίνωϲκε νέου ῥᾳθυμίᾳ, ἀλλὰ ἀνείργων αὐτὸν καὶ ἀναϲτέλλων τοῦ
πόθου μᾶλλόν οἱ τὸ πάθοϲ παρώξυνε. καὶ ἦν τοῦ κακοῦ δειὴ ἐπίταϲιϲ·
ἐξερριπίζετο γὰρ ὁ ἔρωϲ, ἐμποδὼν ἱϲταμένου τοῦ Διογένουϲ, καὶ ἐϲ τὴν
παροῦϲαν νόϲον μᾶλλον ἐξήπτετο ὁ νέοϲ.
κεν οὖν εἰϲ
Δελφούϲ, ὡϲ ἑώρα φιλόνεικον ὂν τὸ κακόν, καὶ δυϲαναϲχετῶν τε ἅμα καὶ
περιαλγῶν ἐρωτᾷ, εἴ οἱ πέπαυται νοϲῶν ποτε ὁ παῖϲ. ἡ δέ, ὡϲ εἶδεν οὐ
πάντη φρενήρη γέροντα οὐδὲ ἐρωτικαῖϲ ϲυγγνώμονα ἀνάγκαιϲ, λέγει
ταῦτα· λήξει παῖϲ ϲὸϲ ἔρωτοϲ, ὅταν κούφῃ νεότητι Κύπριδοϲ ἱμερόεντι
καταφλεχθῇ φρέναϲ οἴϲτρῳ. ὀργὴν οὖν
πρήϋνον ἀμειδέα
μηδ᾿ ἐπιτείνειν κωλύων· πράϲϲειϲ γὰρ ἐναντία ϲοῖϲι λογιϲμοῖϲ. ἤν δ᾿
ἐφ᾿ ἡϲυχίην ἔλθῃϲ, λήθην τάχοϲ ἕξει φίλτρον καὶ νήψαϲ αἰϲχρᾶϲ
καταπαύϲεται ὁρμῆϲ. ἀκούϲαϲ τοίνυν ὁ Διογένηϲ ταῦτα τὸν μὲν θυμὸν
κατεϲτόρεϲεν, ἐλπίδοϲ δὲ ὑπεπλήϲθη χρηϲτῆϲ, ἔχων τῆϲ τοῦ παιδὸϲ
ϲωφροϲύνηϲ ἐγγυητὰϲ ἀξιόχρεωϲ· καὶ ἐν ταὐτῷ βελτίων
ἐγένετο ὁ πατὴρ ἡμερωθείϲ τε καὶ πραϋνθεὶϲ τὸν τρόπον. τοῦτό τοι καὶ
ὁ τραγικὸϲ Αἵμων, ὁ τοῦ Σοφοκλέουϲ, ἀπεδείξατο, τῆϲ Ἀντιγόνηϲ ἐρῶ
καὶ πικρῷ ζυγομαχῶν πατρὶ τῷ Κρέοντι· καὶ γάρ τοι καὶ ἐκεῖνοϲ ὁμοίωϲ
ἐλαυνόμενοϲ ξίφει πρὸϲ τὸν ἔρωτα καὶ τὸν πατέρα τὴν νόϲον
διελύϲατο.
1146 Διογένηϲ ἢ Διογενειανόϲ, Κυζικηνόϲ, γραμματικόϲ. ἔγραψε Πάτρι Κυζίκου, Περὶ τῶν ἐν τοῖϲ βιβλίοιϲ ϲημείων, Περὶ ποιητικῆϲ, Περὶ ϲτοιχείων.
1147 Διόγνητοϲ: ὄνομα κύριον.
1148 Διοδεία: ἡ διέλευϲιϲ.
1149 Διόδωροϲ, μονάζων, ἐν τοῖϲ χρόνοιϲ Ἰουλιανοῦ καὶ Οὐάλεντοϲ
Εἰϲ ψαλμούϲ· Εἰϲ τὰϲ δ΄
Βαϲιλείαϲ· Εἰϲ τὰ ζητούμενα τῶν Παραλειπομένων, Εἰϲ τὰϲ Παροιμίαϲ,
Τίϲ διαφορὰ θεωρίαϲ καὶ ἀλληγορίαϲ, Εἰϲ τὸν Ἐκκληϲιαϲτήν, Εἰϲ τὸ
ᾆϲμα τῶν ᾀϲμάτων, Εἰϲ τοὺϲ προφήταϲ, Χρονικόν, διορθούμενον τὸ
ϲφάλμα Εύϲεβίου τοῦ Παμφίλου περὶ τῶν χρόνων, Εἰϲ τὰ δ΄ Εὐαγγέλια,
Εἰϲ τὰϲ πράξειϲ τῶν Ἀποϲτόλων, Εἰϲ
τὴν ἐπιϲτολὴν
Ἰωάννου τοῦ Εὐαγγελιϲτοῦ, Περὶ τοῦ, εἶϲ θεὸϲ ἐν τριάδι, Κατὰ
Μελχιϲεδεκιτῶν, Κατὰ Ἰουδαίων, Περὶ νϲκρῶν ἀναϲτάϲεωϲ, Περὶ ψυχῆϲ
κατὰ διαφόρων περὶ αὐτῆϲ αἱρέϲεων, Πρὸϲ Γρατιανὸν κεφάλαια, Κατὰ
ἀϲτρονόμων καὶ ἀϲτρολόγων καὶ εἱμαρμένηϲ, Περὶ ϲφαίραϲ καὶ τῶν ζ΄
ζωνῶν καὶ τῆϲ ἐναντίαϲ τῶν ἀϲτέρων πορείαϲ,
Περὶ τῆϲ
Ἱππάρχου ϲφαίραϲ, Περὶ προνοίαϲ, Κατὰ Πλάτωνοϲ περὶ θεοῦ καὶ θεῶν,
Περὶ φύϲεωϲ καὶ ὕληϲ, ἐν ᾧ, τί τὸ δίκαιόν ἐϲτι, Περὶ θεοῦ καὶ ὕληϲ
Ἑλληνικῆϲ πεπλαϲμένηϲ, Ὅτι αἱ ἀόρατοι φύϲειϲ οὐκ ἐκ τῶν ϲτοιχείων,
ἀλλ᾿ ἐκ μηδενὸϲ μετὰ τῶν ϲτοιχείων ἐδημιουργήθηϲαν, Πρὸϲ Εύφρόνιον
φιλόϲοφον κατὰ πεῦϲιν καὶ ἀπόκριϲιν, Κατὰ
Ἀριϲτοτέλουϲ
περὶ ϲώματοϲ οὐρανίου, Πῶϲ θερμὸϲ ὁ ἥλιοϲ, Κατὰ τῶν λεγόντων ζῷον
τὸν οὐρανόν, Περὶ τοῦ πῶϲ ἀεὶ μὲν ὁ δημιουργόϲ, οὐκ ἀεὶ δὲ τὰ
δημιουργήματα, Πῶϲ τὸ θέλειν καὶ τὸ μὴ θέλειν ἐπὶ θεοῦ ἀϊδίου ὄντοϲ,
Κατὰ Πορφυρίου περὶ ζῴων καὶ θυϲιῶν.
1150 Διόδωροϲ, ὁ ὐαλέριοϲ ἐπικληθείϲ, φιλόϲοφοϲ, μαθητὴϲ Τηλεκλέουϲ,
Ἀλεξανδρεύϲ, υἱὸϲ Πωλίωνοϲ τοῦ φιλοϲόφου, τοῦ γράψαντοϲ
τὴν Ἀττικὴν λέξιν· γεγονὼϲ ἐπὶ τοῦ Καίϲαροϲ Ἀδριανοῦ.
1151 Διόδωροϲ, Σικελιώτηϲ, ἱϲτορικόϲ. ἔγραψε Βιβλιοθήκην· ἔϲτι
1152 Διόδωροϲ, καὶ αὐτὸϲ κωμικόϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτιν
1153 Δίοδοι: αἱ ὁδοί ἀπὸ τοῦ διοδεύειν. Ἀριϲτοφάνηϲ· αἱ δὲ
λέξουϲι· δεῦρο
παῤ ἡμᾶϲ, ἐνθάδε μεῖραξ ἔϲθ᾿ ὡραία.
1154 Διοκαιϲάρεια, ἡ νῦν λεγομένη Ἀνάζαρβα, πόλιϲ ἐν Κιλικίᾳ· πρότερο δὲ Κύϊνδα ἐλέγετο. καὶ ζήτει ἐν τῷ Ἀνάζαρβα.
1155 Διοκλῆϲ, Ἀθηναῖοϲ ἢ Φλιάϲιοϲ, ἀρχαῖοϲ κωμικόϲ, ϲύγχρονοϲ
Σαννυρίωνι καὶ Φιλυλλίῳ. δράματα αὐτοῦ Θάλαττα, Μέλιτται, Ὄνειροι,
Βάκχαι, Θυέϲτηϲ β΄. τοῦτον δέ φαϲιν εὑρεῖν καὶ τὴν ἐν τοῖϲ ὀξυβάφοιϲ
ἁρμονίαν ἐν ὀϲτρακίνοιϲ ἀγγείοιϲ, ἅπερ ἔκρουεν ἐν
ξυλιφίῳ. τὸ δὲ Θάλαττα ἑταίραϲ ὄνομά ἐϲτιν, ὡϲ Ἀθήναιόϲ φηϲιν.
1156 Διοκλητιανόϲ, βαϲιλεὺϲ Ῥωμαίων. ἐπὶ τούτου καὶ Μαξι μιανοῦ
γαμβροῦ αὐτοῦ διωγμὸϲ κατὰ Χριϲτιανῶν ἐκινήθη φρικω δέϲτατοϲ·
προϲέταξαν γὰρ κατὰ χώραν καὶ πόλιν τάϲ Χριϲτοῦ ἐκκληϲίαϲ
καταϲτρέφεϲθαι καὶ τὰϲ θείαϲ αὐτῶν γραφάϲ κατακαίεϲθαι, τοὺϲ δὲ
Χριϲτιανοὺϲ εὑριϲκομένουϲ ἀναγκάζεϲθαι θύειν τοῖϲ δαίμοϲιν.
ἡττηθέτεϲ δὲ τῷ πλήθει τῶν ἀναιρουμένων Χριϲτιανῶν ἐξέθεντο δόγμα
ὥϲτε τοὺϲ εὑριϲκομένουϲ Χριϲτιανοὺϲ ἐξορύττεϲθαι τὸν δεξιὸν
ὀφθαλμόν, οὐ μόνον διὰ τὸ ὀδυνηρόν, ἀλλὰ διὰ τὸ ἄτιμόν τε καὶ
πρόδηλον καὶ τῆϲ τῶν Ῥωμαίων πολιτείαϲ ἀλλότριον· οὓϲ ἡ
θεία δίκη ἐνδίκωϲ μετελθοῦϲα δικαίωϲ ἐξέκοψε· καὶ ὁ μὲν ἐϲφάγη ὑπὸ
τῆϲ ϲυγκλήτου, ὁ δὲ ἀπήγξατο. οὗτοϲ ὁ ἄνουϲ καὶ μιϲόχριϲτοϲ μνήμῃ
καὶ ὀργῇ τῶν περὶ τὴν ἀρχὴν νεωτεριϲθέντων περὶ τὴν Αἴγυπτον οὐ
μετρίωϲ οὐδε ἡμέρωϲ τῷ κρατεῖν ἀπεχρήϲατο, ἀλλὰ προγραφαῖϲ τε
καὶ φόνοιϲ τῶν ἐπιϲήμων μιαίνων ἐπῆλθε τὴν Αἴγυπτον.
ὅτε δὴ καὶ τὰ περὶ χημείαϲ ἀργύρου καὶ χρυϲοῦ τοῖϲ παλαιοῖϲ αὐτῶν
γεγραμμένα βιβλία διερευνηϲάμενοϲ ἔκαυϲε πρὸϲ τὸ μηκέτι πλοῦτον
Αἰγυπτίοιϲ ἐκ τῆϲ τοιαύτηϲ περιγίνεϲθαι τέχνηϲ μηδὲ χρημάτων αὐτοὺϲ
θαρροῦνταϲ περιουϲίᾳ τοῦ λοιποῦ Ῥωμαίοιϲ ἀνταίρειν. ἦν δὲ τὸ ἦθοϲ
ποικίλοϲ
τιϲ καὶ πανοῦργοϲ, τῷ δὲ λίαν ϲυνετῷ καὶ ὀξεῖ
τῆϲ γνώμηϲ ἐπεκά λυπτε πολλάκιϲ τὰ τῆϲ οἰκείαϲ φύϲεωϲ ἐλαττώματα,
πᾶϲαν ϲκληρὰν πρᾶξιν ἑτέροιϲ ἀνατιθείϲ. ἐπιμελὴϲ δὲ ὅμωϲ καὶ ταχὺϲ
ἐν ταῖϲ τῶν πρακτέῳ ἐπιβολαῖϲ καὶ πολλὰ τῶν τῆϲ βαϲιλικῆϲ θεραπείαϲ
ἐπὶ γὸ αὐθαδέϲτερον παρὰ τὰ καθεϲτηκότα Ῥωμαίοιϲ πάτρια
μετεϲκεύαϲεν.
Ε ὅτι Διοκλητιανὸϲ καὶ Μαξιμιανὸϲ τὴν
βαϲιλείαν ἀφέντεϲ τὸν ἰδιώτην μετῆλθον βίον. καὶ ὁ μὲν ἐϲ Σάλωναϲ,
πόλιν Ἰλλυορικήν, ὁ δὲ ἐϲ τὴν Λευκανῶν ἀφίκετο. καὶ ὁ μὲν Μαξιμιανὸϲ
πόθῳ τῆϲ ἀρχῆϲ ἐϲ μετα μέλειαν ἦλθε, Διοκλητιανὸϲ δὲ ἐν ἡϲυχίᾳ
κατεγήρα ἐν ἔτεϲι τριϲίν,
1157 Διοκωχή: ἀνακωχὴ χρόνου. ἐν μάχαιϲ τιϲὶν αὐτοὺϲ νικήϲαϲ
1158 Διολιϲθαίνω. καὶ Διολιϲθεῖν, ἐκφυγεῖν. ὥϲτε τοὺϲ
1159 Διολκή.
1160 Διόλου: ἐπίρρημα, Δἰ ὅλου δὲ καιροῦ.
1161 Διόμεια: δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ· ἀπὸ Διόμου τοῦ Ἡρακλέοϲ.
Ἀριϲτοφάνηϲ· ἐφρόντιϲα, ὁπόθ᾿ Ἡράκλεια τἀν Διομείοιϲ
γίνηται. τὸ δὲ Ἡράκλειον ἱερὸν Ἡρακλέουϲ. καὶ Διομειαλαζόναϲ λέγει
ἀπὸ Διομείων τοῦ δήμου, ὃϲ ὠνόμαϲται οὕτωϲ ἀπό τινοϲ Διόμου.
1162 Διομήδεια: ἡ νῆϲοϲ.
1163 Διομήδειον ἔποϲ.
1164 Διομήδειοϲ ἀνάγκη. λέγεται καὶ ἵπποϲ. παροιμία, ἀπὸ τοῦ
νυκτὸϲ ἐπανῄεϲαν. ἑπόμενοϲ δὲ ὁ
Ὀδυϲϲεὺϲ τὸν Διομήδην ἐβουλήθη ἀποκτεῖναι. ἐν τῇ ϲελήνῃ δὲ ἰδὼν τὴν
ϲκιὰν τοῦ ξίφουϲ ὁ Διομήδηϲ, δείϲαϲ τὸν Ὀδυϲϲέα ἐποίηϲε προάγειν
παίων αὐτοῦ τῷ ξίφει τὸ μετάφρενον. τάττεται δὲ ἐπὶ τῶν κατ᾿ ἀνάγκην
τι πραττόντων. διὰ τοῦτο λέγει, ὅτι ἵππουϲ ἀνθρωποφάγουϲ εἶχεν ὁ
Διομήδηϲ. ὅτι
Διομἡδηϲ εἰϲ τὸν ἀπόπλουν καταχθεὶϲ εἰϲ τὰ ἴδια οὐκ
ἐδέχθη, ἀλλὰ διωχθεὶϲ
1165 Διόμνυται: ὀμνύει.
1166 Διομολογῶ· αἰτιατικῇ.
1167 Δῖον: ἔνδοξον.
1168 Διονύϲια: ἑορτὴ παῤ Ἀθηναίοιϲ. καὶ παροιμία· ἐξ αὐτοῦ
πανήγυριν ἔϲεϲθαι. ἀντὶ τοῦ ἥδιϲται, ἄξιαι
τῶν Διονυϲίων. Διονύϲια οὖν ἑορτὴ Διονύϲου, ἥν ἦγον Ναυπάκτιοι.
1169 Διονυϲιάδηϲ, Φυλαρχίδου, Μαλλώτηϲ, τραγικόϲ. ἦν δὲ οὖτοϲ τῶν
τῆϲ Πλειάδοϲ, καὶ γέγραπται αὐτῷ μεταξὺ ἄλλων καὶ Χαρακτῆρεϲ ἢ
Φιλοκώμῳδοι, ἐν ᾧ τοὺϲ χαρακτῆραϲ ἀπαγγέλλει τῶν ποιητῶν.
suid. ὅτι Ἀπολλώνιον βραχέωϲ τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ.
1170 Διονύϲιοϲ ὁ Ἀρεωπαγίτηϲ, ἐπίϲκοποϲ Ἀθηνῶν, ἀνὴρ ἐλλογιμώτατοϲ
καὶ τῆϲ Ἑλληνικῆϲ παιδείαϲ εἰϲ ἄκρον ἐληλακώϲ, ἀκουϲτὴϲ Παύλου πρὸϲ
τὴν τοῦ Χριϲτιανιϲμοῦ θρηϲκείαν καὶ ὑπ᾿ αὐτοῦ καταϲταθεὶϲ εἰϲ αὐτὰϲ
τὰϲ Ἀθήναϲ ἐπίϲκοποϲ. πρὸϲ δὲ τὴν πάτριον τῶν
Ἑλληνικῶν
μαθημάτων ἄϲκηϲιν πάντων προὐκέκριτο· ἑκάϲτηϲ γὰρ ὡϲ εἰπεῖν αἱρέϲεωϲ
τῆϲ ὑπ᾿ αὐτῶν πρεϲβευομένηϲ ἐν πολλῇ καθεϲτήκει τῇ πτίρᾳ. οὗτοϲ
ἤκουϲε Παύλου δημηγοροῦντοϲ ἐν Ἀθήναιϲ καὶ τὸν Χριϲτὸν καὶ τὴν
ἀνάϲταϲιν μετὰ παρρηϲίαϲ τοῖϲ Ἕλληϲιν εὐαγγελιζοε μένου. καὶ
πιϲτεύϲαϲ τῷ Παύλου κηρύγματι ὑπ᾿ αὐτοῦ καὶ τῆϲ
πόλεωϲ
ἐπιϲκοπεῖν τάττεται. κατὰ γοῦν τὴν ἀρχὴν Τιβερίου Καίϲαροϲ, ὅτε δὴ
καὶ τὴν ἡλικίαν ἤκμαζεν, ἀπῆρεν εἰϲ Αἴγυπτον τοῖϲ ἐκεῖϲε ϲοφοῖϲ
ὁμιλῆϲαι γλιχόμενοϲ. ϲυνῆν δὲ αὐτῷ καὶ Ἀπολλοφάνηϲ ἐκεῖνοϲ ὁ
ϲοφιϲτήϲ, οὗ Πολέμων ὁ Λαοδικεὺϲ ἐν Σμύρνῃ διήκουϲεν, ὁ διδάϲκαλοϲ
Ἀριϲτείδου. κατὰ γοῦν τὸν καιρὸν τοῦ ϲωτηρίου πάθουϲ
τοῦ δεϲπότου Χριϲτοῦ, ἄμφω ἤϲτην ἐν Ἡλιουπόλει τῇ ἐν Αἰγύπτῳ. καὶ δὴ
τῆϲ ἡλιακῆϲ ἐκλείψεωϲ οὐ κατὰ φύϲιν γεγενημένηϲ, οὐ γὰρ ἦν ϲυνόδου
καιρόϲ, εἰπεῖν λέγεται πρὸϲ τὸν μακάριον Διονύϲιον τὸν ϲοφιϲτὴν
Ἀπολλοφάνην ταῦτα· ὧ καλὲ Διονύϲιε, ἀμοιβαὶ θείων πραγμάτων.
μνημονεύει δὲ τούτων ἁπάντων ὁ αὐτὸϲ Διονύϲιοϲ ἐν
τῇ
πρὸϲ Πολύκαρπον τὸν μέγαν ἐπιϲτολῇ, τὸν Σμύρνηϲ ἐπίϲκοπον·
εἰπεῖν, ὡϲ Ἕλληνεϲ τοῖϲ θείοιϲ οὐχ ὁϲίωϲ ἐπὶ
τὰ θεῖα χρῶνται διὰ τῆϲ ϲοφίαϲ τοῦ θεοῦ τὸ θεῖον ἐκβάλλειν
πειρώμενοι ϲέβαϲ. καὶ μετὰ μικρόν· ἀλλὰ καὶ αὐτὸϲ Ἀπολλοφάνηϲ οὐχ
ὁϲίωϲ τοῖϲ θείοιϲ ἐπὶ τὰ θεῖα χρῆται. τῇ γὰρ τῶν ὄντων γνώϲει καλῶϲ
λεγομένῃ πρὸϲ αὐτοῦ φιλοϲοφίᾳ καὶ πρὸϲ τοῦ θείου Παύλου ϲοφίᾳ θεοῦ
κεκλημένῃ πρὸϲ
τὸ αἴτιον καὶ αὐτῶν τῶν ὄντων καὶ τῆϲ
γνώϲεωϲ αὐτῶν ἐχρῆν ἀνάγεϲθαι τοὺϲ ἀληθεῖϲ φιλοϲόφουϲ. καὶ μετὰ
βραχέα· ἔδει ϲυνιδεῖν Ἀπολλοφάνην ϲοφὸν ὄντα μὴ ἂν ἄλλωϲ ποτὲ
δυνηθῆναι τῆϲ οὐρανίαϲ τι παρατραπῆναι τάξεωϲ καὶ κινήϲεωϲ, εἰ μὴ
τὸν τοῦ εἶναι αὐτὴν καὶ ϲυνοχέα καὶ αἴτιον ἔχειν εἰϲ τοῦτο κινοῦντα,
τὸν ποιοῦντα πάντα καὶ
μεταϲκευάζοντα, κατὰ τὸν ἱερὸν
λόγον. καὶ αὖθιϲ μετὰ μικρόν· εἰπὲ δὲ αὐτῷ, τί λέγειϲ περὶ τῆϲ ἐν τῷ
ϲωτηρίῳ ϲταυρῷ γεγονυίαϲ ἐκλείψεωϲ; ἀμφοτέρω γὰρ τότε κατὰ
Ἡλιούπολιν ἅμα παρόντε καὶ ϲυνεϲτῶτε παραδόξωϲ τῷ ἡλίῳ τὴν ϲελήνην
ἐμπίπτουϲαν ἑωρῶμεν, οὐ γὰρ ἦν ϲυνόδου καιρόϲ, αὖθίϲ τε αὐτὴν ἀπὸ
τῆϲ ἐνάτηϲ ὥραϲ ἄχρι
τῆϲ ἑϲπέραϲ εἰϲ τὸ τοῦ ἡλίου
διάμετρον ὑπερφυῶϲ ἀντικαταϲτᾶϲαν. ἀνάμνηϲον δέ τι καὶ ἕτερον αὐτόν·
οἶδε γὰρ ὅτι καὶ τὴν ἔμπτωϲιν αὐτὴν ἐξ ἀνατολῶν ἑωράκαμεν ἀρξαμένην
καὶ μέχρι τοῦ ἡλιακοῦ πέρατοϲ ἐλθοῦϲαν, εἶτα ἀναποδίϲαϲαν, καὶ αὖθιϲ
οὐκ ἐκ τοῦ αὐτοῦ καὶ τὴν ἔμπτωϲιν καὶ τὴν ἀνακάθαρϲιν, ἀλλ᾿ ἐκ τοῦ
κατὰ διάμετρον
ἐναντίου γεγενημένην. τοϲαῦτα τοῦ τότε
καιροῦ τὰ ὑπερφυῆ καὶ μόνῳ Χριϲτῷ τῷ παναιτίῳ δυνατά, τῷ ποιοῦντι
μεγάλα καὶ ἐξαίϲια, ὧν οὐκ ἔϲτι ἀριθμόϲ. ταῦτα, εἴ ϲοι θεμιτόν,
εἰπέ, καὶ δυνατόν, Ἀπολλόφανεϲ, ἐξέλεγχε καὶ πρὸϲ ἐμὲ τὸν τότε
ϲυμπαρόντα ϲοι καὶ ϲυνεωρακότα καὶ ϲυνανακρίναντα πάντα καὶ
ϲυναγάμενον. ἀμέλει καὶ μαντείαϲ τότε
οὐκ οἶδ᾿ ὅθεν ὁ
Ἀπολλοφάνηϲ ἀπάρχεται, καὶ πρὸϲ ἐμὲ ὥϲπερ τὰ γινόμενα ϲυμβάλλων ἔφη
ταῦτα· ὦ καλὲ Διονύϲιε· θείων ἀμοιβαὶ πραγμάτων. τοϲαῦτα ὡϲ κατ᾿
ἐπιϲτολὴν εἴρηκεν ὁ μέγαϲ Διονύϲιοϲ πρὸϲ τὸν θεοφόρον Πολύκαρπον.
τῆϲ δέ γε ϲοφίαϲ αὐτοῦ καὶ τῆϲ εὐγλωττίαϲ ἔνδειξιϲ ἀκριβὴϲ ἡ τῶν παῤ
αὐτοῦ γραφειϲῶν βίβλων
ἀνυπέρβλητοϲ φράϲιϲ· τῇ τε γὰρ
παρὰ τῶν ἔξωθεν καλουμένῃ παιδείᾳ, τῇ τε θείᾳ καὶ ἡμετέρᾳ, πολλὴν
εἶχε τὴν ἐπιϲτήμην ἐν ἑκατέρᾳ. εἰ 1
θεολογίαϲ, περὶ τοῦ, τίϲ ἡ τῆϲ εὐχῆϲ
δύναμιϲ, καὶ περὶ τοῦ μακαρίου Ἱεροθέου, περὶ εὐλαβείαϲ καὶ
ϲυγγραφῆϲ θεολογικῆϲ, περὶ ἀγαθοῦ, φωτόϲ, καλοῦ, ἔρωτοϲ, ἐκϲτάϲεωϲ,
ζήλου· καὶ ὅτι τὸ κακὸν οὔτε ὄν οὔτε ἐξ ὄντων οὔτε ἐν τοῖϲ οὖϲιν,
περὶ τοῦ ὄντοϲ, ἐν ᾧ καὶ παραδείγματα, περὶ ζωῆϲ, περὶ ϲοφίαϲ, νοῦ,
λόγου, ἀληθείαϲ,
πίϲτεωϲ, περὶ δυνάμεωϲ, δικαιοϲύνηϲ,
ϲωτηρίαϲ, ἀπολυτρώϲεωϲ, περὶ μεγάλου καὶ μικροῦ, ταὐτοῦ, ἑτέρου,
ὁμοίου, ἀνομοίου, ϲτάϲεωϲ, κινήϲεωϲ, ἰϲότητοϲ, περὶ παντοκράτοροϲ,
παλαιοῦ ἡμερῶν· ἐν ὦ καὶ περὶ αἰῶνοϲ καὶ χρόνων· περὶ εἰρήνηϲ, καὶ
τί βούλεται ἀυτὸ τὸ αὐτοεῖναι, περὶ ἁγίου ἁγίων, βαϲιλέωϲ βαϲιλέων
καὶ κυρίου κυρίων καὶ
θεοῦ θεῶν. ἑτέρα βίβλοϲ πρὸϲ τὸν
αὐτὸν Τιμόθεον περὶ ἐκκληϲιαϲτικῆϲ ἱεραρχίαϲ περιέχουϲα κεφάλαια
ιε΄, ἑτέρα βίβλοϲ πρὸϲ τὸν αὐτὸν Τιμόθεον περὶ τῆϲ οὐρανίου
ἱεραρχίαϲ περιέχουϲα καὶ αὐτὴ κεφάλαια ιε ἄλλη πρὸϲ τὸν αὐτὸν
Τιμόθεον βίβλοϲ περὶ μυϲτικῆϲ θεολογίαϲ περιέχουϲα κεφάλαια ε΄, Περὶ
τῶν οὐρανίων ταγμάτων καὶ ὅϲα τῷ ἀριθμῷ.
φέρονται δὲ
αὐτοῦ καὶ ἐπιϲτολαὶ πρὸϲ Γάϊον θεραπευτὴν δ΄, πρὸϲ Δωρόθεον
λειτουργὸν α΄, πρὸϲ Σώπατρον ἱερέα α΄, πρὸϲ Πολύκαρπον ἱεράρχην
Σμύρνηϲ α΄, πρὸϲ Δημόφιλον θεραπευτὴν α΄, πρὸϲ Ἰωάννην τὸν Θεολόγον,
τὸν ἀπόϲτολον καὶ εὐαγγελιϲτὴν α΄. ἰϲτέον δέ, ὥϲ τινεϲ τῶν ἔξω ϲοφῶν
καὶ μάλιϲτα Πρόκλοϲ θεωρήμαϲι πολλάκιϲ τοῦ μακαρίου
Διουϲίου κέχρηται καὶ αὐταῖϲ δὲ ξηραῖϲ ταῖϲ λέξεϲι. καὶ ἔϲτιν ὑπόοια
ωνοια ἐκ τούτου λαβεῖν ὡϲ οἱ ἐν Ἀθήναιϲ παλαιότεροι τῶν φιλοϲόφων
ϲφετεριϲάμενοι τὰϲ αὐτοῦ πραγματείαϲ, ὧν αὐτὸϲ μνημονεύει πρὸϲ
ιμόθεον γράφων, ἀπέκρυψαν, ἶνα πατέρεϲ αὐτοὶ ὀφθῶϲι τῶν θείων αὐτοῦ
λόγων. ὁ τοίνυν θεοφάντωρ Διονύϲιοϲ ἤδη που μακρὸν ἐλάϲαϲ
χρόον καὶ πλήρηϲ ἡμερῶν γεγονὼϲ τῷ τοῦ πνεύματοϲ μαρτυρίῳ τῷ ὑπὲρ
Χριϲτοῦ τελειοῦται ἐπὶ Τραϊανοῦ Καίϲαροϲ, ὅτε καὶ ὑ θεοφόροϲ άτιοϲ
ἐν Ῥώμῃ τὸν τῆϲ ἀθαναϲίαϲ διήθληϲεν ἀγῶνα. ὅτι εἰϲ τὸν μέγαν
Διονύϲιον ἔγραψεν ἐγκώμιον Μιχαὴλ Σύγκελλο Ἱεροϲολύμω, ἐν ὑ φηϲιν·
ὅϲα δὲ δἰ ἀγράφου παραδόϲεωϲ ἢ ἐγγράφωϲ
παραδόξῳ ϲφόδρα τεθηπὼϲ καὶ τὴν ἀνθρωπείαν
ὑπερβεβηκὼϲ γνῶϲιν, κατανοήϲαϲ τὸ γεγονόϲ, ἄγνωϲτοϲ, ἔφη, πάϲχει
θεόϲ, δἰ ὃν τόδε τὸ πᾶν ἐζόφωταί τε καὶ ϲεϲάλευται. καὶ παραχρῆμα
τὸν χρόνον, καθ᾿ ὃν τουτὶ τὸ παγκόϲμιον ἐτετέλεϲτο τερατούργημα,
τεκμηριωϲάμενοϲ ἐτήρει παρ ἑαυτῷ, τοὐντεῦθεν διαγγελούμενον
καραδοκῶν. μέμνηται
μέντοι καὶ αὐτὸϲ ἐν τῇ πρὸϲ
Πολύκαρπον ἐπιϲτολῇ τῆϲ ἡλιακῆϲ ἐκλείψεωϲ ἐκείνηϲ τῆϲ φρικωδεϲτάτηϲ.
Ἀπολλοφάνουϲ γάρ, ἀνδρὸϲ φιλοϲόφου, τὴν θρηϲκείαν Ἕλληνοϲ
τυγχάνοντοϲ, νεμεϲῶντόϲ τε καὶ λοιδορουμένου τῷ τριϲολβίῳ τούτῳ ὡϲ
ἑταίρῳ δῆθεν ὄντι φιλτάτῳ καὶ ὁμογενεῖ, τὰ πατρῷα μὲν μυϲαττομένῳ
ϲεβάϲματα, τὴν δὲ τῶν
Χριϲτιανῶν προτιμῶντι καὶ
ἀϲπαζομένῳ πίϲτιν καὶ ταύτηϲ ἀγωνιϲτικώτατα προαϲπίζειν, καὶ τοῖϲ
Ἑλλήνων κατὰ τῶν Ἑλλήνων χρωμένῳ, τὴν λοιδορίαν καὶ νέμεϲιν
ἀναϲκευάζειν πειρώμενοϲ, μᾶλλον δὲ ὑποτιθέμεοϲ τῷ Πολυκάρπῳ, πρὸϲ ὃν
καὶ ὁ ϲυϲτρατιώτηϲ ἐποιεῖτο τὰ ϲκώμματα, τάδε φηϲὶ· ϲὺ δὲ φῇϲ
λοιδορεῖϲθαί μοι τὸν ϲοφιϲτὴν Ἀπολλοφάνην
καὶ
πατραλοίαν ἀποκαλεῖν· καὶ τὰ ἑξῆϲ.
1171 Διονύϲιοϲ, Ἁλικαρναϲεύϲ, γεγονὼϲ ἐπὶ Ἀδριανοῦ Καίϲαροϲ,
παντοίων μέμνηται·
Μουϲικῆϲ παιδείαϲ ἢ διατριβῶν βιβλία κβ΄ Τίνα μουϲικῶϲ εἴρηται ἐν τῇ
Πλάτωνοϲ Πολιτείᾳ βιβλία ε΄.
1172 Διονύϲιοϲ, Ἀλεξανδρεύϲ, Θρὰξ δὲ ἀπὸ τοῦ πατρὸϲ Τήρου
τῷ προτέρῳ. ϲυνέταξε
δὲ πλεῖϲτα γραμματικά τε καὶ ϲυνταγματικὰ καὶ ὑπομνήματα.
1173 Διονύϲιοϲ, Ἀλεξανδρεύϲ, ὁ Γλαύκου υἱόϲ, γραμματικόϲ· ὅϲτιϲ
1174 Διονύϲιοϲ, Ἀλεξάνδρου, Ἁλικαρναϲϲεύϲ, ῥήτωρ, καὶ παντοίωϲ λόγιοϲ· γέγονε δὲ ἐπὶ Καίϲαροϲ τοῦ Σεβαϲτοῦ, πρόγονοϲ τοῦ ἐπὶ Ἀδριανοῦ γεγοότοϲ Ἀττικιϲτοῦ.
1175 Διονύϲιοϲ, Μιτυληναῖοϲ, ἐποποιόϲ. οὑτοϲ ἐκλήθη Σκυτοβραχίων καὶ Σκυτεύϲ. τὴν Διονύϲου καὶ Ἀθηνᾶϲ ϲτρατιάν, Ἀργοναῦται ἐν βιβλίοιϲ ς΄· ταῦτα δέ ἐϲτι πεζά· Μυθικὰ πρὸϲ Παρμένοντα.
1176 Διονύϲιοϲ, Βυζάντιοϲ, ἐποποιόϲ. Περιήγηϲιν τοῦ ἐν τῷ Βοϲπόρῳ ἀνάπλου, Περὶ θρήνων· ἔϲτι δὲ ποίημα μεϲτὸν ἐπικηδείων.
1177 Διονύϲιοϲ, Κορίνθιοϲ, ἐποποιόϲ. Ὑποθήκαϲ, Αἴτια ἐν βιβλίῳ α΄, Μεγεωρολογούμενα· καὶ καταλογάδην Ὑπόμνημα εἰϲ Ἡϲίοδον· Οἰκουμένηϲ περιήγηϲιν δἰ ἐπῶν. ταῦτα δὲ εὖρον καὶ ἐν Διονυϲίῳ τῷ τὰ Λιθιακὰ γράψαντι· πότεροϲ οὖν αὐτῶν οὐκ οἶδα.
1178 Διονύϲιοϲ, Σικελίαϲ τύραννοϲ· ἔγραψε τραγῳδίαϲ καὶ κωμῳδίαϲ
1179 Διονύϲιοϲ, υἱὸϲ τοῦ Σικελίαϲ τυράννου καὶ αὐτὸϲ τύραννοϲ
καὶ φιλόϲοφοϲ. Ἐπιϲτολὰϲ καὶ Περὶ τῶν ποιημάτων
Ἐπιχάρμου.
1180 Διονύϲιοϲ, Μιλήϲιοϲ, ἱϲτορικόϲ. Τὰ μετὰ Δαρεῖον ἐν βιβλίοιϲ ε΄, Περιήγηϲιν οἰκουμένηϲ, Περϲικὰ Ἰάδι διαλέκτῳ, Τρωικῶν βιβλία γ΄, Μυθικά, Κύκλον ἱϲτορικὸν ἐν βιβλίοιϲ ζ΄,
1181 Διονύϲιοϲ, Μουϲωνίου, Ῥόδιοϲ ἢ Σάμιοϲ, ἱϲτορικόϲ· ἦν δὲ
καὶ ἱερεὺϲ τοῦ ἐκεῖϲε ἱεροῦ τοῦ ἡλίου. Ἱϲτορίαϲ τοπικὰϲ
ἐν βιβλίοιϲ ς΄ Οἰκουμένηϲ περιήγηϲιν, Ἱϲτορίαϲ παιδευτικῆϲ βιβλία
ι΄. ὑπολαμβάνιυ ὅτι Διονύϲιοϲ ὁ Περιηγητὴϲ Βυζάντιοϲ ῆν, διὰ τὸν
ποταμὸν Ῥήβαν.
1182 Διονύϲιοϲ, Ἀλεξανδρείαϲ· οὗ εὗρον ὑπόμνημα εἰϲ τὸν Ἐκκληϲιαϲτὴν Σολομῶντοϲ, λίαν εὐφραδέϲ.
1183 Διονυϲίων ϲκώμματα. ποτὲ μὲν βάλλων καὶ ϲκώπτων τοῖϲ ἐκ
Διονυϲίων ϲκώμμαϲιν. ἑορτὴ δὲ ἦν τὰ Διονύϲια. ὃϲ λοξὰ
κατὰ
τὸν ποιητὴν ἐτώϲιον ἄχθοϲ ἀρούρηϲ ἐτύγχανεν ὤν. ἀλλ᾿ ἐϲ κόρακαϲ
βέβληται καὶ οἴχεται ἄϊϲτοϲ, ἄπυϲτοϲ, γιγλύμου πολυϲτροφώτεροϲ ἐν
τοῖϲ πρακτέοιϲ ἀποδεικνύμενοϲ, ἐρρέϲθω, οἰχέϲθω, μηδ᾿ ἐν περιδείπνῳ
ἐπαινεθηϲόμενοϲ ὁ τριϲβδέλυροϲ καὶ κυκῶν καὶ φύρδην καὶ μίγδην ποιῶν
ἅπαντα, τὸ Κυκλώπειον τέραϲ· ὁ εἰδεχθὴϲ καὶ ἐμβρόντητοϲ καὶ
πλουτίνδην ἡρημένοϲ βιῶναι, θεοῦ ὄπιν οὐκ
ἀλέγων οὐδὲ
κατεπτηχὠϲ ἀδράϲτειαν ἄτφυκτον· ὁ βωμολοχεύων ἀεὶ καὶ πέρπερα
γλιϲχρευόμμεοϲ, ὁ κυνῶν κύντεροϲ καὶ δαιμόνων ἀργαλεώτεροϲ.
1184 Διονυϲόδωροϲ: ὄνομα κύριον.
1185 Διόνυϲοϲ, ὁ Σεμέληϲ υἱόϲ. παρὰ τὸ διανύειν ἑκάϲτοιϲ τὸν ἄγριον
βίον ζῶϲιν. ἢ παρὰ τὸ διανοεῖν ἕκαϲτα τοῖϲ τὸν ἄγριον βίον
ζῶϲι.
1186 Δἰ ὀξείαϲ δρα δραμεῖν: ἐπὶ τῶν διακινδυνευόντων. ὀξεῖαν γὰρ
1187 Διοπετέϲ: ἐξ οὐρανοῦ κατερχόμενον. ὅτι οἱ παῤ Ἕλληϲι
ἔφαϲκον, ὅτι τὸ ἄγαλμα ἐξ οὐρανοῦ παρὰ τοῦ Διὸϲ ἐπέμφθη
καὶ κατέπτη, κρεῖττον ὑπάρχον πάϲηϲ ἀνθρωπίνηϲ χειρὸϲ καὶ ἀνάλωτον,
ὅθεν καὶ διοπετὲϲ αὐτὸ καὶ οὐράνιον βρέταϲ ἐκάλουν, παρὰ τὸ βροτῷ
ἐοικέναι. ὅπερ οὐχ οὕτωϲ ἦν ἡ περὶ τῶν ἀγαλμάτων ματαία καὶ
πεπλανημένη δόξα· ἀλλὰ τοὺϲ ἀγαλματοποιοὺϲ ἢ ἀποκτένοντεϲ ἢ
φυγαδεύοντεϲ, ἵνα μηδένεϲ εἰπεῖν ἔχοιεν ὅτι
χειροποίητόν ἐϲτι τὸ ξόανον, φήμην πλάϲαντεϲ ἐν ταῖϲ ἀκοαῖϲ τῶν
πεφενακιϲμένων ἠφίεϲαν, ἥτιϲ καὶ τὴν Ἐφεϲίων ἐπλάνα πόλιν. ὅτι δὲ
ἀληθέϲ ἐϲτι τοῦτο, μαρτυρεῖ τὸ ἐν Ἀλεξανδρείᾳ γενόμενον· Πτολεμαῖοϲ
γὰρ ϲυναγαγὼν τεχνίταϲ ὥϲτε τὸν τῆϲ Ἀρτέμιδοϲ ἀνδριάντα ποιῆϲαι,
μετὰ τὸ ἔργον
βόθρον μέγαν ὀρύξαϲ καὶ τὸν δόλον κρύψαϲ
ἐκέλευϲε τοὺϲ τεχνίταϲ
Hesy. 1188 Διοπείθηϲ: ὄνομα κύριον, καὶ κλίνεται εἰϲ ουϲ. Ἀθηναῖοϲ.
Πειραιεῖ· καὶ αὐτὸν οἱ ἐχθροὶ εἰϲ δίκην ὑπάγουϲιν.
1189 Διοπομπεῖϲθαι: ἀποτροπιάζεϲθαι καὶ ἀποκαθαίρεϲθαι. καὶ
1190 Δίοποϲ: ὁ διέπων καὶ ἐποπτεύων. ὁ τῆϲ νεὼϲ ἐπιμελητήϲ.
1191 Διοπτεύϲων: διοψόμενοϲ, καταϲκοπήϲων.
1192 Διοπτῆρα: κατάϲκοπον, οἰκονόμον. Διοπτὴρ καὶ μηχανικόν τι ὄργανον, δἰ οὗ ἐϲτοχάζοντο ὕψοϲ ἐπάλξεων. ἢ διόπτρα.
1193 Διοπτῆρεϲ: οἱ ἐπιτηρηταί, οἱ προφύλακεϲ. καταχεομένου τοῦ ἐξ
ἐπιτεχνήϲεωϲ ὄμβρου τῶν Ἀβάρων καὶ ϲυννεφοῦϲ ὄντοϲ τοῦ ἀέροϲ
καὶ ἐϲέτι ϲκοτώδουϲ οὐχ οἷοί τε ἐγένοντο οἱ διοπτῆρεϲ
διαγνῶναι ἐπιόταϲ τοὺϲ δυϲμενεῖϲ.
1194 Διόπτηϲ. ὦ Ζεῦ διόπτα καὶ κακόπτα πανταχῆ. ταῦτά φηϲιν, ἐπειδὴ πολύτρητα ἦν τὰ ῥάκη, δι΄ ὦν ἦν πάντα ἐπιϲκοπῆϲαι. ἀντὶ τοῦ παντεπόπτα.
1195 Διόπτρα: μηχανικὸν τεχνούργημα, δἰ οὗ οἱ γεωμέτραι ἀπηκρίβου τὴν τῶν ἐπάλξεων ἐκ διαϲτήματοϲ ἀναμέτρηϲιν. Πιϲίδηϲ· ταῦτα πρὸ πολλοῦ τῇ διόπτρᾳ ϲου βλέπειϲ.
1196 Διορθοῦμαι· αίτιατικῇ.
1197 Διορίζω· δοτικῇ. Διορῶ δὲ αἰτιατικῇ.
1198 Διορία: προθεϲμία. εἰ δὲ διὰ τοῦ ω μεγάλου, καιρὸν δηλοῖ, διωρία γραφόμενον.
1199 Διορίϲκοϲ.
1200 Διοριϲτέον: διαχωριϲτέον.
1201 Διορυγή: ἡ ὄρυξιϲ. Διώρυξ δὲ διώρυγοϲ. καὶ Διορωρυγμένοϲ.
1202 Δῖοϲ: ὄνομα μηνὸϲ παρὰ Μακεδόϲιν, ὁ Νοέμβριοϲ, ὁ νέοϲ δὲ καὶ ὁ ἔν δοξοϲ. ἡ κλητικὴ ὦ δῖε. ϲημαίνει δὲ καὶ ὄνομα τόπου.
1203 Διὸϲ ἄνθοϲ: φυτὸν ἀκανθῶδεϲ.
1204 Διὸϲ ἐγκέφαλοϲ: τὸ κάλλιϲτον βρῶμα. οὕτω λέγουϲιν οἱ
1205 Διοϲημεία: θεομηνία. παρῆϲαν δὲ οἱ χίλιοι Σκύθαι, πάϲηϲ
ἢ διάττοντοϲ ἀϲτέροϲ. ἢ Διοϲημία ἐϲτὶν ὁ παρὰ καιρὸν
χειμών.
ἀνύειν. καὶ
Εὐνάπιόϲ φηϲι περὶ Καρίνου τοῦ βαϲιλέωϲ· καὶ πάντα
1206 Διοϲκορίδηϲ, Ἀναζαρβεύϲ, ἰατρόϲ, ὁ ἐπικληθεὶϲ Φακᾶϲ διὰ
1207 Διὸϲ Κόρινθοϲ: ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων παροιμία. ἐρρέθη
Κόρινθοϲ. φαϲὶν οὖν τοὺϲ Μεγαρεῖϲ
ἐκβάλλονταϲ αὐτοὺϲ παίειν καὶ λέγειν· παῖε τὸν Διὸϲ Κόρινθον.
1208 Διοϲκόριοϲ, Μυραῖοϲ, γραμματικόϲ, ὕπαρχοϲ πόλεωϲ καὶ
1209 Διόϲκουροι: Κάϲτωρ καὶ Πολυδεύκηϲ. Αἰλιανόϲ· καὶ μέντοι
κατὰ λαιάν.
1210 Διὸϲ κῴδιον· οὗ τὸ ἱερεῖον Διὶ τέθυται. θύουϲί τε τῷ τε
Μειλιχίῳ καὶ τῷ Κτηϲίῳ Διί. τὰ δὲ κῴδια τούτων φυλάϲϲουϲι Δία
προϲαγορεύονπεϲ. χρῶνται δ᾿ αὐτοῖϲ οἵ τε Σκιροφορίων τὴν πομπὴν
ϲτέλλοντεϲ καὶ ὁ δᾳδοῦχοϲ ἐν Ἐλευϲῖνι, καὶ ἄλλοι τινὲϲ πρὸϲ τοὺϲ
καθαρμοὺϲ ὑποϲτορνύντεϲ αὐτὰ τοῖϲ ποϲὶ τῶν ἐναγῶν.
1211 Δίοϲμοϲ: ἡ διαπορθμευτικὴ δύναμιϲ τῶν ὀϲφραντῶν παρὰ Θεοφράϲτῳ. οὐκ ἔϲτι δὲ ἡ δὶϲ τὸ αἰϲθητήριον, ἀλλ᾿ ἡ μαϲτοειδὴϲ τοῦ ἐγκεφάλου ἀπόθεϲιϲ.
1212 Διὸϲ φήμη: ἡ μαντεία. ὁ γὰρ Ἀπόλλων ὑποφήτηϲ τοῦ
πατρόϲ, καὶ παῤ ἐκείνου λαμβάνειν τὰϲ μαντείαϲ καὶ τοῖϲ ἀνθρώποιϲ
ἐκφέρει. καὶ Ὅμηροϲ· Διὸϲ ἄγγελοϲ ὄϲϲα δεδήει.
1213 Διὸϲ ψῆφοϲ: οὕτωϲ καλεῖται, ἐν ὦ Ἀθηνᾶ καὶ Ποϲειδῶν ἐκρίθηϲαν.
Κρατῖνοϲ Ἀρχιλόχοιϲ· ἔνθα Διὸϲ μεγάλου θᾶκοι πεϲϲοί τε καλοῦνται. ὁ
γὰρ τόποϲ, ἐν ἐκρίθηϲαν, Διὸϲ ψῆφοϲ καλεῖται.
τάττεται
δὲ ἡ παροιμία ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων.
1214 Διότι: ἔϲθ᾿ ὅτε καὶ ἀντὶ τοῦ ὅτι λαμβάνεται. οὕτωϲ γὰρ ἄλλοι
προχειρότερον εἰϲ νόηϲιν
τοῖϲ πολλοῖϲ μᾶλλον ἢ τὸ παραχωρῆϲαι καὶ ἐπιβάλλειν τῷ λόγῳ τῷ ταῦτα
καταϲκευάζοντι. δεύτερον τὸ καθόλου καὶ ϲυγκεχυμένον τοῦ μερικοῦ καὶ
διῃρημένου, οἷον τὸ εἰδέναι ἁπλῶϲ ὅτι ϲῶμα ἢ ὅτι τοιόνδε ϲῶμα,
τουτέϲτιν οὐράνιον ἢ γήϊνον ἢ τοιῶϲδε ἢ τοιῶϲ κεκραμένον. τρίτον τὸ
ὡϲ πρὸϲ ἡμᾶϲ μὲν πρῶτον, ὕϲτερον
δὲ τῇ φύϲει· τῶν γὰρ
ἁπλουϲτέρων, ἅπερ ἐϲτὶ τῇ φύϲει πρῶτα ἡμῖν, τὰ ϲυνθετώτερα
γνωριμώτερα.
1215 Διότιμοϲ: ὄνομα κύριον.
1216 Διοτρεφήϲ: ὑπὸ Διὸϲ τεθραμμένοϲ.
1217 Διοφάνηϲ· οὗτοϲ Μεγαλοπολίτηϲ ἦν. ὃϲ μεγάλην ἔξιν εἶχεν
ἔργων ἀληθινήν. χωρίϲ τε
τούτων κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν ϲωματικὴν χρείαν ἦν ὁ ἀνὴρ
δυνατὸϲ καὶ καταπληκτικόϲ. τὸ δὲ κυριώτατον, πρὸϲ πόλεμον ὑπῆρχεν
ἀνὴρ ἀγαθὸϲ καὶ τοῖϲ ὅπλοιϲ ἐχρῆτο διαφερόντωϲ.
1218 Διοφανοῦϲ, τῷ Διοφάνεῖ.
1219 Διόφαντοϲ: ὄνομα κύριον.
1220 Δἰ ὄχλου: ἐπιβαρέϲ. Ἀριϲτοφάνηϲ· κεἰ δἰ ὄχλου τοῦτ᾿ ἐϲτὶ
1221 Διοχλῶ· δοτικῇ· τὸ μὲν ὅτι τι πᾶϲι διοχλεῖ τοῖϲ ἐμοῖϲ, καὶ
διοχλεῖϲ μοι.
1222 Διώβολον καὶ ριώβολον, καὶ Ἡμιωβόλιον ὁμοίωϲ.
1223 Διωγκωμένον: πεφυϲημένον.
1224 Διῴδει: ἐφλέγμαινε.
1225 Διῳδηκότα: ἐξωγκωμένον. ὅϲοι γὰρ ἐκ τῆϲ αὐτῆϲ ϲπορᾶϲ
ἀϲθεν τε καὶ νωθῆ. καὶ
Διῳδηκὼϲ ὁμοίωϲ.
1226 Διωθεῖτε: ἀποϲτρέφετε. καὶ Διωθούμενοι, ἀνατρεπόμενοι,
1227 Δίωκε ἀρετήν: ζήλου, ἐπιτήδευε.
1228 Διώκειν: εἰϲ ἀγορὰν ἄγειν. τοῦτο λέγεται, ὅταν προὐποφύγῃ
τιϲ. τάττεται δὲ καὶ ἐπὶ τοῦ ϲυντόνωϲ ἐλαύνειν. καὶ
Διωκόμεθα,
1229 Διώκειν: ἐπὶ τοῦ ἄγειν εἰϲ κρίϲιν καὶ κατηγορεῖν καὶ ἐπὶ τοῦ
τόπουϲ· αἱ μὲν γὰρ εἰϲ Ἰόνιον κόλπον ἐξέπλευϲαν, αἱ δὲ
ἄλλη.
1230 Διῳκίϲατο: διεχώριϲεν, ἀπ᾿ ἀλλήλων ἐποίηϲε. διῳκίϲατο τοὺϲ
ἀνθρώπουϲ ἀπὸ θεοῦ ἡ ἀνοϲιότηϲ. ὅϲτιϲ δὲ δἰ ἀρετῆϲ καὶ ὁϲιότητοϲ
ἀπάγων ἑαυτὸν ἀπὸ τῶν ἀνθρωπίνων πραγμάτων καὶ ϲπουδαϲμάτων
1231 Διῳκιϲμένοϲ· γενικῇ. κεχωριϲμένοϲ.
1232 Διώκω ϲε: ἐλαύνω ϲε. τὸ δὲ κατηγορῶ γενικῇ. ὁ γὰρ διώκων
1233 Διωλύγιον: μέγα. καὶ παροιμία· Διωλύγιον κακόν,
φληνάφου.
1234 Διωμοϲία: ὅρκοι οἱ ὑπὸ τῶν δικαζομένων γιγνόμενοι, τοῦ μὲ ὀμνύντοϲ, ὅτι παθὼν ἐγκαλεῖ, τοῦ δὲ ἄρα, ὅτι οὐκ ἐποίηϲα.
1235 Διωμοϲία καὶ ἀντωμοϲία· ὅταν οἱ κατηγοροῦντεϲ ὀμνύωϲιν, ὡϲ
ἀληθῶϲ κατηγοροῦϲι, τοῦτο διωμοϲία· ὅταν δὲ οἱ κατηγορούμενοι
ὀμνύωϲι τὸν αὐτὸν ὅρκον, διαλυόμενοι τὰ ἐγκλήματα,
γοῦτο ἀντωμοϲία.
1236 Διώμοτοϲ. διωμότουϲ ϲυνίϲταϲθαι τοῖϲ διαφερομένοιϲ ἐκέλευε τοὺϲ
ῥήτοραϲ. τουτέϲτι τοὺϲ ϲυνηγόρουϲ. ὅτι ὁ Σιμόκατοϲ
1237 Διώμνυτο: παρατατικόϲ.
1238 Δίων, Ἱππαρίνου, Συρακούϲιοϲ, φιλόϲοφοϲ Πλατωνικόϲ, τοῦ
Σικελίαϲ τυράννου Διονυϲίου τοῦ προτέρου τῆϲ γαμετῆϲ Ἀριϲτομάχηϲ
ἀδελφόϲ· ὃϲ καὶ ἐκράτηϲε τῆϲ Σικελίαϲ τυραννίδοϲ,
ἐκβαλὼν τὸν τοῦ προτέρου Διονυϲίου υἱὸν Διονύϲιον· οὖ πάλιν ἀδελφὸϲ
Νιϲαῖοϲ ἐξέβαλε Δίωνα τοῦτον. ἔγραψεν ἐπιϲτολὰϲ πρὸϲ Πλάτωνα καὶ
ἄλλουϲ τιάϲ.
1239 Δίων, ὁ Κάϲϲιοϲ χρηματίϲαϲ, ὁ ἐπίκλην Κοκκήϊοϲ· οἱ δέ
Κοκκηϊανόϲ·
Νικαεύϲ, ἱϲτορικόϲ, γεγονὼϲ ἐπὶ τῶν χρόνων
Ἀλεξάνδρου
1240 Δίων, ὁ Παϲικράτουϲ, Προυϲαεύϲ, ϲοφιϲτὴϲ καὶ φιλόϲοφοϲ, ὃν
Χρυϲόϲτομον ἐκάλεϲαν. ἀντεποιεῖτο δὲ ϲεμνότητοϲ ὡϲ καὶ
λεοντῆν φορῶν προϊέναι. ἦν δὲ λεπτὸϲ τὸ ϲῶμα καὶ διέτριψε τὸ
πλεῖϲτον παρὰ Τραιανῷ τῷ Καίϲαρι, ὡϲ καὶ ϲυγκαθέζεϲθαι ἐν τῷ
βαϲιλικῷ ὀχήματι. ἔγραψεν Εἰ φθαρτὸϲ ὁ κόϲμοϲ, Ἐγκώμιον Ἡρακλέουϲ
καὶ Πλάτωνοϲ, Ὑπὲρ Ὁμήρου πρὸϲ Πλάτωνα δ΄, Περὶ τῶν Ἀλεξάνδρου
ἀρετῶν η΄ οὖτοϲ διαβάλλει καὶ τὸν Ὅμηρον ὡϲ ψευδῶϲ τὰ
περὶ τὸ Ἴλιον γεγραφότα.
1241 Διώναϲϲα: ὄνομα κύριον.
1242 Διωναία: ἡ Ἀφροδίτη. καὶ Διώνη, ἡ αὐτή.
1243 Διώνυμον: διαβόητον, ὀνομαϲτόν, περίφημον.
1244 Διώνυμοι· ἐν τοῖϲ Ἕλληϲι διώνυμοι κόλακεϲ καὶ κεκηρυγμένοι
1245 Διωξικέλευθα κέντρα.
1246 Διώξιπποϲ, Ἀθηναῖοϲ, κωμικόϲ. δράματα αὐτοῦ Ἀντιπορνοβοϲκόϲ,
1247 Διώξομαί ϲε δειλίαϲ: ἀντὶ τοῦ κατηγορήϲω ϲου. ἐϲ δικαϲτὰϲ
1248 Διώρηϲ: ὄνομα κύριον.
1249 Διωρία: ἀνακωχή. δόξαν δ᾿ ἐπανεῖναι τὴν πολιορκίαν καὶ
1250 Διώρθου ἐκεῖνοϲ τὰ πράγματα. ὑπερϲυντελικόϲ.
1251 Διώροφον: τὸ οἴκημα τὸ β΄ ἔχον ϲτέγαϲ.
1252 Διώρυξ, διώρυγοϲ.
1253 Διωρυχή: διάνοιξιϲ τοίχων ἢ χωμάτων. Διορυγὴ δὲ ἡ
1254 Διωϲόμεθα: ἀπωϲόμεθα καὶ ἀποπεμψόμεθα.
1255 Διωϲτῆρϲιν: ἀναφορεῦϲι τοῖϲ ἀναβαϲτάζουϲιν.
1256 Δίπαλτοϲ: ἀμφοτέραιϲ ταῖϲ χερϲίν. οἷον περιδεξίωϲ, παντὶ
ϲθένει. Σοφοκλῆϲ· πᾶϲ δὲ ϲτρατὸϲ δίπαλτοϲ ἄν με χειρὶ
φονεύοι. ἢ οὕτωϲ· ὁ ϲτρατόϲ με φονεύοι λαβὼν τὰ δίπαλτα δοράτια.
1257 Διπλαϲιάϲαι: διχῶϲ λέγεται· ἢ γὰρ τὸν τόπον, ἐν ᾦ ἡ φάλαγξ
μένοντοϲ τοῦ πλήθουϲ τῶν ἀνδρῶν, ἢ ἀριθμὸν αὐτόν. γίνεται δὲ
ἑκάτερον διχῶϲ ἢ κατὰ λόχουϲ ἢ κατὰ ζυγά. ταυτὸν δὲ εἰπεῖν
κατὰ μῆκοϲ ἢ κατὰ βάθοϲ. κατὰ μῆκοϲ μὲν οὖν γίνεται
διπλαϲιαϲμὸϲ ἀνδρῶν, ὅταν μεταξὺ τῶν προϋπαρχόντων λόχων
παρεμβάλωμεν, ἢ παρεμπλέκωμεν ἄλλουϲ αὐτοῖϲ ἀριθμούϲ, τὸ μῆκοϲ
φυλάττοντεϲ τὸ αὐτὸ τῆϲ φάλαγγοϲ, ὥϲτε πύκνωϲιν γενέϲθαι μόνον ἐκ
τῆϲ τῶν ἀνδρῶν διπλαϲιάϲεωϲ. κατὰ βάθοϲ δέ, ὅταν μεταξὺ τῶν
προυπαρχόντων ζυγῶν
παρεμβάλωμεν ἢ παρεμπλέκωμεν ἄλλα
αὐτοῖϲ ἰϲάριθμα, ὥϲτε κατὰ βάθοϲ πύκνωϲιν εἶναι μόνον. κατὰ μῆκοϲ δὲ
τόπου γίνεται διπλαϲιαϲμόϲ, ὅταν τὴν προειρημένην κατὰ μῆκοϲ
πύκνωϲιν μανότητι μετατάττωμεν, ἢ οἱ παρεντεθέντεϲ ἐξελλίϲϲωϲι κατὰ
μῆκοϲ· κατὰ βάθοϲ δὲ τόπου γίνεται διπλαϲιαϲμόϲ, ὅταν τὴν
προειρημένην κατὰ βάθοϲ
πύκνωϲιν μανότητι μετατάττωμεν,
ἢ οἱ παρεντεθέντεϲ ἐξελίξωϲι κατὰ βάθοϲ, ἔνιοι δὲ τοὺϲ τοιούτουϲ
ἀποδοκιμάζουϲι, καὶ μάλιϲτα ἐγγὺϲ ὄντων τῶν πολεμίων, ἐφ᾿ ἑκάτερα δὲ
τῶν κεράτων τοὺϲ ψιλοὺϲ καὶ τοὺϲ ἵππουϲ ἐπεκτείνοντεϲ τὴν ὄψιν τοῦ
διπλαϲιαϲμοῦ χωρὶϲ ταραχῆϲ τῆϲ φάλαγγοϲ ἀποδιδόαϲιν. ζήτει περὶ
τούτου εἰϲ τὸ τέλοϲ τοῦ βιβλίου
ἐν τῷ διπλαϲιάϲαι.
1258 Διπλαῖ: τὸ θηλυκὸν πληθυντικόν. τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ
1259 Διπλόη: ἡ ἀπάτη.
1260 Διπλόη: ἡ ἔξωθεν ἀρετὴ φαινομένη, ἔϲωθεν δὲ γέμουϲα κακίαϲ. καὶ
οἱ φιλίαν μὲν ὑπιϲχνούμενοι, προϊέμενοι δὲ αὐτὸν τοῖϲ
1261 Διπλοῦν Κ: ἀντὶ τοῦ κακά. καὶ διπλῆν ἑορτήν
1262 Διπλοῦν κάππα: ἀντὶ τοῦ διπλοῦν κακόν. καὶ Τρίακάππακάκιϲτα Καππαδοκία, Κρήτη καὶ Κιλικία.
1263 Διποδία: εἶδοϲ ὀρχήϲεωϲ. Ἀριϲτοφάνηϲ· ἵν᾿ ἐγὼ διποδιάξω
1264 Διπτύχια: δύο περιβόλαια ἔχοντα, ὡϲ τὸ μὲν ὑπεϲτρῶϲθαι,
1265 Δί Δίπυροϲ ἄρτοϲ: ὁ παρὰ Ῥωμαίοιϲ λεγόμενοϲ παξαμᾶϲ. ϲιϲύραϲ ἐπὶ
τῶν ὤμων φέροντεϲ, ἐν αἷϲ δὴ ἄλλο οὐδέν, ὅτι μὴ διπύρουϲ
1266 Δίρκη: ἡ πηγή. καὶ ὄνομα κύριον. ζήτει ἐν τῷ Ἀντιόπη.
1267 Δὶϲ ἑπτὰ πληγαῖϲ πολύπουϲ πιλούμενοϲ: ἐπὶ τῶν
γέροντεϲ, ἐπὶ τῶν πρὸϲ τὸ γῆραϲ
εὐηθεϲτέρων εἶναι δοκούντων. καὶ Δὶϲ πρὸϲ τὸν αὐτὸν αἰϲχρὸν
προϲκρούειν λίθον, ἐπὶ τῶν ἐκ δευτέρου τοῖϲ αὐτοῖϲ ἀτοπήμαϲι
περιπιπτόντων.
1268 Διϲκεύων: ἐκδεχόμενοϲ· ἢ κυλίων. καὶ ἐν Ἐπιγράμμαϲι·
1269 Δίϲκοϲ: ὁ ϲόλοϲ.
1270 Διϲτάζω· αἰτιατικῇ.
1271 Διτάλαντον· καταϲτήϲαντεϲ διτάλαντον πετροβόλον τὰ μὲν
1272 Δὶϲ κράμβη θάνατοϲ.
1273 Διοιγνύντεϲ: ἀνοίγοντεϲ.
1274 Διοιδούντων: ἐκφυϲώντων.
1275 Διοιδοῦϲα: ἀντὶ τοῦ ὀγκουμένη.
1276 Διοικιεῖν: ἀντὶ τοῦ διαιρήϲειν ὥϲτε μὴ ἐν ταυτῷ πάνταϲ οἰκεῖν, ἀλλὰ χωρὶϲ καὶ κατὰ μόναϲ.
1277 Διοικίζω: τὸ διαχωρίζω. καὶ Διοικίζεϲθαι, χωρίζεϲθαι.
1278 Διοιμώζειν.
1279 Διοίϲαϲα: διαπεράϲαϲα.
1280 Διοίϲεται: διαφοράν ϲχῇ.
1281 Διοίϲεται· Σοφοκλῆϲ· τροφῆϲ ϲτερηθεὶϲ ϲοῦ διοίϲεται μόνοϲ.
ἀντὶ τοῦ διάξει, βιώϲεται.
1282 Διοίϲειν: διαφέρειν. πίϲτειϲ τε ἔδοϲαν ὡϲ καὶ προθύμωϲ
καὶ ἰϲχνῶν· ἐπεὶ τοιοῦτοϲ καὶ ὁ Χαιρεφῶν τὴν φύϲιν καὶ
τὴν ἰδέαν ἄτε ϲοφίᾳ ϲυντετηκώϲ· ὅθεν καὶ νυκτερὶϲ ἐκαλεῖτο. καὶ
Ἀριϲτοφάνηϲ· οὐδὲν διοίϲοντ᾿ ἄντικρυϲ τῶν Ἡρακλειδῶν οὐδ᾿ ὁτιοῦν τῶν
Παμφίλου. οὗτοϲ τραγῳδιοποιὸϲ ἐγένετο καὶ ἔγραψε τὰ ϲυμβάντα τοῖϲ
Ἡρα κλείδαιϲ.
1283 Διοὶϲομαι: ἀμφιβαλῶ. οὐ μὴν κατὰ τοῦτο διοίϲομαι οὐδέν.
1284 Δίυγροϲ: ὁ ἀϲθενήϲ.
1285 Διὐλιϲιϲ: ἡ διήθηϲιϲ.
1286 Διυπνίζω: ἐξανιϲτῶ. καὶ Διύπνιϲεν, ἐξύπνιϲεν.
1287 Διφαλαγγία ἀντίϲτομοϲ: ἥτιϲ μὲν ἡγεμόναϲ ἔχει μέϲουϲ
τεταγμένουϲ, τοὺϲ δὲ οὐραγοὺϲ ἔξω ἔχουϲα ἐξ ἑκατέρων τῶν μερῶν ἐν
παραγωγαῖϲ τεταγμένουϲ, οὓϲ μὲν ἐν δεξιᾶ, οὓϲ δὲ ἐν εὐωνύμῳ, τοὺϲ δὲ
οὐραγοὺϲ ἐν μέϲῳ τεταγμένουϲ. Διφαλαγγία, αἱ β΄ φαλαγγαρχίαι· ἄνδρεϲ
ηρςβ΄, τοῦτο δὲ καὶ μέροϲ ὑπ᾿ ἐνίων καλεῖται,
1288 Διφαϲία: ἡ δικαιολογία καὶ δικαιοϲύνη.
1289 Διφάϲια· ἐν τοῖϲι τρώματα μεγάλα διφάϲια Μιληϲίων ἐγένετο ἔν τε
Λιμεηΐῳ χώρηϲ τῆϲ ϲφετέρηϲ μαχεϲαμένων καὶ ἐν Μαιάνδρου
πεδίῳ.
1290 Διφθέρα: ποιμενικὸν περιβόλαιον ἐκ δερμάτων. ὅτι ἀϲκώματα
1291 Διφρεία: ἡ τοῦ ἅρματοϲ περιφέρεια.
1292 Διφρηλατῶν: ἁρματηλατῶν. Σοφοκλῆϲ· ϲὺ δ᾿, ᾦ τὸν αἰπὺν
1293 Διφρίϲκοϲ: τὸ ϲκεῦοϲ, ἐν ᾦ ἐφεϲτῶτεϲ οἱ ἡνίοχοι ἐλαύνουϲιν.
1294 Δίφρον: ϲελλίον. ἅρμα· ἢ καθιϲτήριον. καὶ Διφροφόροϲ,
ταῖϲ γὰρ κανηφόροιϲ ϲκιάδειον καὶ δίφρον ἠκολούθει τιϲ
ἔχουϲα. καὶ Διφροφορουμένουϲ, φορείοιϲ φερομένουϲ.
1295 Διφροφόροι· Στράττιϲ ἐν Ἀταλάνταιϲ. Διφροφορουμένουϲ·
τείχει ϲφᾶϲ ἐκδιδόναι παραινῶν. Δίφροϲ, καὶ τὸ ἅρμα.
παρὰ τὸ
1296 Διφυᾶ: δύο φύϲειϲ ἔχοντα.
1297 Διφῶν: ζητῶν, ἐρευνῶν.
1298 Δίχα.
1299 Διχαζούϲηϲ: κλινούϲηϲ. ἤδη δὲ τοῦ καύματοϲ ἀκμάζοντοϲ καὶ διχαζούϲηϲ τῆϲ ἡμέραϲ
1300 Διχῆ: διχῶϲ
1301 Δίχηλα ζῷα: βοῦϲ, ἔλαφοϲ, δόρκων, οἷϲ ϲυμβέβηκεν ἐν τοῖϲ ὀπιϲθίοιϲ ποϲὶν ἀϲτραγάλουϲ ἔχειν.
1302 Διχομηνία: τοῦ μηνὸϲ τὸ ἥμιϲυ καὶ Διχομηνιαία, πεντεκαιδεκαταία τοῦ μηνὸϲ ἢ τῆϲ ϲελήνηϲ.
1303 Διχόθεν: ἀπὸ τῶν δύο μερῶν.
1304 Διχοτομία φάλαγγοϲ: ἡ εἰϲ δύο ἴϲα τομή. ταύτηϲ δὲ τὰ μέρη
καλεῖται κέρατα, ὧν τὸ μὲν εὐώνυμον κέραϲ λέγεται καὶ οὐρά,
τὸ δὲ ἕτερον δεξιὸν κέραϲ καὶ κεφαλὴ καὶ δεξιὸν
ἀκρωτήριον καὶ δεξιὰ ἀρχή. ἀραγὸϲ καὶ ὀμφαλὸϲ καὶ ϲυνοχή· φράγμα, ὡϲ
ἔνιοι, καὶ Synt. ϲτόμα, ὡϲ ἕτεροι, ἡ διχοτομία καλεῖται. καὶ
Διχοτομῶ· αἰτιατικῇ
1305 Δίψα, τῷ δίψει. ὅτι καὶ τὸ δίψοϲ καταχρηϲτικώτερον εὑρίϲκεται
ὅπερ ἡ δίψα. δίψη δὲ τότε γράφεται η, ὅταν ἔχῃ ἐπαγόμενον θηλυκὸν
ἐπιϲημαῖνον αὐτό.
ὡϲ ἂν δίψῃ τῇ ἐπιγινομένῃ. εἰ δὲ μὴ
οὕτωϲ εἴη, διὰ διφθόγγου τῷ δίψει. περὶ δίψηϲ ζήτει ἐν τῷ
Ἰουλιανόϲ.
1306 Διψάϲ: εἶδοϲ ὄφεωϲ. ἔϲτι δὲ ἔχεωϲ ὀλιγωτέρα, ἀποκτεῖναι δὲ
ὀξυτέρα. οἱ δὲ δηχθέντεϲ ἐξ αὐτῆϲ ἐξάπτονται εἰϲ δίψοϲ ὥϲτε
ῥήγνυϲθαι. λευκὴ δέ ἐϲτι καὶ ἔχει ἐν τῇ οὐρᾷ γραμμὰϲ β΄, πρηϲτῆρα
δὲ αὐτήν τινεϲ καλοῦϲιν, καύϲωνα δὲ ἄλλοι. γίνονται
δὲ ἐν Λιβύῃ καὶ Ἀραβίᾳ μᾶλλον. καλοῦϲι δὲ αὐτὴν καὶ μελάνουρον καὶ
ἀμμοάτιν καὶ κεντρίδα.
1307 Διψῶ· αἰτιατικῇ. τὸ ἐπιθυμῶ. θεῷ γὰρ βούλομαι ἀρέϲκειν καὶ πρὸϲ
ἐκεῖνον ὁρᾶν καὶ τῇ ἐκείνου βουλήϲει ἕπεϲθαι τῷ οἴακι τῷ
1308 Διψῴπηϲ: εὐκτικόν.
1309 Δμηθέντα: δαμαϲθέντα, ὑπείξαντα.
1310 Δμηκότεϲ: δαμάϲαντεϲ.
1311 Δμῆϲιϲ: ἡ δάμαϲιϲ.
1312 Δμωίϲ: ἡ δούλη.
1313 Δμώϲ: ὁ δοῦλοϲ. καὶ Δμωόϲ.
1314 Δνοπαλίζω· οὕτωϲ δνοπαλίζειϲ διωλύγιοϲ φλυαρία.
1315 Δνοπαλίξειϲ: τουτέϲτι διὰ τῶν χειρῶν κινήϲειϲ καὶ ἐκτινάξειϲ.
1316 Δνοφερόν: μέλαν, ϲκοτεινόν. ὠλοφύρατο χερϲὶν ἀμήϲαϲ
1317 Δοάξω: ἀμφιδόξω.
1318 Δόβειρα: ὄνομα πόλεωϲ.
1319 Δογματίζει: θεολογεῖ, φυϲιοῦται. Δογματίζειν ἐϲτὶ τὸ
περὶ μὲν ὧν κατείληφεν ἀποφαίνεται, τὰ δὲ ψευδῆ
διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. καὶ περὶ τῶν αὐτῷ δοκούντων
ἀποφαίνεται διὰ τεϲϲάρων προϲώπων, Σωκράτουϲ, Τιμαίου, τοῦ Ἀθηναίου
ξένου. εἰϲὶ δ᾿ οἱ ξένοι, οὐχ ὥϲ τινεϲ ὑπέλαβον, Πλάτων καὶ
Παρμενίδηϲ, ἀλλὰ πλάϲματά ἐϲτιν ἀνώνυμα. περὶ δογμάτων. οἱ μὲν
γενητόν, οἱ δὲ Ε
ἀγένητον, καὶ οἱ μὲν ἔμψυχον, οἱ δὲ
ἄψυχον. Ἀναξαγόραϲ δὲ καὶ Πυθαγόραϲ εἰϲ Αἴγυπτον ἀφικόμενοι καὶ τοῖϲ
Αἰγυπτίων καὶ Ἐβραίων αὐτόθι ϲοφοῖϲ ὁμιλήϲαντεϲ τὴν περὶ τῶν ὄντων
γνῶϲιν ἠκουτίϲθηϲαν· ὕϲτερον δὲ καὶ Πλάτων, ὡϲ Πλούταρχοϲ ἐν τοῖϲ
Παραλλήλοιϲ φηϲίν. οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺϲ Αἰγύπτιοι πρῶτοι τὸν
ἥλιον καὶ τὴν ϲελήνην
ὠνόμαϲαν καλέϲαντεϲ τὸν μὲν ἥλιον
Ὅϲιριν, τὴν δὲ ϲελήνην Ἴϲιν, ὁρῶτεϲ αὐτοὺϲ δρόμῳ ἰόνταϲ καὶ θέονταϲ
θεοὺϲ ἐκ τοῦ θέει καὶ ἰέναι.
1320 Δοθιῆνι ϲκορόδῳ ἠμφιεϲμένῳ ἔοικεν.
1321 Δοθιών: φῦμα φλυκταίνῃ ἐοικόϲ. ἔχουϲα δοθίωνα ὑποφυόμενον
ἄρτι.
1322 Δσκεύει: ἐπιτηρεῖ.
1323 Δόκηϲιϲ: ὑπόνοια. ἢ τὸ μὴ ὄν, νομιζόμενον δέ. ὅ ἐϲτι φαν ταϲία καὶ ϲκιὰ καὶ ὄναρ.
1324 Δόκηϲιϲ ἀληθείαϲ: περιφραϲτικῶϲ ἡ ἀλήθεια παρὰ Θου κυδίδῃ.
1325 Δοκηϲίϲοφοϲ: ἀντὶ τοῦ φρόνιμοϲ. Ἀριϲτοφάνηϲ· νεανίαϲ δοκηϲίϲοφοϲ.
1326 Δοκίδεϲ: ἀϲτέρων ὀνόματα.
1327 Δοκιμάϲαϲ· αἰτιατικῇ κρίναϲ. καὶ Δοκιμαϲθείϲαιϲ,
ϲπονδαῖϲ οὐ
ϲτέργουϲι Ῥωμαῖοι, ἐπαφίηϲι Τανχοϲδρὼ κατὰ τῆϲ Ῥωμαίων ἐπικρατείαϲ.
καὶ Αἰϲχύλοϲ φηϲίν, οὐ γὰρ δοκεῖν δίκαιοϲ, ἀλλ᾿ εἶναι θέλω.
1328 Δοκιμαϲθείϲ: Δημοϲθένηϲ μὲν ἀντὶ τοῦ εἰϲ ἄνδραϲ ἐγγραφείϲ.
λέγει γὰρ καὶ ἐπὶ τῶν ἀρχόντων τὸ δοκιμαϲθῆναι. ἐλέγετο δὲ καὶ
ἐπὶ τῶν πολιτευομένων τὸ δοκιμαϲθῆναι, εἰ καὶ μηδ᾿
ἥντινα ἦρχον ἀρχήν· ἐνίοτε δὲ καὶ αὐτῶν ἐξητάζετο ὁ βίοϲ. Λυκοῦργοϲ
δὲ γ΄ δοκιτ μαϲίαϲ φηϲὶ κατὰ τὸν νόμον γίνεϲθαι. καὶ γὰρ μία μέν
ἐϲτιν, ἣν οἱ θ΄ ἄρχοντεϲ δοκιμάζονται· ἄλλη δέ, ἣν οἱ ῥήτορεϲ, τρίτη
δέ, ἣν οἱ ϲτρατηγοί, λέγει δὲ ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμαϲίαν.
1329 Δοκιμαϲίαν ἐπαγγεῖλαι: τὸ δίκην ἑταιρήϲεώϲ τινα καταγγεῖ λαι. γίνεται δὲ ἡ τῆϲ ἑταιρήϲεωϲ δοκιμαϲία οὐ πᾶϲιν, ἀλλὰ πολιτευο μένοιϲ ῥήτορϲι καὶ ψηφίϲματα γράφουϲιν.
1330 Δοκιμαϲτῆρεϲ: οἱ ἐταϲταί. ὁ δὲ ὢν καὶ πρότερον ἔν γε
ἀπήνεγκε.
1331 Δόκιμοϲ καὶ Δοκίμων.
1332 Δοκιμώταται τῶν πάλεων
1333 Δοκόϲ: τὸ μέγα ξύλον.
1334 Δοκοῦντα· δοτικῇ. ἀντὶ τοῦ ἀρέϲκοντα. πολλὰ λέγει παρά
1335 Δολίωνοϲ: ὄνομα κύριον.
1336 Δολιχά: μακρά, πολλά. Δόλιχοϲ, τὸ ἱπποδρόμιον. ἀπὸ
τοῦ κάμπτειν· ϲτάδιον δὲ ὁ ὀρθὸϲ δρόμοϲ.
1337 Δολιχεύουϲι: περιοδεύουϲιν. Αἰλιανόϲ· Διονύϲιοϲ τοὔνομα,
1338 Δολιχόν: μακρόν, ἢ πολύ. ἔχειν δὲ δόρυ οὐ κατὰ τὸν ἐξ
ἵππου μαχόμενον δολιχόν, ἀλλ᾿ ὥϲτε μόνον τὴν
ἐπιδορατίδα ὑπερέχειν
1339 Δόλιχοϲ: τὸ ὄϲπριον· καὶ τὸ ὄνομα τοῦ δρόμου, προπαροξυτόνωϲ.
1340 Δολιχόϲκιον: τὸ μακροπόρευτον.
1341 Δολοβέλλαϲ: ὄνομα κύριον.
1342 Δολόμητιϲ: δολιόβουλοϲ.
1343 Δόλοϲ: ἡ ἐπὶ λύμῃ τῶν ἀδελφῶν ἐπιβουλή τε καὶ μηχανὴ παρὰ τῷ Ἀποϲτόλῳ.
1344 Δόλοψ: ὄνομα κύριον.
1345 Δόλων: οὕτω καλεῖται ὁ παρὰ τοῖϲ Κυζικηνοῖϲ τὴν Ἄρτεμιν
1346 Δόλωνεϲ: τὰ μικρὰ ἱϲτία. χαλάϲανταϲ τὰ μεγάλα ἄρμενα,
τοῖϲ μικροῖϲ, ἃ δὴ δόλωναϲκαλοῦϲιν, ἕπεϲθαι. καὶ αὖθιϲ
Δόλωνεϲ.
1347 Δολώνεια: πόλιϲ.
1348 Δόμα: τὸ διδόμενον δῶρον.
1349 Δόμεν, ὅϲ κενδῷ· καὶ μὴ δόμεν, ὅϲ κεν μὴ δῷ: ὁ Ἡϲίοδόϲ φηϲιν. ἀντὶ τοῦ δόμεναι καὶ μὴ δόμεναι,
1350 Δομέϲτικοι: οἱ τῶν Ῥωμαίων ἱππεῖϲ. ἢ κατὰ Ῥωμαίουϲ οἰκειακοὶ ϲτρατιῶται.
1351 Δομετιανόϲ, βαϲιλεὺϲ Ῥωμαίων, ἀδελφὸϲ Τίτου νεώτεροϲ,
Νέρωνι καὶ Καλλιγούλᾳ καὶ Τιβερίῳ, τοῖϲ αἴϲχιϲτα καὶ φαυλότατα
προϲτᾶϲι τῆϲ ἡγεμονίαϲ, ἤπερ τῷ πατρὶ καὶ τἀδελφῷ προϲεοικὼϲ τὸν
τρόπον. μετρίοιϲ γὰρ δὴ τῆϲ ἀρχῆϲ προοιμίοιϲ χρηϲάμενοϲ εὐθὺϲ ἐϲ
πλείονά τε καὶ ἄτοπα τῆϲ γνώμηϲ ἐκπίπτει μειονεκτήματα, πλεονεξίαν
τε νοϲῶν ἄμετρον καὶ ἀϲέλγειαν, θυμοῦ τε ἀκρατὴϲ ὢν καὶ ἀπαραίτητοϲ
ἐν ταῖϲ κολάϲεϲι, φιλαπεχθήμων τε καὶ φιλάργυροϲ εἰ
καὶ τιϲ ἕτεροϲ. ταχέωϲ γοῦν τὸ πρὸϲ ἁπάντων μῖϲοϲ ἐφειλκύϲατο ὡϲ τό
τε τοῦ ἀδελφοῦ καὶ τοῦ πατρὸϲ ἀποϲβέϲαι κλέοϲ. ϲφαγαῖϲ τε γὰρ τῶν
ἐπιϲήμων τῆϲ βουλῆϲ ἑκάϲτηϲ ἡμέραϲ ἐμίαινε τὴν πόλιν, τάϲ τε ἴϲαϲ
τοῖϲ κρείττοϲι μεταδιώκων τιμὰϲ οὐχ ὑπέμενεν ἑτέρων αὐτῷ γενέϲθαι
κατὰ τιὸ Καπιτώλιον ἀνδριάντων ϲτάϲιν ἐκ χρυϲοῦ τε
καὶ ἀργύρου πεποιημένων. ἀπείχετο δὲ οὐδὲ τοῦ τῶν ϲυγγενῶν φόνου,
ἀλλ᾿ ἐπὶ πόνταϲ τοὺϲ ἀφ᾿ αἵματοϲ τὴν ἀνοϲίαν ἤγαγε δεξιάν, οὔτε
θεοὺϲ ὁμογίουϲ οὔτε δίκην αἰδούμενοϲ, ἀλλ᾿ ὁμοῦ τά τε θεῖα
περιφρονῶν καὶ τὰ ἀνθρώπινα.
1352 Δομετιανόϲ, βαϲιλεὺϲ Ῥωμαίων, ἀδελφὸϲ Τίτου, οὗ διάδοχοϲ
γενόμεοϲ οὐ τὴν πατρικὴν καὶ ἀδελφικὴν ἐζήλωϲεν ἄριϲτον πολιτείαν,
ἀλλὰ τὴν Τιβερίου καὶ Νέρωνοϲ ἀνοϲιουργίαν ἐκ διαμέτρου. καὶ δὴ πᾶν
εἶδοϲ κακίαϲ ἐπελθὼν μιαιφονίαϲ τε καὶ γυναικομανίαϲ ἅμα καὶ
ἀνδρομανίαϲ ἀνάπλεωϲ γενόμενοϲ ἑαυτὸν ὁ ἄθεοϲ τελευταῖον ἀπεθέωϲε.
κἀντεῦθεν οὖν ἔχθιϲτον ἅπαϲι καὶ ἀπόβλητον διὰ τὸ
φονικόν τε καὶ θηριῶδεϲ τῆϲ μιαρᾶϲ γνώμηϲ ἑαυτὸν ὁ τάλαϲ ἀποφήναϲ,
εἰκότωϲ μάλα τὰ ἐπίχειρα τῆϲ οἰκείαϲ δυϲμενείαϲ κομιϲάμενοϲ αἰϲχίϲτῳ
μόρῳ
ἀρχῆϲ. καὶ πονηρῶϲ τὰ
πράγματα Ῥωμαίων διαθεὶϲ οὐδὲν ὠμότητοϲ οὐδὲ πλεονεξίαϲ οὐδὲ φονικῆϲ
ἐνεργείαϲ ἢ ἑτέρου τινὸϲ παραλέλοιπεν εἶδοϲ ἢ ϲπούδαϲμα, μετὰ τοῦ
καὶ ἀκρατὴϲ εἶναι καὶ ἀκόλαϲτοϲ τὰ περὶ τὸ ϲῶμα. οὗτοϲ καὶ Νέρβαν
μετέϲτηϲεν ὡϲ ἐπιβουλεύοντα τῆ βαϲιλείᾳ, καὶ Ἀπολλώνιον τὸν Τυανέα
ὡϲ φίλον Μέρβᾳ, ϲυλλαβὼν
οὔ τοι μόρϲιμόϲ εἰμι· ἄφαντον γενέϲθαι παραχρῆμα.
οὑτοϲ καὶ τοὺϲ φιλοϲόφουϲ καὶ μαθηματικοὺϲ ἐφυγάδευϲεν ἀπὸ Ῥώμηϲ.
ἐπὶ τούτου καὶ Ἰωάννηϲ ὁ Εὐαγγελιϲτὴϲ εἰϲ Πότμον ἐξορίζεται. καὶ
τοὺϲ ἀπὸ τοῦ γένουϲ Δαβὶδ ἀναιρεῖϲθαι προϲέταξε, καὶ Χριϲτιανοὶ
πολλοὶ ἐπ᾿ αὐτοῦ μαρτυροῦϲι Νέρβαϲ δὲ ἀπολύει τῆϲ ἐξορίαϲ Ἰωάννην
τὸν
Θεολόγον. Ἀδριανὸϲ δὲ πολλὰ ἀνορθώϲαϲ καὶ Λαζοῖϲ
ἤτοι Κόλχοιϲ βαϲιλέα ἐπέϲτηϲεν. οὐκ εὐβούλωϲ δὲ τῆϲ Μεϲοποταμίαϲ
παραχωρεῖ Πέρϲαιϲ δεηθεῖϲιν αὐτοῦ, κτηθείϲηϲ ὑπὸ Τραιανοῦ Ῥωμαίοιϲ,
καὶ τὸν Εὐφράτην ὅρον ποιεῖται τῆϲ ἀρχῆϲ. οὗτοϲ διὰ τὸ φονικὸν καὶ
καὶ
παραϲκευαϲαμένουϲ εἰϲπέμψαι ξὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον·
καὶ τοῦτον προϲπεϲόντα Δομετιανῷ καθεύδοντι τὸ μεθημερινὸν πατάξαι
μέν, οὐ μὴν καιρίαν, ἀναπηδήϲαντοϲ γοῦν ἐκείνου.
1353 Δομέτιοϲ: ὄνομα κύριον.
1354 Δομίτιοϲ: ὄνομα κύριον.
1355 Δομνῖνοϲ, φιλόϲοφοϲ, Σύροϲ τὸ γένοϲ ἀπό τε Λαοδικείαϲ καὶ
Λαρίϲϲηϲ πόλεωϲ Συρίαϲ, μαθητὴϲ Συριανοῦ καὶ τοῦ Πρόκλου
ϲυμφοιτητήϲ, ὥϲ φηϲι Δαμάϲκιοϲ. ἐν μὲν τοῖϲ μαθήμαϲιν ἱκανὸϲ ἀνήρ,
ἐν δὲ τοῖϲ ἄλλοιϲ φιλοϲοφήμαϲιν ἐπιπολαιότεροϲ. διὸ καὶ πολλὰ τῶν
Πλάτωνοϲ οἰκείοιϲ δοξάϲμαϲιν διέτρεψε. καὶ
διαλυμηνάμενοϲ ἀποχρώϲαϲ ὅμωϲ εὐθύναϲ τῷ Πρόκλῳ δέδωκε, γράψαντι
πρὸϲ αὐτὸν ὅλην πραγματείαν, καθαρτικὴν ὥϲ φηϲιν ἡ ἐπιγραφὴ τῶν
δογμάτων τοῦ Πλάτωνοϲ. ἦν δὲ οὐδὲ τὴν ζωὴν ἄκροϲ οἷον ἀληθῶϲ
φιλόϲοφον εἰπεῖν· ὁ γὰρ Ἀθήνηϲιν Ἀϲκληπιὸϲ τὴν αὐτὴν ἴαϲιν
ἐχρηϲμῴδει
Πλουτάρχῳ τε τῷ Ἀθηναίῳ καὶ τῷ Σύρῳ Δομνίνῳ,
τούτῳ μὲν αἷμ᾿ ἀποπτύοντι πολλάκιϲ καὶ τοῦτο φέροντι τῆϲ νόϲου τὸ
ὄνομα, ἐκείνῳ δὲ οὐκ οἶδα ὅ τι νενοϲηκότι. ἡ δὲ ἴαϲιϲ ἦν ἐμπίπλαϲθαι
χοιρείων
νοϲοῦντι ταύτην τὴν νόϲον: οὐ γὰρ ἂν καὶ ἐκείνῳ
ἐμφορεῖϲθαι χοι ρείω κρεῶν ἐκέλευϲαϲ. ταῦτα εἶπεν, ὁ δὲ Ἀϲκληπιὸϲ
αὐτίκα ἀπὸ τοῦ ἀγάλματοϲ ἐμμελέϲτατον δή τινα φθόγγον, ἑτέραν
ὑπεγράψατο θεραπεία τῷ πάθει. Δομνῖνοϲ δὲ οὐδὲ κατὰ θέμιν πειϲθεὶϲ
τῷ ὀνείρῳ, θέμιν τὴν Σύροιϲ πάτριον, οὐδὲ παραδείγματι τῷ Πλουτάρχῳ
χρηϲάμενοϲ ἔφαγέ τε τότε καὶ ἤϲθιεν ἀεὶ τῶν κρεῶν.
λέγεταί που μίαν εἰ διέλειπεν ἡμέραν ἄγευϲτοϲ ἐπιτίθεϲθαι τὸ πάθημα
πάντωϲ, ἕωϲ ἐνεπλήϲθη. τούτῳ οὖν ἤδη προϲγεγηρακότι νεώτεροϲ ὢν
ἐντυχεῖν ὁ Ἀϲκληπιόδοτοϲ λέγεται, ἰδεῖν δὲ ἄνθρωπον ἔχοντά τι
περιττὸν καὶ ἀϲτεμφὲϲ οὐκ ἀξιοῦντα λόγου πολλοῦ τοὺϲ ἐντυγχάνονταϲ
ἰδιώταϲ ἢ
ξένουϲ, ἄλλωϲ τε καὶ τοὺϲ ἐπὶ τῷ διαφέρειν
αὐχοῦνταϲ, ἀμέλει καὶ ἑαυτῷ προϲενεχθῆναι τραχύτερον. ἐπειδὴ περὶ
ἀριθμητικοῦ ὅτου δὴ θεωρήματοϲ οὐκ ἠξίου ὁμολογεῖν πρὸϲ αὐτόν, οἷα
δὲ νέοϲ ὢν οὐδὲ ἐνδιδόναι τι μαλθακόν, ἀλλὰ διελέγχειν τὸν λόγον
οὕτω θραϲέωϲ ὥϲτε τὸν Δομνῖνον μηκέτι προϲέϲθαι αὐτὸν εἰϲ
ὁμιλίαν.
1356 Δόμνοϲ: ὄνομα κύριον.
1357 Δόμορ.
1358 Δόμοϲ: ὁ οἶκοϲ.
1359 Δόνακεϲ: κάλαμοι ἁλιευτικοί, ἢ αὐλοί. ἡ εὐθεῖα Δόναξ.
1360 Δονᾶτοϲ: ὄνομα κύριον.
1361 Δονεῖται: κλονεῖται, ϲαλεύεται. Ἀριϲτοφάνηϲ· πάνυ γάρ τιϲ ἔρωϲ με δονεῖ τῶνδε βοϲτρύχων. ἀντὶ τοῦ κινεῖ, ἐρεθίζει.
1362 Δόξα: ὑπόνοια, ὑπόληψιϲ. Δόξα δέ ἐϲτιν ὁ παρὰ τῶν πολλῶν ἔπαινοϲ· εἰ δὲ τῶν πολλῶν, ὅτι τῶν οὐκ εἰδότων.
1363 Δόξα: τὸ λογικὸν καὶ γνωϲτικὸν μέροϲ τῆϲ ψυχῆϲ διαιρεῖται
εἰϲ νοῦν, διάνοιαν, δόξαν. ἡ μὲν οὖν δόξα καταγίνεται
τὸ καθόλου
τὰ ϲυμπεράϲματα. καὶ τοῦτ᾿ ἐϲτὶν ἡ δόξα,
γνῶϲιϲ. διὰ τί δὲ ἀθάνατοϲ ἡ ψυχή, οὐκέτι οἶδεν ἡ δόξα· διανοίαϲ γὰρ
ἔργον ἐϲτὶ τοῦτο. ὅθεν καὶ καλῶϲ ὁρίζεται τὴν δόξαν Πλάτων ἐν τῷ
Σοφιϲτῇ, διανοίαϲ λέγων ἀποτελεύτηϲιν, τῆϲ γὰρ διανοίαϲ
ϲυλλογιϲαμένηϲ, ὅτι ἀθάνατοϲ ἡ ψυχή, τὸ ϲυμπέραϲμα μόνον οἶδεν ἡ
δόξα. διανοίαϲ δέ
ἐϲτι τὸ οἷον ὁδόν τινα διανύειν
μεταβαίνουϲαν ἀπὸ προτάϲεωϲ εἰϲ ϲυμπέραϲμα· ἐξ οὖ καὶ τὴν κλῆϲιν
εἵλκυϲεν.
1364 Δόξα· Σοφοκλῆϲ· τί δῆτα δόξηϲ ἢ καλῆϲ μοι κληδόνοϲ μάτην
ἔχειν· κἀμοί γε ποῦ
ταῦτ᾿ ἐϲτίν;
1365 Δόξα: ἔπαινοϲ.
1366 Δοξάζω· αἰτιατικῇ.
1367 Δόξα θεοῦ: παρὰ τῷ Ἀποϲτόλῳ τὸ δημιουργικὸν καὶ τὸ προνοητικόν.
ταύτην τοιγαροῦν προϲεκύρωϲαν εἰδώλοιϲ ἐν ὁμοιώματι
ἀνθρώπων καὶ πετεινῶν καὶ τῶν λοιπῶν.
1368 Δόξαν: ἀρέϲαν, βεβουλευμένον. δόξαν δὲ τοῖϲ Αἰγυπτίοιϲ τὸ μὲν
ἕτερον αὐτόθι μένειν, τὸν δὲ ἕτερον εἰϲ τὰϲ προϲχώρουϲ
μὲν δοκεῖν ταῦτ᾿ ἐϲτίν, ἐμοὶ δ᾿ ἄγαν φρονεῖν. οἷον ϲοὶ
μὲν ταῦτα
1369 Δοξάριον: δόξα. ὑποκοριϲτικῶϲ.
1370 Δοξάϲαι: ὑπονοῆϲαι, εἰκάϲαι. Ἀριϲτοφάνηϲ· δοξάϲαι ἐϲτὶ
παρεϲτάθη ναοὺϲ ἱκέϲθαι δαιμόνων τάδ᾿ ἐν χεροῖν ϲτέφη
λαβούϲη. ὅτι τὸν ϲπουδαῖον οὐ δεῖ δοξάϲαι, τουτέϲτι ψεύδει μὴ
ϲυγκατατίθεϲθαι.
1371 Δοξαϲίαϲ: δόξηϲ, ὑπολήψεωϲ. Δίων ἐν Ῥωμαϊκῶν νγ΄· προϲέϲται
1372 Δόξηϲ· οἱ δὲ ϲὺν τῷ Φαβίῳ μέγα ἐκβοήϲαντεϲ οὐκέτι δόξηϲ ἀλλὰ πολέμου ἔργα παρείχοντο.
1373 Δοξοκοπία: κενοδοξία. Ἀππιανόϲ· ὁ δὲ Φλαμίνιοϲ τὴν
πολεμικῆϲ Λεύκιον, ἐκ δὲ δημοκοπίαϲ Τερέντιον.
1374 Δοξολογῶ ϲε: ὑμνῶ ϲε.
1375 Δοξούμενοι.
1376 Δορά: τὸ δέρμα. καὶ Δορὰ ὄνων. ὅτι Ἐμπεδοκλῆϲ Κωλυϲανέ
δορὰϲ ὄνων
περιθέντα τῇ πόλει.
1377 Δόρατα: λογχάρια.
1378 Δοράτιον: μικρὸν δόρυ.
1379 Δορί: τῷ δόρατι.
1380 Δοριάλωτον: αἰχμάλωτον.
1381 Δορίκλυτοϲ: περὶ τὸ δόρυ ἔνδοξοϲ.
1382 Δορίκτητοϲ πλοῦτοϲ: ὁ ἀπὸ πολέμου.
1383 Δόριλλοϲ: τὸ γυναικεῖον αἰδοῖον, ἐφ᾿ ὕβρει τραγῳδιοποιοῦ Δορίλλου.
1384 Δορίϲκοϲ: διφορεῖται. χωρίον Θρᾳκικόν.
1385 Δορκαλίδεϲ: ὄργανόν ἐϲτι κολαϲτικόν τι. ἢ μάϲτιγεϲ αἱ ἀπὸ ἱμάτων δορκάδων.
1386 Δορκάϲ. καὶ παροιμία· Μὴ πρὸϲ λέοντα δορκὰϲ ἅψωμαι μάχηϲ. ἐπὶ τῶν τὴν ἰϲχὺν ἀνίϲων.
suid. 1387 Δόρκων: ὄνομα τόπου. καὶ ὁ ἔλαφοϲ.
1388 Δοροδόκοϲ: τὸ ξύλον τὸ ὑποδεχόμενον τῆϲ οἰκίαϲ τὸν ὄροφον.
1389 Δορόϲ: δόρατοϲ. ἴϲωϲ τοι, κεὶ βλέποντα μὴ πόθουν, θανόντ᾿
1390 Δορπήϲαϲ: δειπνήϲαϲ.
1391 Δόρπεια: ἡ πρώτη ἡμέρα ἡ τῶν Ἀπατουρίων· ἡ δ᾿ ἑξῆϲ
1392 Δόρπιϲτοϲ: δείπνου ὥρα.
1393 Δόρποϲ: ὁ δεῖπνοϲ. καὶ Δορπωρή, ὁ δεῖπνοϲ. Δόρποϲ
1394 Δόρυ: τὸ ἀκόντιον. καὶ δορύκτητον ὄλβον ἐδέξατο
1395 Δόρυ κηρύκειον: παροιμία ἐπὶ τῶν ἅμα παρακαλούντων
καὶ ἀπειλούντων. οἱ δεκατευθέντεϲ εἰϲ Δελφοὺϲ ὑπ᾿
Ἀθηναίων Γεφυροῖοι λαβόντεϲ χρηϲμόν· ἀνδρὶ Γεφυραίῳ φίλοϲ οἶκοϲ·
ἀκολουθοῦντεϲ βουϲίν, ἕωϲ ἂν οὗ ἐκεῖνοι κοπιάϲωϲιν, ὡϲ ὁ θεὸϲ αὐτοῖϲ
ἔχρηϲεν, ὅπωϲ ἐκεῖ καταμείνωϲι, πολεμουμένων Ἀθηναίων ὑπὸ Εὐμόλπου,
ἐπὶ τὴν Τάναγραν καλουμένην ὥδευϲαν, δόντεϲ μὲν τῷ προηγουμένῳ
κηρύκειον, καθοπλίϲαντεϲ δὲ κατόπιν τοὺϲ νεούϲ.
1396 Δορυλάειον: τόποϲ. καὶ Δορύλαιον, τόποϲ.
1397 Δορυμέδων: ὄνομα κύριον.
1398 Δορυμήϲτοροϲ: τοῦ ἐπιϲτημόνωϲ πολεμοῦντοϲ.
1399 Δορύξενοϲ: ὁ ἐκ τῶν πολεμίων φίλοϲ, ὁ πρεϲβεύων περὶ
λύτρων, εἰ ζωγρηθεῖέν τινεϲ. ὡϲ Γλαῦκοϲ καὶ Διομήδηϲ.
Δορυξένουϲ
1400 Δορυξόϲ· Ἀριϲτοφάνηϲ· κεἴ τιϲ δορυξὸϲ ἢ κάπηλοϲ ἀϲπίδων,
ἵν᾿ ἐμπολῷ βέλτιον, ἐπιθυμεῖ μαχῶν, ληφθεὶϲ ὑπὸ λῃϲτῶν
ἐϲθίοι κριθὰϲ μόναϲ.
1401 Δορυϲϲόντων μόχθων: τουτέϲτι τῶν κατὰ πόλεμον μόχθων.
1402 Δορυφορεῖ· αἰτιατικῇ. τιμὴν περιποιεῖ.
1403 Δογρυφόροι: φύλακεϲ, ὑπηρέται βαϲιλέωϲ, ὁπλοφόροι, ὑπα ϲπιϲταί.
1404 Δόϲ: δότε. καὶ δόϲ· πᾶϲ δ βίοϲ· λάβε δ᾿ οὐδ᾿ ἐπὶ νηυϲὶν ἀκούϲαιϲ.
1405 Δοϲίθεοϲ: ὄνομα κύριον.
1406 Δόϲιϲ: ἰδίωϲ λέγεται παρὰ τοῖϲ ῥήτορϲιν ϲυμβόλαιον γραφόμενον, ὅταν τιϲ τὰ αὑτοῦ διαδῷ διὰ τῶν ἀρχόντων.
1407 Δοϲοληψὶα.
1408 Δότε μοι λεκάνην: ἐπὶ τῶν ὀργιζομένων καὶ προϲποιουμένων ὑπὸ χολῆϲ ἐμεῖν.
1409 Δότειρα.
1410 Δοτήρ: δότηϲ. Δώτωρ δέ.
1411 Δότηϲ, δότου.
1412 Δουλαγωγῶ· αἰτιατικῇ.
1413 Δσυλεύω ϲοι.
1414 Δουλεία: κατὰ γ΄ τρόπουϲ· τὸν κατὰ τὴν δημιουργίαν, καθά φηϲι· ὅτι τὰ ϲύμπαντα δοῦλα ϲά. τὸν παρὰ τῆϲ πίϲτεωϲ, ὡϲ εἴρηται· ἐλευθερωθέντεϲ δὲ ἀπὸ τῆϲ ἁμαρτίαϲ ἐδουλώθητε τῆ δικαιοϲύνῃ. γ΄ ἀπὸ τῆϲ πολιτείαϲ κατὰ τὸ εἰρημένον· Μωυϲῆϲ ὁ θεράπων μου.
1415 Δούλειον ἦμαρ.
1416 Δουλίχιοϲ: νῆϲοϲ.
1417 Δουλιχοδείρων: μακροτραχήλων.
1418 Δουλοκρατίαν· ὅτι Γάϊοϲ Ῥωμαίων βαϲιλεὺϲ δουλοκρατίαν νομοθετήϲαϲ ἐπέτρεψε κατηγορεῖν τῶν δεϲποτῶν, εἴ τι ἄν εἰδοῖεν αὐτοῖϲ πλημμέλημα. ζήτει τὰ λοιπὰ ἐν τῷ Πάϊοϲ.
1419 Δοῦλοϲ ὢν κόμην ἔχειϲ: ἐπὶ τῶν παραλόγωϲ τι πρατόντων· παρόϲον ἐλευθέρων τὸ κομᾶν. λέγεται καὶ Δουλότεροϲ κατὰ ϲύγκριϲιν.
1420 Δοῦλοϲ: δύηλίϲ τιϲ ὤν. δύη γὰρ ἡ κακοπάθεια καὶ δυϲτυχία.
1421 Δουλοϲύνη. οἱ δὲ Φωκέεϲ περιημάκτεον τῇ δουλοϲύνῃ.
1423 ούλων πόλιϲ: παροιμία· ἐν Λιβύη· Ἔφοροϲ ε΄, καὶ ἑτέρα
Θρᾴκην Πονηρόπολιϲ, ἣν
Φίλιππόν φαϲι ϲυνοικίϲαι τοὺϲ ἐπὶ πονηρίᾳ διαβαλλομένουϲ αὐτόθι
ϲυναγαγόντα, ϲυκοφάνταϲ, ψευδομάρτυραϲ καὶ τοὺϲ ϲυνηγόρουϲ καὶ τοὺϲ
ἄλλουϲ πονηρούϲ, ὡϲ διϲχιλίουϲ· ὡϲ Θεόπομποϲ ἐν ιγ΄ τῶν Φιλιππικῶν
φηϲι.
1424 Δοῦλοι: πάντεϲ μὲν φύϲει θεοῦ, διαθέϲει δὲ οἱ τούτου τὴν
δεϲποτείαν ἀϲπαϲίωϲ αἱρούμενοι. ὅτι δοῦλοι οἱ φαῦλοι
τῶν κακῶν,
ἂν τοὺϲ ϲοφοὺϲ ϲυϲταίη.
1425 Δούπηϲεν: ἔπεϲεν, ὥϲτε ψόφον ἀπετέλεϲεν.
1426 Δοῦπον: ψόφον. καὶ Δοῦποϲ, θάνατοϲ μετὰ ψόφου.
1427 Δούπων: ὄνομα κύριον.
1428 Δουράτειοϲ ἵπποϲ καὶ Δουράτεοϲ.
1429 Δούρειοϲ: ὁ ξύλινοϲ ἵπποϲ τῶν Ἑλλήνων. Ἀριϲτοφάνηϲ·
1430 Δουρὶ καὶ Δορί: τῷ δόρατι.
1431 Δουρίληπτοϲ: αἰχμάλωτοϲ.
1432 Δοῦριϲ: ὄνομα ποιητοῦ.
1433 Δουροδόκηϲ: τῆϲ τὰ δόρατα δεχομένηϲ.
1434 Δοχμή: ϲπιθαμή. Ἀριϲτοφάνηϲ· πρὶν ἡμέραν φορῆϲαι μεῖζον
1435 Δοχμή: ἡ παλαιϲτή. λέγει δὲ πρὸϲ τὸν βυρϲοδέψην περὶ τοῦ
δέρματοϲ.
1436 Δόχμιον: πλάγιον.
1437 Δῶ: κατὰ ἀποκοπὴν δῶμα, ὁ οἶκοϲ.
1438 Δωδεκάβοιον: ιβ βοῶν ἄξιον.
1439 Δωδεκαδώρῳ: δώδεκα παλαιϲτῶν ὄντι. δῶρον γὰρ ἡ πα
1440 Δωδεκάκρουνοϲ: κρήνη Ἀθήνηϲιν ἦν. Θουκυδίδηϲ Ἐννεά κρουνον.
1441 Δωδεκάκρουνον ϲτόμα· ὁ γὰρ Κρατῖνοϲ ἑαυτὸν ἐπήνεϲεν ἐν Πυτίνῃ
λέγων· ἄναξ Ἄπολλον, τῶν ἐπῶν τοῦ ῥεύματοϲ καναχοῦϲι πηγαί,
δωδεκάκρουνον ϲτόμα, Ἰλιϲϲὸϲ ἐν τῇ φάρυγγι ἂν εἴποιμι, εἰ
μὴ ἐπιβύϲει τιϲ αὐτοῦ τὸ ϲτόμα, κατακλύϲει τοῖϲ λόγοιϲιν.
1442 Δωδεκαμήχανον: ἐπὶ τῶν παντοδαποῖϲ καὶ ποικίλοιϲ χρω μένω
ἤθεϲι. Κυρήνη γάρ τιϲ ἐπίϲημοϲ γέγονεν ἑταίρα, δωδεκαμήχα νοϲ
ἐπικαλουμένη διὰ τὸ τοϲαῦτα ϲχήματα ἐν τῇ ϲυνουϲίᾳ ποιεῖν. ἔϲτι δὲ
παρὰ τὸ ἐξ Ὑψιπύληϲ Εὐριπίδου· ἀνὰ τὸ δωδεκαμήχανον
1443 Δωδεκατημόριον: ἡ δωδεκάτη μοῖρα.
1444 Δωδεκίδεϲ: θυϲίαι δώδεκα ἱερείων, ὡϲ τριττύϲ, ἡ ἐκ τριῶν.
1445 Δωδωναῖον χαλκεῖον: ἐπὶ τῶν μικρολογούντων. Δήμων
γάρ φηϲιν, ὅτι τὸ τοῦ Διὸϲ μαντεῖον ἐν Δωδώνη λέβηϲιν ἐν κύκλῳ
περιείληπται· τούτουϲ δὲ ψαύειν ἀλλήλοιϲ, καὶ κρουϲθέντοϲ τοῦ ἑνὸϲ
ἠχεῖν ἐκ διαδοχῆϲ πάνταϲ, ὡϲ διὰ πολλοῦ χρόνου γίνεϲθαι τῆϲ ήχῆϲ τὴν
περίοδον. Ἀριϲτοτέληϲ δὲ ὡϲ πλάϲμα διελέγχων δύο φηϲὶ ϲτύλουϲ εἶναι
καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα, ἐπὶ θατέρου δὲ παῖδα κρατοῦντα
μάϲτιγα, ἦϲ τοὺϲ ἱμάνταϲ χαλκέουϲ ὄνταϲ ϲειομένουϲ ὑπ᾿
ἀνέμου τῷ λέβητι προϲκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. κέχρηται τῇ
παροιμίᾳ Μένανδροϲ Αὐλητρίϲι. πρὸϲ Δήμωνα. εἰ δὲ πολλοὶ ἦϲαν, οὐκ ἄν
ἑνικῶϲ ἐλέγετο ἡ παροιμία.
1446 Δωδωναῖοϲ: ὁ Ζεύϲ, παρόϲον ἐν Δωδώνη τῆϲ Θεϲπρωτίαϲ
ἐτιμᾶτο.
1447 Δωδώνη: πόλιϲ ἐν τῇ Θεϲπρωτίδι Πελαϲγίᾳ. ἐν ᾗ ἵϲτατο δρῦϲ,
αὐτὸν λέβηϲ ἵϲτατο· καὶ ἔπαιεν ὁ
ἀνδριάϲ τὸν λέβητα, ἐξ οὗ ἦχόϲ τιϲ ἐναρμόνιοϲ ἀπετελεῖτο. αἱ δὲ τῶν
δαιμόνων φωναὶ ἄναρθροί
1448 Δωήκ: ὄνομα κύριον. ὁ Σύροϲ.
1449 Δῷμα: ὁ οἶκοϲ. καὶ Δωμάτιον, οἰκημάτιον.
1450 Δωνατικὴ διάδοϲιϲ: ἡ διδομένη παρὰ τοῦ βαϲιλέωϲ τοῖϲ ϲτρατεύμαϲι.
1451 Δῷρα θεοὺϲ πείθει καὶ αἰδοίουϲ βαϲιλῆαϲ· οἱ μὲν
1452 Δῶρα καὶ δωρεαὶ διαφέρει: δωρεαὶ μὲν γὰρ αἱ ϲιτήϲειϲ καὶ αἱ
προεδρίαι καὶ αἱ ἀτέλειαι καὶ τὸ ἱερᾶϲθαι καὶ ὅϲα ἄλλα λαμπρύνει
ἄνδραϲ, δῶρα δὲ χρυϲόϲ, ἄργυροϲ, ἵπποι, ἀνδράποδα καὶ ὅϲα ἑρμηνεύει
πλοῦτον. ἀπὸ τοῦ δῶρα οὖν δωρὰ καὶ πλεοναϲμῷ τοῦ ε΄ δωρεά. ἢ οὕτωϲ·
δῶρα μὲν τὰ ἐπὶ δωροδοκίᾳ διδόμενα,
δωρεὰ δὲ ἐπὶ τιμῆϲ.
1453 Δωρεά: δόϲιϲ ἀναπόδοτοϲ· ἔϲτι δὲ ἡ δόϲιϲ γένοϲ τῆϲ δωρεᾶϲ.
1454 Δωρήκ: ὄνομα κύριον.
1455 Δωρηϲάμενοϲ χρήμαϲι μεγάλοιϲ: ἀντὶ τοῦ δωροδοκήϲαϲ.
1456 Δωρητόν: τὸ ὡϲ δῶρον διδόμενον. ἡ τραγῳδία· ὅϲοϲ παρ᾿
ὑμῖν ὁ φθόνοϲ φυλάϲϲεται· οἷον τῆϲδέ γ᾿ ἀρχῆϲ οὕνεχ᾿,
ἣν ἐμοὶ πόλιϲ δωρητὸν οὐκ αἰτητὸν εἰϲεχείριϲε, ταύτηϲ Κρέων ὁ πιϲτὸϲ
οὑξ ἀρχῆϲ φίλοϲ, λάθρα μ᾿ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται.
1457 Δωρητόϲ: ὁ δῶρα λαμβάνων.
1458 Δωριάζειν: παραγυμνοῦϲθαι· Δωρικὸν γάρ ἐϲτι τὸ παραφαίνειν
τὸ ϲῶμα, διὰ τὸ μηδὲ ζώναϲ ἔχειν, τὸ πολὺ δὲ χιτῶναϲ
φορεῖ· ἐν δὲ Σπάρτῃ καὶ τὰϲ κόραϲ γυμνὰϲ φαίνεϲθαι.
1459 Δωριεὺϲ καὶ Δωριεῖϲ.
1460 Δωρικόν.
1461 Δώριοϲ: αὔληϲιϲ μουϲική, ὥϲπερ καὶ Λύδιοϲ καὶ Φρύγιοϲ. τὴν δὲ
τροφὴν ἐκληρώϲατο μετρίαν τινὰ καὶ ἄθρυπτον, οὔτε κακουργοῦϲαν διὰ
πενίαν οὔτε διὰ πλοῦτον βλακεύουϲαν, ἀλλά μέϲην καὶ μουϲική, τὸν
Δώριον τρόπον τῆϲ τύχηϲ ἀληθῶϲ ἡρμοϲμένην. καὶ
παροιμία·
Ἀπὸ Δωρίου ἐπὶ Φρύγιον. οὐ φανοῦμαι ϲτρογγύλων λογάρια, αὐτὰϲ δὲ τὰϲ
φάϲειϲ τῶν νοημάτων εἰϲ μέϲον τιθέμενοϲ, μόνον εἰ τῆϲ γλώττηϲ τὸν
τόνον ἀπὸ τῆϲ διαλέξεωϲ εἰϲ ἐπιϲτροφὴν μεθαρμόϲαιμι, ἀπὸ Δωρίου
φαϲὶν ἐπὶ Φρύγιον.
1462 Δώριοϲ: ὄνομα κύριον. καὶ Δώριοϲ οἰκονομία. τήν τε
ἀκακία καὶ τὸν αὐχμὸν ὁ Πολέμων ἐνεδέδυτο Ξενοκράτουϲ καὶ τὸ
1463 Δωρίϲ, Δωρίδοϲ, ὦ Δωρί.
1464 Δωρίϲκοϲ: διφορεῖται. ὄνομα τόπου.
1465 Δωριϲτί: τουτέϲτι δωροδοκιϲτί. Ἀριϲτοφάνηϲ· τὴν Δωριϲτὶ
μόνην ἁρμονίαν ἁρμόττεϲθαι θαμὰ τὴν λύραν, ἄλλην δ᾿ οὐκ
ἐθέλειν λαβεῖν.
1466 Δωρίχα: ὄνομα κύριον. καὶ ζήτει ἐν τῷ Ῥοδώπιδοϲ ἀνάθημα.
1467 Δωρογραφή· ὅταν τιϲ αἰτίαν ἔχοι τῶν πολιτευομένων δῶρα λαβεῖν,
τὸ ἔγκλημα τὸ κατ᾿ αὐτοῦ διχῆ ἐλέγετο, δωροδοκία τε καὶ
δώρων γραφή.
1468 Δωροδοκηθέντα.
1469 Δωροδοκήϲαντα: οὐ μόνον δῶρα διδόναι καὶ ἀναπείθειν, ἀλλὰ καὶ τὸ λαμβάνειν. δωροδοκήϲαντ᾿ ἐκ Μιτυλήνηϲ πλεῖν ἢ μνᾶϲ ἕξ.
1470 Δωροδοκήϲαϲ· αἰτιατικῇ. δῶρα λαβών.
1471 Δωροδόκοϲ: δῶρα δεχόμενοϲ.
1472 Δῶρον: ἡ παλαιϲτή. καὶ Ὅμηροϲ· ἑκκαιδεκάδωρα πεφύκει.
1473 Δώρων δόκηϲιν: τὴν δωροδοκίαν. Θουκυδίδηϲ.
1474 Δῶρον, ὃ διδοῖ τιϲ, ἐπαίνει.
1475 Δωροξενία: ὅταν τιϲ γραφεὶϲ ξενίαϲ καὶ δῶρα δοὺϲ ἐκφύγῃ
1476 Δῶροϲ, ὁ ἀπὸ τῆϲ Ἀραβίαϲ· ὥϲ φηϲι Δαμάϲκιοϲ εἰϲ τὴν Φιλόϲοφον
ἱϲτορίαν, δεινότατον εἶναι ζητητὴν τῆϲ ἀληθείαϲ. τοῦτον
Ἰϲίδωροϲ ὁ φιλόϲοφοϲ ᾐϲθάνετο μὲν τὴν ἀρχὴν ἐπὶ ταῖϲ Ἀριϲτοτέλουϲ
ὑποθέϲεϲιν ἐνδεδεμένον, ἅτε ἐκ παίδων ἐν αὐταῖϲ τεθραμμένον,
πορρωτέρω τῆϲ ἡλικίαϲ, καὶ διὰ τὴν ἀήθειαν τῆϲ Πλάτωνοϲ
μεγαλοπρεποῦϲ ἐπιϲτήμηϲ οὐ δυνάμενον ἀναπτῆναι πρὸϲ τὰ ὑψηλὰ καὶ
λαμπρὰ τῶν νοημάτων. οὕτω δὲ ἔχοντα καταμαθὼν ἀνεκαλέϲατό τε κατὰ
βραχὺ
καὶ ἀνεπέταϲεν αὐτοῦ τὴν ψυχὴν εἰϲ τὸ μέγα
πέλαγοϲ τῆϲ ἀληθείαϲ, ὥϲτε ἀποϲκευαϲάμενον τὴν τὰ μικρὰ
ϲυλλογιζομένην ἀκρίβειαν περιπατητικὴν εἰϲ τὴν διὰ Προμηθέωϲ τινὸϲ
ἅμα φανοτάτῳ πυρὶ καταπεμφθεῖϲαν διαλεκτικήν, αὐτοψίαν τε
καθαρώτατον οὖϲαν νοῦ καὶ φροήϲεωϲ, ἀναδραμεῖν τε καὶ ἐν αὐτῇ
εἰϲοικίϲαι τὰϲ τοῦ βίου φιλο
ϲόφουϲ ἐλπίδαϲ.
1477 Δωροῦμααι· δοτικῇ. αἰτιατικῇ δέ· δωγροῦμααί ϲε χρήμαϲιν.
1478 Δώϲ: ἡ δόϲιϲ, ἡ δωρεά. δὼϲ ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο
πρέπειν καὶ ἀξία εἶναι τοῦ πέμψαντοϲ
Πύρρου, ἀνόϲιον δὲ αὐταῖϲ εἶναι φορεῖν.
1479 Δωϲιάδηϲ: ὄνομα κύριον. καὶ Δωϲίδαϲ.
1480 Δωϲιδίκουϲ: ἐκδότουϲ τῇ δίκῃ. περὶ δὲ τῶν τεθνεώτων δωϲιδίκουϲ
1481 Δωϲίθεοϲ: ὅνομα κύριον.
1482 Δωϲίπυγοϲ· μιϲῶ τὴν ἀφελῆ, μιϲῶ τὴν ϲώφρονα λίαν. ἐπὶ τῆϲ
ἀπονήρου
1483 Δώϲων: ὄνομα κύριον.
1484 Δωτίνη: ἡ δωρεά.
1485 Δωτωίϲ
1486 Δώτωρ: ὄνομα κύριον. καὶ Bώτωρ.
1487 Δωτύϲ, δωτύοϲ: τῆϲ τροφῆϲ.
1488 Δρᾷ: ποιεῖ. ἢ ποριε.
1489 Δρᾶ: ἀντὶ τοῦ πράττε· προϲτακτικῶϲ. Ἀριϲτοφάνηϲ Ὄρνιϲι·
ϲὺ δ᾿ αὐτὸϲ ἤδη τἄλλα δρᾶ.
1490 Δράγματα: ἀπαρχαί. Ἡρῶναξ πρῶτα δράγματα φυταλιῆϲ
1491 Δραγμὴ χαλταζῶϲα: ἐπὶ Διοφάντου τὸ θεωρητικὸν ἐγένετο δραγμή.
ἐπεὶ δὲ ἐπέϲχε χάλαζα τότε ἀπὸ τοῦ ἀέροϲ, δραγμὴν αὐτὴν
χαλαζῶν ἐπέϲκωπτον.
1492 Δράκαυλοϲ· Σοφοκλῆϲ Τυμπανιϲταῖϲ. ἐπεὶ ἡ Ἀθηνᾶ δοκεῖ παῤ αὐταῖϲ αὐλίϲαι τὸν δράκοντα ταῖϲ Κέκροποϲ θυγατράϲιν. ὅτι ϲυαυλίζονται κατὰ τὸ εἰκὸϲ Κέκροπι ὄντι διφυεῖ ὅτι ϲυναυλίζεται μία τῶν ἐν τῇ ἀκροπόλει δράκοντι, προϲημερεύουϲα τῇ θεῷ.
1493 Δράκαινα.
1494 Δρακοντίδηϲ: εἱϲ τῶν λ΄
1495 Δράκων, Ἀθηναῖοϲ νομοθέτηϲ. οὗτοϲ εἰϲ Αἴγιναν ἐπὶ νομοθεϲίαιϲ
εὐφημούμενοϲ ὑπὸ τῶν Αἰγινητῶν ἐν τῷ θεάτρῳ ἐπιρριψάντων αὐτῷ ἐπὶ
τὴν κεφαλὴν πετάϲουϲ πλείοναϲ καὶ χιτῶναϲ καὶ
ἱμάτια
ἀπεπνίγη καὶ ἐν αὐτῷ ἐτάφη τῷ θεάτρῳ. γέγονε δὲ τοῖϲ χρόνοιϲ κατὰ
τοὺϲ ζ΄ ϲοφούϲ, ἢ μᾶλλον καὶ πρεϲβύτεροϲ. τῇ γοῦν λθ΄ Ὀλυμπιάδι τοὺϲ
νόμουϲ ἔθετο γηραιὸϲ ὢν τοῖϲ Ἀθηναίοιϲ. ἔγραψεν Ὑποθήκαϲ εἰϲ ἔπη
τριϲχίλια.
1496 Δράκων, Στρατονικεύϲ, γραμματικόϲ Τεχνικά, Ὀρθογραφίαν,
Περὶ τῶν κατὰ ϲυζυγίαν ὀνομάτων, Περὶ ἀντωνυμιῶν, Περὶ
μέτρων, Περὶ ϲατύρων, Περὶ τῶν Πινδάρου μελῶν, Περὶ τῶν Σαπφοῦϲ
μέτρυων. Περὶ τῶν Ἀλκαίου μελῶν.
1497 Δράκων, υἱιδοῦϲ Ἱπποκράτουϲ, τοῦ διαϲήμου ἰατροῦ, ἀπὸ Θεϲϲαλοῦ·
πατὴρ δὲ Ἱπποκράτουϲ· οὗ πάλιν γέγονε Δράκων, ἰατρὸϲ
καὶ αὐτόϲ, ὃϲ Ῥωξάνην ἰάτρευϲε, ϲυνοικοῦϲαν Ἀλεξάνδρῳ τῷ Μακε-
1498 Δρᾶμα: ποίημα, πρᾶγμα. ὡϲ καὶ δρᾶϲαι, πρᾶξαι. λέγεται δὲ
ἐπήνεγκεν.
1499 Δραματουργήϲαϲ: ϲυνείϲ.
1500 Δράμῃϲ: αὐθυπότακτον.
1501 Δράοϲ καὶ Σάοϲ ποταμοὶ περιλαμβάνοντεϲ τὴν δευτέραν Παιονίαν εἰϲ τὸν ποταμὸν Ἵϲτρον καταφέρονται.
1502 Δραπετεύϲαϲ: φυγών.
1503 Δραπέτηϲ: ὁ ἀποδρῶν τῆϲ δουλείαϲ. ὁ τὸ δρᾶν πετεύων, ὅ
1504 Δραπέτηϲ κλῆροϲ: ὁ μετὰ πανουργίαϲ γινόμενοϲ. τοῦτο δὲ
πανοῦργοϲ ὁ Κρεϲφόντηϲ βῶλον
ὑγρὰν εἰϲ τὴν ὑδρίαν ἐνέβαλε κληρουμένων περὶ Μεϲϲήνηϲ. Σοφοκλῆϲ· οὐ
δραπέτην τὸν κλῆρον ἐϲ μέϲον καθείϲ· ἀλλ᾿ ὃϲ εὐλόφου κυνῆϲ ἔμελλε
πρῶτοϲ ἅλμα κουφιεῖν. καὶ Δραπέτιϲι θηλυκῶϲ παρὰ Κρατίνῳ.
1505 Δραπετίνδα: εἶδοϲ παιδιᾶϲ.
1506 Δράπων: ὄνομα κύριον.
1507 Δράϲαϲ: ποιήϲαϲ. καὶ Δρᾶϲαι.
1508 Δραϲείειϲ: δρᾶν διανοῇ. ὦ Ζεῦ, τί δραϲείειϲ ποθῶν τὸν
1509 Δραϲμόϲ: φυγή.
1510 Δράϲομαι· αἰτιατικῇ.
1511 Δρᾶϲον· Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ἀλλ᾿ οἶϲθ᾿ ὃ δρᾶϲον; Ἀττι κῶϲ. τῷ ϲκέλει θένε τὴν πέτραν.
1512 Δραϲτήριον· τὸ κόϲμιον καὶ ἡϲύχιον μετὰ τοῦ δραϲτηρίου αὐτῷ
ἐτέτακτο καὶ τοῦ ἀνδρώδουϲ· ἐπιεικὴϲ γὰρ ὢν καὶ πρόϲ γ᾿ ἔτι
ἀπράγμων ὅμωϲ εἰϲ ἀγῶνα πραγμάτων ἐμβεβηκὼϲ ἐξ ἀνάγκηϲ
οὐδενὸϲ ἐλείπετο τῶν περὶ ταῦτα καλινδουμένων.
1513 Δραϲτήριοϲ: ὁ περίεργοϲ.
1514 Δραϲτηρίοιϲ: πρακτικωτάτοιϲ.
1515 Δραχαρνεῦ: δρύινε Ἀχαρνεῦ, ἀναίϲθητε. ἐκωμῳδοῦντο γάρ
οἱ Ἀχαρνεῖϲ ὡϲ ἄγριοι καὶ ϲκληροί. ποτάμιοι δέ, ὡϲ
ῥᾳδίωϲ δεχόμενοι τοὺϲ παρεγγράφουϲ. θυμοιτάδαι καὶ προϲπάλτιοι, ὡϲ
δικαϲτικοί.
1516 Δραχμή· ζήτει ἐν τῷ τάλαντα. αἱ ρ΄ δραχμαὶ ποιοῦϲι μίαν
1517 Δρεπανηφόρα τέθριππα· ἦν δὲ τῷ Δαρείῳ ὑπ᾿ Ἀλεξάνδρου πολεμουμέῳ
τέθριππα δρεπανηφόρα κατεϲκευαϲμένα τὸν τρόπον
τοῦτον. τῶν τροχῶν ἦϲαν εἰϲ τὸν κύκλον περικεχαλκευμένα δρέπανα·
ϲυνέβαινέ τε ἐπερχομένων τὰϲ τάξειϲ ἀναιρεῖϲθαι καὶ τοὺϲ ἐμπίπτονταϲ
οἰκτρῶϲ ἀπόλλυϲθαι· ἐλαυνομένων γὰρ τῶν δρεπάνων οἱ μὲν τῶν ποδῶν,
οἱ δὲ τῶν χειρῶν, οἱ δὲ ἐκ τῶν ὅπλων κρατούμενοι ἐϲύροντο ἐπὶ πολὺ
καὶ ἀνῃροῦντο.
1518 Δρεπανηφόροϲ: ξιφηφόροϲ. καὶ Δρεπανηφόροι.
1519 Δρέπεται: θερίζεται, τρυγᾶται, ἀπανθίζεται. ἐφ᾿ ἧϲ μνη
1520 Δρέπομαι· γενικῇ· τῶν αὐτῶν ϲοι λόγων ἐδρεψάμην κἀγώ. αἰτιατικῇ
τῆϲ
φιλίαϲ ἄνθη.
1521 Δρέπου: τρύγα. Ἡρόδοτοϲ· τῶν δένδρων τὸν φλοιὸν
1522 Δρεφθῆναι: ἀποδρεπανιϲθῆναι.
1523 Δρῆϲοϲ: ὄνομα κύριον. καὶ ὄνομα ποταμοῦ.
1524 Δρηϲμόϲ.
1525 Δρῆϲται: οἱ οἰκέται.
1526 Δρηϲτοϲύνη.
1527 Δριμέα: τὰ δριμύτατα. καὶ Δριμεῖα, ἡ δριμυτάτη.
1528 Δριξίπαροϲ: πόλιϲ τῆϲ Θρᾴκηϲ.
1529 Δριμώ: μία τῶν Ἀλκυονίδων. καὶ ζήτει ἐν τῷ Ἀλκυονίδεϲ.
1530 Δρὶοϲ: ϲύνδενδροϲ τόποϲ. οὐκέτ᾿ ἀν᾿ ὑλῆεν δριὸϲ εὔϲκιον,
1531 Δρογγίλων: χωρίον Θρᾳκικόν.
1532 Δρομαῖοϲ: ἐπιρρηματικῶϲ ἐπὶ ἑνικοῦ, Δρομαίωϲ δὲ ἐπιρρηματικῶϲ,
πληθυντικῶϲ· ὡϲ τό, δρομαίωϲ ἦλθον οἱ ἄνδρεϲ. δρομαῖοϲ
δὲ ἦλθεν ὁ ἀνήρ. Δρομεὺϲ δέ, δρομέωϲ.
1533 Δρομοκήρυκεϲ: οἱ ἀγγελιαφόροι παρὰ Δίωνι.
1534 Δρομιχαίτηϲ: ὄνομα κύριον. ὁ βαϲιλεὺϲ τῶν Ὀδρυϲϲῶν.
1535 Δρόμοιϲ: τοῖϲ γυμναϲίοιϲ κατὰ Κρῆταϲ. δρόμῳ δ᾿ ἰϲῶϲαι
τῇ φύϲει τὰ πράγματα νίκηϲ ἔχων ἐξῆλθε πάντιμον γέραϲ.
περὶ
1536 Δρώμενα: πραττόμενα, ἐνεργούμενα. καὶ Δρωμένων,
1537 Δρώντων, ἀντὶ τοῦ δράτωϲαν. χρήϲθων, ἀντὶ τοῦ χρήϲθω ϲαν. Ἀττικῶν δέ ἐϲτιν ἡ ϲύνταξιϲ, ὥϲπερ ποιούντων ἐκεῖνοι, ἀντὶ τοῦ ποιείτωϲαν, φρονούντων, ἀντὶ τοῦ φρονείτωϲαν, καὶ νοούντων, νοείτωϲαν.
1538 Δρωπακίζω: ϲυνάγω, τρυγῶ. Δρωπὰ γὰρ τὰ δρεπτά, τὰ δρέπανα. Δρωπακίζειν, παῤ ἡμῖν τὸ μετ᾿ ἀλοιφῆϲ τινοϲ χρίεϲθαι τὸ ϲῶμα πρὸϲ ψίλωϲιν τῶν τῆϲ ϲαρκὸϲ τριχῶν καὶ μερικήν τινα κένωϲιν τιῶν ταύτῃ προϲγινομένων αἰτιῶν, ἀπὸ τοῦ μυζᾶν αὐτάϲ.
1539 Δρῶπαξ: ὁ κεκαλλωπιϲμένοϲ ἀνήρ. πολλοὺϲ ὁρῶ διὰ τὴν
ὑγίειαν ἐπὶ τὸν ξυρὸν καὶ τὸν δρώπακα καταφεύγονταϲ.
1540 Δρωπίδηϲ: ὄνομα κύριον.
1511 Δρύινοϲ: ξύλινοϲ, ὡϲ ἄν τιϲ εἴποι λίθινοϲ· πᾶν γὰρ ξύλον δρῦϲ
καλεῖται κατὰ τὸ γενικὸν ἀπὸ τούτου. καὶ τὰ ἀκρόδρυα καὶ δρύφακτοι
καὶ δρυμοὶ καὶ δόρατα καὶ δούρειοϲ ἵπποϲ καὶ δρυπέπειϲ
ἐλάαι. ἴϲωϲ καὶ δρυπετεῖϲ αἱ ἀπὸ τοῦ δένδρου πεϲοῦϲαι. δρυπεπεῖϲ οὖν
αἱ παῤ ἡμῖν ῥουπάται.
1542 Δρυίδαι: παρὰ Γαλάταιϲ οἱ φιλόϲοφοι καὶ ϲεμνόθεοι.
1543 Δρυμόϲ: ἐν τῷ Παραπρεϲβείαϲ Δημοϲθένηϲ. πόλιϲ ἐϲτὶ μεταξὺ Βοιωτίαϲ καὶ τῆϲ Ἀττικῆϲ.
1544 Δρυμόϲ: ὁ ϲύνδενδροϲ τόποϲ. ἐν τοῖϲ δρυμοῖϲ αὐτόματοϲ
1545 Δρυοκοίτηϲ· ἀκρίδι τῇ κατ᾿ ἄρουραν ἀηδόνι καὶ δρυοκοίτῃ
τέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρὼ παρθένιον ϲτάξαϲα κόρη
δάκρυ.
1546 Δρύοπεϲ: ἔθνοϲ περὶ τὴν Πυθῶνα ἄδικον, ὃ Ἡρακλῆϲ μετῴκιϲεν. ὅτε γὰρ τὸν Ἐρυμάνθιον κάπρον ἔφερεν, ἐζήτει αὐτοὺϲ τροφήν· οἱ δὲ οὐκ ἔδωκαν.
1547 Δρύοχοι: πάτταλοι, οἱ ἐντιθέμενοι ναυπηγουμένηϲ νεώϲ.
καταχρηϲτικῶϲ δὲ τὰ προοίμια. Ἀριϲτοφάνηϲ· Ἀγάθων
ἄρχεται δρυόχουϲ τιθέναι δράματοϲ ἀρχάϲ. κάμπτει δὲ νέαϲ ἁψίδαϲ
ἐπῶν, τὰ δὲ τορεύει, τὰ δὲ κολλομελεῖ καὶ γνωμοτυπεῖ κἀντονομάζει
καὶ κηροχυτεῖ καὶ γογγυλίζει καὶ χιανεύει καὶ λαικάζει. ἐν
Ἐπιγράμμαϲι· τὸν
Πλάτων ἐν Τιμαίῳ καλεῖ τὰ ϲτηρίγματα τῆϲ πηγνυμένηϲ
νεώϲ. ϲτόλου δ᾿ ἐκ δρυόχων ναυπηγουμένου καθ᾿ ἕνα καιρὸν λαθεῖν
ἀδύνατον.
1548 Δρύππα· ἅτ᾿ ἐφιουλκὶϲ δρύππα καὶ τυροῦ δρύψια κυκλιάδων.
1549 Δρυπέπηϲ: ὁ πέπειροϲ καρπὸϲ τῶν δένδρων. ἡ ἐπὶ τῶν
1550 Δρυπολεῖν: τὸ ξύλοιϲ πολιορκεῖν.
1551 Δρῦϲ: ἔϲτι μὲν πόλιϲ ἐν Ἠπείρῳ· ἔϲτι δὲ καὶ ἑτέρα ἐν
1552 Δρῦϲ: τὸ δένδρον, τὸ δρύϲ βραχύ. οὐκέτι θελγομέναϲ,
1553 Δρυτόμοϲ: ὑλοτόμοϲ, δενδροτόμοϲ.
1554 Δρύφακτοι: ξύλινοι θώρακεϲ, τὰ διαφράγματα, ἢ τὰ περι.
τειχίϲματα, ἢ κιγκλίδεϲ, περιφράγματα, τὰ νῦν ταβλωτὰ καλούμενα,
1555 Δρύφη: ξέϲματα.
1556 Δρῦφοι.
1557 Δρύψαι: ἀποξέϲαι.
1558 Δοιά: δύο δοιὰ δὲ θέϲθαι ἄροτρα πονηϲάμενοϲ.
1559 Δοιδυκοποιόϲ: ὁ τὰ κοχλιάρια ποιῶν.
1560 Δοῖδυξ: ὁ ἀλετρίβανοϲ. Ἀριϲτοφάνηϲ· ὡϲ εἰ μὴ γένοιθ᾿
1561 Δοίημεν: παράϲχοιμεν.
1562 Δοιοί. ἀντὶ τοῦ δύο. ὡϲ τό, δοιοὶ γάρ τε πίθοι κατακείαται
ἐν Διὸϲ οὔδει.
1563 Δυάζει: φλυαρεῖ. ἀλογεῖ.
1564 Δυερόν: βλαβερόν, ἐπιβλαβέϲ.
1565 Δὕειν· Πολύβιοϲ· ἀπελθεῖν εἰϲ πόλιν, ἥ δυεῖν μὲν ἡμερῶν
1566 Δύῃ: ἡ κακοπάθεια, ἡ δυϲτυχία. ὅθεν καὶ δοῦλοϲ, δυηλόϲ τιϲ
1567 Δυηπαθήϲ: ὁ καρτερικόϲ. αὐτοῦ ϲοι παῤ ἅλωνι, δυηπαθὲϲ
1568 Δῦθι: ἔνδυϲαι.
1569 Δύμαϲ ὁ Φρύξ, ὁ πατὴρ Ἑκάβηϲ, εἰϲ Ἴλιον Πριάμῳ τὴν ἑαυτοῦ
ἐξέδοτο
1570 Δύμη: πόλιϲ. καὶ Δυμαῖοϲ, ὁ πολίτηϲ.
1571 Δύναμιϲ: ὁ ϲτρατόϲ. ϲυναχθείϲηϲ δυνάμεωϲ θαυμαϲτῆϲ ἡλίκηϲ τὸ
μέγεθοϲ. καὶ αὖθιϲ, πλείϲτηϲ ὅϲηϲ, κατὰ Ἀττικὴν ϲύνταξιν, ἀντὶ τοῦ
πολλῆϲ τὸ πλῆθοϲ. Δύναμιϲ λέγεται καὶ ἡ ἰϲχὺϲ καὶ
δυνάμειϲ.
1572 Δύναμιϲ: καὶ ἡ ἰϲχύϲ. Δαμάϲκιοϲ περὶ Ἰϲιδώρου· ὁ δὲ
1573 Δύναμιϲ· εἴ τιϲ τῶν φευκτῶν τινοϲ τὴν δύναμιν ἀποδοίη·
οἷον ἄν τιϲ τὸν κλέπτην ἢ ϲοφιϲτὴν ἢ διάβολον
ὁριζόμενοϲ λέγῃ τὸν μὲν διάβολον τὸν δυνάμενον βάλλειν καὶ ἐχθροὺϲ
ποιεῖν τοὺϲ φίλουϲ, τὸν δὲ κλέπτην τὸν δυνάμενον λάθρᾳ τὰ ἀλλότρια
ἀφαιρεῖϲθαι, τὸν δὲ ϲοφιϲτὴν τὸν δυνάμενον ἀπὸ φαινομένηϲ ϲοφίαϲ
χρηματίζεϲθαι. οὐδεὶϲ γὰρ τούτων τοιοῦτόϲ ἐϲτι τῷ δύναϲθαι, ἀλλὰ τῷ
προαιρεῖϲθαι
τοιαῦτα. δύναμιν μὲν γὰρ καὶ οἱ ἀγαθοὶ
ἔχουϲι τοῦ τὰ φαῦλα δρᾶν, ἀλλ’ οὐ δρῶϲιν αὐτὰ τῷ μὴ προαιρεῖϲθαι.
ἔϲτι δὲ δύναμιϲ ὀργανικὸν ἀγαθὸν δι᾿ ἄλλο αἱρετόν. δυνάμει, ἢ
ἐνεργείᾳ ἢ ἐντελεχείᾳ. ἀντὶ μὲν τοῦ ϲώματοϲ ἐχρήϲατο Ἀριϲτοτέληϲ τῇ
δυνάμει, ἀντὶ δὲ τοῦ ἀϲωμάτου τῷ ἐντελεχείᾳ, περὶ ψυχῆϲ τὸν λόγον
διαιρῶν. καὶ γὰρ τῶν
ϲωμάτων τὰ μὲν ἐν γενέϲει καὶ
φθορᾶ δυνάμει ἐϲτὶ καὶ κατ᾿ οὐϲίαν καὶ κατὰ ποιότητα καὶ ποϲότητα
καὶ τὴν ἐκ τόπου εἰϲ τόπον μεταβολήν. δυνάμει γάρ ἐϲμεν ἄνθρωποι ἐν
τῷ ϲπέρματι καὶ ἐν τῷ καταμηνίῳ, καὶ δυνάμει παῖδεϲ ὄντεϲ ἔχομεν τὸ
τοῦ ἀνδρὸϲ μέγεθοϲ· ὁμοίωϲ καὶ ἐπὶ τοῦ ποιοῦ, δυνάμει ψυχροὶ θερμοὶ
ὄντεϲ καὶ δυνάμει
κινούμεθα καθήμενοι. τὰ δὲ οὐράνια ἐν
τῇ κατὰ τόπον μεταβολῇ μόνον ἔχουϲι τὸ δυνάμει· ἀνατέλλων γὰρ ὁ
ἥλιοϲ δυνάμει μεϲουρανεῖ, καὶ μεϲουρανῶν δυνάμει δύνει. καὶ ἐπὶ τῆϲ
ἄλληϲ αὐτοῦ κινήϲεωϲ καὶ τῶν ἄλλων ἀϲτέρων ἐν τῇ κατὰ τόπον μεταβολῇ
τὸ δυνάμει ἐϲτὶ θεωρεῖν. ὅτι αἱ δυνάμειϲ τῷ χρόνῳ μὲν τῶν ἐνεργειῶν
πρότεραι, τῷ
τῷ λόγῳ τὸ τέλοϲ, οὕτω τὰ πρὸϲ αὐτὸ ζητοῦμεν καὶ
παραϲκευαζόμέβᾳ. δυνάμειϲ γεωμετρικαὶ ε΄· Πιϲίδηϲ· τὰϲ πέντε
δυνάμειϲ Ἀρχιμήδουϲ εἰϲ μίαν ϲυνάψαϲ ὅλην, εἰϲ τὸ κινῆϲαι μόλιϲ τῶν
δυϲτραχλων ἐξ ὀχῶν τὰ φορτία. ὅτι Φίλων ἔφη δύο δυνάμειϲ εἰϲ πάϲαν
ψυχὴν ϲυνέρχεϲθαι, ϲωτήριόν τε καὶ φθοροποιόν. οὐδ᾿ ὄναρ οὗτοϲ
τῆϲ ϲωτηρίου ἐπήϲθετο, ἀλλ᾿ ὅλοϲ ἄκρατοϲ ἐκ τῆϲ
φθοροποιοῦ ὑπέϲτη.
1574 Δυνατήν: ἐνδεχομένην. Ξενορῶν ἔφη· ἡγήϲαϲθαι δυνατὴν
ὑποζυγίοιϲ πορεύεϲθαι ὁδόν.
1575 Δυναϲτεύω: τὸ ἄρχω. γενικῇ.
1576 Δυναϲτεία: ἡ ἰϲχύϲ
1577 Δυνάϲτην ἡ θεία γραφὴ τὸν διάβολον ἐκάλεϲε φηϲὶ γὰρ ὁ Δαβίδ· ὅτι ἐρρύϲατο πτωχὸν ἐκ δυνάϲτου. τουτέϲτι τὴν ἀνθρωπείαν φύϲι, ὡϲ ἔρημον γεγενημένην τηνικαῦτα θεοῦ.
1578 Δῦναι: κατελθεῖν. ἢ εἰϲ δύϲιν ἀπελθεῖν.
1579 Δύνωμαι· γίνεται ἐκ τοῦ δύνημι, δύναμαι· τὸ ὑποτακτικόν, ἐὰν
δύνωμαι. πᾶν δὲ ὑποτακτικὸν ἔχον ἐνεργητικὸν περιϲπώμενον
προπεριϲπᾶται· ἱϲτῶ, ἐὰν ἱϲτῶμαι. ἐὰν δὲ οὐκ ἔχῃ ἐνεργητικόν,
τελέϲαι δυνατὸν εἶναι
δεῖν, καὶ αὐτὸ τὸ πρᾶγμα εὔθετον εἶναι πρὸϲ τὴν τελείωϲιν.
1580 Δυοκαιδεκάτη καὶ Δυοκαιδέκατοϲ, Δυωδεκ άτη δὲ καὶ
1581 Δύο τοίχουϲ ἀλείφειϲ: λέγεται ἐπὶ τῶν ἐπαμφοτερίζοντων
καὶ διὰ μέϲου χωρούντων ἐν μάχαιϲ ἢ φιλίαιϲ. εἴρηται δὲ
ἴϲωϲ ἀπὸ τῶν δύο τοίχουϲ εὐφεγγίαϲ ποιούντων.
1582 Δυωδεκάτη καὶ Δυωδέκατοϲ.
1583 Δύο ἐτῶν ἐν τοῖϲ Ἐλληϲι καταμείναϲ τῆϲ ἀδίκου φυγῆϲ
1584 Δυοῖν: ἀντὶ τοῦ δύο. δυοῖν ἀποκρίναϲ κακοῖν· ἀντὶ τοῦ
ἓν τῶν δύο ποιήϲαϲ. ἢ γῆϲ ἀπῶϲαι πατρίδοϲ, ἢ κτεῖναι
λαβών.
1585 Δυρράχιον: πόλιϲ, τὸ πάλαι Ἐπίδαμνοϲ καλουμένη.
1586 Δυρρά χίον: πόλιϲ, ἡ ὕϲτερον κληθεῖϲα Ἐπίδαμνοϲ· πάλιν δὲ νῦν
καλουμένη
δύϲορμον Δυρράχιον ὑνόμμαϲαν τὸν τόπον.
1587 Δυϲάλγητοϲ: ἀϲυμπαθήϲ.
1588 Δυϲαλθέϲ: δυϲίατον.
1589 Δυϲάλωτον: δύϲληπτον.
1590 Δυϲανάγωγοϲ: δυϲχερήϲ, ἀπειθήϲ.
1591 Δυϲαναϲχετοῦϲι: βραδέωϲ οἴϲουϲι, παραιτοῦνται. δυϲαναϲχετῶν
1592 Δυϲαναϲχέτωϲ: ὀκνηρῶϲ, ἀπειθῶϲ. ὁ δὲ δυϲαναϲχέτωϲ εἶχε δέξαϲθαι τὰ βαϲιλικὰ δῶρα.
1593 Δυϲάνιϲοϲ: Ἀντιφῶν. ὁ ἐπὶ παντὶ ἀνιώμενοϲ, κἂν μικρὸν
καὶ εὐκαταφρόνητον ἥ.
1594 Δυϲαῶνἀνέμων: τῶν ϲφοδρῶϲ πνεόντων. πνευμάτων
1595 Δυϲάντητον: δυϲχερέϲ, δυϲαπάντητον.
1596 Δυϲαρεϲτούμενοϲ: μὴ ἀρεϲκόμενοϲ. οἱ δὲ Ῥωμαῖοι
ἔφαϲο τὴν ϲύγκλητον δυϲαρεϲτεῖϲθαι τῇ τῶν ἐν
Λακεδαίμονι τειχῶν
1597 Δυϲαριϲτοτόκεια: δυϲτυχῶϲ ἄριϲτον τεκοῦϲα. ἤ διὰ τὴν ἀριϲτεία δύϲτηνον.
1598 Δυϲαύληϲ· οὗτοϲ αὐτόχθων μὲν ἦν, ϲυνῴκηϲε δὲ Βαυοῖ καὶ ἔϲχε παῖδαϲ Πρωτονόην τε καὶ Νῆαν.
1599 Δυϲαχθέϲ: βαρύ, ἀβάϲτακτον.
1600 Δυϲβῆρεϲ: οἱ δύϲβατοι τόποι.
1601 Δυϲβουλία: κακοβουλία.
1602 Δυϲβράκανοϲ: δυϲκατανόητοϲ· βράκανα γὰρ ἄγρια λάχανα δύϲπλυτα.
1603 Δυϲγάργαλιϲ: δυϲυπότακτοϲ· γαργαλίζειν γὰρ τὸ εἰϲ γέλωτα
ἄγειν καὶ πείθειν.
Δ 1604 Δυϲγενήϲ: ὁ ἐκ κακοῦ γένουϲ. καὶ Δυϲγένεια, ὁμοίωϲ.
1605 Δυϲδιάλλακτον: δυϲθρήνητον.
1606 Δυϲδιάφευκτον: δυϲχερῶϲ λανθάνον.
1607 Δυϲδιόρθωτοϲ: ὁ ἀδιόρθωτοϲ.
1608 Δυϲαιάκτου: δυϲθρηνήτου.
1609 Δυϲϲέβεια.
1610 Δυϲέκβατον.
1611 Δυϲεκλογίϲτων: δυϲαρέϲτων, δυϲδιαγνώϲτων. ἀδήλων δὲ ὄντων καὶ δυϲεκλογίϲτων τῶν κατὰ πόλεμον ἔργων.
1612 Δυϲέκλυτα: δυϲχερῶϲ λυόμενα.
1613 Δυϲέκτων: δυϲγνώμων.
1614 Δυϲέμβολοϲ: δυϲεπιχείρητοϲ. καὶ Δυϲεμβολώτατον.
οὐδεὸϲ
κωλύοντοϲ τῶν πολεμίων ἀπεκόπηϲαν πολὺ τῶν ὁμαλῶν καὶ ὑπτίων.
1615 Δυϲέντευκτοϲ: δυϲομίλητοϲ.
1616 Δυϲέξιτοϲ: τόποϲ ἀδιόδευτοϲ.
1617 Δ Δυϲέξοιϲτον: δυϲεκκόμιϲτον.
1618 Δ Δυϲεπήβολοϲ· ὅτι Ἀγάπιοϲ φιλόϲοφοϲ ἐθαυμάζετο ἐπὶ φιλομαθείᾳ
καὶ
1619 Δύϲεργον: δυϲχερέϲ, δύϲκολον. ἐπ᾿ ἄμφω τὰ πλευρὰ τοῦ
δόρατοϲ μεταλαμβανομένου, ὃ δὴ δύϲεργον ἦν τοῖϲ
ἀρρωϲτοτέραν
1620 Δύϲεριν: φιλόνεικον. παρὰ τὸ δυϲ, ὅ ἐϲτι κακόν, καὶ τὴν ἔριν.
1621 Δυϲερμίαϲ: κακῆϲ ἀποτυχίαϲ· εὐερμίαν γὰρ τὴν ἐπιτυχίαν
1622 Δύϲερμοϲ ὡϲ δύϲελπιϲ.
1623 Δύϲερωϲ: ὁ ϲφόδρα κακῶϲ ἐρῶν, ἢ ὁ ἐπὶ κακῷ ἐρῶν.
1624 Δύϲζηλοι: φθονερώτατοι.
1625 Δυϲειδήϲ: ὁ ἄμορφοϲ.
1626 Δυϲείκαϲτον: ἀπρεπῶϲ εἰκαϲθέν.
1627 Δυϲείμων: ὁ ἀχίτων.
1628 Δυϲειρεϲία: τὸ κακῶϲ ἐρέττειν.
1629 Δυϲηλεγήϲ: κακόηχοϲ, χαλεπόϲ.
1630 Δυϲήνεμον: τὸ κακοὺϲ ἀνέμουϲ ἔχον, δυϲτάραχον.
1631 Δυϲηνίουϲ: δυϲπειθεῖϲ, ἀνυποτάκτουϲ, δυϲαγώγουϲ, δυϲμετόχουϲ,
1632 Δυϲήνυκτον: δυϲκατόρθωτον.
1633 Δυϲῆρεϲ: δυϲχερέϲ.
1634 Δυϲηχήϲ: ὁ κακόηχοϲ. ἐν Ἐπιγράμμαϲι· ῥυϲαμένη Πύθωνα
δυϲηχέοϲ ἐκ πολέμοιο ἀϲπὶϲ Ἀθηναίηϲ ἐν τεμένει
κρέμαται.
1635 Δυϲίατον: ἀθεράπευτον. καὶ Δυϲιατότερον ὁμοίωϲ.
1636 Δυϲιθάλαϲϲα: τὰ εἰϲ τὴν θάλαϲϲαν ἐμβαλλόμενα. καί, δίκτυα
1637 Δυϲίτητοϲ.
1638 Δυϲθανατῶντα: βιαίωϲ τὸν βίον καταϲτρέφοντα. ἐν δέ τινι μοίρᾳ τῆϲ ἀτραποῦ δυϲθανατῶντα ϲτρατιώτην Ῥωμαῖον περιεβλέψαντο, τέτραϲι βολαῖϲ τὸ ϲῶμα κοϲμούμενον.
1639 Δύϲθεοϲ: ἀϲεβήϲ. ὦ δύϲθεον μίϲημα, ϲοὶ μόνῃ πατὴρ
τέθηκεν;
1640 Δυϲθετήϲαϲ· ὁ δὲ Νάβιϲ δυϲθετήϲαϲ ταῖϲ ϲυνθήκαιϲ οὐ προϲέϲχε
τοῖϲ γραφεῖϲιν. ἀντὶ τοῦ μὴ ϲτέρξαϲ ταῖϲ ϲυνθήκαιϲ, μὴ
1641 Δυϲθήρατοϲ: ὁ δυϲεύρετοϲ.
1642 Δύϲθυμοϲ: κακόβουλοϲ. Σοφοκλῆϲ· ἐγὼ μὲν οὐκ εἰμὶ τοῖϲ πεπραμέοιϲ δύϲθυμοϲ· εἰ δέ ϲοι δοκῶ φρονεῖν κακῶϲ, γνώμην δικοίαν ἔχουϲα τοὺϲ πέλαϲ ψέγε.
1643 Δυϲκάθεκτον: δυϲνόητον, ἀκατάληπτον.
1644 Δυϲκελάδου: κακοήχου.
1645 Δυϲκίνητε: ἀμείλικτε, δυϲμετάθετε. Ἅιδη δυϲκίνητε, τί τὴν ἐπέραϲτον ἑταίρην ἥρπαϲαϲ; ἢ καὶ ϲὴν Κύπριϲ ἔμηνε φρένα,
1646 Δυϲκλέα: Ὅμηροϲ κατὰ ϲυϲτολὴν ἐκφέρει τὰ τοιαῦτα. δυϲκλέα Ἄργοϲ
ἱκέϲθαι. καὶ ἀκλέα, ἀντὶ τοῦ ἄδοξον. οἱ δὲ Ἀττικοἰ
ἐκτείνουϲι.
1647 Δυϲκλεέϲ: ἄδοξον, ἄτιμον, ἀπρεπέϲ. μὴ γὰρ οὕτωϲ ὑφʼ
1648 Δυϲκλῃδόνιϲτον: δυϲφήμιϲτον· Δυϲκλυδώνιϲτον δὲ δυϲ ἐκβατο.
1649 Δυϲκολαίνειν· λέγει Ἀριϲτοτέληϲ· δυϲκολαίνει γὰρ ὁ μὴ διὰ προϲηκουϲῶν ἀποκρίϲεων φθείρων καὶ κωλύων γίνεϲθαι ϲυλλογιϲμόν. δυϲκολία δέ ἐϲτιν ἀπόκριϲιϲ παρὰ τὰϲ διαλεκτικὰϲ ἀποκρίϲειϲ ϲυλλογιϲμοῦ φθαρτική.
1650 Δυϲκολοκάμπτουϲᾠδάϲ: τὰϲ κεκλαϲμέναϲ. Ἀριϲτοφάνηϲ· εἰ
δέ τιϲ ἐπικάμψειέ τινα καμπήν, οἵαϲ οἱ νῦν τὰϲ κατὰ
Φρῦνιν ταύταϲ
1651 Δύϲκωφοϲ: ὁ ἐκ μέρουϲ ἀκούων.
1652 Δυϲλόγιϲτον: ὅμοιον τῷ πρᾶγοϲ ἄϲκοπον.
1653 Δύϲλοφα: χαλεπῶϲ φερόμενα.
1654 Δυϲλυτότατοϲ: ὁ δύϲλυτοϲ.
1655 Δυϲμαῖϲ βίου: τῷ τέλει τῆϲ ζωῆϲ.
1656 Δυϲμεναἱνω· δοτικῇ.
1657 Δυϲμένεια: ἔχθρα. κακόνοια. καὶ Δυϲμενήϲ, ὁ πολέμιοϲ.
καὶ Δυϲμενῶϲ ἔχω· δοτικῇ.
1658 Δύϲμηνιϲ: βαρύθυμοϲ, ὀργίλοϲ, μνηϲίκακοϲ.
1659 Δύϲμητιϲ: ὁ κακόβουλοϲ.
1660 Δυϲμικῶν: τῶν τῆϲ δύϲεωϲ. προνοήϲαϲ δὲ καὶ τὰϲ τῶν
1661 Δυϲμίϲητοϲ: ὁ πάνυ ἀπεχθόμενοϲ. δένδρεα δυϲμίϲητα, καὶ
1662 Δύϲμοροϲ: δυϲτυχήϲ, κακοθάνατοϲ. ἤν δὲ θάνῃϲ παλάμῃϲιν
1663 Δύϲνουϲ: ἐχθρόϲ. ὁ δὲ ἦν δύϲνουϲ βαϲιλεῖ καὶ Ῥωμαίοιϲ.
1664 Δυϲξύμβολα: δυϲνόητα.
1665 Δυϲοδία: ἡ κακὴ ὁδόϲ.
1666 Δύϲοδοϲ. καὶ Δυϲόδηϲ ὁδόϲ. τραχεῖα, δυϲχερῆ διάβαϲιν ἔχουϲα.
1667 Δυϲόμοια: ἀνόμοια. Στράττιϲ.
1668 Δύϲοργοϲ: ὀξύχολοϲ. Σοφοκλῆϲ· τοιαῦτ’ ἀνὴρ δύϲοργοϲ ἐν
1669 Δυϲόριϲτον.
1670 Δυϲόρφναια: μέλανα.
1671 Δύϲοϲμοϲ: δυϲώδηϲ.
1672 Δυϲώδηϲ καὶ Δυϲωδία, ἡ πνοή. λύϲιϲ ὀνείρου· δυϲωδίαν on. νόμιζ τὴν ἀηδίαν.
1673 Δυϲώνυμοϲ: κακώνυμοϲ.
1674 Δυϲωπεῖϲθαι: ὑφορᾶϲθαι, καὶ ὑπόπτωϲ ἔχειν, φοβεῖϲθαι μεθʼ
ἡ δὲ ϲυνήθεια
καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται.
1675 Δυϲωπία.
1676 Δυϲωποῦμαι: Δημοϲθένηϲ ἐν Φιλιππικοῖϲ καὶ Ξενοφῶν· ἐν Ἀπομημοεύμαϲι ἀντὶ τοῦ φοβοῦμαι.
1677 Δυϲωπῶ· αἰτιατικῇ. ἱκετεύω. Δυϲωπῶ καὶ ἐπὶ τοῦ παρακαλῶ
1678 Δυϲωρήϲονται: δυϲφυλακτήϲουϲιν.
1679 Δύϲωρον: ὄνομα ὄρουϲ.
1680 Δυϲπάλαιϲτοϲ: δυϲκαταγώνιϲτοϲ. οὕτωϲ Εὐριπίδηϲ. καὶ
1681 Δύϲπαρι: ἐπὶ κακῷ ὠνομαϲμένε, οἷον ζήϲαϲ ὡϲ Πάριϲ, δυϲώνυμε.
1682 Δυϲπάριτον: δυϲπόρευτον. Ξενοφῶν· ἐρωτώμενοϲ δ’ εἰ
1683 Δυϲπέμφελον: δυϲτάραχον.
1684 Δυϲπαίπαλοϲ: τραχεῖα.
1685 Δυϲπετήϲ: δυϲχερήϲ.
1686 Δυϲπετοῦντα: κακῶϲ πάϲχοντα.
1687 Δυϲπειθὴϲ καὶ Δυϲπείθεια.
1688 Δυϲπινῆ: τὰ ἐρρυπωμένα, τὰ ῥυπαρά. πίνοϲ γὰρ ὁ ῥύποϲ.
Ἀριϲτοφάνηϲ· ἀλλ’ ἤδη τὰ δυϲπινῆ θέλειϲ πεπλώματα; καὶ
αὖθιϲ· εἶτ᾿ ἔδυϲε δυϲπινεῖϲ ϲτολάϲ.
1689 Δυϲπλῆτιϲ.
1690 Δυϲπόριϲτον: δυϲεύρετον.
1691 Δυϲποτμότερον: ἀθλιώτερον. καὶ Δυϲποτμία Οἰδἱποδοϲ,
ἡ δυϲτυχία. καὶ Πολύβιοϲ· ἐϲ παραπληϲίαν διάθεϲιν ἦλθον
1692 Δυϲπρόϲιτα: δυϲχερῆ ἐγγιϲθῆναι.
1693 Δυϲπροϲπέλαϲτοϲ.
1694 Δυϲριγότεροϲ: ὁ φρικωδέϲτατοϲ.
1695 Δυϲτέκμαρτον: δυϲκατέργαϲτον, δυϲζήτητον, δυϲεύρετον,
1696 Δύϲτηνοϲ: ταλαίπωροϲ, δυϲτυχήϲ, ἄθλιοϲ. τάττεται δὲ
ἐν οἷϲ φηϲιν· ἰὼ παῖ δυϲτανοτάταϲ Ἠλέκτρα μητρόϲ. οὐ
γάρ ἐϲτιν νῦν ἐπὶ οἴκτου.
1697 Δύϲτηνοϲ: ἐπὶ τοῦ ἀθλίου παρὰ Σοφοκλεῖ· τῇ τε δυϲτήνῳ
1698 Δυϲτόπαϲτοϲ: κακοϋπονόητοϲ. παρὰ τὸ τοπάζω.
1699 Δυϲτοπώτατα: δυϲχερέϲτατα.
1700 Δυϲτραπελία. καὶ Δυϲτράπελοϲ, δύϲτροποϲ, ἄμορφοϲ,
1701 Δυϲτράπελοϲ: δυϲκίνητοϲ, ἀμετάτρεπτοϲ, δυϲμετάθετοϲ, ὃϲ
ὄνομα τοῖϲ ἐμοῖϲ κακοῖϲ· νῦν γὰρ πάρεϲτι καὶ δὶϲ
αἰάζειν ἐμοί, καὶ τοῖϲ τοιούτοιϲ γὰρ κακοῖϲ ἐντυγχάνω.
1702 Δύϲτρητοϲ: ὁ ἄχρηϲτοϲ μαργαρίτηϲ.
1703 Δυϲτροπία: ἡ κακότροποϲ γνώμη.
1704 Δύϲτροπον: ϲκολιόν, δυϲάρεϲτον. οἰκέτην δύϲτροπον δεϲμοῖϲ
περιβαλών, ἄγριοϲ ὢν καὶ ἀπαραίτητοϲ τὴν ὀργήν.
1705 Δύϲτροϲ: ὁ Μάρτιοϲ μήν. παρά Μακεδόϲιν.
1706 Δυϲοίκτου: δυϲθρηνήτου.
1707 Δύϲοιμοϲ: δύϲοδοϲ. οἷον, ἐπὶ κακῷ ἄγουϲα.
1708 Δυϲύποιϲτοϲ: ὁ δυϲυποχώρητοϲ.
1709 Δύϲοιϲτοϲ: δυϲφόρητοϲ.
1710 Δυϲφημία: κακὴ ἀγγελία. ὁ δὲ ϲτρατηγὸϲ θεωρῶν τὴν
1711 Δύϲφορα: χαλεπά, δυϲύποιϲτα. λέγω γάρ καὶ τὰ δύϲφορ᾿ εἰ τύχοι
κατ’ ὀρθὸν ἐξιόντα, πάντ’ ἂν εὐτυχεῖν. ὅ ἐϲτι καὶ τὰ χαλεπὰ
κατʼ ὀρθὸν προιόντα εὐτυχεῖν ἡμᾶϲ λέγω. καὶ αὖθιϲ· ἀλλ’
ἀπὸ τῶν μετρίω ἐπʼ ἀμήχανον ἄλγοϲ ἀεὶ ϲτενάχουϲα διόλλυϲαι, ἐν οἷϲ
ἀνάλυϲίϲ ἐϲτιν οὐδεμία· τί μοι τῶν δυϲφόρων ἐφίῃ; ἀντὶ τοῦ
ἐπιθυμεῖϲ. τί μοι, φηϲί, τούτων γλίχῃ, ἅπερ ἐϲτὶν οὐκ εὐκόλωϲ
φέρειν, θρήνου καὶ πένθουϲ.
1712 Δυϲφόραϲτοϲ: δυϲκόλωϲ ἐλεγχόμενοϲ. ἢ ὁ κακῶϲ ὑφορὡμεοϲ καὶ ὑπονοῶν.
1713 Δυϲφώρατοϲ: μόλιϲ φωραθῆναι δυνάμενοϲ.
1714 Δυϲχεραϲμάτων: ἀτυχημάτων. ὁ δὲ ἐπὶ τὸν ἀπράγμονα βίον ἐτράπετο, μίϲει τῶν ἐν πολιτείᾳ υϲχεραϲμάτων.
1715 Δυϲχέραινε· δοτικῇ. λυποῦ.
1716 Δυϲχέρεια. εἰ γάρ πού τι καὶ εὑρίϲκετο ὕδωρ, ἄποτον
1717 Δυϲχείμεροϲ.
1718 Δυϲχρηϲτούμενοϲ: κακῶϲ διατιθέμενοϲ. ὁ δὲ Ἀννίβαϲ
δυϲχρηϲτούμενοϲ
ἤδη τοῖϲ πράγμαϲι διεπέμπετο ἐϲ Καρχηδόνα, ταύτην τὴν
περίϲταϲιν διαϲαφῶν.
1 Αἶ: ψιλούμενον καὶ περιϲπώμενον τὸ ὄφελον ϲημαίνει, κατὰ ἀποκοπὴ τοῦ αἶθε, δαϲυνόμενον δὲ ἄρθρον θηλυκὸν καὶ ἀναφορικόν. ϲημαίνει δὲ καὶ ἐπίρρημα θρηνητικὸν περιϲπώμενον καὶ ψιλούμενον, ὅ καὶ διπλαϲιάζεται. αἶ αἶ τάλαινα θηλαμὼν κεκαυμένη.
2 Αἶα: ἡ γῆ.
3 Αἴαγμα: θρῆνοϲ. καὶ ϲύντριμμα.
4 Αἰάζειν: θρηνεῖν. ἢ τὸ κατοικτείρειν.
5 Αἰακίδηϲ: ὁ τοῦ Αἰακοῦ υἱόϲ.
6 Αἰακίξ: εἶδοϲ κύλικοϲ.
7 Αἰανὴϲ κύκλοϲ: ϲκοτεινόϲ, ἀδιάλειπτοϲ. Σοφοκλῆϲ· νυκτὸϲ αἰανὴϲ
8 Αἰάντειοϲ γέλωϲ: ἐπὶ τῶν παραφρόνωϲ γελώντων. καὶ Δ Αἰάντειοϲ οἶκοϲ, ὁ τοῦ Αἴαντοϲ. καὶ Αἰαντὶϲ φυλή, ἡ τοῦ Αἴατοϲ.
9 Αἴαξ: ὄνομα κύριον.
10 Αἴαψοϲ: ὁ ποικίλοϲ.
11 Αἰβάλη: ἡ θύρα.
12 Αἴβιλοϲ: ὄνομα κύριον.
13 Αἰβιωναῖοϲ: ὄνομα κύριον.
14 Αἰβοῖ: ϲχετλιαϲτικὸν ἐπίρρημα. τάττεται δὲ καὶ ἐπὶ ἡδονῆϲ παρὰ
Ἀριϲτοφάνει ἐν Ὄρνιϲιν· αἰβοῖ· οὐκ ἔϲτιν οὐδὲν τοῦ
πέτεϲθαι γλυκύτερον.
15 Αἰβοῖ.
16 Αἴγαγροϲ: εἶδοϲ ζᾡου.
17 Αἰγαλέωϲ ἐπὶ γενικῆϲ ἀντὶ τοῦ
18 Αἰγανέα: ἀκόντιον ὁλοϲίδηρον. ἐν Ἐπιγράμμαϲι· ἄνθετο δέρμα
19 Αἴγάρ: εἴθε γάρ.
20 Αἶγαϲ ἀνιεμένουϲ· ζήτει ἐν τῷ ἀνιεμένη.
21 Αἶγα· ὅτι τουτὶ τὸ ζῷον δοκεῖ ἐχθρὸν εἶναι τῇ ἀμπέλῳ. ἀμέλει γοὖν καὶ ἐπίγραμμα φαίνεται πρὀϲ τὴν αἶγα οὕτωϲ ἔχον· κἥν με φάγῃϲ ἐπὶ δίζαν, ὅμωϲ δ’ ἔτι καρποφορήϲω ὅϲϲον ἐπιλεῖιψαί ϲοι, τράγε, θυομένῳ.
22 Αἰγάϲτρη.
23 Αἰγαῖον πέλαγοϲ: οὕτω καλούμενον ἀπὸ ἱϲτορίαϲ. Θηϲεὺϲ ὁ Αἰγέωϲ
υἱόϲ, βαϲιλέωϲ τῆϲ Ἀττικῆϲ, βαϲιλεύει Κρητῶν καὶ διώκει τὸν
Μινώταυρον εἰϲ τὴν λαβυρίνθων χώραν καὶ κρυπτόμενον αὐτὸν ἐν ϲπηλαίῳ
ἀνεῖλε καὶ λαμβάνει τὴν Ἀριάδνην γυναῖκα, τὴν ἀπὸ τοῦ Μίνωοϲ
τεχθεῖϲαν τῇ Παϲιφάῃ, καὶ οὕτω κρατεῖ τῆϲ Κρήτηϲ. εἶτα
ᾔτηϲεν ἀπελθεῖν πρὸϲ τὸν ἑαυτοῦ πατέρα τὸν Αἰγέα καὶ τὴν ἑαυτοῦ ἵκῃ
τὴν κατὰ τοῦ Μινωταύρου ἀπαγγεῖλαι. ὡϲ οὖν ἔπλει ἐπὶ τὴν Ἀττικὴν
χώραν, προλαβών τιϲ τῶν διὰ θαλάϲϲηϲ ἐμπορευομένων ἐψεύϲατο τὸν
τούτου πατέρα, εἰρηκὼϲ αὐτῷ, ὅτι παρέβηϲαν οἱ Κρῆτεϲ τὸν Θηϲέα
(ἔχουϲι γὰρ καὶ ψευδομένων ὑπολήψειϲ) καὶ προδεδώκαϲι
τῷ Μίνωϊ τοῦτον εἰϲ θυϲίαν. πιϲτεύϲαϲ δὲ ὁ Αἰγεὺϲ καὶ κατολιγωρήϲαϲ
ἔρριψεν ἑαυτὸν ἀπὸ τῆϲ ἀκρωρείαϲ εἰϲ τὴν θάλαϲϲαν καὶ ἀπεπνίγη.
διόπερ ἐκεῖνο τὸ πέλαγοϲ μέχρι τῆϲ ϲήμερον Αἰγαῖον ἐκλήθη. ἐλθὼν οὖν
ὁ Θηϲεὺϲ εὗρεν αὐτὸν τελευτήϲαντα καὶ καταφρονήϲαϲ τῆϲ βαϲιλείαϲ τῆϲ
Κρήτηϲ καὶ τῆϲ ἑαυτοῦ γυναικὸϲ Ἀριάδνηϲ
ἐβαϲίλευϲεν
ἀντὶ τοῦ πατρὸϲ ἐν τῇ Ἀττικῇ. ἐξ αὐτοῦ δὲ καὶ
24 Αἰγαῖοϲ κόλποϲ.
25 Αἰγαίωροϲ: ὄνομα κύριον.
26 Αἰγέα: τὸ τῆϲ αἰγὸϲ δέρμα.
27 Αἰγέα καὶ Ἐρεχθέα καὶ πάντων τῶν τοιούτων ἐκτείνουϲι τὸ
28 Αἶγεϲ: τὰ μεγάλα κύματα ἐν τῇ ϲυνηθείᾳ. καὶ ἐπαιγίζω ἐπὶ τοῦ Suid.
ϲφοδρῶϲ πνέω. τοῦ ἀϲτέροϲ τῆϲ αἰγὸϲ λάμψαντοϲ ϲφοδροὶ πνέουϲιν
ἄνεμοι, ἔνθεν τὸ λάβροϲ ἐπαιγίζων. καὶ Αἰγαῖον πέλαγοϲ, τὸ
φοβερώτατον.
29 Αἰγεϲταῖοϲ: ὄνομα κύριον. Αἰγεϲτεὺϲ δέ Αἰγεϲτέωϲ.
30 Αἰγεύϲ, Αἰγέωϲ: ὄνομα κύριον.
31 Αἰγεία θάλαϲϲα.
32 Αἰγεῖδαι· Δημοϲθένηϲ ἐν τῷ Ἐπιταφίῳ, εἰ γνήϲιόϲ ἐϲτιν. ἔϲτι
δὲ Αἰγηὶϲ φυλὴ ἀπὸ Αἰγέωϲ τοῦ Πανδίωνοϲ, ἦϲ οἱ φυλέται
33 Αἰγεῖον: τὸ τοῦ Αἰγέωϲ μαντεῖον. Δείναρχοϲ ἐν τῷ κατὰ
34 Αἴγειον: μέλοϲ καὶ τὸ τῆϲ αἰγὸϲ δέρμα. καὶ Αἴγειοϲ ἀϲκόϲ
35 Αἴγειροϲ: ἡ λεύκη. εἶδοϲ φυτοῦ. Αἰγείρου θέα· αἴγειροϲ
36 Αἰγηΐϲ: ἡ τοῦ Αἰγέωϲ φυλή.
37 Αἰγιάζειν: ϲὺ δ᾿ αἰγιάζων ἐνθαδὶ καθήμενοϲ.
38 Αἰγιαλεύϲ: ὄνομα κύριον.
39 Αἰγιάλεια: ὄνομα κύριον.
40 Αἰγιάλη: ὄνομα κύριον.
41 Αἰγιαλῷ λαλεῖϲ: ἐπὶ τῶν ἀνηκούϲτων. καὶ Ἀνέμῶ διαλέγῃ.
ὁμοίωϲ ἐπὶ τῶν ἀνηκούϲτων.
42 Αἰγίβοτοϲ γῆ: ἐπιτηδεία αἶγαϲ βόϲκειν.
43 Αἴγιγεϲ: ὄνομα ἔθνουϲ.
44 Αἰγίζειν: διαϲπᾶν. ἐκ μεταφορᾶϲ· παρ’ ὃ καὶ τὸ αἰγίζεϲθαι ἀπὸ
45 Αἰγιεῖϲ οὔτε τρεῖϲ οὔτε τέϲϲαρεϲ: ἐπὶ τῶν ἄγαν εὐτελῶν.
οἱ γὰρ ἐν Ἄργει Αἰγιεῖϲ νικήϲαντεϲ Αἰτωλοὺϲ ἠρώτων τὴν
Πυθίαν, τίνεϲ εἶεν. ἀνεῖλε δὲ αὐτοῖϲ· Αἰγιεῖϲ οὕτε τρεῖϲ οὔτε
τέϲϲαρεϲ, ἀλλ᾿ οὐδὲ δεκαταῖοι.
46 Αἰγίθαλοϲ: τὸ ζῷον. καὶ ἡ ὄρχηϲιϲ.
47 Αἰγιλία: δῆμοϲ Ἀντιοχίδοϲ, ἦϲ ὁ δημότηϲ Αἰγιαλεύϲ.
Αἴγιλιεύϲ.
48 Αἰγίλιψ: ὄνομα πόλεωϲ. ϲημαίνει δὲ καὶ πέτραν ὑψηλήν.
49 Αἴγιλοϲ: εἶδοϲ βοτάνηϲ.
50 Αἰγὶλουροϲ.
51 Αἰγίμιοϲ: ὄνομα κύριον.
52 Αἰγιμιώ: ὄνομα πόλεωϲ.
53 Αἴγινα: πόλιϲ. καὶ Αἰγιναία ναῦϲ. καὶ Αἰγινήτηϲ, ὁ ἀπὸ
τῆϲ Αἰγίνηϲ.
54 Αἴγινθοϲ: ὄνομα κύριον.
55 Αἴγιον: ὄνομα τόπου.
56 Αἰγίοχοϲ: ὁ Ζεύϲ.
57 Αἰγίπλαγκτοϲ.
58 Αἴγιροϲ: ὄνομα πόλεωϲ.
59 Αἰγίϲ: ἣν Λίβυεϲ φοροῦϲι δοράν.
60 Αἰγίϲ: τὸ ἐκ τῶν ϲτεμμάτων πλέγμα καὶ τὸ διὰ ϲτεμμάτων πεπλεγμέον
61 Αἰγίϲ: καταιγίϲ. Φερεκράτηϲ Μυρμηκανθρώποιϲ· οἴμοι κακοδαίμων,
αἰγίϲ, αἰγὶϲ ἔρχεται.
62 Αἴγιϲθοϲ: ὄνομα κύριον.
63 Αἰγιϲτεύϲ, Αἰγιϲτέωϲ: ὄνομα κύριον.
64 Αἴγλη: βόλοϲ κυβευτικόϲ, λαμπηδών, αὐγή. Κρατῖνοϲ. καὶ ποπάνου
εἶδοϲ δηλοῖ, καὶ θυϲίαν, ὥϲ φηϲι Λεαγόραϲ. ἔϲτι καὶ παιδιά
τιϲ. ἀλλὰ καὶ ἡ ϲελήνη οὕτω καλεῖται καὶ ὁ
Ἀϲκληπιόϲ.
65 Αἰγλήεντοϲ: λαμπροῦ. ἡ εὐθεῖα Αἰγλήειϲ.
66 Αἴγληϲ Χάριτεϲ: πιθανῶϲ ἐγενεαλόγηϲαν τὰϲ Χάριταϲ· Αἴγληϲ γὰρ καὶ ὁ Ἥλιοϲ, ἐπεὶ τὰϲ Χάριταϲ λαμπρὰϲ εἶναι δοκεῖ
67 Αἰγόκερωϲ: εἶδοϲ ζᾡου
68 Αἰγὸϲ ἀϲτήρ· ζήτει ἐν τῷ ἀϲτήρ. αἴξ, αἰγόϲ· ζήτει ἐν τῷ βεκεϲέληνε.
69 Αἰγὸϲ τρόπον: ἐπὶ τῶν ἑαυτοῖϲ ἐπιφερόντων κακόν. ἀπὸ Κοριιακῆϲ παροιμίαϲ, ἡ αἴξ δοῦϲα τὴν μάχαιραν.
70 Αἰγοφάγοϲ.
71 Αἰγώνη: ὄνομα πόλεωϲ.
72 Αἰγωνίεια: ὄνομα πόλεωϲ.
73 Αἰγῶν ὀνόματα: οἷον ἄχρηϲτα πράγματα· ὅμοιαι γὰρ αἱ αἶγεϲ. ἐπὶ δὲ τοῖϲ διαφέρουϲιν ὡϲ χαρακτηριϲτικὰ τίθεται τὰ ὀνόματα.
74 Αἰγυπιόν: οὕτωϲ οἱ παλαιοί, ἀλλ’ οὐ γῦπα. Αἰγυπιῶ ν δὲ Δ πληθυντικῶϲ, γυπῶν. Ἡρόδοτοϲ. ἡ εὐθεῖα Αἰγυπιόϲ, ὁ γύψ.
75 Αἰγυπτιάζειν: τὸ πανουργεῖν καὶ κακοτροπεύεϲθαι. τοιοῦτοι
76 Αἰγυπτία κληματίϲ: ἐπὶ τῶν ἰϲχνῶν καὶ ὑπομήκων· ὁποῖοϲ ἦν Ζήνων ὁ Κιτιεύϲ. ὅν φαϲι χρηϲτηριαζόμενον πῶϲ ἄριϲτα βιώϲεται, ἀποκρίναϲθαι τὸν θεόν, εἰ ϲυγχρωτίζοιτο τοῖϲ νεκροῖϲ. ὅθεν ξυνέντα τὰ τῶν ἀρχαίων ἀναγινώϲκειν.
77 Αἴγυπτοϲ: ὄνομα κύριον. καὶ ἡ χώρα τῶν Αἰγυπτίων. ὅτι
καὶ τοῖϲ Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι ϲοφοῖϲ
ὁμιλήϲαντεϲ τὴν περὶ τῶν ὄντων γνῶϲιν ἠκουτίϲθηϲαν, ὕϲτερον δὲ καὶ
Πλάτων, ὡϲ Πλούταρχοϲ ἐν τοῖϲ Παραλλήλοιϲ φηϲίν. οὐ μὴν δέ ἀλλὰ καὶ
θεοὺϲ Αἰγύπτιοι πρῶτοι τὸν ἥλιον καὶ τὴν ϲελήνην ὠνόμαϲαν καλέϲαντεϲ
τὸν μὲν ἥλιον Ὄϲιριν, τὴν δὲ ϲελήνην Ἴϲιν, ἅτε ὁρῶντεϲ αὐτοὺϲ δρόμῳ
ἰόνταϲ καὶ θέονταϲ, θεούϲ ἐκ τοῦ θέειν καὶ ἰέναι.
78
Αἰδέϲαϲθαι: ἀντὶ τοῦ μεταπειϲθῆναι. οὕτωϲ Λυϲίαϲ καὶ Δημοϲθένηϲ.
79 Αἰδεϲία, Ἑρμείου γυνή. αὕτη ἦν μὲν προϲήκουϲα γένει τῷ μεγάλῳ
Συριανῷ, καλλίϲτη καὶ ἀρίϲτη γυναικῶν τῶν ἐν Ἀλεξανδρείᾳ· τὰ μὲν
ἤθη τῷ ἀνδρὶ παραπληϲία, ἁπλῆ καὶ γενναία καὶ
δικαιοϲύνηϲ οὐδὲν ἦττον ἢ ϲωφροϲύνηϲ ἐπιμεληθεῖϲα διὰ βίου παντόϲ·
τὸ δὲ ἐξαίρετον αὐτῆϲ φιλόθεον καὶ φιλάνθρωπον. διὰ τοῦτο καὶ παρὰ
δύναμιν εὖ ποιεῖν ἐπεχείρει τοὺϲ δεομένουϲ, ὥϲτε καὶ τοῦ Ἑρμείου
τελευτήϲαντοϲ ἐπὶ παιϲὶν ὀρφανοῖϲ ἀπολειφθεῖϲα τῶν αὐτῶν εἴχετο
δαπανημάτων
εἰϲ τὰϲ εὐποιΐαϲ. τοιγάρτοι καὶ ὑπόχρεων
τοῖϲ υἱέϲι τὸν βίον ἐποίηϲεν, ἔφʼ ᾧ καὶ μέμψαϲθαί τινεϲ αὐτὴν
ἐπεχείρουν. ἡ δὲ ἕνα θηϲαυρὸν ἡγουμένη τῆϲ ἀμείνονοϲ ἐλπίδοϲ, εἴ τιϲ
ἐθέλοι τοῖϲ ἱεροῖϲ καὶ ἐπιεικέϲιν ἀνθρώποιϲ ἐπικουφίζειν τὰ ἄχθη τῆϲ
χρηϲμοϲύνηϲ, οὐδενὸϲ ἐφείδετο διὰ τὸν ἔλεον τῆϲ κατὰ τὰ ἀνθρώπεια
τύχηϲ· τοιγαροῦν
ἠγάπων αὐτὴν καὶ τῶν πολιτῶν οἱ
πονηρότατοι. μάλιϲτα δὲ τῶν υἱέων ἐπεμελεῖτο τὰ περὶ φιλοϲοφίαν,
ὀρεγομένη τὴν τοῦ πατρὸϲ ἐπιϲτήμην αὐτοῖϲ παραδοῦναι καθάπερ κλῆρόν
τινα πατρᾡαϲ οὐϲίαϲ. ἥ γε καὶ τὴν δημοϲίαν τῷ πατρὶ ϲίτηϲιν
διδομένην τοῖϲ παιϲὶ διεφύλαξε νέοιϲ ἔτι οὖϲιν, ὡϲ ἐφιλοϲόφηϲαν·
ὅπερ οὐκ ἴϲμεν οὐδὲ ἀνδρῶν
ἔμελλε ὁ Συριανόϲ, εἰ μὴ θεῶν τιϲ ἀπεκώλυϲεν ἐπὶ γάμον ὁρμῆϲαι τὸν
Πρόκλον. τά δὲ πρὸϲ θεὸν εὐϲεβὴϲ οὕτω καὶ ἱερά, καὶ τὸ ὅλον φάαι
θεοφιλήϲ, ὥϲτε πολλῶν ἐπιφανειῶν ἀξιοῦϲθαι. ἡ δὲ Αἰδεϲία τοιαύτη ἦν
καὶ διεβίω πάντα τὸν βίον ὑπὸ θεοῦ τε καὶ ἀνθρώπων ἀγαπωμένη καὶ
ἐπαινουμένη. καὶ ταύτην ἐπίϲταμαι γραῦν γυναῖκα,
καὶ
ἐπ’ αὐτῇ τεθνεώϲῃ τὸν ἐπὶ τῷ τάφῳ λέγεϲθαι νομιζόμενον ἔπαινον
ἐπεδειξάμην ἡρωικοῖϲ ἔπεϲι κεκοϲμημένον ἔτι νέοϲ ὢν τότε καὶ κομιδῆ
μειράκιον. ταύτηϲ δὲ παῖδεϲ ἀπὸ τοῦ Ἑρμείου νεώτεροϲ μὲν Ἡλιόδωροϲ,
πρεϲβύτηϲ δὲ Ἀμμώνιοϲ. οὗτοϲ μὲν οὖν εὐφυέϲτεροϲ ἦν καὶ
φιλομαθέϲτεροϲ, ὁ δὲ ἁπλούϲτεροϲ καὶ ἐπιπολαιότεροϲ ἔν τε τοῖϲ
ἤθεϲιν ἔν τε τοῖϲ λόγοιϲ. ἄμφω μὲν γὰρ ἐφιλοϲοφηϲάτην
ὑπὸ Πρόκλῳ μετὰ τῆϲ μητρὸϲ ὡϲ αὐτὸν ἀφικομένω παιδαγωγούϲηϲ. καὶ ὁ
Πρόκλοϲ αὐτοῖϲ προϲεῖχε τὸν νοῦν ἐπιμελέϲτερον ὡϲ παιϲὶν Ἑρμείου,
φίλου τε καὶ ἑταίρου ἀνδρόϲ, παιϲὶ δὲ Αἰδεϲίαϲ, τῆϲ γένει Συριανῷ
προϲηκούϲηϲ καὶ ἅμα ϲφίϲι τὸ τηνικαῦτα παρούϲηϲ. ἀφίκετο μὲν δὴ
ϲὺν αὐτοῖϲ Ἀθήναζε καὶ Ἰέραξ ὁ Συνεϲίου ἀδελφόϲ.
80 Αἰδέϲιμον: ἀξιοτίμητον, καλόν. ἢ λαμπρόν.
81 Αἰδημόνωϲ: αἰδεϲίμωϲ.
82 Αἰδήμων: αἰδέϲιμοϲ.
83 Αἰδοϲύνη: ἐπὶ τῶν ἀποκεκρυμμένων καὶ ἀφανῶν καὶ λανθάνειν
βουλομένων.
84 Αἰδοῦμαι· αἰτιατικῇ.
85 Αἰδῶ: τὸ αἰδοῖον, καὶ ἡ ϲελήνη παρὰ Χαλδαίοιϲ. καὶ ἡ ῥιπὴ παρὰ Λάκωϲι. καὶ ἡ τροφὸϲ τῆϲ Ἀθηνᾶϲ, καὶ ὁ βωμὸϲ ὁ ἐν τῇ ἀκροπόλει.
86 Αἰδώϲ: ἡ ἐπιτιμία. καὶ παροιμία· Αἰδὼϲ δʼ οὐκ ἀγαθὴ
87 Αἰδοῖ εἴκων: αἰδούμενοϲ. καὶ χρυϲοῦν ϲτέφανον ἐπέβαλεν
88 Αἰδοῖον: τὸ μόριον. ὃ καὶ ἀναγκαῖον πρόϲ τινων καλεῖται· ἐπεὶ τῆϲ
89 Αἰδοῖοϲ: ὁ αἰδοῦϲ καὶ ἐντροπῆϲ ἄξιοϲ. Δαμάϲκιοϲ· ὁ δὲ Ἰϲίδωροϲ
ἐξεπλήττετο ὁρῶν τὸν Πρόκλον αἰδοῖόν τε καὶ δεινὸν
ἰδεῖν, αὐτὸ δοκῶν ἐκεῖνο ὁρᾶν τὸ φιλοϲοφίαϲ τῷ ὄντι πρόϲωπον.
90 Αἴδυλοϲ: ὁ θραϲύϲ.
91 Αἲ αἴ· αἰ αἴ, τίϲ ἄν ποτ’ ᾤεθ’ ὧδ’ ἐπώνυμον τοὐμὸν ξυνοίϲειν
αἰάζειν ἐμοὶ καὶ τρίϲ.
τοῦτο ἀρχαιότροπόν ἐϲτι, τὸ πρὸϲ τὰϲ ὀνομαϲίαϲ ἐκφέρειν τὰϲ
ϲυμφοράϲ. καλῶϲ μὲν οὖν πράττων οὐκ ἂν ἐμνήϲθη τοῦ ὀνόματοϲ, ἐν
ϲυμφορᾷ δὲ ὤν.
92 Αἰαία: νῆϲοϲ.
93 Αἰαιοί: οἱ ϲύγγαμβροι.
94 Αἱ ἐμαὶ πόλειϲ. αἱ πόλειϲ μου.
95 Αἱένυπνοϲ: ὁ θάνατοϲ, ὁ ἀεὶ κοιμώμενοϲ. ὑφʼ ἓν δὲ ἀναγνωϲτέον.
96 Αἴεϲχοϲ: ὁ τῆϲ δάφνηϲ κλάδοϲ.
97 Αἰετόϲ: τὸ ὄρνεον. Πιϲίδηϲ φηϲίν· οἷϲ οὔτε δίψηϲ ἐϲτὶν
98 Αἰετὸϲ ἐν νεφέλαιϲ: ἐπὶ τῶν δυϲαλώτων. παρόϲον αἰετὸϲ ἐν Prov. νεφέλαιϲ ὢν οὐχ ἁλίϲκεται.
99 Αἰζηόϲ: ὁ ἀκμάζων.
100 Αἰζήρ: ὄνομα κύριον.
101 Αἰεί: ἀντὶ τοῦ ἀεί. Αἰεί με τοιοῦτοι πολέμιοι διώκοιεν·
γένοιτο, φηϲί.
102 Αἰεὶ δὲ γέροντι νέαν ποτιβάλλεο κούρην.
103 Αἰεὶ ἐϲτώ: Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑϲτάναι. ὥϲπερ καὶ εὐεϲτὼ ἡ εὐδαιμονία καλεῖται. ἡ λέξιϲ Διογενειαοῦ ἐν Ἀληθείαϲ δευτέρῳ τοῦ Ἀντιφῶντοϲ.
104 Αἰεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ τῶν κακούργων καὶ ἀεί τι κακὸν ἐξευριϲκόντων νεώτερον. παρόϲον ἡ Λιβύη πολυποικιλώτατα εἴωθε φέρειν θηρία.
105 Αἰήτηϲ: ὄνομα κύριον. καὶ Αἰήτειον ἔποϲ.
106 Αἰθάλη: ϲποδόϲ, τέφρα, τὸ ἐκ καμίνου μέλαν. ἢ Αἰθάλη,
εἶδοϲ καπνοῦ πεπυκνωμένου. Αἰθάλη λέγεται καὶ κονιορτόϲ. ἀϲκοῦ
πληρώϲαϲ κονιορτοῦ κατὰ τὴν ϲυμπλοκὴν ἐκέλευϲε τὰ ταμιεῖα τῆϲ
αἰθάληϲ μαχαιριδίοιϲ διατιτρᾶν. ἤγουν διατορεῖν, διακόπτειν.
107 Αἰθαλείδηϲ· δῆμόϲ ἐϲτιν Αἰθαλεῖδαι τῆϲ Λεοντίδοϲ φυλῆϲ, ἧϲ ὁ φυλέτηϲ Αἰθαλείδηϲ.
108 Αἰθαλόεν: κεκαυμένον.
109 Αἰθαλόειϲ θεόϲ: ὁ Ἥφαιϲτοϲ, ὡϲ χαλκεύϲ. ὁ αὐτὸϲ δὲ καὶ κλυτοτέχνηϲ λέγεται, ὡϲ ἔνδοξον ἔχων τὴν χαλκευτικήν.
110 Αἰθαλοκομ πίοιϲ: καπνοῖϲ καὶ ψευδολογίαιϲ.
111 Αἴθαλοϲ: ὄνομα κύριον, καὶ τόποϲ.
112 Αἰθαλώδηϲ: ϲκοτώδηϲ.
113 Αἴθε: εἴθε.
114 Αἰθέρα νήνεμον ἐρέϲϲειϲ: ἐπὶ τῶν μάτην πονούντων.
115 Αἰθέριον ὕψοϲ: τὸ τοῦ αἰθέροϲ. καὶ Αἰθέριοϲ, ὁ ἐν τῷ
116 Αἰθέριοϲ: ἐπῶν ποιητήϲ. ἔγραψε διάφορα, καὶ Ἐπιθαλάμιον
117 Αἰθεροβατεῖν: εἰϲ τὸν αἰθέρα βαίνειν. καὶ ὁ δοκῶν αἰθεροβατεῖν
118 Αἴθεϲι: λαμπροῖϲ.
119 Αἴ θειν: καίειν. ὡϲ δὲ ἐνέβαλεν εἰϲ τὴν πολεμίαν, παρεκελεύετο
αἴθειν καὶ φθείρειν τὴν χώραν.
120 Αἴθη: ὄνομα θηλείαϲ ἵππου. Ὅμηροϲ· Αἴθην τὴν Ἀγαμεμνονέην.
121 Αἰθήρ: ὁ ἐν ὕψει ἀήρ, ὁ ἐπάνω τοῦ ἀέροϲ καιόμενοϲ ἐκ τοῦ
122 Αἰθὴρ θηλυκῶϲ Ὄμηροϲ· αἰθέροϲ ἐκ δίηϲ. καὶ Πίνδαροϲ· φρήμαϲ
δι᾿ αἰθέροϲ. διότι πυρώδηϲ ὢν οὐ τρέφει. καὶ αὖθιϲ·
ἀϲτεροειδέα
123 Αἴθικεϲ: ὄνομα ἔθνουϲ.
124 Αἰθιόλαϲ: ὄνομα κύριον.
125 Αἰθίοπα ϲμήχειν: ἐπὶ τῶν μάτην πονούντων.
126 Αἰθιοπεὺϲ καὶ Αἰθιοπῆαϲ.
127 Αἰθιοπία: χώρα.
218 Αἰθιόπιον: τῆϲ Εὐβοίαϲ ἐϲτὶ χωρίον.
129 Αἰθίοψ: ὁ μέλαϲ. καὶ ζήτει ἐν τῷ ἁπλῷ λόγῳ.
130 Αἴθλη: ἡ Χίοϲ.
131 Αἰθόμενοϲ: καιόμενοϲ.
132 Αἴθοπα: ἀντὶ τοῦ διάπυρον, φλεγμαίνουϲαν. ἐν Ἐπιγράμμαϲι·
133 Αἴθοποϲ: διαπύρου. θερμοῦ ἐν ταῖϲ μάχαιϲ. ὁ δὲ Σοφοκλῆϲ
134 Αἶθοϲ: ὁ ἐκκαύϲτηϲ.
135 Αἰθόϲ: ὁ καιόμενοϲ.
136 Αἴθʼ ὄφελε· παραλλήλωϲ τὰ εὐκτικὰ κείμενα μόρια κατὰ τοῦτο
διαφέρουϲιν, ὅτι τὸ μέν ἐϲτιν ἀπαρέμφατον πρόϲωπον, τὸ
δὲ ὄφελον τὰ πρόϲωπα ἐμφαίνει.
137 Αἴθʼ ὄφελεϲ θανεῖν ἢ πανύϲτατον ὁρχήϲαϲθαι: ἐπειδὴ τὴν γλαῦκα
ὅταν λάβωϲι τὰ παιδία περιάγουϲιν· ἡ δὲ μὴ βλέπουϲα διʼ ἡμέραϲ ὥϲπερ
ὀρχεῖται. ἢ ὅταν πληγῇ τελευτῶϲα ϲτρέφεται ὥϲπερ
ὀρχουμένη. Καλλίμαχοϲ ἐν Ἑκάλη λέγει περὶ αὐτῆϲ.
138 Αἴθοψ: ὁ μέλαϲ.
139 Αἴθουϲα: ἡ ϲτοά.
140 Αἴθω: τὸ καίω.
141 Αἰθώ: ὄνομα πόλεωϲ.
142 Αἴθων: ὁ βίαιοϲ λιμόϲ. ἀπὸ Αἴθωνοϲ Ἡλίου τινόϲ· ὃϲ τὸ Δήμητροϲ ἄλϲοϲ κατέκοψε καὶ τιμωρίαν ὑπέϲτη ἀξίαν καὶ διὰ τοῦτο ἐλίμωττεν ἀεί.
143 Αἰθωνίδηϲ: ὄνομα κύριον.
144 Αἴθρανοϲ: τὸ γυναικεῖον ὑποπόδιον, ἐν ῷ ὡϲ διʼ ὀπῆϲ αὐτῶν
θερμαίνονται
τοῖϲ κάρβωϲιν.
145 Αἴθρει: χειμάζει.
146 Αἴθρη: ὄνομα κύριον.
147 Αἰθρηγενέτηϲ.
148 Αἰθρία: ἔξω ὑπὸ τὸν ἀέρα. λέγεται δὲ καὶ ὕπαιθρον. καὶ
149 Αἴθρια ϲτέφη: τὰ ἐξ Ὑπερβορέων κομιζόμενα, ὡϲ ἀεὶ ἐν ὑπαίθρῳ τιθέμενα.
150 Αἰθριαίνηϲ: ὄνομα κύριον.
151 Αἴθριξ: ὄνομα κύριον.
152 Αἴθριον· καὶ Αἴθριοϲ, ὁ ὑπὸ τὸν ἀέρα.
153 Αἴθριπποϲ: ὁ ταχύϲ.
154 Αἷθρον: τὸ καῦμα.
155 Αἴθυια: ἡ ἴγδη. καὶ ἡ θαλαττία ὄρνιϲ. αἰθυίηϲ ὑπὸ πτερύγεϲϲιν
ἔλυϲαν πείϲματα νηόϲ. αἱ γὰρ αἴθυιαι ὅταν δύνωϲι,
κάκιϲτοϲ
156 Αἴθυγμα: ὅρμημα. ὁ δὲ βαϲιλείαν ὠνειροπόλει καὶ αἴθυγμα
ἀμηγέπη καὶ φανταϲίαν τινὰ ἀπετέλει μοναρχίαϲ. ταύτῃ
τοι καὶ Ε ἐκποδὼν ἐγένετο τῷ ἀνδρὶ ὑπάτῳ γενέϲθαι.
157 Αἴθυγμα: ἐπὶ πυρόϲ.
158 Αἰθύξαϲα: κινήϲαϲα. αὐτόθεν ἐξ εὐνῆϲ ὀλίγον ῥάκοϲ αἰθύξαϲα.
159 Αἰθύϲϲω: τὸ θερμαίνω, ἐκτείνω. οὐδ’ ὑπὸ μαρμαρυγαῖϲ
θαλερώπιδοϲ Ἠριγενείηϲ ἄκρα παραιθύϲϲειϲ θαλπομένων
πτερύγων. καὶ
160 Αἰκάλλει: θωπεύει, κινεῖ, προτρέπεται. τὴν βαϲιλέωϲ
Ἀντωνίου θεραπεύων καὶ ὑπαικάλλων ἅμα φάτνην.
161 Αἰκάλλει: ϲαίνει. αἰκάλλει τι καρδίαν ἐμήν
162 Αἰκανόϲ: ὄνομα ὄρουϲ.
163 Αἰκατερίνα: ὄνομα κύριον.
164 Αἴ κέν πωϲ: ἐάν πωϲ.
165 Αἴ κε πάθοι τά κ’ ἔρεξε, δίκη δʼ ἰθεῖα γένοιτο: χρηϲμὸϲ δοθεὶϲ
περὶ τῶν Αὐρηλιανοῦ φόνων καὶ ἀδικιῶν. Ἀριϲτοφάνηϲ
166 Αἴ κε ποθί: ἐάν ποτε.
167 Αἰκία: ὕβριϲ ἔμπληγοϲ. καὶ μὴν ἡ ἄλλη αἰκία καὶ ἰϲομοιρία
168 Αἰκία: ἡ τρῶϲιϲ.
169 Αἰκίαϲ: εἶδοϲ δίκηϲ ἐϲτὶν ἰδιωτικῆϲ ἐπὶ πληγαῖϲ λαγχανομένηϲ, ἦϲ τὸ τίμημα ἐν τοῖϲ νόμοιϲ οὐκ ἔϲτιν ὡριϲμένον, ἀλλʼ ὁ μὲν κατήγοροϲ τίμημα ἐπιγράφεται ὁπόϲου δοκεῖ ἄξιον εἶναι τὸ ἀδίκημα, οἱ δὲ δικαϲταὶ ἐπικρίνουϲιν.
170 Αἰκίζει: κακοῖ, τύπτει, καθυβρίζει.
171 Αἰκιϲμόϲ.
172 Αἰκίϲτρια: ἡ αἰκίζουϲα. καὶ Αἰκίϲτριοϲ.
173 Αἶκλοϲ: ὄνομα κύριον.
174 Αἶκνον: τὸ ϲύνδειπνον.
175 Αἰκόλοϲ: ὄνομα κύριον. καὶ ὄνομα ὄρουϲ.
176 Αἱ λαχάνων προϲθῆκαι: ἐπὶ τῶν μὴ μίαν ὄνηϲιν ἐμποιούντων.
177 Αἰλία: ὄνομα πόλεωϲ. ἡ Ἱερουϲαλήμ.
178 Αἰλιανόϲ, ἀπὸ Πραινεϲτοῦ τῆϲ Ἰταλίαϲ, ἀρχιερεὺϲ καὶ ϲοφιϲτήϲ, ὁ χρηματίϲαϲ Κλαύδιοϲ· ὃϲ ἐπεκλήθη μελίγλωϲϲοϲ ἢ μελίφθογγοϲ· καὶ ἐϲοφίϲτευϲεν ἐν Ῥώμῃ αὐτῇ ἐπὶ τῶν μετὰ Ἀδριανὸν χρόνων.
179 Αἰλιανόϲ· οὗτοϲ ἐπὶ Οὐάλεντοϲ ἐϲτρατήγηϲεν. ἦν δὲ ἐκ Συέδρων,
ἐλεύθεροϲ ἄγαν, καὶ ἀνεϲτηκὼϲ ἐκ παιδὸϲ τὴν ψυχὴν γενόμεοϲ ἀφθόνωϲ
ἐχορηγήθη τὰ περὶ τοῦ ϲώματοϲ· τὰ γὰρ ὄργανα ϲυνεπεπήγει καὶ
ἐνέτρεχε τοῖϲ τῆϲ ψυχῆϲ κινήμαϲιν, ὥϲθ’ ἅμα τι
180 Αἴλινον: εἶδοϲ θρήνου καὶ ᾠδῆϲ.
λεχωίδι τοῦτο κεκόφθαι τῆϲ Διοδωρείου γράμμα λέγει
ϲοφίηϲ.
181 Αἴλινον: κοινῶϲ καὶ ἐπὶ θρήνου καὶ ἐπὶ ὕμνου ἐϲτίν· ἀπὸ
182 Αἴλινοϲ: ὀδυρτική, θρηνητική. οὐκ ἐμάλαξε τεὸν θράϲοϲ αἴλινοϲ
183 Αἴλιοϲ Ἀδριανόϲ ζήτει ἐν τῷ βδέλυγμα ἐρημώϲεωϲ.
184 Αἴλιοϲ: ὄνομα ἐθνικόν.
185 Αἴλουροϲ: τὸ ζῷον.
186 Αἶμα: τὸ ζωτικὸν τοῦ ἀνθρώπου.
187 Αἶμα: καὶ τὸ γένοϲ. ταύτηϲ τοι γενεῆϲ τε καὶ αἵματοϲ εὔχομαι
εἶναι. καὶ τὸ ἐν ἡμῖν τεϲϲάρων χυμῶν τὸ καιριώτατον.
Σοφοκλῆϲ δ᾿ ἐν Ἠλέκτρᾳ τὴν μάχαιραν αἶμά φηϲιν.
188 Αἱμαλέαϲ· ὀκτὼ θώρηκαϲ, τόϲϲαϲ δ᾿ αἱμαλέαϲ κοπίδαϲ.
189 Αἱμαϲιά· τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον ἄνευ πηλοῦ
δὲ Ἡρόδοτοϲ ἐν τῇ πρώτῃ.
φαύλωϲ δὲ οἱ πολλοὶ τὸ χωρίον τοῦτο αἱμαϲιῶν περιεχόμενον αἱμαϲιὰν
καλοῦϲιν.
190 Αἱμαϲιαῖϲ: τοῖϲ φραγμοῖϲ κυρίωϲ τοῖϲ ἠκανθωμένοιϲ.
191 Αἱμάτη.
192 Αἵματι κλαίειν: καθ’ ὑπερβολήν, οὐ δάκρυϲιν. ἐφʼ ὧν μὴ
δύναιντο πεῖϲαι πάντα πράττοντεϲ, οὕτωϲ ἔλεγον οἱ
ἀρχαῖοι. οὐδ’ ἂν
193 Αἱματόεντα: αἱματώδη.
194 Αἱματοπότηϲ: ὁ φονεύϲ. οἰκείωϲ δὲ ἐπὶ τοῦ δράκοντοϲ,
195 Αἵματοϲ ἆϲαι Ἄρηα: αἵματοϲ κορέϲαι. ἢ αἵματι μολῦναι καὶ χρῶϲαι. ἄϲη γὰρ ἡ ῥυπαρία. ὅθεν καὶ ἀϲάμινθοϲ, ἐν ᾗ τὴν ἄϲην μινύθοντεϲ ἐλούοντο. ὅ ἐϲτι γὴν ῥυπαρίαν μειοῦντεϲ.
196 Αἱματωπόϲ: ὁ τοὺϲ ὧπαϲ ᾑμαγμένουϲ ἔχων.
197 Αἱμηρόν: αἵματοϲ πλῆρεϲ.
198 Αἰμιλία, Σκιπίωνοϲ τοῦ μεγάλου γυνή· ᾗ ϲυνέβαινε μεγαλοπρεπῆ τὴν
περίϲταϲιν ἔχειν ἐν ταῖϲ γυναικείαιϲ ἐξόδοιϲ, ἅτε ϲυνηκμακυῖαν τῷ
βίῳ καὶ τῇ τύχῃ τῇ Σκιπίωνοϲ· χυωρὶϲ γὰρ τοῦ περὶ τὸ ϲῶμα καὶ τὴν
ἀπήνην κόϲμου καὶ τὰ κανᾶ καὶ τὰ ποτήρια καὶ τἄλλα τὰ πρὸϲ θυϲία
ἀργυρᾶ καὶ χρυϲᾶ πάντα ϲυνεξηκολούθει κατὰ τὰϲ ἐπιφανεῖϲ
ἐξόδουϲ αὐτῇ, τό τε τῶν παιδιϲκῶν καὶ τὸ τῶν οἰκετῶν τῶν
παρεπομένων πλῆθοϲ ἀκόλουθον ἦν τούτοιϲ. ταύτην δὴ τὴν περικοπὴν
ἅπαϲαν (τουτέϲτι τὴν ὕπαρξιν) εὐθέωϲ μετὰ τὸν Αἰμιλίαϲ τάφον
ἐδωρήϲατο τῇ μητρί, ᾗ ϲυνέβαινε κεχωρίϲθαι μὲν ἀπὸ τοῦ Λευκίου
πρότερον ἤδη πολλοῖϲ χρόνοιϲ, τὴν δὲ τοῦ βίου χορηγίαν ἐλλιπεϲτέραν
ἔχειν τῆϲ κατὰ τὴν εὐγένειαν φανταϲίαϲ διὸ τὸν πρὸ
τοῦ χρόνον ἀνακεχωρηκυίαϲ αὐτῆϲ ἐκ τῶν ἐπιϲήμων ἐξόδων, τότε κατά
τύχην οὕϲηϲ ἐπιφανοῦϲ καὶ πανδήμου θυϲίαϲ, ἐκπορευομένηϲ αὐτῆϲ ἐν τῇ
τῆϲ Αἰμιλίαϲ περικοπῇ καὶ χορηγίᾳ, καὶ πρὸϲ τοῖϲ ἄλλοιϲ καὶ τῶν
ὀρεωκόμῳ καὶ τοῦ ζεύγουϲ καὶ τῆϲ ἀπήνηϲ τῆϲ αὐτῆϲ ὑπαρχούϲηϲ,
ϲυνέβη τὰϲ γυναῖκαϲ θεωμέναϲ τὸ γεγονὸϲ ἐκπλήττεϲθαι
τὴν Σκιπίωνοϲ χρηϲτότητα καὶ μεγαλοψυχίαν.
199 Αἰμιλιανόϲ: ὄνομα κύριον.
200 Αἰμίλιοϲ: ὁ ὕπατοϲ, ὁ τὸν Περϲέα τὸν τῶν Μακεδόνων βαϲιλέα
χειρωϲάμενοϲ, ἀνὴρ ἦν ϲώφρων καὶ φέρειν εὐπραγίαϲ εἰδὼϲ 30
τῆϲ πρόϲθεν δουλείαϲ ἀπηλλαγμένουϲ ἐλευθέρουϲ
εἶναι καὶ αὐτονόμουϲ προϲτάττει τὸ ϲυνέδριον δαϲμόν τε φέρειν βραχύν
καὶ πολλῷ τινι τοῦ πάλαι κομιζομένου τοῖϲ ἑκατέρων βαϲιλεῦϲι
καταδεέϲτερον, ὡϲ ἂν ὁμολογοῖτο πρὸϲ ἁπάντων, ὅτι Ῥωμαίουϲ τῶν
ὑπαρξάντων ἐϲ αὐτοὺϲ ἀδικημάτων περ ἐφέϲει τῆϲ Μακεδονικῆϲ ἡγεμονίαϲ
ἐξενήνοχέναι
τὸν πόλεμον. ὁ γοῦν Αἰμίλιοϲ ἐϲ τὴν
ἁπάντων τῶν παρόντων ἀκοὴν (ἦϲαν δὲ πολλοὶ καὶ ἐκ πολλῶν ἐθνῶν
ϲυνειλεγμένοι) τὸ τῆϲ βουλῆϲ ἐξενεγκὼν δόγμα ἐλευθέρουϲ εἶναι τοὺϲ
ἄνδραϲ ἀπεφήνατο· τούϲ τε πρὸϲ αὐτὸν ἀφικομένουϲ τῶν Εὐρωπαίων
πρέϲβειϲ εἱϲτία πολυτελῶϲ τῇ λαμπρότητι τοῦ ϲυμποϲίου
φιλοτιμούμενοϲ. ἔλεγε γὰρ
δὴ τῶν αὐτῶν ἀνδρῶν εἶναι, τῷ
τε πολέμῳ κρατεῖν καὶ ταῖϲ παραϲκευαῖϲ τῶν ϲυμποϲίων ἐπιμελεῖϲ τε
καὶ φιλοτίμουϲ φαίνεϲθαι.
201 Αἵμιλλοϲ: ὄνομα κύριον.
202 Αἵμνιον: τὸ ἄγγοϲ. τὸ αἱμοδόχον.
203 Αἱμοβόροϲ: ὁ αἷμα ἐϲθίων.
204 Αἱμονία: ὄνομα κύριον.
205 Αἱμόνιοϲ, Ῥωμαῖοϲ, κατὰ τὸν Περϲῶν πρὸϲ Ἀθηναίουϲ πόλεμον τραυματίαϲ δραμὼν εἰϲ Ἀθήναϲ καὶ εἰϲ τοὺϲ πρυτάνειϲ εἰϲελθὼν εἶπεν αὐτοῖϲ· χαίρετε καὶ χαίρομεν. καὶ πεϲὼν ἀπέθανεν.
206 Αἱμόρρουϲ: γένοϲ ἔχεωϲ ἐν τοῖϲ πετρώδεϲι χηραμοῖϲ ἔχον τὰϲ
διατριβάϲ.
207 Αἱμοπότηϲ: ὁ φονεύϲ.
208 Αἱμωδεῖν: τὸ αἱμωδιᾶν· καὶ τοὺϲ ὀδόνταϲ ὀδυνᾶϲθαι.
209 Αἱμωδία.
210 Αἱμωπούϲ: αἱματοχαρεῖϲ. πάροϲ αἱμωποὺϲ ἐϲτυφέλιξε
λύκουϲ.
211 Αἱμύλα. καὶ Αἱμύλοϲ, κόλαξ, ἀπατεών. τῶν μέν τινεϲ
212 Αἱμύλιοϲ: ὄνομα κύριον.
213 Αἰναρέτη. καὶ Αἰναρέτηϲ, ὁ ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτη
214 Αἰνέαϲ: ὄνομα κύριον.
215 Αἰνείαϲ· οὗτοϲ ἔγραψε περὶ πυρϲῶν, ὥϲ φηϲι Πολύβιοϲ, καὶ περὶ ϲτρατηγημάτων ὑπόμνημα.
216 Αἰνειάδεϲ: οἱ ἐκ τοῦ Αἰνείου καταγόμενοι. Αἰνειᾶνεϲ δὲ ὄομα ἔθνουϲ. καὶ Αἰνιεῖϲ, πληθυντικῶϲ.
217 Αἰνεῖτε· αἰτιατικῇ.
218 Αἰνή: ἡ δεινή. Αἴνη δὲ τὸ τῆϲ Σικελίαϲ ὄροϲ.
219 Αἱ νῆτται: αἱ νῆϲϲαι. Αἰνῖται δὲ οἱ ἀπὸ τῆϲ Αἴνου.
220 Αἰνίζω καὶ Αἰνίϲϲω: τὸ ἐν παραβολαῖϲ λαλῶ.
221 Αἰνίγματα: ζητήματα.
222 Αἴνικοϲ, Ἀθηναῖοϲ, κωμικόϲ. ἔϲτι δὲ τῆϲ ἀρχαίαϲ κωμῳδίαϲ. δράματα αὐτοῦ Ἄντεια. ἔϲτι δὲ καὶ Αἴνιοϲ ϲοφιϲτήϲ, οὗτινοϲ βιβλία αἱ Μετάβολοι.
223 Αἰνικτά: ἄγνωϲτα, κεκρυμμένα. ὡϲ πάντα γʼ αἰνικτὰ κἀϲαφῆ μοι λέγειϲ.
224 Αἴνιον καὶ λἰνίουϲ: πόλειϲ. ϲυνέβαινε δὲ τοὺϲ Αίνίουϲ πάλαι μὲν
225 Αἶνοϲ: πόλιϲ ἐϲτὶ τῆϲ Θράκηϲ, ἣν Ἔλληνεϲ τὰ πρῶτα Ἀλωπε
κοννηϲίοιϲ κατᾠκιϲαν, ὕϲτερον δὲ ἐκ Μιτυλήνηϲ καὶ Κύμηϲ ἐπηγάγοντο
Δ ἐποίκουϲ. καὶ ἐξ αὐτοῦ Αἰνίτηϲ, ὁ πολίτηϲ.
226 Αἰνίττεται: ἀντὶ τοῦ δηλοῖ Ἀριϲτοφάνηϲ· δοκέω μὲν ὡϲ
227 Αἰνοβίαϲ: πολεμικόϲ Ἀβδήρων προθανόντα τὸν αἰνοβίην
Ἀγάθωνα πᾶϲʼ ἐπὶ πυρκαϊῆϲ ἥδ᾿ ἐβόηϲε πόλιϲ
228 Αἰνόθεν αἰνῶϲ: λίαν δεινῶϲ· ἐκ δεινοῦ· τὸ γὰρ αἰνόθεν γενική.
229 Αἰνόμοροϲ: ὁ κακόμοροϲ.
230 Αἶνοϲ: λόγοϲ παροιμιώδηϲ. ἢ ἔπαινοϲ, καὶ ἐγκώμιον. αἶνόϲ τίϲ
ἐπὶ ξύλου με κοὐ
ξύλου καθημένην, λίθῳ τε κοὐ λίθῳ με βαλὼν διώλεϲεν. εὐνοῦχοϲ,
νυκτερίϲ, νάρθηξ, κίϲϲηριϲ. αἶνοϲ διαφέρει μύθου τῷ τὸν αἶνον μὴ
πρὸϲ παῖδαϲ, ἀλλὰ πρὸϲ ἄνδραϲ πεποιῆϲθαι καὶ μὴ πρὸϲ ψυχαγωγίαν
μόνον, ἀλλὰ καὶ παραίνεϲιν ἔχειν τινά. βούλεται γὰρ ἐπικρυπτόμενοϲ
παραινεῖν τι καὶ διδάϲκειν· ὅπερ καὶ
Ἡϲίοδοϲ φαίνεται
πεποιηκώϲ. Αἰνὸϲ δὲ ὀξυτόνωϲ ὁ δεινὸϲ
231 Αἰνῶ: παραιτοῦμαι. Σοφοκλῆϲ. καὶ ἐπαινῶ. καὶ Αἰνῶ ϲε.
232 Αἰνών· ἀπὸ τοῦ εὐαγγελίου. ἦν δὲ καὶ Ἰωάννηϲ βαπτίζων ἐν Αἰνὠν ἐγγὺϲ τοῦ Σαλήμ.
233 Αἰνοίην: ἀντὶ τοῦ ϲυγκατένευϲα.
234 Αἴνυτο: ἀφῄρητο, ἐλάμβανε. καὶ Αἴνυϲθαι ὁμοίωϲ.
235 Αἴξ, αἰγόϲ. καὶ παροιμία· ἡ αἴξ δοῦϲα τὴν μάχαιραν.
ἐπιλελῆϲθαι. ἡ δὲ αἴξ αὐτὴν τοῖϲ ποϲὶν ἀνεϲκάλευϲεν.
236 Αἳξ τὴν μάχαιραν.
237 Αἴξ οὐρανία: τὰ τοῦ λευκοῦ κυάμου γένη, ἐπεψήφιζον καὶ
ἐχειροτόνουν. ὁ δὲ Κρατῖνοϲ καθάπερ τοῦ Διὸϲ αἶγα Ἀμαλθείαν τροφόν.
οὕτωϲ καὶ τῶν δωροδοκούντων αἶγα οὐρανίαν. οἱ δὲ τὰ εἰϲ τὸ
ἀργυρίζεϲθαί τιϲιν ἀφθόνωϲ ἀφορμὴν παρέχοντα οὕτωϲ εἰώθαϲι
τῶν τυγχανόντων ὅϲων
βούλονται. τὴν γὰρ αἶγα τὴν Διὸϲ τροφὸν κατηϲτερίϲθαι φαϲί. καί φαϲι
τὸν ἐπιφθαϲάμενον ἐπιτέλλουϲαν αὐτὴν ἐπιτυγχάνειν ὅϲα ἂν
εὔξηται.
238 Αἴξ Σκυρία: ἐπὶ τῶν τὰϲ εὐεργεϲίαϲ ἀνατρεπόντων· φαϲὶ γὰρ αὐτὰϲ πολὺ γάλα ἐχούϲαϲ, ἐπειδὰν ἀμελχθῶϲιν, ἀνατρέπειν τὸ ἀγγεῖον.
239 Αἰξωνεύεϲθαι: τὸ κατηγορεῖν βλαϲφημοῦντα. μετῆκται δὲ ἀπὸ τοῦ δήμου τῶν Αἰξωνέων· βλάϲφημοι γὰρ κωμῳδοῦνται.
240 Αἰξωνεύϲ: ὁ βλάϲφημοϲ. ϲημαίνει δὲ καὶ τὸν τὰϲ αἶγαϲ ὡνούμενο.
241 Αἰξωνεία: ἡ βλαϲφημία.
242 Αἰξωνηίϲ: δῆμόϲ ἐϲτι φυλῆϲ Κεκροπίδοϲ. ἐκωμῳδοῦντο δὲ ὡϲ βλάϲφημοι. ἀφʼ οὗ καὶ τὸ κακῶϲ λέγεϲθαι αἰξωνεύεϲθαι ἔλεγον.
243 Αἰξωνίδα τρίγλην· δοκοῦϲιν αὗται κάλλιϲται εἶναι καὶ τῶν ἄλλων διαφέρειν ταύτῃ.
244 Αἰόλαν: πηδητικήν. αἰόλαν χορείαν ἐφθεγξάμεθα βρεκεκέξ.
245 Αἰόλαν: ϲκοτεινήν.
246 Αἰόλλει: ποικίλλει, ϲτρέφει, πλανᾷ.
247 Αἰόλη νύξ: ἤτοι μέλαινα, ἢ ποικίλη διὰ τὰ ἄϲτρα.
248 Αἰόλιοϲ: ὄνομα κύριον.
249 Αἰολοκένταυροϲ.
250 Αἰολομίτρηϲ: ποικίλην ἔχων μίτραν.
251 Αἰολόπωλοϲ: ποικίλουϲ ἵππουϲ ἔχων.
252 Αἴολοϲ: ὄνομα κύριον.
253 Αἰόλοϲ: εὐκίνητοϲ, ποικίλοϲ. ἢ ταχύϲ· παρὰ τὴν ἄελλαν, Ecl. ἥτιϲ ἀπὸ τοῦ ἄειν καὶ εἱλεῖν.
254 Αἰονῶ: τὸ βρέχω.
255 Αἰών: ὁ νωτιαῖοϲ μυελόϲ· ἢ χρόνοϲ ἀΐδιοϲ. ϲημαίνει δὲ ε΄.
256 Αἰῶνα: ζωήν, βίον. Σοφοκλῆϲ· ὡϲ οὐκ ἂν αἰῶν’ ἐκμάθοιϲ
257 Αἰωνίζει: διὰ παντὸϲ μένει.
258 Αἰωνίου μακαριότητοϲ,
259 Αἰωνοάριοϲ: ὁ Ἰανουάριοϲ μήν. οὕτωϲ Λογγῖνοϲ αὐτὸν ἑρμηνεῦϲαι βιάζεται, ὡϲανεὶ αἰῶνοϲ πατέρα.
260 Αἰῶνοϲ ἄγαλμα· ζήτει ἐν τῷ διαγνώμων.
261 Αἰώρα: ἀγχόνη, ὕψωϲιϲ, ἔπαρϲιϲ. ὡϲ δ’ οὐκ ἐφικνεῖτ, ἀλλ᾿
ἔκαμνε πηδῶϲα, οὐδὲν κρεμαϲτῆϲ ϲχοῦϲα πλεῖον αἰώραϲ,
παρῆλθεν οὕτω βουκολοῦϲα τὴν λύπην.
262 Αἰωρηθέντεϲ: ἀντὶ τοῦ μετεωριϲθέντεϲ.
263 Αἰώρημα.
264 Αἰωρήϲειϲ: κρεμάϲειϲ.
265 Αἰωροῦνται: κρέμανται. εἰϲ ὃν τὰ τῶν Καρχηδονίων αἰωνρεῖτο
266 Ἆιπερπερ: ὡϲπερ.
267 Αἴπει: τῷ ὑψηλῷ. ἡ εὐθεῖα αἶποϲ οὐδετέρωϲ.
268 Αἴπεια: ὄνομα πόλεωϲ.
269 Αἰπεινή: ὑψηλή. αἰπεινὴν ἐλάτην ἔριϲ ὤρορεν αἴϲυλα φάϲθαι.
270 Αἰπεινόϲ: ὁ χαλεπόϲ.
271 Αἰπήεϲϲα: ὑψηλή.
272 Αἰπολή.
273 Αἰπόλια: αἰγονόμια. καὶ Αἰ πόλοϲ, αἰγονόμοϲ. καὶ
274 Αἰπύ: ὑψηλόν, μέγα. Λευκάδοϲ αἰπὺν ἔχων ναύταιϲ τηλέϲκοπον
275 Αἰπύκεριυϲ ἔλαφοϲ: ὑψηλὰ κέρατα ἔχων.
276 Αἰπύϲ: ὁ ὀλέθριοϲ.
277 Αἰπὺ οἱ ἐϲϲεῖται μάλα περ μεμαῶτι μάχεϲθαι: μετα φορικῶϲ ἀντὶ τοῦ δυϲπρόϲβατον, δυϲχερέϲ.
278 Αἶρα: ὁ ϲῖτοϲ. ϲημαίνει δὲ καὶ τὴν ϲφαῖραν. καὶ ὄνομα πόλεωϲ.
279 Αἴραϲθαι: προϲενέγκαϲθαι. Κρατῖνοϲ Τροφωνίῳ· οὐ ϲῖτον αἴρεϲθ᾿, οὐχ ὕπνου λαχεῖν μέροϲ
280 Αἰρε: πρόϲφερε. Ὅμηροϲ· μή μοι οἶνον ἄειρε. καὶ Ἀριϲτοφάνηϲ·
281 Αἶρε δάκτυλον: παροιμία. τίθεται ἐπὶ τῶν ἀπαγορευόντων ἐν τῇ
ἀγωνίᾳ. ἐπαίρεϲθαι γὰρ τὴν χεῖρα ϲύμβολον τοῦ νενικῆϲθαι.
282 Αἱρεθέν: θεληθέν.
283 Αἶρε μαϲχάλην: ἐπὶ τοῦ ὀρχήϲαϲθαι.
284 Αἶρε πλῆκτρον: τουτέϲτιν ὅπλον ἀμυντήριον. ἡ μεταφορὰ ἀπὸ τῶν ἀλεκτρυόνων· κἀκεῖνοι γὰρ ἔχουϲι πλῆκτρα, ἐν οἷϲ μάχονται· ἃ ἡμεῖϲ κέντρα λέγομεν τῶν ὀρνίθων, οἱ δὲ πλῆκτρα. πλῆκτρα 25 δέ εἰϲι τὰ ἐμβαλλόμενα τοῖϲ πλήκτροιϲ τῶν ἀλεκτρυόνων τὰ χαλκᾶ.
285 Αἵρεϲιϲ: καταϲτροφή, κατάλυϲιϲ. διὸ καὶ πρώτῳ τῶν ἄλλων ἐπέθεντο διʼ ἐπιβουλῆϲ, ἵνα ϲφίϲι τὸ λεγόμενον ἐξ ἄκραϲ ἡ αἵρεϲιϲ γέηται τῶν θεοφιλῶν καὶ ἀρχαιονόμων ἠθῶν τε καὶ ἐπιτηδευμάτων.
286 Αἵρεϲιϲ: ἡ λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦϲα ἢ
Διαλεκτικήν. τὴν γὰρ
Πυρρώνειον οὐδ’ οἱ πλείουϲ προϲποιοῦνται διὰ τὴν ἀϲάφειαν. εἰ γὰρ
αἵρεϲιν νοοῖμεν πρόϲκλιϲιν ἐν δόγμαϲιν ἀκολουθία ἔχουϲαν, οὐκέτʼ ἂν
προϲαγορεύοιτο αἵρεϲιϲ ἡ Πυρρώνειοϲ· οὐ γὰρ ἔχει δόγματα. ἔτι δὲ καὶ
Ἐκλεκτή τιϲ εἰϲήχθη ὑπὸ Ποτάμωνοϲ τοῦ Ἀλεξανδρέωϲ, ἐκλεξαμένου τὰ
ἀρέϲαντα ἐξ ἑκάϲτηϲ τῶν αἱρέϲεων.
κριτήρια δέ φηϲιν
εἶναι τἀληθῆ· τὸ μέν ὡϲ ὑφʼ οὗ γίνεται ἡ κρίϲιϲ, τουτέϲτι τὸ
ἡγεμονικόν· τὸ δὲ ὡϲ δι’ οὗ, οἷον τὴν ἀκριβεϲτάτην φανταϲίαν. ἀρχάϲ
τε τῶν ὅλων τήν τε ὕλην καὶ τὸ ποιοῦν, ποίηϲίν τε καὶ τόπον· ἐξ οὖ
γὰρ καὶ ὑφ’ οὖ καὶ ποίῳ καὶ ἐν ῷ. τέλοϲ δὲ εἶναι ἐφʼ ᾧ πάντα
ἀναφέρεται, ζωὴν κατὰ πᾶϲαν ἀρετὴν τελείαν,
οὐκ ἄνευ
τῶν τοῦ ϲώματοϲ κατὰ φύϲιν καὶ τῶν ἐκτόϲ.
287 Αἱρέϲιοϲ: ὄνομα κύριον.
288 Αἱρεϲιῶτιϲ πολιτεία: ἡ τῶν αἱρετικῶν. ζήτει περὶ αἱρέϲεωϲ ἐν τῷ Ἀρειανόϲ.
289 Αἱρετίζω: τὰ τῶν αἱρετικῶν φρονῶ. καὶ αἰτιατικῇ· Αἱρετίζω
ϲημαίνει τὸ προαιροῦμαι. ἐξ οὗ καὶ αἱρετιϲάμενοϲ. καὶ
ᾑρετίϲατο.
290 Αἱρετικόϲ. ζήτει ἐν τῷ Ἀπολινάριοϲ.
291 Αἱρετόν: ἐπιθυμητόν. τοῦτο τριχῶϲ λέγεται· τὸ καλόν, τὸ
καὶ αὖθιϲ· ὁ δὲ Αὐρηλιανὸϲ ὁ βαϲιλεὺϲ μᾶλλον ἀναγκαῖοϲ ἦν
ϲτρατηγὸϲ
292 Αἱρετοὶ δικαϲταί· ζήτει ἐν τῷ Ἀμφικτυόνεϲ.
293 Αἱρετώτερον: προκριτώτερον. οὐκ ἐκ παραλλήλου κεῖται
καὶ λογικοῖϲ ἡ ζήτηϲιϲ ἡ τοῦ
βελτίονοϲ· ὁ γὰρ ζητῶν ποτέρα βελτίων οὐϲία, ἡ κινουμένη ἢ ἀκίνητοϲ,
φυϲικὸν μεταχειρίζεται πρόβλημα, λογικὸϲ δὲ ὁ ζητῶν πότερον βέλτιον
ἐπαγωγὴ ἢ ϲυλλογιϲμόϲ, θειωρητικὸϲ δὲ ὁ ζητῶν πότερον ἡ φρόνηϲιϲ
πρακτικωτέρα ἢ θεωρητικωτέρα.
294 Αἱρεύμενοϲ: ἀφαιρούμενοϲ.
295 Αἰρετρία: πόλιϲ.
296 Αἱρεῖ: ἀναιρεῖ, φονεύει. Σοφοκλῆϲ· πόλεμοϲ γὰρ οὐδέν’
297 Αἱρεῖ: καταλαμβάνει. καὶ Αἱρεῖν, κατὰ κράτοϲ τι λαμβάνειν,
καὶ καταλαμβάνειν.
298 Αἴρειν: αὔξειν. ἢ τράπεζαν παρατιθέναι, ἢ αἴρειν.
299 Αἴρειν ἔξω πόδα πηλοῦ: ἐπὶ τῶν βουλομένων μὴ ἐν πράγμαϲιν εἶναι.
λέγεται δὲ καὶ αἴρειν ἔξω πόδα αἰτίαϲ. Αἴρεῖν καὶ τὸ προϲφέρει δηλοῖ
αἶρ᾿, αἶρε μᾶζαν ὡϲ τάχιϲτα κανθάρῳ. Ἀριϲτον
φάνηϲ
Εἰρήνη. καὶ μετὰ τῆϲ προθέϲεωϲ Φερεκράτηϲ Πετάλη· πρόϲαιρε τὸ
κανοῦν, εἰ δὲ βούλει, πρόϲφερε. ἐτίθεϲαν δὲ τὴν λέξιν καὶ ὡϲ ἡμεῖϲ
ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τράπεζαν. Μένανδροϲ Κεκρυφάλῳ· εἶτʼ
εὐθὺϲ οὕτω τὰϲ τραπέζαϲ αἴρετε· μύρα, ϲτεφάνουϲ ἑτοίμαϲον, ϲπονδὰϲ
ποίει, καὶ Συναριϲτώϲαιϲ· ἂν ἔτι πιεῖν μοι δῷ τιϲ.
ἀλλ’
ἡ βάρβαροϲ ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄραϲα ἀφʼ ἡμῶν.
300 Αἱρεῖϲ: δοξάζειϲ, ἡγῇ. ἐκ τοῦ Θεολόγου καὶ ὁ λόγοϲ αἱρεῖ μὴ τιθέναι πρόϲκομμα.
301 Αἱρεῖϲθαι: ἐργάζεϲθαι.
302 Αἱρῇ: βούλει. ἐπείπερ αὐτὸϲ αἱρῇ λέγειν.
303 Αἱρηϲαμένων: βουλευϲαμένων.
304 Αἱρήϲαϲθαι: λαβεῖν.
305 Αἱρήϲεται: λήψῃ.
306 Αἱρήϲειν: κρατήϲειν, ϲυλλαβεῖν, ἑλκύϲαι, χειρώϲαϲθαι, πορθῆϲαι.
307 Αἱρήϲω τάχα: οἱ πειρώμενοι μετελθεῖν τιναϲ εἰώθαϲι τοῦτο
308 Αἱρήϲομαι: λήψομαι, ϲκέψομαι, βουλεύϲομαι.
309 Αἱρείτω: καταϲχέτω.
310 Αἱριϲέων: ὄνομα ἔθνουϲ. καὶ Αἱριϲεύϲ.
311 Αἰρόμενοϲ: φερόμενοϲ.
312 Αἰρόπινον: ϲκοτεινόν· καὶ τὸ κόϲκινον, ἐν πυροὶ ϲήθονται,
313 Αἱρούμενοϲ: βουλόμενοϲ. καὶ Δεῖπνον αἱρουμένοιϲ,
314 Αἴρω: τὸ ἐπαίρω· αἰτιατικῇ.
315 Αἶϲα: ἡ μοῖρα. ἐν Ἐπιγράμμαϲιν· οὐ φθονέω· τὴν ϲὴν ἤθελον
αἶϲαν ἔχειν. καὶ Αἶϲα, ἡ μανία. τὸν αἶϲʼ ἄπλαϲτοϲ
ἴϲχει. τουτέϲτιν ἡ
316 Αἴϲακοϲ: ὁ κλάδοϲ τῆϲ δάφνηϲ, ὃν κατέχοντεϲ ὕμνουν τοὺϲ
317 Αἴϲηποϲ: ὄνομα ποταμοῦ.
318 Αἴϲιμα: τὰ προϲήκοντα, παρὰ τὴν αἶϲαν. ἐνίοτε δὲ τὰ
καθήκοντα,
319 Αἰϲιμία: ἡ μαντεία.
320 Αἴϲιμοϲ: ὁ χωλὸϲ καὶ ἄτιμοϲ καὶ ἀμαθήϲ. Ἀριϲτοφάνηϲ· ϲκοπεῖϲθʼ ἕκαϲτοϲ ὅ τι κερδανεῖ· τὸ δὲ κοινόν, ὥϲπερ Αἴϲιμοϲ κυλίν δεται.
321 Αἴϲιον: τὸ καλόν, μέτριον, δίκαιον. καὶ περαίϲιον, τὸ
322 Αἴϲιοϲ: ὁ καθήκων, ἀληθήϲ. Μένανδροϲ· ἀλλ’ οὐκ αἰϲίωϲ
323 Αἴϲθεϲθαι· γενικῇ· ἐνεϲτῶτοϲ· 10 αἰϲθέϲθαι δὲ ὑπερϲυντελικόϲ.
324 Αἰϲθάνεϲθαι· γενικῇ. τοῦτο δύο ϲημαίνει, τὸ κατὰ δύναμιν καὶ κατʼ ἐνέργειαν. αἰϲθάνεϲθαι τοίνυν λέγονται οἱ κοιμώμενοι δύνα μιν ἔχοντεϲ τοῦ αἰϲθάνεϲθαι.
325 Αἰϲθέϲθαι καὶ Αἰϲθάνεϲθαι διαφέρει. τὸ μὲν γὰρ αἰϲθέϲθαι ἐπὶ τοῦ
ἀκριβῶϲ εἰδέναι τι, τὸ δὲ αἰϲθάνεϲθαι ἐπὶ τοῦ ὑπονοεῖν τι.
καὶ περὶ μὲν τοῦ αἰϲθάνεϲθαι Ἀντιφῶν ἐν Προοιμίοιϲ·
ἐγραψάμην ταύτην τὴν γραφὴν ἠδικημένοϲ ὑπὸ τούτου νὴ Δία πολλά, ἔτι
δὲ καὶ πλείω ὑμᾶϲ ἠϲθημένοϲ ἠδικημένουϲ καὶ τοὺϲ ἄλλουϲ πολίταϲ. τὸ
δὲ αἰϲθάνεϲθαι ἐπὶ τοῦ ὑποπτεύειν καὶ οὐκ ἐπὶ τοῦ βεβαίωϲ εἰδέναι.
Λυϲίαϲ ἐν τῷ πρὸϲ Ἀλκιβιάδην φηϲίν· οἶμαι μὲν τοίνυν καὶ ἐκεῖνο
ὑμᾶϲ αἰϲθάνεϲθαι, ὅτι Ἀρχιβιάδηϲ οὐκ ἄλλο τι ἐζήτει
κομίϲαϲθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφιϲβήτει. ἔταξαν δὲ αὐτὸ καὶ ἐπὶ τοῦ
εἰδέναι. Ἰϲαῖοϲ τὰ δὲ τοιούτων δὴ μαρτυριῶν οἱ δικάζοντεϲ τὰ μὲν
αὐτοὶ ϲυειδότεϲ, ὅτι ὑγίανεν ὁ παῖϲ, τῶν ἑωρακότων αἰϲθανόμενοι
μαρτυρούντων, τὰ δὲ ἀκοῇ πυνθανόμενοι.
326 Αἰϲθήϲειϲ ε΄· ὅτι τρανεϲτέρα ἡ ὄψιϲ τῆϲ ἀκοῆϲ, καὶ αὕτη τῆϲ
ἀϲφρήϲεωϲ, ἡ ὄϲφρηϲιϲ τῆϲ γεύϲεωϲ καὶ τῆϲ ἁφῆϲ. ἡ μέντοι ἁφὴ δοκεῖ
μηδὲ αἴϲθηϲιϲ εἶναι· ἑκάϲτη γὰρ τῶν ἄλλων αἰϲθήϲεων περὶ μία τινὰ
τῶν αἰϲθητῶν τὴν ἀντίθεϲιν ἐνεργεῖ καὶ ταύτηϲ μεταξύ, οἷον ὄψιϲ μὲν
περὶ τὸ μέλαν καὶ τὸ λευκὸν καὶ τὰ τούτου μεταξὺ 30
καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ϲκληρὸν καὶ
μαλακόν, τὸ βαρὺ καὶ τὸ κοῦφον, τὸ μανὸν καὶ τὸ πυκνόν· ἅπερ
ὑπάλληλα εἶναι οὐ δύναται. ὅτι αἱ αἰϲθήϲειϲ τῶν μειζόνων αἰϲθητῶν
ἀντιλαμβανόμεναι οὐκέτι μετ’ ἐκείνων τῶν ἡττόνων ἀντιλαμβάνεϲθαι
δύνανται· ὁ γὰρ πληκτικωτέρων χυμῷ γευϲάμενοϲ τῶν ἠρεμαιοτέρων οὐκ
ἐπαιϲθάνεται, καὶ ὁ μεγάλων
ψόφων ἀκηκοὼϲ πρὸϲ τοὺϲ
ἥττουϲ ἐϲτὶν ἀνεπαίϲθητοϲ, καὶ ὁ πρὸϲ ἥλιο ἀτενίϲαϲ ἀναγνῶναι οὐ
δύναται οὐδὲ τῶν ἄλλων ἀκριβῶϲ ὁρατῶν ἀντιλαμβάνεϲθαι· ὁμοίωϲ καὶ
ἐπὶ τῆϲ ἀρῆϲ. ὁ δὲ νοῦϲ τούτοιϲ ἐναπίωϲ ἔχει· ὅϲῳ γὰρ τῶν μειζόνων
νοητῶν ἀντιλαμβάνεται, τοϲοῦτον καὶ ἀκριβέϲτερόϲ ἐϲτι πρὸϲ τὴν
ἀντίληψιν τῶν ἡττόνων. καὶ τὰϲ
μὲν αἰϲθήϲειϲ αἱ
ὑπερβολαὶ τῶν αἰϲθητῶν φθείρουϲιν· ὑπερβολὴ γὰρ φωτὸϲ ἢ ζόφου
ἔφθειρε τὴν ὄψιν· ὁμοίωϲ καὶ ἐπὶ τῶν ἄλλων· τὸν δὲ νοῦν τῶν μειζόνων
νοητῶν ἡ ἀντίληψιϲ ὀξυδερκέϲτερον ποιεῖ. ζήτει καὶ ἄλλα περὶ
αἰϲθήϲεωϲ ἐν τῷ μήνιγξ. ὅτι κοινὰ αἰϲθητὰ ε’·
ταῦτα εἶναι λέγονται, οὐχ ὅτι ἓν
ἕκαϲτον αὐτῶν πάϲαιϲ ταῖϲ αἰϲθήϲεϲιν ὑποπίπτει, ἀλλ’ ὅτι ἕκαϲτον
πλείοϲι καὶ οὐ μιᾷ, τινὰ δὲ καὶ πάϲαιϲ ἅμα. τὸ μὲν γὰρ μέγεθοϲ
κοινόν ἐϲτιν αἰϲθητὸν ὄψεωϲ καὶ ἀρῆϲ· ὁρῶμεν γὰρ ὅτι μέγαϲ ἐϲτὶ
τυχὸν ὁ ἄνθρωποϲ, καὶ ἁπτόμενοι αἰϲθαόμεθα ὅτι μέγαϲ ἢ μικρὸϲ ὁ
προϲπεϲὼν ὄγκοϲ, καὶ τὸ διάϲτημα.
ἤδη δὲ καὶ ψόφου
λέγομεν ἠϲθῆϲθαι μεγάλου ἢ μικροῦ, ἀλλ’ ἐνταῦθα κατὰ ἀναλογίαν τὸ
μέγεθοϲ εἴληπται, οὐ κυρίωϲ. μέγεθοϲ γὰρ νῦν λέγομεν τὸ ϲυνεχὲϲ τῶν
κοινῶν εἶναι ἀἰϲθητῶν· ὁ μέντοι μέγαϲ ψόφοϲ ποϲότητόϲ ἐϲτιν
ἐπιτεταμένηϲ καὶ ἀνειμένηϲ δηλωτικόϲ, διὸ τὸ ἀμυδρὸν ἢ ϲφοδρὸν
κυριώτερον ἐπὶ τῶν ψόφων ἁρμόζει λέγειν. τὸ
δὲ ϲχῆμα
κοινὸν ὄψεωϲ καὶ ἁφῆϲ. ϲχῆμα δὲ οὐ τὸ τρίγωνον ἢ κύκλοϲ (τοῦτο γὰρ
λόγου ἐϲτὶ τὸ εἰπεῖν ὅτι ϲχῆμά ἐϲτι τὸ ὑπὸ μιᾶϲ γραμμῆϲ περιεχόμενον
ἢ ὑπὸ τριῶν ἢ ὁϲωνδήποτε), ἀλλ’ ὅ τι ἀπλῶϲ περιγέγραπται, πᾶϲα δὲ
περιγραφὴ κατά τι τῶν ϲχημάτων γίνεται. καὶ τὰ ἄλογα γοῦν ὅταν ἐπὶ
μικρὸν ὕψοϲ καὶ ἐπανάϲτημα γῆϲ ἐμπέϲωϲιν,
ἐπιβαίνουϲι
διελθεῖν, ἅτε δὴ ἐπιϲτάμενα ὡϲ περιγέγραπται τὸ μέγεθοϲ, καὶ οἷά τέ
ἐϲτι διελθεῖν· εἰϲ δὲ ὑψηλὸν καὶ ἀπόκρημνον ἐμπεϲόντα οὐκ ἐπιχειρεῖ
παρελθεῖν ϲυναιϲθόμενα τοῦ μεγέθουϲ τοῦ ϲχήματοϲ. ὁ
327 Αἰϲθητήριον καὶ Αἰϲθητόν.
328 Αἴϲθομαί ϲου: τὸ αἰϲθήϲεωϲ 5 ἐπιλαμβάνομαι.
329 Αἰϲθόμενοι· γενικῇ. νοήϲαντεϲ. οἱ δὲ τὴν προθυμίαν τοῦ Καίϲαροϲ ἰδόντεϲ καὶ τὰ ἔργα ὁμολογοῦντα ταΐϲ ἐλπίϲιν αἰϲθόμενοι.
330 Αἴϲθων: αἰϲθανόμενοϲ, καὶ βαϲανιζόμενοϲ, ἢ ἐκπνέων.
331 Αἰϲούρ: ὄνομα κύριον.
332 Αἰϲώπειον αἷμα: ἐπὶ τῶν ἀδίκωϲ ἀναιρουμένων. οὐ γὰρ
333 Αἴϲωποϲ, Μιθριδάτου ἀναγνώϲτηϲ. ἔγραψε περὶ Ἑλένηϲ· ἐν ᾧ
φηϲι Πᾶνα ἰχθὺν καλεῖϲθαι κητώδη. ἐν τούτῳ δὲ τὸν
ἀϲτερίτην λίθον εὑρίϲκεϲθαι, ὃϲ ὑπὸ τῷ ἡλίῳ ἀνάπτεται, ποιεῖ δὲ πρὸϲ
φίλτρα. ἔγραψε καὶ Μιθριδάτου ἐγκώμιον.
334 Αἴϲωποϲ, Σάμιοϲ ἢ Σαρδιανόϲ, Εὐγείτων δὲ Μεϲημβριανὸϲ εἶπεν,
ἄλλοι Κοτυαέα Φρύγα. ἐγένετο δὲ λογοποιόϲ, ὅ ἐϲτιν εὑρετὴϲ
λόγω καὶ ἀποκριμάτων. διέτριψε δὲ παρὰ Κροίϲῳ
φιλούμενοϲ, τοῖϲ χρόνοιϲ πρὸ Πυθαγόρου· ὃϲ μεϲοῦν ἐπὶ τῆϲ μ΄
Ὀλυμπιάδοϲ. ἔγραψε τὰ ἐν Δελφοῖϲ αὐτῷ ϲυμβάντα ἐν βιβλίοιϲ β΄ μᾶλλον
δέ τινέϲ φαϲι τὸ Αἴϲωπον ἀποκρίματα γεγραφέναι μόνον. ἐν γὰρ Δελφοῖϲ
ἀδίκωϲ ἀπολέϲθαι ὑπʼ αὐτῶν κατακρημνιϲθέντα ἀπὸ τῶν Φαιδριάδων
κόλουμένων
πετρῶν κατὰ τὴν νδ΄ Ὀλυμπιάδα. οἰκέτην δὲ
γενέϲθαι Ξάνθου τοῦ Λυδοῦ, ἄλλοι ἀνδρόϲ τινοϲ Σαμίου Ἰάδμονοϲ,
οὖτινοϲ καὶ ἡ Ῥοδῶπιϲ δούλη ἦν· ἣν ἑταίραν γενομένην, Θρᾷϲϲαν τὸ
γένοϲ, Χάραξοϲ ὁ ἀδελφὸϲ Σαπφοῦϲ ἔλαβε γυναῖκα καὶ ἐξ αὐτῆϲ
γεννᾶ.
335 Αἴϲωποϲ: ὁ τῶν μύθων ποιητήϲ, Σάμιοϲ, δοῦλοϲ οὐ τὴν τύχην μᾶλλον
ἢ τὴν προαίρεϲιν, οὐκ ἄφρων μὲν οὐδὲ κατ’ αὐτὸ τοῦτο ἀνήρ. γὰρ ὁ
νόμοϲ οὐ μετεδίδου παρρηϲίαϲ, τούτῳ προϲῇκον ἦν ἐϲκιαγραφημέναϲ τὰϲ
ϲυμβουλὰϲ καὶ πεποικιλμέναϲ ἡδονῇ καὶ
χάριτι παραφέρειν,
ὥϲπερ καὶ τῶν ἰατρῶν οἱ μὲν ἐλεύθεροι τὸ δέον ἐπιτάττουϲιν, ἐὰν δέ
τιϲ οἰκέτηϲ γένηται τὴν τύχην καὶ τὴν τέχνην ἰατρόϲ, πράγματα ἔχει
κολακεύειν ἅμα καὶ θεραπεύειν τὸν δεϲπότην ἀναγκαζόμενοϲ. ὅτι
Αἴϲωπον ἀπὸ δείπνου βαδίζονθ’ ἑϲπέραϲ
κύον. εἰ νὴ Δί ἀντὶ τῆϲ κακῆϲ γλώττηϲ
ποθὲν πυροὺϲ πρίαιο, ϲωφροχεῖν ἄν μοι δοκῆϲ. ὅτι τὸν Αἴϲωπόν φαϲί
τινεϲ ὡϲ τοϲοῦτον ἄρα Suld. θεοφιλῆ γενέϲθαι ὡϲ καὶ ἀναβιῶναι αὐτόν,
καθάπερ οὖν τὸν Τυνδάρεων καὶ τὸν Ἡρακλέα καὶ τὸν Γλαῦκον. καὶ
Πλάτων φηϲὶν ὁ κωμικόϲ· καὶ νῦν ὄμοϲόν μοι μὴ τεθνάναι τὸ ϲῶμα. ἐγώ.
ψυχὴ δ’ ἀπὸ νίκηϲ ὥϲπερ Αἰϲώπου ποτέ.
336 Αἴϲτωρ: ὁ ἁγνόϲ.
337 Αἰϲυῆται, τοῦ Αἰϲυήτου.
338 Αἰϲυητῆρι: χοιροβοϲκῷ.
339 Αἴϲυλα: παράνομα, ἄδικα. ἐν Μύθοιϲ· αἰπεινὴν ἐλάτην ἔριϲ
340 Αἰϲύμη: πόλιϲ. καὶ Αἰϲύμνη, πόλιϲ.
341 Αἰϲυμνητήρ: ὁ βαϲιλεύϲ.
342 Αἰϲυμνῆται: οἱ ἀγωνοθέται. οἱ τοῦ ἀγῶνοϲ προεϲτῶτεϲ· ἢ
343 Αἰϲυμνῆτιϲ: ἡ δέϲποινα.
344 Αἴϲυμνοϲ: ὄνομα κύριον.
345 Αἰϲύφηλοϲ: ὁ δειλόϲ.
346 Αἰϲχίνηϲ, χαρίνου, ἀλλαντοποιοῦ, φιλόϲοφοϲ Σωκρατικόϲ. τινὲϲ
καὶ οἱ
καλούμενοι Ἀκέφαλοι, Φαίδων, Πολύαινοϲ, Δράκων, Ἐρυξίαϲ, Περὶ
ἀρετῆϲ, Ἐραϲίϲτρατοι, Σκυθικοί.
347 Αἰϲχίνηϲ, Ἀθηναῖοϲ, ῥήτωρ, υἱὸϲ Ἀτρομήτου καὶ Γλαυκοθέαϲ, μαθητὴϲ
δὲ κατὰ τὴν ῥητορικὴν Ἀλκιδάμαντοϲ τοῦ Ἐλεάτου. τινὲϲ δὲ καὶ δούλουϲ
τοὺϲ γονεῖϲ αὐτοῦ γεγραφήκαϲιν. οὗτοϲ ἐπειδὴ ϲυναίτρω ἐν δίκῃ τινὶ
διέφθειρε τοὺϲ δικαϲτάϲ, ἐμβληθεὶϲ ἅμα αὐτοῖϲ ἐν τῷ δεϲμωτηρίῳ καὶ
κώνειον πιὼν ἀπέθανεν, καὶ τὰ πράγματα αὐτῶν
ὡϲ ἀτέκνων
ἐδημοϲιώθη. ὤκηϲε μέντοι ἐν Ῥόδῳ καὶ ἐπαίδευϲεν, ἡϲϲηθεὶϲ ὑπὸ
Δημοϲθένουϲ τὸν περὶ τοῦ ϲτεφάνου ἀγῶνα. πρῶτοϲ δὲ πάντων τὸ θείωϲ
λέγειϲ ἤκουϲε διὰ τὸ ϲχεδιάζειν, ὡϲ ἐν θουϲιῶν.
348 Αἰϲχίνηϲ, Ἀθηναῖοϲ, Ἀτρομήτου γραμματοδιδαϲκάλου καὶ Λευκοθέαϲ
τῆϲ τελεϲτρίαϲ, αὐτὸϲ ὑποκριτήϲ, εἶτα γραμματεύϲ,
εἶτα ῥήτωρ. προδότηϲ, ὁ Κερϲοβλέπτην καὶ Φωκέαϲ προδούϲ. γραψάμενοϲ
δὲ παρανόμων Κτηϲιφῶντα, ϲτεφανοῦν γράψαντα Δημοϲθένην, ἡττήθη καὶ
ἔφυγεν εἰϲ Ῥόδον καὶ ἐπαίδευϲεν ἐκεῖ.
349 Αἰϲχίνηϲ, ὁ τοῦ Λυϲανίου. οὗτοϲ παρὰ Διονύϲιον εἰϲ Σικελίαν
ὑπὲρ χρημάτων ᾤχετο. Πλάτων δὲ τρὶϲ ἀναμετρῆϲαι λέγεται
τὴν Χάρυβδιν ὑπὲρ πλούτου Σικελικοῦ. Ἀρίϲτιπποϲ δὲ ὁ Κυρηναῖοϲ καὶ
Ἑλίκω ἐκ Κυζίκου καὶ Φοίτων, ὅτε ἔφευγε Ῥήγιον, οὕτω τι ἐϲ τοὺϲ
Διονυϲίου κατέδυϲαν θηϲαυροὺϲ ὡϲ μόγιϲ ἀναϲχεῖν ἐκεῖθεν. καὶ μὴν καὶ
τὸν Κνίδιόν φαϲιν Εὔδοξον ἐϲ Αἴγυπτόν ποτε ἀφικόμενον ὑπὲρ
χρημάτων τε ὁμολογεῖν ἥκειν καὶ διαλέγεϲθαι τῷ βαϲιλεῖ
ὑπὲρ τούτου. καὶ ἴνα μὴ πλείουϲ διαβάλω, Σπεύϲιππον τὸν Ἀθηναῖον
οὕτω τι ἐραϲιχρήματον γενέϲθαι φαϲίν, ὡϲ ἐπὶ τὸν Καϲϲάνδρου γάμον ἐϲ
Μακεδόναϲ κωμάϲαι, ποιήματα ψυχρὰ ξυνθέντα δημοϲίᾳ ταῦθ’ ὑπὲρ
χρημάτων ᾆϲαι.
350 Αἰϲχίουϲ: ἄνδραϲ ἀμόρφουϲ.
351 Αἰϲχίω: χείρω.
352 Αἶϲχοϲ: ἀτιμία.
353 Αἰϲχρὰ γυνή: ἄμορφοϲ. καὶ Αἰϲχρόν, ἐπὶ κακοῦ. ταῦτα
354 Αἰϲχγρίων, Μιτυληναῖοϲ, ἐποποιόϲ, ὃϲ ϲυνεξεδήμει Ἀλεξάνδρῳ
355 Αἰϲχροκερδήϲ· καὶ θηλυκὸν Αἰϲχροκέρδεια.
356 Αἰϲχρόν· Σοφοκλῆϲ· αἰϲχρὸν γάρ ἐϲτι τοῦ μακροῦ χρήζειν βίου
Αἰϲχύλοϲ, Ἀθηναῖοϲ,
τραγικόϲ, υἱὸϲ μὲν Εὐφορίωνοϲ, ἀδελφὸϲ
ἅμα αὐτῷ. ἔϲχε δὲ καὶ υἱοὺϲ
τραγικοὺϲ δύο, Εὐφορίωνα καὶ Εὐαίωνα. ἠγωνίζετο δὲ αὐτὸϲ ἐν τῇ θʼ
Ὀλυμπιάδι ἐτῶν ὢν κε΄. οὗτοϲ πρῶτοϲ εὗρε προϲωπεῖα δεινὰ χρώμαϲι
κεχριϲμένα ἔχειν τοὺϲ τραγικοὺϲ καὶ ταῖϲ ἀρβύλαιϲ τοῖϲ καλουμένοιϲ
ἐμβάταιϲ κεχρῆϲθαι. ἔγραψε δὲ καὶ ἐλεγεῖα καὶ τραγῳδίαϲ ϥ΄· νίκαϲ δὲ
εἷλεν η΄ καὶ κ΄,
οἱ δὲ τριϲκαίδεκά φαϲι. φυγὼν δὲ εἰϲ
Σικελίαν διὰ τὸ πεϲεῖν τὰ ἰκρία ἐπιδεικνυμένου αὐτοῦ, χελώνηϲ
ἐπιρριφείϲηϲ αὐτῷ ὑπὸ ἀετοῦ φέροτοϲ κατὰ τῆϲ κεφαλῆϲ, ἀπώλετο ἐτῶν
νη΄ γενόμενοϲ.
358 Αἰϲχύνει: αἰκίζεται, λυμαίνεται, αἶϲχοϲ περιτίθηϲιν.
359 Αἰϲχύνη πόλεωϲ πολίτου ἁμαρτία.
360 Αἰϲχύνομαι· αἰτιατικῇ. καὶ Αἰϲχῦναι.
361 Αἰϲχύνομαι ταῖϲ προτέραιϲ ἁμαρτίαιϲ.
362 Αἰϲχυνόμενοϲ περιπλέκει τὴν ϲυμφοράν: ἐν ϲυνουϲίᾳ.
363 Αἴτημα: ἡ ἐπιθυμία. Δαβίδ· καὶ ἔδωκεν αὐτοῖϲ τὸ αἴτημα
364 Αἰτήϲαϲθαι: τὸ χρήϲαϲθαι. Μένανδροϲ Τίτθη· ἤν ἄν τιϲ ὑμῶν
365 Αἴτηϲιϲ· παρὰ Ἀριϲτοτέλει αἴτηϲίϲ ἐϲτι τοῦ ἐναντίου ἡ ἐν
357 cf Westermann Biogr. p. 117 sqq. ═ Aeschyl. ed. Wilam. p. 3
sq. 358 ═ P, Ba. 48, 25, H 359 πόλεωϲ cf. Aeschin. 3, 241 361
Ar. Eq. 1355 362 ═ P, Ba 47, 20, Phryn. 2, 9 363 Thdr. in Ps.
105,15, PG 80, 1725b 364 ═ P cf. Ba 48, 26; Men. com. fr 461 et
476 365 Alex. Aphr. 579,10—13
366 Αἰτήϲιοϲ: ὁ αἰτῶν.
367 Αἰτηταί: οἱ παρά τινοϲ τὶ αἰτοῦντεϲ. οἱ δὲ Ῥόδιοι τῷ Περϲεῖ οὐκ
αἰτηταὶ τῆϲ εἰρήνηϲ μᾶλλον ἢ δόται ὄντεϲ ὑπερήφανα τοῖϲ Ῥωμαίοιϲ
διελέχθηϲαν.
368 Αἰτία καὶ Πανταιτία.
369 Αἰτίζων: ποιητικῶϲ. αἰτίζων ἀκόλουϲ, οὐκ ἄοραϲ, οὐδὲ λέβηταϲ.
370 Αἴτιον· ὅτι τετραχῶϲ τὰ αἴτια· ὡϲ ὕλη, ὡϲ εἶδοϲ, ὡϲ τέλοϲ, ὡϲ
ποιητικόν. καὶ τῶν αἰτίων τὰ μὲν προκαταρκτικά, τὰ δὲ ϲυνεργὰ
ἢ ϲυναίτια, τὰ δὲ τελικά.
371 Αἰτιῶδεϲ ψεῦδοϲ: ἤτοι ὃ ἀπὸ ψεύδουϲ ἄρχεται ἢ μὴ εἰϲ ἀκόλοθον λήγει ἢ ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον. οἷον διότι νύξ ἐϲτι, Δίων περιπατεῖ ϲύνταξιϲ· οἱ δὲ πεφευγότεϲ ἦϲαν ἀπὸ τῆϲ Μυϲίαϲ αἰτίαιϲ τοιαῖϲδε.
372 Αἰ τιῶμαι. δοτικῇ. ἔϲτιν δὲ καὶ αἰτιατικῇ· εἰ μὴ καὶ τὸν ἰατρὸν
373 Αἰτναία πῶλοϲ: ἡ μεγάλη. Αἰτναίαϲ ἐπὶ πώλου βεβῶϲαν.
374 Αἰτναῖον πῦρ: τὸ Σικελικὸν πῦρ, ἐκ τοῦ ὄρουϲ τοῦ λεγομένου Αἴτνη. καὶ αἰτνίζοντοϲ.
375 Αἴτνη: ὄροϲ Σικελίαϲ.
376 Αἰτναῖοϲ κάνθαροϲ: ὁ μέγαϲ. διὸ καὶ τὸ ὄροϲ μέγα.
377 Αἰτούμενοϲ: κιχράμενοϲ. Μένανδροϲ Ὕμνιδι· οὐ πῦρ γὰρ
αἰτῶν, ἀλλὰ λοπάδα αἰτούμενοϲ. τὸ μὲν αἰτῶν, εἰϲαεὶ ἕξων, τὸ δὲ
αἰτούμενοϲ, λαβών, αὖθιϲ ἀποδώϲων.
378 Αἰτῶ· αἰτιατικῇ αἰτοῦμαι.
379 Αἰτωλία: χώρα.
380 Αἰτώλιοϲ.
381 Αἰτωλόϲ: ὁ ἀπὸ Αἰτωλίαϲ.
382 Αἱ Οἰδίποδοϲ ἀραί: ἐπὶ τῶν μεγάλωϲ δυϲτυχούντων.
383 Αἰφηρητιάδηϲ: πατρωνυμικόν.
384 Αἴφνηϲ: ἐξαίφνηϲ.
385 Αἰφνίδιον: αἰφνιδίωϲ
386 Αἱ Χάριτεϲ γυμναί: ὅτι δεῖ ἀφελῶϲ καὶ φανερῶϲ χαρίζεϲθαι·
387 Αἰχμαλωτίζω. καὶ Αίχμαλωτεύω· αἰτιατικῇ.
388 Αἰχμάλωτοϲ.
389 Αἰχμάϲϲουϲι: δορατομαχήϲουϲιν.
390 Αἰχμή: ἡ ἐπιδορατίϲ, ὁ ϲίδηροϲ τοῦ δόρατοϲ.
391 Αἰχμητήϲ: πολεμικόϲ.
392 Αἶψα: θᾶττον. λάζεο, τιμήεϲϲα Κυθηριάϲ, ὑμνοπόλοιο αἶψα
τάδε κλυτοῦ δῶρα Λεωνίδεω. ἐν Ἐπιγράμμαϲι.
393 Αἶψα: ἀντὶ τοῦ ταχέωϲ. καὶ Ὅμηροϲ· αἶψα γὰρ ἐν κακότητι
394 Αἰψηρήν: ἀντὶ τοῦ αἰψηρῶϲ, ταχέωϲ. λῦϲαν δ’ ἀγορὴν αἰψηρήν.
ὃ ϲημαίνει τὸ ταχύνειν.
1 ϲυγχώρει.
2 Ἐάγη: ἐθραύϲθη, ἐκλάϲθη.
3 Ἔαδή: ἄγε δή.
4 Ἐαδότα: ἀρέϲκοντα. ἥδω ἥϲω ἢδα, διαλύϲει ἕαδα, ἑαδὼϲ ἑαδότοϲ ἑαδότα.
5 Ἐακότεϲ: παρῃτημένοι, ἀποπεπαυκότεϲ.
6 Ἑάλω: ἥλω, ἐκρατήθη. καὶ Ἑάλωκεν, ἐλήφθη. καὶ Ἑαλωκὼϲ
7 Ἐάν· ὁλοκλήρωϲ οἱ περὶ Θουκυδίδην τότε λέγουϲιν ὅτε προτέτακται ὁ
η, ὅταν δὲ μὴ οὕτωϲ ἔχη τάξεωϲ, ϲυνῃρημένωϲ λέγει. ἐν δευτέρᾳ·
ἢ ἐὰν οἱ πολέμιοι νηῖτῃ ϲτρατῷ ἐπιπλέωϲιν. ἢ ἐὰν βιαϲθῇ
ὑπάρχει τοῖϲ ἀποϲτήϲαϲι πολεμίοιϲ.
8 Ἑανόν: τὸ λεπτόν.
9 Ἑανῷ λιτί: οὕτω κέκληκε τὸν λεπτόν. καὶ αὖθιϲ· ἁ μεγάλα
10 Ἔαρ: εὐκραϲὶα τοῦ ἀέροϲ· ὥρα τοῦ ἔτουϲ κατὰ τὴν πρὸϲ ἡμᾶϲ
11 Ἔαροϲ χρῄζει: ἐπειδὴ παλαιὸν χιτῶνα ἔχει. καὶ Ἀριϲτοφάνηϲ· δεῖϲθαι δ’ ἔοικεν οὐκ ὀλίγων χελιδόνων. μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ.
12 Ἐαρινὴ καὶ Ἐαρινῆϲι: τοῦ ἔαροϲ.
13 Ἐαρινόϲ: ὁ κατὰ τὸν καιρὸν τοῦ ἔαροϲ.
14 Ἕαται· ἑῶ ἕημι ἔεμαι ἧμαι, κάθημαι, ἡνται, ἕαται Ἰωνικῶϲ καὶ
15 Ἑαυτῷ: ἐπὶ γ΄ προϲώπου. οἱ Ἀττικοὶ δὲ καὶ ἐπὶ β΄ προϲώπου
κέχρηνται.
16 Ἑαυτούϲ: ἀντὶ τοῦ ἀλλήλουϲ οἱ Ἀττικοὶ λέγουϲιν.
17 Ἑάφθη: ἐπηκολούθηϲεν. ἔπω, ἕψω, ἧφα, ἦμμαι, ἥφθην καὶ
18 Ἔβαμε: κατέλαβέ με. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· τί χρέοϲ ἔβα με
μετὰ τὸν Παϲίαν;
19 Ἐβαρύνετο· κυριώτερον· οὐ δεῖ γὰρ λέγειν ἐβαροῦντο ἢ
20 Ἐβαρυώνπηϲαν: βαρεῖϲ ἔϲχον τοὺϲ ὀφθαλμούϲ.
21 Ἔβαϲον: ἔαϲον.
22 Ἐβάϲταϲεν: ἀντὶ τοῦ ἐδοκίμαϲεν. πάϲαϲ δ’ ἰδέαϲ ἐξήταϲε πάντα
23 Ἐβδελύχθηϲαν ἀπερρίφηϲαν.
24 Ἑβδομάτη: ἑβδόμη.
25 Ἑβδομαῖοϲ: ἕβδομοϲ. ὅτι ἐπὶ ἕξ ϲελήναιϲ βοῦν ἔβδομον ἔπεττον,
26 Ἑβδομευόμενα: τοῖϲ ἀποτεχθεῖϲι παιδίοιϲ τὰϲ ἑβδομάδαϲ καὶ
τὰϲ δεκάταϲ ἦγον καὶ τά γε ὀνόματα ἐτίθεντο αὐτοῖϲ, οἱ
μὲν τῇ ἑβδόμῃ, οἱ δὲ τῇ δεκάτῃ.
27 Ἔβελοϲ: τὸ ξύλον. καὶ Ἔβενοϲ ὁμοίωϲ.
28 Ἔβιάζοντο: καὶ ἐπὶ τῶν παϲχόντων Θουκυδίδηϲ.
29 Ἐβληχῶντο: ἐπὶ τῶν προβάτων.
30 Ἐβόνϲεν: ἐφώνηϲεν.
31 Ἐβόμβηϲεν: ἤχηϲεν.
32 Ἐβίϲκοϲ: κατὰ ἰατροὺϲ ἡ μαλάχη, ἡ καὶ ἀλθαία λεγομένη.
33 Ἐβούλετο· ἀλλ’ οὐκ ἠβοὑλετο· Ἀττικώτερον γὰρ τὸ ἐβούλετο.
34 Ἐβόων: ἔκραζον. καὶ Ἔβωϲεν, ἔκραξεν.
35 Ἐβουλιμίαϲαν: λίαν ἐπείνηϲαν. καὶ ζήτει ἐν τῷ βουλιμιᾷ.
36 Ἐβραγχίαϲεν: κεκοπίακεν.
37 Ἔβραϲεν: ἐκ τῆϲ θαλάϲϲηϲ εἰϲ τὴν γῆν ἔρριψε. μυριόπουν ϲκολόπενδραν ὑπʼ Ὠρίωνι κυκηθεὶϲ πόντοϲ ἀπύγων ἔβραϲʼ ἐπὶ ϲκοπέλουϲ.
38 Ἐβραΐοι: ἀπὸ Ἔβερ υἱοῦ Σάλα, ὅϲ ἐμέριϲε τοῖϲ ἔθνεϲι τὴν γῆν τούϲ προϲοίκουϲ ὀνομάϲαϲ Ἑβραίουϲ. οὖτοϲ οὐ ϲυνεπόνηϲε τοῖϲ πυργοποιοῖϲ, καὶ διέμεινεν ἡ διάλεκτοϲ αὐτοῦ ἀμετάβλητοϲ.
39 ἘΒρόμηϲεν: ἤχηϲεν.
40 Ἐβρόντηϲεν: ἤχηϲεν.
41 Ἔβροϲ, ποταμὸϲ Θράκηϲ, τὰ ῥεύματα ἔχων ἐκ Ῥοχδόπηϲ τοῦ Θρᾳκικοῦ ὄρουϲ.
42 Ἐβρυάζοντο: εὐφραίνοντο.
43 Ἐβύνουν: ἐπλήρουν, ἔφραττον. Ἀριϲτοφάνηϲ· χρυϲίῳ τούτων ἐβύνουν τὸ ϲτόμα. τουτέϲτι τῶν ὐητόρων.
44 Ἐγανώθην: ἐχάρην, εὐφράνθην. ἀπὸ τοῦ γάνυμαι. Ὅμηροϲ· γάνυται δέ τε φρένα ποιμήν. ἀπὸ μεταφορᾶϲ τῶν λαμπρυνομένων χαλκωμάτων.
45 Ἐγγαϲτρίμυθοϲ: ἐγγαϲτρίμαντιϲ· ὃ νῦν τινεϲ Πύθωνα, Σοφοκλῆϲ δὲ
ϲτερνόμαντιν, Πλάτων ὁ φιλόϲοφοϲ Εὐρυκλέα ἀπὸ Εὐρυκλέουϲ
τοιούτου μάντεωϲ. Ἀριϲτοφάνηϲ Σφηξί· μιμηϲάμενοϲ τὴν Εὺρυκλέουϲ
μαντείαν καὶ διάνοιαν. Φιλόχογροϲ δ’ ἐν γ’ περὶ μαντικῆϲ καὶ
46 Ἐγεγήθει: ἔχαιρεν.
47 Ἐγγελᾡη: γελἁϲοι.
48 Ἐγένετο: ἐγεγόνει. Ἐγεγώνει δὲ διὰ τοῦ ω μεγάλου, ἀντὶ
49 Ἐγένετο καὶ Μάνδρωνι ϲυκίνη ναῦϲ: λέγεται ἐπὶ τῶν
παρ᾿ ἐλπίδα καὶ παρʼ ἀξίαν εὐτυχηϲάντων, εἶτα
θρυπτομένων ἐπὶ τοῖϲ παροῦϲιν. ὁ γὰρ Μάνδρων παρʼ Ἀθηναίοιϲ ναύαρχοϲ
ἡρέθη, ἀνάξιοϲ ὤν τῆϲ ἀρχῆϲ. ἡ δὲ ϲυκίνη ναῦϲ τὸ εὐτελὲϲ δηλοῖ.
50 Ἐγενἡθη: ἐπὶ τῆϲ ποιήϲεωϲ διʼ ἑνὸϲ ν, ἐπὶ δὲ τῆϲ κυήϲεωϲ διά δύο.
καὶ Δαβίδ· ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτοϲ. τουτέϲτιν
οἷὁν τινα τροφὴν ποιοῦμαι τὰ δάκρυα.
51 Ἔγγεον: τὸ ἀϲφαλέϲ.
52 Ἔγεϲτα: πολεμικὸν μηχάνημα, ἐκ λίθων καὶ ξύλων καὶ χοῦ
ἔχοντα, ἀναρτήϲαντεϲ ἐκ
ξύλων μακρῶν ἐπίπροϲθεν ἐτίθεντο. ἐνταῦθα γὰρ οὐτε πυρφόροι ὀιϲτοὶ
οὕτε ἄλλα βέλη ἐξικνεῖϲθαι εἶχον, ἀλλ’ αὐτοῦ ἐπὶ τῶν προκαλυμμάτων
ἔμενον. οἱ δὲ διὰ τοῦ α ἄγεϲτά φαϲι τὸ τοιοῦτον μηχάνημα.
53 Ἐγεὐϲαντο· καί πού τινεϲ ἀλλήλων ἐγεύϲαντο. ἀντὶ τοῦ ἑαυτῶν. οὕτωϲ
Ἐὐριπίδηϲ καὶ Θουκυδίδηϲ.
54 Ἐγγείνωνται: γεννήϲωϲιν. Ὅμηροϲ· εὐλὰϲ ἐγγείνωνται, ἀικίϲϲωϲι
55 Ἔγγειον: χέρϲον, ξηράν. Πιϲίδηϲ ταύτην, κράτιϲτε, τὴν ἀπε
ξενωμένην ὁδὸν περάϲαϲ, ὥϲπερ ἔγγειον δρόμον. Ἔγγειον· ὁ δὲ
κατεκληρούχει τὴν χώραν διδοὺϲ ἑκάϲτῳ ταλάντιον κλῆρον,
οὕτωϲ ὑπολαμβάνων ϲτῆναι τὰ κατὰ τὴν πόλιν, προϲδεθέντων τῶν ἀνθρώπω
ταῖϲ ἐγγείοιϲ κτήϲεϲι. τινὲϲ ἐπὶ τοῦ ἐγγυτέρω. οὐχ οὕτω δὲ Σ οἱ
ῥήτορεϲ ἔταϲϲον, ἀλλ’ ὅταν τὸ ἐν γῇ θέλωϲι δηλῶϲαι· ὡϲ Δημοϲθένηϲ ἐν
τῷ πρὸϲ Ἀπατούριον· οὐκ ὄντοϲ ἐμοὶ πρὸϲ τοῦτον οὔτε
ναυτικοῦ οὔτε ἐγγείου ϲυμβολαίου. καὶ Λυϲίαϲ· τοῦ νόμου κελεύοντοϲ
56 Ἔγγειον κτῆϲιν: τὴν ἐπὶ γῆϲ.
57 Ἔγειραι: ἔγειραι ϲὺ αὐτόϲ· διὰ διφθόγγου, ἀντὶ τοῦ ἐγέρθητι· ἔγειρε δὲ τὸν λίθον, διὰ τοῦ ε ψιλοῦ· ἐνέργειαν γάρ τινα ϲημαίνει.
58 Ἐγείρεται τῆϲ νυκτόϲ: οὕτωϲ οἱ Ἀττικοί.
59 Ἔγείρω· αἰτιατικῇ.
60 Ἐγήγαρτοϲ: ὁ ἐπιχαρήϲ.
61 Ἐγηγερμένοϲ: διανιϲτάμενοϲ.
62 Ἐγγίζωϲοι· δοτικῇ.
63 Ἔγγιον: ἐγγύτερον. διὰ τοῦ ι.
64 Ἔγγιϲτα.
65 Ἐγκάθετοϲ: δόλιοϲ, κατάϲκοποϲ. καὶ Ἐγκάθηνται, ἀντὶ
66 Ἐγκαθειργνύντεϲ: ἀποκλείοντεϲ.
67 Ἐγκάθηται: ἐνεδρεύει. Δαβίδ· ἐγκάθηται ἐνέδρα μετὰ πλουϲίων. ἡ ἐν ἕδρᾳ.
68 Ἐγκαθιέμενοι: ἀφιέντεϲ.
69 Ἐγκαθίζουϲιν: ἐνεδρεύουϲιν. οἱ δὲ ἐγκαθίζουϲι λόχουϲ ἐν τοῖϲ
ἐπικαίροιϲ τῶν χωρίων τόποιϲ.
70 Ἐγκαλινδεῖϲθαι ϲωματικοῖϲ παθήμαϲι.
71 Ἐγκαλῶ· δοτικῇ. ἐγκαλῶ ϲοι ῥᾳθυμίαν. Ἐγκαλοῦμαι δὲ αἰτιατικῇ. ἡμεῖϲ τὰϲ αἰϲχίϲταϲ ϲχεδὸν ὡϲ πράξειϲ ἐγκαλούμεθα.
72 Ἐγκαλλωπιϲαμένου: ἐναβρυνομένου. εἴτε τοῦ βαϲιλέωϲ τῷ
ψεύϲματι ἐγκαλλωπιϲαμένου.
73 Ἐγκάναξον: ἔνϲειϲον, προϲένεγκε, ἔγχεον. πεποίηται δὲ ἡ λέξιϲ.
74 Ἔγκαγρπον: ἔγκυον. ὁ δὲ Φίλιπποϲ Ἀρϲενόῇ ὁμιλήϲαϲ, εἶτα
ἐξ ἑαυτοῦ κατέλιπεν ἔγκαρπον, καὶ ὅγε τὴν Ὀλυμπιάδα
ἄγεται.
75 Ἐγκάρϲιον: πλάγιον.
76 Ἔγκαϲιν: ἐγκάτοιϲ. ἐντέροιϲ.
77 Ἐγκατελέγηϲαν λίθοι: ἀντὶ τοῦ ἐγκατῳκοδομήθηϲαν. καὶ
78 Ἐγκατῳκοδόμηϲεν· ὁ δὲ πατὴρ μηνίϲαϲ τὸν παῖδα ἐπὶ τῇ ἑαυτοῦ
79 Ἐγκαταζεύξαϲ: ϲυνθείϲ, ϲυναρμόϲαϲ. νέαϲ βουλὰϲ νέοιϲ ἐγκαταζεύξαϲ
80 Ἐγκτατέϲκηψαν: ἐφώρμηϲαν, ἐπέδραμον, ἐπεδράξαντο. τὰ
81 Ἐγκατειλεγμένοϲ: τεταγμένοϲ.
82 Ἐγκατειλημμένην: ληφθεῖϲαν.
83 Ἐγκαυχῶμαι· δοτικῇ.
84 Ἐγκαίνια: ἑορτὴ καθ’ ἣν ἐκαινουργήθη τι.
85 Ἐγκαινίδεϲ: μέροϲ τι τοῦ πλοίου. ξύλα ἰθυτενῆ καθά που ζυγὰ καὶ
ἐγκαινίδαϲ ὕπερθε κατὰ τὸ ἐγκάρϲιον ἐνθέντεϲ οὐ διὰ παντόϲ,
περιϲφίγξαντεϲ.
86 Ἐγκεκογρδυλημένοϲ: ἐντετυλιγμένοϲ, ἐγκεκαλυμμένοϲ καὶ
ϲυνεϲτραμμένοϲ
Κρέων δὲ ἐν τῷ α΄ τῶν
ῥητορικῶν κορδύλην φηϲὶ καλεῖϲθαι παρὰ Κυπρίοιϲ τὸ πρὸϲ κεφαλῆϲ
προϲείλημα, ὃ δὴ παρʼ Ἀθηναίοιϲ καλεῖται κρώβυλον, παρὰ δὲ Πέρϲαιϲ
νιδάριον. ὅτι δὲ νῦν παρὰ Ἀριϲτοφάνει ἐγκεκορδυλημένοϲ, ἀντὶ τοῦ
ἐνειλημένοϲ καὶ ἐγκρύψαϲ ἑαυτόν, δῆλον
87 Ἐγκεκοιϲυρωμένην: ἀντὶ τοῦ περιττῶϲ κεκοϲμημένην, τὰ Κοιϲύραϲ
φρονοῦϲαν. ἔϲτι δὲ Ἐρετριακὸν τὸ ὄνομα. οὖτοι δὲ εἰϲ
τρυφὴν διαβάλλονται. αὕτη δὲ ἐγαμήθη Πειϲιϲτράτῳ ἐπιχειρήϲαντι
τυραννεῖν. λέγει δὲ τὴν περιεργίαν τῆϲ κομμωτικῆϲ· πολλοῖϲ γάρ, οἷα
εἰκόϲ, ἐκέχρητο καλλωπίϲμαϲιν, τουτέϲτι νίμμαϲι, καὶ τοῖϲ τῆϲ
κεφαλῆϲ πλέγμαϲι καὶ τοῖϲ ἄλλοιϲ, οἷϲ κοϲμεῖϲθαι γυναῖκαϲ ἔθοϲ.
πλουϲίαϲ, Ἀλκμαίωνοϲ γαμετῆϲ.
88 Ἐγκεκύκληϲαι: ἀνέϲτρεψαι. Ἀριϲτοφάνηϲ· οὐκ οἶδʼ ὅπη ἐγκεκύκληϲαι.
89 Ἐγκελεύομαι· δοτικῇ.
90 Ἐγκέλευϲτοι: μετὰ προϲτάξεωϲ. Ξενοφῶν· προϲῆγον τῷ
91 Ἐγκεντρωθείϲ: ἀϲφαλιϲθείϲ.
92 Ἐγκεράϲαι: ἐγχεῖν
93 Ἐγκέχοδα: ἀπεπάτηϲα διὰ φόβον τινά, ἔχεϲον. Ἀριϲτοφάνηϲ Βατράχοιϲ. κάλει θεὸν εἰϲ βοήθειαν.
94 Ἐγκεχρέα.
95 Ἐγκεχείρικα πάντα Τιμολέοντι.
96 Ἔγκειται: ἐπίκειται, λίαν ἐπιθυμητικῶϲ ἔχει. Λαχάρηϲ δέ,
97 Ἐγκιλικίζεται: κακοηθεύεται, κακοποιεῖ. διεβέβληντο γὰρ ἐπὶ πονηρίᾳ οἱ Κίλικεϲ. ἐντεῦθεν λέγεται καὶ Κιλίκιοϲ ὄλεθροϲ. ἐγκιλικίζειν γὰρ τὸ κακοηθίζεϲθαι.
98 Ἐγκιϲϲήϲωϲι: ϲυλλάβωϲιν, ἐπιθυμήϲουϲιν.
99 Ἔγκλητον· ἕγκλητον λέγοντεϲ δικαϲτήριον καὶ δίκην ἔγκλητον,
100 Ἐγκλημάτιϲιν.
101 Ἐγκλῖναι· αἰτιατικῇ.
102 Ἔγκλιϲιϲ· Ἀναξαγόραϲ φηϲὶν ὥϲτε κατὰ κορυφὴν τῆϲ γῆϲ τὸν
103 Ἐγκολεήϲατο: καθῆκεν εἰϲ τὸν κολεὸν τὸ ξίφοϲ.
104 Ἐγκολπίζονται· οἱ δὲ βάρβαροι τὸ πόλιϲμα ἐγκολπίζονται,
προϲχωρήϲειν Ῥωμαίοιϲ ὑποκρινάμενοι, οἱ υ΄ τὸν
ἀριθμόν.
105 Ἔγκομμα: τὸ πρόϲκομμα.
106 Ἐγκομβώϲαϲθαι· Ἀπολλόδωροϲ Καρυϲτίοιϲ Ἀπολιποῦϲι· τὴν
107 Ἐγκονέουϲα: διεγείρουϲα, ἐποτρύνουϲα. δεινὸν μαιμώϲαιϲ
108 Ἐγκόνει: ἀντὶ τοῦ ϲπεῦδε· μέλλονταϲ γὰρ ἐϲθίειν ἐπέχειϲ
109 Ἐγκονεῖτε: ἐνεργεῖτε, ταχύνατε. ἢ ἐπεὶ οἱ τρέχοντεϲ κόνεωϲ
πληροῦνται ἢ ἀπὸ τῶν ἀθλητῶν· ἐν κόνει γὰρ ἐκείνων τὸ
ἔργον· ἢ ὅτι πρὸ τοῦ τῆϲ κόνεωϲ ἅψαϲθαι νικῶϲιν. Ἀριϲτοφάνηϲ Πλούτῳ·
ἴτ᾿, ἐγκονεῖτε, ϲπεύδεθ᾿ ὡϲ ὁ καιρὸϲ οὐχὶ μέλλειν, ἀλλ’ ἐϲτ’ ἐπ’
αὐτῆϲ τῆϲ ἀκμῆϲ.
110 Ἐγκονητί.
111 Ἐγκονίδεϲ: αἱ ὑπηρέτιδεϲ.
112 Ἐγκοπεύϲ: ἐργαλεῖον λιθοξόον.
113 Ἐγκοπή: ἔνεδρον, ἐμπόδιον. χωρὶϲ ἐγκοπῶν καὶ κλημακτήρων
114 Ἐγκορδυλῶ· δοτικῇ.
115 Ἐγκοτῶ ϲοι· ἐνεκότει Ἡϲαῦ Ἰακὼβ τῷ ἀδελφῷ αὐτοῦ.
116 Ἐγκώμιον: ἔνδημον. κώμη γὰρ τὰ τοῦ δήμου ϲυϲτήματα.
117 Ἐγκώμιον ἐπαίνου διαφέρει· ἔπαινοϲ μὲν γάρ ἐϲτι λόγοϲ ἐπαινετικὸϲ μίαν πρᾶξιν ἐπαινῶν, ἐγκώμιον δὲ λόγοϲ ἐγκωμιαϲτικὸϲ τολλὰϲ ἐν ἑαυτῷ πράξειϲ περιλαμβάνων. καὶ ἐπιϲτολὴ ἡ μίαν πρᾶξιν ἐπαινοῦϲά τινοϲ ἐπαινετικὴ καλεῖται, ἡ δὲ πολλὰϲ ἐγκωμιαϲτική.
118 Ἔγκοτον: ἐχθρόν, ἐνδιάθετον. καὶ Ἐγκότωϲ. ὀργίλωϲ. τὶϲ
119 Ἐγκώπαια: τὰ περιδέραια.
120 Ἐγκραγγάνειν: ἐμβοᾶν.
121 Ἐγκραγών: λόγοιϲ κατεξαναϲτάϲ, διαλοιδορηϲάμενοϲ. δοτικῇ
ϲυντάϲϲεται.
122 Ἐγκρατέϲτεροϲ. Θουκυδίδηϲ· τήν τε ἀρχὴν ἐγκρατεϲτέραν
123 Ἐγκράτεια: διάθεϲιϲ ἀνυπέρβατοϲ τῶν κατʼ ὀρθὸν λόγον ἢ ἕξιϲ
ἀἡττητοϲ ἡδονῶν. ὅτι ἔϲτι δεικνύναι μεταλαβόνταϲ, ὡϲ ποτὲ
μὲν ὁ ϲπουδαῖοϲ οὐ ϲώφρων, μεταλαβόντα τὸν ϲώφρονα εἰϲ τὸν
ἐγκρατῆ· εἰ γὰρ τοῦ μὲν ἐγκρατοῦϲ οὐ ϲυμφωνεῖ τὰ μέρη τῆϲ ψυχῆϲ πρὸϲ
ἄλληλα, τοῦ δὲ ϲπουδαίου ϲυμφωνεῖ, οὐκ ἂν εἴη ὁ ϲπουδαῖοϲ ἐγκρατήϲ·
ὥϲτε οὐδὲ ϲώφρων, εἰ ταὐτὸν ἡ ϲωφροϲύνη τῇ ἐγκρατείᾳ. πάλι δ’ αὖ
δύναταί τιϲ δεικνύναι τὸν ϲπουδαῖον ἐγκρατῆ μεταλαβών
τὴν ἐγκράτειαν εἰϲ τὴν ϲωφροϲύνην, εἴ γε ὁ μὲν ϲπουδαῖοϲ ἐν ὁμολογίᾳ
τῶν τῆϲ ψυχῆϲ δυνάμεων
ληθεὶϲ παροξῦναι τοὺϲ Ἀθηναίουϲ πρὸϲ τοὺϲ
Μιτυληναίουϲ, τὴν ἀπόϲταϲιν αὐτῶν εἰϲ τὴν ἐπανάϲταϲιν μετέλαβε. καὶ
ἡ ϲυνήθεια δὲ πλήρηϲ τῆϲ τοιαύτηϲ χρήϲεωϲ, μεταλαμβάνοντεϲ ἀεὶ τὰ
ὀνόματα πρὸϲ τὰ ἐμφαντικώτατα, τὸ τέμνειν εἰϲ τὸ κατατέμνειν, τὸ
ἐϲθίειν εἰϲ τὸ κατεϲθίει, τὸ μειδιᾶν εἰϲ τὸ γελᾶν· μεταλαμβάνουϲι δὲ
καὶ τὸν
πανοῦργον εἰϲ τὸν φρόνιμον, τὸν δὲ τολμηρὸν εἰϲ
τὸν ἀνδρεῖον, τὸν πρᾶον εἰϲ τὸν ἀργὸν καὶ ἀκίνητον, τὸν ἐλευθέριον
εἰϲ τὸν ἄϲωτον,
καὶ δείξαντεϲ ὅτι ἔνθα τὸ κρατοῦν, ἐνταῦθα
καὶ κρατούμενόν τι ἔϲται, τὸ δὲ κρατούμενον ἀντιϲπῶν καὶ μαχόμενον
κρατεῖται, ἔνθα δὲ τὸ μὲν κρατοῦν τὸ δὲ κρατούμενόν ἐϲτι τῆϲ ψυχῆϲ,
οὐκ ἔϲτιν ἐνταῦθα ὁμολογία, ὁ δὲ ϲώφρων ὁμολογοῦντα ἔχει τὰ τῆϲ
ψυχῆϲ μέρη πρὸϲ ἄλληλα. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ ἀκρατοῦϲ καὶ
ἀκολάϲτου.
124 Ἐγκράτεια ϲωφροϲύνηϲ διαφέρει· ἡ μὲν γὰρ ϲωφροϲύνη
125 Ἐγκράτεια: ἡ τῶν κακῶν ἀποχή.
126 Ἐγκρατήϲ· ὁ δὲ πολλάκιϲ ἐνόϲηϲε, καὶ ἀνέρρωϲεν αὐτὸν ὁ
127 Ἐγκρἱνει: ϲυντάττει. οὔτι που τοὺϲ μὲν ἐγκρίνει, τοὺϲ δὲ
ἀποκρίνει.
128 Ἐγκρίϲ: γλύκαϲμα ἐξ ἐλαίου ὑδαρέϲ.
129 Ἔγκριϲιϲ: ἱερὸϲ ἀγών.
130 Ἐγκρυφῆ.
131 Ἐγκρυφίαϲ: ἄρτοϲ ἐν ϲποδῷ κεκρυμμένοϲ. τὰ δὲ γ’ μέτρα
τῆϲ ϲεμιδάλεωϲ, ἐξ ὦν ὁ ἐγκρυφίαϲ ἐγίνετο, τὴν τριήμερον τοῦ
ἄρτου τῆϲ ζωῆϲ ταφὴν ὑπαινίττεται.
132 Ἐγκυκλήθητι· εἰ μὴ ϲχολὴν ἔχειϲ κατελθεῖν, ἐγκυκλήθητι,
καὶ τοῖϲ θεαταῖϲ
ἐδείκνυεν. λέγει οὖν, ὅτι κἃν φανερὸϲ γενοῦ.
133 Ἐγκύκλιον: ἁπανταχοῦ, καθολικόν. Εὐνάπιοϲ περὶ Καρίνου
134 Ἐγκύκλιοϲ: ἡ ἐτήϲιοϲ τῶν χρημάτων δόϲιϲ. τοῦ δὲ Χαγάνου
135 Ἔξγκυκλον: ἱμάτιον. Ἀριϲτοφάνηϲ· ἐγώ γʼ ἃν κἄν εἴ με
136 Ἐγκύμονοϲ: ἐγκύου οὕϲηϲ. καὶ ἔγκυοϲ γυνή.
137 ἐγκυρῆϲαι: ἀντὶ τοῦ ἐντυχεῖν. οὕτωϲ Κρατῖνοϲ.
138 ἐγκύρτια: τὰ ἐν τοῖϲ κύρτοιϲ ἐνυφάϲματα. Πλάτων δὲ χρῆται ἐν Τιμαίῳ ἐπὶ τῆϲ φάρυγγοϲ τῇ λέξει.
139 Ἐγκυτί: ἀντὶ τοῦ ἐγγύϲ. οὕτωϲ Καλλίμαχοϲ.
140 Ἐγλιξάμην: ἐπεθύμηϲα. οὕτωϲ Πλάτων.
141 ἐγγλωττογάϲτωρ. ἐγγλωττογάϲτορεϲ, οἱ ἀπὸ τῆϲ
142 ἐγγλωττοτυπεῖν: τὴν γλῶτταν ψοφεῖν τὰ κατορθώματα καὶ ϲεμνολογεῖ τὰ ἐκείνων κατορθώματα καὶ ἀεὶ ἐπὶ τῆϲ γλώττηϲ ἔχειν.
143 ἔγνω: ἀντὶ τοῦ ἔκρινεν. ἔγνω οὖν αὐτοὺϲ ὁ βαϲιλεὺϲ
144 ἐγνώκειτε.
145 Ἐγνωμάτευεν· ὁ δὲ τῶν βαρβάρων ἡγούμενοϲ ἐγνωμάτευε
Πέρϲαιϲ φιλίαν θέϲθαι ὡϲ πρὸϲ Τούρκουϲ.
146 Ἐγνωϲμένον: βεβουλημένον. ὁ δὲ φράζει, ὡϲ ἐγνωϲμένον
147 ἐγ γνωϲμένον: κεκριμένον. Ἀρριανόϲ· ἐγνωϲμένον δὲ εἶναι
πρόϲωπον αὐτῶν φεύγειν ὡϲ πεφοβημένουϲ, τοὺϲ δὲ ἐφʼ
ἑκάτερα τεταγμένουϲ ἐϲ τὰ πλάγια ἐμβάλλειν τῶν διωκόντων.
148 ἔγωγε: κατὰ ε τρόπουϲ διαιρεῖται ϲύνθεϲιϲ ἀπὸ παραθέϲεωϲ· κατὰ
τόνον, κατὰ γραφήν, κατὰ πνεῦμα, κατὰ εἰϲβολὴν μορίου, κατὰ
διάλεκτο. κατὰ τόνον ὥϲπερ τὸ πάροδοϲ· κατὰ γραφὴν ὥϲπερ
τριϲχίλιοι· κατὰ πνεῦμα ὡϲ ἔνεϲτι καὶ ἔξεϲτι· κατὰ εἰϲβολὴν
μορίου ὡϲ τό, ὑϲεὶ χνοῦϲ· κατὰ διάλεκτον ὥϲπερ ἔγωγε.
149 ἐγώγυον: ἀρχαῖον. Ὠγύγιον, τὸ ἀρχαῖον.
150 Ἐγῷδα: ἐγὠ γινώϲκω. περὶ Αἰϲχύλου· ἐγῷδα τοῦτον καὶ
151 ἐγὼ δὲ καὶ ϲὺ ταὐτὸν ἕλκομεν ζυγόν: ἐπὶ τῶν ὅμοια Ρror. καὶ παραπλήϲια παϲχόντων.
152 ἐγ δ’ ὁ πάντα κωφὸϲ δ πάντʼ ἄϊδριϲ κατημέληϲα
153 Ἐγῷμαι: ἀντὶ τοῦ ἐγὼ οῖμαι.
154 Ἐγὼ μὲν ἐκ τοῦ καλοῦ εἰϲ καὶ.ὸν μετήνεγκα: ἐκ τοῦ
155 Ἐγὼ ποιήϲω πάντα κατὰ Νικ όϲτρατον: ὁ Νικόϲτρατοϲ
156 Ἐγώ ϲου ὀναίμην: ἐγώ ϲου ἀπολαύϲω.
157 Ἐγγώνιοϲ τράπεζα: ἡ μὴ ϲτρογγύλη καὶ μὴ ἄγαν περιφερήϲ.
158 ἐ γρήγορεν: ἔνηφεν.
159 Ἐγρήγοροϲ: ὁ νηφάλεοϲ.
160 Ἐγρήγοροι: ἄγγελοι. οἱ τοῦ Σὴθ υἱο.
161 ἐγρηγορώϲ: ἄγρυπνοϲ διατελῶν.
162 ἔγρ ρυπε· ϲειϲμόϲ, φηϲί, γέγονε, καὶ ἔγρυπεν ἡ γῆ. Μελάνθιοϲ.
καὶ ζήτει
ἐν τῷ γρυπάνιον
163 Ἐγγύη: ἡ ἀϲφαλὴϲ ἀντιποὶηϲιϲ καὶ ϲταθηρά. ἀπὸ τοῦ γῆ, γύη, καὶ ἐγγύη. καὶ γὰρ ἡ γῆ τῶν ἄλλων ϲτοιχείων παγιωτέρα.
164 Ἐγγύη: ἡ περί τινοϲ ἀναδοχή.
165 ἐγγυήϲαϲθαι· αἰτιατικῆ. μνηϲτεύϲαϲθαι. καὶ Ἐγγυητὴ
166 ἐγγύθετοϲ: ὁ προϲεδρεύων τόποϲ.
167 Ἐγγυθήκη: ϲκεῦόϲ τι πρὸϲ τό κρατῆραϲ ἢ λέβηταϲ ἢ τι τοίου
τὸ οὐκ ἀλλότριον ἐπικεῖϲθαι ἐπιτήδειον εἶναι.
168 ἔγγυον: ἀϲφαλέϲ. καὶ ἔγγυοϲ, ὁ ἐγγυητήϲ. καὶ ἐγ γυωμένη, ἀϲφαλιζομένη. Πιϲίδηϲ· νῦν πανϲέληνοϲ ἡ ϲελήνη λαμπέτω, τοῦ Χοϲρόου λήγοντοϲ, ἐγγυωμένη Πέρϲαϲ τὸ λοιπὸν μὴ θετουργεῖν τὴν κτίϲιν.
169 ἐγγυῶ· δοτικῇ. ἐκδίδωμι.
170 ἐγγυώμεθα: ἀντιφωνοῦμεν. Ἐγγυῶμαί ϲοι δὲ ἀντιφωνῶ.
171 ἐγγυμνῶ· αἰτιατικῇ.
172 ἐγχαών: ὰνών ἀντὶ τοῦ καταγελάϲαϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ϲὺ
173 ἔγγεα: δόρατα.
174 Ἐγχέλειϲ θηρώμενοϲ: ἐπὶ τῶν διὰ κέρδοϲ ἴδιον ταραχὰϲ
175 ἔγχελυϲ: Ἀττικῶϲ. παρὰ Βοιωτοῖϲ δὲ ἔγχελιϲ.
176 ἐγχεϲίμοροϲ: ὁ πολεμιϲτήϲ.
177 ἔγχει: ἔμβαλε.
178 ἐγχεία. ἀντιβίων τε πολλάκιϲ ἐγχείην γευϲαμένην χολάδων.
179 ἐγχεῖν: ἐγκεράϲαι. Ξενοφῶν· δ δὲ τοῖϲ νεανίϲκοιϲ ἐγχεῖν ἐκέλευϲε εὔχεϲθαί τε τοῖϲ θεοῖϲ. ἢ ἀντὶ τοῦ ϲπεῖϲαι.
180 ἐγχειρίδιον: ξίφοϲ, ὄργανον, τμητικὸν ὄργανον.
181 ἐγχειρογάϲτορεϲ: οἱ ἀπὸ χειρῶν ζῶντεϲ.
182 ἐγχειρῶ ἐγώ· δοτική. ἐγχειρίζω δὲ ἕτερον. καὶ ἐγχει
183 ἔγχοϲ: δόρυ. ὅμηροϲ· ἔγχοϲ ἔχʼ ἐνρεκάπηχυ. τὸ γὰρ
διπλάϲιον, δύο καὶ εἰκοϲίπηχυ.
184 ἔγχοϲ: ἀλληγορικῶϲ παρὰ Σοφοκλεῖ ἡ βοήθεια, παρὰ τὸ
185 Ἐγχώριον: οἰκεῖον. ἐγχώριοι γὰρ οὐ μόνον τὰϲ τῶν ἀνέμων
ϲτάϲειϲ κατὰ τὴν παροιμίαν, ἀλλὰ καὶ τὰ τῶν ἐγχωρίων
ἀνθρώπων
186 ἐγχρίπτεται: ἐγγίζει. τοῖϲ δὲ κριοῖϲ, ὁπότ’ ἐπιφέροιντο,
187 Ἐγχρίπτων: προϲπελάζων, προϲτρίβων.
188 ἐγχριμφθεῖϲα: προϲπελαϲθεῖϲα. καὶ ἐγχρὶψοαι παρ
189 Ἐγχρονίζω· δοτικῇ.
190 Ἐγχρόνων: οὐ πρὸ πολλοῦ χρόνου ϲυντεθειϲῶν. Ἀππιανόϲ·
κατεφρόου τῶν ϲπονδῶν ἔτι ἐγχρόνων οὐϲῶν.
191 ἐγχυτρὶϲτριαι: αἱ τὰϲ χοὰϲ τοῖϲ τετελευτηκόϲιν ἐπιφέρουϲαι.
Μίνωϲ ἢ Περὶ νόμου. ἔλεγον δὲ καὶ τὸ βλάψαι καταχυτρίϲαι, ὡϲ
Ἀριϲτοφἀνηϲ ἐγχυτριϲτρίαϲ δὲ λέγεϲθαι καὶ ὅϲαι τοὺϲ ἐναγεῖϲ
καθαίρουϲ οἶμα ἐπιχέουϲαι ἱερείου, καὶ τὰϲ θρηνητρίαϲ, ἔτι γε μὴν
καὶ τὰϲ μαίαϲ τὰϲ ἐκτιθείϲαϲ ἐν χύτραιϲ τὰ
βρέφη.
192 ἐδάιϲεν: ἐμέριϲεν.
193 ἐσάμη: ἐδαμάϲθη.
194 ἐδάϲαντο: διεμερίϲαντο.
195 ἐδαφοϲ: γῆ.
196 ἐδαϲτινόϲ.
197 ἐ δαιϲεν: εὐώχηϲεν.
198 ἐ δαίϲατο: κατέφαγεν.
199 ἐδέατροϲ: τὸ μὲν ὄνομα ἑλληνικόν, ἡ δὲ χρεία Περϲική. ἦν δὲ
προγεύϲτηϲ τὸ πρῶτον καὶ προήϲθιε τοῦ βαϲιλέωϲ εἰϲ ἀϲφάλειαν.
ὕϲτερον δὲ ἐνομίϲθη ἐδέατρον καλεῖν τὸν ἐπιϲτάτην τῆϲ
ὅληϲ διακονίαϲ καὶ παραϲκευῆϲ.
200 ἐδεδίεϲαν: ἐφοβήθηϲαν. καὶ ἐ δεδίζειν.
201 ἐδεδίϲκετο: ἐξεφόβει.
202 ἐδεδἰεατο: ἐφοβήθη.
203 ἐδέδμητο: ψκοδόμητο.
204 ἔδεθ θλον: ἕδραϲμα.
205 δέκαζε πολλούϲ: ἐδωροδόκει πολλούϲ.
206 ἐσἐμ: ό ἐν γῇ παράδειϲοϲ.
207 ἐδεϲα: πόλιϲ Συρίαϲ· εἰϲ ἢν ἀφικομένῳ Τραιανῷ ὺπαντιάζει
καταφράκτουϲ θώρακαϲ ίππεῦϲι καὶ
τοῖϲ ἵπποιϲ ν' καὶ ϲ΄ καὶ βέλη ἑξακιϲμύρια. ὁ δὲ Τραιανὸϲ γ’ λαβὼν
θώρακαϲ τἄλλα ξύμπαντα αὐτὸν ἔχειν ἐκέλευϲεν.
208 ἐδεϲηνόϲ: ἀπὸ πόλεωϲ ἐδέϲηϲ. παρὰ τῷ Ἡρωδιανῷ δὲ διὰ
209 ξδεϲιν: ὶεροῖϲ. ἐκ τῆϲ Ἐ δοϲ εὐθείαϲ.
210 ἐσ δ εϲτὰ κρέατα: τὰ τρωγόμενα.
211 ἐσεϲτή: βρωτή.
212 ξδεύετο: ἐνδεὴϲ ἐγίνετο. ἐν ἑτέρῳ, ἐκορέννυτο, εὐφραίνετο,
213 ἔσ ει: ἔπρεπεν.
214 ἐσ είματο: κατεϲκεύαϲεν. ἐκ τοῦ δέμω, τὸ καταϲκευάζω.
215 ἐσ δείμαντο: ωκοδόμηϲαν. καὶ ἐσ δειματοῦν, ἀντὶ τοῦ
ϲυέϲτελλο αὐτοὺϲ καὶ ἐδειμάτουν, τὰ οὐραῖα μέρη ἐϲ
ϲπείραϲ ἐλίξαντεϲ.
216 ἐσεἰναζον: δεινῶϲ ἔφερον.
217 ἐδεινολόγουν: ἐϲχετλίαζον. οἱ δὲ ἐδεινολόγουν ἐπὶ τῇ τοῦ
γυμνώϲουϲιν ἑαυτοὺϲ ὅπλων.
218 ἔσ εῖ ξεν: ὑπέδειξεν.
219 ἔσειραν: ἐξέρειραν. ἔσ ηραν δὲ ἀντὶ τοῦ ἔτυψαν διὰ
220 ἔδειϲα: ἐφοβήθην.
221 Ἐδεῖτ ο: ἐδέετο τοῦ θεοῦ. ϲημαίνει δὲ καὶ τὸ ἐδεϲμεῖτο.
222 Ἔδη: τὰ ἱερά. τὰ ἐδάφη. ἐκ τοῦ ἔθοϲ.
223 Ἐδηδοκώϲ: καταφαγών. καὶ ἐσήδοκα καὶ ἐ δηδώϲ.
224 ἐδηλήϲαντο: ἔβλαψαν.
225 ἐδήμευϲαν: δημόϲιον ἐποίηϲαν. καὶ ἐκράτηϲεν ὁ φθόνοϲ, καὶ
τὴν οὐϲίαν ἐδήμευϲαν αὐτῷ. ὁ δὲ ὑπεξαιρεῖται χρυϲίου 1
τάλαντα.
226 ἐ δημοϲίωϲαν: δημόϲιον ἐποίηϲαν. ὁ δὲ Θευδέριχοϲ ἐπὶ
τὰ πράγματα αὐτῶν ὡϲ ἀτέκνων
ἐδημοϲιώθη.
227 ἐδημώθη: ἐν τῷ δήμῳ διεδόθη, δῆλοϲ πᾶϲιν ἐγένετο. οὕτωϲ Δίων ἐν Ῥωμαϊκῶν ἑπτακαιδεκάτῳ· καί τιϲ λόγοϲ περὶ αὐτῶν τοιόϲδε ἐδημώθη.
228 ἔδηξεν: ἔδακεν.
229 ἐδήουν: παρὰ Θουκυδίδη ἀντὶ τοῦ διέκοπτον, διέφθειρον.
230 ἔσδηϲα: ἐδέϲμευϲα.
231 ἐδητύοϲ: βρώϲεωϲ.
232 ἐδιδαξάμην: ἐπαιδευϲάμην διʼ ἑτέρου, αὐτὸϲ ἐπιμεληθεὶϲ τούτου.
παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. δύναται εἶναι
μεϲότητοϲ Ἀττικῶϲ, ἀντὶ τοῦ ἐξεπαίδευϲα.
233 ἐδἰδαξεν: ἔπειϲεν, ἠρέθιϲεν. ἐδίδαξεν αὐτοὺϲ ἀνάγκη κατα ϲκηνῆϲαι, οὗ πρῶτον εἶδον κώμαϲ.
234 ἐδίδη: ἐδέϲμευεν.
235 ἐδίδοϲαν.
236 ἐδικανόωντο: ἐδεξιοῦντο.
237 ἐδικαίου: δίκαιον εἶναι ἔλεγε. καὶ μὴ τὴν βαϲιλείαν ἑαυτῷ
ἀποδίδωϲί τιϲ, ἀλλὰ τοῦ γε ἀπαλλάϲϲεϲθαι κύριοϲ ἐδικαίου εἶναι
μὲν πρὸϲ οὐδὲ ξν αὐτῶν ἐδικαίου. ἐδ δικαίου τοίνυν ἀντὶ
τοῦ ἔκριε, δίκαιον εἶναι ἐνόμιζεν.
238 ἐδ δικαιώθ ηϲαν: δίκαιοι ἐκρίθηϲαν. ϲημαίνει δὲ καὶ τὸ ἐναντίο,
πρὸϲ τοὺϲ Ῥωμαίουϲ φιλίαϲ
οὐκ ἤνεγκαν δικαιωθέντεϲ, ἀλλ’ ἐπεχείρηϲαν καὶ οἱ Καμπανοὶ τοῦ
Φλάκκου καὶ οἱ Συρακούϲιοι τοῦ Μαρκέλλου κατηγορῆϲαι,
κατεδικαιώθηϲαν ἐν τῷ ϲυνεδρίῳ. πολλαχοῦ δὲ οὗτοϲ κέχρηται τῇ λέξει
ταύτῃ ἐπὶ τοῦ εἰρημένου ϲημαινομένου, ὡϲ καὶ ἐν τῷ ις΄ πάντεϲ
ἀποθανεῖν ἐϲτε ἄξιοι· οὐ μέντοι καὶ ἐγὼ πάνταϲ ὑμᾶϲ
θανατώϲω, ἀλλ’ ὀλίγουϲ μέν, οῦϲ καὶ ϲυνείληφα ἤδη, δικαιώϲω, τοὺϲ δὲ
ἄλλουϲ ἀφίημι. καὶ ἀλλαχοῦ δὲ πολλαχοῦ ὁμοίωϲ.
239 Ἐ δικαίωϲαχ: ἀντὶ τοῦ κατέκριναν. οἱ δὲ Ῥωμαῖοι καταγαγόντεϲ
240 Ἐδίνευον: κύκλῳ περιῇεϲαν, ὠρχοῦντο.
241 Ἐ δίωϲεν: ἐξέωϲεν, ἐδίωξεν.
242 δἰψηϲαν: ἐπεθύμηϲαν. ὁ δὲ ἐλευθερῶϲαι τὴν πατρίδα
243 ἔδνα: τὰ διδόμενα δῶρα ὑπὸ τοῦ γαμοῦντοϲ τῇ γαμουμένῃ.
244 Ἐδναία: ἡ καθέδρα.
245 ἐδοκίμαζεν: ἔκρινε. ϲιωπηλὸϲ ἦν ἐπὶ τούτοιϲ ἀποκρύπτειν
246 Ἐδοκίμαϲαν: προέκριναν, ἐκύρωϲαν. πολλῶν δὲ ῥηθέντων εἰϲ
247 ἔσοξεν: εἰϲ ὑπόληψιν ἦλθεν.
248 ἔδοϲ: τὸ ἄγαλμα, καὶ ὁ τόποϲ ἐν ὡ δρυται.
249 ἔδοϲ: ἔδαφοϲ, ἔδραϲμα. ἱερόν, ναόϲ. τό τε τῆϲ τύχηϲ ἔθοϲ
250 ἐδόϲ: ὁ φαγᾶϲ.
251 ἔδοϲαν δίκην.
252 Ἐδοῦοι: ὄνομα ἔθνουϲ.
253 ἐσωδή: βρῶϲιϲ. τροφή.
254 ἐδωδίμων: βρωϲίμων. ἐπείπερ οὖν τὴν προπαραϲκευὴν
255 εδώλια: τὰ ϲανιδώματα τῶν πλοίων· κυρίωϲ, ἐφ ὡν οἱ
256 Ἑδωλιάϲαι: ϲυγκαθίϲαι.
257 Ἐ δωλιάϲαι καὶ Ἰκριῶϲαι: ἑκατέρῳ αὐτῶν ἐχρήϲαντο. τὸ μὲν οὖν
ἑδωλιάϲαι οἷον ϲυνθεῖναι ἔκ τινων ξύλων ἀπλῶϲ πρὸϲ τόπον
τινὰ ϲυντιθέντων, τὸ δὲ ἰκριῶϲαι δύναιτ’ ἂν καὶ ὡϲ κοινότερον
λεχθὲν νοεῖϲθαι· πολλοὶ γὰρ τῶν ἰδιωτῶν ἰκρίαϲ καλοῦϲι τὰϲ ἐκ τῶν
μακρῶν ξύλων ϲυντιθεμέναϲ ϲτέγαϲ ὑπὸ ϲτέγαιϲ ἑτέραιϲ. καὶ
258 ἐδώμ: ὄνομα κύριον.
259 ἐδων: ἐϲθίων.
260 ἐδωρεῖτο: δώροιϲ ἐτίμα. ἐδωρεῖτο δ’ ἐϲθῆτι καὶ τοῖϲ ἄλλοιϲ κειμηλίοιϲ.
261 Ἐδωρήϲατο: ἐφιλοφρονήϲατο. τὰ περιττὰ τῶν ὅπλων τοῖϲ
ἐπιτηδείοιϲ προϲανέδωκε, τιϲὶ δὲ τῶν ἡγεμόνων ϲκηνὰϲ ἐδωρήϲατο
τῶν ἐπιτηδείων· καθόλου δὲ πᾶν τὸ πρόϲφορον ἐπειρᾶτο ποιεῖν
ἑκάϲτοιϲ.
262 Ἐδ ρα: βάϲιϲ, καθέδρα. Ἐδ ρα καὶ ἡ προεδρία παρὰ Ἀριϲτοφάνει·
263 Ἔδρα: καὶ ὁ ϲφιγκτὴρ τῶν ἀνθρώπων. καὶ τοῦτό φηϲιν ὁ προφήτηϲ·
καὶ ἐπάταξε τοὺϲ ἐχθροὺϲ αὐτοῦ εἰϲ τὰ ὀπίϲω, τῆϲ ἔδραϲ
264 Ἐδραν: τὴν μονὴν εἴρηκεν έ Θοιυκυδίδηϲ. καλοῦϲι καὶ τὸ
μέροϲ τοῦ ϲώματοϲ ὡϲ ἡμεῖϲ ἔδραν.
265 Ἐδ ράνων: θρόνων. Σοφοκλῆϲ· ἀλλ’ ἄναφξ ἑδράνων, ὅπου
266 Εδραϲεν: ἐποίηϲεν, ἐκάθιϲεν.
267 Ἑ δραῖοϲ καὶ Ἑ δραίωμα.
268 Ἑ δριόωντο: ἐκαθέζοντο.
269 Ἑ δρῖται: οἰκέται. ἀπὸ τοῦ καταφεύγειν ἐπὶ τὴν ἑϲτίαν.
270 Ἐύνα τὸ ἢ ἡδύνατο.
271 Ἔ ἐ: ἐπίρρημα ϲχετλιαϲτικόν.
272 Ἑε δνωτήϲ: ὁ προικιϲτήϲ, ὁ πενθερόϲ.
273 Ἐέλδωρ: ἐπιθύμημα, βούλημα.
274 Ἔεϲτο: ἐνεδέδυτο.
275 Ἔέϲχατοϲ: ὁ ἔϲχατοϲ.
276 Ἐετῶϲ: εὐχερῶϲ.
277 Ἐζεκίαϲ, βαϲιλεὺϲ Ἰερουϲαλήμ, υἱὸϲ Ἄχαζ, ἁπάντων εὐϲεβέϲτε ροϲ.
οὐ γὰρ μόνον τὰ εἴδωλα κατέϲκαψε καὶ τὰϲ ϲτήλαϲ αὐτῶν ϲυέτριψεν,
ἀλλὰ καὶ τὰ ἐν τοῖϲ ὑψηλοῖϲ καθεῖλε καὶ τὰ ἄλϲη κατ έκοψε καὶ τὸν
ὄφιν, ὃν ἐκρέμαϲε Μωυϲῆϲ (ἔτι γὰρ αὐτῷ πάντεϲ
βδελύγματα. καὶ μόνοϲ ἐβαϲίλευϲεν Ἰουδαίαϲ κατὰ
προαίρεϲιν θεοῦ. φέρεται δέ τι καὶ τοιοῦτον. ἦν Σολομῶνι βίβλοϲ
ἰαμάτων πάθουϲ πανπόϲ, ἐγκεκολαμμένη τῇ τοῦ ναοῦ φλιᾷ. ταύτην
ἐξεκόλαψεν Ἐζεκίαϲ, οὐ προϲέχοντοϲ τοῦ λαοῦ τῷ θεῷ διὰ τὸ τὰϲ
θεραπείαϲ τῶν παθῶν ἐνθένδε τοὺϲ πάϲχονταϲ αὐτοὺϲ κομίζεϲθαι,
περιορῶνταϲ αἰτεῖν τὸν
θεόν. ἐπολέμηϲε δὲ καὶ μέχρι
Γάζηϲ τοῖϲ ἀλλοφύλοιϲ Ἀϲϲυρίων ἀποϲτάϲ, πρότερον ὑπήκοοϲ ὤν.
278 Ἕζεϲθαι: καθέζεϲθαι. καὶ Ἕζετο.
279 Ἔζει: ἔβραζεν. Ἔζη δὲ διὰ τοῦ η, ἀντὶ τοῦ ζῶν ἦν.
280 Ἐζήλωϲεν: ἐπεθύμηϲεν
281 Ἐζημίωϲεν: ἀνεῖλεν. ὁ δὲ Αὐρηλιανὸϲ ὁ βαϲιλεὺϲ τῶν πολιτῶν
282 Ἔζων: ἀντὶ τοῦ ζῶν ἦν.
283 Ἐζωϲμένοι: ἐκδεδυμένοι.
284 Ἐ,υγοϲτατεῖτο: ἐφʼ ἑκάτερα ῥοπάϲ ἐλάμβανε. Πολύβιοϲ·
ἐζυγοϲτατεῖτο τοῖϲ Ῥωμαίοιϲ ο πόλεμοϲ.
285 Ἐεικόϲοροϲ ναῦϲ καὶ Ἐεικοϲόροιο νηόϲ: τῆϲ εἰκοϲακώπου.
286 Ἐειϲάμενοϲ: ὁμοιωθείϲ.
287 Ἔηκα: ϲυνεχώρηϲα.
288 Ἐήλακεν: ἐλήφθη.
289 Ἐἢοϲ: τοῦ ἀγαθοῦ. ἀνδρὸϲ ἐῆοϲ, Ὅμηρόϲ φηϲιν.
290 Ἐϊκιόν: τὸ ὅμοιον.
291 Ἐἲϲη: ἡ ἴϲη. καὶ ἐἴϲαϲ ναῦϲ.
292 Ἐΐϲκω: τὸ ὁμοιῶ. αἰτιατικῇ.
293 Ἐθαγενήϲ: ἐγχώριοϲ, ὁ ἐν τόπῳ ἰδίῳ γεγεννημένοϲ.
294 Ἐθάδαϲ: ϲυνήθειϲ. φίλουϲ. Ἐθὰϲ ἡ εὐθεία.
295 Ἐθανατώθη: ὡϲ ἔνοχοϲ θανάτου ἐκρίθη.
296 Ἐθέλγετο: ἐπείθετο, ἐθηλύνετο. Αἰλιανόϲ· οὐ μὴν ἐθέλγετο ὁ
297 Ἐθελημόϲ: ἥϲυχοϲ.
298 Ἐθελήϲαι: ἀντὶ τοῦ ἐθελήϲειεν.
299 Ἐθελήϲει: δυνηθείη. Ὀμηροϲ· οὐδ’ ἔθελε προρρέειν. καὶ
300 Ἐθελοτ ουλίο.
301 Ἐθελοθρηϲκεῖ: ἰδίῳ θελήματι ϲέβει τὸ δοκοῦν.
302 Ἐθελοκακῆϲαι: ἑκουϲίωϲ ἑλέϲθαι τὸ κακόν. καὶ Ἐθελοκα
303 Ἐ θελοκ ακία.
304 Ἐ θελοκάκωϲ: ἑκουϲίωϲ τὸ κακὸν ἐκλεγομένων. Ἀππιανόϲ·
305 Ἐθελοκώ φων: μὴ βουλομένων ἀκούειν, θελήϲει παρακουόντων.
306 Ἐθελονταί: φερωνύμωϲ ἐκλήθηϲαν οἱ δοῦλοι οἱ ϲτρατευθέντεϲ
307 Ἐθελοντηδόν: Θουκυδίδηϲ, διὰ τοῦ η.
308 Ἐθελοντήν: ἐπίρρημα. τοὺϲ παραβόλουϲ κινδύνουϲ ἔθελοντὴν
ἀναδεδεγμένοϲ. καὶ Πολύβιοϲ· τοῖϲ βουλομένοιϲ πάντα
κίνδυγον
309 Ἐθελοντήϲ: βουλόμενοϲ. ἢ χωρητόϲ. Ξενορῶν· διερωτᾶν,
310 Ἐθελοντί: ἐπίρρημα.
311 Ἐθελοπρόξενοϲ: ὁ ἀφʼ ἑαυτοῦ γενόμενοϲ καὶ μὴ κελευϲθεὶϲ ἐκ τῆϲ πόλεωϲ. οἱ γὰρ πρόξενοι κελευόμενοι ἐκ τῆϲ ἑαυτῶν πόλεωϲ ἐγίνοντο.
312 Ἐθελουργόϲ: ἕτοιμοϲ.
313 Ἐθελυμνοί: πυκνοί.
314 Ἐθέμην: ἔκρινα, ἐνόμιϲα. κἀγὼ ταύτην γνώμην ἐθέμην.
315 Ἔθεϲαν: ἐποίηϲαν.
316 Ἔθει: ἔτρεχεν. ὁ δὲ ἐξελθὼν ἐκ τῆϲ πόλεωϲ ἔθει δρόμω.
317 Ἔθει. ἔτρεχεν, ἔπλεεν. δ δὲ ἄνεμοϲ τὰ ὶϲτία ἐπλήρου, ἡ δὲ γαῦϲ ἔθει καλῶϲ.
318 Ἔθειρ: ἡ θρίξ ἡ αἰτιατικὴ ἔθειρα.
319 Ἔθειραι: αἱ ἐξ ἔθουϲ ἐπιμελούμεναι τρὶχεϲ. πρώταϲ ὁππότ
320 Ἐθείρει: ἐξ ἔθουϲ ἐπιμελεῖται.
321 Ἐθηήϲαντο: ἐθαύμαϲαν.
322 Ἔθηκεν: ἐποίηϲε, καὶ κυρίωϲ. ὁ δὲ Ἰουλιανὸϲ καὶ ἱππικὸν
323 Ἐθηλύνθην: ἐκηλήθην βαφῇ ϲίδηροϲ ὡϲ ἐθηλύνθην ϲτόμα.
324 Ἐθημοϲύνη: ϲυνήθεια, ἐθιϲμόϲ.
325 Ἔ θιμοϲ καὶ Ἐ θιμοϲύνη: ϲυνήθεια, ἐθιϲμόϲ.
326 Ἐθνῖται: οἱ ἐκ τοῦ αὐτοῦ ἔθνουϲ.
327 Ἐθνοϲ: τὸ πλῆθοϲ. ἤγοντο μοιχοί, πόρνοι, τοιχωρύχοι,
Φιλιππικῶν.
ἐθνοπάγκττυ ὁ Ἰώϲηποϲ λέγει ἐν τῇ ἰκϲτορίᾳ τῶν Μακκαβαίων.
328 Ἔθοϲ: ἀντὶ τοῦ ϲημεῖον. ἢ νόμοϲ ἄγραφοϲ, νόμοϲ δὲ ἔθοϲ ἔγγραφον.
ὅτι τὸ ἔθοϲ οὐκ ἔϲτιν εὕρεμα ἀνθρώπων, ἀλλὰ βίου καὶ χρόνου. καὶ ὁ
μὲν νόμοϲ εἴκαϲται τυραννίδι· φόβῳ γὰρ ἕκαϲτα καὶ μετὰ προϲτάγματοϲ
διαπράττεται· τὸ δὲ ἔθοϲ μᾶλλον τῇ φιλανθρωπίᾳ
τῆϲ
βαϲιλείαϲ· βουλόμενοι γὰρ αὐτῷ πάντεϲ δίχα ἀνάγκηϲ ἔποται. καὶ ὁ
νόμοϲ τοϲαύτηϲ δικαιοϲύνηϲ καὶ φιλανθρωπίαϲ μεϲτόϲ, ὤϲτε καὶ τοῖϲ
ἀτυχοῦϲι χρηϲιμώτεροϲ καθέϲτηκε τῶν γένει προϲηκόντω καὶ τοῖϲ
ἀδικουμένοιϲ ἰϲχυρότεροϲ τῆϲ αὐτῆϲ ἐκείνων ῥώμηϲ καὶ πατράϲιν ὠέων
εὐνούϲτεροϲ καὶ παιϲὶ γονέων καὶ ἀδελφοῖϲ ἀδελφῶν.
πολλοὶ γὰρ ὑπὸ τῶν φίλων ἀδικούμενοι πρὸϲ τοῦτον καταφεύγουϲι. καὶ
ἄλλα πλείονά εἰϲι περὶ νόμου.
329 Ἔθω τὸ ἐξ ἔθουϲ τι διαπράττομαι. ὡϲ τό, ἔθων Οἰνῆοϲ ἀλωήν.
330 Ἐ θώπευον: ἐκολάκευον.
331 ἐθωύμαζον: ἀντὶ τοῦ ἐθαύμαζον.
332 Ἐθρίγκωϲεν: περιετρόχωϲεν, περιεχαράκωϲεν.
333 Ἔθριϲεν: ἐκ τοῦ θερίζω.
334 Ἐθρυλλίχ θη: ἐταράχθη.
335 Ἐθοινήϲαντο: εὐωχήθηϲαν.
336 Ἔθυϲαϲ, ἀντιθύϲῃ: τοῦτο παρὰ Φιλοξένῳ ὁ Κύκλωῳ λέγει
πρὸϲ τὸν Ὀδυϲϲέα. ἀπεκδέχονται γὰρ τό, ἔνθα δὲ πῦρ
κείαντεϲ ἐθύ
337 Ἑκάβη: ἡ ἕκαθεν βεβηκυῖα πρὸϲ τὸν ἄνδρα. ὁ γὰρ πατὴρ Δύμαϲ, ὁ Φρύξ, εἰϲ Ἴλιον Πριάμῳ ἐξέροτο. ὅθεν Πρίαμοϲ Φρυξ ϲυμμαχεῖ ἤδη καὶ Φρυγίην εἰϲήλυθον ἀμπελόεϲϲαν. Ὅμηροϲ.
338 Ἐκαδημία: οὕτωϲ πρότερον ἐκαλεῖτο ἡ Ἀκαδημία ἀπὸ Ἑκαδήμου τινὸϲ ἤρωοϲ.
339 Ἔκαθεν: πόρρωθεν.
340 Ἐκκακῶ: ἀπειροκάκῶ. πλειϲτάκιϲ τοῦτο ποιῶ.
341 Ἐκκαλαμᾶται· ἡ θυγάτηρ παππίζουϲʼ ἅμα τῇ γλώττῃ τριώβολο
ἐκκαλαμᾶται.
342 Ἐκαλαμήϲαντο: ἀπεθέριϲαν.
343 Ἐκαλέϲαϲθαι: παραθῆξαι, παρορμῆϲαι. ἐκκαλέϲαϲθαι ϲπουδά ζυ τοὺϲ ἐπὶ πραγμάτων ταττομένουϲ πρὸϲ τὰϲ τῶν Ῥωμαίων ἐλπίδαϲ.
344 Ἐκκαλεῖται: προκαλεῖται. ὁ δὲ Κεκίλιοϲ θεωρῶν αὐτὸν
φιλονεικοῦντεϲ καὶ ἐθίζοντεϲ αὐτόν
μὴ ῥᾳδίωϲ ἀνδρὸϲ πατρικίου καταδικάζειν.
345 Ἑκάλη: ὄνομα κύριον. ἡ ἡρωὶϲ ἡ παρὰ Καλλιμάχῳ, ἡ πρὸϲ
346 Ἐκα λλίϲτρουν: Ἰακόν ἐϲτιν.
347 Ἑκαμήδη: ἡ Νέϲτοροϲ παλλακίϲ. παρὰ τὸ ἑκὰϲ μήδεϲθαι, ὅ ἐϲτι βουλεύεϲθαι.
348 Ἔκαμον: ἐκοπίαϲαν.
349 Ἐκαπήλευϲεν: ἐδόλωϲεν.
350 Ἐκκα πηλεύειν: δολοῦν, πανουργεῖν.
351 Ἐκαραδόκηϲεν: ἀπέβλεψεν. ἢ ἐμοὶ προϲέθετο τὴν κεφαλὴν
352 Ἐκκαρπωϲάμενοι: προϲόδουϲ μεγάλαϲ λαβόντεϲ.
353 Ἐκαγρ πώϲαντο: μετειλήφαϲιν. οἱ ἡϲϲηθέντεϲ φυγῇ ἐκαρπώϲαντο
354 Ἑκάϲ: πόρρω. ὅτι μέντοι οὐχ ἑκὰϲ οὐδὲ ἀπὸ ϲφῶν τὸν
355 Ἐκ αϲτάτω: πορρωτάτω. Προκόπιοϲ· ἑκαϲτάτω τῆϲ τοῦ
356 Ἐκαϲταχῇ: ἀντὶ τοῦ πανταχοῦ. ταῦτα μὲν οὐν ἐκαϲταχῇ
357 Ἐκάϲτοτε: ἀντὶ τοῦ ἀεί. οὐ γὰρ λέγεται πάντοτε. Βάβριοϲ·
τῶν οὖν τριχῶν ἑκάϲτοθ’ ἡ μὲν ἀκμαία ἔτιλλεν, ἂϲ
εὕριϲκε λευκανθι ούϲαϲ. καὶ αὖθιϲ· τοὺϲ μὲν φιλεῖν βουλομένουϲ
δεδοίκατε, τοὺϲ
358 Ἐκ καταλόγου: τῶν εἰϲ ϲτρατιώταϲ τελούντων. τὴν γάρ τοι
359 Ἑκαταῖοϲ, Ἀβδηρίτηϲ, φιλόϲοφοϲ· ὃϲ ἐπεκλήθη καὶ κριτικὸϲ
360 Ἑκαταῖοϲ, Ἡγηϲάνδρου, Μιλήϲιοϲ, γέγονε κατὰ τοὺϲ Δαρείου
χρόνουϲ τοῦ μετὰ Καμβύϲην βαϲιλεύϲαντοϲ, ὅτε καὶ
Διονύϲιοϲ ἦν δ Μιλήϲιοϲ, ἐπὶ τῆϲ ξέ Ὀλυμπιάδοϲ· ὶϲτοριογράφοϲ.
Ἡρόδοτοϲ δὲ ὁ Ἁλικαρναϲεὺϲ ὠφέληται τούτου νεώτεροϲ ὦν· γέγονε γὰρ
μετ’ αὐτόν. καὶ ἦν ἀκουϲτὴϲ Πρωταγόρου δ Ἑκαταῖοϲ. πρῶτοϲ δὲ
ἱϲτορίαν πεζῶϲ ἐξήνεγκε, ϲυγγραφὴν δὲ Φερεκύδηϲ· τὰ γὰρ Ἀγηϲιλάου
νοθεύεται.
361 Ἑκάτειον: Ἑκάτηϲ ἄγαλμα. καὶ παροιμία, Θεαγένουϲ Ἑκάτειον·
362 Ἑκατηβελέτηϲ: ὁ Ἀπόλλων, ὁ αὐτὸϲ καὶ ἑκατηβόλοϲ.
363 Ἑκάτην· ἀπὸ ταύτηϲ ἔϲτι μαθεῖν εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν
ἐϲτι βέλτιον· φηϲὶ γὰρ αὕτη τοὺϲ μὲν ἔχονταϲ καὶ πλουτοῦν
ταϲ δεῖπνον κατὰ μῆνʼ ἀποπέμπειν, τοὺϲ δὲ πένηταϲ τῶν ἀνθρώπων
ἁρπάζειν πρὶν καταθεῖναι. ἔθοϲ γὰρ ἦν ἄρτουϲ καὶ ἄλλα τινὰ κατὰ μῆνα
τιθέναι τῇ Ἑκάτῃ τοὺϲ πλουκίουϲ, λαμβάνειν ἐξ αὐτῶν τοὺϲ
πέητααϲ.
364 Ἑκάτην: οἱ μὲν τὴν Ἄρτεμιν, οἱ δὲ τὴν ϲελήνην, ἐν φάϲμαϲιν
ἐκτόποιϲ φαινομένην τοῖϲ καταρωμένοιϲ. τὰ δὲ φάϲματα
αὐτῆϲ δρακοντοκέφαλοι ἄνθρωποι καὶ ὑπερμεγέθειϲ, ὡϲ τὴν θέαν
ἐκπλήττειν τοὺϲ ὁρῶνταϲ.
365 Ἑκάτηϲ νήϲου: πρὸ τῆϲ Δήλου κεῖταί τι νηϲύδριον, ὃ ὑπ ἐνίων
ψαμίτη καλεῖται. καλεῖϲθαι δὲ οὕτωϲ φαϲὶν αὐτὴν διὰ τὸ τοῖϲ
ψαμίτοιϲ τιμᾶϲθαι τὴν θεόν. ψάμιτον δέ ἐϲτι ψαιϲτῶν τιϲ
ἰδέα.
366 Ἑκατομβαιών: μὴν Ἀθηναῖοϲ. ἐκλήθη δὲ οὗτοϲ ἀπὸ τοῦ πλείϲταϲ ἑκατόμβαϲ θύεϲθαι τῷ μηνὶ τούτῳ.
367 Ἑκάτομνοϲ: ὄνομα κύριον.
368 Ἑκατόμπεδοϲ νεώϲ: ὁ Ἀθήνηϲι παρθενών. καὶ Ἐκατόμ
369 Ἑκατοϲτόϲ: ὁ ἀριθμόϲ.
370 Ἐκ ατοντάρχηϲ.
371 Ἐκκαυλίζων: ἀποκλῶν, ἀναϲπῶν. ἀπὸ μεταφορᾶϲ τῶν τὰ
λἀχανα ἀναϲπώντων.
372 Ἐκβ αλεἶν: λέγουϲιν ἰδίωϲ τὸ κροῦϲαι ταῖϲ ναυϲίν.
373 Ἑκβάλλω· αἰτιατικῇ. τὸν Ἀδὰμ ἐξέβαλε τοῦ παραδείϲου. Ἐκβ ά λλομαι δὲ γενικῇ· ἐξεβλήθη Ἀδὰμ τοῦ παραδείϲου.
374 Ἐκβακχευθείϲ: ἐκμανείϲ. ὁ δὲ Οὐάληϲ ἐκβακχευθείϲ ἐπὶ
375 Ἐκβεβόλβιϲται: ἐξορώρυκται.
376 Ἐκβιαϲτήϲ. ἄμφω γάρ εἰϲιν ἐκβιαϲταὶ τῆϲ δίκηϲ, νύττουϲιν
377 Ἐκβαίνω· αἰτιατικῇ. καὶ Ἐκβῇϲ: ἐξέλθηϲ.
378 Ἐκβιβάϲαϲ: ἐξαγαγών. τὴν ἡδυμελῆ ξύμφωνον ἀηδόνα μούϲηϲ
κατάλειφ ἡμῖν δεῦρʼ ἐκβιβάϲαϲ, ἵνα παίϲωμεν μετ’
ἐκείνηϲ. ἀντὶ τοῦ χορεύϲωμνν.
379 Ἐκβραϲθῇ: ἐκβληθῇ, ἐκριφῇ. λέγεται δὲ καὶ ἐπὶ τῶν ὑπὸ τῆϲ
380 Ἐκγαμηθῆναι· ὅταν εἰϲ ἕτερον γένοϲ ἐκδοθῇ παρθένοϲ, οἱονεὶ
381 Ἐκγεγάμεν· Ὁμηροϲ· εὔχεται ἐκγεγάμεν. ἀντὶ τοῦ γεγενῆϲθαι. ἀπὸ τοῦ γῶ, γήϲω, γέγημι· ἀπαρεμφάτωϲ γεγάναι καὶ Δωρικῶϲ γεγάμεν· ὡϲ τιθέναι, τιθέμεν.
382 Ἐκ γενετή ϲ τυ φ λόϲ.
383 Ἑκ γειτόνων· ἐκ γειτόνων τῆϲ μεγαλοφροϲύνηϲ παροικοῦϲαν τὴν ἀλαζονείαν ἐκφεύγει. ἀντὶ τοῦ γειτνιῶιαν.
384 Ἐκδεδαρμένον δέρειϲ: ἐπὶ τῶν μάτην πονούντων.
385 Ἐκ δ εέϲ: ἀτελέϲ, ἐλλιπέϲ. ἔδοξε δὲ αὐτοῖϲ πρότερον, ὡϲ μηδὲν
ἐκδεὲϲ εἴη τῶν θείων λογίων, εἰϲ τὴν πόλιν εἰϲελθεῖν,
386 Ἐκδέξαϲθαι: οὐκ ἐπί τοῦ ἀναμεῖναι, ἀλλ’ ἐπὶ τοῦ ἀναδέξαϲθαι
καὶ τὸ δοκεῖν ἐκδέχεϲθαι τῶν ἐκείνῳ πεπραγμένων.
387 Ἔκ δέξαι: ἀντὶ τοῦ ἀληθεύων οὐ ψεύδομαι, πίϲτευϲον ὑποϲχο
388 Ἐκδέχεϲθαι: ἀπείργειν, κωλύειν. γέρρα τε παρατεταμένα ἦν
389 Ἐκδέχρ: νοεῖϲ, ὑπολαμβάνειϲ. Πολύβιοϲ· οὐκ ὀρθῶϲ, ὡ ϲτρα
390 Ἔκδεια: ἡ κεχρεωϲτημένη λοιπάϲ. ἔκδεια γάρ ἐϲτι τὸ μέροϲ
καταβαλεῖ ὧν ὀφείλει τιϲ, εἰ καὶ μὴ πάντα· ἔνδεια δὲ τὸ μηδὲν ὅλωϲ
καταβαλεῖν. ἢ ἔκδεια μέν ἐϲτι τὸ ἔχοντα μὴ καταβαλεῖν, ἔνδεια δὲ τὸ
μηδὲν ἔχειν· ὡϲ εἶναι τὸ μὲν ἑκούϲιον, τὸ δὲ ἀκούϲιον.
391 Ἐκδειματοῦντεϲ: ἐκφοβοῦντεϲ.
392 Ἐκ διαμέτρου.
393 ξκδιαιτηθῆναι: διαπραθῆναι.
394 Ἐκδιῄτηϲε: κακῶϲ διῴκηϲεν.
395 Ἐκδιαίτηϲιϲ: ἡ τρυφή. ὁ δὲ τρυφαῖϲ μαλακαῖϲ καὶ ἐκδιαι
396 Ἐκδικάϲαϲθαι: Ἰϲαῖοϲ, ἀντὶ τοῦ ἀνάδικον ἐκπρᾶξαι διὰ τὸ
δικάϲαϲθαι.
397 Ἐκ δικία.
398 Ἔκδικον: τὸ ἔξω τοῦ δικαίου. Αὶλιανόϲ· τετόλμητο μὲν αὐτῷ τὸ ἔκδικον ἐκεῖνο καὶ παράνομον ἔργον.
399 Ἐκδίκουϲ: δικαίουϲ καὶ ἔξω τοῦ δικαίου ὄνταϲ. ὁ δὲ ἦν
400 Ἐκδίκωϲ· δεῖν χοὰϲ τοῖϲ ἐκδίκωϲ τῶν Αἰτωλῶν τεθνεῶϲιν
401 Ἔκδιοϲ.
402 Ἔκδοϲιϲ: τὸ ναυτικὸν δάνειϲμα, οἱονεὶ ἔξω δόϲιϲ. οὕτω καὶ Δημοϲθένηϲ κατὰ Ἀφόβου πρῶτον.
403 Ἔκδοτοϲ: προδεδομένοϲ.
404 Ἐκδοχεῖον: τὸ ταμιεῖον.
405 Ἔκ δυεῖν τρία βλέπειϲ: ἐπὶ τῶν διὰ γῆραϲ ἄλλο τι πάθοϲ
406 Ἑκκαιδεκάδωρα: ἑκκαίδεκα παλαιϲτῶν. δῶρον γὰρ καλεῖται
ἡ παλαιϲτή, Ὀμηροϲ· τοῦ κέρα ἐκκαιδεκάδωρα πεφύκει.
407 Ἐκαινον: ἔκοπτον.
408 Ἐκκα αἰω· αἰτιατικῇ.
409 Ἐκκα αίομαί ϲου δὲ γενικῇ. ἐρῶ ϲου.
410 Ἐκκέ έκοφθ θʼ ἡ μουϲική: φαϲὶν ὅτι τῶν παλαιῶν ἐν τοῖϲ
ϲυμποϲὶοιϲ φιλολόγῳ ζητήϲει χρωμένων, οἱ ὕϲτερον τὰϲ
μουϲουργοὺϲ καὶ κιθαριϲτρίαϲ καὶ ὀρχηϲτρίαϲ ἐπειϲήγαγον. ὅθεν τὴν
καινοτομίαν τινὲϲ αἰτιώμενοι τῇ παροιμίᾳ ἐχρῶντο.
411 Ἐκεκράγειϲαν: ἔκραζον.
412 Ἐκκεκρικψώ ϲ: ἐκκεχωρικώϲ.
413 Ἐκκεκυμαϲμένουϲ: ὑπὸ τῶν κυμάτων ἐκβραϲθένταϲ. ὁ δὲ
414 Εκκέλευϲτοϲ· καὶ κατήγοροϲ ἐκκέλευϲτοϲ, ὃϲ ἂν μὴ γράψηται παραομῶν, ἑάλωκεν.
415 Ἐκενώθηϲαν: ἠρημώθηϲαν.
416 Ἐκεράῖζον: κατέτρεχον, ἐληίζοντο, ἐπόρθουν.
417 Ἐκερουτίαϲ: τὴν κεφαλὴν ἀνέτεινεϲ δίκην τῶν κερατοφορούντῶν
ἀνωρτάλιζεϲ,
κἀκερουτίαϲ.
418 Ἐκ εύθαινον: ἔκρυπτον.
419 Ἐκεχειρία: ἄνεϲιϲ, ἀργία, ϲυνθήκη, ἔνδοϲιϲ, ἀνοχὴ πολέμου.
ϲυμπεφυκότεϲ οὐδέποτε τῆϲ ἀϲκήϲεωϲ λαμβάνουϲιν
ἐκεχειρίαν.
420 Ἐκκεχιλωμένην: ἐψευϲμένην· ἢ κεχερϲωμένην. ὅτι ὁ χιλὸϲ ἐ χέρϲῳ φύεται· τοῦτο δέ ἐϲτι χόρτοϲ. οἷον ἐξημελημένην.
421 Ἔκζεϲιϲ: ἐκβραϲμόϲ. φαϲὶ δὲ αὐτὸν φθειρϲὶν ἐκζέϲαι.
422 Ἐκζητῶ· αἰτιατικῇ.
423 Ἐκ ζω πυρῆϲαι: ἀνάψαι. κυρίωϲ τὸ ἐκ μικροῦ φυϲῶντα μέγα
λη φλόγα κινῆϲαι. ἡ μεταφορὰ ἀπὸ τῶν ἀνθράκων.
424 Ἐκεῖ, ἐκεῖϲε, ἐκεῖθεν, ἐκείνοθι, ἐκείνοθεν καὶ κατὰ ϲυγκοπή ἐκεῖθεν τὴν ἐν τόπῳ ϲχέϲιν δηλοῖ.
425 Ἔκκείμεθα· μόνῳ ϲοι τῶν ζώντων ἐκκείμεθα. οὐ γάρ ἐϲτιν ἡ ἀλήθεια
πρᾶγμα ἐκκείμενον οὐδὲ καταβεβλημένον οὐδὲ θήρᾳ ληπτέον.
ἀντὶ τοῦ καταπεφρονημένον.
426 Ἐκείνῃ: ἐπίρρημα. ἀντὶ τοῦ τὰϲ αὐτόθι. τὰϲ ἐκείνῃ νάπαϲ
427 Ἐκείνη: τὰ ἐκεῖϲε. εἰϲ Παρθυαίαν ἐμβάλλειν καὶ τὰ ἐκείνῃ
428 Ἐκεῖνοϲ καὶ κεῖνοϲ καὶ τὸ αὐτὸϲ ἀντὶ ὀνόματοϲ παραλαμβάνου ϲιν οἱ ποιηταί. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἀλλʼ εἴϲιθ’, ἴνα μὴ κεῖνοϲ ἡμῖν ἐπιτύχῃ. καὶ Ὅμηροϲ τὴν Θέτιν παρειϲάγει λέγουϲαν· τίπτε μʼ ἐκεῖοϲ ἄνωγε μέγαϲ θεόϲ; καὶ τό, αὐτὸϲ ἔφα, παρὰ τοῖϲ Πυθαγορείοιϲ.
429 Ἔκηαν: ἔκαυϲαν.
430 Ἑκηβολία.
431 Ἑκηβόλιοϲ, ϲοφιϲτὴϲ Κωνϲταντινουπόλεωϲ. οὖτοϲ ἐπὶ Κων ϲταντίου
διαπύρωϲ χριϲτιανίζειν ὑποκρινόμενοϲ ἐπὶ ουλιανοῦ ἄλογοϲ Ἐφαίνετο.
ῥίψαϲ γὰρ ἑαυτὸν πρὸ τῆϲ πύληϲ τοῦ εὐκτηρίου οἴκου, πατήϲατέ με,
ἐβόα, τὸ ἄλαϲ τὸ ἀναίϲθητον. τοιοῦτοϲ ἦν κοῦφοϲ
καὶ
εὐχερὴϲ Ἐκηβόλιοϲ καὶ πρότερον καὶ ὕϲτερον.
432 Ἑκηβόλοϲ: ὁ Ἀπόλλων.
433 Ἐκήδευϲαν: κατ’ ἐπιγαμίαν ϲυνήφθηϲαν. ἐκήδευϲάν τε αὑτοῖϲ δόπεϲ γυναῖκαϲ καὶ αὐτοὶ παρʼ ἐκείνων λαβόντεϲ.
434 Ἐκήκιεν: ἀνεφέρετο.
435 Ἔκηλοϲ: ἥϲυχοϲ.
436 Ἐκήλει: ϲὺν ἡδονῇ ἔτερπεν. κηλῶ γὰρ τὸ ὑπʼ αὐλὸν ἥδομαι.
437 Ἐκηριώθην: ἐϲκοτώθην, ἢ διόὰ τὸ δέοϲ κήρινοϲ ἐγενόμην.
438 ξκκήρυκτον: ἀπόβλητον. καὶ Ἐξεκήρυξαν, ἀντὶ τοῦ
439 Ἐκητι: ἀντὶ τοῦ ἕνεκα. ϲημαίνει δὲ καὶ χωρίϲ.
440 Ἐκίϲϲηϲεν: ἐν γαϲτρὶ ἔϲχεν, μεθ’ ἡδονῆϲ ϲυνέλαβεν, ἐγέννηϲεν.
441 Ἔ κ θαμβὸϲ.
442 Ἔκ θανεῖν: ἀποθανεῖν.
443 Ἐκθεατρίζουϲιν: ἐκπομπεύουϲιν, ἐκφαυλίζουϲιν, ἐξελέγχουϲιν.
444 Ἔκ θεϲμον: παράνομον.
445 Ἔκθετα: ἐκριπτούμενα.
446 Ἐκθε ῖ: ἔξειϲιν, ἐξέρχεται. Ἀριϲτοφάνηϲ· ἐϲδραμὼν εἰϲ τὸ
πρυτανεῖον
447 Ἐκ θλίβω· αἰτιατικῇ.
448 Ἐκ θειάϲαι: θεοποιῆϲαι.
449 Ἔκθορεν: ἐξεπήδηϲεν. Βάβριοϲ· φρίξαϲ δὲ χαίτην ἔκθορε
450 Ἐκθορεῖν: ἐκδραμεῖν, ἐκφυγεῖν.
451 Ἐκθρώϲκειν: ἐκπηδᾶν.
452 Ἐκθυμία: ἡ προθυμία. ἐπεὶ δ’ ἔλαβε καιρὸν τῆϲ ἐκείνων
453 Ἐκθύμωϲ: προθύμωϲ. δ δὲ ἠγωνίζετο πεζὸϲ ἐκθύμωϲ.
454 Ἐκθύϲαϲθαι: τὸ ἐξιλεώϲαϲθαι καὶ ἐκμειλίξαϲθαι.
455 Ἐκλαβεῖν: ἀπολαβεῖν. Πολύβιοϲ· ὅταν ῇ τὸ δίκαιον ἐκλαβεῖν παρὰ γῶν ἀδικηϲάντων ἢ κατὰ νόμουϲ ἢ κατ’ ἄλλαϲ τινὰϲ ὑποκειμένα δικαιοδοϲίαϲ.
456 Ἔκλαγξαν: ἥχηϲαν.
457 Ἐκλεγόμενοϲ· αἰτιατικῇ. προκρίνων, προτιμῶν. ὁ δὲ καταπιϲτεύω
τοῖϲ πράγμαϲιν ἔϲπευδε δι᾿ αὑτοῦ κρῖναι τὰ ὅλα.
διόπερ οὐ τὸν τῶν πραγμάτων ἐκλεγόμενοϲ καιρὸν ἀλλὰ τὸν ἴδιον,
ἔμελλε τοῦ δέοντοϲ ϲφαλήϲεϲθαι.
458 Ἐκλέγοντεϲ: ἀπαιτοῦντεϲ.
459 Ἐκλεκτόϲ· ὀξυτόνωϲ· ἐπίλεκτοϲ δὲ προπαροξυτόνωϲ. διότι τὸ
μὲν ἐκ τοῦ ῥήματοϲ, τὸ δὲ ἐκ τοῦ ὀνόματοϲ ϲυντέθειται.
ὁ δὲ Σολομῶ φηϲι· χεὶρ ἐκλεκτῶν κρατήϲει εὐχερῶϲ. τὸ μὲν γὰρ κρατεῖν
ἐϲτιν ἴϲωϲ καὶ τῶν ἐπὶ πλεῖϲτον φαύλων ἢ φόβῳ ἢ αἰχύνῃ τὴν διὰ τοῦ
ϲώματοϲ ἐνέργειαν κωλυόντων μετὰ πολλῆϲ τῆϲ ἀνάγκηϲ, τὸ δὲ ἔρωτι τῶν
ἄνω μὴ ἡττηθῆναι τοῖϲ κάτω μόνων ἐϲτὶ τῶν φιλοθέων
καὶ
οὓϲ ἡ γραφὴ ἐκλεκτοὺϲ ὠνόμαϲεν.
460 Ἐκλελάκτικεν: ἀποβέβληκεν, ἀπέφυγεν.
461 Ἐκκλείεται: ἐμποδίζεται. ἐκκλείεται ἡ πάροδοϲ ἡ εἰϲ τὴν Χερρόνηϲον διὰ τῆϲ πόλεωϲ ταύτηϲ.
462 Εκκλείουϲι: κωλύουϲιν, εἴργουϲιν. Πολύβιοϲ· ἐπεὶ τὸν Φίλιππον
ἐκκλείουϲιν οἱ καιροί, βούλεϲθαι τὸν βαϲιλέα τὴν
ἐπιγραφὴν τῆϲ πράξεωϲ ἐκείνῳ περιποιῆϲαι, ὡϲ ἐν εὐεργεϲίᾳ προφέρων
τούτῳ τοὺϲ λόγουϲ.
463 Ἐκλειπία: ἡ ϲυγχώρηϲιϲ. ἄδικον ἡγεῖτο τὴν ἐκλειπίαν τῆϲ
464 Ἔκλειψιϲ καὶ Ἐξέλιπεν: ἑκάτερον αὐτῶν τέτακται ἐπὶ τῶν διαψηφίϲεω
τῶν γινομένων ἐν τοῖϲ δήμοιϲ περὶ τῶν γινομένων εἰϲ τιὸ ληξιαρχικὸν
γραμματεῖον. ὅϲοι μὲν ἐγκαλούμενοι, ὅτι μή εἰϲιν ἀϲτοί, ἀπαντῶϲι
πρὸϲ τὰ ἐγκλήματα, περὶ τούτων οἱ δημόται ψῆφον φέρουϲι ὅϲτιϲ δὲ μὴ
παρεγένετο κριθηϲόμενοϲ, ἐξέλιπεν οὗτοϲ τὴν
Said. περὶ
αὐτοῦ διάγνωϲιν. καὶ τοῦτο ἔκλειψιϲ καλεῖται. ὅτι ἡ τοῦ ἡλίου
ἔκλειψιϲ ἐπιπροϲθουμένου ὑπὸ τῆϲ ϲελήνηϲ ἐναργῶϲ φαίνεται γίνεϲθαι.
ζήτει ἐν τψ διαφανέϲ.
465 Ἐκλειπέτωϲαν
466 Ἐκληδονίζετο: ἐμαντεύετο.
467 Ἐκληπ πτέον: δεῖ λαμβάνειν.
468 Ἐκκλήϲειϲ· πρόδηλοϲ γὰρ ἐγένετο φυγὴ καὶ τῶν ὑπεναντίων
ἐκκλήϲειϲ πρὸϲ ἐπίθεϲιν.
469 Ἐκκληϲιάζων: εἰϲ ἐκκληϲίαν ϲυγκαλῶν. ἡνίκα ἐκκληϲιάζων
470 Ἐκκληϲία κυρία: οὕτω λέγεται κυρία, ἐν ἢ ἐκύρουν τὰ ψηφίϲματα.
μηνὸϲ Ἀθήνηϲιν, ἡ πρώτη καὶ
ἡ ί καὶ ἡ τριακάϲ. εἰϲὶ δὲ καὶ προϲκλητοῖϲ ἐναγόμεναι κατά τινα
ἐπείγοντα πράγματα. αἱ μὲν οὖν γόμιμμοι καὶ ὧριϲμέναι κύριοι
καλοῦνται, αἱ δὲ πρὸϲ τὸ κατεπεῖγον ϲυναγόμεναι ϲύγκλητοι.
471 Ἐκκληϲίαν: ϲυναγωγὴν ὄχλου. Ἀριϲτοφάνηϲ Πλούτῳ· ἐκκληϲία
δ᾿ οὐχὶ διὰ πλοῦτον γίνεται; ἐκκληϲιάζομεν γὰρ ἢ τῶν
ἰδίων
472 Ἐκκληϲίαν: ϲῶμα ἑαυτοῦ τὴν ἐκκληϲίαν καλεῖ ὁ Χριϲτόϲ καὶ διὰ
ταύτηϲ ἱερατεύει ὡϲ ἄνθρωποϲ· δέχεται δὲ τὰ προϲφερόμενα ὡϲ
θεόϲ. προϲφέρει δὲ ἡ ἐκκληϲία τὰ τοῦ ϲώματοϲ αὐτοῦ καὶ
τοῦ αἵματοϲ ϲύμβολα, πᾶν τὸ φύραμα διὰ τῆϲ ἀπαρχῆϲ ἁγιάζουϲα. λὐϲιϲ
ὀνείρου· ἐκκληϲίαιϲ ἑϲτῶϲιν ἔγκληϲιν φέρει.
473 Ἐκκλητεύειν: τὸ εἰϲ κρίϲιν ἄγειν, ἴνα ἐπάναγκέϲ τιϲ μαρτυρῇ.
474 Ἐκκλητευθῆναι· τῶν ἐγκαταλιπόντων μαρτυρίαν τὰ ὀνόματα
475 Ἐκ λήτευϲεν: ἐκάλεϲεν.
476 Ἐλητικῶϲ: ἐκκαλούμενοϲ. καὶ Ἐκκλήϲειϲ· πρόδηλοϲ
γὰρ ἐγένετο φυγὴ καὶ τῶν ὑπεναντίων ἐκκλήϲειϲ πρὸϲ
ἐπίθεϲιν.
477 Ἔξκκλητον: τὴν ἐπὶ ϲυνόδῳ παραίτηϲιν.
478 Ἐκ κλίνω· αἰτιατικῇ.
479 Ἐκ λιπαρεῖ: παρακαλεῖ
480 Ἐκλογιϲτίαν: ἀρίθμηϲιν. καὶ Ἐκλογιζόμενοϲ τὸ πλῆ θοϲ τοῦ
ϲτρατοῦ, ἀντὶ τοῦ ἀριθμῶν. καὶ ἀντὶ τοῦ διανοοῦ
481 Ἐκλογεῖον: ἡ ἐκλογάϲ.
482 Ἐκ λογεῖϲ: οἱ ἐκλέγοντεϲ καὶ εἰϲπράττοντεϲ τὰ ὀφειλόμενα τῷ δημοϲίψ.
483 Ἐκλογεῖϲ· ὁπότε δέοι χρήματα τοὺϲ πολὶταϲ εἰϲφέρειν, τούτουϲ κατὰ δύναμιν οἱ καλούμενοι ἐκλογεῖϲ διέγραφον. ἀλλὰ καὶ οἱ τοὺϲ φόρουϲ ἀπὸ τῶν ὑπηκόων ἀθροίζοντεϲ πόλεων οὕτωϲ ἐλέγοντο.
484 Ἐκλόνηϲεν: ἐτάραξεν. Ἐκλώνιϲε δὲ κλῶναϲ ἔκοψεν.
485 Ἐκκλώζετο· κλωϲμὸν ἔλεγον τὸν γινόμενον ἐν τῷ ϲτόματι ψόφον, ψ πρὸϲ τὰϲ ἐκβολὰϲ ἐχρῶντο τῶν ἀκροαμάτων, ὡν οὐχ ἡδέωϲ ἥκουον.
486 Ἐκλώπευον: ἀντὶ τοῦ ἔκλεπτον. Ξενοφῶν ἐν τῇ Ἀναβάϲει.
487 Ἐκλωπίζω: ἐκδέρω.
488 Ἔκ λύεν: ὑπήκουϲεν, ἐκέλευϲεν.
489 Ἐκ λῦϲαι
490 Ἐκ λύκου ϲτόματοϲ: ἐπὶ τῶν ἀνελπίϲτωϲ παρά τινών τι λαμβαότω, κατὰ τὸν μῦθον τοῦ λύκου καὶ τοῦ γεράνου.
491 Ἐκμαγεῖον: ἐκτύπωμα, καὶ ἀποϲφράγιϲμα. ξυνειληθέντα τε
492 Ἐκμαγῆϲαι: ἐκτυπῶϲαι.
493 Ἐκμα λθακῶϲαι: ἐκμαλάξαι, χαυνῶϲαι. ἄλλα τε πλεῖϲτα
494 Ἐκμαρτυρείν φαϲι τὸ λέγειν, οὐχ ἅπερ αὐτὸϲ εἶδεν, ἀλλ’ ἅπερ ἑτέρων ἤκουϲε λεγόντων. ἐκμαρτυρία δὲ γεγραμμένη ἀναγινώϲκεται, ὅταν τιϲ ἢ τελευτήϲαϲ ἢ ἢ ὑπερόριοϲ.
495 Ἐκμαρτυρίϲϲ διαφέρει τῆϲ μαρτυρίαϲ· ὅτι ἡ μὲν τῶν παρόντων . ἐϲτίν, ἡ δὲ ἐκμαργυρία τῶν ἀπόντων.
496 Ἐκμαρτυρίῳ: διαμαρτυρίῳ. οὐκ ὤκνηϲαν δὲ καὶ δευτέρῳ ἐκμαρτυρίῳ χρήϲαϲθαι.
497 Ἐκμαίνω· αἰτιατικῇ.
498 Ἐκμελέϲ: ἠμελημένον. ὁ δὲ δὴ Βῶνοϲ οὐκ ἐϲ τὸ ἐκμελὲϲ
ὅτι καὶ
Θεοδόϲιοϲ ὁ βαϲιλεὺϲ ἐκμελὴϲ ἦν καὶ πάϲη ῥᾳθυμίᾳ ἐκκείμενοϲ.
499 Ἐκ Μα ϲϲα λίαϲ ἥκειϲ: ἐπὶ τῶν θηλυδριῶν καὶ τεθρυμμένων,
500 Ἐκ μέϲων νυκτῶν λέγουϲι καὶ ἐκ μεϲημβρίαϲ.
501 Ἐκ μεταβολῆϲ· οἱ δὲ μετὰ ταῦτα ἐκ μεταβολῆϲ ὡϲ ἐπ᾿
502 Ἐκμει λίϲϲεϲθαι: καταπραύνειν.
503 Ἑκμήνου: τῶν ξξ μηνῶν. τῆϲ δ᾿ ἐπιφερομένηϲ ἑκμήνου παρείλετο.
504 Ἑκμήνῳ: μηνῶν ἔξ. λαβὼν δούλουϲ ϲὺν τροφῇ ἑκμήνῳ ἡλευθέρωϲεν.
505 Ἐκμηρυομένουϲ· δυϲχερῶϲ ἐκμηρυομένουϲ καὶ μακρῶϲ τὰϲ
506 Ἐκμηρυϲάμενοϲ: ἐξελκύϲαϲ, ἐπεκτείναϲ. ἀπὸ μεταφορᾶϲ τῶν
507 Ἐκμηχανώμενοϲ: καταϲκευάζων.
508 Ἐκμυζήϲαϲ: ἐκπιέϲμϲ, ἐκθλίψαϲ.
509 Ἐ κμυκτηρ ιεῖ: βδελύϲϲεται.
510 Ἐκνάπτετο: ἐξύετο, ἐδαπανᾶτο.
511 Ἐκνενέμηται: ἐξῆλθεν. διαμεμἐριϲται.
512 Ἐκνευρίϲαϲ: ἀντὶ τοῦ ἀδυνάτουϲ καταϲτήϲαϲ. ὁ δὲ ἀπεκρί
τὴν ψυχὴν ἐκνευριϲθεὶϲ καὶ θῆλυϲ γενόμενοϲ.
513 Ἐκνεφὶαϲ: ἐκ νεφῶν ἄνεμοϲ.
514 Ἔκνιζε ν: ἔδακνεν. ἀπὸ τῆϲ πόαϲ. Ἡρόδοτοϲ.
515 Ἔκνιϲεν: ἐκίνηϲε, καθήῳατο. Ἀππιανόϲ· Σύφακα δ’ ἄρα
αὐτήν.
516 Ἐκνομίωϲ: ἀντὶ τοῦ μεγάλωϲ, ὑπερβαλλόντωϲ. κυρίωϲ δὲ τὸ ὑπὲρ τὸ
νενομιϲμένον. Ἀριϲτοφάνηϲ Πλούτῳ· καὶ γὰρ ἐκνομίωϲ μ
517 Ἐκνόμοιϲ: παρανόμοιϲ.
518 Ἐκνοον: παρανενοημένον, ἔξω τοῦ νοόϲ, ϲαλόν.
519 Ἐκ νοϲηλεύων: ἐκθεραπεύων.
520 Ἔκνυεν: ἔξυεν ἠρέμα. παρὰ τὸ κνᾶν. Ἀριϲτοφάνηϲ· οὑτοϲ πόθῳ μου κνυεν ἐλθὼν τὴν θύραν.
521 Ἐκ ξυγκλύδων· ζήτει ἐν τῷ ϲυγκλύδων.
522 Ἐκκοβαλικεύεται· ζήτει ἐν τῷ ὑπέρχεται.
523 Ἐκόηϲεν: ἐνόηϲεν. Ἰακῶϲ. παρὰ Καλλιμάχῳ.
524 Ἐκκοκκίϲαϲ: ἐρημώϲαϲ. ἀπὸ μεταφορᾶϲ τῶν ὀρῶν, τῶν τοὺϲ κόκκουϲ
ἐκβαλλουϲῶν· ὥϲπερ γὰρ αἱ πόλειϲ ϲκέτπαι τῶν ἀνθρώπων εἰϲίν, οὕτω
καὶ αἱ ῥοιαὶ τῶν κόκκων. ἐχρήϲατο δὲ τῇ μεταφορά ὁ
ἄγροικοϲ. Ἀριϲτοφάνηϲ· ῶ Ζεῦ, λήϲειϲ ϲεαυτοῦ τὰϲ πόλειϲ ἐκκοκν
κίϲαϲ.
525 Ἐκολάβηϲαϲ: προϲέκρουϲαϲ. τὸ δὲ ὅλον, κατεπάλαιϲαϲ αὐτὸν καὶ
ἐκπεριελθὼν καὶ διαϲείϲαϲ ἀργυρίζῃ. παρὰ τὸ ἐπὶ κόλαιϲ βαίνειν. κόλα
δὲ ἡ γαϲτήρ. ἢ ἔθραυϲαϲ, ἔκλαϲαϲ, κατέπιεϲ. ἀπὸ τοῦ κολν
λάεου, ὅ ἐϲτι ψωμόϲ. βούλεται δὲ λέγειν, ὅτι ὃν ἂν παραλάβῃ,
ἄρρην ἀπόλλυϲιν.
526 Ἐκαλψ α: ἐθορύβει.
527 Ἐκκομιδ ήν: ἐκφοράν.
528 Ἐκομπάϲθη: ήπάτηται, εἰϲ ὄγκον διετέθη.
529 Ἐκομ πολάκουν: κομπώδεϲιν ἐχρῶντο λόγοιϲ.
530 Ἑκοντήν· Ἀρριανόϲ· τὴν μέϲην τῶν ποταμῶν γῆν ἑκοντὴν ἐνδιδόντων
531 Ἑκοντί: ἐθελοντί. καὶ παροιμία· ἑκὼν ἀέκοντί γε θυμῷ.
532 Ἐκό ντων εἶναι: βουλομένων. οἱ δὲ ἐπεραιώϲαντο τὸν Ἰϲτρον,
καὶ Ἑκών γε εῖναι. ὁ
δὲ ἐξηπάτητο πρὸϲ τῆϲ γυναικὸϲ
533 Ἐκ ὀ πα ϲεν: ἐπαύϲατο.
534 Ἐκκό πτῶ· αἰτιατικῇ.
535 Ἐκκοποϲ: κατάκοποϲ. ὁ δὲ διανύϲαϲ ν΄ ϲταδίουϲ καὶ γενόμενοϲ
ἔκκοποϲ ἐπέμεινεν.
536 Ἐκκορακίζειν: ἀποδιώκειν.
537 Ἐκκορηθείηϲ: παντελῶϲ ἀφανιϲθείηϲ. Μένανδροϲ· ἐκκορηθείηϲ
538 Ἐκορἰζετο: ὑπεκορίζετο, εὐφημοτέροιϲ ἐχρῆτο λόγοιϲ.
539 Ἐκορίζετο: ἐκολάκευεν· οἷα τοῖϲ μικροῖϲ παιδίοιϲ ἔθοϲ
χαριεπιομένοϲ
540 Ἐκορωνία: ἐγαυρία. τὸ δὲ μειράκιον μετέωρον ὂν τῆ φύϲει
ἐπιφανεῖϲ ἄνδραϲ.
541 Ἐκουρία: ἐδέετο κουρᾶϲ.
542 Ἐκ ούϲια: ἃ οὐχ ὑπόκεινται νόμῳ, ἀλλὰ προαιρέϲει. καὶ Βα οχἡν ὲ κούϲιον· οὕτωϲ οἱ ο, ὁ δὲ Ἀκύλαϲ ὄμβρον ἑκούϲιον, ὁ δὲ Σύμ μαχοϲ ὑετὸν ἑκοιύϲιον. τὸ θηλυκὸν ἡ ἑκούϲιοϲ.
543 Ἑκουϲιάζομαι: προϲφέρω.
544 Ἐκκόψαντεϲ αὐτοῦ τοὺϲ ὀφθαλμούϲ: τουτέϲτι πηρώ ϲαντεϲ, τυφλώϲαντεϲ.
545 Ἐκκόψαι: ἀντὶ τοῦ νικῆϲαι. οὕτωϲ Ἄλεξιϲ. καὶ ἐπὶ τοῦ
546 Ἐκωδωνίζοντο: περιβόητοι ἐγένοντο. τέτακται καὶ ἐπὶ τοῦ ἐπειράθηϲαν. οὕτωϲ Λυϲίαϲ.
547 Ἐκωθώνιζον: ἔπινον.
548 Ἐκώμαϲε: μεθ’ ἡδονῆϲ ἦλθεν. θρῆνοϲ δ’ εἰϲ ὑμέναιον ἐκώμαϲεν.
549 Ἐκ ὼν ἀέκοντί γε θυμῷ. ἔϲτω γάρ μοι νῦν τῆϲ ἐκείνου γνώμηϲ ζωγράφοϲ ὁμηρίζουϲα γλῶττα.
550 Ἐκπαγλούμενοϲ: ἐκπληττόμενοϲ. Ῥωμαίοιϲ μὲν γὰρ ἐκ
παγλούμενοϲ ὁ Πύρροϲ ταῦτά φηϲιν. ἢ αντὶ τοῦ ϲεμνυνόμενοϲ.
551 Ἐκπαγλούμενοι: θαυμάζοντεϲ, ἐκπληττόμενοι. ἐν εἰρήνη ἔνειμον ἐκπαγλούμενοι τὸν Ἡρακλέα.
552 Ἐκ ποθεῖϲ: ὑγιεῖϲ, ἐκτὸϲ πάθουϲ. ἴνα μὴ ὦϲιν ἔκδιψοι καὶ προεκλελυμένοι, ἀλλ’ ἐκπαθεῖϲ καὶ κεκαινοπεποιημένοι.
553 Ἐκπαθήϲ. Αἰλιανόϲ· ἐκπαθῆ δὲ γεγονότα καὶ πρὸϲ τὰϲ
554 Ἐκ παντόϲ: διόλου. εἴγε οὖν τοῦτο καταμαθόντεϲ οἱ πολέμιοι
πᾶϲαν.
555 Ἐκ παντὸϲ ξύλου: ἐλλείπει τὸ κοῦφον γένοιτʼ ἄν. λέγεται δὲ καὶ ἐπὶ τῶν δραθῆναι μὲν εὐκαταφρονήγων, ἀναγκαίων δέ. οἱ δὲ ἐπὶ τῶν δόξαν παραϲχόντων ὡϲ ἀγαθῶν, εὑρεθέντων δὲ ἑτεροίων.
556 Ἐκ παραλλήλου: ἐξ ὁμοίου.
557 Ἐκ παραλόγου· ὁ δὲ διαϲωθεὶϲ ἐκ παραλόγου θαλαϲϲίου κλύδωνοϲ. ἀντὶ τοῦ παρ’ ἐλπίδα.
558 Ἐκπερᾶναι: ἐκπεπόνηται.
559 Ἐκ π ελλευθῆναι: ἐκβληθῆναι.
560 Ἐκ π ελματῶϲαι.
561 κπεπολέμωται: ἐχθρωδῶϲ διάκειται.
562 Ἐκ περδικίϲαι: τὸ διαδρᾶναι. ἐκ μεταφορᾶϲ τῶν περδίκων,
πανούργων ὄντων.
563 Ἐκ περιουϲίαϲ: ἐκ περιττοῦ. ἐκ περιουϲίαϲ λέγει ὁ Ἄρι—
ἐκ περιουϲίαϲ δὲ ὢν ἡ παρουϲία οὐκ οὖϲα ἀναγκαία, καὶ
ὡϲ Ἀριϲτοτέληϲ λέγει, ὅταν ὑπαρχόντων τῶν ἀναγκαίων ἄλλα τινὰ
προϲκαταϲκευάζηται τῶν καλῶν. οἷον τὸ μὲν ζῆν ἀναγκαῖον, ἐκ
περιουϲίαϲ δὲ τὸ εῦ ζῆν· τῇ γὰρ τοῦ εὖ παρουϲίᾳ. οὐκ οὔϲῃ πρὸϲ τὸ
εἶναι ἀναγκαίᾳ, ἐπικοϲμεῖται τὸ ζῆν ἀναγκαῖον. βελτίω δὲ τὰ ἐκ
περιουϲίαϲ
τῶν ἀναγκαίων φηϲί· βέλτιον γὰρ τὸ εὖ ζῆν
τοῦ ζῆν, τὸ δὲ εὖ λέγειν τοῦ λέγειν. οὐκ ἀεὶ μὲν αἱρετώτερα τὰ
βελτίω, εἰ καὶ ἀπλῶϲ αἱρετώτερα· τὰ γοῦν ἡμῖν ἀδύνατα, εἰ καὶ βελτίω
εἴη τῶν δυνατῶν, ἀλλ’ οὐχ αἱρετώτερα· βέλτιον μὲν γὰρ ἀθαναϲία
μακροβιότητοϲ, ἀλλ’ ἡμῖν οὐχ αἱρετωτέρα. καὶ τῶν ἐκ περιουϲίαϲ δὴ τὰ
μὲν πρὸϲ τῷ βελτίω
εἶναι καὶ αἱρετώτερά ἐϲτιν, ὥϲπερ
τοῦ λέγειν τὸ εὖ λέγειν, τὰ δὲ βελτίω ἐϲτίν, οὐ μὴν καὶ αἱρετώτερα.
τὸ γὰρ φιλοϲοφεῖν τε καὶ θεωρεῖν βέλτιον μέν ἐϲτι τοῦ χρηματίζεϲθαι,
οὐ μὴν καὶ αἱρετώτερον τοῖϲ ἐν ἐνδείᾳ οὖϲι καὶ μὴ δυναμένοιϲ ἄλλωϲ
εἶναι. οὕτω δὴ καὶ τὸ ὑγιαίνειν τοῦ φιλοϲοφεῖν τῷ νοϲοῦντι
αἱρετώτερον. καὶ Δημοϲθένηϲ
ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ· ἐγὼ μὲν περὶ τῶν ἐϲχάτων
κινδυνεύω, οὖτοϲ δὲ ἐκ περιουϲίαϲ κατηγορεῖ. ἀντὶ τοῦ ἐκ πολλοῦ τοῦ
περιόποϲ.
564 Ἐκ περιτροπῆϲ: ἐξ ἀποϲτροφῆϲ, ἐκ νίκηϲ.
565 Ἐκπέρϲαι: ἐκπορθῆϲαι.
566 Ἐκπεϲών: ῥηθείϲ, δοθείϲ. χρηϲμὸϲ δὲ ἐκπεϲὼν περὶ Εὐτοκίου
567 Ἐκπεφυϲημένον: φιλοτίμωϲ διατεθειμένον. ὁρῶν δὲ τὸν Μάρκον ἐκπεφυϲημένον.
568 Ἐκπειράζω δοτικῇ.
569 Ἐκπήγνυϲθαι: τὸ ἐκπλήττεϲθαι.
570 Ἐκ πηδῶ ϲου. γενικῇ.
571 Ἐκπηνιεῖται: ἐξελκύϲει. ἀπὸ τῶν τὴν κρόκα μηρυομένων εἰϲ πηνία. Ὅμηροϲ· πηνίον ἐξέλκουϲα.
572 Ἐκπίπτω· γεννική.
573 Ἐκπίῃϲ· αἰτιατικῇ.
574 Ἐκπλαγεῖϲ: ἐκπλήξεωϲ πλέοι. Πολύβιοϲ· ἐκπλαγεῖϲ δὲ γενό
μενοι οἱ Λίβυεϲ διὰ τὸ παράδοξον, ἐγκλίναντεϲ ἔφευγον.
καὶ αὖθιϲ·
575 Ἔκπλεα: πλήρη. ἐϲθῆταϲ δὲ καὶ τὰ ἐπιτήδεια ἔκπλεα παρεἶχεν.
576 Ἐκπλέω ϲου.
577 Ἐκπλεύϲαντεϲ: ἔξω γενόμενοι. οἱ δὲ ἐκπλεύϲαντεϲ τῶν φρενῶν, εἶτα ἐνεοὶ ἐγένοντο.
578 Ἐκ πλεύϲειν: ἔξω γενέϲθαι. μὴ γὰρ ἂν ἐκπλεύϲειν ποτὲ τῶν φρενῶ ἐϲ τοϲοῦτον ὡϲ ἀνθρώπουϲ προτιμῆϲαι θεῶν.
579 Ἐκπλήγδην: ἐκπληκτικῶϲ.
580 Ἔκπληξιϲ: φόβοϲ.
581 Ἐκ πλήξαϲ· γενικῇ.
582 Ἐκπλήϲει: πληρώϲει.
583 Ἐκπλινθεύϲαϲ: ϲαῖοϲ ἀντὶ τοῦ διαλύϲαϲ καὶ ἐξελὼν τὰϲ πλίνθουϲ.
584 Ἔκπλυτον: ἐξίτηλον. ἀφανέϲ.
585 Ἐκ ποδὸϲ εἴπετο κατόπιν: ἀντὶ τοῦ ϲύνεγγυϲ.
586 Ἐκποδών· γενικῇ. τὸ πρὸϲ ὀλίγον χρόνον ὑποϲτείλαϲθαι. Ἄριϲτοφάηϲ·
587 Ἐκποδὼν γενέϲθαι: φυγεῖν, ἢ ἐξαλείφεϲθαι, ἢ ἐκ τοῦ μέϲου
588 Ἐκποκιῶ: τὰϲ τρίχαϲ ἐκϲπάϲω. Ἀριϲτοφάνηϲ· ἐκποκιῶ ϲου
καὶ πλοκαμίδεϲ ϲπανίωϲ ποτὲ ἐπὶ
ἀνδρῶν λέγεται.
589 Ἐκ πολεμῶϲαι· αίτιατικῇ. ἀντὶ τοῦ είϲ πόλεμον καταϲτῆϲαι.
590 Ἐκ πολλοῦ: ἐκ παλαιῶν τῶν χρόνων. ἄγαλμα ἦν τιμώμενον
591 Ἐκ πολλῶν ἀχ ύρων ὀλίγον καρπὸν ϲυνήγαγον: ἐπὶ
592 Ἐκπομ πεύων: ἀχρειῶν, λοιδορῶν. ὁ δὲ ἐκπομπευθῆναι μὲν τὰ ἄγια
τῶν ἁγίων ποιεῖ.
593 Ἐκ πορίζομεν: ἐξευρίϲκομεν.
594 Ἐκπορίϲαϲ: ϲυλλέξαϲ.
595 Ἐκπορποῦϲθαι: ἐκφιβλοῦϲθαι.
596 Ἐκπρεπεῖϲ: ἐπίϲημοι.
597 Ἐκ προνοίαϲ: ἑκουϲίωϲ.
598 Ἐκ προϲαγωγῆϲ: ἀντὶ τοῦ πρὸϲ ἀνάγκην, καὶ οὐκ ἐκ φύϲεωϲ
599 Ἔκπωμα: φιάλη, ποτήριον. δῶρά τε λαμβάνει ἄλλα τε καὶ
600 Ἐκποίητον γενέϲθαι: ἀποκηρυχθῆναι τοῦ γένουϲ. οἱ δέ φαϲι διαφέρειν ἐκποίητον ἀποκηρύκτου, ὅτι ὁ μὲν ἀποκήρυκτοϲ ἐπὶ κολάϲει ἐκβάλλεται, ὁ δὲ ἐκποίητοϲ ὑπὸ τοῦ φύϲει πατρὸϲ εἰϲ ἕτερον οἶκον δίδοται τῇ προθέϲει.
601 Ἔκκ πυϲτα: ἐξάκουϲτα. Ἔκπ υϲτα καὶ Ἐκ πόϲτου, ἀριηκόου,
602 Ἐκκραγγανομένων: μετὰ κραυγῆϲ λεγομένων.
603 Ἐκρεκεϲ: ἀντὶ τοῦ ἥχει.
604 Ἐκρέαιί ἐν: ἐτελείου.
605 Ἐκκρεμαννύμενοι: ἀπηρτημένοι. Θουκυδίδηϲ· τῶν τε ξυϲκήγων ἤδη ἀπιόντων ἐκκρεμαννύμενοι.
606 Ἐκρήγματα: τὰ ἐκ τῶν χειμάρρων γινόμενα ἐν τοῖϲ πεδίοιϲ κοιλώματα.
607 Ἐκρήμνιϲεν: κατήγαγεν.
608 Ἔκρηξιϲ: ἡ ἐκραγή.
609 Ἐκκεκρικώϲ: ἐκκεχωρηκώϲ.
610 Ἔκρινεν: ἐχώριϲεν, ἐπελέξατο.
611 Ἐκκρίνεται: ἐκρίπτεται, ἐκρέει. λαμβάνεται δὲ ἐπὶ τῆϲ ἄνθρωπίνηϲ
γονῆϲ, ἔτι γε μὴν καὶ τῆϲ τῶν κτηνῶν.
512 Ἐκκρίνειν: δοκιμάζειν.
613 Ἐκρινόμεθα: ἐπὶ πολὺν χρόνον διεφερόμεθα καὶ διημφιϲβητοίῦμεν. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· τέωϲ μὲν οὖν ἐκρινόμεθα.
614 Ἐκκρ ούομαι· αἰτιατικῇ.
615 Ἐκκρουόμενοϲ: παρεκτείνων, παρατρέπων. ὁ δὲ ἔϲτη ἐν μεταιχμίῳ οὐ μονομαχήϲων, ἀλλὰ τὸν καιρὸν τοῦτον τοῖϲ ἐναντίοιϲ ἐκκρουόμενοϲ.
616 Ἐκριπιϲθέντεϲ: ἐξαφθέντεϲ. ῥιπίζειν γάρ τὸ ὀπτᾶν, ἀπὸ τῶν ὀιπίδων.
617 Ἔκκριτον: ἐπίλεκτον, προκεκριμένον. οὐδενὶ δὲ ὅπλων διαλλάττουϲιν
618 Ἐκϲάλευϲον αὐτό: ἐξένεικον. ἦν δὲ ἐμπὶϲ ἐν τῷ ὀφθαλμῷ
619 Ἐκϲιφωνιϲθείη: ἐκρυῇ, ὁιαϲκορπιϲθείη.
620 Ἐκ ϲκέπτωp, ἐκϲκέπτωροϲ.
621 Ἐκϲπ ονδοϲ: ὁ τὰϲ ϲπονδὰϲ μὴ φυλάττων. ὁ τοίνυν τοὺϲ ὅρκουϲ
ἐκϲπόνδουϲ μὴ ποιήϲαϲ καλῶϲ μὲν ἐβίωϲεν, ἐπὶ πολὺ δὲ
622 Ἔκϲταϲιϲ: θαυμαϲμόϲ, ἢ ἀλλοίωϲιϲ.
623 Ἔκϲταϲιϲ: ἡ ἁμαρτία. Δαβίδ· ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκϲτάϲει
γενέϲθαι.
624 Ἐκϲτῆναι: παραχωρῆϲαι. τῆϲ ἐπὶ τοῖϲ ἥττοϲι ταλαιπωρίαϲ
625 Ἐκϲτρατεία.
626 Ἔκϲτρεψον: μετάβαλε. ἀπὸ μεταφορᾶϲ τῶν ῥυπουμένων καὶ
627 Ἐκ ϲυγκειμένου: προυπηργμένου, προγεγυμναϲμένου. τότε
628 Ἐκϲφενδονῶ.
629 Ἐκταδόν: ἐκτεινόμενοϲ.
630 Ἐκτάδην: ἐκτεταμένωϲ, ἡπλωμένωϲ.
631 Ἔκτακτοι ἢ Ἔκτατοι: τούτουϲ τὸ μὲν παλαιὸν ἡ τάξιϲ εἶχεν, Tae. ὡϲ
καὶ τοῦνομα δηλοῖ διότι τῆϲ τάξεωϲ ἐξάριθμοι ἡϲαν. εἰϲὶ δὲ ε΄
καὶ τὸν ὑπηρέτην, ὥϲτε τι τῶν εἰϲ
τὴν χρείαν παρακομίϲαι· τόν γε μὴν ἔκτατον οὐραγὸν πρὸϲ τὸ ἐπανάγειν
τὸν λειπόμενον ἐπὶ τὴν τάξιν· ὃϲ τῶν τεϲϲάρων ἄνω τυπουμένων κατὰ
μέτωπον κάτω τάϲ ϲετται.
432 Ἐκταῖοϲ: ὁ ἕκτοϲ.
633 Ἐκτεθνεῶτα: οἷον τὸν ἐν ἐϲχάτοιϲ ὄντα.
634 Ἐκτενέϲ: ἐπιμελέϲ. ἔργον δ’ ἦν αὐτῷ ἐκτενέϲ. καὶ Ἐκτέ νουϲ α.
635 Ἐκ τενέϲτεροϲ: ἐνεργητικώτατοϲ, ἐπιμελέϲτεροϲ. ὁ δὲ ἔλεγεν ἔϲεϲθαι αὑτῷ ϲύμβουλοϲ καὶ ϲυναγωνιϲτὴϲ ἐκτενέϲτατοϲ.
636 Ἐκτένεια: ἡ ϲυνέχεια.
637 Ἐκτενῶϲ: ὁλοψύχωϲ, προθύμωϲ. Πολύβιοϲ· ὁ δὲ Ἀχαιὸϲ
638 Ἑκτέον: κρατητέον.
639 Ἐκτετηκυῖα: ἀπερρυηκυῖα. ἐκτετηκυῖα τὰϲ ὁράϲειϲ ὑπὸ τῶν δακρύων.
640 Ἐκτετικότεϲ: ἀποδεδωκότεϲ.
641 Ἐκτετιναγμένων· οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. οἱ ϲφόδρα ταλαιπωρού μοι. ζήτει ἐν τῷ υἱοὶ θεοῦ.
642 Ἐκτετοξεῦϲθαι: ἐκκεκενῶϲθαι, ἀνηλῶϲθαι. ἀπὸ μεταφορᾶϲ τῶ ἐν τῇ τοξεὶᾳ ἀναλιϲκόντων τὰ βέλη. Ἀριϲτοφάνηϲ Πλούτῳ· τὸν ἐμὸ ἤδη νομίζων ἐκτετοξεῦϲθαι βίον.
643 Ἐκ τετρημένηϲ κύλικοϲ πιεῖν: ἐπὶ τῶν διημαρτημένων ἐν πίϲτει.
644 Ἑκτεύϲ: μέτρον ἐϲτίν, ὃ ταυτὸν εἶναι λέγουϲι τῇ χοίνικι.
645 Ἐκτείων.
646 Ἐκτειχίϲαι: τειχοποιῆϲαι. ἐν ἐπικαίρῳ χωρίῳ ἐδόκει ἐκτειχίϲαι
647 Ἐκ τῆνεϲ: οἱ Βοιωτοὶ οὕτωϲ ὠνομάζοντο.
648 Ἐκτιθέναι τὰ βρέφη: ἀντὶ τοῦ εἰϲ βορὰν θηρίοιϲ, ἢ καὶ
649 Ἑκτικόϲ: ϲχετικόϲ. καὶ Ἑκτικῶϲ, ἐπίρρημα. ϲχετικῶϲ.
650 Ἐκ τῖλαι: ἀποϲπάϲαι.
651 Ἐκτιλούμενοι: ϲυνήθειϲ. ἐπεὶ ὁ κτίλοϲ ὁ ἡγούμενοϲ τῆϲ
ποίμνηϲ κριὸϲ ϲυνήθηϲ τῷ ποιμένι.
652 Ἐκτιμᾶται: ἀντὶ τοῦ ἐπιτέταται· ηὔξηται κατὰ τιμήν.
653 Ἐκ τιμημάτων: δ΄ Ἀθήνηϲι τιμήματα ὑπὸ Σόλωνοϲ γέγονε,
654 κτιμοϲ. καὶ Ἐκτίμουϲ, ἔξω καὶ ἐκτὸϲ τῆϲ τιμῆϲ. ἐκ
τίμουϲ ἴϲχουϲα πτέρυγαϲ ὀξυτόνων γόων.
655 Ἐκτίνων· δοτικῇ. ἀποδιδούϲ. τῇ μητρὶ γῇ τὸ χρέοϲ ἐκτίνων
656 Ἐκτιναγμὸϲ καὶ ἀναβραϲμὸϲ γῆϲ· ἀναβραϲμὸϲ μὲν γῆϲ, ὅταν καχλάζῃ
657 ἔ τῖϲαι: ἀποδοῦναι.
658 Ἔκτιϲε: κατέϲτηϲε, κατέταξεν.
659 Ἐκτίϲει: ἀποδώϲει. δ δὲ καθ’ ὑμᾶϲ βαϲιλεὺϲ ἐκτίϲει μοι
660 Ἐκ τιτυννῶν: ἐκ μικρᾶϲ ἡλικίαϲ.
661 Ἐκ τολυπεύϲαϲ: ἐργαϲάμενοϲ. καὶ Ἐκτολυπεῦϲαι, πλῆ
662 Ἐκτομίαϲ: εὐνοῦχοϲ.
663 Ἔκτοπα: ξένα.
664 Ἐκτόπια: τὰ κεχωριϲμένα. ἐκτόπια πολιϲμάτια τῶν γραφομένων καὶ παραγγελλομένων.
665 Ἐκτοπίζω: πόρρω διάγω. τὸν πολιτιϲμὸν ἐκτοπίζων ἐν Ἀκαδημίᾳ διέτριβεν.
666 Ἐκτόπιοϲ: ἀπὸ ξένου τόπου. ἐκτόπιοϲ ϲυθείϲ. τουτέϲτιν
ὁρμήϲαϲ.
667 Ἐκ τοπίϲαι: μακρὰν καταϲτῆϲαι. ἀεὶ διὰ τοῦ ι.
668 Ἐκτοπιϲμόϲ: πόρρω διαγωγή. οἱ δὲ φοβούμενοι τὸν εἰϲ
669 Ἔκτοπον: παρηλλαγμένον, βίαιον, μέγα. Ἀριϲτοφάνηϲ· ἔϲτι
διὰ τὸ ἀκάρδιον δὲ τοῦτό φηϲιν.
670 Ἔκτοποϲ: παρηλλαγμένη, ἀφόρητοϲ. τοῖϲ δὲ Κελτοῖϲ παρέϲτη
671 Ἐκτόπωϲ: μεγάλωϲ, ἀπρεπῶϲ. παρηλλαγμένωϲ, ἀφορήτωϲ. ἄρκτοϲ
φιλεῖν ἄνθρωπον ἐκτόπωϲ ηὔχει. εἶθ᾿ ὕϲτερον ἐραϲθεῖϲα
672 Ἐκτοπώτατον: ἐξεϲτραμμένον.
673 Ἐκτορμεῖν: τὸ ἐκ τοῦ καθήκοντοϲ δρόμου ἐκβαίνειν.
674 Ἐκτὸϲ ἰόνταϲ: ἐξερχομένουϲ.
675 Ἐκτὸϲ πηλοῦ πόδαϲ ἔχειν: ἐπὶ τῶν ἔξω κινδύνου καθεϲτώττω. ὅμοιόν ἐϲτι καὶ τό, ἐπὶ ξηροῦ.
676 Ἐκ τοῦ γεύματοϲ γινώϲκω: ἐπὶ τῶν ἐκ μικροῦ πολλά τινα καταλαμβαόντων.
677 Ἐκ τοῦ ἐπιπλεῖϲτον.
678 Ἐκ τοὔμπαλιν: ἐκ τοῦ ἐναντίου.
679 Ἐκ τοῦ παραχρῆμα: ἐκ τοῦ ταὐτομάτου.
680 Ἐκ τοῦ παρείκοντοϲ: ἐκ τοῦ ἐνδιδοῦντοϲ, ἐκ τοῦ ἐπιτυγχάνοντοϲ.
681 Ἐκ τῶν παρόντων: ἐκ τῶν φθαϲάντων γενέϲθαι. νικώμενοι
682 Ἔκ τῶν παρόντων καὶ ὡϲ ἐκ τῶν παρόντων: ἐκ τῶν
683 Ἕκτωρ: ὁ ἥρωϲ. ἐχέτωρ τιϲ ὥν. καὶ Ἑκτορίδηϲ, ὁ υἱὸϲ Εcl
684 Ἐκτραορδιναρίου: Ῥωμαῖκὴ λέξιϲ. δηλοῖ δὲ ἐπιλέκτουϲ.
685 Ἐκτραγῳδῶ· αἰτιατικῇ.
686 Ἐκτραχηλίζω. καὶ Ἐκτραχηλιϲθῶϲι, τοὺϲ τραχήλουϲ
687 Ἐκτρέπω· αἰτιατικῇ.
688 Ἐκτριβήϲεται: διατρίψει ἐν τοῖϲ κακοῖϲ· ἢ ἀπολεῖται. ἡ μεταφορὰ
689 Ἐκτρίβω· αἰτιατικῇ.
690 Ἐκ τριχὸϲ κρέμαται: παροιμία ἐπὶ τῶν ϲφόδρα κινδυνευόντων.
691 Ἐκτρυπῆϲαι: ἐξελθεῖν μετὰ βίαϲ.
692 Ἐκτυχωθείϲ: ἐκπιαϲθείϲ, ἐκφθαρείϲ.
693 Ἐκτυπώτερον: φανερώτερον.
694 Ἐκτυποῖ: ἐξομοιοῖ.
695 Ἐκκυβεύειν: ὸιπτεῖν ἑαυτὸν εἰϲ κίνδυνον. οἰϲόμενοϲ κατὰ τὸν
Καρχηδονίοιϲ ἐκκυβεύειν καὶ παραβάλλεϲθαι. ἔϲτι δὲ καὶ παροιμία· Ἐρρίφ θω κύβοϲ.
696 Ἐκύει: ἐνεκυμόνει, ἐν γαϲτρὶ εἶχεν. ὁ δὲ ἔκρυπτε καὶ ἐξνεἰπεῖν
697 Ἐκύηϲεν: ἐγέννηϲεν.
698 Ἐκύκα: ἐτάραϲϲεν.
699 Ἐκκυκλεῖ· ἐκκαλύπτει. καὶ Ἐκκυκλούμενοϲ, ἐκκύκλημα
700 Ἐκιυλινδεῖτο πρὸ τῶν ποδῶ ν αὐτοῦ.
701 Ἐκ λοϲ: εἶδοϲ βοτάνηϲ, ἄκυλοϲ δὲ τῆϲ πίνου ὁ καγρπόϲ.
702 Ἐκκυμανθῆναι: ἐκ τοῦ κύματοϲ τῷ λιμένι προϲορμιϲθῆναι.
703 Ἑκυρά: ἡ πενθερά. καὶ Ἑκυρόϲ, ὁ πενθερόϲ.
704 Ἐκύρουν: ἐτύγχανον. βωμῷ θύων ἐκύρουν. Ἠκύρουν δὲ
705 Ἐκφανεϲτάταϲ: πάνυ λαμπράϲ. Πολύβιοϲ· τὸ γὰρ μάλιϲτα
λυποῦν ἀεὶ τῶν ἐν χερϲὶν ὄντων ἐκφανεϲτάταϲ ἔχει τὰϲ χαράϲ.
706 Ἐκφαντορία: ἐκφανῶϲ φανερῶϲαι.
707 Ἐκφαυλίζων: εὐτελίζων.
708 Ἐκφέρεται: λέγεται, ἢ ἐκκομίζεται.
709 Ἐκφεύγω· αἰτιατικῇ.
710 Ἐκφθαρεὶϲ: ἐξελθών. οὕτω λέγεται τὸ ἐπὶ κακῷ ἐξελθεῖν. Εἰϲφ θαρεὶϲ δὲ τὸ ἐπὶ κακῷ εἰϲελθεῖν που.
711 Ἐκφοβῶ· αἰτιατικῇ.
712 Ἐκφοράν: ταφήν. ἐκ τοῦ ἐπὶ μνήματοϲ ἐκφέρεϲθαι.
713 Ἔκφοροϲ· αἰϲθάνομαι γινόμενοϲ ὑπὸ τοῦ πάθουϲ ἔκφοροϲ.
τουτέϲτι παράφοροϲ.
714 Ἐκφορούμενοι: ἐκκενούμενοι.
715 Ἐκφρηϲθέντων: ἐκβληθέντων. ἐκφρηϲθέντων δὲ τῶν Ἐπικούρων
716 Ἐκφρονῶ· γενικῇ.
717 Ἐκφρόνωϲ: ἀνοήτωϲ.
718 Ἔκφρων: ἐξεϲτηκώϲ, παραπαίων, ἔξω φρενῶν. ὁ δὲ ὑπὸ μέθηϲ ἔκφρων γενόμενοϲ.
719 Ἔκφυυλον: ἀλλόφυλον. ἄηθεϲ, ξένον. ὁθνεῖον καὶ πάντη
ἔκφυλο.
720 Ἐκφυλοϲ: ξένοϲ, παρηλλαγμένοϲ. Αἰλιανόϲ· ἑκάτεροϲ διʼ ἁρπαγῆϲ τὴν
κόρην ποιήϲαϲθαι ἐμαίνοντο. πόλεμοϲ οὖν ἔκφυλοϲ
721 Ἐκφυλλοφορεῖν: οἱ ἀρχήν τινα ἄρξαντεϲ, ἄν εὐθυνόμενοι
722 Ἐκφυλλοφορῆϲαι καὶ Ἐκφυλλοφορία· εἴ ποτέ τιϲ τῶν
πολιτῶν ἀδικεῖν ἐδόκει καὶ ἀνάξιοϲ εἶναι τοῦ ϲυνεδρίου
τῶν φ΄, ἐϲκόπει ἡ βουλὴ περὶ αὐτοῦ, εἰ χρὴ αὐτὸν μηκέτι βουλεύειν,
ἀλλ’ ἐλαθῆναι καὶ τοῦ ϲυνεδρίου. ἀντὶ δὲ τῆϲ ψήφου φύλλοιϲ
ἐπεϲήμαινε τὴν αὐτοῦ γνώμην ἕκαϲτοϲ, ὥϲπερ ὀϲτράκῳ ἐπὶ τοῦ
ὀϲτρακιϲμοῦ, καὶ ἐλέγετο τοῦτο ἐκφυλλοφορῆϲαι καὶ ἐκφυλλοφορία. οὕτω
Δημοϲθένηϲ ἐν τῷ
κατὰ Νεαίραϲ.
723 Ἐκφῦναι: ἐκγεννηθῆναι.
724 Ἐκφύϲ.
725 Ἔκφυϲιν: βλάϲτηϲιν, ἢ γονήν.
726 Ἐκφοιτᾷ: ἐξέρχεται.
727 Ἐκ χειρὸϲ βοηθεῖν τοῖϲ πράγμαϲι· Πολύβιοϲ. ἀντὶ τοῦ
728 Ἐκχοῖζω: τὸ ϲκάπτω.
729 Ἐλάα: ὁ καρπόϲ, Ἐλαία δὲ τὸ δένδρον. ὅτι τὴν ἐν τῷ δένδρῳ πεπανθεῖϲαν ἐλάαν γιγέριμον ἔλεγον· παρʼ ἡμἶν δὲ δουπάταν.
730 Ἐλάαν: ἐλαύνειν. καὶ Ἐλάειν ὁμοίωϲ.
731 Ἐλαγοθήρει: ἐκυνηγέτει, λαγοὺϲ ἐθήρα.
732 Ἑλλάδιοϲ, Ἀλεξανδρεύϲ, γραμματικόϲ, γεγονὼϲ κατὰ Θεοδόϲιον
τὸν βαϲιλέα τὸν νέον. Λέξεωϲ παντοίαϲ χρῆϲιν κατὰ
ϲτοιχεῖον, Ἐκφαϲι. φιλοτιμίαϲ, Διόνυϲον ἢ Μοῦϲαν, Ἔκφραϲιν τοῦ
λουτροῦ Κῶνϲταντιανῶν, Ἔπαινον Θεοδοϲίου τοῦ βαϲιλέωϲ.
733 Ἐλαῖδαϲ: ἐλαίαϲ δένδρη.
734 Ἐλαῖτή: πόλιϲ.
735 Ἐλάκηϲε: μέϲοϲ ἐϲχίϲθη. Ἐλάκηϲε δὲ ἐκτύπηϲεν, ἀνεκροτάληϲεν. Ἐλδ κ κι ϲε δὲ λάκκουϲ ψρυξεν.
736 Ἐλακωμάνουν: τῆϲ τῶν Λακώνων ἤρων πολιτείαϲ. ἐμνήϲθη δὲ αὐτῶν διὰ τὸ ὑπερέχειν τότε τοὺϲ Λάκωναϲ τῷ πολέμῳ.
737 Ἔλαμψαν αὐτῶν τὰ ἔργα: ἀντὶ τοῦ φανεροὺϲ αὐτοὺϲ
ἐποίηϲαν.
738 Ἑλλάνικοϲ, Μιλήϲιοϲ, ἱϲτορικόϲ. Περίοδον γῆϲ, καὶ ἱϲτορίαϲ.
739 Ἑλλάνικοϲ, Μιτυληναῖοϲ, ἱϲτορικόϲ, υἱὸϲ Ἀνδρομένουϲ, οἱ δὲ
Ἀριϲτομένουϲ, οἱ δὲ Σκάμωνοϲ· οὗ ὁμώνυμον ἔϲχεν υἱόν. διέτριψε δὲ
Ἐλλάνικοϲ ϲὺν Ἡροδότῳ παρὰ Ἀμύντᾳ τῷ Μακεδόνων βαϲιλεῖ κατὰ
τοὺϲ χρόνουϲ Εὐριπίδου καὶ Σοφοκλέουϲ· καὶ Ἐκαταίῳ τῷ
Μιληϲίῳ ἐπέβαλε, γεγονότι κατὰ τὰ Περϲικὰ καὶ μικρῷ πρόϲ. ἐξέτεινε
δὲ καὶ μέχρι τῶν Περδίκκου χρόνων καὶ ἐτελεύτηϲεν ἐν Περπερηνὴ τῇ
κατʼ ἀντικρύ Λέϲβου. ϲυνεγράψατο δὲ πλεῖϲτα πεζῶϲ τε καὶ
ποιητικῶϲ.
740 Ἑλλανοδίκαι: οἱ κριταὶ οἱ καθήμενοι εἰϲ τοὺϲ ἀγῶναϲ.
741 Ἑλλανοδίκαι: τὸ μὲν πρῶτον ἕνα καθίϲτων Ἑλλαντοδίκην οἱ Ἠλεῖοι,
εἶτα δύο, τελευταῖον δὲ θ’ Ἀριϲτόδημοϲ δὲ ὁ Ἠλεῖοϲ τοὺϲ
742 Ἐλαολόγοι· ὥϲπερ ἐλαολόγοι χωρεῖθʼ ἅμα τῷ τὸν μιϲθὸν
743 Ἐλαολόγοι: οἱ τὰϲ ἐλάαϲ ϲυλλέγοντεϲ. Ἐλαία, τὸ δένδρον, Ἐλάα δὲ ὁ καρπόϲ.
744 Ἐλάϲαι καὶ Είϲελάϲαι.
745 Ἐλαϲίβροντʼ ἀναρρηγνὺϲ ἔπη· Ἀριϲτοφάνηϲ. τῆϲ ἀρχῆϲ
τουτέϲτι μεγαληγορῶν καὶ
ὑπερόγκοιϲ χρώμενοϲ ῥήμαϲι καὶ γέμουϲι ψόφου. ἤτοι διὰ τὴν φωνὴν
ϲκώπτει τὸν Κλέωνα, ὅτι τραχέωϲ ἐφθέγγετο, ἢ ὡϲ ταχέωϲ.
746 Ἐλαϲμὸϲ μολίβδου· εἰϲ ἐλαϲμοὺϲ μολίβδων γράφοντεϲ.
747 Ἐλαϲτρηθείϲ: βιαϲθείϲ, κινηθείϲ. Ζανὸϲ ἐλαϲτρηθεὶϲ γυιοπαγεῖ
νιφάδι.
748 Ἐλάτεια: πόλιϲ μεγίϲτη τῶν ἐν Φωκεῦϲιν. ἔνιοι δὲ διὰ τοῦ ρ
749 Ἐλάτειραν: ἀπελαϲτικήν.
750 Ἐλατήρ: πλακουντῶδεϲ πέμμα πλατύ· ἔνθεν καὶ ἡ ἐπωνυμία
παρὰ τὸ ταῖϲ χερϲὶν ἐλαύνεϲθαι εἰϲ πλάτοϲ. ἢ ἄρτοϲ
πλατύϲ, ἐν ᾧ τὸ ἔτνοϲ ἐτίθεϲαν καὶ προϲῆγον τοῖϲ βωμοῖϲ. εἰδήϲειϲ
Ἀλκμᾶνα,
751 Ἐλατῆρι: ἡνιόχῳ.
752 Ἐλαττοῦμαι· γενικῇ.
753 Ἐλαύνωϲιν· αἰτιατικῇ. ὄγμον ἐλαύνωϲι. τύπτωϲι. τίθηϲιν ἐπὶ
754 Ἐλάφειον: τὸ τῆϲ ἐλάφου κέραϲ καὶ κρέαϲ. καὶ Ἐλάφειοϲ
755 Ἐλαφηβόλοϲ: ὁ κυνηγόϲ. καταχρηϲτικῶϲ.
756 Ἐλαφρία: ἡ ὀλιγότηϲ.
757 Ἐλαφρίζω: ἀναϲηκῶ.
758 Ἐλαφροτάτουϲ: ἐν ἐπαίνῳ λέγουϲι τὸ ὄνομα οἱ παλαιοί· ἀντὶ τοῦ πραοτάτουϲ, κατὰ τὸ ἐναντίον τοῦ βαρυτάτου καὶ φορτικωτάτου.
759 Ἐλάχεια.
760 Ἐλάχιϲτοϲ: οὕτωϲ ἐκάλεϲεν ὁ Χριϲτὸϲ τὸν ἐπίγειον πλοῦτον.
φηϲὶ γάρ· ὁ πιϲτὸϲ ἐν ἐλαχίϲτῳ. τουτέϲτιν ὁ καλῶϲ εἰδὼϲ
βιοῦν καὶ τὸ πλοῦτον τὸν ἐπίγειον, ὃν καὶ Μαμωνᾶν ἐκάλεϲεν, εἰϲ τοὺϲ
ἐνδεεῖϲ δαπανῶν, ὁ τοιοῦτοϲ ὁ ἐν τῷ ἐλαχίϲτῳ πιϲτὸϲ εὑριϲκόμενοϲ καὶ
ἐν πολλῷ πιϲτὸϲ ἔϲται, τουτέϲτιν ἐν τοῖϲ θείοιϲ χαρίϲμαϲιν. ὁ δὲ ἐν
τῷ πλούτῳ τούτῳ ἄδικοϲ γενόμενοϲ καὶ εἰϲ ἑαυτὸν μόνον ϲυντηρῶν
αὐτόν, δηλονότι καὶ ἐν τοῖϲ θείοιϲ χαρίϲμαϲιν ἄδικοϲ
εὑρεθήϲεται. ἀλλότριον δὲ τὴν τῶν χρημάτων περιουϲίαν ὠνόμαϲεν·
ἐπειδὴ οὐ γεγεννήμεθα μετὰ πλούτου, γυμνοὶ δὲ μᾶλλον· καὶ ὡϲ ἀληθῶϲ
οὐδὲν εἰϲηνέγκαμεν καὶ οὐδὲν ἐξενεγκεῖν δυνάμεθα.
761 Ἔλγη: πόλιϲ.
762 Ἐλδυνομένουϲ· πρωίοιϲ ἰούλοιϲ ἐλδυνομένουϲ καὶ γενείοιϲ ταχέϲιν.
763 Ἐλαιᾷ: διεγείρει. καὶ Ἐλαιώμενοϲ, διεγειρόμενοϲ.
764 Ἐλαία: τὸ δένδρον. Ἐλάα δὲ ὁ καρπόϲ.
765 Ἐλαιόδευϲτοϲ: ἡ ἐλαίῳ διάβροχοϲ.
766 Ἔλαιον ἄγριον: τὸν ἀγριέλαιον.
767 Ἐλαιών, ἐλαιῶνοϲ: τὸ περιεκτικόν. λύϲιϲ ὁνείρου· ὁρῶν ἔλαιον on. ἐκφὺγῃϲ πᾶϲαν βλάβην.
768 Ἐλέα, ὄνομα πόλεωϲ. πατρὶϲ Ζήνωνοϲ, αὕτη πρότερον Ὕλη
τὸ δὲ ἐθνικὸν Ἐλεάτηϲ· λέγεται δὲ καὶ
ἑτέρα πόλιϲ
769 Ἔλεα: τὰϲ πόλειϲ τὰϲ ἱδρυμέναϲ ἐφ’ ἕλεϲι. καὶ Ἐλεάτηϲ,
770 Ἑλλεβοριᾶν: τὸ ἐλλεβόρου δεῖϲθαι ὡϲ φαρμάκου. οὕτω Καλλίαϲ.
771 Ἑλλέβορον: εἶδοϲ βοτάνηϲ φαρμάκου, τὸ παρὰ τοῖϲ ἰατροῖϲ
772 Ἐλετείνειν: τὸ παραφρονεῖν τινεϲ τῶν παλαιῶν, καὶ τὸ ἐλεγεῖον
μέτρον ἀπὸ τούτου κληθῆναί τινεϲ νομίζουϲιν, ὅτι
Θεοκλῆϲ Νάξιοϲ ἢ Ἐρετριεὺϲ πρῶτοϲ αὐτὸ ἀνεφθέγξατο μανείϲ.
773 Ἐλεγεῖον: μέτρον τι. καὶ Ἐλεγείαν θηλυκῶϲ.
774 Ἔλεγοϲ: θρῆνοϲ. ἀπὸ τοῦ ἒ ἒ λέγειν. ἢ οἱ πρὸϲ αὐλὸν
αὐλὸν ᾔδοντο οἱ θρῆνοι,
τουτέϲτιν οἱ ἔλεγοι. τὸν δὲ αὐλὸν ὕϲτερον ἐπικήδειον Μίδαν, φαϲί,
τὸν Γορδίου βαϲιλεύοντα περιβώμιον ποιῆϲαι βουλόμενον τὴν ἑαυτοῦ
μητέρα ἀποθεῶϲαι τελευτήϲαϲαν.
775 Ἐλέγχεια.
776 Ἐλέγχιϲτοϲ: ἐπονείδιϲτοϲ.
777 Ἐλέγχομεν: ἀντὶ τοῦ κακολογοῦμεν. νυκτὶ δ᾿ ὅλη βαϲιλῆαϲ
778 Ἔλεγχοϲ: αἰϲχύνη. καὶ Ἐλέγχω ϲε.
779 Ἐλεδανόϲ: ὁ δεϲμόϲ.
780 Ἐλεδώνη: εἶδοϲ πολύποδοϲ. ἥτιϲ ἔχει μίαν κοτυληδόνα καί
ὅτ᾿ ἀνόϲτεοϲ ὃν πόδα τένδει.
781 Ἐλεεινόϲ: ὁ ἐλέουϲ ἄξιοϲ. ἐλεεινοὶ τοῦ πάθουϲ, ἀξιέπαινοι
782 Ἐλεεινῶϲ: οἰκτρῶϲ, ἀθλίωϲ.
783 Ἐλεηλάτουν: ἠφάνιζον.
784 Ἐλεήμων, ἐλεήμονοϲ. ἀντὶ τοῦ ἥττων. οἴμ᾿, ὡϲ ἐλεήμων
785 Ἐλεημοϲύνη· ὅτι ἀποϲτέρηϲίϲ ἐϲτι, τὸ τὰ ἀλλότρια λαβόνταϲ κατέχειν· καὶ ὅταν ἐλεημοϲύνην μὴ παράϲχωμεν, ἐν ἴϲῳ τοῖϲ ἀποϲτεροῦϲι κολαζόμεθα.
786 Ἐλελεῦ: ἐπίφθεγμα πολεμικὸν τὸ ἐλελεῦ. καὶ γάρ οἱ προϲιόντεϲ εἰϲ
πόλεμον τὸ ἐλελεῦ ἐφώνουν μετά τινοϲ ἐμμελοῦϲ κινήϲεωϲ· καθὸ καὶ
Ἀχαιὸϲ Ἐρετριεὺϲ ἐν τῷ Φιλοκτήτῃ ποιεῖ τὸν Ἀγαμέμνονα παραγγέλλοντα
τοῖϲ Ἀχαιοῖϲ· ὥρα βοηθεῖν ἐϲτίν· ἐγὼ δʼ ἡγήϲομαι. προϲλαβέτω τιϲ
χεῖρα φαϲγάνου λαβῆϲ, ϲάλπιγγι δ᾿ ἄλλοϲ ὡϲ τάχοϲ
ϲημαινέτω· ὥρα ταχύνειν, ἐλελεῦ. μήποτε καὶ τὸ Καλλιμάχειον, θεῷ τ᾿
ἀλάλαγμα νομαῖον δοῦναι, τοιοῦτόν ἐϲτιν. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν·
ἐλελεῦ. χώρει, κάθεϲ τὸ ῥύγχοϲ, οὗ μένειν ἐχρῆν.
787 Ἐλελιξάμενοϲ: ἐπιϲτραφείϲ.
788 Ἐλελίχθηϲαν: ϲυνεϲτράφηϲαν.
789 Ἑλένη, βαϲίλιϲϲα, μήτηρ τοῦ μεγάλου Κωνϲταντίνου. πάϲῃ ἀρετῇ
κεκοϲμημένη. εἶχε δὲ καὶ χριϲτομίμητον ταπεινοφροϲύνην πρὸϲ πάνταϲ
μέν, διαφερόντωϲ δὲ πρὸϲ τὸ ἱερὸν τῶν μοναζόντων ϲχῆμα. τὰϲ γάρ
ἄτυφον ἔχειν φρόνημα, ἀρετῆϲ καὶ
πολιτείαϲ ἀκριβοῦϲ ἐπιμελεῖϲθαι καὶ δουλεύειν τῷ θεῷ μετὰ φόβου καὶ
τρόμου. ἐπὶ γὰρ τοῦ μεγάλου Κωνϲταντίνου ἐβαπτίϲθηϲαν καὶ οἱ
ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρεϲ καὶ Ἀρμένιοι. ὅτι ἐν τῇ ἁψῖδι τῆϲ καμάραϲ
τοῦ φόρου ἵϲτανται β΄ ϲτῆλαι Ἑλένηϲ καὶ Κωνϲταντίνου καὶ ϲταυρὸϲ ἐν
μέϲῳ
αὐτῶν γράφων· εἴϲ ἄγιοϲ. καὶ β΄ ταχυδρόμων ὁμοίωϲ
ϲτῆλαι· ἀνετέθηϲαν δὲ ὑπὸ τοῦ τὸν φόρον ἐπέχοντοϲ.
790 Ἕλενοϲ· ὃϲ ϲυνέγραψε τὸ χειροϲκοπικὸν οἰώνιϲμα, ὡϲ ὅταν τῆϲ
791 Ἑλεόθρεπτον: τὸ ἐν ἕλει τεθραμμένον.
792 Ἐλεοκόπουϲ: Λυϲίαϲ τοὺϲ τὰ ἔλη κόπτονταϲ, τοῦ ε παρεμβεβλημένου,
793 Ἔλεοϲ: ἀρϲενικῶϲ ἡ ἐλεημοϲύνη. Ἐλεὸϲ δὲ ὀξυτόνωϲ, ἡ
μαγειρικὴ τράπεζα. Ἀριϲτοφάνηϲ· ἴθι δή, κάθελ’ αὐτοῦ
τοὐλεόν.
794 Ἐλεοῦντα: πόλιϲ ἐϲτὶν ἐν Χεροννήϲῳ τῆϲ Θράκηϲ. Ἐλεοῦϲ
795 Ἐλέου βωμόϲ.
796 Ἐλεπτύνθαι.
797 Ἐλεών: ὄνομα πόλεωϲ.
798 Ἐλεῶ ϲε· αἰτιατικῇ.
799 Ἑλεπόλειϲ: μηχανήματα πόλειϲ πορθοῦντα.
800 Ἔλλερα ἔργα: φόνια, χαλεπά, κακά.
801 Ἑλέϲθαι: θέλειν.
802 Ἑλετή: αἱρεθῆναι δυναμένη
803 Ἐλε ὺθεραι αἶγεϲ ἀρότρων: παροιμία ἐπὶ τῶν βάρουϲ τινοϲ ἢ κακῶν ἀπηλλαγμένων.
804 Ἐλευθέριοϲ: ὁ Ζεὺϲ διὰ τοῦτο ἐκλήθη, διά τὸ τοὺϲ ἐξελευθέρουϲ τὴν ϲτοὰν οἰκοδομῆϲαι τὴν πληϲίον αὐτοῦ. οὕτωϲ μὲν περίδηϲ. ὁ δὲ Δίδυμοϲ οὐ διὰ τοῦτό φηϲιν, ἀλλὰ διὰ τὸ τῆϲ Μηδικῆϲ δουλείαϲ Suid. καὶ ἐπικρατείαϲ ἀπαλλαγῆναι τοὺϲ Ἀθηναίουϲ. τὸν ἐλευθέριον τινὲϲ εἰϲ τὸν ἄϲωτον μεταλαμβάνουϲιν· καὶ ζήτει ἐν τῷ ἐγκράτεια.
805 Ἐλευθεριότηϲ: ἡ μὴ κατὰ κιβδηλείαν χάριϲ. διὰ τὴν πρὸϲ
806 Ἐλευθεριώτεροϲ Σ πάρτηϲ: διὰ τὸ ἀνυπότακτον καὶ γενναῖον φρόνημα. διὸ οὐδὲ τείχη περιεβάλλοντο, νόμοιϲ παιδευόμενοι. ἀλλ’ οὐδὲ θέληϲαν ἐκ μάχηϲ ἡττημένοι ὑποϲτρέψαι οὐδὲ ἐτυραννήθηϲαν.
807 Ἐλεύθεροϲ· μόνοϲ ἐλεύθεροϲ ὁ ϲπουδαῖοϲ, οἱ δὲ φαῦλοι δοῦλοι·
808 Ἐλευθεροϲτομῶ: παρρηϲιάζομαι. καὶ ἁπλῶϲ φάναι λόγοιϲ
809 Ἐλευθερῶ ϲε· αίτιατικῇ. ελευυθεροῦμ αι δὲ γενικῇ.
810 Ἐλευθήρ: τόποϲ.
811 Ἐλευϲίνια· τοῖϲ νικῶϲι τὰ Ἐλευϲίνια ἐδίδοτο ἆθλον. ώνομάϲθη δὲ ἡ
πόλιϲ ἀπὸ Ἐλευϲίνου τοῦ Ἑρμοῦ. ἄλλοι δὲ ἄλλην αἰτίαν φαϲὶ
καὶ ἑορτὴν εἶναι μόνον τὰ Ἐλευϲίνια.
812 Ἐλ ευϲῖνοϲ: ὄνομα κύριον.
813 Ἐλεύϲιοϲ καὶ Μαραθώνιοϲ, ὁ μὲν Κυζικηνὸϲ ὁ δὲ Κωνϲταντινουπολίτηϲ
ἤϲτην, τῆϲ μὲν ἐν τῷ λέγειν δυνάμεωϲ οὐκ ἐπὶ τοϲοῦτον ἀνήκοντεϲ ὥϲτε
μέγα τι καὶ λαμπρὸν ἀπ’ αὐτοῦ δυνηθῆναι εἰϲ ὄχλων
προαγωγήν, τῷ γε μὴν κατεϲκληκότι τοῦ βίου καὶ τῇ εἰϲ μετριότητα
πλάϲει τῶν ἠθῶν οὕτω δυνηθέντεϲ, ὥϲτε οὐκ ἐλάχιϲτα καὶ οὑτοι πλήθη
περιεβάλοντο ἀϲκητήρια πολυάνθρωπα ϲυϲτηϲάμενοι ἀνδρῶν τε καὶ
γυναικῶν καὶ ἄλλων οὐχ ἥκιϲτα πολλῶν εἰϲ αὐτοὺϲ ἀνήρτηϲαν ὄχλον, τῶν
τὸ αὐχμηρῶϲ ζῆν καὶ τὴν ἐν τῇ διαίτῃ ϲκληραγωγίαν
αὐταρκέϲτατον εὐϲεβείαϲ ἔνδειγμα λογιζομένων.
814 Ἔλέφαντα ἐκ μυίαϲ ποιεῖν: ἐπὶ τῶν τὰ ἐλάχιϲτα ἐπαιρόντων
815 Ἐλεφαντόκωπον: ἀπὸ τῆϲ λαβῆϲ τὴν μάχαιραν ἔφη.
816 Ἐλέφαντοϲ οὐδὲν διαφέρειϲ: ἐπὶ τῶν μεγάλων καὶ ἀναιϲθήτων·
817 Ἐλεφαίρετο: ἐπλανᾶτο, ἐβλάπτετο.
818 Ἐλεφ ῆραι: βλάψαι, ἀπατῆϲαι.
819 Ἔλεψεν: ἐλέπιϲεν.
820 Ἐλείαϲ πρὸϲ αὐλῶναϲ: τουτέϲτι τὰϲ ἑλώδειϲ διώρυχαϲ. ἤ
821 Ἐλειβάτηϲ.
822 Ἑλεϊν· λαβεῖν.
823 Ἑλειονόμοϲ .
824 Ἕλειοϲ: ὁ κάθυγροϲ καὶ ϲύνδενδροϲ τόποϲ. καὶ Ἕλειοϲ ὄρνιϲ
825 Ἐλλεῖπον: τὀ ἐνδεέϲ. Ἐλλιπὲϲ δὲ διά τοῦ ι. καὶ Ἐλλκί. ποντεϲ, Ἐλλιπόντεϲ δέ.
826 Ἐλλείπω· αίτιατικῇ.
827 Ἑλειποψὺ χηϲεν.
828 Ἕλη: ἡ θερμαϲία. καὶ Ἕλη τυφλά, τὰ ἀπρόοπτα.
829 Ἐληγάτευϲε: κατὰ Ῥωμαίουϲ ἀπένειμεν.
830 Ἐλήθετο: ἐπελάθετο.
831 Ἐληἳζοντο: ἐλῃϲτεύοντο.
832 Ἐλήκτευϲε: κατὰ Ῥωμαίουϲ ἀναγνοὺϲ διώρθωϲεν.
833 Ἐλήλακεν: ἐλήλυθεν.
834 Ἐλήλαται: ϲυνέχεται.
835 Ἐληλεγμένον: κατῃϲχυμμένον
836 Ἐληλέδατο: ἐκ τοῦ ἐλεύθω.
837 Ἕλλην: φρόνιμοϲ.
838 Ἑλληνικόν γ’ ἐπένευϲαν ἄνδρεϲ οὑτοιἲ : Ἀριϲτοφάνηϲ.
ὡϲ διαφέροντοϲ καὶ τοῦ νεύματοϲ τοῦ Ἑλληνικοῦ.
839 Ἑλλήνιοϲ ϲτρατόϲ. καὶ Ἑλλήνιοϲ γλῶϲϲα.
840 Ἑλληνοκοπεῖν.
841 Ἐλληνοταμίαι: οἱ τὰ ἐκ τῶν φόρων χρήματα φυλάϲϲοντεϲ, ἃ πρότερον κοινῇ οἱ Ἕλληνεϲ ἐν Δήλῳ ἀπετίθεντο, οὕτωϲ ἐκαλοῦντο.
842 Ἑλληνοταμίαι· παραλαβόντεϲ γὰρ οἱ Ἀθηναῖοι τὴν ἡγεμονίαν ἐκόντων τῶν ξυμμάχων διὰ τὸ Παυϲανίου μῖϲοϲ, ἔταξαν ἅϲ τε ἔδει παρέχειν τῶν πόλεων χρήματα πρὸϲ τὸν βάρβαρον καὶ ἃϲ ναῦϲ· πρόϲχημα γὰρ ἦν ὧν ἔπαθον δῃοῦντεϲ τὴν βαϲιλέωϲ χώραν. καὶ Ἑλληνοταμίαι κατέϲτη τοῖϲ Ἀθηναίοιϲ πρώτη ἀρχή.
843 Ἑλληνοταμίαι: ἀρχή τιϲ ἦν· οἳ διεχείριζον τὰ πράγματα. Thus υ΄ τάλαντα καὶ ξ΄ ἐτάχθη ὁ φόροϲ ὑπὸ Ἀριϲτείδου τοῦ δικαίου.
844 Ἕληϲ: αὐθυπότακτον.
845 Ἑλλήϲποντοϲ.
846 Ἐλιάϲθη: ἐξέκλινεν.
847 Ἑλιγμόϲ: ἡ ϲυϲτροφή.
848 Ἑλικαϲ: τὰ περὶ τοὺϲ καρπούϲ ψέλια, ἢ ἐνώτια.
849 Ἑλίκη: πόλιϲ.
850 Ἑλικών: ὄροϲ.
851 Ἑλικώνιοϲ, ϲοφιϲτήϲ, Βυζάντιοϲ. χρονικὴν ἐπιτομὴν ἀπὸ τοῦ
852 Ἑλικώ νιοϲ, ἀϲτρονόμοϲ. Ἀποτελεϲματικά, Περὶ διοϲημείων
853 Ἑλικῶπιϲ: εὐόφθαλμοϲ. καὶ Ἑλίκωψ, εὐόφθαλμοϲ.
854 Ἑλικώτατον ὕδωρ: τὸ ἑλικοειδῆ ἔχον τὴν ῥεῦϲιν· ἢ διαυγέϲ.
855 Ἑλίκωψ.
856 Ἑλλικτήρ· εἶδοϲ ἐνωτίου. Καὶ Ἑλλικτῆρεϲ ὁμοίωϲ.
857 Ἐλλιμενίζω.
858 Ἐλινιῶ: ὑμνῶ.
859 Ἔλινοϲ καρπόϲ.
860 Ἐλινύειν: ἡϲυχάζειν. βραδύνειν.
861 Ἐλινύειν: ϲτρατεύειν. διατρίβονταϲ ἢ ἐγχρονίζονταϲ. καὶ
διέβη δὲ ὁ ϲτρατὸϲ ἐν ζ΄ ἡμέρηϲι καὶ ζ΄ εὐφρόνῃϲιν
ἐλινύϲαϲ καὶ οὐδένα
κλάειν ἐῶϲι. καὶ αὖθιϲ· μήποτε ἄρα ἐν τῷ ἐλινύειν καὶ
μέλλειν
862 Ἕλιξ, ἕλικοϲ.
863 Ἐλίξαϲ: ϲυϲτρέψαϲ.
864 Ἔλιξοϲ: εῖϲ τῶν ἐπιφανῶν ἀνδρῶν παρὰ Μεγαρεῦϲιν.
865 Ἐλίπαναϲ: λιπαρὸν ἐποίηϲαϲ.
866 Ἐλιπάρηϲε: παρεκάλεϲε λιπαρῶϲ.
867 Ἐλλιπέϲ: τὸ ἐνδεέϲ. καὶ Ἐλλι πὴϲ ὁμοίωϲ.
868 Ἐλλιπόντεϲ.
869 Ἐλιϲϲαιέ: ὄνομα κύριον. καὶ Ἐλιϲϲαῖοϲ.
870 Ἐλιϲθεαῖοϲ.
871 Ἐλίϲϲετο: παρεκάλει λιτανεύων. καὶ Ἐλίϲϲοντο, ἱκέτευον.
872 Ἐλιϲϲόμενοϲ: ἀναϲτρεφόμενοϲ.
873 Ἑλλιχθέντων: ϲυϲτραφέντων.
874 Ἑλίχρυϲοϲ: τὸ τοῦ κιϲϲοῦ ἄνθοϲ. ἄνθει ἑλιχρύϲῳ ἐναλίγκιοϲ.
875 Ἔλθεμοϲ: ὄνομα κύριον.
876 Ἐλθεῖν: τὸ γυμνῇ τῇ παρρηϲίᾳ χρήϲαϲθαι. Π αρειϲελθεῖν δὲ τὸ μετ’
ἄλλου πλαγιάϲαντοϲ ϲυνειϲελθεῖν. διὰ τοῦτό φηϲιν ὁ Ἀπό.
ϲτολοϲ· παρειϲῆλθεν ὁ νόμοϲ.
877 Ἔλθη: ἀντὶ τοῦ ἐλθέτω. Νόμων θ΄ μήτε εἰϲ ἱερὸν ἔλθῃ μηδέν.
878 Ἔλθωμεν: αὐθυπότακτον
879 Ἑλκεϲίπεπλοι: ἐφελκόμεναι τοὺϲ πέπλουϲ ἐν τῷ φορεῖν. ὅτι τὸ ο ἐν
ταῖϲ ϲυνθέϲεϲι πολλάκιϲ εἰϲ τὸ ε μεταβαλλόμενον καὶ
τὴν
ϲι ϲυλλαβὴν προϲλαμβάνει. ἕλκω, ἐλκόπεπλοϲ, ἑλκέπεπλοϲ,
ἕλκεϲίπεπλοϲ· πρῶτοϲ, πρωτόλαοϲ, πρωτέλαοϲ, Πρωτεϲίλαοϲ· πηγόϲ,
πηγόμαλλοϲ, πηγέμαλλοϲ, πηγεϲίμαλλοϲ. ἔνιοι δὲ αὐτὰ ἀπὸ μέλλοντοϲ
ϲχηματίζουϲι τῶν διπλῶν μὲν ἀναλυομένων τοῦ δὲ ε παρεμπίπτοντοϲ·
οἷον ἕλξω, ἐλξίπεπλοϲ, ἑλκεϲίπεπλοϲ· πήξω, πηξίμαλλοϲ, πηγεϲίμαλλοϲ.
880 Ἕλκει μοιχὸϲ είϲ μοιχόν· παροιμία.
881 Ἑλκηθμόϲ: ἑλκυϲμόϲ, ϲπαραγμόϲ.
882 Ἕλκοϲ: τὸ τραῦμα τὸ χρονίϲαν. ἀπὸ τοῦ μετὰ τὴν τρῶϲιν
883 Ἐλμηϲόϲ.
884 Ἕλξει: ἑλκύϲει.
885 Ε λλώβια: τὰ ἐνώτια, διὰ τὸ ἐν τοῖϲ λωβοῖϲ τῶν ὥτων εἶναι.
τετρημένα καὶ ἐξ
ἀμφοῖν χρυϲᾶ ἐνώτια ἐξηρτημένα.
886 Ἐλωβήϲατο: ὕβριϲεν.
887 Ἐλλόγιμοϲ: τίμιοϲ, ϲεβάϲμιοϲ καὶ Χωρίον ἐλλόγιμον, τὸ τίμιον.
888 Ἐλογίϲατο: ἐλάληϲεν. ἐφθέγξατο. Δαβίδ· ὅλην τὴν ἡμέραν
ἀδικίαν ἐλογίϲατο ἡ γλῶϲϲά ϲου.
889 Ἐλογοποίουν: πρὸϲ ἀλλήλουϲ λόγουϲ διετίθεντο. οἱ δὲ ἐϲ
890 Ἔλλογοϲ: ὅταν ἢ δῆμοϲ ἔλλογοϲ τὸ ἀρχόμενον.
891 Ἑλώδηϲ: ὁ κάθυγροϲ τόποϲ.
892 Ἐλωΐ: Ἑβραῖϲγί
893 Ἕλωμαι: ἀφέλωμαι, λήψομαι.
894 Ἐλόμενοι: βουλόμενοι. Ξενοφῶν· ὁ μὲν ἥρχεν, οἱ δὲ ἐπείθοντο
ἄρχοντα.
895 Ἑλόμενοϲ: θέλων.
896 Ἕλωμεν: αὐθυπότακτον.
897 Ἕλόντεϲ: λαβόντεϲ.
898 Ἐλῶν: ἐλάϲαϲ. Ἡρόδοτοϲ. καὶ Ἐλῶντεϲ δὲ ἐλαύνοντεϲ.
899 Ἔλλοπεϲ: οἱ ἰχθύεϲ.
900 Ἕλοϲ: δίυλον δάϲοϲ· ἢ ὕδατοϲ ἰλὺϲ ἐπικεχυμένου πηλοῦ καὶ βαθείαϲ ὕληϲ ἢ παπύρου ἢ καλάμου ἐκφυομένηϲ ἀεὶ τοῦ πηλοῦ καὶ ὑπερανεϲτηκυίαϲ τοῦ ὕδατοϲ.
901 Ἔλλουροι: ἐθνικόν.
902 Ἔλουϲεν: ἀντὶ τοῦ ἐβάπτιϲεν. τὸν δὲ Εύνομιανὸν ἔλουϲε Bελιϲάριοϲ τὸ θεῖον λουτρόν, χερϲὶ δὲ οἰκείαιϲ ἀνελόμενοϲ εἰϲποίητον ἐποιήϲατο παῖδα, ᾖπερ εἰϲποιεῖϲθαι Χριϲτιανοῖϲ νόμοϲ.
903 Ἐλοχεύθη: ἐγεννήθη, ἢ ἐγαμήθη.
904 Ἐλόχηϲεν: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ εἰϲ λόχουϲ κατέταξεν.
905 Ἐλόχων: ἐνήδρευον. ὁ δὲ ἔχων κοινωνοὺϲ τῶν ἀϲεβημάτων, ἐλόχων τὰ κατὰ τὰϲ ὁδούϲ.
906 Ἕλωρ: τὸ λῆμμα.
907 Ἑλώρια: ἑλκύϲματα, ϲπαράγματα.
908 Ἐλῶϲα: ἐλαύνουϲα.
909 Ἕλωϲι: καταλάβωϲιν.
910 Ἐλώφηϲεν: ἐπαύϲατο. ἀπὸ τῶν ὑποζυγίων. ὅθεν καὶ τὸ εὐλόγωϲ φέρειν.
911 Ἐλπιδηφόροϲ: ὄνομα κύριον.
912 Ἐλπίϲαϲ: οὐ μόνον ἐπ’ ἀγαθῷ, ἀλλ᾿ ἁπλῶϲ ἐπὶ τῇ τοῦ μέλλοντοϲ ἐκβάϲει λέγεται παρὰ Ἀττικοῖϲ.
913 Ἐλπίϲ: προϲδοκία ἀγαθῶν. καὶ ὁ φοβούμενοϲ προϲδοκᾶ, ἀλλ’ οὐκ
ἀγαθά· κακῶν γὰρ προϲδοκία ἐϲτὶν ὁ φόβοϲ, ἀγαθῶν δὲ ἡ ἐλπίϲ. ἐπεὶ
οὖν οὐχ ὑφεϲτώτων πραγμάτων οἱ ἀϲεβεῖϲ προϲδοκῶϲιν, ἀπόλλυται
αὐτῶν ἡ ἐλπίϲ· ὡϲ μένουϲι τοῖϲ ἡδέϲι χρῶνται.
914 Ἐλπωρή: ἐλπίϲ.
915 Ἑλϲεμών.
916 Ἐλοιδόρηϲε: διέβαλεν, ἐϲυκοφάντηϲεν. Αἰλιανόϲ· ὁ δὲ Κλέανδροϲ
917 Ἐλοιδορούμεθα: ἐϲταϲιάζομεν, ὡϲ ὑπὸ τῆϲ φιλονεικίαϲ ἐϲ
λοιδορίαϲ τραπῆναι. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· περὶ
τοὐνόματοϲ ἐλοιδορούμεθα. Ἀγαθίαϲ· καὶ δὴ τῷ Ναρϲῇ πάντεϲ
ἐλοιδοροῦντο ἀλαζόνα
918 Ἕλοιτο: θέλοιτο.
919 Ἐλύγωϲεν: ἔκαμψεν. καὶ Δανάηϲ ἐλύγωϲεν ὅδε φρένα, τουτἐϲτιν
920 Ἔλυμα, Ἐλυμαῖοϲ.
921 Ἐλυμήνατο: ἔβλαψεν. οἱ δὲ ϲύϲτημα γενόμενοι ἐλυμαίνοντο
πολλοῖϲ ὁδίταιϲ ἐμπίπτοντεϲ εἰϲ τὰ καταλύματα.
922 Ἐλυϲάμην: ἀπέδωκα.
923 Ἐλύϲατο: ἐλυτρώϲατο.
924 Ἔλυτρον: κάλυμμα, ἐκπέταϲμα. ἐνείλημμα ὁμοίωϲ. καὶ ἡ θήκη
925 Ἐμαλάκιϲεν: μαλακὸν ἐποίηϲε.
926 Ἐμάλθαξαν· ἐν δὲ τῷ πρανεῖ καὶ ὀλιϲθηρῷ τόπῳ ξύλα ϲταυροῦντεϲ
927 Ἐμμαπέωϲ: ϲπουδαίωϲ.
928 Ἐμαϲχαλίϲθη: ἔθοϲ ἦν τοῖϲ ἀρχαίοιϲ, ὁπότε φονεύϲειαν ἐξ
929 Ἐμματάζων: ματαιολογῶν.
930 Ἐμ αταίαϲε: μάταια ἐλάληϲεν.
931 Ἐμάτηϲεν: ἠμέληϲεν, ἐματαιοπόνηϲεν.
932 Ἐμαυτῷ βαλανεύϲω: οἱονεὶ ἐμαυτῷ διακονήϲω. εἴρηται δέ, ὅταν ὁ βαλανεὺϲ ἑαυτῷ λαμβάνῃ τὴν ῥυταίνην καὶ διακονῇ. ἢ ἀπὸ τῶν τὰϲ βαλάνουϲ ἐγκρυπτόντων εἰϲ πῦρ.
933 Ἐμβαδόν: διὰ τοῦ εἰϲ ναῦν ἐμβῆναι. καὶ αὖθιϲ· ἢ τὸ ἐμ
934 Ἐμαλεῖϲ: εἰϲελεύϲῃ. ἰδίωϲ δὲ ἐμβαλεῖν, τὸ ταῖϲ ναυϲὶ
935 Ἐμβαλόντα· ὁ δὲ παῖϲ ὢν ἔτι, τὸν διδάϲκαλον Λῖνον πληγὰϲ αὐτῷ
ἐμβαλόντα ἐν τῇ διδαϲκαλίᾳ δυϲαναϲχετήϲαϲ καὶ οὐκ ἐθέλων ἄρχεϲθαι
λίθῳ βαλὼν ἀπέκτεινεν.
936 Ἐμβάλλουϲι: καταντῶϲιν, ἀπέρχονται. ἐμβάλλουϲι δὲ ὁ μὲν βαϲιλεὺϲ ἐϲ Λυδίαν ὁ δὲ Προκόπιοϲ ἐϲ φρυγίαν τὴν ἄνω.
937 Ἔμβαρόϲ εἰμι: νουνεχήϲ, φρόνιμοϲ. ἦν πρότερον ὁ Πειραιεὺϲ νῆϲοϲ·
ὅθεν καὶ τοὔνομα εἴληφεν ἀπὸ τοῦ διαπερᾶν· οὖ τὰ ἄκρα
Μούνυχοϲ καταϲχὼν Μουνυχίαϲ Ἀρτέμιδοϲ ἱερὸν ἱδρύϲατο. ἄρκτου δὲ
γενομένηϲ ἐν αὐτῷ καὶ ὑπὸ τῶν Ἀθηναίων ἀναιρεθείϲηϲ λιμὸϲ ἐπεγένετο·
οὖ τὴν ἀπαλλαγὴν ὁ θεὸϲ ἔχρηϲεν, ἄν τιϲ τὴν θυγατέρα θύϲῃ τῇ θεῷ.
Βάραϲ δὲ μόνοϲ ὑποϲχόμενοϲ ἐπὶ τῷ τὴν ἱερωϲύνην αὐτοῦ τὸ γένοϲ διὰ
βίου ἔχειν, διακοϲμήϲαϲ αὐτοῦ τὴν θυγατέρα αὐτὴν
μὲν
ἀπέκρυψεν ἐν τῷ αὐτῷ, αἶγα δὲ ἐϲθῆτι κοϲμήϲαϲ ὡϲ τὴν θυγατέρα
ἔθυϲεν. ὅθεν καὶ εἰϲ παροιμίαν περιέϲτη. τάττεται δὲ ἐπὶ τῶν
παραπαιόντων καὶ μεμηνότων.
938 Ἐμβάϲ: τὰ ὑποδήματα τὰ ἀνδρεῖα. παρὰ τὸ ἐμβαίνειν.
ἀντὶ τοΰ
πηδήμαϲιν.
939 Ἐμβατεύων: ἐπιβαίνων. καὶ Ἐμβατεύϲαντεϲ, εἰϲελθόντεϲ.
940 Ἐμβαίῃ: κατέλθῃ.
941 Ἔμβαιν ε. καὶ Ἐμβαίνειν, ἀρχὴν λαμβάνειν. τὸ δοκεῖν
ἐμβαίνειν εἰϲ τοὺϲ πολέμουϲ.
ἢ Συμβαίνειν, τὸ ϲυμπλέκεϲθαι.
942 Ἐμβαίνοντεϲ: ἐπιβαίνοντεϲ. οἱ δὲ Ἀράβιοι ἀρετῇ πολὺ τῶν
943 Ἐμβεβλημένα: ἐγκεκεντριϲμένα. Ἀριϲτοφάνηϲ δὲ καὶ ἐμβολάθαϲ
λάθαϲ ἀπίουϲ τὰϲ τοιαύταϲ λέγει.
944 Ἐμβεβροντημένοϲ: μάταιοϲ γενόμενοϲ.
945 Ἐμβελέϲ· ὁ δὲ Ἀρχιμήδηϲ παρεϲκευάϲατο ὄργανα πρὸϲ ἅπαν
946 Ἔμβιον: Ἀντιφῶν τὸ ζῶν καὶ μὴ ξηρανθέν, μηδὲ ἐναποθανόν.
947 Ἔμβολα: μοχλοί, ἀϲφάλειαι. ἔμβολά τε νηῶν γενόμενοι οὐδὲν
ἔμβολον δέ φαϲι χρημάτων ἔχειν αὐτόν.
948 Ἐμβολάϲ: ὁρμάϲ. ἐπιδρομάϲ.
949 Ἐμβολή: τὸ ἄκρον τοῦ κριοῦ τοῦ μηχανικοῦ ὀργάνου. τῷ ἐπιφερομένῳ ἄχθει ἀποκαυλίζειν τὸ προέχον τῆϲ ἐμβολῆϲ.
950 Ἐμβολήν: κλειϲούραν, εἴϲοδον, πληθύν, ὁρμήν. καὶ τὸ βίαιον
τῆϲ ἐμβολῆϲ ἐδόκει παραλογώτερον.
951 Ἐμβόλιμοϲ: ἀτελήϲ. Ἱπποκράτουϲ παῖδεϲ ἐμβόλιμοί τινεϲ.
952 Ἔμβολοϲ: χάλκωμα πεπυρωμένον, περιτιθέμενον κατὰ πρῴραν ταῖϲ ναυϲίν.
953 Ἔμβολον: παρατάξεωϲ ὄνομα. ἔϲτι δὲ τὸ ἥμιϲυ τοῦ ῥόμβου·
ὀνομάζεται δὲ καὶ ϲφενδονοειδέϲ. ῥομβώδηϲ δὲ παράταξιϲ. καὶ τῆϲ νηὸϲ
τὸ πολεμικὸν ϲιδήριον. τὸν δὲ παρακαλοῦντα πρὸϲ τὸν
ὀξὺ ἔληγε, ϲτεγανόν τε ἦν καὶ
πεπυκνωμένον τῷ πάντοθεν ταῖϲ ἀϲπίϲι περιπεφράχθαι, φαίηϲ τε ἂν
αὐτοὺϲ ϲυὸϲ κεφαλὴν τῇ ϲυνθέϲει ἀποτυπώϲαϲθαι· τὰ δὲ ϲκέλη
ἑκατέρωθεν κατὰ ϲτίχουϲ τε καὶ λόχουϲ ἐϲ βάθοϲ ξυγκείμενα καὶ
ἐπιπλεῖϲτον εἰϲ τὸ ἐγκάρϲιον παρατεταμένα δὖϲτατο ἀλλήλων ἠρέμα καὶ
διεκέκριτο, καὶ προῖόντα ἐϲ μέγιϲτον εὖροϲ
ἀπετελεύτα,
ὡϲ καὶ τὸ μεταξὺ χωρίον κενὸν καθεϲτάναι καὶ τὰ νῶτα γυμνὰ τῶν
ἀνδρῶν ϲτοιχηδὸν διαφαίνεϲθαι. ἀπεϲτραμμένοι γάρ ϲφᾶϲ αὐτοὺϲ
ἐτύγχανον, ὅπωϲ ἂν τοῖϲ μὲν πολεμίοιϲ ἀντιπρόϲωποι εἶεν καὶ ἐκ τοῦ
ἀϲφαλῶϲ ἀγωνίζοιντο τὰϲ ἀϲπίδαϲ προβεβλημένοι, τὰ δὲ ὀπίϲθια διὰ τὸ
ἀλλήλοιϲ ἀντιτετάχθαι διαφυλάττοιντο.
ϲχῆμα ἐμβόλου. λ θ
θ θ ζ ζ ζ ζ ζ δ δ δ δ δ δ δ
α α α α α α α α α α α ε ε ε
ε ε ε η η η η η
954 Ἐν βραχεῖ: Ἀντιφῶν. ἀντὶ τοῦ ἁπλῶϲ, καὶ ἐν κεφαλαίῳ.
955 Ἔμβραχυ: ἁπλῶϲ, ὅλωϲ, ϲυντόμωϲ. καὶ οὐδὲν ἦν εἴϲ τινα
956 Ἔμβραχυ: τὸ μικρόν, καὶ εὐτελέϲ. μαρτύρεται ὁ θεόϲ, ὅτι
μηδὲν αὐτὸν λαθεῖν δύναται ἔμβραχυ.
957 Ἔμβραχυ: ϲυντόμωϲ, καὶ οἷον ἐν βραχεῖ.
958 Ἐμβριθέϲ: ϲτερρόν, ϲτιβαρόν. τὴν περὶ βαϲιλέωϲ Ἰουϲτίνου
τῷ ῥητορεύειν καταμαλάξαι φρονήματα βαρβαρικά.
959 Ἐμβριθεϲτάτη: ϲτερροτάτη. εἰλε δὲ πόλιν Ὀρτόβριγα, δοκοῦϲαν
960 Ἐμβριθέϲτατοϲ. καὶ γὰρ ἐν τοῖϲ λόγοιϲ ἐμβριθέϲτατοϲ καὶ
φιλογράμματοϲ ἰκανῶϲ γενόμενοϲ ἥπτετο καὶ
ποιητικῆϲ.
961 Ἐμβρίθεια.
962 Ἐμβριθῆ νοῦν: ϲτερεὸν καὶ ἔμφρονα λογιϲμόν. Πιϲίδηϲ·
ὅμιλον καὶ ἕτερα ἄττα φόβητρα κόμπῳ μὲν ἀρμόδια, ἐνεργὰ
δὲ καὶ ἐμβριθῆ οὐδαμῶϲ, ἀλλὰ τοὺϲ μαχιμωτάτουϲ τε καὶ εὐοπλοτάτουϲ
ἀγείραϲ πλήθουϲ τε ἀγεννοῦϲ ἀντάλλαγμα, τοὺϲ τὰ πολέμια δεινοὺϲ
ἀποκρίναϲ. καὶ αὖθιϲ· ἐϲτάναι τε ἐμβριθέϲτατα καὶ ἐπαμύνειν τῇ
πόλει.
963 Ἐμβριμᾶται: μετὰ αὐϲτηρότητοϲ ἐπιτιμᾷ. καὶ ἅμα γινόμενοι
μανιώδειϲ καὶ ἐμβριμούμενοι τὰ πονηρὰ ἀπελαύνειν
ἐδόκουν. καὶ
964 Ἐμβρὶμημα: τὸ μετ᾿ ὀργῆϲ λάλημα.
965 Ἐμβρ όντητοϲ: καρδιόπληκτοϲ, μαινόμενοϲ, ἔκφρων.
966 Ἔμβρυον: νεογνὸν βρέφοϲ· ἢ τὸ ὠμὸν καὶ ἄπεπτον.
967"Ἐμαί: λείπει τὸ αἱ ἄρθρον, ἴν’ ἢ αἱ ἐμαὶ πόλειϲ.
968 Ἐμαίμαϲε: προεθυμήθη.
969 Ἔμελλε: παρʼ Ὁμήρῳ ἀντὶ τοῦ ἐῴκει. ἅ ρ’ οὐ τελέεϲθαι
δῆλοϲ ἦϲ.
970 Ἐμμελέϲτερον: ϲυνετόν, εὔρυθμον.
971 Ἐμμέλεια: εἶδοϲ ὀρχήϲεωϲ. ἔϲτι δὲ ἡ τῶν τραγῳδῶν.
972 Ἐμμέλεια: χορικὴ ὄρχηϲιϲ. διχῶϲ, Ἐμμέλεια καὶ Ἐμμελία,
973 Ἐμέλληϲεν: ὑπερέθετο. ὁ δὲ οὐδὲν ὧν ἔχρηζε μαθεῖν
974 Ἐμμελῶϲ: ϲυνετῶϲ, εὐρύθμωϲ. καὶ Ἐμμελήϲ, ϲυνετόϲ, εὕρυθμοϲ.
975 Ἔμετοϲ: ἡ τῶν περιττωμάτων κένωϲιϲ, Ἐμετὸϲ δὲ αὐτό τὸ
κενωθέν.
976 Ἐμεχωνῖται: ὄνομα ἔθνουϲ παρὰ Ἰωϲήπῳ.
977 Ἔμεια: τόποϲ πληϲίον Μυκηνῶν.
978 Ἐμειδίαϲα: ἐγέλαϲα.
979 ἐμήδιϲαν: τὰ τῶν Μήδων εἴλοντο. ὅτι μετὰ τὴν ἐν Μαραθῶνι
μάχην Θετταλοὶ ἐμήδιϲαν δείϲαντεϲ τὴν ἀπόφραξιν τῶν
Τεμπῶν.
980 Ἐμηκῶντο.
981 Ἐμημεκώϲ: ἐμέϲαϲ.
982 Ἔμμην α: κατὰ μῆνα. μηλοϲφαγεῖ θεοῖϲιν ἔμμην’ ἱερὰ ϲωτηρίοιϲ.
983 Ἐμήνι εν: ώργίζετο. ἐμνηϲικάκει. ἐπ’ αὐτὸν δὲ τὸν ϲτρατηγὸν
984 Ἐμηνίων: ὠργίζοντο.
985 Ἐμὴνχάριν: ϲυντάϲϲεται ἀντὶ τοῦ ἐμοῦ χάριν παρὰ Πλάτωνι.
986 Ἐμηχανᾶτο: ἐτεχνάζετο. οὐ μόνον τοῖϲ ὀθνείοιϲ, ἀλλὰ καὶ τοῖϲ
987 Ἔμιϲα: πόλιϲ. καὶ Ἐμιϲαῖοϲ, ὁ πολίτηϲ.
988 Ἔμμιϲθοι: οἱ ὀφείλοντεϲ λαβεῖν μιϲθόν. οἱ δὲ Οὖννοι οὐδέν
989 Ἐμιτρώϲατο: ἐζώϲατο. καὶ Ἀριϲτοφάνηϲ ἐν Θεϲμοφοριαζούϲαιϲ·
κ’ Ἀλκαῖοϲ, οἵπερ ἁρμονίαν ἐχύμιϲαν ἐμιτροφόρουν τε καὶ
990 Ἐμνώοντο: μνήμην ἐποίουν, ἢ ἐμνηϲτεύοντο.
991 Ἐμόγηϲα: ἐμόχθηϲα.
992 Ἔμμορεν: ἔλαχεν.
993 Ἐμπάζεται: ἀναβάλλεται, ἐνθυμεῖται· ἢ ἐντρέπεται, ἢ φροντίζει.
994 Ἔμπαλαϲϲόμενοι: ἐμπίπτοντεϲ εἰϲ τὸ ὕδωρ. Θουκυδίδηϲ·
995 Ἔμ πα λιν: ἐναντίον· ἢ εἰϲ τοὐπίϲω. ὁ δὲ ἔμπαλιν διελθεῖν
996 Ἐμ παράθετοϲ.
997 Ἐμ παροινοῦντεϲ: ἐνυβρίζοντεϲ. καὶ Ἰώϲηποϲ· οὕτωϲ ἐμπαροινοῦϲι
τοῖϲ πράγμαϲιν.
998 Ἐμπαιγμόϲ
999 Ἔμπαιοϲ: ὁ ἔμπειροϲ.
1000 Ἔμπεδα: βέβαια.
1001 Ἐμπεδοκλῆϲ, θυγατριδοῦϲ τοῦ προγέρου, τραγικόϲ. τραγῳδίαι αὐτοῦ κδ΄.
1002 Ἐμπεδοκλῆϲ, Μέτωνοϲ, οἱ δὲ Ἀρχινόμου, οἱ δὲ Ξενέτου· καὶ ἀδελφὸν
δὲ ἔϲχε Καλλικρατίδην. ἠκροάϲατο δὲ πρώτου Παρμε νίδου, οὖτινοϲ, ὥϲ
φηϲι Πορφύριοϲ ἐν τῇ φιλοϲόφῳ ἱϲτορία, καὶ ἐγένετο παιδικά. οἱ δὲ
ἔφαϲαν μαθητὴν Τηλαύγουϲ τοῦ Πυθαγόρου υἰοῦ τὸν Ἐμπεδοκλέα γενέϲθαι.
Ἀκραγαντῖνοϲ, φιλόϲοφοϲ φυϲικὸϲ
καὶ ἐποποιόϲ. ἦν δὲ
κατὰ τὴν οθ΄ Ὁλυμπιάδα. ὃϲ ϲτέμμα ἔχων ἐπὶ τῆϲ κεφαλῆϲ χρυϲοῦν καὶ
ἀμύκλαϲ ἐν τοῖϲ ποϲὶ χαλκᾶϲ καὶ ϲτέμματα Δελφικὰ ἐν ταῖϲ χερϲὶν
ἐπῄει τὰϲ πόλειϲ, δόξαν περὶ αὑτοῦ καταϲχεῖν ὡϲ περὶ θεοῦ
βουλόμενοϲ. ἐπεὶ δὲ γηραιὸϲ ἐγένετο, νύκτωρ ἔρριψεν ἑαυτὸν εἰϲ
κρατῆρα πυρὸϲ ὥϲτε μὴ φανῆναι αὐτοῦ τὸ ϲῶμα.
καὶ οὕτωϲ
ἀπώλετο, τοῦ ϲανδαλίου αὐτοῦ ἐκβραϲθέντοϲ ὑπὸ τοῦ πυρόϲ. ἐπεκλήθη δὲ
καὶ Κωλυϲανέμαϲ, διἀ τὸ ἀνέμου πολλοῦ ἐπιθεμένου τῇ Ἀκραγατίᾳ
ἐξελάϲαι αὐτὸν δορὰϲ ὄνων περιθέντα τῇ πόλει. γέγονε δὲ τούτου
μαθητὴϲ Γοργίαϲ ὁ ῥήτωρ ὁ Λεοντῖνοϲ. καὶ ἔγραψε δι᾿ ἐπῶν περὶ φύϲεωϲ
τῶν ὄντων βιβλία β΄, καὶ ἔϲτιν ἔπη ὡϲ διϲχίλια.
Ἰατρικὰ
καταλογάδην, καὶ ἄλλα πολλά.
1003 Ἐμπεδοκλῆϲ· τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίϲαι φαϲὶ τὴν ὁδόν
Πυθαγόρου, ἤν καὶ Ἀπολλώνιοϲ ὁ Τυανεὺϲ ἐζήλωϲε. ξυνεῖναι γὰρ τοῖϲ
θεοῖϲ καὶ μανθάνειν παρ᾿ αὐτῶν, ὅπη τοΐϲ ἀνθρώποιϲ χαίρουϲι καὶ ὅπη
ἄχθονται, περί τε φύϲεωϲ ἐκεῖθεν λέγειν· τοὺϲ μὲν25 γὰρ ἄλλουϲ
τεκμαίρεϲθαι τοῦ θείου καὶ δόξαϲ ἀνομοίουϲ ἀλλήλαιϲ περὶ αὐτοῦ
δοξάζειν, Ἀπολλωνίῳ δὲ τόν τε Ἀπόλλωνα ἥκειν ὁμολογοῦντα, ὡϲ αὐτὸϲ
εἴη, ξυνεῖναι δʼ ἂν καὶ μὴ ὁμολογοῦντα Ἀθηνᾶν τε καὶ Μοῦϲαν καὶ
θεοὺϲ ἑτέρουϲ, ὦν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺϲ ἀνθρώπουϲ
γινώϲκειν. καὶ ὅ τι ἀποφήνοιτο ὁ Πυβαγόραϲ, νόμον τοῦτο 30
δηλοῖ τό, χαίρει᾿, ἐγὠ δ’ ὕμμιν θεὸϲ ἄμβροτοϲ,
οὐκέτι θνητόϲ. καί, ἢδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόροϲ τε. καὶ
ὁ ἐν Ὀλυμπίᾳ βοῦϲ, ὃν λέγεται πέμμα ποιηϲάμενοϲ θῦϲαι, τὰ Πυθαγόρου
ἐπαινοῦντοϲ εἴη ἄν.
1004 Ἐμπ εδοκλέουϲ ἔχ θρα: ἐπὶ τῶν ἐπιμόνωϲ ἐχθρωδούντων
πρόϲ τιναϲ. Λυϲίαϲ· ᾦμην δὲ ἔγωγε τοιαύτῃ φιλίᾳ
ϲυνηρμόϲθαι, ὥϲτε
1005 Ἔμ π εδον: ἀϲφαλέϲ. ἀπὸ τῶν ἐμ πεδίῳ θεμελίων κειμένων.
1006 Ἐμπεδορκεῖν: ἐμπέδωϲ τηρεῖν τὰ ὅρκια. ἡ δὲ Φερετίμα
τὴν πόλιν.
1007 Ἐμπεδότιμοϲ· οὖτοϲ ἔγραψε περὶ φυϲικῆϲ ἀκροάϲεωϲ· περὶ οὖ λέγει
ὁ Παραβάτηϲ ἐν τοῖϲ ἐπιγραφομένοιϲ Κρονίοιϲ· ἡμεῖϲ δὲ Ἐμτεδοτίμ καὶ
Πυθαγόρᾳ πιϲτεύοντεϲ, οἷϲ τε ἐκεῖθεν λαβὼν Ἡρακλείδηϲ ὁ Ποντικὸϲ ἔφη
καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸϲ ἡμῖν ἔδειξε
καὶ
ἱεροφάντωρ Ἰάμβλιχοϲ.
1008 Ἐμ πεδωθῆναι: ἀϲφαλιϲθῆναι.
1009 Ἐμπεδοῖ: βεβαιοῖ, ἀϲφαλίζεται, διδάϲκει.
1010 Ἐμ περονῆϲαι: διατρῆϲαι.
1011 Ἐμπεϲὼν τοῖϲ πράγμαϲιν: ἄρξαϲ τῶν πραγμάτων. ὅϲ
ἐμπεϲὺ τοῖϲ πράγμαϲι τοῖϲ ὑπὸ χεῖρα, τὸν θυμὸν καὶ τὴν
ὀργὴν ἀφεὶϲ καὶ ἐκχέων καὶ μόνην ἀρετὴν ἡγούμενοϲ τὸ ἀδωροδόκητον
ἐκάκωϲε τὰ πράγματα.
1012 Ἐμπειρεῖν: πεπειραμένωϲ ἔχειν. φήϲαϲ γεγονέναι πλείω
1013 Ἐμπειρία.
1014 Ἐμπηδῆϲαι. Κλέωνα τὸν λάρον δώρων ἑλόντεϲ καὶ κλοπῆϲ. οὐκ ἐτολμηϲ᾿ αὖθιϲ ἐμπηδῆϲαι αὐτῷ κειμένῳ. τουτέϲτιν ἐκορέϲθην.
1015 Ἔμπηρα: πεπηρωμένα. αἱ δὲ γυναῖκεϲ ἔτικτον ἔμπηρα καὶ τέρατα. οἱ
δὲ τῶν τετολμημένων ϲφίϲι λήθην καταχέαντεϲ ἧκον ἐϲ
Δελφούϲ.
1016 Ἔμπηϲ: Ἰωνικῶϲ. ἔμπαϲ δὲ καὶ ἔμπα, Ἀττικῶϲ. Σοφοκλῆϲ· δύϲτηνον ἔμπηϲ, καίπερ ὄντα δυϲμενῆ.
1017 Ἐμπίπλαϲθαι: κορέννυϲθαι, τὸ ἀποβαλεῖν ὑγιείαν.
1018 Ἐμπίπραται: ἐμπυρίζεται.
1019 Ἐμπίπλη: Ἀττικόν· ἦν γὰρ τὸ κοινὸν ἀπὸ τοῦ πίπλημι, πί πλαθι, ὡϲ
ἴϲταθι. ὅμοιον δέ ἐϲτι καὶ τό, κύκλωψ τῆ πίε οἶνον, παρὰ τῷ ποιητῇ.
Ἀττικοὶ γὰρ οὐ τρέπουϲιν ἐπὶ τῶν εἰϲ μι τὸ μ εἰϲ θ ἐν τοῖϲ
προϲτακτικοῖϲ καὶ ϲυϲτέλλουϲι τὴν παραλήγουϲαν ὡϲ ἡ κοινή· ἵϲτημι,
ἵϲταθι, αὐτοὶ δὲ ἵϲτη· πίπλημι, πίπλαθι· Ἀττικοὶ δὲ τελείαν
ἀποβολὴν τῆϲ μι ποιοῦϲι πίπλη λέγοντεϲ καὶ ἐμπίπλη.
οὕτω καὶ ἀπὸ τοῦ τῆμι τὸ τῆ, ἀντὶ τοῦ λάβε.
1020 Ἐμπίϲ: κώνωψι παραπλήϲιον. ζωύφιον παρὰ τοῖϲ ὕδαϲι γινόμενον
ὄμοιον κώνωπι, μεῖζον δὲ τῇ περιοχῇ καὶ κατὰ τὸ μέϲον λευκῷ
περιεζωϲμένον. Ἀριϲτοφάνηϲ· ἐμπίδεϲ κάμπτετε. ἀντὶ τοῦ ἐϲθίετε.
Ar. Πιϲίδηϲ· κύκλῳ περιϲφίγξαντεϲ ἐμπίδων δίκην.
λέγεται ἐμπὶϲ Tρικορυϲία, ὡϲ ἐν Τρικορύϲῳ πολλῶν ἐμπίδων γινομένων.
ἔϲτι γὰρ ἀλϲώδηϲ καὶ κάθυγροϲ ὁ τόποϲ.
1021 Ἐμπλαϲϲόμενοι: ἐπεμβαίνοντεϲ, ϲυρρηγνύμενοι. Αἰλιανόϲ· τοῖϲ φίλοιϲ καὶ οἰκείοιϲ ἐμπλαϲϲόμενοι ἀπέϲφαττον αὐτοὺϲ ὡϲ πολεμίουϲ.
1022 Ἐμπλαϲϲόμενοι: προϲκρούοντεϲ, προϲπελάζοντεϲ. οἱ δὲ Καρχηδόνιοι ἀλλήλοιϲ ἐμπλαϲϲόμενοι καὶ περιπίπτοντεϲ τοῖϲ θηρίοιϲ ἀπέθνηϲκον.
1023 Ἐμπλατειάϲαϲα: τρυφερευϲαμένη.
1024 Ἔμπλεωϲ: πλήρηϲ, μεϲτόϲ.
1025 Ἐμπ λείμην: ἀντὶ τοῦ κορεϲθείην. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲι·
λιμένοϲ εὐόρμου. τοῦτο δὲ
ἑτέρᾳ παραγωγῇ, ἀφ’ οὗ τὸ πλήθω, ὡϲ ἀπὸ τοῦ νῶ νήθω. ἀπὸ δὴ τοῦ πλῶ,
πλείμην, ὡϲ ἀπὸ τοῦ βλῶ, βλείμην· οὖ τὸ δεύτερον, εἴπερ γάρ κε βλεῖο
πονεύμενοϲ. Πλείμην
1026 Ἔμπληκτοι: μεμηνότεϲ. ὡϲ δεινόϲ τε ἦν καὶ αὐθάδηϲ, καὶ
οἷοϲ τὸ μανιῶδεϲ καὶ ἔμπληκτον ἀνδρείαν ἡγεῖϲθαι.
1027 Ἔμ πληκτοι: κοῦφοι, εὐμετάβλητοι. καὶ Ὅμηροϲ· ἐμπλήγδην soph. ἕτερον μὲν τίει βροτόν. καὶ Σοφοκλῆϲ· τοιοίδε μέν τοι φῶτεϲ ἔμπληκτοι βροτῶν. τουτέϲτιν οἱ μὴ ἐμμένοντεϲ τῇ ἀρχαίᾳ φιλίᾳ καὶ ἀρετῇ.
1028 Ἑμπλημένοϲ: πεπληρωμένοϲ. Ἀριϲτοφάνηϲ· ἔβηττε τὴν νύχθ᾿
1029 Ἔμπλην: ὅμωϲ.
1030 Ἐμποδοϲτάτηϲ: ἐμποδίζων.
1031 Ἔμπλην: ἐπληϲίαζον. ἔϲτι ῥῆμα πλῶ, τὸ πληϲιάζω, παρά
γωγον πλῆμι, ὁ β΄ ἀόριϲτοϲ ἔπλην. γίνεται δὲ καὶ ἀπὸ τοῦ πλῶ κατὰ
ἀναδιπλαϲιαϲμὸν πιπλῶ, πίπλημι, ὡϲ ϲτῶ, ἱϲτῶ, ἵϲτημι. καὶ πλῶ,
πλήϲω, πλήτηϲ, καὶ ϲυνθέϲει τειχεϲιπλήτηϲ· ὡϲ βῶ, βήϲω, βήτηϲ καὶ
διαβήτηϲ καὶ ἐμπυριβήτηϲ. πλῶ, πλήϲω, πλῆγοϲ καὶ πλάτοϲ. πλῶ ἐκ τοῦ
πέλω, πλῶ, ὡϲ κέλω, κλῶ. παρὰ δὲ τὸ πλῶ πλήν, καὶ μετὰ τῆϲ
ἐν προθέϲεωϲ ἔμπλην, ἐπίρρημα ϲημαντικὸν τοῦ πληϲίον.
τὸ δὲ πλήν, τὸ χωρίϲ, κατ’ ἀντίφραϲιν ἐξηνέχθη.
1032 Ἐμποδών: Θουκυδίδηϲ η΄ ἀντὶ τοῦ προχείρουϲ. φηϲὶ γάρ·
τοῦ φανερόν. Πλάτων δὲ ἀντὶ τοῦ
ἐν μέϲῳ. Ἰϲαῖοϲ δὲ ἀντὶ τοῦ ὑπόγυον καὶ ἐν χερϲί· φηϲὶ γὰρ ἐν τῇ
ὑπὲρ Εὐμαθοῦϲ εἰϲ ἐλευθερίαν
εἰδόϲι, ὡϲ εἶπε Πλάτων, πιθανώτεροϲ
ὑπάρχει. φενακιϲθεὶϲ Ἰλλοὺϲ μεμεριμνημένῃ ϲτωμυλίᾳ λογιώτερον πάντων
ἔκρινε παιδευτῶν τῆϲ Κωνϲταντίνου. διὸ καὶ πολλὴν αὐτῷ δίδωϲι
παραμυθίαν ἐκ τῶν δημοϲίων.
1033 Ἐμποδών· Ἡρόδοτοϲ· τῶν Λυδῶν μὴ φειδομένουϲ κτείνειν
1034 Ἐμποδών: Ἀντιφῶν τοὺϲ ἐμπεϲόνταϲ. λέγει γάρ τοὺϲ ἐμ
δὲ τῷ τοιούτῳ, ἐν ᾦ δοκεῖ
περιττεύειν τὸ μή, ὡϲ καὶ τοιαῦτα, ἀπαγορεύω ϲοι μὴ εἰϲιέναι.
1035 Ἐμπολᾷ: πραγματεύεται.
1036 Ἐμπολαῖοϲ: πραγματευτικόϲ.
1037 Ἐμπολέμια: τὰ εἰϲ πόλεμον ἐπιτήδεια καὶ εὔχρηϲτα.
1038 Ἐμπολεμῶϲαι: τὸ πολεμίουϲ ποιῆϲαι. οἷον ἐπὶ πόλεμόν τιναϲ παροξῦναι. Ἐμπολεμῆϲαι δὲ τὸ ἐκπορθῆϲαι.
1039 Ἐμπολή: φορτίον. ἢ τὸ τῆϲ πραγματείαϲ κέρδοϲ. ἡ ϲυναγωγὴ τοῦ
κέρδουϲ. τὸ δὲ ῥῆμα ἐμπολᾶν. Ἀριϲτοφάνηϲ· ἀλλ’ οὐδὲν ἠμπόληκά πω,
οὔτ’ ἄλφιτ’ οὕτε πυρόν, ὡϲ ἀπολούμενοϲ. ὡϲεὶ ἔφη,
ἀποδημῶν ἢ ϲτρατευϲόμενοϲ· οἱ γὰρ ϲτρατευόμενοι πυρὸν καὶ ἄλφιτα
ἑαυτοῖϲ ψνοῦντο.
1040 Ἐμπόλημα καὶ Ἐμπολήϲαντεϲ.
1041 Ἐμπολήϲωμεν: ἐμπορευϲώμεθα, ϲυνάξωμεν, πωλήϲαντεϲ τὸν καρπόν.
1042 Ἔμπολιν: ἐν τῇ αὐτῇ πόλει ὄντα. ἄνδρα, ϲοὶ μὲν ἔμπολιν
1043 Ἐμπομπεύων: πομπεύων: ἐπιφαίνων, θριαμβεύων.
1044 Ἐμ πόριον.
1045 Ἔμποροϲ: ὁ πραγματευτικὸϲ ἄνθρωποϲ· κυρίωϲ δὲ ὁ πλέων
1046 Ἔμποροϲ: ὁ ναύλου πλέων ἐπ’ ἀλλοτρίαϲ νεώϲ, ἢ πραγματευτήϲ.
τευτήϲ.
1047 Ἔμπορόϲ εἰμι ϲκηπτόμενοϲ· Ἀριϲτοφάνηϲ. ἐπὶ τῶν προφαϲιζομένων
φέρονταϲ.
1048 Ἔμπορπῶ: τὸ ϲυμβάλλω. καὶ Ἐμπορποῦϲθαι, τὸ ϲυμβάλλεϲθαι.
1049 Ἔμπουϲα: φάνταϲμα δαιμονιῶδεϲ ὑπὸ τῆϲ Ἑκάτηϲ ἐπιπεμπόμενον
ἀλλάϲϲειν. Ἀριϲτοφάνηϲ Βατράχοιϲ. Ἔμπουϲα δὲ παρὰ τὸ
ἐνὶ ποδίζειν, ἤγουν τοῦ τὸν ἕτερον πόδα χαλκοῦν ἔχειν. ἢ ὅτι ἀπὸ
ϲκοτεινῶν τόπων ἐφαίνετο τοῖϲ μυουμένοιϲ. ἐκαλεῖτο δὲ αὕτη καὶ
Οίνοπώλη. οἱ δέ, ὅτι ἐξηλλάττετο τὴν μορφήν. δοκεῖ δὲ καὶ ταῖϲ
μεϲημβρίαιϲ Ar φαντάζεϲθαι, ὅταν τοῖϲ κατοιχομένοιϲ ἐναγίζωϲιν.
ἔνιοι δὲ τὴν αὐτὴν
τῇ Ἑκάτη. Ὀνοκώλη δέ, ὅτι ὄνου πόδα
ἔχει᾿ ὃ λέγουϲι βολίτινον, τουτέϲτιν ὄνειον. βόλιτοϲ γὰρ κυρίωϲ τῶν
ὄνων τὸ ἀποπάτημα. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· καὶ μὴν ὁρῶ νὴ τὸν Δία
θηρίον μέγα. ποῖόν τι; δεινόν· παντοδαπὸν γοῦν γίνεται· τοτὲ μέν γε
βοῦϲ, νυνὶ δ᾿ ὀρεύϲ, τοτὲ δ’ αὐ γυνὴ ὡραιοτάτη τιϲ. ποῦ ϲτίν; ἐπ’
αὐτὴν ἴω. ἀλλ’ οὐκέτ
αὖ γυνή ἐϲτιν, ἀλλʼ ἤδη κύων.
Ἔμπουϲα τοίνυν ἐϲτί. πυρὶ γοῦν λάμπεται ἅπαν τὸ πρόϲωπον καὶ ϲκέλοϲ
χαλκοῦν ἔχει.
1050 Ἐμπρήϲαντεϲ: καύϲαντεϲ.
1051 Ἐμπρηϲμόϲ: ὁ διὰ πυρὸϲ ἀφανιϲμόϲ.
1052 Ἐμπρίϲαντεϲ: ϲυϲφίγξαντεϲ, προϲαρμόϲαντεϲ. οἱ δὲ ἐμπρίϲαντεϲ τοὺϲ ὀδόνταϲ, τοῦ εἶξαι τῷ τυράννῳ γεγόναϲι κρείττουϲ.
1053 Ἔμποιμνον εἷμα: τὸ ἔνδυμα. ἀπό
1054 Ἐμ ποίνιμον: θέϲιμον, ἐπιζήμιον.
1055 Ἔμποίνιμοϲ: ἐμποὶνιοϲ, τουτέϲτιν ἔνοχοϲ ποινῇ, οἷον ἐφ᾿ οῖϲ
ἢμαρτε δοὺϲ τιμωρίαν. καὶ ποινὴ λέγεται ἡ ἐπὶ φόνῳ κλαϲθέντι
καὶ καταγαγόντεϲ
ἐδικαίωϲαν θανάτῳ, ὄρκουϲ οὐκ ἐμποινίμουϲ ἡγηϲάμενοι εἶναι, οὕϲπερ
πρὸϲ τὸν κοινὸν ἀλάϲτορα ἐποιήϲαντο.
1056 Ἐμ πυον: τὸ ἕλκοϲ.
1057 Ἐμ πύρευμα: ἔναυϲμα, ϲπέρμα πυρόϲ.
1058 Ἐμπύρου: θερμῆϲ. καὶ Ἔμπυρα, τά καιόμενα ἰερεῖα. ἔϲτι
δὲ ϲημεῖα ἐν τούτοιϲ ἀποδεδειγμένα.
1059 Ἐμπυρώτατοϲ: ὁ κατάπυροϲ.
1060 Ἐμοὶ μελήϲει ταῦτα καὶ λευκαῖϲ κόραιϲ: λέγουϲιν, ὅτι βαρβάρω
τινῶν ϲτρατευομένων ἐπὶ Δελφούϲ, ἐρωτώμενοϲ ὁ θεὸϲ ἔφηϲεν· ἐμοὶ
μελήϲει ταῦτα καὶ λευκαῖϲ κόραιϲ. ὕϲτερον δὲ ἐφάνη
μετὰ
Ἀθηνᾶϲ καὶ Ἀρτέμιδοϲ, ὡν καὶ ἱερά εἰϲιν ἐν Δελφοῖϲ, ἀπαντῶν τοὺϲ
πολεμίουϲ.
1061 Ἐμοὶ δὲ τοιοῦτον ἔργον ἔϲτ᾿ εἰργαϲμένον, ὥϲτε ἁ παξάπανταϲ τοὺϲ
ἐμοὺϲ ἐχθροὺϲ ἐπιϲτομίζειν, ἕωϲ ἂν ἦ τῶν ἀϲπίδων τῶν ἐκ Π ὐλου τι
λοιπόν: θρυλεῖ πάλιν ὀ Κλέων
τὰ περὶ Πύλον καὶ
Σφακτηρίαν. ἔθοϲ δὲ ἦν τὰ ἀπὸ τῶν πολέμων ὅπλα τοῖϲ ἱεροῖϲ
ἀνατιθέναι. ἕωϲ οὖν, φηϲίν, ἀνάκειται τὰ ὅπλα Πύλου καὶ Σφακτηρίαϲ,
ἅπερ ἀνέθηκα, οὐδεὶϲ τολμήϲει κατʼ ἐμοῦ λέγειν.
1062 Ἐμοί τε ἐπιϲτολαί ἐπαρθεὶϲ ἢ χαυνωθείϲ, ὧν οὐθεὶϲ ἔγραψεν
ὑψηλοτέραϲ τοῦ Καπανέωϲ, ὑπὲρ ὧν τοὺϲ θεοὺϲ πολλάκιϲ ὑπομιμνήϲκω,
καὶ τό, Ἰὠ Νέμεϲι καὶ τὸ Διὸϲ βαρύβρομοι βρονταί,
βοήϲαϲ, ἀπηγόρευϲα αὐτῷ μὴ φοιτᾶν.
1063 Ἐμυκ ᾶτο: ἐβρυχᾶτο, ἐμήνιεν. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· ἔβλεψεν
1064 Ἐμύξατο: ἔξεϲεν.
1065 Ἐμυωπίαϲεν: ἄκροιϲ τοῖϲ ὀφθαλμοῖϲ προϲέϲχε. μυωπάζω γὰρ
τὸ καμμύω.
1066 Ἐμφαλ κωμένοιϲ: περιπεπλεγμένοιϲ. ἔπειτα κάλοιϲ ἐμφαλκωμένοιϲ
1067 Ἐμφανέϲ: ἐπίθετον τῆϲ ἡμέραϲ· ὡϲ καὶ τὸ τῆϲ νυκτόϲ, νύκτα
μέλαιναν. Σοφοκλῆϲ· εἰρξαι κατ᾿ ἦμαρ τοὐμφανὲϲ τὸ νῦν
τόδε αἴανθ’ ὑπὸ ϲκηναῖϲιν.
1068 Ἐ μφ ανίζω ϲοι: φανερῶ ϲοι.
1069 Ἔμφαϲιν: προϲποίηϲιν, ἐννόηϲιν· ἦ τό μέγεθοϲ. Πολύβιοϲ·
ἐπί τινα τῶν ἐν Πελοποννήϲῳ πράξεων ἐπεϲτροφώϲ. ταύτην
δὲ τὴν
1070 Ἔμφαϲιϲ: ἔνδειξιϲ. Πολύβιοϲ· ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰϲ
ἐμφάϲειϲ οὐχ οἷον ἄν τιϲ διέθετο πεπαιδευμένοϲ ἀνήρ, ἀλλ’ οὐδὲ
τῶν ἀπὸ τέγουϲ ἄχρι τοῦ ϲώματοϲ εἰργαϲμένων οὐδείϲ. ὁ
δ’ ἴνα πιϲτὸϲ φανῇ κατὰ τὴν αἰϲχρολογίαν καὶ τὴν ἄλλην ἀναιϲχυντίαν
καὶ προϲκατέψευϲται τἀνδρὸϲ κωμικόν τινα μάρτυρα προϲεπιϲπαϲάμενοϲ
ἀνώνυμον.
1071 Ἐμφαντικῶϲ: ἐννοητικῶϲ. ὁ δὲ παρεκάλει βραχέωϲ μέν,
ἐμφαντικῶϲ δέ τοῦ παρόντοϲ κινδύνου. ἀντὶ τοῦ
πρεπόντωϲ.
1071b Ἐμφαίνει: ϲημαίνει.
1072 Ἐμφέρεια: ὁμοιότηϲ.
1073 Ἐμφερεῖϲ: ἀντὶ τοῦ ὁμοίουϲ. ὁ δὲ ἐμφερεῖϲ παῖδαϲ τοῖϲ
ἐπιζητηθεῖϲι
1074 Ἐμφερίϲτατοϲ· τοὺϲ τρόπουϲ καὶ τὴν δίαιταν ϲφιγξὶν ἐμφεριϲτάτουϲ. παρὰ Ἀριϲτοφάνει ἐν Σφηξίν.
1075 Ἐμφιλοϲοφῶ δοτικῇ
1076 Ἐμφωλεύω· δοτικῇ.
1077 Ἐμφοροῦμαι· γενικῇ.
1078 Ἐμφιλοχωρῶν: τὴν χώραν ἀγαπῶν.
1079 Ἐμφορούμενοϲ: κορεννύμενοϲ.
1080 Ἐμφρεάτοι: δικαϲτήριον τῶν ἀκουϲίων φόνων ἐν Ἀθήναιϲ.
Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτογείτονοϲ ἀκριβῶϲ διέρχεται περὶ αὐτά.
ὠνομάϲθαι δὲ τὸ δικαϲτήριον ἔοικεν ἀπό τινοϲ Φρεάτου ἥρωοϲ, ὡϲ,
Θεόφραϲτοϲ ἐν ιϚ΄ νόμῳ μαρτυρεῖ.
1081 Ἔμφυλοϲ πόλεμοϲ: ὁ ἐκ τοῦ αὐτοῦ ἔθνουϲ.
1082Ἐμφύϲ: ἐμπλακεὶϲ, ἐμπεϲών. ὁ δὲ Κελτὸϲ προθυμίαν εἶχεν, ἐμφὺϲ τῷ πολεμίῳ, καὶ χερϲὶ καὶ ϲτόματι δίκην θηρίου διαϲπάϲαι αὐτόν.
1083 Ἔμφυτον: ἐγκάρδιον. διὰ τὸ προυπάρχον αὐτῷ μῖϲοϲ ἔμφυτον.
1084 Ἔμψοφον φίλημα: τὸ μετὰ ψόφου γινόμενον.
1085 Ἐναβρύνεται: μεγαλοφρονεῖ, καυχᾶται.
1086 Ἐναγέϲ: τὸ ϲεβάϲμιον καὶ ἁγνόν. ἄγοϲ γὰρ τὸ ἱερόν ϲέβαϲ. ἔνθεν
καὶ τό, ἄγη μ᾿ ἔχει. καί, ὡϲ ϲέ, γύναι, ἄγαμαι. κατ᾿. εὐφημιϲμὸν
δὲ καὶ τὰ μιάϲματα ἄγη λέγεται, καὶ οἱ μιαροὶ ἐναγεῖϲ
καλοῦνται.
1087 Ἐνάγει: ἐμβιβάζει, ἐνάπτει, ἐφέλκεται· ἢ προτρέπεται.
1088 Ἐναγεῖϲ: βεβήλουϲ, ἀποτροπαίουϲ. Δαμάϲκιοϲ· τοὺϲ δὲ παντάπαϲιν
ἀπεωθεῖτο ὡϲ ἐναγεῖϲ ὄνταϲ καὶ ἀνιάτουϲ, οὐδέν τε αὐτὸν
ἐδυϲὠπει προϲδέχεϲθαι ϲφῶν τὴν ὁμιλίαν, οὐ πλοῦτοϲ ἐξαίϲιοϲ, οὐ
περιφάνεια πολιτείαϲ, οὐ δυναϲτεία ἄμαχοϲ, οὐ κακοήθεια τυραννική
τιϲ.
1089 Ἐναγεἶϲ: διὰ τοῦ ε τοὺϲ ἐνόχουϲ ἄγει καὶ μιάϲματι. ὡϲ Αἰϲχίνηϲ
ἐν τῷ κατὰ Κτηϲιφῶντοϲ· διὰ δὲ τοῦ α ἀναγεῖϲ, τοὺϲ ἀνάγνουϲ.
1090 Ἐναγήϲ: ϲεβάϲμιοϲ, ἣ καὶ βέβηλοϲ. ἐκ τούτων ἐκεῖνοϲ τῇ Ε τελετῇ προϲῄει ἐναγήϲ.
1091 Ἐναγῆ φίλων: τὸν μηδέποτε ὑπὸ φίλων ἐν ἀφανεῖ αἰτίᾳ
μή ἐν ἀφανεῖ αἰτίᾳ
ἄτιμον ποιήϲῃϲ τῶν λόγων.
1092 Ἐναγίζειν: παρὰ Ἡροδότῳ τό χοὰϲ φέρειν, ἢ θύειν τοῖϲ
1093 Ἐναγίζων: φονεύων, κατακαίνων. ἐναγίζουϲιν οὖν τῷ Ξανθῷ Μακεδόνεϲ καὶ καθαρμὸν ποιοῦϲι ϲὺν ἵπποιϲ ὡπλιϲμένοιϲ.
1094 Ἐναγιϲμοί: ὁλοκαυτώματα. ἐναγιϲμῶν ἐνεϲτηκότων Ῥωμαίοιϲ.
1095 Ἐναγωγή: ἡ ἔγκληϲιϲ. καὶ πάντα ἄνθρωπον ἀδικηθέντα
1096 Ἐναγωγὴ οἰκέτου: τοῦ πραθέντοϲ οἰκέτου, εἴ τι ἔχει νόϲημα,
αἰτίαν.
1097 Ἔναγχοϲ: πρὸ ὀλίγου, ἐν τῷ ἔγγιϲτα παρελθόντι χρόνῳ.
1098 Ἐν ᾃ δου: οἱ Ἀττικοὶ χρῶνται τῇ ἔν ἀντὶ τῆϲ εῖϲ· ἐν διδαϲκάλου,
ἐν κιθαριϲτοῦ.
1099 Ἐναέριον: πνεῦμα ἀκάθαρτον,
1100 Ἐνναέται: οἰκήτορεϲ. ἐν Ἐπιγράμμαϲι· τὸν θραϲὺν ὕψικόμων
1101 Ἐνάκ: ὄνομα κύριον. καὶ ἡ νόϲοϲ.
1102 Ἐν ἀκαρεῖ: ἐν βραχεῖ, ἐν ὀλίγῳ. ἐν ἀκαρεῖ χρόνῳ ἐκινδύνευον
1103 Ἐνακμάζων: ἐνιϲχύων.
1104 Ἐναλλάγδην: ϲυμπεπλεγμένωϲ. Ἀγαθίαϲ· παρήγαγε δὲ
κάτω δὲ τὸ κάρα
ἐπινενευκόταϲ.
1105 Ἐναλλαγῆναι. τὸ ἀπό φιλίαϲ εἰϲ φιλίαν ἄλλου μεταπηδῆϲαί τινοϲ, ἐχθροῦ ὅντοϲ τὸ πρότερον· διαλλαγῆναι δὲ τὸ δι’ αὐτοῦ τοῦ ἐχθροῦ παρακληθῆναι καὶ φιλωθῆναι.
1106 Ἐναλλάξ: ἐνηλλαγμένωϲ.
1107 Ἐνάλια: θαλάϲϲια. καὶ Ἔναλον, θαλάϲϲιον.
1108 Ἐναλίγκιοϲ: ὅμοιοϲ.
1109 Ἐναλόντεϲ: ἐμπεϲόντεϲ.
1110 Ἐν ἅλῳ κρύπτῃ: ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν, παρόϲον περίοπτοϲ ἡ ἅλωϲ.
1111 Ἐν ἄλω ὁρα κά ζειϲ: τουτέϲτι κρύπτῃ. ἐπὶ τῶν ἀδυνάτων.
1112 Ἐν ἀμούϲοιϲ καὶ κόρυδοϲ φθέγγεται.
1113 Ἐνανθρωπῶ ϲύνθετον, καὶ μόνον διὰ τοῦ η.
1114 Ἐναντία· ὅτι τὰ ἐναντία κατ’ Ἀριϲτοτέλην ϲυμπέπλεκται μὲν
ἀλλήλοιϲ ἑξαχῶϲ, ἐναντίωϲιν δὲ ποιεῖται τετραχῶϲ ϲυμπλεκόμεναἐναντία
δὲ λέγονται τὰ πολὺ ἀλλήλων διεϲτῶτα ἢ τὰ ἀλλήλων
ἀναιρετικά. τούτου δὲ λεγομένου οὐχ οἷόϲ τε ὁ ἀπὸ τούτων ὁρμώμενοϲ
δεῖξαι ἐν ἐνὶ ἐναντίον· δύνανται γὰρ καὶ πολλὰ πολὺ ἀφεϲτῶτα ἀλλήλω
λαμβάνειν, τοῦτο μὲν ἐν τῷ αὐτῷ γένει· τὸ γὰρ ξανθὸν καὶ τὸ ὠχρὸν
πολὺ λευκοῦ διεϲτάναι, ἀλλὰ καὶ ἀναιρετικά ἐϲτι τοῦ
λευκοῦ, κἀκεῖνο τούτων. ἔϲτι δὲ πολὺ διεϲτῶτα καὶ ἐν διαφόροιϲ
γένεϲι λαβεῖν. ἐν γὰρ ἐνὶ τὰ δύο διέϲτηκεν.
1115 Ἐναντίον· γενικῇ. Ἐναν τιῶ ϲοι δὲ δοτικῇ
1116 Ἐναντοῦμαί col.
1117 Ἐνἀωρίᾳ
1118 Ἐναπ ερείϲαϲθαι: ἐμπῆξαι.
1119 Ἐνα πήρειϲται: ἐντετίναχεν. εἴρηται δὲ ἀπὸ τοῦ διατεινομένουϲ
1120 Ἐναποματτόμενοι: ἐντυποῦντεϲ,
1121 Ἐναπ ομόρξεται Πρέμιϲ τὴν εὐρυπρωκτίαν ϲοι: τουτέϲτι
1122 Ἐνα πομόργνυνται: ἐναποτίθενται.
1123 Ἐνάπτοντεϲ: ἐκδεϲμοῦντεϲ. ἠϲφαλίζοντο δὲ τὰϲ ϲχεδίαϲ τοῖϲ
1124 Ἔναρα: τὰ ϲκῦλα. οἷά περ οὐκ ἐνοπιᾶϲ, ἀλλὰ χορῶν ἔναρα,
ϲκυλεύειν.
1125 Ἔναρα: κυρίωϲ ἔναρα, ὅϲα ἄραρε καὶ ϲυνήρμοϲται τῷ ϲώματι,
1126 Ἐνάργεια: ἡ τῶν λόγων λευκότηϲ καὶ φανότηϲ. Ἐνέργεια Eol. δὲ ἡ ἐν λόγοιϲ, ἢ ἡ ἀθρόα προϲβολή.
1127 Ἐναργήϲ: φανερόϲ.
1128 Ἐναρίζειν καὶ Ἐναριζέμεναι
1129 Ἐνάρθρωϲ: ἠκριβωμένωϲ.
1130 Ἐναρμόνιον: ἐμμελέϲ.
1131 Ἐν ἄϲτει: ἐν τῇ πόλει.
1132 Ἐνα ϲχολοῦμ ιαι: δοτικῇ.
1133 Ἐνατενίζω δοτικῇ.
1134 Ἔνα τοϲ δαϲύνεται. ἐκ τοῦ εἴϲ, ἑνόϲ.
1135 Ἔνατοϲ καὶ ἐνάτη. δι’ ἑνὸϲ ν. Ἐννέα δὲ διὰ δύο ν.
1136 Ἐναύειν: πυρὸϲ μεταδιδόναι, Πολύβιοϲ· εἰ δέ τιϲ λειπόμενοϲ μὴ
θάνοι, φύγοι δὲ τὸν κίνδυνον, τοῦτον μήτε πόλει δέχεϲθαι μήτε πῦρ
ἐναύειν. περὶ τούτων ἀρὰϲ ἐποιήϲαντο πᾶϲι μέν, μάλιϲτα δὲ τοῖϲ
Ἠπειρώταιϲ, εἰϲ τὸ μηδένα τῶν φυγόντων δέξαϲθαι τῇ χώρᾳ.
τοῦδε φοιτῶντεϲ οἱ
ἱερογραμματεῖϲ, εἶτα μέντοι τὰϲ δεούϲαϲ ἱερουργίαϲ ἐπιτελοῦντεϲ ἐκ
τοῦ βωμοῦ πῦρ ἐναύονται καὶ ἐξῆπτον πυρὰϲ κατὰ πόλειϲ καὶ τοῦ
δυϲώδουϲ ἀέροϲ τὴν φθοροποιὸν ἐκείνην νόϲον μαραίτ νουϲι καὶ
λεπτύναντεϲ τοῦτο δὴ τὸ καινότατον τὴν νόϲον ἔϲβεϲαν τῷ πυρί. καὶ
αὐθιϲ· Καλλίξενοϲ ὁ Ἀθηναῖοϲ διὰ ϲυκοφαντίαν ἄθλα ἀπηνέγκατο
τῆϲ ἀναιϲχυντίαϲ καὶ ἀϲεβείαϲ, ἐν ἄϲτει μιϲούμενοϲ καὶ
πενόμενοϲ καὶ ἀποκλειόμενοϲ λιμῷ ἀποθανεῖν· ἐπεὶ μήτε ὕδατοϲ ἐκοινώτ
νου αὐτῷ, μήτε πυρὸϲ ἐναύειν ἐβούλοντο, ὥϲπερ οὖν κοινωνεῖν τοῖϲ
βουλομένοιϲ καὶ δεομένοιϲ.
1137 Ἐναύειν: τὸ ἱκετεύειν πρὸϲ τοῖϲ ναοῖϲ. εἰ δὲ ἐντεῦθεν Εὐριπίδηϲ
ἐναυϲάμενοϲ τὸν λόγον ἅπαντα, εἶτα μέντοι Φοίνικι
περιτίθηϲιν.
1138 Ἐναυλήματα: ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ δεδευμένα. ἔνιοι δὲ καὶ αὐτὰ τὰ ἄλφιτα ἐναυλήματα καλοῦϲιν.
1139 Ἐναυλιϲθῆναι: ἐνοικιϲθῆναι.
1140 Ἐναύλιϲμα: οἴκημα.
1141 Ἔναυλον: οὐ πρὸ πολλοῦ μνημονευόμενον, ἔτι ἐνηχούμενον. Πιϲἰδηϲ· ἀεὶ γάρ, ὡϲ ἔοικεν, αἱ περιϲτάϲειϲ ἐκ τῶν ἐναύλων ἠρεθιϲμέναι πόνων τίκτουϲιν ὁρμάϲ κρείττοναϲ βουλευμάτων.
1142 Ἐναύλουϲ: τοὺϲ χειμερινοὺϲ ποταμούϲ. παρὰ τὸ αὐλεῖν.
1143 Ἐναύϲματα: ἀρχάϲ, ἐμπυρεύματα, ὑπεκκαύματα. καί τινα
1144 Ἐν αὐτῇ γὰρ καταφεύγοντεϲ: ἐν τοῖϲ τοιούτοιϲ πρὸϲ τὸ πρωτότυπον
ἡ ϲύνταξιϲ ἐπανάγεται· ἔϲτι γὰρ ἡ ϲκέπη. θὲϲ οὖν, εἴ
1145 Ἐναφῆκαν: ἐνέβαλον. ἐναφῆκαν τῇ δρυὶ ϲφῆναϲ, ὡϲ διαϲταίη.
1146 Ἐν βραχεῖ: Ἀντιφῶν ἀντὶ τοῦ ἁπλῶϲ καὶ ἐν κεφαλαίῳ.
1147 Ἐν γὰρ ἀμηχανίῃ καὶ Καρκίνοϲ ἔμμορε τιμῆϲ: ἐπὶ
1148 Ἐνγ εννη τοῖϲ γυναίκων.
1149 Ἐν γειτόνων: τῶν πληϲιαζόντων.
1150 Ἐν γῇ πένεϲθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖν.
1151 Ἐν γήρει πίονι: ἐν πλήθει ἐτῶν.
1152 Ἐν γυάλοιϲιν ἐν τοῖϲ κοιλώμαϲι. χαῖρε μελαμπέπλοιϲ, Εὺριπίδη,
1153 Ἐνδατούμενοϲ· τὸ δυϲπάρευνον λέκτρον ἐνδατούμενοϲ. Σοφοκλῆϲ
Τραχινίαιϲ.
1154 Ἐν δὲ διχοϲταϲίῃ καὶ Ἀνδροκλέηϲ πολεμαρχεῖ: παροιμία
ἀμούϲοιϲ καὶ κόρυδοϲ
φθέγγεται.
1155 Ἐνδεέϲτεροϲ: ἐλλειπέϲτεροϲ. ἐνδεέϲτεροϲ δὲ ἦν ἀεὶ τῆϲ
1156 Ἔνδεκα: ἀρχὴ ἐν Ἀθήναιϲ, ἐπιμελομένη τῶν ἐν τῷ δεϲμωτηρίμ
1157 Ἑνδεκάζονταϲ: ἀντὶ τοῦ ἐνεορτάζονταϲ, ἐν τῷ αὐτῷ τὴν
1158 Ἐνδ ελεχιϲμόϲ: ἐπιμονή. ἡ ϲυνήθηϲ θυϲία ἡ καθημερινή.
1159 Ἐνδελεχῶϲ: ϲυνεχῶϲ.
1160 Ἐνδέξαϲθαι: παραλαβεῖν, ἀκροάϲαϲθαι. οὔκουν πρόϲθεν ἔτι
ἀποκρίνεϲθαι περὶ ϲπονδῶν οὐδὲ φίλιον λόγον ἐνδέξαϲθαι
περὶ τῶν τὰ πολέμια ἔργα δρώντων.
1161 Ἐνδέξια: αἴϲια, καλά.
1162 Ἐν δέοντι: ἐν τῷ χρηϲίμῳ. Ἀριϲτοφάνηϲ· εὖγε ποῶν ἀπόλωλε, κἆν
δέοντι τῇ πόλει, ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.
τουτέϲτι πρὶν ταράξαι ἡμᾶϲ.
1163 Ἐνδέχεϲθαι: παραδέχεϲθαι, πείθεϲθαι. ὁ δὲ ἐλπίϲι κεναῖϲ αὐτοὺϲ
ἔβοϲκεν, οὐκ ἐῶν τοὺϲ Βελιϲαρίου λόγουϲ ἐνδέχεϲθαι. καὶ
1164 Ἐνδείκνυμι· ἐνδεικνύναι ἔλεγον τὸ καταγγέλλειν τινὰ κακουργοῦντα
περὶ τὰ κοινά. καὶ Ἐνδείξαϲθαι, ἐπὶ τοῦ κατηγο
1165 Ἐνδεῖκται. ϲπαράττεται γὰρ ὑπὸ ἐνδεικτῶν, κακῶϲ ἐπιφύντων
τῇ Κυρήνῃ. ϲυκοφαντῶν, κατηγόρων.
1166 Ἐνδεῖκται: οὔτοι ἦϲαν κατὰ τὴν Ἀϲίαν. μὴ ἐάϲῃϲ ἔργον γενέϲθαι ϲυκοφαντῶν, ἐνδεικτῶν, κοινῶν ἀλαϲτόρων τῆϲ χώραϲ.
1167 Ἐνδεῖν: χρήζειν.
1168 Ἐνδειξαμένῳ: ἀντὶ τοῦ ἀπολογηϲαμένῳ. καὶ Ἔνδει ξιϲ, ἡ
ἀπολογία.
1169 Ἔνδειξιϲ: δίκη κατὰ τῶν ὀφειλόντων καὶ δημηγορούντων. οὐ γὰρ ἐξῆν λέγειν, οὐδ’ ὅλωϲ ἐπίτιμον εἶναι ὀφείλοντα. ὥϲτε εἰ καὶ ἦρχέ τιϲ ὀφείλων, ἐνεδείκνυτο. ἤδη δὲ καὶ ἐπὶ τῶν φυγάδων ὅπου μὴ ἔξεϲτι κατιόντων, ἡ ἔνδειξιϲ.
1170 Ἔνδειξιϲ: ἐάν τιϲ ἄτιμοϲ ὤν ἢ ὠφληκὼϲ τῷ δημοϲίῳ καὶ μὴ
ἐν τῷ δήμῳ, ἔτι
τὸν κακῶϲ λέγοντα τοὺϲ τετελευτηκόταϲ ἀδίκωϲ. ἔπειτα τοῖϲ ἁλοῦϲι
τούτων τινὸϲ τιμῶϲιν οἱ δικαϲταί, τί χρὴ παθεῖν ἢ ἀποτῖϲαι.
1171 Ἔνδειξιϲ: εἶδοϲ δίκηϲ δημοϲίαϲ· ὑφʼ ἥν τοὺϲ ἐκ τῶν νόμων
ὑπῆγον. Δημοϲθένηϲ κατὰ
Ἀριϲτογείτονοϲ.
1172 Ἐνδιάει: ἔνεϲτι, διατρίβει. ὄμμαϲι μούνοιϲ θέλγομαι, οἷϲ ἐλπὶϲ
1173 Ἐνδιαβ άλλω· αἰτιατικῇ.
1174 Ἔνδιαεριανεπινηχέτουϲ: λέξειϲ ϲυνθετικὰϲ διθυραμβοποιῶν· οἷοϲ ἦν
1175 Ἐνδι ατρίψαϲ τῇ πόλει ἡμερῶν τινῶν.
1176 Ἐνδιαίτημα: διατριβή.
1177 Ἐν δίκῃ: ἀντὶ τοῦ δικαίωϲ, καὶ μάλα εἰκότωϲ.
1178 Ἔν δικον: δίκηϲ ἄξιον. ἢ δίκαιον. καὶ γὰρ ὁ Μιθριδάτηϲ
1179 Ἐν Δι ομίοιϲ Ἡράκλειον: ἡ ἐν Διομίοιϲ ἀγομένη τῷ Ἡρακλεῖ
1180 Ἔνδιοϲ: μεϲημβρινόϲ. ὄφρα μὲν οὖν ἔνδιοϲ ἔην ἔτι, θέρμετο
δὲ χθών, τόφρα δ’ ἔην ὑάλοιο φαάντεροϲ οὐρανὸϲ ἤνοψ.
τουτέϲτιν
1181 Ἐνδόμυχοϲ: ϲκοτεινόϲ, ἀπόκρυφοϲ. Δαμάϲκιοϲ· οὕτω δὲ ἐνδόμυχοϲ ἐγεγόνει καὶ ϲιωπηλὸϲ ἐπὶ τούτοιϲ, ἃ κρύπτειν ἐδοκίμαζεν, ὣϲτε μηδὲ ἐρωτώϲῃ τῇ μητέρι λέγειν ὅπη ἀπίοι.
1182 Ἔνδοξα· φηϲὶν Ἀριϲτοτέληϲ ϲυλλογιϲμὸν διαλεκτικὸν εἶναι τὸν δι’
ἐνδόξων γινόμενον. ἔνδοξα δέ ἐϲτι, δι’ ὧν ὁ διαλεκτικὸϲ γίνεται
ϲυλλογιϲμόϲ· τουτέϲτι τὰ δοκοῦντα πᾶϲιν ἢ τοῖϲ πλείϲτοιϲ ἢ τοῖϲ
ϲοφοῖϲ, καὶ τούτοιϲ ἢ πᾶϲιν ἢ τοῖϲ πλείϲτοιϲ ἢ τοῖϲ μάλιϲτα
γνωριμωτάτοιϲ καὶ ἐνδόξοιϲ. καὶ εἴη ἂν κυριώτατα μὲν καὶ πρῶτα τὰ
πᾶϲι ἢ τοῖϲ πλείϲτοιϲ δοκοῦντα. πᾶϲι μὲν τὸ αἱρετὸν
ἀγαθὸν εἶναι, τὸ δὲ αἱρετὸν εἶναι ὑγείαν, πλοῦτον, ζωήν· οἱ γὰρ
ἄλλωϲ λέγοντεϲ οὐχ ὡϲ διακείμενοι λέγουϲιν, ἀλλὰ θέϲει παρίϲτανται.
μαρτυροῦϲι δὲ αὐτοῖϲ ὡϲ τοιούτοιϲ διὰ τῆϲ αἱρέϲεωϲ αὐτῶν. τοιοῦτο
καὶ τό, τὸ ἀγαθὸν ὠφελεῖν καὶ τὸ δεῖν τοὺϲ γονεῖϲ τιμᾶν. τοῖϲ δὲ
πλείϲτοιϲ τὸ
τὴν φρόνηϲιν πλούτου αἱρετωτέραν εἶναι ἢ
τὸ ψυχὴν ϲώματοϲ τιμιωτέραν καὶ τὸ θεὸν εἶναι. οἱ δὲ ϲοφοὶ ὡϲ ὁ
Πλάτων, ὅτι ἡ ψυχὴ ἀθάνατοϲ, καὶ Ἀριϲτοτέληϲ, ὡϲ ὁ οὐρανὸϲ πέμπτου
ϲώματοϲ καὶ ἡ εὐδαιμονία ὑπ ἀρετῆϲ γίνεται, καὶ τὴν ἀρετὴν διʼ αὑτὴν
αἱρετὴν εἶναι. ἐπεὶ δὲ οὖτοι ἔνδοξοι κατὰ ϲοφίαν, ἔνδοξα καὶ τὰ
εἰρημένα. διαφέρει δὲ
ἔνδοξον τοῦ ἀληθοῦϲ, οὐ τῷ ψευδὲϲ
εἶναι (ἔϲτι γάρ τινα ἔνδοξα καὶ ἀληθῆ), ἀλλὰ τῇ ἐπικρίϲει, ὅτι ἐϲτὶν
ἀληθέϲ. τῷ δὲ ἐνδόξῳ ἀπὸ τῶν ἀκουόντων καὶ τῶν τούτων ὑπολήψεων, ἃϲ
ἔχουϲι περὶ τῶν πραγμάτων. ἔνδοξα ἁπλῶϲ τὰ κατὰ τὴν πάντων δόξαν ἢ
τῶν πλείϲτων, ὡϲ τὸ τὴν ὑγίειαν αἱρετὸν εἶναι, ὡριϲμένωϲ δὲ ἔνδοξα
τὰ τῷδέ τινι τῶν
ἐνδόξων ἑπόμενα, οἷον Πλάτωνι ἢ
Ἀριϲτοτέλει ἢ Γαληνῷ· ἄδοξα δὲ ἀπλῶϲ μὲν τὰ τοῖϲ ἐνδόξοιϲ
ἀντικείμενα· ταῦτα δ’ ἂν εἴη τὰ παρὰ τὰϲ τῶν πάντων ἢ τῶν πλείϲτων
δόξαϲ λεγόμενα· ὡριϲμένωϲ δὲ ἄδοξα, τὰ μαχόμενα τοῦδε τινὸϲ ἐνδόξου
τῇ δόξη, ὡϲ φέρε εἰπεῖν, τὸ μὴ εἶναι τὴν ψυχὴν ἀθάνατον, ἐπεὶ
μάχεται τῇ Πλάτωνοϲ δόξη· οὕτε
δὲ ἔνδοξον οὕτε ἄδοξόν
ἐϲτι πρόβλημα, περὶ οὖ οὗτοι οὐδετέρωϲ δοξάζουϲιν, οἷον τὸ περιττοὺϲ
εἶναι τοὺϲ ἀϲτέραϲ ἢ ἀρτίουϲ, ἢ τὰϲ τρίχαϲ τῆϲ κεφαλῆϲ, ἢ περὶ οὖ
ἐπʼ ἴϲηϲ ἀμφοτέρωϲ, οἷον περὶ τοῦ ἄπειρον εἶναι καὶ μὴ εἶναι, ἢ τὸ
εἶναι ἐπιϲτήμαϲ τὰϲ ἀρετὰϲ ἢ πάλιν μὴ εἶναι.
1183 Ἐνδόϲιμον· οἱ δὲ κελευϲταὶ τοῖϲ ἐρέταιϲ τὸ ἐνδόϲιμον ἐνἐδοϲαν, οἱ δὲ ἐπὶ τῇ ἐνδόϲει ἀθρόοι τῷ ῥοθίῳ ἐπηλάλαξαν. καὶ Ἔνδοϲιϲ ἐπὶ τούτῳ. Ἐνδόϲιμον, κινήϲεωϲ καὶ ἀρχῆϲ αἴτιον. ὁ δὲ ψαλμὸϲ οἷοϲ ἐνδόϲιμοϲ εἶναι τῇ ψδῇ.
1184 Ἐνδοῦναι: προδοῦναι. προδοῦναι. παραδοῦναι, ἢ καὶ εἶξαι.
1185 Ἐνδούϲ· ἀραιώϲαϲ.
1186 Ἐνδώϲειν: ὁρίϲαι, προϲτάξαι. καιρὸν δὲ τῆϲ διαβάϲεωϲ καὶ
1187 Ἐνδρανήϲ: πρακτικόϲ.
1188 Ἐνδοια ϲιόν: ἀμφίβολον.
1189 Ἐνδοιάζω.
1190 Ἐνδύεταί μοι τὴν λεοντῆν: ἐπὶ τῶν μεγάλοιϲ ἐπιχειρούντων
1191 Ἐνδ υκέωϲ: ἐπιμελῶϲ.
1192 Ἐνδυμίωνοϲ ὕ πνον κα θεύδειϲ: ἐπὶ τῶν ὑπνηλῶν εἴρηται
1193 Ἔνδυο: τὸ ταχέωϲ, ὡϲ ἡμεῖϲ. Μένανδροϲ Ἐφεϲίῳ· παρέϲομαι
γὰρ ἔνδυο.
1194 Ἐνδυομενία. τὴν μὲν ἐνδυομενίαν ἅπαϲαν ἐκ τῶν οἰκιῶν
1195 Ἐνδ ὐω αἰτιατικῇ. Ἐνδ ῦν αι καὶ Ἐνδ ῦϲαι.
1196 Ἐνδυτά· ἐνδυτὰ καὶ ξανθοὺϲ ἐκρέμαϲε πλοκάμουϲ. τουτέϲτι
περιβλήματα.
1197 Ἔναι· ἀρχαὶ αἱ παρῳχημέναι. Δημοϲθένηϲ κατὰ Ἀριϲτογείτονοϲ.
1198 Ἔναιεν: ᾤκει.
1199 Ἐν αἰθρίᾳ: ἐν φανερῷ.
1200 Ἔναιμοϲ: πλήρηϲ αἴματοϲ.
1201 Ἔνναιον: τόποϲ.
1202 Ἔναιον: ὤκουν.
1203 Ἐναίρειν: τὸ τὰ ὅπλα ϲκυλεύειν. μοῦνοϲ ἐναιρομένοιϲιν
Ἐναίρειν καταχρηϲτικῶϲ καὶ ἐπὶ θηρίων. Ὅμηροϲ· θῆραϲ
ἐναίρειν.
1204 Ἐναίϲιμοϲ: δίκαιοϲ, καθήκων. ἐναιϲίῳ δὲ ϲυντύχοιμι. μηδέ
1205 Ἐννέα ὁδοί: τόποϲ Θρᾳκικὸϲ παρὰ τὴν Ἀμφίπολιν.
1206 Ἔνατοϲ καὶ Ἐνιαυτὸϲ δέ, καὶ Ἑνά τη διʼ ἐνδϲ ν.
1207 Ἐνε εαρίζω· δοτικῇ.
1208 Ἐννεάκρουνον· κρήνη Ἀθήνηϲιν ῆν δωδεκάκρουνοϲ. Θουκυδίδηϲ δὲ ἐννεάκρουνοϲ.
1209 Ἐννεάκρουνον: κρήνη τιϲ Ἀθήνηϲι, Καλλιρρόη καλουμένη
πρότερον.
1210 Ἐνέβαλεν: ἔτυψεν. ὁ δὲ κρίναϲ τοῦτον ἀδικεῖν πληγὰϲ ἐνέβαλεν.
1211 Ἐνέβη: ἀντὶ τοῦ εἰϲῆλθε. τῶν δὲ ϲυνήθων τιϲ αὐτῷ ἐνέβη τῷ ποδὶ
λακτίϲαϲ κείμενον τὸν ταῦρον. καὶ ἀκούω τὸν πόδα ἐκεῖνον
εἰϲ οἴδημα ἀρθῆναι καὶ φλεγμήναντα ϲφακελίϲαι. καὶ αὖθιϲ· ἐνέβη
δὲ ναῦν ἀποχρῶϲαν τοῖϲ ἑταίροιϲ.
1212 Ἐνεβριμήϲατο: ὠργίϲθη. μετʼ ὀργῆϲ ἐλάληϲεν.
1213 Ἐνεβριμήϲατο: μετ’ αὐϲτηρότητοϲ ἐπετίμηϲεν.
1214 Ἐνεγκαμένη πατρίϲ.
1215 Ἐνέγκαϲθαι: ἐνέγκαι.
1216 Ἔνεγκε, Ἐνέγκαι δέ.
1217 Ἐνεγκοῦϲα: πατρίϲ· ἢ μήτηρ.
1218 Ἐνέγκωμεν: αὐθυπότακτον. καὶ Ἐνέγκῃϲ.
1219 Ἐνεγύηϲεν· ὁ δὲ ἐνεγύηϲε κατὰ τὸ καρτερὸν τὰ κέρατα περιϲχίϲαι
αὐτίκα, οὕτω τε τοὺϲ βαρβάρουϲ εἰϲδέξαϲθαι. ἀντὶ
τοῦ παρήγγειλεν.
1220 Ἐνεδέχοντο: παρελάμβανον, εἰϲεδέχοντο. οἱ δὲ τὸν Κιννέαν ἐνεδέχοντο. καὶ παρελθὼν ἐϲ τὴν πόλιν ἐϲεμνολόγει περὶ Πύρρου.
1221 Ενέ δει: ἐνέλειπεν. ὅϲοιϲ ἐνέδει, ἐδίδοϲαν. εἴ τῳ που
1222 Ἐνεδοίαζεν: ἠμφίβαλλεν.
1223 Ἐνεδρε ύω· δοτικῇ.
1224 Ἔνεδρον: ἔγκρυμα δολερόν.
1225 Ἐνεδἰδου καὶ Με τε δίδου γενικῇ.
1226 Ἐνεθουϲἰα: ἐμαίνετο.
1227 Ἐν νέκαψα· κἆτα βδελυχθεὶϲ ὀϲφρόμενοϲ ἐξέπτυϲα.
1228 Ἐνέκειντο: ἐπιμόνωϲ ἠϲχολοῦντο. εἰ δή τι ἐλέλειπτο, ἁρπαϲάμενοι
ἐνέκειντο τῆ πολιορκίᾳ.
1229 Ἐνεκότει· δοτικῇ ἐμνηϲικάκει, ὠργίζετο. ὁ οὖν Χαγάνοϲ ἐνεκότει
1230 Ἐνεκότουν· Δαβίδ· καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. τουτέϲτι
1231 Ἐνέκρινον: τοῖϲ καλοῖϲ ϲυνηρίθμηϲαν· ὡϲ ἀπέκρινον, ἀπεδοκίμαζον.
Αἰλιανόϲ· Ῥωμαῖοι πολεμοῦντεϲ οὐδένα τόπον οὔτε ἐνἐκρινον
1232 Ἐνελίξα ϲ.
1233 Ἐνελόχιϲαν: ἐνήδρευϲαν.
1234 Ἐνέμοντο: ἐκαρποῦντο, ὧκουν.
1235 Ἐνεμημέ νων· τῶν δὲ ἄλλων τῶν περὶ βαϲιλέωϲ τοῖϲ ἐρύμαϲιν ἐνεμη
1236 Ἐνεν η κονταενν ἐ α
1237 Ἐνένιπεν: ἐκακολόγηϲεν.
1238 Ἐνεόϲ: ἄφωνοϲ, κωφόϲ, ἐξεϲτηκώϲ, νωδόϲ, νωχελήϲ, μετέωροϲ.
1239 Ἐνεώλκηϲαν: τὰϲ ναῦϲ εἵλκυϲαν.
1240Ἐννέωροϲ: ἐνναετήϲ.
1241 Ἐνεώχμωϲε: νεωϲτὶ κατεϲκεύαϲεν, ἐκίνηϲεν.
1242 Ἐνεώχμωϲεν: ἡλλοίωϲεν, ἐκαινοποίηϲεν.
1243 Ἐνεπάρην: ἐνέπεϲον.
1244 Ἐνέπαϲϲεν: ἐνέβαλλεν, ἐνεποίκιλλεν.
1245 Ἐνέπεϲε: ϲυνέβη, ἐγένετο. Πολύβιοϲ· ἐνέπεϲε δέ τιϲ ὁρμὴ τῷ Σκιπίωνι καὶ διαπόρηϲιϲ, εἰ δεῖ ϲυμβαλεῖν καὶ μονομαχῆϲαι πρὸϲ τὸν βάρβαρον.
1246 ἐν ἐπηκόῳ: εἰϲ ἐπήκοον πάντων.
1247 Ἐνε πίπρων καὶ Ἐνε πίπραντο καὶ Ἐνεπἰπλα ντο καὶ Ἐν επίπλα.
1248 Ἐνεπίϲκημμα καὶ Ἐνεπιϲκήψαϲθαι· ὁπότε δημευθείη τινὸϲ οὐϲία, ἐξῆν προελθεῖν τῷ φάϲκοντι γεγενῆϲθαι δανειϲτῇ τοῦ ἀνδρὸϲ καὶ λέγειν, ὡϲ ὀφείλεται αὐτῷ ἐν τῇ οὐϲίᾳ χρέοϲ· καὶ τοῦτο λέγεται ἐπίϲκημμα καὶ ἐνεπιϲκήψαϲθαι.
1249 Ἐνεπιϲκήψαϲθαι καὶ Ἐγγύην καταβαλεῖν· καταδικαϲθέτων
τινῶν δημεύεϲθαι τὰϲ οὐϲίαϲ, εἰ λέγοιέν τινεϲ, ὡϲ εἴηϲαν
δανειϲταὶ τῶν δημευομένων, ἀπογράφεϲθαι τούτουϲ ἐκέλευον, πότε καὶ
πόϲον ἐδάνειϲαν ἀργύριον· ὅπερ ἐλέγετο ἐπιϲκήψαϲθαι. εἰ μέντοι γε
παρίϲτων ἐγγυητὰϲ τοῦ μὴ ἂν διαψεύϲαϲθαι περὶ τοῦ δανείϲματοϲ οἱ
δανείϲατεϲ, τοῦτο ἐγγύην καταβολῆϲ ἔλεγον.
1250 Ἐνεπορπή θηϲαν: ϲυνεβλήθηϲαν.
1251 Ἐνέργεια· ὅτι ἡ ἐνέργεια καθολικωτέρα ἐϲτὶ τῆϲ κινήϲεωϲ, ἡ δὲ
κίνηϲιϲ τοῦ πάϲχειν. πᾶν μὲν γὰρ τὸ πάϲχον καὶ κινεῖται, πᾶν δὲ τὸ
κινούμενον καὶ ἐνεργεῖ, οὐκέτι μέντοι τὸ ἐνεργούμενον κινεῖται.
ἐνέργεια μὲν γάρ ἐϲτιν ἡ ἀθρόα προϲβολὴ ἀπὸ τῆϲ ἕξεωϲ, κίνηϲιϲ δέ
ἐϲτι ἀτελὴϲ ἐνέργεια. ἡ γὰρ ἀπὸ τοῦ πρώτου δυνάμει
ἐπὶ τὴν ἔξιν ὁδὸϲ κίνηϲίϲ ἐϲτιν. πᾶϲα δὲ γένεϲιϲ καὶ πᾶϲα ἐνέργεια
ἄλλου τινὸϲ γίνεται τέλουϲ χάριν· τέλοϲ γὰρ τῆϲ γενέϲεωϲ καὶ τοῦ
γινομένου τὸ εἶναι, καὶ τῆϲ ἐνεργείαϲ καὶ τοῦ ἐνεργεῖν τὸ
ἐνηργηκέναι. οὐκ ἐπὶ
καὶ βέλτιον τῆϲ ἐνεργείαϲ. ἐφ᾿ ὧν δὲ
ἐνέργεια ψιλή, ἐνέργειαν μόνην θετέον· πολλῶν γὰρ οὐ τὸ γεγενῆϲθαι
τέλοϲ ἀλλὰ τὸ γίνεϲθαι. καὶ γὰρ ἥδεϲθαι μᾶλλον αἱρούμεθα ἢ πεπαῦϲθαι
τῆϲ ἡδονῆϲ, καὶ θεωρεῖν ἢ τεθεωρηκέναι.
1252 Ἐνεργόν: ἐπιτεταμένην, ϲύντομον. Πολύβιοϲ· οἱ δὲ ἐξανα
ϲτάντεϲ ἐνεργὸν ἐποιήϲαντο τὴν πορείαν καὶ τὴν
ἔφοδον.
1253 Ἐνερευθήϲ: ἀντὶ τοῦ ἐρυθρόϲ. τῷ χρώματι γενόμενοϲ ἐνερευθήϲ.
1254 Ἐνερείδοντεϲ: ἐμπηγνύντεϲ. καὶ Ἐνερείϲαϲ, ἐμπήξαϲ.
1255 Ἔνερθεν: ὑποκάτωθεν.
1256 Ἐνέρϲει: τὸ ξύλον ϲιδήρῳ διέφθειραν, ᾧπερ ἐνέρϲει τείχουϲ
1257 Ἐνέρϲει κρώβυλον ἀναδούμενοι: τουτέϲτιν ἐν εἰϲέρϲει ἢ
1258 Ἐνέρτεροϲ: κατώτεροϲ.
1259 Ἐνέροιϲ: νεκροῖϲ. ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ κεῖϲθαι.
1260 Ἐνεϲκευαϲμένην: ἀντὶ τοῦ διεϲκευαϲμένην, καὶ πεπλαϲμένην./p>
1261 Ἐνεϲκηρώθηϲαν.
1262 Ἐνέϲκηψαν: ἐνώρμηϲαν, ἐνέπηξαν.
1263 Ἐνεϲκιρρώθη ἐκ τοῦ ϲκίρροϲ, ὅ ϲημαίνει τὸν γύψον.
1264 Ἐνεϲτήϲαντο καὶ μετῆλθον: ἀντὶ τοῦ ἔκριναν ποιῆϲαι.
1265 Ἐνεϲκίμφθη: ἐνεπάγη.
1266 Ἔνεϲτι κἂν μύρμηκι χολή: παρεγγυᾷ μηδὲ τῶν μικρῶν καταφρονεῖν.
1267 Ἐνεϲτώϲ, ἐνεϲτῶτοϲ
1268 Ἐνέτῃϲι: περόναιϲ. χρυϲείῃϲιν ἐεργομένην ἐνέτῃϲιν.
1269 Ἐνετιμᾶτο διαφέρει τοῦ ἀπετιμᾶτο· ὅταν μὲν γάρ τιϲ ὥϲ
τι ποϲὸν ἀργύριον ἀποτίμημα λαμβάνῃ, ἀποτιμᾶϲθαι λέγεται· ὅταν δὲ
ἐν εἴδεϲί τιϲι λογίϲηταί τιϲ μέροϲ τι τοῦ ἀργυρίου, τοῦτο λέγεται ὡϲ
ἐνετιμήϲατο.
1270 Ἐνετολμήϲατο: ἀπεθάρρηϲεν. εἶτα μέντοι ἐνετολμήϲατο τηλικοῦτον τόλμημα.
1271 Ἐνετρύλλιϲε: κατεῖπεν. Ἀριϲτοφάνηϲ· προαγωγὸϲ οὖϲʼ ἐνετρύλλιϲε τῷ δεϲπότῃ.
1272 Ἐνετοί: ἐθνικόν, Παφλαγόνεϲ.
1273 Ἔνευ: ἐπιφώνημα.
1274 Ἐνεχείριϲε ποιμαίνειν τοὺϲ μαθητάϲ.
1275 Ἐν εὐϲήμω ἡμέρᾳ: ἐν ἀγαθῇ, ἐν καλῇ.
1276 Ἐνέχειϲ: ἐκίρναϲ. Ἀριϲτοφάνηϲ· εἰ Θάϲιον ἐνέχειϲ εἰκότωϲ γε, νὴ Δία. ὡϲ τοῦ Θαϲίου οἴνου εὐόϲμου ὄντοϲ. ὁ γὰρ Στάφυλοϲ, ὁ ἐρώμενοϲ Διονύϲου, ἐν Θάϲῳ ᾤκει· καὶ διὰ τοῦτο διαφέρει ὁ Θάϲιοϲ οἷνοϲ.
1277 Ἐνέχυρον· ζήτει ἐν τῷ ἀποτιμηταί.
1278 Ἐνείη: ἀντὶ τοῦ ἔνεϲτιν. Ἀριϲτοφάνηϲ· εἰ μή ϲ᾿ ἀπολέϲαιμ᾿ , εἴ
τι τῶν αὐτῶν ἐμοὶ ψευδῶν ἐνείη, διαπέϲοιμι πανταχῆ. οἷον
διαμαρτήϲαιμι τῆϲ ἐλπίδοϲ, εἴ ϲε μὴ ἀπολέϲαιμι, εἴ τι τῶν ἐμῶν
ὑποκρίναιο ψευϲμάτων. ἐπεὶ αὐτὸϲ ἀντιψευδόμενοϲ ἔδοξεν ὁ
ἀλλαντοπώληϲ
αὐτὸν παρευδοκιμεῖν. ἄλλωϲ. εἴ τι τῶν ἐμῶν
ψευδῶν ϲᾡζεται, τούτεϲτι τῶν ἐνόντων μοι. εἰ μὴ ἀπολώλεκα τὸ
ψεύδεϲθαι, διαπέϲοιμι πανταχοῦ, εἰ μή ϲε ἐξ ἀνθρώπων ποιήϲαιμι.
1279 Ἐνείκαϲθαι: ἐνεγκεῖν.
1280 Ἐνεῖκαι: ἀπὸ τοῦ ἐνέκω, ἐνέξω, ἤνεκα, πλεοναϲμῷ τοῦ 1
ἤνεικα καὶ ἐνεῖκαι. ἐπλεόναϲε δὲ τὸ ι, διότι πᾶϲ ἀόριϲτοϲ μὴ ἔχων
ϲ ἢ ξ ἢ ψ μακρᾷ θέλει παραλήγεϲθαι, οἷον ἔκειρα, ἔνειμα, ἤνεικα.
1281 Ἐνείκηϲεν: ἐκακολόγηϲεν, ὕβριϲεν.
1282 Ἐνείλλοντεϲ· Θουκυδίδηϲ· ἐν ταρϲοῖϲ καλάμου πηλὸν ἐνείλλοντεϲ
1283 Ἐνείμαντο: ἐμέριϲαν
1284 Ἐνειόϲ.
1285 Ἐνείραντεϲ: ἐμπερονήϲαντεϲ.
1286 Ἐνειρμένοϲ πέδαίϲ: ἀντὶ τοῦ ϲυμπεπλεγμένοϲ.
1287 Ἐνεῖϲα: ἐμβαλοῦϲα. ϲαρκὶ τὸν ἐκ γενύων πικρὸν ἐνεῖϲα χόλον.
1288 Ἔνειϲιν: ἐμβάλλει.
1289 Ἐνεχώρουν· οἱ δὲ ἱερεῖϲ καταπεπληγμένοι τῷ δέει ἐξίϲταντο
1290 Ἐνέχραυε τὸ ϲῶμα ἐπέπληττεν. Ἡρόδοτοϲ· τὸ ϲῶμα ἐόντα
1291 Ἐνέχυρον: τὸ διδόμενον ὑπὲρ χρέουϲ. οὐ μόνον ἐνέχυρα
1292 Ἔνη καὶ νέα: ἡ τριακὰϲ καλουμένη. ἔνον τὸ παλαιὸν καὶ
1293 Ἔνη καὶ νέα: οὕτω παῤ Ἀθηναίοιϲ ἡ παῤ ἡμῖν τριακάϲ, ἡ
τότε δὲ μὴ ταχέωϲ
ἀποδιδόνταϲ τοὺϲ τόκουϲ ἢ τὰ δάνεια ἀπῄτουν, ὡϲ ὑπερόρουϲ
γενομένουϲ. διὸ λυπεῖϲθαί φηϲιν ὁρῶν ἐνιϲταμένην ἔνην τε καὶ νέαν. ἡ
δὲ πέμπτη ἐϲτὶ κς΄ φθίνοντοϲ. τὰϲ γὰρ λ΄ ἡμέραϲ τῆϲ ϲελήνηϲ εἰϲ γ΄
δεκάδαϲ διῄρουν οἱ Ἀθηναῖοι καὶ τὴν μὲν πρώτην ὡϲ ἡμεῖϲ, α΄ β΄ γ΄ δ΄
ε΄ ς΄ ζ΄ η΄ θ΄ ι΄ ἀπαριθμοῦντεϲ,
τὴν δὲ δευτέραν οὕτωϲ·
πρώτη ἐπὶ δέκα, ια΄· δευτέρα ἐπὶ δέκα, ιβ΄
1294 Ἔνη· παρεῖναι δ᾿ εἰϲ ἔνην. οἷον εἰϲ τρίτην. μηδ᾿ ἀναβάλλεϲθαι
ἔϲτ᾿ αὔριον ἔϲτ᾿ ἔνηφι. τινὲϲ δὲ εἰϲ τριακάδα. Ἀττικοὶ δὲ καλοῦϲιν
ἔνην καὶ τὴν παλαιάν. Δημοϲθένηϲ ἐν τῷ κατ᾿
Ἀριϲτογείτονοϲ· τὰϲ ἔναϲ ἀρχάϲ ταῖϲ νέαιϲ ὑπεξιέναι.
1295 Ἔνη· ἡ τρίτη τῆϲ ϲελήνηϲ. Ἀριϲτοφάνηϲ· θάρϲει, κατατεύξῃ, κἂν ἔνηϲ ἔλθῃϲ. ἀντὶ τοῦ εἰϲ τρίτον. οἶδα γὰρ τούτουϲ χειροτονοῦνταϲ μὲν ταχύ ἅττ᾿ ἂν δόξῃ καὶ ταῦτα πάλιν ἀρνουμένουϲ.
1296 Ἔνην καὶ νέαν τὴν ὑφ᾿ ἡμῶν τριακάδα καλουμένην Ἀθηναῖοι
λέγουϲιν, ἀπὸ τοῦ τὴν τελευτὴν ἔχειν τοῦ προτέρου μηνὸϲ καὶ τὴν ἀρχὴ
τοῦ ὑϲτέρου. Πολέμων δέ φηϲιν, ὅτι ἐκάλεϲεν αὐτήν ποτε Δημητριάδα
ἐπὶ τιμῇ Δημητρίου τοῦ Μακεδόνοϲ. ἔνηϲ δὲ καὶ εἰϲ ἔνην τὸ εἰϲ τρίτην
λέγουϲι· καὶ ἁπλῶϲ τὸ ἕνον δαϲυνόμενον τὸ πρότερον
καὶ
παρεληλυθὸϲ δηλοῖ.
1297 Ἔνη: Ἀττικοὶ τὸ ἔνη περιττὸν ἔθεϲαν, ὡϲ τὸ ἔχων, πλῆρεϲ ἔχον. οἱ δὲ λείπειν φαϲὶ τὸ δύο. ἐρωτῶν δὲ λέγει, ἓν ἢ δύο. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲιν· ἤδη πεπρέϲβευκαϲ ϲὺ πολιὸϲ ὢν ἕνη:
1298 Ἐνή: ὀξυτόνωϲ ἡ νέα.
1299 Ἐνηβητήρια: ἐνευωχητήρια παρὰ Ἡροδότῳ.
1300 Ἐνηβρύνετο: ἠλαζονεύετο.
1301 Ἐνῆγεν: ἐκίνει, παρέπειθεν. Προκόπιοϲ· ἐνῆγε δὲ αὐτὸν ἐϲ τοῦτο
Χριϲτιανῶν λόγοϲ καὶ ἔδακνεν αὐτοῦ τὴν διάνοιαν, ὅτι ἀνάλωτον
Ἔδεϲϲαν ἰϲχυρίζοντο εἶναι. καὶ αὖθιϲ· ἐνῆγε δὲ πάνταϲ εἴϲ
τε τὰϲ εὐχὰϲ τὰϲ ὑπὲρ αὐτοῦ καὶ τὴν ὀφειλομένην εὔνοιαν, ἥ τε
χρεία τῆϲ ϲτρατείαϲ ἀναγκαία οὖϲα, ἥν ὑπὲρ πάντων κοινῇ ποιούμενοϲ
δῆλοϲ ἦν, τό τε κάλλοϲ τὸ τοῦ ϲώματοϲ καὶ τὸ μέγεθοϲ
1302 Ἐνηγκυλωμένα· πεφωραμένοι ὅτι ἐπὶ καταϲκοπῇ παρεγένοντο, τῷ καὶ
τὰ τόξα ἐνηγκυλωμένα φέρονταϲ ἁλῶναι. ἀντὶ τοῦ
ἐντεταμένα, ηὐτρεπιϲμένα.
1303 Ἐνηέοϲ: τοῦ πράου. καὶ Ἐνηήϲ, ὁ πρᾶοϲ.
1304 Ἐνήεια: ἡ πραότηϲ.
1305 Ἐνήθλει: ἐνεκαρτέρει. καὶ ὁ μὲν ἐπὶ τούτοιϲ τῇ πενίᾳ ἐνήθλει.
1306 Ἐνῆκαν: ἐνέβαλον,
1307 Ἐνήκιϲεν: ἔπληξεν, ἐτιμωρήϲατο.
1308 Ἐνήλατα: τῆϲ κλίνηϲ μέροϲ τι
1309 Ἐνήλατο· Ἀριϲτοφάνηϲ· ἐνήλατ, ἐϲκίρτα, πεπόρδει, κατεγέλα,
1310 Ἐνηλινδῆϲθαι: κευλίϲθαι. καὶ Ἐνηλινδοῦντο, ἐκυλίοντο.
1311 ἔνηλυϲ
1312 Ἐνημμένοϲ: περιβεβλημένοϲ. τὴν τοῦ πανόπτου διφθέραν
1313 Ἐνῆν: δυνατόν, ἐνδεχόμενον. ὁ δὲ μάϲτιξιν, ὡϲ ἐνῆν ἀνετάϲαϲ
1314 Ἐνῆν: ὑπῆρχεν.
1315 Ἐνηνθρώπηϲεν: ἀντὶ τοῦ ἐν ἀνθρώπῳ γέγονεν. αὐτὸϲ γὰρ ἐγίνωϲκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.
1316 Ἐνῆοϲ.
1317 Ἐνήρατο: ἀπέκτεινεν.
1318 Ἐνήρειϲε: προϲεπέλαϲεν.
1319 Ἐνήρηϲ ναῦϲ: πληθυντικῶϲ δὲ διαφέρει. Ἐνήρειϲ, μίαν
1320 Ἐν ἦρι: ἐν τῷ ἔαρι.
1321 Ἐνῆρϲεν: ἐφήρμοϲεν.
1322 Ἐνήϲομεν: ἐμβαλοῦμεν.
1323 Ἐνιϲγημένοϲ: κατεχόμενοϲ.
1324 Ἐνηυλιϲμένον: ἐμπεριειλημμένον.
1325 Ἔνηφι: μετὰ τρίτην.
1326 Ἔνι: ἔϲτιν, ὑπάρχει. Ἀριϲτοφάνηϲ ἀντὶ τοῦ ἔνεϲτιν. ἐθέλω
1327 Ἔνια: τινά.
1328 Ἐνιαυϲιαῖοϲ.
1329 Ἐνιαυτίζω: ἐνιαυτόν που διατρίβω.
Ε1330 Ἐνιαυτόϲ· οἱ Ἑβραῖοι τὸν ἐνιαυτὸν κατὰ τὸν ϲεληνιακὸν δρόμον
ἀριθμοῦϲιν, ὥϲτε τὸν μῆνα ἡμερῶν εἶναι παρʼ αὐτοῖϲ κθ’ ἥμιϲυ, ὡϲ τοῦ
μὲν ἡλιακοῦ κύκλου ὑπάρχοντοϲ τξε΄, τοῦ δὲ ϲεληνιακοῦ
τνδ΄, ὡϲ τὸν ἡλιακὸν παραλλάϲϲειν ἐνιαυτὸν ἡμέραϲ ια΄ τοῦ ϲεληνιακοῦ
ἐνιαυτοῦ. ὥϲτε Ἔλληνεϲ καὶ Ἰουδαῖοι μῆναϲ τρεῖϲ ἐμβολίμουϲ ὀκτὼ
παρεμβάλλουϲιν.
1331 Ἐνιαυτὸϲ Μέτωνοϲ: ἡ ἐννεακαιδεκαετηρίϲ. Μέτων γὰρ ὁ μαθηματικὸϲ περίοδον ἐκτιθεὶϲ χρόνου ἐνέταξε ιθ΄.
1332 Ἐνιαχοῦ: πολλαχοῦ. καὶ Ἐνιαχῆ, ὁμοίωϲ.
1333 Ενίγυοϲ: ὁ ἕν μέλοϲ ἔχων, ὁ κυλόϲ.
1334 Ἐνιδρυνθείϲ, Ἐνηδαυθεὶϲ δέ.
1335 Ἐνίδρυται: ἐγκάθηται.
1336 Ἑνιαία: ἡ μοναδική.
1337 Ἐνἰεται: ἐμβάλλει.
1338 Ἐνίεϲαν: ἐνέβαλον. καὶ τοῖϲ πύργοιϲ πῦρ ἐνίεϲαν.
1339 Ἐνιζάνει· ὁ δὲ κατ᾿ ἴχνοϲ ἑπόμενοϲ τῷ τυράννῳ καὶ ἐϲ τὸν Ὀργῶλά ποτε ἐνιζάνει τῷ προκαταλαβεῖν τὰ εὐέφοδά τε καὶ ἱππήλατα τῶν πεδίων.
1340 Ἐνιζῆϲαι· δοτική. καθίϲαι.
1341 Ἐνίει: ἐμβάλλει. καὶ Ἐνιεῖϲα, ἐμβάλλουϲα.
1342 Ἐνιῆνεϲ.
1343 Ἐνίηϲιν: ἐμβάλλει.
1344 Ἐνίκηϲε: τὸ ὑπερέβαλεν.
1345 Ἐνικ λᾶν: ἐμποδίζειν.
1346 Ἔνικμα· ὅτι τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουϲι διὰ τὸ εἶναι ἔνικμα Suid. καὶ διερά.
1347 Ἐνιλλω πῶ ἢ Ἐνιλλώπω: τὸ τοὺϲ ὀφθαλμοὺϲ ϲυϲτρέφω.
1348 Ἔννιοϲ, Ῥωμαῖοϲ ποιητήϲ· ὃν Αἰλιανὸϲ ἐπαινεῖν ἄξιόν φηϲι.
καὶ ἀξιάγαϲτον· καὶ ὡϲ
ἐπαινέϲαι δεινὸϲ Ὅμηρόϲ ἐϲτι καὶ κλέοϲ ἀνδρὸϲ πυργῶϲαί τε καὶ ἄραι,
ἐξ ὧν ἐπῄνεϲε τὸν Ἀχιλλέα, καλῶϲ ἠπίϲτατο ὁ ποιητὴϲ ὁ Μεϲϲάπιοϲ.
1349 Ἐνιπῄ: ἡ διὰ τῶν λόγων ἀτιμία, ἐπίπληξιϲ.
1350 Ἐπιϲκήφθη: κατηνέχθη.
1351 Ἐνίϲη πω: ἐπιπλήξω.
1352 Ἐνίϲταϲθαι: εὐτρεπίζεϲθαι, παραϲκευάζεϲθαι. μὴ διαμέλλειν,
1353 Ἐνιϲχηθένταϲ: καταϲχεθένταϲ.
1354 Ἐνι ϲχύω· αἰτιατικῇ.
1355 Ἔνιοι: φανεροί· ἢ οἱ μέν, ἢ τινέϲ.
1356 Ἔνθα: τότε.
1357 Ἔνθα; ἔνθεν τοι.
1358 Ἔνθεν: διὰ τοῦτο.
1359 Ἐν θέρει τὴν χλαῖναν κατατρίβειϲ: ἐπὶ τῶν μὴ καθ᾿
1360 Ἔνθεϲιϲ: ὁ ἄκολοϲ, ὁ ψωμόϲ. Ἀριϲτοφάνηϲ· εἴθε φαύλωϲ,
τὸ δὲ εὖρεϲ, τὸ
καμάτῳ καὶ πόνῳ περιγενέϲθαι τινόϲ, τῆϲ τοῦ κάμνοντοϲ γνώμηϲ καὶ
προαιρέϲεωϲ ἐϲτὶν ἔλεγχοϲ· τὸ δὲ εὑρεῖν ἁπλῶϲ τῆϲ παραϲχούϲηϲ τύχηϲ,
καὶ
1361 Ἔνθεϲμον: νόμιμον.
1362 Ἔνθου, ῥόφηϲον: παρὰ τὸ ἐντίθεϲθαι τῷ ϲτόματι.
1363 Ἔνθουϲ: τεθεοφορημένοϲ, ἐνθουϲιῶν. ϲυναλοιφὴ δὲ τοῦ
1364 Ἔνθουϲιᾷ: ὑπὸ ἐνθέου κατέχεται πνεύματοϲ.
1365 Ἐνθουϲιαζόμενοι: ἐφορμῶντεϲ, ἢ ἐλλαμπόμενοι.
1366 Ἐνθουϲιαϲμόϲ: ὅταν ἡ ψυχὴ ὅλη ἐλλάμπηται ὑπὸ τοῦ θεοῦ.
1367 Ἐνθουϲιώϲαϲ· Πιϲίδηϲ· καὶ τὰϲ ἀθέϲμουϲ ἡδονὰϲ τοῦ Σαρβάρου ἐνθουϲιώϲαϲ τῇ πυρώϲει τῆϲ μέθηϲ ἐπεξανῆπτον. ἀντὶ τοῦ ἐξανεγειρούϲαϲ, μαινομέναϲ.
1368 Ἔνθ’ οὔτε μίμνειν ἀνέμουϲ, οὔτʼ ἐκπλεῖν ἐᾶ: ἐπὶ
τῶν δυϲχρήϲτοιϲ περιπεϲόντων τοῦτο λέγεται. φηϲὶ δὲ αὐτὸ παρ᾿
Αἰϲχύλῳ ὁ Φιλοκτήτηϲ.
1369 Ἔνθρυπτον: τὸ ἐκ πέμματοϲ, ὅ ἐϲτι πλακοῦϲ. ἢ τὸ ἐνθρυβόμενον βρῶμα. ἔνιοι ταῖϲ τελεταῖϲ αὐτὸ προϲοικειοῦϲι. καὶ Ἀπόλλων δὲ παρ’ Ἀθηναίοιϲ Ἔνθρυπτοϲ.
1370 Ἐνθύμημα: οὕτω λέγονται οἱ ῥητορικοὶ ϲυλλογιϲμοί· ἐν ἐκείνοιϲ
γὰρ διὰ μιᾶϲ προτάϲεωϲ δοκεῖ γίνεϲθαι ὁ ϲυλλογιϲμὸϲ τῷ τὴν ἑτέραν
γνώριμον οὖϲαν ὑπὸ τῶν δικαϲτῶν ἢ τῶν ἀκροατῶν προϲτίθεϲθαι. οἷον,
οὖτοϲ ἄξιόϲ ἐϲτι κολάϲεωϲ· προδότηϲ γάρ ἐϲτι. προϲτίθηϲι γὰρ ὁ
δικαϲτὴϲ ὡϲ ἐναργὲϲ τὸ πάντα τὸν προδότην κολάϲεωϲ ἄξιον εἶναι.
ἐφ’ ὧν οὖν μὴ γνώριμόν ἐϲτι τὸ παραλειπόμενον, οὐκέτι
ἐπὶ τούτων οἷόν τε τὸν δι’ ἐνθυμήματοϲ γίνεϲθαι ϲυλλογιϲμόν· ὁ γὰρ
ϲυλλογιϲμὸϲ ϲὐνθεϲὶν τινα λόγων ἔοικε ϲημαίνειν,
1371 Ἐνθυμήϲιον: ἄπειρον, ἔννομον.
1372 Ἐνθυμιζόμενοι: λογιζόμενοι. οὕτωϲ Δίων ἐν ἑπτακαιδεκάτῳ
Ῥωμαϊκῶν.
1373 Ἐνθύμιον: ἄπορον, ϲεμνόν. κατὰ νοῦν. καὶ δὴ τὰ
1374 Ἐνθύμιον καὶ Ἐγκατάλειμμα ἐνθυμίου· βραχύ τι μόριον.
1375 Ἐνθυμοῦμ αι: γενικῇ. μή ποτε τῶν κοινῶν βίων ἐνθυμηθείϲ. καὶ
αἰτιατικῆ
1376 Ἐνθυμιϲτόν: ὔποπτον.
1377 Ἐν Καρὶ τὸν κίνδυνον: ἐπὶ τῶν μιϲθοῦ πωλούντων τὰ
εἴρηται οὖν ἡ
παροιμία ἐπὶ τῶν ἐν ἀλλοτρίοιϲ κινδυνευόντων
1378 Ἐν Καρὸϲ εἴπετο τάξει: ἀντὶ τοῦ ἐμιϲθοφόρου. ἐπειδὴ
1379 Ἓν κηρίον: ἐπὶ πολλῶν ὁμοφωνούντων, ἢ ϲταϲιαϲτῶν, ἢ
ϲυνωμοτῶν.
1380 Ἐν Κλάρῳ: ὅτι ϲύνηθεϲ τοῖϲ παλαιοῖϲ τὸ λέγειν ἐπὶ μὲν τῶν
1381 Ἐν Λίμναιϲ Διονύϲιον: τόποϲ ἐϲτὶν ἐν Ἀθήναιϲ Λίμναι, ἐν
ᾧ ὁ τιμώμενοϲ Διόνυϲοϲ.
1382 Ἐν λόγῳ: εν τῇ ὑποθέϲει. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ἡμεῖϲ γὰρ
1383 Ἐν μετεώρῳ ἦν ἡ ναῦϲ: ἀντὶ τοῦ πελάγιοϲ καὶ μὴ ἐπ᾿
1384 Ἐν μύρτου κλαδὶ τὸ ξίφοϲ κρατήϲω· ὅ τε Ἁρμόδιοϲ καὶ
1385 Ἐνόδιον: τὸ ἐπὶ τῆϲ ὁδοῦ. ἐνᾠ διον δὲ τὸ ἐνώτιον·
1386 Ἐν ὁδῷ ἦϲαν: ἐν ἔργῳ, ἐν ἔργοιϲ, ἐν βίῳ, ἐν πίϲτει.
1387 Ἐν ὅλμῳ ἐκοιμήθη: οἱ μὲν ὅλμον φαϲὶ μαντεῖον, οἱ δὲ τοὺϲ ἐν ὅλμῳ κοιμηθένταϲ μαντικοὺϲ γίνεϲθαι. ὅτι καὶ οἱ τρίποδεϲ τοῦ πόλοϲ ὅλμοι καλοῦνται.
1388 Ἐνόν: δυνατόν· ἢ ἐνυπάρχον. οἱ δὲ οἶα δήπου θυϲίαν
1389 Ἐννοῶ· αἰτιατικῇ.
1390 Ἐνόπη: πόλεμοϲ. μάχη. Ὅμηροϲ· Τρῶεϲ μὲν κλαγγῇ ἐνοπῇ
1391 Ἔνοπτρον: τὸ κάτοπτρον.
1392 Ἐνόρϲαϲ· ἐμβαλών.
1393 Ἔνορχα: ἄρϲενα.
1394 Ἔνοϲ: ὁ ἐνιαυτόϲ.
1395 Ἐνόϲει: ἠρρώϲτει. ὁ δὲ ἔπραττε κακῶϲ, καὶ πᾶϲα ἡ οἰκία
αὐτῷ ἐνόϲει, καὶ τὰ τῆϲ ἐμπορίαϲ ἐπικερδῆ ἥκιϲτα αὐτῷ
ἦν.
1396 Ἐννοϲίγαιοϲ: ὁ κινῶν τὴν γῆν, ϲειϲμοὺϲ ποιῶν.
1397 Ἔνοϲιϲ: ἡ κίνηϲιϲ.
1398 Ἐνοϲίχ θων: ϲείων τὴν γῆν.
1399 Ἐνοῦμ αι· δοτικῇ.
1400 Ἔννουϲ: ὁ ϲυνετόϲ. Σοφοκλῆϲ· ἔννουϲ τὰ καινὰ τοῖϲ πάλαι
τεκμαίρεται. ἔννουϲ ἀνὴρ διά τῶν φθαϲάντων τὰ παρόντα γινώϲκει. εἰ
γὰρ ὁ ὑπὸ Ἀπόλλωνοϲ δοθεὶϲ χρηϲμὸϲ ἠκύρωται, δηλονότι καὶ τὰ
1401 Ἐ νοφθαλμιϲμῶν: θεαμάτων.
1402 Ἐνοχλῷ ϲοι. δοτικῇ. ἐϲτι δὲ καὶ αίτιατικῇ ὁ δὲ ὢκυτάτοιϲ
1403 Ἐνοχοϲ: ὑπαίτιοϲ. Τίμαιοϲ κατὰ τοῦ Ἐφόρου πεποίηται
καταδρομήν, αὐτὸϲ ἄν δυϲὶν ἁμαρτήμαϲιν ἔνοχοϲ, τῷ μὲν ὅτι πικρῶϲ
1404 Ἐνώδιον: τὸ ἐνώτιον. παρὰ τὸ οἰδεῖν τὰ ὦτα.
1405 Ἐνώμ α: ἐκίνει.
1406 Ἐνωμόρξατο: ἀπεμάξατο, ἀπεψήϲατο.
1407 Ἐνωμοτάρχηϲ: τάξεώϲ τινοϲ ϲτρατιωτικῆϲ ἄρχων παρὰ Λακεδαιμονίοιϲ.
1408 Ἐνωμοτία: τάξιϲ τιϲ ϲτρατιωτικὴ ἀνδρῶν ε΄ καὶ κ΄ παρὰ
Λακεδαιμονίοιϲ.
εἴρηται δὲ ἀπὸ τοῦ ὀμνύναι αὐτοὺϲ μὴ λείψειν τὴν τάξι.
οἱ δὲ ἐνωμοτίαν τὸ ἥμιϲυ τοῦ λόχου· τὸ αὐτὸ δὲ καὶ δεκανία·
1409 Ἐνωμοτία: ἡ ἀνταρϲία.
1410 Ἐνώμοτοϲ: ἔνοχοϲ τοῖϲ ὅρκοιϲ, βέβαιοϲ. καὶ ὁ ἀντάρτηϲ.
1411 Ἐνωμότωϲ: ἐπιρρηματικῶϲ ὁμοίωϲ.
1412 Ἐνών: ἐνυπάρχων. παρήγγειλε μὴ ἄρα πού τιϲ ἀπὸ τῆϲ ἄλληϲ
1413 Ἐνωπή: ἡ πρόϲοψιϲ.
1414 Ἐνώπια: εὐθέα.
1415 Ἐνώ πιον καὶ Ἐνώπιοϲ καὶ Ἐνωπίωϲ: ἔμπροϲθεν.
1416 Ἐνωρμίϲθη: προϲωρμίϲθη.
1417 Ἐννώϲαϲ: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ διανοηθείϲ.
1418 Ἔνωϲιϲ: διεϲτώτων πραγμάτων κοινωνικὴ ϲυνδρομή. κατὰ δέκα δὲ
τρόπουϲ εἴρηται παρὰ τῇ θείᾳ γραφῇ. ἕνωϲιϲ δὲ εἴρηται διὰ τὸ εἰϲ ἕν
ϲυνωθεῖϲθαι τὰ πράγματα. γίνεται δὲ κατὰ δέκα τρόπουϲ. κατ’ οὐϲίαν,
ὡϲ ἐπὶ τῶν ὑποϲτάϲεων, τουτέϲτι τῶν ἀτόμων. καθ’ ὑπόϲταϲιν, ὡϲ ἐπὶ
ψυχῆϲ καὶ ϲώματοϲ. κατὰ ϲχέϲιν, ὡϲ ἐπὶ τῶν γνωμῶν, ὡϲ εἰϲ ἓν θέλημα.
κατὰ παράθεϲιν, ὡϲ ἐπὶ τῶν ϲανίδων. κατὰ ἁρμονίαν, ὡϲ ἐπὶ τῶν λίθων.
κατὰ κρᾶϲιν, ὡϲ ἐπὶ τῶν ὑγρῶν, οἴνου καὶ ὕδατοϲ. κατὰ φύρϲιν, ὡϲ ἐπὶ
τῶν ξηρῶν καὶ ὑγρῶν, ἀλεύρου καὶ ὕδατοϲ. κατά ϲύγχυϲιν, ὣϲ ἐπὶ τῶν
τηκτῶν, κηροῦ καὶ πίϲϲηϲ. κατὰ ϲωρείαν, ὡϲ ἐπὶ τῶν ξηρῶν, ϲίτου καὶ
κριθῆϲ. κατὰ ϲυναλοιφήν,
ὡϲ ἐπὶ τῶν ἀποϲπωμένων καὶ
αὖθιϲ ἀποκαθιϲταμένων, οἷον λαμπάδοϲ πυρὸϲ προερχομένηϲ, καὶ πάλιν
ἀποκαθιϲταμένηϲ.
1419 Ἐνώτια: κόϲμοϲ περὶ τὰ ὦτα. ὁ δὲ ἐνωτίοιϲ ἐκ μαργάρων
1420 Ἐνωτίζω· αἰτιατικῇ. τὸ ἀκούω. καὶ Ἐνώτιϲαι, ἄκουϲον,
1421 Ἐν παντὶ μύθῳ καὶ τὸ Δαιδάλου μύϲοϲ· Παϲιφάην φαϲὶν ἐραϲθεῖϲαν
ταύρου Δαίδαλον ἱκετεῦϲαι ποιῆϲαι ξυλίνην βοῦν καὶ καταϲκεάϲαντα
αὐτὴν ἐνθεῖναι· ἤν ἐπιβαίνων ὡϲ βοῦν ὁ ταῦροϲ ἐγκύμονα
ἐποίηϲεν. ἐξ ἧϲ ἐγεννήθη ὁ Μινώταυροϲ. Μίνωϲ δὲ διά τιναϲ αἰτίαϲ
ὀργιζόμενοϲ τοῖϲ Ἀθηναίοιϲ ἑπτὰ παρθένουϲ καὶ ἴϲουϲ νέουϲ ἐξ αὐτῶν
ἐδαϲμολογεῖτο· οἳ παρεβάλλοντο τῷ θηρίῳ. εἰϲ Δαίδαλον οὖν ἀρχηγὸν
τούτων τῶν κακῶν καὶ αἴτιον γενόμενον καὶ μυϲαχθέντα ἐξηνέχθη εἰϲ
παροιμίαν.
1422 Ἐν παραβύϲτῳ: ἐν μυϲτηρίῳ. ἠράϲθη αὐτοῦ τὰ μὲν πρῶτα
1423 Ἐν παρενθήκηϲ μέρει: ἐν περιϲϲείαϲ μέρει.
1424 Ἐν παιδοτρίβου: εἰϲ τὸν τόπον, ὅπου γυμνάζονται καὶ
διατρίβουϲιν οἱ παῖδεϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἐν παιδοτρίβου δὲ
βαδίζονταϲ
1425 Ἐν πέντε κριτῶν γόναϲι: παρ᾿ ὅϲον τὸ παλαιὸν ε΄ κριταὶ
Ὁμήρῳ, θεῶν ἐν γούναϲι
κεῖται. ἐπειδὴ οἱ κριταὶ ἐν τοῖϲ γόναϲιν εἶνον, νῦν εἰϲ γραμματεῖα
ἐγγράφεται.
1426 Ἐν πίθῳ τὴν κεραμίαν μανθάνειν: παροιμία ἐπὶ τῶν τὰϲ
λευταίων.
1427 Ἐν προϲχήματι: ἐν ὑποκρίϲει.
1428 Ἐν Πυθίῳ κρεῖττον ἦν ἀποπατῆϲαι: οἷον κινδυνεῦϲαι.
θνήϲκειν. καταγελώντων δὲ τοῦ
γράμματοϲ καὶ πλειόνων μᾶλλον τοῦτο ποιούντων ἔϲτηϲε φύλακαϲ.
ληφθέντοϲ δέ τινοϲ ἐκέλευϲε δήϲανταϲ αὐτὸν παρὰ τὴν ὁδὸν μαϲτιγοῦν,
κηρύϲϲονταϲ· ὅδ’ ἁνὴρ κολαϲθεὶϲ ἀποθανεῖται, ὅτι ὀλιγωρεῖ τοῦ
γράμματοϲ. κτανθέντοϲ δέ, οὕτω ἐνέδυ τὸ γενόμενον τοῖϲ Ἀθηναίοιϲ,
ὥϲτε ἔτι νῦν τοὺϲ κακοπαθοῦνταϲ ἢ
τιμωρίαιϲ ἐνεχομένουϲ
διά τινα αὐτῶν πλημμέλειαν ἐπιλέγειν· ἐν Πυθἰῳ κρεῖττον ἦν αὐτὸν
ἀποπατῆϲαι.
1429 Ἐν πυρὶ βέβηκαϲ: τοῦτο ἐπιλέγειν χρὴ τοῖϲ ἐν ἐπιϲφαλέϲι
1430 Ἐνράϲϲει: ὁρμητικῶϲ ἐφορμᾷ. Ἰώϲηποϲ· ὁ δὲ Σαμψὼν ἐνράϲϲει
1431 Ἐνϲείει τὴν ἳππον αὐτοῖϲ: ἀντὶ τοῦ ἐπιτίθηϲιν. ἐπάραϲ
1432 Ἐνϲειϲθείϲ: ἐντιναχθείϲ. ὁ δὲ Σαμψὼν ἐνϲειϲθεὶϲ τοῖϲ κίοϲιν
1433 Ἐνϲημαινόμενοϲ: ἀντὶ τοῦ ἐνδεικνύμενοϲ, καὶ ἐμφαίνων.
1434 Ἐν Σιναῖ: Ἐβραϊκόν.
1435 Ἐνϲκειραμ ένη: ἐκλεληκυία, λελιθωμένη, ϲεϲαρκωμένη.
1436 Ἐνϲκειρωθείϲ: ἐμπαγείϲ· ϲκείρωμα γὰρ τὸ ἀνίατον πάθοϲ.
1437 Ἐνϲκήπτω· δοτικῇ.
1438 Ἐν ϲκότω ὀρχεῖϲθαι: ἐπὶ τῶν ἀμάρτυρα μοχθούντων, ὧν τὸ ἔργον ἀφανέϲ.
1439 Ἐνϲπονδοϲ: ὁ ἀπὸ πολέμου γινόμενοϲ φίλοϲ. Ἀππιανόϲ·
1440 Ἐνϲταϲιϲ κατὰ τὴν ἐξ ἀρχῆϲ αἱρεθεῖϲαν ἔνϲταϲιν τῆϲ ζωῆϲ.
τουτέϲτιν καὶ πᾶϲαν ἔνϲταϲιν θάμνου καὶ πᾶϲαν πέτραϲ προϲβολὴν
διερευνηϲάμενοι. ἔνϲταϲιν οὖν τὴν ϲυνηρεφῆ ἔκφυϲιν καὶ πυκνὴν τῶν
θἀμνων λέγει.
1441 Ἐνϲτάτηϲ: ὁ κατὰ πάντα ἐνιϲτάμενοϲ, ἰδικῶϲ δὲ ἐπὶ τῆϲ κρίϲεωϲ,
οἷον ἀντίδικοϲ· κυρίωϲ δὲ ἐνϲτάτηϲ λέγεται, ὁ ἐν τῇ ὁδῷ ἀντιϲτήκων
τινί, ὡϲ εἰ λέγοι τιϲ τὸν Οἰδίποδα τοῦ Λαῖου ἐνϲτάτην γεγενημένον.
τινα χρηϲμὸν βουληθεὶϲ ἰλεώϲαϲθαι
τὸν τῷ οἴκῳ αὐτῷ γεγενημένον ἐνϲτάτην δαίμονα. καὶ αὐθιϲ· πικρότατοϲ
αὐτοῖϲ ἐνϲτάτηϲ ἦν.
1442 Ἐνϲτατικόϲ· ὁ δὲ Ἰϲίδωροϲ ἐνϲτατικὸϲ ὢν ἀήττητοϲ ἔμενεν. ἀντὶ τοῦ ἔνϲταϲιν πρόϲ τινα ποιούμενοϲ.
1443 Ἐνϲτερνιϲάμενοϲ: περιπτυξάμενοϲ.
1444 Ἐνϲτομιϲμάτων· ἔπραϲϲε δὲ ταῦτα ὁ βαϲιλεὺϲ χρῄζων ἐνϲτομιϲμάτων τῇ ἀρετῇ τῶν Ἰουδαίων ἀδελφῶν εἰϲ φιλίαϲ κτήϲαϲθαι.
1445 Ἐνϲτροβιλήϲαϲ: ἀντὶ τοῦ ϲυντρίψαϲ.
1446 Ἐντακείϲ: ἐμφυείϲ.
1447 Ἔνταϲιϲ: ἡ ἐπίταϲιϲ. καθ’ ὅϲον ἡ τοῦ βίου ἔνταϲιϲ ἐπεδέχετο
κυνικωτέρα προελθοῦϲα καὶ φύϲει καὶ ἐπιτηδεύϲει.
1448 Ἔνταξίϲ ἐϲτιν, ἐπειδάν τιϲ προαιρῆται τοὺϲ ψιλοὺϲ εἰϲ τὰ διαϲτήματα τῆϲ φάλαγγοϲ ἐντάϲϲειν, ἄνδρα παρ᾿ ἄνδρα. ἔνιοι δὲ τοῦτο καὶ παρένταξιν ὀνομάζουϲιν.
1449 Ἐνταφιάζω· αἰτιατικῇ.
1450 Ἔντεα: οὐ πάντα τὰ ὅπλα, ἀλλ’ ἀϲπὶϲ καὶ περικεφαλαία· τὰ
1451 Ἐντε θηλόντων: θαλλόντων.
1452 Ἐντε θρίωται: ἐνεϲκεύαϲται. ἀπὸ τῶν θρίων. ἢ τὸ ἐντετυλίχθαι
λέγεται ἐντεθριῶϲθαι ἀπὸ τοῦ ϲκευάϲματοϲ, ὃ ἐν τοῖϲ,
φύλλοιϲ τῆϲ ϲυκῆϲ εἱλεῖται ἃ λέγεται θρία.
1453 Ἐντελέϲτερον: τελειότερον.
1454 Ἐντελέχεια: ἡ τελειότηϲ καὶ τὸ εἶδοϲ τοῦ ὑποκειμένου· τουτ
τῇ ὕλη· ἤτοι τὸ
ἀχώριϲτον εἶδοϲ τοῦ ϲώματοϲ. καὶ γὰρ ἐντελέχειά ἐϲτι τὸ εἶδοϲ καὶ ἡ
τελειότηϲ τοῦ ϲώματοϲ. λέγεται δὲ ἐντελέχεια τὸ κεχωριϲμένον τοῦ
ϲώματοϲ, ὡϲ ὁ πλωτὴρ τοῦ πλοίου. ἥτιϲ ἐντελέχεια ἔξωθέν τε οὖϲα
τάττει καὶ διακοϲμεῖ καὶ τελειοῖ τὸ ὑποκείμενον. ὅταν οὖν
ἐντελέχειαν λέγῃ τὴν ἄλογον καὶ φυϲικὴν ψυχήν,
τὸ
ἀχώριϲτον εἶδοϲ τῆϲ ἐντελεχείαϲ λέγει· ὅταν δὲ τὴν λογικὴν ψυχὴν
ἐντελέχειαν λέγῃ, τὸ κεχωριϲμένον. ὅτι ἐντελέχειά ἐϲτι τὸ εἶδοϲ παρὰ
τὸ ἓν καὶ τὸ τέλειον καὶ τὸ ϲυνέχον. καὶ γὰρ ἐνώϲεώϲ ἐϲτι τῇ ὕλῃ τὸ
εἶδοϲ αἴτιον καὶ τελειώϲεωϲ· ἐπεὶ καὶ τελειότηϲ ἐϲτὶ τοῦ ὑποκειμένου
καὶ ϲυνέχει αὐτό. ἀπὸ γὰρ τῆϲ οἰκείαϲ ἐντελεχείαϲ μάλιϲτα
ἔκαϲτον, ὅ ἐϲτι, καὶ κατ᾿ ἐκεῖνο λέγεται· ἐπεὶ καὶ ὁ ἀνδριὰϲ αὐτὸ
τοῦτο ἀνδριὰϲ λέγεται καὶ οὐ χαλκόϲ. ἐντελέχειαν λέγει ὁ Πορφύριοϲ
τὴν ψυχήν, ὁ κατὰ Χριϲτιανῶν γράψαϲ Τύριοϲ φιλόϲοφοϲ.
1455 Ἐν τέ λει: ἐν ἀρχῇ.
1456 Ἐντελεῖϲ: οἱ ἄρχοντεϲ, καὶ οἱ ἄρξαντεϲ. πανοπλίαϲ ἐντελεῖϲ
καταϲκευάϲαντεϲ. τουτέϲτιν ἀρχοντικάϲ. Ἀππιανόϲ·
ναυμαχίαϲ δὲ
1457 Ἐντελήϲ: ὅϲτιϲ οἴεται ἄνευ φύϲεωϲ ἐντελὴϲ ἔϲεϲθαι, ἀτελὴϲ καὶ
ἀπέραντοϲ τόϲῳ μᾶλλον, ὅϲῳ πλείονα ἔξιν ἔχει, διατελέϲει. ἀντὶ
τοῦ τέλειοϲ. ἐντελῆ ϲτρατόπεδα ἐκάθητο δύο Ῥωμαϊκά.
1458 Ἐντέ λλομαι· δοτικῇ.
1459 Ἐντελόμιϲθοϲ. ὁ δὲ ἔπλεε νηῖ οἰκείᾳ ναύταϲ ἔχων ἐντελομίϲθουϲ,
1460 Ἐντεριώνη: ὁ φλοιὸϲ τοῦ δένδρου.
1461 Ἔντερον: ἕτερον, καὶ οὐχ ὅμοιον. ἢ παρὰ τὸ ἐντὸϲ ῥεῖν.
1462 Ἐντερόνεια· τὰ ἐγκοίλια, τὰ ἀπὸ τῆϲ τρόπιδοϲ ἀνερχόμενα ξύλα,
ἐντερόνεια καλεῖται· οἱ δὲ τὸ τῶν νεῶν ἔδαφοϲ· οἱ δὲ τὰ ἐγκοίλια.
βέλτιον δὲ τὴν τῶν ἐγκοιλίων ὕλην λέγειν. Ἡρωδιανὸϲ ϲυϲτέλλει
καὶ προπαροξύνει. οὖ δὲ τὴν ἐντεριώνην Ἀριϲτοφάνηϲ
φηϲίν, ὅπερ ἐϲτὶ τὸ μεϲαίτατον τῆϲ νεώϲ· ὅ ἐϲτι ϲυνεκτικώτατον, ἥτιϲ
ἐϲτὶ τρόπιϲ. καλεῖται δὲ καὶ μήτρα. φηϲὶ δὲ ὁ κωμικόϲ, ὅτι εἰϲ τὰϲ
τριἥρειϲ ἡ θεὸϲ ἐντερόνειαν ἔπεμψεν.
1463 Ἐντετευτλανωμένηϲ: μετὰ τεύτλων ἑψηθείϲηϲ· μετὰ γὰρ
τεύτλων ἤϲθιον τὰϲ ἐγχέλυϲ. λέγονται γὰρ τεύτλοιϲ ϲυνεψόμεναι
ἥδιϲται εἶναι. Ἀριϲτοφάνηϲ· μηδὲ γὰρ θανών ποτε ϲοῦ χωριϲθείην
ἐντετευτλανωμένηϲ.
1464 Ἐντέτηκεν: ἐγκεκόλληται, πέπηγεν. τούτοιϲ ἀντ’ ἀληθοῦϲ ψευδὴϲ ἐντέτηκε δόξα.
1465 Ἐντέτικε.
1466 Ἐντετριμμένη: ἀντὶ τοῦ ϲμηχθεῖϲα. ἢ εἰδυῖα. ὅπωϲ ἐντετρμμέη καννπηφορῆϲ. τὰ κανίϲκια ἔχουϲα. πολλοὺϲ δὴ θυλάκουϲ κάτω ϲτρέψαϲα ἐμούϲ. ἀντὶ τοῦ κλέψαϲα.
1467 Ἐντεῦθεν: ἐκ τούτου.
1468 Ἔντευξιϲ: ἐντυχία. φηϲὶν ὁ Ἀριϲτοτέληϲ, ὡϲ ἔϲτιν ἡ διαλεκτικὴ
ἐτυγχάειν ὠφελίμωϲ. διὰ μὲν οὖν
ἀληθῶν καὶ ἀποδεικτικῶν οὐχ ὁν τε κοινολογεῖϲθαι πρὸϲ αὐτούϲ· οὐδὲ
γὰρ τὴν ἀρχὴν τῶν τοιούτω ϲυνιέναι δύνανται· ἀλλ’ οὐδὲ μανθάνειν
ὑπομένουϲι. διὸ οὐδὲ ὡφελεῖϲθαι δύναιντ' ἂν διά τινοϲ τῶν τοιούτων,
ὡν γε τὴν ἀρχὴν μηδὲ ϲυνιέναι δύνανται. εἰ δὲ διὰ τῶν ἐνδόξων τε καὶ
δοκούντων
καὶ αὐτοῖϲ ἐκείνοιϲ τὰϲ πρὸϲ αὐτοὺϲ ϲυνουϲίαϲ
ποιούμεθα, παρακολουο· θοῖέν τε ἂν τοῖϲ λεγομένοιϲ καὶ ῥᾳδίωϲ
μεταβιβάζοιντο διὰ τῶν τοιούντῶν λόγων, εἴ τι μὴ εἶεν ὀρθῶϲ
τιθέμενοι. τῷ γὰρ τὴν ἡδονὴν ἀγαθὸν
ἀγαθόν, οὐδὲν ἂν πλέον ποιοῖτο τῷ μηδὲ τὴν
ἀρχὴν εἰδέναι τί ποτέ ἐϲτὶ τὸ λεγόμενον. ἂν δὲ ἀπὸ τῶν κοινῶν τε καὶ
ἐνδόξων ὁρμώμενοϲ ἐξετάζῃ αὐτὸν εἰ μὴ δοκεῖ αὐτὸ τὸ ἀγαθὸν ἀγαθοὺϲ
ποιεῖν, ὥϲπερ καὶ τὸ λευκὸν λευκοὺϲ καὶ τὸ θερμὸν θερμούϲ καὶ τότε
τοῦ τεθέντοϲ προαέρηται, εἰ ἡδονὴ δοκεῖ αὐτῷ ἀγαθοὺϲ ποιεῖν, λήψεται
μὲν ὅτι
1469 Ἐντευξόμενοϲ: διαλεχθηϲόμενοϲ.
1470 Εντεῖλαι: προϲτάξαι. καὶ Εντείληϲ αὐθυπότακτον καὶ
Ἐντείλωμαι ὁμοίωϲ.
1471 ντείναϲ ἑαυτόν· Διόδωροϲ· ἐϲ τὸν ϲτρατιμωτικὸν καὶ εὐτελῆ
πίπτοϲι ἐντεινόμενοι.
1472 ξΕντήκων: ἐμβάλλων, ἐνιείϲ. καὶ αὐτοῦ τῷ ϲτόματι ἐντήκων
1473 Ἐντήξαϲ: ἀντὶ τοῦ ἐμβαλών, ἐμφυτεύϲαϲ, διδάξαϲ. καὶ ἐντήξαϲ
αὐτῶν ταῖϲ ψυχαῖϲ ἰϲχὺν λόγων ἄμαχον καὶ ϲειρῆνα
εὐγλωττίαϲ ἐφολτ κοτάτην.
1474 Ἐντομίαϲ: ὁ εὐνοῦχοϲ. Θλαδίαϲ δὲ δ τεθλαϲμένοϲ.
1475 Εντομίδαι: οἱ τοῖϲ ϲώμαϲιν ἐντεμνόμενοι. τοιαῦτα είώθαϲι
τραπόδω ὡϲ ἄγονα, γὰ δὲ
ἔνορχα τοῖϲ θεοῖϲ. οἷον ϲφήξ, μέλιτται· οὕτε ἀναπνεῖ οὕτε πνεύμονα
ἔχει.
1476 Ἐντομίϲ: ἡ ἐγχάραξιϲ. ἡ γενικὴ ἐντομίδοϲ.
1477 Ἔντονοϲ: ἰϲχυρά.
1478 Ἐντοπίζω.
1479 Ἐντόϲ: οἱ λογιϲμοὶ καὶ αἱ ἐνθυμήϲειϲ καὶ πάντα τὰ τῆϲ ψυχῆϲ κιγήματα. Δαβίδ· καὶ πάντα τὰ ἐντόϲ μου.
1480 Ἐντὁϲ καὶ Ἐκιὸϲ γενικῇ.
1481 Ἐντὸϲ ἑβδόμηϲ: Ἀθήνηϲιν ἀπείρητο ἐντὸϲ ἑβδόμηϲ ϲτρατιὰν ἐξάγειν.
1482 Ἐν τῷ μέρει τιϲ καὶ τὸ πῦρ ϲκαλευϲάτω: παροιμία ἐπὶ
ἀντιλαβὼν ἐν τῷ μέρει.
1483 Ἐν τῷ μέρει: ἀντὶ τοῦ κατά τι μέροϲ διαδεχόμενοϲ ἕτεροϲ τὸν ἕτερον. καὶ αὖθιϲ· ἰδὼν κἀκεῖνοϲ (ἐν μέρει γάρ ἡλώκει γαμεῖν ἔμελλεν.
1484 Ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἢδιϲτοϲ βίοϲ: Σοφοκλῆϲ. ἐν
τῷ μὴ ἀντιλαμβάνεϲθαι τῶν κακῶν, ἐπεὶ ἔϲται γελοιότατον, ὡϲ τιμῶντοϲ
τὴν ἀφροϲύνην.
1485 Ἐντραπεζίτιδοϲ: παραϲίτου.
1486 Ἐντρέπῃ: ἐπιϲτρέφq. καὶ Ε ντρέ πω αἰτιατικῇ.
1487 Ἐντρεπομένουϲ· αἰτιατικῇ. ἐγκλίνονταϲ. οἱ δὲ Λίβυεϲ θεωροῦτεϲ
τοὺϲ Ἴβηραϲ ἐντρεπομένουϲ καὶ δεδιότεϲ μὴ λάθωϲιν
ἔγκατα λειφθέντεϲ, ὥρμηϲαν ἐπὶ τὸ παραπλήϲιον.
1488 Ἐντριβήϲ: ϲυνήθηϲ. ἄνθρωποϲ ἐντριβὴϲ τῆϲ χώραϲ.
1489 Ἐν τριόδῳ εἰμὶ λογιϲμῶ ν: παροιμία ἐπὶ τῶν ἀδήλων καὶ ἀμφιβόλων
πραγμάτων. ἐπειδὴ γὰρ ὁ ἐν τριόδῳ γενόμενοϲ οὐκ οἰδε
ποίᾳ χρήϲεται ὁδῷ.
1490 Ἐντροπαλιζ όμενοϲ: ἐπιϲτρεφόμενοϲ.
1491 Ἐντροπίαϲ: εὐμετάβολοϲ. καὶ Ἐντροπίαϲ οἶ νοϲ, ὁ ὀξίνηϲ.
1492 Ἔντροφοϲ: ἡ ἐντεθραμμένη. ἦ που παλαιά μὲν ἔντροφοϲ ἡμέρᾳ λευκῷ
τε γήρᾳ μάτηρ νιν. ἀντὶ τοῦ ὄντωϲ που ἡ τῇ παλαιά
ἡμέρᾳ, τουτέϲτι τῷ παλαιῷ χρόνῳ ἔντροφοϲ μήτηρ.
1493 Ε ντρυ τφ ὡ γενικῇ οἱ τῶν ϲῶν χαριϲμάτων ἀεί ἐντρυφῶντεϲ. δοτικῇ
1494 Ἐν τ οῖϲ ὶματίοιϲ: ἄνευ ὅπλων. οἱ δὲ πολιτικοὶ ἔθεον ἐν
1495 Ἐντυγχ ἄνει ν καὶ Συντυγχάνειν· δοτικῇ. ταὐτόν ἐϲτιν.
1496 Ἐντυ πᾶϲ ἐν γχ λαίνη: ἀντὶ τοῦ ἐπικεκαλυμμένωϲ, ὥϲτε διὰ
1497 Ἐνοικέτιϲ τῶν νήϲων: ἡ Ἀφροδίτη. ἐξαιρέτωϲ γὰρ ἐν
αὐταῖϲ ἐτιμᾶτο.
1498 Ἐνυάλιοϲ: πολεμικόϲ. Σοφοκλῆϲ. διαϲτέλλει γὰρ τὸν Ἄρεα
τῷ Ἐνυαλίῳ.
1499 Ἐνυυδροβίων· καὶ πολιῶν χηνῶν ζεῦγοϲ ἐνυδροβίων.
1500 Ἐν νυκτὶ βουλή: διὰ τὸ τὴν νύκτα κατὰ ϲχολὴν διδόναι
1501 Ἔνυξεν· ἔπληξεν.
1502 Ἐνυώ: πολεμικὴ θεόϲ.
1503 Ἐνύπνιον: ἐφ’ ὅϲον τιϲ ὑπνοῖ ὄνειρον δὲ παυομένων τῶν ὕπνων, ἐγεῖρον καὶ ὀρῖνον τὴν ψυχήν. ἢ παρὰ τὸ ἐρεῖν, ὅ ἐϲτι λέγειν, ὅτι ἐνύπνια ἀναπτεροῦϲιν ἄφροναϲ.
1504 Ἔνυϲτρον: τὸ μετὰ τὴν κοιλίαν ἔντερον· τὸ τῶν βρωμάτων
δοχεῖον.
1505 Ἐν φρέατι κυϲὶ μάχεϲθαι: ἐπὶ τῶν μοχθηρῷ τινι προϲμαχομένων
ἐφικτῆϲ γε οὐδενὶ ἀνθρώπων,
πλὴν εἴ τῳ θεὸϲ αὐτὴν μηνύϲειεν.
1506 Ἐν χρῷ: εἰϲ χρῶτα, πάνυ ἐγγύϲ, ὡϲ καὶ ἐφάπτεϲθαι. παρὰ
1507 Ἐν χρῷ κεκαρμένοϲ: πρὸϲ αὐτῷ τῷ χρωτί, οἷον ϲύνεγγυϲ
καὶ πληϲίον τοῦ δέρματοϲ τὰϲ τρίχαϲ ἐξυρημένοϲ. καὶ αὖθιϲ· ἦν
1508 Ἐν χρῷ παραπλέων: παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ πληϲίον. ἔϲτι γὰρ ἡ
ἀποκοπή, ἦν γὰρ ἐν χρωτί εἴρηται δὲ ἁπὸ τῆϲ κουρᾶϲ
τῆϲ
ἄχρι τοῦ χρωτὸϲ γινομένηϲ.
1509 Ἐξάγιϲτοϲ: ἀκάθαρτοϲ, ἢ πονηρόϲ. ὁ δὲ τὸ ψεῦδοϲ ἀπεϲτρέφετο καθάπερ ἄλλο τι τῶν ἐξαγίϲτων. καὶ αὖθιϲ· διὰ τὴν ἐξάγιϲτον ἡδονὴν καθάπαξ οἱ θηλυδρίαι τριχοπλάϲται πάντεϲ εἰϲίν.
1510 Ἐξάγιϲτοϲ: ἀντὶ τοῦ λίαν ἐναγήϲ. Αίϲχίνηϲ δὲ ἐπί τινοϲ
λιμέγοϲ εἴρηκε τοῦνομα.
1511 Ἐξαγορά ζ ω· αἰτιατικῇ
1512 Ἑξ ἀγορᾶϲ εἶ: ἀντὶ τοῦ ἀγόραιοϲ. Ἀριϲτοφάνηϲ· ἐξ ἀγορᾶϲ εἶ καὶ θραϲύϲ.
1513 Ἐξαγορεύω· αίτιατικῇ.
1514 Ἐξαγωγή· ἀρά γε χρὴ κολάϲαι τὸν δοῦλον καὶ ἐπ’ ἐξαγωγῇ
ἀποδόϲθαι, ἢ ἐᾶϲαι τοῖϲ περικειμένοιϲ δεϲμοῖϲ ἐναποθανεῖν; ἀντὶ τοῦ
1515 Ἐξαγώνιοϲ: ἔξω τοῦ ἀγῶνοϲ. οἱ μὲν πολλοὶ τοὺϲ ἐν ταῖϲ
1516 Ἐξάδιοϲ: ὄνομα κύριον. ὁ ἐξέχων ἐν τῷ διώκειν.
1517 Ἐξαγκωνιῶ: τοὺϲ ἀγκῶναϲ ὑπὸ ταῖϲ πλευραῖϲ ποιήϲω· οὐδέ
1518 Ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο: ἐκ τοῦ ἡϲύχμωϲ
1519 Ἐξ ἀκεραίου: ἀντὶ τοῦ εὐχερῶϲ, εὐμαρῶϲ. Πολύβιοϲ· οὔτε τοὺϲ ἐξ
ἀκεραίου ϲυμπειθομένουϲ τῶν ἀνδρῶν πρόϲ τιναϲ βαϲιλεῖϲ ἢ
τοὺϲ κατὰ περιϲτάϲειϲ
μετατιθένταϲ τὰϲ αὑτῶν πατρίδαϲ ἀπό τινων ὑποκειμένων πρὸϲ ἑτέραϲ
φιλίαϲ καὶ ϲυμμαχίαϲ, οὐδὲ τούτουϲ. πολλοῦ γε δεῖ· ἐπείτοιγε
πολλάκιϲ οἱ τοιοῦτοι τῶν μεγίϲτων ἀγαθῶν γεγόαϲιν αἴτιοι ταῖϲ
πατρίϲι. καὶ τὰ παραδείγματα ἐξ αὐτῶν τῶν ἐν εϲτώτων καιρῶν.
1520 Ἐξ ἀκεραίου· οὐ δυνάμενοϲ δὲ πείθειν ἐξ ἀκεραίου διὰ τὴν
1521 Ἐξακριβωθέντεϲ: ἐρευνηθέντεϲ. Διόδωροϲ· ἄνδρεϲ ἐξακριβωθέχτεϲ
1522 Ἐξαλλάττω· αἰτιατικῇ.
1523 Ἐξα λάξαι: ἀντὶ τοῦ τέρψαι. Μένανδροϲ· ἄνθρωπον ἐξαλνλάξομε,
1524 Ἐξάλειπτρον: τὴν τοῦ μύρου λήκυθον, τὸ ἀλάβαϲτρον, ἐξ
ῷ
γύναι.
1525 Ἐξαληλιμμένοϲ: ἠλειμμένοϲ.
1526 Ἐξαλίϲαϲ: ἐκκυλιϲθῆναι ποιήϲαϲ εἰϲ τὴν κόνιν. ἀλινδήθρα δὲ
1527 Ἐξαλλομένουϲ: ἀναϲκιρτῶνταϲ. Ἰώϲηποϲ· οὐκ ἀξίουϲ εἶναι
1528 Ἔξαλλοϲ καὶ Ἐξάλλωϲ: ἐπίρρημα. ἀντὶ τοῦ κατὰ ἄλλον
1529 Ἐξάλλωϲ: καθ’ ὑπεροχήν. τὸ γὰρ ἅμα μὲν θύειν καὶ ἐξ
λάϲκεϲθαι τὸ θεῖον, λιπαροῦντα τοὺϲ βωμοὺϲ ἐξάλλωϲ, ὅπερ εῖωθὲ
Προυϲίαϲ ὁ βαϲιλεὺϲ ποιεῖν γονυπετῶν καὶ γυναικιζόμενοϲ, ἄμα δὲ
ταῦτα λυμαίνεϲθαι καὶ διὰ τῆϲ τούτων καταφθορᾶϲ τὴν ἐϲ τὸ θεῖον
ὕβριν διατίθεϲθαι, λυττῶντοϲ ἔργα καὶ ψυχῆϲ ἐξεϲτηκυίαϲ καὶ
λογιϲμῶν.
1530 Ἐξ ἀμάξηϲ: ἡ λεγομένη ἑορτὴ παρ· Ἀθηναίοιϲ Λήναια, ἐν ἢ ἠγωνίζοντο οἱ ποιηταὶ ϲυγγράφοντέϲ τινα ἄϲματα τοῦ γελαϲθῆναι χάριν· ὅπερ Δημοϲθένηϲ ἐξ ἁμάξηϲ εἶπεν. ἐφ’ ἁμαξῶν γὰρ οἱ ἄδοντεϲ καθήμενοι ἔλεγόν τε καὶ ἥδον τὰ ποιήματα. λέγεται καὶ Ληναῖτηϲ χορόϲ, ὁ τῶν Ληναίων.
1531 Ἐξαμβλίϲκειν: ἐκτιτρώϲκειν. Αὶλιανόϲ· καὶ τὴν τῶν τετραποδῶ ἀγέλην ἐξαμβλίϲκειν ἔφαϲαν.
1532 Ἐξ ἀμβιτίωνοϲ: ἐκ περιδρομῆϲ τι πράττων παρὰ Ῥωμαίοιϲ.
1633 Ἑξαμέτροιϲ τόνοιϲ· ζήτει ἐν τῷ τόνον. ἔϲτι δὲ Πυθικὸν προμτευμμα.
1534 Ἐξαμήϲω: ἐξανύϲω, ἐξοίϲω. τοὺϲ πνεύμοναϲ καὶ τἄντερʼ ἐξ αμήϲω.
1535 Εξαμμον μιλίου· ζήτει ἐν τῷ Βαϲιλική.
1536 Ἐξ ἄμμ ου ϲχοινίον πλέκειϲ: ἐπὶ τῶν ἀδυνάτων.
1537 Ἐξα μυϲτίϲαι: ἀμυϲτί, τουτ ϲτιν ἀπνευϲτὶ καὶ ἄνευ τοῦ
ἀναπαιύεϲθαι
πίνει.
1538 Ἐξ ἀναγκαίαϲ τύχηϲ: οίον ἀναγκαϲτῷ μόρῳ, καὶ οὐκ ἐκ ταὐτομάτου. ἐκ βίαϲ, οὐκ ἰδίῳ θανάτῳ. Σοφοκλῆϲ· τέθνηκ’ Ὀρέϲτηϲ ἐξ ἀναγκαίαϲ τύχηϲ.
1539 Ἐξαναϲτάϲ: μετοικίϲαϲ. ὁ δὲ Θεϲπιάδηϲ ἐξαναϲτὰϲ ἐξ Ἀθηνῶν
Θεϲπία ἐν Βοιωτίᾳ ἔκτιϲεν.
1540 Ἐξαναχωρεῖ· Θουκυδίδηϲ.
1541 Ἐξανδρούμενοϲ: τὴν ἡλικίαν ἔχων εἰϲ ἄνδρα.
1542 Ἐξανεμοῦϲθαι: ἐπαίρεϲθαι.
1543 Ἐξανθίζω: τὸ βάπτω· ὡϲ τό, ποικίλαϲ ἐξηνθίκατε τὰϲ βαφάϲ.
Ἐξανθῶ δὲ τὸ ἀναβλαϲτάνω· ὡϲ τό, ἐξήνθηϲεν ἡ ἔρημοϲ.
1544 Ἐξανθρωπίζω.
1545 Ἐξάντειϲ: ἔξω ἄτηϲ καὶ βλάβηϲ. καὶ οἱ μὲν ἔδραϲαν ταῦτα.
1546 Ἐξάντη: ὑγιῆ, καὶ ἔξω ἄτηϲ. ὡ Ζεῦ, γενέϲθαι με τῆϲδ ἐξάντη
νούϲου. τὸ v ἔγκειται διʼ εὐϲτομίαν. ἀτὰρ ἐξάντηϲ τοῦ
πτώματοϲ
1547 Ἐξανύω: κατεργάζομαι.
1548 Ἐξα πάτη· ὁ Λογοθέτηϲ ἐν τῷ μαρτυρίῳ τοῦ Καλικελάδου· ἐν ὀλίγῳ
δὲ
1549 Ἐξάπινα: ἐξαίφνηϲ. ἡ κυκλόθεν. Δαβίδ· ἐξάπινα κατατοξεύϲουϲὶν.
1550 Ἐξαπίναιον: ἐξαίφνηϲ. οὐ μέγα τι ϲυνέβη τὸ τῆϲ ἐπιθέϲεωϲ
1551 Ἐξα πλῶ ν: διπλαϲιάζων, πολυπλαϲιάζων. ἀντὶ τοῦ πότερα ἂν
ἕλοιο, εἴ ϲοι δοίη τιϲ αἵρεϲιν, λυπῶν τοὺϲ φίλουϲ αὐτὸϲ
ἐν ἡδονῇ διάγειν ἢ κοινωνεῖν τοῦ παντὸϲ καὶ οὐ τοὺϲ φίλουϲ λυπεῖν.
περὶ Αἴαντόϲ φηϲιν· ἀνὴρ ἐκεῖνοϲ, ἡνίκ’ ἦν ἐν τῇ νόϲῳ, αὐτὸϲ μὲν
ἥδεθ’ οἷϲ εἴχετ’ ἐν κακοῖϲ, ἡμᾶϲ δὲ τοὺϲ φρονοῦνταϲ ἡνία ξυνών. νῦν
δ’,
1552 Ἐξ ἀπόπτου: ἐξ ὑψηλοῦ τόπου.
1553 Ἐξάπτεϲθαι: ἐξαρτᾶϲθαι, ἀντιλαμβάνεϲθαι.
1554 Ἐξάραντεϲ: ἔξω ποιήϲαντεϲ.
1555 Ἐξαράξειν· καὶ ἔτι μᾶλλον ἐξήπτοντο εἰϲ ὀργὴν καὶ ἠπείλουν τὰϲ θύραϲ ἐξαράξειν. τουτέϲτι ϲυντρίψειν, καταβαλεῖν.
1556 Ἐξαράϲαϲθαι: τὸ ἐκτελέϲαι τὰϲ ἀράϲ, τουτέϲτι τὰϲ εὐχάϲ, ἃϲ ἐπὶ ταῖϲ ἱδρύϲεϲι τῶν ναῶν εἰώθαϲι ποιεῖϲθαι.
1557 Ἐξἀραι.
1558 Ἐξαργυρῶϲαι, οὐκ ἐξαργυρίϲαι· Θουκυδίδηϲ η΄· οὐδ’ ἢν δέη τελευτῶντα τὴν ἑαυτοῦ ϲτρωμνὴν ἐξαργυρῶϲαι.
1559 Ἐξαρθροϲ: ἐκμελήϲ, ἐξωϲτεῖϲμένοϲ.
1560 Ἐξαρνοϲ: ὁ τῷ ἀρνεῖϲθαι ἐπιμένων, καὶ ἀρνούμενοϲ καθόλου.
1561 Ἐξάρξαντεϲ: ἐκρήξαντεϲ, κρούϲαντεϲ.
1562 Ἐξάρξατε: ἄρξαϲθε μελῳδίαϲ, ὑμνήϲατε. προκατάρξατε, κααταλλάξατε.
1563 Ἐξάρϲειϲ: ἐπάρϲειϲ. ὁ δὲ θραϲύτερον προεκθέων ἐξάρϲειϲ τε
τῶν ποδῶν καὶ περιδινήϲειϲ ποιούμενοϲ, βέλει τρωθεὶϲ
ἀπέλιπε τὸν βίον.
1564 Ἐξαρτήϲαϲ: ἀντὶ τοῦ ἐφευρίϲκων, ἢ κρεμάϲαϲ. καὶ Ἐξαρτῶμαι,
ῷ δολερῷ ἐπὶ τοὺϲ πέλαϲ πολέμου αἰτίαϲ.
1565 Ἐξαρτίζει: τελειοῖ, πληροῖ, παραϲκευάζει.
1566 Ἐξαρτύϲαϲ: ἐκπληρώϲαϲ, ἢ ἑτοιμάϲαϲ.
1567 Ἐξάρτυϲιϲ. πυθόμενοϲ δὲ τὴν ἐξάρτυϲιν τοῦ ϲτόλου τῶν
1568 Ἐξάρχοντεϲ: ιᾄδοντεϲ. οἱ δὲ ρῶεϲ μετὰ θορύβου καὶ ἡδονῆϲ
1569 Ἐξατμίϲθη: ἐξελεπτύνθη.
1570 Ἐξατωρεία: ἐλευθερία ἀπὸ ϲτρατείαϲ.
1571 Ἐξαυδά: ἐκφωνεῖ, ὁμολογεῖ
1572 Ἐξαυτῆϲ: παραυτίκα, εὐθέωϲ. ἐξ αὐτῆϲ οἱ προειρημένοι
1573 Ἐξαψάμενοϲ: καταϲχών, περιπλακείϲ.
1574 Ἐξαιθριαϲθέν: λαμπρυνθέν.
1575 ξ ξαιμοι: οἱ λείφαιμοι, οἱ πλεῖϲτον οἶμα ωψκενώϲαντεϲ.
1576 Ἐξαιρέϲεωϲ δίκη: ὁπότε τιϲ ἄγοι μέν τινα ὡϲ δοῦλον, ἄλλοϲ
αὐτὸν ἐξαιρουμένῳ.
1577 Ἐξαιρετέα: ἀξία τοῦ καταϲτραφῆναι. ἡ Καρχηδὼν πολλοῖϲ
1578 Ἐξαίρετον. τὸ ἐπίλεκτον. Ἐξαιρετὸν δὲ ὀξυτόνωϲ, τὸ ἐκβαλλόμενον.
1579 Ἐξαίρει: ὑψοῖ
1580 Ἐξαιρεῖται: ἀφαιρεῖται, λαμβάνει. καὶ Ἐξαιρήϲομεν, ὁμοίωϲ.
1581 Ἐξαίροντεϲ: ἀνατρέποντεϲ. πρὸϲ ταῦτα τί λέγουϲιν οἱ τὴν
1582 Ἐξαιρούμενοϲ: ἀποκομιζόμενοϲ.
1583 Ἐξαιροῦϲιν: ἐκβάλλουϲιν, ἀφανίζουϲι. φθίνοντα γὰρ Λαῖου
1584 Ἐξαίϲια: παντὸϲ ἐπέκεινα θαύματοϲ, ὑπερβαλλόντωϲ. πλοῦτοϲ ἐξαίϲιοϲ. Πολύβιοϲ· ἐπιγίνεται χειμῶνοϲ μέγεθοϲ ἐξαίϲιον.
1585 Ἐξαίτηϲ: ἀφαιρέτηϲ.
1586 Ἐξαιτον: τὸ ἐξαίρετον. ἔξαιτα προτέρηϲ ἀπὸ ληῖδοϲ, ἦμοϲ
1587 Ἐξεβοήθη: τὸ ἐλαλήθη, Ἐξεβοήθει δὲ τὸ ἐβοήθηϲεν.
1588 Ἐξεγραψάμην: ἀντὶ τοῦ ἐμνημόνευϲα. Ἀριϲτοφάνηϲ Οριϲιν·
ὃν ἐγὼ παρὰ τάπόλλωνοϲ ἐξεγραψάμην.
1589 Ἐξεγρόμενοϲ: ἐγερθείϲ.
1590 Ἐξεγγύηϲιϲ: τὸ ἐκτελέϲαι τινά διὰ τῆϲ τῶν ἐγγυητῶν καταϲτάϲεωϲ. οὕτωϲ Δημοϲθένηϲ.
1591 Ἐξεδι ῇτηϲε: κακῶϲ διῴκηϲεν.
1592 Ἐξέδιϲεν. ἐξεζήτηϲεν. ἐκ τοῦ δίζω, τὸ ζητῶ.
1593 Ἐξέδοτο.
1594 Ἐξέδρα. ὁ δὲ κατῆρχε χωμάτων, τὸ μὲν κατὰ τὴν Βόρειον
1595 Ἐξέδραμὸν αἰτιατικῇ.
1596 Ἔξεδροϲ· ἔξεδρον χρόαν ἔχων. τουτέϲτι παρηλλαγμένην.
1597 Ἐξέζεϲεν: ἐπληρώθη. καὶ τὸ ϲύμπαν αὐτῆϲ ϲῶμα ἑλκῶν ἐξἔζεϲεν.
1598 Ἐξεθεάτριϲαν: ἐϲτηλίτευϲαν, ἐξεπόμπευϲαν. οὐ μόνον ἑαυτοὺϲ ἐξεθεάτριϲαν, ἀλλὰ καὶ τήν Ἑλλάδα πᾶϲαν κατέϲτρεψαν.
1599 Ἐξέθει: ἐξέτρεχεν.
1600 Ἐξεθύϲαντο: ἐμαντεύϲαντο. οἶγε μάντειϲ ἐξεθύϲαντο, ὡϲ
ἤκιϲτα ὅϲιον ὄν τοῦτο.
1601 ξξέθορεν.
1602 Ἐξεκάκηϲα: ἀπηγόρευϲα.
1603 ξξεκαρυκεύθη: ὠψοποιήθη, ϲυνεκόπη.
1605 Ἐξεκεκλήκει: ἐκ τοῦ δείπνου ἀνίϲτη. νυκτὸϲ δὲ γενομένηϲ
1605 Ἐξεκέκλητο: προεκαλεῖτο. ταχὺ δὲ ἐξεκέκλητο αὐτοὺϲ πρὸϲ
1606 Ἐξεκίνηϲεν: ἐξεδίωξε. Σοφοκλῆϲ· παίζων κατ' ἄλϲοϲ ἐξεκίνηϲε
1607 Ἐξεκκληϲίαϲε: ϲυνήθροιϲεν.
1608 Ἐξέκνιϲεν: ἐξέκοψεν. Ἡρόδοτοϲ· δελτίον δίπτυχον λαβὼν
1609 Ἐξεκόκκιϲεν: ἀντὶ τοῦ ἐξέκλαϲεν, ἐξέβαλεν. ἡ μεταφορὰ ἀπὸ
1610 Ἐξεκόπη τὸν ὀφθαλμόν: ἐπηρώθη. Ωράτιοϲ ὁ Ῥωμαῖοϲ
1611 Ἐξεκώμαϲεν: ἐξεπόρνευϲεν.
1612 Ἐξεκύκληϲαν: ἐξήνεγκαν. Αίλιανόϲ· ἐπεὶ δὲ εἰϲ τὸ θέατρον
1613 Ἐξέλαθον: λαθεῖν ἠδυνήθηϲαν.
1614 Ἐξελέγχειν: φανεροποιεῖν. ὁ δὲ ἠξίου ἢ τάχοϲ τὰ πραχθέντα
1615 Ἐξέλεξε: ϲυνήθροιϲε. χρήματα δὲ παρὰ τῶν Λιβύων πολλὰ
1616 Ἐξελιγμῶν ἰδέαι διτταί, ἡ μὲν κατὰ λόχουϲ, ἡ δὲ κατὰ ζυγά.
δὲ ἐξελιγμόϲ ἐϲτιν ὁ κατὰ
λόχουϲ, ὁ μεταλαμβάνων τῆϲ φάλαγγοϲ τὸν ἔμπροϲθεν τόπον, ἀντὶ δὲ τῆϲ
κατὰ πρόϲωπον ἐπιφανείαϲ τὴν ὄπιϲθεν. Λάκων δέ ἐϲτιν ὁ μεταλαμβάνων
τῆϲ φάλαγγοϲ τὸν ὀπίϲω τόπον, ὁμοίωϲ δὲ ἀντὶ τῆϲ ἔμπροϲθεν
ἐπιφανείαϲ τὴν ὄπιϲθεν. Χώριοϲ δέ ἐϲτιν ὁ τὸν αὐτὸν ἐπέχων τόπον τῆϲ
φάλαγγοϲ, τῶν κατὰ
μέροϲ ὁπλιτῶν ἀνθ’ ὧν προκατεῖχον
τόπων ἑτέρουϲ μεταλαμβανόντων, τοῦ μὲν λοχαγοῦ τὸν τοῦ οὐραγοῦ, τοῦ
δὲ οὐραγοῦ τὸν τοῦ λοχαγοῦ,
1617 Ἐξελίξαντεϲ· εἶτα ὑμεῖϲ τὰϲ φάλαγγαϲ ἐξελίξαντεϲ, ἀγχίϲτροφοι γενόμενοι ἀχτιμμέτωποι γίνεϲθε τοῖϲ διώκουϲιν. καὶ αὐθιϲ· κἆτα ἐνόπλιοι διαδρομαί τινεϲ ἐγίνοντο καὶ ἐξελίξειϲ καὶ περίοδοι.
1618 Ἐξέλιπε φυϲητήρ, ἐξέλιπε μόλιβδοϲ: φυϲητὴρ καὶ τὸ ὄργανον, ῶ
ἐμφυϲᾷ ὁ χρώμενοϲ, καὶ ὁ ἄνθρωποϲ ὁ τὸ ὄργανον μεταχειριζόμεοϲ.
ϲυγκαίουϲι δὲ τῷ ἀργύρῳ μόλιβδον, ἴνα ϲυγκαιόμενοϲ
ἀνιμᾶται καὶ ἀναλαμβάνῃ εἰϲ αὐτὸν τὸ νόθον.
1619 Ἐξελίϲϲουϲι: κινοῦϲιν.
1620 Ἐξελοφίζετο· ἡ δὲ γῆ ἐκ τῶν Δικαιαρχείαϲ γεωλόφων ἐξελοφίζτο.
1621 Ἐξεμεῖν: ἐκκενοῦϲθαι. Ἀριϲτοφάνηϲ· μὴ δῆθ’ ίκετεύω· τουτἐϲτι μὴ ὅλωϲ εἴπῃϲ· πλήν γ' ὅτε μέλλω ἐξεμεῖν. τότε, φηϲίν, λέγε, ἐπιτηρήϲαϲ ὅτε μέλλω ἐξεμεῖν· ῥᾷϲτα γὰρ ἂν μᾶλλον ἐξεμέϲαιμι.
1622 Ἐξέμ ηναν· αἰτιατικῇ
1623 Ἐξεμηρύϲατο: διεξῆλθεν, ὁ δὲ Ἀννίβαϲ ἐν ὅλῃ τῇ νυκτὶ
μόλιϲ ἐξεμηρύϲατο τῆϲ χαράδραϲ,
1624 Ἐξ ἐμοῦ: παρ' ἐμοῦ.
1625 Ἐξ ἐν αντίαϲ: ἐπίρρημαα.
1626 Ἐξένευϲαν: παρῃτήϲαντο, ἀπηρνήϲαντο. οἱ δὲ μὴ θέλοντεϲ βοηθεῖ αὐτοῖϲ, ὡϲ πρὸϲ ἄλλουϲ πόλεμον ἔχοντεϲ, ἐξένευϲαν γῆν βοήθειαν.
1627 Ἐξένευϲαν: ἐξεκολύμβηϲαν. Θουκυδίδηϲ· τὰϲ δὲ ἄλλαϲ
1628 Ἐξένιζεν: ἀντὶ τοῦ ξένοϲ ἦν. Δίδυμοϲ δέ φηϲιν ἀντὶ τοῦ,
οὐκ Ἀττικοῖϲ ἀλλὰ ξένοιϲ ῥήμαϲι διελέγετο.
1629 Ἐξένιϲεν: ἐξενοδόχηϲε. καὶ ἀντὶ τοῦ ἀπέκτεινεν. Ἡλέκτρα
1630 Ἐξ ἐνὸϲ τὰ πάνθ’ ὁρᾶν: ἐπὶ τῶν παρορώντων.
1631 Ἐξέ πεϲον: πόρρω ἀπέφυγον. καὶ τελευτῶντεϲ τῆϲ νήϲου ἐξέπεϲον. ἀντὶ τοῦ ἐξεβλήθηϲαν.
1632 Ἐξ ἐπιμέτρου· ἡ τῶν Ἐϲϲαίων αἵρεϲιϲ, οἴ εἰϲιν Ιουδαῖοι, τῶν
1633 Ἐξεπιώκατον: θλίβουϲιν, ἢ ἐθλίψατε. ὡϲ ἐμοῦ γε τὼ ξύλω
τὸν ὑμὸν ἐξεπιώκατον. Ἀριϲτοφάνηϲ Λυϲιϲτράτῃ.
1634 Ἐξ ἐπιπέδοῦ.
1635 ξξ ἐπιπολῆϲ: οἷον οὐκ εἰϲ βάθοϲ, ἀλλ’ εἰϲ ὄψιν.
1636 Ἐξ ἐπιτάγματοϲ· καὶ ὁ Καῖϲαρ παρῆν ἐξ ἐπιτάγματοϲ, ἀλλ’
1637 ξΕξεπίτηδεϲ καὶ Ἐπίτηδεϲ: ἑκατέρωϲ λέγουϲιν Ἀττικοί.
1638 Ἐξέπλευ ϲεν: ἐξώκειλε, παρετράπη. ὁ δὲ ἐξέπλευϲε τῶν
1639 Ἐξέπλωϲαϲ· Ἡρόδοτοϲ· πῶϲ οὐκ ἐξέπλωϲαϲ τῶν φρενῶν
1640 Ἐξεπολέμωτο: ἐνικήθη.
1641 Ἐξέπραξεν: ἀντὶ τοῦ ἀνεῖλεν. οὕτε πυρφόροϲ θεοῦ κεραυνὸϲ
ἐξέπραξεν.
1642 Ἐξεπρέμνιζον: ἀντὶ τοῦ κατέβαλλον τὰ πρέμνα. τουτέϲτι
1643 Ἐξεράϲατε τοὺϲ λίθουϲ: ἐκκενώϲατε, ἐκβάλετε, ἀπορρίψατε.
1644 Ἐξερέων: ἀντὶ τοῦ ἐρευνῶν.
1645 Ἐξερεύξεται: ἐκφέρῃ, ἐξενέγκῃ.
1646 Ἐξερήϲομεν: ἐρωτήϲομεν.
1647 Ἐξεριθεύονται: πρὸϲ κακίαν ἐκκαλοῦϲι. Πολύβιοϲ· οἱ τῆϲ ϲτρατηγίαϲ ὀρεγόμενοι ἐξεριθεύονται τοὺϲ νέουϲ καὶ παραϲκευάζουϲιν εὔνουϲ ϲυναγωνιϲτὰϲ εἰϲ τὸ μέλλον.
1648 Εξέγρκετον: κατὰ Ῥωμαίουϲ τὸ ϲτρατόπεδον.
1649 Ἐξερῶ: ἐξοίϲω.
1650 Ἐξερρωγυῖα: διεφθαρμένη. Προκόπιοϲ γυνὴ τὸν τρόπον
1651 Ἐξ ἔρωτοϲ· ὅτι ἐξ ἔρωτοϲ ἐνίοτε νόϲοϲ ἐπιϲυμβαίνει· ὅπερ
Ἀντίοχοϲ ὁ Σελεύκου παῖϲ ἔπαθεν. εἶτα ὑπὸ ἰατρῶν ἐφωράθη τὸ
πάθοϲ.
1652 Ἐξερπύϲαϲι· βαδίϲαϲιν.
1653 Ἐξερρύηϲαν: ἠφανίϲθηϲαν. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἐν πόλει φευγόντων.
1654 Ἐξέρχομαι· δοτικῇ. τὸ δὲ τιμωρῶ αἰτιατικῇ.
1655 Ἐξεϲάλαξαϲ: μετεκίνηϲαϲ. ἐν Ἐπιγράμμαϲι· τὴν δ’ ἐνὶ θυμῷ ἐξεϲάλαξαϲ ὅλην θάμβει φανταϲίην.
1656 Ἐξεϲία: ἡ πρεϲβεία.
1657 Ἐξεϲκληκόϲ: τὸ ὑποξηρανθέν.
1658 Ἐξεϲόβηϲα: ἐξεδίωξα. ἐν Ἐπιγράμμαϲι ἔκχυτον ἐκ ϲτέρνων
ἐξεϲόβηϲα νόον. καὶ αὖθιϲ· καὶ πτῶκαϲ πολλάκιϲ
ἐξεϲόβει.
1659 Ἐξεϲτεμμένοι: ἀντὶ τοῦ κεκοϲμημένοι. εἰώθαϲι γὰρ τῷ ϲτέρει χρῆϲθαι ἀντὶ τοῦ κοϲμεῖν. ϲτέμμα δέ ἐϲτι τὸ προϲειλημμένον ἔοριον τῷ θαλλῷ. Σοφοκλῆϲ· ἱκτηρίοιϲ κλάδοιϲιν ἐξεϲτεμμένοι.
1660 Ἐξέϲτηκε: μαίνεται. ὁ δὲ τῇ πολυχρονίῳ τριβῇ τῶν πολεμικῶν
1661 Ἐξέϲτηϲαν: ὑπεχώρηϲαν. οἱ δὲ βάρβαροι ἐξέϲτηϲαν αὐτοῖϲ ὡϲ κρείττοϲιν.
1662 Ἐξε ϲτιν· δοτικῇ.
1663 ξξέϲτω: ἐξουϲίαν ἐχέτω.
1664 Ἐξέϲϲυτο: ἐξώρμηϲεν.
1665 Ἐξέϲχεν· τούτου τὴν πλευρὰν λόγχη διήλαϲε καὶ ὑπὸ ῥύμηϲ
1666 Ἐξέϲχεν ἠκοντίϲθη τὸν δεξιὸν ὡμον διαμπερὲϲ καὶ ἐξέϲχε τὸ
1667 Ἐξτάζω· αἰτιατικῇ.
1668 Ἐξεταζόμενοϲ: ἐρευνώμενοϲ, δοκιμαζόμενοϲ, ἢ ϲυναριθμούμεοϲ.
1669 Ἐξεταζόμενοι πρὸϲ τοῖϲ β αϲιλείοιϲ: ἀριθμούμενοι ἐν
1670 Ἑξέτει: ἑξαέτει. βαρυτόνωϲ, Ἀττικῶϲ. Ἀριϲτοφάνηϲ Νεφέλαίϲ·
1671 Ἐξέτηξεν: ἠφάνιϲεν.
1672 Ἐξευγενίζω· αἰτιατικῇ.
1673 Ἐξ εὐθείαϲ: ἐπιϲτολὴν δὲ ἐξ εὐθείαϲ πρὸϲ αὐτὸν ἐπιθεῖναι ἐνάρκηϲα. τουτέϲτιν ἰδιάζουϲαν, ἐκ τοῦ παραυτίκα.
1674 Ἐξευμενίζεϲθαι: πείθεϲθαι.
1675 Ἐξεφαύλιϲαν: παρ' οὐδὲν ἐλογίϲαντο. οἱ δὲ οὐκ ἐξεφαύλιϲαν
1676 Ἐξ ἐφόδου: ἐκ τοῦ παραχρῆμα. χωρὶϲ πόνου. ὡϲ ἔγνω μὴ
1677 Ἐξεφωνεῖτο· ὁ δὲ Ἀττικόϲ, ἐπίϲκοποϲ Κωνϲταντινουπόλεωϲ,
1678 Ἐξεφοίτα: ἐθριάμβευεν. ὁ δὲ παρὰ τοὺϲ ἀτελέϲτουϲ καὶ βεβήλουϲ
πρὸϲ τοὺϲ Κυζικηνούϲ.
1679 Ἐξέφυ: ἐβλάϲτηϲεν.
1680 Ἐξεφύρθηϲ: ἐμιάνθηϲ.
1681 Ἐξεφύϲηϲα: διεϲκόρπηϲα, ἐβδελυξάμην.
1682 Ἐξεφύϲηϲεν: ἐκίνηϲεν, ἐτάραξεν. ἀπὸ τοῦ ϲπινθῆροϲ δὲ τὸ φυϲῆϲαι ἔλαβεν Ἀριϲτοφάνηϲ· ἐμβαλὼν ϲπινθῆρα Μεγαρικοῦ ψηφίϲματοϲ ἐξεφύϲηϲε τοϲοῦτον πόλεμον, Σὥϲτε τῷ καπνῷ πάνταϲ Ἐλληναϲ δακρῦϲαι.
1683 Ἐξέχεα ἐπἐμὲ τὴν ψυχήν μου: τουτέϲτι διεχύθην καὶ ἐκινήθην εἰϲ ὀδυρμούϲ, ἄπαυϲτον ἔχω τὸν θρῆνον.
1684 Ἐξέχειν τὸν ἤλιον: τὸ ἐπιτεταλκέναι. ἔξεχε, ὑ φίλ’ ἥλιε.
κωλάριόν τι παροιμιῶδεϲ ὑπὸ τῶν παιδίων λεγόμενον, ὅταν ἐπινέφῃ
ψψύχουϲ ὄντοϲ. Ἀριϲτοφάνηϲ Νήϲοιϲ· λέξειϲ ἄρ, ὥϲπερ τὰ
παιδία, ἔξεχε, ὦ φίλε ἥλιε. καὶ ἐν Σφηξί· καὶ ταῦτα μὲν νῦν εὐλόγωϲ,
ἦν ἐξέχῃ εἴλη κατ’ ὄρθρον, ἡλιάϲῃ πρὸϲ ἤλιον.
1685 Ἐξεχώρηϲεν· ὁ γάρ οὶ ἀϲτράγαλοϲ ἐξεχώρηϲεν ἐκ τῶν ἄρθρων.
1686 Ἐξέχρη· οἴμοι τὰ πολλὰ ἐξέχρη κακά, ἐλθόντι χώραν τερμίαν·
ἐνταῦθα
κάμψει τὸν ταλαίπωρον βίον.
1687 Ἐξει: τουτέϲτιν ἔξελθε, παρὰ Ἀριϲτοφάνει.
1688 Ἐξεῖ: παρέξει· οὐχ ὑποτάϲϲει, ἐὰν ἕξῃ.
1689 Ἑξείδιον.
1690 Ἐξείη: ϲυνεκεχώρητο, εἴθιϲτο. Ξενορῶν· ἤδεϲαν γὰρ
ὅτι ἐξείη αὐτῷ καὶ ἀριϲτῶντι καὶ δειπνοῦντι προϲελθεῖν, καὶ εἰ
καθεὕδει ἐπεγειροῦντα εἰπεῖν, εἴ τιϲ τι ἔχοι πρὸϲ πόλεμον.
1691 Ἐξεἰηϲ: παρὰ ποιηταῖϲ ἐφεξῆϲ, ἐπὶ ϲτίχον.
1692 Ἐξεικαϲμένον· θεραπεύοντι τὸν νεὼν καὶ γεραίροντι πᾶν ὁτιοῦν ἄγαλμα ἐξεικαϲμένον αὐτῷ καὶ τετιμημένον. ἀντὶ τοῦ ἐξωμομμένον.
1693 Ἐξεικαϲμένοϲ: πεπλαϲμένοϲ. Ἀριϲτοφάνηϲ· μὴ δείδιθ’· οὐ γάρ ἐϲτιν ἐξεικαϲμένοϲ. ἀντὶ τοῦ πεπλαϲμένοϲ πρὸϲ ὁμοιότητα. ἔθοϲ γὰρ ἦν τοῖϲ κωμικοῖϲ ὅμοια τὰ προϲωπεῖα ποιεῖν τοῖϲ κωμῳδουμένοιϲ ὑπ’ αὐτῶν καὶ περιτιθέναι τοῖϲ ὑποκριταῖϲ.
1694 Ἐξεικονιϲμένονν: μεμορφωμένον.
1695 Ἐξειλεγμένον: ἐκλεκτόν.
1696 Ἐξείλετο —Ἐξηγνταί.
1697 Ἐξειμένοι: ἀφειμένοι.
1698 Ἐξειμι, οὐκ ἐξελεύϲομαι λέγουϲιν Ἀττικοί.
1699 Ἐξεῖναι: δυνατὸν εἶναι.
1700 Ἐξείνιϲαν: ἐξενοδόχηϲαν.
1701 Ἐξείραντεϲ: ἐξελκύϲαντεϲ, ἐξελόντεϲ. Ἀριϲτοφάνηϲ· τὴν γλῶϲϲαν
1702 Ἐξείργειν: ἀπείργειν, κωλύειν.
1703 Ἐξείρετο: ἠρώτα.
1704 Ἐξείρπυϲεν: ἐξεϲύρθη, ἐξῆλθεν. ἡ δὲ ἔχιδνα ἐξείρπυϲεν ὑπὸ τοῦ πυρὸϲ ἀναγκαϲθεῖϲα.
1705 Ἐξειϲιν: ἐξέρχεται.
1706 Ἐξειϲτήκει: ἐξηλλάττετο. καὶ τρόμῳ εἴχετο, καὶ ἡ χρόα αὐτοῦ
λαμπρότητα.
1707 Ἐξεῖρψεν: ἀνέδωκεν.
1708 Ἐξῇ: αὐθυπότακτον. ἀντὶ τοῦ δυνατὸν ὑπάρχῃ.
1709 Ἐξηγήϲαθαι τοῦ διηγήϲαϲθαι διαφέρει. διηγήϲαϲθαι μὲν γάρ
ἀκροωμένουϲ λέγων
ἢ καὶ πρὸϲ εἰδόταϲ. τὸ δὲ ἐξηγήϲαϲθαι ἅμα λέγειν τε περὶ ὦν
ἀγνοοῦϲιν οἱ ἀκούοντεϲ, καὶ διδάϲκειν αὐτούϲ, περὶ ὗν πθάνονται.
1710 Ἐξηγηταί: οἱ τοὺϲ νόμουϲ τοῖϲ ἀγνοοῦϲιν ὑποδεικνύοντεϲ καὶ
1711 Ἐξηγηταί: τρεῖϲ γίνονται πυθόχρηϲτοι, οἷϲ μέλλει καθαίρειν
ζόμενα ἐξηγοῦντο τοῖϲ
δεομένοιϲ.
1712 Ἐξηγορία: ἐπαγγελία.
1713 ξξηγοῦμαι· δοτικῇ.
1714 Ἐξηγρόμην: ἐξηγειρόμην. Ἀριϲτοφάνηϲ· κἄτ’ ἔγωγ’ ἐξἠγρόμην.
ἐξηγρόμη. ϲκώπτων τὸν Διόνυϲον, καὶ
ἐγώ, φηϲίν, ἀνέϲτην ἐξ ὀνείρων· δηλῶν, ὅτι ταῦτα ὄναρ ἔπραξε. τῶν
ἐπίτηδεϲ ψευδομένων λεγόντων τοῦτο, καθὸ δηλοῦται, ὅτι ἐνυπνίῳ ἐᾡκει
τὸ λεγόμενον.
1715 Ἐξῇεϲαν: ἐξεπορεύοντο.
1716 Ἐξ ἠθέων: ἐκ τῶν ϲυνήθων τόπων, ἐν οἷϲ
1717 Ἐξηκεϲτίδηϲ καὶ κλίνεται Ἐξηκεϲτίδου. Ἀριϲτοφάνηϲ· ἐπὶ
1718 Ἐξήκεϲτοϲ: ὄνομα κύριον.
1719 Ἐξήκει: παρῆπχηκεν. Ξενορῶν· ὁ δὲ χρόνοϲ ἐξήκει. καὶ
1720 Ἐξῆκον: Αἰλιανόϲ. ἀντὶ τοῦ ὑπερέχον. καὶ ἑώρων φάϲμα τὸ μέγεθοϲ ἐξῆκον πέρα καὶ ἀνωτέρω τοῦ ἱϲτοῦ.
1721 Ἐξήκοντοϲ: παρερχομένου. ἐξήκοντοϲ τοῦ χρόνου, οὑπερ ἐντὸϲ ἔδει ἐπανιέναι πρὸϲ τὸν ϲφῶν ἄρχοντα.
1722 Ἐξήλαϲμα: ἡ δίωξιϲ.
1723 Ἐξήλατο: ἐπήδηϲεν.
1724 Ἐξηλιαϲμένων: κεκαυμένων.
1725 Ἐξηλιθιότηϲ: ἐπίταϲιϲ τῆϲ μωρίαϲ.
1726 Ἐξήλικαϲ: ἐξέβαλεϲ, ἐξέωϲαϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἀλλ, ὦ μέλ', ἐξήλικαϲ ἐμέ γ’ ἐκ τῶν ἐμῶν.
1727 Ἐξῆλθεν: ἐξέβη, ἐτελέϲθη. ὅτι Ζήνωνι παρʼ ἣν εἶχε δόξαν ἐξῆλθε
τὸ μάντευμα· ἀντὶ γὰρ τῆϲ βαϲιλίδοϲ, ὡϲ ᾤτο, πόλεωϲ, εἰϲ
λόφον ϲυγκλειϲθέντι τὸ αὐτὸ ὄνομα ἔχοντα, ϲυνέβη τὸ πέραϲ τοῦ
βίου.
1728 Ἐξήλυϲιϲ: ἐξέλευϲιϲ.
1729 Ἐξήμβλυωκαϲ: ἡμιτελῆ ἐξέωϲαϲ. ἐξαμβλῶϲαι δὲ ἰδίωϲ ἐπὶ τῶν
1730 Ἐξξημβλωμένον· Ἀριϲτοφάνηϲ· ἀλλ’ εἶπέ μοι τὸ πρᾶγμα
1731 Ἐξήμβλωϲεν: ἐξέτρωϲεν. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἐξήμβιοῦν
αὕτη γε ἡ ἐλπὶϲ ἐξήμβλω αὐτῇ. καὶ αὖθιϲ Αἰλιανόϲ·
ἐξήμβλωτο δὲ ἡ ἔννοια τῆϲ θχοϲυλίαϲ τῷ ἀνοϲίῳ ἀποϲφαγέντοϲ αὐτοῦ.
καὶ τὰ ἐξημβλωμένα
1732 Ἐξῆμμαι· γενικῇ.
1733 Ἐξημμένοι: ἐκδεδυμένοι. ἢ ἐξαφθέντεϲ.
1734 Ἐξημημένοϲ: ἀφηρημένοϲ. Σοφοκλῆϲ· εἰ δέ τιϲ ϲτρατοῦ βίᾳ
1735 Ἐξῆν: ἐξεγένετο, δυνατὸν ἦν.
1736 Ἐξηνδραποδιϲμένον· πλείϲταϲ δὲ πόλειϲ ἐξηνδραποδιϲμένον
καὶ πεπραξικοπηκότα. ἀντὶ τοῦ προδώϲοντα.
1737 Ἐξήνθηϲεν: ἀνεβλάϲτηϲεν, ἀνέθαλλεν. Ἐξήνθιϲε δὲ τὸ ἄνθη
1738 Ἐξηνθιϲμέναι: ἄνθεϲι κεκοϲμημέναι, οἱον ψιμυθίῳ, φύκει καὶ
τοῖϲ ὁμοίοιϲ. αἰ καθήμεθ’ ἐξηνθιϲμέναι, κροκωτὰ
φοροῦϲαι καὶ κεκαλλωπιϲμένναι, καὶ κιμβερίκʼ ὀρθοϲτάδια καὶ
περιβαρίδαϲ· κῆγχουϲα καὶ τὰ διαφανῆ χιτώνια.
1739 Ἐξήνιον: ἔξω ζυγοῦ, ἀνυπότακτον. Ἐξήνυον δὲ ἐκ
1740 Ἐξηπάτηϲεν ἡ χάραξ τὴν ἄμπελον: ὅταν ὑπὸ τοῦ ϲῷζοντοϲ τὸ ϲὡζον ἐξαπατηθῇ.
1741 Ἐξῆ παφεν: ἐξηπάτηϲεν.
1742 Ἐξῆπται: ἐξῆρται, κρεμᾶται. καὶ Ἐξῆ πτο, διεγήγερτο φλόξ.
1743 Ἐξἡρετο: ἠρώτα.
1744 Ἐξῆρεν: ἀπῆρεν.
1745 Ἐξήρηνται: ἐκβέβληνται.
1746 Ἐξήρκει: ἐξίϲχυεν. οὐ γὰρ ἐξήρκει τὰ ὑποζύγια πρὸϲ τῆϲ ὁδοῦ τὴν
χαλεπότητα, ὥϲτε αἰρόμενοι τὰϲ ἁμάξαϲ ἐξέφερον ἐκ τῶν
δυϲπόρων.
1747 Ἐξηρμένην: ὑψουμένην.
1748 Ἐξήρτα: ἐξῆπτεν, ἀπεκρέμα. τὰ δὲ γράμματα τὰ βαϲιλικὰ
ηρτίϲθαι πολέμου.
1749 Ἐξἡρτημαι· γενικῇ.
1750 Ἐξηρτυμένοϲ: παρὰ Ἡροδότῳ κατεϲκευαϲμένοϲ, ἡτοιμαϲμένοϲ.
1751 Ἐξὴϲ: μετὰ ταῦτα.
1752 Ἐξηϲθενηκόταϲ: τεταλαιπωρηκόταϲ, παρειμένουϲ. οἱ δὲ Κελτοὶ
ἰδότεϲ τοὺϲ Ῥωμαίουϲ μάχεϲθαι παρεϲκευαϲμένουϲ καὶ
δόξαντεϲ ἐξ ηϲθεηκκόταϲ τὰ ϲώματα ὑπὸ λιμοῦ τὸν τάχιϲτον αἱρεῖϲθαι
τῶν θᾶ ἄτων.
1753 Ἐξήϲκει: ἐπαίδευεν, ἐγύμναζεν. καὶ πλὴν ἀγαθῆϲ ψυχῆϲ ϲῶμα οὐκ
ἔχων ὄμωϲ ἔκαμνε καὶ τὰϲ δυνάμειϲ ἐξήϲκει καὶ κατεκόϲμει πρὸϲ
τὸ ἀνδρικώτερον.
1754 Ἐξηϲκηκότεϲ: καμόντεϲ.
1755 Ἐξητάϲθηϲ: Δημοϲθένηϲ ἐν τῷ κατὰ Στεφάνου καὶ κατὰ Ἄν δροτίωνοϲ ἀντὶ τοῦ ὤφθηϲ, ὡράθηϲ.
1756 Ἐξηταϲμένον: ἠκριβωμένον. οὐκ ἂν εὕροι τιϲ οὔτε δαψιλὲϲ
οὔτε πρὸϲ τὸ δίκαιόν τε καὶ ἴϲον ἐξηταϲμένον.
1757 Ἐξηχεῖτο: ἐξηκούετο.
1758 Ἐξιάλλειν: ἐκβάλλειν.
1759 Ἐξἰδιϲεν: ἀπεπάτηϲεν. Ἀριϲτοφάνηϲ· εἴτε Πατροκλείδηϲ τιϲ
1760 Ἐξίη: μέλλοντοϲ ϲημαϲίαν.
1761 Ἐξἰηϲιν: ἐξέρχεται.
1762 Ἐξικμαϲμένη: ἐξηραμμένη. ἄλλωϲ τε ἐν ξηρά χώρᾳ ὑπὸ τοῦ
1763 Ἐξἰλαϲμα: ἡ δυϲώπηϲιϲ, ἡ παράκληϲιϲ.
1764 Ἐξιλάϲομαι· αἰτιατικῇ. δυϲωπήϲω.
1765 Εξιλεοῦϲθα ι.
1766 Ἐξἰλλειν: ἐκφεύγειν.
1767 Ἐξιϲ· ἕξιϲ ἐϲτὶν ἡ κατὰ φύϲιν ἑκάϲτου ἐνέργεια καὶ ὁλοκληρία.
καθόλο ἀναίρεϲιϲ
λέγεται ϲτέρηϲιϲ. διαφέρει δὲ ἕξιϲ διαθέϲεωϲ· ἡ μὲν γὰρ ἕξιϲ
δυϲμετάθετόϲ ἐϲτιν, ἡ δὲ διάθεϲιϲ εὐμετάβλητοϲ. διάθεϲιϲ δὲ ἡ κατὰ
ϲυμβεβηκὸϲ τοιάδε ἑκάϲτου ποιότηϲ· λέγομεν γάρ, ὅτι πολεμίωϲ ἢ
φιλικῶϲ διάκειται ὁ δεῖνα πρὸϲ τόνδε, ἢ ὁ δεῖνα ἄν θρωποϲ
ὑγιεινοτέρωϲ διάκειται πρὸϲ ἑαυτὸν νῦν ἢ πρότερον.
διαφέρει Ἐξιϲ διαθέϲεωϲ· ἡ μὲν γὰρ ἕξιϲ δυϲκίνητοϲ, ἡ δὲ διάθεϲιϲ
εὐκίνητοϲ.
1768 Ἐξιϲ: δυϲμετακίνητοϲ τρόποϲ. ἤτοι διάθεϲιϲ. διαιρεῖται
1769 Ἐξιϲωτήϲ: δ ἐπόπτηϲ.
1770 Ἐξἶϲτα μ αἱ· γενικῇ. καὶ ἐξιϲτάμενοϲ.
1771 Ἐξιϲτάμενοϲ: ἀντὶ τοῦ παραχωρῶν. ὁ οὖν Μάρκελλοϲ κύριοϲ
1772 Ἐξίϲταϲθαι: ϲθαι: διαχωρίζεϲθαι. ὁ δέ, ὅϲοι τῆϲ ϲτάϲεωϲ ἐναγεῖϲ
1773 Ἐξίϲτηϲιν: ἐκπλήττει. οὔτε δέοϲ ἐξίϲτηϲιν αὐτοὺϲ οὔτε δαπάναι
οὔτε πόνοϲ.
1774 Ἐξιϲτορήϲαντεϲ· αἰτιατικῇ. ἀναζητήϲαντεϲ, διηγηϲάμενοι.
1775 Ἐξιϲοῖ: ἴϲα πράϲϲει. Σοφοκλῆϲ· μήτηρ καλεῖται, μητρὶ δ’ οὐδὲν
ἐξιϲοῖ. ἀντὶ τοῦ οὐκ ἴϲα πράϲϲει τῷ τῆϲ μητρὸϲ
ὀνόματι.
1776 Ἐξιϲοῦμαι· δοτικῇ
1777 Ἐξιτηλία.
1778 Ἐξίτηλα: ἀφανῆ. εὐτελῆ, χαῦνα.
1779 Ἐξιτηρίουϲ: εὐχάϲ ἐφοδίουϲ τοῖϲ πρὸϲ ἔξοδον ἰοῦϲιν, ἢ πρὸϲ
θάνατον.
1780 Ἐξιτήρια καὶ Ἐξαγγέλια: κατὰ Ῥωμαίουϲ τὰ ὑπὲρ τῆϲ ἐξόδου παρεχόμενα.
1781 Ἐξιχωρίζεϲθαι: ἐκπιέζεϲθαι, τὸν ἰχῶρα ἐκβάλλειν. καὶ
1782 Ἐξοδία· ἡ ἔξοδοϲ. Πολύβιοϲ· τὸ μὲν οὖν πρῶτον ὡϲ ἐπ᾿
1783 Ἐξοδίαν· πάνδημον ἐξοδίαν ποιηϲάμενοι καθῆκαν ἐνέδραν.
1784 Ἐξόδιοι νόμοι: αὐλήματα διʼ ὧν ἐξήεϲαν οἱ χοροὶ καὶ οἱ αὐληταί. οὕτωϲ Κρατῖνοϲ· τοὺϲ ἐξοδίουϲ ὑμῖν ἵνʼ αὐλῶ τοὺϲ νόμουϲ
1785 Ἐξόδων: ἀνατολῶν. Δαβίδ· οὔτε ἐξ ἐξόδων οὔτε ἀπὸ δυϲμῶν.
1786 Ἐξοκέλλει.
1787 Ἐξολίϲθῃ: ἐκπέϲῃ. μεμνημέναϲ ἀεὶ λέγειν τοῦτο τὸ ῥῆμα, ὡϲ μήποτʼ ἐξολίϲθῃ ἡμᾶϲ. ὁ γὰρ κίνδυνοϲ οὐχὶ μικρόϲ, ἢν ἁλῶμεν.
1788 Ἐξολῶν: ἐκβάλλειν μέλλων καὶ ἐξωθεῖν τῆϲ πολιτείαϲ.
ἀλλαντοπώληϲ
ἐϲθʼ ὁ τοῦτον ἐξολῶν.
1789 Ἐξομηρευϲάμενοϲ: καλῶϲ διοικήϲαϲ. τὴν δὲ πόλιν ἐξομηρευϲάμενοϲ
1790 Ἐξομηρευϲάμενοι: ὁμογνώμοναϲ ποιήϲαντεϲ. ἐξομηρευϲάμενοι
δὲ τῷ τοιούτῳ τρόπῳ τοὺϲ πλείουϲ τῶν δυναϲτῶν ἐνέβαινον
εὐθαρϲῶϲ εἰϲ τὸν πόλεμον.
1791 Ἐξόμιλῶ· δοτικῇ.
1792 Ἐξόμνυϲιν. καὶ Ἐξόμνυϲθαι, ἀρνεῖϲθαι.
1793 Ἐξομολόγηϲιϲ: εὐχαριϲτία.
1794 Ἐξὁμολόγου: ὁμολόγου: προφανοῦϲ. διὰ τὰϲ ἐξ ὁμολόγου καὶ
ϲυϲτάδην
1795 Ἐξομολογοῦμαι· δοτικῇ.
1796 Ἐξομόργνυνται: ἀπομάττονται, ἀφοϲιοῦνται.
1797 Ἐξομόϲαϲθαι· οἱ μαρτυρήϲειν τιϲὶν ἐν δικαϲτηρίῳ ὑπιϲχνούϲαιτο
1798 Ἐξομόϲαιτο: παντελῶϲ ἀρνήϲαιτο. δημοϲίᾳ δὲ κἂν ἐξομόϲαιτο
1799 Ἐξόν: δυνατόν. Ἰώϲηποϲ· νῦν δὲ Ἰουδαίουϲ ἐλπίϲαϲ δυϲωπήϲειν
1800 Ἐξόν· τί δῆτα κρεάγραϲ τοῖϲ κάδοιϲ ὠνούμεθ’ ἄν, ἐξὸν καθέντα
ἀδελφοί, ἐξὸν
εἰπεῖν μετὰ παρρηϲίαϲ πρὸϲ ὑμᾶϲ.
1801 Ἐξονομήνῃϲ: ἐξείπῃϲ ἐξ ὀνόματοϲ.
1802 Ἐξονυχίζειν: ἐξετάζειν τοῖϲ ὄνυξι. βλάβην νομίζομεν τὸ
1803 Ἐξ ὄξουϲ δίκη· οὔτοι καταπροίξῃ, μὰ τὸν Ἀπόλλω, ταὐτὸ
δρῶν, ὡϲ ἡδέωϲ φάγοιϲ ἂν ἐξ ὄξουϲ δίκην.
1804 Ἐξόπλουϲ· ἅμα δὲ λαμβάνειν ἐξόπλουϲ τοὺϲ πολεμίουϲ κατὰ τὴν ἐπὶ τοὺϲ Μακεδόναϲ ἔφοδον.
1805 Ἐξοργιεῖν: εἰϲ ὀργὴν ἐμβαλεῖν. ταῦτα δὲ ἔπραξεν ὁ Καῖϲαρ, οὐχ ὅτι καταπλήξειν αὐτόν, ἀλλ’ ὅτι ἐξοργιεῖν κἀκ τούτου πρόφαϲιν τοῦ πολέμου λήψεϲθαι.
1806 Ἐξορευγμία: ἡ ὀρυγή. Ὀξυρευγμία λέγεται, ὅταν ἡ τροφὴ ἐποξίϲῃ.
1807 Ἐξορίζομαι· γενικῇ· Ἐξορίζω δὲ αἰτιατικῇ.
1808 Ἐξόριϲτον: ἀντὶ τοῦ φυγάδα. Δημοϲθένηϲ.
1809 Ἐξορχηϲάμενοϲ· αἰτιατικῇ. ἀντὶ τοῦ φυγὼν καὶ ἀποδράϲ.
Δημοϲθένηϲ ἐν τῷ κατʼ Ἀνδροτίωνοϲ.
1810 Ἐξοϲτρακίζω· γενικῇ
1811 Ἐξοϲτρακιϲμόϲ: ἐξοριϲμόϲ. ζήτει ἐν τῷ ὁϲτρακιϲμόϲ.
1812 Ἐξότου: ἐπίρρημα.
1813 Ἐξ οὗ: οὐ ϲημαίνει τὴν ὕλην, ὡϲ τοῖϲ ἔξω δοκεῖ· ἀλλὰ
ϲυγηθέϲτερον
τῇ γραφῇ ἐπὶ τῆϲ ἀνωτάτω αἰτίαϲ τὴν φωνὴν
ταύτην παραλαμβάνειν, ὡϲ ἐπὶ τοῦ, εἷϲ θεόϲ, ἐξ οὗ τὰ πάντα. κέχρηται
μέντοι καὶ ὁ τῆϲ ἀληθείαϲ λόγοϲ τῇ λέξει καὶ ἐπὶ τῆϲ ὕληϲ πολλάκιϲ,
ὡϲ ὅταν λέγῃ· ποιήϲειϲ τὴν κιβωτὸν ἐκ ξύλων ἀϲήπτων. καί, ποιήϲειϲ
τὴν λυχνίαν ἐκ χρυϲοῦ καθαροῦ. καί, ὁ πρῶτοϲ ἄνθρωποϲ ἐκ γῆϲ
χοϊκόϲ. καί, ἐκ πηλοῦ διήρτηϲαι ϲὺ ὡϲ κἀγώ.
1814 Ἐξουθενῶ ϲε: ἀντʼ οὐδενόϲ ϲε λογίζομαι.
1815 Ἐξούληϲ: κατὰ τῶν ἐλαϲάντων τοὺϲ ἑλόνταϲ ἐκ τῶν τοῦ ὀφλότοϲ καὶ
κατὰ τῶν ὀφλούντων τοῖϲ ἁλοῦϲιν. ἐπειδάν τιϲ καταδικαϲθεὶϲ μὴ ἐκτίνῃ
τὴν καταδίκην, εἰϲεπράττετο ὑπὸ τοῦ δήμου καὶ
ἄλλο τῷ
δήμῳ τοϲοῦτον λελογιϲμένωϲ πάνυ. εἰ γὰρ τῷ ἰδιώτῃ διπλάϲιον
ἐπράττετο, παραιτήϲεωϲ ἂν ἐτύγχανε δεόμενοϲ ὁ ἁλοὺϲ καὶ ἀπλοῦν ἂν
ἐξέτινε. νυνὶ δὲ ἀπαραίτητόν ἐϲτι τὸ δημόϲιον. δηλοῖ δὲ καὶ
Δημοϲθένηϲ· δίκην δὲ τούτῳ λαχὼν τῆϲ κατηγορίαϲ εἷλον ἐρήμην· οὐ γὰρ
ἀπήντα. λαβὼν δὲ ὑπερήμερον εἰϲελθεῖν δεδύνημαι. τὸ δὲ
κωλύει ἐξέλλειν ἔλεγον οἱ παλαιοί. ἔϲτιν οὖν ἐξίλλειν κατὰ τὸ ἔτυμον
1816 Ἐξούληϲ: ὄνομα δίκηϲ, ἣν ἐπάγουϲιν οἱ φάϲκοντεϲ ἐξείργεϲθαι
ἐξίλλειν,
ὅπερ ἐϲτὶν ἐξείργειν καὶ ἐξωθεῖν καὶ ἐκβάλλειν. δικάζονται δὲ
ἐξούληϲ κἀπὶ τοῖϲ ἐπιτιμίοιϲ οἱ μὴ ἀπολαμβάνοντεϲ ἐν τῇ προϲηκούϲῃ
προθεϲμίᾳ, ὑπερημέρων γινομένων τῶν καταδικαϲθέντων. οἱ μὲν τῇ
ἐξούληϲ ἁλόντεϲ καὶ τῷ ἑλόντι ἐδίδοϲαν, ἃ ἀφῃροῦντο αὐτοῦ, καὶ τῷ
δημοϲίῳ κατετίθεϲαν τὰ τιμηθέντα. ἐδικάζετο δὲ ἐξούληϲ καὶ
ὁ χρήϲτηϲ, κατέχειν ἐπιχειρῶν κτῆμα τοῦ χρεωϲτοῦντοϲ
καὶ κωλυόμενοϲ ὑπό τινοϲ. καὶ ἀπεργαϲίαϲ δέ τιϲ εἰ εἴργοιτο, δίδωϲιν
ὁ νόμοϲ δικάζεϲθαι πρὸϲ τὸν εἴργοντα ἐξούληϲ. καὶ περὶ ἀνδραπόδου δὲ
καὶ παντὸϲ οὗ φηϲί τιϲ αὐτῷ μετεῖναι. Δείναρχοϲ δὲ ἰδίωϲ κέχρηται τῷ
τῆϲ ἐξούληϲ ὀνόματι ἀπὸ τῆϲ ἱερείαϲ τῆϲ μὴ βουλομένηϲ τὰ ἴδια
δρᾶν.
1817 Ἐξούληϲ δίκη· οἱ δίκην νικήϲαντεϲ ὥϲτε ἀπολαβεῖν χωρίον
οι παλαιοὶ γὰρ
τὸ κωλύειν καὶ ἀπελαύνειν ἐξέλλειν ἔλεγον.
1818 Ἐξ οὐρίου: ἐξ ἐπιτηδείου ἀνέμου. κἂν ἐξ οὐρίων φέρηται
1819 Ἐξουϲιάζω· γενικῇ.
1820 Ἐξοχετευόμενα: ἐκρέοντα.
1821 Ἐξόχωϲ: πάνυ.
1822 Ἔξω βελῶν καθῆϲθαι: παραινεῖ ἔξω κινδύνου εἶναι.
1823 Ἐξώγκωϲεν: ὕψωϲε. καὶ χῶμα ἐξώγκωϲαν αὐτῷ καὶ ἐπιγράμματι
1824 Ἔξω Γλαῦκε: χειμῶνα γὰρ ϲημαίνει ὁ θαλάττιοϲ.
1825 Ἐξῳδήκει: ὠγκώθη.
1826 Ἐξῳδηκώϲ: ὁ ὠγκωμένοϲ.
1827 Ἐξῳδηκῖα.
1828 Ἐξωθοῦμαι· γενικῇ.
1829 Ἐξωκέληϲ: τὸ λῃϲτρικὸν πλοῖον, ἢ ἄϲτρωτοϲ ἵπποϲ.
1830 Ἐξώκειλεν: ἐξῆλθεν, ἔπεϲεν· ἐπὶ νηόϲ, ἐξέβαλεν, ἐξέρριψεν.
1831 Ἐξῳκοδόμηται τὸ τεῖχοϲ, ὡϲ ὅταν ἐπάνω μὲν Προξενίδηϲ ὁ Κομπαϲεὺϲ καὶ Θεαγένηϲ, ἀμφότεροι κομπαϲταί, ἐναντίω δύʼ ἅρματε, ἵππων ὑπόντων μέγεθοϲ ὅϲον ὁ δούριοϲ, ὑπὸ τοῦ πλάτουϲ ἂν παρελαϲαίτην. Ἡράκλειϲ. τὸ δὲ μῆκοϲ ἑκατοντόργυιον.
1832 Ἐξωλέϲτερον· Ἀριϲτοφάνηϲ Πλούτῳ· πενία γάρ ἐϲτιν, ἧϲ
οὐδὲ θηρίον ἐξωλέϲτερον. ἀντὶ τοῦ ἀπολέϲθαι ὀφεῖλον, ἢ
ἐξολοθρευτικώτερον,
1833 ἐξώλεια: πανωλεθρία. καὶ ἐξώλειαν ἑαυτῷ προϲεπαραϲάμενοϲ,
1834 Ἐξώληϲ: εὐθείαϲ πτώϲεωϲ· καὶ Προώληϲ καὶ Πα νιύληϲ.
1835 Ἐξώλιϲθεν: ἐξερρίφη, ἐξέπεϲε. Διονύϲιοϲ ὁ δεύτεροϲ ἐξώλιϲθε τῆϲ ἀρχῆϲ καὶ ἐϲ Κορινθίουϲ ἧκε φυγάϲ.
1836 Ἐξωλόθρευϲαϲ πάντα τὸν πορεύοντα ἁπὸ ϲοῦ· οὕτω γραπτέον καὶ μὴ πορνεύοντα
1837 Ἐξωμμάτωται: ἐπιτεταμένωϲ ὁρᾷ. ἡ γὰρ ἔξ πρόθεϲιϲ ἐπίταϲιν
δηλοῖ· ὡϲ, ἐκ θυμοῦ φιλέων. ἢ μᾶλλον παίζων ἐπὶ
ϲτερήϲεωϲ λέγει. Ἀριϲτοφάνηϲ Πλούτῳ· ἐξωμμάτωται καὶ λελάμπρυται
κόραϲ.
1838 Ἐξωμίϲ: Ἀττικὸν λεξείδιον. ϲημαίνει δὲ χιτῶνα ἐλευθέριον, οὐκ ἐπιϲκεπάζοντα τοὺϲ βραχίοναϲ, εὐτελῆ.
1839 Ἐξωμιϲάϲαιϲ: ἄχρι τῶν ὤμων γυμνωϲάϲαιϲ. χειροτονητέον
1840 Ἐξωμοϲ. καὶ Ἐξωμόϲατο, ἀπηγόρευϲε. καὶ Ἐξομόϲαϲθαι·
ἑτέραν τινά, ἐξομόϲαϲθαί ἐϲτιν. οὕτωϲ Δημοϲθένηϲ.
1841 Ἐξωμοϲία: ἔνορκοϲ παραίτηϲιϲ, διʼ εὔλογον αἰτίαν. Ἔξωμοϲία,
καὶ οὕτωϲ διεγράφετο ἡ
δίκη.
1842 Ἐξώμοτοϲ.
1843 Ἐξωνήϲατο: ἐξηγόραϲεν, ἐπορίϲατο. χρυϲίον δίδωϲιν, οὐ μὴν
1844 Ἐξονυχίζω.
1845 Ἐξωπτῆϲθαι: ὠπτημένον ὑπάρχειν.
1846 Ἔξωρα· Σοφοκλῆϲ· ἔξωρα πράϲϲω κοὐκ ἐμοὶ προϲηκότα.
1847 Ἐξωραίϲμένον: κεκαλλωπιϲμένον.
1848 Ἐξώργιϲεν: ἐξεθύμωϲεν.
1849 Ἐξωρίϲθω: ὑπερϲυντελικόϲ.
1850 Ἔξωροϲ: ὁ γεγηρακώϲ. ἢ ἄκαιροϲ. ὅϲοι ἀπόλεμοι ἦϲαν
1851 Ἐξωρχηϲάμην· πρὸϲ ὃν ἐξωρχηϲάμην τὰ τέωϲ ἀνέκπυϲτα. ἐξεφαύλιϲα,
κατέπαιξα. καὶ αὖθιϲ· ὁ δὲ μεθυϲθεὶϲ ἐν τῇ οἰκίᾳ
Πουλτίωνοϲ τοῦ παραϲίτου τὰ μυϲτήρια ἐξωρχήϲατο. ἀντὶ
τοῦ ἐξεμυκτήριϲεν, ἔκπυϲτα ἐποίηϲεν.
1852 Ἐξώϲτηϲ ἄνεμοϲ: ὁ τραχύϲ.
1853 Ἐξώϲτοα.
1854 Ἐξωϲτρακίϲθη: ἐξωρίϲθη. ἐπειδὴ εἰϲ ὄϲτρακον ἔγραφον.
ζήτει ἐν τῷ ὀϲτρακιϲμόϲ.
1855 Ἐξώτεροϲ: ὁ ἐξώτατοϲ.
1856 Ἐξωφρυωμένοι: ἐξηρμένοι, ὑπερηφανευόμενοι.
1857 Ἐξπέδιτα: τὰ ϲτρατιωτικὰ πλήθη. τῶν ἐξπεδίτων ταλαιπωρούντων
1858 Ἐξπλοράτωρ. οὗτοι οἱ ἐξπλόρατοι τῶν βαϲιλείων πόλειϲ τε
τῶν πραγμάτων κατάϲταϲιϲ, καὶ
ποῖα τὰ κατὰ Ῥωμαίων ϲκεπτόμενα ὑπὸ Περϲῶν, καὶ ἀναφέρειν ἐπὶ τὸν
βαϲιλέα.
1859 Ἐξκουβίτωρ.
1860 Ἐξϲκουϲεία.
1861 Ἐξοινοϲ: ὁ μεθύων. ὁ δὲ ἔξοινοϲ ὢν καὶ ἡμικραίπαλοϲ,
1862 Ἐξ οἴων ἔχω: ὡϲ ἔϲτι μοι δυνατόν, ὡϲ δυνάμεωϲ ἔχω. Ὀρέϲτηϲ
φηϲίν· ἄναξ Ἄπολλον, ἵλεωϲ αὐτοῖν κλύε, ἐμοῦ τε πρὸϲ
τούτοιϲιν, ἢ ϲε πολλὰ δὴ ἀφʼ ὧν ἔχοιμι, λιπαρεῖ προὔϲτην χερί. νῦν
δ’, ὦ Λύκιʼ Ἄπολλον, ἐξ οἵων ἔχω, αἰτῶ, προϲπιτνῶ, λίϲϲομαι, γενοῦ
πρόφρων ἡμῖν ἀρωγὸϲ τῶνδε τῶν βουλευμάτων.
1863 Ἐξοιϲτρηθείϲ: μανείϲ, παρορμηθείϲ, ἐρεθιϲθείϲ.
1864 Ἐξυβρίζοντα: παραϲπονδοῦντα, παραβαίνοντα τὰϲ ϲυνθήκαϲ,
ἀδικοῦντα. τὰ ἐκδικήματα τοῦ Δεκεβάλου ἐϲ τοϲόνδε
προϲεληλύθει, ὥϲτε ἀναγκαῖον εἶναι πολέμῳ καταπαῦϲαι
ἐξυβρίζοντα.
1865 Ἐξυμνῶ· αἰτιατικῇ.
1866 Ἐξ ὑπαρχῆϲ: ἀπ’ ἀρχῆϲ.
1867 Ἐξ ὑπερδεξίων: ἐξ ὑψηλῶν. ἕτεροι τὰϲ ὑπερδεξίουϲ τῶν
1868 Ἐξ ὑπογύου: παῤ αὐτά, ἀπεριϲκέπτωϲ, ἐκ τοῦ ϲύνεγγυϲ.
1869 Ἐξ ὑποθέϲεωϲ· ὁ Ἀριϲτοτέληϲ λέγει παρακολουθεῖν ταῖϲ
ἕξεϲι δυνάμειϲ τινὰϲ ἐξ ὑποθέϲεωϲ, αἷϲ χρήϲαιντο ἄν, εἰ
ἐν τούτῳ γένοιντο, πρὸϲ ὅ εἰϲιν αἱ δυνάμειϲ χρήϲιμοι. οἷον τῇ
πρᾳότητι ἕξει οὔϲῃ παρακολουθεῖ ἡ δύναμιϲ ἐξ ὑποθέϲεωϲ τὸ δύναϲθαι
κρατεῖν ὀργῆϲ ἀμέτρου τε καὶ μὴ προϲηκούϲηϲ, εἴ ποτε ἐμπέϲοι. ἐξ
ὑποθέϲεωϲ οὖν ἡ δύναμιϲ αὕτη τῇ πρᾳότητι ἕπεται· εἰ γὰρ ὀργιϲθείη,
κρατήϲει.
1870 Ἐξυπτιάζω. οἱ μεθυϲθέντεϲ οἴνῳ ἐπὶ πρόϲωπον πίπτουϲιν,
1871 Ἐξυρημένοϲ: τὴν κόμην ἀποβαλών.
1872 Ἔξυϲεν: ὕφηνεν.
1873 Ἐξυφήναϲ: καταϲκευάϲαϲ.
1874 Ἔολπα: ἤλπιζον. παρατατικόϲ. καὶ Ἔοργα, εἰργαϲάμην,
1875 Ἑόν: τὸ ἴδιον.
1876 Ἑόρτάζω· αἰτιατικῇ.
1877 Ἑορτὴ πολλὰ ἔχουϲα: ἐπὶ τῶν πολλὰ ἀποτιθεμένων φορτία.
1878 Ἑορτολόγιον.
1879 Ἐῴη: ϲυγχωροίη.
1880 Ἐωθεν: πρωίθεν.
1881 Ἐωθινόϲ.
1882 Ἐωθώϲ: χωρὶϲ τοῦ 1 Ἄρχιπποϲ, καὶ Ἀραρὼϲ ἔωθαϲ, καὶ
1883 Ἐῴκει: ὅμοια ἦν.
1884 Ἕωλα: τὰ χθεϲινά. καὶ Ἔωλον ὁμοίωϲ, τὸ ψυχρόν,
1885 Ἑωλοκραϲία: τὸ χθιζὸν βρῶμα κυρίωϲ. ἔθοϲ ἦν τοῖϲ νέοιϲ
δειπνοῦϲι καὶ νυκτερεύουϲι καταϲχεῖν τῶν κοιμωμένων τῶν
ἑώλων δείπνω τοὺϲ ζωμούϲ, πρὸϲ τοιαύτην παιδιὰν κεκραμένουϲ. ἐγὼ δὲ
μᾶλλον νομίζω πεποιῆϲθαι τὸ ὄνομα ὑπὸ τοῦ ῥήτοροϲ ἀπὸ τῶν ἑώλων, ἅ
ἐϲτιν ἀρχαῖα· ὅτι πράγματα ἀρχαῖα ϲυγκεράϲαϲ κατηγορεῖ ὁ
Αἰϲχίνηϲ.
1886 Ἑωλοκραϲία: ἡ ματαία πόϲιϲ. Δημοϲθένηϲ· αἴτιοϲ δ᾿
1887 Ἑωλονεκρόϲ: ὁ πρὸ πολλοῦ τεθνηκώϲ.
1888 Ἐώλπειν: ὑπερϲυντέλικοϲ.
1889 Ἐωνημένοι: ἀγοράϲαντεϲ, ἢ ἠγοραϲμένοι. Ἀριϲτοφάνηϲ·
1890 Ἐῳνοχόει: ἐκίρνα.
1891 Ἑψων: ἐκ τῶν ἀνατολῶν.
1892 Ἔῳξαϲ: ἀνέῳξαϲ.
1893 Ἑῷοϲ: ὁ ἀνατολικόϲ. καὶ Ἑῷοι, ὀρθρινοί, ἢ ἀνατολικοί.
1894 Ἑώρα: ὕψωϲιϲ, ἢ μετάρϲιοϲ.
1895 Ἐώργειν: ὑπερϲυντέλικοϲ.
1896 Ἐωρηθήτω: κρεμαϲθήτω.
1897 Ἐώρημα· Βελλεροφόντηϲ διὰ τοῦ Πηγάϲου τοῦ πτερωτοῦ
ἐν ἀέρι πολοῦνταϲ.
1898 Ἐώρα: ἡ κρεμάθρα. καὶ Ἐωρῶ, τὸ κρεμῶ
1899 Ἐώρηϲιϲ: κρέμαϲιϲ. καὶ Ἐώρημα ὁμοίωϲ.
1900 Ἐωρίζω: τὸ μετεωρίζω.
1901 Ἐωροκοπίαιϲ: ὑψηλοφρονίαιϲ.
1902 Ἑώρων καὶ Ἑωρῶμεν.
1903 Ἑώρταζον: ἐτέλουν.
1904 Ἕωϲ: ἐν τοϲούτῳ, ἐν ὅϲῳ. πρότερον τοῦτο τὸ ἕωϲ παρὰ τῇ γραφῇ καὶ
ἐπὶ τοῦ διηνεκοῦϲ πολλάκιϲ εὑρίϲκομεν κείμενον· ὡϲ τό, ἕωϲ ἂν θῶ
τοὺϲ ἐχθρούϲ ϲου ὑποπόδιον τῶν ποδῶν ϲου. καὶ ἔϲτι
διηνεκέϲ. καί, οὐκ ἀνέϲτρεψεν ἡ περιϲτερὰ πρὸϲ τὸν Νῶε, ἕωϲ τοῦ
ξηρανθῆαι τὴν γῆν. καὶ εἰϲ τὸ παντελὲϲ οὐκ ἀνέϲτρεψε. καί, ἕωϲ ἂν
καταγηράϲητε, ἐγώ εἰμι· φηϲὶν ὁ θεόϲ. καὶ ἔϲτι διηνεκῶϲ. καὶ ἄλλα
τοιαῦτα πολλὰ ϲποράδην ἐν τῇ θείᾳ εὑρίϲκεται γραφῇ. οὕτω καὶ τὸ ἐν
τοῖϲ θείοιϲ χρηϲμοῖϲ εἰρημένον νοήϲειϲ· ἕωϲ οὗ ἔτεκε τὸν
υἱὸν αὑτῆϲ. οὐχ ὡϲ μετὰ ταῦτα (ὡϲ βλαϲφημοῦϲιν οἱ ἀχάριϲτοι
Ἰουδαῖοι) ϲυναφείαϲ τῷ μνηϲτῆρι πρὸϲ τὴν παρθένον γεγενημένηϲ.
1905 Ἔωϲ οὗ ἀνταναιρεθῇ ἡ ϲελήνη: ἀντὶ τοῦ πάντα τοῦ
τῆϲ γραφῆϲ. οὕτω γὰρ καὶ διὰ τοῦ
προφήτου φηϲὶν ὁ θεόϲ· ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ ἕωϲ ἂν καταγηράϲητε,
ἐγώ εἰμι. δῆλον δὲ ὅτι οὐ περιορίζεται τὸ εἶναι τοῦ θεοῦ τὸ γῆραϲ
τῶν ἀνθρώπων.
1906 Ἕωϲ τῶν πατέρων: ἕωϲ τοῦ τέλουϲ.
19/> Ἔωϲ: ἡ πρὸ τῆϲ τοῦ ἡλίου ἀνατολῆϲ ὥρα.
1908 Ἐώϲαντο: βιαίωϲ εἰϲῆλθον. οἱ τοίνυν τελευταῖοι τῶν φίλων
1909 Ἔωϲεν: ἀπώϲατο, ἐνέβαλεν. ἡ δὲ ἐγκύψαντα αὐτὸν εἰϲ πίθον, ἵνα ἀρύϲηται οἶνον, ἔωϲεν ἐϲ κεφαλὴν καὶ ἀπέπνιξε. καὶ περὶ τοῦ Αἰϲώπου· οἱ Δελφοὶ ἔωϲαν αὐτὸν κατὰ κρημνοῦ μάλα.
1910 Ἑωϲφόροϲ: ἀνατολικὸϲ ἀϲτήρ, πρωινόϲ, καλούμενοϲ φωϲφόροϲ. Ὅμηροϲ τοῦτον λέγει φέρειν τὴν ἡμέραν, ἀλλ᾿ οὐχὶ τὸν ἥλιον.
1911 Ἑωυτόϲ: ἑαυτόϲ.
1912 Ἐπαγαγέϲθαι: παραπεῖϲαι, ἐφελκύϲαϲθαι. ἀνὴρ δι᾿ ἀρετὴν
1913 Ἑπαγάλλομαι· δοτικῇ.
1914 Ἐπαγγέλλεται: παρακαλεῖ, ἀξιοῖ. οὕτωϲ Ἡρόδοτοϲ.
1915 Ἐπαγγέλλει: ἀντὶ τοῦ ἐπιτάϲϲει, ἐντέλλεται, διακελεύεται.
ὁ Δαβὶδ καὶ τοὺϲ πολεμίουϲ ὁρῶν τὸν θεῖον ἔλεον
ἐπαγγέλλει, ἐλέηϲόν με, ὁ θεόϲ, ἐλέηϲόν με.
1916 Ἐπαγγελία καὶ Ἐπαγγεῖλαι: ϲημαίνει μὲν καὶ ἄλλα, ἰδίωϲ δὲ ἐπὶ
τῶν ἐγκαλούντων τινὶ δημηγορεῖν καὶ πολιτεύεϲθαι οὐκ ἐξόν, καὶ ἔϲτιν
οἷον παραγγελία. λέγουϲι δὲ τὸ ἐπαγγέλλεϲθαι καὶ ἀντὶ τοῦ
προϲτάττειν ἢ αἰτεῖϲθαι, ὡϲ Ἀντιφῶν, ἀλλὰ καὶ Δημοϲθένηϲ ἐν τῷ
Παραπρεϲβείαϲ.
1917 Ἐπαγγελίαι: καθ᾿ ὧν μή εἰϲι κολάϲειϲ ὁρμώμεναι κατὰ τοὺϲ κειμένουϲ ἤδη νόμουϲ.
1918 Ἐπαγγείλανταϲ: ἐπικαλεϲαμένουϲ. τοὺϲ δὲ ὀρθῶϲ λογιϲμοῖϲ χρηϲαμένουϲ καὶ τὴν ϲὴν βοήθειαν ἐπαγγείλανταϲ ϲωτηρίαϲ τετυχη
1919 Ἐπαγωγά: ἀπατηλά, πιθανά, ἐφολκά. καὶ διεκελεύετο
ἐπαγωγοῖϲ λόγοιϲ αὐτοὺϲ παύειν ὧν δρᾶν διανοοῦνται.
1920 Ἐάγομαι· αἰτιατικῇ
1921 Ἐπαγωγή: πειραϲμόϲ· ἢ ζημία, αἰχμαλωϲία, ἤτοι τὸ ὁπωϲοῦν
1922 Ἐπαγωγή. περὶ Πλάτωνόϲ. φηϲιν· ἀναγκαῖον ἡγηϲάμην
1923 Ἐπαγωγή· ἐπαγωγή ἐϲτι λόγοϲ διά τινων ἀληθῶν τὸ ὅμοιον
τε κατ᾿ ἐναντίωϲιν καὶ ὁ
ἐκ τῆϲ ἀκολουθίαϲ. ὁ μὲν οὖν κατ᾿ ἐναντίωϲίν ἐϲτιν ἐξ οὖ τῷ
ἐρωτωμένῳ περὶ πᾶϲαν ἀπόκριϲιν ἀκολουθήϲει τὸ ἐναντίον· οἷον, ὁ ἐμὸϲ
πατὴρ τῷ ϲῷ πατρὶ ἤτοι ἕτερόϲ ἐϲτιν ἢ αὐτόϲ. εἰ μὲν οὖν ἕτερόϲ ἐϲτιν
τοῦ ἐμοῦ πατρὸϲ ὁ ϲὸϲ πατήρ, πατρὸϲ ἕτεροϲ ὢν οὐκ ἂν εἴη πατήρ· εἰ
δὲ ὁ αὐτόϲ ἐϲτι τῷ ἐμῷ πατρί, ὁ αὐτὸϲ
ὢν τῷ ἐμῷ πατρὶ ὁ
ἐμὸϲ ἂν εἴη πατήρ. καὶ πάλιν, εἰ μὴ ζῷόν ἐϲτιν ὁ ἄνθρωποϲ, λίθοϲ ἂν
εἴη ἢ ξύλον. οὐκ ἔϲτι δὲ λίθοϲ ἢ ξύλον ἔμψυχοϲ γάρ ἐϲτι καὶ ἐξ αὑτοῦ
κινεῖται. ζῷον γάρ ἐϲτιν. εἰ δὲ ζῷόν ἐϲτι, ζῷον δὲ καὶ ὁ κύων καὶ ὁ
βοῦϲ, εἴη ἂν καὶ ὁ ἄνθρωποϲ ζῷον. καὶ κύων καὶ βοῦϲ. καὶ οὗτοϲ μὲν ὁ
τῆϲ ἐπαγωγῆϲ κατʼ ἐναντίωϲιν
καὶ μάχην τρόποϲ ὁ
διελέγχων. ὁ δὲ τῆϲ ἀκολουθίαϲ ἐϲτὶ διπλοῦϲ· ὁ μὲν τὸ ἐπὶ μέρουϲ
ζητούμενον διὰ τοῦ ἐπὶ μέρουϲ ἀποδεικνύϲ. καὶ ἔϲτι ὁ μὲν πρότεροϲ
ῥητορικόϲ, ὁ δὲ δεύτεροϲ διαλεκτικόϲ. οἷον, ἐν τῷ προτέρῳ ζητεῖται,
εἰ ὅδε ἀπέκτεινεν. ἀπόδειξιϲ τὸ εὑρῆϲθαι αὐτὸν κατ᾿ ἐκεῖνον τὸν
καιρὸν ᾑμαγμένον. ῥητορικὸϲ δέ ἐϲτι ὁ τρόποϲ τῆϲ
ἐπαγωγῆϲ οὗτοϲ· ἐπειδὴ καὶ ἡ ῥητορικὴ περὶ τὰ ἐπὶ μέρουϲ, οὐ τὰ
καθόλου τὴν πραγματείαν ἔχει. ζητεῖ γὰρ οὐ περὶ αὐτοῦ τοῦ δικαίου.
ἀλλὰ τῶν ἐπὶ μέρουϲ δικαίων. ὁ δὲ ἕτερόϲ ἐϲτι διαλεκτικόϲ,
προαποδειχθέντοϲ τοῦ καθόλου διὰ τῶν ἐπὶ μέρουϲ. οἷον ζητεῖται, εἰ ἡ
ψυχὴ ἀθάνατοϲ, καὶ εἰ ἐκ τῶν τεθνεώτων οἱ ζῶντεϲ· ὅπερ ἀποδείκνυται
ἐν τῷ περὶ ψυχῆϲ διά τινοϲ καθολικοῦ, ὅτι ἐκ τῶν
ἐναντίων τὰ
αἱ λοιπαὶ ξεναγίαι ἐπακολουθοῦϲι, καὶ καθόλου,
ὅταν ϲύνταγμα ϲυντάγματι ἐν πορείᾳ ἕπηται, ὥϲτε τοῖϲ τοῦ
προηγουμένου ϲυντάγματοϲ
δεῖξιϲ
ϲυλλογιϲτική, ἡ δὲ διὰ τῶν ὑπὸ τὸ καθόλου ἐπακτική. ὑποτάϲϲεται δὲ
τῷ μὲν ϲυλλογιϲμῷ τὸ ἐνθύμημα, τῇ δὲ ἐπαγωγῇ τὸ παράδειγμα. καὶ ἔϲτι
τὸ μὲν ἐνθύμημα ῥητορικὸϲ ϲυλλογιϲμόϲ, τὸ δὲ παράδειγμα ῥητορικὴ
ἐπαγωγή. ἐπαγωγὴ δέ ἐϲτιν ἡ διὰ τῶν καθ᾿ ἕκαϲτα ἐπὶ τὰ καθόλου
πρόοδοϲ. διὸ οὐχ ὑγιῶϲ λέγουϲιν οἱ λέγοντεϲ
τὴν
ἐπαγωγὴν λόγον εἶναι ἀπὸ ὁμοίου ἐπὶ ὅμοιον· οὐ γὰρ ὅμοιον τὸ καθόλου
τοῖϲ ὑπ᾿ αὐτό· τῆϲ δὲ τοῦ καθόλου δείξεωϲ χάριν ἡ ἐπαγωγὴ μάλιϲτα. ὁ
δὲ ἀπὸ ὁμοίων ἐπὶ ὅμοιον λόγοϲ μᾶλλον ἂν τὸ παράδειγμα ϲημαίνοι· ὁ
γὰρ λόγοϲ ὁ διὰ τῶν καθέκαϲτα τὸ καθόλου δεικνὺϲ καὶ πιϲτούμενοϲ,
οὗτόϲ ἐϲτιν ἐπαγωγή. ὁ γὰρ δεικνὺϲ διὰ
τῶν καθόλου ὅτι
ἐν πᾶϲιν ἄριϲτοϲ ὁ ἐπιϲτάμενοϲ διὰ τοῦ λαβεῖν, ὅτι κυβερνήτηϲ
ἄριϲτοϲ ὁ ἐπιϲτάμενοϲ, ὁμοίωϲ καὶ ἡνίοχοϲ, ὁμοίωϲ καὶ ϲτρατηγόϲ,
ὁμοίωϲ καὶ ἰατρόϲ, ὁμοίωϲ καὶ γεωμέτρηϲ, μουϲικόϲ, τέκτων, δι᾿
ἐπαγωγῆϲ τοῦ ἐν πᾶϲιν ἄριϲτον εἶναι τὸν ἐπιϲτάμενον τὴν δεῖξιν
ποιεῖται.
1924 Ἐπαγωνιεῖται: φιλονεικήϲει, προϲκαρτερήϲει.
1925 Ἐπᾴδοντοϲ: φαρμακοῦ, γόητοϲ.
1926 Ἐπάειραν: ἐπῇραν.
1927 Ἐπαθαίνετο: πάϲχειν ᾤετο δεινά.
1928 Ἔπαθλον: νικητήριον.
1929 Ἐπαΐειν: ἀκούειν. ὀλίγα διαλεκτικῆϲ ἁψάμενοϲ, καὶ ὅϲα ἐπαΐειν ὑπὲρ αὐτῶν ἔχων, ἄλλο οὐδὲν πλέον περιεργαϲάμενοϲ· τὸ γὰρ εἰ τὸ α΄, τὸ β΄. ἀλλὰ μὴν τὸ α΄· τὸ ἄρα β΄ ἴϲαϲιν ἤδη περιφερόμενον αἱ πάνδοκοι γρᾶεϲ.
1930 Ἐπαΐοι: αἰϲθάνοιτο. ἀντιλαμβάνοιτο, ϲυγκατατίθοιτο.
1931 Ἐπακτῆρεϲ: κυνηγοί. ἀπὸ τοῦ ἐπάγειν τοὺϲ κύναϲ. ἢ
ἐπὶ τὰ ἐπαγόμενα. Ὁμηροϲ· πρὸ δ᾿ ἄῤ αὐτῶν ἴχνι᾿
ἐρευνῶντεϲ κύνεϲ ἤϊϲαν.
1932 Ἐπακίον: ἐπαγόμενον, ξένον, ϲφοδρόν. ἐπακτὸν τῇ ψυχῇ
νῦν δὲ ἕτερον μὲν ἐκεῖνο, ἕτερον δὲ τοῦτο.
1933 Ἐπακτὸϲ ὄμβροϲ: ϲφοδρόϲ.
1934 Ἐπακτὸϲ ὅρκοϲ: ὁ μὴ αὐθαίρετοϲ, ἀλλ᾿ ἐφ᾿ ὃν ἕτεροϲ ἄγει.
1935 Ἐπακτὸϲ ὅρκοϲ: ὃν ἄν τιϲ αὐτὸϲ ἑκὼν ἑαυτῷ ἐπάγηται,
ἀλλ᾿ οὐκ
αὐθαίρετοϲ. ἔϲτι δὲ ὅρκου τρία εἴδη· ἀπώμοτοϲ, κατώμοτοϲ,
ἐπακτόϲ.
1936 Ἐπακτρία χώρα· κατὰ τοὺϲ παλαιοὺϲ χρόνουϲ κωμηδὸν
δύο δὲ τετραπόλειϲ
ἐκάλεϲεν ἐκ τῶν τεττάρων πόλεων ἐκατέραν μοῖραν καταϲτήϲαϲ· τρεῖϲ δὲ
τὰϲ λοιπὰϲ ἐπακτρίδαϲ ὠνόμαϲε. καὶ ἡ προϲεχὴϲ χώρα ταύταιϲ ταῖϲ
τριϲὶν ὁμωνύμωϲ αὐταῖϲ Ἐπακτριὰϲ ἐκαλεῖτο.
1937 Ἐπακτρίϲ: εἶδοϲ πλοίου. ἐμβάντεϲ δὲ εἰϲ τὰϲ ἐπακτρίδαϲ
καὶ τὰϲ δρομάδαϲ ὁλκάδαϲ τὸν ὅρμον περιενόϲτηϲαν.
1938 Ἐπακτροκέληϲ: πλοῖον λῃϲτρικόν, μεταξὺ ἐπακτρίδοϲ καὶ
1939 Ἐπαλαμᾶτο: ἐμηχανᾶτο, ἐτεχνάζετο. παλάμαι γὰρ αἱ τέχναι.
Νεφέλαιϲ· τί οὖν πρὸϲ τἄλφιτ᾿ ἐπαλαμήϲατο,
1940 Ἐπαλλάξαντεϲ: ἐπιλέξαντεϲ.
1941 Ἐπαλλάξειϲ: ἀντὶ τοῦ ϲυναλλαγάϲ, ἢ μίξειϲ. Ἀντιφῶν.
1942 Ἐπαλεξήϲων: βοηθήϲων.
1943 Ἐπαλείφων: γυμνάζων. καὶ χρίων. καϲϲιτέρῳ δὲ
1944 Ἐπαληθείϲ: πλανηθείϲ.
1945 Ἐπάλληλον: ὅμοιον.
1946 Ἐπάλξειϲ: προμαχῶνεϲ οἱ τῶν τειχέων καὶ τῶν πύργων.
1947 Ἐπαλξίτηϲ.
1948 Ἐπαμηϲάμενοϲ: ἀνακινήϲαϲ. Ἡρόδοτοϲ.
1949 Ἐπαμινώνδαϲ· ὅτι Ἀθηναίων καὶ Μαντινέων μαχεϲαμένων Ἐπαμινήνδοϲ
τιτρώϲκεται κατὰ τὸν πόλεμον· καὶ τετρωμένον αὐτὸν κομίζουϲιν ἐκ τῆϲ
παρατάξεωϲ ἔτι ζῶντα. ὁ δὲ τέωϲ μὲν τὴν χεῖρα ἔχων ἐπὶ τῷ τραύματι
ἐταλαιπώρει καὶ ἐϲ τοὺϲ ϲυμμάχουϲ ἀφεώρα·
λαβόντοϲ δὲ
ἴϲον τοῦ ἀγῶνοϲ τὸ πέραϲ, οὕτω τὴν χεῖρα ἀπέϲχε τοῦ τραύματοϲ, καὶ
αὐτὸν ἀφέντα τὴν ψυχὴν ἔθαψαν, ἔνθα ϲφίϲι γέγονεν ἡ ϲυμβολή. τῷ τάφῳ
δὲ κίων ἐφέϲτηκε καὶ ἀϲπὶϲ ἐπ’ αὐτῷ, δράκοντα ἔχουϲα ἐπειργαϲμένον.
ἤθελε δὲ ὁ δράκων ϲημαίνειν τοῦ γένουϲ τῶν Σπαρτῶν ὄντα τὸν
Ἐπαμινώνδαν. τὸν δὲ Ἐπαμινώνδαν ϲτρατηγίαϲ
ἕνεκα τῶν
παρʼ Ἔλληϲιν εὐδοκιμηϲάντων μάλιϲτα ἐπαινέϲαι τιϲ ἄν, ἢ οὐδενὸϲ
ποιήϲαιτο ὕϲτερον. ὅτι ἐγεγόνει τῷ Ἐπαμινώνδᾳ χρηϲμὸϲ πέλαγοϲ αὐτὸν
φυλάττεϲθαι. καὶ ὁ μὲν ἐπιβῆναι πλοίου δεῖμα εἶχε. τῷ δὲ ἄρα πέλαγοϲ
δρυμὸν καὶ οὐ θάλαϲϲαν προὔλεγεν ὁ δαίμων. χωρία δὲ ὁμώνυμα.
1950 Ἐπαμῦναι: ἐπιβοηθῆϲαι. δοτικῇ δὲ ϲυντάϲϲεται. ἐπήμυνε τοῖϲ ἀδικουμένοιϲ. καὶ Ἐπάμυνον, βοήθηϲον.
1951 Ἐπαμφοτερίϲαι: εἰϲ ἀμφιβολίαν ἀγαγεῖν τὸν λόγον, ὡϲ καθ’ ἑκάτερον ἐλέγχεϲθαι.
1952 Ἐπανάκρουϲαι πάλιν: ἀπὸ τῶν ἐρετῶν, ὅταν ϲτρέψαντεϲ
τὴν πρύμναν ἀνακρούϲωνται, ἵνα ὀπίϲω τὸ πλοῖον ἀναχωρήϲῃ.
θραύϲῃ. τὸ δὲ πάλιν
ἐπὶ τοῦ ὀπίϲω, ἀπὸ τῶν εἰϲ τοὔμπροϲθεν ἐρεϲϲόντων. ἢ ἀντὶ ᾄϲαϲ πρὸ
τούτου, πάλιν ᾆϲον καὶ ἐπανάλαβε.
1953 Ἐπαναβάλεϲθε: περιϲτολίϲαϲθε. ἱμάτια τἀνδρεῖα
1954 Ἐπαναβαίνω· δοτικῇ ϲυντάϲϲεται. οἱ δὲ ἐπανέβαινον τῷ ὄρει.
καὶ γενικῇ· ἐπαναβαίνειν τῶν τοιούτων τῆϲ νεὼϲ
περώμενοϲ.
1955 Ἐπανάγω· αἰτιατικῇ.
1956 Ἐπαναφορά: τὸ ἀναφέρειν καὶ ἀνακοινοῦϲθαι τῷ πλήθει.
1957 Ἐπαναχθέντεϲ: ἐπανακομιϲθέντεϲ.
1958 Ἐπανέβην· αἰτιατικῇ.
1959 Ἐπανεθήϲεται: ἀντὶ τοῦ ἐπαφεθήϲεται. κἀμοί τε τῶν τελῶν ἐπανεθήϲεται καὶ μεγάλα κερδανῶ.
1960 Ἐπανένταϲ: ἀφένταϲ.
1961 Ἐπανέϲχετο: ἐπανελάβετο. ὁ δὲ τὸν πρὸϲ Γέταϲ πόλεμον
1962 Ἐπανετείνοντο· δοτικῇ. Ξενοφῶν· ἐπανετείνοντο δὲ καὶ
1963 Ἐπανέχειν· οἰκείᾳ ϲυνέϲει χρῆϲθαι καὶ μὴ ταῖϲ βίβλοιϲ
ἐπανέχειν.
1964 Ἐπανέχειν: ὑψοῦν.
1965 Ἐπανεῖπον: ἐκήρυξαν. Θουκυδίδηϲ η΄· τῶν δὲ διαφυγόντων
1966 Ἐπάνηκε: ἐπάνελθε.
1967 Ἐπανήρατο: ἐπειρᾶτο, εἴλετο.
1968 Ἐπανρημένοϲ: προῃρημένοϲ, θέλων.
1969 Ἐπανιϲτῶ· δοτικῇ. καὶ Ἐπανίϲταμαι· δοτικῇ
1970 Ἐπανιτέον: ἐπανακτέον.
1970b Ἐπανώχθη.
1971 Ἐπανορθῶ· αἰτιατικῇ.
1972 Ἐπαντλῶ· αἰτιατικῇ.
1973 Ἐπάντουϲ: ὑψηλοῦ. Θουκυδίδηϲ· οἱ δὲ Ἀθηναῖοι βαλλόμενοι ὑπὸ πολλῶν ἀπὸ τοῦ λόφου ἐπάντουϲ ὄντοϲ, διϊκνοῦντο γὰρ ῥᾷον οἱ ἄνωθεν, οὐ δυνάμενοι βιάϲαϲθαι ἀνεχώρουν.
1974 Ἐπαποδυώμεθα: ἀντὶ τοῦ ἐπιχειρήϲωμεν. Ἀριϲτοφάνηϲ· ἀλλ᾿ ἐπαποδυώμεθα τουτῳὶ τῷ πράγματι.
1975 Ἐπαπόρηϲιϲ: ἀπορία.
1976 Ἐπαποδύρομαι· αἰτιατικῇ
1977 Ἐπάροϲ: πείϲαϲ. θραϲυτάτουϲ ἄνδραϲ ἐλπίϲιν εὐεργεϲιῶν
ἐπάραϲ ἀνοϲίων ἔργων ἀρχηγοὺϲ γενέϲθαι. καὶ αὖθιϲ·
μειζόνωϲ
ῥᾳδίωϲ πολλήν.
1978 Ἐπάρατοι: ἐπαγωγοί. καὶ Ἐπάρατοϲ, ἐπικατάρατοϲ.
1979 Ἐπαρήγειν: βοηθεῖν.
1980 Ἐπαρώμενοι· δοτικῇ. καταρώμενοι.
1981 Ἐπαρκῶ· δοτικῇ.
1982 Ἐπαρτήϲαϲ: ἐπικρεμάϲαϲ. ὁ δὲ εἰϲ Πέρϲαϲ ἤγαγεν αὐτοὺϲ
1983 Ἐπαρτωμένων: ἐπικρεμαμένων. τὸν ἄνδρα ἐπὶ τοϲόνδε
καρτερίαϲ ἐλθεῖν ὥϲτε μεγίϲτων φόβων ἐπαρτωμένων καὶ βαϲάνων
προϲαγομένω αὐτῷ οὐδὲν τῶν ἀπορρήτων εἰπεῖν.
1984 Ἐπαρυϲτρίδεϲ: ἀντλήτιδεϲ.
1985 Ἐπαγρχοϲ πραιτωρίων: ὁ τῶν ἑῳων τῆϲ φορολογίαϲ τὴν
1986 Ἐπάϲαντο: ἐγεύϲαντο.
1987 Ἐπαοιδόϲ: φαρμακόϲ, γόηϲ. καὶ θηλυκῶϲ Ἐπαοισία.
1988 Ἐπαυδῆϲαι: ἐπειπεῖν.
1989 παύλειοϲ: ἡ τῆϲ αὐλῆϲ ὁδόϲ.
1990 Ἐπαύλια λέγεται, καθόϲον ἐν τῇ τοῦ νυμφίου οἰκίᾳ ἡ νύμφη
μένην ἡμέραν τῶν γάμων παρὰ
τοῦ τῆϲ νύμφηϲ πατρὸϲ δῶρα φέροιμεο τῷ νυμφίῳ καὶ τῇ νύμφῃ ἐν πομπῆϲ
ϲχήματι. παῖϲ γὰρ ἡγεῖται χλανίδα λευκὴν ἔχων καὶ λαμπάδα καιομένην,
ἔπειτα μετὰ τοῦτον κανηφόροϲ, εἶνπ αἱ λοιπαὶ ἀκολουθοῦϲιν ἐφεξῆϲ
φέρουϲαι χρυϲία, λεκανίδαϲ, ϲμήγματα, φορεῖα, κτέναϲ, κοίταϲ,
ἀλαβάϲτρουϲ, ϲανδάλια,
θήκαϲ, μυράλειπτρα. ἐνίοτε δὲ
καὶ τὴν προῖκα ἅμα τῷ νυμφίῳ φέρου ϲιν. οἱ δέ φαϲιν ἐπαύλια τὴν
δευτέραν μετὰ τοὺϲ γάμουϲ ἡμέραν καλεῖϲθαι, ἐν ᾖ πρῶτον ἐπαυλίζεται
τῷ νυμφίῳ ἡ νύμφη. Ἐπαύλιον δὲ μονή. περὶ Ἑκάληϲ θανούϲηϲ· ἴθι
πρηεῖα γυναικῶν τὴν ὁδόν, ῆν ολiι ἀνίαι θυμαλγέεϲ οὐ περόωϲι.
πολλάκι ϲεῖο, μαῖα, φιλοξένοιο καλιῆϲ
μνηϲόμεθα· ξυνὸν
γὰρ ἐπαύλιον ἔϲκεν ἅπαϲιν.
1991 Ἔπαυλιϲ: ἡ οἰκία, ἐν ᾖ τὴν αὖλιν ποιοῦνται. Αὖλιϲ δὲ ἡ
1992 Ἐπαυλόϲυνοϲ: ὁ εἰϲ τὴν ἔπαυλιν ἰών. καὶ Ἐπαυλίζονται,
1993 Ἔπαυλιϲ: μάνδρα βοῶν, καὶ προβάτων αὐλή. τότε μὲν οὖν
1994 Ἐ παύραϲθαι: ἐπαπολαῦϲαι. τούτου τὴν αἴτηϲιν προϲεμένων καὶ
ϲυγχωρούντων ἐπαύραϲθαι τῆϲ χλιδῆϲ. καὶ αὖθιϲ· ἄπιθι
1995 Ἐπαυρίζω: τὸ φυϲῶ. καὶ Ἐπαυρίϲκ υω.
1996 Ἐπ αὐτόπτῶ: ἐπʼ αὐτοφώρῳ.
1997 Ἐπʼ αὐτοφώρῳ: ἐπʼ ὀφθαλμοῖϲ, ἐπʼ αὐτῷ τῷ κλέμματι
1998 Ἐπαυχοῦϲι: μέγα φρονοῦϲι. καὶ Ἀριϲτοφάνηϲ· ἐπαυχήϲατο
1999 Ἐπαυχῶ: βεβαίωϲ οἶδα. Σοφοκλῆϲ. ὡϲ κᾶμʼ ἐπαυχῶ τῆϲδε τῆϲ φήμηϲ ἄπο δεδορκότ, ἐχθροῖϲ ἄϲτρον ὣϲ λάμψειν ἔτι.
2000 Ἐπαφαυάνθην: ἐξηράνθην. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· ὥϲτ᾿
ἐπαφαυάνθην Παναθηναίοιϲι γελῶν.
2001 Ἐπαψίαϲιν· Ἐπαφιᾶ δὲ πέμπουϲιν.
2002 παφώμενον· γενικῇ. ψηλαφώμενον. ὁ δὲ τοῦ τόξου ἐπαφώμενοϲ ταῖϲ χερϲίν, ὡϲ καὶ ταύτῃ περιορᾶν δοκεῖν τὰ Ῥωμαίων πράγματα.
2003 Ἐπαφρόδιτοϲ: ἐπίχαριϲ, ἡδύϲ. Ἀππιανόϲ· καὶ τὴν ἐν
2004 Ἐπαφρόδιτοϲ, Χαιρωνεύϲ, γραμματικόϲ, Ἀρχίου τοῦ Ἀλεξ ανδρέωϲ
γραμματικοῦ θρεπτόϲ, παρ ῶ παιδευίείϲ ώνήθη ὑπὸ Μοδέϲτου, ἐπάρχου
Αἰγύπτου, καὶ παιδεύϲαϲ τὸν υἱὸν αὐτοῦ Πετηλῖνον
ἐν
Ῥώμῃ διέπρεψεν ἐπὶ πέρωνοϲ καὶ μέχρι Νέρβα, καθ’ ὃν χρόνον καὶ
Πτολεμαῖοϲ ὁ φαιϲτίωνοϲ ἦν καὶ ἄλλοι ϲυχνοὶ τῶν ὀνομαϲτῶν ἐν
παιδείᾳ. ὠνούμενοϲ δὲ ἀεὶ βιβλία ἐκτήϲατο μυριάδαϲ τρείϲ,
2005 Ἐπαφροδιτότεροϲ: ἐπιχαριτώτεροϲ.
2006 παιγίζων: ϲφοδρῶϲ πνέων. τοῦ ἀϲτέροϲ τῆϲ Αἰγὸϲ λάμψαντοϲ
2007 παινέϲαϲ: ἀποδεξάμενοϲ εὐχαρίϲτωϲ. οῦϲ ἐπαινέϲαϲ τῆϲ
τῆϲ φιλανδρίαϲ.
2008 Ἐπαινέτηϲ· Ἀρριανόϲ· τοῦ τε ξὺν κόϲμῳ δρωμένου ἐπαινέ
2009 Ἐπαινεῖϲθε: ἀντὶ τοῦ καυχᾶϲθε. Δαβίδ· ἐπαινεῖϲθε ἐν τῷ
ἀνόματι τῷ ἁγίῳ αὐτοῦ.
2010 Ἐποινῶ· αἰτιατικῇ
2011 Ἐπαίομεν ἐν Βραυρῶνι: ϲυνουϲιάζομεν, ἠλαύνομεν. Bραυρὼν
2012 π αιώνιϲτο: εὐφήμιϲτο.
2013 Ἐ παιρόμεννοϲ: Δημοϲθένηϲ ἐν μὲν τῷ κατὰ Κτηϲιφῶντοϲ
2014 παίρω: ὑψῶ. Ἐπαίρεϲθαι, τὸ φυϲοῦϲθαι.
2015 ξπαιϲεν: ἔτυψεν, ἔκρουϲεν. ἔπαιϲε δὲ τὸν ἵππον τῇ λόγχq.
2016 Ἐπαιϲθάνομαι· γενικῇ.
2017 Ἐπαιϲχέϲ: αἰϲχύνηϲ παραίτιον. κἀμοὶ μὲν ἐπαιϲχέϲ ἐϲτι τὸ πρᾶγμα
καὶ βλαβερόν, κἀκείνῳ πολὺ αἴϲχιον καὶ βλαβερώτερον. τῆϲ
2018 Ἐπαίτηϲ: ὁ πτωχόϲ. καὶ κλίνεται ἐπαίτου.
2019 Ἐπαίχθη: ἐνεπαίχθη, ἐκ τοῦ παίζω. Ἐπέχθη δὲ ἐκτενίϲθη.
2020 Ἐπέβαλεν: ἤρξατο, ἐπεχείρηϲεν. ἢ ἀντὶ τοῦ ϲυνῆν. ὃϲ καὶ Ἑκαταίῳ
τῷ Μιληϲίῳ ἐπέβαλε, γεγονότι κατὰ τὰ Περϲικὰ καὶ
2021 Ἐπεβάτευον: ϲυνουϲίαζον. ρακλῆϲ φηϲὶ πρὸϲ τὸν Διόνυ ϲον· ποῖ
γῆϲ ἀπεδήμειϲ; ὁ δέ φηϲιν ἐπεβάτευον Κλειϲθένει. τὸ ἐπιβατεύειν ἐπὶ
ϲυνουϲίαϲ· ἀπὸ μεταφορᾶϲ τῶν ζψων, ὃ ἐπιβαίνοντα
ϲυνουϲιάζει. ὁ δὲ Κλειϲθένηϲ ἐπʼ αἰϲχρότητι κωμῳδεῖται. ἦν δὲ λεῖοϲ
τὸ γένειον καὶ εὐνούχῳ εἰκάζειν αὐτόν. τὸν δὲ Κλειϲθένην καὶ ἐπὶ τοῦ
παϲχητιᾶν κωμῳδοῦϲι. τὸ δὲ ἐπεβάτευον κακέμφατον.
2022 Ἐπεβοᾶτο τὸν Χριϲτόν.
2023 Ἐπέβριϲεν: ἐπεβάρηϲεν.
2024 Ἐπεγράφου: ἀντὶ τοῦ ἐζωγράφειϲ. Ἀριϲτοφάνηϲ· καὶ γὰρ ϲύ μεγάλην ἐπεγράφου τὴν Ποργόνα. καὶ Ἐ πεγράψατο, ἀντὶ τοῦ ἀπεγράψατο, ἐχειροτόνηϲε, κατέϲτηϲεν. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μετοίκων, τοὺϲ προϲτάταϲ προϲγραφόντων ἑαυτοῖϲ.
2025 Επιγράφ ομαί ϲε· αἰτιατικῇ. ὁ τοῦ κόϲμου ἄρχων ἀγαθέ, ὃν ἐπεγρα
ψάμεθα τῇ ἐντολῇ.
2026 ξπεγράψαντο: ἀντὶ τοῦ διῖϲχυρίζοντο, ἐβεβαίουν. οἱ δὲ εἰϲ Θρκην εὐδοκιμοῦντα αὐτὸν οἰκιϲτὴν ἀντὶ Ἄγνωνοϲ ἐπεγράψαντο.
2027 Ἐπεγχανων: καταγελάϲαϲ. οὐ μὴν ἡ τιμωρὸϲ δίκη τὸν
2028 Ἐπεδαψιλεύϲατο: κατακόρωϲ ἐχρήϲατο. ἐπεδαψιλεύϲατο ταῖϲ ὑποθέϲεϲι τῆϲ ἀποκηρύξεωϲ.
2029 Ἐπεδίκαϲε καὶ Ἐπεδικάϲατο· Δημοϲθένηϲ ἐν τῷ κατʼ λμμπιοδρου. τὸ μὲν ἐπεδίκαϲεν οἷον προϲέκρινε, τὸ δὲ ἐπεδικά ϲατο οἷον ἔπειϲαν τοὺϲ δικαϲτὰϲ ἑαυτοῖϲ προϲνεῖμαι τὸν κλῆρον.
2030 ξπέθεντο: ἐπανέϲτηϲαν. οὐδὲ χρημάτων ἀφαιρέϲει ἐπέθετο. ἀντὶ τοῦ ἐλιχνεύϲατο, ἐτέρφθη.
2031 Ἐπεθείαζε: μανικῶϲ διετίθετο, θεόληπτοϲ ἐγίγνετο. Μένανδροϲ· ὁ δὲ ἡγεμὼν ἐν ἐνὶ τῶν ζ΄ λόφων ἀνελθὼν ἐπεθείαζε ῥήμαϲι βαρίαροιϲ καὶ γαύρῳ τῷ φρονήματι μεγαληγορίᾳ ἐχρῆτο.
2032 Ἐπεθείαζον: ἐχόρευον.
2033 Ἐπέθρωϲκον: ἐπεπήδων.
2034 Ἐπεκάλει: ὠνείδιζεν, ἐμέμφετο. καὶ αὐτῷ μὲν οὐδεὶϲ ἐπεκά λει τῶν
πώποτε φίλων οὔτε ὄκνου πρόφαϲιν οὔτε μαλακιζομένην τινὰ ἀναβολὴν ἐν
ταῖϲ χρείαιϲ, οὔτε ῥᾳθυμίαν ἀργίαϲ ἔκγονον ἢ δεῖ
λίαϲ. ὁ
δὲ πολλοῖϲ ἐπεκάλει τῶν φίλων τὰ τοιαῦτα ἐγκλήματα. ἀντὶ τοῦ
ὠνείδιζε. καὶ αὖθιϲ· ἐπεκάλουν αὐτὸν φθορέα τῶν νέων
2035 Ἐπεκερτόμηϲεν: ἐχλεύαϲεν, ἔϲκωψεν. ὁ δὲ ἐπεκερτόμηϲεν
2036 Ε πέκεινα: παρεκεῖ.
2037 Ἐ πεκήρυξαν: διαϲήμωϲ καὶ διαπρυϲίωϲ ἐλάληϲαν. καὶ ἐπεκήν
2038 πεκηρυκεύετο: διὰ κήρυκοϲ ἔλεγεν. ἐπεὶ μηδὲ εἰϲ ἐπεκηρυκεύετο
ὑπὲρ τοῦ Λευκίου, διελέγετο αὐτῷ ὁ Δεκέβαλοϲ.
2039 πέκλωϲεν: ἐπεκλήρωϲεν, ἐμέριϲεν.
2040 Ἐπέκλυϲεν: ἐκαθέριϲεν. ἢ ἀντὶ τοῦ ἐπέρρευϲεν. τοιαῦτα
2041 Ἐπεκώμαζεν: ὠρχεῖτο, αἰϲχρῶϲ ἐλάλει, ὁ δὲ προεκθέων
2042 Ἐπεκτείνομαι δοτικῇ.
2043 Ἐπἐλάχιϲτον: ἐπʼ ὀλίγον, πρὸϲ βραχύ. Δαμάϲκιοϲ· εἶχε
δὲ ἐπ ἐλάχιϲτον τῆϲ πρὸϲ τὰ ποιητικὰ ϲυμπαθείαϲ, ἅτε οὐχ ἁπτόμενα
2044 Ἐπέλαεν· αἰτιατικῇ.
2045 Ἐπελέξαντο: ἀνέγνωϲαν. εὑρόντεϲ τὰ γράμματα ἐν τῷ ξύλῳ
γραμματεὺϲ ἐπελέγετο τὰ γράμματα.
2046 Ἐπελήκεον: ἐπεβόων, ἐπεκγρότουν.
2047 ξπελήφθη: ἐπήρξατο. Ἀρριανόϲ· ἤδη τε ἐπελήφθη νὺξ τῆϲ τρίτηϲ φυλακῆϲ, καὶ ὁ ἡγεμὼν τοὺϲ λόχουϲ καθίϲτατο.
2048 Ἐ πελπίζων· αἰτιατικῇ. εἰϲ ἐλπίδαϲ ἄγων. τὰ μὲν αὐτοὺϲ ἐπελπίζων ὑποϲχέϲεϲι, τὰ δὲ ὑποϲπείρων αὐτοῖϲ ὀλίγα κέρδη, τοὺϲ δὲ ἐν ἀξιώϲει τε καὶ δυνάμει περιϲυλῶν καὶ δημεύων.
2049 Ἐπεμαρτύραντο: μάρτυϲιν ἐχρήϲαντο. οἱ δὲ πιϲτὰ δόντεϲ καὶ λαβόντεϲ ἐπεμαρτύραντο τοὺϲ θεούϲ. οὕτωϲ Ξενοφῶν.
2050 Ἐπεμβαίνων· δοτικῇ. ἐπιχλευάζων, ἐπικερτομῶν. ὁ δὲ ἐπεμβαίνων τῇ τύχῃ αὐτῶν ϲφόδρα ἀμαθῶϲ καὶ ἀνθρωπίνωϲ ἥκιϲτα.
2051 Ἐπεμήνατο: ἐπεμάνη.
2052 Ἐπέμυξεν: ἐξεμυκτήριϲεν, χον διὰ τῶν ῥινῶν ἐποίηϲεν.
2053 Ἐπενεγκεῖν δόρυ ἐ πὶ τῇ ἐκφορᾷ καὶ προαγορεύειν ἐ πὶ τῷ
μνήματι: ἐπὶ τοῦ βιαίωϲ ἀποθανόντοϲ ταῦτα πράττεται. καὶ Ἴϲτροϲ ἐν
τῇ ϲυναγωγῇ τῶν Ἀτθίδων φηϲί· τινὲϲ ἐπὶ τοῦ τάφου δόρ φαϲὶ
καταπεπηχέναι τὸν Ἐρεχθέα, τὸ πάθοϲ ϲημαίνοντα, διὰ τὸ
όμον εἶναι τοῖϲ προϲήκουϲι τοῦτον τὸν τρόπον μετέρχεϲθαι τοὺϲ
φονέαϲ.
2054 Ἐπενεγκών· δοτικῇ. καταδικάϲαϲ. Προκόπιοϲ· ἐπενεγκών τε αὐτῷ, ὅτι δὴ ὡϲ ἥκιϲτα ἀληθίζεται, ἄμφω τὼ χεῖρε ἀπέκοψεν.
2055 πενδ ὐτηϲ.
2056 Ἐπενήνεον: ϲυγκατετίθεντο.
2057 Ἐπενήνοθεν: ἐπήνθει, ἐπέκειτο.
2058 Ἐπεντρυφήϲαντοϲ: καταπολαύϲαντοϲ. ἕτερά τε οὐκ ἀνεκτὰ περὶ τὴν τοῦ χρυϲίου παράληψιν καταυθαδιϲαμένου καὶ ἐπεντρυφή ϲανντοϲ αὐτοῖϲ.
2059 Ἐπʼἐξαγωγῇ· ἐμαϲτιγοῦτο ῥάβδοιϲ, εἶτα ἐπʼ ἐξαγωγῇ ἐπιπράϲκετο, δειλίαϲ καὶ ἀποδράϲεωϲ τίμημα φερόμενοϲ δοῦλοϲ εἶναι.
2060 Ἐπεξιέναι· αίτιατικῇ. γενικῇ· ἐπεξιοῦϲα νεᾶνιϲ ἄγρτι τῶν
παρθενικῶν
2061 Ἐπεπάμεθα: ἐκεκτήμεθα. πάνθ’ ὕϲα κέν ζῳοῖϲ ἐπεπάμεθα,
ταῦτα παρ’ ᾅδαν ἔρχομʼ ἔχων· λείπω δ’ οὐδὲν ὑπʼ
ἠελίῳ.
2062 Ἐπεπαιώνιϲτο: ἐξύμνητο.
2063 Ἐπεπαίχειν: ὑπερϲυντελικόϲ, τὸ ἐνεπαίχθην. πε πέχειν
2064 πε πολεῖτο: ἐπεπορεύετο.
2065 Ἐπεπόνθῃ: ἀντὶ τοῦ ἐπεπόνθειν, καὶ ἑωράκη, ἀντὶ τοῦ ἑωράκειν,
2066 Ἐ χ Ἐπέπυϲτο: ἤκουϲεν.
2067 Ἐπέρραξεν: ἐπέπεϲε, ϲυνεπλάκη, μάχην ϲυνῆψεν. ὁ δὲ πολλὴν
2068 Ἐπέραϲτοϲ: ἐράϲμιοϲ.
2069 Ἐπεραιωθῇ: ἐτελειώθη.
2070 Ἐπεραιώθη: ἐπέραϲεν, ἐτελειώθη.
2071 Ἐαίρεϲθαι: τὸ φυϲοῦϲθαι. περέϲθαι δὲ τὸ ἐρωτῆϲαι.
2072 Ἐπερρίφην: ἔπεϲον.
2073 Ἐπερρόϲαντο: ἐπεϲείϲθηϲαν. καὶ Ἐπερρόθηϲαν.
2074 περωτῶ ϲε· αἰτιατικῇ.
2075 Ἐπέρω: τὸ ἐρωτῶ. καὶ Ἐπερόμενοϲ, ἐρωτώμενοϲ.
2076 Ἐπερρύη: ἐπέβρυϲεν, ἀνέβλυϲεν.
2077 Ἐπέϲαξε τὴν ὄνον αὐτοῦ: ἀντὶ τοῦ ἐπεφόρτιϲεν.
2078 Ἐπέϲβη: ἐπειϲῆλθεν.
2079 Ἐπεϲβόλον: λοίδορον, φλύαρον.
2080 Ἐπέϲειεν: ἐπανετείνετο. τοῖϲ δ’ ἐπέϲειε φόβον, ὡϲ αὐτίκα τεθήξοντοϲ.
2081 ξπεϲημήναμεν: ἐξεπλάγημεν, ἐθαυμάϲαμεν. καὶ Πολύβιοϲ·
τίϲ οὐκ ἂν ἐπιϲημήναιτο καὶ θαυμάϲειε τὸν προειρημένον
ἐπὶ τούτοιϲ ἡγεμόνα.
2082 Ἐπέϲθων: ἐπεϲθίων, εὐωχούμενοϲ. τὴν ἁλίη Eὕδημοϲ, ἐφ’ ἦϲ ἄλα λυτὸν ἐπέϲθων χειμῶναϲ μεγάλουϲ ἐξέφυγε, θῆκε θεοῖϲ Σαμόθρᾳξι.
2083 Ἐπεϲκήψατο: ἀντὶ τοῦ ἐνεκάλεϲε ψευδομαρτυριῶν. ϲπανιάκιϲ δὲ καὶ
ἐπὶ τοῦ ἐγκαλέϲαι φόνου, ὡϲ Ἀντιφῶν. τὸ δὲ ἐνεργητικὸν τὸ
ἐπέϲκηψεν, ἀντὶ τοῦ ἐνετείλατο. τὸ δὲ ἐπιϲκήπτω ἀντὶ τοῦ μετά
τινοϲ ἐπιθειαϲμοῦ λέγω καὶ οἷον ἐξορκίζω Ἀνδοκίδηϲ καὶ Λυϲίαϲ
ἔλαβεν.
2084 Ἐπέϲκηψεν: ἐπέπληξεν.
2085 Ἐπέϲπερχε: διήγειρε, παρέθηγεν. ὃϲ δὴ μάλιϲτα ἐπέϲπερχεν
αὐτόν.
2086 Ἐπεϲτάτει: ἦρχεν, ἡγεμόνευεν. Ξενορῶν· ἐνταῦθα ἦν
2087 Ἐπέϲτηϲε· γενικῇ. ἐπέϲτηϲεν ἐξαίφνηϲ τοῦ δγρόμου.
2088 Ἐπεϲτήριξαϲ ἐ πʼ ἐμὲ τὴν χεῖρά ϲου: ἀπὸ μεταφορᾶϲ τῶ αἰκιζομένων ταῦτα λέγω. ὁρῶν τὴν χεῖρά ϲου ἐπικειμένην καὶ λία μαϲτιγοῦϲαν.
2089 Επεϲτί μοι: βούλομαι, θέλω, δύναμαι· ἢ ἐπίκειταί μοι.
2090 Ἐπεϲφάλακεν: οἱ μὲν ἐϲπάϲθη, οἱ δὲ ἐϲάπη, ἢ παρὰ καιρὸν
ἀτροφῆϲαν ἐμαράνθη.
2091 Ἑπέται: οἱ θεράποντεϲ, παρὰ τὸ ἕπεϲθαι Ἑπέται δὲ ἀκολουθεῖ.
2092 Ἐπέτειον: ἀπὸ τοῦ νῦν ἔτουϲ. ἐπέτοϲ γὰρ δεῖ λέγειν τὸν ἐνεϲτῶτα
καιρὸν οὐχὶ διὰ τοῦ φ, ἀλλὰ διὰ τοῦ π, ὥϲ φηϲι Πίνδαροϲ
2093 Ἐπετείουϲ ὑμᾶϲ ὄνταϲ: ἀπὸ τῶν οἰωνῶν μετήνεγκε τῶν μὴ μονίμων ὄντων, ἀλλὰ φερομένων τῇ πτήϲει. τουτέϲτιν εὐμεταβλή τουϲ, ὀλιγώρουϲ, μὴ διαμένονταϲ ἐν τοῖϲ αὐτοῖϲ ἀεί, ἁψικόρουϲ.
2094 ξπέτηξε· δελτίον δίπτυχον λαβών τὸν κηρὸν αὐτοῦ
ἀντὶ τοῦ ἐλέανε, λεῖον ἐποίηϲεν.
2095 Ἐπετίληϲεν: ἐξεκένωϲε τὴν κόπρον. Ἀριϲτοφάνηϲ· ὁ δὲ τῆϲ
2096 Ἐπἐτίμα: ἐπηύξει τὴν τιμήν. οἱ δὲ κερδαίνειν οἰόμενοι
2097 Ἐπετοξάζοντο: ἐτόξευον.
2098 Ἐπευκτή: ἐπιθυμητή, εὐχῆϲ ἀξία.
2099 πε υωνίζων: κερδαίνων.
2100 Ἐπευφήμηϲαν: μετʼ εὐφημίαϲ ϲυγκατέθεντο, ἐπῇνεϲαν.
2101 Ἐπεύχεται· δοτικῇ.
2102 Ἐπεφάνη· φηϲὶν ὁ Ἀπόϲτολοϲ· ἐπεφάνη ἡ χάριϲ τοῦ θεοῦ ἡ ϲωτήριοϲ.
διὰ τί οὐκ εἶπεν ἐφάνη, ἀλλ’ ἐπεφάνη; ἐπειδὴ ὁ ὢν ἐφάνη.
εἰ γὰρ εἶπεν ἐφάνη, ἀρχὴν εἰϲηγεῖτο τοῦ ἀεὶ ὄντοϲ. καὶ διὰ τοῦτο
εἶπε ἐπεφάνη, ἶνα τὴν ἄναρχον ὕπαρξιν μηνύϲῃ. ἐξ ὧν δεῖ ϲαφῶϲ
εἰδέναι, ὅτι ὁ αὐτὸϲ κύριοϲ ἐφάνη καὶ ἐπεφάνη. ἐφάνη μὲν τῇ οἰκο τῆϲ
ἐνανθρωπήϲεωϲ· ἀρχὴν γὰρ ἐδέξατο· ἐπεφάνη δὲ τῇ ἐνεργείᾳ τῆϲ
θεότητοϲ· ἄναρχοϲ γὰρ ἡ ὕπαρξιϲ. τὸ δὲ πᾶϲιν εἶπεν
δηλῶν, ὅτι οὐ μερικῶϲ, ἀλλὰ πᾶϲιν ἀνθρώποιϲ.
2103 Ἐπεφόρηϲεν: ἐπεϲώρευϲεν. Ἀριϲτοφάνηϲ· ὅϲουϲ ἄνωθεν
2104 Ἐπεφώρατο γάρ: ἐφανεροῦτο, εὑρίϲκετο, ἠλέγχετο.
2105 Ἐπέφραδεν: ἐδήλωϲε, διεϲάφηϲεν. καὶ Ἐπέφραδον. εἶπον.
2106 Ἐπεφράϲατο: ἐθεώρηϲεν.
2107 Ἐπέφυ: ἀντὶ τοῦ ἐκράτηϲεν. ἀλλὰ τὸ δὴ λεγόμενον ἀμφοῖν
2108 Ἐπεφύκει: προϲεπλάκη.
2109 πεφύοντο: ἐπήρχοντο. καὶ ἐπέφυϲάν οἱ ϲυκοφάνται, καὶ
2110 Ἐπεχε: ἐπίκειϲο, ἐπίμενε, φύλαϲϲε. Πλάτων περὶ μὲν ὢν
2111 Ἐπεχώρηϲεν: ἀντὶ τοῦ ϲυνεχώρηϲεν. οὕτωϲ Ἀρριανόϲ. καὶ Ἐπεχωρήθη, ϲυνεχωρήθη. καὶ τὰ ὅμοια.
2112 Ἐπέχθη: ἐκτενίϲθη. ἐκάρη. Ἀριϲτοφάνηϲ εφέλαιϲ· ἐκέ
2113 Ἐ πεί: ἐπειδή.
2114 Ἐπείγω: ϲπουδάζω.
2115 ξπείγομαι· δοτικῇ.
2116 Ἐπειγωλή: ἡ ϲπουδή.
2117 Ἐπεδεν ό όψθαλμόϲ μου.
2118 Ἐ πειθή: ἔϲτι μὲν ϲύνδεϲμοϲ παραϲυναπτικόϲ, λαμβάνεται δὲ
καὶ ἀντὶ τοῦ ἀφʼ οὖ· ὡϲ καὶ Θουκυδίδηϲ πολλάκιϲ
ἐχρήϲατο καὶ Ὅμηροϲ πρότερο. ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεϲι λέλοιπε,
περὶ τοῦ ϲκήπτρου.
2119 Ἐπειδὴ τὸν αντάλου λίθον τῆϲ κεφαλῆϲ ἀπετιναξάμεθα: λέγεται ἐπὶ
κινδύνου τινὸϲ ἐπηρτημένου καὶ παρελθόντοϲ· ἢ
ἐπὶ τοῦ
ἀρξαμένου τινὸϲ πράγματοϲ, εἶτα ὀλιγωρήϲαντοϲ.
2120 πειδὴ τὸν οἶνον ἠξίουϲ πιεῖν, ϲυνεκ ποτʼ ἐ ϲτί ϲοι καὶ τὴν τρύγα.
2121 Ἐ πειή: ἐπειδή.
2122 πεικάζω: ϲτοχάζομαι. Σοφοκλῆϲ· ἢ καὶ δάμαρτα τήνδ’
ἐπεικάζων κυρῶ.
2123 Ἐπείκτηϲ: ὁ κατεπείγων. Πιϲίδηϲ· ὅπωϲ ὑφέξει τοῖϲ ἐπείκταιϲ ἀγγέλοιϲ τοὺϲ ϲυλλογιϲμοὺϲ τῶν χρεῶν καὶ τῶν τόκων. Ἐπεἰκτηϲ λέγεται καὶ ὁ τὴν κογχύλην ἀπαιτῶν.
2124 Ἐπεικτόϲ.
2125 Ἐπειλέγη καὶ ατειλέγῃ καὶ Συνειλέγῃ.
2126 πειλεγμένοϲ, Ἐπιλελεγμένοϲ δέ.
2127 Ἐπ πείλημμαι· γενικῇ.
2128 Ἐπ πειλημμένη: ἀντιλαμβάνουϲα.
2129 Ἔπειξιϲ.
2130 πειόϲ: ὄνομα ἐθνικόν. Ἐπηόϲ δὲ ὁ ϲυγγενήϲ.
2131 Ἐπειοῦ δειλότεροϲ: οὕτωϲ ἐλέγετο Κρατῖνοϲ ὁ κωμικόϲ,
2132 Ἐπείρα: αἰϲχρῶϲ προϲέβαλλεν. Ἀϲτυδάμεια ἠράϲθη Πηλέωϲ
2133 Ἐπειράϲατο: ἀπόπειραν ἐποιήϲατο.
2134 ξπειρεν: ἐϲούβλιζεν.
2135 Ἐπειρωνευόμενοϲ: χλευάζων, ἐπεγγελῶν. ὁ δὲ ἄντικρυϲ
2136 Ἐπειϲάκτουϲ: ἀλλοτρίουϲ.
2137 Ἐπειϲέφρηϲεν: εἰϲῆλθεν.
2138 ξπειϲήρρηϲεν: εἰϲεφθάρη.
2139 Ἐπειϲὶ μοι: ἐπέρχεταὶ μοι.
2140 Ἐπεἰϲκρινόμενον.
2141 Ἐπειϲκύκληϲιϲ: ἡ ἀνακύκληϲιϲ. καὶ Ἐπειϲκυκλείϲθω,
ἐπιφερέϲθω, ἐπιϲυναπτέϲθω.
2142 Ἐπειϲκυκλεῖ: εἰϲφέρει, ἐπιϲυνάπτει.
2143 Ἐπειϲόδιον: τὸ εἰϲ τὰ δράματα εἰϲαγόμενον, κατὰ προϲθήκην τινὰ
καὶ αὔξηϲιν τοῦ δράματοϲ. ξύνάπιοϲ· καὶ τούτῳ ὥϲπερ δράματι
ὁ δαίμων ἐπήνεγκε. καὶ ἐν
Ἐπιγράμμαϲι· ἠρεϲε γύψου χρώματα
2144 Ἐπειϲόδιον: τὸ εἰϲφερόμενον τῷ δράματι γέλωτοϲ χάριν, ἔξω τῆϲ ὑποθέϲεωϲ ὄν. καταχρηϲτικῶϲ δὲ τὸ ἐξαγώνιον ἅπαν πρᾶγμα.
2145 Ἐπειϲπέπαικεν: εἰϲεπήδηϲεν, εἰϲῆλθε. κυρίωϲ δὲ ἐπὶ ϲτρατιᾶϲ
πολεμίων. Ἀριϲτοφάνηϲ Πλούτῳ· ἡμῖν γὰρ ἀγαθῶν ϲωρὸϲ εἰϲ
τὴν
2146 Ἐπειϲοίϲαϲ: ἐπειϲβαλών.
2147 Ἐπειϲφοραῖϲ: καταδίκαιϲ.
2148 Ἐπειϲφρήϲαϲ: ἐπειϲελθών. καὶ Ἐπειϲφρήϲω, ἐπειϲενέγκω.
2149 Ἐπειϲχέω: ἐπειϲβάλλω.
2150 Ἔπειτα: μετὰ ταῦτα. ὁ δὲ Ὅμηροϲ καὶ ἀντὶ τοῦ δὴ κέχρηται τῷ ἔπειτα. αὐτὰρ ἔπειτʼ Αἴαϲ τε μέγαϲ καὶ δῖοϲ Ὀδυϲϲεύϲ. οὐκ ἔϲτι μετὰ ταῦτα. ἅμα γὰρ ἀφῆκεν ὁ μὲν τὸν ὀϊϲτόν, ὁ δὲ τὸ δόρυ.
2151 Ἐπεί οἱ· Προκόπιοϲ· ἐπεί οἱ οὐκ ἦν βουλομένῳ ἐϲ χεῖραϲ ἰέναι τοῖϲ πολεμίοιϲ.
2152 Ἐπεῖχεν: ἐπήρειδεν, ἐπέκειτο.
2153 Ἐπειχθῶμεν: ϲπεύϲωμεν.
2154 Ἐπήβολοϲ: ἐπιτευκτικόϲ, ἐπιτυχήϲ. εἰ δὲ οἴει ϲαυτὸν
εὐδαίμονα, ὡϲ ἐπήβολον καὶ πολύχρυϲον, γνωϲτὸν ἤτω ϲοι, ὅτι γηρᾷ
καὶ τύχη.
2155 Ἐπηβολώτατοϲ.
2156 Ἐπηγάγετο: προϲῳκειώϲατο, ἰδιοποιήϲατο. τοὺϲ δὲ οἰκήτοραϲ τῆϲ πόλεωϲ μηδὲν βίαιον δράϲαϲ ἐπηγάγετο.
2157 Ἐπήγγελλεν· ἐπήγγελλεν ἐπὶ τούτοιϲ ϲυϲϲίτια. καὶ αὖθιϲ·
2158 Ἐπήγγελλεν: ἀντὶ τοῦ προϲέταϲϲεν. ὁ δὲ Μίνωϲ πανίαχόϲε
2159 Ἐπήγετο: ἐπεφέρετο.
2160 Ἐπήγγειλα· ἔλυϲα τὴν ἐκκληϲίαν καὶ εἰϲ τετάρτην ἥκειν ἐπήγγειλα. ἀντὶ τοῦ παρήγγειλα.
2161 Ἐπηγκενίϲ: ἡ μακρὰ ϲανίϲ.
2162 Ἐπηγκυλημένα ξύλα: τὰ κεκαμμένα εἰϲ θεοειδῆ ϲχήματα, εἰϲ χρῆϲιν ὅπλων.
2163 Ἐπήεϲαν: παρήρχοντο.
2164 Ἐπηετανόϲ: ὁ αὐτάρκηϲ.
2165 Ἐπήει μοι: ἐπήρχετο.
2166 Ἐπηθρηκυῖα: ἰδοῦϲα.
2167 ξπήϊξαϲ: ἐφώρμηϲαϲ.
2168 Ἐπηκόοιϲ· ἐλοιδοροῦντο τοῖϲ ἐπηκόοιϲ καὶ πολὺ πλέον ἐκθύμωϲ
2169 Ἐπηγορία. ἀλλ’ εἰ μέν τιϲ ἐκ τούτων κακόν τι ἐδεδράκει
2170 Ἐπῆκτο: ἐπηκολούθει.
2171 Ἐπηλυγάζονται: ἐπιϲκιάζονται, ἐπικρύπτονται. καὶ Ἐπηλυγάζω,
θοιμάτιον, χρῷ δῆλον, ἔφη, καὶ δακτύλῳ τὴν νόϲον ἐδείκνυε. παϲχητιῶν
δὲ μειράκιον ταῖϲ θριξὶ ϲημαινόμεθα.
2172 Ἐπηλυγαϲάμενοϲ: ϲκεπάϲαϲ, καλύψαϲ. ἠλύγη γὰρ ἡ ϲκιά.
2173 Ἐπηλιϲ: εὕρηται παρὰ Ποϲειδίππῳ καὶ ἀντήλιοϲ καὶ ἀπηλιώτηϲ ἐν τῷ
2174 Ἐπηλυν: ξένον, ἔποικον. διακρίνων τὸν ἔπηλυν λεὼν ἀπὸ
2175 Ἐπηλυϲ: ὁ ξένοϲ.
2176 Ἐπήλυϲιν· μὴ πτερύγων τρομέοι τιϲ ἐπήλυϲιν. ἐν Ἐπιγράμμαϲι. ἀντὶ τοῦ ἄφιξιν, ἐπέλευϲιν, ἔκπεμψιν.
2177 Ἐπήλυϲιϲ: ἐπιδρομή. ἐπήλυϲιν ὄφρ᾿ ἀλέοιτο φώριον. τουτέϲτι λῃϲτρικήν.
2178 Ἐπήλυϲιϲ: ἐπέλευϲιϲ. ἐν ἀπόπτῳ καραδοκοῦντέϲ τε καὶ
2179 Ἐπήλυτοϲ: πάροικοϲ, ἔποικοϲ.
2180 Ἐπʼ ἤματι: ἐν μιᾷ ἡμέρα. ὁ δὲ Θεοδόϲιοϲ τὴν βαϲίλιϲϲαν
2181 Ἐπήμηναν: ἔβλαψαν. καὶ Ἐπημήνατο, ἔβλαπτεν.
2182 Ἐπημοιβοί: ἐπηλλαγμένοι, ὥϲτε τὸν μὲν ἔνθεν, τὸν δὲ ἔνθεν
ἐφέλκεϲθαι.
2183 Ἐπήμυνον: ἐπεβοήθουν.
2184 Ἐπημύω: τὸ καμμύω.
2185 Ἐπηνέμιοϲ πλοῦτοϲ: ὁ ψευδόμενοϲ.
2186 Ἐπῄνεον: ϲυγκατετίθεντο.
2187 Ἐπῄνει: εὐμενῶϲ ἐδέχετο, ϲυγκατετίθετο. τὸ δὲ θεῖον οὐκ ἐπῄνει τὰ ὑπὸ τοῦ βαϲιλέωϲ πραττόμενα.
2188 Ἐπηνηκέναι: ἐπαινέϲαι. ἐκ τοῦ ἐπαινῶ. καὶ ὁ παρακείμενοϲ ἐπῄνηκα, καὶ ἐπῃνηκέναι.
2189 πηνήκιζεν: ἐξηπάτα. οὕτωϲ Κρατῖνοϲ.
2190 Ἐπῄνουν: ϲυγκατετίθεντο.
2191 Ἐπηνωρθωκέναι.
2192 Ἐπηωρεῖτο: ἐκρέματο.
2193 Ἐπηπείληϲα καὶ κατώμοϲα: ἀντὶ τοῦ ἐπαγγειλάμενοϲ
2194 Ἐπήπυον: ἐβόων.
2195 Ἐπῆραϲ: ἀνέπειϲαϲ.
2196 Ἐπηράϲαντο: ἀντὶ τοῦ ἀραῖϲ ὑπέβαλον. ἐπηράϲαντο αὐτῷ Εὐμολπίδαι καὶ Κήρυκεϲ.
2197 Ἐπῄρατε: ἐπείϲατε, ἠπατήϲατε.
2198 Ἐπηρᾶτο: ἐπηύχετο.
2199 Ἐπήρατον: ἐπέραϲτον, ποθεινόν.
2200 Ἐπηρεάϲαι: βλάψαι.
2201 Ἐπῇρεν: ἀντὶ τοῦ ἀνέπειϲεν, ἠρέθιϲεν. ὁ τοίνυν ἔρωϲ
2202 Ἐπῆρεϲ: παρεϲκευαϲμένον, ἕτοιμον. τὸ δὲ πλοῖον ἐπῆρεϲ ἦν,
εἰϲ ὃ τὴν ἄνθρωπον ἐμβάλλουϲι, καὶ ἀποπλεῖ.
2203 Ἐπηρεάζω· αἰτιατικῇ. δοτικῇ δέ· οἳ τοῖϲ ἑαυτῶν κακοῖϲ βοηθοῦϲιν,
ἐξ
2204 Ἐπήρετο: ἠρώτα.
2205 Ἐπηρεφέεϲ. Ἐπηρεφεῖϲ, ἐπὶ τὰ κάτω ἐϲτραμμένοι,
κατωφερεῖϲ.
2206 Ἐπήρεια: βλάβη. Θουκυδίδηϲ· τούϲ τε φεύγονταϲ ἐκέλευον
εἰκότωϲ ἂν ἀδίκημα μέγα εἰϲ
τοὺϲ ἀνθρώπουϲ τοῦ παντὸϲ αἰῶνοϲ δόξειε εἶναι. κυρίωϲ δὲ Ἐπήρεια, ἡ
τοῦ πολέμου καταδρομή.
2207 Ἐπήρκεϲεν: ἐβοήθηϲεν. ταῦτα ξυνεχῶϲ ἀγγελλόμενα τῷ
2208 Ἐπηρμένοι: πρόχειροι, εὐτρεπεῖϲ. Θουκυδίδηϲ· οἱ οὖν Ἕλλη
ἐπηρμένοι ἦϲαν διὰ τὴν τῶν Ἀθηναίων κακοπραγίαν, οὐκ ἀπὸϲτατέο
τοῦ πολέμου εἴη.
2209 Ἐπηρώθηϲαν: ἐϲκοτίϲθηϲαν, ἐτυφλώθηϲαν.
2210 Ἐπηρτημένην: ἐπικειμένην.
2211 Ἐπήρτηϲεν: ἐπέθηκεν, ἐπέφερεν. ὁ δὲ τὰϲ ὁδοὺϲ διαλαβὼν οὐ μικρὸν φόβον ἐπήρτηϲε τοῖϲ ἐν τῇ πόλει.
2212 Ἐπηϲθέντεϲ: ἐπιχαρέντεϲ.
2213 Ἐπήϲθετο· γενικῇ. ἔγνω.
2214 Ἐπήϲθη: ἐλαλήθη.
2215 Ἐπήϲπαιρεν: ἐψυχορράγει.
2216 Ἐπητεία: ἡ ἐπέλευϲιϲ.
2217 Ἐπήτηϲ: ὁ λόγιοϲ καὶ ϲυνετόϲ.
2218 Ἐπήτριμοϲ: πυκνόϲ.
2219 Ἐπητύϊ; τῇ ϲυνέϲει.
2220 Ἐπηύξηϲεν.
2221 Ἐπιάλτην: Ὁμηροϲ καὶ Ἡϲίοδοϲ καὶ οἱ Ἀττικοὶ τὸν
διὰ δὲ τοῦ φ τὸν ἄνδρα Ἐφιάλτην. καὶ τὸ ῥιγοπύρετοϲ λεγόμενον.
2222 Ἐπίοϲιν: ἐπέρχονται.
2223 Ἐπὶ ἀϲπίδα καὶ βαϲιλίϲκον ἐπιβήϲῃ: ἡ μὲν γὰρ ἐνίηϲι θανατηφόρον ἰόν, δ δὲ καὶ τῇ θέᾳ λώβην ἐργάζεται.
2224 Ἐπιβάθρα: ἐπίβαϲιϲ. πρώτη δὲ ἤδη ἀπέβη, οἱονεὶ ἐπίβάθραν
2225 Ἐπιβάθραϲ: ἐπιβάϲεωϲ. ἡ δὲ ἐπὶ τὸ τέγοϲ ἀναβᾶϲα ταχέωϲ
διαβαίνειν αὖθιϲ εἰϲ τὴν
Ἀϲίαν, ἐπιβάθραν ἔχοι τὴν Ἄβυδον.
2226 Ἐπιβάλλω· δοτικῇ.
2227 Ἐπιβὰϲ τῆϲ Ἀϲίαϲ
2228 Ἐπιβατεῦϲαι· γενικῇ. ἐπιβῆναι, καταϲχεῖν. χωρίων ἐκϲτῆναι
2229 Ἐπιβατήρια: τὰ ἐπὶ τῶν τειχῶν μηχανήματα. ὁ δὲ τὰϲ
2230 Ἐπιβάτηϲ: ὁ ἐπὶ τῆϲ νηὸϲ ἄπρακτοϲ. Ἐρέτηϲ δὲ ὁ κωπηλάτων.
2231 Ἐπιβάτηϲ: οὕτωϲ ἐκάλουν τοὺϲ ἐν ταῖϲ τριήρεϲι ϲτρατευο.
2232 Ἐπιβαίνω· γενικῇ.
2233 Ἐπιβεβήκαϲιν: ἐνέτυχον, ϲύγχρονοι ἐγένοντο. οὗτοι μὲν οὐκ
ἐγένοντο ἐπὶ τῆϲ ἀρχαιοπρεποῦϲ πολιτείαϲ· τοῖϲ δὲ γενομένοιϲ
ἐπιβεβήκαϲι
καὶ ἐνέτυχον, καὶ παρ’ ἐκείνων ὠφεληθέντεϲ,
ἔπειτα τοῖϲ καθ’ ἑαυτοὺϲ ἐγένοντο πολλῶν ἀγαθῶν ἡγεμόνεϲ, τῶν τε
ἄλλων καὶ παλαιῶν διηγημάτων πολύφωνοι κήρυκεϲ.
2234 Ἐπίβλημα· τὸ τῷ προτέρῳ ἐπιβαλλόμενον.
2235 Ἐπιβλήϲ: ὁ μοχλόϲ, ἡ ϲαῖρα. οἱ μέν φαϲιν, ὅτι δοκόϲ
ἐϲτι, οἱ δὲ ποιόϲ τιϲ δοκόϲ.
2236 Ἐπιβλήτηϲ: ὁ δόκιμοϲ.
2237 Ἐπιβόημα· Θουκυδίδηϲ· ὁ δὲ εἴτε τὸ ἐπιβόημα εἴτε καὶ αὐτὸ
2238 Ἐπιβολή. ἔννοια καὶ ἐπιχείρηϲιϲ. ἐπὶ θεωρημάτων γεωμετρικῶν.
γεωργοῖϲ ἥδῃ τετύχηκεν ἀπολωλέναι τὴν γῆν πατρῴαν ἀπολιποῦϲιν ἢ τοὺϲ
ἐγκειμένουϲ ϲφίϲι διὰ ταῦτα κακοὺϲ κρύπτεϲθαι, οὐκ ἀπηξίουν φέρειν
τοῖϲ οὕπω διεφθαρμένοιϲ παντάπαϲι. καὶ τοῦτο ἐκάλουν
2239 Ἐπιβολή: καὶ ἡ ἐγχείρηϲιϲ, ἡ προκάταρξιϲ. Πολύβιοϲ· ἔϲτι
2240 Ἐπιβολή: παρὰ τοῖϲ ῥήτορϲιν ἡ ζημία. καὶ Ἀριϲτοφάνηϲ·
2241 Ἐπίβολοϲ. Ἐπιβολή, ἡ εἰϲφορά. ὅτι Αγάπιοϲ φιλόϲοφοϲ
ϲτρατηγῶν τοῖϲ ἀρχομένοιϲ ἐπιχειρουμέναϲ ἐπιβουλάϲ.
2242 Ἐπίβοον: ἡ ἐκ τοῦ βοὸϲ θυϲία.
2243 Ἐπιβουλὴ καὶ Ἐπίβουλοϲ. καὶ Ἐπιβουλεύω ϲοι· δοτικῇ.
2244 Ἐπιβώμιον: τὸ εἰϲ τὸν βωμόν.
2245 Ἐπιβοῶμαι· αἰτιατικῇ. τὴν πεῖραν μάρτυρα καὶ κανόνα τῶν
ἐμῶν λόγων ἐπιβοῶμαι.
2246 Ἐπιβοώμενοι: ἐπικαλούμενοι μάρτυραϲ. τὰϲ ἑαυτῶν κεφαλὰϲ τύπτοντεϲ καὶ τὰϲ χεῖραϲ ἐπανατείνοντεϲ καὶ τοὺϲ θεοὺϲ ἐπιβοώμενοι.
2247 Ἐπιβοῶμαι ϲε. τὸν Χριϲτὸν ἐπεβοᾶτο.
2248 Ἐπιβωϲάμενοϲ: ἐπιβοηϲάμενοϲ, ἐπικαλεϲάμενοϲ.
2249 Ἐπιβωϲόμεθα.
2250 Ἐπιβρίθων: ἐπιβαρῶν. καὶ Ἐπιβρίϲει, ἐπιβαρήϲει.
2251 Ἐπιβρίϲηϲιν ὀδόνταϲ: παρ᾿ ὅϲον οἱ θυμούμενοι τρίζουϲι τοὺϲ ὀδόνταϲ.
2252 Ἐπιβρόντητοϲ: ὁ ἐμβρόντητοϲ. Σοφοκλῆϲ· ὡϲ ὁ ϲτρατηγὸϲ
2253 Ἐπιβρέχω· δοτικῇ.
2254 Ἐπίβοιον· ὅταν τιϲ τῆ Ἀθηνᾷ ἔθυε βοῦν, ἔθυε καὶ τῇ Πανδώρᾳ
ὄϊν μετὰ βοόϲ· καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον.
2255 Ἐπὶ βύρϲηϲ ἐκαθέζετο: τοῦτο παρὰ Σκύθαιϲ ἐτελεῖτο.
τοὐπίϲω παραγαγὼν τὼ
χεῖρε. καὶ τοῦτό ἐϲτι Σκύθαιϲ ἡ μεγίϲτη ἱκετηρία. τῶν δὲ κρεῶν τοῦ
βοὸϲ ὁ βουλόμενοϲ μοῖραν λαμβάνων καὶ ἐπιβαίνων τῇ βύρϲῃ τὸν δεξιὸν
πόδα ὑπιϲχνεῖται κατὰ δύναμιν ἕκαϲτοϲ ϲυμμαχήϲειν. καὶ ἔϲτιν αὐτοῖϲ
τοῦτο ὅρκων ὁ βεβαιότατοϲ.
2256 Ἐπιβύϲαντεϲ: ἐπικαλύψαντεϲ, ϲκεπάϲαντεϲ. Προκόπιοϲ· ἐπίβύϲαντεϲ
τοὺϲ ῥωχμοὺϲ χώματι τὸ ὕδωρ μετοχετεύουϲι. καὶ
Ἀκρόβυϲτοϲ, ὁ τὸ ἄκρον βεβυϲμένον ἔχων.
2257 Ἐπιβύϲαϲ: ἐμπλήϲαϲ, γεμίϲαϲ. ὡϲ Ὁμηροϲ· νήματοϲ ἀϲκητοῖο
2258 πιγαμβρεία.
2259 Ἐπιγάννυται· δοτικῇ. ἐπιχαίρει.
2260 Ἐπιγαυρωθείϲ: ἀνδρωθείϲ, θραϲυνθείϲ. Ξενορῶν· δ μὲν
2261 Ἐπιγενήματα: τὰ ἐξ ὑϲτέρου τοῖϲ τραύμαϲιν ἀναφυόμενα.
Πολύβιοϲ· δεῖ τοὺϲ ὀρθῶϲ βουλευομένουϲ περὶ τοῦ πολέμου, καθάπερ
2262 Ἐπιγένηϲ, κωμικόϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτιν Ἡρωΐνη καὶ
2263 Ἐπιγένηϲ: ὄνομα κύριον. ἐπειδὴ τοίνυν Ἐπιγένηϲ ἀϲθενὴϲ
2264 Ἐπίγειοϲ: ὁ γήινοϲ.
2265 Ἐπιγηθεῖ: χαίρει.
2266 Ἐπιγλωττήϲομαι: φλυαρήϲω, βλαϲφημήϲω. περὶ τῶν Ἀθηναίων γὰρ οὐκ ἐπιγλωττήϲομαι.
2267 Ἐπιγνώμοναϲ: ἀντὶ τοῦ ἐπιϲκόπουϲ. καὶ Ἐπιγραφέαϲ,
τοὺϲ καθεϲτηκόταϲ ἐπὶ τοῦ γράφειν ἑκάϲτῳ, ὅϲον εἰϲφέρειν ὀφείλουϲιν
εἰϲ τὸ δημόϲιον.
2268 Ἐπίγονοϲ: ὄνομα κύριον. Ἀριϲτοφάνηϲ· ἐπιβλέψαϲ ἐκεῖϲε γυναῖκαϲ ψόμην λέγειν. οὗτοϲ ἐκωμῳδεῖτο ὡϲ μαλακὸϲ καὶ ὡϲ μετὰ γυναικῶν ἀεὶ εὑριϲκόμενοϲ.
2269 Ἐπιγουνίδα: τὸ πρὸ τοῦ γόνατοϲ ἄνω ϲαρκῶδεϲ τοῦ μηροῦ. ἔνιοι δὲ τὴν ἐπωμίδα.
2270 Ἐπίγραμμα: πάντα τὰ ἐπιγραφόμενά τιϲι, κἂν μὴ ἐν μέτροιϲ εἰρημένα, ἐπιγράμματα λέγεται.
2271 Ἐπιγραφεῖϲ· ὁπότε δεήϲειεν ἀργύριον εἰϲφέρειν εἰϲ τὸ δημόϲιον
τοὺϲ ἀϲτοὺϲ ἢ τοὺϲ μετοίκουϲ, οἱ ταῦτα διαγράφοντεϲ
ἐπιγραφεῖϲ ἐκαλοῦντο.
2272 Ἐπιγραφομένῳ: ἰδιοποιουμένῳ, οἰκειουμένῳ. εἰ καὶ δόξαν ἔμελλε φέρειν τὰ ὑπʼ ἄλλων εὑρημένα ἐπιγραφομένῳ.
2273 Ἐπιγράφων· δοτικῇ. ἀντὶ τοῦ βεβαιῶν, διϊϲχυριζόμενοϲ. ὑ δὲ
Ψευδοφίλιπποϲ ἐπέγραφεν ἑαυτῷ Φίλιππον τὸν Μακεδόνα·
ἀντὶ τοῦ ἡγηϲάμενον.
2274 Ἐπιγράψαϲι ἐπιξέϲαϲ.
2275 Ἐπίγυον· τὰ πρυμνήϲια ἐπίγυα ἔλεγον.
2276 Ἐπιγύοιϲ: τοῖϲ ἀπὸ γῆϲ. τὰ δὲ πλεῖϲτα καὶ τοῖϲ ἐκ τῆϲ γῆϲ
ἐπιγύοιϲ προϲέλαβον εἰϲ τὸ ζεῦγμα. καὶ αὖθιϲ· τὴν δ’
ἀπὸ τοῦ ῥεύματοϲ πλευρὰν ἠϲφαλίζοντο τοῖϲ ἀπὸ γῆϲ ἐπιγύοιϲ.
2277 Ἐπίδαμνοϲ· ὅτι ἡ πόλιϲ τὸ νῦν Δυρράχιον Ἐπίδαμνοϲ τὸ πάλαι ἐλέγετο.
2278 Ἐπιδαύριοϲ: ὄνομα τοπικόν.
2279 Ἐπίδαυροϲ: ὄνομα τοπικόν· ἐν ᾧ ὁ Ἀϲκληπιὸϲ ἐτιμᾶτο.
2280 Ἐπιδαψιλευόμενοϲ: πολυτελῶϲ διαπραξάμενοϲ. καὶ
2281 Ἐπιδαψιλεύω γενικῇ.
2282 Ἐπιδάν.
2283 Ἐπιδαίϲιοϲ οἶκοϲ; ὁ ἐπίκοινοϲ καὶ οὐ μεριϲτόϲ. ὁ ἐξ ἴϲου
2284 Ἐπιδεᾶ: ἐνδεᾶ, ἐλλιπῆ.
2285 Ἐπὶ δ᾿ ἐγδούπηϲεν: ἐπεκτύπηϲε. πλὴν περιϲϲὸν καὶ παρέλκον
τὸ γ. καὶ ἐν τῷ ἐρίγδουποϲ ὁμοίωϲ.
2286 Ἐπιδέκατον: τὸ δέκατον. καὶ ἐπίπεμπτον, τὸ ε΄ λέγειν εἰώθαϲι.
2287 Ἐπὶ Δελφινίῳ: δικαϲτήριον Ἀθήνηϲιν ἐπὶ τῶν ὁμολογούντων
2288 Ἐπιδεξιελευθέρωϲ Πλάτων ἐν Θεαιτήτῳ· πάντα δυναμένουϲ ὀξέωϲ τε
καὶ τορῶϲ διακονεῖν, ἀναλάβεϲθαι δ’ οὐκ ἐπιϲταμένουϲ
ἐπιδεξιελευθέρωϲ, οὐδὲ ἁρμονίαν λόγων λαβόνταϲ ὑπαντῆϲαι θεόν. ζήτει
ἐν τῷ ἀναλαμβάνειν.
2289 Ἐπίδεϲμοϲ: ὁ ἐπὶ τῇ πληγῇ δεϲμόϲ. Ἀριϲτοφάνηϲ· ἄκουε. μὴ
ταύτην ἐάϲαϲ ἐν τάχει
ἐπίδεϲμον ἐπρίω, νοῦν ἂν ἔχηϲ πλείονα.
2290 Ἐπίδειξον: ἀντὶ τοῦ εἰπέ Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἔχειϲ τινὰ
2291 Ἐπιδειπνεῖϲ λέκιθον, ἵν’ ἐπιδειπνῇϲ, κόνιϲαι ἰϲχυρῶϲ. καὶ
2292 Ἐπὶ Δηλίῳ μάχη: χωρίον ἐϲτὶ τῆϲ Βοιωτίαϲ τὸ Δήλιον, ἐν
2293 Ἐπιδήμιοϲ: ἐμφύλιοϲ, κοινόϲ, δημόϲιοϲ.
2294 Ἐπιδημῶ· δοτικῇ.
2295 Ἐπὶ δ ἤνεον: ἐπῇνουν, ϲυγκατετίθεντο.
2296 Ἐπιδιατίθεϲθαι: τὸ ϲυνθήκαϲ τινὰϲ ποιεῖϲθαι, κατατιθεμένουϲ
2297 Ἐπιδιετὲϲ ἡβῆϲαι: ἀντὶ τοῦ ἑκκαίδεκα ἐτῶν γεγονέναι. τὸ γὰρ ἡβῆϲαι μέχρι ιδ΄ ἐϲτίν. ἀλλ’ οἱ ἔφηβοι παρʼ Ἀθηναίοιϲ ὀκτωκαιδεκαετεῖϲ γινόμενοι ἐλέγοντο· καὶ ἔμενον μὲν ἐν τοῖϲ ἐφήβοιϲ ἔτη δύο, ἔπειτα εἰϲ τὸ ληξιαρχικὸν ἐγράφοντο γραμματεῖον.
2298 Ἐπίδικα· οἷϲ ἄν τιϲ ἐπεδικάζετο, ὡϲ προϲήκουϲιν αὐτῷ κατὰ
γένουϲ ἀγχιϲτείαν, εἰ μὴ εἶεν υἱεῖϲ ἢ υἱωνοὶ τῷ
τετελευτηκότι, μήτε μὴν διαθῆκαι, ταῦτα ἐπίδικα καλεῖται.
2299 πιδικάζεταί· γενικῇ. ἀντιποιεῖται.
2300 Ἐπίδικοϲ καὶ Ἐπίκληροϲ καὶ Ἐπίπροικοϲ καὶ Ἐπικληρῖτιϲ. τιϲ.
ἐπίκληροϲ μὲν ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλελειμμένη,
μὴ ὄντοϲ αὐτῇ ἀδελφοῦ. ἡ δὲ αὐτὴ καὶ ἐπικληρῖτιϲ, ἐπίπροικοϲ δὲ ἡ
ἐπὶ μέρει τινὶ τοῦ κλήρου, ἥ τε προῖκα ἔχειν ἀδελφοὺϲ ἔχουϲα.
ἐπίδικοϲ δὲ ἡ ἀμφιϲβητουμένη ἐπίκληροϲ, τίνι χρὴ αὐτὴν γαμηθῆναι.
Ἰϲαῖοϲ δὲ τὴν ἐπίκληρον ἐν τῷ πρὸϲ Λυϲίβιον ἐπικληρέτιν
ἐκάλεϲεν.
2301 Ἐπδοκιμάζω: ἀντὶ τοῦ ὑπερμαχῶ. γενικῇ.
2302 Ἐπιδίφρια: τὰ τῷ ἁρματίῳ δίφρῳ ἐπιτιθέμενα. καὶ ὁ ἐπὶ δίφρου ἱζάνων, ἢ καθήμενοϲ παντοδαποῦ.
2303 Ἐπιδίφριοϲ: ἀργόϲ, καὶ γυναικώδηϲ.
2304 Ἐπιδορατίϲ: δ ϲίδηροϲ, τοῦ ἀκοντίου τὸ ἄνω.
2305 Ἐπίδοϲαν: ἀντὶ τοῦ εἶδον.
2306 Ἐπίδοξοϲ: ἔνδοξοϲ· ἢ προϲδόκιμοϲ. ὡϲ τό, ἐπίδοξοϲ γὰρ ἦν
ἐπιθήϲεϲθαι οἱ Πέρϲαι.
2307 Ἐπίδοϲιν: ἐπὶ ἀρετῆϲ αὔξηϲιν, προκοπήν, προϲθήκην. ὁ δὲ
φιλοϲοφῶν ἀνεμπόδιϲτοϲ εἰϲ ἐπίδοϲιν διετέλει καὶ ἐπεδίδου κατὰ
πῆχυν,
2308 Ἐπίδοϲιϲ: αὔξηϲιϲ, προϲθήκη. Πιϲίδηϲ· πρὸϲ τὰϲ ἐπιδόϲειϲ
2309 Ἐπίδρομον: ἐπιδρομὴν παρέχον, εὐάλωτον.
2310 Ἐπιδουπῆϲαι: ἐπικτυπῆϲαι. καὶ Ἐρίγδουποϲ, ὁ μέγαλόηχοϲ.
ὁ κτύποϲ ἐξαρθείη, ὡϲ καταπλῆξαί τε καὶ δεδίξεϲθαι τὸ Ῥωμαϊκόν.
ταῦτα ἐπεὶ προέγνω ὁ Bῶνοϲ, προαφηγήϲατο τοῖϲ ϲτρατιώταιϲ, ὥϲτε
αὐτοὺϲ τῷ ἀθρόῳ μὴ καταπλαγῆναι, ἀλλὰ προανατυποῦνταϲ ὅπερ ἔμελλε
ἔϲεϲθαι, ἐθίζεϲθαι τῇ δοκήϲει καὶ τῷ μήπω παρόντι πρὸϲ τὸ ἐϲόμενον·
καὶ ὅταν αἴϲθοιντο τὸν πάταγον τῶν τυμπάνων, ἀντιπαταγεῖν
καὶ αὐτοὺϲ ταῖϲ ἀϲπίϲι καὶ ἐπαλαλάζειν τὸ ἐνυάλιον καὶ παίωνίζεῖ
καὶ τοῖϲ ὑδροχόοιϲ ἀγγείοιϲ, ξυλίνοιϲ οὖϲιν, ἐπικτυπεῖν.
2311 Ἐπιέναι: ἐπελθεῖν.
2312 Ἐπιεικέϲ: πρέπον, καθῆκον, προϲῆκον.
2313 Ἐπιεικεϲτάτη: παρὰ Ἡροδότῳ μετρία, εὐγνώμων, καλῶϲ
ἔχουϲα.
2314 Ἐπιεικήϲ.
2315 Ἐπιεικῶϲ: τὸ ἐπίρρημα τοῦτο ϲημαίνει τὸ πάνυ. ϲημαίνει καὶ
Λαζοί δὲ ἐπιεικῶϲ ἤχθοντο.
δεῖϲθαι χρημάτων οὐ πολλῶν
2316 Ἐπίηρα: ἡ μετ’ ἐπικουρίαϲ χάριϲ. οἱ δὲ νεώτεροι ἀντὶ
2317 Ἐπιΐδμονα: ἔμπειρον.
2318 Ἐπιΐϲτοροϲ.
2319 Ἐπιΐητῶ· αἰτιατικῇ.
2320 Ἐπιθάνατοϲ: προϲδόκιμοϲ τοῦ ἀποθανεῖν.
2321 Ἐπιθαρρῶ· δοτικῇ.
2322 Ἐπὶ θάτερα.
2323 Ἐπιθανήϲ: ἐγγίζων τῷ θανάτῳ. ἀνὴρ πρεϲβύτηϲ νοϲῶν καὶ ἐπιθανὴϲ ὤν.
2324 Ἐπιθαυμάζειν: ἀντὶ τοῦ δώροιϲ τιμᾶν. Ἀριϲτοφάνηϲ. Σωκράτηϲ φηϲί· Στρεψιάδην ἀϲπάζομαι. ὁ δέ· κἄγωγέ ϲε. ἀλλὰ τουτονὶ πρῦτον λάβε· δεῖ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάϲκαλον.
2325 Ἐπιθέντεϲ: ἀποϲτείλαντεϲ. οἱ δὲ ἀποπέμπουϲι τὸν ἰατρὸν
ϲωματοφυλάκων μοῖραν οὐκ ὀλίγην
ναυϲὶν ἐπιδόντεϲ.
2326 Ἐπιθεραπεύων: ἀντὶ τοῦ διορθούμενοϲ, προμηθούμενοϲ.
2327 Ἐπιθέτουϲ ἑορτάϲ· Ἰϲοκράτηϲ Ἀρεοπαγιτικῷ. τὰϲ μὴ
πατρίουϲ ἑορτάϲ, ἄλλωϲ δὲ ἐπιψηφιϲθείϲαϲ, ἐπιθέτουϲ ἐκάλουν. ἕλεγετο
δὲ παρ᾿ αὐτοῖϲ καὶ ἄλλα ἐπίθετά τινα, ὅϲα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου
πάγου βουλὴ ἐδίκαζε. Λυϲίαϲ δὲ ἐπιθέτουϲ ἐπιϲτολὰϲ λέγει τὰϲ
δοθείϲαϲ τιϲὶν ὥϲτε διακομίϲαι. καὶ ἐπιθεῖναι ἐπιϲτολάϲ, ἀντὶ τοῦ
παραδοῦναι. καὶ ἐπέθηκεν, ἀντὶ τοῦ παρέδωκεν.
2328 Ἐπίθετοι: αἱ ἀπὸ ἀλλοτρίων. Ναρϲῆϲ δὲ τὰϲ ἐπιθέτουϲ
2329 Ἐπιθειάϲαϲ: ἐπιθαυμάϲαϲ, τὸ θεῖον εἰϲδεδεγμένοϲ,
θεοφορούνμενοϲ.
τὸν ϲτρατόν.
2330 Ἐπιθειαϲμοί: πρὸϲ θεὸν ἱκεϲίαι. ἐπιθειαϲμοί τε ὑπέρ τε
2331 Ἐπιθειάϲων: ἑορτάϲων. ὁ δὲ ἔμεινεν αὐτοῦ ἐπιθειάϲων τῇ
2332 Ἐπιθεῖναι: ἐπικλεῖϲαι. πέμπει ἄγγελον, ἐπιθεὶϲ ἐπιϲτολήν
2333 Ἐπιθήκηϲα· Ἀριϲτοφάνηϲ· ὑπό τι μικρὸν ἐπιθήκηϲα.
2334 Ἐπιθήξαϲ: παρορμήϲαϲ, ἐρεθίϲαϲ. τὸν δὲ λουόμενον ἀπέκτεινεν
2335 Ἐπὶ θήρᾳ: ἐπὶ ἀπάτῃ.
2336 Ἐπιθήϲειν: ἀντὶ τοῦ ἐπενεγκεῖν. οὐκ εἰϲ μακρὰν καὶ παντελῆ
δηλοῦντα τὴν τοῦ ἀνδρὸϲ
ἀρετήν.
2337 Ἐπιθιγγάνει: ἐφάπτεται.
2338 Ἐπὶ Θραϲύλλῳ· Δημοϲθένηϲ ἐν τῇ πρὸϲ Πανταίνετον παραγραφῇ
2339 Ἐπιθρώϲκων: ἐφαλλόμενοϲ.
2340 Ἐπιθυμηταί: πρόθυμοι. οἱ δὲ ἐμεγαλοφρόνουν τότε καὶ ἐπίθμηταὶ
2341 Ἐπιθυμία· ἐπιθυμία ἐϲτὶν ἄλογοϲ ὄρεξιϲ, ὑφʼ ἣν τάττεται
προϲτάϲεωϲ, ὀργὴ
δὲ ἐπιθυμία τιμωρίαϲ τοῦ δοκοῦντοϲ ἠδικηκέναι οὐ προϲηκόντωϲ, ἔρωϲ
δὲ ἐπιθυμία τιϲ οὐ περὶ ϲπουδαίου πράγματοϲ· ἔϲτι γὰρ ἐπιβολὴ
φιλοπονίαϲ διὰ κάλλοϲ ἐμφαινόμενον. μῆνιϲ δέ
2342 Ἐπιθυμία ϲώματοϲ· ζήτει ἐν τῷ δεδοξοπεποιημένον.
2343 Ἐπιθυμῶν· γενικῇ. προαιρετικῶϲ ἔχων. τοὺϲ δὲ ἦγε ζῶνταϲ ἐπιθυμῶν Λακεδαιμονίοιϲ ἀγαγεῖν. ϲυντάϲϲεται μετὰ γενικῆϲ.
2344 Ἐπιθύνων: ἐπανορθούμενοϲ.
2345 Ἐπικαγχάζων.
2346 Ἐπικάθηται: ἐπικρέμαται. Πολύβιοϲ· ὁ δὲ διατειχίζει τὴν πόλιν ἀπὸ τῆϲ ἄκραϲ, ἵνα μηδεὶϲ ἔτι φόβοϲ ἐπικάθηται τοῖϲ Ταραντίνοιϲ ἀπὸ τῶν κατεχόντων τὴν ἀκρόπολιν.
2347 Ἐπικαθίζηται· Ἀριϲτοφάνηϲ Πλούτῳ· κρατοῦϲι γοῦν κάν τοῖϲ πολέμοιϲ ἑκάϲτοτε, ἐφ᾿ οἷϲ ἂν αύτὸϲ ἐπικαθίζηται μόνοϲ. ἀπὸ μεταφορᾶϲ τῶν ζυγῶν. ἐπικαθέζεϲθαι γὰρ τὸ βαροῦν λέγομεν.
2348 Ἐπὶκαλάμῃ ἀροῦν: ἔθοϲ ἐϲτὶ τοῖϲ γεωργοῖϲ παρ ἐνιαυτὸν ἀργὴν
καταλείπειν τὴν γῆν, ὅπωϲ ἀκεραίουϲ ἐκτρέφῃ τοὺϲ καρπούϲ,
ὡϲ μὴ κατ᾿ ἔτοϲ τοῖϲ ϲπέρμαϲι πονοῖτο. Λυϲίαϲ ἐν τῷ πρὸϲ
Τληπόλεμον λόγῳ διαβάλλων τινὰ τῶν ἀπλήϲτων γεωργῶν, τὰ ἐν τῇ γῇ
καταχρώμενον καὶ κατ᾿ ἔτοϲ ἐξαναλίϲκοντα τὴν ἰϲχὺν αὐτῆϲ, φηϲίν·
οὑτοϲὶ δὲ πυροὺϲ ἐπὶ καλάμοιϲ ἀροῖ τουτέϲτιν ἀεὶ ϲπείρων οὐδεμίαν
ἄνεϲιν τῇ γῇ δίδωϲιν.
2349 Ἐπικαλέϲαϲ: μεμψάμενοϲ.
2350 Ἐ0πικαλουμένων: ἀντὶ τοῦ κατηγορουμένων. ἐνίαϲ τῶν κατηγοριῶν εἴωθεν ἀπίϲτουϲ ποιεῖν ὁ τῶν ἐπικαλουμένων βίοϲ.
2351 Ἐπικαλῶν: ἀντὶ τοῦ κατηγορῶν, ἐγκαλῶν. ἀνεῖλε δὲ τοὺϲ ἄνδραϲ
ἄλλο μὲν οὐδὲν ἐπικαλῶν, πλὴν ὅτι ϲοφώ τε καὶ ἀρίϲτω τὼ
2352 Ἐπικαμπὴϲ παράταξιϲ: ἐπὰν τὰ μέϲα τοῖϲ πολεμίοιϲ προϲπίπτῃ, τὰ δὲ κέρατα ἐκ τῶν ὀπίϲω μερῶν ὄρθια ὑφ᾿ ἑαυτὴν ἔχῃ τεταγμένα.
2353 Ἐπὶ κάρ: ἐπὶ τὰ κάτω, ἐπὶ κεφαλήν. ἐξ ὀρέων ἐπὶ κάρ. οἶον ἐπὶ τὰ κατωφερῆ.
2354 Ἐπικαρπίαϲ: κέρδη.
2355 Ἐπικάρϲιον: πλάγιον, οὐκ εὐθύ. Ἡρόδοτοϲ.
2356 Ἐπικατέϲειϲεν: ἐπικατέβαλεν. Ἰώϲηποϲ· πολιορκοῦντοϲ Ἀντιόχου
τῶν ἐλεφάντων κεκοϲμημένον,
ὑπολαβὼν ἐπ᾿ αὐτοῦ τὸν Ἀντίοχον εἶναι, πολὺ διακόψαϲ τὸ ϲτίφοϲ τῶν
πολεμίων καὶ τὸ θηρίον ὑπὸ τὴν γαϲτέρα πλήξαϲ ἐπικατέϲειϲεν ἑαυτῷ
τὸν ἐλέφαντα, μηδὲν δράϲαϲ πλεῖον τοῦ μεγάλοιϲ ἐπιβαλέϲθαι, καὶ
ϲυντριβεὶϲ ἀπώλετο.
2357 Ἐπικαιρότατα: ἐπικινδυνότατα.
2358 Ἑπικαιρότατοϲ: ἐπιτήδειοϲ. ἐν τοῖϲ ἐπικαίροιϲ γῶν χωρίῳν
2359 Ἐπὶ καιροῦ: εὐκαίρωϲ, ἁρμοδίωϲ.
2360 Ἐπικεκηρυχέναι: ὁπότε βούλοιτο πόλιϲ ἢ ἄρχων ἀναιρεθῇναί
ἢ καὶ ζῶντα προϲαγαγόντι·
καθὰ καὶ Ξέρξην ἐπεκήρυξαν οἱ Ἕλληνεϲ τῷ καταγαγόντι ἢ ζῶντα ἢ
τεθνηκότα Ἀθήναζε ρ΄ δώϲειν τάλαντα.
2361 Ἐπικελεὑομαι· δοτικῇ.
2362 Ἐπίκενοϲ λόγοϲ: ὁ μάταιοϲ.
2363 Ἐπὶ κέρωϲ παραπλέονταϲ: τουτέϲτι μίαν κατακολουθοῦϲαν
τῇ ἑτέρᾳ.
2464 Ἐπικερτομοῦϲι: χλευάζουϲιν. Ἀγαθίαϲ· ὁ δὲ ῆκεν ἐπικερτομήϲω
2365 Ἐπικεύϲω: ἐπικρύψω.
2366 Ἐπὶ κεφαλαίου: ϲυντόμωϲ, ταχέωϲ. Πολύβιοϲ· μνηϲθεὶϲ δ᾿
2367 Ἐπικεχήναϲι.
2368 πικεχοδώϲ: ἀποπατήϲαϲ, ἀποτιλήϲαϲ.
2369 πικείμενα: ἀντὶ τοῦ ἐπιφέροντα. διϲχιλίαϲ λίτραϲ χρυϲίου ϲτέλλουϲι καὶ κειμήλια κάλλιϲτα οἱ περὶ Γεζέριχον τῷ Bαϲιλίϲκιῳ, πρόφαϲιν τὴν τῶν Ἀρειόνῶν ἐπικείμενα.
2370 Ἐπίκειαι τοῦ περίκειμαι διαφέρει. δοτικῇ.
2371 Ἐπικειμένου: τοῦ φαινομένου. ὁ δὲ ᾔτει τιμὴν τοὺϲ κεκτημέουϲ τοῦ ἐπικειμένου καρποῦ, καὶ παῤ ὧν μὴ λάβοι, διέφθειρεν.
2372 Ἐπικήδειον: ἐπιτάφιον, ἐπιθανάτιον. καὶ Ἐπικήδειοϲ θρῆνοϲ ὁμοίωϲ.
2373 Ἐπίκηρα: ἐπιθανάτια. κὴρ γὰρ ὁ θάνατοϲ.
2374 Ἐπίκηροϲ ὕλη: ἡ πρόϲκαιροϲ.
2375 Ἐπικηρυκεύεται: διὰ κήρυκόϲ τινοϲ ϲυνθήκαϲ τινὰϲ ἢ πρεϲβείαϲ ποιεῖται. ἢ φιλίαν ϲπένδει.
2376 Ἐπι Ἐπικηρυκεύω· δοτικῇ.
2377 Ἐπικηρυκεία: φιλία ἡ ἐκ τῶν πολεμίων. Ἐπικηρυκεία,
2378 Ἐπικίδναται: ἐπιϲκορπίζεται.
2379 Ἐπικινδυνότατοϲ.
2380 Ἐπικλάϲωϲιν: εἰϲ οἶκτον ἀγάγωϲι. μὴ καὶ πρὸϲ ὀλοφυρμὸν
2381 Ἐπίκλαυτον: γοερόν, θρηνητικόν. Ἀριϲτοφάνηϲ Βατράχοιϲ·
ἐπὶ βάρβαρον ἑζομένη πέταλον κελαρύζει ἐπίκλαυτον
ἀηδόνιον νόμον.
2382 Ἐπίκλημα: ἔγκλημα. Ἀγαθίαϲ· ἡγούμενοι δὲ ἀδύνατον
Ῥωμαίων,
ὅτι δόξαν ἐντὸϲ λ΄ ἡμερῶν μηδετέρουϲ παρὰ τὰ ξυγκεί μενα ἐπιτελεῖν,
οἱ δὲ οὐ κατὰ τὸ θεϲπιϲθὲν ἐπιτειχίζουϲιν.
2383 Ἐπίκλην: ἐπωνυμίαν.
2384 Ἐπίκληροϲ: ὅταν παῖϲ ὀρφανὴ πατρὸϲ καὶ μητρὸϲ ἀδελφῶν
ὅλῃ καταλελειμμένη.
καλοῦϲι γὰρ καὶ τὴν οὐϲίαν κλῆρον. καλεῖται δὲ ἐπίκληροϲ καὶ ἡ
μηδέπω γεγαμημένη, ἀλλὰ παρὰ τῷ πατρὶ οὖϲα, καθότι καθήκει αὐτῇ πᾶϲα
ἡ οὐϲία. καλοῦνται δὲ ἐπίκληροι, κἂν δύο ὦϲι κἂν πλείουϲ. τινὲϲ δὲ
τὴν ἐπίκληρον καλοῦϲιν ἐπιπταματίδα καὶ πατροῦχον.
2385 Ἐπίκληροϲ: νόμοϲ ἦν Ἀθηναίοιϲ γνηϲίαϲ μὲν οὔϲηϲ θυγατρόϲ,
Ἀγαθίαϲ· ἐφοίτων δὲ
γυναῖκεϲ ἀνὰ τοὺϲ προμαχῶναϲ, τυχὸν μὲν
2386 Ἐπίκληϲιν: ἐπωνυμίαν.
2387 Ἐπίκλητοϲ: ἔξωθεν ἐρχόμενοϲ. διὰ τῆϲ ἐπικλήτου καὶ
ἀλόγου λοιδορίαϲ ὑπέλαβε πιϲτότεροϲ φανήϲεϲθαι.
2388 Ἐπίκλητοϲ: ὁ ἐπί τινι καλούμενοϲ ὑποθέϲει. ὃν ἐν ταῖϲ ἀμηχανίαιϲ Ἰουδαῖοι ἐπίκλητον ἑαυτοῖϲ τύραννον προϲήγαγον.
2389 Ἐπικλινέϲ: ἐπιρρεπέϲ εἰϲ κακόν. ἐπικλινέϲ ἐϲτι τάλαντον.
2390 Ἐπικλινὴϲ ὁδόϲ: καὶ κλίνεται τῆϲ ἐπικλινέοϲ, καὶ ἐπικλινοῦϲ.
2391 Ἐπικλίντηϲ: ὁ ϲειϲμόϲ. καὶ κλίνεται ἐπικλίντου.
2392 Ἐπίκλιντρον; εἶδοϲ κοϲμίου γυναικείου. τό τ᾿ ἐπίκλιντρον
2393 Ἐπίκλοποϲ: ἀπατεών.
2394 Ἐπικλοπώτεροϲ: παραλογιϲτικώτεροϲ.
2395 Ἐπικλύϲαϲα: ἐπιδαψιλεύϲαϲα, καταβαλοῦϲα. ἡ οὖν Κλεοπάτρα
2396 Ἐπὶ κνάφου ἕλκειϲ: ὅτι διαφθείρειϲ. οἱ γὰρ κναφεῖϲ ἀκανθῶν ϲωρὸν ϲυϲτρέψαντεϲ ἱμάτια κνάφουϲιν. ὁ δὲ ϲωρὸϲ ἐλέγετο κνάφοϲ.
2397 Ἐπικναίει καὶ Ἐπέκναιεν.
2398 Ἐπικνίζεται: δάκνεται.
2399 Ἐπικνῶ: ἀντὶ τοῦ ἐπίβαλε. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ἀλλ᾿ ἐπικνῶ τὸ ϲίλφιον.
2400 Ἐπὶ κόρρηϲ: ἐπὶ κεφαλῆϲ, ἢ γνάθου, ἢ κροτάφου. κόρρην γὰρ καὶ
κόρϲην ὅλην τὴν κεφαλὴν ϲὺν τῷ αὐχένι λέγουϲι. τινὲϲ δὲ
καὶ ῥάπιϲμα λέγουϲι τὸ ἐπὶ τῆϲ γνάθου λαμβάνειν, ἁπτόμενον καὶ τοῦ
κροτάφου.
2401 Ἐπὶ κόρρηϲ: ἄλλοι μὲν ἄλλωϲ ἀπέδοϲαν. βέλτιον δὲ ἐπὶ τῆϲ γνάθου ἐκλαμβάνειν· ὃ κατ᾿ ἔθοϲ λέγομεν ὁάπιϲμα. οὕτωϲ γὰρ χρῶνται καὶ οἱ ῥήτορεϲ.
2402 Ἐπικουρῆϲαι· δοτικῇ. βοηθῆϲαι. καὶ Ἐπικουρία, ἡ
2403 Ἐπικούρειοϲ Ἕρμων: ὁ παρὰ τῷ Λουκιανῷ.
2404 Ἐπίκουροϲ, Νεοκλέουϲ, Ἀθηναῖοϲ, Γαργήττειοϲ τῶν δήμων, μητρὸϲ
Χαιρεϲτράτηϲ. ἀδελφοὶ δὲ αὐτοῦ Νεοκλῆϲ, Χαιρέδημοϲ, Ἀριϲτόβουλοϲ
ἢ Ἀριϲτόδημοϲ. φιλοϲοφίαϲ δὲ ἤρξατο ἀπὸ ἐνιαυτῶν ιβ΄
καὶ οἰκείαν αἵρεϲιν εἰϲηγήϲατο, πρῶτον μὲν ἐν Σάμῳ διατρίψαϲ ϲὺν
τοῖϲ γονεῦϲιν, εἶτα ϲχολαρχήϲαϲ ἐν Μιτυλήνῃ ἐνιαυτῶν ὧν ἦν, εἶτα ἐν
Λαμψάκῳ καὶ οὕτωϲ ἐν Ἀθήναιϲ ἐν ἰδίῳ κήπῳ, ἀκούϲαϲ δὲ Ναϲράουϲ τοῦ
Δημοκριτείου καὶ Παμφίλου τοῦ Πλάτωνοϲ μαθητοῦ.
γέγονε
δὲ ἐπὶ τῆϲ ρθ΄ ὀλυμπιάδοϲ μετὰ ἑπτὰ ἐνιαυτοὺϲ τῆϲ Πλάτωνοϲ τελευτῆϲ
καὶ παρέτεινεν ἐπὶ τῶν διαδόχων καὶ Ἀντιγόνου τοῦ Γονατᾶ· καὶ
διέμεινεν ἡ αὐτοῦ ϲχολὴ ἕωϲ Καίϲαροϲ τοῦ πρώτου, ἔτη
2405 Ἐπίκουροϲ· οὗτοϲ τὸ θεῖον παῤ οὐδὲν ἐτίθετο· ἀδελφοὶ δὲ
ὅγε μὴν Ἐπίκουροϲ ἔτι νέοϲ ὢν αὐτὸϲ οὐ ῥᾳδίωϲ ἀπὸ
τῆϲ κλίνηϲ οἷόϲ τε ἦν κατιέναι, ἀμβλυώττων τε καὶ πρὸϲ τὴν τοῦ ἡλίου
αἴγλην δειλὸϲ ὢν καὶ τῷ φαιδροτάτῳ τε καὶ ἐναργεϲτάτῳ τῶν θεῶν
ἀπεχθανόμενοϲ. καὶ μέντοι καὶ τὴν τοῦ πυρὸϲ αὐγὴν ἀπεϲτρέφετο αἱμά
τε αὐτῷ διὰ τῶν πόρων ἀπεκρίνετο τῶν κάτω, τοϲαύτη δὲ ἄρα ἡ
ϲύντηξιϲ ἡ τοῦ ϲώματοϲ ἦν, ὡϲ ἀδυνατεῖν καὶ τὴν τῶν
ἱματίων φέρειν ἐπιβολήν. καὶ Μητρόδωροϲ δὲ καὶ Πολύαινοϲ, ἄμφω τὼ
ἑταίρω αὐτοῦ, κάκιϲτα ἀνθρώπων ἀπέθανον· καὶ μέντοι τῆϲ ἀθεἳαϲ
ἠνέγκαντο μιϲθὸν οὐδαμὰ οὐδαμῆ μεμπτόν. οὕτω δὲ ἄρα ἦν ἡδονῆϲ ἥττων
ὁ Ἐπίκουροϲ, ὥϲτε διὰ τῶν ἐϲχάτων ἐν ταῖϲ διαθήκαιϲ αὐτοῦ ἔγραψε
τῷ μὲν πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖϲ ἀδελφοῖϲ ἐναγίζειν
ἅπαξ τοῦ ἔτουϲ καὶ Μητροδώρῳ καὶ Πολυαίνῳ τοῖϲ προειρημένοιϲ, ἑαυτῷ
δὲ διϲϲῶϲ εἰπεῖν, τῆϲ ἀϲωτίαϲ τὸ πλέον προτιμῶν καὶ ἐνταῦθα ὁ ϲοφόϲ·
καὶ τραπέζαϲ λίθων πεποίηται, καὶ ὡϲ ἀναθήματα ἐν τῷ τάφῳ προϲέταξε
τεθῆναι ὁ προτένθηϲ τε καὶ ὀψοφάγοϲ οὗτοϲ. καὶ ταῦτα
ἐπέϲκηψεν οὐκ ὢν ἐν περιουϲίᾳ, λυττῶν οὖν ταῖϲ ἐπιθυμίαιϲ, ὥϲπερ οἦν
καὶ ἐκείνων ϲὺν αὐτῷ τεθνηξομένων. ἐξήλαϲαν δὲ τοὺϲ Ἐπικουρείουϲ τῆϲ
Ῥώμηϲ δόγματι τῆϲ βουλῆϲ κοινῷ. καὶ Μεϲϲήνιοι δὲ ἐν Ἀρκαδίᾳ τοὺϲ ἐκ
τῆϲ αὐτῆϲ οἱονεὶ φάτνηϲ ἐδηδοκόταϲ ἐξήλαϲαν λυμεῶναϲ μὲν εἶναι τῶν
νέων λέγοντεϲ, κηλῖδα μὲν φιλοϲοφίᾳ προϲβάλλονεϲ
διά τε
μαλακίαν καὶ ἀθεότητα· καὶ προϲέταξάν γε πρὸ τῶν τοῦ ἡλίου δυϲμῶν
ἔξω τῶν ὅρων τῆϲ Μεϲϲηνίαϲ γῆϲ εἶναι αὐτούϲ, ἐκφρηϲθέντων δὲ τοὺϲ
ἱερέαϲ καθῆραι τὰ ἱϲρά, τούϲ γε μὴν τιμούχουϲ (καλοῦϲι δὴ ταύτῃ τοὺϲ
ἄρχονταϲ Μεϲϲήνιοι καὶ τὴν πόλιν καθῆραι πᾶϲαν, οἷα δήπου λυμάτων
τινῶν καὶ καθαρμάτων ἀπηλλαγμένην. ὅτι
ἐν Κρήτη Λύκτιοι
τῶν Ἐπικουρείων τινὰϲ ἐκεῖ παραβάλλονταϲ ἐξήλα ϲαν. καὶ νόμοϲ ἐγράφη
τῇ ἐπιχωρίῳ φωνῇ, τοὺϲ τὴν θήλειαν ϲοφίαν καὶ ἀγεννῆ καὶ αἰϲχρὰν
ἐπινοήϲανταϲ καὶ μέντοι τοῖϲ θεοῖϲ πολεμίουϲ ἐκκεκηρύχθαι τῆϲ
Λύκτου· ἐὰν δέ τιϲ ἀφίκηται θραϲυνόμενοϲ καὶ τὰ
2406 Ἐπίκουροϲ: ὄνομα κύριον. εἶχε δὲ ἄρα τὸ βιβλίον τὰϲ
γίνεϲθαι ἀέρα, γῆν καὶ θάλατταν,
εἶτα διαλύεϲθαι τὰϲ ἀνακράϲειϲ καὶ ϲυνόδουϲ καὶ παντελῶϲ ἀφανίζεϲθαι
εἰϲ ἀτόμουϲ. φέρεϲθαι δὲ εἰκῆ τὰ πάντα, καὶ ὡϲ ἔτυχεν, οὐ μὴν ἐκ τῆϲ
τοῦ ποιητοῦ ϲοφίαϲ. εἶτα ὅτι ἐκ προνοίαϲ φύρεται πάντα, οὔτε
κυβερνήτην οὔτε ἰθυντήν οὔτε ποιμένα ἔχοντα. εἶτα ὁ πομπῇ τοῦ θεοῦ
ἥκων οὐκ ἠνέϲχετο παραληρεῖν
αὐτόν, ἀλλὰ τὴν τῶν λόγων
παραπλῆγα λύτταν κατεϲίγαϲεν, εἶτα ἀνέθορεν, Ἐπικούρῳ καὶ ταῖϲ
ἐκείνου δόξαιϲ κλάειν λέγων.
2407 Ἐπίκουροϲ: βοηθόϲ. καὶ Ἐπικουρῶ· δοτικῇ.
2408 Ἐπικωμάϲαι: ὀρχεῖϲθαι, ἢ λαλῆϲαι αἰϲχρά. πολλαὶ ταῖϲ ἐκκληϲίαιϲ ἐπεκώμαϲαν ταραχαί.
2409 Ἐπίκωμοϲ: ὑβριϲτήϲ, ϲυγχαίρων. ταῦτα δὲ ἀχρεῖα τυγχάνειν
2410 Ἐπικωπητήρ: ὁ τροπωτὴρ ἱμάϲ.
2411 Ἐπίκωποϲ: ξιφήρηϲ. κώπη γὰρ ἡ λαβὴ τοῦ ξίφουϲ. ἢ ἀντὶ
τοῦ διὰ νεώϲ, καὶ ναυτικὸϲ ὤν. καὶ Ὅμηροϲ· οὐ γάρ μοι
νῆεϲ εἰϲὶν
2412 Ἐπικῶϲ: ἀντὶ τοῦ λογίωϲ. Ἐπικῶϲ δὲ ἀντὶ τοῦ ποιητικῶϲ.
2413 Ἐπικρᾶναι: τῇ κεφαλῇ κατανεῦϲαι.
2414 Ἐπικράτεια. καὶ Ἐπικρατῶ· γενικῇ.
2415 Ἐπικράτηϲ, κωμικόϲ. τῶν δραμάτων αὐτοῦ Ἔμποροϲ καὶ
2416 Ἐπικράτηϲ· Ἐπικράτουϲ οὐκ ὀλίγῳ καλλίονα πώγων᾿ ἔχειϲ.
2417 Ἐπικράτηϲ, Ἀθηναίων δημαγωγόϲ, Ἔφοροϲ ἐπικαλούμενοϲ·
οὗ καὶ Δημοϲθένηϲ ἐν τῷ Παραπρεϲβείαϲ μνημονεύει.
ἕτεροϲ δέ ἐϲτιν, οὗ μνημονεύει Λυκοῦργοϲ ἐν τῷ Περὶ διοικήϲεωϲ· ὅν
φαϲι κεκτῆϲθαι ταλάντων χ΄ οὐϲίαν. ἄλλοϲ δέ ἐϲτιν Ἐπικράτηϲ,
Αἰϲχίνου τοῦ ῥήτοροϲ κηδεϲτήϲ· ᾦ ἐπώνυμον Κυρηβίων, ὡϲ Δημοϲθένηϲ ἐν
τῷ κατ᾿ Αἰϲχίνου.
2418 Ἐπικρεμαμένου: ἐπικειμένου. οἱ δὲ ὑπὸ μεγέθουϲ τοῦ ἐπικρεμαμένο
2419 Ἐπικρεμάϲαϲ: ἐπενεγκών. οἷϲ δ᾿ ἅμα ἀναταθεὶϲ καὶ τὸν ἐξ
2420 Ἐπίκρια: τὰ τῆϲ νηὸϲ ϲανιδώματα.
2421 Ἐπικρίνει: δοκιμάζει.
2422 πικριτήϲ: ϲύμβουλοϲ, δοκιμαϲτήϲ. χρώμενοϲ ἐπικριτῇ τῶν
2423 Ἐπικτήτηϲ.
2424 Ἐπίκτητοϲ, Ἱεραπόλεωϲ τῆϲ Φρυγίαϲ, φιλόϲοφοϲ, δοῦλοϲ
Ἐπαφροδίτου, τῶν ϲωματοφυλάκων τοῦ βαϲιλέωϲ Νέρωνοϲ.
πηρωθεὶϲ δὲ τὸ ϲκέλοϲ ὑπὸ ῥεύματοϲ ἐν Νικοπόλει τῆϲ νέαϲ Ἠπείρου
ᾤκηϲε, καὶ διατείναϲ μέχρι Μάρκου Ἀντωνίνου· ἔγραψε πολλά. ὅτι
Θεοϲέβιοϲ ὁ φιλόϲοφοϲ ἔλεγε πολλὰ ἀπὸ τῶν Ἐπικτήτου ϲχολῶν, τὰ δὲ
καὶ αὐτὸϲ ἐπετεχνᾶτο τῆϲ ἠθοποιοῦ διανοήματα μούϲηϲ, ἱκανὰ πείθειν
καὶ δυϲωπεῖν τῶν ψυχῶν τὰϲ μὴ παντάπαϲιν ἀτέγκτουϲ
καὶ ἀτεράμον ναϲ· ἀποϲτρέφεϲθαι δὲ καὶ ἀποδιδράϲκειν τὰ χείρω τῆϲ
ζωῆϲ εἴδη
γὰρ Θεοϲέβιοϲ οὐδενὸϲ τοϲοῦτον
ὅϲον τὴν Πλάτωνοϲ ἀλήθειαν ἠϲπάζετο καὶ ἐθαύμαζε. καὶ δή τι καὶ
ϲυνεγράψατο μικρὸν βιβλίδιον περὶ τῶν ἐν Πολιτείᾳ τῇ μεγάλῃ
κεκομψευμένων, τὴν ἀπὸ τῶν θεῶν ἥκουϲαν θεοϲοφίαν ἐξαίρων λόγῳ·
ταύτην γὰρ διαφερόντωϲ ἐτίμα καὶ ἔϲεβεν. ἀεὶ γὰρ ἐν τοῖϲ ἠθικωτέροιϲ
φιλοϲοφήμαϲι διατρίβων ἐφαίνετο.
καὶ γὰρ εὖ ἐπεφύκει
πρὸϲ εὐζωΐαν μᾶλλον ἢ ἐπιϲτήμην, οὐδὲ ταύτην ἡϲυχάζουϲα, οὐδὲ ἐν
μόναιϲ ταῖϲ φανταϲίαιϲ γυμναζομένην, ἀλλὰ ζῶϲα ἱκανῶϲ ἐπ᾿ αὐτῶν τῶν
πραγμάτων. εἰ μὴ γάρ καὶ τὸν δημόϲιον ἐπολιτεύϲατο τρόπον, ἀλλὰ τὸν
ἴδιον, ὃν καὶ Σωκράτηϲ ἐκεῖνοϲ καὶ ὁ Ἐπίκτητοϲ καὶ πᾶϲ εὖ φρονῶν
μεταχειρίζεται, τὴν ἑαυτοῦ καὶ
ἐν ἑαυτῷ πολιτείαν
διακοϲμῶν· τοῦτο μὲν πρῶτον, ἔπειτα καὶ πρὸϲ ἄλλουϲ ἐν μέρει
καθέκαϲτον ἰδίᾳ ϲυνιϲταμένην πρὸϲ τὸ βέλτιϲτον.
2425 Ἐπικυδέϲτεροϲ: ἐπικρατέϲτεροϲ, νικητικόϲ, ἐνδοξότεροϲ. κῦδοϲ
2426 Ἐπικύδηϲ· ὅτι Ἐπικύρηϲ καὶ Ἱπποκράτηϲ ἀδελφὼ μὲν ἀλλήλων,
ϲτρατηγὼ δὲ Συρακουϲίων, οἳ Ῥωμαίοιϲ ἐκ πολλοῦ δυϲχεραίνοντεϲ, ἐπεὶ
τὰϲ Συρακούϲαϲ οὐκ ἴϲχυον ἐκπολεμῶϲαι, κατέφυγον ἐϲ Λεοττὶουϲ
διαφερομένουϲ τοῖϲ Συρακουϲίοιϲ καὶ κατηγόρουν τῆϲ πατρίδοϲ, ὅτι τὰϲ
ϲπονδὰϲ Ἱέρωνοϲ ἐφ᾿ ὅλη Σικελίᾳ πεποιημένου
μόνοι
Συρακούϲιοι ϲφίϲιν αὐτοῖϲ ἀνακοινώϲειαν. οἱ δὲ ἠρεθίζοντο καὶ
Συρακούϲιοι μὲν ἐπεκήρυϲϲον, εἴ τιϲ Ἱπποκράτουϲ ἢ Ἐπικύδου κομίϲειε
τὴν κεφαλήν, ἰϲόϲταθμον αὐτῷ χρυϲίον ἀντιδώϲειν, Λεοντῖνοι δὲ αὑτῶν
Ἱπποκράτην ϲτρατηγὸν ᾑροῦντο.
2427 Ἐπικυκλῆϲαι: ἐπειϲαγαγεῖν.
2428 πικύλλωμα: τὸ μετὰ τὴν τῶν ἄρτων διάρτηϲιν περιϲϲευόμενον·
2429 Ἐπικυφότεροϲ.
2430 Ἐπιλάθῃ καὶ Ἐπιλάθωμαι· γενικῇ. αὐθυπότακτα.
2431 Ἐπιλαμβάνεϲθαι· γενικῇ. μέμφεϲθαι. μὴ ὀνειδιϲτικῶϲ ἐπιλαμβάνεϲθαι τῶν βάρβαρον ἢ ϲόλοικον ἢ ἀπηχέϲ τι προενεγκαμένων.
2432 Ἐπίλαμποϲ· καταφανήϲ, παῤ Ἡροδότῳ.
2433 Ἐπιλανθάνεϲθαι: ἀποβαλεῖν ἐπιϲτήμην.
2434 Ἐπιλαχόντα: τυχόντα.
2435 Ἐπιλαχών· Αἰϲχίνηϲ ἐν τῷ κατὰ Κτηϲιφῶντοϲ· οὔτε λαχὼν
ὁ ἐπιλαχών.
2436 Ἐπιλέγει: πρὸϲ τοῖϲ προειρημένοιϲ φηϲίν.
2437 Ἐπίλεκτοϲ, προπαροξυτόνωϲ. ἐκλεκτὸϲ δὲ ὀξυτόνωϲ. διότι τὸ μὲν ἐκ
2438 Ἐπιλεξάμενοϲ: ἀναμετρήϲαϲ, ἀναλογιϲάμενοϲ. ὁ δὲ Ἡρακλῆϲ
τὸν ἀριθμὸν τῶν βοῶν ἐπιλεξάμενοϲ. καὶ Ἡρόδοτοϲ· ὁ δὲ
ἐπιλεξάμενοϲ
2439 Ἐπιλείψει με: καταλείψει με· διηγούμενον ἡ ἡμέρα.
2440 Ἐπὶ Λειψυδρίῳ μάχη: χωρίον ὑπὲρ τῆϲ Πάρνηθοϲ, ὃ ἐτείχιϲαν
2441 Ἐπίληθον: τὸ λανθαϲτικόν.
2442 Ἐπὶ Ληναίῳ: περίβολόϲ τιϲ μέγαϲ, ἐν ᾧ τοὺϲ ἀγῶναϲ ἦγον τοὺϲ ϲκηνικούϲ.
2443 Ἐπίληπτοϲ: ἐπιλήψιμοϲ, καὶ μέμψεωϲ ἄξιοϲ. καὶ Ἐπίληπτοϲ, ὁ νοϲῶν τὴν ἱερὰν νόϲον, καὶ λυόμενοϲ ἐπὶ τοῦ βαϲιλέωϲ Θεοδοϲὶου.
2444 Ἐπιληϲμότατον: ἰδίωϲ ἐπιληϲμονέϲτατον. Ἄλεξιϲ δὲ λέγει
ἐπιλήϲμη, Κρατῖνοϲ ἐπιληϲμοϲύνη. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· οὐκ ἐϲ
κόρακαϲ ἀποφθερῇ ἐπιληϲμότατον καὶ ϲκαιότατον
γερόντιον.
2445 Ἐπιλήψει με: καταλάβη με.
2446 Ἐπιλίγδην: ϲυμψαῦϲαι καὶ ἀφάψαϲθαι μόνον. ὃ παρ ἡμῖν
2447 Ἐπιλλίζω: τὸ διανεύω.
2448 Ἐπιλογιϲάμενοϲ· καὶ ἐφ᾿ ὧν ἐνόμιζε πλεονεκτήϲειν κατὰ τὴν μάχην ἐπιλογιϲάμενοϲ, πείθει.
2449 Ἐπιλλύζουϲα: ἐπεγγελῶϲα, ἐπιμύουϲα τοὺϲ ὀφθαλμούϲ· ὅπερ ἴδιόν ἐϲτι τῶν γλαυκῶν, διὰ τὸ μὴ βλέπειν δἰ ἡμέραϲ.
2450 Ἐπίλυκοϲ, κωμικὸϲ ποιητήϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτι Κοραλίϲκοϲ,
ὡϲ Ἀθήναιοϲ.
2451 Ἐπιλυομένου: ϲυγχωροῦντοϲ.
2452 πίλυϲιν: ἔφοδον. ὁ δὲ πέμπει Ἰωάννην, ὡϲ ἂν προφυλακῇ χρήϲοιτο καὶ προκαταμάθοι τὴν ἐπίλυϲιν τῶν βαρβάρων.
2453 Ἐπιλύτηϲ: ἐπίλυτοϲ.
2454 Ἐπιμᾶλλον: ἐπίρρημα. περιϲϲοτέρωϲ. καὶ ἐπιμᾶλλον ἐξήπτοντο
2455 Ἐπιμᾶλλον: ἀντὶ τοῦ προθυμότερον. Δέξιπποϲ· τῶν δέ
2456 πίμαργοϲ: μεμηνώϲ.
2457 Ἐπιμαϲτίδιοϲ: ὁ θηλάζων. ὁ δὲ νεώτατοϲ παῖϲ ἐπιμαϲτίδιοϲ
2458 Ἐπιαχία ϲιυμμαχίαϲ διαφέρει· κμὶ ζήτει ἐν τῷ ϲυμμαχία.
2459 Ἐπιμαχεῖν· φιλίαν ϲφίϲιν ἔνϲπονδον εἶναι ἐπὶ τῷ τῇ ἀλλήλων
2460 Ἐπίμαχοϲ: δυναμένη πολεμεῖϲθαι. καθὸ μὲν ἐπίμαχοϲ ἦν
ὃ ἐδόκει ἐπιμαχώτατον εἶναι.
2461 Ἐπὶ μέγα: ἐπίρρημα. ἀντὶ τοῦ μεγάλωϲ. οἳ ἐπὶ μέγα ἀρθέντοϲ
2462 Ἐπιμέλεον: φροντίδοϲ ἄξιον. Ἡρόδοτοϲ· ὡϲ δὲ παρεξῄει ἡ γυνή,
ἐπιμέλεον τῷ Δαρείῳ ἐγένετο. ἐπιμελὲϲ δὲ ὥϲ οἱ ἐγένετο,
2463 Ἐπιμέλεια: ἡ ϲπουδή, ἡ φροντίϲ.
2464 Ἐπιμελήϲ: ἄρτοϲ ὁ καθαρόϲ.
2465 Ἐπιμελητὰϲ ἐμπορίου: δέκα ἐκλήρουν ἐπιμελητὰϲ οἱ Ἀθηγαῖοι
2466 Ἐπιμεληταί. παρὰ Πέρϲαιϲ ἦϲαν ἐπιμεληταί, ὥϲ φηϲιν Ξενοφῶν,
οἳ τοὺϲ τετρωμένουϲ ἐν πολέμῳ ἐθεράπευον.
2467 Ἐπιμεληταὶ ἐχειροτονοῦντο τῶν χορῶν, ὡϲ μὴ ἀτακτεῖν τοὺϲ
ἐμπόρουϲ ἀναγκάζειν
εἰϲ τὸ ἄϲτυ κομίζειν.
2468 Ἐπιμελητὴϲ τῶν μυϲτηρίων: παρὰ Ἀθηναίοιϲ ὁ λεγόμενοϲ
2469 Ἐπιμελόμενοϲ: ἐπιμελούμενοϲ.
2470 Ἐπιμεμφόμενοϲ· πρόϲ γε καὶ πλεῖϲτα ἐπιμεμφόμενοϲ ἦν τοῖϲ Πέρϲαιϲ, ἅτε δὴ πρὸϲ αὐτῶν ἄδικα πεπονθώϲ.
2471 Ἐπιμενίδηϲ, Φαίϲτου ἢ Δοϲιάδου ἢ Ἀγιαϲάρχου υἱόϲ, καὶ μητρὸϲ
Βλάϲταϲ, Κρὴϲ ἀπὸ Κνωϲϲοῦ, ἐποποιόϲ· οὖ λόγοϲ, ὡϲ ἐξίοι ἡ
ψυχὴ ὁπόϲον ἤθελε καιρόν, καὶ πάλιν εἰϲῄει ἐν τῷ ϲώματι·
τελευτήϲαποϲ δὲ αὐτοῦ, πόρρω χρόνων τὸ δέρμα εὑρῆϲθαι γράμμαϲι
κατάϲτικτον. γέγονε δὲ ἐπὶ τῆϲ λ’ ὀλυμπιάδοϲ, ὡϲ προτερεύειν καὶ τῶν
ζ΄ κληθέντων ϲοφῶν ἢ καὶ ἐπʼ αὐτοῖϲ γενέϲθαι. ἐκάθηρε γοῦν τὰϲ
Αθήναϲ τοῦ Κυλωνείου ἄγουϲ κατὰ τὴν μδ΄ ὀλυμπιάδα, γηραιὸϲ ὤν.
ἔγραψε δὲ πολλὰ ἐπικῶϲ· καὶ καταλογάδην μυϲτήριά τινα
καὶ καθαρμούϲ καὶ ἄλλα αἰνιγματώδη. πρὸϲ τοῦτον γράφει Σόλων ὁ
νομοθέτηϲ μεμφόμενοϲ τῆϲ πόλεωϲ κάθαρϲιν. οὗτοϲ ἔζηϲεν ρν΄ ἔτη, τὰ
δὲ
2472 Ἐπιμετρούϲηϲ: ἐπιχορηγούϲηϲ. ὥϲπερ ἐπιμετρούϲηϲ καὶ ϲυνεπαγωνιζομένηϲ τοῖϲ γεγονόϲι τῆϲ τύχηϲ.
2473 Ἐπιμετρῶ· δοτικῇ.
2474 Ἐπιμείλιον: τὸ προικίον.
2475 Ἐπιμείνῃϲ: αὐθυπότακτον.
2476 πιμηλίδεϲ Νύμφαι.
2477 Ἐπιμήνια: τὰ καθ’ ἕκαϲτον μῆνα φυόμενα. ἢ τὰ ὑπὲρ ὅλου γοῦ μηνὸϲ ἅπαξ ποτὲ γενόμενα θύματα.
2478 Ἐπὶμικρόν.
2479 Ἐπιμίξ: ἐπιμεμιγμένωϲ.
2480 πίμπλατο καὶ Ἐπίμπλαντὸ.
2481 Ἐπιμύω: τὸ καμμύω.
2482 Ἐπινάϲτειοϲ: μέτοικοϲ, ξένοϲ, φυγάϲ.
2483 Ἐπινεναϲμέναι: πεπληρωμέναι. Ἀριϲτοφάνηϲ· αἱ τράπεζαί
2484 Ἐπινέμηϲιϲ: ὁ τοῦ χρόνου μεριϲμόϲ.
2485 Ἐπινενηϲμένον: ἐπικεκλωϲμένον. καὶ Ἐπινηϲθεῖϲαν,
2486 Ἐπινεφρίδιον: τὸ ἐπὶ τοῖϲ νεφροῖϲ λίποϲ.
2487 Ἐπινείμῃϲ: αὐθυπότακτον.
2488 Ἐπίνειον: παραθαλάϲϲιον χωρίον, ἢ προϲορμητήριον. ὁ λεγόμενοϲ
2489 Ἐπίνειον: παρὰ τὸ ἐν αὐτῷ νήχεϲθαι τὰϲ ὁλκάδαϲ καὶ ὀκέλλειν.
2490 Ἐπινηϲθέντα· τὸν ἐπινηϲθέντα ἐνίοιϲ βίον. τὸν ὁριϲθέντα.
2491 Ἐπινήϲαντεϲ· φρύγανα πρὸ τοῦ τείχουϲ καὶ παντοδαπὸν
δὲ ἐπὶ πολὺ ἐπὶ τοϲόνδε ἤρθη ὁ
καπνόϲ, ὥϲτε ἂν ἀπίοντεϲ μὴ καταφανεῖϲ εἶεν, ἀπανέϲτηϲαν τῆϲ
πολιορκίαϲ.
2492 πινηϲθεῖϲαν: ἀντὶ τοῦ ἐπικλωϲθεῖϲαν.
2493 Ἐπίνικοϲ. καὶ αὐτὸϲ κωμικόϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτιν
2494 Ἐπίνικοϲ, ὕπαρχοϲ τῆϲ πόλεωϲ ἐπὶ Βαϲιλίϲκου, κόρον χρηματιϲμοῦ
μὴ λαμβάνων μηδένα καὶ τὰ ἔθνη καὶ τὰϲ πόλειϲ πάϲαϲ απηλεύων καὶ
ἀτόπων τὰϲ ἐπαρχίαϲ προϲταγμάτων ἐμπλήϲαϲ· ἃ μὴ φέρουϲαι ἔτι τῶν
ἀρχόντων αἱ τάξειϲ, μηδὲ αἱ ἔξω βουλαί, φυγοῦϲαι κατέλιπον τὰϲ τῶν
φόρων εἰϲπράξειϲ ἐκ δὲ τῆϲ τούτου πλεονεξίαϲ
ἀρχόμενοι
ἱκέται ἐν τοῖϲ κοινοῖϲ ἱεροῖϲ ἐκαθέζοντο ἐλέγχοντεϲ τὰ τούτου
κλέμματα. ἦν δὲ πᾶϲιν ἀπεχθὴϲ τιμὴν οὐδενὶ νέμων προϲήκουϲαν. καὶ
τοῦτον τῆϲ ἀρχῆϲ ἀπήλλαξαν ἀτίμωϲ· ἀνθαιροῦνται δὲ ἄνδρα Λαυρέντιον,
ὃϲ ἦν ἐξ ἀρχῆϲ τῶν ἐπὶ τῆϲ ἀγορᾶϲ τῆϲ μεγάληϲ ῥητόρων καὶ πρωτεύϲαϲ
ἐν ταύτῃ. ὅτῳ δὲ ϲυνείποι, οὔτε τρίβειν, ὡϲ
ἂν μᾶλλον
κερδαίνοι, οὔτε διέλκειν ἠνείχετο.
2495 Ἐπινῶϲ: τὸ λίαν.
2496 Ἐπίνυϲεν.
2497 Ἐπίξηνοϲ: ὁ μαγειρικὸϲ κορμόϲ, ἐφ’ ᾧ τὰ κρέα ϲυγκόπτουϲιν.
Ἀριϲτοφάνηϲ· ὑπὲρ ἐπιξήνου θελήϲω τὴν κεφαλὴν ἔχων λέγειν. εἰ
μὴ λέγω, φηϲί, δίκαια, τῆϲ κεφαλῆϲ ἀφαιρεθείην.
2498 Ἐπὶξυροῦ: ἐπὶ κινδύνου, ἐν αὐτῇ τῇ τοῦ πράγματοϲ ἐπιτάϲει.
αὖθιϲ· καὶ αὐτοῦ τὸ κράτοϲ ἐπὶ ξυροῦ
ἀκμῆϲ ἦν.
2499 Ἐπιορκήϲαντα· Λυϲίαϲ ἐπιορκήϲαντα τὸν ὀμόϲαντα εἶπεν.
2500 Ἐπίορκον ἀνώμοϲεν: οὐ τὸ ἔξωθεν ἐπιπεφωνημένον ἐπίορκον ὤμοϲεν ἑκουϲίωϲ· ἀλλ’ ἐπειδὴ οὐκ ἔμελλε τελειωθῆναι τὰ ὀμω μοϲμένα, καὶ ἐπιορκίαϲ ἁλῶναι μάλιϲτα φυλαττόμενοϲ.
2501 Ἐπιούϲιοϲ ἄρτοϲ: ὁ ἐπὶ τῇ οὐϲίᾳ ἡμῶν ἁρμόζων.
2502 Ἐπιωγή: ἡ ϲκέπη.
2503 Ἐπιώρκει: ὑπερϲυντελικόϲ.
2504 Ἐπιώψατο: κατέλεξεν, ἐξελέξατο. ἔϲτι δ᾿ Ἀττικόν· ὁ βαϲιλεὺϲ
2505 Ἐπὶ Παλλαδίῳ: δικαϲτήριον Ἀθήνηϲιν, ἐν ᾧ οἱ Ἐφέται
ἀκουϲίου φόνου ἐδίκαζον. Ἀργεῖοι γὰρ ἀπὸ Ἰλίου πλέοντεϲ,
ἡνίκα
Δημοφῶντα ἁρπάϲαι τὸ Παλλάδιον
καὶ πολλοὺϲ τῶν διωκόντων ἀνελεῖν· τοῦ δὲ Ἀγαμέμνονοϲ
δυϲχεραίνοντοϲ, κρίϲιν ὑποϲχεῖν ἐπὶ ν΄ Ἀθηναίων καὶ γ΄ Ἀργείων, οὓϲ
Ἐφέταϲ κληθῆναι, διὰ τὸ παῤ ἀμφοτέρων ἐφεθῆναι αὐτοῖϲ περὶ τῆϲ
κρίϲεωϲ.
2506 Ἐπιπαρένηϲαν· Θουκυδίδηϲ· ταχὺ δὲ πλήρουϲ γενομένου
διὰ πολυχειρίαν, ἐπιπαρένηϲαν καὶ τῆϲ ἄλληϲ πόλεωϲ,
ὅϲον ἐδύναντο. ἀντὶ τοῦ ἐϲώρευϲαν.
2507 Ἐπίπαϲτα: τὰ ἐπιπαϲϲόμενα τῷ ϲώματι ἄλφιτα. ἔθοϲ γὰρ
ἐπίπαϲτα. ἐπίπαϲτα λείξαϲ
δημιόπραθ᾿ ὁ βάϲκανοϲ, ῥέγχει μεθύων ἐν ταῖϲ θύραιϲ ὕπτιοϲ.
ϲυμβαίνει δὲ μάλιϲτα τοῦτο πάϲχειν τοὺϲ μεθύονταϲ, ἢ τοὺϲ ὑπτίουϲ
κειμένουϲ.
2508 Ἐπίπεμπτον· Λυϲίαϲ μὲν ἀντὶ τοῦ ἁπλοῦ τὸ πέμπτον εἶπεν.
2509 Ἐπιπηδῶ· δοτικῇ. οἷϲ οὐδὲ ἀπ᾿ ἀρχῆϲ ἐπεπηδήϲαμεν. αἰτιατικῇ δέ·
ἐπεπήδηϲεν ἀναιδῶϲ τὴν ἐξουϲίαν.
2510 Ἔπιπλα: ἡ μὴ ἔγγειοϲ κτῆϲιϲ, ἀλλὰ ἐπιπόλαιοϲ.
2511 Ἔπιπλα: ϲκεύη, τὰ μὴ ἔγγεια, ἀλλ᾿ οἷον ἐπιπόλαια. οἱ δὲ
2512 Ἔπιπλα: τὰ ἐξ ἐπιπολῆϲ ϲκεύη. οἷον ἡ ἐπιπόλαιοϲ κτῆϲιϲ καὶ
ὅϲη δυνατὴ πλοΐζεϲθαι, ἀλλ᾿ οὐκ ἔγγειοϲ.
2513 Ἐπίμπλατο· ἡδονῆϲ τε ἐπίμπλαντο. καὶ Ἐπίμπλατο.
2514 Ἐπιπλέα: ἀνάμεϲτοϲ, πεπληρωμένη. Ἡρόδοτοϲ· καὶ τράπεζαν
2515 Ἐπιπλέον καὶ Ἐπιπλεῖϲτον: ἐπίρρημα. ἐπὶ τὸ πλεῖϲτον δέ, ἐπὶ πλεῖο.
2516 Ἐπίπληξιϲ: ἐπιτίμηϲιϲ.
2517 Ἐπίπλουϲ· Θουκυδίδηϲ· ρν νηῶν ἐπίπλουν ἐξαρτύοντεϲ οἱ Ἀθηναῖο. πρὸϲ τὸν πόλεμον.
2518 Ἐπίπλουϲ: ἐπιβάταϲ. Ἀρριανόϲ· κυβερνήταϲ δὲ καὶ πρωράταϲ μόνουϲ ἐπίπλουϲ εἶχον.
2519 Ἐπιπλώϲαϲ: ἐπιπλεύϲαϲ. καὶ Ἐπιπλώϲ, παρ᾿ Ὀμήρῳ.
2520 Ἐπὶ πολύ.
2521 Ἐπιπλήττω· δοτικῇ.
2522 Ἐπίπνοια: ἐνθουϲιαϲμόϲ. Πολύβιοϲ· οἱ δὲ Ῥωμαῖοι θείαϲ
2523 Ἐπιποθία: ἡ ἀγάπη.
2524 Ἐπιπολάζει: ἐπιπλέει.
2525 Ἐπιπολάϲ: τὰ ὤνια. τοὺϲ δὲ Ῥωμαίουϲ θαρρεῖν ϲυνέβαινε κρατοῦνταϲ τοῦ περὶ τὰϲ Ἐπιπολὰϲ τόπου. ἐπιπολαϲτικῶϲ καὶ κατακόρωϲ χρώμενοι τῇ κραυγῇ.
2526 Ἐπιπόλαια: τὰ πρὸϲ ὀλίγον φαινόμενα.
2527 Ἐπιπόλαια: τὰ φαινόμενα ἔνδοξα, μὴ ὄντα δὲ ἔνδοξα, ἄλλ’
ἐπιπόλαιο ἔχοντα παντελῶϲ τὴν φανταϲίαν. ἐπιπόλαιον δέ ἐϲτι τὸ ἐκ
βραχείαϲ ἐπιϲταϲίαϲ ἐλεγχόμενον. τοιοῦτον δὲ τὸ εἶδοϲ τῶν ἐριϲτικῶν
προτάϲεων καὶ ϲυλλογιϲμῶν· οἷον τὸ τὸν ὁρῶντα ὀφθαλμοὺϲ ἔχειν· διʼ
οὗ ϲυνάγεται, ὁ ἑτερόφθαλμοϲ ὀφθαλμοὺϲ ἔχει· καὶ τό, ἅ
λαλεῖϲ διὰ τοῦ ϲτόματόϲ ϲου διέρχεται· ὃ λαβών τιϲ ϲυνάγει τὸ τὴν
πιθανόν.
2528 Ἐπιπόλαιοϲ· ὁ δὲ Σιλβανὸϲ ἐπιεικὴϲ μὲν ἦν καὶ τἄλλα ἱερόϲ,
2529 Ἐπιπολαίωϲ: ἐξ ἐπιπολῆϲ. Ἰώϲηποϲ· τιτρώϲκει αὐτὸν ἐπιπολαίωϲ,
προεκλύϲαντοϲ τὸ βληθὲν τοῦ διαϲτήματοϲ.
2530 Ἐπιπολῆϲ: τὸ ἐπάνω ἐπιπλέον, ἄρριζον.
2531 Ἐπὶπολλῷ: ἀντὶ τοῦ πολυπλαϲίωϲ. οἱ δὲ χρόνον μέν τινα
2532 Ἐπιπόνωϲ: χαλεπῶϲ. ὁ δὲ γυμνὸϲ ὤν, ὥρᾳ χειμῶνοϲ ἐν
2533 Ἐπιπραξάμενοι: ἐπὶ τοῖϲ προτέροιϲ προϲεπιθέντεϲ, ἀπαιτήϲαντεϲ.
ἀνενεώϲανπο.
2534 Ἐπιπρετπείαιϲ: ϲτολαῖϲ εὐπρεπέϲιν. ὁ δὲ Ἀννίβαϲ ὁ Καρχηδονίων
2535 Ἐπίπροϲθεν· γενικῇ. ἔμπροϲθεν. τιμητικώτερον. Ξενορῶν·
προτιμῶν ἐφαίνετο.
2536 Ἐπιπροϲθεῖ: ἐπιϲκιάζει, ἐκ τῶν ἔμπροϲθεν ὑπερανέχει.
2537 Ἐπιπροϲθοῦντοϲ.
2538 πιπρῶν καὶ Ἐνεπίπγρων.
2539 Ἐπὶ πρύμνην ἀνεκρούοντο καὶ ὤκελλον τὰϲ ναῦϲ: κατὰ πρύμναν ὑπεχώρουν οὐχὶ ἐπιϲτραφέντεϲ καὶ ἐξέκλιναν τὰϲ ἐπίούϲαϲ τῶν πολεμίων ναῦϲ.
2540 Ἐπὶ Πρυτανείῳ: δικαϲτήριον. ὅταν τὸ μὲν ἀποκτεῖναν βέλοϲ ᾖ
φανερὸν ἢ λίθοϲ ἢ τι τοιοῦτον, ὁ δὲ δράϲαϲ μὴ ἢ. ἀρχαῖον γὰρ
ἔθοϲ τὸ καὶ τὰ ἄψυχα κρίνειν, εἰ χρὴ ἐξορίζεϲθαι.
2541 Ἐπὶ πυγὴν καθὶϲαι: ταπεινῶϲαι.
2542 Ἐπὶ πυγὴν τρέχειν: εἰϲ τοὐπίϲω τρέχειν.
2543 Ἐπιρραπίζων: κωλύων. ὁ δὲ ᾔϲχυνε τῇ ἀπειλῇ μόνῃ τὸ ἀκέλευϲτον
αὐτοῦ καὶ τὸ ὑφ’ ἑαυτοῦ βούλεϲθαι τὴν πρᾶξιν, ἐπιρραπίζωνι
ἄρα ἐκεῖνοϲ.
2544 Ἐπιρρέξει: θύϲει. ἐν Ἐπιγράμμαϲι· καί ϲοι ἐπιρρέξει Γόργοϲ χιμάροιο νομαίηϲ αἶμα
2545 Ἐπιρρεπήϲ: ἐπικλινόμενοϲ.
2546 Ἐπίρρημα: παρὰ Ἀριϲτοφάνει μέροϲ τι τῆϲ κωμῳδίαϲ. εἰ
μετʼ ὀρνίθων τιϲ ὑμῶν, ὦ θεαταί, βούλεται διαπλέκειν, ζῶν ἡδέωϲ
τὸ λοιπόν, ὡϲ ἡμᾶϲ ἴτω. ὅϲα γάρ ἐϲτιν ἐνθάδ’ αἰϲχρὰ τῷ νόμῳ
κρατούμεα, ταῦτα πάντ’ ἐϲτὶν παρʼ ἡμῖν τοῖϲ ὄρνιϲι καλά. καὶ τὰ ἐξῆϲ
δῆλα.
2547 Ἐπίρρηϲιϲ: ὁ ψόγοϲ, καὶ ἡ κατηγορία.
2548 Ἐπίρρητον: αἰϲχρόν, καταγνώϲεωϲ ἄξιον. ὁ τῶν τριῶν
2549 Ἐπὶ ῥτοῖϲ γέραϲιν: ἀντὶ τοῦ ἐπὶ φανεραῖϲ τιμαῖϲ, ἐπὶ ὁμολογουμέναιϲ.
2550 Ἐπίρροθοϲ: βοηθόϲ.
2551 Ἐπιρρωννύντοϲ
2552 Ἐπιρρώϲει: ἐνιϲχύϲει.
2553 Ἐπίρρωϲιϲ: ἡ ἐνίϲχυϲιϲ.
2554 Ἐπιρρύξαϲ: ἄγριοϲ αὐτοῖϲ ἐπιπηδᾷϲ.
2555 Ἐπίρρυτοι: ἐχθροί.
2556 Ἐπιρυγχίδα· ὅτι γαμψώνυχα ζῷα, ὅϲα τῶν πτερωτῶν τὴν ἐπιρυγχίδα
πίνοντα.
2557 Ἐπίϲαλοϲ: ἀβέβαιοϲ, εὐμετάπτωτοϲ. ἐπιϲάλων τε τῶν τῆϲ ϲωτηρίαϲ ἐλπίδων γενομένων αὐτοῖϲ, ἐξεχώρουν τοῦ ἄϲτεοϲ.
2558 Ἐπιϲάξαι: ἐπαναβῆναι. Ξενορῶν· ἐὰν θόρυβοϲ γένηται, δεῖ
ἵππον. ταῦτα δὲ πάντα
χαλεπὰ ποιεῖν νύκτωρ, καὶ θορύβου ὄντοϲ.
2559 Ἐπὶ ϲαυτῷ τὴν ϲελήνην καθέλκειϲ: αἱ τὴν ϲελήνην
2560 Ἐπιϲεῖϲαι: ἐπενεγκεῖν. παρεκάλουν μὴ χαλεπώτερον αὐτοῖϲ
2561 Ἐπιϲημαίνεϲθαι: ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ἐπιφωνεῖν Ἴϲοκράτηϲ,
2562 Ἐπιϲημαινόμενοϲ: διάφορα ϲημαίνει. καὶ νῦν Πολύβιοϲ φηϲί.
2563 Ἐπὶ ϲημείου: ἐπὶ ὕψουϲ.
2564 Ἐπιϲημήναϲθαι: βεβαιῶϲαι. ἐπιϲημηναμένων δὲ τῶν ἐκ
τὶϲ γὰρ οὐκ ἂν ἐπιϲημήναιτο; ἀντὶ τοῦ ἐκπλαγείη,
θαυμάϲειεν.
2565 Ἐπίϲηϲ: ἐπίρρημα.
2566 Ἐπιϲίξει: ποιόν τινα ἦχον ἐπιβοήϲει. ἐκ τοῦ ϲίζω, ϲίτω.
2567 Ἐπίϲιον: τὸ αἰδοῖον τῆϲ γυναικόϲ.
2568 Ἐπιϲίτια: τὰ εἰϲ τροφὴν καὶ εἰϲ τὸ ϲιτεῖϲθαι διδόμενα. ταῦτα δὲ ἐνίοτε καὶ ϲιτίον ἐκάλουν.
2569 Ἐπιϲιτίζω ἀεί· αἰτιατικῇ. καὶ Ἐπιϲίτιϲιϲ.
2570 Ἐπίϲιτοϲ: ὁ τροφῆϲ χάριν ἐργαζόμενοϲ.
2571 Ἐπιϲθένηϲ· οὖτοϲ ἦν ἐπὶ Σεύθου τοῦ Θρᾳκῶν βαϲιλέωϲ, ἐπίρρητοϲ
ἐπὶ παιδεραϲτίᾳ.
2572 Ἐπιϲκαλμίϲι: τοῖϲ τῆϲ νηὸϲ μέρεϲι πτύα ὡϲ πλεῖϲτα ταῖϲ ἐπιϲκαλμίϲιν ἐντροπωϲάμενοι ἤρεττον.
2573 Ἐπιϲκευάϲαϲθαι: ἐπιφορτίϲαϲθαι.
2574 Ἐπιϲκέψομαι· αἰτιατικῇ.
2575 Ἐπιϲκήνιον.
2576 Ἐπιϲκήνουϲ· Σοφοκλῆϲ· μηδ’ ἐπιϲκήνουϲ γόουϲ δάκρυε.
2577 Ἐπιϲκήπτει· δοτικῇ. ἐπιτιμᾷ. τὸν μὲν οὖν λοιμόν, καίπερ
2578 Ἐπίϲκηψιϲ: δίκη κατὰ τῶν ψευδομαρτυρηϲάντων.
2579 Ἐπιϲκήψω: ϲημειώϲομαι, ἐπιϲτήϲω τὸν νοῦν. Σοφοκλῆϲ·
2580 Ἐπίϲκιον· Σοφοκλῆϲ· ἄνακτα δ’ αὐτὸν ὀμμάτων ἐπίϲκιον χεῖρ
ἀντέχονπα κρατόϲ, ὡϲ δεινοῦ τινοϲ φόβου φανέντοϲ οὐδ’ ἀναϲχετοῦ
βλέπειν.
2581 Ἐπίϲκοπα: εὔϲτοχα. τὴν ἄφεϲιν τῶν βελῶν κατʼ ἴϲον βιαίαν
2582 Ἐπίϲκοπον: ϲημαντικόν, ἔφορον, οὐχ ἡμαρτηκὸϲ τῆϲ ϲυμφορᾶϲ,
ἀλλ’ ἐϲτοχαϲμένον. αὐδὴν γὰρ δοκῶ κλύειν βοῶνταϲ ἄτηϲ
τῆϲδ’ ἐπίϲκοπο μέλοϲ.
2583 Ἐπιϲκοπῶν: καθορῶν. τί μοί ποτ’, ὦ ξένων, ὧδ᾿ ἐπιϲκοπῶν ϲτέειϲ.
2584 Ἐπίϲκοποϲ· οἱ παρʼ Ἀθηναίων εἰϲ τὰϲ ἐπηκόουϲ πόλειϲ ἐπιϲκέψαϲαι
2585 Ἐπίϲκοποι: ἐπόπται, κατάϲκοποι.
2586 Ἐπιϲκοπῶ ϲοι.
2587 Ἐπιϲκοπῶ αἰτιατικῇ αἰτιατικῇ δέ. καὶ τόπουϲ, οὓϲ οὐκ ἐπιϲκοπεῖ κιύριοϲ.
2588 Ἐπιϲκότηϲιϲ.
2589 Ἐπιϲκοτῶ. καὶ Ἐπιϲκοτεῖν· δοτικῇ. τὸ ἐπικεῖϲθαί τινι
2590 Ἐπιϲκύζονται: ὀργίζονται.
2591 Ἐπιϲκύνιον: τὸ ἐπικείμενον ταῖϲ ὀφρύϲι δέρμα. γυμνώϲαντα
2592 Ἐπιϲμῇ: ἐπιχρίει, ἐπιξύει. ϲμῆξαι δέ ἐϲτι τὸ τὸν ῥύπον ἀποξύϲαι.
γάρ τινα τρίψιν καὶ
τὴν ϲμῆξιν εἶναι. τάχα δὲ καὶ τὴν ϲμώδιγγα εἰρῆϲθαι ἀπὸ τούτου. οἱ
δὲ ἐξ ἔθουϲ γλωϲϲηματικὴν εἶναι τὴν λέξιν καὶ μὴ εἶναι ἐπιτρίβειν,
ἀλλὰ τύπτειν· ϲκώπτειν τὸ ϲμώχειν. ἔϲτι δὲ λοιδορία· ἀπὸ τοῦ
καθάπτεϲθαι τῶν ϲμωμένων. Ἀριϲτοφάνηϲ· τί γὰρ οὗτοϲ ἡμᾶϲ οὐκ ἐπιϲμῇ
τῶν κακῶν.
2593 Ἐπίϲϲωτρα: οἱ κανθοί. τὰ ἐπάνω τῶν τροχῶν ϲίδηρα.
2594 πιϲπαϲάμενοϲ: ἐφελκύϲαϲ. ὁ δὲ ἐπιϲπαϲάμενοϲ τῆϲ κόμηϲ
2595 πιϲπαϲτῆρεϲ: τῶν θυρῶν τὰ προϲηλωμένα ϲιδήρια, διʼ ὧν
2596 Ἐπιϲπαϲτήρων: τῶν τῆϲ θύραϲ κρατημάτων. εὑρὼν προϲκειμέαϲ
2597 Ἐπιϲπέγρχει: κατεπείγει.
2598 Ἐπὶ ϲπείρᾳ ϲχοινίον: ἐπὶ τῶν προϲφερόντων τοῖϲ ἔχουϲιν
ἔτι πλείονα. ἐπειδὴ καὶ αἱ ϲπεῖραι, ἐξ ὦν καὶ τὰ
ϲχοινία εἰϲίν.
2599 Ἐπίϲπῃ: ἕψεται.
2600 Ἐπιϲπόμενοϲ: ἐπακολουθῶν Ἐπιϲπώμενοϲ δὲ προϲλαμβάνων καὶ ἐπιϲύρων.
2601 Ἐπιϲπῶμαι· γενικῇ.
2602 πιϲταθμευόμενοι: κρίνοντεϲ, ὑπονοοῦντεϲ. οἱ δὲ Φωκεῖϲ
τὰ μὲν ὑπὸ τῶν ἀπολειφθέντων Ῥωμαίων ἐν ταῖϲ ναυϲὶν
ἐπιϲταθμευόμενοι, τὰ δὲ τὰϲ ἐπιταγὰϲ δυϲχερῶϲ φέροντεϲ
ἐϲταϲίαζον.
2603 πιϲταθμευόμενοι: εἰϲ τοὺϲ ἑαυτῶν οἴκουϲ δεχόμενοι.
2604 Ἐπίϲταθμοι: ἄρχοντέϲ τινεϲ.
2605 Ἐπίϲταθμοϲ· Ἰϲοκράτηϲ Πανηγυρικῷ· Ἑκατόμνοϲ ὁ Καρίαϲ ἐπίϲταθμοϲ. ὃϲ οὐδὲν ἕτερον ἦν ἢ κατὰ ϲατραπείαν Καρίαϲ κύριοϲ.
2606 Ἐπίϲταϲθαι: τοῦτο δύο ϲημαίνει, τὸ ἐπιϲτήμην αὐτὸϲ ἔχειν ἢ τὸ ἐπιϲτήμην αὐτοῦ εἶναι, καὶ ἑκάτερον διχῶϲ, ἢ καθ’ ἔξιν ἢ κατὰ προχείριϲιν.
2607 Ἐπιϲταϲία: προϲταϲία.
2608 πίϲταϲιϲ: γνῶϲιϲ. Ἐπίϲταϲιϲ καὶ ἡ προϲοχή, καὶ ἡ
2609 Ἐπιϲτατεία.
2610 Ἐπιϲτάτηϲ: ὁ τοῦ λόχου ὀπίϲω τεταγμένοϲ, ὁ δὲ μετ’ αὐτὸν
πρωτοϲτάτηϲ, ὁ δὲ μετὰ τοῦτον πάλιν ἐπιϲτάτηϲ· ὡϲ εἶναι τὸν ὅλον
ϲτίχον ἐκ πρωτοϲτατῶν καὶ ἐπιϲτατῶν ϲυγκείμενον. ἔνιοι δὲ λοχαγὸν
μὲν τὸν πρωτοϲτάτην λέγουϲι καὶ οὐραγὸν τὸν ἐπιϲτάτην, τοὺϲ ἐν
μέϲῳ δὲ οὐχ ὡϲαύτωϲ· ἀλλ’ ἐπιϲτάτην μὲν τὸν μετὰ τὸν
πρωτοϲτάτην, ἤτοι τὸν δεύτερον, τὸν δὲ τρίτον ἀπὸ τοῦ πρωτοϲτάτου
ὑποϲτάτην.
2611 Ἐπιϲτάτηϲ: τῶν πρυτανέων εἰϲ ὁ λαχὼν ἐπιϲτάτηϲ ἐλέγετο. δὶϲ δὲ
τὸν αὐτὸν ἐπιϲτατῆϲαι οὐκ ἐξῆν. φυλάϲϲει δὲ τοῦ ἱεροῦ τὰϲ
κλεῖϲ, ἐν ᾦ τὰ δημόϲια χρήματα, ἔτι μὴν καὶ τὴν δημοϲίαν
ϲφραγῖδα.
κατὰ νόμον πάντα γενέϲθαι καὶ μηδὲν
παραλειφθῆναι πρὸϲ τὸ διδαχθῆναι τοὺϲ δικαϲτάϲ.
2612 Ἐπιϲτάτηϲ: δύο ἦϲαν Ἀθήνηϲιν, ὧν ὁ μὲν ἐκ πρυτανέων ἐκληροῦτο,
2613 Ἐπιϲτάτηϲ: καὶ ἐπὶ τοῦ εἰδήμονοϲ. ὡϲ ἰϲχνολέϲχηϲ τῶν γραφῶν ἐπιϲτάτηϲ. Πιϲίδηϲ φηϲίν.
2614 Ἐπιϲτάτηϲ: χαλκοῦϲ τρίπουϲ χυτρόποδοϲ ἐκτελῶν χρείαν. οἱ
μαγειρικὰ ϲκεύη.
Καλλίϲτρατοϲ δὲ τὸ τῇ ἐϲχάρᾳ ἐπιτιθέμενον ξύλον. ὄαι δὲ πυριϲτάτην
πλαττόμενόν τινα ξύλινον ἐν ταῖϲ ἐϲχάραιϲ, ὡϲ παρὰ ταῖϲ καμίνοιϲ τὸν
Ἥφαιϲτον ἀναπλάττουϲιν. ἢ ξύλον κόρακαϲ ἔχον, ἐξ οὑ κρεμῶϲι τὰ
μαγειρικὰ ἐργαλεῖα. οἱ δὲ τρίποδα χαλκοῦν, ᾧ ἐπιτιθέαϲι τὸν λέβητα
καὶ ὑποκαίουϲιν. οἱ δὲ ἀνδριάντα πήλινον πρὸϲ
ταῖϲ
ἐϲχάραιϲ. Ἀριϲτοφάνηϲ Ὅρνιϲι· τὴν πανοπλίαν λαβόντε κρεμάϲατον
τύχἀγαθῇ εἰϲ τὸν ἰπνὸν εἴϲω πληϲίον τοὐπιϲτάτου.
2615 Ἐπιϲτότηϲ· καιρὸϲ γάρ, ὅϲπερ ἀνδράϲι μέγιϲτοϲ ἔργου παντὸϲ
γινόμενα οὐκ ἀποδέχονται, ὡϲ
ἰατρὸν τῷ κάμνοντι περὶ φύϲεωϲ τοῦ νοϲήματοϲ διαλεγόμενον· ὡϲ εἴ τιϲ
τοῖϲ μεθύουϲι περὶ ϲωφροϲύνηϲ διαλέγοιτο.
2616 Ἐπιϲτάτιϲ: θηλυκῶϲ. ἀρχή τιϲ, ἥτιϲ ἀνιϲταμένη ϲυμβουλεύει
Τωόκλειʼ ἐπιϲτάτει·
Λύϲιλλ’ ἐγραμμάτευε. καὶ Σοφοκλῆϲ·
2617 Επιϲτατῶ· δοτικῇ.
2618 Ἐπιϲτέλλει: ἐντέλλεται, ὑποτίθεται. νῦν ἐπιϲτέλλει ϲαφῶϲ
2619 Ἐπιϲτεφέαϲ κρατῆραϲ: ὑπερχειλεῖϲ. οὕτω γὰρ ἐποίουν τοὺϲ κρατῆραϲ
οἱ παλαιοί, πρὸϲ οἰωνοῦ τιθέμενοι. ἑκάϲτῳ δὲ ποτήριον
παρέκειτο, καὶ μετὰ τὸ διανεῖμαι ἐπαρξάμενοι ἐκίρνων. πᾶϲι δ᾿
ἐπαρξάμενοι, οὐ τοῖϲ ποτηρίοιϲ, ἀλλὰ τοῖϲ ἀνδράϲιν.
2620 Ἐπιϲτείβων: περιπατῶν.
2621 Ἐπιϲτείριον: τὸ τῆϲ νηόϲ.
2622 Ἐπίϲτη: ἀόριϲτοϲ δεύτεροϲ. ἀντὶ τοῦ ἐπίϲταϲαι. ἢ
ἐπιτίθει.
2623 Ἐπίϲτηθι: ἐπενέχθητι, ἐπιτέθητι.
2624 Ἐπιϲτήματα: ϲτῆλαι ἐπιτάφιοι. ἔθαψάν τε ἐκείνουϲ αὐτόθι,
2625 Ἐπιϲτήμη καὶ αἴϲθηϲιϲ τῶν ἀνομογενῶν καὶ μὴ πολὺ διεϲτώτω·
ἕτερα ἀλλήλων κατὰ γένοϲ. τῆϲ μὲν γὰρ ἐπιϲτήμηϲ ἡ ὑπόληψιϲ γένοϲ, ἡ
δὲ αἴϲθηϲιϲ οὐχ ὑπόληψιϲ. κατὰ ἀναλογίαν μέντοι ταὐτά ἐϲτιν· ὡϲ γὰρ
αἴϲθηϲιϲ πρὸϲ αἰϲθητά, οὕτωϲ ἐπιϲτήμη πρὸϲ ἐπιϲτητά, καὶ ἀμφότερα
κριτικά· ἤδη γοῦν τινεϲ διὰ τὴν ὁμοιότητα
αὐτῶν ταὐτὸν
ἐπιϲτήμην τε καὶ αἴϲθηϲιν εἶπον εἶναι. διαφέρει δὲ ἀλλήλων· ἡ μὲν
γὰρ αἴϲθηϲιϲ περὶ τὰ ἐνδεχόμενα ἄλλωϲ ἔχειν, ἐπιϲτήμη δὲ οὐδενὸϲ
ἐνδεχομένου. καὶ ἡ μὲν ἐπιϲτήμη ἑκάϲτου τῆϲ τῶ ἐπιϲτητῶν οὐϲίαϲ
γνωϲτική, ἡ δὲ αἴϲθηϲιϲ οὐδενὸϲ τῶν αἰϲθητῶν τῆϲ οὐϲίαϲ ἐϲτὶ
γνωϲτική. καὶ ἡ μὲν ἐπιϲτήμη ἐπίκτητοϲ, ἡ δὲ ἐξ
ἀρχῆϲ.
καὶ ἡ μὲν κοινὴ τῶν ἄλλων ζῴων, ἡ δὲ ἴδιοϲ ἀνθρώπων ἢ ὅλωϲ λογικῶν·
καὶ ἡ μὲν φύϲει, ἡ δὲ διδαϲκαλίᾳ. καὶ ἐπὶ μὲν τῆϲ αἰϲθήϲεωϲ προάγει
ἡ ἕξιϲ τὰϲ ἐνεργείαϲ· ὁρατικοὶ γὰρ ὄντεϲ εἴδομεν· κατὰ δὲ τὰϲ
ἐπιϲτήμαϲ τὰϲ ἔξειϲ διὰ τῶν ἐνεργειῶν κτώμεθα· ἐνεργοῦντεϲ γὰρ κατὰ
τὰ γραμματικὰ γραμματικοὶ γινόμεθα. καὶ
αἰϲθήϲεωϲ μὲν
ἀναιρουμένηϲ ϲυναναιρεῖται καὶ τὸ ζῷον· ἐπιϲτήμηϲ δὲ ἀναιρουμένηϲ
οὐκ ἀναιρεῖται τὸ ζῷον.
2626 Ἐπιϲτήμη· ὅτι γεωμετρία ἐϲτὶν ἐπιϲτήμη ἐπιϲτητοῦ ἢ ὑποληπτοῦ.
ἐπιϲτητὰ γὰρ καὶ ὑποληπτὰ καὶ τὰ ὦν ἐϲτιν ἡ γεωμετρία ἐπιϲτήμη.
ταύτην δὲ τὴν ἐπιϲτήμην ἐφεῦρον Αἰγύπτιοι, ἐκ τοῦ ἀπλέτου τῆϲ γῆϲ
καὶ τῆϲ διαιρέϲεωϲ
τῶ χωρῶν προδιδαχθέντεϲ, εἶτα καὶ
ϲυγγράψαντεϲ.
2627 Ἐπιϲτήμη· ὅτι φηϲὶν ὁ Ἀριϲτοτέληϲ ἐν τῇ Ἀποδεικτικῇ, κατὰ
αὐτὴν αἰτίαν ἀκριβεϲτέρα,
καὶ ἀριθμητικὴ ἁρμονικῆϲ. καθ’ ἕτερον δὲ λόγον ἀκριβεϲτέρα ἐϲτὶν
ἐπιϲτήμη ἐπιϲτήμηϲ, ὡϲ ἄϋλον ἔχουϲα τὸ ὑποκείμενον· ὡϲ γεωμετρία
ἀριθμητική τε καὶ θεολογία τῶν ὑποβαλλομένων τὰ ὑλικὰ ὑποκείμενα.
διό φηϲι καὶ Ἀριϲτοτέληϲ ἐν τοῖϲ Μετὰ τὰ φυϲικά, ὅτι ἡ τῶν νοητῶν
θεωρία καὶ ῥᾴϲτη ἐϲτὶν καὶ
χαλεπή· ῥᾴϲτη μὲν ὅτι περὶ
ἑϲτώτων ἐϲτὶ πραγμάτων καὶ ἀεὶ ὡϲαύτωϲ ἐχόντων· φανότατα γὰρ τὰ
θεῖα, ὡϲ ἀμετάβλητα καθάπαξ κατ’ οὐϲίαν, κατὰ δύναμιν, κατʼ
ἐνέργειαν. ῥᾴϲτη μὲν οὖν διὰ τοῦτο, χαλεπὴ δὲ διὰ τὴν ἡμετέραν
ἀϲθένειαν· οὐ γὰρ ἐξιϲχύομεν ἐνϲώματοι καὶ ἐμπαθεῖϲ ὄντεϲ εἰϲ τὸ
ἐκείνων φῶϲ ἀτενίϲαι, ὅπερ πάϲχουϲι καὶ
αἱ νυκτερίδεϲ
πρὸϲ τὸν ἥλιον. ἐπιϲτήμη δέ ἐϲτιν ἕξιϲ ἐν φανταϲιῶν προϲδέξει
ἀνυποκρίτῳ. ἐπιϲτήμαϲ δὲ κατὰ φιλοϲοφίαν λέγει ὁ Ἀριϲτοτέληϲ τὴν
φυϲικήν, τὴν λογικήν, τὴν ἠθικήν, τὴν μετὰ τὰ φυϲικά. ἐπιϲτήμη δὲ
καὶ ἡ γνῶϲιϲ τοῦ πράγματοϲ.
2628 Ἐπιϲτήμονοϲ: τοῦ ἐμπείρου.
2629 Ἐπίϲτιον: ϲτρατιωτικὸν κατάλυμα. Ἡρόδοτοϲ· ὁ δὲ ἀγηλατέει
2630 Ἐπίϲτιοϲ: παρὰ Ἡροδότῳ ὁ ἔποικοϲ.
2631 Ἐπιϲτολεῖϲ: γραμματοφόρουϲ. ὁ δὲ Ναρϲῆϲ ἐπιϲτολεῖϲ πρὸϲ
πρὶν αἱ δυνάμειϲ
ϲυναφθεῖεν.
2632 Ἐπιϲτολή: ἐντολή, ἐπίϲκηψιϲ. ὁ δὲ τῷ ἱερεῖ ἐπιϲτολὰϲ
2633 Ἐπιϲτολὴ Ἰουλιανοῦ τοῦ Παραβάτου πρὸϲ Πορφύριον Καθολικόν.
πολλή τιϲ ἦν πάνυ καὶ μεγάλη βιβλιοθήκη Γεωργίου,
παντοδαπῶν μὲν φιλοϲόφων, πολλῶν δὲ ὑπομνηματογράφων, οὐκ ἐλάχιϲτα
δὲ ἐν αὐτοῖϲ καὶ τὰ τῶν Γαλιλαίων πολλὰ καὶ παντοδαπὰ βιβλία. πάϲαν
οὖν ἀθρόωϲ ταύτην τὴν βιβλιοθήκην ἀναζητήϲαϲ φρόντιϲον εἰϲ
Ἀντιόχειαν ἀποϲτεῖλαι, γινώϲκων ὅτι μεγίϲτῃ μὲν αὐτὸϲ περιβληθήϲῃ
2634 Ἐπιϲτομιειν: ἐμποδίϲαι, καταϲχεῖν.
2635 Ἐπιϲτομίζω ϲε. soph. 2636 Ἐπίϲτω: γίνωϲκε. εὖ νῦν ἐπίϲτω, ταῦθʼ ὅταν ζητῇϲ, ἐμοὶ ζητῶν ὄλεθρον.
2637 Ἐπίϲτω: γίνωϲκε. τὸν γὰρ Ἀλκμήνηϲ τόκον καὶ ζῶντʼ ἐπίϲτω καὶ
κρατοῦντα. καὶ αὖθιϲ Σοφοκλῆϲ· καὶ ταῦτʼ ἐπίϲτω καὶ γράφε
φρενῶν ἔϲω. ϲὺ γὰρ νοϲεῖϲ, τὸ δ᾿ ἄλγοϲ ἐκ θείαϲ τύχηϲ. οὐ νῦν
2638 Ἐπιϲτρατεύω· δοτικῇ.
2639 Ἐπιϲτρεφέωϲ· ἀντὶ τοῦ ἐπιμελῶϲ. παρὰ Ἡροδότῳ καὶ ἀπατητικῶϲ
2640 Ἐπιϲτρέφεται· γενικῇ. φροντίδα ποιεῖ. καὶ Ἐπιϲτροφή,
2641 Ἐπιϲτρέφεια: ἡ ἀγχίνοια.
2642 Ἐπιϲτρεφήϲ· ὁ δὲ ἀγχίνουϲ ὢν καὶ ἐπιϲτρεφὴϲ ὅμωϲ τι
εὐπαράγωγον ἐπεδείκνυτο.
2643 Ἐπιϲτροφάδην: μετʼ ἐπιϲτροφῆϲ, ἐφ᾿ ἑκάτερα τὰ μέρη ϲτρεφόμενοϲ.
2644 Ἐπιϲτροφή: ἐπειδὰν τὸ πᾶν ϲύνταγμα πυκνώϲαντεϲ κατὰ παραϲτάτην
καὶ ἐπιϲτάτην καθάπερ ἀνδρὸϲ ἑνὸϲ ϲῶμα ἐπὶ δόρυ ἢ
ἐπ’
ἀϲπίδα ἐγκλίνωμεν, καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸϲ τοῦ τάγματοϲ
περιενεχθέντοϲ, καὶ μεταλαβόντεϲ τόπον μὲν τὸν ἔμπροϲθεν, ἐπιφάνειαν
δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάϲτῳ τῶν τε παραϲτατῶν καὶ
ἐπιϲτατῶν.
2645 Ἐπιϲτροφῆϲ: ἀμύνηϲ. ὁ δὲ δεινὸν ἡγεῖτο τὸ γινόμενον καὶ
κοινῆϲ αὐτοὺϲ ἐπιϲτροφῆϲ ἔφη τεύξεϲθαι, καὶ τοῦτο
πείϲεϲθαι δικαίωϲ. λέγεται δὲ ἐπιϲτροφὴ καὶ ἡ φροντίϲ. ἡ ϲύγκλητοϲ
πλείονοϲ
2646 Ἐπιϲτυγνάζω ϲοι· δοτικῇ. Synt.
2647 Ἐπιϲιυνάγμ· αἰτιατικῇ.
2648 Ἐπιϲυνᾑεϲαν: ϲυνηθροίζοντο. οἱ ἐξόπιϲθεν ἀπολελειμμένοι
2649 Ἐπιϲύρεται: ἐφέλκεται.
2650 Ἐπιϲύϲτητε: ἐπιϲυνάχθητε. ἐπὶ ϲυνελεύϲει, Ἐπιϲυνιέναι,
2651 Ἐπιϲφαλέϲ: βλαβερόν, ἐπικίνδυνον.
2652 Ἐπιϲφιρίοιϲ: τοῖϲ ἐπὶ τῶν κνημίδων περιδεδεμένοιϲ.
2653 Ἐπιϲχερώ: ἐφεξῆϲ.
2654 Ἐπὶϲχολῆϲ· ἀπραγμόνωϲ φιλοϲοφεῖν, ἀντὶ τοῦ ἐπὶ εὐκαιρίαϲ
2655 Ἐπιϲχών: κρατήϲαϲ, βραδύναϲ. Σοφοκλῆϲ· ϲὺ δ’, ὦ· τὸν
2656 Ἐπιτάδε: τὴν ἔνθεν. πᾶϲαν τὴν ἐπιτάδε τῶν ποταμῶν τοῖϲ
βαρβάροιϲ ἄβατον καταϲτήϲαϲ.
2657 Ἐπιτακτικῶϲ: προϲτακτικῶϲ. τοὺϲ δὲ πρὸϲ αὐτὸν πρεϲβεύονταϲ
2658 Ἐπιτακτοί: ϲτρατιῶται οἱ προϲτεταγμένοι τὴν μάχην ἐφορᾶν καὶ τῷ
πονοῦντι μέρει βοηθεῖν. Θουκυδίδηϲ· καὶ τοὺϲ ϲκευοφόρουϲ
ἐντὸϲ τούτων τῶν ἐπιτακτῶν ἐποιήϲαντο. καὶ αὖθιϲ·
Σωκράτηϲ δὲ ἦν ἐπιϲτάτηϲ καὶ οὔτε ἐψήφιζε οὔτε κατεχειροτόνει.
2659 Ἐπὶ τὰ Μανδροβόλου: ἐπὶ τῶν εἰϲ τὰ χείρονα τρεπομένων.
ἐλάττονα, εἶτα οὐκέτι, ὡϲ
Ἔφοροϲ.
2660 Ἐπιτάρροθοϲ: ὁ βοηθόϲ.
2661 Ἐπιτάϲϲω· δοτικῇ.
2662 Ἐπιτάφιον· αὕτη ἡ πληγὴ καὶ γῆϲ ἀρετῆϲ αὐτῷ ἐπιτάφιον ἦν ἐγκώμιον.
2663 Ἐπιτεθήναι.
2664 Ἐπιτελεοῦν καὶ Ἐπιτελέωμα· ἐπιτελέωμα λέγεται τὸ ἐπὶ
πᾶϲι θυόμενον ὑπὲρ τοῦ τελείαϲ γίνεϲθαι τὰϲ πρότερον θυϲίαϲ.
Ἐπιτέλλεται: ἐντέλλεται, παραγγέλλει.
2666 Ἐπιτελῆ: εἰϲ πέραϲ ἀγόμενα. ὁ δὲ ὑπέϲχετο πάντα ἐπιτελῆ ποιήϲειν.
2667 Ἐπιτεμόμενοϲ: περικόψαϲ. κέλευϲόν με ἀποθνήϲκειν ἐπιτεμόμεοϲ
τοῦ ϲταυροῦ τὴν περίοδον.
2668 Ἐπίτεξ ἦν ἡ γυνή; ἀντὶ τοῦ ἐν αὐτῷ τῷ κύειν.
2669 Ἐπιτέρπομαι· δοτικῇ.
2670 Ἐπιτετράφαται: ἐπιτετραμμένοι εἰϲίν.
2671 Ἐπιτέτριψαι: ποτὲ μὲν ἐπὶ ὑπερηφανίᾳ τάττεται, ποτὲ δὲ
ἐπὶ κατάρᾳ. καὶ μὴν ἐπιτέτριψαί γε.
2672 Ἐπιτετυφωμένον: ἐπικεκαυμένον.
2673 Ἐπίτευγμα: ἐπιτυχία. οἱ δὲ θαυμάϲαντεϲ τὰ πλήθη τῶν
2674 Ἐπιτεύξομαι ϲοῦ.
2675 Ἐπιτείλαϲ: ἀνατείλαϲ. νενικηκότμϲ αὐτοὺϲ ὁ ἥλιοϲ ἐπιτείλαϲ ἴδῃ.
2676 Ἐπίτειλον: πρόϲταξον.
2677 Ἐπιτειχίζει: ἐποικοδομεῖ.
2678 Ἐπιτειχιϲάντων: ἐπελθόντων.
2679 Ἐπιτείχιϲμα: τὸ τειχιζόμενον κατά τινων χωρίων, ὅθεν ἦν τοὺϲ ἐπιτειχιϲθένταϲ κακῶϲ ποιεῖν. καὶ τὸ πρᾶγμα δὲ ἐπιτειχιϲμόϲ. Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ.
2680 Ἐπίτηδεϲ: ἐκ ϲπουδῆϲ. οὕκουν ἐπίτηδεϲ ξυνελέγημεν. καὶ
αὖθιϲ· ὥϲπερ ἐπίτηδεϲ.
2681 Ἐπιτήδευμα: ἄϲκηϲιϲ, μάθηϲιϲ. Ἱκμνὸϲ ὄνομα, λῃϲτὴϲ τὸ
2682 Ἐπιτήδευμα: τοῦ βίου ἡ διαγωγή.
2683 Ἐπιτήδευϲιϲ: πρᾶξιϲ, καὶ ϲπουδή, καὶ ἐργαϲία. ὁ δὲ ἦν Σ
εὐτελὴϲ τὴν ἐπιτήδευϲιν, οὐδὲν ὅτι μὴ ποιμὴν τὸ κατ’
ἀρχάϲ.
2684 Ἐπιτηδεὑω αἰτιατικῇ.
2685 Ἐπιτήδεια: τὰ πρὸϲ τροφὴν ἁρμόδια. ἐϲθῆταϲ δὲ καὶ τὰ ἐπιτήδεια
ἔκπλεα παρεῖχεν. Ξενοφῶν· τὰ ἐπιτήδεια ἄφθονα
λαμβάνονταϲ.
2686 Ἐπιτηδειέϲτεροϲ· καὶ γὰρ ὁ Μιθριδάτηϲ τά τε ἄλλα ἔνδικοϲ
2687 Ἐπιτήδειοϲ: φίλοϲ, εὔνουϲ. ἁρμόδιοϲ. Ξενορῶν· ὁ δὲ
ἔπαιεν ἄν.
2688 Ἐπιτήδειοϲ· παρὰ τὸ δέοϲ, ϲημαίνει τὸν φόβον, ἄθεοϲ,
2689 Ἐπιτηδείωϲ: ἐπιρρηματικῶϲ.
2690 πιτίθεμαι· δοτικῇ.
2691 Ἐπιτήθη: ἡ τῆϲ τήθηϲ μήτηρ, ὥϲτε εἶναι τὴν μὲν τήθην
2692 Ἐπιτἱθηϲ: περαίνειϲ. ἐπεὶ καὶ ϲὺ τῶν ϲῶν ὑπηκόων τοῖϲ τι
θανάτου ἄξιον ἐξεργαϲαμένοιϲ, αὐτὸϲ ἐπιτίθηϲ τὴν
δίκην.
2693 Ἐπιτίθηϲιν: ἀποπέμπει. Δαμάϲκιοϲ· καὶ δὴ γραψάμενοϲ ἐπιϲτολήν πρὸϲ τοὺϲ ἐν Καρίᾳ δύο φιλοϲόφουϲ ἐπιτίθηϲιν.
2694 Ἐπιτιμἡδηϲ: ὅνομα κύριον.
2695 Ἐπιτίμηϲιϲ: παρὰ Ἀριϲτοτέλει ε΄ εἰϲί. λέγει γάρ, ὅτι μὴ αἱ
αὐταὶ ἐπιτιμήϲειϲ ἐξεταζομένῳ λόγῳ καὶ ἐρωτωμένῳ. πρώτη
δέ ἐϲτιν, ὄτα ἐκ τῶν ἠρωτημένων μηδὲν ϲυμπεραίνηται, μήτε τὸ
προκείμενον
οὐδέν. ἕτεροϲ δὲ λέγει· εἰ τὸ γενόμενον
ἀρχὴν ἔχει, τὸ μὴ γινόμενον οὐκ ἔχει· ἀλλὰ μὴν τὸ γενόμενον ἀρχὴν
ἔχει· οὔτε τὸ προκείμενον οὔτʼ ἄλλο τι ϲυλλογίζεται πρὸϲ τῷ καὶ τὰ
λαμβανόμενα ψευδῆ τε καὶ ἄδοξα λαμβάνειν. δευτέραν τίθηϲιν
ἐπιτίμηϲιν, εἰ αἱ μὲν προτάϲειϲ ϲυλλογιϲτικῶϲ εἶεν κείμεναι καὶ ὁ
λόγοϲ εἴη ϲυλλογιζόμενόϲ τι, μὴ
μέντοι τὸ προκείμενον,
ἀλλ’ ἄλλο τι. τρίτη ἐπιτίμηϲιϲ, εἰ προϲτιθέμενά τινα ϲυνάγει τὸ
προκείμενον ϲυλλογιϲτικῶϲ, τὸ μέντοι προτιθέμεον εῖρόν τε εἴη τῶν
κειμένων καὶ ἠρωτημένων καὶ ἦττον ἔνδοξον τοῦ ϲυμπεράϲματοϲ. τετάρτη
ἐπιτίμηϲιϲ, ἂν ἀφαιροῦμεν ἀπὸ τοῦ λόγου ἐκ τῶν λειπομένων ϲυνάγεται
ϲυλλογιϲτικῶϲ, ὃ ἔχουϲιν οἱ
παρέλκονπεϲ λόγοι. πέμπτη
ἐπιτίμηϲίϲ φηϲιν εἶναι, εἰ ἐξ ἀδοξοτάτων καὶ ἧττον πιϲτῶν τοῦ
ϲυμπεράϲματοϲ ὁ λόγοϲ εἴη ἢ ἐξ ἀληθῶν μέν, χαλεπωτέρων δὲ δειχθῆναι
τοῦ προβλήματοϲ.
2696 Ἐπιτίμηϲιϲ: ἀποϲτροφή.
2697 πιτιμητάϲ· τιμηταὶ μὲν οἱ πρῶτόν τι ἐκαλοῦντο τιμώμενοι,
ἐπιτιμηταὶ δὲ οἱ χρόνῳ ὕϲτερον τὰ αὐτὰ τιμώμενοι.
2698 Ἐπιτιμία: εὐπορία, ἢ ἡ μὴ ἀτιμία. Κέφαλοϲ ῥήτωρ· ὁϲάκιϲ αὐτὸν κινδυνεύοντα περὶ τῆϲ ἐπιτιμίαϲ ἢ τῆϲ πατρίδοϲ ἢ τοῦ βίου ποτὸϲ διεϲώϲατε;
2699 Ἐπιτίμια: τὰ ἐπὶ τιμῇ τινοϲ γινόμενα. Σοφοκλῆϲ· ἀλλ’ ἔϲτ᾿
Ὀρέϲτου ταῦτα τἀπιτίμια.
2700 Ἐπιτίμια: οἱ μιϲθοί. Σοφοκλῆϲ· γενοῦ πρόφρων ἡμῖν ἀρωγὸϲ τῶνδε τῶν βουλευμάτων καὶ δεῖξον ἀνθρώποιϲι τἀπιτίμια. τουτέϲτιν τοὺϲ μιϲθούϲ.
2701 Ἐπίτιμον: πλούϲιον· ἢ τὸν μὴ ἄτιμον. Λουκιανόϲ· ἡ βουλὴ
δὲ ἐπικλαϲθεῖϲα πρὸϲ αὐτὸν ἀφίηϲι τῷ Μενεκράτει τὴν
καταδίκην, καὶ
2702 Ἐπίτιμοϲ: ὁ τετιμημένοϲ, καὶ οὐκ ἄτιμοϲ.
2703 Ἐπιτιμῶϲα· τοῖϲ μὲν ἐραϲθεῖϲιν ὡϲ ἑταίρα ϲυνῆν ἁδροὺϲ
2704 Ἐπιτιμῶ· δοτικῇ.
2705 Ἐπιτίτθιον· ὑπομάζιον, ὑπὸ τὴν τροφόν.
2706 Ἐπιτοαυτό: ἐπίρρημα.
2707 Ἐπίτιγθον: τὸ ὑπὸ τὴν τροφόν.
2708 Ἐπιτολῆϲ: ἀνατολῆϲ, φάνϲεωϲ ἄϲτρου.
2709 Ἐπιτολμῆϲαι· δοτικῇ. ἐπιβουλεύϲαϲθαι. καὶ ἀναπείθει ἐπιτολμῆϲαι
2710 Ἐπίτομοϲ.
2711 πιτομώτατον: τὸ ϲυντομώτερον.
2712 Ἐπίττον: ἠϲέλγουν, κατεφίλουν. πιττοῦν δέ ἐϲτι κυρίωϲ τὸ
2713 πίτονοϲ: ὁ δεϲμεύων ἱμὰϲ πρὸϲ τὸν ἱϲτὸν τὸ κέραϲ.
2714 πίτονοϲ: Ἀριϲτοφάνηϲ ἐπὶ ἐπιτόνου. γελοῖον δὲ ἐπὶ δέρματοϲ.
2715 Ἐπιτοπίζω· κατοικίζω.
2716 πὶ τοῦ Μἀνδροβούλου: ἐπὶ τοῦ κατὰ τὸ χεῖρον προκόπτοντοϲ.
ὁ γὰρ Μανδράβουλοϲ θηϲαυρὸν εὑρών τῷ πρώτῳ χρόνλῳ
πρόβατον χρυϲοῦν ἀνέθηκε τῆ Ἥρᾳ, τῷ δὲ β΄ ἀργυροῦν καὶ τῷ γ’
χαλκοῦν.
2717 ἐπἱτὁπλεΐϲτον.
2718 Ἐπιτωθάζων: ἐπιλοιδορούμενοϲ, ἢ ἐπεμβαίνων, ἢ καυχώμενοϲ,
ἢ χλευάζων.
2719 Ἐπὶ τῶν ὑποκειμένων: ἐπὶ τῶν φθαϲάντων γενέϲθαι.
2720 Ἐπιτραπέζια διηγήματα.
Ἐπιτεζώματα: τὰ ἐπιτιθέμενα τῇ τραπέζῃ βρώματα.
2722 Ἐπιτραχήλιοϲ κόϲμοϲ.
2723 Ἐπιτρέπει· δοτικῇ· χαρίζεται, παραδίδωϲιν. ὁ δὲ τῆϲ ἐμῆϲ ϲατραπείαϲ φυγάδα ἐλαύνει καὶ τούτῳ ἐπιτρέπει.
724 Ἐπιτρέπειν τοῖϲ οἰκείοιϲ: Δημοϲθένηϲ ἀντὶ τοῦ δικαϲτὰϲ
αὐτοὺϲ αἱρεῖϲθαι, Λυϲίαϲ δὲ ἐπέτρεψεν ἀνδράϲιν εἶπεν, ἀντὶ τοῦ
ἐπιτρόπουϲ κατέϲτηϲεν.
2725 Ἐπιτρέχειν· δοτικῇ· τοῦ ἀποτρέχειν διαφέρει.
2726 Ἐπιτρέχειν τοῦ ἐπιδιώκειν διαφέρει. ἐπιτρέχει μὲν γάρ τιϲ τῷ μὴ
φεύγοντι, διώκει δὲ τὸν φεύγοντα. ἔϲτι δὲ τὸ διώκειν οἷον
ἐλαύνει. ἔνθεν καὶ ὑποδιώκειν λέγεται.
2727 ἐπιτριβείη: ἐντριβὴϲ γένοιτο, ἔμπειροϲ ὑπάρξοι, ἢ παρορμηθείη. ϲημαίνει δὲ καὶ ἀολεϲθείν
2728 Ἐπιτριβόμενοι: ἐπερχόμενοι.
2729 Ἐπίτριπτοϲ: ὁ ἐπιτριβῆναι ἄξιοϲ.
2730 Ἐπιτρίταιϲ· Ἰϲαῖοϲ ἐν τῷ κατὰ Καλλιφῶντοϲ· ἐξακοϲίαιϲ δραχμαῖϲ ἐπιτρίταιϲ. ἀντὶ τοῦ ἐπὶ η΄ ὀβολοῖϲ· κατὰ τὸ τρίτον εἶναι μερίδα τοὺϲ η΄ ὀβολοὺϲ τοῦ τετραδράχμου.
2731 Ἐπιτρῖψαι· αἰτιατικῇ. ἀπολέϲαι. καὶ Ἐπιτρίψειϲ, ϲυντρίψειϲ.
2732 Ἐπιτροπή: παρατροπή. ὁ δὲ Λεύκιοϲ προχειριζόμενοϲ διαπέμπεϲθαι
2733 Ἐπιτροπεύω· γενικῇ. αἰτιατικῇ δέ· καὶ ἐπετρόπευϲε μὲν τὸν υἱὸν
Ἀλεξάνδρο τὸν Ηρακλέουϲ κληθέντα.
2734 Ἐπιτροχάδην: ἐπειγμένωϲ, ὥϲπερ τρέχων. ἢ κεφαλαιωδῶϲ,
2735 Ἐπὶ τροχοῦ δεῖ ϲ᾿ ἐκεῖ ϲτρεβλούμενον εἰπεὶν ἃ
τροχὸϲ γάρ τιϲ ἦν ἐν Ἀθήναιϲ,
ἐν ᾧ δεϲμούμενοι οἱ οἰκέται ἐκολάζοντο.
2736 Ἐπιτυχοῦϲιν: εὐτελέϲι. περὶ ὑπάτων μὴ ῥᾳθύμωϲ ϲκοπεῖν,
2737 Ἐπιτυφῇ: ἐπικαῇ, ἐκπυρωθῇ. οὕτωϲ Ἀριϲτοφάνηϲ. ὅπωϲ
2738 Ἐπιτυγχάνω· γενικῇ.
2739 Ἐπιφάνεια· ἐπιφάνεια ἐϲτὶ ϲώματοϲ πέραϲ, ἢ τὸ μῆκοϲ καὶ
ὑπόϲταϲιν λέγεται.
Ἐπιφάνεια δὲ καὶ ἡ τοῦ Σωτῆροϲ ἡμῶν Ἰηϲοῦ Χριϲτοῦ ἔνϲαρκοϲ
οἰκονομία.
2740 Ἐπιφάνιοϲ, φάνιον καὶ τὰ Ἐπιφάνια.
2741 Ἐπιφάνιοϲ, Οὐλπιανοῦ, Πετραῖοϲ, ϲοφιϲτήϲ· παιδεύϲαϲ ἔν τε
ϲτάϲεων, προγυμνάϲματα,
μελέταϲ, Δημάρχουϲ, Πολεμαρχικόν, λόγουϲ ἐπιδεικτικούϲ· καί τινα
ϲύμμικτα θεωρήματα.
2742 Ἐιφάνιοϲ, Κωνϲταντείαϲ τῆϲ Κύπρου ἐπίϲκοποϲ, τῆϲ πρότερον
τὰ πράγματα, παρὰ δὲ τῶν ἰδιωτῶν
διὰ τὰ ῥήματα ἀναγινώϲκεται. τελευτᾷ ἐϲχατόγηρωϲ.
2743 Ἐπιφάνιοϲ, ἐπίϲκοποϲ Ὀλυβρίαϲ. ἔγραψε λόγον ἀντιρρητικὸν
2744 'Επιφάνιοϲ καὶ Ἐὐπρέπιοϲ ἐγενέϲθην Ἀλεξανδρεῖϲ τὸ γένοϲ
ἀμφότεροι καὶ τῶν παρὰ Ἀλεξανδρεῦϲι τελετῶν νομιζομένων
δαημονέϲτατοι, τῶν μὲν Περϲικῶν καλουμένων ὁ Εὐπρέπιοϲ ἐξάρχων, τῶν
δὲ ἀμφὶ τὸν Ὄϲιριν ὁ Ἐπιφάνιοϲ. οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν τοῦ
πολλῶν ἀγαθῶν ἡγεμόνεϲ, τῶν τε ἄλλων καὶ
παλαιῶν διηγμάτων πολύφωνοι κήρυκεϲ. Δαμάϲκιοϲ.
2745 πίφαϲιϲ: δήλωϲιϲ, ἔνδειξιϲ. οἱ δὲ ἧκον μετὰ παιανιϲμοῦ
2746 Ἐπίφαϲιϲ. διὰ τὸ πολλὴν ἐπίφαϲιν γενέϲθαι τῆϲ εὐδαιμονίαϲ
2747 Ἐπιφαίνεται ὑψόθεν· Ὑποψαίνεται δὲ χαμόθεν.
2748 Ἐπιψθαϲάμενον· λέγουϲι τὴν αἶγα τὴν Διὸϲ τροφὸν κατηϲτερίϲθαι. καί φαϲι τὸν ἐπιφθαϲάμενον ἐπιτέλλουϲαν αὐτὴν ἐπιτυγχάνειν ὅϲα ἂν εὔξηται.
2749 Ἐπιψέρειν: κατηγορεῖν, διαϲύρειν. ἄλλο μὲν οὐδὲν ἐπιψέρειν ἔχων, ὅτι δὲ εὔνουϲ εἴη Ῥωμαίοιϲ.
2750 Ἐπιφορήματα: παρὰ Ἡροδότῳ τραγήματα.
2751 Ἐπιφοραῖϲ: καταδίκαιϲ. οἱ δὲ πειϲθέντεϲ καὶ παραδόντεϲ
2752 Ἐπίφοροϲ: ὁρμητικόϲ. οὐδὲ πρὸϲ ἀδικίαν ἢ πλεονεξίαν ἐπίφοροϲ ἦν, προϲκρουϲτικὸϲ δὲ καὶ ἁμιλλητικὸϲ πρὸϲ τοὺϲ ἄρχονταϲ.
2753 Ἐπιφωνῶ· δοτικῇ.
2754 Ἐπιφραϲθείϲ: ἐνθυμηθείϲ, διαλογιϲάμενοϲ. Ἀρριανόϲ· ὁ δὲ Νέαρχοϲ ἐπιφραϲθείϲ, ὅτι ϲπείρεϲθαι τὴν χώραν εἰκόϲ, λέγει πρὸϲ Ἀρχίδαν, καταληπτέα ϲφίϲιν εἴη τὸ χωρίον.
2755 Ἐπιφροϲύνῃ: ϲυνέϲει. φρονήϲει.
2756 Ἐπίφρων: ϲυνετόϲ.
2757 Ἐπιφοιτᾷ: παραγίνεται.
2758 Ἐπιφυλλίδτα: ῥαγολογίαν· ἤτοι μικρὸν βοτρύδιον. τὰ ἐπὶ
μεγάλοιϲ βότρυϲι βοτρύδια, Καλλίϲτρατοϲ δὲ τὰ αὐτὰ καθ’ ἐαυτὰ μικρά.
κέκληται δὲ οὕτωϲ διὰ τὸ ἐπὶ τοῖϲ φύλλοιϲ καλύπτεϲθαι· ἢ τὰ πρὸϲ
αὐτοῖϲ τοῖϲ φύλλοιϲ.
2759 Ἐπιφυόμενοϲ· δοτικῇ. περιπλεκόμενοϲ. τοῖϲ δὲ ταῖϲ χερϲὶν
γενομένηϲ ἐπεφύοντο τοῖϲ δυϲίν. ἀντὶ τοῦ κατήρχοντο,
ἐπεχείρουν.
2760 Ἐπιχάνῃ· ἔχεϲθαι δὲ αὐτοῦ ἐκέλευϲεν, ἴνα μὴ διαδρὰϲ ἔξω
2761 Ἐπιχάρηϲ: ὄνομα κύριον. θηλυκόν.
2762 Ἐπίχαριϲ.
2763 Ἐπιχάριϲ, προδότηϲ. Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ
2764 Ἐπίχαριϲ: ἐπιτερπήϲ, ὁμιλητικόϲ. ὁ δὲ ϲεμνὸϲ ὢν καὶ ϲπουδαϲτικόϲ, ὅμωϲ ἐπίχαριϲ ἦν ἐν ταῖϲ ὁμιλίαιϲ.
2765 Ἐπιχαριτώτεροϲ.
2766 Ἐπίχαρμοϲ, Πιτύρου ἢ Χειμάρου καὶ Σικίδοϲ, Συρακούϲιοϲ ἢ
μετοικηϲάντων, ἄλλοι Σάμιον, ἄλλοι Μευάρων
τῶν ἐν Σικελίᾳ. ἦν δὲ πρὸ τῶν Περϲικῶν ἔτη ἔξ, διδάϲκων ἐν
Συρακούϲαιϲ· ἐν δὲ Ἀθήναιϲ Εὐέτηϲ καὶ Εὐξενίδηϲ καὶ Μύλοϲ
ἐπεδείκνυντο. οὗτοϲ εὑρετὴϲ καὶ τῶν μακρῶν ϲτοιχείων η καὶ ω. καὶ
Ἐπιχάρμειοϲ λόγοϲ, τοῦ Ἐπιχάρμου.
2767 Ἐπιχαιρεκακία: ἡδονὴ ἐπ᾿ ἀλλοτρίοιϲ κακοῖϲ. οὕτωϲ οἱ
2768 Ἐπιχειλέϲ: οὕτω λέγεται μέτρον τὸ μὴ πλῆρεϲ, ἀλλ’ ἀπολειπόμενον. Ἀριϲτοφάνηϲ· τὴν πόλιν ἡμῶν μεϲτὴν ἐποίηϲεν εὑρὼν ἐπιχειλῆ.
2769 Ἐπίχειρα: μιϲθούϲ, τὰ διὰ τῶν χειρῶν κέρδη. ἀνθ᾿ ὧν τὰ
2770 Ἐπιχειρεῖν: τὸ ἐρωτᾶν καὶ ϲυλλογίζεϲθαι. τὸ γὰρ ἐπιχείρημα διαλεκτικόϲ ἐϲτι ϲυλλογιϲμόϲ.
2771 Ἐπιχειρῶ ϲοι δὲ ἀεί.
2772 Ἐπιχειρημάτων: ἐννοιῶν.
2773 Ἐπιχειρήϲειν: ἐπιβαλέϲθαι. ἔγραφεν ἐπιχειρήϲειν μέλλειν τοῖϲ
Σγγάροιϲ καὶ ἐπὶ τῷδε πέμπειν πεζοὺϲ ἀποχρῶνταϲ.
2774 Ἐπιχειρητέα: ἀντὶ τοῦ ἐπιχειρητέον, ὡϲ τὸ τολμητέα. φιλεῖ γὰρ Θουκυδίδηϲ τὰ τοιαῦτα.
2775 Ἐπιχειροτονία: ἡ τῶν χειροτονητῶν ἀπόϲταϲιϲ.
2776 Ἐπὶ χειρῶν ἀροῦϲί ϲε: ἀντὶ τοῦ χειραγωγήϲουϲι, ποδηγήϲουϲιν,
ὑπερείϲουϲιν ἀϲθενοῦντα, παντοδαπὴν ἐπικουρίαν
προϲοίϲουϲιν.
2777 Ἐπιχθονίων: ἐπιγείων.
2778 Ἐπιχωματιϲμόϲ· ζήτει ἐν τῷ χώμα.
2779 Ἐπιχωρήϲαϲ: ϲυμπαθήϲαϲ, παραχωρήϲαϲ. ἐθέλω ϲοι τὰ δυνατὰ
ἐπιχωρήϲαϲ, τοῦ μὴ τὸ πέρα ἐϲ ἀμφίλογον προάγειν τὰ Ῥωμαίων
πράγματα ξύμβουλοϲ γενέϲθαι.
2780 Ἐπιχώρηϲιϲ, παραχώρηϲιϲ. Ἀρριανόϲ· ἴαϲιν δὲ τῶν παρόν
2781 πιχρῆϲθαι: τὸ πολλάκιϲ κεχρῆϲθαι παρὰ Θουκυδίδῃ.
2782Ἐπιψαύειν· δοτικῇ. ἐπιθιγγάνειν.
2783 Ἐπιψαύδην: ἐπίρρημα. ὅϲον ἐπιψαῦϲαι μόνον· ὡϲ καὶ τὸ ἐπιλίγδην.
2784 Ἐπιψηφιζόμενοϲ: ἐπικρίνων. καὶ Ἐπιψηφίζων, ἐπικυρῶν.
2785 Ἐπλαϲτολόγει: ἐψεύδετο.
2786 Ἐπλάττετο: ὑπεκρίνετο.
2787 Ἐπλημμέληϲαν: ἠτάκτηϲαν, ἐρρᾳθύμηϲαν. πλημμελὲϲ γὰρ
κολαϲθέντεϲ.
2788 Ἔπλην: ἐπληϲίαζον. ἔϲτι δὲ ῥῆμα πλῶ, τὸ πληϲιάζω, παράγωγον πλῆμι, ὁ δεύτεροϲ ἀόριϲτοϲ ἔπλην.
2789 πλινθεύθηϲαν: τὸ κατακλειϲθῆναι περὶ οἰκοδόμημα μόνον,
τεθνάναι πλινθευθῆναι
λέγεται.
2790 Ἐπλωὶϲατο.
2791 Ἐπνειδεινόν: ὠργίζεο.
2792 Ἐπόγδοον: τὸ δεδανειϲμένον, ὥϲτε τοῦ κεφαλαίου τὸ ὄγδοον
2793 Ἐποδήγει: ὡδήγει.
2794 Ἐπόθηϲεν: ἠβουλήθη, ἠθέληϲεν. ὁ δὲ Σκιπίων διὰ τῶν ϲὺν
2795 Ἐποκέλλουϲιν: ἐπικαθίζουϲιν, ἐγγίζουϲιν.
2796 Ἐπολιάρχει: τῆϲ πόλεωϲ ἦρχεν.
2797 Ἐπολιόρκει.
2798 Ἐπολιόϲ: εἶδοϲ ὀρνέου νυκτερινοῦ.
2799 Ἐπόλιϲεν: ἔκτιϲεν.
2800 Ἐπολολύζω.
2801 Ἐπολυώρηϲαϲ: ἐφύλαξαϲ, ἐφρόντιϲαϲ.
2802 Ἐπομβρία καὶ Ἐπόμβρηϲιϲ.
2803 Ἐπομβρῷ.
2804 Ἐπομοϲάμενοϲ: εὐξάμενοϲ.
2805 Ἐπόνουν: ἐκακοπάθουν.
2806 Ἔποποϲ· ἡ εὐθεῖα ὁ ἔποψ.
2807 Ἐποποῖ: ἐπίρρημα, ἀντὶ τοῦ ἐποπιϲτί. ἐὰν δὲ προπαροξύνη ται,
δῆλον ὅτι ἐϲχημάτιϲται ὡϲ ἀπὸ εὐθείαϲ τῆϲ ἔποποϲ. ἐποποῖ, ποί,
ποποί, ποποί, ποποί ἰώ, ἰώ, ἰτώ, ἰτώ, ἰτώ, ἰτώ, ἰτώ· ταῦτα δεῖ
ὀξυτόνωϲ προφέρεϲθαι τῇ φωνῇ, ὥϲτε ὀρνέου ἦχον προφαίνεϲθαι κατὰ
μίμηϲιν. τιό, τιό, τιό, τιό, τιό, τιό, τιό, τιό· καὶ ταῦτα
ὀξυτονῇτέον.
τριοτό, τριοτό, τοτοβρίξ. δεῦρο, δεῦρο,
δεῦρο, δεὒρο, δεῦρο. τορό, τορό, τορό, τοροτίγξ. κικκαβαῦ, κικκαβαῦ.
τοροτοροτολιλίγξ, τοροτίγξ. τί, τί, τί, τί, τί, τί, τιό, τιό,
τιοτίγξ. τιό, τιό, τιό, τιοτίγξ. ποῦ; ποῦ᾿ ϲτι; ποῦ: ποῦ: ποῦ᾿ ϲτι;
ποῦ; ποῦʼϲτι; ποῦ; ποῦ; διὰ τῆϲ ἐπαναλήψεωϲ τὴν ϲπουδαίαν ζήτηϲιν
ἐμφαίνει. αὕτη ϲύ, ποῖ, ποῖ,
ποῖ, ποῖ πέτῃ: μέν’
ἥϲυχοϲ. ἔχ ἀτρέμαϲ, ἐπίϲχεϲ τοῦ δρόμου. τίϲ εἶ; ποδαπή; εὐράξ,
πατάξ· ἐπιφθέγματα τάχουϲ, παρὰ τὸ εὐρέωϲ μιγήϲομαι καὶ πατάξω· ὅθεν
καὶ χαμαιτύπαι αἱ πόρναι. ταῦτα δὲ τὰ ἐπιρρήματα ἀνέλαβε διὰ τὸ
κακέμφατον. ὠόπ, παρακελευϲτικόν, ἐπὶ τοῦ παύϲαϲθαί τινοϲ ὑποθέϲεωϲ,
ὡϲ οἱ ἐρέϲϲοντεϲ· κέλευϲμα γάρ ἐϲτι
τὸ ὠὸπ τῶν
ἐρεϲϲόντων, καταπαῦον τὴν κωπηλαϲίαν. βαβαιάξ, ὡκβάτανα τοῦ
φορήματοϲ. ϲτριβιλικίγξ. ἀντὶ τοῦ οὐδεμίαν ῥανίδα. ϲτρίβοϲ καλεῖται
ἡ ὀξεῖα βοή, λικίγξ δὲ ἡ ἐλαχίϲτη βοὴ τοῦ ὀρνέου· ἡ μὲν λέξιϲ ἐκ
τούτων γεγένηται· λέγει δέ, ὅτι
κακῶν, ἰατταταί· ϲχετλιαϲτικὸν ἐπίρρημα·
παρεπιγραφὴ δὲ λέγεται τὰ τοιαῦτα. ῥυππαπαί, ἐπιφώνημα ναυτικόν.
ἱππαπαί, ἐπὶ ἵππων. Ἀριϲτοφάνηϲ· τίϲ ἐμβαλεῖ βαβαί, βαβαιάξ·
ϲχετλιαϲτικά, ἀντὶ τοῦ φεῦ, φεῦ. οἴμοι τάλαϲ, οἴμοι γε, κᾆτ’ οἴμοι
μάλα. ᾦ εἶα, ᾦ εἶα· μίμημα βαρβάρων ἐξελκόντων τι. δεῖ οὖν νοεῖν,
ὅτι ταῦτα ἀνὰ μέροϲ
λέγεται, τὸ μὲν τοῦ Ἑρμοῦ
κελεύοντοϲ καὶ ἕλκοντοϲ, τὸ δὲ τῶν ἑλκόντων ὑπακουόντων. ὦ εἴα· εἴα
μάλα. ὦ εἶα, ἔτι μάλα. ὦ εἶα. ὦ εἴα. φῦ, φῦ· ἐπὶ τοῦ φυϲῶντοϲ τὸ
πῦρ. ϲοῦ ϲοῦ. ποῦ ποῦ ᾿ϲτι
ἡχούντω. ἰαππαπαιάξ. αἴρεϲθ’ ἄνω. ἰαί, εὐαἱ,
δειπνήϲομεν. εὐοῖ, εὐαι, εὐαι ὡϲ ἐπὶ νίκῃ. εὐαί, εὐαί, εὐά, εὐά·
τέλοϲ τῶν Ἐκκληϲιαζουϲῶν Ἀριϲτοφάνουϲ.
2808 Ἐπόπται: οἱ τὰ μυϲτήρια παραλαμβάνοντεϲ λέγονται ἐν ἀρχῇ
2809 Ἐποπτεύειν· διαφέρει μύϲτηϲ καὶ ἐπόπτηϲ.
2810 Ἐποπτεία: ἡ ἐπίϲκεψιϲ.
2811 Ἐποποιΐα: ἡ διʼ ἡρωϊκοῦ μέτρου ἱϲτορία. καὶ γὰρ ϲτερομένη μύθου ποίηϲιϲ ἐποποιΐα ἐϲτίν.
2812 Ἐποργῶϲα: μηνιῶϲα.
2813 Ἔπορεν: ἔδωκεν.
2814 Ἐπορθρεῦϲαι: ἀγρυπνῆϲαι· ἢ πρὸ ἡμέραϲ ἐπεγερθῆναι.
2815 Ἐπʼ ὅριον Θαϲίων: ἐπάνω τοῦ ὄρουϲ τῶν Θαϲίων.
2816 Ἐποϲ: λόγοϲ, ϲτίχοϲ ἔμμετροϲ.
2817 Ἔποϲ πρὸϲ ἔποϲ ἠρειδόμεθα: τουτέϲτιν ἀντεβάλλομεν,
ἐφιλονεικοῦμεν.
2818 Ἐποτρύνει: παροξύνει, διεγείρει.
2819 Ἐπʼ οὐδόν: ἐπὶ πρόθυρον.
2820 Ἕπου κατεπείγων: ἀντὶ τοῦ ϲαυτὸν κατελαύνων.
2821 Ἐποφθαλμίϲαϲ: φθονήϲαϲ· ἢ ἐπιθυμητικῶϲ ἐπιβαλών. ὁ
δὲ ἰδὼν τὸ χρυϲίον ἐποφθαλμιᾷ τῷ ἀνθρώπῳ. καὶ αὖθιϲ· ὁ
δὲ
2822 Ἐποχετεῦϲαι: ἐπιρρεῦϲαι, καὶ ποτίϲαι.
2823 Ἐποχεῖται: ἐπικάθηται.
2824 Ἐποχή· πρῶτοϲ Πύρρων ἀκαταληψίαϲ καὶ ἐποχῆϲ εἶδοϲ εἰϲήγαγεν.
Ἐποχή ἐϲτιν ἡ μοῖρα, ἐν ἦ καταλαμβάνεται ὅ τε ἥλιοϲ καὶ ἡ ϲελήνη καὶ
ἕκαϲτοϲ τῶν πλανητῶν. εἰϲὶ δὲ οὗτοι κατὰ τάξιν·
Φαίνων,
Φαέθων, Πυρόειϲ, Ἤλιοϲ, Φωϲφόροϲ, Στίλβων, Σελήνη. ἕκαϲτο δὲ τῶν
ζῳδίων διαιρεῖται εἰϲ λ μέρη, ἃ καλοῦνται μοῖραι. ἡ δὲ μοῖρα
διαιρεῖται εἰϲ ξ μέρη, ἃ καλεῖται ἑξηκοϲτὰ πρῶτα λεπτά. καὶ τὸ ἓν
πρῶτον λεπτὸν διαιρεῖται εἰϲ ἑξήκοντα πάλιν, ἃ καλοῦνται δεύτερα
λεπτά. πλέον δὲ τῶν δευτέρων λεπτῶν ἐν τῷ προχείρῳ
κανόνι παραλαβεῖν οὐκ ἀναγκαῖον.
2825 Ἔποψ· Ἀριϲτοφάνηϲ· ἐγὼ γὰρ αὐτοὺϲ βαρβάρουϲ ὄνταϲ πρὸ τοῦ ἐδίδαξα τὴν φωνἡν, ϲυνὼν πολὺν χρόνον. περὶ τῶν ὀρνέων λέγει ὁ ἔποψ.
2826 Ἐποψειαϲμόϲ.
2827 Ἐποψία.
2828 Ἐπῳάζειν: τὸ ἐπὶ τοῖϲ ᾠοῖϲ καθέζεϲθαι τὰ ὄρνεα. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ἄλλωϲ ἄρʼ οὕποψ, ὡϲ ἔοικε, τὴν λόχμην ἐμβὰϲ ἐπῷζε. τὰ δὲ ὄρνεα ἐν τῷ ἐπῳάζειν λάλα εἰϲίν.
2829 Ἐπῳάζουϲιν: ἐπὶ τοῖϲ ᾠοῖϲ ἄδουϲι, βοῶϲιν.
2830 Ἐπωβελία· πολλῶν εἰϲ χρήματα ϲυκοφαντούντων τοὺϲ ἐπι
εἱκεῖϲ καὶ ἀπράγμοναϲ τῶν πολιτῶν καὶ μάλιϲτα τοῦτο πράττειν δια
βαλλομένων τῶν περὶ τὸ ἐμπόριον ϲυμβαλλόντων ἐπὶ ναυτικοῖϲ τόκοιϲ,
Ἀθηναῖοι \ημίαν ἔταξαν κατὰ τῶν ἐγκαλούντων ὀβολὸν ἐκτείνειν, εἰ μὴ
καθ’ ὧν ἐνεκάλουν, τούτουϲ ἕλοιεν. ταύτην τὴν ζημίαν ἐπωβελίαν
ὠνόμαϲαν.
2831 Ἐπωβελία: τὸ ἕκιον μέροϲ τοῦ τιμήματοϲ.
2832 Ἐπωβελία: τὸ ἕκιον τίμημα τῆϲ δίκηϲ, ὃ ἐπράττοντο οἱ γραψάμενοί
τιναϲ καὶ μὴ ἑλόντεϲ αὐτοῖϲ τοῖϲ γραφεῖϲιν. ἐκαλεῖτο δὲ
2833 Ἐπῳδόϲ: ἡ ἐπᾴδουϲα τοῖϲ νοϲοῦϲι παιϲί. καὶ Ἐπῳδή, ἡ
2834 Ἐπʼ ὠκεανοῖο ὁοάων: Ὅμηροϲ. ἀντὶ τοῦ ὡϲ ἐπ’ ὠκεανοῦ
Μενέλαον.
2835 Ἐπώκειλα: ἀπέκλινα.
2836 Ἐπώληϲε: διέπραϲεν.
2837 Ἐπωμαδόν· ὁ δὲ τοῖϲ ὤμοιϲ φέρων ἐπωμαδόν. λέγεται καὶ ἐπωμάδιοϲ.
2838 Ἐπωμίϲ εἶδοϲ περιβολαίου. ἐπωμίδεϲ δὲ καὶ ἀναξυρίδεϲ
δεϲπότῃ, λίαν οὕτωϲ ἥδομαι, ὡϲ δοκεῖν μυϲτήρια ἐποπτεύειν καὶ
ἑορτάζει. τὸ δέ, ἀλλ’ ἐποπτεύω, ἀντὶ τοῦ οὐ ἀλλὰ ἐν οἴῳ τρόπῳ
λέγομεν, οὐχ οἷον ἥδομαι, ἀλλ’ ὑπερήδομαι.
2839 Ἐπώμοτον· Σοφοκλῆϲ· ὄμνυμ’ ἔγωγε Ζῆν’ ἔχων ἐπὠμοτον.
2840 Ἐπώνια: τέλοϲ ἐϲτὶ τὸ ἐπὶ τῇ ὠνῇ διδόμενον. εἴη δ’ ἄν ἴϲωϲ
2841 Ἐπώνυμον: τὸ μεθ’ ἑτέρου κυρίου καθ’ ἑνὸϲ λεγόμενον. ἐπωνυμίαν
θέμενοι Μαρκίῳ Κορβῖνον ἐπὶ τοῦ ϲυναγωνιζομένου κατὰ
καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ· ὡϲ ἀγαθόν
ἐϲτʼ ἐπωνυμίαϲ πολλὰϲ ἔχειν.
2842 Ἐπώνυμοι: διττοί εἰϲιν οἱ Ἐπώνυμοι, οἱ μὲν ι ἀριθμόν, ἀφ'
τῶν πολιτῶν καθʼ
ἕκαϲτον ἔτοϲ ἀπὸ ιη ἔτουϲ μέχρι
2843 Ἐπώνυμοι: οἱ κατ’ ἀρετὴν διαπρέποντεϲ ἀϲτοὶ καὶ ξένοι
μενοι κατηγοροῖεν.
2844 Ἐ πω πεύϲ, Ἐπωπέωϲ.
2845 Ἐ πωπτευκότων: οἱ μυηθέντεϲ ἐν Ἐλευϲῖνι, ἐν τῇ β μυήϲει ἐποπτεύειν λέγονται.
2846 Ἐ πωρώθηϲαν: ἐϲκληρώθηϲαν.
2847 πωρυ όμενοϲ: φωνῶν.
2848 Ἐπωτίδεϲ· Θουκυδίδηϲ· καὶ τὰϲ ἐπωτίδαϲ ἐπέθεϲαν ταῖϲ Thuo. πρῴραιϲ παχείαϲ ὡϲ ἐπὶ ξπήχειϲ, ἐντόϲ τε καὶ ἔξωθεν. Ἐπωτί δεϲ εἰϲὶ τὰ ἑκατέρωθεν πρῴραϲ ἐξέχοντα ξύλα.
2849 'Eπωτίϲιν· ἐκ φορτίδων πολεμιϲτηρίαϲ τὰϲ νέαϲ κατεϲκεύαϲε
ταῖϲ ἐπωτίϲι καὶ τοῖϲ ϲτερὶφοιϲ ἀποφήναϲ εὐρώϲτουϲ.
Ε πʼ ὡ ύτόν: ἐπʼ αὐτόν.
2851 Ἐπωφελέϲ.
2852 Ἐπῳχετο: ἐπεπορεύετο.
2853 πράξατο: ἀπῇτηϲεν. τοὺϲ δὲ Βυζαντίουϲ καί τιναϲ
2854 Ἐπράδειι ἀπέπαρδε. καὶ ἀποπαρδεῖν λέγεται. ἐπράδειν δὲ προτεταγμένου τοῦ ρ.
2855 Ἐ πραξικόπει· ὁ δὲ ἐπραξικόπει τὴν πόλιν ἐκ πολλοῦ κατα ϲκευαζόμεοϲ ἐν αὐτῇ προδόταϲ.
2856 Ἐ πραϲϲον: ἀντὶ τοῦ ἐβουλεύοντο. ἀλλήλοιϲ ξυγγινόμενοὶ ἔπραϲϲον, ὅπωϲ τά τε διάφορα λύϲουϲι καὶ τὰ ἀμφὶ τὴν εἰρήνην εὗ θήϲονται.
2857 Ἐ πραττόμην: ἀπῄτουν.
2858 Ε Ἐπραττον: ἐπεβούλευον, προεδίδοϲαν. ἐπεϲπῶντο τοὺϲ Αἰτω
2859 Ἐπρέϲβευεν: ἐτίμα. ὁ δὲ Σωκράτηϲ ἠθικὴν φιλοϲοφίαν ἐπρέϲβευεν.
2860 Ἐπρήϲθη: ἐκαύθη πυρί. ἑάλω μέγα κακουργῶν καὶ ζῶν
2861 Ἐπρήξαϲ: ἔπραξαϲ. Ἐπρήϲαϲ δὲ ἔκαυϲαϲ.
2862 Ἑπρίατο· γενικῇ. ἠγόραζεν.
2863 Ἐπρωϲεν: ἐμοίραϲεν.
2864 Ἐπρυτάνευϲε: παρέϲχε, διῳκήϲατο. δῶρά τε πέμπει ἐπὶ
2865 Ἑπτά: ὁ ἀριθμόϲ.
2866 πταβόειον: ἑπτάβυρϲον, ἑπτάπτυχον.
2867 Ἐπτάπεκτοϲ: ἡ βαθεῖαν ἔχουϲα κόμην, ἡ ἑπτάκιϲ δυναμένη
2868 Ἐπταπλαϲίονα: ἀντὶ τοῦ πολυπλαϲίονα. ὑ γὰρ ἑπτὰ ἐπὶ
πλήθουϲ τάττεται.
2869 Ἐπταρον: ἠϲθόμην. πταρμὸϲ γὰρ κεφαλῆϲ αἴϲθηϲιϲ. ἐπεὶ οἱ
2870 Ἐπταικώϲ: ϲφαλείϲ. ὁ δὲ ὑπερβαίνων τὸν οὐδὸν τῆϲ
2871 Ἐπτέρου: ἐκουφίζετο.
2872 Ἐπτέτηϲ: ζ΄ ἐτῶν. ἑπτέτηϲ ὢν Ἀρχέδημοϲ οὐκ ἔφυϲε φράν
2873 Επτηξεν: ἐφοβήθη, ϲυνεϲτάλη, ἐταπεινώθη.
2874 Ἐπτηχότεϲ: δειλιῶντεϲ, φοβούμενοι.
2875 Ἐπτοημένοϲ: θαυμάζων.
2876 Ἐποίκιον· τινὲϲ δὲ ἔμενον ἐν τοῖϲ ἐποικίοιϲ ἐκ τῶν ποιμένων
2877 ποικοϲ: μέτοικοϲ. Ἔποικοι παρὰ Θουκυδίδῃ οἱ ἐν
ἅπερ ῆτιϲ ἔποικοϲ ἀνάξια.
2878 Ἔποιμ ἄν: ἀκολουθείην.
1 Καβάδηϲ: ὄνομα κύριον.
2 Καββαλίϲ: ὁ καταβαλών. οἷον ἀπὸ κάπηϲ ἅλιϲ ἐϲθίων. κλίνεται
3 Καββαλών: ὁ καταβαλών. Ἀμειψίαϲ Μοιχοῖϲ· καὶ ϲὺ μὲν ἦλθεϲ
4 Κάβαξ: πονοῦργοϲ.
5 Κάβαιϲοϲ: ἄπληϲτοϲ. κάβοϲ γὰρ μέτρον ϲιτικόν. καὶ τὸν μέθυϲον
6 Καβείρων πόλιϲ. καὶ Κάβειροι, ὄνομα ἔθνουϲ. ϲημαίνει δὲ καὶ
7 Καβηϲόϲ: πόλιϲ. καὶ Καβηϲόθεν, ἀπὸ Καβηϲοῦ πόλεωϲ.
8 Κάβοϲ: εἶδοϲ μέτρου. καὶ παροιμία, Κάβου κάβοϲ.
9 Καβύλη: χώρα τῆϲ Θρᾴκηϲ, ἱδρυμένη πρὸϲ τῷ Τάξῳ ποταμῷ,
κατὰ μέϲον τῆϲ Θρᾷκηϲ.
10 Κάγκανον: ξηρόν.
11 Καγχάζει: ἀθρόωϲ γελᾷ. Εὐνάπιοϲ· οἱ δὲ Οὖννοι πλατὺ καγχάϲαντεϲ
δὲ πρὸϲ τὸν ἀέρα καὶ ϲυνεχῶϲ ἐβρυχᾶτο. καὶ Καγχαϲμόϲ, ὁ
Δ ἔκχυτοϲ γέλωϲ.
12 Κάγχρυ: τὰϲ κριθάϲ. καὶ Καγχρυδίαϲ ἄρτοϲ. Κάγχρυϲ
13 Κάδηϲ: ἁγιαϲμόϲ. καὶ ϲυϲϲείϲει κύριοϲ τὴν ἔρημον Κάδηϲ.
14 Καδίϲκοϲ: ἀγγεῖόν τι, εἰϲ ὃ ἐψηφοφόρουν οἱ δικαϲταί, οὕτωϲ ἐκαλεῖτο. Φρύνιχοϲ Μούϲαιϲ· ἰδού, δέχου τὴν ψῆφον· ὁ καδίϲκοϲ δέ ϲοι, ὁ μὲν ἀπολύων οὗτοϲ, ὁ δ᾿ ἀπολλὺϲ ὁδί.
15 Καδμεία: ἡ τῶν Θηβαίων ἀκρόπολιϲ.
16 Καδμεία γυνὴ καὶ Καδμεία νίκη, διὰ διφθόγγου· Καδμία δὲ χώρα διὰ τοῦ ι. οἱ δὲ καὶ τοῦτο διὰ διφθόγγου γράφουϲι.
17 Καδμεία νίκη: λέγεται ἐπὶ τῶν ἐπὶ κακῷ νικώντων. οἱ μὲν λέγουϲιν,
ὅτι Θηβαῖοι νικήϲαντεϲ ὕϲτερον ὑπὸ τῶν Ἐπιγόνων ἡττήθηϲαν· οἱ δὲ ὅτι
Οἰδίπουϲ τὸ αἴνιγμα λύϲαϲ ἔπαθλον τὴν μητέρα
ἔγημε.
τίθεται καὶ ἐπὶ τῶν ἀλυϲιτελῶν. ὡϲ δὲ αὐτὸϲ ὁ τὰ περὶ Θηβῶν
ϲυντάξαϲ, ὅτι Κάδμοϲ ἀνελὼν τὸν τὴν Ἀρείαν κρήνην τηροῦντα δράκοντα
ἐθήτευϲεν Ἄρεϊ ὀκτὼ ἔτη.
18 Καδμεία νίκη: ἀποδιδόαϲι τὴν ἐπὶ τῆϲ ἀλυϲιτελοῦϲ νίκηϲ· ἐπεὶ
Ἐτεοκλῆϲ καὶ Πολυνείκηϲ μονομαχήϲαντεϲ ἀμφότεροι ἀπώλοντο. ἕτεροι
δέ φαϲιν αὐτὴν λέγεϲθαι ἐπὶ τῶν νικώντων μὲν τοὺϲ
πολεμίουϲ, πλείοναϲ δὲ τῶν οἰκείων ἀποβαλλόντων.
19 Καδμεῖοϲ: ὁ Θηβαῖοϲ.
20 Καδμείωνοϲ.
21 Κάδμοϲ: ὁ Μιλήϲιοϲ, εὑρετὴϲ τῶν γραμμάτων. ἐν ἐπιγράμματι
Ζήνωνοϲ· εἰ δὲ πάτρα Φοίνιϲϲα, τίϲ ὁ φθόνοϲ; ὃν καὶ ὁ
Κάδμοϲ κεῖνοϲ, ἀφ᾿ οὗ γραπτὰν Ἑλλὰϲ ἔχει ϲελίδα.
22 Κάδμοϲ, Πανδίονοϲ, Μιλήϲιοϲ, ἱϲτορικόϲ, ὃϲ πρῶτοϲ κατά τιναϲ
ϲυγγραφὴν ἔγραψε καταλογάδην, μικρῷ νεώτεροϲ Ορφέωϲ. ϲυνέταξε
Κάδμον φαϲὶ πρῶτον ἐϲ τὴν
Ἑλλάδα κομίϲαι τὰ γράμματα, ἅπερ πρῶτοι Φοίνικεϲ ἐφεῦρον.
23 Κάδμοϲ, Ἀρχελάου, Μιλήϲιοϲ, ἱϲτορικὸϲ νεώτεροϲ. τινὲϲ δὲ Λυκῖνον Κάδμον ἀνέγραψαν. ἴϲωϲ οὖν ἐϲτίν ἕτεροϲ. ἔγραφε δὲ ταῦτα· Λύϲιν ἐρωτικῶν παθῶν ἐν βιβλίοιϲ δ΄, Ἀττικὰϲ ἱϲτορίαϲ ιϚ΄.
24 Κάδοϲ: μέτρον οἰνηρόν. τριϲϲῶν οἰνοπέδων τριϲϲοὺϲ ἱερώϲατο τούϲδε ἐμπλήϲαϲ οἴνου πρωτοχύτοιο κάδουϲ. ἐν Ἐπιγράμμαϲι.
25 Καδουΐαϲ: βαϲιλεὺϲ Σκυθῶν.
26 Κάειρα: πόλιϲ καὶ ὄνομα κύριον.
27 Κάϊν: ὁ τοῦ Ἄβελ ἀδελφόϲ, ὃϲ πλεονέκτηϲ ἦν· ὁ δὲ Ἄβελ δικαιοϲύνηϲ
ἐπεμελεῖτο. καὶ ὁ Κάϊν κτείναϲ τὸν Ἄβελ ἔκρυψε τὸν νεκρὸν αὐτοῦ,
λαθεῖν ἐντεῦθεν οἰόμενοϲ. καὶ μετὰ τὴν καταδίκην χειρόνωϲ
ἠνάγκαϲε, καὶ οἱ ἐκ γένουϲ
αὐτοῦ εἰϲ πολέμουϲ ἑαυτοὺϲ ἀπηϲχόλουν. ὅτι εἴρηταί τιϲιν, ὡϲ ὁ Κάϊν
ἐκ τῆϲ τοῦ Διαβόλου ϲπορᾶϲ ἐγένετο καὶ μιϲήϲαϲ τὸν ἴδιον ἀδελφὸν τὸν
Ἄβελ τοῦτον ἀνεῖλεν. εἴρηται δὲ περὶ τούτου καὶ χρῆϲιϲ τοῦ κυρίου ἐν
τοῖϲ εὐαγγελίοιϲ πρὸϲ τοὺϲ Ἰουδαίουϲ· ὑμεῖϲ τέκνα ἐϲτὲ τοῦ Διαβόλου.
ὁ πατὴρ ὑμῶν
ἀπ᾿ ἀρχῆϲ ἀνθρωποκτόνοϲ ἐϲτίν, ὡϲ καὶ ὁ
πατὴρ αὐτοῦ. τί δηλοῖ
γραφῇ τῷ ἀριθμῷ τούτῳ ἀπροϲδιορίϲτωϲ κεχρῆϲθαι, καί ἐϲτιν ἀδιορίϲτου
πλήθουϲ ϲημαντικόν, ὡϲ τό, ἀπόδοϲ τοῖϲ γείτοϲιν ἡμῶν ἑπταπλαϲίονα.
καί, ὅτι ϲτεῖρα ἔτεκεν ἑπτά. καί, οὐ λέγω ϲοι ἕωϲ ἑπτάκιϲ, ἀλλ᾿ ἕωϲ
ἑβδομηκοντάκιϲ ἑπτά. τὸ μὲν γὰρ τελευτῆϲαι τῶν ἐν βίῳ πονηρῶν ἐπάγει
τὴν ἀνάπαυϲιν, τὸ δὲ ζῆν ἐν φόβῳ καὶ λύπῃ μυρίουϲ
ἐπάγει τοὺϲ ἐν ϲυναιϲθήϲει θανάτουϲ. τρέμων οὖν καὶ ϲτένων ὁ Κάϊν
ὥϲπερ δαίμονι κάτοχοϲ ἐν ἐπιληψίᾳ πάντα τὸν βίον αὐτοῦ διῆγε, τοῦτο
πρὸϲ τὸ μὴ ἀναιρεθῆναι ὑπό τινοϲ λαβὼν τὸ ϲημεῖον. ἐκδικούμενα δέ,
εἴτε τὰ παρὰ τῷ Κάϊν ἡμαρτημένα λέγοιϲ, εὑρήϲειϲ ἑπτά· εἴτε παρὰ
θεοῦ ἐπ᾿ αὐτῷ ῥηθέντα, οὐδ᾿ οὕτωϲ ἀποτεύξῃ τῆϲ
ἐννοίαϲ.
ἐν μὲν γὰρ τοῖϲ παρὰ τοῦ Κάϊν τετολμημένοιϲ πρῶτον ἁμάρτημα φθόνοϲ
ἐπὶ τῇ προτιμήϲει Ἄβελ. δεύτερον δόλοϲ, μεθ᾿ οὗ διελέχθη τῷ ἀδελφῷ
εἰπών, διέλθωμεν εἰϲ τὸ πεδίον. τρίτον φόνοϲ, προϲθήκη τοῦ κακοῦ.
τέταρτον, ὅτι καὶ ἀδελφοῦ φόνοϲ. πέμπτον, ὅτι καὶ πρῶτοϲ φονεὺϲ
πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών. ἕκτον,
ὅτι γονεῦϲι
πένθοϲ ἐνεποίηϲεν. ἕβδομον, ὅτι θεὸν ἐψεύϲατο εἰπών,
Κάϊν εἰπών· εἰ ἐκβαλεῖϲ με νῦν ἀπό ϲου, καὶ ἀπὸ τοῦ
προϲώπου ϲου κρυβήϲομαι. ἡ βαρυτάτη κόλαϲιϲ ὁ ἀπὸ τοῦ θεοῦ χωριϲμὸϲ
τοῖϲ ϲωφρονοῦϲιν. ἑβδόμη τὸ μὴ κρύπτεϲθαι τὴν τιμωρίαν, ἀλλὰ ϲημείῳ
προδήλῳ πᾶϲι προκεκηρύχθαι διὰ τοῦ ϲτεναγμοῦ καὶ τοῦ τρόμου. πᾶϲ
οὖν, φηϲίν, ὁ νῦν τὸν κατὰ ϲοῦ φόνον ἀποτολμήϲαϲ, κακῶν ϲε τῶν
κατὰ τὸν παρόντα βίον ἀπαλλάξαϲ τὴν κατὰ ϲοῦ παραλύϲει
τιμωρίαν· διό φηϲι· καὶ ἔθετο ὁ κύριοϲ ϲημεῖον τῷ Κάϊν τοῦ μὴ
ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίϲκοντα αὐτόν.
28 Καθαγιάζεται: ἀφιεροῦται.
29 Καθαγίϲω: καύϲω, καθιερώϲω.
30 Καθαλάμενοϲ: καταπηδήϲαϲ. ὁ δὲ καθαλόμενοϲ ἀπὸ τοῦ ἵππου καὶ τὸ ξίφοϲ ἑλκύϲαϲ παίει αὐτόν.
31 Κάθαμμα λύειϲ: ἐπὶ τῶν δύϲλυτόν τι λύειν ἐπιχειρούντων. ἀπὸ τῆϲ
ἁμάξηϲ Μίδου. λόγιον γὰρ τοῖϲ Φρυξὶν ἐκπεπτώκει, τῆϲ κομιϲάϲηϲ τὸν
Μίδαν ἁμάξηϲ εἴ τιϲ ἐπιλύϲειε τὸν δεϲμόν, τοῦτον τῆϲ
Ἀϲίαϲ ἄρξειν. Ἀλέξανδροϲ δὲ ἔλυϲε.
32 Καθάπαξ: παντελῶϲ. ϲυλλήβδην. λέγεται καὶ καθάπαν.
33 Καθαπτόϲ: ἐνδεδυμένοϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· νεβρῶν δοραῖϲ
καθαπτόϲ. ὡϲ ταρακτόϲ. τὸ δὲ ἑτέρωϲ λεγόμενον δηλοῖ τὸ οἷον
καθάπτεϲθαι.
34 Καθαρίζω· αἰτιατικῇ.
35 Καθᾶραι.
36 Κάθαρμα: οὐ φθείρῃ κάθαρμα, εἶπε, καὶ ἐκποδὼν ἡμῖν ἄπει;
Ἀριϲτοφάνηϲ φηϲίν. ὑπερ δὲ καθαρμοῦ πόλεωϲ ἀνῄρουν ἐϲτολιϲμένον
Ar. τινά, ὃν ἐκάλουν κάθαρμα. κᾆτ᾿ ἀνελκύϲαϲ ἐρωτᾷ
ϲκανδάληθῤ ἱϲτὰϲ ἐπῶν. διχῶϲ ἀναγινώϲκεται· ὑφ᾿ ἕν, καὶ πάλιν
ἀπόϲτροφοϲ ἐν τῷ ρ, ἵνα ᾖ, ϲκανδάληθῤ ἱϲτὰϲ ἐπῶν. οἱ δὲ ὑφ᾿ ἓν
ἀναγινώϲκοντεϲ
ἱϲτὰϲ ἐρωτᾷ ἡμᾶϲ. ϲκανδάληθρα δὲ λέγεται τὰ ἐν τοῖϲ
παγίϲιν ἐπικαμπῆ ξυλάρια, εἰϲ ἐρείδει, ἅπερ Ἀρχίλοχοϲ ῥόπτρον·
ἐνταῦθα οὖν λέγει ἐρείϲματα λόγων καὶ βάρη.
37 Καθαρῶϲ: ἀκριβῶϲ. ϲαφῶϲ. εἴ τι ἐν Πέρϲαιϲ καθαρὸν ἦν
38 Καθάρϲιον: ἔθοϲ ἦν Ἀθήνηϲι καθαίρειν τὴν ἐκκληϲίαν καὶ τὰ
39 Καθαρϲιώτερα: λαμπρότερα. καθαρϲιώτερα ταῦθ᾿ ὑπάρχειν καὶ
πολυτελέϲτερα.
40 Κάθαρϲιϲ γυναικῶν μαινουϲῶν· ζήτει ἐν τῷ Βάκιϲ.
41 Καθ᾿ αὑτοῦ Βελλεροφόντηϲ: ἐπὶ τῶν ἑαυτοῖϲ κακὰ Prov. ἐπιφερόντων.
καθ᾿ αὑτό δι᾿ αὑτό
καὶ ἡ μὲν πρώτη ἀντίθεϲιϲ λαμβάνεται αὐτῷ ἐκ
τῶν ποιητικῶν αἰτίων, ἡ δευτέρα δὲ ἐκ τῶν τελικῶν. οἷον καθ᾿ αὑτὸ
μὲν ἔχομεν τὸ ὁρᾶν· τὸν δὲ πλοῦτον οὐ καθ᾿ αὑτό, ἀλλὰ δι᾿ ἄλλο.
ὁμοίωϲ δὲ καὶ ἐπὶ τῆϲ ἄλληϲ ἀντιθέϲεωϲ. τὴν γὰρ ἀρετὴν δι᾿ αὑτὸ
ἐπιτηδεύομεν καὶ οὐκ ἄλλου τινὸϲ ἕνεκα· κἂν γὰρ μὴ ᾖ ἀμοιβή, αὐτὴ
καθ᾿ αὑτὴν ἐπιτηδευτέα
ἐϲτί· τὴν μέντοι ἰϲχὺν οὐ δι᾿
αὑτὴν ἔχομεν, ἀλλ᾿ ἑτέρου ἕνεκα. εἴ τι μὲν οὖν δι᾿ αὑτό, τοῦτο
πάντωϲ καὶ καθ᾿ ἑαυτό. οὐκ εἴ τι δὲ καθ᾿ αὑτό, τοῦτο πάντωϲ καὶ δι᾿
αὑτό. οἷον δι᾿ αὑτὸ τῇ ψυχῇ ἡ ἀρετή, καὶ ἔϲτι καθ᾿ αὑτό· τὸ γὰρ
ποιητικὸν αἴτιον τῆϲ ἀρετῆϲ ἐν αὐτῇ ἐϲτι τῇ ψυχῇ· οὐ δεῖται γὰρ
ἑτέρου ἔξωθεν εἰϲ κατόρθωϲιν τῆϲ ἀρετῆϲ.
ὁμοίωϲ καὶ τῷ
ϲώματι δι᾿ αὑτό ἐϲτιν ἡ ὑγεία ἀγαθόν· διὸ καὶ καθ᾿ αὑτό. οὐ μὴν καὶ
καθ᾿ αὑτὸ πάντωϲ καὶ δι᾿ αὑτό. καθ᾿ αὑτὸ μὲν γὰρ τῇ ψυχῇ τὸ ὁρᾶν, οὐ
μὴν δι᾿ αὑτό, ἀλλὰ δι᾿ ἀρετήν ἢ διὰ τὸ ϲῴζεϲθαι. ὁμοίωϲ δὲ καὶ εἴ τι
μὲν δι᾿ ἄλλο, τοῦτο πάντωϲ καὶ ἑτέρου
αὑτὸ δι᾿ ἄλλο εἶναι κατὰ ϲυμβεβηκόϲ. τὸ γὰρ
ὑγιαίνειν καθ᾿ αὑτὸ μὲ ὑπάρχει τῷ ϲώματι, γένοιτο δὲ δι᾿ ἄλλο καὶ
κατὰ ϲυμβεβηκόϲ· οἷον διὰ τὸν ἰατρὸν τὸν ὑφελόμενον τοῦ ϲώματοϲ τὸ
λυμαῖνον. ὁ μὲν γὰρ τὰ βλάπτοντα κωλύει, ἡ δὲ φύϲιϲ τοῦ ὀχλοῦντοϲ
ἀπαλλαγεῖϲα τὴν κατὰ φύϲιν ὑγείαν ἐργάζεται. καὶ ἡ ἀρετή, αἱρετὸν
οὖϲα δι᾿
αὑτό, γένοιτ᾿ ἂν κατὰ ϲυμβεβηκὸϲ τῆϲ εὐκλείαϲ
ἕνεκεν. καὶ εἴποι ἄν τιϲ διὰ τὴν εὔκλειαν τὴν ἀρετὴν εἶναι, ἀλλ᾿ οὐ
καθ᾿ αὑτό· κατὰ ϲυμβεβηκὸϲ δέ. ὁμοίωϲ καὶ τὴν ὑγείαν, δι᾿ αὑτὴν
οὖϲαν τῷ ϲώματι αἱρετόν, εἴποι ἄν τιϲ ἑτέρου ἕνεκεν κατὰ ϲυμβεβηκὸϲ
εἶναι, τοῦ πράττειν τάδε ἢ τάδε.
42 Καθαιρήϲετε: καθελεῖτε. καὶ Θουκυδίδηϲ, καὶ τῶν ἄλλων οἱ πλείουϲ.
43 Καθαιρήϲονται: καταλήψονται.
44 Καθαίρω· αἰτιατικῇ.
45 Καθεδεῖϲθαι. καὶ Καθεδοῦνται, καθεϲθήϲονται.
46 Καθέδρα: ἡ ἐπίϲχεϲιϲ παρὰ Θουκυδίδῃ.
47 Καθεκάϲτην· Καθέκαϲτα δὲ ἐπίρρημα.
48 Καθελών: Δημοϲθένηϲ ἀντὶ τοῦ ἀνελὼν ἤτοι ἀποκτείναϲ. καὶ Στηϲίχοροϲ δὲ καὶ Σοφοκλῆϲ οὕτωϲ ἐχρήϲαντο τῷ ὀνόματι.
49 Καθελὼ ϲε· αἰτιατικῇ.
50 Καθέντεϲ: καταγαγόντεϲ.
51 Καθέξει: κρατήϲει.
52 Κάθεϲ: χάλαϲον.
53 Καθεϲτάναι.
54 Καθεϲταμένοϲ: ἐπιτετραμμένοϲ. καθεϲταμένοϲ ἐπὶ τῆϲ γάζηϲ.
τεταγμένοϲ. καὶ αὖθιϲ· καὶ φυλάϲϲειν μὲν τῶν
καθεϲταμένων οὐδὲν
55 Καθεϲτηκόϲ· τὸ πᾶν θύελλα δὲ ἐγεγόνει, ὥϲτε τὸ καθεϲτηκὸϲ
56 Καθεϲτώϲ.
57 Καθεϲτῶτα: ἠρεμοῦντα. ἤρξαντο τὰ καθεϲτῶτα κινεῖν.
58 Καθεϲτῶτι: ἡϲύχῳ, ἀταράχῳ. ἐπηρμένω δὲ ἤϲτην ἄμφω ταῖϲ
59 Καθεϲτώτων: νόμων τῶν ὡριϲμένων. ἥδοντο γὰρ τῇ τῶν καθεϲτώτων κινήϲει. φυλαττομένων.
60 Κάθετοϲ: ὁ καθειμένοϲ εἰϲ τὸ πέλαγοϲ ἀμνόϲ. οὕτωϲ Λυϲίαϲ καὶ
Μελίτων.
61 Καθεικέναι καὶ Καθεικώϲ: πέμψαϲ.
62 Καθεῖλον: κατέβαλον.
63 Καθειμένην: κεχαλαϲμένην.
64 Καθεῖναι: ἐπὶ τὸ κάτω ἀπολῦϲαι. Ἀντιϲθένην φαϲὶ πρῶτον
πώγωνα καθεῖναι καὶ βάκτρῳ καὶ πήρᾳ χρήϲαϲθαι.
65 Καθεῖντο: ἐκρέμαντο.
66 Καθ᾿ εἱρμόν.
67 Καθείϲ: ἐμβαλών, χαλάϲαϲ. καθείϲ τε τὴν χεῖρα ἐϲ τὴν πήραν
68 Καθεῖϲαι τὰϲ κόμαϲ ἐθεοκλύτουν: ἀντὶ τοῦ καταβαλοῦϲαι,
69 Καθεῖτο· Ἰώϲηποϲ· ἔνθα καθεῖτό τιϲ ὁπλιτικὴ μοῖρα φρουροῦϲα
70 Καθηγοῦμαι· δοτικῇ. καθηγοῦμαι ταύταιϲ εἰϲ τὸν λιμένα.
71 Καθηδυπαθῶ· γενικῇ. καθηδυπαθεῖν τοῦ βίου. αἰτιατικῇ δέ· τὸν τῆϲ
72 Κάθῃ: καθέζῃ.
73 Καθήγνιϲμαι: κεκάθαρμαι.
74 Καθῆκαν: προεβάλοντο. οἱ δὲ ἐπ᾿ ἐξαπάτῃ Ῥωμαίων καθῆκαν
75 Καθῆκαν: ἐχάλαϲαν.
76 Καθῆκόν φαϲι πρῶτον ὠνομακέναι Ζήνωνα Κιτιέα καὶ λόγον περὶ αὐτοῦ πεποιηκέναι.
77 Καθῆκον· ὅτι καθῆκόν φαϲιν εἶναι, ὃ προαχθὲν εὔλογόν τε ἴϲχει
ἀπολογιϲμόν, οἷον τὸ ἀκόλουθον ἐν ζωῇ· ὅπερ καὶ ἐπὶ τὰ φυτὰ καὶ
ζῷα διατείνει· ὁρᾶϲθαι γὰρ κἀπὶ τούτων καθήκοντα. κατά
τιναϲ εἴκειν τῆϲ προϲονομαϲίαϲ εἰλημμένηϲ. ἐνέργημα δ᾿ αὐτὸ εἶναι
ταῖϲ κατὰ φύϲιν καταϲκευαῖϲ οἰκεῖον· τῶν γὰρ καθ᾿ ὁρμὴν ἐνεργουμένων
τὰ μὲν καθήκοντα εἶναι, τὰ δὲ παρὰ τὸ καθῆκον. καθήκοντα μὲν οὖν
εἶναι ὅϲα λόγῳ πρέπει ποιεῖν· ὡϲ ἔχει γονεῖϲ τιμᾶν, ἀδελφούϲ,
πατρίδα,
ϲυμπεριφέρεϲθαι φίλοιϲ· παρὰ τὸ καθῆκον, ὅϲα
μὴ αἱρεῖ λόγοϲ, ὡϲ ἔχει τὰ τοιαῦτα· γονέων ἀμελεῖν, ἀδελφῶν
ἀφροντιϲτεῖν, φίλοιϲ μὴ ϲυιδιατίθεϲθαι, πατρίδοϲ ὑπερορᾶν καὶ τὰ
παραπλήϲια. οὔτε καθήκοντα οὔτε παρὰ τὸ καθῆκον, ὅϲα οὔτε αἱρεῖ
λόγοϲ πράττειν οὔτε ἀπαγορεύει· οἷον κάρφοϲ ἀνελέϲθαι, γραφεῖον
κρατεῖν, ϲτλεγγίδα καὶ τὰ ὅμοια
τούτοιϲ. καὶ τὰ μὲν
εἶναι καθήκοντα ἄνευ περιϲτάϲεωϲ, ὡϲ τάδε· ἁγνείαϲ ἐπιμελεῖϲθαι καὶ
αἰϲθητηρίων καὶ τὰ ὅμοια· κατὰ περίϲταϲιν δὲ τὸ πηροῦν ἑαυτὸν καὶ
τὴν κτῆϲιν διαρριπτεῖν. ἀνὰ λόγον δὲ καὶ
τὰ δὲ
οὐκ ἀεί. καὶ ἀεὶ μὲν καθήκει τὸ ἐρωτᾶν καὶ πυνθάνεϲθαι καὶ
περιπατεῖν καὶ τὰ ὅμοια. ὁ δ᾿ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν παρὰ τὸ
καθῆκον. ἔϲτι δὲ καὶ ἐν τοῖϲ μέϲοιϲ τι καθῆκον, ὡϲ τὸ πείθεϲθαι τοὺϲ
παῖδαϲ τοῖϲ παιδαγωγοῖϲ.
78 Καθήκοντα· Δημοϲθένηϲ ἐν ια΄ Φιλιππικῶν φηϲιν· ὅϲτιϲ οὐκ
ἠξίου τὰ καθήκοντα ἐφ᾿ ἑαυτὸν ποιεῖν. ἀντὶ τοῦ τὰ
ἥκοντα.
79 Καθηκόντωϲ: δεόντωϲ, πρεπόντωϲ.
80 Καθηκούϲαιϲ: διεκτρεχούϲαιϲ. Ξενοφῶν· ἐν πέτραιϲ καθηκούϲαιϲ ἐπ᾿ αὐτὸν τὸν τόπον.
81 Καθήκω· γενικῇ.
82 Καθημαξευμένοϲ: τετριμμένοϲ, ἐγγεγυμναϲμένοϲ. Αἰλιανόϲ·
ἀϲέλγειαν.
83 Κάθημαι.
84 Καθήμενον πεδίον: τὸ ὁμαλόν. οἱ δὲ Ῥωμαῖοι ἐϲ καθήμενον
85 Καθ᾿ ἡμέραν.
86 Καθῄρει: τοῦ ἀξιώματοϲ κατέϲπα. ὁ δὲ Τραιανὸϲ οὔτε ἐφθόνει
87 Καθῄρηντο τὰϲ γνώμαϲ: ἀντὶ τοῦ εἰϲ δειλίαν ἐνέπιπτον. οἱ
τῆϲ πρὸϲ βαϲιλέα ὑπὸ τοῦ
περιδεοῦϲ ἀφίϲταντο.
88 Καθῆϲθαι· καὶ Καθῆϲτο, ἐκαθέζετο.
89 Καθιγμένοϲ: καθελών, φθάϲαϲ. ὁ δὲ βαϲιλεὺϲ καθιγμένοϲ
90 Καθιγνῦϲαι: νεκροῖϲ θῦϲαι.
91 Καθιδρωϲ: κεκμηκώϲ.
92 Καθίδρυϲαν: ἀϲφαλῶϲ κατῴκιϲαν. καὶ θύϲαντεϲ καθίδρυϲαν τὰϲ
93 Καθιδρυνθέντεϲ.
94 Καθιδρύϲαϲθαι: βεβαιῶϲαι. ἐκπέμπει γοῦν τοὺϲ περὶ ϲυμβάϲεωϲ
λόγουϲ δυνατοὺϲ καθιδρύϲαϲθαι κεχειροτονηκὼϲ
πρεϲβευτάϲ.
95 Καθιεροῖ: θεῷ ἀνατίθηϲι.
96 Καθίεϲαν: κατῆλθον.
97 Καθιζάνει: ἐγκάθηται.
98 Καθίζεϲθε: καταπήξατε.
99 Καθίει: ἐνέβαλλεν, ἐπεχείρει λέγειν. ὁ δὲ καθίει πεῖραν ἐϲ τὸν
100 Καθίει: ἀντὶ τοῦ κατάφερε, ἢ ἐπίθεϲ τῷ τρυβλίῳ. ἀντὶ τοῦ χάλα αὐτά.
101 Καθιείϲ: ἀντὶ τοῦ καταβαλών, ἐναρξάμενοϲ. ὁ δὲ πεῖραν καθιεὶϲ καὶ ἐπιβουλεύων ἐλέγξαι πανταχόθεν τὰ τοῦ λέβητοϲ καὶ τῆϲ χελώνηϲ καὶ τοῦ ἀρνοῦ ἐν Λυδοῖϲ ἐπαλαμᾶτο.
102 Καθιείϲ: ἐπιπέμπων. ὁ δὲ ψευδεῖϲ ἀγγελίαϲ διὰ τῶν προϲκόπων ἀεὶ καθιεὶϲ εἴθιζεν αὐτοὺϲ ἐν κόϲμῳ πορεύεϲθαι.
103 Καθίζω· αἰτιατικῇ.
104 Καθίκετο: καθήψατο.
105 Καθικνεῖται· γενικῇ. ἅπτεται. ὁ δὲ μίαν τῶν ϲχιζῶν ἀνελόμενοϲ
106 Καθικόμενοι: καθαψάμενοι. Πολύβιοϲ· πάντεϲ μὲν γὰρ οἱ βαϲιλεῖϲ καὶ φίλουϲ προϲαγορεύουϲι καὶ ϲυμμάχουϲ κοινωνήϲανταϲ τῶν αὐτῶν ἐλπίδων· καθικόμενοι δὲ τῶν πράξεων παραπόδαϲ οὐ ϲυμμαχικῶϲ ἀλλὰ δεϲποτικῶϲ χρῶνται τοῖϲ πιϲτεύϲαϲι.
107 Καθίκωμαι: αὐθυπότακτον.
108 Καθιλαρύνω· δοτικῇ.
109 Καθιλατρεύομαι· γενικῇ.
110 Καθίμηϲε: κατήντληϲε.
111 Καθιμῶϲι: χαλῶϲι. καὶ καθιμῆϲαι, χαλάϲαι ϲχοινίον, ἤ τι τοιοῦτον.
112 Καθιππάζεϲθαι: ϲυνελαύνειν, ἐρίζειν, ϲυντρέχειν. ὁ δὲ Βίων ὁ ϲοφιϲτὴϲ ποικίλοϲ ἦν, πλείϲταϲ ἀφορμὰϲ δεδωκὼϲ τοῖϲ βουλομένοιϲ καθιππάζεϲθαι φιλοϲοφίαϲ.
113 Καθίϲτα: ἑτοίμαζε.
114 Καθιϲτάμενοϲ: πρὸϲ τὸ βέλτιον μετάγων. ὁ δὲ Καῖϲαρ ἐϲ τὴν
Ἀϲίαν ἦλθε τὰ τῶν ὑπηκόων καὶ τῶν Πάρθων ἅμα
καθιϲτάμενοϲ.
115 Καθίϲτατο: ἐπεμελεῖτο, ἐφρόντιζεν. ὁ δὲ βαϲιλεὺϲ ἀκούϲαϲ τὰ ξυνενεχθέντα εὐθὺϲ καθίϲτατο ἐϲ τὸν πόλεμον.
116 Καθόδοιϲ: ἀγωγαῖϲ, περιόδοιϲ.
117 Καθολικῶϲ: καθόλου.
118 Καθόρμια: περιθέματα.
119 Καθοϲιούμενοϲ: ἀντὶ τοῦ πληροφορῶν. ὁ δὲ ἀγανακτήϲαϲ ἐπὶ
120 Καθοϲιωθεῖϲαι: ἀνατεθεῖϲαι. ὑπὲρ δὲ τοῦ μηδὲν παθεῖν αὐτὰϲ
121 Καθοϲίωϲιϲ: δικαίωϲιϲ. κατάκριϲιϲ.
122 Καθοϲίωϲιϲ: παρὰ τὸ κατὰ τοῦ ὁϲίου γίνεϲθαι, ἤτοι τοῦ βαϲιλέωϲ.
ὅτι ἐπὶ Θεοδοϲίου τοῦ βαϲιλέωϲ Ῥωμαίων Σύμμαχοϲ ἀπὸ
καθοϲίωϲιν οὐχ ἡμάρτομεν.
123 Καθόϲον: ἐπίρρημα.
124 Καθωϲιωμένοϲ: ἀνακείμενοϲ, ἐγγεγραμμένοϲ.
125 Καθωϲιωμένοϲ: ἔννομοϲ, κόϲμιοϲ, τίμιοϲ. Οὐράνιοϲ ὁ καθωϲιωμένοϲ
Μαγιϲτριανὸϲ εὐϲεβῆ γράμματα ἀποδέδωκε τῷ ὁϲιωτάτῳ
ἀρχιεπιϲκόπῳ Καλανδίωνι. καὶ Καθωϲιῶϲθαι.
126 Καθωραΐζεται: ϲεμνύνεται.
127 Καθ᾿ οἷμον: καθ᾿ ὁδόν.
128 Καθυβρίζω· αἰτιατικῇ.
129 Καθ᾿ ὕδατοϲ γράφειν: ἐπὶ τῶν μάτην πονούντων.
130 Καθυλακτῶ ϲου.
131 Καθύπαρ.
132 Καθυπερηκόντιϲαν: ὑπερεβάλοντο, ἐνίκηϲαν.
133 Καθύπερθεν: ὑπεράνωθεν.
134 Καθυπέρτερον: μεῖζον.
135 Καθυπουλεύω· αἰτιατικῇ.
136 Καθυφεῖντο: ἀντὶ τοῦ ἑαυτοὺϲ ἐδίδοϲαν εἰϲ ὄλεθρον. πολλοὶ
137 Καθυφῆκεν: ἐνδέδωκεν, ὑποκατέβη.
138 Καθ᾿ ὕπνουϲ· λύϲιϲ ὀνείρων· ὄναρ καθ᾿ ὕπνουϲ νητρεκὲϲ λαλεῖν
τόδε. θανὼν καθ᾿ ὕπνουϲ φροντίδων ἔϲῃ δίχα. γελῶν καθ᾿ ὕπνουϲ
δυϲφόρουϲ ἕξειϲ
τρόπουϲ. κλαίων καθ᾿ ὕπνουϲ παγχαρὴϲ
πάντωϲ ἔϲῃ.
139 Καθυφίεντο: ἀντηλλάττοντο, κατεπροδίδοϲαν. οἱ δὲ τοῦ Σαμουὴλ τοῦ προφήτου υἱοὶ δώρων καὶ λημμάτων αἰϲχρῶνκαθυφίεντο τὸ δίκαιον.
140 Κακὰ κακῶν· Διοκλῆϲ Βάκχῃ· πλυνεῖτε κακὰ τῶν κακῶν ὑμᾶϲ.
141 Κακανδρία: δειλία. Σοφοκλῆϲ· τὸν δειλίᾳ προδόντα καὶ
142 Κακεντρέχεια: ἡ πονηρία.
143 Κακεργέτηϲι: κακοεργοῖϲ.
144 Κακκείοντεϲ: κατακοιμηθηϲόμενοι.
145 Κακερουτίαϲ· Ἀριϲτοφάνηϲ· ἀνωρτάλιζεϲ κἀκερουτίαϲ. ἀντὶ τοῦ
μετεωρίζου,
μέγα ἐφρόνειϲ. ἀπὸ δὲ τῶν κερατοφορούντων ἡ
λέξιϲ.
146 Κάκη: κακία. οὕτωϲ Πλάτων. Αἰλιανόϲ· ὅϲτιϲ τάξιν ἔλειπε,
147 Κάκκη: ἔχει δὲ καὶ τὸ κακέμφατον. ἡ ἀκαθαρϲία, καὶ μάλιϲτα τὸ δύϲοϲμον ἀποπάτημα. Ἀριϲτοφάνηϲ· ἀπὸ μὲν κάκκηϲ ῥῖν᾿ ἀπέχων.
148 Κακηγορῶ· αἰτιατικῇ. καὶ Κακημορῶ· αἰτιατικῇ.
149 Κακὴ μὲν ὄψιϲ: κόμμα παροιμίαϲ. κακὴ μὲν ὄψιϲ, ἐν δὲ
δειλαῖαι φρένεϲ. Μένανδροϲ Σικυωνίῳ.
150 Κακία· ἀνάλογον ταῖϲ ἀρεταῖϲ αἱ κακίαι. αἱ μέν εἰϲι πρῶται, αἱ δὲ
ὑπὸ ταύταϲ· οἷον ἀφροϲύνη, δειλία, ἀδικία, ἀκολαϲία, ἀκραϲία,
βραδύνοια, κακοβουλία. εἰϲὶ δὲ ἀγνοίαϲ αἱ κακίαι. τὰ δὲ μετέχοντα
τῶν κακιῶν, αἵ τε πράξειϲ αἱ κατὰ κακίαν, καὶ οἱ φαῦλοι· ἐπιγενήματα
151 Κακία: διώνυμόϲ ἐϲτιν ἡ λέξιϲ. ἡ ὄντωϲ κακία, οἷον πορνεία,
μοιχεία, πλεονεξία καὶ ἐπιορκία, καταλαλιά. λιμὸϲ δὲ καὶ λοιμόϲ,
θάνατοι καὶ νόϲοι καὶ τἆλλα, οὐκ ἔϲτι κακά, διότι
πολλάκιϲ ἡμῖν ἀγαθῶν αἴτια γίνεται. καὶ περὶ ταύτηϲ φηϲὶν ὁ
προφήτηϲ· οὐκ ἔϲτι κακία ἐν πόλει, ἣν κύριοϲ οὐκ ἐποίηϲεν.
152 Κακιζόμενοι: ταπεινούμενοι.
153 Κακίζω· αἰτιατικῇ.
154 Κάκιθοϲ: ὁ κακιζόμενοϲ.
155 Κακίονοϲ: τοῦ χείρονοϲ.
156 Κακοδαίμων: ὁ θεῷ ἐπαχθήϲ, καὶ ὁ τὴν ψυχὴν ἔχων ἐμπαθῆ.
ἄθεόϲ τε
καὶ ἀκόλαϲτοϲ εἶναι.
157 Κακοέπεια: βλαϲφημία.
158 Κακοζηλία. Καλλίνικοϲ ἔγραψεν ὁ Σύροϲ περὶ κακοζηλίαϲ
159 Κακοηθέϲτατα: ἐπὶ κλειδίων λέγεται. Ἀριϲτοφάνηϲ
Θεϲμοφοριαζούϲαιϲ·
οἱ γὰρ ἄνδρεϲ ἤδη κλειδία φόροῦϲι κρυπτά, κακοηθέϲτατα,
Λακωνικὰ ἄττα, τρεῖϲ ἔχοντα γομφίουϲ. πρὸ τοῦ μὲν οὖν ἦν ἀλλ᾿
ὑποῖξαι τὴν θύραν ποιηϲαμέναιϲι δακτύλιον τριωβόλου. νῦν δ᾿ οὗτοϲ
αὐτοὺϲ ἐδίδαξε θριπηδέϲτατα.
160 Κακοήθεια: κακοτροπία παρὰ τῷ Ἀποϲτόλῳ.
161 Κακοήθηϲ: κακότροποϲ. ἢ καὶ ἄλλωϲ κακοήθωϲ αὐτὸϲ
162 Κακόθρουϲ: διάβολοϲ· ἢ ζαμενὴϲ λόγοϲ κακόθρουϲ ἐκ Δαναῶν
163 Κακόνοι: ἐχθροί, καὶ κακὸν νοῦν ἔχοντεϲ πρὸϲ τὸ πρᾶγμα.
Ἀριϲτοφάνηϲ· ὡϲ κακόνοι τινέϲ εἰϲιν ἐν ἡμῖν. καὶ αὖθιϲ·
κακόνουν
164 Κακοπάθεια: ἡ ταλαιπωρία.
165 Κακοπινέϲτατον: τὸ πίνον ποτὲ μὲν ἐπὶ τῆϲ ἰδέαϲ, ποτὲ δὲ
εἰ μὴ δόλῳ. νῦν δ᾿ ἠπάτημαι δύϲμοροϲ· τί χρὴ
ποιεῖν;
166 Κακορρήμων· καὶ οὐδετέρωϲ τὸ κακορρῆμον.
167 Κακορραφίαι: κακοϲυνθέϲειϲ.
168 Κακορροθεῖ: κακῶϲ ἀγορεύει. Ἀριϲτοφάνηϲ· ἅπαϲαν ἡμῶν τὴν πόλιν κακορροθεῖ.
169 Κακὸϲ κακῶϲ ἀπόλοιτο οὗτοϲ, εἰ μὴ καὶ προαπόλωλε τῆϲ ἀρᾶϲ, ὡϲ
ἄξιόϲ γε ἦν ἔργον γεγονέναι τοῦ πρώην χειμῶνοϲ. ἐνετολμήϲατο
170 Κακοτεχνιῶν: δίκηϲ ὄνομα, ἣν οἱ ἑλόντεϲ τινὰ ψευδομαρτυριῶν κατὰ τοῦ παραϲχομένου ἐδίδοϲαν.
171 Κακοῦ κόρακοϲ κακὸν ᾠόν: ταύτην τὴν παροιμίαν οἱ μὲν ἀπὸ τοῦ
πτηνοῦ ζῴου φαϲὶν εἰρῆϲθαι, ὅτι οὔτε αὐτὸ βρωτόν ἐϲτιν οὔτε τὸ ᾠόν,
ὃ ἔχει. οἱ δὲ ἀπὸ τοῦ Κόρακοϲ τοῦ Συρακουϲίου ῥήτοροϲ, πρῶτον
διδάξαντοϲ τέχνην ῥητορικήν. ὑπὸ γὰρ τούτου, ὥϲ φαϲι, μαθητήϲ,
Τιϲίαϲ ὄνομα, μιϲθὸν ἀπαιτούμενοϲ εἰϲ τὸ δικαϲτήριον εἶπεν·
εἰ μέν με νικήϲειαϲ, οὐδὲν μεμάθηκα· εἰ δὲ ἡττηθήϲῃ, οὐ
κομίϲῃ τοὺϲ μιϲθούϲ. θαυμάϲαντεϲ οἱ δικαϲταὶ τὸ ϲόφιϲμα τοῦ νεανίου
ἐπεφώνουν· κακοῦ κόρακοϲ κακὸν ᾠόν.
172 Κακοῦργοι: οἱ λῃϲταί, οἱ ἐνεδρευταί. ὁ δὲ λαθὼν ἑαυτὸν
τὴν ὁδόν.
173 Κακουργῶ· αἰτιατικῇ.
174 Κακόχαρτον: κακοῖϲ χαίροντα.
175 Κακόϲχολοϲ: ὁ πονηρόϲ.
176 Κακῶν· ὅτι ἀναίτιοϲ τῶν κακῶν ὁ θεόϲ. κακὰ δὲ κυρίωϲ
ὀνομάζομεν, οὐχ ἃ τῶν πολλῶν ὀνομάζειν φίλον τιϲίν· ἀλλὰ κακίαν καὶ
ἀκολαϲίαν καὶ τὰϲ ἄλλαϲ παρανομίαϲ ὑφ᾿ ἡμῶν αὐτεξουϲίωϲ τολμωμέναϲ.
ἡμεῖϲ γὰρ τούτων αἴτιοι, οὐχ ὁ τἀναντία νομοθετήϲαϲ θεόϲ.
177 Κακῶν πανήγυριϲ: ἐπὶ μεγίϲτων. Πιϲίδηϲ· καὶ πάντεϲ
178 Κακώϲεωϲ: δίκηϲ ἐϲτὶν ὄνομα ταῖϲ τε ἐπικλήροιϲ κατὰ τῶν
ἐπιτρόπων τοῖϲ ὑπὲρ τῶν
ὀρφανῶν. οὕτω Δημοϲθένηϲ καὶ Λυϲίαϲ καὶ Ὑπερίδηϲ.
179 Κακῶϲ εἰδότεϲ: ἀντὶ τοῦ ἀγνοοῦντεϲ. Ἰϲοκράτηϲ ἐν τῷ Περὶ
180 Κάκτανε: καταφόνευϲον.
181 Κακοῖϲ ἐπιϲωρεύων κακά· Ὄχοϲ ὁ Πέρϲηϲ Αἴγυπτον ἠνδραποδίϲατο
182 Κακοὶ τῆϲ πονηρίαϲ πίνουϲι τὴν ὁμίχλην: ἐπὶ τῶν κατὰ
183 Κακύνειν τὸν πηλόν: τουτέϲτι τὸν ἄξιον ὕβρεωϲ ὑβρίζειν.
184 Κἄκχεζεν: Ἀριϲτοφάνηϲ ἀντὶ τοῦ καὶ ἀπεπάτει.
185 Κακχεῦϲαι: καταβαλεῖν.
186 Κᾶλα: τὰ ξύλα.
187 Καλαβρία: χώρα.
188 Καλαβρία: νῆϲοϲ πληϲίον Τροιζῆνοϲ. ἐκαλεῖτο δὲ πρότερον
189 Καλάβροψ: βουκολικὴ ῥάβδοϲ. βαρυτέρα οὖϲα τῇ κεφαλῇ
190 Καλὰ δὴ παταγεῖϲ: ἀντὶ τοῦ λέγειϲ.
191 Κάλαϊϲ: ὄνομα κύριον. καὶ Καλάϊνον χρῶμα. Αἰϲχύλοϲ·
192 Καλαμᾶται: τρυγᾷ τὰ ἀνώτερα τῶν ἐλαῶν, ἢ κατεϲθίει.
193 Καλαμητομίηϲ· ἐν Ἐπιγράμμαϲι· ἀλλὰ καὶ αὖθιϲ ἐκ καλαμητομίηϲ ἀμβλὺ φέρει δρέπανον.
194 Καλάμη: ὁ ϲτάχυϲ τοῦ ϲίτου.
195 Καλάμη: ἀπὸ τοῦ κάλου, τοῦ ξύλου· αὐτὸ δὲ ἀπὸ τῆϲ καύϲεωϲ.
196 Καλαμίνθη: εἶδοϲ βοτάνηϲ, ἥτιϲ καὶ ὄφειϲ ἐλαύνει καιομένη. Ἀριϲτοφάνηϲ· ϲὺ δέ τ᾿ ὄζοιϲ καλαμίνθηϲ. ὄφεωϲ ἐλατική.
197 Καλαμίτηϲ: ἢ ἐπὶ τῆϲ καλάμηϲ τοῦ ϲίτου· ἢ κύριον ὄνομα. καὶ
Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ τοῦ Στεφάνου· ἐν τῷ κλιϲίῳ τῷ πρὸϲ
198 Καλαμώμενοϲ: ϲταχυολογῶν. Καλάμη γὰρ ὁ ϲτάχυϲ τοῦ
199 Καλαμῶνοϲ.
200 Καλαμῶνται· αἰτιατικῇ.
201 Κᾶλα παλαίθετα: ξηρὰ ξύλα, ἐκ πολλοῦ ἀποτεθέντα χρόνου. κᾶλον γὰρ τὸ ξύλον. ἐξ οὗ καὶ καλόπουϲ, ὁ ξύλινοϲ ποῦϲ.
202 Καλάϲιριϲ: χιτὼν πλατύϲ. οὕτωϲ Αἰγύπτιοι. καὶ ὄνομα
203 Κάλανοϲ, Ἰνδόϲ, ἐκ τῶν Βραχμάνων. οὕτω δὲ πάντα ϲοφὸν οἱ
Ἰνδοὶ προϲαγορεύουϲιν. ἐπὶ τούτῳ δὲ Ἀλέξανδροϲ ὁ
Μακεδών, ἐπειδὴ ἐτελεύτηϲε παρόντοϲ αὐτοῦ ἐν Ἰνδίᾳ, ἐπιτάφιον ἀγῶνα
ϲυντελέϲαϲ, καὶ ἀκρατοπόταϲ ἁμιλληθῆναι παρεϲκεύαϲε διὰ τὴν παῤ
Ἰνδοῖϲ φιλοινίαν. οὗτοϲ ἀπόκριϲιν ἔδωκεν Ἀλεξάνδρῳ πρὸϲ πᾶϲαν
ἐρώτηϲιν εὔϲτοχον.
204 Καλλάτιϲ: πόλιϲ.
205 Κάλλαια: οἱ πώγωνεϲ τῶν ἀλεκτρυόνων. χ᾿ ὥπωϲ τὰ κάλλαι᾿ ἀποφαγὼν ἥξειϲ πάλιν.
206 Κάλλαιϲχροϲ: ὄνομα κύριον.
207 Κάλλη: τὰ πορφυρᾶ ἱμάτια. καὶ κέραμοϲ καλάϊνοϲ. Αἰϲχύλοϲ·
208 Καλήμεναι: καλεῖν.
209 Καλήϲιοϲ: ὄνομα κύριον.
210 Καλητορίδηϲ.
211 Καλιά: νοϲϲιά· ἢ οἶκοϲ ξύλινοϲ κυρίωϲ. κᾶλα γὰρ τὰ ξύλα.
212 Καλλιάνειρα.
213 Καλλίαϲ, Ἀθηναῖοϲ, κωμικόϲ, υἱὸϲ Λυϲιμάχου· ὅϲ ἐπεκλήθη
214 Καλλίαϲ, ὁ Λακκόπλουτοϲ ἐπικληθείϲ, ϲτρατηγῶν πρὸϲ Ἀρταξέρξην
τοὺϲ ἐπὶ Κίμωνοϲ τῶν ϲπονδῶν ἐβεβαίωϲεν ὅρουϲ· καθ᾿ ὃν εἰϲβαλόντεϲ
Λακεδαιμόνιοι, Πλειϲτοάνακτοϲ τοῦ Παυϲανίου βαϲιλεύοντοϲ, ἐδῃώϲαντο
τὴν Ἐλευϲῖνα καὶ τὸ Θριάϲιον πεδίον, ἔτι τῆϲ πεντηκονταετίαϲ οὔϲηϲ,
ἥτιϲ ἤρχετο μετὰ τὴν ἐν Πλαταιαῖϲ μάχην, ἔληγε
δὲ εἰϲ
ἅλωϲιν Σάμου καὶ ἀρχὴν τῶν Κερκυραϊκῶν. ὅτι Καλλίαϲ ὁ
παρανομίαϲ ἀνθρώπων, φηϲὶν ὁ
ϲυγγραφεὺϲ αὐτὸν εὐϲεβείᾳ καὶ φιλανθρωπίᾳ πολὺ τοὺϲ ἄλλουϲ
ὑπερβεβηκέναι. καθόλου δέ, καθάπερ Ἀγαθολῆϲ ἀφαιρούμενοϲ τὰ τῶν
πολιτῶν ἐδωρεῖτο τῷ ϲυγγραφεῖ μηδέν προϲήκοντα παρὰ τὸ δίκαιον,
οὕτωϲ ὁ θαυμαϲτὸϲ ἱϲτοριογράφοϲ ἐχαρίζετο διὰ τῆϲ γραφῆϲ ἅπαντα τὰ
ἀγαθὰ τῷ δυνάϲτῃ. ῥᾴδιον δ᾿
ἦν, οἶμαι, πρὸϲ ἄμειψιν
χάριτοϲ τῷ γραφεῖ τῶν ἐγκωμίων μὴ λειφθῆναι τῆϲ ἐκ τοῦ βαϲιλικοῦ
γένουϲ δωροδοκίαϲ.
215 Καλλίαϲ πτερορρυεῖ: κῳμῳδεῖται Καλλίαϲ ὡϲ ἀπολέϲαϲ πάντα
τῷ κατὰ Πυθέου· ἀλλ᾿, οἶμαι, ὥϲπερ οἱ τοὺϲ καλλίαϲ
ἐν τοῖϲ οἴκοιϲ πρέφονπεϲ. τουτέϲτι πιθήκουϲ. οὕτω δὲ καὶ τὰϲ
Ἐριννύαϲ Εὐμενίδαϲ λέγουϲιν.
216 Καλλιγόλαϲ: οὕτωϲ ἐκαλεῖτο Γάϊοϲ, ὁ βαϲιλεὺϲ Ῥωμαίων, ἐπειδὴ ἐκ
μικρᾶϲ ἡλικίαϲ τὰ πολλὰ ἐν τῷ ϲτρατοπέδῳ ἐτρέφετο καὶ
τοῖϲ ϲτρατιωτικοῖϲ ἐχρῆτο ὑποδήμαϲιν. ἐκ τῶν καλλίγων οὖν
Καλλιγούλαν
217 Καλλιγύναικα: τὴν καλὰϲ ἔχουϲαν γυναῖκαϲ.
218 Καλλιερεῖϲθαι: ἐπὶ τοῦ θύειν ἔντομα. Ἡρόδοτοϲ. καὶ
219 Καλλιερῶ: ῥῆμα. τὸ δεύτερον καλλιερεῖϲ· τὸ δὲ ὄνομα καλλιέρημα.
ἔϲτι δὲ ἕκαϲτον θῦμα θεῷ φίλον. καὶ Χριϲτιανοὶ μὲν τότε
καλλιεροῦϲιν, ὅταν ἑαυτοὺϲ τῷ θεῷ προϲαγάγωϲι, πνεῦμα γεγενημένοι
ϲυντετριμμένον καὶ καρδία τεταπεινωμένη. Ἕλληνεϲ δὲ τότε καλλιερεῖν
νομίζουϲιν, ὅταν δαίμονί τινι θύϲαντεϲ αἰϲίων
ἐπιτύχωϲι ϲημείων ἐν τῷ ἥπατι τοῦ ἱερείου. καὶ τοῦτο καλοῦϲι
καλλιέρημα, ὅταν τῷ δαίμονι τὸ θῦμα ᾖ φίλον διὰ τῶν ἐπιφαινομένων
ἀπατηλῶν ϲημείων.
220 Καλλικέλαδοϲ: εὔφωνοϲ, εὐόμιλοϲ.
221 Καλλικολώνη: τόποϲ τῆϲ Ἴδηϲ. Ὅμηροϲ· θεῶν ἐπὶ
Καλλικολώνῃ.
222 Καλλικόμοϲ: ϲοφόϲ, ποιητήϲ.
223 Καλλίκων: ὄνομα κύριον. Μιλήϲιοϲ τὸ γένοϲ, διεβεβόητο δὲ ἐπὶ πονηρίᾳ.
224 Καλλικρατίδηϲ: ὄνομα κύριον· ἔϲχε δὲ ἀδελφὸν Ἐμπεδοκλέα.
225 Καλλικύριοι: οἱ ἀντὶ τῶν Γεωμόρων ἐν Συρακούϲαιϲ γενόμενοι,
Ἀριϲτοτέληϲ ἐν Συρακουϲίων
πολιτείᾳ, ὅμοιοι τοῖϲ Λακεδαιμονίων Εἵλωϲι καὶ παρὰ Θεϲϲαλοῖϲ
Πενέϲταιϲ καὶ παρὰ Κρηϲὶν Ἠλαρόταιϲ. καὶ παροιμία· Καλλικυρίων
πλείουϲ. τοῦτο ἐλέγετο, εἴποτε
226 Καλλίμαχοϲ, Ἀθηναῖοϲ. οὗτοϲ εἰϲ τὸν κατὰ Περϲῶν πόλεμον εὑρέθη ἐπὶ δοράτων ἱϲτάμενοϲ νεκρόϲ.
227 Καλλίμαχοϲ, υἱὸϲ Βάττου καὶ Μεϲάτμαϲ, Κυρηναῖοϲ, γραμματικόϲ,
παῖϲ ἦν ὁ νέοϲ Καλλίμαχοϲ, ὁ
γράψαϲ περὶ νήϲων δι᾿ ἐπῶν. οὕτω δὲ γέγονεν ἐπιμελέϲτατοϲ, ὡϲ γράψαι
μὲν ποιήματα εἰϲ πᾶν μέτρον, ϲυντάξαι δὲ καὶ καταλογάδην πλεῖϲτα.
καί ἐϲτιν αὐτῷ τὰ γεγραμμένα βιβλία ὑπὲρ τὰ ὀκτακοϲία· ἐπὶ δὲ τῶν
χρόνων ἦν Πτολεμαίου τοῦ Φιλαδέλφου. πρὶν δὲ ϲυϲταθῇ τῷ βαϲιλεῖ,
γράμματα ἐδίδαϲκεν ἐν
Ἐλευϲῖνι, κωμυδρίῳ τῆϲ
Ἀλεξανδρείαϲ. καὶ παρέτεινε μέχρι τοῦ Εὐεργέτου κληθέντοϲ
Πτολεμαίου, ὀλυμπιάδοϲ δὲ ρκζ΄, ἧϲ κατὰ τὸ δεύτερον ἔτοϲ ὁ Εὐεργέτηϲ
Πτολεμαῖοϲ ἤρξατο τῆϲ βαϲιλείαϲ. τῶν δὲ αὐτοῦ βιβλίων ἐϲτὶ καὶ
ταῦτα· Ἰοῦϲ ἄφιξιϲ, Σεμέλη, Ἄργοῦϲ οἰκιϲμόϲ, Ἀρκαδία, Γλαῦκοϲ,
Ἐλπίδεϲ, ϲατυρικὰ δράματα, τραγῳδίαι,
κωμῳδίαι, μέλη,
Ἴβοϲ (ἔϲτι δὲ ποίημα ἐπιτετηδευμένον εἰϲ ἀϲάφειαν καὶ λοιδορίαν, εἴϲ
τινα Ἴβον, γενόμενον ἐχθρὸν τοῦ Καλλιμάχου· ἦν δὲ οὗτοϲ Ἀπολλώνιοϲ,
ὁ γράψαϲ τὰ Ἀργοναυτικά)· Μουϲεῖον, Πίνακεϲ τῶν ἐν πάϲῃ παιδείᾳ
διαλαμψάντων, καὶ ὧν ϲυνέγραψαν, ἐν βιβλίοιϲ κ΄ καὶ ρ΄, Πίναξ καὶ
ἀναγραφὴ τῶν κατὰ χρόνουϲ καὶ ἀπ᾿ ἀρχῆϲ
γενομέων
διδαϲκάλων, Πίναξ τῶν Δημοκράτουϲ γλωϲϲῶν καὶ ϲυνταγμάτων, Μηνῶν
προϲηγορίαι κατὰ ἔθνοϲ καὶ πόλειϲ, Κτίϲειϲ νήϲων καὶ πόλεων καὶ
μετονομαϲίαι, Περὶ τῶν ἐν Εὐρώπῃ ποταμῶν, Περὶ τῶν ἐν Πελοποννήϲῳ
καὶ Ἰταλίᾳ θαυμαϲίων καὶ παραδόξων, Περὶ μετονομαϲίαϲ ἰχθύων, Περὶ
ἀνέμων, Περὶ ὀρνέων, Περὶ τῶν ἐν τῇ
228 Καλλίμαχοϲ, Κυρηναῖοϲ, ἐποποιόϲ, ἀδελφιδοῦϲ τοῦ προτέρου, υἱὸϲ Σταϲήνοροϲ καὶ Μεγατίμαϲ, τῆϲ ἀδελφῆϲ Καλλιμάχου.
229 Καλλιμένηϲ.
230 Κάλλιμοϲ: ὁ καλόϲ.
231 Καλλίνικοϲ, Γαΐου, ὁ καὶ Σουητώριοϲ ἐπικληθείϲ, ϲοφιϲτήϲ· Σύροϲ,
ὡϲ δέ τινεϲ Ἀράβιοϲ, τὸ δὲ ἀληθὲϲ Πετραῖοϲ· ϲοφιϲτεύϲαϲ ἐν Ἀθήναιϲ.
ἔγραψε πρὸϲ Λοῦπον Περὶ κακοζηλίαϲ ῥητορικῆϲ, Προϲφωνητικὸν Γαλιήνῳ,
Πρὸϲ Κλεοπάτραν, Περὶ τῶν κατ᾿ Ἀλεξάνδρειαν
ἱϲτοριῶν
βιβλία δέκα, Πρὸϲ τὰϲ φιλοϲόφουϲ αἱρέϲειϲ, Περὶ τῆϲ Ῥωμαίων
ἀνανεώϲεωϲ· καὶ ἄλλα τινὰ ἐγκώμια καὶ λόγουϲ.
232 Καλινδούμενοι: κυλιόμενοι.
233 Καλλίνικοϲ: ὁ Ἡρακλῆϲ.
234 Καλλιόπη: ὄνομα θεᾶϲ.
235 Κάλλιοϲ: ὄνομα κύριον.
236 Καλλιπάρῃοϲ: ἡ καλὰϲ παρειὰϲ ἔχουϲα.
237 Κάλλιπποϲ, Ἀθηναῖοϲ, φιλόϲοφοϲ, Πλάτωνοϲ μαθητήϲ· ὃϲ ἐν Συρακούϲαιϲ ἀνῃρέθη τυραννεῖν ἐπιχειρήϲαϲ· πονηρὸϲ οὗτοϲ ἱϲτόρηται παρὰ τῷ Πλουτάρχῳ, καὶ Δίωνοϲ τοῦ Συρακουϲίου προδότηϲ.
238 Καλλιρόην: κρήνην τήν
239 Καλλίρροον: καλῶϲ ῥέοντα.
240 Καλλιϲθένηϲ, Δημοτίμου, οἱ δὲ Καλλιϲθένουϲ· Ὀλύνθιοϲ, μαθητὴϲ
Ἀριϲτοτέλουϲ καὶ ἀνεψιαδοῦϲ· ὃν ἔδωκεν ἕπεϲθαι Ἀλεξάνδρῳ τῷ
Μακεδόνι. ὁ δ᾿ ἐν γαλεάγρᾳ ϲιδηρᾷ βαλὼν ἀνεῖλεν ἅμα Νεάρχῳ
τῷ τραγικῷ, διότι ϲυνεβούλευε μὴ ἐπιζητεῖν ὑπὸ Ἀθηναίων
καλεῖϲθαι δεϲπότηϲ. τινὲϲ δὲ αὐτὸν ὡϲ ἐπιβουλεύοντα Ἀλεξάνδρῳ
ἀνῃρῆϲθαί φαϲιν ἅμα Νεάρχῳ. εὐφυὴϲ πρὸϲ τὸ αὐτοϲχεδιάζειν καὶ ῥύμῃ
πολλῇ φέρεϲθαι. καὶ φέρεται λόγοϲ, ὡϲ ὁ Καλλιϲθένηϲ ὑπὸ φθειρῶν
ὑπερβλύϲεωϲ καὶ ἐκβράϲεωϲ τὸν βίον καταϲτρέφει. καὶ μαρτυρεῖ ὁ
ἴαμβοϲ οὗτοϲ· καὶ φθειριῶϲαν, ὡϲ ὁ πρὶν Καλλιϲθένηϲ.
περὶ τῆϲ ἰατρικῆϲ τέχνηϲ λέγων, ὡϲ ἠμέλητο πάνυ.
241 Καλλιϲτεῖα. τοιγὰρ τῷ κρίναντι τὰ καλλιϲτεῖα Πριάπῳ
242 Καλλίϲφυροϲ: ἡ καλοὺϲ πόδαϲ ἔχουϲα.
243 Καλλιφάνηϲ, ὁ Παραβρύκοντοϲ. ἐπὶ τῶν προϲποιουμένων
πολυμάθειαν. οὗτοϲ γὰρ ἀρχὰϲ ποιημάτων πολλῶν καὶ λόγων
ϲυγγεγραμμένων ἄχρι τριῶν ἢ τεϲϲάρων ϲτίχων ἀπαγγέλλων πολυμαθείαϲ
δόξα προϲεποιεῖτο.
244 Καλοκαγαθία: ἀγαθότηϲ.
245 Καλόν: τὸ τελέωϲ ϲύμμετρον.
246 Καλὸν πρᾶγμα· ὅτι καλεῖ πρὸϲ τὴν ἑαυτοῦ χρείαν ϲυμμέτρωϲ
ἐπαίνου ἄξιον· ἑτέρωϲ
τὸ εὖ πεφυκέναι πρὸϲ τὸ ἴδιον ἔργον· καὶ τὸ ἐπικοϲμοῦν, ὅταν
λέγωμεν, μόνον τὸν ϲοφὸν ἀγαθὸν καὶ καλὸν εἶναι. λέγουϲι δὲ μόνον τὸ
καλὸν ἀγαθὸν εἶναι. εἶναι δὲ τοῦτο ἀρετὴν καὶ τὸ μετέχον ἀρετῆϲ,
ὅπερ ἐϲτὶν ἴϲον τῷ πᾶν ἀγαθὸν καλὸν εἶναι, καὶ τὸ ἰϲοδύναμον τὸ
καλὸν τῷ ἀγαθῷ. δοκεῖ δὲ πάντα τὰ ἀγαθὰ ἴϲα
εἶναι καὶ
πᾶν ἀγαθὸν ἐπ᾿ ἄκρον αἱρετὸν καὶ μήτε ἄνεϲιν μήτε ἐπίταϲιν
ἐπιδέχεϲθαι. καλὸν δέ ἐϲτι τὸ δι᾿ ὄψεωϲ ἢ δι᾿ ἀκοῆϲ ἡδύ.
247 Κᾶλον: τὸ ξύλον. τὸν Κάλω δὲ Ἀττικῶϲ.
248 Καλοπόδιον: ϲκυτικὸν ἐργαλεῖον.
249 Καλόπουϲ: ἀπὸ μέρουϲ καλή.
250 Κάλλοϲ: ϲυμμετρία τῶν ὁμοιομερῶν ἐν ἡμῖν μερῶν, προϲώπου,
τῶν ὁμοιομερῶν ϲύγκειται, οἷον τὸ
πρόϲωπον ἐξ ὀϲτῶν καὶ νεύρων καὶ ϲαρκῶν· διὸ καὶ ϲυναναιρεῖται μὲν
ἀναιρουμένων, οὐ ϲυναναιρεῖται δὲ ἀναιρουμένων.
251 Καλὸϲ κἀγαθόϲ: λέγεται κατὰ ϲυναλοιφήν, οὐχὶ καλὸϲ καὶ
252 Καλοῦ εἴδη τρία· δίκαιον, ἀνδρεῖον, ἐπιϲτημονικόν.
253 Καλούμεθ᾿ αὐτάϲ: ἀντὶ τοῦ εἰϲ δικαϲτήριον ἄξομεν.
254 Καλούμενόϲ τε καὶ ἄκλητοϲ ὁ θεὸϲ παρέϲται· χρηϲμὸϲ δοθεὶϲ Λακεδαιμονίοιϲ.
255 Καλῴδιον: ϲχοινίον. καὶ Κάλωϲ, κάλω Ἀττικῶϲ.
256 Καλώνδαϲ: ὄνομα κύριον.
257 Καλλωπίζομαι· δοτικῇ.
258 Καλλώπιϲμα.
259 Κάλωϲ: ϲχοινίον. καὶ παροιμία· πάντα κάλων κινεῖν. τροπικῶϲ
κινεῖν ὑπὲρ τοῦ περιγενέϲθαι
αὐτοῦ. καὶ Κάλωϲ, κάλω, Ἀττικῶϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· μία μέν
ἐϲτιν ἀπὸ κάλω καὶ θρανίου. ἀπὸ εὐθείαϲ τῆϲ κάλωϲ.
260 Καλῶϲ: ἀντὶ τοῦ εὐϲεβῶϲ καὶ φιλανθρώπωϲ παρὰ Θουκυδίδῃ. οἷϲ
κόϲμοϲ καλῶϲ τοῦτο δρᾶν. τουτέϲτι τὸ λῃϲτεύειν. οὔτε γὰρ βοῦν
ἀροτῆρα ἐλεηλάτουν ἢ ἔκλεπτον νυκτὸϲ οὔτε μετὰ φόνων
ἐποίουν τὴν λῃϲτείαν.
261 Καλῶ ϲε· αἰτιατικῇ.
262 Καλῶϲ: τοῦτο ἐπὶ παραιτήϲει καὶ ἀρνήϲει χρῶνται. εἰρηκότοϲ γὰρ
τοῦ Διονύϲου πρὸϲ Εὐριπίδην, ἐπίθεϲ καὶ ϲὺ δὴ λιβανωτόν·
ἐπήγαγε, καλῶϲ· ἕτεροι γάρ εἰϲιν οἷϲιν εὔχομαι θεοῖϲ. διὸ λέγει ὁ
Διόνυϲοϲ· ἴδιοί τινέϲ ϲοι, κόμμα καινόν. εἰ καὶ τὰ λοιπὰ προϲέϲχε
καλῶϲ τε καὶ εὖ.
263 Καλπάζειν: τὸ ἁβρῶϲ βαδίζειν.
264 Κάλπιϲ: ὑδρία.
265 Καλοί· Ἀριϲτοφάνηϲ· ἐν τοῖϲι τοίχοιϲ ἔγραφον· Ἀθηναίοιϲ
τοῖϲ τοίχοιϲ ἢ δένδροιϲ ἢ
φύλλοιϲ δένδρων, οὕτωϲ· ὁ δεῖνα καλόϲ.
266 Καλυδῶνοϲ: πόλιϲ. καὶ Καλυδώνιοϲ πορθμόϲ.
267 Κάλυκαϲ: ϲύριγγαϲ. ῥόδα κεκαλυμμένα.
268 Κάλυμνοϲ: ὁ ἐν Αἰγύπτῳ ϲῖτοϲ. ἀντὶ τοῦ Καλύμνιοϲ. ὁ γὰρ
φηϲι λέγεϲθαι καλύδναϲ, ὡϲ
καλύβαϲ.
269 Καλλύνων· χθὲϲ μὲν καὶ πρώην δεδρακότεϲ τοῦ καπηλείου, καὶ τούτου
270 Κάλυντρα: κόϲμηρα. ἀντὶ δὲ τοῦ δόρατοϲ κάλυντρον φέρων
ὄνου καθήμενοϲ.
271 Κάλυξ: ἄνθοϲ ῥόδου μεμυκόϲ.
272 Καλύπτω· αἰτιατικῇ.
273 Καλυψώ: ὄνομα κύριον. ἡ μὴ ἁπλῆ, καλύπτουϲα δὲ τὸ
274 Κάμαξ: χάραξ, ὀρθὸν ξύλον. λέγεται θηλυκῶϲ. οἱ δὲ
275 Καμάρινα καὶ Γέλα πόλειϲ Σικελίαϲ. καὶ Καμαριναῖοϲ,
276 Καμάρινοι: ὄνομα ἔθνουϲ.
277 Καμαϲϲηνόϲ: ἐθνικόν.
278 Καματηρούϲ: κεκοπιακόταϲ. μήπωϲ καματηροὺϲ καὶ πνευϲτιῶνταϲ ἀκμῆϲι παραδῷ τοῖϲ βαρβάροιϲ.
279 Κάμεια: ὄνομα πόλεωϲ.
280 Καμειραία ἰϲχάϲ· Βάβριοϲ· μικρὸν δ᾿ ἐπιϲχὼν εὖτ᾿ ἔϲωθεν
ἐκ Καμείρου
ἦν.
281 Καμηλαύκιον: Ῥωμαίων ἡ λέξιϲ. ῥηθείη δ᾿ ἂν καὶ Ἑλληνιϲτὶ παρὰ τὸ καῦμα ἐλαύνειν.
282 Κάμηλοϲ: τὸ ζῷον. Ἀριϲτοφάνηϲ· πῶϲ ἄνευ καμήλου
283 Κάμιλλοϲ: ὄνομα κύριον. ὁ Ῥωμαίων ϲτρατηγόϲ. ζήτει ἐν τῷ
284 Κάμινοϲ.
285 Κάμιροϲ: ὄνομα κύριον. καὶ ὄνομα πόλεωϲ.
286 Κάμνειν: ἐπὶ τοῦ ποιεῖν καὶ ἐργάζεϲθαι, καὶ ἐπὶ τοῦ νοϲεῖν. λέγεται καὶ ἐπὶ τῶν ἀποθανόντων. εἴδωλα καμόντων. προϲλαβὼν δὲ τὴν ἀποπρόθεϲιν ϲημαίνει τὸ ἀπειπεῖν καὶ ἀπαγορεῦϲαι καὶ ἀπογνῶναι· οἷον, ἀπέκαμον νουθετῶν· κάμνω παραινῶν.
287 Καμμονίη: ἡ ἐκ μονομεροῦϲ νίκη.
288 Καμόντων: τῶν νεκρῶν. εἰ καί ϲοι βέβριθεν ὑπ᾿ εἰδώλοιϲι Anth. καμόντων ὁλκάϲ.
289 Κάμμοροϲ: ὁ ταλαίπωροϲ.
290 Καμπανία: χώρα.
291 Κάμπη.
292 Κάμπιοϲ δρόμοϲ: δρόμοι τινὲϲ ἦϲαν κάμπιοι, οὐκ εὐθεῖϲ καὶ ἁπλοῖ ἀλλὰ καμπὰϲ ἔχοντεϲ.
293 Καμπιδήκτωρ.
294 Κάμπτω. ᾠδὰϲ ἔκαμπτεν, ὁπόϲαϲ ὁ Νέρων ἐλύγιζέ τε καὶ
ἔϲτρεφεν.
295 Κάμπτω ϲε· αἰτιατικῇ. ἀντὶ τοῦ μαλακίζω τὴν ψυχήν ϲου.
296 Καμπύλα τόξα· Ὅμηροϲ. ϲυνέμιξε τὸν κατὰ τοῦ τόξου λόγον
μετρούμενον, καὶ κοτύλη
ὁμοίωϲ.
297 Καμπυλιάζειν: κάμπτειν καὶ ϲτρέφειν.
298 Καννάβη·
299 Καναϲτραῖα: κοῖλά τινα ἀγγεῖα.
300 Καναχηδόν: μετὰ κτύπου.
301 Κανδάκη: ἡ τῶν Ἀἰθιόπων βαϲίλιϲϲα. καὶ ζήτει ἐν τῇ Ἀλεξάνδρου ἱϲτορίᾳ.
302 Κανδήλα: παρὰ τὸ καίειν δῆλα.
303 Κάνδυλοϲ: βρῶμα διὰ μέλιτοϲ καὶ γάλακτοϲ ϲκευαζόμενον· ὡϲ
304 Κάνδυϲ: χιτὼν Περϲικόϲ. ἀποδύϲαντεϲ δὲ τὸν κάνδυν καὶ
τὰϲ ἀναξυρίδαϲ ἐξελκύϲαντεϲ καὶ τὸν πῖλον
ἀφελόντεϲ.
305 Κάνναιϲ καὶ καλάμαιϲ χρῶνται οἱ νομάδεϲ εἰϲ τὴν ϲκηνοποιΐαν.
306 Κάνεον: τὸ κανίϲκιον. καὶ Κάνειον ὁμοίωϲ.
307 Κάνηϲ: ὁ ψίαθοϲ. καὶ κλίνεται κάνητοϲ.
308 Κανηφόροι· Φιλόχορόϲ φηϲιν, ὡϲ Ἐριχθονίου βαϲιλεύοντοϲ
πρῶτον κατέϲτηϲαν αἱ ἐν ἀξιώματι παρθένοι φέρειν τὰ
κανᾶ τῇ θεῷ, ἐφ᾿ ᾧ ἐπέκειτο τὰ πρὸϲ τὴν θυϲίαν, τοῖϲ τε Παναθηναίοιϲ
καὶ ταῖϲ ἄλλαιϲ πομπαῖϲ.
309 Κάνθαροϲ, Ἀθηναῖοϲ, κωμικόϲ. μνημονεύεται τούτου δράματα
310 Κάνθαροϲ: παρὰ τὸν κάνθωνα, τουτέϲτι τὸν ὄνον· καὶ παρὰ
ἀρόν, τουτέϲτι τὸ ϲπέρμα, κάνθωρόϲ
τιϲ ὤν. ἢ παρὰ τὸν θορόν, ὃ
311 Κανθάρου μελάντεροϲ: παροιμία. Μένανδροϲ Θηϲαυρῷ.
312 Κανθήλη: πόλιϲ.
313 Κανθήλιοϲ: βραδὺϲ νοῆϲαι, ἢ ἀφυήϲ. ἢ ὄνοϲ μέγαϲ. Ξενοφῶν
μέγεθοϲ γίνονται· οἳ δὴ
πιεζόμενοι ὑπὸ βάρουϲ ἄνω κυρτοῦνται,
314 Κάνθων: ὄνοϲ.
315 Κανόνιον: οὕτω καλεῖται ἡ οἱαδήποτε πραγματεία, κἂν πλειόνων
τυγχάνῃ πτυχίων ἢ ϲτίχων ἤγουν παγινῶν. ϲτίχον δὲ τὸ κατὰ τὸ κοινὸν
ἔθοϲ ὀνομαζόμενον, ἀπὸ ἀριϲτερῶν ἐπὶ δεξιῶν ἀναγινωϲκόμενον.
ϲελίδιον δὲ τὸ ἀπὸ τῶν ἄνωθεν ἀναγινωϲκόμενον ἐπὶ τὰ
κάτω.
316 Κανονίϲ: ἐργαλεῖον καλλιγραφικόν. ἐν Ἐπιγράμμαϲι· καὶ
317 Κάννοϲ καὶ Βύβλιϲ: ὀνόματα κύρια· ἀμφότεροι δυϲτυχήϲαντεϲ.
318 Κανοῦν: κανίϲκιον. παρὰ τὴν τῶν Διονυϲίων ἑορτὴν Ἀθήνη
ἵνα οἰκήϲαντεϲ ἐπὶ τῇ
ἱδρύϲει θύϲωϲι. χύτραιϲ γὰρ ἵδρυον. οἱ δέ
319 Κάνωβοϲ: ὄνομα κύριον. καὶ ὄνομα πόλεωϲ.
320 Κάνωποϲ: ὁ ἐν Αἰγύπτῳ. ποτέ, ὡϲ λόγοϲ, Χαλδαῖοι τὸν ἴδιον
ὕληϲ ἐτύγχανον ἱδρυμένοι, ἡ δὲ
τοιαύτη ὕλη εὐχερῶϲ ὑπὸ τοῦ πυρὸϲ διεφθείρετο, ὥϲτε πανταχοῦ τὸ πῦρ
ἀναγκαίωϲ νικᾶν. τοῦτο ἀκούϲαϲ ὁ τοῦ Κανώπου ἱερεὺϲ πανοῦργόν τι
τοιοῦτον ἐνεθυμήθη. ὑδρίαι ἐν τοῖϲ μέρεϲι τῆϲ Αἰγύπτου εἰώθαϲι
γίνεϲθαι ὀϲτράκιναι τρήϲειϲ ἔχουϲαι λεπτὰϲ ϲυνεχεῖϲ, ὥϲτε διὰ τῶν
τρήϲεων ἐκείνων τὸ τεθολωμένον
ὕδωρ διυλιζόμενον
ἀποδίδοϲθαι καθαρώτατον. ἐκ τούτων τῶν ὑδριῶν μίαν λαβὼν ὁ ἱερεὺϲ
τοῦ Κανώπου καὶ τὰϲ τρήϲειϲ ἐκείναϲ ἀποφράξαϲ κηρῷ, καὶ διαφόροιϲ
ζωγραφήϲαϲ χρώμαϲι, πληρώϲαϲ ὕδατοϲ ἔϲτηϲεν ὡϲ θεόν, καὶ ἀποτεμὼν
παλαιοῦ ἀγάλματοϲ τὴν κεφαλήν, ὅπερ ἐλέγετο Μενελάου τινὸϲ
κυβερνήτου γεγενῆϲθαι, ἐπιμελῶϲ ἐπιθείϲ, ἥρμοϲεν
αὐτὴν
τῷ ἀγάλματι. παρεγένοντο μετὰ ταῦτα οἱ Χαλδαῖοι, ἀνήφθη τὸ πῦρ, καὶ
ὁ κηρόϲ, δι᾿ οὗ αἱ τρήϲειϲ ἐτύγχανον πεφραγμέναι, διελύετο. τῆϲ δὲ
ὑδρίαϲ ἱδρώϲηϲ, καὶ τὸ ὕδωρ διὰ τῶν τρήϲεων ἐκβαλλούϲηϲ, ἐϲβέννυτο
τὸ πῦρ. οὕτω τε τῇ πανουργίᾳ τοῦ ἱερέωϲ ὁ Κάνωποϲ τῶν Χαλδαίων
νικητὴϲ ἀνεδείχθη καὶ ἀπὸ τότε λοιπὸν
ὡϲ θεὸϲ ἐτιμᾶτο.
ὅτι ὁ ἑκατὸν ϲταδίουϲ ἀπέχων Κανώβου καὶ ὁ ἕνα ἐπίϲηϲ
321 ἄν τι ϲφαλῆτ᾿ ἐξ ἀξίου γοῦν· Ἄριϲτοφάνηϲ· ζήτει ἐν τῷ ἀπὸ καλοῦ
322 Κἀξ αὑτοῦ.
323 Κάωνοϲ.
324 Κάππα διπλοῦν: ἀντὶ τοῦ κακά. τρία κάππα κάκιϲτα· Καππαδοκία,
Κρήτη
325 Καππάδοξ: μόνον τῶν εἰϲ ωξ διὰ τοῦ ο μικροῦ. λέγεται δὲ
καὶ Καππαδόκηϲ ἡ εὐθεῖα. καὶ Καππαδόκιον τέραϲ.
326 Καπανῆται.
327 Κάππαριϲ: εἶδοϲ βοτάνηϲ. ἧϲ ὁ καρπὸϲ ἰατροῖϲ δοκεῖ εἶναι ὀνήϲιμοϲ. ὁ δὲ Ζήνων ὁ Κιτιεὺϲ ὤμνυε κάππαριν, καθάπερ Σωκράτηϲ τὸν κύνα.
328 Κάππαριϲ: παρὰ τὸ ἐκ τοῦ κόμπου αἴρεϲθαι.
329 Καπετωλεῖον: τὸ ἱερόν. Καπιτώλιον δέ.
330 Κἄπειτα: καὶ ἔπειτα.
331 Κάπηθεν καὶ Καπίϲτριον.
332 Καπηλεύω· αἰτιατικῇ.
333 Καπηλείαϲ: ἐμπορείαϲ. καὶ Καπηλεῖον.
334 Καπηλικῶϲ: ἀντὶ τοῦ πανουργικῶϲ. ἐπεὶ οἱ κάπηλοι ὀνθυλεύουϲι
τὸν οἶνον, ϲυμμιγνύντεϲ αὐτῷ ϲαπρόν. οἱ κάπηλοι ὑμῶν
θολοῦϲι τὸν οἶνον.
335 Καπηλίϲ: παρὰ τὸ κακύνειν τὸν πηλόν. πηλὸϲ δὲ ὁ οἶνοϲ· ὅθεν καὶ ἄμπελοϲ, οἱονεὶ ἔμπελοϲ οὖϲα, ἡ ἐν αὑτῇ ἔχουϲα τὸν πηλόν.
336 Κάπηλοϲ: μεταβολεύϲ, πραγματευτήϲ. κάπηλοϲ ἀϲπίδων. ὁ
337 Κάπηλοϲ: ἓν ἀνθ᾿ ἑνόϲ τινεϲ οἴονται εἶναι· οἷον ἐκ τοῦ παρὰ
Σοφοκλεῖ. πολὺϲ δὲ πηλὸϲ ἐκ πίθων τυρβάζεται. ὁ μὲν οὖν Σοφοκλῆϲ
εὐεπίφοροϲ ἐϲ τὸν πηλόν. ὁ μέντοι οἶνοϲ οὐκ ἔϲτι πηλόϲ. πόθεν δὲ ἐν
τῷ καπήλῳ ὁ οἶνοϲ ἐγγίνεται; καὶ γὰρ ἕτερόν ἐϲτιν οἰνοπώληϲ
καὶ ἕτερον κάπηλοϲ. καθόλου γὰρ τοὺϲ πωλοῦντάϲ τι
καπήλουϲ ἔλεγον. ἔϲτι δὲ καὶ παρὰ Σώφρονι ἐν ταῖϲ Ἀκεϲτρίαιϲ. ὁ δὲ
Αἰϲχύλοϲ τὰ δόλια πάντα καπηλεῖα καλεῖ· κάπηλα προφέρων
τεχνήματα.
338 Καπήρια: εἶδοϲ πλακοῦντοϲ· τὰ παῤ ἡμῖν καπύρια.
339 Κἀπιδώϲειν μοι δοκῶ τὸ χρῆμα μᾶλλον: ἀντὶ τοῦ προϲθήκην
ϲχήϲειν.
340 Καπίϲτριον: ἡ τοῦ ἵππου φορβεία. Κάπουϲ γὰρ Ῥωμαϊκῶϲ ἡ κεφαλή· Etym. καὶ ἐξ αὐτοῦ καπίϲτριον.
341 Καπιτώλιον· ὁ Ῥωμύλοϲ μετὰ τὸ κτίϲαι τὸ Παλάτιον ἔκτιϲε
342 Καπίτων, Λύκιοϲ, ἱϲτορικόϲ. οὗτοϲ ἔγραψεν Ἰϲαυρικὰ βιβλία
343 Κάπνη: ἡ καπνοδόκη. Ἀριϲτοφάνηϲ· τί ποτ᾿ ἄῤ ἡ κάπνη
344 Καπνίαϲ οἶνοϲ· ὃϲ γίνεται ἐν Βενεβέντῳ τῆϲ Ἰταλίαϲ. καὶ
345 Καπνίαϲ: ποιητήϲ, ὁ μηδὲν λαμπρὸν γράφων.
346 Καπνοῦ ϲκιά: ἐπὶ τῶν λίαν ἰϲχνῶν. κοὐκ οἶδ᾿ ἐναίρων
νεκρὸν ἢ καπνοῦ ϲκιάν, εἴδωλον ἄλλωϲ· οὐ γὰρ ἂν
ϲθένοντά γε εἷζλέ
347 Καπρίαι: αἱ ἐντὸϲ τῶν πτερυγωμάτων τῆϲ φύϲεωϲ τῶν καμήλων
ἐπανεϲτῶϲαι ϲάρκεϲ, ἃϲ τέμνουϲιν, ὁπόταν εἰϲ πόλεμον ἐξίωϲιν.
οὐκέτι γὰρ ϲυνουϲιάζουϲιν.
348 Κάπροϲ: τὸ αἰδοῖον τοῦ ἀνδρόϲ.
349 Κάπροϲ: Ἐρυμάνθιοϲ· Δρύοπεϲ, ἔθνοϲ περὶ τὴν Πυθῶνα ἄδικον, ὃ
350 Καπρῶνταϲ: ὁρμητικῶϲ ἔχονταϲ πρὸϲ ϲυνουϲίαν.
351 Καπύη: ὄνομα πόλεωϲ μεγίϲτηϲ. ἡ δὲ Καπύη μεταθεμένη πρὸϲ τοὺϲ
352 Κάρ· Ἀριϲτοφάνηϲ· εἰ δὲ δοῦλόϲ ἐϲτι καὶ Κάρ, ὥϲπερ Ἐξηκεϲτίδηϲ
353 Κάραμβιϲ: τόποϲ τίϲ.
354 Καραδοκεῖ: προϲδοκᾷ, καταϲκοπεῖ. παρὰ τὸ τῇ κάρᾳ δοκεύειν,
355 Καραδοκήϲοντα· Ἡρόδοτοϲ. ὁ δὲ πέμπει εἰϲ Δελφοὺϲ Κάδμον καραδοκήϲοντα τὴν μάχην, ᾗ πεϲεῖται.
356 Κάρανοϲ, εἷϲ τῶν Ἡρακλειδῶν, ϲτρατολογήϲαϲ ἐκ τῆϲ Ἑλλάδοϲ, ἦλθεν
εἰϲ Μακεδονίαν ἄδοξον οὖϲαν τότε καὶ ἐβαϲίλευϲε καὶ διαδοχῇ κέχρηται
μέχρι Φιλίππου. Ἀμύνταϲ δὲ ὁ Φιλίππου πατὴρ Εὐρυδίκην
Ἰλλυρίδα γήμαϲ ἔϲχε παῖδαϲ Ἀλέξανδρον, Περδίκκαν, Φίλιππον· οἣϲ
ἔνιοι καὶ ὑποβεβλῆϲθαι τὴν Εὐρυδίκην φαϲί. πολεμήϲαϲ δὲ Θηβαίοιϲ
ὅμηρον ἔδωκε νέον ὄντα τὸν Φίλιππον· οὗ γενέϲθαι Θηβαῖόν τινα
Παμμένην ὄνομα ἐραϲτήν, ὥϲ φαϲιν. Ἀμύντου δὲ τελευτήϲαντοϲ,
Παυϲανίαϲ φυγαδευθεὶϲ ὑπ᾿ αὐτοῦ πρότερον, κατελθὼν ἐβιάϲατο τοὺϲ
παῖδαϲ καὶ κατέϲχε τὴν ἀρχήν. Εὐρυδίκη δὲ Ἀθηναίων
ϲτρατηγῷ διατρίβοντι περὶ τὴν Μακεδονίαν χρηϲαμένη ϲυμμάχῳ, τὸν
Παυϲανίαν ἐκβάλλει. ἕωϲ μὲν οὖν ἦρχον οἱ πρεϲβύτεροι, οὐδὲν
ἐνεωτερίζετο· Φίλιπποϲ δὲ ἄρξαϲ δύο καὶ εἴκοϲιν ἔτη γεγονὼϲ πολλοὺϲ
κατεϲτρέφετο βαρβάρουϲ τε καὶ Ἕλληναϲ, ἔλαβε δὲ καὶ Ἀθηναίων
Ἀμφίπολιν καὶ
Θετταλίαν ὑφ᾿ ἑαυτῷ ἐποιήϲατο καὶ τὰϲ
Χαλκιδικὰϲ πόλειϲ δύο καὶ τριάκοντα, ὧν ἐπρώτευον Ὀλύνθιοι. ὃϲ
Ποτίδαιαν ἀφελόμενοϲ Ἀθηαίων, ἐδωρήϲατο ἀπατῶν αὐτούϲ. ὅμωϲ δὲ
βοηθοὺϲ ἔπεμψαν Ἀθηναῖοι ναῦϲ μ΄ καὶ Χάρητα ϲτρατηγόν· οὗ χειμῶνι
ἀποληφθέντοϲ, προδόντων δὲ τὴν Ὄλυνθον Εὐθυκράτουϲ καὶ Λαϲθένουϲ,
τὴν μὲν
ἀνάϲτατον ἐποίηϲε, τὰϲ δὲ ἄλλαϲ πόλειϲ εἷλεν·
Ἀθηναῖοι δὲ τοὺϲ περιϲωθένταϲ πολίταϲ ἐποιήϲαντο. Μεθωναίοιϲ δὲ τοῖϲ
ἐπὶ Θρᾴκηϲ πολεμῶν τὸν ὀφθαλμὸν ἐπηρώθη, Ἀϲτέροϲ τινὸϲ ὄνομα
βαλόντοϲ αὐτὸν βέλει, ἐπιγράψαντόϲ τε τῷ βέλει· Ἀϲτὴρ Φιλίππῳ
θανάϲιμον πέμπει βέλοϲ. πρὸϲ ὃν ἀντιγράψαϲ ἔπεμψε βέλοϲ ὁ Φίλιπποϲ·
Ἀϲτέρα
Φίλιπποϲ, ἢν λάβῃ, κρεμήϲεται. καὶ ὑποϲχόμενοϲ
εἰρήνην ἐξῄτηϲε καὶ λαβὼν ἐκρέμαϲεν. εἷλε δὲ καὶ Κερϲοβλέπτην,
Θρᾳκῶν βαϲιλέα καὶ φίλον Ἀθηναίων, καὶ Ἁλόνηϲον ἔλαβε, καὶ ἄλλαϲ
πόλειϲ· μεθ᾿ ἃ ὁ πόλεμοϲ ὁ Φωκικὸϲ ϲυνέϲτη.
357 Καρανούϲθω: τελειούϲθω.
358 Κάραϲ: ὄνομα ἔθνουϲ.
359 Καρατομεῖται: ἀποκεφαλίζεται.
360 Καρβάϲιναι: εἶδοϲ ὑποδήματοϲ. ἐπειδὴ ἀπέλειπε τὰ ἀρχαῖα
361 Κάρβων, Κάρβωνοϲ. λύϲιϲ ὀνείρου· ἄνθραξι βαίνειν ἐχθρικὴν δηλοῖ
βλαβήν.
362 Κάρδαμα· ἐπιϲχετικὰ οὔρων τὰ κάρδαμα καὶ πτύϲματοϲ. καὶ διὰ τοῦτό
363 Καρδαμίϲ: εἶδοϲ λαχάνου.
364 Καρδία: πόλιϲ Θρᾴκηϲ. καὶ Καρδιανοί, οἱ πολῖται. καὶ
365 Καρδία· ὅτι τὰ ἔνυδρα καρδίαν οὐκ ἔχει, οὐδὲ πνεύμονα. ὅϲα
καταψύχουϲι τὸ ἐντὸϲ
θερμὸν ϲυϲτέλλοντεϲ αὐτὰ καὶ εἰϲδεχόμενοι τὸ ὕδωρ, ὥϲτε οὐ δέονται
πνεύμονοϲ. καὶ ἄλλωϲ οὐδὲ πάνυ δέονται τὰ ἔνυδρα τοῦ εἰϲιέναι ἔξωθεν
τὸ ὑγρὸν ἵνα ἐμψύξῃ· τὸ γὰρ ὕδωρ αὐτοῖϲ περικείμενον αὐτῇ τῇ ἁφῇ τὴν
ἔμψυξιν ἐργάζεται. ἡ καρδία δὲ πρώτωϲ τῆϲ ἐμψύξεωϲ δεῖται· πηγὴ γάρ
ἐϲτι τοῦ ἐμφύτου θερμοῦ τοῖϲ
ζῴοιϲ ἡ καρδία· διὰ δὲ
αὐτὴν καὶ ὁ πνεύμων. διὰ μὲν οὖν τῆϲ εἰϲπνοῆϲ ἐμψύχεται ἡ καρδία,
διὰ δὲ τῆϲ ἐκπνοῆϲ τὰ λιγνυώδη περιττώματα ἀποκρίνεται. ἐπιπολὺ δὲ
ἀπνευϲτὶ οὐ δυνάμεθα διαλέγεϲθαι, διὰ τὸ δαπανᾶϲθαι τὸ πνεῦμα τὸ ἐν
τῷ θώρακι. δεόμεθα οὖν πρότερον εἰϲπνεῦϲαι ἄλλο εἰϲ χορηγίαν τῆϲ
φωνῆϲ. ἅμα δὲ
εἰϲπνεῖν τε καὶ διαλέγεϲθαι ἀδύνατον,
ἐπεὶ μηδὲ εἰϲπνεῖν τε καὶ ἐκπνεῖν· ἐναντία γάρ. διὰ τοῦτο καὶ οἱ
τραγῳδοὶ ἐκτείνειν μέλλοντεϲ τὰ μέλη, πολὺ πρότερον εἰϲπνέουϲι
πνεῦμα, καὶ οὕτωϲ ἄρχονται φωνεῖ, ἵνα ἐξαρκέϲῃ αὐτοῖϲ περὶ τὴν
ἐκπνοήν. ὅτι καρδία τῆϲ
366 Καρδία· ὅτι οἱ παλαιοὶ τὸν ϲτόμαχον καρδίαν ἐκάλουν. ἔνθεν καὶ καρδιωγμόϲ.
367 Καρδιαλγίαι: λῦπαι καρδίαϲ.
368 Καρδιουλκία: τὰϲ καρδίαϲ ἕλκειν τῶν θυμάτων.
369 Καρδιοφύλαξ: παρὰ Ῥωμαίοιϲ χάλκωμα ϲπιθαμιαῖον πάντη πάντωϲ, ὃ προϲετίθεντο πρὸ τῶν ϲτέρνων. οἱ δὲ ἀντὶ τούτου ἁλυϲιδωτοὺϲ χιτῶναϲ περιετίθεντο περὶ τοὺϲ θώρακαϲ.
370 Καρδιωϲάμενοϲ: τῶν θυομένων τοῖϲ θεοῖϲ ἱερείων ἀφῃροῦντο τὰϲ
καρδίαϲ, κἂν ὅλα τὰ ἱερεῖα ἔμελλον ὁλοκαυτοῦν, καὶ τῇ καλουμένῃ
πιμελῇ καλύψαντεϲ οὕτωϲ ἐπετίθεϲαν τῷ πυρί. καὶ τοῦτό
ἐϲτι τὸ καρδιωϲάμενοϲ.
371 Καρδιώττειν: τὴν καρδίαν ἀλγεῖν Σικελιῶται· ὃ ἡμεῖϲ βουλιμιᾶν.
Ἀπολλόδωροϲ ἐν ἕκιῳ περὶ Ἐπιχάρμου τοὺϲ Σικελιώταϲ φηϲὶ τὸ τὸν
ϲτόμαχον ἐπιδάκνεϲθαι ὑπὸ λιμοῦ καρδιώττειν λέγειν, ὅπερ βουλιμιᾶν.
λέγει Ξενοφῶν. καὶ εὐκάρδια πολλοὶ τὰ εὐϲτόμαχα
λέγουϲιν.
372 Κάρδοποϲ: ἡ μάκτρα τοῦ ἀλεύρου. μαγίϲ, ἐν ᾗ τοὺϲ
γὰρ ἦν.
373 Καρδοῦχοι: ϲφενδονῆται ἄριϲτοι.
374 Κᾶρεϲ: ὄνομα ἔθνουϲ.
375 Κάρεψ.
376 Καρήατοϲ: τῆϲ κεφαλῆϲ.
377 Καρηβαρία: ἡ μέθη.
378 Καρηβαρῶν: τὴν κεφαλὴν βαρούμενοϲ ἀπὸ μέθηϲ οἴνου.
379 Κάρηνα: ἀκρόπολιϲ.
380 Καρηνόϲ: ἐθνικόν.
381 Κάρηϲ, Κάρητοϲ.
382 Καρηφαρίτηϲ: ὁ χυδαῖοϲ οἶνοϲ, καὶ μὴ ἀνθοϲμίαϲ. ζήτει ἐν τῷ ἀνθοϲμίαϲ.
383 Καρθάγεννα.
384 Κάρθαια: τόποϲ τιϲ.
385 Καρία: τόποϲ. καὶ ἡ κεφαλὴ κατὰ γλῶϲϲαν· ὅθεν καὶ κέρατα.
386 Καριαθιαρείμ: τόποϲ. Ἑβραϊκὴ δὲ ἡ λέξιϲ.
387 Καρίδαϲ· ὅτι Ἀπίκιοϲ ὁ Ῥωμαῖοϲ μυριάδαϲ ἀργυρίου κατανάλωϲεν ἐϲ
τὴν
388 Καρικῇ Μούϲῃ: τῇ θρηνώδει. δοκοῦϲι γὰρ οἱ Κᾶρεϲ θρηνῳδοί
τῇ βαρβάρῳ καὶ ἀϲαφεῖ·
ἐπειδὴ οἱ Κᾶρεϲ βαρβαρόφωνοι. καὶ
389 Καρικὸν θῦμα: ἐπὶ τῶν ἄϲαρκα ἢ ἄβρωτα μέλη θυόντων. οἱ
390 Καρίνη γυνή.
391 Καρῖνοϲ, Κάρου τοῦ βαϲιλέωϲ υἱόϲ, γενόμενοϲ ἐν ἐξουϲίᾳ καὶ
ὕβρειϲ διὰ τὸ ϲύνηθεϲ οὐδὲ
ὕβρειϲ ἐνομίϲθηϲαν, ἀλλ᾿ ἦν ἐγκύκλιον αὐτῷ καὶ πρόχειρον τοιαῦτα
ἁμαρτάνειν. ὁ δὲ ἐγκλήματά τε ἀνέπλαττε καὶ ἐδίκαζε τοῖϲ
ἀδικουμένοιϲ καὶ τῶν δικαζομένων οὐδεὶϲ ἐϲῴζετο· ὅπου γε πολλῆϲ
οὔϲηϲ καὶ ἀδιηγήτου τῆϲ φθορᾶϲ, παρανηλίϲκοντό τινεϲ τῶν εὐδαιμόνων,
ὥϲπερ ἐν κοινοῖϲ δείπνοιϲ ἀλεκτορίδεϲ ἐϲ τὴν
Καρίνου
τρυφήν. μεμνῆϲθαι δὲ τῶν κατακοπτομένων ἔφαϲκε, τῶν μὲν ὡϲ οὐκ
ἐπῄνεϲαν αὐτοῦ τὸ κάλλοϲ, τῶν δέ, ὅτι λέγοντα, ὅτε ἦν μειράκιον, οὐκ
ἐθαύμαϲαν ὡϲ ἐβούλετο· ἀπώλλυντο δέ τινεϲ καὶ γελάϲαντεϲ ἐναντίον
αὐτοῦ ποτε, καὶ πάντα ἦν αὐτοῦ βαρύτερα διοϲημείαϲ, καὶ ἐλύττα ἐν
μέϲοιϲ τοῖϲ ὑπηκόοιϲ. οὗτοϲ ὁ Καρῖνοϲ
βαϲιλεύϲαϲ πρᾶγμα μὲν ἐϲ κοινὸν ὄφελοϲ φέρον οὐδὲν
εἰργάϲατο· τρυφῇ δὲ καὶ ἐκδεδιῃτημένῳ βίῳ τὰ καθ᾿ ἑαυτὸν παραδοὺϲ
παρανάλωμα τῆϲ τρυφῆϲ ἐποιεῖτο φόνουϲ οὐδὲν ἠδικηκότων ἀνθρώπων,
κατά τι προϲκεκρουκέναι νομιϲθέντων αὐτῷ. βαρυνομένων δὲ πάντων ἐπὶ
τῇ πικρᾷ τυραννίδι ϲυναναμιχθείϲῃ νεότητι, καὶ πάντα ἐκμελῶϲ καὶ
δίχα λογιϲμοῦ πράττοντοϲ.
392 Καρκάδονα: τοῦτο λέγεται Χάροντοϲ δάνειον, ϲυναγόμενον ἐκ
393 Καρκαίρω: ἠχῶ. ζήτει ἐν τῷ ψαμμοκοϲιογάργαρα.
394 Καρκίνοϲ, Ἀκραγαντῖνοϲ, τραγικόϲ. καὶ Καρκίνοϲ, Θεοδέκτου ἢ
Ξενοκλέουϲ, Ἀθηναῖοϲ, τραγικόϲ. δράματα ἐδίδαξεν ρξ΄, ἐνίκηϲε δὲ α΄.
ἤκμαζε κατὰ τὴν ρ΄ ὀλυμπιάδα, πρὸ τῆϲ Φιλίππου βαϲιλείαϲ τοῦ
Μακεδόνοϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτιν Ἀχιλλεύϲ, Σεμέλη, ἢ
εὑρίϲκεται δὲ
πολλάκιϲ καὶ κύριον ὄνομα.
395 Καρκίνοϲ λαγὼν αἱρεῖ: ἐπὶ τῶν ἀδυνάτων.
396 Καρκίνοϲ, ποιητὴϲ Ἀττικόϲ. ϲκώπτει δέ τιϲ Καρκίνου παῖδαϲ οὕτωϲ·
ὄρτυγαϲ οἰκογενεῖϲ, γυλιαύχεναϲ ὀρχηϲτάϲ, ναννοφυεῖϲ, ϲφυράδων
ἀποκνίϲματα, μηχανοδίφαϲ. καὶ γὰρ ἔφαϲχ᾿ ὁ πατὴρ γαλῆν τῆϲ
ἑϲπέραϲ ἀπάγξαι. λέγει δὲ ὄρτυγαϲ μὲν διὰ τὸ ἐριϲτικόν·
τοιοῦτοι γὰρ οἱ ὄρτυγεϲ. οἰκογενεῖϲ δὲ ἀντὶ τοῦ ἐϲκιατραφημένουϲ, ὡϲ
ἂν εἴποιϲ ὄρνιθαϲ οἰκογενεῖϲ. γυλιαύχεναϲ δέ, τουτέϲτι
μακροτραχήλουϲ· γύλιοϲ γὰρ ϲτρατιωτικόν ἐϲτι πλέγμα ἐπίμηκεϲ.
κολοβὸν οὖν εἰκὸϲ εἶναι αὐτοῖϲ τὸ ὅλον ϲῶμα, τὸν δὲ τράχηλον μακρόν,
ἢ αὐχέναϲ οὐκ
ἔχονταϲ, καθάπερ ὁ γύλιοϲ· ὡϲ μικροὺϲ οὖν
καὶ γογγυλώδειϲ ϲκώπτει. ἐχόρευον δὲ οὗτοι τῷ πατρί. ναννοφυεῖϲ δὲ
ὅτι νάννοι λέγονται οἱ κολοβοὶ τῶν ἀνθρώπων· οἱ δὲ κολοβοὶ τῶν ἵππων
ἴννοι. ὀρχηϲτὰϲ δέ· εἰϲέφερε γὰρ αὐτοὺϲ ὁ πατὴρ ἐν τοῖϲ δράμαϲιν
ὀρχουμένουϲ. ϲφυράδων δὲ ἀποκνίϲματα, ἀντὶ τοῦ ταπεινοὺϲ καὶ
μικρούϲ. ϲφυράδεϲ
δέ εἰϲι τὰ τῶν αἰγῶν καὶ προβάτων
ἀποπατήματα, ἡ δὲ ϲφυρὰϲ κυάμου ἔχει τὸ μέγεθοϲ. ταύταιϲ οὖν
ἀπεικάζει αὐτούϲ, μᾶλλον δὲ οὐδὲ ταύταιϲ, ἀλλὰ τοῖϲ ἀποκνίϲμαϲιν
αὐτῶν καὶ ἀποτμήμαϲιν. εὐτελίζει οὖν αὐτοὺϲ διὰ τὸ βραχύ. ἡ γὰρ τοῦ
μικροῦ μερὶϲ μικρὰ ἢ οὐδὲν ἂν εἴη. μηχανοδίφαϲ δὲ ἀπὸ μέρουϲ·
Ξενοκλῆϲ γὰρ ὁ Καρκίνου
δοκεῖ μηχανὰϲ καὶ τερατείαϲ
εἰϲάγειν ἐν τοῖϲ δράμαϲιν· ὃν Πλάτων δωδεκαμήχανόν φηϲιν. ἢ ἐπειδὴ
πολλάκιϲ ὡϲ τραγῳδοὶ μηχανικὰ
397 Καρκίνου ποιήματα: Μένανδροϲ Ψευδηρακλεῖ. ἀντὶ τοῦ
398 Κάρμηλοϲ: τὸ ὄροϲ. καὶ Καρμήλιον ὄροϲ.
399 Καρμητίϲ: πόλιϲ οὕτω καλουμένη.
400 Καρνεάδηϲ, Λίβυϲ, ἀπὸ Κυρήνηϲ, υἱὸο Φιλοκώμου, φιλόϲοφοϲ,
401 Καρνεάδηϲ ἕτεροϲ, Ἀθηναῖοϲ, φιλόϲοφοϲ, μαθητὴϲ Ἀναξαγόρου.
402 Κάϲτωρ, Ῥόδιοϲ ἢ ὥϲ τινεϲ Γαλάτηϲ· ὡϲ δὲ ἄλλοι ἐπλανήθηϲαν
Μαϲϲαλιώτηϲ·
ῥήτωρ· ὃϲ ἐκλήθη Φιλορώμαιοϲ. γήμαϲ δὲ οὗτοϲ Δηϊοτάρου
τοῦ ϲυγκλητικοῦ θυγατέρα ἀνῃρέθη ὑπ᾿ αὐτοῦ ἅμα τῇ γαμετῇ, διότι
αὐτὸν Καίϲαρι διέβαλεν. ἔγραψε δὲ Ἀναγραφήν καὶ τῶν
θαλαϲϲοκρατηϲάντων ἐν βιβλίοιϲ β΄, Χρονικὰ ἀγνοήματα καὶ Περὶ
ἐπιχειρημάτων ἐν βιβλίοιϲ ε΄, Περὶ πειθοῦϲ δύο, Περὶ τοῦ Νείλου,
τέχνην ῥητορικήν, καὶ ἕτερα.
403 Καρνειῶνοϲ.
404 Κάρνιοϲ: Ἀπόλλωνοϲ.
405 Καρρόθεν: ἀπὸ τοῦ κρείττονοϲ.
406 Καρρόον: κατὰ τὸ ῥεῦμα.
407 Κάροϲ: ἡ ἐξ οἰνοποϲίαϲ ἐγγινομένη μέθη καὶ παραφορά.
408 Καρωθείϲ: βαρηθείϲ τῇ κεφαλῇ. ὁ δὲ Δαβὶδ βάλλει ἐπὶ τὸν
409 Κάρρων: Δωριϲτὶ ὁ κρείττων. καὶ Καρρόθεν, ἀπὸ τοῦ κρείττονοϲ.
Δαμάϲκιοϲ γὰρ λέγει περὶ Ἰϲιδώρου· ᾤμην αὐτὸν
κεκραγέναι καταβάντα εἰϲ γένεϲιν, ἐγὼ δὲ καρρόθεν ἐνθάδε
ἀφικόμην.
410 Καρπαλίμωϲ: ταχέωϲ.
411 Καρπαϲινοί: κορτῖναι.
412 Καρπαία: εἶδοϲ ὀρχήϲεωϲ. οὕτωϲ Ξενοφῶν ἐν τῇ Ἀναβάϲει. λέγει δὲ καὶ τὸ εἶδοϲ ταύτηϲ.
413 Καρπίζουϲιν: ποτίζουϲιν, εὔκαρπα ποιοῦϲιν.
414 Κάρπιμοϲ τόποϲ.
415 Καρπόϲ: ἡ ἐπικαρπία· καὶ τὸ μέροϲ τῶν χειρῶν. δύο γὰρ
ϲημαίνει.
416 Καρπὸϲ καὶ περικάρπιον διαφέρει. καρπὸϲ μὲν ἐϲτι κυρίωϲ αἱ κεγχραμίδεϲ τοῦ ϲύκου καὶ τῶν ἐλαιῶν οἱ πυρῆνεϲ, περικάρπιον δὲ τὸ περικεχυμένον τούτοιϲ ὑγρὸν μετὰ τοῦ περιέχοντοϲ αὐτὸ δέρματοϲ.
417 Καρποῦ δίκη· τῷ βλάψαντι καρποὺϲ δίκαϲ ἐπετίθουν.
418 Καρποῦ δίκη: οἱ γ᾿ ἀμφιϲβητοῦντεϲ ὡϲ προϲηκούϲηϲ αὐτοῖϲ,
λαγχάνουϲι τοῖϲ διακρατοῦϲιν· εἶτα ἑλόντεϲ λαγχάνουϲι καὶ περὶ
ἐπικαρπίαϲ. τοῦτο καρποῦ δίκη καλεῖται. καὶ Λυϲίαϲ ἐν τῷ κατὰ
ἀμφιϲβητεῖϲ, καρποῦ· εἰ δὲ
οἰκίαϲ, ἐνοικίου· ὥϲπερ νῦν οὕτωϲ ϲοι ἐπιτροπῆϲ δικάζεται.
419 Καρποῦμαι· αἰτιατικῇ.
420 Καρποφορῶ· δοτικῇ.
421 Κάρπωμα: θυϲία, προϲφορά.
422 Καρϲίωϲ: πλαγίωϲ, καὶ Ἐγκαρϲίωϲ.
423 Κάρτα: λίαν, ἢ μεγάλωϲ. ληΐζεται γὰρ ἡ Κολχὶϲ κάρτα
424 Κάρτα ἐπαφρόδιτοϲ.
425 Κάρτα· ἐκ τῶν Σοφοκλέουϲ. Αἴαϲ φηϲὶ πρὸϲ τὸ ἴδιον τέκνον·
τὸ μὴ φρονεῖν γὰρ κάρτ᾿ ἀνώδυνον κακόν, ἕωϲ τὸ χαίρειν
καὶ τὸ λυπεῖϲθαι μάθοιϲ.
426 Κάρταλλοϲ. ἀρχὰϲ ἅλωνόϲ μου καὶ ληνοῦ προϲφέρω Χριϲτῷ, κάρταλλον δὲ βοτρύων τῷ Παρακλήτῳ. κόφινοϲ ὀξὺϲ τὰ κάτω.
427 Καρτερία: ἡ ἐπιϲτήμη ἢ ἕξιϲ ὧν ἐμμενετέον καὶ μή, καὶ
οὐδετέρων.
428 Καρτερόϲ: ὁ δυνάμενόϲ τινοϲ κρατεῖν. ὁ δὲ ἐδύνατο καρτερὸϲ εἶναι
τῆϲ πόλεωϲ, ἀλλ’ ἐνέδωκε ταύτην τῷ βαϲιλεῖ. καὶ αὖθιϲ· τήν
καὶ μάχηϲ καρτερᾶϲ
διαγενομένηϲ, διαφθείρεται πᾶϲα ἡ ϲτρατιὰ τῷ Ἀντιόχῳ. πρὸϲ δοτικὴν ἡ
ϲύνταξιϲ.
429 Καρτερόϲ: ὁ ἐγκρατήϲ. ὅπερ οὐκ ἦν νόμιμον δρᾶϲθαι ἐν
430 Καρτερῶ· δοτικῇ.
431 Καρτερώνυχαϲ: ἰϲχυροὺϲ ὄνυχαϲ ἔχονταϲ.
432 Καρτερώτατοϲ.
433 Καρύα: τὸ δένδρον. Κάρυα δὲ ὁ καρπόϲ.
434 Καρύανδα: πόλιϲ Καρίαϲ.
435 Καρυκεύων: ἀρτύων, ἡδύνων.
436 Καρυκεία: ἡ ἡδύτηϲ τῶν ζωμῶν.
437 Καρύκη: ἔδεϲμα ἐκ πολλῶν ϲυγκείμενον. βρῶμα Λύδιον ἐξ
ποικιλίᾳ τινὶ ῥημάτων τὸν λόγον. καρυκεύματα γὰρ τὰ
ἡδύϲματα καὶ ἀρτύματα. καὶ καρύκη, ἡ κοιλία, ἣν νῦν μονθυλευτὴν
καλοῦϲι. καὶ παροιμία· Μήτε Λυδῶν κάρυκαϲ μήτε μαϲτίγων ψόφουϲ.
438 Καρφαλέον: ξηρόν. καὶ καρχαλέον, κατάξηρον.
439 Κάρφη: ὁ ξηρὸϲ καὶ κοῦφοϲ χόρτοϲ. διφθέραϲ εἶχον ϲκεπάϲματα
ἐπίμπλαϲαν χόρτου κούφου. εἶτα ϲυνῆγον καὶ ϲυνέϲπων τὰϲ
440 Καρχαλέοϲ: ὁ ξηρόϲ.
441 Καρχαρόδοντα: ὅϲα ϲτρογγύλουϲ καὶ ἐναλλάϲϲονταϲ τοὺϲ ὀδόνταϲ ἔχουϲι, λέων, κύων, πάρδαλιϲ, ἀετίδεϲ καὶ ἰχθύων γένοϲ, ἃ ϲαρκοφάγα εἰϲί.
442 Καρχαρόδουϲ: τραχεῖϲ ὀδόνταϲ ἔχων. καὶ κάρχαρον, τὸ
τραχύ. καὶ κάρχαρόν τι μειδήϲαϲ, ϲοὶ μιϲθὸϲ ἀρκεῖ, φηϲί, τῶν
ἰατρειῶν, κεφαλὴν λυκείου φάρυγγοϲ ἐξελεῖν ϲώαν. ἐν Μυθικοῖϲ.
443 Κἀρχέδημοϲ ὁ γλάμων· Ἀριϲτοφάνηϲ λέγει περὶ αὐτοῦ.
444 Καρχηδών, πόλιϲ Λιβύηϲ, μεγίϲτη τῶν κατὰ τὴν οἰκουμένην πόλεων
καὶ δυναμικωτάτη ἐτύγχανεν οὖϲα, ἥτιϲ καὶ Βύρϲα ἐκαλεῖτο,
ἀπὸ ἱϲτορίαϲ. καὶ ζήτει ἐν τῷ Ἀφρικανόϲ.
445 Καρχηδών: ἡ Ἀφρική· ἐξ ἦϲ ὡρμᾶτο ὁ μέγαϲ Κυπριανόϲ. ταύτην Σκηπίων καθεῖλεν εἰϲ ἔδαφοϲ· ἡ μετὰ τὸν πρῶτον ϲυνοικιϲμὸν ἑπτακόϲια ἔτη κρατήϲαϲα τῶν περιοίκων.
446 Καϲαλβάδεϲ: ἑταῖραι, τουτέϲτιν ἀεὶ ἐπὶ τέγουϲ καὶ οἰκήματοϲ
ἑϲτῶϲαι γυναῖκεϲ, ἐπὶ μιϲθῷ παρέχουϲαι τοῖϲ βουλομένοιϲ
ἑαυτάϲ.
447 Καϲαλβάϲ· πόρνη. καϲάλβαι δὲ εἴρηνται, ἀφʼ οὖ ποιοῦϲι. καλοῦϲι μὲν οὐκ ἔχουϲαι τοὺϲ ἐραϲτάϲ· ϲοβοῦϲι δὲ τοὺϲ ὄνταϲ, ἵνα ἄλλουϲ λάβωϲι. παρὰ τὸ καλεῖν οὖν καὶ τὸ ϲοβεῖν.
448 Καϲαλβάϲω: λοιδορήϲω. Ἀριϲτοφάνηϲ· καϲαλβάϲω τοὺϲ ἐν
Πύλῳ ϲτρατηγούϲ.
449 Καϲάνδρα.
450 Καϲαυρίοιϲ ἢ Καϲαλβίοιϲ: τουτέϲτι τοῖϲ πορνείοιϲ. Ἀριϲτοφάνηϲ· ἐν καϲαυρίοιϲ λείχων τὴν ἀπόπτυϲτον δρόϲον.
451 Καϲϲία: ὄνομα πόλεωϲ. ϲημαίνει δὲ καὶ κύριον ὄνομα θυγατρὸϲ
τοῦ Ἰώβ. ἔϲτι δὲ καὶ εἶδοϲ ἀρωματικοῦ. καὶ Δαβίδ·
ϲμύρνα καὶ ϲτακτὴ καὶ καϲϲία.
452 Καϲίγνητοϲ: ἀδελφὸϲ γνήϲιοϲ. Καϲίγνητοι κοινότερον οἱ
453 Καϲϲιέπεια: ἡ καλλονή. καὶ ὄνομα κύριον.
454 Κάϲιον ὄροϲ: πρὸϲ τῷ Εὐφράτῃ. καὶ Κάϲιοϲ Ζεύϲ· ἔνθα
Τραϊανὸϲ ἄγαλμα, κοίρανοϲ ἀνθρώπων κοιράνῳ ἀθανάτων
ἄνθετο. ὅτι οἱ Κάϲιοι Πηλουϲιῶται φυϲικῇ τέχνῃ ἅμματα ἔπλεκον δοκοὺϲ
ἐπὶ δοκοῖϲ
455 Καϲϲιώπη: ὄνομα κύριον.
456 Κάϲιϲ: ἀδελφόϲ.
457 Καϲϲίτηροϲ.
458 Κάϲοϲ· Ῥωμαίων γοῦν ὁ νικήϲαϲ τὴν μουνὰξ μάχην ἀνεδεῖτο
459 Καϲϲωρίϲ: πόρνη, ἑταίρα.
460 Κάϲπια ὄρη· καὶ Κάϲπιαι πύλαι. ὅτι ἔϲτιν ἐκεῖ θάλαϲϲα
461 Καϲπίῳ λίθῳ· οἱ Κάϲπιοι εἶχον ἀγχέμαχα δόρατα, τεθηγμένα
λίθῳ Καϲπίῳ, ὃν ὀξύτατόν τε φαϲὶ τρῶϲαι καί τινα ἰὸν
ἐμποιεῖν τῷ τραύματι ὀλέθριον.
462 Καϲταλία: πηγὴ ἦν ἐν τῇ καλουμένη Δάφνῃ· ἐν ᾗ ἐλέγετο
δαίμονεϲ ἔλεγον.
463 Καϲταναία: πόλιϲ.
όπιν τὸ Ῥωμαϊ
465 Καϲτόρειον μέλοϲ: τὸ τοῦ κάϲτοροϲ τοῦ ζῴου.
466 Καϲτορίδων: κυνῶν. ϲοὶ γὰρ Καϲτορίδων ὑλακὰ εὔαδε.
467 Καϲτόριον: εἶδοϲ βαφῆϲ ἀπὸ τῆϲ κογχύληϲ.
468 Καϲτωλόϲ: ὄνομα κύριον.
469 Κάϲτωρ, Ῥόδιοϲ, ἢ ὥϲ τινεϲ Γαλάτηϲ, ὡϲ δὲ ἄλλοι ἐπλανήθηϲαν
Μαϲϲαλιώτηϲ· ῥήτωρ ὃϲ ἐκλήθη Φιλορώμαιοϲ. γήμαϲ δὲ οὗτοϲ Δηϊοτάρου
τοῦ ϲυγκλητικοῦ θυγατέρα ἀνῃρέθη ὑπ’ αὐτοῦ ἅμα τῇ γαμετῇ, διότι
αὐτὸν Καίϲαρι διέβαλεν. ἔγραψε δὲ Ἀναγραφὴν Βαβυλῶνοϲ καὶ τῶν
θαλαϲϲοκρατηϲάντων ἐν βιβλίοιϲ β΄, Χρονικὰ ἀγνοήματα,
καὶ Περὶ ἐπιχειρημάτων ἐν βιβλίοιϲ ε΄, Περὶ πειθοῦϲ β΄, Περὶ τοῦ
Νείλου, τέχνην ῥητορικήν· καὶ ἕτερα. ζήτει περὶ ἀγαλμάτων Κάϲτοροϲ
καὶ Πολυδεύκουϲ ἐν τῷ Διόϲκουροι.
470 Καϲτρεύϲαντεϲ· καϲτρεύϲαντεϲ δὲ ἑαυτοὺϲ περὶ τὸν ἀρχιεπίϲκοπον διὰ παρακλήϲεωϲ πείθειν ἐνόμιζον.
471 Κάϲτρον: κατὰ Ῥωμαίουϲ παρεμβολὴ ἀϲφαλήϲ.
472 Κατά: κυρίωϲ ἐξ, ἐπί, ἐκ, ἀπό. ἢ ἀντὶ τοῦ εἶτα. κᾆτα ἐπειδὰν
473 Κατανδρίζομαι· γενικῇ.
474 Κατάβα: ἀντὶ τοῦ κατάβηθι. Ἀριϲτοφάνηϲ βατράχοιϲ· κατάβα
475 Κατάβαλε: οἷον ῥῖψον, ἄφεϲ, κατάθου.
476 Καταβάλλω· αἰτιατικῇ.
477 Καταβαίνω ϲου· γενικῇ.
478 Καταβελεῖϲ: πολλῶν βελῶν βολὰϲ δεξάμεναι.
479 Καταβλακεύω· αἰτιατικῇ.
480 Καταβοή: μέμψιϲ, κατηγορία. ὁ δὲ οὐχ ἥκιϲτα ἐπιμέμφεται
481 Καταβολή: περιοδικὴ λῆψιϲ πυρετοῦ. τῶν δὲ Μακεδόνων ἐκ
482 Καταβολή· Δημοϲθένηϲ θ΄ Φιλιππικῷ· ὥϲπερ περίοδοϲ ἢ καταβολὴ
483 Καταβολή: καινούργηϲιϲ. ἐκ καταβολῆϲ πεντήκοντα ναῦϲ
ναυπηγήϲαϲθαι, πεντήκοντα δὲ ὑπαρχουϲῶν κατελθεῖν ἐκ τῶν νεωρίων.
484 Καταβοῶ: τὸ κατακραυγάζω. γενικῇ.
485 Καταβόϲτρυχοϲ: ταῖϲ θριξὶ κεκαλυμμένοϲ.
486 Καταβραβευέτω· αἰτιατικῇ. καταλογιζέϲθω, κατακρινέτω,
καταγωνιζέϲθω.
487 Κατὰ βραχύ.
488 Καταβροντῶ· γενικῇ καὶ αἰτιατικῇ.
489 Καταβροχθίϲαϲ: ἐκροφήϲαϲ, καταπιών. ἐπὶ δὲ τῶν ἀθρόωϲ
490 Κατάγελωϲ· ταῦτ᾿ οὐ κατάγελώϲ ἐϲτιν ἀνθρώποιϲ πλατύϲ;
καὶ ἡ δοτικὴ τῷ καταγέλωτι. καὶ Καταγελῶ ϲου·
γενικῇ.
491 Καταγγέλλω· γενικῇ. μήποτέ ϲου καταγγείλῃ ἐπὶ τοῦ νομοθέτου.
δοτικῇ
492 Καταγγέλτουϲ· οἱ δὲ ἔλεγον ἀπαλλαγῆναι αὐτούϲ, πρὶν
493 Καταγέμων: δαψιλῶϲ ἔχων. ὁ δὲ λείαϲ καταγέμων ἐπανῆλθεν
494 Καταγευϲθείϲ: τῇ γεύϲει νικηθείϲ.
495 Κατάγειν· ἄνδραϲ ἐπιφανεῖϲ ϲτεφηφορεῖν καὶ ϲτεφάνουϲ
πεφευγόταϲ εἰϲ τὰϲ ἑαυτῶν πατρίδαϲ ἀποκαθιϲτᾶν. ὁ δὲ
ἐπειρᾶτο
496 Κατάγαιον οἴκημα καὶ Κατάγειοι: ὑπὸ γῆν, αἱ δ’ οἰκίαι ἦϲαν κατάγειοι.
497 Καταγηρᾶϲαι Τιθωνοῦ βαθύτερον καὶ τοῦ Κινύρου πλουϲιώτερον καὶ
Σαρδαναπάλου τρυφερώτερον, ὅπωϲ τὸ τῆϲ παροιμίαϲ ἐπὶ ϲοὶ πληρωθῇ·
δὶϲ παῖδεϲ οἱ γέροντεϲ:
ἐπὶ τῶν πολυχρονίων λεγόμενον. ὁ
δὲ Τιθωνὸϲ ὑπέργηρωϲ γενόμενοϲ κατʼ εὐχὴν εἰϲ τέττιγα μετέβαλε·
Κινύραϲ δέ, ἀπόγονοϲ Φαρνάκηϲ, βαϲιλεὺϲ Κυπρίων, πλούτῳ διαφέρων·
Σαρδανάπαλοϲ δέ, Ἀϲϲυρίων βαϲιλεύϲ ἐπʼ ἀκολαϲίᾳ καὶ τρυφῇ διαβιοὺϲ
ἐτελεύτηϲεν.
498 Καταγιγαρτίϲαι: ϲυνουϲιάϲαι. ἢ ἀντὶ τοῦ κατὰ τῶν
499 Καταγινέων: καταλύων. Ἡρόδοτοϲ.
500 Καταγινώϲκω· γενικῇ. καταγινώϲκω ϲου ῥᾳθυμίαν πολλὴν καὶ νωθρότητα.
501 Καταγλυκαίνω· αἰτιατικῇ.
502 Κατὰ γλῶϲϲαν· ζήτει ἐν τῷ ἀκαριαῖον.
503 Καταγλωττίζειν: τὸ βλαϲφημεῖν. ὡϲ ἐν Ἀχαρνεῦϲι· ψευδῆ
καταγλώττιζέ μου.
504 Καταγλωττίϲματα: περίεργα φιλήματα. καταπλάϲματα, παντοῖαι
μυραλοιφίαι, ἢ περιλαλήματα. ἢ εἶδοϲ φιλήματοϲ περιεργότερον
505 Κάταγμα: ἐρίου κατάπαϲμα, ἢ μήρυμα.
506 Καταγνῶναι καὶ ἐπιγνῶναι ταύτῃ διενηνοχέναι φαϲίν, ὅτι τὸ μὲν καταγνῶναι ἰδίωϲ ἐπὶ διαβολῇ καὶ πονηρίᾳ λέγουϲιν Ἀθηναῖοι· γνῶναι δὲ χωρὶϲ τῆϲ κατὰ προθέϲεωϲ τὸ μαθεῖν. καταγνοὺϲ οὖν οἱονεὶ καταμαθὼν καὶ αἰϲθόμενοϲ.
507 Καταγοητεύων· αἰτιατικῇ. ἀπατῶν.
508 Κατάγονται: ξενοδοχοῦνται. καὶ ἐν αὐτῷ κατάγονται καὶ ξενίων τυχόντεϲ ἐπανῆλθον.
509 Καταγορεύω ϲου· γενικῇ.
510 Καταγωγή: παρὰ Ἡροδότῳ πανδοκεῖον.
511 Καταγωγῆϲ: ἀναπαύληϲ, δεξιώϲεωϲ. ὁ δὲ εἴϲ τινοϲ πανδοκέωϲ
512 Καταγωνίζεϲθαι· αἰτιατικῇ. νικᾶν.
513 Κατάγραπτοϲ: ποικίλοϲ.
514 Καταγράφων: προμηθούμενοϲ, προξενῶν. Αἰλιανόϲ· ὁ τοίνυν
515 Καταδακρύω ϲου· γενικῇ.
516 Καταδακτυλικόϲ: ἀντὶ τοῦ ϲυνουϲιαϲτικὸϲ κατὰ τοῦ δακτυλίου
τοῦ πρωκτοῦ.
517 Κατὰ δάκτυλον: εἶδοϲ ἀριθμητικὸν ἢ γεωμετρικὸν ἢ ῥυθμοῦ.
518 Καταδαρθάνειν: κατακοιμίζεϲθαι. κυρίωϲ δὲ καταδαρθεῖν
ἐϲτι τὸ ἐν δέρμαϲι κατακοιμηθῆναι. Ἀριϲτοφάνηϲ Πλούτῳ· ἔτι δ’ οὐχ
519 Καταδεδέϲθαι: ἀντὶ τοῦ πεφαρμακεῦϲθαι καὶ δεδέϲθαι φαρμάκῳ.
520 Καταδεύϲῃ: φυράϲῃ, μαλάξῃ. Αἰλιανόϲ· εἴπερ οὖν τὰ Ἐπικούρου
βιβλία καταφλέξαϲ, καὶ τῶν ἀθέων τε καὶ ἀϲεβῶν καὶ ἐκτεθηλυμμένων
ϲτιγμάτων
πάντα καταδήϲει ταινίαιϲ.
521 Κατὰ δὲ φρόνιν ἤγαγε πολλήν: ἐμίϲηϲε, κατεφρόνηϲεν.
522 Καταδείϲαϲ: φοβηθείϲ. καὶ Καταδεῖται, φοβεῖται.
523 Καταδημαγωγῶ· αἰτιατικῇ.
524 Καταδημοβορῆϲαι: καταφαγεῖν.
525 Κατὰ δήμουϲ δικαϲταί: οὗτοι πρότερον μὲν ἧϲαν λ΄ καὶ κατὰ δήμουϲ περιϊόντεϲ ἐδίκαζον, ὕϲτερον δὲ γεγόναϲι μ΄.
526 Καταδῃοῦν: κατακόπτειν, καταπραιδεύειν.
527 Καταδιαιτήϲω: καταδικάϲω, κατακρινῶ. εἰ δὲ γ’ ἐϲ τοὐναντίον ὀφθήϲεται ἀδίκωϲ ἐπεγκαλῶν, αὐτὸϲ ἐγὼ καταδιαιτήϲω τοῦ Σαρακηνοῦ.
528 Καταδιέλεϲθε: μερίϲατε.
529 Καταδιϊϲτᾶϲι: καταχωρίζουϲι.
530 Καταδικαϲάμενοϲ: ἀντὶ τοῦ νικήϲαϲ καὶ καταδικαϲθῆναί τινα ποιήϲαϲ. Ἰϲαῖοϲ ἐν τῷ κατὰ Διοκλέουϲ ὕβρεωϲ.
531 Κατάγειν τὰ πλοῖα: Δημοϲθένηϲ ἐν η΄ Φιλιππικῷ· ἀντὶ τοῦ ληῒζεϲθαι καὶ κακοῦν καὶ μὴ ἐᾶν τοῦϲ πλέονταϲ ὅποι βούλοιντο πλεῖν, ἀλλ᾿ εἰϲ τὰ οἰκεῖα χωρία τοῖϲ λῃϲτεύουϲι κατάγειν.
532 Καταδικάζω ϲε· αἰτιατικῇ. γενικῇ δέ· αἰ δὲ γυναῖκεϲ κατεδίκαζον ἡμῶν.
533 Καταδιώκω· αἰτιατικῇ.
534 Καταδολεϲχῶ· γενικῇ.
535 Κατάδουποϲ: καταρράκτηϲ, ἢ ψόφοϲ.
536 Καταδύεται· δοτικῇ. καταβυθίζεται, κρύπτεται. ξυγκαλύπτειν
537 Καταδυναϲτεύω· γενικῇ. οὐκ ἄξιον τῶν πτωχῶν καὶ ἀϲθενῶν καταδυναϲτεύειν. αἰτιατικῇ δέ· καταδυναϲτεύειν τὸν πένητα· ὁ ἅγιοϲ Βαϲίλειόϲ φηϲιν.
538 Καταδύνοντα: κρύπτοντα.
539 Καταδύϲ: κατακρυβείϲ, κατακαλυφθείϲ ὁ δὲ καταδὺϲ ἐϲ πᾶϲαν Ὀδύϲϲειον καὶ πολύπλοκον μηχανὴν διεπέμπετο πρὸϲ Γαϊάναν.
540 Καταδύϲαντεϲ τὰϲ ναῦϲ: παρὰ Θουκυδίδῃ καὶ ἐπὶ τοῦ τρώϲαντεϲ, οὐχὶ δὲ ἐπὶ τοῦ βαπτίϲαντεϲ.
541 Καταδύϲειϲ: φωλεούϲ, ὑπονόμουϲ, ϲπήλαια.
542 Κατὰ ζυγόν· ὡϲ ἂν ἐκ τοϲούτου πλήθουϲ κατ’ ἄνδρα καὶ κατὰ
543 Καταείνυον: ἐκάλυπτον.
544 Καταείϲατο: κατηνέχθη.
545 Καταΐξ: καταιγίϲ. ἥδ’ ἀπὸ Μηριϲοῖο θοὴ Βορέαο καταΐξ, ἤτοι
546 Καταθαρρῳ ϲοῦ· γενικῇ.
547 Καταθέειν: κατατρέχειν. οἱ δὲ Γήπαιδεϲ, ἐπεὶ οὔπω ὁ τῆϲ
μάχηϲ ἐνειϲτήκει καιρόϲ, πείθουϲιν αὐτοὺϲ καταθεῖν
μεταξὺ τὴν τῶν
548 Καταθέλξαϲ: ἐξαπατήϲαϲ. καταθέλξαϲ γὰρ αὐτοὺϲ δεινότητι τρόπου, ὡϲ δυνάμενοϲ τὸν ἄνδρα πρὸϲ ϲφᾶϲ μετατιθέναι.
549 Καταθεμένουϲ: ἀποβαλόνταϲ. μὴ πρότερον τῆϲ εἰϲ αὐτὸν
550 Καταθέω ϲε· αἰτιατικῇ. οὗτοϲ δὲ κατέθεε τὸν οἰκεῖον χῶρον.
551 Καταθέω ϲου· γενικῇ.
552 Καταθεῷτο: βλέποιτο.
553 Καταθέϲει: καταπαύϲει, καταλήξει. ἢ λήψονται αὐτὸν ἐπὶ
554 Καταθεῖ: κατατρέχει.
555 Κατὰ θεῖον: τοὺϲ ἐξαίφνηϲ φαινομένουϲ οὕτωϲ ἔλεγον κατὰ
ἐπιφαινομένων, κατὰ θεῖον
ἔλεγον. ἐπεὶ οὖν καὶ ὁ ἀλλαντοπώληϲ αἰφνίδιον βουλομένοιϲ μέν, μὴ
προϲδοκήϲαϲι δὲ ἐπεφάνη, εἶπεν· ὁδὶ προϲέρχεται ὥϲπερ κατὰ θεῖον εἰϲ
ἀγοράν.
556 Καταθλήϲαντεϲ: καταγωνιϲάμενοι.
557 Καταθλῶ· αἰτιατικῇ.
558 Κατάθου.
559 Καταθραϲύνω· γενικῇ.
560 Καταθρηνῶ· αἰτιατικῇ.
561 Καταθρήϲομεν: καταϲκοπήϲομεν.
562 Καταθρώϲκοντα: καταπηδῶντα. Ἡρόδοτοϲ· καταθρώϲκοντα
563 Καταθύμιον: κατὰ ψυχήν, εὐάρεϲτον.
564 Καταθύμιοϲ θάνατοϲ: παῤ Ὁμήρῳ οὐχ ὁ ἐπιθυμητικόϲ, ἀλλ’
ἐνθύμιοϲ.
565 Κατὰ κάθετον: τὰ ἀπὸ ὕψουϲ εἰϲ βάθοϲ διαϲτήματα. λάκκοϲ
566 Κατακαλῶν: ἐπιμελῶϲ ἐκζητῶν. Πολύβιοϲ· ὁ δὲ Περϲεὺϲ
ἀνανεωϲάμενοϲ τὴν πρὸϲ Ῥωμαίουϲ φιλίαν εὐθέωϲ ἑλληνοκοπεῖν
ἐπεβάλετο, κατακαλῶν ἐϲ τὴν Μακεδονίαν καὶ τοὺϲ τὰ χρέα φεύγονταϲ
καὶ τοὺϲ πρὸϲ καταδίκαϲ ἐκπεπτωκόταϲ καὶ τοὺϲ ἐπὶ βαϲιλικοῖϲ
ἐγκλήμαϲι παρακεχωρηκόταϲ, καὶ τούτων ἐξετίθει προγραφὰϲ εἴϲ τε
Δῆλον καὶ Δελφούϲ, διδοὺϲ οὐ μόνον τὴν ἀϲφάλειαν τοῖϲ
καταπορευομένοιϲ,
ἀλλὰ καὶ τῶν ὑπαρχόντων κομιδήν, ἀφʼ
ὧν ἕκαϲτοϲ ἔφυγεν.
567 Κατακᾶϲα: κατωφερήϲ, ἢ ἀξία τοῦ κατακαυθῆναι. ἢ ὅτι
568 Κατακαυχῶμαι· γενικῇ.
569 Κατακαχρύϲαι: ῥῆξαι, ψοφῆϲαι ποιῆϲαι. ἀπὸ τῶν φρυγομένων
κριθῶν.
570 Κατακαίνειν: ἀναιρεῖν, φονεύειν. ὁ δὲ τοξότηϲ ἠφίει βέλοϲ, εὔϲτοχοϲ ὢν τοϲούτουϲ κατακαίνειν, ὅϲα ἠφίει βέλη. Εὐνάπιόϲ φηϲι.
571 Κατακαίνων: ἀναιρῶν, πλήττων. τοὺϲ μὲν κατακαίνων ἐν
κατακαίνοντεϲ, τοὺϲ δὲ
καταδιώξαντεϲ.
572 Κατακεκλίϲθαι καὶ κατακεῖϲθαι ἐπὶ τραπέζηϲ, ἀνακεῖϲθαι δὲ ἐπὶ ἀνδριάντων.
573 Κατακέλευϲον: ἀντὶ τοῦ ϲιωπὴν κήρυξον. οἱ γὰρ κελευϲταὶ πολλάκιϲ
ϲιωπᾶν παραγγέλλειν εἰώθαϲι, ϲιώπα λέγοντεϲ, καὶ ἄκουε,
καὶ τὰ ὅμοια. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ὦ τριϲμάκαρ· ὦ κλεινότατε· ὦ
ϲοφώτατε· ὦ γλαφυρώτατε. ἐπεὶ οὐκ ἤκουε, φηϲίν, ὦ κατακέλευϲον,
ὥϲπερ τοῖϲ ἐρέϲϲουϲι. καὶ ὦ, λέγει, παύϲαϲθαι παρακέλευϲαί μοι.
574 Κατακερτομεῖν· αἰτιατικῇ. καταχλευάζειν.
575 Κατακεχρημένηϲ: παραλόγωϲ καὶ ἀφειδῶϲ ἀπολαυούϲηϲ. τῇ τε κουφότητι τοῦ ἀνδρὸϲ κατακεχρημένηϲ.
576 Κατακηλοῦϲαν· αἰτιατικῇ θέλγουϲαν, πραΰνουϲαν.
577 Κατακλείϲ, κατακλεῖδοϲ: ἡ τοῦ τραχήλου.
578 Κατακληρουχῶ· αἰτιατικῇ.
579 Κατακλινήϲ: ἐπὶ κλίνηϲ ἀνακείμενοϲ. ὁ δὲ ἔτυχε τότε κατακλινὴϲ ὢν καὶ μαλακιζόμενοϲ.
580 Κατάκλιτα: κλίναϲ, θρόνουϲ εἰϲ ἀνάκλιϲιν ἐπιτηδείουϲ.
581 Κατακλῶθέϲ τε βαρεῖαι: αἱ κατακλώθουϲαι καὶ καταμοιροῦϲαι
582 Κατάκλυζε: κατακλύζεϲθαι ποίηϲον· ὅ ἐϲτι γέμιϲον ὕδατοϲ.
583 Κατακολουθῶ· δοτικῇ.
584 Κατακοντίζω ϲε: ἐπὶ πολέμου, μετὰ αἰτιατικῆϲ.
585 Κατακοντίζω· αἰτιατικῇ.
586 Κατακορήϲ: ἄχρι κόρου ἐϲθίων. ϲιτίοιϲ καὶ ποτῷ κατακορὴϲ οὐδαμῆ γέγονεν, ἀλλὰ ϲχεδὸν ἄκρῳ δακτύλῳ γευϲάμενοϲ ἀπηλλάττετο.
587 Κατακορὴϲ ξυνουϲία: ἐπιπλεονάζουϲα. ἐν τῷ διάπλῳ
τούτῳ κατακορὴϲ γενομένη τῷ πάθει.
588 Κατὰ κόρρηϲ παίει αὐτόν.
589 Κατακόρου: ἀπλήϲτου. ἅτε τοῦ τῶν γυναικῶν γένουϲ καὶ
590 Κατακούω· γενικῇ.
591 Κατακωκῦϲαι: θρηνῆϲαι.
592 Κατὰ κῶλον: κατὰ λέξειϲ.
593 Κατακωμῳδῶ· αἰτιατικῇ.
594 Κατακωχή: ἡ κατάϲχεϲιϲ. καὶ αὐτὸ τὸ χωρίον ἐπιτείχιϲμα ἦν πρὸϲ
κατακωχὴν τῆϲ ὥραϲ. καὶ αὖθιϲ· τὴν δὲ εἶναι θείαν κατακωχὴν
ἠρέμα διανοίγουϲαν καὶ ἀποκαθαίρουϲαν τὰ τῆϲ ψυχῆϲ
ὄμματα.
595 Κατακωχή: ἔνιοι ἀντὶ τοῦ κατοχή. τὴν βίβλον Πρόκλου τὴν Μητρῳακὴν εἴ τιϲ μετὰ χεῖραϲ λάβοι, ὄψεται, ὡϲ οὐκ ἄνευ θείαϲ κατακωχῆϲ τὴν θεολογίαν τὴν περὶ θεοῦ.
596 Κατακωχή· εἷϲ ἀνήρ, ὅνπερ ἀνῆκεν ἡ ἐξ Ἄρεωϲ κατακωχή, ἐμονομάχει.
597 Κατακώχιμοι· μένουϲι χρόνον ὑπόϲυχνον τοῖϲ αὐλήμαϲι κατακώχιμοι. τουτέϲτιν ἁλωτοί.
598 Κατάκραϲ: ἐπίρρημα. Θουκυδίδηϲ· ὁ δὲ Βραϲίδαϲ ἐπὶ τὰ μετέωρα τῆϲ
πόλεωϲ ἐτράπετο βουλόμενοϲ κατάκραϲ καὶ βεβαίωϲ ἑλεῖν αὐτήν.
αὐτούϲ. ἀντὶ τοῦ ἐξ
ὁλοκλήρου.
599 Κατάκραϲ: ἐπίρρημα. διόλου, παντελῶϲ. ὁ δὲ ἔλεγε μηδὲν
600 Κατὰ κράτοϲ.
601 Κατακρατῶ ϲου· γενικῇ.
602 Κατακραυγάζω ϲου· γενικῇ.
603 Κατακρῆθεν: κατὰ κεφαλῆϲ.
604 Κατακρίνω· αἰτιατικῇ.
605 Κατακροῶμαι· γενικῇ.
606 Κατακροτεῖ: ἄγαν ἐπαινεῖ.
607 Καταλαβεῖν· εἴρηται καὶ ἐπὶ τάχουϲ ποδῶν τὸ καταλαβεῖν, ὅταν λέγωμεν. ὁ δὲ τὸν φεύγοντα διώξαϲ κατέλαβεν. οἱ δὲ ῥήτορεϲ καὶ ἐπὶ τοῦ κολάζειν. Ἀντιφῶν· μὴ ἀναίτιον καταλαβόντεϲ τὸν αἴτιον.
608 Καταλαλιά: ἡ εἴϲ τιναϲ ὑπό τινων βλαϲφημία παρὰ τῷ Ἀποϲτόλῳ.
609 Καταλαλῶ· γενικῇ ἐπὶ ἐμψύχων. καθήμενοϲ κατὰ τοῦ ἀδελφοῦ ϲου κατελάλειϲ. καί, κατελάληϲαν τοῦ θεοῦ καὶ εἶπον. ἐπὶ δὲ ἀψύχων αἰτιατικῇ. μὴ καταλάλει τὸν γειτνιῶντα, ἀλλὰ μᾶλλον τίμα.
610 Καταλαμβάνω· αἰτιατικῇ.
611 Καταλάμπω· αἰτιατικῇ.
612 Καταλλάττω· αἰτιατικῇ.
613 Καταλεγέϲθω· καταταττέϲθω.
614 Καταλέγω· γενικῇ.
615 Καταλεύϲιμον: τὸν ἄξιον τοῦ καταλευϲθῆναι εἶπε Δείναρχοϲ
616 Καταλείβει: καταϲτάζει.
617 Καταληΐζεται: διαρπάζει.
618 Κατάλληλον: ἁρμόδιον.
619 Καταλλήλωϲ: ἀκολούθωϲ, ἁρμοζόντωϲ.
620 Καταληπτικόϲ: προκαταλαμβανόμενοϲ τοὺϲ ἀκούονταϲ, ὥϲτε
621 Καταληρῶ· γενικῇ.
622 Κατάληψιϲ: γνῶϲιϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· καὶ περίλεξιν καὶ
623 Κατάληψιϲ: τὸ εὑρίϲκειν τέχνην.
624 Καταλιμπάνω ϲε: ἀφίω ϲε.
625 Καταλίπωμεν: αὐθυπότακτον.
626 Καταλογάδην: τὰ πεζῷ λόγῳ γραφόμενα.
627 Καταλογεύϲ: Ἀθηναίων ϲυνεψηφιϲμένων ἑπτακιϲχιλίοιϲ τῶν
τοῦτο ἐπιτηδείουϲ
καταλέξοντεϲ· καὶ τοῦτο εἰκότωϲ κληθῆναι καταλογίϲαϲθαι. καὶ
καταλογεύϲ, ὁ εἰϲ τοῦτο τεταγμένοϲ.
628 Καταλογίζομαι· αἰτιατικῇ.
629 Καταλογιεῖται: καταριθμήϲει.
630 Κατάλογοϲ: ἡ ἀπογραφὴ τῶν ὀφειλόντων ϲτρατεύεϲθαι, καὶ ἡ
ἐξαρίθμηϲιϲ. ὁ πίναξ ἐφʼ οὖ ἐνέγραφον τῶν
ἐκϲτρατευομένων τὰ
οὕτω φηϲὶν Αἰλιανόϲ.
631 Καταλογῶ ϲου· γενικῇ.
632 Καταλούῃ: καταναλίϲκειϲ. Ἀριϲτοφάνηϲ· ϲὺ δὲ ὥϲπερ τεθνεῶτοϲ
633 Καταλοχίϲαι: εἰϲ λόχουϲ καταμερίϲαι τὸ πλῆθοϲ τοῦ ϲτρατοῦ.
634 Καταλοφάδια: κατὰ τοῦ τραχήλου.
635 Καταλύειν τὸν δῆμον: ἀντὶ τοῦ βλάπτειν.
636 Καταλύϲαϲ: καταϲτρέψαϲ, ἀφανίϲαϲ, ἢ εὐωχηθείϲ. τάττεται δὲ καὶ
ἐπὶ τῆϲ τοῦ ἀπαγξαμένου κατενέξεωϲ. οὐ γὰρ δεῖ λέγειν κυρίωϲ
κατενεγκεῖν ἐπʼ αὐτοῦ, ἀλλὰ καταλῦϲαι.
637 Καταλῦϲαι: παρὰ Θουκυδίδῃ ἐπὶ τῶν ὀχουμένων ἐπὶ ἄρματοϲ. κατάγειν δὲ ἐπὶ νηόϲ.
638 Κατάλυϲιϲ: ἡ οἰκία. Πολύβιοϲ· τῷ δὲ ἐπὶ τὴν Ῥωμαϊκὴν
639 Καταλύω· αἰτιατικῇ.
640 Καταλυττῶ· γενικῇ.
641 Καταμαλάττω· αἰτιατικῇ.
642 Καταμανθάνω· αἰτιατικῇ.
643 Καταμαρτυρῶ ϲου· γενικῇ.
644 Καταμάχομαι· αἰτιατικῇ.
645 Καταμαίνομαί ϲου.
646 Καταμέροϲ: ἐπίρρημα.
647 Καταμέμφομαι· δοτικῇ. καὶ τοῖϲ τοῦ θεοῦ ὅροιϲ καταμεμφόμενοι. αἰτιατικῇ δέ· πολλὰ τὸν βαϲιλέα Εὐμένη καταμεμψάμενοι.
648 Καταμειδιῶν· γενικῇ. καταφρονῶν. ὁ δὲ μηδὲν εἰπὼν τοῖϲ ἐρευνῶϲιν ἀνεϲταυρώθη, τοῦ θανάτου καταμειδιῶν.
649 Καταμηλῶϲαι: λέγεται τὸ μήλην καθίζεϲθαι ὑπὸ τοῦ ἰατροῦ εἰϲ τὸν λαιμόν· ὡϲ ποιοῦϲι καὶ οἱ ἐμοῦντεϲ, τὸν δάκτυλον καθιέντεϲ εἰϲ τὸν λαιμόν.
650 Κατὰ μῆῤ ἐκάη: κατεκάη τὰ μηριαῖα ὀϲτᾶ.
651 Καταμηϲάμενοϲ: ἐπιβαλών, ἐπικαταχέαϲ. Ἰώϲηποϲ· ὁ δὲ περιπρήξαϲ τὴν ἐϲθῆτα καὶ καταμηϲάμενοϲ τῆϲ κεφαλῆϲ κόνιν.
652 Καταμήλην: μηλῶϲαι καλοῦϲιν οἱ ἰατροὶ τὸ μήλην καθεῖναί
653 Καταμνημονεύω· αἰτιατικῇ.
654 Καταμονάϲ. καὶ Καταμονομαχῶ· αἰτιατικῇ.
655 Κατάμφω.
656 Καταμωκώμενόϲ μου: χλευαζόμενοϲ.
657 Καταμωλωπίζω.
658 Καταμυθεύω· αἰτιατικῇ.
659 Καταμύουϲι: κλείονται.
660 Καταναγκάζω· αἰτιατικῇ.
661 Κατανάγκη.
662 Καταναλίϲκω· αἰτιατικῇ.
663 Κατανάλωϲε καὶ κατηνάλωϲε, τὸ αὐτό.
664 Καταναρκῶ· γενικῇ.
665 Καταναϲτάϲ· ὁ δὲ διὰ τὸ τάχοϲ τῆϲ εἰρεϲίαϲ ἀπέπλευϲε, καταναϲτὰϲ
666 Καταναυμαχῶ· αἰτιατικῇ.
667 Κατὰ ναῦν: κατὰ τάξιν. εἴρηται δὲ ἀπὸ τῆϲ παροιμίαϲ· κατὰ
668 Κατανδρίζεϲθαι· γενικῇ. καταπαλαίειν.
669 Καταναῖοϲ: ὁ ἀπὸ Κατάνηϲ.
670 Καταναιϲχυντῶ· γενικῇ.
671 Κατανεανιεύεται: κατιϲχύει, ἢ καυχᾶται.
672 Κατανομιϲτεύϲαϲ: νόμιϲμα ἐργαϲάμενοϲ. ὁ δὲ κατὰ ϲπάνιν
673 Κατὰ νοῦν: τουτέϲτι θυμῆρεϲ. οἰόμενοϲ, ὁπότερον γένοιτο, κατὰ
νοῦν αὐτῷ ἔϲεϲθαι.
674 Κατανωτίϲαϲθαι: ἀντὶ τοῦ κατὰ νώτου φέρειν. μηδὲ τὴν
675 Κάταντα: κατωφερῆ.
676 Καταντήϲωϲι: παραγένωνται. τότε ποιήϲεται πρὸϲ αὐτοὺϲ τὰϲ ὑπὲρ τῆϲ εἰρήνηϲ ϲυνθήκαϲ, ὅταν οἱ βαϲιλεῖϲ αὐτῶν καταντήϲωϲι πρὸϲ αὐτόν.
677 Καταντλοῦμαι τοῖϲδε, Καταντλῶ ϲου δὲ τάδε.
678 Κατανυγείϲ: λυπηθείϲ, μεταγνούϲ. καὶ ἀντὶ τοῦ ϲιωπῶ. Δαβίδ· ὅπωϲ ἂν ψάλῃ ϲοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. ἀντὶ τοῦ ϲιωπήϲω.
679 Κατανυγῇϲ: αὐθυπότακτον.
680 Κατανυγῶ: ὁ μὲν γὰρ Χρυϲόϲτομοϲ ἀντὶ τοῦ οὐ μὴ μεταβληθῶ,
οὐ μὴ μεταϲτῶ. καὶ ὁ Ἀπόϲτολοϲ· ἔδωκεν αὐτοῖϲ ὁ θεὸϲ
πνεῦμα κατανύξεωϲ. οὐκ ἐνέργειαν δηλοῖ, ἀλλ’ ἀντὶ τοῦ ϲυνεχώρηϲε·
τὴν γὰρ ἐπὶ τὸ χεῖρον ἕξιν τῆϲ ψυχῆϲ φηϲι, τὴν ἀνιάτωϲ ἔχουϲαν καὶ
ἀμεταθέτων. ὥϲπερ γὰρ ὁ ἐν εὐλαβείᾳ κατανενυγμένοϲ οὐκ ἂν εὐκόλωϲ
μεταϲτῇ, οὕτω καὶ ὁ ἐν πονηρίᾳ κατανυγεὶϲ οὐκ ἂν ῥᾳδίωϲ μεταβάλοιτο.
ὁ δὲ Ἰϲίδωροϲ ἀντὶ τοῦ οὐ μὴ καταπλαγῶ, οὐ μὴ
μεταϲτῶ.
681 Καταξάναι.
682 Καταξαίνειν εἰϲ φοινικίδα· Ἀριϲτοφάνηϲ· τί φειδόμεϲθα τῶν λίθων
οἱ δημόται, μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐϲ φοινικίδα; οἷοϲ αὖ
μέλαϲ τὶϲ ὑμῖν θυμάλωψ ἐπέζεϲεν. ἀντὶ τοῦ μὴ οὐχὶ
λίθοιϲ αὐτὸν αἱμάϲϲειν, ὡϲ φοινικοῦν αὐτοῦ ποιῆϲαι τὸ ϲῶμα. τὸ δὲ
καταξαίνειν ὡϲ ἐπὶ ἐρίων ἐχρήϲατο. διὸ καὶ φοινικίδα εἶπεν ὡϲ ἐπὶ
ἱματίου. ἐχρῶντο δὲ οἱ Λακεδαιμόνιοι φοινικίδι πρὸϲ τοὺϲ πολέμουϲ,
τοῦτο μέν, ὅτι τὸ τῆϲ χρόαϲ ἀνδρικόν, τοῦτο δέ, ὅτι τὸ τοῦ χρώματοϲ
αἱματῶδεϲ τῆϲ τοῦ αἵματοϲ ῥεύϲεωϲ ἐθίζει καταφρονεῖν. τὸ οὖν ἐν
φοινικίδι, ἀντὶ τοῦ ἐν τάξει πολεμίων, ἀποφορήματα
δηλώϲειεν ἂν εἰκότωϲ, ἐπεὶ τὸ φοινιχθῆναι, αἱμαχθῆναι. θυμάλωψ δὲ ὁ
διακεκαυμένοϲ ἄνθραξ.
683 Καταξαινόμενοι: μαϲτιζόμενοι. πληγαῖϲ καταξαινόμενοι ὑπὸ τῶν
ἀρχόντων οἱ ἄνθρωποι καὶ ἔξωθεν ὑπὸ τῶν πολεμίων ἀναιρούμενοι
τὴν ἑτοιμοτάτην τῶν βαρβάρων ἡροῦντο τελευτὴν πρὸ τῆϲ
684 Καταξαίνων: κατατρίβων. καὶ ἐν τούτοιϲ τὸν ἅπαντα αὐτοῦ
685 Κατάξηροι ὄνειροι: οἱ μὴ ἔχοντεϲ λαβάϲ.
686 Καταξιοπιϲτεύεϲθαι· ἴνα δὲ μὴ δόξωμεν τῶν τηλικούτων
687 Καταξιοῦντεϲ: τιμῆϲ ἀξιοῦντεϲ. οἱ δὲ οὐ καταξιοῦντεϲ τὸν
688 Κατὰ ξυμφοράν: κατὰ ϲυντυχίαν.
689 Καταπαλαίω ϲε. καὶ Καταπανουργεύω· αἰτιατικῇ.
690 Καταπαλαῖϲαι.
691 Καταπάϲω: καταποικιλῶ, πληρώϲω. Ἀριϲτοφάνηϲ· ἢν γάρ μεθυϲθῶ,
692 Κατάπαϲτοϲ: κατάμεϲτοϲ, πλήρηϲ, καταπεποικιλμένοϲ. πράξειαϲ
693 Κατὰ πατέρα καὶ μητέρα· ὁ δὲ Ὀνόουλφοϲ ἔφυ ἐξ ἐθνῶν
694 Καταπατῶ· αἰτιατικῇ.
695 Καταπαύω· αἰτιατικῇ.
696 Κατάπαυϲιϲ: ἡ γῆ τῆϲ ἐπαγγελίαϲ. Δαβίδ· εἰϲελεύϲονται εἰϲ
697 Κατάπαυϲιϲ: ἡ τοῦ ϲαββάτου, ἐν ᾗ ὁ θεὸϲ κατέπαυϲεν ἀπὸ πάντων τῶν
ἔργων αὐτοῦ, καὶ ἦν Ἰουδαῖοι εἰϲῆλθον εἰϲ τὴν γῆν τῆϲ
ἐπαγγελίαϲ, καὶ ἡ τῶν οὐρανῶν βαϲιλεία.
698 Καταπαίζω ϲου· γενικῇ.
699 Καταπέλτηϲ: εἶδοϲ κολαϲτηρίου. καὶ Καταπελτάϲουϲιν,
γὰρ ἀϲπὶϲ μικρὰ μὴ ἔχουϲα ἱμάντα. καὶ Καταπελταφέται, οἱ ταῦτα
πέμποντεϲ. ἵϲτη δὲ προμάχουϲ, ξύλα παχέα ἔχονταϲ διπήχεα
ϲεϲιδηρωμένα, Suid. ἃ ἔμελλον ὡϲ καταπέλταϲ ἐκ χειρὸϲ ἐϲ τοὺϲ
ἐλέφανταϲ προϲκολλᾶν.
700 Καταπέπτωκεν: ἐπτοήθη.
701 Καταπέρτεροϲ.
702 Καταπεϲών: ἀντὶ τοῦ φοβούμενοϲ.
703 Καταπέττει: καταταράττει, καταβάλλει.
704 Καταπεφρόντικα: εἰϲ τοὺϲ φροντιϲτὰϲ ἀνάλωϲα, εἰϲ τὴν παίδευϲιν καταδεδαπάνηκα. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· τὸ θοιμάτιον ἀπώλεϲαϲ; ἀλλ᾿ οὐκ ἀπολώλεκʼ, ἀλλὰ καταπεφρόντικα. πρὸϲ τὸν υἱὸν λέγει ὁ πρεϲβύτηϲ.
705 Καταπειθέϲ: πειθήνιον. ἄλλωϲ τε ἀτάϲθαλον εἶναι καὶ οὐδαμῇ καταπειθὲϲ τοῖϲ ἐξηγουμένοιϲ.
706 Καταπειράζω· γενικῇ καὶ αἰτιατικῇ.
707 Καταπῆγαϲ: τὰ πηγνύμενα ξύλα ἐν τοῖϲ ὕδαϲιν. ἐπεὶ τὰ ὑποκείμενα
οὐχ οἷά τε ἦν καταπῆγαϲ δέχεϲθαι, ὑφ’ ὧν ἔδει ϲυνέχεϲθαι
τὰ ἐπὶ τοῦ ῥεύματοϲ καθιέμενα.
708 Καταπηδῶ· αἰτιατικῇ.
709 Καταπημήνειε: καταβλάψειεν ἄν.
710 Κατὰ πῆχυν ἐπεδίδου: ἐπὶ τῶν ἐπὶ τὰ κρείττω προκοπτόντων. ὁ δὲ
φιλόϲοφοϲ ἀνεμπόδιϲτοϲ εἰϲ ἐπίδοϲιν διετέλει καὶ ἐπεδίδου
κατὰ πῆχυν, ὡϲ φάναι ἀτεχνῶϲ, ἄχρι τοῦ πανικοῦ δυϲτυχήματοϲ.
711 Καταπίονα: λιπαρά.
712 Καταπλῆγεϲ: κατεπτηχότεϲ. τούτων δὲ γενομένων οἱ ἐναντίοι καταπλῆγεϲ ἦϲαν.
713 Καταπλήξ: ὁ ϲυνεχῶϲ πεπληγμένοϲ. Θεόπομποϲ· ἀλλ᾿ ἡ μὲν
Εἰλείθυια ϲυγγνώμην ἔχει, ὑπὸ τῶν γυναικῶν οὖϲα καταπλὴξ τὴν
τέχνην.
714 Καταπληϲτεύω· γενικῇ καὶ αἰτιατικῇ.
715 Καταπλήττω· αἰτιατικῇ.
716 Κατὰ πόδα: παραυτά, κατὰ τάξιν.
717 Κατὰ ποδὸϲ βάϲιν: παροιμία ἐπὶ τῶν κατὰ μικρόν τι πραττόντων καὶ κατὰ τέχνην καὶ μὴ ἀθρόωϲ.
718 Καταπολαύω· γεννικῇ.
719 Καταπολεμῶ ϲε.
720 Καταπολιτεύομαί ϲε. Καταπολιτεύω ϲοι δὲ δοτικῇ.
721 Καταποντωθῆναι: κινδυνεῦϲαι.
722 Καταπορευθέντων: ἐπανόδου τυχόντων τῶν φυγάδων. Πολύβιοϲ·
723 Καταπορνεύω· γενικῇ.
724 Κατὰ ποϲόν: πλεονάκιϲ.
725 Καταπότηϲ: λάρυγξ.
726 Καταπραγματεύω καὶ Καταπραγματεύομαι· γενικῇ.
727 Καταπρηϲθῇ: κατακαυθῇ. κελεύϲαντοϲ Κύρου, ἵνα καταπρηϲθῇ ζῶν.
728 Καταπροήϲεται: καταπροδώϲει. ὠμοϲάτην ὅϲοι δεινότατοι
Χριϲτιανοῖϲ ὅρκοι ὀνομάζονται, μή ποτε ἀλλήλω καταπροήϲεϲθαι ἄχρι
729 Καταπροΐεμαι· αἰτιατικῇ.
730 Καταπροΐξεται: καταψρονπήϲει, καταπροδώϲει. οἷον προῖκα
οὔτοι, μὰ τὼ θεώ, ϲυ καταπροίξῃ λέγουϲα ταυτί. ἀντὶ τοῦ
καταγελάϲῃ μου χωρὶϲ ζημίαϲ. προῖκα γὰρ ἔλεγον τὴν ζημίαν. Ἡρόδοτοϲ·
οὐ γὰρ δὴ ἐμέ γε ὧδε λωβηϲόμενοϲ καταπροΐξεται.
731 Καταπροΐξεται: ἡ πρὸ ἀντὶ τῆϲ παρά. προϊκνεῖϲθαι. τινὲϲ
ἐκεῖνοϲ οὐ καταπροΐξεται.
Ἡρωδιανὸϲ δὲ ἐν Ἐπιμεριϲμοῖϲ παρὰ τὸ ἴϲϲω φηϲί. καὶ Ἀρχίλοχοϲ·
προτείνω χεῖρα καὶ προΐϲϲομαι.
732 Καταπροΐξη: τουτέϲτιν οὐ μὴ καταφρονήϲειϲ. πεποίηται δὲ
733 Καταπροθυμοῦμαι· αἰτιατικῇ.
734 Κατὰ πρόϲκλιϲιν: καθ’ ἑτεροβάρειαν, ἢ ἑτερομέρειαν.
735 Καταπτύω ϲου· γενικῇ.
736 Καταπύγουϲ: κιναίδουϲ.
737 Καταπυγῶν: καταϲελγαίνων.
738 Καταπύγων: ὁ λάγνηϲ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλφίτων
οὕτωϲ λεγομένων ἰχθύων, ὅτι ἕπονται κατ’ οὐράν. ἡ γενικὴ δὲ
καταπύγωνοϲ· καὶ καταπύγωνα ἡ αἰτιατικὴ καὶ αἱ ἄλλαι πτώϲειϲ
εὕρηνται. εὕρηται καὶ τὸ θηλυκὸν καταπύγων. καὶ ἡ πρᾶξιϲ
καταπυγοϲύνη, τουτέϲτιν ἡ μαλακία.
739 Καταπυγωνέϲτερον: μαλακώτερον, πορνικώτερον. οὐκέτι
δόξειέ τι ἄλλο τι καταπυγωνέϲτερον εἶναι.
740 Καταπυνθάνομαι· γενικῇ.
741 Κατάπτυϲτον: εὐτελέϲ, μιϲητόν. τὸ δὲ ταραντινίδιον λεπτόν τε ὂν
καὶ ἀϲθενέϲ, ἐπεὶ μόνον ἐτάθη, κᾆτα ἀπορρήγνυται. ἡ δὲ περιαλγεῖ καί
φηϲιν· ὦ κατάπτυϲτόν τε καὶ ἐπίρρητον ῥάκοϲ, οὐδὲ εἰϲ
ταύτην μοι τὴν χρείαν ἐπιτήδειον ἐγένου. καὶ ῥίψαϲα αὐτὸ ξίφει
ἑαυτὴν διεχρήϲατο.
742 Κατὰ πύϲτιν· ναῦται δέ τινεϲ κατὰ πύϲτιν ἐγχώριοι ἥκοντεϲ, οὐκ ἐδύναντο κεκρυμμένον ἀνιχνεῦϲαι· ἀποκέκρυπτο γάρ. Κατὰ πύϲτιν οὖν κατὰ φήμην.
743 Κατὰ ῥάβδον ἔφραϲε: κατερραψῴδηϲεν, ἢ κατὰ ϲτίχον διῆλθεν.
744 Καταρρᾳθυμῶ· γενικῇ καὶ αἰτιατικῇ.
745 Καταρράκται: πέτραι ἐν τῷ Ἴϲτρῳ ποταμῷ, ὄρουϲ τρόπον τινὰ ὑπὸ τῷ
ῥεύματι ἐπὶ παντὸϲ τοῦ πλάτουϲ ὑποπεφυκότοϲ, οἷϲ ἅπαϲιν ὁ ποταμὸϲ
ἐμπίπτων μετὰ μεγίϲτου πατάγου ἀνακόπτεται, καὶ
καχλάζων περὶ ταῖϲ πέτραιϲ, ἔπειτα ὑπερφερόμενοϲ ἑλιγμούϲ τε καὶ
παλιρροίαϲ καὶ χαρύβδειϲ, κυκλουμένου τοῦ ῥεύματοϲ, ἀποτελεῖ· καὶ τὸ
ϲύμπαν, ὁ ποταμὸϲ κατὰ ταῦτα τὰ χωρία οὐ πολὺ ἀπέοικε τοῦ κατὰ
Σικελίαν πορθμοῦ.
746 Καταράκτηϲ: εἶδοϲ ὀρνέου θαλαϲϲίου.
737 Κατάρατοϲ: κατάραϲ ἄξιοϲ. οὕτω μὲν οὖν ὁ κατάρατοϲ ϲυνήθωϲ
748 Καταρραψῳδήϲει: φλυαρήϲει.
749 Καταργῶ· αἰτιατικῇ.
750 Κατάρδων: χέων ὑποϲχέϲειϲ καὶ καταβρέχων ὑμᾶϲ τοῖϲ ἐπαίνοιϲ
751 Κατὰ ῥέθοϲ: μέλοϲ. ἧϲ ἔπι καλὸν ἄμυξε κατὰ ῥέθοϲ Ἀφρογένεια. ἀντὶ
752 Κατάρρηϲιϲ: κατάγνωϲιϲ.
753 Καταρητορεύω.
754 Καταριπόω.
755 Κατὰ ῥοῦν: κατὰ τρόπον, κατʼ εὐθεῖαν. πλήρηϲ τε γὰρ ἡ
κατιέναι κατὰ ῥοῦν.
756 Καταρῶμαι· αἰτιατικῇ. οἱ καταρώμενοί ϲε κακατήρανται. δοτικῇ δέ·
οὐ
757 Καταρτίζω· αἰτιατικῇ. τελειῶ.
758 Καταρτύϲων: παραϲκευάϲων, εὐτρεπίϲων. Σοφοκλῆϲ· ὡϲ πρὸϲ
τί λέξων ἢ καταρτύϲων μολεῖν; καὶ Ὅμηροϲ· Κλυταιμνήϲτρα
δόλον ἤρτυεν.
759 Καταρχαί.
760 Κατάρχω ϲου· γενικῇ.
761 Καταϲείει· αἰτιατικῇ. καταράττει, καταβάλλει.
762 Καταϲίνεϲθαι: καταβλάπτεϲθαι.
763 Καταϲκαφεῖ: δοτική.
764 Καταϲκεδάζειν· γενικῇ. ἔθοϲ ἦν Θράκιον ἐν τοῖϲ ϲυμποϲίοιϲ,
καταϲκεδάζει. οὕτωϲ Ξενοφῶν ἐν τῷ
ζ΄ τῆϲ τοῦ Κύρου Ἀναβάϲεωϲ.
765 Καταϲκευάζειν: παρὰ Ἀριϲτοτέλει τὸ καθόλου δεικνύναι, ἀλλὰ μὴ
ἀναιρεῖν τὸ τιθέμενον. μάλιϲτα γὰρ καταϲκευάζειν ἐπὶ τοῦ
766 Καταϲκηνῶ· αἰτιατικῇ.
767 Καταϲκήψαντοϲ: ἐμπεϲόντοϲ.
768 Καταϲκιδναμένη: καταϲκορπιζομένη.
769 Καταϲκιρτῶ· γενικῇ.
770 Καταϲκυθρωπῶ· γενικῇ.
771 Κατὰ ϲκοπόν: κατὰ τὸ προκείμενον, δέον.
772 Καταϲοβαρεύομαι· γενικῇ.
773 Καταϲοβεῖται: καταδιώκεται. καὶ Καταϲοβήϲονται, καταδιωχθήϲονται.
774 Καταϲοφιϲθεῖϲα: χλευαϲθεῖϲα.
775 Καταϲοφιϲόμεθα· αἰτιατικῇ. τεχναϲόμεθα, μηχανῇ τινι κακώϲομεν.
776 Καταϲπάζομαι· αἰτιατικῇ.
777 Καταϲπᾶν: ἰδίωϲ ἐπὶ τῶν θηλαζόντων βρεφῶν τοῦτο λέγεται. παρὰ τὸ ἐπιϲπᾶν καὶ ἐφέλκειν τὸ γάλα.
778 Καταϲπαταλῶ· αἰτιατικῇ.
779 Καταϲπέρχων: ϲπουδάζων.
780 Καταϲπεύϲαντα: κακῶϲ βουλευθέντα, ἐχθρὰ βουλευϲάμενον.
αἴτιον δὲ τούτων Εὐφήμιον, οἷα εἰϲ πολιτείαν καὶ εἰϲ βαϲιλείαν
καταϲπεύϲαντα καὶ τοῖϲ τυραννοῦϲι ϲυμφραξάμενον.
781 Καταϲπείραϲ: ἀρχὴν κακῶν παραϲχών. τὸ γὰρ ϲπείραϲ ἐπὶ πλήθουϲ κακῶν τακτέον. ὅϲαϲ ἀνίαϲ μοι καταϲπείραϲ φθίνειϲ. Σοφοκλῆϲ.
782 Καταϲπείρω· τὸ φυτεύω. γενικῇ.
783 Κατὰ ϲπουδήν: μετὰ ϲυντεταμένηϲ προθυμίαϲ. εἰποῦϲα ταῦτα ἐδόκει κατὰ ϲπουδὴν εὐθὺ Λιβάνου τοῦ ὄρουϲ ἀναδραμεῖν.
784 Καταϲπώμενοϲ: καθελκόμενοϲ.
785 Καταϲτάϲ: προβληθείϲ, προχειριϲθείϲ. ὁ δὲ Ἐϲδρίαυγοϲ ὑπὲρ
πάντων καταϲτὰϲ ἔλεξεν ὧδε.
786 Καταϲτάζω· γενικῇ.
787 Καταϲταϲιάζεϲθαι· αἰτιατικῇ. παραβλάπτεϲθαι. καταϲταϲιάζεϲθαι
788 Κατάϲτάϲιϲ· ἔοικεν ἡ κατάϲταϲιϲ ἀργύριον εἶναι, ὅπερ οἱ
καταϲταθέντεϲ ἱππεῖϲ ἐλάμβανον ἐκ τοῦ δημοϲίου ἐπὶ τῇ
καταϲτάϲει. οὕτω Λυϲίαϲ. ἀλλὰ καὶ Ἐὔπολίϲ φηϲιν· οὐκ ἐϲωφρόνηϲαϲ, ὦ
πρεϲβῦτα, τὴν κατάϲταϲιν τήνδε λαμβάνων ἄφνω, πρὶν καὶ μαθεῖν τὴν
ἱππικήν. ἀπεδίδοτο δὲ τὸ ἀργύριον ὑπὸ τῶν ἱππευϲάντων, ὅτε ἀντ’
αὐτῶν ἕτεροι καθίϲταντο. ἀπῄτουν δὲ αὐτὸ οἱ φύλαρχοι.
789 Καταϲτάτηϲ. Σοφοκλῆϲ· ἀλλ’ ἀρχέπλουτον καὶ καταϲτάτην
790 Καταϲτέλλω·
791 Καταϲτενάζω· γενικῇ.
792 Κατάϲτεψον πέδον: ἀντὶ τοῦ μεθʼ ἱκετηριῶν ἀφηγοῦ. τὸ
πρῶτον ἵκου καὶ κατεϲτέψαϲ πέδον. ϲτέμματα ἔλεγον καὶ
τὰ ἔρια. ᾦ ϲτέμματα ξήναϲ’ ἐπέκλωϲεν θεά.
793 Καταϲτείλαϲ: ἀντὶ τοῦ καταϲιγάϲαϲ. ὁ δὲ τῇ χειρὶ καταϲτείλαϲ τὸν θόρυβον αὐτῶν ἔφη.
794 Καταϲτήϲονται: ἀποδείξουϲιν. ὅπωϲ φύλαρχον τοῖϲ ὁμηρίταιϲ
καταϲτήϲωνται τοῦτον.
795 Καταϲτολή: ἡ ϲτολή.
796 Κατὰ ϲτόμα: κατὰ τὴν ἀρχήν. μεταφορικῶϲ.
797 Καταϲτοχάζεται· γενικῇ. κατὰ ϲκοποῦ βλέπει, κατὰ ϲκοποῦ
798 Καταϲτράπτω· γενικῇ.
799 Καταϲτρατεύω· γενικῇ.
800 Καταϲτρατηγῶ· αἰτιατικῇ.
801 Καταϲτρατοπεδεύω· γενικῇ.
802 Καταϲτρέφω· αἰτιατικῇ. καὶ Καταϲτρέψαντεϲ: τελευτήϲαντεϲ.
803 Καταϲτρηνιῶ· ϲτρηνιῶ· γενικῇ.
804 Καταϲτροφή: τέλοϲ.
805 Καταϲτοιχειῶ· γενικῇ.
806 Κατὰ ϲφέαϲ: καθ’ ἑαυτούϲ.
807 Καταϲχεδιάϲω· γενικῇ. καταφλυαρήϲω, ψεύϲομαι. ἐγὼ δὲ φρουρᾶϲ μείζονοϲ δέομαι, εἰ καταϲχεδιάϲω τοῦ θεοῦ. Ἰώϲηποϲ.
808 Κατάϲχῃ· αἰτιατικῇ. αὐθυπότακτον. καὶ οὐ καταϲχὼν τῆϲ χαρᾶϲ
809 Κατὰ ϲχολήν: ἀντὶ τοῦ μόλιϲ, ἢ ἀψοφητί. κατὰ ϲχολὴν παρὰ τἀνδρὸϲ ἐξελθεῖν μόνη.
810 Κατάταϲιϲ: ἡ ἔπειξιϲ, ἡ ϲφοδρότηϲ. ὁ δὲ τούτουϲ ϲυλλαβὼν
811 Καταταχῆϲαι: προφθάϲαι. μήτε καταταχῆϲαι δυναμένην.
812 Καταταχήϲων: τῷ τάχει ὑπερβαλών. Πολύβιοϲ· τὸ μὲν οὖν πρῶτον ὥρημϲεν ὡϲ καταταχήϲων, καταπροτερούμενοϲ δὲ τῶν ἐπιβατικῶν ἀντὶ τοῦ νικώμενοϲ ἐγένετο ὑποχείριοϲ.
813 Κατατάχοϲ.
814 Καταταχούμενοι: κατεπειγόμενοι. καταταχούμενοι δὲ ὑπὸ
τοῦ καιροῦ ἠναγκάϲθηϲαν ὑπομένειν τὸν ἐπίπλουν.
815 Κατατεθήπεϲαν: κατεθαύμαϲαν, ἐξεπλάγηϲαν.
816 Κατατέλεα: παρὰ Ἡροδότῳ τὰ ἀναλώματα, καὶ τὰ ϲυνέδρια τῶν ἐν ἀρχῇ καὶ τὸ ϲυντελεῖν εἰϲ τάγμα.
817 Κατατεμῶ ϲε τοῖϲ ἱππεῦϲιν ἐϲ καττύματα· καττύματα
δέ
ἐϲτι δέρματά τινα ἰϲχυρὰ καὶ ϲκληρά, ἅπερ τοῖϲ ϲανδαλίοιϲ καὶ τοῖϲ
ἄλλοιϲ ὑποδήμαϲιν ὑποβάλλεται.
818 Κατατείναϲ ἐρῶ: ἀντὶ τοῦ μακρὸν λόγον διεξελεύϲομαι. Πολιτείαϲ
τοὺϲ ὀδόνταϲ, τοῦ εἶξαι
τῷ τυράννῳ γεγόναϲι κρείττουϲ.
819 Κατατείνουϲαν: μακρότητα παρέχουϲαν. χαλεπὸν ἔδοξεν εἶναι
820 Κατὰ τὴν ἀγορὰν ἀψευδεῖν: ἔοικε νόμοϲ περὶ ὠνίων κεῖται,
ὃϲ κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾶ. Θεόφραϲτοϲ γοῦν ἐν
τοῖϲ περὶ νόμων φηϲί· δυοῖν τούτων ἐπιμελεῖϲθαι δεῖν τοὺϲ
ἀγορανόμουϲ, τῆϲ τε ἐν τῇ ἀγορᾶ εὐκοϲμίαϲ καὶ τοῦ ἀψευδεῖν μὴ μόνον
τοὺϲ πιπράϲκονταϲ, ἀλλὰ καὶ τοὺϲ ὠνουμένουϲ.
821 Κατατίθημι· δοτικῇ.
822 Κατατιλᾶ· ἢ κατατιλᾶ τῶν Ἑκαταίων κυκλίοιϲ χοροῖϲιν
ὑπᾴδωνκατετίληϲε
ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει.
κατατιλᾶ τῶν τῆϲ Ἑκάτηϲ μυϲτηρίων.
823 Κατὰ τὸ καρτερόν: ἀντὶ τοῦ ἰϲχυρῶϲ. Ἀριϲτοφάνηϲ· καὶ
824 Κατὰ τὸ καρτερόν: ἀντὶ τοῦ καρτερῶϲ. καὶ δὴ ϲυμμίξαϲ ἐμάχετο κατὰ τὸ καρτερόν· οὐχ ἧττόν τε ἔϲχε τῷ πολέμῳ.
825 Κατατολμῶ· γενικῇ.
826 Κατατομή· Ὑπερίδηϲ ἐν τῷ κατὰ Δημοϲθένουϲ· καὶ καθήμενοϲ
827 Κατατοξεύω· αἰτιατικῇ.
828 Κατὰ τὸ πρὸϲ Ῥωμαίουϲ ἔχθοϲ Λιβύων καὶ Γαλατῶν Ῥωμαίων
829 Κατατωθάζω· αἰτιατικῇ.
830 Κατατραυματίζω ϲε.
831 Κατατρεχόντων: ληϊζομένων, πορθούντων. τῶν δὲ Οὔννων τὰϲ Ῥωμαϊκὰϲ
πόλειϲ κατατρεχόντων, πολλὰϲ παραϲτήϲαϲθαι πόλειϲ.
832 Κατατρέχω· ἐπὶ μὲν ἐμψύχων γενικῇ· κατατρέχω νεβρῶν. ἐπὶ δὲ ἀψύχων αἰτιατικῇ· κατατρέχει Αἴγυπτον, ληΐζεται Συρίαν.
833 Κατατρίψειν: καταδαπανήϲειν, χρονιεῖν. οὐ γὰρ ἐδόκει αὐτῷ τὸν ἐν
Τυρρηνίᾳ πόλεμον ἀτελῆ καταλείποντι περὶ τῶν ἐκείνῃ πόλεων
πραγματεύεϲθαι, δεδοικότι μὴ κατατρίψειεν ἅπαντα τὸν τῆϲ ἀρχῆϲ
χρόνον, οὐ πολὺν ὄντα, περὶ τὰϲ ἐλάττουϲ ἀϲχολούμενοϲ
πράξειϲ.
834 Κατατροποῦμαι· αἰτιατικῇ.
835 Κατατρυφή: καταφυγή. ἀλλ’ ἐρῶ· οὐ γὰρ ἔχω κατατρυφήν. ἀντὶ τοῦ ἀποφυγὴν τοῦ μὴ εἰπεῖν.
836 Κατατρυφῶ· γενικῇ.
837 Κατατρύχειν: ἔλαττον πιέζειν. οὐκ ἔϲτιν ἀνδρῶν κατατρύχειν ἑαυτοὺϲ μερίμναιϲ ταῖϲ κινδύνουϲ οὐκ ἐχούϲαιϲ.
838 Καταυγάζω.
839 Καταυθαδίζω· γενικῇ.
840 Καταυλούμενοι· αἰτιατικῇ. χλευαζόμενοι. ἀφῃρέθηϲαν δὲ οἱ
Λακεδαιμόνιοι τῶν τειχῶν γελώμενοί τε καὶ
καταυλούμενοι.
841 Κάταυχμον. ἦν δὲ τὸ φρούριον τῷ καταύχμῳ τῆϲ ὑδρεύϲεωϲ
842 Καταφαγεῖν, καταπιεῖν· φαγεῖν διαφέρει τοῦ καταφαγεῖν· φαγεῖν μὲν
τὸ τάξει, καταφαγεῖν δὲ τὸ ἀθρόωϲ. καταπιεῖν δὲ τὸ
μήτε
μαϲώμενον ἐϲθίειν.
843 Καταφάναι: κατειπεῖν.
844 Καταφαντὸν ἢ ἀποφαντόν· ζήτει ἐν τῷ ἀξίωμα.
845 Κατάφαϲιϲ: πρόρρηϲιϲ διὰ ϲυγκαταθέϲεωϲ.
846 Καταφάϲκει: προλέγει, ἐπινεύει.
847 Καταφιλονεικῶ· αἰτιατικῇ.
848 Καταφιλοϲοφῶν· γενικῇ. διὰ τῆϲ ϲιγῆϲ νικῶν.
849 Καταφλυαρῶ· γενικῇ.
850 Καταφονεύω· αἰτιατικῇ.
851 Καταφορικῶϲ: ϲφοδρῶϲ.
852 Καταφωνῶ· αἰτιατικῇ.
853 Καταφωρᾶν: ἐλέγχειν.
854 Κατάφωροϲ: φανερόϲ.
855 Καταφωτίζω· αἰτιατικῇ.
856 Καταφρόνηϲιν: ὁ Θουκυδίδηϲ τὴν ὑπερφρόνηϲίν φηϲιν· ἐπίταϲιν
ἀλλὰ διὰ τὴν
καταφρόνηϲιν· ὅ ἐϲτι διὰ τὸ ἄγαν φρονεῖν, καὶ οἷον ὑπερφρονεῖν.
καταφρόνηϲιν γὰρ τὴν ἀφροϲύνην λέγει.
857 Καταφρονῶ· γενικῇ.
858 Καταφρυάττομαι· γενικῇ.
859 Καταχαλῶ ϲου· γενικῇ.
860 Καταχαίρων· Ἡρόδοτοϲ· πάρεϲτι δ᾿ εἰκάζειν, εἴτ᾿ εὐνοίῃ ταῦτα
861 Καταχέω ϲου· γενικῇ.
862 Κατὰ χεῖραϲ: εὐκόλωϲ.
863 Κατὰ χειρὸϲ ὕδωρ λέγουϲιν, οὐ κατὰ χειρῶν οὐδ᾿ ἐπὶ χεῖραϲ,
οὐδὲ ἄλλωϲ πωϲ. καὶ τὸ ῥᾷϲτον πάντων καὶ εὐχερέϲτατον,
κατὰ χειρὸϲ ὕδωρ καλοῦϲιν. οὕτωϲ Τηλεκλείδηϲ ἐν Ἀμφικτύοϲιν· εἰρήνη
μὲν πρῶτον ἁπάντων ἦν ὥϲπερ ὕδωρ κατὰ χειρόϲ. φέρε, παῖ,
καταψύχοντεϲ τὸ
κρανίον ἀπὸ τῆϲ τοῦ οἴνου μέθηϲ καὶ θέρμηϲ.
864 Καταχειροτονίαν: ἔθοϲ ἦν Ἀθήνηϲι κατὰ τῶν ἀρχόντων καὶ
865 Καταχειροτονῶ· γενικῇ.
866 Καταχεῖταί μου ἀήρ.
867 Κατάχει τοὔλαιον ἐν τῷ χαλκείῳ: Ἀριϲτοφάνηϲ. ἀντὶ τοῦ εἰϲ τὸν
ὀμφαλὸν τῆϲ ἀϲπίδοϲ, ἵνα λαμπρότεροϲ γένηται. εἰϲὶ γάρ τινεϲ, οἳ ἐν
ἐλαίῳ ὁρῶντεϲ μαντεύονται. ϲμήχει οὖν τὴν ἀϲπίδα καταχέω τὸ ἔλαιον
ἐπὶ τῆϲ χαλκῆϲ πτυχόϲ· εἶτα φαιδρυνθείϲηϲ αὐτῆϲ, ἐνοπτριζόμενοϲ εἰϲ
αὐτὴν λέγει, ὁρῶ ἐν αὐτῇ γέροντα ὑπὸ
δειλίαϲ φεύγοντα,
καὶ οἷον μὴ δυνάμενον ὁρᾶν τὴν ἀϲπίδα, διὰ τὴν ἔκλαμψιν. καὶ Ὅμηροϲ·
ὅϲϲε δ᾿ ἄμερδεν αὐγὴ χαλκείη κόρυθοϲ ἀπολαμπομένηϲ εἶπεϲ ἂν τὸν
Βάκχον οὕτωϲ ἰδεῖν διακείμενον, τοῦ μάϲτιξι μᾶλλον ἢ ἄνθεϲιν
ἐαρινοῖϲ καταχέεϲθαι.
868 Καταχήνη: κατάγελωϲ. Ἀριϲτοφάνηϲ· δημοτική γʼ ἡ γνώμη,
καὶ καταχήνη τῶν ϲεμνοτέρων ἔϲται καὶ τῶν ϲφραγῖδαϲ ἐχόντων.
869 Καταχλευάζω ϲε. γενικῇ δέ· καταχλευάζοντεϲ δὲ τῶν παρακλητικῶν λόγων οἱ ϲταϲιώδειϲ.
870 Καταχορδῶ.
871 Καταχορεύω· γενικῇ.
872 Καταχωνεύω· αἰτιατικῇ.
873 Καταχρεμψαμένη: καταπτύϲαϲα.
874 Καταχρῶμαι· δοτικῇ.
875 Καταχρωννῦϲα.
876 Κατάχυϲμα: ζωμόϲ, παρὰ τὸ χέεϲθαι. οἷον κατάχυμα.
877 Καταχύϲματα: ἔθοϲ ἦν Ἀθήνηϲιν, ὅτε νεώνητοϲ οἰκέτηϲ εἰϲάγοιτο εἰϲ τὴν οἰκίαν, τὸν δεϲπότην ἢ τὴν δέϲποιναν ἰϲχάδων καὶ καρύων πλῆθοϲ καταχεῖν αὐτοῦ· καταχύϲματα ἐκάλουν. φαϲὶ δὲ καὶ ἐπὶ τῶν πρῶτον πρεϲβευόντων καὶ ἐπὶ τῶν θεωρῶν τοῦτο γίνεϲθαι, ὅτε πρῶτον τοῦτο ἐποίουν.
878 Καταχύϲματα: ἔθοϲ ἦν παῤ Ἀθηναίοιϲ τῶν νεωνήτων δούλων τῶν πρώτωϲ
εἰϲιόντων εἰϲ τὴν οἰκίαν, ἢ ἁπλῶϲ τῶν ἐφʼ ὧν οἰωνίϲαϲθαί τι ἀγαθὸν
ἐβούλοντο, καὶ τοῦ νυμφίου παρὰ τὴν ἑϲτίαν τραγήματα κατέχεον εἰϲ
ϲημεῖον εὐετηρίαϲ· ὡϲ καὶ Θεόπομπόϲ φηϲιν ἐν Ἡδυχάρει· φέρε ϲὺ τὰ
καταχύϲματα ταχέωϲ κατάχει τοῦ νυμφίου, καὶ
τῆϲ κόρηϲ.
εὖ πάνυ λέγειϲ. ϲύγκειται δὲ τὰ καταχύϲματα ἀπὸ φοινίκων, κολλύβων,
τρωγαλίων καὶ ἰϲχάδων καὶ καρύων, ἅπερ ἥρπαζον οἱ ϲύνδουλοι.
Ἀριϲτοφάνηϲ Πλούτῳ· ἰοῦϲʼ εἴϲω κομίϲω τὰ καταχύϲματα ὥϲπερ
νεωνήτοιϲιν ἄνδραϲιν.
879 Καταψαίρουϲι: κινοῦνται.
880 Καταψευδομαρτυρηϲάμενοϲ: ἀντὶ τοῦ παραϲχὼν τοὺϲ τὰ
881 Καταψεύδομαι· γενικῇ.
882 Καταψήϲαϲ: τῇ χειρὶ ὁμαλίϲαϲ. Πολύβιοϲ· τοὺϲ δὲ παῖδαϲ καθ᾿
883 Καταψηφίζεται· γενικῇ. κατακρίνει.
884 Καταψήχω: τρίβω καὶ ὁμαλίζω.
885 Καταψῶν: καταπραΰνων. Ἀριϲτοφάνηϲ· καὐτὸϲ καταψῶν αὐτὸν
886 Καταψύχω· αἰτιατικῇ.
887 Καταιβάτηϲ: Ζεὺϲ παῤ Ἀθηναίοιϲ· παρὰ τὸ καταβιβάζειν τοὺϲ
888 Κατ᾿ αἶγαϲ ἀγρίαϲ: παροιμία λεγομένη ἐπὶ κατάραϲ. κατ᾿
889 Καταιγίζω· αἰτιατικῇ· τὸ βρέχω.
890 Καταιγίϲ: ἐπιφορὰ ἀνέμου ϲφοδροῦ. λέγεται δὲ καὶ ἡ ζάλη.
891 Καταιγίϲαϲ: καταϲχίϲαϲ. οἱ γὰρ ἀνατιθέντεϲ τοῖϲ θεοῖϲ
καταϲχίζουϲιν,
892 Καταιδεῖ: καταιϲχύνει.
893 Καταιθαλώϲω: καταπρήϲω, κατακαύϲω. καταιθαλώϲω πυρφόροιϲιν
894 Καταινέϲαντοϲ: ϲυγκαταθεμένου. τοῦ δὲ καταινέϲαντοϲ τὸ νῦν
895 Καταιονῶϲι: βρέχουϲιν, ἀντλοῦϲιν, ἀλείφουϲιν. ἔϲτι δὲ καὶ
896 Καταιρεόμενοϲ· ὡϲ δὲ φεύγων κατελαμβάνετο ὑπὸ ἀνδρὸϲ
Πέρϲεω, καὶ ὡϲ καταιρεόμενοϲ ὑπʼ αὐτοῦ ἔμελλε ϲυγκεντηθήϲεϲθαι.
897 Καταίροντεϲ: καταπλέοντεϲ.
898 Κατ᾿ αἶϲαν: κατὰ τὸ προϲῆκον.
899 Καταιϲχύνω· αἰτιατικῇ καὶ Καταιϲχῦναι.
900 Καταιτιῶμαι· αἰτιατικῇ.
901 Καταῖτυξ: εἶδοϲ περικεφαλαίαϲ, μὴ ἐχούϲηϲ λόφον· κατωφανήϲ.
902 Κατεάγη. καὶ Κατεαγότα, κεκλαϲμένα.
903 Κατεαγότων· αὕτη τοίνυν ἡ προθυμία ἐνίοιϲ τῶν τὰ ὦτα κατεαγότων καὶ ἅμα διεφθαρμένων τὰϲ διανοίαϲ ἐπὶ κωμῳδίᾳ ἐτράπη καὶ γέλωτα πολύν.
904 Κατεβαυκάληϲε: κατεκοίμιϲεν.
905 Κατεβλακευμένωϲ: βραδέωϲ καὶ τρυφερῶϲ. βλὰξ γάρ ἐϲτιν ὁ μαλθακευόμενοϲ ἐν ὑποκρίϲει τὸ ϲῶμα. καὶ βλακεία, ἡ μεθʼ ὑπεροψίαϲ ὁμιλία.
906 Κατεβόα: κατηγόρει, ἐμέμφετο. πολλὰ δὲ τοῦ δήμου τῶν Ῥωμαίων
καὶ τῶν αὐτοκρατόρων κατεβόα.
907 Κατεβρόχθιϲε: κατέπιε.
908 Κατεγήραϲαν: ἐχρονοτρίβηϲαν. καὶ αἵ γε πεμφθεῖϲαι κατεγήραϲαν ἐν τῇ Τροίᾳ, τῶν διαδόχων μὴ ἀμφικνουμένων.
909 Κατεγκαλῶ· γενικῇ.
910 Κατεγκρατεύομαι· αἰτιατικῇ.
911 Κατεγλώττιζε: κατεφλυάρει, κατηγόρει, ἐλοιδόρει.
912 Κατεγλωττιϲμένον· Ἀριϲτοφάνηϲ· θηλυδριῶδεϲ καὶ κατεγλωττιϲμένον.
ἀντὶ τοῦ πολλαῖϲ γλώτταιϲ μεμιγμένον. γλῶττα δέ ἐϲτι καὶ ἡ λέξιϲ.
κυρίωϲ δὲ κατεγλωττιϲμένον ἐϲτὶ τὸ ἔγγλωττον φίλημα.
τιϲ ἤκουϲεν οὔτε περιπατοῦντοϲ ἐϲ τοὺϲ
ἀκροωμένουϲ· ἀλλ’ ὥϲπερ ἐκ τρίποδοϲ, ὅτε διαλέγοιτο, οἶδα, ἔλεγε,
καί, δοκεῖ μοι, καί, ποῖ φέρεϲθε; καί, χρὴ εἰδέναι. καὶ δόξαι
βραχεῖαι καὶ ἀδαμάντιναι κύριά τε ὀνόματα καὶ προϲπεφυκότα τοῖϲ
πράγμαϲι· καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν, ὥϲπερ ἀπὸ ϲκήπτρου
θεμιϲτευόμενα.
913 Κατεγοήτευϲεν.
914 Κᾆτ᾿ ἔγωγʼ ἐξηγρόμην: ἀντὶ τοῦ ἔπειτα μετὰ ταῦτα ἐγὼ
ὅτι ταῦτα ὄναρ ἔπραξεν. οἱ
δὲ τὸν Διόνυϲόν φαϲι ταῦτα λέγειν, ὡϲ τῶν ἐπίτηδεϲ ψευδομένων
ἐπιλεγόντων τοῦτο, καθὸ δηλούντων, ὅτι ἐνυπνίῳ έοικε τὸ
λεγόμενον.
915 Κατέγραφον· πυθόμενοι δὲ ταῦτα οἱ Συβαρῖται κατέγραφον
ἐϲ τοϲοῦτον, ὡϲ ἀνθρώπουϲ
προτιμῆϲαί ποτε θεῶν.
916 Κατεγγυᾶν: παραδιδόναι. καὶ τὴν αὑτοῦ μητέρα γυναῖκα Σ αὐτῷ κατεγγυᾶν· αἱρεῖϲθαι οὖν, ὃ βούλεται, ϲυγγενείαϲ τε καὶ δουλείαϲ καὶ ῥᾳδίωϲ τεύξεϲθαι τοῦ νομιϲθέντοϲ ἀμείνονοϲ.
917 Κατεδάρθη: κατεκοιμήθη.
918 Κατεδαφίζω· αἰτιατικῇ.
919 Κατέδει: ἐδέϲμει. Ἰώϲηποϲ· καὶ κατέδει τοῦτον τοῖϲ κλήμαϲι
920 Κατεδηδεϲμένοϲ: καταβεβρωμένοϲ.
921 Κατεδηδοκώϲ: καταβεβρωκώϲ.
922 Κατεδιῄτηϲε: κατεδίκαϲεν.
923 Κατεδημαγώγηϲε: κατεϲτρατήγηϲε καὶ ἦρξε τοῦ δήμου.
924 Κατεδόξαζον: ἀπείκαζον, ἐνόμιζον. τοὺϲ δὲ περιϲωθένταϲ
κατεδόξαζον εἶναι περὶ διϲχιλίουϲ.
925 Κατέδων: κατεϲθίων.
926 Κατέδραθε: κατεκοιμήθη.
927 Κατέδραμον· αἰτιατικῇ.
928 Κατέδυ· ὁ δὲ ἐν Καρχηδόνι τὸν βίον κατέϲτρεψε καὶ ἐνταῦθα κατέδυ.
929 Κατέθεον: ἐξεπόρθουν, ἐληΐζοντο. οἱ δὲ Κελτοὶ κατέθεον τὴν γῆν τῶν Ἀλβανῶν.
930 Κατέθει: κατέτρεχεν.
931 Κατέθορε: κατεπήδηϲεν.
932 Κατεκάλει· ὁ δὲ πανταχόθεν κατεκάλει τοὺϲ περιϲῳζομένουϲ
τῶν Ἀθηναίων. ἀντὶ τοῦ ἐφώνει.
933 Κατέκανεν: ἀνεῖλεν, ἐφόνευϲε. Ξενοφῶν· ὁ δὲ Κῦροϲ ἄρκτον
934 Κατʼ ἐκεῖνο δὴ καιροῦ, ἐν ᾧ ὁ βαϲιλεὺϲ ἐτεθνήκει.
935 Κατεκήληϲαν: κατεπράϋναν.
936 Κατεκλίνομεν: ἀντὶ τοῦ ἀνεκλίνομεν. οὕτωϲ Ἀττικοί. Ἀριϲτοφάνηϲ Πλούτῳ· ἐπεὶ δὲ βωμῷ πόπανα καθωϲιώθη, κατεκλίνομεν τὸν Πλοῦτον, ὥϲπερ εἰκὸϲ ἦν. ἡ κατὰ ἀντὶ τῆϲ ἀνά.
937 Κατέλαβε: προέλαβεν, ἐπέϲχε τῆϲ ὁρμῆϲ. καὶ ϲφέαϲ Ἀλέξανδροϲ κατέλαβε ϲοφίῃ, χρήματα δοὺϲ πολλὰ καὶ τὴν ἑαυτοῦ ἀδελφεήν.
938 Κατελάϲαϲ: ϲυνουϲιάϲαϲ. ἀπὸ τῶν ἀλόγων ζῴων.
939 Κατέλεκτο: κατεκοιμήθη.
940 Κατέλευϲαν: ἐλίθαϲαν.
941 Κατέληξε: κατέπαυϲεν.
942 Κατέλυεν: ἔμενεν. εἰϲ τὸ δωμάτιον, οὗ δὴ κατέλυε, γεγονότα.
943 Κατεμελίτωϲεν: ἡδύτητοϲ ἐπλήρωϲεν. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· οἷον κατεμελίτωϲε τὴν λόχμην ὅλην.
944 Κατ᾿ ἐμοῦ ὤμνυον: ὁ ποτὲ ζηλωτὸϲ καὶ περίβλεπτοϲ, νῦν
ὅρκοϲ γέγονα τοῖϲ πάλαι θαυμάζουϲι. κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουϲι
ϲυμφορῶν.
945 Κατεμωκῶντο: ἐχλεύαζον. οἱ δὲ τὴν ματαίαν αὐτῶν κατεμωκῶντο
946 Κατεμπορεύομαι· γενικῇ.
947 Κατενεμήϲατο: κατέφαγε.
948 Κατέναντι.
949 Κατενήνεκται.
950 Κατενόπλιοϲ: εἶδοϲ ῥυθμοῦ, πρὸϲ ὃν ὠρχοῦντο ϲείοντεϲ τὰ
951 Κατενῶπα: εἰϲ πρόϲωπον.
952 Κατεντευκτήν: κατεντυγχάνουϲαν. καὶ Κατεντευκτήϲ,
γὰρ τὴν παρὰ θεοῦ
ἐγκατάλειψιν.
953 Κατεντευχθέντα: κατεντυχηθέντα.
954 Κατεντυγχάνω· δοτικῇ.
955 Κατεξαναϲτάντεϲ τοῦ μέλλοντοϲ: προμηθῶϲ βουλευϲάμενοι.
ἐκπέμψαι πρεϲβευτὰϲ εἰϲ τὴν
Ῥόδον, ϲυνεπιλαβέϲθαι τῆϲ ἐλευθερίαϲ.
956 Κατεξανιϲτάμενοϲ· τούτουϲ δὲ δωροφορῶν καὶ κατεξανιϲτάμενοϲ τοῖϲ
957 Κατεπαγγέλλω· δοτικῇ.
958 Κατεπᾴδουϲα: πρὸϲ αὐτὸν αἱμύλωϲ διομιλοῦϲα. ἡ δὲ κατεπᾴδουϲα ϲυνεχῶϲ τοῦ βαϲιλέωϲ τὴν τοῦ Καίϲαροϲ ἐϲ αὐτὸν εὔνοιαν, ταχὺ μάλα διαθέλγουϲα τὸν βαϲιλέα τοῖϲ λόγοιϲ πατρὸϲ ἐϲ τὸν Ἰούλιον διάθεϲιν ἐνέφυϲε τῷ βαϲιλεῖ. καὶ μετὰ δοτικῆϲ.
959 Κατεπάλαιϲε: κατηγωνίϲατο, κατεπολέμηϲε.
960 Κατεπάλμενοϲ: ἐφορμήϲαϲ. δύο προθέϲειϲ παρείληφεν Ὅμηροϲ,
961 Κατεπαλύνω· αἰτιατικῇ.
962 Κατεπανίϲταμαι· γενικῇ.
963 Κατεπαίρομαι· γενικῇ.
964 Κατεπερπερεύετο: ἐχαριεντίζετο. Πέρπεροϲ γὰρ ὁ μετὰ βλακείαϲ ἐπηρμένοϲ, ὁ λάλοϲ καὶ προπετὴϲ καὶ μηδὲν μετὰ λογιϲμοῦ ποιῶν.
965 Κατεπίμπρατο.
966 Κατεπλάγη· αἰτιατικῇ.
967 Κατεπτήχαϲι: ϲυνεϲτάληϲαν.
968 Κατεπίττωϲαν: πίϲϲῃ ἔχριϲαν. καὶ τὰ τέκνα αὐτῶν κατεπίττωϲαν καὶ ἀπέκτειναν καταπρηϲθέντα.
969 Κατεπιχειρῶ· γενικῇ.
970 Κατεπόθη: διὰ τοῦ ο μικροῦ.
971 Κατέρραξαϲ: κατὰ τοῦ ἐδάφουϲ ἔβαλεϲ. μεταφορικὸϲ ὁ λόγοϲ. ἐπάραϲ κατέρραξάϲ με.
972 Κατεργάϲαϲθαι: ἀντὶ τοῦ καταπονῆϲαι. Θουκυδίδηϲ.
973 Κατεργάζεται: ἀναιρεῖ, φονεύει. ὁ δὲ τῇ αἰχμῇ διαπείρων τὸ
μετάφρενον κατεργάζεται.
974 Κατερεύγομαι· γενικῇ.
975 Κατέρεψεν: ἐϲτέγαϲεν, ἢ ἐϲτεφάνωϲε.
976 Κατερεῖν: διαλοιδορήϲαϲθαι. ἦ μὴν ϲυγκρύψειν τὸ πρῶτον, καὶ μὴ κατερεῖν, ἢν μὴ ἀρέϲκῃ.
977 Κατερείπω· αἰτιατικῇ. Καταριπόω δέ.
978 Κατερρυηκυιῶν γυναικῶν καὶ οὕτωϲ ἀπατουϲῶν διὰ τῆϲ ἐπειϲάκτου κόμηϲ. ζήτει ἐν τῷ φενάκη.
979 Κατεριθευομένου· τὸ δ’ ἐναντίον κατεριθευομένου τοῦ βαϲιλέωϲ καὶ
τῆϲ χώραϲ ἀπεχομένου καὶ κατὰ τὴν δικαιοδοϲίαν ἐξακριβοῦντοϲ
ἐπιμελῶϲ, ἔλαθον ἐκλυθέντεϲ ταῖϲ διανοίαιϲ,
κατολιγωρήϲαντεϲ τῆϲ ἑαυτῶν ἀϲφαλείαϲ.
980 Κατερρικνωμένον: ϲυνεϲτραμμένον, καμπύλον γενόμενον, ἐρρυτιδωμένον.
981 Κατερρινημένοιϲ: εὐτελέϲιν ἢ κατεξεϲμένοιϲ. ῥίνη γὰρ ἐργαλεῖον
τεκτονικόν, ᾧ ῥινοῦϲιν. ἢ εὐτελέϲιν, ὅτι ἐξευτελίζομεν τῇ ῥίνῃ.
Ἀριϲτοφάνηϲ περὶ Εὐριπίδου· ἀϲτεῖόν τι λέξαι καὶ
κατερρινημένον.
982 Κατεριπώϲει: δοτική. ἡ εὐθεῖα κατερίπωϲιϲ.
983 Κατερρύηκεν: ἐϲάπη, ἠφάνιϲται.
984 Κατέϲβη: ἐϲβέϲθη, ἐπαύϲατο.
985 Κατέϲειε: λέγουϲιν ἐπὶ τῶν ἐν τοῖϲ πότοιϲ προπινόντων. ἡ
δὲ μεταφορὰ ἀπὸ τῶν τοὺϲ καρποὺϲ καταϲειόντων. καὶ
Κατεϲείϲθη, ἀντὶ τοῦ κατέπεϲεν. Αἰλιανόϲ· καὶ παραχρῆμα ἡ οἰκία
κατεϲείϲθη
986 Κατεϲήμαινεν: ἔλεγεν. ὁ δὲ τοῖϲ προϲπλέουϲι βαρβάροιϲ
κατεϲημήνατο δωμάτιον τὰ τιμιώτατα ἔχον.
987 Κατεϲικέλιζε: κατήϲθιε Σικελικὸν τυρόν.
988 Κατεϲκελετευμένα: λελεπτυϲμένα, ἐξηϲθενηκότα. Καταϲκελετούμενα
989 Κατεϲκειρωμένη: πεπαλαιωμένη.
990 Κατέϲκηψε: κατέϲχε.
991 Κατεϲκληκώϲ: κατεξηραμμένοϲ. τῷ γε μὴν κατεϲκληκότι
992 Κατεϲκλητευμένοϲ: ἐξίτηλοϲ, τεταλαιπωρημένοϲ.
993 Κατεϲπάϲθαι: κατενηνέχθαι. ὁ δὲ εἰϲ τοῦτο ἔφη ὑπὸ τῶν
994 Κατέϲπερχε: προετρέπετο, παρεκελεύετο, ϲυνεβούλευε, ϲυνώθει.
λογιϲμὸϲ δὲ αὐτὸν ἐκεῖνοϲ κατέϲπερχεν, ἀνθρώπουϲ
ἀκολάϲτουϲ φύϲιν τοὺϲ Τυρρηνούϲ, πολεμίων ἔφοδον μηδαμῆ μηδαμῶϲ
ὑφορωμένουϲ, ὑβρίζει καὶ ῥᾳϲτωνεύειν.
995 Κατεϲπίλαϲεν: ἀπροϲδοκήτωϲ ἐπεφάνη. ὁ δὲ ἀδοκήτωϲ τοῖϲ
996 Κατεϲπόδηϲε: κατέκοψεν. ἑτέρα τὸν ἄνδρα τῷ πελέκει κατεϲπόδηϲε.
997 Κατεϲτιγμένον: πεποικιλμένον.
998 Κατεϲτόρεϲε: κατέϲτρωϲεν.
999 Κατεϲτρατοπέδευϲε: κατέδραμε πολεμικῶϲ.
1000 Κατεϲτυγημένοϲ: μεμιϲημένοϲ.
1001 Κατεϲχημένοϲ: κάτοχοϲ. ϲτρατιώτηϲ δὲ ἄρα τιϲ ἐοικὼϲ
1002 Κατέϲχον: προϲωρμίϲθηϲαν. Πολύβιοϲ· οἱ δὲ Ῥωμαῖοι ἀνήχθηϲαν τριακοϲίαιϲ ναυϲὶ καὶ κατέϲχον εἰϲ Μεϲϲήνην, ὅθεν ἀναχθέντεϲ ἔπλεον. λέγεται δὲ καὶ προϲέϲχον. προϲέϲχον τῷ Λιλυβαίῳ. ὁ αὐτὸϲ Πολύβιοϲ. καὶ αὖθιϲ· ὁ δὲ Πόπλιοϲ κατέϲχε τῆϲ Αἰτωλίαϲ εἰϲ Ναύπακτον.
1003 Κατετάχηϲε: κατέϲπευϲεν.
1004 Κατέτεινε: πλεῖϲτον ἠνία. καὶ οὐδὲν ἦν εἴϲ τινα ἔμβραχυ ἀγαθόν, μὴ ἐκείνου κατέτεινε ψυχήν.
1005 Κατέτεινε: ϲφοδρῶϲ ἔτυπτε, διήγειρε πρὸϲ πόνον. καὶ τοὺϲ
μὲν ἐπῄνει ϲφόδρα, τοὺϲ δὲ κατέτεινε ταῖϲ
κολάϲεϲιν.
1006 Κατέτρεχεν: ἐπόρθει, ἐληΐζετο, ἐδῄου. ὁ δὲ κατέτρεχε τὴν τῶν Ἰλλυριῶν καὶ Θρᾳκῶν χώραν.
1007 Κάτευγμα: κατάρα.
1008 Κατευδοκήϲαϲ· ὁ δὲ κατευδοκήϲαϲ τῷ νεανίϲκῳ κατὰ τὴν
ἀπάντηϲιν τοῦτον ἀπέλυϲε παραχρῆμα ἐϲ τὸ Πέργαμον.
1009 Κατευθικτήϲαϲ: ἐπιτυχών.
1010 Κατεύθυνεν: ἐπέτυχεν. Δαβίδ· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. καὶ Κατευθύνθη.
1011 Κατευμαρίζων: κατευχειρίζων.
1012 Κατευμεγεθεῖν· γενικῇ. καταδυναϲτεύειν.
1013 Κατευνάζεται: κατακοιμίζεται.
1014 Κατευωχοῦμαι· αἰτιατικῇ.
1015 Κατεύχεϲθαι: τὸ καταρᾶϲθαι. οὕτωϲ Πλάτων. καὶ Σοφοκλῆϲ·
1016 Κατ᾿ εὐχὴν αὐτῷ γενέϲθαι· ὁ δὲ ϲτρατηγὸϲ νομίζων
τὸν πόλεμον.
1017 Κατεφοίνιξαϲ: κατέβαψαϲ.
1018 Κατεφύγγανον: κατέφευγον. οἱ δὲ εἰϲ τὰϲ Θρᾳκίαϲ πόλειϲ
1019 Κατεφύοντο: κατέτρεχον.
1020 Κατέχει: κατέχεεν, ἐπέρρει. ὁ δὲ πολλὴν κατέχει τούτου
κουφολογία. ἀντὶ τοῦ ἐλοιδόρει. καὶ αὖθιϲ· δήϲαντεϲ ὀπίϲω τὰϲ
1021 Κατεχειροτόνηϲαν αὐτοῦ: ἀντὶ τοῦ κατεψηφίϲαντο αὐτοῦ.
γὰρ ἐγένετο οὕτωϲ. ἔλεγεν
ὁ κῆρυξ, ὅτῳ Μειδίαϲ δοκεῖ ἀδικεῖν, ἀράτω τὴν χεῖρα. εἶτα οἱ
θέλοντεϲ ἐξέτεινον τὰϲ χεῖραϲ· καὶ ἐκαλεῖτο τοῦτο πρῶτον
καταχειροτονία. ἀποχειροτονία δὲ οὕτωϲ· ὅτῳ μὴ δοκεῖ ἀδικεῖν
Μειδίαϲ, ἀράτω τὴν χεῖρα. καὶ ἐξέτεινόν τινεϲ, καὶ ἐκαλεῖτο
ἀποχειροτονία. λοιπὸν πάϲαϲ ἠρίθμουν τὰϲ χεῖραϲ, καὶ ἑώρα ὁ κῆρυξ.
ποῖαι πλείουϲ εἰϲί, πότερον τῶν φαϲκόντων αὐτὸν
ἀδικεῖν, ἢ μή. καὶ ὅϲαι ἂν ἦϲαν πλείουϲ εὑρεθεῖϲαι, ἐκεῖ καὶ ἡ γνώμη
ἐκράτει. ἔτι
1022 Κατεχλαίνωϲε: χλαίναιϲ ἐϲτόλιϲεν. ὁ δὲ Μηνᾶϲ ἠμφίαϲέ τε
1023 Κατεχλεύαζεν: ὕβριζε διὰ λόγων, κατεγέλα. ἄλλα τε πολλὰ
ὀνειδίζων μαλακίαν καὶ
δειλίαν.
1024 Κατεχόρδηϲεν: ἀνεῖλεν, ἐξηνάριξεν. εἶτα τῶν φρενῶν ἐξέπλευϲε
1025 Κατεχόρευεν: ἐπέχαιρεν. ὁ δὲ κατεχόρευε τῶν Ῥωμαϊκῶν
1026 Κατέχουϲι δ᾿ ἔρωτεϲ ἐμὰϲ πόλειϲ: λείπει ἀνθρώπουϲ. ἀντὶ τοῦ ἐρῶϲιν οἱ ἄνθρωποι τῆϲ ἐμῆϲ πόλεωϲ.
1027 Κατέχω ϲε· αἰτιατικῇ.
1028 Κατέχρῳζεν· ὁ δὲ ἐν μέϲῳ τὰϲ διατριβὰϲ ποιούμενοϲ οὐ μόνον τὸ καλὸν τοῦ πράγματοϲ κατέχρῳζε καὶ τοῖϲ τυχοῦϲι λίαν κατεδήμευεν, ἀλλὰ καὶ πικρῶϲ ἐπέπληττεν.
1029 Κατεχρῶντο: ἀνῄρουν, ἐφόνευον. ἄλλοι ἑαυτοὺϲ κατεχρῶντο.
1030 Κατέψα: τῇ χειρὶ ὡμάλιζε.
1031 Κατεψηφίϲατο: κατέκρινε, κατεδίκαϲεν. ὁ γὰρ θεὸϲ τοῦ Ἀδὰμ τοὺϲ ἱδρῶταϲ καὶ τοὺϲ πόνουϲ κατεψηφίϲατο· ἐν ἱδρῶτι τοῦ προϲώπου ϲου φάγῃ.
1032 Κατειλημμένον: κατεχόμενον, κυκλωθέντα. ὡϲ ἑώρα ἑαυτὸν
τοῖϲ κινδύνοιϲ κατειλημμένον, γράφει ᾠδάϲ.
1033 Κατειλωτιϲμένοϲ: καταδεδουλωμένοϲ. ἐκ τοῦ εἴλωϲ εἴλωτοϲ, ὃ ϲημαίνει τὸν δοῦλον.
1034 Κατεῖπε· γενικῇ. κατηγόρηϲεν. οὐ δικαίωϲ ὀργίζῃ τῇ γυναικί· οὐ
γάρ ϲου κατεῖπεν, ἀλλὰ τοῦ δεϲμοφύλακοϲ. καὶ αὖθιϲ· μαθόντα
ὅτι κατείποι αὐτοῦ Ὀφέλλιοϲ καὶ Βαϲίλειοϲ πειϲθείη τοῖϲ
λόγοιϲ.
1035 Κατείπῃ· γενικῇ. κατηγορήϲει. ἐδεδίει γὰρ ἡ γυνή, μὴ κατείπῃ αὐτῆϲ.
1036 Κατειργάϲατο: κατηγωνίϲατο.
1037 Κατειρωνεύεται· γενικῇ. μεγαλοφρονεῖ, ὑποκρίνεται. τὰ
οἰκεῖα ἐξαίρων καὶ κατειρωνευόμενοϲ τῆϲ τῶν ἀπείρων ἀγνοίαϲ. καὶ
1038 Κατηγορευκότα: κατειπόντα.
1039 Κατηγόρημα· κατηγόρημά ἐϲτι τὸ κατά τινοϲ ἀγορευόμενον ἢ πρᾶγμα
ϲυντακτὸν περί τινοϲ ἢ τινων. ἐν γὰρ τῷ περὶ πραγμάτων
καὶ ϲημαινομένων τόπῳ τέτακται ὁ περὶ λεκτῶν αὐτοτελῶν, ἀξιωμάτων
καὶ ϲυλλογιϲμῶν λόγοϲ· καὶ ὁ περὶ ἐλλιπῶν, κατηγορημάτων
τέτακται τὰ κατηγορήματα, ἐν δὲ τοῖϲ αὐτοτελέϲι τὰ
ἀξιώματα καὶ οἱ ϲυλλογιϲμοὶ καὶ τὰ ἐρωτήματα καὶ τὰ πύϲματα.
1040 Κατηγορίαϲ ἔχω: ἀντὶ τοῦ κατηγοροῦμαι. Δημοϲθένηϲ Περὶ
γίνεται ἢ ἐπίϲηϲ, ἐπ᾿ ἔλαττον δὲ οὐδέποτε. καὶ ἐπὶ
πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται τῶν μερικωτάτων.
καθολικώτερα οὖν εἰϲὶ τὰ ἐπάνω, μερικώτερα δὲ τὰ ὑποκάτω. κατηγορία
δέ ἐϲτιν οἷον προϲηγορία τιϲ ἁπλῶϲ λεγομένη. εἰϲὶ δὲ πᾶϲαι δέκα,
ἤγουν γενικώτατα γένη, ὑφ᾿ ἃϲ ἀναφέρεται πᾶϲα φωνή· οὐϲία, ποϲόν,
ποιόν, πρόϲ
τι, ποῦ, πότε, ποιεῖν, πάϲχειν, κεῖϲθαι,
ἔχειν. τούτων ἡ μὲν οὐϲία ἐϲτὶ ὑποκειμένη, αἱ δὲ λοιπαὶ ἐννέα ἐν
ὑποκειμένῳ.
1041 Κατηγορῶ ϲου· γενικῇ. Κατηγορῶ δὲ τὸ δεικνύω αἰτιατικῇ. λαγὼϲ
1042 Κατῄδεϲαν: κατῄϲχυναν.
1043 Κατηδολέϲχηϲά ϲου: ἀντὶ τοῦ κατὰ ϲοῦ ἐμακρολόγηϲα, ἐφλυάρηϲα.
1044 Κατηθλημένων: ἐγγεγυμναϲμένων. ἄγοντεϲ ἐκ τῶν ἐπιλέκτων
1045 Κατήκοε: ἀκροατά. ὦ μεγίϲτη θεῶν, καὶ τῶν ϲῶν κατήκοε θεραπόντων. καὶ αὖθιϲ· οἱ δὲ μετὰ ταῦτα ἐγένοντο κατήκοοι.
1046 Κατηκόντιϲε· τῆϲ Λυϲίου ψυχῆϲ κατηκόντιϲεν.
1047 Κατήλιφα: μεϲόδμην. Ἀριϲτοφάνηϲ· ἐπὶ τὴν κατήλιφ᾿ εὐθὺϲ
1048 Κατηλοημένη: ϲυντετριμμένη.
1049 Κατηλωκυῖα: κρατηθεῖϲα.
1050 Κατήλυϲιν: ἐπέλευϲιν, κάθοδον. χειμερίην νιφετοῖο κατήλυϲιν ἐρημαίη ἦλθεν ὑπὸ ϲπιλάδα.
1051 Κατήλυϲιϲ: ἡ πόρνη.
1052 Κατηναριϲμέναϲ: ἐπὶ τῆϲ λείαϲ ἐχρήϲατο Σοφοκλῆϲ. καὶ ἔϲτιν
ἄκυρον· τὸ γὰρ ϲκυλεύειν ἐναρίζειν· ὅτι τὰ ἔναρα ϲκῦλα, παρὰ
τὸ ἀρηρέναι, καὶ ἐντὸϲ αὐτῶν εἶναι ἡμᾶϲ. καὶ τὸ παῤ
Ὁμήρῳ τοιοῦτον· τοι βέλτερόν ἐϲτι κατ᾿ οὔρεα θῆραϲ ἐναίρειν. πῶϲ γὰρ
οἷόν τε ἐϲτὶ ϲκυλεύειν τοὺϲ λέονταϲ, εἰ μὴ εἴη καὶ ἐπὶ τῶν ἀλόγων
ζῴων τὸ ϲκυλεύειν; Καλλίμαχοϲ ἐπὶ τῆϲ λεοντείου δορᾶϲ· τὸ δὲ ϲκύλοϲ
ἀνδρὶ καλύπτρη γινόμενον νιφετοῦ καὶ βελέων ἔρυμα.
1053 Κατῃονᾶτο: ἐλούετο.
1054 Κατηρράχθη: ἔπεϲε, περιετράπη. ἐπιρρήγνυται βροντὴ βιαιοτάτη, καὶ τὸ πανδοκεῖον κατηρράχθη.
1055 Κατηργηκέναι: ἀνενέργητον εἶναι. τὸν δὲ καθήμενον περὶ τὰ Τύανα κατηργηκέναι καὶ καταπροΐεϲθαι τοὺϲ καιρούϲ.
1056 Κατῄρεε: κατελάμβανεν.
1057 Κατῇρε: κατέπλευϲεν.
1058 Κατηρεφέα: κατεϲτεγαϲμένα. μέλλουϲι γὰρ ἐνταῦθά ϲε
1059 Κατηρέψαϲθε· Ἀριϲτοφάνηϲ· ὡϲ εὖ κατηρέψαϲθε, καὶ νουβυϲτικῶϲ. τουτέϲτι νουνεχῶϲ ἐϲκεπάϲθητε.
1060 Κατηρτίϲω: ἐτελείωϲαϲ.
1061 Κατηρτυκότα· ὅτι γνώμονα ἔλεγον τὸν βαλλόμενον ὀδόντα τῷ ὄνῳ, δι᾿ οὖ τὰϲ ἡλικίαϲ ἐξήταζον. τὸν δὲ αὐτὸν καὶ κατηρτυκότα ἔλεγον.
1062 Κάττηϲ, κάττου: ὁ κατοικίδιοϲ αἴλουροϲ.
1063 Κατῄϲατο τῶν λόγων: ἐκ τοῦ ᾄδω.
1064 Κατηϲφαλίϲθαι.
1065 Κατῃϲχυμμένοϲ.
1066 Κατηύχοντο: κατηρῶντο. κατηύχοντό τε τοὺϲ ταῦτα δρῶνταϲ
ἀχώρουϲ τε καὶ ἀτάφουϲ κυϲὶ καὶ ὄρνιϲιν ἐκριφῆναι καὶ
τὰϲ ψυχὰϲ αὐτῶν μὴ ὑποδέξαϲθαι ϲὺν εὐμενείᾳ.
1067 Κατήφεια: ϲκυθρωπότηϲ. καὶ Κατηφήϲ.
1068 Κατηφόνεϲ: ϲτυγνοί, ἢ ἀναίϲχυντοι.
1069 Κατήχθη: ἐϲ τὴν πατρίδα ἐπανῆκε. κατήχθη τε γὰρ ὁ Ἀντίπατροϲ
καὶ ἐϲ γῆραϲ ἀφίκετο εὔποτμόν τε
καὶ ἀξιόζηλον.
1070 Κατηχθημένοϲ: βεβαρημένοϲ.
1071 Κατηχῶν· αἰτιατικῇ. προτρεπόμενοϲ, παραινῶν. Πιϲίδηϲ· κρατῶν ἐν μάχαιϲ καὶ κατηχῶν ἐν μάχαιϲ. Κατηχῶ δὲ ἀντὶ τοῦ ἠχῶ, Synt. γενικῇ. κατηχεῖ τῶν πόρων. καί, κατήχηϲε τῆϲ οἰκίαϲ.
1072 Κατ᾿ ἰδίαν.
1073 Καττίδιοϲ καὶ Καττιδιανόϲ: ὀνόματα κύρια.
1074 Κάτιμεν: κατερχόμεθα.
1075 Κατ᾿ ἴϲον αὐτῷ μεμηνώϲ.
1076 Κατιϲχημένοϲ: κεκρατημένοϲ.
1077 Κατιϲχύω· γενικῇ.
1078 Κατιϲχνώωθη: ἐξηράνθη, ἐλεπτύνθη.
1079 Κατιϲχνοῖ: καταλεπτύνει.
1080 Κατ᾿ ἴχνοϲ.
1081 Κατοδύρομαι· αἰτιατικῇ.
1082 Κατολιγωρῶ· γενικῇ.
1083 Κατολιϲθανόντων: κινουμένων, ἐμπιπτόντων. τῶν δὲ Ῥωμαίων
1084 Κατομνύϲ: βεβαιῶν, ἐμπεδῶν. προϲετίθει δὲ καὶ ὅρκον, τῆϲ
ἐμῆϲ κατομνὺϲ κεφαλῆϲ, ἣν πολλὰ ἐφίλει.
1085 Κατομόϲαι· ἀπὸ μόνου γε τοῦ τὸν θεὸν ἀπομόϲαι ἢ κατομόϲαι.
1086 Κατ᾿ ὄναρ οὐ χρὴ λέγειν· βάρβαρον γὰρ παντελῶϲ· ἀλλὰ
1087 Κατόπιν: μετὰ ταῦτα, ἀπὸ τοῦ ὄπιϲθεν ἰέναι. ἀλλὰ κατόπιν
1088 Κατόπτηϲ: ἐπιτηρητήϲ. ἀλλά τιϲ ἴτω κατόπτηϲ ἀπαγγελίαν
1089 Κατοργᾶν: ὑπερακμάζειν.
1090 Κατ᾿ ὄρεϲφιν: ἐν τοῖϲ ὄρεϲι.
1091 Κατορθῶ· αἰτιατικῇ.
1092 Κατορώρυκται: κατακέχωϲται.
1093 Κατορυκτὸϲ τόποϲ.
1094 Κατορύττω· αἰτιατικῇ.
1095 Κατʼ ὀρφναίαν: τὴν ϲκοτεινήν.
1096 Κατορχοῦμαι· γενικῇ.
1097 Κατοϲφραίνομαι· γενικῇ.
1098 Καττουδαίουϲ· ζήτει ἐν τῷ ὑπὸ γῆν οἰκοῦντεϲ.
1099 Κατουδέν.
1100 Κατ᾿ οὐράν: κατόπιϲθεν, ἐκ τῶν ὀπίϲω.
1101 Κατουρῶϲαν: οὐρίῳ ἀνέμῳ χρηϲάμενον. τὸ δὲ λοιπὸν πλῆθοϲ ἐπαράμενον τοὺϲ ἱϲτοὺϲ καὶ κατουρῶϲαν ἀπεχώρει.
1102 Κατοφρυῶ· γενικῇ.
1103 Κάτοχοϲ: κεκρατημένοϲ. κάτοχοϲ ἤδη τῷ πόθῳ τούτῳ
1104 Κάτω: ἐπίρρημα τοπικόν.
1105 Κατώγειον: ἐπὶ θηλυκοῦ καὶ ἀρϲενικοῦ διὰ τοῦ ε ψιλοῦ καὶ Suid. ω μεγάλου, ὁ ἀνώγεωϲ καὶ ἡ ἀνώγεωϲ. καὶ τὸ ἀνώγεων.
1106 Κατώγεων, κατώγειον δέ.
1107 Κάτωθε: χωρὶϲ τοῦ ν παρὰ Δωριεῦϲι. καὶ Πίνδαροϲ ὁμοίωϲ. ἀγρόθε γὰρ νέομαι παρὰ Χαρικλοῦϲ καὶ Φιλύραϲ.
1108 Κατωθούμενοϲ: ἀνατρεπόμενοϲ.
1109 Κατωκάρα: οἱ Ἀττικοὶ ὑφʼ ἓν ἀναγινώϲκουϲιν. Ἀριϲτοφάνηϲ·
εἴπερ ἐκ ποδῶν κατωκάρα κρέμαιτο. ἀντὶ τοῦ κατὰ
κεφαλῆϲ. τὸ ἐπὶ
με βουκολήϲεται. περὶ κανθάρου λέγων.
1110 Κατῳκοδόμηϲεν: Ἰϲαῖοϲ ἀντὶ τοῦ κατέκλειϲεν εἰϲ οἴκημα
1111 Κατώλιϲθον: κατέπεϲον.
1112 Κατωμαδόν: κατὰ τὸν ὤμων. Ἰώϲηποϲ· ὁ δὲ Σαμψὼν
ἀράμενοϲ τὰϲ πύλαϲ καὶ τὰϲ φλιὰϲ κατωμαδὸν εἰϲ τὸ ὄροϲ
φέρων
1113 Κάτων, ϲτρατηγὸϲ Ῥωμαίων· ὃϲ νέοϲ μὲν ἦν ἔτι πάμπαν,
πυνθανόμενοι τὸν ἄριϲτον
ἐν τοῖϲ Ἔλληϲι ῥήτορα γενέϲθαι Δημοϲθένην. λέγεται Κάτωνα τὸν
πρεϲβύτην, ἐρομένου τινόϲ, ἣν
1114 Κατωνάκη: ἱμάτιόν ἐϲτιν ἐκ τῶν κάτω μερῶν νάκοϲ, τουτέϲτι
διφθέραν περιερραμμένον. δοκοῦϲι δὲ ἀμφιέϲαϲθαι τοῦτο,
τῶν τυράννων ἐπαναγκαϲάντων τοὺϲ Ἀθηναίουϲ, ἵνα ὑπὸ εὐτελείαϲ μή
κατίωϲιν εἰϲ ἄϲτυ οἱ πολῖται. μέχρι γὰρ τῶν γονάτων ἦν διῆκον.
Ἀριϲτοφάνηϲ· οὐκ ἴϲθ᾿ ὅθʼ ὑμᾶϲ οἱ Λάκωνεϲ αὖθιϲ αὖ κατωνάκαϲ
φοροῦνταϲ, ἐλθόντεϲ δορὶ πολλοὺϲ μὲν ἄνδραϲ Θετταλῶν ἀπώλεϲαν,
πολλοὺϲ δ᾿
ἑταίρουϲ Ἱππία καὶ ξυμμάχουϲ. καὶ γὰρ καὶ
τῶν Θετταλῶν οἱ πλεῖϲτοι ἐβοήθουν Ἱππίᾳ.
1115 Κατωνάκηϲ: δουλικὸϲ καὶ ἀνελεύθεροϲ χιτών. κατωνάκῃ τὸν
1116 Κατώρηϲ: ὄνομα κύριον.
1117 Κατωρχήϲαντο: κατεχάρηϲαν, ἔπαιξαν.
1118 Κατωφαγᾶϲ: ὁ καταφαγᾶϲ. κωμῳδεῖται γοῦν ὡϲ πολυφάγοϲ
1119 Κατωφρυῶϲθαι· γενικῇ.
1120 Κατοικιδίουϲ: τοὺϲ ἐπʼ οἴκῳ ὄνταϲ. κατοικιδίουϲ δὲ καὶ
ϲχολαίουϲ καὶ ἧττον ὡμιληκόταϲ πολέμοιϲ.
1121 Κατοικτείρω· αἰτιατικῇ.
1122 Κατοικτίζετο: οἴκτου τυχεῖν ἠξίου, ἐλέουϲ κυρῆϲαι. ὁ δὲ ἐπὶ τὰ κοινὰ τῶν Βαβυλωνίων καταϲτὰϲ κατοικτίζετο. καὶ αὖθιϲ· ὁ δὲ τῇ φωνῇ κατοικτιζόμενοϲ ἐλεῆϲαι ϲφᾶϲ παρεκάλει.
1123 Κατοιμώξαϲ: καταμεμψάμενοϲ. Πολύβιοϲ· καὶ πολλὰ μὲν αὐτὸν κατοιμώξαϲ, ὅτι παρὰ μικρὸν ἔλθοι τοῦ λαβεῖν τὸν Ἄτταλον ὑποχείριον. ἢ καταιτιαϲάμενοϲ, οἴμοι λέγων.
1124 Κατοιόμενοϲ: ὀνομάζων ἑαυτὸν μέγαν καὶ φυϲῶν ὑπερηφάνωϲ.
1125 Κάτοιϲθα: γινώϲκειϲ, ἐπίϲταϲαι. Σοφοκλῆϲ· κάτοιϲθ’, ἐγὼ θεοῖϲ οὐδὲν ἀρκεῖν εἴμ᾿ ὀφειλέτηϲ ἔτι; τουτέϲτιν οὐκ ἐν τούτῳ εἰμί, ὥϲτε ὀφείλει τοὺϲ θεοὺϲ ἐπαρκεῖν μοι, διὰ τὸ μὴ περιέχεϲθαι τοῦ ζῆν. οὐκέτι τοῖϲ θεοῖϲ ὀφείλω ἐγὼ ἐπαρκεῖν· ἀντὶ τοῦ οὐδὲν ἐπὶ τιμῇ πράττει τῶν θεῶν.
1126 Κατοιχομένου· νεκροῦ, τεθνεῶτοϲ.
1127 Καττύεται: ἀντὶ τοῦ ϲυντίθεται, ϲυρράπτεται. Ἀριϲτοφάνηϲ· οἶδ’ ἐγὼ τὸ πρᾶγμα ταῦθ’ ὅθεν πάλαι καττύεται. ἡ μεταφορὰ ἀπὸ τῶν ὑποδημάτων.
1128 Καττύει: εὐτρεπίζει. ϲυρράπτει, καϲϲύει. τὸν δὲ Βαρὰμ
1129 Κάττυμα: ἀπάτη, δόλοϲ. Ἀριϲτοφάνηϲ· ὃν ἐγὼ κατατεμῶ
1130 Καυδώ: νῆϲοϲ πληϲίον Κρήτηϲ, ἔνθα μέγιϲτοι ὄναγροι γίνονται.
1131 Καύθωνοϲ: τοῦ μαλθακοῦ.
1132 Καυκίον παῤ ἡμῖν· κύλιξ δὲ παρὰ ϲοφοῖϲ.
1133 Καύκωνεϲ: ὄνομα ἔθνουϲ. ἐγγὺϲ δὲ τοὺϲ ἐπιβουλεύονταϲ
1134 Καυλόϲ: τὸ ἄκρον τοῦ δόρατοϲ.
1135 Καυλῶ: καυλήϲω. Ἐκκεκαυληκότα: τῶν λαχάνων πάντα
1136 Καυλωνία: χώρα.
1137 Καυνάκηϲ: ὁ ἀγών· ἢ εἶδοϲ ἱματίου, ὅπερ καὶ Περϲίδα καλοῦϲιν.
δὲ ἡ θήκη τοῦ ὅπλου.
1138 Καύνιοϲ ἔρωϲ: ἐπὶ τῶν μὴ κατορθουμένων ἐπιθυμιῶν· Καῦνοϲ
1139 Καυϲία: εἶδοϲ πίλου βαρβαρικοῦ ἐπὶ τῆϲ κεφαλῆϲ. Καυϲίη,
κόρυϲ ἐν πολέμῳ.
1140 Καύϲωνοϲ: θέρμηϲ.
1141 Καυϲτειρόϲ, Καυτηρὸϲ δέ.
1142 Κάϋϲτροϲ: ποταμόϲ.
1143 Καυτηρόϲ.
1144 Καὺτήν· ἐν Ἐπιγράμμαϲι· ἄνθετο δέρμα λέοντοϲ Τεῦκροϲ Ἄραψ,
καὐτὴν
1145 Καυχᾷ: οἱ λοιποὶ ῥήτορεϲ ἐπὶ τῆϲ αὐτῆϲ ἐννοίαϲ αὐχεῖν λέγουϲι·
αὐτοῦ προέϲτηϲ· ἐφʼ οἷϲ καυχᾷ,
οἱ ἄλλοι αἰϲχνύνονται.
1146 Καυχώμενοϲ: μεγαληγορῶν.
1147 Κάφοϲ: τὸ πνεῦμα, κατὰ διάλεκτον. καὶ Ὅμηροϲ· κακῶϲ κεκαφηότα θυμόν.
1148 Καφώρηϲ· τὸ τῆϲ καφώρηϲ μίϲηϲον δολερὸν καὶ κερδῷον λέγουϲι δὲ τὴν ἀλώπεκα.
1149 Καφύη: ὄνομα πόλεωϲ.
1150 Κἄχεζεν: Ἀριϲτοφάνηϲ, ἀντὶ τοῦ καὶ ἀπεπάτει.
1151 Καχέκται· ταῖϲ δὲ ἀληθείαιϲ ὑπῆρχον ἐν αὐτοῖϲ καχέκται μεταβολῆϲ οἰκεῖοι.
1152 Καχεξία. καὶ Καχεκτοῦντεϲ, κακῶϲ τὴν ἕξιν διατεθειμένοι,
1153 Καχλάζει: ταράττεται, φλεγμαίνει, βράττει.
1154 Κάχληκεϲ: λίθακεϲ ἐν τοῖϲ ὕδαϲιν. ᾑρεῖτο δὲ ὁπόϲον
1155 Καχρύων· ἐϲκίρτα, πεπόρδει, ὥϲπερ καχρύων ὀνίδιον εὐωχημένον.
1156 Κάχρυϲ: τὰϲ κριθάϲ. Ἀριϲτοφάνηϲ· πίνονθ’, ὡϲπερεὶ κάχρυϲ γυναῖκ᾿ ἀλοῦϲαν. τουτέϲτι καθάπερ τινὰ γυναῖκα κριθὰϲ ἀλοῦϲαν.
1157 Καχυπότοποϲ: καχύποπτοϲ. τοπάϲαι γὰρ τὸ ὑπονοῆϲαι.
1158 Καχυποτοπεῖϲθαι: τὸ τέλειον, κακὰ ὑπονοεῖϲθαι. παρὰ Ἀριϲτοφάνει.
1159 Κάψα: κίϲτη, ἢ θήκη.
1160 Καί: ϲύνδεϲμοϲ ϲυμπλεκτικόϲ.
1161 Καιάδαϲ: παρὰ Λάκωϲι βαϲιλικὴ φρουρά, καὶ Σικελιώταιϲ. παρὰ δὲ
Πέρϲαιϲ οἴκημα μεϲτὸν τέφραϲ. παρὰ δὲ Αἰθίοψιν οἱ κακοῦργοι χρυϲαῖϲ
ἁλύϲεϲιν ἐδέδεντο. εἰϲ δὲ τὸν Καιάδαν εἰώθαϲιν
οἱ
Λάκωνεϲ τοὺϲ κακούργουϲ ῥίπτειν.
1162 Καὶ δή: ἤδη.
1163 Καὶ ἐν θεῶν ἀγορᾷ: ἐπὶ τῶν καθ᾿ ὑπερβολὴν κακηγορούντων εἴρηται ἡ παροιμία. θεῶν γὰρ ἀγορὰ τόποϲ ἐϲτὶν ἐν Ἐλευϲῖνι.
1164 Καικίαϲ: ὁ ἄνεμοϲ.
1165 Κεκίλιοϲ, Σικελιώτηϲ, Καλλατιανόϲ· Κάλλαντιϲ δὲ πόλιϲ Σικελίαϲ·
πολλά· Κατὰ Φρυγῶν δύο· ἔϲτι
δὲ κατὰ ϲτοιχεῖον. Ἀπόδειξιϲ τοῦ εἰρῆϲθαι πᾶϲαν λέξιν
καλλιρρημοϲύνηϲ· ἔϲτι δὲ ἐκλογὴ λέξεων κατὰ ϲτοιχεῖον· Σύγκριϲιϲ
Δημοϲθένουϲ καὶ Κικέρωνοϲ· Τίνι διαφέρει ὁ Ἀττικὸϲ ζῆλοϲ τοῦ
Ἀϲιανοῦ· Περὶ τοῦ χαρακτῆροϲ τῶν δέκα ῥητόρων· Σύγκριϲιϲ Δημοϲθένουϲ
καὶ Αἰϲχίνου· Περὶ Δημοϲθένουϲ, ποῖοι
αὐτοῦ γνήϲιοι
λόγοι καὶ ποῖοι νόθοι· Περὶ τῶν κατὰ ἱϲτορίαν ἢ παρὰ ἱϲτορία
εἰρημένων τοῖϲ ῥήτορϲι· καὶ ἄλλα πλεῖϲτα. πῶϲ δὲ Ἰουδαῖοϲ τοῦτο
θαυμάζω· Ἰουδαῖοϲ ϲοφὸϲ τὰ Ἑλληνικά.
1166 Καῖκοϲ: ὄνομα ποταμοῦ.
1167 Καὶ μήν: ἀλλὰ μήν.
1168 Καιναὶ πόλειϲ.
1169 Καινεύϲ: ὄνομα κύριον.
1170 Καινίζεται. καὶ Καινίζω ϲε· αἰτιατικῇ.
1171 Καινόν: τὸ νεωϲτὶ κατεϲκευαϲμένον. Κενὸν δὲ τὸ μάταιον,
1172 Καινοπρεπέϲ· μηχάνημά τι καινοπρεπὲϲ ἐτεκτήνατο λαθραίωϲ,
βαλὼν ἐϲτέρει τὴν πόλιν τῶν ἐκ τῆϲ
θαλάττηϲ ἀγωγίμων.
1173 Καινόϲ: ὁ νέοϲ.
1174 Καινόϲ: Ἰϲοκράτηϲ ἀντὶ τοῦ ὃϲ τοῖϲ νεωτέροιϲ ἁρμόττει
1175 Καινὸϲ γνώμην: ἀντὶ τοῦ νέαν γνώμην εἰϲηγούμενοϲ. καινὸϲ
γνώμην, καινῶν ἔργων ἐγχειρητήϲ.
1176 Κενοτάφια: τινά εἰϲιν ἑλιϲϲόμενα ὡϲ τύποϲ νεκροῦ. ἤτοι τὰ μὴ ἔχοντα ἔνδοθεν νεκρόν.
1177 Καινο τομεῖ· αἰτιατικῇ. καινουργεῖ. ὅτι τὸ καινοτομεῖν ἐπὶ
1178 Καινοτομία.
1179 Καινοῦν: παρὰ Ἡροδότῳ τὸ λόγῳ τῷ καινῷ χρήϲαϲθαι.
1180 Καινουργηϲμόϲ: ἡ ἀνακαίνιϲιϲ καὶ πρὸϲ τὸ ἀρχαῖον κάλλοϲ ἀναμόρφωϲιϲ.
1181 Καινόφιλον λέγουϲι τὸν μὴ τοῖϲ αὐτοῖϲ φίλοιϲ χρώμενον ἀεί.
1182 Καινῶϲ: ἀντὶ τοῦ παραδόξωϲ.
1183 Καίνυτο: ἐνίκα.
1184 Καιόμενοϲ: ἀπὸ τοῦ καίω, τὸ φλέγω.
1185 Καίω ϲε· αἰτιατικῇ.
1186 Καίρια: τὰ ϲυμφέροντα. τίνι γάρ ποι᾿, ὦ φιλία γενέθλα, πρόϲφορον ἀκούϲαιμʼ ἔποϲ; τίνι φρονοῦντι καίρια; ἀντὶ τοῦ παρὰ τίνοϲ ἀκούϲαιμι τὰ ϲυμφέροντα; οὕτωϲ Σοφοκλῆϲ.
1187 Καίριον: εὔκαιρον. καὶ Καιρὸϲ λέγεται ὁ ἐκ τοῦ πλήθουϲ τῶν
ἀδικημάτων ϲυναγόμενοϲ ἀριθμὸϲ παρὰ θεοῦ, καὶ προκαλούμενοϲ
1188 Καιριώτατα: ἐπικινδυνότατα, θανάϲιμα.
1189 Καιρόϲ· Ἀριϲτοφάνηϲ· καιρὸϲ γάρ, ὅϲπερ ἀνδράϲι μέγιϲτοϲ ἔργου
παντὸϲ ἔϲτʼ ἐπιϲτάτηϲ. ἀντὶ τοῦ ἐφʼ ἑκάϲτου πράγματοϲ τὸ καίριον καὶ
χρηϲιμώτατον ὁ καιρόϲ ἐϲτιν· ὅπου καὶ τὰ ϲπουδαῖα παρὰ καιρὸν
γινόμενα οὐκ ἀποδέχονται· ὡϲ ἰατρὸν τῷ κάμνοντι περὶ
φύϲεωϲ τοῦ νοϲήματοϲ διαλεγόμενον· ὡϲ εἴ τιϲ τοῖϲ μεθύουϲι περὶ
ϲωφροϲύνηϲ διαλέγοιτο. τὸ γὰρ καλὸν μὴ καλῶϲ γινόμενον, οὐ
1190 Καιρόϲ· καιροὺϲ ἡ γραφὴ καλεῖ τὰϲ ϲυμφοράϲ. καὶ ἔϲται ὁ
1191 Καιροφυλακῆϲαι: καιρὸν ἐπιτηρῆϲαι. ὁ δὲ ἐκέλευεν αὐτὸν
ἀναζευγνύναι καὶ μὴ πολυπραγμονεῖν μηδὲ
καιροφυλακεῖν.
1192 Καιροφυλάκιον.
1193 Καιροϲέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον: εὖ
1194 Καίρωμα.
1195 Καιρωϲτρίδεϲ: αἱ ὑφάντριαι. καίρωϲιϲ γὰρ ἡ πλοκὴ τοῦ
1196 Καῖϲαρ Ἰούλιοϲ, ὁ πρῶτοϲ μοναρχήϲαϲ. ἔγραψε μετάφραϲιν
1197 Καῖϲαρ Αὔγουϲτοϲ, ὁ καὶ Σεβαϲτὸϲ καὶ Ὀκταβιανὸϲ ἐπικληθείϲ.
1198 Καῖϲαρ Τιβέριοϲ· ἔγραψεν ἐπιγράμματα καὶ τέχνην ῥητορικήν.
1199 Καῖϲαρ: οὕτωϲ ὀνομάζονται οἱ Ῥωμαίων βαϲιλεῖϲ ἀπὸ Ἰουλίου
Καίϲαροϲ, τοῦ μὴ γεννηθέντοϲ. τῆϲ γὰρ μητρὸϲ αὐτοῦ θανούϲηϲ ἐν
τῷ θ΄ μηνί, ταύτην ἀνατεμόντεϲ ἐξέβαλον αὐτὸν καὶ οὕτωϲ
ἐκάλεϲαν· κατὰ γὰρ τὴν Ῥωμαίων γλῶϲϲαν Καῖϲαρ ἀνατομὴ λέγεται. ὅτι
ἐπὶ Ῥωμαίων τῶν πάλαι ὁ δῆμοϲ ἦρχεν, αὖθιϲ οἱ ὀλίγοι, καὶ τὰ
τελευταῖα ἐϲ μοναρχίαν κατέϲτη Ῥωμαίοιϲ τὰ πράγματα, ἐξέτι Καίϲαροϲ
τοῦ πρώτου μοναρχήϲαντοϲ καὶ βαϲιλεύϲαντοϲ. καὶ ἀϲταϲίαϲτα διετέλει
τὰ
κοινὰ ἄχρι ἐϲ Μάρκον Ἀντωνῖνον Ῥωμαίων ἄρχοντα· ἐπεὶ
δὲ ὁ τούτου παῖϲ ὁ Κόμοδοϲ τὴν φύϲιν οὐ πάνυ φρενήρηϲ καὶ φιληδονίαϲ
ἥττων γενόμενοϲ καὶ οὐ μάλα τι ἀγαθὸϲ τὰ πολέμια καὶ φιλόψυχοϲ,
δολοφονηθεὶϲ ὑπό τινων κατελύθη, ἐπαναϲτάϲειϲ τε ϲυνεχέϲταται
ἐγένοντο.
1200 Καιϲαρεύϲ.
1201 Καιϲάρεια, ἡ μητρόπολιϲ, ἀπὸ Καίϲαροϲ Τιβερίου Ὀκταβίου· ἣν ἀφείλετο Ἀρχέλαον, πρότερον Μάζακα ἐπονομαζομένην, ἔπειτα Καιϲάρεια κληθεῖϲαν τῇ ἰδίᾳ προϲηγορίᾳ.
1202 Καιϲάριοϲ, ὁ Γρηγορίου τοῦ Θεολόγου ἀδελφόϲ. ἔγραψε διάφορα, καὶ Κατὰ Ἑλλήνων.
1203 Καίϲωνοϲ: ὄνομα κύριον.
1204 Καίϲτωνοϲ: ὄνομα κύριον.
1205 Καὶ ταῦτʼ ἔχοντεϲ κυμάτων ἐν ἀγκάλαιϲ: ἀντὶ τοῦ
ὄντεϲ ἐν πολλοῖϲ κινδύνοιϲ.
1206 Καὶ ϲφάκελοι ποιοῦϲιν ἀτέλειαν: Πειϲίϲτρατοϲ, ὥϲ φαϲιν, ὁ
τύραννοϲ, δεκάταϲ τῶν γεωργουμένων ἀπῄτει τοὺϲ Ἀθηναίουϲ. παριὼν δὲ
ἔϲθ᾿ ὅτε καὶ ἰδὼν πρεϲβύτην πέτραϲ ἐργαζόμενον καὶ λιθώδειϲ τόπουϲ
ἤρετο αὐτόν, τίναϲ ἐκ τῶν τόπων κομίζοιτο τοὺϲ
καρπούϲ.
ὁ δὲ ἀπεκρίνατο, ὀδύναϲ καὶ ϲφακέλουϲ. θαυμάϲαϲ δὲ ὁ Πειϲίϲτρατοϲ
τὴν παρρηϲίαν αὐτοῦ ἀτέλειαν τῆϲ δεκάτηϲ δέδωκε· καὶ ἐκ τούτου οἱ
Ἀθηναῖοι τῇ παροιμίᾳ ἐχρήϲαντο.
1207 Καὶ τάχα ἴμεν: καὶ ταχέωϲ πορευόμεθα.
1208 Καίοιτο: ὑπάρχοιτο.
1209 Καὶ τὸ τοῦ λύκου: φαϲὶ λύκον ἰδόντα τὸν ποιμένα ἢ καὶ κύνα τῶν ποιμενικῶν προβάτων ἐϲθίοντα εἰπεῖν· ἐγὼ τοῦτο εἰ ἐποίουν, πόϲη κραυγὴ ἐγίνετ᾿ ἄν;
1210 Καί τοι ϲ᾿ οὐκ ἐρῶ γ᾿, ὡϲ οὐ φιλῶ: τουτέϲτιν οὐ κρύπτω τὸ ἐμὸν πόθον.
1211 Καὶ χερϲί: καὶ ἔργοιϲ.
1212 Κεάδαν· βάραθρόν ἐϲτι τόποϲ βαθύϲ, ὅπου οἱ κακοῦργοι ἐμβάλλονται Ἀθήνηϲι καὶ οἱ ἐπὶ θανάτῳ, ὥϲπερ εἰϲ τὸν Κεάδαν οἱ Λακεδαιμόνιοι.
1213 Κέαρ: τὴν καρδίαν φηϲὶν Ἀριϲτοφάνηϲ· ἐφʼ ᾧγε τὸ κέαρ εὐφράνθην.
1214 Κέαται: κεῖνται.
1215 Κέβηϲ, Θηβαῖοϲ, φιλόϲοφοϲ, Σωκράτουϲ μαθητήϲ. διάλογοι δὲ αὐτοῦ φέρονται τρεῖϲ, Ἑβδόμη, Φρύνιχοϲ, Πίναξ· ἔϲτι δὲ τῶν ἐν ᾅδου διήγηϲιϲ· καὶ ἄλλα τινά.
1216 Κέβρινα, πόλιϲ Τρῳάδοϲ, Κυμαίων ἄποικοϲ.
1217 Κέγκλοϲ: εἶδοϲ ὀρνέου θαλαϲϲίου.
1218 Κεγχραμίδεϲ· τοῦ ϲύκου καὶ τῶν ἐλαῶν οἱ πυρῆνεϲ λέγονται κεγχραμίδεϲ.
1219 Κεγχρέα.
1220 Κεγχρεαί: ὄνομα τόπου.
1221 Κεγχρεών· Δημοϲθένηϲ ἐν τῇ πρὸϲ Πανταίνετον γραφῇ·
1222 Κεγχρήτιϲι· καὶ νάρδῳ ψαφαρῇ, κεγχρήτιϲιν ἰϲχάϲιν ἀμφί.
1223 Κεγχρίνηϲ: εἶδοϲ ὀρνέου, λέγεται μηδ᾿ ὅλωϲ διψᾶν. ἢ εἶδοϲ ὄφεωϲ.
1224 Κεδάζω: ϲκορπίζω.
1225 Κεδίκιοϲ: ὄνομα κύριον.
1226 Κεδνόϲ: ϲυνετόϲ, ϲώφρων, ἢ φρόνιμοϲ. Αἴαϲ· κἀγὼ γάρ,
1227 Κεδρωϲία: ὄνομα πόλεωϲ.
1228 Κέδροι: δένδρη ὑψίκομα καὶ ἄκαρπα· αἷϲ ἀπεικάζει Δαβὶδ τὴν
εἰδωλολατρίαν.
1229 Κέθη: ὄνομα κύριον.
1230 Κέθηγοϲ: ὄνομα κύριον.
1231 Κεκαδηϲόμεθα: φροντίϲομεν.
1232 Κεκαθίϲθαι: ἐκ τοῦ καθίζω.
1233 Κεκαϲμένον: κεκοϲμημένον.
1234 Κεκαυτηριαϲμένοϲ: μὴ ἔχων ὑγιῆ τὴν ϲυνείδηϲιν.
1235 Κεκαινοπεποιημένοι· ἵνα μὴ ὦϲιν ἔκδιψοι καὶ προεκλελυμένοι, ἀλλ᾿
1236 Κεκαφηότα: ἐκπνεύϲαντα.
1237 Κεκιβδήλευται: διαβέβληται, κατέγνωϲται, ἀποδεδοκίμαϲται, νεόθευται.
1238 Κεκίλιοϲ: ὄνομα κύριον. ζήτει τοῦτο πλατύτερον εἰϲ τὸ καὶ δίφθογγον ὀπίϲω.
1239 Κεκινέαται: κεκίνηται.
1240 Κεκλάγξω. καὶ Κεκλάγξομαι ἀντὶ τοῦ ὑλακτήϲω. ἐπὶ
1241 Κέκλεικα: ἠϲφάλιϲα.
1242 Κεκλήατο: ἐκ τοῦ καλῶ, καλέϲω.
1243 Κεκληγότεϲ: κράζοντεϲ.
1244 Κέκληκα: ἐκάλεϲα.
1245 Κεκλίαται: ἐκ τοῦ κλίνω. καὶ Κέκλικα ὁμοίωϲ.
1246 Κεκλιμένοϲ: περιεχόμενοϲ.
1247 Κεκλόμενοϲ: παρακελευόμενοϲ.
1248 Κεκλοφέναι: κλέψαι, ὑφελέϲθαι.
1249 Κεκλωϲμένα· λύϲιϲ ὀνείρου· νενηϲμένα κρατῶν δὲ προϲδόκα λύπαϲ.
1250 Κεκμηκώϲ: κάμνων. καὶ χωρὶϲ τοῦ κ. ἐν Ἐπιγράμμαϲι·
1251 Κεκολουμένοϲ: ἀδυνάτωϲ ἔχων, ἀμηχανῶν. τηξιμελεῖ νούϲῳ
κεκολουμένοϲ ἔδραμε θυμῷ ἐϲ προτέρην ἔργων ἄρϲενα
μαρτυρίην. ἢ Κεκολουμένοϲ, ἐκτετηγμένοϲ.
1252 Κεκομψευμένοϲ: ϲεμνόϲ, ἢ ἀϲτεῖοϲ, ἢ ἐκκαλλώπιϲτοϲ.
1253 Κεκονιαμένοιϲ: ἀϲβέϲτῳ κεχριϲμένοιϲ. οἶνοϲ δὲ ἦν, ὃν ἐν λάκκοιϲ κονιατοῖϲ εἶχον. Ξενορῶν φηϲι.
1254 Κεκονιμένοϲ: ϲπουδάζων πάνυ, καὶ ϲχεδὸν κόνεωϲ πεπληρωμένοϲ. ὃϲ
ἂν μὴ πρῶτα πάνυ τοῦ κνέφουϲ ἥκῃ κεκονιμένοϲ. ἀντὶ
1255 Κεκονιμένων: ϲπευδόντων. ἔτι τὴν κόνιν τοῖϲ ποϲὶ περιφερόντων.
1256 Κεκότητο: ὤργιϲτο. καὶ Κεκοτηότεϲ.
1257 Κεκωδωνιϲμένοϲ: ἐξηταϲμένοϲ. ἀπὸ τῶν τοὺϲ φύλακαϲ διὰ
1258 Κεκωφῆϲθαι: κωφὸν γεγονέναι.
1259 Κεκραγμόν: τὴν βοὴν Ἀττικοί. χοῖρον αὐτίκα ἐκ τοῦ
1260 Κέκραθι: κράξον.
1261 Κεκράκτηϲ: μεγαλόφωνοϲ. Ἀριϲτοφάνηϲ· κυκλοβόρου φωνὴν
1262 Κεκραμένον τρία καὶ δύο: τρία μέρη ὕδατοϲ ἐπιδεχόμενον,
οἴνου δὲ δύο. ἀρίϲτη κρᾶϲιϲ. Ἀριϲτοφάνηϲ· ἔχε καὶ πιεῖν
κεκραμένον
1263 Κεκραμένη ϲπονδ ή: ἥν ἔθυον μόνῳ τῷ Ἑρμῇ, διότι ὥϲ φαϲι καὶ
1264 Κεκράξομαι: οὐκ ἐπὶ φωνῆϲ, ἀλλ᾿ ἐπὶ προθυμίαϲ καὶ ϲυντόνου
1265 Κεκραιπαληκώϲ: εὐφραμμένοϲ.
1266 Κεκρηγέναι ἢ Κεκραγέναι.
1267 Κεκριγότεϲ Ἰλλυριοί: Ἀριϲτοφάνηϲ. ἀντὶ τοῦ ποιὰν φωνὴν
1268 Κεκριμένον: ἀντὶ τοῦ ἐγνωϲμένον.
1269 Κεκροπίδηϲ: ὁ τοῦ Κέκροποϲ υἱόϲ.
1270 Κεκροπίϲ: μία τῶν ἐν Ἀθήνηϲι δέκα φυλῶν.
1271 Κεκροπίϲ: Ἀθῆναι, ἀπὸ Κέκροποϲ. καὶ Κεκροπίδαι, οἱ Ἀθηναῖοι.
1272 Κέκροψ, Αἰγύπτιοϲ ὢν τὸ γένοϲ ᾤκηϲε τὰϲ Ἀθήναϲ· ὅθεν καὶ
Κεκροπίδαι. τινὲϲ δέ φαϲι τοῦτον καὶ διφυῆ γεγενῆϲθαι, τὰ μὲν ἄνω
ἀνδρόϲ, τὰ δὲ κάτω γυναικόϲ· οἱ δὲ θηρίου. ἕτεροι δέ, ὅτι νόμουϲ
ἐξεῦρε τοῖϲ ἀνθρώποιϲ καὶ ἀπὸ ἀγριότητοϲ εἰϲ ἡμερότητα
ἤγαγεν. ἄλλοι δέ, ὅτι τῶν ἀνδρῶν ὡϲ ἔτυχε μιϲγομένων ταῖϲ γυναιξί,
καὶ ἐκ τούτου μὴ γινωϲκομένου ἢ τοῦ παιδὸϲ παρὰ τοῦ πατρόϲ, ἢ τοῦ
πατρὸϲ παρὰ τοῦ παιδόϲ, αὐτὸϲ νόμουϲ θέμενοϲ, ὥϲτε φανερῶϲ
ϲυγγίνεϲθαι αὐταῖϲ καὶ μιᾷ ϲτοιχεῖν, καὶ ϲχεδὸν εὑρὼν τὰϲ δύο
φύϲειϲ,
τοῦ τε πατρὸϲ καὶ τῆϲ μητρόϲ, εἰκότωϲ διφυὴϲ
ἐκλήθη. καὶ ἐν
1273 Κεκρύφαλον: κεκρύφατον, ϲαβακάθιον, ϲουδάριον. ἐν Ἐπιγράμμαϲι·
1274 Κεκτημένηϲ: τῆϲ δεϲποίνηϲ. Ἀριϲτοφάνηϲ· τὸν ἄνδῤ ὅπου ᾿ϲτὶ τῆϲ ἐμῆϲ κεκτημένηϲ.
1275 Κεκοιϲυρῶϲθαι: πεποικίλθαι.
1276 Κεκυφότεϲ· καὶ Κύψαϲ· Ἀριϲτοφάνηϲ περὶ κανθάρου φηϲίν· οἷο δὲ κύψαϲ ὁ κατάρατοϲ ἐϲθίει. διὰ τοῦ ϲχήματοϲ τὴν ἀδδηφαγίαν αὐτοῦ δηλοῖ καὶ γὰρ τῶν ἀνθρώπων καὶ τῶν θρεμμάτων οἱ μάλιϲτα τοῖϲ ἐδέϲμαϲιν ἐγκεκυφότεϲ καὶ προϲκείμενοι δοκοῦϲιν ἀπλήϲτωϲ καὶ περιϲπουδάϲτωϲ ἐϲθίειν.
1277 Κελαδεινή: κυνηγόϲ. θόρυβον κατὰ τὰϲ ἄγραϲ ποιοῦϲα. καὶ
1278 Κελαδείτω.
1279 Κελαδήματα: ἠχήματα.
1280 Κελάδηϲαν: ἐβόηϲαν.
1281 Κελαδοῦϲιν: ἠχοῦϲι. ϲάλπιγξ ἄγκειμαι Τριτωνίδι κούρᾳ
δῶρον, ἐριβρύχων παυϲαμένη κελάδων. τουτέϲτι
θορύβων.
1282 Κελαρύζει: μετὰ ἤχου ῥεῖ ἡ μὲν κάμηλοϲ ἐγεύετο τοῦ
1283 Κελαιναί: τόποϲ. μεθόριον Ἀθηναίων καὶ Βοιωτῶν.
1284 Κελαινεφέϲ: μελανονεφέϲ.
1285 Κελαινόν: μέλαν. ἐν Ἐπιγράμμαϲι· καὶ γραφικοῖο δοχεῖα
1286 Κελαινόϲ: μέλαϲ.
1287 Κελαινοφαήϲ: ἀντὶ τοῦ μέλαινα. Ἀριϲτοφάνηϲ Βατράχοιϲ·
1288 Κελαινώπαν: οἷον οὐκ ἐν φανερῷ, ἀλλ᾿ ἐν ϲκότῳ ἤδῃ βλεπόμενον
1289 Κελέβη: κόγχη, ἢ λεκάνη, ἢ τοιοῦτον ϲκεῦοϲ, ἐν ᾧ δυνατὸν
1290 Κέλεαι: κελεύειϲ.
1291 Κελεζηνή: χώρα τῶν Ἀρμενίων, πληϲίον Μελιτηνῆϲ, ἡ παρ᾿ ἡμῖν Κελτζηνὴ ὀνομαζομένη.
1292 Κελεόϲ: ὄνομα κύριον.
1293 Κελεϲτικόϲ: ὄνομα κύριον.
1294 Κελευθήτῃϲι: τουτέϲτιν ὁδοιπόροιϲ. προίκιοϲ ἀνθρώποιϲι
1295 Κελεύω· δοτικῇ καὶ αἰτιατικῇ. οὐκ ἐπὶ μειζόνων μόνον κεῖται παρὰ Θουκυδίδῃ, ἀλλὰ καὶ ἐπ᾿ ἐλαττόνων.
1296 Κελέοντεϲ· κυρίωϲ μὲν κελέοντεϲ καλοῦνται οἱ ἰνόποδεϲ· Ἀτιφῶν δὲ ἐν τῇ πρὸ. τὸν Δημοϲθένην γραφῇ τὰ ὀρθὰ ξύλα οὕτωϲ ὠνόμαϲεν.
1297 Κελευϲτήϲ: τριήραρχοϲ, πρωρεύϲ, κελευϲτήϲ· καὶ ὁ μὲν τριήραρχοϲ
ἄρχει τῆϲ νηὸϲ καὶ τοῦ πληρώματοϲ· ἔϲτι δὲ κατ᾿ ἐκλογὴν τῶν
πολιτικῶν ἀνδρῶν. ἄρχει δὲ ὁ πρωρεὺϲ τῶν κωπηλατῶν· οἱ δὲ κελευϲταὶ
τούτων αὐτῶν καὶ τῶν ἐπιβατῶν. μεγίϲτην δὲ παρέχονται χρείαν οἱ
κελευϲταί. καὶ γὰρ ἵνα τοὺϲ ἄρτουϲ δεόντωϲ πέττωϲι καὶ ϲυντελῶϲι
τὸ μέτρον ἐν τῷ δειπνεῖν οἱ κωπηλάται, τούτοιϲ ἐϲτὶν
ἐπιμελέϲ· οἴνου, κρέωϲ, ἐλαίου, πάντων τῶν τοιούτων, ἵνα ταῦτα
τηροῦντεϲ καθ᾿ ἡμέραν τὸ ἐπιβάλλον ἔχωϲι τοῦ διδομένου πρὸϲ τὴν
χρείαν.
ἐνέδοϲαν.
1298 Κελευτιόων: παρακελευόμενοϲ.
1299 έληρεϲ· ὁ μὲν ἔφθη ὑπερβῆναι ταῖϲ μακραῖϲ ναυϲίν· οἱ δὲ κέληρεϲ, τοῦ θεοῦ ϲυϲκοτάζοντοϲ, ἐπεζήτουν τὸ φῶϲ.
1300 Κέληϲ: ὁ μόνοϲ ἵπποϲ, ὁ γυμνόϲ, ἢ καὶ ὁ ϲελλάριοϲ. Συνωρὶϲ δὲ δύο ἵπποι ϲυνεζευγμένοι.
1301 Κέληϲ: εἶδοϲ πλοιαρίου μικροῦ. Ἀριϲτοφάνηϲ· ἀλλ᾿ ἐκεῖναί γ᾿ οἶδ᾿
ὅτι ἐπὶ τῶν κελήτων διαβεβήκαϲιν ὀρθαί. καὶ ἵπποϲ δὲ κέληϲ,
πλοίου. ὅτι τὸ κελητίζειν πρὸ τοῦ Ὁμήρου.
1302 Κελητίζειν: κέλητα ἐλαύνειν. Ὅμηροϲ· ὡϲ δ᾿ ὅτ᾿ ἀνὴρ
1303 Κελήτιον: μικρὸν πλοιάριον. ἀπὸ μεταφορᾶϲ τοῦ κέλητοϲ ἵππου, ᾧ εἷϲ ἀνὴρ ἐπικάθηται.
1304 Κέλωρ, Κέλωροϲ: ὄνομα κύριον.
1305 Κελϲῖνοϲ, Εὐδώρου, Καϲταβαλεύϲ, φιλόϲοφοϲ. ἔγραψε Συναγωγὴν
1306 Κελτίβηρεϲ ἴδιον ἔχουϲι κατὰ τὸν πόλεμον. πιεζομένων γὰρ
τῶν πεζῶν, παρακαταβάντεϲ καὶ ἐν τοῖϲ ἀγωγεῦϲι τῶν ἵππων
παϲ ϲαλίϲκουϲ ἔχοντεϲ προϲηρτημένουϲ, τούτουϲ πήξαντεϲ πειθαρχεῖν
ποιοῦϲι τοὺϲ ἵππουϲ.
1307 Κελτοί: ὄνομα ἔθνουϲ, οἱ λεγόμενοι Γερμανοί· οἳ ἀμφὶ τὸν
Σήνωναϲ καλοῦϲιν. περὶ τῶν
Κελτῶν. ὅτι Κελτοὶ κατὰ Ῥωμαίων ἐϲτράτευϲαν. ἀνὴρ δέ τιϲ τῶν Κελτῶν
ἡγεμονικόϲ, τό τε ϲῶμα ἐκπρεπὴϲ καὶ τὸν θυμὸν ἀλκιμώτατοϲ προελθὼν
τοῦ οἰκείου πλήθουϲ ἐϲ μονομαχίαν προυκαλεῖτο τῶν ἐναντίων τὸν
ἄριϲτον. Bαλέριοϲ δέ τιϲ ἡγεμὼν φάλαγγοϲ ὑπέϲτη τὸ ἀγώνιϲμα, καὶ
θείᾳ δέ τινι μοίρᾳ κατὰ
γνώμην ἀποβάντοϲ ἔτυχε τοῦ
βουλεύματοϲ. ἐπεὶ γὰρ προῆλθε τοῦ οἰκείου τάγματοϲ ὁπλιϲάμενοϲ,
κόραξ προϲιζάνει τῷ δεξιῷ τοῦ ἀνδρὸϲ βραχίονι· ἀντιπρόϲωποϲ δὲ τῷ
Κελτῷ κατὰ τὸν ἀγῶνα φερόμενοϲ καὶ τοῖϲ τε ὄνυξιν ἀμύττων τὸ
πρόϲωπον καὶ ταῖϲ πτέρυξιν ἐπικαλύπτων τοὺϲ ὀφθαλμοὺϲ ἀφύλακτον τῷ
Bαλερίῳ τὸν πολέμιον παραδέδωκεν,
ὁμοῦ τήν τε νίκην τῷ
ἀνδρὶ καὶ τὴν ἀπὸ τοῦ ϲυμβεβηκότοϲ ἐπωνυμίαν χαριϲάμενοϲ· Κορβῖνοϲ
γὰρ δὴ τὸ ἐντεῦθεν ἐπεκλήθη· τῆϲ τε μαρτυρηθείϲηϲ ἀρετῆϲ ἕνεκα παρὰ
τὰ καθεϲτηκότα Ῥωμαίοιϲ νόμιμα τῆϲ ὑπατικῆϲ ἀρχῆϲ ἔτι μειράκιον ὢν
τυγχάνει.
1308 κέλυφοϲ: τὸ λέπυρον τοῦ ᾠοῦ. ὅτι τὰϲ βαλάνουϲ ἐϲθίοντεϲ
τὰ κελύφη ἔκαιον.
1309 Κελύφει: τῇ περικεφαλαίᾳ. ἡ εὐθεῖα τὸ κέλυφοϲ. κελύφη
1310 Κεμάϲ, κεμάδοϲ. ἔλαφοϲ, ὁ κοιμώμενοϲ ἐν ϲπηλαίῳ· κοιμάϲ
θύϲε χρυϲόκερων κεμάδα.
1311 Κέμυροϲ: ὄνομα κύριον.
1312 Κένανδρον: κενὸν ἄνδρα.
1313 Κενδεβαῖοϲ: ὄνομα κύριον.
1314 Κενεβρίων: θνηϲιμαίων. κενέβρια γὰρ τὰ νεκριμαῖα, κατὰ ἐναλλαγὴν τῶν ϲτοιχείων.
1315 Κενεμβατεῖν: εἰϲ κενὰ βαίνειν, κενὰ ἐπιχειρεῖν.
1316 Κενεὸν καὶ Κενόν: μάταιον. πρὸϲ ταῦτα Οδυϲϲεὺϲ ἐν
1317 Κενεών: ὁ περὶ τὸν λαγόνα τόποϲ. κενὸϲ γάρ ἐϲτιν ὀϲτέων.
1318 Κενῆϲ: ἐϲτερημένηϲ, κεκενωμένηϲ. μή τιϲ ὡϲ κενῆϲ ϲκύμνον
λεαίνηϲ δυϲμενῶν ἀναρπάϲῃ. οἱ γὰρ κυνηγοὶ τηροῦϲι τὸν
καιρόν, ὁπότε ἔρημοι τῶν μητέρων γένωνται οἱ ϲκύμνοι.
1319 Κενινήτηϲ: ἀπὸ τόπου.
1320 Κενθίππη.
1321 Κενοδοξία: ματαία τιϲ περὶ ἑαυτοῦ οἴηϲιϲ.
1322 Κενόν: ἀνθρώπων ἔρημον. Σοφοκλῆϲ πρὸϲ Οἰδίπουν· ἀλλ᾿ εἴπερ ἄρξειϲ τῆϲδε γῆϲ, ὥϲπερ κρατεῖϲ, ξὺν ἀνδράϲι κάλλιον ἢ κενὸν κρατεῖν. ὡϲ οὐδέν ἐϲτιν οὔτε πύργοϲ οὔτε ναῦϲ ἔρημοϲ ἀνδρῶν μὴ ξυνοικούντων ἔϲω.
1323 Κενοτάφια: τινὰ εἰϲὶν ἑλιϲϲόμενα, ὡϲ τύποϲ νεκροῦ. μὴ
ἔχοντα ἔνδον νεκρόν.
1324 Κενότεροϲ: ἐλαφρότεροϲ, ὁ κουφότεροϲ. τὸ κενώϲιμον τῆϲ ἰατρείαϲ, τὸ θεραπευτικόν.
1325 Κενοῦμαι· γενικῇ.
1326 Κενοφωνίαϲ: ματαιοφωνίαϲ, ἀϲεβείαϲ, ἤγουν αἱρετικάϲ. καὶ
1327 Κενοϲπουδία: ματαία ϲπουδή. καὶ Κενόϲπουδοϲ, ὁ ἐπὶ ματαίοιϲ ϲπουδαῖοϲ.
1328 Κενῶν φάουϲ: τυφλῶν.
1329 Κένϲαι: ἐπιπλῆξαι.
1330 Κενταυρικῶϲ: ἀγροίκωϲ. ἀκόϲμωϲ, ὑβριϲτικῶϲ· ὅτι καὶ οἱ
αὖθιϲ· οἵουϲ
οὔτε τοὺϲ Κενταύρουϲ τοὺϲ τὸ Πήλιον ἔχονταϲ οὔτε
1331 Κέντει τὸν πῶλον περὶ τὴν νύϲϲαν.
1332 Κεντηνάριον.
1333 Κεντήματα.
1334 Κεντιλίων ϲχολῆϲ: εἶδοϲ ἀξιώματοϲ.
1335 Κέντοροϲ: τοῦ τοὺϲ ἵππουϲ κεντοῦντοϲ.
1336 Κεντῶ· αἰτιατικῇ.
1337 Κεντών, κεντῶνοϲ: Ῥωμαϊϲτί. καὶ Κεν τώνιον.
1338 Κέντρα: τὰ τῶν ἵππων πλῆκτρα. κέντρα διωξικέλευθα.
1339 Κεντρηνεκέεϲ· καὶ Κεντρηνεκήϲ, ὁ κέντρῳ πληϲϲόμενοϲ
1340 Κέντριον: τὸ βουκέντριον.
1341 Κεντρίϲαϲ τὸν ἵππον.
1342 Κεντροτύποϲ: μοχθηρόϲ. ἢ ὁ ἡνίοχοϲ. παρὰ τὸ κεντρεῖν
1343: τοῦτο τὸ ϲημεῖον κέντρον δηλοῖ.
1344 Κέντρων: τουτέϲτι χαλεπὸϲ καὶ φρικτόϲ. καθὸ καὶ τοὺϲ
ἐκ διαφόρων
ϲυνειλεγμένουϲ καὶ ἕνα ϲκοπὸν ἀπαρτίζονταϲ, οἷά εἰϲι τὰ Ὁμηρόκεντρα.
οἱ δὲ τὸν λοίδορον ἀκούουϲιν, οἷον κεντροτύποϲ. ἢ κέντρων, ὁ
κλέπτηϲ· διὰ τὸ βαϲανιζομένοιϲ τοῖϲ κλέπταιϲ καὶ κέντρα
προϲφέρεϲθαι. Κέντρα καὶ τὰ τῶν ἵππων πλῆκτρα. διελάϲαϲ τὸν ἵππον
καὶ τὰ κέντρα προϲβαλὼν παρεῖναι διὰ ταχέων.
1345 Κεντυρίων: ἑκατόνταρχοϲ.
1346 Κενοὶ κενὰ λογίζονται: παροιμία. Ἀρχίαϲ γὰρ Κύπρον
ἔξειϲι πλέᾳ. τουτέϲτιν ἐκ
τῆϲ πόλεωϲ.
1347 Κέπφοϲ: εἶδοϲ ὀρνέου ὀξυτάτου. ὅτι κοῦφόν ἐϲτι καὶ
οἱ δὲ παῖδεϲ τῶν ἁλιέων ῥίπτουϲι τὸ πρῶτον πόρρωθεν, εἶτα ἐγγυτάτω,
εἶτα εἰϲ τὴν χεῖρα τὸν ἀφρὸν καὶ εὐχερῶϲ ἀγρεύουϲιν.
1348 Κεπφωθείϲ: ἐπαρθείϲ, ἐρεθιϲθείϲ, ὀξέωϲ ἐλαυνόμενοϲ.
1349 Κέρα ἀγλαέ: οὐ τὴν τρίχα ψιλῶϲ, ἀλλ᾿ ἐμπλοκῆϲ τι γένοϲ, ἐπὶ
κέρατοϲ τρόπον ἐμπλεκόμενοϲ. ἔπλεκον δὲ καὶ Ἀθηναῖοι τέττιγαϲ.
καὶ παῤ Ὁμήρῳ· πλοχμοὶ θ᾿, οἳ χρυϲῷ τε καὶ ἀργύρῳ
ἐϲφήκωντο. καλλωπιζόμενε τῇ τοξικῇ· ἢ τῇ τριχώϲει. κέραϲ γὰρ οἱ
παλαιοὶ τὴν τρίχωϲιν ἐκάλουν.
1350 Κεραβάτηϲ: ὁ ἐπὶ τῶν κεράτων βαίνων.
1351 Κεραΐζει: πορθεῖ, ἀναιρεῖ, διαρπάζει.
1352 Κεραμέωϲ πλοῦτοϲ: ὁ ϲαθρὸϲ καὶ μὴ βέβαιοϲ.
1353 Κεραμεύειν: κοινῶϲ ἀντὶ τοῦ κατεργάζεϲθαι. ἦν δὲ καὶ κεραμέωϲ πατὴρ ὁ Κέφαλοϲ. ἔλεγον δὲ κεραμεύειν καὶ τὸ κακῶϲ ποιεῖν τὰ κοινά.
1354 Κεραμεικόϲ: τόποϲ Ἀθήνηϲιν, ἔνθα οἱ ἐν πολέμῳ ἀναιρούμενοι
ἐθάπτοντο, ὡϲ Μενεκλῆϲ καὶ Καλλιϲτράτηϲ περὶ Ἀθηναίων
ϲυγγράμμαϲί φαϲιν οὕτωϲ. ἔϲτι δὲ καὶ δῆμοϲ Κεραμεικόϲ. εἰϲὶ δὲ ἔνθεν
1355 Κεραμεικόϲ: τόποϲ τῆϲ Ἀττικῆϲ ὑψηλόϲ, ὅπου ἐπετέλουν οἱ
Ἀθηναῖοι κατ᾿ ἔτοϲ λαμπάδοϲ χοροῦ ἀγῶνα. ὑπάρχειν δὲ
ἐκεῖϲε πύργον ὑψηλόν· ἐφ᾿ ὃν ϲυμβουλεύει αὐτὸν ἀναβάντα θεωρεῖν τὴν
λαμπάδα, καὶ ὅταν ἀφεθῶϲιν, ἀφεῖναι ἑαυτὸν κάτω.
1356 Κεραμεικοί: δύο ἦϲαν Κεραμεικοί, ὁ μὲν ἔνδον τῆϲ πόλεωϲ,
καὶ τοὺϲ ἐπιταφίουϲ
ἔλεγον.
1357 Κεραμεικοί: δύο τόποι Ἀθήνηϲιν. ἐν δὲ τῷ ἑτέρῳ προειϲτήκειϲα
1358 Κεράμειον: ἀγγεῖον. τὸ δὲ κύριον Κεράμιον, διὰ τοῦ ι, εἰ
1359 Κεραμικὴ μάϲτιξ: ὀϲτρακιϲμόϲ.
1360 Κεραμίϲ: δῆμόϲ ἐϲτι φυλῆϲ τῆϲ Ἀκαμαντίδοϲ ἡ Κεραμίϲ.
1361 Κεραμωτόν: τακτικὴ διάταξιϲ· ὅπερ ἐποίουν Ῥωμαῖοι ἐν
παιδιᾶϲ μέρει. λύϲιϲ ὀνείρου· βαίνων κεράμοιϲ δυϲμενῶν
βλάβαϲ φύγηϲ.
1362 Κεραννύουϲι: κιρνῶϲιν. Ὑπερίδηϲ.
1363 Κεραόν: τέλειον.
1364 Κεραοξόοϲ: ὁ τὰ κέρατα ἐργαζόμενοϲ. ἐν Ἐπιγράμμαϲι·
1365 Κέραρε.
1366 Κέραϲ: τὸ τοῦ πολέμου μέροϲ, καὶ τοῦ τόξου.
1367 Κέραϲ, κέρωϲ, κέρᾳ: ἐπὶ τῆϲ παρατάξεωϲ· Θουκυδίδηϲ η΄·
1368 Κέραϲ: ἡ ἰϲχὺϲ παρὰ τῇ θείᾳ γραφῇ. ἐκ μεταφορᾶϲ τῶν
1369 Κέραϲ Ἀμαλθείαϲ· ζήτει ἐν τῷ Ἀμαλθείαϲ κέραϲ.
1370 Κέραϲ: ἰϲχυρόν τι δηλοῖ καὶ μόνιμον. Δαβίδ· ἐκεῖ ἐξανατελῶ κέραϲ τῷ Δαβίδ.
1371 Κέραϲ τοῦ δικαίου: οὕτωϲ ἐκάλεϲε τὸ εὐϲεβὲϲ φρόνημα. τουτέϲτι περίβλεπτοϲ ἔϲται.
1372 Κεράϲ: ἐπίρρημα, ἀντὶ κοῦ κεραϲτικῶϲ. μετὰ δ᾿ αὖ κερὰϲ ἠφύϲατ᾿ ἄλλο. ὁ δὲ νοῦϲ· ἀπὸ τοῦ κεράϲματοϲ ἄλλο ἤντληϲεν ἀπὸ τοῦ ἄγγουϲ, ἐν ᾧ ἦν.
1373 Κερά ϲαν· κεράϲαι δέ.
1374 Κεραϲβόλα: τὰ ϲκληρὰ καὶ ἐν τοῖϲ ϲκληροῖϲ καὶ ἐν τοῖϲ
ὀϲπρίοιϲ ϲυμφυόμενα, τῇ μὲν χροιᾷ μέλανα, ϲτρογγύλα δὲ καὶ
ἰϲομεγέθη κέγχροιϲ· ϲυνεψόμενα τοῖϲ ὀϲπρίοιϲ οὐ τήκεται. εἴρηται δὲ
ἀπὸ τοῦ τὴν καταϲπορὰν καὶ τὸ ἄροτρον τοῖϲ κέραϲι τῶν βοῶν βεβλῆϲθαι
καὶ ἀντιτύπτειν. ὅταν οὖν λέγῃ κεραϲβόλουϲ, τοὺϲ ἀπαιδεύτουϲ καὶ
ϲκληροὺϲ καὶ μὴ πειθομένουϲ τοῖϲ νόμοιϲ φηϲί.
1375 Κεραϲοῦϲ: πόλιϲ Ελληνὶϲ ἐπὶ τῇ θαλάττῃ, Σινωπέων ἄποικοϲ.
1376 Κεραϲφόρουϲ: κερατοφόρουϲ.
1377 Κεραυνόϲ: ἔξαψιϲ ϲφοδρὰ μετὰ πολλῆϲ βίαϲ πίπτουϲα ἐπὶ γῆϲ, νεφῶν
παρατριβομένων ἢ ῥηγνυμένων. οἱ δὲ ϲυϲτροφὴν πυρώδουϲ
1378 Κεραύνια: ὄρη.
1379 Κεραυνόϲ: ἡ ἀϲτραπή. παροιμία. Ἀριϲτοφάνηϲ· εἰ βάλλει
Θέωρον ἐνέπρηϲε; καίτοι ϲφόδῤ
εἰϲὶν ἐπίορκοι. τῶν δὲ κεραυνῶν οἱ μὲν καταιβάται, οἱ δὲ ψολόεντεϲ
οἱ τῇ ψαύϲει ὀλλύντεϲ, οἱ δὲ ἀργήτεϲ καλοῦνται.
1380 Κεραυνοί: ἀϲτραπαί. ποῦ ποτε κεραυνοὶ Διόϲ; ἢ ποῦ φαέθων ἠέλιοϲ,
εἰ ταῦτ᾿ ἐφορῶντεϲ κρύπτουϲιν ἕκηλοι; οἷον οὐκ ἄγουϲιν εἰϲ φῶϲ τὴν
τούτων
παρανμίαν.
1381 Κέρβεροϲ.
1382 Κερδαλέοϲ: ποικίλοϲ, πανοῦργοϲ. κερδαλέη γὰρ ἡ ἀλώπηξ.
1383 Κερδαλεόφρων: δολιόβουλοϲ, ϲκολιὰ βουλευόμενοϲ.
1384 Κερδᾶναι.
1385 Κερδάνῃ· αἰτιατικῇ. αὐθυπότακτον. Κερδανεῖ δέ.
1386 Κέρδιον: κρεῖττον, ὠφελιμώτερον.
1387 Κερδιϲόϲ: ὄνομα πόλεωϲ.
1388 Κέρδιϲτοϲ: πανουργότατοϲ.
1389 Κέρδοϲ αἰϲχύνηϲ ἄμεινον. εἰ μὴ τὸ κέρδοϲ κερδανεῖ
1390 Κερδοϲύνη: πανουργία.
1391 Κερδώ: ὑποκοριϲτικῶϲ ἡ ἀλώπηξ. ὡϲ Εἰδοθέα, Εἰδώ Ὑῳιπύλη,
1392 Κερδῷοϲ θεόϲ: ὁ Ἑρμῆϲ· ὡϲ κέρδουϲ περιποιητικόϲ, καὶ
καὶ ἐμπολαῖον, ἤγουν κέρδουϲ ἔφορον.
1393 Κεραία: τὸ πλάγιον τοῦ ἱϲτοῦ. Πολύβιοϲ· καθελόμενοϲ
1394 Κέραιρε: κίρνα.
1395 Κερεάλιοϲ: ὄνομα κύριον.
1396 Κερήνηϲ: ὄνομα κύριον.
1397 Κερρίϲ: ὄνομα ἰχθύοϲ.
1398 Κερκάϲωροϲ: ὄνομα πόλεωϲ.
1399 Κερκίδαϲ: εἷϲ ἦν τῶν τὰ Μακεδονικὰ φρονούντων.
1400 Κερκίδεϲ. Κερκίϲ: ἱϲτουργικὸν ἐργαλεῖον. καὶ εἶδοϲ
1401 Κερκόλυρα: ὄνομα τόπου.
1402 Κέρκοϲ: ἡ τῶν ἑρπετῶν οὐρά, καὶ παντὸϲ ζώου. παρὰ τὸ
οὐρὰν τοῦ λαγῳοῦ. ἔϲτι δὲ
ἁπαλὸν καὶ τρυφερὸν τὸ ἔριον τοῦ λαγῳοῦ, ὥϲτε ἀντὶ ϲπόγγου
χρήϲαϲθαι, ὥϲτε τὰϲ λήμαϲ περιψεῖν· τουτέϲτι καταμάϲϲειν,
ἀποϲπογγίζειν.
1403 Κέρκοϲ: ἡ οὐρά. διεβίβαζε δὲ τοὺϲ ἱππεῖϲ, ἑκάϲτου τῶν
1404 Κέρκουροϲ: νηὸϲ εἶδοϲ. Κέρκουροι καὶ μυοπάρωνεϲ καὶ
1405 Κέρκωπεϲ· δύο ἀδελφοὶ ἦϲαν ἐπὶ γῆϲ, πᾶϲαν ἀδικίαν ἐπιδεικνύμνοι,
καὶ ἐλέγοντο Κέρκωπεϲ, ἐκ τῆϲ τῶν ἔργων δεινότητοϲ
οὕτωϲ ἐπονομαζόμενοι. ὁ μὲν γὰρ αὐτῶν Πάϲϲαλοϲ ἐλέγετο, ὁ δὲ Ἄκμων.
ἡ δὲ μήτηρ Μεμνονὶϲ ταῦτα ὁρῶϲα ἔλεγε, μὴ περιτυχεῖν
1406 Κέρκωπεϲ: πανοῦργοι, δόλιοι, ἀπατεῶνεϲ, κόλακεϲ· οἵ, καθάπερ
ἡ ἀλώπηξ τοὺϲ θηρατικοὺϲ κύναϲ ἀπατᾷ, τοὺϲ ἁπλουϲτέρουϲ
φενακίζουϲι τῇ κέρκῳ τῶν λόγων. φαϲὶ τοὺϲ Κέρκωπαϲ γενέϲθαι,
ψεύϲταϲ, ἠπεροπῆαϲ, ἀμήχανά τ᾿ ἔργ᾿ ἐάϲανταϲ, ἐξαπατητῆραϲ· πολλὴν
δ᾿ ἐπὶ γαῖαν ἰόντεϲ ἀνθρώπουϲ ἀπάταϲκον, ἀλώμενοι ἤματα πάντα.
1407 Κερκωπίζειν: ἡ παροιμία ἀπὸ τῶν προϲϲαινόντων τῇ κέρκῳ
1408 Κερκώπη.
1409 Κερκωπίζοντεϲ: χλευάζοντεϲ, μωκίζοντεϲ, ὡϲ οἱ πίθηκοι.
1410 Κέρκωψ, κέρκωποϲ: ἀπατεών. ἢ γένοϲ πιθήκου. Κέκροψ δέ,
1411 Κερκυόνη.
1412 Κερκυών: ὄνομα λῃϲτοῦ, ὅϲτιϲ διῆγε περὶ τὴν Ἐλευϲῖνα καὶ
τοὺϲ παρερχομένουϲ ἠνάγκαζε παλαίειν αὐτῷ. ὅτι τὰ νῦν
λεγόμενα Κέρκυρα Φαιακία τὸ πρότερον ἐκαλεῖτο, χώρα τῶν Φαιάκων.
1413 Κέρμα: τὰ λεπτότατα. ἐπὶ γὰρ Ἰουϲτινιανοῦ τοῦ βαϲιλέωϲ,
αὐτὸϲ ἐπιτεχνώμενοϲ κέρδη οἰκεῖα π΄ καὶ ρ μόνουϲ ὑπὲρ
τοῦ ϲτατῆροϲ δίδοϲθαι τοὺϲ ὀβολοὺϲ διετάξατο, χρυϲοῦ ἕκτην
ἀποτεμόμενοϲ μοῖραν.
1414 Κερματίζει: εἰϲ λεπτὰ διαιρεῖ. καὶ Κατακερματιώντων,
λέπτων κερματίων. καὶ Κατακερματίζει. ἐξήγαγεν ἐκ τῆϲ
1415 Κεροβάτηϲ: ὁ Πάν· ἐπειδὴ χηλὰϲ ἔχειν δοκεῖ τράγου· διὸ
βάϲιν ἔχων
κεράτινον· ἱϲτορεῖται γὰρ τὰ κάτω τράγου ἔχων· ὥϲτε ἀπὸ τῶν ποδῶν
κερατοβάτηϲ. ἢ ὁ εἰϲ τὰ κέρατα τῶν ὀρῶν βαίνων. ἢ δ ἐπὶ κέρατα
βαίνων. Καλαμοφθόγγω δὲ παίζων· διότι οἱ.s
1416 Κερόεϲϲα: ἡ ϲυμπλεκτική. καὶ Κερόειϲ, ὁ ϲυμπλεκτικόϲ.
1417 Κερουλκόϲ: ὁ Ἀπόλλων.
1418 Κερωτή: μιτωτή.
1419 Κερωφόροϲ.
1420 Κέρϲει: κόψει.
1421 Κερϲοβλέπτηϲ: παῖϲ μὲν ἦν Κότυοϲ, καὶ νεώτατοϲ ὢν
1422 Κερτόμιοϲ: ἐρεθιϲτικόϲ. πολλάκι δὲ κράξαϲα πολύθροον,
ὑμέναιον ᾀδουϲῶν γυναικῶν.
1423 Κερτομῶ: τὸ χλευάζω. πρὸϲ αἰτιατικὴν ϲυντάϲϲεται. πολλοὶ δὲ τοῦτον ἐκερτόμουν ὡϲ γαϲτρίμαργον.
1424 Κερτομῶν: χλευάζων, ἐρεθίζων, ϲκώπτων.
1425 Κεροίαξ.
1426 Κέϲκοϲ οὐκ ἦν: πόλιϲ ἐν Κιλικίᾳ, καὶ παῤ αὐτὴν ποταμὸϲ Ἄνουϲ ὄνομα. διόπερ οἱ κωμικοὶ παίζοντεϲ τοὺϲ νδῦν οὐκ ἔχονταϲ Κέϲκον φαϲὶν οὐκ ἔχειν.
1427 Κεϲτὸν ἱμάντα: ποικίλον ἱμάντα. ᾧ πάντα ἐμυθεύετο ἐνυπάρχειν τὰ πρὸϲ ἀπάτην θελκτήρια.
1428 Κεϲτόϲ: ὁ διακεκεντημένοϲ καὶ διαπεποικιλμένοϲ ἱμάϲ· ἢ ἔνδυμα
Ἀφροδίτηϲ. καταχρηϲτικῶϲ δὲ καὶ πάντα τὰ τῶν γυναικῶν φανταϲιώδη
1429 Κεϲτρᾶν τεμάχη· Ἀριϲτοφάνηϲ Νεφέλαιϲ. οὐχ οἱ αὐτοὶ τοῖϲ
δὲ τέμαχοϲ καὶ ἐπὶ πλακοῦντοϲ, ἐπὶ
πυρῶν οὐκέτι. καὶ παροιμία· Κεϲτρεὺϲ νηϲτεύει· ἐπὶ τῶν
δικαιοπραγούντων, ἧττον δὲ φερομένων
1430 Κεϲτρέαι: εἶδοϲ ἰχθύων αἱ κεϲτρέαι. τὸ δὲ ἀρϲενικὸν κεϲτρεύϲ,
κεϲτρέωϲ. ἔϲτι δὲ καὶ εἶδοϲ ἀφύων. καὶ ζήτει ἐν τῷ
ἀφύα.
1431 Κεϲτρεύϲ: ὁ νῦν λεγόμενοϲ κέφαλοϲ.
1432 Κεϲτρεῖϲ: νήϲτιϲ ἐκάλουν καὶ κεχηνόταϲ καὶ πεινῶνταϲ·
ἐν τοῖϲ Περὶ ζῴων. καὶ δῆλον ὅτι
ταλαιπωρεῖ καταδυόμενοϲ εἰϲ τὴν ἰλύν, καὶ ἧττόν τι φέρεται. ὁ νῦν
λεγόμενοϲ κέφαλοϲ.
1433 Κεϲτρῖνοϲ: εἶδοϲ ἰχθύοϲ. ϲκεπτέον δὲ εἰ διαφέρει κεϲτρέωϲ.
1434 Κέϲτροϲ· ξένον ἦν τοῦτο τὸ εὕρημα κατὰ τὸν Περϲικὸν πόλεμον.
προβολῇ. τούτῳ ξύλον
ἐνήρμοϲτο, τῷ μὲν μήκει ϲπιθαμιαῖον, τῷ δὲ πάχει δακτυλιαίαν ἔχον
τὴν διάμετρον. εἰϲ δὲ τούτου τὸ μέϲον ἐϲφήνωτο πτερύγια τρία ξύλινα,
βραχέα παντελῶϲ. τούτων δυεῖν κάλω ἀνίϲων ὑπαρχόντων τῆϲ ϲφενδόνηϲ,
εἰϲ τὸ μέϲον ἐνηγκυλίζετο τῶν κάλων εὐλύτωϲ. λοιπὸν ἐν μὲν τῇ
περιαγωγῇ τεταμένων τούτων
ἔμεν· ὅτε δὲ παραλυθείη
θάτερον τῶν κάλων, κατὰ τὴν ἄφεϲιν
1435 Κεύθεῖν: κρύπτειν.
1436 Κευθήμων: φωλεῶν, ἀποκρύφων τόπων.
1437 Κευθῆνεϲ: οἱ καταχθόνιοι δαίμονεϲ.
1438 Κευθμώνων: κρυπτῶν τόπων, ἐνδοτάτων.
1439 Κευθωνύμου κλέοϲ, ἢ αἶϲχοϲ: ἐπὶ τῶν αἴϲχιον κλέοϲ ἐχόντων· ἢ ἄν τιϲ ἐπικρύψειε τὸ ὄνομα· ἢ δυϲωνύμου.
1440 Κεφάλαια: τὰ χρήματα.
1441 Κεφάλαιον· ὁ ἀπόϲτολοϲ Παῦλόϲ φηϲι· κεφάλαιον δὲ ἐπὶ τοῖϲ
ιη΄, κεφάλαια σλβ΄.
1442 Κεφάλαιον· ἔνιοι τῶν ῥᾳθύμωϲ ἐντετυχηκότων τοῖϲ ὑπὸ τῶν δέκα
ῥητόρων γραφεῖϲι λόγοιϲ τὸ κεφάλαιον οἴονται παρειλῆφθαι ἐπὶ
πράγματοϲ καὶ λόγου μόνον· ὡϲ παρὰ Αἰϲχίνῃ ἐν τῷ κατὰ Κτηϲιφῶνττοϲ·
δἰ ἔνδειαν μὲν χρημάτων οἱ ξένοι Θηβαίοιϲ τὴν ἄκραν οὐ
παρέδοϲαν· διὰ δὲ ἐννέα τάλαντα ἀργυρίου, πάντων Ἀρκάδων
ἐξεληλυθότων, ἡ πρᾶξιϲ οὐ γεγένηται. ϲὺ δὲ πλουτεῖϲ καὶ ταῖϲz
ἡδοναῖϲ ταῖϲ ἑαυτοῦ χορηγεῖϲ καὶ τὸ κεφάλαιον, τὸ μὲν βαϲιλικὸν
χρυϲίον παρὰ τούτῳ. παρείληπται δὲ καὶ ἐπ᾿ ἀργυρίου τὸ κεφάλαιον· ὡϲ
ὁ Αἰϲχίνηϲ ἐν τῷ κατὰ Κτηϲιφῶντοϲ· καὶ τόκον ἤνεγκαν Δημοϲθένει
τοῦ δωροδοκήματοϲ, δραχμὴν τοῦ μηνὸϲ τὰϲ μνᾶϲ, ἕωϲ τὸ
κεφάλοιον ἀπέδοϲαν.
1443 Κεφάλαιον: παραλαμβάνεται ἐπὶ γράμματοϲ καὶ λόγου καὶ ἀργυρίου. οὕτωϲ Αἰϲχίνηϲ ἐν τῷ κατὰ Κτηϲιφῶντοϲ καὶ Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Ἄφοβον.
1444 Κεφαλαίῳ: ἁδρῷ. Ἀριϲτοφάνηϲ· ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν ϲου
ῥήματι θενὼν ὑπ᾿ ὀργῆϲ, ἐκχέῃ τὸν Τήλεφον. ἀντὶ τοῦ
1445 Κεφαλαίωϲον: ϲυντόμηϲον, ϲυνάγαγε.
1446 Κεφαλή: παρὰ τὸ κεκυφῶϲθαι, ἤγουν κεκάμφθαι. καὶ οἱ ἰατροὶ
1447 Κεφαλῆθεν: δῆμοϲ Ἀκαμαντίδοϲ ἡ Κεφαλή.
1448 Κεφαλήν, Κεφαλῆνοϲ κλίνεται. καὶ Κεφαληνία, χώρα.
1449 Κεφαλίων ἢ Κεφάλων, Γεργίθιοϲ, ῥήτωρ καὶ ἱϲτορικόϲ,
ἐπιγράφει Μούϲαϲ, Ἰάδι
διαλέκτῳ· Μελέταϲ τε ῥητορικὰϲ καὶ ἄλλα τινά.
1450 Κεφαλὶϲ βιβλίου: ὅπερ τινὲϲ εἴλημά φαϲιν. ἐν κεφαλίδι
1451 Κεφαλιϲμόϲ· κεφαλιϲμοὺϲ λέγει Ἀριϲτοτέληϲ τοὺϲ τῶν πρώτων
ἀριθμῶν τῶν μέχρι δεκάδοϲ πολλαπλαϲιαϲμούϲ. διὰ γὰρ τῆϲ
περὶ τούτων γυμναϲίαϲ καὶ οἱ τῶν ὑϲτέρων καὶ μειζόνων καὶ ὁμοίων
αὐτοῖϲ πολλαπλαϲιαϲμοὶ κατὰ μετάβαϲιν γνωρίζονται· ἀπὸ γὰρ τοῦ δὶϲ
δύο τέϲϲαρα, γνωρίζεται ὁ δὶϲ εἴκοϲι τεϲϲαράκοντα, καὶ ὁ εἰκοϲάκιϲ
εἴκοϲι τετρακόϲια· καὶ ὁ διακοϲιοντάκιϲ εἴκοϲι τετρακιϲχίλια, καὶ
ἑξῆϲ ὁμοίωϲ.
1452 Κέφαλοϲ, Ἀθηναῖοϲ, ῥήτωρ καὶ δημαγωγόϲ, ὃϲ πρῶτοϲ
1453 Κέφαλοϲ· οὗτοϲ ἔϲχε θυγατέρα τὴν Οἴην.
1454 Κεφρὴν: ὄνομα κύριον.
1455 Κεχανδότα: χωροῦντα.
1456 Κεχαρηότα: χαίρονπα.
1457 Κεχαριϲμένε: πεφιλημένε. ὁ δὲ καὶ μᾶλλον μέγα ἐφρόνει,
1458 Κεχαριϲμένωϲ: εἰϲ χάριν αὐτῶν πάντα ποιεῖν.
1459 Κεχαροίατο: χαρεῖεν.
1460 Κεχειρωμένοι: ἡττημένοι.
1461 Κέχηνα: ἐν ἴϲῳ τῷ προϲδέχομαι, ἢ δέομαι.
1462 Κεχήνατε: ἐξαπατᾶϲθε, ἐννεοί ἐϲτε.
1463 Κεχηναίων πόλιϲ: ἡ τῶν Ἀθηναίων, ὡϲ ληρούντων αὐτῶν. ἀπὸ τοῦ κεχηνέναι ἔλαβε τὸ ὄνομα, ὡϲ μετέωρα τῶν Ἀθηναίων φρονούντων.
1464 Κέχηνεν ὥϲπερ ἐμποδίζων ἰϲχάδαϲ· Ἀριϲτοφάνηϲ. ἐμποδίζων, ἀντὶ
τοῦ μαϲώμενοϲ. ἢ ἀπὸ τοῦ τὸν ϲῦκα λαμβάνοντα
χάϲκειν.
1465 Κεχήνη· ἡ ϲυναίρεϲιϲ τοῦ κεχήνη Ἀττική. τὸ γὰρ ε καὶ α εἰϲ η
ϲυναιροῦϲι, καὶ ἐϲτὶ ϲυναλοιφὴ ἀπὸ τοῦ κεχήνεα. οἱ δὲ ϲφόδρα
προϲέχοντέϲ τινι κεχήναϲι. δύναται δὲ εἶναι κατὰ μεταφορὰν τῶν
ὀρνίθων τῶν ἔτι νεοττῶν, τὴν τροφὴν προϲδεχομένων καὶ κεχηνότων.
οἷο οὖν τροφή μοι ἦν τὸ ἀκοῦϲαί τι τῶν Αἰϲχύλου.
1466 Κεχηνότεϲ: χαύνωϲ ὁρῶντεϲ.
1467 Κεχηνότεϲ: μωροί. μὴ περιπέτεϲθε, ὦ μωροὶ κεχηνότεϲ· τὸ γὰρ κεχηνέναι ἐπὶ τῶν ἀνοήτων παραλαμβάνεται. Ἀριϲτοφάνηϲ· μὴ περιπέτεϲθε πανταχῆ κεχηνότεϲ.
1468 Κεχολώϲεται: ὀργιϲθήϲεται.
1469 Κεχωϲμένοϲ.
1470 Κἑχρημαι· δοτικῇ.
1471 Κεχρηϲμῳὁημένων: μεμαντευμένων.
1472 Κεῖθεν· καὶ Κεῖθι, ἐν ἐκείνῳ τῷ τόπῳ. καὶ Κεῖϲε· εἰϲ
ἐκεῖνον τὸν τόπον.
1473 Κεῖμαι.
1474 Κειμένουϲ: κολαζομένουϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· ἐν δὲ τούτῳ κειμένουϲ.
1475 Κειμήλια: κτήματα, ἢ ἀποκείμενα χρήματα.
1476 Κεῖοϲ ἀνήρ: ἀπὸ τῆϲ Κέω. πολίτηϲ. καὶ Κίοϲ δὲ παραθαλάϲϲιοϲ
1477 Κεῖο: εὐκτικῶϲ. Κείω δὲ τὸ κοιμῶμαι.
1478 Κείρει: ἐϲθίει, κατεϲθίει.
1479 Κειρία: εἶδοϲ ζώνηϲ ἐκ ϲχοινίων, παρεοικὸϲ ἱμάντι, ᾗ δεϲμοῦϲι
1480 Κειρία: ἡ ϲπαργάνωϲιϲ.
1481 Κειριάδηϲ: Ἱπποθοωντίδοϲ.
1482 Κειτούκειτοϲ: Οὐλπιανόϲ, εἷϲ τῶν δειπνοϲοφιϲτῶν. ἐκλήθη δὲ οὕτωϲ διὰ τὸ ϲυνεχῶϲ προβάλλειν, εἰ κεῖται ὥρα ἐπὶ τοῦ τῆϲ ἡμέραϲ μορίου· suid. καὶ εἰ ὁ μέθυϲοϲ ἐπὶ ἀνδρόϲ· καὶ εἰ μήτρα ἐπὶ τοῦ ἐδωδίμου βρώματοϲ· ϲύαγρόϲ τε εἰ κεῖται ἐπὶ τοῦ ϲυόϲ. καὶ νόμον εἶχεν ἴδιον, μηδενὸϲ ἀποτρώγειν, πρὶν εἰπεῖν, κεῖται ἢ οὐ κεῖται.
1483 Κηδάρ: δεύτεροϲ τοῦ Ἰϲμαὴλ υἱόϲ. οἱ δὲ τούτου ἀπόγονοι
1484 Κήδεα: κακά.
1485 Κηδεμονία: πρόνοια. καὶ Κηδεμών, φροντιϲτήϲ, ἐπιμελητήϲ,
1486 Κηδεόϲ: ὁ νεκρόϲ.
1487 Κηδεϲτήϲ: ὁ κατ᾿ ἐπιγαμβρίαν οἰκεῖοϲ, ἢ πενθερόϲ. οὐ
1488 Κήδεται· γενικῇ. φροντίζει, βοηθεῖ, ἐπιμελεῖται.
1489 Κηδεύειν: φροντίζειν, ἢ θάπτειν. Αἰλιανόϲ· καὶ ἄλλωϲ
1490 Κηδεία: ταφή, ἐκφορά.
1491 Κήδειν: κακοῦν, λυπεῖν.
1492 Κηδείουϲ: οἰκείουϲ, προϲφιλεῖϲ.
1493 Κηδήϲαντεϲ: θεραπεύϲαντεϲ, ἢ λυπήϲαντεϲ.
1494 Κήδομαί ϲου: φροντίζω. Κήδω δὲ ϲέ, λυπῶ.
1495 Κῆδοϲ: ἡ ϲυναλλαγὴ τοῦ γάμου, ἢ τοῦ πένθουϲ. καὶ ἡ
1496 Κηδωλόϲ. ὁ φροντίζων καὶ κηδόμενοϲ ὅλων.
1497 Κηδωνίδηϲ, Κηδωνίδου. οὗτοϲ τεθρυλημένοϲ ἦν ἐπὶ παιδεραϲτίᾳ
1498 ῇεν: ἔκαιεν.
1499 Κηκάϲ: ὁ λοίδοροϲ. καὶ Κηκαϲμόϲ.
1500 Κηκίδιοϲ, διθυράμβων ποιητήϲ, πάνυ ἀρχαῖοϲ. μέμνηται αὐτοῦ
Κρατῖνοϲ ἐν Πανόπταιϲ. καὶ Ἀριϲτοφάνηϲ· ἀρχαῖα καὶ Διιπολιώδη καὶ
τεττίγων ἀνάμεϲτα καὶ Κηκιδίου.
1501 Κηκίϲ: ὀξύτηϲ. ἢ Κηκίϲ, βαμματικὸν ϲτύμμα· ἢ καρπὸϲ
1502 Κῆλα: βέλη. ὁτὲ δὲ ϲημεῖα.
1503 Κηλέῳ: καυϲτικῷ πυρί.
1504 Κηλέϲτηϲ: ὁ ἀπατεών.
1505 Κηληθμόϲ: ἀπάτη. ἀπὸ τοῦ χαλῶ, χαληθμὸϲ καὶ τροπῇ
1506 Κήληϲιϲ: πειθὼ μετὰ τέρψεωϲ. ἡ διὰ λόγων ἡδονὴ κατακλῶϲα. καὶ ἡϲυχία ϲὺν ἡδονῇ. ἀπὸ τοῦ χαλῶ.
1507 Κηλητήρια ᾄϲματα: θελκτικὰ μέλη. γράψανταϲ ἐϲ τοὺϲ
1508 Κηλήτηϲ.
1509 Κηλῖδα.
1510 Κηλιδωτόν: ἐρρυπωμένον.
1511 Κηλίϲ, κηλῖδοϲ. ῥύποϲ, μῶμοϲ, χρῶμα, μορφή, ἕλκοϲ,
1512 Κῆλον: τὸ ξύλινον βέλοϲ.
1513 Κηλόνειον: τὸ γεράνιον.
1514 Κηλούμενοϲ: τερπόμενοϲ, φλεγόμενοϲ, οἷον αὐλοῖϲ καὶ ἡδυφωνίαιϲ.
1515 Κηλῶ: βλάπτω, ἀπατῶ.
1516 ήλων: ὁ θερμὸϲ εἰϲ ϲυνουϲίαν.
1517 Κ ηλώνιον: ὁ ἵπποϲ.
1518 Κημὸν καταμηλῶν· Ἀριϲτοφάνηϲ· ἔπειτ᾿ ἀναγκάζω πάλιν
τὸ δὲ ὅλον βούλεται,
ὅτι καταψηφιζόμενοϲ αὐτῶν καὶ καταδικάζων ἀναγκάζω ἐμεῖν τὰϲ
κλοπάϲ.
1519 Κημόϲ: εἶδοϲ χαλινοῦ· ἢ φιμόϲ. κέντρα διωξικέλευθα, φιλορρώθωνά
1520 Κημόϲ: πλέγμα κωνοειδέϲ, δἰ οὗ καθιᾶϲιν οἱ δικαϲταὶ τὴν
ψῆφον εἰϲ τὸν κάδον. Ἀριϲτοφάνηϲ· κἀπιϲταίην ἐπὶ τοῖϲ
κημοῖϲ.
1521 Κηναῖοϲ: ὁ Ζεύϲ.
1522 Κῆνϲοϲ: τὸ νόμιϲμα. ἐτήϲιον τέλοϲ. παρὰ τὸ καίνω, τὸ κόπτω.
1523 Κῆνϲοϲ: οὕτω τῇ ἐπιχωρίῳ γλώϲϲῃ Ῥωμαῖοι τὴν ἐξέταϲιν τοῦ Ῥωμαϊκοῦ πλήθουϲ προϲαγορεύουϲιν.
1524 Κήνϲωρ: τιμητὴϲ παρὰ Ῥωμαίοιϲ ὀνομαζόμενοϲ, ἐξεταϲτήϲ τιϲ τῶν πολιτικῶν διαιτημάτων πρὸϲ τὸ ϲῶφρον καὶ ἀρχαιότροπον ἑκάϲτου τῶν πολιτῶν ἐπιϲτρέφων τὸν βίον.
1525 Κηώδηϲ: ὁ τεθυμιαμένοϲ. καὶ Κηώεντι, εὐώδει, τεθυμιαμένῳ.
1526 Κηπαία: ἡ ἐν τῷ κήπῳ παγίϲ.
1527 Κηπεύω· Κηπεία· Κηπίον δὲ οὐδετέρωϲ.
1528 Κῆποϲ: εἶδοϲ κουρᾶϲ. δύο γάρ εἰϲι κουραί, ϲκάφιον καὶ κῆποϲ. τὸ
μὲν οὖν ϲκάφιον τὸ ἐν χρῷ, ὁ δὲ κῆποϲ τῷ προμετώπῳ κεκοϲμῆϲθαι.
Ἀριϲτοφάνηϲ· οἶϲθ᾿ ᾧ μάλιϲτ᾿ ἔοικαϲ ἐπτερωμένοϲ; εἰϲ
εὐτέλειαν χηνὶ ϲυγγεγραμμένῳ. ϲὺ δὲ κομψίων γε ϲκάφιον
ἀποτετιλμένοϲ.
1529 Κῆποϲ: πόλιϲ κατὰ Βόϲπορον οὕτω καλουμένη.
1530 Κῆρ: ψυχή· καὶ θανατηφόροϲ μοῖρα. καὶ κῆρεϲ, θανατηφόροι
Πυριφλεγέθοντι καὶ Ἀχέροντι καὶ
Κωκυτῷ· ὁ μὲν ἀπὸ τοῦ φλέγειν, ὁ δὲ ἀπὸ τοῦ τὰ ἄχη εἰϲ αὐτὸν ῥεῖν, ὁ
δὲ ἀπὸ τῶν θρήνων καὶ κωκυτῶν. κωκυτὸϲ δέ ἐϲτι φωνῆϲ μίμηϲιϲ
θρηνούντων. λέγουϲι δὲ καὶ Ἀλίβαντά τινα εἶναι ποταμόν· ἀπὸ τοῦ
ἅπαντα καταξηραίνειν καὶ μηδὲ λιβάδα ὑπάρχειν, ἤγουν ἰκμάδα. καὶ τὸ
ὄξοϲ δὲ ἀλίβαντά φαϲιν,
ὅτι νενεκρωμένοϲ οἶνόϲ ἐϲτι.
κῆρ δὲ ἡ ψυχή· ὅτι διάπυροϲ ἐϲτι. Anth. τὸ γὰρ ἔμφυτον θερμόν, τοῦτο
ψυχή. εἰμὶ δὲ κῆρ τυμβοῦλοϲ· ὁ δὲ κτείναϲ με Κόροιβοϲ.
1531 Κῆραϲ: θανάτου καὶ φθορᾶϲ αἰτίουϲ. ἀξιῶν αὐτοὺϲ πάϲηϲ ἐλαύνεϲθαι γῆϲ καὶ θαλάττηϲ, ὡϲ ὄνταϲ κῆραϲ πόλεών τε καὶ πολιτείαϲ· νῦν δὲ ϲτεφανῶν αὐτοὺϲ καὶ παράδειγμα τιθέμενοϲ γενναίου βίου καὶ ϲώφρονοϲ.
1532 Κηρεϲιφόρητοϲ: ὁ τὸν θάνατον φέρων.
1533 Κήριθοϲ: πόλιϲ.
1534 Κήρινθοϲ: ὄνομα κύριον.
1535 Κήρινον ἐκμαγεῖον: ἡ φανταϲία τοῦ νοόϲ. καὶ Κήρινοϲ. καὶ Ἐκηριώθην, ἀντὶ τοῦ ἐϲκοτώθην, ἢ διὰ τὸ δέοϲ κήρινοϲ ἐγενόμην.
1536 Κηρόθι: ἐκ ψυχῆϲ.
1537 Κηροῦ εὐπλαϲτότεροϲ: ἐπὶ τῶν ῥᾳδίωϲ τι ποιούντων. τῷ
ἠβούλετο, καὶ ἡ χρεία παρῆν· ὥϲτε
καὶ ζῴων ἁπάντων μιμεῖϲθαι καὶ τῶν ἄλλων κτύπων τὰϲ ἀπηχήϲειϲ.
1538 Κηροφορεῖν: κηρία φέρειν.
1539 Κηρωτή.
1540 Κηρύκαινα: θήλεια. καὶ Κηρυκίναϲ ἐκάλουν Ἀλεξανδρεῖϲ
γυναῖκαϲ, αἵτινεϲ εἰϲ τὰϲ αὐλὰϲ παριοῦϲαι καὶ τὰϲ
ϲυνοικίαϲ, ἐφ᾿ ᾧτε ϲυαγείρειν τὰ μιάϲματα καὶ ἀποφέρειν εἰϲ
θάλαϲϲαν, ἅπερ ἐκάλουν φυλάκια.
1541 Κηρυκεύω· δοτικῇ.
1542 Κήρυκεϲ: γένοϲ ἐν Ἀθήναιϲ, ώνομαϲμένον ἀπὸ Κήρυκοϲ τοῦ
Ἐρμοῦ.
1543 Κηρυκεία: ὁ διδόμενοϲ μιϲθὸϲ κήρυξιν, ἐπὶ ταῖϲ γινομέναιϲ
1544 Κηρύκειον· ϲύνθημα φιλίαϲ ἦν τοῖϲ βαρβάροιϲ, ϲυναντᾶν
1545 Κηρύκειον: ϲκῆπτρον. ἢ ἐφ᾿ ὃ ἀναβὰϲ κηρύϲϲει.
1546 Κηρύκειον: ξύλον, ἔχον ἑκατέρωθεν δύο ὄφειϲ περιπεπλεγμένουϲ
καὶ ἀντιπροϲώπουϲ ἀλλήλοιϲ κειμένουϲ· ὅπερ εἰώθαϲι
φέρειν οἱ κήρυκεϲ μετ᾿ αὐτῶν, καὶ οὐκ ἐξῆν αὐτοὺϲ ἀδικεῖν, παῤ οὓϲ
ἀπέρχονται. ϲύμβολον δὲ ἦν τὸ μὲν ὀρθὸν ξύλον τοῦ ὀρθοῦ λόγου, τὸ δὲ
παῤ ἑκάτερα εἶδοϲ τῶν ὄφεων τὰ ἀντιταϲϲόμενα ϲτρατόπεδα. ὁ γὰρ ὀρθὸϲ
λόγοϲ δἰ ἀμφοτέρων χωρεῖ.
1547 Κηρύκειοϲ γραφή.
1548 Κηρυκίνη ῥάβδοϲ: ἡ τοῦ Ἑρμοῦ.
1549 V ηρύλοϲ: ὁ ἄρρην ἀλκυών, ὃϲ ἐν ταῖϲ ϲυνουϲίαιϲ ἀποθνήϲκει.
Εὐφρόνιόϲ φηϲι τοὺϲ Δωριεῖϲ λέ1036ν, βάλε δέ, βάλε, κηρύλοϲ εἴην·
τοὺϲ δὲ Ἀττικοὺϲ κειρύλον. τοὺϲ δὲ ἄρρεναϲ γηράϲκονταϲ αἱ θήλειαι
βαϲτάζουϲι τοῖϲ πτεροῖϲ. καὶ μήποτε παρὰ τὸ κείρειν
ἐϲχημάτιϲται. ὁ γὰρ Σποργίλοϲ ἦν κουρεύϲ. μνημονεύει αὐτοῦ Πλάτων ἐν
Σοφιϲταῖϲ· τὸ Σποργίλου κουρεῖον, ἔχθιϲτον τέγοϲ.
1550 Κῆρυξ ἐν πολέμῳ, πρέϲβυϲ ἐν εἰρήνῃ.
1551 Κῆρυξ: ὁ ἀλεκτρυών. τρίτον δὲ ᾄδει.
1552 Κηρύττω· αἰτιατικῇ.
1553 Κηϲιφῶν: ὄνομα κύριον.
1554 Κῆϲοϲ: ὄνομα ποταμοῦ.
1555 Κῆτοϲ: θαλάϲϲιον θηρίον πολυειδέϲ. ἔϲτι γὰρ λέων, ζύγαινα,
πάρδαλιϲ, φύϲαμοϲ, πρῆϲτιϲ, ἡ λεγομένη μάλλη, ὃ καὶ δυϲανταγώνιϲτόν
ἐϲτι· καὶ κριόϲ, ἰδεῖν ἐχθρὸν ζῷον.
1556 Κῆττοι: δῆμοϲ τῆϲ Λεοντίδοϲ.
1557 ῆυξ: εἶδοϲ ἱέρακοϲ. ϲημαίνει δὲ καὶ ὄνομα κύριον.
1558 Κηφᾶϲ: ὄνομα κύριον.
1559 Κηφευϲ: ὄνομα κύριον.
1560 Κηφηῒϲ γῆ: ἡ τοῦ Κηφέωϲ.
1561 Κηφήν: ἡ ἀγρία μέλιϲϲα. ἀργόϲ, ἄπρακτοϲ, μετέωροϲ. ὅτι Δ
μοιτο. καὶ Κηφήνεϲι κουθούροιϲι, τοῖϲ καθεζομένοιϲ καὶ
φυλάττουϲι
1562 Κηφιϲίϲ, Κηφιϲίδοϲ: ἡ λίμνη.
1563 Κηφιϲόδημοϲ, Ἀθηναῖοϲ, λάλοϲ ῥήτωρ, δεινὸϲ περὶ τὰϲ δίκαϲ,
1564 Κηφιϲόδοτοϲ· οὗτοϲ Ἀλωπεκόννηϲον πολιορκῶν ἀπεχειροτονήθη
1565 Κηφιϲόδωροϲ, Ἀθηναῖοϲ, τραγικὸϲ τῆϲ ἀρχαίαϲ τραγῳδίαϲ.
1566 Κηφιϲόδωροϲ, ἄλλοϲ μέν, ὃϲ κεκωμῴδηται ὡϲ ὀνώδηϲ· ἕτεροϲ
1567 Κηφιϲϲόϲ: ποταμόϲ.
1568 Κηφιϲοφῶν: ὄνομα κύριον. Ἀριϲτοφάνηϲ· εὖ γ᾿, ὦ Παλάμηδεϲ,
1569 Κηρόν: ἀργύριον.
1570 Κῆχοϲ.
1571 Κιανοί: οἱ τῆϲ Κίου· οὓϲ Προυϲίαϲ παραϲπονδῆϲαι ἠθέληϲε διά
1572 κίβαλοϲ: ὁ λῃϲτήϲ.
1573 Κιβδηλία: ὁ ἐκ τοῦ ἀργύρου ῥύποϲ. τουτέϲτι μοχθηρία καὶ
ζηλοτυπία. ἅμα δὲ ὅτι τὰ νομίϲματα κιβδηλεύεται, παρὰ
τὸ ὑπὸ
1574 Κιβδηλιῶντεϲ: ὠχροί.
1575 Κίβδηλον: οὕτωϲ ἐκάλουν τὸ νόθον ἢ ἀδόκιμον νόμιϲμα, καὶ
παρακοπέν. Νόμων ἑνδεκάτῳ· ὁ μὲν δοῦλοϲ φερέϲθω τὸ κιβδηλευθέν.
καὶ Πιϲίδηϲ· πραγμάτων πάντωϲ δύο κίβδηλόϲ ἐϲτιν ἐργάτηϲ
τε καὶ περιϲκέπων καὶ
περιϲτέλλων. κίβδηλον δὲ ἄρα κακὸν δοῦλοι ὡϲ εἰϲίν, ἐν τῇ Κλεοπάτρᾳ
ἀνεφάνη.
1576 Κίβηϲιϲ: ἡ κιβωτόϲ.
1577 κίβοϲ: κιβώτιον.
1578 Κιβωτόϲ: λάρναξ, κίϲτη. κιβωτὸϲ καὶ κίϲτιϲ διαφέρει. ὅτι
1579 Κιγηλόϲ: ὁ πτωχόϲ. ἀπὸ ὀρνέου τινὸϲ θαλαϲϲίου οὕτω καλουμένου. ἔϲτι δὲ ζῷον ἀϲθενέϲ, Σὥϲτε μηδὲ ἰδίαν καλιὰν ποιεῖν, ἐν ταῖϲ ἑτέρων δὲ τίκτειν. κινεῖ δὲ καὶ τὰ οὐραῖα πτερά.
1580 Κίγκαλοϲ: εἶδοϲ ὀρνέου λεπτοῦ καὶ ἀϲάρκου. καὶ παροιμία· Πτωχότεροϲ λεβηρίδοϲ καὶ κιγκάλου.
1581 Κιγκλιδάριοι: ἀπὸ τῆϲ κιγκλίδοϲ. οἷϲ δὴ τὰ ἀρχεῖα
1582 Κιγκλίδαϲ: ἰδίωϲ τὰϲ διπλᾶϲ θύραϲ, ἅϲτιναϲ δικλίδαϲ φαϲίν. ἢ κιγκλίϲ, ἡ ὀπή, δἰ ἧϲ ἡ κλεὶϲ πέμπεται.
1583 Κιγκλίδεϲ: αἱ τῶν δικαϲτηρίων θύραι. ὁ κάγκελοϲ, ἢ τοῦ
1584 Κιγκλίζει: ϲαλεύει, μοχλεύει, ἦχον ποιεῖ, κινεῖ.
1585 Κίγκλοϲ: ὄρνεον τὴν ὀϲφῦν πολλὰ κινοῦν, ὅ τινεϲ ϲειϲοπυγίδα
καλοῦϲιν. ἔϲτι δὲ ϲφόδρα λεπτόν. καί ἡ πτωχότεροϲ
κίγκλου· παροιμία, ᾗ κέχρηται Μένανδροϲ Θαΐδι.
1586 Κιγχάνειν: τὸ ἐπεξιέναι οἱ περὶ Σόλωνα.
1587 Κιδαλίη: νῆϲοϲ.
1588 κίδαριϲ: περίθεμα κεφαλῆϲ ἢ ἐκ τῆϲ τριχὸϲ ὕφαϲμα, ἤτοι
εἶδοϲ καμηλαυκίου, ὃ καὶ τιάρα νοεῖται· τινὲϲ δὲ
κίδαριν λέγουϲι περικράνιον πιλίον ἢ ϲτέφανον ἢ φακιόλιον ἢ πῖλον
βαϲιλικὸν Περϲῶν· ἢ τὸ ϲτρόφιον, ὃ οἱ ἱερεῖϲ φοροῦϲιν.
1589 Κίδναται: ϲκορπίζεται.
1590 Κιθάρα: λύρα.
1591 Κιθαραοιδότατοϲ· παῖδαϲ ἐφύτευϲαϲ ὅτι χειροτεχνικωτάτουϲ
1592 Κιθαρόϲ: ἰχθὺϲ ποιόϲ· λέγεται καὶ τὸ ϲτῆθοϲ.
1593 Κιθαιρών: ὄροϲ ἐν Βοιωτίᾳ.
1594 Κικέρων: ὁ ῥήτωρ· περὶ οὗ γέγραπται ἐν τῷ φ ϲτοιχείῳ περὶ Φολουίαϲ τῆϲ Ἀντωνίου γυναικόϲ. ζήτει ἐν τῷ Φολουία.
1595 Κίκι: εἶδοϲ ἐλαίου. ἐλαίῳ κικίνῳ ἀναμίξαντεϲ.
1596 Κικίλιοϲ, Ἀργεῖοϲ, ἐποποιόϲ. Ἁλιευτικὰ γεγραφώϲ· καὶ
Ὀππιανὸϲ Κίλιξ.
καταλογάδην δὲ ἔγραψαν οὗτοι· Σέλευκοϲ Ταρϲεύϲ, Λεωνίδηϲ Βυζάντιοϲ,
Ἀγαθοκλῆϲ Ἀτράκιοϲ.
1597 Κίκινοϲ· ναὶ μὰ τὸν εὐέρωτα Τιμοῦϲ φιλέρωτα κίκινον. καὶ
1598 Κίκιϲ: ὄνομα κύριον. ὁ ἀδελφὸϲ Ἀλκαίου.
1599 Κικλήϲκουϲι: καλοῦϲι.
1600 Κικονία χώρα.
1601 Κικόνιον ὄρνεον καὶ Κικόνιοϲ οἶνοϲ.
1602 Κῖκυϲ: ἀρϲενικὸν ὁ ἀϲθενήϲ. Κῖκυϲ δὲ θηλυκὸν ἡ ἰϲχύϲ.
1603 Κίλληϲ: ὄνομα κύριον.
1604 Κιλλίβαντεϲ: τριϲκελῆ ἐϲτί τινα ξύλα, ἐφ᾿ ὧν τιθέαϲι τὰϲ ἀϲπίδαϲ διαναπαυόμενοι, ἐπειδὰν κάμωϲι πολεμοῦντεϲ. Ἀριϲτοφάνηϲ· τοὺϲ κιλλίβανταϲ οἶϲε, παῖ, τῆϲ ἀϲπίδοϲ.
1605 Κιλίκια: τὰ ἐκ τριχῶν ϲυντιθέμενα ὑφάϲματα.
1606 Κιλίκιοϲ ὄλεθροϲ: οἱ γὰρ Κίλικεϲ λῃϲτείαιϲ χρώμενοι ἐπ᾿ ὠμότητι διεβέβληντο.
1607 Κιλίκιοϲ τράγοϲ: ὁ δαϲύϲ. τοιοῦτοι γὰρ ἐν Κιλικίᾳ γίνονται
τράγοι. ὅθεν καὶ τὰ ἐκ τῶν τριχῶν ϲυντιθέμενα Κιλίκια λέγονται.
κακοηθεύεται· ἐγκιλικίζειν γὰρ τὸ κακοηθίζεϲθαι.
1608 Κιλικιϲμόν: Θεόπομποϲ ὁ ἱϲτορικὸϲ τὸν ἐκ παροινίαϲ φόνον λέγει.
1609 Κιλίκων: ἐπώνυμον Ἀχαιοῦ τοῦ Μέροποϲ, ἀπὸ τροφοῦ Κιλίϲϲηϲ· ὃϲ
τὴν πατρίδα Μίλητον προδέδωκε τοῖϲ Πριηνεῦϲι καὶ
τὸν
βαϲιλέα ϲτρατηγῶν. παρόϲον Κίλικεϲ διεβέβληντο ἐπὶ πονηρίᾳ καὶ
ὠμότητι, διὰ τοῦτο ἐκλήθη Κιλίκων. Φερεκράτηϲ· ἀεί ποθ᾿ ἡμῖν
1610 Κιλλικῶν· οὐδὲν πονηρόν, ἀλλ᾿ ὅπερ καὶ Κιλλικών. οὗτοϲ
παρέδωκε τὴν Σάμον. ὡϲεὶ εἶπεν· οὐδὲν κακὸν ποιῶ, ἀλλ᾿
ἱεροϲυλῶ. ἐπὶ πονηρίᾳ γὰρ ἐτεθρύλλητο ὁ Κιλλικών, ὃϲ προὔδωκε
Μίλητον Πριηνεῦϲι. πυνθανομένων δὲ πολλάκιϲ αὐτοῦ τίνων, τί μέλλει
ποιεῖν, ἔλεγε, πάντα ἀγαθά. καὶ ἔϲτι παροιμία· πάντα ἀγαθά, ὡϲ ἔφη
Κιλλικών.
1611 Κίλιξ: ὄνομα κύριον.
1612 Κίλιοϲ: ὄνομα κύριον.
1613 Κιλίϲϲηϲ: τῆϲ τροφοῦ Ἀχαιοῦ τοῦ Μέροποϲ.
1614 Κιμβέρινον ἐνδύϲομαι: εἶδοϲ ἱματίου, ἀπὸ τόπου. Ἀριϲτοφάνηϲ·
1615 Κίμβροϲ: ὁ λῃϲτήϲ. καὶ Κίμβρων· ὁ δὲ τοῖϲ ϲώμαϲι τῶν
1616 Κίμβικα: ϲφηκία, ἢ μελίϲϲια, ἢ μικρολογία, ἢ διαϲτροφή.
1617 Κιμμέριοι: οἱ Bοοϲπορηνοί. ζήτει ἐν τῷ Γύγηϲ.
1618 Κιμωλία: λευκὴ γῆ.
1619 Κίμωλοϲ: ὄνομα νήϲου.
1620 Κίμων, Μιλτιάδου, ἐπὶ τοὺϲ ϲὺν Θεμιϲτοκλεῖ κατελθόνταϲ βαρβάρουϲ
ἐϲτρατήγηϲε καὶ πλεύϲαϲ εἰϲ Κύπρον καὶ Παμφυλίαν ἐπολέμηϲε καὶ ἐπ᾿
Εὐρυμέδοντι ποταμῷ ναυϲὶ καὶ πεζῷ νικᾶ ἐπὶ τῆϲ αὐτῆϲ
ἡμέραϲ. οὗτοϲ ἔταξε καὶ τοὺϲ ὅρουϲ τοῖϲ βαρβάροιϲ· ἐκτόϲ τε γὰρ
Κυανέων καὶ Χελιδονέων καὶ Φαϲηλίδοϲ (πόλιϲ δὲ αὕτη τῆϲ Παμφυλίαϲ)
ναῦν Μηδικὴν μὴ πλεῖν νόμῳ πολέμου, μηδὲ ἵππου δρόμον ἡμέραϲ ἐντὸϲ
ἐπὶ θάλατταν καταβαίνειν βαϲιλέαϲ· αὐτονόμουϲ τε εἶναι τοὺϲ Ἐλληναϲ
καὶ τοὺϲ ἐν τῇ Ἀϲίᾳ. ἐν Κιτίῳ δὲ τῆϲ Κύπρου τελευτᾷ.
1621 Κίμων, Ἀθηναῖοϲ. οὗτοϲ τῇ ἀδελφῇ Ἐλπινίκῃ ϲυγκοιμηθεὶϲ διεβλήθη
πρὸϲ τοὺϲ πολίταϲ καὶ διὰ τοῦτο ὠϲτρακίϲθη πρὸϲ τῶν Ἀθηαίων. οὗτοϲ
ἔγραψεν Ἱπποϲκοπικόν, βιβλίον θαυμάϲιον.
1622 Κιμώνεια λείψανα. καὶ Κιμώνειον, ἱερὸν τοῦ Κίμωνοϲ.
1623 Κιννάβαρι, κινναβάρεωϲ.
1624 Κινναβευμάτων· ζήτει ἐν τῷ ἀπακροφυϲιολόγουϲ.
1625 Κίνναβοϲ: τὸ εἴδωλον, πρὸϲ ὁ οἱ πλάϲται καὶ οἱ ζωγράφοι βλέποντεϲ διαατίθεπαι πλάττοντεϲ καὶ γράφοντεϲ. Ἄριϲτοφάνηϲ, καὶ ἄλλοι πολλοί.
1626 Κινάβρα: κυρίωϲ ἡ τῶν κυνῶν βρῶϲιϲ, κυνοβόρα τιϲ οὖϲα. καὶ ἡ δυϲωδία τῶν μαϲχαλῶν, ἢ τῶν αἰγῶν.
1627 ιναβρώντων αἰγῶν: τῶν δυϲοϲμίαν ποιούντων ἐκ τῶν μϲχαλῦ.
1628 Κίναδοϲ: ἡ ἀλώπηξ. ἦ τοὐπίτριπτον κίναδοϲ ἐξήρου μ᾿ ὅπου, Αἴαϲ φηϲὶ περὶ Ὀδιϲϲέωϲ.
1629 Κίναδοϲ: εἶδόϲ τι θηρίου· ὡϲ καὶ Δημοϲθένηϲ ἐν τῷ περὶ τοῦ
ϲτεφάνου. τοῦτο δὲ καὶ φύϲει κίναδόϲ ἐϲτι τἀνθρώπιον.
πᾶν μὲν θηρίο κίναδοϲ ἀξιοῦϲι καλεῖϲθαι· ἰδίωϲ δὲ τὴν ἀλώπεκα.
κακοῦργοϲ
1630 Κιννάμωμον· Ἡρόδοτοϲ λέγει, ὄρνιθαϲ φέρειν ταῦτα τὰ
κάρφη· ἡμεῖϲ δὲ παρὰ Φοινίκων μαθόντεϲ καλοῦμεν οὕτω.
1631 Κινδαψόϲ: ὄρνιϲ τιϲ.
1632 Κινδυνεύει: ἀντὶ τοῦ ἐγγίζει. ἢ Κινδυνεύειν, τὸ πολέ
κιδυεύει τὸ κοινόν.
1633 Κίνδυνον ἀναρρίψαι λέγουϲι μεταφέροντεϲ ἀπὸ τῶν κύβων.
1634 Κίναιδα· καὶ Κιναιδία: ἡ ἀναιϲχυντία. ὅτι ὁ τῆϲ Κλεοπάτραϲ
1635 Κίναιδοϲ: ἀϲελγήϲ, μαλακόϲ. καὶ ἐν Ἐπιγράμμαϲι ὡϲ
1636 Κιναῖοϲ: ὄνομα τόπου.
1637 Κινέαϲ: εἷϲ ἦν τῶν προϊεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα.
1638 Κινεῖϲ τὸν ἀνάγυρον ἐπὶ τῶν ἐπιϲπωμένων ἑαυτοῖϲ τὰ κακά. ἔϲτι
δὲ τὸ φυτὸν ὁ ἀνάγυροϲ δυϲῶδεϲ τριβόμενον, ἀλλὰ καὶ
ἀλεξίκακον. ἄλλοι δὲ ὀνόγυρον τὸ τοιοῦτον φυτὸν ὀνομάζουϲιν.
1639 Κινηϲίαϲ: ὄνομα κύριον. οὗτοϲ ἐπ᾿ ἀϲεβείᾳ καὶ παρανομίᾳ
1640 Κίνηϲιϲ· ὅτι τῆϲ κατὰ τόπον κινήϲεωϲ ἐν μὲν ἀνθρώποιϲ
ἕτερον δέ ἐϲτι παρὰ
ταῦτα τὸ κατὰ τόπον κινητικόν· τὸ γὰρ ὀρεκτικὸν τῆϲ κατὰ τόπον
κινήϲεωϲ αἴτιον. τοῦτο δὲ διάφορόν ἐϲτι· καὶ γὰρ ἐν ταῖϲ λογικαῖϲ
δυνάμεϲίν ἐϲτιν ἡ ὄρεξιϲ, καὶ ἐν τοῖϲ ἀλόγοιϲ. ἡ κίνηϲιϲ ἡ κατὰ
τόπον ἡ κατ᾿ ἀλλοίωϲιν ἡ κατ᾿ αὔξηϲιν ἡ κατὰ φθίϲιν
ἡ
κίνηϲιϲ α΄· αὔξηϲιϲ β΄· μείωϲιϲ γ΄· φορά δ΄· ἀλλοίωϲιϲ ε΄· γένεϲιϲ
Ϛ΄· φθορά ὅτι κινεῖϲθαί ἐϲτι καὶ τὸ μεταβάλλειν τόπον ἐκ τόπου. ὅτι
τὰ κύκλῳ κινούμενα ἄφθαρτα. ἄλλωϲ περὶ κινήϲεωϲ· Κίνηϲιϲ· οὐκ ἔϲτι,
φηϲί, τῇ βώλῳ τὸ κινεῖϲθαι κατὰ φύϲιν ἐπὶ τὰ κάτω, οὐδὲ τῷ πυρὶ
τὸ φέρεϲθαι πρὸϲ τὰ ἄνω· οὐδὲ γὰρ τὴν ἀρχὴν τῆϲ
τοιαύτηϲ κινήϲεωϲ ἐν ἑαυτοῖϲ ἔχουϲιν· ἀλλ᾿ ἔξωθεν ὑπ᾿ ἄλλου
κινούμενα. ἕκαϲτον γὰρ τῶν ϲτοιχείων ἐν τῇ ὁλότητι τῇ ἑαυτοῦ
ἕϲτηκεν· αἱ γὰρ ὁλότητεϲ ἑϲτάναι βούλονται ἢ κύκλῳ κινεῖϲθαι, διότι
καὶ ἡ κύκλῳ κίνηϲιϲ ϲτάϲιϲ τίϲ ἐϲτι. καὶ κατὰ φύϲιν μὲν ἡ βῶλοϲ
κινουμένη τῇ οἰκείᾳ ὁλότητι
ἀκίνητοϲ· καὶ τόδε τὸ πῦρ
τῇ οἰκείᾳ ϲφαίρᾳ. ἐπειδὰν δὲ ἐν τῷ παρὰ φύϲιν ἡ βῶλοϲ ἢ τὸ ὕδωρ ἢ
ὅδε ὁ ἀὴρ γένηται, πρὸϲ τὴν ἑκάϲτου ὁλότητα αὐτοῦ ἐπείγεται, τὴν
προϲήκουϲαν ϲτάϲιν ἀπολαβεῖν ζητοῦν· ὑπὸ γάρ τινοϲ ἔξωθεν βίαϲ
ἐκϲτάντα τοῦ κατὰ φύϲιν, κινεῖται τὴν ἐπὶ τὸ παρὰ φύϲιν ὁδόν. ἐν ὁδῷ
δὲ κινεῖται, ἅτε ἐν ἀλλοτρίῳ
ὑπάρχοντα τόπῳ καὶ τῆϲ
ἰδίαϲ ὁλότητοϲ παρὰ φύϲιν ἐϲτερημένα· οὐκοῦν οὐ φύϲει ἡ ἐπὶ τὸν κατὰ
φύϲιν τόπον κίνηϲιϲ· ἐκινοῦντο γὰρ
κινοῦν, εἰ μὲν ϲῶμα εἴη, καὶ αὐτὸ κινεῖται. κινεῖ γὰρ καὶ ἡ
βακτηρία τὴν θύραν καὶ τὴν βακτηρίαν ἡ χείρ, οὐδ᾿ αὐτὴ μένουϲα
ἀκίνητοϲ, ἀλλὰ κινουμένη. ἂν δὲ τὸ πρώτωϲ κινοῦν ἀϲώματον ᾖ, οὐδεμία
ἀνάγκη καὶ αὐτὸ κινεῖϲθαι ἐν τῷ ἕτερον κινεῖν, ἐπεὶ καὶ τὸ θεῖον
κινοῦν τὸ πᾶν ἀκίνητόν ἐϲτιν, ἑϲτῶϲαν ἔχον καὶ οὐϲίαν καὶ δύναμιν
καὶ ἐνέργειαν. ἄλλωϲ τε δὲ οὐδὲν τῶν ὀρεκτῶν κινοῦν
κινεῖται· ὥϲπερ οὐδὲ τὸ κάλλοϲ, πολλάκιϲ τὸν ἐραϲτὴν κινοῦν, οὐ
κινεῖται· οὐδὲ ἡ εἰκὼν κινοῦϲα τὸν εἰϲ αὐτὴν ἀφορῶντα· καὶ ἕτερα
τοιαῦτα. ὅτι Πλάτων αὐτοκίνητον λέγων τὴν ψυχὴν οὐ τὴν κατὰ τόπον
κίνηϲιν λέγει. ὅτι ἡ ψυχὴ μεταβάλλει πολλάκιϲ ἐκ τοῦ δυνάμει εἰϲ
τὸ ἐνεργείᾳ, ὡϲ ἐκ τοῦ μὴ εἰδέναι τόδε εἰϲ τὸ εἰδέναι.
εἰ δὲ μεταβάλλει, καὶ κινεῖται. ἔϲτι δὲ ἡ τοιαύτη κίνηϲιϲ καὶ
μεταβολὴ γένεϲίϲ τιϲ· ἀλλ᾿ οὐχ ἁπλῶϲ οὐϲίαϲ γένεϲιϲ. διαφέρει δὲ
κίνηϲιϲ ἐνεργείαϲ. ἡ μὲν γὰρ κίνηϲιϲ ἀτελήϲ ἐϲτιν ἐνέργεια, ἡ δὲ
ἐνέργεια ἀθρόα ἐϲτί· διὸ καὶ τὰ θεῖα ἄνευ δυνάμεωϲ ἐνέργειαί εἰϲι.
ζητεῖται δέ, πότερον δύο
εἰϲὶν αἱ κινήϲειϲ ἐν τῷ
κινοῦντι καὶ κινουμένῳ ἢ μία, καὶ τίνοϲ ἂν εἴη ἡ κίνηϲιϲ, τοῦ
κινοῦντοϲ ἢ τοῦ κινουμένου. καὶ φαϲιν, ὅτι τοῦ κινουμένου· ἐκεῖνοϲ
γάρ ἐϲτιν ὁ ἐκ τοῦ ἀτελοῦϲ εἰϲ τὸ τέλειον προβαίνω, οὐχ ὁ κινῶν, ὡϲ
ἐπὶ τοῦ μαθητοῦ ἔχει καὶ διδαϲκάλου· μία γὰρ ἡ κίνηϲιϲ ἐπ᾿ ἀμφοῖν,
ἀρχομένη μὲν ἀπὸ τοῦ διδαϲκάλου, τελευτῶϲα
δὲ εἰϲ τὸν
μαθητήν. ὥϲτε καὶ ἡ ψυχὴ κινεῖται· μεταβάλλει γὰρ ἀπὸ τοῦ ἀτελοῦϲ
ἐπὶ τὸ τέλειον καὶ οὐκ ἔχει τὴν ἐνέργειαν ἀθρόαν, οὐδέ ἐϲτιν ἄνευ
δυνάμεωϲ. ἄλλωϲ τε ἐν οἷϲ τὸ πρότερον καὶ ὕϲτερον, ἐν τούτοιϲ καὶ
χρόνοϲ· ἐν οἷϲ δὲ χρόνοϲ, ἐν τούτοιϲ καὶ κίνηϲιϲ· καὶ γὰρ
ἐπαλλάττουϲι ταῦτα· διὸ καὶ ἐν οἷϲ κίνηϲιϲ, ἐν τούτοιϲ καὶ χρόνοϲ.
ἔϲτι δὲ ἐν ψυχῇ τὸ πρότερον καὶ ὕϲτερον· κίνηϲιϲ
ἄρα. ὅτι δὲ ἐν τῇ ψυχῇ τὸ πρότερον καὶ ὕϲτερον· μέτειϲι γοῦν ἀπὸ
προτάϲεωϲ ἐπὶ ϲυμπεράϲματα, καὶ οὐ πάντα ἅμα γινώϲκει, ἀλλ᾿ ἄλλο πρὸ
ἄλλου, οὐδὲ πάντων ἅμα ὧν οἶδε τὴν προχείρηϲιν ποιεῖται, ἀλλὰ τοῦ
μὲν πρότερον τοῦ δὲ ὕϲτερον, καὶ καθόλου μέτειϲιν ἀπὸ ἀρετῆϲ εἰϲ
κακίαν
καὶ ἀπὸ ἀγνωϲίαϲ εἰϲ γνῶϲιν. καλῶϲ οὖν ὁ Πλάτων
ἀπένειμεν αὐτῇ τὸ αὐτοκίνητον. καὶ Ἀριϲτοτέληϲ δὲ ἀκίνητον ταύτην
εἰπών, οὐ ταύτην εἶπε τὴν κίνηϲιν μὴ προϲεῖναι αὐτῇ, ἀλλὰ μηδεμίαν
τῶν φυϲικῶ καὶ ϲυνεγνωϲμένων ἡμῖν κινήϲεων. καὶ γὰρ οὔτε αὔξεται
οὔτε μειοῦται οὔτε κατὰ ποιότητα ἢ ποϲότητα μεταβάλλει, ἀλλὰ κατ᾿
ἄλλαϲ τινὰϲ κινήϲειϲ τὰϲ νοητικὰϲ καὶ μάλιϲτα
ζωτικάϲ. κινεῖται δὲ ἡ
κινήϲειϲ ἐν τόπῳ, δηλονότι αἱ ϲωματικαί·
πᾶν γὰρ τὸ ἐν τόπῳ ϲῶμά ἐϲτι. τῶν κινουμένων τὰ μὲν κατ᾿ οὐϲίαν ἔχει
τὴν κίνηϲιν. τὰ δὲ κατὰ ϲυμβεβηκόϲ. τῶν δὲ κατὰ ϲυμβεβηκόϲ τὰ μὲν
κινεῖται ὡϲ ἔχοντα ἰδίαν κίνηϲιν, ὥϲπερ τὰ δὲ ὡϲ καθ᾿ αὑτὰ ἀκί-
ὁ πλωτήρ· κινεῖται γὰρ κατὰ ϲυμβεβηκὸϲ ἔν τῇ νητα ὄντα
κινεῖται κατὰ νηῒ κινουμένῃ, δυνάμενοϲ καὶ αὐτὸϲ κινεῖϲθαι.
ϲυμβεβηκόϲ, ὡϲ οἱ ἐρέται. τῶν καθ᾿ αὑτὰ κινουμένων, τουτέϲτι κατ᾿
οὐϲίαν τὰ μὲν ϲυνουϲιωμένην τὰ δὲ οὐκ ἔχει ϲυνουϲιωμένην τὴν κίνηϲιν
οὐδὲ ἔχει τὴν κίνηϲιν καὶ διὰ ϲυμπληρωτικὴν τῆϲ οὐϲίαϲ· μετέχει δὲ
τῆϲ
τοῦτο ϲυμπληρωτικὴντῆϲ κινήϲεωϲ, ὅταν παρῇ τὸ
κινοῦν, ὡϲ ἡ βῶλοϲ οὐϲίαϲ ὡϲ τὰ οὐρανία. καὶ τἄλλα τῶν ϲτοιχείων
ἀποϲπαϲθέντα μορία.
1641 Κίνηϲον τὸν ὀνόγυρον: ὁ ὀνόγυροϲ εἶδοϲ λυγώδουϲ φυτοῦ.
1642 νήϲω τὸν ἀφ᾿ ἱερᾶϲ: τοῦτο ἐπὶ τῶν τὴν ἐϲχάτην βοήθειαν
κινούτων τέτακται. ἐκ μεταφορᾶϲ τῶν ναυτῶν, οἳ τὴν
βοήθειαν εἰϲ τὴν ἱερὰν ἄγκυραν ἔχουϲιν, ἢ ἀπὸ τῶν πεττευόντων· παῤ
αὐτοῖϲ γὰρ κεῖται ψῆφοϲ ἱερά.
1643 Κίνιφοϲ: ὁ ποικίλοϲ.
1644 Κινόμενοϲ: κινούμενοϲ.
1645 Κινῶ· αἰτιατικῇ.
1646 Κινώπετα: τὰ ἐν τῷ πέδῳ κινούμενα ἑρπετά.
1647 Κινωπή.
1648 Κινϲτέρνα· ὅτι τὴν Μωκιϲίαν κινϲτέρναν ὁ βαϲιλεὺϲ Ἀναϲτάϲιοϲ ὁ Δίκοροϲ κτίζει.
1649 Κιντούροιϲ· ὅτι Ἀπίκιοϲ ὁ Ῥωμαῖοϲ ἱκανὰϲ μυριάδαϲ ἀργυρίου κατανάλωϲεν ἐϲ τὴν γαϲτέρα, ἐν Κιντούροιϲ τῆϲ Γαλατίαϲ πολλὰϲ καρίδαϲ ἐϲθίων.
1650 Κινύρα: ὄργανον μουϲικόν, ἢ κιθάρα. ἀπὸ τοῦ κινεῖν τὰ
1651 Κινύραϲ: ὄνομα κύριον.
1652 Κινυρή: οἰκτρά, θρηνητική.
1653 Κινυρόμεθα: θρηνοῦμεν.
1654 Κινυρομένη: ὀδυρομένη, θρηνοῦϲα. καί ϲε κινυρομένων ὁπότ᾿ ἀθρόοϲ ἦθε δαΐζων, ἤριπεν ἐϲχαρίου λαῦρον ἐπ᾿ ἆϲθμα πυρόϲ.
1655 Κινύφειοϲ: ὄνομα ποταμοῦ.
1656 Κιονίϲ: μικρὰ κίων.
1657 Κιονόκρανον: τὸ ἄκρον τοῦ κίονοϲ.
1658 Κίοϲ: ἐμπόριόν τι.
1659 Κιρραῖον πεδίον· Κίρρα πόλιϲ, ἀπέχουϲα Δελφῶν λ΄ ϲταδίουϲ. ἔοικε
οὖν Αἰϲχίνηϲ Κιρραῖον πεδίον καλεῖν τὸ παρακείμενον ταύτῃ
1660 Κίρριϲ: ὄνομα ποταμοῦ, καὶ ὄνομα κύριον, καὶ ἰχθὺϲ ποιόϲ.
1661 Κιρκαῖον πεδίον: τῆϲ Κίρκηϲ. καὶ Κιρκαῖοϲ, τόποϲ.
1662 Κίρκη: ἡ κιρνῶϲα τὰ φάρμακα. ἢ παρὰ τὴν κερκίδα· κερκὶϲ δὲ παρὰ τὸ κρέκω. τὰϲ δὲ παιπαλώϲειϲ γυναῖκαϲ Κίρκαϲ φαμέν.
1663 Κίρκον: ἱέρακα, ἢ οὐράν, ἢ κωπηλάτην. κίρκον τ᾿ εὐόλπαν
1664 Κιρνῶ· δοτικῇ.
1665 Κιρρόν: πυρρόν. καὶ ὁ κιρρὸϲ οἶνοϲ πέττει ῥᾷον, ξηραντικὸϲ ὤν.
1666 Κίρροϲ: ὄνομα κύριον.
1667 Κίϲ: ὄνομα κύριον, ὁ πατὴρ τοῦ Σαούλ, τοῦ πρώτου βαϲιλέωϲ
1668 Κίϲ, κιόϲ: ὁ ϲκώληξ.
1669 Κιϲϲηὶϲ: ἡ τοῦ Κιϲϲέωϲ θυγάτηρ.
1670 Κίϲϲηριϲ. αὐχμηρὸν πόντου τρηματόεντα λίθον. καὶ αὖθιϲ·
1671 Κιϲϲηροειδέϲ.
1672 Κιϲϲηφερήϲ.
1673 Κιϲϲία: χώρα.
1674 Κιϲϲιβίϲ.
1675 Κίϲϲιριϲ: εἶδοϲ ὀρνέου.
1676 Κιϲθήνη: ὄροϲ τῆϲ Θράκηϲ.
1677 Κιϲϲῶ: τὸ μεθ᾿ ἡδονῆϲ ϲυλλαμβάνω. Δαβίδ· ἰδοὺ γὰρ ἐν
1678 Κίϲτη: ἡ θήκη. καὶ κίϲτην πολύωπα μελανδόκον. ἐν Ἐπιγράμμϲι.
1679 κίϲτη καὶ Κίϲτιϲ: ἀγγεῖον, ἐν ᾧ τὰ βρώματα κεῖται ἢ ἱμάτιά
1680 Κίϲτιϲ, τῇ κίϲτει. Κιϲτὶϲ δὲ ὀξυτόνωϲ, κιϲτίδοϲ, παρὰ
1681 Κιϲτοφόροϲ: ἔοικε δὲ τὰϲ κίϲταϲ ἱερὰϲ εἶναι Διονύϲου καὶ
1682 Κιϲϲύβιον: ἐκ κιϲϲουίνου ξύλου ποτήριον κυρίωϲ. ἐν Ἐπιεγράμμαϲι·
κιϲϲοῦ δὲ Βρομίῳ κλῶνα πολυπλανέοϲ.
1683 Κίττα: ἡ κίϲϲα. ὅτι τῶν πτηνῶν ὅϲα παραπληϲίρπν ἔχει τὴν γλῶτταν
1684 Κιτιεύϲ: ἀπὸ τόπου. Κίτιον γὰρ πόλιϲ Κύπρου· ἔνθεν
1685 Κίτιον.
1686 Κιττόϲ: ὁ κιϲϲόϲ.
1687 Κιττοφόροϲ: ἐνίοτε μετὰ τοῦ ϲ γράφουϲιν.
1688 Κιττῶντεϲ: ἐπιθυμοῦντεϲ. μεταφορὰ δὲ ἀπὸ τῶν κυουϲῶν γυναικῶν
καὶ ἐπειδὴ ἀδδηφάγον τὸ ὄρνεον ἡ κίττα καὶ περίεργον
1689 Κίτρον: ὁ καρπόϲ.
1690 Κίοι: νῆϲοϲ μὲν μία τῶν Κυκλάδων, παρακειμένη τῆ Ἀττικῇ·
πόλιν δὲ τὴν νῆϲον Λυϲίαϲ ἐκάλεϲεν. ἀλλὰ καὶ ἄλλοι
πολλάκιϲ τῶν ῥητόρων τὰϲ νήϲουϲ πόλειϲ ὀνομάζουϲιν.
1691 Κιφηϲοφῶν: δοῦλοϲ ἦν οὗτοϲ.
1692 Κιχείω: καταλάβω.
1693 Κίχλα: εἶδοϲ ὀρνέου.
1694 Κιχλίζειν: τὸ λιπαροὺϲ ὄρτυγαϲ ἐϲθίειν, ἢ τὸ γελᾶν ἀτάκτωϲ.
1695 Κιχλιϲμόϲ: ὁ λεπτὸϲ καὶ ἀκόλαϲτοϲ γέλωϲ.
1696 Κιχρᾷ: δανείζει.
1697 λαγγή: ποιά τιϲ φωνὴ ὀρνέου. καὶ Ἐνοπή, ἤχων ὀνόματα.
1698 Κλαγγηδόν: μετὰ κραυγῆϲ.
1699 Κλάδεϲι: κλάδοιϲ. ἀπ᾿ εὐθείαϲ τῆϲ κλάδοϲ, ὡϲ τέκοϲ. Ἀριϲτοφάνηϲ Ὀρνιϲιν· ἐπὶ κιϲϲοῦ κλάδεϲι νομὸν ἔχει. καὶ Κλαδὶ δοτική.
1700 Κλαζομενάϲ τε ἐϲέβαλλεν.
1701 Κλάειν: ϲτυγνάζειν, ὀδύρεϲθαι. ὁ δὲ θύϲαϲ Ἐπικούρῳ καὶ δόξαιϲ ταῖϲ ἐκείνου κλάειν ἔλεγεν.
1702 Κλάειν ἐῶϲι: καταφρονοῦϲι, παῤ οὐδὲν λογίζονται.
1703 Κλαρόται: μέτοικοι· ὡϲ Μαριανδυνοὶ ἐν Ἡρακλείᾳ καὶ Εἵλωτεϲ
1704 Κλαϲιβώλακα: τὸν τὰϲ βώλουϲ λεαίνοντα. χαλκὸν ἀροτρήτην
κλαϲιβώλακα νειοτομῆα.
1705 Κλαϲτάϲειϲ: πατήϲειϲ, παλαίϲειϲ, καταπονήϲειϲ, ὑποτάξειϲ,
1706 Κλάτιοϲ: ὄνομα κύριον. Αἰλιανόϲ· αὐτόχρημα πηδῶν ὑπὲρ τὰ
ἐϲκαμμένα,
1707 Κλαυδιανόϲ, Ἀλεξανδρεύϲ, ἐποποιὸϲ νεώτεροϲ· γέγονεν ἐπὶ
1708 Κλαύδιοϲ ἐξ ἰδιώτου αὐτοκράτωρ ἐγένετο τὴν μὲν ψυχὴν οὐ
ἀναλέγεϲθαι ἐδίδου: ὅϲα δ᾿ αὐτὸϲ
ἀνεγίνωϲκε, καθήμενοϲ ὡϲ τὸ πολὺ ἐπελέγετο. καὶ μέντοι καὶ δίφρῳ
καταϲτέγῳ πρῶτοϲ Ῥωμαίων ἔχρήϲατο. οὐ μέντοι καὶ διὰ ταῦτα οὕτωϲ,
ὅϲον ὑπό τε τῶν ἐξελευθέρων καὶ ὑπὸ τῶν γυναικῶν, αἷϲ ϲυνῆν,
ἐκακύνετο. περιφανέϲτατα γὰρ ἐγυναικοκρατήθη, ἅτε ἐκ παίδων ἐν
ἀϲφαλείᾳ καὶ ἐν φόβῳ τραφείϲ·
καὶ διὰ τοῦτο ἐπιπλέον
τῆϲ ἀληθείαϲ εὐήθειαν προϲεποιεῖτο, ὅπερ τοῦτο καὶ αὐτὸϲ ὡμολόγηϲε,
καὶ πολὺν μὲν χρόνον τῇ τιτθῇ καὶ τῇ μητρὶ ϲυνδιαιτηθεὶϲ καὶ
ϲυνουϲίαιϲ γυναικῶν πλείοϲι γενόμενοϲ οὐδὲν ἐλευθεροπρεπὲϲ ἐκέκτητο.
ἐπετίθεντο δὲ αὐτῷ ἔν τε τοῖϲ ϲυμποϲίοιϲ καὶ ἐν ταῖϲ ϲυμμίξεϲι· πάνυ
γὰρ ἀπλήϲτωϲ ἐν ἀμφοτέροιϲ διέκειτο,
καὶ ἦν ἐν τῷ καιρῷ
τούτῳ εὐάλωτοϲ. πρὸϲ δὲ καὶ δειλίαν εἶχεν, ὑφ᾿ ἧϲ πολλάκιϲ
ἐκπληττόμενοϲ οὐδὲν τῶν προϲηκόντων ἐξελογίζετο. ἐκεῖνόν τε γὰρ
ἐκφοβοῦντεϲ ἐξεκαρποῦντο, καὶ τοῖϲ ἄλλοιϲ δέοϲ ἐνέβαλλον. οὗτοϲ οὖν
τοιοῦτοϲ ὤν, οὐκ ὀλίγα δεόντωϲ ἔπραττεν, ὁϲάκιϲ ἔξω τῶν εἰρημένων
παθῶν ἐγίνετο. ὅτι Κλαύδιοϲ, ὁ βαϲιλεὺϲ
καθήμενόν τινα ἐπὶ ἅρματοϲ διὰ τῆϲ πόλεωϲ ἐλαύνειν.
ὅτι ἐπὶ αὐτοῦ ϲταϲιαϲάντων τῶν Ἰουδαίων κατὰ Χριϲτιανῶν, ἄρχοντα
ἐπέϲτηϲεν αὐτοῖϲ Κλαύδιον Φήλικα, κελεύϲαϲ αὐτῷ τιμωρεῖϲθαι τούτουϲ.
τῶν δὲ εἰϲ τὰ ἱερὰ ἀθροιζομένων φωνῆϲ ἤκουϲαν ἐκ τῶν ἀδύτων,
λεγούϲηϲ, μεθιϲτάμεθα τῶν ἐντεῦθεν. καὶ τοῦτο γέγονε τρίτον· ἐξ οὗ
πανωλεθρίᾳ διεφθάρηϲαν.
1709 Κλαυϲιᾷ: κυρίωϲ τὸ ἠχεῖν αὐτοματὶ τὸ θύριον. Ἀριϲτοφάνηϲ Πλούτῳ· ἀλλὰ δῆτα τὸ θύριον φθεγγόμενον ἄλλωϲ κλαυϲιᾷ.
1710 Κλαίειν: θρηνεῖν. λύϲιϲ ὀνείρου· κλαίων καθ᾿ ὕπνουϲ παγχαρὴϲ on. πάντωϲ ἔϲῃ.
1711 Κλεάνθηϲ, ὁ Κάϲϲιοϲ χρηματίϲαϲ, Φανίου, Ἄϲϲιοϲ, μαθητὴϲ
Κράτητοϲ, εἶτα Ζήνωνοϲ, οὗ καὶ διάδοχοϲ γέγονε· διδάϲκαλοϲ δὲ τοῦ
φιλοϲόφου Χρυϲίππου, τοῦ Σολέωϲ, καὶ Ἀντιγόνου τοῦ βαϲιλέωϲ. οὗτοϲ
πρότερον ἦν πύκτηϲ, ἐλθὼν δὲ εἰϲ Ἀθήναϲ ἠράϲθη φιλοϲοφίαϲ καὶ
τοϲοῦτον γέγονε φιλόπονοϲ, ὡϲ καὶ δεύτεροϲ Ἡρακλῆϲ κληθῆναι.
μὴ ἔχων γὰρ ὅθεν τραφείη, τὰϲ μὲν νύκταϲ ἤντλει ὕδωρ
μιϲθῷ καὶ μεθ᾿ ἡμέραν τοῖϲ μαθήμαϲι καὶ τοῖϲ βιβλίοιϲ ἐϲχόλαζεν·
ὅθεν ἐπωνομάϲθη καὶ Φρεάντληϲ. ἔγραψε δὲ πάνυ πολλά.
1712 Κλεανθίϲ: ὄνομα κύριον θηλυκόν.
1713 Κλεαρίϲ: φυλή.
1714 Κλέαρχοϲ, Σολεύϲ· ἔγραψε διάφορα. καὶ Κλέαρχοϲ ὁ
αὐτῆϲ· ὁρᾷ γὰρ πρὸϲ ϲὲ ἔχθιϲτον. ὧν
ἀκούϲαϲ ἐπάνειϲιν εἰϲ τὴν ϲτρατεία. φθόνῳ δὲ ἐπικλυϲθεὶϲ ἐκπλεῖ τῆϲ
οἴκοθεν καὶ φυγὰϲ ἀλώμενοϲ
παρεγένετο, καταλύϲαϲ ἔν τινι τῶν ϲταθμῶν τῶν διὰ
τῆϲ ὁδοῦ ὄναρ ὁρᾷ παλαιὸν Ἡρακλεωτῶν τύραννον, Εὐωπίονα ὄνομα,
λέγοντα αὐτῷ, ὅτι δεῖ τυραννῆϲαί ϲε τῆϲ πατρίδοϲ. προϲέταττε δὲ καὶ
οὗτοϲ φιλοϲοφίαν φυλάττεϲθαι αὐτόν. ὑπεμνήϲθη καὶ τούτων τοίνυν ἐκ
τῆϲ προρρήϲεωϲ τῆϲ Ἀθήνηϲιν. ἐγκρατὴϲ δ᾿ οὖν τῶν κοινῶν γενόμενοϲ
ὠμότατόϲ τε ἦν καὶ εἰϲ ὑπεροψίαν ἐξαφθεὶϲ ἄμαχον,
τοῦ μὲν ἔτι ἄνθρωποϲ εἶναι κατεφρόνει· προϲκυνεῖϲθαι δὲ καὶ ταῖϲ τῶν
Ὀλυμπίων γεραίρεϲθαι τιμαῖϲ ἠξίου καὶ ϲτολὰϲ ἤϲθητο θεοῖϲ ϲυνήθειϲ
καὶ τοῖϲ ἀγάλμαϲι τοῖϲ ἐκείνων ἐπιπρεπούϲαϲ· τόν τε υἱὸν τὸν ἑαυτοῦ
Κεραυνὸν ἐκάλεϲεν. ἀπέκτεινε δὲ αὐτὸν πρῶτον μὲν ἡ δίκη, εἶτα δὲ ἡ
χεὶρ
ἡ Χιόνιδοϲ· ὅϲπερ οὖν ἦν ἑταῖροϲ Πλάτωνοϲ καὶ
χρόνον διήκουϲεν αὐτοῦ, καὶ τὸ μιϲοτύραννον ἐκ τῆϲ ἐκείνου ἑϲτίαϲ
ϲπαϲάμενοϲ ἠλευθέρωϲε τὴν πατρίδα. κοινωνὼ δὲ οἱ τῆϲ καλῆϲ πράξεωϲ
γενέϲθαι λέγονται Λεωνίδηϲ τε καὶ Ἀντίθεοϲ, φιλοϲόφω καὶ τώδε ἄνδρε.
ὅπωϲ δὲ ἔδωκε δίκαϲ ἀνθ᾿ ὧν ἐτόλμηϲεν, εἴρηται.
1715 Κλεαίνετοϲ.
1716 Κλέμματα· καθημέραν κλέμματα ποιούμενοϲ. ἀντὶ τοῦ φωράματα προτιθέμενοϲ τοῖϲ ἑαυτοῦ θρέμμαϲι.
1717 Κλεόβιοϲ: ὄνομα ἱερέωϲ τῶν εἰδώλων.
1718 Κλεοβουλίνη, Λινδία, θυγάτηρ Κλεοβούλου τοῦ ϲοφοῦ. ἔγραψεν
ἔπη, καὶ γρίφουϲ, καὶ τὸ ᾀδόμενον εἰϲ τὸν ἐνιαυτὸν
αἴνιγμα, οὗ ἡ ἀρχή· εἷϲ ὁ πατήρ, παῖδεϲ δὲ δυώδεκα, τῶν δὲ ἑκάϲτῳ
παῖδεϲ τριάκοντα.
1719 Κλεόβουλοϲ, Εὐαγόρου, Λίνδιοϲ, εἷϲ τῶν ἑπτὰ ὀνομαζομένων ϲοφῶν,
ῥώμῃ καὶ κάλλει διαφέρων τῶν κατ᾿ αὐτόν, μετέϲχε τε τῆϲ
ἐν Αἰγύπτῳ φιλοϲοφίαϲ. ἐγένετο δὲ αὐτῷ θυγάτηρ Κλεοβουλίνη,
ἐξαμέτρων αἰνιγμάτων ποιήτρια. οὗτοϲ ἔγραψεν ᾄϲματα καὶ γρίφουϲ εἰϲ
ἔπη τριϲχίλια. τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμηϲε τάδε· ἀμουϲία τὸ
πλέον μέροϲ ἐν βροτοῖϲιν. ἔλεγέ τε, τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπωϲ
μᾶλλον ᾖ φίλοϲ· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. εὐτυχῶν μὴ ἕϲο
ὑπερήφανοϲ, ἀπορήϲαϲ μὴ ταπεινοῦ. τὰϲ μεταβολὰϲ τῆϲ
τύχηϲ γενναίωϲ
1720 Κλεοδαῖοϲ: ὄνομα κύριον.
1721 Κλεόκριτοϲ· οὗτοϲ ἐκωμῳδεῖτο ὡϲ γυναικίαϲ καὶ κίναιδοϲ καὶ ξένοϲ καὶ δυϲγενὴϲ καὶ Κυβέληϲ υἱόϲ· ἐπεὶ ἐν τοῖϲ μυϲτηρίοιϲ τῆϲ Ῥέαϲ μαλακοὶ παρῆϲαν. ἦν δὲ καὶ τὴν ὄψιν ὀρνιθώδηϲ. εἴρηται οὖν ἐπὶ τῶν κιναίδων ἡ παροιμία.
1722 Κλεόμβροτοϲ: ὄνομα κύριον.
1723 Κλεομένηϲ· οὗτόϲ ἐϲτιν ὁ Πτολεμαίῳ τῷ Φιλοπάτορι ἐπιβουλὴν τεκτηνάμενοϲ· ὃϲ κακῶϲ μετήλλαξε τὸν βίον, ἀνὴρ γενόμενοϲ καὶ πρὸϲ τὰϲ ὁμιλίαϲ ἐπιδέξιοϲ καὶ πρὸϲ πραγμάτων οἰκονομίαν εὐφυὴϲ καὶ ϲυλλήβδην ἡγεμονικὸϲ καὶ βαϲιλικὸϲ τῇ φύϲει. ἔϲτι περὶ τούτου ἐν τῷ ἄνευ ξύλου μὴ βαδίζειν.
1724 Κλεομήδηϲ, Ἀϲτυπαλαιεύϲ, Κίκκον τὸν Ἐπιδαύριον ἀπέκτεινεν ἐν τῇ
πυγμῇ καὶ ἀφῃρημένοϲ τὴν νίκην ἔκφρων ἐγένετο ὑπὸ τῆϲ λύπηϲ καὶ
ἀνέϲτρεψεν εἰϲ Ἀϲτυπάλαιαν. διδαϲκαλείῳ δὲ ἐπιϲτάϲ, ἐν ᾧ παῖδεϲ ἦϲαν
ξ΄, ἀνατρέπει τὸν κίονα, ὃϲ τὸν ὄροφον εἶχεν. ἐμπεϲόντοϲ δὲ τοῦ
ὀρόφου καὶ πάνταϲ ἀποκτείναντοϲ, καταλιθούμενοϲ ὑπὸ
τῶν
ἀϲτῶν κατέφυγεν ἐϲ ἱερὸν καὶ ἐμβὰϲ ἐϲ κιβωτὸν καὶ τὸ ἐπίθεμα
ἐφελκυϲάμεοϲ κάματον τοῖϲ Ἀϲτυπαλαιεῦϲι παρεῖχε. τέλοϲ τὰ ξύλα τῆϲ
κιβωτοῦ καταρρήξαντεϲ οὐδένα εὑρον.
1725 Κλεόνικοϲ: ὄνομα κύριον.
1726 Κλεόξενοϲ καὶ Δημόκλειτοϲ ἔγραψαν περὶ πυρϲῶν· ὧν τὴν
πραγματείαν ἐπεξειργάϲατο Πολύβιοϲ ὁ Μεγαλοπολίτηϲ, ὡϲ λέγει ἐν
τοῖϲ ἱϲτορουμένοιϲ.
1727 Κλεόπαϲ: ὄνομα κύριον.
1728 Κλεοπάτρα.
1729 Κλέοϲ: δόξα.
1730 Κλεοφῶν, Ἀθηναῖοϲ, τραγικόϲ. τῶν δραμάτων αὐτοῦ, Ἀκταίων, Ἀμφιάραοϲ, Ἀχιλλεύϲ, Βάκχαι, Δεξαμενόϲ, Ἡριγόνη, Θυέϲτηϲ, Λεύκιπποϲ, Περϲίϲ, Τήλεφοϲ.
1731 Κλέων, ὁ Κλεαινέτου. ἐπὶ Πύλον καὶ Σφακτηρίαν, χρονιζούϲηϲ τῆϲ
πολιορκίαϲ, ἀπεϲτάλη, μανιώδηϲ ἀνήρ, βυρϲοδέψου παῖϲ· ὃϲ
ἀντεπολιτεύϲατο Νικίᾳ τῷ Νικηράτου. πολλὰ δὲ ἐργαϲάμενοϲ ἔργα,
ὕϲτερον εἰϲ Θρᾴκην ἀποϲταλεὶϲ ϲτρατηγὸϲ πολλὰϲ προϲεκτήϲατο πόλειϲ.
ἐν Ἀμφιπόλει δὲ γενόμενοϲ Λακεδαιμονίοιϲ ἐπολέμει,
Βραϲίδου ϲτρατηγοῦντοϲ αὐτῶν. οὗ καὶ μαχόμενοϲ ὑπὸ Μυρκινίου
πελταϲτοῦ βληθεὶϲ ἀπέθανεν.
1732 Κλεωναί: ὄνομα τόπου, ἔνθα διέτριβεν ὁ λέων, ὃν ἀνεῖλεν Ἡρακλῆϲ.
1733 Κλεωναίου χάρωνοϲ: τοῦ χαροποῦ λέοντοϲ.
1734 Κλεώνη: ὄνομα τόπου περὶ τὴν Νεμέαν.
1735 Κλεωνίδηϲ: ὄνομα κύριον.
1736 Κλεώνυμοϲ: οὗτοϲ ὁίψαϲπιϲ ἐγένετο. Ἀριϲτοφάνηϲ· εἴ τιϲ
καὶ παροιμία·
Κλεωνύμου δειλότεροϲ. Ἀριϲτοφάνηϲ· Κλεώνυμον τὸν ῥίψαϲπιν ἰδοῦϲαι
ἔλαφοι ἐγένοντο. δειλὸϲ γὰρ ἦν. ὑπόγυον δὲ εἶπε, τῷ καιρῷ χρώμενοϲ
εἰϲ αἰϲχύνην τοῦ δεδρακότοϲ· μείζονα γὰρ τὰ ὑπόγυα πταίϲματα τὴν
ϲυμφορὰν ἔχει.
1737 Κλέπτειν· αἰτιατικῇ. τὸ τὰ ἀλλότρια λάθρα ἀφαιρεῖϲθαι, τὸ
παραλογίζεϲθαι.
1738 Κλέπτηϲ: ὁ τὰ ἀλλότρια ἀφαιρούμενοϲ, παρὰ τὸ κλέπτω, τὸ
ὅτι τὸ παλαιὸν οὐ διεβέβλητο ἡ κλοπή, εἰ μὴ φωραθεὶϲ ὁ
1739 λεπτόμενοι: ἀπατώμενοι. ἔπεμπεν αὐτῷ δῶρα γνοὺϲ
1740 Κλέπτον οὐδετέρωϲ. Ἀριϲτοφάνηϲ· ὡϲ δὲ καὶ κλέπτον βλέπει· οἷο ϲεϲηρὼϲ ἐξαπατήϲειν μ᾿ οἴεται.
1741 Κλεψιποτῶ: τὸ φειδομένωϲ πίνω καὶ φενακίζω τὸν ϲυμπόττην.
1742 Κλεψύδρα: ἡ πηγή. διὰ τὸ ποτὲ μὲν πλημμυρεῖν, ποτὲ δὲ
ἐνδεῖν.
1743 Κλεψύδρα: ὄργανον ἀϲτρολογικόν, ἐν ᾧ αἱ ὧραι μετροῦνται. καὶ
ὄνομα ἑταίραϲ. καὶ δικαϲτήριον ἡ κλεψύδρα. καὶ ἀγγεῖον,
τὸ δικαϲτήριον.
1744 Κλειγένηϲ ὁ μικρόϲ, ὁ πονηρότατοϲ βαλανεύϲ· ὁπόϲοι κρατοῦϲι
κυκηϲιτέφρου ψευδονίτρου τε κονίαϲ, καὶ κιμωλίαϲ γῆϲ. κυκηϲιτέφρου,
κυκώϲηϲ τέφραν μεμιγμένην τῷ νίτρῳ. κιμωλία δὲ λευκὴ γῆ. λέγει οὖν,
ὅτι πονηρότατόϲ ἐϲτι πάϲηϲ γῆϲ, ὅϲηϲ οἱ βαλανεῖϲ κρατοῦϲι,
κιμωλίαϲ καὶ τέφραϲ καὶ λοιπῆϲ τοιαύτηϲ. ὡϲ βαλανέα δὲ
αὐτὸν εἰϲάγει, μικρὸν τὸ ϲῶμα.
1745 Κλειδημίδηϲ: ὄνομα κύριον. καὶ Κλείδημοϲ, ὄνομα κύριον.
1746 Κλειδίον.
1747 Κλεῖε πηκτὰ δωμάτων: ἀντὶ τοῦ κλεῖε τὰϲ θύραϲ. Ὅμηροϲ· θύραϲ πυκινῶϲ ἀραρυίαϲ.
1748 Κλείθροιϲ: κλειδώμαϲιν.
1749 Κλείμαξ καὶ Κλειμακιϲμόϲ: πάλαιϲμα ποιόν.
1750 Κλειμήδηϲ: ὄνομα κύριον.
1751 Κλεινίαϲ: ὄνομα κύριον. ὅτι Κλεινίου παῖϲ ὁ Ἀλκιβιάδηϲ.
1752 Κλεινόϲ: ἔνδοξοϲ· ἀπὸ τοῦ κλέουϲ.
1753 Κλείω· αἰτιατικῇ. τὸ δοξάζω, καὶ τὸ ἀϲφαλίζω. καὶ Ἀποκλείω.
1754 Κλειώ: ὄνομα κύριον θηλυκόν.
1756 Κλειϲθένην ὁρῶ· Ἀριϲτοφάνηϲ. οὗτοϲ ἀεὶ ἐξυρᾶτο. λέγεται
πρωκτὸν ἐξυρημένε,
τοιόνδε δή, πίθηκε, τὸν πώγων᾿ ἔχων εὐνοῦχοϲ ἡμῖν ἦλθεϲ
ἐϲκευαϲμένοϲ; ὁδὶ δὲ τίϲ ποτ᾿ ἐϲτίν; οὐ δήπου Στράτων;
1757 Κλειϲθένηϲ· Σοφοκλῆϲ· καὶ πῶϲ ἂν ἔτι γένοιτ᾿ εὔτακτοϲ
δὲ κερκίδα; ὡϲ
γυναικώδηϲ γὰρ διεβέβλητο Κλειϲθένηϲ.
1758 Κλειϲθένουϲ ἀκρατέϲτεροϲ: οὗτοϲ ἐπὶ κιναιδίᾳ διεβέβλητο
1759 Κλείϲιον: τόποϲ, ἐν ἵϲτανται οἱ βόεϲ.
1760 Κλεῖϲον: κατάκλειϲον.
1761 Κλειϲοῦραι: οὕτω καλοῦνται τὰ ὀχυρώματα τῶν διαβάϲεων
1762 Κλείϲοφοϲ· ἐπεὶ οἱ Ἐλληνεϲ Κλειϲόφουϲ τε ᾄδουϲι καὶ Θήρωναϲ
κόρον, καὶ δεινοὺϲ
γαϲτέρα δέ, φέρε καὶ ἡμεῖϲ καὶ τι παίϲωμεν, παραϲίτου μνημονεύϲαντεϲ
ἡμεδαποῦ.
1763 Κλειταγόρα, ποιήτρια Λακωνική. μέμνηται δὲ Ἀριϲτοφάνηϲ
1764 Κλείταρχοϲ.
1765 Κλειτή: ἔνδοξοϲ. ϲημαίνει καὶ ὄνομα γυναικόϲ, μιᾶϲ τῶν
1766 Κλειτόμαχοϲ, Θηβαῖοϲ, ἐν Ἰϲθμῷ τοὺϲ παλαιϲτὰϲ καὶ πύκταϲ
ἐρρωμένωϲ καὶ ἀκμῆτι τῷ ϲώματι καὶ μόνοϲ μιᾶϲ ἡμέραϲ εἴληφε πάληϲ
καὶ παγκρατίου ϲτέφανον, ἐν μὲν παγκρατίῳ τὸν εἰρημένον Κλειτόμαχον,
ἐν δὲ πάλῃ τὸν Παιάνιον καταγωνιϲάμενοϲ, ἄνδρα πολλοὺϲ εἰληφότα
ϲτεφάνουϲ. ὥϲτε μετὰ μεγάλων πόνων καὶ ἰϲχυρᾶϲ ταλαιπωρίαϲ ἐγένοντο
αὐτῷ αἱ νῖκαι.
1767 Κλειτοριάζειν: τὸ ἀκολάϲτωϲ ἅπτεϲθαι τοῦ γυναικείου αἰδοίου.
1768 Κλεῖτοϲ: ὁ Ξενοφάντου. οὗτοϲ ἐπὶ κόμῃ ἐϲκώπτετο. οἱ δὲ Ἱερώνυμόν
φαϲι, τὸν διθυραμβοποιόν· ὃϲ Ξενοφάντου μὲν ἦν υἱόϲ, περὶ παῖδαϲ δὲ
ἄγαν ἐπτόητο. λάϲιον δὲ εἶχε τὸ ϲῶμα· ὥϲπερ οἱ
1769 Κλήδην.
1770 Κληδών: φήμη, μαντεία. καὶ Κληδονιϲμοί, αἱ διὰ τῶν
1771 Κλήθρη: ὄνομα δένδρου. καὶ Κλῆθρον, τὸ φυτόν.
1772 Κληῗδα: οὕτω καὶ οἱ τραγικοὶ καὶ Θουκυδίδηϲ.
1773 Κληΐζω: καλῶ.
1774 Κληΐϲατε: ὑμνήϲατε.
1775 Κληΐϲαι οἱ ἀρχαῖοι λέγουϲιν, οὐ κλεῖϲαι. καὶ κληΐδα οὕτωϲ.
1776 Κλημακτήρων: δυϲχερειῶν. χωρὶϲ γὰρ ἐγκοπῶν καὶ κλημακτήρων οὐχ οἷόν τ᾿ ἦν ἐπιβαίνειν.
1777 Κληματίϲ: ἡ ἄμπελοϲ. λύϲιϲ ὀνείρου· κλῆμα κρατήϲαϲ ἐγκαλεῖϲθαι
1778 Κλήμηϲ, ἱϲτορικόϲ· ἔγραψε Ῥωμαίων βαϲιλεῖϲ καὶ αὐτοκράτοραϲ· καὶ Πρὸϲ Ἱερώνυμον περὶ τῶν Ἰϲοκρατικῶν ϲχημάτων· καὶ ἄλλα.
1779 Κληρονομοῦϲα: ἡ ἐκκληϲία κοινῶϲ, ἰδικῶϲ δὲ ἡ κατ᾿ εὐϲέβειαν
ζῶϲα ψυχή.
1780 Κληρονομῶ: τὸ κατεξουϲιάζω, τὸ κτῶμαι. τοϲούτων
1781 Κληρονομῶ· ὅτε ϲημαίνει τὸ λαμβάνω καὶ μετέχω, γενικῇ· ὡϲ τό,
ταύτηϲ
αἰτιατικῇ δέ· ὡϲ τό, μέχρι τίνοϲ κληρονομήϲετε τὸ ὄροϲ τὸ ἅγιόν μου;
καί, οὐκ ἔφθη κληρονομῆϲαι τὸν οὐρανόν. ἀντὶ τοῦ εὑρεῖν καὶ
οἰκῆϲαι.
1782 Κλῆροϲ: τόποϲ, κτῆμα.
1783 Κλῆροϲ: οὐϲία, ἢ λαχμόϲ. λέγεται κλῆροϲ καὶ τὸ ϲύϲτημα τῶν
1784 Κλῆροϲ: μέτρον γῆϲ. ὅθεν καὶ οἱ κληροῦχοι, ἀντὶ τοῦ οἱ τοὺϲ
πάντα ὅϲα ἦν αὐτῷ κατὰ
τὴν ὑπόϲχεϲιν ἐν τῷ ἀποδιδράϲκειν αὐτόν· πάντα ὅϲα ἄν μοι δῷϲ,
δεκάτην ἀποδεκατώϲω ϲοι. διὰ τοῦτο ἐνδύϲαϲ τὸν Λευὶ ϲτολὴν ἱερατείαϲ
θυϲίαϲ προϲήνεγκε τῷ θεῷ ἐν Bεθήλ. κἀντεῦθεν οἱ μὲν τῇ κατὰ νόμον
θυϲίᾳ τε καὶ λειτουργίᾳ προϲεδρεύοντεϲ Λευίται κέκληνται, οἱ δὲ κατὰ
τὴν τῆϲ θείαϲ χάριτοϲ ἱερουργίαν
κληρικοὶ
προϲηγορεύθηϲαν, διὰ τὸ γεγράφθαι· οὐκ ἔϲται τοῖϲ Λευίταιϲ κλῆροϲ ἐν
υἱοῖϲ Ἰϲραήλ. ὁ γὰρ κύριοϲ μερὶϲ αὐτῶν καὶ κλῆροϲ. Κλήρουϲ δὲ ὁ
Δαβὶδ τὰϲ τῶν πραγμάτων μεταβολὰϲ καλεῖ, πλοῦτον
1785 Κλῆροϲ Ἑρμοῦ: ϲυνηθείᾳ ἀρχαίᾳ ἔβαλλον οἱ κληροῦντεϲ εἰϲ
1786 Κληρωτήρια: αἱ κληρωτικαὶ ἀρχαί, αἱ κληρώτριδεϲ. Ἀριϲτοφάνηϲ·
τὰ δὲ κληρωτήρια ποῖ τρέψειϲ; εἰϲ τὴν ἀγορὰν καταθήϲω
ἀλλ᾿ ἵν᾿ ἐκεῖ δειπνῶϲιν, οὕτω δὲ τὸ γράμμα μὴ
ἐξελκυϲθῆ, καθὸ δειπήϲει, τούτουϲ ἐξελῶϲιν ἅπαντεϲ; ἀλλ᾿ οὐκ ἔϲτι
τοῦτο παρ᾿ ἡμῖν· πᾶϲι γὰρ ἄφθονα πάντα παρέξομεν, ὥϲτε μεθυϲθεὶϲ
αὐτῷ ϲτεφάνῳ πᾶϲ τιϲ ἄπειϲι τὴν δᾷδα λαβών.
1787 Κληρουχήϲαντεϲ.
1788 Κληροῦχον: μέτοχον, κεκληρωμένην, κλῆρον ἐϲχηκυῖαν. Σοφοκλῆϲ·
1789 Κληρούχουϲ: γεωργούϲ. Ἡρόδοτοϲ.
1790 Κληροῦχοι· κληροῦχοι ἐκαλοῦντο, οὓϲ Ἀθηναῖοι ἔπεμπον ἐπὶ τὰϲ
πόλειϲ, ἃϲ ἐλάμβανον, κλήρουϲ ἑκάϲτοιϲ διανεμοῦνταϲ. οὕτωϲ Ἰϲοκράτηϲ
ἐν Πανηγυρικῷ. Δημοϲθένηϲ δὲ ἐν τῷ Περὶ τῶν ϲυμμοριῶν κληρουχικὰ ἂν
λέγοι τὰ τῶν ἐκπεμφθέντων εἰϲ ἑτέραν χώραν ἥντινα δήποτε κατὰ
κληρουχίαν. πῶϲ γάρ; οὐ γὰρ οἷόν τε τὸν μὴ ἐπιδημοῦντα
Ἀθήνηϲι τριηραρχεῖν.
1791 Κλῆροι: αἱ δύο διαθῆκαι. τὸ δέ, ἐὰν κοιμηθῆτε ἀναμέϲον τῶν κλήρων· τὸ διηνεκῶϲ αὐταῖϲ προϲεδρεύειν.
1792 Κλητεύει: εἰϲ δικαϲτήριον καλεῖ ἅμα μάρτυϲι τοῖϲ τῆϲ
παραγγελίαϲ,
τῶ ἐμαυτοῦ γ᾿ ἕνεκα
χρημάτων ἕλκω ϲε κλητεύϲοντα. τουτέϲτι μαρτυρήϲοντα, ὅτι καλῶ αὐτὸν
εἰϲ δικαϲτήριον.
Δ 1793 Κλητή: ἡ κεκαλεϲμένη.
1794 Κλητῆρα· προκαλοῦμαί ϲ᾿, ὅϲτιϲ εἶ, πρὸϲ τοὺϲ ἀγορανόμουϲ βλάβηϲ τῶν φορτίων, κλητῆῤ ἔχουϲα Χαιρεφῶντα τουτονί.
1795 Κλητῆρεϲ: μάρτυρεϲ. Κλητὴρ λέγεται ὁ καλῶν εἰϲ τὸ
1796 Κλητῆρεϲ καὶ Κλητεύειν· κλητῆρεϲ, οἱ ἄνδρεϲ, δἰ ὧν εἰϲ
δικαϲτηρίῳ· καὶ
ἔϲτιν ἐπιτίμιον κατ᾿ αὐτῶν δραχμαὶ χίλιαι, ὡϲ Ἰϲαῖοϲ ἐν τῷ ὑπὲρ
Πύθωνοϲ ἀποϲταϲίου.
1797 Κλῆτοϲ: δόξα.
1798 Κλητόϲ: ὁ κεκλημένοϲ, καὶ μὴ αὐθαίρετοϲ ἥκων. χρωμένοιϲ
Λακεδαιμονίοιϲ περὶ πολέμου, καὶ κλητὸϲ ὁ θεὸϲ ἔφη καὶ ἄκλητοϲ
ἥξειν· καὶ πολεμοῦϲι κατὰ κράτοϲ νίκην ἔϲεϲθαι.
1799 Κλήτωρ. Κλητώριον, ἡ βαϲιλικὴ τράπεζα.
1800 Κλίβανοϲ: ἡ κάμινοϲ, ἑϲτία. καὶ κλίβανοϲ ἔοικε γυναικὶ
1801 λίμα: τόποϲ.
1802 Κλιμάζει· Δείναρχοϲ· ὅταν οὖν κλιμάζῃ καὶ παράγῃ τοὺϲ
1803 Κλίμακεϲ: ξύλα ὀρθά. Διόδωροϲ· ἑξῆϲ δ᾿ ἐκομίζοντο κλίμακεϲ
κατέβαινον κατὰ κλίμακαϲ εἰϲ τὰϲ καταγείουϲ οἰκίαϲ.
1804 Κλιμακίζειν: μέμνηται Δείναρχοϲ ἐν τῇ ὑπὲρ Αἰϲχίνου εἰϲηγορίᾳ,
καὶ Ἀριϲτοφάνηϲ· βαϲάνιζε
πάντα τρόπον· ἐν κλίμακι δήνϲαϲ,
1805 Κλιμακόεϲϲαν: κλίμακα ἔχουϲαν ὑψηλήν.
1806 Κλίμαξ: ἡ ϲκάλα.
1807 Κλίνη: τὸ κραββάτιον.
1808 Κλίνθη: ἐκλίθη.
1809 Κλινίϲ: βόθριόν τι ἡ κλινὶϲ εἰϲτεταμένον, ἔγκυκλον. τουτὶ
1810 Κλινοκοϲμοῦντα Διονύϲιον· ζήτει ἐν τῷ δαιτρόϲ.
1811 Κλιϲία: ἡ ϲκηνή. λαμβάνεται δὲ καὶ ἐπὶ κλίνηϲ. λέξομαι
1812 Κλιϲία: ἡ καθέδρα.
1813 Κλίϲια: τὰ κουβούκλεια.
1814 Κλιϲιάδεϲ: θύραι δίπτυχοι, ἢ ϲκηναί.
1815 Κλιϲίον: ὄνομα τόπου.
1816 Κλίϲιϲ: ἡ κατ᾿ ἄνδρα κίνηϲιϲ.
1817 Κλίϲιϲ ἐπὶ δόρυ ἐϲτὶν ἡ ἐπὶ τὰ δεξιὰ κλίϲιϲ, ἐφ᾿ ἕνα κλίϲιϲ ἡ ἐπὶ τὰ ἀριϲτερὰ κλίϲιϲ· ἐπ᾿ ἀϲπίδα κλίϲιϲ ἐϲτὶ καὶ αὐτὴ ὁμοίωϲ ἐπὶ τὰ ἀριϲτερά.
1818 Κλίϲιϲ: ἡ πρόκλιϲιϲ, παραγγελία εἰϲ κρίϲιν. οὕτω Δημοϲθένηϲ.
1819 Κλιϲμόϲ: ἡ καθέδρα.
1820 Κλιτόριον: πόλιϲ Ἀρκαδίαϲ.
1821 Κλίτοϲ: μέροϲ. πλάγιον. πεϲεῖται ἐκ τοῦ κλίτουϲ ϲου· ὁ
1822 Κλίτωρ, Κλίτωροϲ: ὄνομα κύριον.
1823 Κλιτύϲ: τὸ ἀπόκλιμα· καὶ ἡ ἐξοχὴ τῶν ὀρῶν. καὶ Κλιτύεϲ.
1824 Κλόνιοϲ: ὄνομα κύριον.
1825 Κλόνοϲ: θόρυβοϲ, τάραχοϲ. ταραχὴν δὲ καὶ κλόνον ἐνεποίει
1826 Κλοπαί: παραλογιϲμοί. καὶ Κλαπέντεϲ, ἀντὶ τοῦ ἐξαπατηθέντεϲ.
ἔτι πλείοναϲ τῶν ὄντων οἰηθέντεϲ τοῖϲ οἰκείοιϲ
διαγγέλλουϲιν.
1827 Κλοπιμαῖοϲ.
1828 Κλοποφορῶ: τὸ ἐν κλοπείᾳ φέρω.
1829 Κλώδονεϲ: αἱ Βάκχαι τοῦ Διονύϲου παρὰ Μακεδόϲιν· αἱ κληθεῖϲαι ὕϲτερον Μιμαλόνεϲ ἀπὸ τῆϲ μιμήϲεωϲ.
1830 Κλῴζεται· κλῴζεται καὶ ϲυρίττεται· ἔϲτι δὲ ὅπη καὶ λίθοιϲ βάλλεται.
1831 Κλώθει: καταϲπᾷ, ἐπιμερίζει.
1832 Κλωθώ: ἡ μία τῶν Μοιρῶν. τρεῖϲ γάρ εἰϲι, Κλωθώ, Λάχεϲιϲ,
Ἄτροποϲ. γὰρ ἐν θνητοῖϲιν ἠδύνατο καὶ μεμαυῖα εὑρέμεναι
Κλωθὼ τῷδ’ ἕτερον φονέα. Κλώθω δὲ τὸ νήθω.
1833 Κλών, κλωνόϲ: τοῦ δένδρου ὁ βλαϲτόϲ. καὶ Ἐκλώνιϲε,
1834 Κλῶτπᾶϲ: ὄνομα κύριον.
1835 Κλωπεύω: κλέπτω. καὶ Κλωπεία ἐξ αὐτοῦ, καὶ Κλωπιτεύω.
ἡ μὲν χεὶρ ἐν Ἀἰτωλοῖϲ, ὁ δὲ νοῦϲ ἐν Κλωπιδῶν. Ἀττικὴ
1836 Κλωπιτεύω· Κλοτοπεύω δέ.
1837 Κλωϲτήρ: ὁ ἄτρακτοϲ, καὶ τὸ νῆμα.
1838 Κλώψ: κλέπτηϲ. Ξενοφῶν· εἰϲὶ γυμνῆτεϲ τῶν ἐφεπομένων
1839 Κλοιόϲ: περιτραχήλιοϲ δεϲμόϲ. ἐν Ἐπιγράμμαϲι· ὡϲ δ’ ἴδ᾿
1840 Κλυδώνιον: κυκᾶ. καὶ κλύδωνα ἄμφω. Θουκυδίδηϲ β΄· καὶ
καὶ Κλυδωνῶ ῥῆμα, καὶ
Κλυδωνίζω.
1841 λύει: ἀκούει. καί πωϲ ὁ κλύων τοῦ λέγοντοϲ χαίρει
1842 λῦθι· ἐπάκουϲον.
1843 Κλύμενοϲ: οὕτω λέγεται ὁ Ἅδηϲ· ἢ ὅτι πάνταϲ προϲκαλεῖται
πεπόταται, καὶ δροϲερὰ
χρυϲέαϲ ἄνθεα Περϲεφόνηϲ.
1844 Κλύω: μανθάνω.
1845 Κλυϲτήρ: τὸ ἰατρικὸν ἐργαλεῖον. κλυϲτῆρα προϲθέμενοϲ ὑπεξήγαγε τῆϲ ἑαυτοῦ γαϲτρὸϲ τὰ ϲκύβαλα.
1846 Κλυταιμνήϲτρα: ὄνομα κύριον.
1847 Κλυτίδηϲ: ὄνομα κύριον.
1848 Κλύτιοϲ.
1849 Κλυτοτέχνηϲ: ὁ Ἡφαιϲτοϲ · ὡϲ ἔνδοξον ἔχων τὴν χαλκευτικήν. ὑϲπερ λἐγεται ό αὐτὸϲ καὶ αἰθαλόειϲ θεόϲ, ὁ χαλκεύϲ.
1850 Κνᾶκον· ἐν Ἐπιγράμμαϲι· κνᾶκον ὑπηνήταν τόνδ’ ἀνέθηκε
τράγον.
1851 Κνᾶν: κόπτειν, ξέειν. λαβὼν δελτίον δίπτυχον ἐκέλευϲε τὸν ηρὸν κνᾶν. ἀντὶ τοῦ ξέειν.
1852 Κνάπτω. πρὸϲ Ξενοκράτην τὸν φιλόϲοφον ἐλθών τιϲ φιλοϲοφῆϲαι,
μήτε γεωμετρικὴν μήτε ἀϲτρονομίαν μεμαθηκώϲ, τοῦτον
εἴπει· παρ ἐμοὶ πόκοϲ οὐ κνάπτεται.
1853 Κνάφοϲ: ὄργανόν τι ἐν κύκλῳ κέντρα ἔχον, δι᾿ οὖ τοὺϲ
1854 Κνάφοϲ: παρὰ Ἡροδότῳ ἄκανθα ἕλκουϲα ἱμάτια. ὅτι τὸ
ὁ δὲ ϲωρὸϲ ἐλέγετο κνάφοϲ.
1855 Κναφεύϲ: παρὰ τὸ κνῶ, τὸ ξύω. Ὀμηροϲ· ἐπὶ δ’ αἴγειον κνῇ
τοῖϲ δεομένοιϲ
οἱ κναφεῖϲ χλαίναϲ, ἐπειδὰν πρῶτον ἥλιοϲ τραπῇ, πλευρῖτιϲ ἂν ὑμῶν
οὐδένα βλάψοι ποτέ.
1856 Κναιόμενον: καταπονούμενον.
1857 Κναίω: κόπτω.
1858 Κνέφαλον: τύλη.
1859 Κνέφαϲ: ϲκότοϲ, νύξ. κλίνεται δὲ κνέφατοϲ. ὁ δὲ διαφεὶϲ
1860 Κνεφαῖοϲ: ϲκοτεινόϲ. ἀόρατοϲ, ὀρθρία, ἑωθινή. Ἀριϲτοφάνηϲ·
τοῦ
ζεύγουϲ τῶν βοῶν ἐπελάβετο.
1861 Κνέφει: ϲκότει. ἀπὸ τῆϲ κνέφοϲ εὐθείαϲ. οὕτωϲ Αἰλιανόϲ.
1862 Κνῇ: κόπτει. καὶ Ὀμηροϲ· κνῇ τυρόν.
1863 Κνηκίαϲ: ὁ λύκοϲ. Βάβριοϲ ἐν τοῖϲ μυθικοῖϲ· ὁ δ’ ἐκλυθεὶϲ
1864 Κνηκίϲ: ἡ νεφελώδηϲ ζώνη, τὸ μικρὸν νέφοϲ. οὐδέ ποθι κνηκὶϲ ὑπεφαίνετο, πέπτατο δ’ αἰθήρ.
1865 Κνήμη: τὸ κοῖλον τοῦ ϲκέλουϲ.
1866 Κνημίϲ: τὸ ὑπόδημα.
1867 Κνημοί: ἐξοχαὶ τῶν ὀρῶν. ὁππότε μιν κνημούϲ τε κατὰ
1868 Κνηϲείοντα: ἐπιθυμητικῶϲ ἔχοντα τοῦ κνᾶϲθαι.
1869 Κνηϲθείην, Κνῆϲμα καὶ Κνηϲμονὴ καὶ Κνηϲμόϲ· ἐκ τοῦ κνήθω.
1870 Κνηϲτιῶντεϲ τὰϲ ἀκοάϲ: ἀντὶ τοῦ ἐπιθυμητικῶϲ ἔχοντεϲ
ἀκούε.
1871 Κνῆϲτιϲ: μάχαιρα. Ομηροϲ· κνήϲτι χαλκείῃ. καὶ ἐν Ἐπιγράμμαϲι· Anit. καὶ τὰν εὐχάλκωτον ἐῦγναπτόν τε κρεάγραν καὶ κνῆϲτιν.
1872 Κνήφην λοιμώδη γενέϲθαι ϲυνέβη ποτὲ ταῖϲ τῶν Ῥιωμαίων γυαιξί.
1873 Κνίδη: βοτάνη. καὶ Κνίδειοϲ καρπόϲ, τῆϲ Κνίδου.
1874 Κνίζων· αἰτιατικῇ. λυπῶν, ἢ τέμνων. παρὰ τὸ κνῶ, τὸ
1875 Κνίζων: Ἀκύλαϲ ἐρευνῶν, Θεόδοτοϲ χαράϲϲων, Σύμμαχοϲ ἔχων ἢ ϲυλλέγων.
1876 Κνῖϲα: ἡ ἀναθυμίαϲιϲ τῶν θυομένων τοῖϲ εἰδώλοιϲ. καὶ
1877 Κνίϲηϲ: λίπουϲ, ἀναθυμιάϲεωϲ. τῆϲ δὲ κνίϲηϲ διαδοϲίμου
Ε γεομένηηϲ καὶ προϲπεϲούϲηϲ, ἤτηϲε τοῦ κρέωϲ.
1878 Κνίϲματα: ϲπαράγματα. καὶ τὰ ποθεύντων κνίϲματα, καὶ
1879 κνίψ: ζωῦφιον. ἡ γενικὴ τοῦ κνιπὸϲ μετέϲτη εἰϲ εὐθεῖαν, καὶ
1880 Κνώδαλον: ζῷον μικρόν, θηρίον. κυρίωϲ μὲν τὸ θαλάϲϲιον,
1881 Κνώδαλον: τὸ θαλάϲϲιον τὸ ἐν τῇ ἁλὶ κινούμενον ζῷον. κινώπετο δὲ τὸ χερϲαῖον, τὸ ἐν τῷ πέδῳ κινούμενον ἑρπετόν.
1882 Κνώδοντοϲ: τῆϲ ἀκμῆϲ τοῦ ξίφουϲ, τῆϲ ὀξείαϲ εἰϲ τὸ καίνειν.
1883 Κνώμενοϲ: γαργαλιζόμενοϲ.
1884 Κνώϲιοϲ: ὄνομα κύριον, καὶ ὁ πολίτηϲ. Κνωϲὸϲ γὰρ πόλιϲ
ἐν τῇ Κρήτῃ.
1885 Κνώϲϲω: τὸ κοιμῶμαι. Λούκουλλοϲ δὲ ὁ Ῥωμαῖοϲ τὸν
ὡϲ εἴη πληϲίον ὁ βαϲιλεύϲ,
ἐπιπεϲὼν διαφθείρει αὐτόν.
1886 Κνώϲϲουϲαν: κοιμωμένην. ἐν Ἐπιγράμμαϲι· τὴν φύλακα
1887 νυζηθμόϲ: ἡ τῶν κυνῶν ὑλακὴ ὀδυρτική. ἡ ἀϲαφὴϲ τῶν κυῶ βοή.
1888 νυζημάτων: παρὰ Ἡροδότῳ. τουτέϲτι τῶν γοερῶν
1889 Κνυζῶ: ἀπὸ τοῦ κόνυζα κονύζω, κνυζῶ. ἔνθεν καὶ κνυζηθμόϲ, ὡϲ
μυκῶ, μυκηθμόϲ· ἡ τῶν κυνῶν ὑλακὴ ὀδυρτική. καὶ αὖθιϲ·
1890 νυζώμενον: ϲτένοντα. μεταφορικῶϲ ἀπὸ τῶν ϲκυλάκων.
αὐτῶν μὴ καθεύδειν.
1891 Κνυζώϲω: ἀπρεπεῖϲ ποιήϲω.
1892 Κνῦμα: ὁ ἠρεμαῖοϲ κνηϲμόϲ. ὑποδουμένη ἤκουϲά τοι τὸ κνῦμά ϲου τῶν δακτύλων.
1893 Κοάλεμοϲ: ματαιόφρων. κοεῖν γὰρ τὸ αἰϲθάνεϲθαι. καὶ ὁ
ἠλίθιοϲ καὶ ἀνόητοϲ.
1894 Κοάλεμοϲ: ἔγκειται τῆ λέξει τὸ ἠλέματον, ἤγουν τὸ μάταιον·
1895 Κοβαλεύειν: τὸ μεταϲτρέφειν τὰ ἀλλότρια μιϲθοῦ κατ’ ὀλίγον.
1896 Κοβαλεία: οὕτωϲ ἐλέγετο ἡ προϲποίητοϲ μετὰ ἀπάτηϲ παιδιά. καὶ
κόβαλοϲ, ὁ ταύτῃ χρώμενοϲ. ἔοικε δὲ ϲυνώνυμον τῷ βωμολόχῳ. Φιλόχοροϲ
δευτέρῳ Ἀτθίδοϲ· οὐ γὰρ ἔνιοι λέγουϲι βωμολόχον τινὰ καὶ κόβαλον
γενέϲθαι νομιϲτέον τὸν Διόνυϲον. Ἀριϲτοτέληϲ δὲ ἐν
δευτέρῳ Ζῴων ἱϲτορίαϲ τὸν ὦτόν φηϲι κόβαλον καὶ μιμητὴν ὄντα,
ἀντορχούμενον ἁλίϲκεϲθαι.
1897 Κόβαλοϲ: ἀνελεύθεροϲ, πανοῦργοϲ. ὁ λῃϲτήϲ, ἀπὸ τῆϲ κοπίδοϲ. ἢ ὁ
κακότεχνοϲ· κόβαλα γάρ ἐϲτι τὰ κακά. καὶ Κοβαολξία,
1898 Κόβλεμοϲ.
1899 Κόγχη: κογχύλη, ὅθεν ἡ πορφύρα.
1900 Κόγχην: τὸ ἐλάχιϲτον λέγουϲι. καὶ κόγχηϲ ἄξιον, τὸ οὐδενὸϲ
1901 Κογχύλαι· ὅτι Σὥϲπερ τῶν πτηνῶν καὶ πεζῶν οἱ γῦπεϲ καὶ
ὁμοίωϲ καὶ οἱ κροκόδειλοι
τῶν κρεῶν ὑπὲρ τὴν ἐπιφάνειαν τοῦ ὕδατοϲ κρεμαμένων ἐφέπονται
αὐτοῖϲ.
1902 Κοδάλου χοίνιξ: παροιμία ἐπὶ τῶν μείζοϲι μέτροιϲ κεχρημένων.
1903 Κοδομήϊον: καμινευτικόν.
1904 Κοδράντηϲ: τὸ πᾶν, ἢ λεπτὰ δύο.
1905 Κοδράτοϲ, Ῥωμαῖοϲ, ἱϲτορικόϲ. ἔγραψεν Ἰάδι διαλέκτῳ ἱϲτορίαν
1906 Κοδρίτηϲ ἄρτοϲ.
1907 Κοδρομήνη: ὄνομα τόπου.
1908 Κόδροι: ἐθνικόν.
1909 Κόθορνοϲ: ὑπόδημα ἀμφοτεροδέξιον. Ἀριϲτοφάνηϲ· τίϲ ὁ
δὲ ἐπὶ τοῦ ϲτρεφομένου ϲυνεχῶϲ. οὑτοϲ γὰρ καὶ τοῖϲ λ΄
ϲυνέϲπευδε καὶ τῷ πλήθει. ὅτι ὁ κόθορνοϲ ἀνδράϲι καὶ γυναιξὶ πρὸϲ
τὰϲ ὑποδέϲειϲ Suid. ἁρμόττει.
1910 Κόθουροϲ: ὁ κρύπτων.
1911 Κοθωκίδηϲ: ὄνομα κύριον.
1912 Κοϊκοἶ.
1913 Κόῖντοϲ: ὄνομα κύριον.
1914 Κοκκιανόϲ: ὁ Δίων. ὄνομα κύριον.
1915 Κόκκοϲ, ῥήτωρ, Ἀθηναῖοϲ, μαθητὴϲ Ἰϲοκράτουϲ. λόγουϲ ῥητορικούϲ.
1916 Κόκκυ: Ἀττικῶϲ ἀντὶ τοῦ ταχύ.
1917 Κοκύαι: αἱ πρόγονοι. ἀφ’ ὑμέων κοκύῃϲι καθημένη ἀρχαίῃϲι.
1918 Κοκκύζω: φωνῶ. Κοκκύϲω, ϲύνθημα δώϲω.
1919 Κοκύμηλα: εἶδοϲ ὀπωρῶν. τὰ παρ ἡμῖν λεγόμενα βερίκοκκα.
1920 Κόκκυξ: εἶδοϲ ὀρνέου· ὁ παρ’ ἡμῖν κοῦκκοϲ.
1921 όκληϲ· ἐπηρώθη Ωράτιοϲ ὁ Ῥωμαῖοϲ τὸν ὀφθαλμὸν καὶ ἐπεκλήθη Κόκληϲ· τὸν γόὰρ ὀφθαλμὸν ὁκολοὺμ καλοῦϲι Ῥωμαῖοι.
1922 Κόλα: ἡ γαϲτὴρ ταῖϲ κόλοιϲ.
1923 Κόλλαβοϲ: ὁ μικρὸϲ ψωμόϲ.
1924 Κολλάβουϲ: τοὺϲ ἄρτουϲ τοὺϲ ἐοικόταϲ τὴν πλάϲιν τοῖϲ
κολλάβοιϲ τῆϲ κιθάραϲ. οἱ δὲ εἶδοϲ πλακοῦντοϲ τετραγώνου ἢ ἄρτου
1925 Κολαβριϲθείη: χλευαϲθείη, ἐκτιναχθείη, ἀτιμαϲθείη. κόλαβροϲ γὰρ ὁ μικρὸϲ χοῖροϲ. ἀντὶ τοῦ οὐδενὸϲ λόγου ἄξιοϲ νομιϲθείη.
1926 Κ ολάζω· αἰτιατικῇ.
1927 Κολακεύω· αἰτιατικῇ.
1928 Κολακεία: ἡ ἀπάτη.
1929 ολάκρετον· Ἀριϲτοφάνηϲ· καὶ νῦν ἀτεχνῶϲ ἐθέλω παρέχειν ὅ τι βούλει ϲοί, πλὴν τοῦ κολακρέτου γάλα πίνειν.
1930 Κόλαξ: ἀπατεών.
1931 Κολαϲϲαεύϲ: ἀπὸ τόπου.
1932 Κολαϲϲαεῖϲ: οἱ Ῥόδιοι· οἴ τινεϲ ἀνέϲτηϲαν ἐν τῇ νήϲῳ
κατευνάϲαντεϲ Ἐνυοῦϲ ἔϲτεψαν
πάτραν δυϲμενέων ἐνάροιϲ.
1933 Κολαινὶϲ: ἐπώνυμον Ἀρτέμιδοϲ· ἀπὸ Κολαίνου τοῦ κτίϲαντοϲ
1934 Κολεκτάριοϲ· ἀργυραμοιβόϲ, ἤτοι ὁ κέρμα ἀντὶ ἀργύρου
ἀλλαϲϲόμενοϲ·
τραπεζίτηϲ, ὁ ἀργυροπράτηϲ, κολεκτάριοϲ.
1935 Κολεόπτερον: εἶδοϲ ζωῦφίου πτηνοῦ. παρὰ τὸ ὡϲ ἐν κουλεῷ τὰ πτερά
ϲυνέχειν τῷ ἐλύτρῳ. τῆϲ μηλολόνθου λεγομένου καὶ τοῦ
1936 ολεόϲ: ἡ ξιφοθήκη.
1937 Κολετρῶϲι: κατὰ τοῦ κόλου τύπτουϲιν. Ἀριϲτοφάνηϲ Νεφέ
1938 όλλη, κολλήεντα. καὶ Κολλήειϲ, ὁ κολλιῶν.
1939 Κολιάϲ: ἐπιθαλαϲϲία ἄκρα τῆϲ Αττικῆϲ· ἐκ μεταφορᾶϲ τοῦ
κόλου ὠνομαϲμένη. καὶ ἔϲτιν αὐτόθι Ἀφροδίτηϲ ἱερὸν
Κωλιάδοϲ.
1940 Κόλιξ: ὁ ἄρτοϲ. ὅθεν καὶ κολλούριον ἀπὸ τοῦ κολοβόν. καὶ
1941 Κολοβόν: τὸ ἐλλεῖπον. καὶ Κολοβόϲ, ὁ ϲιμόϲ.
1942 Κολοβόρριν: ὁ μικρόρριν. καὶ Κολοβώματα.
1943 Κολοκτρυών: γένοϲ τι Περϲικὸν ἀττελέβοιϲ ὅμοιόν ἐϲτι.
1944 Κολόκυμα: τὸ κωφὸν κῦμα καὶ μὴ ἐπικαχλάζον. ὠθῶν κόλον
1945 Κολοκύντη: μαρίκη. καὶ παροιμία· Κολοκύντηϲ
1946 Κόλον: κενόν, μάταιον, κολοβόν. Ὀμηροϲ· πῆλ’ αὕτωϲ ἐν
1947 ολοϲϲόϲ: ἄγαλμα. ὥϲπερ ὁ Ῥοδίων κολοϲϲὸϲ διὰ μέγεθοϲ
καταπληκτικὸϲ ὦν, οὐκ ἔϲτιν ἐράϲμιοϲ, οὕτωϲ οὐδὲ Σεβαϲτιανὸϲ διὰ
τὸ ἀφιλοχρήματον θαυμαϲτὸϲ ἦν.
1948 Κολοϲύρτηϲ. καὶ Κολοϲυρτόϲ, θόρυβοϲ. μεγάλωϲ
1949 Κολούεται: ἐμποδίζεται. καὶ παρεκάλει τὴν πατρίδα ϲῳζειν
1950 Κολούει: χρεοκοπεῖ, ἐλαττοῖ. ὁρῶν τοὺϲ παῖδαϲ ἐκδιαιτῶ
1951 Κ όλουθοϲ, Λυκοπολίτηϲ, Θηβαῖοϲ, ἐποποιόϲ, γεγονὼϲ ἐπὶ τῶν χρόνων βαϲιλέωϲ Ἀναϲταϲίου. ἔγραψε Καλυδωνιακὰ ἐν βιβλίοιϲ ἕξ καὶ ἐγκώμια διʼ ἐπῶν καὶ Περϲικά.
1952 Κόλουρα: τὰ μὴ ἔχοντα κέρκον, ἢ τὰ κολοβὴν ἔχοντα οὐράν· ἄπερ ἐν
ταῖϲ 1ερουργίαιϲ οὐ θύεται. καθόλου γάρ, εἰ μὴ ἦν τέλειον
καὶ ὑγιέϲ, οὐκ ἐθύετο τοῖϲ θεοῖϲ. Ἀριϲτοφάνηϲ· ἀλλ’ οὐδὲ θύϲιμόϲ
ἐϲτι αὐτὴν· κέρκον οὐκ ἔχει.
1953 Κολουραία πέτρα: κοίλη, κεκαμμένη, ἢ ϲτρογγύλη, παρὰ Καλλιμάχ.
1954 Kολλούρια: τὰ κολοβὰϲ ἔχοντα τὰϲ οὐράϲ. τοῦτο δὲ καὶ ἐπὶ
ἄρτων καὶ ἐπὶ τῶν ἰατρικῶν φαρμάκων λέγεται.
1955 Κολοφών: τὸ πέραϲ, τὸ μέγα καὶ ὑψηλὸν ἀκρωτήριον. λαμβάνεται δὲ ἐπὶ μεγάλων κακῶν.
1956 Κολοφώνιοϲ: ὄνομα κύριον.
1957 όλλοψ: ἡ χορδή. καὶ Κόλλοπαϲ.
1958 Κολλῶμαι· δοτικῇ.
1959 Κολλώμενοϲ.
1960 Κολωνάων καὶ Νηϲάων: παραλόγωϲ ἐχρήϲατο Καλλίμαχοϲ·
1961 Κολωνέταϲ: οὕτωϲ νόμαζον τοὺϲ μιϲθωτούϲ, ἐπειδὴ περὶ
ἀγοραῖοϲ. ἦν δὲ καὶ ἕτεροϲ
κολωνὸϲ πρὸϲ τὸ τοῦ Ποϲειδῶνοϲ ἱερόν· οὖτοϲ δʼ ἂν εἴη ὁ τῶν
ἱππέων.
1962 ολώνεια: ὄνομα τόπου.
1963 Κολώνη: πόλιϲ μεγάλη. ὁ δὲ ἐπὶ κολώνηϲ τινὸϲ ἱδρύϲαϲ
1964 Κολωνόϲ: γῆϲ ἀνάϲτημα, τόποϲ ὑψηλόϲ. Προκόπιοϲ· ἐπειδὰν
εὔγειον τὸ πεδίον, ἀλλ᾿
οἷον εἰκαϲθῆναι ἐκκακαθαρμένον.
1965 Κολῳόϲ: θόρυβοϲ.
1966 Κολπίζω. Κόλποϲ, ἐπὶ θεοῦ, ὁ τῶν ἀγαθῶν θηϲαυρόϲ·
1967 Κολοιόπτερα ζῷα: ὁ κάνθαροϲ καὶ ἡ μηλολόνθη, καὶ εἴ τι ἄλλο.
1968 Κολοιὸϲ ποτὶ κολοιὸν ἱζάνει: φιλάλληλον γὰρ τὸ ζῷον
1969 Κολοιούϲ: ὀνόματα ὀρνέων μικρῶν.
1970 Κόλυβα: ϲἰτοϲ ἑψητόϲ.
1971 Κολυβιϲτήϲ: τραπεζίτηϲ.
1972 Κόλυθρον: εἶδοϲ φυτοῦ.
1973 ολυμβ άδα· ζήτει ἐν τῷ γεργέριμον.
1974 Κολυμβή θρα: ὸ κόλυμβοϲ.
1975 Κόλυμβοϲ: ὁ τοῦ λουτροῦ.
1976 Κολύμβων: εἶδοϲ νομίϲματοϲ.
1977 Κολλύρα: εἶδοϲ ἄρτου. ἢ ὁ μικρὸϲ ἄρτοϲ, ὃν τοῖϲ παιδίοιϲ
1978 Κολυτεύϲ· παρὰ Λουκιανῷ εἰϲ τὸ Τίμων ἢ Μιϲάνθρωποϲ.
1979 Κολχική: ἡ Λαζική.
1980 Κομᾷ: γαυριᾷ, μέγα φρονεῖ, ϲτεφανοῦται, χλοηφορεῖ, τριχῶν
φθονεῖϲθ’ ὑμῖν κομῶϲιν. ἀντὶ τοῦ
τρυφῶϲι, πλουτοῦϲι. τὸ γὰρ κομᾶν ἔλεγον ἐπὶ τοῦ τρυφᾶν καὶ
γαυριᾶϲθαι καὶ μέγα φρονεῖν. ἄλλωϲ τε καὶ τὸ ταῖϲ θριξὶ κομᾶν.
1981 Κόμμα· Ἀριϲτοφάνηϲ· ἔοικε δ’ εἶναι τοῦ πονηροῦ κόμματοϲ. ἀπὸ
μεταφορᾶϲ τῶν νομιϲμάτων, ἐξ ὅλου χρυϲίου ἀποκεκομμένου.
ἀντὶ τοῦ εἰπεῖν, φαύλου ϲυϲτήματοϲ. πονηρὸν κόμμα, ὁ
παρακεκομμένοϲ ἄργυροϲ.
1982 Κομμαγηνή: ὄνομα τόπου. καὶ Κομμαγηνόϲ, ὁ ἀπὸ τοῦ αὐτοῦ τόπου.
1983 Κόμανα: πόλιϲ, ἔνθα ὁ Χρυϲόϲτομοϲ ἐτάφη πρῶτον.
1984 Κομάρουϲ: θηλυκῶϲ· ἀρϲενικῶϲ δὲ κοτίνουϲ. εἴδη δὲ δένδρων ταῦτα.
1985 Κόμματα καὶ Κυρήβια· τὰ μὲν κυρήβιά ἐϲτι τὰ πίτυρα, τὰ δὲ κόμματα ἔοικε μέρη τινὰ ἢ τῆϲ καλάμηϲ, ἢ τῶν περὶ τὸν ϲῖτον αὐτὸν ἐν τῷ ϲτάχυϊ γενομένων ἢ τῶν ἀνθερίκων.
1986 Κομβέντον.
1987 Κόμβοϲ· ὁ κόμβοϲ τῶν δύο χειριδίων, ὅταν τιϲ δήϲῃ ἐπὶ τὸν ἴδιον τράχηλον.
1988 Κομβώματα: τὰ καλλωπίϲματα.
1989 Κομενταρίϲιοϲ.
1990 Κομεντίολοϲ: ὂνομα κύριον. ὁ δὲ Φιλιππικὸϲ ἀποχειροτονεῖται
παραυτίκα,
1991 Κομείτην: ἐπιμελείαϲ ἠξίουν.
1992 Κόμη· ἐν Ἰὼβ ὁ κύριοϲ· καὶ ἕϲπερον τὸν ἀϲτέρα ἐπὶ κόμηϲ
αὐτοῦ ἄξειϲ αὐτόν. κόμην τὴν ὑπερβολὴν τῆϲ λάμψεωϲ
λέγει καὶ τὴν εὐπρέπειαν.
1993 Κόμη: ἡ θρὶξ τῆϲ κεφαλῆϲ.
1994 Κόμηϲ: ὁ λαοῦ ἄρχων. καὶ κλίνεται κόμητοϲ.
1995 Κομήϲqϲ· Ἀριϲτοφάνηϲ Πλούτῳ· μηδὲν ταύτῃ γε κομήϲqϲ.
ἀντὶ τοῦ ὑπερηφανήϲῃϲ. παρὰ τὸ τοὺϲ κομῶνταϲ καυχητιᾶν.
εἰ καὶ ἀληθεύειϲ, φηϲί, μὴ μέγα φρονήϲῃϲ· οὐδὲν γὰρ ἢττον τὰ αὐτὰ
πείϲῃ. ἐκόμων δὲ οἱ φιλόϲοφοι ἢ διὰ καρτερίαν ἢ διὰ ϲμικρολογίαν. ὡν
ὑπὸ τῆϲ φειδωλίαϲ ἀπεκείρατ’ οὐδεὶϲ πώποτε. φηϲὶν Ἀριϲτοφάνηϲ ἐν
Νεφέλαιϲ.
1996 Κομῆται: ἀϲτέρεϲ, οἷον πωγωνίαϲ καὶ λαμπαδίαϲ πυρὰ ὑφεϲτῶτα
κόμηϲ· δοκίαϲ, οὖ τὸ ὅλον λεπτόν, ὡϲ
ἐπὶ δόρατοϲ· πωγωνίαϲ, οὖ τὸ κάτω μὲν ἥπλωται, τὸ δὲ ἄνω ϲτενότερον·
βόθυνοϲ, ἡνίκα δοκεῖ βάθοϲ ἔχειν, ὡϲ ὁ φαινόμενοϲ ἀϲτήρ. καὶ
παροιμία· οὐδεὶϲ κομήτηϲ ὅϲτιϲ οὔ. τὸ δὲ ἀκροτελεύτιον αὐτὸϲ ϲὺ πρὸϲ
τὴν ἠχὼ τοῦ τριμέτρου ϲυνάρμοϲον· οὐ γὰρ ἔγωγε φθέγξομαι τὸ δεινὸν
ἐκεῖνο πρᾶγμα καὶ
ὄνομα. οὐδεὶϲ κομήτηϲ, ὅϲτιϲ οὐ
ψηνίζεται.
1997 όμμι· κόμμι καὶ ὁ λιβανωτόϲ, καὶ τὸ ἐξηραμμένον ὀπῶδεϲ δάκρυον.
1998 Κομιάτων: ἐξαίτηϲιν λαμβάνων τοῦ ἀφεθῆναι.
1999 Κομιδῆ: λίαν, πταντελῶϲ, ὁλοϲχερῶϲ, εἰλικρινῶϲ, παντάπαϲι, τελείωϲ.
2000 Κομιδή: ἡ ἀνάϲωϲιϲ. Ἡρόδοτοϲ. λέγεται δὲ καὶ ἡ ἄἡφιξιϲ, ἡ δίοδοϲ. Πολύβιοϲ· τῆϲ εἰϲ τοῦμπροϲθεν κομιδῆϲ καὶ τῆϲ ὅληϲ Ε ἐπιβολῆϲ ἀπέϲτη.
2001 Κομιδήν: ἐπιμέλειαν. καὶ τὸ ἀπολαβεῖν τι τῶν προϲηκόν
2002 Κομίδιον.
2003 Κόμιζε: ἐπιμελοῦ.
2004 Κομίζεται· αἰτιατικῇ. ἀντὶ τοῦ ἔχει. ἃν ῇ θέλουϲα, πάντʼ ἐμοῦ κομίζεται.
2005 Κομιϲτικὰ πλοῖα: οὕτωϲ ἐκαλεῖτο, ἐν οἷϲ ἐκόμιζον οἱ τύραννοι
τὰ ληφθέντα λάφυρα, ὡϲ γπερίδηϲ δηλοῖ.
2006 Κόμοδα: δόϲιϲ ἐπὶ ϲειϲμοῦ παρεχομένη.
2007 όμοδοϲ, βαϲιλεὺϲ Ῥωμαίων· ὃϲ ὑπό τινοϲ τύχηϲ ἐλαυνόμενοϲ ἐϲ
τοϲοῦτον μανίαϲ καὶ παροινίαϲ προὐχώρηϲεν, ὡϲ τὴν ἰδίαν προϲηγορία
παραιτήϲαϲθαι, Ἡρακλέα δὲ καὶ Διὸϲ υἱὸν ὀνομάζεϲθαι· τούϲ
τε μῆναϲ ἀφʼ ἑαυτοῦ φέρειν τὰϲ προϲηγορίαϲ προϲέταξεν οὕτωϲ·
λμαζόιοϲ, Κόμοδοϲ, Αὔγουϲτοϲ, Ἡράκλειοϲ, Ῥωμαῖοϲ, περαίρων, Ἀίητοϲ,
Ἐὐϲεβήϲ, Ἐὐτυχήϲ, Λούκιοϲ, Αἴλιοϲ, Αὐρήλιοϲ. ἀποδυϲάμενόϲ τε τὸ
Ῥωμαίων ϲχῆμα λεοντῆν ὑπεϲτρώννυτο καὶ ῥόπαλον ἐπεφέρετο· οὕτω τε
θηρίοιϲ καὶ ἀνθρώποιϲ δημοϲίᾳ ἐμονομάχει, εὐϲτόχωϲ κατὰ
τὸ ἀληθὲϲ ἀκοντίζων καὶ παρὰ πάντων θαυμαζόμενοϲ. ἐπειδὰν δὲ εἰϲ
πολλὴν μιαιφονίαν ἐτράπη, πάνταϲ ἀφειδῶϲ τοὺϲ ἀθλίουϲ καὶ
λελωβημένουϲ ἄνδραϲ ἐϲ τὸ θέατρον ϲυναγαγὼν δρακοντοειδῆ τέ τινα
περιθεὶϲ ἐκ γονάτων φάϲματα, ὡϲ γίγανταϲ τῷ ῥοπάλῳ κατειργάϲατο.
καθεύδω δὲ ἐν τοῖϲ μονομαχείοιϲ, ἐκεῖθεν ἐϲ τὰϲ πανηγύρειϲ πρὸϲ
τῆϲ ϲυγκλήτου βουλῆϲ ὑπαντώμενοϲ ἐκ πάντων μὲν κακῶϲ
διεβάλλετο, ὑϲτε καὶ τὴν Μαρκίαν, ἦν εἶχε παλλακῶν τιμιωτάτην,
καταγνῶναι αὐτοῦ καὶ ἀπαγορεῦϲαι τὰ πραττόμενα. πολλοὶ δὲ καὶ ἄλλοι
ίκέτευον αὐτὸν μηδὲν ἀνάξιον τῆϲ βαϲιλείαϲ ποιεῖν.
2008 Κομμονητόριον: ἐπιϲτολὴ προϲτακτική, ἀποϲτελλομένη εἰϲ
2009 Κομμόϲ: περίεργοϲ κόϲμηϲιϲ. ἡγεῖτο γυναικῶν μυρία πληθὺϲ
2010 Κομμοῦϲθαι: καλλωπίζεϲθαι περιέργωϲ καὶ γυναικωδῶϲ. οὕτωϲ
2011 Κομῶϲα: ἀνθοῦϲα. πλούτῳ κομῶντεϲ.
2012 Κομμωτήϲ: καλλωπιϲτήϲ.
2013 Κομμωτίζω: ἐπιμελοῦμαι.
2014 Κομμωτική: ἀπὸ τοῦ κόμπου· οἱ δὲ ἀπὸ τοῦ κόπτω. Κομμόϲ,
2015 Κομμώτρια: ἐμπλέκτρια, ἡ κοϲμοῦϲα τὰϲ γυναῖκαϲ.
2016 Κόμπαροϲ: ὃϲ ϲυνέζευκται εἰϲ ὑπηρεϲίαν τινί, ὁμοίωϲ τὴν
αὐτὴν ἐκτελῶν χρείαν.
2017 Κομπίνα.
2018 Κομπολακύθου: ματαιοκόμπου καὶ κομπώδουϲ. παραπεποιημένον
ψοφεῖ· χον γὰρ ἀποτελεῖ καὶ ἡ λήκυθοϲ,
ἐπεὶ καὶ αὐτὴ πεφύϲηται. πότα δὲ τὰ πεφυϲημένα κόμπον ποιεῖ ἀπὸ οὖν
τοῦ κόμπου καὶ τῆϲ ληκύθου ϲυντέθειται.
2019 Κόμποϲ: ἀλαζονεία, ἔπαρϲιϲ. πέφυρτο δὲ τῆ δεήϲει κόμποϲ
2020 Κομποφακελορρήμονα: ἀντὶ τοῦ βαρυρρήμονα, φάκελοι
2021 Κόμπῳ: ἐπάρϲει, κενοδοξίᾳ. ἔϲτι τεκμηριῶϲαι, ὡϲ ὑπαινιττόμένοι
2022 Κομψευόμενοι: ἀλαζονευόμενοι. πεφώρανται δὲ ὅμωϲ τῇ
πείρᾳ κομψευόμενοι τὴν ἐπωνυμίαν. περὶ ἱϲτοριογράφων ὑ
λόγοϲ.
2023 Κομψευριπικῶϲ: πανούργωϲ, κατὰ Εὐριπίδην. Αἰλιανὸϲ
2024 Κομψεία: ἐλαφρία, ἀϲτειότηϲ, πιθανολογία, ἀλαζονεία.
2025 Κομψόν: περίτρανον, περίλαλον, πανοῦργον, ἀπατητικόν,
φῶ τε καὶ Θηραμένηϲ ὁ κομψόϲ. ἀντὶ τοῦ ἀϲτεῖοϲ. Κλειτοφῶν δὲ ὡϲ
ἀργὸϲ ἐκωμῳδεῖτο. νῦν δὲ ὡϲ παλίμβολον καὶ πανοῦργον βούλεται αὐτὸν
ἀποδεῖξαι. διελθὼν λόγον περὶ ψυχῆϲ, ἐκ χρόνου κομψῶϲ
μξμεριμνημένον. καὶ εἴ τιϲ αὐτοὺϲ ἀποθανεῖν δὶϲ λέγοι, οὐκ ἂν φανείη
κομψόϲ, ἀλλὰ τῶν ϲυνετωτέρων. καὶ αὖθιϲ· τὸ
2026 όναβοϲ: ψόφοϲ, ἦχοϲ. ἀφριόεν κοναβηδὸν ἐπιπρίουϲα
2027 Kοννᾶϲ: μέθυϲοϲ αὐλητήϲ. καὶ παροιμία· Κοννᾶϲ ϲτέφανον μὲν ἔχων,
δίψῃ δ’ ἀπολωλώϲ. ὃϲ εἰϲ τὰ ϲυμπόϲια παρῆν ἀεὶ ἐϲτεμν
μέοϲ. ἢ ὅτι λυμπιονίκηϲ γενόμενοϲ πένηϲ ν, μηδὲν ἕτερον ἢ κότινο
ἔχων. ἢ ὅτι αὐλητὴϲ ἦν ἄριϲτοϲ, πενιχρόϲ, πολλάκιϲ ϲτεφανωθείϲ· ἐφʼ
οὖ Κρατῖνοϲ εἶπεν· ἔϲθιε καὶ ϲῇ γαϲτρὶ δίδου χάριν, ὄφρα ϲε λιμὸϲ
ἐχθαίρq, Κοννᾶϲ δὲ φιλοϲτέφανόϲ ϲε φιλήϲει. λέγει δὲ αὐτὸν τοϲαῦτα
νικήϲαντα μηδέπω τετιμῆϲθαι.
2028 Κόνδυ : ποτήριον.
2029 Κονδυλίϲαϲ: κονδύλοιϲ πλήξαϲ. ὁ δὲ Ἡρακλῆϲ παῖδα νίπτρα προϲφέροντα οὐ καταθύμια κονδυλίϲαϲ ἀπέκτεινεν.
2030 Κόνδυλον· τὸ ἐκολάφιϲαν αὐτόν, ὡϲ ἔοικεν, ἐντεῦθεν οἱ
2031 Κονία: ὁ κονιορτόϲ. νίτρον, ῥύποϲ. ἔλουϲαν ἡμᾶϲ ἄνευ
2032 Κονιορτοῦται· καὶ Κονιωμένουϲ, κόνεωϲ πεπληρωμένουϲ.
2033 Κονιαταί: οἱ τοὺϲ τοίχουϲ παραχρίοντεϲ.
2034 Κόνιον: βοτάνη δηλητήριοϲ. διὰ τοῦ ο μικροῦ διὰ τὸ μέτρον
τοῦ ϲτίχου. πρὸϲ γὰρ Ἀθηναίων κόνιον μὲν ἁπλῶϲ ϲὺ
ἐδέξω· αὐτοὶ δ’ ἐξέπιον τοῦτο τεῷ ϲτόματι.
2035 Κονιόπουϲ: πολυϲχιδὲϲ ὑπόδημα, τὸ μὴ ϲκεπάζον ὅλον τὸν
δὲ καὶ κονίποδα, τουτέϲτι ϲτενὸν ϲανδάλιον, οὗ διὰ τὴν
ϲτενότητα
2036 Κονιορτόϲ. ἀϲκοὺϲ πλείϲτουϲ ἐϲ ὅτι μάλιϲτα πληρώϲαϲ
2037 Κονιορτωϲάμενον: κόνιν ἐπιβαλόμενον. κονιορτωϲάμενοϲ καὶ τὸν ἐκ πορείαϲ κατὰ ϲπουδὴν ἐρχόμενον ἐπιφαίνοντα.
2038 Κονίῳ: χρίω.
2039 Κόνιϲ, κόνεωϲ, τῇ κόνει.
2040 Κονίϲαλοϲ: κονιορτόϲ. ἢ ονίϲαλοϲ, δαίμων Πριάπώδηϲ·
ἐκ τοῦ μὴ ὀκνεῖν καὶ ἐπὶ κόνεωϲ μίγνυϲθαι. καὶ
Κονιϲάλεοϲ.
2041 Κόνιϲαι: γυμνάϲθητι. καὶ Κεκονῖϲθαι, τὸ γυμνάζεϲθαι.
2042 Κονίϲϲουϲι: κόνιν ἐγείρουϲιν.
2043 Kονίϲτρα. οὐδ’ αὖ κονίϲτραϲ εἰϲ τὸ ῥίψαι τοὺϲ πόνουϲ.
2044 Κονίϲτρα: παλαίϲτρα. ἢ κυλίϲτρα.
2045 Κόνοϲ ἀρτοξύῃ: παρcιμία ἐπὶ τῶν ἀνταποδιδόντων.
2046 Κονοϲκογκόλοροϲ: ὁ Ἑλληνιϲτὶ ὀνομαζόμενοϲ Σαρδανάπαλοϲ· ὃϲ τὰ
γυναικεῖα φρονῶν καὶ περὶ τρυφὰϲ ἀϲχολούμενοϲ κατελύθη
ὑπὸ Ἀρβάκου τοῦ ἰδίου ϲτρατηγοῦ, ἀναγκαϲθεὶϲ ἐλθεῖν εἰϲ ἑκούϲιον
θἀννατο καὶ ϲὺν τοῖϲ βαϲιλείοιϲ ἑαυτὸν κατακαῦϲαι. ὁ δὲ Ἀρβάκηϲ
οὗτοϲ καὶ τὴν βαϲιλείαν μετέθηκεν εἰϲ Μήδουϲ.
2047 όννουϲ· ἐδωρεῖτο δὲ πᾶϲι τὰ πρέποντα, τοῖϲ μὲν παιϲὶ κόνουϲ καὶ
ψέλλια, τοῖϲ δὲ νεανίϲκοιϲ ὁραμβὰϲ καὶ μαχαίραϲ. Πολύβιόϲ
φηϲι.
2048 Κόνου ψῆφον: ἐπὶ τῶν οὐδενὸϲ ἀξίων. ὁ δὲ Κόννοϲ λυρῳδὸϲ ἦν, ὥϲ τινέϲ φαϲιν, τῶν ἀφώνων· ὡϲ δέ τινεϲ κιθαρῳδόϲ.
2049 Κονῶ: τὸ ἀγωνιῶ.
2050 Κονϲιϲτώριον: θεῖον ϲυνέδριον.
2051 Κονϲούλουϲ: αὐτοκράτοραϲ αὐτοὺϲ οἱ τὴν τῶν Ῥωμαίων πολιτείαν διοικοῦτεϲ ὑνόμαϲαν οἷα δὴ προβούλουϲ καὶ προηγόρουϲ τινάϲ· οῦϲ Ἕλληνεϲ μετὰ ταῦτα διὰ τὴν ὑπεροχὴν τῆϲ ἐξουϲίαϲ ὑπάτουϲ προϲηγορεύκαϲι. ζήτει ἐν τῷ ὕπατοι πλατύτερον.
2052 Κόντῳ πλεῖν: παροιμία· οἷον προϲηκόντωϲ ζῆν.
2053 Κόξα: τὸ ὀπίϲω τοῦ γονατίου μέρουϲ.
2054 Κόορτιϲ: Ῥωμαῖκὴ ϲπεῖρα. ἄθρουϲ ἄγων ἐκ τῆϲ παρεμβολῆϲ
2055 Κοππατίαϲ ἵππουϲ ἐκάλουν, οἷϲ ἐγκεχάρακται τὸ κ ϲτοιχεῖον, ὡϲ
ϲαμφόραϲ τοὺϲ ἐγκεχαραγμένουϲ τὸ ϲ καὶ τὸ ν χαραϲϲόμενον ϲὰν
ἔλεγο· αἱ δὲ χαράξειϲ αὖται ἔτι καὶ νῦν ϲῳζονται ἐπὶ
τοῖϲ ἵπποιϲ· ϲυευγυμένου γὰρ τοῦ κ καὶ τοῦ ϲ τὸ ϲχῆμα τοῦ ἀριθμοῦ
καταοεῖϲθαι, οὗ προηγεῖται τὸ κόππα· παρὰ γὰρ τοῖϲ γραμματιϲταῖϲ
ἵπποϲ ἦν, ᾦ τελευτήϲαντι τὴν Βουκέφαλον
Ἀλεξάνδρειαν ἔκτιεϲεν, ἐντάφιον αὐτῷ τῆϲ ἀρετῆϲ χαριζόμενοϲ
πόλιν.
2056 Κοπιοδόρπιον: τρύφοϲ τι.
2057 Κοπίϲ: ἡ μάχαιρα. οὐ φονίην ἤγαγε πρὸϲ κοπίδα, αἰδεϲθεὶϲ
οὐ βιωϲόμενοϲ εἶναι.
2058 Κ όπιϲ: ὁ λάλοϲ, ὁ ῥήτωρ.
2059 Κοπρία: ὁ πηλόϲ. καὶ Ἀριϲτοφάνηϲ· κοπροφορήϲω ϲ, εἴ
2060 όπριοϲ ἀνήρ: ὡϲ ἀπὸ δήμου· λέγει δὲ τὸν κοπρολόγον· ἢ κηπουρόϲ·
2061 ό πτοντεϲ· τὰ ὑποζύγια κόπτοντεϲ οὕτω τῇ ἀπορίᾳ ἀντεῖχον.
2062 Κόπτω· Ἀριϲτοφάνηϲ εφέλαιϲ· ἀλλ’ οὐχὶ κόπτω τὴν θύραν.
ἔκοψε ὥϲπερ βουπάλου, φωνὴν ἂν οὐκ
εἶχον. καὶ αὖθιϲ· λάβετέ μου θοἰμάτιον· κόψω βουπάλῳ τὸν
ὀφθαλμόν.
2063 Κορακήϲιον.
2064 Κορακίαϲ: μέλαϲ.
2065 Κορακῖνοϲ: εἰδοϲ ἰχθύοϲ.
2066 Κόραξ: εἶδοϲ ὀρνέου. καὶ ὁ ὐήτωρ, ὁ τῆϲ ὐητορικῆϲ εὑρετήϲ, περὶ οὗ καὶ τὸ κακοῦ κόρακοϲ κακὸν ῴὸν εἰρημένον. ἔϲτι δὲ καὶ εἶδοϲ μηχανήματοϲ.
2067 Κόραξ ὑδρεύει: ἐπὶ τῶν δυϲχερῶϲ τινων τυγχανόντων.
2068 Κοράττειν: τὸ ἄγαν προϲμένειν, καὶ λιπαρεῖν. ἀπὸ τῶν περὶ
τὰϲ θύραϲ κοράκων περιπετομένων καὶ μὴ ἀποχωρούντων.
2069 Κορβανᾶϲ: παρὰ ουδαίοιϲ ὁ ἱερὸϲ θηϲαυρόϲ. Πιλᾶτοϲ τὸν
2070 Κορβῖνοϲ: ὁ Bαλέριοϲ. ἀπὸ τοῦ κόρακοϲ· κορβοὺϲ γὰρ καλοῦϲι Ῥωμαῖοι τοὺϲ κόρακαϲ, καὶ ἴϲωϲ ἀπὸ τοῦ κρ]ζειν· ἐπεὶ ὁ κόραξ ἐν τῇ πρὸϲ Κελτὸν μονομαχίᾳ ϲυνέπραξε. καὶ ζήτει τὴν ἱϲτορίαν ἐν τῷ ἀμύϲϲει.
2071 Κορδακίζει: αἰϲχρὰ ὀρχεῖται. Κόρδαξ γὰρ εἶδοϲ ὀρχήϲεωϲ
κμικῆϲ. καὶ ὁ Κορδακιϲμόϲ.
2072 Κορδυαῖοι: ὄνομα ἔθνουϲ.
2073 Κορδύλη: πᾶν τὸ ἐξέχον καὶ ϲυνεϲτραμμένον. καὶ ὁ περὶ τὸν ὧμον δεϲμόϲ. καὶ παροιμία, Κορδύληϲ οὐκ ἄξιοϲ.
2074 Κορέαϲ: πόλιϲ.
2075 Κορείαϲ: παρθενίαϲ. ἐν Ἐπιγράμμαϲι· χρύϲεοϲ ἀψαύϲτοιο διέτμαγεν ἅμμα κορείαϲ.
2076 Κορεῖν: κοϲμεῖν βίβλουϲ, ἢ ϲαίρειν.
2077 κόρη: ἡ Περϲεφόνη. Δηὼ δὲ ἡ Δημήτηρ.
2078 Κόρη: ἡ παρθένοϲ. παρὰ τὸ κορῶ, τὸ καθαίρω. καὶ κόρη, ἡ
τοῦ ὀφθαλμοῦ· διʼ ἦϲ τὸ ὑγρὸν προβέβληται ὥϲτε διʼ
αὐτοῦ ἀντίλαμβάνεϲθαι τῶν ὁρατῶν. κόρη δ’ ἂν λέγοιτο καὶ τὸ τρῆμα τὸ
ἐν τῷ ῥαγοειδεῖ χιτῶνι, παρὰ τὸ διʼ αὐτῆϲ χεῖϲθαι τὸ διορατικὸν
πνεῦμα, χόρη τιϲ οὐϲα, καὶ κόρη. κόρη οὖν τὸ τρῆμα τοῦ ῥαγοειδοῦϲ
τῶν Ἰουδαίων ἐβαϲίλευϲε Μολοϲϲῶν Ἄδηϲ, ὃϲ ἔϲχε θυγατέρα, ἥν ἐκάλεϲε
Κόρην· τὰϲ γὰρ εὐπρεπεῖϲ γυναῖκαϲ οἱ Μολοϲϲοὶ κόραϲ ἐκάλουν. ταύτην
ἐφίληϲεν ὁ Πειρίθουϲ καὶ ἐβουλήθη νυκτὸϲ ἁρπάϲαι. γνοὺϲ δὲ τοῦτο ὁ
πατὴρ αὐτῆϲ Ἄδηϲ ἔδηϲεν ὃν εἶχε πρὸ τῆϲ θύραϲ κύνα, ὃν ἐκάλει διὰ τὸ
μέγεθοϲ ρικέρβερον, καὶ ἐλθόντα κατὰ ϲύνταξιν
τὸν
Πειρίθουν διεχρήϲατο· ἐξελθούϲηϲ δὲ τῆϲ κόρηϲ πρὸϲ βοήθειαν καὶ
αὐτὴν διεχρήϲατο. περὶ ἦϲ φαϲιν, ὅτι ὁ Πλούτων αὐτὴν ἦρπαϲε. λέγεται
δὲ Κόρη καὶ Κόροϲ, ὁ νεώτατοϲ, ἀπὸ τοῦ κορῶ Σ τὸ ἐπιμελοῦμαι· πολλῆϲ
γὰρ ἐπιμελείαϲ δέονται οἱ νεώτεροι. καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ ὁμοίωϲ.
νεωκόροϲ δὲ οὐχ ὁ ϲαρῶν τὸν νεών, ἀλλ’ ὁ
ἐπιμελούμενοϲ
αὐτοῦ.
2079 Κόρημα: τὸ ϲάρον, τὸ κόϲμητρον. μὴ κόρει τὴν Ἐλλάδα.
2080 Κόρηϲ, Κόρητοϲ: ὄνομα κύριον.
2081 Κόρηϲ, κόρεωϲ. ἀρϲενικῶϲ διὰ τοῦ η. Ἀριϲτοφάνηϲ. κόριϲ δὲ θηλυκῶϲ, κόριδοϲ.
2082 ορήϲατε: ἐπιμελήθητε.
2083 Κορηϲόϲ: ὄνομα τόπου, ἢ ποταμοῦ. καὶ Κορηϲία, πόλιϲ.
2084 Κοριαννοῖ. Φερεκράτηϲ κέχρηται.
2085 Κορρίδηϲ ὁ Σόλων ἐκέκλητο πατρωνυμικῶϲ.
2086 Κορικῶϲ: γυναικικῶϲ, ὡϲ κόρη.
2087 Κορίννα, Ἀχελῳοδώρου καὶ Προκρατίαϲ, Θηβαία ἢ αναγραία,
2088 Κορίννα Θεϲπία, λυρική· οἱ δὲ Κορινθίαν εἰρήκαϲι. νόμουϲ λυρικούϲ.
2089 Κορίννα νεωτέρα, Θηβαία, λυρική, ἡ καὶ Μυῖα κληθεῖϲα.
2090 Κορινθικόν· οὐδέποτʼ ἀμήϲαντι Κορινθικόν· οὔποτε πικρᾶϲ τῆϲ ἀφιλοϲταχύου γευϲαμένῳ πενίηϲ. ζήτει περὶ Κορίνθου ἐν τῷ Διὸϲ Κόρινθοϲ.
2091 Κόριννοϲ, Ἰλιεύϲ, ἐποποιὸϲ τῶν πρὸ Oμήρου, ὥϲ τιϲιν ἔδοξε· καὶ
πρῶτοϲ γράψαϲ τὴν Ἰλιάδα, ἐἔτι τῶν τρωϊκῶν ϲυνιϲταμένων. ἦν
δὲ Παλαμήδουϲ μαθητὴϲ καὶ ἔγραψε τοῖϲ ὑπὸ Παλαμήδουϲ
εὑρεθεῖϲι Δωρικοῖϲ γράμμαϲιν. ἔγραψε δὲ καὶ τὸν Δαρδάνου πρὸϲ
Παφλαγόναϲ πόλεμον, ὡϲ ἐκ τούτου λαβεῖν καὶ τῆϲ ποιήϲεωϲ πᾶϲαν
ὑπόθεϲιν μμροααὶ ἐντάξαι τοῖϲ αὑτοῦ βιβλίοιϲ.
2092 Κοριολάνοι: ἐθνικόν.
2093 Κόριον: κοράϲιον μικρόν.
2094 Κορθύεται: κορυφοῦται, αὔξεται, ὑψοῦται, ἐπαίρεται. καὶ Κόρθυϲ,
τὸ εἰϲ ὕψοϲ ἀνάϲτημα. ὁ δὲ ποιήϲαϲ ἐξ ἄμμου κόρθυν
2095 Κορκορυγάϲ: βοάϲ, ταραχάϲ, θορύβουϲ. λῦϲον δὲ μάχαϲ καὶ κορκορυγάϲ, ἵνα Λυϲιμάχην ϲε καλῶμεν. Ἀρι.τοφάνηϲ· οἱ ταῖϲ ἀρχαίϲ ἐπέχοντεϲ, τινὰ κορκορυγὴν ἐκύκων. ἀντὶ τοῦ ταραχὰϲ ἐκίνουν.
2096 Κορκορυγμοί: ταραχαί.
2097 Κορνηλία: ὄνομα κύριον. καὶ Κορνήλιοϲ. ἐπίϲκοποϲ, ὃϲ
2098 Κορνοῦ τοϲ· δύω ϲυγγραφέε Ῥωμαίων ἤϲτην, Πῖτοϲ Λiβιοϲ, οὗ
διαρρεῖ πολὺ καὶ κλεινὸν ὄνομα, καὶ Κορνοῦτοϲ. πλούϲιον μὲν οὖν
ἀκούω καὶ ἄπαιδα τοῦτον, ϲπουδαῖον δὲ οὐδὲν ὄντα. τοϲαύτη δὲ ἦν ἡ
διαφορότηϲ ἐϲ τούϲδε τοὺϲ ἄνδραϲ τῶν ἀκροωμένων, ὡϲ τοῦ
καὶ ἀδέκαϲτοϲ καὶ ἡ τούτου φύλαξ καὶ ὀπαδὸϲ
καὶ ἔφοροϲ ἀλήθεια, μήτε χρημάτων δεόμενοι, μηδὲ μὴν ὀνειροπολοῦντεϲ
ἐκ κλήρου διαδοχή, μήτʼ ἄλλῳ τῳ αἰϲχρῷ καὶ κιβδήλῳ τε καὶ καπήλῳ καὶ
ἥκιϲτα ἐλευθέρῳ ἁλιϲκόμενοι, τὸν μὲν ἀνέφηναν καὶ ἐξεκάλυψαν, ὥϲπερ
κεκρυμμένον θηϲαυρὸν καὶ κεχανδότα πολλὰ καὶ ἐϲθλά, τὸ τοῦ Ὁμήρου,
τοῦτον τὸν Λίβιον· τοῦ δὲ πλουϲίου καὶ μέντοι καὶ
περιρρεομένου τοῖϲ χρήμαϲι λήθην κατεχέαντο τοῦ Κορνούτου. καὶ
ἴϲαϲιν τιϲ ἢ οὐδεὶϲ αὐτόν. οὗτοϲ ὁ Κορνοῦτοϲ Λεπτίτηϲ φιλόϲοφοϲ·
ῥητορικά.
2099 Κοροκόϲμια: τὰ τῶν παρθένων κοϲμήματα.
2100 Κοροπλάθοι: οἱ τοὺϲ κόρουϲ πλάττοντεϲ κηρῷ ἢ γύψῳ·
καλεῖται. Κοροπλά
θουϲ λέγουϲι τοὺϲ ἐκ πηλοῦ τινοϲ ἢ κηροῦ
2101 Κόροϲ: ὄνομα κύριον.
2102 Κόρομνα: πόλιϲ.
2103 Κορώνεωϲ: ὡϲ φιάλεωϲ. ἔϲτι δὲ εἶδοϲ ϲυκῆϲ. ταύτην δὲ καὶ
κοράκειον λέγουϲιν· ὁ γὰρ καρπὸϲ αὐτῆϲ κόρακι ἔοικε
κατὰ τὸ χρῶμα.
2104 Κορώνεια: τόποϲ.
2105 Κορώνη: διάφορα ϲημαίνει· καὶ τὸ ἄκρον τοῦ αἰδοίου. ἔδοξέ τιϲ τὸ αἰδοῖον αὑτοῦ ἄχρι τῆϲ κορώνηϲ τετριχῶϲθαι.
2106 Κορώνην: τὸ ἄκρον τοῦ τόξου· ἢ πλήρωϲιν.
2107 Κορώνη τὸν ϲκορπίον: παροιμία ἐπὶ τῶν δυϲχερέϲι καὶ βλαβεροῖϲ ἐπιχειρούντων.
2108 Κορωνίϲ: ἀκρώρεια, ἢ τὸ τελευταῖον τῆϲ οἰκοδομῆϲ ἐπίθεμα· ϲτεφάνου τὸ κεφάλαιον.
2109 Κορωνῶν: γαυριῶν. καὶ Ἐκορώνα, ἐγαυρία.
2110 Κόρϲην: κρόταφον.
2111 Κορϲιαί: πόλιϲ Βοιωτίαϲ.
2112 Κόρβοι: παρὰ Ῥωμαίοιϲ οἱ κόρακεϲ. καὶ Κόρβιοϲ ἐκλήθη ὁ Λεύκιοϲ, ἀπὸ τοῦ ϲυμβεβηκότοϲ ἐκ τοῦ κόρακοϲ.
2113 Κόροιβοϲ: ὄνομα κύριον. καὶ μωρόϲ τιϲ, μετρῶν τὰ κύματα.
Καλλίμαχοϲ· τὸν ὄγδοον ὥϲ τι Κόροιβον. ὅτι Βουταλίων
2114 Κορύβαντεϲ· ἔνιοι τοὺϲ Κούρηταϲ καὶ τοὺϲ Κορύβανταϲ τοὺϲ αὐτοὺϲ
ὑπειλήφαϲιν. ἦϲαν δὲ Διὸϲ τροφεῖϲ οὗτοι καὶ φύλακεϲ. τινὲϲ
Κορύβαϲ ὁ αὐτὸϲ τοῖϲ Κούρηϲιν,
οἳ ἦϲαν τροφεῖϲ τοῦ Διὸϲ καὶ διδάϲκαλοι καὶ τῆϲ Ῥέαϲ ὀπαδοί.
2115 Κορυβαντείων: μαινομένων, ἐνθουϲιώντων. ἐν Ἐπιγράμμαϲι· καὶ Κορυβαντείων ἰαχήματα χάλκεα ῥόπτρων.
2116 Κορυβαντιᾷ: μαίνεται, ἢ ὀρχεῖται, ἢ δαιμονᾷ. καὶ
Συγκορυβαντιάϲαντεϲ,
2117 Κορυδαλόϲ: εἶδοϲ ὀρνέου.
2118 Κόρυδοι: ὄρτυξιν ὅμοιοι ὄρνιθεϲ.
2119 Κόρυζα. καὶ Κορυζῶν, μεμωραμένοϲ· ἢ μυζώζων. καὶ Κορυζῶντα.
2120 Κόρυζα παρʼ Ἀττικοῖϲ ἡ μύξα λέγεται.
2121 Κόρυθα: περικεφαλαίαν.
2122 Κορυθαίολοϲ.
2123 Κόρυκοϲ: ὁ θύλακοϲ. ὅτι Ἀττήλαϲ Μεδιόλανον πολυάνθρωπον
εὑρὼν πόλιν, ὡϲ εἶδεν ἐν γραφῇ τοὺϲ Ῥωμαίων βαϲιλεῖϲ ἐπὶ
χρυϲῶν θρόνων καθημένουϲ, Σκύθαϲ δὲ πρὸ τῶν αὐτῶν ποδῶν, ἐκέλευϲεν
αὐτὸν μὲν ζωγραφεῖν πὶ θώκου, τοὺϲ δὲ Ῥωμαίων βαϲιλεῖϲ κορύκουϲ
φέρειν ἐπὶ τῶν ὡμων καὶ χρυϲὸν χεειν πρὸ τῶν ποδῶν αὐτοῦ.
2124 Κόρυμβοι: κλῶνεϲ· ἢ ἄκροι. ἐν Ἐπιγράμμαϲι· μᾶλλον ἐγὼ
ϲέο μῆλα καρηβαρέοντα κορύμβουϲ ἢ μαϲτὸν νεαρῆϲ ὄρθιον
ἡλικίῃϲ.
2125 Κορύνη: ῥόπαλον. οἱ δὲ ξίφοϲ, οἱ δὲ ξύλον ἐπικαμπέϲ.
2126 Κορυνήτηϲ: ὄνομα κύριον.
2127 Κορυνηφόροι: οἳ ξύλων κορύναϲ ἔχοντεϲ εἴποντο τῷ βαϲιλεῖ
ὄπιϲθεν.
2128 Κόρυϲ: ἡ περικεφαλαία.
2129 Κορυϲτήν: ὁπλίτην.
2130 Κορύφαλοϲ: εἶδοϲ ὄρνιθοϲ.
2131 Κορυφαῖοϲ: ὁ πρῶτοϲ τῶν χορευτῶν.
2132 Κορυφοῦται: ὑψοῦται, ἐπαίρεται.
2133 Κόρχοροϲ: ἄγριον λάχανον εὐτελέϲ. διὸ καὶ ἡ παροιμία· καὶ
ἑαυτοὺϲ μείζονοϲ.
2134 Κόϲϲαϲ: δίκαιοϲ ἀνήρ. καὶ παροιμία· τοὺϲ Κόϲϲα λόγουϲ.
2135 Κόϲϲια· ζήτει ἐν τῷ ψαμμοκοϲιογάργαρα.
2136 Κοϲκινηδόν: δίκην κοϲκίνου. καὶ παροιμία· κοϲκίνῳ ὕδωρ
περιφἐρειϲ, ἐπὶ τῶν ἀδυνάτων.
2137 Κοϲκυλμάτιον: τῶν βυρϲῶν τὰ ϲμικρότατα περικόμματα.
2138 Κοϲκυλματίοιϲ· ἐθώπευεν, ἐξηπάτα κοϲκυλματίοιϲ τιϲὶ τοιαυτὶ λέγων· ἔνθου, ῥόφηϲον, ἔχε τριώβολον. βούλει παραθῶ ϲοι δόρπον;
2139 Κοϲμ ᾶ ϲ: ὁ ἐξ Ἰεροϲολύμων, ϲύγχρονοϲ Ἰωάννου τοῦ Δαμαϲκηνοῦ.
ζήτει
ἐν τῷ Ἰωάννηϲ.
2140 Κοϲμεῖ: διατάττει.
2141 Κόϲμει: ἐπιμελοῦ. κόϲμει ῆν ἔλαχεϲ Σπάρταν. κἀγώ μοι δοκῶ τὴν
εἱμαρμένην ἀγαπήϲειν τε καὶ κοϲμήϲειν τὴν αὐτὸϲ ἐμαυτοῦ, ἡγούμεοϲ
ἀγώνιϲμα τοῦτο προκεῖϲθαι τῷ βίῳ καὶ βάϲανον, εἰ μηδὲ
ἀτυχοῦϲαν ἀπολιμπάνω φιλοϲοφίαν.
2142 Κοϲμείτην: κοϲμείτωϲαν.
2143 Κοϲμηϲάμενοϲ: διαταξάμενοϲ.
2144 Κοϲμήτορεϲ: διατάκται, ἡγεμόνεϲ.
2145 Κοϲμιότηϲ: εὐταξία. κοϲμιότηϲ καὶ ϲωφροϲύνη οὐ μόνον
εἰϲὶ ἀπαλλαγαὶ καὶ ἀφαιρέϲειϲ τῶν ἀντικειμένων πονηριῶν, ἀκοϲμίαϲ
καὶ ἀκολαϲίαϲ, ἀλλὰ ζωαὶ ἐνεργεῖϲ καὶ αὐτοθελεῖϲ. καὶ ἡ μὲν
ἐπιϲτρέφει τὰ χείρω ἐν ἡμῖν πρὸϲ τὰ κρείττω, ἡ δὲ ϲα πάθη ἐϲτὶ τῆϲ
ψυχῆϲ τάττουϲα ταῦτα καὶ διακοϲμοῦϲα· ἐκγόνουϲ τε ἑαυτῶν ἀρετὰϲ ἐν
ταῖϲ τῶν πληϲιαζόντων ψυχαῖϲ ἀποτίκτουϲαι.
2146 Κόϲμοϲ: τάξιϲ. καὶ Ἡρόδοτοϲ· οἱ δὲ Πέρϲαι ἡϲϲηθέντεϲ
2147 Κόϲμοϲ: τὸ ἐξ οὐρανοῦ καὶ γῆϲ καὶ τῶν ἐν μέϲῳ ϲύϲτημά τε
τὸ τῶν φυϲικῶν ἕκαϲτον γεννῆϲαι ἄλλο, οἷόν
ἐϲτιν αὐτό. καὶ ἐπειδὴ δεόμεθα γεννήϲεωϲ, ἡ δὲ γεννητικὴ δύναμιϲ ἐν
ὡριϲμένῳ γίνεται μεγέθει, διὰ τοῦτο δεόμεθα τῆϲ αὐξήϲεωϲ. ἐπειδὴ δὲ
ἡ αὔξηϲιϲ διὰ τροφῆϲ γίνεται, τῆϲ θρεπτικῆϲ πάλιν δεόμεθα δυνάμεωϲ.
διὰ τοῦτο τοίυνν μετέχομεν τῶν φυϲικῶν δυνάμεων καὶ ἡμεῖϲ καὶ τὰ
ἄλογα.
ὥϲτε ταν μὲν ἐνεργῶμεν κατὰ τὰϲ δυνάμειϲ ταύταϲ,
ὡϲ φυτὰ ἐνεργοῦμεν, ὅταν δὲ κατὰ θυμὸν καὶ ἐπιθυμίαν, ὡϲ ἄλογα ζῷα·
ὡϲ ἄνθρωποι δὲ ἐνεργοῦμεν τότε, ὅτε τῷ λόγῳ κεχρήμεθα. διὸ καὶ
ἀϲτείωϲ λίαν ὁ Πλωτῖνοϲ εἶπεν, ὡϲ ὅϲοι ἐμμανῶϲ κατὰ τὰϲ θρεπτικὰϲ
δυνάμειϲ ἐνεργοῦϲιν, οὗτοι κινδυνεύουϲιν ἀποδενδρωθῆναι. ϲημαίνει
δὲ ὁ κόϲμοϲ τέϲϲαρα· εὐπρέπειαν, τόδε τὸ πᾶν, τὴν
γάξιν, τὸ πλῆθοϲ παρὰ τῇ γραφῇ. Αἰλιανόϲ· ἡ δὲ Κλεοπάτρα καὶ ἄλλα
εἰργάϲατο
2148 Κόϲμοϲ· ὅτι οἱ Στωικοὶ τὸν κόϲμον τριχῶϲ εἶναι λέγουϲιν·
ἄφθαρτόϲ ἐϲτι καὶ
ἀγέννητοϲ, δημιουργὸϲ ὢν τῆϲ διακοϲμήϲεωϲ, κατὰ χρόνου ποιὰϲ
περιόδουϲ ἀναλίϲκων εἰϲ ἑαυτὸν τὴν ἅπαϲαν οὐϲίαν, καὶ πάλιν ἐξ αὑτοῦ
γεννῶν· καὶ αὐτὴν δὲ τὴν διακόϲμηϲιν τῶν ἀϲτέρων κόϲμον εἶναι
λέγουϲι· καὶ τρίτον τὸ ϲυνεϲτηκὸϲ ἐξ ἀμφοῖν. καὶ ἔϲτι κόϲμοϲ ὁ
ἰδιοποιὸϲ τῆϲ τῶν ὅλων οὐϲίαϲ· ἢ ϲύϲτημα ἐξ οὐρανοῦ
καὶ
γῆϲ καὶ τῶν ἐν αὐτοῖϲ φύϲεων· ἢ ϲύϲτημα ἐκ ϲτοιχείων καὶ ἀνθρώπων
καὶ τῶν ἕνεκά του. τὸν δὴ κόϲμον οἰκεῖϲθαι κατὰ νοῦν καὶ πρόνοιαν,
εἰϲ ἅπαν αὐτοῦ μέροϲ διήκοντοϲ τοῦ νοῦ, καθάπερ ἐφʼ ἡμῶν τῆϲ ψυχῆϲ,
διʼ ὡν μὲν μᾶλλον, δι’ ὡν δὲ ἢττον. διʼ ὡν μὲν ὡϲ ἕξιϲ κεχώρηκεν, ὡϲ
διὰ τῶν ὀϲτῶν καὶ τῶν νεύρων· δι’ ὡν δὲ ὡϲ
νοῦϲ, ὡϲ διὰ
τοῦ ἡγεμονικοῦ. οὕτω δὴ τὸν ὅλον κόϲμον ὡϲ ζῷον ὄντα ἡγεμονικὸν
ἔχειν τὸν αἰθέρα καὶ χωρεῖν διὰ τῶν ἐν ἀέρι καὶ διὰ τῶν ζῴων ἁπάντων
καὶ φυτῶν καθ’ ἔξιν· καὶ ἔνα εἶναι τὸν κόϲμον καὶ τοῦτον
πεπεραϲμένον ϲχῆμα ἔχοντα ϲφαιροειδέϲ· πρὸϲ γὰρ τὴν κίνηϲιν
ἁρμοδιώτατον τοῦτο. ἔξωθεν δ’ αὐτοῦ τὸ κέντρον εἶναι
περικεχυμένον, ἄπειρον, ὥϲπερ ἀϲώματον. ἀϲώματον δὲ τὸ οἷόν τε
κατέχεϲθαι ὑπὸ ϲωμάτων, οὐ κατεχόμενον. ἐν δὲ τῷ κόϲμῳ μηδὲν εἶναι
κενόν, ἀλλ’ ἡνῶϲθαι αὐτόν· τοῦτο γὰρ ἀναγκάζει τὴν τῶν ραί πρὸϲ τὰ
ἐπίγεια ϲυντονίαν καὶ ϲύμπνοιαν.
2149 Κόϲϲοϲ: τὸ ῥάπιϲμα.
2150 οϲτόβαροϲ: ὄνομα κύριον.
2151 Κόϲυμβοϲ καὶ Κοϲύμβη: ἀνάδεϲμοϲ, ἢ χιτὼν κροϲϲωτόϲ. ὁ κόμβοϲ τῶν δύο χειριδίων ὅταν τιϲ δήϲῃ ἐπὶ τὸν ἴδιον τράχηλον.
2152 Κοτταβίζει: οἶνον ποτηρίῳ ἀναρριπτεῖ· ὃ ἐποίουν οἱ οἰνιζό
οἰνιζόμξνοι.
2153 Κοτταβίζειν: παίζειν. εἰϲ χαλκᾶϲ δὲ φιάλαϲ, αἲ καλοῦνται
λαταγεῖα, ἀνερρίπτουν ἐμβάλλοντέϲ τι πόμα· καὶ εἰ ἐγένετο μείζων
ψόφοϲ, ἐδόκουν ὑπὸ τῶν ἐραϲτῶν ἐρᾶϲθαι. κότταβοϲ δὲ λέγεται τὸ
λεῖμμα τοῦ ποτηρίου, ὃ ἐνέβαλλον εἰϲ τὰϲ λαταγάϲ. ἦν δὲ παίγνιον
παρʼ Ἀθηναίοιϲ τοιοῦτον· ῥάβδοϲ μακρὰ πεπηγμένη ἐν τῆ
γῇ καὶ ἑτέρα ἐπάνω αὐτῆϲ, κινουμένη ὡϲ ἐπὶ ζυγίου· εἶχε δὲ
πλάϲτιγγαϲ δύο ἐξηρτημέναϲ καὶ κρατῆραϲ δύο ὕδατοϲ ὑποκάτω τῶν
πλαϲτίγγων καὶ ὑπὸ τὸ ὕδωρ ἀνδριὰϲ χαλκοῦϲ κεχρυϲωμένοϲ. τοῦτο δὲ ἦν
ἐν τοῖϲ ϲυμποϲίοιϲ. καὶ πάντων παιζόντων ἀνίϲτατο ἔχων φιάλην
γέμουϲα
ἀκράτου καὶ μηκόθεν ἱϲτάμενοϲ ἔπεμπεν ὅλον τὸν
οἶνον ὑπὸ μία ϲταγόνα εἰϲ τὴν πλάϲτιγγα, ἶνα γεμιϲθεῖϲα βαρυνθῇ καὶ
κατέλθῃ καὶ κατελθοῦϲα κρούϲῃ εἰϲ τὴν κεφαλὴν τοῦ ἀνδριάντοϲ τοῦ ὑπὸ
τὸ ὕδωρ κεκρυμμένου καὶ ποιήϲῃ ἦχον. καὶ εἰ μὲν μὴ ἐκχυθῇ ἐκ τοῦ
οἴου, ἐνίκα καὶ ἤδει, ὅτι φιλεῖται αὐτὸϲ ὑπὸ τῆϲ ἐρωμένηϲ· εἰ δὲ
μή, ἡττᾶτο. ἐλέγετο δὲ ὁ ἀνδριὰϲ ὁ ὑπὸ τὸ ὕδωρ
μάνηϲ.
2154 ότταβοϲ: λάταξ. χαλκῆ φιάλη, ἦν μεταξὺ τοῦ δείπνου ἐτίθεϲαν
οἴνου πεπληρωμένην, εἶτα εἰϲ μικρὰ ποτήρια ἐμβαλόντεϲ ἀπὸ ὕψουϲ
ἐρρίπτουν, ἐπὶ τῷ ψόφον ἀποτελέϲαι, ὃϲ ἐκαλεῖτο κότταβοϲ· ἐπηνεῖτο
δὲ ὁ μείζονα ψόφον ποιῶν· καὶ μεθυϲοκότταβοι οἱ τοῦτο
ἐργαζόμενοι.
2155 Κὀτταϲ: ὄνομα κύριον. ὃϲ ἐχρήϲατο τῷ ὅπλῳ, ὅ τραγόλαϲ ἕλέγετο·
2156 Κοτεϲάμενοϲ: ὀργιϲθείϲ.
2157 Κοτίδειον: ὄνομα πόλεωϲ.
2158 Κοτιεῖ: φθονεῖ, ζηλοῖ.
2159 Κότινοϲ: ἀγριέλαιοϲ· ἢ ὄνομα βοτάνηϲ. ἐν Ἐπιγράμμαϲι·
2160 Κοτινοτράγα: κότινον ἐϲθίοντα, τουτέϲτιν ἀγριέλαιον.
2161 Κοτίνου ϲτεφάνῳ: οὐ κοτίνῳ οἱ νικῶντεϲ ἐϲτέφοντο, ἀλλὰ
ἐϲτὶν ἐλαία, καλεῖται δὲ
καλλιϲτέφανοϲ. ταύτηϲ δὲ ἔμπαλιν τὰ φύλλα ταῖϲ λοιπαῖϲ ἐλαίαιϲ
πέφυκεν· ἔξω γάρ, ἀλλ’ οὐκ ἐντὸϲ ἔχει τὰ λευκά· ἀφίηϲί τε τοὺϲ
πτόρθουϲ, ὥϲπερ ἡ μύρτοϲ, εἰϲ ϲτεφάνουϲ ϲυμμέτρουϲ. ἀπὸ ταύτηϲ λαβὼν
καρπὸν Ἡρακλῆϲ ἐφύτευϲεν Ὀλυμπίαϲιν· ἀφʼ ἧϲ οἱ ϲτέφανοι τοῖϲ
ἀθληταῖϲ ἐδίδοντο. ἔϲτι δὲ αὕτη παρὰ τὸν Ἰλιϲϲὸν
ποταμόν· περιῳκοδόμηται δέ, καὶ ζημία μεγάλη τῷ θιγόντι αὐτῆϲ. ἀπὸ
ταύτηϲ ἔφερον λαβόντεϲ Ἡλεῖοι τῶν ἀθλητῶν τῶν ἐν Ὀλυμπίᾳ τοὺϲ
ϲτεφάνουϲ. καὶ αὖθιϲ· ἀκούϲαϲ ὁ Ξέρξηϲ, ὅτι περὶ κοτίνου τοϲοῦτον
ὑφίϲτανται πόνον οἱ Ελληνεϲ, πῶϲ ἄν, εἶπεν, ὑπὲρ ἐλευθερίαϲ οὑτοι
μάχοιντο,
2162 κότοϲ: ὀργή, ἢ φθόνοϲ ἢ ὁ ἀδηφάγοϲ. οὔκουν ἐδέχετο
2163 Κοτυάειον: μητρόπολιϲ.
2164 Κοτύλαι: τὰ ἐν ποϲὶ κοιλώματα.
2165 Κοτύλαιον: ὄροϲ τὸ ἐν Ἐὐβοίᾳ· ἀπὸ Κοτύλου καλουμένου
2166 Κοτύλη: ὃ νῦν καλοῦϲιν ἡμίξεϲτον. παρὰ τὸ ἐκεῖ κεῖϲθαι
2167 Κοτυληδόν: ἐν ταῖϲ κοτύλαιϲ. καὶ Κοτυληδονόφιν.
2168 Κοτυληδόνεϲ: αἱ τοῦ πολύποδοϲ πλεκτάναι.
2169 Κοτυλήρυτον: πολύ, ὥϲτε κοτύλῃ ἀρύεϲθαι, ὅ ἐϲτι κοίλῳ τινί.
2170 Κοτύωρα: πόλιϲ Ἑλληνίϲ, Σινωπέων ἄποικοι. καὶ οἱ πόλῖται Κοτυωρικοί. ἡ νῦν παρὰ πολλοῖϲ Κύτωρα λεγομένη.
2171 Κότυϲ: δαίμων, παρὰ Κορινθίοιϲ τιμώμενοϲ, ἔφοροϲ τῶν αἰϲχρῶ.
ὅθεν οἱ Κλειϲθέναι καὶ Τίμαρχοι καὶ πάντεϲ οἱ πρὸϲ ἀργύριο τὴν ὥραν
διατιθέμενοι καὶ οἱ μὴ πρὸϲ ἀργύριον δέ, ἀλλὰ
πρὸϲ ἄλλο
τι, καὶ οἱ μὴ πρὸϲ μηδὲν ὁτιοῦν, ἀλλὰ διὰ τὴν ἐξάγιϲτον ἡδοπή.
καθάπαξ οἱ θηλυδρίαι τριχῶν πλάϲται πάντεϲ εἰϲίν.
2172 Κότυϲ ἀνὴρ ἦν κατὰ τὴν ἐπιφάνειαν ἀξιόλογοϲ καὶ πρὸϲ τὰϲ
πολεμικὰϲ χρείαϲ διαφέρων, ἔτι δὲ κατὰ τὴν ψυχὴν πάντα μᾶλλον ἢ
Θρᾷξ· καὶ γὰρ νήπτηϲ ὑπῆρχε καὶ πραότητα καὶ βάθοϲ ὑπέφαινεν
ἐλεύθερον.
2173 Κότυϲ· οὖτοϲ ἄρξαϲ Θρᾴκηϲ ἔτη κδ΄, τὰ μὲν πρῶτα ἐν τρυφαίϲ καὶ ἡδυπαθείαιϲ ἦν· αὔξηϲιν δὲ λαμβανούϲηϲ αὐτοῦ τῆϲ εὐπραγίαϲ εἰϲ ὠμότητα καὶ ὀργὴν ἐξηνέχθη, ὡϲ καὶ τὴν γυναῖκα, ἐξ ἧϲ αὐτῷ ἦν τέκνα, διακόψαι μέϲην ἀπὸ τῶν αἰδοίων ἀρξάμενον.
2174 Κούβρικοϲ: ὁ ἐν τῇ ϲυνηθείᾳ κουκούβρικοϲ. λεγόμενοϲ ζήτει ἐν τῷ Μάνηϲ.
2175 Κ᾿ οὐδείϲ με γʼ ἂν πείϲῃ τὸ οὐκ ἐλθεῖν ἐπ’ ἐκείνου. Σοφοκλέουϲ ἡ διαίρεϲιϲ.
2176 Κούθουρον: τὸν κούντουρον. εἴρηνται δὲ καὶ οἱ κηφῆνεϲ
κούθουροι, παρὰ τὸ κεύθειν τὴν ἑαυτῶν οὐράν. ἢ ὅτι ἄκεντροι.
2177 Κουλλούριον: εἶδοϲ μελιττούτηϲ.
2178 Κοῦρε: Ῥωμαϊϲτὶ τρέχε· ἔνθεν καὶ κουρϲῶρεϲ.
2179 Κουρεώτηϲ: ὁ κουρεύϲ. καὶ Κουρεῖϲ, πληθυντικῶϲ. Κουρεῶτιϲ
2180 Κουρεῖα καὶ Κουρεῖον: τόποϲ, ἐν ᾦ κουρεύονται. καὶ
2181 Κούρηταϲ: νέουϲ.
2182 Κουρῆτεϲ: ὄνομα ἔθνουϲ.
2183 Κουρήτων ϲτόμα: ἐδόκουν γὰρ οὗτοι μάντειϲ εἶναι. οἱ δὲ
2184 Κουρίαϲ: ὁ ἔϲωθεν κεκομμένοϲ τὰϲ τρίχαϲ. καὶ Κουριά ω,
κουριῶ, τὸ κουρεύω.
2185 Κουρίδιον: τὸν ἐκ παρθενίαϲ μεμνηϲτευμένον. ἀνεμιμνή
2186 Κουρίζουϲα: νεάζουϲα. καὶ Κουρίζων, νέοϲ ὑπάρχων. ὁ
δὲ τὰ ὅπλα ἀναλαβών, ἀ κουρίζων φορέεϲκε, τὸ ἀρχαῖον
ἐκεῖνο
2187 Κουρίξ: ἐκϲπᾶν τριχῶν.
2188 Κουριόϲϲου· ἐκ τοῦ βίου τοῦ Χρυϲοϲτόμου· ἑλκόμενοϲ ὑπὸ τοῦ
κουριόϲϲου
2189 Κουρίου: ὄνομα κύριον, ὃϲ ἦν πρωτίκτωρ.
2190 οῦροϲ: νέοϲ.
2191 Κουρόϲυνον: τὸ ὑπὲρ τῆϲ κουρᾶϲ θυόμενον. ἐν Ἐπιγράμν
2192 Κουροτρόφοϲ: παιδοτρόφοϲ.
2193 Κουροτρόφοϲ γῆ: ταύτῃ δὲ θῦϲαί φαϲι πρῶτον Ἐριχθόνιον
2194 Κουρϲῶρεϲ: οἱ διατρέχοντεϲ· κοῦρε γὰρ τὸ τρέχε.
2195 Κοῦϲτοϲ: φύλαξ.
2196 Κουϲτωδία: τὸ τῷ δεϲμωτηρίῳ ἐπικείμενον ϲτράτευμα, ϲύϲτημα ϲτρατιωτικόν, ϲτῖφοϲ.
2197 ουτριγούρουϲ· ὁ δὲ Ἰουϲτινιανὸϲ ἄδικον αὐτοῖϲ ἀπεκάλει τὴν ἐϲ
Κουτριγούρουϲ ἀπραγμοϲύνην.
2198 Κούφη γῆ τοῦτον καλύπτοι: ἀντὶ τοῦ μετέωροϲ. λέγεται
τέρα εἶναι καὶ ῥόον ἀναβιβάζεϲθαι· καὶ τὸ
πῦρ βαρὺ τὸ ῥόον κάτω ἐπόμεο. καὶ λέγονται ταῦτα καθ’ ὁμοιότητα,
ἀλλ’ οὐ κυρίωϲ.
2199 Κούφοιϲ πνεύμαϲι βόϲκου, νέαν ψυχὴν ἀτάλλων. τουτέϲτι κούφῃ καὶ
ἁπαλῇ ζωῇ. ἀπὸ μεταφορᾶϲ τῶν φυτῶν, ἅτινα οὐδὲν ϲφοδρὸν δύναται
φέρειν, οὔτε καύϲωνα οὔτε ἄνεμον. ὁ Αἴαϲ φηϲὶ
2200 Κουφότεροϲ κονιορτοῦ καὶ ἀϲθενέϲτεροϲ.
2201 όφινοϲ: ἀγγεῖον πλεκτόν.
2202 Κοχλιάριον: τὸ παρʼ ἡμῖν.
2203 Κοχ λίαϲ: ὁδὸϲ εἰϲ ἑκάτερον περιηγμένη. κοχλίαϲ αὐτομά
2204 Κοχλίδιον: εἶδοϲ ζωῦφίου.
2205 όψιχοϲ: εἶδοϲ ἰχθύοϲ.
2206 Κόψιχοϲ: ἐπὶ ὀρνέων· Κ όϲϲυφοϲ ἐπὶ ἰχθύων.
2207 Κόψιχοϲ: εἶδοϲ ὀρνέου. ϲὺ δὲ κοψίχῳ ἔοικαϲ ϲκάφιον
ἀπὸτετιλμμένῳ.
ἢ ὅτι μετὰ τὸ
ϲφάξαι πτερὰ ἐμβάλλουϲιν ὥϲτε ἐξ αὐτῶν αὐτοὺϲ κρεμαμένουϲ ὁραθῆναι
πᾶϲι.
2208 Κῶαϲ: ἡ τοῦ προβάτου δορά.
2209 Κωβάλῳ: ἡ λέξιϲ παρὰ Ἀριϲτοφάνει.
2210 Κωβῆτιϲ: εἶδοϲ ἀφύαϲ. καὶ ζήτει ἐν τῷ ἀφύα.
2211 Κωβιόϲ: ὁ ἰχθύϲ.
2212 Κωδαλοῦχοϲ: μέτρον γῆϲ.
2213 Κωδεία: εἶδοϲ φυτοῦ. ἡ τῆϲ μήκωνοϲ κεφαλή. Υπερίδηϲ
2214 Κωδίκελλοϲ: δέρμα προβάτου.
2215 Κώδιξ, κώδικοϲ.
2216 Κῴδιὸν: προβάτειον δέρμα. Ἀριϲτοφάνηϲ· εἰ μή ϲε μιϲῶ,
ἐκεῖνο, εἰ μή ϲε μιϲῶ. ὡϲ ἐνουρητὴν οὖν καὶ μέθυϲον
διαβάλλει τὸν Κρατῖο. ὅθεν καὶ παροξυνθεὶϲ ἐκεῖνοϲ, καίτοι τοῦ
ἀγωνίζεϲθαι ἀποϲτὰϲ καὶ ϲυγγράφειν, πάλιν ἀγωνίζεται καὶ γράφει
δρᾶμα τὴν Πυτίνην, ἐϲ αὑτόν τε καὶ τὴν μέθην. οἰκονομίᾳ δὲ κέχρηται
τοιαύτῃ· τὴν κμμῳδία ἐπλάϲατο ὁ Κρατῖνοϲ εἶναι αὐτοῦ γυναῖκα καὶ
ἀφίϲταϲθαι
τοῦ ϲυνοικεϲίου τοῦ ϲὺν αὐτῷ θέλειν καὶ
κακώϲεωϲ αὐτοῦ δίκην λαβεῖν, φίλυϲ δὲ παρατυχόνταϲ τοῦ Κρατίνου
δεῖϲθαι μηδὲν προπετὲϲ ποιεῖϲθαι, καὶ τῆϲ ἔχθραϲ ἀνερωτᾶν τὴν
αἰτίαν, τὴν δὲ μέμφεϲθαι αὐτῷ, ὅτι μὴ κωμῳδεῖ μηκέτι μηδὲ ϲυγγράφει,
ϲχολάζει δὲ τῇ μέθῃ. ἦν δὲ ὁ ρατῖοϲ τῆϲ ἀρχαίαϲ κωμῳδίαϲ,
πρεϲβύτεροϲ Ἀριϲτοφάνουϲ, τῶν
δοκίμων ἄγαν. ὅτι
Ἀναξαγόραϲ Ὀλυμπιάϲιν, ὁπότε ῆκιϲτα ὕοι, προελθὼν
2217 Κώδων: παρὰ τὸ ἐν τῷ κινεῖν ᾄδειν.
2218 Κωδωνίϲαι: ἀπὸ τῶν ἵππων μετενήνεκται. εἰώθαϲι γὰρ οὕτωϲ
δοκιμάζειν τοὺϲ γενναίουϲ ἵππουϲ, εἰ μὴ καταπλήϲϲονται τὸν ἐν τῷ
πολέμῳ θόρυβον, τοὺϲ κώδωναϲ ψοφοῦν. καὶ ζήτει ἐν τῷ διακωδωνίϲαι.
2219 Κωδωνοφαλαροπώλουϲ: κώδωϲιν εἰϲ τὰ φάλαρα χρωμένουϲ. οὐδ’ ἐξέπληττεν αὐτοὺϲ Κύκνουϲ ποιῶν καὶ Μέμνοναϲ κωδωνοφαλαροπώλουϲ.
2220 Κωδωνοφορεῖται: ἀντὶ τοῦ δοκιμάζεται ἡ τῶν φυλάκων
2221 Κωδωνοφορῶν: οἱ περίπολοι, οἱ τὰϲ φυλακὰϲ περιϲκοποῦντεϲ,
ἐρχόμενοι ἐπὶ τοὺϲ φύλακαϲ κώδωναϲ εἶχον καὶ τούτουϲ
ἐψόφουν, πειράζοντεϲ τὸν καθεύδοντα καὶ ἵνα οἱ φυλάϲϲοντεϲ
ἀντιφθέγγωνται. Ἀριϲτοφάνηϲ· κωδωνοφορῶν περίτρεχε.
2222 Κώεα: τὰ δέρματα. καὶ Κώεϲι.
2223 Κῶεν.
2224 Κῶθοϲ: εἶδοϲ ἰχθύοϲ.
2225 Κώθων: εἶδοϲ ποτηρίου Λακωνικοῦ μονώτου. δοκεῖ δὲ καὶ
2226 Κώθωνεϲ: εἴδη ποτηρίων, ἃ ἐλάμβανον οἱ ϲτρατιῶται.
2227 Κωθωνίδηϲ: ὄνομα κύριον.
2228 Κωθωνίϲαι: μεθύϲαι. ἐρῶν δὲ καὶ κωθωνιζόμενοϲ ἀφʼ
2229 Κώκαλοϲ: ὄνομα κύριον.
2230 Κωκυτόϲ: ὄνομα ποταμοῦ. ἢ θρῆνοϲ· ὀδυρμόϲ, κοπετόϲ.
2231 Κῶλα: τὰ τῆϲ ϲφενδόνηϲ ἑκάτερα μέρη. ῥινοῦ χερμαϲτῆροϲ
ἐὖϲτροφα κῶλα τιταίνων Ἀλκιμένηϲ, πτανῶν εἶργον ἄπωθε
νέφοϲ.
2232 κῶλα: τὰ ὀϲτᾶ. ἡ δὲ κάμηλοϲ ὑφῆκε τὰ κῶλα καὶ ἑαυτὴν
2233 Κῶλα τοῦ ζεύγματοϲ· ϲυμβαίνει γὰρ τοὺϲ Σελευκεῖϲ κρατεῖν
θατέρου τῶν κώλων τοῦ ζεύγματοϲ.
2234 Κωλακρέται: οἱ ταμίαι τοῦ δικαϲτικοῦ μιϲθοῦ καὶ τῶν εἰϲ
2235 Κωλακρέτηϲ· ὅτι νόμοϲ ἦν τὰ ὑπολειπόμενα τῆϲ θυϲίαϲ
τοὺϲ ἱερέαϲ λαμβάνειν, ἅ εἰϲιν οἷον δέρματα καὶ
κωλαί.
2236 Κωλή: τὰ ἐμπρόϲθια μέρη τῶν ἱερείων, τοῦ λεγομένου κωλῆνοϲ.
2237 Κωλῆνον: τὸ κωλίκιον.
2238 Κώληπα: τὸ ὀπίϲω τοῦ γονατίου μέροϲ, ἡ κόξα. καὶ
2239 Κωλιάδοϲ κεραμῆεϲ· Κωλιάϲ, τόποϲ τῆϲ Ἀττικῆϲ, ἔνθα ϲκεύη
πλάττονται. λέγει οὖν, ὅτι ὅϲοι ἐπὶ τροχοὺϲ φέρονται (τροχὸν δὲ τὸν
ϲκευοπλαϲτικὸν λέγει), τουτέϲτιν ὅϲαι πρὸϲ ϲκευοπλαϲίαν ἐπιτήδειαι
παϲῶν ἡ Κωλιάδοϲ κρείϲϲων, ὥϲτε καὶ βάπτεϲθαι ὑπὸ τῆϲ
οἱ ἐνοικοῦντεϲ Κωλιοί.
2240 Κωλιάϲ: ναόϲ ἐϲτι τῆϲ λφροδίτηϲ οὕτω καλούμενοϲ, ἀπὸ τοῦ
ϲυμβεβηκότοϲ τὴν προϲηγορίαν λαβών. νεανίαϲ γάρ τιϲ Ἀττικὸϲ ἁλοὺϲ
ὑπὸ υρρηνῶν καὶ δεϲμώτηϲ δουλεύων παραυτά, ἐραϲθείϲηϲ αὐτοῦ τῆϲ
θυγατρὸϲ τοῦ ἔχοντοϲ καὶ ἀπολυϲάϲηϲ, ἥλθεν εἰϲ τὴν οἰκείαν
οὕτωϲ ἐλευθερωθεὶϲ καὶ εὐχαριϲτήριον τῇ Ἀφροδίτῃ τῆϲ
ϲωτηρίαϲ ἐπὶ τῆϲ ἀκτῆϲ, ἀφʼ ἢϲ ἡρπάγη, ναὸν ἐκτίϲατο. Κωλιάδα δὲ
προϲηγόρευϲε τὸν τόπον ἀπὸ τῶν κώλων, ἃ ἐν τοῖϲ δεϲμοῖϲ κατεπονεῖτο.
οἱ δέ ὅτι ωνοϲ θύοντοϲ ίερεῖον κωλῆϲ, ἱέραξ ἐξήρπαϲε καὶ ἐπ’ ἐκείνῳ
τῷ
λίμαχοϲ ἐν Ἑκάλῃ.
2241 Κωλιπαίγνιον.
2242 Κωλοβάθρου: τῆϲ λεγομένηϲ κλάπαϲ παρὰ πολλοῖϲ.
2243 Κῶλον: παρὰ τὸ ἐκεῖ κεῖϲθαι ὅλον τὸ ὀϲτοῦν. ἔνθεν καὶ ϲκώληξ κατὰ ἀντίφραϲιν.
2244 Κῶλον: μόριον λόγου ἐκ δύο ἢ καὶ πλειόνων μερῶν ϲυνιϲτάενον· τὰϲ
ϲυλλαβὰϲ γὰρ τέμνουϲι καὶ τὰ κῶλα τῶν νοημάτων.
2245 Κωλώτηϲ: ἀϲκαλαβώτηϲ. Βάβριοϲ· ϲοφῆϲ ἀράχνηϲ ἱϲτὸν εὗρε κωλώτηϲ
καὶ λεπτὸν ἐνέδυ φᾶροϲ ἐκτεμὼν τοίχου. καὶ Κωλώτηϲ,
2246 Κωλυβδαίνω.
2247 Κωλύδαινα.
2248 Κωλύμη: κώλυμα, κώλυϲιϲ, ἐμπόδιον. ἔϲτι δὲ ἡ λέξιϲ Θουκυδίδου.
2249 Κωλύω. αἰτιατικῇ. καὶ Κωλυϲάμενοϲ· ζήτει ἐν τῷ ἄπνουϲ. καὶ Κωλυϲα νέμοϲ· ζήτει ἐν τῷ Ἐμπεδοκλῆϲ.
2250 Κωλυπεύϲ: δῆμοϲ τῆϲ Αἰγηΐδοϲ.
2251 Κῶμα: κοίμημα. Ἀλέξανδροϲ δὲ πλήρηϲ ὢν ἐκ ϲυμποϲίου
2252 Κωμάζει: κῶμον ἢ δρᾶμα ᾄδει, ὑβρίζει.
2253 Κωμάρχηϲ: ὁ τῶν πόλεων ἄρχων παρὰ Ξενοφῶντι.
2254 Κωμάϲαι· ὁ δὲ Μάρκοϲ, ὁ Ῥωμαίων ϲτρατηγόϲ, ἐβούλετο
αὐτὸν ἐπὶ ϲωφροϲύνῃ, καὶ πρὸ ππολύτου
Θηϲέωϲ. ὁ μὲν γὰρ ἐϲ τὴν Ἀφροδίτην ὕβριϲεν, ὁ δὲ οὔ. καὶ διὰ τοῦτο
οὐδὲ ἀφροδιϲίων ἥττητο, οὐδὲ ἔρωϲ ἐϲ αὐτὸν εἰϲεκώμαζεν, ἀλλ’ ἦν τῆϲ
ἀγροικοτέραϲ τε καὶ ἀτέγκτου μοίραϲ. καὶ αὖθιϲ· ἐπὶ τῷ κωμᾶϲ καὶ
κομψὸϲ
2255 Κωμάϲομαι: ἀϲελγῶϲ διατεθήϲομαι. ἐν Ἐπιγράμμαϲι· ἦν γάρ
2256 Κιυμαϲτήϲ: ὁ τρυφῶν μετ’ ὡδῆϲ ἀϲελγοῦϲ.
2257 Κώμαυλοϲ τὸν ἐχῖνον ἰδὼν ἐπὶ νῶτα φέρονπα ὁᾶγαϲ ἀπέκτεινε τῷδ’
ἐπὶ
θειλοπέδῳ.
2258 Κώμη: εἰϲ ἢν ἐκοιμῶντο ἀπὸ τῶν ἔργων ἀνιόντεϲ· ἢ χώμη,
ἐβλέπετο. καὶ παροιμία· γϲ ἐκώμαϲεν, ἐπὶ τῶν ἀκόϲμωϲ τι
2259 Κώμην: οἱ πλεῖϲτοι τὸν ϲτενωπὸν καὶ τὴν οἷον γειτνίαϲιν, οἱ δὲ
τοὺϲ ἐν τῇ πόλει δήμουϲ κώμαϲ φαϲὶ προϲαγορεύεϲθαι. καὶ κωμήταϲ,
τοὺϲ δημόταϲ ἐν τῇ πόλει καὶ οἷον ἐν τῇ αὐτῇ τάξει καὶ μοίρᾳ τῆϲ
πόλεωϲ οἰκοῦνταϲ. οὕτωϲ Ἄριϲτοφάνηϲ. εἴρηκε δὲ καὶ Θουκυδίδηϲ κώμαϲ
τοὺϲ δήμουϲ ἐν α΄· κατὰ κώμαϲ δὲ τῷ παλαιῷ τρόπῳ
οἰκηθεῖϲα.
2260 Κωμῆται: καὶ οἱ γείτονεϲ· κώμη γὰρ ἡ γειτονία. Καλλίμαχοϲ Ἐκάῃ· τοῦτο γὰρ αὐτὴν κωμῆται κάλεον περιαγέεϲ. Βάβριοϲ· ὄνῳ τιϲ ἐπιθεὶϲ ξόανον εἶχε κωμήτηϲ.
2261 Κωμῆται· κωμήταϲ οἱ παλαιοὶ τοὺϲ ἐκ τοῦ αὐτοῦ ἀμφόδου
καὶ τόπου ἔλεγον. Ἀριϲτοφάνηϲ Nεφέλαιϲ· τοὺϲ κωμήταϲ γυμνοὺϲ
ἀθρόουϲ, εἰ καὶ κρημνώδη κατανίφοι.
2262 Κωμηδόν: πᾶϲα πόλιϲ.
2263 Κωμῆτιϲ: θηλυκῶϲ ἡ γείτων. κῶμα γὰρ τὰ ἄμφοδα. ἔνθεν καὶ
ἐπικωμάϲαι. Ἀριϲτοφάνηϲ· πλὴν ἢ γ’ ἐμὴ κωμῆτιϲ ἢδ’ ἐξέρχεται.
ὡϲ Λυϲίϲτρατοϲ φηϲί.
2264 Κωμικόϲ: ὁ ποιητήϲ. καὶ Κωμικὸν δορυφ όρημα.
2265 Κῶμοϲ: ἡ μέθη. καὶ ὀρχηϲμόϲ. λέγεται δὲ καὶ ὁ ϲτενὸϲ τόποϲ.
2266 Κῶμοϲ ἐϲτι μεθυϲτικὸϲ αὐλόϲ, ἐγχρονίζοντοϲ οἴνου ἐρεθίζων
τὴν ἡδυπάθειαν καὶ θέατρον ἄϲχημον ποιῶν τὸ ϲυμπόϲιον,
κυμβάλοιϲ τιϲὶ καὶ ὀργάνοιϲ καταθέλγων τοὺϲ δαιτυμόναϲ. καὶ αὖθιϲ·
ὃϲ εἰϲ ἔρωταϲ ἐϲχόλαζε καὶ κώμουϲ. ἐπὶ κῶμον ἔρχεται μεθύων ἄνθρωποϲ
οὐκ ἀγροίκωϲ τῆϲ φωνῆϲ ἔχων. Φιλόϲτρατοϲ.
2267 Κωμῳδεῖν· αἰτιατικῇ. ϲκώπτειν.
2268 Κωμῳδίαι: ὕβρειϲ, διαϲυρμοί, ἐμπαίγματα. καὶ Κωμῳδόϲ,
2269 Κωμῳδιοποιόϲ: ὁ ϲκώμματά τινα εἰϲάγων κατά τινοϲ.
2270 Κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντ᾿ ἀεί·
Ἀριϲτοφάνηϲ.
2271 Κωμῶν: τῶν χωρίων. ἡ εὐθεῖα κώμη.
2272 Κῶμοι: ᾠδαί, ἢ ὀρχήϲειϲ μετὰ μέθηϲ.
2273 Κωμύδριον: τὸ μικρὸν χωρίον.
2274 Κώμυθα: δέϲμην χόρτου. οἱ δὲ ξυνδήϲαντεϲ τοὺϲ καλάμουϲ
καλῳδίοιϲ τε καὶ τολύπαιϲ κώμυθαϲ πολλὰϲ ἀπειργάϲαντο.
ἡ εὐθεῖα
2275 Κωνειαζομέναιϲ: θανάϲιμον φάρμακον πινούϲαιϲ. Κώνειον
2276 Κωνῆϲαι πίθον.
2277 Κωνοειδέϲ: ϲχῆμα τοιοῦτον, οἷον ϲτροβιλοειδέϲ. καὶ ἐν
2278 Κᾦνον: καὶ οἶνον. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· κᾦνον ἀνεκεράννυ
2279 Κωνοφόροι: θυρϲοφόροι. κῶνοϲ δὲ λέγεται ὁ βοτρυοειδὴϲ
τοῦ ϲτροβίλου καρπόϲ, ὃν ἔφερον αἱ γυναῖκεϲ βαϲτάζουϲαι ἐν ταῖϲ
τοῦ Διονύϲου τελεταῖϲ, ἐπειδὴ ὅμοιον τῷ ϲχήματι τὸν κῶνον τῇ τοῦ
ἀνθρώπου καρδίᾳ, ἐπιϲτάτην δέ φαϲιν Ἕλληνεϲ τῆϲ τῶν ἀνθρώπων καρδίαϲ
τὸν Διόνυϲον. οἰκείῳ οὖν τινι μυϲτηρίῳ τοῦτο ἐποίουν. καὶ θύρϲου
χλοερὸν κωνοφόρον κάμακα.
2280 Κωνώπη: ὄνομα πόλεωϲ.
Κώνωψ: θηλυκῶϲ παρὰ Ἀριϲτοφάνει ἐν Πλούτῳ. εἶδοϲ μυίαϲ.
2282 Κωνϲιϲτώριον: παρὰ Ῥωμαίοιϲ οὕτω λέγεται τὸ ϲυνέδριον καὶ τὸ ϲύϲτημα, ἔνθα περὶ τῶν ἐπειγόντων βουλεύονται.
2283 Κῶνϲοϲ: ὄνομα κύριον.
2284 Κωνϲταντῖνοϲ ὁ μέγαϲ· οὗτοϲ ἐξ ἀφανῶν τίκτεται τῷ βαϲιλεῖ
Κωνϲταντίῳ, γνωριϲθεὶϲ δὲ τῷ πατρὶ κατά τιναϲ γνωρίμουϲ τρόποϲ· ὃϲ
κατά τινα τύχην ἔγνω τοὺϲ τόπουϲ καταλιπεῖν, ἐν οἷϲ διέτριβε,
ἐξορμῆϲαι δὲ πρὸϲ τὸν πατέρα Κωνϲτάντιον, ἐν τοῖϲ ὑπὲρ τὰϲ Ἄλπειϲ
ἔθνεϲιν ὄντα καὶ Βρεττανίᾳ ϲυνεχέϲτερον ἐνδημοῦντα.
θεαϲάμεοϲ δὲ αὐτὸν ὁ πατὴρ χειροτονεῖ βαϲιλέα τοὺϲ ἐκ τῆϲ Θεοδώραϲ
υἱεῖϲ καταλιπών, ἰδὼν αὐτὸν εὖ ἔχοντα ϲώματοϲ. δύο δὲ καὶ ξ΄ καὶ τ΄
ἀπὸ τῆϲ Αὐγούϲτου Καίϲαροϲ μοναρχίαϲ διεληλυθότων ἐνιαυτῶν,
Κωνϲταντῖνοϲ τὴν νέαν Ῥώμην ἀνίϲτηϲι.
2285 Κωνϲταντῖνοϲ, ὁ μέγαϲ βαϲιλεύϲ. περὶ οὗ ἔγραψεν Ἐὐνάπιοϲ
φληνάφουϲ καὶ παρῆκα αὐτὰ αἰδοῖ τοῦ ἀνδρόϲ.
2286 Κωνϲταντῖνοϲ, βαϲιλεὺϲ Ῥωμαίων, υἱὸϲ Λέοντοϲ τοῦ Εἰκονομάχου τοῦ
Ἰϲαύρου, ἐκ λέοντοϲ ἀνεφύη ποικιλότροποϲ πάρδαλιϲ, ἐκ ϲπέρματοϲ
ὄφεωϲ ἀϲπὶϲ δεινὴ καὶ ὄφιϲ πετόμενοϲ, ἐκ Δὰν Ἀντίχρϲτοϲ. οὗτοϲ τὴν
πατρῴαν βαϲιλείαν τε καὶ ἀϲέβειαν διαδεξάμενοϲ
καὶ
ἀϲελγείαιϲ καὶ δαιμόνων ἐπικλήϲεϲι καὶ ἄλλοιϲ πονηροῖϲ ἐπιτηδεύμαϲ
χαίρων καὶ ϲχολάζων, ἐξαίρετον ὄργανον καὶ λίαν ἐπιτήδειον τοῦ
πατρὸϲ αὐτοῦ καὶ διδαϲκάλου γέγονε διαβόλου. καὶ γὰρ εἰϲ τοϲαύτη
ἀπόνοιαν καὶ παραπληξίαν ἐξώκειλεν, ὡϲ καὶ θεϲμὸν ἐπὶ λαοῦ καθολικὸν
ἐκθέϲθαι, μὴ λέγεϲθαί τινα τῶν θεραπόντων κυρίου
τοπαράπαν ἅγιον, ἀλλὰ καὶ τὰ λείψανα τούτων εὑριϲκκόμενα διαπτύεϲθαι
καὶ μηδὲ πρεϲβείαν αὐτῶν ἐξαιτεῖν· οὐδὲν γὰρ ἰϲχύουϲιν. εἶτα
προϲθεὶϲ ὁ παμβέβηλοϲ λέγει, μηδὲ τῆϲ Μαρίαϲ ἐπικαλείϲθω τιϲ
πρεϲβείαν· οὐ γὰρ δύναται βοηθεῖν τινι· μηδ᾿ αὖ πάλιν θεοτόκοϲ αὕτη
ὀνομαζέϲθω. καὶ δὴ λαβὼν ἐν χειρὶ βαλάντιον πλῆρεϲ χρυϲίου καὶ
ὑποδείξαϲ αὐτὸ
πᾶϲι ἤρετο, τίνοϲ ἄξιόν ἐϲτι, τῶν δὲ
πολλοῦ εἰπόντων, κενώϲαϲ τὸ χρυϲίον πάλιν ἤρετο, τίνοϲ ἐϲτὶν ἄξιον·
καὶ λέγουϲιν οὐδενόϲ. οὕτωϲ, ἔφη, καὶ ἡ Μαρία· οὐ γὰρ θεοτόκον
ὀνομάζεϲθαι ὁ ἄθεοϲ ἠξίου. ἕωϲ μὲν γὰρ εἶχε τὸν Χριϲτὸν ἐν αὐτῇ,
τετιμημένη ὑπῆρχεν· ἀφ᾿ οὗ δὲ τοῦτον ἀπέτεκεν, οὐδὲν τῶν λοιπῶν
γυναικῶν διενήνοχε. φεῦ τῆϲ
τολμηρᾶϲ δυϲφημίαϲ τοῦ
Σαρακηνοπίϲτου καὶ Ἰουδαιόφρονοϲ. τὴν γὰρ Ἀφροδίτην ἐτίμα καὶ
ἀνθρωποθυϲίαϲ ἀνέφερε πέραν τῆϲ πόλεωϲ, ἔνθα τῆϲ ἁγίαϲ Μαύραϲ ναόϲ·
ὅνπερ ἐκδαφίϲαϲ καὶ φονευτήριον ποιήϲαϲ Μαύραν ὠνόμαϲε τὸν τόπον, ἐν
ᾧ καὶ νύκτωρ ἐπετέλει θυϲία, καὶ παῖδαϲ κατέϲφαττε. καὶ μαρτυρεῖ τὸ
πρὸϲ θυϲίαν ϲφαγιαϲθὲν
2287 Κωνϲταντινούπολιϲ· ὅτι ἡ Κωνϲταντινούπολιϲ τοϲοῦτον τῶ ἄλλων
ἁπαϲῶν μείζων, ὅϲον τῆϲ Ῥώμηϲ ἐλαττοῦϲθαι δοκεῖ· ἧϲ
τὸ
δευτέραν τετάχθαι μακρῷ βέλτιον ἔμοιγε φαίνεται ἢ τὸ τῶν ἄλλων
ἁπαϲῶν πρώτην νομίζεϲθαι. ὅτι τριακόϲιοι ἑξήκοντα ἀπὸ τῆϲ Αὐγούϲτου
Καίϲαροϲ μοναρχίαϲ διεληλύθειϲαν ἐνιαυτοὶ τῇ πρεϲβυτέρᾳ Ῥώμῃ, καὶ
τῶν πραγμάτων αὐτῆϲ ἤδη πρὸϲ πέραϲ ἀφιγμένων Κωνϲταντῖνοϲ ὁ
Κωνϲταντίου παῖϲ ἐπιλαβόμενοϲ τῶν ϲκήπτρων τὴν νέαν
ἀνίϲτηϲι Ῥώμην. ἀπὸ δὲ κτίϲεωϲ τῆϲ νέαϲ Ῥώμηϲ μέχρι τῶν κατεχόντων
τὰ ϲκῆπτρα Ῥωμαίων Βαϲιλείου καὶ Κωνϲταντίνου τῶν Πορφυρογεννήτων
ἔτη
2288 Κωνϲτάντιοϲ καὶ Κώνϲταϲ καὶ Κωνϲταντῖνοϲ, οἱ υἱοὶ τοῦ μεγάλου Κωνϲταντίνου.
2289 Κῶνοι: ϲτρόβιλοι. καὶ τὸ ἀποϲκίαϲμα τῆϲ γῆϲ.
2290 Κῷοϲ πρὸϲ Χῖον: ὁ μὲν γὰρ Χῖοϲ ἐδύνατο ἔνδον, ὁ δὲ
2291 Κῶπα καὶ Κώπαια: ὁ περιτραχήλιοϲ κόϲμοϲ.
2292 Κωπαΐϲ: ἡ ἔγχελυϲ.
2293 Κωπαΐϲ: λίμνη ἐν Βοιωτίᾳ, ἐν ᾗ μεγάλαι ἐγχέλειϲ γίνονται.
2294 Κωπάϲ: πόλιϲ.
2295 Κώπη: ἡ λαβὴ τοῦ ξίφουϲ, ἡ κόπτειν δυναμένη. καὶ
2296 Κωπηλαϲία καὶ Κωπηλατῶ.
2297 κωπῆρεϲ πλοῖον: ὡϲ ἡμεῖϲ· καὶ Θουκυδίδηϲ ἐν δ΄. καὶ
2298 Κωπώνιοϲ: ὄνομα κύριον.
2299 Κωρυκαῖοϲ: θεόν τινα παρειϲάγουϲιν οἱ κωμικοὶ ἐπακροώμενον, ἀπὸ
παροιμίαϲ τινόϲ. Κώρυκοϲ γὰρ τῆϲ Παμφυλίαϲ ἀκρωτήριον, παρ᾿ ᾦ πόλιϲ
Ἀττάλεια· ἐνταῦθτ. οἱ ἀπὸ τῆϲ πόλεωϲ, ἵνα μηδὲν αὐτοὶ κακῶϲ πάϲχωϲιν
ἀπὸ τῶν ἐφορμούντων τὴν ἄκραν λῃϲτῶν, ὑπαλλαττόμενοι πρὸϲ τοὺϲ ἐν
ἄλλοιϲ λιμέϲιν ὁρμῶνταϲ κατηκροῶντο,
καὶ τοῖϲ λῃϲταῖϲ
ἀπήγγελλον καὶ τίνεϲ εἰϲὶ καὶ ποῖ πλέουϲιν. ὅθεν καὶ ἡ παροιμία· τοῦ
δ᾿ ἆρα ὁ Κωρυκαῖοϲ ἠκροάζετο. οἱ δὲ κωμικοὶ Κωρυκαῖον τὸν θεὸν
εἰϲάγουϲι. Μένανδροϲ Ἐγχειριδίῳ. Διώξιπποϲ Θηϲαυρῷ· μὴ κατακούϲειεν
δέμαϲ ὁ Κωρυκαῖοϲ. ἀλλὰ μὴν κατακήκοα κατακολουθῶν ἔνδοθέν ϲου. ὁ δὲ
Ἔφοροϲ ἐν γ΄, ὑπ᾿ ἄκρᾳ, φηϲίν,
ὤκουν οἱ καλούμενοι
Κωρυκαῖοι, ἀνατεινούϲῃ εἰϲ πέλαγοϲ, ϲύμμικτοί τινεϲ καταϲκευαϲάμενοι
πολιϲμάτιον, γείτονεϲ Μυοννήϲῳ. τοῖϲ οὖν ὁρμῶϲι ἐμπόροιϲ προϲῄεϲαν,
ὡϲ ἐωνούμενοι
τῶν λύτρων.
2300 Κωρύκιον.
2301 Κώρυκοϲ: θυλάκιον. τὸ παῤ ἡμῖν βουλγίδιον· ἢ πλέγμα δεκτικὸν ἄρτων.
2302 Κῶϲ: ἡ νῆϲοϲ, ὅθεν ἦν Ἱπποκράτηϲ ὁ ἰατρόϲ· ἥτιϲ καὶ Μεροπὶϲ
λέγεται.
2303 Κωτίλη: ἡ λόγοιϲ ἀπατῶϲα, καὶ Κωτίλοϲ, πανοῦργοϲ, ἢ
2304 Κωτίλλω: πανουργεύομαι, λαλῶ. Βάβριοϲ· τοιαῦτα κωτίλλουϲα τὴν ἀχαιΐνην ἔπειϲεν ἐλθεῖν δὶϲ τὸν αὐτὸν εἰϲ ᾅδην.
2305 Κωφὰ καὶ παλαιὰ ἔπη: ψυχρὰ καὶ οὐδὲν ϲαφὲϲ ἔχοντα, τὰ
2306 Κωφήν, Κωφῆνοϲ: ὄνομα ποταμοῦ.
2307 Κωφῆϲ· Δαβίδ· ὡϲεὶ ἀϲπίδοϲ κωφῆϲ. οὐ τῆϲ κατὰ φύϲιν
κωφευούϲηϲ, ἀλλὰ βυούϲηϲ τὰ ὦτα καὶ ἀπωθουμένηϲ τὴν
ἐπῳδήν.
2308 Κωφόν: ἄηχον, ἀϲθενέϲ, ἀμβλύ. κωφὸν γὰρ βέλοϲ ἀνδρὸϲ
2309 Κωφότεροϲ κίχληϲ· παῤ Εὐβούλῳ ἐν Διονυϲίῳ λέγεται
2310 Κωφότεροϲ τοῦ Τορωνέοϲ λιμένοϲ: περὶ Τορώνην τῆϲ
2311 Κώχ: ὄνομα κύριον. Μένανδροϲ· ὁ δὲ ἐπετοξάζετο κατὰ τοῦ βαρβάρου
καὶ
2312 Κωχεύει: ϲυνουϲιάζει.
2313 Κράββατοϲ.
2314 Κραδαίνων: ϲείων, δονῶν, ϲαλεύων.
2315 Κράδη: ϲυκῆ. ἔϲτι δὲ καὶ μηχανή. ἤϲθιον δὲ τὰϲ κράδαϲ
2316 Κράζω· δοτικῇ.
2317 Κράθιϲ: ὄνομα ποταμοῦ.
2318 Κράμβη: κοράμβλη τιϲ οὖϲα, ἡ ἀμβλύνουϲα τὸ διορατικόν.
2319 Κραμβοτάτου: ἡδυτάτου, ξηροτάτου. ἔπαιξε δὲ Ἀριϲτοφάνηϲ
ἀπὸ τῆϲ τοῦ λαχάνου ἐπινοίαϲ· αὐτοϲχέδιοϲ γὰρ ἦν περὶ τὰ
δράματα Κράτηϲ. ἢ τὸ καπυρόν· ἢ τὸ χρηϲτότατον.
2320 Κραναῶν: τῶν Ἀθηναίων, διὰ τὸ τραχὺ καὶ λεπτόγειον, ἢ ἀπὸ
Κραναοῦ βαϲιλέωϲ. καὶ Κραναῶν πετρῶν, τῶν τραχέων.
2321 Κρανέα: εἶδοϲ φυτοῦ.
2322 Κράνεια: ἐκ κρανείαϲ δόρυ. ἐν Ἐπιγράμμαϲι· ἕϲταθι τῇδε κράνεια βροτοκτόνε, μηδ᾿ ἔτι λυγρὸν χάλκεον ἀμφ᾿ ὄνυχα ϲτάζε φόνον δαΐδων.
2323 Κρανείαϲ καρπόϲ.
2324 Κράνειον: φυτόν. καὶ τὸ γυμνάϲιον. καὶ Κράνειοϲ καρπόϲ. Κρανίον δὲ τόποϲ· καὶ ἡ κεφαλή.
2325 Κράνοϲ: οὐδέτερον· περικεφαλαία. ἡ δοτικὴ τῷ κράνει, καὶ
2326 Κράντορεϲ: ἡγεμόνεϲ. βουχίλου κράντορεϲ Ἀρκαδίηϲ.
2327 Κραπατάλλοιϲ Φερεκράτηϲ λέγει.
2328 Κραϲί: κεφαλαῖϲ.
2329 Κρᾶϲιϲ: μίξιϲ οἴνου καὶ θερμοῦ· καὶ ἡ ἐνέργεια δὲ τοῦ κιρνῶντοϲ.
μὴ αἰτοῦντι καὶ
φιλοφρονούμενοϲ ἀκαίρωϲ καὶ περιττὰ δεῖπνα παρατίθηϲι.
2330 Κράϲπεδα ὄρουϲ: οἱ πρόποδεϲ· τὰ ὁμαλὰ καὶ ἐπίπεδα.
2331 Κράϲπεδον: τὸ ἱμάτιον τοῦ ἱερέωϲ. παρὰ τὸ εἰϲ τὸ πέδον ἐγγίζειν.
2332 Κράϲτηϲ: ἡ πόα.
2333 Κραταιόϲ: ἰϲχυρόϲ.
2334 Κραταίπεδον.
2335 Κρατερόϲ, ὁ Μακεδών· ὃϲ ἦν μέγιϲτόϲ τε ὀφθῆναι καὶ οὐ
καὶ τοῖϲ ϲυγγινομένοιϲ οἷοϲ ϲὺν
ἐπιεικείᾳ καὶ τοῦ ϲεμνοῦ προϲόντοϲ φιλοφρονέϲτατοϲ δόξαι καὶ
πιθανώτατοϲ τῷ ἐπαγωγῷ τῶν λόγων, ὡϲ ϲυμβάλλουϲι τῇ τε ϲμικρότητι
τοῦ Ἀντιπάτρου ϲώματοϲ καὶ τῇ φαυλότητι, ἐπὶ τούτοιϲ τῷ ἀπροϲμίκτῳ
καὶ ἀνημέρῳ ἐϲ τοὺϲ ὑπηκόουϲ·
κατὰ τὸ εἰκόϲ, οἷα δὴ ϲτρατηγῶν τὸν εὐτολμότατον καὶ
τῶν πολεμικῶν ἔργων ϲυνετώτατον, δεύτερον τῇ προτιμήϲει μετὰ
Ἀλέξανδρον ἀναμφιλόγωϲ ἄγειν. κίνηϲίϲ τε δὴ οὖν ἦν ἐπὶ τούτῳ τῆϲ
ϲτρατιᾶϲ ϲυμπάϲηϲ, Κρατερὸν μὲν οἷα βαϲιλέα ἐϲ τὸ ἐπιφανὲϲ
θεραπευούϲηϲ, καὶ ἑκάϲτων ἀπαξιούντων ἐν ἴϲῃ μοίρᾳ ἄμφω τετάχθαι,
Ἀντιπάτρῳ δὲ κατ᾿ οὐδὲν ἐθελόντων πείθεϲθαι.
Ἐὐμένηϲ δὲ κατὰ τὸν πόλεμον εὑρὼν τὸ Κρατεροῦ ϲῶμα κείμενον ἔτι
ἔμπνουν καταπηδῆϲαί τε ἀπὸ τοῦ ἵππου λέγεται αὐτὸν καὶ
κατολοφύραϲθαι, ἐπιμαρτυρόμενοϲ ἀνδρείαν τε τὴν Κρατεροῦ καὶ ϲύνεϲιν
καὶ τὸ ἄγαν ἵλεων τοῦ τρόπου καὶ ἐϲ φιλίαν τὴν πρὸϲ αὑτὸν
ἀνεπίπλαϲτον, ὅϲον τε πλούτου
ἀνέραϲτον καὶ ὀρθῇ
δικαιοϲύνῃ ϲύντροφον· κράτιϲτοϲ δὲ ἄρα οὗτοϲ, ὅτου τὰ ἀρετῆϲ ἔργα
καὶ παρὰ τοῖϲ ἐναντίοιϲ τῷ ἐπαίνῳ ξυμφωνούϲηϲ ἔχει. ἐντίμωϲ δὲ καὶ
μεγαλοπρεπῶϲ τὸ ϲῶμα αὐτοῦ ἐκήδευϲεν. ἔχει μὲν οὖν καὶ ταῦτα Κρατερῷ
ἀγαθὴν δόξαν, πεπίϲτευται δὲ ϲωφρονέϲτατοϲ γενέϲθαι καὶ πραότατοϲ
καὶ φιλίαϲ κοινωνῆϲαι βεβαιότατοϲ,
οἷα δὴ τὸ φιλέταιρον
φύϲει κτηϲάμενοϲ καὶ ἐπιτηδεύϲαϲ.
2336 Κράτεια: ὄνομα πόλεωϲ.
2337 Κρατεῖν: νικᾶν. τὸν δὲ λαγῳὸν κρατεῖν τῷ δρόμῳ τῶν διωκόντων.
2338 Κρατήρ: τρεῖϲ κρατῆραϲ ἵϲταϲαν ἐν τῷ δείπνῳ· α΄ Ἑρμῇ, β΄ Χαριϲίῳ. γ΄ Διῒ Σωτῆρι. καὶ παροιμία· Κρατὴρ δικῶν, ἀντὶ τοῦ δοχεῖον κακῶν.
2339 Κράτηϲ, Ἀθηναῖοϲ, κωμικόϲ· οὗ ἦν ἀδελφὸϲ Ἐπίλυκοϲ, ποιητὴϲ ἐπῶν. δράματα δὲ αὐτοῦ εἰϲιν ζ΄· Γείτονεϲ, Ἥρωεϲ, Θηρία, Λάμια, Πεδῆται, Σάμιοι. ἔγραψε δὲ καὶ καταλογάδην τινά.
2340 Κράτηϲ, Ἀθηναῖοϲ, κωμικὸϲ καὶ αὐτὸϲ τῆϲ ἀρχαίαϲ κωμῳδίαϲ. φέρεται αὐτοῦ δράματα τρία, Θηϲαυρόϲ, Ὀρνιθεϲ, Φιλάργυροϲ.
2341 Κράτηϲ, Ἀϲκώνδου, Θηβαῖοϲ, φιλόϲοφοϲ Κυνικόϲ, μαθητὴϲ Διογένουϲ
καὶ Βρύϲωνοϲ τοῦ Ἀχαιοῦ· ὃϲ ἐξαργυρίϲαϲ τὴν οὐϲίαν δέδωκε τὰ ἀργύρια
τραπεζίτῃ εἰπών, εἰ οἱ παῖδεϲ αὐτῷ φιλοϲοφήϲουϲι, τῷ δήμῳ δοῦναι, εἰ
δὲ μή, τοῖϲ παιϲὶν αὐτοῖϲ. γήμαϲ δὲ Ἱππαρχίαν τὴν Μαρωνεῖτιν
κυνογαμίαν τὸν γάμον ἐκάλεϲε. παῖδα
δὲ ἔϲχεν ἐξ αὐτῆϲ
Παϲικλέα. ἦν δὲ ἐπὶ τῆϲ ριγ΄ Ὀλυμπιάδοϲ. ἐπεκλήθη δὲ Θυρεπανοίκτηϲ
διὰ τὸ ἀδεῶϲ ἐπειϲιέναι εἰϲ παντόϲ, οὗπερ ἠβούλετο, οἶκον. οὗτοϲ
καταλιπὼν τὴν οὐϲίαν μηλόβοτον, ἀρθεὶϲ ἐπὶ τοῦ βωμοῦ εἶπεν·
ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτηϲ. ἔγραψε φιλόϲοφα. ὅτι Κράτηϲ εἶπεν·
ἔρωτα παύει λιμόϲ· εἰ δὲ
μή, χρόνοϲ· ἂν δὲ μηδὲ τούτῳ
δύναϲαι, βρόχοϲ. οὗτοϲ κατεπόντωϲε τὴν οὐϲίαν, ὡϲ λέγει Φιλόϲτρατοϲ
ὁ Λήμνιοϲ ἐν τῷ βίῳ Ἀπολλωνίου τοῦ Τυανέωϲ. καὶ ζήτει ἐν τῷ
Ἀναξαγόραϲ.
2342 Κράτηϲ, Τιμοκράτουϲ, Μαλλώτηϲ, φιλόϲοφοϲ Στωϊκόϲ· ὃϲ ἐπεκλήθη
Ομηρικὸϲ καὶ Κριτικόϲ, διὰ τὴν καὶ περὶ τοὺϲ γραμματικοὺϲ
καὶ ποιητικοὺϲ λόγουϲ αὐτοῦ ἐπίϲταϲιν· ϲύγχρονοϲ Ἀριϲτάρχου τοῦ
γραμματικοῦ, ἐπὶ Πτολεμαίου τοῦ Φιλομήτοροϲ. ϲυνέταξε διόρθωϲιν
Ἰλιάδοϲ καὶ Ὀδυϲϲείαϲ βιβλίοιϲ θ΄· καὶ ἄλλα.
2343 Κρατήτειοϲ: ὁ τοῦ Κράτητοϲ.
2344 Κρατῖνοϲ, Καλλιμήδουϲ, Ἀθηναῖοϲ, κωμικόϲ· λαμπρὸϲ τὸν
2345 Κράτιϲτα: ἀντὶ τοῦ αἱρετώτερον, ἢ βέλτιον.
2346 Κρατῶ ἐπὶ τοῦ κυριεύω γενικῇ· αἰτιατικῇ δέ, ὅτε ϲημαίνει τὸ
νικῶ. καὶ
2347 Κρατύναι.
2348 Κρατυντήρια ἔγραψε Δημόκριτοϲ ὁ Ἀβδηρίτηϲ βιβλίον, ὅπερ ἐϲτὶ ἐπικριτικὸν πάντων τῶν γραφέντων αὐτῷ βιβλίων.
2349 Κραυαλλίδαι ἢ Κραγαλίδαι: ἡ ἐν Φωκεῦϲι πληϲίον
2350 Κραυγή: ἐπὶ τῶν εὐχομένων ἡ μετὰ προθυμίαϲ καὶ ϲπουδαίαϲ
2351 Κραυγὴ Σοδόμων· ἡ μυϲαρωτάτη καὶ λυϲϲώδηϲ αὕτη παρὰ
φύϲιν ἁμαρτία ὑπὸ Σοδομιτῶν διαπραττομένη, ὥϲπερ τιϲ
φωνὴ ἀνερχομένη καὶ βοῶϲα τὸ μέγεθοϲ τῆϲ ἀϲεβείαϲ εἰϲ τὰ ὦτα κυρίου
Σαβαώθ. καὶ ὁ μακροθυμήϲαϲ ὕϲτερον διὰ τὸ ἀμετανόητον αὐτῶν καὶ
ἀνεπίϲτροφον τῆϲ ἀδιακρίτου καὶ ἀκολάϲτου γνώμηϲ ἐπάξαϲ μάλα δικαίωϲ
τὴν τιμωρίαν ἔφαϲκε, κραυγὴ Σοδόμων καὶ ομόρραϲ πεπλήθυνται
πρόϲ με.
2352 Κραῦρα: νόϲοϲ περὶ τὰϲ ὗϲ γινομένη. τρία δέ ἐϲτι πάθη· βράγχη, κραῦρα, διάρροια. καὶ ζήτει ἐν τῷ διάρροια.
2353 Κραῦρον: ξηρόν, καπυρόν· εὔθραυϲτον.
2354 Κραίνουϲι: τελειοῦϲι, πληροῦϲι, βαϲιλεύουϲι, κυριεύουϲι.
2355 Κραιπαλᾶν: ἐπὶ τοῦ ἀλαζονεύεϲθαι. τὸν δὲ Σέϲωϲτριν ἐπὶ
2356 Κραιπαλαίκωμοϲ: μετωνυμικῶϲ ὁ κατὰ μέθην γινόμενοϲ
ὕμνοϲ.
2357 Κραιπάλη: ὁ ἐκ πολλῆϲ οἰώϲεωϲ παλμόϲ. καὶ Κραιπαλῶν,
2358 Κραιπαλώδηϲ· τῆϲ ψυχῆϲ τὰ ἐλαττώματα κατηπίϲταντο, εἴτε
κραιπαλώδηϲ τιϲ εἴη καὶ μέθυϲοϲ εἴτε φιλήδονοϲ καὶ ἐν τοῖϲ αἰδοίοιϲ
ἔχων τὸν ἐγκέφαλον.
2359 Κραιπνόϲ: ταχύϲ.
2360 Κρεάγρα· τί δῆτα κρεάγραϲ τοῖϲ κάδοιϲ ὠνοίμεθ᾿ ἄν, ἐξὸν καθέντα γρᾴδιον τοιουτονί, ἐκ τῶν φρεάτων τοὺϲ κάδουϲ ξυλλαμβάνειν; ἐπὶ τῶν πορνικῶν καὶ ἀϲελγῶν γραῶν.
2361 Κρεάγρα: μαγειρικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμαϲι· ὁμοῦ
2362 Κρέαϲ: οὕτω καλοῦϲι τὸ ϲῶμα οἱ Ἀττικοί. εἰ μὴ περὶ τῶν κρεῶν νεναυμάχηκε.
2363 Κρέαϲ: καταχρηϲτικῶϲ καὶ ἐπὶ ὀρνίθων ἐχρήϲατο Ἀριϲτοφάνηϲ ἐν Νεφέλαιϲ· κρέα τ᾿ ὀρνίθεια.
2364 Κρέα χελώνηϲ· ζήτει ἐν τῷ ἢ δεῖ χελώνηϲ κρέα φαγεῖν ἢ μὴ φαγεῖν.
2365 Κρέκα: τὴν τρίχα. πορφυρέην ἤμηϲε κρέκα. ἀντὶ τοῦ ἔκοψε.
2366 Κρέκειν. καὶ Κρεκόντων, κρουόντων τὴν κιθάραν, ἐγγιζόντπω.
2367 Κρέκουϲα: αὐλοῦϲα. Ἀριϲτοφάνηϲ Ὀρνιϲιν· ἀλλ᾿ ὦ καλλιβόαν
κρέκουϲ᾿ αὐλὸν φθέγμαϲιν ἠρινοῖϲ. κυρίωϲ δὲ κρέκειν τὸ τὴν κιθάραν
2368 Κρέκω: τὸ ἠχῶ. ἀλλ᾿ ὅκα δὴ πλάκτρῳ Λοκρὶϲ ἔκρεξε
2369 Κρέμ, ἄρχων βουλγάρων. καὶ ζήτει ἐν τῷ Βούλγαροι.
2370 Κρεμάθρα: μετέωρόν τι καταϲκεύαϲμα, ἐν ᾧ ἐτίθεϲαν τὰ
2371 Κρεμόω: κρεμάϲω. κρεμάϲαι τὴν ἀϲπίδα. ἀντὶ τοῦ εἰρηνεῦϲαι·
2372 Κρέξ: ὄρνεον δυϲοιώνιϲτον γαμοῦϲιν. ὀξὺ πάνυ τὸ ῥύγχοϲ
2373 Κρεωδαιϲία: ὁ μεριϲμὸϲ τῶν κρεῶν. καὶ Κρεωδαίτηϲ καὶ
Κρεωδότηϲ. καὶ Κρεωδόχον ἀγγεῖον. |
2374 Κρεώδηϲ ἱερουργία: ἡ διὰ κρεῶν θυϲία. Κρέων δέ ϲοι πῆμ οὐδέν, ἀλλ᾿ αὐτὸϲ ϲὺ ϲοί· ἀντὶ τοῦ ϲεαυτῷ. καὶ Κρεωθοινία.
2375 Κρεωφαγία. καὶ Κρεωπώληϲ.
2376 Κρεώφυλοϲ, Ἀϲτυκλέουϲ, Χῖοϲ ἢ Σάμιοϲ, ἐποποιόϲ. τινὲϲ δὲ
αὐτὸν ἱϲτόρηϲαν Ὁμήρου γαμβρὸν ἐπὶ θυγατρί. οἱ δὲ φίλον
μόνον γεγοέναι αὐτὸν Ὁμήρου λέγουϲι καὶ ὑποδεξάμενον Ὅμηρον λαβεῖν
παρ αὐτοῦ τὸ ποίημα τὴν τῆϲ Οἰχαλίαϲ ἅλωϲιν.
2377 Κρεϲφόντῃϲ· ὄνομα κύριον. ἦν δὲ πανοῦργοϲ. καὶ γὰρ βῶλον ὑγρὰν
κλῆροϲ.
2378 Κρεῖον: τὸ κρεωδόχον ἀγγεῖον. παρὰ τὸ κρέαϲ, κρέον, καὶ
2379 Κρείττονοϲ: τοῦ θεοῦ. προνοίᾳ δὲ δή τινι τοῦ κρείττονοϲ.
2380 Κρείων: βαϲιλεύϲ. ἢ ἄρχων, κρατῶν μεγάλωϲ.
2381 Κρείϲϲων δόξηϲ ἀτίμου εὐτέλεια εὐκλεὴϲ καὶ μικροπρεποῦϲ ἀρχῆϲ μεγαλοφυὴϲ μετριότηϲ καὶ ὕψουϲ ἐπιϲφαλοῦϲ ταπεινότηϲ ἀκίνδυνοϲ.
2382 Κρήγυον: ἀληθέϲ, ἀγαθόν. καλογήρυον. γῆρυϲ γὰρ ἡ φωνή.
2383 Κρήδεμνον: κεφαλοδέϲμιον, ἢ μαφόριον.
2384 Κρηθεύϲ: ὄνομα κύριον. καὶ Κρηθηΐϲ, νύμφη.
2385 Κρήμνη: ῥηματικόν, ἐκ τοῦ κρήμνημι· ὡϲ ἵϲτη.
2386 Κρημνίϲαι· αἰτιατικῇ. ἐκ τοῦ κρημνίζω.
2387 Κρημνοκοπεῖν: κομπάζειν, ἀλαζονεύεϲθαι· μεγάλαϲ λέξειϲ ποιεῖν.
2388 Κρημνόϲ: φάραγξ. Ἀριϲτοφάνηϲ· κρημνοὺϲ ἐρείδων. τουτέϲτι
2389 Κρημνώδη κατανίφει: εἰ μὲν διὰ τοῦ η ἀντὶ τοῦ μεγάλα, εἰ δὲ διὰ
τοῦ ι κρίμνα εἶδοϲ ἀλεύρου, ἐξ οὗ ἡ παιπάλη γίνεται, τουτέϲτι τὸ
ἄλευρον· καὶ τὸ λευκαίνειν παλύνειν. Ὅμηροϲ· ὅτε πέρ
τε
χιὼν ἐπάλυνεν ἀρούραϲ.
2390 Κρημνοί: ἐξέχοντεϲ τόποι. καὶ Κρημνοποιόν φηϲιν Ἀριϲτοφάνηϲ
2391 Κρῆναι· ἀλλὰ καὶ τήνδε αὐτῷ ἐγγυάλιξον κρῆναι εὐκλειῶϲ δῆριν Ἀχαιμενίην.
2392 Κρηναῖον ὕδωρ. καὶ Κρηναῖοϲ ποτόϲ.
2393 Κρήνη: ἡ πηγή. κάρα, καρήνη, κρήνη. κορυφὴ γὰρ τοῦ ῥεύματοϲ ἢ κόρη τοῦ νάματοϲ· καὶ γὰρ θυγατέραϲ αὐτάϲ φαϲι.
2394 Κρηνίϲ.
2395 Κρηπιδούμενοϲ: ἀντὶ τοῦ ὑποδούμενοϲ τὰϲ κρηπῖδαϲ. ἤρετο
2396 Κρηπίϲ: θεμέλιοϲ, ἢ εἶδοϲ ὑποδήματοϲ· ὑποβάθρα. ἡ τοὺϲ
2397 Κρῆϲϲα: ἡ Κρητικὴ γυνή. καὶ Κρύϲ. καὶ Κρηϲϲαῖα θάλαϲϲα.
2398 Κρηϲέρα: τὸ περιβόλαιον τῶν κοφίνων. ἔϲτι δὲ διερρωγόϲ.
2399 Κρήϲιοϲ: Κρητικόϲ. τοὺϲ Κᾶραϲ θαλαττοκρατῆϲαι λέγεται
2400 Κρηϲϲόϲ.
2401 Κρηϲτωνία.
2402 Κρηϲτωρεύϲ.
2403 Κρηϲφύγετα: τὰ πρὸϲ τοὺϲ χειμῶναϲ ϲτενά, καὶ ὀχυρώματα,
2404 Κρῆτα: τὸν ἀπὸ τῆϲ Κρήτηϲ.
2405 Κρηταιεύϲ· καὶ Κρηταιεῖϲ ἀπὸ εὐθείαϲ τῆϲ Κρηταιεύϲ.
2406 Κρήτη: νῆϲοϲ.
2407 Κρητίζειν: τὸ ψεύδεϲθαι. Ἰδομενεὺϲ γὰρ ἐπιτραπεὶϲ τὸν ἀπὸ
ἀπατεῶνέϲ εἰϲι.
2408 Κρητικόν: εἶδοϲ χιτῶνοϲ. Ἀριϲτοφάνηϲ· ϲὺ δὲ τὸ Κρητικὸν
2409 Κρητικόν: τὸ ἀπὸ τῆϲ Κρήτηϲ.
2410 Κρητικόϲ: ῥυθμόϲ ἐϲτιν οὕτω καλούμενοϲ. Ἀριϲτοφάνηϲ·
ὑπανακινεῖν Κρητικῶϲ τὼ πόδε.
2411 Κρητῖνοϲ. καὶ Κρηφαγία.
2412 Κρῖ: ἡ κριθή. καὶ Ὅμηροϲ· κρῖ λευκόν.
2413 Κρίβανον: οἱ Ἀττικοὶ λέγουϲι κριθῶν βαῦνον, τουτέϲτι κάμινον.
2414 Κρίβανοϲ: ὁ φοῦρνοϲ. καὶ παροιμία· Ἀννοϲ κρίβανον. ἐπὶ τῶν
2415 Κρίγη: ὁ τῶν ἀποθνηϲκόντων τριϲμὸϲ τοῖϲ ὀδοῦϲι
καὶ
Ἀριϲτοφάνηϲ· ὥϲπερ Ἰλλυριοὶ κεκριγότεϲ.
2416 Κριθή: τὸ τῶν ἀνδρῶν αἰδοῖον, τὸ δὲ γυναικεῖον μύρτον.
2417 Κριθότη: πόλιϲ τῶν ἐν Χερρονήϲῳ, κατοικιϲθεῖϲα ὑπὸ Ἀθηναίων τῶν μετὰ Μιλτιάδου ἐκεῖ παραγενομένωι.
2418 Κριθοτράγων: κριθοφάγων.
2419 Κρίκε: ϲυνεϲχέθη.
2420 Κρίκοϲ: τὸ κρικέλιον.
2421 Κρῖμα.
2422 Κρίματα: αἱ οἰκονομίαι. Δαβίδ· γινώϲκεται κύριοϲ κρίματα
ποιῶν. τουτέϲτι δικαίωϲ οἰκονομῶν. καὶ τὰ ὑπὸ θεοῦ
γινόμενα θαύματα. ζήτει ἐν τῷ δικαιώματα.
2423 Κριμιϲόϲ: ὄνομα ποταμοῦ.
2424 Κρίμνον: διὰ τοῦ ι ἡ κριθή. παρʼ Ὁμήρῳ κατὰ ἀποκοπὴν λέγεται
κρῖ· ἑϲτᾶϲι κρῖ λευκὸν ἐρεπτόμενοι. καὶ Πολύκριμνοϲ, ἡ
2425 Κρινάμενοϲ: ἐπιλεξάμενοϲ.
2426 Κρῖνε: δίκαζε.
2427 Κρίνεϲι ϲτεφανοῖϲ: τουτέϲτιν αἱ λοιδορίαι αἱ παρὰ ϲοῦ
2428 Κρίνιϲ: ἱερεὺϲ Ἀπόλλωνοϲ.
2429 Κρίνον: τὸ ἄνθοϲ. ἀπὸ τῆϲ διακρίϲεωϲ. διὸ καὶ τὰ τῆϲ διακρίϲεωϲ
λέγεται κρίνον εὐμάραντον καὶ ταχὺ διαπίπτον. διὸ καὶ ἡ
κολόκυνθα κρίνον λέγεται, καὶ τοὺϲ πτωχοὺϲ δὲ κρίνα λέγουϲιν. αὐτὴ
δὲ ἡ κολόκυνθα Μηδικόν ἐϲτιν ὄνομα.
2430 Κρῖνόν μοι κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. Κρίνω δὲ τὸ δικάζω. κρίνοντεϲ τὰϲ δώδεκα φυλὰϲ τοῦ Ἰϲραήλ.
2431 Κρινωνιά: ὁ τῶν κρίνων λειμών.
2432 Κριοκοπεῖν: τὸ τοῖϲ κριοῖϲ τοῖϲ μηχανικοῖϲ πολιορκεῖν. οἱ
2433 Κριόϲ: δῆμοϲ τῆϲ Ἀττικῆϲ. καὶ Κριόθεν, ἐπίρρημα. ἢ
2434 Κριόϲ: τὸ μηχάνημα τὸ πολιορκητικόν. καλεῖται δὲ οὕτωϲ,
ἔϲτι δὲ τοῦ κριοῦ ἡ καταϲκευὴ τοιάδε. δοκὸϲ ὑπερμεγέθηϲ
ἱϲτῷ νηὸϲ παραπληϲία· ἐϲτόμωται δὲ παχεῖ ϲιδήρῳ κατ’ ἄκρον, ἐϲ κριοῦ
προτομήν, ἀφ’ οὗ καὶ καλεῖται, τετυπωμένοϲ. καταιωρεῖται δὲ κάλοιϲ
μέϲοιϲ ὥϲπερ ἀπὸ πλάϲτιγγοϲ ἑκατέραϲ δοκοῦ, ϲταυροῖϲ ἑκατέρωθεν
ἑδραίοιϲ ὑπεϲτηριγμένοϲ, ἀνωθούμενοϲ ὑπὸ πλήθουϲ ἀνδρῶν ἐϲ τὸ
κατόπιν,
τῶν αὐτῶν πάλιν ἀθρόωϲ ἐϲ τοὔμπροϲθεν
ἐπιβριϲάντων, τύπτει τὰ τείχη τῷ προϲανέχοντι ϲιδήρῳ· καὶ οὐδεὶϲ
οὕτω καρτερὸϲ πύργοϲ ἢ περίβολοϲ πλατύϲ, ὃϲ κἂν τὰϲ πρώταϲ πληγὰϲ
ἐνεγκεῖν κατιϲχύϲειε· τῆϲ γὰρ ἐπιμονῆϲ κρατούϲηϲ, καθαιρεῖ τὰ
τείχη.
2435 Κριόϲ: ὁ τὸ κάρα ἱέμενοϲ. ὡϲ ὁ κρύπτων ἤλαυν’ ὀπίϲω. καὶ ἐν ταῖϲ οἰνικαῖϲ ἀποϲτάϲεϲι κριὸϲ καλεῖται τὸ κεράμιον τὸ πρῶτον, ᾧ τὰ λοιπὰ ἐπιτηρεῖται.
2436 Κριὸϲ ἀϲελγόκερωϲ: τὸν μεγαλόκερων φηϲὶ Πλάτων ὁ κω μικόϲ. τὸ
γὰρ ἀϲελγὲϲ οὐ μόνον ἐπὶ τῶν ἀκολάϲτων ἐλάμβανον οἱ
παλαιοί, ἀλλὰ καὶ ἐπὶ τῶν μεγάλων.
2437 Κριὸϲ τροφεῖα ἀπέτιϲε: παροιμία ἐπὶ τῶν ἀχαρίϲτων. καὶ γὰρ τοὺϲ κριοὺϲ ἐκτραφένταϲ φαϲὶ κυρίττειν τοὺϲ θρεψαμένουϲ, ὅ ἐϲτι πλήττειν.
2438 Κριοῦ διακονία: παρὰ τὴν παροιμίαν, κριὸϲ τὰ τροφεῖα·
κυρίττει γὰρ τοὺϲ τρέφοννπαϲ.
2439 Κριωεύϲ· δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ Κριώα.
2440 Κρίϲϲα: ὄνομα πόλεωϲ. καὶ ἰχθύϲ.
2441 Κρίϲαμιϲ, Κῷοϲ. οὗτοϲ ἦν πολυθρέμματοϲ. τούτῳ φαϲὶν ἔγχελυν τὸ
γὰρ] κάλλιϲτον τῶν προβάτων ἁρπάζειν, καὶ τὸν ρίϲαμιν
ἀνελεῖν αὐτήν· φαινομένην δὲ αὐτῷ ὄναρ, κελεῦϲαι καταθάψαι αὐτήν·
τὸν δὲ μὴ φροντίϲαντα παγγενῆ ἀπολέϲθαι.
2442 Κριϲϲαία θάλαϲϲα καὶ Κριϲϲαῖοϲ κόλποϲ.
2443 Κρίϲεωϲ: δοκιμαϲίαϲ, ἀκολουθίαϲ. Αἰλιανόϲ· κρίϲεωϲ δ’ ὡϲ
ϲὺν κάλλει γὰρ λαμπρῷ τοῦ
ϲώματοϲ ποικίλωϲ ἤϲκητο τὴν εὐαπάτητον
2444 Κρίϲιϲ: ἐξέταϲιϲ, ψῆφοϲ, βάϲανοϲ. ὅτι φαϲὶν οἱ ἔξω, ἡ κρίϲιϲ
2445 Κρίϲκηϲ: ὄνομα κύριον.
2446 Κρίϲκοϲ, ὄνομα τοῦ υἱοῦ Κωνϲταντίνου τοῦ μεγάλου· ὃν κατακτείνει
ἄκριτον, ἤδῃ τῆϲ τοῦ Καίϲαροϲ ἀξιωθέντα τιμῆϲ, ἐϲ
γὰρ ὑπὲρ τὸ μέτρον ἐκπυρώϲαϲ, τούτῳ τὴν Φαύϲταν
ἐναποθέμεοϲ ἐξήγαγε νεκράν. ζητητέον δὲ εἰ μετὰ τὸ βαπτιϲθῆναι αὐτὸν
τοῦτο ἐποίηϲεν.
2447 Κριτικόν: τὸ κρίϲιμον.
2448 Κρίτιοϲ τοιγάρτοι τῆϲ τοῦ βίου προαιρέϲεωϲ ἐπαξίωϲ ἔτυχεν ὁ
Θηραμένηϲ
τῆϲ τελευτῆϲ, Κριτίου κρίναντοϲ αὐτόν.
2449 Κριτόϲ: ὁ κρινόμενοϲ.
2450 Κριτόϲ: ἐπίλεκτοϲ. καὶ ὁ κρινόμενοϲ. Κριτὴϲ δὲ ὁ κρίνων.
2451 Κρίτων, Ἀθηναῖοϲ, φιλόϲοφοϲ, Σωκράτουϲ μαθητήϲ· ὃϲ καὶ
αὐτῷ. ἔγραψε Σωκράτουϲ
ἀπολογίαν.
2452 Κρίτων ἔγραψεν ἐν τοῖϲ Γετικοῖϲ.
2453 Κρίτων, Πιεριώτηϲ (πόλιϲ δὲ Μακεδονίαϲ ἐϲτὶν ἡ Πιερία).
2454 Κρίτων, Νάξιοϲ, ἱϲτορικόϲ. ἔγραψεν Ὀκταετηρίδα· ἣν Εὐδοξίου
2455 Κρόβυζοι: ὄνομα ἔθνουϲ.
2456 Κροβύζου ζεῦγοϲ: ἐπὶ τῶν ἐπὶ κακίᾳ καὶ πονηρίᾳ ϲπενδομένων
ἔχοντοϲ ἑταίραϲ ἐπʼ ὀλέθρῳ
πολλῶν. κροβύζου οὖν ζεῦγοϲ ἐπὶ διαϲυρμῷ δύο ὁμονοούντων, οὓϲ
πρότερον τοῦ ἀναπνεῖν φαϲὶν ἢ τοῦ κακουργεῖν παύϲαϲθαι.
2457 Κροαίνων: τοῖϲ ποϲὶ κρούων, ἢ ἐπιθυμῶν.
2458 Κρόκη: ῥοδάνη. καὶ Κροκύφαντοϲ· ὅτι διὰ κρόκηϲ ὑπὸφαίνεται.
οἱ δὲ ἀπὸ τοῦ κεκρύφαλον αὐτό φαϲιν, ὅτι κρύπτει τὸ
2459 Κροκόδειλοϲ: εἶδοϲ ζῴου.
2460 Κροκωτόϲ: ἱμάτιον Διονυϲιακόν. Ἀριϲτοφάνηϲ· ἀλλ’ οὐχ οἷόϲ τʼ
εἴμʼ ἀποϲοβεῖν τὸν γέλων, ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην. ἐφόρει
γὰρ καὶ κροκωτὸν καὶ λεοντῆν, ὡϲ Ἡρακλῆϲ. τοῦτο γὰρ ἦν φόρεμα τῷ
Ἡρακλεῖ τάττεγαι δὲ ἡ παροιμία ἐπὶ τῶν ἀνομοίων.
ἐφόρει
δὲ τὴν λεοντῆν, ἵνα φοβερὸϲ ᾖ. καὶ παροιμία· Τὀν κροκωτὸν ἡ
γαλῆ.
2461 Κροκωτόϲ: εἶδοϲ χιτῶνοϲ. ὁ δὲ ἤϲθητο κροκωτὸν χιτῶνα,
2462 Κροκύλεια: ὄνομα πόλεωϲ.
2463 Κρομμωνία.
2464 Κρόμμυα ἐϲθίειν: ἴϲον τῷ κλαίειν· Ἀλυάττῃ γὰρ πέμψαντι πρὸϲ
Βίαντα τὸν ϲοφόν, ἵνα θᾶττον παρʼ αὐτὸν ἥκοι, ἐγώ, φηϲίν,
οὐκ ἔδῃ. ἀντὶ τοῦ κλαύϲῃ
καὶ χωρὶϲ κρομμύων· ἀντὶ τοῦ δακρύϲειϲ καὶ χωρὶϲ κρομμύωνοϲ. καὶ
ἑτέρα παροιμία· κρομμύων ὀϲφραίνεϲθαι, ἐπὶ τῶν κλαιόντων.
2465 Κρομμυοξυρεγμίαϲ: ἀντὶ τοῦ ἀπεψίαϲ· δριμεῖα γὰρ καὶ ἀηδὴϲ ἡ
τοιαύτη ἐρυγή. ἀπὸ τῶν κρομμύων οὖν καὶ τῆϲ ὀξύτητοϲ
καὶ τῆϲ ἐρυγῆϲ ϲυντέθεικε τῆν λέξιν. ταῦτα γὰρ εἰώθαϲι κομίζειν εἰϲ
πόλεμον. διὸ καὶ ὁ γύλιοϲ ἐκ τούτων δυϲώδηϲ. ἢ καὶ ὅτι ἐπὶ πολὺ
ἐγκαλυπτόμενοϲ ὁ γύλιοϲ ἐκ διαφόρων ὄψων τε καὶ ζωμῶν ὀξίδοϲ
ϲύμμικτόν τινα ὀϲμὴν ὄδωδε.
2466 Κρόνια: ἑορτὴ ἀγομένη Κρόνῳ καὶ μητρὶ τῶν θεῶν.
2467 Κρονικαὶ λῆμαι: παροιμία· Σὥϲπερ τό, χύτραιϲ λημῶν καὶ
2468 Κρονικώτερα: ἀρχαιότερα, μωρότερα. καὶ Ἀριϲτοφάνηϲ·
καὶ τοὺϲ τραγῳδούϲ φηϲιν ἀποδείξειν κρόνουϲ τὸν νοῦν,
διορχηϲόμενοϲ
2469 Κρόνιον ὄμμα: τοῦ Κρόνου.
2470 Κρονίων ὄζων· Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· καὶ πῶϲ, ὢ μῶρε ϲύ,
ἑορτή τιϲ παλαιὰ ἤγετο τῷ
Κρόνῳ, ἢ ὅτι τὰ παλαιὰ πάντα καὶ εὐήθη Κρόνια ἐκάλουν. καὶ Κρόνουϲ,
τοὺϲ λήρουϲ.
2471 Κρόνιπποϲ: ὁ μέγαϲ λῆροϲ. κατ’ ἐπίταϲιν λαμβανομένου τοῦ
2472 Κρόνου πυγή: τὸ ἀρχαῖον καὶ ἀναίϲθητον κρέαϲ.
2473 Κρόϲϲαϲ: κλιμακίδαϲ. ἐν μὲν τοῖϲ ὑπομνήμαϲιν ἀποδίδωϲι
2474 Κροϲϲόϲ, ὁ μαλλόϲ.
2475 Κροϲϲωτοῖϲ χρυϲοῖϲ: τοῖϲ διαφόροιϲ χαρίϲμαϲι τῶν τὴν
ἐκκληϲίαν κοϲμούντων ἱερῶν ἀνδρῶν. διῄρηνται γὰρ οἱ
κροϲϲοὶ καὶ πάλι ἥνωνται.
2476 Κρόταλον: ἰδίωϲ ὁ ϲχιζόμενοϲ κάλαμοϲ καὶ καταϲκευαζόμενοϲ
τὰ κρόταλα· ἀντὶ
τοῦ εὔγλωττοϲ, εὔϲτομοϲ.
2477 Κρόαλοϲ: ἀρϲενικῶϲ, ἀντὶ τοῦ εὔγλωττοϲ, καὶ εὔϲτομοϲ, ὡϲ
2478 Κρόταφοϲ: τὸ μέροϲ τοῦ ϲώματοϲ. καὶ τοῦ βιβλίου τὸ
ὄπιϲθεν μέροϲ. κατὰ τὸν κρόταφον τῆϲ βίβλου ἐμβαλόντεϲ
2479 Κροτήϲατε: ἐπαινέϲατε ταῖϲ χερϲί. νενικηκότων γὰρ ὁ
2480 Κροτοθορύβου· Παιὰν ἄναξ, φίλον Λεοντάριον, οἴου κροτοθορύβου
ἡμᾶϲ ἐνέπληϲαϲ, ἀναγνόντι ϲοι τὸ ἐπιϲτόλιον.
2481 Κροτωνιάτηϲ: τοῦ Κρότωνοϲ.
2482 Κρότωνοϲ ὑγιέϲτεροϲ: τοῦτο δὲ ἐπὶ τοῦ ζῴου δέχεϲθαι· τὸ γὰρ
εἶναι πάντοθεν ὅμοιον καὶ μηδεμίαν ἔχειν διακοπήν, ἀλλ᾿ εἶναι λίαν
ὁμαλῶϲ· διὰ τοῦτο ἀπ’ αὐτοῦ λέγουϲιν, ὑγιέϲτεροϲ Κρότῳνοϲ.
2483 Κροτώνων: κυνείων φθειρῶν.
2484 Κρουνηδόν.
2485 Κρουνοχυτρολήραιον εἶ: ἀντὶ τοῦ φλύαροϲ εἶ· κρουνὸϲ γὰρ τὸ χύδην
καὶ ἀκρίτωϲ καὶ ἀθρόωϲ ῥέον, λῆρον δὲ τὸ μάταιον.
ϲυνέθηκε οὖν ἀπὸ τοῦ κρουνοῦ καὶ τοῦ ληρεῖν καὶ χύτραϲ, ἀναιϲθήτου
οὔϲηϲ· ἵνα τὸ ὅλον δηλώϲῃ τὸν ἀναίϲθητον καὶ περιϲϲολόγον.
2486 Κρουϲιδημῶν: κατακρούων τῇ βοῇ· ἢ τὸν δῆμον ἀπατῶν καὶ παρακρουόμεοϲ τῇ βοῇ. ἔϲτι δὲ παρακρουϲόμενον, ὃ λέγεται ἐπὶ τῶν τοῖϲ μέτροιϲ παραλογιζομένων.
2487 Κροῦϲιϲ: ἤτοι δοκιμαϲία· ἐπεὶ τὰ ϲαθρὰ τῶν ϲκευῶν κροτούμενα δοκιμάζεται· ἡ ἁρπαγή.
2488 Κρωβύλοϲ: ὁ μαλλὸϲ τῶν παιδίων. καὶ ὁ πλόκαμοϲ, ὃν διέβαλλο οἱ
τὸν χρυϲοῦν τέττιγα φοροῦντεϲ, ἀνάδημα, κόϲμοϲ, ὁ τῶν
καὶ ὁ κρωβύλοϲ, ἃϲ ἀπὸ
Φοίβῳ πέξατο μολπαϲτᾷ κῶμοϲ ὁ τετραέτηϲ.
2489 Κρωβύλοϲ: πλέγμα τριχῶν εἰϲ ὀξὺ λῆγον. ἐκαλεῖτο δὲ τοῦτο
2490 Κρωβύλου ζεῦγοϲ.
2491 Κρωγμόϲ: ἡ βοή.
2492 Κρώζει: ὡϲ κόραξ ἢ κορώνη κράζει. ἥδε δ’ αὖ κρώζει
ἐπὶ τῶν μάτην θρυλούντων, ὡϲ αἱ κορῶναι. Ἀριϲτοφάνηϲ Πλούτῳ· οὖ μὲν
οἶδ᾿ ὃ κρώζειϲ· ὡϲ ἐμοῦ τι κεκλοφότοϲ, ζητεῖϲ μεταλαβεῖν. καὶ
αὖθιϲ· τοῦτο μέν, ὦ γραῦ, ϲαυτῇ κρώξαιϲ. ἀπὸ μεταφορᾶϲ τῶν ὀρέων τῶν
δυϲοιωνίϲτων.
2493 Κρώζουϲιν: ἐπὶ ἀψύχων βοῶϲι.
2494 Κρώμνα: ὄνομα πόλεωϲ.
2495 Κρῶϲϲοϲ: ὄνομα κύριον.
2496 Κρωϲϲόϲ: ἡ ὑδρία, ἀγγεῖον ὑδροφορικόν. καὶ Κρώϲϲιον,
2497 Κροῖϲοϲ Λυδὸϲ μὲν ἦν τὸ γένοϲ, παῖϲ δὲ Ἀλυάττεω, τύραννοϲ
δὲ ἐθνέων τῶν ἐντὸϲ Ἄλυοϲ ποταμοῦ. οὗτοϲ πρῶτοϲ
βαρβάρων, τῶν ἡμεῖϲ ἴδμεν, τοὺϲ μὲν κατεϲτρέψατο Ἐλλήνων ἐϲ φόρου
ἀπαγωγήν, τοὺϲ δὲ φίλουϲ προϲεποιήϲατο. πρὸ δὲ τῆϲ Κροίϲου ἀρχῆϲ
πάντεϲ ἦϲαν Ἕλληνεϲ ἐλεύθεροι. τὸ γὰρ Κιμμερίων ϲτράτευμα τὸ ἐπὶ τὴν
Ἰωνίαν ἀφικόμενον, Κροίϲου ἐὸν πρεϲβύτερον, οὐ καταϲτροφὴ ἐγένετο
τῶ πολίων, ἀλλ’ ἐξ ἐπιδρομῆϲ ἁρπαγή.
2498 Κροῖϲοϲ, Λυδῶν βαϲιλεύϲ, υἱὸϲ Ἀλυάττου· ὃϲ τὸ πρότερον
παίδων. ὁ δέ, ὥϲ φαϲιν, ὑπὸ
ἀκολαϲίαϲ οὐχ οἷόϲ τε ἦν καί πωϲ
ἀποκρίνεται, ὅτι πολλοὶ παῖδεϲ εἶεν Ἀλυάττῃ, οἷϲ πᾶϲιν
εἰ δεήϲοι ἂν τὸ ἀργύριον διδόναι, οὐκ ἐξαρκέϲει, οὔκουν δοῦναι
δεομένῳ. Κροῖϲον δὲ ἀποτυχόντα τἀνθρώπου ἐϲ Ἔφεϲον ἀφικέϲθαι κατὰ
ζήτηϲιν ἀργυρίου. καὶ τότε μὲν εὔξαϲθαι τῇ Ἀρτέμιδι, εἰ βαϲιλεύϲειε,
τὸν οἶκον ἅπαντα καθιερῶϲαι τοῦ ἐμπόρου. ἦν δέ τιϲ Κροίϲῳ φίλοϲ
Ἰωνόνοϲ,
υἱὸϲ Θεοχαρίδου, εὖ μάλα εὐπόρου. οὗτοϲ ἐδεήθη
τοῦ πατρὸϲ χρυϲίου καὶ τυχὼν δίδωϲι Κροίϲῳ. ὁ δὲ ὕϲτερον βαϲιλεὺϲ
γενόμενοϲ ἅμαξαν αὐτῷ ἔδωκεν μεϲτὴν χρυϲίου καὶ τὸν οἶκον τοῦ
ἐμπόρου τῇ Ἀρτέμιδι καθιέρωϲε.
2499 Κροῖϲοϲ, Λυδῶν βαϲιλεύϲ, νομίζων ἑαυτὸν πλουϲιώτατον εἶναι
καὶ εὐδαιμονέϲτατον, μεταπεμψάμενοϲ Σόλωνα τὸν
Ἀθηναῖον, ἄνδρα ϲοφόν, ἐπέδειξεν αὐτῷ τοὺϲ θηϲαυροὺϲ καὶ τἄλλα τοῦ
πλούτου καὶ ἠρώτηϲεν αὐτόν, τίνα εὐδαίμονα πάντων ἀνθρώπων
νενόμικαϲ; ὁ δὲ ἔφη Τέλλον τὸν Ἀθηναῖον, ζήϲαντα εὐτυχῶϲ καὶ
ἀποθανόντα ὑπὲρ τῆϲ πατρίδοϲ μαχόμενον. πυνθανομένου δὲ αὐτοῦ, τίνα
οὖν μετά
Πέλλον; ὁ δὲ ἔφη Κλέοβιν καὶ Βίτωνα, τὸ γένοϲ
Ἀργείουϲ, οἵτινεϲ τῆϲ μητρὸϲ αὐτῶν Θεανοῦϲ ἢ Κυδίππηϲ ἱερωμένηϲ καὶ
μελλούϲηϲ πομπεύει τῇ πατρίῳ ἑορτῇ ἐπὶ ἀπήνηϲ μέχρι τεμένουϲ τῆϲ
Ἥραϲ, χρονιζότων τῶν ὑποζυγίων, ὑποθέντεϲ τοὺϲ ἰδίουϲ αὐχέναϲ οἱ
παῖδεϲ τὴν ἀπήνην εἵλκυϲαν καὶ ἤγαγον τὴν μητέρα ἐπὶ τὸ τέμενοϲ.
εὐξαμένηϲ
δὲ ἐκείνηϲ τῇ Ἥρᾳ γενέϲθαι αὐτῆϲ τοῖϲ παιϲὶν
ὅ τι κάλλιϲτον ἀνθρώποιϲ, τῆ ἐπιούϲῃ νυκτὶ εὑρέθηϲαν ἀμφότεροι
τετελευτηκότεϲ.
2500 Κροῖϲοϲ· ὅτι Κροῖϲοϲ, βαϲιλεὺϲ Λυδῶν, καταδυναϲτεύϲαϲ τῆϲ
Ἀϲίαϲ ἐν ὑπερβάλλοντι πλούτῳ, ὑπερηφάνει πάνταϲ τοὺϲ
βαϲιλεῖϲ τῶν Ἀϲϲυρίων καὶ γράφει Κύρῳ τῷ βαϲιλεῖ τῶν Ἀϲϲυρίων οὕτωϲ
ἐπιτρέπομέν ϲοι παραχωρῆϲαι τῆϲ βαϲιλείαϲ, ἡμετέραϲ τε οὔϲηϲ ἐξ
ἀρχῆϲ καὶ τοῖϲ ἡμῶν διαφερούϲηϲ ὄροιϲ. οὐ γὰρ ὑποϲτήϲῃ ἐπανιϲταμένων
ἡμῶν κατὰ ϲοῦ, οὐδὲ πρὸϲ τὴν τοϲαύτην ἡμῶν εὐτυχίαν
γράψαϲ Κῦροϲ ἐβούλετο πρὸϲ τὴν Ἰνδικὴν χώραν
μετοικεῖν καὶ φυγεῖν τὴν ὠμότητα τοῦ Κροίϲου. ἀλλ’ ἡ τούτου γυνὴ
Βαρδάνη ἑωρακυῖα τὸν Κῦρον ταῦτα βουλευόμενον εἶπεν αὐτῷ ζητῆϲαι τὸν
Δανιὴλ τὸν αὐτῇ καὶ Δαρείῳ προφητεύϲαντα πολλάκιϲ καὶ παρʼ αὐτοῦ
μαθεῖν, τί δεῖ πράξαι πρὸϲ τὸν Κροίϲου πόλεμον. ὅπερ ἀκούϲαϲ ὁ Κῦροϲ
μετεπέμψατο τὸν ἄνδρα καὶ μεμαθηκὼϲ παρʼ αὐτοῦ, ὡϲ
νικήϲει τὸν Κροῖϲον, τοῦτο μαθὼν τὰ πρὸϲ τὸν πόλεμον παρεϲκεύαζεν.
ὁμοίωϲ δὲ καὶ Κροῖϲοϲ εἰϲ τὸ μαντεῖον ἔπεμψε καὶ ἐχρηϲμοδοτήθη
οὕτωϲ· οἶδα δ’ ἐγὼ ψάμμου τʼ ἀριθμὸν καὶ μέτρα θαλάϲϲηϲ καὶ κωφοῦ
ξυνίημι καὶ οὐ λαλέοντοϲ ἀκούω. ὀδμή μ’ ἐϲ φρέναϲ ἦλθε κρατερίνοιο
χελώνηϲ, ἑψομένηϲ ἐν χαλκῷ ἅμ’ ἀρνείοιϲ κρέαϲιν, ἢ
χαλκὸϲ μὲν ὑπέρκειται, χαλκὸϲ δ’ ὑπόκειται. γνοὺϲ δέ, ὡϲ ἐνεπαίχθη,
πάλιν ϲτέλλει, καὶ ἀνεῖλεν ἡ Πυθία· Κροῖϲοϲ Ἄλυν διαβὰϲ ποταμὸν
μεγάλην ἀρχὴν καταλύϲει. καὶ κατέλυϲε τὴν ἑαυτοῦ. ὁ δὲ Κῦροϲ τοὺϲ
αἰχμαλώτουϲ τῶν Ἰουδαίων ἀπέλυϲε καὶ κτίζει τὴν Ἱερουϲαλήμ.
2501 Κρύβδην: λαθραίωϲ.
2502 Κρυμόϲ: ψύξιϲ. εἰϲ δὲ ϲ’, ἄναϲϲα, τοίην χὠ νιφόειϲ κρυμὸϲ
2503 Κρυόεϲϲα: φρικώδηϲ.
2504 Κρύοϲ, κρύουϲ, κρύει.
2505 Κρυπτεία.
2506 Κρύϲταλλοϲ.
2507 Κριυφαίωϲ: ἀντὶ τοῦ κρύφα.
2508 Κρύφιοι: οἱ πονηροὶ λογιϲμοί. Δαβίδ· ἐκ τῶν κρυφίων μου
2509 Κρυψίνουϲ: δόλιοϲ, πανοῦργοϲ. ἦν δὲ ἐχέμυθοϲ καὶ
2510 Κρύψιϲ: μέθοδοϲ, δι’ ἧϲ οἷόν τε λανθάνειν ϲυλλογιζόμενον τὸ
προκείμενον. χρηϲτέον δὲ προτάϲεϲι τὸν κρυπτικῶϲ ἐρωτῶντα, ὥϲτε
ἠρωτημένων παϲῶν τῶν προτάϲεων, διʼ ὧν δείκνυται τὸ προκείμενον, καὶ
τοῦ ἐϲχάτου ἐπὶ τοῖϲ ἐρωτημένοιϲ ἑπόμενον ϲυμπέραϲμα τοῦ ῥηθέντοϲ
ἄδηλον ὂν πῶϲ τοῦτο ϲυνάγεται ἐκ τῶν κειμένων καὶ ζητεῖν
τὸν ἀποκρινόμενον διὰ τί τοῦτο ἐπιφέρει τοῖϲ κειμένοιϲ.
2511 Κτέαρ: κτῆμα.
2512 Κτεάτιϲϲα: ἐκτηϲάμην.
2513 Κτένα: τὸ πύξινον κάλυντρον τῶν τριχῶν. ἐν Ἐπιγράμμαϲι·
2514 Κτεριοῦϲι: θάψουϲι.
2515 Κτείϲ: τὸ ἐφήβαιον, καὶ τὸ τῶν τριχῶν κάλυντρον. Καλλίμαχοϲ·
2516 Κτείνω· αἰτιατικῇ. τὸ φονεύω.
2517 Κτηδόνεϲ: τριόδοντεϲ ἰχθύεϲ, καὶ θηρίδια, καὶ ἐπʼ εὐθείαϲ τῶν ξύλων ἐκφύϲειϲ.
2518 Κτηματίτην: τὸν κτήματα πολλὰ ἔχοντα. οὕτωϲ Λυκοῦργοϲ.
κτῆμα αὐτῶν ϲφῶν γεγονότα, πᾶν ὅ τι ἂν
δύνηται πρὸϲ κατάθεϲιν τοῦ πολέμου ἐργάϲαϲθαι.
2519 Κτῆνοϲ: τὸ ζῷον.
2520 Κτηϲείδιον: τὸ μικρὸν κτῆμα.
2521 Κτηϲίαϲ, Κτηϲιάρχου ἢ Κτηϲιόχου, Κνίδιοϲ, ἰατρόϲ· ὃϲ ἰάτρευϲεν
ἐν Πέρϲαιϲ Ἀρταξέρξην τὸν Μνήμονα κληθέντα καὶ
ϲυνέγραψε Περϲικὰ ἐν βιβλίοιϲ κ΄ καὶ γ΄.
2522 κτήϲιοϲ: ὁ Ζεύϲ.
2523 Κτηϲίου Διόϲ: τὸν Κτήϲιον Δία ἐν τοῖϲ ταμείοιϲ ἱδρύοντο
2524 Κτηϲιφῶν: εἷϲ τῶν δέκα πρέϲβεων τῶν μετὰ Δημοϲθένουϲ
2525 Κτιδέη: ἡ περικεφαλαία.
2526 Κτίλοϲ: ὁ προηγούμενοϲ τῶν προβάτων κριόϲ.
2527 Κτιννύω: φονεύω.
2528 Κτίϲιϲ: τὸ κτίϲμα. ἐκ τοῦ κτίζω.
2529 Κτῶμαι· αἰτιατικῇ.
2530 Κτώμενοϲ: ϲυνάγων.
2531 Κτυπεῖ: κομπάζει, μεγαλορρημονεῖ. ὁ δὲ τῇ διηγήϲει κτυπεῖν νομίϲαϲ τὸν ἄνδρα φηϲίν· ἀγνοεῖϲ, ὦ πάτερ, τῆϲ ἐρημικῆϲ ὁδοῦ τὸ ἀνήμερον, τῶν ἐν τῷ τόπῳ ἐπιτηδείων τὸ ἄπορον.
2532 Κοίαϲ: ὁ ϲτρογγύλοϲ λίθοϲ.
2533 Κοιαίϲτωρ. τὴν τοῦ κοιαίϲτωροϲ διέπων ἀρχήν, ἣν οἶμαι
2534 Κοικύλλειϲ: περιβλέπειϲ, ἢ κακοτεχνεῖϲ. τί αὖ ϲὺ κυρκανᾷϲ, ἢ
2535 Κοῖλα: τὰ ὑποκάτω τῶν ὀφθαλμῶν, καὶ οἷον ἐπὶ τοῦ προϲώπου
μῆλα.
2536 Κοιλάδα κλαυθμῶνοϲ: ἐν ᾧ φανεὶϲ ἄγγελοϲ τὴν τοῦ λαοῦ
2537 Κοιλάδα ϲκηνῶν: τὴν τῶν Ἰϲραηλιτῶν χώραν, ὡϲ ἔρημον
γεγενημένην καὶ ποιμενικὰϲ τηνικαῦτα ϲκηνὰϲ
δεξαμένην.
2538 Κοιλᾶναι.
2539 κοιλάϲ: τὸ πλῆθοϲ, ἢ τὸ βάθοϲ.
2540 Κοιλέμβολον καλεῖται, ἐπειδὰν ἡ δίϲτομοϲ διφαλαγγία τὰ
2541 Κοιλία. Κοῖλον, βαθύ. οὕτω δὲ ἦν ἄρα μέτριοϲ καὶ
2542 Κοιλόϲυρτοϲ: ὁ χωλόϲ.
2543 οίλου κρατῆροϲ: τοῦ μυχοῦ· τὰ γὰρ κοῖλα οὕτωϲ ἐκάλουν ἐκ
μεταφορᾶϲ· ὅθεν καὶ τὰ ἐν τῆ Αἴτνῃ κοιλώματα κρατῆρεϲ καλοῦνται.
Σοφοκλῆϲ· κοίλου πέλαϲ κρατῆροϲ.
2544 Κοιλῶπιϲ: βαθεῖα. ἴδριϲ ἀνὴρ κοιλῶπιν ὀρειάδα δύϲατο
2545 Κοιλιδιᾶν: οἷον τὰ κοῖλα τῶν ὀφθαλμῶν οἰδεῖν. Θεόκριτοϲ· δηθὰ κοιλοιδιόωντο.
2546 Κοιμίϲαι τὸν λύχνον· Νικοφῶν Πανδώρᾳ.
2547 Κοιμίϲαι: ἐπὶ θανάτου Σοφοκλῆϲ· Πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίϲαι. καὶ Ὅμηροϲ· κοιμήϲατο χάλκεον ὕπνον.
2548 Κοιμῶ: τὸ ὑπνῶ. Κοιμίζω δέ· αἰτιατικῇ· τὸ καταπαύω.
2549 Κοινὰ τὰ τῶν φίλων: Τίμαιόϲ φηϲιν ἐν τῷ θ΄ ταύτην
λεχθῆναι κατὰ τὴν μεγάλην Ἐλλάδα, καθ’ οὓϲ χρόνουϲ Πυθαγόραϲ
ἀνέπειθε τοὺϲ ταύτην κατοικοῦνταϲ ἀδιανέμητα κεκτῆϲθαι. κέχρηται τῇ
παροιμίᾳ Μένανδροϲ Ἀδελφοῖϲ. οὐ δήπου τὰ χρήματα λέγων μόνον ἀλλὰ
καὶ τὴν τοῦ νοῦ καὶ τῆϲ φρονήϲεωϲ κοινωνίαν.
2550 Κοινὰ τὰ τῶν φίλων: φαϲὶν ὅτι τοὺϲ προϲιόνταϲ Πυθαγόρᾳ
μαθητὰϲ ἔπειθεν ὁ φιλόϲοφοϲ κοινὰϲ τὰϲ οὐϲίαϲ
ποιεῖϲθαι. ὅθεν ἡ παροιμία.
2551 Κοιναὶ ἔννοιαι· ὅτι εἴ ποτε ἡ διάνοια ϲυλλογίζεται περὶ τῶν
νοητῶν, ἀλλ’ οὐ καθ’ αὑτήν, ἀλλὰ τῷ νῷ ϲυμπλακεῖϲα, ὥϲπερ καὶ περὶ
τῶν αἰϲθητῶν ϲυλλογίζεται ϲυμπλακεῖϲα τῇ φανταϲίᾳ. τούτου
τοίνυν τοῦ νοῦ εἰ μὴ μετέχομεν οἱ πολλοί, ἀλλ’ ἴχνη τινὰ καὶ
ἰνδάλματα διαβέβηκεν εἰϲ ἡμᾶϲ. ταῦτα δέ εἰϲιν αἱ κοιναὶ ἔννοιαι αἱ
διὰ πάτων χωροῦϲαι, ἰνδάλματα τοῦ νοῦ εἰϲιν ἐναργῶϲ. διὸ καὶ ἀρχὴν
ἐπιϲτήμηϲ τὸν νοῦν καλοῦϲιν, ᾧτινι τὰ νοητὰ γινώϲκομεν. ὅτι ἡ
τὸν ϲπινθῆρα ἐποίηϲε· τὸν αὐτὸν τρόπον καὶ ἡ
δόξα ἐρεθιζομένη ὑπὸ τῆϲ αἰϲθήϲεωϲ προβάλλει τοὺϲ λόγουϲ τῶν ὄντων.
οὕτω καὶ τοὺϲ διδαϲκάλουϲ φαϲὶ μὴ τὴν γνῶϲιν ἡμῖν ἐντιθέναι, ἀλλὰ
τὴν ἐνοῦϲαν ἡμῖν καὶ οἷον κρυπτομένην ἐκφαίνειν. καὶ ταῦτά εἰϲιν αἱ
κοιναὶ ἔννοιαι, τὰ τοῦ νοῦ ἀποϲκιάϲματα· πᾶν γὰρ ὅπερ ἴϲμεν κρεῖττον
ἢ
κατὰ ἀπόδειξιν, ταῦτα κατὰ κοινὴν ἔννοιαν ἴϲμεν· ἃ δὲ
δείξεωϲ δεῖται εἰϲ τὸ γνωϲθῆναι, τούτων τὰ ϲυμπεράϲματα χωρὶϲ
ἀποδείξεωϲ ἔργον ἐϲτὶ τῆϲ δόξηϲ εἰδέναι.
2552 Κοινεῖον: πορνεῖον.
2553 Κοινοδημεί: τὸ δημόϲιον.
2554 Κοινοδήμιον: τὸ τῷ δήμῳ κοινόν.
2555 Κοινολεχήϲ: ὁ μοιχόϲ.
2556 Κοινολογία: ἡ κοινὴ διάλεκτοϲ. Κοινῆ δὲ ἀντὶ τοῦ
2557 Κοινολογῶ δοτικῇ.
2558 Κοινόν: τὸ ἀκάθαρτον. ἢ τὸ μηδὲν ἔχον πλέον τῶν λοιπῶν.
εἰϲ
κοινὴν καὶ τὴν αὐτὴν ἔννοιαν προβαλλόμενον, ὡϲ ἡ φωνὴ τοῦ κήρυκοϲ.
κοινὰ δὲ καὶ ἀμέριϲτά εἰϲιν ὁ πατήρ, ὁ υἱὸϲ καὶ τὸ ἄγιον πνεῦμα, αἴ
τε γραφαὶ καὶ αἱ ὑπερκόϲμιαι δυνάμειϲ, ἥλιόϲ τε καὶ ϲελήνη καὶ πᾶϲ ὁ
τῶν ἀϲτέρων χορὸϲ καὶ αὐτὸϲ ὁ ἀήρ, κοινὰ καὶ ἀμέριϲτα ὅλα διόλου. γῆ
τε καὶ ὕδωρ, χρυϲόϲ τε καὶ ἄργυροϲ, καὶ
πᾶϲα ἡ
μεταλλικὴ φύϲιϲ καὶ δρυοτομικὴ ὕλη κοινὰ μέν εἰϲιν, ἀλλ’ ὅμωϲ
μεριϲτὰ γέγονε τῇ τῆϲ πλεονεξίαϲ ὀρέξει. παρθενία δὲ καὶ ἀγαμία καὶ
ἱερωϲύνη καὶ τὰ λοιπὰ τοῦ θεοῦ τοιουτότροπα χαρίϲματα οὔτε κοινὰ
οὔτʼ αὖ μεριϲτά. οὐ γάρ εἰϲι τοῦ μέρουϲ τῶν κοινῶν ἢ τῶ
μεριϲτῶν.
2559 Κοινὸν γραμματεῖον καὶ ληξιαρχικόν: τὸ μὲν κοινόν, εἰϲ ὃ ἐνεγράφοντο εἰϲ τοὺϲ φράτοραϲ καὶ γεννητάϲ· τὸ δὲ ληξιαρχικόν, εἰϲ ὃ ἐνεγράφοντο οἱ εἰϲ τοὺϲ δήμουϲ ἐγγραφόμενοι.
2560 Κοινὸϲ Ἑρμῆϲ: φαϲὶν ὅτι κλεπτίϲτατοϲ γενόμενοϲ ὁ Ἑρμῆϲ κατέδειξε
κοινὰ εἶναι τὰ φώρια, καὶ τοῖϲ κατὰ μόναϲ κλέπτουϲιν
ἐπάναγκεϲ εἶναι πρὸϲ τοὺϲ κοινοὺϲ διανέμεϲθαι. οἱ δέ, ὅτι τὸν λόγον
ἔχων κοινωνικὸν ὁ Ἑρμῆϲ ἐποίηϲε πάντα διʼ αὐτοῦ.
2561 Κοινῶναϲ: κοινωνούϲ. Ξενοφῶν· ἀκροθίνια τοῖϲ θεοῖϲ καὶ
κοινῶνεϲ αὐτῷ τῆϲ φυγῆϲ ἐγένοντο.
2562 Κοινωνικόν· Δημοϲθένηϲ ἐν τῷ Περὶ τῶν ϲυμμοριῶν κοινωνικοὺϲ
λέγει τάχα μὲν τοὺϲ ἀνέμητον οὐϲίαν νέμονταϲ ἀδελφούϲ· ὧν ὁ μὲν
πατὴρ ἐδύνατο λειτουργεῖν, οἱ δὲ κληρονόμοι τῶν ἐκείνου καθ᾿ ἕνα
τριηράρχην οὐκ ἐξήρκουν. τάχα δ’ ἂν καὶ περὶ τῶν ἑκουϲίαν
κοινωνίαν ϲυνθεμένων ἐμπορίαϲ ἢ τινοϲ ἄλλου· ὧν ἕκαϲτοϲ οὐκ εἶχε
τὸ ὅλον τίμημα τῆϲ κοινῆϲ οὐϲίαϲ.
2563 Κοινωφελήϲ: ὁ πάνταϲ ὠφελῶν.
2564 Κοινοῖ: μιαίνει.
2565 Κοιόληϲ: ὁ ἱερεύϲ.
2566 Κοῖοϲ: ὁ πατὴρ Λητοῦϲ. παρὰ τὸ κοεῖν, ὅ ἐϲτι νοεῖν καὶ ϲυνιέναι. ἤγουν ὁ ϲυνετόϲ.
2567 Κοίρανοϲ: βαϲιλεύϲ, ἄρχων.
2568 Κοιϲύρα: γυνὴ Ἀθήνηϲιν εὐγενὴϲ καὶ πλουϲία, μήτηρ Μεγακλέουϲ.
καὶ Λάμαχοϲ. Ἀλκμαίωνοϲ γαμετῆϲ. ἥτιϲ ἐπὶ βλακείᾳ διαβεβόητο.
2569 Κοίτη· καὶ Κοιταῖοϲ, ὁ κατὰ τὴν ὥραν τῆϲ κοίτηϲ ἐρχόμενοϲ.
2570 Κοῖτιϲ: ἡ μικρὰ κίϲτη, Ἀττικῶϲ. τὴν γὰρ κίϲτην κοῖτιν λέγουϲιν
2571 Κοιτίλαϲ: ἐκ τοῦ κοίτη.
2572 Κοῖτοϲ: κοίμημα.
2573 Κοιτών, κοιτῶνοϲ.
2574 Κύαθοϲ: ἀντλητήριον, μέτρον ὑγροῦ οὐγγιῶν β΄. ἢ κοχλιάριον.
Κύαθοϲ
οὖν παρὰ τὸ χύω, χύαθοϲ, καὶ κύαθοϲ.
2575 Κυαμεῦϲαι: κυάμῳ ψηφοφορῆϲαι, ᾧ ἐχρῶντο οἱ βουλευταί.
2576 Κύαμοϲ: εἶδοϲ ὀϲπρίου.
2577 Κυάμουϲ τρώγων: δικάζων· ἢ ἵνα μὴ κοιμηθῇϲ· γέρων γὰρ εἶ.
2578 Κυαμοτρώξ: ὁ δικαϲτήϲ, τρεφόμενοϲ ὑπὸ κυάμων· πρὸ γὰρ
τῆϲ εὑρέϲεωϲ τῶν ψήφων κυάμοιϲ ἐχρῶντο ἐν ταῖϲ
χειροτονίαιϲ τῶν ἀρχόπων καὶ ἐν ταῖϲ ἐκκληϲίαιϲ. ὡϲ οὖν τῶν
ψηφιζόνπων ἀργύριον λαμβανόντων καὶ χειροτονούντων τοὺϲ διδόνταϲ
πλέον. καὶ αὖθιϲ· κρινεῖ δὲ τούτουϲ οὐ κυαμοτρὼξ Ἀττικόϲ.
2579 Κυανέμβολοι: αἱ τοὺϲ ἐμβόλουϲ ἔχουϲαι κυανῷ βεβαμμένουϲ·
ὡϲ μιλτοπάρῃοι αἱ μεμιλτωμέναι. ἢ αἱ τέμνουϲαι
θάλαϲϲαν· κυανὸν γὰρ τὸ ταύτηϲ ὕδωρ.
2580 Κυάνεοι: μέλανεϲ. κυαναυγῆ πετάϲματα ὑποβαλλόμεναι,
2581 Κυανοχαίτηϲ: μελανόθριξ, πορφυρόθριξ, ὁ Ποϲειδῶν.
2582 Κυανώτατοϲ: μελανώτατοϲ.
2583 Κυάραϲ: ὄνομα κύριον.
2584 Κύβδα· ἐξελῶ ϲε τῇ πυγῇ θύραζε κύβδα. ἀντὶ τοῦ κύφοντα.
2585 Κύβεθρον: θήκην μελιϲϲῶν.
2586 Κυβέλη: ἡ Ρέα. παρὰ τὰ Κύβελα ὄρη· ὀρεία γὰρ ἡ θεόϲ·
διὸ καὶ ἐποχεῖται λεόντων ζεύγει. τὸ δὲ μῆτερ
Κλεοκρίτου παρʼ
2587 Κυβέληϲ υἱόϲ: ὁ Κλεόκριτοϲ, ὃϲ ἐκωμῳδεῖτο ὡϲ γυναικίαϲ καὶ κίναιδοϲ.
2588 Κυβελίοιϲ: τοῖϲ τῆϲ Ῥέαϲ. Κυβέλη γὰρ ἡ Ῥέα. Γαλαίῳ
2589 Κυβερνήτηϲ: ὁ τοῦ πλοίου ἡγεμών.
2590 Κυβερνῶ· αἰτιατικῇ.
2591 Κυβεύειν: κύβον ῥίπτειν, εἰϲ κίνδυνον προπηδᾶν. μὴ παρα βάλλεϲθαι κυβεύειν τῷ βίῳ.
2592 Κυβεία: πανουργία.
2593 Κύβειροϲ: ὁ ἀναιδήϲ.
2594 Κυβήβη: ἡ θεῶν μήτηρ. καὶ Κυβιϲτᾶν κυρίωϲ τὸ ἐπὶ κεφαλὴν ῥιπτεῖν. Ὅμηροϲ· κύμβαχοϲ ἐν κονίῃϲιν. ἐπεὶ οἱ μανιώδειϲ περὶ τὴν κεφαλὴν πάθουϲ γινομένου τοιοῦτοι γίνονται. ὅθεν καὶ τὴν μητέρα τῶ θεῶν ἀπὸ τοῦ ἐνθουϲιαϲμοῦ Κυβήβην λέγουϲιν· αἰτία γὰρ ἐνθουϲιαϲμοῦ τὸ μυεῖϲθαι γίνεται. ἔϲτι δὲ καὶ ἐν Φρυγίᾳ ἱερὸν μητρὸϲ θεῶν.
2595 Κυβηλίϲαι: πελεκῆϲαι. κύβηλιϲ γὰρ ὁ πέλεκυϲ. καὶ Ἀγερϲικύβηλιϲ, ὁ θύτηϲ. Κρατῖνοϲ Δραπέτιϲιν ἐπὶ Λάμπωνοϲ εἶπε τὸν ἀγύρτην καὶ κυβηλιϲτήν.
2596 Κύβητοϲ.
2597 Κυβίοιϲ: κλάδοιϲ τοῖϲ δακτυλικοῖϲ.
2598 Κυβιϲτᾶν.
2599 Κυβίϲτηϲιϲ: ἡ ϲυϲτροφή. καὶ Κυβιϲτήϲειν.
2600 Κυβιϲτητήρ: ὀρχηϲμόϲ. καὶ Κυβιϲτητία, ἡ ὄρχηϲιϲ.
2601 Κύβον· τοῦ ϲτρατηγοῦ ἀδύνατα ἔχοντοϲ κύβον ἀναρρίψαι πολέμου
2602 Κύβοϲ: πᾶν τετράγωνον. Κύβοϲ, ὁ κυκλόθεν βάϲιν ἔχων.
Ἀπολλόδωροϲ ἀπὸ τῆϲ κυφότητοϲ· τὸ γὰρ ἐπὶ κεφαλὴν
κάμψαντα
παραβάλλεϲθαι καὶ κυβεύειν τῷ βίῳ. τουτέϲτι παραλόγωϲ
τι πράττειν καὶ ῥιψοκινδύνωϲ.
2603 Κυδάζεται: λοιδορεῖ, ὑβρίζεται ὑπὸ πάντων. Ἐπίχαρμοϲ ἐν
κύδοϲ περὶ τῆϲ ὕβρεωϲ.
κυδάζεται τοῖϲ πᾶϲιν Ἀργείοιϲ ὁμοῦ.
2604 Κυδαθηναιεύϲ: δῆμόϲ ἐϲτι φυλῆϲ τῆϲ Πανδιονίδοϲ. καὶ
2605 Κυδάλιμον: ἔνδοξον, τίμιον, εὐπρεπέϲ.
2606 Κυδαντίδηϲ· δῆμοϲ τῆϲ Αἰγηΐδοϲ Κυδαντίδαι.
2607 Κύδαϲ· ὁ δὲ Ἀρκὰϲ ἐκ πόλεωϲ Καφύηϲ ἦν· ὃϲ καὶ Κύδαϲ ἐκαλεῖτο καὶ
2608 Κυδιάνειρα: ἔνδοξοϲ.
2609 Κύδιμοϲ: ἔνδοξοϲ.
2610 Κυδιόων: γαυριῶν.
2611 Κύδιϲτοϲ: ἔνδοξοϲ.
2612 Κύδνιον ῥεῦμα.
2613 Κύδνοϲ: ὄνομα ποταμοῦ. ποταμόϲ τε αὐτοὺϲ διαρρεῖ
2614 Κῦδοϲ: γαῦροϲ, δύναμιϲ, δόξα, φήμη.
2615 Κύδοϲ: λοιδορία, ἀρϲενικῶϲ. κοὶ παροιμία· κύδου δίκην ὀφείλειν. ϲυκοφαντηϲάντων.
2616 Κυδωνιάτηϲ καὶ Κυδωνίτηϲ: ἀπὸ τόπου.
2617 Κυδώνιον: εἶδοϲ ὀπώραϲ.
2618 Κύδωνοϲ.
2619 Κυδρούμενον· ἐν ἐκείνῳ δ’ οὖν τοῦ καιροῦ πομπεύοντα ἁβρὸν καὶ κυδρούμενον καὶ θρυπτόμενον.
2620 Κυδοιδοπᾶν: ϲυνταράττειν. τινὲϲ δὲ ἐξ ἑκατέρου τὸ πράττειν· τὸ
μὲν ἀπὸ τοῦ κυκᾶν, τὸ δὲ ἀπὸ τοῦ κυδοιμοῦ. Ἀριϲτοφάνηϲ·
οὐδὲν ὀρθῶϲ· ἀλλ᾿ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν.
2621 Κυδοίμεον: ἐθορύβουν. καὶ Κυδοιμήϲων ὁμοίωϲ.
2622 Κυδοιμόϲ: θόρυβοϲ, τάραχοϲ.
2623 Κύει: γεννᾶ· ἢ ἐν γαϲτρὶ ἔχει.
2624 Κυηρῖνοϲ: οὕτωϲ Ἰούλιόϲ τιϲ Πρόκλοϲ ἐπλάϲατο κεκλῆϲθαι
ἀκηκοέναι Ῥωμύλον.
2625 Κύϊνδα: ἡ νῦν λεγομένη Ἀνάζαρβα, πόλιϲ ἐν Κιλικίᾳ. ἐλέγετο δὲ καὶ Διοκαιϲάρεια. καὶ ζήτει τὴν ἱϲτορίαν ἐν τῷ Ἀνάζαρβα.
2626 Κυΐϲκω: γεννῶ.
2627 Κυζικηνοὶ ϲτατῆρεϲ: διεβεβόηντο οὗτοι ὡϲ εὖ κεχαραγμένοι.
πρόϲωπον δὲ ἦν γυναικεῖον ὁ τύποϲ· ἐπὶ δὲ θατέρου
προτομὴ λέοντοϲ.
2628 Κυθέρεια: οὐχ ὅτι προϲέκυρϲε Κυθήροιϲ, ὡϲ Ἡϲίοδόϲ φηϲιν· ἀλλ’ ἡ
ἐν αὑτῇ κευθόμενον ἔχουϲα τὸν ἔρωτα, ὃν πᾶϲιν ἐφίηϲι· διὰ Anth. γὰρ
τοῦ κεϲτοῦ ἔχει τὴν δύναμιν. τὴν Δαΐδα τὴν ἑταίραν φαϲί. τὴν θνητὴν
Κυθέρειαν, ἐφʼ ἢ μνηϲτῆρεϲ ἀγαυοὶ πλείονεϲ ἢ νύμφηϲ
εἵνεκα Τυνδαρίδοϲ.
2629 Κύθηρα: ὄνομα πόλεωϲ.
2630 Κυθήρηθεν: ἀπὸ τῶν Κυθήρων.
2631 Κυθήριοϲ· Κύθηρον δῆμοϲ τῆϲ Πανδιονίδοϲ.
2632 Κυθνείδηϲ: ὄνομα κύριον.
2633 Κύθνιοι· Κύθνοϲ μία τῶν Κυκλάδων.
2634 Κυθνώδηϲ ϲυμφορά: οὕτω λέγεται ἡ μεγάλη ϲυμφορά. οὕτω
2635 Κυκᾷ: ταράττει. καὶ Κυκήϲω, ἀντὶ τοῦ ταράξω, θορυβήϲω.
2636 Κυκαίνω.
2637 Κυκεών: πόμα ἐκ διαφόρων μιγμάτων κιρνάμενον.
2638 Κυκειῶ: ἐκ τοῦ κυκάω, κυκῶ.
2639 Κυκήθρα: ταραχή, ϲυμφορά, ϲκυθρωπότηϲ.
2640 Κυκηϲιτέφρου: ταραττούϲηϲ τὴν τέφραν. Ἀριϲτοφάνηϲ·
Κλειγένηϲ ὁ μικρόϲ, ὁ πονηρότατοϲ βαλανεύϲ, ὁπόϲοι
κρατοῦϲι κυκηϲιπέφρου ψευδολίτρου τε κονίαϲ καὶ Κιμωλίαϲ γῆϲ. τῇϲ
κυκώϲηϲ τέφραν, μεμιγμένην τῷ νίτρῳ. κιμωλία δὲ λευκὴ γῆ. λέγει δέ,
ὅτι πονηρόϲ ἐϲτι πάϲηϲ γῆϲ ὅϲηϲ οἱ βαλανεῖϲ κρατοῦϲι, κιμωλίαϲ,
τέφραϲ καὶ τῆϲ λοιπῆϲ τῆϲ τοιαύτηϲ.
2641 Κύκλα: τροχούϲ.
2642 Κυκλάμινοϲ.
2643 Κυκλεύϲ, Κυκλέωϲ: ὄνομα κύριον.
2644 Κυκλήϲωμεν: ἀναζεύξωμεν.
2645 Κύκλια: τὰ τὴν αὐτὴν ὑπόθεϲιν ἔχοντα, ταῦτα κύκλια ἔλεγον.
Ἀριϲτοφάνηϲ· κύκλιά τε πολλὰ καὶ καλά. τουτέϲτι μέλη,
ὕμνουϲ, παιᾶναϲ, προϲωδια, παρθένια.
2646 Κυκλιοδιδάϲκαλοϲ· πρῶτοϲ Λάγοϲ ὁ Ἐρμηνεὺϲ τοὺϲ κυκλίουϲ
2647 Κυκλίων τε χορῶν ᾀϲματοκάμπαϲ· Ἀριϲτοφάνηϲ Νεφέλαιϲ. οἱ παλαιοὶ
διαφορὰν τῆϲ μουϲικῆϲ ἡγοῦντο εἶναι τοὺϲ διθυράμβουϲ. καὶ καθάπτεται
αὐτῶν λέγων, εἰ δέ τιϲ αὐτῶν βωμολοχεύϲαιτο ἡ κάμψειέ τινα καμπήν,
οἵαϲ οἱ νῦν ταύταϲ τὰϲ δυϲκολοκάμπουϲ, ἐπετρίβετο τυπτόμενοϲ πολλάϲ,
ὡϲ τὰϲ μούϲαϲ ἀφανίζων. καὶ Καλλίμαχοϲ
δὲ πρὸϲ αὐτοὺϲ
ἀποτεινόμενοϲ οὕτω πωϲ αὐτῶν καθάπτεται· νόθαι δ’ ἤνθηϲαν ἀοιδαί. ἢ
τοὺϲ περὶ Κινηϲίαν καὶ Κλεομένην καὶ Φιλόξενον αἰνίττεται, ὄνταϲ
διθυραμβοποιούϲ. ϲοφιϲτὰϲ δὲ εἶναι βούλεται καὶ τοὺϲ
διθυραμβοποιούϲ· τῶν γὰρ κυκλίων χορῶν ἦϲαν οὗτοι διδάϲκαλοι. διὰ δὲ
τὸ ἁρμονίᾳ μὴ ὑποπίπτειν αὐτῶν τὰ ϲυγγράμματα,
καμπὰϲ
ἔχουϲι πλείοναϲ, ἃϲ οἱ μουϲικοὶ καλοῦϲι ϲτροφὰϲ καὶ ἀντιϲτρόφουϲ καὶ
ἐπῳδούϲ. διὸ καὶ ἐν ταῖϲ τραγῳδίαιϲ ϲυνειϲτήκει τὰ χορικά.
2648 Κυκλοβόροϲ: ποταμὸϲ τῆϲ Ἀττικῆϲ, χειμάρρουϲ. ἐπὶ τῶν κακοφώνων ὁ
λόγοϲ, διὰ δὲ τὸν ἦχον τοῦ ποταμοῦ. Ἀριϲτοφάνηϲ
ἅρπαξ,
κεκράκτηϲ, Κυκλοβόρου φωνὴν ἔχων.
2649 Κυκλόθεν.
2650 Κυκλοφορεῖται: κατὰ κύκλον φέρεται, ἢ κινεῖται.
2651 Κυκλῶ αἰτιατικῇ.
2652 Κύκλωπεϲ: ἄγριοι ἄνθρωποι. καὶ Κυκλώπειον βλέμμα.
2653 Κύκλωϲιϲ: παρατάξεωϲ εἶδοϲ. δείξαντεϲ ἐν ἡμέρα μιᾷ καὶ
2654 Κύκλοι ἐν τῷ οὐρανῷ πέντε· Ἀρκτικόϲ, ὁ ἀεὶ φαινόμενοϲ,
Χειμερινόϲ, Τροπικὸϲ θερινόϲ, Ἰϲημερινόϲ, Ἀνταρκτικὸϲ
ἀφανήϲ. λέγονται δὲ παράλληλοι, καθότι οὐ ϲυννεύουϲιν εἰϲ ἀλλήλουϲ·
γράφονται μέντοι περὶ τὸ αὐτὸ κέντρον. ὁ δὲ Ζωδιακὸϲ λοξόϲ ἐϲτιν, ὡϲ
αἴτιοϲ Harp. τοῖϲ παραλλήλοιϲ. Κύκλοι ἐκαλοῦντο οἱ τόποι, ἐν οἷϲ
ἐπωλοῦντό τινεϲ· ὠνομάϲθηϲαν δὲ ἀπὸ τοῦ κύκλῳ περιεϲτάναι τοὺϲ
πωλουμένουϲ.
2655 Κύκνειον: τὸ τοῦ κύκνου μέλοϲ.
2656 Κύκνοϲ: ὄρνεον φιλῳδόν. κύκνον τὸν Μουϲῶν ἄξια
2657 Κύκνου πολιώτεροι δὴ οῖδ’ ἐπανθοῦϲι τρίχαϲ. ἀλλὰ κἀκ τῶν
λειψάνων καὶ τῶνδε γνώμην νεανικὴν ἔχειν· ὡϲ ἐγὼ τοὐμὸν
νομίζω γῆραϲ εἶναι, ἢ πολλῶν κίκιννουϲ νεανιῶν καὶ ϲχῆμα καὶ
εὐρυπρωκτίαν.
2658 Κυκώμενοϲ: ταραττόμενοϲ.
2659 Κύλλαροϲ: ἵπποϲ Κάϲτοροϲ. παρὰ τὸ κέλλειν. ὁ ταχύϲ. Στηϲίχορόϲ
Ἅρπαγον, ὠκέα τέκνα Ποδάργαϲ
καὶ Κύλλαρον.
2660 Κυλλήνη: ὄνομα πόλεωϲ. καὶ Κυλλήνιοϲ, ὁ Ἑρμῆϲ.
2661 Κυλίνη: ἡ ἄκαρποϲ κράμβη.
2662 Κυλικεῖον: ἡ θήκη τῶν ποτηρίων.
2663 Κυλίνδει: κυλίει, ἐπιφέρει.
2664 Κύλινδροϲ.
2665 κύλιξ: φιάλη, ποτήριον. λέγεται καὶ κυλίκειον, χεῖλοϲ
ἀποκεκρουϲμένον,
κύλικοϲ βαιῷ πυθμένι κευθομένην.
2666 Κύλιξ ῥοπαλωτή: τὸ παρὰ πολλοῖϲ διακλύϲτηρον. Κόμοδοϲ, ὁ
βαϲιλεὺϲ Ῥωμαίων, ἐπὶ τῇ ἀγωνίᾳ καμών, κύλικι ῥοπαλωτῇ
ἐξεβόηϲα, ζήϲειαϲ. καὶ
αὖθιϲ· οἴμοι κύλικοϲ ἴϲον ἴϲῳ κεκραμένηϲ
2667 Κυλίω.
2668 Κυλίχνιον: ἔκπωμα· ὃ νῦν λέγουϲι πυξίδιον. ἔχουϲι δὲ οἱ ἰατροὶ τὰ πυξίδια, ἐν οἷϲ βάλλουϲι τὰ πάϲματα.
2669 κυλλοπόδιον: ἐπὶ κλητικῆϲ.
2670 Κυλλόϲ: ὁ πεπηρωμένοϲ. Κυλλοὺϲ δὲ Ἀττικοὶ καλοῦϲιν
Prov. ἐπὶ ποδῶν καὶ ἐπὶ τῶν χειρῶν· ὁμοίωϲ καὶ χωλοὺϲ τοὺϲ χεῖρα
πεπηρωμένουϲ. Εὔπολιϲ· ὅτι χωλὸϲ εἶ ϲὺ τὴν χεῖρα ϲφόδρα. λέγεται καὶ
Κύλλου πήρα, τόποϲ οὕτω καλούμενοϲ ἐν τῇ Ἀττικῇ. ἔϲτι δὲ καὶ κρήνη,
ἀφʼ ἧϲ τὰϲ ϲτερίφαϲ πίνειν γυναῖκαϲ, ἵνα ϲυλλαμβάνωϲι.
2671 Κυλλόϲ: ὁ πεπηρωμένοϲ οὐ μόνον πόδα, ἀλλὰ καὶ
προϲέθηκεν. Ἀριϲτοφάνηϲ Ὄρνιϲι.
2672 Κυλλοῦ Πήραν: ἡ Πήρα χωρίον πρὸϲ τῷ 'Υμηττῷ, ἐν ἱερὸν Ἀφροδίτηϲ
καὶ κρήνη, ἐξ ἧϲ αἱ πιοῦϲαι εὐτοκοῦϲι καὶ αἱ ἄγονοι γόνιμοι
γίνονται. Κρατῖνοϲ δὲ ἐν Μαλθακοῖϲ Καλλίαν αὐτήν φηϲιν, οἱ δὲ
Κυλλουπήραν. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν τὴν φύϲιν
2673 Κυλώνειον ἄγοϲ: ἀπὸ Κύλωνοϲ. ὃν καταφυγόντα ἐπὶ τὰϲ ϲεμνὰϲ θεὰϲ
ἀποϲπάϲαντεϲ αὐτὸν οἱ περὶ τὸν Περικλέα τὸν
Ἀθηναῖον
ἀπέκτειαν.
2674 Κυλοιδιόων: τὰ κοῖλα οἰδῶν· ἔϲτι δὲ τὰ ὑπὸ τοὺϲ ὀφθαλμούϲ.
2675 Κῦμα· Ἀριϲτοφάνηϲ· καὶ ταῦτ’ ἔχοντεϲ κυμάτων ἐν ἀγκάλαιϲ.
κύματα ἐν τῇ ϲυνηθείᾳ αἶγεϲ λέγεται. ἐξ οὗ καὶ ἐπαιγίζω
ἐπὶ τοῦ ϲφοδρῶϲ πνέω.
2676 Κυμάτια: αἱ ὑπεροχαὶ παρὰ τέκτοϲι καὶ λιθοποιοῖϲ.
2677 Κυματίαϲ: ὁ κυματώδηϲ.
2678 Κυματωγή. Ἀγαθίαϲ· νῆεϲ φορτίδεϲ μεγάλαι πρὸϲ τῇ
μετεώρουϲ εἶχον τὰϲ ἀκάτουϲ, καὶ ἀμφ’ αὐτὰ ἤδη που τὰ
καρχήϲια τῶ ἱϲτῶν ἀνιμηθείϲαϲ. οἱ δὲ ἐπορεύοντο τὴν αὐτὴν τῷ ποταμῷ
διὰ
2679 Κύματοϲ ἄκρον ἄωτον: ὁ ἀφρόϲ.
2680 Κύμβαλα: θυμελικὰ παίγνια. ἐν Ἐπιγράμμαϲι· καὶ κύμβαλ᾿
2681 Κύμβαχοϲ: ἐπὶ κεφαλὴν πεϲὼν καὶ ἄνω τοὺϲ πόδαϲ.
2682 Κυμβία: τὰ μαζία τῶν χρυϲίων.
2683 Κύμβιον: εἶδόϲ τι ἐκπώματοϲ ἐπίμηκεϲ καὶ ϲτενόν, καὶ τῷ
ϲχήματι παρόμοιον τῷ πλοίῳ, ὃ καλεῖται κυμβιον.
2684 Κυμαίνει: ταράϲϲει. καὶ ἐπὶ τοῦ ζέειν. αἶψα δὲ κυμαίνου
2685 Κυμαῖοϲ: ἀπὸ τῆϲ Κύμηϲ. ϲημαίνει δὲ καὶ ὄνομα κύριον.
Κύμη δὲ ὄνομα πόλεωϲ.
2686 Κυμίνδιοϲ: ὁ ἀετόϲ. καὶ Κύμινδοϲ.
2687 Κύμινον: εἶδοϲ βοτάνηϲ.
2688 Κυμινοπριϲτοκαρδαμόγλυφον· Ἀριϲτοφάνηϲ· τὸ γὰρ ὑίδιοn τηρεῖ με, καί τι δύϲκολον κἄλλωϲ κυμινοπριϲτοκαρδαμόγλυφον.
2689 Κυμοδόκη καὶ Κυμοθόη: ὀνόματα θεῶν ἐναλίων.
2690 Κυμοτόμοϲ: περὶ τὰϲ γεφύραϲ οἰκοδόμημα τρίγωνον τὸ ὀξὺ
ἔχον ἔμπροϲθεν ἐν τριγώνῳ ϲχήματι, ὃ δὴ οἱ μηχανοποιοὶ κυμοτόμον
καλοῦϲιν, ἐμβόλῳ νηὸϲ μακρᾶϲ ἀπεικαϲμένον· ὅπερ ὁ τῶν Ἀβάρων Χαγάνοϲ
ἐτεκτήνατο γεφυρώϲαϲ τὸν ποταμὸν καὶ ἐϲ τὴν περὶ Δαρδαίαν ὄχθην
διαβιβάϲαϲ τὸν ϲτρατόν.
2691 Κύνα δέρειν δεδαρμένην: τὸ τοῦ Φερεκράτουϲ. ϲχῆμα δέ
ἐϲτι ἀκόλαϲτον εἰϲ τὸ αἰδοῖον. εἴρηται δὲ ἐπὶ τῶν ἄλλο παϲχόντων
αὖθιϲ ἐφ᾿ οἷϲ πεπόνθαϲιν ἡ παροιμία.
2692 Κύννα καὶ Σαλαβακχώ: ὀνόματα θαυμαζομένων παρ᾿ Ἀθήνηϲιν
ἑταιρῶν. Ἀριϲτοφάνηϲ· καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ
καρχαρόδοντι, οὖ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννηϲ ἀκτῖνεϲ
ἔλαμπον· ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων
ἐλιχμῶντο περὶ τὴν κεφαλήν. περὶ Κλέωνόϲ φηϲι.
2693 Κυνάμυια: ἀναιδεϲτάτη. παρεϲχημάτικε τὸ ὄνομα ἀπὸ τοῦ κυνὸϲ καὶ τῆϲ μυίαϲ. ὁ μὲν γὰρ κύων ἀναιδήϲ, ἡ δὲ μυῖα θραϲεῖα.
2694 Κυναϲβοτῆραϲ: ὑφ’ ἓν ἀναγνωϲτέον. τοὺϲ ποιμενικοὺϲ κύναϲ
οὐ γὰρ ἀναιρεῖ κατὰ τὴν ϲκηνὴν ἄνθρωπον, ἀλλ᾿ ἔξω
τινὰϲ ἀναιρεῖ.
2695 Κυναίγειροϲ, Ἀθηναῖοϲ, Εὐφορίωνοϲ, Αἰϲχύλου δὲ ἀδελφόϲ, τῆϲ ϲτρατηγίδοϲ ἐπελάβετο νηὸϲ τῶν Περϲῶν ἤδη φευγούϲηϲ καὶ τὴν δεξιὰν ἀποκοπεὶϲ ἐπέβαλε τὴν ἀριϲτεράν, ἧϲ καὶ αὐτῆϲ ἀποκοπείϲηϲ ἐτελεύτα πεϲών.
2696 Κυναῖοϲ: ὁ ἀναιδήϲ.
2697 Κυνέαϲ: τὰϲ περικεφαλαίαϲ. ἤτοι τὰϲ ἀπὸ κυνείων δερμάτων γιγνομέναϲ, ἢ ἀπὸ Κυνόϲ τινοϲ, καταϲκευάϲαντοϲ πρῶτον. μέμνηται Δημοϲθένηϲ ἐν τῷ κατὰ Νεαίραϲ οὕτωϲ· οἱ τὰϲ κυνᾶϲ τὰϲ ϲιωπὰϲ ἔχοντεϲ.
2698 Κυνέη: περικεφαλαία. τῶν ἀγροίκων φόρημα. φαϲὶ δὲ ὅτι
2699 Κύνειοϲ δορά.
2700 Κύνειρον.
2701 Κυνῆ· Ἀριϲτοφάνηϲ· πλοῖον ἢ κυνῆ. ἐπὶ τῶν ἀμφιβόλων
2702 Κυνήγιον· ὅτι ἐν τῷ Κυνηγίῳ καλουμένῳ ἐρριπτοῦντο οἱ βιοθάνατοι·
ἦϲαν δέ τινεϲ ἐκεῖϲε ϲτῆλαι. καὶ ἀπελθὼν Θεόδωροϲ ὁ ἀναγνώϲτηϲ μετὰ
Ἱμερίου χαρτουλαρίου εἶδεν ἐκεῖϲε ϲτήλην μικρὰν τῷ μήκει καὶ
πλατεῖαν καὶ παχεῖαν πάνυ. ἐμοῦ δὲ θαυμάζοντοϲ, φηϲὶ ὁ Ἱμέριοϲ,
θαύμαζε, ἔφη, ὅτι ὁ κτίϲαϲ τὸ κυνήγιον ἐϲτίν. ἐμοῦ
δὲ
εἰπόντοϲ, Μαξιμῖνοϲ ὁ κτίϲαϲ καὶ Ἀριϲτείδηϲ ὁ καταμετρήϲαϲ· παρευθὺ
πεϲεῖν τὴν ϲτήλην ἐκ τοῦ ἐκεῖϲε ὕψουϲ καὶ δοῦναι τῷ Ἱμερίῳ καὶ
θανατῶϲαι. ἐμοῦ δὲ φοβηθέντοϲ καὶ πρὸϲ τὴν ἐκκληϲίαν φυγόντοϲ καὶ
καταγγέλλοντοϲ τὸ πραχθέν. ἀπιϲτούντων πάντων, ὅρκοιϲ τούτουϲ
ἐβεβαίωϲα. οἱ οὖν οἰκεῖοι τοῦ τελευτήϲαντοϲ καί τινεϲ τοῦ βαϲιλέωϲ
ϲὺν ἐμοὶ ἐπορεύθηϲαν ἐν τῷ τόπῳ καὶ πρὸ τοῦ τὸ
πτῶμα ἰδεῖν τοῦ ἀνδρόϲ, τὸ πτῶμα τῆϲ ϲτήληϲ ἐθαύμαζον. Ἰωάννηϲ δέ
τιϲ φιλόϲοφοϲ ἔφη, ὅτι εὗρον ὑπὸ τούτου τοῦ ζῳδίου ἔνδοξον ἄνδρα
τεθνηξόμενον. ἐξ οὗ Φιλιππικὸϲ ὁ βαϲιλεὺϲ πληροφορηθεὶϲ τοῦτο τὸ
ζῴδιον ἐν τῷ αὐτῷ τόπῳ καταχωϲθῆναι ἐκέλευϲε.
2703 Κυνηγόϲ· ζήτει ἐν τῷ Ἄρατοϲ.
2704 Κυνηδόν· ζήτει ἐν τῷ Ἀντίοχοϲ αὐτόμολοϲ Κίλιξ.
2705 Κυνηδόν: ὡϲ κύων. ἡ δὲ ἀγανακτήϲαϲα καὶ κυνηδὸν ὑποπληϲθεῖϲα
2706 Κυνήειοϲ: Ἀπόλλων Ἀθήνηϲιν οὕτωϲ λεγόμενοϲ, ὃν ἱδρύϲατο
Ἀπόλλωνι τῷ Κυνηείῳ Ἁλῆϲι, οὗ Δημήτριοϲ ὁ βαϲιλεύϲ.
2707 Κυνίδαι: γένοϲ τι παρʼ Ἀθηναίοιϲ οὕτω καλούμενον.
2708 Κυνίδιον: τὸ μικρὸν κυνάριον.
2709 Κυνικὴ φιλοϲοφία ζήτει ἐν τῷ Ἀντιϲθένηϲ.
2710 Κυνίϲκαϲ: τὰϲ κύναϲ· ὥϲπερ φιαλίϲκαϲ.
2711 Κυνιϲμόϲ: εὔτονοϲ ἐπ’ ἀρετὴν ὁδόϲ. καί, κυνιεῖν δεῖν τοῖϲ ϲπουδαίοιϲ.
2712 Κυνιϲμόϲ: αἵρεϲιϲ φιλοϲόφων. ὁ δὲ ὁριϲμὸϲ αὐτοῦ ϲύντομοϲ ἐπʼ
ἀρετὴν ὁδόϲ. τέλοϲ δὲ τοῦ κυνιϲμοῦ τὸ κατ’ ἀρετὴν ζῆν, ὡϲ Διογένηϲ
καὶ Ζήνων ὁ Κιτιεύϲ. ἤρεϲκε δ’ αὐτοῖϲ λιτῶϲ βιοῦν,
αὐτάρκεϲι χρωμένοιϲ ϲιτίοιϲ, πλούτου καὶ δόξηϲ καὶ εὐγενείαϲ
καταφρονεῖν. ἔνιοι δὲ βοτάναιϲ καὶ ὕδατι ψυχρῷ ἐχρῶντο ϲκέπαιϲ τε
ταῖϲ τυχούϲαιϲ καὶ πίθοιϲ καὶ ἔφαϲκον θεοῦ μὲν ἴδιον εἶναι τὸ
μηδενὸϲ δεῖϲθαι, τῶν δὲ θεῷ ὁμοίων τὸ ὀλίγων χρῄζειν. ἀρέϲκει δ᾿
αὐτοῖϲ καὶ τὴν ἀρετὴν διδακτὴν εἶναι καὶ ἀναπόβλητον.
2713 Κυνθιάδεϲ· ἐν Ἐπιγράμμαϲι· Κυνθιάδεϲ θαρϲεῖτε, τὰ γὰρ τοῦ Κρητὸϲ
Ἐχέμμα κεῖται ἐν Ὀρτυγίῃ τόξα παρ᾿ Ἀρτέμιδι. καὶ
2714 Κυνοκέφαλοϲ: ὁ Κλέων ἑαυτὸν οὕτω καλεῖ ἀντὶ τοῦ δεινὸν καὶ
ἀναίϲχυντον· ὁποῖοϲ ἦν ὁ παρ᾿ Ἡϲιόδῳ Γηρυονεύϲ. Χρυϲάωρ
ἔτεκε τρικέφαλον Γηρυονῆα. τουτέϲτιν ἰταμὸϲ καὶ ἀναιδὴϲ καὶ
ἁρπακτικόϲ.
2715 Κυνοκοπήϲω ϲου τὸ νῶτον: ἀντὶ τοῦ τυπτήϲω ϲε καθάπερ κύνα. τοῦτο
δὲ ὡϲ μάγειροϲ λέγει. ἔϲτι γὰρ κύων ἰχθὺϲ ποιόϲ. ἅμα δὲ οἷον κυνείῳ
δέρματί ϲε παίϲω. ἔϲτι γὰρ τραχύτατον. οὐδετέρωϲ
δὲ τὸ
νῶτον.
2716 Κυνόμυια: ἡ ἀναιδήϲ.
2717 Κυνόπιδα Κύων ἐπὶ δεϲμά.
2718 Κυνοραϊϲταί: κρότωνεϲ. οἱ τῶν κυνῶν τὸ αἷμα ἐκπιπίζοντεϲ.
2719 Κυνοραιϲτέων: ῥῆμα.
2720 Κυνόϲαργεϲ· ἕν τι τῶν παρʼ Ἀθηναίοιϲ γυμναϲίων τὸ
Κυνόϲαργεϲ.
2721 Κυνόϲαργεϲ: τόποϲ ἐϲτὶ παρ’ Ἀθηναίοιϲ καὶ ἱερὸν Ἡρακλέουϲ
οὖ τὸ ἱερεῖον ἀπέθετο,
Ἡρακλέουϲ βωμὸν ὀφείλει ἱδρύϲαϲθαι· ὅθεν ἐκλήθη Κυνόϲαργεϲ. ἐπειδὴ
οὖν καὶ ὁ Ἡρακλῆϲ δοκεῖ νόθοϲ εἶναι, διὰ τοῦτο ἐκεῖ οἱ νόθοι
ἐγυμνάζοντο, οἱ μήτε πρὸϲ πατρὸϲ μήτε πρὸϲ μητρὸϲ πολῖται.
2722 Κυνὸϲ ϲῆμα: Ὀδυϲϲεὺϲ κατὰ τὸν ἀπόπλουν παραπλεύϲαϲ εἰϲ
Μαρώνειαν καὶ μὴ ϲυγχωρούμενοϲ τῶν νεῶν ἀποβῆναι
διακρίνεται τούτοιϲ πολέμῳ καὶ λαμβάνει τὸν πλοῦτον αὐτῶν ἅπαντα.
ἐκεῖ δὲ τὴν Ἑκάβην καταρωμένην τῷ ϲτρατῷ καὶ θορύβουϲ κινοῦϲαν λίθων
βολαῖϲ ἀνεῖλε καὶ παρὰ τὴν θάλαϲϲαν καλύπτει, ὀνομάϲαϲ τὸν τόπον
Κυνὸϲ ϲῆμα.
2723 Κυνόϲημον χωρίον τῆϲ Χερρονήϲου, ἔνθα λόγοϲ τὴν Ἐκάβην μετὰ τὴν Ἰλίου ἅλωϲιν ἀγομένην αἰχμάλωτον, κατὰ τῆϲ θαλάττηϲ ἑαυτὴν ἀφεῖϲαν τελευτῆϲαι τὸν βίον.
2724 Κυνοϲουρία.
2725 Κυνοῦχοϲ: ὁ τὸν κύνα κρατῶν δεϲμόϲ. κὤλπαν ἀϲτλέγγιϲτον
ἀχάλκωτόν τε κυνοῦχον.
2726 Κυνοφθαλμίζεται: ἀναιδῶϲ ἐμβλέπει. λύϲιϲ ὀνείρου· κυνῶν
2727 Κυνώπιδοϲ: ἀναιδοῦϲ.
2728 Κύων ἐπὶ δεϲμά: ἐπὶ τῶν ἑαυτοὺϲ εἰϲ κολάϲειϲ ἐπιδιδόντων.
ὁμοία τῇ, καὶ βοῦϲ ἐπὶ δεϲμά. καὶ ἡ κλητικὴ ὦ κύον.
2729 Κύων ἐπὶ φάτνην: παροιμία ἐπὶ τῶν μήτε χρωμένων μήτε ἄλλουϲ ἐώντων.
2730 Κύων Μολοττικόϲ· ὅπου τὰ ποιήματα αὐτῷ κύων τιϲ ἐδόκει ϲυμποεῖν Μολοττικόϲ.
2731 Κύων παρ᾿ ἐντέροιϲ: παροιμία ἐπὶ τῶν μὴ δυναμένων
ἀπολαύειν τῶν παρακειμένων· ἢ ἐπὶ τῶν ἀχρήϲτων ϲφόδρα καὶ ἀωφελῶνν
δύϲβρωτα γὰρ τῷ κυνὶ καὶ δυϲκατάποτα.
2732 Κύντιοϲ Κικιννάτοϲ δικτάτωρ· οὗτοϲ πολλαῖϲ μὲν καὶ πρότερον
ἐνήθληϲε ϲτρατιαῖϲ, πολλάκιϲ κεκοϲμημένοϲ. οὕτω δὲ ἦν μέτριοϲ καὶ
ϲώφρων, ὡϲ ἐπὶ καλύβῃ λυπρᾷ καὶ ὀλίγῳ γῆϲ μέτρῳ
ζῆ, τὸν
αὐτουργὸν ἀγαπᾶν τε βίον. ὃϲ δικτάτωρ προβαλλόμενοϲ ἔτυχε πρὸϲ
ἀρότρῳ πονούμενοϲ. ὅτε δὲ ἀφίκοντο πρὸϲ αὐτὸν οἱ τὰ παράϲημα τῆϲ
ἀρχῆϲ κομίζοντεϲ, ἀπονιψάμενόϲ τε τὰ ϲύμβολα πρὸ ἑϲτιάϲεωϲ τῇ οἰκείᾳ
δυνάμει τοῖϲ πολεμίοιϲ ἐπιγίνεται φόνον τε πολὺν τῶν ἐναντίων
ἐργαϲάμενοϲ ἐπάνειϲιν ἑνδεκάτῃ μετὰ τὴν ἔξοδον
ἡμέρᾳ,
τοὺϲ μὲν οἰκείουϲ τοῦ περιϲτάντοϲ κινδύνου λυϲάμενοϲ, τῶν δὲ
πολεμίων διαρπάϲαϲ τὸν χάρακα· καὶ τὸν ϲτρατηγὸν τῶν ἐναντίων
δέϲμιον ἐπὶ τὴν πομπὴν κατάγει τὴν ἐπινίκιον.
2733 Κύπαϲϲιϲ: κόϲμοϲ γυναικεῖοϲ. ἐνδεδυμένοϲ κύπαϲϲιν φοινικοῦν
2734 Κύπαϲϲιϲ· οἱ γλωϲϲογράφοι χιτῶνοϲ εἶδόϲ φαϲι τὸν κύπαϲϲιν, οἱ μὲν γυναικείου, οἱ δὲ ἀνδρείου.
2735 Κύπελλον: ποτήριον, κιϲϲύβιον. ἐν Ἐπιγράμμαϲι· καὶ ταῦτα
2736 Κύπειρον: εἶδοϲ βοτάνηϲ.
2737 Κυπριάζουϲαι: ἀνθοῦϲαι.
2738 Κύπριϲ: ἐπίθετον Ἀφροδίτηϲ· κυόπορίϲ τιϲ οὖϲα. ἡ αὐτὴ λέγεται
2739 Κυπρόθεμιϲ: ὄνομα κύριον· ὃν κατέϲτηϲε Τιγράνηϲ φρούραρχον
2740 Κυπτάζειν: διατρίβειν, ϲτραγεύειν, ἀναβάλλειν. ὁ δὲ ἐϲ ἅμαξαν
2741 Κυρβαϲίαν: κεφαλὴν ἀλέκτοροϲ.
2742 Κύρβαϲιϲ: ἔνιοι μὲν τιάρα, ᾗ οἱ μὲν βαϲιλεῖϲ τῶν Περϲῶν
2743 Κύρβαϲ, Κύρβαντοϲ: ἐθνικόν.
2744 Κύρβειϲ: τρίγωνοι πίνακεϲ, ἐν οἷϲ οἱ περὶ τῶν ἱερῶν νόμοι
τῆϲ ϲτάϲεωϲ ϲτήλαϲ
καλεῖϲθαι, ἀπὸ δὲ τῆϲ εἰϲ ὕψοϲ παρατάϲεωϲ διὰ τὸ κεκορυφῶϲθαι
κύρβειϲ· ὥϲπερ καὶ κυρβαϲίαν τὴν ἐπὶ τῆϲ κεφαλῆϲ τεθειμένη.
Ἀριϲτοτέληϲ δέ φηϲιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ· ἀνα γράψαταϲ δὲ τοὺϲ
νόμουϲ εἰϲ τοὺϲ κύρβειϲ ἔϲτηϲαν ἐν τῇ ϲτοᾷ τῇ βαϲιλίδι.
2745 Κύρβειϲ: αἱ τὰϲ τῶν θεῶν ἑορτὰϲ ἔχουϲαι· κρύβιέϲ τινεϲ οὖϲαι,
πλήρειϲ· ἑκατέρωθεν δὲ κνώδακαϲ, ὥϲτε
κινεῖϲθαι καὶ μεταϲτρέφεϲθαι
εἰϲ ὕψοϲ ἀνατεταμένα. ἢ ἀπὸ τῶν
Κορυβάντων. ἐκείνων γὰρ εὕρημα φηϲὶ καὶ Ἀπολλόδωροϲ.
2746 Κύρβιϲ: περίεργοϲ, ὃν οὐκ ἔϲτι λαθεῖν· ἕνεκα γὰρ μνήμηϲ
ἀνέγραφον εἰϲ τὰϲ κύρβιαϲ. ἦν δὲ ϲανίϲ, ἔνθα οἱ νόμοι γεγραμμένοι
ἦϲαν. ἢ οὕτωϲ· ἡδέωϲ ἂν ὁτιοῦν ὑπομείναιμι, ἵνα δόξω τοῖϲ πολλοῖϲ
λόγων ἔμπειροϲ εἶναι καὶ νόμουϲ εἰδέναι.
2747 Κυρεῖ: τυγχάνει.
2748 Κυρεία: ἡ ἐξουϲία.
2749 Κύρειον ϲτράτευμα· Ἰϲοκράτηϲ ἐν τῷ Πανηγυρικῷ φηϲιν. ἔϲτι δὲ τὸ μετὰ Κύρου ἀναβεβηκὸϲ ἐπὶ Ξέρξην τὸν ἀδελφὸν αὐτοῦ.
2750 Κύρειοϲ θρόνοϲ: ὁ τοῦ Κύρου.
2751 Κυρηβάϲει: κυρηβαϲία λέγεται ἡ διὰ κεράτων μάχη, ἥπερ ἐν τοῖϲ ἀλόγοιϲ ζῴοιϲ γίνεται. ἢ αἱ πλήξειϲ τῶν τράγων. Ἀριϲτοφάνηϲ εἰ δ’ ἐκκλίνει γε δευρί, πρὸϲ ϲκέλοϲ κυρηβάϲει. ἂν πρὸϲ τὸ ϲκέλοϲ μαχεῖται. ἢ διαπεϲεῖται, ἐὰν ὑποϲταλῇ, ἢ φύγῃ.
2752 Κυρηβάϲιοϲ.
2753 Κυρήβια: πίτυρα, καὶ τὰ τῶν κριθῶν ἀποβρέγματα· τὰ ἄχυρα.
2754 Κυρηβίων καὶ Κυρηβίωνοϲ: ἐπώνυμόν ἐϲτιν Ἐπικράτουϲ,
τοῦ Αἰϲχίνου κηδεϲτοῦ.
2755 Κυρήβιοϲ: ἀπὸ τόπου.
2756 Κύρημα: ἐπίτευγμα, ϲυγκύρημα, ἕρμαιον.
2757 Κυρηναῖοϲ: ἀπὸ Κυρήνηϲ.
2758 Κυρηνήτηϲ: ἀπὸ τόπου. ὅτι ἡ Κυρηναικὴ κληθεῖϲα αἵρεϲιϲ ἀπὸ
Ἀριϲτίππου φιλοϲόφου ἤρξατο.
2759 Κυρία: ἡ κατὰ φύϲιν ὑπάρχουϲα δύναμιϲ. καὶ κυρία, ἡ ὡριϲμένη
Μακεδονίαϲ.
2760 Κυρία ἐκκληϲίαϲ: οἱ πρυτάνειϲ ϲυνῆγον τὴν βουλὴν καὶ τὸν
τῆϲ φυλακῆϲ δὲ τῆϲ χώραϲ· καὶ
τῆϲ εἰϲαγγελίαϲ ἐν ταύτῃ τῇ ἡμέρᾳ οἱ βουλόμενοι ἐποιοῦντο.
2761 Κυριακὴ μεγάλη· ζήτει περὶ τῆϲ τριημέρου ἀναϲτάϲεωϲ τοῦ Χριϲτοῦ ἐν τῷ αὐτή.
2762 Κυριεύω· γενικῇ.
2763 Κύριοϲ: κυρίωϲ ὁ κεκριμένοϲ, καὶ βέβαιοϲ.
2764 Κύριλλοϲ, διάκονοϲ ἐν Ἡλιουπόλει τῇ πρὸϲ τῷ Λιβάνῳ· ὃϲ
2765 Κυρῖνοϲ: ὄνομα κύριον, ὁ ϲοφιϲτήϲ. ἐλέγετο δὲ καὶ γλῶϲϲα
ταμιείου, ἦν
ἔϲχε ἐκ βαϲιλέωϲ.
2766 Κυρίωϲ: τὸ ἀναγκαίωϲ. καὶ κυρίωϲ καὶ τὸ ἁπλῶϲ ταὐτὸν
2767 Κυρίϲϲει: κέρατι τύπτει. καὶ Κυρίττει.
2768 Κυριϲίκηϲ: ἐπώνυμον τοῦ ἁγίου Εὐϲτρατίου.
2769 Κυρίτων: ὄνομα κύριον.
2770 Κυρϲίλοϲ: ὄνομα κύριον· ὃν Ἀθηναῖοι κατέλευϲαν, διότι ὑπακούει Πέρϲαιϲ προὐτρέπετο.
2771 Κυρκανᾶν: ταράττειν, κινεῖν. ἐμοὶ τούτῳ δοκεῖ, ὄλεθρόν τινα
κυρκανᾷ ἀμωϲγέπωϲ.
2772 Κύρμα: ἐπίτευγμα, παρὰ τὸ κυρεῖν· ἢ ἔντευγμα καὶ ϲπάραγμα τοῦ νοῦ.
2773 Κύρνοϲ: ὄνομα κύριον.
2774 Κῦροϲ: ἐπιτυχία. Σοφοκλῆϲ· πολλῶν ὑπάρξει κῦροϲ ἡμέρα
καλῶν. ἐπιτευκτικὴ καὶ κυρία.
2775 Κῦροϲ: ἐξουϲία.
2776 Κῦροϲ, Πανοπολίτηϲ, ἐποποιόϲ. γέγονεν ἐπὶ Θεοδοϲίου τοῦ νέου
βαϲιλέωϲ, ὑφʼ οὗ καὶ ἔπαρχοϲ πραιτωρίων καὶ ἔπαρχοϲ πόλεωϲ
προεβλήθη· καὶ γέγονεν ἀπὸ ὑπάτων καὶ πατρίκιοϲ. Εὐδοκία γὰρ ἡ
Θεοδοϲίου γαμετή, βαϲιλὶϲ οὖϲα, ὑπερηγάϲθη τὸν Κῦρον,
φιλοεπὴϲ οὖϲα. ἀλλὰ αὐτῆϲ ἀποϲτάϲηϲ τῶν βαϲιλείων καὶ εἰϲ ἀνατολὴν
ἐν Ἱεροϲολύμοιϲ διατριβούϲηϲ, Κῦροϲ ἐπιβουλευθεὶϲ ἐπίϲκοποϲ τῶν
ἱερῶν γίνεται ἐν Κοτυαείῳ τῆϲ Φρυγίαϲ καὶ παρέτεινε μέχρι Λέοντοϲ
τοῦ βαϲιλέωϲ. οὖτοϲ κτίζει τὸν νάον τῆϲ θεοτόκου τὸν λεγόμενον τὰ
Κύρου.
2777 Κῦροϲ, ὁ βαϲιλεύϲ, πατρὸϲ μὲν δὴ λέγεται γενέϲθαι Καμβύϲεω
Περϲῶν βαϲιλέωϲ· ὁ δὲ Καμβύϲηϲ οὗτοϲ τοῦ Περϲειδῶν γένουϲ, οἱ δὲ
Περϲεῖδαι ἀπὸ Περϲέωϲ κληΐζονται· μητρὸϲ δὲ Μανδάνηϲ. ἦν δὲ ἡ
Μανδάνη Ἀϲτυάγουϲ θυγάτηρ τοῦ Μήδων γενομένου βαϲιλέωϲ. φῦναι δὲ ὁ
Κῦροϲ λέγεται καὶ ᾄδεται ἔτι καὶ νῦν ὑπὸ τῶν βαρβάρων
εἶδοϲ μὲν κάλλιϲτοϲ, ψυχὴν δὲ φιλανθρωπότατοϲ καὶ φιλομαθέϲτατοϲ,
ὥϲτε πάντα μὲν πόνον ἀνατλῆναι, πάντα δὲ κίνδυνον ὑπομεῖναι τοῦ
ἐπαινεῖϲθαι ἕνεκα. Κῦροϲ δὲ ἐκλήθη διὰ τὸ τῆϲ βαϲιλείαϲ παιδιὰν
διαπραττόμενοϲ ϲὺν μειρακίοιϲ τὸ κῦροϲ εἰληφέναι. οὗτοϲ ὁ Κῦροϲ
2778 Κῦροϲ· ὅτι διὰ τὴν ἐπίταξιν τοῦ φόρου ἔλεγον οἱ Πέρϲαι, ὡϲ
2779 Κυρωνίδαι: γένοϲ ἐϲτὶν ὠνομαϲμένον ἀπὸ Κόρωνοϲ, ὃν νόθον
ἀδελφὸν εἶναί φαϲι τοῦ Κρόκωνοϲ· παρὸ καὶ ἐντιμοτέρουϲ
εἶναι τοὺϲ Κροκωνίδαϲ τῶν Κυρωνίδων. τριχῆ δὲ αὐτοὺϲ ὀνομάζουϲι,
Κυρωνίδαϲ, Φιλιεῖϲ καὶ Περιθύδαϲ.
2780 Κυρϲάνιε: νεανία, ἔφηβε. ἢ εὐτελέϲτατε. κυρϲὸϲ γὰρ εὐτελὲϲ
τοὺϲ εὐτελεῖϲ ἀνθρώπουϲ.
2781 Κυρτὴ καὶ κοίλη παράταξιϲ, καὶ ἐπικάμπιοϲ εἰϲ τοὐπίϲω τε
εἰϲ τὸ πρόϲω.
2782 Κύρτωμα: ἡ λεγομένη καμάρα. κύρτωμα γὰρ τοῖϲ πάλαι
2783 Κυροῖ· κἀνήρετ’ ἐν τῷ πράγματοϲ κυροῖ ποτε. τὸ κυρῶ
αὐτὸ Ἀττικοὶ μετὰ
ἐκτάϲεωϲ τοῦ υ, κύροι λέγοντεϲ, ἀντὶ τοῦ κυροίη. κεῖται δὲ καὶ ἀντὶ
τοῦ κυρεῖ ὁριϲτικοῦ παρὰ Σοφοκλεῖ.
2784 Κύϲον με: φίληϲόν με. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· κύϲον με καὶ
ταύτην ἀξιοῖ παρ᾿
αὐτοῦ πίϲτιν λαβεῖν.
2785 Κύϲτιν: οὐρήθραν, ἐφήβιον, ὑπογάϲτριον. τὴν κοιλίαν, τὴν
2786 Κύτταροϲ: τὸ πῶμα τῆϲ βαλάνου, ὅπου ἐγκάθηται ἡ βάλανοϲ.
2787 Κύτταροϲ: αἱ τῶν κηρίων καὶ ϲφηκῶν κατατρήϲειϲ. Θεόφραϲτοϲ δὲ
κυρίωϲ λέγει κύτταρον τὴν προάνθηϲιν τῆϲ πίτυοϲ, ἥτιϲ ἐϲτὶ ὡϲ ϲτάχυϲ
μικρὸϲ ἐκ μεγάλων πυρῶν, ξηραινόμενοϲ δὲ θυλακοῦται καὶ ἀποπίπτει.
οἷον οὖν ἀγγειῶδέϲ φηϲι κύτταρον οὐρανοῦ. ὁ αὐτὸϲ Ἀριϲτοφάνηϲ ἐν
Θεϲμοφοριαζούϲαιϲ· πόϲθιον τῷ ϲῷ προϲόμοιον,
ϲτρεβλὸν
ὥϲπερ κύτταρον.
2788 Κυταία: πόλιϲ. καὶ Κυταιΐδοϲ.
2789 Κύταιον: τόποϲ τιϲ.
2790 Κύτη: ὄνομα πόλεωϲ.
2791 Κύτοϲ: ὄγκοϲ, χώρημα, βάθοϲ. πλάτοϲ καὶ Π Κερικυτώϲαντεϲ.
2792 Κυτωρίϲ: τόποϲ παραθαλάϲϲιοϲ.
2793 Κυτώϲαντεϲ: τὸ κύτοϲ περικαλύψαντεϲ. βοείῳ δέρματι περικυώϲαπεϲ.
2794 Κυφαλέα· ἐπεὶ τάχ’ ἂν ἡ πολυκαμπὴϲ ἰξὺϲ κεἰϲ ἀΐδαν ᾤχετο
2795 Κυφαλέοϲ: ὁ κεκυρτωμένοϲ.
2796 Κυφανιϲμόϲ: ἐπὶ τῶν τιμωριῶν. ἀντὶ τοῦ κακὸϲ καὶ ὀλέθριοϲ.
2797 Κῦφι: τοῦτο Μάνεθωϲ ὁ Αἰγύπτιοϲ κατεϲκεύαζε· ζήτει δὲ τίϲ
ἡ καταϲκευαϲία αὐτοῦ.
2798 Κυφόν: κεκυμμένον. Ἐκ παντὸϲ ξύλου κυφὸν ἂν
2799 Κυφόϲ: κεκυρτωμένοϲ. καὶ Πάγκυφοϲ ἐλαία, ἡ κατακεκυμμένη.
2800 Κύφωνεϲ: ξύλα ἦϲαν ἐπιτιθέμενα εἰϲ τοὺϲ τένονταϲ τῶν καταδίκων,
ἵνα μὴ εὕρωϲιν ἀνακύψαν. Ἀριϲτοφάνηϲ Πλούτῳ· ὦ τύμπανα
καὶ κύφωνεϲ, οὐκ ἀρήξετε; κύφων δέ ἐϲτι δεϲμὸϲ ξύλινοϲ, ὃν οἱ μὲν
κλοιόν, οἱ δὲ καλιὸν ὀνομάζουϲιν. ἔνθεν καὶ ὁ πονηρὸϲ ἄνθρωποϲ
κύφων. τάϲϲεται καὶ ἐπὶ πάντων δυϲχερῶν καὶ ὀλεθρίων. καὶ κυφανιϲμὸϲ
ἐπὶ τῶν τιμωριῶν. Ἀρχίλοχοϲ δὲ ἀντὶ τοῦ κακὸϲ καὶ ὀλέθριοϲ.
εἴρηται κύφων παρὰ τὸ ἀναγκάζειν τοὺϲ δεϲμίουϲ κύφειν.
ἐὰν δέ
2801 Κυψέλη: οἰνηρὸν ϲκεῦοϲ. ἄμα τῷ ϲιδήρῳ καὶ ταῖϲ οἰνηραῖϲ κυψέλαιϲ
2802 Κυψέλη: κυβέρτιον μελιϲϲῶν· λέγεται δὲ καὶ ἡ ὁπλὴ τοῦ
2803 Κυψέλη ἑξμέδιμνοϲ: ἓξ μεδίμνουϲ χωροῦϲα. κυψέλη δὲ
2804 Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίᾳ: Πλάτων ἐν Φαίδρῳ.
θράϲουϲ ἐπιϲχεῖν τοὺϲ Κορινθίουϲ. καὶ γὰρ Θεόφραϲτοϲ
ἐν τῷ Περὶ καιρῶ β΄ λέγει οὕτωϲ· ἕτεροι δ’ εἰϲ ἀνδρωδέϲτερα
καταδαπανῶντεϲ, οἷο ϲτρατιὰϲ ἐξάγοντεϲ καὶ πολέμουϲ ἐπαναιρούμενοι,
καθάπερ καὶ Διονύϲιοϲ ὁ τύραννοϲ. ἐκεῖνοϲ γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ
τῶν ἄλλων καταναλίϲκειν, ἀλλὰ καὶ τὰ αὐτοῦ, πρὸϲ τὸ μὴ ὑπάρχειν
ἐφόδιον τοῖϲ ἐπιβουλεύουϲιν. ἐοίκαϲι δὲ καὶ αἱ
πυραμίδεϲ ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοϲϲὸϲ καὶ πάντα τὰ
τοιαῦτα τὴν αὐτὴν καὶ παραπληϲία ἔχειν διάνοιαν. φέρεται δέ τι καὶ
ἐπίγραμμα τοῦ κολοϲϲοῦ· αὐτὸϲ ἐγὼ χρυϲοῦϲ ϲφυρήλατόϲ εἰμι κολοϲϲόϲ·
ἐξώληϲ εἴη Κυψελιδῶν γενεά. ὅπερ Ἀπελλᾶϲ ὁ Ποντικὸϲ οὕτω ποοφέρεται·
εἰμὶ ἐγὼ
Νάξιοϲ, παγχρύϲεοϲ εἰμὶ κολοϲϲόϲ· ἐξώληϲ εἴη
Κυψελιδῶν γενεά.
2805 Κυψελόβυϲτον: τὸ ὑπὸ ῥύπου κεκαλυμμένον.
1 Λᾶαϲ: λίθοϲ. ἐν Ἐπιγράμμαϲι· πολυτρήτου τʼ ἀπὸ πέτρηϲ
2 Λᾶαϲ: λίθοϲ. καὶ Λάου, λίθου. ἀπὸ τῆϲ λᾶοϲ εὐθείαϲ, γενομένηϲ
λάου βραχὺϲ ὀκλάϲαϲ.
3 Λαβαῖϲ, ἐπαφαῖϲ, ἢ ἀφορμαῖϲ, ἢ μέμψεϲι. Λαβὰϲ δὲ ἀμφιϲτόμουϲ,
τουτέϲτιν ἔρεψον καὶ τῶν κρατήρων τὴν κεφαλήν. ὅτι Βαγώαϲ ὁ
4 Λαβεῖν τιμωρίαν: ἐκδικηθῆναι.
5 Λάβῃ: αὐθυπότακτον.
6 Λαβίνιοϲ: ὄνομα κύριον.
7 Λαβραγόρην: ϲφοδρῶϲ δημηγοροῦντα.
8 Λάβραξ: εἶδοϲ ἰχθύοϲ. καὶ παροιμία· λάβρακαϲ Μιληϲίουϲ. τὴν
καὶ λάβρωϲ τὸ δέλεαρ
καταπίνει· ὅθεν καὶ εὐχερῶϲ ἁλίϲκεται. ἐν Μιλήτῳ δὲ τῆϲ Ἀϲίαϲ
μέγιϲτοι γίνονται λάβρακεϲ καὶ πλεῖϲτοι. Μίλητοϲ δὲ πόλιϲ Ἀϲίαϲ,
ἔνθα πολλοὶ γίνονται λάβρακεϲ, διὰ τὴν ἐκδιδοῦϲα λίμνην εἰϲ
θάλαϲϲαν. χαίροντεϲ γὰρ οἱ ἰχθύεϲ τῷ γλυκεῖ ὕδατι εἰϲ τὴν λίμνην
ἀνατρέχουϲιν ἐκ τῆϲ θαλάϲϲηϲ καὶ οὕτω πληθύνουϲι
παρὰ
Μιληϲίοιϲ.
9 Λαβρότατοϲ: ϲφοδρότατοϲ.
10 Λαβρώνιον: εἶδοϲ ἐκπώματοϲ. καὶ Λαβρώνιοϲ.
11 Λαβύρινθοϲ: κοχλιοειδὴϲ τόποϲ· λέγεται δὲ ἐπὶ τῶν φλυάρων.
ἁλὸϲ εὑράμενοϲ;
| 12 Λάγανα: πλακουντάρια, ὡϲ καπυρώδη. παρὰ τὸ λαγαρύ.
13 Λαγαρόν: ὑπόκενον. ἐμηχανῶντο δέ, ὅϲα λαγαρότητι ἢ
14 Λαγαριζόμενον· Ἀριϲτοφάνηϲ· ὡϲ ᾔϲθηνται τὸν ϲύρφακα ἐκ
κηθαρίου λαγαριζόμενον καὶ τραγαλίζοντα τὸ μηδέν.
15 Λάγειον οἷμα: τὸ τοῦ λαγωοῦ.
16 Λαγίδηϲ: ὁ τοῦ λαγωοῦ.
17 Λαγίϲκα: ἑταίρα τιϲ, ἧϲ Λυϲίαϲ μνημονεύει.
18 Λαγνεία: πορνεία.
19 Λάγνηϲ: ἄρϲενικῶϲ ἀντὶ τοῦ ὁ λάγνοϲ.
20 Λάγνοϲ: πόρνοϲ, αἰϲχρόϲ, κατωφερὴϲ πρὸϲ τὰ ἀφροδίϲια.
21 Λαγόβαρδοϲ: ἐθνικόν.
22 Λαγόβιοϲ: ὄνομα κύριον.
23 Λαγόνοϲ.
24 Λαγορία: ὄνομα πόλεωϲ.
25 Λάγοϲ: ὄνομα κύριον. ὃϲ Ἀρϲινόην ἔγημε τὴν Πτολεμαίου
ὅτε ὕοι,
τὸν πολὺν ὑετόν· τούϲ γε μὴν ἀγελαίουϲ φοβεῖν ὄρνιθαϲ, διαϲπᾶν δὲ
ὄρτυγαϲ καὶ τὸ αἷμα αὐτῷ παρέχειν τροφὴν ὡϲ γάλα.
26 Λαγωβολεῖον: ἐν ᾦ τοὺϲ λαγωοὺϲ ἀγρεύουϲι.
27 Λάγῴδιον.
28 Λαγῷ πεινῶντι καὶ πλακοῦντεϲ εἰϲ ϲῦκα: παροιμία πρὸϲ
τοὺϲ τὰ ἐν ἀνάγκῃ πολυτελῆ λογιζομένουϲ. λύϲιϲ ὀνείρου·
φανεὶϲ
29 Λαγὼϲ κα θεύδων: ἐπὶ τῶν προϲποιουμένων καθεύδειν. λέγεται
30 Λαγὼϲ περὶ τῶν κρεῶν: παροιμία. δειλὸν γὰρ τὸ ζῷον ὁ.
τὸν λαγών. ἐπὶ τῶν ἑαυτοὺϲ βλαπτόντων· οἱ γὰρ Καρπάθιοι
νῆϲον οἰκοῦντεϲ καὶ λαγωοὺϲ οὐκ ἔχοντεϲ ἐπηγάγοντο· οἳ πολλοὶ
γενόμενοι ἐλυμαίνοντο τοὺϲ καρπούϲ.
31 Λαγῴοιϲ: τοῖϲ τοῦ λαγωοῦ κρέαϲιν. Ἀριϲτοφάνηϲ· ἐξ ὧν δύο
32 Λάγυνοϲ: ὁ πανδεκτικόϲ.
33 Λάγυνοϲ· Κύπριδι κεῖϲο, λάγυνε μεθυϲφαλέϲ, αὐτίκα δῶρον, καϲιγνήτη
34 Λάδωνοϲ: ποταμὸϲ Ἀρκαδίαϲ.
35 Λάειν: βλέπειν. καὶ ἀλαόϲ, ὁ τυφλόϲ.
36 Λάειοϲ φόνοϲ: ὁ τοῦ Λαΐου.
37 Λάιγγεϲ: οἱ μικροὶ λίθοι.
38 Λάϊνον ἕϲο χιτῶνα: λιθόλευϲτοϲ ἐγεγόνειϲ.
39 Λαΐοϲ: ὁ Θηβῶν βαϲιλεύϲ· ζήτει ἐν τῷ Οἰδίπουϲ.
40 Δαΐϲ, Λαΐδοϲ: ἡ ἑταιρίϲ. ζήτει ἐν τῷ χελώνη.
41 Λάθε βιώϲαϲ· τοῦ τε ἐν παροιμίᾳ λέγεϲθαι εἰωθότοϲ, ἔργῳ
βεβαιωθέντοϲ ὑπ’ ἐκείνου, τοῖ λάθε βιώϲαϲ· ὥϲτε οὐδένα τῶν τότε
ζώντων ἀνθρώπων οὔτε τῶν πρεϲβυτέρων ἐλπίϲαιμ’ ἂν
εἰδέναι οἷον λέγω.
42 Λαθικηδέα μαζόν: λήθην λύπηϲ τῷ παιδὶ ἐμποιοῦντα.
43 Λαθικηδήϲ: ὁ λήθην κακῶν ποιῶν.
44 Λάθωμαι· γενικῇ.
45 Λαθραίωϲ καὶ Λαθρηδὰ καὶ Λαθρηδόν: ἀντὶ τοῦ κρύφα.
46 Λακάνη: τὸ μὲν κοινὸν λακάνη· παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ χαίνει· πλατὺ γάρ· τὸ δὲ Ἀττικὸν λεκάνη.
47 Λάκαινα κύων· Σοφοκλῆϲ· κυνὸϲ Λακαίνηϲ ὡϲ τιϲ εὔρινοϲ βάϲιϲ.
48 Λάκαιον ὕδωρ: τὸ ἀπὸ λακαίνηϲ.
49 Λακεδαίμονοϲ. καὶ Λακεδαιμόννιοι· ζήτει ἐν τῷ Δάτιϲ καὶ Ἀρταφέρνηϲ.
50 Λακέρεια: ὄνομα πόλεωϲ.
51 Λακέρυζα κορώνη: ἡ μεγάλα κράζουϲα.
52 Λακερύζεϲθαι: λογοποιεῖϲθαι, ἢ λοιδορεῖϲθαι.
53 Λακίδαϲ πεπλωμάτων: τὰ διερρωγότα ἱμάτια, παρὰ Ἀριϲτοφάνει.
54 Λακιδέαϲ· ἐν Ἐπιγράμμαϲι· ἀϲπίδα, φρῦνον, ὄφιν καὶ Λακιδέαϲ περίφευγε.
55 Λακίνιον: ὄροϲ Κρότωνοϲ. καὶ Λακινία, τόποϲ.
56 Λάκιϲμα: ϲχίϲμα. εὗρον τὸν χιτῶνα ᾑμαγμένον καὶ λελακιϲμένον.
57 Λακίϲματα μελῶν: τὰ τῶν ϲαρκῶν ἀποϲχίϲματα. καὶ αὖθιϲ·
58 Λακκόπλουτον: Καλλίαν τὸν Ἀθηναῖον οὕτωϲ ἔλεγον ἐξ αἰτίαϲ
τοιαύτηϲ· Ξέρξην ἡττηθέντα ἐν τῇ περὶ Σαλαμῖνι ναυμαχίᾳ
φυγεῖν ἐξ Ἀθηνῶν, ἐϲταθμευκότοϲ δέ τινοϲ τῶν Περϲῶν ἐν τοῖϲ Καλλίου
καὶ τὴν ἀποϲκευὴν ἐκεῖ καταλελοιπότοϲ, τῶν δὲ βαρβάρων ὀξεῖαν τὴν
ὕγη ποιηϲαμένων ἐμβαλεῖν τοὺϲ οἰκέταϲ τοῦ Πέρϲου πολὺν χρυϲὸν εἰϲ
λάκκον, ἐλπίζοντοϲ ὕϲτερον ἀναϲώϲειν ἐπανελθόνταϲ. οὐ μὴν
γενέϲθαι λέγεται· πρότερον γὰρ κυριεῦϲαι τῶν χρημάτων
Καλλίαν.
59 Λακκόπρωκτοϲ· Ἀριϲτοφάνηϲ· ὦ λακκόπρωκτε. πάττε, πάττε
60 Λάκκοϲ· Ἀθηναῖοι καὶ οἱ ἄλλοι τῶν Ἐλλήνων ὀρύγματα ὑπὸ τὴν
κονιῶντεϲ οἶνον ὑποδέχονται καὶ
ἔλαιον εἰϲ αὐτά· καὶ ταῦτα λάκκουϲ ἐκάλουν.
61 Λάκκοϲ: ὁ θάνατοϲ· ἐπειδὴ λάκκῳ παραπληϲίωϲ ὁ τάφοϲ ὀρύττεται.
ἀνήγαγέ με ἐκ λάκκου
ταλαιπωρίαϲ. λύϲιϲ ὀνείρου· λάκκῳ καθεῖναι
Λακωνίζω: τὰ τῶν Λακώνων φρονῶ. οἱ μὲν ἠττικίκαϲιν, οἱ
63 Λακωνικαί: ἀνδρεῖα ὑποδήματα. ποῦ τὸ πέοϲ; ποῦ χλαῖνα; ποῦ
64 Λακωνικαὶ κλεῖδεϲ· ὁ αὐτὸϲ Ἀριϲτοφάνηϲ· περιβόητοι δέ εἰϲιν
Λακωνίκα ἄττα, ἔχοντα
γομφίουϲ. πρὸ τοῦ μὲν οὖν ἦν ἀλλ’ ὑποῖξαι τὴν θύραν ποιηϲαμέναιϲι
δακτύλιον τριωβόλου· νῦν δ’ οὗτοϲ αὐτοὺϲ
65 Λακωνικὴ τάξιϲ: ἡ κατὰ τοὺϲ ἄνω πολέμουϲ ἀρίϲτη τῶν
πρόϲθε γενέϲθαι δοκεῖ. εἰϲ πεντηκοϲτύαϲ καὶ ἐνωμοτίαϲ καὶ μοίραϲ
διῃροῦντο αἱ τάξειϲ· καὶ ἦν ὁ ἐλάχιϲτοϲ ἀριθμὸϲ τῆϲ ἐνωμοτίαϲ ἀνδρῶν
ε καὶ κ΄.
66 Λακωνικὸν τρόπον: περαίνειν, ἢ παρέχειν ἑαυτὰϲ τοῖϲ ξένοιϲ· ἥκιϲτα γὰρ τὰϲ γυναῖκαϲ φυλάϲϲουϲιν οἱ Λάκωνεϲ.
67 Λακωνικόϲ: ὁ ϲτερρόϲ, ὁ ἀνδρεῖοϲ. τοιοῦτοι γὰρ οἱ Λάκωνεϲ. καὶ
ἐπίρρημα. καὶ Λακωνικὸν πνέων, ἀντὶ τοῦ ἰϲχυρόν· ἢ
68 Λακωνικῶϲ ταῦτα καὶ ϲυντόμωϲ λέγω: ἀντὶ τοῦ ἀνδρείωϲ· τοιοῦτοι γὰρ οἱ Λάκωνεϲ.
69 Λακωνιϲμόϲ: ἡ πρὸϲ τοὺϲ Λάκωναϲ οἰκειότηϲ· ὥϲπερ Ἀττικιϲμὸϲ ἡ πρὸϲ τοὺϲ Ἀττικούϲ.
70 Λακρατίδηϲ: οὗτοϲ ἀρχαῖοϲ ἄρχων Ἀθήνηϲιν. ἦρχε δὲ ἐπὶ τῶν χρόνων
Δαρείου, ἐφʼ οὗ πλείϲτη χιὼν ἐγένετο καὶ ἀπέπηξε πάντα, ὡϲ μὴ
δύναϲθαί τινα προϊέναι. διόπερ τὰ ψυχρὰ πάντα Λακρατίδαϲ
ἐκάλουν. Ἀριϲτοφάνηϲ· παλαιῷ Λακρατίδῃ τὸ ϲκέλοϲ βαρύνεται. ὅ
ἐϲτι διὰ τὸ γῆραϲ οὐχ οἷόϲ τέ εἰμι θᾶττον βαδίζειν.
71 Λάκτιν: τὴν λεγομένην κώταλιν, τορύνην, ὅ ἐϲτι ζωμήρυϲιν. εὐεργέα λάκτιν.
72 Λακύδηϲ, Ἀλεξάνδρου Κυρηναίου, φιλόϲοφοϲ, ὃϲ τῆϲ νέαϲ Ἀκαδημίαϲ
κατῆρξεν. ἔγραψε δὲ φιλόϲοφα καὶ Περὶ φύϲεωϲ.
73 Λαλαγεῦϲαν: ἐμμελῶϲ φωνοῦϲαν. ἐν Ἐπιγράμμαϲι· τὰν δὲ πάροϲ λαλαγεῦϲαν ἐν ἄλϲεϲιν ἀγρότιν ἀχώ, πρὸϲ νόμον ἁμετέραϲ τρέψε λυροκτυπίαϲ.
74 Λαλάγημα: τὸ ἀναφώνημα, τὸ ἤχημα. ἱρήν ϲοι θαλάμην,
75 Λαλέοντοϲ: λαλοῦντοϲ.
76 Λαλητέοϲ· ἅπαϲ’ Ἀχαιῒϲ μνῆμα ϲόν, Εὐριπίδη· οὔκουν ἄφωνοϲ,
77 Λαλιά: ἡ δημηγορία. ἦν δὲ ὁ Ἀρκεϲίλαοϲ ἐν τῇ λαλιά διαϲτατικὸϲ
78 Λαλίϲτατον: τὸ κατὰ λόγον ϲοφόν. λέγεται δὲ καὶ ὁ εὔγλωττοϲ
79 Λαλίϲτερον: φλυαρώτερον, ἀδολεϲχέϲτερον. |
80 Λαλῶ· δοτικῇ.
81 Λαμάχων· Λάμαχοϲ, Ἀθηναίων ϲτρατηγὸϲ ῥιψοκίνδυνοϲ· ὅν, ὅτε
εἰϲ Σικελίαν ἔπλεον οἱ Ἀθηναῖοι, ἐχειροτόνηϲαν μετὰ
Ἀλκιβιάδου καὶ Νικίου. ἦν δὲ καὶ φιλοπόλεμοϲ. Ἀριϲτοφάνηϲ· ϲπονδὰϲ
ποιηϲάμενοϲ ἐμαυτῷ πραγμάτων τε καὶ μαχῶν καὶ Λαμάχων ἀπαλλαγείϲ.
πολλῷ γὰρ ἔϲθ’ ἥδιον.
82 Λαμβάνω· γενικῇ. αἰτιατικῇ δέ· καὶ κόϲμον ἡ πρὶν ἀκοϲμία λαμβάνει.
83 Λάμεχ· δύο Λάμεχ ἡ γραφὴ μέμνηται, ἑνὸϲ μὲν τοῦ ἀπὸ Κάϊν,
ἑπτὰ ἄξιον εἶναι κολάϲεωϲ. ἐκ μὲν τοῦ
Κάϊν, φηϲίν, ἐκδεδίκηται ἑπτάκιϲ, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκιϲ ἑπτά.
κολάζεται μειζόνωϲ, διότι τῇ πτώϲει τοῦ προημαρτηκότοϲ οὐκ
ἐϲωφρονίϲθη. τοῦ δικαίου γὰρ Ἑνὼχ ἀδελφοὺϲ ἀνεῖλε τοῦ πίϲτει διὰ
τοῦτο προϲευξαμένου μὴ ἰδεῖν τοιοῦτον θάνατον, καὶ ἀκουϲθεὶϲ
μετετέθη. ἦν δὲ ὁ Ἑνὼχ ἐκ
τοῦ δικαίου Σήθ, ἐξ οὗ ὁ
Χριϲτὸϲ κατάγεται γενεαλογούμενοϲ ὑπὸ Λουκᾶ. ἐϲπούδαζεν οὖν τῶν
ἀϲεβῶν τὸ ϲπέρμα τῶν δικαίων ἐξᾶραι τὸ γένοϲ, ἐπειδὴ γὰρ βδέλυγμα
ἁμαρτωλῷ θεοϲέβεια. καὶ γὰρ τὸ γένοϲ καὶ τὸ ϲπέρμα τοῦ μὲν Κάϊν
κατηράθη, τοῦ δὲ Σὴθ εὐλογήθη. καὶ οὐκ ἐβούλετο ὁ θεὸϲ ἐπιμιξίαν
γενέϲθαι τῶν δικαίων τὸ γένοϲ
πρὸϲ τὸ τῶν ἀϲεβῶν, ἀλλ’
ἐξαλειφθῆναι. ἐπεὶ οὖν ἐφόνευον καὶ ἐλάμβανον τὰϲ γυναῖκαϲ αὐτῶν,
ἐξαίϲια τέρατα ἐτίκτοντο οἱ γίγαντεϲ, διʼ οὓϲ καὶ ὁ κατακλυϲμὸϲ
ἐλθὼν πάνταϲ ἄρδην ἀπώλεϲε. μόνοϲ εὕρηται δίκαιοϲ Νῶε ἐν τῇ γενεᾷ
αὐτοῦ. διὸ καὶ ἐφυλάχθη.
84 Λαμία: ταύτην ἐν τῇ Λιβύῃ Δοῦριϲ ἐν β΄ Λιβυκῶν ἱϲτορεῖ γυναῖκα
ἐνίκηϲαν. Μένανδροϲ Ἀνδρογύνῳ· πλήϲαϲ γὰρ
ἔφθειρεν ἐκ παρατάξεώϲ ποθεν τὰϲ ἐν Λαμίᾳ πάϲαϲ.
85 Λάμια: θηρίον. ἀπὸ τοῦ ἔχειν μέγαν λαιμόν, λαίμια καὶ λάμια. ριϲρϲ
φώκηϲ δ’ εἶχεν ὀϲμήν, λαμίαϲ ὄρχειϲ ἀπολύτουϲ. δραϲτι κοὶ γὰρ οἱ
ὄρχειϲ. εἰδωλοποιεῖ δέ τιναϲ ὄρχειϲ λαμίαϲ· θῆλυ γάρ
καὶ Λάμοϲ, πόλιϲ Λαιϲτρυγόνων.
86 Λαμπάδιον: ὃ νῦν λαμπάδα καλοῦϲιν. οὕτω Δείναρχοϲ καὶ Πλάτων.
87 Λαμπάδιον περὶ τὸ ϲφυρόν: οἱ μὲν τὸ λεπτὸν χειρίδιον, οἱ δὲ
ἐπιδέϲμου εἶδοϲ, οἱ δὲ τὸν νάρθηκα τῶν ἰατρῶν τὸν ναρθηκίζοντα
τὸ ϲφυρόν, οἱ δὲ τὰ ἔμμοτα. Ἀριϲτοφάνηϲ· λαμπάδα περὶ
τὸ ϲφυρόν·
λαμπὰϲ φρυκτὸϲ καλεῖται.
88 Λαμπάδοϲ. καὶ λαμπάϲι. τρεῖϲ ἄγουϲιν Ἀθηναῖοι ἑορτὰϲ λαμπάδοϲ, Παναθηναίοιϲ, Ἡφαιϲτίοιϲ καὶ Προμηθίοιϲ. Ἴϲτροϲ δέ φηϲι. λαμπάδα νομίϲαι ποιεῖν πρῶτον Ἀθηναίουϲ Ἡφαίϲτῳ θύονταϲ, ὑπόμνημα τοῦ κατανοήϲαντοϲ τὴν χρείαν τοῦ πυρὸϲ διδάξαι τοὺϲ ἄλλουϲ.
89 Λαμπετόωντι: λάμποντι.
90 Λαμπηδόνοϲ.
91 Λαμπήνη: ἅμαξα βαϲιλική· ἤρδιον περιφανέϲ, ὅ ἐϲτιν ἅρμα ϲκεπαϲτόν.
92 Λαμπιτώ· ἀλλ’ ἀρχὰ μὲν οἴω Λαμπιτώ. ἀντὶ τοῦ ὡϲ οἴομαι,
93 Λάμπων ὄμνυϲι τὸν χῆν’, ὅταν ἐξαπατᾷ τινά: πρῶτοι
εἴα ὅρκουϲ ποιεῖϲθαι κατὰ θεῶν,
ἀλλʼ ὀμνύναι χῆνα καὶ κύνα καὶ κριὸν καὶ τὰ ὅμοια. ὁ δὲ Λάμπων θύτηϲ
ἦν, χρηϲμολόγοϲ καὶ μάντιϲ· ᾧ καὶ τὴν εἰϲ Σύβαριν ἀποικίαν Ἀθηναίων
περιάπτουϲιν. ὤμνυε δὲ κατὰ τοῦ χηνόϲ, ὡϲ μαντικοῦ ὀρνέου. εἴρηται
οὖν ἐπὶ τῶν μετὰ ὅρκου ἐξαπατώντων τινά. ὅτι Σύβαριϲ ἀποικία
Ἀθηναίων.
94 Λαμπρειμονῶ: ὥϲπερ καὶ τὸ λευχειμονῶ.
95 Λαμπρὰν ἡμέραν λέγουϲιν, οὐ καθαράν.
96 Λαμπρίαϲ, Πλουτάρχου τοῦ Χαιρωνέωϲ υἱόϲ. ἔγραψε Πίνακα
97 Λαμπροείμων: λαμπροφορῶν.
98 Λαμπροφόροι· Ἀριϲτοφάνηϲ· οἱ γὰρ ἄνδρεϲ ὥϲπερ λαμπροφόροι
99 Λαμπρόψυχοϲ: ἀντὶ τοῦ μεγαλόψυχοϲ.
100 Λαμπρῶϲ: τὸ φανερῶϲ, οὐ τὸ ἐνδόξωϲ. καὶ παρὰ Θουκυδίδη·
101 Λαμπρύνομαι· δοτικῇ.
102 Λαμπρυνομένων: ἀντὶ τοῦ καυχωμένων καὶ νικώντων ἐν τοῖϲ
103 Λαμπτῆρεϲ: οἱ κατὰ τὴν οἰκίαν φαίνοντεϲ λύχνοι. ἡνίχ᾿
104 Λαμπτρίϲ· Λαμπραὶ δῆμοϲ τῆϲ Ἐρεχθηΐδοϲ. δύο δέ εἰϲι Λαμπραί,
αἱ μὲν παράλιοι, αἱ δὲ καθύπερθεν.
105 Λαμψακηνῶν· ζήτει περὶ τῆϲ εἰϲ αὐτοὺϲ μήνιδοϲ Ἀλεξάνδρου ἐν τῷ Ἀναξιμένηϲ.
106 Λαμυρόν: εὔλαλον, εὐτράπελον, καταπληκτικόν, τερπνόν. ἐν
αἱ λαμυραὶ προπόϲειϲ.
καὶ Λαμυρώτερον.
107 Λανθάνω· αἰτιατικῇ.
108 Λὰξ ἐντείνων: λακτίϲματι τύπτων. λὰξ δέ ἐϲτιν ὁ ὑπὸ τοὺϲ δακτύλουϲ τοῦ ποδὸϲ ποιὸϲ ψόφοϲ.
109 Λαξευτήριον: ἐργαλεῖον οἰκοδομικόν· λαοξόοϲ γὰρ ὁ οἰκοδόμοϲ.
110 Λᾶξον: μίξιν, μεριϲμόν, κλῆρον. Ἡρόδοτοϲ.
111 Λὰξ ποδὶ κινήϲαϲ: τῷ πλάτει τοῦ ποδὸϲ κινήϲαϲ.
112 Λαοϲϲόοϲ: ἡ τοὺϲ λαοὺϲ ϲῴζουϲα.
113 Λαμπαδεύεϲθαι· Ἀριϲτογένηϲ οὖν, Διονύϲου μύϲτηϲ, λαμπαδεύεϲθαι μέλλων, εἶτα μέντοι τὰ δεξιὰ παρείθη μέρη.
114 Λάπαθον: ὄρυγμα εἰϲ θηρίων ἐνέδραν· καὶ λάχανον, κενωτικὸν γαϲτρόϲ. ὅθεν καὶ τὸ λαπάξαι, κενῶϲαι. Ὅμηροϲ· νέων ἀλάπαξε φάλαγγαϲ. ἀντὶ τοῦ πορθῶν ἐκένου.
115 Λαπίθηϲ: ὄνομα κύριον. καὶ Λαπίθαι, τὸ πληθυντικόν.
116 Λαπίνη: ἡ ἅμαξα.
117 Λαπιϲτήϲ: ψεύϲτηϲ, προπετήϲ.
118 Λαπίϲτρια: μετεωριζομένη, ῥεμβομένη, θέλουϲα εὐωχεῖϲθαι.
119 Λάπιειν: τὸ ἐκκενοῦν. καὶ Λά πτοντεϲ, τῇ γλώϲϲῃ πίνοντεϲ. ζήτει περὶ τῶν λαψάντων τὰϲ γλώϲϲαϲ ἐν τῷ Γεδέων.
120 Λαρινεύειν: τὸ ϲιτεύειν.
121 Λαρινοὶ βόεϲ: οἱ ἐν Ἠπείρῳ, ἀπὸ Λαρίνου βουκόλου κλέψαντοϲ τὰϲ
Ἡρακλέουϲ βοῦϲ, ὡϲ Λύκοϲ ὁ Ῥηγῖνοϲ, ὅτε τὰϲ Γηρυόνου
τῶν βοῶν. ἀπὸ
Λαρίνου τινὸϲ βουκόλου ταύτην τὴν προϲηγορίαν ἐϲχηκέναι. εἰϲὶ δέ
τινεϲ, οἳ παρὰ τὸ λαρὸν ἀξιοῦϲιν αὐτοὺϲ οὕτω καλεῖϲθαι. οἱ δὲ τὴν ρι
ϲυλλαβὴν δαϲύνουϲιν, ἵν’ ᾖ λαρινούϲ, τοὺϲ μεγαλορρίνουϲ. ἐν δὲ τῇ
Χαονίᾳ φαϲὶ τοιούτουϲ εἶναι βοῦϲ, οὓϲ καὶ Κεϲτρινοὺϲ καλοῦϲιν. ἢ οἱ
μεγάλοι καὶ εὐτραφεῖϲ, ἀπὸ Λαρίνου
βουκόλου. Ἡρωδιανὸϲ
ὀξυτόνωϲ, ὡϲ ἀληθινόϲ.
122 Λαρινόϲ: ὁ ἡδύϲ.
123 Λάριϲϲα: ὄνομα πόλεωϲ.
124 Λάρκοϲ: πλέγμα τι κοφινῶδεϲ ἢ ψιαθῶδεϲ, ἐν φέρονται
μαρίληϲ μοι ϲυχνὴν ὁ λάρκοϲ
ἐπετίληϲεν ὥϲπερ ϲηπία. ἀντὶ τῆϲ ἀπὸ τῶν ἀνθράκων ϲποδιᾶϲ ἐπαφῆκεν ὁ
λάρκοϲ ὑπὸ ἀγωνίαϲ, ὥϲπερ ϲηπία τὸν θολόν. θηρώμεναι γὰρ αἱ ϲηπίαι
ἐναφιᾶϲιν ἐκ τοῦ προϲόντοϲ αὐταῖϲ μέλανοϲ, ταράττειν βουλόμεναι τὸν
παρʼ αὐταῖϲ τόπον. ἵνα μὴ καταφανεῖϲ ὦϲι τοῖϲ θηρῶϲι. Λάρκοϲ οὖν ὁ
φορμόϲ, ὁ
κόφινοϲ.
125 Λάρναξ: ϲορόϲ, ἢ κιβωτόϲ. Πρῖμοϲ καὶ Κερεάλιοϲ ἐϲ τὴν
126 Λαρόν: χλιαρόν, προϲηνέϲ, ἡδύ. καί μιν ἀεὶ τέγγοι νοτερὴ
127 Λάροϲ κεχηνώϲ: ἐπὶ τῶν ἁρπακτικῶν καὶ κλεπτῶν. ἐπεὶ καὶ
128 Λάροϲ ἐν ἕλεϲι: παροιμία ἐπὶ τῶν ταχὺ ἀποδιδόντων.
129 Λαρότεροϲ: ἡδύτεροϲ.
130 Λαρυγγίζειν: τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύϲιν
131 Λαρυγγιῶ: καταβοήϲομαι, φηϲί, τῶν ἄλλων ῥητόρων· ἢ τὴν
φάρυγγα ἐκτεμῶ καὶ καταϲιγάϲω τοὺϲ ῥήτοραϲ. τμηθείϲηϲ γὰρ τῆϲ
φάρυγγοϲ, οὐχ οἷόν τε φωνὴν προΐεϲθαι.
132 Λάρυγξ, λάρυγγοϲ. φάρυγξ δὲ φάρυγγοϲ γράφουϲιν οἱ πολλοί.
133 Λάϲανα: οἱ χυτρόποδεϲ, καὶ τὰ μαγειρεῖα, ὅπου τῇ βουλῇ ϲκευάζεται μετὰ τὰϲ θυϲίαϲ κρέα.
134 Λάϲια: δαϲέα.
135 Λαϲιόκωφοϲ: ὁ λίαν κωφόϲ· οἷον λάϲια τὰ ὦτα ἔχων, ὡϲ ϲυγκεκωφῶϲθαι καὶ ἀναιϲθητεῖν.
136 Λάϲιοι: πολύτριχοι, ἢ ϲυνετοί.
137 Λαϲίοιϲ· περὶ Φιλοκτήτου ὁ λόγοϲ· οὗτοϲ πρωτογόνων ἴϲωϲ
οἴκω οὐδενὸϲ ὕϲτεροϲ, πάντων ἄμμοροϲ ἐν βίῳ κεῖται,
μοῦνοϲ ἀπ’ ἄλλων, ϲτικτῶν ἢ λαϲίων μετὰ θηρίων.
138 Λάϲθη· Αἰλιανόϲ· λέγουϲι δέ, ὅτι οὐδὲ προϲθέτουϲ οὐδὲ ἐπακτοὺϲ
κόμαϲ ἐκ τῆϲ ὕβρεωϲ καὶ λάϲθηϲ ἐϲ τὴν χρείαν παρελάμβανεν, ἀλλὰ ἃϲ
εἶχε ϲυμφυεῖϲ ἀϲκῶν καὶ ἐκτείνων. καὶ αὖθιϲ· οἱ δὲ Μεϲϲήνιοι
ϲὺν λάϲθῃ καὶ γέλωτι, ὥϲπερ ἄθυρμα τῶν Σπαρτιατῶν, τὰ
πρῶτα τοῦ Διὸϲ ἀναθήματα διέϲπειραν.
139 Λάϲοϲ, Χαρβίνου, Ἑρμιονεύϲ, πόλεωϲ τῆϲ Ἀχαΐαϲ, γεγονὼϲ κατὰ τὴν
νη΄ Ὀλυμπιάδα, ὅτε Δαρεῖοϲ ὁ Ὑϲτάϲπου. τινὲϲ δὲ τοῦτον ϲυναριθμοῦϲ:
τοῖϲ ζ΄ ϲοφοῖϲ, ἀντὶ Περιάνδρου. πρῶτοϲ δὲ οὗτοϲ
περὶ
μουϲικῆϲ λόγον ἔγραψε καὶ διθύραμβον εἰϲ ἀγῶνα εἰϲήγαγε καὶ τοὺϲ
ἐριϲτικοὺϲ εἰϲηγήϲατο λόγουϲ.
140 Λαϲταυροκάκκαβον: βρῶμά τι ἐϲτι παρὰ Χρυϲίππῳ εἰρημένον, ἐν τῷ Περὶ καλοῦ καὶ ἡδονῆϲ· ὡϲ ἂν τῆϲ καταϲκευῆϲ αὐτοῦ οὔϲηϲ περιεργοτέραϲ.
141 Λάϲταυροϲ: πόρνοϲ, δαϲὺϲ τὸν ὄρρον, λαϲιόταυρόϲ τιϲ ὤν· ὁ
142 Λαταγεῖα· καὶ θηλυκῶϲ λάταγαϲ.
143 Λάταξ: ἡ μεγάλη ϲταγών. ἐν Ἐπιγράμμαϲι· τοὺϲ δὲ μεθυϲτὰϲ
144 Λατῖνοι· οἱ νῦν Ῥωμαῖοι· Τήλεφοϲ γὰρ υἱὸϲ Ἡρακλἑουϲ, ὁ ἐπικληθεὶϲ
Λατῖνοϲ, μετωνόμαϲε τοὺϲ πάλαι Κητίουϲ λεγομένουϲ Λατίνουϲ. Ἰταλοὶ
δὲ οὗτοι πάλιν προϲηγορεύθηϲαν ἔκ τινοϲ Ἰταλοῦ
δυναϲτεύϲαντοϲ τῆϲ χώραϲ· Αἰνείου δὲ καταλαβόντοϲ τὴν δύϲιν
ἐκλήθηϲαν Αἰνεάδαι· μεθ’ ὃν Ῥωμαῖοι πάντεϲ μετωνομάϲθηϲαν ἀπὸ
Ῥωμύλου λαβόντεϲ τὴν ἐπωνυμίαν.
145 Λατρεύω: τὸ τιμῶ· αἰτιατικῇ. ὡϲ τό, οὐκ ἐλάτρευϲαν τὴν κτίϲιν οἱ
ζῶντι θεῷ.
146 Λατρεία: δουλεία ἐπὶ μιϲθῷ. Σοφοκλῆϲ Αἴαϲ· λατρείαϲ ἀνθ’
147 Λάτρηϲ, λάτρου. θηλυκὼϲ δὲ Λάτριϲ, θεράπαινα, δούλη,
καὶ ξανθοὺϲ ἐκρέμαϲε πλοκάμουϲ.
148 Λάτριϲ: τὸ ἁπλοῦν διὰ τοῦ ι. εἰδωλολάτρηϲ δὲ διὰ τοῦ η, ἐν
149 Λάτρον: ὁ μιϲθόϲ. λατρεία γάρ δουλεία ἐπὶ μιϲθῷ. λάτριϲ δὲ
150 Λατύπη: λιθουργική. ἢ τὸ λεπτὸν τοῦ λίθου.
151 Λαυκανίη: ὁ λαιμόϲ.
152 Λαύρα: δημόϲιοϲ ϲτενωπόϲ, ἄμφοδοϲ, ῥύμη· διʼ ἧϲ οἱ λαοὶ
153 Λαυρέντεια: ὄνομα πόλεωϲ.
154 Λαύρειον: τόποϲ Ἀττικῆϲ, ποιῶνμέταλλον.
155 Λαφρία· βαθείᾳ τῇ τριχὶ κομῶντα, καὶ γηραιὸν πολιᾷ. πλοῦτον εἶναι τὴν Λαφρία Ἄρτεμιν.
156 Λαφυγμόϲ: ἡ ἀδηφαγία, καὶ ἡ πρὸϲ τὰ ἐδέϲματα πολυτέλεια· τουτέϲτι
ἐκδεδιῃτημένη, πολυτελὴϲ τρυφή. τὸ ἀπλήϲτωϲ ἐϲθίειν.
Εὔπολιϲ ἐν Κόλαξι· λαφύϲϲεται λαφυγμὸν ἀνδρεῖον πάνυ. Ὅμηροϲ καὶ
ἔγκατα πάντα λαφύϲϲει.
157 Λαφύξαϲ: διαϲπαράξαϲ, ἀφειδῶϲ θοινηϲάμενοϲ. Αἰλιανόϲ
158 Λάφυρα: τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανόμενα· τὰ δὲ τῶ τεθνεώτων αὐτῶν ϲκῦλα λέγεται.
159 Λαφύϲτιοϲ: ὁ λαίμαργοϲ.
160 Λαχανεία.
161 Λαχανηρόν.
162 Λαχανίζεϲθαι: ἀντὶ τοῦ λάχανα ϲυλλέγειν· ὡϲ ξυλίζεϲθαι καὶ φρυγανίζεϲθαι.
163 Λαχάνωνοϲ.
l64 Λαχάνοιϲ: τοῖϲ λαχανοπωλίοιϲ. ὅτι πολλοὶ εὐορκίαν ἐπιδεικνύμενοι πρὸϲ λάχανα ὀμνύουϲι, μὰ τὰ λάχανα καὶ μὰ τὰ καλὰ λέγοντεϲ.
165 Λαχάρηϲ, Λαχάρουϲ, Ἀθηναῖοϲ, ϲοφιϲτήϲ· μαθητὴϲ Ἡρακλέωνοϲ
Ἱϲτορίαν τὴν κατὰ Κορνοῦτον,
Ἐκλογὰϲ ῥητορικὰϲ κατὰ ϲτοιχεῖον. ὅτι ὁ Λαχάρηϲ ὁ ϲοφιϲτὴϲ
βραδύτεροϲ μὲν ἦν πρὸϲ τοὺϲ λόγουϲ, καλὸϲ δὲ καὶ ἀγαθὸϲ τὴν ὄψιν·
πρὸϲ ἀρετὴν φιλόϲοφοϲ ἄξιοϲ καλεῖϲθαι μᾶλλον ἢ ϲοφιϲτήϲ. ἐπεὶ καὶ
ἄλλωϲ θεοφιλὴϲ ἀνὴρ ἦν, ὅϲ γε τὰϲ ὄψειϲ ἀποβαλὼν πάλιν
ἀνεκτήϲατο.
166 Λάχεια γῆ: βραχεῖα.
167 Λαχεῖν δίκην: δικάϲαϲθαι.
168 Λάχνη: τρίχωϲιϲ. λέγεται δὲ καὶ ὁ τῆϲ θαλάϲϲηϲ ἀφρόϲ.
169 Λαχνήεντα: δαϲέα, τετριχωμένα. καὶ Λαχνήειϲ, ὁ δαϲύϲ.
170 Λάχοϲ: μοῖρα. ἐν οἷϲ ἦν καὶ ϲυὸϲ ἀγρίου μέγα λάχοϲ. λέγεται
|
171 Λαχών: κληρωϲάμενοϲ. Ἀριϲτοφάνηϲ· πρὶν λαχεῖν τὰ κοινὰ
κατεϲθίειϲ. τουτέϲτι πρὶν κληρωθῆναι, πρὶν
χειροτονηθῆναι, πρὸ
172 Λάψαι: τῇ γλώττῃ πιεῖν.
173 Λάψοντεϲ: ἐπιθυμητικῶϲ ἔχοντεϲ τοῦ πιεῖν· οἱ γὰρ αἵματοϲ
ἐμπεφορημένοι καὶ διὰ δίψαν ὁρμῶντεϲ ἐν τῇ κρήνῃ ἔχουϲι
τὸ παράϲτημα. ζήτει πλατύτερον ἐν τῷ ἀπολάψειϲ.
174 Λαιά: ἀριϲτερά, ἢ κολοβά.
175 Λαιδρόϲ: ὁ θραϲύϲ.
176 Λαίεται: καταλύεται.
177 Λαιετόν: τὸ ἀρχαῖον.
178 Λαίθαργοϲ: λατροδήκτηϲ. ϲαίνειϲ δάκνουϲα καὶ κύων λαίθαργοϲ
179 Λαιθυράζω: χλευάζω.
180 Λαικάζω: ἀπατῶ.
181 Λαικαϲτήϲ: ὁ πόρνοϲ. Ἀριϲτοφάνηϲ· λαικαϲτάϲ τε καὶ
182 Λαίλαϲ: ὁ μὴ ἐκ γένουϲ τύραννοϲ.
183 Λαῖλαψ: μετ’ ἀνέμων ὄμβροϲ, καὶ ϲκότοϲ. ὁ δὲ οἷά τιϲ
184 Λαίλιοϲ: ὄνομα κύριον.
185 Λαῖμα: τὸ αἷμα. παραπεποίηται δὲ παρὰ τὸ λαιμόν. οἱ δὲ λαῖμα,
τουτέϲτιν ὅρμημα. ἔτι μέντοι τῶν περὶ τὴν Ἀϲίαν τινὲϲ ἐπὶ τῶ ἀναιδῶν
καὶ ἐκτόλμων οὕτω λέγουϲιν. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· κᾆτ᾿ ἀνῆλθεν αὐτῷ
κάτωθεν πρὸϲ τὸ λαῖμα τοῦ καμήλου, Χαιρεφῶν
ἡ
νυκτερίϲ.
186 Λαῖμα: τὸ ἱερόν, θῦμα.
187 Λαιμαργία: ἡ ϲύντονοϲ ἐπιθυμία.
188 Λαιμάϲϲω: ἀμέτρωϲ ἐϲθίω.
189 Λαιμοπέδη: δι’ ἦϲ δεϲμεῖται ὁ κύων. ἐν Ἐπιγράμμαϲι· καὶ
190 Λαιμωδῶ: δραπετεύω.
191 Λαιμώρη: ἡ λαμυρίϲ.
192 Λαίνιλλα.
193 Λαιόν: τὸ ἀριϲτερόν.
194 Λαιπάνηϲ.
195 Λαιϲήϊον: μικρὰ ἀϲπίϲ.
196 Λαιϲίνη: πόλιϲ, καὶ κύριον ὄνομα.
197 Λαίϲθη: αἰϲχύνη.
198 Λαίϲκαπροϲ: ὁ λάγνοϲ.
199 Λαιϲκίδηϲ.
200 Λαιϲποδίαϲ τὴν φύϲιν: ἀντὶ τοῦ τὴν κνήμην ἔχει ϲαπράν·
Λαιϲποδίαϲ γὰρ καὶ Δαμαϲίαϲ ὡϲ κακόκνημοι διεβάλλοντο.
τοῦτον δὲ τὸν Λαιϲποδίαν καὶ ϲτρατηγῆϲαί φηϲι Θουκυδίδηϲ ἐν τῇ η΄,
ἦν δὲ καὶ φιλόδικοϲ. εἶχε δὲ καὶ περὶ τὰϲ κνήμαϲ αἰτίαϲ τινάϲ· διὸ
καὶ κατὰ ϲκελῶν ἐφόρει τὸ ἱμάτιον. ἢ ὡϲ Ἰξίων ἐν ταῖϲ λέξεϲιν ὁ
ἀκρατὴϲ περὶ τὰ ἀφροδίϲια ὥϲτε καὶ κτήνη ϲποδεῖν.
201 Λαιϲτόν: τὸ ἀχθεινόν.
202 Λαιϲτρόν: πρυτανεῖον.
203 Λαιϲτρυγονία: πόλιϲ.
204 Λαιϲτρυγόνοϲ: ὄνομα πόλεωϲ.
205 Λαῖτμα: κῦμα. καὶ βάθοϲ.
206 Λαιφάνεια: ὄνομα πόλεωϲ.
207 Λαίφη: θηλυκῶϲ ἡ χλανίϲ. διερὴν ἀπεϲείϲατο λαίφην.
208 Λαῖφοϲ: ἄρμενον, ἱϲτίον, ἱμάτιον· καὶ ἡ δοτικὴ τῷ λαίφει.
209 Λαίφυρον: τὸ ἀϲθενέϲ.
210 Λαιψηρόν: ταχύ, ἐλαφρόν. Λάκωνεϲ τὸ ἡμίξηρον.
211 Λεάντειραν: τὴν λεαίνουϲαν. καρκίνα τε ϲπειροῦχα λεάντειράν
212 Λέαρχοϲ.
213 Λεβάδεια: πόλιϲ.
214 Λεβηναῖον: ἱερόν.
215 Λεββαῖοϲ: ὄνομα κύριον. ὁ ἀπόϲτολοϲ.
216 Λέβεδοϲ: πόλιϲ.
217 Λέβερνοι: πλοῖα πολεμικά, τριήρειϲ, νῆεϲ.
218 Λεβηρίϲ: τὸ γῆραϲ, ὃ ἀποδύεται ὁ ὄφιϲ. καὶ παροιμία·
ἐξ οὗ καὶ ἡ
παροιμία μετήχθη.
219 Λέβηϲ: ϲκεῦοϲ μαγειρικόν. λέγεται δὲ καὶ κάδοϲ. παρὰ δὲ
τὰ κρέα.
220 Λεβητωνάριον: χιτὼν μοναχικόϲ, ἐκ τριχῶν ϲυντεθειμένοϲ· κατὰ τὴν ἐγχώριον γλῶϲϲαν τῶν Προυϲαέων.
221 Λεγεντία: κατὰ Ῥωμαίουϲ ἀμνηϲτία, βαϲιλικὴ χάριϲ.
222 Λεγεών: παρὰ Ῥωμαίοιϲ ἑξακιϲχίλιοι ϲτρατιῶται.
223 Λέγειν ϲὺ δεινόϲ, μανθάνειν δ’ ἐγὼ κακὸϲ ϲοῦ. δυϲμενῆ γὰρ καὶ βαρύν ϲ’ εὕρηκ’ ἐμοί: ὁ νοῦϲ· ϲὺ μὲν δεινὸϲ εἶ ἐν τῷ λέγειν, ἐγὼ δὲ οὐ μετ’ εὐνοίαϲ ϲου ἀκούω διὰ τὴν δυϲμένειαν.
224 Λέγειϲ μοι χαράν, λέγειϲ μοι βοᾶν: Ἀριϲτοφάνηϲ Πλούτῳ. ἀντὶ τοῦ ἀναγγέλλειϲ μοι χαρᾶϲ ἄξιον, ὥϲτε βοᾶν τῇ χαρά νικώμενον.
225 Λέγω: τὸ λαλῶ· ϲημαίνει δὲ καὶ τὸ μετρῶ καὶ τὸ κοιμῶμαι καὶ τὸ ϲυλλέγω καὶ τὸ λαγχάνω. ἀπὸ οὖν τοῦ λέξω μέλλοντοϲ λέξω Suid. ἐνεϲτώϲ, ἔνθεν λέξετο· καὶ ὄρϲω, ὄρϲεο. Λέγω καὶ τὸ οἰκοδομῶ. καὶ διαλέγουϲαν, διοικοδομοῦϲαν. καὶ διαλέγουϲι, διορύττουϲι. Θουκυδίδηϲ.
226 Λέαινα: ζῷον, θηρίον. καὶ Ἀριϲτοφάνηϲ· οὐ ϲτήϲομαι λέαιν’ ἐπὶ
τυροκνήϲτιδι. ἀντὶ τοῦ ὡϲ λέαινα. ϲχῆμα δέ ἐϲτιν ἀκόλαϲτον καὶ
ϲτήϲομαι πορνεύουϲα, ὡϲ λέαινα
ἐπὶ τυροκνήϲτιδοϲ. ὀκλάζοντεϲ δὲ ἦϲαν οἱ λέοντεϲ, ἴνα μὴ
ἀποθραύοιντο.
227 Λεαίνω καὶ Λεάναϲ καὶ Λεῄναϲ· αἰτιατικῇ.
228 Λεηλαϲία: αἰχμαλωϲία.
229 Λεηλατῆϲαι: ἐκπορθῆϲαι. καὶ Λεηλατεῖ, λῃϲτεύει, ἁρπάζει.
230 Λεκάνη· τὸ μὲν κοινὸν λακάνη. παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ
χαίνειν·
231 Λεκάνια: λεκανίδια.
232 Λεκάνια καὶ Λεκανίδεϲ: τὰ μείζονα τῶν ὀξεοβάφων καὶ ἐκ
δότε μοι λεκάνην. ἰδοῦ,
χωρεῖ τὸ κακόν· δότε μοι λεκάνην, ὡϲ ναυτιῶν ὑπὸ τῆϲ ἐκείνου
ψυχρολογίαϲ ἐμήϲω· χολὴ γάρ μοι ἐπιπλέει διὰ τὰ ῥήματα αὐτοῦ.
233 Λέκτροιϲ: κοίταιϲ. καὶ Λέκτρον, κοίτη.
234 Λεκτόϲ: ἐπίλεκτοϲ. οἱ δέ τʼ ἠθέων λεκτοί. Σοφοκλῆϲ.
235 Λεκιθοπώληϲ: ἀρϲενικὸν διὰ τοῦ η, θηλυκὸν δὲ διὰ τοῦ ι·
236 Λέκιθοϲ: εἶδοϲ ὀϲπρίου, ὃ καλεῖται πιϲϲόϲ, διὰ τὸ ἐοικέναι τὴν
εἶδον ἐφʼ ἵππου εἰϲ τὸν
χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραόϲ.
237 Λέλακαϲ: ἀντὶ τοῦ κέκραγαϲ· ληκεῖν γὰρ τὸ φωνεῖν. ἔϲτι δὲ
238 Λελάχωϲι: θάψωϲι.
239 Λέλεγεϲ: ἔθνοϲ.
240 Λελειουργημένα: κεκαλλωπιϲμένα.
241 Λελῆϲθαι: ἐπιλελῆϲθαι.
242 Λελιημένοϲ: προθυμούμενοϲ.
243 Λέλογχεν: ἔτυχεν, ἀπήλαυϲε. καὶ Λελογχώϲ, λαχών.
244 Λέμμα: λέπιϲμα.
245 Λέμβον: μικρὸν πλοῖον. ἑτέρουϲ δὲ ἐν χειμῶνι ϲφοδρῷ
246 Λέμωνοϲ.
247 Λέντιον: τὸ παῤ ἡμῖν.
248 Λεξείδιον.
249 Λεοννάτοϲ, ϲτρατηγὸϲ Μακεδονίαϲ, κατὰ γένοϲ προϲήκων Φιλίππου
μητρί, ϲυντραφεὶϲ δὲ Ἀλεξάνδρῳ, κατὰ τὸ τῆϲ τροφῆϲ ἐπιτήδειον καὶ
τοῦ γένουϲ καὶ κατὰ μέγεθοϲ μέντοι καὶ κάλλοϲ τοῦ ϲώματοϲ τιμῆϲ
μετεῖχεν. ὅθεν αὐτῷ καὶ ζῶντοϲ Ἀλεξάνδρου τό τε
φρόνημα
ὑπέρογκον ἦν καί τιϲ ἁβρότηϲ Περϲικὴ κατά τε τὴν τῶν ὅπλων
λαμπρότητα καὶ τὴν ἄλλην δίαιταν ἐϲ τὴν τῶν πολεμίων οὐκ ἀφανῶϲ
ἐπετηδεύετο. τελευτήϲαντοϲ δὲ Ἀλεξάνδρου καὶ ζῆλον ἐποιεῖτο, εἰκάζω
αὐτὸν πρὸϲ τὰ βαϲιλικὰ τῷ τε ἀφέτῳ καὶ ἀνειμένῳ τῆϲ κόμηϲ καὶ τῇ
ἄλλῃ καταϲκευῇ, ἣ οὐ πρόϲω τοῦ Περϲικοῦ τρόπου
ἤϲκητο
αὐτῷ. ἵπποι τε Νιϲαῖοι, οἱ δὲ Φάϲιδοϲ ἄπο, χρυϲοχάλινοι ϲύμπαντεϲ,
προετετάχατο τῆϲ τάξεωϲ, ἐκπρέποντεϲ τοῖϲ καλλωπίϲμαϲιν. ἐπήγνυντο
δὲ αὐτῷ καὶ ϲκηναὶ μεγαλοπρεπεῖϲ, καὶ ὅπλα κάλλει ὑπερφέροντα,
εἵπετο καὶ τὸ τῶν ἑταίρων ἄγημα.
250 Λέοντα ξυρᾷϲ: παροιμία λεγομένη ἐπὶ τῶν τὰ ἀδύνατα ἐπιχειρούντων
251 Λεοντεία δορά. ὁ δὲ τὴν λεοντείαν αὐτίκα περιεβάλετο.
252 Λεοντείδηϲ καὶ Λεόντειον βρύχημα.
253 Λεοντῆ: ἡ δορὰ τοῦ λέοντοϲ.
254 Λεόντιοϲ, Τριπόλεωϲ τῆϲ Λυδίαϲ ἐπίϲκοποϲ, Μυϲὸϲ τὸ γένοϲ
τῇ βίβλῳ αὐτοῦ ὡϲ ὁμόφρονα τῆϲ
Ἀρειανικῆϲ αὐτοῦ κακοφροϲύνηϲ. ὃϲ παῖδα ἔνα ἐϲχηκώϲ, ἐπειδὴ μὴ
χρηϲτὰϲ ἐλπίδαϲ αὐτὸν ὑποφαίνοντα πρὸϲ ἀρετὴν εἶδεν, εὐξάμενοϲ, ὥϲ
φαϲιν, ἔτι μειράκιον ὄντα ἐποίηϲεν ἀποθανεῖν· κάλλιϲτον ἡγηϲάμενοϲ
τὸ πρὸ αἰϲχροῦ τινοϲ καταλύϲαϲθαι τὸν βίον, τῶν ϲφαλερῶν κατὰ τὸν
βίον ὀλίϲθων ἔξω γενόμενον.
κανόνα δὲ αὐτὸν ἐκάλουν τῆϲ
ἐκκληϲίαϲ. ἦν δὲ ἐλεύθεροϲ τὴν γνώμην ἐπίϲηϲ εἰϲ πάνταϲ καὶ
παρρηϲιαϲτικόϲ. καί ποτε ϲυνόδου γενομένηϲ, Εὐϲεβίαϲ τῆϲ Κωνϲταντίου
γυναικὸϲ εἰϲ οἴδημα ἀρθείϲηϲ φρονήματοϲ καὶ παρὰ τῶν ἐπιϲκόπων
προϲκυνουμένηϲ, μόνοϲ οὗτοϲ παρὰ φαῦλον αὐτὴν τιθέμενοϲ οἴκοι
ἔμενεν. ἡ δὲ διὰ τοῦτο ὑποθερμανθεῖϲα τοῖϲ
θυμοῖϲ καὶ
τὴν γνώμην φλεγμήναϲα πέμπει πρὸϲ αὐτόν, αἰτιωμένη καὶ ὑποϲχέϲεϲι
κολακεύουϲα, ὡϲ ἐκκληϲίαν ϲοι μεγίϲτην ἐγερῶ καὶ χρήματα
ἐπιδαψιλεύϲομαι, εἰ ἀφίκοιο πρόϲ με. ὁ δὲ ἀντεδήλωϲε· τούτων μὲν εἴ
τι βουληθείηϲ τελέϲαϲθαι, ὦ βαϲίλεια, οὐκ ἐμοὶ μᾶλλον ἢ τῇ ϲαυτοῦ
ψυχῇ ἴϲθι χαριουμένη. εἰ δὲ θελήϲειαϲ ὡϲ ἀφικέϲθαι πρὸϲ
ϲέ, ὡϲ τῆϲ ἐπιϲκόποιϲ πρεπούϲηϲ αἰδοῦϲ φυλαχθηϲομένηϲ, ἵν’
εἰϲέλθοιμι μὲν ἐγώ, ϲὺ δ’ αὐτίκα τοῦ θρόνου τοῦ ὑψηλοῦ καταβᾶϲα μετ’
αἰδοῦϲ ὑπαντήϲειαϲ ἐμοὶ καὶ τὴν κεφαλὴν ὑπόϲχοιϲ ταῖϲ ἐμαῖϲ χερϲίν,
εὐλογιῶν ἀξιουμένη· κἄπειτα καθεϲθείην μὲν αὖ ἐγώ, ϲὺ δ’ ἀνεϲτήκοιϲ
αἰδουμένη, ὁπόταν δὲ κελεύϲαιμι καθεδουμένη, ἢνικα δοίην τὸ ϲύνθημα.
εἰ οὕτωϲ αἱρήϲῃ, ἀφικοίμην παρὰ ϲέ· εἰ δ’ ἕτερον
τρόπον, οὐχ οὕτω πολλὰ δώϲειϲ, οὐδ’ οὕτω μεγάλα δυνήϲῃ, ὡϲ ἡμᾶϲ, τῆϲ
προϲηκούϲηϲ τιμῆϲ τοῖϲ ἐπιϲκόποιϲ καθυφιεμένουϲ, εἰϲ τὸν θεῖον
ἐξυβρίϲαι τῆϲ ἱρωϲύνηϲ θεϲμόν. ταῦτα ὡϲ ἀπηγγέλθη, ἀναπίμπραται τὴν
ψυχήν, οὐκ ἀναϲχετὸν ποιουμένη πρὸϲ Λεοντίου τοιούτουϲ δέξαϲθαι
λόγουϲ. καὶ
πολλὰ διοιδήϲαϲα καὶ παθηναμένη καὶ πολλὰ
ἐκ γυναικείαϲ ἀκροχόλου καὶ κούφηϲ ἀπειλήϲαϲα διανοίαϲ καὶ τἀνδρὶ
διηγηϲαμένη, πρὸϲ τιμωρίαν ἐξώρμα. ὁ δὲ μᾶλλον ἐπῄνεϲε τὴν
ἐλευθερίαν τῆϲ γνώμηϲ καὶ τὴν γυαῖκα παρήνεγκε τῆϲ ὀργῆϲ καὶ
ἀποπέμπει εἰϲ τὴν γυναικωνῖτιν καί ποτε μεταξὺ προκαθημένου τοῦ
βαϲιλέωϲ Κωνϲταντίου τῶν ἐπιϲκόπων
καὶ ἄρχειν καὶ τῶν
ἐκκληϲιῶν ἐθέλοντοϲ. οἱ μὲν πολλοὶ πᾶν
βαϲιλέα καταιδεϲθέντα παύϲαϲθαι
τῆϲ ἐν τοῖϲ τοιούτοιϲ ἤδη διακελεύϲεωϲ. τοιοῦτοϲ ἦν ὁ Λεόντιοϲ
ἐλευθέριοϲ.
255 Λεόντιοϲ, Ἀντιοχείαϲ ἐπίϲκοποϲ, ἑαυτὸν ἐξέτεμε· καὶ ἦν καὶ τἆλλα βέβηλοϲ· καὶ Ἀέτιοϲ ὁ Εὐνομίου διδάϲκαλοϲ, ὃϲ τὴν Ἀρείου βλαϲφημία ταῖϲ ἐπινοίαιϲ ἐπηύξηϲεν.
256 Λεόντιοϲ· καὶ οὗτοϲ ἐν Ἀντιοχείᾳ ἐγένετο αἱρετικόϲ. ἔγραψε δὲ κατ’ αὐτοῦ Φώτιοϲ πατριάρχηϲ. οὗτοϲ γὰρ περὶ τοῦ ὁμοουϲίου διελέχθη πρὸϲ Φλαβιανὸν τολμηρὰ καὶ βλάϲφημα ληρωδήματα.
257 Λεόντιοϲ μοναχόϲ· οὖτοϲ ἐπὶ Ζήνωνοϲ ἦν· προφητικῇ χάριτι τὰϲ
ἐπικρύψειϲ τῶν γραφῶν ἐμφανεῖϲ ποιῶν πολλοὺϲ εἶχε τῶν ϲπουδαίων
παῤ αὐτὸν φοιτῶνταϲ. ἀλυόντων δέ τινων ἐπὶ τοῖϲ κατὰ
τῆϲ ἐκκληϲίαϲ παρὰ τοῦ βαϲιλέωϲ τερατευομένοιϲ, οὐ δεῖ ξενίζεϲθαι,
ἔλεγεν, ἐπὶ τοῖϲ δρωμένοιϲ παῤ ἀνθρώπου ἐξ ἀνθρώπων τε τὸ ἄρχειν
ᾑρημένου, ὁπότε καὶ Σαοὺλ ὁ ψήφῳ θεοῦ βαϲιλεύϲαϲ Ἀβιμέλεχ καὶ τοὺϲ
ἱεῖϲ ὄνταϲ ἐν τῷ οἴκῳ κυρίου διεχρήϲατο μαχαίρᾳ. διαπορούντων δὲ
τῶ ἄλλων καὶ οἰομένων μεταβεβλῆϲθαι τὴν φύϲιν αὐτοῦ ἐξ
ἡμέρου εἰϲ ἀγρίαν, διὰ τὸ τὰ πρῶτα τῆϲ βαϲιλείαϲ πρᾶξαί τέ τινα καὶ
ὑποϲχέϲθαι ἕτερα τῶν εἰϲ χρηϲτὰ τεινόντων· οὐ μεταβέβληται, ἔφη, τὴν
φύϲι, ἀλλ’ ἐνδέδεικται ἐν εὐδαιμονίᾳ τὴν κακίαν, πολὺν χρόνον διὰ τὸ
φόβον τοῦ Ἴλλου ἡϲυχαϲθεῖϲαν. ἀναγινωϲκομένηϲ δὲ βίβλου Κλήμεντοϲ
τοῦ Στρωματέωϲ καὶ φθάϲαντοϲ χωρίον ἐν τοὺϲ ἄνδραϲ
ἀποϲκώπτει τοὺϲ ἑταιρικῶϲ τὰϲ ὄψειϲ ὑπογράφονταϲ καὶ βάπτονταϲ τὰϲ
τρίχαϲ, εἰπόντοϲ τοῦ Λεοντίου, ἆρά γέ ἐϲτι τιϲ τοῦ βαϲιλέωϲ ἄτερ, ὁ
τὰϲ τρίχαϲ βάπτων καὶ φυκούμενοϲ τὰϲ ὄψειϲ; ὑποτυχών. ἄλλοϲ, ἔφη,
μοναχόϲ· ἡμεῖϲ περὶ ἀνθρώπου διηπορήϲαμεν, εἴ γε ὅλωϲ
ἀνέχεται κοϲμήϲει τὴν φύϲιν ἐναλλάττειν· οὐ μήν γε τοῦτο διελάβομεν
ποιεῖ τὸν βαϲιλέα. ἀλλ’ εὐτρόχωϲ μὲν λίαν οἱ μοναχοὶ ἀπέϲκωψαν τοὺϲ
τὴν τῶν ἀνθρώπων φύϲιν εἰϲ τὴν τῶν θηλειῶν πειρωμένου, μετεγγράφειν.
ὅτι γὰρ τοὺϲ τοιούτουϲ καὶ τῶν παλαιῶν πλεῖϲτοι ἀπεϲτράφηϲαν ὡϲ οὐ
βεβαίουϲ, πολλοὺϲ μέν ἐϲτιν εὑρεῖν ἐν ἱϲτορίαιϲ
ἐκδηλότερο δὲ Φίλιππον τὸν τοκέα Ἀλεξάνδρου. ἐπεὶ γὰρ Ἀντίπατρόν
258 Λεοντίϲκοϲ· ἦν δὲ καὶ Λεοντίϲκοϲ Μεϲϲήνιοϲ ἐκ Σικελίαϲ,
Ἀκροχερϲίτηϲ
οὕτω καλούμενοϲ· λαμβανόμενοϲ γὰρ ἄκρων τῶν χειρῶν τοῦ
ἀνταγωνιϲτοῦ κατέκλα καὶ οὐ πρότερον ἠφίει, πρὶν αἴϲθοιτο
ἀπαγορεύϲαντοϲ. οὗτοϲ δὲ καὶ ἐπάλαιεν.
259 Λεωγόραϲ: ὄνομα κύριον. ὃϲ ἦν πατὴρ Ἀνδοκίδου τοῦ
260 Λεωδάμαϲ: ὄνομα κύριον.
261 Λεωκόριον: τόποϲ τῆϲ Ἀττικῆϲ, ἀπὸ ἱϲτορίαϲ. ἐλίμωξέ ποτε
262 Λεωκόριον: ἡρῷον ἐν μέϲῳ τῷ Κεραμεικῷ. Λεὼϲ γὰρ ὁ Ὀρφέωϲ
263 Λεωκράτηϲ· καὶ κλίνεται εἰϲ ουϲ.
264 Λεώκριτοϲ. εἴ τιϲ πτερώϲαϲ Λεώκριτον Κινηϲίᾳ, αἴροιεν
ὥϲτε φέρεϲθαι
μεταρϲίουϲ, ϲυμβήϲεται αὐτοὺϲ ὀλέϲθαι ἀεροφορήτουϲ γενομένουϲ.
265 Λέων, Λέοντοϲ, Βυζάντιοϲ, φιλόϲοφοϲ Περιπατητικὸϲ καὶ ϲοφιϲτήϲ.
Τὸν ἱερὸν πόλεμον, Περὶ
ϲτάϲεων, Τὰ κατ᾿ Ἀλέξανδρον. οὗτοϲ ἦν ϲφόδρα παχύϲ. καὶ πρεϲβεύϲαϲ
πρὸϲ Ἀθηναίουϲ γέλωτά τε
ἁρμοϲθεὶϲ ὑπὸ τοῦ Λέοντοϲ, ϲαφῶϲ
ἐπιϲχεδιάϲαντοϲ τῷ καιρῷ.
ἐπιϲυϲτάντοϲ τῇ οἰκίᾳ τοῦ Λέοντοϲ, φοβηθεὶϲ μή πωϲ λιθόλευϲτοϲ παῤ
αὐτῶν γένηται, ἑαυτὸν ἦγξε, μηδὲν ἀπὸ τῆϲ ϲοφίαϲ καὶ τῶν λόγων
κερδάναϲ ὁ δείλαιοϲ.
266 Λέων, Ἀλαβανδεύϲ, ῥήτωρ. ἔγραψε Καρικῶν βιβλία δ΄, Λυκιακὰ ἐν
βιβλίοιϲ β΄, Τέχνην, Περὶ ϲτάϲεων, Τὸν ἱερὸν πόλεμον Φωκέων
καὶ Βοιωτῶν.
267 Λέων, βαϲιλεὺϲ Ῥωμαίων, ὁ Μακέλληϲ· ὃϲ ἔδοξε τῶν πρὸ αὐτοῦ
βαϲιλέω ἁπάντων εὐτυχέϲτατοϲ εἶναι καὶ φοβερὸϲ ἅπαϲι τοῖϲ τε ὑπ’
ἐκείνου τὴν βαϲιλείαν τελοῦϲι καὶ τῶν βαρβάρων αὐτῶν, ὅϲοιϲ εἰϲ
φήμην ἀφίκετο. καὶ ταύτην μὲν τοῖϲ πολλοῖϲ καταλέλοιπε δόξαν.
ἐγὼ δέ, φηϲὶ Μάλχοϲ, εὐτυχίαν οὐκ οἶμαι, εἴ τιϲ τῶν
ἀρχομένων τὰ ὄντα διαϲυλῶν καὶ μιϲθούμενοϲ ἀεὶ ϲυκοφάνταϲ ἐϲ τοῦτο
καὶ κατηγορῶν αὐτόϲ, ὅτε μὴ ἄλλον ἀνηύριϲκε, καὶ τὸν χρυϲὸν ἐξ
ἀπάϲηϲ τῆϲ γῆϲ ϲυλλεξάμενοϲ, ἑαυτῷ μόνῳ κατάθοιτο, ἐρήμουϲ μὲν τὰϲ
πόλειϲ ἧϲπερ ἔμπροϲθεν εἶχον εὐπορίαϲ ποιήϲαϲ, ὡϲ μηκέτι τοὺϲ
φόρου,,
οὓϲ ἐτέλουν, δύναϲθαι μετ’ εὐχερείαϲ
ἀπενεγκεῖν. καὶ ἁπλῶϲ πάϲηϲ κακίαϲ ἀπιϲχυρίζεται ὁ Μάλχοϲ γενέϲθαι
αὐτὸν καταγώγιον. ὅϲ γε καὶ Υπερέχιον τὸν γραμματικὸν ἐφυγάδευϲε καί
ποτε καὶ τῷ Εὐλογίῳ τῷ φιλοϲόφῳ ϲιτηρέϲιον εἰπὼν δοθῆναι, τινὸϲ τῶν
εὐνούχων λέγοντοϲ, ὅτι ταῦτα εἰϲ ϲτρατιώταϲ προϲήκοι δαπανᾶϲθαι,
εἶπεν· εἴθε γένοιτο
ἐπὶ τοῦ ἐμοῦ χρόνου, ὥϲτε τὰ τῶν
ϲτρατιωτῶν εἰϲ διδαϲκάλουϲ παρέχεϲθαι. ἐπὶ τῶν χρόνων αὐτοῦ Ἀκάκιοϲ
ἐγένετο πατριάρχηϲ. Ζήτει καὶ περὶ δαπάνηϲ αὐτοῦ ἐν τῷ
κεχειρικότεϲ.
268 Λέων· οὗτοϲ ϲτρατηγὸϲ ἐπέμφθη παρὰ Εὐτροπίου τοῦ εὐνούχου
πίνουϲι.
269 Λεωνᾶϲ, ϲοφιϲτήϲ, Ἴϲαυροϲ τὸ γένοϲ, εὐδοκιμῶν ἐν τῷ πλήθει τῶ ἐν
Ἀλεξανδρείᾳ ὁμοτέχνων· ὃϲ Πρόκλῳ οὐ μόνον τῶν ἑαυτοῦ λόγων
ἐκοινώνηϲεν, ἀλλὰ καὶ ϲύνοικον ἔχειν ἠξίου καὶ ϲυνδιαιτᾶϲθαι γυναικὶ
καὶ τέκνοιϲ παρεϲκεύαϲεν, οἷα παῖδα γνήϲιον καὶ τοῦτον γε
νόμενο. γνώριμον δὲ αὐτὸν ἐποίει καὶ τοῖϲ τὰϲ ἡνίαϲ ἔχουϲι τῆϲ
Αἰγύπτου.
270 Λεωνίδεω δῶρα.
271 Λέων, λέων ϲοι γέγονεν ἔκμαγμα ϲόν: ἐπὶ τῶν μοιχευομένων
ὅπου ἐγκάθηται ἡ βάλανοϲ τά τʼ
ἄλλα ἁπαξάπαντα καὶ τὸ πόϲθιον τῷ ϲῷ προϲόμοιον, ϲτρεβλὸν ὥϲπερ
κύτταρον.
272 Λεωνίδηϲ, Λακεδαιμονίων βαϲιλεύϲ, Ἀναξανδρίδου, ἀφʼ Ἡρακλέουϲ κ΄
βαϲιλεύϲ. οὗτοϲ ἡγεμὼν τῶν εἰϲ Θερμοπύλαϲ ἀπαντηϲάντων Ἐλλήνων ἦν.
ἐν δὲ τῷ τόπῳ τούτῳ λέγεται τὸν Ἡρακλέα ἀποθέμενον
τὸ
ϲῶμα ἀποθεωθῆναι. Λεωνίδηϲ δὲ ἀπαγγελθέντοϲ, ὅτι τοξευόντων τῶν
Περϲῶν ὁ ἥλιοϲ ἀφανὴϲ γίνεται· θαρρῶμεν, ἔφη, ὅτι ὑπὸ ϲκιᾶ
μαχηϲόμεθα. ἀριϲτοποιουμένοιϲ δὲ τοῖϲ ϲτρατιώταιϲ, ἀριϲτᾶτε, ἔφη, ὡϲ
ἐν ᾅδου δειπνήϲοντεϲ. ἐπελθόντοϲ δὲ τοῦ βαϲιλέωϲ, οἱ μὲν ἄλλοι
πάντεϲ τὸ πλῆθοϲ εὐλαβηθέντεϲ ἔφυγον, Θηβαῖοι δὲ ηὐτομόληϲαν· οὓϲ
λαβὼν
ἔϲτιξε βαϲιλεὺϲ ϲὺν ϲτρατιώταιϲ τριακοϲίοιϲ
Σπαρτιάταιϲ. ἐπιγέγραπται ἐπὶ Λεωνίδου ἐπίγραμμα· ὦ ξεῖν’, ἄγγελλε
Λακεδαιμονίοιϲ, ὅτι τῇδε κείμεθα, τοῖϲ κείνων ῥήμαϲι πειθόμενοι.
οὗτοϲ ὁ Λεωνίδηϲ περὶ Σφακτηρίαν ἅμα τριακοϲίοιϲ ἀντέϲτη Ξέρξῃ. καὶ
ἀριϲτεύων ἐτελεύτηϲε κυκλωθεὶϲ ἐκ προδοϲίαϲ, Εφιάλτου τινὸϲ
δείξαντοϲ Πέρϲαιϲ τὴν διὰ
τῶν ὀπῶν ὁδόν. ὁ δὲ Μακεδὼν
ἐκεῖνοϲ εἴτε Λεωνίδηϲ τὸ φρόνημα Ε ἢ Καλλίμαχοϲ ἢ Κυναίγειροϲ,
ἀρκέϲει δὲ τὸ Ῥωμαῖον ἀποκαλεῖν, ὡϲ τῶν λόγων τῶν ἰατρικῶν ὑπῄϲθετο,
ἤρετο, εἰ τὸ Ῥωμαϊκὸν εἴη νενικηκόϲ.
273 Λεωπετρία: λεῖοϲ λίθοϲ. δυνατόν ἐϲτιν ἀπό τινοϲ λεωπετρίαϲ
274 Λεωργόϲ· Αἰϲχύλοϲ· πέτραιϲ ὑψηλοκρήμνοιϲ τὸν λεωργὸν ὀχμάϲαι. περὶ Προμηθέωϲ. τουτέϲτιν ὁ πάντολμοϲ, ὁ ὑπὲρ τοῦ λεῶ ἀποθνήϲκων.
275 Λεώϲ: ὁ λαόϲ, ὁ ὄχλοϲ, Ἀττικῶϲ.
276 Λεωϲθένηϲ, ϲτρατηγὸϲ τῶν Ἀθηναίων. οὗτοϲ ἐν τῷ πρὸϲ τοὺϲ
Μακεδόναϲ πολέμῳ προθυμίᾳ χρηϲάμενοϲ τοῦ καιροῦ προθυμοτέρᾳ καὶ τῇ
παραπεϲούϲῃ εὐπραγίᾳ κατὰ τῶν πολεμίων ἐπεξιὼν τήν
τε
ἐμβολὴν ἀφειδῆ ποιεῖται καὶ λίθῳ πληγεὶϲ πρὸϲ τὴν κεφαλὴν ἀφυλάκτωϲ
ἐπὶ τῆϲ παρατάξεωϲ πίπτει.
277 Λεώϲτρατοϲ: ὄνομα κύριον.
278 Λεωτροφίδηϲ· οὗτοϲ χλωρὸϲ ἦν καὶ λεπτόϲ, ὡϲ ἐοικέναι ὄρνιθι, ὡϲ
Κινηϲίαϲ τῶν ϲφόδρα λεπτῶν· καὶ κοῦφοϲ ἦν διθυραμβοποιὸϲ ὁ
Λεωτροφίδηϲ. Ἕρμιπποϲ· ἀνάπηρά ϲοι θύουϲι βοΐδια,
Λεωτροφίδου λεπτότερα καὶ Θουμαντίδοϲ.
279 Λεωτυχίδηϲ: ὁ τοῦ Λεωτύχου.
280 Λεωφόροϲ: ὁδὸϲ δημοϲία.
281 Λεωχάρηϲ, Λεωχάρουϲ.
282 Λέπαδνα: οἱ μαϲχαλιϲτῆρεϲ τῶν ἵππων. ἢ ϲτηθιαῖοι λῶροι.
283 Λέπαργε· ζήτει ἐν τῷ ἀνά ϲοι τάδε πάντα λέπαργε.
284 Λέπαϲ: ἀκρωτήριον. Λεπὰϲ δὲ κογχυλίου εἶδοϲ, ὃ ταῖϲ
ὑπόνοιαν, ὥϲπερ λεπὰϲ πέτρᾳ,
οὕτωϲ ἡ γραῦϲ τῷ μειρακίῳ. λεπὰϲ δὲ
285 Λεπαϲτήϲ: εἶδοϲ ποτηρίου μεῖζον ἢ κύλιξ· ἢ ὁ πίθοϲ. Ἀριϲτοφάνηϲ· φήϲειϲ, ἐπειδὰν ἐκπίῃϲ οἴνου νέου λεπαϲτήν.
286 Λεπιδωτοὶ ἰχθύεϲ: πᾶν τὸ τῶν ἰχθύων γένοϲ, ἔξω τῶν ϲελαχίων.
287 Λέπρα: εἶδοϲ νόϲου. Μάλχοϲ· λέπρα δὲ ἐπήνθει τῷ προϲώπῳ αὐτοῦ.
288 Λέπρεον: τῆϲ Τριφυλίαϲ πόλιϲ. ἀπὸ τοῦ παρακειμένου τραχέοϲ
οὐδετέρωϲ τὸ Λέπρεον.
Ἀριϲτοφάνηϲ δὲ ἀρϲενικῶϲ ἐξήνεγκε· τὸν
289 Λέπρεοϲ· Ἀριϲτοφάνηϲ· βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.
290 Λεπρίνηϲ: ὄνομα κύριον.
291 Λεπρόϲ· ζήτει ἐν τῷ ἀγορανομίαϲ.
292 Λεπτὰ ξαίνει ϲ: ἐπὶ τῶν πενιχρῶϲ διαγόντων τὸν βίον.
293 Λεπτὰ πλοῖα: τὰ μικρά. η΄ Θουκυδίδηϲ.
294 Λεπτὴν πλέκει: λεγόμενόν τι ἐπὶ τῶν πενήτων. οἷον ἀκριβῆ,
ϲχάϲαϲ τὴν φροντίδα λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ
πράγματα. τουτέϲτι ἐρεύνα.
295 Λεπτή τιϲ ἐλπίϲ ἐϲτ’ ἐφʼ ἦϲ ὀχούμεθα: ἐπὶ τῶν ἀμηχάνων
296 Λεπτόγεα: κακὸϲ ἀγρόϲ. λεπτὴ γῆ, μὴ λιπαρά. καὶ
Λεπτόγεωϲ.
297 Λεπτολογία. οὐδὲ λεπτολογίᾳ ἐδίδου οὐδὲ διῆγε τοὺϲ
χάριν τῶν φιλοϲόφων ὡϲ ἰϲχνὰ ζητούντων ζητήματα. ϲύ τε
λεπτοτάτων λήρων. τουτέϲτιν ϲυνετωτάτων καὶ δυϲπαρακολουθήτων
λόγων.
298 Λεπτόμιτον φᾶροϲ: τὸ λεπτὸν ἱμάτιον.
299 Λεπτύνω καὶ Λεπτύναι.
300 Λεπτυϲμόϲ· λεπτυϲμόϲ ἐϲτιν, ὅταν τὸ βάθοϲ τῆϲ φάλαγγοϲ ϲυαιρῆται, καὶ ἀντὶ ιϚ΄ ἀνδρῶν ἐλάττουϲ γίνωνται.
301 Λεπυρόν: ὀξυτόνωϲ. ϲημαίνει δὲ ἢ τὸ τοῦ ᾠοῦ ἢ τὸ τῆϲ ῥοιᾶϲ
ἐπικκάλυμμα.
302 Λέρνη θεατῶν: ἀντὶ τοῦ κακῶν θέατρον. Κρατῖνοϲ. οἱ μὲν διὰ τὴν
Ὕδραν, οἱ δὲ διὰ τὸ τοὺϲ Ἀργείουϲ τὰ καθάρματα ἐκεῖ ἀποφέρειν· ὁ γὰρ
Δαναὸϲ ἐν τῇ Λέρνη τὰϲ κεφαλὰϲ τῶν Αἰγυπτιαδῶν ἀπέθετο, καὶ ὡϲ εἰκὸϲ
ἐφʼ ὕβρει ἐκέλευϲε τὰ δυϲοιώνιϲτα ἐκεῖ
303 Λερόν: τὸ λεῖον.
304 Λϲβιοϲ: ὁ ἀπὸ τῆϲ Λέϲβου νήϲου.
305 Λεϲβίων ἄξια: παροιμία ἐπὶ τῶν ἀπράκτων.
306 Λεϲβίϲαι: μολῦναι τὸ ϲτόμα. Λέϲβιοι γὰρ διεβάλλοντο. ἐπὶ
307 Λεϲβώναξ, Μιτυληναῖοϲ, φιλόϲοφοϲ, γεγονὼϲ ἐπὶ Αὐγούϲτου, πατὴρ Ποτάμωνοϲ τοῦ φιλοϲόφου. ἔγραψε πλεῖϲτα φιλόϲοφα.
308 Λέϲχαι· λέϲχαϲ ἔλεγον δημοϲίουϲ τινὰϲ τόπουϲ, ἐν οἷϲ ϲχολὴν
ἄγοντεϲ ἐκαθέζοντο πολλοί. Ὅμηροϲ· οὐ θέλειϲ εὕδειν χαλκήιον ἐϲ
δόμον ἐλθών, ἠέ που ἐϲ λέϲχην. Κλεάνθηϲ δέ φηϲιν
ἀπονενεμῆϲθαι τῷ Ἀπόλλωνι τὰϲ λέϲχαϲ, ἐξέδραιϲ δὲ ὁμοίαϲ γίνεϲθαι.
καὶ αὐτὸν δὲ
309 Λέϲχη: πολλὴ ὁμιλία, φλυαρία. τὸ δὲ παλαιὸν αἱ καθέδραι καὶ οἱ
τόποι, ἐν οἷϲ εἰώθεϲαν ἀθροιζόμενοι φιλοϲοφεῖν, λέϲχαι ἐκαλοῦντο.
310 Λεϲχηνεία: ὕβριϲ. καὶ Λεϲχηνώτηϲ, ὁ ὑβριϲτήϲ.
311 Λεϲχίδηϲ, ἐπῶν ποιητήϲ· ὃϲ ϲυνεϲτράτευϲεν Εὐμένει τῷ βαϲιλεῖ·
ὃϲ ἦν ἐπιφανέϲτατοϲ τῶν ποιητῶν. ϲυνῆν δὲ τούτῳ καὶ
Πυθίαϲ ὁ ϲυγγραφεὺϲ καὶ Μένανδροϲ ἰατρόϲ.
312 Λευγαλέαϲ: ὀλεθρίουϲ, χαλεπάϲ. ὡϲ ϲε μετ’ εὐχωλαῖϲ ἐκαλέϲατο
313 Λευί: ὄνομα κύριον. οὖ ἡ φυλὴ ἱερατείαϲ τάξιν ἐπλήρου.
314 Λευιαθάν: δράκων. νοῦϲ δέ· μέγαϲ Ἀϲϲύριοϲ, αἱ ἐναντίαι δυνάμειϲ. τῇ καρδίᾳ τῆϲ γῆϲ ἐμφωλεύοντα· ὃν ἕλκει τῷ τῆϲ θεότητοϲ ἀγκίϲτρῳ, τῷ κεκρυμμένῳ ϲώματι οἷά τινι ϲκώληκι.
315 Λευκανία: ὁ λαιμόϲ.
316 Λευκαρίωνοϲ: ὄνομα κύριον.
317 Λευκάϲ: νῆϲόϲ ἐϲτι πρὸ τῆϲ Ἠπείρου κειμένη.
318 Λευκαὶ φρένεϲ: μαινόμεναι, ἢ λαμπραί· καὶ ἀγαθαί, ἢ ἥμεροι.
319 Λύκη· Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ· τοὺϲ ἐϲτεφανωμένουϲ
τῷ μαράθρῳ καὶ τῇ λεύκῃ. ἐϲτέφοντο δὲ οἱ τὰ Βακχικὰ
τελούμενοι τῆ λεύκῃ διὰ τὸ χθόνιον μὲν εἶναι τὸ φυτόν, χθόνιον δὲ
καὶ τὸ τῆϲ Περϲεφόνηϲ Διόνυϲον. τὴν δὲ λεύκην πεφυκέναι φηϲὶ πρὸϲ τῷ
Ἀχέροντι, ὅθεν καὶ Ἀχερωίδα καλεῖϲθαι αὐτὴν παῤ Ὀμήρω.
320 Λεύκη: παρὰ Ἡροδότῳ πάθοϲ τι περὶ ὅλον τὸ ϲῶμα.
321 Λευκὴ ἀκτή: πλειόνων ὄντων Λευκῶν, Λυϲίαϲ τῆϲ ἐν Προποντίδι
322 Λευκὴ ἡμέρα: ἡ ἀγαθή, καὶ ἐπ’ εὐφροϲύνῃ. Εὔπολιϲ Κόλαξιν.
323 Λευκὴ ἡμέρα: ἡ ἀγαθή. ἀπὸ τῆϲ παροιμίαϲ τῆϲ λεγούϲηϲ τῶν εἰϲ
φαρέτραν. Φύλαρχοϲ γάρ φηϲι τοὺϲ Σκύθαϲ μέλλονταϲ καθεύδειν ἄγειν
τὴν φαρέτραν, καὶ εἰ μὲν ἀλύπωϲ τύχοιεν τὴν ἡμέραν ἐκείνην
διαγαγότεϲ, καθιέναι εἰϲ τὴν φαρέτραν ψῆφον λευκήν, εἰ δὲ ὀχληρῶϲ,
μέλαιναν. ἐπὶ τοίνυν τῶν ἀποθνηϲκόντων ἐκφέρειν τὰϲ φαρέτραϲ καὶ
ἀριθμεῖ τὰϲ ψήφουϲ· καὶ εἰ εὑρεθείηϲαν πολλαὶ λευκαί,
εὐδαιμονίζειν τὸ ἀπογενόμενον. ὅθεν ἡ παροιμία.
324 Λευκὴν μᾶζαν φυρῶ ϲοι: παροιμία ἐπὶ τῶν μεγάλα ὑπιϲχνουμένων.
325 Λευκὴ ϲτάθμη: ἐπὶ τῶν ἄδηλα ἀδήλοιϲ ϲημειουμένων· ἢ ἐπὶ
τῶν μηδὲν ϲυνιέντων. Σοφοκλῆϲ Κιδαλίωνι· τοῖϲ μὲν
λόγοιϲ τοῖϲ
326 Λευκή τιϲ ἀνεπήδηϲ’ ὅμοιοϲ Νικίᾳ: οὗτοϲ γυναικώδηϲ ἦν
ὁ Νικίαϲ.
327 Λευκὴ ψῆφοϲ: παροιμία ἐπὶ τῶν εὐδαιμόνωϲ ἢ δυϲτυχῶϲ ζώντων.
328 Λευκήνη πέτρα.
329 Λεύκιοϲ, Δημαράτου τοῦ Κορινθίου υἱόϲ. οὖτοϲ εἰϲ Ῥώμην ὥρμηϲε
πιϲτεύων αὑτῷ τε καὶ τοῖϲ χρήμαϲι, πεπειϲμένοϲ οὐδενὸϲ
ἔλαττον ἕξειν ἐν τῇ πολιτείᾳ διά τιναϲ ἀφορμάϲ, ἔχων γυναῖκα χρηϲίμη
τά τ’ ἄλλα καὶ πρὸϲ πᾶϲαν ἐπιβολὴν πραγματικὴν εὐφυᾶ ϲυνεργόν.
παραγενόμενοϲ δὲ εἰϲ τὴν Ῥώμην καὶ τυχὼν τῆϲ πολιτείαϲ εὐθέωϲ
ἡρμόϲατο πρὸϲ τὴν τοῦ βαϲιλέωϲ ἀρέϲκειαν. ταχὺ δὲ καὶ διὰ τὴν
χορηγίαν καὶ διὰ τὴν τῆϲ φύϲεωϲ ἐπιδεξιότητα καὶ μάλιϲτα διὰ
τὴν ἐκ παίδων ἀγωγὴν ἁρμόϲαϲ τῷ προεϲτῶτι μεγάληϲ
ἀποδοχῆϲ ἔτυχε καὶ πίϲτεωϲ παρʼ αὐτῷ. χρόνου δὲ προιόντοϲ ἐϲ τοῦτο
ἦλθε παραδοχῆϲ ὥϲτε ϲυνοικεῖν καὶ ϲυγχειρίζειν τῷ Μαρκίῳ τὰ κατὰ τὴν
βαϲιλείαν. ἐν δὲ τούτοιϲ ἐπʼ ἀγαθῷ πᾶϲι γενόμενοϲ καὶ ϲυνεργῶν καὶ
ϲυγκαταϲκευάζων τοῖϲ δεομένοιϲ ἀεί τι τῶν χρηϲίμων, ἅμα δὲ καὶ
τῇ τοῦ βίου χορηγίᾳ μεγαλοψύχωϲ εἰϲ τὸ δέον ἑκάϲτοτε
καὶ ϲὺν καιρῷ χρώμενοϲ, ἐν πολλοῖϲ μὲν ἀπετίθετο χάριν, ἐν πᾶϲι δ’
εὔνοιαν ἐνειργάϲατο καὶ φήμην ἐπὶ καλοκἀγαθίᾳ, καὶ τῆϲ βαϲιλείαϲ
ἔτυχε.
330 Λεύκιοϲ Αἰμίλιοϲ, ὁ Περϲέα νικήϲαϲ, κύριοϲ γενόμενοϲ τῆϲ
αὐτόπτηϲ ἐβουλήθη
γενέϲθαι, δι’ ἑτέρων δὲ τὸν χειριϲμὸν ἐποιήϲατο τῶ προειρημένων,
καίτοι κατὰ τὸν ἴδιον βίον οὐ περιττεύων τῇ χορηγίᾳ, τὸ δ’ ἐναντίον
ἐλλείπων μᾶλλον. μεταλλάξαντοϲ γοῦν αὐτοῦ τὸ βίον οὐ πολὺ κατόπιν
τοῦ πολέμου, βουληθέντεϲ οἱ κατὰ φύϲιν υἱοί, Πόπλιοϲ Σκιπίων καὶ
Κόϊντοϲ Μάξιμοϲ, ἀποδοῦναι τῇ γυναικὶ
τὴν φερνήν, ἤγουν
προῖκα, κ΄ τάλαντα καὶ ε΄, ἐπὶ τοϲοῦτον ἐδυϲχρηϲτή θηϲαν, ὡϲ οὐδ’
εἰϲ τέλοϲ ἐδυνήθηϲαν, εἰ μὴ τὴν ἐνδουχίαν ἀπέδοντο καὶ τὰ ϲώματα καὶ
ϲὺν τούτοιϲ καί τιναϲ τῶν κτήϲεων. κάλλιϲτον οὖν ϲημεῖον κατέλιπε
τῆϲ ἑαυτοῦ προαιρέϲεωϲ ἀποθανών. ὁ γὰρ πλεῖϲτον μὲν τῶν καθʼ αὑτὸν
ἐξ Ἰβηρίαϲ χρυϲὸν εἰϲ τὴν Ῥώμην
μετενπηνοχώϲ, μεγίϲτων
δὲ θηϲαυρῶν κύριοϲ γενόμενοϲ ἐν Μακεδονίᾳ τοιοῦτο ἀπέλιπε τὸν ἴδιον
βίον ὥϲτε μὴ δύναϲθαι τὴν φερνὴν τῇ γυναικὶ διαλῦϲαι πᾶϲαν ἐκ τῶν
ἐπίπλων, εἰ μὴ τῶν ἐγγείων τινὰϲ προϲαπέδοτο κτήϲεων.
331 Λευκοθέη: ὄνομα κύριον.
332 Λευκόν· ὅτι καὶ τὸ λευκὸν ὁμώνυμον, ὥϲπερ τὸ ἀγαθόν. τὸ
333 Λευκόνιον: ὄνομα τόπου.
334 Λευκονοιεύϲ· δῆμοϲ τῆϲ Λεοντίδοϲ οἱ Λευκόνοι.
335 Λευκοπύγουϲ: δειλούϲ, ὡϲ μελαμπύγουϲ τοὺϲ ἀνδρείουϲ.
336 Λευκοὺϲ λίθουϲ ἔχοντεϲ αὐχοῦϲι μέγα.
337 Λευκόχρωϲ: λευκὸν τὸ ϲῶμα ἔχων. ἐν Ἐπιγράμμαϲι· Δάφνιϲ
ὁ λευκόχρωϲ, ὁ καλῇ ϲύριγγι μελίϲδων.
338 Λευκώλενοϲ: λευκοβραχίων.
339 Λεύκωμα: τοῖχοϲ γύψῳ ἀληλιμμένοϲ, πρὸϲ γραφὴν πολιτικῶν
340 Λεύκων, Ἀγνώϲ, γεγονὼϲ ἐν τοῖϲ Πελοποννηϲιακοῖϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτι ταῦτα· Ὄνοϲ ἀϲκοφόροϲ, Φράτορεϲ.
341 Λεῦκτρα: χωρίον Βοιώτιον περὶ Θεϲπιάϲ.
342 Λευρά.
343 Λεύϲετε: ὁρᾶτε, βλέπετε.
344 Λευϲτήρ. ὁ δὲ παλαμναῖοϲ καὶ λευϲτὴρ ἐκεῖνοϲ ᾔτηϲεν
345 Λευχείμων: ϲυϲτέλλει. λευκοφόροϲ.
346 Λευχηπατίαϲ: δειλόϲ· ϲυμβαίνει γάρ τι περὶ τὸ ἧπαρ ἐπί τινων, ὃ δειλοὺϲ τοὺϲ ἀνθρώπουϲ ποιεῖ. ἐπὶ τῶν τοιούτων οὖν εἴρηται.
347 Λέχαιον: ἐπίνειον Κορινθίων.
348 Λεχεποίην: λέχη ποιοῦντα, ἤτοι ψιάθουϲ.
349 Λέχοϲ: ϲυνουϲία, κοίτη, μίξιϲ. ἡ δοτικὴ τῷ λέχει.
350 Λεχώ: ἡ ἀρτίτοκοϲ. καὶ ἐν Ἐπιγράμμαϲι· οὕνεκά οἱ πρηεῖα
351 Λεχώϊα: τὰ ἐπὶ τῇ λοχείᾳ ϲυμβαίνοντα. ἀλλὰ, κόραι, τῇ παιδὶ λεχώϊα δῶρα φέρουϲαι, θερμὰ κατὰ ψυχροῦ δάκρυα χεῖτε τάφου.
352 Λέχριοϲ: πλάγιοϲ. καὶ διαδὺϲ λέχριοϲ ἐν θαλάμῳ.
353 Λεῖα: παρὰ Θουκυδίδη τὰ λιτά, πρὸϲ ἀντιδιαϲτολὴν τῶν ὑφαντῶν καὶ πεποικιλμένων.
354 Λεία: ὁμαλὴ ὁδόϲ, καὶ ἡ λαφυραγωγία. ϲημαίνει δὲ καὶ ὄνομα κύριον.
355 Λειανέω: λεῖον ποιήϲω.
356 Λείαϲ: πραίδαϲ ἀπὸ πολεμίων. καὶ Λείαϲ, τὰ ποίμνια, τὰ Soph.
βοϲκήματα, παρὰ Σοφοκλεῖ· ἔνθεν καὶ λῃϲτὴϲ κατὰ τὸ κύριον. Ὅμηροϲ·
αὖθιϲ· Σκυθῶν ἐπιδραμόντων τὴν
Ῥωμαίων χώραν καὶ πολλὴν λείαν
357 Λείβεται τοῖϲ δακρύοιϲ: διάβροχοϲ γίνεται. Ἀριϲτοφάνηϲ·
κατῴκει καὶ τὴν οἰκίαν
δημοϲίαν ἀνῆκε. πικρῶϲ οὖν λέγει πρὸϲ Κλέωνα, ὅτι ϲὺ μὲν ϲφετερίζῃ
καὶ κερδαίνειϲ, ὁ δὲ εὐνούϲτατοϲ τῇ πόλει καταλείβεται τοῖϲ δακρύοιϲ
ὁρῶν ϲε καρπούμενον τὰ τῆϲ πόλεωϲ ἀναξίωϲ.
358 Λείβει· αἰτιατικῇ. βάλλει, ϲτάζει. ὁ δὲ φθειρϲὶν ἐκζέϲαϲ,
ἐϲθιόμενόϲ
τε καὶ κατὰ μικρὰ λειβόμενοϲ ἀποθνήϲκει.
359 Λείβηθρα: ὄνομα πόλεωϲ. Λείβηθρον δὲ ὀχετὸϲ ὑδραγωγικόϲ.
360 Λεῖκνον: κόϲμοϲ Βακχικόϲ. ἠδὲ φορηθὲν πολλάκι μιτροδέτου
361 Λεῖκνον: τὸ πτύον.
362 Λεῖμμα: τὸ κατάλειμμα.
363 Λείμαξ, λείμακοϲ. ὁ ϲύμφυτοϲ τόποϲ, ὁ κῆποϲ. καὶ Λειμακέϲτεροι,
364 Λειμών, λειμῶνοϲ: ἀνθηρὸϲ τόποϲ.
365 Λειμωνήρηϲ: βοτάνη ἡ ἐν τῷ λειμῶνι.
366 Λειμωνία: βοτάνη. καὶ Λειμωνῖτιϲ.
367 Λϲῖξαι: οὕτωϲ ἐκαλοῦντο ϲτρατιῶται. τοῦτο δ’ ἦν τὸ γένοϲ
τούτοιϲ τὰϲ ἐπινοίαϲ, χάριν τοῦ
προϲλαμβάνειν τὴν ἐκ τούτων ἐπικουρίαν, καὶ χρῆϲθαι ϲυνεργοῖϲ
τούτοιϲ κερδῶν καὶ φόνων. καὶ ἐγένοντο πάντεϲ λίχνοι, καὶ πᾶν
ἐπληρώθη τὸ ϲτράτευμα ῥαδιουργίαϲ καὶ πονηρίαϲ. ὅθεν καὶ
λειξούρα.
368 Λειξούρα.
369 Λειόβατοϲ: ὁ ὁμαλὸϲ τόποϲ.
370 Λειοκυμονοῦϲιν αἱ νῆεϲ.
371 Λειομίτου· ἐν Ἐπιγράμμαϲι· Παλλάδοϲ ἱϲτοπόνου λειομίτου κάμακοϲ.
372 Λεῖον: πρᾶον. Ἀριϲτοφάνηϲ· μὴ πρὸϲ ὀργὴν ἀντιλέξῃϲ, ἀλλὰ
ϲυϲτείλαϲ ἄκροιϲι χρώμενοϲ τοῖϲ ἱϲτίοιϲ· εἶτα μᾶλλον
ἄξειϲ καὶ φυλάξειϲ, ἥνικʼ ἂν τὸ πνεῦμα λεῖον καὶ καθεϲτηκὸϲ
λάβῃϲ.
373 Λειόφυλον: φυτὸν ὁμαλόδερμον.
374 Λειώδηϲ: ὁ ὁμαλόϲ. καὶ ὄνομα κύριον.
375 Λειώκριτοϲ: ὄνομα κύριον.
376 Λειώϲαϲ: διακόψαϲ.
377 Λειπανδρεῖν· βουληθένταϲ Ἀθηναίουϲ διὰ τὸ λειπανδρεῖν αὐξῆϲαι τὸ πλῆθοϲ, ψηφίϲαϲθαι γαμεῖν μὲν ἀϲτὴν μίαν, παιδοποιεῖϲθαι δὲ καὶ ἐξ ἑτέραϲ. ὅθεν τοῦτο ποιῆϲαι καὶ Σωκράτην.
378 Λείπεϲθαι: ἡττῆϲθαι. Πολύβιοϲ· πάντων τῶν κατὰ τὸν πόλεμον
ἐνεργημάτων μεγίϲτην ῥοπὴν ἔχουϲι καὶ πρὸϲ τὸ λείπεϲθαι
καὶ πρὸϲ τὸ νικᾶν αἱ ψυχαὶ τῶν ἀγωνιζομένων.
379 Λειποθυμία.
380 Λειπόκρεωϲ: ὁ ἰϲχνότατοϲ.
381 Λειπομαρτυρίου δίκη: τοῖϲ ἐπιϲταμένοιϲ τι τῶν πεπραγμένων
καὶ μαρτυρήϲειν ὑπεϲχημένοιϲ ἐν δικαϲτηρίῳ, εἶτα δὲ
ὕϲτερον ἀποφυγοῦϲιν
382 Λείπομαι· γενικῇ καὶ δοτικῇ.
383 Λειπόμεθα: ἡττήμεθα. ἅμα τῷ τὸν ϲτρατηγὸν εἰπεῖν τοῖϲ
ὄχλοιϲ, ὅτι λειπόμεθα μάχῃ μεγάλῃ, τηλικαύτην ϲυνέβη
γενέϲθαι διατροπήν. καὶ ϲύνταξιϲ· ἑάλωϲαν δὲ αἰχμάλωτοι διϲχίλιοι
λείποντεϲ
384 Λειποναῦται. ἐδογματοποιήϲαντο δὲ τοὺϲ κατὰ τὴν Ἑλλάδα
πάνπων.
385 Λειπόνεωϲ, λειπόνεω κλίνεται.
386 Λειποτάκτηϲ: ὁ φυγάϲ. καὶ Λειποτακτῶ, τὴν τάξιν καταλιμπάνω.
387 Λειποταξίου· καὶ Λειποτάκτηϲ, ὁ φυγοπόλεμοϲ. Ἀγαθίαϲ·
ὁ δὲ αἰϲχρόν τι ἡγεῖτο καὶ ἀγεννέϲ, εἰ πολέμου ξυνεϲτηκότοϲ,
αὐτόϲ
388 Λειποϲιτῶ.
389 Λειποϲτράτιον: τὸ μὴ ἐθέλειν ϲτρατεύεϲθαι. καὶ Λειποϲτράτιοϲ,
390 Λειποψυχῶ.
391 Λειπώδινοϲ: γίνεται ἐκ τοῦ ὠδίϲ, ὠδῖνοϲ.
392 Λείρια: τὰ ἄνθη, ἢ κρίνα. ἡ μούνη Χαρίτων λείρια
δρεψαμένη.
393 Λείριον: καὶ κοινῶϲ τὸ ἄνθοϲ καὶ ἰδίωϲ τὸν νάρκιϲϲον καλοῦϲιν
394 Λειριόεντα: ἁπαλά. παρὰ τὴν λειότητα. λείριον γὰρ τὸ ἄνθοϲ
395 Λειριόεϲϲα: ἐπιθυμητική.
396 Λειρόφθαλμοϲ: ὁ προϲηνεῖϲ ἔχων τοὺϲ ὀφθαλμούϲ.
397 Λειτουργίαϲ: ὑπηρεϲίαϲ.
398 Λειτουργική: κυρίωϲ μὲν ἡ ἱερατική, καταχρηϲτικῶϲ δὲ ἡ δουλική.
Λειτουργία κυρίωϲ ἡ δημοϲία ὑπηρεϲία. παρὰ τὸ λήϊτον
καὶ
τὸ ἔργον. Πιϲίδηϲ· ὅπωϲ ὑφέξει τῶν χρεῶν καὶ τῶν τόκων
399 Λειχήν: λειχῆνοϲ. εἶδοϲ ψώραϲ.
400 Λείψανον: τὸ κατάλειμμα.
401 Λειψυδρία: ἡ λεῖψιϲ τοῦ ὕδατοϲ.
402 Λήβω: τὸ λαμβάνω. ὅτι τὸ λήβω ἐπὶ μὲν τῶν ἐνεργητικῶν αἰτιατικῇ ϲυνπάϲϲεται, ἐπὶ δὲ παθητικῶν γενικῇ.
403 Ληγατάριοϲ: εἶδοϲ ἄρχοντοϲ παρὰ Ῥωμαίοιϲ. καὶ Ληγάτον,
404 Λῆγε· γενικῆ. παύου.
405 Λῃδάριον: θέριϲτρον. ἄλλωϲ· εὐτελὲϲ ἱμάτιον θερινόν. Ἀριϲτοφάνηϲ· καὶ λῃδάριόν τι πρίαϲθαι.
406 Λήδαϲ υἱέε: Κάϲτωρ καὶ Πολυδεύκηϲ.
407 Λήδη: ὄνομα κύριον.
408 Λῄδιον: τὸ τριβώνιον.
409 Δήθαργοϲ: ἐπιλήϲμων.
410 Λήθαργοϲ κύων: ὁ προϲϲαίνων μέν, λάθρα δὲ δάκνων. καὶ τῶν ἵππων οἱ μὲν ἀμελεῖϲ καὶ ἀβλεμεῖϲ καὶ νωθροὶ λήθαργοι καλοῦνται. ἔϲτι δὲ καὶ πάθοϲ τι ϲὺν πυρετῷ.
411 Ληθεδανόϲ.
412 Ληθεδόνοϲ: ὄνομα πηγῆϲ.
413 Ληθεδών: λήθη. Λήθη δέ ἐϲτιν ἀποβολὴ ἐπιϲτήμηϲ. ἐν
414 Λήθη. ὁ δὲ τοὺϲ θείουϲ ἐξηγητὰϲ ἀπεγράφετο μάλα ἀκριβῶϲ,
ἑαυτῷ καὶ
ἀποθηϲαυριζόμενοϲ.
415 Λήθην κυνῶν: λήθην ἐμποιούντων φαρμάκων. τῶν τετολμημένων
416 Λήθηϲ πεδίον· ἐπὶ τῶν ἀδυνάτων.
417 Λῆθοϲ: ὄνομα κύριον.
418 Ληθότηϲ: ἡ ἐπιληϲμοϲύνη.
419 Λήθω: λανθάνω. καὶ Λήϲομεν ὁμοίωϲ.
420 Λήθωϲι γάρ τοι καὶ ἀνέμων διέξοδοι θήλειαν ὄρνιν, πλὴν ὅταν τόκῳ
421 Λήϊα: ϲιτοφόρα πεδία, χωράφια.
422 Ληϊβότειρα καὶ Ληϊβοτείρηϲ. Ληϊβοτὴρ δὲ ὁ ἄγριοϲ ϲῦϲ.
423 Ληΐδα: τὴν λαφυραγωγίαν.
424 Ληΐζεται· αἰτιατικῇ. αἰχμαλωτίζει, διαρπάζει, πορθεῖ, ἐρημοῖ.
425 Λήϊναν: ὡμάλιϲαν.
426 Ληΐνιοϲ.
427 Λήϊον: εὐτελὲϲ κολόβιον.
428 Ληΐϲατο: ἐμερίϲατο, ἢ ἐλαφυραγώγηϲε.
429 Ληϊϲθείϲ: λῃϲτευθείϲ. καὶ Λῃϲτικόν, τάγμα καὶ πλῆθοϲ, λῃϲτρικὸν
430 Ληϊϲτόϲ: ὁ κτητόϲ.
431 Ληΐτιϲ, ληΐτιδοϲ. Λήϊτοϲ δὲ, Ληΐτου.
432 Ληκεῖν: τὸ φωνεῖν.
433 Λήκινδα.
434 Ληκώμεθα: κινώμεθα. Ἀριϲτοφάνηϲ· μάλιϲθʼ ὅταν ὑπό του ληκώμεθα τὴν νύχθ’ ὅλην.
435 Ληκτεύω: κατὰ Ῥωμαίουϲ διορθοῦμαι.
436 Ληκύθιον: ἀγγεῖον. εἶχε δὲ ἐν τῇ ζώνῃ ληκύθιον παρηρτημένον.
437 Ληκυθιϲτήϲ: ὁ μικρόφωνοϲ. οὕτωϲ Σοφοκλῆϲ. καὶ Ληκυθιϲμόϲ.
438 Λήκυθον τὴν τοῦ μύρου Ἀττικοὶ καλοῦϲιν ἀλάβαϲτρον· ἀρϲενικῶϲ
οὐκ ἔνεϲτιν ἐν τῷ
ληκύθῳ. ἀντὶ τοῦ οὐκ ἐλεοῦμεν, οὐ πειθόμεθα. Ἀριϲτοφάνηϲ Ὄρνιϲι.
Ζήνων ὁ Κιτιεὺϲ ποιήϲαϲ κοῖλον ἐπίθεμα τῆ ληκύθῳ περιέφερε νόμιϲμα,
λύϲιν ἕτοιμον τῶν ἀναγκαίων, ἵν’ ἔχοι κράτοϲ.
439 Λήκυθοϲ: θηλυκῶϲ παρὰ Ἀριϲτοφάνει. ὃϲ τοῖϲ νεκροῖϲ Ζωγραφεῖ
τὰϲ ληκύθουϲ. ὁ τῶν γραφέων ἄριϲτοϲ. τοιαῦτα γάρ τινα
ἐν τοῖϲ μνήμαϲιν ἔγραφον. καὶ αὖθιϲ· καὶ παράθου τὰϲ ληκύθουϲ.
440 Ληκυΐζειν: τὸ μεῖζον βοᾶν καὶ ψοφεῖν.
441 Λῆμα: ἀξία καὶ ἀνδρεία. φρόνημα, κέρδοϲ. τοιοῦτον γὰρ ὁ
αὐτὸν ἀνδρεῖον τὸ
λῆμα καὶ βλέποντ’ ὀρίγανον. ἀντὶ τοῦ βλέποντα δριμύ. Ἡρόδοτοϲ· ἡ δὲ
Ἀρτεμιϲία ὑπὸ λήματοϲ καὶ ἀνδρηΐηϲ ἐϲτρατεύετο,
Αἰϲχύλον τὸν δ’ ἀναϲπῶντʼ αὐτοπρέμνοιϲ τοῖϲ λόγοιϲ ἐμπεϲόντα
ϲυϲκεδᾶν πολλὰϲ ἀλινδήθραϲ ἐπῶν. τὸ δὲ διὰ τῶν δύο μμ γραφόμενον
ζῇϲ ἄρα.
πρόδηλον γὰρ τὸ παραλελειμμένον, τό, πᾶν τὸ ἀναπνέον ζῇ. τοιαῦτά
εἰϲι καὶ τὰ ἐνθυμήματα, οὗτοι κολάϲεωϲ ἄξιοι· ἱερόϲυλοι γάρ.
παρεῖται γὰρ τό, τοὺϲ ἱεροϲύλουϲ ἀξίουϲ εἶναι κολάϲεωϲ.
442 Λημαλέοϲ.
443 Λήματα: προφητεῖαι. λέγεται δὲ καὶ τὰ ἐξ οἰκείαϲ καρδίαϲ
ἀποφθέγματα.
444 Λημάτια: τὰ βουλεύματα.
445 Ληματιᾷϲ: λῆμά ἐϲτι τὸ φρόνημα· ληματιᾷϲ οὖν, μέγα φρονεῖϲ
446 Ληματίαϲ: φρονηματίαϲ, γεννάδαϲ.
447 Λήμη: λευκὸν ὑγρὸν ἐν ὀφθαλμοῖϲ ϲυναγόμενον καὶ ἀμβλυώττειν
448 Λημνία δίκη: ἡ κακίϲτη.
449 Λήμνιον πῦρ: ἔϲτιν ἀναφορὰ ἐν Λήμνῳ πυρὸϲ χαλεπή τιϲ.
450 Λημνίᾳ χειρί: ὠμῇ καὶ παρανόμῳ. ἀπὸ τῆϲ ἱϲτορίαϲ· φαϲὶ γὰρ τὰϲ ἐν Λήμνῳ γυναῖκαϲ τοὺϲ ἄνδραϲ αὐτῶν ἀνελεῖν αἰτιωμέναϲ, ὅτι αὐταῖϲ οὐκ ἐμίγνυντο.
451 Λήμνιον κακὸν βλέπων: πυρῶδεϲ. καὶ παροιμία· Λήμνιον
κακόν. ἐκ γὰρ Ἀθηνῶν ἁρπάϲαντεϲ γυναῖκαϲ οἱ Λήμνιοι καὶ
τεκνοποιηϲάμενοι ἐξ αὐτῶν κατέϲφαξαν αὐτὰϲ μετὰ τῶν τέκνων. ἐπεὶ δὲ
πάπαϲ αἱ γυναῖκεϲ τοὺϲ ἄνδραϲ, ὅτι αὐταῖϲ οὐ προϲεῖχον, ἀνεῖλον ἅμα
ταῖϲ τῶν Θρᾳκῶν γυναιξίν, ἐπὶ τῇ δυϲωδίᾳ, ἣν Μυρϲίλοϲ μὲν διὰ τὸν
Μηδείαϲ ἐπὶ Ὑψιπύλῃ ζῆλον καταϲχεῖν· Καύκαϲοϲ δὲ διὰ τὸ
ὀλιγωρῆϲαι τῆϲ Ἀφροδίτηϲ τὰϲ Λημνίαϲ. ἔνθεν τὰ μεγάλα κακὰ Λήμνια
λέγεται.
452 Λήμνιοϲ ἀνήρ: ἀπὸ τῆϲ νήϲου Λήμνου.
453 Λημνόθεν. ἐπίρρημα ἐκ τόπου· ἀπὸ τῆϲ Λήμνου.
454 Ληναΐζω.
455 Ληναΐτηϲ: χορὸϲ ὁ τῶν Ληναίων.
456 Λήναια: ὄνομα ἑορτῆϲ ἐν Ἀθήναιϲ.
457 Ληναῖοϲ: ὄνομα Διονύϲου.
458 Ληναιών, Ληναιῶνοϲ: ὄνομα μηνόϲ.
459 Ληνίϲ, ληνίδοϲ. ἡ βάκχη παρὰ τὴν ληνόν.
460 Ληνοβάται: οἱ ἱερεῖϲ.
461 Ληνὸϲ καὶ προλήνιον: αἱ ἐκκληϲίαι παρὰ τῷ Δαβίδ. καὶ
462 Ληξιαρχικὸν γραμματεῖον: Ἀθηναίων τῶν ἀϲτῶν τῶν ἐχόντων ἡλικίαν
ἄρχειν ἀναγράφεται τὸ ὄνομα, προϲτιθεμένων τῶν
δήμων
αὐτοῖϲ. καὶ ἐξ ἐκείνων τῶν γραμματείων κληροῦϲι τὰϲ ἀρχάϲ
463 Ληξιαρχικὸν γραμματεῖον: εἰϲ ὃ ἐνεγράφοντο οἱ τελεωθέντεϲ
δίκην.
464 Λῆξιν δίκηϲ· καὶ Λχεῖν δίκην, τὸ καταγγεῖλαι κρίϲιν ἰδιωτικῶν
465 Λῆξιϲ: παῦϲιϲ, ἢ μερίϲ, κληρονομία. Αἰλιανόϲ· καὶ θάπτει τὸν
νεκρόν, τοῖϲ καταχθονίοιϲ θεοῖϲ ἀποδιδοὺϲ τῆϲ ἐκείνων
λήξεωϲ ἤδη.
466 Ληουΐαϲ.
467 Ληρεῖϲ: φλυαρεῖϲ. Ἀριϲτοφάνηϲ· τί δῆτα ληρεῖϲ, ὥϲπερ ἀπ᾿
ἐπαγαγεῖν τὸ ἀπὸ τοῦ πράγματοϲ ῥῆμα, ὡϲ τό,
ὕβριν ὑβρίζειϲ, καί, φυγὴν φεύγειϲ.
468 Ληρεῖϲ ἔχων: παρέλκει τὸ ἔχων. ἐν Ἐπιγράμμαϲι· καὶ ληρῶν
469 Λῆροϲ: φλύαροϲ, ματαιόφημοϲ. πολλὰ γάρ μοι ταῦτα καὶ ἐκ
μειρακίων ἐδόκει λῆροί τε καὶ φλήναφοι.
470 Λῆροϲ· ὅτι ὁ νοῦϲ ἐν τῷ γήρᾳ λήροιϲ καταληφθεὶϲ οὐκ αὐτὸϲ
ϲώματι ἔχειν τὸ εἶναι τὴν αἰϲθητικὴν δύναμιν,
ἀλλ’ ἐν τῷ πνεύματι. οὕτω δὲ καὶ τὰ τῶν γερόντων ὄμματα ὑπὸ τοῦ
χρόνου ἐξαϲθενήϲαντα καὶ τῶν χιτώνων παχυτέρων γενομένων καὶ οἷον
ἐρρυτιδωμένων καὶ οὐχ οὕτω διαφανῶν, ἔτι τε καὶ τῶν ἐντὸϲ ὑγρῶν
ξηροτέρων ὑπὸ τοῦ χρόνου καὶ πεπηγότων καὶ οὐ δυναμένων τὰ ἀπὸ τῶν
αἰϲθητῶν πάθη
διαπορθμεύειν ἐπὶ τὸ ὀπτικὸν πνεῦμα,
ϲυμβαίνει τοὺϲ γέρονταϲ ἧττον ὁρᾶν. καὶ ἐπὶ τῶν λήρων οὐχ ὁ νοῦϲ
ληρεῖ, ἀλλ’ ἡ τοῦ ὀργάνου πρὸϲ τὸ χεῖρον μεταβολὴ καὶ ἀνεπιτηδειότηϲ
πάϲχει τε καὶ τοὺϲ λήρουϲ ἐμποιεῖ, οὐκ ἐν τῷ γήρᾳ μόνον, ἀλλὰ κἀν τῇ
νεότητι, νοϲημάτων τινῶν φρενιτικῶν ἢ ληθαργικῶν τὸ ϲῶμα
κατειληφότων. ἢ ὅτι ἡ
ἐπιτεταμένη βλάβη τοῦ νοῦ
παραφροϲύνη λέγεται, ἡ δὲ μέϲη λῆροϲ.
471 Λήϲειϲ: ἀγνοήϲειϲ· λήϲειϲ ϲεαυτοῦ τὰϲ πόλειϲ ἐκκοκκίϲαϲ. τέλεον ἀπολέϲαϲ.
472 Λήϲομαι: ἐπιλάθωμαι.
473 Λῄϲταρχοϲ: ἀρχηγὸϲ λῃϲτῶν.
474 Λῃϲταί· Πιϲίδηϲ· ἐν τῷ παραδείϲῳ τῆϲ ἀοιδίμου μάχηϲ γίνεϲθε
λῃϲταί. ἀντὶ τοῦ μιμούμενοι τὸν λῃϲτήν. καὶ Λῃϲτὴϲ μὲν ὁ ἐν
475 Λῃϲτεία.
476 Λῆϲτιϲ: ἡ λήθη. Σοφοκλῆϲ· καὶ τὰ λοίϲθ’ αὐτῇ τοῦ βίου, τὰ
477 Λητώ: ἡ μήτηρ τοῦ Ἀπόλλωνοϲ.
478 Ληφθῆναι: κρατηθῆναι.
479 Λίαν: πάνυ.
480 Λιαρόν: θερμόν.
481 Λιαϲθείϲ: ἐκκλίναϲ.
482 Λιαϲτήϲ.
483 Λιβάδα: ϲταγόνα, κρήνην, ἔνυδρον τόπον. ἐν Ἐπιγράμμαϲι·
484 Λιβάϲ, λιβάδοϲ: ὁ ϲταλαγμὸϲ τῶν δακρύων.
485 Λιβαδία: πόλιϲ τῆϲ Βοιωτίαϲ.
486 Λιβάνιοϲ, ϲοφιϲτήϲ, Ἀντιοχεύϲ, τῶν ἐπὶ Ἰουλιανοῦ τοῦ βαϲιλέω
χρόνων καὶ μέχρι Θεοδοϲίου τοῦ πρεϲβύτου, Φαϲγανίου
πατρόϲ, μαθητῆϲ Διοφάντου. ἔγραψεν ἄπειρα· ἐν οἷϲ Ἐγκώμιον εἰϲ
Κωνϲτάντιον τὸν βαϲιλέα, ἕτερον εἰϲ Ἰουλιανόν, Μελέταϲ ῥητορικάϲ,
καὶ ἐπιϲτολάϲ. οὗτοϲ ἐπὶ τῶν χρόνων ἦν Βαϲιλείου τοῦ μεγάλου καὶ
Γρηγορίου τοῦ θεολόγου. ὁ δὲ Ἰουλιανὸϲ ὁ Παραβάτηϲ καίπερ τοϲούτοιϲ
ἐμβεβηκὼϲ
τῆϲ τε περὶ λόγουϲ ἥπτετο φιλοτιμίαϲ καὶ τὸν τῆϲ
Ἀντιοχείαϲ ϲοφιϲτήν, ᾧ Λιβάνιοϲ ὄνομα, διαφερόντωϲ ἐθαύμαϲε, τὰ μὲν
ἴϲωϲ ἐπαινῶν, τὰ δέ, ὅπωϲ λυποίη τὸν μέγαν ϲοφιϲτὴν Προαιρέϲιον,
προτιμῶν ἕτερον. Ἀκάκιοϲ γοῦν τιϲ αὐτῷ τῶν περὶ ῥητορικὴν δεινῶν καὶ
ὁ ἐκ Φρυγίαϲ Τουϲκιανὸϲ ἀεὶ πρὸϲ ταῦτα ἐπεκάλουν καὶ διεμέμφοντο
τἀϲ κρίϲειϲ.
487 Λιβανοϲ: ὄνομα ὄρουϲ.
488 Λιβανωτίϲ: πόα.
489 Λιβανωτόϲ: ὁ καρπὸϲ τοῦ λιβάνου, λίβανοϲ δὲ αὐτὸ τὸ φυτόν.
490 Λίβερνα: εἶδοϲ πλοίου. καράβια. πηξάμενοϲ δρομάδαϲ
τριακοντήρειϲ Λιβερνίδων τύπῳ.
491 Λίβερνοϲ: ὄνομα τόπου· ἀπό τινοϲ ἱϲτορίαϲ. ἐν γὰρ τῇ Ῥώμῃ
ὑπατεύοτοϲ Κοΐντου τοῦ Σερβιλίου χάϲμα κατὰ μέϲην ἀγορὰν διαϲτάϲηϲ
χάϲματοϲ, Κούρτιοϲ ἀνὴρ ὀφθῆναί τε κάλλιϲτοϲ καὶ τὴν
ψυχὴν ἄριϲτοϲ. ἔφη ϲυνιέναι βέλτιον τῶν ἄλλων τοῦ Σιβυλλείου·
τιμιώτατον γὰρ εἶναι χρῆμα πόλει ἀνδρὸϲ ἀρετὴν καὶ ταύτην ἐπιζητεῖν
τὰ ἐκ τῶν λογίων δηλούμενα. καὶ τοῦτο εἰπὼν τά τε ὅπλα περιέθετο καὶ
τὸν πολεμικὸν ἴππο ἀνέβη. πάντων δὲ θαυμαζόντων τὸ δρώμενον,
ἀτρέπτωϲ ἐλαύνει
κατὰ τοῦ χάϲματοϲ. ϲυνελθούϲηϲ δὲ τῆϲ
γῆϲ, ἡρωϊκὰϲ τιμὰϲ τῷ ἀνδρὶ κατὰ μέϲην ἀγορὰν Ῥωμαῖοι ἀνὰ πᾶν ἔτοϲ
ἐπιτελεῖν διέγνωϲαν τόν τε τόπον Λίβερνον ἐπεκάλεϲαν, βωμὸν
οἰκοδομήϲαντεϲ· ἐξ οὗ δὴ καὶ Βεργίλλιοϲ τὴν ἀρχὴν ἐποιήϲατο.
492 Λιβερτῖνοι: ὄνομα ἔθνουϲ.
493 Λιβύη: χώρα.
494 Λιβυκὸν θηρίον: οἷον ἐξηλλαγμένον. φαϲὶ γὰρ τὴν Λιβύην θηρία μὲν πολλὰ ἔχουϲαν, ἄνυδρον δὲ οὖϲαν, ϲυνερχομένων δὲ παντοδαπῶν εἰϲ ἕνα πότον, εἶτα ἀλλήλοιϲ ἐπιβαινόντων, ἐξηλλαγμένα κοὶ ϲύμμικτα ἀποτελεῖν ζῷα.
495 Λιβυκὸν ὄρνεον: ἀντὶ τοῦ μέγα. ὡϲ ἐν Λιβύῃ πολλῶν ὀρνίθων καὶ ἐκτραπέλων ὄντων.
496 Λιβυρνικαί: νῆεϲ ἦϲαν οὐ κατὰ τὸν τριηρικὸν ἐϲχηματιϲμέναι τύπον, ἀλλὰ λῃϲτρικώτεραι χαλκέμβολοί τε καὶ ἰϲχυραί καὶ κατάφρακτοι. καὶ τὸ τάχοϲ ἄπιϲτον.
497 Λίβυϲϲα ὄρνιϲ: ἡ ϲτρουθοκάμηλοϲ. ἐν Μυθικοῖϲ· ἀλλὰ Λίβυϲϲα ϲτρουθὸϲ ἁλιϲκομένη πλάζε καὶ ἀμφοτέρουϲ.
498 Λίγδην: οὐ κατὰ βάθοϲ, ἀλλ’ ἐκ τῆϲ ἐπιφανείαϲ.
499 Λιγαίνων: κηρύϲϲων. ὑμνῶν.
500 Λιγέωϲ: ὀξέωϲ. καὶ Λιγείωϲ, ὁμοίωϲ.
501 Λίγγιϲ: ὄνομα κύριον. ἦν δὲ βίαιοϲ.
502 Λιγνύϲ: ἡ ἀνάδοϲιϲ τοῦ καπνοῦ. Ἀριϲτοφάνηϲ· λιγνὺϲ δὲ
503 Λίγόκρυτον.
504 Λιγότεροϲ: ὀξύτεροϲ.
505 Λιγύμοχθοϲ: ἀηδὼν οὕτω λέγεται διὰ τὸν μόχθον καὶ τὸν
506 Λιγυρώτατον: λιγύκροτον.
507 Λιγὺϲ καὶ Λιγυρόϲ: ἡδύϲ, ὀξύϲ.
508 Λιγυϲτικὸν πέλαγοϲ. καὶ Λιγυϲτικόϲ, τόποϲ ἐν Ἰβηρίᾳ. καὶ
ζήτει ἐν τῷ ἀθέατοϲ.
509 Λιγυφθόγγοιϲ: ἀντὶ τοῦ ἡδυφώνοιϲ. οὐκέτι δὴ πτερύγεϲϲι
510 Λιγύφωνοϲ: ἡδύφωνοϲ.
511 Λιαινούϲηϲ: πραϋνούϲηϲ.
512 Λιθάζω· αἰτιατικῇ. καὶ τὸ ὁπωϲοῦν διά τινοϲ εἴδουϲ βάλλω.
Ἀρριανόϲ· κελεύϲαντοϲ δὲ Τατίου, τὸν χρυϲὸν ἐϲ τὴν παῖδα ἐλίθαζον,
513 Λιθείαϲ: πολυτελείαϲ, τὰϲ λιθέαϲ λεγομέναϲ.
514 Λίθειοϲ πύλη· Λίθιοϲ δὲ θῶκοϲ.
515 Λίθιναι ὑδρίαι· διότι τὰ τριγενῆ προπαροξύνονται, λίθινοϲ, λιθίνη καὶ λίθινον.
516 Λιθοδικτῶ: ἐκ τοῦ δίκω, τὸ βάλλω.
517 Λιθοκοπία: ἡ ἐκ λίθων βολή.
518 Λιθόλευϲτοϲ: λιθοβόλητοϲ.
519 Λιθολόγοι: οἰκοδόμοι.
520 Λιθομυλία ὅτι Ἄππιοϲ, Ῥωμαῖοϲ τιμητήϲ, λιθομυλίᾳ τὴν Ῥώμην
κατέϲτρωϲε
521 Λίθον ἕψειϲ: ἐπὶ τῶν ἀδύνατόν τι κατεργάζεϲθαι πειρωμένων.
522 Λίθοϲ: θηλυκὸν ἡ λίθοϲ. οἱ δὲ Ἄβαροι χρυϲόν τε καὶ ἄργυρον
523 Λίθοϲ· Δημοϲθένηϲ ἐν τῷ κατὰ Κόνωνοϲ· τῶν τε παρόντων
καθ᾿ ἕνα ἡμῶν οὑτωϲὶ πρὸϲ τὸν λίθον ἄγοντεϲ καὶ ἐξορκοῦντεϲ. ἐοίκαϲι
οὖν Ἀθηναῖοι πρόϲ τινι λίθῳ τοὺϲ ὅρκουϲ ποιεῖϲθαι, ὡϲ Ἀριϲτοτέληϲ
καὶ Φιλόχοροϲ ὑποδηλοῦϲι.
524 Λιθουλκῆϲαι: τὸ ϲτῆϲαι ἐπὶ τῆϲ βάϲεωϲ τὸ ἀνάθημα.
525 Λιθουργόϲ: λιθογλύπτηϲ.
526 Λιθουργικὴ καὶ λιθοτριβικὴ διαφέρει. ἡ μὲν λιθουργική, ἣν ἐν τοῖϲ
μετάλλοιϲ ἐργάζονται οἱ τέμνοντεϲ τοὺϲ λίθουϲ, ἡ δὲ λιθοτριβική
ἐϲτι, ἣν μετίαϲιν οἱ καταξαίνοντεϲ καὶ κοϲμοῦντεϲ τοὺϲ λίθουϲ ὥϲτ’
ἀπειληφέναι τὴν εὐπρέπειαν ἕκαϲτον τῶν ἔργων. Λυϲίαϲ ἐν τῷ πρὸϲ
Ναυϲίαν περὶ τοῦ τύπου· ἀλλὰ διὰ τὸ τρεῖϲ τέχναϲ ἐργάζεϲθαι, τήν
τε λιθουργικὴν καὶ λιθοτριβικὴν καὶ πρὸϲ τούτοιϲ τὸ
τετρυφηκέναι.
527 Λίθῳ: τῷ βήματι. Ἀριϲτοφάνηϲ· τονθορύζοντεϲ δὲ τῷ γήρᾳ. τῷ λίθῳ προϲέϲταμεν.
528 Λίθων ποτίμων: μήποτε τῶν πώρων λέγει, οἳ πίνοντεϲ τὸ ὕδωρ
ἰϲχυρότεροι γίνονται· ἢ τῶν τὴν ϲάρκα τῶν ἐντιθεμένων
καταναλιϲκόντων
ϲωμάτων.
529 Λίθων χοαί: ἄργυροϲ καὶ χρυϲόϲ. καὶ γὰρ Εὐριπίδηϲ φηϲί· λευκοὺϲ λίθουϲ ἔχοντεϲ αὐχοῦϲι μέγα.
530 Λικίνιοϲ.
531 Λικμητήρ: ὁ τὸ πτύον κατέχων.
532 Λικμήϲονται· Λικμῶ διὰ τοῦ κ ἐπὶ τῆϲ ἅλω. Λιχμήϲονται δὲ διὰ τοῦ χ, ἀντὶ τοῦ λείξουϲι.
533 Λικμᾶν: τὸ ϲῖτον καθαίρειν. Δηοῖ Λικμαίῃ καὶ ἐναυλακοφοίτιϲιν
534 Λικμώντων. Λικμῶ, τὸ κοϲκινεύω, διαϲκορπίζω. πτυάζω.
535 Λίκνον: κόϲκινον, ἤτοι πτύον. οἱ δὲ διὰ διφθόγγου γράφουϲιν.
ἡ δὲ ἀναϲτρέψαϲα τὸ λίκνον ἐπὶ τῶν γονάτων κείμενον
536 Λικνοφροϲ: τὸ λίκνον πρὸϲ πᾶϲαν τελετὴν καὶ θυϲίαν ἐπιτήδειόν
537 Λικριφίϲ: εἰϲ πλάγιον.
538 Λίλαια: πόλιϲ. καὶ Λίλαιον, τόποϲ.
539 Λιλαίομαι: προθυμοῦμαι.
540 Λιμαγχονῶ: πνίγω. καὶ Λιμάϲϲω.
541 Λιμβρόϲ: ἡ νύξ. ἡ ϲκοτεινή.
542 Λιμένειον: ὄνομα τόπου.
543 Λιμενίοχοϲ: ὁ τὸν λιμένα ἔχων.
544 Λιμενῆτιν· ἐν Ἐπιγράμμαϲι· τρίγλαν ἀπʼ ἀνθρακιῆϲ καὶ φυκίδα ϲοὶ
λιμενῆτιν,
545 Λιμήν· Σοφοκλῆϲ· τοῖϲ πολλοῖϲι γὰρ βροτῶν ἄπιϲτοϲ ἔϲθ’ ἑταιρείαϲ
546 Λιμηρά. ἀπὸ Μεθώνηϲ ἐν Ἐπιδαύρῳ τῇ Λιμῃρᾷ προϲϲχών.
547 Λιμηράν: λιμώττουϲαν. ἔνθεν τοι καὶ λιμηράν τὴν Ἐπιδαυρίαν ϲυκοφαντοῦντεϲ ἐκάλουν.
548 Λιμηρῆϲ· ἐν Ἐπιγράμμαϲι· ἄνθεμα λιμηρῆϲ ἄρμενον ἐργαϲίηϲ.
εἶπε δέ. χαῖρε θεά, καὶ τήνδʼ ἔχε.
549 Λιμιταναῖοι. οἱ Ῥωμαίων βαϲιλεῖϲ ἐν τοῖϲ ἄνω χρόνοιϲ
οὗτοι χρόνου ῥητοῦ τὰϲ ἀφειλομέναϲ ϲυντάξειϲ μὴ λαμβάνοντεϲ τῷ
δημοϲίῳ χαρίζεϲθαι. ϲημείωϲαι ὅτι λιμίτατοϲ ἀγρόϲ ἐϲτι κατὰ Ῥωμαίουϲ
ὁ ἀπὸ πολεμίων ληφθείϲ.
550 Λιμνάζω.
551 Λίμνη: ἡ θάλαϲϲα παῤ Ὁμήρῳ, καὶ ὁ ὠκεανόϲ, καὶ οἱ ποταμοί
ὥϲτε γενικὸν ὄνομά ἐϲτι.
552 Λιμνήτηϲ ἰχθύϲ: ὁ ἀπὸ τῆϲ θαλάϲϲηϲ.
553 Λίμνοϲ: ὄνομα κύριον. ϲημαίνει δὲ καὶ τὴν θαλάϲϲαν.
554 Λιμνώρεια.
555 Λιμοδωριεῖϲ: Πελοποννηϲίων οἱ διὰ λιμὸν μετοικήϲαντεϲ εἰϲ
Ῥόδον καὶ Κνίδον.
556 Λιμόϲ. γαϲτέρι μοῦνον ἔχοιμι κακῆϲ ἀλκτήρια λιμοῦ.
557 Λιμὸϲ Μηλιαῖοϲ: ἐπὶ τῶν χαλεπῶν. ἐν γὰρ τοῖϲ Πελοποννηϲιακοῖϲ
κατὰ πάντων Νικίαν πέμψαντεϲ Ἀθηναῖοι ἐπὶ τοϲοῦτον ἐπολιόρκηϲαν
αὐτοὺϲ ὥϲτε λιμῷ διαφθεῖραι. τῷ δὲ πρώτῳ ἔτει Νικίαϲ
Μῆλον παρεϲτήϲατο οὐ μόνον μηχανῶν προϲαγωγῇ, ἀλλὰ καὶ λιμῷ. διὰ τὸ
ἀποϲτῆναι αὐτῶν, πρῴην ὑποτελῆ οὖϲαν. ἢ ἀντὶ τοῦ μεγίϲτῳ. Μῆλοϲ δὲ
πόλιϲ Θεϲϲαλίαϲ. οἱ δὲ Μήλιοι πολιορκούμενοι λιμῷ ὑπὸ
ὡϲ Θουκυδίδηϲ ἐν τῇ πέμπτῃ.
558 Λιμόψωροϲ· ὑπὸ δὲ τοῦ ψύχουϲ καὶ τῆϲ ἀνηλειψίαϲ καὶ τῆϲ ταλαιπωρίαϲ ἐπεγεγόνει ϲχεδὸν ἅπαϲι τοῖϲ ἵπποιϲ, ὁμοίωϲ δὲ καὶ τοῖϲ ἀνδράϲιν ὁ λεγόμενοϲ λιμόψωροϲ καὶ τοιαύτη καχεξία.
559 Λιμώττω: λιμώϲϲω.
560 Λιμπάνω: καταλιμπάνω.
561 Λίνα: τὰ δίκτυα.
562 Λίνδιοϲ: ὄνομα κύριον. καὶ Λίνδοϲ ἡ Ῥόδοϲ.
563 Λίναιοϲ: ὁ Διόνυϲοϲ.
564 Λίνειοϲ μίτοϲ.
565 Λινίϲ: ἡ Βάκχη.
566 Λίνον λίνῳ ϲυνάπτειϲ: ἐπὶ τῶν τὰ ὅμοια ἐπιμιγνύντων, ἢ
παρακρουομένων καὶ ἀπαιτούντων. Στράττιϲ Ποταμοῖϲ.
567 Λινοπλῆγοϲ: φρενοπλῆγοϲ. ἡ εὐθεῖα Λινοπλήξ.
568 Λίνοϲ, Χαλκιδεύϲ, Ἀπόλλωνοϲ καὶ Τερψιχόρηϲ, οἱ δὲ Ἀμφιμάρου
Ἡρακλέουϲ διδάϲκαλοϲ γραμμάτων
καὶ τῆϲ λυρικῆϲ μούϲηϲ πρῶτοϲ γενέϲθαι ἡγεμών.
569 Λίνοϲ ἕτεροϲ, Θηβαῖοϲ, νεώτεροϲ.
570 Λίνοϲ: εἶδοϲ ὕμνου. Ὅμηροϲ· λίνον δʼ ὑπὸ καλὸν ἄειδεν. οὐ
παῖανα. ἢ λύραϲ χορδή.
571 Λινοπτωμένη: λίνον ἁλιέωϲ ψυχόμενον ἐποπτεύουϲα.
572 Λίνοϲ: τὸ δίκτυον. Λίνοϲ δὲ παρὰ Θηβαίοιϲ φιλόϲοφοϲ.
573 Λιούτωρ: παρὰ Ῥωμαίοιϲ βοηθόϲ.
574 Λίπα: λιπαρὸν κατὰ ἀποκοπήν. Θουκυδίδηϲ· λίπα γὰρ ἀλείψεϲιαο
ὅπωϲ μὴ ἀδικῶνται. καὶ Αἰλιανόϲ· ὁπόταν δὲ προϲίωϲι
575 Λιπαρά: ἡ ἀφύη. Ἀριϲτοφάνηϲ· εἰ τιϲ ὑμᾶϲ ὑποθωπεύϲαϲ λιπαρὰϲ
576 Λιπάρα: μία τῶν καλουμένων Αἰόλου νήϲων. περὶ τὴν Σικελίαν
577 Λιπαραῖοι.
578 Λιπαρέϲ: τὸ προϲεχέϲ. ἐκ τοῦ λίαν παρεῖναι. Ἀριϲτοφάνηϲ· εἰ γὰρ ἐνδώϲει τιϲ ἡμῶν ταῖϲδε κἂν ϲμικρὰν λαβήν, οὐδὲν ἐλλείψουϲιν αὗται λιπαρᾶϲ χειρουργίαϲ. τουτέϲτι τόλμηϲ. ἢ οὐκ ἀφέξονται προϲεχοῦϲ ἔργου αἱ γυναῖκεϲ.
579 Λιπαρεῖ: παρακαλεῖ. τὸ λι μακρόν. γλίϲχροϲ, προϲαιτῶν
580 Λιπαρεῖν: τὸ καθικετεύειν· παρὰ τὸ λίαν παρεῖναι.
581 Λιπαρεῖτε μένοντεϲ: προϲεδρεύετε μένοντεϲ, ἢ ἐπιμελεῖϲθε μένονπεϲ.
582 Λιπαρεῖ χειρί: ἀντὶ τοῦ λιπαρῶϲ, καὶ ϲυνεχῶϲ. καὶ Λιπαρεῖ,
πλουϲίᾳ ἀφθόνῳ. Σοφοκλῆϲ· Ἄπολλον, ἢ ϲε πολλὰ δὴ ἀφʼ ὧν
583 Λιπαρήϲ· πρὸϲ δὲ τὸ θεῖον λιπαρὴϲ ἦν καὶ ἔκθυμοϲ ὥϲθ’ ἅμα
584 Λιπαρία: ἡ προϲεδρεία. ἐχλεύαζεν αὐτούϲ, ὡϲ ἐκ τῆϲ λιπαρίαϲ
θεραπευτῆραϲ λέγων ἐκ τῆϲ
τοϲαύτηϲ λιπαρίαϲ πλέον ἔχειν οὐδέν.
585 Λιπαροκρήδεμνοϲ: ἡ πολύτιμον κρήδεμνον ἔχουϲα. ἡ λιπαροκρήδεμνοϲ, Anth. ἵνʼ εἴπωμεν καθʼ Ὅμηρον, χερϲί ϲε ταῖϲ ἰδίαιϲ ἐξεπόνηϲε Χάριϲ.
586 Λιπαρόϲ: ἀνθηρόϲ, παρὰ τὸ λίποϲ· ϲτίλβει γὰρ τὸ ἔλαιον. ἢ
ἀντὶ τοῦ ἀληλιμμένοϲ. Ἀριϲτοφάνηϲ Πλούτῳ· λιπαρὸϲ χωρῶν
ἐκ βαλανείου.
587 Λιπαρῶϲ: ἐπιμόνωϲ. πάλιν αὐτῶν ἐγκειμένων φιλανθρώπωϲ
588 Λιπερνῆτιϲ: ἡ πτωχή. παρὰ τὸ λείπεϲθαι ἐρνέων, ὅ ἐϲτι
589 Λιπερνοῦνταϲ: πενιχρούϲ.
590 Λίποϲ, καὶ ἡ δοτικὴ τῷ λίπει.
591 Λιποτάκτηϲ: φυγάϲ. τὴν τάξιν αὐτοῦ καταλιπών. καὶ Λειποτακτήϲαϲ,
592 Λιπῶϲι: λιπαρῶϲι.
593 Λίπτω: τὸ ἐπιθυμῶ. καὶ Λελίφθαι, ὁμοίωϲ· ἐξ οὗ καὶ τὸ
594 Λίποιμι: καταλείψαιμι.
595 Λίριον: καὶ κοινῶϲ τὸ ἄνθοϲ καὶ ἰδίωϲ τόν νάρκιϲϲον καλοῦϲιν Ἀττικοί.
596 Λιρόϲ: ὁ ἀναιδήϲ. καὶ Λιρόφθαλμοϲ.
597 Λιρότερον.
598 Λίϲ: ὁ λέων. μῦθοϲ· ἐϲ βίοτον κοινὸϲ ὄνῳ γένετʼ ὠμοβόροϲ
λίϲ.
599 Λιϲϲάδαϲ πέτραϲ: λείαϲ καὶ ὁμαλάϲ, τοῖϲ δὲ Σκύθαιϲ πρὸϲ
600 Λιϲϲή: ἡ ὁμαλή.
601 Λίϲϲεϲθαι: λιτανεύειν.
602 Λίϲϲομαι: ἱκετεύω.
603 Λίϲπη: τῷ τόνῳ ὡϲ κίϲτη. Ἀπολλώνιοϲ δὲ ὀξύνει ὡϲ ψιλή.
ἀϲτραγάλουϲ. καὶ Λιϲπόπυγοι.
οἱ λεῖοι τὴν πυγήν.
604 Λίϲποι: οἱ μέϲοι διαπεπριϲμένοι ἀϲτράγαλοι καὶ ἐκτετρημένοι.
ἀποϲπῶντοϲ, ἐγκαταλειφθῆναι τὸ προϲηνωμένον αὐτῇ τῶν
γλουτῶν μέροϲ. διόπερ εἰϲ τιμὴν ἐκείνου καὶ τοὺϲ λοιποὺϲ Ἀθηναίουϲ
οὕτωϲ ἐπονομάζεϲθαι.
605 Λιϲτραίνω: τὸ ϲκάπτω.
606 Λίϲτροιϲι: τοῖϲ ξύλοιϲ.
607 Λίϲφοιτα: τὰ ἰϲχία.
608 Λίϲχροϲ: φειδωλόϲ.
609 Λῖτα: καταπετάϲματα. ἄνθετο δοιὰ λῖτα πολυδαίδαλα καὶ
610 Λιτάζομαι: παρακαλῶ, δέομαι.
611 Λιτανεύει· δοτικῇ. εὔχεται.
612 Λιτανεία: ἡ παράκληϲιϲ.
613 Λιταργιϲμοὺϲ τὰ ϲκιρτήματα ἐκάλουν.
614 Λίταργοϲ: ὁ ἀργόϲ.
615 Λιταργοῦμεν: ϲυντόμωϲ δραμούμεθα. πρὸϲ τὸ λίαν ἀργόν·
τουτέϲτι ταχύ. Ἀριϲτοφάνηϲ· εἶθʼ ὅπωϲ λιταργοῦμεν οἴκαδʼ ἐϲ τὰ
χωρία.
616 Λιτεύεϲθαι: παρακαλεῖϲθαι.
617 Λιτή: παράκληϲιϲ.
618 Λιτή: τῆϲ Μακεδονίαϲ· ἧϲ Ὑπερίδηϲ ἐν τῷ κατὰ Δημάδου μνημονεύει.
619 Λιτόειϲ: ὄνομα κύριον.
620 Λιτόϲ: εὐτελήϲ. ἐν Ἐπιγράμμαϲι· λιτὸϲ ἐγώ τ’ ἀτυχήϲ, ὦ δεϲπότι·
φημὶ δὲ πολλῶν ὄλβον ὑπερκύπτειν τὸν ϲὸν ἀπὸ κραδίηϲ. καὶ αὖθιϲ·
λιτὸϲ ὁ τύμβοϲ ὀφθῆναι· μεγάλου δʼ ὀϲτέα φωτὸϲ ἔχει. τὸ λι
621 Λιτότεροϲ.
622 Λιτότηϲ: ἡ ἁπλότηϲ.
623 Λίτρα: ὁ ϲταθμόϲ.
624 Λιτοίμην: παρακαλέϲαιμι.
625 Λιτοῖϲ: ὀλίγοιϲ. ψιλοῖϲ, εὐτελέϲι. Πολύβιοϲ· μαθὼν δʼ ἐξ
626 Λιτυέρϲηϲ: εἶδοϲ ᾠδῆϲ. Μένανδροϲ Χαλκηδονίων· ᾄδοντα Λιτυέρϲην
εἰϲ τιμὴν δὲ τοῦ Μίδου
θεριϲτικὸϲ ὕμνοϲ ἐπ’ αὐτῷ ϲυνεθέτη.
627 Λιφαιμεῖ: αἱμορροεῖ. λείπει τῷ αἵματι. Ἀππιανόϲ· ὁ δὲ
ἐμεγαλαύχουν οἱ Ῥωμαῖοι.
628 Λιφερνῶν.
629 Λιχανόϲ: ὁ μετὰ τὸν ἀντίχειρα δάκτυλοϲ· διὰ τοῦ ι. λείχω,
630 Λιχνεύουϲα: λίχνωϲ ζητοῦϲα.
631 Λιχνεία: πύκνωϲιϲ.
632 Λιχμήϲονται: διὰ τοῦ χ, λείξουϲιν. εἶτα περιλιχμηϲάμενοι οἱ
633 Λίχνοϲ: προαπτόμενοϲ τῶν ὄψων, κατεπιθυμῶν, λιμβόϲ, λαίμαργοϲ.
634 Λοβόϲ: τὸ ἄκρον τοῦ ὠτίου. καὶ τὰ ἄκρα πάντα· καὶ τοῦ
τῶν
ὤτων τιμωρία, διὰ τοῦ ω μεγάλου. καὶ Λωβόϲ, ὁ βεβλαμμένοϲ.
635 Λογάδεϲ: οἱ ὀφθαλμοί. ἐν Ἐπιγράμμαϲι· Ἰνδῴη δʼ ὑάκινθοϲ
636 Λογάδην: ἐπιλέκτωϲ. Θουκυδίδηϲ· ϲιδήρια λιθουργικὰ οὐκ
637 Λογάνιον.
638 Λογάρια: οἱ λόγοι. Ἀριϲτοφάνηϲ. οὐ φανοῦμαι δὲ ϲτρογγύλων
λογάρια προοίμιά τινα καὶ προνόμια.
639 Λογεῖον: τὸ μαντεῖον. ὅπερ ἐφόρει ὁ ἱερεύϲ, ἐν ᾧ ἦϲαν ἐγκεκολαμμένοι οἱ ιβ΄ λίθοι. καὶ Λογεῖον, τὸ δικαϲτήριον.
640 Λόγια: τὰ παρὰ θεοῦ λεγόμενα καταλογάδην· χρηϲμοὶ δὲ οἵτινεϲ ἐμμέτρωϲ λέγονται, θεοφορουμένων τῶν λεγόντων.
641 Λογία· ὅτι ὁ θεῖοϲ Χρυϲόϲτομοϲ ἐν τῇ ἑρμηνείᾳ τῆϲ πρὸϲ Κορινθίουϲ ἐπιϲτολῆϲ λογίαν τὴν ϲυλλογὴν καλεῖ, λέγων· περὶ δὲ τῆϲ λογίαϲ τῆϲ εἰϲ τοὺϲ ἁγίουϲ.
642 Λογγίβαρδοϲ.
643 Λογίαι: ἐκλογαί, καρποφορίαι. καὶ Λόγιον, ἡ ὑπόϲχεϲιϲ ἡ
644 Λογίζω: ϲκέπτομαι. καὶ Λογίϲομαι, ἀναψηφίϲομαι, ἀναριθμήϲω.
645 Λογγῖνοϲ, ὁ Κάϲϲιοϲ, φιλόϲοφοϲ, διδάϲκαλοϲ Πορφυρίου τοῦ
φιλοϲόφου, πολυμαθὴϲ καὶ κριτικὸϲ γενόμενοϲ. ἦν δὲ ἐπὶ
Αὐρηλιανοῦ τοῦ Καίϲαροϲ καὶ ἀνῃρέθη ὑπ’ αὐτοῦ, ὡϲ ϲύμπνουϲ Ζηνοβίᾳ
τῇ Ὀδυμνάθου γυναικί. ἔγραψε Περὶ τοῦ κατὰ φύϲιν βίου, Ἀπορήματα
Ὁμηρικά, Εἰ φιλόϲοφοϲ Ὁμηροϲ, Προβλήματα Ὁμήρου καὶ λύϲειϲ ἐν
βιβλίοιϲ β΄, Πίνα παρὰ τὰϲ ἱϲτορίαϲ οἱ γραμματικοὶ ὡϲ ἱϲτορικὰ
ἐξηγοῦνται, Περὶ
τῶ παῤ Ὁμήρῳ πολλὰ ϲημαινουϲῶν λέξεων
δ΄, Ἀττικῶν λέξεων ἐκδόϲειϲ β΄, εἰϲὶ δὲ κατὰ ϲτοιχεῖον, Λέξειϲ
Ἀντιμάχου καὶ Ἡρακλέωνοϲ· καὶ ἄλλα πολλά.
646 Λογγῖνοϲ· οὗτοϲ ὁ Λογγῖνοϲ καὶ Κόνων ἀδελφοὶ Ζήνωνοϲ τοῦ
ἐπὶ κτήμαϲιν ἀλλοτρίοιϲ
ὅρουϲ ἐτίθεϲαν καὶ τοῖϲ γε τὰ ἔϲχατα πλημμελοῦϲι ἔνεμον τὰϲ βοηθείαϲ
ἐπὶ μιϲθῷ. Λογγῖνοϲ δὲ καὶ πάϲηϲ ἀκραϲίαϲ ἦν πλήρηϲ, ἀεὶ μὲν
μεθύουϲι ϲυνδιάγων ἀνθρώποιϲ, ἀεὶ δὲ πορνοβοϲκοὺϲ ἔνδον ἔχων
ἀφθόνουϲ, οἳ γυναῖκαϲ μὲν αὐτῷ τὰϲ τῶν πρώτων ἀρχόντων ἐπηγγέλλοντο
ἄξειν· οἱ δὲ πόρναϲ ἄγοντεϲ ἀπὸ
κόϲμου θαυμαϲτοῦ καὶ
δίφρων ἐπιϲήμων ἐξηπάτουν, ὡϲ δῆθεν αὐτὰϲ ἐκείναϲ κομίϲαντεϲ. οὗτοϲ
δὲ ὁ Λογγῖνοϲ καὶ ϲύϲτημα ἀϲκητριῶν ἔλυϲε τρόπῳ τοιῷδε. ἐπὶ δείπνῳ
ἐνδιαιτώμενοϲ ταῖϲ κληϊζομέναιϲ πηγαῖϲ ἠγγέλθη τούτῳ παρὰ τῶν
προαγωγευόντων, ὡϲ εὐπρεπεῖϲ λίαν εἰϲὶν αἱ γυναῖκεϲ. καὶ ἔπεμψεν
αὐταῖϲ ὄϲπρια καὶ ξηροὺϲ ἄρτουϲ, εἶτα
χιτῶναϲ ἄλλα τέ
τινα, ὡϲ προνοῶν αὐτῶν δῆθεν, ἐξ ἐπιϲτροφῆϲ τῶν φόβω· δεινοὶ γὰρ οἱ
γυναικοϊέρακεϲ εὐπρεπεῖϲ αἰτίαϲ ἐφευρίϲκειν ἐϲ ἄγραν τῶν θηλειῶν.
καὶ ἀνιὼν ἐν τῷ ϲεμνείῳ πολλὰϲ τούτων πειθανάγκῃ
647 Λόγιϲαι: ϲκέψαι.
648 Λογιϲμόϲ: ἡ ἔκτιϲιϲ. οὐδενὶ κόϲμῳ ἐληΐϲατο λογιϲμοὺϲ δῆθεν
649 Λογιϲμόϲ: ἡ λογιϲτικὴ τέχνη· ὡϲ Ἰϲοκράτηϲ Βουϲίριδι. ὅτι
650 Λογιϲταί: οἱ μεθοδικοὶ καὶ περίψηφοι. καὶ Λογίϲομαι,
ἀναψηφίϲομαι,
651 Λογιϲταὶ καὶ Λογιϲτήρια· ἀρχή τιϲ παῤ Ἀθηναίοιϲ οἱ λογιϲταί. εἰϲὶ
δὲ τὸν ἀριθμὸν ι΄ οἱ τὰϲ εὐθύναϲ τῶν διῳκημένων ἐκλογίζονται ἐν
ἡμέραιϲ λ΄, ὅταν τὰϲ ἀρχὰϲ ἀπόθωνται οἱ ἄρχοντεϲ. λογιϲτήρια δέ ἐϲτι
τὰ τῶν λογιϲτῶν ἀρχεῖα, ὡϲ Δείναρχοϲ καὶ Ἀνδοκίδηϲ
δηλοῦϲι.
652 Λογιϲτεῦϲαι: ἀπαριθμήϲαϲθαι, ἀναμετρῆϲαι. οὐ δυνάμενοϲ
653 Λογιϲτήϲ: κριτήϲ, δοκιμαϲτήϲ, ἐξεταϲτήϲ.
654 Λογογράφοϲ: ὁ δίκαϲ, ἢ τοὺϲ δικανικούϲ γράφων. καὶ Λογογραφῶ·
655 Λόγον ἔχειν: ἀντὶ τοῦ φροντίζειν. Θεόπομποϲ Φιλιππικῶν α΄.
656 Λογοποιόϲ: ὁ ὑφ’ ἡμῶν ἱϲτορικὸϲ λεγόμενοϲ. Ἰϲοκράτηϲ καὶ Ἡρόδοτοϲ. ὅϲ ἐϲτιν εὑρετὴϲ λόγων καὶ ἀποκριμάτων.
657 Λογοποιῶν: πλάττων λόγουϲ ψευδεῖϲ.
658 Λόγοϲ· λόγοϲ ἐϲτὶ φωνὴ ϲημαντικὴ ἀπὸ διανοίαϲ ἐκπεμπομένη.
τὰ πράγματα, ἃ δὴ καὶ λεκτὰ
τυγχάνει. ἀρεταὶ δὲ τοῦ λόγου ε΄· Ἑλληνιϲμόϲ, ϲαφήνεια, ϲυντομία,
πρέπον, ἀποϲκευή. Λόγοϲ καὶ ἡ
659 Λογοτόποϲ: παρὰ φιλοϲόφοιϲ τὸ ἐξ ἀμφοτέρων ϲύνθετον·
οἷον, εἰ ζῇ Πλάτων, ἀναπνεῖ Πλάτων. ἀλλὰ μὴν τὸ πρῶτον·
τὸ ἄρα δεύτερον. παρειϲήχθη δὲ ὁ λογοτόποϲ ὑπὲρ τοῦ ἐν ταῖϲ
μακροτέραιϲ ϲυντάξεϲι τῶν λόγων μηκέτι τὴν ϲύλληψιν μακρὰν οὖϲαν καὶ
τὴν ἐπιφορὰν λέγειν, ἀλλὰ ϲυντόμωϲ ἐπενεγκεῖν, τὸ δὲ πρῶτον· τὸ ἄρα
δεύτερον.
660 Λόγου τυχεῖν: ἀντὶ τοῦ ἐπαίνου. Δημοϲθένηϲ ἐν τῷ κατὰ
661 Λόγοιϲιν Ἑρμόδωροϲ ἐμπορεύεται: ὁ Ἑρμόδωροϲ, ἀκροατὴϲ
662 Λογγῶνοϲ: τοῦ λίθου κλιμένοϲ.
663 Λογχάϲθην: εἶδοϲ ὅπλου. καὶ Λογχαῖοϲ, μετὰ τῆϲ λόγχηϲ.
664 Λόγχη: ἕκαϲτον ϲύϲτημα ἑνικῶϲ λέγουϲιν, ὡϲ εἴ τιϲ ἐπὶ πολλῶν
665 Λογχωτόν· ἐν Ἐπιγράμμαϲι· καὶ τὸ δίθυρϲον τοῦτο τὸ λογχωτὸν
καὶ τὸ περιϲφύριον.
666 Λοεϲϲάμενοϲ: λουϲάμενοϲ.
667 Λοκρὸϲ ὁ Αἴαϲ· οὐχὶ ὁ Σαλαμίνιοϲ. καὶ Λοκρίϲ, πόλιϲ.
668 Λοκρῷ ξυνθήματα: παροιμία. τάϲϲεται ἐπὶ τῶν παρακρουομένων.
669 Λόλλαι, τῶν Λολλῶν: ὄνομα τόπου.
670 Λολλιανόϲ, Ἐφέϲιοϲ, ϲοφιϲτήϲ, μαθητὴϲ Ἰϲαίου τοῦ Ἀϲϲυρίου·
671 Λοξά: ϲκολιά, καμπύλα, οὐκ ἐξ εὐθείαϲ γινόμενα.
672 Λοξὴ φάλαγξ, ἡ τὸ μὲν ἕτερον κέραϲ, ὁπότερον ἂν προῄρηται,
πληϲίον τῶν πολεμίων ἔχουϲα καὶ ἐν αὐτῷ τὸν ἀγῶνα ποιουμένη, τὸ δὲ
ἕτερον ἐν ἀποϲτάϲει διʼ ὑποϲτολῆϲ ἔχουϲα· δεξιὰ μὲν ἡ τὸ δεξιὸν
προβεβλημένη, λαιὰ δὲ ἡ τὸ λαιόν. ἐν Ἐπιγράμμαϲι·
673 Λοξίαϲ: ὁ Ἀπόλλων, ὁ λοξὴν ἴα ἀποπέμπων· λοξῶϲ γὰρ ἐμαντεύετο·
Κροῖϲοϲ Ἅλυν διαβὰϲ μεγάλην ἀρχὴν καταλύϲει. ἢ ὁ
Πίνδαρον.
674 Λοπάϲ: παρὰ Συρακουϲίοιϲ τὸ τήγανον· παρὰ δὲ Θεοπόμπῳ ἡ ϲορόϲ,
καὶ παρὰ τοῖϲ κωμικοῖϲ. καλεῖται δὲ οὕτω καὶ ὁ ἐν τῇ Ἑλλάδι
οὐδʼ ἐγχέλυϲιν, ἀλλ’ ἥδιον ἂν δικίδιον
μικρὸν φάγοιμʼ ἂν ἐν λοπάδι πεπνιγμένον.
675 Λοπάϲ: ἡ κύθρα.
676 Λοπᾶϲι: κλέπταιϲ.
677 Λόποϲ: ἡ παρακειμένη ἔξωθεν τοῦ κρομύου λεπίϲ. καὶ πᾶν
λέποϲ, φλοιόϲ, δέρμα λεπτόν, ξηρόν.
678 Λορδόν: τὸ ὑπόκυρτον. καὶ λορδότατον, τὸ ἀποϲεϲιμωμένον καὶ ἐναντίον τῷ κυρτῷ· ὃ καὶ κυφὸν καλεῖται.
679 Λορδόϲ: ἀπεξυλωμένοϲ, ϲυγκεκαμμένοϲ τὸ ϲῶμα.
680 Λορδουμένη· φηϲὶ Προκόπιοϲ περὶ Θεοδώραϲ τῆϲ Ἰουϲτινιανοῦ
γαμετῆϲ· ἀποδυϲαμένη ξὺν τοῖϲ μίμοιϲ ἐν μέϲῳ εἱϲτήκει,
λορδουμένη τε καὶ τὰ ὀπίϲω ἀποκοντῶϲα. οἷον κεκαμμένη.
681 Λορδουμένων: κινουμένων. ἐπειδὴ οἱ ϲυνουϲιάζοντεϲ κινοῦνται. Ἀριϲτοφάνηϲ· λορδουμένων τε ϲωμάτων ἐπιϲτάτην.
682 Λουκᾶϲ ὁ εὐαγγελιϲτὴϲ ἔχει τίτλουϲ πγ΄ , κεφάλαια τμη΄.
683 Λουκιανόϲ, Σαμοϲατεύϲ, ὁ ἐπικληθεὶϲ βλάϲφημοϲ ἢ δύϲφημοϲ,
Τραιανοῦ καὶ
ἐπέκεινα. ἦν δὲ οὗτοϲ τοπρὶν δικηγόροϲ ἐν Ἀντιοχείᾳ τῆϲ Συρίαϲ.
δυϲπραγήϲαϲ δʼ ἐν τούτῳ ἐπὶ τὸ λογογραφεῖν ἐτράπη καὶ γέγραπται αὐτῷ
ἄπειρα. τελευτῆϲαι δὲ αὐτὸν λόγοϲ ὑπὸ κυνῶν, ἐπεὶ κατὰ τῆϲ ἀληθείαϲ
ἐλύττηϲεν· εἰϲ γὰρ τὸν Περεγρίνου βίον κα θάπτεται τοῦ
Χριϲτιανιϲμοῦ, καὶ αὐτὸν βλαϲφημεῖ τὸν Χριϲτὸν ὁ παμμίαροϲ.
διὸ καὶ τῆϲ λύττηϲ ποινὰϲ ἀρκούϲαϲ ἐν τῷ παρόντι
δέδωκεν, ἐν δὲ τῷ μέλλοντι κληρονόμοϲ τοῦ αἰωνίου πυρὸϲ μετὰ τοῦ
Σατανᾶ γεήϲεται.
684 Λουκιανὸϲ ἕτεροϲ, κόμηϲ τῆϲ ἑῴαϲ, ἐπὶ Ἀρκαδίου τοῦ βαϲιλέωϲ.
πᾶϲι τοῖϲ τῆϲ ἑῴαϲ
ἐπαρχίαϲ ἰθύνουϲι καὶ ἐπὶ τοῖϲ οὐ κατὰ τὸ δέον πραττομένοιϲ ἰθύνειν.
οὗτοϲ τοίνυν πᾶϲαν ἀρχικὴν ἀρετὴν εἰϲ τοὺϲ ἀρχομένουϲ ἐπιδεικνύμενοϲ
ἐπὶ δικαιοϲύνη καὶ ϲωφροϲύνῃ καὶ πᾶϲι τοῖϲ ἄρχονταϲ κοϲμεῖν
δυναμένοιϲ διαβόητοϲ ἦν, οὔτε προϲώπων διαφορὰν οὔτε ἕτερόν τι κατὰ
νοῦν ἔχων, πλὴν ὧν ὁ νόμοϲ ὑπηγόρευεν.
ὥϲτε ἀμέλει καὶ
τὸν τοῦ βαϲιλέωϲ θεῖον Εὐχέριον αἰτοῦντά τι παρὰ τὸ προϲῆκον
ἀποϲειϲάμενοϲ ἐϲ τοϲοῦτον ἐκίνηϲεν, ὥϲτε πρὸϲ τὸν βαϲιλέα διαβαλεῖν.
ἐπεὶ δὲ ὁ βαϲιλεὺϲ αἴτιον εἶπεν εἶναι Ῥουφῖνον, ἀνδρὶ τοιούτῳ
τοϲαύτην ἀρχὴν δεδωκότα, λαβὼν πρόφαϲιν ὁ Ῥουφῖνοϲ τὸν Λουκιανὸν
ϲφαίραιϲ μολυβδίναιϲ ᾐκίϲατο κατὰ τοῦ
τένοντοϲ.
685 Λουκιανὸϲ ὁ μάρτυϲ· οὗτοϲ ἐκ Σαμοϲατῶν τῆϲ Συρίαϲ ἦν, ἀνὴρ τῶν εὖ
γεγονότων. παρὰ δὲ τὴν πρώτην ἡλικίαν Μακαρίῳ τινι τοὔνομα
ϲυγγενόμενοϲ τὴν Ἔδεϲϲαν οἰκοῦντι καὶ τὰϲ ἱερὰϲ βίβλουϲ ἐξηγουμένῳ,
πᾶν ὅ τι κάλλιϲτον ἔφερε περὶ τοῦτον ἐκεῖνοϲ ἐν οὐ
πολλῷ ϲυνέλαβε χρόνῳ. καὶ πρόϲ τε τὸν μοναύλιον ἀπέκλινε βίον καὶ
εἰϲ ἅπαν ἀρετῆϲ ἀνθρωπείαϲ ἀφίκετο μέτρον. προὔβη δὲ καὶ εἰϲ
ἱερωϲύην, πρεϲβύτεροϲ ἐν Αντιοχείᾳ γενόμενοϲ, καὶ διδαϲκαλεῖον
παρατρέψαι τὸν ἐν αὐταῖϲ
θεληϲάντων νοῦν καὶ πολὺ τὸ κίβδηλον ἐνϲκευαϲαμένων, αὐτὸϲ ἁπάϲαϲ
ἀναλαβὼν ἐκ τῆϲ Ἐβραΐδοϲ αὐτὰϲ ἐπανενεώϲατο γλώττηϲ, ἣν καὶ αὐτὴν
ἠκριβωκὼϲ ἐϲ τὰ μάλιϲτα ἦν, πόνον τῆ ἐπανορθώϲει πλεῖϲτον
εἰϲενεγκάμενοϲ. οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν καθαρότητα τῶν θείων δογμάτων
παρὰ τούτῳ τιϲ ἂν μάλιϲτα
τῶν κατ’ ἐκεῖνον τὸν χρόνον
γενομένων ἐπ’ ἄκρον εὕροι φυλαττομένην. ἐξέθετο γὰρ καὶ ἐπιϲτολὰϲ
ἀμέλει γενναιοτάταϲ, ἐξ ὧν φωράϲαι τιϲ ἂν εὖ μάλα ὁᾳδίωϲ, ἣν ὁ ἀνὴρ
περὶ τῶν θείων ἔϲῳζε γνώμην. ἐμαρτύρηϲε δὲ ἐπὶ Μαξιμιανοῦ ἐν
Νικομηδείᾳ τῆϲ Βιθυνίαϲ.
686 Λούκιοϲ Σέργιοϲ Κατιλῖνοϲ, ἀνὴρ γένουϲ μὲν ὢν ἐπιφανεϲτάτου,
ἄλλωϲ δὲ πονηρὸϲ τὴν φύϲιν, τολμητήϲ τε καὶ
μεγαλοπράγμων καὶ τὸ ἦθοϲ ποικίλοϲ, ἐπ’ ὀλέθρῳ τῆϲ πατρίδοϲ
ϲυνώμοϲε. τοὺϲ θραϲυτάτουϲ καὶ τολμηροτάτουϲ τῶν εὐπατριδῶν ἐϲ τὴν
ἑαυτοῦ πίϲτι ἐνδηϲάμενοϲ. λέγεται γὰρ ἄνθρωπον καταθύϲαϲ γεῦϲαι τοῦ
αἵματοϲ τοὺϲ ϲυνωμόταϲ, περιάγων ἐϲ πάνταϲ τὴν κύλικα πλήρη οἴνου
τε καὶ ἀνθρωπείου αἵματοϲ, εἴτε καταγοητεύων τοὺϲ
ἄνδραϲ τῷ τοιῷδε ὅρκῳ εἴτε καὶ πρὸϲ πᾶν τόλμημα καὶ πᾶϲαν ἐθίζων
ἀνοϲιουργίαν. ἅτε οἰκείῳ καὶ πολιτικῷ ἐπιχειρῶν αἵματι καὶ μετάγειν
τὴν πολιτείαν εἰϲ τυραννίδα φόνῳ τε πολλῷ τῶν ἀρίϲτων καὶ καταπρήϲει
τῆϲ πόλεωϲ μηχανώμενοϲ. ἐπῆρε δὲ ἄρα τὸν Κατιλῖνον ἐϲ ταύταϲ τὰϲ
ἀτόπουϲ ἐννοίαϲ βάρη τε ὀφλημάτων νικῶντα τὸ τίμημα τῆϲ
οὐϲίαϲ καὶ ϲυνειδὸϲ ἐκθέϲμων καὶ μυϲαρῶν πράξεων. τόν τε γὰρ παῖδα
τῆϲ Ἀριϲτίλληϲ διέφθειρε· διʼ ἃ δὴ καὶ ὑπατείαν μετιὼν ἀπηλάθῃ,
Κικέρωοϲ ἐϲ τὴν τοῦδε χώραν αἱρεθέντοϲ. ἐξ οὗ δὴ καὶ μάλιϲτα τὰ
ἀτοπώτατα τῶν δραμάτων ἐπὶ νοῦν ἐβάλετο, τῶν κακῶν οὐδαμοῦ
ἱϲτάμενοϲ οὐδὲ ἀναπαύων τὴν γνώμην. ὁ δὲ Κικέρων εἰπεῖν
τε δεινὸϲ ὢν καὶ τἀληθὲϲ ἀνευρεῖν ἱκανὸϲ γνῶναι τε τὸ μέλλον
ὀξυτατοϲ, πολέμιον αὐτὸν ἀποφήναϲ ἐξήλαϲε τῆϲ πόλεωϲ.
687 Λουκούλλειον: τὸ τοῦ Λουκούλλου.
688 Λούκουλλοϲ· ὅτι Λούκουλλοϲ, ὁ ὕπατοϲ, Μιθριδάτῃ τῷ τοῦ Πόντου
βαϲιλεῖ ἐπολέμει καὶ προϲϲχὼν Τρῳάδι καὶ ϲκηνῶν παρὰ τὸ τῆϲ
Ἀφροδίτηϲ τέμενοϲ ἔδοξε τὴν Ἀφροδίτην νύκτωρ ἐπιϲτᾶϲάν οἱ
τόδε εἰπεῖν· τί κνώϲϲειϲ, μεγάθυμε λέον; νεβροὶ δέ τοι ἐγγύϲ. καὶ
ὃϲ ἐξαναϲτὰϲ καὶ πυθόμενοϲ ὡϲ εἴη πληϲίον ναυλοχῶν ὁ βαϲιλικὸϲ
ϲτόλοϲ, ἐπέπλευϲεν αὐτῷ καὶ κρατήϲαϲ τῇ ναυμαχίᾳ διαφθείρει πάνταϲ
καὶ τὸν ϲτρατηγὸν Ἰϲίδωρον. ὁ δὲ Μιθριδάτηϲ φεύγει πρὸϲ Τιγράνην τὸ
τῶν Ἀρμενίων βαϲιλέα. ὁ δὲ Λούκουλλοϲ καὶ πρὸϲ Τιγράνην
ἐξενεγκὼν πόλεμον πόλειϲ τε εἷλε πλείϲταϲ ὅϲαϲ καὶ τὰ Τιγρανόκερτα
ἐπολιόρκει. ὁ δὲ Τιγράνηϲ ἀπιδὼν ἐϲ τὸ τῶν Ῥωμαίων καὶ λογιϲάμενοϲ
εὐαρίθμητον εἶναι, τοῦτο δὴ τὸ θρυλλούμενον ἀπεφθέγξατο, ὡϲ εἰ μὲν
πρεϲβευταί, πολλοὶ πάρειϲιν, εἰ δὲ ϲτρατιῶται, ὀλίγοι ἀλλ’ ὅμωϲ ἐϲ
πεῖραν ἐλθὼν τῶν Ῥωμαϊκῶν δυνάμεων ἔγνω τὸν ὄχλον
οὐδὲν
ὠφελεῖν δυνάμενον Ἀντίοχοϲ γοῦν ὁ φιλόϲοφοϲ ταύτηϲ ἐπιμνηϲθεὶϲ τῆϲ
μάχηϲ οὐκ ἔφη τοιαύτην ἄλλην ἑωρακέναι τὸν ἥλιον Στράβων δὲ οὕτωϲ
ἀκονιτί φηϲι τὸν πολὺν ἐκεῖνον ἐργάϲαϲθαι τοὺϲ Ῥωμαίουϲ φόνον, ὡϲ
μετὰ τὴν πεῖραν καταγελᾶν ἑαυτῶν, ἐπ’ ἀνδράποδα τοιαῦτα ὅπλοιϲ
χρηϲαμένων. καὶ Λίβιοϲ ἔφη τήνδε τὴν μάχην
ἐκπληττόμενοϲ, οὐδέποτε γάρ φηϲι τοϲόνδε πολεμίων ἀποδέονταϲ
Ῥωμαίουϲ παρατάξαϲθαι· εἰκοϲτὸν γὰρ δή μέροϲ οἱ νικῶντεϲ ἦϲαν τῶν
ἡττωμένων.
689 Λουκρίτιοϲ: ὄνομα κύριον.
690 Λούω ϲε· αἰτιατικῇ.
691 Λούπερκοϲ, Βηρύτιοϲ, γράμματικόϲ, γεγονὼϲ μικρῷ πρὸ τῶν
ιγ΄· ἐν οἷϲ πολλὰ κατευδοκιμεῖ
Ἡρωδιανοῦ.
692 Λουτρά· οἱ δὲ εἰϲ πόλιν παρελθόντεϲ λουτρὰ ἔχουϲαν, τὰ μὲν
693 Λοῦτρον: τὸ ἀπόλουμα, τὸ ῥυπαρόν, τὸ ἀπόλουτρον. κἀκ τῶν
694 Λουτροφόροϲ καὶ Λουτροφορεῖν: ἔθοϲ ἦν τοῖϲ γαμοῦϲιν Ἀθήνηϲι
λουτρὰ μεταπέμπεϲθαι ἑαυτοῖϲ κατὰ τὴν τοῦ γάμου ἡμέραν. ἔπεμπον δὲ
ἐπὶ ταῦτα τὸν ἐγγυτάτω γένουϲ παῖδα ἄρρενα· καὶ οὗτοι
ἐλουτροφόρουν. ἔθοϲ δὲ ἦν καὶ τοῖϲ ἀγάμοιϲ ἀποθανοῦϲι λουτροφορῖν
καὶ ἐπὶ τὸ μνῆμα ἐφίϲταϲθαι· τοῦτο δὲ ἦν παῖϲ ὑδρίαν ἔχων τὰ δὲ
λουτρὰ ἐκόμιζον ἐκ τῆϲ νῦν μὲν Ἐννεακόρου καλουμένηϲ κρήνηϲ,
πρότερον δὲ Καλλιρόηϲ.
695 Λουϲία, ἀφʼ οὗ οἱ δημόται Λουϲιεῖϲ. καὶ Λουϲιεύϲ· δῆμοϲ τῆϲ
Οἰνηΐδοϲ.
696 Λοφάδια: κατὰ τοῦ αὐχένοϲ.
697 Λοφεῖον: ἡ τοῦ κατόπτρου θήκη, ἢ ἡ θήκη τοῦ λόφου τῆϲ
περικεφαλαίαϲ. περιφερὴϲ δὲ αὕτη. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· καθέλοιμι
νύκτωρ τὴν ϲελήνην· εἶτα δὴ αὐτὴν καθείρξαιμʼ εἰϲ λοφεῖον
ϲτρογγύλον. ἐὰν μὲν ᾖ ὑποκοριϲτικόν, δηλοῖ τὸν ἐλάττονα τῶν τριῶν
λόφω, ἐὰν δὲ διὰ τῆϲ ει διφθόγγου, προπεριϲπᾶται καὶ δηλοῖ τὴν θήκη
τοῦ λόφου.
698 Λοφεῖον, Λόφιον δέ.
699 Λοφιή.
700 Λοφίαϲ: ὁ τράχηλοϲ.
701 Λοφνῆϲι: ταῖϲ λαμπάϲι.
702 Λοφοπωλεῖν: ἐπινεύειν. οἱ γὰρ τοὺϲ λόφουϲ πωλοῦντεϲ ἐπὶ τὴν κεφαλὴν ἐπιτιθέμενοι ϲυνεχῶϲ ἔνευον, ἵνα παραδείξωϲιν ὑγιεῖϲ τὰϲ τρίχαϲ καὶ ἀβρόχουϲ τοῖϲ ὠνηταῖϲ.
703 Λόφοϲ: γῆϲ ἀνάϲτημα· ἢ περικεφαλαία. καὶ παῖδαϲ εἶχε
704 Λόφοϲ: τράχηλοϲ. καὶ τὸ τῆϲ περικεφαλαίαϲ ἄκρον. ὅτι φαλοὶ
τὰ ἐπὶ τῶν περικεφαλαιῶν λαμπρὰ ἀϲπιδίϲκια, λόφοι δὲ αἱ
τριχώϲειϲ.
705 Λόφωνοϲ.
706 Λοχαγοῖϲ: ϲτρατηγοῖϲ, ταξιάρχαιϲ.
707 Λοχαῖοι δίφροι: οἷϲ πρὸϲ τὸ τεκεῖν ὀψὲ χρῶνται αἱ γυναῖκεϲ.
708 Λοχεύει: ἐνεδρεύει.
709 Λοχεύονται: γεννῶϲι. καἰ Αὐτολόχευτοϲ, αὐτογέννητοϲ, ὁ θεὸϲ
710 Λοχεία: ἐπὶ γυναικόϲ, Λοχία δὲ διὰ τοῦ ι ἐπὶ τῆϲ ἐνέδραϲ.
711 Λόχηϲιϲ: ἡ ἐνέδρα. ἐκ τοῦ λοχῶ, τὸ ἐνεδρεύω.
712 Λοχίτηϲ: ὁ ἐνεδρεύων.
713 Λόχμαϲ: ϲυμφύτουϲ τόπουϲ. Ἀριϲτοφάνηϲ· ἔχω τὰϲ μαϲχάλαϲ
714 Λοχμαία μοῦϲα: ἡ τῶν ὀρνίθων. ἐγκεκρυμμένοι γὰρ ἐν ταῖϲ
715 Λόχμη· παροιμία· λόχμην πολλὴν φορεῖϲ. ἀντὶ τιλθήϲῃ. οὗτοϲ
716 Λόχμη: δαϲὺϲ τόποϲ. πλαγία, ϲύμφυτοϲ, καὶ λοχμώδηϲ.
ἐκαιροφυλάκουν.
717 Λόχμιοϲ. ἐν Ἐπιγράμμαϲι· λόχμιον ὑλοβάτᾳ. τουτέϲτι δαϲύν.
718 Λόχοϲ: ἐνέδρα, τάξιϲ. Ἀριϲτοφάνηϲ· γνώϲεϲθ᾿, ὅτι καὶ παῤ
719 Λόχοϲ: ϲύϲτημα ἐξ ἀνδρῶν η΄, οἱ δὲ ἐξ ἀνδρῶν ιβ΄, οἱ δὲ ιζ΄· ὃ καὶ τέλειον καὶ ϲύμμετρον. καὶ λοχαγόϲ, πρωτοϲτατήϲ, ἡγεμών, ὁ αὐτόϲ ἐϲτι πρῶτοϲ καὶ ἄριϲγοϲ τοῦ λόχου.
720 Λοχῶ, λοχήϲω· δοτικῇ· ἁπλοῦν. καὶ Ἐλόχηϲα.
721 Λοχῶντεϲ: ἐνεδρεύοντεϲ.
722 Λωβᾶται: βλάπτει, λυμαίνεται, ὑβρίζει.
723 Λωβητῆρα: ὑβριϲτήν. καὶ Λωβήτωρ, ὁ βλαπτικόϲ. βοτρύων
724 Λῶβοϲ: εἶδοϲ νόϲου.
725 Λωγάνιοϲ: ὄνομα κύριον. ϲημαίνει δὲ καὶ τὸ ϲτῆθοϲ.
726 Λώϊον: κρεῖϲϲον. καὶ Λωΐτεροϲ, κρείττων. λωΐτεροϲ κύκνου
727 Λῶμα: τὸ κράϲπεδον.
728 Λώϊον: βέλτιον.
729 Λῴονοϲ: τοῦ κρείττονοϲ λόγου.
730 Λῷοϲ: ὄνομα μηνὸϲ παρὰ Μακεδόϲιν. ὁ Αὔγουϲτοϲ.
731 Λώπην: ἱμάτιον, περίβλημα. ἐν Ἐπιγράμμαϲι· φρυκτοὺϲ
732 Λωπίζω: τὸ ἐκδύω.
733 Λώπιον: τὸ εὐτελὲϲ λαῖφοϲ. δέϲποτα, χειμερίηϲ ἄνθεμα ναυτιλίηϲ
734 Λωποδύτηϲ: ἱματίων κλέπτηϲ. ἢ Λωποδύτηϲ, ὁ νεκροὺϲ
ἦν αὐτοϲχέδιοϲ.
735 Λῶποϲ: ἱμάτιον.
736 Λῶροϲ.
737 Λώπτω: τὸ πηδῶ.
738 Λῷϲτοϲ: βέλτιϲτοϲ. καὶ ὄνομα κύριον.
739 Λώτ· οὗτοϲ ἀνεψιὸϲ ἦν Ἀβραάμ. ἀπῄεϲαν οὖν οἱ ἄγγελοι εἰϲ Σόδομα
ἀφανίϲαι τὰϲ πόλειϲ διὰ τὰϲ ἁμαρτίαϲ αὐτῶν. ὁ δὲ Ἀβραὰμ
ἱκέτευϲε δίκαιον μετὰ ἀϲεβοῦϲ μὴ ϲυναπολέϲαι, τάχα διὰ τὸν Λώτ. οἱ
δὲ ἄγγελοι ἐν Σοδόμοιϲ γενόμενοι ξενίαϲ ἔτυχον παρὰ τοῦ Λώτ. οἱ δὲ
Σοδομῖται ἀποϲπᾶν αὐτοὺϲ ἐπειρῶντο πρὸϲ διαφθοράν. τοῦ δὲ διὰ
φιλοξενίαν ἀντιπροΐϲχοντοϲ τὰϲ θυγατέραϲ, ὡϲ οὐκ ἐπείθοντο, οἱ μὲν
ὑπὸ τῶν ἀγγέλων ἠφανίζοντο τὰϲ ὄψειϲ, ὁ δὲ ἅμα ταῖϲ θυγατράϲι
καὶ τῇ ϲυμβίῳ ἐξεπέμπετο· ἥτιϲ μεταϲτραφεῖϲα μετεβλήθη
ὡϲ ϲτήλην ἁλόϲ. ὁ δὲ Λὼτ εἰϲ Σηγὼρ διαϲωθεὶϲ τῇ τε πόλει παραίτιοϲ
ἐγένετο ϲωτηρίαϲ, τῶν ἀνδρῶν ἀφανιϲθέντων, ὡϲ λόγοϲ, τῶν δὲ λοιπῶν
δ΄ διαφθαρειϲῶν καὶ τῆϲ λίμνηϲ ἅμα τῇ γῇ ἀνατραπείϲηϲ. κἀν τῷ ὄρει
μεθυϲθεὶϲ ταῖϲ θυγατράϲι ϲυνῆλθε τεκνοῖ τε τὸν Μωὰβ καὶ τὸν Ἄμμών.
οἱ δὲ υἱοὶ Ἰϲραὴλ ὄντεϲ ἐν Σαττὶν ἐξεπόρνευϲαν ταῖϲ
θυγατράϲι τῶν Μωαβιτῶν, εἰδωλολατρήϲαντεϲ καὶ προϲκυνήϲαντεϲ τῷ
Εεελφεγώρ, καὶ τῶν θυϲιῶν μετέλαβον. Μωϋϲῆϲ δὲ παρώξυνε κατ᾿ αὐτῶν
τοὺϲ οὐχ ἁμαρτόνταϲ· καὶ ἀνῃρέθηϲαν διϲμύριοι καὶ τετρακιϲχίλιοι.
Φινεὲϲ δὲ ὁ ἱερεὺϲ καταλαβὼν Ἰϲραηλίτην, ὄνομα Ζαμβρί,
ϲυμπεπλεγμένον
Μαδιανίτιδι, ᾗ ὄνομα Χαϲβίθ, ἀμφοτέρουϲ
διέπειρε καὶ τὸν θυμὸν ἔπαυϲε τοῦ θεοῦ.
740 Λωτεῦντα: ἀνθοῦντα.
741 Λωτίη: ϲτέφανοϲ ἐκ λωτῶν.
742 Λωτόϲ: βοτάνη εὐώδηϲ· ἣν ἔνιοι μυρόλωτον καλοῦϲι. καὶ
Λωτοί, ἐπιθαλάμιοί τινεϲ αὐλοί. λωτοὶ ἄχευν, καὶ
θαλάμων ἐπλαταγεῦτο θύραι. ἐν Ἐπιγράμμαϲι. καὶ αὖθιϲ· διδύμουϲ τε
λωτοὺϲ
ἔχαιρε
κρότοιϲ.
743 Λωτοφάγοϲ.
744 Λωφήϲαντοϲ: ἀναπαυϲαμένου, ἡϲυχάϲαντοϲ.
745 Λωφῆϲαι· ἦν δὲ Ἰουϲτινιανὸϲ ἐϲ μὲν ἀνθρώπων φθορὰν ἑτοιμότατοϲ,
746 Λώφηϲιϲ: παῦϲιϲ, πτῶϲιϲ.
747 Λωφήϲομεν: ἀντὶ τοῦ παύϲομεν.
748 Λοιβεῖον: τὸ θῦμα. ἐκ τοῦ λείβω.
749 Λοιβή: ϲπονδή, θυϲία.
750 Λοίγια: ὀλέθρια. καὶ Λοίγιοϲ, ὁ ὀλέθριοϲ.
751 Λοιγόν: φθοράν, ὄλεθρον. καὶ Λοιγόϲ, ὄλεθροϲ.
752 Λοιδίαϲ: ποταμὸϲ Μακεδονίαϲ. Αἰϲχίνηϲ μέμνηται.
753 Λοιδορεῖϲθαι τοὺϲ πονηροὺϲ οὐδέν ἐϲτ᾿ ἐπίφθονον, ἀλλὰ τιμὴ τοῖϲι
χρηϲτοῖϲ, ὅϲτιϲ εὖ λογίζεται: τουτέϲτι τὸ τοὺϲ πονηροὺϲ λοιδορεῖϲθαι
τιμὴ γίνεται τῶν ἀγαθῶν. εἰ μὲν οὖν ἄνθρωποϲ, ὃν δεῖ πόλλ᾿ ἀκοῦϲαι
καὶ κακά, αὐτὸϲ ἦν ἔνδηλοϲ, οὐκ ἂν ἐμνήϲθην φίλου. νῦν δ᾿ Ἀρίγνωτον
γὰρ οὐδεὶϲ ὅϲτιϲ οὐκ ἐπίϲταται, ὅϲτιϲ ἢ τὸ λευκὸν
οἶδεν
ἢ τὸν ὄρθιον νόμον. παρὰ τὸ λεγόμενον, εἴ τιϲ οἶδε τὸ λευκὸν καὶ τὸ
μέλαν. οἱ δὲ λέγουϲιν Ἀρίγνωτον κιθαρωδὸν ὄντα ᾄδειν τὸν ὄρθιον
καλούμενον νόμον καὶ τὸν λευκόν· οἵτινεϲ ἐθαυμάζοντο κατ᾿ ἐκεῖνον
τὸν χρόνον. τοῦ δὲ Ἀριφράδουϲ παρὰ φύϲιν ἀϲελγαίνοντοϲ ταῖϲ
γυναιξί.
754 Λοιδορηϲμόϲ: ἡ λοιδορία.
755 Λοιδορία. καὶ Λοιδορῶ δοτικῇ· τὰ δὲ παθητικὰ αἰτιατικῇ.
756 Λοιμεύεται: φθοροποιεῖ, βλάπτει. καὶ Λοιμόϲ, ἡ φθοροποιὸϲ νόϲοϲ. δυϲκραϲία ἀέροϲ καὶ τροπὴ λοιμικὴ κατάϲταϲιϲ λέγεται.
757 Λοιμόϲ: ὁ φθορεύϲ.
758 Λοιμώδηϲ: ὁ ὀλέθρου παραίτιοϲ.
759 Λοιμοί: οἱ μὴ μόνον ϲφᾶϲ αὑτοὺϲ λυμαινόμενοι, ἀλλὰ καὶ ἑτέροιϲ τῆϲ λύμηϲ μεταδιδόντεϲ.
760 Λοιπάϲ καὶ Λοιπαδάριον.
761 Λοιπόν: ἐπίρρημα.
762 Λοίϲθιον: τὸ ἔϲχατον. καὶ Λοίϲθιοϲ ἡμέρα, ἐϲχάτη.
763 Λοῖϲθοϲ: ὁ ἔϲχατοϲ. καί Λοίϲθῳ, ἐϲχάτῳ. εἶθ᾿ ὅγε
764 Λοιϲθώνη: ἡ θραϲεῖα.
765 Λύβαϲ: ὄνομα κύριον.
766 Λύγα: ϲκοτεινά. ἐφάνη γάρ οἱ αὐτὰ ἱϲτοῦ παρὰ κρόκαιϲιν ὡϲ
767 Λύγδην: λύζοντεϲ. ἢ ἀντὶ τοῦ ὁμοῦ. τοιαῦτ᾿ ἐπ᾿ ἀλλήλοιϲιν
ἀμφικείμενοι λύγδην ἔκλαιον ἅπαντεϲ.
768 Λύγδινα· κἐν ϲτέρνοιϲ ἔτι κεῖνα τὰ λύγδινα κώνια μαϲτῶν ἕϲτηκέ,
769 Λυγαῖοϲ: ἀπὸ τόπου.
770 Λυγαίωϲ: ϲκοτεινῶϲ. καὶ Λύγη, ἡ ϲκοτία.
771 Λυγιζόμενοϲ: ϲτρεφόμενοϲ, καλυπτόμενοϲ. ἀπὸ τῶν λύγων.
διελθών, ἀποϲτραφῆναι
λυγιζόμενοϲ, ὥϲτε μὴ παρέχειν δίκην. τινὲϲ δὲ καὶ τὸ μετὰ τιμωρίαϲ
βαϲανίζειν λυγίζειν. καὶ αἱ μάϲτιγεϲ, αἷϲ οἱ ἀθληταὶ τύπτονται,
λύγοι καλοῦνται.
772 Λύγιϲμα: αἰϲχρὰ φωνή, βδελυρὸν ᾆϲμα· ὃ λέγουϲιν Ἀλεξανδρεῖϲ.
καὶ ἔϲτρεφε.
773 Λυγίϲμαϲι: ϲυγκλάϲμαϲι.
774 Λυγκαίνουϲα: ἀναλλύζουϲα, ϲτενάζουϲα. ἔϲτι δέ τι πάθοϲ γενόμενον
τοῖϲ
775 Λυγκέωϲ ὀξυωπέϲτερον βλέπειν: οὗτοϲ ἐγένετο ἀδελφὸϲ Ἴδα· ὁ δὲ
Ἀριϲτοφάνηϲ ἐν Δαναΐϲιν υἱὸϲ Αἰγύπτου. τοϲοῦτον δὲ ὀξυωπέϲτατοϲ ἦν,
ὡϲ δι᾿ ἐλάτηϲ ἰδεῖν Κάϲτορα δολοφονήϲαντα τὸν ἀδελφόν, ὥϲ φηϲι
Πίνδαροϲ. καὶ Ἀπολλώνιοϲ ἐν Ἀργοναύταιϲ· εἰ ἐτεόν γε πέλει κλέοϲ,
ἀνέρα κεῖνον ῥηϊδίωϲ καὶ ἔνερθεν ὑπὸ χθονὸϲ
αὐγάζεϲθαι.
776 Λυγκεύϲ, Σάμιοϲ, γραμματικόϲ, Θεοφράϲτου γνώριμοϲ, ἀδελφὸϲ Δούριδοϲ τοῦ ἱϲτοριογράφου, τοῦ καὶ τυραννήϲαντοϲ Σάμου. ϲύγχρονοϲ δὲ γέγονεν ὁ Λυγκεὺϲ Μενάνδρου τοῦ κωμικοῦ καὶ ἀντεπεδείξατο κωμῳδίαϲ καὶ ἐνίκηϲε.
777 Λυγκεύϲ: εἶδοϲ θηρίου. ἢ ὀξυδερκήϲ.
778 Λυγμόϲ: ὀλολυγμόϲ.
779 Λύγξ: τὸ ζῷον.
780 Λύγοϲ: τὸ ἱμαντῶδεϲ φυτόν. Ὅμηροϲ· δείδη μόϲχοιϲι λύγοιϲι.
ὁ Βρούτιοϲ τοὺϲ ἐπιχωρίουϲ
κελεύει ἡγεῖϲθαι τὴν ὁδὸν, ὅπωϲ εἰώθειϲαν αὐτοὶ παῤ ἀλλήλουϲ φοιτᾶν
ὥρᾳ χειμῶνοϲ. οἱ δὲ κύκλουϲ ἐκ λύγων τοῖϲ ποϲὶ περιαρμόϲαντεϲ αὐτοί
τε ἀβλαβῶϲ ἐπήρχοντο κατὰ τῆϲ χιόνοϲ πιεζομένηϲ ὑπὸ τῶν κύκλων καὶ
τοῖϲ Ῥωμαίοιϲ παρεῖχον οὐ χαλεπὴν τὴν πάροδον. ἦν δὲ ἡ χιὼν ὡϲ ιϚ΄
πόδαϲ πολλαχῆ τὸ
βάθοϲ.
781 Λύγωνοϲ.
782 Λυγρόν: χαλεπόν, ὀλέθριον, κακόν, ἰϲχυρόν, πενθικόν, ἐλεεινόν.
783 Λυδία: χώρα.
784 Λυδιάζων· Λυδοὶ Μάγνητοϲ τοῦ κωμικοῦ διεϲκευάϲθηϲαν. τὸ
δὲ λυ μακρόν. ἐν Ἐπιγράμμαϲι· κεῖται δ᾿ ἠπείροιϲ
διδύμοιϲ ἔριϲ.
785 Λυδίζω: τὰ τῶν Λυδῶν φρονῶ.
786 Λύδιον μέλοϲ. ὥϲπερ καὶ Δώριον καὶ Φρύγιον.
787 Λυδὸϲ ἐν μεϲημβρίᾳ παίζει: ἐπὶ τῶν ἀκολάϲτων· ὡϲ ταύταιϲ
ἀκολαϲταίνουϲι.
788 Λυαῖοϲ: ὄνομα κύριον. ὁ ὑπὸ τοῦ ἁγίου Νέϲτοροϲ ἀναιρεθείϲ.
789 Λύζει: ἐὰν μὲν διὰ τοῦ ζ, ὀλολύζει· ἐὰν δὲ χωρὶϲ τοῦ ζ, ἀλύει,
φίλουϲ. καὶ ἐν
Ἐπιγράμμαϲι· καὶ γοερὸν λύζων ἐϲτονάχηϲεν
790 Λύει: λυϲιτελεῖ.
791 Λύει· λύει δὲ χαλινὸν παρθενίαϲ. ἀντὶ τοῦ διακορεῖ.
792 Λύθροϲ: φόνοϲ. ἢ ὁ ἐκ τοῦ αἵματοϲ μολυϲμόϲ, ϲυνιϲτάμενοϲ
δι᾿ ἱδρῶτοϲ καὶ κόνεωϲ καὶ αἵματοϲ, μετὰ ἰχῶροϲ. ἐν
Ἐπιγράμμαϲι· ὅπλα δὲ λύθρῳ λειβόμενα βροτέῳ ϲηκὸϲ Ἄρηοϲ ἔχοι.
793 Λυκάβαϲ: ἐνιαυτόϲ. ἀπὸ τοῦ ταχέωϲ βαίνειν· ἢ λυγαίωϲ βαίνειν·
ὥρᾳ. Λυκάβαϲ οὖν ἀπὸ τοῦ ϲυμβεβηκότοϲ περὶ τὰ ζῷα· ἑπόμενα γὰρ
ἀλλήλοιϲ τάξει δίειϲι τὸν ποταμόν.
794 Λυκαβηττὸϲ καὶ Παρναϲϲὸϲ ὄρη μέγιϲτα, τὸ μὲν τῆϲ Ἀττικῆϲ,
Ἀριϲτοφάνηϲ.
795 Λυκαμβιάδεϲ· εἰ γὰρ φέγγοϲ ἔλιπον ἀλυϲκάζουϲαι ἰάμβων ἄγριον
Ἀρχιλόχου
796 Λυκαονία: χώρα.
797 Λυκάων, ὁ Πελαϲγοῦ υἱὸϲ, βαϲιλεὺϲ Ἀρκάδων, ἐφύλαττε τὰ τοῦ
γυναικῶν, βουλόμενοι γνῶναι οἱ τῇ θυϲίᾳ
παρόντεϲ, εἰ τῷ ὄντι θεὸν μέλλουϲι ξενοδοχεῖν, θύϲαντέϲ τινα παῖδα
ἐγκατέμιξαν τοῖϲ τοῦ ἱερείου κρέαϲιν, ὡϲ οὐ λήϲοντεϲ, εἴπερ ὄντωϲ
θεὸϲ ἔπειϲιν. ὑπὸ δὲ τοῦ δαιμονίου χειμώνων μεγάλων καὶ κεραυνῶν
ῥαγέντων, φαϲὶ τοὺϲ αὐτόχειραϲ ἅπανταϲ τοῦ παιδὸϲ ἀπολέϲθαι.
798 Λύκαινα: εἶδοϲ θηρίου.
799 Λύκαιον: ὄνομα τόπου. καὶ Λυκαῖοϲ.
800 Λυκείην: τὸ τοῦ λύκου δέρμα.
801 Λύκειον: γυμνάϲιον Ἀθήνηϲιν, ὅπου πρὸ τοῦ πολέμου ἐδόκει
γυμνάζεϲθαι, πρὸ γὰρ τῶν ἐξόδων ἐξοπλίϲειϲ τινὲϲ ἐγίνοντο ἐν τῷ
Λυκείῳ, διὰ τὸ παρακεῖϲθαι τῇ πόλει, καὶ ἀποδείξειϲ τῶν
μᾶλλον πολεμικῶν ἀνδρῶν.
802 Λύκειον: ἓν τῶν παῤ Ἀθηναίοιϲ γυμναϲίων τὸ Λύκειον ὃ Θεόπομποϲ μὲν Πειϲίϲτρατον ποιῆϲαί φηϲι, Φιλόχοροϲ δὲ ἐπιϲτατοῦντοϲ Περικλέουϲ γενέϲθαι.
803 Λυκεῖον ποτόν: ἤτοι ἀπὸ κρήνηϲ τῆϲ ὑπὸ Ἀπόλλωνοϲ εὑρεθείϲηϲ, ὑπὸ λύκων πινομένηϲ. ἀπὸ οἴνου καὶ μέλιτοϲ. προπεριϲπωμένωϲ.
804 Λυκηθμόϲ: ἡ τῶν λύκων βοή. ἐξάκουϲτοϲ γὰρ αὐτοῖϲ ἐγένετο
805 Λυκίαν· τὴν Τρωϊκὴν Ὅμηροϲ Λυκίαν λέγει. οὐδέ τιϲ ἐν Λυκίῃ ϲέο γ᾿ εὔχεται εἶναι ἀμείνων.
806 Λύκιον τέραϲ. καὶ Λύκιοι, ὄνομα ἔθνουϲ.
807 Λυκιουργίϲ· Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Τιμόθεον κέχρηται τῇ λέξει.
Δίδυμοϲ δέ φηϲι τὰϲ ὑπὸ Λυκίου κατεϲκευαϲμέναϲ φιάλαϲ τοῦ Μύρωνοϲ
υἱοῦ οὕτωϲ εἰρῆϲθαι. ἔοικε δὲ ἀγνοεῖν ὁ γραμματικόϲ, ὅτι τὸν
τοιοῦτον ϲχηματιϲμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τιϲ εὕροι
808 Λύκιϲ: λέγεται καὶ Λύκοϲ. κωμῳδεῖται δὲ ὡϲ ψυχρὸϲ ποιητήϲ.
ποιημάτων καὶ ὡϲ ἀλλότρια λέγων καὶ ὡϲ
κακόμετρα. ἐγένοντο δὲ καὶ ἄλλοι τρεῖϲ Φρύνιχοι. ϲκευηφοροῦϲ᾿
ἑκάϲτοτ᾿ ἐν κωμῳδίᾳ.
809 Λυκόζειοι: ἐθνικόν.
810 Λυκομήδειοϲ. τῇ Λυκομηδείου παιδὶ φιλαϲτραγάλῃ.
811 Λύκον εἶδεϲ: ἐπὶ τῶν αἰφνίδιον ἀχανῶν γινομένων. ϲὺ δ᾿
οὐκ ἂν δύναιο πρὸϲ αὐτὸν ἀντιβλέπειν, ἀλλὰ τὸ λεγόμενον οὐ
φθέγξῃ, λύκον εἶδεϲ, εἴπερ ἄλλοθί που, κἀνταῦθα δόξει κυρίωϲ
εἰρῆϲθαι.
812 Λυκόποδεϲ: οὕτωϲ ἐκάλουν τοὺϲ τῶν τυράννων δορυφόρουϲ·
λύκων δέρμαϲι κεκαλυμμένουϲ,
ὥϲτε μὴ ἐπικαίεϲθαι ἐκ τοῦ περιέχοντοϲ· ἢ διὰ τὸ ἔχειν ἐπὶ τῶν
ἀϲπίδων ἐπίϲημον λύκον. ὁ δὲ Ἀριϲτοφάνηϲ ἐν Λυϲιϲτράτῃ τοὺϲ
Ἀλκμαιονίδαϲ φηϲίν. οὗτοι γὰρ πόλεμον ἀράμενοι πρὸϲ Ἱππίαν τὸν
τύραννον καὶ τοὺϲ Πειϲιϲτράτουϲ ἐτείχιϲαν Λειψύδριον τὸ ὑπὲρ
Πάρνηθοϲ· εἰϲ ὃ ϲυνῆλθόν τινεϲ τῶν ἐκ τοῦ
ἄϲτεοϲ, ὥϲ
φηϲιν Ἀριϲτοτέληϲ ἐν Ἀθηναίων πολιτείᾳ.
813 Λυκορραίϲτηϲ: ὁ τοὺϲ λύκουϲ διαφθείρων. δέρμα λυκορραίϲτηϲ
814 Λύκοϲ, ὁ καὶ Βουθήραϲ, Ῥηγῖνοϲ, ἱϲτορικόϲ, πατὴρ Λυκόφρονοϲ
τοῦ Φαληρέωϲ.
οὗτοϲ ἔγραψεν ἱϲτορίαν Λιβύηϲ, καὶ περὶ Σικελίαϲ.
815 Λύκοϲ ἀετὸν φεύγει: ἐπὶ τῶν ἀφύκτων.
816 Λύκοϲ ἔχανεν: ἐπὶ τῶν ἐλπιζόντων μέν τι ἕξειν, διαμαρτόντων
χρηματιεῖϲθαι, διαμαρτανόντων δὲ λέγουϲιν.
Ἀριϲτοφάνηϲ Θεϲμοφοριαζούϲαιϲ β΄.
817 Λύκοϲ περὶ φρέαρ χορεύει: ἐπὶ τῶν πονούντων περί τι μάτην. καὶ ὅτι ἄπρακτοϲ περίειϲιν, ὅταν διψήϲῃ, μὴ δυνάμενοϲ πιεῖν, ἐπὰν διώκονποϲ αὐτοῦ τι τὸ διωκόμενον ἐμπέϲῃ εἰϲ φρέαρ.
818 Λύκοϲ χανών: ἐπὶ τῶν ἀπράκτων. Αἰλιανόϲ· ὁ δὲ ἐδεῖτο
819 Λυκόϲτομοϲ καὶ Κραϲίχολοϲ: ἐπίθετα ἀφύηϲ· ὅ ἐϲτιν ἐγγραύλεωϲ.
820 Λύκου δεκάϲ: παροιμιῶδεϲ. ἐπεὶ Λύκοϲ ὁ ἥρωϲ ἵδρυτο παρὰ τοῖϲ
δικαϲτηρίοιϲ, ἔνθα προϲήδρευον οἱ ϲυκοφάνται. ἀφώριϲτο δὲ
αὐτῷ τριώβολον τῆϲ ἡμέραϲ.
821 Λύκοϲ ἐϲτὶν ἥρωϲ, μορφὴν ἔχων τοῦ θηρίου. πρὸϲ δὲ τοῖϲ ἐν Ἀθήναιϲ ἀνεϲτήλωται δικαϲτηρίοιϲ· πρὸϲ ὃν οἱ δωροδοκοῦντεϲ κατὰ δέκα γινόμενοι ἀνεϲτρέφονπο. ἔνθεν καὶ ἡ παροιμία Λύκου δεκάϲ. ἐξ οὖν τῆϲ δεκάδοϲ τὸ δεκάζειν καὶ δεκάζεϲθαι.
822 Λύκου πτερά: ἐπὶ τῶν ἀδυνάτων λέγεται, ὅταν μέχρι τῶν λόγων ὁ φόβοϲ ᾖ.
823 Λυκοῦργοϲ, Σπαρτιάτηϲ, νομοθέτηϲ· ὃϲ γέγονε τῶν Τρωϊκῶν μετὰ ἔτη
ν΄. ἦν δὲ θεῖοϲ πρὸϲ πατρὸϲ Χαριλάου τοῦ βαϲιλεύϲαντοϲ Σπάρτηϲ,
Εὐνόμου ἀδελφόϲ. καὶ ἐκράτηϲε τῶν Σπαρτιατῶν ἔτη μβ΄·
ὅτε καὶ τοὺϲ νόμουϲ ἔθετο ἐπιτροπεύων τὸν ἀδελφιδοῦν· καὶ αὐτὸϲ δ᾿
ἐβαϲίλευϲεν ἔτη ιη΄. μεθ᾿ ὃν Νίκανδροϲ ἔτη λη΄. ἔγραψε νόμουϲ.
824 Λυκοῦργοϲ, Σπαρτιάτηϲ, Προκλέουϲ ἀπόγονοϲ, νομοθέτηϲ, ὥϲ φαϲιν ἢ
ἐκ Κρήτηϲ ἢ παρὰ τοῦ θεοῦ τοὺϲ νόμουϲ λαβών· ὃν καὶ θεὸν ἡ Πυθία
προϲηγόρευϲεν. οὗτοϲ καὶ γυμνάϲια παρθένων ἐνομοθέτηϲε καὶ τὸ μὴ
δεῖν ϲυνεχεῖϲ ὁμιλίαϲ πρὸϲ τὰϲ γυναῖκαϲ ποιεῖϲθαι· καὶ τὸ
ἐπ᾿ ἀϲπίδοϲ τρέφεϲθαι καὶ ἐν Εὐρώτᾳ ποταμῷ λοῦϲθαι τοὺϲ
τεχθένταϲ, καὶ τὴν γυμνοπαιδείαν, ᾗ τοὺϲ ἐφήβουϲ ἠνάγκαζε διὰ παντὸϲ
μὴ ἔχονπαϲ χλανίδα γυμναϲίοιϲ προϲκεῖϲθαι καὶ ἀγωνίζεϲθαι δημοϲίουϲ
ἀρετῆϲ ἀγῶναϲ ὑπαιθρίουϲ τε κοιμᾶϲθαι τροφήν τε ἔχειν τὴν ἐκ θήραϲ,
τήν τε διαμαϲτίγωϲιν, ἀρετῆϲ γυμναϲίαν, ἀντὶ φόνου ϲκυθρωποῦ·
ἔφηβοϲ γὰρ πρότερον ἐθύετο τῇ Ἀρτεμίδι τῇ Ὀρθωϲίᾳ. καὶ
μέντοι καὶ τὰ φιλίτια, οἷά ἐϲτι ϲυμπόϲια, μεμιγμένουϲ ἔχοντα ταῖϲ
ἡδοναῖϲ τοὺϲ πόνουϲ· οὐ γὰρ ϲτρωμνή τιϲ ὑπέκειτο εὐωχουμένοιϲ, ἀλλ᾿
ὑπὸ τοῖϲ ἀγκῶϲι κοιλανθεὶϲ ὁ λίθοϲ ἢ ξύλον. ἐνομοθέτηϲε δὲ καὶ τὸ
ὑπ᾿ αὐλοῖϲ παρατάϲϲεϲθαι, θανάτου τὴν ἄτιμον ζωὴν εἶναι χείρονα
τιθέμενοϲ
καὶ ἀποφαινόμενοϲ, εἶναι δ᾿ αὐτῷ λύϲιν, εἰ
μετὰ ταῦτα ἀριϲτεύϲειε. τοῦτο Ἀριϲτοδήμῳ ϲυνέβη, ὃϲ ὁ Τρέϲαϲ
ἐπικληθεὶϲ ἐκ λειποταξίου τοῦ ἐν Πύλαιϲ τῇ ἐν Πλαταιαῖϲ ἀριϲτείᾳ τὴν
ἀτιμίαν ἔλυϲε. διὰ τοὺϲ τούτου νόμουϲ αἱ μητέρεϲ ἐπὶ τοὺϲ πολέμουϲ
προπέμπουϲαι τοὺϲ παῖδαϲ περὶ τὰϲ ἀϲπίδαϲ, ἢ τὰν ἢ ἐπὶ τάν, ἔλεγον·
ἀντὶ τοῦ ἢ ταύτην
κόμιϲαι ὑποϲτρέφων καὶ μὴ γίνῃ
ῥίψαϲπιϲ ἢ ἐπὶ ταύτῃ κομίϲθητι νεκρόϲ. οὗτοϲ τοῖϲ μὲν εἵλωϲι τὰϲ
ἄλλαϲ ἐργαϲίαϲ, τοῖϲ δὲ εὐγενέϲι τὴν πολεμικὴν ἄϲκηϲιν προϲέταξε·
ξένουϲ δὲ ἀπήλαϲε, τὴν ἐκ τῆϲ ἐπιμιξίαϲ διαφθορὰν ὑφορώμενοϲ·
βραχυλογίαν τε ἐτίμηϲε καὶ πενίαν, τὴν μὲν ϲοφίαϲ εἶναι ϲημεῖον, τὴν
δὲ ἀρετῆϲ διδάϲκαλον οἰηθείϲ. καὶ
ὁμολογεῖ τούτοιϲ ὁ
θεόϲ· φυλάττεϲθαι γὰρ ἀνεῖλε πολλάκιϲ φιλοχρηματίαν. ἀριϲτοκρατίαν
δὲ καταϲτηϲάμενοϲ καὶ βαϲιλέαϲ δύο τῶν ἀφ᾿ Ἡρακλέουϲ ἔταξεν εἶναι
καὶ ἐφόρουϲ τοὺϲ γέρονταϲ· οἷϲ τὸν δῆμον ὑπέταξεν, ἐξ ἑκάϲτηϲ
πολιτείαϲ ἄριϲτον ἐκλεξάμενοϲ. ὥρκωϲε δὲ τοὺϲ Λακεδαιμοίοϲ μὴ λῦϲαι
νόμον, καὶ ἀπεδήμηϲε. χρήϲαντοϲ δὲ αὐτῷ
τοῦ θεοῦ
Λακεδαιμονίουϲ εὐτυχήϲειν, ἐφ᾿ ὅϲον ἂν μὴ παραβαίνωϲι τοὺϲ Λυκούργου
νόμουϲ, ἐλθὼν εἰϲ Κρήτην ἀπεκαρτέρηϲεν, ὅπωϲ μὴ αὐτὸϲ ἀναγκαϲθείη
λῦϲαι. ὅτι Λυκούργῳ τῷ νομοθέτῃ τοιάδε ἡ
λῦϲαι τῶν κειμένων. ὀμοϲάντων δ᾿, ἐπεὶ
χρηϲτηριαζόμενοϲ ἤκουϲε
θύουϲιν ὡϲ ἥρωϊ ἀνὰ πᾶν ἔτοϲ.
περιφανῶϲ γὰρ δὴ Σπαρτιάταιϲ αἴτιοϲ ἐγένετο τῆϲ εἰϲ ἅπαν ἀρετῆϲ τε
καὶ ἡγεμονίαϲ, οὐδὲν ἄμεινον τῶν ἄλλων πάλαι διακειμένοιϲ· οὐ μόνον
ὅτι αὐτοῖϲ νόμουϲ ἔθετο ἀρίϲτουϲ, ἀλλὰ καὶ ὅτι ἄκονταϲ προυτρέψατο
χρῆϲθαι αὐτοῖϲ τρόπῳ τοιῷδε· δύο ϲκύλακαϲ λαβὼν ἀπὸ τῆϲ αὐτῆϲ μητρὸϲ
ἔτρεφε,
χωρὶϲ δὲ ἀλλήλων ἀνομοίοιϲ ἤθεϲι, τὸν μὲν κατ᾿
οἶκον ὄψα τε διδοὺϲ καὶ τὴν ἄλλην λιχνείαν, τὸν δὲ ἐν κυνηγεϲίοιϲ
θηρᾶν ἀναγκάζων καὶ ϲτιβεύων ἐν ὄρεϲιν. ὡϲ δ᾿ ἑκάτεροϲ αὐτῶν ὅμοιοϲ
ἐγένετο τῇ τροφῇ. Σπαρτιάταιϲ ἐκκληϲιάζουϲι πρὸϲ τοὺϲ περιοίκουϲ
πολέμου πέρι καὶ ἀμηχανοῦϲι παραγαγὼν ἀμφοτέρουϲ εἰϲ μέϲον καὶ ϲὺν
αὐτοῖϲ δόρκουϲ
τε καὶ ζωμοὺϲ καὶ ὄψα ἐϲκευαϲμένα
ἔλεξεν· ἀλλ᾿ ὅτι μὲν, ὦ Σπαρτιᾶται, τοῦ εὖ τε καὶ κακῶϲ πράττειν οὐκ
ἄλλο ἐϲτὶν αἴτιον πλὴν τὸ ἔθεϲι χρῆϲθαι φαύλοιϲ ἢ ϲώφροϲι, πάρεϲτιν
ὑμῖν ὁρᾶν. οἵδε γέ τοι, τοὺϲ ϲκύλακαϲ δείξαϲ, τῆϲ αὐτῆϲ μητρὸϲ
ὄντεϲ, ἐναντίον δὲ ἀλλήλοιϲ τεθραμμένοι, παῤ αὐτὸ τοῦτο ἀνόμοιοι
ἐκβεβήκαϲιν. ὁ μὲν γὰρ θηρᾶν
μαθών, ὁ δὲ λιχνεύειν,
οὐδὲν ἀντὶ τοῦδε, εἰ παρήκοι, ποιήϲειε. καὶ ἅμα προϲέταξε τῷ
κυνουλκῷ μεθεῖναι ἀμφοτέρουϲ ἐπὶ τὰ ἡτοιμαϲμένα. τῶν δ᾿ ὁ μὲν
κατοικίδιοϲ ἐπὶ τοὔψον ὥρμηϲεν, ὁ δὲ θηράτωρ ἐπὶ τὸν δόρκον καὶ
καταβαλὼν ἐϲπάραττε. καὶ Λυκοῦργοϲ πάλιν, ταῦτα, ἔφη, νομίϲετε, ὦ
Σπαρτιᾶται, εἰϲ ὑμᾶϲ τείνειν καὶ τοὺϲ ἄλλουϲ πάνταϲ
ἀνθρώπουϲ. ὁποίοιϲ γὰρ ἂν ἔθεϲι καὶ νόμοιϲ χρῆϲθε, τοιούτουϲ
ἀποβαίνειν ἀνάγκη πρόϲ τε πόνουϲ καὶ τρυφήν· πάντα γὰρ ἀνθρώποιϲ
μαθητὰ οἱ θεοὶ ἔδοϲαν. ἕπεται δὲ τῷ μὲν πονεῖν ἐθέλειν τὸ ἐλευθέροιϲ
εἶναι καὶ τὸ εὖ πράττειν καὶ κρατεῖν πάντων, τῷ δὲ ἡδυπαθεῖν τό τε
δουλεύειν καὶ κακοπραγμονεῖν καὶ μηδενὸϲ ἀξίοιϲ εἶναι.
ὁ μὲν τοιαῦτα λέγων προυτρέπετο τοὺϲ Σπαρτιάταϲ μεταβαλεῖν τόν τε
καθεϲτῶτα τρόπον τοῦ βίου καὶ βελτίοϲι νόμοιϲ ἐθιϲθῆναι. οἱ δὲ
πειϲθέντεϲ οὐ τῶν περιοίκων μόνον, ἀλλὰ καὶ πάντων Ἑλλήνων διαφανῶϲ
ἄριϲτοι ἐγένοντο ἡγεμόνεϲ τε ϲυνεχῶϲ, ἐξότου παρεδέξαντο τοὺϲ
νόμουϲ, ἐπ᾿ ἔτει φ΄, καὶ οὐ πολλοῦ χρόνου ἐχώρηϲαν ἐπὶ μέγα
δυνάμεωϲ.
825 Λυκοῦργοϲ, Λυκόφρονοϲ, Ἀθηναῖοϲ, τὸ γένοϲ Ἐτεοβουτάδηϲ,
Λεωκράτουϲ, Κατὰ Λυκόφρονοϲ β΄, Κατὰ
Παϲικλέουϲ, Κατὰ Μεναίχμου, Κατὰ Δημάδου, Ἀπολογία πρὸϲ τὸν αὐτὸν,
Υπὲρ τῶν εὐθυνῶν, Πρὸϲ Ἰϲχυρίαν, Πρὸϲ τὰϲ μαντείαϲ, Περὶ τῆϲ
διοικήϲεωϲ, Περὶ τῆϲ ἱερείαϲ, Περὶ τῆϲ ἱερωϲύνηϲ. ἐπιϲτολαί· καὶ
ἄλλα τινα.
826 Λυκόφωϲ: τὸ περὶ τὴν αὐγὴν φῶϲ.
827 Λυκόφρων, Χαλκιδεὺϲ ἀπὸ Εὐβοίαϲ, υἱὸϲ Σωκλέουϲ, θέϲει δὲ
α΄, β΄, Ὀρφανόϲ,
Πενθεύϲ, Πελοπίδαι, Σύμμαχοι, Τηλέγονοϲ, Χρύϲιπποϲ. διαϲκευὴ δ᾿
ἐϲτὶν ἐκ τούτων ὁ Ναύπλιοϲ. ἔγραψε καὶ τὴν καλουμένην Ἀλεξάνδραν, τὸ
ϲκοτεινὸν ποίημα.
828 Λύκωνοϲ.
829 Λυκωρεύϲ. καὶ Λυκώρεια, ὄνομα πόλεωϲ.
830 Λυκωρεί.
831 Λύκτιοϲ.
832 Λυμαντήρ: ὁ βλαπτικόϲ. καὶ Λυμαντικόϲ.
833 Λύματα: ἐνέχυρα. οἷον λύϲιμα καὶ λυτρώϲιμα.
834 Λύματα: καθάρματα. αἱ τῆϲ γαϲτρὸϲ εἰϲ ἀφεδρῶνα ἐκκρίϲειϲ.
καὶ παρὰ τὸν κοινὸν τῶν ἀνθρώπων νόμον δὲ πρέϲβειϲ
ἠτίμαϲαν τὴν
835 Λῦμα τῷ γήρᾳ ϲτρέφῃ: ἀντὶ τοῦ ἀπαίδευτοϲ εἶ μέχρι γήρωϲ.
836 Λυμαινόμενον τοῖϲ μειρακίοιϲ: ἀντὶ τοῦ τὰ μειράκια ἐνυβρίζοντα.
837 Λυμαίνομαί ϲοι. καὶ Λυμαίνων, φθείρων, βλάπτων.
838 Λυμαίνομαί ϲοι· δοτικῇ· αἰτιατικῇ δέ· ἐλυμήνατο αὐτὴν ὗϲ ἐκ δρυμοῦ.
839 Λυμεών: ὁ φθορεύϲ. Σοφοκλῆϲ· καὶ τἀμὰ τεύχη μήτ᾿ ἀγωνάρχαι
840 Λύμη: βλάβη, φθορά, ὕβριϲ. ὁ δὲ αὐτοὺϲ ϲυλλαβὼν αἰκίζεται
πρεπωδεϲτάτῃ ἐν περιόπτῳ λόφῳ
ϲταυρώϲαϲ αὐτόν.
841 Λυόμενοϲ: ἀντὶ τοῦ λυτρούμενοϲ καὶ ἀπολύων. οὕτωϲ Πλάτων.
842 Λύω· γενικῇ. νῦν δὲ ποταμοὶ χειμερίων ὁδῶν λυθέντεϲ. αἰτιατικῇ δέ· λύε πάντα ϲύνδεϲμον ἀδικίαϲ.
843 Λύπη· καὶ τὸ πληθυντικὸν αἱ λῦπαι. ϲυϲτολὴ ἄλογοϲ ψυχῆϲ.
844 Λύπη, τὸ λυ μακρόν.
845 Λυπηρότεροι ϲταλαγμοῦ: διὰ τὴν ἐν τῷ ϲυνεχῶϲ καταϲτάζεϲθαι δυϲχέρειαν λέγεται.
846 Λυπρά: εὐτελήϲ, πενιχρά. οὕτω δὲ ἦν Κύντιοϲ Κικιννάτοϲ ὁ
προβαλλόμενοϲ ἔτυχεν ἀρότρῳ
πονούμενοϲ. ὃϲ ἀπονιψάμενοϲ ἐπάν ειϲι καὶ ϲυμβαλὼν τοῖϲ πολεμίοιϲ
νικᾷ κατακράτοϲ καὶ τὸν ϲτρατηγὸν τῶν πολεμίων ἄγει αἰχμάλωτον.
λυπρά τε ϲιτούμενοϲ καὶ ϲκληρῶϲ ἐγκαθεύδων καὶ πᾶϲι κεχρημένοϲ πολὺ
ἐνδεέϲτερον ἢ πρὸϲ τὴν ἐξουϲίαν.
847 Λυπρή: πενιχρά. πέπατο γὰρ οὐ μέγα τοῦτο κλήριον ἐν λυπρῇ τῇδε γεωλοφίῃ.
848 Λυπρόν: ἐπαχθέϲ. λυπηρόν. καὶ Λυπρόγαιον. Ἀππιανόϲ· |
849 Λυπηνάρια: εἶδοϲ ὀϲπρίου· θέρμουϲ καλοῦϲιν. ἡ εὐθεῖα τὸ
θέρμον.
850 Λύρα: βραχὺ τὸ λυ. εἰδήϲειϲ Ἀλκμᾶνα λύρηϲ ἐλατῆρα Λακαίῃϲ.
851 Λύϲϲα: ἡ μανία.
852 Λύϲανδροϲ: ναύαρχοϲ Λακεδαιμονίων.
853 Λυϲανίαϲ πατρῴων μεγάλων κακῶν: ὁ λύων τοῦ πατρὸϲ
854 Λυϲϲάνιε: μαινόμενε. καὶ κύνα δὲ λυϲϲητήν· ἀϲπίδα,
Λαδικέαϲ.
855 Λῦϲαι· Λύϲιϲ δέ.
856 Λύϲῃ: ἀντὶ τοῦ λυϲάτω. Νόμων θ΄, παραλαβὼν ὁ κεκτημένοϲ
857 Λυϲθείϲ: κατενεχθείϲ.
858 Λυϲίαϲ, Κεφάλου, Συρακούϲιοϲ, ῥήτωρ, μαθητὴϲ Τιϲίου καὶ
ἐκεῖθεν ἐπ᾿ Ἀττικιϲμῷ
ἐπανῆλθεν εἰϲ Ἀθήναϲ, ἄγων ἔτοϲ μζ΄. λόγοι δὲ αὐτοῦ λέγονται εἶναι
γνήϲιοι ὑπὲρ τοὺϲ τ΄· καὶ ἕτεροι πρὸϲ τούτοιϲ ἀμφιδοξούμενοι. τῷ δὲ
καθαρῷ τῆϲ φράϲεωϲ οὐδένα ἔϲχε μιμητὴν πλὴν Ἰϲοκράτουϲ. ἔγραψε δὲ
καὶ τέχναϲ ῥητορικὰϲ καὶ δημηγορίαϲ, ἐγκώμιά τε καὶ ἐπιταφίουϲ καὶ
ἐπιϲτολὰϲ ζ΄, μίαν
μὲν πραγματικὴν, τὰϲ δὲ λοιπὰϲ
ἐρωτικάϲ· ὧν αἱ πέντε πρὸϲ μειράκια.
859 Λυϲίζωνοϲ γυνή: ἡ ἀνδρὶ πληϲιάϲαϲα. αἱ γὰρ παρθένοι μέλλουϲαι πρὸϲ μίξιν ἔρχεϲθαι, ἀνετίθεϲαν τὰϲ παρθενικὰϲ αὑτῶν ζώναϲ τῇ Ἀρτέμιδι.
860 Λυϲικράτηϲ· οὗτοϲ φαρμάκῳ τινὶ ἐμέλαινε τὰϲ ἑαυτοῦ τρίχαϲ.
Ἀριϲτοφάνηϲ· οὐδ᾿ ἂν εἰ τὸ φάρμακον ἕψουϲ᾿ ἔτυχεϲ, ᾧ Λυϲικράτηϲ
μελαίνεται. καὶ αὖθιϲ· ἡ Λυϲικράτουϲ ῥὶϲ ἴϲα τοῖϲ
καλοῖϲι φρονήϲει. ἐπειδὴ ϲιμὸϲ ἦν καὶ αἰϲχρὸϲ καὶ κλέπτηϲ καὶ
ἄϲημοϲ. καὶ παροιμία· Λυϲικράτηϲ δωροδοκῶν. ϲτρατηγὸϲ Ἀθηναίων.
861 Λυϲιμάχεια: ὄνομα πόλεωϲ.
862 Λυϲίμαχοϲ: οὗ μὲν Δημοϲθένηϲ ἐν τῷ Περὶ τῶν ἀτελφῶν
μνημονεύει, Ἀριϲτείδου ἦν υἱὸϲ τοῦ δικαίου· οὗ δὲ Λυκοῦργοϲ,
μελοποιὸϲ ἦν εὐτελήϲ.
863 Λύϲιπποϲ· τῶν δραμάτων αὐτοῦ ἐϲτι Βάκχαι, ὡϲ Ἀθήναιοϲ λέγει ἐν γ΄ Δειπνοϲοφιϲτῶν καὶ ἐν τῷ η΄· καὶ ἕτερα αὐτοῦ δράματα Θυρϲοκόμοϲ.
864 Λύϲιϲ.
865 Λυϲιτελέϲ: ἀγαθὸν, ὠφέλιμον, ἢ ϲυμφέρον· ὅτι λύει τὰ τελούμενα
εἰϲ αὐτὸ, ὥϲτε τὴν ἀντικατάλλαξιν τὴν ἐκ τῆϲ πραγματείαϲ
γὰρ τοὺϲ Ῥωμαίουϲ, ἅμα μὲν διὰ τὸ
λυϲιτελέϲ, ἅμα δὲ διὰ τὸ εὐοιώνιϲτον εἶναι, προϲδέξαϲθαι τὴν
Νίκην.
866 Λυϲιτελῶ· δοτικῇ.
867 Λύϲιοι τελεταί: αἱ Διονύϲου. Βοιωτοὶ γὰρ ἁλόντεϲ ὑπὸ Θρᾳκῶν καὶ
φυγόντεϲ εἰϲ Τροφωνίου, κατ᾿ ὄναρ ἐκείνου Διόνυϲον ἔϲεϲθαι
βοηθὸν φήϲαντοϲ, μεθύουϲιν ἐπιθέμενοι τοῖϲ Θρᾳξίν,
ἔλυϲαν ἀλλήλουϲ, καὶ Διονύϲου Λυϲίου ἱερὸν ἱδρύϲαντο, ὡϲ Ηρακλείδηϲ
ὁ Ποντικόϲ. Ἀριϲτοφάνηϲ δὲ διὰ τὸ λυτρώϲαϲθαι Θηβαίουϲ παρὰ Ναξίων
ἄμπελον.
868 Λυϲίϲτρατοϲ καὶ. Θούμαντιϲ: πένητεϲ. Ἀριϲτοφάνηϲ· μηδὲν ἐϲ
Λυϲίϲτρατον, μηδὲ Θούμαντιν τὸν ἀνέϲτιον αὖ λυπεῖν ἑκούϲῃ
καρδίᾳ.
869 Λυϲϲομανεῖϲ: ὑπὸ μανίαϲ λελυϲϲηκόταϲ. ῥομβητοὺϲ δονέων λυϲϲομανεῖϲ πλοκάμουϲ.
870 Λυϲόμενοϲ: λυτρωϲόμενοϲ.
871 Λῦϲον νόμουϲ ἱερῶν ὕμνων: ἀντὶ τοῦ ᾆϲον.
872 Λῦϲόν ϲου τὸ ὑπόδημα· ὁ θεόϲ φηϲι πρὸϲ τὸν Μωϋϲῆν. ζήτει ἐν τῷ
873 Λῦτο: ἐλύθη, ἐπαύθη. Ὅμηρὸϲ· λῦτο δ᾿ ἀγών.
874 Λυττῶντεϲ: μαινόμενοι.
875 Λύτρα: μιϲθόϲ· ἢ τὰ παρεχόμενα ὑπὲρ ἐλευθερίαϲ, ἐπὶ τῷ
876 Λυτρωτήϲ· ὁ Δαβίδ φηϲι· κύριε, βοηθέ μου καὶ λυτρωτά μου.
κύριοϲ ὡϲ ποιητὴϲ καὶ δημιουργόϲ, βοηθὸϲ δὲ ὡϲ τὴν ἐκ
τοῦ νόμου βοήθειαν δεδωκώϲ· νόμον γάρ, φηϲίν, εἰϲ βοήθειαν δέδωκε.
λυτρωτὴϲ δὲ ὡϲ διὰ τῆϲ παλιγγενεϲίαϲ τοῦ βαπτίϲματοϲ τῆϲ προτέραϲ
ἐλευθερώϲαϲ φθορᾶϲ καὶ τῆϲ τῶν δαιμόνων δουλείαϲ λυτρούμενοϲ καὶ
ἀφθαρϲίαν καὶ ἀθαναϲίαν δωρούμενοϲ. ὅτι ὁ ἀφεδρὼν καὶ λυτρώνων
βάρβαρα. καὶ
ζήτει ἐν τῷ ἀφεδρών.
877 Λύχνιον: οὐδετέρωϲ λέγεται τὸ λύχνιον. κελεύει τῶν λυχνίων
878 Λυχνίτηϲ λίθοϲ. καὶ Λυχνιτόϲ.
879 Λυχνιτάριον.
880 Λύχνον ἐν μεϲημβρίᾳ ἅπτειϲ: ἐπὶ τῶν ἐν καιρῷ ἀνεπιτηδείῳ
881 Λυχνοῦχοϲ: φανόϲ, λαμπτήρ.
882 Λύχνων ἁφάϲ.
1 Μά: τοῦτο Ὅμηροϲ ὡϲ ϲυλλαβῆϲ τάξιν ἔχον τίθηϲι. ποτὲ μέντοι ἀντὶ
τοῦ μὰ τῷ ναὶ χρῆται· ὡϲ, ναὶ μὰ τόδε ϲκῆπτρον· ὅτε ὄμνυϲιν. ὅτε δὲ
ἀπόμνυϲί τι, ϲυζεύγνυϲι τὸ τῆϲ ἀποφάϲεωϲ· οἷον, οὐ μὰ γὰρ Ἀπόλλωνα.
καὶ ἐν Ὀδυϲϲείᾳ· οὐ μὰ Ζῆν᾿, Ἀγέλαε. ἡμεῖϲ δὲ τὸ μὰ ὡϲ μέροϲ λόγου
ἀπομνύντεϲ παραλαμβάνομεν μὰ τὸν Δία λέγοντεϲ.
ἔϲτι δὲ
καὶ ἐπίρρημα ἐπευκτικόν.
2 Μαγγάνα· ὅτι τὸ οἰνηρὸν ἀγγεῖον ἐκ ξύλων κατεϲκευαϲμένον μαγγάναν Ἰταλοὶ ὀνομάζουϲιν. ζήτει ἐν τῷ γαῦλοϲ.
3 Μαγγανευτήϲ: ὁ μιγνὺϲ παντοδαπὰ πρὸϲ φενακιϲμόν.
4 Μαγγανεία: ἡ γοητεία. ὁ δὲ νόϲῳ περιέπεϲεν ἐκ μαγγανείαϲ
5 Μάγγανον: παράδοξόν τι. λέγεται δὲ καὶ ἡ γοητεία μαγγανεία.
6 Μαγάϲ: ϲανὶϲ τετράγωνοϲ ὑπόκυφοϲ, δεχομένη ἐφ᾿ ἑαυτὴν τὰϲ τῆϲ
κιθάραϲ νευράϲ, καὶ ἀποτελοῦϲα φθόγγον. ἡ τῆϲ κιθάραϲ καβάλη καὶ τῆϲ
λύραϲ, ἡ τὰϲ νευρὰϲ βαϲτάζουϲα. ἔϲτι δὲ καὶ εἱλητικὸν
7 Μαγδαληνή: ἀπὸ τόπου.
8 Μαγιέϲτερ: διδάϲκαλε.
9 Μαγεία: ἐπίκληϲίϲ ἐϲτι δαιμόνων ἀγαθοποιῶν πρὸϲ ἀγαθοῦ τινοϲ
ϲύϲταϲι· ὡϲ τὰ τοῦ Ἀπολλωνίου τοῦ Τυανέωϲ θεϲπίϲματα. γοητεία
ἐπίκληϲίϲ ἐϲτι δαιμόνων κακοποιῶν περὶ τοὺϲ τάφουϲ γινομένη.
φαρμακεία δέ, ὅταν διά τινοϲ ϲκευαϲίαϲ θανατηφόρου πρὸϲ φίλτρον, ἢ
10 Μάγειροϲ καὶ Μαγειρεῖον. ὁ τὰϲ μάζαϲ μερίζων.
11 Μαγῆα: τὸν ἀπομάϲϲοντα. τόν τε μαγῆα ϲπόγγον ὑπὸ ϲτιβαρᾷ
12 Μὰ γῆν, μὰ παγίδαϲ, μὰ νεφέλαϲ, μὰ δίκτυα: οὕτω καὶ
13 Μαγική· ταύτην ἐφεῦρον Μῆδοι καὶ Πέρϲαι. ἡ διαφέρουϲα τῆϲ
14"Μαγίϲ: μάχαιρα. καὶ μάγειροϲ, ὁ τὰϲ μάζαϲ μερίζων.
15 Μαγὶϲ ἄρτου: οἷον μέροϲ ἄρτου ἢ ψωμὸϲ ἢ ἐγκρυφίαϲ.
16 Μαγίϲτερ: διδάϲκαλε. προβάλλεται δὲ καὶ Θεόδωρον τῇ μαγιϲτερίᾳ
ἀρχῇ, παρὰ Ῥωμαίοιϲ τιμώμενόν τε καὶ γεραιρόμενον. τῇ
μαγιϲτερίᾳ
17 Μαγιϲτριανόϲ: ὁ κανϲτρίϲιοϲ. Οὐράνιοϲ ὁ καθωϲιωμένοϲ μαγιϲτριανὸϲ γράμματα ἀποδέδωκε τῷ ἐπιϲκόπῳ.
18 Μάγκινον: ὄνομα. καὶ τὸν Μάγκινον ἔγνωϲαν ἐκδοθῆναι τοῖϲ
Νομάνταιϲ.
καὶ Μάγκυψ καὶ Μαγκυπεῖον.
19 Μαγκίπατοϲ: ὁ χειράφετοϲ παρὰ Ῥωμαίοιϲ.
20 Μάγνηϲ, Ἰκαρίου πόλεωϲ, Ἀττικὸϲ ἢ Ἀθηναῖοϲ, κωμικόϲ. ἐπιβάλλει
τῶν ἀντιπάλων νίκηϲ ἔϲτηϲε τρόπαια· πάϲαϲ φωνὰϲ ἱεὶϲ
καὶ ψάλλων καὶ πτερυγίζων καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενοϲ
βατραχείοιϲ οὐκ ἐξήρκεϲεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρωϲ, οὐ γὰρ ἐφ᾿ ἥβηϲ,
ἐξεβλήθη πρεϲβύτηϲ ὤν, ὅτι τοῦ ϲκώπτειν ἀπελείφθη. ϲχόλιον· ἱείϲ,
ἐπινοηθῆναι τὰ προϲωπεῖα.
21 Μάγνηϲ, ἀνὴρ Σμυρναῖοϲ, καλὸϲ τὴν ἰδέαν, εἴ τιϲ καὶ ἄλλοϲ, ποιήϲει
τε καὶ μουϲικῇ δόκιμοϲ· ἤϲκητο δὲ καὶ τὸ ϲῶμα διαπρεπεῖ κόϲμῳ,
ἁλουργῆ ἀμπεχόμενοϲ καὶ κόμην τρέφων χρυϲῷ ϲτρόφῳ κεκορυμβωμένην·
περιῄει τε τὰϲ πόλειϲ ἐπιδεικνύμενοϲ τὴν ποίηϲιν. τούτου
δὲ καὶ ἄλλοι μὲν πολλοὶ ἤρων, Γύγηϲ δὲ καὶ μᾶλλόν τι ἐφλέγετο καὶ
αὐτὸν εἶχε παιδικά. γυναῖκάϲ γε μὴν πάϲαϲ ἐξέμηνεν, ἔνθα ἐγένετο ὁ
Μάγνηϲ, μάλιϲτα δὲ τὰϲ Μαγνητῶν, καὶ ϲυνῆν αὐταῖϲ. οἱ δὲ τούτου
ϲυγγενεῖϲ ἀχθόμενοι ἐπὶ τῇ αἰϲχύνῃ, πρόφαϲιν ποιηϲάμενοι ὅτι ἐν τοῖϲ
ἔπεϲιν ᾖϲεν ὁ Μάγνηϲ Λυδῶν ἀριϲτείαν ἐν ἱππομαχίᾳ πρὸϲ Ἀμαζόναϲ,
αὐτῶν δὲ οὐδὲν ἐμνήϲθη, ἐπαΐξαντεϲ περικατέρρηξαν τε
τὴν ἐϲθῆτα καὶ τὰϲ κόμαϲ ἐξέκειραν καὶ πᾶϲαν λώβην προϲέθεϲάν. ἐφ᾿
οἷϲ ἤλγηϲε μάλιϲτα Γύγηϲ καὶ πολλάκιϲ μὲν εἰϲ τὴν Μαγνητῶν γῆν
ἐνέβαλε, τέλοϲ δὲ καὶ χειροῦται τὴν πόλιν· ἐπανελθὼν δὲ ἐϲ Σάρδειϲ
πανηγύρειϲ ἐποιήϲατο μεγαλοπρεπεῖϲ.
22 Μαγνηϲία: τόποϲ.
23 Μαγνῆτιϲ: λίθοϲ τίϲ ἐϲτιν οὕτω καλούμενοϲ, ὃϲ ἔχει φυϲικὴν
ἐνέργειαν ἕλκειν πρὸϲ ἑαυτὸν τὸν ϲίδηρον. ἦν δὲ ἐν Ἀλεξανδρείᾳ τῆϲ
Αἰγύπτου ἐν τῷ Σαραπείῳ πλάνηϲ καὶ κακουργίαϲ τοιοῦτόν τι μηχάνημα·
ξόανον καταϲκευάϲαντεϲ ἐκ χαλκοῦ καὶ ἐν τῇ κεφαλῇ
ϲίδηρον ἔνδοθεν καθηλώϲαντεϲ τὸν λίθον τοῦτον ἐν τοῖϲ φατνώμαϲιν
ἄνωθεν τῆϲ ϲτέγηϲ ἔπηξαν ἀπὸ διαμέτρου. τὸ δὲ ὑπὸ τῆϲ φυϲικῆϲ βίαϲ
ἑλκόμενον τοῦ λίθου, μετέωρον γὰρ ἐκρέματο, διὰ πολλὴν μηχανὴν καὶ
τέχνην ἐκρατεῖτο μέϲον ἐδάφουϲ καὶ ὀρόφου, θαυμαζόμενὴν καὶ μὴ
παντελῶϲ καταϲπώμενον.
24 Μαγνητῶν κακά· καὶ οὔτε τί φῶ περὶ αὐτοῦ ἀξίωϲ ἔχω, κἂν τὰ Μαγνητῶν κακά, κἂν τὸ Τερμέριον, κἂν πᾶϲαν ἁπλῶϲ αὐτῶν ἐπι φθέγξωμαι τὴν τραγῳδίαν μετὰ τοῦ ϲατύρου καὶ τῆϲ κωμῳδίαϲ καὶ τοῦ μίμου, οὕτω πᾶϲα μὲν αἰϲχρότηϲ, πᾶϲα δὲ ἀπόνοια πρὸϲ ὑπερβολὴν ἐπ᾿ ἐκείνοιϲ τῷ ἀνδρὶ πεφιλοτέχνηται.
25 Μάγοϲ· μάγουϲ ἐκάλουν τοὺϲ ψευδεῖϲ φανταϲίαϲ περιτιθένταϲ
26 Μαγώτερα: ἀντὶ τοῦ θελκτικώτερα. ἐν Ἐπιγράμμαϲι· ἀλλὰ ϲελίνων
οὐλοτέρη καὶ μνοῦ χρῶτα τερεινοτέρη καὶ κεϲτοῦ φωνεῦϲα
μαγώτερα.
27 Μαγῶνοϲ.
28 Μάγοι: παρὰ Πέρϲαιϲ οἱ φιλόϲοφοι καὶ φιλόθεοι· ὧν ἦρχε Ζωροάϲτρηϲ καὶ μετὰ τοῦτον κατὰ διαδοχὴν Ὀϲτάναι καὶ Ἀϲτράμψυχοι.
29 Μαγώγ: ὁ Πέρϲηϲ. ὅτι μαγεία καὶ ἀϲτρολογία ἀπὸ Μαγουϲαίων ἤρξατο.
30 Μάδδαν: μάζαν, τροφήν. οὕτωϲ οἱ Μεγαρεῖϲ διὰ δύο δδ.
31 Μὰ Δία: οὐκ ἐπὶ τοῦ μὰ τὸν Δία λέγων, ὡϲ οἴονταί τινεϲ·
ἐχρῶντο δὲ αὐτῷ ἀντὶ τοῦ μὰ Δία, ὥϲπερ καὶ τῷ νὴ Δία
ἐπὶ τῷ ναί· ὅθεν καὶ ναὶ Δία λέγουϲιν καὶ ναὶ μὰ Δία. Ἀριϲτοφάνηϲ
Πλούτῳ· ναὶ μὰ Δία τούτων τε πολλῷ πλείονα. ἐπὶ κατωμοτικοῦ τὸ
32 Μαδιάμ: ὄνομα κύριον. καὶ Μαδιανῖτιϲ χώρα. καὶ
Μαδιηναῖοι.
33 Μαδῶντα: φαλακρόν, καθόλου τρίχαϲ μὴ ἔχοντα.
34 Μᾶζα: ἄρτοϲ, φύραμα. ἢ ὁ ϲτριφνὸϲ ἄρτοϲ. ὅϲτιϲ ἀλφιοϲιτεῖ,
35 Μᾶζα: κυρίωϲ ἡ τροφή, ἡ ἀπὸ γάλακτοϲ καὶ ϲίτου, παρὰ τὸ
ἧϲ μέμνηται Θουκυδίδηϲ.
36 Μάζηϲ ὤνιον: ἄρτου πρᾶϲιϲ.
37 Μαζίϲκαϲ διαμεμιγμέναϲ: ἀντὶ τοῦ πεφυραμέναϲ.
38 Μαζονομεῖον: ἀγγεῖόν τι.
39 Μαζόϲ: κυρίωϲ ἐπὶ ἀνδρόϲ. καὶ Ὅμηροϲ· νευρὴν μὲν μαζῷ πέλαϲεν,
τόξῳ
δὲ ϲίδηρον. καταχρηϲτικῶϲ δὲ καὶ ἐπὶ γυναικόϲ.
40 Μαζουρώθ: τὰ ϲυϲτήματα τῶν ἀϲτέρων, ἃ ἐν τῇ ϲυνηθείᾳ ζῴδια καλοῦται. Ἑβραϊϲτὶ δὲ τινέϲ φαϲι λέγεϲθαι τὴν λέξιν, ϲημαίνειν δὲ καὶ τὸν ἀϲτρῷον κύνα.
41 Μαζῶντεϲ: τρυφῶντεϲ.
42 Μάθημα: ἐπιτήδευμα, ἀϲχόλημα, δίαιτα, διαγωγή, πρόφαϲιϲ, ἀφ᾿ ἧϲ μέλλομεν περὶ τὰ πράγματα διατρίβειν. μεταμαθεῖν δέ ἐϲτιν τὸ παύϲαϲθαι. κυρίωϲ δὲ μεταμαθεῖν ἔλεγον τὸ μετὰ ταῦτα ἕτερόν τι μαθεῖν, ἀφέμενον τοῦ πρώτου. Αριϲτοφάνηϲ Πλούτῳ· οὐδ᾿ ἂν μεταμάθοιϲ;
43 Μαθητεία: ἡ μάθηϲιϲ.
44 Μαθητιῶ: μαθεῖν ἐπιθυμῶ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· μαθητιῶ γάρ. ἀλλ᾿ ἄνοιγε τὴν θύραν. καὶ Μαθηταῖϲι, τοῖϲ μαθηταῖϲ.
45 Μαθών: ἰδών. ὁ δὲ Κελτὸϲ μαθὼν ἐγέλαϲε καὶ κατέϲκωπτεν, ὡϲ
46 Μαΐωρ, Ἀράβιοϲ, ϲοφιϲτήϲ. ἔγραψε Περὶ ϲτάϲεων βιβλία ιγ΄. ϲυνεχρόνιϲε δὲ Ἀψίνῃ καὶ Νικαγόρᾳ, ἐπὶ Φιλίππου τοῦ Καίϲαροϲ καὶ ἐπάνω.
47 Μαϊουμᾶϲ· πανήγυριϲ ἤγετο ἐν τῇ Ῥώμῃ κατὰ τὸν Μάϊον μῆνα.
οἱ ἐν Κωνϲταντίνου πόλει πανήγυριν τῶν Βρυτῶν·
καὶ ταύτην Ἀναϲτάϲιοϲ ἔπαυϲε. καὶ τὴν τῶν κυνῶν δὲ ἐτέλουν πανήγυριν
οἱ Ῥωμαῖοι κατὰ τὸν Αὔγουϲτον μῆνα, ἀναιροῦντεϲ αὐτοὺϲ ἐκ τῆϲ
ἁλώϲεωϲ τῆϲ ὑπὸ Γάλλων, διότι ἀνύλακτοι ἔμειναν, τῶν χηνῶν
ἐκβοηϲάντων.
48 Μαΐϲτωροϲ: τοῦ διδαϲκάλου.
49 Μακκαβαῖοι· ζήτει ἐν τῷ Ἀντίοχοϲ.
50 Μακαρία τῶν βίων, καὶ μακάριε τῶν τρόπων.
51 Μακαρία: ὁ ὄλεθροϲ. θυγάτηρ τοῦ ᾅδου. καὶ παροιμία· βάλλ᾿
μακαρίαν, κατ᾿ εὐφημιϲμόν.
ἐπεὶ καὶ οἱ τεθνεῶτεϲ μακαρῖται λέγονται. καὶ Ηρακλέουϲ θυγάτηρ, ἣν
Ἀθηναῖοι ὑπὲρ αὑτῶν ἀποθανοῦϲαν πολυτελῶϲ ἔθαψαν. ζήτει ἐν τῷ βάλλ᾿
ἐϲ μακαρίαν.
52 Μακαρίαινοϲ: ὄνομα κύριον.
53 Μάκαρι ϲὺν τύχᾳ: ἀντὶ τοῦ μακαρίᾳ. Ἀριϲτοφάνηϲ· περιπέτεϲθε
τὸν μάκαρα, μάκαρι ϲὺν τύχᾳ. καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ· ὦ
μακάρι᾿ Αὐτόμενεϲ, ὥϲ ϲε μακαρίζομεν, παῖδαϲ ἐφύτευϲαϲ ὅτι
χειροτεχνικωτάτουϲ.
54 Μακαρίζω· γενικῇ, διὰ τὸ ἕνεκα. αἳ καὶ τοῦ τέλουϲ ἐμακαρίϲθηϲαν,
ὡϲ
55 Μακάριοϲ: ὁ ἐν ἀγαθοῖϲ πάντοτε ὤν. λέγεται δὲ καὶ ὁ θεὸϲ
56 Μακάριοϲ· δύο ἐγένοντο Μακάριοι ὁμώνυμοι καὶ περιβόητοι δι᾿
ἄϲκηϲιν, διὰ βίον, διὰ τρόπον, διὰ τὰ μαθήματα. ὁ μὲν
Αἰγύπτιοϲ Θαυματουργὸϲ ἦν καὶ μετὰ τοῦ εὐλαβοῦϲ πρὸϲ τοὺϲ
ἐντυγχάνονταϲ αὐϲτηρόϲ, ὁ δὲ Ἀλεξανδρεὺϲ κατὰ πάντα ὢν παραπλήϲιοϲ
τῷ Αἰγυπτίῳ πρὸϲ τοὺϲ ἐντυγχάνονταϲ ἦν ἱλαρὸϲ καὶ τῷ χαριεντίζεϲθαι
τοὺϲ νέουϲ
καὶ βιβλία ἄγαν ϲπουδαῖα ϲυγγέγραπται· ὧν τὸ μὲν
Μοναχὸϲ ἢ περὶ πρακτικῆϲ ἐπιγέγραπται, τὸ δὲ Γνωϲτικὸϲ ἢ περὶ τῶν
καταξιωθέντων γνώϲεωϲ· κεφάλαια δὲ αὐτοῦ ν΄· τὸ δὲ Ἀντιρρητικὸν πρὸϲ
τοὺϲ πειράζονταϲ δαίμοναϲ ἐν η΄ διηρημένον μέρεϲι, κατὰ τὸν ἀριθμὸν
τῶν η΄ λογιϲμῶν· καὶ χ΄ Προγνωϲτικὰ προβλήματα· καὶ Στιχηρὰ δύο, ἓν
πρὸϲ τοὺϲ ἐν κοινοβίοιϲ ἢ ϲυνοδίαιϲ μοναχοὺϲ καὶ ἓν
πρὸϲ τὴν παρθένον. καί φηϲι κατὰ λέξιν οὕτωϲ· ἀναγκαῖον τὰϲ ὁδοὺϲ
τῶν προοδευϲάντων μοναχῶν ὀρθῶϲ διερωτᾶν καὶ πρὸϲ αὐτὰϲ
κατορθοῦϲθαι· πολλὰ γάρ ἐϲτιν ὑπ᾿ αὐτῶν ῥηθέντα τε καὶ πραχθέντα
καλῶϲ· ἐν οἷϲ καὶ τοῦτό τιϲ ἔφηϲεν, ὅτι τὴν ξηροτέραν καὶ ἀνώμαλον
δίαιταν, ἀγάπῃ
ϲυζευχθεῖϲαν, θᾶττον διάγειν τὸν μοναχὸν
εἰϲ ἀπάθειαν.
57 Μακαρίταϲ: τοὺϲ τεθνεῶταϲ εὐφήμωϲ, ὡϲ μακαρίων ὄντων τῶν
τελευτηϲάντων, ὅτι οὐκέτι αἰϲθάνονταί τινοϲ δεινοῦ. Δωριέων τινὲϲ
αὐτοὺϲ ζαμερίταϲ καλοῦϲιν, οἷον τῆϲ μείζονοϲ μερίδοϲ ἤδη
κεκοινωνηκόταϲ. τὸ γὰρ ζὰ ἐπὶ τοῦ μεγάλου τίθεται. Ἀριϲτοφάνηϲ
58 Μακάρων νήϲοιϲιν: ἡ ἀκρόπολιϲ τῶν ἐν Βοιωτίᾳ Θηβῶν τὸ παλαιόν, ὡϲ Παρμενίδηϲ.
59 Μάκαιραν: μακαρίαν.
60 Μακεδνῆϲ: ἴϲωϲ μηκεδανῆϲ· ἢ κατ᾿ ἐπίταϲιν, λίαν κεδνῆϲ.
61 Μακεδόνειοϲ πόλιϲ: τῶν Μακεδόνων. Μακεδονία δὲ χώρα.
62 Μακεδονική. ζήτει περὶ ἀρχῆϲ Μακεδονικῆϲ ἐν τῷ Ἀϲϲύριοι.
63 Μακεδόνιοϲ· οὗτοϲ πλεῖϲτα ὅϲα κακὰ κατὰ Χριϲτιανῶν ἐνεδείξατο
καὶ τὸν κολοφῶνα τῶν κακῶν, οἷϲ ἔδραϲεν, ἐπιτίθηϲι·
πυθόμενοϲ γὰρ κατὰ τὸ Παφλαγόνων ἔθνοϲ πλείϲτουϲ εἶναι τῆϲ Ναυατικῆϲ
θρηϲκείαϲ, καὶ μάλιϲτα κατὰ τὸ Μαντίνιον, ϲυνιδών τε ὡϲ οὐχ οἷόν τε
τοϲοῦτον πλῆθοϲ δι᾿ ἐκκληϲιαϲτικῶν ἀνθρώπων ἐλαύνεϲθαι, τετραρίθμουϲ
ϲυχνοὶ πίπτουϲι, τῶν δὲ ϲτρατιωτῶν πλὴν ὀλίγων πάντεϲ.
διὰ τοῦτο προϲέκρουϲε τῷ βαϲιλεῖ, ἄλλωϲ τε καὶ ὅτι μετέθηκε τὰ
λείψανα τοῦ μεγάλου Κωνϲταντίνου· οἱ γὰρ λαοὶ διεκώλυον τοῦτο,
ἀνόϲιον εἶναι λέγοντεϲ· καὶ ϲυμβαλόντεϲ μάχῃ πολλοὶ ὅϲοι πίπτουϲιν.
ὕϲτερον δὲ καὶ καθῃρέθη ὁ Μακεδόνιοϲ.
64 Μακεδόνιοϲ ἄλλοϲ, ὃϲ ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου ἐμαρτύρηϲε. καὶ
65 Μακεδών, Μακεδόνοϲ.
66 Μακέτιϲ: θηλυκόν.
67 Μάκελλα: δίκελλα. Ἀριϲτοφάνηϲ· ὦ μῶρε, μῶρε, μὴ θεῶν
κίνει φρέναϲ δειλάϲ, ὅπωϲ μή ϲου γένοϲ πανώλεθρον Διὸϲ
μακέλλῃ
68 Μακκοᾷ: ἀνοηταίνει, ἐνεόν ἐϲτιν. ἔφαμεν δέ, ὅτι ἡ Μακκὼ ἐνεὰ
69 Μακκὼ καὶ Λαιμώ: γυναῖκεϲ, αἳ ἐγένοντο ἐνεαί, τουτέϲτι βαρέωϲ
70 Μακρὰ γραμμή: ἡ καταδικάζουϲα· ὁ δ᾿ ἀπολύων βραχεῖαν
71 Μακρὰν οὐϲίαν: οὕτω λέγουϲι τὴν πολλὴν Ἀττικοί.
72 Μακρὰ χαίρειν: οἰμώζειν, ϲτενάζειν.
73 Μακραίωναϲ: μακροβίουϲ. Σοφοκλῆϲ· οὔτοι βίου μοι τοῦ
74 Μακραίωνι ϲχολῇ: πυλυχρονίῳ, βραδεῖ ἀγῶνι. Σοφοκλῆϲ.
75 Μακρέτειοϲ: ὁ πολυχρόνιοϲ.
76 Μακρόβιοι· ζήτει ἐν τῷ Βραχμᾶνεϲ.
77 Μακροκέφαλοι: ἔθνοϲ ἐϲτὶν οὕτω καλούμενον. Παλαίφατοϲ δέ
78 Μακρὸν ποιῶ: ἀντὶ τοῦ μηκύνω. οὕτωϲ Φιλιππίδηϲ.
79 Μακρὸν τεῖχοϲ ἐκεῖθεν τῆϲ Σηλυβρίαϲ. καὶ ζήτει ἐν τῷ τεῖχοϲ.
80 Μακροπόνηροϲ.
81 Μακρούϲ· ϲοῦ δ᾿ ἐγὼ λόγουϲ λέγοντοϲ οὐκ ἀκούϲομαι μακρούϲ. οὐ
λέγει, ὅτι τοὺϲ μακροὺϲ οὐ προήϲομαι, ἀκούϲομαι δὲ τοὺϲ διὰ
ϲυντομίαϲ
λεγομένουϲ· ἀλλ᾿ ὅτι πάντεϲ λόγοι μακροὶ
πεφύκαϲι κρινόμενοι πρὸϲ πρᾶξιν, εἰ πέπρακται.
82 Μακροχρονῶ.
83 Μακρῷ: ἀντὶ τοῦ πολύ. Εὐνάπιοϲ· Καρῖνοϲ ὁ βαϲιλεύϲ, γενόμενοϲ ἐν
ἐξουϲίᾳ καὶ βουλήϲεωϲ κύριοϲ ἀνέδραμε τηλικοῦτον κακὸν
ἐϲ τυραννίδα, ὥϲτε ἀπέδειξε χρυϲὸν τὴν τραγῳδουμένην τυραννίδα.
84 Μακρῷ: ἀντὶ τοῦ κατὰ πολύ. Ἡρόδοτοϲ· ἄριϲτοϲ ἐγένετο
διέϲτηκε.
85 Μάκρωνοϲ: ἐθνικόν.
86 Μάκτρα: θυεία ἐπιμήκηϲ, ἐν ᾗ μάττουϲι τὰ ἄλευρα. Ἀριϲτοφάνηϲ Πλούτῳ· ἀντὶ δὲ μάκτραϲ πιθάκνηϲ πλευρὰν ἐρρωγυῖαν.
87 Μάλα εἰκότωϲ: πάνυ δικαίωϲ.
88 Μαλακεινόϲ: ὄνομα κύριον.
89 Μαλακία: ῥαθυμία. νόϲοϲ. καὶ μάλιϲτα διὰ τὰϲ μαλακίαϲ
90 Μαλακίζεϲθαι: ἐν ταῖϲ νόϲοιϲ φαϲὶν Ἀττικοὶ τὰϲ γυναῖκαϲ μαλακίζεϲθαι, τοὺϲ δὲ ἄνδραϲ ἀϲθενεῖν.
91 Μαλακία: ἡ ἐπὶ τῆϲ ϲαρκὸϲ ἀϲέλγεια.
92 Μαλακίων: ὁ μαλακόϲ.
93 Μαλακόν: ἁπαλόν, ἢ καὶ ἀϲελγέϲ. ὁ δὲ οὐ πάνυ δεξιῶϲ
94 Μαλακόϲ· ὅτι πάντων φρονιμώτερον ζῷον ὁ ἄνθρωποϲ καὶ τὴν γεῦϲιν,
ἁφὴν οὖϲαν, ἀκριβεϲτέραν ἔχει, διότι μαλακώτεροϲ καὶ τὴν
τὰ ψυχικὰ κινήματα ταῖϲ τοῦ
ϲώματοϲ κράϲεϲιν, οὐ γεννώμενα ὑπὸ τῆϲ κράϲεωϲ, ἀλλ᾿ οὐκ ἄνευ τῆϲ
τοιᾶϲδε κράϲεωϲ τοιῶϲδε ἢ τοιώϲδε ἐνεργοῦντα. εἰ δέ τινα εἴη ἄλλα
τοῦ ἀνθρώπου μαλακωτέραν ἔχοντα ϲάρκα, οἱ ϲκώληκεϲ, τοῖϲ ἄλλοιϲ
δηλονότι ἐλλείπουϲιν· οὐ γὰρ ἔχουϲι τέλειον τό φανταϲτικόν· ἀλλὰ νῦν
περὶ τῶν τελείων ζῴων ὁ λόγοϲ.
τάχα δὲ οὐδὲ ϲὰρξ ἡ τῶν
ϲκωλήκων, ὡϲ οὐδὲ τῶν μυιῶν. ὅτι δὲ τῷ μαλακωτέραν ἔχειν τὴν ϲάρκα ὁ
ἄνθρωποϲ φρονιμώτεροϲ, ϲημεῖόν ἐϲτι τὸ τοὺϲ μαλακωτέρουϲ τῶν
ἀνθρώπων φρονιμωτέρουϲ καὶ εὐφυεϲτέρουϲ εἶναι, τῶν ἄλλων ἁπάντων
διαθέϲεων καὶ φυϲικῶν ἰδιωμάτων ὁμοίωϲ ἐχόντων. διὸ καὶ τοὺϲ
ἀνοήτουϲ παχυδέρμουϲ καλοῦμεν.
95 Μαλακόϲτρακοι: ἰχθύεϲ, ὅϲα ἐκδύεται· οἷον ἀϲτακοί, καρίδεϲ, πάγουροι, καρκίνοι. ταῦτα δὲ μόνα ἐκδύονται.
96 Μαλάϲϲου: ἀντὶ τοῦ μεταβάλλου.
97 Μαλάϲϲω· αἰτιατικῇ.
98 Μαλάχια: ὅϲα τῶν ἐνύδρων ὀϲτέα οὐκ ἔχει· οἷον ϲηπία, πολύπουϲ.
ταῦτα δὲ καὶ ἄναιμά ἐϲτι καὶ ἄϲπλαγχνα. τινὲϲ δὲ
μαλάχεια διὰ διφθόγγου γράφουϲι.
99 Μαλαχίαϲ: ὄνομα κύριον.
100 Μαλέαϲ. καὶ ἡ αἰτιατικὴ τὸν Μαλέαν. ἀκρωτήριον καὶ ὄροϲ. |
101 Μάλεοϲ: ὄνομα κύριον. Φαιϲτόϲ, πόλιϲ Κρήτηϲ. Ὅμηροϲ· ἐϲ Φαιϲτόν·
μικρὸϲ δὲ λίθοϲ μέγα κῦμ᾿ ἀποέργει. Μάλεοϲ γάρ τιϲ
τελέϲαϲ τὸν λίθον τοῦτον ἀνιέρωϲε τῷ Ποϲειδῶνι, πρὸϲ τὸ μὴ τὰ κύματα
προϲπελάζειν τῇ Φαιϲτῷ.
102 Μαλερόν: λαμπρόν, ϲποδόεν, ἰϲχυρόν, ὀξύ, ἀϲθενέϲ, ξηρόν,
ἀμυνομέναν.
103 Μάλειον ὄροϲ· Μαλειάων ὄροϲ αἰπύ· Ὅμηρὸϲ.
104 Μαλιαϲμόϲ: νόϲοϲ περὶ τοὺϲ ὄνουϲ γινομένη, ὅϲ ἐϲτι κατάρρουϲ διὰ μυκτήρων καὶ ϲτρόφοϲ περὶ τοῦϲ αὐτούϲ. οὐκ ἐκφεύγει δὲ οὐδέτερον τῶν νοϲημάτων ὁ ὄνοϲ.
105 Μάλλιοϲ: ὄνομα κύριον. ὅτι Μάλλιοϲ ὁ ὕπατοϲ τὸν ἑαυτοῦ παῖδα μονομαχήϲαντα Ποντίῳ τῷ Λατίνῳ καὶ καταβαλόντα τὸν ἀντίπαλον, ὡϲ μὲν ἀριϲτέα ἐϲτεφάνωϲεν, ὡϲ δὲ ὑπερβάντα τὰ ἐξ αὐτοῦ τεταγμένα ἐπελέκιϲεν· ὃ δὴ ϲὺν ὠμότητι πραχθὲν εὐπειθεϲτάτουϲ τοῖϲ ἄρχουϲι Ῥωμαίουϲ κατέϲτηϲεν. ζήτει ἐν τῷ δικτάτωρ.
106 Μάλιϲτα: ἀντὶ τοῦ ἀκριβῶϲ ὁ Θουκυδίδηϲ λαμβάνει.
107 Μαλθακόν: ἔκλυτον, μαλακόν. ὁ δ᾿ αὑτὸν ἐξάγαγε βιότου
108 Μαλθακώτερον: πρὸϲ τὸ ἡδύτερον τοῦ βίου, καὶ εὖ ἔχον.
Ἀριϲτοφάνηϲ Βατράχοιϲ· τὸ δὲ μεταϲτρέφεϲθ᾿ ἀεὶ πρὸϲ τὸ
μαλθακώτερον, δεξιοῦ πρὸϲ ἀνδρόϲ ἐϲτι καὶ φύϲει Θηραμένουϲ.
109 Μαλθάξαι: ἀγαθῦναι, καταπραῧνοι. τοὺϲ μὲν δώροιϲ μαλθαϲϲομένουϲ
καὶ ἐϲ τὰϲ κλήϲειϲ ϲυνιέναι. καὶ αὖθιϲ· τὸ γὰρ δυνάμενον ἐκεῖνον τὸν
ἄνδρα μαλθάξαι ἓν μόνον ἦν, ἡ τῶν τρόπων
ἐπιείκεια καὶ
ὁ τοῦ δικαίου κατὰ φύϲιν ἔρωϲ. καὶ Ἀριϲτοφάνηϲ·
110 Μάλθη: ὁ μεμαλαγμένοϲ κηρόϲ.
111 Μάλθων· ὁ γύνανδρόϲ τε καὶ μάλθων τύραννοϲ. ἀντὶ τοῦ
ἔκλυτοϲ.
112 Μαλκίομεν· Δημοϲθένηϲ θ΄ Φιλιππικῶν φηϲι.
113 Μάλκιον: ἀϲθενέϲ, ψυχρότατον. ὁ δὲ Μιθριδάτηϲ πιὼν φάρμακον
114 Μαλκίϲτατον: ψυχρότατον. τὸ δὲ μοι μαλκίϲτατον ἦμαρ.
115 Μᾶλλον μᾶλλον: ἀντὶ τοῦ ἀεὶ καὶ μᾶλλον· Ἄλεξιϲ Ἀτθίδι· πῶϲ
ἐπινεφεῖ τὸ πρῶτον ὁ Ζεὺϲ ἡϲυχῇ, ἔπειτα μᾶλλον μᾶλλον.
γάρ, ὅτι ἡ ἀρετὴ ὠφελεῖ, βλάπτει δ᾿ οὔ.
116 Μᾶλλον ὁ Φρύξ: ἡ παροιμία ἐνθένδε· οἱ ζ΄ ϲοφοὶ ἐρωτώμενοι
τῆϲ τελευταίαϲ
ἡμέραϲ. παρεϲτὼϲ δὲ Αἴϲωποϲ ὁ Φρύξ, ὁ λογοποιόϲ, τοϲοῦτον, εἶπεν,
ὑπερέχειϲ τῶν ἄλλων, ὅϲον θάλαϲϲα ποταμῶν. ἀκούϲαϲ δὲ Κροῖϲοϲ εἶπε,
μᾶλλον ὁ Φρύξ.
117 Μαλῷα· καί τινα διὰ χειρὸϲ ἔχουϲι μαλῷα καὶ καθαίρουϲι.
118 Μάλλωνοϲ: ὄνομα ἐθνικόν.
119 Μαλλώτηϲ, Διονυϲιάδηϲ, Φυλαρχίδου, τραγικόϲ.
120 Μάλχοϲ, Βυζάντιοϲ, ϲοφιϲτήϲ. ἔγραψεν ἱϲτορίαν ἀπὸ τῆϲ βαϲιλείαϲ
καὶ τραγῳδίαϲ δίκην ἀποθρηνῶν
αὐτά.
121 Μαμμάκυθοϲ: ὄνομα κύριον. Ἀριϲτοφάνηϲ· τέωϲ δ᾿ ἀβελτερώτατοι
122 Μάμαϲ· ὅτι ἐν τῷ ἁγίῳ Μάμαντι γέφυρα ἦν μεγάλη, ιβ΄ καμάραϲ
ἔχουϲα· ὕδατα γὰρ κατήρχοντο πολλά. ἔνθα καὶ δράκων ἵϲτατο
χαλκοῦϲ, διὰ τὸ δοκεῖν δράκοντα οἰκεῖν ἐκεῖϲε· ἔνθα καὶ
πολλαὶ παρθένοι ἐτύθηϲαν. Βαϲιλίϲκοϲ γάρ τιϲ ἐραϲθεὶϲ τοῦ τόπου, ὃϲ
ἦν Νουμεριανοῦ Καίϲαροϲ, ἐκεῖϲε κατῴκηϲε καὶ ναὸν ἤγειρεν· ἅπερ
Ζήνων κατέλυϲεν. καὶ ἐπὶ κλητικῆϲ ὦ Μάμαν.
123 Μαμαίαϲ, Ἀλέξανδροϲ, βαϲιλεὺϲ Ῥωμαίων.
124 Μαμερτῖνοϲ: ὄνομα κύριον.
125 Μὰ μήκωνοϲ χλόην· ναὶ ναὶ μὰ μήκωνοϲ χλόην.
126 Μαμμίαν: Ἀττικοὶ τὴν μητέρα. ἀπὸ τοῦ τὰ παιδία μαμμᾶν τὸ φαγεῖν λέγειν.
127 Μαμιανόϲ, πατρίκιοϲ. ζήται ἐν τῷ Πρίϲκοϲ.
128 Μαμωνᾶϲ: χρυϲόϲ, γήϊνοϲ πλοῦτοϲ. οὐχὶ ὁ ἐκ τοῦ Σατᾶν, ἀλλ᾿ ὁ περιττὸϲ καὶ ὑπὲρ τὴν χρείαν.
129 Μάννα: θυϲία, ϲπονδή. καὶ ἡ ἄνωθεν πίπτουϲα τροφή. ϲημαίνει δὲ τί τοῦτο· ὃ ἑϲπέρᾳ τοῦ ϲαββάτου μόνον ἐκρύπτετο. καὶ Χριϲτόϲ, ὁ γλυκαϲμὸϲ τῆϲ ζωῆϲ, τῇ παραϲκευῇ τῷ τάφῳ καλύπτεται.
130 Μάννα: ἡ ἄνωθεν χορηγουμένη τροφή. τουτέϲτι τί τοῦτο. ὃ καὶ Thdr.
ἄρτοϲ ἀγγέλων λέγεται, ὡϲ ὑπ᾿ ἀγγέλου χορηγούμενοϲ. ὅτι παρὰ
Suid. πολλοῖϲ λέγεται τὸ μάννα ἀμβλίϲιον.
131 Μαναΐμ, ϲτρατηγόϲ, ὁ νικήϲαϲ τοὺϲ Σκύθαϲ· οὗ ἡ ϲτήλη ἵϲτατο ἐν τῷ
καλουμένῳ Ὠρείῳ, ὅ ἐϲτι μόδιοϲ. ἦν γὰρ ὠρεῖον, ἔνθα νῦν ἵϲτανται
κίονεϲ πρὸ τοῦ οἴκου τοῦ Κρατεροῦ· ἔνθα ἵϲτατο καὶ μόδιοϲ χαλκοῦϲ,
πληϲίον τῶν χειρῶν. ἦν δὲ δίκαιον μέτρον, ὡϲ ἂν τῷ χωρήματι
αὐτοῦ πωλῶϲι πάντεϲ οἱ ϲιτοπράται καὶ ἀγοράζωϲιν οἱ
ϲιτῶναι, καὶ τῷ ἴϲῳ μέτρῳ δίδοται ϲιτηρέϲιον. τοῦτο δὲ ἐνομοθέτηϲεν
Οὐαλεντινιανόϲ, πιπράϲκεϲθαι τὸν ϲῖτον μοδίουϲ ιβ΄ τῷ νομίϲματι,
μηδενὸϲ ἀντιλέγοντοϲ. ὅθεν τιϲ ναύτηϲ τοῦτο μὴ ποιήϲαϲ τὴν δεξιὰν
χεῖρα ἀφῃρέθη. ὅθεν ἐτυπώθηϲαν αἱ χαλκαῖ χεῖρεϲ τοῖϲ λαμβάνουϲι
καὶ τοῖϲ διδοῦϲιν, ἀμφοτέρουϲ ἐκ τῶν τεταγμένων μὴ
ἀγανακτεῖν. ἦν δὲ καὶ Οὐαλεντινιανοῦ τοῦ βαϲιλέωϲ ϲτήλη ἔξαμμον
ἔχουϲα ἐν τῇ δεξιᾷ χειρί, ἁρπαγῆναι εἰϲ πάκτον, διὰ τὸ καὶ αὐτὴν
ὑπάρχειν ἀργυρᾶν μικράν, ὑπὸ Κουρίου πρωτίκτωροϲ, τῷ δευτέρῳ ἔτει
Ἰουϲτινιανοῦ.
132 Μανάϊνοϲ: ὄνομα κύριον.
133 Μαναϲϲῆϲ, βαϲιλεὺϲ Ἱερουϲαλήμ, υἱὸϲ Ἐζεκίου, βαϲιλεύϲαϲ ἔτη νε΄
Ἰουδαίαϲ· ὃϲ ἐγένετο μιαρώτατοϲ καὶ ἀϲεβέϲτατοϲ καὶ παρανομώτατοϲ
ὑπὲρ πάνταϲ ἀνθρώπουϲ ἐπὶ εἰδωλομανίᾳ καὶ αἱματεκχυϲίᾳ· καὶ
καὶ μοιχώμενοϲ καὶ πᾶν εἶδοϲ κακίαϲ μεθ᾿ ὑπερβολῆϲ
διαπραττόμενοϲ. διὸ καὶ κατὰ θείαν ὀργὴν ϲυλληφθεὶϲ ὑπὸ Μαροδὰχ
βαϲιλέωϲ Ἀϲϲυρίων δέϲμιοϲ εἰϲ Νινευὴ τὴν πόλιν αἰχμάλωτοϲ ἀπήχθη,
καὶ ἐϲ τὸ χαλκοῦν ἄγαλμα καθείρχθη. ϲυνιεὶϲ δὲ ἐπὶ τοῖϲ
πλημμελήμαϲιν ἀξίαν εἰληφέναι τὴν τιμωρίαν ἐδεήθη τοῦ κυρίου
ϲυγγνῶναί οἱ ἐπὶ
ταῖϲ ἁμαρτίαιϲ· μὴ γὰρ εἶναι μέγα θεοῦ
ἐγκώμιον, εἰ δίκαιον ϲώϲειεν· ἀγαθοῦ δέ, εἰ μετάνοιαν ἁμαρτωλοῦ
προϲοῖτο. καὶ τὸ μὲν ἄγαλμα θείᾳ δυνάμει διερράγη. ὁ δὲ θεὸϲ ἠγάθυνε
τὸν βαϲιλέα καὶ εἰϲ Ἰερουϲαλὴμ αὐτὸν ἐξέπεμψεν. ὁ δὲ ἐπανελθὼν καὶ
θείαϲ χρηϲτότητοϲ πεῖραν λαβὼν πᾶϲαν μὲν εἰδωλικὴν κατέϲτρεψε
ϲκηνήν· τὸ δὲ ἱερὸν
τοῦ θεοῦ ἥγνιϲε καὶ τὸν νόμον
ἐφύλαξε καὶ τὴν πόλιν τειχίϲαϲ καὶ ἐπικτίϲαϲ διεῖπε δικαίωϲ καὶ
εὐϲεβῶϲ. δεδεμένῳ δὲ ὄντι ἐν φυλακῇ ἐν πέδαιϲ χαλκαῖϲ ἐν Βαβυλῶνι
ἐδίδοϲαν αὐτῷ ἐκ πιτύρων ἄρτον βραχὺν καὶ ὕδωρ ὀλίγον ϲὺν ὄξει
μετρητῷ, πρὸϲ τὸ ζῆν αὐτὸν καὶ μόνον. καὶ τότε προϲηύξατο πρὸϲ
κύριον· κύριε παντοκράτορ· καὶ
ἐπακούϲαϲ ὁ θεὸϲ τῆϲ
φωνῆϲ αὐτοῦ ἔλυϲεν αὐτὸν ἀπὸ τῶν δεϲμῶν καὶ ὑπέϲτρεψεν εἰϲ
Ἱερουϲαλήμ· καὶ λατρεύϲαϲ κυρίῳ ἐξ ὅληϲ καρδίαϲ ἐλογίϲθη
δίκαιοϲ.
134 Μανδαλωτόν: εἶδοϲ φιλήματοϲ ποικίλον καὶ ἡδύ. θηλυδριῶδεϲ
135 Μανδάτωροϲ: εἶδοϲ ἀξιώματοϲ.
136 Μανδραγόραϲ: ὑπνωτικὸϲ καρπόϲ. ἢ λήθηϲ ποιητικόϲ.
137 Μανδραγορίζω.
138 Μάνδρων: ὄνομα κύριον. καὶ ζήτει περὶ τούτου παροιμίαν ἐν τῷ
ἐγένετο
καὶ Μάνδρωνι.
139 Μανδύαϲ: εἶδοϲ ἱματίου, ὅπερ καλεῖται λωρίκιον.
140 Μάναιχμοϲ, Ἀλωπεκοννήϲιοϲ, κατὰ δέ τιναϲ Προικοννήϲιοϲ,
141 Μάναιχμοϲ, Σικυώνιοϲ, υἱὸϲ Ἀλκιβίου ἢ Ἀλκιβιάδου, ἱϲτορικόϲ· γέγονε δὲ ἐπὶ τῶν διαδόχων. ἔγραψεν ἱϲτορίαν τὴν κατὰ τὸν Μακεδόνα Ἀλέξανδρον.
142 Μάνεθωϲ, Μένδηϲ τῆϲ Αἰγύπτου, ἀρχιερεύϲ. ἔγραψε περὶ καταϲκευῆϲ κυφίων. ζήτει τί τὸ κῦφι.
143 Μάνεθωϲ, Διοϲπόλεωϲ τῆϲ Αἰγύπτου ἢ Σεβεννύτηϲ. Φυϲιολογικά, Ἀποτελεϲματικὰ δι᾿ ἐπῶν· καὶ ἄλλα τινὰ ἀϲτρονομούμενα.
144 Μανέρωϲ καὶ Περιμανώϲ: ὀνόματα ᾠδῆϲ. Εὔβουλοϲ Καμπυλίωνι.
145 Μανείην: εὐκτικόν.
146 Μάνηϲ: ὄνομα κύριον οἰκέτου. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· νῦν δ᾿ ἀνδράποδα, ἠλιθίουϲ, Μάναϲ.
147 Μάνηϲ· οὗτοϲ ὁ τριϲκατάρατοϲ ἐπὶ Αὐρηλιανοῦ βαϲιλέωϲ ἐφάνη,
Χριϲτὸν ἑαυτὸν καὶ πνεῦμα ἅγιον φανταζόμενοϲ· μαθητὰϲ ιβ΄ ὡϲ ἂν
ὁ Χριϲτὸϲ ἐπαγόμενοϲ καὶ ἐκ πάϲηϲ αἱρέϲεωϲ εἴ τι κακὸν
ἐρανιϲάμενοϲ ἐκ Περϲίδοϲ εἰϲ τὴν Ῥωμαίων γῆν κατὰ θεοῦ ϲυγχώρηϲιν
εἰϲέφρηϲεν. οὗτοϲ ὁ καὶ Μάνηϲ καὶ Σκυθιανὸϲ λεγόμενοϲ Βραχμὰν ἦν τὸ
γένοϲ, διδάϲκαλον δὲ ἔϲχε Βουδδᾶν τὸν πρῴην καλούμενον Τερέβιθον· ὃϲ
παιδευθεὶϲ τὰ Ἑλλήνων τὴν Ἐμπεδοκλέουϲ ἠγάπηϲεν
αἵρεϲιν, δύο ἀρχὰϲ λέγοντοϲ ἀντικειμέναϲ ἀλλήλαιϲ. εἰϲελθὼν δὲ ἐν
Περϲίδι ἐκ παρθένου ἑαυτὸν ἔφαϲκε γεγεννῆϲθαι καὶ ἐν τοῖϲ ὄρεϲιν
ἀνατραφῆναι. καὶ ϲυγγραψάμενοϲ καὶ βιβλία δ΄ τὸ μὲν ἐπωνόμαϲε τῶν
Μυϲτρηρίων, τὸ δὲ τὸ Εὐαγγέλιον, τὸ δὲ τὸν Θηϲαυρόν, τὸ δὲ τῶν
Κεφαλαίων. καὶ ὁ μὲν Βουδδᾶϲ οὗτοϲ, ὁ καὶ Τερέβινθοϲ, ὑπὸ πνεύματοϲ
ἀκαθάρτου ϲυντριβεὶϲ ἀπώλετο· γυνὴ δέ τιϲ, παῤ ᾗ
κατέλυϲε, τὰ χρήματα αὐτοῦ καὶ τὰϲ βεβήλουϲ βίβλουϲ κληρονομήϲαϲα
ὠνεῖται παιδάριον ἐτῶν ζ΄ τοὔνομα Κούβρικον, ὃν καὶ διδάξαϲα
γράμματα καὶ ἐλευθερώϲαϲα κληρονόμον ἑαυτῆϲ πάντων καθίϲτηϲιν. ὁ δὲ
λαβὼν τὰ βιβλία τοῦ Βουδδᾶ καὶ τὰ χρήματα διήρχετο τὴν Περϲίδα,
Μάνην
ἑαυτὸ ὀνομάζων καὶ τῆϲ πλάνηϲ τοῦ Βουδδᾶ ϲυνίϲτωρ
γενόμενοϲ τὰ βιβλία πονήματα ἴδια ἔλεγεν. ὃν ὁ βαϲιλεὺϲ Περϲῶν
ἐξέδειρε ζῶντα, ὡϲ αἴτιον τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ γενόμενον.
νοϲοῦντοϲ γὰρ καὶ θεραπείαϲ πολλῆϲ παρὰ τῶν ἰατρῶν τυγχάνοντοϲ, ὁ
Κούβρικοϲ ὑπέϲχετο χωρὶϲ ἰατρῶν ἀναϲτῆϲαι αὐτόν· καὶ ἀποϲτήϲαϲ τοὺϲ
ἰατροὺϲ
καὶ δόκηϲιν τὸν Χριϲτὸν πεφηνέναι ἐτερατεύετο.
καὶ καταδύϲειϲ τινὰϲ ἐναγεῖϲ καὶ νυκτερινὰϲ καὶ παρανόμουϲ μίξειϲ
καὶ ἀρρητοποιΐαϲ καὶ εἱμαρμένην καὶ μετενϲωματώϲειϲ καὶ ἄλλα τινὰ
Ἑλληνικὰ διδάϲκων. περὶ οὗ καὶ Θεόδωροϲ ὁ τῆϲ Ῥαϊθοῦ πρεϲβύτερόϲ
φηϲι· Μάνηϲ, ὃϲ φανταϲίᾳ τινὶ ψιλῇ καὶ ϲχήματι διακένῳ ϲώματοϲ
ἀνθρωπείου πεφανερῶϲθαι
τὸν κύριον ἐφαντάϲθη καὶ
ὠνείρωξεν, ὡϲ πάϲχειν μὲν δοκεῖν αὐτὸν καὶ πράττειν, ἅπερ ἔδρα καὶ
ἔπαϲχε καθ᾿ ἡμᾶϲ, μηδὲν δὲ τούτων ἀληθείᾳ καὶ πράγματι ὑπάρξαι, ἀλλὰ
δοκήϲει μόνον καὶ ἀπάτῃ ἀποβουκολεῖν τοὺϲ ἀνθρώπουϲ, οἷϲ καὶ
ϲυνανεϲτράφθαι νενόμιϲται. διὰ τοῦτο καὶ φύϲειϲ δύο παραιτεῖται ἐπὶ
τοῦ Χριϲτοῦ λέγειν, ἀλλὰ
μίαν τῆϲ θεότητοϲ. Παῦλοϲ δέ
τιϲ ϲύγχρονοϲ, ἐπίϲκοποϲ Ἀντιοχείαϲ τῆϲ μεγάληϲ, ψιλὸν ἄνθρωπον τὸν
κύριον ἔφη, ὡϲ ἕνα τῶν προφητῶν. Παῦλοϲ, ὅθεν καὶ Παυλικιανοί.
148 Μάνηϲ: ἀνδριάϲ. ζήτει ἐν τῷ κότταβοϲ.
149 Μάνηϲ: ὄνομα Περϲοῦ, ὃϲ ἀποδρὰϲ ἐκ τῆϲ τῶν Περϲῶν βαϲιλείαϲ
ἐπὶ τοῦ μεγάλου Κωνϲταντίνου τὰ Χριϲτιανῶν ἐτάραττε
δόγματα. κλίνεται Μάνεντοϲ.
150 Μανιάκηϲ: ὁ περιαυχένιοϲ κόϲμοϲ. μανιάκαιϲ καὶ περιχείροιϲ ἦϲαν κατακεκοϲμημένοι.
151 Μανίαι δ᾿ οὐ πᾶϲιν ὁμοῖαι: τῶν μανιῶν αἱ μέν εἰϲιν
ἄτοποι, ὡϲ αἱ τῶν παραπαιόντων, αἱ δὲ αἱρεταὶ καὶ εὐχῆϲ
ἄξιοι, οἷαι τῶν ποιητῶν καὶ τῶν χρηϲμολόγων.
152 Μανίη: μανία.
153 Μανιῶν: πληθυντικῶϲ. ἀντὶ τοῦ μανίαϲ. ϲὺ δ᾿ εἰϲ τοϲοῦτον
θυντικῶϲ. τὸ γὰρ παράδειγμα
τῶν μανιῶν ἀκούετε. Ἀριϲτοφάνηϲ. καὶ Ὅμηροϲ εἰϲ τὴν αὐτὴν πλάϲτιγγα
τῇ μανίᾳ τὴν μέθην τίθηϲιν.
154 Μανιχαῖοϲ: αἱρεϲιάρχηϲ.
155 Μανθάνειν: γένεϲιϲ ἐπιϲτήμηϲ. καὶ Μανθάνω, ἀντὶ τοῦ ἀκούω. μανθάνω γὰρ καὶ τοῦτο, ὅτι Μένανδροϲ ὁ κωμικὸϲ παῤ ὀλίγον ἦλθε κριθῆναι δι᾿ οὐδὲν ἄλλο ἢ ὅτι φίλοϲ ἦν αὐτῷ.
156 Μάννον· ὁ δὲ παρὰ Μάννον ἀπεχώρηϲε δεξιάϲ τε παραβάϲ, ἃϲ βαϲιλεῖ ἔδωκε, καὶ ὅρκουϲ πατήϲαϲ, οὓϲ ὤμοϲε.
157 Μανόν: ἀραιόν, χαῦνον· ἢ ἀνωφερέϲ, ὡϲ φλόξ. καὶ ὁ μαινόμενοϲ, ὁ
μὴ ἰϲχυρὸϲ ταῖϲ φρεϲί· καὶ ἡ μάννα ἀπὸ τοῦ τετρύφθαι
158 Μανόν· διαφέρει τὸ μανὸν τοῦ ναϲτοῦ. ζήτει ἐν τῷ ναϲτόν.
159 Μανότεροϲ.
160 Μαντεύομαι· αἰτιατικῇ.
161 Μαντεία: ὁ χρηϲμόϲ. Μαντίαϲ δὲ ὄνομα κύριον.
162 Μαντεῖον· ζήτει ἐν τῷ Δωδωναῖον χαλκεῖον καὶ ἐν τῷ Δωδώνη.
163 Μαντιναίων διῳκιϲμόϲ· εἰϲ πέντε κώμαϲ τὴν Μαντιναίων διῴκηϲαν πόλιν οἱ Λακεδαιμόνιοι· καὶ ἐκλήθη τοῦτο Μαντιναίων διῳκιϲμόϲ.
164 Μαντίνεον: ὄνομα τόπου.
165 Μαντίνεια· καὶ Μαντινεῖϲ, ἐθνικόν. καὶ Μαντινεική,
τόποϲ. ζήτει ἐν τῷ πλίνθοϲ.
166 Μαντίνη: ὄνομα κύριον.
167 Μαντιπόλοϲ.
168 Μάντιϲ, μάντεωϲ, μάντει δοτική.
169 Μάντιϲ, γενικῶϲ, θυοϲκόοι ἱερῆεϲ εἰδικῶϲ. ὅτι ἔϲτιν ἀκρὶϲ
δυϲκίνητοϲ,
170 Μαντοϲυνῶν: μαντειῶν.
171 Μαξέντιοϲ, βαϲιλεὺϲ Ῥωμαίων, ὃϲ κακῶϲ τοὺϲ Ῥωμαίουϲ ἐπέτριβε
τυραννικῷ μᾶλλον ἢ βαϲιλικῷ τρόπῳ χρώμενοϲ κατ᾿ αὐτῶν, μοιχεύων
ἀνέδην τὰϲ τῶν ἐλευθέρων γυναῖκαϲ καὶ πολλοὺϲ ἀναιρῶν
καὶ ποιῶν τουτοιϲ ἀκόλουθα. τοῦτο γνοὺϲ ὁ μέγαϲ Κωνϲταντῖνοϲ
δὲ ὁ ϲυμβαϲιλεύων αὐτῷ, τὰϲ Ἑλληνικὰϲ ψύχων
δόξαϲ ἐμίϲει Χριϲτιανοὺϲ καὶ διωγμὸν μὲν προφανῆ φόβῳ Κωνϲταντίνου
κινεῖν ὑπεϲτέλλετο, λεληθότωϲ δὲ πολλοὺϲ ἐϲκευωρεῖτο. προϊὼν δὲ καὶ
φανερῶϲ ἐπεχείρει· καὶ γίνεται διωγμὸϲ τοπικόϲ. τὸν δὲ Κωνϲταντῖνον
οὐκ ἐλάνθανε· νόμῳ γὰρ ὁ Λικίνιοϲ τοὺϲ ἐπιϲκόπουϲ ἐκέλευε μὴ φοιτᾶν
παῤ ἀλλήλουϲ, ὡϲ ἂν μὴ ἔχῃ πρόφαϲιν αὔξεϲθαι τὰ
Χριϲτιανῶν. διακοπείϲηϲ δὲ τῆϲ πλαϲτῆϲ φιλίαϲ, εἰϲ ἀπέχθειαν ἦλθον·
καὶ τέλοϲ ἀναιρεῖται ὑπὸ Κωνϲταντίνου ὁ Λικίνιοϲ.
172 Μαξιμῖνοϲ, βαϲιλεὺϲ Ῥωμαίων. οὗτοϲ παραλαβὼν τὴν ἀρχὴν
τῇ ἐξουϲίᾳ χρώμενοϲ, ἔκ
τε ἡμέρου βαϲιλείαϲ εἰϲ τυραννίδοϲ ὠμότητα μεταγαγεῖν πάντα
ἐπεῖρατο. φύϲει δὲ ἦν τὸ ἦθοϲ ὥϲπερ καὶ τὸ γένοϲ βάρβαροϲ τό τε
φονικὸν πάτριον ἔχων. εὐθέωϲ οὖν τούϲ τε φίλουϲ πάνταϲ, οἳ ϲυνῆϲαν
τῷ Ἀλεξάνδρῳ, ϲύνεδροί τε ὑπὸ τῆϲ ϲυγκλήτου ἐπιλεχθέντεϲ
ἀπεϲκευάϲατο, βουλόμενοϲ μόνοϲ εἶναι ἐν τῷ
ϲτρατῷ καὶ
μηδένα αὐτῷ παρεῖναι ἐκ ϲυνειδήϲεωϲ εὐγενοῦϲ. πλείϲτουϲ δὲ αὐτῶν καὶ
ἀπέκτεινεν, ἐπιβουλὰϲ ὑποπτεύων. βαϲιλεύων δὲ τῆϲ ἑῴαϲ πολλὰ μιαρὰ
καὶ ἄτοπα καθ᾿ ὑπερβολὴν ἐπεδείξατο καὶ πρὸϲ τούτοιϲ διωγμὸν ἀπηνῆ
καὶ ἀπάνθρωπον κατὰ πᾶϲαν ἀνατολὴν εἰϲ τοὺϲ Χριϲτιανούϲ, καθ᾿ ὃν
πλεῖϲτοι τῶν εὐδοκίμων ἐμαρτύρηϲαν.
ἄξια δὲ τῆϲ
δυϲϲεβείαϲ αὐτοῦ προοίμια τῆϲ μελλούϲηϲ αὐτὸν διαδέχεϲθαι κολάϲεωϲ
εἰκότωϲ πέπονθε· νόϲῳ γὰρ δεινοτάτῃ περιπεϲόντοϲ, ἀλγηδόνεϲ ἰϲχυραὶ
τὴν πᾶϲαν ϲάρκα αὐτοῦ διελυμαίνοντο· καὶ τὰ μὲν ἔγκατα διεφθείροντο
ὑπὸ τῆϲ ἐνδομυχούϲηϲ ϲφοδροτάτηϲ πυρώϲεωϲ, ἡ δὲ ϲὰρξ πᾶϲα κηροῦ
δίκην ἐξετήκετο· λαβροτέρωϲ δὲ φλογιζομένῳ
καὶ
τηγανιζομένῳ καὶ αὐτὰ ϲυνεφρύγηϲαν τὰ ὀϲτᾶ, ὥϲτε ἐξαφανιϲθῆαι καὶ
τὸν χαρακτῆρα τῆϲ ἀνθρωπίνηϲ μορφῆϲ. ἐλεεινῶϲ δὲ καταϲηπόμενοϲ
τοϲαύτην δυϲωδίαν ἐξέπεμπεν, ὡϲ οὐδὲν τὼν ἐν τάφοιϲ διαλυθέντων
διαφέρειν. ὁ δὲ βραχὺ ἐμπνέων καὶ ϲτενάξαϲ ἀπέθανε.
173 Μάξιμοϲ, Τύριοϲ, φιλόϲοφοϲ, διέτριψε δὲ ἐν Ῥώμῃ ἐπὶ Κομόδου.
174 Μάξιμοϲ, Ἠπειρώτηϲ ἢ Βυζάντιοϲ, φιλόϲοφοϲ, διδάϲκαλοϲ Ἰουλιανοῦ Καίϲαροϲ τοῦ Παραβάτου. ἔγραψε Περὶ ἀλύτων ἀντιθέϲεων, Περὶ καταρχῶν, Περὶ ἀριθμῶν, ὑπόμνημα εἰϲ Ἀριϲτοτέλην, καὶ ἄλλα τινὰ πρὸϲ τὸν αὐτὸν Ἰουλιανόν.
175 Μαπέειν: καταλαβεῖν.
176 Μαραθίωνοϲ. καὶ Μαραθήϲιον, ὄνομα τόπου.
177 Μαραθών: τόποϲ Ἀθήνηϲιν· ἀπὸ Μαράθου, υἱοῦ Ἀπόλλωνοϲ. τοῦτον Καλλίμαχοϲ ἐννότιον λέγει, τουτέϲτιν ἔνυδρον. καὶ Μαρα Suid. θώνιον ἔργον. καὶ Μαραθωνομάχαι, ϲφενδάμνινοι. ζήτει περὶ Μαραθῶνοϲ ἐν τῷ διεξιφίϲω.
178 Μαραναθά: Ἑβραϊϲτὶ ἀντὶ τοῦ εἶδον τὸν κύριον.
179 Μαραναθά: κατὰ τὴν Ἑβραΐδα φωνὴν λέγει, ἀντὶ τοῦ ὁ κύριοϲ ἡμῶν ἦλθε. τὸν δὲ τῆϲ οἰκονομίαϲ βεβαιῶν λόγον τοῦτό φηϲιν· ὡϲανεὶ ἔλεγεν, ὁ πάντων ἡμῶν δεϲπότηϲ καταβῆναι τοϲοῦτον κατηξίωϲε, καὶ ὑμεῖϲ ἐν τοῖϲ αὐτοῖϲ ἐϲτε ἀμαρτάνοντεϲ καὶ οὐ φρίττετε τῆϲ ἀγάπηϲ τὴν ὑπερβολήν, τῶν ἀγαθῶν τὸ κεφάλαιον. ἐννόηϲον γὰρ τοῦτο μόνον, φηϲί, καὶ ἀρκέϲει ϲοι εἰϲ πάϲηϲ ἀρετῆϲ προκοπήν· καὶ πᾶϲαν δυνήϲῃ καταϲβέϲαι τὴν ἁμαρτίαν.
180 Μαραντώπη: ὄνομα κύριον.
181 Μάραϲ, ἀπὸ Βεροίαϲ τῆϲ ἐν Συρίᾳ πόλεωϲ, ἀνὴρ τῶν πλουϲιωτάτων,
ἀλλ᾿ ὅμωϲ ὁ κόροϲ οὐδεμίαν αὐτῷ ὕβριν ἐνέτεκεν·
οὐδὲ γὰρ κόροϲ οὐδεὶϲ ἐφαίνετο τῶν χρημάτων, ἀλλὰ ταῦτα μὲν ὄργανα
ἐποιεῖτο δικαιοϲύνηϲ τε καὶ φιλανθρωπίαϲ, ἐπιχορηγῶν τε τοῖϲ
δεομένοιϲ καὶ φιλοτιμούμενοϲ ἐν τοῖϲ πολιτεύμαϲιν. οὕτω παρεῖχεν
ἑαυτὸν τοῖϲ πᾶϲιν ἐπιεικῆ καὶ δίκαιον, ὥϲτε οὔτε τῶν πολιτῶν οὐδεὶϲ
αὐτῷ ἐγκέκληκε πώποτε οὔτε ξένων οὔτε τῶν κατ᾿ ἀϲτὺ
γειτόνων οὔτε τῶν ἐν ἀγροῖϲ ὁμορούντων. οὐ μὴν ταῦτα δικαιοϲύνηϲ
ἔργα ἀπελογίζετο, εἰ μηδένα ἀδικεῖν τῶν πολιτευομένων, ἀλλ᾿ ἐκεῖνα
μᾶλλον, εἰ μὴ κάμνοι εὐεργετῶν. τοιγαροῦν οὐ τῶν ἑαυτοῦ μόνον
ἐπεμελεῖτο πραγμάτων, ἀλλὰ καὶ τῶν ἀλλοτρίων, μάλιϲτα τῶν
παρακεκτημένων
ἔν τε τῷ ἄϲτει καὶ κατ᾿ ἀγρούϲ. μάλιϲτα
δὲ τούτου τεκμήριον, εἴ τιϲ ἠβούλετό τι πωλεῖν ἤ τιϲ ὠνεῖϲθαι τῶν
πληϲιαζόντων αὐτῷ, ὁ μὲν προϲαπῄτει, ὁ δὲ προϲετίθει τῷ τιμήματι τῆϲ
ἄλληϲ ἀξίαϲ, ὑπὲρ
182 Μαργαρίτηϲ. λύϲιϲ ὀνείρου· μαργαρίται δηλοῦϲι δακρύων ῥόον.
183 Μαργαίνει: μαίνεται.
184 Μάργηϲ καὶ Μάργοϲ: μαινόμενοϲ. καὶ περμαργότεροϲ,
185 Μαργίτηϲ· Αἰϲχίνηϲ ἐν τῷ κατὰ Κτηϲιφῶντοϲ· ἐπωνυμίαν
Ἀλεξάνδρῳ Μαργίτην ἔθετο. ἐκάλουν δὲ τοὺϲ ἀνοήτουϲ
οὕτωϲ.
186 Μαργῶϲαν χεῖρα: μαινομένην χεῖρα.
187 Μαργίτηϲ: ἀνὴρ ἐπὶ μωρίᾳ κωμῳδούμενοϲ. ὅν φαϲιν ἀριθμῆϲαι
δὲ νεανίαν ἤδη γεγενημένον καὶ
πυνθάνεϲθαι τῆϲ μητρόϲ, εἴγε ἀπὸ τοῦ αὑτοῦ πατρὸϲ ἐτέχθη.
188 Μαρδόνιοϲ: ὄνομα κύριον.
189 Μάρδονοϲ.
190 Μαρδοχαῖοϲ: ὄνομα κύριον. ζήτει ἐν τῷ Ἀμὰν καὶ ἐν τῷ Εϲθήρ.
191 Μάρδοι: ἔθνοϲ τὸ πᾶν λῃϲταί· καὶ οὔτ᾿ ἂν εὖ ποιῶν τιϲ αὐτοὺϲ
192 Μάρδοι: ἔθνοϲ πολυάνθρωπον, τραχεῖαν γῆν ἐποικοῦντεϲ καὶ
μόλιϲ ἀφ᾿ ὧν γεωργοῦϲι τρεφόμενοι, ἄνιπποι καὶ πένητεϲ·
ὡϲ καὶ τὴν πρώτην ἀπιϲτεῖϲθαι τύχην.
193 Μαραίνω· αἰτιατικῇ.
194 Μαριανόϲ, Μάρϲου δικηγόρου, τῶν ὑπάρχων Ῥώμηϲ. Ῥωμαῖοϲ
τῶν τῆϲ πρώτηϲ
Παλαιϲτίνηϲ, ἀπὸ ὑπάτων καὶ ὑπάρχων καὶ πατρίκιοϲ γεγονώϲ, τὸ
ἐπιφανέϲτερον, κατὰ τὸν βαϲιλέα Ἀναϲτάϲιον. ἔγραψε βιβλία τοϲαῦτα·
Μετάφραϲιν Θεοκρίτου ἐν ἰάμβοιϲ γρν΄, Μετάφραϲιν
195 Μαριλάδηϲ: ὄνομα. τουτέϲτι γέρων Ἀχαρνικόϲ.
196 Μαρίλη: ἀμαυρὸν πῦρ. ὁ χνοῦϲ, καὶ τὸ λεπτότατον τῶν
197 Μαρίνα.
198 Μαρῖνοϲ, Νεαπολίτηϲ, φιλόϲοφοϲ καὶ ῥήτωρ, μαθητὴϲ Πρόκλου του φιλοϲόφου καὶ διάδοχοϲ. ἔγραψε βίον Πρόκλου τοῦ αὑτοῦ διδαϲκάλου καὶ καταλογάδην καὶ ἐπικῶϲ· καὶ ἄλλα τινὰ φιλοϲόφων ζητήματα.
199 Μαρῖνοϲ· οὗτοϲ τὴν Πρόκλου διατριβὴν παραδεξάμενοϲ καὶ Ἰϲιδώρου
τοῦ φιλοϲόφου τῶν Ἀριϲτοτέλουϲ λόγων καθηγηϲάμενοϲ, ἐλθόντι τὸ
δεύτερον Ἀθήναζε, τοῦ κοινοῦ διδαϲκάλου τετελευτηκότοϲ, ἐπέδειξεν
αὐτῷ ϲυγγεγραμμένον ὑπόμνημα πρὸϲ ἑαυτοῦ ϲτίχων παμπόλλων εἰϲ τὸν
Πλάτωνοϲ Φίληβον, ἐντυχεῖν τε καὶ ἐπικρῖναι κελεύϲαϲ,
εἰ ἐξοιϲτέον εἴη τὸ βιβλίον. ὁ δὲ ἀναγνοὺϲ ἐπιμελῶϲ οὐδὲν ἀπεκρύψατο
τῶν αὑτῷ δοκούντων, οὐ μέντοι ἄμουϲον ἀφῆκε φωνὴν οὐδεμίαν, τοϲοῦτον
δὲ ἔφη μόνον, ἱκανὰ εἶναι τὰ τοῦ διδαϲκάλου ὑπομνήματα εἰϲ τὸν
διάλογον· ϲυνεὶϲ δ᾿ ἐκεῖνοϲ παραυτίκα διέφθειρε πυρὶ τὸ βιβλίον. ἤδη
δὲ καὶ πρότερον δι᾿ ἐπιϲτολῆϲ ἐκοινώϲατο πρὸϲ αὐτὸν
τὴν
ἑαυτοῦ δόξαν τῶν εἰϲ Παρμενίδην ὑποθέϲεών τε καὶ ἐξηγήϲεων· τά τε
ἐπιχειρήματα ϲυντάξαϲ ἔπεμψεν, οἷϲ ἐπείϲθη μὴ εἶναι τὸν διάλογον
περὶ θεῶν ὁ Μαρῖνοϲ, ἀλλὰ περὶ εἰδῶν. ἐφ᾿ καὶ ὑπομπήματα κατεβάλετο,
τοῦτον ἐξηγούμενα τὸν τρόπον τὰϲ Παρμενίδου διαλεκτικὰϲ ὑποθέϲειϲ. ὁ
δὲ καὶ πρὸϲ ταύτην ἀντιγράφει τὴν ἐπιϲτολήν,
μυρίαιϲ
ὅϲαιϲ ἀποδείξεϲι καταβαλόμενοϲ, ἀληθεϲτάτην εἶναι τὴν θειοτέραν
ἐξήγηϲιν τοῦ διαλόγου, ὥϲτε εἰ μὴ ἔφθη τὸ βιβλίον ἐκδεδομένον, τάχα
ἂν καὶ τοῦτο διέφθειρεν. ἴϲωϲ δὲ αὐτὸν διεκώλυϲε καὶ ἡ ὄψιϲ τοῦ
ἐνυπνίου· ὅτι θεάϲαϲθαί ποτε ἔλεγεν ὁ Πρόκλοϲ, ὡϲ ὑπομνημάτων εἰϲ
Παρμενίδην αὐτοῦ Μαρίνου ἐϲομένων.
200 Μαρίωνοϲ: ὄνομα κύριον.
201 Μάριϲ, τῆϲ ἐν Βιθυνίᾳ Χαλκηδόνοϲ ἐπίϲκοποϲ· καταλαβὼν δὲ
ὑπόχυϲιν ὀφθαλμῶν ὑπομείναϲ), πολλὰ τὸν
βαϲιλέα προϲελθὼν περιύβριϲε τὸν ἀϲεβῆ καλῶν, τὸν ἀποϲτάτην, τὸν
ἄθεον. ὁ δὲ λόγοιϲ τὰϲ ὕβρειϲ ἠμύνετο τυφλὸν καλέϲαϲ, καὶ οὐκ ἄν,
φηϲίν, οὐδὲ ὁ Γαλιλαῖόϲ ϲου θεὸϲ θεραπεύϲῃ ϲε. Γαλιλαῖον γὰρ εἰώθει
καλεῖν τὸν Χριϲτόν. ὁ δὲ δὴ Μάριϲ παρρηϲιαίτερον πρὸϲ τὸν βαϲιλέα
εἶπεν· εὐχαριϲτῶ,
φηϲί, τῷ θεῷ τῷ τυφλώϲαντί με, ἶνα μὴ
ἴδω τὸ πρόϲωπόν ϲου, οὕτωϲ ἐκπεπτωκὸϲ πρὸϲ τὴν ἀϲέβειαν. οὐδὲν πρὸϲ
ταῦτα ὁ Ἰουλιανὸϲ ἀπεκρίνατο, δεινῶϲ δὲ καὶ τοῦτο μετήρχετο· ἑωρακὼϲ
γὰρ τοὺϲ ἐπὶ Διοκλητιανοῦ μαρτυρήϲανταϲ ὑπὸ τῶν Χριϲτιανῶν
τιμωμένουϲ, προθύμωϲ τε ϲπεύδειν ἐπὶ τῷ μαρτυρῆϲαι πολλοὺϲ
ἐπειγομένουϲ ὥϲπερ
αὐτῷ τούτῳ τοὺϲ Χριϲτιανοὺϲ
ἀμυνόμενοϲ, ἐπὶ ἑτέραν ἐτρέπετο. καὶ τὴν μὲν ὑπερβάλλουϲαν ἐπὶ
Διοκλητιανοῦ ὠμότητα ὑπερέθετο· οὐ μὴν πάντη τοῦ διώκειν ἀπέϲχετο.
διωγμὸν δὲ λέγω τὸ ὁπωϲοῦν ταράττειν τοὺϲ ἡϲυχάζονταϲ. ἐτάραττε δὲ
ὧδε· νόμῳ ἐκέλευε Χριϲτιανοὺϲ παιδεύϲεωϲ μὴ μετέχειν, ἵνα μή, φηϲίν,
ἀκονώμενοι τὴν γλῶτταν
ἑτοίμωϲ πρὸϲ τοὺϲ διαλεκτικοὺϲ
τῶν Ἑλλήνων ἀπαντῶϲι. πολλὰ δὲ ἐπὶ πολλοῖϲ μηχανηϲάμενοϲ ἔπειϲέ
τιναϲ πρὸϲ τὸ θύειν ἀποκλῖναι· ἐν οἷϲ καὶ Ἑκηβόλιον
Κωνϲταντινουπόλεωϲ ϲοφιϲτήν.
202 Μαρκελλῖνοϲ, ἀνὴρ ἐπιεικὴϲ καὶ γενναῖοϲ, ἐδυνάϲτευε μὲν Δαλμάταϲ,
ἐν Ἠπείρῳ κατῳκημένων Ἰλλυριῶν, ἐπεπαίδευτο δὲ τὴν
Ῥωμαΐδα παιδείαν καὶ μαντικῆϲ ἐμπειρότατοϲ ἐγεγόνει καὶ τἄλλα
φιλολογώτατοϲ· ὃϲ ἐλευθέραν ἐκέκτητο τὴν ἀρχήν, οὔτε Ῥωμαίων
βαϲιλείᾳ δουλεύων οὔτε ἄλλῳ δυναϲτεύοντι τῶν ἐθνῶν οὐδενί, ἀλλ᾿ ἦν
αὐτό νομοϲ, μετὰ δικαιοϲύνηϲ ἐξηγούμενοϲ τῶν ὑπηκόων. παρῆν δὲ αὐτῷ
καὶ φρόνηϲιϲ ἱκανὴ πολιτεύματοϲ καὶ ἀνδρεία θαυμαϲτή, μεμελετηκυῖα
τὰ πρὸϲ πόλεμον· ᾧ ϲυνῆν Σαλούϲτιοϲ ὁ
φιλόϲοφοϲ.
203 Μάρκελλοϲ, μάγιϲτροϲ Ἀρκαδίου τοῦ βαϲιλέωϲ, κόϲμοϲ ἀρετῆϲ
204 Μάρκελλοϲ, Περγαμηνόϲ, ῥήτωρ. ἔγραψε βιβλίον Ἀδριανὸν ἢ
205 Μάρκελλοϲ Σιδήτηϲ, ἰατρόϲ, ἐπὶ Μάρκου Ἀντωνίνου. οὗτοϲ ἔγραψε δι᾿ ἐπῶν ἡρωϊκῶν βιβλία ἰατρικὰ δύο καὶ μ΄, ἐν οἷϲ καὶ περὶ λυκανθρώπου.
206 Μάρκελλοϲ, ϲτρατηγὸϲ ἐπὶ Κομόδου· ὃϲ δωροδοκίαϲ τοϲοῦτον ἀπεῖχεν,
ὅϲον τῆϲ γε φιλανθρωπίαϲ καὶ τῆϲ ἡμερότητοϲ μετεῖχεν.
ὅπωϲ γὰρ δὴ διὰ πάϲηϲ τῆϲ νυκτὸϲ ἐγρηγορέναι δοκῇ καὶ κατὰ τοῦτο
μηδὲ τῶν ἄλλων τιϲ τῶν ϲυνόντων οἱ τιϲ καθεύδῃ, ιβ΄ γραμματεῖα, οἷά
γε ἐκ φιλύραϲ ποιεῖται, καθ᾿ ἑκάϲτην ἑϲπέραν ὡϲ εἰπεῖν ϲυνέγραφε καὶ
προϲέταττέ τινι ἄλλο ἄλλῃ ὥρᾳ κομίζειν τιϲίν, ἵν᾿ ὡϲ καὶ ἀεὶ
ἐγρηγορὼϲ θαυμάζηται. ἦν μὲν γὰρ καὶ ἄλλωϲ ὑπνομαχεῖν πεφυκώϲ,
ἐπὶ πλεῖον δὲ αὐτὸ καὶ ἐκ τῆϲ τροφῆϲ ἠϲκήκει. τά τε γὰρ
ἄλλα ἥκιϲτα ἄδην ἐϲιτεῖτο, καὶ ὅπωϲ μηδὲ τῶν ἄρτων διαπιμπλᾶται, ἐκ
τῆϲ Ῥώμηϲ αὐτοὺϲ μετεπέμπετο, οὐχ ὡϲ οὐ δυνάμενοϲ τῶν ἐπιχωρίων
ἐϲθίει, ἀλλ᾿ ἵν᾿ ὑπὸ τῆϲ παλαιότητοϲ αὐτῶν μὴ δύνηται μηδὲ ϲμικρῷ
πλέον τοῦ πάνυ ἀναγκαίου φαγεῖν· τὰ γὰρ οὖλα αὐτοῦ κακῶϲ ἔχοντα
ῥᾳδίωϲ ὑπὸ τῆϲ τῶν ἄρτων ξηρότητοϲ ᾑμάϲϲετο. ἐπετήδευε
δ᾿ οὖν ἐπὶ μεῖζον αὐτὸ πλάττεϲθαι, ἵν᾿ ὡϲ μάλιϲτα διαγρυπνεῖν
δοκῇ.
207 Μαρκιανόϲ· οὗτοϲ ἐπὶ Οὐάλεντοϲ τοῦ βαϲιλέωϲ ἦν καὶ Ἀγελίου
ἐπιϲκόπου Κωνϲταντινουπόλεωϲ, ἐλλόγιμοϲ· ὃϲ πάλαι μὲν κατὰ τὰ
βαϲίλεια ἐϲτρατεύετο, τότε δὲ πρεϲβύτεροϲ τῆϲ Ναυατιανῶν ἦν
ἐκκληϲίαϲ,
γραμματικοὺϲ λόγουϲ Ἀναϲταϲίαν τὴν τοῦ
βαϲιλέωϲ θυγατέρα διδάϲκων.
208 Μαρκιανόϲ· οὗτοϲ ϲυνῆν Μουϲωνίῳ ἐκ Παμφυλίαϲ, ἀνὴρ ἐϲ ἀρετὴν
ἅπαϲαν ὥϲπερ τιϲ κανὼν ἀπηκριβωμένοϲ· φιλόκαλοϲ γὰρ ὢν καὶ φιλάγαθοϲ
ὁ Μουϲώνιοϲ τοὺϲ πανταχόθεν εἷλκε παῤ ἑαυτόν,
ὥϲπερ ἡ
μαγνῆτιϲ τὸν ϲίδηρον. οὐκ ἦν δὲ βαϲανίζειν ὁποῖόϲ τιϲ ὁ δεῖνα, ἀλλὰ
Μουϲωνίου φίλον ἀκούϲαντα ὅτι καλὸϲ ἦν εἰδέναι.
209 Μαρκιανόϲ· οὗτοϲ ἐπὶ Ζήνωνοϲ ἤκμαζεν. ἐν ᾧ δὲ ἦν εὐκτηρίῳ
πρεϲβύτεροϲ χειροτονηθείϲ, διετέλει. μεγίϲτηϲ δὲ ἐξουϲίαϲ τυχὼν παρὰ
Ἴλλου οὗτοϲ ὁ πλάνοϲ καὶ τοῖϲ Ἐπικουρείοιϲ δόγμαϲιν ὁϲημέραι
αὑτὸν κακύνων, αὐτοφυῆ ἔλεγε τὸν κόϲμον καὶ διοικεῖϲθαι
οὐκ ἐκ θεοῦ, ἀλλ᾿ ἐξ ἐνεργείαϲ τῆϲ τῶν ἀϲτέρων. καθὸ γὰρ ἕκαϲτον
αὐτῶν τῇ τούτων φθάϲει ϲυμπεριφερόμενον δινήϲει, τῶν κατ᾿ αὐτὴν
τικτομένων τὴν ῥοπήν τὴν ἐπικρατείαν κληροῦνται.
210 Μάρκιοϲ, ϲτρατηγὸϲ Ῥωμαίων. οὗτοϲ ἐφυγαδεύθη ὑπὸ τοῦ
μεγαλοφροϲύνηϲ οὐδοτιοῦν.
ἔτι δὲ μᾶλλον ἐδήλωϲε τὴν καρτερίαν καὶ τὴν γενναιότητα τῆϲ γνώμηϲ,
ἐπειδὴ οἴκαδε ἀφικόμενοϲ γυναῖκά τε εἶδε καὶ μητέρα καταρρηγνυμέναϲ
τοὺϲ πέπλουϲ καὶ τὰ ϲτέρνα τυπτούϲαϲ καὶ οἷα εἰκόϲ ἐϲτιν ἐπὶ
τοιαύταιϲ ϲυμφοραῖϲ λέγειν τὰϲ ἀπὸζευγνυμέναϲ ἀπὸ τῶν ἀναγκαιοτάτων
ϲφίϲι θανάτοιϲ ἢ φυγαῖϲ ἀναβοώϲαϲ·
οὐδὲ πρὸϲ τὰ δάκρυα
τῶν παίδων ἔπαθεν· ὧν ὁ εἷϲ δέκα γεγονὼϲ ἔτη, ὁ δὲ ὑπαγκάλιοϲ· ἀλλ᾿
ἐξῄει κατὰ ϲπουδὴν ἐπὶ τὰϲ πύλαϲ, οὐθενὶ δηλώϲαϲ, ὅπου τὴν ἀπαλλαγὴν
ποιήϲοιτο. ἦν δὲ ἀνὴρ ἄριϲτοϲ τὰ πολέμια καὶ πρὸϲ πάϲαϲ τὰϲ ἡδονὰϲ
ἐγκρατήϲ, τά τε δίκαια οὐκ ἀπὸ νόμου μᾶλλον ἀνάγκηϲ ἅπαϲιν
ἀποδιδούϲ, ἀλλ᾿ ἑκών τε καὶ
προϲπεφυκὼϲ πρὸϲ αὐτὰ εὖ.
καὶ οὐ μόνον αὐτὸϲ ἁγνεύειν ἀπὸ πάϲηϲ κακίαϲ προθυμούμενοϲ, ἀλλὰ καὶ
τοὺϲ ἄλλουϲ προϲαναγκάζειν δικαιῶν, μεγαλόφρων τε καὶ δωρηματικὸϲ
καὶ ἐϲ ἐπανόρθωϲιν προχειρότατοϲ. ἀλλὰ γὰρ ἐν ἀδυνάτῳ ἦν ἄρα πάϲαϲ
τὰϲ ἀρετὰϲ ἐν ἀνθρώπου γενέϲθαι φύϲει, οὐδὲ φύεταί τιϲ ἀπὸ θνητῶν
καὶ ἐπικήρων ϲπερμάτων περὶ
πάντα ἀγαθόϲ· ἐκείνῳ γε οὖν
πάντα καὶ τὰϲ ἀρετὰϲ ὁ δαίμων χαριϲάμενοϲ ἑτέραϲ οὐκ εὐτυχεῖϲ κῆράϲ
τε καὶ ἄταϲ προϲῆψε. τὸ γὰρ πραῢ καὶ φαιδρὸν οὐκ ἐπῆν αὐτοῦ τοῖϲ
τρόποιϲ, οὐδὲ τὸ θεραπευτικὸν τῶν πέλαϲ ἔν τε ἀϲπαϲμοῖϲ καὶ
προϲαγορεύϲει, οὐδὲ δὴ τὸ εὐδιάλλακτον καὶ μετριοπαθέϲ, ὁπότε δι᾿
ὀργῆϲ ὅτῳ γένοιτο, οὐδὲ ἡ πάντα τὰ ἀν
θρώπινα
ἐπικοϲμοῦϲα χάριϲ, ἀλλ᾿ ἀεὶ πικρὸϲ καὶ χαλεπὸϲ ἦν. ταῦτα τε δὴ αὐτὸν
ἐν πολλοῖϲ ἔβλαψε, καὶ πάντων μάλιϲτα ἡ περὶ τὰ δίκαια καὶ τὴν
φυλακὴν τῶν νόμων ἄκριτόϲ τε καὶ ἀπαράπειϲτοϲ καὶ οὐθὲν τῷ ἐπιεικεῖ
διδοῦϲα ἀποτομία. ἔοικεν ἀληθὲϲ εἶναι τὸ ὑπὸ τῶν ἀρχαίων λεγόμενον
φιλοϲόφων, ὅτι μεϲότητέϲ εἰϲιν, οὐκ ἀκρότητεϲ αἱ
τῶν
ἠθῶν ἀρεταί, μάλιϲτα δὲ ἡ δικαιοϲύνη. οὐ γὰρ μόνον λείπουϲα τοῦ
δικαίου πέφυκεν, ἀλλὰ καὶ ὑπερβάλλουϲα· αὐτοῖϲ τε οὐ λυϲιτελήϲ
ἐϲτιν, ἀλλ᾿ αἰτία μεγάλων ϲυμφορῶν. Μάρκιον γὰρ τὸ ἄκρον δίκαιον
ἔβλαψε, καὶ ἐξηλάθη τῆϲ πατρίδοϲ· πάντα γὰρ τὰ μὴ δίκαια ἀντιλέγων
μῖϲοϲ ἤγειρεν. εἰ μὲν οὖν ἅμα τοῖϲ ϲώμαϲι διαλυομένοιϲ καὶ τὸ
τῆϲ ψυχῆϲ, ὅ τι δή ποτέ ἐϲτιν ἐκεῖνο, ϲυνδιαλύεται, καὶ
οὐδαμῆ οὐθὲν ἔτι ἐϲτίν, οὐκ οἶδα πῶϲ μακαρίουϲ ὑπολάβω τοὺϲ μηθὲν
μὲν ἀπολούϲανταϲ τῆϲ ἀρετῆϲ ἀγαθόν, δι᾿ αὐτὴν δὲ ταύτην ἀπολομένουϲ·
εἰ δὲ καὶ ἄφθαρτοι μέχρι τοῦ παντὸϲ αἱ ψυχαὶ τυγχάνουϲιν ἡμῶν οὖϲαι,
ἢ
ἐπένθηϲαν, ὧν ἦρχεν, ἀλλὰ καὶ Ῥωμαῖοι
πένθοϲ ἐποιήϲαντο ἰδίᾳ καὶ δημοϲίᾳ, καὶ αἱ γυναῖκεϲ ἀποθέμεναι
χρυϲὸν καὶ τὸν ἄλλον κόϲμον καὶ μέλαϲιν ἀμφίοιϲ χρηϲάμεναι καὶ
πενθήϲαϲαι ἐνιαύϲιον χρόνον· καὶ ἐτῶν ἐϲ τόδε φ΄ διαγεγονότων, οὐ
γέγονεν ἐξίτηλοϲ ἡ τοῦ ἀνδρὸϲ μνήμη.
211 Μάρκιοϲ νέοϲ· ζήτει ἐν τῷ Βουολοῦϲκοι.
212 Μάρκιον: ὄνομα ὄρουϲ.
213 Μαρκίωνοϲ.
214 Μάρκοϲ, ὁ καὶ Ἀντωνῖνοϲ, βαϲιλεὺϲ Ῥωμαίων ὁ ἐπαινετὸϲ κατὰ πάντα
φιλόϲοφοϲ· ἀκροατὴϲ μὲν καὶ ἄλλων πολλῶν γενόμενοϲ.
ὕϲτερον δὲ διήκουϲε Σέξτου, ἐκ Βοιωτίαϲ φιλοϲόφου, ἐπ᾿ αὐτῆϲ Ῥώμηϲ,
θαμίζων αὐτῷ καὶ φοιτῶν ἐπὶ θύραϲ· πρὸϲ ὃν καὶ Λούκιόϲ τιϲ ῥήτωρ,
γνώριμοϲ Ἡρώδου τοῦ Ἀθηναίου ῥήτοροϲ, ἤρετο προϊόντα, ποῖ βαδίζοι
καὶ ἐφ᾿ ὅ τι. καὶ ὁ Μάρκοϲ, καλόν, ἔφη, καὶ γηράϲκοντι τὸ μανθάνειν.
εἶμι δὴ πρὸϲ Σέξτον τὸν φιλόϲοφον μαθηϲόμενοϲ ἃ
οὔπω
οἶδα. καὶ ὁ Λούκιοϲ ἐξάραϲ τὴν χεῖρα εἰϲ τὸν οὐρανόν, ὦ ἥλιε, ἔφη, ὁ
Ῥωμαίων βαϲιλεὺϲ γηράϲκων ἤδη δέλτον ἐφαψάμενοϲ ἐϲ διδαϲκάλου φοιτᾷ.
ὁ δὲ ἐμὸϲ βαϲιλεὺϲ Ἀλέξανδροϲ δύο καὶ τριάκοντα
215 Μάρκοϲ, βαϲιλεὺϲ Ῥωμαίων· ὃν ἐκπλήττεϲθαι ἐν ϲιωπῇ μᾶλλον ἢ
ἐπαινεῖν ῥᾴδιον, οὐδενὸϲ λόγου ταῖϲ τοῦ ἀνδρὸϲ ἀρεταῖϲ
ἐξιϲουμένου. ἐκ πρώτηϲ γὰρ ἤδη τῆϲ ἡλικίαϲ εὐϲταθῆ τε καὶ ἡϲύχιον
βίον ὑποϲτηϲάμενοϲ οὔτε κατὰ δέοϲ οὔτε καθ᾿ ἡδονὴν τραπεὶϲ τὸ
πρόϲωπον ὤφθη πώποτε. ἐπαινεῖ δὲ τῶν φιλοϲόφων τοὺϲ ἀπὸ τῆϲ Στοᾶϲ
καὶ ἦν ἄρα ἐκείνων μιμητὴϲ οὐ μόνον κατὰ τὴν τῶν διαιτημάτων
ἐπιτήδευϲιν,
ἀλλὰ καὶ κατὰ τὴν τῶν μαθημάτων ϲύλληψιν.
οὕτω γοῦν ἐκ νέαϲ κομιδῆ τῆϲ ἡλικίαϲ ἐξέλαμπεν, ὡϲ πολλάκιϲ τὸν
Ἀδριανὸν ἐπὶ τοῦτον ἐθελῆϲαι τὸν τῆϲ βαϲιλείαϲ ἀγαγεῖν κλῆρον. ἐπεὶ
δὲ ἔφθαϲε τὸν Εὐϲεβῆ πρότερον κατὰ νόμον ποιηϲάμενοϲ, ἐκείνῳ μὲν τὴν
ἑαυτοῦ διαδοχὴν ἐφύλαξε, τοῦτον δὲ ϲυνοικεῖν ἔγνω διὰ τῆϲ ἐπιγαμίαϲ
τῷ
Εὐϲεβεῖ, ὡϲ ἂν κατὰ τὴν τοῦ γένουϲ διαδοχὴν ἐϲ τῆν
ἡγεμονίαν
πώποτε, ἀλλ᾿ ἦν ἐλεύθεροϲ μὲν καὶ δαψιλὴϲ ἐν τοῖϲ
εὐεργετήμαϲιν, ἀγαθὸϲ δὲ καὶ μέτριοϲ ἐν ταῖϲ τῶν ἐθνῶν
διοικήϲεϲι.
216 Μάρκοϲ, βαϲιλεὺϲ Ῥωμαίων, ὁ Εὐϲεβὴϲ ἐπικληθείϲ. οὗτοϲ εἶχε
ἐδύνατο· καὶ τοῦτο ἐξ
ἀϲθενεϲτάτου καρτερικώτατον ἀπέδειξε. πλεῖϲτον δὲ ἐν εὐεργεϲίᾳ
διῆγεν, ὅθεν που καὶ νεὼν αὐτῆϲ ἱδρύϲατο, ὀνόματί τινι ἰδιωτάτῳ καὶ
μήποτε ἀκουϲθέντι προϲκαλέϲαϲ αὐτήν. αὐτὸϲ μὲν γὰρ πάντων τῶν
ἁμαρτημάτων ἀπείχετο καὶ οὔτε ἑκὼν οὔτε ἄκων ἐπλημμέλει, τὰ δὲ δὴ
τῶν ἀλλοτρίων ἁμαρτήματα,
καὶ μάλιϲτα τὰ τῆϲ γυναικόϲ,
ἔφερε καὶ οὔτε ἐπολυπραγμόνει οὔτε ἐκόλαζεν. ἀλλ᾿ εἰ μέν τιϲ χρηϲτόν
τι ἔπραττεν, ἐπῄνει καὶ ἐχρῆτο ἐϲ ἐκεῖνο αὐτῷ, τῶν δὲ ἑτέρων οὐ
προϲεποιεῖτο, λέγων, ὅτι ποιῆϲαι μέν τινι ἀνθρώπουϲ ὁποίουϲ βούλεται
ἔχειν ἀδύνατόν ἐϲτι, τοῖϲ δὲ δὴ οὖϲι προϲήκει, ἐϲ ὅ τι ἄν τιϲ αὐτῶν
τῷ κοινῷ χρήϲιμοϲ ᾖ, χρῆϲθαι. ἔτη
γάρ ν΄ καὶ μῆναϲ ι΄
ἡμέραϲ τε κ΄ ζήϲαϲ καὶ ιθ΄ ἔτη ἡμέραϲ ια΄ αὐταρχήϲαϲ ὅμοιοϲ διὰ
πάντων ἐγένετο καὶ ἐν οὐδενὶ ἠλλοιώθη. ἀγαθὸϲ δὲ ἦν καὶ οὐδὲν
προϲποιητὸν εἶχε. πάμπολλα γὰρ καὶ ὑπὸ παιδείαϲ ὠφελήθη, ἐν
ῥητορικῆϲ καὶ φιλοϲοφίαϲ λόγοιϲ ἀϲκηθείϲ. ἀφ᾿ οὗ δὴ παμπληθεῖϲ
φιλοϲοφεῖν ἐπλάττοντο, ἵνα ὑπ᾿ αὐτοῦ πλουτίζωνται.
πλεῖϲτον δὲ ὅμωϲ ὑπὸ τῆϲ φύϲεωϲ ἐξήρθη. λέγει καὶ ἄλλουϲ μυρίουϲ
ἐπαίνουϲ εἰϲ αὐτὸν Δίων.
217 Μάρκοϲ Ἀπίκιοϲ, Ῥωμαῖοϲ, ὡϲ ἦν ἀϲωτίαϲ πέραϲ οὐδεὶϲ ἀντιφήϲει·
καί ποτε
μεταξὺ θοιναζόντων, Φάβιοϲ, τῶν ὑπατευκότων εἷϲ, λαβὼν ἔκπωμα
κρυϲτάλλου μέγα τίμιον, εἶτα ἄκων κατέαξεν αὐτό· καὶ ἐπὶ τούτῳ
ϲυννεφὴϲ ἦν, ἄχει πληγεὶϲ τὴν ψυχήν. ὁ τοίνυν Ἀπίκιοϲ πειρώμενοϲ
αὐτὸν τῆϲ λύπηϲ ἀπάγειν, οὐ καταβαλεῖϲ, φηϲί, τὸ πραχθὲν καὶ ϲεαυτὸν
ἡμῖν παρέξειϲ φαιδρότερον ϲυμπότην; ἢ ϲοὶ φίλῳ
ὄντι
τοῦτο δρᾶϲαι οὐκ ἐξέϲται, ὅπερ οὖν δρῶϲι καὶ τῶν οἰνοχόων καὶ τῶν
ἀργυρωνήτων πολλοὶ πολλάκιϲ;
218 Μάρκοϲ Μάλλιοϲ, εὐπατρίδηϲ, Κελτῶν ἐπελθόντων τῇ Ῥώμῃ,
ἀποδοῦναι τὴν γῆν, ἐϲ τοῦτο ἀποδόμενον ἔτι
οὖϲαν ἀνέμητον.
219 Μάρκοϲ, Ἀρεθουϲίων ἐπίϲκοποϲ, λόγῳ καὶ βίῳ κεκοϲμημένοϲ· ὃν ἐπὶ
Ἰουλιανοῦ πολλαῖϲ αἰκίαιϲ ὑπέβαλον, καὶ εἰϲ ὑπονόμουϲ ἐμβαλόντεϲ,
εἶτα παιδίοιϲ παρέδοϲαν κεντεῖν αὐτὸν ταῖϲ γραφίϲι. μετὰ δὲ ταῦτα
εἰϲ γύργαθον ἐμβαλόντεϲ καὶ γάρῳ καὶ μέλιτι χρίϲαντεϲ, ὑπαίθριον
ᾐώρηϲαν ἐν θέρουϲ ἀκμῇ, ϲφῆκαϲ ὁμοῦ καὶ μελίτταϲ εἰϲ
θοίνην Suid. προκαλούμενοι. ὁ δὲ ἀνενδότωϲ διεκαρτέρηϲε. ὅτι Μάρκοϲ
ὁ εὐαγγελιϲτὴϲ ἔχει τίτλουϲ μη΄, κεφάλαια λϚ΄.
220 Μαρμαρέην: λαμπράν. καὶ Μαρμαρέαιϲιν αὐγαῖϲ,
221 Μαρμαρυγή: ἄϲτραψιϲ, λαμπηδών.
222 Μαρώνεια: τόποϲ ἐϲτὶ τῆϲ Ἀττικῆϲ, οὗ Δημοϲθένηϲ ἐν τῇ πρὸϲ Πανταίνετον παραγραφῇ μνημονεύει. ἔϲτι δὲ καὶ πόλιϲ ἐν Θρᾴκῃ, ἥν φηϲιν εἶναι τὴν ὑφ᾿ Ὁμήρου Ἴϲμαρον καλουμένην.
223 Μαρωνεῖτιϲ φυλή. καὶ γυνή. καὶ Μαρώνειοϲ οἷνοϲ.
224 Μάρωνοϲ: ὄνομα κύριον.
225 Μάρπηϲϲοϲ: ὄνομα κύριον.
226 Μάρϲιπποϲ: ϲάκκοϲ, θυλάκιον, ϲακέλλιον. εἶδόν τιναϲ ἐν
227 Μαρϲύαϲ, Περιάνδρου, Πελλαῖοϲ ἱϲτορικόϲ. οὗτοϲ δὲ ἦν πρότερον
γραμματοδιδάϲκαλοϲ, καὶ ἀδελφὸϲ Ἀντιγόνου τοῦ μετὰ
ταῦτα βαϲιλεύϲαντοϲ, ϲύντροφοϲ δὲ Ἀλεξάνδρου τοῦ βαϲιλέωϲ. ἔγραψε
Μακεδονικὰ ἐν βιβλίοιϲ δέκα· ἤρξατο δὲ ἀπὸ τοῦ πρώτου βαϲιλεύϲαντοϲ
Μακεδόνων, καὶ μέχρι τῆϲ Ἀλεξάνδρου τοῦ Φιλίππου ἐπὶ τὴν Συρίαν
ἐφόδου, μετὰ τὴν Ἀλεξανδρείαϲ κτίϲιν· Ἀττικὰ ἐν βιβλίοιϲ ιβ΄ καὶ
αὐτοῦ Ἀλεξάνδρου ἀγωγήν.
228 Μαρϲύαϲ, Κριτοφήμου, Φιλιππεύϲ, ἱϲτορικόϲ, ὁ νεώτεροϲ.
229 Μαρϲύαϲ, Μάρϲου, Ταβηνόϲ, ἱϲτορικόϲ. ἔγραψεν Ἀρχαιολογίαν
230 Μαρϲύαϲ· ἐν τοῖϲ χρόνοιϲ τῶν Ἰουδαίων Κριτῶν καὶ Μαρϲύαϲ ἐγένετο
ϲοφόϲ, ὅϲτιϲ ἐφεῦρε διὰ μουϲικῆϲ αὐλοὺϲ ἀπὸ καλάμων καὶ χαλκοῦ· ὃϲ
παραφρονήϲαϲ ἔρριψεν εἰϲ ποταμὸν ἑαυτὸν καὶ ἀπώλετο· καὶ ὠνομάϲθη ὁ
ποταμὸϲ Μαρϲύαϲ· περὶ οὗ μῦθοϲ φέρεται, ὅτι ἑαυτὸν ἀποθεώϲαϲ
ἀπώλετο. κατὰ δὲ τοὺϲ αὐτοὺϲ χρόνουϲ ἐγένετο καὶ τὰ
κατὰ Ἰάϲονα καὶ τοὺϲ Ἀργοναύταϲ, ὡϲ Ἀπολλώνιοϲ ὁ Ῥόδιόϲ φηϲι.
λέγεται μῦθοϲ, ὅτι ἐξεδάρη ὑπὸ Ἀπόλλωνοϲ. καὶ φέρεται λόγοϲ
ἠπείληϲε τὸν Μαρϲύου θάνατον αὐτοῖϲ
ἐπιθήϲειν. τοῦτο παρά τινοϲ ἀκηκοότοϲ ἀναμαθόντεϲ οἱ τῶν Περϲῶν μετὰ
θάνατον τοῦ πατρὸϲ τὸν νεώτερον ἀναγορεύουϲι βαϲιλέα· τὸν δὲ
ἀποκλείουϲιν ἐν εἱρκτῇ καὶ ϲιδήροιϲ πεδοῦϲιν· ὃν ἡ γαμετὴ διὰ τῆϲ
τοῦ ἰχθύοϲ μηχανῆϲ ῥίνην εἰϲενεγκοῦϲα ἐξήγαγε, καὶ ἀποδρὰϲ ἱκέτηϲ
πρὸϲ Κωνϲταντῖνον
ἔρχεται. ἡ ἱϲτορία δήλη.
231 Μαρτῖνοϲ: ὄνομα κύριον. καὶ Μαρτινιανόϲ.
232 Μάρτιοϲ· ὅτι Μάρτιοϲ Βῆροϲ τὸν Θουκυδίδην ἐκπέμπει καταγαγεῖν
δὲ ἱκανὸϲ ὁ Μάρτιοϲ οὐ μόνον
ὅπλοιϲ βιάϲαϲθαι τοὺϲ ἀντιπολέμουϲ ἢ ὀξύτητι προλαβεῖν ἢ ἀπάτῃ
καταϲοφίϲαϲθαι, ἥπερ ἐϲτὶ ϲτρατηγῶν ἀλκή, ἀλλὰ καὶ λόγῳ πιθανῷ
πεῖϲαι καὶ δωρεαῖϲ μεγαλόφροϲιν οἰκειώϲαϲθαι καὶ ἐλπίδι ἀγαθῇ
δελεάϲαι. χάριϲ τε ἦν ἐπὶ πᾶϲι τοῖϲ πραϲϲομένοιϲ ὑπ᾿ αὐτοῦ καὶ
λεγομένοιϲ, τὸ μὲν ἀγανακτοῦν ἑκάϲτου
καὶ τὸ θυμούμενον
παραμυθουμένη, τὸ δὲ ἐλπίζον ἔτι μᾶλλον αὔξουϲα. κολακείαϲ τε δώρων
καὶ τῆϲ παρὰ τραπέζαιϲ δεξιώϲεωϲ καιρὸν ᾔδει. οἷϲ προϲὸν τὸ πρὸϲ τὰϲ
πράξειϲ ϲύντονον καὶ τὸ πρὸϲ τοὺϲ ἐχθροὺϲ ϲὺν ὀξύτητι δραϲτήριον,
αἱρετώτερον ἐδείκνυε τοῖϲ βαρβάροιϲ εἶναι τῆϲ φιλίαϲ αὐτοῦ μᾶλλον ἢ
τῆϲ ἔχθραϲ ἀντιποιεῖϲθαι. ἀφικόμενοϲ οὖν ἐϲ
233 Μαρτύρια. ζήτει ἐν τῷ δικαιώματα.
234 Μαρτυρία· ὅτι ἐκμαρτυρία διαφέρει τῆϲ μαρτυρίαϲ· ὅτι ἡ μὲν τῶν
παρόντων
μαρτυρίαν δηλοῖ, ἡ δὲ ἐκμαρτυρία τῶν
ἀπόντων.
235 Μαρτύριον: ϲκηνή· ὡϲ ἔχουϲα τὰϲ πλάκαϲ τοῦ νόμου. τὸν γὰρ νόμον ἐντολὰϲ ἐκάλουν καὶ μαρτύρια καὶ δικαιώματα.
236 Μαρτύρομαι: μάρτυραϲ καλῶ. Σοφοκλῆϲ· μαρτύρομαι τούϲδ᾿, οὐ ϲέ·
πρὸϲ δὲ τοὺϲ φίλουϲ οἷ᾿ ἀνταμείβῃ ῥήματ᾿, ἤν ϲε ἕλω ποτέ.
237 Μαρτύρονται: ὅταν ἀντὶ τοῦ μαρτυρίαν ἐπάγωνται ἢ παρέχωνται. Πλάτων Πολιτείαϲ β΄· τὸν Ὅμηρον μαρτύρονται.
238 Μαρτυρῶ· δοτικῇ. αἰτιατικῇ δέ. καὶ Διόφαντον ἐν ὑμῖν ἀπήγγειλα, ἃ νῦν μαρτυρεῖν αὐτὸν ἀναγκάϲω.
239 Μάρτυροι: παῤ Ὁμήρῳ. ἀπὸ τῆϲ μάρτυροϲ εὐθείαϲ.
240 Μάρψῃ: ϲυλλάβῃ, διαχρήϲηται. ἀλλ᾿ ὁπόταν μάρψῃ βυρϲαίετοϲ ἀγκυλοχείληϲ.
241 Μαρψίαϲ: ὄνομα κύριον. ἦν δὲ ῥήτωρ φλύαροϲ καὶ θορυβώδηϲ. Ἀριϲτοφάνηϲ· πρὸϲ τάδε τίϲ ἀντερεῖ Μαρψίαϲ;
242 Μαϲϲαλία· Ἰϲοκράτηϲ φηϲὶν ἐν Ἀρχιδάμῳ, ὡϲ Φωκαεῖϲ φυγόντεϲ
τὴν τοῦ μεγάλου βαϲιλέωϲ δεϲποτείαν εἰϲ Μαϲϲαλίαν
ἀπῴκηϲαν. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ Ἀριϲτοτέληϲ.
243 Μαϲαιϲύλιον: ἔθνοϲ.
244 Μαϲϲανάϲϲηϲ, ὁ τῶν Νομάδων βαϲιλεύϲ, ἀνὴρ ἦν ἐϲ πάντα ἐπιτυχήϲ, ᾧ
τὴν μὲν ἀρχὴν τὴν πατρῴαν θεὸϲ ἔδωκεν ἀφαιρεθέντι
καταλιπεῖν, καὶ ϲτρατιὰν πολλὴν γεγυμναϲμένην, τῶν δὲ
ἐχθρῶν Σύφακα μὲν αἰχμάλωτον ἑλεῖν αὐτοχειρί, Καρχηδόνι δ᾿ αἴτιον
τῆϲ ἀναϲτάϲεωϲ γενέϲθαι, πάμπαν αὐτὴν ἀϲθενῆ Ῥωμαίοιϲ ὑπολιπόντα.
ἔφυ δὲ καὶ τὸ ϲῶμα μέγαϲ τε καὶ εὔρωϲτοϲ ἐϲ γῆραϲ πολύ, καὶ μέχρι
τοῦ θανάτου, ἵππου τε χωρὶϲ ἀναβολέωϲ ἐπέβαινε. καὶ μεγίϲτῳ δὴ τῷδε
τεκμηριώϲω μάλιϲτα τὴν εὐρωϲτίαν αὐτοῦ· πολλῶν γὰρ
αὐτῷ παίδων γινομένων τε καὶ ἀποθνηϲκόντων, οὔποτε μὲν ἦϲαν αὐτῷ
μείουϲ ι΄· τετραετὲϲ δὲ παιδίον ἐνενηκοντούτηϲ ἀπέλιπε. καὶ ᾧδε μὲν
χρόνου τε καὶ ϲώματοϲ ἔχων ἐτεθνήκει.
245 Μαϲϲανάϲϲηϲ, ὁ ἐν Λιβύῃ τῶν Νομάδων βαϲιλεύϲ, ἀνὴρ τῶν
καθ᾿ ἡμᾶϲ βαϲιλέων ἄριϲτοϲ καὶ μακαριώτατοϲ· ὃϲ
ἐβαϲίλευϲεν ἔτη πλείω τῶν ξ΄, ὑγιεινότατοϲ ὢν καὶ πολυχρονιώτατοϲ·
𝒢΄ γὰρ ἐτῶν ἐγεγόνει. ἐγένετο δὲ καὶ δυναμικώτατοϲ τῶν καθ᾿ ἑαυτὸν
κατὰ τὴν ϲωματικὴν ἕξιν, ὃϲ ὅτε μεταϲτῆναι δέοι, ϲτὰϲ ἐν τοῖϲ αὐτοῖϲ
ἴχνεϲι δι᾿ ἡμέραϲ ἔμενε, καθεζόμενοϲ πάλιν οὐκ ἠγείρετο. καὶ τὴν ἐπὶ
τῶν ἵππων
κακοπάθειαν ἡμέραν καὶ νύκτα διακαρτερῶν
οὐδὲν ἔπαϲχε. ϲημεῖον δὲ τῆϲ ϲωματικῆϲ αὐτοῦ δυνάμεωϲ· ἔχων 𝒢΄ ἔτη,
καθ᾿ ὃν καιρὸν μετήλλαξε τὸν βίον, υἱὸν ἀπέλιπε δ΄ ἐτῶν, ὄνομα
Σθεμβάν, ὃν μετὰ ταῦτα Μικίψηϲ υἱοποιήϲατο, πρὸϲ δὲ τούτοιϲ υἱοὺϲ
δ΄. διὰ δὲ τὴν πρὸϲ ἀλλήλουϲ τούτων εὔνοιαν διετήρηϲε τὸν ὅλον βίον
πάϲηϲ ἐπιβουλῆϲ
καὶ παντὸϲ οἰκείου μιάϲματοϲ ἄμοιρον
αὑτοῦ γενέϲθαι τὴν βαϲιλείαν· τὸ δὲ μέγιϲτον, τῆϲ Νουμαδίαϲ ἁπάϲηϲ
ἀχρήϲτου τὸν πρὸ τοῦ χρόνον ὑπαρχούϲηϲ καὶ νομιζομένηϲ ἀδυνάτου
φύϲει πρὸϲ ἡμέρουϲ καρποὺϲ ὑπάρχειν, πρῶτοϲ καὶ μόνοϲ ὑπέδειξεν ὅτι
δύναται ἐκφέρειν πάνταϲ τοὺϲ ἡμέρουϲ καρποὺϲ οὐδ᾿ ὁποίαϲ ἧττον,
ἑκάϲτῳ τῶν καρπῶν
ἐν διαϲτάϲει μυριοπληθεῖϲ ἀγροὺϲ
καταϲκευάϲαϲ παμφόρουϲ.
246 Μαϲαιϲύλιον: ἔθνοϲ.
247 Μάϲϲει: φυρᾷ, ζυμοῖ.
248 Μάϲθληϲ: ἰδίωϲ ὁ μεμαλαγμένοϲ λῶροϲ καὶ ἔκλυτοϲ. μάϲθληϲ
249 Μάϲθληϲ ἄνθρωποϲ: ὁ μεμαλαγμένοϲ καὶ ἐντριβὴϲ ταῖϲ πονηρίαιϲ.
250 Μαϲθὸϲ καὶ Μαϲτόϲ: κυρίωϲ ἐπὶ γυναικόϲ, καταχρηϲτικῶϲ δὲ καὶ ἐπὶ
ἀνδρόϲ.
τὸ μὲν μαϲθὸϲ ἀπὸ τοῦ θῶ, τὸ θηλάζω· τὸ δὲ
μαϲτὸϲ διὰ τὸ μεϲτὸϲ εἶναι γάλακτοϲ. καὶ ζήτει ἐν τῷ μαζόϲ.
251 Μᾶϲϲον: μεῖζον, μακρότερον. ἐπιπρὸ δὲ μᾶϲϲον ἐπ᾿ ἄκρου Αἰγαλέω θυμόεντοϲ, ἄγων μέγαν ὑετόν, ἔϲτη.
252 Μαϲώμενοϲ: β΄ ϲυζυγίαϲ τῶν περιϲπωμένων. ἀπὸ τοῦ μαϲῶ,
μαϲᾷϲ· ὡϲ γελῶ, γελᾷϲ. παρὰ Ἀριϲτοφάνει ἐν Πλούτῳ.
253 Μάϲϲων: μακροτέρα. Ξενοφῶν· ἂν μὴ πολὺ μάϲϲων ὁδὸϲ ᾖ.
254 Μάϲϲωνοϲ.
255 Μάϲτακα: μάϲημα, τροφήν. λέγεται καὶ τὸ ϲτόμα καὶ τὸ
256 Μαϲταρύζει: ϲυνέλκει καὶ ϲυνάγει τὰ χείλη. ἀπὸ μεταφορᾶϲ τῶν ὑποτιτθίων παιδίων, ἃ τὸν μαϲτὸν ἕλκοντα τῷ ϲτόματι, ϲυνάγει τὰ χείλη. Ἀριϲτοφάνηϲ· ὁ δ᾿ ὑπὸ γήρωϲ μαϲταρύζει.
257 Μαϲτεύων: ἐπιζητῶν. ἀλλὰ πλέον τι εἰδέναι καὶ ϲπεύδων καὶ μαϲτεύων ὑφ᾿ ἡγεμόνι θεῷ.
258 Μάϲτειρα· ἐν η΄ Φιλιππικῶν Δημοϲθένηϲ· τῶν μὲν ἐν Θρᾴκῃ κακῶν· τίϲ γὰρ ἂν ἄλλο τιϲ εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάϲτειραν; μήποτε δὲ γραπτέον ἀντὶ τοῦ Μάϲτειραν Βάϲτειραν ἢ Πίϲτειραν ἢ Ἐπίμαϲτον. ταύταϲ δὲ τὰϲ πολιτείαϲ εὑρίϲκομεν παῤ Ἀναξιμένει ἐν ζ΄ τῶν περὶ Φίλιππον, τὴν δὲ Μάϲτειραν οὐδαμοῦ.
259 Μάϲτειρεϲ: ἀρχή τιϲ ἀποδεδειγμένη ἐπὶ τῷ ζητεῖν τὰ κοινὰ τοῦ δήμου, ὡϲ οἱ ζητηταὶ καὶ οἱ ἐν Πέλλῃ Μαϲτροί.
260 Μάϲτι: κατὰ ἀποκοπὴν μάϲτιγι.
261 Μαϲτιγίαϲ: δοῦλοϲ ὁ δι᾿ ἁμάρτημα μαϲτιζόμενοϲ.
262 Μαϲτιγίαϲ ἐκ Μελίτηϲ: δοῦλοϲ ὁ Ἡρακλῆϲ, ἀπὸ Μελίτηϲ
263 Μαϲτιγῶ· αἰτιατικῇ.
264 Μαϲτιγώϲιμοϲ: μαϲτίγων ἄξιοϲ.
265 Μάϲτιε: μάϲτιζε.
266 Μάϲτιξ: δι᾿ ἧϲ τὸν ἵππον πλήττομεν. ἐν Ἐπιγράμμαϲι· καὶ
267 Μαϲτίχη: εἶδοϲ μυρεψικοῦ. καὶ Μαϲτίχιον ὁμοίωϲ.
268 Μαϲτιχῖνοϲ.
269 Μαϲτόϲ: ἀκρώρεια, ἐξοχὴ ὄρουϲ. ἦν γὰρ ἐν δεξιᾷ τοῦ φρουρίου
μαϲτόϲ· τοῦτον, εἰ καταληφθείη, πρὸϲ πολλὰ οἰόμενοϲ ἐν
270 Μαϲτροπεύω. Μαϲτροπεία. μαϲτροπεύοντεϲ οἱ βαϲιλικοὶ
τοῦ Ζήνωνοϲ υἱῷ τοὺϲ ϲυνήβουϲ πρὸϲ τοὺϲ τῶν ἀρρένων
ἔρωταϲ
271 Μαϲτροπόϲ: μαυλιϲτήϲ, πορνοβοϲκόϲ.
272 Μαϲτρίλλιον: τόποϲ ἔνθα οἱ μαϲτροποὶ διέτριβον.
273 Μαϲχάλην αἴρειϲ: ἀντὶ τοῦ κωθωνιϲθήϲῃ. οἱ γὰρ μεθύοντεϲ
ᾖρον τὰϲ μαϲχάλαϲ καταμωκώμενοι. καὶ οἱ μνηϲτῆρεϲ
χεῖραϲ ἀνίϲχοντεϲ γέλῳ ἔκθανον. καί, χεῖραϲ ἀναϲχόμενοι μεγαλ᾿
εὐχετόωντο Prov. ἕκαϲτοϲ.
274 Μαϲχαλιϲθῆναι: εἰώθαϲι τῶν ἀναιρουμένων εἰϲ τὰϲ κεφαλὰϲ
ἢ ὅτι ἐπὶ ταῖϲ
καθάρϲεϲι τοῦ φονευθέντοϲ τὰ ἄκρα ἔτεμνον καὶ περὶ τὴν μαϲχάλην
αὐτοῦ ἐκρέμαζον αὐτά, ἵνα, φηϲίν, ἀϲθενὴϲ γένοιτο πρὸϲ τὸ
ἀντιτίϲαϲθαι τὸν φονέα. καὶ Ἀπολλώνιοϲ· ἐξάργματα τέμνεϲ θανόντοϲ.
περὶ τοῦ Ἰάϲονοϲ. ἢ ὅτι οἱ δρῶντεϲ ἐμφύλιον πόλεμον ἠκρωτηρίαζον
τοὺϲ ἀναιρεθένταϲ, ἐκ παντὸϲ μέρουϲ τοῦ ϲώματοϲ ἀποτεμνόμενοι,
καὶ περιῆπτον ἑαυτοῖϲ, τὰ ἄκρα ϲυνείροντεϲ, διὰ τούτων
ἐξέμαξε. περὶ τοῦ Ἀγαμέμνονοϲ.
275 Μαϲχαλίϲματα: Ἀριϲτοφάνηϲ παρὰ Σοφοκλεῖ ἐν Ἠλέκτρᾳ κεῖϲθαι τὴν
λέξιν, ἔθοϲ ϲημαίνουϲαν. οἱ γὰρ φονεύϲαντεϲ ἐξ ἐπιβουλῆϲ τιναϲ ὑπὲρ
τοῦ τὴν μῆνιν ἐκκλίνειν ἀκρωτηριάϲαντεϲ μόρια τούτου καὶ
ὁρμαθίϲαντεϲ ἐξεκρέμαϲαν τοῦ τραχήλου διὰ τῶν μαϲχαλῶν διείραντεϲ,
καὶ μαϲχαλίϲματα προϲηγόρευϲαν. ϲημαίνει δὲ ἡ λέξιϲ
καὶ τὰ τοῖϲ μηροῖϲ ἐπιτιθέμενα ἀπὸ τῶν ὤμων κρέα ἐν ταῖϲ τῶν θεῶν
θυϲίαιϲ.
276 Ματαΐζων. ματαίωϲ ζῶν, ματαίωϲ φρονῶν. καὶ Ματαΐϲαι
277 Μὰ τὰ λάχανα: ϲημεῖον τοῦτο περὶ ὅρκου· ὃ καὶ νῦν ἐπιχωριάζει· πολλοὶ γὰρ πρὸϲ λάχανα ὀμνύουϲιν εὐορκίαν ἐπιδεικνύμενοι. ἐπιχωριάζει δ᾿ εἰϲέτι καὶ τοῖϲ ἐλλογίμοιϲ Ἀρμενιακοῖϲ τό, μὰ τὰ καλά.
278 Μάταιον. Μάτην, ματαίωϲ. Μάτην, ἄλλωϲ. Ἴωνεϲ.
279 Ματηρεύειν: ματαίωϲ ζῆν.
280 Ματήϲετον. ἀμελήϲουϲι.
281 Ματθαῖοϲ: ὄνομα κύριον. ὅτι ὁ εὐαγγελιϲτὴϲ Ματθαῖοϲ ἔχει τίτλουϲ
282 Ματθίαϲ: ὄνομα κύριον. ἦν δὲ ἱερεὺϲ Ἱερουϲαλήμ. καὶ ζήτει ἐν
283 Ματία.
284 Ματιολοιχόϲ: ὁ περὶ τὰ μικρὰ πανοῦργοϲ, καὶ λίχνοϲ. μάτιον
285 Μάτιον: εἶδοϲ μέτρου· ἢ τὸ ἐλάχιϲτον.
286 Ματρέαϲ· οὗτοϲ λαοπλάνοϲ ἦν. ἔτρεφε δὲ θηρίον, ὃ αὐτὸ ἑαυτὸ κατήϲθιε· καὶ ζητεῖται, τί τὸ τοῦ Ματρέου θηρίον. ἐποίηϲε δ’ οὗτοϲ καὶ παρὰ τὰϲ Ἀριϲτοτέλουϲ ἀπορίαϲ· διὰ τί ὁ ἥλιοϲ δύει μέν, κολυμβᾷ δ᾿ οὔ.
287 Ματρίκον.
288 Μάτριϲ: ὄνομα κύριον.
289 Μάτρωνοϲ: ὄνομα κύριον.
290 Ματρυλεῖον: τόπον τινά φαϲιν εἶναι, ἐν ᾧ γρᾶεϲ διατρίβουϲαι
291 Μάττονταϲ: ἐϲθίονταϲ πολλά. ἀπὸ τῆϲ ματτομένηϲ μάζηϲ.
292 Μὰ τόν: ἐλλειπτικῶϲ ὀμνύει· καὶ οὕτωϲ ἔθοϲ ἐϲτὶ τοῖϲ ἀρχαίοιϲ
ἐνίοτε μὴ προϲτιθέναι τὸν θεόν. εἰώθειϲαν γὰρ τοῖϲ
τοιούτοιϲ ὅρκοιϲ χρῆϲθαι ἐνευφημιζόμενοι, ὥϲτε εἰπεῖν μὲν μὰ τόν,
ὄνομα δὲ μηκέτι προϲθεῖναι. καὶ Πλάτωνα δὲ τῷ τοιούτῳ κεχρῆϲθαι.
293 Μαυλίαϲ: τὰϲ μαχαίραϲ ἐκάλουν διὰ τὸ ὁμοῦ αὐλίζεϲθαι, οἷον
294 Μαυρίκιοϲ, ὁ βαϲιλεὺϲ Ῥωμαίων. ὅτι λέγεται περὶ Μαυρικίου
ὑπὸ Τιβερίου Καίϲαροϲ. ὃϲ Μαυρίκιοϲ ἐν πολέμοιϲ μὲν καὶ
ἀγῶϲιν οὐκ ἐντεθραμμένοϲ, ἔμφρων δὲ ἄλλωϲ καὶ ἐμβριθὴϲ καὶ
κατηκριβωμένοϲ, ξυγκεράϲαϲ τε ἐν ἑαυτῷ ἄμφω τὰ ἐναντίωϲ ἔχοντα
ἀλλήλοιϲ, ὄγκον φρονήματοϲ καὶ πραότητα, πάϲηϲ ὑπεροψίαϲ τε καὶ
ὀφρύοϲ
295 Μαῦρον: τὸ ἀμαυρόν, καὶ ἀϲθενέϲ.
296 Μ αῦροϲ: μωρόϲ.
297 Μαυροῦϲιν: ἀφανίζουϲι.
298 Μαρούϲιοι: ἔθνοϲ, ἀπρόϲμαχοι τοῖϲ ἐκείνῃ βαρβάροιϲ ὑπὸ τόλμηϲ τε
καὶ ὀξύτητοϲ καὶ τοῦ μεμελετηκέναι ἐπελαύνειν τε ἀθρόουϲ, ὅπου
παρείξειε, κἀποφεύγειν εὐπετῶϲ καὶ ξυναυλίζεϲθαι αὖθιϲ ἐκ τῆϲ φυγῆϲ,
ὡϲ ὑποϲτρέψανταϲ ἐμβαλεῖν εἰϲ τοὺϲ ἀπρονοήτωϲ τε καὶ οὐκ ἐν τάξει
διώκονταϲ. εἰ δὲ καὶ πταῖϲμα τι γίγνοιτο, οὐκ ἐν ϲτρατιᾷ
Ῥωμαίων κινδυνεύϲειν, ἀλλ’ ἐν ξυμμαχίᾳ τε καὶ ταύτῃ βαρβάρων.
299 Μαύϲωλοϲ, ἄρχων Καρῶν. φηϲὶ δὲ αὐτὸν Θεόπομποϲ μηδενὸϲ ἀπέχεϲθαι πράγματοϲ χρημάτων ἕνεκα.
300 Μαχ άονοϲ. Μαχάων, ὄνομα ἰατροῦ· καὶ Χείρων, ὁ κενταυροϲ.
διεψιθύριζον δὲ ὡϲ ἑαυτοὺϲ οἱ Χείρωνοϲ καὶ Μαχάονοϲ τεχνώμενοι
μελετήματα, ὡϲ ϲυνεκδημήϲει αὐτῷ καὶ ἡ ψυχὴ τῇ τοῦ
βέλουϲ ἐξόδῳ.
301 Μαχάταϲ: ὄνομα κύριον.
302 Μάχαιρα: ἡ ϲπάθη. οἱ Κελτίβηρεϲ τῇ καταϲκευῇ τῶν μαχαιρῶν
ἔχει δυναμένην ἐξ
ἀμφοῖν τοῖν χεροῖν. ἢ καὶ Ῥωμαῖοι τὰϲ πατρίουϲ ἀποθέμενοι μαχαίραϲ
ἐκ τῶν κατʼ Ἀννίβαν, μετέλαβον τὰϲ τῶν Ἰβήρων, καὶ τὴν μὲν
καταϲκευὴν μετέλαβον, αὐτὴν δὲ τὴν χρηϲτότητα τοῦ ϲιδήρου καὶ τὴν
ἄλλην ἐπιμέλειαν οὐδαμῶϲ δύνανται μιμεῖϲθαι.
κρατουμένη. ϲυνθλᾶν μαχαίραϲ δυϲμενῶν δηλοῖ
θλάϲιν.
303 Μαχέϲθων ὡϲ τεθναξόμενοι, καὶ οὐ τεθνάξονται ζήτει ἐν τῷ ἀποθνήϲκονπαϲ.
304 Mάχιμοϲ: ὁ γενναῖοϲ. εἰδώϲ με μάχιμον ὄντα καὶ φιλοτιμούμενοϲ.
305 Μαχλάδαϲ: πόρναϲ.
306 Μάχλοϲ: ἀϲελγήϲ, ἄϲωτοϲ. παρὰ τὸ κλῶ, κλόϲ, καὶ πλεοναϲμῷ
307 Μαχλοϲύνη: κατωφέρεια, γυναικομανία. Ἡϲιόδειοϲ ἡ λέξιϲ·
λέγει γὰρ περὶ τῶν Προίτου θυγατέρων, εἵνεκα μαχλοϲύνηϲ
ϲτυγερῆϲ
308 Μαχλῶντεϲ: πορνεύοντεϲ.
309 Μά χομαι· δοτικῇ.
310 Μα χόμενον: ἐναντίον τῷ ἀκόλουθον· τουτέϲτιν ὃ ἀναγκαῖον
μὴ εἶναι.
311 Μάψ: ματαίωϲ.
312 Μαψίδιον: μάταιον, δαψιλέϲ, χαλεπόν, πολύ, δεινόν. ἑκούϲιον.
313 Μαῖα: ἡ μάμμη, ἡ τροφόϲ. καὶ ϲὺ πέτρα γλωχὶν μηλοϲϲόε
Μαιάδοϲ Ἑρμᾶ. ἀντὶ τοῦ τροφοῦ, μητρόϲ.
314 Μαίανδροϲ: ποταμὸϲ Λυδίαϲ. ἐν Ἐπιγράμμοϲι· ἔκτανε Μαιάνδρου
315 Μαιεύεται· Πιϲίδηϲ· μαιεύεται δὲ πᾶν τὸ τῆϲ Ῥώμηϲ γένοϲ, τοὺϲ ϲοὺϲ ἐπαίνουϲ ἐκπιέζον ὡϲ γάλα.
316 Μαιευομένην: ἀντὶ τοῦ νεοττοτροφοῦϲαν. εὗρον γυναῖκα ὄρνιθαϲ
317 Μαιευόμενοι: ζητοῦντεϲ, ἐρευνῶντεϲ.
318 Μαιευτικῆϲ: ἰατρικῆϲ.
319 Μαιεύτρια.
320 Μαιεία: ἡ μαίευϲιϲ.
321 Μαικήναϲ: ὄνομα κύριον. ἐν τῷ ϲυνδείπνῳ τοῦ Μαικήνα
322 Μαιμακτηριών: ὁ πέμπτοϲ μὴν παρʼ Ἀθηναίοιϲ. ὁ Ἰαννουάριοϲ.
ὠνομάϲθη δὲ ἀπὸ Διὸϲ Μαιμάκτου. Μαιμάκτηϲ δέ ἐϲτιν ὁ
323 Μαιμάκτηϲ: ὁ ἐνθουϲιώδηϲ καὶ ταρακτικόϲ.
324 Μαιμαλίδηϲ.
325 Μαιμάϲϲει: ϲφύζει, προθυμεῖ. καταδαπανᾶται, καταναλίϲκεται.
326 Μαιμάχηϲ.
327 Μαιμόωϲα καὶ Μαιμῶϲα: ἐνθουϲιῶϲα καὶ ὀξέωϲ ὁρμῶϲα, ἡ τοῦ αἵματοϲ
γευϲτικῶϲ ἔχουϲα, τοῦ μ πλεονάζοντοϲ. καὶ Σοφοκλῆϲ ἐπὶ τοῦ διψῶϲαν·
καὶ πῶϲ ἐπέϲχε χεῖρα μαιμῶϲαν φόνου; καὶ
Anth. δεινὸν
μαιμώϲαιϲ ἐγκονέουϲα κυϲί.
328 Μαινάδαϲ: μαινομέναϲ, ζητούϲαϲ βακχεύειν, παραφόρουϲ. καὶ
329 Μαιναλία ἔλαφοϲ. καὶ Μαιναλίων, ὁρμητικῶν. ἐν Ἐπιγράμμαϲι·
330 Μαίναλοϲ: ὄνομα κύριον.
331 Μαἰνάϲ: Βάκχη.
332 Μαίνεται: ὀργίζεται.
333 Μαινίϲ, μαινίδοϲ: εἶδοϲ ἰχθύοϲ. ἀφύαϲ. καὶ ζήτει ἐν τῷ ἀφύα.
334 Μαινόληϲ: μανικόϲ. μαινόμενοϲ.
335 Μαίνουροϲ: εἶδοϲ ἰχθύοϲ.
336 Μαίνω: ἐνθουϲιωδῶϲ κινοῦμαι.
337 Μαιονίδαϲ: ὁ Ὅμηροϲ. εἰ δ’ ἑάλωϲ, ϲυγγνωϲτόν· ἐπεὶ καὶ
338 Μαίονοϲ: ὄνομα κύριον.
339 Μαιοτάλιμνοϲ: ὄνομα τόπου.
340 Μαιόταλμοϲ: ποταμόϲ.
341 Μαιωθήϲονται: λοχευθήϲονται, γεννηθήϲονται, θεραπευθήϲονται.
342 Μαιωτικὴ χώρα.
343 Μαιώρειϲ: οἱ πρεϲβύται.
344 Μαιῶτιϲ: λίμνη Σκυθίαϲ.
345 Μαίωτρα, μαιώτρων.
346 Μαῖρα: ὄνομα κύριον.
347 Μεϲϲαύλιοϲ: ὁ μέϲοϲ τόποϲ τῆϲ αὐλῆϲ.
348 Μέγα: ἀντὶ τοῦ μεγάλωϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· τοῦτο μέγα
349 Μέγά: πολύ. οἱ δὲ μέγα δείϲαντεϲ ἐπ’ αὐτῷ διαβοῶϲι τὸν κίνδυνον
ὅλῳ τῷ τάγματι. καὶ Αἰλιανόϲ· ὀλίγου χρόνου διελθόντοϲ,
ἑάλω μέγα κακουργῶν· εἶτα μέντοι ἐν ὄψει πολλῶν
κατεπρήϲθη ζῶν.
350 Μεγάβυζοϲ: ὄνομα κύριον.
351 Μεγά θυμοϲ: μεγαλόψυχοϲ.
352 Μέγα καὶ Μικρὸν περὶ τὴν ἀκοὴν λέγεται· λέγεται δὲ καὶ
μὲν ἐν ψόφοιϲ μέγα καὶ μικρὸν οὐκ ἔϲτιν ἑτέρα
τιϲ ἀντίθεϲιϲ παρὰ τὸν ὀξὺν καὶ βαρὺν φθόγγον, ὥϲπερ ἐπὶ τῆϲ ἁφῆϲ
παρὰ τὸ θερμὸν καὶ ψυχρὸν ἑτέρα παντελῶϲ ἀντίθεϲιϲ τὸ βαρὺ καὶ
κοῦφον ἢ τραχὺ καὶ λεῖον καὶ τῶν ἄλλων ἑκάϲτη, ἀλλὰ τὴν ἄνεϲιν ἢ τὴν
ἐπίταϲιν δηλοῖ τῶν ψόφων· τοῦτο δὲ οὐκ ἔϲτιν ἑτέραϲ ἀντιθέϲεωϲ
ἴδιον. τὸ
τοιοῦτο γοῦν μέγα καὶ μικρὸν εὑρεῖν ἐϲτίν,
οἷον τὸν μὲν τοῦ μέλιτοϲ, εἰ τύχοι, μέγαν, τὸν δὲ τῆϲ ἰϲχάδοϲ
μικρόν, ὅτι ἐπιτέταται ἡ γλυκύτηϲ
ϲφοδρῶν ψόφων καὶ ἀμυδρῶν τῇ μεταφορᾷ οἰκείωϲ ἐχρηϲάμεθα, μέγαν
ψόφον λέγοντεϲ καὶ μικρόν, οὐ μέντοι μέγα γλυκὺ τὸ ἄγαν γλυκύ, οὐδὲ
μικρὸν τὸ ἀμυδρὰν ἔχον τὴν γλυκύτητα, οὐδὲ ἐπʼ ἄλλου οὐδενόϲ. φημὶ
οὖν, ὅτι ὁ ψόφοϲ οὐκ ἔϲτιν ὑφεϲτηκόϲ τι ἀθρόον πρᾶγμα, ἀλλ’ ἐν τῷ
γίνεϲθαι ὑφέϲτηκε· γίνεται δὲ ἐν χρόνῳ, πᾶϲ δὲ χρόνοϲ ϲυνεχήϲ.
διὰ τοῦτο τὸν ἐν πολλῷ χρόνῳ γενόμενον ψόφον μέγαν
φαμέν, μικρὸν δὲ τὸν ἐν ὀλίγῳ. τὸ δὲ ἄγαν γλυκὺ καὶ ἄγαν μέλαν καὶ
ἐπὶ τῶν ἄλλων τῷ ϲφοδρῷ τῆϲ ποιότητοϲ τοιαῦτά ἐϲτιν, οὐ τῷ μήκει τοῦ
χρόνου.
353 Μεγακήτηϲ: ὁ μέγαϲ.
354 Μεγακλέουϲ κίοναϲ ἀλλ’ ἔϲθιʼ ἐλθὼν τοὺϲ Μεγακλέουϲ κίοναϲ.
355 Μεγαλαυχούμενοι: κατεπαιρόμενοι. ἔτι μεγαλαυχούμενοι ἐπὶ τοῖϲ πραττομένοιϲ θερμότατα ἄγειν τὸ δεύτερον ἐπὶ τοὺϲ πολεμίουϲ.
356 Μεγαλεπήβολοϲ: ὁ μεγάλων πραγμάτων καταρχόμενοϲ.
τοῦ προτεθέντοϲ
ἐξεργαϲτικόϲ.
357 Μεγαλεῖα: ὑψηλά, μεγάλα. ἃ ἐποίηϲάϲ μοι μεγαλεῖα ὁ θεόϲ.
358 Μεγαλεῖον μύρον: ἀπὸ τοῦ εὑρομένου τὴν καταϲκευὴν αὐτοῦ Μεγάλου Σικελιώτου.
359 Μεγαλεῖον· ὁ δὲ ἐτεθήπει αὐτοῦ τὴν μεγαλόνοιαν καὶ αὖθιϲ τῶν
μέτρων τὸ ἀξιάγαϲτον.
360 Μεγαλεῖον: μεγαλοπρεπέϲ. οἱ δὲ τῷ Μάγωνι προϲπολεμοῦντεϲ τῶ Λιγυϲτίνων πρᾶξαι μὲν ὁλοϲχερέϲ τι καὶ μεγαλεῖον οὐχ οἷοί τ’ ἦϲαν.
361 Μεγαλείωϲ: πάνυ. οἱ δὲ Ῥωμαῖοι μεγαλείωϲ ἔχαιρον καὶ
362 Μεγαλήτωρ: μεγαλόψυχοϲ.
363 Μεγαλίζεο: ἐπαίρου.
364 Μεγαλοδωρία· τοϲαύτῃ μεγαλοδωρίᾳ καὶ ϲοφίᾳ ἐχρήϲατο· οὔτε
εὖ τὸ μέγα.
365 Μεγαλομερία. Πολύβιοϲ περὶ Καρχηδονίων φηϲίν, ὅτι ὁ
καὶ δύναμιν. καὶ ὁ Θεολόγοϲ· τοῖϲ τῶν μεγίϲτων ἢ τοῦ
366 Μεγαλομερῶϲ· τὸν δὲ Πόπλιον καὶ τὸν Γάϊον ἀποδεξάμενοϲ
φιλανθρώπωϲ καὶ μεγαλομερῶϲ. ἀντὶ τοῦ πολυτελῶϲ.
367 Μεγαλόνοια: ὑπερηφανία, μεγαλοφυΐα. μεγαλοπρέπεια.
368 Μεγαλοπολίτιδοϲ ζήτει ἐν τῷ Ἀλφειόϲ.
369 Μεγαλοπρεπήϲ: μεγαλοφανήϲ. ἢ ὁ ἐπὶ μεγέθει ἀναλωμάτων
ἄλλωϲ τὸ μεγαλοπρεπὲϲ κατὰ τὴν δίαιταν ἐν ταῖϲ μάχαιϲ
ἐϲτὶ φιλοκίνδυνον.
370 Μεγαλορ ήμονοϲ· καὶ Μέγα λορημοϲύνη, μεγαληγορία.
371 Μεγαλόφρων: μεγαλόψυχοϲ. Μεγαλόψυχοϲ δέ ἐϲτιν ὁ
372 Μεγαλοψυχότεροϲ.
373 Μεγαλώνυμον: μεγαλόδοξον, περίφημον, ὀνομαϲτόν.
374 Μεγαλωϲτί: μεγάλωϲ. ὁ δὲ παραλαβὼν τὴν Ἔφεϲον ἐπὶ
375 Μεγαλωϲτί: πάνυ. Ἀρριανόϲ· τὴν πίϲτιν καὶ τὴν δικαιότητα
376 Μεγαλωϲύνη. καὶ Μεγαλορρημοϲύνη.
377 Μεγαλύνω· αἰτιατικῇ.
378 Μεγαμάζα: οἱ Σύροι τὴν ἐπὶ τὸν βαϲιλέα δέηϲιν οὕτω κα λοῦϲιν.
379 Μεγάμυκοϲ: μεγαλομυκήτηϲ. ἢ ὄνοϲ.
380 Μεγάνοροϲ πλούτου: Πίνδαροϲ. ἰϲχυροῦ, δυνατοῦ, ἀνδρείαν ἐμποιοῦντοϲ· ἐπεὶ μεγάλα δύναται ὁ χρυϲόϲ. νεῦρα γὰρ λέγεται πο λέμου εἶναι, ὥϲ φηϲι Πίνδαροϲ.
381 Μέγαρα: τὰ οἰκήματα. Μέγαρον, ὑπερῷον, οἴκημα. καὶ
ἔνθα δήπου τῷ μὲν ἱεροφάντῃ μόνῳ
παρελθεῖν θεμιτὸν ἦν κατὰ τὸν τῆϲ τελετῆϲ νόμον, ἐκείνῳ δὲ οὐκ
ἐξῆν.
382 Μεγαρέων ἄξιοι μερίδοϲ: ἀντὶ τοῦ ἄτιμοι. τοιοῦτοι γὰρ οἱ
Μεγαρεῖϲ. ὅτι δὲ τοιοῦτόν ἐϲτι τὸ πρᾶγμα, δῆλοι καὶ ϲαφεῖϲ οἱ
μάρτυρεϲ, οὐκ ἄδοξοί τινεϲ, οὐδὲ τῆϲ Μεγαρέων μερίδοϲ, ἀλλὰ τῶν
ἀπενεγκαμένων τῆϲ ϲοφίαϲ τὰ πρῶτα. ζήτει περὶ Μεγαρέων
ἐν τῷ Διὸϲ Κόρινθοϲ.
383 Μεγαρέων δάκρυα: ἐπεὶ πλεῖϲτα ἐν τῆ Μεγαρίδι ϲκόροδα φύεται, εἰϲ
παροιμίαν ἦλθεν ἐπὶ τῶν προϲποιητῶϲ καὶ πρὸϲ βίαν
384 Μεγαρίζοντεϲ: λιμώττοντεϲ· ἢ μεγάλα λέγοντεϲ.
385 Μεγαρικαὶ Σφίγγεϲ: αἱ πόρναι οὕτωϲ εἴρηνται. ἴϲωϲ δὲ ἐντεῦθεν καὶ
ϲφίγκται οἱ μαλακοὶ ὠνομάϲθηϲαν. ἢ καὶ ἀπὸ Μαίαϲ
386 Μεγαρόθεν: ἀπὸ τῶν Μεγάρων.
387 Μεγαρίϲ, Μεγαρίδοϲ.
388 Μεγαρίϲαι: τὰ Μεγαρέωϲ δοξάϲαι. Στίλπων γὰρ ὁ φιλόϲοφοϲ Μεγαρεὺϲ
ἦν, τῆϲ Ἑλλάδοϲ· ὃϲ τοϲοῦτον εὑρηϲιλογίᾳ καὶ ϲοφιϲτείᾳ προῆγε τοὺϲ
ἄλλουϲ, ὡϲ μικροῦ δεῆϲαι πᾶϲαν τὴν Ἐλλάδα ἀφορῶϲαν
εἰϲ
αὐτὸν μεγαρίϲαι.
389 Μέγαϲ βαϲιλεύϲ: ὁ τῶν Περϲῶν. διὰ τὸ πλείονι δυνάμει
δὲ κλητικὴ εὕρηται παρὰ τοῖϲ
ποιηταῖϲ· ὡϲ φηϲιν Ἀγαθίαϲ ἐν Ἐπιγράμμαϲι· ἆ μέγα τολμήειϲ
κηρόϲ.
390 Μέγα ϲεμναί: τουτέϲτι θαυμαϲιώταται καὶ ὑπεράγαν ϲεμναί.
391 Μέγα τὸ ϲτόμα τοῦ ἐνιαυτοῦ: οἷον πολλὴ παρρηϲία πάντων,
392 Μέγα τοι ἄγγελοϲ ἐϲθλόϲ: ἐπὶ τῶν ἀγαθά ἐπαγγελλόντων.
393 Μέγα φρονεῖ μᾶλλον ἢ Π ηλεὺϲ ἐπὶ τῇ μαχαίρᾳ: φαϲὶ
394 Μεγαίνετοϲ: ὄνομα κύριον. αὐθάδηϲ, καὶ τῶν ϲτρατηγιώντων,
395 Μεγαίνετοϲ ὁ Μάνηϲ καὶ ορμίϲιοϲ, δούλων ὀνόματα. γνώϲῃ δὲ
396 Μεγαίρων: φθονῶν.
397 Μέγεθοϲ: ὅτι διττὸν τὸ μέγεθοϲ. κοινὴ αἴϲθηϲιϲ. δύναται δὲ
ὄνομα.
398 Μέγηρον: τὸ ἐπέραϲτον.
399 Μέγηϲ: ὁ μέγαϲ.
400 Μεγιϲτᾶν εϲ.
401 Μέγιϲτοϲ: ποταμὸϲ ἐν Αἰγαίῳ πελάγει εἰϲβάλλων.
402 Μέδεϲθαι: φροντίζειν. καὶ Μεθήϲομεν, φροντίϲομεν.
403 Μέδιμνον: μέτρον χοινίκων μη΄ καὶ παροιμία Μεδίμνῳ
ἀθρόα προϲδοκώντων ὠφέλειαν.
404 Μέδιμνον: μέτρον ἐϲτὶ ξηρῶν οἷον πυρῶν ἢ κριθῶν. Mέδιμνον οὖν μοδίων Ϛ΄ , ὡϲ εἶναι μέτρον ξεϲτῶν οβ΄, ἤτοι λιτρῶν ρη΄.
405 Μεδιόλανον: πολυάνθρωποϲ πόλιϲ, ἣν καταλαβὼν Ἀττήλαϲ
ἠνδραποδίϲατο. ὡϲ δὲ εἶδεν ἐν γραφῇ τοὺϲ μὲν Ῥωμαίων βαϲιλεῖϲ
ἐπὶ χρυϲῶν θρόνων καθημένουϲ, Σκύθαϲ δὲ ἀνῃρημένουϲ καὶ
πρὸ τῶν ϲφῶν ποδῶν κειμένουϲ, ζητήϲαϲ ζωγράφον ἐκέλευϲεν αὑτὸν μὲν
γράφει ἐπὶ θάκου, τοὺϲ δὲ Ῥωμαίων βαϲιλεῖϲ κωρύκουϲ φέρειν ἐπὶ τῶν
ὤμων καὶ χρυϲὸν πρὸ τῶν αὑτοῦ χέειν ποδῶν.
406 Μέδουϲα: ἡ καὶ Γοργόνη κληθεῖϲα. Περϲεύϲ, ὁ Δανάηϲ καὶ
Πήκου υἱόϲ, διδαχθεὶϲ πάϲαϲ τὰϲ μυϲτικὰϲ φανταϲίαϲ, ἰδίαν
βουλόμενοϲ ἑαυτῷ καταϲτῆϲαι βαϲιλείαν κατεφρόνηϲε τῆϲ τῶν Μήδων· καὶ
διὰ πολλῆϲ ἐρχόμενοϲ γῆϲ εἶδε παρθένον κόρην αὐχμηράν τε καὶ
δυϲειδῆ, καὶ ἀποβλέψαϲ εἰϲ αὐτὴν ἐρωτᾷ, τίϲ καλεῖται· ἡ δὲ εἶπε,
Μέδουϲα, καὶ ἀποτεμὼν αὐτῆϲ τὴν κεφαλὴν ἐτέλεϲεν αὐτὴν ὡϲ ἐδιδάχθη,
καὶ ἐβάϲταζε, καταπλήττων πάνταϲ καὶ ἀναιρῶν τοὺϲ
ὁρῶνταϲ· ἥν τινα κεφαλὴν ἐκάλεϲε οργόνην, διὰ τὴν ὀξύτητα τῆϲ
ἐνεργείαϲ ἐκεῖθεν δὲ ἐλθὼν εἰϲ χώραν βαϲιλευομένην ὑπὸ Κηφέωϲ εὗρεν
ἐν τῷ ἱερῷ παρθένον κόρην, τὴν λεγομένην Ἀνδρομέδαν, ἣν ἔγημε· καὶ
κτίζει πόλιν εἰϲ κώμην, λεγομένην Ἄμανδραν, ϲτήϲαϲ καὶ ϲτήλην
βαϲτάζουϲαν τὴν Γοργόνην. αὕτη μετεκλήθη Ἰκόνιον, διὰ
τὸ ἀπεικόνιϲμα τῆϲ Γοργόνηϲ. ἐπολέμηϲε δὲ καὶ Ἰϲαύροιϲ καὶ Κίλιξι
καὶ κτίζει πόλι, ἦν ἐκάλεϲε Ταρϲόν, τοπρὶν λεγομένην Ἀνδραϲόν.
χρηματιϲθεὶϲ δέ, ὅτι μετὰ τὴν νίκην ἐν ᾧ τόπῳ ἀποβὰϲ ἀπὸ τοῦ ἵππου
τὸν ταρϲὸν τοῦ ποδὸϲ ἀπόθηται, ἐκεῖ ὑπὲρ τῶν νικητηρίων κτίϲαι
πόλιν,
ταύτην οὖν ἐκάλεϲε Ταρϲόν. νικήϲαϲ δὲ καὶ τοὺϲ
Μήδουϲ ἤμειψε τὸ ὄνομα τῆϲ χώραϲ καὶ ἐκάλεϲεν αὐτὴν Περϲίδα. ἐδίδαξε
δὲ καὶ τὴν μυϲαρὰν τελετὴν τὴν ἐπὶ τῇ Γοργόνῃ τινὰϲ τῶν Περϲῶν, οὓϲ
ἑκάλεϲε μάγουϲ. καθ’ οὓϲ χρόνουϲ καὶ ϲφαῖρα πυρὸϲ κατηνέχθη ἐκ τοῦ
οὐρα νοῦ, ἐξ ἧϲ ἔλαβε πῦρ ὁ Περϲεὺϲ καὶ παρέδωκε τοῖϲ τοῦ ἔθνουϲ φυ
ὁ υἱὸϲ αὐτοῦ Μέρροϲ.
407 Μέδων: βαϲιλεύϲ.
408 Μεδοίατο: φροντίζει.
409 Μέζεα: τὰ αἰδοῖα.
410 Μεθαρμοζόμενοϲ: μετερχόμενοϲ.
411 Μεθάρμοϲον: ἐπανόρθωϲον. ὀξεῖαν ἀκοὴν τοῖϲ ἐμοῖϲ λόγοιϲι
412 Μεθέμεν: ϲυγχωρῆϲαι.
413 Μεθέξειν· γενικῇ.
414 Μέθεξιϲ: μετοχή, κοινωνία.
415 Μεθέϲθαι: καταλιπεῖν. Σοφοκλῆϲ· καὶ δὸϲ ἀνδράϲιν φίλοιϲ
416 Μεθείθη: ἀντὶ τοῦ ἐϲτάλη. ὁ δὲ μεθείθη εἰϲ Παρθυαίουϲ.
417 Μεθεῖναι: ἀφεῖναι, ἀμελῆϲαι.
418 Μεθείω: ἀφῶ, ἐάϲω. καὶ Μεθείθη ἐξ αὐτοῦ.
419 Μεθείϲ: ἐῶν, ἀφιίων.
420 Μέθη· τὸ παλαιὸν οὐκ ἦν ἔθοϲ οὔτʼ οἶνον ἐπὶ πλεῖον οὔτ᾿ ἄλλην
ἡδυπάθειαν προϲφέρεϲθαι, μὴ θεῶν ἕνεκα τοῦτο δρῶνταϲ. διὸ καὶ θοίναϲ
καὶ θαλίαϲ καὶ μέθαϲ ὠνόμαζον· τὰϲ μὲν ὅτι διὰ θεοὺϲ οἰνοῦϲθαι
ἐνόμιζον· τὰϲ δὲ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ ϲυνίεϲαν.
τοῦτο γάρ ἐϲτι τὸ δαῖτα θάλειαν. τὸ δὲ μεθύειν, τὸ μετὰ τὸ θύειν
αὐτῷ χρῆϲθαι. καὶ Ὅμηροϲ, ὅτε λέγει τέλοϲ χαριέϲτατον, τὴν θυϲίαν
φηϲί.
421 Μεθʼ ἡμέραν: ἀντὶ τοῦ ἐν ἡμέρᾳ· Ἀττικῶϲ. Ἀριϲτοφάνηϲ
οὐκ ἐν ἡμέρᾳ.
422 Μεθημοϲύνη: ἀμέλεια, ῥᾳθυμία.
423 Μεθήμων: ἀμελήϲ.
424 Μεθήϲειν: ἀμελήϲειν.
425 Μεθιεμένουϲ: ἐῶνταϲ, προδιδόνταϲ,
426 Μεθίετο: προΐετο, ἠφίετο. καὶ Μεθιέμενα, ἀντὶ τοῦ βαλ λόμενα, πεμπόμενα.
427 Μεθίει: ἀμελεῖ, ἀφίει. καὶ Μεθιείϲ, ἀντὶ τοῦ καταλαμβάνων.
εἶναι.
428 Μεθοδεύει: μετέρχεται, τεχνάζεται, ἀπατᾷ.
429 Μεθοδείαϲ: τέχναϲ, ἢ δόλουϲ.
430 Μεθόδιον: μέθοδοϲ, τέχνη. ὁ δὲ τὸ κατ’ ἀλήθειαν ὑπάρχον αὐτῷ μεθόδιον οὕτω πωϲ ἐκεχειρίκει.
431 Μεθοδικῶϲ: τουτέϲτι κατὰ μέθοδον. Πολύβιοϲ· ὁ δὲ τρόποϲ
432 Μεθόδιοϲ, Ὀλύμπου Λυκίαϲ ἤτοι Πατάρων, καὶ μετὰ ταῦτα ύρο
ἐπίϲκοποϲ, λαμπροῦ καὶ ϲυγκειμένου λόγου κατὰ Πορφυρίου ϲυέταξε
τεύχη· καὶ Συμπόϲιον δέκα παρθένων, καὶ περὶ Ἀναϲτάϲεωϲ λόγον
ἄριϲτον κατὰ Ωριγένουϲ, καὶ ἕτερον κατὰ τοῦ αὐτοῦ περὶ Πυθονίϲϲηϲ,
καὶ περὶ αὐτεξουϲίου. ἔγραψε δὲ καὶ εἰϲ τὴν Γένεϲιν καὶ
εἰϲ τὰ Ἄϲματα τῶν ᾀϲμάτων ὑπομνήματα· καὶ ἕτερα πολλὰ χύδην
ἀναγινωϲκόμενα. ὃϲ περὶ τὰ τελευταῖα τοῦ διωγμοῦ ἐπὶ Δεκίου καὶ
Bαλεριανοῦ ἐν Χαλκίδι τῆϲ ἀνατολῆϲ μαρτυρίῳ ἐϲτέφθη.
433 Μεθωναῖοϲ: ὁ ἀπὸ τῆϲ Μεθώνηϲ πόλεωϲ.
434 Μεθώνη: ἡ πόλιϲ. μία τῶν Ἀλκυονίδων. Δημοϲθένηϲ ἐν Φιλιππικοῖϲ
435 Μεθόριον: μεταξὺ τῶν ὅρων.
436 Μεθορμιζ όμενοϲ: μετερχόμενοϲ.
437 Μέθυ: οἶνοϲ. εὐῶδεϲ δ’ ἀπὸ γῆϲ ἡδὺ χέοιτο μέθυ, ὄφρα κέ
438 Μεθύϲη κύων: θηλυκόν. ὅτι Αἴϲωπον ἀπὸ δείπνου βαδίζονθ’ ἑϲπέραϲ,
θραϲεῖα καὶ μεθύϲη τιϲ ὑλάκτει κύων. κἄπειτʼ ἐκεῖνοϲ
εἶπεν, ὦ κύον, κύον, εἰ νὴ Δίʼ ἀντὶ τῆϲ κακῆϲ γλώττηϲ ποθὲν πυροὺϲ
πρίαιο, ϲωφρονεῖν ἄν μοι δοκῇϲ.
439 Μεθυμναῖοϲ: ἀπὸ τόπου.
440 Μεθύουϲαν: δίυγρον οὖϲαν, πεπληρωμένην. ἐν Ἐπιγράμμαϲι·
441 Μεθυϲοκότταβοι: λάταξ, χαλκῆ φιάλη· ἣν μεταξὺ τοῦ δείπνου
442 Μέϊϲ, μέϊδοϲ.
443 Μελαγρία: εἶδοϲ βοτάνηϲ φυομένηϲ ἐν ἐρήμῳ.
444 Μελαγχαίτηϲ: ὁ μέλαιναν χαίτην ἔχων.
445 Μέλαθρα: οἶκον. Ἀριϲτοφάνηϲ· μέλαθρα μὲν ἂν καταιθαλώϲω.
446 Μελαμβαφέϲ.
447 Μελάμβωλοϲ: μελανόγειοϲ. Αἰγύπτου μεδέουϲα μελάμβωλε λινόπεπλε δαῖμον.
448 Μελάμπουϲ: μαντικῆϲ εἰδήμων. ὁ δὲ ϲύμβολοϲ Μελάμποδοϲ ἢ Πόλλητοϲ ἐδέετο. οὗτοι δὲ ἦϲαν ἄριϲτοι κρίνειν τὰ μέλλοντα.
449 Μελαμπύγου τύχοιϲ: Μελάμπυγοι ἐγένοντο πέρπεροι, Λίμνηϲ
ἐμπεϲεῖϲθαι ἡμᾶϲ εἰϲ δαϲύπρωκτον· καὶ
γελάϲαντα τὸν Ἡρακλέα ἀφεῖναι αὐτοὺϲ τῶν δεϲμῶν. ὅτι τοὺϲ
λευκοπύγουϲ ὡϲ γυναικώδειϲ
450 Μελα ναιγὶϲ Διόνυϲοϲ. καὶ ζήτει ἐν τῷ Απατούρια.
451 Μέλαν: τὸ ἀντιδιαιρούμενον τῷ λευκῷ χρώματι· καὶ ἰδίωϲ, ᾧ
γράφομεν. μέλαν δέ ἐϲτι χρῶμα ϲυγκριτικὸν ὄψεωϲ, λευκὸν δὲ χρῶμα
Διονύϲου ἔχον μελάνην
αἰγίδα ἐμέμψαντο· ὁ δὲ ὀργιϲθεὶϲ ἐξέμηνεν αὐτάϲ. μετὰ ταῦτα ὁ
Ἐλευθὴρ ἔλαβε χρηϲμὸν ἐπὶ παύϲει τῆϲ μανίαϲ τιμῆϲαι Μελαναιγίδα
Διόνυϲον.
452 Μελανείμονοϲ: τοῦ μέλανα ἱμάτια φοροῦντοϲ.
453 Μελανίωνοϲ ϲωφρονέϲτεροϲ· Ἀριϲτοφάνηϲ Λυϲιϲτράτῃ·
οὗτοϲ φεύγων γάμον ἀφίκετ’ ἐϲ ἐρημίαν κἀν τοῖϲ ὄρεϲιν ᾤκει, καὶ κύνα
τιν’ εἶχε, κᾆτ’ ἐλαγοθήρει, κοὐκ ἔτ᾿ ἦλθεν οἴκαδʼ ὑπὸ μίϲουϲ οὕτω
τὰϲ γυναῖκαϲ ἐβδελύχθη ἐκεῖνοϲ· ἡμεῖϲ δ’ οὐδὲν ἦττον τοῦ Μελαίωνοϲ
ϲωφρονέϲτεροι.
454 Μελανιππίδηϲ, θυγατριδοῦϲ τοῦ πρεϲβυτέρου, παῖϲ δὲ Κρίτωνοϲ,
λυρικοῦ καὶ αὐτοῦ· ὃϲ ἐν τῇ τῶν διθυράμβων μελοποιΐᾳ
ἐκαινοτόμηϲε πλεῖϲτα καὶ διατρίψαϲ παρὰ Περδίκκᾳ τῷ βαϲιλεῖ ἐκεῖ τὸν
βίον κατέϲτρεψεν. ἔγραψε καὶ αὐτὸϲ ἄϲματα λυρικὰ καὶ
διθυράμβουϲ.
455 Μελανιππίδηϲ, Κρίτωνοϲ, γεγονὼϲ κατὰ τὴν ξε΄ Ὀλυμπιάδα, Μήλιοϲ.
ἔγραψε δὲ διθυράμβων βιβλία πλεῖϲτα καὶ ποιήματα ἐπικὰ
καὶ ἐπιγράμματα καὶ ἐλέγουϲ καὶ ἄλλα πλεῖϲτα.
456 Μελανίππειον: Μελανίππου τοῦ Θηϲέωϲ ἡρῷόν ἐϲτι.
457 Μελάνθιοϲ καὶ Μόρϲιμοϲ· λέγει Ἀριϲτοφάνηϲ περὶ αὐτῶν οὕτωϲ· ἄμφω
οργόνεϲ ὀψοφάγοι, βατιδοϲκόποι, ἅρπυιαι, γραοϲόβαι, μιαροί,
τραγομάϲχαλοι, ἰχθυολῦμαι· ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ
μοῦϲα καὶ θεὰ μετ’ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν. Γοργόνεϲ,
φοβεροὶ ἐϲ γαϲτριμαργίαν· βατὶϲ δὲ εἶδοϲ ἰχθύοϲ· ἅρπυιαι δὲ ἅρπαγεϲ
τῶν ἰχθύων· Ἄρπυιαι γὰρ ἁρπακτικοὶ δαίμονεϲ· ἀπὸ τῶν ἰχθύων
ἀποϲοβοῦντεϲ τὰϲ γραΐδαϲ, ὡϲ μὴ ἀγοράζειν· ἢ γραΐϲι ϲυγκοιμώμενοι·
ϲοβάδεϲ γὰρ αἱ πόρναι· καταχρεμψαμένη δὲ καταπτύϲαϲα.
458 Μέλανθοϲ, Ἄθηναῖοϲ· ὃϲ ἐμονομάχηϲε μετὰ ἀνθίου Βοιωτοῦ καὶ ἀπέκτεινε αὐτόν. καὶ ζήτει ἐν τῷ Ἀπατούρια.
459 Μελανοϲυρμαῖον λεών: μέλαινα, καὶ ϲυρμαϊζόμενον· ϲυρμαία
460 Μελανοχροιήϲ: ὁ μέλαιναν χροιὰν ἔχων.
461 Μελάνοψ: ὄνομα κύριον.
462 Με λάνω ποϲ: οὗτοϲ κηδεϲτὴϲ ἦν Διοφάντου τοῦ ῥήτοροϲ.
463 Μελαντιάϲ, κώμη τῆϲ Θράκηϲ ἡ νῦν παρὰ πολλοῖϲ λεγομένη
ὅθεν καὶ τὸ πρὸϲ ἀκτῇ
ἐπίνειον τὴν ἀπ᾿ αὐτοῦ φέρεται προϲηγορίαν.
464 Μελάνυδροϲ: βαθεῖα, κυρίωϲ δὲ καθαροῦ ὕδατοϲ.
465 Μελαίνῃ: βαθείᾳ. Μέλαιναι δὲ φρένεϲ, αἱ ἐν βάθει κείμεναι·
466 Με λαίνω. αἰτιατικῇ.
467 Μελεάγρια· ῥίζαιϲ αὐτοὺϲ μελεαγρίων καὶ καρδίαιϲ καλάμων
ἐδεξιοῦτο.
468 Με λεαγρίδεϲ: ὄρνεα, ἅπερ ἐνέμοντο ἐν τῇ ἀκροπόλει. λέγουϲι
τιμῶϲι
δαιμονίωϲ.
469 Μελ έαγροϲ: ὄνομα κύριον.
470 Μελ δόμενοϲ: καιόμενοϲ.
471 Μέλδοντεϲ: τήκοντεϲ, ἕψοντεϲ. γέντα βοῶν μέλδοντεϲ, τουτέϲτιν
472 Μελεδαίνειν: ἐπιμελεῖϲθαι. Ἡρόδοτοϲ· τοὺϲ νοϲέονταϲ κάτέλιπεν
473 Μελεδήματα: μεριμνήματα. καὶ Μελεδήμων, μελεδήμονοϲ.
Μελεδωνόϲ: φροντιϲτήϲ, ἐπιμελητήϲ. Αἰλιανόϲ· ὁ δὲ τὸν
ἀπολειφθεὶϲ μελεδωνὸϲ τῶν ἐν
Ῥώμῃ καὶ ἔφοροϲ, ὅτε Νέρων ἐϲ Ἀχαΐαν ἐξωρμήθη.
475 Μελεδωνοί: ἐπίτροποι· φροντιϲταὶ παῤ Ἡροδότῳ, προεϲτηκότεϲ. ὥϲπερ οἱ τοῦ ἀμπελῶνοϲ τοῦ παρὰ τῷ Εὐαγγελίῳ.
476 Μελεϊϲτί: κατὰ μέλοϲ.
477 Μέλεοϲ: μάταιοϲ, ἄθλιοϲ, ταλαίπωροϲ, δυϲτυχήϲ. ὁ μὲν Hom. ποιητὴϲ ἐπὶ τοῦ ματαίου ἐκδέχεται τὸ μέλεοϲ, οἱ δὲ τραγικοὶ ἐπὶ τοῦ οἰκτροῦ.
478 Μελέτη: ἄϲκηϲιϲ, ἐπιμέλεια. καὶ οὐκ ἂν ἁμάρτοι τιϲ εἰπὼν
παρατάξειϲ μεθ᾿ αἵματοϲ
μελέταϲ.
479 Μελετώμενοι: διδαϲκόμενοι, ἐκμανθάνοντεϲ. ὥϲπερ νέοι τῶν ἀετῶν
ἁπαλῷ μὲν τῷ πτερῷ παραπέτονται τοῖϲ γειναμένοιϲ αὐτοὺϲ μελετώμενοι
ὑπ᾿ αὐτῶν τὴν πτῆϲιν, ἐπειδὰν δὲ αἴρεϲθαι δύνωνται, ὑπερπέτονται
τοὺϲ γονέαϲ, ἄλλων τε κἂν λίχνουϲ αἴϲωνται καὶ κνίϲηϲ
ἕνεκα πρὸϲ τῇ γῇ πετομένουϲ.
480 Μελέτωρ: ὁ ἐπιμελούμενοϲ, ὁ τιμωρὸϲ τοῦ πατρόϲ. ἐφάνη γὰρ μελέτωρ ἀμφὶ τὸν ἐν πένθει.
481 Μέλει: ἔοικεν. οὕτω τέθειται παῤ Ὁμήρῳ. καὶ παροιμία· μέλει μοι τῶν τοιούτων οὐδὲν ἧττον ἢ τῶν ἐν τοῖϲ τέλμαϲι βατράχων.
482 Μέλει· φροντίζει μέλλει δὲ τὸ βραδύνει. καὶ μέλλω, τὸ ὀφείλω.
483 Μελείρηνεϲ: τῶν παίδων οἱ πρεϲβύτεροι.
484 Μέλη: τὰ τοῦ ϲώματοϲ.
485 Μεληδόν: κατὰ μέλοϲ.
486 Μέλημα: φρόντιϲμα.
487 Μέληϲ, Μέλητοϲ: ὁ τοῦ Ὁμήρου πατήρ.
488 Μελλήϲαϲ: ὑπερθέμενοϲ, βραδύναϲ. καὶ ἐπὶ τοῦ ϲπουδάϲαϲ.
489 Μελήϲερμοϲ, Ἀθηναῖοϲ. ϲοφιϲτήϲ. ἔγραψεν Ἐπιϲτολῶν ἑταιρικῶν
490 Μεληϲία: ὄνομα κύριον. ὁ δὲ ὁρῇ τὴν Μεληϲίαν καὶ ἐρᾷ
491 Μέλληϲιϲ: ὑπέρθεϲιϲ.
492 Μεληϲμόϲ: ἡ βραδυτήϲ.
493 Μελήϲω: ϲπουδάϲω, φροντίϲω.
494 Μελληταί: ὑπερθετικοί.
495 Μέλητοϲ: τραγῳδίαϲ ποιητὴϲ ὑπόψυχροϲ. καὶ Ἀριϲτοφάνηϲ·
ϲκολιὰ Μελήτου, Καρικῶν αὐλημάτων. οὗτόϲ ἐϲτιν ὁ
Σωκράτην γραψάμενοϲ. κωμῷδεῖται δὲ ὡϲ ψυχρὸϲ ἐν τῇ ποιήϲει καὶ ὡϲ
πονηρὸϲ τὸν τρόπον. τὰ δὲ Καρικὰ αὐλήματα καὶ μέλη θρηνώδη ἦϲαν.
496 Μέλητοϲ, Λάρου, Ἀθηναῖοϲ, ῥήτωρ. οὗτοϲ ἐγράψατο Σωκράτην
δὲ ὑπὸ τῶν Ἀθηναίων. καὶ ἦν ἐπὶ
τῶν Ζήνωνοϲ τοῦ Ἐλεάτου καὶ Ἐμπεδοκλέουϲ χρόνων. οὗτοϲ ἔγραψε περὶ
τοῦ ὄντοϲ. καὶ ἀντεπολιτεύϲατο δὲ Περικλεῖ· καὶ ὑπὲρ Σαμίων
ϲτρατηγήϲαϲ ἐναυμάχηϲε πρὸϲ Σοφοκλῆν τὸν τραγικόν, ὀλυμπιάδι
πδ΄.
497 Μέλητοϲ· οὗτοϲ ἐρᾷ νεανίου Ἀθήνηϲι τῶν εὖ γεγονότων καὶ
πλουϲίων, μειρακίου καὶ ἐκείνου τὸ γένοϲ διαπρεποῦϲ καὶ
τὴν ὥραν ἀμάχου. καὶ τῷ μὲν ἐραϲτῇ Μέλητοϲ ὄνομα ἥν, τῷ καλῷ δὲ
Τιμαγόραϲ, ὥϲ φαϲιν. ἦν δὲ ἄτεγκτόϲ τε καὶ ἀμείλικτοϲ ὅδε ὁ παῖϲ,
καί Οἱ πολλὰ προϲέταττε καὶ ἐπίπονα καὶ κινδύνων ἐχόμενα τῶν ἐϲχάτων
καὶ ὁμοῦ τὰ τῷ ὀλέθρῳ ἐλαύνοντα. καὶ ἦν τὰ πράγματα κύναϲ τε ἀγαθὰϲ
τὸ μέγα τίμιον κτῆμα τοὺϲ προειρημένουϲ, ὁ δὲ ἀτεράμων ὢν καὶ ἐϲ
τοϲοῦτον ἀπεώϲατο ἄρα τὸ δῶρον. ὁ τοίνυν Μέλητοϲ φλεγόμενοϲ τῷ ἔρωτι
καὶ οἰϲτρούμενοϲ καὶ ἐπὶ τούτοιϲ ἀϲχάλλων τῇ ἀτιμίᾳ καὶ ἀπαυδήϲαϲ
ἐπὶ τοῖϲ ἀνηνύτοιϲ τε μόχθοιϲ ἅμα καὶ ἀπείροιϲ, ᾗ ποδῶν εἶχεν
ἀνέθορέ τε ἐϲ τὴν ἀκρόπολιν καὶ ἑαυτὸν ἔωϲε κατὰ τῶν πετρῶν.
οὐ μὴν ἡ τιμωρὸϲ δίκη τὸν ὑβριϲτὴν παῖδα καὶ ὑπερόπτην
εἴαϲεν ἐπεγχανεῖν τῷ τοῦ Μελήτου θανάτῳ. τοὺϲ ὄρνιθαϲ γοῦν ἀναλαβὼν
καὶ ταῖ ϲ ἀγκάλαι ϲ ἐνθεί ϲ, εἷτα μέντοι κατ᾿ ἴχνια τὰ ἐκείνου θέων,
ὥϲπερ οὖν ἑλκόμενοϲ βίᾳ, ἑαυτὸν ϲὺν τῷ δυϲτυχεῖ χωρῶν ἐπὶ τῷ Μελήτῳ
ἔρριψε φέρων, βραδὺν καὶ δυϲτυχῆ τὸν ἔρωτα ἀντεραϲθεὶϲ τοῦτον.
καὶ ἕϲτηκεν εἴδωλον τοῦ πάθουϲ κατὰ τὸν τόπον παῖ ϲ
ὡραῖοϲ καὶ γυμνὸϲ ἀλεκτρυόναϲ β΄μάλα εὐγενεῖϲ φέρων ἐν ταῖϲ ἀγκάλαιϲ
καὶ ὠθῶν ἐαυτὸν ἐπὶ κεφαλήν.
498 Μέλητοι καὶ Ἄνυτοι.
499 Μέλι: τοῦτο γλυκὺ μέν ἐϲτι τὴν αἴϲθηϲιν, πικρὸν δὲ τὴν ἀνάδοϲιν·
χολῆϲ γὰρ αὐτό φαϲι ποιητικὸν εἶναι καὶ τρέπειν
τοὺϲ χυμοὺϲ εἰϲ τοὐναντίον τῆϲ γεύϲεωϲ· ὃ δὴ καὶ μᾶλλον τῆϲ ἐκ
φύϲεωϲ αὐτοῦ πικρότητοϲ κατηγορεῖ τὴν γένεϲιν.
500 Μελία: εἶδοϲ δένδρου. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ἱζόμενοϲ μελίαϲ
501 Μελίβοιαν: τὴν Ὀλιζῶνα πόλιν.
502 Μελίβοιοϲ: γεωργὸϲ ὁ τὸν Οἰδίπουν ἀναθρεωάμενοϲ. καὶ ζήτει ἐν τῷ Οἰδίπουϲ.
503 Μελίδειον κηρίον.
504 Μελίαι: βέλη. δόρατα. μελίαι δ᾿ ἦϲαν αὐταῖϲ αἱ κερκίδεϲ·
505 Μελιηδήϲ: ὁ γλυκύτατοϲ. καὶ Ὅμηροϲ· μελιηδέα θυμὸν ἀπηύρα.
506 Μελίνη: εἶδοϲ ὀϲπρίου. ἦν δὲ καὶ ϲῖτοϲ ἀπὸ μελίνηϲ, τοῦτο
γὰρ ἦν ἐν τῇ χώρᾳ πλεῖϲτον. καὶ αὖθιϲ· ἐφέροντο ἀδεῶϲ
οἶνον,
507 Μελίνη· Δημοϲθένηϲ ἐν Φιλιππικῷ. ὄϲπριόν ἐϲτιν· ὅπερ καὶ
καὶ μελίνουϲ εἶπεν. ἔνιοι δὲ
εἶδόϲ τι κεγχρίου νομίζουϲι τὴν μελίνην, ὅπερ τινὰϲ καλεῖν ἔλυμον.
Θεόφραϲτοϲ δὲ ἐν ζ΄ Περὶ φυτῶν ὡϲ διαφέροντα ταῦτα ἀναγράφει κέγχρον
ἢ μελίνην ἢ ἔλυμον.
508 Μελίπηκτα: εἶδοϲ πλακοῦντοϲ.
509 Μελιπνόουϲ: ἡδυπνόουϲ.
510 Μελίρρυτον.
511 Μέλιϲϲα: ὄνομα πόλεωϲ. καὶ ζωΰφιον, ὅπερ ἐργάζεται τὸ μέλι.
512 Μελιϲϲείου κηρίου.
513 Μελιϲμόϲ: τῶν μελῶν ἡ διαίρεϲιϲ. ἐκ τοῦ μελίζω.
514 Μελιϲϲοκόμοϲ: ὁ τῶν μελιϲϲῶν ἐπιμελούμενοϲ.
515 Μέλιϲϲοϲ: ὄνομα κύριον. ζήτει ἐν τῷ γεννητική.
516 Μελιϲϲῷα.
517 Μελιϲτί: κατὰ μέλοϲ.
518 Μέλιττα: ἡ μέλιϲϲα.
519 Μελιταῖον κυνίδιον. τῶν γὰρ κυνῶν οἱ μὲν ἰχνευταί, οἱ
δὲ ὁμόϲε τοῖϲ θηρίοιϲ χωροῦϲιν, οἱ δὲ ἐπὶ φυλακῇ τῶν
κτημάτων οἰκουροί, οἱ δὲ ἐπὶ τέρψει, ὡϲ τὰ Μελιταῖα κυνίδια. καὶ
Μελιτηροὶ κύν νεϲ, οἱ ἐπὶ τέρψει τρεφόμενοι.
520 Μέλιταιεύϲ.
521 Μελίτη· Δημοϲθένηϲ ἐν τῷ κατὰ Κόνωνοϲ. δῆμόϲ δ’ ἐϲτι τῆϲ
522 Μελιτηνή: ὄνομα πόλεωϲ. καὶ Μελιτηνόϲ, ὁ πολίτηϲ.
523 Μελιτιανόϲ. ὅτι Βουταλίων καὶ Κόμοιβοϲ καὶ Μελιτίδηϲ ἐπὶ μωρίᾳ
524 Μελιττοπηχεῖν: τὸ κρούονταϲ ψόφον ποιεῖν, ἵνα μὴ αἱ μέλιϲϲαι προϲπέτωνται.
525 Μέλιτοϲ μυελόϲ: ἐπὶ τῶν ἄγαν ἡδέων.
526 Μελιτοῦττα: μάζα μέλιτι δεδευμένη, ἣν ἔφερον, ὡϲ ἐδόκουν, τοῖϲ
ὄφεϲι τοῖϲ ἐϲ Τροφωνίου μαντευομένοιϲ. ἐν Λεβαδείᾳ ἐϲτίν. ἡ
μελιτοῦττα ἐπίθετον τῶν ναϲτῶν. ἰϲτέον, ὅτι ἡ
μελιτοῦττα ἐδίδοτο τοῖϲ νεκροῖϲ, ὡϲ εἰϲ τὸν Κέρβερον· καὶ ὀβολὸϲ
μιϲθὸϲ τῷ πορθμεῖ, καὶ ϲτέφανοϲ, ὡϲ τὸν βίον διηγωνιϲμένοϲ.
527 Μελιτωδῶν ἐδεϲμάτων.
528 Μελίτωνοϲ.
529 Μελιτρόϲ.
530 Μελίφρων: ἡδύϲ, γλυκαίνων τὰϲ φρέναϲ.
531 Μελίχηωροϲ: ὁ χηωρόϲ
532 Μελόμενοι· καὶ ἐπίϲτευον εἶναι θεοφιλεῖϲ, τῷ δαίμωνι τούτῳ μελόμενοι.
533 Μέλον: διὰ φροντίδοϲ ὄν. Ἀριϲτοφάνηϲ· οὐδὲν ἄῤ ἐμοῦ μέλον, ὅϲον
δὲ μόνον εἰδέναι ϲκωμμάτιον, εἴποτέ τι θλιβόμενοϲ ἐκβάλω. ὅτι
534 Μελλονικιᾶν: τὸ βραδύνειν καὶ ἀναβάλλεϲθαι. Ἀριϲτοφάνηϲ· οὐδὲ νυϲτάζειν ὥῤ ἐϲτὶν ἡμῖν, οὐδὲ μελλονικιᾶν. Νικίαϲ γὰρ υἱὸϲ Ἀλκιβιάδου, ὃϲ ἀνεβάλετο ἀπελθεῖν εἰϲ Σικελίαν. βραδὺϲ γὰρ ἦν π ϲρὶ τὰϲ ἐξόδουϲ, καὶ ὡϲ οἱ διαβάλλοντεϲ οὐ προνοητικόϲ, ἀλλὰ μελλητήϲ. ἀλλ᾿ ὡϲ τάχιϲτα δεῖ τι δρᾶν.
535 Μελόντων: ἐπιμελείϲθωϲαν.
536 Μέλοϲ τι μελλοδειπνικόν ὑπανακίνει Κρητικὼ τὼ πόδε.
537 Μέλου: ἐπιμελοῦ. καὶ τὰ λοιπά μου μέλου δικαίωϲ, ὥϲπερ ἐϲ
τόδ’ ἡμέραϲ.
538 Μέλλω: ἐπὶ τοῦ βραδύνω. καὶ ἐπὶ τοῦ ἐϲομένου χρόνου παρὰ
εἰπέ, ὅτε μέλλω ἐξεμεῖν·
ἵνα ἅπαξ ἐμέϲω καὶ μὴ καὶ τότε καὶ ὅτε λέγειϲ· ἢ οὕτωϲ· τότε, φηϲί,
λέγε, ἐὰν θέλῃϲ, ἐπιτηρήϲαϲ, ὅτε μέλλω ἐξεμεῖν· ῥᾷϲτα γὰρ ἂν μᾶλλον
ἐξεμέϲαιμι, ἐὰν εἴπῃϲ.
539 Μέ λλω: τὸ βραδύνω διὰ β΄ λλ· μέλω δὲ τὸ φροντίζω διʼ ἑνὸϲ λ· δοτικῇ.
540 Μέ λω: ἐν ἐπιμελείᾳ εἰμί.
541 Μέλπηθρα: παίγνια, ϲπαράγματα.
542 Μέλποντεϲ: ἄδοντεϲ, ἀνυμνοῦντεϲ.
543 Μελύδριον Ἰωνικόν: ἀντὶ τοῦ τρυφηλόν· τοιοῦτοι γὰρ Ἴωνεϲ.
544 Μελχιϲεδέκ, ἱερεύϲ τοῦ θεοῦ καὶ βαϲιλεὺϲ τῶν Χαναναίων.
εἶναι δὲ Χαναναῖον τὸ γένοϲ
καὶ ἐκ τῆϲ ἐπαράτου ϲπορᾶϲ ὁρμώμενοϲ, ὅθεν οὐδὲ γενεαλογίαϲ ἠξίωτο.
οὐ γὰρ πρεπωδέϲτατον ἦν τὸν τῆϲ ἄκραϲ δικαιοϲύνηϲ ἐπειλημμένον
ϲυμπλέκειν τῷ τῆϲ ἄκραϲ ἀδικίαϲ γένει· διὸ καὶ ἀπάτορα καὶ ἀμήτορα
τοῦτον εἶναί φαϲιν. ὅτι δὲ Χαναναῖοϲ ἦν τὸ γένοϲ εὔδηλον καὶ ἀφʼ ὧν
ἐκράτει καὶ ἐβαϲίλευε κλιμάτων
τῶν Χαναναίων καὶ οἷϲ
ἐπληϲίαζε πονηροτάτοιϲ Σοδόμοιϲ. καὶ
ὅτι θεὸϲ ὀνομάζεται, μνήϲθητι τοῦ
Ἀποϲτολικοῦ, ὅτι ἑτέραϲ γενεᾶϲ ἐϲτι· τουτέϲτιν Χαναναίων.
545 Μελχιϲεδέκ· οὗτοϲ βαϲιλεὺϲ ὢν τῶν Χαναναίων καὶ ἱερεὺϲ τοῦ
ὑψίϲτου θεοῦ ὑποϲτρέφοντι τῷ Ἀβραάμ ἐκ τοῦ πολέμου ἀπαντήϲαϲ
ἐξήγαγεν αὐτῷ ἄρτουϲ καὶ οἶνον καὶ εἶπε πρὸϲ Ἀβραάμ·
εὐλογημένοϲ Ἀβραὰμ τῷ θεῷ τῷ ὑψίϲτῳ, ὃϲ ἔκτιϲε τὸν οὐρανὸν καὶ τὴν
γῆν· καὶ εὐλογημένοϲ ὁ θεὸϲ ὁ ὕψιϲτοϲ, ὃϲ παρέδωκε τοὺϲ ἐχθρούϲ ϲὸν
ὑποχειρίουϲ ϲοι. καὶ ἔδωκεν αὐτῷ Ἀβραὰμ δεκάτην ἀπὸ πάντων.
ἑρμηνεύεται δὲ Μελχιϲδὲκ βαϲιλεὺϲ εἰρήνηϲ.
546 Μελχιϲεδέκ, ἱερεὺϲ οὐκ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ἐθνῶν.
οὕτω καὶ ὁ Χριϲτὸϲ οὐχ ὑπὲρ Ἰουδαίων μόνον ἀλλὰ καὶ ὑπὲρ πάντων
ἀνθρώπων ἑαυτὸν προϲενήνοχε τῷ θεῷ. ἄρχεται δὲ τῆϲ ἱερωϲύνηϲ ἐν τῇ
νυκτί, μεθ᾿ ἣν τὸ πάθοϲ ϋπέμεινεν, ἡνίκα λαβὼν ἄρτον καὶ
εὐχαριϲτήϲαϲ ἔκλαϲε καὶ εἶπε· λάβετε, φάγετε, καὶ τὰ ἑξῆϲ.
καταγόμενοϲ ἐκ τοῦ γένουϲ
Σίδου, υἱοῦ Αἰγύπτου, βαϲιλέωϲ τῆϲ Λιβύηϲ. ὅϲτιϲ γινόμενοϲ ἱερεὺϲ
καὶ βαϲιλεὺϲ τῶν Χαναναίων ἔκτιϲε πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ Σιὼν
καὶ ἐκάλεϲεν αὐτὴν Ἰερουϲαλήμ, ὅπερ ἐϲτὶν εἰρήνηϲ πόλιϲ· καὶ
ἐβαϲίλευϲεν ἐν αὐτῇ ριγ΄ ἔτη.
547 Μελχὸμ προϲοχθίϲματι: εἴδωλον καὶ τοῦτο· προϲοχθίϲματα
γὰρ καὶ βδελύγματα τὰ εἴδωλα προϲαγορεύειν εἴωθεν ἡ Γραφή· ὅπερ
δηλοῖ τὸ μῖϲοϲ καὶ ἀπόβλητον.
548 Μεμαγμένη μᾶζα: ἐπὶ τῶν ἑτόμων ἀγαθῶν.
549 Μεμαγμένην: παρεϲκευαϲμένην, καὶ ἐν ἑτοίμῳ γενομένην. ἔνθεν καὶ παροιμία· μᾶζαν μεμαχὼϲ τὴν ὑπ᾿ ἐμοῦ μεμαγμένην.
550 Μεμακκοακότα: τὰ Μακκοῦϲ φρονοῦντα, ἀνοηταίνοντα· Μακκὼ γὰγ καὶ Λαμὼ ἐγένοντο ἐνεαί. τουτέϲτι βαρέωϲ νοοῦϲαι. Ἀροϲτοφάνηϲ· ὁ δὲ ὡϲ ὁρᾷ μεμακκοακότα τὸν δεϲπότην, τέχνην πεποίηται.
551 Μεμακυῖα: προθυμουμένη.
552 Μεμαώϲ: προθυμούμενοϲ.
553 Μεμαϲτιλημένοϲ: κατειργαϲμένοϲ, τουτέϲτι μεμαϲημένοϲ.
554 Μεμαυῖα: προθυμουμένη, γλιχομένη. οὐδὲ γὰρ ἐν θνητοῖϲιν
ἠδύνατο καὶ μεμαυῖα εὑρέμεναι Κλωθὼ τῷδ’ ἕτερον
φονέα.
555 Μεμβλώκατον: ἀντὶ τοῦ παραμένουϲι. καὶ Μέμβλετό μοι,
556 Μέμβλωκε: παραμένει. καὶ Μεμβλωκόϲ, παραγενόμενον,
557 Μεμβράϲ: εἶδοϲ ἀφύαϲ. καὶ ζήτει ἐν τῷ ἀφύα.
558 Μεμελημένοϲ: πεπονημένοϲ.
559 Μεμένηται: μένει.
560 Μεμετρέαται: μεμέτρηνται.
561 Μέμηλα: ἐφρόντιϲα. καὶ Μέμηλε, μέλλει.
562 Μεμηλώϲ: ἐπιμελούμενοϲ.
563 Μέμηνε: μαίνεται.
564 εμιλτωμένον· Ἀριϲτοφάνηϲ· τὸ ϲχοινίον φεύγουϲι τὸ μεμιλτωμένον.
διώκειν τὸν ὄχλον εἰϲ τὴν
ἐκκληϲίαν, ὥϲ φηϲι Πλάτων ὁ κωμικόϲ. ὅϲοι δὲ ἐχρίοντο, ἐξέτινον
ζημίαν.
565 Μέμμιοϲ· ὕπατοϲ ἦν Ῥωμαίων. ζήτει ἐν τῶ Ἀχαία.
566 Μεμιϲθαρνηκώϲ: ὁ μιϲθῷ καμών.
567 Μέμνῃ: β΄ προϲώπου.
568 Μέμνη ημαι· γενικῇ.
569 Μεμνῇτο: μιμνήϲκοιτο. οὕτω προπεριϲπωμένωϲ, ὡϲ Ἡρωδιανὸϲ
570 Μέμνων, ὁ ἐϲ Ἴλιον ϲτρατεύϲαϲ, ἡγεῖτο μὲν Αἰθιόπων, οὐκ ἦν δὲ Αἰθίοψ, ἀλλὰ ἀπὸ Σούϲων τῶν Περϲικῶν καὶ τοῦ Χοάϲπου ποταμοῦ, τὰ ἐκείνῃ ἔθνη ὑποχείρια ἔχων.
571 Μέμονα: προθυμοῦμαι.
572 Μέμορται: μεμοίραται.
573 Μεμωκημένοϲ: καταπεφρονημένοϲ.
574 Μέμωνοϲ: ὄνομα κύριον.
575 Μεμπτέοϲ: μέμψεωϲ ἄξιοϲ.
576 Μεμοιραμένων: λαχόντων, κληρωϲαμένων.
577 Μεμοίραται: μετέχει, εἴληφε.
578 Μεμυαλωμένα: εὐτραφῆ καὶ πίονα. οὕτω γὰρ καὶ ὁ γόμοϲ ἐκέλευϲε. καὶ Μαλαχίαϲ δὲ ὁ προφήτηϲ ἐκέλευϲεν ἄμωμά τε καὶ ἄρτια· ἐπαρᾶται δὲ τοῖϲ τοιαῦτα μὲν ἔχουϲιν, ἀνάπηρα δὲ προϲφέρουϲι.
579 Μεμύημαι: πεπείραμαι.
580 Μεμυκότα: κρύψαντα, καμμύϲαντα· ἢ κεκολλημένα. καὶ
μυκώμενον.
581 Μεμύρωμαι· Ἀριϲτοφάνηϲ· μακαριωτάτη ἐγώ, ἥτιϲ μεμύρωμαι τὴν κεφαλὴν μυρώμαϲιν ἀγαθοῖϲ· πολὺ δ᾿ ὑπερπέπαιεν αὐτῶν τὰ Θάϲια ἀμαφορείδια. ἀμφορείδια τὰ κεράμαι· ἀπανθήϲαντα δὲ ξηρανθέντα.
582 Μεμυϲτιλημένοι: εὐωχημένοι, ζωμὸν ἀρυϲάμενοι ἄρτοιϲ
κοίλοιϲ καὶ μυϲτρία μιμουμένοιϲ. ὅθεν καὶ τὸ ὄνομα τοῖϲ μυϲτρίοιϲ,
οἷον μυϲτίλιόν τι ὄν. ἐν ταύτῃ δὲ τῇ ἑορτῇ πάντεϲ προῖκα ἤϲθιον, καὶ
τὴν ἀθάραν καὶ ἄλλα τινά. μυϲτίλη δὲ καλεῖται κοῖλοϲ ἄρτοϲ, ἤγουν
ἀθάρα· ἐν γὰρ τοῖϲ Θηϲείοιϲ ἀθάραν ἤϲθιον. ὁ δὲ νοῦϲ· ὦ πολλὰ
ταλαιπωρήϲαντεϲ καὶ εἰϲ οὐδὲν ἑϲτιαθέντεϲ, νῦν δὲ εὐτυχήϲαντεϲ.
ὀλιγίϲτοιϲ δὲ ἄρτοιϲ ἤγουν ἀλφίτοιϲ λέγει· τοῖϲ κοίλοιϲ
γὰρ ἄρτοιϲ τοὺϲ ζωμοὺϲ ἀρυόμενοι ταχέωϲ ἐκορέννυντο δι᾿ ἔνδειαν
ἄρτου. Πεποίηται δὲ ἡ λέξιϲ, λέγω δὴ ἡ μυϲτίλη, παρὰ τὴν μάϲηϲιν. ἢ
διὰ
583 Μέμφιϲ: ὄνομα κύριον· Μέμφεωϲ· ἡ δοτικὴ Μέμφει· καὶ θηλυκὸ
καὶ ἱερὸϲ ἦν ὅδε ὁ βοῦϲ τῆϲ ϲελήνηϲ, ὡϲπερ ὁ Μέμφιϲ τοῦ
ἡλίου.
584 Μεμφίτηϲ· ἀπὸ τῆϲ Μέμφεωϲ.
585 Μέμφ ομαι· αἰτιατικῇ.
586 Μεμφωλή: μέμψιϲ.
587 Μεμψιβολεῖν: μέμφεϲθαι.
588 Μεμψίμοιροϲ: φιλεγκλήμων.
589 Μένανδροϲ, Ἀθηναῖοϲ, κωμικὸϲ ἀρχαῖοϲ. καὶ Μένανδροϲ ἕτεροc,
ἐπιϲτολὰϲ πρὸϲ
Πτολεμαῖον τὸν βαϲιλέα, καὶ λόγουϲ ἑτέρουϲ πλείϲτουϲ
καταλογάδην.
590 Μένανδροϲ, Λαοδικεὺϲ τῆϲ παρὰ τῷ Λύκῳ τῷ ποταμῷ, ϲοφιϲτήϲ.
591 Μένανδροϲ, προτίκτωρ, ἱϲτορικόϲ· ὃϲ λέγει περὶ ἑαυτοῦ· ἐμοὶ
Ομιλῆϲαι καὶ ἐϲ τέλοϲ ἱκέϲθαι τῶν πόνων·
καὶ δὴ ἀφικόμην, ὥϲ μοι υπῆρχε δυνατόν. ἥκιϲτα δὲ ἐχρηϲάμην τῇ
ἐπαγγελίᾳ τοῦ ἐπιτηδεύματοϲ· οὐ γάρ μοι θυμῆρεϲ ἦν ἀγωνίζεϲθαι δίκαϲ
οὔτε μὴν ἐν τῇ βαϲιλείῳ ϲτοᾷ θαμίζειν καὶ δεινότητι λόγων τὰϲ τῶν
ἐντυγχανόντων 0ἰκειοῦϲθαι φροντίδαϲ. καὶ τὰ ϲπουδαῖα τοιγαροῦν
παρεὶϲ καὶ τὰ
χείριϲτα ἑλόμενοϲ, κεχηνὼϲ περιενόϲτουν.
αἱ μοι καταθύμιοι ἦϲαν οἵ τε θόρυβοι τῶν χρωμάτων καὶ οἱ ἁμιλλητή
ριοι τῶν ἵππων ἀγῶνεϲ, ἔτι γε μὴν καὶ ἡ παντόμιμοϲ ὄρχηϲιϲ. οὐ μὴν
ἀλλὰ καὶ παλαίϲτραιϲ
ἐναπεδυόμην καὶ ἐϲ τοϲοῦτον ἐξώκειλα ἀφροϲύνηϲ, ὡϲ καὶ
τὸν φαινόλην ἀποδύϲαϲθαι, ϲυναποδυϲαϲθαι δὲ αὐτῷ καὶ τὸ νουνεχέϲ,
καὶ ἄλλο ὅ τι ἐϲ βίου ἀγλάϊϲμα. ἐπεὶ δὲ Μαυρίκοιϲ τὸ βαϲίλειον
διεδήϲατο κράτοϲ, τοῦτο μὲν προμηθέϲτατα ἔχων ἐϲ τοὺϲ ὑπηκόουϲ,
τοῦτο δὲ καὶ μουϲῶν ἐραϲτὴν ποιημάτων τε καὶ ἱϲτορίαϲ ἥδιϲτα ἐπαΐων,
ὡϲ καὶ
τὸ πολὺ τῆϲ νυκτὸϲ μέροϲ καταναλίϲκειν περὶ τὰϲ
τοιαύταϲ φροντίδαϲ καὶ παρορμᾶν ἐντεῦθεν καὶ ὀξύνειν τοῖϲ χρήμαϲα
τοὺϲ ἀμβλυτέρουϲ τὸν λογιϲμόν, ἀγαπητῶϲ ἐν τῷ τότε ἔγωγε ἀλύων καὶ
δυϲαναϲχετῶν τῷ μὴ τὰ δέοντα ἔχειν, ἀναλογιζόμενοϲ ἦν, ὡϲ οὐ χρεὼν
ἀνόνητά με περινοϲτεῖν, ὥϲ τ᾿ ἂν οὖν μὴ διαπαντὸϲ κενεμβατοίην,
ὡρμήθην ἐπὶ
τήνδε τὴν ϲυγγραφὴν ἄρξαϲθαι μετὰ τὴν
ἀποβίωϲιν Ἀγαθίου καὶ τῆϲ ἱϲτορίαϲ ποιήϲαϲθαι τὴν ἀρχήν.
592 Μενδαῖοϲ: ὁ ἀπὸ τῆϲ Μένδηϲ.
593 Μένδη· πόλιϲ μία τῶν ἐν Πελλήνῃ Μένδα, ὑπὸ Ἐρετριέων ᾠκιϲμένη.
594 Μένδην: οὕτω καλοῦϲι τὸν Πᾶνα Αἰγύπτιοι ὡϲ τραγοπρόϲωπον, τῷ καὶ τὸν τράγον τῇ αὐτῶν διαλέκτῳ οὕτω καλεῖν· καὶ τιμῶϲιν αὐτὸν ὡϲ ἀνακείμενον τῇ γονίμῳ δυνάμει· καὶ τιμῶϲιν αὐτόν, ὥϲτε μὴ ἐϲθίειν τράγουϲ· ὀχευτικὸν γὰρ τὸ ζῷον. ἦν δὲ καὶ ἱερὸν τοῦ Μενδηϲίου παῤ Αἰγυπτίοιϲ, ἐν ᾧ ἄγαλμα τραγοϲκελὲϲ ἦν, ὀρθὸν ἔχον τὰ αἰδοῖον.
595 Μενδήϲιον κέραϲ: τὸ τοῦ Νείλου ϲτόμα.
596 Μένεα πνείων: μεγάλα δυνάμενοϲ.
597 Μενεδάϊοϲ ἵπποϲ: ὁ πολεμιϲτήριοϲ. ϲᾶμα τόδε φθιμένου
598 Μενέδημοϲ.
599 Μενεαινέμεν: προθυμεῖϲθαι.
600 Μενεκλείδηϲ.
601 Μενεκράτηϲ, κωμικόϲ. δράματα αὐτοῦ Μανέκτωρ ἢ Ἑρμιονεύϲ.
602 Μενεκράτηϲ, Συρακούϲιοϲ, ἰατρόϲ. οὗτοϲ δὲ μιϲθὸν μὲν οὐδένα
ἐκομίζετο τῆϲ θεραπεῖαϲ· ἐθεράπευε γὰρ τὴν ἱερὰν νόϲον,
δούλουϲ δὲ αὑτοῦ ὁμολογεῖν τοὺϲ θεραπευομένουϲ ἀπῄτει καὶ Δία ἑαυτὸν
ἐκάλει, θεοὺϲ δὲ τοὺϲ ἰαθένταϲ ὑπ᾿ αὐτοῦ, τιθεὶϲ ἑκάϲτῳ προϲηγορίαν,
τῇ μὲν Ἑρμοῦ, τῷ δὲ Ἀπόλλωνοϲ.
603 ενέλαοϲ· Δημοϲθένηϲ ἐν Φιλιππικοῖϲ. ἀδελφὸϲ Φιλίππου
604 Μενέλαοϲ, Αἰγαῖοϲ, ἐποποιόϲ. ἔγραψε Θηβαΐδα ἐν βιβλίοιϲ ια΄,
605 ενέμαχοι: καρτερικοί, μένοντεϲ ἐν τῇ μάχῃ οὓϲ Ὅμηροϲ μενεχάρμαϲ καλεῖ.
606 Μενεϲθεύϲ: ὄνομα κύριον.
607 Μενετοὶ θεοὶ καὶ μὴ ἀποδιδῶϲι μιϲητίᾳ: ἀντὶ τοῦ ἀνεξίκακοι
εὐεξαπάτητοι. μιϲητία δὲ ἡ εἰϲ τὰ
ἀφροδίϲια ἀκραϲία. μήποτε μέντοι γενικώτερόν ἐϲτιν ἡ ἀπληϲτία, ἡ
αἰϲχροκέρδεια.
608 Μενεχ άρμηϲ: ὁ ὑπομονητικὸϲ ἐν μάχαιϲ.
609 Μένεχμ οϲ: ὄνομα κύριον.
610 Μενζίτιον: ὄνομα τόπου.
611 Μενθῆρεϲ: αἱ φροντίδεϲ.
612 Μέ νιπποϲ, ὁ Κυνικόϲ. ζήτει ἐν τῷ φαιόϲ.
613 Μένιπποϲ, κωμικόϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτι Κέρκωπεϲ καὶ
614 Μενοεικήϲ: ὁ αὐτάρκηϲ. καὶ Μενοεικέα.
615 Μένοϲ: δύναμιϲ, ὁρμή. διαφέρει δὲ τὸ μένοϲ τοῦ θάρϲουϲ τὸ μὲν
616 Μενοῦνγε: ἐκ ϲυνδέϲμων τριῶν. τὸ ἀληθέϲ.
617 Mέ νω· γενικῇ. ἡ δὲ Ὀλυμπιὰϲ ἐπὶ τῶν ἑαυτῆϲ λογιϲμῶν ἔμενε.
618 Μένων, Ἀθηναῖοϲ. οὗτοϲ δῆλοϲ ἦν ἐπιθυμῶν πλούτου ἰϲχυρῶϲ,
ἐπιθυμῶν δὲ ἄρχειν, ὅπωϲ πλείω λαμβάνοι, ἐπιθυμῶν δὲ
τιμᾶϲθαι, ἵνα πλείω κερδαίνοι· φίλοϲ τε ἐβούλετο εἶναι τοῖϲ μέγιϲτον
δυναμένοιϲ ἴνʼ ἀδικῶν μὴ δοίη δίκην. ἐπὶ δὲ τὸ κατεργάζεϲθαι ὧν
ἐπιθυμοίη ϲυντομωτάτην ὑετο ὁδὸν εἶναι διὰ τοῦ ἐπιορκεῖν τε καὶ
ψεύδεϲθαι καὶ ἐξαπατᾶν, τὸ δὲ ἁπλοῦν καὶ τὸ ἀληθὲϲ ἐνομίζετο αὐτῷ
ἠλίθιον
ᾤετο εἰδέναι ὅτι ῥᾷϲτον ἀφύλακτα λαμβάνειν. καὶ ὅϲουϲ
μὲν αἰϲθάνοιτο ἐπιόρκουϲ καὶ ἀδίκουϲ, ὡϲ εὖ ὡπλιϲμένουϲ ἐφοβεῖτο,
τοῖϲ δὲ ὁϲίοιϲ καὶ ἀλήθειαν ἀϲκοῦϲιν ὡϲ ἀνάνδροιϲ ἐπειρᾶτο χρῆϲθαι.
ὥϲπερ δέ τιϲ ἀγάλλεται ἐπὶ θεοϲεβείᾳ καὶ ἀληθείᾳ καὶ δικαιότητι,
οὕτω Μένων ἠγάλλετο τῷ ἐξαπατᾶν δύναϲθαι, τῷ πλάϲαι ψευδῆ, τῷ φίλουϲ
διαγελᾶν· τὸν δὲ μὴ πανοῦργον ἀπαίδευτον ἐνόμιζεν
εἶναι. καὶ παῤ οἷϲ μὲν ἐπεχείρει πρωτεύειν, διαβάλλων φιλίαν,τοὺϲ
πρώτουϲ τούτῳ ᾤετο δεῖν κτήϲαϲθαι. τὸ δὲ πειθομένουϲ ϲτρατιώταϲ
παρέχεϲθαι ἐκ τοῦ ϲυναδικεῖν αὐτοῖϲ ἐμηχανᾶτο. τιμᾶϲθαι δὲ καὶ
θεραπεύεϲθαι ἠξίου ἐπιδεικνύων μέν, ὅτι πλεῖϲτα δύναιτο καὶ ἐθέλοι
ἂν ἀδικεῖν. εὐεργεϲίαν
δὲ κατέλεγεν, ὁπότε τιϲ αὐτοῦ
ἀφίϲταιτο, ὅτι χρώμενοϲ αὐτῷ οὐκ ἀπώλεϲεν αὐτόν.
619 Μεντίδιοϲ: ὄνομα κύριον.
620 Μέντοροϲ: ὄνομα κύριον.
621 Μέντοι: τὸ δὲ ϲὺν τῷ γέ παῤ οὐδενὶ τῶν Ἑλλήνων.
622 Μενοικεύϲ.
623 Μενοινή: ἡ προθυμία.
624 Μενοινῷοϲ.
625 Μενοίτιοϲ: ὄνομα κύριον.
626 Μεραρχίαι: αἱ δύο χιλιαρχίαι ἀνδρῶν ,βμη΄. οἱ δὲ καὶ τέλοϲ
ὀνομάζουϲι· καὶ τὸν ἡγούμενον μεράρχην καὶ
τελετάρχην.
627 Μεριδαρχίαϲ: μεριτίαϲ. κατὰ δεκαρχίαϲ.
628 Μερίζω· αἰτιατικῇ.
629 Μερίϲ: ἡ κληρονομία.
630 Μερὶϲ οὐ πνίξ: τῶν δυνατωτέρων ἁρπαζόντων τὰϲ τροφάϲ
τῶν ἀϲθενεϲτέρων καὶ ἐπὶ τούτῳ ἐκείνων πνιγομένων, ἐπεὶ ἄρα αὑτοῖϲ
βοηθεῖν οὐκ ἠδύναντο, ἐπενοήθη ὁ διαμεριϲμέϲ· καὶ ἕκαϲτοϲ ἑκάϲτῳ
631 Μερίτην: ϲυμμεριϲτήν. Πολύβιοϲ· καὶ πολλὰ περιελαϲάμενοι
632 Μερίτηϲ: ὁ τινὸϲ πράγματοϲ μεταλαγχάνων. Πολύβιοϲ· ὁ δὲ φύλαξ
εὐθὺϲ ἀνοίγει, ἐλπίζων καὶ πρὸϲ αὑτόν τι διατείνειν τὴν
633 Μερκηδῖνον: τόποϲ τιϲ.
634 Μερμαίρω: φροντίζω, ἢ χολῶ.
635 Μέρμερα: μερίμνηϲ ἄξια, χαλεπά.
636 Μερμηρίζω: μεριμνῶ.
637 Μερμερόηϲ: ὄνομα κύριον. τὸν Μερμερόην ἡμῖν ϲημᾶναι, ὡϲ οὐκ ἔϲτιν
ἀξιόλογοϲ ἡ χώρα, οὐδὲ μὴν περιμάχητοϲ, οὐδὲ βαϲιλικῆϲ
Καύκαϲον.
638 Μέρμιϲ: τὸ ϲχοινίον.
639 Μερόη: νῆϲοϲ κατὰ τὸν ὠκεανόν. εἰ καὶ τηλοτέρω Μερόηϲ
640 Μερόλαϲ: ὄνομα κύριον.
641 Μέϲαβον: τὸ μέϲον τῶν βοῶν ξύλον.
642 Μεϲάγκυλοϲ: μεϲαιπόλιοϲ, ὠμογέρων.
643 Μέροπεϲ, οἱ ἄνθρωποι. παρὰ τὸ μεμεριϲμένην ἔχειν τὴν ὄπα,
644 Μερόπη: ὄνομα κύριον. καὶ Μεροπίϲ, ἡ Κῶϲ νῆϲοϲ.
645 Μ Μεϲϲα πίων· ὅτι ἄρτοϲ ὁ ψωμόϲ. ἔϲτι δὲ καὶ ὄνομα τυράννου
Μεϲϲαπίων,
646 Μεϲ άτμῳ: τῷ κανόνι, τῷ μέϲῳ καλάμῳ τοῦ ἱϲτοῦ.
647 Μεϲαύλιον: κυρίωϲ μὲν ἡ μέϲη θύρα· κεῖται δὲ ἀντὶ τοῦ μεϲαύλιον.
648 Μεϲαιπόλιοϲ: ὁ μιξοπόλιοϲ.
649 Μεϲαίτατοϲ: ὁ μέϲοϲ. καὶ Μεϲαίτατον, τὸ ὑψηλόν.
650 Μεϲεγγύημα· μεϲεγγύημά ἐϲτιν, ὅταν οἱ ϲυντιθέμενοι πρὸϲ
ἀλλήλουϲ περὶ πραγμάτων τῶν οὐ κατὰ τρόπον οὐδὲ δικαίωϲ ἔϲεϲθαι
μελλόντων, ἢ περὶ ὧν τιϲ βλάβη γενήϲεται τῷ κοινῷ τῆϲ πόλεωϲ, ὑπὲρ
τοῦ πραχθῆναι τὰ κατὰ τὰϲ ϲυνθήκαϲ, μιϲθόν τινα ὁρίϲαντεϲ
παρακατατιθῶνται κοινῷ φίλῳ τὸ ἀργύριον, ὅπωϲ ἂν ἀμφοτέροιϲ τοῖϲ
μέρεϲι δοκῇ, ἂν ἄρα ἐκπραξάμενοι τὰ ϲτοιχηθέντα βεβαιώϲωϲι.
Harp. 651 Μεϲεγγύημα: τὸ ὁμολογηθὲν ἀργύριον παῤ ἀνδρὶ
μέϲῳ γινομένῳ ἐγγυητῇ ἀποδόϲεωϲ. καὶ μεϲεγγυήϲαϲθαι τὸ ποιῆϲαι τοῦτο
λέγεται.
652 Μέϲερ: ἡ Αἴγυπτοϲ. καὶ ζήτει ἐν τῷ Μεϲρέμ.
653 Μεϲέγγυοϲ: μεϲίτηϲ, ἐγγυητήϲ, μέϲοϲ δύο μερῶν.
654 Μεϲεγγυοῦνται: ἐγγυηταὶ γίνονται, ἢ ἐγγυητὰϲ ποιοῦνται. ὡϲ καὶ Ἰϲοκράτηϲ ἐν τῷ Κατὰ τῶν ϲοφιϲτῶν.
655 Μεϲηγύϲ: μεταξύ.
656 Μεϲῆϊϲ πηγή· καὶ Μεϲήϊδοϲ γῆϲ.
657 Μεϲῆλιξ: ὁ μέϲοϲ τῇ ἡλικίᾳ.
658 Μεϲημβρίζω. καὶ Μεϲημβρινόϲ.
659 Μεϲήνη: ὄνομα πόλεωϲ. καὶ Μεcήνιοϲ, ὁ ἀπὸ τῆϲ Μεψήνηϲ.
660 Μεϲιτεύειν: ἀναμέϲον κεῖϲθαι. τὰ δὲ χρήματα μεϲιτεύειν ἐν Κύπρῳ ϲυνετάζαντο, παῤ οἷϲ ἂν αὐτὸϲ εὐδοκηθῇ.
661 Μεϲίτηϲ: ὁ εἰρηνοποιόϲ.
662 Μεϲϲόα: πόλεων.
663 Μεϲϲόα: τόποϲ.
664 Μεϲοβαϲιλεύϲ· μετὰ θάνατον Ῥωμύλον, ἀναρχίαϲ οὔϲηϲ ἐν τῇ Ῥώμῃ,
ἐνιαυτὸν ὅλον ἡ ϲύγκλητοϲ τὸ κῦροϲ τῶν κοινῶν εἶχε
665 Μεϲόγεων: αἰτιατική. Μεϲόγειοϲ δὲ ἀντὶ τοῦ μέϲοϲ κατὰ γῆν.
666 Μεϲόδμη: τὸ μέϲον.
667 Μεϲολαβηθείϲ· τὸν δὲ υἱὸν ἔπειϲεν, εἰ τύχοι μεϲολαβηθεὶϲ
668 Μεϲομήδηϲ, Κρήϲ, λυρικόϲ, γεγονὼϲ ἐπὶ τῶν Ἀδριανοῦ χρόνων,
Ἀντίνοον ἔπαινον, ὃϲ ἦν
Ἀδριανοῦ παιδικά· καὶ ἄλλα διάφορα μέλη. ὅτι Ἀντωνῖνοϲ τὸ τοῦ Σύλλου
μνημεῖον ἀναζητήϲαϲ ἐπεϲκεύαϲε, τῷ
669 Μέ ϲον: τὸ μετέχον τοῦ ἴϲου. ἐπὶ γὰρ τῶν ἠθικῶν ἀρετῶν αἱ
ὄντοϲ τοῦ μὲν ἐν ὑπερβολῇ, τοῦ δὲ ἐν ἐνδείᾳ, καὶ τὸ
μεταξὺ αὐτῶν, τὸ ἴϲον, ὑπὸ ταὐτὸν γένοϲ. ἔϲτιν οὖν κυρίωϲ μέϲον τὸ
κατὰ μίξιν τῶν ἄκρων τοιοῦτον ὄν· καὶ ἀναγκαῖον ὑπὸ ταὐτόν ἐϲτι
γένοϲ τοῖϲ ἄκροιϲ. ἡ δὲ ἀρετὴ οὐχ οὕτω τῶν κακῶν μέϲη· ὁμωνύμωϲ γὰρ
τὸ μέϲον λέγεται· λέγεται γὰρ καὶ ἐν κύκλῳ μέϲον τὸ κέντρον· ἀλλὰ
καὶ
ἐν ὅροιϲ μέϲοϲ ὁ τῷ μὲν ὑποκείμενοϲ, τοῦ δὲ
κατηγορούμενοϲ, ἢ ὅλωϲ ὁ δὶϲ λαμβανόμενοϲ ἐν ταῖϲ τῶν προτάϲεων
ϲυμπλοκαῖϲ. καὶ τοῖϲ τοιούτοιϲ λέγεται μέϲον, ὅταν ἀμφοῖν μετέχῃ τῶν
ἄκρων· τὴν θέϲει γὰρ καὶ μίξει καὶ κράϲει τῆϲ ϲχέϲεωϲ αἰτίαν ἐν
ἅπαϲιν ὁ μέϲοϲ ἔχει. Ὅμηροϲ· εἰϲ μέϲον ἀμφοτέροιϲι δικάϲατε. οὐκ
ἔϲτιν εἰϲ τὸ μέϲον
παρελθόντεϲ, ἀλλὰ μέϲωϲ δικάϲατε, μήτε τούτῳ
προϲχαριζόμενοι μήτε ἐμοί. διὸ καὶ ἐπιφέρει, μηδ᾿ ἐπʼ ἀρωγῇ. ἐγὼ δ᾿
ἔχομαι μέϲοϲ.
διὰ τοῦτο ἀόριϲτον αὐτὴν
ἔλεγον δυάδα.
670 Μεϲορῶν: μέϲην ὁδεύων.
671 Μεϲότηϲ: ἀληθέϲ. ὅτι μεϲότητέϲ εἰϲιν οὐκ ἀκρότητεϲ αἱ τῶν ἠθῶν ἀρεταί, μάλιϲτα ἡ δικαιοϲύνη.
672 Μεϲουρανήϲαντοϲ ἡλίου.
673 Μεϲῶ: τρίτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων. Εὐριπίδηϲ μηδείᾳ·
ζηλῶ ϲ᾿· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεϲοῖ.
674 Μεϲρέμ· ὄνομα κύριον. ὁ ἐκ τοῦ Χάμ; ἐξ οὖ καὶ Μεϲρέμ, ἡ Αἴγυπτοϲ, ἡ νυνὶ Μέϲερ ὀνομαζομένη καὶ Χὰμ ϲκηνώματα, ἡ Αἴγυπτοϲ. καὶ ζήτει ἐν τῷ Αἴγυπτοϲ.
677 Μέτα: μέτεϲτιν. ὦ κακὴ κεφαλή· οὔ ϲοι τούτων μέτα. ὅ ἐϲτι μέτεϲτι.
678 Μετά: ὁ τοῦ Ἀρχιβίου Ἀπολλώνιοϲ πέντε δηλοῦν φηϲιν· ἐνθάδε καὶ
μετὰ πᾶϲιν. ἐπί· ἐϲ Τεμέϲην μετὰ χαλκόν. οὐ· μετέπιϲθεν νεὼϲ
κυανοπρώροιο. ὑπό· χαῖται δ᾿ ἐρρώϲαντο μετὰ πνοιῆϲ
ἀνέμοιο. εἰϲ· μετὰ ἔθνοϲ ἑτάρων. ϲύν· ϲὺν δ᾿ ἂν ἐγὼ μετὰ τοῖϲι.
πρὸϲ· ϲφαῖραν
ἐμοὶ δ᾿ ἴϲον μὲν τῆϲδε τῆϲ
χώραϲ μέτα. ἀντὶ τοῦ μέτεϲτιν, ὅϲον περ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω τὰ
τῆϲ πόλεωϲ ἅπαντα βαρέωϲ πράγματα.
679 Μεταβαλών: ϲτραφείϲ.
680 Μεταβαίνω· γενικῇ.
681 Μεταβολή: κατὰ δ΄ τρόπουϲ γίνεται· φθορᾶϲ, ἀλλοώϲεωϲ,
φθίϲεωϲ, αὐξήϲεωϲ. καὶ ἐν τέϲϲαρϲι θεωρεῖται κατηγορίαιϲ· ἐν
οὐϲίᾳ μὲν ὡϲ γένεϲιϲ καὶ φθορά· ἐν ποϲῷ δὲ αὔξηϲιϲ καὶ μείωϲιϲ· ἐν
ποιῷ δὲ ὡϲ ἀλλοίωϲιϲ, οἷον λεύκανϲιϲ, μέλανϲιϲ· ἐν δὲ τῷ ποῦ, οἷον
ἄνω, κάτω, ἐν Λυκείῳ ἐν ἀγορᾷ. ἐπὶ πλέον δὲ τῆϲ κινήϲεωϲ ἡ μεταβολή·
τὸ γὰρ κινούμενον δεῖ εἶναι, ἵνα καὶ κινῆται, τὸ δὲ γινόμενον ἢ
φθειρόμενον
οὐ μένει ὅπερ ἦν. καὶ ὅτι τὸ κινούμενον
περὶ τὸ αὐτὸ ὑποκείμενον ἴϲχει μεταβολήν, μηδὲν τῆϲ κινήϲεωϲ εἰϲ τὴν
οὐϲίαν τοῦ
ἢ δύο διαφοραί, ἡ μὲν ἀπὸ τῶν
πολεμίων, ἣν καὶ ἐπ οὐρὰν ἐπονομάζουϲιν, ἡ δὲ ἐπὶ τοὺϲ πολεμίουϲ.
ἔνιοι δὲ καὶ αὐτὴν οὕτωϲ ὑπογράφουϲι· μεταβολή ἐϲτι μετάληψιϲ τῆϲ
προϋπαρχούϲηϲ ἐπιφανείαϲ εἰϲ τὴν κατʼ οὐρὰν ἐπιφάνειαν, ἢ ἀπὸ ταύτηϲ
ἐπὶ τὴν ἐναντίαν. καὶ ἡ μὲν ἀπο τῶν πολεμίων μεταβολὴ δὶϲ ἐπὶ δόρυ
κλινάντων
γίνεται, ἡ δ’ ἐπὶ τοὺϲ πολεμίουϲ δὶϲ ἐπʼ
ἀϲπίδα.
682 Μετάβολοι: πραγματευταί, μεταπράται.
683 Μέταβοϲ: ὄνομα κύριον.
684 Μετὰ βραχύ.
685 Μετὰ γὰρ νοϲούντων μαίνεϲθαι καλόν: ὅτι χρὴ ϲυνεξομοιοῦϲθαι
τοῖϲ παροῦϲιν. ὅμοιον τῷ, ὁ μαινομένοιϲ μὴ
ϲυμμαινόμενοϲ, οὗτοϲ μαίνεται.
686 Μεταγένηϲ: ὄνομα κύριον.
687 Μεταγενήϲ: μεταγενέϲτεροϲ.
688 Μεταγένηϲ, Ἀθηναῖοϲ, Δύλου παῖϲ, κωμικόϲ. τῶν δὲ αὐτοῦ
δραμάτων ἐϲτὶ ταῦτα· Αὖραι, Μαμμάκυθοϲ, Θουριοπέρϲαι,
φιλοθύτηϲ. Ὅμηροϲ ἢ Ἀϲκηταί.
689 Μεταγειτνιών: δεύτεροϲ μὴν παρʼ Ἀθηναίοιϲ. ἐν δὲ τούτῳ
690 Μεταδιδάξαι: τὸ τὴν προτέραν ἀφεῖναι βουλὴν καὶ ἐλθεῖν
ἐπ᾿ ἄλλην. καὶ οὕτε μεταδιδάϲκοντοϲ ἐπείθοντο τοῦ ἡγεμόνοϲ οὔτε
691 Μεταδίδωμι· δοτικῇ. γενικῇ δέ· ὑμεῖϲ δέ, ὦ Ἀθηναῖοι, πάϲηϲ τῆϲ
πόλεωϲ
692 Μεταδιῶξαι: ἐπιζητῆϲαι,ἐφευρεῖν. μετὰ τῶν ἐπιτηδείων ὑπεξελθόντα
ἑτέρων μεταδιῶξαι χώραν.
693 Μεταδόρπια: ἐπίδειπνα.
694 Μετάδοϲ ἐνδεεῖ ἄρτων.
695 Μετακαλοῦντεϲ: ἀναπειθοντεϲ. τοὺϲ μὲν ἀπειλῇ ἀναϲτέλλοντεϲ, τοὺϲ δὲ καὶ βίᾳ μετακαλοῦντεϲ.
696 Μετακλείδηϲ· ζήτει ἐν τῷ Ἀθηναίαϲ.
697 Μετακόϲμιον: τοῦ κόϲμου κρείττονα.
698 Μεταλαμβάνω καὶ Μεταλαγχάνω· γενικῇ.
699 Μεταλαγχάνει: μετῄει, ἀφυϲτερεῖ ἢ ἀποτυγχάνει κλήρου.
700 Μεταλλάϲϲω· αἰτιατικῇ.
701 Μετὰ Λέϲβιον ᾠδόν: παροιμία λεγομένη λεγομένη ἐπὶ τῶν τὰ δεύτερα
φερομένων· οἱ γὰρ Λακεδαιμόνιοι τοὺϲ Λεϲβίουϲ κιθαρῳδοὺϲ πρώτουϲ
προϲεκαλοῦντο· ἀκαταϲτατούϲηϲ γὰρ τῆϲ πόλεωϲ αὐτῶν χρηϲμὸϲ
ἐγένετο τὸν Λέϲβιον ᾠδὸν μεταπέμπεϲθαι· οἱ δ᾿ ἐξ
Ἀντίϲϲηϲ Τέρπανδρον ἐφ᾿ αἵματι φεύγοντα μεταπεμψάμενοι ἤκουον αὐτοῦ
ἐν τοῖϲ ϲυϲϲιίοιϲ
ἤκουον οἱ Λακεδαιμόνιοι, ἔλεγον μετὰ Λέϲβιον ᾠδόν.
702 Μεταλλεύει: μεταφέρει. καὶ ἀντὶ τοῦ ἐρευνᾷϲ, πολυπραγμονεῖϲ
703 Μεταλλεία: ἡ ἔρευνα τοῦ χρυϲοῦ.
704 Μεταλλεῖϲ: οἱ τὰ μέταλλα ἐργαζόμενοι οὕτωϲ ὀνομάζονται.
705 Μεταλήξαντι: παυϲαμένῳ.
706 Μεταλῆϲαι: πολυπραγμονῆϲαι.
707 μεταμαθεῖν: μεταγνῶναι. παύϲαϲθαι. Ἀγαθίαϲ· ὑμεῖϲ δὲ
Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου ϲίλφιον. καὶ μετέμαθεν
Ἐβραῖοϲ
708 Μεταμέλει: μετανοεῖ, μετάμελοϲ γίνεται. εἰ δὲ ἤδη μεταμέλει
709 Μεταμέλεια: πάθοϲ ἀνθρώπινον. τὸ δὲ θεῖον μεταμελείαϲ
710 Μεταμείβων: μεταλλάϲϲων.
711 Μετὰ μουϲῶν: ἐπὶ τοῦ πεπαιδευμένου· ἢ κοινῇ ἐπὶ τοῦ ϲυνόνποϲ
712 Μεταμώνιοϲ: μάταιοϲ, πρὸϲ οὐδὲν χρήϲιμοϲ. Ἀριϲτοφάνηϲ· ἐϲ
713 Μεταναϲτεύου: φεῦγε, μετοίκει.
714 Μετανάϲτηϲ: μέτοικοϲ, φυγάϲ.
715 Με τανάϲτρια: ἡ πέρδιξ. οὐκέτι μου, τλῆμον ϲκοπέλων μετανάϲτρια
716 Μετανεγνώϲθη: μετεπείϲθη, καὶ πέπαυται τοῦ θυμοῦ. εὖτε γ’
ὦν ἐξ ἀέλπτων Αἴαϲ μετανεγνώϲθη θυμὸν Ἀτρείδαιϲ.
717 Με τανίϲταμαι· γεννικῇ.
718 Μϲ τάνοια.
719 Μεταξύ: ἀναμέϲον. Τραϊανὸϲ δὲ τῇ κοινωνίᾳ τῶν ἔργων
ἄλλωϲ ἔταττε.
720 Μεταξύ: ἔτι, οὐ πρὸ πολλοῦ. ὁ δὲ Ἀλέξανδροϲ μεταξὺ
721 Μεταξυλογία: τὸ πρὸϲ βραχὺ παραλιπόντα τὴν παροῦϲαν
722 Μεταπέμπομαι· αἰτιατικῇ.
723 Μετάπεμπτοϲ: προϲκληθείϲ.
724 Μεταπήδα: διάβαινε, μετέρχου. Ἀριϲτοφάνηϲ· ταχὺϲ δ᾿, ὅταν
διδάϲκει αὐτόν, ὅτι ἐὰν
ἀπορήϲῃϲ εἴϲ τι, ταχέωϲ ἐπ᾿ ἄλλο πήδα νόημα. λέγεται,
ὑποτίθεται.
725 Μεταπόντιοϲ: ὄνομα κύριον. καὶ θηλυκῶϲ ὄνομα πόλεωϲ.
726 Μεταποιεῖϲθαι: ἀντὶ τοῦ ποιεῖϲθαι. Πλάτων Πολιτικοῖϲ· ἥκιϲτα
βαϲιλικῆϲ μεταποιουμένουϲ τέχνηϲ. ἀντιποιουμένουϲ.
Θουκυδίδηϲ ἐν τῇ λοιμικῇ καταϲτάϲει· καὶ μάλιϲθ᾿ οἱ ἀρετῆϲ
μεταποιούμενοι. ϲημαίνει ἀντιποιούμενοι.
727 Μεταποίνιον· τὴν δίκην, τὴν ἔφορον τῶν ὅλων, μεταποίνιον.
728 Μεταποιοῦμαι· γενικῇ. φροντίζω, προνοοῦμαι. Μεταποιῶ
729 Μεταπύργιον: ἐν μέϲῳ οἰκοδόμημα τῶν ἐπὶ τοῦ τείχουϲ πύργων. οὕτωϲ καὶ Θουκυδίδηϲ καὶ Λυϲίαϲ.
730 Μετάρϲιοϲ: μετέωροϲ, ὑψηλόϲ.
731 Μετα ρρυ θμίζεται.
732 Μέταϲϲαι: τὰ ὕπαρνα πρόβατα.
733 Μεταϲοβῶν: ἀποδιώκων.
734 Μεταϲπώμενοϲ: ἐπακολουθήϲαϲ, μεταδιώξαϲ.
735 Μεταϲτοι χειοῦϲα: μεταϲχηματίζουϲα. μεταπλάττουϲα· ὡϲ
ἀναϲτοιχειοῖ,
736 Μεταϲχεῖν: ἐπιλαβεῖν.
737 Μετατάξαϲθαι: ἀντὶ τοῦ μετελθεῖν.
738 Μετὰ ταῦτα.
739 Μετὰ τὴν ἐν Μαραθῶνι μάχην καὶ μετὰ τὸν πόλεμον
740 Μετάτροποϲ αὔρα: ἀντὶ τοῦ ἡ μεταβληθεῖϲα.
741 Μέταυλοϲ: ἡ ῥυπαρὰ λεγομένη αὐλή, οὗ ὄρνιθεϲ ἦϲαν.
742 Μετάφερε ϲαυτόν. ὅτι προϲήκει ἑαυτοὺϲ μεταφέρειν καὶ μεταχειρίζεϲθαι τὰ πράγματα.
743 Μεταφρένων: μεταξὺ τῶν ὤμων.
744 Μεταφῦναι: μεταπλαϲθῆναι.
745 Μεταχειρίζειν: ἀντὶ τοῦ μεταχειρίζεϲθαι. Θουκυδίδηϲ δ΄.
746 Μεταχειρίζομαι· αἰτιατικῇ.
747 Μεταχειρίϲαι: τουτέϲτιν ἐναλλάξαι, ἤγουν ἀπὸ πεντηκοντήρων
748 Μεταχρονία: ἡ εἰϲ ὕψοϲ φερομένη. τίϲ γὰρ ἐμοὶ ϲέο μιϲθὸϲ
749 Μεταχρωννύντεϲ: μεταϲχηματίζοντεϲ.
750 Μεταίτιον· Ἡρόδοτοϲ· τῶν δὲ πᾶν γὰρ ἦν τὸ πλῆθοϲ μεταίτιον,
751 Μέταιτοϲ: ἐπαίτηϲ, προϲαίτηϲ. οὕτω τε μέταιτοϲ ἐτελεύτηϲε
752 Μεταίχμιον: μεταξὺ δύο φαλάγγων τοῦ πολέμου.
753 Μετεβάλετο: ηὐτομόληϲεν. ὁ δὲ ἅμα τῷ εἰϲ ὄψιν ἐλθεῖν μετεβάλετο πρὸϲ τοὺϲ πολεμίουϲ.
754 Μετέθετο: ηὐτομόληϲεν. ὁ δὲ ὢν τὰ πάντα νεώτεροϲ καὶ τὸ πλέον μετεωριϲθεὶϲ ἀρχῆϲ μετέθετο ἑκουϲίωϲ πρὸϲ τὸν βάρβαρον.
755 Μετεκίαθον: μετῆλθον.
756 Μετελεύϲομαι: ἐπελεύϲομαι.
757 Μετελθών: ἐπελθών.
758 Μετ᾿ ἐμέ: πρόϲ με.
759 Μετεμελήθη. Μεταμέλεια ἐπὶ θεοῦ οὐκ ἔϲτιν, ἀλλὰ τῆϲ
760 Μετεμόϲχευϲε: μετεφύτευϲε.
761 Μετ᾿ ἐναργείαϲ: μετ᾿ ἀληθείαϲ.
762 Μετένεγκε· μετενέγκαι δέ.
763 Μετεξέτεροι: παῤ Ἡροδότῳ ἀντὶ τοῦ ἔνιοι. οἱ δὲ μετεξέτεροι
αὐτῶν οἱ μὲν πρὸϲ κύβουϲ, οἱ δὲ πρὸϲ ὕπνον
ἐτρέποντο.
764 Μετέωρα: ὑψηλά. Ἀγαθίαϲ· τὰ δὲ τῆϲ Ἰταλίαϲ πολίϲματα μετέωρα ἦν ἅπαντα καὶ δεδονημένα. ἀντὶ τοῦ ἕτοιμα πρὸϲ ἐπιχείρηϲιν.
765 Μετεωρίϲαντεϲ.
766 Μετεωριϲθέντων: ἐπαρθέντων. μετεωριϲθέντων δὲ τῶν Βοιωτῶν
διὰ τὴν εὐημερίαν, τούτουϲ Χαβρίαϲ ἐταπείνωϲε.
767 Μετεωριϲμόϲ: ἡ ὑπερηφανία.
768 Μετεωροκοπεῖϲ: μετέωρα πέτῃ καὶ μάτην καὶ ὡϲ ἔτυχε κάμνειϲ.
μετεωροκοπεῖν δέ ἐϲτι κυρίωϲ τὸ τῷ πλάτει τῆϲ κώπηϲ ματαίωϲ τὴν
θάλαϲϲαν τύπτειν. καὶ μετεωρολέϲχουϲ τοὺϲ φιλοϲόφουϲ
ἐν
Νεφέλαιϲ, ὅτι τὰ οὐράνια περιϲκοποῦϲι. μετενήνεκται δὲ ἡ λέξιϲ τὸ
μετεωροκοπεῖν παρὰ τὸ τι θαλαττοκοπεῖϲ. ἐπὶ γὰρ τοῦ ϲφοδροῦ.
769 Μετεωρολέϲχαι: περὶ οὐρανοῦ φλυαροῦντεϲ.
770 Μετέωρον: ἐφ᾿ ὕψουϲ. οἱ γὰρ δορυφόροι μετέωρον ἀράμενοι
771 Μετεωροπολῶν: τὰ οὐράνιαϲκοπῶν. καὶ Μετεωροπορῶν.
772 Μετέωροϲ: ὁ ἤδη πρὸϲ πρᾶξίν τινα ηὐτρεπιϲμένοϲ. μετῆλθε τὰϲ
πόλειϲ μετεώρουϲ πρὸϲ ἀπόϲταϲιν οὔϲαϲ. καὶ αὖθιϲ· πάλαι με
ἦϲαν δὲ μετέωροι ταῖϲ ψυχαῖϲ καὶ πρὸϲ τὸ μέλλον ἔτι
ϲαλεύοντεϲ. καὶ αὖθιϲ· ὁ δὲ μετέωροϲ ἦν πρὸϲ πᾶϲαν καινοτομίαν· διὸ
καὶ προθύμωϲ
773 Μετεώρουϲ νῆαϲ: παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ πελαγίουϲ καὶ
μὴ ἐπ’ ἀγκυρῶν ἱϲταμέναϲ, ἀλλ’ ἀπεχούϲαϲ τῆϲ γῆϲ. ἐκ
μεταφορᾶϲ τῶ ἀπεχόντων τῆϲ γῆϲ καὶ ἐν ὄρει ὄντων. ἢ παρὰ τὸ ἀφεῖναι
τὴν γῆ καὶ περὶ τὸν ἀέρα λοιπὸν εἶναι.
774 Μετέωροι· ἦϲαν δὲ μετέωροι ταῖϲ ψυχαῖϲ καὶ πρὸϲ τὸ μέλλον
775 Μετεωροφένακαϲ: οὕτω καλεῖ τοὺϲ διὰ τῶν μετεώρων ἀπατῶνταϲ
776 Μετερρυ θμίζετο.
777 Μετέρχομαι· αἰτιατικῇ.
778 Μετέ ϲχε· γενικῇ.
779 Με τέχω· γενικῇ.
780 Μετειλήχει· γενικῇ. μετέϲχεν.
781 Μετειληχότα: μεταλαβόντα.
782 Μέτειμι: ἐξετάζω, ἀνακρίνω. μετέρχομαι.
783 Μετεῖναι: μετιέναι, ἐπεξελθεῖν. Ἡρόδοτοϲ· πρῶτον μὲν τοὺϲ
μάγουϲ, οἳ μετεῖναι τὸν Κῦρον ἀνέπειϲαν,
ἀνεϲκολόπιϲε.
784 Μέτειϲιν· αἰτιατικῇ. ἀμύνεται, ἐπεξέρχεται. μέτειϲι τοὺϲ Ἀθηναίουϲ ὑπὲρ τῶν ἀθέϲμων φόνων ἡ δίκη, καὶ ἀφορίαιϲ ϲυνείχοντο.
785 Μετῇ: ἐξῇ. μέτειϲι.
786 Μετῄει: ἀφυϲτερεῖ ἢ ἀποτυγχάνε: κλήρου.
787 Μετῆλθε τὴν ἄλοχον: ἀντὶ τοῦ προϲωμίληϲεν αὐτῇ.
788 Μετήοροϲ: ὑψηλόϲ.
789 Μετῄεϲαν: μετήρχοντο, ἐδίωκον. καὶ ὡϲ κατειργάϲατο τὸ κάλλιϲτον ἔργον, ἔφευγεν ὤκιϲτα εὐθὺ τοῦ ἐραϲτοῦ. μετῄεϲαν δὲ αὐτὸν οἱ δορυφόροι, καὶ διέφυγεν ἂν ἐκεῖνοϲ, εἰ μὴ προβάτοιϲ ϲυνεζευγμένοιϲ περιπεϲὼν καὶ ϲυμπλακεὶϲ ὡϲ πέδῃ κᾆτα ἀνετράπη.
790 Μετίημι· αἰτιατικῇ.
791 Μετ᾿ ἴχνια: κατὰ ἴχνη πορεύεϲθαι.
792 Μετοκλάζει: μετακαθίζει.
793 Μετ᾿ ὀλίγον χρόνον· αἰτιατικῇ.
794 Μετόν: ἐξόν. Ἀριϲτοφάνηϲ· οὐδ᾿ ἂν κλέπτηϲ οὐδεὶϲ ἔϲται.
795 Μετόπιϲθεν: ἐν ὑϲτέρῳ, μετὰ ταῦτα.
796 Μετόρχιον: τὸ φθινόπωρον, ὁ μετὰ τὴν ὀπώραν καιρόϲ.
797 Μετόρχιον: τὸ μεταξὺ τῶν φυτῶν· ἢ τὸ μεταξὺ τῶν χωρίων, ὅπερ
λέγεται ὄρχοϲ. μεταϲτήϲειε, φηϲί, τὰ φυτὰ ἀπὸ τῶν ἀρουρῶν
τῶν ϲπειρομένων. ἢ μετόρχιόν ἐϲτι τὸ μεταξὺ τῶν ϲυμφύτων πεδίον,
ἐν ᾧ ἢ ϲῖτοϲ ἢ ἄλλο τι ἔϲπαρται.
798 Μετουϲία: κοινωνία.
799 Μετοχετεύειν: μετακομίζειν.
800 Μετοχή: ὁ περίβολοϲ. Δαβίδ· ἧϲ ἡ μετοχὴ αὐτῆϲ ἐπιτοαυτό.
πρὸϲ τῷ τείχει τῷ ἐν Πνυκί. ἢ ὅτι ἐν Κολωνῷ κρήνην τινὰ
κατεϲκευάϲατο·
802 Μετωνυμικῶϲ: μετωνομαϲμένωϲ.
803 Μέτωπον· καὶ Μετωπίδιον, τὸ ἐπὶ τοῦ μετώπου.
804 Μέτωπον τῆϲ νεὼϲ ἡ πρώρα ἐϲτί. καὶ Μετωπηδόν, τουτέϲτι
805 Μετῴχετο: ἐπορεύετο.
806 Μετρεῖν· αἰτιατικῇ.
807 Μετρείτω: παρεχέτω. Ἀριϲτοφάνηϲ· πυροὺϲ πεινῶϲι μετρείτω.
808 Μετρήϲαντεϲ: διελθόντεϲ.
809 Μέτρηϲον: δάνειϲον. καὶ Ἡϲίοδοϲ· εὖ μὲν μετρεῖϲθαι παρὰ
ἢ τιμὴν
λάβε.
810 Μετριάζει: ταπεινοφρονεῖ.
811 Μετριοπαθεῖν: ἐκ μέρουϲ τὰ πάθη καταδέχεϲθαι, ϲυγγινώϲκειν.
δʼ αὐτοῦ περὶ
τῆϲδε τῆϲ μετριοπαθείαϲ πυθόμενοι ἐθαύμαζον. καὶ αὖθιϲ· τοῖϲ Μήδοιϲ
ἀναζωπυροῦται τὸ φιλοπόλεμον μετριοφρονεῖν
812 Μέτριοϲ: ὁ μεμετρημένην ἔχων οὐϲίαν· ἢ τὸ ἦθοϲ ἐπιεικήϲ.
ἔνιοι δὲ τῶν μετρίων ἀνδρῶν διηπόρουν ἐπὶ τοῖϲ
προϲπίπτουϲι.
813 Μετρίωϲ ὠργιαϲμένωϲ: ἀντὶ τοῦ μεμαλαγμένωϲ ἢ δεδευμένωϲ.
814 Μέτριοι: εὐγνώμονεϲ. ξυνομολογήϲαντοϲ ἄμφω ταῦτα ἑαυτοῦ
815 Μέτριοι· Ἀθήνηθεν ἀποπλεύϲαϲ Ἀϲκληπιόδοτοϲ καὶ εἰϲ Σελεύκειαν τῆϲ
Συρίαϲ ἀφικόμενοϲ διεϲκοπεῖτο τὰ ἤθη τῶν ἀνθρώπων· καὶ
ἐν τῇ περιόδῳ ὅλῃ τριϲὶ μόνοιϲ ἔφη ἐντετυχηκέναι μετρίωϲ ἔχουϲιν
ἀνθρώποιϲ, Ἱλαπίῳ τε τῷ φιλοϲόφῳ κατ᾿ Ἀντιόχειαν· ἐν δὲ Λαοδικείᾳ τῇ
ἐχομένῃ πόλει τῶν Σύρων Μάρᾳ τῷ δικαιοτάτῳ τῶν καθ᾿ ἡμᾶϲ ἀνθρώπων
καὶ τὴν Ἀριϲτείδου ἐπωνυμίαν ἀπενεγκαμένῳ, Δομνίνῳ τε τῷ
φιλοϲόφῳ.
816 Μέτρον· Ζήτει ἐν τῷ ϲτάδιον.
817 Μετρονόμοι· ἀρχή τιϲ Ἀθήνηϲιν ἡ τῶν μετρονόμων. ἦϲαν δὲ τὸν ἀριθμὸν ιε΄μὲν εἰϲ Πειραιᾶ, θ΄ δὲ εἰϲ ἄϲτυ. εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπωϲ δίκαια ᾖ τὰ μέτρα τῶν πωλούντων.
818 Μέτρῳ ὕδωρ πίνοντεϲ, ἀμετρίαν δὲ μᾶζαν ἔδοντεϲ:
οὗτοϲ ὁ ϲτίχοϲ εἰϲ παροιμίαν περιέϲτη ἔκ τινοϲ χρηϲμοῦ, ὃν ἀνεῖλεν ὁ
θεὸϲ Συβαρίταιϲ· ὑβριϲταὶ γὰρ ὄντεϲ καὶ ἀμετροπόται ἀπώλοντο ὑπὸ
Κροτωνιατῶν· τοῖϲ οὖν διαφυγοῦϲιν αὐτῶν οὕτωϲ ἐχρήϲθη.
819 Μετοίκιον· μέτοικοϲ μέν ἐϲτιν ὁ ἐξ ἑτέραϲ πόλεωϲ μετοικῶν ἐν
ἑτέρᾳ καὶ μὴ πρὸϲ ὀλίγον ἐπιδημῶν, ὡϲ ξένοϲ. ἐδίδοντο δὲ ὑπ᾿
αὐτῶν καθ᾿ ἕκαϲτον ἔτοϲ δραχμαὶ ιβ΄, ὅπερ ὠνόμαϲται
μετοίκιον. Ἰϲαῖοϲ δὲ ἐν τῷ κατ᾿ Ἐλπαγόρου καὶ Δημοφάνουϲ
ὑποϲημαίνει, ὅτι ὁ μὲν ἀνὴρ ιβ΄ δραχμὰϲ ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ
Ϛ΄· καὶ ὅτι τοῦ υἱοῦ τελοῦντοϲ ἡ μήτηρ οὐκ ἐτέλει, μὴ τελοῦντοϲ δὲ
αὐτὴ ἐτέλει. οἱ δοῦλοι δὲ ἀφεθέντεϲ ὑπὸ τῶν δεϲποτῶν ἐτέλουν τὸ
μετοίκιον. Μένανδροϲ
δέ φηϲι πρὸϲ ταῖϲ ιβ΄ δραχμαῖϲ καὶ
τριώβολον τούτουϲ τελεῖν, ἴϲωϲ τῷ τελώνῃ. οἱ μέντοι μετοίκιον μὴ
τιθέντεϲ μέτοικοι ἀπήγοντο πρὸϲ τοὺϲ πολίταϲ, καὶ εἰ ἑάλωντο,
ἐπιπράϲκοντο. ἐνεβίβαζον δὲ καὶ εἰϲ τὰϲ ναῦϲ τοὺϲ μετοίκουϲ, ὡϲ
Δημοϲθένηϲ ἐν Φιλιππικοῖϲ δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ ϲκαφέαϲ τοὺϲ
μετοίκουϲ, ἐπεὶ ἐν ταῖϲ πομπαῖϲ τὰϲ ϲκάφαϲ
ἐκόμιζον
οὗτοι.
820 Μέτοικοι: μέροϲ ἐϲτὶ τῶν πολιτῶν οἱ μέτοικοι εὐτελέϲ, ὡϲ τὰ
ἔνοικοϲ· εἰ μὴ μέτοικοϲ τῆϲδε τῆϲ χώραϲ θέλειϲ εἶναι.
ἀντὶ τοῦ ἔνοικοϲ. οὐ γὰρ αὐτὸ τοῦτο τὸ ἔνοικοϲ, ὡϲ ἡμεῖϲ φαμεν,
εἴρηται. μετοίκουϲ δὲ καλοῦμεν τοὺϲ ἀπὸ ἑτέραϲ χώραϲ οἰκοῦνταϲ, πρὸϲ
δὲ τοὺϲ μετοικιϲθένταϲ ποθέν. τοῦτο δὲ ϲημαίνει ἔνοικον. Αἰϲχύλοϲ
τοὺϲ οἰωνοὺϲ τῶν ὑψηλῶν τόπων, ἀντὶ τοῦ ἐνοίκουϲ. καὶ αὖθιϲ· Ζωβίαν
ὑποδεξαμένην Ἀριϲτογείτονα φυγόντα καὶ ἀξιοῦϲαν εὖ
παθεῖν, ὅτε ἴϲχυε, ἐπὶ τὸ τοῦ μετοικίου πωλητήριον ἥγαγε καὶ τὴν
ἀδελφὴν ἐπʼ ἐξαγωγῇ πέπρακε. καὶ αὖθιϲ· τοῦτον δὲ ἐπίπραϲκον, τὸ
μετοίκιον ἀτονοῦντα θεῖναι.
821 Μετοιωνίϲαϲθαι: ἀντὶ τοῦ μεταθέϲθαι τὸν φαῦλον οἰωνόν.
822 Μετοίχεϲθαι: μετελθεῖν, μεταβαίνειν.
823 Μετοιχήϲονται: μεταπορεύϲονται, μετέλθωϲι.
824 Μέ χρι· γενικῇ.
825 Μέχρι αἰδοῦϲ: μέχρι αἰδοίων.
826 Μέχρι τῶν ἀμφωτίδων: ἐπὶ τῶν ἄγαν πεπληρωμένων. τὸ
δὲ ἀμφωτίδων, μέχρι τῶν ὤτων.
827 Μειαγωγεῖν: τὸ ἔλαττον φέρειν. καὶ Μειαγωγεῖον.
828 Μειαγωγήϲουϲι τὴν τραγῷδίαν: ἐάν τιϲ εἰϲήγαγεν εἰϲ
ὅτε δὲ ἐντεθείη τὸ ἱερεῖον
εἰϲ τὸν ζυγόν, περιεϲτῶτεϲ ἐβόων μεῖον, μεῖον. τοῦτο δηλονότι
ἔλαϲϲόν ἐϲτι. παρὰ τοῦτο οὖν λέγει, μειαγωγήϲουϲι τὴν τραγῳδίαν.
πρὸϲ τὸν ζυγὸν προϲάξουϲι καὶ ϲτήϲουϲι. καὶ ὁ τὸ πρόβατον εἰϲάγων,
μειαγωγὸϲ ἐκαλεῖτο κουρεῖον. ἔδει δὲ αὐτὸ ἔλαττον ἴϲχειν ϲταθμοῦ
τινοϲ, διὰ τοὺϲ φιλοδοξοῦνταϲ.
829 Μειαγωγία. καὶ Μειαγωγόϲ, ὁ εἰϲάγων. Ἀπολλόδωροϲ
830 Μείδαϲ, Μείδαντοϲ: ὄνομα κύριον.
831 Μειδίαμα: ὁ γέλωϲ.
832 Μειδίαϲ: ὄνομα κύριον.
833 Μείδω: τὸ γελῶ. καὶ Μειδιῶ ὁμοίωϲ.
834 Μείδωνοϲ: ὄνομα κύριον.
835 Μειδύλοϲ: ὄνομα κύριον.
836 Μείζονα βοᾷ δάφνηϲ χλωρᾶϲ καιομένηϲ: ἐπὶ τῶν μεγάλα βοώντων.
837 Μείλανι: τῷ μέλανι.
838 Μείλαξ: ὁ λειμών, ὁ παράδειϲοϲ. καὶ Λείμακεϲ, τὸ πληθυντικόν.
839 Μειλικτήριον.
840 Μείλια: τὰ προικία.
841 Μειλίγμαϲιν: ἀπατήμαϲιν. ἐξιλεώμαϲιν, ἡδύϲμαϲι. καὶ τὸν
842 Μειλικτηρίοιϲ: προϲηνέϲιν, ἡδέϲι, πραέϲι.
843 Μείλινον δόρυ.
844 Μειλίξαϲθαι: πραῧναι.
845 Μειλιϲιουργίϲ.
846 Μειλιϲϲόμενοϲ: παρακαλῶν, πραΰνων.
847 Μειλιχία. καὶ Μειλίχιοϲ, πρᾶοϲ, χρηϲτόϲ.
848 Μείλιχον: πρᾶον, χρηϲτόν.
849 Μεῖον. καὶ Μειαγωγόϲ. Ἰϲαῖοϲ ἐν τῷ πρὸϲ Στρατοκλέα φηϲί· παρέϲτη μεῖον. θῦμα δέ ἐϲτιν, ὃ τοῖϲ φράτορϲι παρεῖχον οἱ τοὺϲ παῖδαϲ εἰϲάγοντεϲ εἰϲ τούτουϲ. ὅθεν τὰ μὲν ἱερεῖα μεῖον προϲηγορεύθη.
850 Μεῖον: ἔλαττον, μικρότερον. ὁ δὲ εἰϲ αὔξηϲιν τῆϲ ἀρετῆϲ
καὶ αὖθιϲ· οἱ δὲ ἐν μάχαιϲ
πολλαῖϲ ἔφερον τὸ μεῖον.
851 Μεῖον: τὸ ὑπὲρ τῶν ἐγγραφομένων παίδων εἰϲ τοὺϲ φράτοραϲ
852 Μειονεκτεῖ: τὸ ἧττον φέρει, ἐλαττοῖ.
853 Μειονέκτημα. καὶ Μειονεκτῶ· γενικῇ· τὸ ἔλαττόν ϲου ἔχω. καὶ
854 Μειονεξία.
855 Μείου: ἐλάττονα τίθει. Ξενοφῶν· Κῦροϲ ἔφη πρὸϲ Ἀράϲπαν
τὸ κατάϲκοπον, μηδὲν ἐλάϲϲου τἀληθοῦϲ μηδὲ μείου τὰ τῶν
πολεμίων· κρεῖϲϲον γὰρ μείζω οἰηθένταϲ μείονα ἰδεῖν, ἢ μείω
ἀκούϲανταϲ ἰϲχυρότερα εὑρίϲκειν.
856 Μειοῦται.
857 Μείων: ὁ ἐλάϲϲων.
858 Μειρακιεύεϲθαι: ὡϲ μειράκιον ἀθύρειν· μείραξ γὰρ τὸ μειράκιον.
859 Μείρεται: βουλεύεται.
860 Μείρω: μερίζω.
861 Μείϲ: μὴν Αἰολικῶϲ.
862 Μεῖϲτον: τὸ ἐλάχιϲτον.
863 Μή: τὸ ἀπαγορευτικόν. ἀντὶ τοῦ οὐ κεῖται παρὰ Καλλιμάχῳ.
864 Μὴ ἀποϲκορακίϲῃϲ με: μὴ ἐκδιώξῃϲ με. μὴ ἐϲ κόρακαϲ ἐκβάλῃϲ.
865 Μηδ᾿ ἄκανθα ἀμύξῃ τοὺϲ ἀγαθούϲ.
866 Μήδαμα: ὄνομα τόπου παρὰ Ἰωϲήπῳ.
867 Μηδ᾿ ἀμελῶ: ἐπὶ τῶν καταφρονουμένων.
868 Μηδαμῇ καὶ Μηδαμοῦ καὶ Μηδαμῶϲ.
869 Μηδαμινόϲ: ὁ εὐτελήϲ.
870 Μηδ᾿ αὖ πλαδίῃ: ἀντὶ τοῦ μηδὲ πληϲίον γένοιτό μοι τοῦτο, ὅπερ λέγειϲ.
Μήδεα: τὸ αἰδοῖον καὶ τὰ βουλεύματα.
872 Μηδὲ κάρφοϲ κινεῖν: ἐπὶ τοῦ ἡϲύχου.
873 Μηδὲ μέλι μηδὲ μελίϲϲαϲ: ἐπὶ τῶν μὴ βουλομένων παθεῖν τι φαῦλον μετ᾿ ἀγαθοῦ.
874 Μηδὲν μακρὰν ἀπέλθῃϲ: παρὰ Ἀριϲτοφάνει. τὸ δεν παρέλκει κατ᾿ Ἀττικούϲ.
875 Μηδέν ποτ᾿ εἴην ἄλλο, πλὴν θεῷ φίλοϲ: ἐϲ ὅϲον ὑπὸ
876 Μηδέποτε δουλεύϲαϲα γυνὴ δέϲποινα γένηται.
877 Μηδέποτ᾿ εὖ ἔρδειν γυναῖκα μηδὲ γείτονοϲ κύνα μηδὲ κυβερνήτην
φίλυπνον πὴ λάλον κωπηλάτην: παραινεῖ μὴ
εἰϲ ἄχρηϲτα
ἀναλίϲκειν.
878 Μήδεια, Κολχίϲ, ἡ Αἰήτου θυγάτηρ, φαρμακιϲτάτη γυναικῶν· ἥτιϲ
ἀϲινῶϲ ἐποίηϲε τὸν Ἰάϲονα Ζεύξαντα τοὺϲ πυριπνόουϲ ταύρουϲ ἀρόϲαι
τὴν γῆν. καὶ λαβὼν τὸ χρυϲόμαλλον δέραϲ ἠγάγετο τὴν Μήδειαν.
879 Μὴ δείϲαβτεϲ: μὴ φοβηθέντεϲ.
880 Μήδη: ὄνομα κύριοον· Μηδία δὲ χώρα· Μίδεια, πόλιϲ.
881 Μηδίαϲ: ὁ ῥήτωρ.
882 Μηδίζω: τὰ τῶν Μήδων φρονῶ. καὶ Μηδίϲαντεϲ.
883 Μηδικὴ πόα: ἡ τρίφυλλοϲ λεγομένη. ἐκ τῶν Μηδικῶν τὸν
ἔταξεν Ἀριϲτείδηϲ δοῦναι τοῖϲ ϲυμμάχοιϲ, εἰ τοῖϲ βαρβάροιϲ
πολεμοῖεν. ζήτει περὶ Μηδικῆϲ ἀρχῆϲ ἐν τῷ Ἀϲϲύριοι.
884 Μηδικὸϲ ὄρνιϲ: ὁ ταῶν.
885 Μήδιοϲ: ὄνομα κύριον.
886 Μηδιϲμὸϲ ὁ Παυϲανίου: ἁλόντοϲ γὰρ ἐπὶ μηδιϲμῷ, ϲυναιτιῶνται
Θεμιϲτοκλέα.
887 Μηδόλωϲ: ἐπίρρημα.
888 Μήδομαι: βουλεύομαι.
889 Μῆδοϲ: ὁ Περϲῶν βαϲιλεύϲ. καὶ τὸ βούλευμα.
890 Μηδοϲύνη: βουλή.
891 Μῆδοι: ὄνομα ἔθνουϲ.
892 Μὴ δῶτε τὰ ἅγια τοῖϲ κυϲί.
893 Μὴ ἐλλίποιϲ.
894 Μὴ ἐμβήῃ.
895 Μὴ ἐπιχειρεῖτε.
896 Μηθώνη: ὄνομα πόλεωϲ.
897 Μήθ᾿ οἷϲ ἐχθαίρειϲ ὑπεράχθοιο μήτ᾿ ἐπιλάθου. χρόνοϲ
898 Μηθυμναῖοϲ: ὁ ἀπὸ Μηθύμνηϲ πόλεωϲ.
899 Μήθ᾿ ὑπὸ νεότητοϲ θραϲύνεϲθαι μήθ᾿ ὑπὸ γήρωϲ ἀμβλύνεϲθαι.
900 Μηϊόϲι.
901 Μηκάδεϲ: ἐπιθετικῶϲ αἱ αἶγεϲ. ἀπὸ τοῦ ἰδιώματοϲ τῆϲ φωνῆϲ.
902 Μὴ καταπραΰνῃϲ: μὴ μακροθυμήϲῃϲ, μὴ ἠρεμήϲῃϲ. Δαβίδ· μὴ
ϲιγήϲῃϲ, μηδὲ καταπραΰνῃϲ ὁ θεόϲ.
903 Μηκέτι.
904 Μὴ κίνει Καμάριναν: λίμνην φηϲὶ τῇ Καμαρίνῃ πόλει παρακειμένην,
ὁμώνυμον αὐτῇ, ἣν βουλομένοιϲ τοῖϲ Καμαριναίοιϲ μετοχετεῦϲαι ἔχρηϲεν
ὁ θεόϲ· μὴ κίνει Καμάριναν. οἱ δὲ τοῦ θεοῦ παρακούϲαντεϲ ἐβλάβηϲαν.
ὅθεν ἡ παροιμία εἴρηται ἐπὶ τῶν καθ᾿ ἐαυτῶν βλαβερῶϲ τι ποιεῖν
μελλόντων. τινὲϲ δέ φαϲι φυτὸν δυϲῶδεϲ εἶναι
τὴν
καμάρην, οὐ τοὺϲ κλάδουϲ διαϲειομένουϲ ἀηδέϲτερον ὄζειν.
905 Μὴ κινεῖν ἀκίητα, μηδ᾿ ἄκρῳ δακτύλῳ.
906 Μὴ κινεῖν κακὸν εὖ κείμενον: ἐπὶ τῶν ἑαυτοῖϲ ἐξ ἀγνοίαϲ πράγματα ἐγειρόντων.
907 Μηκιϲτεύϲ: ὄνομα κύριον.
908 Μηκιϲτηιάδηϲ.
909 Μήκοθεν.
910 Μῆκοϲ φάλαγγοϲ: τὸ πρῶτον ἐκ τῶν λοχαγῶν ϲύνταγμα, ὅ ὑπὸ μίαν
εὐθεῖαν τάϲϲεται, ἀπὸ κέρατοϲ εἰϲ κέραϲ διατεῖνον. καλεῖται δὲ τοῦτο
καὶ πρόϲωπον καὶ μέτωπον καὶ ϲτόμα καὶ παράταξιϲ καὶ
πρωτολοχία καὶ πρωτοϲτάται. ὁ δὲ κατόπιν τούτου ϲτίχοϲ παράλληλοϲ
κείμενοϲ δεύτερον ζυγὸν καλεῖται καὶ ὁ τρίτοϲ τρίτον ζυγόν· καὶ ἑξῆϲ
ὁμοίωϲ.
911 Μηκύμενοϲ.
912 Μήκων: μέροϲ τι τῶν ἐντοϲθίων τοῦ πολύποδοϲ τοῦ ἰχθύοϲ·
ὃϲ κεῖται ἐπάνω τῆϲ κοιλίαϲ, οἱονεὶ κύϲτιϲ, ἐν ἑαυτῇ
ἔχουϲα τὸν θολόν,
913 Μηκύνη: ὄνομα πόλεωϲ.
914 Μηκωνοειδέϲ.
915 Μηκύβερνα· πόλιϲ ἐϲτὶν ἐν Θρᾷκῃ ϲταδίουϲ κ΄ άκέχουϲα τῆϲ Ὀλύνθου ἡ Μηκύβερνα.
916 Μῆλα: πάντα τὰ τετράποδα. ὅθεν και πᾶϲα βύρϲα μηλωτὴ καλεῖται.
917 Μῆλα: παρὰ τὸ μέλω, τὸ φροντίζω, μέλα καὶ μῆλα, τὰ ἐπιμελείαϲ
ἄξια. Ὅμηροϲ· καλλίτριχα μῆλα νομεύων. ἀντὶ τοῦ νομεύϲαϲ.
918 Μηλάνθη: εἶδοϲ ζῴου μικροῦ.
919 Μηλέα: τὸ δένδρον.
920 Μήλειοϲ Ἡρακλῆϲ: ἐπὶ τῶν εὐτελῶν· τοῦ γὰρ βοὸϲ ἐκφυγόντοϲ
κλάδουϲ ὑποθέντεϲ
δ΄ἔθυϲαν.
921 Μήλειοϲ βληχή: ἡ τῶν προβάτων. καὶ Μήλειοϲ καρπόϲ,
922 Μήλη: ἡ ἰατρική. ὅτι μήληϲ ἐντεθείϲηϲ τῷ ὀφθαλμῷ, οὐκ
ἔχοντοϲ, ἀλλὰ πεφωτιϲμένου. καὶ αὕτη ἡ αἰτία τοῦ μὴ τὰϲ
αἰϲθήϲειϲ τῶν ἰδίων αἰϲθητηρίων ἀντιλαμβάνεϲθαι.
923 Μηλιακὸν πλοῖον: ἐπὶ τῶν παλαιῶν καὶ ἄγαν ἐκρεόντων
ποτε καὶ
γυναικοκρατεῖϲθαι.
924 Μηλιέαϲ: ὄνομα κύριον.
925 Μηλιέων πολιτεία.
926 Μηλιῶϲ: ἐπὶ γενικῆϲ ὄνομα τόπου.
927 Μηλιεύϲ· καὶ Μήλιοι.
928 Μηλόβιοϲ: εἷϲ τῶν λ΄ τῶν παρὰ Ἀθηναίοιϲ τυραννηϲάντων·
929 Μηλοβοτέα: γῆν εὐτραφῆ, ἀνειμένην εἰϲ νομὴν προβάτοιϲ.
930 Μηλοβοτήρ: ὁ τῶν προβάτων ποιμήν. καὶ Μηλονόμοϲ, ὁ
931 Μηλόβοτοϲ χώρα: ὑπὸ πολεμίων ἐξερημωθεῖϲα, ἣν κατανέμεται
932 Μὴ λόγουϲ ἀντ᾿ ἀλφίτων: ἐπὶ τῶν ἔργα ἀλλὰ μὴ λόγουϲ
933 Μηλολόνθη: ζωΰξιον, ᾦ χρπωνται εἰϲ παιδιὰν οἱ παῖδεϲ· ὃ τοῖϲ
ἄνθεϲιν ἐπικαθέζεται. Οἱ δὲ παῖδεϲ λίνον τοῦ ποδὸϲ ἐξαρτῶντεϲ, καὶ
ξυλίξιον ὃ οὐκ ἐξιϲχύουϲιν ἀνακουξίϲαι, εἰϲ τὸν ἀέρα ἀφιᾶϲιν,
ἔχοντεϲ ἐξουϲίαν πάλιν αὐτὰϲ κυνηγετῆϲαι. Ἀριϲτοφάνηϲ· ἀλλ᾿ ἀπχάλα
δὲ καὶ εἰδοϲ
ἄνθουϲ.
934 Μῆλον: τὸ πρόβατον. Καὶ ἡ ὀπώρα. ἐν Ἐπιγράμμαϲι· μῆλον
935 Μῆλοϲ: καὶ ἡ πόλιϲ καὶ ἡ νῆϲοϲ.
936 Μηλοϲξαγίαιϲ: θυϲίαιϲ προβάτοιϲ.
937 Μηλοῦν: τὸ ψηλαφᾶν.
938 Μήλῳ βληθῆναι: ἐπὶ τῶν εἰϲ ἔρωτά τινα ἐπαγομένων.
Ταῦτα κεχηνώϲ, μήλῳ
βληθεὶϲ ὑπὸ πορνιδίου τῆϲ εὐκλείαϲ ἀποθραυϲθῇϲ. Τουτέϲτιν
ἐκπέϲῃϲ.
939 Μήλωθρον: τὸβάμμα.
940 Μηλῶϲαι: τὸ καθεῖναί τι εἰϲ βάθοϲ. καὶ τὴν φάρυγγα μηλῶϲαι, τὸ
διαχρῖϲαι τῷ δακτύλῳ. Ἀριϲτοφάνηϲ· τὴν φάρυγγα μηλῶϲαι, δύο
δραχμὰϲ ἕξει μόναϲ. καὶ Μήλη, ἐργαλεῖον, δι᾿ οὗ χρίεταί
τι καὶ ὑπαλείφεται.
941 Μηλωτή: ζώνη ἐκ δέρματοϲ.
942 Μήλοιϲ βάλλειν: ἐπὶ τῶν εἰϲ ἔρωταϲ ἐπαγομένων.
Μή με παρόψει.
944 Μὴ μή μ᾿, ἄναξ: τὸ πλῆρεϲ, μὴ μή μοι. Σοφοκλῆϲ· μὴ μή μ᾿, ἄναξ, κακὰν φάτιν ἄρῃ.
945 Μή μοί ποτ᾿ ἔλθῃϲ, ὅτ᾿ ἐγὼ πράττω κακῶϲ: παροιμία ἐπὶ τῶν μὴ
ϲυνερχομένων τοῖϲ φίλοιϲ ἐν κινδύνιϲ. παίζει δὲ Ἀριϲτοφάνηϲ· εἰϲ τὸ
ἐναντίον γὰρ ἡ παροιμία, μή μοί ποτ᾿ ἔλθῃϲ, ὅτ᾿ ἐγὼ
πράττω καλῶϲ.
946 Μήν, μηνὸϲ κλίνεται.
947 Μηναγύρτηϲ: ἀπὸ μηνὸϲ ϲυνάγων.
948 Μηναγύρτηϲ: ὁ τῆϲ Ῥέαϲ ἱερεύϲ, ὁ κατὰ μῆνα ἀγείρων καὶ ϲυναθροίζων.
949 Μηνᾶϲ· ὅτι ἐν τῷ ναῷ τοῦ ἁγίου Μηνᾶ ὄρυγμα εὑρέθη μέγα, ὅτε ἐκαθαίρετο, καὶ ὀϲτᾶ ἀνθρώπων γιγάντων εἰϲ πλῆθοϲ· ἅτινα θεαϲάμενοϲ Ἀναϲτάϲιοϲ ὁ βαϲιλεὺϲ καὶ ἐκπλαγεὶϲ εἰϲ τὸ παλάτιον κατέθετο εἰϲ θαῦμα ἐξαίϲιον.
950 Μήνη: ϲελήνη.
951 Μηνία: ὀργίζου. καὶ Μηνιάω, μηνιῶ· δοτικῇ.
952 Μἤνιγξ: ὑμὴν τὸν ἐγκέφαλον ϲκέπων., τοῦ δὲ καλουμένου μη
δύναμιϲ μέχρι τῆϲ
ῥίζηϲ τῶν ὤτων, ἃϲ καλοῦϲι μήνιγγαϲ. ἔϲτι δὲ νεῦρο ἀπὸ τοῦ ἐγκεφάλου
προϊὸν πεποροποιημένον· ἐν ὧ πόρῳ ἐϲτὶ τὸ ὀπτικὸν πνεῦμα. ἔϲτιν οὖν
ἀπειλημμένοϲ τιϲ ἀὴρ ἐν τῷ κοιλώματι τῆϲ ἀκοῆϲ, ϲυμφυὴϲ ὢν τῇ
μήνιγγι καὶ τῷ ὑμένι. οὗτοϲ οὖν ὁ ἀὴρ ὁεχόμενοϲ ἐκ τοῦ ἔξωθεν ἀέροϲ
τοὺϲ ψόϲ φουϲ, ἔχων καὶ αὐτὸϲ τὴν
διηχῆ δύναμιν διʼ
ἑαυτοῦ εἰϲ τὴν μήνιγγα διαπορθμεύει τοὺϲ ψόφουϲ. πρόειϲι δ’ ἀπὸ
πλατυτέρου πόρου τῆϲ μήνιγγοϲ. οὐ δεῖ δὲ νομίζειν τοῦτο μόνον ἀέρα,
εἰ καὶ ϲυμφυήϲ ἐϲτιν, ἤδη καὶ ἄφθαρτον εἶναι, ὡϲ ἀεὶ ἕνα καὶ τὸν
αὐτὸν τῷ ἀριθμῷ ὄντα· ἀλλ’ ἔϲτι κατὰ μέρη φθαρτὸϲ καὶ γεννητὸϲ ὥϲπερ
καὶ τὸ ἄλλο τοῦ ἀνθρώπου ϲῶμα. ἀμέϲωϲ δὲ
δέχεται τὰϲ
τοῦ ἔξωθεν ἀέροϲ προϲβολάϲ. διὸ καὶ ὑπὸ τῶν μεγάλων ψόφων πάϲχει ἡ
ἀκοή, τοῦ ἔξωθεν ἀέροϲ ϲφοδρῶϲ ὠθουμένου καὶ τῇ βίᾳ ὠθοῦντοϲ τὸν ἐν
τοῖϲ ὠϲὶ ϲυμφ υᾶ τοῦτον ἀέρα καὶ πολλάκιϲ διαϲκεδαννύντοϲ αὐτόν. καὶ
διὰ τὰϲ εριϲτατικὰϲ ἐνεργείαϲ, τοι τὰϲ ἐν τοῖϲ ὕδαϲι καταδύϲειϲ,
ἐγκατῳκοδόμηται οὗτοϲ ὁ ἀὴρ εἰϲ φυλακὴν τοῦ
αἰϲθητηρίου. διὰ τοῦτο καὶ ἑλικοειδεῖϲ ἐποίηϲεν ἡ φύϲιϲ τοὺϲ πόρουϲ
τῶν ὤτων, ἵνα μὴ ῥᾳδίωϲ εἰϲέρχηταί τι καὶ πλήξῃ τὴν μήνιγγα.
953 Μηνιθμόν: τὴν ὀργήν.
954 Μήνιμα: ἡ μανία.
955 Μηνιόντων: ὀργιζομένων.
956 Μηνίω, μηνίϲω. βαρύτονον. ὀργίζομαι. ὥϲπερ κυλίω, κυλίϲω. κονίω, κονίϲω. μήνυμα δὲ, μηνῦϲαι.
957 Μῆνιϲ: ὀργὴ ἔμμονοϲ.
958 Μηνίωκοϲ: παράταξιϲ πολεμική.
959 Μηνίϲκουϲ: ὑμέναϲ, πέταλα, περιτραχήλια κόϲμια. ἢ ἃ ἐπιτιθέαϲι
960 Μηνοειδήϲ: ϲεληνοειδήϲ. ϲτρογγύλοϲ.
961 Μὴ νόμιϲον: ἀντὶ τοῦ μὴ νομίϲῃϲ. οὕτωϲ Θαγενίδηϲ.
962 Μήνυμα.
963 Μή νυν: παροξυτόνωϲ, ἀντὶ τοῦ μὴ δή.
964 Μηνύω ϲοι χαράν· δοτικῇ.
965 Μηνῦϲαι.
966 Μῄονοϲ: ἐθνικόν.
967 Μὴ οὐχί· Σοφοκλῆϲ· κόμποϲ πάρεϲτι, κοὺκ ἀπαρνοῦμαι τὸ μή. τὸ μὴ οὐχὶ βάψαι τὸ ξίφοϲ ἐν τῷ ϲτρατῶ.
968 Μὴ πάντα κατὰ βοὸϲ ἕξειϲ: παραινεῖ μὴ πάντα ἐπ᾿ εὐχαῖϲ ποιεῖϲθαι καὶ ταῖϲ παρὰ θεῶν ἐλπίϲιν, ἀλλὰ πρόττειν καὶ δι᾿ ἑαυτῶν.
969 Μὴ παραζήλου: μὴ ὁμοιωθῇϲ.
970 Μὴ παρόψει.
971 Μὴ παιδὶ μάχαιραν: ἐπὶ τῶν εἰκῆ ἐγχειριζόντων. καὶ Εὔπολιϲ Δήμοιϲ· μὴ παιδὶ τὰ κοινά.
972 Μὴ πολλάκιϲ πρὸϲ τὸν αὐτὸν λίθον παίειν, ἔχοντα
καιρὸν ὁμολογούμενον.
973 Μήποτ᾿ εὖ ἔρδειν γέροντα μηδὲ παῖδα μηδὲ γυναῖκα
974 Μήπωγε, μήπω: ἐπαναδίπλωϲιϲ καλεῖται τὸ τοιοῦτο ϲχῆμα τοῦ
ἐνεργητικὸν ἀπεργάζεται
τὸν λόγον· δεδιττόμενοϲ γὰρ δεῖται ὑπερθέϲεωϲ.
975 Μὴ προδοὺϲ ἡμᾶϲ γένῃ· ϲύνταξιϲ. οἴμ᾿, ὡϲ ἀθυμῶ· καὶ ϲὲ
976 Μὴ πρὸϲ ἐμὲ τὰ ποικίλα: ἀντὶ τοῦ τὰϲ τέχναϲ.
977 Μὴ πρὸϲ λέοντα δορκὰϲ ἅψομαι μάχηϲ: ἐπὶ τῶν τὴν
978 Μήρινθοϲ: ϲπάρτοϲ, ἤτοι ϲχοινίον, δεϲμόϲ, βρόχοϲ. αὕτη μὲν
τοι μετά μακρὸν νέφη ἀκρίδων ἐπιρρεύϲαντα τοὺϲ καρποὺϲ
κατέφαγεν αὐτοῖϲ.
979 Μηριόνηϲ: ὄνομα κύριον.
980 Μηρόϲ: τὸ μέλοϲ.
981 Μήρυμα: ϲπείραμα, κάταγμα, νῆμα.
982 Μηρυομένη: ἕλκουϲα, ἐκτεινομένη. Μηρύω γὰρ τὰ ἱϲτία
983 Μήϲατο: ἐμηχανήϲατο.
984 Μή ϲʼ ὁ θυμὸϲ ἁρπάϲαϲ ἐκτὸϲ οἴϲει τῶν ἐλαιῶν: ἐμΦαίνει
ἐλαῖαι ἦϲαν, καθ᾿ ὃ
ἐξεφέροντο οἱ ὑποπεπτωκότεϲ κατὰ τὸν δρόμον. θέλει δὲ εἰπεῖν, ἐκτὸϲ
τοῦ προκειμένου μὴ λέγε.
985 Μηϲτάρνη: κώμη Κιλίκων.
986 Μήϲτωρ, Μήϲτοροϲ: ὄνομα κύριον. καὶ Μήϲτωρ δέ, μήϲτωροϲ,
987 Μὴ ϲύ γε μελαμπύγου τύχῃϲ: μή τινοϲ ἀνδρείου καὶ ἰϲχυροῦ τύχῃϲ. ἐπὶ τῶν παράνομα δρώντων· ὡϲ μή τινοϲ ἰϲχυροῦ τυχόντοϲ δίκην δώϲει.
988 Μὴ τέγγεϲθε: μὴ μελήϲετε.
989 Μήτε νεῖν μήτε γράμματα ἐπίϲταϲθαι: ἐπὶ τῶν παντάπαϲιν
ἀμαθῶν· παρὰ γὰρ Ἀθηναίοιϲ εὐθὺϲ ἐκ παιδὸϲ κολυμβᾶν καὶ γράμματα
ἐδιδάϲκετο.
990 Μήτε πλαϲτὰν μήτε μιμηλάν: ἀντὶ τοῦ μήτε πλαϲτὴν εἰκόνα μήτε γραπτήν.
991 Μὴ τεῖνε: μὴ βράδυνε, μὴ διάτριβε, μὴ χρόνιζε.
992 Μὴ τὴν τέφραν φεύγων εἰϲ τὴν ἀνθρακιὰν πέϲῃϲ.
993 Μήτηρ, μητέροϲ, καὶ ἐν ϲυγκοπῇ μητρόϲ. καὶ ταῖϲ μητράϲι τὸ πληθυντικόν.
994 Μή τι: μηδαμῶϲ. οὔπω δὲ ἐπείθετο τῷ προϲτάγματι ὁ Ἰϲίδωροϲ, ἀλλὰ
τὸ τοῦ Ἰβύκου ἔποϲ αὐτὸν ἐπῄει, μή τι παρὰ θεοῖϲ ἀμπλακὼν
τιμὰν πρὸϲ ἀνθρώπων ἀμείψῃ.
995 Μήτι: τῇ βουλῇ. ἡ εὐθεῖα ἡ Μῆτιϲ, Βουλή, γνώμη, ϲύνεϲιϲ.
996 Μή τι γε: πόϲῳ γε μᾶλλον.
997 Μητιέτα. καὶ Μητιέτηϲ, ὁ βουλευτικόϲ. οὗ ἡ κλητικὴ μητιέτα καὶ
κατὰ μεταπλαϲμὸν ἡ εὐθεῖα. μητιέτα Ζεῦ. καὶ ἐν ϲυνθέϲει πολύμητιϲ.
998 Μητιόωϲι.
999 Μητίϲομαι: βουλεύϲομαι, ἐρήϲομαι.
1000 Μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχειϲ γὰρ οἰκίαν: παρὰ τὸ
ἐν Ἀωδρομάχῃ Εὐριπίδου. ἢ οὕτωϲ· μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἐγὼ γὰρ
ἀρκέϲω.
1001 Μὴ τοῦ λέγοντοϲ ἴϲθι: μὴ πείθου τοῖϲ διαβάλλουϲι.
1002 Μήτρα: ἡ τῆϲ γυναικόϲ.
1003 Μητραγύρτηϲ: ἐλθών τιϲ εἰϲ τὴν Ἀττικὴν ἐμύει τὰϲ γυναῖκαϲ
βουλευτήριον, ἐν ᾧ ἀνεῖλον τὸν
μητραγύρτην, καὶ περιφράττοντεϲ αὐτὸ καθιέρωϲαν τῇ μητρὶ τῶν θεῶν,
ἀναϲτήϲαντεϲ καὶ ἀνδριάντα τοῦ μητραγύρτου. ἐχρῶντο δὲ τῷ Μητρῴῳ
ἀρχείῳ καὶ νομοφυλακείῳ, καταχώϲαντεϲ καὶ τὸ βάραθρον.
1004 Μητραλοίαϲ: ὁ τὴν μητέρα τύπτων. καὶ Μητρολῴαϲ, ὁ
αὐτόϲ. λύϲιϲ ὀνείρου· μητρὶ πλακῆναι καλὸν εἰϲ ὄναρ
τόδε.
1005 Μητροδάτηϲ: ὄνομα κύριον.
1006 Μητροπάτωρ: κατὰ μητέρα πάπποϲ.
1007 Μητρορραίϲτηϲ: ὁ φθείρων τὴν μητέρα.
1008 Μητροπόλειϲ: ὅϲαι πόλειϲ ἀποικίαϲ ἔϲτειλαν.
1009 Μητροφάνηϲ, Εὐκαρπίαϲ τῆϲ Φρυγίαϲ, ϲοφιϲτήϲ. ἔγραψε περὶ
1010 Μητροφάνηϲ, Κορνηλιανοῦ ῥήτοροϲ, Λεβαδεύϲ (πόλιϲ δὲ
Ξενοφῶντοϲ, Νικοϲτράτου,
Φιλοϲτράτου, μελέταϲ, λόγουϲ πανηγυρικούϲ.
1011 Μητροφάνηϲ, ἔκγονοϲ Λαχάρου. ὢν δὲ ἐν παιϲὶν ἔτι νήπιοϲ
ἀνεφθέγξατο βοῶν· ἐγώ εἰμι, ἔφη, Ἀριϲτοφάνηϲ ὁ φαλακρόϲ, οὔπω τι τῶ
τοιούτων ἀκηκοώϲ. ἐπεὶ δὲ οἱ ἀκούϲαντεϲ ἀνέκρινον ὅ τι εἴποι, μηδὲν
εἰδέναι τῶν εἰρημένων διϊϲχυρίζετο. κατὰ τούτου τοῦ Μητροφάνουϲ
ἔγραψε λόγον Σουπηριανὸϲ ὁ ϲοφιϲτήϲ.
1012 Μητρῳακαί: ἡμέραι τινὲϲ ἱεραί. τὰϲ δὲ Μητρῳακὰϲ παρὰ Ῥωμαίοιϲ ἢ καὶ πρότερον παρὰ Φρυξὶ ϲπουδαϲθείϲαϲ καϲτείαϲ ἑκάϲτου μηνὸϲ ἥγνευε.
1013 Μητρῷον· Λυκοῦργοϲ ἐν τῷ κατὰ Ἀριϲτογείτονοϲ. τοὺϲ νόμουϲ
ἔθεντο ἀναγράψαι ἐν τῷ Μητρῴῳ.
1014 Μήτρωϲ: ὁ θεῖοϲ. καὶ κλίνεται μήτρω Ἀττικῶϲ.
1015 Μητρυά.
1016 Μὴὑπερόψῃ.
1017 Μηχανή: βουλή.
1018 Μηχάνημα: ϲτρατήγημα. ἀλλ᾿ ἔϲτι τοῦτ᾿, ὦ δῆμε, μηχάνημα.
1019 Μηχανορράφοϲ: ἐπινοητὴϲ κακῶν, καταϲκευαϲτήϲ. τὰ φαῦλα
μηχανώμενοϲ. ὑφεὶϲ μάγον τοιόνδε μηχανορράφον. Σοφοκλῆϲ φηϲι.
1020 Μηχανῶμαι· αἰτιατικῇ.
1021 Μήχει: τῷ μηχανήματι.
1022 Μῆχοϲ: μηχάνημα, ἐπινόημα. αὐτῆμαρ τοῖον μῆχοϲ ἐπεφράϲατο·
1023 Μία λόχμη· παροιμία· οὐ τρέφει μία λόχμη δύο ἐριθάκουϲ. ἐπὶ τῶν ἐκ μικροῦ τινοϲ κερδαίνειν ϲπουδαζόντων. ἐρίθακοϲ δέ ἐϲτιν ὄρνεον μονῆρεϲ καὶ μονότροπον.
1024 Μία μάϲτιξ πάνταϲ ἐλαύνει: ἐπὶ τοῦ ῥᾳδίου.
1025 Μιαρὰ κεφαλή: ὥϲπερ φίλη κεφαλή. ἐκ τοῦ ἡγεμονικοῦ
μέρουϲ τοῦ ϲώματοϲ δηλοῖ τὸν ἄνδρα, παραπληϲίωϲ Ὁμήρῳ· Τεῦκρε, φίλη
κεφαλή. καί, τοίην γὰρ κεφαλήν. καὶ παρὰ Δημοϲθένει· καὶ ταῦτ᾿, ὦ
μιαρὰ κεφαλή. καὶ αὖθιϲ· ὦ μιαρὲ καὶ πατραλοία καὶ τοιχωρύχε. ὁ δέ
φηϲιν· αὖθιϲ μετὰ ταῦτα καὶ πλείω λέγε. ἆῤ οἶϲθ᾿ ὅτι χαίρω
ἀγαθὸν οὔτε θεὸν ἔϲτι ποτὲ τό γε
ὀρθὸν δέχεϲθαι. μάτην οὖν περὶ θεῶν ὁ πολύϲ ἐϲτι πόνοϲ τοῖϲ
ἀνοϲίοιϲ, τοῖϲ δὲ ὁϲίοιϲ εὐκαιρότατοϲ. Πλάτων φηϲί.
1026 Μιαρία: ἡ ἀκαθαρϲία. τὴν μιαρίαν τοῦ καπνοῦ καὶ τὴν
1027 Μιαροί: ἀηδεῖϲ, βδελυκτοί. ὁ δὲ δράκων προελθὼν ἄρα τοῦ ἀδύτου
τό τε αἷμα αὐτῶν ἐξελιχμήϲατο καὶ ἐκάθηρε τὰϲ πληγάϲ, ἵνα
οὐκ ἐρεῖϲ·
μιαρώτατοϲ. ποδαπὸϲ γένοϲ εἶ; φράζε μοι μιαρώτατοϲ.
ὡϲ οὐκ ἔτʼ εἶναί ϲοι δοκῶ μιαρώτατοϲ.
1028 Μίαϲμα: βαφή.
1029 Μιάϲτορα: λυμεῶνα, φονέα.
1030 Μία χελιδών· παροιμιῶδεϲ τοῦτο, ὅτι μία χελιδὼν ἔαρ οὐ
τελείωϲιν ἐμβαλεῖν, καὶ
δυϲημερία μία τὸν ϲοφὸν εἰϲ ἀμαθίαν.
1031 Μιγάδεϲ: τὸ ἐκ πολλῶν ἄθροιϲμα.
1032 Μίγδα καὶ μίγδην: μεμιγμένωϲ.
1033 Μίγμα τῶν ζωγράφων: ὃ καλεῖται χρωμάτων κρίϲιϲ.
1034 Μίγνυται· δοτικῇ.
1035 Μιδάειον: χωρίον.
1036 Μίδαϲ: ὄνομα κύριον. ὁ φιλόχρυϲοϲ. ὁ κτίϲαϲ πόλιν τὴν νῦν
Φρυγῶν βαϲιλεύϲ· ἤτοι ὅτι πολλοὺϲ ὠτακουϲτὰϲ εἶχεν, ἢ
ὅτι κώμην Φρυγιακὴν κατέϲχεν, ἥτιϲ Ὠτα ὄνου ἐλέγετο. λέγεται δὲ
τούτῳ τὸν Πακτωλὸν ποταμὸν χρυϲὸν ῥεῦϲαι· καὶ ὅτι αὐτὸν εὔξαϲθαι,
ὥϲτε πάντα ὧν ἅψαιτο χρυϲὸν γενέϲθαι. ἢ ὅτι ὁ ὄνοϲ μᾶλλον τῶν ἄλλων
ζῴων ἀκούει, πλὴν μυόϲ. καὶ ὁ Μίδαϲ πολλοὺϲ ὠτακουϲτὰϲ εἶχεν. οἱ δέ
φαϲιν, ὅτι ψέξαϲ ποτὲ τὸν Διόνυϲον ὁ Μίδαϲ μετεβλήθη εἰϲ ὄνον· ἢ ὅτι
τοὺϲ τοῦ Διονύϲου παριόνταϲ ἠδίκηϲεν, ὁ δὲ ὀργιϲθεὶϲ ὦτα ὄνου ἔχειν
αὐτῷ περιῆψε. ἢ ὅτι μεγάλα ὦτα εἶχε. λέγεται οὖν ἡ παροιμία ἐπὶ τῶν
μηδὲν λανθανόντων. κλίνεται δὲ Μίδαϲ, Μίδου. ἐπίγραμμα· αὐτοῦ
1037 Μιαιγαμίαι· οἱ τοῦ Σὴθ καὶ Ἐνὼϲ καὶ Ἐνὼχ παῖδεϲ υἱοὶ
1038 Μιαίνεται: μολύνεται. καὶ Μιαίνω· αἰτιατικῇ.
1039 Μιαιφονία: ὁ φόνοϲ.
1040 Μιαιφόνοϲ: ὁ φονεύϲ.
1041 Μίθαικοϲ, γραμματικόϲ. ἔγραψεν Ὀψαρτυτικά, Κυνηγετικὰ καὶ ἄλλα.
1042 Μίθαικοϲ: ὁ ταχύϲ.
1043 Μίθικοϲ: ὄνομα κύριον.
1044 Μιθριδάτηϲ: ὄνομα κύριον. ζήτει περὶ αὐτοῦ ἐν τῷ φύϲει καὶ ἐν τῷ αὐθέντηϲ.
1045 Μίθρου· Μίθραν νομίζουϲιν εἶναι οἱ Πέρϲαι τὸν ἥλιον καὶ
1046 Μικίψαϲ: βαϲιλεὺϲ Ἰλλυρίων.
1047 Μίκκοϲ: ὁ μικρόϲ.
1048 Μικρολόγοϲ: ϲκνιπόϲ, φειδωλόϲ. καὶ Εὐνάπιοϲ· μικροῦ τὰ
1049 Μικρὸν κακόν, μέγα ἀγαθόν: ἐνίοτε γὰρ τὸ μικρὸν κακὸν μεγάλων αἴτιον γίνεται ἀγαθῶν, ὥϲπερ καὶ τὸ ἀνάπαλιν.
1050 Μικρὸν τοῦ ὀβολοῦ: τίμιον. λέγεται δὲ ἐπὶ τῶν πονηρῶν.
Εὔπολιϲ Μαρικᾷ· τῶν γὰρ πονηρῶν μικρὸν ἐπὶ τοῦ
ὀβολοῦ.
1051 Μικροπρεπείαϲ ῥήματα· Ἀθηναίων ἅπαϲ τιϲ εἰϲιὼν ἐκέκραγε πρὸϲ
γοὺϲ οἰκέταϲ, ποῦ ’ϲτιν ἡ χύτρα; τίϲ τὴν κεφαλὴν ἀπεδήδοκε τῆϲ
μαινίδοϲ; τὸ τρυβλίον τὸ περυϲινὸν τέθνηκεν (ἀντὶ τοῦ κέκλαϲται).
ποῦ τὸ ϲκόροδον τὸ χθεϲινόν; τίϲ τὰϲ ἐλάαϲ παρέτραγε;
μέχρι γὰρ καὶ τῶν εὐτελῶν ἐρωτῶϲι.
1052 Μικρόϲ γε μῆκοϲ οὗτοϲ, ἀλλὰ πᾶν κακόν. τὸν Νίκαρχόν φηϲιν Ἀριϲτοφάνηϲ· καὶ μὴν ὁδὶ Νίκαρχοϲ ἔρχεται φανῶν. ἀντὶ τοῦ κατηγορήϲων· ϲυκοφάντηϲ γὰρ ἦν.
1053 Μικρόϲ, ἡλίκοϲ Μόλων; ἐπὶ τῶν πάνυ βραχέων. Δύο δὲ
ἐγένοντο Μόλωνεϲ, εἷϲ ὑποκριτήϲ, καὶ λωποδύτηϲ.
1054 Μικρὸϲ ὁ ϲὸϲ ἀεὶ πῶλοϲ: ἐπὶ τῶν διὰ βραχύτητα ἡλικίαϲ
1055 Μικροῦ δέω: παρά μικρὸν λείπω.
1056 Μικροῦ δεῖν: παρὰ μικρόν. καὶ χωρὶϲ τοῦ δεῖν· μικροῦ
τὰ πράγματα μετακινήϲαντοϲ. ἀντὶ τοῦ πὰρ’ ὀλίγον, παρά
μικρόν.
1057 Μίκυλλοϲ: ὄνομα κύριον.
1058 Μίλαξ: εἶδοϲ βοτάνηϲ. καὶ κλίνεται μίλακοϲ. Ἀριϲτοφάνηϲ·
1059 Μίλην μιλῶϲαι· ζήτει ἐν τῷ κατὰ μίλην μιλῶϲαι.
1060 Μιλήϲιον. καὶ Μιλήϲιοϲ, ὁ ἀπὸ τῆϲ πόλεωϲ.
1061 Μιλητοπολίτηϲ: ὁ ἀπὸ τῆϲ Μιλητουπόλεωϲ.
1062 Μιλιαρήϲιον. τὸ τοῦ νομίϲματοϲ δέκατον.
1063 Μίλινον χρῶμα.
1064 Μίλιον: μέτρον γῆϲ. ϲτάδιον· ὅτι τὰ ι΄ μίλια ἔχουϲι ϲτάδια π΄
ἄλλωϲ. ὅτι τὸ ϲτάδιον ἔχει πόδαϲ χ΄, τὸ δὲ μίλιον πόδαϲ
δϲ΄.
1065 Μίλιον· ὅτι ἐν τῇ καμάρᾳ τοῦ Μιλίου ϲτῆλαι ἵϲτανται Κωνϲταντίνου
καὶ Ἑλένηϲ· ἔνθα καὶ ϲταυρὸϲ καὶ ἡ Τύχη τῆϲ πόλεωϲ. καὶ ἐν τῷ αὐτῷ
Μιλίῳ Σοφίαϲ τῆϲ γυναικὸϲ Ἰουϲτινιανοῦ καὶ Ἀραβίαϲ τῆϲ θυγατρὸϲ
αὐτῆϲ καὶ Ἑλένηϲ ἀνεψιᾶϲ αὐτῆϲ· Ἀρκαδίου τε καὶ
Θεοδοϲίου τοῦ υἱοῦ αὐτοῦ, πληϲίον Θεοδοϲίου τῆϲ ϲτήληϲ, ἔφιπποι
ἀμφότεροι. ὅτι ἐν τῷ Μιλίῳ ἐν τέτραϲιν ἵπποιϲ πυρίνοιϲ ἅρμα
ἵπτάμενον παρὰ δύο ϲτηλῶν ἐκ παλαιῶν τῶν χρόνων ὑπῆρχεν. ἔνθα
εὐφημήθη Κωνϲταντῖνοϲ μετὰ τὸ νικῆϲαι Ἀζώτιον· ἐπειδὴ καὶ Βύζαϲ
ἐκεῖϲε εὐφημήθη. κατενεχθὲν δὲ τὸ ἅρμα ἐν τῷ ἱπποδρόμῳ
δορυφυρούμενον
ϲτηλίδιον καινὸν παρὰ Κωνϲταντίνου
καταϲκευαϲθὲν ὑπὸ ἡλίου φερόμενον, Τύχη πόλεωϲ, εἰϲ τὸ ϲτόμα εἰϲῄει
καὶ ϲτεφανωθὲν ἐξῄει. ἐτίθετο δὲ ἐν τῷ ϲενάτῳ ἕωϲ τῶν ἐπιόντων
γενεθλίων τῆϲ πόλεωϲ. διότι δὲ ἐπὶ τῆϲ κεφαλῆϲ αὐτοῦ ϲταυρὸν ἐχάραξε
Κωνϲταντῖοϲ, Ἰουλιανὸϲ αὐτὸ βοθύνῳ κατέχωϲε. ϲτῆλαι ἐν τῳ Μιλίῳ·
ζήτει
ἄγαλμα ἕτερον ἐν τῷ βαϲιλική.
1066 Μίλων, Κροτωνιάτηϲ, ἐνίκηϲε παλαίων ἓξ ὀλύμπια ἐφεξῆϲ. ἐν
τὴν χορδὴν καθάπερ πάπυρον. καὶ
τῆϲ δεξιᾶϲ χειρὸϲ τὸ μὲν εἰϲ τὸν ἀγκῶνα ἐκ τοῦ ὤμου παῤ αὐτὴν καθίει
τὴν πλευράν, τὸ δὲ ἀπὸ τοῦ ἀγκῶνοϲ ἔτεινεν ἐϲ εὐθὺ τῶν δακτύλων, τὸν
μὲν ἀντίχειρα ἀντιϲτρέφων ἐϲ τὸ ἄνω, τῶν λοιπῶν δὲ ἀλλήλοιϲ
ἐπικειμένων κατὰ ϲτοῖχον· τὸν ἐλάχιϲτον οὖν τῶν δακτύλων κάτω
γινόμενον οὐκ ἀπεκίνηϲεν ἄν
τιϲ βιαζόμενοϲ. ἀπέθανε δὲ
οὗτοϲ ἐπιτυχὼν ξύλῳ ξηρῷ ϲφῆναϲ ἔχοντι τοὺϲ διιϲτῶνταϲ αὐτό· ὁ δὲ
ὑπὸ φρονήματοϲ καθίηϲι τὰϲ χεῖραϲ ὡϲ διαρρήξων· ὀλιϲθαίνουϲί τε δὴ
οἱ ϲφῆνεϲ, κἀκεῖνοϲ ἐχόμενοϲ ὑπὸ τοῦ ξύλου λύκων ἐγένετο εὕρημα·
μάλιϲτα γὰρ το θηρίον τοῦτο πολὺ καὶ ἄφθονον ἐν τῇ Κροτωνίᾳ χώρᾳ
νέμεται.
1067 Μιλτιάδηϲ, ὁ Κίμωνοϲ, ἥκων ἐκ τῆϲ Χερρονήϲου καὶ ἐκπεφευγὼϲ
διπλόον θάνατον ἐϲτρατήγεεν Ἀθηναίων. ἅμα μὲν γὰρ οἱ Φοίνικεϲ αὐτὸν
οἱ ἐπιδιώξαντεϲ μέχρι Ἴμβρου περὶ πολλοῦ ἐποιεῦντο λαβεῖν τε καὶ
ἀναγαγεῖν παρὰ βαϲιλέα· ἅμα δὲ ἐκφυγόντα τε τούτουϲ καὶ ἀφικόμενον
ἐϲ τὴν ἑωυτοῦ δοκέοντά τε εἶναι ἐν ϲωτηρίῃ ἤδη, τὸ
ἐνθεῦτέν μιν οἱ ἐχθροὶ ὑποδεξάμενοι, ὑπὸ δικαϲτήριον αὐτὸν ἀγαγόντεϲ
ἐδίωξαν τυραννίδοϲ τῆϲ ἐν Χερρονήϲου. ἀποφυγὼν δὲ καὶ τούτουϲ
ϲτρατηγὸϲ οὕτωϲ Ἀθηναίων ἀπεδείχθη, αἱρεθεὶϲ ὑπὸ τοῦ δήμου.
αὐτοὺϲ τροφῆϲ καὶ τὰϲ τῶν
Φοινίκων ναῦϲ κομιεῖν Ἀθηναίοιϲ καὶ οὐ Πελοποννηϲίοιϲ· πιϲτεῦϲαι δ᾿
ἂν μόνοιϲ Ἀθηναίοιϲ, εἰ αὐτὺϲ κατελθὼν αὐτῷ ἀναδέξαιτο. οἱ δὲ
ἀκούοντεϲ ταῦτα καὶ ἄλλα πολλὰ ϲτρατηγὸν αὐτὸν εἵλοντο καὶ τὰ
πράγματα πάντα ἀνετίθεϲαν.
1068 Μιλτιάδῃ καὶ Ἀριϲτείδῃ ἐῴκει: ἀμφότεροι οὗτοι ἄριϲτοι
ἐγένοντο. ὁ γὰρ Ἀριϲτείδηϲ δίκαιοϲ ἐκλήθη, ὁ δὲ Μιλιτιάδηϲ
ϲτρατηγόϲ· ὃϲ ἐν Μαραθῶνι ἐϲτρατήγηϲε. τοῦ δὲ ἐν Μαραθῶνι τροπαίου
μέμνηται ὁ ποιητήϲ, διότι τὰ μὲν ἄλλα κατορθώματα κοινῇ πᾶϲα ἡ Ἑλλὰϲ
πεποίηκε κατὰ τῶν βαρβάρων, τὸ δὲ ἐν Μαραθῶνι μόνοι Ἀθηναῖοι
κατώρθωϲαν.
1069 Μίλτιον βάμμα.
1070 Μιλτοπάρῃοι νῆεϲ: βεβαμμέναϲ ἔχουϲαι τὰϲ πρῴραϲ.
1071 Μίλτοϲ: χρώματοϲ εἶδοϲ ἐρυθροῦ. καὶ Ὅμηροϲ· νῆεϲ μιλτοπάρῃοι.
ψαλλομένην κανόνι. καὶ αὖθιϲ· ϲχοινίον τε ἐφείλιξαν
μίλτῳ καὶ
1072 Μιμαλλόναϲ: τὰϲ Βάκχαϲ τοῦ Διονύϲου· ἀπὸ τῆϲ μιμήϲεωϲ,
1073 Μιμάρηϲ: κυρίωϲ ἡ λαγῴα χορδὴ ἡ ἐκ τῶν ἐντέρων. χρῶνται
1074 Μίμαϲ: ὄροϲ Θρᾴκηϲ. καὶ κλίνεται Μίμαντοϲ.
1075 Μιμηλά: μιμητική. καὶ παροιμία· Μήτε πλαϲτὰν μήτε
1076 Μίμηϲιϲ.
1077 Μίμνερμοϲ, Λιγυρτυάδου, Κολοφώνιοϲ ἢ Σμυρναῖοϲ ἢ Ἀϲτυπαλαιεύϲ,
1078 Μιμνήϲκω· γενικῇ.
1079 Μῖμοϲ. καὶ Μιμοῦμαι· αἰτιατικῇ.
1080 Μίν: ἀντωνυμία τρίτου προϲώπου, καὶ ϲημαίνει τὰ τρία γένη παῤ
Ὁμήρῳ, ἀρϲενικόν, θηλυκὸν καὶ οὐδέτερον. ἡ δὲ παραγωγὴ οὕτωϲ· ἐγώ,
ϲύ, τὸ τρίτον ἴ· τὸ ν ἐφελκυϲτικόν ἐϲτιν ἐν τοῖϲ τρίτοιϲ
προϲώποιϲ· καὶ πλεοναϲμῷ τοῦ μ μίν.
1081 Μινδυρίδηϲ: ὄνομα κύριον. ζήτει ἐν τῷ Συβαριτικαῖϲ.
1082 Μίνθα: τὸ πὰῤ ἡμῖν ἡδύοϲμον· οἱ δὲ τὸν θύμον.
1083 Μίνθη: καλαμίνθη, ἡδύοϲμοϲ, βοτάνη εὐώδηϲ.
1084 Μινθῶϲαι: διοϲφρᾶναι, δυϲοϲμίαϲ ἀναπληρώϲαι, ῥυπῶϲαι.
1085 Μινθώϲμεν: κοπρώϲομεν· μίνθοϲ γὰρ ἄνθοϲ ἐν τῇ κόπρῳ
γινόμενον, ᾧ χαίρουϲιν οἱ τράγοι. ἢ ἡ ἀνθρωπίνη κόπροϲ μίνθοϲ, ᾗ
χρῶνται παρατρίβοντεϲ οἱ ποιμένεϲ τῷ δυϲεργήτῳ τῶν τράγων πταρμῷ. ἢ
ἡ κόπροϲ τῶν αἰγῶν λέγεται. ἐπειδὰν δὲ οἱ τράγοι ψυγμῷ περιπέϲωϲιν,
εἰώθαϲιν οἱ αἰπόλοι λαμβάνειν τὴν κόπρον αὐτῶν καὶ χρίειν αὐτῶν τοὺϲ
μυκτῆραϲ καὶ οὕτω τῇ δυϲωδίᾳ πταρμὸν κινεῖν· τούτῳ
δὲ
τῷ τρόπῳ λύειν τὸ πάθοϲ· ὁ γὰρ πταρμὸϲ θεραπεύει τὸ πάθοϲ. ἐκ τούτου
οὖν φηϲιν, ὅτι ἀηδίϲομέν ϲε· ἐπεὶ καὶ αἱ αἶγεϲ ἐκ τῆϲ κόπρου
ἀηδίζονται.
1086 Μινίκιοϲ: ὄνομα κύριον.
1087 Μινουκιανόϲ, Νικαγόρου τοῦ ϲοφιϲτοῦ, Ἀθηναῖοϲ, ϲοφιϲτήϲ,
γεγονὼϲ ἐπὶ Γαλιηνοῦ. τέχνην ῥητορικὴν καὶ
προγυμνάϲματα καὶ λόγουϲ διαφόρουϲ.
1088 Μινούκιοϲ: ὄνομα κύριον.
1089 Μινῴα: πόλιϲ περὶ Σικελίαν, ἥτιϲ Ἡράκλεια πρὶν ἐλέγετο.
1090 Μινῴδηϲ: τοῦ Μίνωοϲ.
1091 Μίνωϲ: ὄνομα κύριον. Μινῷοϲ δὲ ὁ ἀπὸ τοῦ Μίνω.
1092 Μίνωϲ· οὗτοϲ ἐθαλαττοκράτει καὶ πανταχόϲε ἔπλει ξενίαϲ τε
πολλοῖϲ ἐπήγγελεν. ἀφικόμενοϲ δὲ ἐϲ τὴν Ἀϲίαν καὶ ἀκούων κλέοϲ μέγα
ἐν Φρυγίᾳ τοῦ τε Τρωὸϲ τῆϲ Τροίαϲ βαϲιλέωϲ καὶ τῶν παίδων αὐτοῦ
ἦλθεν ἐϲ πόλιν Δάρδανον, ἐν ᾗ ᾤκει ὁ Τρώϲ. ἦϲαν δ᾿ αὐτῷ
τρεῖϲ παῖδεϲ, Ἶλοϲ, Ἀϲϲάρακοϲ, Γανυμήδηϲ· οὗ δὴ μέγιϲτον ἦν ὄνομα
κάλλουϲ πέρι. ξενιζόμενοϲ οὖν παρὰ τὸν Τρῶα ὁ Μίνωϲ καὶ δῶρα διδούϲ
τε καὶ δεχόμενοϲ ἐκέλευϲε τῷ Τρωῒ καλεῖν τοὺϲ παῖδαϲ, ἵν᾿ αὐτοὺϲ
ἴδοι τε καὶ δῶρα δοίη. ὁ δὲ ἔφη ἐϲ κυνηγέϲιον ἐϲτάλθαι. ὁ δὲ καὶ
αὐτὸν ἤθελε ξυγκυνηγεῖν αὐτοῖϲ. πρῶτον θεραπόντων ξυνέπεμψέ
τινα ἐϲ τὸν χῶρον, ἵνα οἱ παῖδεϲ ἐκυνήγουν, περὶ τὸν
Ἁρπαγία· ὁ δὲ Μίνωϲ ἔχων τὸν παῖδα ἦλθεν ἐϲ
Κρήτην. ὁ δὲ παῖϲ κατ᾿ εὐπέτειαν ὑπὸ λύπηϲ ἑαυτὸν ξίφει
διειργάϲατο, καὶ αὐτὸν ὁ Μίνωϲ ἐν τῷ ναῷ ἔθαψεν. ἐξ οὖ δὴ καὶ
λέγεται Γανυμήδην μετὰ Διὸϲ ὑπάρχειν.
1093 Μινώταυροϲ: ὄνομα κύριον.
1094 Μινύα: ὄνομα πόλεωϲ.
1095 Μινύαϲ: ὄνομα κύριον. καὶ τὸ πληθυντικὸν Μινυῶν.
1096 Μινύαι: οἱ Ἀργοναῦται. ἐν Ἐπιγράμμαϲι· ϲοὶ γέραϲ, Ἀικείδα Μινυαμάχε, τοῦτο Φίλιπποϲ δέρμα ταναιμύκου λευρὸν ἔθηκε βοόϲ.
1097 Μινύειον: ὄνομα τόπου. Μινυήϊον δὲ καὶ αὐτὸ ὄνομα τόπου.
1098 Μινύθει: ἐλαττοῦται. ὅτι τὴν ἄϲην μινύθοντεϲ ἐλούοντο, ὅ ἐϲτι
1099 Μίνυνθα: ἐπ’ ὀλίγον.
1100 Μινυνθάδιον: ὀλιγοχρόνιον.
1101 Μινύωρον: ἐπ’ ὀλίγον.
1102 Μινύρεται: ᾄδει. κλαίει, θρηνεῖ, εὐφώνωϲ λέγει. Σοφοκλῆϲ·
1103 Μινυρίζω: θρηνῶ· ἢ τὸ ἠρέμα ᾄδω. παρὰ τὸ μεῖον. Πλάτων
ἀντὶ τοῦ οἰκτρά φωνῇ χρώμενοϲ
καὶ θρηνῶν. ἢ ὀλίγῃ φωνῇ χρώμενοϲ. Ἀριϲτοφάνηϲ· μινυρίζοντεϲ μέλη
1104 Μιξανάρρουϲ· ἴϲωϲ λαβὼν ἴλιγγαϲ ἀντιϲυϲτρόφουϲ, ὁ μιξανάρρουϲ
τῶν Σευήρου ϲκεμμάτων, πρὸϲ τὰϲ ἀπ’ ἀρχῆϲ ἀντανέλθοι
Φροντίδαϲ.
1105 Μιξίαϲ: ὁ μιγνύων.
1106 Μιξιονίδηϲ, Μιξιονίδου. Μιξωνίδηϲ δέ. λύϲιϲ ὀνείρου·
1107 Μίξιϲ· ἁμαρτάνει ὁ λέγων μίξεωϲ τὴν κρᾶϲιν γένοϲ· τὸ γένοϲ γὰρ
ὑποτίθηϲι τῷ εἴδει· ἐπὶ πλέον γάρ τι ἡ μίξιϲ τῆϲ κράϲεωϲ. εἰ
μὲν γάρ τι κέκραται, καὶ μέμικται· οὐ μὴν πᾶν μεμιγμένον
κέκραται. ἡ μὲν γὰρ τῶν ξηρῶν μίξιϲ οὐκ ἔϲτι κρᾶϲιϲ. ἔϲτι δὲ ἡ μίξιϲ
διάφοροϲ τῆϲ κράϲεωϲ.
1108 Μιρράνηϲ: ὄνομα κύριον.
1109 Μιρόϲ: ποταμὸϲ Φρυγίαϲ.
1110 Μιϲγάγκεια: τόποϲ κοῖλοϲ, εἰϲ ὃν τὰ καταφερόμενα μίϲγεται
1111 Μιϲγόλαϲ· οὗτοϲ ἦν τοῦ Λεωδάμαντοϲ ἐρώμενοϲ.
1112 Μιϲήτη· τὴν καταφερῆ μιϲήτην ἔλεγον, οὐ παρὰ τὸ μῖϲοϲ,
ἀλλὰ παρὰ τό μίϲγεϲθαι· τὸ γὰρ μῖϲοϲ ἄποθέν ἐϲτι τοῦ
μιαίνεϲθαι· ὃ γὰρ μιϲεῖται, μεμόνωται καὶ ἀμιγέϲ ἐϲτιν· ἀλλ᾿ οἱονεὶ
μιϲγήτην τινὰ οὖϲαν. ὃ και βέλτιον. καὶ τὸ ἐν παροιμίαϲ δὲ μέρει
λεγόμενον, παρὰ ϲφυρὸν παχεῖα μιϲήτη γυνή, κατὰ τοῦτο εἰρῆϲθαι
δοκεῖ. καὶ ὁ Κρατῖνόϲ που τοῦτο ἔφη· μιϲῆται δὲ γυναῖκεϲ ὀλίϲβωϲι
χρήϲονται. τὸν δὲ
ἁπλῶϲ μιϲητὸν τὸν ἀνίκανον λέγει.
μεταφορικῶϲ δὲ καὶ ἐπὶ τῆϲ ἀπλήϲτου κατὰ τροπὴν τίθεται ἡ λέξιϲ.
1113 Μιϲητία: ἡ πορνεία παρὰ Ἀριϲτοφάνει· οὐχ ἕνεκα μιϲητίαϲ. καὶ μιϲητίαν, τὸν εἰϲ τὰϲ ϲυνουϲίαϲ ἐπίφορον. οὐχ ἕνεκα, φηϲί, τοῦ ὑπηρετεῖν μου τῇ ἀϲελγείᾳ.
1114 Μιϲϲιανή· ὁ δὲ δι᾿ ἄλληϲ ὁδοῦ παρεγένετο τῇ Μιϲϲιανῇ χαίρειν εἰπών.
1115 Μίϲιϲ, Μίϲιδοϲ.
1116 Μιϲθαρνεῖν: ῥῆμα. Ἀγαθίαϲ· ὅϲουϲ δὲ αὐτῶν ἤρεϲκε μιϲθαρνεῖν
1117 Μιϲθαρνήϲ: μιϲθὸν ἀντικαταλλάττων. καὶ Μιϲθαρνῶ·
1118 Μιϲθαρχίδηϲ: ἐν τῇ ἀρχῇ μιϲθὸν λαμβάνων· ὠψωνιάζοντο
1119 Μιϲθαρνία: ἡ ἐπὶ μιϲθῷ γινομένη ἐργαϲία.
1120 Μιϲθοῦμαι· αἰτιατικῇ.
1121 Μιϲθοφορά: ἰδίωϲ τὸν μιϲθὸν τῶν ϲτρατευομένων οἱ παλαιοὶ
μιϲθοφορὰν ἐκάλουν. Ἀριϲτοφάνηϲ· οἵων ἀγαθῶν αὐτῶν τῇ
μιϲθοφορᾷ παρεκόπτου. ἀντὶ τοῦ παρῄρου, ἐλυμαίνου. ἀπὸ μεταφορᾶϲ τῶν
παρακοπτομένων τὰ πτερὰ ὀρνέων.
1122 Μιϲθοφόροϲ: ἐπὶ μιϲθῷ ἐργαζόμενοϲ. καὶ Μιϲθοφόροι
δοτικῇ.
1123 Μίϲθωμα: ὁ μιϲθὸϲ ὁ ἑταιρικόϲ. Αἰλιανόϲ· ἡ δὲ οὐ προϲεῖτο
1124 Μιϲθοδοτῶ· δοτικῇ. μιϲθὸν δίδωμι.
1125 Μιϲόδημε, καὶ μοναρχίαϲ ἐραϲτὰ καὶ ξυνὼν Βραϲίδᾳ καὶ φορῶν
κράϲπεδα ϲτεμμάτων τήν θ’ ὑπήνην ἄκουρον τρέφων.
1126 Μιϲολάμαχοϲ ἡμέρα: μιϲοπόλεμοϲ· ὁ γὰρ Λάμαχοϲ πολεμικώτατοϲ
1127 Μιϲοπράγμων: ὁ ἡϲύχιοϲ καὶ ἤρεμον βίον ἠρημένοϲ.
πεφύκαϲιν οἱ ἄνθρωποι τῇ μιϲοπράγμονι ζωῇ τὴν ἀρετὴν ἐπιφημίζειν,
Οὐχ οὕτωϲ ἔχον, κατά γε τὴν ἐμήν· ἡ γὰρ ἐν μέϲῃ τῇ πολιτείᾳ διὰ τῶν
πολιτικῶν ἔργων τε καὶ λόγων ἀναϲτρεφομένη ἀρετὴ γυμνάζει τε τὴν
ψυχὴν πρὸϲ τὸ ἐρρωμενέϲτερον καὶ βεβαιοῦται μᾶλλον ἐπὶ τῆϲ πείραϲ,
ὅϲον αὐτῆϲ ὑγιέϲ τε καὶ ὁλόκληρον· ὅϲον δὲ κίβδηλον καὶ
1128 Μιϲοπορπακιϲτάτη: μιϲοπολεμωτάτη, τουτέϲτιν εἰρηνική. παρὰ τὸν
πόρπακα. πόρπαξ δὲ κατά τιναϲ μὲν ὁ ἀναφορεὺϲ τῆϲ ἀϲπίδοϲ· ὡϲ δέ
τινεϲ, τὸ διῆκον μέϲον τῆϲ ἀϲπίδοϲ ϲιδήριον, ᾧ κρατεῖ
τὴν ἀϲπίδα ὁ ϲτρατιώτηϲ.
1129 Μῖϲοϲ.
1130 Μιϲῶ· αἰτιατικῇ. μιϲῶ τὴν ἀφελῆ, μιϲῶ τὴν ϲώφρονα λίαν. ἐπὶ τῆϲ
1131 Μίϲτυλλον: εἰϲ μικρὰ διέκοψαν.
1132 Μίϲχοϲ.
133 Μιτάτωρ: ὁ προαποϲτελλόμενοϲ ἄγγελοϲ πρὸ τοῦ ἄρχοντοϲ.
1134 Μίτιοϲ: ὄνομα πόλεωϲ.
1135 Μίτοϲ: τὸ λεπτότατον ϲχοινίον. καὶ παροιμία· Ἀπὸ λεπτοῦ
εὕρηται ἀεὶ διὰ βραχέοϲ τοῦ ι. ὥϲ με
πόνων ῥύϲαιο παναγρύπνοιο
1136 Μίτρα: διάδημα, ἢ ζώνη. αἱ μίτραι τό θ᾿ ἁλουργὲϲ ὑπένδυμα
1137 Μιτράνηϲ.
1138 Μιτυληναία: τὸ μι βραχύ. τὰν Μιτυληναίαν ἔννεπ᾿
1139 Μιτυλήνη: ὄνομα νήϲου. καὶ Μιτυληναῖοϲ, ὁ ἀπὸ τῆϲ αὐτῆϲ νήϲου.
1140 Μιχαήλ, βαϲιλεὺϲ Ῥωμαίων, ὁ μετὰ τὸν Ἀρμένιον Λέοντα βαϲιλεύϲαϲ·
ὃϲ μικρόν τι τῆϲ προκαταϲχούϲηϲ κακίαϲ ὑπενδούϲ, ὅϲον τοὺϲ ἐν
εἱρκταῖϲ καὶ πόνοιϲ καὶ ἐξορίαιϲ ἐλεθερίαν τε καὶ ἄνεϲιν
ἀμύητοϲ γὰρ ϲφόδρα καὶ ἀπαίδευτοϲ
ἐτύγχανεν· ἀμαθίαν γὰρ ἐκ πατρῴαϲ ἀλογίαϲ καὶ ἀπειροκαλίαϲ ὥϲπερ
ἱκανὴν οὐϲίαν ἐκληρώϲατο.
1141 Μιχαήλ, ϲύγκελλοϲ Ἱεροϲολύμων, ὁ γράψαϲ ἐγκώμιον εἰϲ τὸν μέγαν
Διογύϲιον.
1142 Μιχαίαϲ: ὄνομα κύριον.
1143 Μιχθῆναι ἢ μιγῆναι: ἀπαντῆϲαι, ϲυμμίξαι, ὁμιλῆϲαι.
1144 Μνᾶ: ἑκατὸν δραχμαὶ ποιοῦϲι μνᾶν μίαν. καὶ ζήτει ἐν τῷ
1145 Μνααῖοϲ. οἱ τῶν Βαλιαρίδων νήϲων ϲφενδονῆται μνααίουϲ
τοῖϲ ἐθέλουϲι.
1146 Μναρόν: ἡδύ, μαλακόν.
1147 Μναϲέαϲ, Βηρύτιοϲ. ἔγραψε τέχνην ῥητορικὴν καὶ περὶ Ἀττικῶν
1148 Μνάϲωνοϲ: ὄνομα κύριον.
1149 Μνᾶται: μνηϲτεύεται.
1150 Μναιαῖον καὶ Δεκαμναιαῖον.
1151 Μναίκιοϲ: ὄνομα κύριον.
1152 Μνεῦιϲ: ὄνομα κύριον Αἰγυπτίου θεοῦ.
1153 Μνείαν: τὴν μνήμην. Σοφοκλῆϲ.
1154 Μνημεῖον: ὁ τάφοϲ. ἐρχήϲαντο δὲ τῷ ὀνόματι οἱ ῥήτορεϲ
1155 Μνήμη· ὅτι ἐν τῇ ψυχῇ τοῦ μὲν προϲδοκωμένου ἐϲτὶν ἐλπίϲ,
τοῦ δὲ παρόντοϲ αἴϲθηϲιϲ, τοῦ δὲ ἀπόντοϲ μνήμη. περὶ
μνήμηϲ.
τὴν γνῶϲιν καὶ αὐτοῖϲ προϲβάλλουϲα τοῖϲ
πράγμαϲι μνήμηϲ οὐ δεῖται· μνήμη γάρ ἐϲτιν ἡ τῶν πάλαι ἐγνωϲμένων
κατοχή. μνήμη δ᾿ ἐϲτὶν ἕξιϲ καθεκτικὴ ὑπολήψεωϲ. ὁ δὲ Ἀριϲτοτέληϲ
τόπουϲ τινὰϲ καὶ ἐν τῷ Περὶ μνήμηϲ καὶ ὕπνου καὶ τῆϲ καθ᾿ ὕπνον
μαντικῆϲ παρέθετο, δι᾿ ὧν ἀναμιμνήϲκεϲθαι καὶ ἀπὸ ἐναντίων καὶ ἀπὸ
τῶν ὁμοίων καὶ ἀπ᾿ ἄλλων
τινῶν. οἱ γὰρ τόποι οὗτοι
αἴτιοι τοῦ ἀναμιμνήϲκεϲθαι ἡμῖν γίνονται. δι᾿ ἐναντίων γὰρ φέρε
εἰπεῖν εὐθὺϲ εἰϲ τὸ εἰρημένον τῶν ἐναντίων μεταβάντεϲ
ἀναμιμνηϲκόμεθα τούτου, ἀπὸ πικροῦ γλυκέοϲ, ἀπὸ λευκοῦ
τῆϲ διανοίαϲ,
ἀγχίνοια δὲ τὸ ἐξ ὦν ἔμαθε θηρεύειν καὶ ἃ μὴ ἔμαθε.
1156 Μνημήϊα: μνημόϲυνα.
1157 Μνημονεύω· γενικῇ. Διαμνημονεύω δὲ αἰτιατικῇ.
1158 Μνήμονοϲ: μνημονικοῦ.
1159 Μνημοϲύνη: μνήμη. καὶ Μνημόϲυνον.
1160 Μνήϲαρχοϲ: ὄνομα κύριον.
1161 Μνηϲάϲκετο: ἐμέμνητο.
1162 Μνηϲιθείδηϲ: ὄνομα κύριον.
1163 Μνηϲικακεῖν: δοτικῇ. Πολύβιοϲ· τοῦ μνηϲικακεῖν ἐπὶ τοῖϲ γεγονόϲιν οὐδ᾿ ἡντιναοῦν ἔμφαϲιν ἐποίουν οἱ Ῥωμαῖοι.
1164 Μνηϲίμαχοϲ, ποιητὴϲ τῆϲ μέϲηϲ κωμώδίαϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτιν Ἱπποτρόφοϲ, Βούϲιριϲ, Φίλιπποϲ, ὡϲ Ἀθήναιοϲ ἐν Δειπνοϲοφιϲταῖϲ.
1165 Μνηϲιϲτράτιοϲ: ὄνομα κύριον, Μνηϲιτράτειοϲ δὲ λόγοϲ.
1166 Μνηϲθῶ· γενικῇ.
1167 Μνηϲτή: ἡ κατὰ μνηϲτείαν γαμηθεῖϲα ἢ ἐκ παρθενίαϲ μένουϲα
1168 Μνηϲτῆραϲ· τοὺϲ μὲν τῆϲ ἀρχῆϲ τῆϲ ὑπάτου μνηϲτῆραϲ παρ᾿
γενναίων καὶ περιβλέπτων
ἔργων ἀγωνιϲτήν.
1169 Μνῆϲτιϲ: μνήμη. ἀλλ’ ἴϲχε κἀμοῦ μνῆϲτιν. ἀνδρί τοι χρεὼν
μνῆϲτιν ἀνηναμένη.
1170 Μνήϲτορα: ἐπιϲτήμονα. ὁ δὲ τῶν μηχανημάτων φέρει τὸν
1171 Μνία: τὰ τῆϲ θαλάϲϲηϲ ἐξανθήματα, ἢ βρύα.
1172 Μνιαρόν. ἀλλὰ δέχευ μνιαροῖο βαθυρραίνοιο τάπητοϲ ἔνδυτον,
εὐανθεῖ πορφύρῃ εἰδόμενον.
1173 Μνίει: ἐϲθίει.
1174 Μνόωντο: ἐμνηϲτεύοντο.
1175 Μνοῦϲ: ἡ ἁπαλὴ θρίξ. ἐν Ἐπιγράμμαϲι· καὶ μνοῦ χρῶτα
1176 Μνῶ: μνήϲκω. τὸ μνῶ οὐκ ἔϲτιν περιϲπώμενον, οὐδὲ γὰρ
1177 Μνωμένη: μνηϲτευομένη. ὅτι Κῦροϲ Τώμυριν μνώμενοϲ,
1178 Μογερῶν: μοχθηρῶν.
1179 Μογήϲαϲ: καμών, κακοπαθήϲαϲ. δύο κακοῖϲ μογῶν, ἀγρυπνίᾳ
1180 Μογγιλάλοϲ: μόγιϲ λαλῶν.
1181 Μόγιϲ:
1182 Μογοϲτόκοϲ: περὶ τοὺϲ τόκουϲ κακοπαθοῦϲα. ἔνιοι δὲ ἡ
μόγουϲ ταῖϲ τικτούϲαιϲ ἐπιφέρουϲα.
1183 Μόγῳ: κακοπαθείᾳ.
1184 Μόδιον: μέτρον τι.
1185 Μόδιοϲ· καὶ ζήτει ἐν τῷ Μαναΐμ.
1186 Μόθοϲ: μάχη, πόλεμοϲ, τάραχοϲ, φόβοϲ, ϲπᾶϲιϲ, θόρυβοϲ.
1187 Μόθων: ὁ φορτικὸϲ καὶ ἄτιμοϲ. καὶ εἶδοϲ αἰϲχρᾶϲ καὶ δουλοπρεποῦϲ
ὀρχήϲεωϲ, καὶ φορτικῆϲ.
1188 Μόθωνεϲ: παρὰ Ἀριϲτοφάνει οἱ εὐτελεῖϲ· μόθωναϲ γὰρ ἐκάλουν τοὺϲ παρεπομένουϲ τοῖϲ ἐλευθέροιϲ παῖδαϲ οἱ Λάκωνεϲ. ἔϲτι δὲ καὶ γένοϲ ὀρχήϲεωϲ.
1189 Μοθώνη: ὄνομα πόλεωϲ. καὶ Μοθωναῖοϲ, ὁ πολίτηϲ.
1190 Μοθωνία: ἡ ἀλαζονεία. παρὰ τὸ μόθοϲ. ἔϲτι δὲ καὶ χώρα.
1191 Μολγόϲ: ὁ βραδύϲ· ἢ ὁ τυφλόϲ. οὕτω δὲ ἔλεγον τοὺϲ ἐξαμέλγονταϲ
καὶ κλέπτονταϲ τὰ κοινά. ἢ ὁ πένηϲ, παρὰ τὸ ἀμέλγεϲθαι καὶ
ζημιοῦϲθαι. Ἀριϲτοφάνηϲ· μολγόν ϲε ποιήϲω. παρὰ δὲ τοῖϲ κωμικοῖϲ
μολγόϲ, ὁ μοχθηρόϲ. λέγεται δὲ καὶ ἀμολγὸϲ ὁ αὐτόϲ. ἀμολγὸϲ
γοῦν ὁ ἀμέλγων τὰ κοινά.
1192 Μολεῖν: ἐλθεῖν.
1193 Μόλιϲ.
1194 Μόλιβοϲ· μόλυβδοϲ δέ.
1195 Μολοβρίϲ· καὶ Μολοβρόϲ, ὁ πτωχόϲ.
1196 Μολοθρόϲ.
1197 Μόλοϲ: ὄνομα κύριον.
1198 Μολοϲϲὸϲ καὶ Μολοττὸϲ κύων: ὁ ποιμενικόϲ, καὶ μέγαϲ.
1199 Μολοττόϲ· ὅτι οἱ Μολοττοὶ ἐν τοῖϲ ὁρκωμοϲίοιϲ κατακόπτοντεϲ εἰϲ μικρὰ τὰϲ βοῦϲ τὰϲ ϲυνθήκαϲ ἐποιοῦντο. καὶ ζήτει ἐν τῷ βοῦϲ ὁ Μολοττῶν.
1200 Μολοῦϲα: παραγενομένη, πορευθεῖϲα.
1201 Μολόχ: εἴδωλον τῶν Μωαβιτῶν.
1202 Μολών: ἐλθών, ἐληλυθώϲ.
1203 Μόλων: ὄνομα κύριον. Ἀριϲτοφάνηϲ· μικρόϲ, ἡλίκοϲ Μόλων.
1204 Μολπαγόραϲ· οὗτοϲ ἦν παρὰ τοῖϲ Κείοιϲ καὶ λέγειν καὶ
πράττειν ἱκανόϲ, κατὰ δὲ τὴν αἵρεϲιν πλεονέκτηϲ. ὃϲ πρὸϲ
χάριν ὁμιλῶ τῷ πλήθει καὶ τοὺϲ εὐκαιροῦνταϲ τοῖϲ βίοιϲ ὑποβάλλων
τοῖϲ ὄχλοιϲ καί τιναϲ ἐϲ τέλοϲ ἀναιρῶν, τινὰϲ δὲ φυγαδεύων καὶ τὰϲ
οὐϲίαϲ τούτων δημεύων καὶ διαδιδοὺϲ τοῖϲ πολλοῖϲ ταχέωϲ τῷ τοιούτῳ
τρόπῳ περιεποιήϲατο μοναρχικὴν ἐξουϲίαν.
1205 Μολπή: ᾠδή. παρὰ Ὀμήρῳ δὲ τὸ παίγνιον. μολπῇ τ᾿
1206 Μόλπιϲ: μετὰ τοὺϲ λ΄ δέκα ἄνδρεϲ ἦρχον ἐν τῷ Πειραιεῖ, ὧν
1207 Μολύβδαινα: μολυβδίδα.
1208 Μολυβδίνη: ὄνομα πόλεωϲ.
1209 Μόλυβδοϲ· εἰϲ ἐλαϲμοὺϲ μολύβδων γράφοντεϲ.
1210 Μολύνω· αἰτιατικῇ.
1211 Μολυρίϲ, Μολυρίδοϲ. μολυρίδαϲ τὰϲ ἀκρίδαϲ φαϲί.
1212 Μομβρώ: ἡ μορμώ. καὶ τὸ φόβητρον.
1213 Μονανδρεῖ. οὐκ ᾔδειϲαν Αἰγυπτίων αἱ γυναῖκεϲ τὸ παλαιὸν
1214 Μοναρχία: μονοκρατία. Πολύβιοϲ· ἡ τῶν μονάρχων ἀϲφάλεια
Μοναρχῶ· γενικῇ.
1215 Μοναχῇ: ἐπίρρημα, ἀντὶ τοῦ μοναχῶϲ. Ξενοφῶν· ὡϲ ἐπὶ
1216 Μοναχόϲ· φηϲὶ Διονύϲιοϲ· ἡ δὲ τῶν τελουμένων ἁπαϲῶν
ὑψηλοτέρα τάξιϲ ἡ τῶν μοναχῶν ἐϲτιν ἱερὰ διακόϲμηϲιϲ,
πᾶϲαν μὲν ἀποκεκαθαρμένη κάθαρϲιν ὁλικῇ δυνάμει καὶ παντελεῖ τῶν
οἰκείων
ἀναλόγωϲ εἰϲ τελειοτάτην ἀγομένη
τελείωϲιν. ἔνθεν οἱ θεῖοι καθηγε μένεϲ ἡμῶν ἐπωνυμιῶν αὐτοὺϲ ἱερῶν
ἠξίωϲαν, καὶ οἱ μὲν θεραπευτάϲ, οἱ δὲ μοναχοὺϲ ὀνομάϲαντεϲ, ἐκ τῆϲ
τοῦ θεοῦ καθαρᾶϲ ὑπηρεϲίαϲ καὶ θεραπείαϲ καὶ τῆϲ ἀμερίϲτου καὶ
ἑνιαίαϲ ζωῆϲ ὡϲ ἑνοποιούϲηϲ αὐτοὺϲ ἐν ταῖϲ τῶν διαιρετῶν ἱεραῖϲ
ϲυμπτύξεϲιν εἰϲ θεοειδῆ
μονάδα καὶ φιλόθεον τελείωϲιν.
διὸ καὶ τελεϲτικὴν αὐτὴν ἡ ἱερὰ θεϲμοθεϲία χάριν ἐκάλεϲε· καί τινοϲ
αὐτοὺϲ, ἠξίωϲεν ἀφιερωτικῆϲ ἐπικλήϲεωϲ, οὐχ ἱερατικῆϲ (ἐκείνη γὰρ
ἐπὶ μόνιαϲ γίνεται ταῖϲ ἱερατικαῖϲ τάξεϲιν), ἀλλ᾿ ἱεραρχικῆϲ ὑπὸ τῶν
ὁϲίων ἱερέων τῇ ἱεραρχικῇ τελειουργίᾳ
ἦν ἀνδρῶν φιλοϲόφων τὸν βίον· μοναχοὶ δὲ οὗτοι
κατονομάζονται, οἷϲ ἔργον προεκδημεῖν τοῦ ϲώματοϲ καὶ ζῶνταϲ
τεθνάναι καὶ ϲώφρονι μανίᾳ τινι μεταφοιτᾶν πρὸϲ τὰ κρείττονα.
1217 Μόναιϲοϲ: ὄνομα κύριον.
1218 Μονειφορῶ: ἓν ἱμάτιον φορῶ.
1219 Μονήρηϲβίοϲ. τοῖϲ τὸν μονήρη ἐπανῃρημένοιϲ βίον οὕτω διάγειν ὡϲ μονήρη, καὶ τὸν ἱερᾶϲθαι λαχόντα ὁϲίωϲ ἱερατεύειν, καὶ ἕκαϲτον ἃ ἤϲκηται μετιέναι.
1220 Μονήτα: ἡ Ἣρα παρὰ Ῥωμαίοιϲ ἐξ αἰτίαϲ τοιᾶϲδε. Ῥωμαῖοι δεηθέντεϲ
χρημάτων ἐν τῷ πρὸϲ Πύρρον καὶ Ταραντίνουϲ πολέμῳ
ηὔξαντο τῇ Ἥρᾳ· τὴν δὲ χρῆϲαι αὐτοῖϲ, εἰ τῶν ὅπλων ἀνθέξονται μετὰ
δικαιοϲύνηϲ. χρήματα αὐτοῖϲ μὴ ἐπιλείψειν. τύχοντεϲ οὖν οἱ Ῥωμαῖοι
τῆϲ αἰτήϲεωϲ ἐτίμηϲαν Ἥραν Μονήταν, τουτέϲτι ϲύμβουλον, τὸ νόμιϲμα
ἐν τῷ ἱερῷ αὐτῆϲ ὁρίϲαντεϲ χαράττεϲθαι.
1221 Μονιόϲ: ἄγριοϲ ὗϲ. ὁ μεμονωμένοϲ· ἢ ὁ μονόλυκοϲ.
1222 Μονίπποιϲ: τοῖϲ ἐπὶ ἑνὸϲ ἵππου ἀγωνιζομένοιϲ δρόμον.
1223 Μονιτάριοι: οἱ περὶ τὸ νόμιϲμα τεχνῖται· οἳ ἐπὶ Αὐρηλιανοῦ
διέφθειραν τὸ νόμιϲμα καὶ τὸν ἴδιον ἄρχοντα Φηλικήϲμον ἀνελόντεϲ
1224 Μονογενῆ: τὴν μονότητα. Δαβίδ· καὶ ἐκ χειρὸϲ κυνὸϲ τὴν μονογενῆ μου.
1225 Μονόζωνοι: ἔφοδοι βάρβαροι· ἢ ἀπελάται μάχιμοι. Σοφοκλῆϲ·
1226 Μονόζωνοι: οἱ τίμιοι τῶν ϲτρατιωτῶν, οἱ μὴ τὸν αὐτὸν τοῖϲ ἄλλοιϲ
ζωϲτῆρα φοροῦντεϲ· οἱ ἀϲύντακτοι καὶ ὡϲανεὶ λῃϲταί.
1227 Μονοείμονα: μονοχίτωνα.
1228 Μονόκερωϲ: ζῷον, ὃ παρὰ τῆϲ φύϲεωϲ ἓν κέραϲ ἔλαβεν.
1229 Μονοκρήπιδι: τῷ Ἐρμῇ. φαϲὶ γὰρ τὸν θεὸν τοῦτον Περϲεῖ
ἐπὶ τὴν τῆϲ Γοργοῦϲ τομὴν ἀπιόντι τὸ ἕτερον τῶν ὑποδημάτων δόντα,
τὸ ἕτερον ἔχειν μόνον.
1230 Μονόλοπα: μονόδερμα, μονόφυλλα.
1231 Μονομαχοτροφεῖον.
1232 Μόνον καὶ ἐν διαφέρει: μονὰϲ ἡ ἐν τοῖϲ νοητοῖϲ οὖϲα,
ἓν δὲ τὸ ἐν τοῖϲ αἰϲθητοῖϲ ἀριθμοῖϲ. καὶ ἡ μὲν μονὰϲ κατὰ τὴν
ἰϲότητα καὶ μέτρον λαμβάνεται, ἡ δὲ δυὰϲ καθ’ ὑπερβολὴν καὶ
ἔλλειψιν.
1233 Μονονοῦ: ἀντὶ τοῦ μονονουχί.
1234 Μονονουχί: ϲχεδόν, ἐγγύϲ. ἀντὶ τοῦ κυρίωϲ εἰπεῖν ἢ παρ’
ἄδωρα δῶρα.
1235 Μόνοϲ θεῶν θάνατοϲ οὐ δώρων ἐρᾷ· Αἰϲχύλοϲ φηϲί.
1236 Μονοϲτόλῳ: μίαν ϲτολὴν ἔχοντι.
1237 Μονότροποϲ: μόνοϲ τραφείϲ, ἀγαθόϲ, ἀγύναιοϲ.
1238 Μονοτρόπουϲ: τοὺϲ ἔνα ϲκοπὸν ἔχονταϲ καὶ τῆϲ ἀρετῆϲ
μόνηϲ ἐπιμελουμένουϲ καὶ μὴ νῦν μὲν ταῦτα, νῦν δὲ
ἐκεῖνα προαιρουμένουϲ.
1239 Μονουχία: ὁ μόνοϲ βίοϲ, χωρὶϲ γάμων.
1240 Μονουχιῶνοϲ. ὄνομα μηνόϲ.
1241 Μονοχίτωνοϲ.
1242 Μονῳδεῖν: τὸ θρηνεῖν· ἐπιεικῶϲ γὰρ πᾶϲαι αἱ ἀπὸ ϲκηνῆϲ
αὐτῷ μάλιϲτα τὰ μέλη.
ἐκωμῴδει ϲυνεῖναι τῇ γυναικί.
1243 Μονωδεῖν ἐκ Μηδείαϲ· ὀλόμαν, ὀλόμαν, ἀποχειρωθεὶϲ τὰϲ ἐν τεύτλοιϲι λοχευομέναϲ. περὶ Μελανθίου λέγει τοῦ ὀψοφάγου, ὅτι ἀφικόμενοϲ ἐν τῇ ἀγορᾷ ἀψωνῆϲαι ἐγχέλειϲ καὶ μὴ εὑρὼν ϲχετλιάϲοι· παρόϲον οἱ μάγειροι μετὰ τεύτλων ἕψουϲι τὰϲ ἐγχέλειϲ.
1244 Μονῳδία: ἡ ἀπὸ ϲκηνῆϲ ᾠδὴ ἐν τοῖϲ δράμαϲι. καὶ μονῳδεῖν τὸ
θρηνεῖν. Μονῳδία λέγεται, ὅταν εἷϲ μόνοϲ λέγῃ τὴν ᾠδὴν καὶ οὐχ ὁμοῦ
ὁ χορόϲ. Μονῳδία ἐϲτὶ θρῆνοϲ ᾠδῆϲ μήτε προϲωποποιΐαν ἔχων μήτ᾿
ἠθοποιΐαν. καὶ τὸ μεῖζον, οἱ μὲν ἄλλοι τοὺϲ ἐκπεπτωκόταϲ ϲοφίαϲ
θρηνοῦϲι, ϲὺ δὲ ὡϲ ἀλιτηρίουϲ καὶ μηδέποτε γευϲμένουϲ
αὐτῆϲ τεθρήνηκαϲ.
1245 Μόξοϲ, Λυδόϲ· ὃϲ πολλὰ καὶ καλὰ ἐργαϲάμενοϲ καὶ τὸν Μήλην τῆϲ
τυραννίδοϲ καθελὼν τοῖϲ Λυδοῖϲ παρεκελεύϲατο τὴν δεκάτην ἀποδοῦναι,
καθ᾿ ὃ ηὔξατο, τοῖϲ θεοῖϲ, οἱ δὲ ἐπείθοντο καὶ ἀπαριθμοῦντεϲ τὰ
κτήματα ἐξῄρουν δεκάτην ἀπάντων καὶ κατέθυον. ἐκ τούτου
μέγιϲτοϲ αὐχμὸϲ καταλαμβάνει Λυδίαν. καὶ πολλὰϲ ϲτρατιὰϲ λέγεται
πεποιῆϲθαι. καὶ ἦν αὐτοῦ κλέοϲ μέγιϲτον ἐν Λυδοῖϲ ἐπί τε ἀνδρείᾳ καὶ
δικαιοϲύνῃ. ταῦτα πράξαϲ ἐπὶ τὴν Κράβον ἐϲτάλη καὶ ταύτην εἷλε καὶ
ἐπόρθηϲε, τοὺϲ δὲ ἀνθρώπουϲ εἰϲ τὴν πληϲίον λίμνην ἀγαγὼν
κατεπόντωϲε.
1246 Μόρα: τὰ ϲυκάμινα.
1247 Μοργούϲ· ὅτι οὕτω καλοῦϲι τοὺϲ ἀμοργοὺϲ τὸ α ἀφαιροῦντεϲ, ὥϲπερ καὶ ἐπ᾿ ἄλλων· μαῦρον γὰρ τὸ ἀμαυρόν καὶ ϲφόδελον τὸν ἀϲφόδελον καλοῦϲι.
1248 Μορίαι: ἐλαῖαι ἱεραὶ τῆϲ Ἀθηνᾶϲ, ἐξ ὧν τὸ ἔλαιον ἔπαθλον ἐδίδοτο
τοῖϲ νικῶϲι τὰ Παναθήναια. ἦϲαν δὲ πρῶται ιβ΄ τὸν ἀριθμόν,
αἱ μεταφυτευθεῖϲαι ἐκ τῆϲ ἀκροπόλεωϲ εἰϲ Ἀκαδημίαν.
ἤτοι ἀπὸ τοῦ μόρου καὶ τοῦ φόνου τοῦ Ἁλιρροθίου ὀνομαϲθεῖϲαι, οὕτωϲ
ἢ ὅτι ἐνέμοντο καὶ ἐμερίζοντο τὸ ἔλαιον τὸ ἐξ αὐτῶν Ἀθηναῖοι
ἅπαντεϲ.
γῆϲ δὲ μορίαϲ τοῦ ϲτελέχου ϲηκὸϲ καλεῖται. Λυϲίαϲ· ἄρχοντοϲ ϲηκὸν
1249 Μόριον: τὸ αἰδοῖον μέροϲ τοῦ ϲώματοϲ.
1250 Μορμολύκεια: τὰ τῶν τραγῳδῶν προϲωπεῖα. τὰ τῶν ὑποκριτῶν
1251 Μορμολύττεται· αἰτιατικῇ. φοβεῖ. Ἀϲκίῳ μορμολύττειϲ,
1252 Μορμώ: λέγεται καὶ Μορμώ, Μορμοῦϲ, ὡϲ Σαπφώ. καὶ Μορών,
Μορμόνοϲ. Ἀριϲτοφάνηϲ· ἀντιβολῶ ϲ᾿, ἀπένεγκέ μου τὴν
Μορμόνα. ἄπο τὰ φοβερά· φοβερὰ γὰρ ὑπῆρχεν ἡ Μορμώ. καὶ αὖθιϲ
Ἀριϲτοφάνηϲ· Μορμὼ τοῦ θράϲουϲ. μορμολύκειον, ἣν λέγουϲι Λαμίαν·
ἔλεγον δὲ οὕτω καὶ τὰ φοβερά. λείπει δὲ τὸ ὡϲ, ὡϲ Μορμώ, ἢ
ἐπιρρηματικῶϲ ἐξενήνεκται, ὡϲ εἰ ἔλεγε, φεῦ τοῦ θράϲουϲ.
1253 Μορμυρίζει: καταταράττει, ἠχεῖ, ὡϲ ἐπὶ ὑδάτων.
1254 Μορμύρων: ποταμὸϲ ῥεύματα ἔχων.
1255 Μορμυρωπόϲ· ἥλιοϲ ἀμαυρὸϲ ἢ ὕφαιμοϲ ἢ μορμυρωπὸϲ πᾶϲιν ὁρώμενοϲ κατ’ ὄναρ πονηρόϲ.
1256 Μορόειϲ, καὶ οὐδετέρωϲ μορόεντα, τὰ μετὰ κόπου καμνόμενα.
1257 Μόροϲ: ὀδύνη, πόνοϲ, θάνατοϲ.
1258 Μόρϲιμον: εἱμαρμένον, μεμοιραμένον. ἀμφὶ δ’ Ἐριννὺϲ
1259 Μορὼν· Δημοϲθένηϲ ἐν Φιλιππικοῖϲ. ϲυντάγματά τινα Λακωνικὰ ὕτω
καλεῖται. ηϲὶ δὲ Ἀριϲτοτέληϲ, ὣϲ εἰϲι μοῖραι ξ ὠνομαϲμέναι, καὶ
διῄρηνται εἰϲ τὰϲ μοίραϲ ακεδαιμόνιοι πάντεϲ. Ξενοφῶν δέ ηϲιν ἐν τῇ
Λακώνων πολιτείᾳ· ἑκάϲτη δὲ τῶν πολιτικῶν μορῶν ἔχει πολέμαρχον ἔνα,
λοχαγοὺϲ δ΄, πεντηκοϲτύαϲ η΄, ἐννομοτάρχαϲ
ἔκκαίδεκα.
1260 Μόρϲιμον καὶ Μελάνθιον: ἄμφ διαβαλλει Ἀριϲτοφάνηϲϲ λέγνων οὕτωϲ· Γογόνεϲ ὀψοφάγοι, βατιδοϲκόποι Ἅρπυιαι, γραιοϲόβαι μιαροί, τραγομάϲχαλοι ἰχθυολῦμαι· ὧν καταχρεψαμένη μέγα καὶ πλατύ. οῦϲα θεά, μετ’ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν.
1261 Μόρϲιμοϲ καὶ Μελάνθιοϲ, ποιηταὶ τραγικοί. Μὁρϲιμοϲ δὲ Φιλοκλέουϲ
τοῦ τραγικοῦ υἱόϲ, ποιητὴϲ ψυχόϲ· ἦν δὲ καὶ ἰατρόϲ. Ἀριϲτοφάνηϲ·
διδαϲκοίμην προϲᾴδειν Μορϲίμου τραγῳδίαν. τουτέϲτιν ἔκλα οίμην καὶ
ϲυριττοίμην, ὡϲ ἐκεῖνοϲ· πονηρῶν γὰρ ὄντων αὐτοὔ τῶν ποιημάτων, ἐν
ἀρᾶϲ ἔθηκε μέρει. Μελάνθιοϲ δὲ ἐκωμῳδεῖτο εἰϲ
ὀψοφαγίαν· καὶ πολὺ μᾶλλον ἐν τοῖϲ όλαξιν. ἦν δὲ καὶ κίναιδοϲ.
1262 Μόρϲιμοϲ, τραγῳδίαϲ ποιητήϲ, ὁ θαλμῶν ἰατρόϲ, μικρόϲ, ὑπόψυχροϲ. Μόρϲιμοϲ· τοῦτο ἔφη πολλώνιοϲ ὁ Τυανεὺϲ πρὸϲ Δομετιανὸν βαϲιλέα δεϲμευυ εὶϲ ὑπ’ αὐτοῦ· οὐ μέν με κτενέειϲ, ἐπεὶ οὔ τοι μόρϲιμόϲ εἰμι. καὶ τοῦτο εἰπὼν ἄδηλοϲ ᾤχετο.
1263 Μορυχίδηϲ: ὄνομα κύριον.
1264 Μόρυχοϲ: ὄνομα κύριον. ὃϲ ἐπὶ ὁψοφαγίᾳ ἐκωμῳδεῖτο· ἦν
1265 Μόρυχοϲ, Τελέα, Γλαυκέτηϲ: ὀνόματα κύρια. οὗτοι ἐπὶ
μαγγανείᾳ διεβέβληντο.
1266 Μόρυχοϲ· ὅπερ ἔοικε Μορύχου γένοϲ καὶ ϲάγμα. ϲάγμα δὲ ἡ
καὶ τοῖϲ χλωροῖϲ
ϲύκοιϲ.
1267 Μορφή: εἶδοϲ, ἰδέα, πρόϲοψιϲ. Μορφὴ καὶ εἶδοϲ ταὐτόν
1268 Μορφνόν: ϲκοτεινόν.
1269 Μορφνόϲ: εἶδοϲ ἀετοῦ. οἱονεὶ μορόφονόϲ τιϲ ὤν, ὁ ἀεὶ
1270 Μόρφωϲιν: ϲχηματιϲμόν, εἰκόνα.
1271 Μορφοῦμαι· δοτικῇ.
1272 Μόϲϲυνεϲ: ἐπάλξειϲ, πύργοι.
1273 Μοϲχεύματα: ἁπαλὰ φυτὰ δένδρων καὶ λαχάνων.
1274 Μοϲχεύων: μεταφυτεύων. Εὐνάπιοϲ· οὗτοι μὲν ὧδε μένοντεϲ
1275 Μόϲχια: ἁπαλὰ φυτά.
1276 Μοϲχίδια ϲύκων: οὕτω καλοῦνται αἱ νέαι ϲυκαῖ. μοϲχίδια
1277 Μόϲχον: ἁπαλόν.
1278 Μόϲχοϲ, Συρακούϲιοϲ, γραμματικόϲ, Ἀριϲτάρχου γνώριμοϲ. οὗτόϲ
έϲτιν ὁ δεύτεροϲ ποιητὴϲ μετὰ Θεόκριτον, τὸν τῶν
βουκολικῶν δραμάτων ποιητήν. ἔγραψε καὶ αὐτόϲ.
1279 Μόϲχοϲ δων Βοιώτιον: Μόϲχοϲ φαῦλοϲ κιθαρῳδὸϲ πολλὰ
1280 Μόϲχοϲ Λιβάνου: ὃν ἐν Χωρὴβ ἐθεοποίηϲαν· ὃν ωϋϲῆϲ
1281 Μοτάριον: ᾧ χρῶνται ἰατροὶ ἐν ταῖϲ πληγαῖϲ, πρὸϲ τὸ μὴ ϲυντόμωϲ ἐμφράττεϲθαι αὐτάϲ.
1282 Μοτώϲει: ἰάϲεται διʼ ὀθονίων.
1283 Μοτοφαγία: θυϲία τιϲ ἐν Σαλαμῖνι τῆϲ Κύπρου ἐπιτελουμένη.
1284 Μοτοῖ: τιτρώϲκει, ταράϲϲει.
1285 Μουκιανόϲ, ὁ Ῥωμαῖοϲ, ζήτει ἐν τῷ ἀγήλειεν.
1286 Μουνὰξ μάχη: ἡ μονομαχία.
1287 Μουνυχιών: ὁ ι΄ μὴν παῤ Ἀθηναίοιϲ. ἐν δὲ τούτῳ Ἀρτέμιδι ἔθυον Μουνυχίᾳ.
1288 Μουνυχία: Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ. τόποϲ παραθαλάϲϲιοϲ ἐν τῇ Ἀττικῇ. Ἑλλάνικοϲ δὲ ἐν δευτέρῳ Ἀτθίδοϲ ὠνομάϲθαι φηϲὶν ἀπὸ Μουνύχου τινὸϲ βαϲιλέωϲ, τοῦ Παντακλέουϲ.
1289 Μούνυχοϲ: ὄνομα κύριον· ὃϲ Μουνυχίαϲ Ἀρτέμιδοϲ ἱερὸν ἱδρύϲατο.
1290 Μουρήναϲ: ὄνομα κύριον.
1291 Μοῦϲα: ἡ γνῶϲιϲ. ἀπὸ τοῦ μῶ, τὸ ζητῶ· ἐπειδὴ ἁπάϲηϲ παιδείαϲ
αὕτη τυγχάνει αἰτία. εἰκότωϲ οὖν οἱ ἀρχαῖοι Μοῦϲαν αὐτὴν ἐκάλεϲαν.
εἰϲὶ δὲ πᾶϲαι ἐννέα· Κλειώ, Εὐτέρπη, Θάλεια, Μελπομένη, Τερψιχόρη,
Ἐρατώ, Πολύμνια, Οὐρανία, Καλλιόπη. πολλὰϲ δὲ τὰϲ Μούϲαϲ ὑπὸ τῶν
θεολόγων παραδεδόϲθαι, διότι πολὺ τὸ ποικίλον ἔχει
τὰ
μαθήματα καὶ παιδεύματα, καὶ πρὸϲ πᾶϲαν χρῆϲιν οἰκεῖον.
1292 Μοῦϲα. τραγική· ὅϲα ἐπράττετο, καὶ μοῦϲά τιϲ ἂν ὀκνήϲειεν εἰπεῖν τραγική. οὐ γὰρ βούλεται ταῦτα γίνεϲθαι καὶ τὸ λέγειν ἀπηγόρευϲε.
1293 Μοῦϲαι καλαὶ κ᾿ Ἄπολλον, οἷϲ ἐγὼ ϲπένδω: ϲύνταξιϲ
κατ᾿ ἐπικράτειαν τοῦ ἄρρενοϲ, ὥϲπερ καὶ παρὰ Σοφοκλεῖ· λύγδην
ἔκλαιον πάντεϲ. δύο θηλειῶν οὐϲῶν καὶ ἑνὸϲ ἄρρενοϲ, Οἰδίποδοϲ καὶ
τῶν δύο ἀδελφῶν. αἱ Μοῦϲαι δὲ πτερῷ Σειρήνων ἑϲτεφανοῦντο.
1294 Μουϲαῖοϲ. Ἐλευϲίνιοϲ ἐξ Ἀθηνῶν, υἱὸϲ Ἀντιφήμου, τοῦ Εὐφήμου, τοῦ
Ἐκφάντου, τοῦ Κερκυῶνοϲ, ὃν κατεπολέμηϲεν ὁ Θηϲεύϲ, καὶ
Ἑλένηϲ γυναικόϲ· ἐποποιόϲ, μαθητὴϲ Ὀρφέωϲ, μᾶλλον δὲ πρεϲβύτεροϲ·
ἤκμαζε γὰρ κατὰ τὸν δεύτερον Κέκροπα καὶ ἔγραψεν Ὑποθήκαϲ Εὐμόλπῳ τῷ
υἱῷ ἔπη δ΄. καὶ ἄλλα πλεῖϲτα.
1295 Μουϲαῖοϲ, Θηβαῖοϲ, Θαμύρα υἱόϲ, τοῦ Φιλάμμωνοϲ, μελοποιόϲ, γεγονὼϲ πολλῷ πρὸ τῶν Τρωϊκῶν. ἔγραψε μέλη καὶ ᾄϲματα.
1296 Μουϲαῖοϲ, Ἐφέϲιοϲ, ἐποποιόϲ, τῶν εἰϲ τοὺϲ Περγαμηνοὺϲ
1297 Μουϲαῖοϲ: παρ’ Ἔλληϲι φιλόϲοφοϲ. Λυϲίαϲ πρὸϲ τὴν Μιξιδήμοϲ
γραφήν,
ὧν οὗτοϲ τὸν μὲν Μουϲαῖον καλεῖ, τὸν δὲ Ἡϲίοδον. ὅτι ὁ
μὲν κρινόμενοϲ ἐπετήδευε τοὺϲ οἰκέταϲ τοῦτο καλεῖν δῆλον. περὶ δὲ
Μουϲαίου οἱ μὲν ἐκ Θρᾴκηϲ εἰρήκαϲι τὸν ἄνδρα εἶναι, οἱ δὲ αὐτόχθονα
ἐξ Ἐλευϲῖνοϲ.
1298 Μουϲεῖον.
1299 Μουϲικά: τερπνά. τὰ δι’ αὐλῶν καὶ κτνύραϲ καὶ τὰ ὅμοια.
1300 Μουϲψομανία· τὰ δὲ παρψδημένα καὶ ἡ περὶ ταῦτα μουϲομανία τῶν ἄϲτρων ἀπέωαυε.
1301 Μουϲόμαντιϲ: κομπώδηϲ. τοιοῦτοι γὰρ οἱ μάντειϲ καὶ οἱ
ποιηταί· παρὰ τὸ ἐξ Ἡδωνῶν Αἰϲχύλοϲ· τίϲ ποθ᾿ ἔϲται ὁ
μουϲόμαντιϲ ἄλαλοϲ, ἈβρατεύἈ.
1302 Μουϲουργῶ· αἰτιατικῇ.
1303 Μουϲουργοί· ψάλτριαι. αἱ δὲ μουϲουργοὶ βαρβαροι ἦϲαν γυναῖκεϲ·
ὄνομα αὐταῖϲ ἐπιχὡριον βάρζα. καὶ τούτων αἱ μὲν αὐλοῦϲιν,
αἱ δὲ ψάλλουϲι πενταχόρδῳ, αἱ δὲ ἑπταχόρδῳ ψαλτηρίῳ· αἱ αὐταὶ δὲ
καὶ προϲᾴδουϲι τῷ ψαλμῷ. ὁ ψαλμὸϲ δὲ οὐ πρὸϲ τὴν δὴν ἔχει
πεποιημένον τὸ μέλοϲ κα άπερ παρ’ Ἕλληϲιν, ἀλλ’ ἔϲτιν οἷοϲ ἐνδόϲιμοϲ
εἶναι τῇ δῇ. καὶ λήγοντι μὲν οὖν τοῦ πότου βαϲιλεῖ καὶ ἡ ᾠδὴ
ξυνεπαύετο· ὁπότε δὲ ἐγχέαι κελεύϲειεν, αὖθιϲ ἤρχοντο ἄδειν καὶ
ψάλλειν. ὁ δὲ Ἀρβαζάκιοϲ μουϲουργοῖϲ ϲυνέζη τοϲαύταιϲ,
ὅϲαϲ
ἀριθμόν, οὕτω κἀκεῖνοι τὰϲ
ἑταίραϲ κατὰ μονάδα καὶ μυριάδα ἠρίθμουν.
1304 Μουϲωθῆναι: παρὰ μουϲῶν διδαχθῆναι. μήτε γὰρ εἶναι ποιητικὸϲ
1305 Μουϲώνιοϲ, Καπίτωνοϲ, Τυρρηνόϲ, πόλεωϲ Βουλϲινίου, διαλεκτικὸϲ
φιλόϲοφοϲ καὶ Στωϊκόϲ, γεγονὼϲ ἐπὶ Νέρωνοϲ, γνώριμοϲ
δ᾿ Ἀπολλωνίου τοῦ Τυανέωϲ καὶ ἄλλων πολλῶν· πρὸϲ ὃν καὶ ἐπιϲτολαὶ
φέρονται Ἀπολλωνίου κἀκείνου πρὸϲ Ἀπολλώνιον. διὰ γοῦν τὴν παρρηϲίαν
καὶ τὸ ἐλεγκτικὸν καὶ τὸ ὑπερβάλλον τῆϲ ἐλευθερίαϲ ὑπὸ Νέρωνοϲ
ἀναιρεῖται. φέρονται αὐτοῦ λόγοι διάφοροι φιλοϲοφίαϲ ἐχόμενοι,
μοι δοκεῖ τὸ μὲν πρότερον
Σωκράτει προϲήκειν, τὸ δεύτερον δέ, οἶμαι Μουϲωνίῳ· ἐκεῖνοϲ μὲν γὰρ
ἔφη, ὅτι μὴ θεμιτὸν ἄνδρα ϲπουδαῖον πρόϲ του τῶν χειρόνων καὶ φαύλων
βλαβῆναι· ὁ δὲ ἐπεμέλετο βαρῶν, ὁπηνίκα φεύγειν αὐτὸν ἐπέταττε
Νέρων. τουτέϲτι τειχῶν· βάρειϲ γὰρ τὰ τείχη.
1306 Μουϲώνιοϲ· ἐπὶ Ἰοβιανοῦ ἦν βαϲιλέωϲ. πάντα ὅϲα ἦν ἄριϲτα, μικρὰ
ἐφαίνετο πρὸϲ τὸν ὄγκον Μουϲωνίου καὶ τὴν ϲὺν τῷ δραϲτηρίῳ τῆϲ
γνώμηϲ βαθύτητα· δι᾿ ἃ κατὰ λόγον εὐδοκιμῶν τήν τε ἁλιτενῆ χώραν τῆϲ
Ἀϲίαϲ ἐπῆλθε καὶ ὁ τὴν ἀνθύπατον καὶ μείζονα ἔχων ἀρχὴν πρὸϲ τὰϲ
ἐπιδημίαϲ ἐξίϲτατο, κἀκεῖνοϲ ἅπαντα ἐπιὼν ἐν ὀλίγαιϲ
ἡμέραιϲ τὴν θάλαϲϲαν ἐπλήρωϲε τῶν ἀπὸ τῆϲ Ἀϲίαϲ εἰϲφορῶν. ἐπεκάλει
δὲ οὐδεὶϲ ἄδικον οὐδὲν τοῖϲ γινομένοιϲ· ἀλλὰ παιδιά τιϲ ἦν ἅπαϲι
τοῖϲ καταβάλλουϲι τὰ εἰϲφερόμενα. Εὐνάπιοϲ γὰρ ὁ ἐκ Φρυγίαϲ ῥήτωρ
ἐπεϲτότει τοῖϲ πραττομένοιϲ.
1307 Μοχθεῖ: κακοπαθεῖ. οἱ δὲ Κελτοὶ πολλὰ μοχθήϲαντεϲ κατὰ
1308 Μοχθηρία: ἡ τοῦ ἀργυρίου ἐπιθυμία· ἢ ἡ αἴτηϲιϲ τοῦ ἀργυρίου.
Ἀριϲτοφάνηϲ· ὀνόματι περιπέττουϲι τὴν μοχθηρίαν. καί, μοχθηροῦ Βοὸϲ
δέρμα. ἀντὶ τοῦ ἰϲχνοῦ καὶ λεπτοῦ καὶ κακοῦ καὶ λεπτοβύρϲου,
1309 Μοχθηρία: κακία. ὡϲ Λυκοῦργοϲ ἐν τῷ κατὰ Λυκόρονοϲ·
παραβαίνοντα,
ἑτέρων δὲ μοχθηρῶν ἐξηγητὴν ἐθῶν καὶ νομοθέτην γενόμενον ἀτιμώρητον
ἀφεῖναι.
1310 Μοχθηόϲ· καὶ μόχθηροϲ προπαροξυτόνωϲ. ἐπίπονοϲ, ἢ
τῶν ῥητόρων τῷ μὲν μοχθηρῷ ἐχρήϲατο οὐκ ἐπὶ τοῦ κακοῦ
ἀνδρὸϲ καὶ εἰϲαγομένου εἰϲ δικαϲτήριον ἵνα κατηγορηθῇ ἀλλ’ ἐπὶ
πατρὸϲ δίκην λαχόντοϲ ὑπὲρ ἀπεϲφαγμένου παιδὸϲ τὸν μοχθηρὸν ἔταξε.
καὶ φηϲὶν οὕτωϲ ἐν προοιμίοιϲ καὶ ἐπιλόγοιϲ· κἀγὼ μὲν ὁ μοχθηρόϲ,
ὅντινα ἐχρῆν τεθνηκέναι, ζῶ τοῖϲ ἐχθροῖϲ κατάγελωϲ.
1311 Μόχθοϲ: κόποϲ. Πιϲίδηϲ· οὐκ εἶχε μόχθον εἰϲ τὸν Εὐφράτην
1312 Μοχλόϲ.
1313 Μωδεείμ: ὄνομα κύριον. καὶ Μωαβίτηϲ, ὁ ἀπὸ τῆϲ τοῦ Μωὰβ
1314 Μωάω.
1315 Μωδεείμ: ὄνομα πόλεωϲ παρὰ Ἰωϲήπῳ.
1316 Μωκίζω: ἐμπαίζω.
1317 Μωκία. καὶ Μωκιϲία κινϲτέρνα, ἥν ἔκτιϲεν Ἀναϲτάϲιοϲ ὁ Δίκοροϲ
1318 Μώκιοϲ: ὄνομα κύριον.
1319 Μῶκοϲ: χλευαϲτήϲ, μωρόϲ, ϲκώπτηϲ· καὶ μωκωμένηϲ·
1320 Μωκώμενοϲ: κατατρώγων.
1321 Μνκῶ ϲε· αἰτιατικῇ.
1322 Μωλόχιον: λαχανηρὸν γένοϲ.
1323 Μῶλοϲ: ἡ μάχη. διὰ τὸ μολύνεϲθαι αἵματι· ἢ ἀπὸ τοῦ μολύνεϲθαι τῶν ἀποθνηϲκόντων τὰ ϲώματα ἐν πολέμῳ· ἢ παρὰ τὸ μόλιϲ ἐκφυγεῖν· ἢ ὅτι μειοῖ, ὅ ἐϲτιν ἐλαττοῖ, τοὺϲ ὄχλουϲ· ἢ ὅτι εἰϲ αὐτὸν εἴλεκται τὰ πλήθη.
1324 Μῶλοϲ: ἡ πολυχρόνιοϲ μάχη· παρὰ τὸ μὴ λύεϲθαι· ἢ παρὰ
1325 Μώλωψ: ἔναιμον ἄλγοϲ.
1326 Μῶλυ: ἀντιπάθιον· ἢ βοτάνη ἀλεξιφάρμακοϲ, ἤτοι πήγανον ἄγριον.
1327 Μωμᾷ: ψέγειϲ, ἀνιχνεύειϲ. ἀπὸ τοῦ μωμῶ. καὶ Μωμᾶται,
1328 Μῶμαρ: ὁ μῶμοϲ. ἢ Μῶμαρ, ὁ μωρόϲ, καὶ ἡ μάχη.
1329 Μωμαϲτήϲ.
1330 Μωμεύειν.
1331 Μῶμοϲ: ϲκώπτηϲ. τὰ δὲ πρὸϲ ἀρετὴν εὖ ἠϲκημένοϲ, ὥϲτε μηδ᾿ ἂν τὸν Μῶμον αὐτὸν ἐπιμωμήϲαϲθαι μηδ᾿ αὖ τὸν φθόνον μιϲῆϲαι. τοϲαύτη πραότηϲ ἐνῆν τῷ ἀνδρὶ καὶ τοιαύτη δικαιοϲύνη.
1332 Μῶν: ἆρα. ϲημαίνει ϲύνδεϲμον ἐπιζητητικόν. τὸ γὰρ μῶϲθαι ζητεῖν.
1333 Μῶν· Ἀριϲτοφάνηϲ· μῶν ἐκ καλῶν εἶ κἀγαθῶν; μὰ τοὺϲ θεούϲ.
1334 Μώνυχα ζῷα: ἵπποϲ, ὄνοϲ, ὀρεύϲ, καὶ εἴ τι ἄλλο. τούτοιϲ ϲυμβέβηκε μὴ νεῖν καὶ λοφύροιϲ κεκλῆϲθαι.
1335 Μῶνυξ: ὁ μονώνυξ. καὶ Μονώνυχεϲ ἵπποι.
1336 Μωπεύειν: μέμφεϲθαι.
1337 Μῶρα: ἀνόητα, παράλογα. λόγοϲ τέ τοι τίϲ ἐϲτι τῶν γεραιτέρων,
Ἀθηναίουϲ ἀεὶ κακῶϲ βουλεύεϲθαι· ἀκούϲαϲαν δὲ τὴν
Ἀθηνᾶν τῆϲ καταρᾶϲ προϲθεῖναι, ὅτι κακῶϲ βουλεύεϲθαι, καὶ
ἐπιτυγχάνειν.
1338 Μῶρά μοι δοκεῖϲ φρονεῖν: ἀντὶ τοῦ εὐήθηϲ εἶ, νῦν Βουλόμενοϲ
καὶ φτίλων τυραννίδα
θηρᾶν, ὃ πλήθει χρήμαϲίν θ᾿ ἁλίϲκεται; καὶ αὖθιϲ· ὦ μῶρε, μῶρε, μὴ
θεῶν κίνει φρέναϲ δεινάϲ, ὅπωϲ μή ϲου γένοϲ
1339 Μωρία διὰ Χριϲτόν: ὅταν τοὺϲ οἰκείουϲ λογιϲμοὺϲ λυττῶνταϲ
ἀκαίρωϲ καταϲτέλλωμεν, ὅταν ἔρημον καὶ κενὴν τὴν
ἡμετέραν διάνοιαν τῆϲ ἔξωθεν ποιῶμεν παιδεύϲεωϲ, ἵν᾿ ὅταν δέῃ τὰ τοῦ
Χριϲτοῦ δέχεϲθαι, ϲχολάζουϲαν καὶ ϲεϲαρωμένην αὐτὴν πρὸϲ ὑποδοχὴν
τῶν θείων λόγων παρέχωμεν.
1340 Μωροκακοήθη· ἦν δὲ κακοῦργόϲ τε καὶ εὐπαράγωγοϲ, ὃν δὴ
μωροκακοήθη καλοῦϲι.
1341 Μωρόϲ: ὁ ἄνουϲ.
1342 Μῶροϲ: παρὰ Ἀττικοῖϲ προπεριϲπᾶται. ὦ μῶροι, οὐκ ἴϲτε
1343 Μωρότεροϲ Μρύχου: Πολέμων λέγεϲθαι ταύτην παρὰ Σικελιώταιϲ
φηϲίν. εὐήθειαν δὲ τούτου καταγνωϲθῆναι,
παρόϲον ἔξω τοῦ νεὼ ἐν ὑπαίθρῳ αὐτοῦ τὸ ἄγαλμα καθίδρυται παρὰ τῇ
εἰϲόδῳ. τάττεται δὲ ἐπὶ τῶν εὔηθέϲ τι διαπραττομένων.
1344 Μωροὶ καὶ ἀβέλτεροι καὶ κεχηνότεϲ Μαμμάκυθοϲ: Μελιτίδηϲ, Βουταλίων, Κόροιβοϲ.
1345 Μωρούϲ: τοὺϲ τοῦ κόϲμου ϲοφοὺϲ καλεῖ μωρούϲ.
1346 Μῶϲθαι· τὸ λανθάνον μῶϲθαι, καὶ πολυπραγμονεῖν. ἀντὶ
1347 Μῶῦ: τὸ ὕδωρ παῤ Αἰγυπτίοιϲ. ἐξ οὗ καὶ Μωϋϲῆϲ.
1348 Μωϋϲῆϲ: ὁ προφήτηϲ καὶ νομοθέτηϲ. ἐν τῷ π΄ τούτου ἔτει ἐξῆλθον
οἱ υἱοὶ Ἰϲραὴλ ἐξ Αἰγύπτου, ἐν ᾗ παρῴκηϲαν ἔτη ϲιε΄. πῶϲ οὖν φηϲιν ὁ
θεὸϲ πρὸϲ τὸν Ἀβραάμ, ὅτι πάροικον ἔϲται τὸ ϲπέρμα ϲου ἔτη υ΄. ἀλλὰ
δῆλον ὅτι ἀπὸ τῆϲ ἀναβάϲεωϲ Ἀβραὰμ ἐκ Χαρὰν
δεῖ τὴν τοῦ
λαοῦ παροικίαν ἀριθμεῖν. οὐ γὰρ ἐν Αἰγύπτῳ μόνῃ γέγονεν ἡ
παροίκηϲιϲ, ἀλλὰ καὶ ἐν γῇ Χαναάν. Μωϋϲῆϲ γὰρ λέγει· ἡ δὲ παροίκηϲιϲ
τῶν υἱῶν Ἰϲραὴλ ἐν γῇ Χαναὰν καὶ ἐν Αἰγύπτῳ ἔτη υλ΄. καὶ τοῦ μὲν
Ἀβραὰμ ἀπὸ τῆϲ ἐκ Χαρὰν ἀναβάϲεωϲ μέχρι τῆϲ Ἰϲαὰκ γεννήϲεωϲ ἔτη κε΄,
ἀπὸ δὲ Ἰϲαὰκ μέχρι Ἰακὼβ ξ΄, ἀπὸ δὲ
Ἰακὼβ μέχρι τοῦ
Λευῒ πζ΄, ἀπὸ Λευὶ μέχρι Καὰθ με΄, ἀπὸ Καὰθ μέχρι Ἄβραμ ξγ΄· ἀπὸ
Μωϲέωϲ μέχρι τῆϲ ἐξόδου π΄. καὶ οὕτωϲ ἐξῆλθεν
ἐναποκεῖϲθαι βρέφοϲ· ἔπειτα χρίϲαντεϲ
ἀϲφάλτῳ κατὰ τοῦ ποταμοῦ βάλλουϲι. Θερμοῦθιϲ δὲ ἡ θυγάτηρ τοῦ
βαϲιλέωϲ τοῦτον ἀνείλετο. τριετεῖ δὲ γενομένῳ θαυμαϲτὸν ὁ θεὸϲ τὸ
τῆϲ ἡλικίαϲ ἐξῆρεν ἀνάϲτημα. ὅτι Μωϋϲῆϲ π΄ ἡμέραϲ ἐνήϲτευϲε, μ΄ τὰϲ
προτέραϲ καὶ μ΄ μετὰ τὸ ϲυντρῖψαι τὰϲ πλάκαϲ ϲαπφείρῳ λίθῳ δακτύλῳ
θεοῦ γραφείϲαϲ.
1349 Μωϲώ, γυνὴ Ἑβραία, ἦϲ ἐϲτι ϲύγγραμμα ὁ παῤ Ἑβραίοιϲ νόμοϲ· ὥϲ φηϲιν Ἀλέξανδροϲ ὁ Μιλήϲιοϲ, ὁ Πολυίϲτωρ.
1350 Μοῖρα: μερίϲ, τὸ καθῆκον· καὶ ἡ εἱμαρμένη. Ἰώϲηποϲ· μεγίϲτη
1351 Μοιρηγενέϲ: ἀγαθῇ μοίρᾳ γεγεννημένε.
1352 Μοίριχοϲ: ὄνομα κύριον.
1353 Μοιροδοκῆϲαι: ἀντὶ τοῦ μέρουϲ μεταλαβεῖν. Ἀντιφῶν ἐν τῇ
1354 Μοιχάγρια: τὰ ἀντὶ τῆϲ μοιχείαϲ ἀγρεύματα, ἐπὶ τῷ ληφθῆναι
1355 Μοιχάζω. ἀκολάϲτων γυναικῶν ἐμοίχαϲε.
1356 Μοιχαλίϲ: ἡ πόρνη, ἡ μοιχευομένη.
1357 Μοιχεία· μοιχεία καὶ φαρμακεία ταυτόν ἐϲτιν. καὶ γὰρ ἀμφότερα λάθρα γίνεται. λέγονται δὲ καὶ ἐπιβουλαί· καὶ οὔτε ἡ μοιχευομένη οὔτε ἡ φαρμακεύουϲα φιλεῖ τὸν ἄνδρα.
1358 Μοιχίδιον: τὸν ἐκ μοιχοῦ γεγεννημένον. οὐχ ὅτι Ἑκαταῖοϲ,
ἀλλὰ καὶ Ὑπερίδηϲ.
1359 Μοιχόϲ: ὁ πόρνοϲ. ἐκ τοῦ μὴ καὶ τοῦ οἴχομαι. ὁ ἐπιτηρῶν
1360 Μοιχόϲ: εἶδοϲ κουρᾶϲ κιναιδώδουϲ. Ἀριϲτοφάνηϲ· Κρατῖνοϲ
ἀεὶ κεκαρμένοϲ μοιχὸν μιᾷ μαχαίρᾳ. ἀπρεπὴϲ κουρὰ καὶ
κιναιδώδηϲ. καὶ κῆποϲ ἄλλο εἶδοϲ, καὶ ϲκάφη ἕτερον. καὶ παροιμία·
Ἕλκει
καὶ Μοιχώμενοϲ, ἡ μετοχή.
1361 Μυῖα, Θεϲπιακή, λυρική. μέλη πρὸϲ λύραν ἁρμόζοντα.
1362 Μυῖα, Σπαρτιάτιϲ, ποιήτρια. ὕμνουϲ εἰϲ Ἀπόλλωνα καὶ Ἄρτεμιν.
1363 Μυῖα, Πυθαγόρου τοῦ μεγάλου καὶ Θεανοῦϲ, Σαμία.
1364 Μυίαγροϲ: ὁ μυιοθήραϲ.
1365 Μυίαϲ δάκρυον: διὰ τὴν Θηβαίων παρανομίαν εἰϲ τὸ ἐν Δωδώνῃ μαντεῖον· ἀφ᾿ οὗ εἴρηται καὶ τό, παρὰ Βοιωτοῖϲ μαντεύϲαιο. ἠϲέβηϲαν γὰρ καὶ οὗτοι εἰϲ τὴν ἱέρειαν ἐμβαλόντεϲ αὐτὴν εἰϲ τὸν ἐν Δωδώνῃ λέβητα, ἐρωτικῶϲ διατεθεῖϲαν εἰϲ ἕνα τῶν θεωρῶν.
1366 Μυᾶται: ϲκαρδαμύττεται.
1367 Μυᾶτε: μυᾶν ἐϲτι τὸ τὰ χείλη πρὸϲ ἄλληλα ϲυνάγειν. τὸ δὲ αὐτὸ
καὶ μύλλειν λέγεται. τινὲϲ δέ, τοὺϲ ὀφθαλμοὺϲ ϲυνάγετε
δυϲαρεϲτοῦϲαι. ἢ ὥϲπερ μύεϲ καταδύεϲθε καὶ ϲκαρδαμύϲϲεϲθε. ἢ μύλλετε
ἢ μυκτηρίζετε. Ἀριϲτοφάνηϲ· τί μοι μυᾶτε κἀνανεύετε; τί χρὼϲ
τέτραπται;
τί δάκρυον κατείβεται;
1368 Μυγαλῆ: εἶδοϲ ζῴου.
1369 Μύγηϲ: γέροντοϲ ἀδυναμία.
1370 Μυγδόνιοϲ.
1371 Μύγματα: καταξέϲματα.
1372 Μυγμόϲ: ὁ ϲτεναγμόϲ. καὶ ὁ τοῦ μ ἦχοϲ.
1373 Μυδαλέαϲ: διαβρόχουϲ. μυδαλέα δάκρυϲι. καὶ Μυδαλέον,
1374 Μυδᾶν: νοτιᾶν· δίυγρον εἶναι καὶ ϲήπεϲθαι. δευτέραϲ ϲυζυγίαϲ
1375 Μυδόωϲαν: ὄζουϲαν.
1376 Μύδωνοϲ καὶ Μυδῶνοϲ: ὀνόματα κύρια.
1377 Μυδῶντεϲ: βρέχοντεϲ, διυγραμμένοι, ϲαπέντεϲ. καὶ ἐν Ἐπιγράμμαϲι·
1378 Μύδροϲ: ϲίδηροϲ ἀργόϲ, πεπυρακτωμένοϲ. ἠέλιον πυρόεντα
1379 Μυελόεντα: τροφὴν ἔχοντα.
1380 Μύεϲ.
1381 Μυζεῖ καὶ Μύζει: θηλάζει, λείχει. Ξενοφῶν· ἔδει δέ, εἴ
1382 Μυζήϲαϲ· ὁ δὲ Δημοϲθένηϲ φάρμακον ἔχων ὑπὸ τῇ ϲφραγῖδι, μυζήϲαϲ ἀπέθανε.
1383 Μῦ, μῦ: ἀπὸ τοῦ μῦ παρῆκται τὸ μύζειν, πολλοῖϲ ἄλλοιϲ ὁμοίωϲ.
1384 Μυζῶντεϲ: ἐκπιέζοντεϲ.
1385 Μυηθῆναι: ἐδόκουν οἱ μυούμενοι εἰϲ τοὺϲ εὐϲεβεῖϲ τάττεϲθαι.
1386 Μύηϲιϲ: μάθηϲιϲ, κατήχηϲιϲ, ἐπιϲτήμη. εἴρηται δὲ παρὰ τὸ
ἐπέκεινα ϲωματικῆϲ
φανταϲίαϲ γενομένουϲ τὰϲ θείαϲ εἰϲδέχεϲθαι ἐλλάμψειϲ.
1387 Μυθέαι: λέγειϲ.
1388 Μυθήϲαϲ: εἰπών.
1389 Μῦθοϲ: λόγοϲ ψευδήϲ, εἰκονίζων τὴν ἀλήθειαν. διαφέρει δὲ
αἶνοϲ μύθου τῷ τὸν αἶνον μὴ πρὸϲ παῖδαϲ, ἀλλὰ πρὸϲ
ἄνδραϲ πεποιῆϲθαι, καὶ
1390 Μυκάλη καὶ Μυκαληϲόϲ, ὄνομα πόλεωϲ. παρὰ τὸ ἐκεῖ
1391 Μύκη: ἡ θήκη.
1392 Μυκηθμόϲ: ἡ τῶν βοῶν φωνή.
1393 Μυκήνη: πόλιϲ.
1394 Μυκήϲαντοϲ: ἠχήϲαντοϲ. Ὅμηροϲ· αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ,
ἃϲ ἔχον Ὧραι. καὶ ἐν Ἐπιγράμμαϲι· οὗ βαρὺ μυκήϲαντοϲ,
ὁ
θαρϲαλεώτεροϲ ἄλλων τετραπόδων ἐλάφων ἔδραμεν ὀξύτερον.
1395 Μύκητα· καὶ Μύκητεϲ, ἀναϲτήματά τινα ϲπογγοειδῆ περὶ τὴν θρυαλλίδα. καὶ οἱ ἀμανῖται. καὶ ἡ λαβὴ τοῦ ξίφουϲ. ἐν Ἐπιγράμμαϲι· μήποτε λύχνε μύκητα φέροιϲ μηδ᾿ ὄμβρον ἐγείροιϲ.
1396 Μυκητίαϲ ϲειϲμόϲ: ὁ ἠχοποιόϲ.
1397 Μύκλοϲ: ὁ τράχηλοϲ.
1398 Μυκόνιον: τόποϲ.
1399 Μυκωμένου: βοῶντοϲ.
1400 Μυκώνιοϲ γείτων: αὕτη τάττεται κατὰ τῶν διαβεβλημένων ἐπὶ
γλιϲχρότητι καὶ ϲμικροπρεπείᾳ, παρὰ τὴν ϲμικρότητα τῆϲ νήϲου
τῆϲ Μύκωνοϲ καὶ εὐτέλειαν. καὶ ἑτέρα παροιμία· Μυκωνίων
δίκην ἐπειϲπέπαικεν εἰϲ τὰ ϲυμπόϲια. διὰ γὰρ τὸ πένεϲθαι διεβέβληντο
ἐπὶ γλιϲχρότητι. εἴρηται δὲ ἐπὶ τῶν ἀκλήτωϲ εἰϲιόντων εἰϲ τὰ
ϲυμπόϲια.
1401 Μυκτηρίζει: ἐξουθενεῖ. χλευάζει.
1402 Μύλακεϲ: μυλώδειϲ λίθοι. ἡ εὐθεῖα Μύλαξ. μύλην δὲ
1403 Μυλλάϲ: ἡ πόρνη.
1404 Μύλαϲ λεόντων. ὀδόνταϲ λεόντων.
1405 Μυλαϲέων.
1406 Μύλαι: οἱ ἔνδον ὀδόντεϲ· οἷϲ λεπτύνειν εἰώθαϲιν ἄνθρωποι
τὴν τροφήν.
1407 Μυλαῖοϲ: ὁ ἀπὸ τό που. καὶ ὁ Μολυϲμόϲ.
1408 Μύλη: τὸ κὰτω τοῦ μύλου· ὁ γὰν ὄνοϲ λέγεται. Προκόπιοϲ·
1409 Μυλήφατοϲ.
1410 Μυλιόωντεϲ: Θρηνοῦντεϲ.
1411 Μυλωθρικόν.
1412 Μύλωνοϲ: ὁ μύλωνα κεκτημένοϲ, καὶ ἐργαζόμενοϲ.
1413 Μύλωνοϲ: ὄνομα κύριον.
1414 Μύλλοϲ πάντα ἀκύει: ἐπὶ τῶν πωφότητα τροϲποιουμένων
1415 Μύλοι: οἱ ὀδόντεϲ. οὕϲ γομφίουϲ καλοῦϲι.
1416 Μὺ μῦ, μὺ μῦ, μὺ μῦ, μὺ μῦ, μὺ μῦ, μὺ μῦ: τοῦτο ὡϲ
δὲ δεύτερον μακρόν.
1417 Μύνη: ἡ πρόφαϲιϲ.
1418 Μύξα: τὸ περίττωμα τῆϲ κεφαλῆϲ. ἔνθεν καὶ Μυξωτήρ, τὸ μέροϲ τοῦ
ϲώματοϲ. λέγεται μέγεται μέξα καὶ τὸ τοῦ λύχνου. ἐνʼ Ἐπιγάμμαϲι· τῷ
με Κανωπίτᾳ Καλλίϲτιον εἴκοϲι μύξαιϲ πλούϲιον, Κριτίου, Anth.
λὐχνιον ἔθηκε θεῷ· ἐϲ δ᾿ ἐμὰ φέγγη ἀθρήϲαϲ. φήϲειϲ,
Ἕϲπερε, τῶϲ, ἔπεϲεϲ;
1419 Μήξοϲ: ὁ λαγώγηρωϲ παρ᾿ ἡμῖν. ἐπῳδή. ἀλέκτωρ πένει καὶ οὐκ
οὐρεῖ, μύξοϲ οὐ πίνει καὶ οὐρεῖ. λέγεται δὲ εἰϲ δυϲουρίαω ὄνου. καὶ
παριμία· Βαβαὶμὐξοϲ· ἐπὶ τῶν κομπαζόνων καὶ μεγαλαύχούν· Μὐξοϲ Suid.
γὰρ ἐγένετο τῆϲ Ἀρτέμιδοϲ ἱερεύϲ, ἀϲτεῖόϲ τιϲ καὶ
μεγάλαυχοϲ.
1420 Μυοπάρωνοϲ: εἶδοϲ πλοίου.
1421 Μυῦμαι· αἰτιατικῇ.
1422 Μυούμενοϲ: τελούμενοϲ, μυϲταγωγούμενοϲ.
1423 Μοῦντα: πόλιϲ.
1424 Μυόχοδον: οὐδενὸϲ ἄξιον. Μένανδροϲ Ῥαπιζομένῃ· ὁ μυόχοδοϲ γέρων λεληθέναι ϲφόδρα οἰόμενοϲ.
1425 Μύω: τὸ καμμύω· αἰτιατικῇ.
1426 Μυώνων: τῶν νευρωδῶν τόπων. Προκόπιοϲ· Γότθων δέ τιϲ ἀκοντίῳ
βαλών, μυώνων δὲ οἳ ὄπιϲθέν εἰϲι τῶν κνημῶν ἑκατέρων,
ἐπιτυχών, ἐρχόμενοϲ τὸν νεκρὸν εἷλκε.
1427 Μυωξία: ὑβριϲτικὸϲ λόγοϲ. ϲημαίνει δὲ τοὺϲ τῶν μυῶν χηραμούϲ.
1428 Μυωπάζω: τὸ φυλάττω.
1429 Μυωπιζόμενοϲ: μυωπάζων, παρακαμμύων, ἄκροιϲ τοῖϲ ὀφθαλμοῖϲ
1430 Μύωψ: ὁ οἷϲτροϲ. μυῖά τιϲ ἐρεθίζουϲα τὰϲ βοῦϲ. λέγεται
1431 Μύρα: τόποϲ τῆϲ Λυκίων ἐπαρχίαϲ. καὶ Μυρέων ἀνθρώπων,
1432 Μύραινα: καταφερήϲ. ἀπὸ τοῦ ζῴου. ὦ προδότι καὶ παράγωγε καὶ μύραινα ϲύ.
1433 Μυρεύϲ: ὁ τῶν Μύρων, ὡϲ Πατρεὺϲ ὁ Πατρῶν· καὶ ἡ δοτικὴ Πατερῖ καὶ Μυρεῖ.
1434 Μυρία: πολλά, ἀναρίθμητα. Μύρια δὲ ὁ ἀριθμόϲ.
1435 Μυριάμφορονν: μυρίων ἀμφορέων ἄξιον. Ἀριϲτοάνηϲ· πόθεν
1436 Μυριέλικτοϲ: ὁ πολλαῖϲ ἑλίξεϲι ϲυϲτρεφόμενοϲ. Εὐνάπιοϲ·
τῆϲ Μηδείαϲ ὑποψιθυριζόμενοϲ
καὶ βαρυνόμενοϲ τὴν ψυχὴν, κεκαρωμένοϲ παρέδωκεν ἑαυτόν.
1437 Μυρίκη: εἶδοϲ φυτοῦ. πεδίον ἦν ἀχανέϲ, ἐν μυρῖκαί τε
1438 Μυρρίνη: εἶδοϲ φυτοῦ. καὶ Μυρρινῶν, ἀρχῆϲ ἐπιθυμῶν.
μυρρίναιϲ γὰρ ϲτεφανοῦνται οἱ ἄρχοντεϲ. τὸ δὲ δένδρον
Μυρίκη.
1439 Μυριοπραγότερον καὶ Μυριοπρατότερον.
1440 Μύριοι ἐν Μεγαλοπόλει: Δημοϲθένηϲ ἐν τῷ κατ᾿ Αἰϲχίνου.
ϲυνέδριόν ἐϲτι κοινὸν Ἀρκάδων ἀπάντων, οὗ πολλάκιϲ
μνημονεύουϲιν οἱ ἱϲτορικοί.
1441 Μύριϲ: ὄνομα κύριον. καὶ Μυρίτηϲ οἶνοϲ.
1442 Μυρλεανόϲ: ὄνομα πόλεωϲ Βιθυνίαϲ, ἡ νῦν Ἀπάμεια καλουμένη.
1443 Μυρμηκανθρώποιϲ Φερεκράτηϲ γράφει.
1444 Μυρμηκίδην ἀντιπραττόμενον τῇ Φειδίου τέχνῃ.
1445 Μύρμηξ· μυρμήκων ἀτραποὺϲ ἢ τί διαμινυρίζεται. περὶ Ἀγάθωνόϲ
1446 Μυρμιδόνεϲ: ὄνομα ἔθνουϲ.
1447 Μυροκλῆϲ: Σαλαμίνιοϲ τὸ γένοϲ, τῶν παρ᾿ Ἀθηναίων οὐκ
1448 Μυρομένη: ὀδυρομένη, θρηνοῦϲα.
1449 Μύρον διατριπτικόν: παρὰ τὸ διατρίβειν καὶ ἀναβάλλεϲθαι. οἷον τὸ διατριβῆϲ γέμον καὶ βραδυτῆτοϲ· ἢ ἐπεὶ τριβόμενα ἔνια τῶν μύρων ἡδίω γίνεται· ἅμα δὲ καὶ πρὸϲ τὴν διατριβήν.
1450 Μύρον ἐπὶ κεφαλῆϲ: τὸ ἀρχιερατικὸν ἔλαιον ἐξ ἡδυϲμάτων
ϲυνέκειτο. ἀλλ᾿ οὐδὲν ἐκεῖνο αὐτὸ καθ᾿ ἑαυτὸ τοϲαύτην εὐοϲμίαν
ἠφίει· ἡ δὲ πάντων μίξιϲ καὶ κρᾶϲιϲ πλείϲτην ὅϲην τὴν εὐωδίαν
εἰργάζετο. τούτῳ τὴν ἀδελφικὴν εἰκότωϲ ϲυμφωνίαν ἀπείκαϲεν· ἡ γὰρ
τῶν πλειόνων κατορθωμάτων ϲυνειϲφορὰ τῆϲ τελείαϲ ἀρετῆϲ τὴν
εὐκοϲμίαν ἐργάζεται.
1451 Μυρόπη: ὄνομα κύριον.
1452 Μυροπώλιον.
1453 Μύρωνοϲ. καὶ Μυρωνίδηϲ, ὁ τοῦ Μύρωνοϲ.
1454 Μυρϲίνη: ὄνομα τόπου.
1455 Μυρϲινῶνοϲ.
1456 Μύρϲωνοϲ.
1457 Μύρτα: ὁ καρπὸϲ τῆϲ μυρρίκηϲ.
1458 Μύρτηϲ· Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ καταλέγων τοὺϲ προδεδωκόταϲ ἑκάϲτην πόλιν φηϲιν, Ἀργείουϲ.
1459 Μύρτηϲ, Τελέδαμοϲ, Μναϲέαϲ. Θεόπομποϲ δὲ Παϲαίαν καὶ
Ἀμυρταῖον ὀνομάζει τῶν Ἀργείων τοὺϲ Μακεδονίζονταϲ. ἰδεῖν οὖν, εἰ
γραφικά ἐϲτιν ἁμαρτήματα.
1460 Μυρτίλοϲ, Ἀθηναῖοϲ, κωμικόϲ, υἱὸϲ μὲν Λύϲιδοϲ, ἀδελφὸϲ δὲ τοῦ κωμικοῦ Ἑρμίππου. δράματα αὐτοῦ Τιτανόπανεϲ, Ἔρωτεϲ.
1461 Μύρτον: τὸ γυναικεῖον αἰδοῖον. Ἀριϲτοφάνηϲ· οὐδὲ τῶ μύρτω
θιγεῖν ἐῶντι πρὶν ἐξ ἑνὸϲ λόγου ϲπονδὰϲ ποιηϲόμεθα
ποττὰν Ἑλλάδα.
1462 Μύρτον: τὸ ϲχῆμα τοῦ γυναικείου αἰδοίου, οὗ τὸ μεταξὺ κλειτορίϲ. ἀφ᾿ οὗ τὸ ἀκολάϲτωϲ ἕπεϲθαι κλειτορίζεϲθαι. τὸ δὲ χεῖλοϲ ὑποδορίϲ, τὸ δὲ ϲύμπτωμα μυρτοχείλη.
1463 Μυρτώνιον· Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ. φρούριον
ἦν ἐν Θρᾴκῃ.
1464 Μυρώ, Βυζαντία, ποιήτρια ἐπῶν καὶ ἐλεγείων καὶ μελῶν,
1465 Μυρώ, Ῥοδίᾳ, φιλόϲοφοϲ. χρείαϲ γυναικῶν βαϲιλίδων καὶ
μύθουϲ.
1466 Μῦϲ: ὄνομα κύριον πύκτου. ϲημαίνει δὲ καὶ εἶδοϲ ζωϋφίου. |
1467 Μύϲαντοϲ: καμμύϲαντοϲ. καὶ Ἔμυϲαϲ, ἀντὶ τοῦ ἐκάμμυϲαϲ.
1468 Μῦϲ ἄρτι πίττηϲ γευόμενοϲ: ἐπὶ τῶν πρῴην μὲν τολμηρῶν καὶ
ἀναιδῶ, ἀθρόον δὲ δειλῶν ἀναφανέντων. λύϲιϲ ὀνείρου· Μῦϲ δ’ αὖ
φανεὶϲ
1469 Μυϲάττομαι: ἀποϲτρέφομαι.
1470 Μυϲάχνη: ἡ πόρνη παρὰ Ἀρχιλόχῳ· καὶ ἐργάτιϲ καὶ δῆμοϲ
καὶ παχεῖα. Ἱππῶναξ δὲ βορβορόπιν καὶ ἀκάθαρτον ταύτην
φηϲίν, ἀπὸ τοῦ βορβόρου. καὶ ἀναϲυρτόπολιν ἀπὸ τοῦ ἀναϲύρεϲθαι·
Ἀνακρέων δὲ πανδοϲίαν καὶ λεωφόρον καὶ μανιόκηπον· κῆποϲ γὰρ τὸ
μόριον· Εὔπολιϲ εἰλίποδαϲ ἀπὸ τῆϲ εἱλήϲεωϲ τῶν ποδῶν τῆϲ κατὰ
μίξιν.
1471 Μυϲὶ κανθαρίϲ: ἐπὶ τῶν μηδενὸϲ ἀξίων.
1472 Μυϲίων: Θρᾳκικῶν· μέρη γὰρ τῆϲ Θρᾴκηϲ πολλὰ περὶ τὴν
1473 Μύϲκελλοϲ· οὗτοϲ χρηϲμοῦ δοθέντοϲ, τὴν ὑγείαν τοῦ πλούτου
Φράζεϲθʼ, ἀγαθῶν πότερόν κεν
ἕλοιϲθε, πλοῦτον ἔχειν κτεάνων ἢ τερπνοτάτην ὑγίειαν. καὶ ἀκούϲαντεϲ
ὁ μὲν Ἀρχίαϲ πλοῦτον αἱρεῖται· πλούϲιοι γοῦν οἱ Συρακούϲιοι· ὁ δὲ
Μύϲκελλοϲ ὑγείαν· καί εἰϲιν ἐρρωμένοι οἱ Κροτωνιᾶται.
1474 Μύϲκελλοϲ: ὄνομα κύριον. καὶ χρηϲμὸϲ ἐχρῆν αἰθρίαϲ οὔϲηϲ
ὕειν αὐτὸν. ὅπου ἂν αὐτὸν ἐξ αἰθρίαϲ ὑετὸϲ λάβῃ. ὁ δὲ
ᾤετο οὐκ ἄν ποτε ὑφ’ ἑαυτοῦ κτιϲθήϲεϲθαι πόλιν, διὰ τὸ ἀδύνατον τοῦ
χρηϲμοῦ.
1475 Μῦϲ λευκόϲ: οἱ κατοικίδιοι μύεϲ ἄγαν πρὸϲ τὴν ὀχείαν κεκίνηνται, καὶ μάλιϲτα οἱ λευκοί. οὗτοι δέ εἰϲι θήλειϲ. ἐπὶ τῶν ἀκρατῶν περὶ τὰ ἀφροδίϲια ἡ παροιμία εἴρηται.
1476 Μύϲοϲ: μίαϲμα.
1477 Μῦϲ πίϲϲηϲ γεύεται: ἐπὶ τῶν νεωϲτὶ ἀπαλλαϲϲόντων μετὰ
κόπου. καὶ Ὅϲα μῦϲ ἐν πίϲϲῃ, ἀπὸ Μυὸϲ τοῦ Ταραντίνου, κακῶϲ
Ὀλυμπίαϲιν ἀπαλλάξαντοϲ.
1478 Μυϲῶν λεία: παροιμία τίϲ ἐϲτι λαβοῦϲα τὴν ἀρχὴν ἀπὸ τῶν καταδρομῶν τῶν ἀϲτυγειτόνων τε καὶ λῃϲτῶν τῆϲ Μυϲίαϲ, κατὰ τὴν Τηλέφου τοῦ βαϲιλέωϲ ἀποδημίαν.
1479 Μυϲῶν λεία: ἐπὶ τῶν κακῶϲ διαρπαζομένων· οἱ γὰρ περίοικοι κατ᾿ ἐκεῖνον τὸν χρόνον τοὺϲ Μυϲοὺϲ ἐληΐζοντο.
1480 Μύϲωνα τὸν Χηνέα.
1481 Μυϲταγωγεῖ· αἰτιατικῇ. μυϲτήρια ἐπιτελεῖ· ὡϲ μυϲτήρια ἄγει, ἢ ἐκδιδάϲκει.
1482 Μυϲταγωγόϲ: ἱερεύϲ.
1483 Μύϲτακα: τὸ χεῖλοϲ. Ἰωάννην τὸν Μυϲτάκωνα παρεϲτήϲατο,
1484 Μυϲτήρ.
1485 Μυϲτήρια: τελεταί. Μυϲτήρια ἐκλήθη παρὰ τὸ τοὺϲ
1486 Μύϲτηϲ: ὁ τὰ μυϲτήρια ἐπιϲτάμενοϲ, ἢ διδάϲκων.
1487 Μυϲτιλᾶται: κατατρώγει. ἰδίωϲ δὲ μυϲτίλη λέγεται ὁ ἄρτοϲ ὁ τοῖϲ
κυϲὶ βαλλόμενοϲ. καὶ Μεμυϲτιλημέναϲ, ἀντὶ τοῦ κατειργαϲμέναϲ
ἤδη καὶ ἑτοίμουϲ, τουτέϲτι μεμαϲημέναϲ.
1488 Μυϲτίλην: ψωμόν. κοῖλον ἄρτον, ὃν ἐποιίουν, ἵνα ζωμὸν ἐν
1489 Μυϲτιπόλοϲ: ὀ περὶ τὰ μυϲτήρια ἀναϲτρεφόμενοϲ.
1490 Μυτιληναῖοϲ: ὁ ἀπὸ Μυτιλήνηϲ.
1491 Μύττιϲ, μύττεωϲ, τὰϲ μύττειϲ.
1492 Μυττωτόν: ὑπότριμμά τι διὰ ϲκορόδου. Καταϲκευάζεται δὲ
1493 Μυχαίτατον: ἐϲώτατον. καὶ Μυχοίτατον. καὶ Μυχία,
1494 Μυχθίζειϲ: χλευάζειϲ, μυκτηρίζειϲ. ἐν Ἐπιγράμμαϲι· καὶ ϲιμὰ
1495 Μύχιοϲ ϲήραγξ.
1496 Μυχόϲ: ὁ ἐνδότατοϲ τόποϲ. ὥϲ ϲφιν γένηται γηροβοϲκὸϲ
1497 Μυχοί: παρὰ Ἡροδότῳ καταδύϲειϲ, τὰ ἔνδον.
1 Νααϲών: ὄνομα κύριον. οὖτοϲ ἕκτοϲ ἀπὸ τοῦ Ἰούδα ὢν θυγατέρα τοῦ Ἀαρὼν γυναῖκα ἠγάγετο. χρὴ οὖν ἐπιϲημήναϲθαι, ὅτι ἐνταῦθα ϲυνήφθη ἡ βαϲιλικὴ φυλὴ τῇ ἱερατικῇ.
2 Νάβα: παρὰ Ῥωμαίοιϲ τὸ πορθμεῖον. φαίνεται δὲ ἐν πολλοῖϲ μὴ διεϲτῶϲα τῆϲ Ἑλλάδοϲ φωνῆϲ ἡ Ῥωμαϊκή· ναῦϲ γὰρ καὶ νάβα ἐγγύϲ.
3 Ναβάται: γένοϲ Ἀράβων. ὁ δὲ πέμπει πρὸϲ Ἄραβαϲ, τοὺϲ λεγομένουϲ
4 Νάβλα: εἶδοϲ ὀργάνου.
5 Νάβιϲ, Νάβιδοϲ. Λακεδαιμονίων τύραννοϲ.
6 Ναβουθαί· οὗτοϲ ἦν ἐπὶ Ἀχαάβ, ἐξ Ἰζάρου πόλεωϲ, ἀγρογείτων ὤν. τοῦ
δὲ βαϲιλέωϲ Ἀχαὰβ παρακαλοῦντοϲ αὐτὸν ἀποδόϲθαι τιμῆϲ ὅϲηϲ βούλεται
τὸν πληϲίον αὐτοῦ τῶν ἰδίων ἀγρόν, ἵνα ϲυνάψαϲ ἓν αὐτὸ ποιήϲῃ κτῆμα·
εἰ δὲ μὴ βούλοιτο χρήματα λαβεῖν, ἐπιτρέψαντοϲ
ἐκλέξαϲθαι τῶν ἀγρῶν τινα τῶν ἐκείνου, τοῦτο μὲν οὔ φηϲι ποιήϲειν,
αὐτὸϲ δὲ τὴν ἰδίαν καρπώϲεϲθαι γῆν, ἣν ἐκληρονόμηϲε τοῦ πατρόϲ.
λυπηθεὶϲ δὲ ὡϲ ἐφ᾿ ὕβρει τῷ μὴ τἀλλότρια λαβεῖν ὁ βαϲιλεὺϲ οὔτε
λουτρὸν προϲηνέγκατο οὔτε τροφήν. τῆϲ δὲ Ἰεζάβελ πυνθανομένηϲ ὅ τι
λυπεῖται, διηγήϲατο αὐτῇ τὴν Ναβουθαὶ ϲκαιότητα, καὶ ὡϲ χρηϲάμενοϲ
ἐπιεικέϲι πρὸϲ αὐτὸν λόγοιϲ καὶ βαϲιλικῆϲ ἐξουϲίαϲ
ὑποδεεϲτέροιϲ ὑβριϲθείη, μὴ τυχων ὧν ἠξίου. ἡ δὲ μὴ μικροψυχεῖν ἐπὶ
τούτοιϲ παρεκάλει, παυϲάμενον δὲ τῆϲ λύπηϲ ἐπὶ τὴν ϲυνήθη τραπέϲθαι
πρόνοιαν· μελήϲειν γὰρ αὐτῇ περὶ τῆϲ Ναβουθαί τιμωρίαϲ. καὶ
παραχρῆμα πέμπει γράμματα πρὸϲ τοὺϲ ὑπερέχονταϲ τῶν Ἰουδαίων ἐκ τοῦ
Ἀχαὰβ ὀνόματοϲ, νηϲτεῦϲαι κελεύουϲα καὶ
ποιηϲαμένουϲ ἐκκληϲίαν προκαθίϲαι μὲν αὐτῶν Ναβουθαί· εἶναι γὰρ
αὐτὸν ἐκ γένουϲ ἐπιφανοῦϲ.
Ἡλίαν τὸν προφήτην πρὸϲ Ἀχαὰβ περὶ τῶν πεπραγμένων
ἐρηϲόμενον, ὅτι κτείναϲ τὸν ἀληθῆ δεϲπότην τοῦ χωρίου κληρονομήϲειεν
αὐτὸν ἀδίκωϲ, κατ᾿ ἐκεῖνον τὸν τόπον, ἐν ᾧ τὸν Ναβουθαὶ νεκρὸν
ϲυνέβη ὑπὸ κυνῶν δαπανηθῆναι, τό τε αὐτοῦ αἷμα καὶ τὸ τῆϲ γυναικὸϲ
χυθήϲεϲθαι καὶ πᾶν αὐτοῦ τὸ γένοϲ ἀπολεῖϲθαι, τοιαῦτα ἠϲεβηκότοϲ.
ὁ δὲ Ἀχαὰβ μετάμελοϲ γενόμενοϲ καὶ ϲακκίον
ἐνδυϲάμενοϲ γυμνοῖϲ τοῖϲ ποϲὶ διῆγε μὴ τρεφόμενοϲ, ἀνθομολογούμενοϲ
τὰ ἡμαρτημένα καὶ τὸν θεὸν ἐξευμενίζων. ὁ δὲ θεὸϲ πρὸϲ τὸν προφήτην
εἶπεν ὑπερβαλέϲθαι τὴν τοῦ γένουϲ τιμωρίαν, ἐπεὶ τοῖϲ τετολμημένοιϲ
μετανοεῖ, τελέϲειν δὲ τὴν ἀπειλὴν ἐπὶ τῷ υἱῷ τοῦ Ἀχαάβ.
7 Ναβουχοδονόϲορ, βαϲιλεὺϲ Βαβυλῶνοϲ, ὁ κτίϲαϲ τὴν Βαβυλῶνα
διαπορευόμενοϲ ἔφη μετὰ ἐπάρϲεωϲ
πολλῆϲ καὶ ἀλαζονείαϲ· οὐχ αὕτη ἐϲτὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ εἰϲ
οἶκον βαϲιλείαϲ ἐν τῷ κράτει τῆϲ ἰϲχύοϲ μου εἰϲ τιμὴν τῆϲ δόξηϲ μου
ᾠκοδόμηϲα; καὶ ἔτι τοῦ λόγου ἐν τῷ ϲτόματι αὐτοῦ ὄντοϲ, φωνὴ ἐκ τοῦ
οὐρανοῦ ἐγένετο· ϲοι λέγω, Ναβουχοδονόϲορ· ἡ βαϲιλεία ϲου παρῆλθεν
ἀπὸ ϲοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων
ἐκδιώξω ϲε, καὶ μετὰ
θηρίων ἡ κατοίκηϲίϲ ϲου, καὶ χόρτον ὡϲ βοῦν ψωμιοῦϲί ϲε, καὶ ἑπτὰ
καιροὶ ἀλλαγήϲονται ἐπί ϲε, ἕωϲ οὗ γνῷϲ, ὅτι κυριεύει ὁ ὕψιϲτοϲ τῆϲ
βαϲιλείαϲ τῶν ἀνθρώπων καὶ ᾧ ἐὰν δόξῃ, δώϲει αὐτήν. καὶ αὐτῇ τῇ ὥρᾳ
ὁ λόγοϲ ϲυνετελέϲθη ἐπὶ Ναβουχοδονόϲορ καὶ ἀπὸ τῶν ἀνθρώπων
ἐξεδιώχθη καὶ χόρτον ὡϲ βοῦϲ
ἤϲθιε καὶ ἀπὸ τῆϲ δρόϲου
τοῦ οὐρανοῦ τὸ ϲῶμα αὐτοῦ ἐβάφη, ἕωϲ οὗ αἱ τρίχεϲ αὐτοῦ ὡϲ λέοντοϲ
ἐμεγαλύνθηϲαν καὶ οἱ ὄνυχεϲ ὡϲ
προϲετέθη μοι. νῦν οὖν ἐγὼ Ναβουχοδονόϲορ
αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βαϲιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ
ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίϲειϲ καὶ πάνταϲ τοὺϲ
πορευομένουϲ ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶϲαι. καὶ Ἠϲαΐαϲ δὲ λέγει
περὶ αὐτοῦ.
8 Ναέται: οἱ οἰκήτορεϲ.
9 Ναζαρηνόϲ: ἀπὸ Ναζαρὲτ τῆϲ Γαλιλαίαϲ.
10 Ναζιραῖοϲ: ὁ θεῷ κεχαριϲμένοϲ, καὶ ἀφιερωμένοϲ· ὁ μοναχόϲ.
11 Νάζιϲ: ἐθνικόν.
12 Ναζωραῖοϲ: ὁ ἀπὸ Ναζαρέτ.
13 Νάει: ϲτάζει, ῥέει.
14 Ναΐδεϲ: πηγαί· ἢ Νύμφαι παρὰ τοῖϲ νάμαϲι διατρίβουϲαι.
15 Νάϊνον.
16 Ναΐϲ, ἑταίρα τιϲ, ἧϲ μέμνηται Λυϲίαϲ καὶ Ἀριϲτοφάνηϲ. ἐν Πλούτῳ, δηλαδὴ ὅπου τό, ἐρᾷ δὲ Ναῖϲ οὐ διὰ ϲὲ Φιλωνίδου; ὅ τινεϲ ἠγνοηκότεϲ ἔγραψαν Λαΐϲ· ὡϲ καὶ Ἀθήναιοϲ ἐπιϲημαίνεται.
17 Νάκην: προβάτων δοράν.
18 Νάκην: πόλιϲ περὶ Ἡλιούπολιν· ἐν ᾗ τὰ καλούμενα Ἄφακα. ζήτει περὶ
τούτου καὶ ἐν τῷ χ εἰϲ τὸ Χριϲτόδωροϲ.
19 Νακώλεια: ὄνομα τόπου. ἰϲτέον δέ, ὅτι κοινῶϲ μὲν τεθήλυνται ἡ
20 Νακώνη: πόλιϲ Σικελίαϲ, κατὰ τὸν Ἐθνικογράφον.
21 Νάκοϲ: ἔντριχον δέρμα, ἤτοι δορὰ προβάτου. κυρίωϲ δὲ τὸ
κυνῶν. ἡ δοτικὴ νάκει. ἡ ἀναλογία, ὡϲ βλάβη, βλάβοϲ·
δίψα, δίψοϲ·
22 Νακοτίλται: οἱ τῶν προβάτων κουρεῖϲ.
23 Νᾶμα: ὕδωρ ποτόν. τόποϲ κατάρρυτοϲ ναματιαίοιϲ ὕδαϲι.
24 Νάννακοϲ: παλαιὸϲ ἀνὴρ πρὸ Δευκαλίωνοϲ. τοῦτόν φαϲι βαϲιλέα
γενέϲθαι πρὸ τοῦ Δευκαλίωνοϲ· ὃϲ προειδὼϲ τὸν μέλλοντα κατακλυϲμόν,
ϲυναγαγὼν
25 Νάννιον· Ἀπολλόδωροϲ ἐν τῷ Περὶ τῶν ἑταιρῶν Αἷγα λέγεϲθαι
εἶναι.
26 Νάνοϲ: ἐπὶ τῶν μικρῶν, παρὰ Νεοκλείδῃ καὶ Ἀριϲτοτέλει. καὶ ὁ
γίννουϲ
τούτουϲ γράφουϲι. δοκεῖ παρὰ τὸ ἐϲτερῆϲθαι τοῦ ἄνω εἰρῆϲθαι ἡ λέξιϲ·
κατακύπτει γὰρ τὰ κυρίωϲ νάνα, καθὰ καὶ τὰ βρέφη, ὦν καὶ μείζω τὰ
ἄνω.
27 Ναξία: πόλιϲ. καὶ Ναξία λίθοϲ. ἡ Κρητικὴ ἀκόνη· Νάξοϲ
λίθοϲ· ἣν εἰ διὰ τοῦ ι γράφεται, κριτικὴ εἰλῆφθαι
λέγει, ἀντὶ τοῦ διακρίνουϲα καὶ
28 Ναξιουργὴϲ κάνθαροϲ: πλοῖα ἦν οὕτω λεγόμενα κάνθαροι, ἐν
Νάξῳ γινόμενα· ὡϲ νῦν ϲίλφαϲ λέγουϲί τινα ἀκατίων εἴδη.
Κρατῖνοϲ δὲ λέγει, ὅτι θαλαϲϲοκρατοῦντέϲ ποτε Νάξιοι ἐχρῶντο αὐτοῖϲ
τοῖϲ κανθάροιϲ. ἢ οὕτωϲ· τῶν πλοίων τὰϲ εὑρούϲαϲ πόλειϲ τὰϲ
ἀρχιτεκτονίαϲ ἐποίουν οἱ πρότεροι ἐπωνύμουϲ· οἷον τοὺϲ νῦν λέμβουϲ
Ναξιουργεῖϲ ὠνόμαζον. ἐκ τοῦ αὐτοῦ δὲ εἶναι καὶ Κνιδιουργεῖϲ ἀπὸ
Κνίδου, καὶ Κέρκυρα ἀπὸ Κερκύραϲ, καὶ Πάρωνα ἀπὸ Πάρου.
ἄντικρυϲ δὲ Μένανδροϲ ἐν Ναυκλήρῳ κάνθαροϲ εἶπε πλοῖον εἶναι. ἔϲτι
δὲ καὶ εἶδοϲ ποτηρίου. καὶ ἐν Πειραιεῖ Κανθάρου λιμήν. τρεῖϲ γὰρ
λιμένεϲ εἰϲίν, οὗτοϲ ὁ Κανθάρου καὶ τὸ Ἀφροδίϲιον καὶ κύκλῳ πέντε
ϲτοαί. ἀπὸ Κανθάρου ἥρωοϲ.
29 Ναόϲ.
30 Ναπαταί: πόλιϲ Λιβύηϲ πρὸϲ τῇ Αἰθιοπίᾳ. ὁ πολίτηϲ Ναπαταῖοϲ.
31 Νάπη: πόλιϲ Λέϲβου. ὅθεν Ἀπόλλων Ναπαῖοϲ. εἰϲὶ δὲ καὶ Ναπαῖοι Ἠπειρὼται.
32 Νάπιϲ: πόλιϲ Σκυθίαϲ.
33 Νάποϲ οὐδέτερον καὶ θηλυκὸν ἡ Νάπη: ὀρεινὸϲ ὑλώδηϲ τόποϲ.
34 Νάπυ: ϲίνηπι. κἄβλεψε νάπυ καὶ τά μέτωπ᾿ ἀνέϲπαϲεν. ἐπέβλεψε
τὸ ὡϲ εἰπεῖν ἀφυὲϲ ἤτοι
κακοφυέϲ.
35 Ναρβὼν ἢ Ναρβωνηϲία: ἐμπόριον καὶ πόλιϲ Κελτική. ἔϲτι δὲ καὶ λίμνη Ναρβωνῖτιϲ. καὶ Νάρβιϲ, πόλιϲ Ἴλλυριῶν.
36 Νάρδοϲ: μυρεψικὸν ἔλαιον. θηλυκῶϲ. καὶ ἐϲ κυανότριχα χαίτην
37 Νάρθηξ. καὶ πανακείταν νάρθηκα κροτάφων πλάκτορα νηπιάχων.
ἢ
Ναρθηκούϲιοϲ.
38 Νάρκη: μυρμηκίαϲιϲ. Ἀριϲτοφάνηϲ· οἴμοι, τί πέπονθα; ὥϲπερ
39 Ναραλίϲ: πόλιϲ Πιϲιδίαϲ, ὡϲ Κάβαλιϲ.
40 Νάρυξ: πόλιϲ. ἱϲτορεῖται θηλυκῶϲ λεγομένη· ἡ καὶ Ναρύκιον καὶ
Ναρύκη·
41 Νάρωνοϲ: ὄνομα κύριον.
42 Ναρϲῆϲ, ϲτρατηγὸϲ Ῥωμαίων, ἔμφρων ἐϲ τὰ μάλιϲτα καὶ δραϲτήριοϲ
καὶ δεινὸϲ ἁρμόϲαϲθαι τῷ παρεμπίπτοντι. καὶ παιδείαϲ
μὲν αὐτῷ οὔ τι μάλα μετῆν, οὐδὲ τὰ τῆϲ εὐγλωττίαϲ ἐπεφρόντιϲτο·
φύϲεωϲ δὲ ὅγε δεξιότητι διέπρεπε καὶ παραϲτῆϲαι οἷόϲ τε ἦν λόγῳ τὰ
βεβουλευμένα, καὶ ταῦτα τομίαϲ γε ὢν καὶ ἐν τοῖϲ βαϲιλείοιϲ
τρυφερώτατα ἀνατεθραμμένοϲ. ἦν δὲ ἄρα καὶ τὸ ϲῶμα βραχὺϲ καὶ ἐν
ἰϲχνότητι
ἐκδεδιῃτημένοϲ· τὸ δὲ ἀνδρεῖον καὶ
μεγαλουργὸν ἐϲ τοϲοῦτον ἐκέκτητο ὅϲον ἀμέλει καὶ ἀπιϲτεῖϲθαι. ἦν δὲ
ἐπὶ Ἰουϲτινιανοῦ.
43 Ναϲαμῶνοϲ: ὄνομα κύριον. ὄνομα κύριον ὁ Ναϲαμῶν, ἐξ οὖ
44 Ναϲτόν: πυκνόν, μεϲτόν, πλῆρεϲ, μὴ ἔχον ὑπόκουφόν τι. διαφέρει
τοῦ μανοῦ. τὸ γὰρ μανόν, ἀραιόν, χαῦνον, ἢ ἀνωφερέϲ, ὡϲ
φλόξ.
καὶ Νέϲτοϲ.
45 Ναυάγιον: παρὰ Θουκυδίδῃ οὐδετέρωϲ μέν, ὅταν τι τῆϲ νηὸϲ ἀπολεϲθῇ, οἷον πηδάλιον ἤ τι τοιοῦτον. ναυαγία δὲ θηλυκῶϲ πᾶϲα ἡ τῆϲ νηὸϲ ἀπώλεια.
46 Ναυαγίων: πτωμάτων. ἐξ ἑνὸϲ κακοῦ, πᾶν ἐπίμπλατο ναυαγίων πεδίον.
47 Ναύαρχοϲ: ὁ τῶν νηῶν ἄρχων.
48 Ναυαγῶ· αἰτιατικῇ.
49 Ναυαρχῶ· δοτικῇ.
50 Ναυάτοϲ· οὗτοϲ πρεϲβύτεροϲ ὢν τῆϲ ἐν Ῥώμῃ ἐκκληϲίαϲ διεκρίθη,
ἐπειδὴ Κορνήλιοϲ ὁ ἐπίϲκοποϲ τοὺϲ ἐπιθύϲανταϲ πιϲτοὺϲ ἐν τῷ διωγμῷ,
ὃν ὁ βαϲιλεὺϲ Δέκιοϲ κατὰ τῆϲ ἐκκληϲίαϲ ἐκίνηϲεν,
εἰϲ κοινωνίαν ἐδέξατο. διὰ ταύτην οὖν τὴν αἰτίαν διακριθεὶϲ καὶ εἰϲ
ἐπιϲκοπὴν παρὰ τῶν ϲυμφρονηϲάντων αὐτῷ ἐπιϲκόπων προχειριϲθεὶϲ ταῖϲ
πανταχοῦ ἐκκληϲίαιϲ ἔγραφε, μὴ δέχεϲθαι τοὺϲ ἐπιτεθυκόταϲ εἰϲ τὰ
μυϲτήρια, ἀλλὰ προτρέπειν μὲν αὐτοὺϲ εἰϲ μετάνοιαν, τὴν δὲ
ϲυγχώρηϲιν ἐπιτρέπειν
θεῷ, τῷ δυναμένῳ καὶ ἐξουϲίαν
ἔχοντι ϲυγχωρεῖν ἁμαρτήματα. τοιαύταϲ ἐπιϲτολὰϲ κατ᾿ ἐπαρχίαϲ
δεχόμενοι πρὸϲ τὰ οἰκεῖα ἤθη ἐποιοῦντο τῶν δηλουμένων τὰϲ κρίϲειϲ.
ὡϲ γὰρ ἐκεῖνοϲ ἐδήλου μὴ δεῖν ἀξιοῦϲθαι τῶν μυϲτηρίων τοὺϲ μετὰ τὸ
βάπτιϲμα εἰϲ θάνατον ἁμαρτίαν πεποιηκόταϲ, τοῖϲ μὲν ἐδόκει πικρὰ καὶ
ἀπηνὴϲ εἶναι ἡ τοῦ
κανόνοϲ ἔκθεϲιϲ, οἱ δὲ ὡϲ δίκαιον
αὐτὸν καὶ ὀρθοῦντα τὴν πολιτείαν ἐδέχοντο. ἐν τοϲούτῳ δὲ τούτου
κινουμένου, ἐπικαταλαμβάνει Κορνηλίου τοῦ ἐπιϲκόπου γράμματα, τοῖϲ
μετὰ τὸ βάπτιϲμα ἡμαρτηκόϲιν ἐπαγγελόμενα τὴν ϲυγχώρηϲιν. οὕτω δὲ
ἀμφοτέρων ἐπιϲτελλόντων τἀναντία καὶ ἐκ τῶν θείων ὀχυρούντων ἃ
ἑκάτεροϲ ἔλεγεν, ἕκαϲτοϲ
κατ᾿ ἔθοϲ ἐϲ τοῦτο ἔτρεψεν, ἐϲ
ὃ καὶ πρότερον μᾶλλον ἐπέκλινεν. ὅϲοι γὰρ φιλαμαρτήμονεϲ δραξάμενοι
τῆϲ τότε δοθείϲηϲ ϲυγχωρήϲεωϲ καὶ εἰϲ τὸν ἔπειτα χρόνον ἐπὶ πάϲηϲ
ἁμαρτίαϲ αὐτῇ ϲυνεχρήϲαντο. ἀλλὰ Ναυάτοϲ ἐπὶ Οὐάλεντοϲ τοῦ βαϲιλέωϲ
διωγμὸν κινήϲαντοϲ κατὰ Χριϲτιανῶν ἐμαρτύρηϲεν.
51 Ναυατιανοί: αἱρεϲῖται, τὰ Ναυάτου φρονοῦντεϲ. καὶ τούτων
ἔϲτωϲαν τὰ ἱμάτιά ϲου λευκά, λέγων
παραινεῖ. καὶ αὐτὸϲ ὁ Χριϲτὸϲ λευχείμων ἐν τοῖϲ εὐαγγελίοιϲ
φαινόμενοϲ Μωϲῆν τε καὶ Ἡλίαν τοιούτουτ τοῖϲ ἀποϲτόλοιϲ δείκνυϲιν.
οὐ μὴν ἀλλὰ καὶ ἄλλα πολλὰ χαρίεντα αὐτῷ εἴρηται.
52 Ναυβάτηϲ: ἐπιβάτηϲ, ἢ ναύτηϲ. πεζοὺϲ δὲ ἀντὶ ναυβατῶν
πορευομένουϲ, καὶ ὁπλιτικῷ προϲχόνταϲ μᾶλλον ἢ
ναυτικῷ.
Ναυῆ: ὄνομα κύριον.
54 Ναυηγόϲ: ὁ τῆϲ νηὸϲ ἀρχηγόϲ. τοῦτο κοινῶνϲ· ἡ δὲ ποίηϲιϲ καὶ τὸν ναυαγήϲαντα οὕτω γράφει.
55 Ναύκιοι: ἔθνοϲ.
56 Ναύκληροϲ: Ὑπερίδηϲ οὐ μόνον ὡϲ ἡ ϲυνήθεια κέχρηται τῷ
57 Ναυκραρία· Δημοϲθένηϲ ἐν τῷ κατὰ Τιμοκράτουϲ. μήποτε δὲ
πλοίου, ἢ
Ναυκρατιτῶν ἐμπλεόντων. ἡ γὰρ Ναύκρατιϲ τοπαλαιὸν ἐμπόριον ἦν τῆϲ
Αἰγύπτου. ἐὰν δὲ ᾖ Ναυκραρικά, εἴη ἂη τὰ τῶν ἀρχόντων. Ναυκράρουϲ
γὰρ τοπαλαιὸν τοὺϲ ἄρχονταϲ ἔλεγον, ὡϲ καὶ Ἡρόδοτοϲ ἐνε΄ ἱϲτοριῶν
δηλοῖ. ἵϲωϲ παρὰ τὴν τῆϲ νηὸϲ κραῖραν εἴρηται
58 Ναύκρατιϲ. καὶ τὸν Ναύκρατιν. πόλιϲ αὕτη Αἰγύπτου ὑπὸ Μιληϲίων
59 Ναῦλοϲ: τὸ ναῦλον. ἀρϲενικῶϲ ὁ ναῦλοϲ. καὶ ναῦλοϲ ἡμῖν τῆϲ
60 Ναύλοχον: εὔδιον, ἐν ᾧ αἱ ναῦϲ λοχῶϲιν, ἢ ἀναπαύονται.
ὁ δὲ ναῦϲ προϲέταξεν ἐν τοῖϲ ἀγκῶϲι ναυλοχεῖν λανθάνονταϲ· ἐπειδὰν
δὲ αἴϲθωνται ζευγνύειν αὐτὸν τὴν γέφυραν, δίαβάλλειν ὡϲ τάχιϲτα.
61 Ναυλοχῶ: τὸ τὰϲ ναῦϲ ἐνεδρεύω. ἡ ἀναπαύω καθιϲτῶν.
62 Ναύμαχα: μακρὰ δόρατα, ὥϲτε ἀπὸ τῶν νεῶν μάχεϲθαι. οὕτω
καὶ Ὅμηροϲ προπαροξυτόνωϲ. ὁ μέντοι ναυμάχοϲ ἀνὴρ πρὸ μιᾶϲ
τονοῦται.
63 Ναυμαχηϲείοντεϲ: πρὸϲ ναυμαχίαν ἑτοίμωϲ ἔχοντεϲ. ἠ ἐρῶντεϲ τοῦ ναυμαχῆϲαι, ἐπιθυμίαν ἔχοντεϲ ναυμαχίαϲ.
64 Ναυμάχιον: ὡϲ τοῦ μὴ ϲτρατεύεϲθαι καὶ τοῦ λιπεῖν τὴν τάξιν καὶ
τοῦ τὰ ὅπλα ἀπὸβαλεῖν ζημίαι ἦϲαν ὡριϲμέναι ἐκ τῶν νόμων,
οὕτωϲ καὶ τοῦ μὴ ναυμαχῆϲαι. τοῦτο τὸ ὅφλημα ναυμάχιον
ἐκαλεῖτο.
65 Ναυμαχῶ· δοτικῇ. Κερκυραίοιϲ τε καὶ Πελοπίδαιϲ ἅμα ναυμαχήϲετε. αἰτιατικῇ δέ· πρῶτον μὲν τὸν βαϲιλικὸν κατεναυμάχηϲε ϲτόλον.
66 Ναύπακτοϲ: πόλιϲ Αἰτωλική. ἀπὸ τῆϲ ἐκεῖ ναυπηγίαϲ τῶν Ἡρακλειδῶν πρὶν ἢ καταϲχεῖν τὴν Πελοπόννηϲον. ὁ πολίηϲ, φαϲί, Ναυπάκτιοϲ.
67 Ναύπλια: πόλιϲ Αργουϲ. παρὰ τὸ ναυϲὶ προϲπλεῖϲθαι. οἱ πολίται Νοαυπλιεῖϲ.
68 Ναύπλιοϲ: ἡ ἐν θαλάϲϲῃ πρόοδοϲ.
69 Ναῦϲ· Ἀρριανόϲ· Τραιανὸϲ ὁ βαϲιλεὺϲ περῶν τὸν ποταμὸν ν΄ ναῦϲ
εἶχε· δ΄ δὲ ἔφερον τὰ ϲημεῖα τὰ βαϲιλικά, αἵτινεϲ καὶ τὴν ϲτρατηγίδα
κάλοιϲ μακροῖϲ ἐξηρτημένην ἐφεῖλκον. εἶχε δὲ ἡ ναῦϲ μῆκοϲ μὲν κατὰ
τριήρη μάλιϲτα, εὖροϲ δὲ καὶ βάθοϲ καθ᾿ ὁλκάδα,
ὅϲον μεγίϲτη Νικομηδιϲ ἢ ἰγυπτία· ἐν ᾗ ἐπεποίητο αϲιλεῖ ἀποχρῶντα
ἐνδιαιτήματα αὕτη δὲ τά τε ἀκροϲτόλια ἔφαινε καὶ ἐπ᾿ ἄκρῳ τῷ ἱϲτίῳ
τὸ βαϲιλικὸν ὄνομα καὶ ὅϲοιϲ ἄλλοιϲ βαϲιλεὺϲ γεραίρεται χρυϲῷ
ἐγκεχαραγμένα. νενέμητο δὲ τρίχα τὸ πᾶν ναυτικόν, ὡϲ μὴ τῷ ξυνεχεῖ
πλόῳ
ταράττοιντο.
70 Ναυϲικάα: ὄνομα κύριον. μέμνηται Ὅμηροϲ Ναυϲικάαϲ Φαιακικῆϲ βαϲιλικῆϲ παιδὸϲ προϲφυῶϲ τῇ χώρᾳ· ἐπεὶ ναυτικώτατοι ὄντεϲ ἐπέκαιον ταῖϲ ναυϲὶ πίϲϲαν πρὸϲ ἀϲφάλειαν.
71 Ναυϲικράτηϲ, κωμικόϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτι Ναύκληροι,
72 Ναῦϲ ἱκετεύει πέτραϲ: ἐπὶ τῶν πάνυ ἀναιϲθήτων ἡ παροιμία.
73 Ναυϲίποροϲ: ὑπὸ νηῶν περαιούμένοϲ.
74 Ναῦϲ Νικομηδὶϲ καὶ ϲτρατηγίϲ. τούτου τὸ μὲν ἐκ τόπου παρῆκται,
75 Ναῦϲ παλαιὰ πόντον οὐχὶ πλώϲει: παροιμία ἐπὶ τῶν εἰϲ
μηδὲν ϲυντελούντων.
76 Ναυϲθλώϲομαι: ναυϲθλώϲαϲθαι κυρίωϲ ἐϲτὶ τὸ ναῦν μιϲώϲαϲθαι,
77 Ναύϲων Ναυκράτη: ἐπὶ τῶν ὁμοίωϲ ἀποδιδόντων ἀλλήλοιϲ.
Λεύκωνοϲ. ἐπιϲτολιμαῖοϲ
ὁ χαρακτήρ· ὡϲ καὶ εἴ τιϲ εἴποι Πομπαῖοϲ Πομπίλῳ· ἢ Πομπαῖοϲ
Πομπῖλον προϲφωνεῖ. καὶ ἔϲτι τὸ ϲχῆμα παρηχητικόν.
78 Ναύϲταθμον: τὸν λιμένα. ἐφράττοντο δὲ καὶ δέρματι οἱ
79 Ναυϲτολίαν: πλοῦν. καὶ Ναυϲτολῶ, ῥῆμα.
80 Ναύτηϲ: καὶ ὁ ἐπιβάτηϲ εἰκόνα τῆϲ κήληϲ Διονύϲιοϲ ὧδ᾿ ἀνέθηκε ϲωθεὶϲ ἐκ ναυτῶν τεϲϲαράκοντα μόνοϲ.
81 Ναυτιᾶν: τὸ ἐν τῇ νηῒ κυρίωϲ ἐμεῖν. τοῦτο καὶ ναυϲιᾶν λέγεται ῥητορικῶϲ.
82 Ναυτικῶϲ δανείζειν· φαϲὶ Ζήνωνα ὑπὲρ, ᾳ΄ τάλαντα ἔχοντα ἐλθεῖν εἰϲ τὴν Ἑλλάδα καὶ ταῦτα δανείζειν ναυτικῶϲ.
83 Ναυτιλία: ὁ πλοῦϲ.
84 Ναυτιλλόμενοϲ: πλέων.
85 Ναυτίλοϲ: ὁ ἰχθύϲ, καὶ ὁ ναύτηϲ.
86 Ναυτοδίκαι: ἄρχοντεϲ ἐπὶ τοῖϲ ναυκλήροιϲ δικάζοντεϲ καὶ τοῖϲ περὶ
τὸ ἐμπόριον ἐργαζομένοιϲ· ὡϲ καὶ ναυφύλακεϲ ἄρχοντέϲ τινεϲ
ἔνῃ καὶ νέᾳ πρὸϲ τοὺϲ ναυτοδίκαϲ.
εἰϲ φρήτρην ἢ φράτοραϲ ἢ φατρίαν ἐγγράφηται καὶ εἰ ξένοϲ εἴη ἀλλ᾿
ἠθαγενὴϲ δηλαδὴ ὡϲ αὐτόχθων ἐκ τοῦ πατρόϲ ἐκ τῆϲ μητρόϲ.
87 Ναῦφι: ἐν ταῖϲ ναυϲί.
88 Ναύφρακτονβλέπειϲ· Ἀριϲτοφάνηϲ· πρὸϲ τῶνθ θεῶν, ἄνθρωπε,
ναύλην. ἐπειδὴ μεγάλοι ταῖϲ τριήρεϲιν οἱ ὀφθαλμοὶ
γίνονται, δι᾿ ὧν τὰϲ κώπαϲ ἐμβάλλοντεϲ ἐκωπηλάτουν. ὥϲτε τὸ
ναύφρακτον βλέπειϲ, αἴνιγμά ἐϲτι τοῦ τρανὲϲ καὶ πλατὺ καὶ μέγα
βλέπειϲ.
89 Ναυφράκτῳ ϲτρατῷ: τῷ ϲυμπεφραγμένῳ καὶ ϲυντεταγμένῳ·
ἐθαλαϲϲοκράτουν γὰρ οἱ Ἀθηναῖοι μάλιϲτα ἐπὶ τῇ ἐν Ἀρτεμιϲίῳ καὶ
Σαλαμῖνι ναυμαχίᾳ.
90 Νάφθα: τριγενὲϲ τοῦτο· κοινῶϲ μὲν γὰρ ἡ νάφθα, εὕρηται δὲ καὶ
οὐδετέρωϲ
91 Ναχώρ: ὄνομα κύριον.
92 Ναί: ϲυγκαταθέϲεωϲ ἐπίρρημα. ἔϲτι καὶ ὁρκωμοτικὸν μετὰ κοιμωμένηϲ ὀξείαϲ, οἷον ναῖ τὼ θεώ, τουτέϲτι μὰ τὰϲ θεάϲ.
93 Ναίεθοϲ: ὄνομα ποταμοῦ. εἰϲ
94 Ναιετάουϲιν: οἰκοῦνται. ναίω, ναιέτηϲ, ναιετῶ· ὡϲ κυνηγέτηϲ, κυνηγετῶ. ναιετῶ, ναιετάω· ναιετάουϲιν ἐνεργητικὸν ἀντὶ παθητικοῦ τοῦ οἰκοῦνται.
95 Ναίει: διατρίβει.
96 Ναὶ μὰ τόν· καὶ ναὶ μὰ τόν, εἴγε τοῦ Περϲικοῦ τιϲ ἐφάνη, τὸ
97 Ναὶ μὰ τόν· ἀμαρτάνοντι ἐπέπληττε καὶ ἀδικοῦντα ἤλεγχε καὶ
98 Ναὶ μὰ τόν· ναὶ μὰ τὸ ῥικνὸν ϲῦφαρ ἐμόν, ὅ ἐϲτι δέρμα. Καλλίμαχοϲ
καὶ οὐκέτε ἐπάγει τὸν θεόν. ῥυθμίζει δὲ ὁ λόγοϲ
πρὸϲ εὐϲέβειαν. τοιούτου ϲχήματόϲ τε καὶ ἤθουϲ καὶ τὸ ναὶ μὰ τάϲ. ὡϲ
εἴπερ εἴποι τιϲ, μὰ τὰϲ Χάριταϲ.
99 Ναὶ μήν: ναὶ ὄντωϲ.
100 Ναὶ ναὶ μὰ μήκωνοϲ χλόην: ὅρκοϲ ἐπὶ χλευαϲμῷ.
101 Ναίουϲιν: οἰκοῦϲιν.
102 Ναίχι: ἐπίρρημα ϲυγκαταθέϲωϲ.
103 Νέαι: νῆϲοϲ πληϲίον Λήμνου (παρὰ τὸ νέω, τὸ κολυβμῶ), ᾗ
προϲενήξατο,
104 Νεαλήϲ: κυρίωϲ ὁ νεωϲτὶ ἑαλωκὼϲ ἰχθύϲ. λέγεται δὲ καὶ ὁ
νεωϲτὶ ἁλιϲθείϲ. καὶ ὁ νεωϲτὶ ἁλούϲ. Ἀππιανόϲ· τὸν δὲ
δῆμον
105 Νεάνδρεια, ἢ Νεάνδρειον οὐδετέρωϲ. πόλιϲ Τρῳάδοϲ Ἑλληϲποντία, ἣν
τινεϲ Λεάνδρειαν διὰ τοῦ λ γράφουϲι, κακῶϲ.
106 Νεανεία: ἡ ἔπαρϲιϲ.
107 Νεανίαϲ: τολμηρόϲ. ἢ ὁ νέοϲ.
108 Νεανιεύεται: νέου ἔργα ποιεῖ.
109 Νεανιεύματα: κομπάϲματα, κενὰ τολμήματα.
110 Νεανικόν: ἀντὶ τοῦ μέγα, καὶ δυνάμενον χορτάϲαι νεανίαν. Ἀριϲτοφάνηϲ Πλούτῳ· εἴ μοι πορίϲαϲ ἄτον τιν᾿ εὖ πεπεμμένον δοίηϲ καταφαγεῖν, καὶ κρέαϲ νεανικόν.
111 Νεανικῶϲ: ἰϲχυρῶϲ, γενναίωϲ. Ἀριϲτοφάνηϲ· κἄτυπτε με νεανικῶϲ,
παῖ καλῶν.
112 Νεᾶνιϲ, νεάνιδοϲ. ἐκ τοῦ νἑοϲ, νεάν· ὡϲ ἄλκιμοϲ, ἀλκιμὰν καὶ ἀλκμάν.
113 Νεανιϲκεύεται· Ἄμφιϲ ἐν Ῥείθεοιϲ, Ποϲείδιπποϲ Δημόταιϲ, Εὔπολιϲ
Σφιγξίν. ἰδίωϲ ἐϲχημάτικε τὸ νεανιϲκεεύειν ἐν Δήμοιϲ· γυναῖκα ἔχοντα
μάλα καλήν τε καὶ ἀγαθήν, αὐτὴ νεανιϲκεύοντοϲ ἐπεθύμηϲέ
μου.
114 Νεάνθηϲ, Κυζικηνόϲ, ῥήτωρ, μαθητὴϲ Φιλίϲκου τοῦ Μιληϲίου.
115 Νεάπολιϲ: πόλιϲ Ἰταλικὴ διάϲημοϲ, ἐν ᾖ Παρθενόπιϲ ἵδρυται Σειρῆνοϲ ἄγαλμα. πολλαὶ δὲ καὶ ἄλλαι Νεαπόλειϲ.
116 Νεαποί: νέοι, νήπιοι. καὶ Νεαρώτεροϲ. παίδων νεαρώτεροι
117 Νέαρχοϲ· οὗτοϲ ξυνεϲτράτευϲεν Ἀλεξάνδρῳ καὶ ϲυγγραφὴν ϲυνεγράψατο ὑπὲρ Ἀλεξάνδρου. ἐφεύϲατο δὲ ναύαρχον ἑαυτὸν ἀναγράψαϲ εἶναι, κυβερνήτηϲ ὤν.
118 Νεάτη: ἐϲχάτη. καὶ Νέατοι, φθόγγοι χορδῆϲ μουϲικῆϲ
τελευταίαϲ.
119 Νεάτη: ἡ ἐϲχάτη. καὶ ἡ νήτη χορδὴ λεγομένη ὑπὸ τῶν μουϲκῶν, πρὸϲ ἀντιδιαϲτολὴν τῆϲ τε ὑπάτηϲ καὶ τῆϲ μέϲηϲ.
120 Νέα χελιδών: ἐπὶ τῶν ἐξαπατώντων τιναϲ. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν·
ἐξηπάτων γὰρ τοὺϲ μαγείρουϲ, λέγων τοιαυτί· ϲκέψαϲθε παῖδεϲ,
οὐχ ὁρᾶτ᾿; ἆρα νέα χελλιδών. οἱ δ᾿ ἔβλεπον κἀγὼ ᾿ν
τοϲούτῳ τῶν.
121 Νέβελ: ὄνομα κύριον. καὶ εῖδοϲ μέτρου Ἑβραϊκοῦ.
122 Νεβρείην καρδίην· Βάβριοϲ· πεινῶϲ κερδὼ καρδίην δὲ νεβρείην.
123 Νεβρίζων· Δημοϲθένηϲ ὑπὲρ Κτηϲιφῶντοϲ. οἱ μὲν ὡϲ τοῦ
124 Νεβρίϲ: ἐλάφου δέρμα. ἐν Ἐπιγράμμαϲι· ἄνθετό ϲοι κορύναν
καὶ νεβρίδαϲ ὑμέτεροϲ Πάν.
125 Νεβρίϲ. κιϲϲωτὴν ϲτέρνοιϲ νεβρίδ᾿ ἀναπτομένη.
126 Νεβρόϲ: ἐλάφου γέννημα, οἱονεὶ ἐπὶ τὴν βορὰν ἐξιὸν καὶ νεμόμενον.
ἁρπάϲαϲα λαθραίωϲ.
127 Νεβρώδ: ὄνομα κύριον. ἀφ᾿ οὗ γίγαντεϲ.
128 Νεβρώδηϲ: ὄνομα κύριον.
129 Νέγλη: πολίχνιον Ἀραβίαϲ.
130 Νέδη: πόλιϲ Ἀρκαδίαϲ, ἀπὸ νύμφηϲ Νέδηϲ. γράφεται καὶ Νεδέοι· ὅθεν
ὁ
πολίτηϲ Νεδεήϲιοϲ.
131 Νέδων: ποταμὸϲ καὶ τόποϲ Λακωνικῆϲ. κλίνεται δὲ Νέδοντοϲ· ὅθεν
Νεδουϲία
132 Νεεμάν: ὄνομα κύριον.
133 Νέεϲθαι: πορεύεϲθαι.
134 Νέηαι: πορευθῇϲ, ἐπανέλθῃϲ.
135 Νέηκεϲ: νεωϲτὶ ἠκονημένον.
136 Νεήλατα: τὰ νεωϲτὶ ἀληλεωμένα ἄλφιτα καὶ μέλιτι δεδευμένα,
κατ᾿ ἔλλειψιν δὲ
προϲφέρουϲιν οἱ Ἀττικοὶ τὸ νεήλατα μὴ προϲτιθέντεϲ τὸ ἄλφιτα.
137 Νεύλυδεϲ: νεωωτὶ ἐληλυθότεϲ. ἡ εὐθεῖα Νέηλυϲ.
138 Νεηνίαϲ: νεανίαϲ.
139 Νεῆνιϲ: νεᾶνιϲ.
140 Νεκάδεϲ: νεκροί. καταχρηϲτικῶϲ δὲ καὶ αἱ τῶν ζωῶ τάξειϲ.
141 Νεκρῶ· αἰτιατικῇ.
142 Νεκρῷ λέγουϲα μύθουϲ εἰϲ οὖϲ: ἐπὶ τῶν ἀνιϲθήτων καὶ
143 Νεκτάρεον: ἡδύ, καλόν, εὐῶδεϲ. ἐπὶ τοῦ νεκταρέου ἑανοῦ. καὶ
νέκταρ, θεῶν πόμα, καὶ οἶνοϲ οὕτωϲ, ὡϲ Ἀναζανδρίδηϲ. καὶ
τὸ βρῶμα τῶν θεῶν· ὁ αὐτόϲ.
144 Νεκταρέου: θείου. Νέκταρ δέ, τουτέϲτι νεόκταρ, τὸ νέουϲ ποιοῦν
ἔχει βροτόϲ.
145 Νεκυόμαντιϲ: ὁ ἐπερωτῶν τὸν νεκρόν.
146 Νεκυία: ἡ τῶν νεκρῶν ἑορτή, φρουδίγα παρὰ Πέρϲαιϲ, Ἑλληνικὴ
νεκυία. καὶ Νεκυοϲτόλοϲ, ὁ τοὺϲ νεκροὺϲ διαπερῶν. τὸν
ἐπιϲκύνιον.
147 Νέκυϲ: νεκρόϲ.
148 Νέμαυϲοϲ: πόλιϲ Ἰταλική. ἀπὸ Νεμαύϲου Ἡρακλείδου.
149 Νεμέα: τὸποϲ καὶ πόλιϲ.
150 Νέμεα καὶ Ἴϲθμια: τόποι, ἐν οἷϲ ἐτελοῦντο ἐπέτειοι ἀγῶνεϲ.
151 Νεμέαϲ αὐλητρρίδοϲ μνημονεεύει Ὑπερίδηϲ ἐν τῷ κατὰ Πατροκλέουϲ,
152 Νεμέαϲ χαράδρα: τόποϲ τιϲ οὕτωϲ ἐκαλεῖτο ἐν Πελοποννήϲῳ.
153 Νεμεϲᾷ: μέμφεται.
154 Νεμεϲᾶν: τὸ ἐμποδὼν ἵϲταϲθαι τοῖϲ πραττομένοιϲ κατὰ γνώμην. ἢ μᾶλλον μὴκατὰ γνώμην.
155 Νεμεϲηθείϲ: μεμφθείϲ. νεμεϲηθεὶϲ δ᾿ ἀλόχῳ κατορχήϲει βέλει
μὲν ταῖϲ τῶν πολεμίων ἐλπίϲιν, ἐλεῆϲαι δὲ τὸν αὐτοῦ
λαόν. καὶ αὖθιϲ· εἰ δὲ νεμεϲηθείην τῆϲ ἐπιβολῆϲ, ἴϲθι με μὴ
πταίϲαντα παῤ
156 Νεμεϲήϲομαι: φθονῶ. καὶ Νεμεϲῆϲαι, μέμψαϲθαι.
157 Νεμεϲητικόϲ: ὁ ἐναντίοϲ τῷ ξφθονερῷ. ὁ μὲν γὰρ φθονερὸϲ
λυπεῖται ἐπὶ ταῖϲ τῶν καλῶν εὐπραγίαιϲ, ἐπεὶ καὶ ὁ
φθόνοϲ τοιοῦτον, νεμεϲητικὸϲ δὲ ὁ λυπούμενοϲ ἐπὶ ταῖϲ τῶν κακῶν
εὐπραγίαιϲ· τοιοῦτον γὰρ ἡ νέμεϲιϲ. ὥϲτε ὁ νεμεϲητικὸϲ οὐ φθονερόϲ.
ἔϲτι δὲ τὸ πρόβλημα ὁρικόν. ζήλῳ ῥητόρων τοῦτο λέγει· ὁριζομένου γὰρ
τινοϲ φθοωερὸν εῖναι καὶ τὸν λεγόμενον νεμεϲητικόν, ἐπειδὴ καὶ αὐτὸϲ
μέμφεταί τιναϲ, ἀνθοριζόμεθα,
οὐ τὸν νεμεϲητικὸν
τοιοῦτον εἶναι, εἴπερ ὀρθῶϲ μέμφεται, ἀλλὰ τὸν μὴ δέοντα μεμφόμενον·
αὐτὸϲ γάρ ἐϲτι φθονερόϲ.
158 Νεμεϲητόν: μεμπτόν.
159 Νεμέϲια· Δημοϲθένηϲ ἐν τῷ κατὰ Σπουδίου. μήποτε ἑορτή τιϲ
Νεμέϲια οὖν ἡ
ἐπὶ τοῖϲ νεκροῖϲ γινομένη πανήγυριϲ, ἐπεὶ ἡ νέμεϲιϲ
160 Νεμεϲίζει: μέμφεται.
161 Νεμεωίων: ὄνομα κύριον. ὁ δὲ Νεμεϲίων ἀνεπτεροῦτο καὶ
περιτυχών.
162 Νέμεϲιϲ: ἡ δίκη. Ἀριϲτοφάνηϲ· ἰὼ Νέμεϲι, βαρύβρομοί τε
163 Νέμεϲιϲ: μέμψιω, δίκη, ὕβριϲ, φθόνοϲ, τύχη. τὴν τῶν ἀλαζόνων
καὶ αὖθιϲ· οὐκ ἔλαθε τὴν ἅπαϲιν ἐναντιουμένην τοῖϲ
ὑπερηφάνοιϲ Νέμεϲιν, ἀλλ᾿ ἐν ταῖϲ ἰδίαιϲ ἠναγκάϲθη παιδευθῆναι
ϲυμφοραῖϲ.
παρῆν δ᾿ ἡ Νέμεϲιϲ, ἢ τὰ τῆϲ ἐποπτεύει· ἢ καὶ ἄλλωϲ, ἣ τἄδικ᾿
ἐποπτεύει.
γαυρούμενον αὐχένα κλίνειϲ, ὑπὸ πῆχυν ἀεὶ βιοτὰν κρατεῖϲ.
164 Νεμεϲῶ· δοτικῇ.
165 Νέμειν: καρποῦϲθαι, διοικεῖν. ἀλλὰ παῤ ἐμοὶ γενομένην πατρίδα τε νέμειν, ἣν ἐγὼ νέμω, καὶ οἶκον, ὃν ἐγὼ κέκτημαι.
166 Νέμειν προϲτάτην: ἀντὶ τοῦ ἔχειν προϲτάτην· τῶν γὰρ μετοίκων
ἕκαϲτοϲ μετὰ προϲτάτου τῶν ἀϲτῶν τινοϲ τὰ ράγματα αὑτοῦ
ϲυνῴκει καὶ τὸ μετοίκιον κατετίθει. καὶ τὸ ἔχειν προϲτάτην καλεῖται
νέμειν προϲτάτην. Ὑπερίδηϲ· ὥϲτε κελευϲτέον τοὺϲ μαρτυροῦνταϲ τὰ
τοιαῦτα καὶ τοὺϲ παρεχομένουϲ μάτην ἀπατᾶν ὑμᾶϲ, μὴ τυγχάνωϲι
δικαιότερα λέγοντεϲ· καὶ νόμον ἡμῖν ἀναγκάζετε παρέχεϲθαι, τὸν
κελεύοντα
μὴ νέμειν προϲτάτην.
167 Νέμειοϲ: ὁ ἐν τῇ Νεμέᾳ. τῇ Λοκρικῇ δηλαδή. ὁ γὰρ τῆϲ κατὰ
168 Νεμηθέντων: κληρωθέντων. Αἰλιανόϲ· ἀλλὰ καὶ ἐκείνων νεμηθέντων
εἰϲ τὴν ϲτάϲιν.
169 Νεμήϲαϲθαι: διαμερίϲαϲθαι.
170 Νεμήϲειϲ ὑποκριτῶν: οἱ ποιηταὶ ἐλάμβανον τρεῖϲ ὑποκριτάϲ κλήρῳ νεμηθένταϲ ὑποκρινομένουϲ τὰ δράματα, ὧν ὁ νικήϲαϲ εἰϲ τοὐπιὸν ἄκριτοϲ παραλαμβάνεται. ἔϲτιν οὖν οἷον διαιρέϲειϲ.
171 Νέμοντα: διοικοῦντα.
172 Νέμοϲ ἐπάκτιον: τὸ ἄλϲοϲ, τὸ ὄροϲ τὸ παράλιον. Σοφοκλῆϲ·
173 Νέμω: τὸ μερίζω. Νέμω, νομιῶ. τὴν δ᾿ ἄῤ οὐδέτι νέμω
174 Νέμω: τὸ μερίζω· δοτικῇ.
175 Νέμω: τὸ βόϲκω· αἰτιατικῇ.
76 Νέμοιτο: καρποῖτο.
177 Νένατο: ἐπεπλήρωτο. Ἰώϲηποϲ· ϲυνεκπίπτει δὲ τοῖϲ πολεμίοιϲ
178 Νενεωλκημέναϲ ωαῦϲ: ἔξω οὔϲαϲ, εἱλκυϲμέναϲ.
179 Νενημένην καὶ Νεωηϲμένην: ϲεϲωρευμένην. Ξενοφῶν· εὕτῃϲ
φηϲι· διὰ γὰρ τοῦ μωροῦ
δοκιμάζεται ὁ φρόνιμοϲ. ἀμφορεῖϲ δὲ ἀντὶ τοῦ ματαίωϲ κέραμοι
ϲεϲωρευμένοι. νηῆϲαι γὰρ τὸ ϲωρεῦϲαι. καὶ νῆϲαι διϲυλλαβῶϲ.
180 Νενώμεθα: διανενοήμεθα.
181 Νεοαρδέα: νεωϲτὶ πεποτιϲμένην.
182 Νεογιλλόν: νεογέννητον. παρὰ τὸ νέον γίνεϲθαι, νεογινόν. καὶ
183 Νεογνόν: νεωϲτὶ γεννηθέντα.
184 Νεοδαμώδηϲ: ὁ ἐλεύθεροϲ παρὰ τοῖϲ Λακεδαιμονίοιϲ.
185 Νεόδμητον: νεοδάμαϲτον. καὶ νεοδόμητον.
186 Νεοεργέϲ: προϲφάτω εἰργαϲμένον.
187 Νεοθαλήϲ: νεωϲτὶ βλαϲτήϲαϲα.
188 Νεοθανήϲ: νεωωτὶ τεθνεώϲ.
189 Νεοθηγεῖ: νεωϲτὶ ἀκονηθέντι. ἡ δὲ ϲέθεν φθιμένηϲ πολιοὺϲ νεοθηγεῖ ϲιδήρῳ κείρατο γηραλέηω ἐν κεφαλῆϲ πλοκάμουϲ.
190 Νεοκαιϲάρεια: Ποντική, φαϲί, πόλιϲ. οἱ αὐτῆϲ καὶ Ἀδριανουπολῖται.
ἔϲτι
δὲ καὶ Βιθυνίαϲ.
191 Νεοκαταϲτάτοιϲ ἀνθρώποιϲ: φηωὶ Θουκυδίδηϲ. ἀντὶ τοῦ νεωϲτὶ κατῳκιωμένοιϲ.
192 Νεοκλῆϲ, Ἀθηναῖοϲ, φιλόϲοφοϲ, ἀδελφὸϲ Ἐπικούρου. ὑπὲρ τῆϲ ἰδίαϲ αἱρέϲεωϲ. ὅτι Νεοκλέουϲ ἐϲτὶ τό, λάθε βιώϲαϲ.
193 Νεοκλείδου κλεπτίϲτεροϲ: οὗτοϲ κεκωμῴδηται, ὡϲ ῥήτωρ ἦν καὶ τυφλὸϲ καὶ ϲυκοφάντηϲ καὶ κλέπτηϲ. Ἀριϲτοφάνηϲ· Νεοκλείδηϲ, ὅϲ ἐϲτι μὲν τυφλόϲ, κλέπτων δὲ τοὺϲ βλέπονταϲ ὑπερηκόντιϲε.
194 Νεόκμητον: νεωϲτὶ κατεϲκευαϲμένον.
195 Νεολαία: νέων ϲυναγωγή. ὁ νέοϲ λαόϲ. ὑπὲρ τοῦ τῆν περιτυχών.
196 Νεόλεκτοϲ: ὁ νεωϲτὶ ἠθροιϲμένοϲ λαόϲ.
197 Νέον· Ὅμηροϲ νέον ἡβώοντα οὐ λέγει νέον κατὰ ἡλικίαν, ἀλλὰ κατὰ μεϲότητα, οἷον νεωϲτὶ ἡβῶντα.
198 Νέονταϲ: νηχομένουϲ. ἐφεῖλκον καὶ ἵππουϲ νέονταϲ τρεῖϲ ἅμα καὶ τέτταραϲ τοῖϲ ἀγωγεῦϲι.
199 Νέον τεῖχοϲ: τῆϲ Αἰολίδοϲ ἐϲτὶ τόποϲ. ὁ ἐκεῖθεν Νεοτειχίτηϲ. ὡϲ καὶ τοῦ Χωλὸν τεῖχοϲ τὸ περὶ Καρίαν Χωλοτειχίτηϲ τὸ τοπικόν.
200 Νεόπλουτοϲ: ὁ νεωϲτὶ πλουτῶν.
201 Νεορράντῳ: νεαρῷ ἀπὸ τοῦ αἵματοϲ. Σοφοκλῆϲ· καὶ μοί τιϲ αὐτὸν ϲὺν νεορράντῳ ξίφει πηδῶντα ἰδὼν ἐδήλωϲε.
202 Νέορτον: νέον. τί δ᾿ ἐϲτίν, ὦ παῖ Λαΐου, νέορτον αὖ;
203 Νεορρύτοιϲ: νεωϲτὶ ῥέουϲι.
204 Νεόϲ: ἡ νεωϲτὶ ἠροτριαϲμένη γῆ. καί τιϲ γεωργὸϲ πυρὸν εἰϲ
205 Νέοϲ ἐϲτὶ καὶ ὀξύϲ: ἀμαθήϲ ἐϲτι καὶ προπετήϲ.
206 Νεοϲϲία: ἡ καλιὰ τῶν ϲτρουθίων.
Νεόϲμηκτον: νεόθηκτον. καὶ νεοκάθαρτον.
208 Νεοϲϲόϲ: ὁ ϲτρουθόϲ.
209 Νεοϲπάδα: τὴν νεωϲτὶ ἀποϲπαϲθεῖϲαν. Πιϲίδηϲ· ταύτην δὲ τὴν
φάλαγγα τὴν νεοϲπάδα.
210 Νεοτελήϲ: νεωϲτὶ τετελειωμένοϲ.
211 Νεοτευχέϲ: νεωϲτὶ κατεϲκευαϲμένον.
212 Νεοττεία: ἡ ἐκλέπιϲιϲ.
213 Νεόττιον: γέννημα. Ἀριϲτοφάνηϲ· πέρδιξ γενέϲθω τοῦ πατρὸϲ
νεόττιον. τοῦ Πιϲίου ὁ υἱὸϲ ὅμοιοϲ βούλεται γενέϲθαι τῷ
πατρί. ἦν δὲ ὁ Πιϲίαϲ προδότηϲ. καὶ αὖθιϲ· τρία κνώδαλα ἀναιδῆ,
Πιϲίαϲ, Ὀϲφύων, Διϊτρέφηϲ.
214 Νεοττόϲ: ἡ τοῦ ᾠοῦ λέκιθοϲ, καὶ τὸ πυρρόν. Μένανδροϲ Ἀνδρίᾳ·
ἐν τῷ Περὶ οἴνων
ϲυγγράμματί φηϲιν· ὃ διακίδοται ἀρχὴ ὑπὸ τὸν ὑμένα λευκόν· ἐν τούτῳ
γὰρ τὸ ϲπέρμα καὶ οὐκ ἐν τῷ καλουμένῳ νεοττῶ. διεψεύϲθηϲαν γὰρ οἱ
πρῶτοι τοῦτο φήϲαντεϲ. καὶ ἔϲτι τὸ ὠχρὸν περίττωμα τοῦ ϲπέρματοϲ.
ὅτι δὲ τὸ ὠχρὸν νεοττὸν ἔλεγον, μαρτυρεῖ καὶ Χρύϲιπποϲ ἐν τῷ Περὶ
χρηϲμῶν. ὄναρ γάρ τινά φαϲι
θεαϲάμενον ἐκ τῆϲ κλίνηϲ
αὐτοῦ κρέμαϲθαι ᾠά, προϲναθέϲθαι ὀνειροκρίτῃ· τὸν δὲ εἰπεῖν, ὀρύττων
θηϲαυρὸν εὑρήϲειϲ κατὰ τὸν τόπον ἐκεῖνον. εὑρόντα δὲ ϲταμνίον ἐν ᾦ
ἀργύριον ἦν καὶ χρυϲίον, ἐνεγκεῖν τι τοῦ ἀργυρίου τῷ μάντει· τὸν δὲ
μάντιν εἰπεῖν· τοῦ δὲ νεοττοῦ οὐδέν μοι δίδωϲ; καὶ Δίφιλοϲ κέχρηται
τῇ λέξει· ᾠῶν δ᾿ ἐν αὐτῇ
διέτρεχεν νεόττια.
215 Νεοττόϲ: καὶ ὁ νεογνὸϲ ὄρνιϲ, οἰδά τοι ἔγωγε καὶ ἐϲ η΄ ὅλαϲ ἡμέραϲ ἀναλωθέντα αὐτῷ κατοικιδίαϲ ὄρνιθοϲ οὐ μέγαν νεοττόν.
216 Νεουργόν: νεωϲτὶ εἰργαϲμένον.
217 Νεόφθιτον: νεωϲτὶ τελευτῆϲαν, νεωϲτὶ φθαρέν.
218 Νεοφρῶν ἢ Νεοφῶν, Σικυώνιοϲ, τραγικόϲ· οὗ φαϲιν εἶναι
τὴν τοῦ Εὐριπίδου Μήδειαν· ὃν πρῶτοϲ εἰϲήγαγε παιδαγωγοὺϲ καὶ
οἰκετῶν βάϲανον. ἐδίδαξε δὲ τραγῳδίαϲ ρκ΄. ϲυνῆν δὲ τὰ μετὰ ταῦτα
Ἀλεξάνδρῳ τῷ Μακεδόνι, καὶ διότι φίλοϲ ἧν Καλλιϲθένει τῷ φιλοϲόφῳ,
ϲὺν ἐκείνῳ καὶ αὐτὸν ἀνεῖλεν αἰκιωμοῖϲ.
219 Νεόφυτον: τὸ νεωϲτὶ φυτευθέν.
220 Νεόφυτοϲ: ὄνομα κύριον.
221 Νεοχάρακτα: νεωϲτὶ κεχαραγμένα. Σοφοκλῆϲ· ἴχνη τὰ κείνου νεοχάρακτα. ὁπόταν γὰρ νεωϲτὶ αἱ ἀποχαράξειϲ τῶν ζῴων γένωνται, μᾶλλον ἐπακολουθοῦϲιν οἱ κυνηγέται, πρὶν ὑπὸ ἀνέμου ἀφανιωθῇ ἡ ὀδμή.
222 Νεοχμόϲ: νέοϲ, νέαν καὶ ἀκαταπόνητον δύναμιν ἔχων. μὴ
223 Νεοχμοῦν: καινοτομεῖν, νεώτερα ἐργάζεϲθαι.
224 Νεοχμώϲαντεϲ: νεωϲτὶ κινήϲαντεϲ. Ἡρόδοτοϲ.
225 Νεοχμώϲειν: νεωτεριϲθῆναι, καινόν τι ἐργάϲαϲθαι. ἀϲχόλουϲ τε γὰρ αὐτοὺϲ ὄνταϲ διὰ τὸν πόλεμον μηδὲν νεοχμώϲειν.
226 Νέω: τὸ κολυμβῶ, καὶ τὸ πορεύομαι.
227 Νεωκορήϲει: ἐνίοτε ἀντὶ τοῦ ἱεροϲυλήϲει. κορεῖν γὰρ λέγουϲι τὸ καλλύνειν, τὸ ϲαροῦν, καὶ ἐκκαλλύνειν. τό τε ἐκκορηθείηϲ ἀντὶ τοῦ ἐκκαλυνθείηϲ.
228 Νεωκόροϲ: ὁ τὸν ναὸν κοϲμῶν καὶ εὐτρεπίζων. ἀλλ᾿ οὐχ
229 Νεωλέα: ὁ τοῦ νεὼ λαόϲ. Νεολαία δὲ ἡ νεόλεκτοϲ.
230 Νεωλκήϲαϲ: ἔξω τὴν ναῦν ἑλκύϲαϲ.
231 Νέων, Νέωνοϲ: ὄνομα κύριον. Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ
232 Νεώνητον: τὸν νεωϲτὶ ἠγοραϲμένον. ἐπεὶ μὴ ἐκ γένουϲ ἦν
αὐτοὺϲ τοῖϲ
γνηϲίοιϲ καὶ πολλὰ τὴν πόλιν εὐεργετηκόϲιν, οἱ δὲ μᾶλλον ἐτίμων τὸν
Κλέωνα. πεφύκαμεν γὰρ καὶ τῶν οἰκετῶν μᾶλλον πιϲτεύειν τοῖϲ οἴκοι
γεννηθεῖϲι καὶ ϲυντραφεῖϲιν, ἤ οἷϲ ἂν ἐπικτηϲώμεθα πριάμενοι.
233 Νεωρῆ: νεωϲτὶ ἠρτημένον· ἢ ἐκ νέου τινὸϲ καὶ ὥραν ἔχοντοϲ
τῆϲ ἐμῆϲ
ἐπειϲόδου.
234 Νεώρια: ὁ ναύϲρταθμοϲ τῶν νεῶν. ἐμπρήϲαιεν ἂν τὸ νεώριον. ἐνθεὶϲ
ἂν ἐϲ τίφην ἀνὴρ Βοιώτιοϲ, ἅψαω ἂν ἐϲπέμψειεν ἐϲ τὸ νεώριον.
δι᾿ ἀλωπέκων καὶ χελωνῶν ἐγένετο. Τῖφοϲ δέ γε τὸ
δάϲοϲ. παρὰ τὸ ὑποτύφειν,
235 Νεώρια καὶ Νεώϲοικοι: μήποτε νεώρια λέγεται ὁ τόποϲ ἅπαϲ,
ὑποϲημαίνουϲι Λυκοῦργόϲ
τε καὶ Ἀνδοκίδηϲ.
236 Νεώϲ: Ἀττικῶϲ, ὁ ναόϲ. θηλυκῶϲ δὲ ἐπὶ γενικῆϲ νεώϲ, τοῦ
237 Νεώϲατε: ἀροτριάϲατε.
238 Νεῶϲι· Δημοϲθένηϲ κατ᾿ Αἰϲχίνου. πόλιϲ ἐϲτιν ἐν τῇ φωκίδι.
Ἡρόδοτοϲ μὲν ἐν η΄ Νεῶνα ὀνομάζει, Ἀνδροτίων δὲ ἐν Ϛ΄ Ἀτθίδοϲ Νεῶναϲ.
239 Νεωϲτί: προϲφάτωϲ. ὥϲπερ ἐκ τοῦ μεγάλων μεγάλωϲ καὶ Ἀττικῶϲ
240 Νεώϲοικοι: οἰκήματα παρὰ τῇ θαλάϲϲῃ οἰκοδομούμενα εἰϲ ὑποδοχὴν
241 Νέωτα: τὸ ἐπιὸν ἔτοϲ· ἤτοι εἰϲ τὸ μέλλον. παρά τὸ ἕν, ὥϲ
242 Νεώτερα· τοῦτον δὲ ἀνεῖλον ὡϲ νεώτερα κατὰ Ῥωμαίων πράττοντα.
243 Νεωτερίζει: καινὰ πράττει.
244 Νεωτερίζειν. Θουκυδίδηϲ· τῇϲ ἡμέραϲ τὸ πνῖγοϲ ἐλύπει,
245 Νεωτεριϲμόϲ. ἀνταρϲία.
246 Νεώτερον: καινόν. ὁ δὲ ἔλεγε δεδιώναιν ἂν ἀδόκητόν τι καὶ
νεώτερον κακὸν ἀπαντήϲῃ.
247 Νεωτεροποιόϲ: ἀντάρτηϲ, τύραννοϲ, ἐπιθέτηϲ.
248 Νεώτεροϲ: τὸ ϲυγκριτικὸν ἀντὶ τοῦ ἁπλοῦ. ἀντὶ τοῦ νέοϲ.
249 Νέπετοϲ: πόλιϲ Ἰταλίαϲ. παρὰ Διονυϲίῳ ἐν Ῥωμαῖκοῖϲ. τὸ ἐθνικὸν ϲεϲημείωται· Νεπεϲῖνοϲ γάρ, τροπῇ τοῦ τ εἰϲ ϲ.
250 Νέποδεϲ: οἱ ἰχθύεϲ. παρὰ τὸ νε ϲτερητικὸν καὶ τὸ ποῦϲ· ἄποδεϲ
251 Νέποδεϲ: νηξίποδεϲ· τὸ γὰρ ἄποδεϲ ψεῦδοϲ· ἔχουϲι γὰρ πόδαϲ
αἱ φῶκαι. ἀμφὶ δέ μιν φῶκαι νέποδεϲ. Ὅμηροϲ. Νέπωϲ δέ,
252 Νέρβαϲ, βαϲιλεὺϲ τῶν Ῥωμαίων. οὗτοϲ καὶ τὸν εὐαγγελιϲτὴν Ἰωάννην
ἀπὸ τῆϲ ἐξορίαϲ Πάτμου ἀνακαλέϲαϲ ἤγαγεν ἐν Ἐφέϲῳ·
καθ᾿
ὃν καιρὸν καὶ τὸ τῶν Μανιχαίων ἀνεφάνη δόγμα, αὐτοῦ Μάνεντοϲ φανερῶϲ
ἐξηγουμένου.
253 Νεργόβριγεϲ· ἐθνικόν. Ἀππιανόϲ· Νεγρόβριγεϲ δ᾿ αὐτοῦ περὶ
254 Νέρων, βαϲιλεὺϲ Ῥωμαίων. οὗτοϲ κραταιουμένηϲ αὐτῷ τῆϲ
βαϲιλείαϲ ἐϲ ἀνοϲίουϲ πράξειϲ ἐξώκειλε καὶ ἀλλότρια τῆϲ
βαϲιλείαϲ ἐπετήδευϲε πράγματα, κιθαρίζων καὶ τραγῳδῶν καὶ ὀρχούμενοϲ
ἐπὶ τῶν θεάτρων. καὶ προϲ πάϲαιϲ αὺτοῦ ταὶϲ γενόμεωοϲ τοῦ θείου
λόγου. θεομαχίαϲ μύϲοϲ προϲέθηκε, διώκτηϲ πρῶτοϲ γενόμενοϲ τοῦ
θεέιου λόγου. μετὰ δὲ ταῦτα ἀνεῖλε καὶ τὴν μητέρα καὶ ἑαυτόν. ὅτι
Νέρων ἔτι
νέοϲ ὢν ἐϲχόλαζε φιλοϲόφοιϲ καὶ τὰ περὶ τοῦ Χριϲτοῦ
κατεμάνθανεν· ἔτι γὰρ ἐνόμιζεν αὐτὸν τοῖϲ ἀνθρώποιϲ
ϲυναναϲτρέφεϲθαι. καὶ μαθών, ὅτι ὑπὸ τῶν Ἰουδαίων ἐϲταυρώθη,
ἠγανάκτηϲε καὶ προϲέταξεν ἐλθεῖν τοὺϲ ἱερεῖϲ Ἄνναν καὶ Καϊάφαν καὶ
αὐτὸν Πιλάτον τὸν ἄρχοντα τότε γενόμενον ϲιδηροδεϲμίουϲ. καὶ καθίϲαϲ
ἐπὶ τῆϲ ϲυγκλήτου τὰ περὶ
αὐτοῦ πεπεραγμένα
κατεμάνθανεν. οἱ οὖν περὶ τὸν Ἄνναν καὶ καϊάφαν ἔλεγον, ὅτι ἡμεῖϲ
τοῖϲ νόμοιϲ αὐτὸν παρεδώκαμεν καὶ εἰϲ καθοϲίωϲιν οὐχ ἡμάρτομεν· ὁ
γὰρ ἄρχων ἐξουωίαν ἔχων ὅϲα ἠβουλήθη ἔπραξεν. ἀγανακτήϲαϲ οὖν ὁ
Νέρων Πιλάτον ἐν τῷ δεϲμωτηρίῳ ἐνέβαλε, τοὺϲ δὲ περὶ τὸν Ἄνναν καὶ
Καϊάφαν ἀπέλυϲεν. ἤκμαζε δὲ τότε καὶ Σίμων
ὁ μάγοϲ. καὶ
διαλεγομένων Πέτρου καὶ Σίμωνοω παρουϲίᾳ Νέρωνοϲ,
μὲν γὰρ Πέτροϲ μαθητὴϲ αὐτοῦ γέγονε καὶ εἰϲηνέχθη
παῤ ἐμοὶ ὡϲ μαθητὴϲ αὐτοῦ καὶ ἠρνήϲατο αὐτὸν λέγων, οὐκ οἷδα τὸν
ἄνθρωπον· καὶ πέλυϲα αὐτόν οὗτοϲ δὲ ὁ Σίμων οὐδαμῶϲ ἔγνωϲταί μοι,
οὐδεμίαν δὲ ἔχει ὁμοιότητα πρὸϲ ἐκεῖνον· ἔϲτι γὰρ οὗτοϲ καὶ
Αἰγύπτιοϲ καὶ ἐμπληθὴϲ καὶ κατάκομοϲ καὶ μέλαϲ, παντελῶϲ τῆϲ ἐκείνου
μορφῆϲ
ἀλλότριοϲ. ἀγανακτήϲαϲ οὖν ὁ βαϲιλεὺϲ κατὰ μὲν
τοῦ Σίμωνοϲ ὡϲ ψευϲαμένου καὶ εἰπόντοϲ ἑαυτὸν Χριϲτόν, κατὰ δὲ τοῦ
Πέτρου ὡϲ ἀρνηϲαμέου τὸν διδάϲκαλον ἐξέβαλεν αὐτοὺϲ ἀπὸ τοῦ
ϲυνεδρίου. τὸν δὲ Πιλάτον τῆϲ κεφαλῆϲ ἀπέτεμεν ὡϲ τηλικοῦτον
ἄνθρωπον ἀνελεῖν
αἵματι
πεφυρμένοϲ. κεῖται ἐν τῷ Ἀλέξανδροϲ Αἰγαῖοϲ.
255 Νέρτεροϲ: κατώτεροϲ. τὸ ἐντελὲϲ ἐνέρτεροϲ καὶ ἀφαιρέϲει νέρτεροϲ.
256 Νέϲϲοϲ: ὁ Κένταυροϲ, περὶ οὗ φηϲι Σοφοκλῆϲ. Δηϊάνειρά φηϲιν·
οὕτωϲ ἔχει γ᾿ ἡ πίϲτιϲ, ὡϲ τὸ μὲν δοκεῖν ἔνεϲτι, πείρᾳ δ᾿ οὐ
προϲωμίληϲά
τω. ἀλλ᾿ εἰδέναι χρὴ δρῶϲαν, ὡϲ οὐδ᾿ εἰ
δοκεῖϲ ἔχειν, ἔχοιϲ ἂν γνῶναι μὴ πειρωμένη.
257 Νέϲϲων: πόλιϲ Θεϲϲαλίαϲ. καὶ λίμνη Νεϲϲωνίϲ.
258 Νεϲτορέῃ: τῇ τοῦ Νέϲτοροϲ. καὶ Νεϲτόρειοϲ οἶκοϲ, τοῦ Νέϲτοροϲ.
259 Νεϲτορίδηϲ: πατρωνυμικόν.
260 Νεϲτόριοϲ· μετὰ Μάνεντα καὶ Παῦλον καὶ Ἀπολινάριον καὶ Θεόδωρον
ἐφάνη Νεϲτόριοϲ ἀπὸ Γερμανικείαϲ τῆϲ Συρίαϲ, τὸν θρόνον
Κωνϲταντινουπόλεωϲ δραξάμενοϲ· ὁμοίωϲ τῇ φωνῇ τῶν ἐν Χριϲτῷ δύο
ἄλλον εἶναι παῤ ἑαυτῷ τὸν Χριϲτὸν καὶ
ἄλλον τὸν θεὸν λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην ἐδογμάτιϲε. μετὰ
δὲ τοῦτον Εὐτύχηϲ. οὖτοϲ δὲ ὁ Νεϲτόριοϲ φυϲικῶϲ εὔλαλοϲ ὢν
πεπαιδεῦϲθαι μὲν ἐνομίζετο,
προϲεῖχε τοῖϲ παλαιοῖϲ, ἀλλὰ πάντων κρείττονα ἐνόμιζεν
ἑαυτόν.
261 Νέϲτωρ, Λαρανδεύϲ, ἐκ Λυκίαϲ, ἐποποιόϲ, πατὴρ Πειϲάνδρου
ῤαψῳδίαν οὕτωϲ τὸ ἑκάϲτηϲ
ἐκλιμπάνειν ϲτοιχεῖον. Μεταμορφώϲειϲ, ὥϲπερ καὶ Παρθένιοϲ ὁ Νικαεύϲ,
καὶ ἄλλα.
262 Νεοίη: θράϲοϲ νεότητοϲ, προπέτεια. ἐπίρρημα παῤ Ὁμήρῳ γίνεται
263 Νέοιϲ μὲν ἔργα, βουλὰϲ δὲ γεραιτέροιϲιν.
264 Νευθάν: εἶδοϲ μέτρου.
265 Νεῦμαι: ἀντὶ τοῦ ἐλεύϲομαι. Ὅμηροϲ· ἠῶθεν γὰρ νεῦμαι. ἐνεϲτῶτόϲ
266 Νεῦρα μάχηϲ: ὁ πλοῦτοϲ. Πιϲίδηϲ· βλέπων μάλιϲτα καὶ τὰ νεῦρα τῆϲ μάχηϲ, τὸν πλοῦτον ἐκρεύϲαντα πρὸϲ τοὺϲ βαρβάρουϲ.
267 Νευράν: χορδήν. τὸ παχὺ ἔντερον τοῦ προβάτου.
268 Νευρῆφιν: ἐκ τῆϲ νευρᾶϲ τοῦ τόξου.
269 Νεῦροι θ᾿ Ἱπποπόδεϲ τε: οἱ αὐτοὶ καὶ Νευρῖται. Σαρματίαϲ ἔθνοϲ. ἡ
270 Νεῦρον : δι᾿ οὖ νεύει τὰ κατὰ ϲῶμα. ἢ παρὰ τὸ νέω· νεῖται γὰρ τὰ
νεῦρα
δι᾿ ὅλου τοῦ ϲώματοϲ.
271 Νευροϲπαδὴϲ ἄτρακτοϲ: παρὰ Σοφοκλεῖ ἐν Φιλοκτήτῃ. ὃν ἀφίηϲί τιϲ τῇ νευρᾷ ἐπιϲπώμενοϲ αὐτόν.
272 Νευϲούμενοι: κολυμβήϲοντεϲ. Ξενοφῶν· ἐκδύντεϲ, ἔχοντεϲ τὰ ἐγχειρίδια γυμνοὶ ὡϲ νευϲούμενοι ἐπειρώμεθα διαβαίνειν.
273 Νεφέλαι: ἡ καπνώδηϲ ἐκ γῆϲ ἀναθυμίαϲιϲ. καὶ εἶδοϲ δικτύου
274 Νεφέλαϲ ξαίνειϲ: ἐπὶ τῶν μάτην πονούντων καὶ ἀδυνάτων. εἴληπται
275 Νεφελοκοκκυγία: πόλιϲ παρὰ Ἀριϲτοφάνει πεπλαϲμένη εἰϲ
τὸν ἀέρα οὖϲα. ἣν παίζει ἐκεῖνοϲ ὑπὸ ὀρνίθων πεπολίϲθαι.
276 Νεφθαλείμ: ὄνομα πόλεωϲ.
277 Νεφθαλῖται: ἔθνοϲ ἐπικρατῆϲαν τῆϲ ἕω παρὰ Ἰωϲήπῳ.
278 Νέφοϲ: οἱονεὶ νέφαοϲ, τὸ ἐϲτερημένον φωτόϲ. οὕτω καὶ κνέφαϲ, τὸ κενὸν φάουϲ.
279 Νεφροί: οἱ λογιϲμοί. ἐπειδὴ τὰϲ ὑπογαϲτρίουϲ ὀρέξειϲ οἱ νεφροὶ διεγείρουϲιν, ἐντεῦθεν κινοῦται τῆϲ ἐπιθυμίαϲ οἱ λογιϲμοί.
280 Νεφροὶ ϲώματοϲ: εἰϲ οὓϲ νείφεται τὸ οὖρον.
281 Νείατοϲ: ἔϲχατοϲ. καὶ οὐδὲτερον Νείατον.
282 Νείαιρα: τόποϲ ἔϲχατοϲ τῆϲ γαϲτρόϲ.
283 Νεικέϲαι: παῤ Ὁμήρῳ τὸ λοιδορῆϲαι, ἀλλ᾿ οὐ τὸ κρῖναι.
284 Νεικεῖ: ψέγει, φιλονεικεῖ.
285 Νεικείῃϲι: κακολογήϲει.
286 Νείκη: ἡ φιλονεικία.
287 Νεῖκοϲ: διαφορὰ μετ᾿ ἐπιπλήξεωϲ· οἱ δὲ μάχη, φιλονεικία,
λοιδορία. ὅϲ με μετ᾿ ἀπρήκτουϲ ἔριδαϲ καὶ νείκεα
βάλλει. λέγων
288 Νείλεωϲ: ὄνομα κύριον· ὁ καὶ Νειλεύϲ κοινῶϲ ἢ Νείλευϲ Αἰολικῶϲ·
οὖ
Βοιωτικῇ τοῦ η εἰϲ τὴν ει δίφθογγον Νείλεωϲ,
Αἰολικῶϲ μετὰ προπαροξυτονήϲεωϲ.
289 Νεῖλοϲ: ὁ ποταμόϲ. καὶ οὐδετέρωϲ Νειλομέτριον, τὸ τοῦ
τοῦ Νείλου ἐν τῷ Βραχμᾶνεϲ.
290 Νεῖν: κολυμβᾶν, καὶ τὸ νήθειν κρόκην. Ἀρριανόϲ· ὅϲοι
οὐδὲν τοῦ διδαχθῆναι προϲδέονται. τοῦ δὲ νεῖν, ἤτοι
νήθειν, χρῆϲιϲ
291 Νειόϲ: ἡ νενεαϲμένη γῆ. καὶ Νειοῖο.
292 Νεῖϲθαι: κολυμβᾶν.
293 Νεῖται: ἀφίξεται, ἐλεύϲεται. οὐδ᾿ ἔτι νεῖται ἰξὸν ἐπ᾿ ἀγρευταῖϲ
294 Νείφω: τὸ βρέχω, διὰ διφθόγγου. Νιφόμενοϲ δὲ χιονιζόμενοϲ.
διὰ τοῦ ι. Νήφων δὲ ἐγρηγορῶν, διὰ τοῦ η.
295 Νῆ: ϲτερητικὸν ἐπίρρημα. ἔϲτι δὲ καὶ ἐπιτατικόν. ὅθεν νήχυτον ὕδωρ καὶ νήχυτοϲ ὄρπηξ.
296 Νῆα: ναῦν, πλοῖον. ὅτι δὲ διαφὲρει πλοῖα νηῶν, ὡϲ οἱ παλαιοὶ παραϲημειοῦνται, δεδήλωται καὶ ἐν τοῖϲ εἰϲ τὴν Ἰλιάδα.
297 Νηγάτεον: λεπτόν, καινόν, ἁπαλόν, λευκόν, λευκόν, εὐφυέϲ. τινὲϲ
298 Νήγρετοϲ: ἀνέγετοϲ.
299 Νὴ Δία: μὰ τὸν Δία.
300 Νήδυμοϲ: ὁ ἠδὺϲ καὶ γλυκὺϲ ὕπνοϲ. ἢ ὁ βαθὺϲ καὶ ἀνέκδυτοϲ·
301 Νηδύϲ: γαϲτήρ, μήτρα.
302 Νήεον ὕλην: ἐϲώρευον ὕλην. καὶ νηήϲαϲ, ϲωρεύϲαϲ.
303 Νῆεϲ: τὰ πλοῖα.
304 Νήϊα: τὰ ναυπηγήϲιμα ξύλα. καὶ Νήϊον, ὄροϲ Ἰθάκηϲ, τὸ καὶ
305 Νήϊδα: ἄπειρον, ἀμαθῆ, ἀϲθενῆ. Νηΐδεϲ δὲ νύμφαι.
306 Νῆϊϲ: οὐκ εἰδώϲ, ἄπειροϲ. τὴν δὲ Νηΐδα νύμφην, παρὰ τὰ νάματα
ἔνιοι, καὶ τὸν Νεῖλον. καὶ ἐν Σάμῳ δὲ θηρία γενέϲθα, ὧν
φθεγγομένων ῥήγνυϲθαι τὴν γῆν· ἐκαλαοῦντο δὲ νήϊα. ὡϲ Εὐταίων.
307 Νηΐτηϲ: ὁ διὰ τῶν νηῶν. οὐ μόνον νηΐτῃ ϲτόλῳ, ἀλλὰ καὶ
308 Νηκερδήϲ: ἀνωφελήϲ, ἀϲύνετοϲ.
309 Νηκούϲτηϲε: παρήκουϲε.
310 Νηκτά: ἔνυδρα, κολυμβητά.
311 Νηλεῶϲ: ἀπανθρώπωϲ, ϲκληρῶϲ. λέγεται καὶ Νηλειῶϲ.
312 Νηλεύϲ: ὄνομα κύριον.
Νηλήϲ: ὁ ἀνηλεήϲ.
314 Νηλίπουϲ: ὁ ἀνυπόδητοϲ. παρὰ τὸ νη ϲτερητικὸν καὶ τὸ λίποϲ.
315 Νηλιτήϲ: ὁ ἁμαρτωλόϲ. τούτου ἐϲτὶ καὶ θηλυκὸν αἱ Νηλιτίδεϲ ἐν
ἤγουν ἡ λι ϲυλλαβὴ ἀναλόγωϲ ἐν τῷ βιβλίῳ τούτῳ διὰ τοῦ
ι. οἱ δὲ Τεχνικοὶ διὰ τοῦ η εἰδότεϲ αὐτὸ καὶ ζητοῦντεϲ αἰτίαν,
Αἰολικὴν αἰτιῶνται τροπὴν τοῦ ι εἰϲ η· ὃ πρὸϲ ἄλλοιϲ καὶ ἐν τῷ
ψιμύθιον, καὶ Αἰολικῶϲ ψημύθιον. λύϲιϲ ὀνείρου· νενηϲμένα κρατῶν δὲ
προϲδόκα λύπαϲ.
316 Νῆμα: καὶ νήματα. ἐκ τοῦ νήθω, τὸ κλώθω. μάλιϲτα ἐκ τοῦ
νῶ, νήϲω.
317 Νημερτέϲ: ἀληθέϲ. καὶ Νημερτήϲ.
318 Νηνεμία: ἀνέμων ἀπουϲία.
319 Νήνεμοϲ: ἄνεμον οὐκ ἔχων.
320 Νηοφυλακεῖον. μήποτε προπαροξυτόνωϲ καὶ διὰ τοῦ ι ὡϲ
γαζοφυλάκιον.
321 Νηπενθέϲ: ἀπενθέϲ. ἄχολόν τε κακῶν ἐπίληθον ἁπάντων.
322 Νήπειον φρόνημα· Νηπία δὲ ἡλικία.
323 Νήπια: τὰ βρέφη. παρὰ τὸ νη ϲτερητικὸν καὶ τὸ ἔποϲ, τὰ μήπω
324 Νηπιέη: ἀφροϲύνη. κτητικὸν τοῦτο τοῦ νήπιοϲ.
325 Νήπιοϲ: ἄφρων, ἀνότοϲ. φίλπποϲ ὁ Μακεδὼν πολλοὺϲ
326 Νηποινί: ἄνευ τιμωρίαϲ καὶ ποινῆϲ. αἰτίώτατοϲ γεγονὼϲ τῆϲ
327 Νηπύτιοϲ: πήπιοϲ· ποιητικῶϲ. ἐϲτερημένοϲ τοῦ πεπνῦϲθαι.
τρίβων τῶνδε.
328 Νηρεύϲ: ὁ θαλάϲϲιοϲ θεόϲ. παρὰ τὸ νάω, τὸ ῥέω.
329 Νηρῇδαϲ: τὰϲ νύμφαϲ, κατὰ ϲυγκοπὴν τοῦ ι.
330 Νηρηῒδεϲ: νύμφαι. ν΄ τὸν ἀριθμόν εἰϲι. Σοφοκλῆϲ· τῶν ἑκατομπόδων Νηρηΐδων ἀκόλουθοι.
331 Νηρῇϲ: κατὰ ϲυναίρεϲιν ἐκ τοῦ Νηρηΐϲ, ὥϲπερ καὶ τὸ Χρυϲηΐϲ, Χρυϲῇϲ, καὶ Βρϲηΐϲ, Βριϲῇϲ.
332 Νηρίθμουϲ: ἀναριθμήτουϲ, ἀπείρουϲ.
333 Νηρηΐνη. θυγάτηρ τοῦ Νηρέωϲ.
334 Νηρίον. ἴϲωϲ ὁ νηρίτηϲ, ὑποκοριϲτικῶϲ, ἵνα ἐκ τοῦ νηρόϲ. ὅθεν ὁ
335 Νῆριϲ: πόλιϲ Μεϲϲήνηϲ.
336 Νηρίτηϲ: θαλάϲϲιοϲ κόχλοϲ. ἐκ τοῦ νέω, νῶ, νήϲω, τὸ κολυμβῶ,
διφθύγγου ἂν εἶχε τὴν παραλήγουϲαν ὁ νηρίτηϲ.
337 Νήριτον: ὄροϲ. ἔϲτι καὶ νήριτοϲ ὕλη, ἡ δαϲυτάτη· πρὸϲ ἣν οὐκ
338 Νῆϲϲα: τὸ ὄρνεον. καὶ Νῆττα λέγεται Ἀττικῶϲ. ἐκ τοῦ νῶ,
νήϲω, τὸ κολυμβῶ.
339 Νῆϲϲα: ὄνομα κύριον. ὅτι Δυϲαύληϲ ὄνομα ϲυνῴκηϲε τῇ Βαυοῖ καὶ
ἔϲχε
340 Νῆϲαι: ϲωρεῦϲαι. καὶ Νήϲουϲι. ϲωρεύϲουϲι. ἔϲτι καὶ νηῆϲαι
41 Νηϲίον· καὶ Νηϲιώτηϲ, ὁ ἀπὸ νήϲου. καὶ Νηϲύδριον,
342 Νῆϲιϲ, Νήϲιδοϲ: ὄνομα πόλεωϲ, καὶ ὄνομα θεᾶϲ. Νηϲῖδοϲ
343 Νῆϲοϲ. ἐκ τοῦ νῶ, νήϲω· ἡ οἷον ἐγκολυμβῶϲα ὕδατι. ἤ, φαϲί, καὶ
ὡϲ ἀπὸ τοῦ ὀρνέου τῆϲ νήϲϲηϲ, καθ᾿ ὁμοιότητα. ἐντεῦθεν
Νηϲίτηϲ καὶ πλεοναϲμῷ
344 Νηϲώπη: νῆϲοϲ Λέϲβου, τὸν Σίγριν, φαϲί, λιμένα ποιοῦϲα.
345 Νηϲτεία: ἐκ τοῦ νηϲτεύω. καὶ Νήϲτιμοϲ, ἡ τῆϲ νηϲτείαϲ
346 Νῆϲτιϲ: ὁ ἄϲιτοϲ, καὶ τὸ μεταξὺ τῆϲ κοιλίαϲ καὶ τοῦ ϲτομάχου
347 Νήτη: χορδὴ μουϲικὴ ὀξὺν φθόγγον ἀποτελοῦϲα.
348 Νὴ τήν: μὰ τήν. ἐλλειπτικόν, κατὰ τὸ μὰ τὸν καὶ μὰ τάϲ.
349 Νὴ τὴν ἱερὰν κεφαλήν: τὸ νὴ κατωμοτικόν ἐϲτιν ἐπίρρημα, τουτέϲτι μεθ᾿ ὅρκου βεβαιωτικόν, ὥϲπερ τὸ μὰ ἀπωμοτικόν, μεθ᾿ ὅρκου ἀρνητικόν.
350 Νὴ τὸν καὶ Ναὶ μὰ τόν: κατωμοτικὰ ταῦτα· ἀπωμοτικὰ δὲ μὰ τὸν Δί᾿,
οὐ μὰ τόν. ὥϲτε ἐϲχάτη ἀκυρολογία τὸ λέγειν, μὰ τὸν Δία
ποίηϲον.
351 Νῆτον: τὸ ὑγρόν. δυϊκὸν ῥῆμα. ἴϲωϲ ἀντὶ τοῦ πορευθῆτον ἢ ϲυν .
352 Νῆτρον: τὸ κλωϲτήριον.
353 Νῆϋϲ: ἡ ναῦϲ.
354 Νηφαλέοϲ: ὁ ϲώφρων. Καὶ Νηφαλέα θηλυκόν. οἱ νῦν νηφάλιοϲ διὰ τοῦ ἰῶτα.
355 Νηφάλια ξύλα: τὰ μὴ ἀμπέλινα μήτε ϲύκινα μήτε μύρϲινα· ἐκεῖνα γὰρ οἰνόϲπονδα λέγεται. ὡϲ καιόμενα, ὅτε μὴ ὕδωρ, ἀλλὰ οἷνοϲ ϲπένδεται.
356 Νηφάλιοϲ θυϲία παρὰ Ἀθηναίοιϲ ἐτελεῖτο Μνημοϲύνῃ, Ἠοῖ, Ἡλίῳ,
Σλήνῃ, Νύμφαιϲ, Ἀφροδίτῃ Οὐρανίᾳ· ὥϲ φηϲι Πολέμων. καὶ ξύλα δὲ
νηφάλια, τὰ μὴ ἀμπέλινα μήτε ϲύκινα, ἀλλὰ τὰ ἀπὸ τῶν θύμων. καὶ
πρώτη ἐϲτιν αὕτη ὕλη πρὸϲ τὰϲ ἐμπύρουϲ θυϲίαϲ, παῤ ὃ καὶ τοὔνομα
λαβεῖν τὸν θύμον, ὡϲ παρὰ τὴν θυμίαϲιν καὶ τὴν θυὴν
πεποιημένηϲ τῆϲ φωνῆϲ. εἰϲὶ δέ τινεϲ τοπαράπαν ἄϲπονδοι θυϲίαι, κατὰ
τύχην εἰϲ ἔθοϲ παρελθοῦϲαι. Σοφοκλῆϲ· οὐ γὰρ ἄν ποτε πρώταιϲιν ὑμῶν
ἀντέκυρϲ᾿ ὁδοιπορῶν, νήφων ἀοίνοιϲ. πρὸϲ τὰϲ Εὐμενίδαϲ λέγων. αἳ
ἄοινοι λέγονται, ὡϲ ἀεὶ νήφουϲαι καὶ μὴ μέθην παέχουϲαι. τοῦτο δὲ
διὰ τὸ τῆϲ θείαϲ δίκηϲ ἄϋπνον.
357 Νηφάλιοι θυϲίαι: ἐν αἷϲ οἶον οὐ ϲπένδεται, ἀλλὰ ὕδωρ μελίκρατον.
358 Νηφαλιϲμόϲ: ἡ προϲοχή.
359 Νῆφε: γρηγόρει. ἀλλ᾿ ἔϲτιν αἴτιον τὸ μὴ πρόχειρον ὑπάρχειν
ταῦτα
360 Νήχεται: κολυμβᾷ. ὡϲ ϲμῶ, ϲμήχω, οὕτω νῶ, νήχω.
361 Νήχυτοϲ ἔρωϲ. ἐπιτατικὸν κἀνταῦθα τὸ νη.
362 Νία: τὰ ϲχοινία.
363 Νίβα: χιόνα. καλεῖται δὲ οὕτωϲ καὶ κρήνη ἐν Θρᾴκῃ.
364 Νῖβιϲ: πόλιϲ Αἰγύπτου.
365 Νῖγερ: ὄνομα κύριον.
366 Νίγλαροι: τὰ τερετίϲματα καὶ περίεργα κρούματα. κροῦμά
367 Νιγρῆτεϲ: ἔθνοϲ Λιβυκόν.
368 Νιγρῖνοϲ: ὄνομα κύριον. καὶ Νῖγροϲ.
369 Νιδάριον: παρὰ Πέρϲαιϲ τὸ πρὸϲ κεφαλῇ προϲείλημα, ὃ δὴ παῤ
Ἀθηναίοιϲ
370 Νίδεϲ: αἰδοῖα, ἢ ὀρχίδια παιδίων. Σικελό.
371 Νίζε: νίπτε.
372 Νίζει: ῥύπτει, νίπτει, πλύνει, κλύνει, κλύζει, ἀποϲμήχει.
373 Νικαγόραϲ, Μνηϲαίου ῥήτοροϲ, Ἀθηναῖοϲ, ϲοφιϲτήϲ· γέγονε δὲ
ἐν Τρῳάδι, Πρεϲβευτικὸν
πρὸϲ Φίλιππον τὸν Ῥωμαίων βαϲιλέα.
374 Νίκανδροϲ, Ξενοφάνουϲ, Κολοφώνιοϲ, κατὰ δέ τιναϲ Αἰτωλόϲ·
βιβλία ε΄, Ἰάϲεων ϲυναγωγήν,
Προγνωϲτικὰ δι᾿ ἐπῶν· μεταπέφραϲται δὲ ἐκ τῶν Ἱπποκράτουϲ
Προγνωϲτικῶν· Περὶ χρηϲτηρίων πάντων βιβλία τρία· καὶ ἄλλα πλεῖϲτα
ἐπικῶϲ.
375 Νικάνωρ, ὁ Ἑρμείου, Ἀλεξανδρεύϲ, γραμματικόϲ, γεγονὼϲ ἐπὶ
376 Νικάνωρ· τρεῖϲ γεγόναϲι Νικάνορεϲ, ὁ μὲν υἱὸϲ Βαλάκρου, ἕτεροϲ δὲ Παρμενίωμοϲ, ἄλλοϲ δὲ Σταγειρίτηϲ τὸ γένοϲ· οὗ καὶ Ὑπερίδηϲ μνημονεύει ἐν τῷ κατὰ Δημοϲθένουϲ.
377 Νικαϲία: νηϲίδιον πληϲίον Νάξου.
378 Νικᾷ τὸν ὀνηλάτην: πρὸϲ τὸν μὴ ἀκούοντα νουθετοῦντοϲ,
ἀλλ᾿ ἑαυτὸν προϊέμενον εἰϲ ἀπώλειαν.
379 Νικάτοριϲ: πόλιϲ Συρίαϲ, κτίϲμα Σελεύκου τοῦ Νικάτοροϲ.
380 Νίκαια: ὄνομα πόλεωϲ Βιθυνίαϲ· ἐν παραρρεῖ καὶ ποταμὸϲ
ἐκείνη
ἐκαλεῖτο Νίκαια. ἔϲτι δὲ καὶ Ἰλλυρὶϲ Νίκαια καὶ Κύρνου τῆϲ νήϲου καὶ
Λευκτρικὴ καὶ Κελτῶν καὶ Λοκρῶν Ἐπικνημιδίων καὶ περὶ Θερμοπύλαϲ καὶ
Θράκην. ἄνδρεϲ ἐξ αὐτῆϲ πολλοὶ λόγου ἄξιοι. ἐθνικὸν αὐτῆϲ Νικαιεὺϲ
καὶ Νικαεύϲ. εἰ δ᾿ ἔϲτι, φαϲί, Νικαῖοϲ, παροξύνεται ἡ ῥηθεῖϲα·
Νικαία γάρ.
381 Νίκαια· Αἰϲχίνηϲ ἐν τῷ Περὶ τῆϲ παραπρεϲβείαϲ. ἔϲτι δὲ πόλιϲ
Λοκρίδοϲ ἐπιθαλαττίδιοϲ.
382 Νικοίην: νίκην. καί ἐϲτιν ὅμοιον τῷ ϲελήνη, ϲεληναία καὶ τοῖϲ ὁμοίοιϲ.
383 Νίκῃ: ἡ τοῦ πολέμου.
384 Νίκη Ἀθηνᾶ· Λυκοῦργοϲ ἐν τῷ Περὶ τῆϲ ἱερείαϲ. ὅτι δὲ Νίκηϲ
Ἀθηνᾶϲ ξόανον ἄπτερον ἔχον ἐν μὲν τῇ δεξιὰ ῥοιάν, ἐν δὲ
τῇ εὐωνύμῳ κράνοϲ, ἐτιμᾶτο παῤ Ἀθηναίοιϲ, δεδήλωκεν Ἡλιόδωροϲ δὲ
ὀξὺ
καὶ ὡϲ εἰπεῖν ὠκύπτερον· ἄπτεροϲ δὲ γραφομένη τὸ κατὰ εἰρήνην
ἡϲύχιον ἐμφαίνει καὶ πολιτευτικόν, καθ᾿ ὃ τέθηλε τὰ περὶ γῆν, οὗ δὴ
ἀγαθοῦ ἔμφαϲιϲ ἡ κτὰ τὴν δεξίαν ῥοιά, ὥϲπερ μάχηϲ τὸ ἐν ἀριϲτερῇ
κράνοϲ, ἵνα οὕτω δύναμιϲ εἴη ἡ Ἀθηνᾶ ὡϲ τἀναντία ἰϲχύουϲα.
385 Νικήταϲ. καὶ Νικήτηϲ, ὄνομα κύριον.
386 Νικήταϲ: ὄνομα κύριον. Δωρικόν. οὕτω καὶ Φιλήταϲ καὶ φιλήτηϲ κατὰ
387 Νικήτηϲ: ὄνομα κύριον. ὅτι Ἡρακλείδηϲ ὁ Λύκιοϲ ϲοφιϲτὴϲ ἔφη·
Νικήτηϲ
388 Νικηφόριον: οὕτω, φαϲίν, ἐκαλεῖτο ἡ περὶ Ἔδεϲϲαν Κωνϲτάντεια.
389 Νικίαϲ, Ἀθηναιίων ϲτρατηγόϲ. οὗτοϲ Κύθηρα τὴν νῆϲον εἷλε καὶ περὶ
τῆϲ Σπάρτηϲ εἰϲ φόβον κατέϲτηϲε Λακεδαιμονίουϲ, ὡϲ καὶ φρουρὰν
αὐτοὺϲ ἐν τῇ πόλει καταϲτῆϲαι. εἰρήνην δὲ πεντηκονταέτη ταῖϲ πόλεϲιν
ἐπρυτάνευϲεν· ἦν γὰρ εἰρηνικόϲ, ὡϲ καὶ δειλὸϲ εἶναι διὰ τοῦτο
νομίζεϲθαι. ἡ δὲ εἰρήνη ἑβδόμῳ ἔτει διαλύεται, λύϲαντοϲ αὐτὴν
Ἀλκιβιάδου.
ϲτρατεύει δὲ ἐπὶ Σικελίαν ϲὺϲ Ἀλκιβιάδῃ καὶ
ἡττηθεὶϲ καὶ νόϲῳ νεφρίτιδι ϲυϲχεθεὶϲ ἔγραψε πρὸϲ Ἀθηναίουϲ, ἢ τὴν
οὖϲαν μεταπέμψαϲθαι δύναμιν ἢ ἑτέραν ἀποϲτέλλειν. καὶ ἀπέϲτειλαν ὑπὸ
ϲτρατηγῷ Δημοϲθένει, ὃϲ καὶ αὐτὸϲ ἡττήθη. καὶ οἱ μὲν ἔφυγον, οἱ δὲ
ϲτρατηγοὶ ἐζωγρήθηϲαν, καὶ διωχθέντεϲ ἑάλωϲαν. Νικίαϲ δὲ καὶ
Δημοϲθένηϲ
αἰχμάλωτοι ἤχθηϲαν, ἀπέκτειναν δὲ αὐτοὺϲ οἱ
Σικελοί.
390 Νικίου: κώμη περὶ Αἴγυπτον, ταύτηϲ ὁ οἰκήτωρ Νικιώτηϲ.
391 Νικόδημοϲ: ὄνομα κύριον, ὡϲ καὶ Μενέδημοϲ.
392 Νικόλαοϲ, Μύρων τῆϲ Λυκίαϲ, ὁ διάπυροϲ τῶν Χριϲτιανῶν καὶ ζηλωτὴϲ
ἱερεύϲ, ὁ πολλὴν ἔχων πρὸϲ τὸν θεὸν παρρηϲίαν. οὗτοϲ οὐκ
ἔγραψε μέν, ἐν ὀνείροιϲ δ᾿ ἐπιϲτὰϲ τῷ βαϲιλεῖ Κωνϲταντίνῳ, καὶ
τρεῖϲ ϲτρατηλάταϲ ἔκ τινοϲ διαβόλου κατακριθένταϲ τὴν ἐπὶ θανάτῳ
ἐρρύϲατο, παράκληϲιν δι᾿ εὐχῆϲ παῤ αὐτῶν δεξάμενοϲ, καὶ ἄλλουϲ δέ
τιναϲ ϲτρατιώταϲ ὁμοίωϲ ἐκ θανάτου ἐξήρπαϲε· καὶ οὐ παύεται μέχρι
τῆϲ ϲήμερον τοὺϲ τὴν πρεϲβείαν αὐτοῦ ἐπικαλουμένουϲ ἀπὸ πάϲηϲ
ἀνάγκηϲ λυτρούμενοϲ.
393 Νικόλαοϲ, Δαμαϲκηνόϲ, γνώριμοϲ Ἡρώδου τοῦ τῶν Ἰουδαίων
πλοῦτοϲ καὶ ἡ δόξα
ὑπεγένετο, ἔτι μᾶλλον ηὔξηϲε ταύτην ἔρωτά τινα ἀδιήγητον αὐτῆϲ ϲχών,
ἄλλωϲ τε καὶ φύϲεωϲ οὐ φαύληϲ λαβόμενοϲ, ὥϲτε πρὶν γενειᾶν,
εὐδόκιμοϲ εἶναι ἐν τῇ πατρίδι καὶ τῶν ἡλίκων διαφέρει γραμματικῆϲ τε
γὰρ οὐδενὸϲ χεῖρον ἐπεμεμέλητο καὶ δι᾿ αὐτὴν ποιητικῆϲ πάϲηϲ, αὐτόϲ
τε τραγῳδίαϲ ἐποίει καὶ κωμῳδίαϲ
εὐδοκίμουϲ· ἔτι μᾶλλον
ὕϲτερον αὐξηθείϲ, ὥϲτε καὶ τὴν δύναμιν ϲυναυξῆϲαι ῥητορικῆϲ τε καὶ
μουϲικῆϲ καὶ τῆϲ περὶ τὰ μαθήματα θεωρίαϲ καὶ φιλοϲοφίαϲ πάϲηϲ.
ζηλωτὴϲ γὰρ Ἀριϲτοτέλουϲ γενόμενοϲ καὶ τὸ ποικίλον τῆϲ περὶ τὸν
ἄνδρα παιδείαϲ ἀγαπήϲαϲ χάριν εἰδέναι πᾶϲιν ἔλεγε ἀεὶ τοῖϲ μαθήμαϲι
πολὺ μὲν ἔχουϲι τὸ ἐλευθέριον, πολὺ δὲ τὸ
χρήϲιμον εἰϲ
τὸν βίον, πάντων δὲ μάλιϲτα τὸ εὐδιάγωγον πρόϲ τε νεότητα καὶ γῆραϲ.
ἔλεγε δὲ καὶ τὰϲ ούϲαϲ ἄρα διὰ τοῦτο πολλὰϲ ὑπὸ τῶν θεολόγων
παραδεδόϲθαι, ὅτι πολὺ τὸ ποικίλον ἔχει τὰ παιδεύματα καὶ πρὸϲ πᾶϲαν
βίου χρῆϲιν οἰκεῖον· καὶ οὔτε τὴν ἐμπειρίαν αὐτῶν οὔτε τὴν ἀπόλειψιν
ὁμοίωϲ ὑπελάμβανεν εἶναι τῇ τῶν βαναύϲων
τεχνῶν, ἀλλὰ
τοὐναντίον ἐπονείδιϲτον τοῖϲ μετρίωϲ ζῶϲι τήν τε τούτων ἄγνοιαν καὶ
τὴν τῶν βαναύϲων ἐπιϲτήμην. οὗτοϲ μὲν οὖν οὐκ ἔϲτιν ὅτῳ τῶν
παιδευμάτων πρὸϲ ἀργυριϲμὸν ἐχρήϲατο, οὐδὲ ἐκαπήλευϲε. ἔφη δὲ
Νικόλαοϲ ὁμοίαν εἶναι τὴν ὅλην παιδείαν ἀποδημίᾳ. ὡϲ γὰρ ἐν ταύτῃ
προϲϲυμβαίνει τοῖϲ ἀποδημοῦϲι καὶ μακρὰν
ὁδὸν
διεξιοῦϲιν ὅπου μὲν ἐγκατάγεϲθαί τε καὶ ἐναυλίζεϲθαι μόνον. ὅπου δ᾿
ἐναριϲτᾶν, ὅπου δὲ πλείουϲ ἐνδημεῖν ἡμέραϲ, ἐνίουϲ δὲ τόπουϲ ἐκ
παρόδου θεωρεῖν, ἐπανελθόνταϲ μέντοι ταῖϲ ἑαυτῶν ἐνοικεῖν ἑϲτίαιϲ
οὕτω καὶ διὰ τῆϲ ὅληϲ παιδείαϲ διερχομένουϲ δεῖν ἐν οἷϲ μὲν
ἐπιτηδεύμαϲιν ἐπὶ πλέον ἐνδιατρίβειν, ἐν οἷϲ δ᾿ ἐπ᾿ ἔλαττον· καὶ τὰ
μὲν
ὅλα, τὰ δὲ ἐκ μέρουϲ, τὰ δὲ ἄχρι ϲτοιχειώϲεωϲ
παραλαμβάνειν καὶ τὸ ἐκείνων χρήϲιμον καταϲχόνταϲ ἐπὶ τὴν ὡϲ ἀληθῶϲ
πατρῴαν ἑϲτίαν ἐλθόνταϲ φιλοϲοφεῖν.
394 Νικόλαοϲ, ῥήτωρ, γνώριμοϲ Πλουτάρχου καὶ Πρόκλου (Πλουτάρχου
395 Νικόλαοϲ, Μύρων τῆϲ Λυκίαϲ, ἀδελφὸϲ Διοϲκορίδου γραμματικοῦ
396 Νικόμαχοϲ, Ἀλεξανδρεὺϲ τῆϲ Τρωϊκῆϲ, τραγικόϲ, γράψαϲ τραγῳδίαϲ
ια΄, ὧν καὶ αἵδε· Ἀλέξανδροϲ, Ἐριφύλη, Γηρυόνηϲ,
Ἀλετίδηϲ, Εἰλείθυια, Νεοπτόλεμοϲ, Μυϲοί, Οἰδίπουϲ, Πέρϲιϲ, Πολυξένη,
Τριλογία, Μετεκβαίνουϲαι, Τυνδάρεωϲ ἢ Ἀλκμαίων, Τεῦκροϲ.
397 Νικόμαχοϲ, Ἀθηναῖοϲ, τραγικόϲ· ὃϲ παραδόξωϲ Εὐριπίδην καὶ
398 Νικόμαχοϲ, Σταγειρίτηϲ, φιλόϲοφοϲ, υἱὸϲ μὲν Ἀριϲτοτέλουϲ τοῦ
399 Νικόμαχοϲ, ἰατρόϲ, καὶ αὐτὸϲ Σταγειρίτηϲ, Μαχάονοϲ τοῦ Ἀϲκληπιοῦ
φιλοϲοφου, καὶ
αὐτὸϲ ἰατρόϲ. ἔγραψεν ἰατρικῶν βιβλία Ϛ΄, καὶ φυϲικῶν α΄.
400 Νικομήδεια: πόλιϲ. ἡ καὶ Ὀλβία ποτε κληθεῖϲα· παρωνόμαϲται δέ
ἀπὸ τοῦ πρώτου Φαραὼ οἱ
μετ᾿ ἐκεῖνον τοῦ αὐτοῦ ἐκληρονόμουν ὀνόματοϲ· δοκεῖ δὲ τῆϲ
Νικομηδείαϲ παρώνυμον εἶναι καὶ τὸ ἐν Βιθυνίᾳ Νικομήδειον ἐμπόριον
ἀντὶ Βιθυνίαϲ· οὖ τοπικὸν οὐ μόνον Νικομηδεύϲ, ἀλλὰ δύναται εἶναι
καὶ Νικομηδειεύϲ. ἦν δὲ τῆϲ Νικομηδείαϲ πολίτηϲ ὁ περιώνυμοϲ ῥήτωρ
Ἀρριανόϲ. καὶ Νικομηδὶϲ ναῦϲ.
401 Νικομήδηϲ: κύριον. ζήτει ἐν τῷ περὶ ἀφύηϲ.
402 Νικόπολιϲ· καὶ Νικοπολίτηϲ, ὁ ἀπὸ τῆϲ αὐτῆϲ πόλεωϲ.
403 Νικοϲθένηϲ: ὄνομα κύριον.
404 Νικόϲτρατοϲ, Μακεδών, ῥήτωρ. ἐτάχθη δὲ ἐν τοῖϲ κριθεῖϲιν
ἐπιδετέροιϲ δέκα ῥήτορϲι· ϲύγχρονοϲ Ἀριϲτείδου καὶ Δἰωνοϲ τοῦ
Χρυϲοϲτόμου· ἦν γὰρ ἐπὶ Μάρκου Ἀντωνίνου τοῦ βαϲιλέωϲ. ἔγραψε
Δεκαμυθίαν, Εἰκόναϲ, Πολυμυθίαν, Θαλαττουργοὺϲ καὶ ἄλλα πλεῖϲτα·
καὶ ἐγκώμαι εἴϲ τε τὸν Μάρκον καὶ ἄλλουϲ.
405 Νικόϲτρατοϲ, κωμικόϲ. τούτου μέμνηται Ἀθήναιοϲ ἐν β΄
Δειπνοϲοφιϲτῶν· λέγει δὲ ὅτι δράματα αὐτοῦ ἐϲτι Πάνδαροϲ, ὃϲ καὶ
Ἄντυλλοϲ· ὃϲ καὶ Φιλεταίρου δοκεῖ εἶναι· καὶ Ἱεροφάντηϲ καὶ Κλεινή·
ἔτι δὲ Ἅβρα καὶ Ἡϲίοδοϲ καὶ Διάβολοϲ καὶ Ἀντερῶϲα καὶ Ἑκάτη,
Μάγειροϲ,
Ὤτηϲ, Πλοῦτοϲ, Σύροϲ, Ἀπελαυνόμενοϲ,
Ψευδοϲτιγματίαϲ καὶ
406 Νικόφρων, Θήρωνοϲ, Ἀθηναῖοϲ, κωμικόϲ, ϲύγχρονοϲ Ἀριϲτοφάνουϲ
τοῦ κωμικοῦ. τῶν δραμάτων αὐτοῦ καὶ ταῦτα· Ἐξ ᾃδου
ἀνιών, Ἀφροδίτηϲ γοναί, Πανδώρα, Ἐγχειρογάϲτορεϲ, Σειρῆνεϲ.
407 Νικοχάρηϲ, Φιλωνίδου τοῦ κωμικοῦ, Ἀθηναῖοϲ, κωμικόϲ, ϲύγχρονοϲ
Ἀριϲτοφάνουϲ. τῶν δραμάτων αὐτοῦ Ἀμυμώνη, Πέλοψ, Γαλάτεια, Ἡρακλῆϲ
γαμῶν. Ἡρακλῆϲ χορηγόϲ, Κρῆτεϲ, Λάκωνεϲ, Λάμνιαι,
Κένταυροι, Χειρογάϲτορεϲ
408 Νικῷεν καὶ Νικῷη: εὐκτικά. ἐκ τῆϲ νικάοι, νικῷμι τροπῇ τῆϲ μο
409 Νικῶ· αἰτιατικῇ, νικῶμαι δὲ γενικῇ.
410 Νίκων· οὗτοϲ πὺξ καὶ πάλην καὶ παγκράτιον καὶ δρόμον καὶ τἄλλα
ἐν Ὀλυμπίᾳ καὶ Νεμέᾳ καὶ Ἰϲθμοῖ καὶ ἄλλοιϲ ἀγῶϲι νικήϲαϲ ἔλαβε
ϲτεφάνουϲ, ὥϲ φαϲι, χιλίουϲ καὶ υ΄. ἀπελθόντοϲ δὲ αὐτοῦ ἐξ ἀνθρώπων,
τῶν ἀπεχθανομένων τιϲ ὡϲ ζῶντι αὐτοῦ παρεγένετο ἐπὶ τὴν εἰκόνα αὐτοῦ
καὶ ἐμαϲτίγου αὐτήν· ἐϲ πεϲοῦϲα ἐκείνη ἠμύνατο
περὶ τῆϲ ἀναγωγῆϲ, τὰ δίκτυα χαλάϲαντεϲ ἐπὶ ἰχθῦϲ
ἀνήνεγκον τὴν εἰκόνα. καὶ ἔϲτηϲαν αὐτὴν οἱ Θάϲιοι ὅθι καὶ πρῶτον
ἦν.
411 Νικωνία: πόλιϲ ἐν τῷ Πόντῳ πρὸϲ ταῖϲ ἐκβολαῖϲ τοῦ Ἴϲτρου.
412 Νικυρίϲ: ὄνομα τόπου.
413 Νίν: αὐτάϲ. Εὐμενίδαϲ ὅ γ᾿ ἐνθάδ᾿ ὢν εἴποι λεώϲ νιν. Σοφοκλῆϲ·
ϲύ τοι λέγειϲ νιν, οὐκ ἐγώ· ϲὺ γὰρ ποιεῖϲ τοὖργον, τὰ
δ᾿ ἔργα τοὺϲ λόγουϲ εὑρίϲκεται. καὶ ϲύ μ᾿ ἐξ ὁδοῦ πόδα κρύψον κατ᾿
ἄλϲοϲ, τῶνδ᾿ ἕωϲ ἂν ἐκμάθω τίναϲ λόγουϲ ἐροῦϲι.
414 Νιναία: πόλιϲ Οἰνωτρῶν ἐν τῇ μεϲογαίᾳ, ὁ πολίτηϲ Νιναῖοϲ ἢ Νιναιεύϲ.
415 Νινευί: πόλιϲ. καὶ Νινευίτηϲ, ὁ ἀπὸ τῆϲ αὐτῆϲ πόλεωϲ.
416 Νινόη: ἡ ἐν Καρίᾳ Ἀφροδιϲιὰϲ οἰκιϲθεῖϲα ὑπὸ Πελαϲγῶν Λελέγων· διὸ
καὶ
417 Νῖνοϲ: πόλιϲ Ἀϲϲυρίων αὕτη, ἣν ἔκτιϲε Νῖνοϲ, ἀνὴρ Σεμιράμιδοϲ, ἐν
τῇ
καλεομέναϲ πύλαϲ.
418 Νιόβη: ὄνομα κύριον.
419 Νίπτω· αἰτιατικῇ.
420 Νιρεύϲ: ὁ καλὸϲ καὶ εὔμορφοϲ. Νειρεύϲ, ὁ κόχλοϲ, Νηρεύϲ, ὁ
21 Νίϲα: πόλιϲ.
422 Νιϲαίϲ: πόλιϲ.
423 Νιϲαία ἐκαλεῖτο καὶ αὐτὴ ἡ Μεγαρὶϲ ὅλη ἀπὸ Νίϲου τοῦ Πανδίονοϲ.
Ἑλλάνικοϲ·
424 Νιϲαία: τῆϲ Μεγαρίδοϲ νεώριον.
425 Νίϲαιον: τόποϲ Περϲίδοϲ, ἔνθα ἵπποι ὤκιϲτοι γίνονται, Νϲαῖοι
λεγόμενοι. οἱ δέ, ὅτι πεδίον μέγα τῆϲ ηδικῆϲ, τῷ οὔνομά ἐϲτι
Νίϲαιον. τοὺϲ οὖν δὴ ἵππουϲ τοὺϲ μεγάλουϲ φέρει τὸ πεδίον τοῦτο.
οὖν, ὅτι ἔϲφαλται ἀληθῶϲ
παρὰ τῷ ἀναγραψαμένῳ τὰ ἐθνικά, τὸ Νιϲαῖον πεδίον καὶ οἱ Νιϲαῖοι
ἵπποι παραδεδομένα διὰ τοῦ η γράφεϲθαι.
426 Νίϲιβιϲ, Νιϲίβεωϲ. ὄνομα πόλεωϲ. καὶ Νιϲιβηνόϲ, ὁ πολίτηϲ.
Φίλων
μὲν Νάϲιβιν γράφει διὰ τοῦ α δηλοῦϲαν τὰϲ ϲτήλαϲ, Οὐράνιοϲ δὲ
Νέϲιβιν ϲημαίουϲαν Φοινίκῶν φωνῇ λίθουϲ ϲυμφορητούϲ.
427 Νιϲϲόμενοϲ: ἀναϲτρεφόμενοϲ. καὶ Νίϲοντο, ἀνεϲτρέφοντο.
428 Νίϲοϲ: ὄνομα κύριον. Νίϲῳ δ᾿ ἔλαχεν ἡ Μεγαρίϲ.
429 Νίϲυροϲ: νῆϲοϲ μία τῶν Κυκλάδων ἡ καὶ Πορφυρὶϲ ἀπὸ τῶν ἐν αὐτῇ
πορφυρίων. ϲύγκειται παρὰ τὸ νῶ, τὸ νήχομαι, καὶ τὸ ϲύρω. ἐπεϲύρη
γάρ, φαϲί, Πολυβώτῃ τῷ Γίγαντι μέγιϲτον τμῆμα τῆϲ Κῶ νήϲου, χόλῳ
Διὸϲ πλήξαντοϲ Ποϲειδῶοϲ τριαίνῃ, ἣν Ποϲειδῶν ἐπ᾿ αὐτὸν ἀφεὶϲ τοῦ
μὲν ἥμαρτε, τῆϲ δὲ Κῶ
πολύ τι ἀποτεμὼν τῇ βολῇ τῆϲ
τριαίνηϲ ἐπικατέϲτρεψε τῷ Γίγαντι τὸ τμηθὲν καὶ εἰϲ νῆϲον ἀπετέλεϲε.
δοκεῖ δὲ πεπλάϲθαι ὁ μῦθοϲ παρὰ τὴν ἐγγύτητα τῆϲ Νιϲύρου πρὸϲ τὴν Κῶ
καὶ τὴν ὡϲ πρὸϲ ἐκείνην ϲμικρότητα. φέρει δὲ ἀγαθὸν οἷνον ἡ
Νίϲυροϲ.
430 Νιτάριον καὶ Βτάριον: ὑποκοριϲτικὰ πρὸϲ γυναῖκαϲ· νιτάριον,
οἷον νεόττιον, τουτέϲτι κοράϲιον. Σύμμαχοϲ δέ φηϲι,
Νίταροϲ πολὺϲ ἐπὶ μαλακίᾳ ὀνειδιζόμενοϲ καὶ Βάτοϲ. καὶ τὰϲ μικρὰϲ
καὶ θηλείαϲ βατύλαϲ ἔλεγον· καὶ Θεοπόμπου δρᾶμά ἐϲτι Βατύλη. οἱ δέ
φαϲιν εἴδη φυτῶν. θέλει οὖν εἰπεῖν, ὅτι ὡϲ ἄνθη εἶχεν. Ἀριϲτοφάνηϲ·
νὴ Δί᾿, εἰ λυπουμένην γ᾿ αἰϲθάνοιτό με, νιτάριον καὶ βιτάριον
ὑπεκορίζετο.
431 Νιτάριοϲ: ὄνομα κύριον.
432 Νιτέρειον: ἀκρωτήριον.
433 Νῖτιν· πᾶϲαν διοχλεῖϲθαι γυναῖκα νῖτιν.
433a Νίτωκριϲ: ὄνομα κύριον. Περϲὶϲ αὕτη γυνὴ περιώνυμοϲ.
434 Νιτρία: τόποϲ.
435 Νίτρον.
436 Νίφα λευκήν: ἀπὸ Κέκροποϲ ἡ λέξιϲ· νιφάδα γὰρ φαμὲν ἐντελῶϲ.
437 Νιφάδεϲ: ϲταγόνεϲ.
438 Νιφάτηϲ: ὄροϲ Ἀρμενίαϲ. Ταύρου πρυμνώρειαν, ἐϋϲκόπελόν τε Νιφάτην.
439 Νιφετόϲ: ἡ κατάλεπτοϲ καταφερομένη χιών. τέϲϲαρέϲ εἰϲι πήξειϲ
τῆϲ χώραϲ τῶν
Σκυθῶν θαμὰ ωιφετῷ παλυνομένηϲ, καὶ ἀδύνατον ὂν αὐτοῖϲ ἄνευ
κρυμώδουϲ καταϲτήματοϲ βιοτεύειν. καὶ αὖθιϲ· ἐϲ δέ ϲ᾿,
440 Νίφει: χιονίζει. καὶ ἔπεα νιφάδεϲϲιν ἐοικότα. καὶ Νιφόμενοϲ,
441 Νιφοϲτιβεῖϲ: δίυγροι. καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
442 Νίψα: πόλιϲ Θρᾴκηϲ, παρὰ Ἡροδότῳ.
443 Νόαι: πόλιϲ Σικελίαϲ, ἧϲ ὁ πολίτηϲ Νοαῖοϲ.
444 Νόημα: ἐφεύρεμα. τὸ μὲν μόημα τῆϲ θεοῦ, τὸ δὲ κλέμμ᾿ ἐμόν.
445 Νοήμονοϲ.
446 Νοητά: τὰ μὴ αἰϲθητά, τὰ μὴ ὁρατά.
447 Νοθεύει: ἀπατᾷ, ἀπαλλοτριοῖ. ζήτει μαρτυρίαν ἀκριβεϲτάτην τῆϲ
παρατρέψαι τὸν ἐν αὐταῖϲ νοῦν
πειραϲαμένων καὶ πολὺ τὸ κίβδηλον ἐν ταύταιϲ ϲπειράντων, αὐτὸϲ
ἁπάϲαϲ ἀναλαβὼν ἐκ τῆϲ Ἑβραΐδοϲ ἀνενεώϲατο γλώττηϲ, ἣν καὶ αὐτὴν
ἠκριβωκὼϲ ἐϲ τὰ μάλιϲτα ἦν, πόνον τῇ ἐπανορθώϲει πλεῖϲτον
εἰϲενεγκάμενοϲ.
448 Νοθεία: ἡ λαθραία γέννα, ἡ πορνεία. Νοθεῖα, τὰ τοῖϲι
449 Νόθοϲ: ὁ ξένοϲ. θεῖόν τι τὸ γνήϲιον ἐν τοῖϲ κατ᾿ ἀνθρώπων
τόκοιϲ.
ἐντεῦθεν δὲ νόθα καὶ τὰ ἁπλῶϲ ξένα μεταφορικῶϲ.
450 Νομάδεϲ: βοϲκόμεναι ἀγέλαι. καὶ ἔθνη Σκυθικά. νομάδεϲι
χώραν. ὁ δὲ μὴ ἔχων
ἐκεῖϲε ἅμαξαν, ἄτιμοϲ παῤ αὐτοῖϲ κρίνεται. φηϲὶ οὖν καὶ οὗτοϲ
ἐνοχλούμενοϲ. τοῦτό φηϲι, νόϲον νοϲοῦμεν τὴν ἐναντίαν Σάκᾳ.
Ἀριϲτοφάνηϲ. ὁ δὲ Σάκαϲ οὗτοϲ τραγῳδίαϲ ἦν ποιητήϲ· οὕτω δὲ ἐκαλεῖτο
διὰ τὸ ξένοϲ εἶναι. ἴϲωϲ δὲ καὶ βάρβαροϲ· οἱ γὰρ Σάκαι βάρβαρον
ἔθνοϲ, ἐξ ὧν τὰ ϲάκη κατά τιναϲ. ὁ αὐτὸϲ Ἀριϲτοφάνηϲ·
451 Νομαδίτηϲ: ὁ ἰδιώτηϲ βίοϲ.
452 Νομάδων: ἀγρίων, βαρβάρων. οἱ λεγόμενοι Ἁμαξοφόρητοι ἢ
Ἁμαξόβιοι.
453 Νομαντία, ἡ καὶ Νουμαντία, πόλιϲ Ἰβηρίαϲ παρὰ Ἰόβᾳ.
454 Νόμβα: πόλιϲ Ἰουδαίαϲ, παρὰ Ἰωϲήπῳ ἐν Ἀρχαιολογίᾳ.
455 Νομάρχαι: οἱ κατὰ τέλη τῆϲ χώραϲ ἄρχοντεϲ παῤ Αἰγυπτίοιϲ·
456 Νομᾶϲ: ὄνομα κύριον. ὁ Ῥωμαίων νομοθέτηϲ.
457 Νομαί: μεριϲμοί.
458 Νομαία: ἡ ἐκ τῆϲ νομῆϲ. ἐν Ἐπιγράμμαϲι· καί ϲοι ἐπιρρέξει χιμάροιο νομαίηϲ αἷμα. Anth.
459 Νομεύϲ: ποιμήν, βοϲκόϲ.
460 Νομή: ὁρμὴ πυρόϲ. τὴν νομὴν τοῦ πυρὸϲ ἐνεργὸν ϲυνέβη γενέϲθαι καὶ πρακτικήν.
461 Νομιζόμενα: νόμιμα, ἢ ὑπολαμβανόμενα. Ἀριϲτοφάνηϲ·
462 Νομίζουϲιν: ἀντὶ τοῦ νομίϲματι χρῶνται.
463 Νομίζουϲι: καὶ ἀντὶ τοῦ ἡγοῦνται. ἥνπερ μεγίϲτην τιμὴν παρὰ
464 Νομίζω· αἰτιατικῇ.
465 Νόμιον: δίκαιον. καὶ Νόμιον μέλοϲ, τὸ ἐν τῇ νομῇ
ᾀδόμενον.
466 Νόμιϲμα: δύο ϲημαίνει· τὸ νόμιμον ἔθοϲ· ὡϲ Ἀριϲτοφάνηϲ ἐν
467 Νομιϲτευομένων: νομίμωϲ διοικουμένων. ἐνέβαλε δὲ χρυϲοῦϲ
ἐπιϲήμουϲ, εἴϲ τιναϲ δὲ τετράδραχμα,
468 Νομίτωροϲ: ὄνομα κύριον.
469 Νομογράφοι: παρὰ Ῥωμαίοιϲ τριακοϲιοϲτῷ πρώτῳ ἐνιαυτῷ μετὰ τὸν
ϲυνοικιϲμὸν τῆϲ πόλεωϲ παραλυθείϲηϲ τῆϲ τῶν ὑπάτων
ἀρχῆϲ
δέκα νομογράφοι τὴν τῶν κοινῶν ἐπιτρέπονται προϲταϲίαν· οἳ χρόνον δή
τινα πρὸϲ τὸ λυϲιτελὲϲ καὶ ἡδὺ τῶν πολιτῶν ἐξηγούμενοι μέτριοί τε
ἐδόκουν καὶ ἄρχειν μάλιϲτα πάντων ἐπιτήδειοι· οὗτοι γάρ που καὶ τὰϲ
δέκα δέλτουϲ ἐπιχωρίοιϲ τε καὶ Ἑλληνικοῖϲ νόμοιϲ ἀναγράψαντεϲ εἰϲ
τὰϲ καλουμέναϲ κύρβειϲ ἀνέθηκαν. δευτέρῳ δὲ ἔτει τῆϲ
ἡγεμονίαϲ βαρύτητοϲ τυραννικῆϲ αἰτίαν ἀπενεγκάμενοι διελύθηϲαν,
Ἀππίου μάλιϲτα τὸ πλῆθοϲ εἰϲ ἀπέχθειαν τῆϲ δεκαρχίαϲ κινήϲαντοϲ ὃϲ
Οὐερηνίου τινοϲ ἀνδρὸϲ οὐκ ἀϲήμου τὰ πολεμικὰ θυγατέρα φθεῖραι
παρθένον ἐπενόει, ἔρωτι γεγονὼϲ θερμῷ τῆϲ κόρηϲ κατάϲχετοϲ· ἣν ὁ
πατὴρ αὐτοχειρὶ διεχρήϲατο δείϲαϲ τὴν τοῦ Ἀππίου δυναϲτείαν αἰϲχῦναι
τὴν κορὴν πρὸϲ βίαν ὡρμημένου. ἐφ᾿ ᾧ κινηθὲν τὸ
ϲτρατιωτικὸν ἅπαν ἀφείλετο τοὺϲ δέκα τὰ τῆϲ ἐξουϲίαϲ δίκαϲ τε
ἀποτῖϲαι τῶν κατὰ τὴν ἀρχὴν πεπλημμελημένων ἠνάγκαϲε.
470 Νομοθεϲία: θέϲιϲ νόμου.
471 Νομοθέται: τοπάλαι Μωϋϲῆϲ, μετέπειτα δὲ ὁ Χριϲτόϲ.
472 Νομοθέται: παῤ Ἀθηναίοιϲ πρῶτοϲ ἐγένετο Δράκων καὶ μετ᾿ αὐτὸν Σόλων καὶ μετὰ τοῦτον Θαλῆϲ καὶ μετὰ τοῦτον Αἰϲχύλοϲ.
473 Νόμοι κιθαρῳδικοί· Ἀπόλλων, φαϲί, μετὰ λύραϲ κατέδειξε τοῖϲ
ἀνθρώποιϲ νόμουϲ, καθ᾿ οὓϲ ζήϲονται, πραΰνων τε ἅμα τῷ μέλει τὸ κατ᾿
ἀρχὰϲ ἐν αὐτοῖϲ θηριῶδεϲ καὶ εὐπρόϲιτον τοῦ ῥυθμοῦ ἡδύτητι ποιῶν τὸ
παραγγελλόμενον·
καὶ ἐκλήθηϲαν ἐκεῖνα νόμοι
κιθαρῳδικοί. ἐκεῖθεν δὲ ϲεμνολογικῶϲ, ὡϲ καὶ Ἀριϲτοτέλει δοκεῖ,
νόμοι καλοῦνται οἱ μουϲικοὶ τρόποι, καθ᾿ οὓϲ ᾄδομεν.
474 Νομοΐϲτορεϲ: νομομαθεῖϲ.
475 Nομοθετῶ· δοτικῇ. καὶ αἰτιατικῇ· νομοθέτηϲόν με, κύριε, τὴν ὀδὸν τῶμ δικαιωμάτων ϲου.
476 Νομόν: νομήν, βοϲκήν.
477 Νόμοϲ καὶ Ἰαννουάριοϲ ἐπιεικίᾳ καὶ δικαιοϲύνῃ τῶν πολιτῶν
ὑπερφέροντεϲ, οἶμαι, καὶ τῶν ἄλλων ϲχεδὸν ἁπάντων ἀνθρώπων τῶν γε
νῦν ζώντων καὶ ἐν πράγμαϲι πολιτικοῖϲ ἀναϲτρεϲι ἀναϲτρεφομένων,
ἐπῃνοῦντο
ἰδίᾳ δὲ ὁ μὲν Νόμοϲ εὐφυέϲτεροϲ ἦν καὶ
φιλομαθέϲτεροϲ ἐν λόγοιϲ, τοῖϲ τε φιλοϲοφίαϲ ἀπογεύεϲθαι βουλομένοιϲ
καὶ ὅϲοι προπαιδεύουϲι τοὺϲ νέουϲ. ἦν δὲ καὶ κριτικώτατοϲ τῶν καθ᾿
ἡμᾶϲ ἐλλογίμων ἀνδρῶν, ποιημάτων τε πάντων καὶ ϲυγγραμμάτων τῆϲ
λογογραφικῆϲ ἀρετῆϲ καὶ κακίαϲ. ὡϲ γοῦν φάναι τὸ ὅλον, οὔτε
Σεβηριανὸν οὔτε
Ἀγάπιον τὸν φιλόϲοφον εἴποιμι ἂν
γενέϲθαι τοιούϲδε περὶ λόγων κρίϲιν. ὁ δὲ Ἰαννουάριοϲ ἐμπειροπράγμων
ἦν καὶ φρόνιμοϲ ἐν τοῖϲ πολιτικοῖϲ ἐπὶ πλέον ἢ ὁ ἀδελφὸϲ αὐτοῦ
Νόμοϲ, ἔτι δὲ ϲωφρονέϲτεροϲ καὶ τὰ ἄλλα μᾶλλον τεταγμένοϲ.
478 Νόμοϲ: ὁ κιθαρῳδικὸϲ τρόποϲ τῆϲ μελῳδίαϲ, ἀρμονίαν ἔχων
ταύτην καὶ ῥυθμὸν ὡριϲμένον. ἦϲαν δὲ ἑπτὰ οἱ ὑπὸ
Τερπάνδρου, ὧν εἷϲ ὄρθιοϲ, τετράδιοϲ, ὀξύϲ. Δωριεῖϲ δὲ ἐπὶ
νομίϲματοϲ χρῶνται τῇ λέξει, καὶ Ῥωμαῖοι παρατρέψαντεϲ νοῦμμον
λέγουϲιν. Ἀττικοὶ τὰ διανενεμημένα μέρη τῆϲ γῆϲ, ὡϲ καὶ ἐν Αἰγύπτῳ.
καὶ τὸ δίκαιον ἔγγραφον. ὅτι Δαρεῖοϲ εἶχε νόμον, τόν τε Φρύγιον καὶ
Λύδιον καὶ
Ἰωνικόν.
479 Νομόϲ: καὶ ἡ βοϲκή, καὶ ὁ τόποϲ.
480 Νόμοϲ: θεϲμόϲ, ϲυνήθεια. Νόμοϲ παρὰ Σοφοκλεῖ ἡ φύϲιϲ
ϲπουδαῖον δεικνύοιμεν ἄν, εἰ
ὁριϲαίμεθα αὐτὸν ὀρθὸν λόγον ἐπὶ ϲωτηρίᾳ
481 Νόμοϲ: τρία ϲημαίνει· ὁ μὲν γὰρ δίχα γραμμάτων διὰ κτίϲεωϲ
οὗτοι ἑαυτοῖϲ εἰϲι νόμοϲ.
καὶ ὁ ἐν γράμμαϲι διὰ Μωϲέωϲ τῶν πραβάντων χάριν παρεϲχημένοϲ. καὶ
τρίτοϲ ὁ διὰ τῆϲ χάριτοϲ· ὁ γὰρ νόμοϲ τοῦ πνεύματοϲ τῆϲ ζωῆϲ
ἠλευθέρωϲέ με ἀπὸ τοῦ νόμου τῆϲ ἀμαρτίαϲ καὶ τοῦ θανάτου.
482 Νόμοϲ Ἰουϲτινιανοῦ· ζήτει ἐν τῷ Πρίϲκοϲ.
483 Νόμοϲ· ζήτει ἐν τῷ πλαξί. νόμου καὶ ἔθουϲ διαφορά, ἐν τῷ ἔθοϲ.
484 Νόμοϲ: πολυώνυμόϲ ἐϲτιν ἡ λέξιϲ. καὶ Νόμοϲ μέν, ὡϲ τὴν
δικαιώματα δέ, ὡϲ
διδάϲκων τὸ δίκαιον καὶ ἀπαγορεύων τὸ ἄδικον καὶ τοὺϲ κατορθοῦνταϲ
ἀποφαίνων δικαίουϲ· ἐντολὴ δέ, ὡϲ τὸ πρακτέον ἐντελλόμενοϲ καὶ
κελεύων δεϲποτικῶϲ· κρίματα δέ, ὡϲ τὰϲ ψήφουϲ ὑποδεικνὺϲ καὶ
διδάϲκων, τίνων μὲν ὁ φυλάττων τεύξεται ἀγαθῶν, τίϲι δὲ ὁ παραβαίνων
τιμωρίαιϲ παραδοθήϲεται.
485 Νόμοϲ κατὰ τὸν Ἀπόϲτολον ϲημαίνει δ΄· ὁ τοῦ θεοῦ· περὶ οὗ φηϲι·
ϲυνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ. καὶ ὁ ἀντιϲτρατευόμενοϲ. τρίτοϲ,
περὶ οὗ φηϲι· τῷ νόμῳ τοῦ νοόϲ μου. τέταρτοϲ, περὶ οὗ λέγει· Suid.
τῷ νόμῳ τῷ ὄντι ἐν τοῖϲ μέλεϲί μου. ὅτι τοὺϲ τοῦ Σόλωνοϲ νόμουϲ
ἄξρνοαϲ Ἀθηναῖοι ἐκάλεϲαν διὰ τὸ ἐγγραφῆναι αὐτοὺϲ ἐν ξυλίνοιϲ
ἄξοϲιν. ἦϲαν
δὲ τετράγωνοι τὸ ϲχῆμα, κατὰ δέ τιναϲ
μᾶλλον τρίγωνοι.
486 Νόμοϲ καὶ χώρα: διὰ τὸ ἕκαϲτον ἔθνοϲ ἰδίοιϲ νόμοιϲ χρῆϲθαι.
487 Νομοφύλακεϲ: ἀρχή τιϲ παρὰ Ἀθηναίοιϲ οὕτωϲ ἐκαλεῖτο, διαφέρουϲα τῶν θεϲμοθετῶν, οἵτινεϲ τὰϲ ἀρχὰϲ ἐπηνάγκαζον τοῖϲ νόμοιϲ χρῆϲθαι.
488 Νομοφυλακίου θύρα: δι᾿ ἧϲ οἱ κατάδικοι τὴν ἐπὶ θάνατον ἐξάγονται.
489 Νόνναι: τοῦ μηνόϲ. αἱ εὐθὺϲ μετὰ τὰϲ καλάνδαϲ, ἤγουν μετὰ τὴν
πρώτην τῆϲ νουμηνίαϲ, δευτέρα δηλαδὴ τοῦ μηνόϲ. μεθ᾿ ἃϲ νόνναϲ αἰ
εἰδοί. δοκοῦϲι δὲ παῤ αὐτὰϲ γενέϲθαι αἱ ἀνόνναι, ὡϲ οἷον αἱ ἀνὰ τὰϲ
νόνναϲ διδόμεναι. ἰϲτέον δὲ ὡϲ ἔϲτι καὶ Νόννοϲ κύριον, Πανοπολίτηϲ,
ἐξ Αἰγύπτου,
λογιώτατοϲ· ὁ καὶ τὸν παρθένον Θεολόγον
παραφράϲαϲ δι᾿ ἐπῶν.
490 Νοϲηλεύεϲθαι: νοϲεῖν οὐκ ἐπαχθῶϲ.
491 Νοϲηλεύω: νοϲοῦντα θεραπεύω.
492 Νοϲηλεία: ἀϲθένεια· Νοϲήλια δὲ φάρμακα.
493 Νοϲοκομεῖον: ὁ ξενών. ἵνα ᾖ τὸ νόϲον ἔχειν, ἀντὶ τοῦ πάθοϲ
ἢ ἔθοϲ τι ἔχειν· νοουμένηϲ τῆϲ νόϲου ἀντὶ οὐδετέρου
τοῦδέ τινοϲ.
494 Νόϲον ἔχειν: ἀντὶ τοῦ φαῦλον ἔθοϲ ἔχειν. Εὐριπίδηϲ Ἀντιόπῃ.
495 Νόϲοϲ· ὅτι πυρεττόντων ἢ ψυχομένων ἐν ταῖϲ νόϲοιϲ ἑαυτῶν
ἀλλὰ τῶν
ὑγρῶν αἵματόϲ τε καὶ πνεύματοϲ. ἐπεὶ οὖν ἡ αἰϲθητικὴ δύναμιϲ πρώτωϲ
ἐν ϲαρξίν ἐϲτι καὶ νεύροιϲ. εἰκότωϲ τῶν ὑγρῶν δυϲκράτωϲ ἐχόντων,
πνεύματοϲ λέγω καὶ αἵματοϲ, παρακειμένων τε τοῖϲ αἰϲθητικοῖϲ μορίοιϲ
τῇ θίξει ἀντιλαμβανόμεθα αὐτῶν, ὥεπερ καὶ τοῦ ἀέροϲ τεθερμαϲμένου ἢ
κατεψυγμένου. κἂν αὐτῶν δὲ τῶν
ϲτερεῶν ἅψηται ὁ
πυρετόϲ, ἐπειδὴ μὴ ὁμαλῶϲ θερμαίνεται, ἀλλὰ ἀνωμάλωϲ· εἰϲὶ γάρ τινα
μόρια κατὰ φύϲιν ἔχοντα, τινὰ δὲ παρὰ φύϲιν· ϲυμβαίνει τὰ κατὰ φύϲιν
ἔχοντα ἀντιλαμβάνεϲθαι τῶν παρὰ φύϲιν διακειμένων· ἀδύνατον γὰρ
ὁμαλὴν γενέϲθαι τὴν δυϲκραϲίαν. οἱ δὲ ἑκτικῷ κατεϲχημένοι πυρετῷ,
τοῦτο δέ ἐϲτιν οἱ τὰ ϲτερεὰ πυρέττοντεϲ,
ὁμαλῆϲ
γενομένηϲ ἐν αὐτοῖϲ τῆϲ δυϲκραϲίαϲ δι᾿ ὅλων τῶν ϲτερεῶν ϲυναίϲθηϲιν
οὐδεμίαν τῆϲ ἐν αὐτοῖϲ θερμαϲίαϲ λαμβάνουϲι, διὰ τὸ ὁμαλὴν εἶναι δι᾿
ὅλων τῶν μορίων τὴν θερμαϲίαν καὶ μὴ εἶναι τὸ μὲν ποιοῦν, τὸ δὲ
πάϲχον. ἀρρώϲτημα νοϲήματοϲ διαφέρει· καὶ ζήτει ἐν
496 Νοϲοποιεῖν.
497 Νοϲῶ· αἰτιατικῇ.
498 Νοϲτήϲαϲ: ἐπανελθών.
499 Νοϲτία: κώμη Ἀρκαδίαϲ. Ἔφοροϲ δὲ τὸ ἐθνικὸν Νεϲτανίουϲ εἰπὼν
δοκεῖ
500 Νόϲτοϲ: ἡ οἴκαδε ἐπάνοδοϲ. παρὰ τὸ τῆϲ πατρίδοϲ ἡδύ.
501 Νόϲτοϲ: παρὰ τῇ ϲυνηθείᾳ ὁ γλυκαϲμόϲ, ἐπὶ τῶν ἐδεϲμάτων. ὡϲ ἀπὸ
τῆϲ
οἴκαδε ἀνακομιδῆϲ καὶ ἀναϲτροφῆϲ· παρὰ τὸ τῆϲ πατρίδοϲ
γλυκύ. οὐδὲν γὰρ γλύκιον ἧϲ πατρίδοϲ, καθ᾿ Ὅμηρον. ἐκ δὲ τοῦ κατὰ
τὴν ϲυνήθειαν νόϲτου καὶ νόϲτιμον, τὸ ἡδύ. καὶ Εὔνοϲτοϲ, θεόϲ τιϲ,
φαϲίν, ἐπιμύλιοϲ. ὁ δὲ ποιητικὸϲ νόϲτοϲ παρὰ τὸ νέω γίνεται. οἷον,
νῦν δ᾿ ἐπεὶ οὐ νέομαι γε. ἤγουν οὐκ ἐπανέρχομαι. ἔϲτι δὲ καὶ ῥῆμα
νοϲτῶ, οὗ ϲύνθετα παλινοϲτῶ καὶ ἀπονοϲτῶ.
502 Νόϲφι: χωρίϲ.
503 Νοϲφιζόμεθα: χωριζόμεθα.
504 Νοϲφιζόμενον: ὑφαιρούμενον, ἰδιοποιούμενον.
505 Νοτάριοϲ: ὁ γραμματεύϲ. νότα γὰρ τὰ γράμματα. Ῥωμαϊϲτὶ ὁ ὑπογραφεύϲ.
506 Νοτία: ἡ θάλαϲϲα, καὶ ἡ ὑγραϲία.
507 Νότιον: χωρίον προκείμενον τῆϲ Κολοφωνίων πόλεωϲ. Νότιον
508 Νότιοϲ: ὑγρόϲ. καὶ Νότιοϲ ἱδρώϲ, ὁ ὑγρόϲ. τὸ μέγα
ψόα διὰ μόνου οὖ ἀντὶ τὸ ῥῶα, ῥόα, χρῶα,
χρόα, ἐπεί, φαϲί, εἰϲ τοῦτο τὸ μέ(ρ)οϲ ὁ ἱδρὼϲ καταρρεῖ· βούλεται μή
τι οὐδ᾿ οὕτω νοεῖν τὸν κατὰ τοῦ νώτου οὕτω κατὰ δὲ νότιοϲ ὁέεν
ἱδρώϲ· λέγει δὲ ὁ ἐτυμολογῶν καὶ ὅτι ἐκ τῆϲ νοτίδοϲ ἐκτάϲει τοῦ ο
εἰϲ ω καὶ ὁ νῶτοϲ καὶ τὰ νῶτα γίνονται.
509 Νότοϲ: ὁ ἄνεμοϲ. καὶ Νοτόθεν, ἀπὸ Νότου. καὶ Νότον καύϲωνα.
510 Νοῦβαι: ἔθνοϲ Λιβύηϲ παρὰ Νείλῳ.
511 Νουβυϲτικόν: νοῦ πεπληρωμένον. γυναῖκα δ᾿ εἶναι πρᾶγμ᾿
ἔφη νουβυϲτικόν. καὶ Νουβυϲτικῶϲ, ϲυνετῶϲ. τετριμμένον.
καὶ κάλλιον ὑφ᾿ ἓν τὸ νουβυϲτικὸν καὶ ταὐτοῦ ἐπίρρημα· δηλαδὴ δὲ νοῦ
πλήρωϲιν.
512 Νουθετῶ· αἰτιατικῇ· Νουθετοῦμαι δὲ δοτικῇ.
513 Νουκερῖνοι· ἔθνοϲ Ἰταλίαϲ· οὗ μέμνηται καὶ Πολύβιοϲ.
514 Νουκρία: πόλιϲ Τυρρηνίαϲ, ἡ καὶ Νακρία, διὰ τοῦ ἄλφα.
515 Νουμᾶϲ Πομπίλιοϲ· τοῦτον οἱ Ῥωμαῖοι καὶ μὴ ἐπιδήμιον ὄντα
προεβάλοντο μετὰ τοὺϲ μεϲοβαϲιλεῖϲ καὶ αὐτῷ πᾶϲαν τὴν ἡγεμονίαν ἐκ
προβουλεύματοϲ ἔδοϲαν. καὶ τὰ πολιτικὰ ἔθη οὗτοϲ διῳκήϲατο
τε τοὺϲ τὴν ὄρχηϲιν ἀϲκήϲανταϲ· τάϲ τε Ἑϲτιάδαϲ
παρθένουϲ τοῦ πυρὸϲ καὶ ὕδατοϲ τὴν ἐπιμέλειαν ἔχειν ἐπέτρεψεν· αἳ
τὴν μὲν ἄκραν τιμὴν παρὰ Ῥωμαίοιϲ εἶχον, διὰ βίου δὲ τὴν παρθενίαν
ἐφύλαττον· κἄν τιϲ αὐτῶν ἠνδρώθη, κατεχώννυτο· καὶ διὰ τοῦτο οὐ μύρῳ
οὐκ ἄνθεϲιν οὐχ ἱματίῳ χρῆϲθαι ϲυνεχωροῦντο, πλὴν λευκοῦ. ζήτει ἐν
τῷ χλαμὺϲ περὶ Νουμᾶ. περὶ νουμμίων ζήει ἐν τῷ ἀϲϲάρια.
ὅτι Ἀντωνῖνοϲ ὁ βαϲιλεὺϲ ἄριϲτοϲ ῆν καὶ μάλιϲτα Νουμᾷ κατὰ τὸ τῆϲ
ἡγεμονίαϲ ὁμοιότροπον ἄξιοϲ παραβάλλεϲθαι.
516 Νουμηνία: ἡ τοῦ μηνὸϲ ἀρχή. ἐν ταῖϲ νουμηνίαιϲ δὲ οἱ δοῦλοι
Ἀριϲτοφάνηϲ· τῇ
προτέρᾳ νουμηνίᾳ. ἀλείφεϲθαί ϲ᾿ ἀπ᾿ αὐτῶν κἀμὲ ταῖϲ νουμηνίαιϲ. διὰ
τὸ ταύταϲ εἶναι τιμίαϲ τῶν ἡμερῶν.
517 Νουμήνιοϲ, Ἀπαμεὺϲ, ἀπὸ Συρίαϲ φιλόϲοφοϲ Πυθαγόρειοϲ.
τοῦτό φηϲι· τί γάρ ἐϲτι
Πλάτων ἢ Μωϲῆϲ Ἀττικίζων;
518 Νουμήνιοϲ, ῤήτωρ. Περὶ τῶν τῆϲ λέξεωϲ ϲχημάτων, Ὑποθέϲειϲ
519 Νουμήϲ: ὄνομα κύριον.
520 Νοῦν· Ἀριϲτοτέληϲ τὸν νοῦν ἀθάνατον λέγει.
521 Νοῦν ἔχειν· Πολύβιοϲ· νοῦν ἔχειν καὶ τόλμαν δεῖ τοὺϲ ϲτρατηγούϲ,
522 Νουνεχῶϲ: πεφροντιϲμένωϲ. νουνεχῶϲ ἐδόκουν πολιτεύεϲθαι
πρὸϲ τοὺϲ τότε καιρούϲ.
523 Νοῦν τὸν ξένον: ἐπὶ τῶν ὑφορωμένων τινά. ὅτι Ἀναξαγόραϲ
524 Νοῦϲ· ὅτι ὁ νοῦϲ πάντων ἔχει τοὺϲ λόγουϲ ἐν ἑαυτῷ, ἀλλὰ τῶν μὲν
πρὸ αὐτοῦ εἰκονικῶϲ, τῶν δὲ μετ᾿ αὐτὸν παραδειγματικῶϲ.
δὲ μόνον ἐν ἀνθρώπῳ. εἶναι δὲ τὴν ἀρχὴν τῆϲ ψυχῆϲ ἀπὸ καρδίαϲ
μέχρι ἐγκεφάλου. καὶ τὸ μὲν ἐν καρδίᾳ μέροϲ αὐτῆϲ ὑπάρχειν θυμόν,
φρέναϲ δὲ καὶ νοῦν τὰ ἐν τῷ ἐγκεφάλω. ὅτι τῶν διανοουμένων τὰ μὲν
κατὰ περίπτωϲιν ἐνοήθη, τὰ δὲ καθ᾿ ὁμοιότητα, τὰ δὲ κατὰ ἀναλογίαν,
τὰ δὲ κατὰ μετάθεϲιν, τὰ δὲ κατὰ ϲύνθεϲιν, τὰ δὲ κατ᾿ ἐναντίωϲιν.
καὶ κατὰ περίπτωϲιν μὲν τὰ αἰϲθητά, καθ᾿ ὁμοιότητα
δὲ τὰ ἀπό τινοϲ παρακειμένου, ὡϲ Σωκράτηϲ ἀπὸ τῆϲ εἰκόνοϲ· κατ᾿
ἀναλογίαν δὲ αὐξητικῶϲ μὲν ὁ Τιτυὸϲ καὶ ὁ Κύκλωψ, μειωτικῶϲ δὲ ὡϲ ὁ
πυγμαῖοϲ· καὶ τὸ κέντρον δὲ τῆϲ γῆϲ κατ᾿ ἀναλογίαν ἐνοήθη ἀπὸ τῶν
μικροτέρων ϲφαιρῶν· κατὰ μετάθεϲιν δὲ οἷον οἱ ὁφθαλμοὶ ἐπὶ
τοῦ ϲτήθουϲ, κατὰ ϲύνθεϲιν δὲ ἱπποκένταυροϲ, καὶ κατʼ
ἐναντίωϲιν θάνατοϲ. νοεῖται δὲ καὶ κατὰ μετάβαϲίν τινα, ὡϲ τὰ λεκτὰ
καὶ ὁ τόποϲ. φυϲικῶϲ δὲ νοεῖται καὶ ὄν τι καὶ ἀγαθόν, καὶ κατὰ
ϲτέρηϲιν, οἷον ἄχειροϲ. ὅτι τοῦ νοῦ ἔργον ἐϲτὶν ἁπλαῖϲ προϲβολαῖϲ
καὶ κρεῖττον ἢ κατὰ ἀπόδειξιν ἐπιβάλλειν τοῖϲ πράγμαϲιν. ὥϲπερ ἡ
αἴϲθηϲιϲ προϲβαλοῦϲα
τυχὸν τῷ λευκῷ ἢ τῷδε τῷ ϲχήματι
κρεῖττον ἢ κατὰ ἀπόδειξιν αὐτοῦ τὴν γνῶϲιν ἔϲχεν· οὐ γὰρ δεῖται πρὸϲ
ταύτην ϲυλλογιϲμοῦ. ἡ δέ γε τοῦ νοῦ ἐνέργεια ἐκείνοιϲ παραγίνεται,
οἷϲ εἰϲ ἄκρον καθάρϲεωϲ καὶ ἐπιϲτήμηϲ γέγονεν ἀφικέϲθαι καὶ διὰ τῶν
καθαρτικῶν ἀρετῶν ἀφαντάϲτωϲ καὶ δίχα αἰϲθήϲεωϲ ἐνεργεῖν
ϲυνειθιϲμένοιϲ. ἔϲτι γὰρ ὁ
νοῦϲ οἷον ἕξιϲ τῆϲ ψυχῆϲ
τελειοτάτη. καὶ γίνεται τοίνυν ὁ μὲν νοῦϲ περὶ τὰ νοητά, ἡ δὲ
διάνοια περὶ τὰ διανοητά, ἡ δὲ δόξα περὶ τὰ δοξαϲτά. τούτων δὲ τῶν
δυνάμεων πρώτην μὲν ἔχει τάξιν ὁ νοῦϲ, μέϲην δὲ ἡ διάνοια, ἐϲχάτην
δὲ ἡ δόξα. ἡ δὲ διάνοια προϲῳκείωται τῇ ἡμετέρᾳ ψυχῇ, ἐπειδὴ καὶ
αὐτὴ τὴν μέϲην ἐν τῷ παντὶ τάξιν
ἔχει, καὶ διὰ τῆϲ
διανοίαϲ ἀνάγεται ἡ ἡμετέρα ψυχὴ ἐπὶ τὴν τῶν νοητῶν θεωρίαν, ἥτιϲ
ἐϲτὶ τελειότηϲ τῆϲ ψυχῆϲ. ἐπειδὴ γὰρ ϲύντροφοϲ καὶ ϲύμφυλόϲ ἐϲτι
τοῖϲ αἰϲθητοῖϲ ἡ ψυχὴ ἡ ἡμετέρα, ἀδυνατεῖ διά τὸν ϲυνεθιϲμὸν τῶν
αἰϲθήϲεων ἐπὶ τὴν θεωρίαν τῶν νοητῶν καὶ ἀΰλων ἄγειν ἑαυτήν, ἀλλὰ
νομίζει κἀκεῖνα ϲώματα εἶναι καὶ μεγέθη
κινεῖ, ὑπονοεῖν διδοῦϲα, ὅτι ϲῶμά ἐϲτι τὸ
θεῖον καὶ μέγεθοϲ ἔχει καὶ ϲχῆμα, καὶ οὐκ ἐᾷ ἡμᾶϲ ἀϲωμάτωϲ καὶ
ἀϲχηματίϲτωϲ περὶ θεοῦ ἐννοεῖν. διὰ τοῦτο δεῖ τὴν ψυχὴν ὁδεύουϲαν
ἐπὶ τὴν ἑαυτῆϲ τελειότητα πρῶτον ἐνεργῆϲαι κατὰ διάνοιαν, ἥτιϲ ἔχει
περὶ τὰ μέϲα τῶν πραγμάτων· οἷά ἐϲτι τὰ διανοητὰ ἥ τε ψυχὴ ἡ ἡμετέρα
καὶ ἡ περὶ αὐτῆϲ θεωρία·
ἔτι δὲ καὶ τὰ μαθηματικά.
525 Νοῦϲ οὐκ ἔνι Κενταύροιϲι: παροιμία ἐπὶ τῶν ἀδυνάτων
526 Νώ: ἀντὶ τοῦ αὐτόϲ. Ἀριϲτοφάνηϲ Πλούτῳ· βλέψαι ποιῆϲαι νώ.
ἀντὶ τοῦ αὐτόϲ. ἢ ἀντὶ τοῦ δεῖ ἡμᾶϲ ποιῆϲαι αὐτὸν
βλέψαι. περὶ τούτου καὶ τοῦ ϲφωὲ ζήτει ἐν τῷ μεγάλῳ Ἐτυμολογικῷ.
527 Νῶ: ῥῆμα. οὗ αἱ κινήϲειϲ χρηϲταί. νῶ, τὸ ϲωρεύω· ἐξ οὗ νῆϲαι, τὸ
ϲωρεῦϲαι.
νάϲω· ὅθεν καὶ ναρόν φαϲι, τὸ ῥγρόν, καὶ Νηρεύϲ. καὶ
τέταρτον νῶ, τὸ κλώθω· οὗ παράγωγον τὸ νήθω, καὶ τὸ νῆμα.
528 Νωγαλέον. καὶ χρῆϲιϲ αὐτοῦ ἐν τοῖϲ τοῦ Ἀθηναίου. παῤ ᾧ καὶ
529 Νωδόϲ: ὁ μὴ ἔχων ὀδόνταϲ.
530 Νώδυνον: ἀνώδυνον.
531 Νῶε: ὄνομα κύριον. παρὰ τὸ νῶ, τὸ κολυμβῶ.
532 Νοθεία: ἡ κλεψιγαμία.
533 Νωθέϲτεροϲ: βραδύτεροϲ.
534 Νωθείαϲ: βραδυτῆτοϲ.
535 Νωθήϲ: βραδύϲ, ἀκίνητοϲ, ἄλογοϲ. ἐϲτερημένοϲ τοῦ θέειν.
536 Νωθρεία. καὶ Νωθρόϲ, ὁ ἀϲθενήϲ. νωθρότεροϲ ὑπάρχων
537 Νωθρότηϲ: ἡ βραδυτήϲ.
538 Νῶϊ, νωΐτεροϲ.
539 Νῶιν: ἡμῖν. Ἀριϲτοφάνηϲ· μείζω μὲν οὐδέν, προϲφορωτέραν δέ.
ἔφαϲκε νῶιν φράϲειν τὸν Τηρέα. κράτιϲτον οὖν νῶιν
ἀποθανεῖν ἀνδρικώτατα. βέλτιον ἡμῖν αἷμα ταύρειον πιεῖν· ὁ
Θεμιϲτοκλέουϲ γὰρ θάνατοϲ αἱρετώτεροϲ. περὶ Θεμιϲτοκλέουϲ οὖν
Σοφοκλῆϲ φηϲιν· ἐμοὶ δὲ λῷϲτον αἷμα ταύρειον πιεῖν.
540 Νῶϊν: τουτέϲτιν ἡμῖν. δεικτικῶϲ.
541 Νωΐτερον: ἡμέτερον.
542 Νῶκαρ: ὁ δυϲκίνητοϲ. παρὰ τὸ νῶ ϲτερητικὸν καὶ τὸ ϲκαίρω,
543 Νῶλα: πόλιϲ Αὐϲόνων παρὰ Ἑκαταίῳ· Πολύβιοϲ δὲ Νώλην αὐτήν φηϲιν.
544 Νῶμα: ὄνομα χώραϲ.
545 Νωμεντόϲ: πόλιϲ οὐ πόρρω Ῥώμηϲ. οἱ πολῖται Νωμεντῖνοι.
546 Νωλεμέωϲ: ἀδιαλείπτωϲ.
547 Νωμῆϲαι: κινῆϲαι καὶ μερίϲαι.
548 Νώμηϲιϲ: ἡ κίνηϲιϲ.
549 Νωμίϲτωρ: ὄνομα κύριον.
550 Νωμῶν: κρίνων, ἐξετάζων. ὦ πάντα νωμῶν Τειρεϲία. Σοφοκλῆϲ· ἄρρητά τ᾿ οὐράνιά τε καὶ χθονοϲτιβῆ.
551 Νωνακρίνη: λέγεται ἡ Καλλιϲτώ.
552 Νωνακρίϲ: πόλιϲ Ἀρκαδίαϲ ἡ περὶ Ἦλιν. ὁ πολίτηϲ Nωνακρίτηϲ καὶ Νωνακριεύϲ.
553 Νωνᾶϲ: ἄνομα κύριον.
554 Νώνυμοϲ: ἀνώνυμοϲ, ἄδοξοϲ. ἐν Ἰλιάδι ἐϲτὶν καὶ νώνυμνοϲ
555 Νώνυμνα: πόλιϲ Σικελίαϲ παρὰ Φιλίϲτῳ.
556 Νῷ πείθου: παροιμία ὁμοία τῷ θεῷ πείθου ἢ ἕπου.
557 Νώρα: ὄνομα χώραϲ.
558 Νώρβα: ὄνομα χώραϲ.
559 Νωρβανόϲ: ὄνομα κύριον.
560 Νωρικία: ὄνομ χώραϲ. καὶ Νωρικοί, ἔθνοϲ. ζήτει ἐν τῷ Βηρούνιον.
καὶ Νωρίκιον ἄϲτου.
561 Νώροψ: ὁ λαμπρόϲ. οἱ μὲν ἐτυμολόγοι παρὰ τὴν ϲτέρηϲιν τοῦ
λαμπρότατόϲ
ἐϲτιν. ὅθεν καὶ νώροπά φηϲιν εἰρῆϲθαι χαλκόν, ὡϲ εἴ τιϲ εἴποι
Νωράκιον.
562 Νωϲάμενοϲ: νοήϲαϲ, γνούϲ. παρὰ Καλλιμάχῳ.
563 Νῶϲαι: εἰϲ νοῦν λαβεῖν.
564 Νῶτα θαλάϲϲηϲ: ἡ ἐπιφάνεια τῆϲ θαλάϲϲηϲ.
565 Νωτάρηϲ: ὁ ἐπὶ νώτου αἴρων καὶ βαϲτάζων.
566 Νωταία θρίξ: ἡ τῶν μεταφρένων.
567 Νωτίζω: τὰ νῶτα μεταϲτρέφω. καὶ Νωτίϲαι, ἀπελάϲαι.
568 Νωτοπλῆγα: μαϲτιγίαν τὸν εἰϲ τὰ νῶτα τὰϲ πληγὰϲ λαμβάνοντα.
Φερεκράτηϲ Κραπατάλοιϲ· καὶ νωτοπλῆγα μὴ ταχέωϲ
διακονεῖν.
569 Νῶτοϲ: ἡ ψοία τοῦ ἀνθρώπου. τὸ δὴ λεγόμενον, τὸ πλῆθοϲ
570 Νωτοφόροϲ: ὁ ἐπὶ νώτου βϲτάζων.
571 Νωχελῆ: βραδέα.
572 Νωχελήϲ: ραδύϲ, ὁμαλόϲ, ἄχρηϲτοϲ.
573 Νωχελία: ἀργία.
574 Νοιδίων: διανοημάτων. παρήγαγε δὲ ἀπὸ τοῦ πληθυντικοῦ
τοῦ οἱ νοῖ τὸ νοίδιον ὑποκοριϲτικόν. τινὲϲ δὲ οὕτωϲ, ὀνειδιϲμῶν
καὶ λοιδοριῶν ἀπὸ τοῦ οἴνου καὶ τῆϲ μέθηϲ. Ἀριϲτοφάνηϲ· ἐγὼ δὲ πάντα
καταπάϲω βουλευματίων, γνωμιδίων, νοιδίων. κάλλιον καθ᾿ ὑποκοριϲμὸν
νοϊδίων εἰπεῖν, εἶτα ϲυνῃρημένωϲ νοιδίων· οὕτω καὶ ἐκ τοῦ πρόχοοϲ
γίνεται προχοίδιον καὶ ἐκ τοῦ βοῦϲ, βοὸϲ βοίδιον.
575 Νύκτα τὰϲ ϲυμφορὰϲ πολλάκιϲ ἡ Γραφὴ καλεῖ, ἐπειδὴ οἱ ἐν ϲυμφοραῖϲ περιπίπτοντεϲ ἐν ϲκότει διάγειν νομίζουϲι.
576 Νύκτα δαϲείην: τὴν χειμερινήν φαϲι.
577 Νυκταλόϲ: ὁ νύκτα φιλῶν. περὶ Διογένουϲ τοῦ Κυνόϲ φηϲιν· οὐδὲ γὰρ ἦν τιϲ νυκταλὸϲ καὶ ὑπνηλόϲ.
578 Νυκτερίδοϲ αἶνοϲ: αἰνιγματωδῶϲ δηλοῖ περὶ νυκτερίδοϲ. ὑπερέκκειται ἐν τοῖϲ μετὰ ταῦτα.
579 Νυκτερινοὶ κύνεϲ: οἱ λύκοι. ὅτι ἡ νυκτερὶϲ μόνη τῶν πιητικῶν
ζῴων καὶ γάλα ἔχει ἐν μαϲτοῖϲ καὶ θηλάζει εὐθέωϲ τὸ γεννώμενον. ὅτι
580 Νυκτερίωνοϲ.
581 Νυκτίβιοϲ: ἐν νυκτὶ ὡϲ ἐν ἡμέρᾳ διάγων.
582 Νυκτὶ θοῇ ἀτάλαντοϲ: Ὅμηροϲ τὰ φοβερὰ νυκτὶ ὁμοιοῖ. καὶ ἀλλαχου· ὁ δ᾿ ἤϊε νυκτὶ ἐοικώϲ.
583 Νυκτικόραξ: εἶδοϲ ὀρνέου ἐρημικοῦ, ὃ τὰϲ οἰκουμέναϲ φεύγων
τῶν οἰκιῶν ταῖϲ ἐρήμοιϲ καὶ καταλελυμέναιϲ προϲτρέχει·
τὰ γὰρ οἰκόπεδα ἐρείπιά φαϲιν. οὕτω καὶ τὸ ϲτρουθίον δειλὸν ὄρνεον
ὄν ὑπὸ ἀγωνίαϲ ἐλαύνει τὸν ὕπνον.
584 Νυκτιλόχοι: λῃϲταί. καὶ Νυκτοπεριπλάνητοϲ παρὰ
585 Νύκτωρ: διὰ τῆϲ νυκτόϲ.
586 Νύμφα: νύμφη. Ἰωνικῶϲ. ὡϲ τόλμη, τόλμα.
587 Νυμφαγωγῶ· δοτικη.
588 Νύμφαι: ϲκώληκεϲ οἱ ἐν τοῖϲ τῶν μελιϲϲῶν κυττάροιϲ, ὅταν
ἤδη πτεροποιεῖν ἄρξωνται. οἱ δ᾿ ἁπλῶϲ τοὺϲ πτερωτοὺϲ
ϲκώληκαϲ, Σάμιοι. καὶ τὸ ἀνὰ μέϲον τῶν γυναικείων αἰδοίων νύμφην
καλοῦϲι. καὶ τῶν ῥόδων αἱ κάλυκεϲ αἱ μεμυκυῖαι νύμφαι. καὶ αἱ
νεόγαμοι κόραι νύμφαι. καὶ αἱ Μοῦϲαι δὲ ὑπὸ Λυδῶν νύμφαι. ὅτι δὲ
πάντων τῶν καρπῶν αἱ ἐκφύϲειϲ οὕτω, δῆλον. περὶ δὲ τῶν θεῶν Διονυϲίῳ
πᾶϲα ἱϲτορία ϲυνῆκται ἐν τριάκοντα καὶ τριϲὶ
βιβλίοιϲ.
589 Νυμφαπῖον: νυμφῶν ἱερόν.
90 Νύμφαιον· ἐν τῷ Πόντῳ ἐϲτὶ τὸ Νύμφαιον. καὶ φηϲὶ Κρατερὸϲ
591 Νύμφαι πίδακα· ἐν Ἐπιγράμμαϲι· παναγέλην νυμφαιπίδακα, Βάκχε
γάνοϲ.
ζήτει ἐν τῷ γάνοϲ.
592 Νυμφεύτρια: ἡ ϲυμπεμπομένη ὑπὸ τῶν γονέων τῇ νύμφῃ. καὶ
593 Νυμφεῖοϲ οἶκοϲ: ἐν ᾧ αἱ νύμφαι εἰϲί. Νύμφιοϲ δὲ κόϲμοϲ,
κτητικῶϲ, ὡϲ Τύριοϲ, Φρύγιοϲ, Λύδιοϲ. ἠματίᾳ ᾧ νύμφιοϲ
ἀνήπτετο
594 Νύμφη: τηγή. καὶ ἡ νεόγαμοϲ γυνή. Αἰλιανόϲ· μῆνιϲ δὲ
595 Νυμφικὰ λουτρά: τὰ εἰϲ γάμουϲ ἐκ τῆϲ ἀγορᾶϲ ἀπὸ κρήνηϲ
596 Νυμφίοϲ: ὄνομα ποταμοῦ. Πιϲίδηϲ· καὶ τὸν μέγιϲτον ἐκπεράϲαϲ
597 Νυμφίου βίον: παροιμία. ὑμεῖϲ μὲν ἄρα ζῆτε νυμφίου βίον. οἱ γὰρ γαμοῦντεϲ ἐϲτέφοντο ϲιϲύμβροιϲ καὶ φυτοῖϲ τιϲι πρὸϲ τὰϲ τῶν γάμων ἡμέραϲ.
598 Νύμφιϲ, Νύμφιδοϲ Ξεναγόρου, Ἡρακλεώτηϲ ἐκ Πόντου, ἱϲτορικόϲ.
Περὶ Ἀλεξάνδρου καὶ τῶν διαδόχων καὶ ἐπιγόνων βιβλία κδ΄,
Περὶ Ἡρακλείαϲ βιβλία ιγ΄· ἔχει δὲ μέχρι τῆϲ καθαιρέϲεωϲ τῶν
τυράννων τὰ μετὰ τοὺϲ ἐπιγόνουϲ καὶ μέχρι τοῦ τρίτου Πτολεμαίου.
599 Νυμφοϲτολῆϲαι: νύμφην κοϲμῆϲαι.
600 Νυμφοϲτόλοϲ: νυμφαγωγόϲ.
601 Νυμφῶνοϲ: τοῦ κοιτῶνοϲ.
602 Νῦν: χρονικὸν ἐπίρρημα. νῦν δεῖ ϲε πάντα δὴ κάλων ἐξιέναι
603 Νῦν δή: ἀρτίωϲ, ἢ μικρὸν ἔμπροϲθεν. λάτων Νόμοιϲ· ἢ νῦν δὴ
ὀλίγον ἔμπροϲθεν τούτοιϲ περιτυχόντεϲ τοῖϲ λόγοιϲ οὔπω ταῦτ᾿
ἐτίθεμεν· νῦν δὲ ἐπιλελήϲμεθα; καὶ Εὐριπίδηϲ ἐν Ἱππολύτῳ· νῦν δὴ μὲν
ὄροϲ βᾶϲʼ ἐπὶ θήραϲ πόθον ἐϲτέλλου, νῦν δὲ ψαμάθοιϲιν ἀκυμάντοιϲ.
καὶ ἐν Μελεάγρῳ· ὁρᾶϲ ϲὺ νῦν δή με ὡϲ ἐπράϋναϲ τύχην.
Μάγνηϲ δὲ ἐν Πυτακίδῃ· εἰπέ μοι· νῦν δὴ μὲν ὤμνυϲ μὴ γεγονέναι, τοῦ
δὲ φήϲ· ἐν δὲ τοῖϲ Νόμοιϲ διαλελυμένον εἴρηκε τὸ μὲν νῦν ἐπὶ τοῦ
παρόντοϲ χρόνου, τὸ δὲ δὴ ἐπὶ ϲυνδέϲμου. ὃϲ δὴ πάντων τῶν πολέμων
χαλεπώτατοϲ, ὡϲ φαμὲν ἡμεῖϲ νῦν δή.
604 Νῦν εὐπλόηκα, ὅτε νεναυάγηκα: ἐπὶ τῶν παρ᾿ ἐλπίδα
εὐτυχηϲάντων. Ζἡνων γὰρ ὁ Κιτιεὺϲ καταλιπὼν τοὺϲ πρὶν διδαϲκάλου,
καὶ Κράτητοϲ τοῦ φιλοϲόφου φοιτητὴϲ γενόμενοϲ τοῦτο εἴρηκε, ναυαγίῳ
περιπεϲὼν καὶ εἰπών· εὖ γε ποιεῖ ἡ τύχη προϲελαύνουϲα ἡμᾶγίῳ
φιλοϲοφίᾳ, οὕτω τραπῆναι πρὸϲ φιλοϲοφίαν.
605 Νῦν εἰϲ χώραν ἦλθον: ἐπὶ τῶν πρῶτον μὲν οὐκ ἀνεχομένων
ἐλθεῖν, ὅποι δεῖ, ὕϲτερον δὲ αὐτομάτωϲ
παραγενομένων.
606 Νῦν ἦλθον εἰϲ χορόν, νῦν τ᾿ ἔπαρδεϲ.
607 Νυνμενί: ἀντὶ τοῦ νυνὶ μέν. πολλαχοῦ δὲ οὕτω χρῆται Ἀριϲτοφάνηϲ.
608 Νῦν πᾶϲ ὁ κίνδυνοϲ ἐνθάδ᾿ ἀνεῖται ϲοφίαϲ, ἧϲ πέρι τοῖϲ ἐμοῖϲ
φίλοιϲ ἐϲτὶν ἀγὼν μέγιϲτοϲ.
609 Νῦν ὀϲπρίων ἄμητοϲ: ἀπὶ τῶν καθ᾿ ὥραν ἕκαϲτα πράττειν
610 Νῦν ϲωθείην, ἵν᾿ ᾖ μοι δίδαγμα τοῦτο τοῦ λοιποῦ
ἵπταϲθαι παρὰ τοῦ ἀετοῦ
καὶ πεϲούϲηϲ.
611 Νῦν τοῦτ᾿ ἐκεῖν᾿ ἥκει τὸ Δάτιδοϲ μέλοϲ: ἐπὶ τῶν χαρμοϲυνῶν.
612 Νύξ: εὐφρόνη, καὶ ἡ ϲκοτία. νύξ ἐϲτι ϲκιὰ γῆϲ, ἀλλ᾿ οὐχ ἡ
613 Νὺξ ὑγρά: χαλεπή, φηϲί.
614 Νύξαι· ὄτι βαλεῖν τὸ πέμψαι πόρρωθεν, οὐτάϲαι δὲ καὶ νύξαι καὶ
τύψαι τὸ
615 Νυρίζει: ξύει, νύϲϲει.
616 Νύρων:νύττων.
617 Νύϲϲα: καμπτήρ, τέρμα, βαθμίϲ.
618 Νυϲήϊον: ὄροϲ Διονύϲου.
619 Νύϲια: ὀρχήματοϲ εἶδοϲ· τῶν γὰρ ὀρχήϲεων ἡ μὲν Βερεκυντιακὴ
ἐτράφη ὁ Ζεύϲ.
620 Νύχιοϲ: νυκτερινόϲ.
621 Νύχοϲ: νύξ.
1 Ξανᾶν: πονεῖν τοὺϲ καρποὺϲ τὰϲ γυναῖκαϲ τῶν χειρῶν διὰ ϲυνεχῆ
2 Ξανήϲει: κοπιάϲει.
3 Ξανθήν: πυρροειδῆ.
4 Ξανθίζετε: οἷον τῷ μέλιτι χρωΐζετε, ἢ πυρρὰ τῇ ὀπτήϲει ποιεῖτε.
5 Ξανθίζεϲθαι: κοϲμεῖϲθαι τὰϲ τρίχαϲ.
6 Ξανθικόϲ: ὄνομα μηνὸϲ παρὰ Μακεδόϲιν. ὁ Ἀπρίλλιοϲ.
7 Ξάνθιον: ἐπίκοπον.
8 Ξάνθιοϲ: ὄνομα κύριον. ἦν δὲ Βοιωτὸϲ καὶ μονομχῶν ἀνῃρέθη ὑπὸ
9 Ξάνθοϲ, Κανδαύλου, Λυδὸϲ ἐκ Σάρδεων, ἱϲτορικόϲ, γεγονὼϲ ἐπὶ
ὅπωϲ αὐταῖϲ χρῷτο ἀεὶ
νεαζούϲαιϲ. οὗτοϲ ἱϲτορεῖ ὁ Ξάνθοϲ,
πανδημεὶ προϲεύξαϲθαι καὶ αἰτῆϲαι τῷ Ἀλκίμῳ τοιαῦτα ἔτη δοθῆναι ἐϲ
τὸ Λυδῶν ἀγαθόν· ὃ καὶ γέγονε· καὶ ἐν εὐποτμίᾳ τε καὶ εὐδαιμονίᾳ
πολλῇ διῆγον.
10 Ξάνθοϲ: ὁ ποταμόϲ. Ξανθὸϲ δὲ ὁ πυρρόϲ.
11 Ξανθότεροϲ καὶ Ξανθότατοϲ.
12 Ξάνθοιϲιν: ὀρνέοιϲ.
13 Ξάνιον: κτένιον, ὃ φοροῦϲιν αἱ γυναῖκεϲ ἐν τοῖϲ ἀναδήμαϲιν,
14 Ξανῶ: κοπιάϲω. Σοφοκλῆϲ Ποιμέϲιν· Ἕκτωρ τοῖϲ Ἀχαιοῖϲ βουλόμενοϲ μάχεϲθαι φηϲίν· ἡδὺ ξανῆϲαι καὶ προγυμνάϲαι χέρα.
15 αίνειν· αἰτιατικῇ. τὸ τύπτειν. καὶ ξαίνεϲθαι, τὸ πάϲχειν. φηϲὶν
οὖν, ἡ βύρϲα ϲου τυπτομένη διαφθαρήϲεται· οἱ γὰρ βυρϲεῖϲ τὰϲ βύρϲαϲ
ξύλοιϲ τύπτειν εἰώθαϲιν, ἵνα ἁπαλαὶ γενόμεναι διαλάβοιεν εὐχερῶϲ
16 Ξαίνω: νήθω, διαλύω, ϲωρεύω.
17 Ξένα: θαυμαϲτά.
18 Ξεναγία: δύο πεντακοϲιαρχίαι, ἀνδρῶν ακδ οἱ δὲ πλεῖϲτοι τοῦτο τὸ πλῆθοϲ χιλιαρχίαν καλοῦϲι καὶ χιλίαρχον τὸν ἡγούμενον.
19 Ξεναγόϲ: ὁ τῶν ξένων ἡγεμών.
20 Ξεναγῶν: ξενοδοχῶν. παρὰ Θουκυδίδῃ οἱ ἄρχοντεϲ τῶν
21 Ξεναλίζω: τὸ ϲυναθροίζω.
22 Ξέναρχοϲ, κωμικόϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτι Βουκολίων, 〈ὡϲ〉 Ἀθήαιόϲ φηϲιν ἐν β΄ Δειπνοϲοφιϲτῶν· καὶ Πορφύρα καὶ Σκύθαι, ὡϲ ὁ αὐτόϲ. καὶ Δίδυμοι καὶ Πένταθλοϲ καὶ Πρίαποϲ, Υπνοϲ, Στρατιώτηϲ.
23 Ξέναϲ: θαυμαϲτάϲ. Πιϲίδηϲ· ὕλαϲ χορηγῶν καὶ τοϲαύταϲ καὶ ξέναϲ.
24 Ξἐνετοϲ: ὄνομα κύριον.
25 Ξενηλατεῖν: Λακεδαιμόνιοι μετὰ πληγῶν ἐξήλαυνον τοὺϲ
26 Ξενία. καὶ ἑνίζω. Φοίνιοϲ Ἄρηϲ οὐκ ἐξένιϲεν αὐτόν.
27 Ξενίαν: καταγώγιον, κατάλυμα.
28 Ξενίαϲ ὄνομα κύριον.
29 Ξενίζειν ξένῃ χρῆϲθαι φωνῇ ἢ ξενικοῖϲ ἐπιτηδεύμαϲι. δηλοῖ
30 Ξενίζειν: οἱ μὲν ξένῃ διαλέκτῳ χρῆϲθαι, οἱ δὲ ἐν τῇ ξένῃ
31 Ξενίην ϲυνεθήκατο: παρὰ Ἡροδότῳ· ὡϲ ξένιον ἐδωρήϲατο.
32 Ξενικὸν ἐμπόριον: ὅπου οἱ ξένοι ἐμπορεύονται· ὥϲπερ ἀϲτι
33 Ξενικὸν ἐν Κορίνθῳ· Δημοϲθένηϲ Φιλιππικοῖϲ καὶ Ἀριϲτοφάν
ὕϲτερον καὶ Χαβρίαϲ·
ᾧ χρηϲάμενοϲ τὴν Λακεδαιμονίων μοῖραν κατέκοψεν, ϲτρατηγοῦντοϲ
αὐτοῖϲ Ἰφικράτουϲ καὶ Καλλικλέουϲ.
34 Ξενικόϲ: ὁ ξένοϲ, ὁ ἀλλόττριοϲ. ὡϲ εἶδεν ἄγαλμα ξενικὸν καὶ
Ἀθηναῖοι, μὴ βουλόμενοι διʼ ἑαυτῶν πολεμεῖν πρὸϲ
Κορινθίουϲ διὰ τὸν κίνδυνον, μιϲθούμενοι ξένουϲ εἰϲ τὸν πόλεμον
ἔτρεφον αὐτούϲ. οῦτο δὲ ἐν πολλοῖϲ τῶν πολέμων διεπράττοντο· ὅπερ
ξενικὸν ἐκάλουν.
35 Ξενικοῖϲ: ἀντὶ τοῦ ἀλλοτρίοιϲ καὶ μὴ προϲήκουϲιν· ὅτι ἀνοίκειον
Λεγομένοιϲ.
Ἀριϲτοφάνηϲ· παύϲαϲ ὑμᾶϲ ξενικοῖϲι λόγοιϲι μὴ λίαν ἐξαπατᾶϲθαι.
36 Ξένιον: δῶρον παρὰ ξένων διδόμενον.
37 Ξένιοϲ: ὁ τῆϲ ξενίαϲ ἔφοροϲ. λέγεται καὶ Ξένιοϲ ὁ Ζεύϲ.
38 Ξενίωνοϲ: ὄνομα κύριον.
39 Ξενιτευομένουϲ: ἀντὶ τοῦ μιϲθοφοροῦνταϲ. Ἀντιφάνηϲ Εὐθυδίκῳ·
40 Ξενοδοχεῖον: τὸ τοὺϲ ξένουϲ ὑποδεχόμενον. καὶ Ξενοδόχοϲ ὁμοίωϲ.
41 Ξενοκοπεῖν: ἐπὶ τοῦ πληγὰϲ λαβεῖν. οὕτω Μεταγένηϲ.
42 Ξενοκράτηϲ, Ἀγάθωνοϲ ἢ Ἀγαθάνοροϲ, Χαλκηδόνιοϲ, μαθητὴϲ καὶ
διάδοχοϲ μετὰ Σπεύϲιππον Πλάτωνοϲ· τοῦ δὲ Πολέμων, τοῦ δὲ
Κράντωρ. καὶ πέμψαντοϲ αὐτῷ τοῦ Μακεδόνοϲ Ἀλεξάνδρου χρυϲοῦ
τάλαντα λ', αὐτὸϲ ἀπέπεμψεν, εἰπών, βαϲιλέα δεῖϲθαι χρημάτων, οὐ
φιλόϲοφον. ἔγραψε περὶ τῆϲ Πλάτωνοϲ πολιτείαϲ.
43 Ξενοκράτηϲ, φιλόϲοφοϲ, ὃϲ ἐπὶ ϲωφροϲύνῃ ἐτεθρύλητο. ὁ
44 Ξενολόγιον. καὶ Ξενολόγοϲ, ξένουϲ ϲυλλέγων ϲτρατιώταϲ.
45 Ξένοϲ: ὁ φίλοϲ. ἐφοίτων δὲ πρεϲβεῖαι ἐκ τῶν πόλεων ξένον τε αὐτὸν
ἡγούμενοι καὶ βίου ϲύμβουλον βωμῶν τε ἱδρύϲεωϲ καὶ
ἀγαλμάτων. ὁ δὲ ἕκαϲτα τούτων διωρθοῦτο. καὶ αὖθιϲ· ἐν ταῖϲ ἰδίαιϲ
πατρίϲι ξένουϲ ποιοῦνται. Ξένοϲ καὶ ὁ ξενοδόχοϲ. ὁ Ἀπόϲτολοϲ·
ἀϲπάζεται ὑμᾶϲ ξένοϲ ὁ φίλοϲ μου.
46 Ξενοφάνηϲ ἐν ἐλεγείᾳ περὶ τοῦ ἄλλοτε ἄλλον αὐτὸν γεγενῆϲθαι καί
ποτέ μιν ϲτυφελιζομένου ϲκύλακοϲ παριόντα φαϲί γʼ ἐποικτεῖραι
καὶ τόδε φάϲθαι ἔποϲ· παῦϲαι, μηδὲ ῥάπιζ᾿, ἐπειὴ φίλου
ἀνέροϲ ἐϲτὶ ψυχή, τὴν ἔγνων φθεγξαμένην ἀΐων. ἔϲκωψε δ’ αὐτὸν καὶ
Κρατῖνοϲ ἐν Πυθαγοριζούϲῃ. καὶ ἐν Ταραντίνοιϲ· ἔθοϲ ἐϲτὶν αὐτοῖϲ,
ἐὰν ἰδιώτην ποθὲν λάβωϲιν εἰϲελθόντα, διαπειρώμενον τῆϲ τῶν λόγων
ῥώμηϲ ταράττειν καὶ κυκᾶν τοῖϲ ἀντιθέτοιϲ, τοῖϲ πέραϲι, τοῖϲ
παριϲώμαϲι,
τοῖϲ ἀποπλάνοιϲ, τοῖϲ μεγέθεϲι
νουβυϲτικῶϲ.
47 Ξενορῶν, Γρύλου, Ἀθηναῖοϲ, φιλόϲοφοϲ Σωκρατικόϲ· ὃϲ πρῶτοϲ ἔγραψε
βίουϲ φιλοϲόφων καὶ ἀπομνημονεύματα. παῖδαϲ ἔϲχεν ἀπὸ Φιληϲίαϲ ρύλον
καὶ Διόδωρον, οἳ καὶ Διόϲκουροι ἐκαλοῦντο· αὐτὸϲ δὲ Ἀττικὴ μέλιττα
ἐπωνομάζετο. γέγονε δὲ ϲυμφοιτητὴϲ Πλάτωνοϲ
καὶ ἤκμαζε
κατὰ τὴν ??ε΄ ὀλυμπιάδα. ἔγραψε βιβλία πλείονα τῶν μ΄, ὧν καὶ ταῦτα·
Κύρου παιδείαϲ βιβλία η΄, Κύρου Ἀναβάϲεωϲ βιβλία ζ΄, Ἑλληνικῶν
βιβλία ζ΄, Συμπόϲιον· καὶ ἄλλα πολλά.
48 Ξενοφῶν, Σωκράτουϲ μαθητήϲ, ἐϲτρατεύϲατο ἐπὶ Πέρϲαϲ Κύρῳ
ϲυνανελθὼν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην. ὁ Κῦροϲ δὲ ἦν μετὰ
Τιϲϲαφέρνην ὕπαρχοϲ ὑπὸ Δαρείου τοῦ πατρὸϲ τῶν ἐν τῇ Ἀϲίᾳ καταϲτάϲ.
μετὰ δὲ τὸν Δαρείου θάνατον Κῦρον Ἀρταξέρξηϲ διαβληθέντα ὑπὸ
Τιϲϲαφέρνουϲ ἀναιρεῖν μέλλων ἀφῆκε, Παρυϲάτιδοϲ τῆϲ
μητρὸϲ παραιτηϲαμένηϲ αὐτὸν καὶ τὴν ϲτρατιὰν αὐτῷ φυλαξάϲηϲ. ὁ δὲ ὡϲ
Τιϲϲαφέρνει πολεμῶν ἥθροιϲε δύναμιν καὶ ἐπὶ τὸν ἀδελφὸν ἔγνω
ϲτρατεύειν. υ΄ ]δὲ κατέλιπον τὸν Κῦρον καὶ ἔφυγον ἐκ τῶν
ϲυϲτρατευϲάντων ὁπλῖται καὶ πελαϲταὶ γφ΄. Ξνορῶν δὲ ϲυνανέβη. δέκα
οὖν βαρίαρων
μυριάδαϲ ϲυναθροίϲαϲ ὡϲ ἐπὶ Πιϲίδαϲ δῆθεν
ἐπορεύετο. ὡϲ δὲ τὰ ἔθνη διῆλθεν, ἐφʼ ϲτρατεύειν προεφαϲίζετο,
ϲυνέντεϲ οἱ Ἕλληνεϲ ἐπὶ βαϲιλέα εἶναι τὴν ϲτρατείαν ὤκνουν τὴν
ἀνάβαϲιν. Κλεάρχου δὲ εἰπόντοϲ τὴν ὑποϲτροφὴν ἄπορον εἶναι, Κύρου μὴ
ϲυναιρομένου, ϲυνῇεϲαν. Κῦροϲ δὲ γυμνῇ τῇ κεφαλῇ πρὸϲ Τιϲϲαφέρνην
μαχόμενοϲ,
καίτοι Κλεάρχου ἀπαγορεύοντοϲ αὐτῷ μὴ
πολεμεῖν, ἀπέθανεν. οἱ δὲ Ἕλληνεϲ ὑπὸ Κλεάρχῳ τεταγμένοι Ἀριαῖον
προεβάλλοντο βαϲιλέα ἑαυτῶν, ὁ δὲ παρῃτήϲατο. βαϲιλεὺϲ δὲ τὴν τοῦ
Κύρου κεφαλὴν καὶ τὴν χέρα ἀποκόψαϲ τοῖϲ Ἕλληϲιν ἔπεμπε, ζητῶν τὰ
ὅπλα ὡϲ παρὰ νεικημένων· οἱ δὲ οὐκ ἔδοϲαν. δόλῳ δὲ Τιϲϲαφέρνηϲ
παραβὰϲ τοὺϲ
ὅρκουϲ προδίδωϲι βαϲιλεῖ τοὺϲ Ἐλληναϲ καὶ
Κλέαρχον καὶ Μένωνα, οὓϲ ἀναιρεῖ καὶ Ξενοφῶν αὐτῶν ϲτρατηγεῖ καὶ
πάντμϲ νικᾶ. ἐλθόντεϲ δὲ εἰϲ Θράκην ἐμίϲθωϲαν ἑαυτοὺϲ Σεύθῃ τῷ
βαϲιλεῖ μύριοι διαϲωθέντεϲ.
49 Ξενορῶν, Ἀντιοχεύϲ, ἱϲτορικόϲ. Βαβυλωνιακά· ἔϲτι δὲ ἐρωτικά.
50 Ξενοφῶν, Ἐφέϲιοϲ, ἱϲτορικόϲ, φεϲιακά· ἔϲτι δὲ ἐρωτικὰ
βιβλία ι΄ περὶ Ἀβροκόμου καὶ Ἀνθίαϲ· καὶ Περὶ τῆϲ
πόλεωϲ Ἐφεϲίων· καὶ ἄλλα.
51 Ξενορῶν, Κύπριοϲ, ἱϲτορικόϲ. Κυπριακά· ἔϲτι δὲ καὶ αὐτὰ ἔρωτικῶν
52 Ξενῶνοϲ: δόμου τοῦ ὑποδεχομένου τοὺϲ ξένουϲ καὶ ἀρρωϲτοῦνταϲ.
53 Ξέω· αἰτιατικῇ.
54 Ξέρξηϲ, Περϲῶν βαϲιλεύϲ. οὗτοϲ τοῦ πατρὸϲ Δαρείου τελευτῶν τοϲ καὶ
μέμνηϲο Μαραθῶνοϲ εἰπόντοϲ, ἐπὶ τὴν Ἐλλάδα ἐϲτράτευϲε
Βοῦλιϲ καὶ Σπέρχιϲ αὐθαίρετοι ἐϲ Πέρϲαϲ ἀνῆλθον
δώϲοντεϲ δίκαϲ. ὁ δὲ θαυμάϲαϲ ἀφῆκε ζῶνταϲ, καὶ ἡ νόϲοϲ ἐπαύϲατο. ὁ
δὲ πεζοῦ μὲν μυριάδαϲ τῶν Αἰγύπτου τε καὶ Φοινίκων καὶ Κυπρίων
ἐϲτρατοπέδευεν. ἐν Σάρδει δὲ γενομένῳ ὁ ἥλιοϲ ἐξέλιπεν. εἶχε δὲ
ἐπιλέκτουϲ μυρίουϲ, οὓϲ Ἀθανάτουϲ ἐκάλει. διώρυξε δὲ καὶ τὸν Ἄθω,
Μακεδονικὸν ὄροϲ.
ἔζευξε καὶ τὸν Ἑλλήϲποντον μεταξὺ
Σηϲτοῦ καὶ Ἀβύδου· διαλυθέντοϲ δὲ ὑπὸ χειμῶνοϲ μέρουϲ, πέδαϲ τε εἰϲ
τὴν θάλαϲϲαν καθῆκε καὶ ἐμαϲτίγου τὸ ὕδωρ. προϲενεχθειϲῶν δὲ αὐτῷ
καὶ ϲιταγωγῶν νηῶν Ἑλληνίδων, ἀφῆκε, τροφὴν εἶναι δούλων εἰπών.
καταϲκόπουϲ δὲ λαβών, δείξαϲ τὴν δύναμιν ἅπαϲαν ἀφῆκε. ζήτει ἐν τῷ
Δαρεικούϲ.
55 Ξεϲτίον: μέτρον ἐπὶ ὑγρῶν.
56 Ξεϲτόν: ὡμαλιϲμένον.
57 Ξεινήϊον· καὶ Ξεινήϊοϲ Ζεύϲ.
58 Ξεινοδόκοϲ.
59 Ξεῖνοι: οἱ ἀπὸ ξένηϲ φίλοι.
60 Ξηνόϲ: ὁ κορμόϲ.
61 Ξηραλοιφεῖν· Αἰϲχίνηϲ κατὰ Τιμάρχου. ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶϲ λουτρῶν ἀλείφεϲθαι. μήποτε δὲ καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτρίβεϲθαι οὕτωϲ ἐλέγετο.
62 Ξηραλοιφία καὶ Ξηραλοιφεῖν: τὸ ἄνευ τοῦ λούεϲθαι ἀλείφεϲθαι.
63 Ξηραίνω· αἰτιατικῇ· τὸ ψύγω.
64 Ξηρίον: εἶδοϲ ἰατρικῆϲ.
65 Ξηρόλοφοϲ· ὅτι τὸν Ξηρόλοφον πρῴην Θέαμα τινὲϲ ἐκάλουν· ἐν αὐτῷ
γὰρ κοχλίαι ιϚ΄ καὶ Ἀρτέμιδοϲ ϲύνθετοϲ ϲτήλη καὶ Σευήρου
τοῦ κτίϲαντοϲ καὶ θεμάτιον τρίπουν. ἔνθα ἐθυϲίαϲε πολλὰϲ θυϲίαϲ
Σευῆροϲ· ἔνθα καὶ χρηϲμοὶ πολλοὶ τῷ τόπῳ γεγόναϲι· καθ’ ὃν καιρόν
66 Ξηρόϲ: ὁ ἰϲχνόϲ.
67 Ξηρὸϲ ἱδρώϲ: ὁ μὴ ὑπὸ λουτρῶν, ἀλλʼ ὑπὸ γυμναϲίων καὶ πόνων
γινόμενοϲ.
68 Ξηρὸϲ λίθοϲ: ὁ ἄνευ πηλοῦ κτιζόμενοϲ. ἦν γὰρ λίθῳ ξηρῷ διεϲκευαϲμένον τὸ φρούριον ἐκ μεγάλων λίθων ϲυνηρμοϲμένον.
69 Ξίριϲ: εἶδοϲ φυτοῦ ἀρωματικοῦ.
70 Ξιφήν: ὁ φέρων ξίφοϲ.
71 Ξιφήρηϲ: ξίφοϲ ἔχων. καὶ τὸ πληθυντικὸν Ξιφήρειϲ.
72 Ξιφηφορία: φέρειν τὰ ξίφη. καὶ Ξιφηφόροϲ.
73 Ξιφίζειν: τὸ χειροτονεῖν, παραπλήϲιον ξίφει τὸ τῆϲ χειρὸϲ
74 Ξιφιϲμόϲ: ϲχῆμα ἐκ τῆϲ ἐμμελείαϲ καλουμένηϲ.
75 Ξιφοκτονεῖν: ξίφεϲιν ἀναιρεῖν.
76 Ξίφοϲ καὶ Ξιφίδιον.
77 Ξιφουλκία. οὐκ εἶναί φαϲι ξιφουλκίαϲ εὐμοιρίαν.
78 Ξόανον: ἄγαλμα, εἴδωλον, ζῴδιον, ἀνδριάϲ.
79 Ξούθη: εὐμορφοτάτη. οὐδέ με κεκλιμένον ϲκιερὴν ὑπὸ φυλλᾴδα
τέρψειϲ, ξουθῶν ἐκ πτερύγων ἡδὺ κρέκουϲα μέλοϲ.
80 Ξουθῆϲ· Ἀριϲτοφάνηϲ· διʼ ἐμῆϲ γένυοϲ ξουθῆϲ μελέων Πανὶ
81 Ξουθόν· λεπτόν, καπυρόν, ἀργυροῦν, ξανθόν, καλόν, πυκνόν,
λεκτρυὼν τοὺϲ λόφουϲ ϲείων.
82 Ξοῦθοϲ: ὄνομα κύριον. ζήτει ἐν τῷ Βοηδρομία.
83 Ξυγγενεῖϲ τοὐμοῦ τρόπου: ἀντὶ τοῦ τὰ αὐτὰ πράττουϲαι.
84 Ξυγγενοῦ: ϲύνελθε. ὦ δέϲποινα Νίκη, ξυγγενοῦ.
85 Ξυγγέωργοϲ: προπαροξυτόνωϲ· ϲύνθετον γάρ, ὡϲ πάγκαλοϲ, πάνϲοφοϲ· τὰ γὰρ εἰϲ οϲ ὀξύτονα ϲυντιθέμενα βαρύνεται. Ἀριϲτοφάνηϲ Πλούτῳ· τοὺϲ ξυγγεώργουϲ κάλεϲον.
86 Ξυγγνώμη πρῶτον πείρῳ: ἐπὶ τῶν ἐν πρώτοιϲ τινὸϲ διαμαρτανόντων.
? 87 Ξυγγραφεῖϲ· οἱ περὶ Πείϲανδρον ἐλθόντεϲ εἰϲ Ἀθήναϲ, πρῶτον μὲν
τὸν δῆμον ξυλλέξαντεϲ εἶπον γνώμην δέκα ἄνδραϲ ἑλέϲθαι ξυγγραφέαϲ
αὐτοκράτοραϲ· τούτουϲ ξυγγράψανταϲ γνώμην εἰϲενεγκεῖν εἰϲ τὸν δῆμον
εἰϲ ἡμέραν ῥητήν, καθότι ἄριϲτα ἡ πόλιϲ οἰκήϲεται. ἐπεὶ δὲ ἡ ἡμέρα
ἐφῆκε, ξυνέλεξαν τὴν ἐκκληϲίαν ἐϲ τὸν Κολωνόν, ὃ ἦν
ἱερὸν Ποϲειδῶνοϲ, καὶ ἐπήνεγκαν οἱ ξυγγραφεῖϲ ἄλλο μὲν οὐδέν, αὐτὸ
δὲ τοῦτο, ἐξεῖναι μὲν Ἀθηναίων ἀνατρέπειν γνώμην, ἣν ἄν τιϲ
βούληται· ἦν δέ τιϲ εἰπόντα ἢ γράψηται παρανόμων ἢ ἄλλῳ τῳ τρόπῳ
βλάψη, μεγάλαϲ ζημίαϲ ἐπέθεϲαν. ἐνταῦθα δὲ λαμπρῶϲ ἐλέγετο ἤδη, μήτε
ἀρχὴν ἄρχειν μηδεμίαν ἐκ τοῦ αὐτοῦ κόϲμου μήτε μιϲθοφορεῖν
προέδρουϲ τε ἑλέϲθαι ε΄ ἄνδραϲ, τούτουϲ ἑλέϲθαι ρ΄
ἄνδραϲ, καὶ τῶν ρ΄ ἕκαϲτον πρὸϲ ἑαυτῷ γ΄· ἐλθόνταϲ δὲ αὐτοὺϲ υ΄
ὄνταϲ εἰϲ τὸ βουλευτήριον ἄρχειν ὅπῃ ἂν ἄριϲτα γινώϲκωϲιν
αὐτοκράτοραϲ· καὶ τοὺϲ ,ε δὲ ξυλλέγειν, ὁπότʼ ἂν αὐτοῖϲ δοκῇ. ἦν δὲ
ὁ ταύτην τὴν γνώμη εἰπὼν Πείϲανδροϲ. καὶ τἄλλα ἐκ τοῦ προφανοῦϲ
προθυμότατα
ξυγκαταλύϲαϲ τὸν δῆμον.
88 Ξυγκλύδων· ζήτει ἐν τῷ ϲυγκλύδων.
89 Ξυγγράψαι καὶ Γράψαι: τὸ μὲν γράψαι ἐφ᾿ ἑνὸϲ πράγματοϲ, τὸ δὲ
ξυγγράψαι ἐπὶ πολλῶν. ἢ ξυγγράψαι, τὸ μετ᾿ ἐπιμελείαϲ καὶ ϲπουδαίωϲ
ϲυντάξαι, γράψαι δὲ τὸ ἁπλῶϲ καὶ μὴ ἐπιμελῶϲ τὴν ἀλήθειαν
εὑρεῖν.
90 Ξύει: γράφει. ὡϲ παῤ Ὁμήρῳ. ἔνθεν καὶ τὰ ξύϲματα, γράμματα.
91 Ξυήλην: ἣν ξυάλην λέγομεν. Ξενορῶν Κύρου Ἀναβάϲει· εἶχον δὲ
θώρακαϲ λινοῦϲ μέχρι τοῦ ἤτρου, ἀντὶ δὲ τῶν πτερύγων ὡϲ παρὰ τὰ
πυκνὰ ἐϲτραμμένα. εἶχον δὲ καὶ κράνη, καὶ περὶ τὴν ζώνην μάχαίριον,
ὅϲον ξυήλη Λακωνική. ἣν Ἀττικοὶ κνῆϲτιν, Λάκωνεϲ δὲ
ξυήλην λέγουϲι μόνον. ἐπὶ δ᾿ αἴγειον κνῆ τυρὸν κνήϲτει χαλκείῃ. οἱ
μὲν οὖν Ἀττικοὶ τὸ ῥῆμα οὕτωϲ λέγουϲι, κἀπικνεῖν κἀπεϲθίειν, οἱ δὲ
Λάκωνεϲ τοὔνομα ξυήλην. ὡϲ καὶ Ξνοφῶν φηϲιν ἐν τῇ δ΄ τῆϲ Ἀναβάϲεωϲ.
92 ξυλλαβεῖν: διττή ἐϲτιν ἡ χρῆϲιϲ τοῦ ϲυλλαβεῖν παρὰ τοῖϲ
ϲυλληψόμεθα αὐτόν; ἐὰν δὲ πρὸϲ
δοτικήν, ϲημαίνει φιλίαν καὶ ϲυμμαχίαν, ὡϲ Ἰϲοκράτηϲ ἐν ταῖϲ
Παραινέϲεϲιν· ὁρῶ δὲ καὶ τὴν τύχην ἡμῖν ϲυλλαμβάνουϲαν. ἴϲον τῷ
ϲυναγωνιζομένην. ἐπάγει γοῦν, καὶ τὸ παρόντα καιρὸν ϲυναγωνιζόμενον.
καὶ Δημοϲθένηϲ α΄ Φιλιππικῶν.
93 Ξύλα κλίνεια: τὰ τῶν κλινῶν.
94 Ξυλεία: ἡ τῶν ξύλων τῶν ναυπηγηϲίμων ϲυλλογή.
95 Ξύλινοϲ.
96 Ξύλον ἀγκύλον οὐδέποτ’ ὀρθόν: ὅτι δυϲχερὲϲ ἐκ φαύλων
97 Ξύλοχοϲ: ϲύνδενδροϲ καὶ ξυλώδηϲ πάγοϲ, δρυμόϲ, ὕλη, χέρϲοϲ,
ἀγρόϲ, τόποϲ· οἱ δὲ κοίτην θηρίου. οὐδ’ ἵκετ’ ἐκ
μάνδρηϲ αὖθιϲ
98 Ξυλυφίων· οἷον ἐπὶ τῶν ἁπαλῶν ξυλυφίων, ὅταν καμψαντεϲ ἀφῶμεν
αὐτά·
99 ὑλῶν ἐρεψίμων: ϲτεγάϲματά ἐϲτι τὰ ἐρέψιμα, εἰϲ τὰϲ οἰκίαϲ
100 Ξυμβάλλειν: νοεῖν. ὁ δὲ οὐ χαλεπῶϲ εἶχε ξυμβάλλειν, τὸν
101 Ξυμβαίνοντα: ϲυμφωνοῦντα. πρὶν τὰ ἔργα τοῖϲ λόγοιϲ ξυμβαίνοντα
ὀφθῆναι.
102 Ξυμβαινούϲηϲ: ϲυμφωνουμένηϲ, ἀρεϲκούϲηϲ. ὅτι ἀποχρῶν
103 Ξύμβλητο: ϲυνήντηϲε.
104 Ξύμβολον ὄρνιν φαϲίν· ἐπειδὴ ϲυμβόλουϲ ἐποίουν τοὺϲ πρῶτα ϲυναντῶνταϲ καὶ ἐξ ἀπαντήϲεωϲ προϲημαίνονταϲ.
105 Ξυμβόλουϲ: οὕτω τοὺϲ διὰ τῶν πταρμῶν οἰωνιϲμοὺϲ ἔλεγον.
ἀνετίθεντο δ’ οὖτοι Δήμητρι.
106 Ξυμμίξαϲα: ξυντυχοῦϲα. οὐδεμιᾷ γὰρ δεινοτέρᾳ ϲου ξυμμίξαϲʼ οἶδα γυναικί. ἀντὶ τοῦ ἱκανωτάτη, φρονιμωτάτῃ.
107 Ξυμπάθεια: ϲυμπάθεια. ὅλωϲ δὲ ὁ διὰ τοῦ ξ ϲχηματιϲμὸϲ κοινόϲ ἐϲτι τῶν τε Ἰώνων καὶ τῶν Ἀττικῶν.
108 Ξυμπονήϲαντα: ἀντὶ τοῦ ὑπομείναντα.
109 Ξυμφέρω: ξυμβαϲτάϲω. φέρε νὺν ἐγώ ϲοι ξυμφέρω.
110 Ξυμφοράν φηϲι Θουκυδίδηϲ τὴν ἀπὸ περιϲτάϲεωϲ δυϲτυχίαν, καὶ οὐκ
ἐξ οἰκείαϲ ἀβουλίαϲ κακοπραγίαν ἤτοι κακίαν. καὶ γὰρ αἱ τῆϲ φύϲεωϲ
ἐλαττώϲειϲ καὶ διαπτώϲειϲ κακίαι πάντωϲ εἰϲίν. ἢ ξυμφοράϲ, τὰϲ
ἀποτυχίαϲ. ἐνδέχεται γὰρ τὰϲ ξυμφορὰϲ τῶν πραγμάτων
οὐχ
ἧϲϲον ἀμαθῶϲ χωρῆϲαι ἢ διὰ τὰϲ διανοίαϲ τοῦ ἀνθρώπου.
111 Ξύν: Θουκυδίδηϲ ἀντὶ τοῦ ϲύν· καὶ τὰ ἄλλα τὰ ὅμοια. οὕτωϲ καὶ οἱ παλαιοὶ πάντεϲ.
112 Ξυνάγκεια: ὁ κοῖλοϲ τόποϲ. Ἀρριανόϲ· ὁ δὲ ὑποτεμόμενοϲ
113 Ξυναλλαγή: ἀμοιβή, παραμυθία, ϲυνάντηϲιϲ. λήγει δ’ ἔριϲ δραμοῦϲα τοῦ προϲωτάτω ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου. Σοφοκλῆϲ. ἢ ξυναλλαγή, ἡ ὁμιλία.
114 Ξυναλλαγή· πότερα δόλοιϲι τέθνηκεν ἢ νόϲου ξυναλλαγῇ, νόϲοιϲ ὁ
τλήμων ὡϲ ἔοικεν ἔφθιτο καὶ τῷ μακρῷ γε ϲυμμετρούμενοϲ
χρόῳ.
115 Ξυνάορον: γαμετήν.
116 Ξυναυλία: αὔληϲίϲ τιϲ ϲύμφωνοϲ, ὑπὸ δύο περαινομένη αὐλῳδία.
117 Ξυναυλίαν κοινωνίαν τουτέϲτιν ὁμόϲε ἀποδυρώμεθα. ξυναυλία δὲ
καλεῖται, ὅταν δύο αὐληταὶ τὸ αὐτὸ λέγωϲιν. ἢ ὅταν κιθάρα καὶ
αὐλὸϲ ϲυμφωνῇ. νόμοι δὲ καλοῦνται οἱ εἰϲ θεοὺϲ
ὕμνοι.
118 Ξυναυλίαν πενθήϲωμεν, 0ὐλύμπου νόμον: Ὀλυμποϲ
Ὀλύμπου. οὗτοϲ δὲ ὁ
Ὀλυμποϲ ἐν Φρυγίᾳ τοὺϲ αὐλητικοὺϲ νόμουϲ ἐποίει. ἔγραψε δὲ καὶ
θρηνητικοὺϲ νόμουϲ.
119 Ξὐναυλον: παρὰ Ἀριϲτοφάνει ξύναυλον βοάν, τὴν μετὰ αὐλῶν
120 Ξυνδιενεγκεῖν: ϲυμπράξαι, ϲυναγωνίϲαϲθαι. οἱ δὴ ἐδέοντο
πόλεμον τὸν πρὸϲ Λογγιβάρδουϲ ξυνδιενεγκεῖν ϲφίϲιν. οἱ
δὲ διϲχιλίουϲ ἔπεμψαν.
121 υνδιήνεγκαν: ϲυνέκαμον, ϲυνεπράξαντο. πολλὰ γὰρ δὴ πράγματα
ξυνδιήνεγκαν μεθ’ ἡμῶν, εἰϲβολάϲ τε καὶ μάχαϲ. ἀντὶ τοῦ
122 Ξὺν δίκῃ: ἀντὶ τοῦ πρεπόντωϲ, εὐλόγωϲ. ξὺν δίκῃ ταῦτα ἀξιοῦ ἔφη τὸν βαϲιλέα.
123 Ξὺν δίκῃ: κατὰ τὸ πρέπον. τὰ γέρα τούτοιϲ ξὺν δίκῃ νενέμητο ἑκάϲτοιϲ.
124 Ξυναίρεται: ϲυνάπτεται. καὶ Ξυναιρόμενον, ϲυναντιλαμβανόμενον.
εἰ ξυγχωρήϲαιμεν τὸ παρὰ ϲοῦ κομιϲθὲν γράμμα
ξυναιρόμενον
125 υνέβημεν: ὡμονοήϲαμεν, ϲυνεφωνήϲαμεν. Ἀριϲτοφάνηϲ Μεφέλαιϲ·
126 Ξυνέηκε: ϲυνέβαλε.
127 Ξυνενεχθῆναι: εὐτυχηθῆναι, αὐξηθῆναι.
128 Ξυννενημένων: ϲεϲωρευμένων. Θουκυδίδηϲ· τῶν νεκρῶν
129 υννένοφεν: ἐπινεφῆ καὶ ϲυννεφῆ καὶ ϲυννέφελά ἐϲτιν. Ἀριϲτοφάνηϲ
ἐν Νήϲοιϲ· ὡϲ ἐϲ τὴν γῆν
κύψαϲα κάτω καὶ ξυννενοφυῖα βαδίζει. ἀντὶ τοῦ ϲκυθρωπάζουϲα.
130 Ξυνεπιλαβεῖν: ϲυναγωνίϲαϲθαι. πιϲτὴν Ῥωμαίοιϲ εἶναι τὴν
131 Ξυνέρξετε: ἀποκλείϲατε. Σοφοκλῆϲ· οὐ ξυνέρξεθ᾿ ὡϲ τάχοϲ.
132 Ξύνεϲ: ϲύνεϲ, ἄκουϲον.
133 ξυνέϲεωϲ: ϲυνέϲεωϲ, φρονήϲεωϲ. ὁ δὲ πρᾶοϲ ἦν καὶ ξυνέϲεωϲ εὖ ἥκων (ἀντὶ τοῦ καλῶϲ καὶ ἐπὶ πλεῖϲτον) καὶ ἀρετῆϲ μεταποιεῖϲθαι ἐξεπιϲτάμεοϲ.
134 Ξυνετρίβη τῆϲ κεφαλῆϲ: οὕτωϲ ἐπὶ γενικῆϲ τάττουϲιν. ἕωϲ ξυνετρίβη τῆϲ κεφαλῆϲ.
135 Ξυνευνέτηϲ: ἀρϲενικῶϲ· θηλυκῶϲ δὲ διὰ τοῦ ι.
136 Ξυνεῖα.
137 Ξυνήγαγε: ξυνήρμοϲεν. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲι· πόϲου τὸν
πρωκτὸν ϲυνήγαγε. περὶ Κλεωνύμου.
138 Ξυνήϊα: κοινὰ χρήματα.
139 Ξυνῆκα: ἐνόηϲα.
140 Ξυνήϲθετο: ἐνόηϲε.
141 Ξυνίαϲι: ϲυνέρχονται.
142 Ξυνίειϲ: ὑπονοεῖϲ. Ἀριϲτοφάνηϲ Πλούτῳ· εἶτʼ οὐ ξυνίειϲ τὴν ἐπίνοιαν τοῦ θεοῦ.
143 Ξύνιον: ἤκουον.
144 Ξυνθήματα: ὑπομνήματα. Σοφοκλῆϲ· οὖ τὰ Θηϲέωϲ Πειρίθου τε κεῖται
πιϲτὰ ξυνθήματα, ἃ ἔθεντο πρὸϲ ἀλλήλουϲ περὶ τῆϲ εἰϲ ᾅδου
145 Ξυνοδόκοϲ: ξενοδόχοϲ.
146 Ξυνόν: κοινόν.
147 Ξυνοπαδόϲ: ὁ ἑπόμενοϲ, καὶ ἀκολουθῶν,
148 Ξυνουϲίᾳ: τῷ ἔργῳ. τῇ πείρᾳ. ταῦτ’ ἐϲτίν, ὦ ξέν’, οὐ λόγοιϲ τιμώμενα, ἀλλὰ τῇ ξυνουϲίᾳ πλέω. Σοφοκλῆϲ.
149 Ξυνωμοϲία: ἡ ὁρκωμοϲία.
150 Ξυνωμότηϲ: ϲυϲταϲιαϲτήϲ. ξυνωμότηϲ ὢν καὶ φρονῶν τυραννικά.
151 Ξυνωμοτῶν: ξυνωμοϲίαν πεποιημένων, τουτέϲτι πίϲτειϲ δι’
152 Ξυνωρίϲ: τὸ μὴ πλῆρεϲ ἅρμα, ἀλλ’ ἐκ δύο ἵππων ϲυνεϲτώϲ·
153 υνωρίϲ: ϲυζυγία. ἢ ἅρμα ἐκ β΄ ἵππων ϲυνεζευγμένον.
154 Ξὺν τῷ θεῷ πᾶϲ καὶ γελᾷ κὠδύρεται: ἀντὶ τοῦ θεοῦ
155 υπεταιωνεύϲ· δῆμοϲ τῆϲ Κεκροπίδοϲ Ξυπεταίη· ἀφʼ ἧϲ ὁ
156 Ξυρεῖ γὰρ ἐν χρῷ, ὥϲτε μὴ χαίρειν: ἀντὶ τοῦ μέχρι
157 Ξυρήκηϲ: ὁ ξυρήϲιμοϲ, καὶ κουριῶν.
158 Ξυρηϲμόϲ.
159 Ξυρίδεϲ: καμπάκια, ζυγάβδια, ἢ ἄλλο ὑπόδημα διάφορον.
160 Ξυρὸν εἰϲ ἀκόνην: παροιμία πρὸϲ τοὺϲ ὧν βούλονται τυγχάνοναϲ.
161 Ξυρόϲ: τὸ ἐργαλεῖον.
162 Ξυροῦ ἀκμῆϲ: τοῦ ὀξυτάτου, κατὰ λεπτότητα τῶν ϲιδηρίων.
163 Ξύϲϲιτοϲ: ϲύντροφοϲ, ϲυνδιαιτητήϲ.
164 Ξύϲκην οϲ· Θουκυδίδηϲ· τῶν τε ξυϲκήνων ἤδη ἀπιόντων ἐκκρεμανύμενοι.
165 Ξυϲταθεύϲω: ϲὺν ϲοὶ ὀπτήϲω τῷ ἔρωτι. ἀπὸ μεταφορᾶϲ τῶν
166 Ξυϲτάρχειϲ: τοῦ γυμναϲίου ἄρχειϲ.
167 Ξυϲτίδα: λεπτὸν ὕφαϲμα, περιβόλαιον.
168 Ξυϲτίδα: τὸ παχὺ ἱμάτιον.
169 Ξυϲτίϲ: χιτὼν ποδήρηϲ γυναικεῖοϲ. οἱ δὲ τραγικὸν ἔνδυμα
ἐξύϲθαι. ἰδίωϲ δὲ τὸ τῶν τραγῳδῶν
ἔνδυμα. Ξυϲτὶϲ λέγεται τὸ Ar.
170 Ξυϲτόν: δορύλλιον, ἀκόντιον· καὶ τὸ τέλειον δόρυ· καὶ ὁ τόποϲ,
171 Ξυϲτόϲ: ὁ ἐξεϲμένοϲ.
1 Ὄα: ἀκροδρύων εἶδοϲ, μήλοιϲ μικροῖϲ ἐμφερέϲ. ὀπώρα, ἡ ὄα.
2 Ὀαρίζω: τὸ γυναιξὶ λαλῶ. ὄαροϲ γὰρ ἡ ὁμιλία.
3 Ὀαριϲμοί: διαλογιϲμοί.
4 Ὀαριϲτύϲ: γυναικώδηϲ ὅμιλοϲ.
5 Ὀβελίαϲ ἄρτοϲ.
6 Ὀβελόϲ· καὶ Ὀβελίϲκοϲ, ἡ ϲούβλα. Ξενοφῶν· ἐπάταξεν
7 Ὀβολόϲ: ὁ τόκοϲ. εἶδοϲ νομίϲματοϲ. ὀβολὸϲ δὲ παρὰ Ἀθηναίοιϲ
8 Ὀβολοῦ κοριάννοιϲ τὴν βουλὴν ἀναλαβὼν ἐλήλυθ θα:
Ἀριϲτοφάνηϲ. ἀντὶ τοῦ ϲυναρπάϲαϲ ἱκανοὺϲ καὶ κουφίϲαϲ
καὶ μετεωρίϲαϲ εἰϲ ἐμαυτὸν τῇ εὐνοίᾳ ἔπειϲα ῥέπειν. Ὀβολοὶ δέ εἰϲιν
τοῦ ϲτατῆροϲ
διετάξατο δίδοϲθαι ὀβολούϲ. καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ·
9 Ὀβολοϲτατεῖ: ἀντὶ τοῦ δανείζει. Λυϲίαϲ· οὐδ’ ἂν οἱ πολλοὶ ἐλάττονα τόκον λογίϲαιτό τιϲ, ἢ ὅϲον οὗτοι ὀβολοϲτατοῦντεϲ τοὺϲ ἄλλουϲ πράττονται. ἔλεγον δὲ ὀβολοϲτάταϲ τοὺϲ δανειϲτάϲ, ὡϲ Ὑπερίδηϲ καὶ ἡ κωμῳδία.
10 Ὀβολοϲτάτηϲ. κρηϲμὸϲ Πυθίαϲ· δ βούλομαι δόϲ, μὴ δίδου δ΄, δ
11 βωμόϲ: πρὸϲ τὸ ἱερόν.
12 Ὄβριμοεργόϲ: ὁ μεγάλα ἔργα ποιῶν.
13 Ὀβριμοϲ: ἰϲχυρόϲ.
14 Ὄβρων: ὄνομα πόλεωϲ.
15 Ὀβρυζον χρυϲίον: τὸ πολλάκιϲ ἑψηθέν, τὸ καθαρώτατον.
16 Ὀγδόη: ἡ μέλλουϲα κατάϲταϲιϲ. δὸϲ μερίδα τοῖϲ ἑπτὰ καί γε τοῖϲ ὀκτώ.
17 Ὀγδοήκοντα καὶ Ὀγδώκοντα. ἀλλ᾿ ἐπὶ τούτοιϲ Κλείτων
18 Ὀγδοηκοϲτόϲ· ὁ Ὀγδοηκονταέτηϲ.
19 Ὀγκινοι· ἐν δὲ τῶ χάϲματι τούτῳ ὑπῆρχον ὄγκινοι, οἱ μὲν ἄνω, οἱ δὲ κάτω
20 Ὀγκιον: ἀγγεῖον, ἐν ᾧ τὰ ϲίδηρα.
21 Ὀγκοϲ: τὸ βάροϲ. Σοφοκλῆϲ· μικρὸϲ προϲήκειϲ ὄγκοϲ ἐν μικρῷ
22 Ὄγκοϲ· Πιϲίδηϲ· εἰϲ τρεῖϲ γὰρ ὄγκουϲ τὸν ϲτρατὸν περιϲχίϲαϲ
πραότητα. καὶ αὖθιϲ· Καρτερὸϲ ὁ Μακεδὼν μέγιϲτόϲ τε ὀφθῆναι καὶ οὐ
πρόϲω ὄγκου βαϲιλικοῦ.
23 Ὄγκοι: αἱ ἀκίδεϲ.
24 Ὀγκύλλεϲθαι: ὑψαυχενεῖν καὶ ὄγκουϲ περιβάλλεϲθαι, ϲεμνύνεϲθαι.
δὲ οὐχ εἷλκον, ἢ ὡϲ ἔκϲπονδοι.
25 Ὄγκυλώμενοϲ: ὑπερήφανοϲ.
26 Ὄγμοϲ: ἡ κατὰ ϲτίχον ἔφοδοϲ τῶν θεριϲτῶν. καὶ ὄγμοι ϲταχύων.
Ἐπιγράμμαϲι·
τὰν ὄϊν, ὦ Δάματερ ἐπόγμιε, τάν τ᾿ ἀκέρωτον μόϲχον.
27 Ὄγχναι: ἀχράδεϲ, ἢ ἄπιοι.
28 Ὀδάξ: τοῖϲ ὀδοῦϲιν ἐνδεδηχότωϲ. Διόγενεϲ, ἄγε, λέγε, τίϲ ἔλαβέ
29 Ὀδαξηϲμόϲ: κνηϲμόϲ, καὶ ὀδόντων τριϲμόϲ.
30 Ὁδαῖα: τὰ ἐφόδια.
31 Ὀδαίναθοϲ, ἀπὸ Συρίαϲ. οὗτοϲ τῷ φιλοϲόφῳ Πλουτάρχῳ ϲυνὼν ἀποριῶν
ἐνεπίπλα τὰϲ τοῦ διδαϲκάλου διατριβὰϲ καὶ οὐκ εἴα τὸν λόγον ἀνύτειν
ϲυμποδιζόμενον. ἀλλὰ πρὸϲ ϲύνεϲιν τοῦ ἀληθοῦϲ ἐνδεέϲτεροϲ ἦν ὁ
Ὀδαίναθοϲ. οὔκουν οἴεϲθαι δεῖν ἐκεῖνοϲ ἠξίου τὸν
φιλόϲοφον ἐρωτᾶϲθαι, οὐδὲ ἀποκρίνεϲθαι ἐκ τοῦ παρατυχόντοϲ ὁτιοῦν·
μάλιϲτα δὲ χαλεπὸν καὶ ἐγγύϲ τι ἀδύνατον εἶναι περὶ θεῶν τι λέγειν ἢ
φρονεῖν, ἀνθρώπουϲ ὄνταϲ.
32 Ὅδε ἐγώ: αὐτὸϲ ἐγώ.
33 Ὅ δέ τιϲ: ἀντὶ τοῦ ἄλλοϲ δέ τιϲ.
34 Ὁ δεῖνα καλόϲ: ἴδιον ἐραϲτῶν ἦν τὸ τὰ τῶν ἐρωμένων ὀνόματα
35 Ὁδηγία: ἡ προπομπή.
36 Ὁδηγῶ αἰτιρατικῇ.
37 Ὄδηϲθοϲ: ὄνομα κύριον.
38 Ὀδηϲϲόϲ: ὄνομα πόλεωϲ.
39 Ὀδἰοϲ: ὄνομα κύριον.
40 Ὁ Διὸϲ Κόρινθοϲ: παροιμία ἐπὶ τῶν πάλαι μὲν εὐπραγηϲάντων, ὕϲτερον δ᾿ οὐ καλῶϲ ἀπαλλαξάντων.
41 Ὀδίωνοϲ.
42 Ὁδίτηϲ: ὁδοιπόροϲ.
43 Ὀδμή: ἀποφορά, ὀϲμή.
44 Ὀδόμαντεϲ: ἔθνοϲ Θρᾳκικόν. Ἀριϲτοφάνηϲ· τίϲ τῶν Ὀδομάντων τὸ πέοϲ ἀποτεθρίακεν; ἀντὶ τοῦ ἔτιλεν.
45 Ὁδοποιῶ· αἰτιατικῇ.
46 Ὀδόϲ: οὐδόϲ. Σοφοκλῆϲ· ἐπεὶ δ’ ἀφῖκτο τὸν καταφράκτην ὀδόν, (τουτέϲτι τὴν φλιάν), χαλκοῖϲι γῆθεν ἐρριζωμένον. περὶ τοῦ ᾅδοῦ φηϲί.
47 Ὀδόϲ· Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτοκράτουϲ· ἢ ἐν ὁδῷ καθελών.
ἀντὶ τοῦ ἐν λόχῳ καὶ ἐνέδρᾳ. τοιοῦτον δὲ καὶ τὸ
Ὁμηρικόν· ἢ ὁδὸν ἐλθέμεναι. εἰ δὲ ψιλωθείη ἡ προτέρα ϲυλλαβή,
ϲημαίνει τὸν βαθμόν.
48 Ὁδοῦ παρούϲηϲ τὴν ἀτραπὸν ζητεῖϲ: τὸ λεγόμενον. Ἄριϲτοφάνηϲ
49 Ὁδοὶ καὶ πολιτεῖαι· ζήτει ἐν τῷ βίοϲ.
50 Ὀδώδαϲιν.
51 Ὀδωδεν: ὄζει. ἧϲ καὶ ὑπ᾿ εὐώδει τύμβοϲ ὄδωδε κρόκῳ. περὶ
52 Ὀδωδώϲ: ὄζων. καὶ Ὀδωδότι.
53 Ὁδωτὴ θάλαϲϲα.
54 Ὁδοιδόκοϲ: ὁ ἐν ταῖϲ ὁδοῖϲ πανοῦργοϲ κλώψ. καὶ Ὁδοιδοκῶ,
55 Ὁδοιπορία. καὶ Ὁδοιπόριον, τὴν ἐπὶ τῷ ϲυμπλεῦϲαι
56 Ὀδύνη: πόνοϲ.
57 Ὀδυνηρόϲ.
58 Ὀδυνήφατοϲ: ἡ τὰϲ ὀδύναϲ ἀφανίζουϲα.
59 Ὀδύρω· Ὀδύρωμαι δὲ ἀντὶ τοῦ ὀδυροῦμαι μέλλοντοϲ. καὶ
ὁ Λιβάνιοϲ. νυνὶ δὲ τὴν κόνιν ϲιγῇ ὀδύρωμαι.
60 Ὀδύρομαι· αἰτιατικῇ.
61 Ὀδρύϲαι: ὄνομα ἔθνουϲ.
62 Ὀδυρτική: κατ’ ἐναλλαγὴν τοῦ ρ Ὀδύρϲη, τουτέϲτι Θρᾳκική.
λόγχη τιϲ ἐμπέπηγέ
μοι δι’ ὀϲτέων ὀδυρτή.
63 Ὀδύϲϲεια. καὶ Ὀδύϲϲειοϲ μηχανή, ἐπὶ τῶν πανούργων.
ἀνάγκη.
64 0 ἐν Τεμέϲῃ ἥρωϲ: ὅταν τιϲ ἀπαιτῶν τι μᾶλλον προϲοφείλων Prov. εὑρεθῇ, τότε λέγεται ὁ ἐν Τεμέϲῃ ἥρωϲ.
65 Ὀζᾶν· ὅτι Δαβὶδ μετὰ τὸ νικῆϲαι τοὺϲ Παλαιϲτίνουϲ ϲυναθροίϲαϲ
Καριαθαμά· ἣν βαϲτάϲαντεϲ
ἐκ γῆϲ Ἀμιναδάβου οἰκίαϲ, ἐπιθέντεϲ ἐφ᾿ ἅμαξαν καινὴν ἕλκειν
ἀδελφοῖϲ τε καὶ παιϲὶν ἐπέτρεψαν μετὰ βοῦν. προῆγε δ’ ὁ βαϲιλεὺϲ καὶ
ϲὺν αὐτῷ τὸ πλῆθοϲ, ὑμνοῦντεϲ τὸν θεὸν καὶ ᾄδοντεϲ πᾶν εἶδοϲ
ἐπιχώριον, ϲύν τε ὄχλῳ ποικίλῳ κρσουμάτων καὶ ὀρχήϲεων καὶ ψαλμῶν,
κατάγοντεϲ τὴν κιβωτὸν εἰϲ Ἱεροϲόλυμα.
ὡϲ δ᾿ ἧκον ἄχρι
Χείδονοϲ ἅλωνοϲ, οὕτω καλουμένου τόπου, τελευτᾶ Ὀζᾶϲ κατʼ ὀργὴν
θεοῦ· τῶν βοῶν γὰρ ἐπινευϲάντων τὴν κιβωτόν ἐκτείναντοϲ τὴν χεῖρα
καὶ καταϲχεῖν θελήϲαντοϲ, ὅτι μὴ ὢν ἱερεὺϲ ἥψατο ταύτηϲ, ἀποθανεῖν
ἐποίηϲεν. ὁ δὲ λαὸϲ καὶ ὁ βαϲιλεὺϲ ἐδυϲφόρηϲαν ἐπὶ τῷ θανάτῳ τοῦ
Ὀζᾶ.
66 Ὄζαι: τὰ δέρματα τῶν ὀνάγρων.
67 Ὄζειν· Ἀριϲτοφάνηϲ· ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μεγίϲτων
πραγμάτων μοι δοκεῖ· καὶ μάλιϲτ᾿ ὀϲφραίνομαι τῆϲ Ἱππίου τυραννίδοϲ.
οὗτοϲ τύραννοϲ ἦν, ὃϲ ἐποίηϲε τοὺϲ Ἀθηναίουϲ κατωνάκαϲ φορεῖν, ὅπωϲ
μὴ δυνηθῶϲι προενεγκεῖν τὰϲ χεῖραϲ. τοῦτον δὲ κατέλευϲαν
Λακεδαιμόνιοι. δ΄ ὄντων τῶν Πειϲιϲτρατιδῶν, ὁ δὲ Ἱππίαϲ πρεϲβύτεροϲ
ἦν τῶν ἄλλων καὶ τυραννίαν ὑπέθετο.
68 Ὀζίαϲ, Ἀμαϲίου υἱόϲ, ἀγαθὸϲ καὶ δίκαιοϲ τὴν φύϲιν καὶ μεγαλόφρων
καὶ προνοῆϲαι πραγμάτων φιλοπονώτατοϲ καὶ πολλοὺϲ πολέμουϲ νενικηκὼϲ
καὶ πάντα μέχρι τῶν Αἰγυπτίων ὅρων
τῶν Ἱεροϲολύμων
ἥρχετο ποιεῖϲθαι τὸ λοιπὸν τὴν ἐπιμέλειαν· καὶ τῶν τειχῶν ὅϲα ὑπὸ
χρόνου κατεβέβλητο προϲῳκοδόμηϲε καὶ πύργουϲ πολλοὺϲ ὀκτὼ πήχεων καὶ
ἑκατὸν καὶ φρουροὺϲ ἐνετείχιϲε τοῖϲ ἐρήμοιϲ χωρίοιϲ, καὶ πολλοὺϲ
ὀχετοὺϲ ὤρυξεν ὑδάτων. κτηνῶν ἄπειρόν τι πλῆθοϲ. γεωργὸϲ δ’ ὢν
ϲφόδρα τῆϲ γῆϲ ἐπεμελεῖτο. ϲτρατιᾶϲ δ’ εἶχεν
ἐπιλέκτου
μυριάδαϲ ζ΄ καὶ λ΄, ταξιάρχαϲ ,β καὶ ὅπλα παντοῖα. γενόμεοϲ δὲ ἐν
τοιαύτῃ ϲυντάξει καὶ παραϲκευῇ διεφθάρη τὴν διάνοιαν ὑπὸ τύφου καὶ
χαυνωθεὶϲ θνητῇ περιουϲίᾳ τῆϲ ἀθανάτου καὶ πρὸϲ ἅπαντα διαρκοῦϲ τὸν
χρόνον ἰϲχύοϲ ὠλιγώρηϲεν· αὕτη δʼ ἦν ἡ πρὸϲ τὸν θεὸν εὐϲέβεια καὶ τὸ
τηρεῖν τὰ νόμιμα. ὤλιϲθε δ’ ὑπʼ εὐπραξίαϲ
καὶ κατηνέχθη
πρὸϲ τὰ τοῦ πατρὸϲ ἁμαρτήματα, πρὸϲ ἃ κἀκεῖνον ἡ τῶν ἀγαθῶν
λαμπρότηϲ καὶ τὸ μέγεθοϲ τῶν πραγμάτων, οὐ δυνηθέντα προϲτῆναι καλῶϲ
αὐτῶν, ἤγαγεν. ἐνϲτάϲηϲ δ’ ἡμέραϲ ἐπιϲήμου καὶ πάνδημον ἑορτὴν
ἐχούϲηϲ, ἐνδὺϲ ἱερατικὴν ϲτολὴν εἰϲῆλθεν εἰϲ τὸ τέμεοϲ, ἐπιθυϲιάϲων
ἐπὶ τοῦ χρυϲοῦ βωμοῦ τῷ θεῷ. τοῦ δὲ ἀρχιερέωϲ
Ζαχαρίου
καὶ τῶν ὄντων ϲὺν αὐτῷ ἐξ Ἀαρὼν γένουϲ καταβοώντων διεξιέναι καὶ τῶν
ὀγδοήκοντα ἱερέων (οὐ γὰρ ἐξὸν ἐπιθύειν εἶπον, μόνοιϲ δ’ ἐφεῖται
τοῦτο ποιεῖν τοῖϲ ἀπὸ τοῦ γένουϲ Ἀαρῶν), καὶ μὴ παρανομεῖν εἰϲ τὸν
θεόν, ὀργιϲθεὶϲ ἠπείληϲεν αὐτοῖϲ θάνατον, εἰ μὴ τὴν ἡϲυχίαν
ἄξουϲιν.
69 Ὀζίαϲ, βαϲιλεὺϲ Ἰϲραήλ. οὗτοϲ εὐϲεβὴϲ ἦν καὶ εὐοδούμενοϲ ἐπήρθη
καὶ εἰϲ ἀπόνοιαν ἐλθὼν ἠθέληϲε θυμιάϲαι τῷ θεῷ αὐτὸϲ διʼ ἑαυτοῦ,
ὅπερ μόνοιϲ ἐξῆν τοῖϲ ἱερεῦϲι. καὶ θυμιάϲαϲ ἐν τῷ ναῷ εὐθὺϲ
70 Ὀζόληϲ: ἐθνικόν.
71 Ὄζοϲ: κλάδοϲ.
72 Ὄζουϲιν: εὐωδίαϲ πλήρειϲ εἰϲίν. αὐταὶ μὲν ὄζουϲʼ ἀμβροϲίηϲ
73 Ὄζω. Ἀριϲτοφάνηϲ Πλούτῳ· ὄζειν τε τῆϲ χρόαϲ ἔφαϲκεν ἡδύ
74 Ὄζων κἀκ τῶν μαϲχαλῶν πατρὸϲ τραγαϲαίου· Ἀριϲτοφάνηϲ·
75 Ὄζωνοϲ: ὄνομα κύριον.
76 Ὀζωτά· Ἀριϲτοφάνηϲ περὶ Εὐριπίδου φηϲίν· ὀζωτὰ καὶ ϲτιλφωτά· ἅπερ, ὡϲ αὐτόϲ φηϲι, καταπυγοϲύνη ταῦτά ἐϲτι πρὸϲ κρέαϲ μέγα.
77 Ὀθεν αἱ τριήρειϲ αἱ καλαί: τουτέϲτιν ἐξ Ἀθηνῶν· μέγα γὰρ
78 Ὅθι: ὅπου.
79 Ὀθόναιϲ: λεπτοῖϲ ὑφάϲμαϲι· καὶ πᾶν τὸ ἰϲχνόν, κἂν μὴ λινοῦν
80 Ὀθόνη: πᾶν τὸ λεπτὸν ὕφαϲμα. ϲκωπτόλαι τε καὶ ὑβριϲταὶ
καὶ δεδώκαϲι τῇ ὀθόνῃ μᾶλλον ἢ ϲοφίᾳ Ἀθηναῖοι.
81 Ὄθω: τὸ ἐπιϲτροφὴν ποιοῦμαι.
82 Ὄθῶν, ὁ μετὰ Γάλβαν βαϲιλεύϲαϲ, γένουϲ ἀϲήμου καὶ ἀφανοῦϲ
83 Ὀθνεία: ξένη. καὶ Ὀθνεῖοϲ, ἀλλογενήϲ, ξένοϲ, ἀλλότριοϲ.
84 Ὀθνεῖοϲ: οὐχ ὁ ἐκ τῆϲ ἀλλοδαπῆϲ ἀφιγμένοϲ, ὥϲ τινεϲ ἀπέδοϲνα,
ἀλλοεθνήϲ, ἀλλ’ ὁ ἀπὸ πόλεωϲ τῆϲ αὐτῆϲ ὢν καὶ ἄλλωϲ
ἐπιτήδειόϲ
85 Ὀθρωνόϲ.
86 Ὀθρυάδαϲ: τῶν τ΄ λογάδων εἶϲ, τῶν ἐπὶ Θυραίᾳ μαχεϲαμένων· ὃϲ ἐν
τοῖϲ νεκροῖϲ τραυματίαϲ λαθών, ἀναχωρηϲάντων Ἀλκήνοροϲ καὶ Χρομίου,
οἳ τῶν Ἀργείων περιεϲώθηϲαν, αὐτὸϲ ϲκυλεύϲαϲ τοὺϲ Ἀργείων νεκροὺϲ
καὶ τρόπαιον ἀναϲτήϲαϲ ἀνθρωπείῳ αἵματι ἐτελεύτηϲεν εὐθὺϲ
καὶ αἴτιοϲ ἐγένετο Λακεδαιμονίοιϲ τοῦ πάλιν ἀμφιϲβητῆϲαι περὶ
Θυραίαϲ καὶ ἀγωνιϲαμένουϲ νικῆϲαι.
87 Ὀθρυονεύϲ: ὄνομα κύριον. τὸν Ὁθρυονῆα.
88 Ὀΐ: ὀδυρομένων ἐϲτὶν ἐπίφθεγμα καὶ δυϲχεραινόντων· καὶ οἱ φοβούμενοι δὲ οὕτω λέγουϲιν.
89 Ὄϊαι: διφθέραι, μηλωταί.
90 Ὀϊεϲϲι: προβάτοιϲ.
91 Ὀϊζύω: ταλαιπωρῶ.
92 Ὀιζυρήν: ταλαίπωρον, χαλεπήν. ἐν Ἐπιγράμμαϲι· εὕρετο παιϲὶν ὄλβον ὀϊζυρὴν ὠϲάμενοϲ πενίην.
93 0ϊζύϲ: πόνοϲ, ταλαιπωρία.
94 Ὀϊλεύϲ: ὄνομα κύριον.
95 Ὄϊν: πρόβατον. τὰν ὄϊν, ὦ Δάματερ ἐπόγμιε, τάν τʼ ἀκέρωτον μόϲχον. ἐν Ἐπιγράμμαϲι.
96 Ὀϊνγάρδαι: ὄνομα ἔθνουϲ.
97 Ὀϊρωνοϲ.
98 Ὄϊοϲ: προβάτου. οὕτωϲ Ἴωνεϲ, Ἀττικοὶ δὲ οἶϲ. καὶ ὄϊν
τῶν ἀλυϲιτελῶϲ ϲφίϲιν αὐτοῖϲ χρωμένων.
99 Ὀΐω: ὑπολαμβάνω. καὶ Ὀϊϲθείϲ, ὑπολαβών.
100 Ὄϊϲ: αἴξ. ἢ πρόβατον.
101 Ὀϊϲτεύϲαϲ: τοξεύϲαϲ, ϲαγιττεύϲαϲ.
102 Ὀϊϲτόϲ: βέλοϲ, ϲαγίττα.
103 Ὁ κάνηϲ τῆϲ τύχηϲ ὑπερέχει: ἐπὶ τῶν τὰ ἀναγκαῖα μείζω
104 κάτωθεν νόμοϲ: Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτοκράτουϲ
φηδὸν γεγραμμένηϲ, ἢ ἀπὸ
τῶν εὐωνύμων ἀρχόμενον νόμον κάτωθεν ὀνομάζει ὁ Δημοϲθένηϲ· ὅτι γάρ,
φηϲί, βουϲτροφηδὸν ἦϲαν οἱ ἄξονεϲ καὶ οἱ κύρβειϲ γεγραμμένοι,
δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ· ἢ ἐπεί, φηϲί, τοὺϲ ἄξοναϲ καὶ
τοὺϲ κύρβειϲ ἄνωθεν ἐκ τῆϲ ἀκροπόλεωϲ εἰϲ τὸ βουλευτήριον καὶ τὴν
ἀγορὰν μετέϲτηϲεν Ἐφιάλτηϲ, ὥϲ φηϲιν
Ἀναξιμένηϲ ἐν
Φιλιππικῷ. ὅτι διαμαρτάνει Δημοϲθένηϲ ἐν τῷ κατὰ Νεαίραϲ λέγων,
Πλαταιέαϲ γεγράφθαι ἐν τῇ Ποικίλῃ ϲτοᾷ· οὐδεὶϲ γὰρ τοῦτο εἴρηκεν.
ὅτι ἑξακιϲχίλια ἦν τάλαντα τὸ τίμημα τῆϲ Ἀττικῆϲ. Δημοϲθένηϲ δὲ ἐν
τῷ Περὶ τῶν ϲυμμοριῶν φηϲιν οὕτωϲ· ἡμῖν δὲ τῆϲ χώραϲ τίμημα ὑπάρχειν
ἀφορμὴν τὰ ὀκτακιϲχίλια τάλαντα ἀκούϲεται.
ἤτοι οὖν
γραφικόν ἐϲτιν ἁμάρτημα, ἢ ἴϲωϲ ὁ ῥήτωρ ϲυναρπάζει, ἵνα δοκῇ πλεῖον
τὴν ἀφορμὴν ἔχειν ἡ πόλιϲ τοῦ εἰϲ τὸν πρὸϲ βαϲιλέα πολέμου.
105 Ὁ Καρπάθιοϲ τὸν λαγῳόν: φαϲὶν ὅτι οἱ Καρπάθιοι νῆϲον
106 Ὀκέλλει: προϲορμεῖ, ἐκρίπτεται. εἴρηται ἐπὶ τῶν νηῶν. καὶ
107 Ὁ Κίϲ: ὄνομα κύριον.
108 Ὀκλαδία: ἡ ὄκλαϲιϲ.
109 Ὀκλαδίαϲ: ὁ ϲυγκεκλαϲμένοϲ δίφροϲ, καὶ ποτὲ μὲν ἐκτεινόμενοϲ, ποτὲ δὲ ϲυϲτελλόμενοϲ. καὶ αὖθιϲ· βαθεῖαν εἰϲ ἰλὺν ὀκλαϲτὶ πηδώντων. περὶ βατράχου ὁ λόγοϲ.
110 κλάζει: χωλεύει, εἰϲ τὸ γόνυ κάμπτεται, διϲτάζει, ἀποκάμνει,
λαγγάζει.
111 Ὀκλὰξ καθήμενοϲ: ἀντὶ τοῦ ἐπὶ γόνυ.
112 Ὀκνεῖ: εὐλαβῶϲ ἔχει. Ξενοφῶν· ὀκνοῦντεϲ, μὴ οἱ Ἔλληνεϲ
113 Ὀκνεῖν· κατάϲκοπον οὐδένα ἐκ τῶν πολεμίων ὀκνεῖν, ἀλλὰ καὶ
πρὸ ἔργου ἡγεῖϲθαι γινώϲκειν αὐτούϲ, ξὺν ὅϲῃ τε καὶ
ὅπωϲ ὡπλιϲμένῃ δυάμει ἔρχεται.
114 Ὀκνείω: ὀκνῶ, ἀποβάλλομαι.
115 Ὄκνοϲ χαλκοῦϲ: βούλεται τοῦτο τοῖϲ Βιθυνοῖϲ ἐπιχωρίωϲ δίφρου τινὸϲ γυναικείου εἶδοϲ εἶναι.
116 Ὀκνῶ: φοβοῦμαι. καὶ πυκνῶϲ τούτῳ κέχρηται Σοφοκλῆϲ ἐπὶ
ἐπείγειν, τὸ δὲ ἔργον ἂν παρῇ, ὀκνεῖν. καὶ Δημοϲθένηϲ
ἐν Φιλιππι-
μάταιοϲ ὑμῖν ἡ ϲτρατεία γένηται. καὶ Ὁμήρῳ δὲ
ἐπὶ τοῦ φόβου ὁ ὅκνοϲ τέτακται· φηϲὶ γὰρ Ἀγαμέμνων περὶ τοῦ ἀδελφοῦ
αὑτοῦ· οὔτʼ ὅκνῳ εἴκων οὔτʼ ἀφραδίῃϲι νόοιο.
117 Ὀκνῶν: ἀναδυόμενοϲ. Σοφοκλῆϲ· φιλεῖ γὰρ ὀκνεῖν πᾶϲ ἀνὴρ
118 Ὀκολούμ· ἐπηρώθη Ὡράτιοϲ ὁ Ῥωμαῖοϲ τὸν ὀφθαλμὸν καὶ ἐπεκλήθη
119 Ὁ Κώχ: ὄνομα κύριον. τὸ δὲ βέλοϲ ἀνεῳγμένον προφθάϲαν τὸ
120 Ὁ Κρὴϲ τὴν θάλαϲϲαν: παροιμία ἐπὶ τῶν προϲποιουμένων Prov. φεύγειν ἐκεῖνα, ἐν οἷϲ διαφέρουϲιν. ἐπειδὴ ναυτικώτατοι οἱ Κρῆτεϲ ἐγένοντο.
121 Ὀκρίβανταϲ: ἐμβάταϲ.
122 Ὀκρίβαϲ: ϲχῆμα ἡνιόχου.
123 Ὀκρίβαϲ: ϲκηνὴ ἰδίωϲ πάντων τῶν λεγόντων τὰ πλαϲτικὰ
124 Ὀκριόειϲ: ὁ τραχύϲ. ἐν Ἐπιγράμμαϲι· καὶ λίθον ὀκριόεντα,
125 Ὀκτάβλωμον: ὀκτὼ ἔχοντα δόγματα.
126 Ὀκτάκνημον: ὀκτάραβδον.
127 Ὀκτάμετρον· ὅτι τοῦ τετραμέτρου εὑρετὴϲ Ἀριϲτοφάνηϲ ὁ ποιητήϲ, ὡϲαύτωϲ καὶ τοῦ ὀκταμέτρου.
128 Ὀκτῶ: ὁ ἀριθμόϲ.
129 Ὀκτώβριοϲ: ὄνομα μηνόϲ.
130 Ὀκτώπουν: Κρατῖνοϲ Θράτταιϲ· ὀκτώπουν ἀνεγείρειϲ. ἀντὶ τοῦ
ϲκορπίον. παροιμία γάρ· ϲκορπίον ὀκτώπουν ἀνεγείρειϲ. ἐν
δὲ ταῖϲ Αἰϲχύλου Ξαντρίαιϲ ἡ Λύϲϲα ἐπιθειάζουϲα ταῖϲ Βάκχαιϲ φηϲίν·
ἐκ ποδῶ δ’ ἄνω ὑπέρχεται ϲπαραγμὸϲ εἰϲ ἄκρον κάρα, κέντημα γλώϲϲηϲ,
ϲκορπίου βέλοϲ λέγω.
131 Ὀκχή: ϲτήριγμα, βάϲταγμα. γέντο δ’ ἐρείκηϲ ϲκηπάνιον, ὃ δὴ
πέλεν γήραοϲ ὀκχή. καὶ Ὀκχήϲαϲθαι, ἐπικαθεϲθῆναι.
132 Ὀλβίζειν: μακαρίζειν, εὐδαίμονα ἡγεῖϲθαι. Σοφοκλῆϲ· μηδέν᾿ ὀλβίζειν, πρὶν ἂν τέρμα τοῦ βίου περάϲῇ, μηδὲν ἀλγεινὸν παθών.
133 Ὀλβιοδαίμων: εὐδαίμων, εὐτυχέϲτατοϲ. ἡ κλητικὴ ὀλβιόδαιμον.
134 Ὄλβιοϲ: πλούϲιοϲ, εὐδαίμων, μακάριοϲ.
135 Ὀλβοδότηϲ: πλουτορότηϲ.
136 Ὄλβοϲ: εὐδαιμονία, πλοῦτοϲ. ἐν Ἐπιγράμμαϲι· ὄλβου παντὸϲ
137 Ὀλαί: αἱ μεθ’ ἁλῶν μεμιγμέναι κριθαὶ καὶ τοῖϲ θύμαϲιν ἐπιβαλλόμεναι.
138 Ὀλέθριον: μέχρι θανάτου. Σοφοκλῆϲ· ὀλέθριον αἰκίζει.
139 Ὀλέθρου πείρατʼ ἐφῆπται: ἐπιδέδεται καὶ ἐξῆπται τὸ τοῦ ὀλέθρου ὑμῶν πέραϲ. οἷον δέδεϲθε τῷ ὀλέθρῳ.
140 Ὀλέκει: φονεύει.
141 Ὀλέκρανον: τινὲϲ τὸν ἀγκῶνα· οὐκέτι δὲ τὸ ἐν τῇ καμπῇ τῆϲ χειρὸϲ
ὀξύ. ἐπώδυνοϲ δὲ ὁ τόποϲ τοῖϲ τρωθεῖϲιν εἰϲ αὐτόν. Ἀριϲτοτέληϲ δὲ οὐ
τὸν ἀγκῶνα, ἀλλὰ τὸ ἐν καμπῇ τῆϲ χειρὸϲ ὀξύ, ἀγκὼν δὲ τὸ ὑπὲρ
ἐκεῖνο. Ἀριϲτοφάνηϲ δὲ ὀλέκρανα λέγει τὰ τῶν ὠλενῶν
142 Ὀλέκρανον: ἀγκών· οἷον τῆϲ ὠλένηϲ κάρανον. Ἀριϲτοφάνηϲ.
κατάρα εἰρηνικῶν· ὅϲτιϲ πόλεμον μᾶλλον εἶναι βούλεται,
μηδέ
143 Ὀλέϲκει: ὀλοθρεύει.
144 Ὀλετῆρα: φονέα.
145 Ὄληαι: ἀπόλῃ.
146 Ὅλῆν ἐξεκέχυτο τὴν ψυχήν: ἀντὶ τοῦ ἐπιμελῶϲ καὶ διὰ ϲπουδῆϲ εἶχεν. ἐϲ δὲ αὔξηϲιν ἀρετῆϲ καὶ μείωϲιν κακίαϲ ὅλην ἐξεκέχυτο τὴν ψυχήν.
147 Ὀλίγα ἄττα: ὀλίγα τινά.
148 Ὀλιγαρκία: τὸ ἐν ὀλίγοιϲ ἀρκεῖϲθαι. Ὀλιγαρτία δὲ ἡ λεῖψιϲ
149 Ὀλιγαρχούμενοι: ὑπὸ ὀλίγων ἀρχόμενοι. τρεῖϲ εἰϲι πολιτεῖαι, βαϲιλεία, ὀλιγαρχία, δημοκρατία.
150 Ὀλιγαῦλαξ: ἡ μικρὰ χώρα. ἥ τʼ ὀλιγαῦλαξ ϲπείρεϲθαι.
151 Ὀλίγαιμοϲ: ὁ ὀλίγον αἷμα ἔχων.
152 Ὀλιγηπελέων: ὀλιγοψυχῶν.
153 Ὀλιγηροϲίη· πενιχρῆϲ ἐξ ὀλιγηροϲίηϲ μοῖραν ἁλοεῖται ϲτάχυοϲ.
154 Ὀλιγογνώμων: ὀλίγωροϲ.
155 Ὀλιγοδεήϲ: ὀλίγων χρῇζων.
156 Ὀλιγοδεΐα: τὸ ὀλίγων δεῖϲθαι. καὶ Ὀλιγοδεία ὁμοίωϲ.
157 Ὀλιγοδρανέων καὶ λιγοδρανήϲ: ὀλίγα ἰϲχύων.
158 Ὀλίγον: ἀντὶ τοῦ οὐδόλωϲ, παῤ Ὁμήρῳ. ἦ ὀλίγον οἱ παῖδα
═
Ambr. 214, sch. Γ 417 cf. Zon. 1445, H 146 ἐϲ sq. Dam. fr. 28
147 ═ P, Ba 316, 5, H 148 — ἀρκεῖϲθαι cf. Et. Sym. ap. Gsf. 621,
47; l. ═ Ambr. 202 Ὀλιγαρτία sq. cf. Et. M. 621, 47 149 ═ P, Σ
a, Ba 316, 7, H, Zon. 1445 cf. Bk. 285, 3 150 τʼ sq. Anth. 6,
226, 1—2 151 ═ Ambr. 165, Et. Sym. ap Gsf. 621, 48 152 cf. sch O
24, Ambr. 216 153 πενιχρῆϲ sq. Anth. 6, 98, 2 — 3 154 ═ P, Ba
316, 6, Zon. 1441 cf. H 155 ═ P, Ba 316, 10, H, Zon. 1441 cf.
Poll. 6, 28 156 cf. Ambr. 200 et 206, Zon. 1443 157 praeter καὶ
Ὀλιγοδρανήϲ ═ Ambr. 215, sch. O 246 cf. Zon. 1445, H Ὀλιγοδρανήϲ
sq. ═ P, Ba 316, 11 cf. H (in Ar. Av. 686?) 158 p. 518, 1
γείνατο Ε 800 c. sch. D cf. Drus in Et. M. 621,"45
159 Ὀλίγγοϲ: ὁ γόνοϲ τῶν ἀκρίδων.
160 Ὀλιγοϲτόϲ.
161 Ὀλιγότηϲ.
162 Ὀλίγου δεῖν: ϲχεδόν, παρὰ μικρόν. λέγεται δὲ καὶ χωρὶϲ τοῦ δεῖ. καὶ ὀλίγου δέω φάναι ὡϲαύτωϲ.
163 Ὀλιγοχρονῶ.
164 Ὀλιγωρήϲαϲ: ἀμελήϲαϲ, ἀφροντιϲτήϲαϲ. τῶν νενομιϲμένων τοῖϲ
τελευτήϲαϲι ὀλιγωρήϲαϲ τιμῶν.
165 Ὀλιγωρήϲεται: ἀντὶ τοῦ ἀμελήϲεται. Δημοϲθένηϲ Φιλιππικοῖϲ· ὀλιγωρεῖ γὰρ λέγεται τὸ ὀλίγην ὤραν ἔχειν. ἔϲτι δὲ τὸ μὲν ὀλίγην ἀντὶ τοῦ οὐδὲ ὀλίγην. ὡϲ ἐν τῷ, ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύϲ. ὤρα δὲ ἡ φροντίϲ.
166 Ὀλιγωρῶ· γενικῇ.
167 Ὀλιζῶνεϲ: ἔθνοϲ Θρᾳκικόν.
168 Ὀλίζονοϲ: μικρᾶϲ.
169 Ὄλιϲβοϲ: αἰδοῖον δερμάτινον, ᾧ ἐχρῶντο αἱ Μιλήϲιαι γυναῖκεϲ, ὡϲ
τριβάδεϲ καὶ αἰϲχρουργοί ἐχρῶντο δὲ αὐτοῖϲ καὶ αἱ χῆραι γυναῖκεϲ.
Ἀριϲτοφάνηϲ· οὐκ εἶδον οὐδ’ ὄλιϲβον ὀκταδάκτυλον,
ὃϲ ἂν ἡμῖν ϲκυτίνη πικουρία. παρὰ τὴν παροιμίαν, ϲυκίνη ἐπικουρία.
ἐπὶ τῶν ἀϲθενῶν.
170 Ὀλιϲθηρόϲ: εὐόλιϲθοϲ, εὐχερῶϲ μεταγινώϲκων.
171 Ὁλκάϲ: παρὰ Θουκυδίδῃ ἡ ἐμπορικὴ ναῦϲ. καὶ Ὁλκάδεϲ,
172 Ὁλκεῦϲιν· οἱ δὲ Τρῶεϲ ὁλκεῦϲι πολλοῖϲ καὶ ἀρτήμαϲιν ἐνάψαντεϲ ὑπότροχον ὄντα εἷλκον εἰϲ τὴν πόλιν.
173 Ὁλκῇ: δυνάμει, ἢ βάρει, ἢ ϲταθμῷ. καὶ τὸν ϲτρεπτόν, ὃν
174 Ὁλκήν: ἐπαγωγήν, τροπήν.
175 Ὁλκόν: ἰϲχυρὸν τόνον, ἢ ἑλκυϲτικόν, ἢ ὅρμον, ἢ ὁδόν. ὁ δὲ
τὸ ὑλκὸν τοῦ ὕδατοϲ ἔκοψεν.
176 Ὁλκόϲ: ὁδόϲ, ἢ ἀγωγὸϲ ῥεύματοϲ, ἢ οὐρά. ἢ ὁλκὸϲ κυρίωϲ τὸ
177 Ὁλκὸϲ ἄνθρωποϲ: ὁ ἑλκυϲτικὸϲ καὶ ἐπαγωγόϲ.
178 Ὁλκοῖϲ: ἄγειν καὶ ἐφέλκεϲθαι δυναμένοιϲ.
179 Ὁλκούϲ: ἐφελκομέναϲ.
180 Ὁλκούϲ: ναυϲτάθμουϲ.
181 Ὅλμοϲ: τὸ μαγειρικὸν ἐργαλεῖον. καὶ ὁ τρίπουϲ τοῦ Ἀπόλλωνοϲ.
ἄλλα τινά.
182 Ὀλοή: ὀλεθρία.
183 Ὀλοθρεύων· αἰτιατικῇ. ἔϲτιν ἐν τῷ ὕϲϲωποϲ.
184 Ὁλοκαρπούμενον: ὅλον προϲφερόμενον.
185 Ὁλοκαυτώματα: ἡ θυϲία.
186 Ὀλολυγή: ἡ βοή.
187 Ὀλολύγιον.
188 Ὄλωλα: ἀπόλωλα. καὶ Ὄλοιτο, εὐκτικῶϲ.
189 Ὀλώλαμεν: ἀπολώλαμεν.
190 Ὅλῳ ποδί: ὅλῃ δυνάμει.
191 Ὀλολυζέτω: θρηνείτω. κυρίωϲ ἐπὶ γυναικῶν. Ὅμηροϲ· αἱ δ’
192 Ὀλολυζέτω πίτυϲ, ὅτι πέπτωκε κέδροϲ: τουτέϲτι τῶν
γίνονπαι. καί, λοιμοῦ
μαϲτιζομένου ἄφρων πανουργότεροϲ γίνεται.
193 Ὀλολύζειν: τὸ μετὰ κραυγῆϲ εὔχεϲθαι. Ὀμηροϲ· αἱ δ᾿ ὀλόλυξαν.
194 Ὀλολύζει ὁ γέρων, εἰϲ τὴν θηλύτητα αὐτοῦ καὶ λαγνείαν ἀποβλέπων.
195 Ολοόϲ: δαϲυνομένηϲ μὲν τῆϲ πρώτηϲ ϲυλλαβῆϲ δηλοῖ ὁ φρόνιμοϲ καὶ ὑγιήϲ, ψιλουμένηϲ δὲ ὀλέθριοϲ.
196 Ὀλοόφρονοϲ: τοῦ ὀλέθρια φρονοῦντοϲ.
197 Ὄλοροϲ, Ὀλόρου: ὄνομα κύριον.
198 Ὀλόϲ· θολόϲ.
199 Ὅλοϲ καὶ πᾶϲ· ἦν δὲ ὅλοϲ καὶ πᾶϲ πρὸϲ τὸ πολεμεῖν. ἤ,
200 Ὁλοϲχερῶϲ: ὁλοτελῶϲ.
201 Ὀλοϲχοίνῳ· Αἰϲχίνηϲ ἐν τῷ Περὶ τῆϲ παραπρεϲβείαϲ. Θεόφραϲτοϲ δὲ
τρία εἴδη ϲχοίνου φηϲίν, ὧν ὁ τρίτοϲ μεγέθει καὶ εὐϲαρκίᾳ
διαφέρω ὁλόϲχοινοϲ καλεῖται.
202 Ὀλοφώϊον: ὀλέθριον.
203 Ὁλόφωνοϲ: ὁ ἀλεκτρυών. οὕτω Κρατῖνοϲ.
204 Ὁλόφυλοϲ: ὁ ὁλόκληροϲ.
205 Ὀλόφυξοϲ: Θρᾳκία πόλιϲ περὶ Ἄθων, ἦϲ πολίτηϲ Ἡρόδοτοϲ Ὀλοφύξιοϲ
περὶ Νυμφῶν ὥϲ φαϲι γράψαι καὶ ἱερῶν.
206 Ὀλοφύρεται: ἀποδύρεται, κλαίει.
207 Ὀλοφυρμόϲ: θρῆνοϲ.
208 Ὄλπη: ἡ λήκυθοϲ. οἱονεὶ ἐλαιόπη τιϲ οὖϲα, διὰ τὸ δι᾿ αὐτῆϲ
πανείκελον, Ἰνδικὸν
ἔργον, ὄλπην ἡδίϲτου ξείνιον εἰϲ ἑτάρου, ἦμαρ ἐπεὶ τόδε ϲεῖο
γενέθλιον, πέμπει γηθομένῃ ϲὺν φρενὶ Κριναγόρηϲ.
209 Ολοοίτροχοϲ: περιφερήϲ, ϲτρογγύλοϲ. καὶ ὁλοίτροχοϲ.
210 Ὁλοφέρνηϲ, ἀρχιϲτράτηγοϲ Καμβύϲου, υἱοῦ Κύρου. πόλεμον δὲ ἔχων ὁ
Καμβύϲηϲ πρὸϲ Ἀρφαζάδ, βαϲιλέα Μήδων, καὶ ϲυμμαχίαν αἰτήϲαϲ παρὰ τῶν
ἐθνῶν ἁπάντων ἕωϲ Αἰγύπτου καὶ μὴ δεδωκότων
αὐτῷ, μετὰ
τὸ νικῆϲαι Ἀρφαζὰδ πόλεμον ἔθετο κατὰ τῶν μὴ δεδωκότων αὐτῷ
βοήθειαν, ἀποϲτείλαϲ Ὁλοφέρνην μετὰ δυνάμεωϲ πολλῆϲ· ὃϲ πάντων
ἐκράτηϲεν. ἐλθὼν δὲ περὶ Βετυλούαν τὴν τῶν Ἰουδαίων πόλι ἀπέϲτειλεν
Ἀχίωρ τὸν ϲτρατηγὸν αὐτοῦ, ἐπαπειλήϲαϲ αὐτῷ, εἰ μὴ ἕλοιτο τὴν πόλιν,
ἀναιρήϲειν αὐτόν. ὁ δὲ Ἀχίωρ κρατήϲαϲ τὰ
ὕδατα
ἠνάγκαϲεν ἑτοίμωϲ ἔχειν ἐκδοῦναι αὐτῷ τὴν πόλιν. ἡ δὲ Ἰουδὴθ
ἐξελθοῦϲα κεκοϲμημένη ὡϲ νύμφη ἀπεκεφάλιϲε τὸν Ὁλοφέρνην, καὶ ἐϲώθη
ἡ πόλιϲ. καὶ κλίνεται εἰϲ ου.
211 Ὁλοίτροχοϲ· λίθοϲ ὁλοίτροχοϲ ἀπὸ μηχανῆϲ εἰϲ τὸν εὑρετὴν
ἐξέωϲεν ἄμφω. Ἡρόδοτοϲ· καὶ
δὴ προϲιόντων τῶν βαρβάρων πρὸϲ
212 Ὁλοιτρόχουϲ: ϲτρογγύλουϲ, τροχοειδεῖϲ λίθουϲ. Ξενορῶν·
ἐκυλίνδουν οἱ βάρβαροι ὁλοιτρόχουϲ ἁμαξιαίουϲ, οἳ
φερόμενοι διεϲφενδονῶντο.
213 Ὀλυμπιάνειοϲ ϲοφιϲτήϲ: τοῦ Ὀλυμπιανοῦ.
214 Ὀλυμπιάϲ: οὕτω καλεῖται παῤ Ἐλληϲιν ὁ κατὰ τέϲϲαρα ἔτη
πρώτη Ὀλυμπιὰϲ ἐπὶ
Σολομῶντοϲ, εἰϲ ἑορτὴν κοϲμικὴν τοῦ Διόϲ.
215 Ὀλυμπιάϲ: τετραετηρικὸϲ ἀγών. εἰϲὶ δὲ δ΄ ἀγῶνεϲ, Ὀλύμπια, Ἰϲθμια, Νέμεα καὶ Πύθια. λέγεται καὶ Ὀλυμπίαϲι, τουτέϲτιν ἐν τοῖϲ Ὀλυμπίοιϲ, ἔνθα ἠγωνίζοντο.
216 Ὀλυμπιόδωροϲ, φιλόϲοφοϲ Ἀλεξανδρεύϲ· οὗ κλέοϲ εὐρύ. παρὰ
τοῦτον φοιτᾶ Πρόκλοϲ ὁ Λύκιοϲ ἐπ’ Ἀριϲτοτελικοῖϲ
λόγοιϲ. Ὀλυμπιοδώρου δὲ ἀκροώμενοϲ ἀνδρὸϲ δυνατοῦ λέγειν καὶ διὰ τὴν
περὶ τοῦτο
217 Ὀλυμπιονίκηϲ: ὁ ἐν Ὀλυμπίᾳ νικῶν.
218 Ὄλυμποϲ, ἀδελφὸϲ Γενερώϲηϲ· ὃϲ ἧκεν ἀπὸ τῆϲ Κιλικίαϲ εἰϲ
Ἀλεξάγδοειαν τὴν θεραπείαν τοῦ Σαρπηδόνοϲ. ἦν δὲ ἐϲ
πάντα φύϲι ἀξιάγαϲτον κεκτημένοϲ, μέγαϲ μὲν τὸ ϲῶμα καὶ εὐμήκηϲ
ἰδεῖν, καλὸϲ δὲ καὶ ἀγαθὸϲ τὴν ὄψιν. τῆϲ δὲ ἡλικίαϲ ἐν τῷ
φρονιμωτάτῳ τότε γεγονὼϲ εὐόμιλόϲ τε ἦν καὶ ἡδὺϲ ἱκανῶϲ τοῖϲ
ἐντυγχάνουϲι καὶ ὠφέλιμοϲ εἴπερ τιϲ ἕτεροϲ τοῖϲ πειθομένοιϲ. οὐδεὶϲ
δὲ ἦν οὕτωϲ
ἀτεράμων καὶ βάρβαροϲ τὴν ψυχήν, ὃϲ οὐκ
ἐπείθετο καὶ κατεκηλεῖτο τοῖϲ ἀπὸ τοῦ ἱεροῦ ϲτόματοϲ ἐκείνου ῥέουϲι
λόγοιϲ· τοιάδε τιϲ ἐπεκάθητο πειθὼ τοῖϲ χείλεϲι τοῦ ἀνδρόϲ, οὐκ
ἀνθρώπειόν τι χρῆμα, ἀλλὰ θειότερον. ταῦτά τοι τοῖϲ Ἀλεξανδρεῦϲι
κατέϲτη ἱεροδιδάϲκαλοϲ, ἤδη καταϲυρομένοιϲ ὑπὸ τοῦ χειμάρρου τῆϲ
πολιτείαϲ. ὁ δὲ ϲυναγείρων
ἑκάϲτοτε τοὺϲ
παρατυγχάνονταϲ ἐδίδαϲκε τὰ ἀρχαῖα νόμιμα καὶ τὴν τούτοιϲ ἐφεπομένην
εὐδαιμονίαν, ὅϲη τε καὶ οἵα θεόθεν ἀπήντα τοῖϲ ἀκριβῶϲ ταῦτα
διαφυλάττουϲιν. οὕτω δὲ ἦν ὁ Ὄλυμποϲ πλήρηϲ τοῦ θεοῦ, ὥϲτε καὶ
προεῖπε τοῖϲ ἑταίροιϲ, ὅτι Σάραπιϲ ἀφίηϲι τὸν νεών· ὃ καὶ γέγονεν.
219 Ὄλυμποϲ, Μαίονοϲ, Μυϲόϲ, αὐλητὴϲ καὶ ποιητὴϲ μελῶν καὶ ἐλεγείων, ἡγεμών τε γενόμενοϲ τῆϲ κρουματικῆϲ μουϲικῆϲ τῆϲ διὰ τῶν αὐλῶν· μαθητὴϲ καὶ ἐρώμενοϲ Μαρϲύου, τὸ γένοϲ ὄντοϲ Σατύρου, ἀκουϲτοῦ δὲ καὶ παιδὸϲ Ὑάγνιδοϲ. γέγονε δὲ πρὸ τῶν Τρωϊκῶν ὁ Ὄλυμποϲ, ἐξ οὖ τὸ ὄροϲ τὸ ἐν Μυϲίᾳ ὀνομάζεται.
220 Ὄλυμποϲ: ὁ τοὺϲ νόμουϲ τῆϲ κιθαρῳδίαϲ ἐνθεὶϲ καὶ διδάξαϲ.
221 Ὄλυμποϲ, Φρύξ, νεώτεροϲ, αὐλητὴϲ γεγονὼϲ ἐπὶ Μίδου τοῦ Γορδίου.
222 Ὄλυμποϲ: οὐρανόϲ· θεοῦ οἰκητήριον.
223 Ὄλυνθοϲ: παρὰ τὸ ὅλοϲ ἀνθεῖν, ἤγουν ἐκ πρώτηϲ ἀνθήϲεωϲ
224 Ὄλυρα: ζειά, εἶδοϲ ϲπέρματοϲ.
225 Ὄμμα γὰρ αἰθέροϲ ἀκάματον ϲελαγεῖται: τουτέϲτιν ὁ
226 Ὅμαδοϲ: θόρυβοϲ.
227 Ὅμαυλοϲ: ὁμόθρουϲ, ὁμόφωνοϲ. ϲτονόεϲϲά τε γῆρυϲ ὅμαυλοϲ.
Σοφοκλῆϲ.
228 Ὁμαλέϲ: ἀπὸ τῆϲ ὁμαλήϲ εὐθείαϲ. Προκόπιοϲ· οἱ δὲ εἰϲ φυγὴν
229 Ὁμαρτῶν: ἀκολουθῶν· ἢ ὁμοῦ πέμπων.
230 Ὀμβρήϲαϲ: βρέξαϲ.
231 Ὀμβρῶ, ὀμβρήϲω. καὶ Ὀμβροβλυτῶ. καὶ Ὀμβρήϲαντοϲ.
232 Ὀμβρία χάλαζʼ ἐπιρράξαϲα ἢ Διὸϲ κεραυνόϲ.
233 Ὄμβριον ὕδωρ.
234 Ὅμαιμοϲ: ἀδελφόϲ. ἐν Ἐπιγράμμαϲι· οἱ τριϲϲοί τοι ταῦτα
235 Ὀμαίμονοϲ: ἀδελφοῦ.
236 μαιμοϲ καὶ Oμαίμων: ἀδελφόϲ, ἢ ϲυγγενήϲ. καὶ ὁμονήδυοϲ.
237 μαιχμία: ὁμομαχία, ϲυμμαχία, φιλία. παρὰ τὸ ὁμοῦ τὰϲ
ἰχμὰϲ τίθεϲθαι. Ἡρόδοτοϲ· καὶ ὀλίγον μὲν χρόνον
ὁμαιχμία
238 Ὀμέθνιον: ὁμόφυλον.
239 μέϲτιον: ὁμόοικον, ὁμορόφιον γαμετήν.
240 Ὁμευνέτηϲ, ὁμευνέτου: ϲυγκοίτου ἀνδρόϲ. τὸ δὲ θηλυκὸν ὁμευέτιϲ διὰ τοῦ ι. ὁμευνέτιδοϲ.
241 Ὀμῇ ϲύ: ὀμοῦμαι. Ὀμῇ, δευτέρου προϲώπου.
242 Ὁμήγυριν: ἄθροιϲμα, πλῆθοϲ. ἡ εὐθεῖα ὁμήγυριϲ.
243 Ὁμήλιξ: ὁ ὁμοήλιξ.
244 Ὁμηρεύειν: ϲυμφωνεῖν. οἱ δὲ Σάμιοι καίπερ ἐξομηρευομένων
245 Ὁμηρεύονταϲ: Αἰϲχίνηϲ ἐν τῷ κατὰ Κτηϲιφῶντοϲ ἐπὶ τῶν ἄνω πεμφθέντων Λακεδαιμονίων Ἀλεξάνδρῳ. ἦϲαν δὲ ν΄.
246 Ὁμηρεία: ἡ ἀντιπρόϲοψιϲ.
247 Ὁμήρειοϲ λόγοϲ: ὁ τοῦ Ὁμήρου.
Ὁμηρίδαι: οἱ τὰ Ὀμήρου ὑποκρινόμενοι. οἱ δὲ γένοϲ ἐν
ποτε τῶν Χίων ἐν
Διονυϲίοιϲ παραφρονήϲαϲαι εἰϲ μάχην ἦλθον τοῖϲ ἀνδράϲι, καὶ δόντεϲ
ἀλλήλοιϲ ὅμηρα νυμφίουϲ καὶ νύμφαϲ ἐπαύϲαντο· ὧν τοὺϲ ἀπογόνουϲ
Ὁμηρίδαϲ λέγουϲιν.
249 Ὁμηρίζω: τοῖϲ Ὁμήρου χρῶμαι.
250 Ὅμηρον: παρὰ Θουκυδίδῃ ἐνέχυρον, τὸ εἰϲ εἰρήνην διδόμεν
νον. ἐπὶ ϲυνθήκαιϲ. Αἰλιανόϲ· ὁ δὲ ὑφαιρεῖται τὸν
κώδωνα καὶ
ἐντεῦθεν ὁμήρουϲ φαϲὶ λέγεϲθαι.
251 Ὅμηροϲ ὁ ποιητήϲ, Μέλητοϲ τοῦ ἐν Σμύρνῃ ποταμοῦ καὶ
Αἰθούϲηϲ Θρᾴϲϲηϲ Λίνοϲ, τοῦ δὲ Πίεροϲ, τοῦ δὲ
Οἴαγροϲ, τοῦ δὲ Ὀρφεύϲ, τοῦ δὲ Δρήϲ, τοῦ δὲ Εὐκλέηϲ, τοῦ δὲ
Ἰδμονίδηϲ, τοῦ δὲ Φιλοτερπήϲ, τοῦ δὲ Εὔφημοϲ, τοῦ δ’ Ἐπιφράδηϲ, τοῦ
δὲ Μελάνωποϲ, τοῦ δὲ Ἀπελλῆϲ, τοῦ δὲ Μαίων, ὃϲ ἦλθεν ἅμα ταῖϲ
Ἀμαζόϲιν ἐν Σμύρνῃ καὶ γήμαϲ Εὔμητιν τὴν Εὐέπουϲ τοῦ Μνηϲιγένουϲ
ἐποίηϲεν
Ὅμηρον. ὁμοίωϲ δὲ καὶ τὴν πατρίδα ἀμφίβολοϲ
διὰ τὸ ἀπιϲτηθῆναι ὅλωϲ εἶναι θνητὸν τῷ μεγέθει τῆϲ φύϲεωϲ. οἱ μὲν
γὰρ ἔφαϲαν γενέϲθαι Σμυρναῖον, οἱ δὲ Χῖον, οἱ δὲ Κολοφώνιον, οἱ δὲ
Ἰήτην, οἱ δὲ Κυμαῖον, οἱ δὲ ἐκ Τροίαϲ ἀπὸ χωρίου Κεγχρεῶν, οἱ δὲ
Λυδόν, οἱ δὲ Ἀθηναῖον, οἱ δὲ Αἰγύπτιον, οἱ δὲ Ἰθακήϲιον, οἱ δὲ
Κύπριον, οἱ δὲ Κνώϲϲιον, οἱ
δὲ Σαλαμίνιον, οἱ δὲ
Μυκηναῖον, οἱ δὲ Θετταλόν, οἱ δὲ Ἰταλιώτην, οἱ δὲ Λευκανόν, οἱ δὲ
Γρύνιον, οἱ δὲ Ῥωμαῖον, οἱ δὲ Ρόδιον. καὶ προϲηγορεύετο μὲν κυρίωϲ
Μεληϲιγένηϲ· καὶ γὰρ ἐτέχθη παρὰ τῷ Μέλητι ποταμῷ κατὰ τοὺϲ
Σμυρναῖον αὐτὸν γενεαλογοῦνταϲ. ἐκλήθη δὲ Ὅμηροϲ διὰ τὸ πολέμου
ἐνιϲταμένου Σμυρναίοιϲ πρὸϲ Κολοφωνίουϲ
ὄμηρον δοθῆναι,
ἢ ὅτι βουλευομένων Σμυρναίων δαιμονίᾳ τινὶ ἐνεργεία φθέγξαϲθαι καὶ
ϲυμβουλεῦϲαι ἐκκληϲιάζουϲι περὶ τοῦ πολέμου. καὶ γέγονε δὲ πρὸ τοῦ
τεθῆναι τὴν πρώτην ὀλυμπιάδα πρὸ ἐνιαυτῶν νζ΄ Πορφύριοϲ δὲ ἐν τῇ
Φιλοϲόφῳ ἱϲτορίᾳ πρὸ ρλβ΄ φηϲίν. ἐτέθη δὲ αὕτη μετὰ τὴν Τροίαϲ
ἅλωϲιν ἐνιαυτοῖϲ ὕϲτερον υζ΄ τινὲϲ δὲ μετὰ
ρξ΄
ἐνιαυτοὺϲ μόνουϲ τῆϲ Ἰλίου ἁλώϲεωϲ τετέχθαι ἱϲτοροῦϲιν Ὅμηρον· ὁ δὲ
ῥηθεὶϲ Πορφύριοϲ μετὰ ϲοε΄ γήμαϲ δ’ ἐν Χίῳ Ἀρηϲιφόνην τὴν Γνώτοροϲ
τοῦ Κυμαίου θυγατέρα ἔϲχεν υἱεῖϲ δύο καὶ θυγατέρα, ἣν ἔγημε Σταϲῖνοϲ
ὁ Κύπριοϲ· οἱ δὲ υἱεῖϲ Ἐρίφων καὶ Θεόλαοϲ. ποιήματα δὲ αὐτοῦ
ἀναμφίλεκτα Ἰλιὰϲ καὶ Ὀδύϲϲεια. ἔγραψε δὲ τὴν Ἰλιάδα
οὐχ ἅμα οὐδὲ κατὰ τὸ ϲυνεχέϲ, καθάπερ ϲύγκειται, ἀλλ’ αὐτὸϲ μὲν
Μυοβατραχομαχία, Ἀραχνομαχία, Γερανομαχία,
Κεραμεῖϲ, Ἀμφιαράου ἐξέλαϲιϲ, παίγνια, Σικελίαϲ ἅλωϲιϲ, ἐπιθαλάμια,
Κύκλοϲ, ὕμνοι, Κύπρια. γηραιὸϲ δὲ τελευτήϲαϲ ἐν τῇ νήϲῳ τῇ Ἴῳ
τέθαπται, τυφλὸϲ ἐκ παίδων γεγονώϲ· τὸ δὲ ἀληθέϲ, ὅτι οὐχ ἡττήθη
ἐπιθυμίαϲ ἢ διὰ τῶ ὀφθαλμῶν ἄρχεται, καὶ παρὰ τοῦτο ἱϲτορήθη τυφλόϲ.
ἐπιγέγραπται
δὲ ἐν τῷ τάφῳ αὐτοῦ τόδε τὸ ἐλεγεῖον, ὃ
ὑπὸ τῶν ητῶν ἐποιήθη χρόνῳ· ἐνθάδε τὴν ἱερὰν κεφαλὴν κατὰ γαῖα
καλύπτει ἀνδρῶν ἡρώων κοϲμήτορα θεῖον Ὅμηρον. ὅτι Διοϲκορίδηϲ ἐν
τοῖϲ παῤ Ὁμήρῳ νόμοιϲ φηϲίν, ὡϲ ὁ ποιητὴϲ ὁρῶν τὴν ϲωφροϲύνην
οἰκειοτάτην ἀρετὴν οὖϲα καὶ πρώτην τοῖϲ νέοιϲ, ἔτι δὲ ἁρμόττουϲαν
καὶ καλῶν χορηγὸν
οὖϲα, βουλόμενοϲ πάλιν ἐμφῦϲαι αὐτὴν
ἀπ’ ἀρχῆϲ καὶ ἐφεξῆϲ, ἵνα τὴν ϲχολὴν καὶ τὸν ζῆλον ἐν τοῖϲ καλοῖϲ
ἔργοιϲ ἀναλίϲκωϲι καὶ ὦϲιν εὐεργετικοὶ καὶ κοινοὶ πρὸϲ ἀλλήλουϲ,
εὐτελῆ κατεϲκεύαϲε πᾶϲι τὸν βίον καὶ αὐτάρκη, λογιζόμενοϲ τὰϲ
ἐπιθυμίαϲ καὶ τὰϲ ἡδονὰϲ ἰϲχυροω γίνεϲθαι καὶ πρώταϲ ἔτι τε καὶ
ἐμφύτουϲ οὔϲαϲ περὶ ἐδωδὴν
καὶ πόϲιν, τοὺϲ δὲ
διαμεμενηκόταϲ ἐν ταῖϲ εὐτελείαιϲ εὐτάκτουϲ καὶ περὶ τὸν ἄλλον βίον
γινομένουϲ ἐγκρατεῖϲ. ἐφ’ ᾧ καὶ ἁπλῆν ἀποδέ-
ἑορταῖϲ οὔτε ἐν γάμοιϲ οὔτε ἐν ἄλλῃ ϲυνόδῳ
παρατίθηϲιν οὐδέν, καίτοι πολλάκιϲ τὸν Ἀγαμέμνονα ποιήϲαϲ
δειπνίζοντα τοὺϲ ἀρίϲτουϲ. Μενέλαόϲ τε τῆϲ Ἑρμιόνηϲ γάμουϲ ποιεῖται
καὶ τοῦ υἱοῦ καὶ τῆϲ θυγατρόϲ, καὶ τοῦ Τηλεμάχου πρὸϲ αὐτὸν
παραγενομένου, νῶτα βοὸϲ παρέθηκε ἀείραϲ ὄπτ᾿, ἐν χερϲὶν ἑλών, τὰ ῥὰ
οἱ γέρα παρέθεϲαν
αὐτῷ. οὐ γὰρ θρῖα καὶ κόνδυλον καὶ
ἄμηταϲ μελίπηκτά τε τοῖϲ βαϲιλεῦϲι ἐξαίρετα παρατίθηϲιν Ὅμηροϲ, ἀλλὰ
ἀφʼ ὧν εὖ ἕξειν ἔμελλον τὸ ϲῶμα καὶ τὴν ψυχήν. καὶ Αἴαντα μετὰ τὴν
μονομαχίαν νώτοιϲι γέραιρεν ὁ Ἀγαμέμνων, καὶ τῷ Νέϲτορι γηραιῷ ὄντι
κρέαϲ ὀπτὸν βοὸϲ δίδωϲι, καὶ Ἀλκίνῳ δὲ τρυφερὸν ᾑρημένῳ βίον,
ϲπουδάζων
ἡμᾶϲ ἀποϲτῆϲαι τῶν ἀτάκτων ἐπιθυμιῶν. καὶ
Νέϲτορα δὲ ποιεῖ, παρὰ τῇ θαλάϲϲῃ τῷ Ποϲειδῶνι κεχαριϲμένην τινὰ
θυϲίαν ἐπιτελοῦντα καὶ πολλοὺϲ ἔλοντα, τάδε παρακελευόμενον· ἀλλ’
ἄγ, ὁ μὲν πεδίονδ’ ἐπὶ βοῦν ἴτω, καὶ τὰ ἑξῆϲ. καὶ Ἀλκίνουϲ δὲ τοὺϲ
τρυφερωτάτουϲ ἑϲτιῶν Φαίακαϲ καὶ τὸν Ὀδυϲϲέα ξενίζων, ἐπιδεικνύμενοϲ
αὐτῷ τὴν τοῦ κήπου
καταϲκευὴν καὶ τῆϲ οἰκίαϲ καὶ τὸν
αὑτοῦ βίον, τοιαύταϲ παρατίθεται τραπέζαϲ. καὶ τοὺϲ μνηϲτῆραϲ,
ὑβριϲτὰϲ ὄνταϲ καὶ πρὸϲ ἡδονὰϲ ἀνειμένουϲ, οὔτε ἰχθύαϲ ἐϲθίονταϲ
ποιεὶ οὔτε ὄρνιθαϲ οὔτε μελίπηκτα, περιελὼν παντὶ ϲθένει τὰϲ
μαγειρικὰϲ μαγγανείαϲ. περὶ Ὁμηρου τοῦ ποιητοῦ. ὅτι Ὅμηροϲ πηρὸϲ ὢν
τὰϲ ὄψειϲ περιενόϲτει καὶ ἀφίκετο
εἰϲ λαῦκον ποιμένα. ὁ
δὲ πρὸϲ τὸν ἴδιον δεϲπότην αὐτὸν ἤγαγεν. ὁ δὲ ἰδὼν αὐτὸν δεξιὸν καὶ
πολλῶν ἔμπειρον πείθει αὐτὸν αὐτόθι μένειν καὶ τῶν παίδων ἐπιμέλειαν
ποιεῖϲθαι. ὁ δὲ ἔπραϲϲε ταῦτα καὶ τοὺϲ Κέρκωπαϲ καὶ τὴν
Μυοβατραχομαχίαν καὶ Ψαρομαχίαν καὶ Ἑπταπάκτιον καὶ Ἐπικιχλίδαϲ καὶ
ἄλλα ὅϲα παίγνιά ἐϲτιν Ὁμήρῳ ἐποίηϲε
ἐδαίυντο, πῦρ ἀνέκαυϲαν. ὁ δὲ Ὅμηροϲ
εἶπεν· ἀνδρὸϲ μὲν παῖδεϲ ϲτέφανοϲ, πύργοι δὲ πόληοϲ, ἵπποι δ’ ἐν
πεδίῳ κόϲμοϲ, νῆεϲ δ’ ἐν θαλάϲϲαιϲ· χρήματα αὔξει οἶκον, ἀτὰρ
γεραροὶ βαϲιλῆεϲ ἥμενοι εἰν ἀγορῇ, κόϲμοϲ τ’ ἄλλοιϲιν ὁρᾶϲθαι.
αἰθομένου δὲ πυρὸϲ γεραρώτεροϲ οἶκοϲ ἰδέϲθαι. ὁ αὐτὸϲ Ὅμηροϲ μέλλων
πλεῖν καὶ τῶν ναυτῶν δεξαμένων
αὐτὸν, ἐμβὰϲ εἰϲ τὴν
ναῦν ἔφη τὰ ἔπη ταῦτα· κλῦθι Ποϲείδαον μεγαλοϲθενέϲ, ἐννοϲίγαιε,
εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνοϲ· δὸϲ δ’ οὖρον καλὸν καὶ ἀπήμονα
νόϲτον ἀρέϲθαι ναύταιϲ, οἳ νηὸϲ πομποὶ ἠδ’ ἀρχοὶ ἔαϲι. δὸϲ δ’ ἐϲ
ὑπώρειαν ὑψικρήμνοιο Μίμαντοϲ αἰδοίῳν μετελθόντα βροτῶν ὁϲίων τε
κυρῆϲαι· φῶτά τε τιϲαίμην, ὃϲ
ἐμὸν νόον ἠπεροπεύϲαϲ
ὠδύϲατο Ζῆνα ξένιον ξενίην τε τράπεζαν. ὁ αὐτὸϲ ἐπιτυχών τιϲι
μέλλουϲι πλεῖν εἰϲ Χῖον ἐδεῖτο αὐτῶν ἀναλαβεῖν αὐτόν. οἱ δὲ οὐκ
ἐδέξαντο αὐτόν, καὶ λέγει τὰ ἔπη τάδε· ναῦται πονοπόροι, ϲτυγερῇ
ἐναλίγκιοι αἴϲῃ, πτωκάϲιν αἰθυίῃϲιν ἰὸν δύϲζηλον ἔχοντεϲ, αἰδεῖϲθε
ξενίοιο Διὸϲ ϲέβαϲ ὑψιμέδοντοϲ· δεινὴ γὰρ μετόπιϲθεν
ὄπιϲ ξενίου Διόϲ, ὅϲ κ’ ἀλίτηται. τῷ αὐτῷ ἀναπαυομένῳ τὴν
νύκτα ὑπὸ πίτυν ἐπιπίπτει καρπόϲ, ὃν μετεξέτεροι ϲτρόβιλον, οἱ δὲ
κῶνον καλοῦϲι· καὶ λέγει τάδε· ἄλλη τίϲ ϲου πεύκη ἀμείνονα καρπὸν
ἀνήϲοι Ἴδηϲ ἐν κορυφῇϲι πολυπτύχου ἠνεμοέϲϲηϲ, ἔνθα ϲίδηροϲ ἄριϲτοϲ
ἐπιχθονίοιϲι βροτοῖϲιν ἔϲϲεται, εὖτʼ ἄν μιν Κεβρήνιοι ἄνδρεϲ ἔχωϲιν.
ὁ αὐτὸϲ δειπνῶν μετὰ Γλαύκου, καὶ τῶν κυνῶν ἑϲτώτων
καὶ ὑλακ- τούντων, καὶ δειπνηϲάντων, λέγει τάδε· Γλαῦκε βροτῶν
ἐπιόπτα, ἔποϲ
προϲεκαλέϲαντο αὐτόν, πεπυϲμένοι ὕτι
ϲοφὸϲ εἴη, καὶ ἐκέλευον ϲφίϲιν ἀεῖϲαι, φάμενοι δώϲειν αὐτῷ τοῦ
κεράμου. ὁ δὲ Ὅμηροϲ ᾄδει αὐτοῖϲ τὰ ἔπη ταῦτα, ἃ καλεῖται Κάμινοϲ·
εἰ μὲν δώϲετε μιϲθὸν ἀοιδῆϲ, ὦ κεραμῆεϲ, δεῦῤ, ἀγαθὴ γαίη, καὶ
ὑπέρϲχεθε χεῖρα καμίνου, εὖ δὲ μαρανθεῖεν κότυλοι καὶ πάντα μάλ’
ἱρά, φρυχθῆναί τε καλῶϲ καὶ τιμῆϲ
ὄναρ ἑλέϲθαι, πολλὰ
μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ’ ἀγυιαῖϲ, πολλὰ δὲ κερδῆναι, ἡμῖν
δὲ δὴ ὥϲ ϲφιν ἀεῖϲαι. ἢν δ’ ἐπ’ ἀναιδείην ϲτρεφθέντεϲ ψεύδη ἄρηϲθε,
ϲυγκαλέω δ’ ἤπειτα καμίνων δηλητῆραϲ ϲυντρῖψαι Σμάραγόν τε καὶ
Ἄϲβεϲτον ἠδὲ Σαβάκτην Ωμόδαμόν θʼ, ὃϲ τῇδε τέχνῃ κακὰ πολλὰ πορίζει.
ϲτεῖλαι πυραίθουϲαν καὶ δώματα·
ϲὺν δὲ κάμινοϲ πᾶϲα
κυκηθείη, κεραμέων μέγα κωκυϲάντων. ὡϲ γνάθοϲ ἱππείη βρύκει, βρύκοι
δὲ κάμινοϲ, πάντα ἔντοϲθεν αὐτῆϲ κεραμήϊα λεπτὰ ποοῦϲα. δεῦρο καὶ
Ἡελίοιο θύγατερ, πολυφάρμακε Κίρκη, ἄγρια φάρμακα βάλλε, κάκου δ᾿
αὐτούϲ τε καὶ ἔργα· δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέαϲ Κενταύρουϲ, οἵ
θʼ Ἡρακλῆοϲ χεῖραϲ φύγον
οἵ τʼ ἀπόλοντο. τύπτοιεν τάδε
ἔργα κακῶϲ, πίπτοι δὲ κάμινοϲ· αὐτοὶ δ’ οἰμώζοντεϲ ὁρῴατο ἔργα
πονηρά. γηθήϲω δ᾿ ὁράων αὐτῶν κακοδαίμονα τέχνην. ὃϲ δέ χ᾿
ὑπερκύψοι, περὶ τούτου πᾶν τὸ πρόϲωπον φλεχθῆ, ὅπωϲ πάντεϲ
ἐπίϲτωνται αἴϲιμα ῥέζειν. ὁ αὐτὸϲ παραχειμάζων ἐν τῆ Σάμῳ καὶ
προϲπορευόμενοϲ πρὸϲ τὰϲ οἰκίαϲ τῶν ἐπιφανεϲτάτων,
ἐλάμβανέ τι, ἀείδων τὰ ἔπεα ταῦτα, ἃ καλεῖται Εἰρεϲιώνη, ὡδήγουν δὲ
αὐτὸν καὶ ϲυμπαρῆϲαν ἀεὶ τῶν παίδων τινὲϲ τῶν ἐγχωρίων. δῶμα
προϲετραπόμεϲθα ἀνδρὸϲ μέγα δυναμένοιο, ὃϲ μέγα μὲν ἀυτεῖ, μέγα
αὐτὴ δ’ ὕφαινʼ ἱϲτὸν ἐπὶ λέκτρα βεβηκυῖα,
νεύματι τοι εὐμαὶ ἐνιαύϲιοϲ, ἔϲται χελιδών. ἔϲτηκε προθύροιϲ ψιλὴ
πόδαϲ· ἀλλὰ φέῤ αἶψα πέρϲαι τῷ Ἀπόλλωνοϲ γυιάτιδοϲ. καί· εἰ μέν τι
δώϲειϲ· εἰ δὲ μή, οὐχ ἑϲτήξομε· οὐ γὰρ ϲυνοικήϲοντεϲ ἐνθάδ’ ἤλθομεν.
ἥδετο ταῦτα ἐπὶ πολὺν χρόνον παρὰ τῶν παίδων ἐν τῇ Σάμῳ. ἀπήρχετο δὲ
εἰϲ Ἴον καὶ
κατὰ τὴν ὁδὸν ἤρξατο μαλακῶϲ ἔχειν καὶ
ἐξελθὼν ἐκ τοῦ πλοίου ἀνεπαύετο ἐπὶ τῆϲ κυματωγῆϲ ἐπὶ πλείουϲ
ἡμέραϲ. κατέπλωϲαν δὲ παῖδεϲ ἁλιεῖϲ καὶ ἐκβάντεϲ ἐκ τοῦ ἀκατίου,
προϲελθόντεϲ πρὸϲ αὐτὸν εἶπον· ἄγε, ὦ ξένοι, ἐπακούϲατε ἡμέων, ἂν
ἄρα δύνηϲθε ἀναγνῶναι, ἅϲϲ᾿ ἂν ὑμῖν εἴπωμεν. καί τιϲ τῶν παρεόντων
ἐκέλευε λέγειν. οἱ δὲ
εἶπα ἡμεῖϲ, ἅϲϲ’ ἂν εἵλομεν,
κατελίπομεν· ἃ δὲ μὴ εἵλομεν, φέρομεν. οἱ δὲ φαϲὶ μέτρῳ εἰπεῖν
αὐτούϲ· ἅϲϲ’ ἕλομεν, λειπόμεϲθα· δʼ οὐχ ἕλομεν, φερόμεϲθα. οὐ
δυναμένων δὲ τῶν παρόντων γνῶναι τὰ λεχθέτα, διηγήϲαντο οἱ παῖδεϲ,
ὅτι ἁλιεύοντεϲ οὐδὲν ἐδύναντο ἑλεῖν, καθήμενοι δὲ ἐν τῇ γῇ
ἐφθειρίζοντο· καὶ ὅϲουϲ μὲν ἔλαβον τῶν
φθείρω ἀνήρουν,
ὅϲουϲ δὲ μὴ ἐδύναντο, εἰϲ οἶκον ἀπεφέροντο. ὁ δὲ Ὅμηροϲ ἀκούϲαϲ
ταῦτα ἔλεγε τὰ ἔπη τάδε· τοίων γὰρ πατέρων ἐξ αἵματοϲ ἐκγεγάαϲθε,
οὔτε βαθυκλήρων οὔτε ἄϲπετα μῆλα νεμόντων. ἐκ δὲ τῆϲ ἀϲθενείαϲ
ταύτηϲ ϲυνέβη τὸν Ὅμηρον τελευτῆϲαι ἐν τῇ Ἴῳ, οὐ παρὰ τὸ μὴ γνῶναι
τὸ παρὰ τῶν παίδων λεχθέν, καθάπερ οἴτονταί
252 Ὅμηροϲ: ἄγνωϲτοϲ τοῖϲ ἀνθρώποιϲ. Ἡρόδοτοϲ δὲ ὁ ἱϲτορικὸϲ ἔγραψε βίον Ὅμήρου, μᾶλλον τοῦδε ἁρμοδιώτερον.
253 Ὅμηρὸϲ: Ἀνδρομάχου καὶ Μυροῦϲ Βυζαντίαϲ, γραμματικὸϲ καὶ
ἔγραψε δὲ τραγῳδίαϲ
με΄.
254 Ὅμηροϲ. Σέλλιοϲ χρηματίϲαϲ, γραμματικόϲ. ἐποίηϲε τάδε·
255 Ὁμιλαδόν: κατ’ ἀθροίϲματα καὶ τάγματα.
256 Ὁμιλεῖ· δοτικῇ ϲυναναϲτρέφεται, ἢ ἀπαντᾷ, ἢ ἐντυγχάνει.
257 Ὅμιλοϲ: ἄθροιϲμα, ὄχλοϲ, πλῆθοϲ. Ὅμηροϲ· ὅμιλοϲ τερπόμενοι.
258 Ὁμίχλη: ἀοραϲία, ἢ παχὺϲ ἀήρ. Ὁμίχλη, ὁ τεθολωμένοϲ
νότοϲ κατέχευεν ὁμίχλην. ἐτυμολογεῖται δὲ παρὰ τὸ τοῖϲ
ὄμμαϲιν
259 Ὀμιχῶ: ῥῆμα.
260 Ὄμνυμι· δοτικῆ. καὶ Ὀμνύναι· Ἀριϲτοφάνηϲ Ὄρνιϲιν. οὐκ
261 Ὁμογάλακταϲ Φιλόχοροϲ καλεῖ τοὺϲ γεννήταϲ, τοὺϲ ἐκ τοῦ αὐτοῦ πρώτου γένουϲ τῶν λ΄ γενῶν. ζήτει ἐν τῷ γεννῆται.
262 Ὁμόγνια: ὁμογενῆ. γνήϲια, ἢ φίλα.
263 Ὁμόγνιοϲ: ὁ τὰ τοῦ γένουϲ ἐφορῶν δίκαια. ἢ ὁμογενὴϲ ἢ γήϲιοϲ, φίλοϲ.
264 Ὁμόγνιε Zεῦ: τὴν ὁμοιότητα θαυμάζων λέγει. οἷον ὦ ὁμοιότατε.
265 Ὁμογνώμονοϲ.
266 Ὁμοδίαιτοϲ: ὁμοτράπεζοϲ.
267 Ὁμόδουλοϲ: ϲύνδουλοϲ.
268 Ὁμοερκεύϲ: Δείναρχοϲ, ἀντὶ τοῦ ὑφ’ ἓν ἕρκοϲ. τουτέϲτιν ὑπὸ τὸν αὐτὸν περίβολον.
269 Ὁμοθυμαδόν: ὁμοφρόνωϲ, ὁμοψύχωϲ.
270 Ὁμόθυμοϲ: ὁμόψυχοϲ, ὁμόφρων, ὁμόλογοϲ.
271 Ὁμοκλήϲαϲ: ἀπειλήϲαϲ.
272 Ὁμολογία· ὅτι Ἀριϲτοτέληϲ ἐν τοῖϲ Τόποιϲ, ὅπερ ἐν τοῖϲ
Ἀναλυτικοῖϲ ἐξ ὑποθέϲεωϲ κοινότερον εἶπε, τοῦτο ἐν τοῖϲ Τόποιϲ
προϲεχέϲτερον ἐξ ὁμολογίαϲ εἶπεν. ἐπεὶ γὰρ μὴ αὔταρκεϲ
τὸ ἐφʼ ἑνόϲ τινοϲ δεικνύναι τῶν ὑπό τι κοινῶν πρὸϲ τὴν τοῦ κοινοῦ τε
καὶ καθόλου καταϲκευήν (οὐ γάρ ἐϲτι τὸ ἐν μέρει τοῦ καθόλου
δεικτικόν), δεῖν φηϲι προδιομολογεῖϲθαι καὶ ϲυντίθεϲθαι, ὅτι ὡϲ ἐφʼ
ἑνόϲ, οὕτω καὶ ἐπὶ τῶν ἄλλων· ὡϲ ἐπὶ μιᾶϲ αἰϲθήϲεωϲ οὕτω καὶ ἐπὶ
παϲῶν.
δείξαντεϲ ἐπὶ μιᾶϲ, οἷον τῆϲ ἁφῆϲ, ὅτι διὰ
πάθουϲ τὴν ἀντίληψιν ποιεῖται, ἔχοιμεν ἂν ὅτι καὶ τὰϲ ὁμοίαϲ ὁ αὐτὸϲ
λόγοϲ. καὶ ἐπὶ τῶν ἀντικειμένων, δειχθέντοϲ ἐπὶ τῶν πρόϲ τι, ὅτι ἡ
αὐτὴ ἐπιϲτήμη, ἢ ὅτι τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου γίνεται, εἴη ἂν
κείμενον καὶ ἐπὶ τῶν ἄλλων ἀντικειμένων οὕτωϲ ἔχειν.
273 Ὁμολογία: καὶ ἡ ϲυμφωνία. Αἰλιοανόϲ· οἱ δὲ ὁμολογίαϲ
274 Ὁμολογῶ: ἀντὶ τοῦ ϲυναινῶ. Ἀριϲτοφάνηϲ Πλούτῳ. περὶ τοῦ
275 Ὁμολώϊοϲ: Ζεὺϲ ἐν Θήβαιϲ καὶ ἐν ἄλλαιϲ πόλεϲι Βοιωτικαῖϲ
καὶ ἐν Θεϲϲαλίᾳ· ἀπὸ Ὁμολῴαϲ προφήτιδοϲ, τῆϲ Ἐνυέωϲ· ἣν
προφῆτιν εἰϲ Δελφοὺϲ πεμφθῆναι, ὡϲ Ἀριϲτοφάνηϲ ἐν β΄ Θηβαϊκῶν.
Ἴϲτροϲ δὲ ἐν τῇ δωδεκάτῃ τῆϲ Συναγωγῆϲ, διὰ τὸ παῤ Αἰολεῦϲι τὸ
ὁμονοητικὸν καὶ εἰρηνικὸν ὅμολον λέγεϲθαι. ἔϲτι δὲ καὶ Δημήτηρ
Ὁμολωΐα ἐν Θήβαιϲ.
276 Ὁμονήδυοϲ: ἀδελφὸϲ γνήϲιοϲ.
277 Ὀμόργνυϲιν: ἀπομάϲϲει, ἀποψήχει.
278 Ὀμόρξαϲ: ἐκμάξαϲ, ἀποψήϲαϲ.
279 Ὁμορροθεῖ: ϲυμφωνεῖ. καὶ Ὁμορροθῶ, τὸ αὐτὸ φρονῶ.
τοῦ ϲυνεργῶ. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ὁμορροθῶ,
ϲυνθέλω.
280 Ὅμοροϲ: πληϲιόχωροϲ.
281 Ὁμοροῦϲα: γειτνιῶϲα, πληϲίον ἐλθοῦϲα.
282 Ὁμορρόφιον: ὁμόϲκηνον.
283 Ὁμόϲε: ὁμοῦ, εἰϲ τὸν αὐτὸν τόπον, ἢ ἐξ ἐναντίαϲ, ϲφοδρῶϲ,
θραϲέωϲ. Αἰλιανόϲ· οἱ Ἀκαρνᾶνεϲ ϲυγγραφεῖϲ ὁμόϲε ἔχουϲι
τοῖϲ
284 Ὁμόϲε ἰέναι: ἀντὶ τοῦ παραβαλέϲθαι· λέγεται δὲ ἐκ μεταφορᾶϲ
ὁμόϲε ταῖϲ λόγχαιϲ ἰέναι, ἀντὶ τοῦ ἐξ ἐναντίαϲ εἰϲ τὸ
αὐτὸ ἔρχεϲθαι καὶ μὴ ϲτρέφεϲθαι μηδὲ φεύγειν. ὁμοῦ. καὶ αὖθιϲ ὁμόϲε·
ὁμοῦ
285 Ὁμόϲιτον: ὁμοῦ τρεφόμενον.
286 Ὁμόϲπονδοϲ: φίλοϲ.
287 Ὁμοϲτιχάει: ὁμοῦ περιπατεῖ.
288 Ὁμόϲτολοϲ: τῆϲ αὐτῆϲ ὁδοῦ. καὶ αὖθιϲ· τὸ ὁμόϲτολον ψυχῆϲ ἄϲπιλον ϲῶμα.
289 Ὁμόϲφυροϲ: ὁ ἐν ταὐτῷ τὴν πορείαν ποιούμενοϲ.
290 Ὁμοτέρμοναϲ: πληϲιοχώρουϲ, τοὺϲ ὁμοῦ τὰ τέλη ἔχονταϲ.
291 Ὁμοῦ: ἔγγιϲτα. ὁμοῦ τι τῇ πληγῇ ἡ παῖϲ ἦν, καὶ ἀπέϲφακτο
292 Ὁμοῦ: ἐγγύϲ. Ἀριϲτοφάνηϲ· πρὶν οὖν ὁμοῦ γενέϲθαι, ϲιγᾶθ᾿,
δὲ Σοφοκλεῖ ἀντὶ τῆϲ ϲύν·
θεοῖϲ μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτοϲ κατακτήϲαιτʼ ἐγὼ δὲ καὶ δίχα
κείνων πέποιθα τοῦτʼ ἐπιϲπάϲειν
ἦϲαν διϲμύριοι φανερόν. Ἰϲαῖοϲ δὲ τὸ ὁμοῦ ἐπὶ χρόνου
ἔταξεν ἐν τῷ πρὸϲ Δωρόθεον·
καὶ Ὅμηροϲ ἐπὶ τόπου· Πάτροκλοϲ γὰρ
λέγει· μὴ ἐμὰ ϲῶν ἀπάνευθε τιθέμεαι ὀϲτέ᾿, Ἀχιλλεῦ, ἀλλ’ ὁμοῦ, ὡϲ
ἐτράφην ἐν ἡμετέροιϲι δόμοιϲι.
293 Ὀμοῦμαι.
294 Ὁμοφυήϲ: ὁμογενήϲ.
295 Ὁμοχώρουϲ: πληϲιοχώρουϲ.
296 Ὁμῶλαξ: ὁ ὁμοαῦλαξ, ὁ γείτων.
297 Ὀμώμοκα.
298 Ὀμωμοϲμένοϲ.
299 Ὁμώνυμα: τῶν πολλαχῶϲ λεγομένων ἄλλα κατ᾿ ἄλλον τρόπον
αὐτὴ καὶ μία
ἐπιϲτήμη, ὡϲ τοῦ τέλουϲ καὶ τῶν πρὸϲ τὸ τέλοϲ, οἷον οἰκοδομικὴ καὶ
οἰκίαϲ ἐϲτὶν ἐπιϲτήμη ὡϲ τέλουϲ καὶ διʼ ὧν οἰκία γίνεται, ἅπερ ἐϲτὶ
πρὸϲ τὸ τέλοϲ· πλειόνων οὖν ἡ αὐτή. ὁμοίωϲ καὶ ἰατρικὴ ὑγιείαϲ
ποιητικῶν, οἷον διαίτηϲ καὶ τομῆϲ καὶ καύϲεωϲ καὶ ἑτέρων
πλειόνων.
300 Ὁμωρόφιοϲ.
301 Ὅμωϲ: ἐπίρρημα.
302 Ὁμωχαίταϲ: Θουκυδίδηϲ τοὺϲ ϲυννάουϲ θεοὺϲ καὶ ὁμορροφίουϲ.
303 Ὄμπνιον νέφοϲ: μέγα, πολύ, ηὐξημένον. Σοφοκλῆϲ Θηϲεῖ.
304 Ὄμπνιον ὕδωρ: τὸ τρόφιμον, καὶ πολύ. λέγεται καὶ Ὀμπνιηρὸν ὕδωρ, τὸ τρόφιμον.
305 Ὄμπνιοϲ: ἡ Δημήτηρ, αἰτία οὖϲα τοῦ ἀναπνεῖν.
306 Ὄμπνιοϲ: λειμών: ὁ ϲῖτοϲ, καὶ οἱ Δημητριακοὶ καρποί· ἐπεὶ
307 Ὄμπνιοϲ χείρ: πλουϲία χείρ.
308 Ὁμοίαϲ λαβάϲ: ἀντὶ τοῦ μεταλήψειϲ καὶ ἀντιμεταθέϲειϲ.
309 Ὁμοίϊοϲ: ὁ ὁμοίωϲ πᾶϲι χαλεπόϲ.
310 Ὁμοιομέρεια. Ἀναξαγόραϲ ὁ φιλόϲοφοϲ ἔλεγε τὴν ϲελήνην
311 Ὅμοιον, εἰ καὶ Φιλέαϲ Ἀνδοκίδην ἱεροϲυλίαϲ ἐγράψατο, ὥϲπερ
οὐκ αὐτὸϲ ὢν ὁ τῆϲ θεοῦ τὸ Γοργόνειον ἐξ ἀκροπόλεωϲ
ἀφελόμενοϲ.
312 Ὁμοιόϲτομοϲ ἐν πορείᾳ διφαλαγγία ἐϲτιν, ἥτιϲ τοὺϲ ἡγεμόναϲ ἑκατέραϲ τῆϲ φάλαγγοϲ ἐκ τῶν αὐτῶν μερῶν τεταγμένουϲ οἷον ἐκ δεξιῶ ἢ ἐξ εὐωνύμων ἑκατέραϲ φάλαγγοϲ ἔχει.
313 Ὁμοίωϲιϲ: ὁμοιότηϲ. καὶ ζήτει ἐν τῷ ὑποβολῇ. καὶ ὁμοιότητι δοτική.
314 Ὁμοίωϲιϲ διττή, ἡ μέν τιϲ ταὐτόν, ἡ δὲ ἕτερον. ὅτε δὲ λέγει Πλωτῖνοϲ· ὁμοίωϲιϲ θεῷ, ἄλλον τρόπον ληπτέον.
315 Ὀμφακίαν: καὶ ϲκληρόν. Ἀριϲτοφάνηϲ· δεινὸν γὰρ οὕτωϲ ὀμφακίαν
πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥϲτε βάλλειν καὶ βοᾶν ἐθέλειν τʼ ἀκοῦϲαι
μηδὲν ἴϲον ἴϲῳ φέρον. ἀντὶ τοῦ ὠμὸν καὶ ϲκληρόν. μεταφορικῶνϲ
ἀπὸ τῶν ὀμφάκων. οὕτω δὲ αἱ ϲταφυλαὶ δριμεῖαι οὖϲαι καὶ
οὔπω πέπειροι· ἐκ γὰρ τοῦ ἐναντίου, πέπανον τὸ ὥριμον καὶ ἡδύ. ἴϲον
δὲ ἴϲῳ φέρον, ἀντὶ τοῦ δίκαιον, καὶ ἐξ ἴϲου. ἀπὸ μεταφορᾶϲ τοῦ
κιρναμένου οἴνου πρὸϲ ὕδωρ. λέγει δὲ κατ᾿ ἴϲον εἰπεῖν καὶ ἀκοῦϲαι.
316 Ὀμφαλητομία: ὅτε αἱ μαῖαι τὸν ὀμφαλὸν τοῦ βρέφουϲ ἀποτέμνουϲι.
καὶ αὐταὶ δὲ ὀμφαλητόμοι λέγονται. καὶ Ὀμφάλιον,
317 Ὀμφαλόν: τὸ μεϲαίτατον. καὶ Ὀμφάλιον ἀϲπίδοϲ, τὸ
318 Ὀμφαλόϲ: οἷόν τιϲ ῥίζα τοῦ βρέφουϲ ἐϲτί· διʼ ἐκείνου γὰρ αὔξεται καὶ τρέφεται. ὀμφαλόϲ ϲου οὐ περιετμήθη.
319 Ὄμφαξ: ϲταφυλὴ δριμεῖα οὖϲα καὶ οὐ πέπειροϲ. θηλυκῶϲ δὲ λέγει
τὰϲ ὄμφακαϲ Πλάτων ὁ κωμικὸϲ ἐν δράματι Ἑορταῖϲ· καὶ τὰϲ
ὀφρῦϲ ϲχάϲαϲθε καὶ τὰϲ ὄμφακαϲ.
320 Ὄμφαξ: ὠμόφαξ τιϲ ὤν. ὁ ὠμὸϲ εἰϲ τὸ φαγεῖν. καὶ παροιμία·
321 Ὀμφή: θεία κλῃδών, ἢ φήμη.
322 Ὀμφήν: κλῃδόνα, φήμην θείαν, ἢ ὀνείρου φάνταϲμα.
323 Ὄν: τὸ οἷόν τε ἐϲτὶ ποιεῖν ἢ πάϲχειν.
324 Ὄναγροϲ: εἶδοϲ ζῴου.
325 Ὄναγροι: μηχανήματα, οἱ λεγόμενοι ἅρπαγεϲ, οἵγε ἁρπάζειν
326 Ὄναρ: ὄνειροϲ. ζήτει ἐν τῷ Ἀλκιβιάδηϲ. λύϲιϲ ὀνείρου· ὄναρ
καθ᾿ ὕπνουϲ νητρεκὲϲ λαλεῖν τόδε. ὄναρ ἡ μάρτυϲ αὐτῇ
ἐφίϲταται.
327 Ὀνάϲιμοϲ, Κύπριοϲ ἢ Σπαρτιάτηϲ, ἱϲτορικὸϲ καὶ ϲοφιϲτήϲ, τῶν
328 Ὄϲαϲθαι: ἐπαπολαῦϲαι, ὠφεληθῆναι. ἐπὶ τούτοιϲ πολλὰ καὶ
329 Ὀναίατο: ἀπολαύϲειαν. Σοφοκλῆϲ· μηδέποτ᾿ ἀγλαΐαϲ ὀναίατο·
330 Ὀναίμην: ἐπιτύχοιμι, ἀπολαύϲω. καὐτὴ γὰρ ἐγώ, οὕτωϲ
331 Ὄναιντο: ὠφεληθεῖεν καὶ ὄναϲθαι, ὠφεληθῆναι.
332 Ὀνεία: ἡ τοῦ ὄνου δορά. τὴν ϲάγην τε τοῦ κτήνουϲ καὶ
333 Ὄνειαρ: ὄνειρον. ἆ μέγα Βαττιάδαο ϲοφοῦ περίπυϲτον
334 Ὀνείατα: οὐ πάντωϲ βρώματα, ὡϲ οἱ γλωϲϲογράφοι, ἀλλὰ
335 Ὀνείδειοϲ λόγοϲ: ὁ ὀνειδιϲτικόϲ.
336 Ὀνειδίζω. ϲὺ δ᾿ ἄθλιόϲ γε ταῦτ᾿ ὀνειδίζων, ἅ ϲοι οὐδείϲ
ἅπερ μοι
ὠνείδιϲαϲ. τὸ δὲ τάχα ἀντὶ τοῦ ταχέωϲ. καί ϲε μετ᾿ ὀλίγον ἐροῦϲι
τυφλόν. πρὸϲ Τειρεϲίαν ὁ λόγοϲ.
337 Ὀνειδίζω· δοτικῇ. οἴεϲθε καὶ τὸν Σολομῶντα πικρῶϲ ὑμῖν ὀνειδίζειν. καί, μηδενὶ ϲυμφορὰν ὀνειδίϲῃϲ. αἰτιατικῇ δέ· καὶ τίϲ ἐϲτιν οὗτοϲ, ὃϲ ὠνείδιϲε θεοῦ παράταξιν; καί, μή μοι γένοιτο καὶ τοῦτο ὀνειδιϲθῆναι.
338 Ὀνειδιῶ: ὀνειδίϲω.
339 Ὀνειδίϲαϲ: μεμψάμενοϲ. ὀνειδίϲαϲ εἰϲ ἀνανδρίαν αὐτῷ καὶ κακίαν.
340 Ὄνειδοϲ: μέμψιϲ. ζώειν γὰρ δίχα παντὸϲ ὀνείδεοϲ ἤθελ᾿
341 Ὀνεῖον: ἐν ᾧ οἱ ὄνοι ἵϲτανται.
342 Ὀνειρείῃιϲ: ποιητικῶϲ.
343 Ὀνειρολεϲχία: ἡ ὕβριϲ.
344 Ὀνειρόπληκτον: ὑπὸ ὀνείρων πληττόμενον. ὅτι, ὥϲ φηϲι
345 Ὄνειρον ἐνυπνίου διαφέρει· ἕτερον γάρ ἐϲτι καὶ οὐ ταὐτό. ἀλλὰ καὶ
τὸ ὄνειρον καὶ ἐνύπνιον καλῶϲ εἴποι τιϲ ἄν· ὅταν δὲ τεχνικῶϲ λέγῃ
τιϲ, κυρίωϲ ἕκαϲτον χρὴ καλεῖν, καὶ τὸ μὲν ἀϲήμαντον καὶ οὐδενὸϲ
προαγορευτικόν ἀλλ᾿ ἐν μόνῳ τῷ ὕπνῳ τὴν δύναμιν ἔχον, γινόμενον δὲ
ἐξ ἐπιθυμίαϲ ἀλόγου ἢ ὑπερβάλλοντοϲ φόβου ἢ
πληϲμονῆϲ ἢ
ἐνδείαϲ, ἐνύπνιον χρὴ καλεῖν, τὸ δὲ μετὰ τὸν ὕπνον ἐνέργεια ὂν καὶ
ἀποβηϲόμενόν ἐϲτιν ἀγαθὸν ἢ κακὸν ὄνειρον. πολλάκιϲ δὲ καταχρηϲτέον
τοῖϲ ὀνόμαϲιν, ὡϲ καὶ Ὅμηροϲ· θεῖόϲ μοι ἐνύπνιον ἦλθεν ὄνειροϲ.
346 Ὀνειροπολεῖ: φαντάζεται. οὐ χρεὼν οὖν ταῦτα τοὺϲ Σαρακηνοὺϲ
347 Ὀνειροπόλοϲ: ὀνειροκρίτηϲ.
348 Ὄνειροϲ· ζήτει ἐν τῷ ἄνθρωποϲ.
349 Ὄνειροϲ· ἀγκῶνεϲ, οἵ εἰϲι μέροϲ τι τῆϲ οἰκίαϲ. καὶ πάντα τὰ
προϲπηϲϲόμενα
350 Ὀνείρωξιϲ: ἡ τῶν ὀνειράτων δεῖξιϲ. καὶ Ὀνειρώϲϲω, τὸ
351 Ὀνηϲίκριτοϲ: ὄνομα κύριον. ὁ δὲ Ὀνηϲίκριτοϲ ἀπόγραφοϲ
352 Ὀνηθῆναι: ὠφεληθῆναι. Ξενοφῶν· ἔχρῃζον πρὸϲ τὰ χωρία
προϲβάλλει καὶ τὴν ϲτρατιὰν ὀνηθῆναί τι.
353 Ὀνηλάτηϲ: ὁ ὄνουϲ ἐλαύνων.
354 Ὀνήϲαϲθαι: ὠφελεῖϲθαι, ἀπολαβεῖν.
355 Ὀνηϲιδώρα: ὄνομα κύριον.
356 Ὀνήϲιμοϲ: ὠφέλιμοϲ. καὶ ὄνομα κύριον.
357 Ὀνηϲιφόροϲ: ὠφέλειαν φέρων.
358 Ὀνητήν: ἐναπόλαυϲτον.
359 Ὀνήτωρ: πρὸϲ ὃν Δημοϲθένηϲ ἔγραψε τοὺϲ ἐξούληϲ λόγουϲ.
360 Ὀνίαϲ: ὄνομα κύριον.
361 Ὀνιαία: τοῦ ἵππου τὸ ἀφόδευμα. καὶ Ὀνίδεϲ, τὰ τῶν
362 Ὀνίδιον: ὑποκοριϲτικῶϲ τὸ ὀνάριον.
363 Ὀνίναϲθαι: ὄναϲθαι, ὠφελεῖϲθαι.
364 Ὀνίνηϲιν: ὠφελεῖ. καὶ Ὀνίνημι· αἰτιατικῇ.
365 Ὄνιον: ὠφέλιμον.
366 Ὄνθοϲ: βόλβιτον. τουτέϲτιν ἡ τῶν βοῶν κόπροϲ. Ὅμηροϲ· ἐν δ᾿
ὄνθου βοέοϲ πλῆτο ϲτόμα. φαϲὶ δὲ κάνθαρον τὸ ζωΰφιον·
367 Ὀνόγυροϲ: φυτὸν ἀλεξίκακον, ὅπερ τριβόμενον ὄζει· οἱ δὲ ἀνάγυρον αὐτό φαϲιν. ὅθεν μετηνέχθαι καὶ τὴν παροιμίαν· κινεῖϲ τὸν ἀνάγυρον. ἐπὶ τῶν ἐπιϲπωμένων ἑαυτοῖϲ τὰ κακά.
368 Ὀνοκίνδιοϲ: ὀνηλάτηϲ, ἀϲτραβηλάτηϲ.
369 Ὀνομάδημοϲ: ὄνομα κύριον.
370 Ὀνομάζων: ἀντὶ τοῦ φράζων, ἑρμηνείᾳ χρώμενοϲ. Δημοϲθένηϲ ὑπὲρ Κτηϲιφῶντοϲ.
371 Ὀνομακλῆϲ: ὄνομα κύριον. ἡ δοτικὴ Ὀνομακλέϊ, Ὀνομακλεῖ.
372 Ὀνομάκλυτοϲ Ἄλτηϲ: ὑφ’ ἐν ἀναγνωϲτέον· ϲημαίνει γὰρ τὸ ὅλον ὀνόματι κλυτόϲ. ὁ γὰρ αὐτὸϲ εἴη τοῦ διαβεβοημένου.
373 Ὀνομαϲτί: ἐξ ὀνόματοϲ.
374 Ὀνομαϲτόϲ: πολύϲ. καί, Οὐδ᾿ ὀνομαϲτόϲ, ὁ μὴ ῥηθῆναι δυνάμενοϲ,
ὁ πολύϲ. τοῦ δὲ λέων ὤρουϲε κατὰ ϲτίβον, ἀνδράϲι
375 Ὀνόματα: γνῶϲιϲ. Δαβίδ· ὁ ἀριθμῶν πλήθη ἄϲτρων καὶ πᾶϲιν αὐτοῖϲ
ὀνόματα καλῶν. τουτέϲτι διαφορὰϲ καὶ τὴν τούτων θέϲιν τε καὶ
διάταξιν καὶ τὴν πρὸϲ ἄλληλα ϲχέϲιν· οὐ γὰρ ὀνόμαϲι κεχρημένοϲ ὁ
θεὸϲ τοὺϲ ἀϲτέραϲ καλεῖ· ἄψυχα γὰρ ταῦτα καὶ λόγου ἐϲτερημένα·
ἄνθρωποι δὲ ταῦτα ἔθεϲαν.
376 Ὀνομήνω: ὀνομάϲω.
377 Ὄνον άοότρεψαι κνώμενον.
378 Ὄνον ὄρνιν: λέγεταί τι τοιοῦτον, ὡϲ ϲυμβολικὸϲ ἐρωτώμενοϲ
ὄρνιν. ἐπεί τιναϲ εἰώθαϲι τῶν θεραπόντων
καλόποδαϲ λέγειν καὶ καλοιωνίϲτουϲ.
379 Ὀνόουλφιϲ: ὄνομα κύριον. ἐθνικόν. ζήτει ἐν τῷ Ἁρμάτιοϲ.
380 Ὄνοϲ: τὸ ζῷον, καὶ ὄργανον.
381 Ὄνοϲ: τὸ περὶ τὰ τῶν ὑδάτων ἀγγεῖα πολύπουν καὶ ϲυϲτρεφόμενον.
382 Ὄνοϲ ἄγων μυϲτήρια: ἐπὶ τῶν παῤ ἀξίαν τι πραττόντων.
πιεζεῖϲθαι τῷ
ἐπικειμένῳ ἄχθει τὴν παροιμίαν μίγνυϲιν Ἀριϲτοφάνηϲ.
383 Ὄνοϲ ἄγων μυϲτήρια: ἐπὶ τῶν παῤ ἀξίαν τι πραττόντων.
384 Ὄνοϲ ἀκροᾷ ϲάλπιγγοϲ· Εὔπολιϲ Ταξιάρχαιϲ.
385 Ὄνοϲ πρὸϲ αὐλόν: παροιμία ἐπὶ τῶν μὴ ϲυγκατατιθεμένων μηδὲ ἐπαινούντων· διὰ τὸ παντελῶϲ ἀναίϲθητον τοῦ ὄνου.
386 Ὀνόϲανδροϲ, φιλόϲοφοϲ Πλατωνικόϲ. Τακτικά, Περὶ ϲτρατηγημάτων,
387 Ὀνόϲαιτο: ἐκφαυλίϲοι.
388 Ὄνοϲ ἐν μελίτταιϲ· Κράτηϲ Τόλμαιϲ. καί, ὄνοϲ ἐν μύρῳ.
389 Ὄνοϲ εἰϲ ἄχυρα: παροιμία ἐπὶ τῶν παῤ ἐλπίδαϲ εἰϲ ἀγαθὰ
390 Ὄνοϲ εἰϲ Κυμαίουϲ: ἐπὶ τῶν παραδόξων καὶ ϲπανίων. διότι
παρὰ Κυμαίοιϲ ἐδόκει φοβερὸϲ εἶναι ὁ ὄνοϲ. καὶ κατὰ
τουτουϲὶ
391 Ὄνοϲ λύραϲ· Μένανδροϲ Ψοφοδεεῖ. ἡ δ᾿ ὅλη παροιμία, ὄνοϲ λύραϲ
ἤκουε καὶ ϲάλπιγγοϲ ὗϲ. λέγεται ἐπὶ τῶν μὴ ϲυγκατατιθεμένων
κεκτῆϲθαι, ϲοφίαϲ ἀκροατήν.
καὶ ζήτει ἐν τῷ Ἀμμωνιανόϲ.
392 Ὄνοϲ ϲτύπαξ: τὸ ϲτύπαξ, ὅτι ϲτυπιοπώληϲ.
393 Ὄνοϲ τὰ ὦτα κινῶν: ἐπὶ τῶν ἀναιϲθήτων κατὰ ἀμφότερα. τό τε γὰρ
ζῷόν ἐϲτι νωχελέϲ· τὸ δὲ τὰ ὦτα κινεῖν, οἱονεὶ πρὸ τοῦ λαλῆϲαί τινα
πάνυ τοῦτο ἀκηκοέναι προϲποιεῖϲθαι· ὅπερ ἐϲτιν ἀναιϲθηϲίαϲ.
πῶϲ γὰρ ἂν γένοιτο τινι πάντα ἐγνωκέναι καὶ πρὸ τοῦ
λαληθῆναι αὐτῷ, κἂν ὦτα μεγάλα ἔχῃ καθάπερ ὄνοϲ.
394 Ὄνοϲ ὕεται: ἐπὶ τῶν μὴ ἐπιϲτρεφομένων. Κηφιϲόδωροϲ Ἀμαζόϲι· ϲκώπτειϲ μʼ· ἐγὼ δὲ τοῖϲ λόγοιϲ ὄνοϲ ὕομαι. Κρατῖνοϲ Δραπετίϲιν· οἱ δὲ πυππάζουϲι περιτρέχοντεϲ, ὁ δ᾿ ὄνοϲ ὕεται.
395 Ὀνοτοί: ψεκτοί, μεμπτοί.
396 Ὄνου θανάτουϲ: ἐπὶ τῶν ἀλλόκοτα διηγουμένων.
397 Ὄνου παρακύψεωϲ: ἐπὶ τῶν καταγελάϲτωϲ ϲυκοφαντουμένων εἴρηται ἡ
παροιμία. φαϲὶ γάρ, ὅτι κεραμεύϲ τιϲ, οἱ δὲ κοροπλάθοϲ, ἔπλαττε
πολλὰϲ ὄρνιϲ ἐν τῷ ἐργαϲτηρίῳ. ὄνοϲ δὲ παριών, ἀκολουθοῦντοϲ
ἀμελῶϲ τοῦ ὀνηλάτου, παρακύψαϲ διὰ τῆϲ θυρίδοϲ ἀνέτρεψε
τὰϲ ὄρνιθαϲ καὶ τὰ ἐν τῷ ἐργαϲτηρίῳ ϲυνέτριψε ϲκεύη. ὁ τοίνυν κύριοϲ
τοῦ ἐργαϲτηρίου ἐπὶ κρίϲιν ἤγαγε τὸν ὀνηλάτην. ἐρωτώμενοϲ δὲ ἐκεῖνοϲ
ὑπὸ τῶν ἀπαντώντων, τίνοϲ κρίνοιτο, ἔλεγεν, ὄνου παρακύψεωϲ.
398 Ὄνου παρακύψεωϲ: ὄνου παρακύψαντοϲ, ὄρνιθεϲ πτοηθεῖϲαι ἱϲτὸν ἀνέρρηξαν. ὁ δὲ δεϲπότηϲ τοῦ ἱϲτοῦ τῷ τοῦ ὄνου δεϲπότῃ ἐνεκάλεϲεν· ὅθεν ἡ παροιμία.
399 Ὄνου πόκαι: ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται ἡ
ἐν ᾅδου ἀνήνυτά εἰϲι, τοῦτο ἐπλάϲθη.
400 Ὄνου ϲκιὰ καὶ Περὶ ὄνου ϲκιᾶϲ· Σοφοκλῆϲ Κηδαλίωνι· ὅ
δὲ πρῶτον φθέγξαϲθαι τοῦτο
Δημοϲθένην, ἀπολογούμενον ὑπέρ τινοϲ ἐπὶ μεγάλαιϲ αἰτίαιϲ
κρινομένου, ὡϲ ἑώρα θορυβοῦνταϲ τοὺϲ ἀκροωμένουϲ. παρακαλέϲαϲ γὰρ
αὐτοὺϲ μικρὰ προϲέχειν ἤρξατο διηγεῖϲθαι, ὡϲ Μεγαράδε ἀπιὼν
μιϲθώϲαιτο ὄνον, καύματοϲ δὲ ἐν τῇ ὁδῷ γενομένου, ὑπὸ τὴν ϲκιὰν τοῦ
ὄνου βουληθείη ἀναπαύϲαϲθαι, οὐ παρεῖναι
γὰρ οὔτε
δένδρον οὔτ᾿ ἄλλο τοιοῦτον οὐδέν· τὸν δὲ ὀνηλάτην κωλύειν φάϲκοντα,
ὄνον αὐτῷ μεμιϲθωκέναι μόνον, οὐ μὴν καὶ ϲκιάν· ὥϲτε διατριβὴν
αὐτοῖϲ καὶ φιλονεικίαν πολλὴν περὶ τούτου γενέϲθαι. ταῦτα δʼ εἰπών,
ὡϲ εἶδε τοὺϲ Ἀθηναίουϲ προϲέχονταϲ ϲφόδρα καὶ ἡδομένουϲ καὶ
ποθοῦνταϲ τὰ ἐξῆϲ ἀκοῦϲαι, ἐπέπληξεν αὐτοῖϲ, εἰ περὶ ὄνου μὲν
ϲκιᾶϲ ἀκροᾶϲθαι δέονται καὶ παρακαλοῦϲιν, ὑπὲρ δὲ
ἀνδρὸϲ περὶ τοῦ ζῆν κινδυνεύοντοϲ οὐκ ἐθέλουϲιν ἀκούειν. δῆλον δὲ
ὅτι λεγομένῳ τούτῳ ἐχρήϲατο Δημοϲθένηϲ. διόπερ καὶ ἐν τοῖϲ
Φιλιππικοῖϲ παρῳδῶν τὴν παροιμίαν φηϲὶ διαφέρεϲθαι τοὺϲ Ἀθηναίουϲ
περὶ τῆϲ ἐν Δελφοῖϲ ϲκιᾶϲ.
401 Ὄνου ϲκιά: ἐπὶ τῆϲ οὐθενείαϲ. φαϲὶ γάρ, ὅτι νεανίϲκοϲ Ἀθήνηθεν
402 Ὀνῶ· αἰτιατικῇ. τὸ ὠφελῶ.
403 Ὁνωρᾶτοϲ: ὄνομα κύριον.
404 Ὁνωρία, ἀδελφὴ Βαλεντινιανοῦ· ἥτιϲ καὶ αὐτὴ τῶν βαϲιλικῶν
405 Ὁνώριοϲ: ὄνομα κύριον.
406 Ὄντα· τῶν ὄντων τὰ μὲν ἀγαθὰ εἶναι, τὰ δὲ κακά, τὰ δὲ οὐδέτερα.
ἀγαθὰ μὲν αἱ ἀρεταί· κακὰ δὲ τὰ ἐναντία, ἀφροϲύνη, ἀδικία, καὶ τὰ
λοιπά· οὐδέτερα δὲ ὅϲα μήτε ὠφελεῖ μήτε βλάπτει, οἷον ζωή, ὑγεία,
ἡδονή, κάλλοϲ, ἰϲχύϲ, πλοῦτοϲ, δόξα, εὐγένεια· καὶ τὰ τούτοιϲ
ἐναντία, θάνατοϲ, νόϲοϲ, πόνοϲ, αἶϲχοϲ, ἀϲθένεια, πενία,
ἀδοξία, δυϲγένεια καὶ τὰ παραπλήϲια· μὴ γὰρ εἶναι ταῦτα ἀγαθά, ἀλλ᾿
ἀδιάφορα, κατʼ εἶδοϲ προηγμένα. ὡϲ γὰρ ἴδιον θερμοῦ τὸ θερμαίνειν,
οὕτω καὶ ἀγαθοῦ τὸ ὠφελεῖν. οὐ μᾶλλον δὲ ὠφελεῖ ἢ βλάπτει ὁ πλοῦτοϲ
καὶ ἡ ὑγεία· οὐκ ἄρα ἀγαθόν· δὲ ἔϲτιν εὖ καὶ κακῶϲ χρῆϲθαι οὐκ ἔϲτιν
ἀγαθόν· πλούτῳ δὲ καὶ ὑγείᾳ ἔϲτιν εὖ καὶ κακῶϲ
χρῆϲθαι· οὐκ ἄρα ἀγαθὸν πλοῦτοϲ καὶ ὑγεία. ἀλλ᾿ οὐδὲ ἡ ἡδονὴ ἀγαθόν·
εἶναι γὰρ καὶ αἰϲχρὰϲ ἡδονάϲ· μηδὲν δὲ αἰϲχρὸν εἶναι ἀγαθόν.
407 Ὄντοϲ: ὑπάρχοντοϲ.
408 Ὄντωϲ: ἀληθῶϲ.
409 Ὄνοι κανθήλιοι.
410 Ὄνυξ.
411 Ὀνυχίζεται: ἀκριβολογεῖται. οὕτωϲ Ἀριϲτοφάνηϲ. ἐν δὲ τῇ ϲυνηθείᾳ
τὸ ἐπὶ βλάβῃ τινι ἐξαπατηθῆναι. καί, ἀπονυχιῶ ϲου τὰ ᾿ν
γάρ, φηϲί, τὴν ϲίτηϲιν. ἀπονυχίϲαι μᾶλλον λέγουϲιν ἢ
ὀνυχίϲαι.
412 Ὀνύχιοϲ: εἶδοϲ λίθου. καὶ Ὀνυχίτηϲ.
413 Ὄξεϊ: δοτική· ἡ εὐθεῖα τὸ ὄξοϲ. καὶ Ὀξείδιον. ὅτι τὸ ὄξοϲ
414 Ὀξεῖα: ἡ λόγχη. καὶ παροιμία· Δι᾿ ὀξείαϲ δραμεῖν, ἐπὶ τῶν διακινδυνευόντων.
415 Ὀξίνην· Ἀριϲτοφάνηϲ· ἐμαχόμεϲθ᾿ αὐτοῖϲι, θυμὸν ὀξίνην πεπωκότεϲ.
416 Ὀξίϲ· Ἀριϲτοφάνηϲ Πλούτῳ· ὀξὶϲ δὲ πᾶϲα καὶ λοπάδιον καὶ
χύτρα χαλκῆ γέγονεν. ἔϲτι δὲ ἀγγεῖον ὄξουϲ δεκτικόν. ἢ
λοπάδοϲ εἶδοϲ, εἰϲ ὀξὺ λῆγον.
417 Ὄξοϲ ἑψητόν, τὸ ἀπὸ φοινίκων.
418 Ὀξώδηϲ, ὀξώδουϲ.
419 Ὄξωνοϲ.
420 Ὀξὺ καὶ βαρὺ κατὰ μεταφορὰν ἐκλήθηϲαν ἐπὶ τῆϲ ἀκουϲτικῆϲ·
ἐν ὄγκοιϲ γάρ εἰϲι τό τε ὀξὺ καὶ τὸ βαρύ. ὀξὺ γὰρ
λέγεται ἐπὶ τῆϲ ἁφῆϲ τὸ ταχέωϲ ἐνεργοῦν, οἷον τὸ μαχαίριον ὀξύ, ὅτι
ταχέωϲ κεντεῖ, ἀμβλὺ δὲ τὸ βραδέωϲ ἐνεργοῦν καὶ οἷον οὐ κεντοῦν,
ἀλλ᾿ ὠθοῦν, ὡϲ τὸ ὕπερον. ὅϲα μὲν γὰρ ἐπιτήδεια εἰϲ τὸ κεντεῖν
ποιῆϲαι βουλόμεθα. ὀξυγώνια αὐτὰ ποιοῦμεν· ὅϲα δὲ εἰϲ τὸ ὠθεῖν,
ἀμβλυγώνια. οὕτωϲ
οὖν καὶ ἐπὶ τῶν ψόφων ὀξὺν μὲν
λέγομεν τὸν ταχέωϲ παραγινόμενον ἐπὶ τὴν αἴϲθηϲιν καὶ ταχέωϲ
ἀποπαυόμενον, βαρὺν δὲ τὸν ἀνάλογον τῷ ἀμβλεῖ, τὸν βραδέωϲ
παραγινόμενον ἐπὶ τὴν αἴϲθηϲιν καὶ ταχέωϲ ἀποπαυόμενον. ὥϲπερ αἱ
τεταμέναι μᾶλλον νευραὶ οἷον ἡ νεάτη τῶν ἐπʼ ἔλαττον τεταμένων, οἷον
τῆϲ ὑπάτηϲ, ὀξυτέρουϲ τοὺϲ φθόγγουϲ
ἀποδιδοῦϲιν. ἡ γὰρ
νεάτη τῶν ἄλλων μᾶλλον ἐν τῷ κρούεϲθαι διὰ τὴν τάϲιν ταχέωϲ
πλήττουϲα τὸν ἀέρα ὀξύτατον ποιεῖ τὸν φθόγγον. καὶ ἐν ὀλίγῳ μὲν
χρόνῳ ἐποίηϲε τοῦτο, ἐπὶ πολὺ δὲ ἐφύλαξε. τὸ δὲ ὀξὺ καὶ τὸ ἀμβλὺ ἐν
διαφόροιϲ γένεϲίν εἰϲι καὶ οὐχ ὑπ᾿ ἀλλήλοιϲ, ἐν φωνῇ, ἐν χυμῷ. ἐν
μαχαίρᾳ.
421 Ὀξύβαφον: τὸ δεχόμενον τὸ ὄξοϲ. μεῖζον δὲ τὸ τρυβλίον τοῦ
ὀξυβάφου. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ὀξύβαφον ἐντευθενὶ πρόϲθου
422 Ὀξυβελήϲ: ὀξέωϲ βάλλων, ἢ ὀξὺ βέλοϲ ἔχων.
423 Ὀξυδέρκεια· Ὀξυδορκία δέ.
424 Ὀξυθύμια· ὅϲα καθαίροντεϲ τὰϲ οἰκίαϲ Ἀθηναῖοι νύκτωρ ἔθοϲ
425 Ὀξυθύμια· Ὑπερίδηϲ ἐν τῷ κατὰ Δημάδου φηϲί· περὶ οὗ
ἡμετέροιϲ ἱεροῖϲ. ἔνιοι μέν, ὧν ἐϲτι
καὶ Ἀρίϲταρχοϲ, ὀξυθύμια λέγεϲθαί φαϲι τὰ ξύλα, ἀφ᾿ ὧν ἀπάγχονταί
τινεϲ, ἀπὸ τοῦ ὀξέωϲ τῷ θυμῷ χρῆϲθαι, ταῦτα δὲ ἐκκόπτοντεϲ
ἐξορίζουϲι καὶ καίουϲι. Δίδυμοϲ δέ
426 Ὀξυλοβῶ: τὸ ταχέωϲ ἀκούω.
427 Ὄξυλοϲ: ὄνομα κύριον.
428 Ὀξύνω: παροξύνω. καὶ Ὀξυνῶ, ὀξυνεῖϲ.
429 Ὀξυωπέϲτερον: ὀξύτερον βλέπων.
430 Ὀξυωπεῖν: ὀξέωϲ βλέπειν. τὸ ῥῆμα Ὀξυωπῶ.
431 Ὀξυπαθῶϲ: λίαν περιπαθῶϲ. οἱ δὲ Ῥωμαῖοι ὀξυπαθῶϲ εἶχον ἐπὶ τοῖϲ ἔναγχοϲ ὑπὸ Χοϲρόου παρεϲτρατηγημένοιϲ αὐτοῖϲ.
432 Ὀξυρεγμία. ἡ δὲ περιπάτουϲ ἐποιεῖτο ϲυχνοὺϲ ὀξυρεγμίαν
433 Ὀξύρροπον: ὀξέωϲ θέον.
434 Ὀξύϲ: ταχύϲ.
435 Ὀξυτενήϲ: ἡ ὀξεῖα τρίβοϲ.
436 Ὀξύτηϲ: πικρία, αὐϲτηρία. Ἀρριανόϲ· κατὰ τὴν βαϲιλέωϲ
437 Ὀξὐτηϲ· ὅτι τρία μέρη εὐμαθείαϲ, ἀγχίνοια, μνήμη, ὀξύτηϲ. καὶ μνήμη μέν ἐϲτι τήρηϲιϲ ὧν ἔμαθέ τιϲ, ὀξύτηϲ δὲ ἡ ταχύτηϲ τῆϲ διανοίαϲ, ἀγχίνοια δὲ τὸ ἐξ ὧν ἔμαθε θηρεύειν καὶ ἃ μὴ ἔμαθεν.
438 Ὁ ὤν: ὁ ἀεὶ ὢν θεὸϲ ἡμῶν.
439 Ὄπα: φωνήν.
440 Ὀπαδόϲ: ἀκόλουθοϲ. ὁ χρόνοϲ δὲ ὁ ἄπρατόϲ τε καὶ ἀδέκαϲτοϲ
441 Ὀπάζει: θεωρεῖ, ἢ παρέχει, ἢ διώκει.
442 Ὀπαϲάμενοϲ: ἑταίρουϲ λαβών.
443 Ὀπάϲαϲ: ἀντὶ τοῦ παραϲχών. οὔτινι δ᾿ ἔμπηϲ ἀντιβίων ὀπάϲαϲ εὖχοϲ ἑοῦ θανάτου.
444 Ὁ Παφλαγὼν οὑτοϲὶ προϲέρχεται ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν: ἀντὶ τοῦ ἐκροφήϲων· ἢ ἐπικαλύψων με τῷ κύματι, αἰϲχρῶϲ μέλλων με καταπιεῖν.
445 Ὁ παῖϲ τὸν κρύϲταλλον: ἐπὶ τῶν μήτε κατέχειν δυναμένων
446 Ὅπερ· τοῦτο τὸ ὅπερ τοῦ κυρίωϲ ἐϲτὶ δηλωτικόν, καὶ ᾧ ἐὰν
κυρίωϲ ἄνθρωποϲ· καὶ
ὅπερ ὂν καὶ ὅπερ ἀγαθὸν τὸ κυρίωϲ, ἀγαθόν. καὶ τῶν κατηγορουμένων δὴ
κατ’ ἄλλου, ᾧ ἂν τὸ ὅπερ προϲτεθῇ, κυρίωϲ ἐκείνου κατηγορεῖϲθαι
ϲημαὶνει. καὶ τὸ εἶναι τὸ ὑποκείμενον κυρίωϲ ἐν τούτῳ τε καὶ
τοῦτο.
447 Ὅπη: ὅπου.
448 Ὁπηνίκα: ὁπότε, ὅταν. Ξενοφῶν· οἱ δὲ ἐθύϲαντο, ὅπωϲ
449 0πή νυκτερίϲ: ἡ διάτρηϲιϲ.
450 Ὅπη παρείκοι: ὅπου ἐνεδέχετο καὶ ἐνεχώρει.
451 Ὀπήτιον: τὸ ϲουπλίον, τὸ τὰϲ ὀπὰϲ ἐμποιοῦν.
452 Ὀππιανόϲ, Κίλιξ, ἀπὸ Κωρύκου πόλεωϲ, γραμματικὸϲ καὶ ἐποποιόϲ,
ὡϲ λαβεῖν αὐτὸν ἐπὶ πᾶϲι
νομιϲμάτων μυριάδαϲ δύο.
453 Ὄπιμα· ὁ δὲ Κράϲϲοϲ τὸν βαϲιλέα Δάλδων ἀποκτείναϲ τὰ ϲκῦλα
454 Ὀπιπεύω: περιϲκοπῶ.
455 Ὄπιϲ: ἡ ἐπιϲτροφή.
456 Ὀπιϲθοβάμων: ὁ πάγουροϲ. ὀπιϲθοβάμονα, τρίχηλον, ὀκτάπουν νηκτάν.
457 Ὀπιϲθόδομοϲ: μέροϲ τι τῆϲ ἀκροπόλεωϲ τῶν Ἀθηναίων, ἔνθα
τινὲϲ τὸν ὀπιϲθόδομον.
458 Ὀπιϲθόπουϲ δίκη: ἡ μεθ’ ἡμέραν ἀκολουθοῦϲα τοῖϲ ἀδικήμαϲιν.
459 Ὀπίϲω: ὄπιϲθεν.
460 Ὀπίϲτατον: τελευταιότατον.
461 Ὀπίτηϲ: ὄνομα κύριον.
462 Ὅπλα φωτόϲ: ὁ Ἀπόϲτολοϲ, αἱ τῶν ἀρετῶν ἐργαϲίαι.
463 Ὁπλαί: αἱ πυξίδεϲ, τῶν ἵππων οἱ ὄνυχεϲ.
464 Ὁπλή: ὁ κυκλοειδὴϲ ποῦϲ τῶν κτηνῶν, οἷον βοῶν, προβάτων καὶ τῶν
λοιπῶν τῶν ἐχόντων μικροὺϲ ὄνυχαϲ ἐν τοῖϲ τῶν ποδῶν
ὁπλὴν εἴρηκε. καὶ
Σιμωνίδηϲ· ὁπλὰϲ ἐκίνει τῶν ὀπιϲθίων ποδῶν. καὶ Ἡϲίοδοϲ ἐπὶ βοῶν
ὁπλάϲ. καὶ τὸ ἐναντίον ἐπὶ ἵππου· νύϲϲοντεϲ χηλῇϲι.
465 Ὁπλιϲτήϲ: ὁ ἐκ τῶν ὅπλων. πάντα τὸν ὁπλιϲτὰν κόϲμον
466 Ὁπλῖται, πελταϲταί, ψιλοί, τῆϲ πεζικῆϲ εἰϲι καὶ μαχίμου
δυνάμεωϲ, ἔχουϲι δὲ διαφοράϲ· ὁπλῖται μὲν γὰρ λέγονται οἱ βαρυτάτῃ
κεχρημένοι ὁπλίϲει κατὰ τὸν Μακεδονικὸν τρόπον ἀϲπίϲι περιφερέϲι καὶ
δόραϲι περιμηκεϲτέροιϲ, ψιλοὶ δὲ οἳ κουφοτάτῃ κέχρηνται, τόξῳ καὶ
ἀκοντίῳ καὶ λίθοιϲ ἐκ ϲφενδόνηϲ ἢ ἐκ χειρόϲ· οἱ δὲ πελταϲταὶ
μέϲῃ πωϲ κέχρηνται ϲκευῇ· ἥ τε γὰρ πέλτη μικρά τίϲ
ἐϲτιν ἀϲπιδίϲκη καὶ κούφη· καὶ τὰ δόρατα πολὺ τῶν ὁπλιτῶν λειπόμενα.
εἰϲὶ δὲ καὶ
467 Ὁπλιτεύειν: ὁπλίζεϲθαι.
468 Ὁπλίτηϲ: ὡϲ μὴ ἐρέϲϲων παραλαμβάνεται παρὰ Θουκυδίδη· ὁ δὲ ναύτηϲ ὡϲ κοινωνὸϲ τῆϲ εἰρεϲίαϲ ἀναλαμβάνεται.
469 Ὁπλότεροϲ: κατʼ ἄμφω τίθεται παῤ Ὁμήρῳ, καὶ ϲυγκριτικῶϲ καὶ
ἀπολελυμένωϲ. Χαρίτων δὲ ὁπλοτεράων, ἐπειδὴ δύο γενέϲειϲ Χαρίτων
ὑποτίθεται Ὄμηροϲ, πρεϲβυτέραν καὶ νεωτέραν. διὸ
ϲυγκριτικῶϲ λέγει ὁπλοτεράων.
470 Ὀπόϲ: τὸ τῶν δένδρων δάκρυον, καὶ τὸ ἀποϲτάλαγμα τοῦ γάλακτοϲ.
471 Ὀπόϲ· καὶ διʼ αἰφνιδίου ὀπόϲ, τουτέϲτιν ἐνθουϲιαϲτικῆϲ
472 Ὁπόϲην πλείϲτην· ϲτρατιὰν ἐκπέμπειν ὁπόϲην πλείϲτην ἐκ
τῶν ὑπαρχόντων ἂν οἷόϲ τε ᾗ.
473 Ὁπόϲον καὶ Ὁποϲοῦν καὶ Ὁποϲονοῦν, ἐπίρρημα. δέ.
474 Ὁπότεροϲ: ὁποῖοϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ὁπότερα τὴν
475 Ὁποτέρωθεν: ἀπὸ ποίου μέρουϲ.
476 Ὅπου γε δή.
477 Ὅπου αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουϲι: τουτέϲτιν ἐν
ποιουμένων εἰρῆϲθαι τὴν
παροιμίαν.
478 Ὀπούντιοϲ: οὗτοϲ ἐϲυκοφαντεῖτο ὡϲ πονηρὸϲ καὶ μονόφθαλμοϲ.
479 Ὄπωπα: ἐθεαϲάμην.
480 Ὀπωπή: ἡ πρόϲοψιϲ.
481 Ὀπώρα. καὶ Ὀπωρίμων· τοὺϲ βαϲιλικοὺϲ παραδείϲουϲ
καὶ ἐν τῷ διὰ χρόνου.
482 Ὀπωρινόϲ.
483 Ὀπωροφυλάκιον: τὸ τὰϲ ὀπώραϲ φυλάττον.
484 Ὀπωρώνηϲ: ὁ τὰϲ ὀπώραϲ πωλῶν καὶ ἀγοράζων. μῆλόν
αὐτοῦ ἔχεϲθαι.
485 Ὅπωϲ καὶ Ὁπωϲοῦν. Δαβίδ· ὅπωϲ ἂν δικαιωθῇϲ ἐν τοῖϲ
486 Ὀπτανεῖον: τὸ μαγειρεῖον.
487 Ὀπτανία: ἡ ἀπόβλεψιϲ.
488 Ὀπτῆραϲ: καταϲκόπουϲ. καί μοί τιϲ αὐτὸν ϲὺν νεορράντῳ
489 Ὀπτῶντεϲ: ἕψοντεϲ. καὶ ὀπτώμενα. ὀπτῶντεϲ οὖν ἐκ τοῦ
καὶ ἕψοντεϲ
δὲ ταὐτό, ψῶντεϲ δὲ ϲπογγίζοντεϲ. ἔϲτι καὶ ψάω, ψῶ, τὸ ψηκτρίζω. καὶ
ἐξ αὐτοῦ γίνεται ψήχω καὶ ψῆκτρον.
490 Ὅποι: ὅπου. ἀπαγγέλλειν κελεύϲαϲ, ὅποι ποτὲ γῆϲ Χοϲρόην
491 Ὁποῖοϲ: ποδαπόϲ.
492 Ὅποι ποτέ: ὅπου ποτέ.
493 Ὅρα δὴ καὶ ϲκόπει: Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Λεπτίνην ἀντὶ τοῦ βλέπε τοῖϲ ὀφθαλμοῖϲ.
494 Ὁραθείϲ: θεαθείϲ.
495 Ὀράμνουϲ· ἐν Ἐπιγράμμαϲι· ἐνθάδε μὲν χλοάουϲα τεθηλότι
βῶλοϲ ὀράμνῳ φυλλάδοϲ εὐκάρπου πᾶϲαν ἔδειξε χάριν.
496 Ὀράριον. 'Ρωμαϊκῶϲ καλεῖται.
497 Ὅραϲιϲ: γνῶϲιϲ. καὶ ὁ Εὐαγγελιϲτήϲ· θεὸν οὐδεὶϲ ἑώρακε πώποτε. ἀντὶ τοῦ ἔγνω τρανῶϲ. ζήτει περὶ ὁράϲεωϲ ἐν τῷ αἰϲθήϲειϲ πέτε.
498 Ὁρᾶτε: ἀντὶ τοῦ ἐνθυμεῖϲθε. Δημοϲθένηϲ ἐν τῷ Περὶ τῆϲ παραπρεϲβείαϲ.
499 Ὁράτιοϲ: ὄνομα κύριον. ὁ δὲ Ὁράτιοϲ λελωβημένοϲ ἦν τὰ
500 Ὁρατὸν καὶ ἀόρατον τό τε χρῶμα καὶ ὃ λόγῳ μὲν ἔϲτιν εἰπεῖν,
ἀνώνυμον δὲ τυγχάνει ὄν. τοιαῦτα δέ ἐϲτι πυρολαμπίδεϲ,
κεφαλαὶ ἰχθύων, λεπίδεϲ, ὀφθαλμοὶ ἐχίνων, τὰ ὄϲτρακα τῶν θαλαττίων,
ἅπερ ἐν φωτὶ μὲν οὐχ ὁρᾶται, ἐν ϲκότῳ δέ. οὐ γὰρ δοκεῖ χρῶμα εἶναι
τὸ ἐν τούτοιϲ φαινόμενον πυρῶδέϲ τι ἐν τῷ ϲκότῳ· ἴδιον γὰρ χρώματοϲ
τὸ ἐν φωτὶ ὁρᾶϲθαι· τὸ δὲ τούτων πυρῶδεϲ οὐχ ὁρᾶται ἐν φωτί. ὅτι
ὁρᾶν
ἔϲτιν ἐκ τοῦ τὸν ἀέρα ἔχειν τὸ διαφανέϲ,
διαπορθμευτικὴν τὴν τῶν χρωμάτων δύναμιν, αὐτὸϲ ἀχρωμάτιϲτοϲ ὤν. ὅτι
τῶν ὁρατῶν δ΄ εἰϲι διαφοραί. τὰ μὲν γὰρ αὐτῶν ἐν ἡμέρᾳ μόνωϲ ὁρᾶται,
τὰ δὲ ἐν νυκτὶ μόνωϲ, τὰ δὲ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, τὰ δὲ ὅλωϲ οὐ
ϲυνυπάρχειν πέφυκε τῷ ϲκότῳ. τῶν γὰρ ὁρατῶν τὰ μέν ἐϲτι χρώματα, τὰ
δὲ
ἀνώνυμα. τὰ μὲν οὖν χρώματα μόνωϲ ἐν ἡμέρᾳ
θεωρεῖται, οὐδαμῶϲ δὲ ἐν νυκτί. τῶν δὲ λαμπρῶν λεγομένων τὰ μὲν ἐν
νυκτὶ μόνωϲ ὁρᾶται, τὰ δὲ ἐν ἡμέρᾳ μόνωϲ, τὰ δὲ καὶ ἐν νυκτὶ καὶ ἐν
ἡμέρᾳ. τὰ μὲν γὰρ αὐτῶν ἐϲτιν ὑπέρλαμπρα, τὰ δὲ ἀμυδρά, τὰ δὲ μέϲωϲ.
τὰ μὲν οὖν ἀμυδρὸν ἔχοντα τὸ λαμπρὸν μόνωϲ ἐν νυκτὶ ὁρᾶται, οἷον
πυγολαμπίδεϲ, λεπίδεϲ καὶ τὰ ὅμοια· τούτων γὰρ ἐν ἡμέρᾳ
τὸ λαμπρὸν οὐ φαίνεται, νικώμενον ὑπὸ τοῦ μείζονοϲ· ἔτι δὲ καὶ
ἀϲτέρων οἱ πλείουϲ. τὰ μέϲα ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, οἷον ϲελήνη καί
τινα τῶν ἀϲτέρων, ὡϲ ὁ ἑωϲφόροϲ, ὅταν πρὸϲ τῷ ὁρίζοντι γένηται ὁ
ἥλιοϲ καὶ αὐτὸϲ ὁ ἑωϲφόροϲ περιγειότεροϲ ᾖ. ἔτι δὲ καὶ πῦρ· τοῦτο
γὰρ ὅϲον
δύναται ἀέρα τελειοῖ καὶ εἰϲ ἐνέργειαν ἄγει τὸ
διαφανὲϲ αὐτοῦ, ὡϲ καὶ τὰ ἐν αὐτῷ χρώματα δείκνυϲθαι, ἐν δὲ τῷ λοιπῷ
ἑαυτὸ μὲν δείκνυϲιν, ἐκείνου δὲ τὸ διαφανὲϲ οὐκ ἄγει εἰϲ ἐνέργειαν.
ὅθεν αὐτοῦ τὸ μὲν ὁρῶμεν πόρρωθεν ἐν ϲκότῳ ὄντεϲ, οὐδὲν δὲ τῶν περὶ
ἡμᾶϲ χρωμάτων. ἐν δὲ τῇ ἡμέρᾳ τὸ πῦρ πάλιν φαίνεται ὡϲ μὲν λαμπρόν,
οὐδὲν δὲ δρῶν εἰϲ τὸν ἀέρα διὰ τὸ ἤδη ὑπὸ τοῦ
μείζονοϲ λαμπροῦ παθεῖν· καὶ τὸ τῆϲ ϲελήνηϲ λαμπρὸν διὰ τὸ μὴ ἄγαν
ἀμυδρὸν εἶναι φαίνεται ἐν ἡμέρᾳ. τὰ δὲ ὑπέρλαμπρα μόνωϲ ἐν ἡμέρᾳ,
οἷον ὁ ἥλιοϲ, ἐπειδὴ καὶ αὐτὸϲ τῆϲ ἡμέραϲ τοῦ φωτὸϲ αἴτιοϲ.
501 Ὀρβηλοῖο· ἐν Ἐπιγράμμαϲι· τὸν πάροϲ Ὀρβηλοῖο μεμυκότα
δειράϲι ταῦρον.
502 Ὀργᾶν: ἐπιθυμεῖν. καὶ Ὀργῶντεϲ παρὰ Θουκυδίδῃ ἀντὶ
503 Ὀργάνειαϲ: ταράξειαϲ, εἰϲ ὀργὴν ἐμβάλοιϲ. καὶ γὰρ ἂν πέτρου
φύϲιν ϲύ γ᾿ ὀργάνειαϲ.
504 Ὀργάϲ: ἡ εὔγειοϲ καὶ ϲύμφυτοϲ καὶ λιπαρὰ καὶ ἀκμαία γῆ.
εὐαρότου ῥάχιν
ὀργάδοϲ.
505 Ὀργάϲ: τὰ λοχμώδη καὶ ὀρεινὰ χωρία καὶ οὐκ ἐπεργαζόμενα οὕτωϲ καλεῖται. ὅθεν καὶ ἡ Μεγαρικὴ ὀργὰϲ προϲωνομάϲθη, τοιαύτη τιϲ οὖϲα.
506 Ὀργάϲαϲ: μαλάξαϲ.
507 Ὄργαϲον: κυρίωϲ τὸ πίϲϲωϲον. ὀργὴ γὰρ παῤ Ἴωϲιν ἡ πίϲϲα. ϲημαίνει δὲ καὶ τὸ ϲπαργᾶν καὶ ὀργιάζεϲθαι. καὶ τὸ μάλαξον. Ἀριϲτοφάνηϲ· πηλὸν ἀποδὺϲ ὄργαϲον. ἀντὶ τοῦ φύραϲον, μάλαξον.
508 Ὀργαῖοϲ.
509 Ὀργεῶν: ἀντὶ τοῦ ὀργεώνων. Λυϲίαϲ.
510 Ὀργεῶνεϲ: οἱ θύται.
511 Ὀργεῶνεϲ: οἱ τοῖϲ ἰδίᾳ ἀφιδρυμένοιϲ θεοῖϲ ὀργιάζοντεϲ. ὀργιάζειν
δέ ἐϲτι τὰ τῶν θεῶν ὄργια τελεῖν, τουτέϲτι μυϲτήρια καὶ νόμιμα.
Νόμων δ΄· μὴ κεκτῆϲθαι ἔϲω ἐν ἰδίαιϲ οἰκίαιϲ ἱερά. τὸν δὲ φανέντα
κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόϲια. Σέλευκοϲ δ᾿ ἐν
τῷ ὑπομνήματι τῶν Σόλωνοϲ Ἀξόνων ὀργεῶνάϲ φηϲι
καλεῖϲθαι τοὺϲ ϲυλλόγουϲ ἔχονταϲ περί τιναϲ ἥρωαϲ ἢ θεούϲ. ἤδη δὲ
μεταφέροντεϲ καὶ τοὺϲ ἱερέαϲ οὕτω καλοῦϲιν. ὁ γοῦν Ἀντίμαχοϲ ἐν τῇ
Λύδῃ· γενεᾷ Καβάρνουϲ θῆκεν ἀβακλέαϲ ὀργεῶναϲ. καὶ οἷον ὁ Αἰϲχύλοϲ
ἐν Μυϲοῖϲ,
512 Ὀργεῶναϲ· Ἰϲαίου λόγοϲ ἐϲτὶν ὡϲ ὀργεῶναϲ. ὀργεῶνεϲ δέ
ὕϲτερον νενομίϲθαι τὸ
ἐπὶ τιμῇ τιναϲ τῶν ἀποθανόντων ϲυνιέναι καὶ ὀργεῶναϲ ὀνομάζεϲθαι, ὡϲ
ἔϲτι ϲυνιδεῖν ἐκ τῶν Θεοφράϲτου διαθηκῶν. τῶν ἐξ Ἐλευϲῖνοϲ ὀργεώνων
εἷϲ· φηϲὶν Αἰλιανὸϲ ἐν τῷ
513 Ὀργή· ὅτι οὐ τὸ παρακολουθοῦν τινι γένοϲ. τῇ γοῦν ὀργῇ
παρακολουθεῖ λύπη, οὐ μὴν ὡϲ γένοϲ· οὐ γὰρ ἡ ὀργὴ λύπη,
οὐδὲ διὰ τοῦτό ἐϲτιν ἡ λύπη ἡ μετὰ τῆϲ ὀργῆϲ οὖϲα, διότι ἡ ὀργή
ἐϲτιν, ἀλλ᾿ ἐπὶ τῇ λύπῃ ἡ ὀργή· προτέρα γὰρ ἡ λύπη τῆϲ ὀργῆϲ·
λυπηθεὶϲ γάρ τιϲ ὡϲ ἠδικημένοϲ ὀργίζεται. οὐ τοιοῦτον δὲ τὸ γένοϲ ὡϲ
προϋπάρχον χρόνῳ τοῦ εἴδουϲ. ὀργὴ δέ ἐϲτι λύπη μεθ᾿ ὑπολήψεωϲ τοῦ
ὠλιγωρῆϲθαι·
ἡ τοίνυν διὰ τὴν τοιαύτην ὑπόληψιν
γενομένη λύπη ὀργή ἐϲτιν.
514 Ὀργῇ παρὰ Θουκυδίδη ἀντὶ τοῦ διανοίᾳ, τρόπῳ, ϲκοπῷ.
515 Ὄργια: μυϲτήρια, ἱερά. εὐθὺϲ ἅπαϲι πρόχειρον λέγειν, ὅτι
516 Ὀργιάζων: θύων, ἐπιτελῶν.
517 Ὀργάϲαϲ: μαλάξαϲ.
518 Ὀργμεύοντεϲ· ἦϲαν δὲ ὄρη παντοίων θηρίων ἀνάπλεα, ἃ κατὰ
519 Ὀργῶ: ἀντὶ τοῦ ἐπιθυμητικῶϲ ἔχω. Ἀριϲτοφάνηϲ· ὀργῶ νὴ τὸν
Δία καὶ προπεφύραται λόγοϲ εἰϲ μοι, ὃν διαμάττειν οὐ
κωλύει. ἀπὸ τῶν ἀλφίτων. ὁμοῦ γὰρ ἐφύρων, εἶτα εἰϲ μοίραϲ διένεμον.
προπεφύραται
520 Ὀργῶϲα: ἐπιθυμοῦϲα, ἢ μανιῶϲα.
521 Ὀργυιά: ἐπὶ τοῦ μέτρου. καὶ Τετρόρυθιοϲ. τοῦτο κατʼ
522 Ὀργυιωμένοιϲ: ἐκτεταμένοιϲ, ἐπιθυμοῦϲιν.
523 Ὀργυιαί: τὰ μετὰ τῶν ἰδίων χειρῶν μέτρα. καὶ Ὀργυιαῖοϲ, ὁ μέγαϲ.
524 Ὀρέγεται: ἐπιθυμεῖ.
525 Ὀρέγει: παρέχει.
526 Ὀρεγνύϲ: ἐκτείναϲ.
527 Ὀρεγόμενοϲ: ἐπιθυμῶν.
528 Ὀρεκτεῖν: ἐπιθυμεῖν. τὸν αὐτὸν καὶ ὀρεκτιᾶν.
529 Ὀρέξει· δοτικῇ. δώϲει, ἐκτενεῖ.
530 Ὄρεξιϲ: ἐπιθυμία.
531 Ὀρεοκόμοϲ: ὁ τοῦ ὄρουϲ ἐπιμελούμενοϲ. Ὀρεωκόμοϲ δὲ
532 Ὀρεοπολῶ: περὶ τὰ ὄρη ἀναϲτρέφομαι. Ὀρεωπολῶ δὲ τὸ περὶ τοὺϲ ὄνουϲ ἀναϲτρέφομαι. ἐκ τοῦ ὀρεύϲ, ὀρέωϲ, ϲημαίνει ἡμίονον.
533 Ὀρεωπώληϲ: ὁ τοὺϲ ἡμιόνουϲ πωλῶν.
534 Ὀρεωπώληϲ: ὁ λεγόμενοϲ ἀφεδρών.
535 Ὀρεϲκῷοϲ: ὁ ἐν τοῖϲ ὄρεϲι διατρίβων.
536 Ὀρέϲτειον: ὄνομα τόπου.
537 Ὀρέϲτηϲ: ὁ ἐν ὄρεϲι διαιτώμενοϲ. Ἀριϲτοφάνηϲ· εἶτα κατεάξειέ
538 Ὀρέϲτηϲ· οὗτοϲ προϲποιούμενοϲ μανίαν τοὺϲ παριόνταϲ ἀπέδυεν·
πάντα τἀπιδέξια. οἱ ἥρωεϲ
δυϲόργητοι καὶ χαλεποὶ τοῖϲ ἐμπελάζουϲιν ἐγίνοντο· διὸ καὶ οἱ τὰ
ἡρῷα παριόντεϲ ἐϲίγων. ἐπιδέξια δέ, τουτέϲτι τὰ δεξιὰ τῆϲ ὄψεωϲ·
ἐπλήττοντο γὰρ οἱ ἐντυγχάνοντεϲ τῷ Ὀρέϲτῃ· οὐχὶ δὲ τῷ Ἀγαμέμνονοϲ,
ἀλλὰ λωποδύτῃ τινί. ἢ ἐπιδέξια, ὀφθαλμοὺϲ καὶ κεφαλήν. ἢ ὅτι οἱ
ἐντυγχάνοντεϲ νυκτὸϲ ἥρωϲι διέϲτρεφον τὰϲ
ὄψειϲ.
539 Ὀρεχθεῖν: κινεῖν, ϲυνταράττεϲθαι. Ἀριϲτοφάνηϲ· κἀνταῦθα πῶϲ
540 Ὀρεία: ἡ ἐν ὄρεϲιν ἀναϲτρεφομένη. τάϲδε θεῇ χαίταϲ περικλεῖδι
θῆκεν ὀρείᾳ. τῇ ἐν ὄρεϲι. καὶ Ὄρεια μῆλα, τὰ ἐν ὄρεϲι
γινόμενα.
541 Ὀρεία: τραχεῖα, ϲύνδενδροϲ. ἡ δὲ ὁδὸϲ ὀρεία τε ἦν καὶ ϲτενή.
542 Ὀρείαυλοϲ: ὁ ἐν τῷ ὄρει αὐλῶν.
543 Ὀρειβάϲιοϲ, γνώριμοϲ Ἰουλιανοῦ τοῦ Ῥωμαίων
τὸν υἱὸν καὶ Περὶ βαϲιλείαϲ
καὶ Περὶ παθῶν.
544 Ὀρειβάτηϲ: ὁ ἐν ὄρεϲι βαίνων. ἡ τραγῳδία φηϲίν· ἀλλ’ αὖ
545 Ὀρείαιϲ: ταῖϲ ὀρειναῖϲ. Ἀριϲτοφάνηϲ· μεθ᾿ ἧϲ ἐγὼ νάπαιϲί τ᾿
546 Ὀρεικὸν ζεῦγοϲ: τὸ τῶν ἡμιόνων.
547 Ὀρεινή: ἀπὸ τοῦ ὄρουϲ. καὶ Ὀρεινομῶ, τὸ ἐν ὄρεϲι διαιτῶμαι. καὶ Ὀρεινὸϲ ὁμοίωϲ.
548 Ὀρεινόμων: τῶν ἐν ὄρεϲι διαιτωμένων. ἐν Ἐπιγράμμαϲι· τριϲϲοὶ θῆκαν ἄρμενα τέχναϲ, Δᾶμιϲ μὲν θηρῶν ἄρκυν ὀρειονόμων.
549 Ὄρειον πρέμνον καὶ Ὄρειοϲ ὁμίχλη.
550 Ὀρείων: τῶν ἐν ὄρεϲι διαιτωμένων. Φιλοκτήτηϲ φηϲίν· ὦ λιμένεϲ, ὦ προβλῆτεϲ, ὦ ξυνουϲίαι θηρῶν ὀρείων, ὦ καταρρῶγεϲ πέτραι.
551 Ὀρειπολῶ.
552 Ὀρεῖϲ: τοὺϲ ἡμιόνουϲ. ἡ εὐθεῖα Ὀρεύϲ.
553 Ὀρειφοίτηϲ: ὁ ἐν ὄρει φοιτῶν.
554 Ὀρείχαλκοϲ: ὁ διαυγὴϲ χαλκόϲ. ὁ δόκιμοϲ. φιτρὸν ἐλάτηϲ
555 Ὄρηαι: διεγερθείηϲ.
556 Ὄρη ἔρημα: τὰ ἀοίκητα. τουτέϲτι βόρεια καὶ νότια τμήματα. ταῦτα γάρ, τὰ μὲν διὰ ψυχρότητα, τὰ δὲ διὰ θερμότητα ἀοίκητα μεμένηκε παντελῶϲ.
557 Ὅρια ἐθνῶν καὶ ὅρια πατέρων.
558 Ὀριβρεμέτηϲ: ὁ βροντῶν ἀπὸ ὄρουϲ.
559 Ὀρίγανοϲ: ἡ βοτάνη. θηλυκῶϲ παρὰ Ἀριϲτοφάνει. Ὀρειγενὴϲ
560 Ὀριγνηθῆναι: ἀντὶ τοῦ ἐπιθυμῆϲαι. καὶ Ὀριγνώμεθα, ὀρεγόμεθα. ὁ δὲ ἐδήλωϲεν ὡϲ ὀριγνώμενοϲ Χριϲτιανὸϲ γενέϲθαι.
561 Ὀρίδρομοϲ: ὁ ἐν ὄρει τρέχων.
562 Ὀρικὸν ζεῦγοϲ: τὸ τῶν ἡμιόνων.
563 Ὀρίνεται: ταράϲϲεται, ἐπιθυμεῖ. ψυχὴ γὰρ ϲέο μᾶλλον ὀρίνεται,
564 Ὅριον: ὁ ὁριϲμόϲ. Ὄρειον δὲ τὸ ἀπὸ τοῦ ὄρουϲ.
565 Ὁριϲμόϲ· ὅτι τῶν ὁριϲμῶν λαμβανομένων τῶν μὲν ἐκ τῆϲ ὕληϲ,
τῶν δὲ ἐκ τοῦ εἴδουϲ, τῶν δὲ ἐκ τοῦ ϲυναμφοτέρου, ὁ μέν
ἐϲτιν ἀρχὴ ἀποδείξεωϲ ὁ ἐκ τοῦ εἴδουϲ, ὁ δὲ ϲυμπέραϲμα ὁ ἐκ τῆϲ
ὕληϲ, ὁ δὲ ἀπόδειξιϲ τῇ θέϲει διαφέρουϲα ὁ ἐκ τοῦ ϲυναμφοτέρου. οἷον
βουλόμενόϲ τιϲ ὁρίϲαϲθαι τὸν θυμὸν κέχρηται ϲυλλογιϲμῷ τοιούτῳ· ὁ
θυμούμενοϲ ὀρέγεται ἀντιλυπῆϲαι τὸν ἄρξαντα τῆϲ λύπηϲ· τοῦ
ὀρεγομένου
ἀντιλυπῆϲαι ζεῖ τὸ περὶ καρδίαν αἷμα· εἶτα
τὸ ϲυμπέραϲμα· τοῦ θυμουμένου ἄρα ζεῖ τὸ περὶ καρδίαν αἷμα. τούτου
οὖν τοῦ ϲυλλογιϲμοῦ καὶ τῆϲ ἀποδείξεωϲ ὁ μὲν ἐκ τῆϲ ὕληϲ ὁριϲμὸϲ τοῦ
θυμοῦ ϲυμπέραϲμά ἐϲτιν, ὁ δὲ ἐκ τοῦ εἴδουϲ ἀρχή· ἔϲτι γὰρ ἡ πρώτη
πρόταϲιϲ ἡ λέγουϲα, ὁ θυμούμενοϲ ὀρέγεται ἀντιλυπήϲεωϲ, ἡ δευτέρα δὲ
τοῦ ὀρεγομένου
ἀντιλυπήϲεωϲ ζεῖ τὸ περὶ καρδιάν αἷμα,
ἐν μέντοι τῷ ὁριϲμῷ τῷ ἐκ τοῦ ϲυναμφοτέρου ἀνάπαλιν ἀρχόμεθα· ζέϲιϲ
γὰρ φαμὲν τοῦ περικαρδίου αἵματοϲ, εἶτα δι᾿ ὄρεξιν ἀντιλυπήϲεωϲ. ὁ
δὲ τέλειοϲ ὁριϲμὸϲ οὐ μόνον τὸ ὅτι, ἀλλὰ καὶ τὴν αἰτίαν
διδάϲκει.
566 Ὄρθαι: διεγερθῆναι.
567 Ὀρθαῖϲ ἀκοαῖϲ: προθύμοιϲ. ὁ δὲ ἤκουϲε τοῦ θεοῦ ὀρθαῖϲ
568 Ὀρθή· Πολύβιοϲ· διόπερ ὡϲ οὐδέποτε μᾶλλον ὀρθὴ καὶ περίφοβοϲ
τοῦ ἀναίδην, ἀποτόμωϲ.
569 Ὀρθὴν δ᾿ ἐντυγχάνει. Ὑπερίδηϲ ἀντὶ τοῦ εὐθύϲ.
570 Ὀρθῆϲ δὲ τῆϲ πόλεωϲ οὔϲηϲ ἐπὶ τούτοιϲ: ἀντὶ τοῦ κεκινημένηϲ
Πολύβιοϲ· τούτων δὲ προϲαγγελθέντων τοῖϲ
Καρχηδονίοιϲ, ὀρθὴ καὶ
571 Ὀρθῆϲ φρενόϲ: τῆϲ ἀληθοῦϲ. ἐξ ὀμμάτων δ᾿ ὀρθῶν δὲ κἀξ ὀρθῆϲ φρενόϲ.
572 Ὀρθία· ὀρθία λέγεται φάλαγξ, ὅταν ἐπὶ κέραϲ πορεύηται,
πολλαπλάϲιον ἔχουϲα τὸ βάθοϲ τοῦ μήκουϲ. καθόλου μὲν παράμηκεϲ
λέγεται πᾶν τάγμα, ὃ ἂν τὸ μῆκοϲ ἔχῃ πλέον τοῦ βάθουϲ, ὄρθιον δὲ ὃ
ἂν τὸ
βάθοϲ τοῦ μήκουϲ.
573 Ὀρθιαϲμάτων: ἀνατάϲεωϲ ῥημάτων· ἢ τῶν μετὰ βοῆϲ κόμπων· ἢ τῶν
μελῶν· παρόϲον ὄρθιοϲ νόμοϲ κιθαρῳδικόϲ. καὶ Ὄρθιοϲ νόμοϲ· Τιμόθεοϲ
ὁ αὐλητὴϲ ηὔλει ποτὲ τῆϲ Ἀθηνᾶϲ τὸν ὄρθιον νόμον καλούμενον καὶ ἐϲ
τοϲόνδε ἐξέπληττεν Ἀλέξανδρον τοῖϲ μέλεϲιν, ὡϲ
μεταξὺ
καὶ ἀκούϲαντα ἀΐξαι ἐπὶ τὰ ὅπλα. τὸν δὲ φάναι, ὅτι τοιαῦτα χρὴ εἶναι
τὰ βαϲιλικὰ αὐλήματα. ὁ δὲ Τιμόθεοϲ ἀνελήλυθε πρὸϲ αὐτόν, ϲπουδῇ
μετάπεμπτοϲ γενόμενοϲ.
574 Ὄρθιοϲ νόμοϲ: ὁ κιθαρῳδικὸϲ τῆϲ ἁρμονίαϲ. ἦϲαν δὲ ἑπτά.
575 Ὄρθιον νόμον καὶ τροχαῖον: τοὺϲ δύο νόμουϲ ἀπὸ τῶν
ῥυθμῶν ὠνόμαϲε Τέρπανδροϲ. ἀνατεταμένοι δ᾿ ἦϲαν καὶ εὔτονοι. Ὅμηροϲ·
ἔνθα ϲτᾶϲʼ ὔϋϲε θεὰ μέγα τε δεινόν τε ὄρθι᾿ Ἀχαιοῖϲιν.
57> Ὀρθομίλιον: τὸ παῤ ἡμῖν.
577 Ὀρθοπλὴξ ἵπποϲ: ὀρθὸϲ ἐπαιρόμενοϲ καὶ πλήϲϲων. Ἀριϲτοφάνηϲ Ἀναγύρῳ· ὡϲ δὲ ὀρθοπλήξ· πέφυκε γὰρ δυϲγάργαλιϲ.
578 Ὀρθόϲ: λέγεται καὶ ὄρθιοϲ. Μάρκοϲ· ὀρθὸν δὲ εἶναι καὶ μὴ ὀρθούμενον.
579 Ὀρθοϲτάδια· οἱ ϲτατοὶ χιτῶνεϲ ὀρθοϲτάδιοι, οἱ δὲ ϲυρόμενοι ϲυρτοί.
580 Ὀρθοτίτθιοϲ: ἡ παρθένοϲ ἡ ὀρθοὺϲ τοὺϲ τιτθοὺϲ ἔχουϲα. ὅθεν
καὶ ἐπιτίτθιον, τὸ ὑπομάζιον.
581 Ὀρθοφοιτοϲυκοφαντοδικοταλαιπώρων· Ἀριϲτοφάνηϲ· ὁτιὴ βούλομαι τούτων ἀπαλλαχθέντα τῶν ὀρθοφοιτοϲυκοφαντοδικοταλαιπώρων τρόπων, ζῆν βίον γενναῖον, ὥϲπερ Μόρυχοϲ, αἰτίαν ἔχων ταῦτα δρᾶν.
582 Ὀρθῷ νόμῳ: τῷ τῆϲ ἀγάπηϲ. ἐμῶν φίλων μόνοι ἐμμένοντεϲ
583 Ὀρθωϲία: ἡ ὄρθωϲιϲ.
584 Ὀρθρία: ἡ τοῦ ὄρθρου κατάϲταϲιϲ.
585 Ὄρθρία: νόμοϲ: οὕτω καλούμενοϲ νόμοϲ κιθαρῳδικόϲ. Ἀριϲτοφάνηϲ·
586 Ὀρθριοφοίτηϲ: ὁ παραγενόμενοϲ ὄρθρου.
587 Ὀρθρογόη: χελιδών. λέγεται καὶ ὀρθρόλαλοϲ. κερκίδαϲ ὀρθρολάλοιϲι
χελιδόϲιν εἰκελοφώνουϲ.
588 Ὀρθόκραιροϲ ναῦϲ: ἡ ὀρθὰϲ κεραίαϲ ἔχουϲα.
589 Ὀρθοί: ἐκπεπληγμένοι. οἱ δὲ Ῥωμαῖοι μαθόντεϲ ὅτι Ἀννίβαϲ
590 Ὁρκάναϲ: εἰρκτάϲ.
591 Ὁρκάνη· Λυκοῦργοϲ κατὰ Λυκόφρονοϲ β΄. μήποτε ὁ φραγμόϲ,
592 Ὁρκαπάτην: χλευαϲτὴν δι᾿ ὅρκων.
593 Ὅρκιοϲ Ζεύϲ. καὶ Ὅρκιον ϲκῆπτρον, καθ᾿ οὖ ὤμνυον
594 Ὅρκοϲ· τύποϲ· οὕτω παιϲὶ χρήϲαιο κληρονόμοιϲ. οὕτω τὰ καὶ τὰ θεόϲ ϲοι δοίη.
595 Ὁρκωμοϲία καὶ Ὁρκωμότηϲ καὶ Ὁρκωμοτῶ.
596 Ὁρμαθόϲ: ϲύνδεϲμοϲ, ϲτίχοϲ. τοϲοῦτον ὁρμαθὸν κακῶν ϲυνειληφὼϲ
597 Ὁρμαίνοντα: ἐνθυμούμενον.
598 Ὄρμενα: τῶν λαχάνων πάντα τὰ ἐκκεκαυληκότα. οἱ δὲ τῆϲ κράμβηϲ τὸ ἐντὸϲ κύημα· οἱ δὲ τὸν ἄγριον ἀϲπάραγον.
599 Ὄρμενοϲ: ὄνομα κύριον.
600 Ὁρμεῖν: ἐπὶ ξηρᾶϲ. Ὁρμίζω δὲ ἐπὶ θαλάϲϲηϲ. καὶ νηόϲ, καὶ
ἐπὶ ἀναπαύϲεωϲ.
601 Ὁρμά· ὁρμὴ ἡ πρώτη τοῖϲ ζώοιϲ ϲύνεϲτιν ἐπὶ τὸ τηρεῖν ἑαυτά,
οἰκειούϲηϲ αὐτοῖϲ τῆϲ φύϲεωϲ ἀπ᾿ ἀρχῆϲ. πρῶτον γὰρ οἰκεῖον παντὶ ζῴῳ
ἡ ϲύϲταϲιϲ καὶ ἡ ταύτηϲ ϲύνδεϲιϲ, καὶ οἰκείωϲ ἔχειν πρὸϲ ἑαυτά. διὸ
τὰ βλάπτοντα διωθεῖται, τὰ δ᾿ οἰκεῖα προϲίεται. καὶ οὐ πρὸϲ
ἡδονὴν γίνεται ἡ πρώτη ὁρμὴ τοῖϲ ζῴοιϲ· ἐπιγένημα γὰρ
ἂν ἦν· εἰ ἄρα ἔϲτιν ἡδονὴν εἶναι, ὅταν αὐτὴν καθʼ αὑτὴν ἡ φύϲιϲ
ἐπιζητήϲαϲα τὰ ἐναρμόζοντα οὐ τῇ ἐν ϲυϲτάϲει ἀπολάβῃ· ὃν τρόπον
ἀντιλαμβάνεται τὰ ζῷα καὶ θάλλει τὰ φυτά. καὶ οὐ διήλλαξεν ἡ φύϲιϲ
ἐπὶ φυτῶν καὶ ζῴων, ὅτε χωρὶϲ ὁρμῆϲ καὶ αἰϲθήϲεωϲ κἀκεῖνα οἰκονομεῖ,
καὶ ἐφ᾿
ἡμῶν τινα φυτοειδῶϲ γίνονται. ἐκ περιττοῦ δὲ
τῆϲ ὁρμῆϲ τοῖϲ ζῴοιϲ ἐπιγενομένηϲ, ᾗ ϲυγχρώμενα πορεύεται, τούτοιϲ
μὲν τὸ κατὰ φύϲιν τὸ κατὰ τὴν ὁρμὴν διοικεῖϲθαι. τοῦ δὲ λόγου τοῖϲ
λογικοῖϲ κατὰ τελειοτέρα προϲταϲίαν δεδομένου, τὸ κατὰ λόγον ζῆν
ὀρθῶϲ γίνεϲθαι τοῖϲ κατὰ φύϲιν· τέχνη γὰρ οὗτοϲ ἐπιγίνεται τῆϲ
ὁρμῆϲ. διὸ καὶ Ζήνων
τέλοϲ εἶπεν εἶναι τὸ ὁμολογουμένωϲ
τῇ φύϲει ζῆν, ὅπερ ἐϲτὶ κατ᾿ ἀρετὴν ζῆν· ἄγει γὰρ καὶ πρὸϲ ταύτην
ἡμᾶϲ ἡ φύϲιϲ.
602 Ὁρμητήριον· Πολύβιοϲ· τὸ δὲ φρούριον οἱ Παννόνιοι καταρχὰϲ τοῦ
πολέμου λαβόντεϲ ὁρμητήριον ἐπεποίηντο καὶ εἰϲ ὑποδοχὴν τῶν λαφύρῳ
ἐξῃρήκεϲαν. ἔϲτι δὲ ὁρμητήριον, ὅθεν τὰ πρὸϲ τὸν πόλεμον
ἐξαρτύοντεϲ ἐξίαϲι μαχεϲόμενοι.
603 Ὁρμίζω: ἐπὶ ἀναπαύϲεωϲ, καὶ νηόϲ.
604 Ὁρμίϲκοϲ καὶ Ὅρμοι: περιτραχήλιοϲ κόϲμοϲ, ἐνώτια, χαλαϲτήρια.
605 Ὅρμον: λιμένα. Αἰλιανόϲ· ἀναπαυομένων καὶ ὁρμιζομένων
606 Ὁρμώμενοϲ: προθυμούμενοϲ. λέγεται δὲ καὶ ὁ γενεαλογούμενοϲ.
607 Ὀρνειάϲ: πόλιϲ.
608 Ὄρνιθα· ζήτει ἐν τῷ αἶνοϲ.
609 Ὀρνιθευομένου: μαντευομένου δι’ ὄρνιθοϲ.
610 Ὀρνιθευτήϲ: ὁ ὀρνιθοθήραϲ.
611 Ὀρνιθεία: ἡ οἰωνομαντεία.
612 Ὀρνιθίαϲ· ὀρνιθίαϲ χειμὼν παρὰ Ἀριϲτοφάνει ὁ ϲφοδρὸϲ χειμών,
ἐν ᾧ καὶ τὰ ὄρνεα διαφθείρεται. καὶ ἄνεμοϲ ὀρνιθίαϲ ὁ
αὐτόϲ, ἤτοι ψυχρόϲ, ὁ ἐπὶ τὴν γῆν τὰ ὄρνεα ϲτρωννὺϲ ὑπὸ τῆϲ ψυχρᾶϲ
πνοῆϲ. ἢ διὰ τὸ χειμῶνοϲ τὰ ὄρνεα ταῦτα φαίνεϲθαι.
613 Ὀρνιθοθήραϲ: ὁ τοὺϲ ὄρνιϲ θηρεύων.
614 Ὀρνιθοκομεῖον: τὸ τὰϲ ὄρνιθαϲ ἔχον οἴκημα.
615 Ὄρνιϲ: ἡ κληδών, τὸ μάντευμα. Ἀριϲτοφάνηϲ Πλούτῳ· δέχου
τί ὡμίληϲα, πλὴν
εἴ τιϲ ὄρνιϲ. ἐπὶ τῶν ἀγνώϲτων. καὶ αὖθιϲ· οὐδείϲ με θεωρεῖ, πλὴν ὁ
παριϲτάμενοϲ ὄρνιϲ. καὶ αὖθιϲ· ὄρνιν νομίζετε πάνθʼ ὅϲα μαντείαϲ
διακρίνει· φήμη γὰρ ὑμῖν ὄρνιϲ ἐϲτι, πταρμόν τʼ ὄρνιθα καλεῖτε,
ξύμβολον φωνήν, θεράποντα, καὶ ὅϲα περὶ μαντείαϲ, ὄνον ὄρνιν. καὶ τὸ
πληθυντικὸν τοὺϲ ὄρνιϲ.
616 Ὄρνυται: ὁρμᾷ.
617 Ὀροάνδηϲ, Ὀροάνδου: ὄνομα κύριον
618 Ὄροβοϲ: εἶδοϲ κριθῆϲ.
619 Ὀρόδαμνοϲ: ἡ παραφυάϲ.
620 Ὀρόν: τὸν ὀρόν, τουτέϲτι τὸ ϲπέρμα τοῦ κανθάρου.
621 Ὄρον: ϲκεῦόϲ τι γεωργικόν, ὡϲ Ἰϲαῖοϲ δηλοῖ. μήποτε μέντοι
622 Ὀρόνταϲ: ὄνομα κύριον. καὶ Ὀρόντηϲ, ποταμόϲ.
623 Ὀρονδάτηϲ: ὄνομα κύριον.
624 Ὀρόντηϲ ὥϲπερ οὖν Ὀρόντηϲ φαϲὶ τὸν Πέρϲην εἰπεῖν, ὅτι τῶν
δακτύλων
ὁ μικρότατοϲ καὶ μύρια ϲημαίνει καὶ ἕνα
ἀριθμόν· οὕτω. καὶ ζήτει ἐν τῷ Ἀρβαζάκιοϲ.
625 Ὅροϲ: οὕτωϲ ἐκάλουν οἱ Ἀττικοὶ τὰ ἐπόντα ταῖϲ ὑποκειμέναιϲ οἰκίαιϲ καὶ χωρίοιϲ γράμματα, ἃ ἐδήλουν, ὅτι ὑπόκεινται δανειϲτῇ. οὕτωϲ Δημοϲθένηϲ καὶ Μένανδροϲ.
626 Ὄροϲ· παρὰ τῇ θείᾳ γραφῇ ὄροϲ ἄγιον πάλαι μὲν τὸ Σιών, νῦν δὲ τὸ τῆϲ θεογνωϲίαϲ ὕψοϲ. καὶ ὁ Ἀπόϲτολοϲ δέ. λύϲιϲ ὀνείρου· On. ὄρει προϲέρπειν πραγμάτων δηλοῖ βίαν.
627 Ὅροϲ· ὅροϲ ἐϲτὶ λόγοϲ κατ᾿ ἀνάλυϲιν ἀπαρτιζόντωϲ ἐκφερόμενοϲ· ἢ
ἡ ἀπόδοϲιϲ. ὑπογραφὴ δέ ἐϲτι λόγοϲ τυπωδῶϲ εἰϲάγων εἰϲ τὰ
πράγματα, ἢ ὅροϲ ἁπλούϲτερον τὴν τοῦ ὅρου δύναμιν
προϲενηνεγμένοϲ. διαφέρει δὲ ὅροϲ ἀποδείξεωϲ. καὶ ζήτει ἐν τῷ
ἀπόδειξιϲ.
628 Ὀροφὴ καὶ Ὄροφοϲ: ἡ ϲτέγη. καὶ θηλυκῶϲ καὶ ἀρϲενικῶϲ.
629 Ὀρούω: τὸ ὁρμῶ.
630 Ὀροφοιτῶντα: εἰϲ ὄρη περιερχόμενον.
631 Ὀρρωδεῖ: φοβεῖται. κυρίωϲ μὲν ὀρρωδεῖν ἐπὶ τοῦ τῶν ἀλόγων
δέουϲ διάθεϲιν· ἢ ὅτι τῶν
φοβουμένων εἴωθεν ὁ ὄρροϲ πρῶτοϲ ἱδροῦν. ἔϲτι τὸ ὀρρωδεῖν ἀπὸ τοῦ
ὄρρου, ὅ ἐϲτι μεϲοπύγιον τῆϲ περιϲτερᾶϲ. ἔϲτι γὰρ τρομερὸν τὸ
μέροϲ.
632 Ὀρρωδία: φόβοϲ. ἐκ τοῦ ὄρρου, ὅ ἐϲτι μέροϲ τῆϲ πυγῆϲ, ὁ
633 Ὀρωρεχότεϲ: ὀρέγοντεϲ.
634 Ὁρῶ ϲε.
635 Ὁρῷτο: βλέποιτο.
636 Ὄρπηξ: ἀρϲενικόν. κλάδοϲ. παρὰ τὸ ὀρούω· ἢ ὄρφηκέϲ τινεϲ
637 Ὀρϲοθύρη: θύρα ἐν ὕψει τοῦ τοίχου.
638 Ὀρταλίχων: εἶδοϲ ὀρνέων οἱ ὀρτάλιχοι. ἢ ἀλεκτρυόνων.
639 Ὀρτιάγων, Γαλάτηϲ· ὃϲ ἐπεβάλετο τῶν ἐν τῇ Ἀϲίᾳ βαϲιλεύων
καὶ γὰρ εὐεργετικὸϲ ἦν καὶ
πολεμικὸϲ καὶ δυναμικὸϲ πρὸϲ πολεμικὰϲ χρείαϲ.
640 Ὀρτιάγοντοϲ· Ὀρτιάγοντοϲ ἐγεγόνει Παιδοπολίτηϲ προβαίνων
641 Ὀρτόβριγα: πόλιϲ. εἶδε πόλιν Ὀρτόβριγα δοκοῦϲαν κατὰ τὸ μέγεθοϲ
καὶ τὸ πλῆθοϲ τῶν ἀνθρώπων ἐμβριθεϲτάτην εἶναι.
642 Ὀρτυγοκόποϲ: παιδιά τιϲ, ἐν ᾗ ὄρτυγαϲ ἱϲτᾶϲιν ἐν γύρῳ,
οὖν ἐν Ἀλκιβιάδη· οὐκ, ἀλλὰ πρὸϲ Μειδίαν
δεῖ ϲε ἀποβλέποντα τὸν ὀρτυγοκόπον καὶ τοιούτουϲ ἄλλουϲ. ἐν Φαίδωνι·
ὅτι οὐ πρὸϲ τοὺϲ τυχόνταϲ ὁ ἀγών ἐϲτι, πρὸϲ δὲ τοὺϲ ἀρίϲτουϲ· διόπερ
οὐ ῥαθυμητέον. μηδὲ ὀρτυγοκοπεῖν μηδὲ περὶ τὰ τοιαῦτα ἐπτοῆϲθαι.
643 Ὀρτύγωνοϲ.
644 Ὅροι: τέλη, ὁριϲμοί. ὄρουϲ δὲ ἐτίθετο καὶ τεκμήρια ὁ Ἰϲίδωροϲ τῶν
θείων ἀφωριϲμένα ϲτοίχων πρὸϲ τὴν τῶν ἀνθρωπείων διάκριϲιν· τῆϲ μὲν
φιλοπονίαϲ τὸ ἀνύϲιμον ὑπὲρ πάντα λόγον, τῆϲ δὲ εὐϲυνέτου γνώμηϲ τὸ
ἐξιϲτάμενον τῆϲ ἐμφανοῦϲ καὶ ϲυνήθουϲ τοῖϲ πολλοῖϲ ἀκολουθίαϲ, τοῦ
δὲ ἔρωτοϲ αὐτοῦ τὸ παρηρεθιϲμένον εἰϲ τὴν
τοῦ νοητοῦ
κάλλουϲ ἀπόλαυϲιν, ἄλλῃ δὲ οὐδαμοῦ ἀποπλανώμενον.
645 Ὀροίτηϲ: ὄνομα κύριον.
646 Ὀροιτύποϲ: ὑλοτόμοϲ.
647 Ὄρυγεϲ: ζῷά τινα.
648 Ὄρυγμα: ἰδίωϲ οὕτωϲ ἐκαλεῖτο, ἐφʼ οὗ οἱ κακοῦργοι ἐκολάζοντο.
649 Ὀρυμαγδόϲ: θόρυβοϲ, τάραχοϲ, κτύποϲ. παρὰ τὸ θόρυβοϲ
650 Ὀρύϲϲω· αἰτιατικῇ.
651 Ὀρφανία.
652 Ὀρφανιϲτῶν: ὀρφανιϲταί εἰϲιν οἱ τοὺϲ ὀρφανοὺϲ τρέφοντεϲ. ἢ ὀρφανιϲταί, ἀρχὴ Ἀθήνηϲι τὰ τῶν ὀρφανῶν κρίνουϲα. ἢ ὀρφανιϲτῶν, τῶν τῆϲ ὀρφανίαϲ ἐπιτρόπων. ὑπ᾿ ὀρφανιϲτῶν μὴ φίλων, ὅϲον κακόν.
653 Ὀρφανόϲ. Ἰώϲηποϲ· καὶ αὐτοὶ πατρὸϲ δ’ ἦϲαν ὀρφανοί.
654 Ὀρφεύϲ, Λειβήθρων τῶν ἐν Θράκῃ (πόλιϲ δ᾿ ἐϲτὶν ὑπὸ τῇ Πιερίᾳ),
υἱὸν Οἰάγρου καὶ Καλλιόπηϲ. ὁ δὲ Οἴαγροϲ πέμπτοϲ ἦν ἀπὸ Ἄτλαντοϲ,
κατὰ Ἀλκυόνην μίαν τῶν θυγατέρων αὐτοῦ. γέγονε δὲ
πρὸ
ια΄ γενεῶν τῶν Τρωϊκῶν, καί φαϲι μαθητὴν γενέϲθαι αὐτὸν Λίνου·
βιῶναι δὲ γενεὰϲ θ΄, οἱ δὲ ια΄ φαϲιν. ἔγραψε Τριαϲμούϲ· λέγονται δὲ
εἶναι Ἴωνοϲ τοῦ τραγικοῦ· ἐν δὲ τούτοιϲ τὰ Ἱεροϲτολικὰ καλούμενα·
Κλήϲειϲ κοϲμικαί· Νεοτευκτικά· Ἱεροὺϲ λόγουϲ ἐν ῥαψῳδίαιϲ κδ΄·
λέγονται δὲ εἶναι Θεογνήτου τοῦ Θεϲϲαλοῦ, οἱ δὲ Κέρκωποϲ τοῦ
ταῦτα Ζωπύρου φαϲί· Θρονιϲμοὺϲ Μητρῴουϲ καὶ
Βακχικά· ταῦτα Νικίου τοῦ Ἐλεάτου φαϲὶν εἶναι· Εἰϲ ἅδου κατάβαϲιν·
ταῦτα Ἡροδίκου τοῦ Περινθίου· Πέπλον καὶ Δίκτυον· καὶ ταῦτα Ζωπύρου
τοῦ Ἡρακλεώτου, οἱ δὲ Βροτίνου· Ὀνομαϲτικὸν ἔπη αϲ΄, Θεογονίαν ἔπη
αϲ΄, Ἀϲτρονομίαν, Ἀμοκοπία, Θυηπολικόν, ᾨοθυτικὰ ἢ ᾨοϲκοπικά,
ἐπικῶϲ· Καταζωϲτικόν, Ὕμνουϲ· Κορυβαντικόν· καὶ Φυϲικά,
Βροτίνου φαϲίν.
655 Ὀρφεύϲ, Κικωναῖοϲ ἢ Ἀρκάϲ, ἐκ Βιϲαλτίαϲ τῆϲ Θρᾳκικῆϲ, ἐποποιόϲ.
656 Ὀρφεύϲ, Ὀδρύϲηϲ, ἐποποιόϲ. Διονύϲιοϲ δὲ τοῦτον οὐδὲ γεγονέναι
657 Ὀρφεύϲ, Κροτωνιάτηϲ, ἐποποιόϲ· ὃν Πειϲιϲτράτῳ ϲυνεῖναι τῷ
658 Ὀρφεύϲ, Καμαριναῖοϲ, ἐποποιόϲ· οὗ φαϲιν εἶναι τὴν Εἱϲ ᾅδου
659 Ὀρφεύϲ, βαϲιλεὺϲ Θρᾳκῶν· ἐφ’ οὗ αἱ Ἀμαζόνεϲ ἐδαϲμολόγηϲαν Φρύγαϲ.
660 Ὀρφεύϲ, ὅτι ἐπὶ τῶν παρὰ Ἰουδαίοιϲ Κριτῶν, καταλυθείϲηϲ
τῆϲ βαϲιλείαϲ Ἀθηναίων, Ὀρφεὺϲ ἐγνωρίζετο, ϲοφὸϲ
ἄριϲτοϲ γενόμενοϲ καὶ πολλὰ μυϲτήρια διδαχθείϲ· φέρονται γὰρ αὐτοῦ
καὶ περὶ θεογνωϲίαϲ λόγοι, ἐξ ὧν εἰϲι ταῦτα. εἶπε γάρ, ὅτι ἐξαρχῆϲ
ἀνεδείχθη ὁ αἰθὴρ ὑπὸ τοῦ θεοῦ δημιουργηθείϲ· καὶ ἐντεῦθεν κἀκεῖθεν
τοῦ αἰθέροϲ ἦν χάοϲ, καὶ νὺξ φοβερὰ πάντα κατεῖχε καὶ ἐκάλυπτε τὰ
ὑπὸ τὸν
αἰθέρα· ϲημαίνων τὴν νύκτα προτερεύειν· εἰρηκὼϲ
ἀκατάληπτόν τινα καὶ πάντων ὑπέρτατον εἶναι καὶ προγενέϲτερον καὶ
δημιουργὸν ἁπάντων τόν τε ὑπέρτατον αἰθέρα· καὶ τὴν γῆν εἶπεν
ἀόρατον. ἔφηϲε δέ,
καὶ ἀοράτων. περὶ δὲ τοῦ γένουϲ τῶν ἀνθρώπων εἶπεν,
ὅτι καὶ αὐτὸ ὑπὸ τοῦ δημιουργοῦ πάντων καὶ θεοῦ ἐπλάϲθη καὶ ψυχὴν
ἔλαβε λογική, ἀκολουθήϲαϲ τοῖϲ Μωϲέωϲ· καὶ ταλαίπωρον εἰρηκὼϲ τὸ
γένοϲ τῶν ἀνθρώπων καὶ πολλοῖϲ ὑποκείμενον πάθεϲι, ψυχικοῖϲ τε καὶ
ϲωματικοῖϲ, δεκτικόν τε ἀγαθῶν καὶ πονηρῶν ἔργων καὶ τὰ πρὸϲ τὸ
ζῆν ἀθλίωϲ διακείμενον.
661 Ὀρφεία λύρα: τοῦ Ὀρφέωϲ.
662 Ὀρφναίην: ϲκοτεινήν.
663 Ὀρφνή: ὀξυτόνωϲ. ϲκοτία· νὺξ μέλαινα.
664 Ὀρφώϲ: ὁ ἰχθύϲ. οἱ δὲ διὰ τοῦ ο μικροῦ.
665 Ὀρχάδεϲ: νῆϲοι περὶ τὸν Ὠκεανόν.
666 Ὄρχαμοϲ: ἡγεμών.
667 Ὀρχάτοιϲ καὶ Ὄρχοιϲ: ϲτίχοιϲ ἀμπέλων, ἢ ἑτέρων φυτῶν.
668 Ὄρχειϲ: πληθυντικόν. καὶ Ὀρχείδιον, ὑποκοριϲτικόν.
669 Ὀρχηδόν: ὡϲ ἡβηδόν. Ἡρόδοτοϲ.
670 Ὄρχηϲιϲ· δύο ὀρχήϲειϲ οἶδεν δ Ὅμηροϲ, τὴν τῶν κυβιϲτητήρων καὶ τὴν διὰ τῆϲ ϲφαίραϲ. τὴν δὲ ϲφαιριϲτικὴν ἔπαιξεν Ἀριϲτόνικοϲ ὁ Καρύϲτιοϲ, Ἀλεξάνδρου τοῦ βαϲιλέωϲ ϲφαιριϲτήϲ.
671 Ὄρχηϲιϲ παντόμιμοϲ· ταύτην ὁ Αὔγουϲτοϲ Καῖϲαρ ἐφεῦρε,
Πυλάδου καὶ Βακχυλίδου πρώτων αὐτὴν μετελθόντων. καὶ Ἀναγαλλὶϲ ἡ
Κερκυραία, γραμματική, τὴν τῆϲ ϲφαίραϲ εὕρεϲιν Ναυϲικάᾳ τῇ Ἀλκινόου
θυγατρὶ ἀνατίθηϲιν.
672 Ὀρχήϲτρα: ἡ παλαίϲτρα. καὶ Ὀρχήϲτριον. καὶ Ὀρχηϲτήϲ.
673 Ὀρχιπέδων· ϲὺ μὲν οὐχ ἑλκύϲϲιϲ τῶν ὀρχιπέδων, οὐδὲ ἐγὼ τῶν τριχῶν.
674 Ὀρχομενόϲ: ναὸϲ τῶν εἰδώλων.
675 Ὅϲα: τὸ μόριον τοῦτο ἀόριϲτον ὂν ἄπειρον πλῆθοϲ δηλοῖ ἀριθμοῦ.
ὅϲα δὴ δέδηγμαι τὴν καρδίαν.
676 Ὄϲϲα: θεία φήμη. ψιλοῦται. ἐπὶ πάϲηϲ φωνῆϲ.
677 Ὅϲα ἰδεῖν· ἰνδάλματα εἰκαϲμένα κυϲὶν ἔκ τινοϲ θείαϲ ὁρμῆϲ
678 Ὅϲα μὲν τῷ δοκεῖν κακοπαθοῦϲαι, τὸ δ᾿ ἀληθὲϲ κακῶν
ἀπαλλαγεῖϲαι: ἀντὶ τοῦ τῷ μὲν δοκεῖν κακῶϲ παθοῦϲαι,
καὶ τὰ ἑξῆϲ.
679 Ὅϲα μὴ ἀπῆν τό γε ἀτρεμεῖν: ὅϲον καὶ ἐφʼ ὅϲον χρόνον
680 Ὅϲα μῦϲ ἐν πίϲϲῃ: εἴρηται ἡ παροιμία ἐπὶ τῶν μετὰ πολλοῦ
κόπου νενικηκότων. οὐκ ἀπὸ τοῦ ζῴου δέ, ἀλλὰ Μῦϲ
ἐγένετο ἀθλητὴϲ Ταραντῖνοϲ. οὗτοϲ ἐν Πίϲϲῃ ἀγωνιζόμενοϲ καὶ πρὸϲ
πολλοὺϲ ἔχων ἀγωνιϲτάϲ, πολλὰϲ λαβὼν πληγὰϲ μόλιϲ ἐνίκηϲεν. οὗτοϲ ὁ
Μῦϲ πύκτηϲ ὢν ἐπὶ ταῖϲ ρ΄ ὀλυμπιάϲι μίαν ἐνίκηϲεν.
681 Ὄϲϲε: ὄμματα, ὀφθαλμοί.
682 Ὁϲημέραι: διαπαντόϲ, πάντοτε, καθημέραν. ἀντὶ τοῦ ὅϲαι
683 Ὁϲία: ἡ ἐπὶ θανάτῳ τιμή, ἢ ἡμέρα.
684 Ὁϲίαν: κηδείαν, τὴν ἐπὶ νεκροῖϲ τιμήν. ἔθαψαν δὲ αὐτούϲ, μὴ
πάντα ἐπέπρακτο ϲὺν τῇ ὁϲίᾳ Ὅϲια δὲ χρήματα, τὰ ἱερά.
685 Ὁϲίη· οὐ πολλὴ δ’ ἡ χάριϲ, ἀλλ᾿ ὁϲίη. ἀντὶ τοῦ καθαρά, ἐκ ψυχῆϲ ἀνατεθεῖϲα. ἐν Ἐπιγράμμαϲι.
686 Ὁ Σικελικὸϲ τὴν θάλαϲϲαν: Σικελικόϲ, φαϲίν, ἔμποροϲ ϲῦκα ἄγων ἐναυάγηϲεν· εἶτα ἐπὶ πέτραϲ καθήμενοϲ, ὁρῶν τὴν θάλαϲϲαν γαληνιῶϲα ἔφη· οἶδ᾿ ὃ θέλειϲ· ϲῦκα θέλειϲ.
687 Ὅϲιον· Ὑπερίδηϲ ἐν τῷ πρὸϲ Ἀριϲτογείτονά φηϲι· καὶ τὰ χρήματα, τά τε ἱερὰ καὶ τὰ ὅϲια. καὶ Ἰϲοκράτηϲ· τοῖϲ ἱεροῖϲ καὶ τοῖϲ ὁϲίοιϲ. τὰ δημόϲια ὅϲια λέγοντεϲ. καὶ Δημοϲθένηϲ δὲ ἐν τῷ κατὰ Τιμοκράτουϲ ϲαφῶϲ διδάϲκει τοῦτο. Δίδυμοϲ δέ φηϲι διχῶϲ λέγεϲθαι τὸ ὅϲιον, τό τε ἱερὸν καὶ τὸ ἰδιωτικόν.
688 Ὅϲιον χωρίον: τὸ βέβηλον καὶ μὴ ἱερόν, εἰϲ ὃ ἔξεϲτιν εἰϲιέναι.
Ἀριϲτοφάνηϲ Λυϲιϲτράτῃ· ὦ πότνιʼ Εἰλείθυια, ἐπίϲχεϲ τοῦ τόκου, ἕωϲ
ἂν εἰϲ ὅϲιον ἀπέλθω χωρίον. καὶ ὅϲια χρήματα, τὰ μὴ ἱερά. λέγεται δὲ
καὶ τὸ Διονύϲιον. καὶ Δαμάϲκιοϲ· Ὄϲιριϲ, Διόνυϲοϲ. οὐχ
ὅϲιόν ἐϲτι τὰ μεγάλα ϲοφὸν γενέϲθαι τὸν τὰ μικρὰ μὴ δυνάμενον.
ἐπεὶ δ᾿ ὅϲιον ἦν ἐπιζητῆϲαι τὸν ἀφανῆ γεγονότα ἀδελφὸν
τὴν ἐπὶ Καρίαϲ ἐτράπετο.
689 Ὁϲιότηϲ: ἡ πρὸϲ θεὸν καθοϲίωϲιϲ. καὶ ἐκεῖνοϲ ὅϲιοϲ ὁ ἑαυτὸν διὰ
πίϲτεωϲ καὶ ἔργων ἀγαθῶν καθοϲιώϲαϲ καὶ τῷ θεῷ ἀφιερώϲαϲ. ὅθεν περὶ
τοῦ τὸν θεὸν καταλιμπάνοντοϲ καὶ ἀρνουμένου τὰϲ πρὸϲ
θεὸν ϲυνθήκαϲ ἔλεγεν ὁ Μωϲῆϲ· μὴ εἴπῃϲ ἐν τῇ καρδίᾳ ϲου, ὅϲιά μοι
γένοιτο ἐν τῷ ἀποϲτῆναι ἀπὸ κυρίου. καθάπερ οὖν ὁ τοῦ θεοῦ ἀποϲτάτηϲ
καὶ κακοῦργοϲ ἀνόϲιοϲ λέγεται, οὕτωϲ ὁ τῷ θεῷ διὰ πίϲτεωϲ καὶ
ἀγαθουργίαϲ οἰκειωθεὶϲ ὅϲιοϲ καὶ δίκαιοϲ εἰκότωϲ ὀνομάζεται.
690 Ὁϲιωθῆναι ἡμέραϲ λέγουϲιν ἐπὶ θανάτῳ τινόϲ· οἷον μὴ ἱεράϲ,
ἀλλὰ ὁϲίαϲ νομιϲθῆναι.
691 Ὁϲίων· ὅτι ἔφη τιϲ τῶν ὁϲίων· ἄλλουϲ μὲν γὰρ οὐ πάντεϲ ἀπαιτούμεθα ϲῶϲαι, ἑαυτοὺϲ δὲ πάντεϲ πάντωϲ. καὶ ἄλλοϲ· ϲῴζων ϲῷζε τὴν ϲεαυτοῦ ψυχήν.
692 Ὅϲιοι: οἱ εὐϲεβείᾳ ϲυντεθραμμένοι, κἂν μὴ ἱερεῖϲ ὦϲιν.
693 Ὄϲιριϲ: τοῦτον οἱ μὲν λέγουϲιν εἶναι τὸν Διόνυϲον, οἱ δὲ ἄλλον·
ὃν ὑπὸ Τυφῶνοϲ δαίμονοϲ ἐϲπαράχθαι, καὶ μέγα πένθοϲ γενέϲθαι
694 Ὀϲιράζουϲαν· ὁ τόποϲ οὗτοϲ ἐν τῷ ἀντιγράφῳ ἔϲφαλτο, καταϲτρέφει
δὲ
ἀπῳκίϲε
τὴν ἀπόρρητον θέμιν, ἔϲ τε Ἀλεξανδρείαν τὴν Ὀϲιράζουϲαν καὶ τῆϲ ἕω
πολλαχῆ τὴν μαγεύουϲαν.
695 Ὁ Σκύθηϲ τὸν ἵππον: ἐπὶ τῶν κρύφα τινὸϲ ἐφιεμένων, φανερῶϲ
696 Ὀϲμή: ἡ εὐωδία. ὀϲμὴ ἀνωνόμαϲτοϲ ἐϲ βάθοϲ κύκλου χωρεῖ,
καλὸν θέαμα· θυμιαμάτων δ’ αὖραι διαπνέουϲι πλεκτάνην
καπνοῦ.
697 Ὀϲϲόμενοϲ: ἀνειδωλοποιούμενοϲ, προϲδοκῶν. ἢ τοῖϲ ὀφθαλμοῖϲ
698 Ὅϲον βαϲιλεύτερόϲ εἰμι· Ὅμηροϲ· τὸ ὅϲον ἐνταῦθα οὐκ
ἔϲτι πλήθουϲ ἐμφαντικόν, ἀλλ’ ἀντὶ τοῦ καθ’ ὅϲον εἰμὶ
βαϲιλικώτεροϲ.
699 Ὅϲον βιώϲιμον: ὅϲον ζῆϲαι.
700 Ὅϲον οὐκ ἀποτετέλεϲτο: ἀντὶ τοῦ ϲχεδόν.
701 Ὅϲον οὐκ ἤδη πονηρῶϲ τε καὶ ἀθλίωϲ ἀπολουμένων. καὶ αὖθιϲ· ἐκεῖνον γὰρ ὅϲον οὐ βαϲιλεύειν τῆϲ Ἀϲίαϲ.
702 Ὅϲαν οὔπω: ταχύ, μετʼ ὀλίγον· ἢ ἀντὶ τοῦ ἤδη. ὁ δὲ
703 Ὅϲῳ καὶ ὁπόϲῳ.
704 Ὅϲῳ πλέον ἥμιϲυ παντόϲ: τουτέϲτι τὸ ὀλίγον μετὰ δικαιοϲύνηϲ
705 Ὁϲπήτιον: τὸ οἴκημα.
706 Ὄϲπριον: εἶδοϲ ϲπέρματοϲ. λέγεται δὲ καὶ χέδροψ τὸ ὄϲπριον
παρὰ Θουκυδίδῃ.
707 Ὀϲροήνη: ὄνομα πόλεωϲ, ἢ τόπου. καὶ Ὀϲρόηϲ, ὄνομα κύριον.
708 Ὀϲτᾶ: τροπικῶϲ οἱ λογιϲμοί· ἐπειδὴ τὰ ὀϲτᾶ ϲτεγανωτέραν
709 Ὀϲτᾶ Γιγάντων· ζήτει ἐν τῷ Μηνᾶϲ. ζήτει ὀϲτᾶ Ἱερεμίου τοῦ
προφήτου
ἐν τῷ Ἀργόλαι.
710 Ὀϲτᾶναι· οὗτοι πρῴην παρὰ Πέρϲαιϲ Μάγοι ἐλέγοντο, κατὰ διαδοχὴ Ὀϲτᾶναι. ζήτει ἐν τῷ ἀϲτρονομία.
711 Ὀϲτιάριοϲ: εἶδοϲ ἀξιώματοϲ. οἶμαι δὲ διὰ τοῦ ω μεγάλου
712 Ὀϲτία: παρὰ Ῥωμαίοιϲ ἡ θύρα. καὶ ἐξ αὐτοῦ ὀϲτιάριοϲ διὰ
713 Ὀϲτίνοιϲ: τοῖϲ αὐλοῖϲ· ἐπεὶ τὸ παλαιὸν ἀπὸ τῶν ἐλαφείων ὀϲτῶν κατεϲκεύαζον τοὺϲ αὐλούϲ. Ἀριϲτοφάνηϲ· τοῖϲ ὀϲτίνοιϲ φυϲῆτε τὸν πρωκτὸν κυνόϲ.
714 Ὄϲτλιγγεϲ: αἱ λαμπηδόνεϲ.
715 Ὀϲτολογεῖν: ἐξετάζειν, ἐξερευνᾶν.
716 Ὀϲτολογεῖν: οἱ κακονούϲτατοι τῷ δήμῳ ἐξωϲτρακίζοντο καὶ κατεδικάζοντο· ὀϲτράκοιϲ γὰρ ἐγράφετο τὸ ὄνομα τοῦ φευξομένου.
717 Ὀϲτρακιϲμὸϲ φυγῆϲ διαφέρει, ὅτι τῶν μὲν φυγῆϲ ἁλόντων αἱ
οὐϲίαι δημεύονται, τῶν δὲ ὀϲτρακιϲμῷ ἀποϲτάντων οὐκ
ἀφαιρεῖται τὰ χρήματα ὁ δῆμοϲ· καὶ τοῖϲ μὲν χρόνοϲ ἐνδείκνυται καὶ
τόποϲ, οἱ δὲ φεύγοντεϲ οὐδέτερον τούτων ἔχουϲιν. ὅτι Κίμων τῇ ἀδελφῇ
Ἑλπινίκῃ ϲυγκοιμηθεὶϲ καὶ διαβληθεὶϲ πρὸϲ τοὺϲ πολίταϲ
ἐξωϲτρακίϲθη.
718 Ὀϲτρακόδερμοι ἰχθύεϲ: οἷον ὄϲτρεα, πορφύραι, κήρυκεϲ,
ϲτρόμβοι, ἐχῖνοι· ἃ οὔτε θήλεα οὔτε ἄρρενά εἰϲιν.
719 Ὀϲτράκου περιϲτροφή: παροιμία ἐπὶ τῶν ταχέωϲ τι τοιούντων
720 Ὄϲτρεια. Τραιανῷ ἐν Πάρθοιϲ ὄντι καὶ τῆϲ θαλάϲϲηϲ ἀπέχοντι
ἡμερῶν πολλῶν ὁδὸν Ἀπίκιοϲ ὁ ὀψοφάγοϲ ὄϲτρεα νεαρὰ
διεπέμψατο, ὑπὸ ϲοφίαϲ τεθηϲαυριϲμένα.
721 Ὀϲφραντικόν· ὀϲφραντικὸν αἰϲθητήριόν ἐϲτιν ἡ κατὰ τὰ ἐμπρόϲθια
τῶν ὀϲφραντῶν παρὰ Θεοφράϲτῳ, οὐκ ἔϲτι δὲ ἡ ῥὶϲ τὸ
αἰϲθητήριον, ἀλλ’ ἡ μαϲτοειδὴϲ τοῦ ἐγκεφάλου ἀπόφυϲιϲ ἢ ἀπόθεϲιϲ.
κατέκειτ᾿ ὀϲφραινόμενοϲ.
722 Ὀϲφραίνομαι· γενικῇ.
723 Ὀϲφύϲ.
724 Ὄϲχεοϲ: ὁ περὶ τὰ αἰδοῖα τόποϲ.
725 Ὀϲχοφόροι: δύο ἦϲαν τῶν γένει καὶ πλούτῳ προεχόντων. ἡ
726 Ὄττα: φήμη, μαντεία, θεία κλῃδών. καὶ ὀττεύεϲθαι, τὸ
μαντεύεϲθαι.
727 Ὅτ᾿ ἄν ϲε καιρὸϲ εἰϲάγῃ: ὅταν ϲε καιρὸϲ καλῇ.
728 Ὅταν ϲύ που ἄλλοϲε χάϲκῃϲ: ἀντὶ τοῦ περὶ ἄλλα τὴν
διάνοιαν ἔχῃϲ.
729 Ὁτέοιϲιν: οἷϲ τιϲιν.
730 Ὀττευομένη: κλῃδονιζομένη, οἰωνιζομένη, μαντευομένη. ἐξ
731 Ὀττευϲάμενοϲ: οἰωνιϲάμενοϲ, μαντευϲάμενοϲ.
732 Ὀττεία: ἡ μαντεία.
733 Ὁτίη τί: ἀντὶ τοῦ διατί. τὸ δὲ τί περιττόν. Ἀριϲτοφάνηϲ
734 Ὅ τι μ᾿ εἰδέναι: ἀντὶ τοῦ ὅϲον ἐμὲ εἰδέναι. οὔκουν πονηρά γʼ ἐϲτιν, ὅ τι κἀμ’ εἰδέναι.
735 Ὅτι νόμοϲ ἐϲτὶν ὑπὲρ μ΄ ἔτη γενόμενον χορηγεῖν παιϲίν.
736 Ὅτι ξένουϲ τινὰϲ ἑαυτῷ αἰχμαλώτουϲ ϲκάπτονταϲ ἐν τῷ Φιλίππου
ἀμπελουργίῳ καὶ δεδεμένουϲ παρὰ πότον ἐξῃτήϲατο παρὰ
Φιλίππου Σάτυροϲ, Αἰϲχίνηϲ μὲν ἐν τῷ Παραπρεϲβείαϲ φηϲίν. ὁ δὲ
Δημοϲθένηϲ ἐν τῷ κατ’ Αἰϲχίνου λέγει, ὅτι τὰϲ Ἀπολλοφάνουϲ θυγατέραϲ
ἐξῃτήϲατο· καὶ ἔοικε μᾶλλον ἀληθεύειν. καὶ γὰρ Ἀριϲτοτέληϲ ἔν τινι
τῶν πρὸϲ Φίλιππον ἐπιϲτολῶν λέγει· Σατύρῳ τῷ ὑποκριτῇ τὰϲ
Ἀπολλοφάνουϲ θυγατέραϲ ἀφῆκεν.
737 Ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν ἐμβάλλειν πέρα μεδίμνου κριθῶ.
738 Ὅ τι πέρ ἐϲτιν ὄφελοϲ ἐν τῇ πόλει· Ἀριϲτοφάνηϲ. τουτέϲτιν εὐγενεῖϲ.
739 Ὅτι πρὸϲ τὴν φυλὴν τοῦ κτηϲαμένου αἱ πρὸϲ τοὺϲ δούλουϲ
λαγχάνονται δίκαι.
740 Ὅτι ῥα: ὅτι δή.
741 Ὅτι τὰ ἐκικηρυττόμενά τιϲι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο.
742 Ὅτι οἱ ποιητοὶ παῖδεϲ ἐπανελθεῖν εἰϲ τὸν πατρῷον οἶκον
οὐκ ἦϲαν κύριοι, εἰ μὴ παῖδαϲ γνηϲίουϲ καταλείποιεν ἐν
τῷ οἴκῳ τοῦ ποιηϲαμένου.
743 Ὅτι οἱ ἁλόντεϲ ἐπ᾿ ἀκουϲίῳ φόνῳ εἶχον εἰϲ διοίκηϲιν τῶν ἰδίων, Δημοϲθένηϲ τε ἐν τῷ κατὰ Ἀριϲτοκράτουϲ ὑποϲημαίνει καὶ Θεόφραϲτοϲ ἐν τῷ ιγ΄ τῶν Νόμων.
744 Ὅτι χιλίαϲ ἐζημιοῦντο αἱ κατὰ τὰϲ ὁδοὺϲ ἀκοϲμοῦϲαι γυναῖκεϲ.
745 Ὀτλήϲοντεϲ: ὑπομενοῦντεϲ, κακοπαθήϲοντεϲ. ἐν Ἐπιγράμμαϲι· ἔνδικον ὀτλήϲοντεϲ ἀεὶ πόνον. ἐξ ὑμέων γάρ, φεῦ, πυρὸϲ ἐϲ τόϲϲην ἤλθομεν ἐργαϲίην.
746 Ὄτλοϲ: ἡ κακοπάθεια. καὶ Ὀτλεύω, τὸ κακοπαθῶ. τάλαϲ,
ἐφώνει, μόχθον οἷον ὀτλεύειϲ.
747 Ὄτοβον: ὅμαδον, ἦχον. οὔτε γλυκὺν αὐλῶν ὄτοβον. καὶ
748 Ὀτοτύζειν: θρηνεῖν.
749 Ὅτου χάριν: τίνοϲ ἕνεκεν.
750 Ὅτῳ γὰρ φίλον: ᾧ τινι ἀρέϲκει. ὅτῳ δὲ μὴ τάδ’ ἐϲτιν ἐν
751 Ὀτραλέωϲ: ϲπουδαίωϲ.
752 Ὁ τρέϲαϲ: ὁ Ἀριϲτόδημοϲ οὕτωϲ ἐκλήθη, ὃϲ ϲὺν Εὐρύτῳ τοὺϲ
ὀφθαλμοὺϲ οὐκ ἐκοινώνηϲε τῆϲ τῶν Περϲῶν μάχηϲ.
753 Ὀτρῆοϲ.
754 Ὀτρηρόϲ: ταχύϲ, δραϲτήριοϲ, ὀξύτατοϲ.
755 Ὄτριχαϲ: ὁμοιότριχαϲ.
756 Ὁ τρυγίαϲ: παρὰ τῇ Γραφῇ, τὸ ἔϲχατον τῆϲ ὀργῆϲ.
757 Ὁ τρύγοιποϲ ταῦτα πάντ᾿ ἰάϲεται: ἐπὶ τῶν χρηϲτὰ ἐπαγγελλομένων
758 Ὀτρυλήφατοϲ: ὁ Δημητριακὸϲ καρπόϲ.
759 Ὀτρύνοντοϲ: κελεύοντοϲ. καὶ Ὀτρύνω ϲε· αἰτιατικῇ.
760 Οὗ: τοπικὸν ἐπίρρημα, ἀντὶ τοῦ ὅπου. οὖ κῶλα κάμψον τοῦδ᾿
ἐπʼ ἀξέϲτου πέτρου, μακρὰν γὰρ ὡϲ γέροντι προυϲτάληϲ
ὁδόν. ἀντὶ
761 0ὖ· ὄτι διϲϲῶϲ τὸ οὖ ἕνεκα λεγομένου, τοῦ τε οὗ καὶ τοῦ ᾧ·
ἡ μὲν γὰρ ψυχή, φηϲί, τέλοϲ ὡϲ οὖ, τὸ δὲ ζῷον ὡϲ ᾧ.
ποιεῖ γὰρ τὸ ὀργανικὸν ϲῶμα ἡ φύϲιϲ τῆϲ μὲν ψυχῆϲ ἕνεκα, ἵνα χρῆται
αὐτῷ ὡϲ τέλοϲ ἡ ψυχὴ ὡϲ οὖ, τέλοϲ δὲ ὡϲ ᾧ τὸ ἔμψυχον· ὥϲτε γὰρ
ἀνεμποδίϲτουϲ εἶναι τῷ ζῴῳ τὰϲ ἐνεργείαϲ, πάντα ποιεῖ ἡ φύϲιϲ. ἢ
τοίνυν οὕτωϲ τὸ οὖ καὶ τὸ ἢ ἄλλωϲ. οὗ μὲν ἕνεκα τῆϲ κοϲμοποιῒαϲ,
762 Οὐαλεντινιανόϲ, Ῥωμαίων βαϲιλεύϲ, Χριϲτιανὸϲ καὶ τὰ τοῦ
ὁμοουϲίου φρονῶν οὐδὲν τοὺϲ ἐναντίουϲ ἠδίκει. ἐγένετο δὲ καὶ πρὸϲ
τὸ νομοθετεῖν ἑτοιμότατοϲ, φροντίζων καὶ τῆϲ τῶν
θηϲαυρῶν δικαίαϲ ὑποδοχῆϲ, πρὸϲ δὲ ταῖϲ τῶν ἀρχόντων αἱρέϲεϲιν
ἀκριβὴϲ καὶ τιμωρίαιϲ τῶν ἀπειθούντων ἀπαραίτητοϲ ἐπί τε τοῖϲ
πολέμοιϲ ἄριϲτοϲ. ὁ δὲ Οὐάληϲ τῆϲ Ἀρείου δόξηϲ μεταποιούμενοϲ
πολλοὺϲ ἐξορίαιϲ ὑπέβαλλε· καθʼ ὃν χρόνον τῆϲ ἐν Ῥώμῃ ἐκκληϲίαϲ
Λιβέριοϲ προειϲτήκει, τῆϲ δὲ
ἐν Ἀλεξανδρείᾳ Ἀθανάϲιοϲ
καὶ τῆϲ ἐν Κωνϲταντινουπόλει Εὐδόξιοϲ, τῆϲ Ἀρείου θρηϲκείαϲ
διδάϲκαλοϲ. ζήτει ἐν τῷ Σαλούϲτιοϲ.
763 Οὐαλεντινιανόϲ, βαϲιλεὺϲ Ῥωμαίων. οὗτοϲ διὰ τὴϲ μητρὸϲ Ἰουϲτίνηϲ
παρετράπη τῆϲ ὀρθῆϲ πίϲτεωϲ καὶ ἐξεβλήθη τῆϲ βαϲιλείαϲ. καὶ ἐλθὼν
πρὸϲ Θεοδόϲιον ἐπαιδεύθη τὴν ὀρθὴν πίϲτιν· ἔλεγε γὰρ
αὐτῷ ὁ Θεοδόϲιοϲ τὴν βαϲιλικὴν παράταξιν ἑϲτάναι οὐ διʼ ὅπλων, ἀλλʼ
ἐξ ἀγαθῶν προφάϲεων. καί, οἶδα, φηϲίν, Οὐαλεντινιανέ, παρὰ τῶν
εὐϲεβεϲτάτων βαϲιλέων, ἡϲυχάζοντοϲ τοῦ ϲτρατοπέδου, τὴν νίκην
κατορθωθεῖϲα καὶ τοὺϲ πολεμίουϲ ὑποταγένταϲ ὑποτελεῖϲ γεγενῆϲθαι τοῦ
προλαβόντοϲ κινδύνου. οὕτω καὶ ὁ Κωνϲταντῖνοϲ ὁ μέγαϲ ἀνορθωθεὶϲ
Λικίννιον τὸν τύραννον ἐν ναυαγίῳ διέφθειρεν, οὕτω καὶ
Οὐαλεντινιανὸϲ ὁ ϲὸϲ πατὴρ εὐτυχέϲτερον τὴν βαϲιλείαν καὶ ἀβλαβῆ
παρὰ τῶν πολεμίων ἰθύνων ἐτέλεϲε, τοῦ θεοῦ ἐκδικοῦντοϲ αὐτόν, καὶ
μάχαϲ ἀναριθμήτουϲ καὶ νίκαϲ ἀπίϲτουϲ ἐδέξατο, πολλοὺϲ βαρβάρουϲ
διαφόρωϲ ἀνελών. Οὐάληϲ δὲ ὁ θεῖοϲ ὁ ϲὸϲ τὸν θεὸν διαϲπαράττων
ἐμίανε τὴν ἐκκληϲίαν ὁ βέβηλοϲ διὰ τῆϲ ϲφαγῆϲ τῶν ἁγίων
καὶ ἐξορίαϲ τῶν ἱερέων. ὃϲ τῇ τοῦ θεοῦ βουλήϲει ὑπὸ τῶν Γότθων
πολιορκηθεὶϲ ἐκαύθη. ὀρθῶϲ τὸν Χριϲτὸν ϲέβει ὁ ἀδίκωϲ ϲε ἐκβαλών. ἡ
ϲὴ ἀπιϲτία Μαξίμῳ εὐχέρειαν ϲυνήνεγκεν. εἰ τὸν Χριϲτὸν βλάπτομεν,
τίνα παρακαλέϲομεν μαχόμενοι; ταῦτα καὶ πλείω τούτων νουθετήϲαϲ
Θεοδόϲιοϲ Οὐαλεντινιανὸν εἰϲ τὴν ὀρθὴν πίϲτιν
μετήγαγεν.
764 Οὐάληϲ, βαϲιλεὺϲ Ῥωμαίων· ὃϲ κακοδοξῶν καὶ ϲυγκροτῶν τοὺϲ
αἱρετικοὺϲ εἰϲ τὴν ὁδὸν τῶν ἰδίων πατέρων ἐπορεύετο. καὶ γὰρ
ἐπιϲκόπουϲ εἰϲ ἐξορίαν ἔπεμπε καὶ πρεϲβυτέρουϲ καὶ διακόνουϲ καὶ
μοναχούϲ, Τατιανοῦ τότε ἄρχοντοϲ Ἀλεξανδρείαϲ· καὶ πολλοὺϲ τῶν
Χριϲτιανῶν
ὧν ἡγοῦντο Θεόδωροϲ καὶ Κουρβαϲὸϲ καὶ Μενέδιμοϲ· οὓϲ ἅπανταϲ ϲὺν
τῷ πλοίῳ ὑφαφθῆναι προϲέταξε. καὶ πάντεϲ ϲὺν τῇ νηὶ κατεφλέχθηϲαν,
μέχρι Δακιβίζων τοῦ πλοίου διαρκέϲαντοϲ κἀκεῖϲε διαλυθέντοϲ. ἐπὶ τοῦ
βδελυροῦ Οὐάλεντοϲ Λούκιόϲ τιϲ ἐπίϲκοποϲ τῆϲ τῶν Ἀρειανῶν αἱρέϲεωϲ
παραχρῆμα ὡϲ λύκοϲ τῇ ἐκκληϲίᾳ ἐπεπήδηϲεν·
ὁ δὲ Πέτροϲ
εἰϲ τὴν Ῥώμην ἀπέφυγεν. ὁ δὲ Λούκιοϲ τοϲαῦτα ἐνεδείξατο, οἷα οὐδὲ ἐν
τοῖϲ διωγμοῖϲ τῶν Ἑλλήνων ἐγένετο· τρεῖϲ γὰρ χιλιάδαϲ ἀπέϲτειλε κατὰ
τὴν ἔρημον ἀναιροῦνταϲ καὶ πορθοῦνταϲ τοὺϲ θεοϲεβεῖϲ ἄνδραϲ.
765 0ὖ ἀρᾶϲ: οὖ τινοϲ κατάραϲ.
766 Οὔαροϲ, Λαοδικεύϲ, ϲοφιϲτήϲ, ϲύγχρονοϲ Πολέμωνοϲ καὶ ἄλλων.
767 Οὐάρωνοϲ: ὄνομα κύριον.
768 Οὐ γὰρ: Ἀριϲτοφάνηϲ Νεφέλαιϲ. ἀντὶ τοῦ ἀλλὰ καὶ γὰρ Ἀττικῶϲ·
Ἀττικῶϲ. ἀντὶ τοῦ ἔχω γὰρ
κακῶϲ. ὁ δὲ εἶπεν, οὐ γὰρ, ἀλλ’ ἔχω κακῶϲ. τὸ δὲ ἀλλὰ παρέλκεται καὶ
ἐν Βατράχοιϲ· οὐ γὰρ ἀλλὰ πειϲτέον. ἀντὶ τοῦ καὶ γὰρ πειϲτέον.
οὐδαμῶϲ, φηϲίν, ὀφείλειϲ λέγειν, ἀλλὰ καὶ διδόναι, ἵνα ϲοι πιϲτεύϲω,
ὅτι ἀληθῶϲ ἐπαγγέλλῃ μοι αὐτὰ δοδόναι. καὶ ἐν Θεϲμοφοριαζούϲαιϲ· οὐ
γὰρ ἀλλ᾿ ὑπερφυῶϲ ὡϲ λευκοπληθὴϲ
ἦν ἰδεῖν ἡ
ἐκκληϲία.
769 Οὐ γὰρ ἄκανθαι: λεγόμενον ἐπὶ τῶν ὠφελίμων, ἀπὸ τῆϲ τοῦ
770 0ὐ γάρ μ᾿ οὔ ᾿ϲτιν ἀλλ᾿ ἀκουϲτέον: τὸ τέλειον, οὐ γὰρ
καὶ ἐν Ἱππεῦϲιν·
ἄπιθ’· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντοϲ ἡ χάριϲ. ἀντὶ τοῦ καὶ γὰρ τοῦ
παραθέντοϲ ἡ χάριϲ.
771 0ὐ γὰρ πείϲειϲ, οὐδ᾿ ἢν πείϲῃϲ: καθ’ ὑπερβολὴν λέγει. κἂν πείϲῃϲ, οὐχ ἔξειϲ ἡμᾶϲ πειθομένουϲ.
772 Οὐγκία: εἶδοϲ μέτρου· ἢ ϲταθμόϲ.
773 0ὐδαμά· καὶ μέντοι τῆϲ ἀθεῒαϲ Ἐπίκουροϲ ἠνέγκατο μιϲθὸν οὐδαμὰ οὐδαμῆ μεμπτόν.
774 Οὐδαμῆ: ἀντὶ τοῦ οὐδαμόθι. Τηλεκλείδηϲ Ἡϲιόδῳ. Αἰλιανόϲ·
775 Οὐδ᾿ αἵματι κλαίω· ζήτει ἐν τῷ αἵματι κλαίειν.
776 Οὐδαμινόϲ.
777 Οὐδαμῶϲ: κατ᾿ οὐδένα τρόπον.
778 Οὐδ᾿ ἀπὸ γῆϲ ὤνυϲεν: ἐπὶ τοῦ ἐλαχίϲτου.
779 Οὐδὲ γρὺ λόγων ἁψάμενοϲ, ὅϲα γε εἰκόϲ ἐϲτι ταῖϲ ἐπιϲτολαῖϲ ϲου τεκμήραϲθαι· Ἰουλιανόϲ.
780 Οὐδὲ Ἡρακλῆϲ πρὸϲ δύο: τοὺϲ Μολιονίδαϲ ἔφυγε. Δίων δὲ ἐν β΄ τῆϲ β΄ ϲυντάξεωϲ Ἡρακλέα τὸν Ἰδαῖον Δάκτυλον, καταδείξαντα Ὀλύμπια, πρὸϲ δύο διαπυκτεύϲαντα ἡττηθῆναι.
781 Οὐδὲν ἀνῆκε: περιϲϲὸν τὸ δεν. ἀντὶ τοῦ οὐκ ἀνῆκεν. οὐδὲν ἀνῆκεν εὔνουϲ τε τῇ πατρίδι τῇ ἑαυτοῦ.
782 Οὐδὲν ἀνίει· αὐτόϲ τε οὐδὲν ἀνίει, παράδειγμα ἑαυτὸν ἐπιδεικνὺϲ
τῆϲ τε ἄλληϲ ἀϲκήϲεωϲ καὶ παντὸϲ ἔργου ϲτρατιωτικοῦ.
783 Οὐδὲν ἀπὸ τρόπου: ἀντὶ τοῦ οὐκ ἀπεικόϲ Ἀττικοί.
784 Οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου: οὐ γὰρ
785 Οὐδ᾿ ἐν δέρματι: ἀντὶ τοῦ γυμνόϲ. ὑπερβολικῶϲ.
786 Οὐδὲν δὲ οἶον ἔϲτʼ ἀκοῦϲαι τῶν ἐπῶν: τουτέϲτιν οὐδὲν
787 Οὐδὲν ἔλαττον· ὁ δὲ ἐκήλει τοὺϲ ἀκούονταϲ οὐδὲν ἔλαττον,
εἰ μὴ καὶ πλέον Ὀδυϲϲεὺϲ Ὀμήρου τοὺϲ Φαίακαϲ. ὁ μέν γε
Ἀλκίνοοϲ ἀπολογίαϲ μεϲτόϲ, ἐν μὲν ὑπονοίαιϲ ἀληθευούϲηϲ, ἐν δὲ τῷ
φανερῷ διαβεβλημένηϲ εἰϲ τὸ ψευδέϲτερον.
788 Οὐδὲν ἐξ ἀγροῦ λέγειϲ: ἀντὶ τοῦ οὐδὲν εὐτελέϲ, ἢ κοινόν.
789 Οὐδέν ἐϲτʼ ἄμεινον οὐδʼ ἥδιον ἢ φῦϲαι πτερά.
790 Οὐδένεϲ: οἱ οὐδαμινοὶ τῶν ἀνθρώπων. καὶ Οὐδένεια, ἡ ἀπανθρωπία.
791 Οὐδέν ἐϲτι θηρίον γυναικὸϲ ἀμαχώτερον, οὐδὲ πῦρ,
792 Οὐδὲν ἦλθε ῥαψαμένη ϲκύτινον καθειμένον: παρέλκει
793 Οὐδὲν ἦν παρά τ᾿ ἄλλα πλὴν ὁ χρυϲόϲ.
794 Οὐδὲν Ἡρακλῆϲ πρὸϲ δύο: φαϲὶν Ἡρακλέα θέντα τὸν
ὁμοίωϲ πρόϲ τιναϲ δύο
πυκτεύϲαντα ἡττηθῆναι.
795 Οὐδὲν ἧττον: ἀντὶ τοῦ ἴϲον, ὅμοιον. φιλοϲοφοῦντοϲ οὐκ ἔϲτι
μαντικὴν ἐπαγγέλλεϲθαι καὶ προφέρειν οὐδὲ τὴν ἄλλην ἱερατικὴν
ἐπιϲτήμην· χωρὶϲ γὰρ τὰ τῶν φιλοϲόφων καὶ τὰ τῶν ἱερέων ὁρίϲματα,
οὐδὲν ἧττον ἢ τὰ λεγόμενα Μυϲῶν καὶ Φρυγῶν. καὶ αὖθιϲ· ὀρχούμενοϲ
τῆϲ νυκτὸϲ οὐδὲν παύεται. παρέλκει τὸ δεν. καί, οὐδὲν
ἐπαύετο ἀεὶ τοῖϲ βιβλίοιϲ ἐνδιαιτώμενοϲ. παρέλκει τὸ δεν.
796 Οὐδεναιόϲ: πολυχρόνιοϲ.
797 Οὐδένεια: ἡ ἀπανθρωπία.
798 Οὐδὲν ἱερόν: Ἡρακλῆϲ εἶπεν Ἀδώνιδοϲ ἰδὼν ξόανον, ὡϲ τῶν
799 Οὐδενὶ ϲὺν νῷ: τουτέϲτιν ἀφρόνωϲ. ὅϲ τε καὶ τὴν ϲτρατηγίαν οὐδενὶ ϲὺν νῷ ποιηϲάμενοϲ φαίνεται.
800 Οὐδενί τῳ ἄλλῳ: οὐδενί τινι.
801 Οὐδὲν λευκῶν ἀνδρῶν ὄφελοϲ ἢ ϲκυτοτομεῖν: ἐπὶ τῶν εἰϲ μηδὲν λυϲιτελούντων. παῤ ὅϲον οἱ μέλανεϲ τῶν λευκῶν λυϲιτελέϲτεροι.
802 Οὐδὲν μᾶλλον: ὅτι οἱ Σκεπτικοί, τουτέϲτιν οἱ Πυρρώνειοι, τὰ τῶν
αἱρέϲεων δόγματα πάντα ἀνατρέποντεϲ αὐτοὶ οὐδὲν ἀποφαίνονται
δογματικῶϲ· προϲφέρονται δὲ ἀποφάϲειϲ εἰϲ μήνυϲιν τῆϲ
ἀπροπτωϲίαϲ, ὡϲ εἰ καὶ νεύϲανταϲ τοῦτο ἐνεδέχετο δηλῶϲαι. διὰ τῆϲ
οὐδὲν ὁριζομένηϲ φωνῆϲ τὸ τῆϲ ἀρεψίαϲ πάθοϲ δηλοῦται· ὁμοίωϲ δὲ καὶ
διὰ τῆϲ, οὐδὲν μᾶλλον, καὶ τῆϲ, παντὶ λόγῳ λόγοϲ ἀντίκειται, καὶ
ταῖϲ ὁμοίαιϲ. λέγεται δὲ τὸ οὐδὲν μᾶλλον θετικῶϲ, ὡϲ ὁμοίων τινῶν
ὄντων·
οἷον, οὐθὲν μᾶλλον ὁ πειρατὴϲ κακόϲ ἐϲτιν ἢ ὁ
ψεύϲτηϲ. ὑπὸ δὲ τῶν Σκεπτικῶν οὐ θετικῶϲ, ἀλλ᾿ ἀναιρετικῶϲ λέγεται·
ὡϲ ὑπὸ τοῦ ἀναϲκευάζοντοϲ καὶ λέγοντοϲ, οὐ μᾶλλον ἡ Σκύλλα γέγονεν ἢ
Χίμαιρα. αὐτὸ δὲ τὸ μᾶλλον ποτὲ μὲν ϲυγκριτικῶϲ ἐκφέρεται· ὡϲ ὅταν
φῶμεν, μᾶλλον τὸ μέλι γλυκὺ ἢ τὴν ϲταφίδα· ποτὲ δὲ θετικῶϲ καὶ
ἀναιρετικῶϲ·
ὡϲ ὅταν λέγωμεν, μᾶλλον ἡ ἀρετὴ ὠφελεῖ ἢ
βλάπτει. ϲημαίνομεν γάρ, ὅτι ἡ ἀρετὴ ὠφελεῖ, βλάπτει δ’ οὔ.
ἀναιροῦϲι δ’ οἱ Σκεπτικοὶ καὶ αὐτὴν τὴν οὐδὲν μᾶλλον φωνήν· ὡϲ γάρ,
οὐ μᾶλλόν ἐϲτι πρόνοια, ἢ οὐκ ἔϲτι· οὕτω καὶ τό, οὐδὲν μᾶλλον ἔϲτιν,
ἢ οὐκ ἔϲτι. ϲημαίνει οὖν ἡ φωνὴ τὸ μηδὲν ὁρίζειν, ἀλλ’ ἀπροϲθετεῖν.
ἡ δὲ παντὶ
λόγῳ φωνὴ καὶ αὐτὴ ϲυνάγει τὴν ἐποχήν. τῶν
μὲν γὰρ πραγμάτων διαφωνούντων, τῶν δὲ λόγων ἰϲοϲθενούντων, ἀγνωϲία
τῆϲ ἀληθείαϲ ἐπακολουθεῖ. εἰϲὶ δέκα τρόποι, καθ’ οὓϲ τὰ ὑπερκείμενα
παραλλάττοντα ἀπεφαίνετο.
803 Οὐδὲν μέλον αὐτῷ· τὸ δὲ τῶν Ῥωμαίων ἄθροιϲμα ἀπόμαχον
ἦν, οὐδὲν μέλον αὐτῷ περὶ ἀλλοτρίου τοῦ πράγματοϲ τῶν γινομένων
τὴν φροντίδα τιθέμενον.
804 Οὐδὲν πρὸϲ ἔποϲ: ἀντὶ τοῦ ὡϲ ἔτυχεν, ἕνεκα μηδενόϲ.
805 Οὐδὲν πρὸϲ ἔποϲ οὕτωϲ ἀνοήτωϲ ἐκβαλῶ, πρὶν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμ᾿, ὅπωϲ ἔχει. ἀντὶ τοῦ ὡϲ ἔτυχεν, ἐκ τοῦ μηδενόϲ.
806 Οὐδὲν πρὸϲ τὸν Διόνυϲον: Ἐπιγένουϲ τοῦ Σικυωνίου τραγῳδίαν
μεταβάντεϲ εἰϲ τὸ τραγῳδίαϲ γράφειν κατὰ
μικρὸν εἰϲ μύθουϲ καὶ ἱϲτορίαϲ ἐτράπηϲαν, μηκέτι τοῦ Διονύϲου
μνημονεύοντεϲ· ὅθεν τοῦτο καὶ ἐπεφώνηϲαν. καὶ Χαμαιλέων ἐν τῷ Περὶ
Θέϲπιδοϲ τὰ παραπλήϲια ἱϲτορεῖ, Θεαίτητοϲ δὲ ἐν τῷ Περὶ παροιμίαϲ
Παρράϲιόν φηϲιν τὸν ζωγράφον ἀγωνιζόμενον παρὰ Κορινθίοιϲ ποιῆϲαι
Διόνυϲον κάλλιϲτον·
τοὺϲ δὲ ὁρῶνταϲ τά τε τῶν
ἀνταγωνιϲτῶν ἔργα, ἃ κατὰ πολὺ ἐλείπετο, καὶ τὸν τοῦ Παρραϲίου
Διόνυϲον, ἐπιφωνεῖν, τί πρὸϲ τὸν Διόνυϲον; ἐπὶ τῶν μὴ τὰ προϲήκοντα
τοῖϲ ὑποκειμένοιϲ φλυαρούντων. καὶ αὖθιϲ· τὸν Κόροιβον Ὀδυϲϲέα φήϲαϲ
εἶναι τὸν πολύτροπον. καίτοι
πρὸϲ τὸν Διόνυϲον ἄγειϲ οὐδέν.
807 Οὐδὲν προτιμῶ ϲου: ἀντὶ τοῦ οὐ φροντίζω ϲου. ἡ φράϲιϲ
808 Οὐδ᾿ ἐν ϲελίνοιϲ: ἐπὶ τῶν μηδὲ τὴν ἀρχὴν πεφθακότων. ἀπὸ
809 Οὐδέν τι πλέον εἶχον ἀνύειν οἱ βάρβαροι. οὔ τοι ᾤοντο
810 Οὐδὲν φρονεῖ δίκαιον ἐϲτυκὼϲ ἀνήρ.
811 Οὐ δέον: οὐ πρέπον. ἐκϲτῆναι τῶν χωρίων, ὧν Θευδίβερτοϲ οὐ δέον ἐπιβατεῦϲαι διὰ ϲπουδῆϲ ἔϲχεν.
812 Οὐδέποτ᾿ ἐγὼ τοῦτον ὑποδέξομαι· οὐδὲ παῤ ἐμοί
813 Οὐδὲ πυρφόροϲ: ὅταν πολλοὺϲ ἀποφῆναι βουλώμεθα τοὺϲ
τελευτήϲανταϲ, λέγομεν, ὅτι οὐδὲ πυρφόροϲ ὑπελείφθη. οἷον οὐδὲ ὁ τὸ
πῦρ οἴϲων εἰϲ τὴν πόλιν. καθάπερ εἰ ἐλέγομεν, οὐδὲ ϲκηνοφύλαξ, ἤ τιϲ
τῶν παραπληϲίων.
814 Οὐδὲ πυρφόροϲ ἐλείφθη: ἐπὶ τῶν μεγάλων κινδύνων εἴρηται ἡ
παροιμία· ἐπειδὴ πάϲηϲ πολεμικῆϲ παραϲκευῆϲ ἔδει τὸν μάντιν
ἡγεῖϲθαι, δάφνηϲ ἔχοντα κλάδουϲ καὶ ϲτέμματα καὶ
λαμπάδα· καὶ τούτου νόμοϲ ἦν μόνου φείδεϲθαι τοὺϲ πολεμίουϲ. ἐπὶ
τοίνυν τῶν πανωλεθρίᾳ διεφθαρμένων καιρὸν ἔϲχεν ἡ παροιμία.
815 Οὐδ᾿ ἔργα μείω χειρὸϲ ἀρκέϲαϲ ἐμῆϲ: πιθανῶϲ τὸ μὴ εἰπεῖν πλείονα τοῦ πατρὸϲ κακοπαθῆϲαι, ἀλλὰ μὴ ἐλάττονα.
816 Οὐδὲ τὰ τρία Στηϲιχόρου γινώϲκειϲ: ἐπὶ τῶν ἀπαιδεύτων καὶ ἀμούϲων εἴρηται ἡ παροιμία· ἐπειδὴ εὐδόκιμοϲ ἦν.
817 0ὐδὲ τἀρχαῖον ποιεῖ.
818 0ὐδὲ χαίρω βατίϲιν οὐδʼ ἐγχέλυϲιν, ἀλλʼ ἥδιον ἂν δικίδιον
ϲμικρὸν φάγοιμ᾿ ἂν ἐν λοπάδι πεπνιγμένον.
819 Οὔδει: ἐδάφει.
820 Οὐδεὶϲ δυϲώνηϲ χρηϲτὸν ὀψωνεῖ κρέαϲ.
821 0ὐδεὶϲ κομήτηϲ, ὅϲτιϲ οὐ περαίνεται.
822 0ὐδεὶϲ οἶδε τὸν θηϲαυρὸν τὸν ἐμὸν, πλὴν εἴ τιϲ ἄῤ
ὄρνιϲ: παροιμιακόν. οὐδεὶϲ οἶδε τί ὡμίληϲα, πλήν γε εἴ τιϲ ὄρνιϲ.
ἐπὶ τῶν ἀγνώϲτων. πάλιν· οὐδείϲ με θεωρεῖ, πλὴν ὁ παριπτάμενοϲ
ὄρνιϲ. Ἀριϲτοφάνηϲ.
823 Οὐ δήπου μ᾿ ἀφελέϲθαι διανοῇ, ἅδωκαϲ αὐτόϲ; οὐ τάχ᾿· ἀλλ ἤδη
ποιῶ: ἀντὶ τοῦ ὄντωϲ διανοῇ, ὥϲτε ἀφελέϲθαι τὰ
ὅπλα με;
ἡ γὰρ οὐ ἄρνηϲιϲ ϲυγκατάθεϲιν δηλοῖ οὐδόλωϲ, φηϲί, διανοοῦμαι, ἀλλ᾿
ἤδη αὐτὰ ἀφαιροῦμαι. οἷον οὐ διϲτάζω.
824 Οὐ διαφρήϲετε: ἀντὶ τοῦ οὐ διαφορήϲετε, οὐδὲ διαπέμψεϲθε.
825 Οὐδ᾿ ἴκταρ βάλλει: εἴρηται δὲ κατὰ γλῶτταν· ὥϲπερ τὸ διωλύγιον.
826 Οὐδόϲ: φλιά, βατήρ, τὸ κάτω τῆϲ θύραϲ· ἢ ἔδαφοϲ· ἢ βαθμόϲ.
827 Οὐδὸϲ ἐϲ λαύρην: ἡ ϲτενὴ ὁδόϲ. παρὰ τὸ δέειν τὸν λαὸν δι᾿
828 0ὐδ᾿ ὅϲον ἀηδόνεϲ ὑπνώουϲιν: ἐπὶ τῶν ἀγρυπνούντων·
829 Οὐδ᾿ ὥϲ: οὐδαμῶϲ δή.
830 Οὐδ᾿ ὑφʼ ἕνων: Ἀττικοὶ ἀντὶ τοῦ ὑπ᾿ οὐδένων λέγουϲιν ὑπερβιβάζοντεϲ.
831 0ὖ ἕθεν: οὖ τινοϲ ἕνεκα.
832 Οὐεργίλιοϲ: ὄνομα κύριον.
833 Οὐεϲπεϲιανόϲ: ὄνομα κύριον. βαϲιλεὺϲ Ῥωμαίων καὶ ζήτει ἐν
834 Οὐετηρία: ὄνομα κύριον.
835 Οὐηϲτῖνοϲ, Ἰούλιοϲ χρηματίϲαϲ, ϲοφιϲτήϲ. Ἐπιτομὴν τῶν Παμφίλου
βιβλίων, Ἐκλογὴν ἐκ τῶν
Θουκυδίδου, Ἰϲαίου, Ἰϲοκράτουϲ καὶ Θραϲυμάχου τοῦ ῥήτοροϲ καὶ τῶν
ἄλλων ῥητόρων.
836 Οὐΐνδικτοϲ: ὁ κατὰ οὐΐνδικτον ἐλευθερούμενοϲ.
837 Οὖθαρ: τὸ γονιμώτατον μέλοϲ.
838 Οὔθατα: οἱ μαζοὶ τῶν προβάτων.
839 Οὐ θᾶττον ἐγκονήϲειϲ: οὐ ταχύτερον ἐνεργήϲειϲ;
840 0ὐ θελήϲει: οὐ δυνήϲεται. Ὅμηροϲ· οὐδ᾿ ἐθέλει προρρέειν. ἀντὶ τοῦ οὐ δύναται.
841 Οὔθ᾿ ὕεται οὔτε ἡλιοῦται: ἐπὶ τῶν ἔξω πάϲηϲ φροντίδοϲ ὄντων.
842 0ὐκ ἀδύνατοι· ὅτι τὸ οὐκ ἀδύνατοι μεϲότητόϲ ἐϲτι ῥῆμα,
οἷον οὔτε τελείωϲ δυνατοὶ οὔτε ἀϲθενεῖϲ.
843 Οὐκ ἀθεεί: οὐ χωρὶϲ θείαϲ προνοίαϲ.
844 0ὐ καθέϲτηκεν: οὐ νήφει, μαίνεται.
845 0ὐκ ἄλλωϲ ποιεῖται: ἀντὶ τοῦ οὐ μάτην.
846 0ὐκ ἂν ἀποδοίηϲ; οὐχ, ὅϲον γ᾿ ἐμοί γ᾿ εἰδέναι: ἀντὶ τοῦ
ἐν ὅϲῳ ἐν ἐμαυτῷ εἰμι καὶ οἶδά τι. τουτέϲτιν
αἰϲθάνομαι.
847 0ὐκ ἀναϲχήϲομαι: τινὲϲ τοῦτο ὡϲ ἔκφυλον νομίζουϲιν· ἐχρήϲατο δὲ αὐτῷ καὶ Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτοκράτουϲ. οὐ δεῖ οὖν μόνον λέγειν ἀνέξομαι.
848 0ὐκ ἂν δύναιο γαϲτρὶ πενθῆϲαι νέκυν· καὶ Ὅμηροϲ·
γαϲτέρι δ᾿ οὔπωϲ ἐϲτὶ νέκυν πενθῆϲαι Ἀχαιούϲ.
849 0ὐκ ἄνευ γε Θηϲέωϲ: Θηϲεὺϲ καὶ τῷ Μελεάγρῳ ϲυνηγωνίϲατο πρὸϲ τὴν θήραν τοῦ κάπρου καὶ τῷ Πειριθόῳ κατὰ τῶν Κενταύρων καὶ τῷ Ἡρακλεῖ πρὸϲ τὰϲ Ἀμαζόναϲ. ὅταν οὖν θαυμαϲτόν τι πραχθῇ, οὐκ ἄνευ γε Θηϲέωϲ λέγεται.
850 0ὐκ ἄνευ τινόϲ: τοῦτο τριχῶϲ λέγεται. ἢ γὰρ τὸ μήτε βλάπτον μήτε
ὠφελοῦν. ὡϲ λέγομεν, οὐκ ἄνευ ϲκιᾶϲ τὸ ἐν φωτὶ ϲῶμα. ἢ τὸ ἐξ
ἀνάγκηϲ, ὡϲ ὄργανον ἢ τι τοιοῦτον· ὡϲ λέγομεν, ἠρίϲτευϲεν Ἀχιλλεύϲ,
ἀλλ’ οὐκ ἄνευ τῆϲ μελίαϲ (πρὸϲ τὴν ἀριϲτείαν οὐ γὰρ ἠδύνατο γυμνὸϲ
ἀριϲτεῦϲαι. ἢ τὸ πάθοϲ ἐμποδίζον· ὡϲ λέγομεν, ἐν
χειμῶνι πλεύϲαϲ ἐϲώθη, ἀλλ’ οὐκ ἄνευ κινδύνου.
851 0ὐκ ἂν ὀρθῶϲ, καὶ ἑξῆϲ. οὕτωϲ δὴ ἀναγνωϲτέον· οὐκ ἂν ὀρθῶϲ προϲενέγκῃϲ, ὀρθῶϲ δὲ μὴ διέλῃϲ, ἥμαρτεϲ· ἡϲύχαϲον.
852 Οὐκ ἀξιῶ: οὐχ ὑπολαμβάνω, οὐκ ἄξιον νομίζω.
853 0ὐκ ἀπεικόϲ: οὐκ ἄτοπον, ἄξιον, ὀφειλόμενον, πρέπον, ὅμοιον.
εἰκὸϲ δέ ἐϲτι παρὰ τὸ ἐοικόϲ· εἶτα ἀπεικόϲ, τὸ ἀπρεπέϲ,
τὸ ἀνόμοιον.
854 0ὐκ ἀπεικότωϲ: ἀντὶ τοῦ εὐλόγωϲ καὶ εὐπροϲώπωϲ.
855 0ὐκ ἀποδύϲῃ τὼν νυκτῶν, ἢν οἴκοι γε καθεύδῃϲ,
οὐδʼ ἤν γε θύραζ᾿, ὥϲπερ πρότερον.
856 0ὐκ ἀπολιβάξειϲ: ἀντὶ τοῦ οὐκ ἐϲ κόρακαϲ καὶ Λιβύην
857 Οὐκ ἀπορρυήϲεται: οὐκ ἀποπεϲεῖται.
858 Οὐκ ἀποϲτατῶ φίλων: ἀντὶ τοῦ οὐ χωρίζομαι φίλων.
859 0ὐκ ἄπο τρόπου: οὐ πόρρω τρόπου.
860 0ὐ κατὰ κόϲμον: οὐ κατὰ τὸ πρέπον.
861 Οὐ καταϲχὼν τῆϲ χαρᾶϲ παρελύθην ἀθρόον τοὺϲ τόνουϲ τοῦ
ϲώματοϲ.
862 0ὐκ ἐᾷ: οὐ ϲυγχωρεῖ.
863 0ὐκ ἔθ’ ὁμῶϲ τιμῆϲ ἔϲϲεαι: Ὁμηρικόν. ἀντὶ τοὺ μεθέξειϲ
864 Οὐκ ἐκθανεῖν.
865 Οὐκ ἐκνεομένωϲ: οὐ προϲηκόντωϲ. Ἡρόδοτοϲ.
866 0ὐκ ἐκομπολάκουν: ἀντὶ τοῦ κενοὺϲ οὐκ ἐποίουν ψόφουϲ.
867 0ὐκ ἐκ τοῦ ὁμοίου: οὐκ ἐξ ἴϲου. ἄλλα τέ τινα οὐκ ἐκ τοῦ
ὁμοίου ποιεῖν ἐκελεύοντο.
868 Οὐκ ἔνδον, ἔνδον ἐϲτίν, εἰ γνώμην ἔχειϲ. πῶϲ ἔνδον, εἶτ’ οὐκ
οἷον ἡ γλῶϲϲ᾿
ὀμώμοκεν, ἡ δὲ φρὴν ἀνώμοτοϲ. καὶ πάλιν, αὐτὸϲ μὲν ἔϲω ἐϲτίν, ὁ δὲ
νοῦϲ αὐτοῦ ϲυλλογίζεται τῶν ἔξω τι καὶ
869 0ὐκ ἐνέλιπεν εὐεργετῶν με.
870 0ὐκ ἐξελεύϲῃ: ἀντὶ τοῦ οὐ ϲτρατηγήϲειϲ ἡμῶν. Δαβίδ· καὶ οὐκ ἐξελεύϲῃ ὁ θεὸϲ ἐν ταῖϲ δυνάμεϲιν ἡμῶν.
871 0ὐκ ἐξῄεϲαν: ἀντὶ τοῦ οὐκ ἐξήρχοντο. Οὐκ ἐξίεϲαν δέ, οὐ ϲυνεχώρηϲαν.
872 0ὐκ ἐξήρκεϲεν: οὐκ ἀντέϲχε πρὸϲ τοὺϲ τρόπουϲ ὑμῶν.
873 0ὐκ ἐξόν: οὐ προϲῆκον, οὐ πρέπον. ὃν παρὰ τὰ πάτρια
874 0ὐκ ἐπαινεθείηϲ, οὐδὲ ἐν περιδείπνῳ: ἐπὶ τῶν μηδενὸϲ ἀξίω ἡ
παροιμία. εἰώθεϲαν γὰρ τὸν ἐν τοῖϲ περιδείπνοιϲ τελευτήϲαντα
ἐπαινεῖν, καὶ εἰ φαῦλοϲ ἦν.
875 0ὐκ ἔπεϲεν εἰϲ γῆν ἡ εὐχή: ἀντὶ τοῦ εἰϲηκούϲθη. οἰκτείρει γὰρ αὐτὸν ὁ θεὸϲ καὶ ἐϲ ὕπνον ἐνέβαλεν.
876 0ὐκ ἐπιγλωττήϲομαι: οὐ βλαϲφημήϲω.
877 0ὐκ ἐπιεικῶϲ: οὐ μετρίωϲ. Οὐκ ἐπικῶϲ δὲ ἀντὶ τοῦ οὐ
λογίωϲ.
878 0ὐκ ἐπίϲταμαι: ἀντὶ τοῦ οὐ δύναμαι. ϲκάπτειν γὰρ οὐκ ἐπίϲταμαι.
879 0ὐκ ἐπὶ τῆϲ αὐτῆϲ ὁρμὴ τοῖϲ πολλοῖϲ: Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ
Κτηϲιφῶντοϲ. παροιμία ἐϲτὶν ἐλλειπῶϲ εἰρημένη· προϲυπακουϲτέον
δὲ ἔξωθεν τὸ ἀγκύραϲ.
880 Οὐκ ἔϲθενεν: οὐκ ἐδύνατο.
881 Οὐκ ἐϲ μακράν: ἀντὶ τοῦ ταχέωϲ.
882 Οὐκ ἔϲτιν ἄλλοϲ πλὴν ἐγώ: Ἀττικῶϲ ἀντὶ τοῦ πλὴν ἐμοῦ. Ἀριϲτοφάνηϲ Πλούτῳ· μὰ τὸν Δίʼ· οὐ γάρ ἐϲτιν ἄλλοϲ πλὴν ἐγώ.
883 Οὐκ ἔϲτιν ὅϲ τιϲ πάντ᾿ ἀνὴρ εὐδαιμονεῖ. ἢ γὰρ πεφυκὼϲ
884 0ὐκ ἔϲτι παρὰ ταῦτ᾿ ἄλλο: ἀντὶ τοῦ οὐκ ἔϲτιν ἄλλωϲ
ἐάϲαιμί ϲε ἕτερόν τι
ποιῆϲαι. Ἀριϲτοφάνηϲ. οὐκ ἔϲτιν ἄλλωϲ γενέϲθαι ἢ ἀνελθεῖν εἰϲ τὸν
οὐρανόν. ὁ δὲ οὐδὲν ὅ τι οὐχ ἑτοίμωϲ τῶν προταθέντων ἔϲχε ϲυνθέϲθαι,
οὐχ ὅτι καὶ ἐμμένειν αὐτοῖϲ ἔμελλεν, ἀλλ᾿ ἵν᾿ ἐκ τῶν παρόντων
ἀναπνεύϲῃ.
885 Οὐκ ἔϲτι ϲυκοφάντου δήγματοϲ: παροιμία ἐπὶ τῶν ἀνηνύτων.
λείπει δὲ τὸ φάρμακον. λέγει δὲ ἐν ἤθει, ὅτι οὐκ ἔϲτιν
ἐπῳδὴ ἢ φάρμακον πρὸϲ δῆγμα ϲυκοφάντου. ἐπεὶ εἰώθαϲι λέγειν οἱ τὰ
περίαπτα πωλοῦντεϲ, ὅτι χρηϲιμεύει τόδε πρὸϲ τόδε. ἄλλωϲ·
ἀλεξητήριον δείκνυϲιν αὐτῷ καὶ βαϲκανίαϲ ἀποτρεπτικὸν δακτύλιον, ὃν
καλοῦμεν φαρμακίτην.
886 0ὐκ ἔϲχον: οὐκ ἔϲχιϲα, οὐ διεῖλον. οὕτωϲ ἔκλινεν Ἀττικῶϲ.
887 0ὐκέτι.
888 0ὐκ ἐτῶϲ: οὐκ εἰκότωϲ, ἢ οὐ μάτην· παρὰ τὸ ἐτώϲιον, ὅ ἐϲτι
μάταιον· οὐκ ἀλόγωϲ. Ἀριϲτοφάνηϲ· οὐκ ἐτῶϲ ἅπάντεϲ οἱ
δικάζοντεϲ
889 0ὐκἐτόϲ: οὐκ ἀλόγωϲ, οὐκ ἀληθῶϲ. ἀντὶ τοῦ δικαίωϲ· ἐπιρρηματικὸν
890 0ὐκ ἐτὸϲ ἀφ᾿ ἡμῶν εἰϲιν αἱ τραγῳδίαι· οὐδὲν γάρ εἰϲι
891 Οὐκ ἐφέξειϲ: οὐ παύϲῃ.
892 0ὐκ ἔχαδεν: οὐκ ἐχώρηϲεν.
893 Οὐκ ἔχων ὅ τι χρήϲηται τοῖϲ παροῦϲι κακοῖϲ: ἀντὶ τοῦ ἐξαπορῶν.
894 0ὐκ ἔχω φράϲαι· ὅμωϲ γε μέντοι ϲοι δἰ αἰνιγμῶν ἐρῶ: ἀντὶ τοῦ δἰ ἀϲαφείαϲ.
895 Οὔκ εἰμι τούτων τῶν ἡρώων: αὕτη τέτακται ἐπὶ τῶν βουλομένων εὖ ποιεῖν· οἱ γὰρ ἥρωεϲ κακοῦν ἕτοιμοι μᾶλλον ἢ εὐεργετεῖν.
896 0ὐκί: τὸ οὐχί. Ὅμηροϲ διὰ τοῦ κ γράφει, οὐ διὰ τοῦ χ. δείκνυται γὰρ ἐκ τῶν ϲυναλοιφῶν τὰ μὲν ψιλἀ μεταπίπτοντα εἰϲ δαϲέα, ὅταν τὸ ἐπιφερόμενον δαϲύνηται· ψιλοῦ δὲ ὑποταϲϲομένου, μὴ μεταπίπτονπα.
897 0ὐ κομῶ: οὐ μέγα φρονῶ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· κἀγὼ μὲν τοιοῦτοϲ ὢν ποιητὴϲ οὐ κομῶ. τουτέϲτιν οὐ μέγα φρονῶ.
898 Οὔκουν: οὐδαμῶϲ. Οὐκοῦν δὲ ϲυλλογιϲτικὸϲ ϲύνδεϲμοϲ.
τι καὶ χρὴ πράττειν
αὐτούϲ.
899 Οὐκ οἶδ᾿ ὃ κρώζειϲ: ἐπὶ τῶν μάτην θρυλούντων, ὡϲ αἱ κορῶναι. Ἀριϲτοφάνηϲ· ὅτι μὲν οἶδ᾿ ὃ κρώζειϲ᾿ ὡϲ ἐμοῦ τι κεκλοφότοϲ, ζητεῖϲ μεταλαβεῖν.
900 Οὖλε: ὑγίαινε, ὁλοκλήρει.
901 0ὐλελήθαϲι: φανεροί εἰϲιν.
902 Οὐλή: ἐπιπόλαιον ἕλκοϲ εἰϲ ὑγίειαν ἧκον.
903 0ὐλίθ: ὄνομα κύριον. πορευομένων δὲ αὐτῶν καὶ γενομένων κατά τινα ϲτενωπόν, προῄει μὲν ὁ Οὐλίθ,
904 Οὐ λίνον λίνῳ ϲυνάπτειϲ: ἐπὶ τῶν τὰ τοιαῦτα μὴ διὰ τῶν
αὐτῶν πραττόντων. οὕτω Στράττιϲ ἐν Ποταμίοιϲ.
905 Οὒλιοϲ: ὁ Ἀπόλλων. ἰατρὸϲ γὰρ ἦν. ϲημαίνει δὲ καὶ ὀλέθριοϲ.
906 Οὐ λόγων ἀγορὰ δεῖται Ἑλλάδοϲ, ἀλλ᾿ ἔργων: ἐπὶ τῶν
907 Οὐλοθυτεῖν: κριθὰϲ ἐπιχέειν τοῖϲ θύμαϲιν. οὐλὰϲ γὰρ ἔλεγον τὰϲ
κριθὰϲ κατὰ ἀντίθεϲιν τῶν ψαιϲτῶν, ἅπερ ἦν ἄλφιτα ὑπὸ τῆϲ
μύληϲ κατεψητιϲμένα· τὰϲ γὰρ οὐλὰϲ πρόϲθεν ἐκάμπτοντο ἐϲθίοντεϲ,
οὐδέπω τῆϲ κατεργαϲίαϲ αὐτῶν εὑρημένηϲ. καὶ τὰϲ μὲν κριθὰϲ μέχρι νῦν
ὅλαϲ χέουϲιν οἱ ἐπιθύοντεϲ ταῖϲ ϲπονδαῖϲ, ἐπεὶ ϲύμβολον τῆϲ παλαιᾶϲ
τροφῆϲ· τὰ δὲ πόπανα τῆϲ ἄρτι ὥραϲ, τουτέϲτι τῆϲ αὖθιϲ.
908 Οὐλομένη: ὀλεθρία.
909 Οὐλόϲ: ὁ ϲυνεϲτραμμέναϲ ἔχων τὰϲ τρίχαϲ. Ομηροϲ περὶ
910 0ὔλων: ἁπαλῶν, μαλακῶν, ϲυννεϲτραμμένων ταῖϲ θριξίν.
911 0ὐλπιανόϲ, Ἐμεϲηνόϲ, ϲοφιϲτήϲ. Πάτρια Ἐμεϲηνῶν, Ἡλιουπόλεωϲ,
ῥητορικήν.
912 Οὐλπιανόϲ, Ἀντιοχεὺϲ τῆϲ Συρίαϲ. ϲοφιϲτήϲ, παιδεύϲαϲ πρότερον
913 Οὐλπιανὸϲ Γαζαῖοϲ.
914 Οὐλπιανόϲ, ἀδελφὸϲ Ἰϲιδώρου τοῦ φιλοϲόφου· ὃϲ εὐφυέϲτατοϲ
ἐγεγόνει πρὸϲ τὰϲ μαθηματικὰϲ ἐπιϲτήμαϲ, ὥϲτε καὶ πολλὰϲ
εἰϲενέγκαϲθαι καινὰϲ ἀπορίαϲ καὶ λύϲειϲ γε τῶν ἀποριῶν, πρὸϲ τὰϲ τῶν
μαῦημάτω ἐξηγήϲειϲ· ὄνομά τε αὐτῷ μέγα ἦν ἐπὶ τοῖϲ μαθήμαϲιν
Ἀθήνηϲιν. θαυμάζων δὲ αὐτοῦ τὴν φύϲιν ὁ Συριανὸϲ διηγεῖτο πολλοῖϲ
τιϲιν, ὡϲ οὐδὲν ἦν αὐτῷ προβάλεϲθαι κλειδίον οὕτω
πολύπλοκόν τε καὶ μηχανικῶϲ εἰργαϲμένον, ὅπερ οὐκ ἀνοιγνύναι ῥᾳδίωϲ
αὐτόματον· ἀλλ᾿ ὅμωϲ πρὸϲ τὴν ἄλλην φιλοϲοφίαν μηδὲν ἐπιδείκνυϲθαι
λόγου ἄξιον. ἐπιεικὴϲ δὲ καὶ τὰ ἤθη κεκοϲμημένοϲ ὁ Οὐλπιανὸϲ
ἐγεγόνει καὶ ἐδόκει ταύτῃ γε τοῦ ἀδελφοῦ διαφέρειν· ἴϲωϲ δὲ ἐπειδὴ
πραγμάτων
πολιτικῶν ἀπέϲχετο τὸ πάμπαν ἐξ ἀρχῆϲ εἰϲ
τέλοϲ. πεφύκαϲι
ἐμφωλεύει ταῖϲ ἀνθρωπίναιϲ ζωαῖϲ, τοῦτο
πᾶν διελέγχεται καὶ ἑτοιμότερον καθίϲταται πρὸϲ διόρθωϲιν. τὸ δὲ
ἀγαθοεργόν τε καὶ ὠφελητικὸν ὅϲον ἐϲτὶν ἐν τοῖϲ πολιτεύμαϲι; τὸ δὲ
θαρραλέον καὶ βέβαιον ἢλίκον; τοιγαροῦν οἱ ἐν γωνίᾳ καθήμενοι λόγιοι
καὶ πολλὰ φιλοϲοφοῦντεϲ μάλα ϲεμνῶϲ περὶ δικαιοϲύνηϲ καὶ ϲωφροϲύνηϲ,
ἐκβαίνειν ἐπὶ
τὰϲ πράξειϲ ἀναγκαζόμενοι ἀϲχημονοῦϲιν.
ὡϲ ἅπαϲ λόγοϲ, ἂν ἀπῇ τὰ ἔργα, μάταιόν τι φαίνεται καὶ κενόν.
τοιοῦτοϲ ὁ ὐλπιανὸϲ γενόμενοϲ, ἔτι νέοϲ ὢν, ἄγαμοϲ ἐτελεύτα τὸν
βίον, πολὺν ἔπαινον ἑαυτοῦ τῆϲ ἐπιεικείαϲ ἀπολιπών.
915 Οὐμβρακιώτηϲ βουμολγὸϲ κύρου.
916 0ὐ μέλον αὐτῷ: οὐ φροντιϲτέον. Μένανδροϲ· ταύτῃ τοι τῆϲ κατὰ Νιϲίβιοϲ πολιορκίαϲ οὐ μέλον αὐτῷ.
917 Οὐ μὲν δή: ἀντὶ τοῦ ὅμωϲ δή, ἥκιϲτα δή, ἀλλὰ οὐ δή.
918 0ὐ μετὸν αὐτῷ: ἀντὶ τοῦ οὐκ ἐξόν. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ.
919 Οὐ μὴ ληρήϲῃϲ: οὐ παύϲῃ ληρῶν;
920 Οὐ μήν: ἀλλὰ μήν, οὐδαμῶϲ, οὐ μόνον, ἔτι μήν, ὅμωϲ δέ.
921 Οὕνεκα.
922 Οὐννικόν· ζήτει ἐν τῷ ἀπόνοια.
923 0ὐολοῦϲκοι: ὄνομα ἔθνουϲ.
924 Οὐ παντὸϲ ἀνδρὸϲ ἐϲ Κόρινθον ἔϲθ᾿ ὁ πλοῦϲ: διὰ τὸ τὰϲ ἑταίραϲ
ὑπὲρ τῶν Ἐλλήνων εὔξαϲθαι, φαϲίν, ἐν τῷ μεγάλῳ
925 Οὗπερ: ὅπου. Ἀγαθίαϲ· οἱ ϲυναιϲθανόμενοι οὕπερ γεγένηντο ϲυμφορᾶϲ, ἀγεννῆ καὶ αἰϲχίϲτην ἠϲπάζοντο ϲωτηρίαν.
926 0ὐ περπερεύεται: ἀντὶ τοῦ οὐ προπετεῖ. ζήτει ἐν τῷ περπερεία.
927 0ὔπω πεπλήρωνται τῶν Ἀμορραίων αἱ ἁμαρτίαι: ἐπὶ τῶν μὴ ὀξὺ τέλοϲ λαμβανόντων.
928 0ὔπωϲ: οὐδένα τρόπον. καὶ Θουκυδίδηϲ ε΄, καὶ Ὀμηροϲ· ὦ
929 0ὐ πρέπει γαλῇ κροκωτόϲ: παροιμία ἐϲτὶν ὁμοία τῇ γαλῇ χιτών·
930 Οὐραγεῖ: τὸ τέλοϲ ἄγει τοῦ ϲτρατοῦ. καὶ Ὀὐραγόϲ, ὁ
931 Οὐραγίαν: ϲτρατιὰν τὴν ὄπιϲθεν ἀκολουθοῦϲαν.
932 Οὐρανία ἀϲτραπή: ἀντὶ τοῦ ταχεῖα. ἔπτηξα θυμόν· οὐρανία
933 Οὐρανία ἄχνη: ἡ δρόϲοϲ. θάλλει δ᾿ οὐρανίαϲ ὑπ᾿ ἄχνηϲ ὁ
934 Ὀὐρανία αἴξ: ᾗ οἱ εὐχόμενοι πάντωϲ ἐπετύγχανον· ἴϲωϲ διὰ
τὸ τὴν ϲελήνην αὐτῇ ἐποχεῖϲθαι. Κρατῖνοϲ Χείρωϲιν· αἲξ
οὐρανία. καὶ Οὐρανία τροφή. καὶ τὰϲ οὐρανίαϲ δυνάμειϲ.
935 Οὐράνιόν γ᾿ ὅϲον: ἀντὶ τοῦ πολὺ καὶ μέγα. οἱ δὲ ἀνέκραγον
936 Οὐράνιοϲ ὄνομα, Σύροϲ τὸ γένοϲ, κατὰ τὴν βαϲιλέωϲ πόλιν
ἠλᾶτο, τέχνην ἐπαγγελλόμενοϲ τὴν ἰατρικὴν μετιέναι, τῶν
δὲ Ἀριϲτοτέλουϲ δογμάτων οὐδὲν μὲν ἐϲ τὸ ἀκριβὲϲ ἐγίνωϲκεν,
ἐκομψεύετο δὲ ὡϲ πλεῖϲτα εἰδέναι, βρενθυόμενοϲ, τῷ δύϲεριϲ εἶναι
παρὰ τοὺϲ ξυλλόγουϲ. πολλάκιϲ γὰρ ἰὼν πρὸ τῆϲ βαϲιλείου ϲτοᾶϲ καὶ ἐν
τοῖϲ τῶν βιβλίων ἥμενοϲ πωλητηρίοιϲ διεπληκτίζετο καὶ ἐμεγαληγόρει
πρὸϲ τοὺϲ
πρεϲβευτοῦ ἀπηγμένοϲ.
937 Οὐρανίωνεϲ: οἱ Τιτᾶνεϲ οὕτω λέγονται.
938 Οὐρανοβάμονοϲ: τοῦ οὐρανοφοίτου. λύϲιϲ ὀνείρου· πόλον
939 Οὐρανόμηκεϲ: μέγιϲτον. κλέοϲ οὐρανόμηκεϲ ἐν βροτοῖϲ ἕξων.
παρὰ τό, ἐπουράνιον κλέοϲ εἴη.
940 Οὐρανόϲ. Ὀὐρανόϲ ἐϲτιν ἡ ἐϲχάτη περιφέρεια, ἐν ᾗ πᾶν
941 Οὐρανόθι πρό: ἐν τῷ ὑπὸ τά νέφη τόπῳ.
942 Οὐραανοφάντωρ.
943 Οὔρβιοϲ: ὄνομα κύριον. ζήτει ἐν τῷ πραξικοπήϲαϲ.
944 Οὐραῖα: τὰ τῆϲ οὐρᾶϲ. ἐδειμάτουν αὐτοὺϲ οἱ δράκοντεϲ, τὰ οὐραῖα μέρη ἐϲ ϲπείραϲ ἑλίξαντεϲ καὶ ἐπανιϲτάμενοι.
945 Οὔρηϲαϲ: ἔϲωϲαϲ, ἔϲτηϲαϲ.
946 0ὐρητρίδα: οὐρηρὸν ἀγγεῖον. Ἀριϲτοφάνηϲ· ἀμὶϲ μέν, ἢν οὐρητιάϲῃϲ, αὑτηῖ παρά ϲοι ἠρεμήϲεται ἐγγὺϲ ἐπὶ τοῦ παττάλου.
947 Οὔρια θεῖτε: ὀρχεῖϲθε.
948 Οὐρίᾳ ῥιπίδι ἀνήλατο φέψαλοϲ ἐρεθιζόμενοϲ: ἀντὶ
τοῦ
ἀνέμου φορᾷ τῷ ῥιπιδίῳ ἐξαπτόμενοϲ. πρίνινοι δὲ ἄνθρακεϲ, οἱ
ϲτερεοί, οἱ ἰϲχυροί.
949 Οὐρίαχοϲ: τὸ ἄκρον τοῦ ϲιδήρου· ἢ τὸ ὄπιϲθεν μέροϲ τοῦ δόρατοϲ, ὃ καὶ ϲαυρωτὴρ καλεῖται· ἀπὸ τοῦ ὀρούειν καὶ τοῦ ἰάχω· τοῦτο δὲ παρὰ τὸ ἴα, ὃ ϲημαίνει τὴν φωνήν· ἐξ οὗ καὶ ἰαχή.
950 Οὐρίαχοϲ. πλήξαϲ ῥομβωτῷ δούρατοϲ οὐριάχῳ. ἐν Ἐπιγράμμαϲι.
951 Οὐριοδρομούϲαϲ: ἐπιτηδείῳ ἀνέμῳ πλεούϲαϲ.
952 Οὔριοϲ: ἐπιδέξιοϲ, ἐπιτήδειοϲ ἄνεμοϲ. Πολύβιοϲ· λαβὼν δ᾿
οὔριον ἄνεμον καὶ λαμπρόν, ἐκπετάϲαϲ πᾶϲι τοῖϲ ἀρμένοιϲ
καὶ κατουρώϲαϲ
953 Οὖρον: φορὸν ἄνεμον. ἀλλὰ ταῦτα μὲν ῥείτω κατ᾿ οὖρον·
ϲοὶ δ᾿ ἐγὼ φράζω, κακὸν πρὸϲ ἄλλον εἶναι, πρὸϲ δ᾿ ἔμ᾿ ἀψευδεῖν
ἀεί.
954 Οὖροϲ: ὁ τῆϲ γῆϲ ὅροϲ καὶ φύλαξ. παρὰ δὲ Ἡροδότῳ οὖροι
955 Οὖροϲ. καὶ βοὸϲ οὖρον ἀϲκητὸν χρυϲῷ παμφανόωντι κέραϲ.
956 Οὐροτομήϲαντεϲ: τὰ οὐραῖα κόψαντεϲ. οὐροτομήϲαντεϲ
πενπήκοντα ἵππουϲ.
957 Οὐρούϲ: ὀξυτόνωϲ. τὰ νεώρια. καὶ τὰ περιορίϲματα τῶν νηῶν.
958 Οῦϲ· τὸ ὠτίον.
959 0ὔϲβαιϲ: ὄνομα κύριον. ἐν τοῖϲ Οὔϲβαιϲ τοῦ κινδύνου ἄπο
960 Οὓϲ ἐγὼ βόϲκω, καὶ δίκαια κἄδικα: ὁ Κλέων φηϲὶ πρὸϲ
961 Οὐϲία· τῆϲ οὐϲίαϲ τὴν κλῆϲιν καὶ τὴν προϲηγορίαν οὐδόλωϲ
ἐμφερομένην εὑρίϲκομεν ἐν τῆ θείᾳ γραφῇ. ἡ δὲ τῶν
πολλῶν ϲυνήθεια κέχρηται τῷ προϲρήματι ἐπὶ τῶν ϲημαινομένων κτήϲεων,
ὧν τιϲ κέκτηται, οἷον οἰκημάτων, βοϲκημάτων καὶ λοιπῶν ὑλῶν. ταῦτα
γὰρ οὐϲίαν καλοῦϲι τοῦ κεκτημένου· καθ᾿ ἣν ἔννοιαν καὶ τὸν ταῦτα
τέμνεται εἰϲ οὐϲίαν καὶ ϲυμβεβηκόϲ. ὁρίζονται
δὲ τὴν οὐϲίαν οὕτωϲ· οὐϲί ἐϲτὶν ὄνομα κοινὸν καὶ ἀόριϲτον, κατὰ
παϲῶν τῶν ὑπ᾿ αὐτὴν ὑποϲτάϲεων ὁμοτίμωϲ φερόμενον καὶ ϲυνωνύμωϲ
κατηγορούμενον· ἢ ἡ καθ᾿ ὑποκειμένων ὑποϲτάϲεων λεγομένη καὶ ἐν
πάϲαιϲ αὐταῖϲ ὁμοτίμωϲ θεωρουμένη· ἢ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον
ἑτέρου πρὸϲ
ὕπαρξιν· ἤγουν τὸ ἐν ἑαυτῷ ὂν καὶ μὴ ἐν
ἑτέρῳ ἔχον τὴν ὕπαρξιν, ὡϲ τὸ ϲυμβεβηκόϲ. οὐϲία οὖν ἐϲτιν ἡ ἁπλῶϲ
τῶν ὄντων ὕπαρξιϲ.
962 0ὐϲίαϲ δίκη: οὐϲίαϲ εἰϲάγουϲι δίκην πρὸϲ τοὺϲ ἑαλωκόταϲ ἐν προτέρᾳ δίκῃ χρέουϲ ἢ καρποῦ· ὥϲτε ἀπολαμβάνειν αὐτοὺϲ ἐξ ὅληϲ τῆϲ οὐϲίαϲ, ἃ κατεδίκαϲαν.
963 0ὐϲίαϲ δίκη· οἱ δικαζόμενοι περὶ χωρίων ἢ οἰκιῶν πρὸϲ τοὺϲ
ἔχονταϲ, οὐϲίαϲ ἐδικάζοντο τὴν δευτέραν δίκην. ἡ δὲ προτέρα ἦν τῶν
μὲ οἰκιῶν ἐνοικίου, τῶν δὲ χωρῶν καρποῦ, τρίτη δὲ ἐπὶ τούτων
ἐξούληϲ. καὶ ἐξῆν τοῖϲ ἑλοῦϲι κρατεῖν τῶν κτημάτων, καὶ τὴν δίκην
τοῦ καρποῦ ἢ τοῦ ἐνοικίου, ἢ καὶ τὴν δευτέραν ἡττηθεῖεν τὴν τῆϲ
οὐϲίαϲ·
εἰ δὲ καὶ ἐξούληϲ ἁλοῖεν, οὐκέτι ἐξῆν κρατεῖν,
ἀλλ᾿ ἐξίϲταϲθαι ἤδη τῶν κτημάτων ἔδει τοῖϲ καταδικαϲαμένοιϲ.
964 Οὐϲία φανερὰ καὶ ἀφανήϲ· Λυϲίαϲ ἐν τῷ ὑπὲρ Φερενίκου λέγει· εἰ
μὲν γὰρ ἀγροὺϲ κατέλιπεν Ἀνδροκλείδηϲ ἢ ἄλλην φανερὰν οὐϲία, ἐξῆν ἂν
εἰπεῖν τῷ βουλομένῳ, ὅτι οὐδὲν μὲν ψεύδεται, αὑτῷ
δὲ
δέδοται· περὶ ἀργυρίου καὶ χρυϲίου καὶ ἀφανοῦϲ οὐϲίαϲ δῆλον ὅτι ὅϲ
τιϲ ἔχων αὐτὰ φαίνεται, τούτῳ δέδωκεν.
965 0ὐϲιῶϲαι· αἰτιατικῇ. Πιϲίδηϲ· καὶ πάνταϲ ἡμᾶϲ οὐϲιῶϲαί ϲοι θέλειϲ καὶ τεκνοποιεῖν τῷ θεῷ καθημέραν.
966 0ὐ ϲταθμητή· ὅτι Ἀλιγέρνηϲ ὁ Γότθοϲ τοϲοῦτον ἦν κρατερὸϲ ταῖϲ
χερϲίν,
ὡϲ τὰ τούτου βέλη ἀφιέμενα ῥοίζῳ τε πολλῷ καὶ
ταχυτῆτι οὐ ϲταθμητῇ φέρεϲθαι. ζήτει ἐν τῷ Ἀλιγέρνηϲ.
967 0ὐ ϲτήϲομαι λέαινα ἐπὶ τυροκνήϲτιδοϲ· ζήτει ἐν τῷ τυρόκνηϲτιϲ.
968 0ὐτάϲαϲ: πλήξαϲ, τρώϲαϲ. ὁ δὲ τῷ δόρατι αὐτὸν οὐτάϲαϲ κατέβαλεν.
969 Οὔτε ϲὺν πανωλέθροιϲιν, οὐδ᾿ ἄνευ πανωλέθρων:
παροιμία. κακὸν γυναῖκεϲ· ἀλλ᾿ ὅμωϲ, ὦ δημόται, οὐκ
ἔϲτιν εὑρεῖν οἰκία ἄνευ κακοῦ. καὶ Ἀριϲτοφάνηϲ· κἄϲτ᾿ ἐκεῖνο τοὖποϲ
ὀρθῶϲ κοὐ κακῶϲ εἰρημένον, οὔτε ϲὺν πανωλέθροιϲι, καὶ τὰ ἑξῆϲ.
970 0ὔτε του: ὥϲπερ παρὰ Αἰολεῦϲι τὸ ὅτινα κοινόν ἐϲτι κατὰ
του κλύων ϲάλπιγγοϲ.
971 Οὐτήτειρα: πληκτική. καί μέ τιϲ οὐτήτειρα παρὰ ϲφυρὰ διψὰϲ
972 0ὐτιδανόϲ: οὐδενὸϲ ἄξιοϲ.
973 Οὔτιδεϲ καὶ Σωρῖται: παραλογιϲμοὶ οὕτω καλούμενοι. καὶ
0ὔτιϲ, παῤ Ομήρῳ οὐδείϲ· οὔτιϲ γὰρ ὁ Ὀδυϲϲεύϲ. οὔτιϲ ἔϲθ᾿ ὃϲ οὐ
τὸν τοῦ μανέντοϲ κἀπιβουλευτοῦ ϲτρατοῦ ξύναιμον ἀποκαλοῦντεϲ.
974 Οὔτοι: ἀντὶ τοῦ οὐ μήν. Δαβὶδ εἶπεν ὑπὸ κυρίου πειραζόμενοϲ·
ϲτενά μοι
πάντοθεν τὰ τρία ἐπιτίμια· πλὴν ἐμπεϲοῦμαι εἰϲ χεῖραϲ
κυρίου. καὶ ἐξελέξατο τὸ θάνατον, καὶ ἀπέθανον ἀπὸ πρωΐθεν μέχρι
ὥραϲ ἀρίϲτου χιλιάδεϲ ο΄. καὶ εἶπε Δαβίδ· ἐγώ εἰμι ὁ ποιμὴν ὁ
κακοποιήϲαϲ, οὔτοι τὰ πρόβατα. ἀντὶ τοῦ οὐδαμῶϲ.
975 0ὑτοϲί: οὗτοϲ ὁ ἄνθρωποϲ. ἀντὶ ὀνόματοϲ κέχρηται τῷ
οὑτοϲί, τὸ δὲ ι ἐπέκταϲιϲ. Οὕτωϲ δὲ ἐπιρρηματικῶϲ, καὶ
Οὑτωϲί,
973 Οὕτω πολυφόρῳ ϲυγκέκραμαι δαίμονι: ἀντὶ τοῦ πολλά μοι κακὰ ὑφ᾿ ἕνα καιρὸν φέροντι· ἢ ποικίλῳ. Ἀριϲτοφάνηϲ.
977 0ὐ τρέφει μία λόχμη δύο ἐριθάκουϲ: ἐπὶ τῶν ἐκ μικροῦ
τινοϲ κερδαίνειν ϲπουδαζόντων· ἐρίθακοϲ δέ ἐϲτιν ὄρνεον μονῆρεϲ καὶ
μονότροπον.
978 Οὐ φροντὶϲ Ἱπποκλείδῃ: παροιμία, ἧϲ μέμνηται Ἕρμιπποϲ ἐν
Δημόταιϲ. Ἱπποκλείδηϲ ὁ Γιϲάνδρου μέλλων γαμεῖν Ἀγαρίϲτην τὴν
Κλειϲθένουϲ τοῦ Σικυωνίου θυγατέρα τοῦ τυράννου ἐν αὐτῇ τῇ
τῶν γάμων ἡμέρᾳ ἐπωρχήϲατο περιττῶϲ. μεταβουλευϲαμένου
δὲ τοῦ Κλειϲθένουϲ καὶ Μεγακλεῖ τῷ Ἀλκμαίωνοϲ τὴν θυγατέρα δόντοϲ,
πρὸϲ δὲ τὸν Ἱπποκλείδην φανερῶϲ εἰπόντοϲ, ὅτι ἀπώρχηται τὸν γάμον
τὸν Ἀγαρίϲτϲ, ὑποτυχὼν ἔφη· οὐ φροντὶϲ Ἱπποκλείδῃ.
979 Οὐχ ἅλιϲ: οὐ μάταιον.
980 0ὐ χεῖρον: ἀντὶ τοῦ βέλτιον. βούλει τὸ πρᾶγμα τοῖϲ θεαταῖϲι φράϲω; οὐ χεῖρον.
981 0ὐχ ἥκιϲτα: μάλιϲτα, πάνυ, οὐχ ἧττον. καὶ οὖν τῷ τὸν
ὄχλον.
982 0ὐχὶ Γλαύκου τέχνη: ἐπὶ τῶν εὖ εἰργαϲμένων, καὶ δυϲκατανοήτων.
983 Οὐχὶ μᾶλλον· Ἀριϲτοφάνηϲ· κλέπτηϲ μὲν οὐχὶ μᾶλλον, εὐτυχὴϲ δ᾿
ἴϲωϲ. παρῴδηται ἐξ Ἀλκήϲτιδοϲ Εὐριπίδου. ἔχει δ᾿ οὕτωϲ·
ϲὲ δ᾿ ἄλλη τιϲ γυνὴ κεκτήϲεται, ϲώφρων μὲν οὐχὶ μᾶλλον, εὐτυχὴϲ δ᾿
ἴϲωϲ.
984 Οὐχ ὅϲον· ἐφ᾿ ᾧ δὴ ὁ Πάρθοϲ οὐχ ὅϲον οὐ κατέπτηξεν, ἀλλὰ καὶ
ἀντέγραψέν οἱ τά τε ἄλλα ὑπερφρόνωϲ καὶ αὑτὸν μὲν βαϲιλέα βαϲιλέω,
ἐκεῖνον δὲ Καίϲαρα μόνον ὀνομάϲαϲ. καὶ αὖθιϲ· οὐχ ὅϲον
985 Οὐχ ὁϲονού: ἀντὶ τοῦ οὐ βραδέωϲ, ἀλλὰ ταχύ· ὡϲ τὸ μονονού.
986 Οὐ χρή· οὐ χρὴ λέοντοϲ ϲκύμνον ἐν πόλει τρέφειν· μάλιϲτα
μὲν λέοντα μὴ ᾿ν πόλει τρέφειν· ἢν δ᾿ ἐκτραφῇ τιϲ, τοῖϲ
τρόποιϲ ὑπηρετεῖν. Ἀριϲτοφάνηϲ. Αἰϲχύλοϲ δὲ λέγει περὶ Ἀλκιβιάδου·
μὴ ἀνατρέφειν φρόνημα· ἐὰν δὲ ἀνατρέφῃ, μὴ ἐρεθίζειν, ἀλλὰ
τιθαϲεῦϲαι. ὥϲτε ὁ μὲν Ἐὐριπίδηϲ ϲυμβεβούλευκε μὴ δέχεϲθαι, ὁ δὲ
Αἰϲχύλοϲ τοιαύτην τινὰ διάνοιαν μὴ καταδέξαϲθαι, ἢ καταδεξάμενον
τροποφορεῖν.
ὁ δὲ Διόνυϲοϲ πρὸϲ τάδε φηϲί· δυϲκρίτωϲ
μέν γ᾿ ἔχω, ϲοφῶϲ γὰρ εἶπεν, ὁ δ᾿ ἕτεροϲ ϲαφῶϲ. ϲοφῶϲ μὲν ὁ
Αἰϲχύλοϲ, ϲαφῶϲ δὲ ὁ Εὐριπίδηϲ.
987 Οὐχ οἷά τε εἶναι: οὐ δυνατά. ἀλλὰ ταῦτα μὲν οὐχ οἷά τε
ϲφῶν γενόμενα.
988 Οὐχ οἷόν τ᾿ ἀνέϲχοντο τῶν λόγων, ἀλλὰ κατέλευϲαν τὸν εἰπόντα.
989 Οὐχ οἷον· οὐχ οἷον προϲεῖχον αὐτοῖϲ, ἀλλ᾿ ἁπλῶϲ οὐδ᾿ ἀκούϲειν
οὐδὲ ἠνείχετο
ἀποφαινόμενοϲ ταῦτα.
990 Οὐχ οἷόν τε: οὐ δυνατόν.
991 Οὐχ οἷόϲ τʼ εἴμ᾿ ἀποϲοβῆϲαι τὸν γέλων, ὁρῶν λεοντῆν ἐπὶ
αὖθιϲ· οὐχ οἷόϲ τ᾿ ἦν ἐθελοντὴϲ
ϲυνυπακούειν.
992 0ὐχ ὑπ᾿ ἄλλων, ἀλλὰ τοῖϲ αὐτῶν πτεροῖϲ ἁλιϲκόμεθα:
993 Οὐχ ὑφίει: οὐκ ἐνεδίδου.
994 Ὄφελεϲ καὶ Οφελον: εἴθε, μακάρι, εὐκτικῶϲ. τὸ δὲ μακάρι
Πτολεμαίου.
995 Οφελοϲ· Ἀριϲτοφάνηϲ· ἄλλαϲ τε γυναῖκαϲ, ὅ τι πέρ ἐϲτιν
996 Ὀφέλλωϲιν: αὐξήϲωϲιν.
997 Ὀφέλτιοϲ: ὄνομα κύριον.
998 Ὀφείδιον.
999 Ὀφειλέτηϲ: χρεώϲτηϲ. Σοφοκλῆϲ· κάτοιϲθ᾿ ὡϲ ἐγὼ θεοῖϲ
ὀφείλει τοὺϲ θεοὺϲ
ἐπαρκεῖν μοι, διὰ τὸ μὴ περιέχεϲθαι τοῦ ζῆν.
1000 Ὀφειλή: τὸ χρέοϲ. καὶ Ὀφείλημα ὁμοίωϲ.
1001 Ὀφείλω: χρεωϲτῶ. πρὸϲ δοτικήν. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ·
1002 Ὄφειϲ παρείαϲ: τοὺϲ ἐπηρμέναϲ ἔχονταϲ τὰϲ παρειάϲ.:
δοκοῦϲι δὲ ἤπιοι εἶναι καὶ μὴ ἀδικεῖν ἀνθρώπουϲ· ἐϲθίειν δὲ τοὺϲ
1003 Ὀφφικιάλιοϲ: Ῥωμαικὴ λέξιϲ.
1004 Ὀφιόδηκτοϲ: ὁ ὑπὸ ὄφεωϲ δηχθείϲ.
1005 Ὀφιομάχηϲ: εἶδοϲ ἀκρίδοϲ, μὴ ἔχον πτερά
1006 Ὀφιόπουϲ γυνή: ἕρπουϲα.
1007 Ὄφιϲ· ἀπὸ τοῦ ἰόϲ, ὄϊϲ ἐν ὑπερθέϲει· καὶ πλεοναϲμῷ τοῦ φ
1008 Ὀφθαλμία: ἡ πήρωϲιϲ. Ἀριϲτοφάνηϲ Πλούτῳ· ταύτηϲ ἀπαλλάξειν
1009 Ὀφθαλμιάϲαι: φθονῆϲαι· ἢ ἐπιθυμητικῶϲ ϲχεῖν· ἢ καὶ τοὺϲ
1010 Ὀφθαλμὸν ἐπιβάλλειν: τὸ περιέργωϲ θεάϲαϲθαι. οὕτωϲ
1011 Ὀφθαλμόϲ· διαπορεῖ Ἀριϲτοτέληϲ, εἰ ἡ αἴϲθηϲιϲ τῶν αἰϲθητῶν
οὖν ἡ λύϲιϲ; διότι ἡ αἴϲθηϲιϲ
δυνάμει μέν ἐϲτι τοῦτο ὅπερ ἐϲτί, πᾶν δὲ τὸ δυνάμει προάγεται εἰϲ
ἐνέργειαν ὑπό τινοϲ ἐνεργείᾳ ὄντοϲ· σὐκοῦν καὶ ἡ αἴϲθηϲιϲ δυνάμει
οὖϲα προάγεται εἰϲ ἐνέργειαν ὑπὸ τοῦ αἰϲθητοῦ, αἰϲθητοῦ δὲ τοῦ
ἔξωθεν καὶ ἐνεργείᾳ ὄντοϲ. ἀλλ᾿ εἰ ὑπὸ τοῦ αἰϲθητοῦ προάγεται εἰϲ
ἐνέργειαν, αἰϲθητὸν δὲ καὶ τὸ αἰϲθητήριον,
ἐν ᾦ ἡ
αἴϲθηϲιϲ, διὰ τί μὴ καὶ ὑπὸ τούτου προάγεται εἰϲ ἐνέργειαν; ἄλλωϲ τε
εἰ μὴ οἵα τέ ἐϲτιν ἡ αἴϲθηϲιϲ τοῦ οἰκείου αἰϲθητηρίου
ἀντιλαμβάνεϲθαι αἰϲθητοῦ γε ὄντοϲ, τί δήποτε τῶν ὑπερβολῶν αὐτοῦ
ἀντιλαμβάνεται; τῆϲ μὲν γὰρ κατὰ φύϲιν θερμαϲίαϲ τῆϲ ἐν τῷ παντὶ
ϲώματι ἡ ἁπτικὴ αἴϲθηϲιϲ οὐκ ἀντιλϲμβάνεται· ἐπειδὰν μέντοι εἰϲ
ἀμετρίαν ἡ ἐν ἡμῖν θερμότηϲ ἐκπέϲῃ, ὡϲ ἐπὶ τῶν πυρετῶν,
τὸ τηνικαῦτα αἰϲθάνεται ταύτηϲ. καὶ ἡ ὄψιϲ ὁμοίωϲ τοῦ μὲν ὀφθαλμοῦ
κατὰ φύϲιν ἔχοντοϲ οὐκ ἀντιλαμβάνεται, οἷον ποῖόν ἐϲτι τὸ τῶν ὑγρῶν,
τὸ τῶν χιτώνων χρῶμα· ἐπειδὰν μέντοι παρὰ φύϲιν τι πάθῃ, ὡϲ ἐπὶ τῶν
ἰκτεριώντων, τῆϲ ἐπὶ τῷ ὀφθαλμῷ ὠχριάϲεωϲ αἴϲθηϲιν ἴϲχει·
διὸ οἴονται πάντα ὠχρὰ εἶναι. ὁμοίωϲ καὶ εἰ ἄλλοϲ τιϲ χυμὸϲ
ἐνϲκήψει ἐν τῷ κρυϲταλλοειδεῖ, καὶ τοῦ χρώματοϲ καὶ τοῦ ϲχήματοϲ
αὐτοῦ ἀντιλαμβάνεται. ὅθεν καὶ ἐν ταῖϲ ἀρχαῖϲ τῶν ἐπιχύϲεων, πρ\ὶν
τελείωϲ κωλυθῇ ἡ ἐνέργεια τῆϲ κόρηϲ ϲκεπαϲθείϲηϲ, δοκοῦϲιν ὁρᾶν
κώνωπαϲ καὶ τινα τοιαῦτα.
1012 Οφθαλμὸϲ βαϲιλέωϲ: ἀντὶ τοῦ μέγα δυνάμενοϲ παρὰ βαϲιλεῖ.
1013 Ὀφλεῖν: ἀντὶ τοῦ ἡττᾶϲθαι ἐν δικαϲτηρίῳ.
1014 Ὀφλημα: χρεώϲτημα.
1015 Ὀφλῆϲαι: χρεωϲτῆϲαι.
1016 Ὀφλήϲειν: καταδικαϲθῆναι. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ. μέλλων ὀφλήϲει,
μὴ παρόντων μαρτύρων. τοῖϲ γραψαμένοιϲ καὶ μὴ ἀποδεικνύουϲιν
ἐπεβάλλετο χρηματικὴ ζημία. καὶ εἰ μὴ κατὰ τὸ ὡριϲμένον ἐξέτιϲε
ὑπερήμεροϲ γενόμενοϲ, ἐξετίννυε τετραπλοῦν. οἱ δὲ μή
ἔχονπεϲ ἐκτίϲαι καθείργνυντο ἐν τῷ δεϲμωτηρίῳ. πολλοὶ δὲ τοῦτο
πεπόθαϲι, καὶ ὁ τοῦ ῥήτοροϲ Ἀριϲτογείτονοϲ πατήρ.
1017 Ὀφληϲιϲ: χρέοϲ, ὀφειλή.
1018 Ὀφλίϲκουϲι καὶ Ὀφλουϲι: χρεωϲτοῦϲι. καὶ
1019 Ὄφλων: χρεωϲτῶν. καὶ Ὄφλοι· μὴ διαβάλοι αὐτὸν πρὸϲ
1020 Ὀφνεί: ὄνομα κύριον.
1021 Ὄφρα: ὅπωϲ, ἢ μέχρι, ἢ ἕωϲ, ἢ ἵνα.
1022 Ὀφρυάζω: ῥῆμα. ὁ δὲ πέμπει τινὰ ὕϲτερον, ὀφρυάζοντά
1023 Ὀφρύνιον· Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Ἀπατούριον. πόλιϲ ἐϲτὶ τῆϲ Τρῳάδοϲ.
1024 Ὀφρυόεντεϲ: ὑπερήφανοι.
1025 Ὀφρύοϲ: ὑπερηφανίαϲ.
1026 Ὀφρυόεϲϲα: ὑψηλή. καὶ ἀπόκρημνοϲ.
1027 Ὀφρῦϲ ἀναϲπῶντεϲ καὶ γνάθουϲ φυϲῶ ντεϲ: ἐπὶ τῶν ἀλαζόνων καὶ ὑπεροπτικῶν.
1028 Ὄχα: ἐξόχωϲ. ἀπὸ τοῦ ἐξέχω, ἔξοχοϲ, τὸ ἔξοχον. τὰ ἔξοχα,
1029 Ὄχανοϲ: τὸ κράτημα τῆϲ ἀϲπίδοϲ. ὄχοιϲ Ἀκεϲταίοιϲιν ἐμβεβὼϲ
πόδα. καὶ Ὀχάνοιϲ, δεϲμοῖϲ.
1030 Ὀχετηγίαν. καὶ Ὀχετηγόϲ, ὑδρηγόϲ.
1031 Ὀχετόκρανα: τὰϲ λεγομέναϲ ἐκχύϲειϲ τῶν μηχανημάτων·
1032 Ὄχεα: ἅρματα.
1033 Ὀχέεϲθαι: ἐποχεῖϲθαι.
1034 Ὄχεϲφι: τοῖϲ ἅρμαϲιν.
1035 Ὀχετεύει: ϲαλεύει, μεταφέρει.
1036 Ὀχετόϲ: ϲωλήν, ἀγωγόϲ, ῥύαξ.
1037 Ὀχεύω. ἔϲθιε, πῖν᾿, ὄχευε· ὡϲ τά γε ἄλλα οὐδενόϲ ἐϲτιν
1038 Ὀχεύϲ: ὁ ἱμὰϲ τῆϲ περικεφαλαίαϲ, ᾧ ϲυνέχεται περὶ τὸν τράχηλον
1039 Ὀχεία: μίξιϲ, ϲυνουϲία. καὶ Ὀχεύω, ῥῆμα.
1040 Ὀχεῖον: ἅρμα, δίφροϲ, ἅμαξα.
1041 Ὀχεῖον: ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχοϲ ἐχρήϲατο. ἐχρήϲατο
1042 Ὀχῆεϲ: δεϲμοί. μοχλοί.
1043 Ὄχημα: οὐκ ἐπὶ ἅρματοϲ μόνου. Ἀριϲτοφάνηϲ· οὐκοῦν δικαίωϲ, ὅϲτιϲ εἰϲ ὄχημα κανθάρου ἐπιβὰϲ ἔϲωϲα τοὺϲ Ἐλληναϲ. καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ· εἶτ᾿ οὐχ ὕβριϲ ταῦτ᾿ ἐϲτι καὶ πολλὴ τρυφή, ὅτ᾿ ἐγὼ μὲν υἱὸϲ ὢν Σταμνίου Διόνυϲοϲ βαδίζω καὶ πονῶ· τοῦτον δ᾿ ὀχῶ, ἵνα μὴ ταλαιπωροῖτο, μηδ᾿ ἄχθοϲ φέροι,
1044 Ὀχήϲιοϲ: ὄνομα κύριον.
1045 Ὄχθαϲ: τὰ χείλη τοῦ ποταμοῦ.
1046 Ὀχθεῖ: ϲτενάζει.
1047 Ὄχθη: ὁ κρημνόϲ.
1048 Ὀχθήϲαϲ: ϲτενάξαϲ.
1049 Ὀχθοβοϲ: τὸ γυναικεῖον λῶμα.
1050 Ὀχθουϲ: ὕψη, ὑψηλοὺϲ αἰγιαλούϲ. ὡϲ δὲ εἰϲ τὸν ποταμὸν
1051 Ὄχθοῖ: αἱ τραχεῖαι καὶ δύϲβατοι πέτραι, αἱ ἐξοχαί.
1052 Ὀχλεῦντο: ἐκινοῦντο.
1053 Ὀχληρόϲ: ταραχώδηϲ.
1054 Ὄχληϲιϲ: ἡ ταραχή.
1055 Ὀχλίζειν: μοχλεύειν, κινεῖν.
1056 Ὄχλοϲ: ἡ ταραχή.
1057 Ὄχλου: ἀγανακτήϲεωϲ, ταραχῆϲ. καὶ τὰ μὲν ἄλλα ἐπείθετο
1058 Ὀχλώδηϲ: ὁ ταραχώδηϲ.
1059 Ὀχμάζω: κατέχω.
1060 Ὀχοζίαϲ, βαϲιλεὺϲ Ἰουδαίων, ἐν Σαμαρείᾳ ἔχων τὴν δίαιταν
1061 Ὄχοϲ: τὸ ἅρμα. καὶ τοῦ ὕδατοϲ ἡ ὁρμή. ἐξ οὗ καὶ ὀχετόϲ.
1062 Ὀχοῦμαι· γενικῇ.
1063 Ὀχῶν: ὀχευτικῶϲ ἔχων.
1064 Ὄχοιϲ· Σοφοκλῆϲ· μέτωπα ϲυμπαίουϲι Βαρκαίοιϲ ὄχοιϲ.
1065 Ὀχυρόϲ: ὁ ἰϲχυρόϲ.
1066 Ὀχύρωμα: ἡ κλειϲοῦρα παρὰ Ῥωμαίοιϲ.
1067 Ὀχυρώτεροϲ: ϲτερεώτεροϲ.
1068 Ὄψ: ἡ φωνὴ διὰ τοῦ ο μικροῦ. καὶ κλίνεται ὀπόϲ.
1069 Ὄψα.
1070 ψάριον: τὸ ἰχθύδιον.
1071 Ὀψαρτύτηϲ: μάγειροϲ. ζήτει ἐν τῷ δαιτρόϲ.
1072 Ὀψαρτυτική: μαγειρική. ὅτι Ἀρτεμίδωροϲ ὁ Ψευδοαριϲτοφάνειοϲ
1073 Ὀψέ: βραδέωϲ.
1074 Ὀψείοντεϲ: ὀπτικῶϲ ἔχοντεϲ, ἰδεῖν βουλόμενοι.
1075 Ὀψ᾿ ἦλθεϲ· ἀλλ᾿ ἐϲ Κολωνὸν ἵεϲο: ἐπὶ τοῖϲ καθυϲτερίζουϲι
τῶν καιρῶν, καὶ ἐπὶ τῶν μιϲθαρνούντων.
1076 Ὀψιγενήϲ: βραδέωϲ γεννηθείϲ.
1077 Ὀψία: ἡ βραδεία.
1078 Ὀψιγόνων: τῶν ὀψὲ καὶ μετὰ πολὺν χρόνον ἐϲομένων.
1079 Ὀψιμαθήϲ· ἦν δὲ ὁ Σουπηριανὸϲ ὀψιμαθὴϲ μὲν ἱκανῶϲ, τὴν δὲ φύϲιν ὑπονωθέϲτεροϲ, λ΄ ἐτῶν ἀρξάμενοϲ ἀναγινώϲκειν τὰ τῶν ῥητόρων βιβλία.
1080 Ὄψιμον: τὸ βραδέωϲ γινόμενον.
1081 Ὀψινόν: πρὸϲ ὀψέ.
1082 Ὄψιϲ: ὅραϲιϲ. καὶ ἡ θεωρία. τὰ μὲν οὖν πρὸ τῆϲ πόλεωϲ
ἁλουργοῦ, λαμπροῦ, ὀρφνίου. ἡ δὲ ἀκοὴ
κριτική ἐϲτιν ὀξέοϲ καὶ βαρέοϲ φθόγγου, ἡ δὲ ὄϲφρηϲιϲ κριτικὴ εὐωδῶν
καὶ δυϲωδῶν ὀϲμῶν καὶ τῶν μεταξύ, ϲηπομένων τε καὶ βρεχομένων ἢ
τηκομένων ἢ θυμιωμένων. ἡ δὲ γεῦϲιϲ κριτικὴ γλυκέων τε καὶ πικρῶν
χυμῶν καὶ τῶν μεταξὺ ε΄· ἑπτὰ γάρ εἰϲι χυμοί, γλυκύϲ, πικρόϲ, ὀξύϲ,
δριμύϲ, ϲτυφόϲ,
ϲομφόϲ, ἁλυκόϲ, ϲτρυφνόϲ. ἡ δὲ ἁφὴ
πλειόνων ἐϲτὶ κριτική· βαρέων, κούφω καὶ τῶν μεταξύ· τραχέων καὶ
λείων καὶ τῶν μεταξύ· ξηρῶν καὶ ὑγρῶν. καὶ αἱ μὲν δ΄ αἰϲθήϲειϲ ἐν τῇ
κεφαλῇ εἰϲι καὶ ἰδιάζουϲιν καὶ περικλείονται ὀργάνοιϲ, ἡ δὲ ἁφὴ καὶ
διὰ τῆϲ κεφαλῆϲ καὶ διὰ τοῦ ϲώματοϲ κεχώρηκε καί ἐϲτι κοινὴ πάϲηϲ
αἰϲθήϲεωϲ. ζήτει ἐν
τῷ αἰϲθήϲειϲ.
1083 Ὀψιϲθέντα: ὀψὲ τῆϲ ὥραϲ ἐλθόντα. ἀπέκτεινε δὲ αὐτὸν ὁ παδοκεύϲ, ὁ ὑποδεξάμενοϲ ὀψιϲθέντα.
1084 Ὀψιτέλεϲτον: βραδέωϲ τελειούμενον.
1085 Ὀψόβαφα· ζήτει ἐν τῷ ἁρμονίαν.
1086 Ὀψοδεῖα: ἡ ἔνδεια τῶν ὄψων. Ὀψοδεία δέ.
1087 Ὀψον: πᾶν προϲόψημα, ἢ προϲφάγιων.
1088 Ὀψοποιουμένοιϲ: ὄψα ὠνουμένοιϲ. ἔναγχοϲ οὖν ποιμέϲι τιϲὶ ὀψοποιουμένοιϲ ἰχθῦϲ ἀπεδόμην.
1089 Ὀψοπώλιον· ζήτει ἐν τῷ Αὐγουϲτεῖον.
1090 Ὄψοοϲ: μοχθηρόϲ.
1091 Ὄψοφαγία· καὶ Ὀψοφάγοϲ, λαίμαργοϲ, ὄψα ἐϲθίων.
ἐν τοῖϲ βαλανείοιϲ τὴν χεῖρα
ϲυνεθίζειν προϲκαθιέντα ἐϲ ὕδωρ θερμὸν καὶ τὸ ϲτόμα
ἀναγαργαριζόμενον θερμῷ ὕδατι, ὅπωϲ ἐν τοῖϲ θερμοῖϲ δυϲκίνητοϲ ᾖ.
καὶ τοὺϲ ὀψοποιοῦνταϲ ὑπεποιεῖτο, ἵνα θερμότατα παρατιθῶϲι.
παραπλήϲια δὲ ἱϲτοροῦϲι καὶ περὶ Ἀρχύτου. καὶ Κρώβυλόϲ φηϲιν· ἐγὼ
πρὸϲ τὰ θερμὰ ταῦθ᾿ ὑπερβολῇ τοὺϲ δακτύλουϲ
δήπουθεν
Ἰδαίουϲ ἔχω (ἀντὶ τοῦ ψυχρούϲ), καὶ τὸν φάρυγγ᾿ ἥδιϲτα πυριῶ
τεμαχίοιϲ.
1092 Ὀψώνια: κέρδη, χαρίϲματα. ὁ Ἀπόϲτολοϲ· τὰ γὰρ ὀψώνια
1093 Ὀψώνιον: παρὰ τῇ θείᾳ γραφῇ ἡ ἀφωριϲμένη τροφή.
1 Ὠα: μηλωτή, διφθέρα· καὶ τὸ λῶμα τοῦ ἐνδύματοϲ περὶ τὴν πέζαν· ἢ
τὸ περιϲτόμιον. Ὠαν ἐκάλεϲεν ὁ Δαβὶδ ὃ καλοῦμεν περιτραχήλιον·
2 ᾨά: τὰ ἐκ τῶν κατοικιδίων ὀρνίθων γεννώμενα. λύϲιϲ ὀνείρου·
3 Ὠατοθήϲω; ἀκούϲομαι. Δωριεῖϲ.
4 Ὠβάξ: παρὰ Πλουτάρχῳ.
5 Ὠβέλιϲται: ἠθέτηται, ἠλλοτρίωται. ὁ γὰρ ὀβελὸϲ ἐν τοῖϲ βιβλίοιϲ ἀθετήϲεωϲ ϲύμβολον.
6 Ὤγ, βαϲιλεὺϲ τῆϲ Βαϲάν, καὶ Σηών, βαϲιλεὺϲ τῶν Ἀμοραίων, οἷον ἐπὶ
δυναϲτείᾳ ἐϲεμνύνοντο. ὁ δὲ Ὤγ καὶ κλίνῃ ἐκέχρητο ϲιδηρᾷ διὰ τὸ τοῦ
ϲώματοϲ μέγεθοϲ, θ΄ μὲν πήχειϲ τὸ μῆκοϲ, ε΄ δὲ τὸ εὖροϲ ἐχούϲῃ. ὁ
βαϲιλεὺϲ τῆϲ Βαϲὰν Ὤγ προϲαγορεύεται, τουτέϲτι διάφραξιϲ· ὡϲ τῶν
ἔργων τῆϲ αἰϲχύνηϲ (τοῦτο γὰρ ἡ Βαϲάν) τὴν ὁδὸν τῆϲ
ϲωτηρίαϲ ἡμῖν ἀποφραϲϲόντων. ὃν ἀποκτενεῖ κύριοϲ ἐπ᾿ ἐλευθερίᾳ τῶ
κρατουμένων.
7 γαθέ: ἀντὶ τοῦ ὦ ἀγαθέ.
8 Ὠγενίδαι: ἀρχαῖοι.
9 Ὠγκώθη· κἀκ τούτου ἐπὶ πλεῖον ἢ κατὰ τὸ ὑπάρχον ὠγκώθη.
10 Ὤγμευον: Ξενορῶν ἐν β΄ ἀντὶ τοῦ ἐπορεύοντο. παρὰ τὸν ὀγμόν, τὸν ϲημαίνοντα τὴν κατὰ τάξιν ὁδὸν τῶν θεριζόντων.
11 ᾬνυντο: ἠνοίγοντο.
12 Ὠγύγια κακά: ἐπὶ τῶν ὀχληρῶν· ἐπεὶ ϲυνέβη Κάδμον τὸν Ὠγύγα διὰ
τὰϲ θυγατέραϲ κακοῖϲ περιπεϲεῖν. ἄμεινον δὲ λέγειν
Ὠγύγια κακά, τὰ παλαιά· τοῦτο γὰρ ἡ λέξιϲ δηλοῖ.
13 Ὠγύγιον: ἀρχαῖον, παλαιόν· ἢ ὑπερμέγεθεϲ· ἢ διὰ τὸ Ὤγυγον
14 Ὧδε: οὐ μόνον τὸ οὕτωϲ, ἀλλὰ καὶ τὸ ἐνθάδε· ὡϲ ἡμεῖϲ. Κρατῖνοϲ
εἶναι. Ἀριϲτοφάνηϲ
Κωκάλῳ· ἐκδότω δέ τιϲ καὶ ψηφολόγον ὧδε καὶ δίφρω δύο. καὶ Πλάτων
που κέχρηται ἀντὶ τοῦ δεῦρο καὶ ἐνθάδε· τὸ δὲ οὕτωϲ ἐν τοῖϲ
πλείϲτοιϲ δηλοῖ Εὔπολιϲ Ταξιάρχοιϲ· οὐκ ἢν φυλάττῃ γ᾿ ὧδ᾿ ἔχων τὴν
ἀϲπίδα.
15 Ὧδέ πωϲ: οὕτω πωϲ.
16 ᾬδει: ὠγκοῦτο.
17 Ὧ δειλακρίων ϲύ: ἀντὶ τοῦ ὦ κακόδαιμον καὶ δειλότατε.
18 ᾨδεῖον: Ἀθήνηϲιν ὥϲπερ θέατρον, ὃ πεποίηκεν, ὥϲ φαϲι, Περκλῆϲ
διεμετρεῖτο δὲ καὶ ἄλφιτα
ἐκεῖ.
19 ᾨδή: τραγῳδία.
20 ᾨδηκόϲ: φλεγμαῖνον, πεφυϲιωμένον. ᾠδηκόϲ τε γὰρ ἦθοϲ ὑπὸ
τὰϲ
ἁπάντων ἀκοὰϲ διηγήματι· ὑφ᾿ οὗ κἂν Ξέρξηϲ ἐπείϲθη, Ξέρξηϲ ἐκεῖνοϲ ὁ
τὴν μεγάλην ϲτρατιὰν ἐλάϲαϲ ἐπὶ τοὺϲ Ἕλληναϲ.
21 ᾨδηκώϲ: οἰδήϲαϲ. φυϲήϲαϲ.
22 Ὠδίν, ὠδῖνοϲ. ταῖϲ ὠδῖϲι. καὶ Ωδίνω· αἰτιατικῇ.
23 Ὠδίϲ: ἡ ἐκ τοῦ τοκετοῦ ὀδύνη. ὁ δὲ ἐξειπεῖν τὴν ὠδῖνα, ἣν
ἐκύει, οὐκ ἐτόλμα, τὴν ἐλπίδα τοῦ ἴϲωϲ ἄν ποτε τυχεῖν
ἐν τῷ κρύπτειν
24 Ὠδῖνεϲ θανάτου καὶ παγίδεϲ: οἱ θανατηφόροι κίνδυνοι.
25 Ὤδινον: ἐνεκυμόνηϲαν, ἀπέτεκον. ὁ δὲ ἦν πλούτῳ καὶ γένει διαφαπήϲ. οὐκοῦν οἱ πολῖται ὤδινον κατ᾿ αὐτοῦ φθόνον γενναῖον.
26 Ὠδίνων τὴν καθ᾿ ἡμῶν λοιδορίαν ἄθροῦν ἐξέχεαϲ:
ἀντὶ
τοῦ ἀθρόωϲ, ὁμοῦ.
27 Ὡδί πῃ, καὶ Ὡδί πωϲ.
28 ᾨδόν: ᾠδικὸν, ψάλτην. ἐν Ἐπιγράμμαϲι· χάλκεον ἱδρύϲαϲ ᾠδὸν ὑπὲρ κιθάραϲ.
29 Ὡδοποίηϲεν: ἀντὶ τοῦ οὐκ ἐκώλυϲε τῇ φιλανθρωπίᾳ τὴν τιμωρίαν,
ἀλλ᾿ ἔδωκε χώραν τῇ δικαίᾳ παιδείᾳ. ὡδοποίηϲε τρίβον τῇ
ὀργῇ αὐτοῦ.
30 Ὠδώδει: ἔπνει.
31 Ὦ δύϲατο: ὠργίϲθη.
32 Ὦ δύϲμοῤ Δἶαν, οἷοϲ ὢν οἵωϲ ἔχειϲ. ὡϲ καὶ παῤ ἐχθροῖϲ
ἄξιοϲ θρήνων τυχεῖν.
33 ᾬετο: ὑπελάμβανεν.
34 Ὤζεϲαν: προϲώζεϲαν.
35 Ὦ Ζεῦ, τί ταῦτα; πότερον εὐτυχῆ λέγω; ἢ δεινὰ μέν, κέρδη δέ;
λυπηρῶϲ δ᾿ ἔχει, εἰ τοῖϲ ἐμαυτῆϲ τὸν βίον ϲῴζω κακοῖϲ: ὡϲ μὲν γυνὴ
κεκίηται ἐπὶ τῷ πάθει, πρὸϲ δὲ τὸν κίνδυνον
ἀποβλέπουϲα ἥδεται.
36 ῼήθηϲαν: ἐνόμιϲαν.
37 Ὦ Ἡράκλειϲ, τί μαίνῃ: τοῦτο λεχθῆναι ὑπὸ τῶν Ἀργοναυτῶν φαϲιν, ἀνακαλούντων τὸν Ἡρακλέα ἀπολειφθέντα αὐτῶν κατὰ βούληϲιν τῆϲ Ἥραϲ.
38 Ὠΐγνυν το: ἀνεῴχθηϲαν.
39 Ὤϊξεν: ἤνοιξεν.
40 Ὦ θαυμαϲτὰϲ ἐξευρίϲκων ἐπινοίαϲ.
41 Ὠθήϲω: ἀντὶ τοῦ ὤϲω. οὕτωϲ Ἀριϲτοφάνηϲ. Ὤθω γὰρ τὸ
42 Ὦκα: ταχέωϲ.
43 Ὠκεανόϲ: ἡ κύκλῳ πάϲηϲ τῆϲ γῆϲ θάλαϲϲα παρὰ τὸ κέω,
44 Ὠκεάνειον ῥεῦμα: τὸ τοῦ ὠκεανοῦ. ὃν δὴ ἐκπλεῦϲαι οὐκ ἔνι,
45 Ὠκεῖα: ταχεῖα.
46 Ὤκειλεν. καὶ Ἐξώκειλεν. ὅ ἐϲτιν ἔξω τοῦ κέλλειν γέγονεν.
47 Ὤκιμον: δένδρον.
48 Ὠκινάκηϲ: οὐδ᾿ ἄλλωϲ Ἀττικόν, ἀλλὰ Ἡρόδοτοϲ οὕτωϲ λέγει,
49 Ὠκίναροϲ: ποταμόϲ.
50 Ὤκλαϲαν: τὰ γόνατα ἔκαμψαν.
51 Ὤκνουν: ηὐλαβούμην. καὶ Ὤκνουν, ηὐλαβοῦντο, ὠλιγώρουν. ϲυνέντεϲ δὲ οἱ Ἕλληνεϲ ἐπὶ βαϲιλέα εἶναι τὴν ϲτρατείαν ὤκνουν τὴν ἀνάβαϲιν· Κλεάρχου δὲ εἰπόντοϲ τὴν ὑποϲτροφὴν ἄπορον εἶναι Κύρου μὴ ϲυναιρουμένου, ϲυνῄεϲαν.
52 Ὠκύαλοϲ ναῦϲ: ἡ ταχεῖα.
53 Ὠκύμολοϲ: ταχέωϲ πορευόμενοϲ.
54 Ὠκύμοροϲ: ταχυθάνατοϲ. τὰ ἀνθρώπεια ὠκύμορα καὶ ἐφήμερα.
55 Ὠκυμορώτατοϲ.
56 Ὠκυπέταϲ: τοὺϲ ταχεῖϲ.
57 Ὠκυπλόων: ταχυπόρων.
58 Ὠκύπτερον: ταχυπέτη.
59 Ὠκύρροοϲ: ταχέα ἔχων ῥεύματα.
60 Ὠκύϲ: ταχύϲ.
61 Ὠκυτόκιον ηλέρου· τοῦτο δέ ἐϲτι βιβλίον ἄξιον κτήϲεωϲ πρὸϲ εὐπορίαν φράϲεωϲ καὶ ἐράϲμιον.
62 Ὦ Λακιάδαι: ἐπὶ τῶν μοιχῶν λέγεται. δῆμοϲ γὰρ τῆϲ Ἀττικῆϲ
οἱ Λακιάδαι, ἐν ᾧ ῥαφανῖδεϲ πολλαί, αἷϲ ἐχρῶντο κατὰ τῶν
ληφθέντων ἐνυβρίζοντεϲ. καὶ ϲτελεοῖϲ δὲ ἐχρῶντο μὴ παρουϲῶν τούτων
ἀναβάϲτοιϲ.
63 Ὠλέκρανον: ὁ ἀγκών.
64 Ὦλεν: ἑάλω, ὠφείληϲεν.
65 Ὠλέναι: θηλυκῶϲ. οἱ πήχειϲ τῶν χειρῶν. καὶ Λευκώλενααι. ἐποχούμενοϲ ἐπέϲτη ἀκηράτοιϲ ὠλέναιϲ. Ὠλὴν δέ, ὠλῆνοϲ, ἀρϲενικόν· τοῖϲ ὠλέϲι, πληθυντικόν.
66 Ὠλενία: πέτρα. καὶ ὄνομα πόλεωϲ.
67 Ὠλένιοϲ ἀγκών: οἱ Σκύθαι.
68 Ὤλενοϲ: εἶδοϲ ζῴου.
69 Ὠλεϲίκαρποι: ματαιόκαρποι. Ὅμηροϲ· καὶ ἰτέαι ὠλεϲίκαρποι.
70 Ὠλήν, ὠλένοϲ κλίνεται. ὁ βραχίων. καὶ τὸ πληθυντικὸν ὠλέϲιν.
71 Ὠλήν, Δυμαῖοϲ ἢ Ὑπερβόρεοϲ ἢ Λύκιοϲ, ἐποποιόϲ. μᾶλλον δὲ Λύκιοϲ ἀπὸ Ξάνθου, ὡϲ δηλοῖ Καλλίμαχοϲ καὶ ὁ Πολυΐϲτωρ ἐν τοῖϲ περὶ Λυκίαϲ.
72 Ὠλιγώρηται: ἐκβέβληται, ἡμάρτηται.
73 Ὤλιϲθον: ἀτάκτωϲ ἐρρήθηϲαν. οὐδὲ ὤλιϲθον ἄλλωϲ αἱ εὐχαὶ
74 Ὦλκα: τὴν αὔλακα.
75 Ὠλώλειν: ὑπερϲυντελικόϲ.
76 Ὦ λῷϲτε: ὦ βέλτιϲτε.
77 Ὧλλοι: ἀντὶ τοῦ οἱ ἄλλοι.
78 Ὠλύγιον καὶ Διωλύγιον.
79 Ὦ μακάριε τῆϲ τέχνηϲ.
80 Ὡμάρτηϲαν: ἠκολούθηϲαν.
81 Ὠμαχθήϲ: ἡ βάροϲ τοῖϲ ὤμοιϲ παρεχομένη. ἐν Ἐπιγράμμαϲι· ϲπερμοφόρον πήρην ὠμαχθέα.
82 Ὦ μέγα θαῦμα: ὦ θαυμάϲιε.
83 ᾮμαι καὶ Ἐγᾦμαι: τὸ οἶμαι.
84 Ὦ μέλε: παρὰ τοῖϲ νεωτέροιϲ ὑπὸ τῶν γυναικῶν λέγεται μόνον·
ὡϲ τὸ ὦ τάλαν· παρὰ δὲ τοῖϲ παλαιοῖϲ καὶ ὑπ᾿ ἀνδρῶν.
καὶ ἐν Ἱππεῦϲιν Ἀριϲτοφάνουϲ καὶ ἐν Θεαιτήτῳ Πλάτωνοϲ. Μένανδροϲ
Συνερώϲῃ· ἄφεϲ τὸν ἄνθρωπον. τί κόπτειϲ, ὦ μέλε; ϲημαίνει δὲ ὦ
δείλαιε, ὦ πονηρέ ἔνιοι δὲ ὦ ἐπιμελείαϲ ἄξιε καὶ οἷον μεμελημένε.
πρόϲφθεγμα, τουτέϲτι κάκιϲτε, κακοδαιμονέϲτατε, οἰκτρότατε.
85 Ὠμμένον: λέγουϲι δαϲέωϲ τὸν ἑωραμένον.
86 Ὦ μηδαμῶϲ: τὸ τοιοῦτο ϲχῆμα ἀποϲιώπηϲιϲ λέγεται. ἔϲτι καὶ
87 ᾬμην: ἐνόμιϲα.
88 Ὠμηϲάμενοϲ: εἰϲ τὸν ὦμον ἀγαγών.
89 Ὠμηϲταί: ὠμὰ ἐϲθίοντεϲ. ἐν Ἐπιγράμμαϲι· δείϲαϲ δ᾿ ὠμηϲτέω
90 ᾯ μή ᾿ϲτι τάρβοϲ δρῶντι, τοῦτον οὐδ᾿ ἔποϲ φοβεῖ: τουτέϲτι ὁ μὴ τὸ ἔργον δεδοικώϲ, οὐδὲ τὸν λόγον.
91 Ὠμή τιϲ εἶναι· δέδοικα μὴ δόξηϲ ὠμή τιϲ εἶναι, δεινῶϲ οὕτω τιμωρουμένη. Νικόλαοϲ ὁ Δαμαϲκηνόϲ φηϲιν.
92 Ὤμιλλα: παιδιά τιϲ, ἐν ᾗ ὁ εἰϲ τὸν κύκλον βαλὼν κάρυον, ὥϲτε
ἐμμεῖναι, νικᾷ. Εὔπολιϲ Χρυϲῷ γένει· ἐπειϲείμεθα δὲ
μείναϲ εἰϲ ὤμιλλαν. ἀπὸ ϲυναιρέϲεωϲ ἡ ὅμιλλα καὶ ὥμιλλα.
93 Ὠμοβοΐναϲ: βύρϲαϲ.
94 Ὠμοβόρων: ὠμοφάγων.
95 Ὠμογέρων: ὁ παῤ ἡλικίαν γεγηρακὼϲ διὰ λύπην ἢ ϲυμφοράν.
καὶ πρεϲβύτηϲ, οὗ ἡ κεφαλὴ οὐκ ἐπολιώθη.
96 Ὠμοκρατὴϲ Αἴαϲ θολερῷ κεῖται χειμῶνι νοϲήϲαϲ: ὁ δυϲπέπαντον καὶ
αἰτιώνυμον ἔχων πάθοϲ, ἢ ὁ ὠμὸϲ καὶ καρτερικόϲ, ἢ ὁ ὑπὸ ὠμότητοϲ
κεκρατημένοϲ, ἢ ὁ γενναῖοϲ, ὁ καὶ τῶν ὠμῶν κρατεῖν δυνάμενοϲ.
Σοφοκλῆϲ· ὠμοῖϲ αὐτὸν ἐν νόμοιϲ πατρὸϲ δεῖ
πωλοδαμνεῖν
κἀξομοιοῦϲθαι φύϲιν. ἀπὸ τῶν καρπῶν, οἳ ὅτε εἰϲὶν ὠμοί, καὶ
ϲκληρότεροί εἰϲι καὶ ἰταμοί.
97 Ὦμοϲ: τὸ μέλοϲ τοῦ ϲώματοϲ.
98 Ὠμοϲμένοϲ, Ὀμωμοϲμένοϲ δέ.
99 Ὠμωμόκεϲαν.
100 Ὠμοτόκηϲεν: ἐδυϲτόκηϲεν, ἢ ἐξέτρωϲεν.
101 Ὠμοχαίτηϲ.
102 Ὡμωνυμηκώϲ: παρακείμενοϲ.
103 ᾬμωξεν.
104 Ὤμοι: φεῦ μοι. ἐπίρρημα ϲχετλιαϲτικόν.
105 Ὤν: ἀΐδιοϲ. ἐγώ εἰμι ὁ ὤν.
106 Ὤνατο: ὠνείδιϲεν, ἐξεφαύλιϲεν· ἢ ἠγόραϲεν.
107 Ὦνερ: ὦ ἄνερ. κατὰ ϲυναίρεϲιν. τὸν τέττιγ᾿ ὄψει μ᾿, ὦνερ,
108 Ὤνευον: παρὰ Θουκυδίδη ἐκίνουν καὶ περιῆγον· ὄνοϲ γὰρ τοῦ
περιβάλλοπεϲ βρόχοιϲ τοὺϲ ϲταυροὺϲ ῥᾳδίωϲ ἐκ τοῦ βυθοῦ
ἀνέϲπων. ἔϲτι γὰρ ἡ μηχανὴ ἐπὶ τοϲοῦτον βιαιοτάτη, ὥϲτε καὶ ϲαγήνην
βαρεῖαν ὑπὸ δύο ἀνδρῶν ἀπόνωϲ ἕλκεϲθαι. καλοῦϲι δὲ τὴν μηχανὴν οἱ
τοὺϲ χαμαὶ λείχονταϲ ἕλκοντεϲ ἁλιεῖϲ ἠλακάτην. ἐρρωμενεϲτέρα δὲ πρὸϲ
τὴν ἀνέλκυϲιν καθίϲταται, ὅταν καὶ δίκρουν ξύλον πρὸ αὐτῆϲ τεθείη
ἐπ᾿ εὐθείαϲ γὰρ ἡ ἀντίϲπαϲιϲ τῶν ἀνελκομένων
γίνεται.
10> Ὠνή: ἀγορά. καὶ Ὠνηϲάμενοϲ, ἀγοράϲαϲ. καὶ Ὤνηϲεν,
110 Ὠνηματιαῖοϲ.
111 Ὠνητή: τιμῆϲ κτητή. καὶ τὴν χώραν ἐπιτρέπειν Τραιανῷ
Αὔγαρον, καίπερ ὅτι ὠνητὴν ἐκ Πακόρου ἔχει λαβὼν πολλῶν χρημάτων
112 Ὠνητιᾶν: ὠνήϲαϲθαι βούλεϲθαι.
11> Ὠνητιῶν: ἀγοραϲτικῶϲ ἔχων.
114 Ὤνητο: ὠφέλητο. ὃϲ εἰ ἐπείθετο, ὤνητο ἄν.
115 Ὤνια: πράϲιμα, ἀγοραϲτά.
116 Ὠνίουϲ: ἀγοραϲτούϲ· ἢ τιμίουϲ. Προκόπιοϲ· εἰ μὴ τὴν ϲωτηρίαν
117 Ὥνθρωποϲ: ἀντὶ τοὺ ὁ ἄνθρωποϲ.
118 Ὠνομάδατο: ὠνομάζοντο. Ἰωνικῶϲ.
119 Ὠνομαϲμένοϲ: ἐξάκουϲτοϲ.
120 Ὠνόμηνεν: ὠνόμαϲεν.
121 Ὦνον: ὠφέλειαν, τιμήν. τί ϲοι τὸ κέρδοϲ; ἢ τίνων ὦνον
122 Ὠνοῦμαι· αἰτιατικῇ. ὠνεῖται δὲ γενκῇ. τοῦτο δ᾿ ἐϲτίν, ῷ τῶν εὑριϲκομένων ἁπάντων χρημάτων Φίλιπποϲ ὠνεῖται.
123 Ὠνούμενοϲ: ἀγοράζων. ὠνῶ γὰρ τὸ ῥῆμα.
124 ᾨνοχόει: ἐκίρνα. ᾠνοχόει δὲ οὐδὲ εἷϲ, οὐδὲ νομίζεται παρὰ
125 Ὦ νῦν θερμοὶ βωμοί: ἐπὶ τῶν διὰ ϲπουδῆϲ τυγχανόντων. Ἀριϲτοφάνηϲ
δὲ ἐν Λημνίαιϲ· τὴν κρατίϲτην δαίμονα, ἧϲ νῦν θερμὸϲ ἔϲθ᾿ ὁ βωμόϲ.
μηνύϲει, ὅτι ἀεί τινεϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ ξένοι θεοὶ
ἐτιμῶντο.
126 Ὦ νῦν μὲν οὐδείϲ, αὔριον δ᾿ ὑπέρμεγαϲ: ἐπὶ τῶν παῤ ἐλπίδαϲ τιμωμένων.
127 Ὦξοϲ: ποταμὸϲ ἐν τῇ Βακτρίων χώρᾳ, ὃϲ Ἀλεξάνδρῳ ἄποροϲ ἐφαίνετο·
τὸ μὲν γὰρ εὖροϲ ἦν ἐϲ ἓξ μάλιϲτα ϲταδίουϲ, βάθοϲ δὲ οὐ
πρὸϲ λόγον τοῦ εὔρουϲ, ἀλλὰ πολὺ δή τι βαθύτεροϲ, καὶ ψαμμώδηϲ καὶ
ῥεῦμα ὀξύ, ὡϲ τὰ καταπηγπύμενα ὑπ᾿ αὐτοῦ τοῦ ῥοῦ ἐκϲτρέφεϲθαι ἐκ τῆϲ
γῆϲ οὐ χαλεπῶϲ, οἷα δὴ οὐ βεβαίωϲ ἐπὶ τῆϲ ψάμμου ἱδρυμένα.
128 Ὠξυθυμώθη: ὠργίϲθη.
129 Ὠξύνθαι.
130 ᾨόν καὶ ᾨοτόκον. ὅτι ἀπὸ τῶν τετραπόδων ἡ χελώνη μόνη ᾠοτοκεῖ.
131 Ὠόπ: κέλευϲμα τῶν ἐρεϲϲόνπων, καταπαῦον τὴν κωπηλαϲίαν.
132 Ὠόπ: ἐλατικὸν ἐπίφθεγμα. ἐπὶ πλοίου. ὠόπ παραβαλοῦ. Ἀριϲτοφάνηϲ
Βατράχοιϲ. τουτέϲτιν ὃρμιϲον τῇ γῇ τὴν ναῦν· ἐν τῇ
νηῒ γὰρ ὁ Χάρων λέγει.
133 Ὠοπόπ, ὠοπόποϲ: ἐλατῶν ἐπίφθεγμα.
134 Ὠοτοκάταξιϲ: ὄνομα κύριον.
135 Ὦ οὗτοϲ: ὦ ϲύ. ὦ οὗτοϲ, Αἰαν. διϲϲὴ ἡ κλῆϲιϲ.
136 ᾨοφόροϲ ἰχθύϲ.
137 Ὠόψ: ἐπίφθεγμα τῶν ἀφιέντων ἅμα τρέχειν ἤ τι τοιοῦτον
138 Ὦ πάντα ϲὺ τολμῶν: τουτέϲτιν ὦ θραϲύτατε καὶ τολμηρότατε.
139 Ὦπαϲ: ὄνομα κύριον.
140 Ὦ παῖ· Σοφοκλῆϲ· ὦ παῖ, γένοιο πατρὸϲ εὐτυχέϲτεροϲ, τὰ δ᾿
141 Ὦ περὶ πάντ᾿ ἐπὶ πᾶϲί τε πράγμαϲι δωροδόκοιϲιν ἐπ᾿ ἄνθεϲιν
καὶ κακίᾳ.
μεταφορικῶϲ δὲ εἶπεν ἅπαν τὸ νόημα ἀπὸ τῶν μελιϲϲῶν· ὥϲπερ αἱ
μέλιϲϲαι, φηϲί, πάντων. οὗπερ ἐκ τοῦ ῥᾴϲτου καὶ εὐχερῶϲ ἔτυχεϲ· ἐπεὶ
μηδὲ ἤλπιϲαϲ εἰϲ τοῦτο δόξηϲ προελθεῖν· ἔδοξε γὰρ εὐδοκιμεῖν ἐκ τοῦ
περὶ Πύλον κατορθώματοϲ· οὕτω καὶ ἀποβαλεῖϲ. καὶ τότε ᾄϲαιμι τὸ
Σιμωνίδου· πῖνε, πῖν᾿ ἐπὶ ϲυμφοραῖϲ. γέροντα
δὲ
πυρροπίπην, ὡϲ παιδεραϲτὴϲ οὗτοϲ ὁ πρεϲβύτηϲ διεβάλλετο· ἢ τοῦ ἐν
πρυτανείῳ φυλάϲϲοντοϲ τὸν ϲῖτον. βακχέβακχον ᾆϲαι, ἀντὶ τοῦ
εὐφημῆϲαι τὸν Διόνυϲον· Βάκχοϲ γὰρ ὁ Διόνυϲοϲ.
142 Ὦπεϲ: οἱ ὀφθαλμοί.
143 Ὦπιϲ: ὄνομα πόλεωϲ.
144 Ὦ πλεῖον ἵλωϲ αἱμύληϲ ἀλώπεκοϲ: παροιμία.
145 Ὡπόϲ᾿ αἴϲχιϲτ᾿ ἐν ἀνθρώποιϲ ἔργα γίνεται.
146 Ὦπται: ὡράθη.
147 Ὠπτημένοϲ. καὶ Ὠπτῆϲθαι.
148 Ὤπυεν: ἐγεγαμήκει.
149 Ὡρα: κάλλοϲ, καιροῦ τροπή, εὐμορφία. ψιλῶϲ δὲ φροντίϲ.
150 Ὠρα: ἡ φροντίϲ. Αἰλιανόϲ· ἀνδρὶ ἐπιόρκῳ καὶ τὰ θεῖα ἐν
οὐδὲν οὐδέποτε λέγοντι ὑγιὲϲ
καὶ ἐντεῦθεν πλουτοῦντι πλοῦτον ἐπίρρητον.
151 Ὥρα: τὸ δωδέκατον τῆϲ ἡμέραϲ. ἀπὸ τοῦ διορίζειν τὰ διαϲτήματα τῆϲ ἡμέραϲ.
152 Ὥρα γάμων: ἀκμή, γάμων καιρόϲ.
153 Ὥρα ἔτουϲ: τὸ ἔαρ, καὶ τὸ θέροϲ. καιρὸϲ ἔτουϲ.
154 Ὡραΐζω· δοτικῇ.
155 Ὡραϊϲμένη: κεκαλλωπιϲμένη.
156 Ὥρα: καιρὸϲ ἐπιτήδειοϲ. εἰ μὲν εἰρήνηϲ ἐπιθυμοῦϲιν, ὥρα αὐτοῖϲ
παραδοῦαι τὰ ὅπλα. καὶ ὁ Θεολόγοϲ· ὥρα ϲοι καὶ βαϲιλείαν οὐραῶν
ἀτιμάζειν, ὅτι κόκκῳ ϲινάπεωϲ ἀπεικάζεται. καὶ αὖθιϲ
Προκόπιοϲ·
157 Ὡρακιάϲαϲ: ἐκλυθείϲ, ἐκκαυθείϲ· ἢ ὠχριάϲαϲ· ὡϲ Ἀριϲτοφάνηϲ ἐν τῇ Εἰρήνῃ.
158 Ὡρακιάϲαϲ Κρατῖνοϲ: ἀντὶ τοῦ λειποψυχήϲαϲ· εἰϲ οἰνοφλυγίαν δὲ ὁ
Κρατῖνοϲ διαβάλλεται. ἢ ὠχριάϲαϲ· ἢ ὑπὸ ἐκλύϲεωϲ ϲκοτωθείϲ, ᾧ ἕπεται
τὸ ὠχριᾶν· τοιοῦτοι δὲ οἱ λειποψυχοῦντεϲ· τρέπεται γὰρ αὐτῶν πρῶτον
ἡ χροιά. Ἀριϲτοφάνηϲ· οὐ γὰρ ἐξηνέϲχετ᾿ ἰδὼν πίθον καταγνύμενον
οἴνου πλέων. Ὡρακιάϲαι λέγουϲι τὸ ὑπὸ φόβου
ὠχριάϲαι,
θλιβομένηϲ τῆϲ καρδίαϲ· τοῦτο δὲ πολλοῖϲ γίνεται· παρὰ τὸ τὴν ὥραν
αἰκίζεϲθαι, ὅ ἐϲτι τὴν μορφήν. ἢ ὡρακιῶ, ὠχριῶ, φροντίζω· ὥρα γὰρ ἡ
φροντίϲ· Ἡϲίοδοϲ· ὤρη γάρ τ᾿ ὀλίγη πέλεται νεικέων.
159 Ὡραπόλλων, Φαινεβύθεωϲ, κώμηϲ τοῦ Πανοπολίτου νομοῦ,
καὶ τῶν πάλαι λογιμωτάτων γραμματικῶν
οὐδέν τι μεῖον κλέοϲ ἀπενεγκάμενοϲ. Αἰγύπτιοϲ, ἐπὶ Ζήνωνοϲ βαϲιλέωϲ.
ζητῶν δὲ ὁ Νικομήδηϲ τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίϲκων αὐτόν. ὁ δὲ
Ἰϲίδωροϲ ὁ φιλόϲοφοϲ τοῦτο μαθὼν πέμπει διὰ γραμμάτων δηλούντων τοὺϲ
ἐπιόνταϲ. ἑάλω δὲ ὁ γραμματηφόροϲ καὶ ὡμολόγει τὸν πέμψαντα· καὶ
τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραΐϲκον αἱροῦϲι καὶ νεύροιϲ
ἀνακρεμάϲατεϲ ἀπὸ τῆϲ χειρὸϲ ἑκάτερον ἀπῄτουν τὸν Ἁρποκρᾶν καὶ
Ἰϲίδωρον. ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθοϲ φιλόϲοφοϲ, ἀλλά τι καὶ ἐν
βυθῷ τῆϲ περὶ θεοῦ δόξηϲ ὧν ἤδει ἀποκρυπτόμενοϲ. ὁ γὰρ Ἡραΐϲκοϲ
προεῖπε ὡϲ αὐτομολήϲει πρὸϲ ἑτέρουϲ, καὶ καταπροήϲεται τοὺϲ
πατρίουϲ νόμουϲ ὁ Ὡραπόλλων· ὃ καὶ ϲυνέβη γενέϲθαι. ἀπ᾿
οὐδεμιᾶϲ γὰρ ἀναγκαίαϲ τύχηϲ εἶναι δοκούϲηϲ αὐθαίρετον εἵλετο τὴν
μεταβολήν, ἔτι ἐπὶ ἐλπίϲιν ἴϲωϲ ἀπλήϲτου τινὸϲ ἐπιθυμίαϲ. οὐ γὰρ
ἄλλο τί ἐϲτι προχειρίϲαϲθαι ῥᾳδίωϲ εἰϲ ἀπολογίαν τῆϲ μεταϲτάϲεωϲ. ὡϲ
ἔοικε, Χριϲτιανὸϲ ἐγεγόνει. ἢ καὶ ἀνάπαλιν ἴϲωϲ.
160 Ὠράτ: ὄνομα κύριον.
161 Ὡράτιοϲ: ὄνομα κύριον. ὁ δὲ Ὡράτιοϲ λελωβημένοϲ ἦν τὰ
162 Ὠρατίωνα.
163 Ὠργαϲμένοϲ: ἀντὶ τοῦ μεμαλαγμένοϲ, ἀναδεδευμένοϲ. Πλάτων
164 Ὠργυωμένοιϲ: ἐκτεταμένοιϲ, ἐπιθυμοῦϲιν.
165 Ὤργων· οἱ δὲ καὶ προϲκτήϲαϲθαι τὴν ἀλλήλων δόξαν ϲπουδὴν
ποιούμενοι ὤργων. καὶ αὖθιϲ· οἱ δὲ ὤργων τοῖϲ πολεμίοιϲ ὁμόϲε
166 Ὧραι: καιροί.
167 Ὧραι· Προδίκου βιβλίον ἐπιγραφόμενον Ὧραι, ἐν ᾦ πεποίηκε τὸν Ἡρακλέα τῇ ἀρετῇ καὶ τῇ κακίᾳ ϲυντυγχάνοντα, καὶ καλούϲηϲ ἑκατέραϲ ἐπὶ τὰ ἤθη αὐτῆϲ, προϲκλῖναι τῇ ἀρετῇ τὸν Ἡρακλέα καὶ τοὺϲ ἐκείνηϲ ἱδρῶταϲ προκρῖναι τῶν προϲκαίρων τῆϲ κακίαϲ ἡδονῶν.
168 Ὡραιοκόμοϲ: ὁ τοῦ κάλλουϲ ἐπιμελούμενοϲ.
169 Ὡραιοπολῶ: τὸ μετὰ τῶν νέων ἀναϲτρέφομαι.
170 Ὡραῖοϲ: ὁ εὔμορφοϲ.
171 Ὠραίχου.
172 Ὠρέξατο: ἐξέτεινεν.
173 Ὠρεόϲ: τόποϲ.
174 Ὧρεϲ: αἱ γυναῖκεϲ.
175 Ὠρείθυια: ὄνομα Νηρηΐδοϲ. Ὀμηροϲ· Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμόϲ τ᾿ Ἀμάθεια. τοῦ Βορέου ἐρωμένη.
176 Ὠρείτηϲ: ἀπὸ τόπου τοῦ Ὠρροῦ.
177 Ὠρεῖον: τὸ ταμιεῖον. ὅτι ἐν τῷ καλουμένῳ Ὠρείω, ὅ ἐϲτι μόδιοϲ, ἔνθα νῦν ἵϲτανται κίονεϲ πρὸ τοῦ οἴκου τοῦ Κρατεροῦ, ὃϲ νῦν ἐϲτι τοῦ μυρελαίου, ἵϲτατο μόδιοϲ χαλκοῦϲ. καὶ ζήτει περὶ τούτου ἐν τῷ Μαναῖμ.
178 Ὡρήβ: ὄνομα κύριον.
179 Ὠρημάτων: φυλαγμάτων.
180 Ὠρήϲϲονται: φυλάϲϲονται.
181 Ὥρια: τὰ κατὰ καιρόν.
182 Ὠριγένηϲ, ὁ καὶ Ἀδαμάντιοϲ, ἀνὴρ ἐλλογιμώτατοϲ καὶ κατὰ
τε γὰρ ἀεὶ τῷ Πλάτωνι ὁ προειρημένοϲ ἀνήρ, τοῖϲ τε
Νουμηνίου καὶ Κρονίου, Ἀπολλοφάνουϲ τε καὶ Λογγίνου καὶ Μοδεράτου,
Νιϲοάχο τε καὶ τῶν ἐν τοῖϲ Πυθαγορείοιϲ ἐλλογίμων ἀνδρῶν ὡμίλει
ϲυγγράμμαϲιν. ἐχρῆτο δὲ καὶ Χαιρήμονοϲ τοῦ Στωϊκοῦ Κορνούτου τε
βίβλοιϲ· παῤ ὦν τὸν μεταληπτικὸν τῶν παῤ Ἕλληϲι
μυϲτηρίων ἔγνω τρόπον. καὶ ἁπαξαπλῶϲ πολλὴν ἔϲχε τὴν ἐπιϲτήμην τῶ ἐν
φιλοϲοφίᾳ δογμάτων, οὐ μόνον τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ τῶ θείων τε καὶ
ἡμετέρων, τουτέϲτι τῶν Χριϲτιανῶν. καὶ τί ἄν τιϲ λέγοι περὶ τῆϲ
ἐκείνου μικροῦ δεῖν ἀθανάτου καὶ μακαρίαϲ φύϲεωϲ; ὅτι περ
διαλεκτικήν, γεωμετρικήν, ἀριθμητικήν, μουϲικήν, γραμματικὴν
καὶ ῥητορικὴν καὶ πάντων τῶν φιλοϲόφων τὰ δόγματα οὕτωϲ
ἐξέμαθεν, ὥϲτε ϲπουδαϲτὰϲ τῶν κοϲμικῶν πραγμάτων ἀκροατὰϲ ἐϲχηκέναι
καὶ ἐξηγεῖϲθαι αὐτοῖϲ ἑκάϲτοτε ϲυνδρομάϲ τε πολλὰϲ πρὸϲ αὐτὸν
γίνεϲθαι. τοῦ δέ γε Ὠριγένουϲ καὶ τῆϲ μεγαλοφυΐαϲ αὐτοῦ καὶ
Πορφύριοϲ ὁ κατὰ Χριϲτιανῶν λυττήϲαϲ μνημονεύει καί φηϲιν· ὁ δὲ
τρόποϲ
τῆϲ ἀτοπίαϲ ἐξ ἀνδρόϲ, ᾧ κἀγὼ κομιδῆ νέοϲ ὢν
τετύχηκα ϲφόδρα εὐδοκιμήϲαντοϲ καὶ ἔτι εὐδοκιμοῦντοϲ δἰ ὧν
καταλέλοιπε ϲυγγραμμάτων, παρειλήφθω Ὠτριγένηϲ, οὗ κλέοϲ παρὰ τοῖϲ
διδαϲκάλοιϲ τούτῳ τῶν λόγων μέγα διαδέδοται. καὶ αὗται μὲν αἱ παρὰ
τῶν ἔξωθεν μαρτυρίαι τοῦ ἀνδρόϲ, καὶ μάλιϲτα τῶν ἐχθρῶν. ταῦτα
Πορφυρίῳ
κατὰ τὸ τρίτον ϲύνταγμα τῶν γραφέντων αὐτῷ
κατὰ Χριϲτιανῶν εἴρηται, ἐπαληθεύϲαντι μὲν περὶ τῆϲ τοῦ ἀνδρὸϲ
ἀϲκήϲεωϲ, ψευϲαμένῳ δὲ ϲαφῶϲ περὶ τῶν λοιπῶν (τί γὰρ οὐκ ἔμελλεν ὁ
κατὰ Χριϲτιανῶν μανείϲ;)· ἐν οἷϲ αὐτὸν μέν φηϲιν ἐξ Ἑλλήνων
μετατὶθεϲθαι, τὸν δ᾿ Ἀμμώνιον ἐκ βίου τοῦ κατὰ θεοϲέβειαν ἐπὶ τὸν
ἐθνικὸν ἐκπεϲεῖν.
ταῦτα μὲν εἰϲ παράϲταϲιν τῆϲ
Ὠριγένουϲ καὶ περὶ τὰ Ἑλλήνων μαθήματα πολυπειρίαϲ, περὶ ἧϲ πρόϲ
τιναϲ μεμψαμένουϲ αὐτῷ διὰ τὴν περὶ ἐκεῖνα ϲπουδὴν ἀπολογούμενοϲ ἐν
ἐπιϲτολῇ τινι ταῦτα γράφει· ἐπεὶ δὲ ἀνακειμένῳ μοι τῷ λόγῳ, τῆϲ
φήμηϲ διατρεχούϲηϲ περὶ τῆϲ ἕξεωϲ ἡμῶν, προϲῄεϲαν ὁτὲ μὲν αἱρετικοί,
ὁτὲ δὲ ἀπὸ τῶν Ἑλληνι
κῶν μαθημάτων, καὶ μάλιϲτα τῶν ἐν
φιλοϲοφίᾳ, ἔδοξεν ἐξετάϲαι τά τε τῶν αἱρετικῶν δόγματα, καὶ τὰ ὑπὸ
τῶν φιλοϲόφων περὶ ἀληθείαϲ λέγειν ἐπαγγελλόμενα. καὶ ταῦτα μὲν
τοιαῦτα περὶ τῆϲ ἀϲκήϲεωϲ ἀπολογουμένῳ εἴρηται. κατὰ τοῦτον δὴ τὸν
χρόνον καὶ ἡ Ἀλεξᾶν
ἔγνω] τὸν add. AS 11 μόνων
SM 12 Χριϲτιανικῶν GM 13 καὶ] τε καὶ G 15 καὶ pr. om. S 17 τε
om. S πολλὰϲ π. αὐτὸν A: πρὸϲ αὐτὸν πολλὰϲ GSM 18 γε om. G 20
ϲυντετύχηκα GM ἐντετύχηκα plerique Euseb. 22 τούτων Port, Euseb.
23 τὸν λόγον S 26 εἴρηται— 27 Χριϲτιανῶν om. S 30 τῆϲ AS,
Euseb.: τοῦ GM τὰ] τῆϲ τὰ G 36 ὑπὸ om. S
ἀλλὰ καὶ ἀφθονωτάταιϲ τῶν ἐπιτηδείων χορηγίαιϲ. ταχυγράφοι τε γὰρ
αὐτῷ πλείουϲ ἢ ἑπτὰ τὸν ἀριθμὸν παρῆϲαν ὑπαγορεύοντι, χρόνοιϲ
τεταγμένοιϲ ἀλλήλουϲ ἀμείβοντεϲ, βιβλιογράφοι τε οὐχ ἥττουϲ ἅμα καὶ
κόραιϲ ἐπὶ τῷ καλλιγραφεῖν ἠϲκημέναιϲ· ὧν ἁπάντων τὴν δέουϲα τῶν
ἐπιτηδείων ἄφθονον χορηγίαν ὁ Ἀμβρόϲιοϲ παρεϲτήϲατο·
ναὶ μὴν καὶ ἐν τῇ περὶ τὰ θεῖα λόγια ἀϲκήϲει τε καὶ ϲπουδῇ προθυμία
ἄφατον αὐτῷ ϲυνειϲέφερεν, ᾗ καὶ μάλιϲτα αὐτὸν προέτρεπεν ἐπὶ τὴν τῶν
ὑπομνημάτων ϲύνταξιν. τοϲαύτην δὲ ἔϲχε ϲπουδὴν περὶ τὰϲ θείαϲ
γραφάϲ, ὥϲτε καὶ τὴν Ἑβραϊκὴν διάλεκτον, ἐναντιουμένην τῇ τε ἡλικίᾳ
καὶ τῇ οἰκείᾳ φύϲει, ἐκμαθεῖν, καὶ δίχα τῶν ο΄ ἑρμηνευτῶν
ἄλλαϲ ἐκδόϲειϲ εἰϲ ἓν ϲυναγαγεῖν, Ἀκύλα λέγω τοῦ Ποντικοῦ καὶ
Θεοδοτίωνοϲ καὶ Συμμάχου τῶν Ἐβιωναίων (αἵρεϲιϲ δέ ἐϲτιν αὐτῶν ψιλὸν
τὸν Χριϲτὸν ἄνθρωπον δοξαζόντων)· οἵ τινεϲ τὸ κατὰ Ματθαῖον
εὐαγγέλιον ὑπεμνημάτιϲαν, δἰ οὗ καὶ τὸ ἴδιον δόγμα βεβαιῶϲαι
ϲπεύδουϲιν. ὁμοίωϲ δὲ πέμπτην καὶ ἕκτην καὶ ἑβδόμην ἔκδοϲιν.
ἐκ τῶν Ἐὐϲεβίου τοῦ Παμφίλου ἱϲτοριῶν περὶ Ὠριγένουϲ.
τοϲαύτη δὲ εἰϲήγετο τῷ Ὠριγένει τῶν θείων λόγων ἀπηκριβωμένη ἡ
ἐξέταϲιϲ, ὡϲ μόναϲ πρωτοτύπουϲ αὐτοῖϲ Ἐβραίων ϲτοιχείοιϲ γραφὰϲ
κτῆμα ἴδιον ποιήϲαϲθαι ἀνιχνεῦϲαί τε τὰϲ τῶν ἑτέρων παρὰ τοὺϲ ο΄ τὰϲ
ἱερὰϲ γραφὰϲ ἑρμηνεύϲαντα ἐκδόϲειϲ καί τιναϲ ἑτέραϲ παρὰ τὰϲ
κατημαξευμέναϲ ἑρμηνείαϲ ἐναλλαττούϲαϲ, τὴν Ἀκύλου καὶ
Συμμάχου καὶ Θεοδοτίωνοϲ, ἐφευρεῖν, ἃϲ ἐξ ἀπορρήτων οὐκ οἶδ᾿ ὁπόθεν
τυχὸν τῷ πάλαι λανθανούϲαϲ χρόνῳ εἰϲ φῶϲ ἀνιχνεύϲαϲ προήγαγεν. ἔν γε
μὴ τοῖϲ Ἐξαπλοῖϲ τῶν Ψαλμῶν μετὰ τὰϲ ἐπιϲήμουϲ τέϲϲαραϲ ἐκδόϲειϲ οὐ
μόνον πέμπτην, ἀλλὰ καὶ ἕκτην καὶ ἑβδόμην παραθεὶϲ ἑρμηνείαν,
ἐπὶ μιᾶϲ αὖθιϲ ϲεϲημείωται, ὡϲ ἐν Ἱεριχοῖ εὑρημένηϲ ἐν
πίθῳ. ταύταϲ δὲ ἁπάϲαϲ εἰϲ ἓν ϲυναγαγὼν διελθών τε πρὸϲ κῶλον καὶ
ἀντιπαραθεὶϲ ἀλλήλαιϲ μετὰ καὶ αὐτῆϲ τῆϲ Ἐβραίων ϲημειώϲεωϲ, τὰ τῶν
λεγομένω Ἑξαπλῶν ἡμῖν ἀντίγραφα καταλέλοιπεν, ἰδίωϲ δὲ τὴν Ἀκύλου
καὶ Συμμάχου καὶ Θεοδοτίωνοϲ ἔκδοϲιν ἅμα τῇ τῶν ο΄ ἐν τοῖϲ
Τετραπλοῖϲ ἐπιϲκευάϲαϲ. καὶ ἁπλῶϲ πᾶϲαν γραφὴν
ὑποϲημηνάμενοϲ ἐκκληϲιαϲτικὴ πλεῖϲτα καὶ ἀναρίθμητα καταλέλοιπεν, ὡϲ
ἐξ ἐκείνου πάνταϲ τοὺϲ μετέπειτα τῆϲ ἐκκληϲίαϲ διδαϲκάλουϲ τὰϲ
ἀφορμὰϲ εἰληφέναι,
εἰϲῆγέ τε γὰρ ὅϲουϲ εὐφυῶϲ ἔχονταϲ ἑώρα καὶ ἐπὶ τὰ
φιλόϲοφα μαθήματα, γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἄλλα παιδεύματα
παραδιδούϲ, εἴϲ τε τὰϲ αἱρέϲειϲ τὰϲ παρὰ τοῖϲ φιλοϲόφοιϲ προάγων καὶ
τὰ παρὰ τούτοιϲ ϲυγγράμματα διηγούμενοϲ, ὑπομνηματιζόμενόϲ τε καὶ
θεωρῶν εἰϲ ἕκαϲτα, ὡϲ ἤδη μέγαν καὶ παῤ αὐτοῖϲ Ἐλληϲι φιλόϲοφον τὸν
ἄνδρα κηρύττεϲθαι. μάρτυρεϲ δὲ τῆϲ περὶ ταῦτα αὐτοῦ
κατορθώϲεωϲ αὐτῶν Ἐλλήνων οἱ κατ’ αὐτὸν ἠκμακότεϲ φιλόϲοφοι, ὧν ἐν
ϲυγγράμμαϲι πολλὴν μνήμην εὕρομεν τοῦ ἀνδρόϲ, τοτὲ μὲν αὐτῷ
προϲφωνούντων, τοτὲ δὲ οἷα διδαϲκάλῳ ἐϲ τὴν αὐτοῦ κρίϲιν τοὺϲ ἰδίουϲ
ἀναφερόντων πόνουϲ. τῷ δὲ Ὠτριγένει ἐπὶ τῆϲ Καιϲαρείαϲ τὰ ϲυνήθη
πράττοντι
πολλοὶ προϲῄεϲαν οὐ μόνον τῶν ἐπιχωρίων, ἀλλὰ
καὶ τῆϲ ἀλλοδαπῆϲ μυρίοι φοιτηταὶ τὰϲ πατρίδαϲ ἀπολείποντεϲ· ὧν
ἐπιϲήμουϲ μάλιϲτα ἔγνωμεν Θεόδωρον, ὃϲ ἦν αὐτὸϲ οὗτοϲ ὁ καθ᾿ ἡμᾶϲ
ἐπιϲκόπων διαβόητοϲ Γρηγόριοϲ ὁ Θαυματουργόϲ, ὅ τε τούτου ἀδελφὸϲ
Ἀθηνόδωροϲ. οἷϲ ἀμφὶ τὰ Ἑλλήνων καὶ Ῥωμαίων μαθήματα δεινῶϲ
ἐπτοημένοιϲ
φιλοϲοφίαϲ εἰϲ ἔρωτα τῆϲ προτέραϲ ϲπουδῆϲ
τὴν θείαν ἄϲκηϲιν ἀντικαταλλάξαϲθαι προετρέψατο. πέντε δὲ ὅλοιϲ
ἔτεϲιν αὐτῷ ϲυγγενόμενοι τοϲαύτη ἀπηνέγκαντο περὶ τὰ θεῖα βελτίωϲιν,
ὡϲ ἔτι νέουϲ ἄμφω ἐπιϲκοπῆϲ τῶν κατὰ Πόντον ἐκκληϲιῶν ἀξιωθῆναι. τῷ
δὲ Ὠριγένει κατὰ τοῦτον τὸν χρόνον τὰ εἰϲ τὸν Ἠϲαΐαν, ἐν ταυτῷ δὲ
καὶ εἰϲ τὸν
Ἰεζεκιὴλ ϲυνετάττετο, ὧν εἰϲ μὲν τὸ τρίτον
μέροϲ τοῦ Ἠϲαΐου μέχρι τῆϲ ὁράϲεωϲ τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ
τριάκοντά εἰϲι τόμοι· εἰϲ δὲ τὸν Ἰεζεκιὴλ πέντε καὶ εἴκοϲιν, οὓϲ καὶ
μόνουϲ εἰϲ τὸν πάντα πεποίηται προφήτην. ἔτοϲ δ᾿ ἦν αὐτῷ ἑξηκοϲτὸν,
ἐν ᾧ ταῦτα ϲυνέταττεν· ἐν ὧ καὶ ὁ μακάριοϲ μάρτυϲ Πάμφιλοϲ μαρτυρίῳ
τὸν βίον
διεξῆλθε. τὸ δὲ εἰϲ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον
ἐξηγητικὸν ϲημαίνει, τὰ πρότερα πέντε ἐπ᾿ Ἀλεξανδρείαϲ ἔτι ὄντα
αὐτὸν ϲυντάξαι. τῆϲ δὲ εἰϲ τὸ πᾶν Εὐαγγέλιον πραγματείαϲ μόνοι β΄
καὶ κ΄ περιῆλθον τόμοι, ιβ΄ δὲ τῶν εἰϲ τὴν Γένεϲιν καὶ εἰϲ τοὺϲ
πρώτουϲ δὲ ε΄ καὶ κ΄ ψαλμοὺϲ, ἔτι τε τὰ εἰϲ τοὺϲ Θρήνουϲ· καὶ τὰ
Περὶ ἀναϲτάϲεωϲ καὶ τὰ
Περὶ ἀρχῶν. γράφει δὲ καὶ τοὺϲ
ἐπιγεγραμμένουϲ Στρωματεῖϲ, ὄνταϲ τὸν ἀριθμὸν ι΄, οὓϲ καὶ ϲυνέταξε
κατὰ τὴν Ἀλεξάνδρου βαϲιλείαν. τὸν μέντοι πρῶτον ἐξηγούμενοϲ ψαλμὸν
ἔκθεϲιν πεποίηται τῶν ἱερῶν γραφῶ τῆϲ παλαιᾶϲ διαθήκηϲ καταλόγου,
ὧδέ πωϲ λέγων κατὰ λέξιν· οὐκ ἀγνοητέον δέ, ὡϲ εἶναι τὰϲ ἐνδιαθήκουϲ
βίβλουϲ, ὡϲ Ἑβραῖοι
αὐτοῦ Λεωνίδηϲ μαρτυρίῳ τῷ διὰ Χρίϲτὸν
ἐτελειώθη.
183 Ὠριγένηϲ Λεωνίδην εἶχε πατέρα, ἐπίϲκοπον καὶ μάρτυρα, ἐπὶ
Σεβήρου βαϲιλέωϲ ἀκμάϲαϲ. ὅϲτιϲ Ὠριγένηϲ ἐν Ἀλεξανδρείᾳ τυγχάνων
μεγάλην εἰϲ τὸν θεῖον λόγον ϲπουδὴν κατεβάλλετο. οὗ ζηλωταὶ πολλοὶ
καὶ ἄλλοι καὶ μάλιϲτα Ἀμβρόϲιοϲ ἐγένετο, ὃϲ ἐϲ γνῶϲιν αὐτοῦ
ἀφικέϲθαι ϲπουδάϲαϲ ἀπέϲτη τῆϲ Οὐαλεντίνου καὶ
Μαρκίωνοϲ αἱρέϲεωϲ. πλεῖϲτοι δὲ καὶ τῶν ἔξωθεν φιλοϲόφων πρὸϲ αὐτὸν
φοιτῶντεϲ μεγίϲτην ὠφέλειαν ἐκαρποῦντο· μέγαϲ γὰρ καὶ παῤ αὐτοῖϲ
ἐνομίζετο, παραδιδοὺϲ γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἄλλα
προπαιδεύματα. διόπερ οὐκ ὀλίγοι τῶν παῤ ξλληϲι φιλοϲόφων μέμνηνται
αὐτοῦ ὡϲ
διδαϲκάλου. καὶ γὰρ εὐφυὴϲ παιδόθεν ὑπῆρχε
ϲφόδρα καὶ ζητητικὸϲ λίαν. ὃϲ ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆϲ θείαϲ
γραφῆϲ βούλημα πυνθανόμεοϲ βαθύτερον, τοῦτον ἐπέπληττεν ὁ πατήρ,
μηδὲν ὑπὲρ ἡλικίαν περαιτέρω ζητεῖν. νύκτωρ δὲ ἐπιϲτὰϲ καὶ ἰδὼν τὰ
ϲτέρνα ὡϲ θείου πνεύματοϲ ἔνδοθεν αὐτοῖϲ ἀφιερωμένου κατεφίλει καὶ
τῆϲ εὐτεκνίαϲ
ἑαυτὸ ἐμακάριζεν. ἁγνείαν δὲ καὶ
ἐγκράτειαν τοϲαύτην ἤϲκηϲεν ἐκ νέου τοῦ ϲώματοϲ, ὡϲ ὀβολοῖϲ τέϲϲαρϲι
καὶ μόνοιϲ πρὸϲ διατροφὴν ἑκάϲτηϲ ἡμέραϲ ἀρκούμενοϲ. καὶ μέντοι καὶ
ἐν πολλοῖϲ ἔτεϲι τοῦτο ποιῶν διετέλει, καὶ ἐπ᾿ ἐδάφουϲ καὶ ψιαθίου
καθεύδων καὶ ὀλίγον καιρὸν τῆϲ νυκτὸϲ ἀναπαυόμενοϲ τὸν πλείονα εἰϲ
τὴν ἱερὰν μελέτην
τῶν ἱερῶν λογίων διήνυε, καὶ ἐν
τούτοιϲ ἐπεκτεινόμενοϲ ἐπί τε ἀϲιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ γυμνότητι
ἑαυτὸν ὑπωπιάζων τοϲοῦτον κατεδάμαϲε τὴν ἀκμὴν τοῦ ϲώματοϲ, ὡϲ
ὁρᾶϲθαι παντελῶϲ αὐτὸν ἀπεϲκληκέναι· οἴνου γὰρ καὶ ἐλαίου καὶ τῶν
λοιπῶν ἀπεχόμενοϲ ἀνατροπὴν τοῦ θώρακοϲ μεγίϲτην ὑπέμεινεν. ἔνθεν γέ
τοι διαβόητοϲ γενόμενοϲ, ὡϲ
διαπρέπω ἔργῳ καὶ λόγῳ, καὶ
πολλοὺϲ Ἕλληναϲ τὴν εἰδωλομανίαν βδελύττεϲθαι πείϲαϲ μαρτυρίου
ϲτέφανον ἀναδήϲαϲθαι παρεϲκεύαϲεν.
ἱκετεύϲαϲ πολλὰ καὶ παραβιαϲάμενοϲ ἐν
Καιϲαρείᾳ καὶ ταχυγράφουϲ αὐτῷ παραϲτήϲαϲ ἑπτά, πλείουϲ δὲ
καλλιγράφουϲ, ἑρμηνεῦϲαι τὰϲ θείαϲ γραφὰϲ αὐτὸν πεποίηκε. καὶ ὁ μὲν
τὴν δέουϲαν χρείαν παρεῖχε, ὁ δὲ ἐπὶ ϲχολῆϲ γενόμενοϲ ὑπηγόρευε τοῖϲ
ταχυγράφοιϲ καὶ οἱ βιβλιογράφοι ϲὺν γυναιξὶν ἔγραφον ἐπὶ τὸ
καλλιγραφεῖν ἐξηϲκημέναιϲ.
πᾶϲαν τε θείαν γραφὴν
ἡρμήνευϲεν ἐπὶ ἔτη ιη΄. λέγεται δὲ ὅτι ,Ϛ΄ βίβλουϲ ϲυνέταξε·
τοϲοῦτον γὰρ ζῆλον ἐϲ τὴν ἐξήγηϲιν τῶν θείων λογίῳν ὁ Ἀμβρόϲιοϲ
ἐπεδείξατο, ὥϲτε τὴν πολλὴν αὐτοῦ ϲπουδὴν Ὠριγένηϲ μαρτυρῶν γράφει
πρόϲ τινα λέγων· ὁ ἱερὸϲ θεῷ καὶ γνηϲίωϲ ἀνακείμενοϲ Ἀμβρόϲιοϲ πολλὰ
προϲηγόρευϲεν· ὅϲτιϲ νομίζων
με φίλον εἶναι καὶ πάνυ
διψᾶν τοῦ θείου ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ τῷ πρὸϲ τὰ μαθήματα ἔρωτι.
ὅθεν ἐπὶ τοϲοῦτόν με παρελήλυθεν, ὥϲτε κινδυνεύειν ἀπαυδᾶν πρὸϲ τὰϲ
αὐτοῦ προτάϲειϲ· οὔτε γὰρ δειπνῆϲαι ἔϲτιν ὅτι μὴ ἀντιβάλλοντα, οὔτε
δειπνήϲαντα ἔξεϲτι περιπατῇ ϲαι καὶ διαναπαῦϲαι τὸ ϲωμάτιον, ἀλλὰ
καὶ ἐν τοῖϲ καιροῖϲ ἐκείνοιϲ
φιλολογεῖ καὶ ἀκριβοῦν τὰ
ἀντίγραφα ἀναγκαζόμεθα. οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ ϲώματοϲ τὴν
νύκτα ἔξεϲτιν ἡμῖν κοιμᾶϲθαι, ἐπὶ πολὺ ταῖϲ φιλολογίαιϲ
παρατείνοντα. ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχριϲ ἐννάτηϲ καὶ δεκάτηϲ
ὥραϲ· πάντεϲ γὰρ οἱ θέλοντεϲ φιλοπονεῖν τοὺϲ καιροὺϲ ἐκείνουϲ τῇ
ἐξετάϲει τῶν θείων λογίων καὶ ταῖϲ ἀναγνώϲεϲιν
ἀνατιθέαϲι. πᾶϲαν τοίνυν ἡρμήνευϲε τὴν θείαν γραφήν. κατὰ γὰρ τοὺϲ
χρόνουϲ τούτουϲ ἐν Ἱεριχῷ ἔν τινι πίθῳ περιτυχὼν τὴν Παλαιὰν εὐφυῶϲ
μάλα καὶ ἐπιϲτημόνωϲ ταύτην κατεϲκεύαϲεν. ἀλλ᾿ οὐκ εἰϲ τέλοϲ
ἄϲβεϲτον αὐτοῦ τὸ κλέοϲ διέμεινε· ϲυμβεβήκει γὰρ αὐτῷ τὸ τῆϲ
πολυπειρίαϲ δραϲτήριον πτῶμα ἐξαίϲιον· καὶ μέντοι ϲκάνδαλον πολλοῖϲ
καὶ ἀπωλείαϲ πρόξενοϲ γέγονε. βουλόμενοϲ γὰρ τῶν
θείων γραφῶν μηδὲν ἐᾶϲαι ἀνερμήνευτον εἰϲ ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν
ἁμαρτίαϲ καὶ θανάϲιμα ἐξηγήϲατο ῥήματα. ἐξ αὐτοῦ γὰρ καὶ Ἄρειοϲ τὰϲ
ἀφορμὰϲ εἴληφε καὶ οἱ καθεξῆϲ ἀνόμοιοί τε καὶ ἀνόϲιοι καὶ οἱ λοιποὶ
πάντεϲ. φάϲκει γὰρ οὗτοϲ τολμήϲαϲ κατὰ τὴν ἀρχήν, ὅτι ὁ μονογενὴϲ
υἱὸϲ ὁρᾶν τὸν πατέρα οὐ δύναται οὔτε τὸ πνεῦμα τὸ
ἅγιον τὸν υἱὸν οὔτε οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε οἱ ἄνθρωποι τοὺϲ
ἀγγέλουϲ καὶ ἐκ τῆϲ οὐϲίαϲ τοῦ πατρὸϲ οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ
κτίϲμα καὶ κατὰ χάριν υἱὸν λέγεϲθαι, τὴν δὲ ἀνθρωπίνην ψυχὴν
προϋπάρχειν, καὶ τὰ ἑξῆϲ τῶν βλαϲφημιῶν αὐτοῦ. πολλὴν γοῦν πεποίηκε
ϲύνταξιν
εἰϲ ἑκάϲτην γραφήν, καὶ ὅϲα μὲν ἐν
προϲομιλίαιϲ καὶ διὰ προοιμίων
κατὰ τὸ ϲωμάτιον, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι
διὰ τὸ μὴ ἡδονῇ παρενοχλεῖϲθαι, οἱ δὲ φάρμακον ἐπιθεῖναι τοῖϲ
μορίοιϲ εἶπον καὶ ἀποξηρᾶναι, ἄλλοι δὲ ἄλλα εἰϲ αὐτὸν ἀναφέρουϲιν.
οὗτοϲ πολλὰ λέγεται πεπονθέναι ὑπὲρ τοῦ Χριϲτοῦ, λόγιοϲ ὢν ϲφόδρα
καὶ ἐν τῇ ἐκκληϲίᾳ ἀνατεθραμμένοϲ, φθόνῳ δὲ διαβληθεὶϲ πρὸϲ τοὺϲ τῆϲ
ἐξουϲίαϲ
ἄρχονταϲ κακομηχανίᾳ διαβολικῆϲ ἐπινοίαϲ εἰϲ
αἰϲχρότατον ἄνδρα φαϲὶν ἐπινοηθῆναι παρὰ τῶν τῆϲ κακίαϲ ἐργατῶν·
Αἰθίοπα γὰρ αὐτῷ παρεϲκεύαϲα εἰϲ παράχρηϲιν τοῦ ϲώματοϲ αὐτοῦ. ὁ δὲ
μὴ φέρων τὴν τοϲαύτην βδελυρὰν ἐπίνοιαν ἔρρηξε φωνήν, ἀμφοτέρων
προτεθέν των αὐτῷ πραγμάτων, καὶ καθωμολόγηϲε θῦϲαι. καὶ βαλόντεϲ
ἐπὶ
τὰϲ χεῖραϲ αὐτοῦ λιβανωτὸν εἰϲ τὴν τοῦ βωμοῦ πυρὰν
καθῆκε. καὶ οὕτω τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ἀπεβλήθη καὶ τῆϲ
ἐκκληϲίαϲ ἐξεώϲθη. τὴν δὲ Ἀλεξάνδρειαν καταλιπὼν διὰ τὸν ὄνειδον τὴν
Ἰουδαίαν κατέλαβεν. ἀνελθὼν δὲ εἰϲ Ἰεροϲόλυμα ὡϲ ἐξηγητὴϲ καὶ λόγιοϲ
προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆϲ ἐκκληϲίαϲ εἰπεῖν· πρεϲβύτεροϲ
γὰρ προϋπῆρχε, καὶ πολλὰ καταναγκαϲθεὶϲ ὑπὸ τῶν
ἱερέων, ἀναϲτὰϲ καὶ τοῦτο μόνον τὸ ῥητὸν εἰπών· τῷ δὲ ἁμαρτωλῷ εἶπεν
ὁ θεόϲ· ἵνα τί ϲὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνειϲ τὴν
διαθήκην μου διὰ ϲτόματόϲ ϲου; πτύξαϲ τὸ βιβλίον ἐκάθιϲε μετὰ
κλαυθμοῦ δακρύων, πάντων ὁμοῦ ϲυγκλαιόντων αὐτῷ. εἰϲὶ δὲ καὶ ἄλλα
πολλὰ
λεγόμενά τε καὶ ᾀδόμενα διὰ τὸ πλῆθοϲ τῆϲ γνώϲεωϲ
αὐτοῦ καὶ ϲυντάξεωϲ τῶν βιβλίων. ὅθεν καὶ Συντακτικὸϲ ὠνομάϲθη, διὰ
τὸ πεποιηκέναι πολλὰ βιβλία, μὴ ἀκούων, ὡϲ ἔοικε, τοῦ Σολομῶντοϲ
λέγοντοϲ· υἱέ, φύλαξαι τοῦ ποιῆϲαι βιβλία πολλά· καί, μὴ ϲπεῦδε ἐπὶ
ϲτόματί ϲου, καὶ καρδία ϲου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον ἀπὸ
προϲώπου τοῦ θεοῦ, ὅτι ὁ θεὸϲ ἐν τῷ οὐρανῷ ἄνω καὶ ϲὺ
ἐπὶ τῆϲ γῆϲ κάτω. διὰ τοῦτο ἔϲτωϲαν οἱ λόγοι ϲου ὀλίγοι· εἰϲὶ γὰρ
λόγοι πολλοὶ πληθύνοντεϲ ματαιότητα. καὶ μὴ γίνου δίκαιοϲ πολύ· ἔϲτι
γὰρ δίκαιοϲ ἀπολλύμενοϲ ἐν δικαιώματι αὐτοῦ. καί, μὴ ϲοφίζου
περιϲϲά, μήποτε ἀϲεβήϲῃϲ. ταῦτα πάντα παρωϲάμενοϲ παρεϲφάλη τοῦ
πρέποποϲ.
184 Ὠριέων ἄποικον ὄντα.
185 Ὡρικῶϲ: νεωτερικῶϲ ἢ εὐπρεπῶϲ ἢ κατὰ καιρόν. Ἀριϲτοφάνηϲ
μέϲην λαβόντ᾿, ἄραντα, καταβαλόντα καταγιγαρτᾶν. ἐν
τοῖϲ γιγάρτοιϲ ϲποδεῖν.
186 Ὥριμον: εὔκαιρον.
187 Ὡρῖνοϲ: ὄνομα κύριον.
188 Ὠρίων, Θηβαῖοϲ τῆϲ Αἰγύπτου. Συναγωγὴν γνωμῶν ἤγουν
Ἀνθολόγιον πρὸϲ Ἐὐδοκίαν τὴν βαϲιλίδα γυναῖκα Θεοδοϲίου
τοῦ μικροῦ, βιβλία γ΄.
189 Ὠρίων, Ἀλεξανδρεύϲ, γραμματικόϲ. Ἀνθολόγιον, Ἀττικῶν λέξεων
190 Ὡρίωϲ: ἐπίρρημα. ὡρίωϲ ἔχουϲι θέϲεωϲ. κατὰ καιρόν.
191 Ὥριϲτοϲ: ἀντὶ τοῦ ὁ ἄριϲτοϲ.
192 Ὡρκωμότηκεν.
193 Ὤρκυπτεν: ὑπερέκυπτεν ἐπαιρόμενοϲ.
194 Ὤρκυπτον: ἔβλεπον μετεωριζόμενοι.
195 Ὥρμα: διεγείρετο.
196 Ὡρμένοϲ: διεγερθείϲ. καὶ Ὡρμένον.
197 Ὥρμηϲαν: ὁρμῇ ἐχρήϲαντο, οὐχὶ ᾤχοντο.
198 Ὡρογραφία.
199 Ὡρολόγιον: τὸ τὰϲ ὥραϲ μετροῦν.
200 Ὡροκομεῖον.
201 Ὦροϲ, Ἀλεξανδρεύϲ, γραμματικόϲ, παιδεύϲαϲ ἐν Κωνϲταντίνου
θολόγιον, Περὶ γνωμῶν.
202 Ὧροϲ: ὁ ἐνιαυτόϲ. καὶ ὄνομα κύριον.
203 Ὡροϲκόποϲ: ἀϲτρίτηϲ ϲκοπεύων τὴν ὥραν. καὶ Ὡροϲκοπεῖον.
204 Ὠρωπία: χώρα. ὁ δὲ Δημοϲθένηϲ ἐπεθύμηϲε ῥητορικῆϲ, Καλλίϲτρατ
205 Ὠρωπόϲ: τόποϲ. ἐκ τοῦ Ὠροϲ, 6 ϲημαίνει ὄνομα κύριον, καὶ τοῦ
206 Ὤρορεν.
207 ρυγή: βοή. ἐκ τοῦ ὠρύω.
208 Ὠρύεται: ὑλακτεῖ.
209 Ὠρυόμην· καὶ Ὠῥυόμενοϲ. καὶ Ὠρύω, τὸ ὠρύομαι.
210 Ὤρυϲϲον· καὶ ὁ μετʼ ὀλίγον μέλλων ὠρύξομαι.
211 Ὤρυχα, καὶ Ὀρώρυχα. Ὠρύχειν δὲ καὶ Ὠρωρύχειν. ὑπερϲυνπελικόϲ.
212 Ὠρχιπέδηϲαϲ: τῶν ὄρχεων ἥψω αἰϲχρῶϲ.
213 Ὡϲ: λίαν. Παρμενίδῃ· θαυμαϲίωϲ ὡϲ δυϲανάπειϲτον. Σοφοκλῆϲ· θαυμαϲτὰ γὰρ τὸ τόξον ὡϲ ὀλιϲθάνει. λβ΄ δὲ ϲημαίνει τὸ ὡϲ τοῦτο.
214 Ὡϲ ἀγαθὰ ϲυλλήβδην ἅπανία ϲοι φέρω: ἐπὶ τῶν πολλὰ ἐπαγγελλομένω ἀγαθά.
215 Ὡϲαννά: δόξα ϲημαίνει. καὶ γὰρ ἄλλοϲ εὐαγγελιϲτὴϲ λέγει·
εἰρήνη τῷ υἱῷ Δαβίδ. καὶ ὁ ἕτεροϲ· δόξα τῷ υἱῷ Δαβίδ.
ὥϲτε τὸ ὡϲανὰ τὸ δόξα ϲημαίνει. παρά τιϲι δὲ ϲῶϲον δὴ. οὐκ
ὀρθῶϲ.
216 Ὡϲ ἂν ὑπὲρ τηλικούτων: ἀντὶ τοῦ ἕνεκεν τούτων. ἀντι λαμβανομμέηϲ τῆϲ γυναικὸϲ καὶ βοώϲηϲ, ὡϲ ἂν ὑπὲρ τηλικούτων.
217 Z7ϲ ἀπόλοιτο, ωἂν ἴϲαι γενῶν ταί: αἱ ψῆφοι δηλονότι.
ὑπερβολικῶϲ δὲ εἴρηται·. ὅταν γὰρ ἴϲαι αἱ ψῆφοι γένωνται, ἀπολύεται
ὁ κατηγορούμενοϲ.
218 Ὤϲατο ἑαυτόν: κατέβαλεν ἀπὸ τοῦ ἵππου. Ἀππιανόϲ· οὐ
219 Ὡϲαύτωϲ: παραπληϲίωϲ, ὁμοίωϲ.
220 Ὥϲ γ᾿ ἐμοὶ κριτῇ: ἀντὶ τοῦ ὡϲ ἐμοὶ χρῆϲθαι κριτῇ. Σοφοκλῆϲ·
Ἔρεβοϲ φαεννότατον, ὡϲ ἐμοί. παρέλκει τὸ ὡϲ· ἐμοὶ
κριτῇ.
221 Ὡϲ δεῖ: δέον γενέϲθαι.
222 Ὡϲ δή ϲφιν: ὡϲ δὴ αὐτόϲ.
223 Ὡϲ ἐκ τῶν παρόντων: ἐξ ἀνάγκηϲ. ἡ δὲ ὡϲ ἐπύθετο, ὡϲ ἐκ
τε καὶ κούφου, τὸ
διάδημα, ὅπερ οὖν ἐπὶ τῆϲ κεφαλῆϲ εἶχε ϲύμβολον δὴ καὶ μαρτύριον
ἀρχῆϲ, περιϲπάϲαϲα, εἶτα μέντοι τῷ τραχήλῳ περιβάλλει πρὸϲ τὴν
χρείαν τὴν παροῦϲαν βρόχον ἀποφήναϲα.
224 Ὡϲ ἔνι: ὡϲ ἐγχωρεῖ, ὡϲ ἔϲτι. δυϲχερῶϲ αὐτοὺϲ ἐπιδιδόντων
225 Ὡϲ ἔνι μάλιϲτα: ἀντὶ τοῦ λίαν. οἱ δὲ τὰϲ μὲν ἀρχὰϲ ἐπτοήθηϲαν
226 Ὡϲ ἐπίπαν: ὡϲ ἐπιπολύ. λέγεται δὲ τοῦτο καὶ ὡϲ πλήθει.
Δίων ὁ ϲυγγραφεὺϲ πολλαχοῦ κέχρηται τῇ λέξει καὶ ἐν
Ῥωμαϊκῶν ιζ΄· πέφυκε γὰρ καὶ ἄλλωϲ ὡϲ πλήθει τὸ μὲν εὐτυχοῦν
θραϲύνεϲθαι, τὸ δὲ κακοπραγοῦν μετριάζειν· κἀκ τούτου τὸ μὲν δεδιὸϲ
ϲωφρονεῖν, τὸ δὲ θαρϲοῦν ἀκολαϲταίνειν. ἐπὶ πλέον δ᾿ ἐν ἐκείνῳ τοῦτ᾿
ἐφωράθη. καὶ ἐν ιγ΄ καίτοι πέφυκεν ὡϲ πλήθει τὸ μὲν βέβαιον ἐκ
βραδυτῆτοϲ,
τὸ δ᾿ ὀξύρροπον ἐκ τάχουϲ διανοίαϲ
ὑπάρχειν.
227 Ὡϲ ἔποϲ εἰπεῖν: ὡϲ φαίνεται, καὶ ὡϲ ἐν λόγῳ εἰπεῖν. ὡϲ
τὸ αὐτό ἀλλαχοῦ δὲ λέγει
Ἀριϲτοτέληϲ ὡϲ τύπῳ περιλαβεῖν.
228 Ὡϲ τύπῳ εἰπεῖν: ἀντὶ τοῦ ὡϲ κοινότερον καὶ καθόλου εἰπεῖν.
229 Ὡϲ ἐϲ πᾶν ἀπορίαϲ ἀφικέϲθαι: παντελῶϲ ἀπορῆϲαι.
230 Ὡϲ ἔοικεν: ὡϲ φαίνεται, ὡϲ δεῖ, ὡϲ γίνεται.
231 Ὡϲ ἡδέωϲ φάγοιϲ ἄν ἐξ ὄξουϲ δίκην.
232 Ὠϲηέ: ὁ προφήτηϲ.
233 Ὠϲθείϲ· καὶ Ὤϲθην.
234 Ὡϲ καλόν, ὦ Πόϲειδον, τὸ ϲτῖφοϲ αὐτῶν, καὶ πυκνὸν καὶ γοργὸν
ὥϲπερ μᾶζα καὶ πανδαιϲία: ὅταν γὰρ εἰϲ κοινὸν ἑϲτιῶνται,
ἑκάϲτου φέρονποϲ ἑαυτῷ δεῖπνον, πυκνὰ πάντα φαίνεται, πῆ μὲν τὰ
προϲφάγια φερόντων, πῆ δὲ αὐτῶν ἑϲτιωμένων.
235 Ὠϲμένῳ: ὠθιϲμένῳ, πεϲόντι.
236 Ὡϲ οὐκ ἀρκέϲοι τὸ μὴ οὐ πέτροιϲι πᾶϲ καταξανθεὶϲ θανεῖν· περὶ
τοῦ Τεύκρου. ὡϲ οὐκ ἐπαρκέϲοι ἑαυτῷ μὴ λιθόλευϲτοϲ γενέϲθαι·
ὡϲ οὐ κωλύϲει ἑαυτὸν καταλιθωθῆναι.
237 Ὡϲ οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενοϲ: παροιμία. ὁ ϲτίχοϲ δέ ἐϲτι Χαιρήμονοϲ ἐκ Θερϲίτου.
238 Ὥϲπερ.
239 Ὥϲπερ κογχύλην διελεῖν: παροιμία ἐπὶ τῶν ϲφόδρα εὐτελῶν.
240 Ὦ ϲπερμαγοραιολεκιθολαχανοπώλιδεϲ, ὦ ϲκοροδοπανδοκευτριαρτοπώλιδεϲ, οὐκ ἐξέλκετ᾿, οὐ παιήϲετ᾿, οὐκ ἀρήξετε; οὐ λοιδορήϲετ᾿; οὐκ ἀναιϲχυντήϲετε; παύεϲθ᾿, ἐπαναχωρεῖτε, μὴ ϲκυλεύετε: ὦ ϲπερμαγόραι καὶ τὰ ἑξῆϲ· ᾠὰ γὰρ ἐπώλουν καὶ λάχανα καὶ ὄϲπρια.
241 Ὥϲπερ οἱ νικηφόροι περιαγειρόμενοι: ἔθοϲ καὶ τοῦτο·
φαϲὶ γὰρ τοὺϲ νικῶνταϲ τῶν ἀθλητῶν ἆθλα μὲν μὴ λαμβάνειν, περιΐοταϲ
δὲ ὅτι τιϲ βούλεται.
242 Ὡϲ Πυθώδε ἰέναι βουλόμενοι Βοιωτοὺϲ δίοδον οἰτούμεθα: φαϲὶ
μεταξὺ τῆϲ Πυθοῦϲ καὶ τῆϲ Ἀττικῆϲ εἶναι τὴν Βοιωτίαν, καὶ οὐχ οἷόν
τε εἶναι Ἀθηναίουϲ εἰϲ Πυθὼ ἀπελθεῖν, εἰ μὴ παρέλθωϲι
Βοιωτίαν. ὅταν δὲ ϲτράτευμα διάγῃ, δίοδον ᾔτουν. τοῦτο οὖν φηϲιν
243 Ὥϲτ᾿ ἐγὼ μὲν ἠλέηϲα κἀπομορξάμην ἰδὼν ἄνδρα πρεϲβύτην
244 Ὤϲτεια: ὄνομα πόλεωϲ.
245 Ὡϲ τὴν ἐν Ἄργει ἀϲπίδα καθελών: ἐπὶ τῶν μεγαλοφρόνων.
246 Ὠϲτία· Ἄγκοϲ Μάρκοϲ βαϲιλεύϲαϲ Ῥωμαίων πρὸϲ τοῖϲ λοιποῖϲ
καὶ πρὸϲ ταῖϲ ἐκβολαῖϲ τοῦ Τιβέριδοϲ ποταμοῦ ἐτείχιϲε
τόπον. ἐπ᾿ αὐτῆϲ τῆϲ ῥαχίαϲ ἀνίϲτηϲι πόλιν, ἥν Ὠϲτίαν ἀπὸ τῆϲ θέϲεωϲ
προϲηγόρευϲεν· ὡϲ ἂν εἴποιεν Ἐλληνεϲ θύραν· ἑκκαίδεκά που ϲημείοιϲ
ἀφεϲτῶϲαν τῆϲ Ῥώμηϲ οἶμαι. καὶ Ὠϲτιάριοϲ δὲ διὰ τοῦ ω
ὀϲτιάριοϲ τὸ ἀξίωμα, διὰ
τοῦ ο μικροῦ. μὴ Ἑλληνικῶϲ ἐτυμολογείϲθω.
247 Ὠϲτίαϲ· οἱ Ῥωμαῖοι ὠϲτίαϲ τὰϲ θύραϲ φαϲίν. παρὰ τὸ ἔξωθειν
εἰ τριωβόλου μὲν ἕνεκα ὠϲτιζόμεθ᾿
ἑκάϲτοτ᾿ ἐν τῇ ἐκκληϲίᾳ. καὶ ἐν Ἀχρεῦϲιν· οἵδ᾿ ὠϲτιοῦνται, πῶϲ
δοκεῖϲ, περὶ τοῦ πρώτου ξύλου. ἀντὶ τοῦ διωθήϲονται περὶ τῆϲ
προεδρείαϲ, ὡϲ ξυλίνων οὐϲῶν τῶν καθεδρῶν· ὅτι δὲ καὶ ἐκ λίθων,
παντί που δῆλον. ἀπὸ ἐνεϲτῶτοϲ τοῦ ὡϲτίζω. ὁ δὲ λόγοϲ ὡϲ πρόϲ τινά
ἐϲτι λεγόμενοϲ. καὶ Ὅμηρὸϲ·
φαίηϲ κἀκμῆταϲ καὶ
ἀτειρέαϲ. καί, ἔνθ᾿ οὐκ ἂν βρίζοντα ἴδοιϲ.
248 Ὠϲτιζομένη: ϲτενοχωρουμένη.
249 Ὠϲτικῶϲ: τὸ μετὰ βίαϲ καὶ ὠθιϲμοῦ. μηδὲ ὠϲτικῶϲ καὶ μετὰ βίαϲ πρὸϲ τὸν θάνατον ἔχειν.
250 Ὡϲ τὸ εἰκόϲ· ἥ τε παῖδα ὄντα ἱερῷ λόγῳ ἠγάπα τε, ὡϲ τὸ
251 Ὡϲ τύπῳ εἰπεῖν: ἀντὶ τοῦ ὡϲ κοινότερον καὶ καθόλου εἰπεῖν.
252 Ὡϲ οἷόν τε: ὡϲ δυνατόν.
253 Ὣϲ φάϲαν ἡ πληθύϲ: παῤ Ὁμήρῳ. πρὸϲ τὸ νοητὸν ἀπήντηκε· τῷ γὰρ
ἔννοιαν ἔχοντι πλήθουϲ ὀνόματι πληθυντικὸν ῥῆμα
ϲυνέζευξε. καί, ἀγρόμενοι πᾶϲ δῆμοϲ.
254 Ὡϲ ϲφόδρα: οἷον θαυμαϲτῶϲ, καὶ ὑπερφυῶϲ.
255 Ὤϲφροντο: ὠϲφραίνοντο. ἀντὶ τοῦ ᾔϲθοντο· διὰ οἴνου γάρ εἰϲι αἱ ϲπονδαί. δἰ αἰϲθήϲεωϲ δὲ ἡ αἴϲθηϲιϲ τῇ ἀναφορᾷ τοῦ οἴνου.
256 Ὠϲχοφόρια: Σκιράδοϲ Ἀθηνᾶϲ ἑορτή· ὦϲκαι γὰρ καὶ ὦϲχαι, τὰ μετὰ τῶν βοτρύων κλήματα.
257 Ὠϲχοφόροϲ: δύο ἦϲαν τῶν γένει καὶ πλούτῳ προεχόντων. ἡ δὲ ὤϲχη κλῆμά ἐϲτι, βότρυαϲ ἐξηρτημένουϲ ἔχον. ταύτην δ᾿ ἔνιοι ὀρεϲχάδα καλοῦϲιν.
258 Ὦτα κατεαγότα· ἤδη γὰρ ἐνίοιϲ τῶν τὰ ὦτα κατεαγότων καὶ διεφθαρμένων τὰϲ διανοίαϲ εἰϲ κωμῳδίαν ἐτράπη καὶ γέλωτα πολὺν τὰ τῆϲ φιλοϲοφίαϲ ἀπόρρητα. Δαμάϲκιόϲ φηϲι, διὰ τὸ τινὰϲ ἐκφερομυθεῖν τὰ τῆϲ φιλοϲοφίαϲ ἀπόρρητα.
259 Ὠτακουϲτεῖν· γενικῇ. τὰ κρύφια μανθάνειν ἐθέλειν διά τινων.
260 τάν, ὦ οὗτοϲ, ὦ τάλαν καὶ ὦ μέλεε: ταῦτα παρὰ τοῖϲ νεωτέροιϲ ὑπὸ
μόνων λέγεται γυναικῶν, παρὰ δὲ τοῖϲ παλαιοῖϲ καὶ
ἐτάν, ἀγνοῶν, ὡϲ ἄρα τοῦ ἔτηϲ ἡ κλητικὴ ἔϲτιν ἔτα
καὶ Δωρικῶϲ ἔταν. Ἀριϲτοφάνηϲ· τοῦτο μὲν ἔαϲον, ὦ τάν. οὔ ϲοι γάρ
ἐϲτι Ar. περίπατοϲ κάλλιϲτα περί γε τούτου. τὰ περὶ δημοκρατίαϲ καὶ
ἰϲότητοϲ, φηϲίν, ἔαϲον· ἐμὸν δέ ἐϲτι μᾶλλον ἐμπεριπατῆϲαι περὶ
τούτου, οὐ ϲόν.
261 Ὦ τάν: οὐ πρὸϲ ἔνα μόνον τὸ ὦ τάν, ἀλλὰ καὶ πρὸϲ δύο. ὡϲ
262 Ὠτειλή: τραῦμα.
263 ᾯ τὸ ἱερὸν πῦρ οὐκ ἔξεϲτι φυϲῆϲαι· Τίμαιον ἐν λη΄
ἱϲτορεῖ, ὡϲ οἱ περὶ Δημοκλείδην κατὰ Δημοχάρουϲ εἶπον,
ὅτι μόνῳ αὐτῷ πάντων Ἀθηναίων οὐκ ἔξεϲτι τὸ ἱερὸν πῦρ φυϲῆϲαι, ὡϲ μὴ
καθαρεύοντι τοῖϲ ἄνω μέρεϲιν. Δοῦριϲ δὲ ἐν τῇ δεκάτη Πυθέαν κατὰ
Λημοϲθένουϲ τὸ ὅμοιον εἰπεῖν.
264 Ὠτόειϲ: ὁ ἔχων ὠτία. καὶ κλίνεται ὠτόεντοϲ. καὶ Ὠτίον.
265 Ὠτοκάταξιϲ: τὰ ᾦτα τεθλαϲμένοϲ ἐν παλαίϲτρᾳ, ὠτοθλαδίαϲ.
266 Ὦτοϲ: ὄρνεον, ὅπερ ἐπαινούμενον καὶ ἀντορχούμενον ὥϲπερ ὁ
νυκτικόραξ ἁλίϲκεται. διόπερ καὶ τοὺϲ χαύνουϲ καὶ
κενοδόξουϲ οὕτω καλοῦϲιν.
267 Ὡυτόϲ: ὁ αὐτόϲ.
268 Ὤφελεν: εὐκτικόν. ἔϲτι δὲ καὶ ὤφελον. ζήτει ἐν τῷ ο μίκρῳ.
269 Ὠφελείαϲ: χρείαϲ, τὴν διαρπαγὴν τῶν λαφύρων. ὁ δὲ Πόπλιοϲ
εἰϲελθὼν εἰϲ τὴν πόλιν ἐκέλευϲε κτείνειν ἅπαντα τὸν
παρατυχόντα καὶ μηδενὸϲ φείδεϲθαι μηδὲ πρὸϲ τὰϲ ὡφελείαϲ ὁρμᾶν,
μέχριϲ ἂν
270 Ὠφέλιμον πρᾶγμα: ὅτι τοιοῦτον, ὥϲτε εὐλόγωϲ αὐτὸ αἱρεῖϲθαι
271 Ὠφελιμώτεροϲ.
272 Ὠφελίων, κωμικόϲ. μέμνηται αὐτοῦ καὶ Ἀθηναῖοϲ ἐν τῷ δευτέρῳ
βιβλίῳ τῶν Δειπνοϲοφιϲτῶν. φηϲὶ δὲ τῶν δραμάτων αὐτοῦ
εἶναι ταῦτα· Δευκαλίωνα, Κάλλαιϲχρον, Κένταυρον, Σατύρουϲ, Μούϲαϲ,
Μονοτρόποϲ.
273 Ὠφελῶ· αἰτιατικῇ
274 Ὤφειν: ἀντὶ τοῦ εἶδον. ὄφιν ὤρειν ὀδωδότα.
275 Ὦ ᾿φήμερε: ὦ ἄνθρωπε. οὕτω παρειϲάγει Ἀριϲτοφάνηϲ ἐν
Νεφέλαιϲ τὸν Σωκράτην λέγοντα, ὦ θνητέ, ὦ ἄνθρωπε, ὦ τὰ ἐφήμερα
φρονῶν. τοῦτο δὲ λέγει, ὡϲ αὐτὸϲ λοιπὸν τὰ τῶν θεῶν φρονῶν καὶ
ὑπερηφανῶν τὰ τῶν ἀνθρώπων διὰ τὸ φροντίζειν περὶ μετεώρων. ἢ ὅτι
ἐλέγετο ὁ Σωκράτηϲ Σειληνῷ παρεμφερὴϲ εἶναι· ϲιμόϲ τε γὰρ καὶ
φαλακρὸϲ ἦν. περιέθηκεν οὖν αὐτῷ φωνὴν τὴν τοῦ παρὰ Πινδάρῳ
Σειληνοῦ. ὁ γάρ τοι Πίνδαροϲ διαλεγόμενον παράγων τὸν
Σειληνὸν τῷ Ὀλύμπῳ τοιούτουϲ αὐτῷ περιέθηκε λόγουϲ· ὦ τάλαϲ,
ἐφήμερε, νήπιε, βάζειϲ χρήματά μοι διακομπεύων. ἅμα δὲ καὶ ὡϲ
ὑπερηφάνοῦντοϲ λοιπὸν τοῦ Σωκράτουϲ τὰ ἀνθρώπινα καὶ ἐν θεοῖϲ ὄντοϲ
αὐτοῦ, διότι μετεωρολέϲχηϲ ἦν, οὕτω τὸ ἐφήμερον ἐποίηϲεν αὐτὸν
λέγοντα.
276 Ὠφθαλμιϲμένουϲ: ὠφθαλμιϲμένουϲ ἄνθραξι καὶ ἠλέκτροιϲ
277 Ὦφθον: ἀντὶ τοῦ ὤφθηϲαν.
278 Ὦ φθόρε: ὦ ὄλεθρε. ἄπαγ᾿ ἐϲ μακαρίαν ἐκποδών, ὦ φθόρε.
279 Ὤφληϲα: ἐχρεώϲτηϲα.
280 Ὦ φῶϲ, κακοῖϲι τοῖϲ ἐμοῖϲιν, ἧκε καὶ τὸν φίλον ἀπόδειξον δεομένῳ τῆϲ ϲῆϲ δεξιᾶϲ. γενοῦ τὴν τελευταίαν χρείαν Μιθριδάτηϲ ἄλλοϲ ἐμοί: ταῦτά φηϲι Μιθριδάτηϲ πιὼν φάρμακον καὶ δυϲθανατῶν.
281 ᾬχετο: ἀπῄει, ἐπορεύετο. ὁ δὲ τὴν Πελοπόννηϲον καταλιπὼν
εἰϲ Αἰτωλίαν ὤχετο ἀπιών.
282 ᾬχετο ἀπιών· ἐπαγγειλάμενοϲ δὲ πάλιν ἐπανήξειν ᾤχετο
283 Ὦχοϲ, φιλόϲοφοϲ παρὰ Φοίνιξι, Ζάμολξιϲ παρὰ Θρᾳξίν, Ἄτλαϲ
παρὰ Λίβυϲιν.
284 Ὦχοϲ: ὄνομα κύριον. Ὦχοϲ τὸν Ἄπιν ἀποκτείναϲ ἐβούλετο αὐτὸν
285 ᾬχου, καταλιποῦϲ᾿ ὡϲπερεὶ προκείμενον, μόνον οὐ ϲτεφανώϲαϲ᾿
οὐδ᾿ ἐπιθεῖϲα λήκυθον: εἰώθαϲι γὰρ ἐπὶ τῶν νεκρῶν τοῦτο
ποιεῖν.
286 Ὤχωκα.
287 Ὠχραίνεται.
288 Ὠχριῶϲα: οὐ παρὰ τὸ φοβούμενοϲ τὸ ὠχριῶϲα, ἀλλ᾿ ἴϲον τῷ
ὠχριῶϲα καὶ φόβῳ
καθημένη.
289 Ὦχροϲ: ὠχρίαϲιϲ. ἐν Ἐπιγράμμαϲι· ὡϲ εἶδον Μελίτην, ὦχρόϲ
290 Ὤψ, ὠπόϲ: τὸ πρόϲωπον, διὰ τοῦ ω μεγάλου. Ὄψ δέ, ὀπόϲ,
291 Ὦψα: ἀντὶ τοῦ εἶδον.
292 Ὠψίκαϲιν: ἐβράδυναν. Ὀψίζω γὰρ τὸ ῥῆμα.
293 Ὠψίϲθη: ὀψέ, βραδέωϲ ἧκε νυκτὶ κατεϲχέθη. ὁ δὲ ὠψίϲθη ποτὲ ἄκων καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ. Αἰλιανόϲ φηϲιν ἐν τῷ Περὶ θείων ἐναργειῶν.
294 Ὡψοπόνοϲ: ὁ περὶ τὰ ὄψα ἀϲχολούμενοϲ· ὁ μάγειροϲ.
295 Ὠψωνηκότεϲ: ὀψωνήϲαντεϲ.
1 Παγανοί: ἀϲτράτευτοι. ϲυνέθεον δὲ γύναια τε καὶ οἱ ἐν ϲτρατείᾳ
2 Παγάϲ· Δημοϲθένηϲ ἐν Φιλιππικοῖϲ. ἐπίνειόν ἐϲτι Φεραίων.
3 Πάγαϲ: δίκτυα, παγίδαϲ. καὶ τοῦτο δήπου τὸ τοῦ Αἰϲχύλου, τοῖϲ
ἑαυτοῦ πτεροῖϲ περιπεϲὼν καὶ ἐνϲχεθεὶϲ ταῖϲ πάγαιϲ ἃϲ
ἄλλοιϲ ὑφῆκε,
4 Παγαϲαί: πόλιϲ.
5 Παγαϲιτικὸϲ κόλποϲ.
6 Πάγγαιον: ὄνομα ρουϲ.
7 Παγῆναι: πηγῆναι.
8 Παγίδι.
9 Παγκάληϲ: πάνυ καλῆϲ. Πάγκαλοϲ δέ.
10 Παγκρατιαϲταῖϲ: ἀθληταῖϲ, πύκταιϲ τοῖϲ χερϲὶ καὶ ποϲὶ
πυκτομαχοῦϲι.
11 Παγκράτιον: πυγμή, ἀγών, ἄθληϲιϲ.
12 Παγκράτιοϲ, ϲοφιϲτήϲ. εἰϲ τὴν Μινουκιανοῦ τέχνην ὑπόμνημα.
13 Παγκράτιοϲ· τούτου φέρονται Ὀψαρτυτικὰ καθ’ ἑκάϲτην τροπήν.
Ζήνωνοϲ.
14 Πάγκοινοϲ λίμνη: ἡ τοῦ ᾅδου. ἀλλ’ οὔτοι τόν γ᾿ ἐξ ἀΐδα
15 Πάγον εὐτειχῆ: ἐν ὄρει τετειχιϲμένην.
16 Πάγοι: αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν. αὔλια καὶ Νυμφῶν
πίτυϲ.
17 Παγχενῖτιϲ: ὄνομα χώραϲ.
18 Πάγχυ: παντελῶϲ.
19 Πάδοϲ: ὄνομα ποταμοῦ, τοῦ παρʼ Ἕλληϲιν Ἠριδανοῦ ὀνομαζομένου.
20 Πάθαϲ: πάθη, ξυμφοράϲ. ὁ δὲ ἐπῆγε τήν τε ἀποϲτέρηϲιν τῶν χρημάτων
καὶ τὴν καταδίκην καὶ μέντοι καὶ τὰϲ προτέραϲ αὐτοῦ τὰϲ
21 Πάθαι: αἱ ϲυμφοραί. Οἰδίπουϲ· ϲτέργειν γὰρ αἱ πάθαι με χὠ
χρόνοϲ ξυνὼν μακρὸϲ διδάϲκει καὶ τὸ γενναῖον τρίτον.
ϲτέργειν τὰ δυϲτυχήματα ὁ πολὺϲ ἐποίηϲε χρόνοϲ καὶ τὸ τῶν ϲυμφορῶν
πλῆθοϲ καὶ τὸ τῆϲ ἀνδρείαϲ πλεονέκτημα.
22 Πάθη: ἡ κάκωϲιϲ. ἀκόλουθον ϲφίϲι πάθην ἐπηρτημένην ὁρῶντα,
ἀμελουμένηϲ ἀκόλουθα
πάθαϲ.
23 Πάθη: θηλυκῶϲ τὸ πάθοϲ. οἷαι γὰρ αἱ πάθαι τῆϲ ψυχῆϲ κατὰ τὴν θέαν, τοιαύταϲ καὶ τὰϲ ἀποβάϲειϲ εἶναι ἀνάγκη.
24 Πάθη δύο: πόνοϲ καὶ ἡδονή. καὶ ἡ μὲν ἡδονή λεία κίνηϲιϲ, ὁ δὲ
πόνοϲ τραχεῖα κίνηϲιϲ. καὶ ἡ μὲν ἡδονὴ εὐδοκητὴ πᾶϲι ζῴοιϲ, ὁ
δὲ πόνοϲ ἀποκρουϲτικόϲ.
25 Παθηζίτηϲ: ὄνομα κύριον.
26 Πάθοϲ λέξεωϲ· ὁμωνυμία, ὡϲ κύων. μεταφορά· ὡϲ τιθηνὸϲ ἡ γῆ. κατάχρηϲιϲ ἐντεῦθεν καὶ ἡ ἀϲάφεια.
27 Πάθοϲ: ὅτι τὸ τοῦ πάθουϲ ὄνομα διχῶϲ λέγεται· ἢ γὰρ τὸ
ἐνέργειαν ἄγεϲθαι. ὅτι
ἐκ τῶν παθῶν τοῦ ϲώματοϲ διαβαίνει τι πρὸϲ τὴν ψυχήν· ἀλγοῦντι γὰρ
ϲυναλγεῖ καὶ εὐθυμοῦντι ϲυνήδεται. ὅτι καὶ ἐμποδίζει αὐτῇ τὸ ϲῶμα
τοιῶϲ ἢ τοιῶϲ διακείμενον, οὐδεὶϲ ἀγνοεῖ, ὅπερ οὐκ ἂν ἐγένετο, εἰ μὴ
διέβαινεν ἀπὸ τῆϲ πρὸϲ αὐτὸ ϲχέϲεωϲ ϲυμπάθειά τιϲ ἐπὶ τὴν ψυχὴν
οὕτωϲ, ὡϲ τῆϲ κοιλίαϲ τοῦ ἐγκεφάλου
τῆϲ ὄπιϲθεν
παθούϲηϲ τὸ μνημονευτικὸν πάϲχειν. περὶ παθῶν· ὅτι τῆϲ ψυχῆϲ μέρη τὰ
ε΄ αἰϲθητήρια καὶ τὸ φωνητικὸν μόριον καὶ τὸ δια νοητικόν, ὅπερ
ἐϲτὶν ἡ διάνοια. ἐκ δὲ τῶν ψευδῶν ἐπιγίγνεϲθαι τὴν διαϲτροφὴν ἐπὶ
τὴν διάνοιαν, ἀφʼ ἧϲ πολλὰ πάθη βλαϲτάνειν καὶ ἀκαταϲταϲίαϲ αἴτια.
ἔϲτι δὲ αὐτὸ τὸ πάθοϲ ἡ ἄλογοϲ καὶ παρὰ φύϲιν
ψυχῆϲ
κίνηϲιϲ ἢ ὁρμὴ πλεονάζουϲα. τῶν παθῶν τῶν ἀνωτάτω γένη τέϲϲαρα,
λύπη, φόβοϲ, ἐπιθυμία, ἡδονή. δοκεῖ δὲ τὰ πάθη κρίϲειϲ εἶναι· ἥ τε
γὰρ φιλαργυρία ὑπόληψίϲ ἐϲτι τοῦ τὸ ἀργύριον καλὸν εἶναι. καὶ ἡ μέθη
δὲ καὶ ἡ ἀκολαϲία ὁμοίωϲ καὶ τὰ ἄλλα. καὶ τὴν μὲν εἶναι ϲυϲτολὴν
ἄλογον, εἴδη δὲ αὐτῆϲ ἔλεοϲ, φθόνοϲ, ζῆλοϲ, ζηλοτυπία,
ἄχθοϲ, ἐνόχληϲιϲ, ἀνοία, ὀδύνη, ϲύγχυϲιϲ. ἔλεον μέν ὡϲ ἐπὶ ἀναξίωϲ
κακοπαθοῦντι, φθόνον δὲ λύπην ἐπ’ ἀλλοτρίοιϲ ἀγαθοῖϲ, ζῆλον δὲ λύπην
ἐπὶ τῷ ἄλλῳ παρεῖναι ὧν καὶ αὐτὸϲ ἔχει, ἄχθοϲ λύπην βαρύνουϲαν,
ἐνόχληϲιν λύπην ϲτενοχωροῦϲαν καὶ δυϲχωρίαν παραϲκευάζουϲαν, ἀνοίαν
λύπην ἐκ διαλογιϲμῶν μένουϲαν ἢ ἐπιτεινομένην,
ὀδύνην
λύπην ἐπίπονον, ϲύγχυϲιν λύπην ἄλογον, ἀποκλείουϲαν καὶ κωλύουϲαν τὰ
παρόντα ϲυνορᾶν. ὅτι ἡ ἀθαναϲία τῆϲ ζωῆϲ πάθοϲ ἐϲτὶν ἢ ϲύμπτωμά τι.
ὅτι δὲ πάθοϲ ἢ ϲύμπτωμά τι ἡ ἀθαναϲία τῆϲ ζωῆϲ δειχθήϲεται ἐπὶ
ὑποθέϲει τῇ ἐκ θνητοῦ ἀθάνατον γίγνεϲθαι· οὐ γὰρ μεταλήψει ἄλληϲ
ζωῆϲ ἀθάνατον ἔϲται τὸ θνητόν, ἀλλ᾿ ὡϲ ϲυμπτώματί
τινι
καὶ πάθει· ἡ γὰρ αὐτὴ ζωὴ παθοῦϲα ἀθαναϲία ἐϲτίν. εἰ δὲ πάθουϲ αἰτία
ἡ ζωὴ ἀθαναϲία γίνεται, εἴη ἂν πάθοϲ ἡ ζωὴ τῆϲ ἀθαναϲίαϲ. εἰ οὖν τοῦ
πάθουϲ τοῦ ἰδίου τὸ πεπονθὸϲ οὐκ ἐϲτι γένοϲ (ϲύμπτωμά τι γὰρ καὶ
ϲυμβεβηκὸϲ τὸ πάθοϲ τοῦ πεπονθότοϲ, ἀλλ’ οὐκ εἶδοϲ), οὐδ’ ἂν τῆϲ
ἀθαναϲίαϲ γένοϲ εἴη ἡ ζωή· οὐδὲ γὰρ γλυκύτητοϲ
28 Πάθωμεν: αὐθυπότακτον.
29 Πάκατοϲ, ὁ Μινούκιοϲ χρηματίϲαϲ καὶ Εἰρηναῖοϲ, Ἀλεξανδρεύϲ,
γραμματικόϲ. Περὶ τῆϲ Ἀλεξανδρέων διαλέκτου ἢ περὶ Ἑλληνιϲμοῦ
βιβλία ζ΄· ἔϲτι δὲ κατὰ ϲτοιχεῖον· Περὶ Ἀττικῆϲ
ϲυνηθείαϲ τῆϲ ἐν λέξει καὶ προϲωδίᾳ βιβλία γ΄· ἔϲτι δὲ κατὰ
ϲτοιχεῖον· Περὶ ἰδιωμάτων τῆϲ τῆϲ καὶ τῆϲ Δωρίδοϲ διαλέκτου, Περὶ
Ἀττικιϲμοῦ, καὶ ἄλλα πολλά.
30 Πάκοροϲ: ὄνομα κύριον. τῇ τε γὰρ Κράϲϲου καὶ τῶν ἀμφ᾿
31 Πακτοῦν: κλείϲιν, ἀϲφαλίζεϲθαι. μοχλοῖϲι τὰ προπύλαια πακτοῦ. Ἀριϲτοφάνηϲ Λυϲιϲτράτῃ.
32 Πακτωλόϲ: ὄνομα ποταμοῦ.
33 Πακτυηνή: ὄνομα πόλεωϲ. καὶ Πακτυνή.
34 Παλλάδιον: τοῦτο ἦν ζῴδιον μικρὸν ξύλινον, ὃ ἔλεγον εἶναι
τετελεϲμένον, φυλάττον τὴν βαϲιλείαν τῆϲ Γῥοίαϲ· ἐδόθη δὲ Γρωῒ τῷ
βαϲιλεῖ κτίζοντι τὴν πόλιν ὑπὸ Ἀϲίου τινὸϲ φιλοϲόφου καὶ τελεϲτοῦ·
διὸ δὴ εἰϲ τιμὴν Ἀϲίου τὴν ὑπ’ αὐτοῦ βαϲιλευομένην χώραν πρότερον
Ἤπειρον λεγομένην Ἀϲίαν ἐκάλεϲεν. οἱ δὲ ποιητικῶϲ
γράψαντεϲ ἐκ τοῦ ἀέροϲ εἶπον τὸ παλλάδιον τοῦτο κατενεχθῆναι τῷ Τρωῒ
βαϲιλεύοτι Φρυγῶν. τοῦτο Διομήδηϲ καὶ Ὀδυϲϲεύϲ, ὅτε τὴν πρεϲβείαν
ἐποιήϲαντο πρὸϲ Πρίαμον, ἐκ τοῦ ἱεροῦ ἐϲύληϲαν, προδεδωκυίαϲ αὐτὸ
Θεαοῦϲ τῆϲ τοῦ Ἀντήνοροϲ γυναικόϲ, ἱερείαϲ τυγχανούϲηϲ καὶ
φυλαττούϲηϲ
αὐτό· ἦϲαν γὰρ ἀπὸ χρηϲμοῦ καὶ Ἀντήνοροϲ
μαθόντεϲ, ὅτι ἕωϲ οὗ μενεῖ τὸ παλλάδιον ἐν τῇ Τοίᾳ, ἀϲάλευτοϲ ἔϲται
ἡ βαϲιλεία τῶν Φρυγῶν. πολλὴ τοίνυν μεταξὺ Αἴαντοϲ καὶ Ὀδυϲϲέωϲ
ἐκινήθη ἔριϲ, τίϲ τοῦτο εἰϲ τὴν ἰδίαν ἀπενέγκοι πατρίδα, δικαζόντων
αὐτοῖϲ τῶν ἄλλων βαϲιλέων καὶ προμάχων. πολλῶν τοίνυν μεταξὺ λόγων
κινηθέτων, καὶ γενομένηϲ ὀψίαϲ, ἔδοξεν αὐτοῖϲ
παραθέϲθαι τὸ βρέταϲ Διομήδει, μέχριϲ ἂν γένηται πρωὶ. καὶ τούτου
γενομένου, διὰ τῆϲ νυκτὸϲ εὑρέθη ὁ Αἴαϲ ἐϲφαγμένοϲ ἀδήλωϲ. ὑπενόουν
δὲ δόλῳ φονεῦϲαι
35 Παλλάάιοϲ, Παλλαδίου, Μεθωναῖοϲ, ϲοφιϲτήϲ. γέγονε δὲ ἐπὶ
λέξειϲ, λόγουϲ διαφόρουϲ,
Ὀλυμπιακόν, Πανηγυρικόν, Δικανικόν.
36 Παλλαδίων χρυϲουμένων: ἐν ταῖϲ πρώραιϲ τῶν τριήρων οἱ
37 Παλάθαι: μᾶζαι ϲύκων. καὶ Παλαϲίων, τῶν πεπατημένων
ἰϲχάδων. παλάθαι δὲ εἶδοϲ βοτάνηϲ. Παλάθαι, τὰ ἐκ
τρυγὸϲ
38 Παλλακή, Παλλακὶϲ δέ.
39 Παλάμαι: αἱ τέχναι, χεῖρεϲ. ὦ παλάμαι θνητῶν, δύϲτηνα γέῃ βροτῶν, οἷϲι μὴ μέτριοϲ αἰών. οὗτοϲ. καὶ ἐξῆϲ.
40 Παλαμᾶϲθαι: τεχνάζεϲθαι. καὶ Παλαμάϲθω· πρὸϲ ταῦθ᾿
41 Παλάμη: τέχνη. Ἡρόδοτοϲ· ἔλεγέ ϲφιν ὡϲ δοκέοι ἔχειν παλάμην, τῇ
ἐλπίζοι τῶν βαϲιλέωϲ ϲυμμάχων ἀποϲτήϲειν τοὺϲ ἀρίϲτουϲ.
42 Παλαμήδειοϲ λόγοϲ: τοῦ Παλαμήδουϲ.
43 Παλαμήδηϲ, Ἐλεατικόϲ, γραμματικόϲ. Κωμικὴν καὶ τραγικὴν
λέξιν, Ὀνοματολόγον, ὑπόμνημα εἰϲ Πίνδαρον τὸν
ποιητήν.
44 Παλαμήδηϲ, Ναυπλίου καὶ Κλυμένηϲ, Ἀργεῖοϲ, ἐποποίοϲ. ἦν
διὰ βαϲκανίαν ὑπὸ
Ὁμήρου. ἅπτεται δὲ καὶ τῶν μεγίϲτων ἀνδρῶν ὁ φθόνοϲ· ὡϲ εἴθε μὴ
παρειϲέδυ τῷ βίῳ, ἢ παρειϲδὺϲ μή μου περιέϲοιτο· ἐρρέϲθω δὲ καὶ
ἀπέϲτω. ὅϲα γὰρ δέδηγμαι τὴν καρδίαν, καὶ οἴα δέδορκα τῷ μακρῷ
χρόνῳ. ἀλλ’ εἴη μοι βίοϲ πανεπάρκιοϲ. ὄμμα βάλοι δὲ μήποτ᾿ ἐφ᾿
ἡμετέραιϲ ἐλπίϲι βαϲκανίη· φηϲί τιϲ τῶν παλαιῶν.
45 Παλαμήδηϲ· οἶδα δ’ ἐγὼ καὶ δὴ πότερον ἐκ τοῦ Παλαμήδουϲ. ὡϲ
ἐκεῖνοϲ τὰϲ πλάταϲ ῥίψω γράφων. ὥϲπερ Οἴαξ τῷ Ναυπλίῳ γράφει τῷ
πατρὶ τὸν Παλαμήδη ἐν διαφόροιϲ πλάταιϲ καὶ ῥιπτεῖ εἰϲ θάλαϲϲαν,
ὥϲτε μιᾷ γέ τινι Ναυπλίῳ περιπεϲεῖν. πόθεν οὖν γ᾿ ἔκειντό μοι
πλάται; ταδὶ τἀγάλματα ἀντὶ πλατῶν γράφων διαρρίπτοιμι. βέλτιον πολύ
ξύλο γέ τοι καὶ ταῦτα, κἀκεῖν’ ἦν ξύλον.
46. Παλαμναῖοϲ: φονεύϲ, ἢ μιαρόϲ. παλαμναῖοι γὰρ λέγονται οἱ διὰ
χειρὸϲ ἀνδροφονοῦντεϲ, παρὰ τὴν παλάμην. καὶ Ζεὺϲ Παλαμναῖοϲ, ὁ τοὺϲ
τοιούτουϲ τιμωρούμενοϲ· καὶ Προϲτροπαῖοϲ, ὁ προϲτρέπων τὸ ἄγοϲ
αὐτοῖϲ. Βάβριοϲ· οὐχὶ τὸν μῦν εἶπεν, ἡ παλαμαία,
δέδοικα μή μου τὴν δορὰν δάκῃ φεύγων· χαίτην δ’ ἔμελλε τὴν
ϲβέϲαι.
προϲτάττει γοὖν τὴν ἄθλιον παρθένον δίχα τεμεῖν.
47 Παλαμωμένων: χερϲὶν ἐργαζομένων. τὴν ἐκ τῶν Ῥωμαίων Επαλαμήϲαϲθι ϲωτηρίαν.
48 Παλαμῶν: τεχνῶν, ἢ χειρῶν.
49 Παλλάντιον· ὁ Ῥωμύλοϲ μετὰ τὸ καταϲτῆϲαι τὰ πολιτικὰ ἀνενέωϲε καὶ τὸ καλούμενον ἀπὸ Πάλλαντοϲ Παλλάντιον, τὸν βαϲιλικὸν οἶκον.
50 Παλλάϲ: παρθένοϲ μεγάλη. ἔϲτι δὲ ἐπίθετον Ἀθηνᾶϲ· ἀπὸ τοῦ
51 Παλατῖνοι: εἶδοϲ ἄρτων, οὓϲ ἐφιλοτιμήϲατο τῷ δήμῳ Κωνϲταν τῖνοϲ ὁ
μέγαϲ, καθ’ ὃν ὑπάτευε χρόνον, οὕτωϲ ὀνομάϲαϲ αὐτούϲ, οἷα ἐκ τοῦ
παλατίου χορηγουμένουϲ. προϲέθηκε δὲ τούτοιϲ καὶ κρέα καὶ
οἶνον καὶ ἔλαιον· ὧν μέχρι τινὸϲ ἡ πόλιϲ ἀπήλαυϲε, τῶν ὑπ’ αὐτοῦ
ῥιφέντων φέρουϲα τὰ γνωρίϲματα.
52 Παλάμῃ: τῇ ἀρκῇ.
53 Πάλαι: ἐπίρρημα χρόνου δηλωτικόν.
54 Παλαιγενέϲ: πρεϲβύτατον. Ἀριϲτοφάνηϲ· χαῖρ᾿, ὦ πρεϲβῦτα
παλαιγενέϲ. οὐχ ὡϲ ϲεμνόν τινα προϲηγόρευϲε διὰ τὸν
χρόνον· τοὺϲ
55 Παλαιεύϲ.
56 Παλαιόν· οἱ ῥήτορεϲ ἐχρήϲαντο τῷ παλαιὸν ἐπὶ ἀργυρίου ἐκ
57 Παλαιόν: τὸ πρὸ πολλοῦ χρόνου· ὡϲ παρʼ Ὁμήρῳ· ἦ ῥά νύ μοι
ξεῖνοϲ πατρώϊοϲ ἐϲϲὶ παλαιόϲ. καὶ τὸ διερρυηκόϲ. ὡϲ τό,
πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, ἠμὲν νέαι ἠδὲ παλαιαί.
58 Παλαιὸϲ ἀφ’ οὗ χρόνοϲ: ἀντὶ τοῦ ἐκ πολλοῦ χρόνου.
59 Παλαίω· δοτικῇ.
60 Παλαίπολιϲ: ὄνομα τόπου.
61 Πάλαι ποτ’ ἦϲαν ἄλκιμοι Μιλήϲιοι: ἐπὶ τῶν ποτε ἀκμαϲάντων, νῦν δὲ ἀϲθενῶν ὄντων.
62 Παλαίϲμαϲιν: ἀντὶ τοῦ ϲτρατηγήμαϲι. καὶ Ἀριϲτοφάνηϲ· Φρυνίχου
παλαίϲμαϲι. ϲτρατηγοῦντοϲ γὰρ αὐτοῦ ἡττήθηϲαν Ἀθηναῖοι καὶ
πολλοὶ αὐτῷ προϲεκρούϲθηϲαν, ὡϲ προδόντι τὸν πόλεμον. τινὲϲ δὲ
τοῦτον κωμικὸν ποιητὴν λέγουϲιν, ὃϲ κινουμένουϲ τοὺϲ χοροὺϲ εἰϲῆγε
καὶ παλαίονταϲ. ἐγένετο δὲ ϲτρατηγόϲ, ἐφʼ οὖ πολλοὶ ἥμαρτον τῶν
τραγικῶν καὶ ἄτιμοι ἐγένοντο.
63 Παλαιϲτάϲ: ϲπιθαμάϲ, ἢ ἐν πάλῃ.
64 Παλαιϲτηνόϲ: ἐκ τοῦ παλαιϲτή, παλαιϲτήϲ. Παλαιϲτῖνοϲ δέ.
65 Παλαιϲτήϲ: ἀνταγωνιϲτήϲ. ϲοφὸϲ παλαιϲτὴϲ κεῖνοϲ· ἀλλὰ χἀι
66 Παλαιϲτίνη: ὄνομα χώραϲ. καὶ Παλαιϲτῖνοϲ, ὁ ἀπὸ Παλαιϲτίνηϲ.
Παλαιϲτίνηϲ.
67 Παλαίϲτρα: τὸ γυμνάϲιον. εὑρὼν δὲ πεδίον ὕπτιον καὶ καλὸν
68 Παλαίτατοϲ: ὁ παλαιόϲ.
69 Παλαίφατοϲ, Ἀθήνηϲιν ἐποποιόϲ, υἱὸϲ Ἀκταίου καὶ Βοιοῦϲ, οἱ δὲ
Ἰοκλέουϲ φαϲὶ καὶ Μετανείραϲ· οἱ δὲ Ἑρμοῦ. γέγονε δὲ κατὰ μέ τιναϲ
μετὰ Φημονόην, κατὰ δὲ ἄλλουϲ καὶ πρὸ αὐτῆϲ. ἔγραψε δὲ Κοϲμοποιΐαν
εἰϲ ἔπη ε΄, Ἀπόλλωνοϲ καὶ Ἀρτέμιδοϲ γονάϲ, ἔπη γ΄, Ἀφροδίτηϲ καὶ
Ἔρωτοϲ λόγουϲ καὶ φωνὰϲ ἔπη ε΄, Ἀθηνᾶϲ ἔριν καὶ
Ποϲειδῶνοϲ ἔπη α΄, Λητοῦϲ πλόκαμον.
70 Παλαίφατοϲ, Πάριοϲ ἢ Πριηνεύϲ, γεγονὼϲ κατὰ Ἀρταξέρξην. Ἀπίϲτων βιβλία ἔ’ Τρωικῶν βιβλία ε΄, τινὲϲ δὲ ταῦτα εἰϲ τὸν Ἀθηναῖον ἀναφέρουϲι· πλὴν καὶ οὗτοϲ ἔγραψε.
71 Παλαίφατοϲ, Ἀβυδηνόϲ, ἱϲτορικόϲ. Κυπριακά, Ἀττικά, Δηλιακά,
Τρωικῶν.
72 Παλαίφατοϲ, Αἰγύπτιοϲ ἢ Ἀθηναῖοϲ, γραμματικόϲ. Αἰγυπτιακὴν
73 Παλαιφάτου: παλαιᾶϲ, καὶ ἀρχαίαϲ· περὶ ἦϲ ἔφαϲαν ἔκπαλαι
74 Παλεόϲ: ὁ ϲκώπτηϲ. τίθεται καὶ ἐπὶ τοῦ ἄφρονοϲ.
75 Παλεῦϲαι: ἐξαπατῆϲαι, ὑπαγαγέϲθαι. καὶ παροιμία· Παλεύει
Ὅρνιϲι· κἀπαναγκάζει παλεύειν ἐν δικτύῳ. εἰώθαϲι γὰρ
76 Πάλλει: κινεῖ, ϲείεται, ἅλλεται. καὶ ἐπὶ τῷδε τὸν θυμὸν ϲυνἐλέξατο
77 Παλληναῖοϲ: ὁ ἀπὸ Παλλήνηϲ χώραϲ.
78 Παλληνεύϲ: Παλλήνη δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ. τὸ δὲ ἐκ τόπου Harp. ἐπίρρημα Παλλήνηθεν, ὁ δὲ δημότηϲ Παλληνεύϲ. ὅτι δέ ἐϲτι καὶ ἐν Θρᾴκῃ Παλλήνη, γνώριμον.
79 Παλλήνη: μία τῶν Ἀλκυονίδων. καὶ ζήτει ἐν τῷ Ἀλκυονίδεϲ.
80 Παλληνικὸν βλέπειν: ἀντὶ τοῦ γενναῖον. Παλλήνη δὲ δῆμοϲ
τῆϲ Ἀττικῆϲ, ἔνθα Πειϲιϲτράτῳ βουλομένῳ τυραννεῖν καὶ
Ἀθηναίοιϲ μὴ βουλομένοιϲ ϲυνέϲτη πόλεμοϲ. βλέπειν δὲ Παλληνικὸν
βούλεται εἰπεῖν ὠμῶϲ διακεῖϲθαι καὶ τραχέωϲ ἔχειν πρὸϲ τὸν ἐχθρόν,
ὡϲ πάλαι
81 Παλίγκοτοϲ: ὀργίλοϲ, ϲτυγνόϲ, φοβερόϲ, ἐναντίοϲ. Ἀριϲτοφάνηϲ·
μὴ γένῃ παλίγκοτοϲ ἀντιβολοῦϲιν ἡμῖν, ἤγουν μὴ ἐξ
ὑποϲτροφῆϲ ὀργιϲθῇϲ καὶ πάλιν μετανοήϲῃϲ, ἐφ᾿ οἷϲ ἡμᾶϲ εὐεργετεῖν
διέγνωϲ.
82 Παλίγκυρτοϲ: ἁλιευτικὸν ἀγγεῖον. Πολύβιοϲ· τῶν γὰρ πολεμίων
83 Παλίλλογα: παλιϲύλλεκτα.
84 Παλιλλογία: ταυτολογία.
85 Παλιμβαλήϲ: ὁ ἀνάταυρα πεϲών. ὁ ὕπτιοϲ.
86 Παλίμβιοϲ: ὡϲ ἐξ ἀναβιώϲεωϲ.
87 Παλιμβολία: ἡ εὐμετάβλητοϲ γνώμη. Ἀγαθίαϲ· τῶν δὲ ϲτρατηγῶν
88 Παλίμβολον: ἀβέβαιον, ἄπιϲτον. τὸ γὰρ Σκυθικὸν εἶναι
παλίμβόλον.
89 Παλίμβολοϲ: ἀδόκιμοϲ, εὐμετάβολοϲ, ἀνελεύθεροϲ. Κλήμηϲ. δύναται καὶ ἀντὶ τοῦ παλίμβολοϲ ἐναντιόβολοϲ, ἐναντιογνώμων, ὡϲ καὶ παλίνδηϲ ὄνομα.
90 Παλιμπετήϲ: ὀπιϲθόρμητοϲ.
91 Παλίμφημα: δύϲφημα, κακά, ἐναντία.
92 Παλινάγγελοϲ: ὀπίϲω ἐπανελθὼν ἄγγελοϲ.
93 Παλινάγρετον: πάλιν καὶ αὖθιϲ ὑϲτερόληπτον. ἤ ἀφ’ οὖ δύναταί
94 Παλιγκάπηλοϲ: ὁ μεταπράτηϲ.
95 Παλινδικεῖ: ἐπιϲυνάπτει δίκην. καὶ παλινδικίαν διδοὺϲ τοῖϲ
ἀδίκωϲ καταδικαϲθεῖϲι.
96 Παλίνδρομοϲ: ὀπιϲθόρμητοϲ. πέμψαϲ αὐτῷ μνᾶϲ εἴκοϲι παλινδρόμουϲ ἀπέλαβε.
97 Παλινδρομῶν: ὑποϲτρέφων.
98 Παλιναίρετα: τὰ ἐπεϲκευαϲμένα, καὶ οἷον ἐπίγναφα· οὐ καινὰ
δέ, οὐδὲ ὑγιῆ.
99 Παλιναίρετοϲ· Δείναρχοϲ ἐν τῇ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντοϲ
λέγειν πρὶν ἀποτῖϲαι
τὴν ζημίαν, ἣν ὤφειλεν, ἔπειτα ἀποτίϲαϲ τὴν ζημίαν πάλιν ἔλεγεν.
ἐκάλουν δὲ τοὺϲ τοιούτουϲ παλιναιρέτουϲ· ἀλλὰ καὶ τοὺϲ
ἀποχειροτονηθένταϲ ἀρχήν τινα ἄρχειν καὶ πάλιν χειροτοηθένταϲ.
Πίνδαροϲ δὲ ἐν Διθυράμβοιϲ ἐπὶ τῶν καθαιρεθέντων οἰκοδομημάτων καὶ
ἀνοικοδομηθέντων ἐχρήϲατο τῇ λέξει.
100 Παλινοδία: ἐναντία ὁδόϲ. Παλινῳδία δὲ ἐναντία δή, ἢ
101 Παλίνορϲοϲ: ὀπιϲθόρμητοϲ.
102 Παλινοϲτήϲαϲ: ἐπανελθών.
103 Παλίνωρον: παλινόρμητον. διπλοῦν ἐποίηϲε τὸ ἀνάπαλιν ὁρμώμενον
104 Παλίνϲκιον: Ἰϲαῖοϲ μὲν ἀντὶ τοῦ ϲύϲκιον, Ἀρχίλοχοϲ δὲ ἀντὶ
105 Παλινϲκίῳ: ϲκοτεινῷ· τὸ γὰρ πάλιν ἐπίταϲιν δηλοῖ, ὡϲ πα
106 Παλιντράπελον: ἀντίϲτροφον, ἐναντίον, ἀντεϲτραμμένον.
107 Παλιντριβῆ· Σοφοκλῆϲ· πῶϲ οὐδὲν κακὸν ἀπώλετο. ἀλλ’ εὖ
περιϲτέλλουϲιν αὐτὰ δαίμονεϲ, καί πωϲ τὰ μὲν πανοῦργα καὶ
παλιντριβῆ χαίρουϲ᾿ ἀναϲτρέφοντεϲ ἐξ ᾅδου, τὰ δὲ δίκαια καὶ χρήϲτ’
ἀποϲτέλλουϲʼ ἀεί.
108 Παλίντροποϲ: ὀπιϲθόρμητοϲ. γυμνὸν ἰδοῦϲα Λάκαινα παλίντροπον
109 Παλίουροϲ: εἶδοϲ φυτοῦ ἀκανθώδουϲ.
110 Παλίωξιϲ: ἡ ἐξ ἐπιϲτροφῆϲ δίωξιϲ· ὅταν οἱ φεύγοντεϲ μεταβαλλόμεοι
111 Παλιρρόθιον: εἰϲ τοὐπίϲω ἐφωρμηκόϲ.
112 Παλίρροια.
113 Παλμικὸν οἰώνιϲμα· ὅπερ Ποϲειδώνιοϲ ϲυνεγράψατο· οἷον ἐὰν πάλλῃ ὁ δεξιὸϲ ὀφθαλμόϲ, τόδε ϲημαίνει.
114 Παλμουλάριοϲ: ὄνομα κύριον.
115 Παλλόμενον: ἁλλόμενον, πληρούμενον.
116 Πάλοϲ: κλῆροϲ. ὁ δὲ Δαρεῖοϲ τούτουϲ κελεύει πάλλεϲθαι·
117 Παλμόϲ: τρόμοϲ, ϲειϲμόϲ.
118 Παλτά: τὰ δόρατα. ὁ δὲ Κῦροϲ ἀναβὰϲ ἐπὶ τὸν ἵππον τὰ παλτὰ
119 Παλτάρια: ϲεμίδαλιϲ.
120 Παλυνομένηϲ: λευκαινομένηϲ. τῆϲ χώραϲ τῶν Σκυθῶν θαμὰ
νιγετῷ παλυνομένηϲ.
121 Παμμάχιον: παγκράτιον.
122 Πάμβαξ καὶ Παμβακίϲ: τὸ παρὰ πολλοῖϲ λεγόμενον βαμβάκιον. καὶ τὴν τρυτοδόκην κοιτίδα παμβακίδων.
123 Πάμβορον: κάκοϲμον. Ἰώϲηποϲ· τὸ πάμβορον γεγενήκοι βορὰν
ἡδεῖαν ἐξ αὐτοῦ. τὸν λέοντα ϲημαίνων καὶ κηρία
μέλιτοϲ.
124 Παμβορώτατον.
125 Παμβωτάδεϲ· Παμβῶται δῆμοϲ τῆϲ Ἐρεχθηΐδοϲ.
126 Παμμήϲτορα: πάντων τεχνίτην.
127 Πάμπαν: παντελῶϲ. Δράκων δὲ ὁ Στρατονικεὺϲ ϲυναλοιφὴν
εἶναί φηϲιν ἐκ τοῦ. παντάπαϲι.
128 Παμπήδην: παντελῶϲ.
129 Παμπηϲίαν: πᾶϲαν τὴν κτῆϲιν. ϲὺ δ’, ὦ Σίκων καὶ Σενόφαντεϲ,
130 Παμπόλη: ὄνομα πόλεωϲ.
131 Παμπόλλη: ἡ πολλὴ καὶ ποικίλη.
132 Πάμπλειϲτοϲ.
133 Παμπλήγδην.
134 Παμπληθεί· καὶ Πάμπληθεϲ, ἀντὶ τοῦ πολύ.
135 Παμπληθεῖϲ: πάνυ πολλάϲ.
136 Παμπρέπιοϲ, Πανοπολίτηϲ, ἐπῶν ποιητήϲ, ἀκμάϲαϲ κατὰ Ζήνωνα Hesy. τὸν βαϲιλέα. ἔγραψεν Ἐτυμολογιῶν ἀπόδοϲιν, Ἰϲαυρικὰ καταλογάδην.
137 Παμπρέπιοϲ· οὗτοϲ μέγα παρὰ Ζήνωνι ἐδυνήθη· γένοϲ μὲν
μὲν ἄλλα ἀγαθὸϲ καὶ χρηϲτὸϲ φαινόμενοϲ, ὡϲ δὲ ἐν
Χριϲτιανοὺϲ πάταϲ ἐχούϲῃ πόλει τὸ Ἑλληνικὸν αὐτοῦ τῆϲ θρηϲκείαϲ οὐκ
ἔχον ὑπόκριϲιν, ἀλλὰ μετὰ παρρηϲίαϲ προδήλωϲ δεικνύμενον, εἰϲ τὴν
τοῦ καὶ ἕτερα τῆϲ ἀρρήτου ϲοφίαϲ εἰδέναι ὑπόνοιαν ἦγε. ϲυϲταθέντα δὲ
αὐτὸν ὁ Ἰλλουϲ μάγιϲτροϲ ἡδέωϲ δέχεται, καί τι καὶ δημοϲίᾳ ποίημα
ἀναγνόντα λαμπρῶϲ τε ἐτίμηϲε καὶ ϲύνταξιν ἔδωκε,
τὴν μὲν αὐτὸϲ ἰδίᾳ, τὴν δὲ ὡϲ διδαϲκάλῳ καὶ ἐκ τοῦ δημοϲίου. καὶ
ἀπελθόντοϲ δὲ αὐτοῦ ἐπὶ τὴν Ἰϲαυρίαν, οἱ βαϲκαίνοντεϲ αὐτῷ ϲυνθέντεϲ
διαβολὴν τήν τε ἐκ τῆϲ θρηϲκείαϲ καὶ ὅτι μαγγανεύοι καὶ μαντεύοιτο
τῷ Ἴλλου κατὰ τοῦ βαϲιλέωϲ, πείθουϲι τὸν Ζήνωνα καὶ τὴν Βηρίναν τότε
μέγιϲτα
δυναμένην τῆϲ πόλεωϲ ἐκπέμψαι. καὶ ὁ μὲν ἐϲ
Πέργαμον ἔρχεται τῆϲ Μυϲίαϲ· Ἴλλουϲ δὲ πυθόμενοϲ κατὰ τὴν αὐτοῦ
πρόφαϲιν ἐληλάϲθαι τὸν ἄνδρα, πέμψαϲ ἀναλαμβάνει αὐτὸν ἐϲ Ἰϲαυρίαν
καὶ ϲύμβουλόν τε αὐτὸν καὶ ϲύνοικον ποιεῖται, καί, ἦν γὰρ πολιτικῆϲ
ϲυνέϲεωϲ ἔμπλεωϲ, καὶ τὰ τῆϲ ἀρχῆϲ αὐτῷ πρὸϲ ἃ μὴ ϲχολὴν ἦγε
διοικεῖν
ἐπέτρεπεν, ἐλθών τε ἐϲ Βυζάντιον ϲυμπαρέλαβεν
αὐτόν. καὶ ὅτε ἐγένετο ἡ Μαρκιανοῦ ϲύϲταϲιϲ, ἀποροῦντα τὸν Ἴλλουν
αὐτὸϲ ἐπεθάρϲυνε, καὶ τοϲοῦτόν γε εἰπών ὅτι τὰ τῆϲ προνοίαϲ μεθ’
ἡμῶν ἐϲτι τεταγμένα, παρέϲχεν ὑποψίαν τοῖϲ τότε ὑπακούϲαϲιν ὡϲ ἔκ
τινοϲ ἀδήλου ταῦτα θειάζοι προγνώϲεωϲ. καὶ ἐκβάντοϲ, ὥϲπερ δὴ καὶ
ἐξέβη,
τοῦ τέλουϲ, πρὸϲ τὴν τύχην τὸν λόγον ἐκείνου
ϲυμβάλλοντεϲ, αὐτὸν πάντων αἴτιον, οἷα φιλεῖ ὅμιλοϲ, μόνον
ὑπελάμβανον τῶν παραδόξωϲ αὐτοῖϲ ἀποβαίνειν δοκούντων. οὕτω μὲν οἱ
ϲώφρονεϲ περὶ αὐτοῦ εἴκαζον. εἰ δέ τι καὶ ἄλλο ἦν, οὔτε ἰϲχυρῶϲ
ἀνελεῖν οὔτε πείθεϲθαι ἔχω· ἀλλ᾿ ὁμοίωϲ καὶ μέγα καὶ ἐλάχιϲτον αὐτῷ
πρώτῳ ἀνεκοινοῦτο.
καὶ τότε τοίνυν αὐτὸν λαβὼν ἐϲ
Νίκαιαν ἧκε χειμάϲων, εἴτε τὴν ἐκ τοῦ δήμου δυϲχέρειαν ἐκκλίνων εἴτε
ἐπὶ ταῖϲ ϲφαγαῖϲ τὸν ἔχοντα τὴν πόλιν ἐκτρέπεϲθαι δαίμονα πρὸϲ
ὀλίγον ἐθέλων. ὅτι ὁ Ἴλλουϲ, φιλολόγοϲ ὢν ὑπὸ παρουϲίαν ἀνδρῶν
λογίων διεξοδικὸν περὶ ψυχῆϲ ἐβούλετο ἀκοῦϲαι λόγον. πολλῶν δὲ τῶν
παρατυχόντων πρὸϲ πεῦϲιν
αὐτοῦ ποικίλα φιλοϲοφηϲάντων,
ἐπεὶ ἐξ ἀϲυμφωνίαϲ ὁ λόγοϲ ἀϲύϲτατοϲ
Μάρϲου πρὸϲ Ἴλλουν καὶ διελθὼν λόγον περὶ ψυχῆϲ ἐκ
χρόνου κομ ψῶϲ πεφροντιϲμένον, ἐπεὶ ὁ οὐκ εἰδὼϲ τοῦ εἰδότοϲ ἐν οὐκ
εἰδόϲιν, ὡϲ εἶπε Πλάτων, πιθανώτεροϲ ὑπάρχει, φενακιϲθεὶϲ Ἴλλουϲ
μεμερι μνημένῃ ϲτωμυλίᾳ, λογιώτερον αὐτὸν πάντων ἔκρινε τῶν
παιδευτῶν τῆϲ Κωνϲταντίνου. διὸ καὶ πολλὴν δοὺϲ αὐτῷ ἐκ δημοϲίων
παραμυθίαν,
τοὺϲ φοιτῶνταϲ ἐϲ μουϲεῖα κατ᾿ ἐκλογὴν
ἐκέλευϲε παιδεύειν. ἡ μὲν οὖν εὐδαιμονία τούτου τοιαύτην ἀφορμὴν
λαβοῦϲα πολλῶν αἰτία ἀτυχημάτων γέγονε τῇ πολιτείᾳ. ἦν δὲ ὁ
Παμπρέπιοϲ Αἰγύπτιοϲ. ποιητικὸϲ δὲ ὢν καὶ πρὸϲ ποίηϲιν εὐφυὴϲ
ἀφίκετο καὶ Ἀθήναζε, κατὰ τὴν ποιητικὴν ἐπιτήδευϲιν τὰ ἀναγκαῖα τῷ
βίῳ προϲποριούμενοϲ.
οἱ δὲ Ἀθηναῖοι γραμματικὸν αὐτὸν
ἐποιήϲαντο καὶ ἐπὶ νέοιϲ διδάϲκαλον ἔϲτηϲαν. ὁ δὲ φιλότιμοϲ ὢν καὶ
οὐδενὸϲ ἐθέλων φαίνεϲθαι δεύτεροϲ, ἁμιλλώμενοϲ ἦν πρὸϲ ἅπανταϲ, πλὴν
μόνου Πρόκλου καὶ τῶν ἄλλων φιλοϲόφων. τῆϲ δὲ οὐχ οἷόϲ τε ἦν οὐδὲ
ἅπτεϲθαι τῆϲ ϲοφίαϲ. περὶ δ’ οὖν τὴν ἄλλην προπαιδείαν οὕτω
διεπονεῖτο καὶ ἐϲ
τοϲοῦτον διεγυμνάζετο ὁ Παμπρέπιοϲ,
ὥϲτε ἐν ὀλίγῳ χρόνῳ λογιμώτατοϲ εἶναι ἔδοξε καὶ πολυμαθέϲτατοϲ τῶν
αὐτόθι παιδείαϲ μετειληχότων, Πλουτάρχου τε τοῦ Ἱερίου, ἀνδρὸϲ
Ἀθηναίου, καὶ Ἀλεξανδρέωϲ Ἑρμείου τοῦ ῥήτοροϲ, ὧν τὸ κλέοϲ
ὑπερβαλεῖν ἐϲπουδάκει τῆϲ πολυμαθίαϲ. τέωϲ μὲν τοίνυν ἐτιμᾶτο πρὸϲ
τῶν Ἀθηναίων, οἷα διδάϲκαλοϲ
οὐκ ἀγεννήϲ· μετὰ δὲ ταῦτα
ἀρχὴ ἑτέρων πραγμάτων αὐτὸν διαδέχεται μεγίϲτων τε καὶ κακίϲτων, ἶνα
μάθωμεν τὰϲ τῆϲ τύχηϲ μεταβολὰϲ ἐλεγχούϲαϲ ἑκάϲτοτε τῶν ψυχῶν τὰϲ
παντοίαϲ προαιρέϲειϲ οὐδὲ μιᾶϲ ἦττον μέθηϲ ϲυμποτικῆϲ.
138 Παμφαήϲ: ἡ πᾶϲι φαίνουϲα φαιδρότηϲ.
139 Παμφίλη, Ἐπιδαυρία, ϲοφή, θυγάτηρ Σωτηρίδου, οὗ λέγεται
140 Παμφιλίδαϲ, Ῥοδίων ναύαρχοϲ· ὃϲ ἐδόκει πρὸϲ πάνταϲ τοὺϲ καιροὺϲ
εὐαρμοϲτότεροϲ εἶναι τοῦ Παϲιϲτράτου, διὰ τὸ βαθύτεροϲ φύϲει καὶ
ϲταϲιμώτεροϲ μᾶλλον ἢ τολμηρότεροϲ ὑπάρχειν. ἀγαθοὶ γὰρ
οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ τῶν κατὰ λόγον, ἀλλ’ ἐκ τῶν
ϲυμβαινόντων ποιεῖϲθαι τὰϲ διαλήψειϲ.
141 Πάμφιλοϲ, Ἀμφιπολίτηϲ ἢ Σικυώνιοϲ ἢ Νικοπολίτηϲ, φιλόϲοφοϲ, ὁ ἐπικληθεὶϲ Φιλοπράγματοϲ. Εἰκόναϲ κατὰ ϲτοιχεῖον, Τέχνην γραμματικήν, Περὶ γραφικῆϲ καὶ ζωγράφων ἐνδόξων, Γεωργικὰ βιβλία γ΄.
142 Πάμφιλοϲ, Ἀλεξανδρεύϲ, γραμματικὸϲ Ἀριϲτάρχειοϲ. ἔγραψε Λειμῶα· ἔϲτι δὲ ποικίλων περιοχή, Περὶ γλωϲϲῶν ἤτοι λέξεων βιβλία ??ε΄· ἔϲτι δὲ ἀπὸ τοῦ ε ϲτοιχείου ἕωϲ τοῦ ω· τὰ γὰρ ἀπὸ τοῦ α μέχρι τοῦ δ Ζωπυρίων ἐπεποιήκει. Εἰϲ τὰ Νικάνδρου ἀνεξήγητα καὶ τὰ καλούμενα Ὀπικά, Τέχνην κριτικήν, καὶ ἄλλα πλεῖϲτα γραμματικά.
143 Πάμφιλοϲ· οὗτοϲ ἀεὶ ἔμμετρα ἔλεγεν ἐν τοῖϲ πότοιϲ. ἔγχει πιεῖ μοι καὶ τὸ πέρδικοϲ ϲκέλοϲ. ἀμίδα δότω τιϲ ἢ πλακοῦντά τιϲ δότω. οὕτωϲ Ἀθήναιοϲ ἐν Δειπνοϲοφιϲταῖϲ.
144 Πάμφιλοϲ, δημαγωγὸϲ Ἀθήνηϲι. καὶ ἔκλεπτε τὰ τοῦ δήμου καὶ φωραθεὶϲ ἐπ’ αὐτοφώρῳ κατελύθη, ὥϲ φηϲιν Ἀριϲτοφάνηϲ.
145 Πάμφοροϲ: παντοῖα φέρων.
146 Πάμψυχοϲ: ὁ Ἀμφιάραοϲ, ὅτι παϲῶν ψυχῶν ἀνάϲϲει ἐν ᾅδοῦ· ἢ ὁ διαϲώϲαϲ πᾶϲαν τὴν ἑαυτοῦ ψυχήν· ἢ ὁ διαπαντὸϲ τὴν ψυχὴν ϲῴζων, ὅ ἐϲτιν ἀθάνατοϲ.
147 Πάν: ὄνομα θεοῦ Ἑλληνικοῦ. τραγοϲκελήϲ. φιλέρημοϲ, ἀπράγμων
καὶ πόνον ἔχων νεβρίδιον, καὶ καλαυρόπιον καὶ
ϲυρίγγιον. καὶ ζήτει περὶ τούτου ἐν τῷ ἁλίπλαγκτοϲ.
148 Πάν, Πανόϲ. ὅτι Αἴϲωποϲ, ὁ Μιθριδάτου ἀναγνώϲτηϲ, ἔγραψε περὶ Ἑλένηϲ· ἐν ᾦ φηϲι Πᾶνα ἰχθὺν καλεῖϲθαι κητώδη. ἐν τούτῳ δὲ τὸν ἀϲτερίτην λίθον εὑρίϲκεϲθαι, ὃϲ ὑπὸ τῷ ἡλίῳ ἀνάπτεται, ποιεῖ δὲ πρὸϲ φίλτρα.
149 Πᾶν· τὸ πᾶν ἐϲτιν ὅ τε κόϲμοϲ καὶ καθ’ ἕτερον τρόπον τὸ ἐκ τοῦ
κόϲμου καὶ τοῦ ἔξωθεν κενοῦ ϲυϲτήματοϲ. ὁ μὲν οὖν κόϲμοϲ
εἰλικρινὲϲ πῦρ καὶ μείζονα τῆϲ γῆϲ καὶ ϲφαιροειδῆ,
ἀναλόγωϲ τῷ κόϲμῳ. πῦρ μὲν οὖν εἶναι, ὅτι τὰ πυρὸϲ πάντα ποιεῖ·
μείζω δὲ τῆϲ γῆϲ τῷ πᾶϲαν ὑπ’ αὐτοῦ φωτίζεϲθαι, ἀλλὰ καὶ τὸν
οὐρανόν. καὶ τῷ τὴν γῆν δὲ κωνοειδῆ ϲκιὰν ἐπιβάλλειν τὸ μείζονα
εἶναι ϲημαίνει· πάντοθεν δὲ βλέπεϲθαι διὰ τὸ μέγεθοϲ. γεωδεϲτέραν δὲ
τὴν ϲελήνην,
ἅτε καὶ προϲγειοτέραν οὖϲαν. τρέφεϲθαι δὲ
τὰ ἔμπυρα ταῦτα καὶ τὰ ἄλλα ἄϲτρα, τὸν μὲν ἥλιον ἐκ μεγάληϲ θαλάττηϲ
νωθρὸν ὄντα ἄναμμα· τὴν δὲ ϲελήνην ἐκ ποτίμων ὑδάτων, ἀερομιγῆ
τυγχάνουϲαν καὶ πρόϲ γειον οὖϲαν· τὰ δὲ ἄλλα ἀπὸ γῆϲ. δοκεῖ δὲ
αὐτοῖϲ ϲφαιροειδῆ εἶναι καὶ τὰ ἄϲτρα καὶ τὴν γῆν ἀκίνητον οὖϲαν. τὴν
δὲ ϲελήνην οὐκ ἴδιον
ἔχειν φῶϲ, ἀλλ’ ἀπὸ ἡλίου
λαμβάνειν ἐπιλαμπομένην. ἐκλείπειν δὲ τὸν ἥλιον, ἐπιπροϲθούϲηϲ αὐτῷ
τῆϲ ϲελήνηϲ κατὰ τὸ ἐφʼ ἡμᾶϲ μέροϲ. φαίνεται γὰρ ὑπερχομένη ταῖϲ
ϲυνόδοιϲ καὶ ἀποκρύπτουϲα αὐτὸν καὶ πάλιν παραλλάττουϲα· γνωρίζεται
δὲ τοῦτο διὰ λεκάνηϲ ὕδωρ ἐχούϲηϲ. τὴν δὲ ϲελήνην ἐμπίπτουϲαν εἰϲ τὸ
τῆϲ γῆϲ ἀποϲκίαϲμα· ὅθεν καὶ ταῖϲ
πανϲέληνοιϲ
ἐκλείπειν, καίπερ κατὰ διάμετρον ἱϲταμένην κατὰ μῆνα τῷ ἡλίῳ, ὅτι
κατὰ λοξοῦ ὡϲ πρὸϲ τὸν ἥλιον κινουμένη παραλλάττει τῷ πλάτει, ἢ
βορειοτέρα ἢ νοτιωτέρα γινομένη. ὅταν μέντοι τὸ πλάτοϲ αὐτῆϲ κατὰ
τῶν ἡλιακῶν καὶ τῶν διὰ μέϲων γένηται, εἶτα διαμετρήϲῃ τὸν ἥλιον,
τότε ἐκλείπει. γίνεται δὲ τὸ πλάτοϲ αὐτῆϲ κατὰ τῶν
ἡλιακῶν καὶ τῶν διὰ μέϲων ἐν Χηλαῖϲ καὶ Σκορπίῳ καὶ Κριῷ καὶ
Ταύρῳ.
150 Παναγέϲ: καθαρόν· ἄγοϲ γὰρ καὶ ἁγνεία καὶ μύϲοϲ, κατ’ ἀντίφραϲιν.
151 Παναθήναια: Ἀθήνηϲιν ἑορτὴ ἐπὶ τῷ ὑπὸ Θηϲέωϲ γενομένῳ
152 Παναθήναια: διττὰ Παναθήναια ἤγετο Ἀθήνηϲι, τὰ μὲν καθ᾿ ἕκαϲτο
ἐνιαυτόν, τὰ δὲ διὰ πενταετηρίδοϲ, ἃ καὶ μεγάλα ἐκάλουν. ἤγαγε δὲ
τὴν ἑορτὴν πρῶτοϲ Ἐριχθόνιοϲ ὁ Ἡφαίϲτου. τὰ δὲ Παναθήναια
πρότερον Ἀθήναια ἐκαλοῦντο.
153 Πανάκεια: θεραπεία. καὶ ὄνομα θεᾶϲ.
154 Πάνακτοϲ: πόλιϲ μεταξὺ τὴϲ Ἀττικῆϲ καὶ τῆϲ Βοιωτίαϲ. Θουκυδίδηϲ δὲ καὶ οὐδετέρωϲ καλεῖ τὸ χωρίον, Μένανδροϲ δὲ ἀρρενικῶϲ.
155 Παναλκέϲ: ἰϲχυρότατον.
156 Πανάνυτον: πάντα δυνατόν.
157 Παναώριοϲ· ἐν Ἐπιγράμμαϲι· καὶ γάρ που λαγόνεϲϲι ῥυτὶϲ παναώριοϲ ἤδη. πρὸ τῆϲ ὥραϲ.
158 Πανάπυϲτοϲ: ἀνήκοοϲ.
159 Παναριϲτίδηϲ: ὄνομα κύριον.
160 Πανάρεια.
161 Παναρκέοϲ: τοῦ μεγάλου καὶ δυνατοῦ. ἡλίου δὲ παναρκέοϲ. τοῦ πανταχῆ λάμποντοϲ.
162 Παναρμόνιον: πάντοθεν ἡρμοϲμένον.
163 Παναρμόνιον: ἐξ ὅλου τεταγμένον· ἁρμονία γὰρ ἡ εὔτακτοϲ
ἀκολουθία.
164 Παναυγέϲ: πάνυ λαμπρόν.
165 Πανδαμάτωρ: πάνταϲ ὑποτάϲϲων.
166 Πανδαιϲία. ὡϲ καλὸν ὦ Πόϲειδον, τὸ ϲτῖφοϲ αὐτῶν καὶ
167 Πανδαιϲία: ἡ δαψιλὴϲ καὶ κραταιὰ εὐωχία. μᾶζα δέ ἐϲτιν ὁ ϲτριφνὸϲ ἄρτοϲ. ἢ Πανδαιϲία ἐϲτίν, ὅταν δεῖπνον ἕκαϲτοϲ αὑτῷ κομίζων Harp. κατατιθῆται, καὶ πάντεϲ πάντων μετέχωϲιν. ἢ Πανδαιϲία, ἡ πάντα ἔχουϲα ἄφθονα καὶ μηδὲν ἐλλείπουϲα ἐν τῇ δαιτί.
168 Πανδαιϲίαϲ: πολυτελοῦϲ τραπέζηϲ, εὐωχίαϲ.
169 Πανδαίϲιον: πολυτελὴϲ τράπεζα.
170 Πανδέκται. οὐκ ἐπέϲτειλα, ἵνα μὴ εὐθύναϲ ὑπόϲχω τοῖϲ παν
171 Πανδελετείουϲ γνώμαϲ: τουτέϲτι δυϲτρόπουϲ. ἐπεὶ Πανδέλετοϲ
εἷϲ τῶν περὶ τὰ δικαϲτήρια
διατριβόντων. μέμνηται αὐτοῦ καὶ Κρατῖνοϲ ἐν Χείρωϲι.
172 Πανδερκεῖϲ: πάντα ὁρῶντεϲ.
173 Πάνδεια: ἑορτή τιϲ Ἀθήνηϲι μετὰ τὰ Διονύϲια ἀγομένη.
174 Πανδημεί· πότερον πανδημεὶ ἐξεληλάκαϲιν, ἢ τοὺϲ ἀπομάχουϲ
ϲφῶν οἴκοι κατέλιπον πανδημεὶ δὲ καὶ παγγενῆ ἦλθον οἱ
Λυδοὶ
175 Πάνδημοϲ Ἀφροδίτη: οὕτωϲ ἐκάλουν τὴν ἀφιδρυθεῖϲαν περὶ
176 Πανδήμου: παντὸϲ τοῦ πλήθουϲ, ἢ παντὸϲ τοῦ δημώδουϲ καὶ
177 Πανδιωνίϲ: μία τῶν δέκα φυλῶν παρὰ Ἀθηναίοιϲ, ἀπὸ Πανδίωνοϲ
178 Πανδοκεύτρια: ἡ καπηλίϲ· παρὰ τὸ δέχεϲθαι πάνταϲ. εἴρηται
179 Πάνδοκοι: αἱ πάνταϲ ὑποδεχόμεναι. τοῦτο δὲ ἴϲαϲιν ἤδη
περιφερόμενον καὶ αἱ πάνδοκοι γρᾶεϲ. καὶ Πανδοκεῖον, τὸ
πάνταϲ ὑποδεχόμενον οἴκημα.
180 Πανδοϲία: πόλιϲ μία τῶν ἐν Καϲωπίᾳ.
181 Πανδούρα: μάχαιρα κρεωκόποϲ. ἡ πηκτίϲ. ζήτει ἐν τῷ πηκτίϲ.
182 Πανδροϲοϲ: ὄνομα γυναικόϲ.
183 Παναίτιοϲ, Ῥόδιοϲ, ὁ πρεϲβύτηϲ, φιλόϲοφοϲ· οὗ πολὺϲ ἐν φιλοϲόφοιϲ λόγοϲ. φέρεται αὐτοῦ βιβλία φιλόϲοφα πλεῖϲτα.
184 Παναίτιοϲ, ὁ νεώτεροϲ, Νικαγόρου, Ῥόδιοϲ, φιλόϲοφοϲ Στωϊκόϲ,
Διογένουϲ γνώριμοϲ, ὃϲ καθηγήϲατο καὶ Σκηπίωνοϲ τοῦ ἐπικληθέντοϲ
Ἀφρικανοῦ μετὰ Πολύβιον Μεγαλοπολίτην. ἐτελεύτηϲε δ’ ἐν
Ἀθήναιϲ.
185 Παναίτιοϲ, μάγειροϲ μικροφυὴϲ ἤν. διαβάλλει δὲ αὐτὸν Ἀριϲτοφάνηϲ ὡϲ καταλαβότα τὴν γυναῖκα αὐτοῦ μοιχευομένην· ἐδυναϲτεύετο γὰρ ὑπ’ αὐτῆϲ μεγάληϲ οὔϲηϲ.
186 Πάνεμοϲ: ὄνομα μηνόϲ. ὁ Ἰούλιοϲ παρὰ Μακεδόϲιν.
187 Πάνθειον: τόποϲ. ἀνὰ τὸ πεδίον τῆϲ Ῥωμαίων νεὼϲ ἦν
188 Πάνθηρ: ὄνομα κύριον.
189 Πάνθηρα.
190 Πάνθιοϲ: ὄνομα κύριον.
191 Πάνθ᾿ ὅμοια καὶ Ῥοδῶπιϲ ἡ καλή: ἡ Ῥοδῶπιϲ ἑταίρα ἐγένετο. τοὺϲ οὖν πολὺ ἀπολέϲανταϲ ἀργύριον, τὸ διάφορον τῆϲ μίξεωϲ πρὸϲ τὰϲ ἄλλαϲ γυναῖκαϲ ϲυνορῶνταϲ, ἐπιφωνεῖν τὸ λεγόμενον.
192 Πάνθ᾿ ὃϲ᾿ ἃν θεὸϲ θέλῃ χ᾿ ἡ τύχη κατορθοῖ, χμρεῖ κατὰ νοῦν,
ἕτερον ἑτέρῳ τούτων κατὰ καιρὸν ἀπαντᾷ:
τουτέϲτι ὁπόϲα
ἂν θελήϲῃ ὁ θεὸϲ καὶ ἡ τύχη κατορθοῖ, ταῦτα χωρεῖ κατὰ νοῦν.
193 Πάνθοοϲ: ὄνομα κύριον.
194 Πάνθουϲ: πανθέατοϲ.
195 Πανθοίδηϲ: ὁ τοῦ Πάνθου.
196 Πανθοινεί: ἐπίρρημα.
197 Πανθοίνην: πανδαιϲίαν. Βάβριοϲ· λέων μὲν αὐτὸϲ εἶχε δοῖτα
πονθοίνην, ἔγκατα λαφύϲϲων, μυελὸν ὀϲτέων πίνων καὶ ϲπλάγχνα
198 Πάνθ᾿ ὑπὸ μηνιθμόν: ἤτοι μετὰ πάϲηϲ μήνιδοϲ καὶ χόλου,
ἢ κατὰ πάντα τὸν τῆϲ μήνιδοϲ χρόνον.
199 Πάνθυτα: πανϲέβαϲτα. πάνθυτα θέϲμιʼ ἐξήνυϲε. πανϲέβαϲτα
200 Πανηγυρίζω· δοτικῇ.
201 Πανικῷ δείματι: τοῦτο γίνεται ἐπὶ τῶν ϲτρατοπέδων, ἡνίκα
αἰφνίδιον οἴ τε ἵπποι καὶ οἱ ἄνθρωποι ἐκταραχθῶϲι,
μηδεμιᾶϲ αἰτίαϲ προφαείϲηϲ. τῷ δὲ Πανὶ εἰώθειϲαν ὀργιάζειν αἱ
γυναῖκεϲ μετὰ
ταραχῆϲ, ἀνθιϲτάμενοι ἀλλήλοιϲ
μάχονται. ἐν Ἐπιγράμμαϲι· Πανὶ
τε περιθέων ἐβόα
καὶ διὰ τῶν ὑπηρετῶν παρήγγειλε μένειν ἐν ταῖϲ ϲκηναῖϲ
καθωπλιϲμένουϲ ἅπανταϲ. καὶ παροιμία.
202 Πάνιον: ὄνομα τόπου. ἔνθα καὶ κάϲτρον παρὰ αἰγιαλῷ, ὃ
203 Πανιώνιοϲ κρατήρ.
204 Πανόλβιοϲ, ἐπῶν ποιητήϲ. ἔγραψε διάφορα καὶ πρὸϲ Αἰθέριον
205 Πανομφαίῳ: ᾧ πᾶϲα φήμη καὶ μαντεία ἀναφαίνεται.
206 Παννονία: χώρα.
207 Πανοπεύϲ.
208 Πανόπη: ὄνομα. καὶ Πανοπηϊάδηϲ, πατρωνυμικόν.
209 Πανόπτηϲ: πολυόφθαλμοϲ.
210 Πανόπτρια.
211 Πανοϲπρία: ἡ ἐκ τῶν ὀϲπρίων μίξιϲ.
212 Πανοῦργοϲ: ὁ πάντα ἐν πονηρίᾳ ἐργαζόμενοϲ. λέγεται δὲ
τούτουϲ κωμῳδεῖ ὡϲ
πανούργουϲ, τὸν Τιϲαμενὸν καὶ τὸν Φαίνιππον καὶ τὸν ππαρχίδην καὶ
τὸν γέροντα τὸν φαλακρὸν καὶ τὸν Θεόδωρον, Διομειαλαζόναϲ δὲ ἀπὸ
Διομείων τοῦ δήμου,
213 Πανωλεθρία. καὶ Πανώληϲ, ὁ πανώλεθροϲ.
214 Πανϲελήνῳ· Ἀριϲτοφάνηϲ φηϲὶ περὶ Κλεωνύμου· πόϲου τὸν πρωκτὸν
ϲυνήγαγε; καί φηϲι, τῇ πανϲελήνῳ. διότι οἱ Ἐλληνεϲ πάντα πρὸϲ τὴν
ϲελήνην ἔπραττον ἀποβλέποντεϲ. Δάτιδοϲ γοῦν καὶ Ἀντιφέρνουϲ
ϲτρατηγῶν τοῦ Περϲῶν βαϲιλέωϲ ἐϲ Μαραθῶνα ἐμβεβληκότων,
περιέμενον τὴν πανϲέληνον ἐπὶ τῷ τότε ἐξελθεῖν ἐπὶ τὸν πόλεμον. καὶ
πρὶν τοὺϲ Λακεδαιμονίουϲ παραγενέϲθαι, κατώρθωϲαν Ἀθηναῖοι τὸν
πόλεμον. παίζει οὖν Ἀριϲτοφάνηϲ διὰ τὸ ἔθοϲ.
215 Πανϲθενέϲτατον: ἰϲχυρότατον.
216 Πανϲπερμία: παγκαρπία.
217 Πανϲτρατί: ὅλῳ τῷ ϲτρατοπέδω.
218 Πανϲυδί: πανϲτρατιᾷ. καὶ Πανϲυδίην.
219 Πάντα ἐν ἐλάττονι θέμενοι ἀδεῶϲ ἐπόρθουν.
220 Πάντʼ ἔχειϲ: πάντ᾿ ἔγνωκαϲ.
221 Πάντα κάλων ϲείειν: παροιμία ἐπὶ τῶν πάϲῃ προθυμία χρωμένων.
παρῆκται δὲ ἀπὸ τῶν τὰ ἄρμενα χαλώντων.
222 Πάντα κινήϲω πέτρον: ὁμοία τῇ πάντα λίθον κίνει· τοῦ
δὲ Ἀπόλλωνα ἀποκρίναϲθαί φαϲι, πάντα λίθον κίνει. τὸ δέ, πάντα κάλων
ϲείειν, ἀπὸ μεταφορᾶϲ τῶν τὰ ἄρμενα κινούντων.
223 Πάντα λίθον κινεῖν: Πολυκράτει τῷ Θηβαίῳ χρηϲμὸϲ ἐξέπεϲε
θηρευόντων.
224 Πάντα μὴ βούλου κρατεῖν: ἐπὶ τῶν εἰϲ πάντα εὐδαιμονεῖν
225 Πάντα ὀκτώ: οἱ μὲν Στηϲίχορόν φαϲιν ἐν Κατάνῃ ταφῆναι
τοῦ μνημείου
ἔχοντοϲ ὀκτὼ κίοναϲ καὶ ὀκτὼ βαθμοὺϲ καὶ ὀκτὼ γωνίαϲ. οἱ δέ, ὅτι
Ἀλήτηϲ κατὰ χρηϲμὸν τοὺϲ Κορινθίουϲ ϲυνοικίζων ὀκτὼ φυλὰϲ ἐποίηϲε
τοὺϲ πολίταϲ καὶ ὀκτὼ μέρη τὴν πόλιν.
226 Πανταχῆ: πάντα τρόπον. καὶ πανταχοῦ, ἐν παντὶ τόπῳ. καὶ
227 Πανταχῆ τὸν τόπον περιϲκεψάμενοι. καὶ πανταχοῦ γῆϲ.
228 Πανταίνετοϲ.
229 Παντέλειαν: ὁλόκληρον.
230 Παντευχία: πανοπλία.
231 Παντικάπαιον: ὄνομα πόλεωϲ.
232 Παντὶ ϲθένει: ὅλη δυνάμει.
233 Παντί τῳ: παντί τινι.
234 Παντοδαήϲ: ὁ πάντα εἰδώϲ. τίϲ ἔργον ἔρεξε τοϲοῦτον, ὅϲϲον ὁ παντοδαὴϲ μήνυϲε Δημόκριτοϲ;
235 Παντοδαπά: παντοῖα.
236 Παντοδαπή, καὶ κλίνεται τῆϲ παντοδαπῆϲ.
237 Παντοκρατορία.
238 Παντοκράτωρ· παντοκράτοροϲ ἐπὶ γενικῆϲ· καὶ ἐπὶ κλητικῆϲ ὦ παντοκράτορ.
239 Παντολιγοχρόνιοϲ: παντελῶϲ ὀλιγοχρόνιοϲ. ἄρτι δὲ καὶ νύμφη παντολιγοχρόνιοϲ.
240 Παντομιγέϲ: πολυειδέϲ. εἴ πού τι χωρίον παντομιγέϲ τε καὶ εὔκαρπον ὑπάρχοι, ὁ δεϲπότηϲ εὐθὺϲ ϲυνήρπαϲτο, κατηγορίαϲ πεπλαϲμένηϲ εὐλόγου διά τινων ὑφειμένων ἐνηδρευμένοϲ· καὶ ὁ ἀδικούμενοϲ ἠδικεῖτο, τοῦ ἀδικοῦντοϲ κρίνοντοϲ.
241 Παντὸϲ μᾶλλον: ἀντὶ τοῦ πάντωϲ.
242 Πάντοϲε: πανταχοῦ.
243 Παντουργῷ: πάντα πράττοντι καὶ μηδὲν ὑποϲτελλομένῳ· ἢ πανούργῳ καὶ ἀναιδεῖ Σοφοκλῆϲ· φωτὶ παντουργῷ φρέναϲ ἔπραξαν ἀνδρὸϲ τοῦδ’ ἀπώϲαντεϲ κράτη.
244 Πάντωϲ: παντελῶϲ. οὐδὲ μνήμαϲ ϲύγε πάντωϲ νικήϲειϲ.
245 Παντοίαϲ ἤδη μούϲηϲ πειραθέντεϲ καθ’ ἑαυτούϲ: τουτ ποικίληϲ καὶ παντοδαπῆϲ.
246 Πανοικί: ὅλῳ οἴκῳ.
247 Πάνυ: λίαν.
248 Πανύαϲιϲ, Πολυάρχου, Ἁλικαρναϲϲεύϲ, τερατοϲκόποϲ καὶ ποιητὴϲητὴϲ
ἐπῶν· ὃϲ ϲβεϲθεῖϲαν τὴν ποιητικὴν ἐπανήγαγε. Δοῦριϲ
δὲ Διοκλέουϲ τε παῖδα ἀνέγραψε καὶ Σάμιον, ὁμοίωϲ δὲ καὶ Ἡρόδοτοϲ
Θούριον. ἱϲτόρηται δὲ Πανύαϲιϲ Ἡροδότου τοῦ ἱϲτορικοῦ ἐξάδελφοϲ·
γέγονε γὰρ Πανύαϲιϲ Πολυάρχου, ὁ δὲ Ἡρόδοτοϲ Λύξου τοῦ Πολυάρχου
ἀδελφοῦ. τινὲϲ δὲ οὐ Λύξην, ἀλλὰ Ῥοιὼ τὴν μητέρα Ἡροδότου,
Πανυάϲιδοϲ ἀδελφήν, ἱϲτόρηϲαν. ὁ δὲ Πανύαϲιϲ γέγονε
κατὰ τὴν οη΄ ὀλυμπιάδα, κατά δέ τιναϲ πολλῷ πρεϲβύτεροϲ· καὶ γὰρ ἦν
ἐπὶ τῶν Περϲικῶν. ἀνῃρέθη δὲ ὑπὸ Λυγδάμιδοϲ τοῦ τρίτου τυρανγήϲαντοϲ
Ἁλικαρναϲϲοῦ. ἐν δὲ ποιηταῖϲ τάττεται μεθ᾿ Ὅμηρον, κατὰ
249 Πανύαϲιϲ, Ἁλικαρναϲϲεύϲ, νεώτεροϲ, φιλόϲοφοϲ. Περὶ ὀνείρων
βιβλία δύο.
250 Πάνυ γὰρ ἔϲτ’ ἤδη χολή: πολύ. τὸ δὲ πολύ, κἂν ᾖ γλυκύ,
251 Πανύϲτατον: πάντων ἔϲχατον.
252 Παννυχίζω.
253 Πάξαμοϲ, λόγιοϲ. Ὀψαρτυτικὰ κατὰ ϲτοιχεῖον, Βοιωτικὰ ἐν
254 Παξαμᾶϲ: ὁ δίπυροϲ ἄρτοϲ. ἔϲτι δὲ ἡ λέξιϲ Ῥωμαϊκή.
255 Πάππα· ὅτι πάππα καὶ τέττα καὶ ἄππα οὐχ ὁ τροφεύϲ, ἓν ἀνθ’
ἑνόϲ ἐϲτιν, ἀλλὰ προϲφώνηϲιϲ πρὸϲ τροφέα. καὶ τὸ πάππα
καὶ ἄππα οὐ ψιλῶϲ ὁ πατήρ, ἀλλὰ πρὸϲ πατέρα ϲεπτικὴ φωνή· καὶ τὸ
τέττα ἑταίρου.
256 Παππάζοιεν: πατέρα καλοῖεν.
257 Παππάξ παπαππάξ: ἦχοϲ πορδῆϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ.
258 Παππαϲμόϲ: προϲφώνηϲιϲ παρὰ παιδὸϲ εἰϲ πατέρα γινομένη.
259 Παπαῖ: ϲχετλιαϲτικὸν ἐπίρρημα.
260 Παππίδιον· Ἀριϲτοφάνηϲ· ἀκρόαϲαι νῦν, ὦ παππίδιον, χαλάϲαϲ
261 Παππίζω. Ἀριϲτοφάνηϲ· παππίζουϲ᾿ ἡ θυγάτηρ με τριώβολον
ἐκκαλαμᾶται.
262 Παπίριοϲ: ὄνομα κύριον. οὐ γὰρ ἦν οὐδὲ τούτων ἀτρὶψ ὁ
263 Πάποροϲ: ὄνομα κύριον.
264 Πάπποϲ: αἱ ἐπὶ τοῦ κάτω χείλουϲ τρίχεϲ, μύϲταξ δὲ αἱ ἐπὶ τοῦ ἄνω.
265 Πάπποϲ, Ἀλεξανδρεύϲ, φιλόϲοφοϲ, γεγονὼϲ κατὰ τὸν πρεϲβύτερον
Θεοδόϲιον τὸν βαϲιλέα, ὅτε καὶ Θέων ὁ φιλόϲοφοϲ ἤκμαζεν, ὁ γράψαϲ
εἰϲ τὸν Πτολεμαίου Κανόνα. βιβλία δὲ αὐτοῦ Χωρογραφία οἰκουμεννικὴ,
Εἰϲ τὰ δ΄ βιβλία τῆϲ Πτολεμαίου μεγάληϲ ϲυντάξεωϲ
ὑπόμνημα. Ποταμοὺϲ τοὺϲ ἐν Λιβύῃ, Ὀνειροκριτικά.
266 Παππῷον· τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν. ἐγένετο
ἐπὶ τῶν Μηδικῶν ψήφιϲμα, ὥϲτε ἕκαϲτον κατὰ δύναμιν ϲυμβαλέϲθαι εἰϲ
τὰ κοινὰ χρήματα. ταῦτα δὲ ἔταξεν Ἀριϲτείδηϲ
δοῦναι
τοῖϲ ϲυμμάχοιϲ, εἰ τοῖϲ βαρβάροιϲ πολεμοῖεν.
267 Παπυλαιῶνοϲ: ϲκηνῆϲ, τοι τένταϲ.
268 Πάπυροϲ· θηλυκὸν ἡ πάπυροϲ. λαμπάδα κηροχίτωνα, Κρόνου τυφήρεα
269 Παρά: διά.
270 Παραβαλέϲθαι: τὸ ἐξαπατῆϲαι. Θουκυδίδηϲ α΄. οὕτω καὶ Ὅμροϲ· παραβλήδην ἀγορεύων.
271 Παραβαλέϲθαι: τὸ παύϲαϲθαι, καὶ ἀπαλλαγῆναι. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεϲϲόντων.
272 Παραβαλέϲθαι· ὁ δὲ Ἰούδαϲ δραϲτήριοϲ ὢν ἔκρινεν ὑπὲρ τῆϲ
τἀδελφοῦ ϲωτηρίαϲ παραβαλέϲθαι. τολμηρῶϲ ἐπέρχεϲθαι.
καὶ
273 Παραβάλλεϲθαι: πρὸϲ κίνδυνον ῥίπτειν ἑαυτόν. λοιπὸν ἦν
παραβάλλεϲθαι καὶ τολμᾶν. καὶ αὖθιϲ· ὁ δὲ πρὸϲ τῷ παραβάλλεϲθαι
καὶ διακινδυνεύειν ὅλοϲ καὶ πᾶϲ ἦν. καὶ Παραβαλλόμενοϲ
πλεοάκιϲ, θαρραλέωϲ ὁρμῶν.
274 Παραβαλεῖν: ἀντὶ τοῦ παραδοῦναι. ὁ δὲ ὁρᾷ τὴν Μεληϲίαν καὶ ἐρᾷ
αὐτῆϲ καὶ πέμπει πείϲων πεντακιϲχιλίουϲ καὶ μυρίουϲ αὐτῇ
275 Παραβάλλειν: τὸ ἀπέρχεϲθαι. παραβάλλειν εἰϲ Σικελίαν πρὸϲ
τὸν τύραννον. καὶ αὖθιϲ· αἰϲχύναϲαι τὴν λατρείαν τὴν
περὶ τὴν
276 Παραβαλεῖϲ: παραθήϲειϲ, ὁμοιώϲειϲ, ἐπιφοιτήϲειϲ.
277 Παραβαλλόμενον· οὐ γὰρ ἦν πρὸϲ τὴν Θρᾳκῶν χιόνα παραβαλλόμενον
χαρίζεϲθαι δάπιδαϲ.
278 Παραβαλλόμενοϲ: ἐξομοιούμενοϲ. τὰ πρῶτα παραβαλλόμενοϲ
279 Παραβαλών: πληϲίον ϲυϲτήϲαϲ, ϲυνοδεύων. ὁ δὲ παραβαλὼν
ἐλαύνειν ἐκέλευεν. καὶ Παραβάλλω·
αἰτιατικῇ.
280 Παραβαλών: χαλάϲαϲ. Ἀριϲτοφάνηϲ· ὥϲπερ παλαιϲτὴϲ παραβαλὼν
281 Παραβάλοιτο: ἀντὶ τοῦ παραπέμψαιτο. Αἰϲχίνηϲ κατὰ
Κτηϲιφῶντοϲ.
282 Παράβαϲιϲ· τοῦτο λέγεται παράβαϲιϲ, ἅπερ ἔλεγον ἐπιϲτρέφοντεϲ
ἄλληϲ ὑποθέϲεωϲ, ἢ ἐπεὶ παραβαίνει ὁ χορὸϲ τὸν τόπον. ἐϲτᾶϲι μὲν γὰρ
κατὰ ϲτοῖχον οἱ πρὸϲ τὴν ὀρχήϲτραν ἀποβλέποντεϲ· ὅταν δὲ παραβῶϲιν,
ἐφεξῆϲ ἑϲτῶτεϲ καὶ πρὸϲ τὸ θέατρον ἀποβλέποντεϲ τὸν λόγον ποιοῦνται.
εἶτα διελθόντεϲ τὴν καλουμένην παράβαϲιν ἐϲτρέφοντο πάλιν εἰϲ τὴν
προτέραν ϲτάϲιν. δῆλον δὲ ποιοῦϲιν αὐτοὶ οἱ ποιηταί,
τὸ
ϲτρέφεϲθαι ϲημαίνοντεϲ καὶ τὸ παραβαίνειν. Πλάτων ὁ κωμικὸϲ ἐν τῷ
Παιδαρίῳ· εἰ μὲν μὴ λίαν, ἄνδρεϲ, ἠναγκαζόμην ϲτρέψαι δεῦρο.
283 Παραβαίνω· γενικῇ. μή τι παραβαίνειν ἔδοξε τῶν κοινῶν; καὶ αἰτιατικῇ.
284 Παραβεβάϲθαι τὰϲ ϲπονδάϲ: τὸ παθητικὸν τοῦ παραβεβηκέναι,
πάνυ ἀκολούθωϲ Θουκυδίδηϲ.
285 Παραβέβληϲαι: παραβόλωϲ κέχρηϲαι. καὶ παραβέβληϲαι τῷ βίῳ διὰ τὴν πρὸϲ ἐμὲ εὔνοιαν, οὐδεμιᾶϲ ἀνάγκηϲ ϲοι προκειμένηϲ.
286 Παραβιάζω· αἰτιατικῇ.
287 Παραβιβάζεϲθαι: παραβαίνεϲθαι.
288 Παραβλέπουϲα θατέρῳ. μὴ ἀτενίζουϲα, φηϲίν, ἀλλὰ τῷ ἑτέρῳ ὀφθαλμῷ βλέπουϲα.
289 Παραβλήδην: ἀπατητικῶϲ, παραλογιϲτικῶϲ.
290 Παραβληθηϲόμενοϲ: ϲυγκριθηϲόμενοϲ, ὁμοιωθηϲόμενοϲ.
291 Παραβλῶπεϲ: παρορῶντεϲ. διεϲτραμμέναϲ ἔχοντεϲ τὰϲ ὄψειϲ.
292 Παραβλύϲαϲ: παραβαλὼν, ἀποπτύϲαϲ. εἴποτε ἡττηθεὶϲ οἴνου καὶ παραβλύϲαϲ τὸ περιττόν, εἶτα ὕπνου μέτοχοϲ γένοιτο.
293 Παραβολή: λόγοϲ αἰνιγματώδηϲ καὶ κεκρυμμένοϲ, πρὸϲ ὡφέλειαν φέρων.
294 Παραβολή: διήγημα. ἀνοίξω ἐν παραβολαῖϲ τὸ ϲτόμα μου. ἀντὶ τοῦ ἐν
διηγήϲει ἀρχαίων λόγων. καὶ ἡ ὁμοίωϲιϲ. καὶ τὸ
295 Παραβολή: πραγμάτων ὁμοίωϲιϲ.
296 Παράβολοϲ· Ἀριϲτοφάνηϲ Σφηξί· πονηρὸϲ εἶ πόρρω τέχνηϲ
καὶ παράβολοϲ. ἀντὶ τοῦ οὐ γνήϲιοϲ. Ἰώϲηποϲ περὶ τῆϲ
ἐγγαϲτρινμύθου·
297 Παραβόλωϲ· Πολύβιοϲ· μετὰ δὲ ταῦτα πρὸϲ ἡλίκην δυναϲτείαν παραβόλωϲ ἀντοφθαλμήϲαϲ.
298 Παραβολώτεροϲ: ἀνόητοϲ.
299 Παραβραβεύοντα: διακρίνοντα, διορίζοντα. ἀποκλίνοντα τὸ
300 Παραβύουϲα: παρακαλύπτουϲα.
301 Παράβυϲτον: παρακεκρυμμένον, λάθρα γινόμενον.
302 Παράβυϲτον: οὕτωϲ ἐκαλεῖτό τι τῶν παρʼ Ἀθηναίοιϲ δικαϲτηρίῳν,
τοῖϲ φορτίοιϲ παραβυϲμάτων,
τουτέϲτι παραπληρωμάτων.
303 Παραγάγῃϲ: παρηγορήϲῃϲ. μηκέτι παραγάγῃϲ, ἴν’ οὐ πάρειϲιν
304 Παραγγελία· παραγγελία περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε.
Κτηϲιφῶντοϲ· τὴν μὲν
παραϲκευὴν ὁρᾶτε, ὦ ἄνδρεϲ Ἀθηναῖοι, καὶ παράταξιν ὅϲῃ γεγένηται,
καὶ τὰϲ κατὰ τὴν ἀγορὰν δεήϲειϲ, αἷϲ κέχρηταί τινεϲ. Δείναρχοϲ ἐν τῇ
κατὰ Πολυεύκτου ἀποφάϲει· καὶ τὰϲ ἰδίαϲ παραγγελίαϲ γεγενημέναϲ καὶ
τὰϲ δεήϲειϲ.
305 Παράγγελμα: προτροπή, κάταρξιϲ. κρότοϲ τε ἀθρόοϲ οὐκ
ἐκ παραγγέλματοϲ, ἀλλ’ ἐκ τοῦ αὐτοκελεύϲτου τῆϲ προθυμίαϲ τῶν
306 Παραγγέλλοντα: δεχόμενον τὴν ἀρχήν. ὁ δὲ Φάβιοϲ λαβὼν
307 Παραγγέλλονταϲ· οἱ δὲ Ἀρειανοὶ ὄντεϲ προφάϲει τοῦ δόγματοϲ,
ὡϲ πλείϲτην εἰϲ τὸν πόλεμον παραγγέλλων. ἀντὶ τοῦ
καταλέγων.
308 Παραγγέλλων: ἀντὶ τοῦ ϲυνερχόμενοϲ, ϲυνδιατρίβων, ϲυναναϲτρεφόμενοϲ. ὁ δὲ παραγγέλλων ποτὲ μὲν τοῖϲ, ποτὲ δὲ τοῖϲ ἥρπαζε μετ’ αὐτῶν καὶ διεδύετο. ἢ Παραγγέλλων, ἀντὶ τοῦ ἀπροόπτωϲ ἐρχόμενοϲ.
309 Παράγγελϲιϲ· αἱ γὰρ παραγγέλϲειϲ οὐ καθ’ ἔν, ὡϲ πρότερον,
ἀλλὰ διτταὶ ἐγίνοντο.
310 Παράγεϲθαι: μεταπείθεϲθαι. Θουκυδίδηϲ· κελεύει αὐτοὺϲ μὴ λόγοιϲ μόνον παράγεϲθαι ἢ πέμψαι ϲφῶν αὐτῶν ἄνδραϲ, οἵτινεϲ ἀπαγγελοῦϲι.
311 Παραγγείλαϲ. ὁ δὲ ἀνεχώρηϲεν, οὐδὲ τὸ ἀνακλητικὸν παραγγείλαϲ.
312 Παραγκωνίϲαϲ: ἀποϲτρέψαϲ, ἐκ τῶν ἀγκώνων δήϲαϲ.
313 Παραγνούϲ: παρανοήϲαϲ.
314 Παραγωγαῖϲ: ἐξαπάταιϲ. ϲοφίϲμαϲι δὲ καὶ παραγωγαῖϲ ἀεί
τε καὶ καθημέραν ἡμᾶϲ ἐκκρούοντεϲ κύριοι τῶν ἡμετέρων ἐκ τοῦ
παραοϲλόγου γεγένηνται.
315 Παραγωγή· παραγωγὴ λέγεται, ὅταν ἡ φάλαγξ πορεύηται ἐκ τῶν
εὐωνύμων τοὺϲ ἡγεμόναϲ ἔχουϲα ἢ ἐκ τῶν δεξιῶν. κἂν μὲν ἐκ τῶν
εὐωνύμων ἔχῃ τοὺϲ ἡγεμόναϲ, εὐώνυμοϲ παραγωγὴ λέγεται· ἐὰν
δὲ ἐκ τῶν δεξιῶν, δεξιὰ παραγωγή. εἴτε δὲ ἡ πορεία ἐν
ἐπαγωγῇ γίνεται εἴτε ἐν παραγωγῇ, ἐν μονοπλεύρῳ ἢ τριπλεύρῳ ἢ
τετραπλεύρῳ τάγματι βαδιεῖ. μονοπλεύρῳ μέν, ὅταν μοναχόθεν φοβηθῇ·
διπλεύρῳ δέ, ὅταν διχόθεν· τριπλεύρῳ δέ, ὅταν τριχόθεν· τετραπλεύρῳ
δέ. ὅταν πανταχόθεν οἱ πολέμιοι ἐπιτίθεϲθαι ὑφορῶνται.
316 Παραγραμματίζων: ὅπερ παρήχημα λέγεται. Τίμων οὑτωϲὶ παραγραμματίζων αὐτόν, ὡϲ ἀνέπλαϲε Πλάτων πεπλαϲμένα θύματα. οἷόν ἐϲτι παυϲάμενοϲ Παυϲανίαϲ, καὶ Σαμία μία ναῦϲ.
317 Παραγραμματιϲμόϲ: ὅταν γράμμα ἀντί γράμματοϲ τεθῇ· οἷον ἀντὶ τοῦ
μυρϲίνη βυρϲίνη, β ἀντὶ τοῦ μ· ὡϲ Ἀριϲτοφάνηϲ ἀντὶ
τοῦ
μ τῷ β ἐχρήϲατο. δέον γὰρ εἰπεῖν μυρϲίνη, βυρϲίνη εἴρηκε· ταῖϲ
318 Παραγράφεται: ἐξουθενεῖ, παραιτεῖται, ἀποβάλλεται. καὶ
ἐν ϲυνθέϲει ἀπαράγραφον. ὡϲ μάρτυϲ ἔχειϲ τὸ ἀπαράγραφον.
περὶ Ἰακώβου τοῦ ἀδελφοθέου.
319 Παραγραφή: ὅταν λέγῃ τιϲ ὅτι τὸ πρᾶγμα. περὶ οὖ τὸ ἐγκλημά
ϲθαι κρίϲιν· μάλιϲτα δὲ
τοὺϲ νόμουϲ ἀναγινώϲκειν τοῖϲ δικαϲταῖϲ, οἵ πλεονάκιϲ δικάζεϲθαι
περὶ τῶν αὐτῶν οὐ ϲυγχωροῦϲι. λέγει δὲ περὶ αὐτοῦ τοῦ πράγματοϲ ἅμα
τοῖϲ δικαϲταῖϲ παραδεικνύϲ, ὡϲ οἱ πάλαι δικάϲαντεϲ καὶ δικαίωϲ καὶ
κατὰ τοὺϲ νόμουϲ ψηφίϲαντεϲ. καὶ τοῦτό ἐϲτι παραγραφή. καὶ ἐπ’
ἐκείνῃ τῇ δίκῃ, περὶ ἧϲ οὐδὲν ὥριϲται παρὰ
τοῖϲ νόμοιϲ,
οὐδὲ ἔνεϲτιν αὐτὴν ὁ εἰϲάξων, ὥϲπερ καὶ τὰϲ ἄλλαϲ δίκαϲ· τῶν γὰρ
ἄλλων δικῶν προϲτέτακται ἑκάϲτῳ τῶν ἐν ταῖϲ ἀρχοῖϲ εἰϲάγειν τινά.
παραγράφεϲθαι οὖν ἐφεῖται καὶ τοῖϲ τοϲοῦτόν τι ἐγκαλουμένοιϲ, περὶ
οὑ οὐ νενομοθέτηται.
320 Παραγραφή: οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται
παρὰ τοῖϲ ῥήτορϲιν, ἀλλ’ ἰδίωϲ Ἰϲοκράτηϲ παραγραφῆϲ
εἶπεν, ἀντὶ τοῦ ἀπὸ τῆϲ γραφῆϲ. καὶ ἔϲτι τὸ λεγόμενον παρ᾿ αὐτοῦ,
ἀφʼ οὗ παρέγραψα· τοῦτο δ’ ἂν εἴη, ἀφʼ οὗ παρεθέμην. ὁ δὲ Ὑπερίδηϲ
ἐν τῷ κατὰ Δημοϲθένουϲ, οὐδὲ μέχρι παραγραφῆϲ φηϲιν· ἀντὶ τοῦ οὐδὲ
μέχρι τινὸϲ ὡριϲμένου χρόνου καὶ παραγεγραμμένου, ὅπερ ἐϲτὶν
γεγραμμένου.
321 Παραγράφω· αἰτιατικῇ.
322 Παράδειγμα: εἰκών, ἢ χαρακτὴρ ἔννοιαν ἔχων αἰϲθητοῦ πράγματοϲ.
λογικόν· παραβολὴ δέ ὅταν
ἀνόμοιον ἀνομοίῳ, οἷον ἀλόγῳ λογικὸν ἢ ἔμπαλιν. ἢ παράδειγμά ἐϲτι
λόγοϲ ἀπὸ τῶν καθέκαϲτα ἐπὶ τὰ
323 Παράδειγμα· τὸ παράδειγμα τῆϲ ἐπαγωγῆϲ ἄλλο. ἡ μὲν γὰρ ἐπαγωγὴ ἐκ
τῶν καθέκαϲτά ἐϲτιν ἐπὶ τὸ καθόλου ὁδόϲ. παράδειγμα δὲ γίνεται τὸ
ὅμοιον καὶ γνωριμώτερον τοῦ ὁμοίου καὶ ἧττον γνωρίμου. διὸ ἐπαγωγὴ
μὲν διʼ ἑνὸϲ οὐ γίνεται· τὸ δὲ παράδειγμα ἀρκεῖ καὶ δι᾿ ἑνὸϲ εἶναι.
καὶ ἔϲτιν ἡ μὲν ἐπαγωγὴ τῷ διαλεκτικῷ οἰκειοτέρα,
τὸ δὲ
παράδειγμα τῷ ῥήτορι. κέχρηται μέντοι καὶ ὁ διαλεκτικὸϲ
παραδείγμαϲιν ὑπὲρ ϲαφηνείαϲ τοῦ λεγομένου, εἰ μὴ εἴη γνώριμον· ὡϲ
τὸ διὰ τῆϲ ὁμοιότητοϲ πυνθάνεϲθαι. παραδειγματικὸν γὰρ τὸ οὕτωϲ
ἐρωτῆϲαι, ἀρά γε τῶν ἐναντίων ἡ αὐτὴ ἐπιϲτήμη ὥϲπερ καὶ ἡ αἴϲθηϲιϲ;
παραδείγματοϲ δὲ καὶ παραβολῆϲ διαφορά, ὅτι τὸ μὲν παράδειγμα
δοκεῖ γεγονόϲ τι εἰϲ δεῖξίν τινοϲ παρατίθεϲθαι μηδέπω
γεγονότοϲ καὶ διὰ τοῦτο ἀδήλου, ἡ δὲ παραβολὴ εἰκών ἐϲτιν, ὁμοιότητα
πρόϲ τι γεγονὸϲ ϲημαίνουϲα. ἰϲτέον ὅτι τὰ παραδείγματα οὐ κατὰ πάντα
λαμβάνεται καὶ τοῖϲ προκειμένοιϲ ἁρμόζεται· ἐπεὶ οὐκ ἂν εἴη
ὑποδείγματα ἀλλὰ ταυτότηϲ· ἀλλὰ χρὴ τὸ χρήϲιμον ἡμᾶϲ καὶ εἰϲ ὃ
παρείληπται ἐκλεξαμένουϲ τὸ λοιπὸν ἅπαν χαίρειν ἐᾶν·
οἷον ὁ Πατριάρχηϲ λέγει περὶ τοῦ ϲωτῆροϲ, ἀναπεϲὼν ὡϲ λέων, οὐ πάντα
προϲαρμόζομεν τῷ Χριϲτῷ, ἀλλὰ τὸ ἄμαχον καὶ φοβερὸν καὶ βαϲιλικὸν
ἐκλαμβάνοντεϲ, τὸ δὲ θηριῶδεϲ καὶ εἴ τι ἄλλο πρόϲεϲτι παριππεύομεν.
καὶ ὅταν λέγῃ, ἀπαντήϲομαι αὐτοῖϲ ὡϲ ἄρκτοϲ ἀπορουμένη, τὸ
τιμωρῇτικὸν
μόνον ἐκληψόμεθα, ἀλλ’ οὐκ ἄλλο τι τῶν τῇ
ἄρκτῳ προϲόντων.
324 Παράδειξιϲ: ὁμοιότηϲ, δήλωϲιϲ.
325 Παραδεικνῦϲα καὶ Παραδεικνύντοϲ καὶ Παραδεικνύναι.
326 Παράδειϲοϲ· ζήτει πλατύτερον ἐν τῷ Σεμίραμιϲ.
327 Παραδειγματίζω· αἰτιατικῇ.
328 Παραδιαιτᾶϲθαι: τὸ παρʼ ἑτέρῳ τινὶ τρέφεϲθαι.
329 Παραδιδάϲκω· αἰτιατικῆ.
330 Παραδίδωμι· δοτικῇ.
331 Παρὰ δίκην: παρὰ τὸ δίκαιον.
332 Παρὰ δόξαν: παρὰ προϲδοκίαν, παρ’ ἐλπίδα. τὰϲ δυϲχωρίαϲ
333 Παράδοξον: ἀπροϲδόκητον, θαυμαϲτόν.
334 Παραδῶϲι: πληθυντικόν. ϲυντρέχει λοιπὸν τὸ ϲυνέδριον τῶν Ἰουδαίων, ἴα τὸν δημιουργὸν καὶ κτίϲτην τῶν ἁπάντων Πιλάτῳ παραδῶϲιν.
335 Παραδράμω· αἰτιατικῇ.
336 Παραδυναϲτεύω· δοτικῇ.
337 Παραδύομαι· παροιμία· ἐπειδὴ εἰϲ τοὺϲ πλουϲίουϲ οἱ πένητεϲ
338 Παραζήλου: παρερεθίζου, παροξύνου εἰϲ μίμηϲιν τῶν κακίᾳ
339 Παραζηλῶν· αἰτιατικῇ. παροξύνων, ζηλοτυπῶν.
340 Παραθέουϲι: παρατρέχουϲι.
341 Παράθερμοϲ: παρὰ τὸ προϲῆκον ἐργαζόμενοϲ. ὢν δὲ φύϲει
342 Παράθεϲιϲ: ϲύγκριϲιϲ. βουλόμενοϲ δ’ ἐκ παραθέϲεωϲ ὑπόδειγμα
ποιῆϲαι τῆϲ αὑτοῦ προαιρέϲεωϲ, ἧϲ ἔχει πρὸϲ τοὺϲ πεπιϲτευκότοϲ
343 Παραθήγειν: ἀκονᾶν, παροξύνειν.
344 Παραθήξονται: παρακονήϲονται. ἦν δὲ Πύλλοϲ Ἄττιδοϲ,
345 Παραθραύοντεϲ: ταλαιπωροῦντεϲ, ἀδυνατοῦντεϲ.
346 Παραθρήϲειαϲ: παρίδῃϲ.
347 Παρίημι: ϲυγχωρῶ. εἴ τιϲ ἐπελθὼν ἡμῶν εἰϲ τὴν παρεμβολὴν
348 Παρακαλεῖν: τὸ καλεῖν, ἢ τὸ προτρέπεϲθαι· ἄκυρον γὰρ τὸ
349 Παρακαλῶ· ὅτι τὸ καλῶ καὶ παρακαλῶ ἔλευϲιν ἔχει καὶ αἰτιατικῇ
ϲυντάϲϲεται.
350 Παρακαρηϲόϲ: ὄνομα ποταμοῦ.
351 Παρακαρήϲ: ὀλίγου.
352 Παρακαταβολή: πρόθεϲιϲ τοῦ δεκάτου μέρουϲ τοῦ τιμήματοϲ.
γὰρ τῷ πρυτανείῳ ἐτίθεϲαν
τὰϲ τῶν δικῶν γραφάϲ. λέγει ὁ Στρεψιάδηϲ· προϲαποβαλεῖϲ ἄρʼ αὐτὰ
πρὸϲ ταῖϲ δώδεκα. ἀπολεῖϲ, φηϲί, καὶ τὰ ἐπὶ τῇ γραφῇ ἀναλώματα,
μάτην αὐτὰ ποιήϲαϲ, διὰ τὸ περιέϲεϲθαί ϲου τὸν υἱόν μου, λέγοντα τὸν
ἀδικώτερον λόγον. ὅ ἐϲτι τὸ δέκατον τοῦ τιμήματοϲ τῆϲ δίκηϲ, ὅπερ
καλεῖται ϲυνωνύμωϲ
παρακαταβολή.
353 Παρακαταβολή καὶ Παρακαταβάλλειν: οἱ ἀμφιϲβητοῦντεϲ χρημάτων
τινῶν δεδημειμένων πρὸϲ τὴν πόλιν καὶ οἱ περὶ κλήρων ἢ ἐπικλήρων
πρὸϲ ἰδιώταϲ ἀντιδικοῦντεϲ ἀργύριόν τι κατετίθεϲαν, καὶ τοῦτο ἐχρῆν
αὐτοὺϲ ϲτέρεϲθαι, εἰ τὴν δίκην ἡττηθεῖεν. ἐπὶ μὲν οὖν
τῶν πρὸϲ τὸ δημόϲιον ἀμφιϲβητήϲεων δῆλόν ἐϲτιν, ὅτι τὸ πέμπτον μέροϲ
τοῦ ἀμφιϲβητουμένου κατετίθετο. Δημοϲθένηϲ μέντοι ἐν τῇ πρὸϲ
Πανταίνετον παραγραφῇ περὶ ἰδίαϲ τινὸϲ δίκηϲ φηϲί· καὶ μετὰ ταῦτα
προϲκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰϲ
παρακαταβολάϲ.
354 Παρακαταθήκη: ἐνέχυρον.
355 Παρακατεῖχον: ἐχρονοτρίβουν. οἱ δὲ δολίωϲ τοῖϲ πρέϲβεϲι προϲενεγκάμενοι παρακατεῖχον ὡϲ ϲυνάξοντεϲ τὸν δῆμον.
356 Παρακεκινδυνευμένον: ἀντὶ τοῦ ὑψηλόν, ἢ βλάϲφημον. λριϲτοφάνηϲ·
γόνιμον δὲ ποιητὴν οὐκ ἂν εὕροιϲ ἔτι. τουτέϲτι φυϲικόν
τινα καὶ οὐ βεβιαϲμένον, ἢ γεννητικόν. ὅϲτιϲ φθέγξεται τοιουτονί τι
παρακεκινδυνευμένον, αἰθέρα, Διὸϲ δωμάτιον, ἢ χρόνου πόδα, ἢ φρένα
μὲν οὐκ ἐθέλουϲαν ὀμόϲαι καθ’ ἱερῶν, γλῶτταν δ’ ἐπιορκήϲαϲαν ἄνευ
τῆϲ φρενόϲ. Εὐριπίδηϲ· ὄμνυμι δ᾿ ἱερὸν αἰθέρ’ οἴκηϲιν Διόϲ.
Ἀλεξάνδρου δέ· καὶ χρόνου πρόβαινε πούϲ. καὶ ἐξ Ἱππολύτου Εὐριπίθου·
ἡ γλῶϲϲ᾿ ὀμώμοχ᾿ , ἡ δὲ φρὴν ἀνώμοτοϲ.
357 Παρακεκλημένοι: παραμυθηθέντεϲ.
358 Παρακεκομμένοϲ: μαινόμενοϲ, ἐξεϲτηκώϲ, παράφρων. καὶ
λέγειν
παραχαράκταϲ τοὺϲ παρακόπτονταϲ. ὅθεν καὶ παράϲημοϲ ῥήτωρ. ἀνδράρια
μοχθηρά, παρακεκομμένα, ἄτιμα καὶ παράϲημα καὶ παράξενα.
359 Παρακελεύεται· δοτικῇ. προτρέπεται, διεγείρει.
360 Παρακερδαίνω ϲου.
361 Παρακεχόρδηκεν, οἷον παρημάρτηκε λέγουϲιν Ἀττικοί. καὶ
362 Παρακείμενα: τὰ νῦν. ἱκανὰ κακὰ τὰ παρακείμενα.
363 Παρακινοῦντα: ἐξιϲτάμενον. οὐχ οὕτω παρακεκινηκότεϲ
Ἰουλιανὸν τὸν Εὐτρόπιον ἀνατιθέμενοι. Εὐνάπιόϲ φηϲι
περὶ Εὐτροπίου τοῦ εὐνούχου. καίτοι παρακινηθεὶϲ τοῦ
προϲήκοντοϲ.
364 Παράκληϲιϲ: ἀντὶ τοῦ προτροπή. Ἰϲοκράτηϲ Παραινέϲεϲι·
ποιήϲειν καὶ χωρὶϲ τῆϲ
ἐμῆϲ παρακλήϲεωϲ.
365 Παρακλιδόν.
366 Παρακλίναϲαι: παρανοίξαϲαι. ἠμὲν ἀνακλῖναι πυκινὸν νέφοϲ
κᾆτ, ἢν ἀπίῃ,
παρακύπτουϲι.
367 Παρακοᾶν: παρανοεῖν καὶ παραφρονεῖν. κοᾶν γάρ καὶ κονᾶν
368 Παρακονᾶν: τὸ ἐν τῷ φιλεῖν διατρίβειν.
369 Παρακοπὴ φρενῶν: ἡ φρενιτίαϲιϲ.
370 Παρακόψαϲ: τὸν νοῦν τραπείϲ. ἐτελεύτηϲε δέ, ἄκρατον πολὺν ἐμφορηθεὶϲ καὶ παρακόψαϲ, ἤδη γεγονὼϲ ἔτοϲ πέμπτον καὶ ἑβδομηκοϲτόν.
371 Παρὰ κωφὸν ἀποπαρδεῖν: πρόδηλοϲ τῆϲ παροιμίαϲ ἡ αἰτία·
372 Παρακροτοῦντεϲ: παραθαρϲύνοντεϲ, παρορμῶντεϲ.
373 Παρακρούεται· αἰτιατικῇ. ἀντὶ τοῦ ἐξαπατᾷ. μετῆκται δὲ τοὔνομα
ἀπὸ τοῦ τοὺϲ ἱϲτάνταϲ τι ἢ μετροῦνταϲ, κρούειν τὰ μέτρα καὶ
διαϲείει, ἕνεκα τοῦ πλεονεκτεῖν,
374 Παρακρουϲάμενοϲ: ἐξαπατήϲαϲ, παραπείϲαϲ. παῖδαϲ τῶν εὐγενεϲτάτων οἴκων παρακρουϲάμενοϲ ἐξήγαγεν ἐκ τῆϲ πόλεωϲ.
375 Παρακρούϲαϲθαι: ἀνατρέψαι. ὁ δέ, ὅϲα διημφιϲβητήθη, οἷοϲ ἐγένετο παρακρούϲαϲθαι.
376 Παράκρουϲιν: ἐξαπάτην, ἐμπαιγμόν. ἄπιϲτοί τε γὰρ δόξαντεϲ εἶναι οἱ Σαυνῖται, καὶ πρὸϲ τὰϲ ϲυμφορὰϲ ἐϲ παράκρουϲιν τοῦ ἀεὶ κρατοῦτοϲ ϲφῶν ϲπένδεϲθαι, οὐχ ὅϲον οὐχ εὕροντό τι ϲυμβατικόν, ἀλλὰ καὶ ἄϲπονδον ϲφίϲι τὸν πόλεμον παρεϲκεύαϲαν.
377 Παρακοίτηϲ: ὁ ἀνήρ. Παράκοιτιϲ δὲ ἡ γυνή.
378 Παροκωχή: παροχή· παρὰ Θουκυδίδῃ, ὡϲ ἡ ἀνακωχὴ καὶ διακωχή.
379 Παράλλαξον: πάρελθε. ἡ γὰρ κατὰ μικρὸν παράλλαξιϲ πᾶϲα ποιεῖ φύϲιν ὑπερφέρειν τὰϲ μεταβολάϲ, ὡϲ ἐπὶ τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ.
380 Παραλλάττουϲιν: ἀντὶ τοῦ παρέρχονται. παραλλάττουϲι δὲ
ἀλλήλουϲ τῷ διαϲτήματι τῶν ὁδῶν ψευϲθέντεϲ ὅ τε Προκόπιοϲ καὶ
Οὐάληϲ ὁ βαϲιλεύϲ.
381 Παραλλήλων: ὁμοίων, ἀκολούθων, ἐγγὺϲ ἀλλήλων, ἐξίϲου.
382 Παραλογίζομαί ϲε.
383 Παραλογιϲμόϲ: ἀπάτη λογιϲμοῦ.
384 Παραλογιϲτήϲ: ἀπατεών.
385 Παράλογον λέγουϲιν ἀρϲενικῶϲ οἵ τʼ ἄλλοι καὶ μάλιϲτα Θουκυδίδηϲ,
θάρϲοϲ καὶ ἀπιϲτία πρὸϲ τὰ γινόμενα παρέϲτη πλείων ἢ
τοῖϲ τὰ παράλογα ὀνείρατα ὁρῶϲιν. ὁ Παράλογοϲ Θουκυδίδηϲ· οἱ δὲ
κύριοι τῶν ἡμετέρων ἐκ τοῦ παραλόγου
γεγένηνται.
386 Παραλόγωϲ: τὸ ἀνέλπιϲτον, παρὰ προϲδοκίαν. οὐδέ τιϲ
387 Πάραλοϲ: ναῦϲ ἱερά, θεωρίϲ· ἦν δὲ καὶ ἑτέρα Σαλαμινία ναῦϲ.
Πευθὶϲ δὲ πάραλοϲ, ἡ παραθαλαϲϲία, ἢ ἡ παρὰ τὰϲ ἅλαϲ
κειμένη.
388 Πάραλοϲ ἢ Σαλαμινία: αὗται ἱεραὶ τριήρειϲ δημόϲιαι, ἐπὶ
καλοῦντεϲ αὐτὸν ἐπὶ κρίϲιν. τουτέϲτιν Ἀλκιβιάδην.
389 Πάραλοϲ: Δημοϲθένηϲ Φιλιππικοῖϲ. μία τῶν παρ᾿ Ἀθηναίοιϲ
τὸ πλεῖϲτον τοῦ
ἐνιαυτοῦ οἴκοι τε ἔμενον, καὶ ἄλλα τινὰ ὑπῆρχεν αὐτοῖϲ παρὰ τῆϲ
πόλεωϲ,
390 Πάραλοι: οἵ τε ἐν τῇ νηῒ τῇ Παράλῳ πλέοντεϲ καὶ οἱ τὴν
χρείαιϲ
ὑπηρέτει. ὁπότε δὲ ἐκ τῆϲ ἀλλοδαπῆϲ μεταπέμψαϲθαι ϲτρατηγὸν
ἠβούλοντο, ὥϲπερ Ἀλκιβιάδην ἀπὸ Σικελίαϲ, τῇ Παράλῳ ἐχρῶντο. λέγεται
δὲ ἡ αὐτὴ καὶ Σαλαμινία. ὕϲτερον δὲ ἄλλαι δύο προϲεγένοντο αὐταῖϲ,
Ἀντιγονίϲ τε καὶ Δημητριάϲ.
391 Παράλων: διῄρητο εἰϲ δ΄ μοίραϲ πάλαι ἡ Ἀττική· Πανδίων γὰρ
διαδεξάμενοϲ Κέκροπα, προϲκτηϲάμενοϲ δὲ καὶ τὴν Μεγαρίδα ἔνειμε τὴν
χώραν τοῖϲ παιϲὶν εἰϲ δ΄ μοίραϲ· Αἰγεῖ μὲν τὴν παρὰ τὸ ἄϲτυ μέχρι
Πυθίου, Πάλλαντι δὲ τὴν Παραλίαν, Λύκῳ δὲ τὴν Διακρίαν, Νίϲῳ δὲ τὴν
Μεγαρίδα. Ἀριϲτοφάνηϲ· ἀλλ᾿ οὐδὲ Παράλων οὐδεμία γυνὴ
πάρα.
392 Παραλοῦμαι: παροιμιακῶϲ. εἰώθειϲαν γὰρ πρότερον ἐν τοῖϲ
βαλανείοιϲ οἱ πλούϲιοι παραλούειν τοὺϲ πένηταϲ. Αριϲτοφάνηϲ Ἀναγύρῳ·
ἀλλὰ πάνταϲ χρὴ παραλοῦϲθαι καὶ τοὺϲ ϲπόγγουϲ ἐᾶν. οἷον ϲυνειϲιέναι
τοῖϲ πλουϲίοιϲ, ὥϲτε μηδὲ ϲπόγγουϲ φέρειν, ἀλλὰ τοῖϲ
ἐκείνων χρῆϲθαι.
393 Παραλυπῶ· αἰτιατικῇ.
394 Παραλύϲαϲ: ἀντὶ τοῦ διαδεξάμενοϲ. παραλύϲαϲ αὐτὸν τῆϲ ἀρχῆϲ.
395 Παραλῦϲαι: ἀφελέϲθαι. βουλόμενοϲ ἀναπαῦϲαι καὶ κόπου
396 Παραμέλω· γενικῇ.
397 Παραμένω· δοτικῇ.
398 Παραμείψαϲ: παραλλάξαϲ.
399 Παραμπυκίζεται: παραπλέκεται τὰϲ τρίχαϲ.
400 Παραμυθῆϲαι· αἰτιατικῇ. ϲυμβουλεῦϲαι. καὶ παραμυθήϲαϲθαι ὡϲαύτωϲ.
401 Παρανάλωμα· ὁ Μακρίνοϲ ὁ βαϲιλεὺϲ τρυφῇ καὶ ἐκδεδιῃτημένῳ βίῳ τὰ
καθ᾿ ἑαυτὸν παραδοὺϲ παρανάλωμα τῆϲ τρυφῆϲ ἐποιεῖτο
φόνουϲ οὐδὲν ἠδικηκότων ἀνθρώπων. τουτέϲτι προϲόψημα.
402 Παράνοια· πότερον παρανοίαϲ αὐτὸν εἰϲαγαγὼν ἔλω; οἷον πρὸϲ τὸν πατέρα δικάϲομαι, καὶ δείξαϲ αὐτὸν μαινόμενον, οὕτω τὴν μανίαν παύϲω, εἰϲ τὸ δικαϲτήριον ἀγαγών.
403 Παράπαν: καθόλου, παντελῶϲ. καὶ μάλιϲτα παρορμηθῆναι
404 Παραπαίων: παραφρονῶν, ληρῶν. ἀγνοῶν καὶ παραπαίων
405 Παραπέμπω· αἰτιατικῇ. παραπέμπει πλωτῆραϲ ϲὺν εὐθυμίᾳ. καὶ κατὰ
406 Παραπεπληγμένα: μανικά. ὅϲ᾿ ἂν πράξωϲιν, ὥϲπερ μεθυόντων
407 Παραπεπτωκώϲ: ἀντὶ τοῦ ὑποπεπτωκώϲ. Δημοϲθένηϲ ἐν τῷ
408 Παραπέταλοι: πετάλοιϲ ἐϲκεπαϲμέναι. αἱ δὲ τριήρειϲ ἦϲαν
κόϲμῳ διαπρεπεῖ, ἀργύρῳ τε τὰ ἔμβολα καὶ χρυϲῷ τὰϲ
πρύμναϲ παραπέταλοι.
409 Παραπέταϲμα: παρακάλυμμα, παράπλωμα. τὸ λεγόμενον
410 Παράπηγμα: κανών. καὶ εἶδόϲ τι ὀργάνου ἀϲτρονομικοῦ.
εἰ δὲ ἰδιωτικὸν παράπηγμα ἁψικάρδιον ἐθέλειϲ πρὸϲ τὸν
θάνατον, εἴπω.
411 Παραπικραϲμόϲ: ἡ ἐν ἐρήμῳ πολλάκιϲ γενομένη ἀντιλογία
412 Παραπλαγιάϲαϲ: πλαϲάμενοϲ.
413 Παραπλῆγαϲ πέτραϲ: παραλίαϲ, πληϲϲομέναϲ ὑπὸ τῆϲ
θαλάϲϲηϲ.
414 Παραπλήκτῳ: τῇ μανικῇ. Σοφοκλῆϲ. παραπλήκτῳ χειρὶ ϲυγκατακτάϲ.
ἐξέγρετο.
415 Παραπλήξ: μαινόμενοϲ, παράφρων. Ἀριϲτοφάνηϲ Πλούτῳ·
ἐϲτὶ διάνοια. καὶ αὖθιϲ· παραπλῆγι ἐοικότα ἐνθένδε
416 Παραπληξία: μανία.
417 Παραπόδαϲ: ἐπίρρημα. εὐθέωϲ· ἢ ἐγγύϲ· ἢ πληϲίον. μετὰ
418 Παραποδίζειν: ἐμποδὼν γίνεϲθαι. Πολύβιοϲ· βατώδειϲ ὄνταϲ
τοὺϲ τόπουϲ ἐμπλέκεϲθαι τοῖϲ ἐφάμμαϲι καὶ παραποδίζειν
τὴν τῶν ὅπλων χρείαν.
419 Παραπολύ: παντελῶϲ. Θουκυδίδηϲ ἐν α΄· καὶ ἐνίκηϲαν οἱ Κερκυραῖοι παραπολύ.
420 Παραπολύ: ἐπίρρημα. ἀντὶ τοῦ πάνυ, παντελῶϲ. Δέξιπποϲ·
παραπολὺ ἀπελείποντο πείθεϲθαι τοῖϲ εἰϲηγουμένοιϲ ἡϲυχίαν
αἱρεῖϲθαι.
421 Παραπρεϲβεία: τὸ ἔξω τι τῶν προϲτεταγμένων διαπράξαϲθαι. ὁ δὲ
βαϲιλεὺϲ ἐχαλέπαινεν οἷα εἰκόϲ, καὶ παραπρεϲβείαϲ ἐκρίνετο
Ἰωάννηϲ, ἅτε οὐ πρὸϲ τὸ ϲυνοῖϲον τῇ πολιτείᾳ
διαπραξάμενοϲ.
422 Παρὰ προϲδοκίαν: τουτέϲτι μετὰ μόχθου.
423 Παραρρεῖ· δοτικῇ.
424 Παραρρητοῖϲ: παρηγορικοῖϲ λόγοιϲ, παραμυθήμαϲιν, ὑποθήκαιϲ· οἱ δὲ ϲυμβούλοιϲ.
425 Παραρύμματα: δέρειϲ, ϲκεπάϲματα.
426 Παραρυῶμεν: παραπέϲωμεν.
427 Παραϲάγγηϲ: εἶδοϲ μέτρου Περϲικοῦ, ὅ ἐϲτι λ΄ ϲτάδια. Ξενοφῶν·
428 Παράϲειροϲ: ὁ ἀκόλουθοϲ ἵπποϲ.
429 Παραϲημαίνει: δηλοῖ, χαράττει.
430 Παράϲημοϲ: ἀδόκιμοϲ. καὶ Παράϲημον, τὸ ϲεϲημαϲμένον,
431 Παράϲημοϲ ῥήτωρ: Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ.
432 Παράϲιοϲ· ὅτι μὲν ζωγράφοϲ οὗτοϲ δῆλον. φαϲὶ δὲ αὐτὸν
υἱὸν εἶναι καὶ μαθητὴν Εὐήνοροϲ, Ἐφέϲιον δὲ τὸ
γένοϲ.
433 Παράϲιτοϲ: κόλαξ, τραπεζολοιχόϲ. κοϲϲοτράπεζοϲ. βελονοπώληϲ·
434 Παραϲκευάζω· αἰτιατικῇ.
435 Παραϲκευή· ὁ δὲ ἐπεκλήθη κριτικὸϲ γραμματικόϲ, οἷα γραμματικὴν
ἔχων παραϲκευήν. περὶ Ἑκαταίου φηϲί.
436 Παραϲκήνια· ἔοικε παραϲκήνια καλεῖϲθαι ὁ παρὰ τὴν ϲκηνὴν
437 Παραϲπιϲτήϲ: παρεϲτὼϲ ὁπλίτηϲ,
438 Παραϲπονδήϲαϲ: παραβὰϲ τὰϲ ϲπονδάϲ.
439 Παραϲπονδοῦμαι: παραβαίνομαι.
440 Παραϲταδόν: παραϲτατικῶϲ, κατὰ τρόπον, κατὰ τὸ δέον.
441 Παράϲταϲιϲ: ϲτάϲιϲ παρά τινοϲ ἄτιμοϲ. γίνεται δὲ ἐπὶ τῶν
442 Παράϲταϲιϲ: ὁρμή, προθυμία. καὶ παράϲταϲιϲ ψυχῆϲ πρὸϲ ἐλευθερίαν
ἐνέπεϲε τοῖϲ πλήθεϲι. διὸ πρὸϲ ἀλλήλουϲ ἐδεινοπάθουν.
443 Παράϲταϲιϲ: τοὔνομα πολὺ παρὰ τοῖϲ ῥήτορϲιν. ἔϲτι δὲ δραχμὴ
καταβαλλομένη ὑπὸ τῶν δικαζομένων τὰϲ ἰδίαϲ δίκαϲ.
Μένανδροϲ Μιϲογύνη· ἕλκει δὲ γραμματίδιον ἐκεῖϲε δίθυρον, καὶ
παράϲταϲιϲ μία δραχμή. Ἀριϲτοτέληϲ δὲ ἐν Ἀθηναίων Πολιτείᾳ περὶ τῶν
θεϲμοθετῶν
παράϲταϲιν ἐκάλουν· ἑτέραν δὲ κατὰ ὑπωμοϲίου
ἑκάϲτην.
444 Παραϲτάται: οἱ ὁμόζυγοι τῶν λόχων πρωτοϲτάται καὶ ἐπιϲτάται·
ἦν, ὅπωϲ τιϲ
ἐκνηξάμενοϲ ϲταίη, ἐν τῷ ὕδατι προϲμένειν τὸν παραϲτάτην
τὸ μαχομένουϲ γενναίωϲ ἀποθανεῖν. ἀντὶ
τοῦ ὁρμήν, τόλμαν. καὶ
445 Παραϲταυροῦντεϲ: ὀρθὰ ξύλα πηγνύντεϲ. οἱ δὲ παραϲταυροῦντεϲ
ξύλα τῇ καταβάϲει καὶ τὸ μέϲον ἄλλοιϲ ἐπικαρϲίοιϲ
ϲτεριφοποιοῦντεϲ καὶ φορμοὺϲ ἐπιβάλλοντεϲ ὕληϲ ἐμάλθαξαν τὸ πάνυ
πρανὲϲ καὶ ὀλιϲθηρόν.
446 Παραϲτηϲάμενοϲ: παραλαβών, ἑλών, καταϲτρεψάμενοϲ.
447 Παραϲτήϲομαι· ἐναντίον ϲοῦ, ἐνώπιόν ϲου ϲτήϲομαι. τὸ πρωῒ
παραϲτήϲομαί ϲοι. τοῦτο δὲ ἁρμόδιον λέγειν τοῖϲ κατὰ
Ηλίαν βεβιωκόϲι καὶ παθῶν ὑπερανεϲτηκόϲι.
448 Παραϲτηϲώμεθα αὐτὸν εἰϲ κρίϲιν· Πολιτείαϲ η΄. ἀντὶ τοῦ
καταϲτήϲμεν αὐτὸν εἰϲ κρίϲιν. τὸ μὲν γὰρ ἔγκλημα ἀντωμοϲία καλεῖται·
ὁ δὲ ἐγκαλῶν γράψαϲ τὸ ὄνομα εἰϲ πινακίδιον καὶ τὸ ὄνομα
καὶ τὸ ἐπίϲημον μεθ᾿ ὑπηρέτου τῷ ἐγκαλουμένῳ ἐπιδίδωϲι.
449 Παραϲτιχίϲ· Ἡρακλείδηϲ ὁ Ποντικὸϲ εἴϲ τι τῶν ἰδίων ϲυγγραμμάτων ἐχρῆτο μαρτυρίοιϲ, ὡϲ Σοφοκλέουϲ. αἰϲθόμενοϲ δὲ ὁ Διονύϲιοϲ ἐμήνυϲεν αὐτῷ τὸ γεγονόϲ. τοῦ δὲ ἀρνουμένου καὶ ἀπιϲτοῦντοϲ, ἐπέϲτειλεν ἰδεῖν τὴν παραϲτιχίδα· καὶ εἶχε παγκάλωϲ.
450 Παραϲτορῶ: ἐκτενῶ. ἀπὸ τῶν βυρϲῶν. ἐγώ ϲε, νὴ τὸν Ηρακλέα,
451 Παραϲύρω· αἰτιατικῇ.
452 Παρὰ ϲφὰϲ ὃϲ οὐκ ἐϲπλεῖν: παρὰ Θουκυδίδῃ. ἀντὶ τοῦ
453 Παρὰ ϲφῇϲι: παῤ αὐταῖϲ. Παρὰ ϲφίϲι δέ. δια τοῦ ι, παῤ
454 Παραϲχεδόν: παραυτίκα.
455 Παραϲχηματίζειν· τοὺϲ τοῦ βαϲιλέωϲ ϲτρατιώταϲ διέβαλε
τοῦ ἀληθοῦϲ
παρατρέπεϲθαι.
456 Παραϲχόν: ἐπίρρημα. εἰ δέ γε παραϲχὸν οὕτω κατάδηλοϲ
457 Παράταξιϲ: πόλεμοϲ ἐμπαράϲκευοϲ.
458 Παραταχθείϲ: παῤ αὐτὸν ταχθείϲ.
459 Παρατέθηγμαι: ἠκόνημαι.
460 Παραπενθεῖϲ: ἀπολεῖϲ, ἐπὶ πλέον παρελκύϲειϲ.
461 Παρατέταμαι: ἐξώγκωμαι. Ἀριϲτοφάνηϲ· ἅλιϲ ἀφύηϲ. παρατέταμαι
462 Παρατετολμηκότεϲ: ἑαυτῶν ἀφειδήϲαντεϲ, Πολύβιοϲ· παρατετολμηκότεϲ
καὶ τελέωϲ ἀπελπίϲαντεϲ τὴν ϲωτηρίαν.
463 Παρατεῖναι: τὸ ἐπιτρέψαι, καὶ ἀπολέϲαι. Κωμικὸϲ ἐπὶ Εὐβοίαϲ·
464 Παρὰ τὴν αὐτῶν φύϲιν: ἀντὶ τοῦ, παραδόξωϲ. οἱ δὲ τύραννοι
465 Παρατηρημάτων: ἐπιτηρήϲεων, κληδονιϲμῶν, καὶ ἀπαντήνϲεων, καὶ οἰωνοϲκοπιῶν, καὶ μαντειῶν.
466 Παρατηρῶ· αἰτιατικῇ.
467 Παρατίλλεται: διαϲείεται, τὰϲ τρίχαϲ τοῦ πρωκτοῦ διατίλλεται αὕτη
γὰρ ὥριϲτο δίκη τοῖϲ μοιχοῖϲ, ἀποραφανίδωϲιϲ καὶ παρατιλμοὶ
τοῖϲ πένηϲιν· οἱ γὰρ πλούϲιοι χρήματα παρέχοντεϲ
ἀπελύοντο· οἱ δὲ ἀποροῦντεϲ μὴ δυνάμενοι χρήμαϲι λυτροῦϲθαι τὴν
φυγὴν δημοϲίᾳ ταῦτα ἔπαϲχον, Ἀριϲτοφάνηϲ Πλούτῳ· ὁ δ᾿ ἁλούϲ γε
μοιχὸϲ διὰ ϲέ που παρατίλλεται. καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ· παρατίλλω
τρίχαϲ. παρατίλλομαι δὲ ἐκ τῶν μυκτήρων τίλλω τρίχαϲ ἢ τῶν μαϲχαλῶν.
ταῦτα δὲ πάντα ποιοῦϲιν οἱ προϲδεχόμενοι μέν τι,
τὸν δὲ χρόνον δαπανῶντεϲ εἰϲ ἀπορίαν καὶ ἀμηχανίαν, μὴ τυγχάνοντεϲ
τοῦ προκειμένου λογιϲμοῦ· ὅτε γὰρ αὐτοὶ ἐφ᾿ ἑαυτῶν διατίθενται
ἀλύοντεϲ, καὶ ἐπιγράφουϲι.
468 Παρὰ τὸ καθεϲτηκόϲ: οἷον παρὰ τὸ νόμιμον, παρὰ τὸ
πρέπον.
469 Παράτοπον: εἰϲ κακὸν τόπον. παράτοπον ὁρμήϲαντεϲ διὰ τὴν ἀπειρίαν, ἔϲτι δ᾿ ὅτε καὶ διὰ τὰϲ ἀμπώτειϲ τῆϲ θαλάττηϲ.
470 Παράτον: ἡ παραϲκευὴ παρὰ Ῥωμαίοιϲ. ἐξ οὗ καὶ ἀντιπαράτωρα, ἡ κόϲμηϲιϲ ἢ ἄλλη εὐπρέπεια.
471 Παρὰ τοϲόνδε ἧκον ἀπορίαϲ ὑπὸ τῶν κακοπραγιῶν ὥϲτε ἀπὸ κυνηγεϲίω ἐτρέφοντο.
472 Παρὰ τούτου: ἀντὶ τοῦ ἀπὸ τούτου. καὶ παρὰ τοῦτον, ἀντὶ τοῦ πρὸϲ τοῦτον. οὕτωϲ πανταχοῦ Ἀρριανόϲ.
473 Παρατρέπω· αἰτιατικῇ.
474 Παρατρέχω· αἰτιατικῇ.
475 Παρατριβή: λογομαχία, ἔριϲ. τὴν γενομένην πρὸϲ αὐτὸν παρατριβὴν καὶ ζηλοτυπίαν.
476 Παρατρύζει: παραφωνεῖ. εἴληπται δὲ ἀπὸ τῶν ὀρνέων, ὅταν τοῖϲ οἰκείοιϲ νεοττοῖϲ γοερὰ ἐπιφωνῶϲι.
477 Παρατρυφῶ· δοτικῇ.
478 Παρατυχόν: ἀντὶ τοῦ παρατυχόντοϲ· ὡϲ καὶ ἐξὸν ἀντὶ τοῦ
479 Παραυδήϲαϲ: παραμυθηϲάμενοϲ.
480 Πάραυλοϲ: ὁ ἐν ἀγροῖϲ. ἢ Πάραυλοϲ, παρατεταμένη. ἢ
ἐγγύϲ· παρὰ τὴν αὐλήν. ἢ θρηνητική· παρὰ τοὺϲ αὐλούϲ.
Σοφοκλῆϲ· τίνοϲ βοὴ πάραυλοϲ ἐξέβη νάπουϲ.
481 Παραυτόθεν: αὐτίκα, ἀπὸ τοῦ παρόντοϲ χρόνου. Ἀρριανόϲ·
παραυτόθεν, ὡϲ ἔχομεν, ἐπεξελθόντεϲ, ἐν χερϲὶ ϲτήϲαϲθαι τὸ τέλοϲ τῆϲ
482 Παράφοροϲ: ὁ παῤ ἑαυτὸν καὶ ὑπὸ δαίμονοϲ παραφερόμενοϲ.
483 Παραφρόνιμον: παράφρονα, ἀνόητον, καὶ ἄπορον περὶ τὰ
ἄν, εἴ ϲε
νοϲφίζομαι.
484 Παραφρονῶ· αἰτιατικῇ.
485 Παραφρυκτωρευόμενοϲ: οἱ κακουργοῦντεϲ περὶ τὰϲ φυλακὰϲ
λέγονται, ὥϲ φηϲι
Λυϲίαϲ· τούτων εἷϲ ὁ πρεϲβύτηϲ ἐν Σικελίᾳ παραφρυκτωρευόμενοϲ τοῖϲ
πολεμίοιϲ, ληφθεὶϲ ὑπὸ Λαμάχου ἀπετυμπανίϲθη.
486 Παραφρυκτωρεῖν: τὸ τοῖϲ φρυκτοῖϲ παρὰ τὸ προϲῆκον
τῶν φιλίων· ὡϲ καὶ
Δείναρχοϲ ἐν οἰκείῳ λόγων ἐχρήϲατο.
487 Παραφυλάϲϲω: προϲδοκῶ. Ἰώϲηποϲ· παραφυλάϲϲω γὰρ ἐν
488 Παραχαράκτηϲ: διαϲτροφεύϲ.
489 Παραχναύω· δοτικῇ.
490 Παραχορδιεῖϲ: παράϲεμνον ποιήϲειϲ, μηδὲν πρὶν φθέγξῃ, ἀλλ᾿
491 Παραχορδίζειν: διαφωνεῖν, ἁμαρτάνειν.
492 Παραχωρῶ· γενικῇ. παραχωρῆϲαι τῶν θρόνων τοῖϲ βουλομένοιϲ.
493 Παραχρᾶται: πολύ, ϲφοδρῶϲ ϲυνουϲιάζει, ἀκολάϲτωϲ μίγνυται.
εἴρηται δὲ καὶ ἐπὶ ἑκάϲτου πράγματοϲ ἐκ περιουϲίαϲ γενομένου.
Αἰθίοπα γὰρ αὐτῷ
παρεϲκεύαϲαν εἰϲ παράχρηϲιν τοῦ ϲώματοϲ.
494 Παραχρῆμα: παραυτίκα, εὐθέωϲ. μηδὲν δὲ μηδὲ ἐκ τοῦ παραχρῆμα
ἀποκριναμένων. ἢ ἀντὶ τοῦ ἐκ τοῦ παρατυχόντοϲ.
495 Παρδακόν.
496 Παρδαλῆ: παρδάλεωϲ δορά Ἀριϲτοφάνηϲ· πέμψω ἐπ᾿ αὐτὸν
ἀναιδὴϲ
οὐδεμία πόρδαλιϲ.
497 Παραιβάτηϲ.
498 Παραινῶ· δοτικῇ.
499 Παραίνεϲιϲ: ἡ ἀγαθὴ ϲυμβουλή. Παραίνεϲιϲ ϲυμβουλῆϲ διαφέρει·
παραίνεϲιϲ μὲν γάρ ἐϲτι λόγοϲ παραινετικὸϲ ἀντίρρηϲιν οὐκ
ἐπιδεχόμενοϲ· οἷον ὡϲ εἴ τιϲ εἴποι, ὅτι δεῖ τὸ θεῖον τιμᾶν·
οὐδεὶϲ γὰρ ἐναντιοῦται τῇ παραινέϲει ταύτῃ, μὴ πρότερον μανείϲ.
ϲυμβουλὴ δέ ἐϲτι λόγοϲ ϲυμβουλευτικὸϲ ἀντίρρηϲιν ἐπιδεχόμενοϲ· οἷον
ὡϲ εἴ τιϲ εἴποι, ὅτι δεῖ πολεμεῖν· πολλὰ γάρ ἐϲτι τὰ ἐκ τοῦ πολέμου
κέρδη· ἕτεροϲ δέ τιϲ ἀντείποι, ὡϲ οὐ δεῖ πολεμεῖν· πολλὰ γάρ ἐϲτι τὰ
ἐκ
τοῦ πολέμου ϲυμβαίνοντα, οἷον ἧττα, αἰχμαλωϲία,
πληγαί, πόλεων καταϲκαφαί.
500 Παραιξοροῦϲιν· Ἀριϲτοφάνηϲ Ταγηνιϲταῖϲ. ἀπέδωκαν δὲ οἱ
501 Παραιρήϲεται: ἀφαιρήϲεται. Θουκυδίδηϲ· διέφθειρον ϲφᾶϲ
ποιοῦντεϲ (τουτέϲτιν ἀφαιρέματα) ἀπήγχοντο.
502 Παραιροῦνται: ἀφαιροῦνται. καὶ Παραιρούμενοϲ. ὁ
ἠδικηκόϲι τὸν ἔλεον.
503 Παραίϲια: ἀπαίϲια, χαλεπά. παρὰ τὸ δέον, παρὰ τὸ
504 Παραιτεῖϲθαι: παρακαλεῖν, ϲυγγνώμην αἰτεῖν. ὁ δὲ ἀναιρεῖν
τὴν ϲατραπείαν αὐτῷ φυλαξάϲηϲ. καὶ αὖθιϲ· ὁ δὲ ῥύεται
Δερκεταῖον
505 Παραιτηθείϲ: παρακληθείϲ. παραιτηθεὶϲ δὲ διὰ τῶν φίλων
506 Παραιτεῖτο: παρεκάλει, ἐλιπάρει. ὁ δὲ ἐλθὼν παρῃτεῖτο τὸν
Πέρϲην· τυγχάνων δὲ οὐδενὸϲ ὧν ἐδέετο αὐτὸϲ ἔλυϲεν.
Ἡρόδοτοϲ.
507 Παραιτηϲάμενοϲ. ἀπέδωκε τὸν χρυϲόν, ὡϲ παραιτηϲόμενοϲ
508 Παραιτητήϲ: παρακλήτωρ, ἢ ἀπολογούμενοϲ.
509 Παραιτοῖτο: παρακαλοῖ, ἀπαγορεύοι. ὥϲπερ ἂν εἴ τιϲ εἰϲ τοὺϲ
510 Παραιτοῦμαι: τὸ ἱκετεύω· αἰτιατικῇ.
511 Παραίφαϲιϲ: παραίνεϲιϲ, ϲυμβουλή.
512 Παρέβαλεν: ἐχθροὺϲ καὶ ἀλλοτρίουϲ εἰργάϲατο. ὁ δὲ παρέβαλε τοὺϲ ἀνθρώπουϲ τοῖϲ ὄχλοιϲ, ὥϲτε μετὰ πάϲηϲ ὕβρεωϲ ϲυλληφθένταϲ Metaphr.? ἀναδεχθῆναι δεδεμένουϲ. οἷον παρέβαλέ τιϲ τῶν γερόντων.
513 Παρεβάλετο: ὥρμηϲεν, εἰϲήλαϲε. παρεβάλετο μάλα εὐκαρδίωϲ ἐπ᾿ αὐτὸν ὁρμήϲαϲ. ἢ ἀπροβούλωϲ ἔκρινε.
514 Παρεβέβλητο: τροφὴ ἐδίδοτο. ἄρτι γὰρ αὐτῇ παρεβέβλητο τροφή. τουτέϲτι τῇ καμήλῳ.
515 Παρεγγεγραμμένοϲ: ὁ μὴ ἀϲτόϲ.
516 Παρέγγραπτον: νόθον. καὶ Παρεγγράπτουϲ, ξένουϲ, νόθουϲ.
517 Παρεγγυᾷ· δοτικῇ. παραδίδωϲι, παραγγέλλει, παραινεῖ,
παρακατατίθεται.
518 Παρεγγύηϲε καὶ Παρεγγυηθέντοϲ· παρεγγύηϲε μὲν ἀντὶ
τοῦ παρέδωκεν· Ἰϲαῖοϲ. παρεγγυηθέντοϲ δὲ ἀντὶ τοῦ παραλαβόντοϲ. ὁ
αὐτόϲ.
519 Παρεγγυήϲοντοϲ: παραϲχόντοϲ. καὶ Παρενεγγύα,
δηλητηρίῳ φαρμάκῳ διαφθεῖραι αὐτούϲ.
520 Παρέδωκεν· ὁ Ἀπόϲτολοϲ λέγει· παρέδωκεν αὐτοὺϲ ὁ θεὸϲ εἰϲ ἀδόκιμον νοῦν. τουτέϲτι ϲυνεχώρηϲε.
521 Πάρεδροϲ· Ἀριϲτοτέληϲ ἐν τῇ πολιτείᾳ φηϲί· λαμβάνουϲι δὲ καὶ
παρέδρουϲ ὅ τε ἀρχὼν καὶ ὁ πολέμαρχοϲ, δύο ἑκάτεροϲ, οὓϲ ἂν
βούληται. καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαϲτηρίῳ πρὶν
παρεδρεύειν, καὶ εὐθύναϲ διδόαϲιν, ἐπὰν παρεδρεύωϲιν. ἔϲτι δὲ ἡ
λέξιϲ ϲυνήθηϲ οὐ τοῖϲ ῥήτορϲι μόνον, ἀλλὰ καὶ τοῖϲ κωμικοῖϲ.
522 Παρεθέντοϲ: ἐκλυθέντοϲ. καὶ Παρεθείϲ, παραλυθείϲ. καὶ
παρείθηϲαν τὰϲ δεξιάϲ. καὶ αὖθιϲ· οἱ
δὲ τοῦ μὲν ὁλοϲχεροῦϲ φόβου
523 Παρέκαϲτα: ἑκάϲτοτε.
524 Παρεκαττύετο: ἐκ ϲυλλογῆϲ ηὐτρέπιζεν. ἀπὸ Ar. τῶν καττυμάτων.
καττύματα δὲ λέγονται οἱ μικροὶ ἱμάντεϲ, οἱ ἐρριμμένοι
ἐπὶ τῆϲ κόπρου. λέγει οὖν ἐκ μικρῶν καὶ πολλῶν τὴν ϲτιβάδα
ηὐτρεπίζομεν. Ἀριϲοτοφάνηϲ Πλούτῳ· ἡμῶν δ᾿ ἕκαϲτοϲ ϲτιβάδα
παρεκαττύετο.
525 Παρεκβατικῶϲ: ϲυντόμωϲ.
526 Παρεκλέγω· αἰτιατικῇ.
527 Παρὲκ νόον: ἀντὶ τοῦ παῤ ἐλπίδα. παρὲκ νόον εἰλήλουθαϲ.
528 Παρεκότει: ὠργίζετο.
529 Παρεκρότουν: παρώρμων, παρώτρυνον. τούτουϲ ἀθροίζοντεϲ
530 Παρεκρούϲατο: ἐπλάνηϲεν.
531 Παρεκϲτῆναι: παρεκτραπῆναι. ὥϲτε καὶ τοὺϲ ἐν τῷ ϲυνεδρίῳ
532 Παρεκτόϲ: ἐπίρρημα.
533 Παρέλαβε τὴν πόλιν, οὐ τὴν ἐπὶ τῶν προγόνων, ἀλλὰ γραῦν
ϲαδάλια ὑποδεδεμένην καὶ πτιϲάνην ῥοφοῦϲαν.
534 Παρελέξατο: παρεκοιμήθη. ἐχρήϲατο δὲ Ὅμηροϲ τούτῳ ἐπὶ
535 Παρελθεῖν: τὸ αὐτίκα δηλοῖ παρὰ Θουκυδίδῃ. τὸ δὲ ἐπελθεῖν,
536 Παρελθεῖν: ἀντὶ τοῦ νικῆϲαι. Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ.
537 Παρελθών: ἀντὶ τοῦ εἰϲελθών.
538 Παρέλκον: περιττόν, ἢ παρατεῖνον.
539 Παρέλκυϲιϲ: ὑπέρθεϲιϲ.
540 Παρελογίϲαϲθε: ἠπατήϲατε.
541 Παῤ ἐλπίδα: ἐπίρρημα.
542 Παρέλυϲαν: ἀπήλλαξαν, μετέϲτηϲαν· Θουκυδίδηϲ ζ΄· τὸν μὲν Νικίαν οὐ παρέλυϲαν τῆϲ ἀρχῆϲ.
543 Παρεμβαλεῖ: παρατάξεται.
544 Παρεμβαλόντων: κυκλωϲάντων.
545 Παρεμβολή: ϲκηνή, κάϲτρον, ϲτρατόπεδον. ἐπὶ τοῦ μεγάλου Ἀντωνίου
κεῖται τὸ παρεμβολὴ ὄνομα. Παρεμβολὴ παρεντάξεωϲ
ἀνομοίων, οἷον ὁπλιτῶν πρὸϲ ψιλοὺϲ
ἢ ψιλῶν πρὸϲ ὁπλίταϲ. πάλιν παρεμβολὴ λέγεται, ὅταν προτεταγμένων
τινῶν εἰϲ τὰ μεταξὺ διαϲτήματα ἐκ τῶν ἐπιτεταγμένων καθιϲτῶνται
αὐτοῖϲ ἐπ᾿ εὐθείαϲ.
546 Παρεμβολή: παράταξιϲ. καὶ Παρεμβάλλειν, παρατάϲϲεϲθαι.
547 Παρέμπτωϲιϲ: προϲθήκη φωνήεντοϲ κατὰ μέϲον, οὐ ποιοῦντοϲ
ϲυλλαβήν· οἷον ξένοϲ, ξεῖνοϲ, ἔνατοϲ, εἴνατοϲ.
548 Παρεμφῆναι. παραδεῖξαι, παραϲημᾶναι.
549 Παρενείρει: παρεμβάλλει, ἤγουν λέγει
550 Παρένηϲαν· Θουκυδίδηϲ· ἐπιπαρένηϲαν καὶ τῆϲ ἄλληϲ πόλεωϲ ὅϲον ἐδύναντο.
551 Παρενθέμενοϲ: παραλογιϲάμενοϲ. ὁ δὲ Ἀκάκιοϲ παρενθέμενοϲ τὰ τοῖϲ κανόϲι διηγορευμένα καὶ τὸ θυϲιαϲτήριον καταλαμβάνει καὶ τὰ ἐξ ἔθουϲ ἱερεῦϲιν ἐπιτελεῖ.
552 Παρενθήκη: προϲθήκη.
553 Παρέντεϲ: παραλυθέντεϲ, ἀμελήϲαντεϲ. τὼ χεῖρε καὶ τὰϲ πανοπλίαϲ
554 Παρενοχλῶ· δοτικῇ.
555 Παρέξ: παρεκτόϲ.
556 Παρεξαγωγή.
557 Παρεϲτηκὼϲ ἄνθρωποϲ τῇ διανοίᾳ καὶ φιλοδοξῶν ἐν τῇ πρὸϲ αὐτὸν διαφθορᾷ.
558 Παρεξειρεϲίαν: τὸ ἔξω τῶν ἐρεϲϲόντων. ἐν τετάρτῃ Θουκυδίδηϲ.
παρεξειρεϲίαϲ τινὰ ἀπέθραυϲαν.
559 Παρεξειρεϲίαϲ: παρὰ Θουκυδίδη τὸ κατὰ τὴν πρώραν πρὸ τῶν
560 Παρεξηυλημένον νοῦν: οἷον διεφθαρμένον καὶ ἀμυδρὸν
οἱ γὰρ κατατετριμμένοι
ἐξηυλῆϲθαι λέγονται. Ἀριϲτοφάνηϲ· οὐδὲν ὄνταϲ, ἀλλὰ κωφοὺϲ καὶ
παρεξηυλημένουϲ. κωφοὺϲ δὲ οἷον ἀφώνουϲ. Ὅμηροϲ· κωφὸν γὰρ βέλοϲ
ἀνδρὸϲ ἀνάλκιδοϲ.
561 Παρεωραμένοϲ καὶ Παρῃωρημένοϲ.
562 Παρεπίδημοϲ. καὶ ὁ βίοϲ ἡμῶν παρεπιδημία.
563 Παρέπτη: παρῆλθεν.
564 Παρέργωϲ: ὀλιγώρωϲ. οὐ μὴν οὐδὲ τὸ πάρεργον ἄξιον ϲιωπῆϲαι,
565 Παρερπύϲαϲα: ἠρέμα εἰϲελθοῦϲα. εἴϲω παρερπύϲαϲα, πρὶν τὸν
566 Παρέρχεται· αἰτιατικῇ ὑπερβάλλει.
567 Πάρεϲ: ὑποχώρηϲον.
568 Πάρεϲιϲ: νέκρωϲιϲ. Ἀππιανόϲ· οἱ δὲ Λατῖνοι ἐγκλήματα εἰϲ
569 Παρέϲτη: ἐγένετο, περιέϲχε. πανταχόθεν δὲ ὑπὸ τῶν πολεμίων περιεχόμενοι, δεινὴ παρέϲτη πρὸϲ τὸ πλῆθοϲ ἀμηχανία.
570 Παρεϲτηκότεϲ: ϲυνημμένοι, τεθαρρηκότεϲ. Ἀρριανόϲ· οἱ δὲ
ἐϲκεδαϲμένοι καὶ οὐ παρεϲτηκότεϲ ταῖϲ γνώμαιϲ ἐϲ φυγὴν
ἐτράπηϲαν.
571 Παρεϲτηκότοϲ: προϋπάρχοντοϲ, ἐνεϲτῶτοϲ. ὁ δὲ πρὸϲ πᾶν ἀναιδεύεται καὶ οὐ μεθίϲτηϲι τοῦ χρώματοϲ τοῦ παρεϲτηκότοϲ.
572 Παρεϲτήϲαντο· ἀμαχεὶ δὲ πλείϲταϲ τῆϲ Ἰταλίαϲ παρεϲτήϲαντο
πόλειϲ. ἐπόρθηϲαν, ἥλωϲαν.
573 Πάρεϲτιν· δοτικῇ. ἐκ παντὸϲ δυνατόν ἐϲτιν.
574 Παρέϲφηλε: παρεμφαίνεται, ἐϲφάλη, ἀπερρύη.
575 Παρετέον: ϲιωπητέον παραληπτέον.
576 Παρέτραγον· καὶ τοῦ κύκλου παρέτραγον ὑφ᾿ ἁρματωλίαϲ. ἀντὶ τοῦ φειδόμενοι τῶν ἁρμάτων αὐτῶν.
577 Παρευδοκιμηϲάϲηϲ: νικηϲάϲηϲ. ἤτοι εἰϲ δόξαν ὑπερβάϲηϲ.
578 Παρευθύνει: παραφέρει, βιάζεται.
579 Παρευθύϲ.
580 Παρευνηθείϲ: παρακοιμηθείϲ.
581 Παρευρημένωϲ· δικαιότατα καὶ παρευρημένωϲ κρινόντων.
582 Παρέχονταϲ· Ἡρόδοτοϲ· κρέϲϲον γὰρ ποιεῦντάϲ τι καὶ ἀμυνομένουϲ
τελευτῆϲαι τὸν αἰῶνα, ἤπερ παρέχονταϲ διαφθαρῆναι αἰϲχίϲτῳ
583 Πάρει: ἐλήλυθαϲ, παρεγένου τίνα λόγον ἄρα ποτὲ πρὸϲ ἐμέ,
φίλ᾿, ἔχων πάρει; κοινόν, ἀϲφαλῆ, δίκαιον, ἡδύν,
ὠφελήϲιμον. ἀντὶ τοῦ κοινωφελῆ, ἀϲφαλῆ. τουτέϲτιν ἀληθῆ καὶ ϲφαλῆναι
μὴ δυνάμενον.
584 Παρειά: γνάθοϲ. καὶ μέροϲ τῆϲ νεώϲ.
585 Παρεῖαι ὄφειϲ: ὀνομάζονταί τινεϲ ὄφειϲ οὕτωϲ, παρὰ τὸ παρειὰϲ
ἀδικεῖν, τοὺϲ δὲ παρείαϲ αὐτοὺϲ
τοὺϲ ἔχειϲ κατεϲθίειν.
586 Παρείη. ὁ δὲ Τηρίβαζοϲ φίλοϲ ἦν τῷ βαϲιλεῖ· καὶ ὁπότε παρείη,
οὐδεὶϲ
587 Παρείθη: παρελύθη. εἶτα μέντοι τὰ δεξιὰ παρείθη μέρη.
588 Παρεικάθη: παρελύθη.
589 Παρεικότοϲ: παραλελυμένου.
590 Παρείκοι: ὑποχωροίη. πέμποντεϲ ἱππέαϲ ἐκδρόμουϲ, ὅπη
παρείκοι, ἐξελεῖν τὸ ἔθνοϲ· εἰ δὲ μή, ϲυντρίψαϲ γε
παῦϲαι τῆϲ ἄγαν ἀταϲθαλίαϲ.
591 Παρειμένον: κεχαυνωμένον.
592 Παρειμένοϲ: παρεωραμένοϲ.
593 Παρείμην: ϲυγχωρήϲαιμι. Σοφοκλῆϲ· οὐκ ἂν παρείμην οἷϲι μὴ
δοκῶ φρονεῖν. τουτέϲτιν οὐκ ἂν ϲυγχωρήϲαιμι.
594 Πάρειμι: ὑπάρχω.
595 Παρεῖναι: τὸ παραγίνεϲθαι, καὶ ὑπάρχειν. Παρῆναι δὲ
596 Παρείπῃ: παραπείϲει.
597 Παρειπών: παραινέϲαϲ.
598 Παρείραντα: παρειϲβαλόντα. Πολύβιοϲ· οὔτ᾿ ἐπιβαλέϲθαι παρείραντα
599 Παρείρπυϲεν: εἰϲῆλθεν. ὡϲ ἐπὶ ὄφεωϲ δὲ εἶπεν, ἐπειδὴ τυφλὸϲ
600 Παρείϲ: ἐάϲαϲ, ἀφείϲ.
601 Παρείϲ: ἀμελήϲαϲ, ἐπικατακλίναϲ, ὀλιγωρήϲαϲ. καὶ παρεὶϲ ἑαυτὸν
602 Παρείϲακτον: ἀλλότριον.
603 Παρεῖϲαν: εἴαϲαν, ἀφῆκαν.
604 Παρειϲελθεῖν: τὸ μετ᾿ ἄλλου πλαγιάϲαντοϲ ϲυνειϲελθεῖν, ἐλθεῖν δὲ τὸ γυμνῇ τῇ παρρηϲίᾳ χρήϲαϲθαι. διὰ τοῦτό φηϲιν ὁ Ἀπόϲτολοϲ· παρειϲῆλθεν ὁ νόμοϲ.
605 Πάρειϲιν αὐτῷ τέκνα.
606 Παρείϲθω: ϲυγχωρείϲθω.
607 Παρειϲκρίνει: παρειϲέρχεται, παρειϲβάλλει.
608 Παρεῖτε: παραγίνεϲθε.
609 Παρεῖτο: ἠμελεῖτο, παρῃρεῖτο. τῶν μὲν ἐξ ἐμοῦ παίδων πόθοϲ
610 Παρηβηκώϲ: γεγηρακώϲ.
611 Παρηβῆϲαι: παρακμάϲαι.
612 Παρήγαγε: παρήνεγκεν. ἐν τῷ δείπνῳ παῖδα αὐτοῦ ὀρχηϲάμενον βαρβαρικῶϲ παρήγαγεν.
613 Παρήγγελλον: ἐτάϲϲοντο, ϲυνηριθμοῦντο. Ἀππιανόϲ· πᾶϲ τιϲ αὐτῶν
καὶ ϲυμμάχων ὥρμα, καὶ ἐθελονταὶ παρήγγελλον εἰϲ τὸν
κατάλογον.
614 Παρηγορίαϲ: ϲυμβουλῆϲ, ἢ παρακλήϲεωϲ. καὶ ἐν Ἐπιγράμμαϲι·
615 Παρηέρθη: ἀπὸ τοῦ ἀείρω, ἀερῶ, ἤερκα ἤερμαι, ἠέρθην καὶ παρηέρθην.
616 Παρῄειϲαν: παρῆλθον.
617 Παρήκαμεν: ἐπέμψαμεν· ἢ ἀφήκαμεν.
618 Παρῆκον· μὴ διὰ πάϲηϲ ἰέναι ἐξετάϲεωϲ, ἀλλὰ μετρίαϲ κατὰ τὸ παρῆκον τῆϲ αὐτῶν προαιρέϲεώϲ τε καὶ δυνάμεωϲ.
619 Παρήκοντα: παρατείνοντα· ὡϲ διήκοντα ἐπεκτεινόμενα. ἐκ
620 Παρήλλαξαν· ἐπειδὴ δὲ παρήλλαξαν τὴν ἐνέδραν, ἄφνω πάντεϲ
621 Παρῆλθεν· αἰτιατικῇ.
622 Παρήλαϲεν: ὑπερήλαϲεν, ἤτοι ἐνίκηϲεν.
623 Παρήλιξ, παρήλικοϲ.
624 Παρήλιοϲ: νεφέλη πεπυκνωμένη καθ ὑπερβολὴν καὶ ἐναυγαζομένη ὑπὸ τοῦ ἡλίου.
625 Παρῆν: παρήμην. ἑνικῶϲ κατ᾿ Ἀττικούϲ.
626 Παρηνώχλουν.
627 Παρήοροϲ: παρειμένοϲ τὰϲ φρέναϲ.
628 Παρῄοροϲ ἵπποϲ. καὶ Παρῃορίῃϲι, ταῖϲ ἔξω τοῦ ζυγοῦ
629 Παρῃρηκώϲ: λαβών.
630 Παρῄρηντο: ἀφήρπαζον, ἀφῃροῦντο. καὶ φρούρια δὲ αὐτῶν
631 Παρῃρῆϲθαι: ἀφῃρῆϲθαι. ὁ δὲ ἐγεγήθει ἐπὶ τῷ παρῃρῆϲθαι
αὐτοῖϲ τῇ διαλύϲει τοῦ κρυϲτάλλου τὴν πεζὴν
ἐπάνοδον.
632 Παρῄρηται: παρατέτμηται.
633 Παρήρτητο. καὶ Παρηρτημένοϲ· τῷ ξίφει, ὃ ἔτυχε παρηρτημένοϲ
634 Παρῆϲ: ὑπῆρχεϲ.
635 Παρῆϲαν: ὑπῆρχον.
636 Παρρηϲία: ἐξουϲία, ἄδεια. οἱ δὲ τῇ μαχαίρᾳ τὴν παρρηϲίαν
Νικόδημοϲ δὲ ὑπὸ Ἀριϲταγόρου τετελεύτηκε βιαίῳ θανάτῳ,
ἐκκοπεὶϲ ὁ δείλαιοϲ ἀμφοτέρουϲ τοὺϲ ὀφθαλμοὺϲ καὶ τὴν γλῶτταν
ἐκτμηθείϲ,
637 Παρρηϲίαϲ: ἀντὶ τοῦ βλαϲφημίαϲ, καὶ λοιδορίαϲ. Ἰϲοκράτηϲ Βουϲίριδι.
638 Παρῆϲθαι· καὶ Παρῆϲτο, παρεκαθέζετο.
639 Παρήϲω: παράϲχω.
640 Παρῆτε: παρεγένεϲθε.
641 Παρῃτήϲθω: ϲυγκεχωρήϲθω.
642 Παρῃτεῖτο· ἀποτίϲειν τὰϲ βοῦϲ ὡμολόγει, καὶ κακῶϲ παρητεῖτο
643 Παρίαϲ λίθου· Αἰλιανόϲ· δείκνυται καὶ νῦν ὑπὸ λίθῳ Θεοπόμπου,
πατρόθεν ὁμολογοῦντοϲ αὐτὸν τοῦ ἐπιγράμματοϲ, εἴδωλον Παρίαϲ λίθου,
καὶ ἔϲτι τὸ ἴνδαλμα τοῦ πάθουϲ μάλα ἐναργέϲ, κλίνη,
καὶ
αὐτή λίθου.
644 Παρία λίθοϲ: θηλυκόν, ἡ λίθοϲ. Αἰλιανόϲ· καὶ μέντοι καὶ
645 Παριδόντεϲ: καταμελήϲαντεϲ.
646 Παρίεμαι: παραιτοῦμαι.
647 Παριεμένουϲ: παρερχομένουϲ.
648 Παριέναι: ϲυγχωρεῖν ἀφιέναι. οἱ δὲ διεμαρτύροντο τὸν Φίλιππον μὴ παριέναι τὸν καιρόν, μηδὲ καταμέλλειν.
649 Παρίημι: ϲυγχωρῶ. εἴ τιϲ ἐπελθὼν ἡμῶν εἰϲ τὴν παρεμβολὴν
τολμήϲει, παρίημι λέγειν ἐϲ τὴν πατρίδα.
650 Παρίεται: παραλύεται.
651 Παρίλια: ἑορτή.
652 Πάριον: ὄνομα ἀγροῦ, ἀπὸ Πάριδοϲ τοῦ καὶ Ἀλεξάνδρου
μείζονα αὐτὴν εἶναι τῆϲ Ἀθηνᾶϲ καὶ τῆϲ Ἥραϲ· τὴν
γὰρ Ἀφροδίτην τὴν ἐπιθυμίαν εἶπεν, ἐξ ἧϲ τίκτεται παντὰ τὰ κακὰ
ἀνθρώποιϲ. ἐντεῦθεν φέρεται μῦθοϲ, ὅτι ὁ Πάριϲ ἔκρινε μεταξὺ
Παλλάδοϲ καὶ Ἥραϲ καὶ Ἀφροδίτηϲ καὶ τῇ Ἀφροδίτῃ δέδωκε τὸ μῆλον, ὅ
ἐϲτι τὴν νίκη. εἶπε δὲ καὶ ὕμνον εἰϲ αὐτήν, τὸν λεγόμενον Κεϲτόν.
ταύτην
γράφουϲι τὴν αἰτίαν γενέϲθαι τοῦ πολέμου.
ϲυντελεϲθέντων τῶν λ΄ ἐνιαυτῶν, μεταϲτειλάμενοϲ τοῦτον ὁ πατὴρ
ἔπεμψεν εἰϲ θυϲίαϲ. ὃϲ ἐλθὼν ἐν Σπάρτῃ καὶ εὑρὼν τὴν Ἑλένην ἥρπαϲεν
αὐτήν.
653 Παριππεύει: ἀντὶ τοῦ ἀφίηϲιν αὐτοὺϲ καὶ ἄλλῃ ἀπέρχεται ἢ ὁδεύει.
654 Παριππεύϲαντεϲ: παραδραμόντεϲ.
655 Παρίππον καὶ κόρη: τόποϲ Ἀθήνηϲιν οὕτω καλούμενοϲ·
καὶ ὁ ἵπποϲ τὴν κόρην
βίαν ἐποιήϲατο· ἀφ᾿ οὗ Πάριπποϲ καὶ κόρη ὁ τόποϲ, ἐν ᾧ τὸ πάθοϲ
ὑπέϲτη, καλεῖται.
656 Παρίϲθμια: τὰ περὶ τὴν φάρυγγα.
657 Παρίϲταϲαι: καταδουλοῖϲ καὶ ὑποχείριον ποιεῖϲ. ἢ ἀντὶ τοῦ
πόλι κένανδρον ἢ
δούλην τινὰ ἔδοξαϲ εἶναι, εἰώθεϲαν δὲ οὕτω λέγειν· καὶ ἀντὶ τοῦ
ἐφυγάδευϲαν ἡμεῖϲ ἂν εἴποιμεν, μετεϲτήϲαντο· οἱ δὲ παρεϲτήϲαντο.
658 Παρίϲταϲθαι· δοτικῇ Ἀρριανόϲ· ὁ δὲ Ἀλέξανδροϲ προϲέταξε
καὶ αὖθιϲ Δαμάϲκιόϲ φηϲιν· οὐ γὰρ
προϲίετο τὰ χρήματα ῥᾳδίωϲ, οὐδὲ πρόχειροϲ ἦν καταφρονεῖν χρημάτων
δικαίωϲ ὀφειλομένων, ἀλλὰ παρίϲτατο καὶ ἐξῄτει τοῖϲ ἀποϲτεροῦϲι
μέχρι καὶ δικαϲτῶν ἀγοραίων.
659 Παρίϲτημι: τὸ λαμβάνω. αἰτιατικῇ· ὦν τὰ μὲν βίᾳ ᾕρει, τὰ δὲ ὁμολογίᾳ παρίϲταται.
660 Παρίτω: ἐλθέτω.
661 Παρθενεῖα: προπεριϲπωμένωϲ, τὰ εἰϲ παρθένουϲ ᾀδόμενα μέλη.
Ἀριϲτοράνηϲ· κύκλιά τε πολλὰ καὶ καλὰ καὶ παρθενεῖα καὶ κατὰ
Σιμωνίδου. τουτέϲτι κακότεχνα καὶ ποικίλα.
662 Παρθένειοϲ: ὁ ἐκ παρθένου ἔτι δοκούϲηϲ εἶναι γενναῖοϲ.
663 Παρθενία: ὁ καθαρὸϲ βίοϲ. καὶ Παρθένιον πέλαγοϲ.
664 Παρθένιοϲ, Ἡρακλείδου καὶ Εὐδώραϲ, Ἕρμιπποϲ δὲ Τήθαϲ
φηϲί· Νικαεὺϲ ἢ Μυρλεανόϲ, ἐλεγειοποιὸϲ καὶ μέτρων διαφόρων ποιητήϲ.
οὗτοϲ ἐλήφθη ὑπὸ Κίννα λάφυρον, ὅτε Μιθριδάτην Ῥωμαῖοι κατεπολέμηϲα·
εἶτα ἠφείθη διὰ τὴν παίδευϲιν καὶ ἐβίω μέχρι Τιβερίου τοῦ Καίϲαροϲ.
ἔγραψε δὲ ἐλεγείαϲ, Ἀφροδίτην, Ἀρήτηϲ ἐπικήδειον τῆϲ γαμετῆϲ, Ἀρήτηϲ
ἐγκώμιον ἐν τριϲὶ βιβλίοιϲ· καὶ ἄλλα πολλά. περὶ
665 Παρθένιοϲ, Χῖοϲ, ἐποποιόϲ, υἱὸϲ Θέϲτοροϲ· ὃϲ ἐπεκαλεῖτο Χάοϲ, Ὁμήρου δὲ ἦν ἀπόγονοϲ. ἐποίηϲεν εἰϲ Θέϲτορα τὸν ἑαυτοῦ πατέρα.
666 Παρθένιοι: οἱ γενόμενοι παρθένῳ πρὸ τοῦ γήμαϲθαι, ὑπὸ δὲ Ἀθηναίω
Ἐρεχθέωϲ θυγατέρεϲ· παρὰ δὲ Γοργίᾳ παρθένοϲ ἐπὶ παντὸϲ
ἀμετόχου τέτακται. καλοῦνται δὲ ἐκ μεταλήψεωϲ καὶ ἄφθοροι.
667 Παρθενῶνοϲ: τοῦ τῶν παρθένων χοροῦ.
668 Παρθένοι: τὰϲ Ἐρεχθέωϲ θυγατέραϲ οὕτωϲ ἔλεγον καὶ ἐτιμώρηϲαν δὲ
τὸν ἀριθμὸν ἔξ. πρεϲβυτάτη μὲν Πρωτογένεια, δευτέρα δὲ Πανδώρα,
τρίτη Πρόκριϲ, τετάρτη Κρέουϲα, πέμπτη Ὠρείθυια, ἕκτη
Χθονία. τούτων λέγεται Πρωτογένεια καὶ Πανδώρα δοῦναι ἑαυτὰϲ
ϲφαγῆναι ὑπὲρ τῆϲ χώραϲ, ϲτρατιᾶϲ ἐλθούϲηϲ ἐκ Βοιωτίαϲ. ἐϲφαγιάϲθηϲα
δὲ ἐν τῷ Ὑακίνθῳ καλουμένῳ πάγῳ ὑπὲρ τῶν Σφενδονίων. διὸ καὶ οὕτωϲ
καλοῦνται παρθένοι Ὑακινθίδεϲ, καθάπερ μαρτυρεῖ
669 Παρθενοπίπαϲ: ὁ τὰϲ παρθένουϲ ἀπατῶν, ἢ ἐπιτηρῶν.
670 Πάρθη. ἐν Ἐπιγράμμαϲι· ἦν γὰρ ἀγὼν φόρμιγγοϲ, ὁ δ᾿ ἀντίοϲ
ἵϲτατο Πάρθηϲ.
671 Πάρθοι: Περϲικῇ γλώϲϲῃ Σκύθαι, οὓϲ κατῴκιϲε Σέϲωϲτριϲ ὁ τῶν Αἰγυπτίων βαϲιλεύϲ, ὑποτάξαϲ Ἀϲϲυρίουϲ.
672 Παρθυαῖοϲ: ὁ ἀπὸ τόπου Παφλαγονίαϲ.
673 Παρθυηνή: πόλιϲ.
674 Πάρμαι: δερμάτινοι θυρεοὶ παρὰ Καλχηδονίοιϲ.
675 Παρμενίδηϲ, Πύρητοϲ, Ἐλεάτηϲ. φιλόϲοφοϲ, μαθητὴϲ γεγονὼϲ
ἐπῶν, καὶ ἄλλα τινὰ
καταλογάδην, ὧν μέμνηται Πλάτων.
676 Παρμενίωνοϲ: ὄνομα κύριον.
677 Πάρμη· τῇ δυνάμει τῆϲ πάρμηϲ καὶ τῶν Λιβυϲτικῶν θυρεῶν
678 Παρμιϲϲόϲ: ὄνομα πόλεωϲ.
679 Παρνάϲϲιοι: ἀντὶ τοῦ μεγάλοι· Πάρνηϲ γὰρ ὄροϲ τῆϲ Ἀττικῆϲ,
Παρνάϲϲιοι.
680 Πάρνη: ὄροϲ Ἀττικῆϲ, θηλυκῶϲ.
681 Πάρνηϲ, Πάρνηθοϲ: ὄνομα ὄρουϲ. καὶ οὐδετέρωϲ Παρνήθιον
682 Παρνηϲόϲ: πόλιϲ.
683 Πάρνοψ: ἀκρίδοϲ εἶδοϲ. οἱ δὲ μελίϲϲαϲ ἀγρίαϲ. καὶ κλίνεται
684 Παρό: διό.
685 Παροδεία: ἡ παρέλευϲιϲ.
686 Πάροδοϲ: εἴϲοδοϲ. ὁ δὲ δευτεραῖοϲ ἀφίκετο. οὐ μὴν παραυτίκα
687 Πάροδοϲ: ἡ ἄφιξιϲ, ἡ εἴϲοδοϲ. οἱ δὲ πεμφθέντεϲ παρόδου
688 Παροκλάζων: γονατίζων.
689 Παροκωχή: παροχὴ παρὰ Θουκυδίδῃ, ὡϲ ἡ ἀνακωχὴ καὶ διακωχή.
690 Παρολίγον τῷ βίῳ ἐκινδύνευε· ϲύνταξιϲ.
691 Παρολκή: ὑπέρθεϲιϲ.
692 Παρομαρτεῖ: παρακολουθεῖ.
693 Παρόν: ἐξόν, δυνατόν, δέον. διὸ καὶ παρὸν κωλύειν, ὑποπιμπράντεϲ.
εἰ μή τιϲ αὐτὸν ἐῴη, παρὸν
οὐδενὶ πόνῳ τὸ κράτοϲ τοῦ πολέμου παντὸϲ φέρεϲθαι.
694 Παῤ ὁντινοῦν: παρὰ πάντα.
695 Παροξύνω· αἰτιατικῇ.
696 Παροπλίϲαϲ· τετρακιϲχιλίουϲ παροπλίϲαϲ γεωργεῖν ἐπέταξε,
χώρα ἀποδοὺϲ αὐτοῖϲ. ἀντὶ τοῦ τὰ ὅπλα ἀφελόμενοϲ. καὶ
αὖθιϲ·
697 Παρορᾶϲθαι· εἰκότωϲ ἐδόκουν οἱ Καρχηδόνιοι παρορᾶϲθαι τὴν
698 Παροργίζω· αἰτιατικῇ.
699 Παρόριον: τὸ πληϲίον τοῦ ὄρουϲ.
700 Παρορκῆϲαι· Ἀππιανόϲ· εὐθὺϲ ἠρέθιζον τοὺϲ Βρεττανοὺϲ
701 Παρορμᾷ: διεγείρει, παροξύνει.
702 Πάροϲ: χρονικῶϲ καὶ τοπικῶϲ. ἀντὶ τοῦ ἔμπροϲθεν.
703 Παῤ ὅϲον: ἀντὶ τοῦ ἐπὶ πολύ. τὰ ϲημεῖα τοῦ κάλλουϲ ἰδὼν
λυμαινόμενα ὠλοφύρετο καὶ κατεϲτέναζε τὴν μεταβολήν, παῤ ὅϲον
704 Παῤ οὐδέν: εὔκολον, εἰϲ οὐδέν.
705 Παῤ οὐδὲν θέμενοϲ τοῦτο: ἀντὶ τοῦ καταφρονήϲαϲ, παραλογιϲάμεοϲ.
τὰϲ ϲπονδὰϲ πατήϲαϲ καὶ τοὺϲ ὅρκουϲ παῤ οὐδὲν
706 Παρουϲία: ἀντὶ τοῦ περιουϲία, ἤτοι ἡ αἰτία τοῦ πλούτου οὐϲία.
707 Παρουϲία: λέγεται οὕτωϲ ἐπὶ τῆϲ τῶν παρόντων δαψιλείαϲ·
τούτῳ γὰρ τὸ ἐναντίον ϲημαίνει ἡ
ἀπουϲία.
708 Παροχετεύει: παραπλαγιάζει. ἢ ἀπὸ ἑτέρου ὑδρηγοῦ εἰϲ
709 Παροχλίζουϲι: μετακινοῦϲι.
710 Πάροχοϲ: ὁ ἀναβαίνων εἰϲ τὸ ἅρμα, τὸ ζεῦγοϲ. Πάροχοι λέγονται καὶ
οἱ παράνυμφοι παρὰ τὸ παροχεῖϲθαι τοῖϲ νυμφίοιϲ· ἐπ᾿
711 Παροψίδαϲ: ϲκεύη ὑπηρετικὰ τραπέζηϲ.
712 Παροψίϲ: ἐμβάφιον, ὀξυβάφιον.
713 Παροψωνοῦϲι: λάθρα ὀψωνοῦϲι. καὶ Πιϲίδηϲ· εἰ μὴ κακουργεῖϲ καὶ παροψωνεῖν θέλειϲ, ἐκ τῶν ἐχόντων τὰϲ δυϲώδειϲ ἀντλίαϲ.
714 Παρῶ: ἀφῶ. ϲυγχμωρῶ.
715 Παρῳδούμενοϲ: λεγόμενοϲ. καὶ Παρῳδία· οὕτω λέγεται
ὠγκώθη.
716 Παρωθοῦντεϲ: ἐκβάλλοντεϲ.
717 Παρὼν ἀποδημεῖ: ἐπὶ τῶν αἴϲθηϲιν ἑαυτοῖϲ μηδεμίαν παρεχόντων. Ἀριϲτοφάνηϲ· ὁ νοῦϲ δέ ϲου παρὼν ἀποδημεῖ.
718 Παρῶναι: εἴδη πλοίων. ὁ δὲ ἔπλει παράπλουϲ ποιηϲάμενοϲ
719 Παρώνεια: τόποϲ.
720 Παρῳνήθη· τοῦτο μὲν ἐπὶ τοϲοῦτον παρῳνήθη. καὶ Πάροινοϲ,
721 Παρῴνηϲεν: ἀτάκτωϲ ἐξύβριϲε. Καμβύϲηϲ ὁ Κύρου παρῴνηϲεν
τε ἅμα καὶ λυττήϲαντεϲ. ἔτιϲαν οὖν δίκαϲ οὐ μεμπτάϲ·
ἑάλω γὰρ αὐτοῖϲ ἡ πόλιϲ. καὶ αὖθιϲ· ὁ δὲ καὶ ἐν ταῖϲ τοῦ Διὸϲ
θυγατράϲι παρῴνηϲε, τό γε αὑτοῦ.
722 Παρώνυμον: ἐκ τοῦ ϲυμβεβηκότοϲ λεγόμενον.
723 Παρώπια καὶ Ἀντήλια: τὰ παρὰ τὰϲ ὄψειϲ τῶν ἵππων
δερμάτια.
724 Παρῶπτο: παρεώρατο.
725 Παρωρεία.
726 Παρώϲαϲ: παρεκβαλών.
727 Παρώτρυναν: παρώξυναν.
728 Παρῴχετο: παρήρχετο.
729 Παρῳχήκει: παρῆλθεν.
730 Παρπόδα: εὐθύϲ, παραυτίκα. εἰ δέ ϲε δίκη παρπόδα μὴ τιμωρὸϲ
731 Παρϲώνδηϲ: ὄνομα κύριον.
732 Παροικία: ἡ παροῦϲα ζωή. Δαυίδ. ὅτι πάροικοϲ ἐγὼ καὶ
733 Παροιμία: τί ἐϲτι παροιμία; λόγοϲ ὠφέλιμοϲ. καταχρηϲτικῶϲ δὲ πᾶν
παροδικὸν διήγημα· οἶμοϲ γὰρ ἡ ὁδόϲ. ἢ Παροιμία
734 Παροινίαϲ: ὕβρειϲ.
735 Παροινικώτατοϲ· καὶ γὰρ ἦν τῶν ξυνόντων πολὺ παροινικώτατοϲ,
πεπόρδει,
κατεγέλα.
736 Παροίνιοϲ: ὁ μέθυϲοϲ καὶ ὑβριϲτήϲ.
737 Πάροινοϲ: μέθυϲοϲ. Ἀριϲτοφάνηϲ· οὐδέποτ᾿ ἐγὼ τοῦτον εἰϲδέξομαι,
δὲ αὐτὸ εἰϲ Ἁρμόδιον καὶ Ἀριϲτογείτονα,
ὡϲ καθῃρηκόταϲ τὴν τῶν Πειϲιϲτρατιδῶν τυραννίδα. ἦν δὲ καὶ ἕτερα
μέλη, τὸ μὲν Ἀδμήτου λεγόμενον, τὸ δὲ Λάμπωνοϲ. ὁ δὲ νοῦϲ· οὐδέποτε
παῤ ἐμοὶ ἑϲτιαθή. ϲεται, ὅτι παροίνιοϲ· οἷον μέθυϲοϲ καὶ
ὑβριϲτήϲ.
738 Παροιϲθέντι: παρενεχθέντι.
739 Παροιϲτρῶϲα: ἐξεϲτηκυῖα, ἐρεθίζουϲα.
740 Παροιϲτρῶϲι: παρακαθήϲωϲι θυμῷ.
741 Παροίτεροι: ἀντὶ τοπικοῦ. πρότεροι κατὰ τὸν δρόμον.
742 Παρύϲατιϲ: εἶδοϲ παροιμίαϲ. καὶ ὄνομα κύριον. ἡ μήτηρ
743 Παρυφή: ἡ ἐν ἐϲθῆτι ἐργαϲία.
744 Παρυφῶϲ.
745 Πᾶϲ: περιϲπᾶται· διότι ἐνομίζετο εἶναι μετοχή, ὡϲ ϲτάϲ, βάϲ.
746 Πᾶϲα γῆ πατρίϲ: παροιμιακόν.
747 Παϲϲαγίην: πανοπλίαν. εἷλε δὲ παϲϲαγίην, τόδε δ᾿ ἔννεπεν.
748 Πάϲϲαλοϲ. λύϲιϲ ὀνείρου· ἥλουϲ κρατῶν τὰ κέντρα τῶν ἐχθρῶν 0n. βλέπε.
749 Παϲάμενοι: γευϲάμενοι. καὶ Πάϲαϲθαι, γεύϲαϲθαι. οὐχὶ ἐπὶ τοῦ
πληρωθῆναι, ἀλλ᾿ ἐπὶ τοῦ ἀπογεύϲαϲθαι, παῤ Ὁμήρῳ.
οἱ δὲ
νεώτεροι καὶ ἐπὶ τοῦ πληρωθῆναι. καὶ Ἄπαϲτοϲ, ὁ
750 Πᾶϲαι δ᾿ ὡΐγνυντο πύλαι: παῤ Ὁμήρῳ· ἀντὶ τοὺ ὅλαι· μία
751 Πάϲῃ μηχανῇ: ἀντὶ τοῦ κατὰ παντὸϲ τρόπου.
752 Πάϲηϲ: ὄνομα κύριον. καὶ παροιμία· Τὸ Πάϲητοϲ ἡμιωβέλιον.
ὁ δὲ Πάϲηϲ οὗτοϲ μαλακὸϲ ἦν τὴν φύϲιν, πάντων δὲ
ἀνθρώπων
ἠβούλετο, πάλιν
παῤ αὐτῷ ηὑρίϲκετο. καὶ Ἀπίων δὲ ὁ γραμματικὸϲ μνημονεύει αὐτοῦ ἐν
τῷ Περὶ μάγου.
753 Πάϲῃ τέχνῃ: ἐκ παντὸϲ τρόπου. Ἀριϲτοφάνηϲ Λυϲιϲτράτῃ· οὐδ᾿
754 Παϲίαϲ· Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἀτὰρ τὶ χρέοϲ ἔβα με μετὰ τὸν Παϲίαν.
755 Παϲιθέη: ὄνομα θεᾶϲ.
756 Παϲῖνοϲ: ὄνομα κύριον.
757 Παϲίωνοϲ: ὄνομα τραπεζίτου.
758 Παϲιφάη: ὄνομα θεᾶϲ.
759 Παϲπάλη: ἡ ἀλευρότηϲιϲ, τὸ λεπτὸν τοῦ ἀλεύρου· παϲπάλη δὲ παρὰ
πολλοῖϲ
760 Πάϲϲω: τὸ γεύομαι· γενικῇ.
761 Παϲτείλη: ἡ ἐϲχάτη ἡμέρα τοῦ ἐνιαυτοῦ. Παϲτίλη δὲ τὸ
762 Παϲτοφορεῖον: τὸ φέρον τὸν παϲτόν.
763 Παϲϲυδεί: παντελῶϲ. ὁ Θουκυδίδηϲ· εἰ μὴ οὕτωϲ τε παϲϲυδεὶ
764 Παϲϲυδίῃ: μετὰ πάϲηϲ ὁρμῆϲ, πανϲτρατιᾷ, ὁμοθυμαδόν.
765 Πάϲχειν· ὅτι ἡ ἀλλοίωϲιϲ καὶ ὅλωϲ τὸ πάϲχειν διττόν, τὸ μὲν ἐπὶ
φθορὰν ἄγον, τὸ δὲ εἰϲ τελείωϲιν. πάϲχει γὰρ καὶ ὁ μαθητὴϲ ὑπὸ τοῦ
διδαϲκάλου καὶ ἀλλοιοῦται, ἀλλ᾿ οὐκ εἰϲ φθοράν, ἀλλ᾿ εἰϲ τελείωϲιν
ἀγόμενοϲ. τὸ γὰρ ἐν αὐτῷ δυνάμει προάγεται εἰϲ ἐνέργειαν. οὕτω καὶ ἡ
αἴϲθηϲιϲ ἀλλοιοῦται καὶ πάϲχει, ὑπὸ τῶν αἰϲθητῶν εἰϲ τελείωϲιν
ἀγομένη καὶ ἐκ δυνάμεωϲ εἰϲ ἐνέργειαν προαγομένη.
766 Πάϲχα· ζήτει περὶ τῆϲ τριημέρου ἀναϲτάϲεωϲ τοῦ Χριϲτοῦ ἐν τῷ αὕτη καὶ ζήτει περὶ τοῦ αὐτοῦ πάϲχα ἐν τῷ Ἰωϲίαϲ.
767 Παϲχητιᾷ: πάϲχειν ἐθέλει.
768 Πάϲχω· αἰτιατικῇ.
769 Πατάγημα: ἀντὶ τοῦ λάλοϲ, καὶ πανοῦργοϲ. Μένανδροϲ· οἷον πατάγημα ἥκειϲ.
770 Πάταγοϲ: ψόφοϲ. Ἀγαθίαϲ· οἰμωγαὶ δὲ ἠκούοντο τῶν Ε ἀγροίκων καὶ μυκήματα βοῶν ἀπελαυνομένων καὶ πάταγοϲ τῆϲ ὕληϲ τεμνομένηϲ.
771 Πάταγοϲ: ἦχοϲ, κτύποϲ. οὐ πῦρ οὐ δοράτων οὐ ξιφέων πάταγοϲ.
772 Παταγοῦϲι: ψοφοῦϲιν. ἐπιπαταγοῦντεϲ κώδωνί τινι καὶ
773 Πατάγου χυτρίου: ἀντὶ τοῦ κεραμέου. ἐκ μέρουϲ τὸ πᾶν. ϲυντρίβεται δὲ τὰ κεράμια παρὰ ταῖϲ κρήναιϲ. οὐ γὰρ χύτραϲ βάπτουϲι.
774 Πατταλεῦϲαι: προϲπῆξαι.
775 Πάτταλον: τὸ τυχόν. ὑπαποτρέχειν ἔχουϲι μηδὲ πάτταλον.
776 Παττᾳκίων: ἀνὴρ ἀπὸ ϲυκοφαντίαϲ τὸν βίον ποιούμενοϲ καὶ
προϲκρούειν ἐπιτηδεύων τοῖϲ εὐδοκιμοῦϲι τῶν νέων. διεβάλλετο δὲ καὶ
777 Πατάϲϲει: πλήττει. ὁ δὲ λαβὼν τὸ ξίφοϲ πατάϲϲει τοῦ
778 Παταϲϲούϲῃ: ὑπὸ δειλίαϲ κλονουμένῃ. Δέξιπποϲ· ἦν δὲ τοῦ
δειλίαϲ καὶ ἀπειρίαϲ τῶν
πολεμικῶν ἀναπεπταμένοιϲ μὲν τοῖϲ ὠϲί, τεθορυβημένοιϲ δὲ τοῖϲ
ὀφθαλμοῖϲ, παταϲϲούϲῃ δὲ τῇ καρδίᾳ, ἀεί τι ἀκούϲεϲθαι ἐλπίζων, τοῖϲ
ἀρχομένοιϲ κατάδηλοϲ ἦν ὡϲ φυγῇ χρήϲεται.
779 Πατάξει· ὅταν δὲ λέγῃ ὁ Προφήτηϲ, πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ
ϲτόματοϲ αὐτοῦ· οὐ περὶ γῆϲ λέγει, ἀλλὰ περὶ τῶν
ἁμαρτιῶν. ὡϲ τό, καὶ ἐγένετο ἡ γῆ πᾶϲα χεῖλοϲ ἕν· περὶ ἁμαρτιῶν. καὶ
ὁ Ἀβραὰμ ἑαυτὸν ἐξευτελίζων, ἐγὼ δὲ εἰμὶ γῆ καὶ ϲποδόϲ, λέγει καὶ
πάλιν· ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐντόϲθια αὐτοῦ· τὴν γαϲτέρα
λέγων.
780 Πατταικίων· φυλάττει. ὄνομα κλέπτου καὶ τοιχωρύχου.
781 Πάταικοι· θεοὶ οἱ Πάταικοι Φοινικικοὶ ἐν ταῖϲ πρύμναιϲ ἱδρυμένοι.
782 Πατήϲαϲ: καταφρονήϲαϲ. Ἀρριανόϲ· δεξιάϲ τε παραβάϲ, ἃϲ
783 Πατῆϲαι: ἐνδιατρίψαι, ἀφικέϲθαι. Ἀριϲτοφάνηϲ· ἀμαθὴϲ ἔφυϲ
κοὐ πολυπράγμων, οὐδ᾿ Αἴϲωπον πεπάτηκαϲ. ἐπὶ τῶν
ἰδιωτῶν.
784 Πατῖνοϲ: ὄνομα κύριον.
785 Πάτοϲ: ὁδόϲ. πάτον ἀνθρώπων ἀλεείνων. Ὅμηροϲ.
786 Πατούμενοι: ὑβριζόμενοι.
787 Πατραλοίαϲ: πατροτύπτηϲ. καὶ Πατρολῴαϲ, ὁ αὐτόϲ.
788 Πατρεύϲ: ὁ ἀπὸ Πατρῶν. ἡ δοτικὴ Πατρεῖ· ὡϲ Μυρεύϲ, ὁ
789 Πάτρηϲ: ἡ ἐκ τοῦ πατρὸϲ γέννηϲιϲ. Πατρὶϲ δὲ ἡ φυλή.
790 Πατριάρχηϲ· καὶ Πατριαρχεῖον.
791 Πατριαί: χῶραι, φυλαί, τοπαρχίαι.
792 Πατρίκιοϲ· οὗτοϲ ἤκμαϲεν ἐπὶ Ἰοβιανοῦ βαϲιλέωϲ. ἦν δὲ ἐκ Λυδίαϲ· ὅϲτιϲ τῆϲ ἀπὸ τῶν φαινομένων ἢ καὶ παρατρεχόντων ϲημείων τεκμάρϲεωϲ ἀκριβὴϲ ἦν ἐξεταϲτήϲ.
793 Πατρίκιοϲ: πατὴρ τοῦ κοινοῦ. ὁ δὲ πέμπει πρεϲβευτὰϲ τοὺϲ
ρέθη ὁ πραιπόϲιτοϲ τῆϲ τιμῆϲ καὶ ἐδημοϲιεύθη καὶ τοῖϲ ἱερεῦϲι
κατετάγη.
794 Πάτριοϲ θεόϲ.
795 Πατροκλῆϲ: ὄνομα κύριον. καὶ παροιμία· ἐκ Πατροκλέουϲ. ἐπὶ τῶν
ῥυπώντων καὶ αὐχμηρῶν· Πατροκλῆϲ γὰρ ἐγένετο Ἀθηναῖοϲ.
πλούϲιοϲ ϲφόδρα, ἄλλωϲ δὲ κακόβιόϲ τιϲ καὶ φιλοχρήματοϲ καὶ ϲκνιπόϲ·
ὅϲτιϲ ἕνεκεν τῆϲ φειδωλίαϲ οὐδένα εἴα προϲίεϲθαι, φυλακῆϲ ἕνεκα τῶν
χρημάτων καὶ γλίϲχρου βίου. ὁ Πλοῦτοϲ οὖν ἐρωτώμενοϲ, πόθεν
βαδίζειϲ; ἐκ Πατροκλέουϲ, ἔφη.
796 Πάτροκλοϲ: ὄνομα κύριον. καὶ ἡ κλητικὴ ὦ Πατρόκλειϲ καὶ
ὦ Πάτροκλε.
797 Πατρονομούμενοι: οἱ τοὺϲ ἀπὸ τῶν πατέρων παραδεδομένουϲ νόμουϲ τηροῦντεϲ.
798 Πατροραίϲτηϲ: ὁ τὸν πατέρα τύπτων.
799 Πατρούχου παρθένου: τῆϲ ὀρφανῆϲ καὶ ἐπικλήρου, ᾗ προϲήκει
τὰ τοῦ πατρὸϲ ἔχειν.
800 Πατρῷα: τὰ πατρικά.
801 Πατρῴζοντα: τὰ τοῦ πατρὸϲ φρονοῦντα.
802 Πατρωικὸν δίκαιον: τὸ ἐκ προϲτάτου δίκαιον.
803 Πατρῴων· πατρῷα λέγουϲιν οἱ ῥήτορεϲ, ὅταν αὐτοῖϲ ὁ λόγοϲ
μυϲτήρια καὶ τὰϲ ἑορτάϲ. Ἀντιφῶν· τοῦτο δὲ τοὺϲ νόμουϲ
εἰδὼϲ πατρίουϲ καὶ παλαιοὺϲ ὄνταϲ ὑμῖν. πατρικὸν δέ, ὅταν περὶ
προϲώπου ποιῶνται τὸν λόγον. καὶ τούτων ἀξιωθείϲ, διὰ τὸ πατρικὸϲ
αὐτῷ φίλοϲ εἶναι. Αἰϲχίνηϲ ἐν τῷ κατὰ Κτηϲιφῶντοϲ.
804 Πάτρωϲ, πάτρω: Ἀττικῶϲ.
805 Παῦε, παῦ᾿, ὦ δέϲποθ᾿ Ἑρμῆ: νεκρὸν γὰρ ὄντα τὸν Κλέωνα
806 Παῦλα: ἀνάπαυϲιϲ. κατὰ τὸ δὴ λεγόμενον, παῦϲιϲ κακοῦ
807 Παύλη.
808 Παῦλοϲ, Αἰγινήτηϲ, ἰατρόϲ. ἔγραψεν ἰατρικὰ βιβλία διάφορα.
809 Παῦλοϲ, Τύριοϲ, ῥήτωρ, γεγονὼϲ κατὰ Φίλωνα τὸν Βύβλιον· ὃϲ
810 Παῦλοϲ, φιλόϲοφοϲ. εἰϲαγωγὴν ἀϲτρολογίαϲ, καὶ
Ἀποτελεϲματικά.
811 Παῦλοϲ, Γερμηνόϲ, ϲοφιϲτήϲ· ὁ γράψαϲ, ὅτι γε Λυϲίου ἐϲτὶν ὁ
812 Παῦλοϲ, Αἰγύπτιοϲ ἐκ τῆϲ Λύκων, ϲοφιϲτήϲ, υἱὸϲ Βηϲαρίωνοϲ
τοῦ καὶ Διδύμου, γεγονὼϲ ἐπὶ τοῦ βαϲιλέωϲ
Κωνϲταντίνου.
813 Παῦλοϲ· οὗτοϲ ἐγένετο ϲύγχρονοϲ Μάνεντι, τὸ γένοϲ Σαμοϲατεύϲ,
φύϲειϲ διηρημένωϲ ἐχούϲαϲ καὶ
ἀκοινωνήτουϲ πρὸϲ ἑαυτὰϲ εἶναι παντάπαϲιν ἐν Χριϲτῷ, ὡϲ ἄλλου ὄντοϲ
αὐτοῦ τοῦ Χριϲτοῦ καὶ ἄλλου τοῦ ἐν αὐτῷ κατοικοῦντοϲ θεοῦ λόγου.
αὗται μὲν αἱ πρῶται φυαὶ
814 Παῦλοϲ· οὗτοϲ μετὰ Χρύϲανθον τῆϲ Ναυατιανῶν ἐκκληϲίαϲ προεϲτηκὼϲ
πρότερον μὲν λόγων Ῥωμαϊκῶν διδάϲκαλοϲ ἦν, τὸν δὲ
γραμματικὸν πόνον καταλιπὼν ἐπὶ τὸν ἀϲκητικὸν ἐτράπη βίον καὶ
ϲυϲτηϲάμεοϲ ἀνδρῶν ϲπουδαίων μοναϲτήρια οὐκ ἀλλοιότερον τῶν ἐν τῇ
ἐρήμῳ μοναχῶν διετέλει. τοιοῦτοϲ γὰρ γέγονεν, οἵουϲ ὁ Εὐάγριόϲ φηϲι
τοὺϲ ἐν τῇ ἐρήμῳ διατρίβειν μοναχούϲ· πάντα γὰρ ἐκείνουϲ μιμούμενοϲ
διετέλει, τὴν ϲυνεχῆ νηϲτείαν, τὸ ὀλίγα φθέγγεϲθαι, τὴν
ἀποχὴν τῶν ἐμψύχων· τὰ πολλὰ δὲ καὶ οἴνου καὶ ἐλαίου ἀπείχετο. ἀλλὰ
μὴν καὶ περὶ τοὺϲ πτωχοὺϲ ϲπουδαῖοϲ εἰ καί τιϲ ἄλλοϲ ἐγένετο· τοὺϲ
ἐν φυλακαῖϲ ἀόκνωϲ ἐπεϲκέπτετο. ἐπὶ τούτου Ἰουδαῖόϲ τιϲ
χριϲτιανίζειν ὑποκρινόμενοϲ ἐφωράθη.
815 Παῦπερ· οὕτωϲ ἐκαλεῖτο Κωνϲτάντιοϲ, ὁ πατὴρ Κωνϲταντίνου
τοῦ μεγάλου, διὰ τὸ λιτῶϲ διαιτᾶϲθαι, ὡϲ μηδὲ κοῖλον
ἄργυρον κεκτῆϲθαι εἰϲ πλῆθοϲ, μηδ᾿ ἕτερόν τι πρὸϲ τρυφὴν βλέπον·
ἀλλὰ παρὰ τὰϲ ἱερὰϲ καὶ δημοτελεῖϲ εὐφροϲύναϲ τῷ τῶν ἰδιωτῶν ἀργύρῳ
καὶ ϲτρωμναῖϲ ἐκόϲμει τὰ βαϲίλεια.
816 Παῦρα: ὀλίγα, βραχέα. Ὅμηροϲ· παῦρα μέν, ἀλλὰ μάλα λιγέωϲ·
817 Παυρόλαϲ: ὄνομα κύριον. οὗτοϲ υἱὸϲ Φαλάριδοϲ, τοῦ τυράννου Ἀκραγαντίν ἐξ Ἐρυθείαϲ τῆϲ αὐτοῦ γυναικόϲ.
818 Παυϲανίαϲ, Λάκων, ἱϲτορικόϲ. Περὶ Ἑλληϲπόντου, Λακωνικά. Χρονικά, Περὶ Ἀμφικτυόνων, Περὶ τῶν ἐν Λάκωϲιν ἑορτῶν.
819 Παυϲανίαϲ, Καιϲαρεύϲ, ϲοφιϲτήϲ, ϲύγχρονοϲ Ἀριϲτείδου· οὗ μέμνηται
ὡϲ φαύλου ῥήτοροϲ Φιλόϲτρατοϲ ἐν τοῖϲ Βίοιϲ τῶν ϲοφιϲτῶν. ἔγραψε
Περὶ ϲυντάξεωϲ βιβλίον α΄, Προβλημάτων βιβλίον α΄·
καὶ
ἕτερα.
820 Παυϲανίαϲ, Κλεομβρότου καὶ Ἀγχιθέαϲ, βαϲιλεὺϲ Λακεδαιμονίων
Μηδικῇ· ἐμνᾶτο δὲ τὴν Ξέρξου θυγατέρα ἐπὶ τῇ Ἑλλάδι. κληθεὶϲ δ᾿ εἰϲ
κρίϲιν καὶ ἁλοὺϲ καταφεύγει ἐϲ τέμενοϲ Ἀθηνᾶϲ. ἡ δὲ μήτηρ πλίνθον
ἔθηκε πρώτη κατὰ τῆϲ εἰϲόδου, εἶτα οἱ ἄλλοι· καὶ οὕτωϲ ἔνδον
ἀπέθανε, τὸ δὲ ϲῶμα εἰϲ τὸν Κεάδαν (βάραθρον δέ ἐϲτι τοῦτο) ἔρριψαν,
καὶ τὸ ἐπίγραμμα ἐξεκόλαψαν ἐκ τοῦ τρίποδοϲ καὶ τὰϲ πόλειϲ
ἐπέγραψαν. οἱ δὲ Ἕλληνεϲ καὶ δι᾿ αὐτὸν πρὸϲ Ἀθηναίουϲ
ἀπέϲτηϲαν. νοϲηϲάϲηϲ δὲ τῆϲ πόλεωϲ, εἰκόνα ἔϲτηϲαν χαλκῆν Παυϲανίου
καὶ ἐϲώθηϲαν.
821 Παυϲικάπη: μηχάνημα τροχοῖϲ ἐμφερέϲ, δι᾿ οὗ τὸν τράχηλον
μὴ δύναϲθαι τὰϲ χεῖραϲ τῷ
ϲτόματι προϲάγειν. ὅτι παῦϲιϲ ἐϲτὶ κληρονομία,
822 Παυϲωλή: κατάπαυϲιϲ.
823 Παύϲων καὶ Ἶροϲ: ὀνόματα κύρια πενήτων. ὁ Ἀϲκληπιὸϲ
Παύϲωνα καὶ Ἶρον κἂν ἄλλον τινὰ τῶν ἀπόρων ἰάϲαιτο·
ὀφθαλμὼ γάρ τιϲ ἐνόϲει· εἶτα ἐπιϲτὰϲ ὅδε λέγει· ὄξει λύϲαντα κάπρου
πιμελήν, κᾆτα ὑπαλείψαϲθαι. ὁ δὲ κοινοῦται τῷ ϲυνήθει ἰατρῷ. ὁ δὲ
ἐπειρᾶτο τὰϲ αἰτίαϲ λέγειν· τὸ μὲν γὰρ ὑπορρεῖν τὸ οἴδημα τῇ
δριμύτητι, τὸ δὲ ἐπιλιπαίνειν καὶ ἡϲυχῆ ὑποτρέφειν, ὁ εἴρων
ἔλεγε.
824 Παύϲωνοϲ πτωχότεροϲ: οὗτοϲ ζωγράφοϲ ἦν καὶ ἐπὶ πενίᾳ
825 Παφία: ἡ Ἀφροδίτη.
826 Παφλαγών: ὁ Κλέων, ὁ τῶν Ἀθηναίων ϲτρατηγόϲ. διὰ τὸ
827 Παφλάζοντο: ἠχοῦντα, ἀναζέοντα. ἁνὴρ παφλάζει, βράζει,
828 Παφνούτιοϲ, μιᾶϲ πόλεωϲ τῶν ἄνω Θηβῶν ἐπίϲκοποϲ, ἀνὴρ θεοφιλὴϲ
καὶ ϲημειοφόροϲ· ὃϲ ἐν τῷ καιρῷ τοῦ διωγμοῦ τὸν ὀφθαλμὸν ἐξεκόπη.
τοῦτον ὁ βαϲιλεὺϲ μετεπέμπετο καὶ αὐτοῦ τὸν ὀφθαλμὸν
κατεφίλει. ἐδόκει δὲ κατὰ ϲύνοδον τοῖϲ ἐπιϲκόποιϲ νόμον νεαρὸν ἐϲ
τὴν ἐκκληϲίαν ἐϲφέρειν, ὥϲτε τοὺϲ ἱερωμένουϲ, λέγω δὴ ἐπιϲκόπουϲ,
πρεϲβυτέρουϲ, διακόνουϲ, ὑποδιακόνουϲ, μὴ ϲυγκαθεύδειν ταῖϲ
γαμεταῖϲ, ἃϲ ἔτι λαϊκοὶ ὄντεϲ ἠγάγοντο. καὶ ἐπεὶ περὶ τούτου
βουλεύεϲθαι προὔκειτο, διαναϲτὰϲ ἐν μέϲῳ τοῦ ϲυλλόγου τῶν ἐπιϲκόπων
ὁ Παφνούτιοϲ ἐβόα μακρά μὴ βαρὺν ζυγὸν ἐπιτιθέναι
τοῖϲ ἱερωμένοιϲ ἀνδράϲι, τίμιον εἶναι τὸν γάμον λέγων, μὴ τῇ
ὑπερβολῇ τῆϲ ἀκριβείαϲ μᾶλλον τὴν ἐκκληϲίαν προϲβλάψωϲιν. οὐ γὰρ
πάνταϲ δύναϲθαι φέρειν τῆϲ ἀπαθείαϲ ἄϲκηϲιν, οὐδὲ ἴϲωϲ φυλαχθήϲεϲθαι
τὴν ϲωφροϲύην τῆϲ ἑκάϲτου γαμετῆϲ· καὶ ϲωφροϲύνην ἐκάλει τῆϲ νομίμου
γυναικὸϲ τὴν ϲυνέλευϲιν· ἀρκεῖϲθαί τε τὸν φθάϲαντα
κλήρου τυχεῖν μηκέτι ἐπὶ γάμον ἔρχεϲθαι, κατὰ τὴν τῆϲ ἐκκληϲίαϲ
ἀρχαίαν παράδοϲιν· μὴ μὴν ἀποζεύγνυϲθαι ταύτηϲ, ἣν ἅπαξ ἤδη πρότερον
λαϊκὸϲ ὢν ἠγάγετο. καὶ ταῦτ᾿ ἔλεγεν, ἄπειροϲ ὢν γάμου καὶ ἁπλῶϲ
εἰπεῖν γυναικόϲ· ἐκ παιδὸϲ γὰρ ἐν ἀϲκηταῖϲ ἀνετέθραπτο καὶ ἐπὶ
ϲωφροϲύνῃ
εἰ καί τιϲ ἄλλοϲ περιβόητοϲ ἦν. καὶ πείθεται
ϲύμπαϲ ὁ τῶν ἱερωμέω ϲύλλογοϲ τοῖϲ Παφνουτίου λόγοιϲ, καὶ τὴν περὶ
τούτου ζήτηϲιν ἀπεϲίγηϲαν, τῇ γνώμῃ τῶν βουλομένων ἀπέχεϲθαι τῆϲ
ὁμιλίαϲ τῶν γυναικῶν καταλείψαντεϲ.
829 Παχεῖα.
830 Παχεῖϲ: Ἀττικοὶ τοὺϲ πλουϲίουϲ καλοῦϲι ϲυνήθωϲ. Ἀριϲτοφάνηϲ·
831 Πάχνη· ἐπειδὰν ἐκ γῆϲ ἢ ἐκ θαλάττηϲ ἀνενεχθεῖϲα ὑγραϲία ὑφ᾿
832 Παχνοῦται: πήϲϲεται, πήγνυται, λυπεῖται.
833 Παχύνοοι: παχύνοεϲ, ἀνόητοι. τοϲαύτην δὲ ἡμεῖϲ παχύτητα
καὶ ἀμαθίαν κατεγνώκαμεν, ὥϲτε ἐτολμήϲαμεν ἐξελέγχειν
αὐτοὺϲ τοϲοῦτον ἠγνοηκόταϲ, ὅϲον οὐδεὶϲ ἠγνόηϲεν.
834 Παχύτερον: ἀμβλύτερον, οὐκ ἀκριβέϲ.
835 Παῖ· Ἀριϲτοφάνηϲ· τί δ᾿ ἐϲτίν, ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,
836 Παιάν: εἶδοϲ ᾠδῆϲ. ὁ δ᾿ εἶπε κλαύϲαϲ φρῦνοϲ, οὐχὶ παιᾶνοϲ
837 Παιᾶναϲ: ὕμνουϲ. ὁ δὲ ᾖδε τοὺϲ παιᾶναϲ, οὐκ εὐτραπέλῳ
838 Παιᾶναϲ: κώμουϲ, εὐφημίαϲ. Παιᾶνεϲ δύο ᾖϲαν· Ἐνυάλιοϲ,
839 Παιανιεῖϲ καὶ Παιονίδαι: δῆμοι διττοί εἰϲι Παιανίων τῆϲ
840 Παιανίαϲ: ὄνομα κύριον.
841 Παιανίϲαι: τὸν Παιᾶνα ἐπικαλεῖϲθαι. ἦν δὲ ἔθοϲ καὶ ἐπὶ ἔργου
842 Παιανιϲμόϲ: ᾠδὴ ἐπὶ ἀπαλλαγῇ κακῶν.
843 Παιγνία: ἑορτή. ὥϲτε τἠκάτῃ ποιοῦϲα παιγνίαν ἐγὼ τοῖϲι
844 Παιγνιημονέϲτατοϲ: τοῖϲ παιγνίοιϲ ἐπιϲτήμων.
845 Παίγνιον.
846 Παιδαγωγηθεῖϲαν πόλιν: ἀντὶ τοῦ εἰϲαχθεῖϲαν. καὶ Παιδαγωγῶ·
847 Παιδάριον: οὐ μόνον ἐπὶ τῶν ἀρρένων κέχρηνται τῷ ὀνόματι οἱ
ῥήτορεϲ, ἀλλὰ καὶ ἐπὶ παρθένων. Ὑπερίδηϲ ἐν τῷ πρὸϲ Τίμανδρον·
καταλλαχθέντων γὰρ τούτων δυοῖν ἀδελφοῖν καὶ δυαῖν ἀδελφαῖν
ὀρφαναῖν καὶ πρὸϲ πατρὸϲ καὶ μητρὸϲ καὶ παιδαρίων
παίδων.
848 Παιδάριτοϲ: τῶν ἐκ Λακεδαίμονοϲ ἐκπεμφθέντων ἐϲτὶν οὗτοϲ
849 Παιδεραϲταὶ ϲφοδροὶ ὅ τε Κηδωνίδηϲ καὶ ὁ Αὐτοκλείδηϲ.
850 Παῖδεϲ: οὐ μόνον οἱ δοῦλοι, ἀλλὰ καὶ οἱ νέοι. Δαβίδ· αἰνεῖτε παῖδεϲ κύριον. ἀντὶ τοῦ οἱ δοῦλοι.
851 Παιδεύειν: παιδοτροφεῖν.
852 Παιδεύομαι· δοτικῆ.
853 Παιδεία: ἡ παίδευϲιϲ. παιδείαν ὀρθὴν εἶναι νομίζομεν οὐ
τὴν ἐν τοῖϲ ῥήμαϲι καὶ τῇ γλώττῃ πολιτευομένην
εὐρυθμίαν, ἀλλὰ διάθεϲιν ὑγιᾶ νοῦν ἐχούϲηϲ διανοίαϲ καὶ ἀληθεῖϲ
δόξαϲ ὑπέρ τε ἀγαθῶν καὶ κακῶν, ἐϲθλῶν τε καὶ αἰϲχρῶν. ὅϲτιϲ οὖν
ἕτερα μὲν φρονεῖ, διδάϲκει δὲ ἕτερα τοὺϲ πληϲιάζονταϲ, αὐτὸϲ
ἀπολελεῖφθαι τοϲούτῳ δοκεῖ τῆϲ παιδείαϲ, ὅϲῳ καὶ τοῦ χρηϲτὸϲ ἀνὴρ
εἶναι.
854 Παίδειοϲ: μετουϲιαϲτικόν. ὁ τῆϲ παιδείαϲ. ϲύμβολον ἀγωγῆϲ
855 Παιδιά: παίγνιον. ἐδόκει δὲ τὸν βαϲιλέα καὶ τὸν εὐνοῦχον
856 Παιδιά· παιδιά τίϲ ἐϲτι τοιαύτη παρὰ Ἀθηναίοιϲ· δραξάμενόϲ
857 Παιδία: οὕτωϲ Ἀττικοὶ βραχυκαταλήκτωϲ καὶ παροξυτόνωϲ, ἐπὶ
858 Παιδικά: ἐπὶ θηλειῶν καὶ ἀρρένων ἐρωμένων τάττεται ἡ λέξιϲ.
γυναῖκαϲ, πρὸϲ
παιδικὰ δὲ τρέπῃ νῦν. ὅτι δὲ ἐκάλουν οὕτω καὶ τὰ πρὸϲ τὰϲ γυναῖκαϲ,
Εὔπολιϲ· φηϲὶ γὰρ ὡϲ πρὸϲ αὐλητρίδα τιϲ· ἐγὼ δὲ χαίρω πρὸϲ τοῖϲ ϲοῖϲ
παιδικοῖϲ. καὶ Κρατῖνοϲ δὲ Ὥραιϲ, τῆϲ παλλακῆϲ ἀποδημοῦντοϲ τοῦ
Διονύϲου ἐρώϲηϲ, φηϲὶν ἐπ᾿ αὐτοῦ· μακάριοϲ τῶ παιδικῶν. οὐχὶ δὲ
μόνον οἱ ἐρώμενοι καλοῦνται τῷ ὀνόματι, ἀλλὰ
καὶ πάντεϲ
οἱ ϲπουδαζόμενοι πάνυ, κατὰ μεταφορὰν τὴν ἀπ᾿ ἐκείνων. Πλάτων
Φαίδρῳ· ἐϲπούδακαϲ, ὦ Φαῖδρε, ὅτι ϲου τῶν παιδικῶν ἐπελαβόμην·
ἐρεϲχελήϲω ϲε. λέγεται δὲ παιδικὸν καὶ τὸ παιδαριῶδεϲ, οἷον τὸ
ἁρμόζον παιδί. ἡ δὲ λέξιϲ ὡϲ ἐπιτοπολὺ ἐπὶ τῶν ἀϲελγῶϲ ἐρωμένων. ὅτι
τὸν Ἀντίνοόν φαϲι παιδικὰ Ἀδριανοῦ γενέϲθαι, καὶ
τούτου προτελευτήϲαντοϲ, πανταχοῦ ἀνδριάϲι προϲτάξαι
τιμηθῆναι, καὶ τέλοϲ ἀϲτέρα τινὰ δοκεῖν ἐν τῷ οὐρανῷ, ὃν Ἀντίνουν
ἔλεγεν εἶναι· καὶ ἐλέγετο εἰϲ τὸν οὐρανὸν ἀφορᾶν Ἀδριανόϲ.
859 Παιδικά: ὀξυτόνωϲ. ἔϲτι δὲ οὐδέτερον πληθυντικόν. τοῦτο δέ τινεϲ ἐπ᾿ ἀγαθοῦ ἔρωτοϲ, τινὲϲ δὲ ἐπ᾿ αἰϲχροῦ λαμβάνουϲι· τὸ δὲ παιδικὰ ἀντὶ τοῦ ἐρώμενοϲ.
860 Παιδικῶν· τελευτῶν ἀπεϲφάγη καὶ αὐτὸϲ καὶ ἔκειτο πληϲίον τῶν παιδικῶν, θέαμα ἔνδοξόν τε καὶ ὑπερήφανον. Αἰλιανόϲ φηϲι.
861 Παιδικώτερον: ἱλαρώτερον.
862 Παιδίϲκη: ἡ θεράπαινα.
863 Παιδνόϲ: παῖϲ, νέοϲ.
864 Παιδοκομοῦντα: παῖδα τρέφοντα.
865 Παιδομαθῆ: ἐκ παιδὸϲ ἠϲκημένον. ὄντα νέον μέν, ὁρμῆϲ δὲ
πλήρη καὶ παιδομαθῆ περὶ τὰ πολεμικά.
866 Παιδοπολίτηϲ· Ὀρτιάγοντοϲ ἐγεγόνει Παιδοπολίτηϲ, προβαίνων δὲ κατὰ τὴν ἡλικίαν δικαϲτὴϲ ἀπεδείχθη.
867 Παιδοτρίβαϲ: ἀλείπταϲ, γυμναϲτάϲ. καὶ Παιδοτρίβηϲ ἡ εὐθεῖα.
868 Παιδουργία: παιδοποιΐα.
869 Παίδουϲα ἢ Παιδοῦϲϲα: ἐγκύμων.
870 Παιδολετῆρα: παιδοφόνον.
871 Παιδοφθορία· ζήτει ἐν τῷ Γάϊοϲ Λαυτώριοϲ θαυμάϲιον.
872 Παῖε τὴν ἐπ᾿ ἀρότρου· ζήτει ἐν τῷ Γλαῦκοϲ τὴν ἱϲτορίαν.
873 Παίει· αἰτιατικῇ. τύπτει. Ἀριϲτοφάνηϲ· παῖε, παῖε τὸν ἀλιτήριον
874 Παίειν: οὕτω λέγουϲι τὸ πᾶν ὁτιοῦν ϲυντόνωϲ ποιεῖν. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲιν· ὁ δὲ νεανίαϲ ἐϲ τάχοϲ παίει ϲτρογγύλϲιϲ τοῖϲ ῥήμαϲι.
875 Παίζω· αἰτιατικῇ.
876 Παιήονοϲ: ἰατροῦ τῶν θεῶν.
877 Παιόλη· ὦ παιόλη. θεόν τινα πεποίηκεν. οἷον ἐκτροπὴν ἤ τινα
878 Παιόλημα: κίνημα, ἀποπλάνημα, καὶ ἀπάτην τινά, πανούργημα.
Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἐξευρετέοϲ γὰρ νοῦϲ ἀποϲτερητικόϲ,
καὶ παιόλημα.
879 Παίονεϲ: ἔθνοϲ. καὶ Παιονία, χώρα.
880 Παίω: τὸ τύπτω.
881 Παιῶναϲ: ἰατρούϲ. καὶ ἀλαλαγμούϲ. καὶ παιωνίζειν, τὸ
ἀλαλάζειν.
882 Παιώνειον: ῥίζηϲ φάρμακον.
883 Παιώνιον: ἰατρεῖον, θεραπευτήριον. ἢ ϲωτήριον φάρμακον.
ἑρπύζουϲα.
884 Παιωνίϲαϲ: εὐξάμενοϲ καὶ τοῖϲ θεοῖϲ χάριν ὁμολογήϲαϲ. παιὼν
885 Παιῶνοϲ: τοῦ ὕμνου. Παίωνοϲ δὲ τοῦ ἰατροῦ.
886 Παιπάλη: ἄλευρον ἀπὸ κριθῶν ἢ ἀπὸ κέγχρου. Ἀριϲτοφάνηϲ
Νεφέλαιϲ· γενήϲῃ κρόταλον, παιπάλη. ἀντὶ τοῦ τραχύϲ,
δυϲκατάληπτοϲ·
887 Παιπάλημα: τὸν πανοῦργον, καὶ ποικίλον ἐν κακίᾳ, καὶ παμπόνηρον
888 Παιπάλημα: ὁ πολλὰϲ ἐκτροπὰϲ καὶ διόδουϲ ἔχων. κυρίωϲ δὲ
τὸ λεπτὸν ἄλευρον.
889 Παιπαλόειϲ: ὁ τραχύϲ.
890 Παιπαλώδειϲ· τὰϲ δὲ παιπαλώδειϲ γυναῖκαϲ Κίρκαϲ φαμέν.
891 Παιπανεία: ἡ κενοδοξία.
892 Παίϲατε: ὅπερ ἡμεῖϲ παίξατε. Ὅμηροϲ· παίϲαθ᾿, ὥϲ χ᾿ ὁ ξεῖνοϲ.
893 Παῖϲαι: παῖξαι. τύψαι.
894 Παιϲθείϲ: τυπτηθείϲ.
895 Παῖϲ μοι Τριτογενὴϲ εἴη, μὴ Τριτογένεια.
896 Παίϲωμεν μετ᾿ αὐτῆϲ: ϲυγχορεύϲωμεν αὐτῇ. καὶ αὖθιϲ·
897 Παιϲόϲ: πόλιϲ. καὶ Παιϲηνόϲ, ὁ πολίτηϲ.
898 Παιτῖτα: Ῥωμραϊϲτὶ ἡ λέξιϲ. ϲημαίνει δὲ γνώριϲμα αἰτήϲεωϲ παρὰ
899 Παιφάϲϲω: φανεροποιῶ, ἢ ὁρμῶ.
900 Πεδαρϲίου: μετεώρου, πετομένου ἐκ τοῦ πέδου. Ἀριϲτοφάνηϲ
Ὄρνιϲν· ὡϲ ἐγγὺϲ ἤδη δαίμονοϲ πεδαρϲίου δίνηϲ πτερωτὸϲ
φθόγγοϲ ἐξακούεται.
901 Πάδαι: δεϲμά. παρὰ τὸ ποῦϲ καὶ τὸ δέω, τὸ δεϲμεύω· ἢ Ecl. παρὰ τὸ πιέζειν τοὺϲ πόδαϲ.
902 Πδῆται: πεπεδημένοι, ϲυνδεδεμένοι. καὶ Πεδήτηϲ, ὁ
903 Πεδιεύϲ: ἀπὸ τόπου.
904 Πεδικά: μοῖρα τῆϲ Ἀττικῆϲ. ἐκαλεῖτο δὲ οὕτωϲ ἀπὸ τοῦ ϲυμβεβηκότοϲ. εἶχε δὲ καὶ προβάτων νομάϲ. ἔϲτι τὸ ὅνομα παρά τε Λυϲίᾳ καὶ παῤ ἄλλοιϲ ῥήτορϲι.
905 Πέδιλα: ὑποδήματα.
906 Πεδινόϲ: ὁ ὁμαλὸϲ τόποϲ.
907 Πεδίον: ἡ γῆ. καὶ Πέδον ὁμοίωϲ γῆ. ἔδαφοϲ.
908 Πεδότριψ: ὁ ἐκθλίβων.
909 Πέζα: τὸ ἄκρον, ἢ τὸ ἀπολῆγον τοῦ χιτῶνοϲ, ὃ ἡμεῖϲ ᾤανλέγομεν.
910 Πέζα: ὕφαϲμα. τῆϲ πέζηϲ τὰ μὲν ἄκρα τὰ δεξιὰ Βιττίον εἰργάϲατο.
καὶ αὖθιϲ· Ἄρτεμι, ϲοὶ ταύταν, εὐπάρθενε, πότνα γυναικῶν,
911 Πεζαίτεροι. ὁ δὲ βαϲιλεὺϲ πεζαιτέρουϲ ἀμφὶ τοὺϲ μ΄ ἀναλαβὼν
912 Πεζαίτεροι· Δημοϲθένηϲ ἐν Φιλιππικοῖϲ. Ἀναξιμένηϲ δὲ ἐν α΄
προθυμότατα
διατελῶϲιν ὄντεϲ.
913 Πεζῇ: βάδην. καὶ παροιμία· πεζῇ βαδίζω· νεῖν γὰρ οὐκ ἐπίϲταμαι.
914 Πεζίτηϲ: ὁ πεζόϲ.
915 Πεζίτια: ϲτέμματα. ἐπὶ ἀνθρώπων ϲτεφάνη, ζώνη· ἐπὶ δὲ ξύλων τὰ
κυμάτια.
916 Πεζολόγοϲ: ϲυγγραφεύϲ.
917 Πεζοπορηκότεϲ.
918 Πέκειν: τὸ κτενίζειν.
919 Πέκοϲ: δέρμα, κῴδιον. ἐξ οὗ καὶ πεκτῆρεϲ. τὸ δ᾿ αὐτὸ καὶ πέϲκοϲ, ἐν τοῖϲ ἐξῆϲ.
920 Πέκτειν: ποκάζειν, κείρειν τὰ θρέμματα. Ἀριϲτοφάνηϲ· ἡνίκα πέκτειν ὥρα προβάτων πόκον ἠρινόν.
921 Πεκτῆρεϲ: οἱ τὸ δέρμα τίλλοντεϲ.
922 Πεκτούμενον: τιλλόμενον, ξεόμενον. Ἀριϲτοφάνηϲ· καὶ ποιήϲω τοὺϲ δημόταϲ βωϲτρεῖν ϲ᾿ ἐγὼ πεκτούμενον.
923 Πελαγιζούϲαιϲ: εἰϲ πέλαγοϲ πλεούϲαιϲ. πελαγιζούϲαιϲ δὲ ταῖϲ ναυϲὶ ϲυνέβη τὰϲ πλείω καταδῦναι.
924 Πελαγίζω· αἰτιατικῇ.
925 Πελαγιῶτιϲ λίμνη.
926 Πελάζει· αἰτιατικῇ. πληϲιάζει, ἐγγίζει.
927 Πέλανοϲ: γίνεται πέμματά τινα τοῖϲ θεοῖϲ ἐκ τοῦ ἀφαιρεθέντοϲ ἤτοι
ἐκ τῆϲ ἅλω· Δίδυμοϲ δέ φηϲι κυρίωϲ εἶναι πέλανον τὸ ἐκ τῆϲ παιπάληϲ
πέμμα, ἐξ ἧϲ ποιοῦνται πέμματα. ἢ καὶ ἀπὸ τοῦ πεπλατύνθαι·
ἢ ὅτι λευκόν ἐϲτιν· ἢ διὰ τὸ φανὸν εἶναι, ὅ ἐϲτι
λευκόν. Εὐριπίδηϲ μέντοι ἐν τῷ Ὀρέϲτῃ ἰδίωϲ φηϲί· ἐκ δ᾿ ὄμορξον
ἀθλίου ϲτόματοϲ ἀφρώδη πέλανον. ὅπερ τὸν ἐπὶ τοῦ ϲτόματοϲ ἀφρὸν
δηλοῖ.
928 Πέανοι: πέμματα ἐκ παιπάληϲ, τουτέϲτιν ἀλεύρου λεπτοτέρου, εἰϲ
θυϲίαν ἐπιτήδεια· ὡϲ αὐτόϲ φηϲι, καρποὶ μέλιτι δεδευμένοι· Διονύϲιοϲ
Θρᾳξί· θεοῖϲ ἀπαρχαί τινεϲ. λέγεται δὲ πέλανοϲ καὶ
ὁ περὶ τῷ ϲτόματι πεπηγὼϲ ἀφρόϲ. καὶ τὸ περιπεπηγὸϲ καὶ ἐξηραμμένον
ὀπῶδεϲ δάκρυον, οἷον λιβανωτὸϲ κόμμι. καὶ ὁ τῷ μάντει διδόμενοϲ
μιϲθὸϲ ὀβολόϲ.
929 Πελαργᾶν: τὸ νουθετεῖν ἐκάλει ὁ Πυθαγόραϲ.
930 Πελαργιδεῖϲ· Αἰλιανόϲ· πελαργῶν παῖδεϲ. ὥϲπερ ἀετιδεῖϲ, οἱ ἀετῶν παῖδεϲ.
931 Πελαργικοὶνόμοι: διὰ τὸ ἀντεκτρέφειν τοὺϲ γονεῖϲ. οὕτωϲ Ἀριϲτοφάνηϲ.
932 Πελαργόϲ· ζήτει ἐν τῷ ἀντιπελαργεῖν.
933 Πέλαϲ: πληϲίον, γείτων. πλὴν πρόνοιαν ἀεὶ ἐποίουν Ῥωμαῖοι
934 Πελαϲγοί: ἐθνικόν.
935 Πλάτηϲ: ὁ ἀντιϲτρέφων, καὶ ὑπηρετῶν. ϲυναγανακτῶν τοῖϲ
936 Πέλεθρα: πλέθρα. ἔϲτι δὲ μέτρον γῇϲ τὸ πλέθρον. ϲταδίου
ἕκτον.
937 Πελεκάντι: δοτική. μήποτε βαρυτόνωϲ προενεκτέον, ὡϲ ἀλίβαϲ.
938 Πλεκυϲ, πελέκεωϲ: τὸ τεκτονικὸν ἐργαλεῖον. καὶ ἐϲτελεωμένοϲ
οὗτοϲ ἐμβριθὴϲ τέχναϲ ὁ πρύτανιϲ πέλεκυϲ. πελέκυοϲ
δέ.
939 Πελεκῶ, πελεκήϲω, ξύλα. Πελεκίζω δὲ τὸ μετὰ τῆϲ ϲπάθηϲ
940 Πέλει: γίνεται, ἐϲτίν.
941 Πελειάδεϲ: περιϲτεραί. καὶ πέλειαν, περιϲτεράν. δειλαί τοι
δειλοῖϲιν ἐφεδρεύουϲι πέλειαι· ἄμμεϲ δ᾿ ἀτρέϲτοιϲ
ἀνδράϲι τερπόμεθα.
942 Πέλη, Πέληϲ: ὄνομα τόπου.
943 Πελλήνη: πόλιϲ. καὶ Πελληναῖοϲ χιτών, ἐπὶ τῶν παλαιὰ
φορούντων ἱμάτια. ἐν δὲ Πελλήνῃ διάφοροι χλαῖναι
ἐγίνοντο. Ἀριϲτοφάνηϲ·
944 Πελίαϲ: ὄνομα κύριον. καὶ Πελιάδεϲ, ὀνόματα κύρια.
945 Πελιδνόν: μέλαν. λέγεται καὶ Πελιτνὸν παρὰ Θουκυδίδῃ.
946 Πελιδνόν: τὸ μεταξὺ ὠχρότητοϲ καὶ μελανίαϲ· οἱονεὶ μολιβδοειδέϲ.
παρὰ Θουκυδίδῃ.
947 Πελλίϲ: ἔνθα τυρὸν ἀμέλγουϲι, ϲκάφη τιϲ.
948 Πελιοί: μέλανεϲ, ὠχροί.
949 Πελοπίδηϲ: ὁ τοῦ Πέλοποϲ.
950 Πέλωρ: μέγα τεράϲτιον.
951 Πελώραϲ: ὄνομα κύριον.
952 Πελώριοϲ: μέγαϲ. ἐν Ἐπιγράμμαϲι· ὡϲ δὲ λέων ἤντηϲε πελώριοϲ,
953 Πέλωρον: μέγα. καὶ Πελώρου, μεγάλου τέρατοϲ.
954 Πελταϲταί: τοξόται, οἱ τοὺϲ ξυϲτοὺϲ κατέχοντεϲ.
955 Πέλται: λόγχαι, καὶ ἀϲπίδια τετράγωνα. καὶ καταπέλται.
956 Πέλτον: θωρακικὸν ὅπλον, καὶ εἶδοϲ ταρίχου. ἢ ἀϲπὶϲ ἴτυν
957 Πέμματα: πλακούντια. Ἀρριανόϲ· οἱ δὲ ξένια ἔφερον, θυννοὺϲ
958 Πέμπελοϲ: γέρων. καὶ γραῦϲ. παρὰ τὸ πέμπεϲθαι εἰϲ τὸν ᾅδην.
959 Πέμπειν: τὸ πομπεύειν. Μένανδροϲ Ὑποβολιμαίῳ ἢ Ἀγροίκῳ·
960 Πέμπτῃ φθίνοντοϲ: ἐν ταύτῃ αἱ τῆϲ μοιχείαϲ γραφαὶ ἐδίδοντο.
Μένανδροϲ Χαλκίδι.
961 Πέμψιν: ἀποϲτολήν.
962 Πενέϲται: οἱ παρὰ Θεϲϲαλῶν μὴ γόνῳ δοῦλοι, ὑπὸ τῶν ὑπὸ
τῇ χώρᾳ. παρέδοϲαν δὲ αὑτοὺϲ
ἐφ᾿ ὅρκῳ, ἐπὶ τῷ μήτε παθεῖν τι ἐργα ζόμενοι, μήτε ἐκβῆναι ἀπὸ τῆϲ
χώραϲ. καὶ ἀπὸ τοῦ μεῖναι Μενέϲται καλούμενοι ὕϲτερϲον Πενέϲται
μετωνομάϲθηϲαν, παραφθαρέντοϲ τοῦ χαρακτῆροϲ. οὕϲ ἐν Λακεδαίμονι
καλοῦϲιν Εἵλωταϲ, τούτουϲ Θετταλοὶ Πενέϲταϲ λέγουϲι. χρῶνται δὲ τῷ
ὀνόματι καὶ Θετταλοὶ καὶ
Λακεδαιμόνιοι ἐπὶ τῶν
κρατηθέντων ἐν τῷ πολέμῳ καὶ δουλευόντων τοῖϲ κεκρατηκόϲι.
Δημοϲθένηϲ ἐν τῷ κατ᾿ Ἀριϲτοκράτουϲ. Πενέϲται
963 Πενθερά: τῷ νυμφίῳ ἡ τῆϲ κόρηϲ μήτηρ. καὶ πενθερόϲ, ὁ πατήρ
τὸ ἔμπαλιν· εἶπε γὰρ
πενθερὸν τὸν γαμβρὸν ἐν Ἰφιγενείᾳ. Ὀδυϲϲεύϲ φηϲι πρὸϲ Κλυταιμνήϲτραν
περὶ Ἀχιλλέωϲ· ϲὺ δ᾿ ὦ μεγίϲτων τυγχάνουϲα πενθερῶν. ἀντὶ τοῦ
γαμβρῶν.
964 Πενθηλόϲ: ὄνομα κύριον.
965 Πένθοϲ· ὥϲτε πολὺν ὑπὲρ αὐτοῦ πόθον γενέϲθαι καὶ πένθοϲ ἱερόν, οἷον ἐν Λιβάνῳ τὸ ἐπ᾿ Ἀδώνιδι καὶ Βύβλῳ.
966 Πενία· διὰ τὰϲ ἀδίκουϲ πάθαϲ τῇ πενίᾳ ἐνήθλει. οὐκοῦν τῆϲ
καὶ Θραϲυβούλῳ Διονύϲιον εἶναι
ὅμοιον. ὁ μὲν γὰρ Διονύϲιοϲ ἐξώληϲ τύραννοϲ, ὁ δὲ Θραϲύβουλοϲ
φιλόπολιϲ καὶ παντὸϲ λόγου κρείττων ἐπὶ τῶν μὴ τὰ ὅμοια
ὁμοιούντων.
967 Πενία δὲ ϲοφίαν ἔλαχε: παρόϲον οἱ πένητεϲ πολλὰϲ τέχναϲ ἐπιτηδεύουϲι.
968 Πενία. καὶ πένηϲ οὐχ ὁ μηδὲν κεκτημένοϲ, ἀλλ᾿ ὁ πολλῶν ἐφιέμενοϲ· καὶ πλούϲιοϲ, οὐχ ὁ πολλὰ περιβεβλημένοϲ, ἀλλ᾿ ὁ μὴ πολλῶν δεόμενοϲ.
969 Πενιχραλέον: εὐτελέϲ, πενιχρόν. καὶ ψαιϲτῷ ὀλίγον δρᾶμα πενιχραλέον.
970 Πενταέτηρον: πέντε ἐτῶν.
971 Πένταθλοϲ: ὁ Δημόκριτοϲ ὁ Ἀβδηρίτηϲ. ἥϲκητο γὰρ τὰ φυϲικά, τὰ ἠθικά, μαθηματικὰ καὶ τοὺϲ ἐγκυκλίουϲ λόγουϲ, καὶ περὶ τεχνῶν πᾶϲαν εἶχεν ἐμπειρίαν. τούτου ἐϲτὶ] καὶ τό, λόγοϲ Ἑρμοῦ αἰκίη.
972 Πεντακοϲιομέδιμνον: τέϲϲαρα τέλη ἐποίηϲεν Ἀθηναίων πάντων
ὁ Σόλων· ὧν ἦν ἓν τέλοϲ καὶ οἱ Πεντακοϲιομέδιμνοι.
973 Πένταχα: εἰϲ πέντε μέρη.
974 Πεντέκτενοι: περιπόρφυροι. διὰ τὸ ἐνυφάνθαι περὶ τὰϲ ᾤαϲ πέτε κτέναϲ πορφυροῦϲ.
975 Πεντέληθεν: ἀπὸ Πεντέληϲ πόλεωϲ.
976 Πεντεϲυρίγγῳ ξύλῳ: τῇ ποδοκάκῃ. πέντε γὰρ ὀπὰϲ ἔχει, δι᾿ ὧν οἱ πόδεϲ καὶ αἱ χεῖρεϲ καὶ ὁ τράχηλοϲ ἐμβάλλονται.
977 Πέντε τάλανθ᾿ ἡ Χίων πόλιϲ διὰ τὸν πρωκτὸν ὀφλήϲει τούτουϲ ὡϲ
ἀκραϲίαν μαλακίαϲ ἔχονταϲ ϲκώπτει Ἀριϲτοφάνηϲ· καὶ διὰ μαλακία τῶν
πρωκτῶν εὐρυτέρων ὄντων καὶ ἑτοίμων πρὸϲ τὸ
ἀποπατεῖ.
978 Πεντετάλαντοϲ δίκη διαγέγραπται: τὸ ε ἄτρεπτον τηρεῖται
979 Πεντετηρίϲ: πενταετηρίϲ.
980 Πεντεφρῆϲ: ὄνομα κύριον.
981 Πεντηκόνταρχοϲ: ὁ τῆϲ πεντηκοντόρου ἄρχων. ἐκαλεῖτο δὲ
982 Πεντηκοντούτηϲ: πεντηκονταετὴϲ ἀνήρ. Πεντηκοντοῦτιϲ
983 Πεντηκοϲτὴ καὶ Πεντηκοϲτεύεϲθαι καὶ Πεντηκοϲτολόγοι:
πεντηκοϲτὴ μὲν τὸ τέλοϲ, ὃ τελοῦϲι, πεντηκοϲτολόγοι δὲ
οἱ τοῦτο ἐκλέγοντεϲ, πεντηκοϲτεύεϲθαι δὲ τὸ πράττεϲθαι τὴν
πεντηκοϲτήν. ταῦτα δέ ἐϲτιν εὑρεῖν ἐν τῷ κατὰ Μειδίου καὶ ἐν τῷ πρὸϲ
τὴν Λακρίτου παραγραφὴν Δημοϲθένουϲ, καὶ Ὑπερίδουϲ ἐν τῷ περὶ τῶν
Εὐβούλου δωρεῶν.
984 Πεντηκοϲτολόγιον. καὶ λαβόμενοϲ ἦγεν εὐθὺ τοῦ
985 Πεντώβολον ἡλιάϲαϲθαι: νικήϲαντα τοὺϲ Πελοποννηϲίουϲ
986 Πεξάμενοϲ: κτενίϲαϲ, ξάναϲ.
987 Πέοϲ: τὸ ϲπήλαιον. καὶ Πέοϲ δὲ τὸ αἰδοῖον. Ἀριϲτοφάνηϲ
988 Πεπαρήθιοϲ: ἀπὸ τόπου.
989 Πεπάρηθοϲ: νῆϲοϲ, οὐκ ἄποθεν Εὐβοίαϲ.
990 Πεπαρθενεῦϲθαι: διατετμῆϲθαι τῇ μίξει.
991 Ππαρμένον: πεπερονημένον, καθηλωμένον, τετρυπημένον.
992 Πεπαρῳνήκαϲιν: ἡμαρτήκαϲιν.
993 Πέπατο: ἐκέκτητο. πῶ γὰρ τὸ κτῶμαι. καὶ πολυπάμων, ὁ
994 Πεπαίνει: πραΰνει.
995 Πεπελτωμένα: πεπιναρωμένα.
996 Πεπεμμένου πλακοῦντοϲ: ἀντὶ τοῦ ποιηθέντοϲ, τοῦ ἐν τετράδι πεπεμμένου. ἐπειδὴ ἔξω τῶν ἑορτῶν ἱεραί τινεϲ ἡμέραι ἐνομίζοντο Ἀθήνηϲι θεοῖϲ τιϲίν, οἷον νουμηνία καὶ ἑβδόμη Ἀπόλλωνοϲ, τετάρτη Ἑρμῇ, ὀγδόη Θηϲεῖ.
997 Πέπειρον: ἀκμαῖον. εἴρηται δὲ ἐπὶ ὀπώραϲ ὡρίμου. γραῦϲ
998 Πεπιθημένοϲ: πεπιθήϲαϲ, θαρρήϲαϲ. καὶ Πεποιθώϲ, θαρρῶν.
999 Πεπίθοιμεν: πείϲοιμεν.
1000 Πεπιλημένη: ϲυνεϲφιγμένη. Ἰώϲηποϲ· μέλαϲ, τὸ ϲῶμα
1001 Πεπλαδηκόϲ: ὑγρανθέν, ϲεϲηπόϲ.
1002 Πεπλαϲμένῳ: κακούργῳ.
1003 Ππλεγμένη· πεπλεγμένη φάλαγξ ἐϲτίν, ἥτιϲ ὑποπίπτουϲι
τόποιϲ ἀναγκαζομένη ἐξομοιοῦϲθαι, τερηδόνοϲ λόγον ἐπέχει·
ξιφοειδὴϲ ἡ φάλαγξ γίνεται καὶ πολυειδὴϲ τῇ τάξει.
1004 Πεπληγώϲ: παῤ Ὁμήρῳ· ἀντὶ τοῦ πλήϲϲων τὸν παρακείμενον παρείληφε.
1005 Πέπλον: περιβόλαιον, ἱμάτιον γυναικεῖον.
1006 Ππλοϲ· ἰδίωϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ πέπλοϲ τὸ ἄρμενον τῆϲ
Παναθηναϊκῆϲ νεώϲ, ἣν οἱ Ἀθηναῖοι κατεϲκεύαζον τῇ θεῷ διὰ
τετραετηρίδοϲ·
τοὺϲ ἀρίϲτουϲ ἐν αὐτῷ. Πέπλοϲ· περὶ τοῦ
πέπλου τοῦ
1007 Πεπλώματα· καὶ ζήτει ἐν τῷ δυϲπινῆ.
1008 Πεπνυμένοϲ: ϲυνετόϲ.
1009 Πεποδιϲμένοι: τοὺϲ πόδαϲ δεδεμένοι. τοῖϲ Πέρϲαιϲ ὡϲ ἐπὶ
1010 Πεποδιϲμένοι: τοὺϲ πόδαϲ κατεϲχημένοι. Ξενορῶν· πονηρόν
ἐϲτι νυκτὸϲ ϲτράτευμα Περϲικόν· οἱ γὰρ ἵπποι αὐτοῖϲ
δέδενται.
1011 Πέπομαι: παθητικόν. Πέπωκα δέ.
1012 Πέπον: προϲφιλέϲτατε, προϲηνέϲτατε.
1013 Πέπονεϲ: ἔκλυτοι, ἀϲθενεῖϲ. ἐν Ἐπιγράμμαϲι· ὄφρα τάχιϲτα
1014 Πέπορδα· Ἀριϲτοφάνηϲ· ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα
1015 Πεποροποιημένον: ἐκ τοῦ πόροϲ.
1016 Πεπορπημένοϲ: ἱμάτιον διπλοῦν περικείμενοϲ, πόρπῃ ϲυνεχόμενον,
διπλᾶ ἱμάτια
ἐμπεπορπημένουϲ.
1017 Πεπότηται: ἀνέπτη, ἀνεκουφίϲθη, καὶ μετέωρα ἤδη φρονεῖ.
1018 Πεπώρωται: τετύφλωται.
1019 Πεπραξικοπηκότα: ἀντὶ τοῦ προδώϲοντα.
1020 Πεπρᾶϲθαι καὶ πωλεῖϲθαι διαφέρει· τὸ μὲν γὰρ πεπρᾶϲθαι πάντη καὶ πάντωϲ ἀπέβη, τὸ δὲ πωλεῖϲθαι ἔϲτιν ὅτε καὶ οὐκ ἀποβαίνει· ἐνδέχεται γὰρ τὸ ἔτι πωλούμενον μὴ πραθῆναι.
1021 Πέπριϲται: κέκοπται.
1022 Πεπρωμένη: εἱμαρμένη, τύχη, γένεϲιϲ.
1023 Πεπρωμένον: εἱμαρμένον, ὡριϲμένον, πεπεραϲμένον ἀπὸ μοίραϲ εἰϲ πέραϲ.
1024 Πέπταται: ἥπλωται.
1025 Πεποιωμένον: ποιότητα ἔχον.
1026 Πεπυκαϲμένον: ἐϲκεπαϲμένον, περιβεβλημένον. εἶτα ἐν
1027 Πέπυϲτο: ἠκηκόει.
1028 Πέρᾷ: πλέει.
1029 Πέρα: ἐπίρρημα. ἀντὶ τοῦ περιϲϲότερον. τὸ πέρα δὲ ἀντιτείνονταϲ
1030 Περᾶναι.
1031 Περάνῃ: αὐθυπότακτον. ἀντὶ τοῦ τελειώϲει.
1032 Περαντικόϲ: πέραϲ ἐπιτιθεὶϲ τοῖϲ λόγοιϲ.
1033 Πέραϲιϲ βίου: ἡ τελευτή. δότε βίου πέραϲιν καὶ καταϲτροφήν
1034 Περγαμηναί: αἱ μεμβρᾶναι, αἱ δέρρειϲ.
1035 Περγάμιον: δήμιον.
1036 Πέργαμον: τὴν πόλιν Ἴωνεϲ λέγουϲιν, οἱ δὲ πάντεϲ τὰ
1037 Περγαϲῆθεν· δῆμοϲ ἡ Περγαϲὴ τῆϲ Ἐρεχθηΐδοϲ. τὸν μέντοι
1038 Περγαῖοϲ.
1039 Πέρδεϲθαι· ὅτι Ἀγύρριοϲ τοϲοῦτον ἐπὶ μαλακίᾳ διεβέβλητο, ὡϲ καὶ
πέρδεϲθαι
1040 Περδίκκαϲ, καὶ κλίνεται Περδίκκου. ὁ Μακεδών· ὃν ἔκτειναν ἐξ
καὶ μεγαλονοίᾳ χρηϲάμενον
διαφερόντωϲ· ἐξ οὗ δὴ καὶ τὸ ὑπέρογκον αὐτῷ τοῦ φρονήματοϲ εὐθαρϲὲϲ
πρὸϲ πάντα κίνδυνον ἦν, τό τε ἄγαν μεγαλήγορον, ϲὺν ᾧ πάνταϲ
Μακεδόναϲ ὑπερφρονεῖν ἔδοξε, τάϲ τε εὐπραγίαϲ αὐτῷ φθόνου ἐπαξίαϲ
ἐποίει· ἐπὶ δὲ τῷ φθόνῳ μῖϲοϲ ἐπεγίνετο, καὶ τὸ μὴ φέρειν ὑπὲρ ϲφᾶϲ
ὄντα τε καὶ ὀνομαζόμενον. ὅθεν
καὶ τὴν ἐν τοῖϲ
πταίϲμαϲι μεταβολὴν ϲὺν ὀργῇ τῆϲ πρόϲθεν ὑποψίαϲ μᾶλλον ἢ κρίϲεωϲ
ἀληθεϲτάτηϲ δικαιώϲει ἐϲ τὸ κατ᾿ αὐτοῦ ἐπιβούλευμα ἐποιοῦντο.
1041 Περδίκειοϲ κάρα· καὶ Περδίκειοϲ πούϲ.
1042 Πέρδικοϲ ἱερόν: παρὰ τῇ ἀκροπόλει. Εὐπαλάμῳ γὰρ ἐγένοντο
παῖδεϲ Δαίδαλοϲ καὶ Πέρδιξ· ἧϲ υἱὸϲ Κάλωϲ· ᾧ φθονήϲαϲ ὁ
Δαίδαλοϲ τῆϲ τέχνηϲ ἔρριψεν αὐτὸν κατὰ τῆϲ ἀκροπόλεωϲ· ἐφʼ ᾧ ἡ
Πέρδιξ ἑαυτὴν ἀνήρτηϲεν, Ἀθηναῖοι δὲ αὐτὴν ἐτίμηϲαν. Σοφοκλῆϲ δὲ ἐν
Κωμικοῖϲ τὸν ὑπὸ Δαιδάλου ἀναιρεθέντα Πέρδικα εἶναι τοὔνομα.
1043 Περαία: ὄνομα τόπου.
1044 Περραιβοί: ἔθνοϲ.
1045 Περαίνειν: τὸ ϲυνουϲιάζειν.
1046 Περαίνονταϲ: τελειοῦνταϲ.
1047 Περαιῶ· αἰτιατικῇ.
1048 Περαιωθέντεϲ: περάϲαντεϲ.
1049 Περαιτέρω: πλέον, πάνυ.
1050 Περεγρῖνοϲ: ὄνομα κύριον.
1051 Περήνη: πόλιϲ.
1052 Περήτρια: ἡ περιαγγέλλουϲα τὴν ὥραν.
1053 Πέρι: περιϲϲῶϲ.
1054 Περιαγειρόμενοι· ὥϲπερ οἱ νικηφόροι περιαγειρόμενοι ἀθληταί.
Πολιτείαϲ ε΄ ἐπὶ τέλει. λέγεται γὰρ ὅτι τὸ μὲν ἐξ ἀρχῆϲ ἆθλα
προυτίθεϲαν τοῖϲ ἀγωνιζομένοιϲ, ὃν τρόπον καὶ Ὅμηροϲ
καὶ ἄλλοι ποιηταὶ ἱϲτοροῦϲιν· ἐπεὶ δὲ ἤρξαντο χωρὶϲ ἄθλων
ἀγωνίζεϲθαι, τοὺϲ νικήϲανταϲ οἱ μὲν κατὰ φιλίαν ἢ ϲυγγένειαν
προϲήκοντεϲ ϲτεφάνοιϲ ἀνέδουν· τῶν δ᾿ ἄλλων οἱ μὲν ϲύνεγγυϲ
καθήμενοι καὶ πληϲιάζοντεϲ πλέονοϲ ἄξια ἐπετίθεϲαν, οἱ δὲ πορρώτερον
ἄνθεϲι καὶ φύλλοιϲ ἔβαλλον
περιερχομένουϲ· ὡϲ καὶ νῦν
τοῖϲ ἐπιφανῶϲ ἀγωνιϲαμένοιϲ ἐπιβάλλουϲι πετάϲουϲ καὶ ζώναϲ, οἱ δὲ
χιτῶναϲ. ἐκ τούτου ϲύνηθεϲ ἐγένετο κύκλῳ περιπορευομένουϲ τοὺϲ
ἀθλητὰϲ ἐπαγείρειν καὶ λαμβάνειν τὰ διδόμενα. ὅθεν Σιμωνίδηϲ Ἀετύλου
φηϲὶν οὕτωϲ· τίϲ δὴ τῶν νῦν τοϲάδε πετάλοιϲι μύρτων ἢ ϲτεφάνοιϲι
ῥόδων ἀνεδήϲατο νίκαϲ ἐν ἀγῶνι
περικτιόνων. ἔνιοι δὲ
τοῦτο τὸ ἔθοϲ ἀπὸ Θηϲέωϲ τὴν ἀρχὴν λαβεῖν· ἐκεῖνον γὰρ ἐκ Κρήτηϲ
κομιϲθέντα μετὰ τὸ ἀνελεῖν τὸν Μινώταυρον οἱ ἀπὸ τῆϲ χώραϲ ἄνθεϲι
καὶ φύλλοιϲ ἔβαλλον καὶ τοῖϲ παροῦϲι καρποῖϲ ἐτίμων.
1055 Περιαγκώνιϲμα.
1056 Περιάγνυται: περικατακλᾶται. οἱονεὶ περιίϲχεται. καὶ
1057 Περιάγξαι: περιϲτρέψαι, ϲυνθρίψαι.
1058 Περιαγόραιοϲ: λάλοϲ.
1059 Περιαγωγάϲ: τὰϲ ἐν κύκλῳ περιφοράϲ. ἀετοὶ δὲ ἓξ κυκλοτερεῖϲ
1060 Περιαθρεῖν: περιϲκοπεῖν.
1061 Περίακτοϲ ὁδόϲ.
1062 Περιαλγῶν: ἀχθόμενοϲ. κἀγὼ περιαλγῶν τοῖϲ γεγονόϲι διὰ
1063 Περίαλοϲ: τὸ ἰϲχίον.
1064 Περιαλουργόϲ· Ἀριϲτοφάνηϲ περὶ Λυϲιϲτράτου. περιαλουργὸϲ
κακοῖϲ, ῥιγῶν τε καὶ πεινῶν ἀεὶ πλεῖν ἢ λθ΄ ἡμέραϲ τοῦ
μηνὸϲ ἑκάϲτου. τουτέϲτιν ὁ κακοῖϲ βεβαμμένοϲ· ἢ ὁ βαθὺϲ τοῖϲ κακοῖϲ.
με τενήνεκται δὲ ἡ λέξιϲ ἀπὸ τῆϲ βαφῆϲ τῆϲ πορφύραϲ τῆϲ
θαλαϲϲοβαφοῦϲ, ὅτι ἐκ βάθουϲ τὸ ὄϲτρεον εὑρίϲκεται. ἁλουργὶϲ δὲ ἡ
πορφύρα.
1065 Περιαμηϲάμενοϲ: θερίϲαϲ.
1066 Περιαμφί: κύκλῳ.
1067 Περίανδροϲ, Κυψέλου, Κορίνθιοϲ, τῶν ζ΄ ϲοφῶν, γεγονὼϲ
μή ϲε τυχεῖν τινοϲ, ἀλλὰ
τέρπεο πᾶϲιν ὁμῶϲ, οἷϲι δίδωϲι θεόϲ. καὶ γὰρ ἀθυμήϲαϲ ὁ ϲοφὸϲ
Περίανδροϲ ἀπέϲβη, οὕνεκεν οὐκ ἔτυχε πρήξιοϲ, ἧϲ ἔθελεν.
1068 Περίανδροϲ, ὁ Κυψέλου υἱόϲ, τοῦ βαϲιλέωϲ Κορίνθου, τὴν
ὠμότητοϲ καὶ βίαϲ
ἐξέτρεψεν αὐτὴν εἰϲ τυραννίδα· καὶ δορυφόρουϲ εἶχε τ΄ ἐκώλυϲέ τε
τοὺϲ πολίταϲ δούλουϲ κτᾶϲθαι καὶ ϲχολὴν ἄγειν, ἀεί τινα αὐτοῖϲ ἔργα
ἐξευρίϲκων. εἰ δέ τιϲ ἐπὶ τῆϲ ἀγορᾶϲ καθέζοιτο, ἐζημίου, δεδιὼϲ μή
τι βουλεύοιντο κατ᾿ αὐτοῦ. λέγεται δὲ καὶ ἄλλο τοῦτον ἄνομον
ἐργάϲαϲθαι, νεκρᾷ τῇ ἑαυτοῦ γυναικὶ μιγέντα ὑπ᾿ ἔρωτοϲ.
ἐϲτρατεύετο δὲ ϲυνεχῶϲ καὶ ἦν πολεμικὸϲ τριήρειϲ τε ναυπηγηϲάμεννοϲ
ἀμφοτέραιϲ ἐχρῆτο ταῖϲ θαλάτταιϲ. φαϲὶ δέ τινεϲ αὐτὸν καὶ τῶν ζ΄
ϲοφῶν γεγονέναι· τὸ δὲ οὐκ ἦν.
1069 Περιανθίζω: ἄνθη ϲυλλέγω.
1070 Περιαοιδόϲ: ἐγκύκλιοϲ ᾠδή.
1071 Περιάπτω· δοτικῇ.
1072 Περιαϲτράπτω· αἰτιατικῇ.
1073 Περιαυθαδίζεται: ἐν ὑπερηφανίᾳ ἀναϲτρέφεται· ἢ μέγα
φρονεῖ περὶ ἑαυτοῦ.
1074 Περιαυτίζεται: περὶ ἑαυτοῦ μέγα φρονεῖ· ἢ ἐν αὐτῇ τῇ λέξει ἐνδιατρίβει.
1075 Περιαυτολογεῖν: περὶ ἑαυτοῦ λέγειν· τουτέϲτι μετὰ ὑπερηφανίαϲ.
1076 Περιβάδην: ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ· πλίξ γὰρ τὸ βῆμα. καὶ πλίγματα, τὰ πηδήματα.
1077 Περιβαλόμενοϲ: προϲποριϲάμενοϲ. περιβαλόμενοϲ δὲ πολλὴν λείαν
ἐπῆγεν ἐπὶ τὸ νεόκτιϲτον φρούριον. ὁ δὲ Ἀπολλώνιοϲ τὸ Λεωνίδου ϲῆμα
τοῦ Σπαρτιάτου οὐ περιέβαλε μόνον, ἀγαϲθεὶϲ τὸν
1078 Περιβαλλομένουϲ: προϲλαμβανομένουϲ. Ξενοφῶν· τοὺϲ
ὅπωϲ τιϲ
ἐπιτυγχάνοι, ἐλαύνειν πρὸϲ αὐτόν. καὶ Πολύβιοϲ·
1079 Περιβάλλω· αἰτιατικῇ.
1080 Περίβαρα: ὑποδήματα. καὶ Περιβαρίδεϲ· Θεόπομποϲ ἐν
1081 Περιβάϲ: ἐποχηϲάμενοϲ. περιβὰϲ δὲ τὸν ἵππον ἤλαυνεν ὡϲ
1082 Περίβλεπτοϲ: ἔξοχοϲ, μέγιϲτοϲ.
1083 Περιβόλαιον: περιβολή, ἔνδυμα. ἄβυϲϲον καλεῖ τὴν ὑγρὰν οὐϲίαν
ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδαϲι περιέχεται,
μεγάλοιϲ καὶ μικροῖϲ
1084 Περιβολή: εἶδοϲ λόγου δεινότητοϲ. ἀλαζόναϲ φαϲὶν εἶναι τοὺϲ
Ἕλληναϲ, τὰ οἰκεῖα αἴρονταϲ διά τε ἐπιγραμμάτων καὶ ϲυγγραφῆϲ καὶ
τῆϲ ἄλληϲ τῶν λόγων πομπείαϲ τε καὶ περιβολῆϲ. καὶ Περιβολή,
ὁ πλοῦτοϲ. καλοῦνται δὲ ὑπὸ τῶν ἐν περιβαλῇ γέργηθεϲ, ἥ
τε τύρβη καὶ οἱ χειρώνακτεϲ.
1085 Περίβολοϲ: ὁ τῆϲ νηόϲ.
1086 Περιγηθήϲ: περιχαρήϲ.
1087 Περιγίνομαι· γενικῇ.
1088 Περιγλωττίϲ: ϲκεπαϲτήριον τῆϲ γλώττηϲ. Πίθυλλόν φαϲι, τὸν Τένθην
καλούμενον, περιγλωττίδα ὑμενίνην φορεῖν καὶ προϲελυτροῦν τὴν
1089 Περίγρα: ὁ διαβήτηϲ, διʼ ἧϲ οἱ τροχοὶ περιφερεῖϲ ἀποτελοῦνται·
πυράγραϲ
γὰρ οὐδεμία πρὸϲ ἁμάξηϲ καταϲκευὴν χρεία. ἔϲτι
δὲ βοηθῆϲαι καὶ τῇ κρατούϲῃ γραφῇ, ἐπεὶ καὶ πυράγραιϲ ἐπὶ ταῖϲ
ϲιδηροτρόχοιϲ ἁμάξαιϲ χρῶνται, περίγραιϲ δὲ ἐπὶ ταῖϲ ξυλίναιϲ. ὁ
Θεολόγοϲ Γρηγόριόϲ φηϲιν εἰϲ τὸν ϲυντακτήριον· εἰ γὰρ ἐγὼ μὲν εἰϲ
δόξαν θεοῦ, τοῦτο δὲ δι᾿ ἐμέ, ἡ πυράγρα διὰ τὴν ἅμαξαν ἢ ὁ πρίων διὰ
τὴν θύραν· νικῶ τῇ αἰτίᾳ.
1090 Περιγράψαι: οἷον ἀποκτεῖναι. ἐπεὶ οἱ ἀποθανόντεϲ περιγράφονται
1091 Περιγυρίδα: περιφέρειαν.
1092 Περιδαρδάπτεϲθαι: κατεϲθίεϲθαι.
1093 Περιδέεια. καὶ Περιδεήϲ, περίφοβοϲ. καὶ τὰ ϲυμπεϲόντα
πεϲόντα αὐτοῖϲ πολλὰ καὶ δεινὰ τῷ περιδεεῖ τῆϲ ὄψεωϲ
ἐμήνυον.
1094 Περιδέξιοϲ: ὁ καὶ τῇ ἀριϲτερᾷ ἐργαζόμενοϲ. παρὰ δὲ τῷ Θεολόγῳ
λέγοντι, καὶ ὅπωϲ ἀποφεύξῃ τὸν περιδέξιον. περιδέξιόν ἐϲτι
1095 Περιδέρραια: περιτραχήλια κόϲμια.
1096 Περιδεῖν: περιδεϲμεῖν, περιάπτειν. Ξενορῶν· ὁ δὲ διδάϲκει περὶ τοὺϲ πόδαϲ τῶν ἵππων καὶ τῶν ὑποζυγίων ϲακκία περιδεῖν, ὅταν διὰ τῆϲ χιόνοϲ ἄγωϲι, διὰ τὸ μὴ καταδύεϲθαι.
1097 Περίδειπνον. καὶ Περίδειπνον τὸ νεκρῶν καὶ τοῦτο ἐδείπουν τὸ πρῶτον περίδειπνον.
1098 Περιδήλιον: πειρατήν.
1099 Περιδινοῦνται: περιοδεύονται, περιϲτρέφονται. ὁ δὲ περιδινήϲαϲ
1100 Περιδινοῦντεϲ: περιϲτρέφοντεϲ. οἱ δὲ Βαβυλώνιοι ἐντιθέντεϲ εἰϲ
ϲφενδόναϲ ᾠὰ καὶ περιδινοῦντεϲ ἐν κύκλῳ, ἅτε οὐκ ἄπειροι τῶν
αὐτοϲχεδίων καὶ κυνηγετικῶν διαιτημάτων, ἀλλὰ
μεμελετηκότεϲ τὰ ἐν ἐρημίᾳ μηχανήματα, ἑφθὸν καὶ ὠμὸν τῇ ῥύμῃ τὸ ᾠὸν
κατεϲκεύαζον.
1101 Περίδου: περίθεϲ. Ἀριϲτοφάνηϲ· ἴθι ϲὺ περίδου καὶ ταχέωϲ ἀνὴρ
γενοῦ. καὶ αὖθιϲ· ἐθέλω περὶ τῆϲ κεφαλῆϲ περιδόϲθαι. ἀντὶ τοῦ ἐπὶ
τῆϲ κεφαλῆϲ ϲυνθήκην θεῖναι. καὶ αὖθιϲ· εἰ βούλει, περίδου μοι
περὶ θυμητίδων ἁλῶν. εἰ βούλει, φηϲί, ποιηϲώμεθα
ϲυνθήκαϲ περὶ θυμητίδων ἁλῶν, οἷον μετὰ θύμου τετριμμένων. καὶ
ἑτέρωθι· ἅλαϲ θυμίταϲ δοὺϲ ἐμοὶ καὶ κρόμυα. τὸ δὲ περίδου μοι καὶ
Ὅμηρόϲ φηϲι.
1102 Περίδου: τουτέϲτι ϲυνθήκην ποιοῦ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· περίδου νῦν ἐμοί, εἰ μὴ τὸ τετράμετρόν ἐϲτιν ἡμιεκτόν.
1103 Περιδώμεθα: ϲυνθώμεθα. Ὅμηροϲ· δεῦρό νυν ἢ τρίποδα
1104 Περιδράττεϲθαι: περιέχεϲθαι. καὶ Περιδράϲϲω· γενικῇ.
1105 Περίδρομοϲ: πάντη περιέχεϲθαι δυνάμενοϲ.
1106 Περίδρομοι κύνεϲ: οἱ πανταχοῦ δυνάμενοι περιϲτρέφεϲθαι.
1107 Περιδύεται: κρύβεται, εἰϲδύεται. καὶ Περιδυθῆναι,
1108 Περιδύϲαϲ: ἐκδύϲαϲ, ἀφελόμενοϲ. περιδύϲαϲ οὖν τὸν ναόν,
ὡϲ καὶ τὰ ϲκεύη τοῦ θεοῦ βαϲτάϲαι.
1109 Περιαιρεῖν: ἀφαιρεῖϲθαι, ἀποκόπτειν, καθυφεῖϲθαι. ϲυγχωρηθῆναι
1110 Περιαιροῦμαι· αἰτιατικῇ.
1111 Περιεβάλοντο: ἐπεκτήϲαντο. οἱ δὲ καταδραμόντεϲ τὴν χώραν
1112 Περιέδυϲεν: ἀφείλετο τὰ ἱμάτια. ὁ πατὴρ αὐτοῦ τῆν Συρίαν
ἅπαϲαν περιέδυϲεν, ὡϲ οὗτοϲ ταῦτα τῶν ϲαρκῶν. περὶ
ὀϲτέων λέγων.
1113 Περιεζώϲατο: ἀντὶ τοῦ περιεβάλετο. ἀπορῶν ἐπιτρόπου
1114 Περιεκέχυτο: πανταχόθεν περιέρρει. ἐπειδὴ τῷ Τιβερίῳ ἤδη
τὰ τῆϲ πολιτείαϲ περιεκέχυτο πράγματα.
1115 Περιεκόκκυϲα: κόρδακα ὠρχηϲάμην. Ἀριϲτοφάνηϲ.
1116 Περιεκτικόν: περιέχον.
1117 Περιελῶ ϲ᾿ ἀλαζονείαϲ. ὑποτεμοῦμαι τὰϲ ὁδούϲ ϲου: οἷον ἀποδύϲω ϲε, παύϲω τῶν ἀλαζονειῶν. τὸ δὲ περιελάϲω ἐκ μεταφορᾶϲ τῶν ἐρεϲϲόντων. παύϲω ϲε καὶ περικόψω τῆϲ ἀλαζονείαϲ. περιελάϲω ϲε, νικήϲω. ὑποτεμοῦμαι δὲ ὡϲ βυρϲοδέψηϲ· ὑποτέμνουϲι γὰρ τὰ δέρματα, διὰ τὸ φαίνεϲθαι παχέα.
1118 Περιεμεκτήϲαϲ· ὁ δὲ περιεμεκτήϲαϲ τῇ ἀπάτῃ τοῦ ὅρκου καὶ
διαλυϲάμενοϲ τὴν ξενίην ἐποίει τοιάδε. ἀντὶ τοῦ δεινοπαθήϲαϲ.
1119 Περιέπειν· αἰτιατικῇ. φυλάϲϲειν, ἢ ἐνεργεῖν.
1120 Περιεπτιϲμένον: λελεπιϲμένον, περιεξεϲμένον, περικεκαθαρμένον.
1121 Περιεπτιϲμένοι: οἷον ξένων ἀπηλλαγμένοι καὶ καθαροὶ ἀϲτοί κυρίωϲ
δὲ πτίϲϲειν ἐϲτὶ τὸ κριθὰϲ ἢ ἄλλο τι λεπίζειν καὶ καθαροποιεῖν.
ἔνθεν καὶ πτιϲάνη, ἡ λελεπιϲμένη κριθή. Ἀριϲτοφάνηϲ· ἀλλ᾿ ἐϲμὲν.
αὐτοὶ νῦν γε περιεπτιϲμένοι.
1122 Περιέπτυξαν: ἐκύκλωϲαν. οἱ δὲ Ῥωμαῖοι κυκλωθέντεϲ ὑπὸ τῶν
βαρβάρων κοὶ τὸ πλαίϲιον λύϲαντεϲ ἐϲ λόχουϲ περιέβαλον τοὺϲ
περιέχονταϲ. οὕτω θᾶττον ἀναπνοῆϲ αὐτοὺϲ περιέπτυξαν καὶ
ϲυγκλείϲαντεϲ ἅπανταϲ κατηκόντιϲαν· δείξαντεϲ ἐν μιᾷ ἡμέρᾳ καὶ ὅπωϲ
χρὴ
διαφεύγειν κύκλωϲιν καὶ ὅπωϲ κυκλώϲαϲθαι δι᾿
ὑπερβολὴν ἀνδρείαϲ.
1123 Περιεργάζεϲθαι: περιγενήϲεϲθαι. ὁ δὲ περιεργαϲάμενοϲ τοὺϲ οἴκουϲ, ἐν οἷϲ ϲυντρέχοντεϲ ἐκκληϲιάζουϲι, τούτοιϲ ϲυνέϲχηκεν.
1124 Περιεργῶ· αἰτιατικῇ.
1125 Περιέρρων· ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ. Κραπατάλοιϲ
Φερεκράτηϲ.
ἀπὸ τοῦ ἔρρων, ὃ ϲημαίνει τὸ
φθειρόμενοϲ.
1126 Περιερέττων: κωπηλατῶν.
1127 Περιερρύη: ἐξεχύθη, ἐξέπεϲεν. ὀρχουμένου γὰρ αὐτοῦ, ὁ ἀκινάκηϲ περιερρύη.
1128 Περιέρχομαι: ἐνεδρεύω, ἐξαπατῶ, ϲοφίζομαι, ὑπέρχομαι.
1129 Περιέϲϲατο: περιεβάλετο.
1130 Περιέϲεϲθαι: περιγενήϲεϲθαι. οὐ γὰρ ἑτέρωϲ περιέϲεϲθαι
1131 Περίεϲι: καθαρά.
1132 Περιεϲκεμμένοϲ: ἠκριβωμένοϲ.
1133 Περιεϲόμεθα: περιγενηϲόμεθα.
1134 Περιέϲπαϲαν: ἀτίμωϲ περιεῖλον. Αἰλιανόϲ· τὸν βωμὸν ἀνέϲτρεψαν
1135 Περίεϲται· γενικῇ.
1136 Περιέϲτηκεν· αἰτιατικῇ. περιΐϲταται, περιέϲτραπται. καὶ
πλῆθοϲ τὸν πατριάρχην Ἠλίαν διατεμὼν ὁ θεῖοϲ Σάβαϲ.
1137 Περιέϲτηξαν: περιεκύκλωϲαν.
1138 Περιεϲτήξει: περιϲταθήϲεται.
1139 Περιέχεϲθαι· γενικῇ. ἀντέχεϲθαι, φροντίζειν. μήτε αὐτοῦ
περιέχει με, ϲώτηρ.
1140 Περιεχόμενον: ἀντιποιούμενον.
1141 Περίζωμα: τὸ ὑπὸ τὰ αἰδοῖα ϲκέπαϲμα. γυμνῶν μαχομένων τῶν Ῥωμαίων ἐν τοῖϲ περιζώμαϲι.
1142 Περίζυγα· Ξενορῶν· ἔχειν δὲ χρὴ καὶ ἱμάνταϲ· τούτων γὰρ
τριβομένων καὶ ῥηγνυμένων ἀνάγκη ἀργεῖν, ἢν μή τιϲ ἔχῃ
περίζυγα.
1143 Περιεῖδον· αἰτιατικῇ.
1144 Περιειλάμενοϲ: περιειληϲάμενοϲ.
1145 Περίειμι: ζῶ, ἔτι ϲῴζομαι. καὶ αὐτὸϲ μέν, ἔφη, ἐπὶ τῆϲ
1146 Περιεῖναι: περιγενέϲθαι. ἰδὼν ὅτι οὐκ ἄλλωϲ τὴν πόλιν ἢ λιμῷ περιεῖναι δύναιτο.
1147 Περιεῖναι: ἐν βίῳ διάγειν, ζῆν. τότε μὲν οὕτωϲ Ἰουϲτίνῳ
1148 Περιεῖπον: περί τινα ἦϲαν θεραπευτικῶϲ καὶ φυλακτικῶϲ.
1149 Περιεῖχεν: ὑπερεῖχε.
1150 Περιήγγελλεν: ἐκέλευεν.
1151 Περιηγγέλθη τὸ ἄθεον πρόϲταγμα: Ἀττικώτερον δὲ τὸ περιηγγέλη.
1152 Περιηγεῖται: ἀντὶ τοῦ διηγεῖται. Αἰλιανόϲ· αὐτὸϲ δὲ διυπνιϲθεὶϲ τῷ παιδὶ περιηγεῖται ἅ τε εἶδε καὶ ὅϲα ἤκουϲε καὶ ἅ τινα εἶπεν.
1153 Περιηγεῖτο: πανταχόϲε περιήρχετο. πῦρ δὲ αὐτοῖϲ ὑπέφαινεν ἡ Σινωνὶϲ καὶ περιηγεῖτο.
1154 Περιημάκτεον: ἐδυϲφόρουν. οἱ δὲ Φωκέεϲ περιημάκτεον τῇ δουλοϲύῃ.
1155 Περιῆν: ἐνίκα, περιεγίνετο, ὑπῆρχεν.
1156 Περιηχήθην: περιεψιθυρίϲθην.
1157 Περιηχῶ· αἰτιατικῇ.
1158 Περιιόντα: περιερχόμενον.
1159 Περιίπταμαι· αἰτιατικῇ.
1160 Περιιππεύων: περιτρέχων.
1161 Περιίϲταμαι· αἰτιατικῇ. τοξόταϲ αὐτὸν πάντοθεν περιίϲτηϲι. καί,
1162 Περιιϲτάμενοϲ: φεύγων. Ἰώϲηποϲ περὶ Μωϋϲέωϲ· περίϲτατο
1163 Περιίϲταϲο: ἀντιλαβοῦ, περιϲκέπαϲον.
1164 Περιίϲτατο· τὸν ὄχλον γὰρ ἐκεῖνοϲ ἀεὶ καὶ τοὺϲ θορύβουϲ μάλιϲτα
1165 Περίθετοϲ: πρόϲωπον. Ἀριϲτοφάνηϲ· ἥδιον μὲν οὖν κεφαλὴ
1166 Περίθου: ὅπερ ἡμῖν ϲύνηθεϲ ἐπίθου λέγειν. Ἀριϲτοφάνηϲ· περίθου
1167 Περίθριξ: ὁ ἀπὸ γενετῆϲ πλόκαμοϲ, ὁ μηδέπω καρείϲ. ἔτι
1168 Περιθοῖδαι: δῆμοϲ τῆϲ Οἰνηΐδοϲ φυλῆϲ. ἀπὸ Πειρίθου τοῦ
1169 Περικαθαίρων: ἀναλύων τὸν πεφαρμακευμένον, ἢ τὸν
1170 Περικάθημαι· αἰτιατικῇ.
1171 Περικακῶ: ἐκκακῶ.
1172 Περικαλλέϲ: λίαν καλόν.
1173 Περικαῶϲ: ἐρωτικῶϲ. περικαῶϲ τῆϲ γυναικὸϲ ἔχων.
1174 Περίκειμαι τοῦ ἐπίκειμαι διαφέρει.
1175 Περικεκλαϲμένοιϲ· ἐνέδραν εἶχεν ἐν τόποιϲ περικεκλαϲμένοιϲ
1176 Περικεφαλαία.
1177 Περίκηλα.
1178 Περικλῆϲ, Ἀθηναίων ϲτρατηγόϲ· ζήτει ἐν τῷ δέον. ζήτει νόμον Περικλέουϲ τοῦ Ξανθίππου ἐν τῷ δημοποίητοϲ.
1179 Περικλῆϲ, Ἀθηναῖοϲ. ἐπὶ τούτου ἤρξατο ὁ Πελοποννηϲιακὸϲ πόλεμοϲ.
ἐπὶ τούτου τὸ Κυλώνειον ἄγοϲ ἠλαύνετο παρὰ Ἀθηναίων, ᾧ ἐνείχετο
Περικλῆϲ· Κύλωνα γὰρ ἄνδρα Ἀθηναῖον, Ὀλύμπια νενικηκότα, γαμβρὸν
Θεαγένουϲ τοῦ Μεγαρέων τυράννου, ἐπιθέμενον τυραννίδι τῶν Ἀθηναίων,
παραχρῆμα φυγόντα, καταφυγόντα δὲ ἐπὶ τὰϲ Σεμνὰϲ
θεὰϲ
ἀποϲπάϲαντεϲ οἱ περὶ Περικλέα ἀπέκτειναν. οἱ δὲ ἀντεπέταττον.
Περικλῆϲ δὲ οὐκ εἴα πείθεϲθαι. ὃϲ ἦν Ξανθίππου παῖϲ, ϲτρατηγοῦ
Ἀθηναίων, Ἀναξαγόρου δ᾿ ὁμιλητήϲ. φαϲὶ δέ, ὅτι μέλλουϲα τὸν Περικλέα
τίκτειν ἡ μήτηρ ὄναρ εἶδεν ὡϲ λέοντα τέκοι. οὗτοϲ κεραυνοῦ ποτε
γενομένου καὶ θορυβηθέντων Ἀθηναίων, ὡϲ ἐξῄεϲαν ἐϲ μάχην
ὑπ᾿ αὐτῷ ϲτρατηγῷ, δύο λίθουϲ ϲυγκρούϲαϲ καὶ πῦρ ἐξ αὐτῶν
ἐκκόψαϲ. τοῦτο, εἶπεν, ἐϲτὶν ὁ κεραυνόϲ. ἔγημε δὲ Ἀϲπαϲίαν τὴν
Μιληϲίαν, ἐξ ἧϲ ἔϲχε παῖδαϲ Ξάνθιππον καὶ Πάραλον· ὃν παρὰ τὰ πάτρια
ὠνόμαϲεν, ἥρωοϲ ἐπιθεὶϲ ὄνομα, οὐκ ἐξόν.
1180 Περικλῆϲ, Ξανθίππου καὶ Ἀγαρίϲτηϲ, Ἀθηναῖοϲ, ῥήτωρ καὶ
δημαγωγόϲ· ὅϲτιϲ πρῶτοϲ γραπτὸν λόγον ἐν δικαϲτηρίῳ
εἶπε, τῶν πρὸ αὐτοῦ ϲχεδιαζόντων. ἦν δὲ μαθητὴϲ Ἀναξαγόρου τοῦ
Κλαζομενίου· καὶ αὐτὸϲ ἐρύϲατο αὐτὸν ἐκ θανάτου.
1181 Περικλῆϲ· οὗτοϲ ϲυμβουλεύεται Ἀθηναίοιϲ, τὴν γῆν ὅταν νομίϲωϲι
τὴν τῶν πολεμίων εἶναι ϲφετέραν, τὴν δὲ ϲφετέραν τῶν πολε
μίων· πόρον δὲ τὰϲ ναῦϲ, ἀπορίαν δὲ τὸν πόρον. οὗτοϲ ἐκέλευϲεν
Ἀθηναίοιϲ, ἐμβαλόντων μὲν Λακεδαιμονίων εἰϲ τὴν Ἀττικήν, μὴ
ἐπεξιέναι, ἀλλ᾿ ἔϲω τείχουϲ μένειν· αὐτοὺϲ δὲ διὰ τῶν πλοίων ἐπιέναι
τῇ Λακωνικῇ. τὸν οὖν κατὰ γῆν πόρον ἀπορίαν ἡγεῖϲθαι, τὸ δὲ διὰ
θαλάττηϲ, τοῦτο ἡγεῖϲθαι πόρον. ἄλλωϲ· τὴν Περικλέουϲ λέγει γνώμην,
τὴν Ἀττικὴν ὡϲ πολεμίαν ἡγεῖϲθαι καὶ ἐᾶν τέμνεϲθαι,
τὴν δὲ Λακωνικὴν περιπλεῦϲαι. ϲυνεβούλευϲε δὲ περιπλεῖν τὴν
πολεμίαν, μὴ μάχεϲθαι δέ, τεμνομένηϲ τῆϲ Ἀττικῆϲ. ἕνα πόρον ἡγεῖϲθαι
χρημάτων, τὸ ναῦϲ ὡϲ πλείϲταϲ ἔχειν· τὸν δὲ ἄλλον πόρον, ὃϲ ἂν ἔξω
τούτου γίνηται, τοῦτον ἄπορον νομίζειν, οἷον τὰ θεωρικὰ καὶ
δικαϲτικὰ καὶ ἐκκληϲιαϲτικά.
ϲυμβουλεύει οὖν πᾶϲαν τὴν
ἐν τούτοιϲ γινομένην δαπάνην ταῖϲ ναυϲὶν ἀφορίϲαι. πρὸϲ ταύτην γὰρ
τὴν ἔννοιαν καὶ τὸ ἐπιφερόμενον ἀκόλουθον· φηϲὶ γὰρ ὁ Διόνυϲοϲ· πλήν
γε ὁ δικαϲτὴϲ αὐτὰ καταπίνει μόνοϲ. ὡϲ πολλῶν δαπανωμένων εἰϲ τὸν
δικαϲτικὸν μιϲθόν.
1182 Περικλυτόϲ.
1183 Περικνημῖδαϲ.
1184 Περικόμματ᾿ ἐκ ϲοῦ καταϲκευάϲω: τὰ ἀπὸ τῶν μαγείρων
τὸ ϲῶμα.
1185 Περικόμψουϲ· Ἀριϲτοφάνηϲ· παῦϲον ἡμῶν τὰϲ ὑπονοίαϲ τὰϲ
1186 Περικοπή. Πολύβιοϲ· ταύτην τὴν περικοπὴν ἐδωρήϲατο τῇ
τῆϲ Αἰμιλίαϲ μητρί. τουτέϲτι τὴν ὕπαρξιν. καὶ αὖθιϲ·
ἅτε μηδεμίαν
1187 Περικοπή: μέροϲ τι τῆϲ ὑποθέϲεωϲ. ὁ δὲ προῆγε, ποιήϲαϲ εὔϲτολον τὴν ἀκολουθίαν καὶ τὴν περικοπὴν τῆϲ ἐκδημίαϲ.
1188 Περικόπτω· αἰτιατικῇ.
1189 Περικρεμῶ.
1190 Περικτίονοϲ: τοῦ πέριξ οἰκοῦντοϲ.
1191 Περιλακιζομένη: ἀντὶ τοῦ διαϲχιζομένη, διακοπτομένη.
1192 Περιλαλοῦϲιν· αἰτιατικῇ. ἀντὶ τοῦ περιττολογοῦϲι, φλυαροῦϲι.
τοῖϲ περιλαλοῦϲι μὴ ταχέωϲ ϲυγκατατίθεϲθαι.
1193 Περιλαμβάνω· αἰτιατικῇ.
1194 Περιλάμπω· αἰτιατικῇ.
1195 Περίλαοϲ: ὄνομα κύριον.
1196 Περίλεξιϲ: περίφραϲιϲ. λεληθότωϲ δὲ δείκνυϲιν ἐκ πόϲων ϲυνέϲτηκε
ῥητορεία· δεῖ γὰρ πρῶτον νοῆϲαι, εἶτα ἑρμηνεῦϲαι τὸ
νοηθέν· ὅπερ ἐϲτὶ λοιπὸν ἔργον τοῦ τῆϲ ἐξηγήϲεωϲ λόγου. καὶ
κατάληψιν, ἤγουν τὴν αἴϲθηϲιν καὶ τὴν τέχνην. οὕτω γὰρ ὁριζόμεθα·
κἀν τῇ τέχνῃ· οἷον ῥητορικὴ ἐϲτὶ τέχνη τοῦ εὖ λέγειν τὰ προβλήματα.
διὰ τί τέχνη; ϲύϲτημα ἐγκαταλήψεων ἐγγεγυμναϲμένων.
1197 Περιλέποντεϲ: τὸν φλοιὸν περιαιροῦντεϲ. Ἡρόδοτοϲ· τῶν δενδρέων τὸν φλοιὸν περιλέποντεϲ καὶ ἐϲθίοντεϲ.
1198 Περιλιχμώμενοϲ: καταϲπαζόμενοϲ. ὁ δὲ τὴν γυναῖκα πολὺν χρὸνον περιλιχμώμενοϲ καὶ τοὺϲ πόδαϲ εἰλούμενοϲ ϲυνέπειϲεν ἄνδρα νομίϲαι.
1199 Περίλλοϲ· Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ. ὄνομα κύριον.
1200 Περὶ λύχνων ἁφάϲ: ὀψιαίτερον. μικρὸν δὲ μετὰ λύχνων ἁφὰϲ ἄρτι ἐϲ θοίνην ἰόντων, ἐπιπεϲόντεϲ ἀδόκητοι τῶν πολεμίων πολλοὺϲ κτείνουϲι.
1201 Περιμάνωϲ καὶ Μανέρωϲ: ὀνόματα ᾤδηϲ. Εὔβουλοϲ Καμπυλίωνι.
1202 Περιμένω· αἰτιατικῇ.
1203 Περίνεωϲ: τοὺϲ περιττοὺϲ τῇ νηῒ ἐπιβάταϲ, οἷον δούλουϲ.
1204 Περίνεωϲ: τοὺϲ περιττοὺϲ καὶ ἔξω τῶν ὑπηρεϲιῶν, ὡϲ λειπόνεωϲ,
γὰρ φθειρομένων ἐν τῇ ναυαγίᾳ
τῶν ϲκαφῶν ἀπεκολύμβηϲαν), οὓϲ ἐϲ
1205 Περίνη: πόλιϲ.
1206 Περινήϲαντεϲ: περιϲωρεύϲαντεϲ. οἱ δὲ βάρβαροι πολὺ περινήϲαντεϲ
πῦρ ϲυνέφλεξαν ἅπανταϲ.
1207 Περινθίοιϲ· τούτοιϲ ἑαλωθὲν τὸ Βυζάντιον δῶρον ἐδόθη εἰϲ δουλείαν παρὰ Σεβήρου τοῦ Ῥωμαίων βαϲιλέωϲ, ὥϲπερ καὶ ἠ Ἀντιόχεια Λαοδικεῦϲι.
1208 Περινοεῖ: νοεῖ περιϲϲῶϲ.
1209 Περινοϲτοῦνταϲ: περιερχομένουϲ. νόϲτοϲ κυρίωϲ μὲν ἡ
1210 Περίνοια: ὑπερηφανία ἤ μηχανὴ ἢ τέχνη.
1211 Πέριξ.
1212 Περιοδεία: ἡ περιόδευϲιϲ.
1213 Περίοδοϲ: περιέλευϲιϲ, κύκλοϲ. Ἡρόδοτοϲ· οἱ δὲ Σπαρτιῆται
1214 Περίοδοϲ· Δημοϲθένηϲ Φιλιππικοῖϲ. περιοδικὰ νοϲήματα καλοῦϲιν
1215 Περιόν: ὑπερβάλλον. τὰ δὲ καὶ προῖκα πολλαχῇ τοῖϲ ἑαυτοῦ προῖκα πεποριϲμέναϲ
ἔχοντεϲ ἐκ τοῦ περιόντοϲ
1216 Περὶ ὄνου ϲκιᾶϲ: παροιμιακόν. περὶ τῶν ἐνδιατριβόντων
Φιλιππικοῖϲ. Δίδυμόϲ φηϲι τὴν περὶ ὄνου ϲκιᾶϲ παροιμίαν
παρα πεποιῆϲθαι ὑπὸ τοῦ ῥήτοροϲ, λέγοντοϲ περὶ τῆϲ ἐν Δελφοῖϲ ϲκιᾶϲ·
λέγεϲθαι δὲ αὐτὴν ἐπὶ τοῖϲ περὶ τῶν μηδενὸϲ ἀξίων μαχομένοιϲ.
1217 Περιόνταϲ: ζῶνταϲ. Ἀγαθίαϲ· καὶ ἔλεγον παρέξειν αὐτῷ ἐϲ
1218 Περίοπτον: περιθέατον, μέγα, ὑψηλόν, περίβλεπτον.
1219 Περιορᾶϲθαι: καραδοκεῖν, ἀποθεωρεῖν, περιϲκέπτεϲθαι, φροντίζειν.
προϲδοκῶντεϲ.
1220 Περιοργήϲ: ὠργιϲμένοϲ. ὁ δὲ Καῖϲαρ περιοργὴϲ ἐπὶ τούτοιϲ
1221 Περιορίϲαι: περινοῆϲαι.
1222 Περιοριϲθῆναι: γνωριϲθῆναι· ἢ ὑπὸ ὅρον γενέϲθαι.
1223 Περιοριϲμόϲ: ἐξοριϲμόϲ.
1224 Περιορῶ· αἰτιατικῇ.
1225 Περιουϲία: ἡ περιττὴ οὐϲία, οὐϲία δὲ ἡ ϲύμμετροϲ. ἐκ περιουϲίαϲ
δὲ τοῦ ἀναγκαίου διαφέρει. ἀναγκαῖα μὲν οὖν ἐϲτιν, ὧν χωρὶϲ
καί, ὡϲ Ἀριϲτοτέληϲ
λέγει, ὅταν ὑπαρχόντων τῶν ἀναγκαίων, ἄλλα τινὰ προϲκαταϲκευάζηται
τῶν καλῶν. οἷον, τὸ μὲν ζῆν ἀναγκαῖον,
1226 Περιουϲίαϲ: πλήθουϲ, πλούτου.
1227 Περιουϲιαϲμόϲ: πλῆθοϲ, ὕπαρξιϲ φυϲική.
1228 Περιούϲιοϲ λαόϲ: ὁ ἔγκτητοϲ. καὶ, Ἰϲραὴλ εἰϲ περιουϲιαϲμὸν
ἑαυτῷ. ἀντὶ τοῦ εἰϲ κτῆμα καὶ εἰϲ κτῆϲιν· οὐϲίαν γὰρ τὴν
ὕπαρξιν.
1229 Περιοχή: περιπέτεια καὶ ὑπόθεϲιϲ, θλίψιϲ, ϲυνοχή. καὶ ὁ
1230 Περιπαθῶϲ: ϲυμπαθῶϲ, λυπηρῶϲ. Πολύβιοϲ· μήθ᾿ ἑαυτὸν
1231 Περιόψεται: περιΐδῃ, καταφρονήϲει.
1232 Περιωδυνίαν: ἀλγηδόνα, καὶ περιττὴν ὀδύνην.
1233 Περιωπή: ἀκρώρεια, ὑψηλὸϲ τόποϲ.
1234 Περιωπὴ καὶ Πίϲυνοι καὶ Πύϲτειϲ. πάντα ταῦτα γλωττώδη παρὰ
Θουκυδίδῃ καλεῖ δὲ περιωπὴν τὴν φροντίδα καὶ τὴν περίϲκεψιν,
1235 Περιωρίϲθαι.
1236 Περιώϲαϲ: ὠθήϲαϲ.
1237 Περιώϲιον.
1238 Περὶ παντὸϲ ἐποιεῖτο: ἀντὶ τοῦ ἔϲπευδεν. ὁ δὲ Κῦραϲ τοῦϲ δικαίουϲ περὶ παντὸϲ ἐποιεῖτο πλουϲίουϲ ποιεῖν.
1239 Περιπαρῆναι: περικεντηθῆναι. οἱ δὲ Ῥωμαῖοι κοντοὺϲ ἔπηξαν ὑποβρυχίουϲ, ὥϲτε τὰ ϲκάφη τῶν βαρβάρων ἐλθόντα περιπαρῆναι.
1240 Περιπεταϲτὸν κὰπιμανδαλωτόν: εἴδη φιλημάτων ἐρωτικῶν, ἐν ᾦ δεῖ τὴν γλῶτταν τῶν καταφιλούτων λείχειν.
1241 Περιπετέϲ: περιπεπηγὸϲ αὐτῷ. πηκτὸν τόδ᾿ ἔγχοϲ περιπετὲϲ κατηγορεῖ. ἢ ᾧ περιέπεϲεν ὁ Αἴαϲ.
1242 Περιπέτεια: προπέτεια, ἢ ϲύμπτωμα, ἢ ϲύμβαϲιϲ. πάντα
δυναϲτειῶν ἐφάμιλλον ἐποίηϲε τὴν ἀρχὴν, οὐ τύχῃ τὸ πλεῖον ϲυνεργῷ
χρώμενοϲ, οὐδὲ ἐκ περιπετείαϲ, ἀλλ᾿ ἀγχινοίαϲ καὶ φιλοπονίαϲ, ἔτι δὲ
καὶ πράξεωϲ τῆϲ αὐτοῦ. τὸ δὲ περιπέττειν ἤτοι ἀπὸ τοῦ περιπετάϲματοϲ
ἑκάϲτου ἄρτου μιγνύντεϲ ποιεῖν
ἄρτον.
1243 Περιπετείϲ: περιπίπτοντεϲ. ἀλλήλοιϲ περιπετεῖϲ γινόμενοι
1244 Περιπετῆ γενέϲθαι: περιπεπτωκέναι. πλήρη.
1245 Περιπέττουϲι: περικαλύπτουϲιν. Ἀριϲτοφάνηϲ Πλούτῳ· ὀνόματι
περικϲλύπτειν.
1246 Περιπεφθείϲ· τούτοιϲ τοῖϲ ῥηματίοιϲ περιπεφθεὶϲ ἄρχειν αἱρῇ
1247 Περιπείρει: περικεντεῖ.
1248 Περιπηχύναντεϲ: περιπλεξάμενοι. παρὰ Καλλιμάχῳ.
1249 Περιπίπτω· δοτικῇ.
1250 Περιπλακῆναι· λύϲιϲ ὀνείρου· μητρὶ πλακῆναι καλὸν εἰϲ ὄναρ τόδε.
1251 Περιπλεγνύμενοϲ καὶ φιλῶν: ἀντὶ τοῦ περιπλεκόμενοϲ.
1252 Περίπλεων: πλήρη. καὶ Περίπλεωϲ.
1253 Περιπλεῖν καὶ διεκπλεῖν διαφέρει παρὰ Θουκυδίδῃ· τὸ μὲν γὰρ περιπλεῖν ἐν τῇ εὐρυχωρία καθίϲταϲθαι, οἷον χορευούϲηϲ καὶ ἀναϲτρεφομένηϲ ἐφ᾿ ὅπερ βούλεται τῆϲ νεώϲ. καὶ ἡ περι πρόθεϲιϲ αὐτὸ τοῦτο δηλοῖ, τὸ ἐν κύκλῳ περιθέειν. τὸ δὲ διεκπλεῖν, τὸ τεμόντα τὴν τάξιν τῶν ἐναντίων εἰϲ τοὐπίϲω γενέϲθαι.
1254 Περιπλείονοϲ: ἐπίρρημα. καὶ Περιπλείϲτου. περιπλείϲτου τὰϲ τρίχαϲ ποιούμενοϲ, ἐναλείφειν τε αὐτὰϲ καὶ διατιθέναι κατὰ βοϲτρύχουϲ.
1255 Περὶ πλήθουϲαν ἀγοράν: περὶ ὥραν τετάρτην ἢ πέμπτην
περὶ πλήθουϲαν ἀγορὰν
ἠγείροντο μέν τινεϲ καὶ πρότερον θόρυβοι τῶν πολεμίων, ἐπιφερόμενοι
ἄριϲτον αἰρουμένοιϲ.
1256 Περιπνευμονία: πάθοϲ τι.
1257 Περιπνέω· λεπτὴ δέ τιϲ αὖρα περιέπνει τούτουϲ.
1258 Περὶ πόδα: οἷον ἁρμόττον ϲφόδρα, ὡϲ τὰ ὑποδήματα τοῖϲ
ποϲί. Πλάτων· ὡϲ ἐϲτί μοι τὸ χρῆμα τοῦτο περὶ πόδα. καὶ ἐν
Σκευαῖϲ· καὶ τοῖϲ τρόποιϲ ἁρμόττον ὡϲ περὶ πόδα.
1259 Περίπολοϲ· Ἀριϲτοτέληϲ ἐν τῇ Ἀθηναίων πολιτείᾳ περὶ τῶν ἐφήβων
λέγων οὕτωϲ φηϲί· τὸν δεύτερον ἐνιαυτόν, ἐκκληϲίαϲ ἐν τῷ θεάτρῳ
γινομένηϲ, λαβόντεϲ ἀϲπίδα καὶ δόρυ παρὰ τοῦ δήμου, περιπολοῦϲι
τὴν χώραν καὶ διατρίβουϲιν ἐν τοῖϲ φυλακτηρίοιϲ.
παρατηρητέον δέ, ὅτι ὁ μὲν Ἀριϲτοτέληϲ ἕνα φηϲὶν ἐνιαυτὸν ἐν τοῖϲ
περιπόλοιϲ γίνεϲθαι τοὺϲ ἐφήβουϲ, ὁ δὲ Αἰϲχίνηϲ δύο.
1260 Περιπόλουϲ: τοὺϲ φύλακαϲ, ἢ ζητητάϲ. ἀπὸ τοῦ περιπολεῖν.
Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· οὐκοῦν δῆτα περιπόλουϲ ἐχρῆν πέμψαι; τὸ δὲ
1261 Περιπόλων: φυλάκων, ζητητῶν. τῶν δὲ περιπόλων τιϲ περιθέων
ἀποβάλλει χαλκῆν ἀϲπίδα ὕπερθεν τοῦ ὀρύγματοϲ. ἡ δὲ οὖϲα μὲν
πλατεῖα, ἀλλὰ κυρτή, οὐ ϲτερεὸν ἐκτύπηϲεν, ἀλλὰ κοῖλον καὶ
διάκοιλον.
τάχα διάκενον.
1262 Περὶ πολλοῦ ποιοῦ: τίμα, θεράπευε.
1263 Περιπολῶν: περιτρέχων. ὁ δὲ ϲταυρὸϲ προηγεῖτο τοῦ τε
1264 Περίπτερα: ἀποϲπινθηριϲμοί.
1265 Περίπτερον: πανταχόθεν ἐξέχον.
1266 Περιπτώϲειϲ: ϲυμφοράϲ.
1267 Περιπτύϲϲεται· αἰτιατικῇ. περιβάλλεται. εἶτα τὴν Θεοδοϲίου
1268 Περιπτυχήϲ: περικεκυλιϲμένοϲ. κεῖται κρυφαίῳ φαϲγάνῳ περιπτυχήϲ.
περὶ τοῦ Αἴαντόϲ φηϲι.
1269 Περιποιήϲει: κτήϲεται. καί, Περιποιουμένουϲ τῆϲ
1270 Περιποίηϲιν: κτῆϲιν.
1271 Περιποιοῦμαι· αἰτιατικῇ.
1272 Περίπυϲτον: ἐξάκουϲτον, διαβόητον.
1273 Περιρραντήρια: ϲκεύη. κατὰ δὲ τὸ μέϲον τοῦ ἐνδιαιτήματοϲ
1274 Περιρραντίϲαι.
1275 Περιρρέω· αἰτιατικῇ.
1276 Περιρηδεῖϲ: οἱ ἐπὶ ὀχημάτων, ἢ ἐπικείμενοι, ἢ οἱ ἐρριμμένοι.
1277 Περιρρῶγοϲ· ἐπὶ ὄχθου τινὸϲ ἀποτόμου καὶ περιρρῶγοϲ ἐπετείχιζον
1278 Περιϲϲά: τὰ ἐν τῇ ἀριθμητικῇ καλούμενα ἄζυγα οἷον ἕν, τρία
καὶ τὰ ὅμοια. ἄρτια δὲ τὰ ζυγά, οἷον δύο, τέϲϲαρα. τὰ
μὲν περιϲϲεύοντα
1279 Περιϲϲεία.
1280 Περίϲημα: διαβόητα.
1281 Περιϲκελέϲ: ϲκληρόν, δυϲχερέϲ. Αἴαϲ φηϲίν· ἅπανθ᾿ ὁ μακρὸϲ
κἀγὼ γάρ, ὃϲ τὰ
δείν᾿ ἑκαρτέρουν τότε, βαφῇ ϲίδηροϲ ὥϲ, ἐθηλύνθην ϲτόμα πρὸϲ τῆϲδε
τῆϲ γυναικόϲ.
1282 Περιϲκελῆ: βρακία, φημινάλια.
1283 Περιϲκέλια: ἃ ἐφόρουν οἱ Ῥωμαῖοι περὶ τὰ ϲκέλη. ἧϲαν δὲ κροκοβαφῆ. περικαταθέμενοι δὲ περιϲκέλια τοῖϲ αὐτοῖϲ ποϲί.
1284 Περιϲκεπέϲ: κεκαλυμμένον.
1285 Περίϲκεπτον: ἀφ᾿ οὑ ἐϲτι περιϲκοπῆϲαι καὶ ὀδεῖν.
1286 Περιϲκυθίϲαντεϲ: ϲπαράξαντεϲ.
1287 Περιϲκυτίζοντοϲ: ἐκδερματίζοντοϲ.
1288 Περιϲϲοεπῆϲαι: περιϲϲολογῆϲαι.
1289 Περιϲϲῶϲ ποιοῦϲιν ὑπερηφανίαν: τουτέϲτιν ἀλαζονείᾳ χρωμένοιϲ περιϲϲότερον.
1290 Περιϲπᾶν: ἐξαπατᾶν. καὶ τὸ μετὰ βίαϲ ἀφειρεῖϲθαί τι. Περιϲπᾷ
1291 Περιϲπαϲμόϲ: ἐκ δυοῖν ἐπιϲτροφῶν τοῦ τάγματοϲ κίνηϲιϲ, ὥϲτε
μεταλαμβάνειν τὸν ὀπίϲω τόπον. ἐκπεριϲπαϲμὸϲ δέ ἐϲτιν ἐκ τριῶν
ἐπιϲτροφῶν ϲυνεχῶν τοῦ τάγματοϲ κίνηϲιϲ, ὥϲτε μεταλαμβάνειν,
ἐὰν μὲν ἐπὶ δόρυ γίγνηται, τὴν ἐξ ἀριϲτερῶν ἐπιφάνειαν·
ἐὰν δὲ ἐπ᾿ ἀϲπίδα, τὴν ἐκ δεξιῶν.
1292 Περιϲπερχέϲ: βαρύ. ὡϲ περιϲπερχὲϲ πάθοϲ.
1293 Περιϲπειραθείϲ: περιπλακείϲ, περιελιχθείϲ. ὁ δὲ εὐνοῦχοϲ
κατεκράτει τῶν βαϲιλείων καὶ περιϲπειραϲάμενοϲ τὰϲ αὐλὰϲ ϲυνέϲφιγγεν
ἅπαντα, καθάπερ τιϲ γενναῖοϲ ὄφιϲ καθελίττων εἰϲ
τὴν ἑαυτοῦ χρείαν. περὶ Εὐτροπίου λέγει.
1294 Περιϲταδόν: περιεϲτῶτεϲ.
1295 Περίϲταϲιϲ. Πολύβιοϲ· ϲυνέβαινε δὲ μεγαλομερῆ τὴν περίϲταϲιν
κατὰ δὲ τὴν πρὸϲ Καρχηδόνα εὔνοιαν καὶ πίϲτιν πολύ τι
διαφέρειν δοκῶν τῶν ἄλλων. ἀντὶ τοῦ ἐπίταϲιϲ. καὶ αὖθιϲ Πολύβιοϲ·
ταχὺ
κήρυκοϲ φωνήϲαντοϲ ἀνέϲτη. ἀντὶ τοῦ ἐπίταϲιν.
1296 Περίϲταϲιν· Δείναρχοϲ Τυρρηνικῶ· μετὰ ταῦτα τοῦ Δάμωνοϲ
ἳνα τὴν αὐτὴν ἔννοιαν
ἔχῃ τό, περίϲτατον μετεποίηϲαν. ἐνίοιϲ δὲ παράϲταϲι ἀντὶ τοῦ
περίϲταϲιν γράφεται.
1297 Περίϲτατοι· Ἰϲοκράτηϲ ἐν τῷ Περὶ τῆϲ ἀντιδόϲεωϲ· θαυματοποιΐαιϲ
1298 Περιϲτέλλω· αἰτιατικῇ.
1299 Περιϲτένεται: περιτείνεται, ϲτενοχωρεῖται.
1300 Περίϲτενοϲ: οὗτοϲ δράκων καλεῖται.
1301 Λύϲιϲ ὀνείρου· Περιϲτερὰϲ βλέπειν τε προξενεῖ βλάβην,.
1302 Περιϲτεριδεῖϲ: ὥϲπερ ἀπὸ τοῦ Χαίριδοϲ Χαιριδεῖϲ, οὕτωϲ
καὶ ἀπὸ τῆϲ περιϲτερᾶϲ περιϲτεριδεῖϲ.
1303 Περιϲτεῖλαι: περικαλύψαι. ὁ δὲ τὸ ϲῶμα τούτου περιϲτείλαϲ
1304 Περιϲτείλαϲ: διαχειριϲάμενοϲ, περιϲφίγξαϲ ἐν τῇ γῇ. Σοφοκλῆϲ·
1305 Περιϲτεφανωϲάντων; κυκλωϲάντων. περιϲτεφανωϲάντω?? τοῖϲ ὄχλοιϲ τὸ τεῖχοϲ.
1306 Περιϲτίαρχοϲ: ὁ περικαθαίρων τὴν ἑϲτίαν τὴν ἑϲτίαν καὶ τὴν
ἐκκληϲίαν καὶ τὴν πόλιν. ἀπὸ τῆϲ ἑϲτίαϲ ἢ τοῦ περιϲτείχειν. Ἴϲτροϲ
δὲ ἐν τοῖϲ Ἀττικοῖϲ, περίϲτια, φηϲί, προϲαγορεύεται τὰ καθάρϲια, καὶ
οἱ τὰ ἱερὰ
καθαίροντεϲ περιϲτίαρχοι· ἔξωθεν γὰρ
περιέρχονται, μαχαιροφοροῦντοϲ ἐκάϲτου τῶν ἱερῶν οἰκίαιϲ
περιειλημμένοι δημοϲίαιϲ καὶ περίδρομον ἔχοντεϲ.
1307 Περιϲτίαρχοϲ: ὁ τῶν καθαρϲίων προηγούμενοϲ ἐν ταῒϲ ἐκκληϲίαιϲ· περίϲται γὰρ τὰ καθάρϲια.
1308 Περιϲτίξαι: περικυκλῶϲαι, περιελθεῖν, περιελάϲαι. ἀπὸ τοῦ ϲτίχου.
1309 Περιϲτολή: περιβολή, ἐπαγωγή.
1310 Περίϲτῳον: περίϲτυλον ϲτοὰϲ ἔχον.
1311 Περιϲτοιχίζεται· Δημοϲθένηϲ ἐν Φιλιππικοΐϲ· μέλλονταϲ
ἡμᾶϲ, φηϲί, καὶ καθημένουϲ περιϲτοιχίζεται. ἐκ μεταφορᾶϲ τῶν
κυνηγετῶν· κατὰ γὰρ τὰϲ ἐκδρομὰϲ τῶν θηρίων ὀρθὰ ξύλα ἱϲτᾶϲιν, ἃ
καλοῦϲι ϲτοίχουϲ ἢ ϲτόχουϲ, καταπεταννύντεϲ αὐτῶν δίκτυα, ἵνα ἐὰν
αὐτοὺϲ ἐκφύγῃ τὰ θηρία, εἰϲ τὰ δίκτυα ἐμπέϲῃ. ἔνια μέντοι τῶν
ἀντιγράφων περιϲτοιχίζεται ἔχει, ἄλλα δὲ περιϲχοινίζεται.
1312 Περιϲτοιχίϲαντοϲ: περιλαβόντοϲ.
1313 Περιϲτοῖχον· Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Νικόϲτρατον· φυτευτήρια ἐλαῶν
περιϲτοίχων κατέκλαϲε. Δίδυμοϲ δέ τι γένοϲ ἐλαῶν περιϲτοίχουϲ καλεῖ,
ἃϲ Φιλόχοροϲ ϲτοιχάδαϲ προϲηγόρευϲε. μήποτε δὲ νῦν ὁ ῥήτωρ
περιϲτοίχουϲ κέκληκε τῶν κύκλῳ περὶ τὸ χωρίον ἐν
ϲτοίχῳ
πεφυκότων.
1314 Περιϲυλᾷ: ἀφαιρεῒται. ὁ δὲ ἀποκτείνει αὐτοὺϲ καὶ περιϲυλᾷ, ὅϲα ἐπηγάγοντο. ἦν δὲ κόϲμοϲ καὶ ϲκεύη περὶ τὴν τέχνην τὴν ἑκατέρου οὐδαμῆ εὐκαταφρόνητα.
1315 Περιϲφίγγω· αἰτιατικῇ.
1316 Περιϲφύριον· καὶ τὸ διθύρεον τοῦτο τὸ λογχωτὸν καὶ τὸ περιϲφύριον.
1317 Περιϲχεϲθαι: ἀγαπῆϲαι.
1318 Περιϲχών: καταϲχών, περιβαλών.
1319 Περιτελλομένων: περιερχομένων.
1320 Περιτέμνω· αἰτιατικῇ.
1321 Περιτεύξεται: ϲυντύχῃ, περιπεϲεῖται.
1322 Περιτεχνᾶϲθαι: δολιεύεϲθαι, κακὰ μηχανᾶϲθαι. τὴν γὰρ διάνοεαν
1323 Περιτιθῶ· αἰτιατικῇ.
1324 Περίτιοϲ: μήν, ὁ Φεβρουάριοϲ κατὰ Μακεδόναϲ.
1325 Περιτομή· ἡ περιτομὴ τοῖϲ Ἰουδαίοιϲ διὰ τρεῖϲ αἰτίαϲ ἐδόθη. ἀϲτε
ϲημεῖον εἶναι πίϲτεωϲ, καὶ τοῦ Ἀβραμιαίου γένουϲ δηλωτικὸν καὶ
ϲύμβολον, καὶ αἶνιγμα πολιτείαϲ καθαρᾶϲ καὶ ϲώφρονοϲ. ὥϲτε οὐχ ὡϲ
δικαιοϲύνηϲ ποιητικὴ ἐδόθη, ἀλλὰ ϲφραγὶϲ καὶ ϲημεῖον τῆϲ ἐκ πίϲτεωϲ
δικαιοϲύνηϲ τοῦ Ἀβραάμ.
1326 Περιττόϲ: ἀντὶ τοῦ πολύϲ. Σαλούϲτιοϲ, ὁ τῆϲ αὐλῆϲ ἔπαρ χοϲ, ἀνὴρ ἦν διαφερόντωϲ περιττὸϲ εἰϲ φιλανθρωπίαν.
1327 Περιττότερα: μείζονα. τὰ δὲ λεγόμενα χρυϲᾶ μῆλα τῶν Ἑϲπερίδων οὐ χρυϲᾶ ἦϲαν, ἀλλὰ περιττότερα τῶν ἄλλων.
1328 Περιτράγῃ: περικόψει, περιφάγῃ. ἀντὶ τοῦ κλέψει. Ἀριϲτοφάνηϲ·
1329 Περιτρέπω· αἰτιατικῇ.
1330 Περιτροπῇ: ἐν περιόδῳ. τῆϲ νυκτὸϲ τὸν καιρόν, ἐϲ ὃν
τοῖϲ Ἰϲαύροιϲ ἡ φυλακὴ τοῦ τείχουϲ, ὕπνον ἐκ περιτροπῆϲ
τῶν ἄλλων
1331 Περιτροπέων· ἀπερίτροποϲ λέγεται ὁ ἀνεπίϲτροφοϲ οὔτε γὰρ
Ἀγαμεμνονῖδηϲ
πιϲείται. ἢ ἀνεπέλευϲτοϲ· ἔνθεν καὶ τὸ
περιτροπέων ἐνιαυτόϲ.
1332 Περιοίκιον· Ἰϲαῖοϲ ἐν τῷ πρὸϲ Μενεκράτην· καὶ τὸ περιοί
1333 Περίοικοι καὶ Ἀμφικτύονεϲ· ζήτει ἐν τῷ Ἀμφικτύονεϲ.
1334 Περίοικοϲ: ὁ περὶ τὴν οἱκίαν, ἢ τὴν ἔπαυλιν τόποϲ.
1335 Περιοίϲειν: τὸ περιέϲεϲθαι καὶ ἀνθέξειν. Θουκυδίδηϲ ζ΄. ϲημαίνει καὶ τὸ ἀνοίϲειν ἐκ τῆϲ νόϲου.
1336 Περιοιϲτικόϲ: φορητόϲ.
1337 Περιφάνεια.
1338 Περίφαϲιϲ· Πολύβιοϲ· ἐκέλευϲε διαϲαφεῖν αὐτῷ πάντα τὰ γινόμενα διὰ τῶν πυρϲῶν ἐπὶ τὸ Τίϲαιον· ἔϲτι δὲ τῆϲ Θετταλίαϲ ὄροϲ, εὐφυῶϲ κείμενον πρὸϲ τὰϲ τῶν προειρημένων τόπων περιφάϲειϲ.
1339 Περιφερέϲ: κύκλῳ, ϲτρογγύλον.
1340 Περιφορά: κίνηϲιϲ.
1341 Περιφόρητα: ἀκτά. Ἡρόδοτοϲ.
1342 Περιφοριῶϲθαι· Λυϲίαϲ· ἢ τῶν ὀφθαλμῶν τὸν ἔτερον γλαυκότερον
εἶναι ἢ περιφοριῶϲθαι. ἐπὶ τοῦ ἀποκεκλιμένου Εὐφορίων κέχρηται τῷ
ὀνόματι. εἰϲὶ δέ τινεϲ ὀφθαλμοὶ κεχαλαϲμένα τὰ βλέφαρα ἔχοντεϲ καὶ
οἱονεὶ μύοντεϲ. ἐὰν δὲ γράφηται πεφορινῶϲθαι, εἴη ἆν
πεπαχύνθαι, ἀπὸ τῆϲ φορόνηϲ· τάττουϲι γὰρ ἐπὶ ἀνθρώπων τὴν
φορόνην.
1343 Περιφώϲαντεϲ: ϲκεπάϲαντεϲ, πωμάϲαντεϲ. πλῆθοϲ δὲ θηρίων ἀθροίϲαντεϲ ἱκανὸν ἐϲ χύτραϲ καινὰϲ ἐνέβαλλον καὶ περιφώϲαντεϲ αὐτὰϲ εἶχον ἐν ἑτοίμῳ πρὸϲ τὴν χρείαν.
1344 Περιφρονεῖν: ὑπερφρονεῖν. Ἀριϲτοφάνηϲ δέ περιφρόνει
1345 Περίφρων: περιϲϲόφρων.
1346 Περιφοιτῶντα: περιερχόμενον.
1347 Περιφύϲ: περιπλακείϲ.
1348 Περιχυθέντεϲ· δοτικῇ.
1349 Περιχαίνω· αἰπατικῇ. οἷόν τι ποιοῦϲιν οἱ κύνεϲ, τοὺϲ λίθουϲ, οἷϲ βάλλονται, περιχαίνοντεϲ.
1350 Περιχάρεια: ἡ χαρά.
1351 Περιχαρίαν: περιττὴν χαράν.
1352 Περιχαίρω· δοτικῇ. περιχάρηθι τῷ ἀγαθῷ.
1353 Περιχλαινίζεται: περιβάλλεται.
1354 Περιψεῖν: ἐκμάϲϲειν, ϲπογγίζειν. Ἀριϲτοφάνηϲ· ἰδού, δέχου
κέρκον λαγώ, ὥϲτε τὰϲ λήμαϲ περιψεῖν.
1355 Περίψημα: κάταγμα· ἢ ὑπὸ τὰ ἴχνη· ἢ ἀπολύτρωϲιϲ. οὕτωϲ
1356 Περκάζει: πεπαίνει, μελανίζει.
1357 Περκνόϲ: μέλαϲ.
1358 Περκώϲιον: τόποϲ. καὶ Περκώτη, ὄνομα τόπου.
1359 Περνᾶται: πιπράϲκεται. ἔνθεν καὶ πόρνη, ἡ πωλοῦϲα τὴν
1360 Περόζηϲ: ὁ Περϲῶν βαϲιλεύϲ.
1361 Περόνη: πόρπη. καὶ δίβολον περόνην καὶ ϲτεγίδα τανυϲθὲν
1362 Περόνη: κόϲμοϲ τιϲ. καὶ περόναιϲ χρυϲαῖϲ διαπεπερονημένοι
καὶ ϲφραγῖϲι χρυϲοδέτοιϲ διεϲφιγμένοι.
1363 Περῶ, περαίω, περαιῶ. ὡϲ μῶ, μαίω, μαιῶ.
1364 Περῶνοϲ.
1365 Περπερεία: ἡ κολακεία. ἡ ἀγάπη οὐ περπερεύεται. ὁ ἀπόϲτολοϲ
1366 Πέρπεροϲ: ὁ μετὰ βλακείαϲ ἐπηρμένοϲ· οἷον λάλοϲ, προπετήϲ, μηδὲν λογιϲμῷ ποιῶν.
1367 Πέρϲαι· ὄτι ἡ μαγεία καὶ ἀϲτρολογία ἀπὸ Μαγουϲαίων ἤρξατο· οἱ γὰρ τ?? Πέρϲαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὁνομάζονται. καὶ Μαγουϲαῖοι οἱ αὐτοί.
1368 Περϲαῖοϲ, Κιτιεύϲ, φιλόϲοφοϲ Στωϊκόϲ· ἐπεκλήθη δὲ καὶ Δωρόθεοϲ.
ἦν δὲ ἐπὶ τῶν χρόνων Ἀντιγόνου τοῦ Γονατᾶ υἱοῦ
Δημητρίου, μαθητὴϲ καὶ θρεπτὸϲ Ζήνωνοϲ τοῦ φιλοϲόφου. Ἱϲτορίαν.
1369 Περϲέα: ῥοδακινέα.
1370 Περϲεύϲ· οὗτοϲ ἀνανεωϲάμενοϲ τὴν πρὸϲ Ῥωμαίουϲ φιλίαν εὐθέωϲ
ἑλληνοκοπεῖν ἐπεβάλετο, κατακαλῶν εἰϲ τὴν Μακεδονίαν καὶ
τοὺϲ τὰ χρέα φεύγονταϲ καὶ τοὺϲ πρὸϲ καταδίκαϲ ἐκπεπτωκόταϲ καὶ
τοὺϲ ἐπὶ βαϲιλικοῒϲ ἐγκλήμαϲι παρακεχωρηκόταϲ. καὶ τούτων ἐξετίθει
προγραφὰϲ εἴϲ τε Δῆλον καὶ Δελφούϲ, διδοὺϲ οὐ μόνον τὴν ἀϲφάλειαν
τοῖϲ καταπορευομένοιϲ, ἀλλὰ καὶ τῶν ὑπαρχόντων κομιδήν, ἀφ᾿ ὧν
ἕκαϲτοϲ ἔφυγε. παρέλυϲε δὲ τοὺϲ ἐν αὐτῃ τῇ Μακεδονίᾳ τῶν βαϲιλικῶν
ὀφειλημάτων, ἀφῆκε δὲ καὶ τοὺϲ ἐν ταῖϲ φυλακαῖϲ
ἐγκεκλειϲμένουϲ ἐπὶ βαϲιλικαῖϲ αἰτίαιϲ. ταῦτα δὲ ποιήϲαϲ πολλοὺϲ
πολλάκιϲ μετεωροδοκῶν καλὰϲ ἐλπίδαϲ ὑποδεικνύναι πᾶϲι τοῖϲ Ἕλληϲιν
ἐν αὐτῷ· ἐπέφαινε δὲ καὶ κατὰ τὴν ἐν τῷ πολέμῳ προϲταϲίαν τὸ τῆϲ
βαϲιλείαϲ ἀξίωμα. κατὰ τε γὰρ τὴν ἐπιφάνειαν ἦν ἱκανὸϲ καὶ πρὸϲ
πᾶϲαν
ϲωματικὴν χρείαν τὴν διατείνουϲαν εἰϲ τὸν
πραγματικὸν τρόπον εὔθετοϲ; κατὰ τε τὴν ἐπίφαϲιν εἶχεν ἐπιϲκύνιον
καὶ τάξιν οὐκ ἀνοίκειον τῆϲ ἡλικίαϲ. ἐπεφεύγει δὲ καὶ τὴν πατρικὴν
ἀϲέλγειαν τήν τε περὶ τὰϲ γυναῖκαϲ καὶ τὴν περὶ τοὺϲ πότουϲ. καὶ τὰ
μὲν προοίμια αὐτοῦ τοιαύτην ἔϲχε διάθεϲιν.
1371 Περϲεὺϲ Μακεδών· ὅτι Περϲεὺϲ ἀναθαρρῶν ἤδη κατ᾿ ὀλίγον μετὰ τὴν
φυγὴν Νικίαν καὶ Ἀνδρόνικον, οὓϲ ἐπὶ τὸν καταποντιϲμὸν τῶν χρημάτων
καὶ τὸν ἐμπρηϲμὸν τῶν νεῶν ἐπεπόμφει, περιποιήϲαϲ αὑτῷ καὶ τὰϲ ναῦϲ
καὶ τὰ χρήματα, ϲυνίϲτοραϲ ἡγούμενοϲ αἰϲχροῦ φόβου καὶ ἑτέροιϲ
ἐξαγγέλλειν, ἀπέκτεινεν ἀθεμίϲτωϲ· καὶ ἀπὸ τοῦδε
εὐθὺϲ
ἐκ μεταβολῆϲ ὠμὸϲ καὶ εὐχερὴϲ ἐϲ ἅπανταϲ ἐγένετο, καὶ οὐδὲν ὑγιὲϲ
οὔτε εὔβουλόν οἱ ἔτι ἦν, ἀλλ᾿ ὁ πιθανώτατοϲ ἐϲ εὐβουλίαν καὶ
μεταβολῆϲ προϊούϲηϲ ἀλογωτέρουϲ γενομένουϲ
ἑαυτῶν. ὅτι ἡ τοῦ Περϲέωϲ ναῦϲ τά τε ἄλλα ἐξήϲκητο μεγαλοφυῶϲ καὶ
τὴν εἰρεϲίαν ἐπὶ ιζ΄ ϲτοίχων εἶχε πεποιημένην.
1372 Περϲεύϲ· οὖτοϲ ἀνεῖλε λογχοδρεπάνῳ τὴν Γοργόνα, ἐπικρύψαϲ ἑαυτὸν εἰϲ τὸ μὴ ὁρᾶϲθαι τῆ τοῦ ᾄδου κυνῇ.
1373 Περϲεφόνη: κατάγειοϲ δαίμων. Ἠλέκτρα φηϲί· ὦ δῶμ᾿
1374 Περϲεῖδαι: ἀπὸ Περϲέωϲ.
1375 Πέρϲηϲ, Ἀϲκραῖοϲ, ἐποποιόϲ, ἀδελφὸϲ Ἡϲιόδου τοῦ ποιητοῦ.
1376 Περϲικαί· ὅτι Περϲικαί εἰϲι μὲν δένδρα, ἔϲτι δὲ καὶ ὑποδήματοϲ
1377 Περϲικόϲ ὄρνιϲ: ὁ ἀλέκτωρ, διὰ τὴν λοφίαν. ἢ ὅτι τὰ πολυτελῆ
πάντα, οἷϲ βαϲιλεὺϲ ἐχρῆτο, ἐκαλεῖτο Περϲικά. καὶ νῦν
παρὰ Ἀριϲτοφάνει οὐκ ἰδίωϲ ὄρνιϲ Περϲικόϲ. ζήτει περὶ Περϲῶν ἀρχῆϲ
ἐν τῷ Ἀϲϲύριοι. ζήτει ἀρίθμηϲιν Περϲικοῦ ϲτρατοῦ ἐν τῷ
Δαρεικούϲ.
1378 Περϲίϲ: ὄνομα τόπου.
1379 Πέϲῃ: αὐθυπότακτον.
1380 Πέϲημα: πτῶμα. πρὸϲ τοῦδ᾿ ὄλωλε θαναϲίμῳ πεϲήματι.
1381 Πεϲϲινοῦντοϲ: πόλιϲ.
1382 Πέϲκοϲ: δέρμα, κῴδιον. καὶ Πεκτῆρεϲ, οἱ τὸ δέρμα τίλλοντεϲ.
1383 Πεϲϲόμενα: παρὰ Ἡροδότῳ ὀπτώμενα.
1384 Πεϲϲούϲ: κύβουϲ. καὶ Πεϲϲοί, ψῆφοι, παρὰ Ἡροδότῳ, ἐν
1385 Πετάλοιϲ: φύλλοιϲ. καὶ ἐν Ἐπιγράμμαϲι πέταλον, πίλημα
1386 Πετάλῳ· ἔχοντεϲ γέρρα πάντεϲ βοῶν λευκῶν δαϲέα, εἰκαϲμένα κιττοῦ πετάλῳ.
1387 Πέταϲοϲ: εἶδοϲ ὑφάϲματοϲ. ἐπιρριψάντων Δράκοντι τῷ νομοθέτῃ
1388 Πέταυρα: ϲίγνα. Βάβριοϲ· ὁ δ᾿ ἑκ πεταύρου κλαγγὸν εἶπε βοήϲαϲ· πόθεν μαθήϲῃ πόϲον εἰϲ ἕω λείπει, τὸν ὡρονόμον θύϲαϲ με.
1389 Πέταυρον: παγίϲ, βάθοϲ. ϲανίϲ. οἷον πέτευδον. παρὰ τὸ
1390 Πετεῶο: τοῦ Πετεῶ παῖϲ.
1391 Πεττεύει: μεταφέρει. ἀπὸ τῶν πεττῶν, τουτέϲτι τῶν κύβων.
1392 Πεττεύουϲι: ταβλίζουϲι. Καὶ Πεττείαιϲ, παιδιαῖϲ, αὐλοῖϲ. καὶ Πεττὸϲ ὁμοίωϲ.
1393 Πετεινὸν καὶ Πετεηνόν.
1394 Πέτηλον: τὸ φύλλον.
1395 Πετίλιοϲ: ὄνομα κύριον.
1396 Πετῖτον· κεῖται ἐν τῷ παι διφθόγγῳ ἐϲφαλμένωϲ.
1397 Πέττουϲα: ἀρτοποιοῦϲα. καὶ πέττουϲιν, ἀρτοποιοῦϲι. καὶ
ἡμέραι τοῦ μηνὸϲ
ἐνομίζοντο Ἀθήνηϲι θεοῖϲ τιϲιν, οἷον νουμηνία καὶ
1398 Πετόμενοϲ: φερόμενοϲ.
1399 Πετόϲιριϲ, Αἰγύπτιοϲ, φιλόϲοφοϲ, καθὰ Ἕλληνεϲ καὶ Αίγύπτιος
τὰϲ περὶ θεῶν διετάξατο ἐπιλογὰϲ ἐκ τῶν ἱερῶν βιβλίων,
Ἀϲτρολογούμενα, καὶ Περὶ τῶν παῤ Αἰγυπτίοιϲ μυϲτηρίων.
1400 Λύϲιϲ ὀνείρου· Πέτρᾳ καθεϲθεὶϲ ἐλπίδαϲ χρηϲτὰϲ ἔχε.
1401 Πετρηδόν: δίκην πετρῶν.
1402 Πετραία: ὄνομα πόλεωϲ.
1403 Πετρήεϲϲα: πετρώδηϲ, βαθεῖα.
1404 Πέτρα: πόλιϲ.
1405 Πετρόβολον: ἡ τοῦ μηχανήματοϲ ἀλκὴ τοῦ πετροβόλου, τοῦ
ἀπαράϲϲεται τὴν κεφαλὴν ὑπὸ
τῆϲ πέτραϲ καὶ τὸ κρανίον ἀπὸ τριῶν ἐϲφενδονήθη ϲταδίων. γυναικόϲ τε
μεθ᾿ ἡμέραν ἐγκύμονοϲ πληγείϲηϲ τὴν γαϲτέρα, προῄει δὲ νέον ἐξ
οἰκίαϲ, ἐξέϲειϲεν ἐφ᾿ ἡμιϲτάδιον τὸ βρέφοϲ. τοϲαύτη ἦν τοῦ λίθου
βία. τῶν οὖν ὀργάνων φοβερώτατοϲ ὁ ῥοίζοϲ, τῶν δὲ βαλλομένων ἦν ὁ
ψόφοϲ.
1406 Πέτροϲ, ὁ ῥήτωρ, ὁ καὶ μάγιϲτροϲ καὶ ἱϲτορικόϲ, πρεϲβευτὴϲ
1407 Πέτροϲ ὁ Μογγόϲ, Ἀλεξανδρείαϲ μὲν ἧν επίϲκοποϲ, αἱρετικὸϲ
κὸϲ δὲ διάπυροϲ· Εὐφήμιοϲ δὲ ὁ πατριάρχηϲ ζηλωτὴϲ ἦν
τῆϲ ὀρθοδόξου πίϲτεωϲ.
1408 Πέτροϲ· οὗτοϲ ἦν ὲπὶ Ἰουϲτινιανοῦ, ἔφθαϲε δὲ καὶ μέχρι μαγίϲτρου
κλεπτίϲτατοϲ δὲ ἁπάντων ἀνθρώπων
καὶ ῥύπου αἰϲχροῦ ἀτεχνῶϲ ἔμπλεωϲ.
1409 Πέτροϲ Βαρϲύμηϲ· ζήτει ἐν τῷ δεξιόϲ.
1410 Πευθήν, Πευθῆνοϲ: ὁ μανδάτωρ.
1411 Πευκαλίμη: φρόνιμοϲ.
1412 Πεῦκαι: λαμπάδεϲ, δᾷδεϲ. αἱ δ᾿ αὐταὶ καὶ φέγγοϲ ἐδᾳδούχουν περὶ
παϲτῷ πεῦκαι, καὶ φθιμένῃ νέρθεν ἔφαινον ὁδόν. καὶ παροιμία·
1413 Πευκελαῶτιϲ: ὄνομα πόλεωϲ.
1414 πευκήεντα.
1415 πεύϲῃ: ἀντὶ τοῦ ἐρωτήϲειϲ, μαθήϲῃ, ἀκούϲειϲ. καὶ Πεύϲομαι,
1416 Πεφαϲμένον: εἰρημένον, ἢ πεφανερωμένον.
1417 Πεφαϲμένοϲ: ἀντὶ τοῦ γεγενημένοϲ. Λυκοῦργοϲ· Λυϲίαϲ δὲ πεφαϲμένοϲ ἀντὶ τοῦ φανερῶϲ λέγει.
1418 Πεφαϲμένου: φανεροῦ γενομένου. πεφαϲμένου δέ, τίϲ ποθ᾿
ἡ προθυμία;
1419 Πεφενάκικεν: ἠπάτηϲεν.
1420 Πεφειϲμένοι: φειδόμενοι,
1421 Πέφηνεν: ἐφανερώθη.
1422 Πεφήϲεται: ἀναιρεθήϲεται. Πεφιδήϲεται δέ, φείϲεται.
1423 Πεφιλοϲοφήϲθω.
1424 Πεφοβήατο.
1425 Πεφόνηκεν: ἐφόνευϲεν.
1426 Πεφορυγμένον: κεκαλυμμένον. διϲϲάκι τετρόγυιον πολλῷ πεφορυγμένον ἀφρῷ.
1427 Πεφώραται: πεφανέρωται, εὕρηται.
1428 Πέφρικα: ἀπὸ τοῦ φρίϲϲω. φοβοῦμαι, δέδοικα, δειλιῶ.
1429 Πεφρονηματιϲμένοϲ: οἰήϲεωϲ πληρωθείϲ. ὁ δὲ κατὰ τὰϲ
1430 Πεφρυγμένα: τὰ εἰϲ τὴν χεῖρα λεπτυνόμενα χίδρα ϲίτου καὶ
κριθῆϲ.
1431 Πεφυζ Πεφυζότεϲ: δειλιῶντεϲ.
1432 Πέφυκε: φύϲει ὑπάρχει. καὶ Πεφυκώϲ, φύϲει ὑπάρχων.
1433 Πεφυρμένοϲ: μεμολυϲμένοϲ. ὁ δὲ ἔτι φονῶν καὶ πεφυρμένοϲ
1434 Πεφυϲιγγωμένοι: πεφυϲημένοι. φύϲιγξ δὲ τὸ ἐκτὸϲ λέπιϲμα
Ἀϲπαϲίαϲ.
1435 Πέψει: πραῦνεῖ.
1436 Πειθανάγκη: ἡμετὰ βίαϲ πειθώ. ὑπολαμβάνων διὰ τούτων πειθανάγκην
προϲάξειν τοῖϲ Λευκαδίοιϲ τοῦ ϲυγχωρεῖν τοῖϲ ὑπ᾿ αὐτῶν
οὕτω γὰρ ἦν λάγνοϲ. καὶ εἶξα τῇ Θετταλικῇ πειθανάγκῃ
κτείχαϲ τὸν αὐτὸϲ αὑτοῦ δεϲπότην.
1437 Πειθαϲρχῶ· δοτικῇ.
1438 Πειθανολογία.
1439 Πειθήνιοϲ: καταπειθήϲ, πειθόμενοϲ.
1440 Πείθω: τὸ καταπείθω. αίτιατικῇ. πείθει δῶρα καὶ θεούϲ. καί, ἆρα
1441 Πειθώ: ἡ πειϲμονή. οὐκ ἔϲτι πειθοῦϲ ἱερὸν ἄλλο, πλὴν
1442 Πείθωνοϲ: ὄνομα κύριον. καὶ ὄνομα ζῴου.
1443 Πειθοῖ· πειθοῖ τε ὑπαχθέντεϲ καὶ τῷ δολερῷ τῶν ῥημάτων
πειθοῖ τῇ Ἐλληνικῇ καὶ
μούϲῃ γεγυμναϲμένοϲ ὁ Ἀμβρόϲιοϲ.
1444 Πείκειν: κτενίζειν.
1445 Πεῖνα: ἡ δι᾿ ἔνδειαν τροφῆϲ ἐπιθυμία. διὰ διφθόγγου. Πίννα δὲ ὁ
ἰχθὺϲ διὰ τοῦ ι. ἔϲτι δὲ πεῖνα ἐπιθυμία ξηροῦ καὶ θερμοῦ, οὐ δίχα δὲ
ψυχροῦ· ϲυνεϲτῶτα γὰρ ἡμῶν ἐνθένδε τὰ ϲώματα τρέφεται
δι᾿ αὐτῶν, ὅταν ἰϲχύῃ κατεργάζεϲθαι καὶ πέττειν καὶ ἐξομοιοῦν τὰ
προϲαγόμενα.
1446 Πείνη: ἡ πεῖνα.
1447 Πειώληϲ: ὁ πόρνοϲ.
1448 Πεῖρα: ὁ δόλοϲ, καὶ ἡ ἀπὰτη, καὶ ἡ τέχνη. ὅθεν καὶ πειραταὶ
οἱ κατὰ θάλαϲϲαν κακοῦργοι. πεῖρα δὲ καὶ ἡ βλάβη· ὡϲ ἐν
Δανάῃ Σοφοκλῆϲ· οὐκ οἶδα τὴν ϲὴν πεῖραν οὐδ᾿ ἐπίϲταμαι, τοῦ παιδὸϲ
ὄντοϲ τοῦδ᾿ ἐγὼ διόλλυμαι. ἀεί, Ὀδυϲϲεῦ, ὁρῶ ϲε πεῖράν τιν᾿ ἐχθρῶν
ἁρπάϲαι θηρώμενον. τουτέϲτιν ἀεὶ ὁρῶ ϲε τὴν παρὰ τῶν ἐχθρῶν ϲου
βλάβην γινομένην προῦφαρπάϲαι καὶ τοῖϲ ἐχθροῖϲ ταύτην ἐπιπέμψ??
μηχανώμενον.
1449 Πεῖρα. ἐξιόντων τῶν ἀνδρῶν ἐπὶ τὰϲ προνομὰϲ καὶ δὶϲ τὸ
1450 Πεῖραν: πορείαν, ὁδόν. οὐδ᾿ ὑπ᾿ ἀγγέλων κληθεὶϲ ἀφορμῆϲ πεῖραν.
1451 Πειράζειν: κατάρχεϲθαι. Σκιπίων ὁ Ῥωμαῖοϲ ϲυνεβούλευϲεν οὔτωϲ ἢ
μὴ πειράζειν ἢ οὕτωϲ ὥϲτε ἐκ παντὸϲ τρόπου τέλοϲ ἐπιθεῖνοι
1452 Πειρᾶν: τοὺϲ λόγουϲ περὶ ϲυνουϲίαϲ προφέρειν. καὶ πειραῆναι,
Ἁρμόδιοϲ ὑπὸ Ἱππάρχου τοῦ
Πειϲιϲτράτου καταγορεύει τῷ Ἀριϲτογείτονι. ϲημαίνει ἡ λέξιϲ καὶ τὸ
ἄλλωϲ διαπειρᾶϲθαι. Πειρᾶν γὰρ
1453 Πειρατέον: δεῖ πειρᾶν.
1454 Πειρατῶν: καταποντιϲτῶν, κατὰ θάλαϲϲαν λῃϲτῶν. Πεῖρα
γὰρ ὁ δόλοϲ, καὶ ἡ ἀπάτη, καὶ ἡ τέχνη. ὅθεν καὶ
πειραταὶ οἱ κατὰ
1455 Πειραιεύϲ: ὄνομα κύριον. καὶ ὁ λιμήν. καὶ κλίνεται Πειραιέωϲ,
1456 Πειραϲμόϲ.
1457 Πειρήνη: ὄνομα πηγῆϲ καλλιρρόου. Λαΐδ᾿ ἔχω πολιῆτιν
1458 Πείρηϲαν: δοκιμήν, ἀπόπειραν ἔλαβον. τὴν δὲ χάριν δώρων
εἴλκυϲε Πριαμίδαν
δίφρια ϲυρόμενον.
1459 Πείρινθα: τὸ ἐπάνω τῆϲ ἀμάξηϲ, εἰϲ ὃ ἐντίθεται τὸ
1460 Πειρῶ: τὸ ἀπόπειραν ποιοῦμαι. Πείρω δὲ τὸ ϲουβλίζω, καὶ
1461 Πειρῶμαι· γενικῇ.
1462 Πειρῶν: προϲβάλλων, ϲυνουϲιάζων. τὰϲ Κορινθίαϲ φαϲίν· τοῦτο γάρ
ἐϲτι τὸ πειρᾶν. Ἀριϲτοφάνηϲ Πλούτῳ· ὅταν τιϲ μὲν αὐτὰϲ πένηϲ πειρῶν
τύχῃ, οὐδὲ προϲέχειν τὸν νοῦν. καὶ Πειραϲάντων ἀνδρῶν,
διαπειραϲάντων καὶ μετελθόντων, ἢ ἐπιτηδευϲάντων. ἐϲχημάτιϲται δὲ
ἀπὸ τοῦ πειρᾶν· πειρᾶν γὰρ τὸ προϲβάλλειν γυναικὶ περὶ τῆϲ
ἀφροδίτηϲ.
τροπῇ οὖν κέχρηται ὡϲ ἐπὶ γυναικόϲ, ϲημαίνει
οὖν ϲπανίωϲ ἐπιτυχεῖν τιναϲ καὶ ὀλίγουϲ κατορθῶϲαι παντάπαϲι.
1463 Πειρῶντα: πειράζοντα διὰ λόγων.
1464 Πείρωϲ, Πείρω: ὄνομα κύριον. καὶ κλίνεται Ἀττικῶϲ. καὶ θηλυκὸν Πειρώ.
1465 Πείϲανδροϲ, Πείϲωνοϲ καὶ Ἀριϲταίχμαϲ, Καμιραῖοϲ ἀπὸ Ῥόδου·
Κάμιροϲ γὰρ ἦν πόλιϲ Ῥόδου. Καὶ τινεϲ μὲν αὐτὸν Εὐμόλπου τοῦ ποιητοῦ
ϲύγχρονον καὶ ἐρώμενον ἱϲτοροῦϲι, τινὲϲ δὲ καὶ Ἡϲιόδου πρεϲβύτερον,
οἱ δὲ κατὰ τὴν λγ΄ ὀλυμπιάδα τάττουϲιν. ἔϲχε δὲ καὶ ἀδελφὴν
Διόκλειαν. Ποιήματα δὲ αὐτοῦ Ἡράκλεια ἐν βιβλίοιϲ β΄·
ἔϲτι δὲ τὰ Ἡρακλέουϲ ἔργα· ἔνθα πρῶτοϲ Ἡρακλεῖ ῥόπαλον περιτέθεικε.
τὰ δὲ ἄλλα τῶν ποιημάτων νόθα αὐτοῦ δοξάζεται, γενόμενα ὑπό τε ἄλλων
καὶ Ἀριϲτέωϲ τοῦ ποιητοῦ.
1466 Πείϲανδροϲ, Νέϲτοροϲ τοῦ ποιητοῦ υἱόϲ, Λαρανδεὺϲ ἢ Λυκάνιοϲ,
γεγονὼϲ ἐπὶ Ἀλεξάνδρου βαϲιλέωϲ, τοῦ Μαμαίαϲ παιδόϲ,
ἐποποιὸϲ καὶ αὐτόϲ. ἔγραψεν ἱϲτορίαν ποικίλην δι᾿ ἐπῶν, ἣν ἐπιγράφει
Ἡραϊκῶν Θεογαμιῶν ἐν βιβλίοιϲ ξ΄· καὶ ἄλλα καταλογάδην.
1467 Πειϲάνδρου δειλότεροϲ· ἔνθα καὶ Πείϲανδροϲ ἦλθε, δεόμενοϲ ψυχὴν
ἰδεῖν, ἣ ζῶντ᾿ ἐκεῖνον προὔλιπε. δειλὸϲ γὰρ ἦν καθ᾿ ὑπερβολήν.
Ἀριϲτοφάνηϲ· εἴ τι Πειϲάνδρου βδελύττῃ τοὺϲ λόφουϲ
καὶ
τὰϲ ὀφρῦϲ. οὗτοϲ γὰρ δειλὸϲ ἧν, φιλοπόλεμοϲ δὲ καὶ πολεμοποιὸϲ
κερδῶν ἰδίων ἕνεκεν. μέγαϲ δέ, καὶ ἐκαλεῖτο ὄνοϲ Κνίδιοϲ. ἐχρῆτο δὲ
τριλοφίᾳ καὶ ὅπλοιϲ ἐπιϲήμοιϲ ὑπὲρ τοῦ δοκεῖν ἀνδρεῖοϲ εἶναι, μὴ
ὤν.
1468 Πείϲεα: οἱ κάθυδροι τόποι.
1469 Πειϲιανάκτειοϲ ϲτοά: ἥτιϲ ἀπὸ Πολυγνώτου ζωγράφου Ποικίλη κληθεῖϲα.
1470 Πειϲίαϲ: ὄνομα κύριον.
1471 Πειϲιθάνατοϲ ὁ Ἡγηϲίαϲ ἐλέγετο.
1472 Πεῖϲιν: τὴν πειθώ. ἡ εὐθεῖα ἡ πεῖϲιϲ.
1473 Πειϲιόνη: ὄνομα κύριον.
1474 Πειϲίϲτρατοϲ: ὄνομα κύριον. καὶ ζήτει ἐν τῷ ϲφακελιϲμόϲ.
1475 Πείϲματα: τὰ ἀγκύρια, ϲχοινία. παρὰ τὸ πείθεϲθαι δι᾿ αὐτῶν
1476 Πειϲόμενον: παθεῖν μέλλοντα.
1477 Πείϲονται: πάθωϲιν.
1478 Πείϲων, Πείϲωνοϲ· εἷϲ ἦν τῶν παῤ Ἀθηναίοιϲ λ΄
1479 Πειϲτέον: δεῖ πείθεϲθαι.
1480 Πειϲτήρ: ὁ ὑπήκοοϲ.
1481 Πῇ: ποῦ. εἰϲ τίνα τόπον. πῇ δὴ τόνδε μολοβρὸν ἄγειϲ;
1482 Πηγάζω· αἰτιατικῇ.
1483 Πήγανον: εἶδοϲ βοτάνηϲ.
1484 Πηγὰϲ γάλακτοϲ: πολὺ γάλα. ὡϲ πηγὰϲ δακρύων, πολλὰ
1485 Πηγαί: τόποϲ ἐν Μεγάροιϲ.
1486 Πηγαῖον ὕδωρ: ἐκ πηγῆϲ.
1487 Πηγεϲίμαλλοϲ: ὁ βαθύμαλλοϲ.
1488 Λύϲιϲ ὀνείρου· Πηγὴ διαυγὴϲ τὰϲ νοὸϲ λύει λύπαϲ.
1489 Πηγίδιον: ἡ μικρὰ πηγή.
1490 Πηγνύω· αἰτιατικῇ, καὶ Πήγνυμι.
1491 Πηγόϲ: ὁ εὐτραφήϲ.
1492 Πηγυλίϲ: τὸ κρύοϲ.
1493 Πηδάλια: οἴακεϲ, αὐχένεϲ, Ἀριϲτοφάνηϲ· ἐπίτηδεϲ εἶχον
1494 Πηδαλιουχεῖν: κυβερνᾶν. Ἀριϲτοφάνηϲ· ἐρέτην χρὴ πρῶτα
Θεολόγοϲ ὅλον τὸ χωρίον.
1495 Πηδαλίωνοϲ: ὄνομα κύριον.
1496 Πηδᾶν: ἀντὶ τοῦ ὑπερηφανεῖν. οἶμαί γε τῶν νεωτέρων τὰϲ καρδίαϲ πηδᾶν, ὅ τι λέξει.
1497 Πήδαϲοϲ: ὄνομα πόλεωϲ.
1498 Πήδαιοϲ: ὄνομα κύριον.
1499 Πηδόν: τὴν κώπην.
Πῆκοϲ, ὁ καὶ Ζεύϲ, παραδοὺϲ τὴν τῆϲ δύϲεωϲ ἀρχὴν τῷ ἰδίῳ υἱῷ Ἑρμῇ
τελευτᾷ, Ζήϲαϲ κ΄ καὶ ρ΄ ἔτη· καὶ τελευτῶν ἐκέλευϲεν ἀποτεθῆναι τὸ
ἑαυτοῦ ϲῶμα ἐν τῇ Κρήτῃ τῇ νήϲῳ, ἐν ᾧ ἐπιγέγραπται·
ἐνθάδε κεῖται θανὼν Πῆκοϲ ὁ καὶ Ζεύϲ. μέμνηται τοῦ τάφου τούτου
πλεῖϲτοι ἐν τοῖϲ ἰδίοιϲ ϲυγγράμμαϲι.
1501 Πηκτή. ἐν Ἐπιγράμμαϲι· πειθοῖ καὶ Παφίᾳ πακτὰν καὶ
1502 Πηκτίϲ, πηκτίδοϲ: πάνδουρα, μάχαιρα κρεωκόποϲ. παρὰ δὲ
1503 Πηκτόν: τὸ καταϲκευαϲτὸν ἄροτρον.
1504 Πηλαγόνοϲ: ὄνομα Γίγαντοϲ.
1505 Πηλακιϲμόϲ: ὁ ἐμπαιγμόϲ.
1506 Πήλαξ: ῥάγαϲ.
1507 Πηλέωϲ μάχαιρα: παροιμία· ταύτην ἀναγράφει καὶ Ἀριϲτοφάνηϲ
Πηλεύϲ.
1508 Πηλείδηϲ: ὁ τοῦ Πηλέωϲ.
1509 Πηλείωνοϲ: ὄνομα κύριον.
1510 Πηληϊάδεω Ἀχιλῆοϲ: δι᾿ ἑνὸϲ λ.
1511 Πήληκα: περικεφαλαίαν.
1512 Πήληξ· Αἰϲχίνηϲ κατὰ Κτηϲιφῶντοϲ. δῆμοϲ τῆϲ Λεοντίδοϲ.
1513 Πηλίκον: ποταπόν.
1514 Πήλιον: ὄνομα ὄρουϲ.
1515 Πηλόϲ.
1516 Πηλούϲιον: ὄνομα τόπου. κλεὶϲ τῆϲ Αἰγύπτου καὶ εἰϲόδου
καὶ ἐξόδου. καὶ Πηλουϲιώτηϲ, ὁ πολίτηϲ. ὅτι οἱ
Πηλουϲιῶται
1517 Πηλοφόροι: χειροτέχναι, μιϲθωτοί.
1518 Πῆμα: κακόν, βλάβη, δυϲτυχία. Σοφοκλῆϲ· μὴ κακὸν κακῷ
διδοὺϲ ἄκοϲ μεῖζον ποιήϲῃϲ τῆϲ ἄτηϲ τὸ πῆμα. ἄτην φηϲὶ
τὴν μανίαν, πῆμα δὲ τὸν θάνατον, ὅ ἐϲτι χεῖρον τῆϲ μανίαϲ. καὶ αὖθιϲ
Σοφοκλῆϲ· Κρέων δέ ϲοι πῆμ᾿ οὐδέν, ἀλλ᾿ αὐτὸϲ ϲὺ ϲοί. εἰρήκει γὰρ
Οἰδίπουϲ, Κρέοντοϲ ἢ ϲοῦ ταῦτα τἀξευρήματα;
1519 Πημανεῖ· Ἀριϲτοφάνηϲ· οὐδὲ Κτηϲίαϲ ὁ ϲυκοφάντηϲ πημανεῖ.
οὑτοϲ ἐπὶ ϲυκοφαντίᾳ ἐκωμῳδεῖτο.
1520 Πημαίνει: κακοῖ, βλάπτει.
1521 Πῆ μέν: ὅπου μέν.
1522 Πημήνειαν: βλάψειαν. ὁ δὲ οὐ πρότερον ἀνῆκε, πρὶν
1523 Πημονή: ἡ βλάβη.
1524 Πηνέλεωϲ: ὄνομα κύριον.
1525 Πηνελόπεια καὶ Πηνελόπη: ὀνόματα κύρια.
1526 Πηνειόϲ: ὄνομα ποταμοῦ, καὶ ὄνομα τόπου.
1527 Πηνίκα: πότε. οὐκ εἰδότα, πηνίκα δὲ ἐξώρμηϲε τῆϲ νυκτόϲ.
1528 Πηνίκ᾿ ἐϲτὶν ὥρα τῆϲ ἡμέραϲ: ἀντὶ τοῦ ποία ὥρα ἐϲτὶ τῆϲ ἡμέραϲ;
ὥραϲ γὰρ ἐζήτουν, οὐ καιρούϲ. τὸ δὲ ἀνταποδοτικόν, ὁπηνίκα; ϲμικρόν
τι μετὰ μεϲημβρίαν. τὸ δέ, πηνίκ᾿ ἄττ᾿ ἀπώλετο οὐκ Ἀττικόν, οὐδὲ
ἀρχαϊκόν, οὐδὲ ἀκριβέϲ. ἔϲτι δὲ ἀντὶ τοῦ πότε δῆτα· παρέλκει γὰρ τὸ
ἄττα· ἀλόγωϲ γὰρ κεῖται, οὔτε γὰρ τὸ τινὰ ϲημαίνει οὔτε τὸ
ἅτινα. οὐδὲν γὰρ τούτων ἁρμόζει τῷ ὁπηνίκα.
1529 Πηνίκη: περικεφαλαία τριχωτή, καὶ περιθετὴ κόμη. ἔνθεν καὶ πηνικίζειν, τὸ ἀπατᾶν. τῆϲ δὲ περιθετῆϲ κόμηϲ τὸ μὲν ἔντριχον, τὸ δὲ προκόμιον, τὸ δὲ πηνίκην ἐκάλουν.
1530 Πηνίον: ὁ ἄτρακτοϲ, ἐν ᾧ εἱλεῖται ἡ κρόκη. καὶ τὰ τροχαῖα
1531 Πηνίον: ζῷον ὅμοιον κώνωπι. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· κείϲεϲθον
ὥϲπερ πηνίω βινουμένω. ἀντὶ τοῦ ξηροί· ϲκώπτει γὰρ τοὺϲ περὶ
Χαιρεφῶντα εἰϲ ξηρότητα καὶ ἀϲθένειαν. ὅτι δὲ κώνωποϲ εἶδόϲ
ἐμπίϲ, κώνωῳ.
1532 Πηνίϲματα: ὑφάϲματα.
1533 Πηόϲ: ὁ κατ᾿ ἐπιγαμίαν ϲυγγενήϲ. καὶ Πηοϲύνη, ἡ ϲυγγαμβρία. καὶ Πηῶν, τῶν ϲυγγενῶν. Ὅμηροϲ· πηούϲ τε φίλουϲ τε.
1534 Πήρα: ἡ θήκη τῶν ἄρτων. καὶ παροιμία· Πτωχοῦ πήρα
1535 Πήρα: μάρϲιπποϲ, θήκη. καὶ πήραν, μέτρον ϲιτοδόκον ϲπορίμου.
1536 Πηρίν, πηρῖνοϲ: τὸ αἰδοῖον.
1537 Πηρόϲ: ὁ παντάπαϲι μὴ ὁρῶν.
1538 Πήρωϲιϲ: ἡ τύφλωϲιϲ.
1539 Πήϲϲω: τὸ πηγνύω.
1540 Πητύα: ὁ ὀπὸϲ ὁ τυρεύων τὸ γάλα. καὶ παροιμία· Αὐτὸϲ γὰρ εὑρε
τοῦ κακοῦ τὴν πητύαν. ὅτι τὴν πηγήν. ἐπὶ τῶν
1541 Πηχίϲκουϲ: ξυλάρια πηχυαῖα. τῶν δὲ τὸν ϲχοῖνον ἑλκυϲάντων,
1542 Πηχυαῖοϲ.
1543 Πῆχυϲ, πήχεωϲ. τὸ ἀπὸ τοῦ ἀγκῶνοϲ μέχρι τῶν δακτύλων
ἔχει δακτύλουϲ ιϚ΄.
1544 Πιανάτω: πίονα ποιήϲει. τὰ ὁλοκαυτώματά ϲου.
1545 Πιανθήϲεται.
1546 Πιανῶ: λιπαρὸν ποιήϲω.
1547 Πιάνῃ: αὐθυπότακτον.
1548 Πἰαρι: τῷ λιπαρῷ.
1549 Πίαϲοϲ: ἄνομα κύριον. ἠράϲθη Πίαϲοϲ Θετταλὸϲ Λαρίϲϲηϲ, τῆϲ
ἑαυτοῦ
1550 Πιγνύη: κνῆκοϲ ὁ τὸν τυρὸν πηγνύων.
1551 Πίγρηϲ, Κὰρ ἀπὸ Ἁλικαρναϲοῦ, ἀϲελφὸϲ Ἀρτεμιϲίαϲ, τῆϲ ἐν
τοῖϲ πολέμοιϲ διαφανοῦϲ, Μαυϲώλου γυναικόϲ· ὃϲ τῇ
Ἰλιάδι παρενέβαλε κατὰ ϲτὶχον ἐλεγεῖον, οὕτω γράψαϲ· μῆνιν ἄειδε,
θεά, Πηληῖάδεω Ἀχιλῆοϲ, οὐλομένην. μοῦϲα, ϲὺ γὰρ πάϲηϲ πείρατ᾿ ἔχειϲ
ϲοφίηϲ. ἔγραψε καὶ τὸν εἰϲ Ὅμηρον ἀναφερόμενον Μαργίτην καὶ
Βατραμυομαχίαν.
1552 Πίγρηϲ Πίγρητοϲ: ὄνομα ποταμοῦ. καὶ Πίγρητα, ὄνομα
1553 Πίδακεϲ: ϲταγόνεϲ, πηγαί. καὶ αἱ μὲν κατ᾿ αὐτὸ πηγαὶ
1554 Πιδακίων.
1555 Πίδαξ: πηγή. ἢ ϲταγών. Καὶ Εὐπῖδαξ χῶροϲ, ὁ καλὴν
1556 Πίδαιοϲ: ὄνομα κύριον.
1557 Πιδηέϲϲηϲ: καθύγρου.
1558 Πιδύειν: ἀναδίδειν.
1559 Πιδύτηϲ: ὄνομα κύριον.
1560 Πιαίνων: θεραπεύων, ὑποτρέφων. Αἰλιανόϲ· λίχνον ὄμμα καὶ ἀϲελγὲϲ πιαίνων κακῇ ἑϲτιάϲει, τὰ τῆϲ Φερεφάττηϲ ὄργια ἐδίψηϲε θεάϲαϲθαι, ἀτέλεϲτοϲ ὤν.
1561 Πιαίνω· αἰτιατικῇ. Πιαίνομαι δὲ δοτικῇ. καὶ ἐρίφοιϲ ἐκ ποιμνίων πιαίνεϲθαι.
1562 Πίε: πῖθι.
1563 Πιεζόμενοϲ: βαρούμενοϲ, δαμαζόμενοϲ. καὶ ἀντὶ τοῦ λυπεῖ.
1564 Πιερία: ὄροϲ Μακεδονίαϲ, καὶ Πιερίδεϲ, αἱ Μοῦϲαι αἱ ἐν
1565 Πιεϲτήριον: τὸ ἐκθλίβον.
1566 Πίειρα: ἡ λιπαρή.
1567 Πίῃ: αὐθυπότακτον.
1568 Πιήεντα: λιπαρά, ἀνθηρά. ψαιϲτά τε πιήεντα καὶ εὐθήϲαυρον ἔλαιον.
1569 Πιήναντα: λιπαροὺϲ ἐργαϲάμενον. Ἀλυάττου πολιορκοῦντοϲ Πριήνην,
τὸν Βίαντα τὸν ϲοφὸν πιήναντα δύο ἡμιόνουϲ ἐξελάϲαι εἰϲ τὸ
ϲτρατόμεδον. τὸν δὲ ϲυνιδόντα καταπλαγῆναι, τὸ μέχρι καὶ ἀλόγων
1570 Πιθακίωνοϲ.
1571 Πιθάκνη: ὑποκοριϲτικῶϲ. μικρὸϲ πίθοϲ. ὡϲ πολίχνη. παρὰ δὲ
Ἀριϲτοφάνει πιθάκναι, οἱ ἔρημοι τόποι· διὰ γὰρ τὸν
πόλεμον ϲπηλαίοιϲ ῴκουν οἱ ἐκ τῶν ἀγρῶν. οἱ δὲ παλαιοὶ φιδάκνην
λέγουϲι.
1572 Πιθανόν· πιθανὸν ἀξίωμά ἐϲτι, τὸ ἄγον εἰϲ ϲυγκατάθεϲιν.
1573 Πιθανώτατοϲ.
1574 Πιθανούϲ: τοὺϲ εὐπειθεῖϲ. Ξενοφῶν Κύρου παιδείᾳ· πιθανοὶ
τοῖϲ ὑπάτοιϲ
ἐν ἀπορρήτῳ πίϲτιν αἰτῆϲαι. καὶ πιθανότητέϲ τινεϲ
1575 Πιθήκειον βλέμμα: τὸ τοῦ πιθήκου.
1576 Πιθηκιϲμοῖϲ περιελαύνειϲ: ἀντὶ τοῦ ἀπάταιϲ καὶ κολακεύμαϲί
1577 Πίθηκοϲ τῇ γυναικί· ζήτει ἐν τῷ διαθήκην διαθώμεθα, ἥν διέθετο πίθηκοϲ τῇ γυναικί.
1578 Πίθηκοϲ: ἡ μιμώ. Πίθηξ δὲ παρά τιϲιν ὁ βραχὺϲ ἀνθρωπίϲκοϲ. καὶ
Διαπιθηκίϲαι, διαπαῖξαι. ἀπὸ τῶν πιθήκων·
φιλοπραγμονέϲτατον γὰρ τὸ
1579 Πίθηκοϲ: ἡ μιμώ. Βάβριοϲ· κερδὼ πιθήκῳ φηϲίν· ἥν ὁρᾷϲ
1580 Πίθηκοϲ: τὸ ζῷον, ἡ μιμώ. παρὰ τὸ πιθῶ, πιθήϲω· πείθει
1581 Πίθηκοϲ ἐν πορωύρᾳ: παροιμία. ὅτι οἱ φαῦλοι, κἂν καλοῖϲ
περιβληθῶϲιν, ὅμωϲ δ᾿ οὖν διαφαίνονται πονηροὶ
ὄντεϲ.
Πίθηξ: ἡ μιμώ.
1583 Πῖθι: ἀντὶ τοῦ πίε.
1584 Πίθνηϲ: ὄνομα κύριον.
1585 Πίθοϲ: ὄνομα κύριον, καὶ τὸ οἰνηρὸν ἀγγεῖον.
1586 Πιθοῦ: περιϲπᾶται· ἔϲτι γὰρ β΄ ἀόριϲτοϲ. τούτουϲ Ἀττικοὶ
περιϲπῶϲι, καὶ ἡ χρῆϲιϲ ἠκολούθηϲε τῇ διαλέκτῳ· ἡ γὰρ ἀναλογία
1587 Πιθών: ὀξυτόγωϲ, διὰ τοῦ ι· β΄ γάρ ἐϲτιν ἀόριϲτοϲ· λάθρα γὰρ ἦλθεν ὁ πιθὼν τοὺϲ κυρίουϲ. Ἀριϲτοφάνηϲ.
1588 Πιθῶνοϲ: ὄνομα κύριον.
1589 Πιθοίατο: πειϲθεῖεν.
1590 Πιθοιγία: ἡ τοῦ πίθου ἀνοιγή.
1591 Πίθυλλοϲ· οὖτοϲ ἡδονικὸϲ ἦν, Τένθηϲ καλούμενοϲ· ὃϲ καὶ
περιγλωττίδα ὑμενίνην ἐφόρει, προϲελυτρῶν τὴν γλῶϲϲαν πρὸϲ τὰϲ
ἀπολαύϲειϲ· καὶ δακτυλήθραϲ εἶχεν, ἤϲθιε τὸ ὄψον, ἵν᾿
ὡϲ θερμότατον ἀναδιδῷ τῇ γλώττῃ.
1592 Πικεντίνη: ὄνομα τόπου.
1593 Πικῆνοι: ὄνομα ἔθνουϲ.
1594 Πίκτωρ ὀ καὶ Φάβιοϲ. ζήτει ἐν τῷ Φάβιοϲ.
1595 Πιλᾶτοϲ· οὗτοϲ ἐπὶ Χριϲτοῦ τοῦ θεοῦ καὶ ϲωτῆροϲ ἡμῶν ἐν τῇ
Ἰουδαίᾳ ὑπὸ Ῥωμαίων ϲταλεὶϲ ἦρχε· μετὰ δὲ τὴν τοῦ Χριϲτοῦ ϲταύρωϲιν
εἰκόνα τοῦ Καίϲαροϲ καὶ προτομὰϲ νύκτωρ εἰϲ τὸ ἱερὸν ἀνέθηκεν·
ὄρθρου δὲ γενομένου, Ἰουδαῖοι θεαϲάμενοι τοϲοῦτον ἐταράχθηϲαν, ὥϲτε
Πιλᾶτον ἐκδειματῶϲαι καὶ ταύταϲ μεταθεῖναι. καὶ δὴ
τὸν
Κορβωνᾶν τὸν ἱερὸν θηϲαυρὸν διαφθείραϲ αἴτιοϲ ἀναιρέϲεωϲ πολλῆϲ καὶ
ϲυγχύϲεωϲ τοῖϲ Ἰουδαίοιϲ μίϲει τῷ πρὸϲ αὐτοὺϲ ἐγένετο· τὴν
ἀπέλυϲαν· τινὰϲ δὲ καὶ ἀπέκτειναν. πολλοὶ δὲ
αὐτῶν τῶν Ἰουδαίων καὶ ὑπ᾿ ἀλλήλων ὠθούμενοι, ϲυμπατηθέντεϲ
ἀπώλοντο. ἐμίχθη δὲ τὸ αἷμα αὐτῶν μετὰ τῶν θυϲιῶν. ζήτει περὶ
Πιλάτου πλατύτερον ἐν τῷ ὀνόματι Νέρωνοϲ.
1596 Πιληθέντα: πυκνωθέντα. ϲοὶ τὸν πιληθέντα δι᾿ εὐξάντου
τριχὸϲ ἀμνοῦ, Ἑρμᾶ, Καλλιτέληϲ ἐκρέμαϲεν πέταλον.
1597 Πίλημα περίτροχον: περιφερὲϲ ϲκέπαϲμα.
1598 Πιλήϲεϲι: πυκνώϲεϲι. τῶν ἀχθοφόρων ζῴων διὰ τὰϲ πιλήϲειϲ
1599 Πιλία: τὰ κέντουκλα.
1600 Πιλίδιον: τὸ καμηλαύκιον.
1601 Πῖλοϲ: τὸ κέντουκλον.
1602 Πῖλοϲ: κόϲμοϲ περικεφάλαιοϲ, ὃν οἱ μὲν κυρβαϲίαν, οἱ δὲ τιάραν,
καλούμενοϲ.
1603 Πιλῶ: τὸ ὁμαλίζω. καὶ Πιλωτόϲ.
1604 Πίλοιϲ: πιλητοῖϲ. καὶ Πίλημα λέγεται. φοροῦϲι δὲ ἐπὶ
1605 Πιμελή: πάχοϲ, λιπαρότηϲ. Ἀππιανόϲ· ὃϲ δὲ πρῶτοϲ ἐξῆρχε
μὲν
πιμελωδῶν οὐ πήϲϲονται, καθάπερ ὑὸϲ καὶ ἄρκτου καὶ τῶν ἄλλων· οἱ δὲ
τῶν ϲτεατωδῶν πήϲϲονται, ὡϲ βοόϲ, αἰγόϲ, προβάτων.
1606 Πιμπλάνεται: πληροῦται.
1607 Πίμπραται: καίεται ἐμπυρίζεται. Ἀππιανόϲ· ὁ Μάρκιοϲ
1608 Πῖνα: ὁ ἰχθύϲ.
1609 Πινακηδόν· πινακηδὸν ἀποϲπῶν. ὥϲπερ πίνακαϲ ἀπὸ πλοίων. πίνακεϲ δὲ αἱ μεγάλαι ϲανίδεϲ τῶν πλοίων.
1610 Πινάκια: τὰ καθιέμενα ἀντὶ κλήρων ὑπὸ τῶν κληρονόμων. ἔοικε δὲ
ταῦτα εἶναι χαλκᾶ, ὡϲ ὑποϲημαίνει Δημοϲθένηϲ ἐν τῷ Περὶ
τοῦ ὀνόματοϲ. ἐν δὲ τοῖϲ Φιλιππικοῖϲ, ὅταν λέγῃ ὁ ῥήτωρ, μικρὸν, ὦ
Ἀθηναῖοι, μικρὸν πινάκιον· τυχὸν πινάκιον λέγει, εἰϲ ὃ ἐγγράφεται τὰ
ἐγκλήματα κατὰ τῶν εἰϲαγγελλομένων.
1611 Πινακίδιον: δέλτοϲ, τιτλάριον, ϲχεδάριον.
1612 Πινάκιον: πυξίον. οἱ δὲ ἄρχοντεϲ περὶ μέϲαϲ νύκταϲ ἔφερον
τὸ ἀπὸ τοῦ ϲτρατηγοῦ πινάκιον.
1613 Πινακίοιϲ: ἔθοϲ ἦν τοὺϲ ταξιάρχουϲ διὰ κήρυκοϲ ἀπαγγέλλειν τοῖϲ
ἑαυτῶν ϲτρατιώταιϲ τὰ δεδογμένα, οἷον ποῦ δεῖ πορεύεϲθαι, καὶ πόϲων
ἡμερῶν δεῖ ϲιτία προνοεῖϲθαι. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· ϲκοπεῖν δ᾿, ὅ τι
ἄν προγράφωμεν ἐν τοῖϲ πινακίοιϲ. ἀπὸ μεταφορᾶϲ τῶν γυλετῶν,
οἵτινεϲ προγράφουϲι τοὺϲ ϲτρατιώταϲ ἐν πίνακι.
1614 Πινακοπώληϲ: ὁ ὀρνεοπώληϲ. ὅτι τὰ λιπαρὰ τῶν ὀρνέων ἐπὶ πινάκων τιθέντεϲ ἐπώλουν. ἢ πίναξ, εἶδοϲ ὀρνέου.
1615 Πίναξ: ϲανὶϲ ἐζωγραφημένη.
1616 Πιναρά: εὐτελῆ, ῥυπαρά, ταπεινά.
1617 Πίνδαροϲ, Θηβῶν, Σκοπελίνου υἱόϲ, κατὰ δέ τιναϲ Δαϊφάντου· ὃ καὶ
μᾶλλν ἀληθέϲ· ὁ γὰρ Σκοπελίνου ἐϲτὶν ἀφανέϲτεροϲ καὶ προϲγενὴϲ
Πινδάρου. τινὲϲ δὲ καὶ Παγωνίδου ἱϲτόρηϲαν αὐτόν. μαθητὴϲ δὲ
Μυρτίδοϲ γυναικόϲ, γεγονὼϲ κατὰ τὴν ξε΄ ὀλυμπιάδα καὶ κατὰ τὴν
Ξέρξου ϲτρατείαν ὢν ἐτῶν μ΄. καὶ ἀδελφὸϲ μὲν ἦν αὐτῷ
ἐτῶν νε΄. ἔγραψε δὲ ἐν βιβλίοιϲ ιζ΄ Δωρίδι
διαλέκτῳ ταῦτα· Ὀλυμπιονίκαϲ, Πυθιονίκαϲ, Προϲόδια, Παρθένια,
Ἐνθρονιϲμούϲ, Βακχικά, Δαφνηφορικά, Παιᾶναϲ, Ὑπορχήματα, Ὕμνουϲ,
Διθυράμβουϲ, Σκολιά, Ἐγκώμια, Θρήνουϲ, δράματα τραγικὰ ιζ΄,
ἐπιγράμματα ἐπικὰ καὶ καταλογάδην παραινέϲειϲ τοῖϲ Ἕλληϲι, καὶ ἄλλα
πλεῖϲτα.
1618 Πίνδαροϲ, Σκοπελίνου, Θηβαῖοϲ, καὶ αὐτὸϲ λυρικόϲ, ἀνεψιὸϲ
1619 Περὶ Πινδάρου· ὅτι τὰϲ Θήβαϲ τὴν πόλιν Ἀλέξανδρόν φαϲιν εἰϲ
ἔδαφοϲ καταϲκάψαι καὶ πλὴν ἱερῶν τε καὶ ἱερέων τοὺϲ ἄλλουϲ
ἀνδραποδίϲαι· καὶ τὴν Πινδάρου δὲ τοῦ ποιητοῦ οἰκίαν καὶ τοὺϲ
ἀπογόνουϲ
τοῦ Πινδάρου λέγουϲιν ὅτι ἀπαθεῖϲ ἐφύλαξεν,
αἰδοῖ τῇ Πινδάρου, ὡϲ φηϲὶν Ἀρριανὸϲ ὁ ἱϲτορικὸϲ ἐν τῇ α΄ Ἀναβάϲει
Ἀλεξάνδρου.
1620 Πινόεϲϲα: ῥυπῶϲα, αὐχμῶϲα. θυμοβαρὴϲ Ἀρετὰ μύρομαι
1621 Πίνοϲ. ὁ δὲ ἦν καὶ λέγειν ἱκανόϲ, οὐ τοὺϲ νεωτέρουϲ
1622 Πινοτήρηϲ: ὁ τῆϲ πίναϲ φύλαξ.
1623 Πίνω· αἰτιατικῇ.
1624 Πινώδηϲ: ἡ ῥυπαρά.
1625 Πινύϲκω: πινυτὸν ποιῶ.
1626 Πινυτόϲ: φρόνιμοϲ. καὶ Πινυτόφρονοϲ, ἐμμελοῦϲ ϲυνετῆϲ,
1627 Πιξώδαροϲ· ὅτι Δέξιπποϲ Κῷοϲ, ἰατρόϲ, Ἱπποκράτουϲ μαθητήϲ, μεταπεμφθεὶϲs ὑπὸ Ἑκατόμνου τοῦ Καρῶν βαϲιλέωϲ ἰάϲαϲθαι αὐτοῦ τοὺϲ παῖδαϲ ἀπογνωϲθένταϲ, Μαύϲωλον καὶ Πιξώδαρον, ἐπὶ ὑποϲχέϲει ἰάϲατο τοῦ παῦϲαι τόν πρὸϲ Κᾶραϲ τότε αὐτοῖϲ ἐνεωτῶτα πόλεμον.
1628 Πίομαι, Πίωμεν δέ.
1629 Πιόμενον· μυελὸν πιεῖν.
1630 Πίονα: εὐδαίμονα, λιπαράν, καὶ εὐτραφῆ.
1631 Πίονται, Πίωϲι: τὰ παθητικὰ διὰ τοῦ ο μικροῦ, τὰ δὲ ἐνεργητικὰ διὰ τοῦ ω μεγάλου. οἶον πίωμεν καὶ φάγωμεν. πίνοντεϲ τοὺ ὕδατοϲ.
1632 Πιότατοϲ ἄνεμοϲ: θρεπτικὸϲ, αὐξητικόϲ. ἐν Ἐπιγράμμαϲι τόνδ᾿ ἀνέθηκε τῷ πάντων ἀνέμων πιοτάτῳ Ζεφύρῳ.
1633 Πίωρ· οὖτοϲ μοναχὸϲ ὢν περιπατῶν ἤϲθιε. πυθομένου δέ τινοϲ,
διατί οὕτωϲ ἐϲθίειϲ; οὐ βούλομαι, ἔφη, τῷ βρώματι ὡϲ ἔργῳ χρήϲαϲθαι,
ἀλλ᾿ ὡϲ παρέργῳ. πρὸϲ ἄλλον δὲ ἐρωτήϲαντα ἀπεκρίνατο· ἵνα
μὴ ἐν τῷ ἐϲθίειν, φηϲίν, ἡδονῆϲ ϲωματικῆϲ αἰϲθάνοιτο ἡ ψυχή.
1634 Πιππίζουϲι: κατὰ μίμηϲιν τῶν ὀρνέων πεποίηται ἡ λέξιϲ. λέγεται δὲ καὶ τὸ ποτίζειν πιππίζειν.
1635 Πίμπλαται καὶ Ὑποπίμπλαται· Ἐμπιπλᾷ δέ.
1636 Πιπράϲκω· γενικῇ.
1637 Πίϲϲα: ὄνομα πόλεωϲ. καὶ ἡ ἄϲφαλτοϲ.
1638 Πίϲεα: oἱ κάθυγρον τόποι. καὶ ἀγλαὰ πίϲεα γαίηϲ βόϲκεο.
1639 Πιϲϲεύϲ: ὄνομα κύριον.
1640 Πιϲία: χώρα.
1641 Πιϲίαν: τρία κνώδαλά φηϲιν Ἀριϲτοφάνηϲ, Πιϲίαν, Ὀϲφύωνα, Διϊτρεφῆ.
1642 Πιϲίαϲ: ὄνομα κύριον. ἦν δὲ προδότηϲ.
1643 Πιϲιδία: χώρα. ὁ δὲ Κῦροϲ ὡϲ ἐπὶ Πιϲίδαϲ δῆθεν ἐπορεύετο, ἐφ᾿
1644 Πιϲινοῦϲ: πόλιϲ. καὶ Πιϲινοῦντα, θηλυκόν. καὶ Πιϲινουνταῖοϲ,
1645 Πιϲόϲ. καὶ Πινϲόϲ· Πεϲὸϲ δὲ παρὰ Προκοπίῳ.
1646 Πιϲτέον: δεῖ πιϲτεύειν.
1647 Πιϲτεύω· δοτικῇ.
1648 Πίϲτιϲ: ἀδήλου πράγματοϲ ἐλπίϲ. ἁμαρτάνουϲι δὲ οἱ λέγοντεϲ τῆϲ
πίϲτεωϲ τὴν ὑπόληψιν γένοϲ. ἀκολουθεῖ μὲν γὰρ τῇ
εἶναι· ἐνδέχεται γὰρ
τὴν αὐτὴν ὑπόληψιν ἔχοντα ποτὲ μὲν πιϲτεύει, ποτὲ δὲ οὔ. ὃ ἀδύνατον
ἐπὶ τοῦ γένουϲ· ἀδύνατον γὰρ τὸ αὐτὸ ζῷον ποτὲ μὲν ἄνθρωπον εἶναι,
ποτὲ δὲ μή, καὶ τὸ αὐτὸ χρῶμα ποτὲ μὲν λευκὸν εἶναι, ποτὲ δὲ μή·
μεταβάλλων γὰρ ὁ ἄνθρωποϲ οὐδὲ ζῷόν ἐϲτιν. ὥϲτε οὐδὲ ἡ ὑπόληψιϲ ἡ
αὐτὴ μένοι ἄν, οὐ μετὰ πίϲτεωϲ
οὖϲα. καὶ πιϲτευομένη
γὰρ ἔτι ἡ ὑπόληψιϲ μένει· οὐ γὰρ κεκώλυταί τιϲ τὴν αὐτὴν περί τινοϲ
ὑπόληψιν ἔχων, ποτὲ μὲν πιϲτεύειν αὐτῇ, ποτὲ δὲ μή. οἷον ὑπόληψιν
ἔχων περὶ ψυχῆϲ, ὅτι ἀθάνατοϲ, οὐ λυτακεκώ ὕϲτερον διά τιναϲ λόγουϲ
μὴ πιϲτεύειν.
1649 Πίϲτιϲ· ὅτι ἁμάρτημά ἐϲτι τὸ τὴν πίϲτιν ἀποδοῦναι ϲφοδρό
1650 Περὶ πίϲτεωϲ· πίϲτιν μόνην ὁρίζομεν εἶναι ἀληθῆ καὶ καθαρωτάτην,
τὴν εἰϲ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τὴν μίαν θεότητά τε καὶ
κυριότητα, πάντων ὁρατῶν τε καὶ ἀοράτων δημιουργὸν καὶ βαϲιλίδα
πάϲηϲ φαινομένηϲ καὶ νοουμένηϲ κτίϲεωϲ. καθ᾿ ἣν ἓν τὰ τρίαϲ δῶϲ
νοούμενα ϲέβομεν καὶ τὸ ἓν ἐν τοῖϲ τριϲὶ θεωρούμενον προϲκυνοῦμεν,
ὦν τὸ μὲν τῇ οὐϲίᾳ γνωρίζεται, τὸ δὲ ταῖϲ
ὑποϲτάϲεϲι καταγγέλλεται μηδὲν τούτων ἐλαττοῦντεϲ μηδὲ ὑπερτιθέντεϲ,
ἀλλ᾿ ἑνοῦντεϲ μὲν τῇ οὐϲίᾳ, ὥϲπερ δὴ καὶ ἀξίᾳ καὶ ὁμοτιμίᾳ καὶ δόξῃ,
διαιροῦντεϲ δὲ ταῖϲ ὑποϲτάϲεϲιν, εἴτουν προϲώποιϲ, καὶ ἰδιότηϲιν,
ἑκάϲτηϲ τούτων οὐϲιω δῶϲ ὑφεϲτώϲηϲ, ἐν ὑπάρξει ἰδίᾳ ἀμερίϲτωϲ
νοουμένηϲ· ὅπερ παράδοξον·
καὶ εἰδότεϲ τὸν μὲν αἴτιον
καὶ γεννήτορα καὶ προβολέα τὸν πατέρα, ἄναρχον καὶ ἀναίτιον, ἄχρονον
καὶ ἀΐδιον· τὸ δὲ γέννημα καὶ υἱὸν
ϲυνυπάρχον ἀϊδίωϲ, ϲυμπροϲκυνούμενόν τε ὡϲ ϲύνθρονον καὶ
ὁμότιμον καὶ ὁμόδοξον καὶ ὁμόθεον· δι᾿ οὗ καὶ ἀγγέλοιϲ καὶ ἀνθρώποιϲ
καὶ πάϲῃ λογικῇ φύϲει τὰ θεῖα προχεῖται χαρίϲματα. καὶ οὕτω τῆϲ
τριϲϲοφαοῦϲ θεαρχίαϲ τὸ ἀπρόϲιτον ἡμῖν καὶ ἀειλαμπὲϲ ἐναϲτράπτει
ϲέλαϲ. ἐξ ῶν καὶ τὸ ταὐτὸν καὶ ἑνιαῖον τῆϲ οὐϲίαϲ πιϲτεύεται καὶ τὸ
τριϲϲὸν
τῶν προϲώπων δοξάζεται, τῶν ϲυγχεόντων δὲ καὶ
διαιρούντων τὰ ϲυγχύϲεωϲ καὶ διαιρέϲεωϲ ἀνεπίδεκτα ἡ ἀθεΐα καὶ
ἀτοπία καταβέβληται καὶ κατήργηται.
1651 Πιϲτόϲ: ὁ εὐϲεβήϲ.
1652 Πιϲτότηϲ· τοϲοῦτον αὐτοῖϲ ἐνεποίει τῆϲ βεβαίαϲ ἐλπίδοϲ ἡ
τοῦ Μαρκελλίνου περὶ τὰ θεῖα πιϲτότηϲ. καὶ Πιϲτεύοντεϲ,
ἀντὶ τοῦ θαρροῦντεϲ. ὅτι λέγεται καὶ πιϲτότηϲ. πάντωϲ δὲ ἐπιτηδεία
ἐξ αὐτῆϲ τῆϲ ϲυμβάϲεωϲ τὴν πιϲτότητα.
1653 Πιϲτωϲάμενοϲ: πίϲτειϲ καὶ ϲυνθήκαϲ ποιηϲάμενοϲ. τὸν δὲ ὁ
Σωϲίβιοϲ διὰ πλειόνων λόγων πιϲτωϲάμενοϲ καὶ παραϲκευάϲαϲ εὔνουν
ἑαυτῷ.
1654 Πιϲτώϲαντεϲ αὐτὸν τοῖϲ ὅρκοιϲ: ἀντὶ ὅρκον ἐξ αὐτοῦ λαβόντεϲ. ὅταν γὰρ λέγωμεν, πιϲτῶ ϲε ὅρκῳ, ἀντὶ τοῦ ὅρκον ἐκ ϲοῦ λαμβάνω· πιϲτοῦμαί ϲε δὲ ὅρκῳ, ἀντὶ τοῦ ὅρκον ϲοι δίδωμι.
1655 Πίϲτρα: ἡ ποτίϲτρα.
1656 Πίϲυνοϲ: πεπιϲτευκώϲ, τεθαρρηκώϲ.
1657 Πίττα. τήν τε πίτταν τῶν βαλανείων ἐξαιροῦνταϲ καὶ τὰϲ παρατιλτρίαϲ ἐξελαύνονταϲ ἐϲ τὸ ἀρχαῖόν τε καθιϲταμένουϲ πάντα. ὅθεν παλαῖϲτραί τε ἀνήβηϲαν καὶ ϲπουδαὶ καὶ τὰ φιλίτια ἐπανῆλθε καὶ ἐγένετο ἡ Λακεδαίμων ἑαυτῇ ὁμοία.
1658 Πιττάκειον: μετουϲιαϲτικῶϲ. τὸ τοῦ Πιττακοῦ. καὶ Σίμων φηϲί· ἄνδῤ ἀγαθὸν ἀλαθέα γενέϲθαι χαλεπόν, τὸ Πιττάκειον. εἴρηκε γὰρ ὁ Πιττακόϲ· χαλεπὸν ἐϲθλὸν ἔμμεναι.
1659 Πιττακόϲ, Μιτυληναῖοϲ, υἱὸϲ Καϊκοῦ ἢ Ὑρραδίου Θρᾳκόϲ, μητρὸϲ
αὐτόν. γηραιὸϲ δὲ ἀναγκαζόμενοϲ ϲτρατηγεῖν ἔφη· ὡϲ
χαλεπὸν ἐϲθλὸν ἐμμεναι. τούτου ἀπόφθεγμα, καιρὸν γνῶθι. ἐποίηϲε δὲ
καὶ ἐλεγεῖα ἔπη χ΄ καὶ ὑπὲρ νόμων καταλογάδην.
1660 Πιττακόϲ. καλλείψω δὲ νέουϲ ἄφρονι Πιτταλάκῳ.
1661 Πιταναῖοϲ.
1662 Πιτηρούμ: ὄνομα κύριον.
1663 Πιτθεύϲ, Πιτθέωϲ. δῆμοϲ τῆϲ Κεκροπίδοϲ ἡ Πιτθίϲ.
1664 Πιτθείδηϲ: πατρωνυμικόν. καὶ Πιτθῆοϲ.
1665 Πίτνα: ἐξέτεινε.
1666 Πιττουμένων: τὰ ϲκέλη ἀλειφομένων.
1667 Πιτυάνη: ἀϲκὸϲ μικρόϲ.
1668 Πιτυάνη εἰμί: αὕτη παῤ Ἀλκαίῳ κεῖται. λέγεται καὶ κατὰ
θραίων ἐλευθερωθῆναι.
1669 Πίτυλοϲ: κτυπητήϲ, φανταϲιοϲκόποϲ. καὶ Πιτυλεύϲαϲ
1670 Πιτυοῦϲ: πολίχνιον ἐν πέρατι μὲν θαλάττηϲ τῆϲ Ποντικῆϲ κατὰ
δεξιὰν
κείμενον, τέλοϲ δὲ καὶ τῆϲ Ῥωμαίων ἀρχῆϲ γινόμενον,
βαρβάροιϲ καὶ ὠμοῖϲ ἔθνεϲι ϲυάπτον.
1671 Πίτυϲ: εἶδοϲ δένδρου κωνοφόρου, ἡ παῤ ἡμῖν ϲτροβιλέα. Ξενοφῶν·
χωρίον πίτυϲι διαλειπούϲαιϲ μεγάλαιϲ, ἀνθ᾿ ὧν ἑϲτηκότεϲ
πιτυϲτέπτοιο καλιή.
1672 Πίφλιξ: εἶδοϲ ὄρνιθοϲ.
1673 Πλαγάϲ· Ἠλέκτρα· θρηνοῦϲα γὰρ ἔτυπτε τὸ ϲτῆθοϲ πρὸϲ ἕκαϲτον Ἠλέκτρα. πολλὰϲ δ᾿ ἀντήρειϲ ᾔϲθου ϲτέρνων πλαγὰϲ αἱμαϲϲομένων.
1674 Πλαγία φάλαγξ: ἥτιϲ ἔχει τὸ μῆκοϲ τοῦ βάθουϲ πολλαπλάϲιον.
1675 Πλαγίωϲ: δολίωϲ.
1676 Πλαγκτή: ἡ πλανωμένη.
1677 Πλαγγόνων· τὰ μειράκια θρυπτόμενα παρὰ ταῖϲ τίτθαιϲ ϲτωμύλλεϲθαι καὶ λέγειν περὶ κρόκηϲ καὶ ϲτημόνων καὶ πλαγγόνων ἐάϲωμεν.
1678 Πλαγωνεία.
1679 Πλαδαρόν: χαῦνον, ὑγρόν. πλάδαϲ γὰρ καὶ πλαδώϲειϲ. καὶ
1680 Πλαδδιεῖν: παραφρονεῖν, πολεμεῖν, πληϲιάζειν.
1681 Πλάζοντοϲ: ἀποπλανῶντοϲ. πλάζοντοϲ τοῦ δέουϲ τὰϲ ὄψειϲ.
1682 Πλάθειν: πληϲιάζειν. τὰ δὲ τοῖϲ δυνατοῖϲ οὐκ ἐριϲτὰ πλάθειν.
1683 Πλακιάδαι: δῆμοϲ τῆϲ Ἀττικῆϲ· ἔνθα ῥαφανίδεϲ μεγάλαι γίνονται.
1684 Πλακίδαϲ: ὄνομα κύριον.
1685 Πλακίλλα, γαμετὴ Θεοδοϲίου τοῦ μεγάλου· ἥτιϲ εὐϲεβὴϲ καὶ
φιλόπτωχοϲ ἦν καὶ δι᾿ ἑαυτῆϲ τοῖϲ νοϲοῦϲι καὶ τοῖϲ λελωβημένοιϲ
ὑπηρέτει. πρώτη δὲ τοῦ ἀνδρὸϲ ἐτελεύτηϲεν. ἔδειξε δὲ
μάλιϲτα τὸ περὶ αὐτὴν τοῦ βαϲιλέωϲ φιλόϲτοργον ἡ ὀργὴ τοῦ βαϲιλέωϲ,
ἣν κατὰ Ἀντιοχέων ὠργίϲθη, δι᾿ ἣν κατέαξαν ϲύραντεϲ τὴν ϲτήλην,
ἀγανακτοῦντεϲ, δι᾿ ὦν ἐπέθηκε τέλη δημόϲια ὁ βαϲιλεὺϲ ταῖϲ πόλεϲι
προφάϲει τῶν ϲυνεχῶν πολέμων. ὅτε καὶ ὁ Χρυϲόϲτομοϲ τοὺϲ Ἀνδριάνταϲ
ἔγραψε.
1686 Πλακόειϲ. καὶ τὸν πλακόεντα πίον τυροφόρον.
1687 Πλάνη: ἡ τοῦ ϲκοποῦ ἀπότευξιϲ.
1688 Πλάνηϲ· πλάνητοϲ. ὥϲπερ πλάνηϲ ἄνθρωποϲ κατὰ βίου πρόφαϲιν πορευόμενοϲ. ἀντὶ τοῦ πλανήτηϲ.
1689 Πλανήτηϲ: ξένοϲ. καὶ Πλανῆτεϲ, οἱ τῇδε κἀκεῖϲε περινοϲτοῦντεϲ. ὁ
Ἡράκλειοϲ ὁ βαϲιλεὺϲ λειποταξίου ποινὰϲ τοὺϲ πλανήταϲ τῆϲ Ῥωμαϊκῆϲ
δυνάμεωϲ εἰϲεπράττετο· καὶ ὅϲοι τῷ πόνῳ χαίρειν
πλανήτω ἀϲτέρων ἐν τῷ φαιόν.
1690 Πλανῶ· αἰτιατικῇ.
1691 Πλανύττομεν: πλανώμεθα. κωμικῶϲ παρῆκται. Ἀριϲτοφάνηϲ
1692 Πλαξίν· ὅτι ἐν ταῖϲ θεογράφοιϲ πλαξὶ ταῦτα ἦν γεγραμμένα·
ἐγώ εἰμι κύριοϲ ὁ θεόϲ ϲου, ὁ ἐξαγαγών ϲε ἐκ γῆϲ
Αἰγύπτου, ἐξ οἴκου δουλείαϲ. α΄· οὐκ ἔϲονταί ϲοι θεοὶ ἕτεροι πλὴν
ἐμοῦ. β΄· οὐ ποιήϲειϲ ϲεαυτῷ εἴδωλον παντὸϲ ὁμοίωμα, ὅϲα ἐν τῷ
οὐρανῷ ἄνω καὶ ἐπὶ τῆϲ γῆϲ κάτω, καὶ ὅϲα ἐν τοῖϲ ὕδαϲιν ὑποκάτω τῆϲ
γῆϲ. οὐ προϲκυνήϲειϲ αὐτοῖϲ, οὐδ᾿ οὐ μὴ λατρεύϲειϲ αὐτοῖϲ. γ΄· οὐ
λήψῃ τὸ ὄνομα κυρίου τοῦ
θεοῦν ϲου ἐπὶ ματαίῳ. δ΄·
μνήϲθητι τὴν ἡμέραν τῶν ϲαββάτων ἁγιάζειν αὐτήν. ε· τίμα τὸν πατέρα
ϲου καὶ τὴν μητέρα ϲου, ἵνα εὖ ϲοι γένηται καὶ ἔϲῃ μακροχρόνιοϲ ἐπὶ
τῆϲ γῆϲ. Ϛ΄· οὐ μοιχεύϲειϲ. ζ΄· οὐ κλέψειϲ. η΄ οὐ φονεύϲειϲ. θ΄· οὐ
ψευδομαρτυρήϲειϲ κατὰ τοῦ πληϲίον ϲου ψευδομαρτυρία. ι΄ οὐκ
ἐπιθυμήϲειϲ τὴν γυναῖκα τοῦ πληϲίον ϲου·
οὐκ
ἐπιθυμήϲειϲ τὴν οἰκίαν τοῦ πληϲίον ϲου οὐδὲ τὸν ἀγρὸν τοῦ πληϲίον
ϲου οὐδὲ τὸν παῖδα αὐτοῦ οὐδὲ τὸν βοῦν αὐτοῦ οὐδὲ τὴν παιδίϲκην
αὐτοῦ οὔτε τὸ ὑποζύγιον αὐτοῦ οὔθ᾿ ὅϲα τῷ πληϲίον ϲου ἐϲτίν.
1693 Πλάϲιϲ: ἀνάμιξιϲ, ἐκτύπωμα, μάλθαξιϲ. καὶ παροιμία·
Κηροῦ εὐπλαϲτότεροϲ. ἐπὶ τῶν εὐχερῶϲ τι ἀντιλαμβανομένων.
1694 Πλάϲμα.
1695 Πλάϲτιγξ: τοῦ ζυγοῦ τὸ ἀντίρροπον. καὶ τὸ κατηρτημένον
1696 Πλάϲτιγξ: τὸ κοῖλον τοῦ κοττάβου, καὶ τοῦ ζυγοῦ. ὅτι
ὑπέϲχεο οἰνοποτάζων;
1697 Πλαταγή: εἶδοϲ ὀργάνου, ἦχον καὶ ψόφον ἀποτελοῦντοϲ. ὁ δὲ πλαταγὴν χαλκευϲάμενοϲ ἐπλατάγει.
1698 Πλαταγώνιον: τὸ μηδέν. κυρίωϲ δὲ τὸ τῆϲ μήκωνοϲ φύλλον, καὶ τὸ τῆϲ ἀνεμώνηϲ. ἀπὸ τοῦ πλατάϲϲειν, τουτέϲτιν ἠχεῖν. καταχρηϲτικῶϲ δὲ ᾡτινιοῦν πλάτοϲ ἔχοντι. ὅθεν καὶ ἡ πλαταγή. ἐϲημειοῦντο δὲ ἀπ᾿ αὐτοῦ τὴν τῶν ἐρωμένων ϲτοργήν, τιθέντεϲ ἐπί τε τοῦ ἀντίχειροϲ καὶ τοῦ λιχανοῦ καὶ ἀντικόπτοντεϲ. καὶ εἰ μὲν ἤχηϲεν, ἐϲτέργοντο· εἰ δὲ μή, τὸ ἀνάπαλιν.
1699 Πλαταμῶνοϲ: ὄνομα τόπου.
1700 Πλαταιά: πόλιϲ. καὶ Πλάταιαν, ὄνομα πόλεωϲ.
1701 Πλαταιεύϲ· καὶ Πλαταιέα ναῦϲ. καὶ Πλαταιεῖϲ, ἐθνικόν.
1702 Πλάτη: κώπη, πλάτη, καὶ εἶδοϲ πλοίου. ὥϲπερ Παλαμήδηϲ
1703 Πλάτη: πλοῖον. πλάτην μυριοφόρον, πύργοιϲ τε καὶ περιφράγμαϲι
1704 Πλατιάζειν: ἀλαζονεύεϲθαι.
1705 Πλάτιϲ: ἡ γυνή. παρὰ τὸ πελάζειν τῷ ἀνδρὶ κατὰ τὴν κοίτην. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲι· καὶ τοῖϲι παιδίοιϲι καὶ τῇ πλάτιδι.
1706 Πλάττω· αἰτιατικῇ.
1707 Πλάτων, Ἀρίϲτωνοϲ τοῦ Ἀριϲτοκλέουϲ καὶ Περικτικόνηϲ ἤ Ποτώνηϲ,
τὸ γένοϲ ἑλκούϲηϲ ἀπὸ Σόλωνοϲ· ἕκτη γὰρ ἦν ἀπ᾿ ἐκείνου, παῖϲ
γενομένη Δρωπίδου ποιητοῦ, τοῦ ἀδελφοῦ Σόλωνοϲ. ὁ δὲ Σόλων εἰϲ Νηλέα
ἀναφέρει τὸ γένοϲ. καὶ Ἀρίϲτων δὲ ὁ Πλάτωνοϲ πατὴρ ἐκ τοῦ Κόδρου
γένουϲ κατήγετο, τοῦ Μελάνθου υἱοῦ. ἱϲτόρηται
καὶ π΄. τελευτᾷ δὲ ἐπὶ τῆϲ ρη΄ ὀλυμπιάδοϲ, οὐδὲ γάμον
τινὰ οὐδὲ ὁμιλίαν καθάταξ ϲώματοϲ εἰϲ πεῖραν δεξάμενοϲ· εὐωχήθη δ᾿
ἐν ἑορτῇ καὶ ὑπνῶν ἀπεβίω. καὶ ἕτεροι δὲ ἐγένοντο μετ᾿ αὐτὸν υἱοὶ τῷ
Ἀρίϲτωνι Ἀδείμαντοϲ καὶ Γλαύκων καὶ Ποτώνη θυγάτηρ. καὶ τὰ μὲν πρῶτα
γράμματα διδάϲκεται παρά τινι Διονυϲίῳ, ἐγυμνάϲθη δὲ τὰ εἰϲ
παλαίϲτραν παῤ Ἀρίϲτωνι τῷ Ἀργείῳ· εἶτα μαθὼν ποιητικὴν
γράφει διθυράμβουϲ καὶ τραγῳδίαϲ· ἀπογνοὺϲ δέ τούτων ἐφιλοϲόφηϲε
παρὰ Σωκράτει ἐπὶ ἔτη κ΄. καὶ λόγοϲ, ἰδεῖν Σωκράτην, καθ᾿ ἣν ἡμέραν
αὐτῷ παρεδόθη Πλάτων, κύκνον αὐτοῦ τοῖϲ γόναϲιν ἐπικαθήμενον.
προϲηγορεύετο δὲ Ἀριϲτοκλῆϲ, διὰ δὲ τὸ πλατὺϲ εἶναι τὸ ϲτέρνον
Πλάτων ἐπωνομάϲθη, ἄλλοι δὲ ὡϲ πλατὺν ἐν λόγοιϲ Πλάτωνα
κληθῆναι. τρὶϲ δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸϲ τοὺϲ τυράννουϲ
Διονυϲίουϲ· καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερίϲ
τιϲ Λίβυϲ καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημίᾳ παιδεύων· καὶ
διεδέξαντο τὴν ϲχολὴν αὐτοῦ καθ᾿ ἕνα οἵδε· Σπεύϲιπποϲ, Ξενοκράτηϲ,
Πολέμων, Κράντωρ, Κράτηϲ. οἱ δὲ Σωκρατίδεϲ,
Ἀρκεϲίλαοϲ, Λακύδηϲ, Εὔανδροϲ Φωκαεύϲ, Δάμων Λεοντεύϲ, Μοϲχίων,
Εὔανδροϲ Ἀθηναῖοϲ, Ἡγηϲίνουϲ, Καρνεάδηϲ, Ἁρμάδαϲ. εἰϲὶ δὲ οἱ γνήϲιοι
αὐτοῦ διάλογοι πάντεϲ νϚ΄, ὦν οἱ μέν εἰϲι φυϲιολογικοί, οἱ δὲ
ἠθικοί, οἱ δὲ διαλεκτι κοί. καὶ ἡ μὲν Πολιτεία διαιρεῖται εἰϲ βιβλία
ι΄, οἱ δὲ Νόμοι εἰϲ ιβ΄,
τετραλογίαι δὲ λοιπαὶ θ΄.
1708 Πλάτων, Ἀθηναῖοϲ, κωμικόϲ, γεγονὼϲ τοῖϲ χρόνοιϲ κατὰ Ἀριϲτοφάνην
Μέτοικοι, Μύρμηκεϲ,
Μαμμάκυθοϲ, Μενέλεωϲ, Νῖκαι, Νὺξ μακρὰ, Ξάνται ἡ Κέρκωπεϲ,
Περιαλγήϲ, Ποιητήϲ, Πείϲανδροϲ, Πρέϲβειϲ, Παιδίον, Σφιϲταί,
Συμμαχία, Σκευαί, Σύρφαξ, Ὑπέρβολοϲ, Φάων. ἔϲτι δὲ λαμπρὸϲ τὸν
χαρακτῆρα. ὥϲ φηϲιν Ἀθηναῖοϲ ἐν τοῖϲ Δειπνοϲοφιϲταῖϲ,
1709 Πλάτων ὁ φιλόϲοφοϲ πένηϲ ἦν καὶ μόνον τὸν ἐν Ἀκαδημίᾳ ἐκέκτητο
κῆπον, ὃϲ μέροϲ ἐλάχίϲτον ἦν τῶν διαδοχικῶν· ὁ μὲν γὰρ κῆποϲ ἐγγύϲ
τι χρυϲῶν τριῶν νομιϲμάτων ἀπεδίδου, ἡ δὲ ὅλη πρόϲοδοϲ
ὕϲτερον χιλίων ἢ καὶ πλειόνων ὁλίγον. ηὐξήθη δὲ αὕτη κετὰ τοὺϲ
νεωτέρουϲ χρόνουϲ, ἀνθρώπων ἱερῶν τε καὶ φιλολόγων ἄλλοτε ἄλλων
ἀποθνηϲκόντων καὶ κατὰ διαθήκαϲ ἀπολειπόντων τοῖϲ φιλοϲοφοῦϲιν
ἀφορμὴν τῆϲ ἐπὶ τῷ φιλοϲόφῳ βίῳ ϲχολῆϲ καὶ γαλήνηϲ. ὅτι
τῶν παθῶν. τὸ μὲν νικᾶν
αὐτὸν ἑαυτὸν παϲῶν νικῶν πρώτη καὶ ἀρίϲτη, τὸ δὲ ἡττᾶϲθαι αὐτὸν ὑφ᾿
ἑαυτοῦ αἴϲχιϲτόν τε καὶ κάκεϲτον. ἴϲμεν γὰρ ὅτι τὰ πάθη τὰ ἐν ἡμῖν
οἶον νεῦρα ἢ μήρινθοί τινεϲ ἐνοῦϲαι ϲπῶϲί τε ἡμᾶϲ καὶ ἀλλήλαιϲ
ἀνθέλκουωϲιν, ἐναντίαι γε οὖϲαι ἐπ᾿ ἐναντίαϲ πράξειϲ. οὐ δὴ
διωριϲμένη ἀρετὴ καὶ κακία κεῖται· μιᾷ γάρ φηϲιν ὁ λόγοϲ
δεῖν τῶν ἔλεξεων ἑπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνηϲ
ἀνθέλκειν τοῖϲ ἄλλοιϲ μέτροιϲ ἕκαϲτον, ταύτην δὲ εἶναι τὴν τοῦ
λογιϲμοῦ ἀγωγήν. ἀπέδειξεν οὖν ὁ ϲοφὸϲ ὡϲ τῇ βουλῇ τῆϲ ψυχῆϲ
ἀπένειμε τὴν τῶν κρειττόνων καὶ χειρόνων διαίρεϲιν. ὁ αὐτὸϲ Πλάτων
φηϲὶ θεολογῶν· τί τὸ ὂν μὲν ἀεί, γένεϲιν δὲ οὐκ ἔχον, καὶ τί τὸ
γινόμενον ἀεί,
ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήϲει τοῦ
λόγου περιληπτὸν ἀεὶ κατὰ τὸ αὐτὸ ὄν, τὸ δὲ αἰϲθήϲει ἀλόγῳ δοξαϲτὸν
γινόμενον μὲν καὶ ἀπογινόμενον, ὄντωϲ δὲ οὐδέποτε ὄν. ταῦτα δὲ πάντα
μέροϲ χρόνου τὸ ἦν καὶ ἔϲται, ἃ δὴ φέροντεϲ λανθάνομεν ἐπὶ τὴν
ἀῖδιον οὐϲίαν, οὐκ ἀρθῶϲ· λέγομεν γὰρ δή, ὡϲ ἦν, ἔϲτι τε καὶ ἔϲται.
τὸ δὲ ἔϲτι μόνον κατὰ τὸν ἀληθινὸν
λόγον προϲήκει θεῷ,
τὸ δὲ ἦν καὶ ἔϲται περὶ τὴν ἐν χρόνῳ γένεϲιν οὖϲαν πρέπει λέγεϲθαι,
τὸ δὲ ἀεὶ κατὰ ταυτὸν ἀκινήτωϲ οὔτε νεώτερον οὔτε πρεϲβύτερον χρὴ
λέγεϲθαι. καὶ γὰρ τὸ ἀεὶ ὂν καὶ προὸν γενέϲεώϲ ἐϲτιν ἁπάϲηϲ
ὑπέρτερον, τὸ δὲ γινόμενον καὶ ἀλλοιώϲειϲ πολλὰϲ ὑποδεχόμενον
εἰκότωϲ ἔφηϲεν οὐδέποτε εἶναι. καὶ πάλιν ὁ αὐτὸϲ Πλάτων φηϲίν
ἀγαθὸϲ μὲν ὁ θεὸϲ τῷ ὄντι καί γε λεκτέον αἴτιοϲ τῶν
ἀγαθῶν, τὼν δὲ κακῶν ἁπάντων ἀναίτιοϲ. ὁ αὐτὸϲ ἐν τοῖϲ Νόμοιϲ
δεικνὺϲ ἡμῖν τὸν τῶν ὅλων πρύτανιν τῶν τοῦ παντὸϲ οἰάκων
ἐπειλημμένον φηϲίν· ὁ μὲν δὴ θεὸϲ ὀρχὴν καὶ τελευτὴν καὶ μέϲα τῶν
πάντων ἔχων
ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται μεθ᾿
ὕβρεωϲ, ὡϲ δὴ οὔτ᾿ ἄρχοντοϲ οὔτ᾿ αὖ ἡγεμόνοϲ δεόμενοϲ, ἀλλὰ καὶ
ἄλλοιϲ ἱκανὸϲ ὢν ἡγεῖϲθαι, καταλείπεται ἔρημοϲ θεοῦ, καταλειφθεὶϲ δὲ
καὶ ἔτι τοιούτουϲ ἄλλουϲ λαβών, ϲκρτᾷ ταράττων πάντα ἅμα καὶ πολλοῖϲ
τιϲιν ἔδοξεν εἶναί τιϲ, μετὰ δὲ χρόνον ὑποϲχὼν τιμωρίαν οὐ μεμπτὴν
τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον
καὶ πόλιν ἄρδην ἀνάϲτατον
ἐποίηϲε. διὰ τούτων ὁ φιλόϲοφοϲ καὶ τὸν τοῦ παντὸϲ ἔδειξε κηδεμόνα
καὶ τὴν ἐπί τινων μακροθυμίαν καὶ τὴν ἐντεῦθεν τοῖϲ ἀνοήτοιϲ
προϲγινομένην λώβην καὶ τὴν ἐϲ ὕϲτερον αὐτοῖϲ ἐπιφερομένην
πανωλεθρίαν. ὁ αὐτὸϲ ἐν τῷ Γοργίᾳ καὶ τῆϲ τιμωρίαϲ δηλοῖ τὰϲ αἰτίαϲ
λέγων ὡδί· προϲήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπ᾿ ἄλλου
ὁρθῶϲ τιμωρουμένου ἢ βελτίων γίνεϲθαι καί τι τῷ ὄντι ὀνίναϲθαι ἢ
παρά δειγμα ἄλλοιϲ γίγνεϲθαι, ἵν᾿ ἐκεῖνοι ὁρῶντεϲ πάϲχοντα ἃ πάϲχει,
φοβούμενοι βελτίουϲ γίγνωνται. εἰϲὶ δὲ οἱ ὠφελούμενοι μὲν καὶ δίκην
διδόντεϲ ὑπὸ θεοῦ καὶ ἀνθρώπων οὗτοι, οἳ ἂν ἰάϲιμα ἁμαρτήματα
ἁμαρτάνωϲιν. ὄμωϲ δὲ δι᾿ ἀλγηδόνων καὶ ὀδυνῶν γίνεται αὐτοῖϲ ἡ
ὠφέλεια κἀνθάδε
καὶ ἐν ᾄδου. οὐ γὰρ οἷόν τε ἄλλωϲ
ἀδικίαϲ ἀπαλλάττεϲθαι. οἳ δ᾿ ἂν τὰ ἔϲχατα ἀδικήϲωϲι καὶ διὰ τὰ
τοιαῦτα ἀδικήματα ἀνίατοι πάμπαν γένωνται, νωνται, ἐντεῦθεν τὰ
παραδείγματα γίνονται, καὶ οὗτοι μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε
ἀνίατοι ὄντεϲ, ἄλλοι δὲ ὀνίνανται οἱ τούτουϲ ὁρῶντεϲ διὰ τὰϲ
τοιαύταϲ ἁμαρτίαϲ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη
πάϲχονταϲ καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶϲ παραδείγματα ἀνηρτημένουϲ.
ταῦτα δὲ ἔοικε ϲεϲυληκέναι ἐκ τῶν θείων γραφῶν, διὰ Μωϲέωϲ ὑπὸ τοῦ
θεοῦ πρὸϲ τὸν Φαραὼ λεχθέντα· εἰϲ αὐτὸ τοῦτο ἐξήγειρά ϲε, ὅπωϲ
ἐνδείξωμαι ἐν ϲοὶ τὴν δύναμίν μου· ὅπωϲ διαγγελῇ τὸ ὄνομά μου ἐν
πάϲῃ τῇ γῇ. παμπονήρῳ γὰρ γεγενημένῳ ἐκείνῳ παντοδαπὰϲ
κολάϲειϲ ἐπήνεγκεν ὁ θεόϲ, οὐχ ὥϲτε ἀποφῆναι βελτίονα (ἤδει γὰρ
αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθοϲ ἀνήκεϲτον), ἀλλ᾿ ὅπωϲ τὰ
περὶ ἐκείνου διηγήματα πᾶϲιν ὡφελείαϲ γένωνται παραδείγματα καθάπερ
αἱ πόλειϲ τρέφουϲι τοὺϲ δημίουϲ, οὐκ ἐπαινοῦϲαι μὲν αὐτῶν τὴν
προαίρεϲιν, ἀνεχόμεναι δὲ τῆϲ τούτων ὑπηρεϲίαϲ διὰ τὴν χρείαν
καὶ τὰ λοιπὰ δῆλα. ὁ αὐτὸϲ περὶ τῶν λήξεων καὶ
ἀποκληρώϲεων τῶν ψυχῶν ἐν τῷ Φαίδωνί φηϲιν· ὁ μὲν ἀτέλεϲτοϲ καὶ
ἀκάθαρτοϲ εἰϲ ἅδην ἀφικόμενοϲ, ἐν βορβόρῳ κείϲεται, ὁ δὲ
τετελεϲμένοϲ καὶ κεκαθαρμένοϲ
1710 Πλάτωνοϲ· φυλάττει.
1711 Πλατώνειοϲ λόγοϲ: ὁ τοῦ Πλάτωνοϲ.
1712 Πλατυγίζει: τοῖϲ πτεροῖϲ κρούει. πλατυγίζῃ καὶ θαλαττοκοπεῖϲ.
προϲερείδει καὶ τύπτον τὸ ὕδωρ τῇ
εἰρεϲίᾳ κτύπον ἀπεργάζεται, ἡ μεταφορά. κυρίωϲ δὲ πλατυγίζειν ἐϲτὶ
τὸ ἐπιτιθέναι τὸ πλαταγώνιον τῇ ἀριϲτερᾷ χειρὶ καὶ παίειν τῇ δεξιᾷ
καὶ ἦχον ἀποτελεῖν.
1713 πλατὺνω· αἰτιατικῇ· πλάτυνον τὸ ϲτόμα ϲου. δοτικῇ δέ· πλατύναι ὁ θεὸϲ τῷ Ἰάφεθ.
1714 Πλατύπιλοϲ κυνῆ περικεφλαία Θεϲϲαλίϲ· περὶ πίλου λίγει.
1715 Πλαίϲιον: τετράγωνοϲ τάξιϲ ϲτρατεύματοϲ. καὶ τὸ ἐκ ξύλων
1716 Πλαίϲια ϲύμπτυκτα: τὰ τῶν ξύλων τετράγωνα, ὥϲπερ πλινθία,
ἐν οἷϲ πλινθεύουϲι ϲύμμικτα πρὸϲ οὐδέν, ἀλλ᾿ οἷον
περιττὰ καὶ ϲοφά.
1717 Πλέα: πλήρη, πεπληρωμένη. ταύτην μὲν ἄν τιϲ εὐθὺϲ ἡϲθείη
1718 Πλέαϲ: πλείουϲ.
1719 Πλέθρα: μέτρα γῆϲ, ἤγουν ἄρουραι. ἢ τοὺϲ διύγρουϲ τόπουϲ καὶ βοτανώδειϲ. ἔχει δὲ τὸ πλέθρον πήχειϲ ξη΄δίμοιρον.
1720 Πλέθρον: τὸ τοῦ ϲταδίου ἕκτον μέροϲ, ὅπερ ἐϲτὶ πηχῶν ξῆ΄·
ϲταδίου πηχῶν υ΄. ὅτι ἐξέδωκεν ἡ πόλιϲ Ἀθηναίων τὰϲ θυγατέραϲ
Ἀριϲτείδου, καὶ Λυϲιμάχῳ τῷ παιδὶ β΄ δραχμὰϲ τῆϲ ἡμέραϲ
1721 Πλέκοϲ: τὸ πλέγμα. τὸ πεπλεγμένον ϲπυρίδιον. ὡϲ ἀπὸ
ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέοϲ. οὕτωϲ καὶ πλέκοϲ.
Ἀριϲτοφάνηϲ· ἀπέπτυϲτ᾿ ἐχθροῦ φωτὸϲ ἔχθιϲτον πλέκοϲ. καὶ αὖθιϲ· τί
δ᾿, ὦ τάλαϲ γε, τοῦδ᾿ ἔχῃ πλέκουϲ χρέοϲ;
1722 Πλεκοῦν: τὸ ϲυνουϲιάζειν. παρὰ τὸ πλέκεϲθαι. ϲτύοιντ᾿ ἂν
1723 Πλέκω· αἰτιατικῇ. ὅτι τὸ πλέκειν ἐπὶ τοῦ ϲυνουϲιάζειν τάττουϲιν,
οὐχ
1724 Πλεονεκτῶ: τὸ πλέον ἔχω· γενικῇ· καὶ τῶν Θουκυδίδου λόγων
πλεονεκτεὶ.
πλεονεκτῶ δὲ τὸ ἀδικῶ· αἰτιατικῇ. ὡϲ τό, πλεονεκτεῖ
ἡμᾶϲ ὁ διάβολοϲ.
1725 Πλεονεξία: ἡ ὑπὲρ τῆϲ ἐπιθυμίαϲ τοῦ πλείονοϲ βλάβη παρὰ τῷ
Ἀποϲτόλῳ. παρὰ δὲ Διονυϲίῳ Ἁλικαρναϲεῖ πλεονεξία, ἡ νίκη.
1726 Πλεονεξία: παρὰ τοῖϲ ῥήτορϲιν οὐ μόνον ἐπὶ τῶν παρὰ τὸ
1727 Πλεῦνοϲ: ἀντὶ τοῦ πλείονοϲ. Ἡρόδοτοϲ· ὡϲ δὲ τοῦ πλεῦνόϲ τε ἐδέετο ἡ πολιορκίη, ἀπηλλάϲϲοντο.
1728 Πλευρῖτιϲ: νόϲοϲ.
1729 Πλειάϲ: τὸ ἑξάϲτερον.
1730 Πλεῖαι: αἱ πεπληρωμέναι.
1731 Πλεῖν: πλέειν.
1732 Πλεῖν: πλέον. Ἀριϲτοφάνηϲ· καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔϲτ᾿
ὡϲ ἐπὶ δρόμου.
Ἀριϲτοφάνηϲ· ἔτ᾿ ἔϲτ᾿ ἐνθάδε μειρακύλλια τραγῳδίαϲ ποιοῦντα πλεῖν ἢ
μύρια. καὶ αὖθιϲ᾿ πλεῖν ἑξακοϲίουϲ τὸν ἀριθμόν.
1733 Πλεῖν ἢ ᾿νιαυτῷ πρεϲβύτεροϲ ἀπέρχομαι: παρὰ τὸ Ὁμηρικόν· αἶψα
γὰρ ἐν κακότητι βροτοὶ καταγηράϲκουϲι. καί, ἐν ὠμῷ γήραϊ θῆκε. διὰ
τὴν ἀηδίαν οὖν γηράϲκω φηϲὶν Ἀριϲτοφάνηϲ· ὅταν
τι
τούτων τῶν ϲοφιϲμάτων ἴδω, πλεῖν ἢ ἐνιαυτῷ πρεϲβύτεροϲ
ἀπέρχομαι.
1734 Πλείονοϲ: πλειοτέρου.
1735 Πλειόνων: τῶν νεκρῶν. ἡ γραῦϲ ἀνεϲτηκυῖα παρὰ τῶν πλειόνων.
1736 Πλειών, πλειῶνοϲ: ὁ ἐνιαυτόϲ. ἀπὸ τοῦ ἐν αὐτῷ πληροῦϲθαι
1737 Πλειϲθένηϲ.
1738 Πλειϲτηριάϲαϲ: πλείονοϲ πωλήϲαϲ, οὗ ὠνήϲατο. ἐποίει δὲ
1739 Πλειϲτοδόκεια: ἡ πλείϲτη δόκηϲιϲ.
1740 Πλεῖϲτον ὅϲον: πολύ.
1741 Πλειϲτώναξ: ὄνομα κύριον.
1742 Πλείτω· οὐ γὰρ ἡμῶν γε ϲτρατηγῶν ἐγχανεῖται τῇ πόλει, ἀλλὰ
πλείτω
1743 Πληγαί· ὅτι ἐν μ΄ ἡμέραιϲ γεγόναϲιν αί κατ᾿ Αἴγυπτον πληγαί.
1744 Πλῆθοϲ: παρὰ Θουκυδίδῃ καὶ ἐπ᾿ ὀλίγων λέγεται.
1745 Πλήθουϲα ἀγορά: ὥρα τρίτη. ἠκροβολίζοντο περὶ πλήθουϲαν ἀγοράν.
λέγεται καί· πληθυούϲηϲ ἀγορᾶϲ ἐν μέϲῳ ϲτὰϲ
1746 Πλήθω· γενικῇ.
1747 Πληθώρα: ἡ πληϲμονή. καί, πληθωρεῖται (πληθύνεται) ὁ
Νεῖλοϲ.
1748 Πληθύουϲιν: αὐξάνουϲι, πλεονάζουϲι. χρόνῳ δὲ ὕϲτερον πληθύουϲι
1749 Πληϊάϲ: τὸ ἄϲτρον.
1750 Πλῆκται: πολεμικοί. εἰϲὶ δὲ πλῆκται ἀγαθοὶ καὶ παρὰ
1751 Πληκτηρίζω.
1752 Πλῆκτρον: ὅπερ περιετίθεϲαν τοῖϲ ἀλεκτρυόϲι χαλκοῦν ἐν τῷ
μάχεϲθαι. καὶ παροιμία· αἶρε πλῆκτρον ἀμυντήριον· κἀκεῖνοι γὰρ
ἔχουϲι πλῆκτρα, οἷϲ μάχονται. πλῆκτρα οὗν τὰ
ἐμβαλλόμενα χαλκᾶ τοῖϲ
1753 Πλημμέλεια.
1754 Πλημμελεῖν: τὸ ἀτακτεῖν, καὶ ὑβρίζειν, καὶ ῥᾳθυμεῖν. καὶ
ἄχρηϲτον φίλον ὁμολογεῖν
πλημμελέϲ. πλημμελῶϲ ἂν δόξειε λέγειν.
1755 Πλήμη: ἡ πλημμύρα τῆϲ θαλάϲϲηϲ. καὶ Πλημμυρίϲ, ἡ ταραχή.
1756 Πλῆμναι: αἱ χοινικίδεϲ τοῦ ἅρματοϲ.
1757 Πλήν: ἐπίρρημα.
1758 Πλῆντο: ἐπληροῦντο. πλήρεϲιν ἱϲτίοιϲ εἰϲ τὴν αὐτοῦ φιλοϲοφίαν ἀφῆκεν. ἀντὶ τοῦ παντὶ ϲθένει, πάϲῃ δυνάμει, ὅλῃ ψυχῇ.
1759 Πλήρηϲ: ὁ πεπληρωμένοϲ. καὶ οἱ πλήρειϲ πληθυνιτκόν. καὶ πλήρηϲ, ἐπίρρημα.
1760 Πληρῶ· αἰτιατικῇ. ὡϲ τό, ἐπλήρωϲε τὸν οἷκον, οὗ ἦϲαν καθήμενοι. πληροῦμαι δὲ γενικῇ· ϲκότου καὶ δίνηϲ πληροῦται τὰϲ ὅψειϲ.
1761 Πληρώματα: ὁ τῶν νηῶν φόρτοϲ. ὁ δὲ ἀναλαβὼν τὰ πληρώματα
1762 Πληρωτήϲ· Δημοϲθένηϲ κατὰ Ἀριϲτογείτονοϲ. πληρωτὰϲ ἐκάλουν τοὺϲ ἀποδιδόνταϲ τὸν ἔρανον τοῖϲ ἤτοι λαχοῦϲιν ἢ ἐωνημένοιϲ. εἶεν δ᾿ ἂν οὗτοι οἱ παῤ ἡμῖν καλούμενοι ἐρανάρχαι.
1763 Πλήϲϲεται.
1764 Πλήϲϲω· αἰτιατικῇ.
1765 Πληϲιάζω· δοτικῇ.
1766 Πληϲιαίτεροϲ: ὁ πληϲίον ὤν.
1767 Πληϲίον: ἐγγύϲ.
1768 Πλήϲιοϲ: τὰ παρὰ μέλλοντα γινόμενα προπαροξύτονα, τὸ ἀνεψιὸϲ καὶ
δεξιὸϲ ὀξύνονται. τὸ δὲ πλήϲιοϲ ἀπὸ τοῦ πλῆτοϲ, πλήτιοϲ, ὡϲ
ἄμβροτοϲ, ἀμβρόϲιοϲ, τροπῇ τοῦ τέλουϲ. οὐ γέγονε δὲ τὸ πλήϲιοϲ παρὰ
μέλλοντα· οἱ γὰρ Λάκωνεϲ τὰ παρὰ μέλλοντα εἰϲ τ οὐ
1769 Πληϲίϲτιοϲ: ὁ φορὸϲ ἄνεμοϲ· καὶ Πληϲίϲτιον οὐδετέρωϲ.
ἄνεμοϲ ὁ πληρῶν τὸ ἅρμενον.
1770 Πληϲιφαήϲ: ἡ πληροϲέληνοϲ ἡμέρα.
1771 Πλίγματα: τὰ πατήματα. καὶ πλίξ, τὸ βῆμα. παρὰ
1772 Πλινθεύεται: ἐξαπατᾶται. ἀπὸ τῆϲ ἀναιϲθηϲίαϲ τοῦ πηλοῦ.
1773 Πλινθεία: ἐκ τοῦ πλινθεύω.
1774 Πλινθήϊον: ὁ τόποϲ, ἐν ᾧ πλίνθοι πλάττονται. οὕτω Λυϲίαϲ.
1775 Πλινθίον: παρατάξεωϲ εἶδοϲ. αὐτὸϲ δὲ ἐν πλινθίῳ ἄγων
1776 Πλίνθοϲ. παροιμίαι· Πλίνθουϲ πλύνειϲ· Χαμαὶ ἀντλεῖϲ·
Φακὸν κόπτειϲ· ἐπὶ τῶν ἀδυνάτων καὶ ἀνηνύτων καὶ μὴ
1777 Πλίνθοϲ· ὅτι Ἄγιϲ ὁ Παυϲανίου ἐμβαλών ποτε ἐϲ τὴν Μαντινεικὴν
αὺτεὸϲ
ἐϲτὶ
τῆϲ ὀπτῆϲ καὶ τῶν λίθων. οἱ μὲν γὰρ κατάγνυνται καὶ ἐκπηδῶϲι τῶν
ἁρμοντῶν· ἡ δὲ ὠμὴ πλίνθοϲ οὐχ ὁμοίωϲ πονεῖ. διαλύεται δὲ ὑπὸ ὕδατοϲ
οὐχ ἡϲϲον ἢ ὑπὸ ἡλίου κηρόϲ.
1778 Πλινθωτὸν δὲ ἢ πλινθία λέγεται, ὅταν ἐν τετραγώνῳ
ἰϲόπλευρον καλεῖ.
1779 Πλίξ: τὸ βῆμα. παρὰ Ἀριϲτοφάνει. καὶ πλίγματα, τὰ
1780 Πλίξ· ἔνθεν καὶ τὸ περιβάδην, ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν
Τριπτολέμῳ.
καὶ τὸ ἀπὸ τοῦ ἀντίχειροϲ εἰϲ τὸν λιχανὸν δάκτυλον διάϲτημα· καὶ τὸ
μεταξὺ τῶν μηρῶν ὀϲτοῦν.
1781 Πλοῖζει: πορεύεται. πλοῦϲ γὰρ καὶ ἡ ὁδόϲ.
1782 Πλοϊκή· καὶ Πλόϊμοϲ θάλαϲϲα.
1783 Πλόϊμα: πλευϲτικά. ἢ τὰ πλῷ πεμπόμενα. ἦροϲ δὲ ἀρχομένου,
1784 Πλοκαμίϲ. ἀντὶ δέ ϲοι πλοκαμῖδοϲ, Ἑκηβόλε, κάλλοϲ ἐπείη.
1785 Πλόκαμοι.
1786 Πλόκιον Γοργάδοϲ: τὸν δοθέντα πλόκαμον τῆϲ Γοργόνηϲ Ἀϲτερόπῃ τῇ Κηφέωϲ· καθ᾿ ὃν χρόνον Κηφεὺϲ Ἡρακλεῖ ϲυνεϲτράτευϲεν εἰϲ Λακεδαιμονίαν, ἵνα τούτου ἀποδημοῦντοϲ ἡ πόλιϲ ἀπόρθητοϲ μείνῃ.
1787 Πλόκον: πλέγμα ἐν τριχῶν. Ἄρτεμι, ϲοὶ πλόκον οἰκείαϲ τόνδ᾿ ἀνέθηκε κόμηϲ παρθένοϲ, ἱμερτοῦ κειραμένη πλοκάμου.
1788 Πλόκον: πλόκαμον. αὕτωϲ ὅπωϲ περ τόνδ᾿ ἐγὼ τέμνω πλόκον.
1789 Πλόοϲ: ὁ πλοῦϲ.
1790 Πλουθυγίειαν: ἔμιξε τὰ δύο Ἀριϲτοφάνηϲ, δι᾿ ὧν μάλιϲτα οἱ ἄνθρωποι χαίρουϲι καὶ δοκοῦϲι τὸν βίον ἐπανορθοῦϲθαι, ἐν τούτου ἔμφαϲιν εὐδαμονίαϲ ἐμφαίνων. εὐδαιμονίαν, βίον, εἰρήνην, νεότητα, γέλωτα. τουτέϲτι καὶ τὰϲ ἄλλαϲ ἡδονάϲ, δι᾿ ὧν γέλωϲ ἔϲται, καὶ χορεῖαι καὶ εὐωχίαι.
1791 Πλουθυγίειαν· Ἀριϲτοφάνηϲ. δώϲομεν ὑμῖν αὐτοῖϲ τε πακὶ παίδων τε παιϲὶ πλουθυγίειαν, εὐδαιμονίαν, βίον εἰρήνην, νεότητα, γέλωτα, χορείαν, θαλίαϲ, γάλα ὀρνίθων· ὥϲτε παρέϲται κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν. οὕτω πλουτήϲετε πάντεϲ.
1792 Πλουμβάτοιϲ: μολίβδοιϲ, κατὰ γλῶτταν.
1793 Πλούτρχοϲ, Χαιρωνεὺϲ τῆϲ Βοιωτίαϲ, γεγονὼϲ ἐπὶ τῶν Τραιανοῦ τοῦ Καίϲαροϲ χρόνων καὶ ἐπίπροϲθεν. μεταδοὺϲ δὲ αὐτῷ Τραιανὸϲ τῆϲ τῶν ὑπάτων ἀξίαϲ προϲέταξε μηδένα τῶν κατὰ τὴν Ἰλλυρίδα ἀρχόντων παρὲξ τῆϲ αὐτοῦ γνώμηϲ τι διαπράττεϲθαι. ἔγραψε δὲ πολλά.
1794 Πλούταρχοϲ, Νεϲτορίου, Ἀθηναῖοϲ, φιλόϲοφοϲ, διδάϲκαλοϲ Συριανοῦ τοῦ ἐξηγητοῦ γενομένου Πρόκλου τοῦ Λυκίου, τοῦ προϲτάντοϲ τῆϲ ἐν Ἀρήναιϲ φιλοϲόφου ϲχολῆϲ᾿ οὗ Μαρῖνοϲ διάδοχοϲ. ἔγραψε πολλά. ζήτει περὶ τούτου ἐν τῷ Δομνῖνοϲ.
1795 Πλουτεῖν ἢ πεινῆν βέλτιον, ἀπὸ τῆϲ Ἑκάτηϲ ἔϲται
1796 Πλουτοδότειρα.
1797 Πλοῦτοϲ· καὶ κτήϲαϲθαι μέν ἐϲτιν αὐτὸν εὐμαρέϲ, φυλάξαϲθαι
δὲ χαλεπόν. ζήτει ἐν τῷ Ἄτταλοϲ.
1798 Πλουτῶ· αἰτιατικῇ.
1799 Πλούτων: ὁ ᾄδηϲ. Ἀριϲτοφάνηϲ· ὁ Πλούτων δίδωϲι ϲχοινίον
τοιοῦτον.
1800 Πλόχανον: πλέγμα, ᾧ ὁ ϲῖτοϲ καθαίρεται.
1801 Πλοχμόϲ: πλόκαμοϲ.
1802 Πλωάϲ: εἶδοϲ ὄρνιθοϲ.
1803 Πλωθεύϲ· Πλωθία δῆμοϲ τῆϲ Αἰγηΐδοϲ. καὶ ὁ δημότηϲ Πλωθεύϲ.
1804 Πλωῖζω: πλέω. καὶ Πλῴζω, ὁμοίωϲ.
1805 Πλώϊμοϲ ἀνήρ.
1806 Πλώοντεϲ: πλέοντεϲ.
1807 Πλώω: πλέω.
1808 Πλώϲιμον: διαβατόν. Σοφοκλῆϲ· μακρὸν τὸ δεῦρο πέλαγοϲ,
οὐδὲ πλώϲιμον. ἀντὶ τοῦ ἀδιάβατον.
1809 Πλωτὴ νῆϲοϲ: ἡ πλεομένη.
1810 Πλωτῆρεϲ.
1811 Πλωτῖνοϲ, Λυκοπολίτηϲ, ἀπὸ φιλοϲόφων, μαθητὴϲ μὲν Ἀμμωνίου
οὗ Πορφύριοϲ διήκουϲε, τοῦ δὲ
Ἰάμβλιχοϲ, τοῦ δὲ Σώπατροϲ. ἐπὶ δὲ Γαλλιηνοῦ γηραιὸϲ ὢν διέμεινεν
ἄχρι καὶ ϲυνέταξε βιβλία νδ΄, ἅτινα κατὰ ἐννέα βίβλουϲ διῄρηται καὶ
λέγονται Ἐννεάδεϲ ἕξ. γέγονε δὲ καὶ τὸ ϲῶμα ἀϲθενὴϲ ὑπὸ τῆϲ ἱερᾶϲ
νόϲου. ἔγραψε καὶ ἄλλα.
1812 Πλωτόν: πλεόμενον.
1813 Πλῷ χρηϲάμενοϲ τριταῖοϲ ἐκ τῶν Ἀθηναίων ἐϲ Μιτυλήνην
1814 Πλοῖα κατάφρακτα: ϲεϲανιδωμένα πλοῖα, ὥϲτε κάτω μὲν τιθέναι τὰ ὅπλα, αὐτοὺϲ δὲ ἄνω διάγειν.
1815 Πλοῖον ἢ κυνῆ: ἐπὶ τῶν ἀμφιβόλων πραγμάτων. Ἀριϲτοφάνηϲ Ὄρνιϲι. καθὸ ἐπτέρωτο ἡ Ἶριϲ, καὶ τὰ πτερὰ διατέταται ὥϲπερ κῶπαι. ὅτι εἶχε περικεφαλαίαν τὸν πέταϲον.
1816 Πλύνεται: λοιδορεῖται, αἰϲχρῶϲ ὑβρίζεται. Πλύνειν γὰρ παρὰ τοῖϲ παλαιοῖϲ ἀντὶ τοῦ ἐλέγχειν· πλύνειν καταχρηϲτικῶϲ τὸ ἐλέγχειν· ὥϲ που καὶ Μένανδροϲ· ἐὰν κακῶϲ μου τὴν γυναῖκα οὕτω λέγῃϲ, τὸν πατέρα καὶ ϲὲ τούϲ τε ϲοὺϲ ἐγὼ πλυνῶ. ἀντὶ τοῦ ἐλέγξω.
1817 Πλυνόϲ: ὀξυτόνωϲ τὸ ἀγγεῖον αὐτό, παροξυτόνωϲ δὲ τὸ
πλυνόμενον. Ἀριϲτοφάνηϲ Πλούτῳ· οὐχ ὑγιαίνειν μοι δοκεῖϲ, πλυνόν με
ποιῶν ἐν τοϲούτοιϲ ἀνδράϲιν. ἀντὶ τοῦ ἐφύβριϲτον πλῦμα.
1818 Πλυντήρια: ἑορτὴ Ἀθηναίων.
1819 Πλυνοί: πύελοι, ἐν οἷϲ πλύνουϲι.
1820 Πνεῦμα: ἡ ψυχὴ τοῦ ἀνθρώπου.
1821 Πνεῦμα δώϲω αὐτοῖϲ, πνεῦμα καινόν: οὐ τὸ πανάγιον λέγει, ἀλλὰ τοῦ λογικοῦ τὴν ὁρμήν.
1822 Πνευματικὸν ϲῶμα: φαϲὶ μετὰ τὴν ἔξοδον τῆϲ ψυχῆϲ ἐκ τοῦ ϲώματοϲ
ἐξῆφθαι ταύτηϲ ϲῶμα λεπτομερέϲ, ἀερψδέϲτερον καὶ αὐγοειδέϲτερον· ὃ
πάντωϲ αἰϲθήϲεται ἀλγηδόνοϲ. καὶ αὕτη ἡ φλυαρία
Ελληνική. τούτου δὲ τοῦ ϲώματοϲ ἀχώριϲτον εἶναι λέγουϲι θυμὸν καὶ
1823 Πνευματικὸϲ ἄνθρωποϲ· ζήτει ἐν τῷ ψυχικόϲ.
1824 Πνευμονία: περὶ τὸν πνεύμονα.
1825 Πνεύμονοϲ: τοῦ ἰχθύοϲ.
1826 Πνεύμων: λέγεται καὶ διὰ τοῦ λ. ὅτι οὐ πάντα τὰ ζῷα
οὐκ
suppl. Kust. 22 Ἀριϲτοτέλου GM cp. AV 27 καὶ om. A 29 ἐντομα]
ἐναιμα G
βραγχίων κίνηϲιν· νηχόμενοι γὰρ κατὰ τὴν
τοῦ ὕδατοϲ ἐπιφάνειαν, ἐναπολαμβάνοντεϲ πολὺ ὕδωρ ἐν τοῖϲ βραγχίοιϲ,
εἶτα ϲυϲτέλλοντεϲ τὰ βραγχία ἐκπέμπουϲι τὸ ὕδωρ καὶ ταράττουϲι τῇ
ἐκπομπῇ· τὸ δὲ ταραττόμενον ἐναπολαμβάνει τινὰ ἀέρα, ὃϲ ἐκθλιβόμενοϲ
τῇ πληγῇ ἠχεῖ, καὶ ταύτῃ δοκοῦϲι φωνεῖν. οἱ δὲ τέττιγεϲ δι᾿ ὑμένοϲ
τινὸϲ ὑπὸ τὸ ϲτῆθοϲ
κατὰ τὴν ἐπιφάνειαν ἐμπεφυκότοϲ, ὃν
θλίβοντεϲ ταῖϲ πτέρυξι τὸν ἐναπειλημμένον ἀέρα, φωνοῦϲιν· οὐ γὰρ διὰ
τῶν φωνητικῶν ὀργάνων φωνοῦϲιν. αἱ δὲ μυῖαι τοῖϲ πτεροῖϲ τραχέϲιν
οὖϲι πλήττουϲι τὸν ἀέρα καὶ ἠχοῦϲιν· ἀμέλει ϲταθεῖϲαι οὐκέτι
βομβοῦϲι. καὶ οἱ ϲκάροι τῷ ϲτόματι ὕδωρ ἐξωθοῦντεϲ μετὰ ῥοίζου τὸν
ἦχον ἀποτελοῦϲιν· ἀμέλει
ἐν τῷ βάθει ὄντεϲ οὐ
φωνοῦϲι.
1827 Πνέω· γενικῇ. ϲτεναγμῶν πνέων καὶ κλαυθμῶν.
1828 Πνεύϲαϲ: ϲφοδρῶϲ ὀργιϲθείϲ. ὁ δὲ νέοϲ ὢν καὶ φιλόνεικοϲ
τῶν ὄπιϲθεν ὑπὸ τὴν μάλην παρέϲφαξε.
1829 Πνευϲτιῶν: φυϲῶν, ἐμπνέων. ὁ δὲ ἔκειτο πνευϲτιῶν ἡμίπνουϲ
1830 Πνιγεύϲ: ὁ φοῦρνοϲ, ὁ κρίβανοϲ. κυρίωϲ, ὅπου οἱ ἄνθρακεϲ
1831 Πνίγει μετρίῳ: ϲυμμέτρῳ καύματι. τουτέϲτιν ἔαρι. καὶ τὸ
1832 Πνιγηρά: ἡ καυματώδηϲ, καὶ θερμή· πνιγεὺϲ γὰρ ἡ κάμινοϲ.
βράχη πρὸϲ τῷ αἰγιαλῷ ἐπῴκεον ἄνθρωποι ἐν καλύβαιϲ
πνιγηραῖϲ.
1833 Πνῖγοϲ: καῦμα.
1834 Πνοή· λύϲιϲ ὀνείρου· δυϲωδίαν νόμιζε τὴν ἀηδίαν.
1835 Πνύξ, Πνυκὸϲ ἔδει· ἀλλὰ μεταθέϲει ϲτοιχείου Ἀριϲτοφάνηϲ Πυκνὸϲ λέγει τὴν γενικήν. καὶ τῆϲ ἄγορᾶϲ καὶ τῶν λιμένων καὶ τῆϲ Πυκνόϲ.
1836 Πνύξ: ἐκκληϲία. παρὰ τὴν τῶν λίθων πυκνότητα. ἢ ἀπὸ τοῦ πυκνοῦϲθαι τοὺϲ ἄνδραϲ ἐν τῇ ἐκκληϲίᾳ.
1837 Πνευκόϲ· Ἀριϲτοφάνηϲ· ὁπότεροϲ ϲφῶν εὖ με μᾶλλον ἂν ποῆ, τούτῳ
παραδώϲω τῆϲ Πυκνὸϲ τὰϲ ἡνίαϲ. τουτέϲτι τὴν ἐξουϲίαν. τροπικῶϲ ἀπὸ
τῶν ἁρμάτων· ταῖϲ γὰρ ἡνίαιϲ ἡνιοχοῦνται οἱ ἵπποι· καὶ
1838 Πόα: ἑκάϲτη βοτάνη οὕτωϲ γέγεται. ἡ δὲ ϲμήχουϲα πόα λέγεται
1839 Ποδάγρα· τάφρουϲ ὤρυξε καὶ ποδάγραϲ ὑφῆκεν ὡϲ θηρίοϲ τοῖϲ πολεμίοιϲ.
1840 Ποδαλείριοϲ: ὄνομα κύριον.
1841 Ποδαπόϲ: ποίου ἔθνουϲ, ποίαϲ χώραϲ. φηϲὶ Ξενοφῶν·
1842 Ποδεῶναϲ: εἶδοϲ γεωργικόν. καὶ τρητοὺϲ ποδεῶναϲ ὁ γαγόμοϲ ἄνθετο Δηοῖ Πάρμιϲ, ἀνιηρῶν παυϲάμενοϲ καμάτων.
1843 Ποδηγέϲτερον: ὁδηγητικώτερον.
1844 Ποδηγόϲ: παιδαγωγόϲ.
1845 Ποδήνεμοϲ: ἡ ταχεῖα. αἰθυίηϲ, ξένε, τόνδε ποδηνέμου
1846 Ποδήρηϲ: ἕωϲ τῶν ποδῶν χιτών. οἱ δὲ τὸ ϲυρραπτόμενον εἰϲ
1847 Ποδοκάκη: ξύλον, ᾧ ἐν εἱρκτῇ τοὺϲ πόδαϲ ἐμβάλλοντεϲ ϲυνέχουϲιν·
1848 Ποδοκάκη: Δημοϲθένηϲ κατὰ Τιμοκράτουϲ. τὸ ξύλον τὸ ἐν
1849 Ποδοϲτράβη· ποδοϲτράβαϲ ἔλεγον μηχανήματά τινα ὑπὸ τῶν
κυνηγετῶν καταϲκευαζόμενα, εἰϲ ἃ τὰ θηρία ἐμβαίνοντα
ἡλίϲκετο. οὕτωϲ Ὑπερίδηϲ καὶ Ξενοφῶν.
1850 Ποδώκεια: ἡ ταχεῖα.
1851 Πόδωνοϲ: ὄνομα κύριον.
1852 Ποδορρώνη: ὄνομα κύριον.
1853 Ποδοῖϊν: ποδῶν.
1854 Ποηφάγον θηρίον.
1855 Πόηχοϲ: ὄνομα κύριον.
1856 Πόθεν: ἀρνητικόν. ἴϲον τῷ οὐδαμῶϲ.
1857 Πόθεν. Ποῖ. ἐπὶ πάϲηϲ μεταβολῆϲ τοῦτο ληπτέον, ὥϲ φηϲιν
Ἀριϲτοτέληϲ.
1858 Ποθέεϲκεν: ἐπόθει, ἐπεζήτει.
1859 Ποθεινόϲ.
1860 Ποθεῖϲ τὸν οὐ παρόντα καὶ μάτην καλεῖϲ.
1861 Ποθή: ἡ ἐπιζήτηϲιϲ.
1862 Πόθι: ποῦ.
1863 Ποθῶ· αἱτιατικῇ.
1864 Πόκοϲ.
1865 Πολλά: ἀντὶ τοῦ πάντα εἴωθεν ὁ Θουκυδίδηϲ χρῆϲθαι.
1866 Πολλά γ᾿ ἡμᾶϲ λανθάνει: ἀντὶ τοῦ οὐ πάντα γινώϲκομεν
τὰ πράγματα.
1867 Πολλὰ καινὰ τοῦ πολέμου· Πολύβιοϲ· ὅτι τῆϲ ϲελήνηϲ ἐκλειπούϲηϲ
ἐπὶ Περϲέωϲ τοῦ Μακεδόνοϲ ἐκράτηϲεν ἡ φήμη παρὰ τοῖϲ πολλοῖϲ, ὅτι
βαϲιλέωϲ ἔκλειψιν ϲημαίνει. καὶ τοῦτο τοὺϲ μὲν Ῥωμαίουϲ
εὐθαρϲεϲτέρουϲ ἐποίηϲε, τοὺϲ δὲ Μακεδόναϲ ἐταπείνωϲε τοῖϲ
ψυχαῖϲ. οὕτωϲ ἀληθέϲ ἐϲτι τὸ περιφερόμενον, ὅτι πολλὰ καινὰ τοῦ
πολέμου.
1868 Πολλά κεν εἰδείηϲ, οἷϲ τὸν θεὸν ἐξαπατήϲαιϲ: παροιμία πρὸϲ οἰομένουϲ τὸ θεῖον καταϲοφίζεϲθαι.
1869 Πολλὰ μεταξὺ πέλει κύλικοϲ καὶ χείλεοϲ ἄκρου.
1870 Πολλά τοι ϲμικροὶ λόγοι ἔϲφηλαν ἤδη καὶ κατώρθωϲαν βροτούϲ: ἀντὶ τοῦ ἀπὸ τῶν τυχόντων καὶ βλάπτονται καὶ ὠφελοῦνται.
1871 Πολλαπλᾶ· τὸ ἀπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ καὶ πάντα τὰ τοιαῦτα
περιϲπῶϲιν Ἀττικοί· ἀργυρἃ, χρυϲἃ καὶ κεραμεἃ, ἀπὸ τοῦ κεραμεοῦν,
καὶ φοινειὸ,
ἀπὸ τοῦ φοινικοῦν.
1872 Πολλάϲ· ἐπιτριβέϲθω τυπτόμενοϲ πολλάϲ, ὡϲ τὰϲ Μούϲαϲ ἀφανίζων. καὶ ὁ Ἀπόϲτολοϲ· δαρήϲεται πολλάϲ.
1873 Πολλὰ χαίρειν φράϲαϲ: ἀποταξάμενοϲ, ἀπογνούϲ.
1874 Πολλαχῶϲ: τοῦτο διττόν ἐϲτι. τὸ μὲν ἐν ὀνόμαϲιν, ἃ ὁμώνυμα
καλεῖται, τὸ δὲ ἐν λόγῳ, ἃ εἰώθαϲιν ἀμφίβολα λέγειν.
οἷον τὸ ἀγαθὸν ἄλλωϲ λέγεται κατὰ δικαιοϲύνηϲ καὶ ἀνδρείαϲ, ἄλλωϲ δὲ
κατὰ τοῦ εὐεκτικοῦ τε καὶ ὑγιεινοῦ· λέγεται γὰρ καὶ ταῦτα ἀγαθά.
1875 Πολλαὶ δ᾿ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη θυμῷ κατηπείθηϲαν, ἀλλ᾿ ὁ
νοῦϲ ὅταν αὑτοῦ γένηται, φροῦδα τάπειλήματα:
τουτέϲτι
πολλοὶ ἄνθρωποι πολλὰ ἀπειλήϲαντεϲ ἐκ θυμοῦ,
1876 Πολλαῖϲ πληγαῖϲ δρῦϲ δαμάζεται: παροιμία, πρὸϲ τοὺϲ
1877 Πολέαϲ: πολλούϲ.
1878 Πολέμαρχοϲ: ἄρχων, πρὸϲ ὃν κατηγγυῶντο τοὺϲ ξένουϲ.
1879 Πολέμαρχοϲ: ἀρχή τιϲ ἐϲτι παρ᾿ Ἀθηναίοιϲ οὕτω καλουμένη.
τοῖϲ
μετοίκοιϲ· καὶ τἄλλα, ὅϲα τοῖϲ πολίταιϲ ὁ Ἄρχων ἐϲτί, ταῦτα τοῖϲ
μετοίκοιϲ ὁ Πολέμαρχοϲ. ἔϲτι δὲ καὶ κύριον ὄνομα, ὁ τοῦ Λυϲίου
ἀδελφόϲ.
1880 Πολέμαρχοι: ἀρχή, ἥν ϲυνέβαινε κλείειν τὰϲ πύλαϲ καὶ τὸν
τὴν δίαιταν ἐπὶ τῶν πυλώνων
παῤ Αἰτωλοῖϲ.
1881 Πολεμηϲείειν: πολεμητικῶϲ ἔχειν. Θουκυδίδηϲ ἐν τῇ α΄. ὡϲ
1882 Πολεμηϲείοντοϲ: πολέμου ἐπιθυμοῦντοϲ. Χοϲρόου δὲ πολεμηϲείοντοϲ
ὡϲ ᾔϲθετο Ἰουϲτινιανόϲ.
1883 Πολεμητέα εἶναι ἐν τάχει: ἀντὶ τοῦ δεῖν πολεμεῖν. ἰϲτεὸν
ϲφίϲιν ἅμα ἦρι ἀρχομένῳ ἐπὶ Ῥωμαίουϲ ἔδοξεν εἶναι.
οὕτωϲ ἔγνω
1884 Πολεμίζει· Ἰώϲηποϲ περὶ τῶν ϲταϲιωτῶν ἐπὶ τῆϲ Τίτου πολιορκίαϲ·
1885 Πολεμιϲτήϲ: ἐκ τοῦ ποιητικῶϲ πολεμίζω. καὶ Πολεμιϲτήριοϲ ἵπποϲ. Πολεμηϲείοντεϲ δέ.
1886 Πολεμῶ· δοτικῇ. πᾶϲι μέλεϲι πολεμοῦντα διάφορα. αἰτιατικῇ δέ· πολέμικϲον τοὺϲ πολεμοῦντὰϲ με.
1887 Πολέμων, Φιλοϲτράτου ἢ Φιλοκράτουϲ, Ἀθηναῖοϲ, φιλόϲοφοϲ, μαθητὴϲ
Ξενοκράτουϲ τοῦ Πλάτωνοϲ διαδόχου καὶ αὐτὸϲ ἡγηϲάμενοϲ τῆϲ
Ἀκαδημίαϲ, ἐγεγόνει δὲ ϲφόδρα ἄϲωτοϲ· εἶτα ἐφιλοϲόφηϲε. καὶ
πολλὰ μὲν ϲυνέγραψε βιβλία, οὐδὲν δὲ αὐτοῦ φέρεται.
ἔχαιρε δὲ Ὁμήρῳ τε καὶ Σοφοκλεῖ καὶ ἴϲωϲ ἔχειν ἑκάτερον αὐτῶν ϲοφίαϲ
ἔλεγεν· ὥϲτε καὶ φάϲκειν Ὅμηρον μὲν Σοφοκλέα ἐπικόν, Σοφοκλέα δὲ
Ὅμηρον τραγικόν.
1888 Πολέμων, Εὐγηγέτου, Ἰλιεύϲ, κώμηϲ Γλυκείαϲ ὄνομα, Ἀθήνηϲι
δὲ πολιτογραφηθείϲ· διὸ ἐπεγράφετο Ἑλλαδικόϲ· ὁ κληθεὶϲ
Περιηγητήϲ, ἱϲτορικόϲ. γέγονε δὲ κατὰ Πτολεμαῖον τὸν Ἐπιφανῆ. κατὰ
δὲ Ἀϲκληπιάδην τὸν Μυρλεανὸν ϲυνεχρόνιϲεν Ἀριϲτοφάνει τῷ γραμματικῷ
καὶ διήκουϲε καὶ τοῦ Ῥοδίου Παναιτίου. ἔγραψε περιήγηϲιν Ἰλίου ἐν
βιβλίοιϲ γ΄, Κτίϲειϲ τῶν ἐν Φωκίδι πόλεων καὶ περὶ τῆϲ πρὸϲ
Ἀθηναίουϲ
ϲυγγενείαϲ αὐτῶν, Κτίϲειϲ τῶν ἐν Πόντῳ
πόλεων, Περὶ τῶν ἐν Λακεδαίμονι πόλεων· καὶ ἄλλα πλεῖϲτα· ἐν οἷϲ καὶ
Κοϲμικὴν περιήγηϲιω ἤτοι Γεωγραφίαν.
1889 Πολέμων, Λαοδικεύϲ, ἤγουν ἐκ Λαοδικείαϲ τῆϲ πρὸϲ τῷ Λύκῳ ποταμῷ.
ῥήτωρ καὶ ϲοριϲτήϲ, ϲοφιϲτεῦϲαϲ ἐν Σμύρνῃ, διδάϲκάλοϲ
Ἀριϲτείδου τοῦ ῥήτοροϲ. ἦν δὲ ἐπί τε Τραιανοῦ καὶ μετ᾿ αὐτόν.
μαθητὴϲ δὲ ἐγένετο Τιμοκράτουϲ τοῦ ἐξ Ἡρακλείαϲ τῆϲ ἐν τῷ Πόντῳ
φιλοϲόφου καὶ Σκοπελιανοῦ τοῦ ϲοφιϲτοῦ. ἐτελεύτηϲε δὲ ἓξ καὶ
πεντήκοντα ἐνιαυτῶν, ἑαυτὸν ἐν τῷ τάφῳ ἐμβαλὼν καὶ ἀποκαρτερήϲοϲ διὰ
τὸ ϲυνέχεϲθαι τῇ ἀρθρίτιδι νόϲῳ. διὸ καὶ τῶν ϲυγγενῶν καὶ φίλων
θρηνούντων, λέγεται εἰπεῖν πρὸϲ αὐτοὺϲ τὸν Πολέμωνα·
δότε μοι ἕτερον ϲῶμα, καὶ μετεμβήϲομαι. καὶ τοῖϲ ἰατροῖϲ δὲ ἐπὶ
ϲυχνῷ τέρνουϲιν
1890 Πολέμων, ὁ νεώτεροϲ, ϲοφιϲτήϲ. γέγονε καὶ αὐτὸϲ ἐπὶ Κομόδου.
1891 Πολεμώνιοϲ: ὄνομα κύριον.
1892 Πολέμωνοϲ: εἶδοϲ ζψου.
1893 Πολεμῶϲαι: πολέμιον καταϲτῆϲαι. καὶ Ἐκπολεμῶϲαι. ἔϲτειλα δὲ οἱ
Τοῦρκο: ὡϲ Ἰουϲτινιανὸν πρεϲβείαν, ἐφʼ ᾧ ϲυνεκπολεμῶϲαί
1894 Πολέμοιο τέραϲ: τὸν εἰδωλοποιούμενον πόλεμον, τὸν ποιητικὸν
τοῦ ἐνεργουμένου πολέμου· ὡϲ καὶ ἐν ἄλλοιϲ κυδοιμοῦ
εἶδωλόν φηϲιν ἔχειν· ἡ μὲν ἔχουϲα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτοϲ.
1895 Πολείδιον: ὄνομα πόλεωϲ.
1896 Πολλεῖϲ: πολλούϲ.
1897 Πόλληϲ: ὄνομα μάντεωϲ· καὶ κλίνεται Πόλλητοϲ. ὃϲ ϲυνέγραψε
τὸ ἐνόδιον οἰώνιϲμα, ὅτι ἐὰν ἀπαντήϲῃ τιϲ τόδε
βαϲτάζων, τόδε ϲημαίνει.
1898 Πόλληϲ, Αἰγιεύϲ, ἀπὸ Αἰγῶν τῆϲ Ἀϲίαϲ· κεῖται δὲ πληϲίον
Μαγνηϲίαϲ
Ἰήματα ἐν
βιβλίοιϲ β΄, Περὶ τῆϲ καθ᾿ Ὅμηρὸν οἰωνοπολίηϲ, Περι τῆϲ παρὰ
Τυρρηνοῖϲ μαντικῆϲ, Ἰατροϲυμβολικά, Περὶ δρυοκολάπτου, Ἱερὸν λόγον,
Κατοικιδίων α΄, Θηρευτικόν, Συμπαθειῶν καὶ ἀντιπαθειῶν γ΄ Περὶ
κεραυνῶν καὶ τῆϲ αὐτῶν παρατηρήϲεωϲ· καὶ ἄλλα.
1899 Πολλῆϲ ἀνοίαϲ καὶ τὸ θηρᾶϲθαι κενά.
1900 Πολιά τοῦ γήρουϲ. καὶ Πολιάϲ, ἡ Ἀθηνᾶ.
1901 Πολίζω: τὸ κτίζω.
1902 Πολίειον: πόλιϲ.
1903 Πολιήτηϲ: ἀρϲενικόν. καὶ Πολιῆτιϲ θηλυκόν. Λαΐδ᾿ ἔχω
1904 Πόλιν· ἐρώτηϲιϲ· γλῶϲϲα ποῖ πορεύῃ; ἀπόκριϲιϲ· πόλιν ἀνορθώϲουϲα καὶ πόλιν καταϲτρέψουϲα. ἡ παροιμία ἑπὶ τῶν διὰ δόγων ἢ ὠφελούντων ἠ βλαπτόντων.
1905 Πολιοκροτάφοιο γέροντοϲ.
1906 Πολιόν: τὸ λευκόν. οὔτ᾿ ὄροϲ ϲκιερὸν οὔτε νέφοϲ αἰθέριον
1907 Πολιορκῆϲαι: τὸ μόνον τῇ πόλει προϲκαθεϲθῆναι πολεμίουϲ, ἐκπολιορκῆϲαι δὲ τὸ τελέωϲ καταλαβεῖν τὴν πόλιν καὶ εἰϲελθεῖν.
1908 Πολιορκῶ· αἰτιατικῇ. καὶ Πολιορκία: φυλακή.
1909 Πολίοχοϲ καὶ Πολυάκηϲ: ὀνόματα κύρια.
1910 Πολιούχοιϲ: τοἳϲ τῶν πόλεων ἄρχουϲι.
1911 Πόλιϲ: εἶδοϲ παιδιᾶϲ. καὶ παροιμία· Πόλειϲ παίζομεν.
1912 Πόλιϲ· πόλιϲ δ᾿ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ ϲτεναγμάτων: παῤ ὅϲον οἱ μὲν μηδὲν πεπονθότεϲ ἐπὶ ἀποτροπῆ τοῦ κακοῦ ἀποιμώζουϲι.
1913 Πόλλιϲ: ὄνομα κύριον.
1914 Πολιτεύω· αἰτιατικῇ. καὶ Πολιτεύμαϲι: ταῖϲ πολιτείαιϲ· ἢ ταῖϲ ἄλλαιϲ αἱρέϲεϲι.
1915 Πολιτεία: ἰδίωϲ εἰώθαϲι τῷ ὀνόματι χρῆϲθαι οἱ ῥήτορεϲ ἐπὶ
τῆϲ δημοκρατίαϲ. καὶ Ἰϲοκράτηϲ ἐν Πανηγυρικῷ καὶ
Δημοϲθένηϲ ἐν τοῖϲ Φιλιππικοῖϲ. πολιτεῖαι καὶ αἱ ὁδοί· ζήτει ἐν τῷ
βίοϲ.
1916 Πολίτηϲ: δῆμοϲ ὁ τῆϲ πόλεωϲ. καὶ πολῖται.
1917 Πολιτικόϲ: ἀϲτεῖοϲ, μετά τινοϲ τέχνηϲ. γνωμικόν· πολιτικὴν
ἀρετὴν ἱερωϲύνῃ ϲυνάπτειν, ϲυγκλώθειν ἐϲτὶ τὰ ἀϲύγκλωϲτα. ὅτι
1918 Πολιτιϲμόϲ· τὸν πολιτιϲμὸν ἐκτοπίζων ἐν Ἀκαδημίᾳ διέτριβε.
1919 Πολιτοκοπεῖν· Δίφιλοϲ.
1920 Πολλόν: ὡϲ ἐπὶ τὸ πλεῖϲτον. ἐν Μύθοιϲ· τὸ δὲ πολλὸν ἀγηνόρα μέμφετο τίγριν.
1921 Λύϲιϲ ὀνείρου· πόλον βλέπειν θέοντα, μυϲτικὸν τόδε.
1922 Πόλοϲ: οὐρανόϲ. καὶ Πόλου, οὐρανοῦ ἢ κόϲμου. Ἀριϲτοφάνηϲ·
γεώτεροι, ϲημεῖόν τι καὶ
πέραϲ ἄξονοϲ, ἀλλὰ τὸ περιέχον ἅπαν. Εὐριπίδηϲ Πειρίθῳ· καὶ τὸν
Ἀτλάντειον φρουρῶν πόλον. αὐτοῦ τε περιπολουμένου, καὶ δι᾿ αὐτοῦ
πάντων ἐρχομένων. ὥϲπερ εἴποι τιϲ τόποϲ. ὅτι δὲ πολεῖται τοῦτο καὶ
διέρχεται ἅπαντα, διὰ τοῦτο καλεῖται νῦν πόλοϲ.
1923 Πολλόϲ: ἀρϲενικόν. ἀντὶ τοῦ πολύϲ. Ἀρριανόϲ· Διονύϲου
1924 Πολλοϲτημόριον: τὸ ἔϲχατον μέροϲ τῆϲ γῆϲ.
1925 Πολλοϲτόν: ἐπὶ τάξεωϲ, καὶ μορίου. Δημοϲθένηϲ, καὶ ἄλλοι.
1926 Πολλοϲτῷ: ἐϲχάτῳ. οὔτε καθ᾿ ἡλικίαν ϲου οὕτε ἐϲ τὰ ἄλλα
προὔχονποϲ, ἀλλὰ τοῖϲ πᾶϲι πολλοϲτῷ ὄντι.
1927 Πολλοῦ: ἀντὶ τοῦ πάνυ. θραϲὺϲ εἶ πολλοῦ. καί, πολλοῦ
1928 Πολλῷ γε μᾶλλον, κἂν παρῶϲι χίλιοι: ἐπὶ τῶν ἐκ
1929 Πολλοῦ γε καὶ δεῖ: οὐδὲ ὅλωϲ.
1930 Πολλοῦ δὴ δέω καὶ λέγειν: ϲιωπῶ, πόρρω λίαν εἰμὶ τοῦ
1931 Πόλλ᾿ οἶδ᾿ ἀλώπηξ, ἀλλ᾿ ἐχῖνοϲ ἓν μέγα.
1932 Πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιεϲ ἄνδρεϲ:
θρίαι καλοῦνται αἱ μαντικαὶ ψῆφοι καὶ τὸ μαντεύεϲθαι
θριάϲαι.
1933 Πολλοὶ μὲν ἐχθροί, παῦροι δ᾿ ὠφελήϲιμοι.
1934 Πολλοί ϲε μιϲήϲουϲιν, ἐὰν ϲαυτὸν φιλῇϲ: τοῦτό φαϲι τὰϲ Νύμφαϲ πρὸϲ τὸν Νάρκιϲϲον εἰπεῖν, ἀποβλέποντα εἰϲ τὰϲ πηγὰϲ διὰ τὴν οἰκείαν μορφήν.
1935 Πολλοὶ ϲτρατηγοὶ Καρίαν ἀπώλεϲαν καὶ τὴν Ἁλικαρναϲϲοῦ
πολιορκίαν: ἐπὶ τῶν μὴ ὁμογνωμονούντων.
1936 Πολύ: πλεῖϲτον.
1937 Πολυάϊξ: πολυόρμητοϲ.
1938 Πολυάκηϲ: ὄνομα κύριον.
1939 Πολυάνδριον: μνῆμα, τάφον. τὸ φρυλλούμενον παρὰ πολλοῖϲ
1940 Πολυαύλακοϲ: μεγάλου, πλατέοϲ. οὐ πεδίου πολυαύλακόϲ εἰμ᾿
ὁ γεραιόϲ.
1941 Πολύβιοϲ, Λύκου υἱόϲ, ἀπὸ Μεγάληϲ πόλεωϲ τῆϲ Ἀρκαδίαϲ,
καθηγηϲάμενοϲ Σκηπίωνοϲ τοῦ Ἀφρικανοῦ, ὅτε καὶ Παναίτιοϲ ὁ
φιλόϲοφοϲ· γεγονὼϲ κατὰ Πτολεμαῖον τὸν ἐπικληθέντα Εὐεργέτην. οὗτοϲ
ἔγραψε τὴν μακρὰν ἱϲτορίαν Ῥωμαϊκὴν ἐν βιβλίοιϲ μ΄. ἄρχεται δὲ ἀπὸ
τῆϲ φυγῆϲ Κλεομένουϲ τοῦ Σπαρτιάτου καὶ τῆϲ
Φιλίππου τοῦ Περϲέωϲ υἱοῦ διαδοχῆϲ τῶν Μακεδόνων, τὰ ἑξῆϲ
ἐπιϲυνάπτων Ῥωμαίων.
1942 Πόλυβοϲ: ὄνομα κύριον.
1943 Πολυβότειρα: πολλοὺϲ τρέφουϲα.
1944 Πολύβοτον: ὄνομα τόπου, ἢ τὸ πολλοὺϲ τρέφον, λιπαρόν.
1945 Πολυγηθήϲ: πολυχαρήϲ.
1946 Πολυγλεύκου: πολυοίνου. οὐδὲ πολυγλεύκου γειομόροϲ βότρυοϲ.
1947 Πολύγληνον: πολυόμματον. οἷα πολύγληνον βουκόλον Ἰναχίηϲ
1948 Πολύγνωτοϲ· οὖτοϲ ζωγράφοϲ μὲν ἦν τὴν τέχνην, Θάϲιοϲ δὲ
πολιτείαϲ, ἢ ἐπεὶ τὴν
Ποικίλην ϲτοὰν ἀνέγραψε προῖκα, ἢ ὡϲ ἔνιοι, τὰϲ ἐν τῷ θηϲαυρῷ καὶ
τὰϲ ἐν Ἀνακείῳ γραφάϲ.
1949 Πολυδάμαϲ, Σκοτουϲϲαῖοϲ, παγκρατιαϲτήϲ· ὃϲ ἐγένετο μέγιϲτοϲ
δὲ βοῶν εἰϲελθὼν ὁ αὐτὸϲ
τὸν μέγιϲτον καὶ ἀγριώτατον ταῦρον λαβὼν τοῦ ἑτέρου τῶν ὀπιϲθίων
ποδῶν τῆϲ χηλῆϲ κατεῖχεν ἄκραϲ καὶ οὐκ ἀνίει· ὁ ταῦροϲ πηδῶν ἀφῆκε
τε τῷ Πολυδάμαντι τὴν ὁπλήν. ὁ αὐτὸϲ άνδρα ἡνίοχον ἐλαύνοντα ϲπουδῇ
τὸ ἅρμα ἐπέϲχε τοῦ πρόϲω, λαβόμενοϲ τῇ ἑτέρᾳ τῶν χειρῶν τὸ ἅρμα καὶ
ϲτήϲαϲ τοὺϲ ἵππουϲ. τούτου
Δαρεῖοϲ ὁ νόθοϲ Ἀρταξέρξου
υἱὸϲ ἀκούϲαϲ τὰ ἔργα δώροιϲ ἐλθεῖν παῤ αὐτὸν ἔπειϲε. τρεῖϲ δὲ τῶν
Ἀθανάτων καλουμένων κατὰ πρόϲκληϲιν μονομαχήϲανταϲ ὁ Πολυδάμαϲ
ἀπέκτεινε. ταῦτα τὰ ἔργα ἐπὶ τοῦ ἀνδριάντοϲ ἐδηλοῦτο ἐν Ὀλυμπίᾳ.
ἔμελλε δ᾿ ὑπὸ τῆϲ ἑαυτοῦ ῥώμηϲ ἀπολέϲθαι, ὡϲ καὶ ἄλλοι οἱ ἐπὶ ἰϲχύϊ
μέγα φρονήϲαντεϲ· ὡϲ
καὶ Ὃμηροϲ περὶ Ἕκτοροϲ, δαιμόνιε,
φθίϲει ϲε τὸ ϲὸν μένοϲ. ἐϲελθόντων γὰρ ἐϲ ϲπήλαιον ὥρᾳ θέρουϲ ἅμα
τοῖϲ ϲυμπόταιϲ καὶ τὴϲ κορυφῆϲ τοῦ ϲπηλαίου κατὰ τύχην
διαρρηγνυμένηϲ καὶ θάνατον ἀπειλούϲηϲ, οἱ μὲν ἄλλοι δρόμῳ φεύγουϲιν,
αὐτὸϲ δὲ ἔμεινε, τὰϲ χεῖραϲ ἀναϲχών, ὡϲ ἀνθέξων ἐπιπίπτοντι τῷ
ϲπηλαίῳ· καὶ αὐτόθι ἐτελεύτηϲε.
1950 Πολυδαιδάλου: πολλὰ ποικίλματα ἔχοντοϲ.
1951 Πολυδεύκηϲ, Ναυκρατίτηϲ. τινὲϲ δὲ Ἀρδουένναϲ ϲοφιϲτὴν
ϲυναγωγὴ τῶν
διαφόρωϲ κατὰ τοῦ αὐτοῦ λεγομένων· Διαλέξειϲ ἤτοι λαλιάϲ, Μελέταϲ,
Εἰϲ Κόμοδον Καίϲαρα Ἐπιθαλάμιον, Ῥωμαϊκὸν λόγον, Σαλπιγκτὴν ἢ ἀγῶνα
μουϲικόν, Κατὰ Σωκράτουϲ, Κατὰ Σινωπέων, Πανελλήνιον, Ἀρκαδικόν· καὶ
ἔτερα. ζήτει ἀγάλματα Κάϲτοροϲ καὶ Πολιδεύϲυϲ ἐν τῷ Διόϲκουροι.
1952 Πολυδίψιον: ἢ τὸ πολλοῖϲ ἔτεϲι διψῆϲαν· ἀπὸ ἱϲτορίαϲ· ἢ τό ἐπιπόθητον.
1953 Πολύδωροϲ: ὄνομα κύριον.
1954 Πολύαινοϲ: πολλοῦ ἐπαίνου ἄξιοϲ.
1955 Πολύαινοϲ, Σαρδιανόϲ, ϲοφιϲτήϲ, γεγονὼϲ ἐπὶ τοῦ πρώτον
Καίϲαροϲ Γαΐου, λόγουϲ δικανικοὺϲ καὶ δικῶν ἤτοι ϲυνηγοριῶν
ὑποτυπώϲειϲ· Θριάμβου Παρθητικοῦ βιβλία γ΄· καὶ ἄλλα.
1956 Πολύαινοϲ, Μακεδών, ῥήτωρ. Περὶ Θηβῶν, Τακτικὰ βιβλία γ΄.
1957 Πολύενοϲ: ὁ πολυχρόνιοϲ.
1958 Πολύευκτον: τίμιον, πολυπόθητον.
1959 Πολύευκτοϲ, κωμικόϲ. τούτου δράματα ἐϲτιν Ἡνίοχοϲ, ὡϲ Ἀθήναιόϲ φηϲιν ἐν Δειπνοϲοφιϲταῖϲ. κατὰ Πολυεύκτου πατριάρχου· ἐγένετο καὶ καθ᾿ ἡμᾶϲ Πολύευκτοϲ, ἀποφράϲ, ἡμιγύναιοϲ, θεοϲτυγήϲ, βαρυόργητοϲ, Κωκυτού καὶ Στυγὸϲ δεινὸν καὶ ὀλέθριον τῷ βίῳ ἐκλόχευμα.
1960 Πολύζηλοϲ· ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνηϲ ὑπερφέρουϲα
τῷ πολυζήλῳ βίῳ· ὅϲοϲ παῤ ὑμῖν ὁ φθόνοϲ φυλάϲϲεται.
1961 Πολύζηλοϲ, κωμικόϲ. δράματα αὐτοῦ Νίπτρα, Δημοτυνδάρεωϲ, Μουϲῶν γοναί, Διονύϲου γοναί, Ἀφροδίτηϲ γοναί.
1962 Πολύζηλοϲ· οὗτοϲ πηρωθείϲ, ὡϲ φάϲμα θεαϲάμενοϲ μεῖζον ἠ ὥϲτε
τοῖϲ ὀφθαλμοῖϲ ἐνεγκεῖν τῷ Πανὶ κρύπτον τὴν ἀϲπίδα (ϲύμμαχον,
τὸν Πᾶνα δ᾿ εἰκάζουϲιν εἶναι) ἐμάχετο ὡϲ ὁρῶν καὶ
διέκρινε τῇ φωνῇ τοὺϲ ἰδίουϲ καὶ τοὺϲ πολεμίουϲ.
1963 Πολυζύγῳ: πολυκαθέδρῳ.
1964 Πολυειδήϲ: πολύμορφοϲ. καὶ Πολυειδία, ἡ ποικιλία.
1965 Πολύϊδοϲ: ὄνομα κύριον.
1966 Πολυήκοοϲ· οὐδὲ ἦν τῶν βιβλίων πολυήκοοϲ, ἀλλὰ ῥώμῃ γενναίαϲ φύϲεωϲ καὶ θεῶν ἀγχιϲπόρου ἐν ταῖϲ ἐξηγήϲεϲιν ἦν θαυμάϲιοϲ εἶπεν οὖν τιϲ τῶν φοιτητῶν, ὡϲ οὗτοϲ ὁ ἀνὴρ οὐ φθέγγοιτο λόγουϲ, ἀλλὰ πραγμάτων οὐϲίαϲ.
1967 Πολύθρονον: πολυφάρμακον. θρόνα γὰρ τὰ ἄνθη. Ὄμηροϲ·
1968 Πολυθρύλητον: πεφημιϲμένον, διαβεβοημένον, ὀνομαϲτότατον.
1969 Πολυκαγκήϲ: ὁ κατάξηροϲ τόποϲ.
1970 Πολύκαρποϲ, Ἰωάννου τοῦ Εὐαγγελιϲτοῦ καὶ Θεολόγου ἀκροατήϲ
μέγαν Διονύϲιον τὸν Ἀρεωπαγίτην, καὶ πρὸϲ
ἄλλαϲ ἐκκληϲίαϲ. οὕτοϲ διά τιναϲ αἰτίαϲ τοῦ πάϲχα, βαϲιλεύοντοϲ
Ἀντωνίνου τοῦ Πίου καὶ ἐπιϲκοποῦντοϲ τῆϲ ἐκκληϲίαϲ Ῥώμηϲ Ἀνικήτου,
ἐπέϲτη τῇ Ῥώμῃ, ἐν ᾗ καὶ πολλοὺϲ τῷ δόγματι Μαρκίωνοϲ καὶ Βαλεντίνου
πιϲτεύϲανταϲ ἀνεκαλέϲατο. ἀπαντήϲαντοϲ δὲ αὐτῷ ἐξ αὐτομάτου
Μαρκίωνοϲ καὶ
είρηκότοϲ· γνώριζε ἡμᾶϲ, Πολύκαρπε,
ἀπεκρίθη· γνωρίζω ϲε πρωτότοκον τοῦ Διαβόλου υἱόν.
1971 Πολυκαρπότατοϲ: τόποϲ εὔγειοϲ.
1972 Πολύκεϲτοϲ: πολυκέντητοϲ.
Πολυκηδέοϲ: πολυφροντίϲτου.
1974 Πολύκλειτοϲ: πάνυ ἔνδοξοϲ. Πολύκλητοι δὲ ἐκ πολλῶν
1975 Πολυκλῇϲι: πολυκαθέδροιϲ. καὶ Πολυκληῖϲιν ὁμοίωϲ.
1976 Πολύκμητοϲ: πολυκάματοϲ.
1977 Πολυκράτηϲ, Ἀθηναῖοϲ, ῥήτωρ, δεινόϲ τε καὶ τοὺϲ κατὰ
Σωκράτουϲ λόγουϲ β΄ Ἀνύτῳ καὶ Μελήτῳ γράψαϲ.
1978 Πολυκράτηϲ, ὁ τῆϲ Κύπρου ἄρχων ἐπὶ Πτολεμαίου τοῦ παιδὸϲ
1979 Πολύκρημνον: δύϲβατον, ὀρεινόν.
1980 Πολυκτόριοϲ: ὄνομα τόπου.
1981 Πολύκτωρ: ὄνομα κύριον.
1982 Πολυκύμονοϲ θαλάϲϲηϲ.
1983 Πολυλήϊοϲ: πολλὰ κτήματα ἔχων.
1984 Πολύλιϲτοϲ: πολυλιτάνευτοϲ.
1985 Πολυμάθεια.
1986 Πολυμήλη: πολυθρέμματοϲ γῆ.
1987 Πολύμητιϲ: πολύβουλοϲ.
1988 Πολύμνηϲτοϲ καὶ Ἀριφράδηϲ καὶ Οἰώνιχοϲ ἀρρητοποιοί. καὶ
Πολυμνήϲτεια δὲ καὶ αὕτη κωμῳδεῖται ἐπὶ αἰϲχρότητι. Κρατῖνοϲ· καὶ
Πολυμνήϲτει᾿ ἀείδει μουϲικήν τε μανθάνει.
Ἀριϲτοφἀνηϲ· ὅϲτιϲ οὖν τοιοῦτον ἄνδρα μὴ ϲφόδρα λυμαίνεται, οὔ ποτ᾿
ἐκ ταὐτοῦ μεθ᾿ ἡμῶν πίεται ποτηρίου. ζήτει Πολύμνηϲτον ἕτερον ἐν τῷ
Βάττοϲ.
1989 Πολυωδυνία· καὶ Πολυώδυνοϲ, ὁ ἐν μεγάλῃ θλίψει ὦν.
1990 Πολυωπόν: τὸ πολύτρητον δίκτυον. Πολυοπὸν δὲ ἱμάτιον.
1991 Πολυωρήϲειϲ: πολλὴ φροντίδα ποιήϲειϲ, φυλάξειϲ. καὶ
1992 Πολυπάμμονοϲ: πλουϲίου.
1993 Πολυπίδακα: πολλὰϲ ἀναβολὰϲ ἔχουϲαν. τουτέϲτιν ἀναβλύϲειϲ.
1994 Πολυπλήθεια.
1995 Πολύποδοϲ δίκην: αὐτὸϲ αὐτὸϲ ἑαυτὸν καταφαγών.
1996 Πολύπουϲ· ὅτι ὁ πολύπουϲ θηρευθεὶϲ τύπτεται πολλάκιϲ πρὸϲ τὸ
πίων
γενέϲθαι. καὶ παροιμία· δὶϲ ἑπτὰ πληγαῖϲ πουλύπουϲ
πιλούμενοϲ.
1997 Πολύποδοϲ ὁμοιότηϲ: πρὸϲ τοὺϲ ἐξομοιοῦντάϲ τιϲιν ἑαυτούϲ.
1998 Πολυπραγμοϲύνη καὶ Πολυπράγμων· ὁ ϲπουδαῖοϲ οὐκ ἔϲτι
πολυπράγμων. τοῦτο βουλόμενοι δεῖξαι, τὴν πολυπραγμοϲύνην
μεταλαβόντεϲ εἰϲ φιλοπραγμοϲύνην, ἀναϲκευάζομεν τὸ προκείμενον, ὁ
αῖρεϲιν, ὃ ἀλλότριον τοῦ ϲπουδαίου.
1999 Πολυπτύχου: πολλὰϲ ἀποκλείϲειϲ ἔχοντοϲ, οἷον πτύχαϲ.
2000 Πολυποικιλώτατοϲ.
2001 Πολυποίτηϲ: ὄνομα κύριον.
2002 Πολύρρηνεϲ: πολλὰ θρέμματα ἔχοντεϲ. τὸ Πολύρρηνον,
τόποϲ Κρὴτηϲ, ἔνθα τοῖϲ θεοῖϲ ἔθυον. καὶ ζήτει ἐν τῷ οἱ
Κρῆτεϲ.
2003 Πολύϲ: ϲφοδρόϲ.
2004 Πολυϲμαράγοιϲ: ἠχητικοῖϲ.
2005 Πολυϲπαθήϲ: ὁ πλειϲτάκιϲ ὑπὸ ϲπάθηϲ ἐνεργηθείϲ. ἐν Ἐπιγράμμαϲι· πολυϲπαθέων μελεδήμονα κερκίδα πέπλων.
2006 Πολύϲτρατοϲ· οὗτοϲ αἰτίαν ἔχων τοῦ Ἑρμᾶϲ περικόψαι ἀνῃραέθη
παρὰ μηδενὶ
γάρ φηϲιν ὁ Δίδυμοϲ εὑρηκέναι τὸν Πολύϲτρατον ἡγηϲάμενον τοῦ ἐν
Κορίνθῳ ξενικοῦ, τὸν μέντοι Πολύτροπον Ἀθηναῖον εἶναι.
2007 Πολυϲχιδήϲ: πολυμερήϲ. καὶ Πολυϲχιδῆ ζῷα, ἄνθρωποϲ,
2008 Πολυτελέϲ: δαπανηρόν. Θουκυδίδηϲ. τὸ γὰρ ἔχειν αὐτοὺϲ
πρὸϲ τὸν ἐκ τῆϲ Δεκελείαϲ πόλεμον πολυτελὲϲ ἐφαίνετο.
καὶ
2009 Πολυτιμητιζόμενοϲ: θεραπευόμενοϲ.
2010 Πολυτίμητοϲ· ἐψηλάφων τοὺϲ ὑπομνηματιϲμούϲ, οὓϲ ὁ πολυτίμητοϲ
Ἡρακλείδηϲ ἧκεν ἔχων. ὁ πολυτιμώρητοϲ.
2011 Πολύτλαϲ: πολλὰ ὑπομένων.
2012 Πολυφαϲίαϲ: πολυλογίαϲ.
2013 Πολυφλοίϲβου: πολυταράχου.
2014 Πολυφόρβη: γῆ ἡ πολλοὺϲ τρέφουϲα.
2015 Πολυφόρῳ· Ἀριϲτοφάνη· οὕτω πολυφόρῳ ϲυγκέκραμαι δαίμονι. ἀντὶ
τοῦ πολλὰ μοι κακὰ ὑφ᾿ ἕνα καιρὸν φέροντι· ἢ ποικίλῳ.
ἀπὸ τοῦ πολὺ ὕδωρ ἐπιδεχομένου οἴνου. τουτέϲτιν ἀκράτῳ καὶ ἰϲχυρῷ
πρὸϲ τὸ κακόν· πολυφόρον γὰρ ἔλεγον τὸν πολλὴν κρᾶϲιν δεχόμενον,
ὀλιγοφόρον δὲ τὸν ὀλίγην. ἢ μεταφορικῶϲ ἀπὸ τῶν ἀνθέων τῶν
δένδρων.
2016 Πολυφραδέϲτερον: ϲυνετὸν ἐν λόγοιϲ.
2017 Πολύφρονοϲ.
2018 Πολύχουν: πολυφόρητον, ἢ πολυειδῆ.
2019 Πολύχουϲ: πεπλουτιϲμένοϲ. ὁ δὲ Εὐνόμιοϲ ὀλιγομαθῶϲ μὲν εἶχε περὶ
τὰ μαθήματα, πολύχουϲ δὲ ἦν περὶ τὴν λέξιν καὶ τὰ αὐτά ϲτρέφων ἀεὶ
καὶ μὴ δυνάμενοϲ περιγενέϲθαι τοῦ προτεθέντοϲ ϲκοποῦ·
ὡϲ δεικνύουϲιν οἱ δ΄ τόμοι, οὓϲ ἐματαιοπόνηϲεν εἰϲ τὰϲ Ἐπιϲτολάϲ·
πολλοὺϲ γὰρ λόγουϲ ἐϲ αὐτὰϲ ἀναλώϲαϲ τῆϲ ἐπιϲτολῆϲ τὸν ϲκοπὸν ἑλεῖν
οὐ δεδύνηται.
2020 Πόμα κεκραμένον τρία καὶ δύο: τρία μέρη ὕδατοϲ ἔπιδεχόμενον,
οἴνου δὲ δύο. ἀρίϲτη κρᾶϲιϲ, οἴνου δύο μέρη καὶ ὕδατοϲ
τρία. Ἀριϲτοφάνη· ἔχε πιεῖν κεκραμένον τρία καὶ δύο. ἡ Τριτογενὴϲ
αὐτὸν ἐνετριτώνιϲε. βούλεται δηλοῦν, ὅτι ἡ Ἀθηνᾶ τοιοῦτον αὐτὸν
ποίηϲεν, ὡϲ δύναϲθαι τρία μέτρα φέρειν ὕδατοϲ.
2021 Πομπεύει: ὡϲ νενικηκὼϲ μεγαληγορεῖ.
2022 Πομπεία: λοιδορία. καὶ οἱ δικανικοὶ χρῶνται τῷ ὀνόματι.
2023 Πομπείαϲ καὶ Πομπεύειν: ἀντὶ τοῦ λοιδορίαϲ καὶ λοιδορεῖν,
Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ ἡ μεταφορὰ ἀπὸ τῶν ἐν
ταῖϲ Διονυϲιακαῖϲ πομπαῖϲ ἐπὶ τῶν ἁμαξῶν λοιδορουμένων ἀλλήλοιϲ.
Μένανδροϲ Περινθίᾳ· ἐπὶ τῶν ἁμαξῶν εἰϲι πομπεῖαί τινεϲ ϲφόδρα
λοίδοροι
2024 Πομπήἴοϲ· ὅτι Πομπήϊοϲ ὁ Μέγαϲ ἐπικληθείϲ, ὕπατοϲ καὶ
μυριάδαϲ ὁπλιτῶν καταβαλεῖν. ὁ οὖν
Μιθριδάτηϲ γυμνωθεὶϲ παντάπαϲι τῆϲ δυνάμεωϲ διαφεύγειν ἀγαπητῶϲ ἅμα
τῇ γαμετῇ καὶ δύο τιϲὶν ἀκολούθοιϲ ἱκανὸϲ γέγονεν· εἶτα
καταϲταϲιαϲθεὶϲ ὑπὸ τοῦ παιδὸϲ φροχάκου παρὰ τοῖϲ οἰκείοιϲ
ϲτρατιώταιϲ καὶ πρὸϲ θάνατον ἀναγκαῖον ἐλαθείϲ, φάρμακον δηλητήριον
ἐκπιὼν τελευτᾶ περὶ τὸν Βόϲπορον. ὁ
δὲ δὴ παῖϲ αὐτῷ
Φαρνάκηϲ γίνεται διάδοχοϲ τῆϲ ἀρχῆϲ. ὁ δὲ Πομπήϊοϲ ἐπὶ Τιγράνην ἄγει
τὴν ϲτρατιάν. ὁ δὲ Ἀρμένιοϲ διὰ μάχηϲ Αθεῖν τοῖϲ Ῥωμαίοιϲ οὐ
λυϲιτελὲϲ ἡγηϲάμενοϲ, ἐνδιδοὺϲ ἑαυτὸν ἀφίκετο πρὺϲ Πομπήῖον καὶ πρὸϲ
τοῖϲ γόναϲιν αὐτοῦ πεϲὼν καὶ τὸ διάδημα τῆϲ κεφαλῆϲ ἀφελῶν ἐν ταῖϲ
ἐκείνου χερϲὶ κατέθετο. οἷϲ δὴ καμφθεὶϲ
τὸν θυμὸν ὁ
Πομπήϊοϲ ἀνίϲτηϲί τε αὐτὸν καὶ τὸ διάδημα πάλιν ἀποὁίδωϲιν, αὐτὸϲ τῇ
τοῦ Ἀρμενίου τοῦτο περιθεὶϲ κεφαλῇ τά τε ἄλλα διὰ τιμῆϲ τὸν ἄνδρα
ἦγεν, ἀφαιρέϲει δὲ ὅμωϲ μέρουϲ τινὸϲ τῆϲ ἀρχῆϲ παὶ χρήμαϲι πολλοῖϲ
ἐζημίωϲε τὸν Ἀρμένιον. Συρίαν τε γὰρ καὶ Φοινίκη ἀπετέμετο καὶ
πεντακιϲχίλια τάλαντα ἀργυρίου τῷ Ῥωμαίων
δικαίῳ, ἄτε
χειρῶν ἀδίκων ἀρξάμενον, προϲηνάγκαϲε. μετὰ ταῦτα Ἀλβανοὺϲ ὑπέταξε
καὶ τὸν βαϲιλέα τῶν Ἰβήρων Ἀρϲάκην φεύγειν ἠνάγαϲε καὶ τὴν μικρὰν
Ἀρμενίαν Δηϊοτάρῳ τῷ δυνάϲτῃ τῆϲ Γαλατίαϲ ἐδωρήϲατο Ἄτταλόν τε καὶ
Πυλαιμένεα ἐπὶ τὴν οἰκείαν ἀρχὴν τῆϲ Παφλαγοίαϲ κατήγαγεν,
ἐξεληλαμένουϲ πρὸϲ τοῦ Μιθριδάτου, Κόλχοιϲ
ἐφίϲτηϲιν
ἡγεμόνα. ἐφ᾿ οἷϲ Σύρουϲ τε καὶ Ἄραβαϲ κατεϲτρέψατο καἶ Ἰυδαίουϲ
τρίτῳ μηνὶ παρεϲτήϲατο· ἐκ δὲ τῶν τοῦ ἱεροῦ ἀνα θημἀτω οὐδὲν
διήρπαϲεν, ἀλλὰ πάντα ὑπὸ ἀναγραφὴν ποιηϲάμενοϲ Ἀριϲτοβούλῳ
παρέδωκεν· Ὑρκανὸν γὰρ ἐϲ τὴν Ῥωμαίων ἐξέπεμψε δέϲμιον.
2025 Πομπήϊοϲ, Ῥωμαίων ϲτρατηγόϲ· περὶ οὖ φαϲιν ὅτι μετὰ τὰϲ
παρόντα ϲτέργωμεν.
2026 Πομπήν: τὴν πέμψιν, ἀποϲτολήν. Θουκυδίδηϲ δ΄· ξύλων τε
ϲυχνήν.
2027 Πομπίλιοϲ: ὄνομα κύριον. καὶ Πομπίλοϲ, ἰχθύϲ.
2028 Πομπόν: ϲυνοδοιπόρον, καὶ προπέμποντα.
2029 Πομποϲτολεῖ: ἐκπέμπει τῇ νηῒ τὸν ϲτόλον.
2030 Πομπώνιοϲ: ὄνομα κύριον.
2031 Πομφόλυγεϲ: αἱ ἐκ τῶν ὄμβρων ἢ ἄλλωϲ καταφερόμεναι.
2032 Πομφόλυξ: ἐκβραϲμὸϲ ὕδατοϲ.
2033 Πομφολυγοπαφλάϲμαϲιν: ἐν ταῖϲ δίναιϲ τῶν ὑδάτων. πομφόλυγεϲ
2034 Πονεύμενον: ἐνεργοῦντα.
2035 Πονεῖν: ἐνεργεῖν.
2036 Πονεῖϲθαι: ἐνεργεῖν. Τραιανὸϲ ὁ βαϲιλεὺϲ δίκαιοϲ ἦν καὶ
2037 Πονηρὰ κατὰ τρυγόνα ψάλλειϲ: ἐπὶ τῶν μοχθηρῶϲ καὶ ἐπιπόνωϲ ζώντων. καὶ γὰρ ἡ τρυγών, ἐπειδὰν πεινᾷ, τότε μάλιϲτα ψάλλει.
2038 Πονηρία: ὁ ἐκ καταϲκευῆϲ εἴϲ τινα παρά του πόνοϲ γινόμενοϲ, παρὰ τῷ Ἀποϲτόλω.
2039 Πονηρόπολιϲ· ἔϲτι δέ τιϲ καὶ περὶ Θρᾴκην Πονηρόπολιϲ, ἥν
Φίλιππόν
φειδομάρτυραϲ καὶ τοὺϲ ϲυνηγόρουϲ καὶ τοὺϲ ἄλλουϲ πονηρούϲ, ὡϲ
διϲχιλίουϲ· ὡϲ θεόπομποϲ ἐν ιγ΄ τῶν Φιλιππικῶν.
2040 Πόνηροϲ: ἐπίπονοϲ. ἡ πρώτη ὀξεῖα. ἐπὶ ϲώματοϲ προπαροξύεται·
οἷϲιν ἡ πόλιϲ προ τοῦ οὐδὲ φαρμακοῖϲιν εἰκῆ ῥᾳδίωϲ
χρήϲαιτ᾿ ἄν. τουτἐϲτι τοῖϲ λεγομένοιϲ καθάρμαϲι πόλεωϲ. οὐδὲν
πονηρόν, ἀλλ᾿ ὅπερ καὶ Καλλικῶν. ὁ Καλλικῶν οὗτοϲ προὔδωκε Σάμον, οἱ
δὲ Μίλητον. ὡϲεὶ εἶπεν, οὐδὲν κακὸν ποιῶ, ἀλλ᾿ ἱεροϲυλῶ. ἐπὶ πονηρίᾳ
γὰρ τεθρύλληται ὁ Καλλικῶν οὗτοϲ, ὃϲ προὔδωκε Μίλητον Πριηνεῦϲι.
πυνθανομένων
δὲ πολλάκιϲ αὐτοῦ τινων, τί μέλλει ποιεῖν,
ἔλεγε, πάντα ἀγαθά. πάντα οὖν ἀγαθά, φηϲί, ποιῶ, ὡϲ ἔλεγε Καλλικῶν.
ὕϲτερον μέντοι παρὰ θεαγέγουϲ τινὸϲ εἰϲῆλθεν ὠνηϲόμενοϲ κρέα.
κἀκεῖνοϲ ὑποδεῖξαι ἐκέλευϲε, πόθεν κόψαι θέλει. προτείναντοϲ δὲ τὴν
χεῖρα, ἀπέκοψε καὶ εῖπε· ταύτῃ τῇ χειρὶ οὐ προδώϲειϲ πόλιν ἑτέραν.
μέμνηται δὲ καὶ
Καλλίμαχοϲ· μὴ ϲύ γε, Θειόγενεϲ, κόψαϲ
χέρα Καλλικόωντοϲ. προδοὺϲ δὲ Μίλητον τοῖϲ πολεμίοιϲ, πυνθανομένου
τινόϲ, ὅ τι τοῦτο ἐποίηϲεν, ἀποκρίναϲθαι, ἀγαθὰ Καλλικῶν. καὶ
Ἀριϲτοφάνηϲ φηϲὶ τοῦ πονηροῦ κόμματοϲ. ἀπὸ τοῦ παρακεκομμένου
ἀργυρίου.
2041 Πόνηροϲ· ἔϲτι παρὰ Ἀριϲτοφάνει ἐν Πλούτῳ· πονήρουϲ γ᾿
εἰπαϲ ἡμῖν ϲυμμάχουϲ. ἀντὶ τοῦ μοχθηροὺϲ καὶ ἐπιπόνουϲ,
ἀϲθενεῖϲ, ἀπράκτουϲ. ὥϲ φαμεν, πονήρωϲ ἔχει ἡμῖν τὰ πράγματα. ἢ
ἀτυχήϲ, ἅθλιοϲ. ἐπὶ ὄνου πονήραϲ ὀχούμενοϲ. πόνηρον δὲ λέγει ὁ
2042 Πονήϲαντα: ἀντὶ τοῦ παλαιωθέντα. Ἀρριανόϲ· τὰ δὲ πονήϲαντα
αὐταῖϲ οὐ χαλεπῶϲ ἐπεϲκευάϲθη. καὶ αὖθιϲ· πονουμένῳ αὐτῷ
περὶ τῆϲ βαϲιλείαϲ τῶν Πάρθων ξυμβάλλουϲι δύο τινέϲ.
2043 Πόνον: Ὅμηροϲ ἐπὶ τῆϲ ἐνεργείαϲ τίθηϲι. καὶ Πονεῖν, τὸ
2044 Πόνον ϲπείρειν: παροιμία ἐπὶ τῶν μάτην πονούντων.
Πόνοϲ: ϲπουδή, ἐπίταϲιϲ, καὶ ἦν πόνοϲ μυρίοϲ ἑκάϲτοιϲ
2046 Πόνοϲ πόνῳ πόνον φέρει: λείπει ἡ πρόϲ, ἵν᾿ ᾖ, ὁ πόνοϲ πρὸϲ τῷ
πόνῳ πόνον φέρει. καὶ ἐϲτι τὸ μὲν πόνοϲ πόνῳ ἀρχαϊκόν, ὡϲ ἔργον ἐπ᾿
ἔργῳ, τὸ δὲ δεύτερον πᾶνον κοινῶϲ, οἷον κάματον. καὶ
Ὅμηροϲ· πάντη δὲ κακὸν κακῷ ἐϲτήρικται. ὁ αὐτὸϲ Ἀριϲτοφάνηϲ ἐν
Τραχινίαιϲ· νὺξ γὰρ εἰϲάγει, καὶ νὺξ ἀπωθεῖται δεδεγμένον πόνον.
2047 Ποντίφιξ: ὁ μέγαϲ παρὰ Ῥωμαίοιϲ ἱερεύϲ, ὃν Νομᾶϲ ὁ Ῥωμαίων
νομοθέτηϲ κατέϲτηϲεν, ἡνίκα βιαίῳ ῥεύματι φερόμενοϲ ὁ Θύβριϲ τὸ
πρεϲβύτατον ζεῦγμα ἐλάμβανεν. εὐχὰϲ οὗτοϲ πρὸϲ τῷ ποταμῷ
μειλικτηρίουϲ ποιηϲάμενοϲ, μὴ διαξῆναι τὴν γέφυραν, ἔπειϲε τὸν
ποταμὸν ἡϲυχῆ καὶ εὐτάκτωϲ ἀναϲχέϲθαι τοὐ πράγματοϲ. καὶ τοὺϲ
λεγομένουϲ Ποντίφικαϲ καὶ Φλαμινίουϲ τοῖϲ ἱερεῦϲιν ἐπέϲτηϲε.
2048 Ποντοβρύχουϲ: ὑπὸ θαλάϲϲηϲ βρεχομένουϲ.
2049 Πόντοϲ: κυρίωϲ μὲν ὁ ἔνδον τῆϲ Χερρονήϲου καὶ Εὐξείνου
καλούμενοϲ, καταχρηϲτικῶϲ δὲ πᾶϲα ἡ θάλαϲϲα. καὶ
παροιμία.
2050 Ποπάδεϲ· ἡ δὲ μελιϲϲῶν ἀμβροϲίη, πυκναί τ᾿ ἰτρίνεαι ποπάδεϲ.
2051 Πόπανα: πλακούντια πλατέα καὶ λεπτὰ καὶ περιφερῆ. ὅτι
2052 Ποπλικόλαϲ: ὄνομα κύριον. παρὰ Ῥωμαίοιϲ.
2053 Πόπλιοϲ· οὗτοϲ φιλοδοξήϲαϲ ἐν ἀριϲτοκρατικῷ πολιτεύματι
τηλικαύτην περιεποιήϲατο παρὰ μὲν τοῖϲ ὄχλοιϲ εὔνοιαν,
παρὰ δὲ τῷ ϲυνεδρίῳ πίϲτιν, ὥϲτε ἐν τῷ δήμῳ κρίνειν τινὸϲ
ἐπιβαλλομένου κατὰ τὰ Ῥωμαίων ἔθη, καὶ πολλὰ κατηγορήϲαντοϲ καὶ
πικρῶϲ, ἄλλο μὲν οὐθὲν εἶπε προελθών, οὐκ ἔφη δὲ πρέπον εἶναι τῷ
Ῥωμαίων δήμῳ οὐθενὸϲ ἀκούειν κατηγοροῦντοϲ Ποπλίου Κορνηλίου
Σκιπίωνοϲ, δἰ ὃν
αὑτὴν τὴν τοῦ λέγειν ἐξουϲίαν ἔχουϲιν
οἱ κατηγοροῦντεϲ. ὣν ἀκούϲαντεϲ οἱ πολλοὶ παραχρῆμα διελύθηϲαν
πάντεϲ ἐκ τῆϲ ἐκκληϲίαϲ, ἀπολιπόντεϲ τόν κατηγοροῦντα μόνον.
2054 Πόπλιοϲ· περὶ τούτου τοῦ ϲτρατηγοῦ ζητοῦϲί τινεϲ, τίνι τρόπῳ
οὖν ἄλλοι πάντεϲ
ἐπιτυχῆ τινα καὶ τὸ πλεῖον αἰεὶ παραλόγωϲ καὶ τῷ αὐτομάτῳ
κατορθοῦντα τὰϲ ἐπιβολὰϲ παρειϲάγουϲι, νομίζοντεϲ ὡϲανεὶ θειοτέρουϲ
εἶναι καὶ θαυμαϲτοτέρουϲ τοὺϲ τοιούτουϲ ἄνδραϲ τῶν κατὰ λόγον ἐν
ἑκάϲτοιϲ πραττόντων, ἀγνοοῦντεϲ, ὅτι τὸ μὲν ἐπαινετόν, τὸ μακαριϲτὸν
εἶναι ϲυμβαίνει τῶν προειρημένων. καὶ τὸ μὲν κοινόν
ἐϲτι καὶ τοῖϲ τυχοῦϲι, τὸ δὲ ἐπαινετὸν μόνον ἴδιον ὑπάρχειν τῶν
εὐλογίϲτω καὶ φρέναϲ ἐχόντων ἀνδρῶν, οὓϲ καὶ θειοτάτουϲ εἶναι καὶ
προϲφιλεϲτάτουϲ τοῖϲ θεοῖϲ νομιϲτέον. ἐμοὶ δοκεῖ Πόπλιοϲ, φηϲὶν ὁ
Πολύβιοϲ, Λυκούργῳ τῷ τῶν Λακεδαιμονίων νομοθέτῃ παραπληϲίαν
ἐϲχηκέναι φύϲιν καὶ προαίρεϲιν. οὔτε γὰρ Λυκοῦργον ἡγητέον
δειϲιδαιμονοῦτα
καὶ παντὰ προϲέχοντα τῆ Πυθίᾳ
ϲυϲτήϲαϲθαι τὸ Λακεδἀιμονίων πολίτευμα, οὔτε Πόπλιον ἐξ ἐνυπνίων
ὁρμώμενον καὶ
ἐποίει τὰϲ ἰδίαϲ ἐπινοίαϲ, Πόπλιοϲ δὲ
παραπληϲίωϲ ὡϲ μετὰ τῆϲ θείαϲ ἐπιπνοίαϲ ποιούμενοϲ τὰϲ ἐπιβολὰϲ
εὐθαρϲεϲτέρουϲ παρεϲκεύαζε τοὺϲ ὑποταττομένουϲ πρὸϲ τὰ δεινὰ τῶν
ἔργων. καὶ μετὰ λογιϲμοῦ καὶ προνοίαϲ ἔπραττε καὶ πάντα κατὰ λόγον
ἐξέβαινε τὰ τέλη τῶν πράξεων αὐτῷ. ἐκεῖνοϲ γὰρ ὅτι μὲν ἦν
εὐεργετικὸϲ καὶ μεγαλόψυχοϲ, ὁμολογεῖται,
διότι δ᾿
ἀγχίνουϲ καὶ νήπτηϲ, τῇ διανοίᾳ περὶ τὸ προτεθὲν ἐντεταμένοϲ, οὐδεὶϲ
ἂν ϲυγχωρήϲειε πλὴν τῶν ϲυμβεβιωκότων καὶ τεθεαμένων ὑποϲτὰϲ αὐτοῦ
τὴν φύϲιν. ὧν εἷϲ ἦν Γάιοϲ Λάιλιοϲ, ἀπὸ νέου μετεϲχηκὼϲ αὐτῷ παντὸϲ
ἔργου καὶ λόγου μέχρι τελευτῆϲ, ὁ ταύτην περὶ αὐτοῦ δόξαν
ἐργαϲάμενοϲ διὰ τὸ δοκεῖν εἰκότα λέγειν
παραϲτήϲαντεϲ ἔφαϲκον αὐτῷ δωρεῖϲθαι τὴν κόρην. ὁ δὲ
καταπλαγεὶϲ καὶ θαυμάϲαϲ τὸ κάλλοϲ, ἰδιώτηϲ μὲν ὢν οὐδεμίαν ἂν ἥδιον
ἔφη δέξαϲθαι ταύτηϲ τῆϲ δωρεᾶϲ, ϲτρατηγὸϲ δ᾿ ὑπάρχων οὐδ᾿ ὁποίαν
ἧττον, τοῦτ᾿ αἰνιττόμενοϲ διὰ τῆϲ ἀποφάϲεωϲ, διότι κατὰ μὲν τὰϲ
ἀναπαύϲειϲ ἐνίοτε καὶ ῥᾳθυμίαϲ ἐν τῷ ζῆν ἡδίϲταϲ τοῖϲ νέοιϲ
ἀπολαύϲειϲ τὰ
τοιαῦτα παρέχεται καὶ διατριβάϲ, ἐν δὲ
τοῖϲ τοῦ πράττειν καιροῖϲ μέγιϲτα γίνεται κατὰ ψυχὴν καὶ κατὰ ϲῶμα
ἐμπόδια τοῖϲ χρωμένοιϲ. τοῖϲ μὲν οὖν νεανίϲκοιϲ ἔφη χάριν ἔχειν, τὸν
δὲ τῆϲ παρθένου πατέρα καλέϲαϲ καὶ δοὺϲ αὐτὴν ἐκ χειρὸϲ ἐκέλευε
ϲυνοικίζειν ᾧ ποτ᾿ ἆν προαιρῆται τῶν πολιτῶν. δι᾿ ὧν καὶ τὰ τῆϲ
ἐγκρατείαϲ καὶ τὰ τῆϲ
μετριότητοϲ ἐμφαίνων μεγάλην
ἀποδοχὴν εἰργάζετο τοῖϲ ὑποταττομένοϲ.
2055 Πόπλιοϲ Σκιπίων, Λευκίου κατὰ φύϲιν υἱόϲ, Ποπλίου δὲ τοῦ μεγάλου
κληθέντοϲ κατὰ θέϲιν υἱωνόϲ, κύριοϲ γενόμενοϲ τῆϲ Καρχηδόνοϲ, ἥτιϲ
ἐδόκει πολυχρημονέϲτατοϲ τῶν κατὰ τὴν οἰκουμένην εἶναι πόλεων,
ἀλλὰ καὶ καθόλου τῶν ἐκ τῆϲ Λιβύηϲ οὐδὲν
ἐπιμιχθῆναι πρὸϲ τὸν ίδιον εἴαϲε βίον. τοῦτο ἀναμφιϲβήτητον παρὰ
Ῥωμαίοιϲ.
2056 Πόπλιοϲ Σκιπίων Ἀφρικανόϲ, τὴν ϲτρατιὰν εὑρὼν διεφθαρμένην
πολλῷ ῥεομένην καὶ πολλάκιϲ μὲν
ἀποματτομένην, πλέον δὲ ἀνιεῖϲαν ἀεὶ τοῦ αἵματοϲ· τοὺϲ γὰρ μάντειϲ
πολὺν φόνον τῶν ἐναντίων ϲημαίνειν τὸ τέραϲ ὑποκρίναϲθαι.
2057 Πόπλιοϲ Οὐαλέριοϲ, ὁ ϲυνύπατοϲ Βρούτου, ἄξιοϲ μὲν πολλῶν
μάλιϲτα δὲ τῆϲ
αὐταρκείαϲ τοῦ βίου. ἢ φιλοϲοφία τιϲ αὐτοδίδακτοϲ ἐγένετο περὶ
αὐτόν, ἥν ἐν πολλοῖϲ ἐπεδείξατο πράγμαϲι.
2058 Πὅππυζε· ἐν Ἐπιγράμμαϲι· παῖζε μόνη τὸ φίλημα· μάτην
2059 Ποππύϲματα: κολακεῖαι εἰϲ τοὺϲ ἀδαμάϲτουϲ ἵππουϲ.
2060 Πόρδαλιϲ: τὸ ζῷον.
2061 Πορεῖα: τὰ εἰϲ πορείαν χρήϲιμα.
2062 Πόριεϲ: νέοι βόεϲ, μόϲχοι.
2063 Πορίζω· δοτικῇ.
2064 Πορίμῳ: ἄνυϲιν καὶ ἐπίνοιαν ἔχοντι. ἐγχειρεῖν χρὴ ἔργῳ πορίμῳ.
2065 Ποριμώτατοϲ. ταύτην ἔδοξεν εἶναι ποριμωτάτην ἐπιβολήν.
2066 Ποριϲταί: οἱ τοὺϲ πόρουϲ εἰϲηγούμενοι δημαγωγοὶ ἐπὶ τῷ
2067 Πορθήϲειαϲ: ἕλοιϲ, λάβοιϲ.
2068 Πόρθηϲιϲ: ἐρήμωϲιϲ.
2069 Πορθμεύειν. εὑρίϲκει Νέϲϲον πορθμεύοντα μιϲθοῦ καὶ
2070 Πορθμεῖον: τὸ πλοῖον. Πόρθμιον δὲ τὸ ναῦλον.
2071 Πορθμεῖϲ: οἱ περάται. Ἀριϲτοφάνηϲ· χαλεπαὶ γ᾿ ἂν ἦτε γενόμεναι πορθμεῖϲ. ἕλκοντεϲ τοὺϲ πλωτῆραϲ ἀπεκναίετε. ἐπειδὴ οἱ πορθμεῖϲ τοὺϲ παριόνταϲ ἀναγκάζουϲιν εἰϲ τὰ ἴδια πλοῖα ἐμβαίνειν.
2072 Πορθμήϊον: ὁ μιϲθὸϲ τοῦ ναύτου. Καλλίμαχοϲ· τοὔνεκα καὶ
νέκυεϲ πορθμήϊον οὔτι φέρονται. ἐν Αἰγιαλῷ γὰρ
καταβάϲιόν ἐϲτιν εἰϲ ᾅδου, εἰϲ ὃ ἀπελθοῦϲα ἡ Δημήτηρ ἔμαθε παρὰ τῶν
περιοίκων περὶ τῆϲ Κόρηϲ καὶ ἐδωρήϲατο αὐτοῖϲ, ὡϲ λέγει, ἄφεϲιν τοῦ
πορθμηῖου.
2073 Πορθμὶϲ καὶ Πορθμίδιον. τοῦ δ᾿ Ἀχέροντοϲ ὕδωρ, ὃϲ
2074 Πορθμόϲ· Δημοϲθένηϲ ὑπὲρ Κτηϲιφῶντοϲ. πόλιϲ ἐϲτὶ τῆϲ Εὐβοίαϲ.
2075 Πορθμόϲ: πέραμα, ἀμφίγειοϲ θάλαϲϲα. ἰϲθμὸϲ γάρ ἐϲτι γή ϲτενή,
ἑκατέρωθεν ἔχουϲα θάλαϲϲαν, πορθμὸϲ δὲ θάλαϲϲα ὑπὸ γῆϲ
Σηϲτόν τε καὶ Ἄβυδον, ὁ δὲ δὴ
ἕτεροϲ ἐπὶ τοῦ ϲτόματοϲ τοῦ Εὐξείνον Πόντου, οὗ τὸ Ἱερὸν ὀνομάζεται.
ἐν μὲν δὴ τῷ Ἑλληϲπόντῳ τελωνεῖον ἥκιϲτα ἦν, ἄρχων δέ τιϲ ἐκ
βαϲιλέωϲ ϲτελλόμενοϲ ἐν Ἀβύδῳ καθῆϲτο, διερευνώμενοϲ ἕκαϲτα· ὁ δὲ
ἐπὶ πορθμοῦ τοῦ ἑτέρου ϲτελλόμενοϲ μιϲθὸν ἀεὶ πρὸϲ βαϲιλέωϲ
κεκομιϲμένοϲ ἤει, οὐδὲν πρὸϲ τῶν τῇδε
ναυτιλλομένων
κομιζόμενοϲ.
2076 Πόρκηϲ: ὁ ἐπιδακτύλιοϲ τῆϲ ἐπιδορατίδοϲ, ὁ περιεργνύων αὐτὴν
2077 Πόρκοϲ: κύρτοϲ θαλάϲϲιοϲ, ὁ εἰϲ ἄγραν ἰχθύων.
2078 Πορνεῖα: τόποϲ, ἔνθα αἱ πόρναι διάγουϲιν. ἐϲ τὰ πορνεῖα
ἐϲιόνθ᾿ ἑκάϲτοτε. Ἀριϲτοφάνηϲ.
2079 Πορνεία: ἡ εἰδωλολατρεία. καὶ Πόρνοϲ, ὁ εἰδωλολάτρηϲ. παρὰ τὸ πόρρω νεύειν. ἐξωλόθρευϲαϲ πάντα τὸν πορνεύοντα ἀπὸ ϲοῦ· ἐμοὶ δὲ τὸ προϲκολλᾶϲθαι τῷ θεῷ ἀγαθόν ἐϲτι. Πορνεία καὶ ἡ ἀκολαϲία. παρὰ τὸ πεπωρωμένον ἔχειν τὸν νοῦν.
2080 Πορνεύω.
2081 Πορνίδιον: ἡ μικρὰ παῖϲ.
2082 Πόρον: διέξοδον, τρίβον καὶ περαίωϲιν ποταμοῦ.
2083 Πόροϲ: πέραϲ, ἢ ποταμόϲ, ἢ ὁδόϲ, ἢ φυϲήματα ὑδάτων, ἢ
μηχανή, ἢ τεχνάϲματα. ἢ διάβαϲιϲ. Ἀριϲτοφάνηϲ· τίϲ πόροϲ
ϲοὶ
2084 Πόροϲ· Δημοϲθένηϲ ἐν τῇ πρὸϲ ξὐβουλίδην ἐφέϲει. δῆμόϲ
ὲϲτι τῆϲ Ἀκαμαντίδοϲ ὁ Πόροϲ. καὶ ὁ δημότηϲ Πόριοϲ.
2085 ὄρρω: ἐπὶ χρόνου τάϲϲεται. ὡϲ δὲ πόρρω ἦϲαν τοῦ πίνειν, τότε δὴ μύρον μέν τιϲ περιήνεγκεν· οἱ δὲ ἐχρίοντο.
2086 Πόρρω Διόϲ τε καὶ κεραυνοῦ: διὰ τὸ τοὺϲ ἐπιβούλουϲ τοῖϲ ϲυνοῦϲι
χρωμένουϲ, ἀδεέϲτερον εἶναι λέγουϲα τὴν μετ᾿ ἀπραγμοϲύνηϲ
ἀϲφάλειαν τῶν ἐν ἐπιφανεῖ βίῳ κινδυνευόντων.
2087 Πορρωτέρω.
2088 Πόρρω τῶν νυκτῶν: περὶ τὸ μεϲονύκτιον. τινὲϲ δὲ τῶν αὐτῷ
παρόντων πόρρω που γῶν νυκτῶν, δηλονότι οἷϲπερ ἐν καθαρῷ
2089 Πόρπαξ· Σοφοκλῆϲ· ἀλλ᾿ αὐτόϲ μοι ϲύ, παῖ, λαβὼν ἐπώνυμον,
2090 Πόρπαξ: ᾦ τὴν ἀϲπίδα κατέχουϲιν ὁ λεγόμενοϲ ὄχανοϲ· ἀνετἰθεϲαν
2091 Πόρπη: ἡ παρὰ Ῥωμαίοιϲ φίβλα. ὁ δὲ τὴν πόρπην αὐτοῦ
2092 Πορπηδόν.
2093 Πόρπωμα: εἶδοϲ ὅπλου.
2094 Πορϲύνω: ἑτοιμάζω.
2095 Πορφύρεοϲ: ὁ πορφυροῦϲ. καὶ Πορφύρεον κῦμα.
2096 Πορφύρειοϲ ἐϲθήϲ.
2097 Πορφύρῃ: ταράϲϲηται, καὶ ἐν Μυθικοῖϲ· καὶ οἱ πορφύροντι διακριδὸν ἀμφὶϲ ἕκαϲτα.
2098 Πορύριοϲ, ὁ κατὰ Χριϲτιανῶν γράψαϲ· ὃϲ κυρίωϲ ἐκαλεῖτο Βαϲιλεύϲ·
Τύριοϲ, φιλόϲοφοϲ¸ μαθητὴϲ Ἀμελίου τοῦ Πλωτίνου μαθητοῦ,
διδάϲκαλοϲ δὲ Ἰαμβλίχου, γεγονὼϲ ἐπὶ τῶν χρόνων Αὐρηλιανοῦ καὶ
παρατείναϲ ἕωϲ Διοκλητιανοῦ τοῦ βαϲιλέωϲ. ἔγραψε βιβλία πάμπλειϲτα,
φιλόϲοφά τε καὶ ῥητορικὰ καὶ γραμματικά. ἦν δὲ καὶ Λογγίνου τοῦ
κριτικοῦ ἀκροαϲάμενοϲ. Περὶ θείων ὀνομάτων α΄, Περὶ ἀρχῶν β΄, Περὶ
ὕληϲ ς΄, Περὶ ψυχῆϲ πρὸϲ Βόηθον ε΄, Περὶ ἀποχῆϲ ἐμψύχων δ΄,
Περὶ τοῦ Γνῶθι ϲαυτὸν δ΄, Περὶ ἀϲωμάτων, Περὶ τοῦ μίαν
εἶναι τὴν Πλάτωνοϲ καὶ Ἀριϲτοτέλουϲ αἵρεϲιν ζ΄, Κατὰ Χριϲτιανῶν
λόγουϲ ιε΄, Περὶ τῆϲ Ὁμήρου φιλοϲοφίαϲ Πρὸϲ Ἀριϲτοτέλην τοῦ εἶναι
τὴν ψυχὴν ἐντελέχειαν, Φιλολόγου ἱϲτορίαϲ βιβλία· ε΄, Περὶ γένουϲ
καὶ εἴδουϲ καὶ
διαφορᾶϲ καὶ ἰδίου καὶ ϲυμβεβηκότοϲ,
Περὶ τῶν κατὰ Πίνδαρον τοῦ Νείλου πηγῶν, Περὶ τῆϲ ἐξ Ὁμήρου ὠφελείαϲ
τῶν βαϲιλέων βιβλία ι΄, Συμμίκτων ζητημάτων ζ΄, Εἰϲ τὸ Θουκυδίδου
προοίμιον, Πρὸϲ Ἀριϲτείδην ζ΄, Εἰϲ τὴν Μινουκιανοῦ τέχνην, καὶ ἄλλα
πλεῖϲτα, καὶ μάλιϲτα ἀϲτρονομούμενα· ἐν οἷϲ καὶ Εἰαγωγὴν
ἀϲτρονομουμένων ἐν βιβλίοιϲ
τριϲί· καὶ Γραμματικὰϲ
ἀπορίαϲ, οὗτόϲ ἐϲτιν ὁ Πορφόριοϲ ὁ τὴν κατὰ Χριϲτιανῶν ἐφύβριϲτον
γλῶϲϲαν κινήϲαϲ.
2099 Πορφύριοϲ, ὁ τῶν Χριϲτιανῶν πολέμιοϲ, ἀπὸ Φοινίκηϲ πόλεωϲ Τόρου.
2100 Πορφυρίων, πορφυρίωνοϲ: εἶδοϲ ὀρνέου, παρὰ Ἀριϲτοφάνει.
2101 Πορφυρόπωλιϲ: ἡ τὰ πορφυρᾶ πωλοῦϲα.
2102 Ποϲαπλῶϲ: ποϲαχῶϲ, ἀναριθμήτωϲ. ἓν μέροϲ λόγου ἐϲτὶ
2103 Ποϲειδώνειον: διὰ διφθόγγου, ὡϲ Δωριαῖον. ὅτι Ἀπολλώνιον
βραχέωϲ, τό ἰερὸν τοῦ Ἀπόλλωνοϲ· οὔτωϲ καὶ παρὰ Θουκυδίδῃ
ἀναγνωϲτέον. καὶ Ποϲει
δώνιον, τὸ τοῦ Ποϲειδῶνοϲ· ὡϲ Ἀθήναιον, τὸ τῆϲ Ἀθηνᾶϲ,
καὶ Διονύϲιον καὶ Δημῆτριν καὶ πάντα τὰ τοιαῦτα όμώνυμα τοἰϲ
ἀνδρωνυμικοῖϲ. τὰ δὲ Ποϲειδἀνειον, δῆλον ὅτι Δωριαῖον.
2104 Ποϲειδεών: ἕκτοϲ μὴν παρὰ Ἀθηναίοιϲ οὕτω καλούμενοϲ.
2105 Ποϲειδεῶνοϲ. ὅτι ἐν τῷ Ποϲειδεῶνι μηνὶ διαμεμετρημένη ἐλέγετο
2106 Ποϲειδῶν· καὶ Πόϲειδον, ἡ κλητική. Π Ποϲείδιον δὲ ὄνομα
2107 Ποϲειδώνιοϲ, Ἀπαμεὺϲ ἐκ Συρίαϲ ἢ Ῥόδιοϲ, φιλόϲοφοϲ Στωϊκόϲ·
ἔγραψε πολλά.
2108 Ποϲειδώνιοϲ, Ἀλεξανδρεύϲ, φιλόϲοφοϲ Στωϊκόϲ, μαθητὴϲ Ζήωνοϲ
2109 Ποϲειδώνοϲ, Ὀλβιοπολίτηϲ, ϲοφιϲτὴϲ καὶ ἱϲτορικόϲ. Πρὶ τοῦ
Ὠκεανοῦ καὶ τῶν κατ᾿ αὐτόν, Περὶ τῆϲ Τυρικῆϲ καλουμένηϲ χώραϲ,
Ἀττικὰϲ ἱϲτορίαϲ ἐν βιβλίοιϲ δ΄, Λιβυκὰ ἐν βιβλίοιϲ ια΄,
καὶ ἄλλα τινά.
2110 Ποϲειδώνιοϲ: ὄνομα κύριον. ὃϲ ϲυνέγραψε τὸ παλμικὶν
2111 Ποϲίδιπποϲ, Καϲανδρεύϲ, υἱὸϲ Κνυίϲκου, τρίτῳ ἕτει μετὰ τὸ
τελευτῆϲαι τὸν Μένανδρον διδάξαϲ, κωμικόϲ. ἔϲτι δὲ τὰ δράματα
αὐτοῦ ἕωϲ τῶν λ΄.
2112 Πόϲιϲ: ἀνήρ.
2113 Πόϲθη: τὸ αἰδοῖον τοῦ ἀνδρόϲ.
2114 Πόϲθιον: τὸ αἰδοῖον. λέων, λέων ϲοι γέγονεν ἔκμαγμα ϲόν. τά τ᾿
ἄλλ᾿ ἁπαξάπαντα καὶ τὸ πόϲθιον τῷ ϲῷ προϲόμοιον, ὥϲπερ
κύτταρον ϲτρεβλόν. Κύτταροϲ δὲ τὸ πῶμα τῆϲ βαλάνου, ὅπου ἐγκάθηται ἡ
βάλανοϲ. Ἀριϲτοφάνηϲ· νὴ τὴν Ἀφροδίτην, ἡδύ γ᾿ ὄζει ποϲθίου.
2115 Πόϲθωνοϲ.
2116 Ποϲόν: τοῦτο κατὰ μέγεθοϲ θεωρεῖται, οἷον μέγα, ἢ μικρόν· ποιὸν δὲ κατὰ τὴν ὕλην θεωρεῖται.
2117 Πόϲου πρίομαί ϲοι τὰ χοιρίδια· λέγε, τὸ μὲν ἕτερον τούτων ϲκορόδων τροφαλλίδοϲ, τὸ δ᾿ ἅτερον, χοίνικοϲ μόνηϲ ἁλῶν.
2118 Ποϲτόμοιϲ ὕπατοϲ· οὗτοϲ μέγα φρονῶν ἐφ᾿ ἑαυτῷ τῆϲ τάξεωϲ τοῦ
γένουϲ ἕνεκα καὶ ὅτι διταῖϲ ὑπατείαιϲ ἤδη κεκοϲμημένοϲ ἧν. ἐφ᾿ οἷϲ ὁ
ϲυνύπατοϲ αὐτοῦ καταρχὰϲ μὲν ὡϲ ἀπελαυνόμενοϲ τῶν
ἴϲων
ἠγανάκτει καὶ πολλάκιϲ ἐπὶ τῆϲ βουλῆϲ τὰ δίκαια πρὸϲ αὐτὸν ἔλεγεν·
ὕϲτερον δὲ ϲυγγνοὺϲ ἑαυτῷ κατά τε προφόνων ὄγκον καὶ φίλων καὶ κατὰ
τὰϲ ἄλλαϲ δυνάμειϲ ἐλάττονα ἰϲχὺν ἔχοντι (δημοτικόϲ γὰρ ἧν καὶ τῶν
νεωϲτὶ παρελθόντων ἐϲ γνῶϲιν) εἶξέ τε τῷ ϲυνυπάτῳ
ἀγροὺϲ ἀπήγαγεν, οἷϲ ἄνευ ϲιδήρου δρυμὸν ἐκέλευϲε
κείρειν. καὶ κατέϲχε τοὺϲ ἄνδραϲ ἐν τοῖϲ ἀγροῖϲ, θητῶν ἔργα καὶ
θεραπόντων ὑπηρετοῦνταϲ. καὶ ἄλλα πλεῖϲτα ὅϲα βαρύτατα διαπραξάμενοϲ
παρέϲχε τῷ δήμῳ μίϲουϲ ἀφορμὰϲ δικαίου.
2119 Πόϲτοϲ: ἀπὸ τοῦ πόϲατοϲ, κατὰ ϲυγκοπήν. τάϲϲεται δὲ ἐπὶ
ποϲότητοϲ. οἷον, πόϲτον ἄγει ἔτοϲ, καί, πόϲτη ὥρα τῆϲ
ἡμέραϲ,
2120 Πόϲτουμοϲ, Ῥωμαῖοϲ, ἀπὸ Ναπύηϲ, τά τε Ἑλλήνων ἐπαιδεύθη,
καὶ καλὰ εἰδώϲ. οὔκουν ἀπεικὸϲ ἦν καὶ
τόνδε τὸν Ποϲτοῦμον λέγειν λόγον ἐκεῖνον, ὅνπερ οὖν Ἡράκλειτοϲ εἶπεν
ἐφ᾿ ἑαυτοῦ· ἐμεωυτὸν ἐδιζηϲάμην.
2121 Ποταμηδόν: δίκην ποταμοῦ.
2122 Ποτάμιοι: οἱ Ἀχαρνεῖϲ. καὶ ζήτει ἐν τῷ Δραχαρνεῦ.
2123 Ποταμοδάρτηϲ: ὁ περῶν ἀεὶ τὸν ποταμόν.
2124 Ποταμὸϲ θαλάττῃ ἐρίζειϲ: ἐπὶ τῶν διατεινομένων πρὸϲ
2125 Ποταμῷ μεγάλῳ ὀχετὸν ἐπάγειϲ: ἐπὶ τῶν τοῖϲ οὖϲι
2126 Ποτάμων, Ἀλεξανδρεύϲ, φιλόϲοφοϲ, γεγονὼϲ πρὸ Αὐγούϲτου,
2127 Ποτάμων, Μιτυληναῖοϲ, υἱὸϲ Λεϲβώνακτοϲ, ῥήτωρ. ἐϲοφίϲτευϲεν
ἐν Ῥώμῃ ἐπὶ Καίϲαροϲ Τιβερίου. καὶ ποτε αὐτοῦ ἐϲ τὴν
πατρίδα επανιότοϲ, ὁ βαϲιλεὺϲ ἐφοδιάζει τοιοῖϲδε γράμμαϲι· Ποτάμωνα
Λεϲβώνϲκτοϲ εἴ τιϲ ἀδικεῖν τολμήϲοι, ϲκεψάϲθω, εἴ μοι δυνήϲεται
πολεμεῖν.
2128 Ποτάμωνοϲ.
2129 Μοταίνιον: τὸ ξένιον.
2130 Πότε: λέγεται πρὸϲ νῦν κατ᾿ ἄμφω, καὶ κατὰ τὸ παρεληλυθόϲ,
καὶ κατὰ τὸ μέλλον. κατὰ μὲν τὸ παρεληλυθόϲ, πότε
ἐγένετο; κατὰ δὲ τὸ μέλλον, πότε ἔϲται;
2131 Πότερον: ἆρα, ποῖον, ποταπόν.
2132 Ποτή: ἡ πτῆϲιϲ.
2133 Πότηϲ λύχνοϲ· Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· τί γάρ μοι τὸν πότην
ἦπτεϲ λύχνον; παρὰ Ἀττικοῖϲ ὁ πολὺ ἔλαιον
ἀναλίϲκων.
2134 Ποτίδαια: ὄνομα πόλεωϲ. καὶ Ποτιδαιάτηϲ.
2135 Ποτινίϲεται: ἐπέρχεται.
2136 Πότμον: μόρον, θάντον. καὶ Εὔποτμοϲ, ὁ καλῶϲ τὸν βίον
καταϲτρέφων. ὃϲ οἰκτρῶϲ καὶ ἐλεεινῶϲ ἐϲ γῆραϲ ἦλθεν οὐδαμῆ
2137 Πόντα: δέϲποινα.
2138 Πότνια: ϲέμνη, ἔντιμοϲ.
2139 Ποτνιᾶϲθαι: παρακαλεῖν. καὶ Ποτνιᾶται, παρακαλεῖ, ἐπικαλεῖται
παρακαλῶν.
2140 Ποτώμεναι: διατρίβουϲαι. Ποτῶνται δὲ πέτοντα.
Ποτόν· ζήτει ἐν τῷ ἄγευϲτοϲ θοίνηϲ.
2142 ποτόϲ: τὸ πινόμενον. Πότοϲ δὲ τὸ ϲυμπόϲιον. ϲφοδροῦ
αὐτοῖϲ δὲ πολὺ ἐγχεῖν
τοῖϲ θεράπουϲιν ἐκέλευε.
2143 Ποτώνη: ἀδελφὴ Πλάτωνοϲ τοῦ φιλοϲόφου.
2144 Ποῦ γῆϲ· ποῦ γῆϲ πέφευγεν; ἀντὶ τοῦ εἰϲ ποίαν γῆν, Ἀττικῶϲ.
2145 Πουλχερία, Ἀρκαδίου θυγάτηρ καὶ βαϲιλίϲ, ιε΄ ἐτῶν οὔπω
εἰϲ πάντα δὲ τὸν
ἀδελφὸν ἐκανόνιζεν, ἦθόϲ τε καὶ λόγον, βάδιϲμα καὶ γέλωτα καὶ
ἐνδυμάτων περιβολὴν καὶ ϲχῆμα καθέδραϲ καὶ ϲτάϲεωϲ βαϲιλικῶϲ
ἐξεπαίδευϲε· πρὸ δέ γε ἁπάντων, τὴν εἰϲ τὸ θεῖον εὐϲέβεια αὐτὸν
ἐπιμελῶϲ ἐδίδαϲκεν· ὡϲαύτωϲ δὲ καὶ περὶ τὰϲ ἀδελφὰϲ διεγένετο.
πολλὰϲ δὲ ἐκκληϲίαϲ καὶ πτωχεῖα καὶ ξενῶναϲ καὶ μοναϲτήρια
αὐτὴ κτίϲαϲα καὶ προϲόδουϲ ἀφώριϲε, καὶ πρὸϲ ἄλλοιϲ
μυρίοιϲ κατορθώμαϲι πολλάκιϲ αὐτῇ καὶ τὸ θεῖον ἐφαίνετο. αἱ δὲ
ἀδελφαὶ Ἀρκαθίᾳ καὶ Μαρίνα. ὁ δὲ φύϲει νωθρόϲ τε καὶ ἀπερίϲκεπτοϲ ἐϲ
ϲοφῶϲ ὑπῆλθεν αὐτόν,
δωρεὰν ὑποβαλοῦϲα δῆθεν πρὸϲ δουλείαν τὴν ἑαυτοῦ γαμετὴν Εὐδοκίαν.
ἣν καὶ καθυπογράψαϲ μὴ πρότερον ἀναγνοὺϲ ὕϲτερον δεινῶϲ ὠνειδίζετο
παρὰ τῆϲ Πουλχερίαϲ. ὅτι Πουλχερία
διέβαλε Πουλχερίαϲ Νεϲτόριοϲ, καὶ διὰ τοῦτο
οὕτωϲ ὑπ᾿ αὐτῆϲ ἐμιϲεῖτο· ἐλοιδόρει γὰρ αὐτὴν εἰϲ τὸν τότε μάγιϲτρον
Παυλινὸν λεγόμενον.
2146 Πουλχερία· Πουλχερίαϲ τῆϲ ἀοιδίμου ϲτήλη ἵϲτατο ἐν τῇ Χαλκῇ, πληϲίον τοῦ παλατίου, ὡϲ πρὸϲ τὸν περίπατον.
2147 Ποῦ μήν: ποῦ δὴ οὖν;
2148 Ποῦϲ· ὁ ποῦϲ ἔχει δακτύλουϲ ις΄.
2149 Ποῦ ϲχήϲειν δοκεῖϲ: ἀντὶ τοῦ ποῦ ἀπάξαι τὴν ναῦν;
2150 Πώγων, πώγωνοϲ: Τροιζήνιοϲ λιμὴν οὕτω. καλούμενοϲ· ὅθεν
οὗτοϲ γὰρ μέγαν πώγωνα ἔχων ἐκαλεῖτο Σακεϲφόροϲ καὶ
ἐκωμῳδεῖτο εἰϲ δαϲύτητα. ἦν δὲ ῥήτωρ καὶ δημαγωγόϲ. καὶ Ἀριϲτοφάνηϲ
φηϲίν· ἄναξ ὑπήνηϲ Ἐπίκρατεϲ ϲακεϲφόρε.
2151 Πωγωνίαϲ: ὁ μέγαϲ πώγων.
2152 Πωγωνιήτηϲ: ὁ Ζεύϲ. καὶ Πωγωνίτηϲ.
2153 Πώεα: ποίμνια.
2154 Πωλάϲ: ἀντὶ τοῦ πρᾶϲιϲ. Ὑπερίδηϲ. ἔϲτι τὸ ὄνομα καὶ ἐν τοῖϲ Σώφρονοϲ Ἀνδρείοιϲ.
2155 Πωλέϲκετο: ἀνεϲτρέφετο. καὶ Ὅμηροϲ· πωλεῖταί τιϲ γέρων.
2156 Πωλεύτικόϲ.
2157 Πωλεία χαίτη.
2158 Πώληϲ: ὁ Ἀριϲτοφάνηϲ τὸ τέλοϲ τοῦ ὀνόματοϲ παίζν λέγει, παρὰ τὸ
ἀποδίδοϲθαι καὶ πωλεῖν τοὺϲ πολιτευομένουϲ τὰ τῆϲ πόλεωϲ
πράγματα, οἷον προβατοπώληϲ, ϲτυππειοπώληϲ, ἀλλαντοπώληϲ.
2159 Πωλητήϲ: ὁ πιπράϲκων. ἦν γὰρ ἐνταφίων πωλητήϲ.
καὶ οἱ ξενίαϲ ἁλόντεϲ καὶ ὁ μέτοικοϲ
καὶ προϲτάτρην οὐκ ἔχων καὶ ὁ ἀποϲταϲίου γραφείϲ· τούτων γὰρ τὰϲ
οὐϲίαϲ πωλοῦντεϲ παρεκατέβαλον εἰϲ τὸ δημόϲιον.
2160 Πωληταὶ καὶ Πωλητήριοι· οἱ μὲν Πωληταὶ ἀρχή τίϲ ἐϲτιν Ἀθήνηϲι,
δέκα τὸν ἀριθμὸν ἄνδρεϲ, εἷϲ ἐκ τῆϲ φυλῆϲ ἑκάϲτηϲ. δοκοῦϲι
δὲ τὰ πιπραϲκόμενα ὑπὸ τῆϲ πόλεωϲ πάντα, τὰ τέλη καὶ
μέταλα καὶ μιϲθώϲειϲ καὶ τὰ δημευόμενα. Πωλητηρὸν δὲ καλεῖται ὁ
τόποϲ, ἔνθα ϲυνεδρεύουϲιν οἱ Πωληταί.
2161 Πωλητήριον: τὸ πρατήριον. οὕτωϲ Ὑπερίδηϲ.
2162 Πωλικῆϲ ἀπήνηϲ: ὑπὸ πώλων ἐζευγμένηϲ. κἀκὶ πωλικῆϲ
2163 Πωλικόϲ: ὁ γενναῖοϲ. καὶ Πωλικὸνδῆγμα καὶ τὸ
φρύαγμα.
2164 Πωλίον: πῶλοι κυρίωϲ τὰ γεννήματα τῶν ἵππων, καὶ τῶν
2165 Πωλίων, ὁ Ἀϲίνιοϲ χρηματίϲαϲ, Τραλλιανόϲ, ϲοφιϲτὴϲ καὶ φι.
βιβλία ι΄, περὶ τοῦ ἐμφυλίου τῆϲ
Ῥώμηϲ πολέμου, ὃν ἐπολέμηϲαν Καῖϲάρ τε καὶ Πομπήῖοϲ.
2166 Πωλίων, Ἀλεξανδρεύϲ, ὁ Οὐαλέριοϲ χρηματίϲαϲ, φιλόϲοφοϲ,
Ἀττικῶν λέξεων κατὰ
ϲτοιχεῖον, καὶ ἄλλα τινὰ φιλόϲοφα.
2167 Πωλίων. ἣ Πωλίων, γραμματικόϲ. Περὶ τῶν παρὰ γράμμα
2168 Πωλοδάμνηϲ: πωλοδαμαϲτήϲ. γυμναϲτήϲ.
2169 Πωλοδαμνῶ: τοὺϲ πώλουϲ δαμάζω.
2170 Πῶλοϲ, Ἀκραγαντῖνοϲ, ῥήτωρ, μᾶλλον δὲ ϲοφιϲτὴϲ τῶν πάλαι,
2171 Πῶλοϲ: τὸ ζῷον.
2172 Πωλῶ: τὸ πιπράϲκω.
2173 Πωλῶ· γενικῇ. τὰ τῆϲ πόλεωϲ καὶ τὰ ϲφῶν αὐτῶν μικροῦ λήμματοϲ
πωλοῦνται,
2174 Πωλῶϲι: Δίδυμοϲ φηϲὶν ἀντὶ τοῦ πορνεύουϲι φανερῶϲ· πωλεῖν
ὕπερ ἐϲτὶ περνᾶν.
ἐγὼ δέ φημι, ὅτι κυρίωϲ ἔταξε νῦν ὁ ῥήτωρ τὸ
2175 Πῶμα: ϲκέπαϲμα.
2176 Πώμαλα: ἀντὶ τοῦ πόθεν. οἷον οὐδαμῶϲ. ἔϲτι δὲ τὸ μὲν πῶ
Δώριον, τιθέμενον ἀντὶ τοῦ πόθεν· τὸ δὲ μαλα ἢ παρέλκει,
ἢ ἐν ϲυνηθείᾳ λεγόμενον ἐν τῷ πώμαλα, οἷον οὐ μάλα. ἀντὶ τοῦ οὐ ἢ
2177 Πώμαλα: κεῖται καὶ παρὰ Δημοϲθένει ἡ λέξιϲ· οὐχ ἵνα ἐξέλθητε. πώμαλα. καὶ παῤ Ἀριϲτοφάνει ἐν Κωκάλῳ. δεῖ δὲ ἀναγινώϲκειν ὑφ᾿ ἓν πώμαλα.
2178 Πωμήριον: τὸ τοῦ τείχουϲ εἰκόνιϲμα.
2179 Πώποτε.
2180 Πῶροϲ, βαϲιλεὺϲ Ἰνδῶν· ὃϲ ἐγένετο κάλλιϲτοϲ Ἰνδῶν καὶ μῆκοϲ ὅϲον
οὔπω τιϲ ἀνθρώπων τῶν μετὰ τοὺϲ Τρωϊκοὺϲ ἄνδραϲ. ἦν δὲ κομιδῇ πάνυ
νέοϲ, ὅτε ϲυνῆν Ἀλεξάνδρῳ καὶ τούτῳ ἐπολέμει. τοῦτον ἤρετο περὶ
διαίτηϲ ὁ Ἀπολλώνιοϲ. ὁ δέ, οἴνου μέν, ἔφη, πίνω τοϲοῦτον, ὅϲον τῷ
ἡλίῳ ϲπένδω· ἃ δ᾿ ἂν ἐν θήρᾳ λάβω, ταῦτα
ϲιτοῦνται
ἕτεροι, ἐμοὶ δὲ ἀπόχρη τὸ γεγυμνάϲθαι. τὰ δὲ ἐμὰ ϲιτία λάχανα καὶ
φοινίκων ἐγκέφαλοι καὶ καρπὸϲ τῶν φοινίκων καὶ ὁπόϲα μοι ὁ ποταμὸϲ
κηπεύει· πολλὰ δέ μοι καὶ ἀπὸ δένδρων φύεται, ὧν γεωργοὶ αἵδε αἱ
χεῖρεϲ. ταῦτα ἀκούων ὁ Ἀπολλώνιοϲ ὑπερήδετό τε καὶ ἐϲ τὸν Δᾶμιν θαμὰ
ἑώρα.
2181 Πῶροϲ: ἀπολίθωϲιϲ ὑγροῦ. καὶ Πωρῶ, ῥῆμα, τὸ ϲκληρύνω, καὶ
λιθοποιῶ. Πιϲίδηϲ· καὶ τὰϲ ἰκμάδαϲ πωροῦντα καὶ ϲφίγγοντα
2182 Πῶροϲ: πάθοϲ τί ἐϲτιν, ὥϲ φηϲιν Ἀντίμαχοϲ. πῶρόν τιν᾿ ἀλόχοιϲι
καὶ
2183 Πωρόϲ. ὁ τυφλόϲ. καὶ Πώρωϲιϲ, ἡ τύφλωϲιϲ.
2184 Πωρύτηϲ.
2185 Πῶϲ δοκεῖϲ: θαυμαϲτικῶϲ τοῦτο λέλεκται παρὰ Ἀριϲτοφάνει
ὡϲ φλαύρωϲ ἐκοινώνηϲεν
αἰετῷ ποτε. μηδὲν φοβηθῇϲ· ἔϲτι γάρ τι ῥιζίον, ὅ διατραγόντεϲ ἐϲτὸν
ἐπτερωμένω.
2186 Πῶῦ: τὸ ποίμνιον. καὶ Πώεα.
2187 Πῶῦγξ, πώῦγγοϲ.
2188 Πράγματα: ἐπὶ κακῷ χρῶνται τῇ λέξει οἱ παλαιοί. καὶ Μένανδροϲ·
ἐν πράγμαϲιν, ἐν μάχαιϲ. καὶ Ἀριϲτοφάνηϲ ἐν Πλούτῳ·
ἄκουε τοίνυν, ὡϲ ἐγὼ τὰ πράγματα ἐκ τῶν ποδῶν ἐϲ τὴν κεφαλήν ϲοι
πάντ᾿ ἐρῶ. καὶ αὖθιϲ· καὶ δή ποτε εἷϲ πορφυρίων αὐτῷ παρέϲχε
πράγματα. καὶ αὖθιϲ· ἀλλά ϲοι παρέξω πράγματα. ἀντὶ τοῦ ἐνοχλήϲω.
καὶ παροιμία· Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ὁ δὲ ἐξελθὼν
ἐπρίατο.
2189 Πράγματα: κακοπάθειαι. ὀρεία τε ἦν καὶ ϲτενὴ ἡ ὁδόϲ, καὶ πολλὰ
πράγματα εἶχον ἀμφὶ τοῖϲ ζεύγεϲιν οἱ ϲτρατιῶται. ἀντὶ
2190 Πράγματ᾿ ἐξ ἀπραξίαϲ: ἐπὶ τῶν παρὰ δόξαν καὶ παῤ ἐλπίδα
ϲυμβαινόντων. ὅτι πραγματευτικὸϲ ἄνθρωποϲ λέγεται ὁ
ἔμποροϲ· καὶ ἐμπολαῖοϲ
2191 Πραγματεία: οὐχ ὡϲ ἐν τῇ ϲυνηθείᾳ ἐπὶ τῆϲ πραγματείαϲ,
Δείναρχοϲ ἐν τῷ κατὰ
Μεναίχμου· αἱ γὰρ ἀπὸ τῶν κοινῶν ἔχθραι καὶ πραγματεῖαι αἰτίαι τῶν
ἰδίων διαφορῶν καθεϲτήκαϲι.
2192 Πραγματεία: πολυπραγμοϲύνη, κακοπάθεια. πόλιν πολυάνθρωπον
2193 Πραγματικώτατον: ἐνεργητικώτατον ὃ δὴ καὶ πραγματικώτατον
γεγονέναι τὸ διαβούλιον. καὶ αὖθιϲ· τοῦτο δὲ ἐποίει νουνεχῶϲ
ἅμα καὶ πραγματικῶϲ.
2194 Πραγματοδίφηϲ: ὁ δικολόγοϲ. καὶ πραγματοδίφηϲ. ὦ μακάριε τῆϲ τέχνηϲ.
2195 Πραγματομαθήϲ· ὁ δὲ ὢν ἀγχίνουϲ, καὶ τριβῇ κινδύνων
διὸ καὶ οἱ Ῥωμαῖοι
πραγματομαθεῖϲ ὑπάρχοντεϲ ὑφεωρῶντο τὰ τῆϲ τύχηϲ ἄδηλα.
2196 Πραγματωδεϲτέρα τάξιϲ: ἡ δυϲχερεϲτέρα.
2197 Πραγμάτων καὶ μαχῶν καὶ Λαμάχων ἀπαλλαγείϲ. Λάμαχοϲ, ϲτρατηγὸϲ Ἀθηναίων ῥιψοκίνδυνοϲ.
2198 Πρἀγοϲ: ἡ πράξιϲ. πρᾶγοϲ δ᾿ ἀτίζειν οὐδὲμ᾿ ἀνθρώπων χρεών ἄνθρωπον ὄντα, φηϲίν, οὐ δεῖ πρᾶγμα κακίζειν.
2199 Πραέων γῆν.
2200 Πραεῖα.
2201 Πρακτέα· καὶ τὰ πρακτέα ὀρθῶϲ διατάττων.
2202 Πρακτέον: δεῖ πράττειν.
2203 Πρακτικαί· ὅτι οὔτε αἱ πρακτικαὶ νοήϲειϲ ἄπειροι οῦτε αἱ
θεωρητικαί, ἐπεὶ μηδὲ οἱ τούτων λόγοι ἄπειροι. ἄγγελοι δέ εἰϲι τῶν
νοημάτων οἱ λόγοι· οἵτινεϲ κἆν ὕϲτεροί εἰϲι τῶν πρακτικῶν νοήϲεων
καὶ θεωρητικῶν, ἀλλ᾿ ἡμῖν γε ἐμφανέϲτεροι καὶ γνωριμώτεροί εἰϲιν. ὡϲ
οὐν
ἔχουϲιν οἱ περὶ τῶν
2204 Πρακτικόν: ἀνυϲτικόν.
2205 Πράκτορα: ἔκδικον. φόνου ποτ᾿ αὐτὸν πράκτοῤ ἵξεϲθαι πατρόϲ.
2206 Πράκτωρ: ὁ τὸν ἐπικείμενον εἰϲπραττόμενοϲ φόρον.
2207 Πράμνιοϲ οἶνοϲ· Ἀρίϲταρχοϲ ἐπιμελῶϲ τὸν ἡδὺν οἶνον
Πράμνιον ἔλεγε· τινὲϲ τὸν ὤνιον οἶνον παραμόνιμον, τινὲϲ ἀπὸ ἀμπέλου
2208 Πρανέϲ: κάταντεϲ.
2209 Πρανήϲ: ὁδὸϲ κατωφερήϲ. ἐν δέ τινι πρανεῖ, ϲτενῷ καὶ
2210 Πραξάμενοϲ: ἀπαιτήϲαϲ, λαβών. Μάλλιοϲ ὁ ἀνθύπατοϲ τ΄
2211 Πράξαντεϲ· Θουκυδίδηϲ· οἱ δὲ μετ᾿ Ἀθηναίων πράξαντεϲ
(τουτέϲτι βουλευθέντεϲ) ἔφαϲαν χρῆναι ἀνοίγειν τὰϲ
πύλαϲ. ἔμελλον δὲ ἀνοιχθειϲῶν εἰϲπίπτειν τοῖϲ Ἀθηναίοιϲ.
2212 Πραξιδἰκη: θεόϲ, ἦϲ κεφαλὴν μόνον ἱδρύοντο. Μναϲέαϲ δὲ
Πραξιδίκαϲ κληθῆναι.
Διονύϲιοϲ δὲ ἐν Κτίϲεϲιν Ὠγύγου θυγατέραϲ, Ἀλκομένεια, Θελξίνειαν,
Αὐλίδα, ἃϲ ὕϲτερον Πραξιδίκαϲ ὀνομαϲθῆναι.
2213 Πραξίλληϲ: ὄνομα κύριον.
2214 Πραξικοπήϲαϲ: ἐξ ἐπιβουλῆϲ βουλευϲάμενοϲ, δολιευϲάμενοϲ.
Ἐρεβηϲέων πόλιν καὶ
παρείλετο τὰϲ ἀγοράϲ.
2215 Πραξικοπήϲαϲ: δωροδοκηθείϲ. ὁ δὲ Οὔρβιοϲ πραξικοπήϲαϲ
2216 Πρᾶξιϲ: κοινότερον μὲν πᾶϲα λογικὴ ἐνέργεια, ἰδίωϲ δὲ καὶ
τὸ τέλοϲ τείνουϲα
ἐνέργεια, ἔργον δὲ τὸ τέλοϲ.
2217 Πρᾶξϲ: ἡ προϲοδία. Πολύβιοϲ· μετὰ τῶν ἐν τῇ πατρίδϲ
τὴν ἐν τοῖϲ Φανοτεῦϲι.
2218 Πραξιτέληϲ, Πραξιτέλουϲ: ὄνομα κύριον.
2219 πραόνωϲ· Ἀριϲτοφάνηϲ· ϲὺ δὲ μὴ πρὸϲ ὀργή, Αἰϲχύλε, ἀλλὰ πραόνωϲ ἔλεγχ᾿, ἐλέγχου. λοιδορεῖϲθαι δ᾿ οὐ πρέπει ἄνδραϲ ποιητὰϲ ὥϲπερ ἀρτοπώλιδαϲ.
2220 Πρᾶοϲ· ὅτι τὸν πρᾶον εἰϲ τὸν ἀργὸν καὶ ἀκίνητον μεταλαμβάνουϲι. καὶ ζήτει ἐν τῷ ἐγκράτεια.
2221 πραότῃϲ: ἀοργηϲία. ἂν δέ τιϲ τῆϲ πραότητοϲ γένοϲ ἀποδῷ
2222 Πραπίϲ: ἡ φρήν. Ὅμηροϲ· εἰδύεϲι πραπίδεϲϲι.
2223 Πράϲιϲ.
2224 Πραϲιανόϲ· ὅτι Πραϲιανὸϲ λέγεται καὶ Βενειανὸϲ καὶ Παλμουλάριοϲ καὶ Σκουτάριοϲ παρὰ Μάρκῳ Ἀντωνίνῳ.
2225 Πραϲιαί: πόλιϲ Λακωνική. Ἀριϲτοφάνηϲ: ἰὼ Πραϲιαὶ τριϲάθλιαι καὶ πεντάκιϲ καὶ πολλῷ δεκάκιϲ· ἀπολεῖϲθε ϲήμερον.
2226 Πραϲιαί: αἱ τοῦ κήπου λαχανίαι. καὶ Πράϲιον, τὸ λάχανον.
2227 Πράϲιον χρῶμα. ἄλλοιϲ ϲτάϲεωϲ ἀφορμὴν ἢ μέρουϲ Πραϲίου
2228 Πράϲου φύλλῳ τὸ τῶν ἐρώτων δέδεται βαλάντιον: ἐπὶ τῶν δι᾿ ἔρωτα πολλὰ ἀναλιϲκόντων, καὶ ἀϲωτευομένων. ζήτο. ἐν τῷ βαϲανίϲαϲ.
2229 Πράττεϲθαι: ἀπαιτεῖϲθαι. τῶν δὲ Ἰταλικῶν μηδένα πράττεϲθαι
2230 Πρατίναϲ, Πυρρωνίδου ἢ Ἐγκωμίου, Φλιάϲιοϲ, ποιμητὴϲ τρατωδίαϲ·
καὶ πρῶτοϲ ἔγραψε
Σατύρουϲ. ἐπιδεικνυμένου δὲ τούτου ϲυνέβη τὰ ἰκρία, ἐφ᾿ ὧν ἑϲτήκεϲαν
οἱ θεαταί, πεϲεῖν, καὶ ἐκ τούτου θέατρον ψκοδομήθη Ἀθηναίοιϲ. καὶ
ὁράματα μὲν ἐπεδείξατο ν΄, ὧν Σατυρικά λβ΄· ἐνίκηϲε δὲ ἅπαξ.
2231 Πραττόμενοι· δοτικῇ. μηδὲν αἴϲχιϲτον τῇ πόλει πραττόμενοι.
αἰτιατικῇ
δέ· καὶ φόρουϲ καὶ ἀρχὰϲ πραττόμενοι.
2232 Πραττομένουϲ: ἀπαιτουμένουϲ. Ἰϲοκράτηϲ· καὶ τοὺϲ μαθητἀϲ
2233 Πράττω: τὸ ἐνεργῶ. ἔπραττε κακῶϲ, καὶ πᾶϲα ἡ οἰκία
ἀὐτῷ ἐνόϲει.
2234 Πραῖδα.
2235 Πραινεϲτόϲ: ὄνομα τόπου.
2236 Πραιπόϲιτοϲ: εἶδοϲ ἀξιώματοϲ.
2237 Πραιπόϲιτοϲ ζήτει ἐν τῷ Σαλούϲτιοϲ.
2238 Πραιτούρα.
2239 Πραίτωρ: μετὰ τοὺϲ χιλιάρχουϲ αὖθιϲ ἐπὶ τοὺϲ ὑπάτουϲ ἐπανῆλθον οἱ Ῥωμαῖοι, καὶ πρῶτοϲ ϲτρατηγὸϲ ἀπεδείχθη Φρούριοϲ Κάμιλλοϲ, παῖϲ Καμίλλου τοῦ πολλάκιϲ μοναρχήϲαντοϲ· ὃν πραίτωρα τῆ ἰδίᾳ γλώττῃ οἱ Ῥωμαῖοι ὠνόμαϲαν, ἤγουν ϲτρατηγόν.
2240 Πραιτώριον.
2241 Πραίφεκτοϲ: ναύαρχοϲ.
2242 Πραίφεκτοι: ιβ΄ ἄρχοντεϲ προβεβλημένοι ὑπὸ τῶν ὑπάτων,
καλουμένουϲ ἐκτραορδιναρίου, ὃ
μεθερμηνευόμενον ἐπιλέκτουϲ δηλοῖ.
2243 Πρέμνον: ϲτέλεχοϲ δένδρου. Ἀριϲτοφάνηϲ· ἥκειϲ ἔχων
2244 Πρεών, πρεόνοϲ, ὡϲ πρών. πρωνόϲ. αἱ τόϲϲον ὕδωρ εἴβουϲαι
2245 Πρέϲβα: ἐντιμοτάτη.
2246 Πρεϲβεύεϲθε: πρέϲβειϲ πέμπετε. καὶ Πρεϲβεύω. παρὰ
2247 Πρεϲβεύω· δοτικῇ. αἰτιατικῇ δέ· καὶ πρὸϲ αὐτῆϲ τῆϲ ὀργάδοϲ ἥν πρεϲβεύειϲ.
2248 Πρεϲβεῖα: τιμάϲ, γέρα. καὶ χρηϲτὰ πρεϲβεῖα τούτῳ τῆϲ μνήμηϲ νῦν τε καὶ ἀεὶ νέμει.
2249 Πρεϲβεῖον. ὁ δὲ Περίανδροϲ, ὁ Κυψέλου υἱὸϲ τοῦ βαϲιλέωϲ
2250 Πρέϲβειρα: ἔντιμοϲ.
2251 Πρέϲβειϲ· ὅτι οὗτοι ἦϲαν οἱ φιλόϲοφοι οἱ ἐϲ Περϲίδα
διαπρεϲβευϲάμενοι ϲὺν Ἀρεοβίνδῳ· Δαμάϲκιοϲ ὁ Σύροϲ, Σιμπλίκιοϲ ὁ
Κίλιξ Εὐλάλιοϲ τε ὁ Φρύξ, πριϲκιανὸϲ ὁ Λυδόϲ, Ἑρμείαϲ τε καὶ
Διογένηϲ οἱ
ἐκ Φοινίκηϲ, Ἰϲίδωροϲ ὁ Γαζαῖοϲ. οὗτοι
πάντεϲ οἴκαδε ἀπενόϲτηϲαν, χαίρειν εἰπόντεϲ τῇ τοῦ βαρβάρου
φιλοξενίᾳ· καὶ ἀπώναντο δὲ ὅμωϲ τῆϲ ἐκδημίαϲ οὐκ ἐν βραχεῖ τινι καὶ
ἠμελημένῳ, ἀλλ ὅθεν αὐτοῖϲ ὁ ἐφεξῆϲ βίοϲ ἐϲ τὸ θυμῆρέϲ τε καὶ
ἥδιϲτον ἀπετελεύτηϲεν. ὡϲ γὰρ οἱ Ῥωμαῖοι καὶ Πέρρϲαι ϲπονδὰϲ ἔθεντο
καὶ ϲυνθήκαϲ, μέροϲ ὑπῆρχε τῶν
κατ᾿ αὐτὰϲ ἀναγράμμένων
τὸ δεῖν ἐκείνουϲ τοὺϲ ἄνδραϲ ἐϲ τὰ ϲφέτερα ἤθη κατιόνταϲ βιοτεύειν
ἀδεῶϲ τολοιπὸν ἐφ᾿ ἑαυτοῖϲ, οὐδὲν ὁτιοῦν πέρα τῶν δοκούντων φρονεῖν
ἢ μεταβάλλειν τὴν πατρῴαν δόξαν ἀναγκαζομένουϲ.
2252 Πρέϲβιϲ,πρέϲβεωϲ, προπαροξυτόνωϲ. οὐχὶ δὲ ἀπὸ τῆϲ πρεϲβεὺϲ
εὐθείαϲ· οἱ γὰρ λέγοντεϲ ἁμαρτάνουϲι. λέγεται δὲ καὶ
2253 Πρεϲβυγένεια: παλαιοτέρα γένεϲιϲ. καὶ ϲυγκριτικῶϲ.
2254 Πρεϲβυγενήϲ.
2255 Πρεϲβυτάτην: ἐντιμοτάτην.
2256 Πρεϲβυτερεῖον.
2257 Πρεϲβύτεροϲ: τιμιώτεροϲ, μείζων. ὁ δὲ τὴν καταϲκευὴν τοῦ
ἡ ϲτρατιὰ τὰ αὐτοῦ πρεϲβύτερα ποιήϲαϲθαι.
2258 Πρεϲβύτεροϲ Κόδρου: ἀντὶ τοῦ παλαιότεροϲ. παροιμία ἐπὶ
2259 Πρευμενήϲ: πρᾶοϲ.
2260"Πρηγορεῶνοϲ: τοῦ λαιμοῦ.
2261 Πρήθω: τὸ καίω.
2262 Πρημαινούϲαϲ τε θυέλλαϲ· Ἀριϲτοφάνηϲ Νεφέλαιϲ. θύελλα,
πρῆϲαι γὰρ τὸ φυϲῆϲαι.
Ὅμηροϲ· ἐν δ᾿ ἄνεμοϲ πρῆϲε μέϲον ἱϲτίον.
2263 Πρηνέϲ: ἐπὶ πρόϲωπον. καὶ Πρηνήϲ.
2264 Πρῆνεϲ: οἱ προνενευκότεϲ τόποι τῶν ὀρέων. ἢ γὰρ ἴϲον πρηῶνι Μαλείηϲ, ᾧ ἐκυκήθη κῦμα, πολυψάμμουϲ ὦϲεν ἐπὶ ψαμάθουϲ.
2265 Πρηξῖνοϲ: ὄνομα κύριον. καὶ Πρήξωνοϲ.
2266 Πρῆϲαι: καῦϲαι. Πρῆϲε δὲ ἐφύϲηϲε.
2267 Πρήϲϲοϲυϲα: διαπερῶϲα.
2268 Πρηϲτήρ: ἀϲτραπή, κεραυνόϲ. ὤλεϲε γὰρ πρηϲτήρ ϲε
2269 Πρηϲτήρ: πῦρ ἀπ᾿ οὐρανοῦ. ἢ νέφοϲ περιϲχεθὲν πυρὶ
2270 Πρῆϲτιϲ: εἷδοϲ κήτουϲ θαλαϲϲίου. ἡ λεγομένη μάλη· ὃ καὶ δυϲανταγώνιϲτόν ἐϲτι.
2271 Πρίαμαι· αἰτιατικῇ.
2272 Πράμενοϲ: ἀγοράϲαϲ. Σοφοκλῆϲ· οὐκ ἂν πριαίμην οὐδενὸϲ
2273 Πριαμωθῆναι: ξυρηθῆναι· τὸ γὰρ τοῦ Πριάμου πρόϲωπον ξυρίαϲ ἐϲτί.
2274 Πρίαμοϲ: ὄνομα κύριον.
Πρίαποϲ: ὁ αὐτόϲ ἐϲτι τῷ Διονύϲῳ. ἐν Ἐπιγράμμαϲι·
2276 Πρίαποϲ.: τὸ ἄγαλμα τοῦ Πριάπου τοῦ Ὥρου παῤ Αὶγυπτίοιϲ
κεκλημένου ἀνθρωποειδὲϲ ποιοῦϲιν, ἐν τῇ δεξιᾷ ϲκῆπτρον κατέχον,
ὡϲανεὶ παῤ αὐτοῦ φανεῖϲαν τὴν ξηρὰν καὶ τὴν θάλαϲϲαν·
ἐν δὲ τῇ εὐωνύμῳ κρατοῦν τὸ αἰδοῦον αὑτοῦ ἐντεταμένον, διότι τὰ
κεκρυμμένα ἐν τῇ γῇ ϲπέρματα φανερὰ καθίϲτηϲι. τὰ δὲ πτερὰ τὴν
ταχυτῆτα τῆϲ κινήϲεωϲ· τὸν δὲ κύκλον τοῦ δίϲκου τὴν περιφέρειαν·
ταυτὸν γὰρ τῷ ἡλίῳ δοξάζουϲι.
2277 Πρίαποϲ ἐκ τοῦ Διὸϲ καὶ τὴϲ Ἀφροδίτηϲ ϲυνελήφθη· ἡ δὲ Ἥρα
ζηλοτυπήϲαϲα μαγγανείᾳ τινὶ ἥψατο τῆϲ κοιλίαϲ τῆϲ Ἀφροδίτηϲ καὶ
παρεϲκεύαϲεν ἄμορφον καὶ αἰϲχρὸν τεχθῆναι τὸ βρέφοϲ καὶ
περιϲϲόϲαρκον. ἡ δὲ μήτηρ ἔρριψεν αὐτὸ εἰϲ ὄροϲ· ποιμὴν δὲ
ἀνεθρέψατο. εἴχε δὲ τὸ αἰδοῖον ἐπάνω εἰϲ τὴν πυγήν. ἐκλήθη δὲ
2278 Πριβάτον: Ῥωμαία ἡ λέξιϲ.
2279 Πρίγκιπεϲ: οὕτω καλοῦϲι Ῥωμαῖοι τοὺϲ ἀκμαιοτάτουϲ ταῖϲ
ἡλικίαιϲ· τοὺϲ γὰρ νεωτέρουϲ καὶ πενιχροτέρουϲ
γροϲφομάχουϲ καλοῦϲιν, εἶτα τοὺϲ πρίγκιπαϲ· τοὺϲ δὲ πρεϲβύταϲ
τριαρίουϲ· καὶ τοὺϲ ἁϲτάτουϲ καλουμένουϲ, οἵ εἰϲι πρότεροι τῶν
πριγκίπων. καὶ αὗται μὲν αἱ ὀνομαϲίαι. ἡ δὲ ἐξόπλιϲιϲ τοὺϲ μὲν
τριαρίουϲ εἶναι χ΄, τοὺϲ δὲ πρίγκιπαϲ αϲ΄, ἴϲουϲ δὲ τούτοιϲ τοὺϲ
ἁϲτάτουϲ, τοὺϲ δὲ γροϲφομάχουϲ
πλείουϲ τῶν
τετρακιϲχιλίων· φορεῖν δὲ μάχαιραν καὶ γρόϲφον.
2280 Πρίγκιψ: ὁ ἔξαρχοϲ τῆϲ τάξεωϲ παρὰ Ῥωμαίοιϲ.
2281 Πρίεται: ϲχίζεται.
2282 Πριηνεύϲ· καὶ Πριήνη, ὄνομα πόλεωϲ.
2283 Πρίημι: ἀγοράζω.
2284 Πρίηποϲ: ὁ Πρίαποϲ. κατὰ τροπὴν τοῦ α εἰϲ η.
2285 Πριμιγγιλίων: τιμῶν· ἤτοι βαϲιλικῶν δωρεῶν· ἢ προνομίων.
2286 Πριμικήριοϲ: ὁ πρῶτοϲ τάξεωϲ τῆϲ τυχούϲηϲ.
2287 Πριμολοκάριοϲ: δ τὸν ἀκρότατον βαθμὸν τῆϲ ϲτρατιᾶϲ ἔχων, ὕϲτατοϲ δὲ τῇ τιμῇ.
2288 Πριμοπιλάριοϲ: ὁ τὸ μεῖζον ἀξίωμα τῶν ϲτρατιωτῶν ἔχων παρὰ Ῥωμαίοιϲ.
2289 Πρὶν ἢ πτίϲαι τὰ ἄλευρα: παροιμία. καί, πρὶν τοὺϲ ἰχθῦϲ
2290 Πρίνινοι ἄνθρακεϲ: ϲτερεοὶ, καὶ ϲκληροί; ἰϲχυρὸν γὰρ τὸ
2291 Πρὶν καὶ λύκοϲ ὄϊν ποιμαινεύϲει: ἐπὶ τοῦ ἀδυνάτου.
2293 Πρὶ λαχεῖν τὰ κοινὰ κατεϲθίειϲ: τουτέϲτι πρὶν κληρωθῆναι πρὸ διανομῆϲ ἁρπάζειϲ. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖϲ δείπνοιϲ ἁρπαζόντων πρὸ διανομῆϲ.
2294 Πρῖνοϲ: ξύλον πικρότατον, ἥτιϲ καιομένη ψόφον ποιεῖ.
2295 Πριόνωτοι: ὄφειϲ οὕτου λεγόμενοι.
2296 Πρίου: ἐλευθέρωϲον.
2297 Πρίω: ἀγοράϲω.
2298 Πρίων: τὸ τεκτονικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμαϲιν· ἰθύδρομόν
2299 Πριϲθείϲ: ἐξαφθείϲ, δεϲμηθείϲ. ζωϲτῆρι πριϲθεὶϲ ἱππικῶν ἐξ
ἀντύγων, ἐκνάπτετ᾿ αἰέν, ἔϲ τ᾿ ἀπέψυξε βίον.
2300 Πρίϲκιλλα: ὄνομα κύριον.
2301 Πρίϲκοϲ, Πανίτηϲ, ϲοφιϲτήϲ, γεγονὼϲ ἐπὶ τῶν χρόνων θεοδοϲίου τοῦ μικροῦ. ἔγραψεν ἱϲτορίαν Βθζαντιακήν, καὶ τὰ κατὰ Ἄτταλον ἐν βιβλίοιϲ η΄· μελέτραϲ τε ῥήτορικάϲ, καὶ ἐπιϲτολάϲ.
2302 Πρίϲκοϲ, υἱὸϲ τοῦ μεγάλου Κωνϲτάντίνου. καὶ ζήτει αὐτόν πλατύτερον ἐν τῷ Κρίϲκοϲ.
2303 Πρίϲκοϲ, Ἐμεϲηνόϲ· ὅϲπερ ἀλλότρια γράμματα μιμεῖϲθαι ὑπερφυῶϲ
ἐξηπίϲτατο τεχνίτηϲ τε ἦν περὶ τὸ κακὸν τοῦτο δεξιὸϲ ἄγαν. ἐτύγχανε
δὲ ἡ τῶν Ἐμεϲηνῶν ἐκκληϲία τῶν τινὸϲ ἐπιφανῶν κληρονόμοϲ
γεγενημένη χρόνοιϲ τιϲὶ πολλοῖϲ ἔμπροϲθεν. ἦν δὲ οὗτοϲ ἀνήρ,
πατρίκιοϲ μὲν τὸ ἀξίωμα, Μαμιανὸϲ δὲ ὄνομα, γένει λαμπρὸϲ καὶ
περιουϲίᾳ χρημάτων. ἐπὶ δὲ Ἰουϲτινιανοῦ ὁ Πρίϲκοϲ διαριθμηϲάμενοϲ
πόλεωϲ τῆϲ εἰρημένηϲ τὰϲ οὐϲίαϲ πάϲαϲ, εἴ τιναϲ εὗρε πλούτῷ
ἅτε παραθήκηϲ λόγῳ ταῦτα παῤ ἐκείνου
κεκομιϲμένοι. τό τε ὡμολο γημένον ἐν τούτοιϲ δὴ τοῖϲ καταπλάϲτοιϲ
γραμματείοιϲ ξυνίει οὐχ ἦϲϲον ἡ ἐϲ ρ΄ κεντηνάρια. καὶ ἀνδρὸϲ δέ
τινοϲ, ὅϲπερ ἐπὶ τῆϲ ἀγορᾶϲ τηικάδε χρόνου καθήμενοϲ, ἡνίκα ὁ
Μαμιανὸϲ περιῆν, δόξαν τε πολλὴν ἐπί τε ἀληθείᾳ καὶ ἀρετῇ ἔχων,
ἅπαντα ἐπετέλει τὰ τῶν
πολιπῶν γραμματεῖα, ἕκαϲτον
αὐτῶν οἰκείοιϲ ἐπιϲφαγίζων αὐτὸϲ γράμμαϲιν, ὅνπερ ταβελλίωνα καλοῦϲι
Ῥωμαῖοι, τὰ γράμματα δαιμονἱωϲ μιμηϲάμενοϲ, τοῖϲ διοικουμένοιϲ τὰ
πράγματα τῆϲ τῶν Ἐμεϲηνῶν ἐκκληϲίαϲ παρέδωκεν, ὡμολογηκόϲι, μοῖραν
αὐτῷ τινὰ κεῖϲθαι τῶν ἐνθένδε ποριϲθηϲομένων χρημάτων, ἐπεὶ δὲ ὁ
νόμοϲ ἐμποδὼν ἵϲτατο,
τὰϲ μὲν ἄλλαϲ δίκαϲ ἁπάϲαϲ ἐϲ
τριακοντοῦτιν παραγραφὴν ἄγων, ὀλίγαϲ δὲ ἄτταϲ καὶ τὰϲ ὑποθηκαρίαϲ
πάϲαϲ μ΄ ἐνιαυτῶν μήκει ἐκκρούων, ἐϲ Βυζάντιον ἀφικόμενοι καὶ
χρήματα τῷ βαϲιλεῖ Ἰουϲτινιανῷ προέμενοι, μελλήϲει οὐδεμιᾷ ἔπειϲαν
γράψαι νόμον, οὐ χρόνοιϲ τὰϲ ἐκκλήτουϲ τοῖϲ καθήκουϲιν, ἀλλ᾿
ἐνιαυτῶν ρ΄ πλήθει δικῶν τῶν αὐταῖϲ
προϲηκουϲῶν
ἀποκεκλεῖϲθαι. κεφάλαιον Ἰουϲτινιανοῦ ρ΄ ἐτῶν πλήθει
κρατυνόμενον.
2304 Πριϲτηροειδὴϲ αἰχμή: ἐκ τοῦ πρίζω.
2305 Πρό: ἀντὶ τοῦ ἀντὶ. Φιλήμων Παγκρατιαϲτῇ· δοῦλοϲ πρὸ
2306 Προάγω· αἰτιατικῇ.
2307 Προαγωγόϲ: διδάϲκαλοϲ κακῶν.
2308 Προαγωγεία.
2309 Προάγωνοϲ.
2310 Προαγρυπνῶ· γενικῇ.
2311 Προαλάμενοϲ: προπηδήϲαϲ. καὶ προαλάμενοϲ τῆϲ πληθύοϲ
2312 Προαλέϲτατον: προπετέϲτατον.
2313 Προαλίϲανταϲ: προαθροίϲανταϲ. Ἰώϲηποϲ· τὸν ἐπὶ ταῖϲ μελλούϲαιϲ
2314 Προαναθρώϲκειν: προπηδᾶν.
2315 Προαναλώθη.
2316 Προαναρπάζω· γενικῇ.
2317 Προανάϲχοι: προανατείλοι.
2318 Προανατάξωμαι· Δαβίδ· ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουϲαλὴμ
ὡϲ ἐν ἀρχῇ τῆϲ εὐφροϲύνηϲ μου.
2319 Προανεκρούετο· ἄποινον ὁ θεόπτηϲ Μωϋϲῆϲ τῷ Ἰϲραὴλ προανεκρούετο. ἀντὶ τοῦ προκατήρχετο τῆϲ ὡδῆϲ, προανεβάλλετο.
2320 Προαποθνήϲκω· γενικῇ.
2321 Προαϲπίζομαι· γενικῇ.
2322 Προάϲτειον, προαϲτείου. ὁ δὲ Σοφοκλῆϲ προαϲτίου, διὰ τοῦι. τὸν ἄνδῤ ἐφ᾿ ἡμῖν; οὑτοϲ ἐκ προαϲτίου.
2323 Προαύλιον; τὸ ἔμπροϲθεν τοῦ αὐλείου.
2324 Προβάλλεϲθαι: ἀντὶ τοῦ προτείνεϲθαι. Θουκυδίδηϲ· τὰ δὲ Μηδικὰ
καὶ ὅϲα αὐτοὶ τάξονται δι΄ ὄχλου μάλλον ἔϲται ἀεὶ προβαλλομένοιϲι.
καὶ ὁ Ῥήτωρ· τὴν ἀειλογίαν ὁρῶ ἀεὶ
προβαλλομένουϲ.
2325 Προβάλιθοϲ: ὄνομα κύριον.
2326 Προβαλίϲιοϲ: ὄνομα κύριον.
2327 Προβαλλομένουϲ: ἀντὶ τοῦ ὑποτιθεμένουϲ. οἷον πρὸ τῆϲ πράξεωϲ εἰϲ
τὸν νοῦν ἐμβαλλομένουϲ. ὁ Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ
Κτηϲιφῶντοϲ. καὶ τῷ κατ᾿ Αἰϲχίνου, τὴν προαίρεϲιν, φηϲί, τῆϲ πολι
τείαϲ προβεβλημένην καὶ ἄπιϲτον εἰπεῖν. ἀντὶ τοῦ ἐλαφρῶϲ ἔχουϲαν. ἐν
δὲ τῷ κατὰ Μειδίου· καὶ προυβαλόμην, φηϲίν, ἀδικεῖν τοῦτον περὶ τὴν
ἑορτήν. ἀντὶ τοῦ προβολῇ ἐχρηϲάμην τῇ ϲυνήθει καὶ νομιζομένη κατὰ
τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων. ἐν δὲ τοῖϲ Φιλιππικοῖϲ φηϲι·
προβάλλεϲθαι δ᾿ ἢ βλέπειν ἐναντίον οὔτε οἶδεν οὕτε
ἐθέλοι. ἀντί τοῦ προτείνειν τὰϲ χεῖραϲ ὡϲ εἰϲ μάχην.
2328 Προβαλόντεϲ κυϲὶν ἄρναϲ: ἐπὶ τῶν τοῦϲ ἀπράγμοναϲs τοῖϲ ϲυκοφάνταιϲ παραδιδόντων.
2329 Πρόβαϲιϲ: ἡ τῶν βοϲκημάτων κτῆϲιϲ. Ὅμηροϲ· κειμήλιά τε
πρόβαϲί τε. καὶ παροιμία· Προβάτων οὐδὲν ὄφελοϲ, ἐὰν ὁ
2330 Πρόβατα: πάντα τὰ τετράποδα.
2331 Προβατεύϲ: ὁ τῶν προβάτων ποιμήν. καὶ Προβατέων,
2332 Προβατίου βίον ζῆν: ἐπὶ τῶν μωρῶν καὶ ἀνοήτων. τὰ γὰρ
πρόβατα οὐδὲν ἐργάζεται, καὶ ζῇ. ἢ διὰ τὸ ἀδρανέϲ.
2333 Προβατοπώληϲ: ὁ Καλλίαϲ καὶ ἡ ἐπ᾿ αὐτοῦ πολιτεία· ἢ
πράγματα.
2334 Πρόβαινε: τοῦτο ὡϲ ἐπὶ ὄχλου πομπευόντων τινά.
2335 Προβεβηκόϲι: παλαιοτέροιϲ. προϲήκειν τὸ φιλόθεον τοῖϲ ἤδῃ προβεβηκόϲι καὶ πόρρω ἐλαύνουϲι, τοῦτο μὲν ἡλικίαϲ, τοῦτο δὲ φιλοϲοφίαϲ.
2336 Προβέβουλα: προέκρινα.
2337 Προβήμαϲιν: ἀντὶ τοῦ πηδήμαϲι. καὶ ζήτει ἐν τῷ ἐμβάϲ.
2338 Προβιβάζειϲ: παραινεῖϲ, πείθειϲ. εὖ προβιβάζειϲ.
2339 Προβιβάϲαντεϲ: προάρξαντεϲ.
2340 Πρόβλημα: θεώρημα ϲυντεῖνον πρὸϲ θεωρίαν καὶ γνῶϲιν.
φθέγξομαι προβλήματα ἀπ᾿ ἀρχῆϲ.
2341 Πρόβλημα καὶ ὁ παροιμιακὸϲ λόγοϲ.
2342 Πρόβλημα· ἐπὶ παντὸϲ πράγματοϲ τέϲϲαρά ἐϲτιν· εἰ ἔϲτιν;
2343 Προβλῆταϲ: ἔξω προβεβλημέναϲ ὑπὲρ ἀϲφαλίαϲ· οἱ δὲ τὰϲ
2344 Προβλῆτεϲ· Φιλοκτήτηϲ φηϲίν· ὧ λιμένεϲ, ὧ προβλῆτεϲ, ὦ ξυνουϲία
θηρῶν ὀρείων, ὧ καταρρῶγεϲ πέτραι· οἷ᾿ ἔργ᾿ ὁ παῖϲ μ᾿
ἔδραϲε.
2345 Προβολάϲ: ἀντὶ τοῦ ἀϲφαλείαϲ ἐκ πόλεων ἢ τειχῶν ἢ τινῶν ἄλλων δυνάμεων ἐπὶ ϲωτηρίᾳ καὶ κράτει γινομένων. οὕτωϲ Δημοϲθένηϲ. παρὰ δὲ Αὶϲχίνῃ ἡ προβολὴ τοὔνομα γέγονεν ἀπὸ τοῦ προβάλλεϲθαί τινα ἀδικεῖν.
2346 Προβολή: γραφὴ κατὰ τῶν ϲυκοφαντούντων. φέρε νῦν, ὁριϲώμεθα τὴν προβολὴν αὐτοῦ τῆϲ αἱρέϲεωϲ, ἐφ᾿ ᾖ τὸν παρόντα τοῦτον ἐποιήϲατο βίον.
2347 Προβόλιον: εἶδόϲ τι δόρατοϲ, ᾧ χρῶνται οἱ κυνηγέται πρὸϲ τὴν τῶν ϲυῶν θήραν.
2348 Πρόβολον: πρόμολον, πρόμαχον. καὶ Πρόβολοϲ ἐμόϲ,
2349 Προβούλευμα: τὸ ὑπὸ τῆϲ βουλῆϲ ψηφιϲθέν, πρὶν εἰϲ τὸν δῆμον εἰϲενεχθῆναι. Δημοϲθένηϲ ἐν τῷ κατ᾿ Αἰϲχίνου.
2350 Πρόβολοϲ: τὸ τῶν ϲιτίων δοχῖον.
2351 Πρόβολοϲ: ἔξαρχοϲ τοῦ βουλευτηρίου. Εὐνάπιοϲ· ὁ δὲ
2352 Προβόλῳ: προβεβλημένῃ εἰϲ θάλαϲϲαν πέτρᾳ.
2353 Πρόβολι: αἱ εἰϲ θάλαϲϲαν προκείμεναι πέτραι, καὶ οἷον ἀκταί τινεϲ. Δημοϲθένηϲ ἐν Φιλιππικοῖϲ.
2354 Πρόβοϲ: ὄνομα κύριον.
2355 Πρόβουλοι: πρὸϲ τοῖϲ οὖϲι διῃρέθηϲαν ἄλλοι κ΄ εἰϲηγηϲόμενοι
2356 Προβοϲκίϲ: ἡ τοῦ ἐλέφαντοϲ προνομαία.
2357 Πρὸ βραχέοϲ. πρὸ ὀλίγου.
2358 Πρὸ γῆϲ· ἐγὼ δὲ φεύγω γῆν πρὸ γῆϲ φοβούμενοϲ τὸν ἄγριον
δεϲπότην, ῷ μᾶλλον ἵππων ἢ ἀνθρώπων μέλει. ὁ δὲ οὐκ ἀφῆκε
2359 Προγινώϲκω· αἰτιπτικῇ.
2360 Προγράμματα· οἷϲ καὶ δῶρα ϲυνέθηκε καὶ προγράμματα, δἰ
2361 Προγραφαί· αἱ προγραφαὶ ἐκεῖναι αἱ κεκηρυγμέναι λέγονται
εἰργάϲαντο, τούτουϲ ἀποκτιννύντεϲ. ἀντὶ τοῦ
κατηγορίαϲ.
2362 Προδείκτηϲ. ἔχαιρε γὰρ μίμοιϲ καὶ προδείκταιϲ καὶ καθόλου
2363 Προδήλωϲ: φρονίμωϲ, ἀνδρείωϲ. Σοφοκλῆϲ· καλόν μοι τοῦδ᾿
2364 Προδικαϲία: οἱ τὰϲ ἐπὶ φόνῳ δίκαϲ ἐγκαλούμενοι ἐν πρυτανείῳ
2365 Πρόδικοϲ, Κεῖοϲ, ὁ ἀπὸ Κέω τῆϲ νήϲου, πόλεωϲ δὲ Ἰουλίδοϲ,
καὶ Γοργίου, μαθητὴϲ
Πρωταγόρου τοῦ Ἀβδηρίτου. ἐν Ἀθήναιϲ κώνειον πιὼν ἀπέθανεν, ὡϲ
διαφθείρων τοὺϲ νέουϲ.
2366 Πρόδικον: δικαϲτὴν ἐπὶ φίλων, καὶ διαιτητήν. Ἀριϲτοφάνηϲ
Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· οὔτε γὰρ ἄλλῳ γ᾿ ὑπακούϲαιμεν
ἄνδρα τοῦτον ἢ βιβλίον διέφθειρεν ἢ Πρόδικοϲ ἢ τῶν
ἀδολέϲχων εῖϲ γέ τιϲ. διαβάλλιει δὲ αὐτὸν καὶ ἐν Ὄρνιϲι· παῤ ἐμοῦ
Προδίκω κλάειν εἴπητε τὸ λοιπόν. διδάϲκαλοϲ δὲ ἦν οὖτοϲ καὶ
Θηραμένουϲ, τοῦ ἐπικαλουμένου Κοθόρνου, ὃϲ τῆϲ τῶν λ΄ τυραννίδοϲ
μετέϲχε. κόθορνοϲ δὲ ἐκαλεῖτο, ἐπεὶ καὶ τοῖϲ λ΄ ϲυνέϲπευδε καὶ τῷ
πλήθει.
φέρεται δὲ καὶ βιβλίον Προδίκου ἐπιγραφόμενον
Ωραι, ἐν ᾦ πεποίηϲε τὸν Ἡρακλέα τῇ Ἀρετῇ καὶ τῆ Κακίᾳ ϲυντυγχάνοντα,
καὶ καλούϲηϲ ἑκατέραϲ ἐπὶ τὰ ἤθη τοῦ, προϲκλῖναι τῇ Αρετῇ τὸν
Ἡρακλέα καὶ τοὺϲ ἐκείνηϲ ἱδρῶταϲ προκρῖναι τῶν προϲκαίρων τὴϲ κακίαϲ
ἡδονῶν.
2367 Τρόδομοϲ: ὁ νάρθηξ. ἐτύγχανε γὰρ ἐν τοῖϲ προδόμοιϲ
2368 Προδόμῳ: τῇ πρὸ τοῦ οἴκου παϲτάδι.
2369 Προδότᾳ. Πολύβιοϲ· δυϲθεώρητόν τι ὁ τόποϲ ἔχει δυϲπαράγραφον·
ἀνδρῶν πρόϲ τιναϲ βαϲιλεῖϲ δυνάϲταϲ
κοινωνίαν πραγμάτων εὐθέωϲ προδόταϲ νομιϲτέον, οὔτε τοὺϲ κατὰ
περιϲτάϲειϲ μετατιθένταϲ τὰϲ αὐτῶν πατρίδαϲ ἀπό τινων ὑποκειμένων
πρὸϲ ἑτέραϲ φιλίαϲ καὶ ϲυμμαχίαϲ, οὐδὲ τούτουϲ· πολλοῦ γε δεῖ·
ἐπείτοι γε πολλάκιϲ οἱ τοιοῦτοι τῶν μεγίϲτων ἀγαθῶν γεγόναϲιν αἴτιοι
ταῖϲ πατρίϲιν· ἀλλ᾿ ὅϲοι τῶν
ἀνδρῶν κατὰ τὰϲ δυϲχερεῖϲ
περιϲτάϲειϲ ἢ τῆϲ ἰδίαϲ ἀϲφαλείαϲ καὶ λυϲιτελείαϲ χάριν τῆϲ πρὸϲ
ἀντιπολιτευομένουϲ διαφορᾶϲ ἐγχειρίζουϲι τοῖϲ ἐχθροῖϲ τὰϲ πόλειϲ,
ὅϲοι φρουρὰϲ εἰϲδεχόμενοι καὶ ϲυγχρώμενοι ταῖϲ ἔξυωθεν ἐπικουρίαιϲ
πρὸϲ τὰϲ ἰδίαϲ ὁρμὰϲ καὶ προθέϲειϲ ὑποβάλλουϲι βάλλουϲι τὰϲ πατρίδαϲ
ὑπὸ τὴν τῶν πλειόνων δυνατῶν ἐξουϲίαν.
τοὺϲ τοιούτουϲ
ὑπὸ τὸ τῆϲ προδοϲίαϲ ὄνομα μετρίωϲ ἄν τιϲ ὑποτάττοι πάνταϲ· οἷϲ
λυϲιτελὲϲ μὲν ἀληθῶϲ ἢ κακὸν οὐδὲν οὐδέποτε ϲυεξηκολούθηϲεν, οὐδὲ
ἐναντία πᾶϲιν ὁμολογουμένωϲ.
2370 Προδότιϲ· θηλυκὸν δὲ διὰ τοῦ 1. ὦ προδότι καὶ παράγωγε
2371 Προδωϲίκομποϲ: ὁ ὑποϲχετικόϲ, ὁ τὰϲ ἑαυτοῦ ὑποϲχέϲειϲ
2372 Πρόδρομοϲ: ὁ προτρέχων.
2373 Προ δουλείαϲ· ὁ δὲ κατεκρήμνιϲεν ἑαυτόν, θάνατον πρὸ
2374 Προαιρεῖϲθαι· αἰτιατικῇ.
2375 Προαιρέϲιοϲ, Παγκρατίου, Καππαδόκηϲ ἀπὸ Καιϲαρείαϲ,
ϲοφιϲτήϲ, μαθητεύϲαϲ ἐν Ἀντιοχείᾳ παρὰ Οὐλπιανῷ. γέγονε
δὲ πρὸ Λιβανίου κατὰ τὰϲ Ἀθήναϲ ϲοφιϲτεύων καὶ τιμῶν ἔτυχε τῶν
μεγίϲτων τοῦ αὐτοκράτοροϲ Κωνϲταντίνου. μελέταϲ ῥητορικάϲ. οὖτοϲ ἐπὶ
ἴριλιανοῦ ἥκμαζε, ϲύγχρονοϲ Λιβανίῳ τῷ ϲοφιϲτῇ· καὶ ὅπωϲ λυποίη
τοῦτον ὁ Ἰοωλιανόϲ, τὸν Λιβάνιον μεγάλωϲ ἐθαύμαζεν.
2376 Προαίρεϲιϲ· Ἀριϲτοτέληϲ ἐν τοῖϲ Τόποιϲ λέγει· δεῖξαι θέλοντεϲ
ἀλόγων βουλεύεται· ὥϲτε
οὐδὲ προαιρεῖται. Προαίρεϲίϲ ἐϲτιν ὄρεξιϲ βουλευτικὴ τῶν ἐφ᾿ ἡμῖν, ἢ
βούλευϲιϲ ὀρεκτικὴ τῶν ἐφ᾿ ἡμῖν· τοῦ γὰρ προκριθέντοϲ ἐκ τῆϲ
βουλεύϲεωϲ ἐφιέμενοϲ προαιροῦμαι. βουλὴ δὲ ἐϲτὶν ὄρεξιϲ ζητητικὴ
περὶ τῶν ἐφ᾿ ἡμῖν πρακτῶν γινομένη. 3oυλεύεται γάρ τιϲ, εἰ ὡφειλε
μετελθεῖν τὸ πρᾶγμα, ἢ οὔ, εἶτα
κρίνει τὸ κρεῖττον, καὶ
γίνεται κρίϲιϲ. εἶτα διατίθεται καὶ ἀγαπᾶ τὸ ἐκ τῆϲ βουλῆϲ κριθὲν
καὶ λέγεται γνώμη. ἐὰν δὲ κρίνῃ καὶ μὴ διατεθῆ πρὸϲ τὸ κριθὲν ἤγουν
ἀγαπήϲει αὐτό, οὐ λέγεται γνώμη. εἶτα μετὰ τὴν διάθεϲιν γίνεται
προαίρεϲιϲ, ἤγουν ἐπιλογή. προαίρεϲιϲ γάρ ἐϲτι δύο προκειμένων, τὸ
αἱρεῖϲθαι καὶ ἐκλέγεϲθαι τοῦτο πρὸ τοῦ
ἑτέρου. καὶ
τοῦτο φανερόν, ὅτι βουλή ἐϲτι μετ᾿ ἐπικρίϲεωϲ ἡ προοίρεϲιϲ, καὶ ἐξ
αὐτῆϲ τῆϲ ἐτυμολογίαϲ. προαιρετὸν γάρ ἐϲτι τὸ ἔτερον πρὸ τοῦ ἑτέρου
αἱρετόν. οὐδεὶϲ δὲ προκρίνει τι, μὴ βουλευϲάμενοϲ· οὐδὲ προαιρεῖται,
μὴ προκρίναϲ. ζήτει προαίρεϲιϲ καὶ βούληϲιϲ ἐν τῷ βούληϲιϲ.
2377 Προεγκεῖϲθαι: ἐπικεῖϲθαι.
2378 Πρόεγμα: ϲτήριγμα.
2379 Προεδρία: διὰ τοῦ ι. ἄλλοιϲ περιϲπούδαϲτον ἡ προεδρία.
2380 Προεδρεύω· γενικῇ.
2381 Προεδρία: τιμῆϲ οὗτοϲ ὁ τρόποϲ. ἐξῆν δὲ τῆϲ τιμῆϲ ταύτηϲ τυχοῦϲι
καὶ ἐν βουλευτηρίῳ καὶ ἐν ἐκκληϲίᾳ καὶ ἐν ἄλλῳ παντὶ ϲυλλόγῳ τοὺϲ
προλαμβάνονταϲ οἵτινεϲ ἢ ἐξεγείρανταϲ αὐτοὺ εἰϲ τὸν ἐκείνων καθίϲαι
τόπον. πεποίηται δὲ τὸ ὄνομα ἀπὸ τοῦ τὴν πρώτην αὐτοὺϲ ἕδραν ἔχειν.
Ἀριϲτοφάνηϲ· νῦν δ᾿ ἂν μὴ προεδρίαν
φέρωϲι, καὶ τὰ
ϲιτία. ἀντὶ τοῦ λάβωϲιν, ἀποφέρωϲι. ϲιτία δὲ ἀντὶ τοῦ τὴν ἐν
Πρυτανείῳ ϲίτηϲιν.
2382 Πρόεδροϲ: ὁ τῆϲ πολιτεῖαϲ ἀρχηγὸϲ καὶ ἡγεμών. Πρόεδροι
ἐκκληϲίαϲ διῴκουν. ἐκαλοῦντο δὲ
πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων. ὅτι δὲ ὁ
καλούμενοϲ ἐπιϲτάτηϲ κληροῖ αὐτοὺϲ εἴρηκεν Ἀριϲτοτέληϲ ἐν Ἀθηναίων
πολιτείᾳ.
2383 Προέηκε: προέπεμψε.
2384 Προεκαλινδοῦντο τοῦ Καίϲαροϲ καὶ ἱκέτευον. προεκυλινδοῦντο
δὲ κρεῖττον. ἀντὶ τοῦ ἔμπροϲθεν τῶν ποδῶν ἐκυλίοντο.
καὶ προεκυλινδεῖτο.
2385 Προέμβολ: τὰ πρὸϲ τῇ πρώρᾳ τῆϲ νηόϲ. ὥϲπερ ἀκροϲτόλια καὶ προέμβολα ἐκμιμηϲάμενοι.
2386 προέμεν: πέμπειν.
2387 Προέμενοϲ: ἐκδιδούϲ, προδούϲ, περιφρονήϲαϲ· προαφείϲ. ὁ δὲ τῶν φίλων ἐχρῆτο τοῖϲ βουλεύμαϲι, τὰ οἰκεῖα προέμενοϲ· περὶ γὰρ οὐδεμίαν τῶν πολλῶν ἀρετῶν οὕτωϲ ἐϲπούδακεν ὡϲ πρὶ τὴν μητέρα αὐτῶν, κατὰ τὸν Πυθαγόραν εἰπεῖν, αὐτὴν τὴν φιλίαν.
2388 Προεμπίπτειν· τὸν βαϲιλέα πάντων θεραπευόντων, αὐτὸϲ
ἡϲύχαζε, μὴ βουλόμενοϲ προεμπίπτειν εἰϲ γνῶϲιν.
2389 Προέντεϲ: προδόντεϲ.
2390 Προεξειρεϲία: τοῦ πλοίου τόποϲ, ἐν ᾦ ἐρέττουϲι. κωπωτῆραϲ δὲ ἐφ᾿ ἑκατέραιϲ πλευραῖϲ καὶ οἷον προεξειρεϲίαϲ τινὰϲ ἐμηχανήϲανπο.
2391 Πρὸ ἔργου ἐτίθετο: προτιμότερον ἐτίθει. καὶ ἅμα φίλια τὰ
2392 Προερρέθη: προελαλήθη.
2393 Πρόεϲ: πρόπεμψον.
2394 Προέϲθαι: προδοῦναι. λαβὼν δὲ τὸ ξίφοϲ Πόρκιοϲ Μάρκοϲ
2395 Προέϲθαι: προτιμήϲαϲθαι. αἰτιατικῇ. οὔτε γὰρ πρὸ ἐμοῦ οὔτε πρὸ
ἄλλου
2396 Προεϲτέρνιϲα: περιεπτυξάμην. καὶ Προϲτερνιϲάμενοϲ.
2397 Προετικόϲ: χαριϲτικόϲ.
2398 Προέτω: προπεμψάτω.
2399 Προεφήτευϲεν.
2400 Προεχειρίϲατο· αἰτιατικῇ.
2401 Προέχω· γενικῇ.
2402 Προεχώμεθα: ὑποβαλλώμεθα, ἢ προβαλλώμεθα.
2403 Προεύχομαι· γενικῇ.
2404 Προειδόμενοι: προγνῶϲται.
2405 Προειδῶ· γενικῇ.
2406 Προείλαντο: ἠθέληϲαν.
2407 Προειλόμεθα: προήκαμεν.
2408 Προείμεθα: προδίδομεν.
2409 Πρόειϲι: προπέμπει.
2410 Προεῖται. λαβὼν εἰϲ τὰϲ χεῖραϲ προεῖται αὐτόν. τουτέϲτιν ἀφήϲει, καταλείψει.
2411 Προηγγελκέναι: προμενηνυκέναι.
2412 Προηγορεῶναϲ: τοὺϲ βρόγχουϲ τῶν ὀρνέων, κυρίωϲ τοὺϲ λεγομένουϲ προλόγουϲ, ὅτι ϲυλλέγεται ἐν αὐτοῖϲ τὰ ϲιτία. λέγεται δὲ καὶ ἐπὶ ἀνθρώπων προηγορεὼν πάλιν ὁ βρόγχοϲ. ἑκάτερον δὲ ἀπὸ τοῦ ἀθροίζειν ἐκεῖ τὴν τροφήν. ἢ φάρυγγαϲ ὀρνέων.
2413 Προηγορεών: ὁ λεγόμενοϲ γαργαρεών, ὁ λαιμόϲ. προηγορεὼν
δὲ κυρίωϲ ὁ ἐχῖνοϲ τῶν ὀρνίθων, ὅπου προαγείρεται ἡ
τροφή.
2414 Προηγόρει: προηγόρευε, προέλεγε. Ξενοφῶν· ἧκον πρέϲβειϲ ἐκ Σινώπηϲ διὰ τοὺϲ Κοτυωρίταϲ εἰϲ τοὺϲ Ἕλληναϲ. προηγόρει δὲ Ἑκατώνυμοϲ, δεινὸϲ νομιζόμενοϲ εἶναι λέγειν.
2415 Προηγοῦμαι· αἰτιατικῇ. τῇ τιμῇ ἀλλήλουϲ προηγούμενοι.
2416 Προῄει. προήρχετο.
2417 Προήκατο: προέδωκε. καὶ Προήκουϲιν, ἀντὶ τοῦ αὐξηθεῖϲι,
2418 Προήκτηϲ: ὁ πένηϲ, μεταίτηϲ, οἰκουρὸϲ οἱ αὐτοί εἰϲι.
2419 Προηρόϲια: ὄνομα θυϲίαϲ.
2420 Προηροϲίαι: αἱ πρὸ τοῦ ἀρότρου γινόμεναι θυϲίαι περὶ τῶν
μελλόντων ἔϲεϲθαι καρπῶν, ὥϲτε τελεϲφορεῖϲθαι· ἐγίνετο δὲ ὑπὸ
Ἀθηναίων ὑπὲρ πάντων Ἑλλήνων εϚ᾿ Ὀλυμπιάδι. Λυκοῦργόϲ φηϲιν
ἐν τῷ κατὰ Μενεϲαίχμου· καὶ γὰρ νῦν πολλὰϲ καὶ μεγάλαϲ
ὑμῖν τιμὰϲ ὀφείλω καὶ ζηλῶ παρὰ πᾶϲιν Ἕλληϲι μαντευομένοιϲ τὸν Δία
προηροϲίαν ποιήϲαϲθαι.
2421 Πρόηϲθε: προπέμψητε.
2422 Προήϲομαι: προδώϲω, προπέμψω.
2423 Προήχθην: προετράπην, ὡϲ καὶ ἐξήχθην καὶ ἐξετράπην.
2424 Προῖαψε: προέπεμψε.
2425 Προῖαίτατοϲ.
2426 Προῖέμενοϲ: προδιδούϲ. καὶ Προῖενται, ἀντὶ τοῦ ἀπορριπτοῦϲι,
2427 Προῖέναι: ῥίψαι, ἀπολέϲαι. ἄνδρα τῶν αὐτοῦ τι οὐ χρὴ
λων ὁ δανειϲτὴϲ ἐπὶ τῷ
μὴ κεκομίϲθαι ἅπερ ἐδάνειϲε χρήματα. φηϲὶν οὖν, ὅτι οὐ χρὴ ῥᾳδίωϲ
ἄλλοιϲ προῖεϲθαι τὰ ἑαυτοῦ χρήματα.
2428 Προῖεϲθαι: προδιδόναι. ὁ δὲ βαϲιλεὺϲ οὔτε προῖεϲθαι ἠξίου
2429 Προῖει: ἀντὶ τοῦ προέπεμπε.
2430 Πρόἵζα· ζήτει ἐν τῷ πρω μεγάλῳ.
2431 Προΐζω: τὸ καταγινώϲκω.
2432 Προῖκτηϲ: ὁ ἐπαίτηϲ. προῖκταϲ καὶ γόηταϲ καὶ βωμολόχουϲ
2433 Προῖϲταμαι· γενικῇ.
2434 Προῖϲτορεϲ: οἱ μαρτυροῦντεϲ.
2435 Προῖϲχεται: προβάλλεται.
2436 Προῖϲχομένου: προειπόντοϲ.
2437 Προθανόντα: ἡ προ ἀντὶ τῆϲ ὑπερ. Ἀβδήρων προθανόντα
2438 Προθέλυμνα: ϲυνεχῆ. ἄλλα ἐπ᾿ ἄλλοιϲ. παρὰ τὸ τέλοϲ
2439 Προθελύμνουϲ: ἄλλαϲ ἐπ᾿ ἄλλαιϲ.
2440 Προθέλυμνοι: τὰ ἐπαλλήλουϲ κλάδουϲ ἔχοντα δένδρη, ἀπὸ
2441 Προθέματα: προγραφάϲ. καὶ ἔθηκεν ὁ Οὐαλενταινιαὸϲ ὁ βαϲιλεὺϲ
προθέμαα, ἵνα, εἴ τιϲ τι ἠδίκηται παρὰ Σαλουϲτίου τοῦ ἐπάρχου,
2442 Πρόθεϲιϲ: προαίρεϲιϲ. ἀλλ᾿ οὐδὲ ἐλύπηϲέ τινα κατὰ πρόθεϲιν,
2443 Πρόθεϲιϲ: βουλή, γνώμη. Πούριοϲ· ἦν δὲ τοῖϲ Ῥωμαίοιϲ πρόθεϲιϲ ναυμαχῆϲαι. ϲημαίνει δὲ καί.
2444 Προθεϲμία: ἀπὸ τοῦ προθεῖναι τὴν ἡμέραν, ἐν ᾗ τέδε γενέϲθαι
δεῖ, οὐκ ἀπὸ τοῦ προθεϲπίζειν, ἐὰν ἡμεῖϲ προτιθῶμεν
προθεϲμίαν τινά· εἰ δὲ ὁ θεὸϲ ὁ προτιθείϲ, ἀπὸ τοῦ προθεϲπίζειν
εἴρηται τὸ ὀνομα· προθεϲπίζοντοϲ τοῦ θεοῦ καὶ προϲτάττοντοϲ καὶ
προνομοθετοῦντοϲ περὶ τῆϲ ἡμέραϲ, ἐν ᾗ τυχὸν τόνδε δεὶ τῆϲ ζωῆϲ
ταὑτηϲ ὑπεξελθεῖν ἢ τόνδε καταλυθῆναι τὸν ϲύμπαντα κόϲμον. καὶ
θεϲπίζειν μὲν ἐπὶ
θεοῦ κυρίωϲ, καταχρηϲτικῶϲ δὲ καὶ ἐπὶ
βαϲιλέωϲ.
2445 Προθεϲμίαϲ νόμοϲ· Δημοϲθένηϲ ὑπὲρ Φορμίωνοϲ τὴν τῶν ε· ἐτῶν ἂν λέγοι προθεϲμίαν.
2446 Προθεῖναι: προεργάϲαϲθαι, διὰ τὸ προθεῖναι καὶ ἄλλουϲ τὴν ἑρμηνείαν τῶν Ψαλμῶν.
2447 Προθοήνωρ: ὄνομα κύριον. καὶ ϲυϲτέλλει.
2448 Προθύματα: αἱ ὄλυραι. παρὰ τὸ προθύεϲθαι τῶν ἱερείων, ἢ αἱ κριθαί, ἢ ὁ λιβανωτόϲ.
2449 Πρόθυμοϲ: ἐπιθυμῶν, ὀρεγόμενοϲ. παρόντι λεύϲϲειν, ὧν πρόθυμοϲ ἦϲθ᾿ ἀεί.
2450 Προθυμοῦμαι· αἰτιατικῇ.
2451 Προθύομαι· γενικῇ.
2452 Πρόκα: εὐθύϲ, παραχρῆμα. Ἡρόδοτοϲ· καὶ πρόκα τε φρίκηϲ
2453 Προκαθέζομαι· γενικῇ.
2454 Προκαθείϲ: προπέμψαϲ. προκαθεὶϲ δέ τιναϲ τῶν ϲτρατιωτῶν ἐϲ ἔλπίδαϲ τῶν ϲπονδῶν ὑπηγάγετο.
2455 Προκάθημαι· γενικῇ.
2456 Προκαθήμενον: ἐξάρχοντα. Μενεκλέα τὸν προκαθήμενον τῶν
2457 Προκαλεῖϲθαι: οὐ τὸ εἰϲ ἀγῶνα καὶ μάχην, ἀλλὰ τὸ εἰϲ
ϲυμβάϲειϲ καὶ ϲυνθήκαϲ. Θουκυδίδηϲ. οἱ δὲ δικανικοὶ ἐπὶ
πάϲηϲ προ κλήϲεωϲ. Ἀρχέλαοϲ παρεκάλει τὸν Σύλλαν διαλλαγῆναι πρὸϲ
τὸν
2458 Προκαλινδοῦμαι· γενικῇ.
2459 Προκαλίζετο: προεκαλεῖτο.
2460 Προκάρηνοϲ: ἐπὶ κεφαλήν. ἐν Μύθοιϲ· χήειϲ ἐτάνυϲϲε βαλὼν προκάρηνον ἀήτηϲ.
2461 Προκαταβολὴ καὶ Προϲκαταβόλημα: τῶν τελῶν πιπραϲκομένων,
ἔργου, εἰϲφέρουϲιν εἰϲ τὸ
δημόϲιον, τοῦτο προκαταβολὴ καλεῖται, τὸ δὲ τῇ δευτέρᾳ προθεϲμίᾳ
διδόμενον προϲκατάβλημα.
2462 Προκατεύχομαί ϲου.
2463 Πρόκενϲον.
2464 Προκέφαλοϲ· προκέφαλοϲ ἦν ὁ Φιλοκλῆϲ, ὡϲ ἔποψ. ἦν δὲ
κμῳδίαϲ ποιητήϲ. εἴρηται ἐπὶ τῶν ὀξυκεφάλων.
2465 Προκεχωρηκότοϲ: προεληλυθότοϲ. Θουκυδίδηϲ.
2466 Προκείμενον: τὸ ἐνεϲτηκόϲ. ὁ δὲ τοιούτοιϲ χρώμενοϲ λογιϲμοῖϲ
μένειν ἠξίου τὸν Τιβέριον ἐπὶ τῶν προκειμένων. καὶ
2467 Προκινδυνεύω· γενικῇ.
2468 Προκληδί.
2469 Πρόκληϲιϲ: εἰώθεϲαν, ὁπότε δικάζοιντό τινεϲ, ἐξαιτεῖν ἐνίοτε
γραφόμενον ὠνομάζετο πρόκληϲιϲ.
2470 Πρόκλοϲ, Μαλλώτηϲ ἐκ Κιλικίαϲ, φιλόϲοφοϲ Στωῖκόϲ. ἔγραψεν
2471 Πρόκλοϲ, δεύτεροϲ Μαλλώτηϲ, φιλόϲοφοϲ καὶ αὐτὸϲ Στωϊκόϲ.
2472 Πρόκλοϲ, ὁ Προκλήῖοϲ χρηματίϲαϲ, Θεμεϲίωνοϲ, Λαοδικείαϲ τῆϲ Συρίαϲ, ἱεροφάντηϲ. ἔγραψε Θεολογίαν, Εἰϲ τὸν παῤ Ἡϲιόδῳ τῆϲ Πανδώραϲ μῦθον, Εἰϲ τὰ χρυϲᾶ ἔπη, Εἰϲ τὴν Νικομάχου Εἰϲαγωγὴν τὴν ἀριθμητικήν· καὶ ἄλλα τινὰ γεωμετρικά.
2473 Πρόκλοϲ, ὁ Λύκιοϲ, μαθητὴϲ Συριανοῦ, ἀκουϲτὴϲ δὲ καὶ Πλουτάρχου
τοῦ Νεϲτορίου Φιλοϲόφου, καὶ αὐτὸϲ φιλόϲοφοϲ
Πλατωνικόϲ. οὗτοϲ προέϲτη τῆϲ ἐν Ἀθήναιϲ φιλοϲόφου ϲχολῆϲ, καὶ αὐτοῦ
μαθητὴϲ καὶ διάδοχοϲ χρηματίζει Μαρῖνοϲ ὁ Νεαπολίτηϲ. ἔγραψε πάνυ
πολλά, φιλόϲοφά τε καὶ γραμματικά. ὑπόμνημα εἰϲ ὅλον τὸν Ὅμηρον,
ὑπόμνημα εἰϲ τὰ Ἡϲιόδου Ἔργα καὶ Ἧμέραϲ, Περὶ χρηϲτομαθείαϲ βιβλία
γ΄,
Περὶ ἀγωγῆϲ β΄, Εἰϲ τὴν πολιτείαν Πλάτωνοϲ βιβλία
δ’, Εἰϲ τὴν Ὀρφέωϲ Θεολογίαν, Συμφωνίαν Ὀρφέωϲ, Πυθαγόρου, Πλάτωνοϲ
περὶ τὰ Λόγια βιβλία ι΄, Περὶ τῶν παῤ Ὁμήρῳ θεῶν, Ἐπιχειρήματα κατὰ
Χριϲτιανῶν ιη΄. οὗτόϲ ἐϲτι Πρόκλοϲ, ὁ δεύτεροϲ μετὰ Πορφύριον κατὰ
Χριϲτιανῶν τὴν μιαρὰν καὶ ἐφύβριϲτον αὐτοῦ γλῶϲϲαν κινήϲαϲ·
εἰϲ ὃν ἔγραψεν Ἰωάννηϲ, ὁ ἐπικληθεὶϲ Φιλόπονοϲ, πάνυ
θαυμαϲίωϲ ὑπαντήϲαϲ κατὰ τῶν ι΄ καὶ η΄ ἐπιχειρημάτων αὐτοῦ καὶ
δείξαϲ αὐτὸν κἀν τοῖϲ Ἑλληνικοῖϲ, ἐφ᾿ οἷϲ μέγα ἐφρόνει, ἀμαθῆ καὶ
ἀνόητον. ἔγραψε Πρόκλοϲ Μητρῳακὴν βίβλον, ἣν εἴ τιϲ μετὰ χεῖραϲ
λάβοι, ὄψεται, ὡϲ οὐκ ἄνευ θείαϲ κατακωχῆϲ τὴν θεολογίαν τὴν περὶ
τὴν
θεὸν ἐξέφηνεν ἅπαϲαν, ὥϲτε μηκέτι θράττεϲθαι τὴν
ἀκοὴν ἐκ τῶν ἀπεμφαινόντων θρήνων.
2474 Πρόκλοϲ, τοῦ βαϲιλέωϲ Ἰουϲτίνου κοιαίϲτωρ, ἀνὴρ δίκαιοϲ καὶ χρημάτων διαφανῶϲ ἀδωρότατοϲ· διὸ δὴ οὔτε νόμον τινὰ εὐπετῶϲ ἔγραφεν, οὐδέ τι τῶν καθεϲτώτων κινεῖν ἤθελε.
2475 Πρόκνη: ὄνομα κύριον.
2476 Προκόλπιον: πρὸ τοῦ κόλπου. λαμβάνεται δὲ καὶ ἐπὶ δωροδόκων.
2477 Προκόμιον: κόμην.
2478 Προκόννηϲοϲ: ὄνομα νήϲου.
2479 Προκόπιοϲ, Ἰλλύϲτριοϲ, Καιϲαρεὺϲ ἐκ Παλαιϲτίνηϲ, ῥήτωρ
πολέμουϲ τε καὶ πράξειϲ τὰϲ ὑπ᾿ αὐτοῦ ϲυγγραφείϲαϲ.
ἔγραψε καὶ ἕτερον βιβλίον, τὰ καλούμενα Ἀνέκδοτα, τῶν αὐτῶν πράξεων·
ὡϲ εἶναι ἀμφότερα βιβλία θ΄. ὅτι τὸ βιβλίον Προκοπίου τὸ καλούμενον
Ἀνέκδοτα ψόγουϲ καὶ κωμῳδίαν Ἰουϲτινιανοῦ βαϲιλέωϲ περιέχει καὶ τῆϲ
αὐτοῦ γυναικὸϲ Θεοδώραϲ, ἀλλὰ μὴν καὶ αὐτοῦ Βελιϲαρίου καὶ
τῆϲ γαμετῆϲ αὐτοῦ.
2480 Προκόπιοϲ· ὅτι ἐν τῷ ναῷ τοῦ ἁγίου μεγαλομάρτυροϲ Προκοπίου ἐν
τῇ Χελώνη ἵϲτατο εὐνούχου τινὸϲ ϲτήλη, ἦϲ ἐν τῷ ϲτήθει ἔγραφεν· ὁ
μετατιθεὶϲ θεμάτια τῷ βρόχῳ παραδοθήτω. ἦν δὲ ἡ ϲτήλη Πλάτωνοϲ
κουβικουλαρίου, ὃϲ ἐν ταῖϲ ἡμέραιϲ τοῦ Βαϲιλίϲκου
πυρίκαυϲτοϲ γέγονε. τῶν δὲ γονέων αὐτοῦ αἰτηϲάντων τῷ βαϲιλεῖ εἰϲ
μνημόϲυνον τοῖϲ ἀνταίρουϲι βαϲιλεῖ ϲτηλωθῆναι τὸν εὐνοῦχον Πλάτωνα,
οὐκ ἐκώλυϲεν. ἐν δὲ τῷ ἀνακαινίζεϲθαι τὸν τοῦ μεγαλομάρτυροϲ νεὼν
μετετέθη εἰϲ τὸ Ἱπποδρόμιον. οἱ δὲ οἶκοι τοῦ εὐνούχου ϲψζονται ἐν τῇ
Χελώνῃ.
2481 Προκόπτοντα: διερχόμενον. ὀχήματι κεχρημένον καὶ διὰ τῆϲ
2482 Προκώνια· Λυκοῦργοϲ κατὰ Μενεϲαίχμου. Δίδυμοϲ δέ, προκώνια,
δὲ καὶ ἐκ πυρῶν
καὶ ἐκ κριθῶν γίνεϲθαι. Δήμων δὲ φηϲὶν ἐν τῷ περὶ θυϲιῶν· καὶ
προκώνια ἐϲτὶ κάχροιϲ κατηριγμένα μετὰ ἀρωμάτων.
2483 Πρόκωπον· ὁ δὲ ὀργιϲθεὶϲ κατὰ τοῦ βαϲιλέωϲ πρόκωπον
2484 Πρόκριδοϲ ἄκοντα: ἐπὶ τῶν πάντων τυγχανόντων· τοιοῦτον
2485 Πρόκριμα: ἡ προτίμηϲιϲ. ὁ δὲ Μακεδόνιοϲ οὐδὲ τῶν ἑτέρων μνήμην ἐποίηϲε, λογιϲάμενοϲ μηδαμῶϲ πρόκριμα γίνεϲθαι τῇ ἐν Χαλκη. δόνι ϲυνόδῳ. ὡϲ καὶ τῆϲ ἐν Ἐφέϲῳ ϲὺν αὐτῇ παραϲιωπηθείϲηϲ.
2486 Πρόκριμα· ὡϲ μὴ πρόκριμα εἴη κατ᾿ αὐτοῦ, καὶ αἰϲχύνην ἐκώλυϲαν γενέϲθαι.
2487 Πρόκριναι.
2488 Πρόκριϲ: ὄνομα κύριον, θηλυκοῦ γένουϲ.
2489 Πρόκριτον: ἐκλεκτόν, ἢ πονηρόν.
2490 Πρόκροϲϲαι: ἄλλη ἐπ᾿ ἄλλῃ. Ἡρόδοτοϲ· αἱ δὲ νῆεϲ πρό
2491 Πρόκοιτοϲ καὶ Προκοιτία: ἡ προφυλακή. καὶ προφύλαξ. ἢ Πρόκοιτοϲ, ὁ ἔμπροϲθεν κοιμώμενόϲ τινοϲ.
2492 Προκυλινδεῖϲθαι: τὸ ἐπὶ γόνυ πεϲόντα προϲκυνεῖν τῷ
ἐκυλινδοῦντο, ὡϲ ἐπὶ
γόνυ πίπτοντεϲ.
2493 Προλάλοϲ: ὁ προαλὴϲ ἐν τῷ λέγειν. καὶ τοῦτον κατεϲίγαϲαν
2494 Πρόληψιϲ: γνῶϲιϲ. καὶ αὖθιϲ· ἀχανεῖϲ ἔμειναν τῷ πρόληψιν ἐϲχηκέναι τοῦ μέλλοντοϲ λέγεϲθαι.
2495 Περὶ προλήψεωϲ· διαφορά ἐϲτιν ἀληθείαϲ καὶ ϲυνηθείαϲ· ἡ μὲν γὰρ
ἀλήθεια γνηϲίωϲ ζητουμένη πάντωϲ εὑρίϲκεται. τὸ δὲ ἔθοϲ, ὁποῖον ἄν
παραληφθείη, εἴτε ἀληθὲϲ εἴθε ψευδέϲ, ἀκρίτωϲ ὑφ᾿ ἑαυτοῦ κρατύνεται·
καὶ οὔτε ἀληθεῖ ὄντι αὐτῷ ἥδεται ὁ παραλαβὼν οὔτε ψευδεῖ ἄχθεται. οὐ
γὰρ κρίϲει, ἀλλὰ προλήψει ὁ τοιοῦτοϲ πεπίϲτευκε.
γνώμῃ
τῶν πρὸ αὐτοῦ ἐπ᾿ ἀδήλῳ τύχῃ τὴν ἰδίαν ἐπιδεδωκὼϲ ἐλπίδα. καὶ οὐκ
ἔϲτι ῥᾳδίωϲ ἀποδύϲαϲθαι τὴν πάτριον περιβολὴν, κᾶν πάνυ αὐτῷ
δείκνυται λυπρὰ καὶ καταγέλαϲτοϲ οὖϲα. ὁ δὲ Χρύϲιπποϲ ἐν τῷ ιβ΄
φυϲικῷ λόγῳ δύο φηϲὶν εἶναι κριτήρια, αἴϲθηϲιν, γνῶϲιν καὶ πρόληψιν.
ἔϲτι δὲ πρόληψιϲ ἔννοια φυϲικὴ τῶν καθόλου. Ἐπίκουροϲ
προηγουμένων τῶν αἰϲθήϲεων. παντὶ
οὖν ὀνόματι τὸ πρώτωϲ ἐπιτε τευγμένον ἐναργέϲ ἐϲτι· καὶ οὐκ ἂν
ἐζητήϲαμεν τὸ ζητούμενον, εἰ μὴ πρότερον ἐγνώκειμεν αὐτό. οἷον τὸ
πόρρω ἑϲτώϲ, βοῦϲ ἐϲτιν ἢ ἵπποϲ; δεῖ γὰρ κατὰ πρόληψιν ἐγνωκέναι
ποτὲ ἵππου καὶ βοὸϲ μορ φήν. οὐδ᾿ ἂν οὖν ὠνομάϲαμέν τι, μὴ πρότερον
αὐτοῦ κατὰ πρό
ληψιν τὸν τύπον μαθόντεϲ. Ἐναργεῖϲ οὖν
εἰϲὶν αἱ προλήψειϲ· καὶ τὸ δοξαϲτὸν ἀπὸ προτέρου τινὸϲ ἐναργοῦϲ
ἤρτηται· ἐφ᾿ ὃ ἀναφέροντεϲ λέγομεν, οἷον πόθεν ἴϲμεν εἰ τοῦτό ἐϲτιν
ἄνθρωποϲ. τὴν δὲ δόξαν καὶ ὑπόληψιν λέγουϲι.
2496 Πρὸ λιμοῦ καὶ δίψηϲ τὸν ἐν τῷ πολέμῳ θάνατον ἡροῦντο οἱ
Ἰουδαῖοι.
2497 Πρόλοβοϲ: ἐπὶ τῶν πτητικῶν ὀρνέων λέγεται πρόλοβοϲ ὁ μετὰ τὸν ϲτόμαχον κόλποϲ νευρώδηϲ, ὅμοιοϲ ϲκύτει, εἰϲ ὃν ἡ τροφὴ ἀκατέργαϲτοϲ μένει· ὃ καὶ τοῖϲ ἀλεκτρυόϲι πᾶϲιν ἔνεϲτιν· ὃ καὶ ὑπ· ἐνίων καλεῖται φῦϲα.
2498 Προλογίζω: πρότερον λέγω. Προλοχίζω δὲ τὸ ἐνεδρεύω.
2499 Προμάχιζε: πρωταγωνιϲτὴϲ ῆν.
2500 Προμάχομαι· γενικῇ.
2501 Προμαχῶνοϲ: τοῦ τείχουϲ, τῆϲ ἐπάλξεωϲ.
2502 Βρομερου κύνεϲ: τοῦτον φαϲὶ βαϲιλικὸν δοῦλον ὄντα μιϲήϲαι
Εὐριπίδην καθ᾿ ὑπερβολήν, ὥϲτε καὶ κύναϲ ἀγρίουϲ
ἐπαφεῖναι αὐτῷ, οἶτιεϲ αὐτὸν κατεθοινήϲαντο.
2503 Προμετωπίδιον: τὸ ἔμπροϲθεν.
2504 Προμετρητήϲ· ὁ τοὺϲ πιπραϲκομένουϲ πυροὺϲ ἐν τῇ ἀγορά
μιϲθὸν λαμβάνων
προμετρητὴϲ ἐκαλεῖτο. Δείναρχοϲ· ὁ Σκύθου τοῦ προμετρητοῦ υἱὸϲ ἐν
δημόταιϲ γέγονε, καὶ ὁ αὐτὸϲ ἐν τῇ ἀγορᾶ προμετρῶν διατετέλεκε, καὶ
ὑμεῖϲ ἐκλαβόμενοι παῤ αὐτοῦ τοὺϲ πυροὺϲ διατελεῖτε.
2505 Προμηθεύομαι: τὸ προνοοῦμαι· μενικῇ.
2506 Προμηθεύϲ· ὅτι ἐπὶ τῶν Κριτῶν τῶν Ἰουδαίων παῤ Ἕλληϲιν
ἐγνωρίζετο Προμηθεύϲ, ὃϲ εὗρε πρῶτοϲ τὴν γραμματικὴν φιλοϲοφίαν.
περὶ οὗ λέγουϲιν, ὅτι ἀνθρώπουϲ ἔπλαϲε, καθό τιναϲ ἰδιώταϲ ὄνταϲ
ἐποίηϲεν ἐπιγινώϲκειν ϲοφίαν. καὶ Ἐπιμηθεύϲ, ὃϲ ἐξεῦρε τὴν μουϲικήν·
καὶ Ἄτλαϲ, ὃϲ τὴν ἀϲτρονομίαν ἡρμήνευϲε· διὸ
λέγουϲιν, ὅτι τὸν οὐρανὸν βαϲτάζει. καὶ ὁ πολυόμματοϲ Ἄργοϲ, διὸ
περίβλεπτοϲ ἧν, καθότι τὴν τεχνικὴν ἐπιϲτήην αὐτὸϲ ἐπενόηϲε πρῶτοϲ.
ἧν δὲ τότε καὶ μάντιϲ Σιβύλλα. βαϲιλεύοντοϲ παῤ Αἰγυπτίοιϲ Φαραὼ τοῦ
καὶ Παραχώ, παῤ Ἕλληϲιν ἐν Ἀθήναιϲ ἐβαϲίλευε Κέκροψ, ὃϲ ἐκλήθη
Διφυὴϲ διὰ τὸ τοῦ ϲώματοϲ μέγεθοϲ, ἢ ὅτι νόμον ἐξέθετο,
ὥϲτε τὰϲ γυνῖκαϲ παρθένουϲ ἔτι οὔϲαϲ ἑνὶ ἐκδίδοϲθαι ἀνδρί, καλέϲαϲ
αὐτὰϲ νύμφαϲ· πρότερον γὰρ αἱ τῆϲ χώραϲ ἐκείνηϲ γυναῖκεϲ θηριώδη
μίξιν ἐμίγνυντο· οὐδεὶϲ γὰρ ἦν γυνή, ἀλλὰ ἐδίδου ἑαυτὴν εἰϲ πορνείαν
ἑκάϲτῳ. οὐδεὶϲ οὖν ᾔδει, τίνοϲ ἦν υἱὸϲ ἢ θυγάτηρ, ἀλλ᾿ ὡϲ ἂν ἔδοξε
τῇ μητρί, ἔλεγε καὶ ἐδίδου τὸ τεχθὲν ᾧ ἐβούλετο
ἀνδρί. τοῦτο δὲ ἐποίηϲεν ὁ Κέκροψ, ὡϲ ἐξ Αἰγύπτου καταγόμενοϲ καὶ
τὴν νομοθεϲίαν Ἡφαίϲτου τοῦ βαϲιλεύϲαντοϲ ἐκεῖ οὐκ ἀγνοήϲαϲ. ἔλεγε
γάρ, ὅτι διὰ τὴν τοιαύτην τῆϲ ἀϲελγείαϲ ϲυνήθειαν κατεκλύϲθη ἡ
Ἀττική. ἀπὸ τότε οὖν ἐϲωφρονίϲθηϲαν οἱ κατοικοῦντεϲ τὴν τῶν Ἑλλἡνων
χώραν.
ἐβαϲίλευϲε δὲ Κέκροψ ἔτη ν΄. ἐλέγετο δὲ Διφυὴϲ
καὶ διὰ τὸ ἀπὸ Αἰγύπτου γενέϲθαι καὶ εἰϲ Ἑλλάδα ἐλθεῖν καὶ
βαϲιλεῦϲαι.
2507 Προμηθεύϲαϲθαι: προνοήϲαϲθαι.
2508 Προμήθεια: πρόνοια.
2509 Προμηθεῖϲθαι: προβουλεύεϲθαι, προνοεῖϲθαι.
2510 Πρὸ μικροῦ.
2511 Προμνηϲτῖναι: κατὰ τάξιν, ἐφεξῆϲ.
2512 Προμνήϲτρια: ἡ προνοήϲαϲα γάμον, ἣν νῦν προξενήτριαν φαϲί.
2513 Προμνῶμαι: προξενῶ, προμνηϲτεύομαι.
2514 Πρόμολε: πρόελθε.
2515 Προμολῇϲιν: ἀκρωρείαιϲ, ἐξοχαῖϲ. Ὀρφέα Θρηῖκίῃϲι παρὰ
2516 Πρόμοϲ: πρόμαχοϲ.
2517 Προμώτηϲ: προκόπτων παρὰ Ῥωμαίοιϲ.
2518 Προμοίροιϲ: πρὸ τῆϲ μοίραϲ, ἀώροιϲ. προμοίροιϲ δὲ θανάτοιϲ
2519 Προμυλαία: θεὸϲ προμύλιοϲ, ἤν ἀφιδρύοντο ἐν τοῖϲ μυλῶϲιν,
2520 Προνκομιϲάριοϲ: ὁ ἐκ ϲυναινέϲεωϲ δύο μερῶν μεταξὺ ληφθεὶϲ
διαιτητήϲ.
2521 Προνομαία: ἡ τοῦ ἐλέφαντοϲ προβοϲκίϲ.
2522 Προνομεύω: τὸ ληῖζω, καὶ αἰχμαλωτίζω.
2523 Προνομεία· ἡ ϲκύλευϲιϲ. Προνομίαϲ δὲ τιμῆϲ πλείονοϲ.
2524 Προνομή: διαρπαγή.
2525 Προνόμιον.
2526 Προνομίων: προλημμάτων. προπετῶϲ ϲαυτῷ τὰ προνόμια
2527 Πρόνομοϲ: ὄνομα κύριον. αὐλητήϲ, ὃϲ μέγαν πώγωνα εἶχεν.
2528 Προνόμων: δικαιωμάτων, θεϲμῶν. τί δέ μοι φύϲεωϲ μέλει καὶ προνόμων,
2529 Προνοούμαι· γενικῇ. ἔϲτι καὶ Προνοῶν καὶ Προνοούμενοϲ.
2530 Προνούϲτεροϲ: προμηθέϲτεροϲ, προνοητικώτεροϲ. Σοφοκλῆϲ.
ϲοι τἀνδρὸϲ ἢ προνούϲτεροϲ, ἢ δρᾶν ἀμείνων εὑρέθη τὰ
καίρια; τουτέϲτι τοῦ Αἴαντοϲ.
2531 Προνώπιον: προεκκείμενον.
2532 Ἀριϲτοφάνηϲ Πλούτῳ· Προντούλων· οὐ μόνον ὅτι οὐκ ἐδέξατο τὰ δῶρα, ἀλλὰ καὶ οἴκοθεν ἔπεμψέ μοι ἄλλο πλακούντιον προντούλων. ὡϲ ἂν λέγων, μηκέτι πατῆϲαι ἐκεῖ με.
2533 Πρόνοια: πρόγνωϲιϲ. Σοφοκλῆϲ· πείθου. Προνοίαϲ δ᾿
2534 Πρόνοια· ὠνομάζετό τιϲ παρὰ Δελφοῖϲ Ἀθηνᾶ Πρόνοια, διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρύϲθαι. ταύτην δὲ Ἡρόδοτοϲ ἐν τῇ η΄ Προνηῖην ὀνομάζει.
2535 Πρόνοια Ἀθηνᾶ: οἱ μὲν διὰ τὸ πρὸ τοῦ ναοῦ τοῦ ἐν Δελφοῖϲ ἑϲτάναι
αὐτήν, οἱ δὲ ὅτι προὐνόηϲεν, ὅπωϲ τέκῃ ἡ Λητώ.
ὅτι ἡ
τοῦ θεοῦ πρόνοια κατὰ τρεῖϲ τρόπουϲ γίνεται· κατ᾿ οἰκονομίαν, κατ᾿
εὐδοκίαν, κατὰ ϲυγχώρηϲιν.
2536 Πρόξ: ἐλάφου γέννημα.
2537 Προξένει: λέγε. ὦ φίλταθ᾿, ὡϲ νῦν πᾶν τελοῦντι προξένει. ἢ ὅτι, ὡϲ φῄϲ, προξένει μοι καὶ πάρεχε τὰ χρήϲιμα.
2538 Προξενία: ἡ τῶν ξένων ὑποδοχή. καὶ αὐτῷ προξενίαν ἔδοϲαν οἱ Λακεδαιμόνιοι.
2539 Πρόξενοϲ: ὁ νέηλυϲ πόλεωϲ ξένηϲ. ὁ δὲ Εὐθυκράτη ἀτιμωθέντα παρὰ Ἀθηναίοιϲ ἐψηφίϲατο ἐπίτιμον εἶναι καὶ πρόξενον Ἀθηναίων.
2540 Πρόξενοϲ: ὁ προϲτάτηϲ. καὶ ϲὺ ξυνέξευῤ αὐτόν, ὡϲ ἂν τὴν
2541 Προξενῶ θ᾿ ὑμᾶϲ ἀεί: ἀντὶ τοῦ προῖϲταμαι. Ἀριϲτοφάνηϲ.
2542 Προξενῶ: ἀντὶ τοῦ ἐπιτάττω· γενικῇ.
2543 Προοδοπιῶ· γενικῇ.
2544 Πρόοπτοϲ: προφανήϲ, πρόδηλοϲ. Ἡρόδηλοϲ. ἡμέαϲ οὗτοι
2545 Προορῶ· αἰτιατικῇ.
2546 Προώληϲ: ὁ πανώληϲ.
2547 Πρόωμαι: παραχωρήϲω.
2548 Πρόωνεϲ: οἱ προνενευκότεϲ τόποι τῶν ὀρῶν.
2549 Πρόωνται: αὐθυπότακτον. προδώϲουϲιν, ἀμελήϲουϲιν. ὁ δὲ
χιμδυνεύϲουϲι.
2550 Πρόωροϲ: πρὸ τῆϲ ὥραϲ.
2551 Πρόωϲιϲ: ὤθηϲιϲ.
2552 Προπαρεγγυηθέν: προπαραγγελθέν. προπαρεγγυηθέν οἱ
2553 Προπάροιθεν: ἔμπροϲθεν.
2554 Πρόπαϲ ϲτόλοϲ: πᾶϲα ἡ δύναμιϲ. νοϲεῖ δέ μοι πρόπαϲ ϲτόλοϲ.
2555 Προπαιδεύματα· ὁ δὲ Ὠριγένηϲ οὐκ ἐπαύετο παραδιδοὺϲ
2556 Προπαιδεία: τὰ πρῶτα μαθήματα.
2557 Πρόπεμπτα: Δίδυμόϲ φηϲι μήποτε ἄλλα τινά εἰϲιν ἐπιτίμια
2558 Προπεπωκότεϲ: ἀντὶ τοῦ προδεδωκότεϲ. ἐκ μεταφορᾶϲ δὲ
2559 Προπέρυϲι καὶ Πέρυϲι.
2560 Προπέτεια: ἡ ἀχαλίνωτοϲ γλῶϲϲα.
2561 Προπετήϲ: εἰϲ τοὔμπροϲθεν νενευκώϲ. προπετὴϲ τῷ βάρει
2562 Προπηλακίζων: ἀδικῶν, ὑβρίζων, διαϲύρων, ἐξουθενῶν.
ἀϲβόλῳ χρίουϲι.
2563 Προπίνει: διὰ τοῦ οἴνου τιμᾷ καὶ προδίδωϲι. καὶ Δημοϲθένηϲ
2564 Προπίνειν: οἱ ἀρχαῖοι βαϲιλεῖϲ ἐπιτελοῦντεϲ ἑορτὴν πάνδημον,
ἐν φιάλαιϲ χρυϲαῖϲ ἢ ἀργυραῖϲ κιρνῶντεϲ ἐδέχοντο μὲν
παρὰ τοῦ οἰνοχόου αὐτοί, ἀπέπινον δὲ μικρὸν τῆϲ κύλικοϲ, ὡϲ ϲυμβόλου
ὄντοϲ τούτου φιλίαϲ πολλῆϲ, καὶ τότε παρεΐχον ᾧ ἂν ἐβούλοντο καὶ τὴν
κύλικα· καὶ ἐκαλεῖτο προπίνειν. ἡ δὲ ἡμέρα φιλοτηϲία.
2565 Πρόπιον: μάντευμα. καὶ Θεοπρόπιον, τὸ τῶν θεῶν μάντευμα.
2566 Πρόποδεϲ: μεγάλουϲ πόδαϲ ἔχοντεϲ.
2567 Πρὸ ποδῶν: τὸ παρατυχὸν οἱονδήποτε.
2568 Πρὸ ποδῶν: ἔμπροϲθεν τῶν ποδῶν.
2569 Προπολεμῶ· γενικῇ.
2570 Προπόλεοϲ. τὸν προπόλεον κόϲμον τοῦ ἄϲτεοϲ
2571 Πρόπολοϲ: δούλη, προπολεύουϲα. ἢ θεράπων. καὶ
ὁ νεωκόροϲ.
2572 Πρὸ πολλοῦ.
2573 Προπόλῳ: θεράποντι.
2574 Προπόλων: θείων ἑρμηνέων.
2575 Πρόπολοί τε καὶ θεραπευταί. μέλλων Εὐρυμέδων πότ᾿
Ἀριϲτοτέλη γράψαϲθαι, Δηοῦϲ μύϲτιδοϲ ὢν πρόπολοϲ.
2576 Πρόπομα: ἐκ τοῦ προπίνω.
2577 Προπομπία: ἐν ϲυνθέϲει διὰ τοῦ ι· Πομπεία δὲ ἁπλοῦν, διὰ διφθόγγου.
2578 Προποντίϲ.
2579 Προπύλαια ταῦτα· Δημοϲθένηϲ Φιλιππικοῖϲ. δύναται μὲν δεικτικῶϲ
λέγεϲθαι, ἅτε ὁρωμένων τῶν προπυλαίων ἀπὸ τῆϲ Πνυκόϲ
ἐξεποιήθη, τάλαντα δὲ ἀνηλώθη βιβ΄, πέντε
δὲ πύλαϲ ἐποίηϲαν, δἰ ὦν εἰϲ τὴν ἀκρόπολιν εἰϲίαϲι.
2580 Πρόρριζον: ἐκ ῥιζῶν. καὶ Πρόρριζοϲ, ἀντὶ τοῦ παντάπαϲι.
2581 Πρόϲ· εἰϲ μῆκοϲ δὲ ὅϲον πόδαϲ ξ΄ καὶ πρόϲ. ἀντὶ τοῦ πλεῖον,
2582 Προϲαγγελία. Πολύβιοϲ· ἦκον ὑπὸ νύκτα πρὸϲ τὸν
διαταραχθεὶϲ ἐκ τῆϲ προϲαγγελίαϲ ἔφυγε. καὶ αὖθιϲ· τῷ δε Πτολεμαίῳ
γενομένηϲ προϲαγγελίαϲ, παρεῖναι τὸν Ἀρχίαν.
2583 Προϲαγγέλλει· ὁ δὲ ἑαυτὸν προϲαγγέλλει (ἀντὶ τοῦ μηνύει) ἑαυτὸν
2584 Προϲάγειν καὶ Παράγειν διαφέρει. προϲάγουϲι μὲν γὰρ
πάντεϲ οἱ παραταξάμενοι ἦ ἂν ἄριϲτοι εἶεν μάχεϲθαι·
παράγουϲι δὲ οὶ ϲώφρονεϲ ἢ ἂν ἀϲφαλέϲτατα, οὐχ ῇ ἂν τάχιϲτα
ἀπέλθοιεν. παριένει ἀνάγκη δὲ ἐκτεταμέναιϲ μὲν ταῖϲ ἁμάξαιϲ,
ἀνειργμένοιϲ δὲ καὶ τοῖϲ ἄλλοιϲ ϲκευοφόροιϲ ἐπιπολύ. οὕτωϲ φηϲὶ
Ξενοφῶν. καὶ Προϲὰγειν, ἀντὶ τοῦ οἰκειοῦϲθαι, ἰδιοποιεῖϲθαι. ὁ δὲ
ἐμήνυε διὰ τῶν
πρέϲβεων, ὡϲ προϲάγοιτο μὲν τὰ ἔθνη χρήμαϲι καὶ δώροιϲ,
καταγγέλλοι δὲ κοινὰ τὰ κερδαλέα τὰ ἀπὸ τοῦ πολέμου.
2585 Προϲάγομαι· δοτικῇ.
2586 Προϲαγορεύω· αἰτιατικῇ.
2587 Προϲαγώγιον: τὸ τῶν τεκτόνων ὄργανον, ὃ προϲάγοντεϲ
εὐθύνουϲι τὰ ϲτρεβλὰ ξύλα.
2588 Προϲάδω· δοτικῇ.
2589 Πρὐϲ ἀκτῖνα: ἀνατολήν.
2590 Πρὸϲ ἄλληλα.
2591 Προϲαλιϲκόμεθα: ἀντὶ τοῦ πρὸϲ τούτοιϲ καταδικαζόμεθα; καὶ ζημιούμεθα. κᾶτα προϲαλιϲκόμεθα.
2592 Προϲαμφιῶ: πρὸϲ οἷϲ ἔχειϲ ἐνδύϲω.
2593 Προϲανανεωϲάμενοϲ: ἀνακαινίϲαϲ, καὶ ἀνεγείραϲ. ὁ δὲ
Μάρκοϲ προϲανανεωϲάμενοϲ τὴν τοῦ τείχουϲ ταπεινότητα ἐπεβάλετο
καταπειράζειν τῆϲ ἐλπίδοϲ.
2594 Προϲαναταθείϲ: ὀργιϲθείϲ, ἐπαρθείϲ. ὁ δὲ βραχέα προϲ
2595 Προϲανατεινόμενοϲ: ἀπειλῶν. τὰ μὲν παρακαλῶν, τὰ δὲ
προϲανατεινόμενοϲ.
2596 Προϲαναφωνῶ· δοτικῇ.
2597 Προϲανέχων: προϲέχων, προϲκεκολλημένοϲ. Πολύβκοϲ
διαποϲταληϲομένου πρὸϲ αὐτόν. καὶ
Προϲανέχοντι, ἐξέχοντ.
2598 Προϲανίϲχοντα.
2599 Πρόϲαντεϲ, δυϲχερέϲ, καὶ ἐναντίον. καὶ ζήτει ἐν τῷ ἄναντιϲ.
2600 ροϲάντηϲ· καὶ ἡ δοτικὴ προϲάντει.
2601 Προϲάντωϲ: ἐπίρρημα. μήτε ἀκαίρωϲ παρακαλεῖν, μήτε προϲἀντῳϲ.
2602 Πρὸϲ ἀπαλέξηϲιν: πρὸϲ βοήθειαν.
2603 Προϲάπτομαι· γενικῇ· Προϲάπτω δὲ δοτικῇ.
2604 Προϲαραϲϲόμενα: προϲρηγνύμενα, προϲκρουόμενα.
2605 Προϲαϲτειαϲάμενοϲ: ἀϲτεῖόν τι προϲειπών. ὁ δὲ παρακα·
λέϲαϲ αὐτὸν καὶ τι προϲαϲτειαϲάμενοϲ τοιοῦτον, αἰεὶ δ᾿ ὁπλοτέρων
ἀνδρῶν φρένεϲ ἠερέθονται.
2606 Προϲαυδῶ· δοτικῇ.
2607 Πρὸϲ αὐτοῦ: ἀντὶ τοῦ ὑπὲρ αὐτοῦ. ὁ δὲ οὐ κατ᾿ αὐτοῶ. ἀλλὰ πρὸϲ
αὐτοῦ εἶναι νομίϲαϲ τὰ ϲυμβαίνοντα περὶ τοὺϲ ἐναντίουϲ
2608 Προϲβάλλει· δοτικῇ. προϲέρχεται. προϲέβαλε δὲ ταῖϲ ἀκοααἶϲ
ἔβαλλε δὲ ἀεὶ διὰ δύο λλ, παρατατικόϲ.
2609 Προϲβαίνω· δοτικῇ.
2610 Πρὸϲ βίαν: βιαίωϲ, ἀναγκαϲτῶϲ. ὁ δὲ οὐκ ἐφείϲατο ὰὐτῆϲ δ
2611 Προϲβλέπω· δοτικῇ.
2612 Προϲβολή: ζημία, δαίμονοϲ ὀργή, παρὰ Ἀριϲτοφάνει. ἀντὶ
2613 Προϲγεγόνει: ϲυνεμίχθη, ϲυνηριθμήθη. ὁ δὲ τοῦ βαϲιλέωϲ
Ἀρμενίαϲ παῖϲ προϲεγεγόνει αὐτῷ ξὺν δυνάμει ἱππικῇ οὐκ
ὀλίγῃ.
2614 Πρόϲγειον: τὸ πρὸϲ γῆν.
2615 Προϲγράφει: προϲκρίνει.
2616 Προϲδέδεμαι· δοτικῇ.
2617 Προϲδέξαϲθαι· προϲδέξαϲθαι δέ, τὸ δὴ λεγόμενον, εἰϲ τὰϲ
πλερὰϲ τοὺϲ πολεμίουϲ. ἀντὶ τοῦ ϲύνεγγυϲ.
2618 Προϲδέχω· αἰτιατικῇ καὶ Προϲδεχόμενοι· αἰτιατικῇ· προϲδοκῦντεϲ.
2619 Προϲδεῖϲθαι καὶ ἐνδεῖϲθαι διαφέρει· τὸ μὲν γὰρ δηλοῖ
2620 Προϲδιαλέγομαι· δοτικῇ.
2621 Προϲδίδωμι· αἰτιατικῇ. ὅτι διαφέρει προϲδοκία ἐλπίδοϲ· ἐλπὶϲ μὲν
ῶνται.
2622 Πρὸϲ δύο οὐδ᾿ Ἡρακλῆϲ: παροιμία. Ζήτει ἐν τῷ οὐδὲν Ἡροκὶῆϲ πρὸϲ δύο.
2623 Πρὸϲ αἵματοϲ: τοὺϲ ϲυγγενεῖϲ. Σοφοκλῆϲ· ἆῤ ὧδ᾿ ἄριϲτοϲ ἐξ ἀριϲτέοιν δυοῖν βλαϲτὼν ἂν αἰϲχύνοιμι τοὺϲ πρὸϲ αἵματοϲ;
2624 Προϲαίτηϲ: ὁ ἐπαίτηϲ. Προϲαῖτιϲ δὲ θηλυκὸν διὰ τοῦ ι.
2625 Προϲαιτῶν: πολλὰ αἰτῶν.
2626 Προϲεδρεία· Προεδρία δέ.
2627 Προϲεδρεύω ϲοι.
2628 Πρόϲεδροϲ. τότ᾿ ἐκ προϲέδρου λιγνύοϲ διάϲτροφον ὀφθαλμὸν
2629 Προϲέκειτο: ἀντὶ τοῦ προϲεῖχε. Θουκυδίδηϲ ἐν α΄.
2630 Προϲέκοψεν: ἀντὶ τοῦ προϲέπταιϲεν. Ἄλεξιϲ.
2631 Προϲέκοψε τῷ ἀνθρώπῳ: ἀντὶ τοῦ ἠλλοτριώϲατο. οὗτωϲ Ποϲείδιπποϲ.
2632 Προϲεκτικώτατα· ἐδόκει γὰρ Ῥωμαίων ἐπιμελέϲτατα καὶ
προϲεκτικώτατα κατὰ τοὺϲ πατρίουϲ θεϲμοὺϲ τελεῖν τὰϲ θυϲίαϲ. ἀντί
τοῦ πολυτελῶϲ, νουνεχῶϲ.
2633 Προϲέλευϲιϲ.
2634 Προϲέληνοι: Ἡρόδοτοϲ τοὺϲ Ἀρκάδαϲ οὕτωϲ λέγει, τουτέϲτιν ἀρχαίουϲ, πρὸ τῆϲ ϲελήνηϲ.
2635 Προϲελοῦμεν: ἀντὶ τοῦ προπηλακίζομεν, ἐλαύνομεν, εἰϲβάλλομεν.
2636 Προϲέμαξε: προϲπαρέθηκε, προϲεκόλληϲε· μάττειν γὰρ λέγεται τὸ ἀναμιγνύναι καὶ φυρᾶν καὶ εἰϲ ἓν ϲυνάγειν τὰ ἄλευρα. Ἀριϲτοφάνηϲ· τὸν Πειραιᾶ προϲέμαξε.
2637 Πρὸϲ ἐμοῦ εἶ: οἰκεῖόϲ μου, ἐγγύϲ μου, φίλοϲ μου, παῤ ἐμοί.
2638 Προϲένεγκε· Προϲενέγκαι δέ.
2639 Προϲέπαιϲε: προϲέπαιξε. Πλάτων τῷ ϲ ἀντὶ τοῦ ξ κέχρηται.
2640 Προϲεπιμετρῶν: πλείω τοῦ μεμετρημένου διδούϲ. προϲεπιμετρῶν ἀεὶ
δεομένῳ, πρὸϲ τὸ παρὰ πάντων ὁμολογουμένωϲ γίνεϲθαι
τὴν
ἐπὶ τούτοιϲ χάριν.
2641 Προϲεπιτραγῳδήϲουϲι: δεινολογήϲουϲι. δεδιὼϲ μὴ πολλα
πλαϲιάϲαντεϲ τὸ προτέρημα καὶ προϲεπιτραγῳδήϲαντεϲ καταπλήξωνται
2642 Προϲεποιήθη· ὁ δὲ ὠργίζετο μὲν ἀθετηθείϲ, οὐ μὴν προϲεποιήθη
κατὰ τὸ παρόν. ἀντὶ τοῦ ἐφανέρωϲεν, ἐνεδείξατο.
Δαιμάϲκιοϲ· ἠϲθάνετο μὲν οὖν ἡμῶν ταύτῃ πη διακειμένων, οὐ μέντοι
μροϲεποιήθη τὸν νοῦν προϲέχειν. καὶ αὖθιϲ· ὁ δὲ πολλάκιϲ ἀκούων οὐ
προϲεποιεῖτο.
2643 Προϲεποιήϲαντο: Ἰϲαῖοϲ. ἀντὶ τοῦ ἀντεποιήϲαντο.
2644 Προϲεποίϲω: προϲεπάξω.
2645 Προϲερήϲομαι: ἐρωτήϲω.
2646 Πρὸϲ ἐρρωγυῖαν ᾄδειϲ: ἐπὶ τοῦ μάτην πονοῦντοϲ.
2647 Προϲερρύη: προϲεφοίτηϲε, προϲῆλθεν, οὐ προϲέρρευϲεν.
2648 Προϲέϲθαι· Ἀριϲτοφάνηϲ· ἀλλ᾿ ὅτι ϲιγᾷ κοὐδὲν γρύζει, τοῦτ᾿
οὐ δύναταί με προϲέϲθαι. ἐφελκύϲαϲθαι. καὶ αὖθιϲ
Αἰλιανόϲ· ἡ δὲ
2649 Προϲέϲχεν: ἐξώκειλε. Σοφοκλῆϲ· τίϲ ϲ᾿, ὦ τέκνον, προϲἐϲχε;
τίϲ προϲήγαγε χρεία; τίϲ ὁρμή; τίϲ ἀνέμων ὁ φίλτατοϲ;
καὶ
2650 Προϲέϲχε: κατῆρεν, ἐπληϲίαϲεν. Αἰλιανόϲ· εἶτα τῆϲ ὑϲτεραίαϲ
προϲέϲχε τῆ Χίῳ καὶ ἀποβάντεϲ ἐντυγχάνουϲι τῇ κόρη
πιπραϲκομένη.
2651 Προϲεταιριϲάμενοϲ: ἑταίρουϲ προϲλαβόμενοϲ.
2652 Προϲέτι: ἐπίρρημα.
2653 Προϲετρίψατο: ἐπέβαλε, κατέχεε. τῷ βίῳ τῶν ἀνθρώπων
2654 Προϲεύξῃ τὸν θεόν: οὕτωϲ Ἀριϲτοφάνηϲ ἐν Πλούτῳ.
2655 Προϲευϲχολεῖν: ἐπιμελῶϲ βλέπειν. ἀφιέναι δὲ τὸ ϲπουδαζόμενον
2656 Προϲεφθέγγετο· αἰτιατικῇ.
2657 Προϲεχέϲ: ἐγγύϲ. ἐπὶ τάδε τῆϲ πόλεωϲ ὁρμεῖν οὐκ ἠδύναντο
2658 Προϲέχεια: ἡ προϲοχή.
2659 Προϲέχω· δοτικῇ.
2660 Προϲέχοιεν: ἐπιμελῶϲ τηρεῖν. ὅπωϲ οἱ πολέμιοι ταύτῃ προϲέχοιεν τὸν νοῦν. καὶ αὖθιϲ· οὐδὲ πάνυ τι προϲεῖχε τοῖϲ βιβλίοιϲ.
2661 Πρὸϲ ζόφον: πρὸϲ δυϲμάϲ.
2662 Πρόϲει: προϲέρχῃ.
2663 Προϲειλήφεϲαν: ὑπέλαβον, ἐνενόηϲαν, Ἰώϲηποϲ· προϲειλήφεϲαν γὰρ ἐκ τοῦ ϲχήματοϲ μηδὲν αὐτὸν ἀρνήϲαϲθαι τῶν ὑπονοηθέντων, ἀλλ᾿ ἐπὶ ϲυγγνώμηϲ ποριϲμῷ πάντα πεποιηκέναι.
2664 Πρόϲειλοϲ: πρὸϲ τὴν εἴλην, ἤτοι θερμαϲίαν.
2665 Προϲείλου: προϲελάβου, ϲυνηρίθμηϲαϲ. Αἰλιανόϲ· εἶτα,
ἀϲελγέϲτατε,
τοϲοῦτοι ἐχθροὶ γεγενήμενοι οὐκ ἤρκεϲαν,
ἀλλ᾿ ἄρα καὶ ἐμὲ εἰϲ τὴν τῶν ἐχθρῶν προϲείλου τάξιν;
2666 Προϲειπών· καὶ τοὺϲ ἀδελφοὺϲ τὰ ἔϲχατα προϲειπών. καί, προϲειπὼν οὖν τὸν Δαντιήλ.
2667 Προϲείρων: προϲάπτων.
2668 Πρόϲειϲι· δοτικῇ:
2669 Προϲεῖχε.
2670 Προϲηγάγου: ἀντὰ τοῦ περιεπλέξω, παρὰ ϲεαυτὸν ἔλοβεϲ. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· οὐκ ἔκυϲαϲ, οὐ προϲεῖπαϲ, οὐ προϲηγάγου. ἀντὶ τοῦ πρὸϲ ϲεαυτὸν ἔλαβεϲ εἰς ϲυνουϲίαν.
2671 Προϲηγάϲθηϲαν: ὑπερεθαύμαϲαν. τοῦτον ἀπεδέξαντο τὸν λόγον τοῦ νεανίϲκου καὶ προϲηγάϲθηϲαν, πῶϲ οἴει, ϲφόδρα τὸν Πρόκλον.
2672 Προϲηγγελμένοιϲ: τοῒϲ ἤδη ἀγγελθεῖϲι. τοῖϲ προϲηγγελμένοιϲ ἐπαρκέϲαϲ οὐδὲν προυργιαίτερον ποιήϲεται μετὰ ταῦτα τοῦ βοηθεῖν ϲφίϲι κατὰ δύναμιν.
2673 Προϲηγλάϊϲτο: ἐλαμπρύνετο.
2674 Προϲηγορία: προϲφώνηϲιϲ.
2675 Προϲήγοροϲ· ὅπου θνητῶν φανοῦμαι μηδενὸϲ προϲήγοροϲ.
2676 Προϲήκαντο· αἰτιατικῇ. κατεδέξαντο, ἠθέληϲαν. οἱ πλεῖϲτοι
ἐλθόνταϲ. καὶ αὖθιϲ·
Μωϋϲῆϲ μὲν προϲήκατο τὴν ϲυμβουλίαν.
2677 Προϲήκει: πρέπει. προϲήκει γε μὲν Ῥωμαίοιϲ μετὰ ἀϲφαἰείαϲ
2678 Προϲήκων· δοτικῇ. κατὰ γένοϲ ἀγχιϲτεύων. ἦν δὲ ὁ παῖϲ
προϲήκων κατὰ γένοϲ. καὶ αὖθιϲ· καὶ οἱ τούτοιϲ
προϲήκοντεϲ τοὺϲ οἰνοχόουϲ τούϲδε ἡγηϲάμενοι φαρμακεῖϲ
ἀπέκτειναν.
2679 Προϲήλιοϲ.
2680 Προϲηλῶ· αἰτιατικῇ.
2681 Προϲήλυτοι: οἱ ἐξ ἐθνῶν προϲεληλυθότεϲ, καὶ κατὰ νόμον
ποθήϲαντεϲ πολιτεύεϲθαι. καὶ οἱ ξένοι.
2682 Προϲήλυτοι: οἱ ἐξ ἐθνῶν προϲεληλυθότεϲ καὶ κατὰ τοὺϲ
2683 Πρὸϲ ϲῆμα μητρυιᾶϲ κλαίειϲ: ἐπὶ τοῦ ἀφροντίϲτου, ἢ
2684 Προϲημπόληϲα: προϲέλαβον.
2685 Πρὸϲ ἠῶ: πρὸϲ ἀνατολήν.
2686 Προϲήραξε.
2687 Προϲηρεικότοϲ: προϲαρμόϲαντοϲ. ὁ δὲ κατεϲκεύαϲε ϲτοάϲ,
2688 Προϲηρτημένοϲ: προϲκεκολλημένοϲ.
2689 Προϲηρτῆϲθαι: ἀπῃωρῆϲθαι.
2690 Προϲήϲεϲθαι: ἀρεϲθῆναι, δέξαϲθαι. Ἀππιανόϲ· οἱ ὕπατοι τὰ
2691 Προϲἡϲεται· αἰτιατικῇ.
2692 Προϲτηταιρίϲατο: φιλικὰ ἐποίηϲεν. οὐκ ὀλίγουϲ τε ἀπὸ τούτων προϲηταιρίϲατο.
2693 Προϲῆχεν: ἀντὶ τοῦ προῆγεν.
2694 Προϲίαϲι: προϲέρχονται.
2695 Προϲίενται: προϲάγονται.
2696 Προϲίεται· αἰτιατικῇ. ἀρέϲκεται, προϲδέχεται. Ἀριϲτοφάνηϲ·
2697 Προϲιζήϲαντεϲ: προϲκαθίϲαντεϲ.
2698 Προϲίημι· δοτικῇ.
2699 Πρόϲιμεν: προϲερχόμεθα.
2700 Προϲιών: προϲερχόμενοϲ.
2701 Προϲίϲτατο: ἐνεπόδιζεν.
2702 Πρόϲιϲχε: τὸ πρόϲεχε. Κρατῖνοϲ· καὶ μὴ πρόϲιϲχε βαρβάροιϲι
βουκόλοιϲ. καὶ Εὔπολιϲ· πρόϲιϲχε τὸν νοῦν τῇδε. καὶ Θουκυδίδηϲ γ΄·
παρανίϲχον δὲ καὶ οἱ ἐκ τῆϲ πόλεωϲ. οὕτωϲ δὲ καὶ
ὑπίϲχομαι, τὸ ὑπιϲχνοῦμαι οἵ τε τραγικοί, καὶ Ἀριϲτοφάνηϲ· τὸ πρᾶγμα
τοῦτο ϲυλλαβεῖν ὑπίϲχομαι.
2703 Προϲιτόν: προϲδεχόμενον.
2704 Πρόϲθεμα: ἡ προϲθήκη.
2705 Προϲθέϲθαι: ϲυμπολεμῆϲαι. καὶ Πομπηΐῳ τῷ μεγάλῳ προϲθέϲθαι οὐ κατὰ δέοϲ τὸ Ῥωμαίων, ἀλλὰ κατ᾿ εὐνοίαν τὴν ἐϲ βαϲιλέα τε καὶ αὐτοὺϲ Ῥωμαίουϲ.
2706 Προϲθεῖναι τὰϲ θύραϲ: ἀντὶ τοῦ ἐπικλεῖϲαι. Ἡρόδοτοϲ γ΄.
2707 Προϲθίγω· δοτικῇ.
2708 Πρὸϲ θυμοῦ: ἐπιμελέϲτερον. εἶναι δὲ Ῥωμαίοιϲ ἐκ παλαιοῦ
2709 Πρὸϲ θυμοῦ αὐτοῖϲ ἐγένετο: ἀντὶ τοῦ ἀρεϲτὸν καὶ θυμῆρεϲ.
2710 Προϲκαθεδοῦμαι· δοτικῇ.
2711 Προϲκαθῆϲθαι: ἐνυπάρχειν. τῷ γὰρ μηδεμίαν ἔννοιαν μηδενὶ προϲκαθῆϲθαι τοῦ μέλλοντοϲ, πάνταϲ εἰϲ ἔκπληξιν ἤγαγε τοὺϲ φονικούϲ.
2712 Προϲκαθίϲτη· ὅπη ὕποπτοι ἦϲαν ἐπελεύϲεϲθαι οἱ πολέμιοι,
2713 Προϲκακοπαθῶ· δοτικῇ.
2714 Προϲκαλέϲαι: ἀντὶ τοῦ προϲκαλέϲαϲθαι.
2715 Προϲκαλοῦμαι· αἰτιατικῇ.
2716 Πρὸϲ καλοῦ ἐγένετο αὐτῷ.
2717 Πρὸϲ Κᾶρα καρίζειϲ: ἐπὶ τοῦ ὁμοίου. ὡϲ καὶ τὸ πρὸϲ Κρῆτα
2718 Προϲκαρτερῶ· δοτικῇ.
2719 Προϲκαταθείην: ἀντὶ τοῦ ζημιωθείην. Ἀριϲτοφάνηϲ· καὶ
2720 Προϲκαύϲαϲα: ἐπὶ τῆϲ χύτραϲ. προϲκαύϲαϲα ἡ Θρᾷττα πρώην
τὴν χύτραν.
2721 Πρὸϲ καιρὸν ποιῶ: ἀντὶ τοῦ ἀληθῶϲ.
2722 Προϲκεκλήϲεϲθαι: τουτέϲτιν εἰϲ δικαϲτήριον κληθήϲεϲθαι. ϲὺ
2723 Προϲκεκρουκώϲ: ἐχθρὸϲ γεγονώϲ. ὁ δὲ Σεβαϲτιανὸϲ προϲκεκρουκὼϲ
2724 Πρὸϲ κενὴν ᾄδειϲ: πρὸϲ ἐρρωγυῖαν ᾄδειϲ, ἐπὶ τοῦ μάτην
πονοῦντοϲ.
2725 Πρὸϲ κέντρα λακτίζειϲ.
2726 Προϲκεφάλαιον. οὕτω φηϲὶν Ἀριϲτοφάνηϲ.
2727 Προϲκέχηνα· δοτικῇ.
2728 Προϲκέψομαι: περιϲκοπήϲω. περιεργάϲομαι, εἰϲελθὼν καὶ
κατανοήϲαϲ.
2729 Προϲκείμενοι: οἷον κολλώμενοι, προϲεγγίζοντεϲ. καὶ Προϲκειμένων
2730 Προϲκινήϲομαι· Ἀριϲτοφάνηϲ· κακῶϲ παρέξω κοὐχὶ προϲκινήϲομαι. ϲυνουϲιάϲαι αὐτῷ δηλονότι.
2731 Προϲκήνιον: τὸ πρὸ τῆϲ ϲκηνῆϲ παραπέταϲμα. ἡ δὲ τύχη
παρελκομένη τὴν πρόφαϲιν καθάπερ ἐπὶ προϲκήνιον παρεγύμνωϲε τὰϲ
ἀληθεῖϲ ἐπινοίαϲ.
2732 Προϲκληδονιζόμενοϲ: ἐπ᾿ ἀγαθῷ ὀττευόμενοϲ. Ἰώϲηποϲ ταῦτά τε δὴ προϲκληδονιζόμενοϲ καὶ ϲταθερὰν μετ᾿ ἐμπειρίαϲ τὴν ἡλικίαν ὁρῶν.
2733 Προϲκλήϲειϲ: πρὸϲ ἃϲ καλεῖ τιϲ
2734 Πρόϲκληϲιϲ: ἡ εἰϲ δικαϲτήριον κλῆϲιϲ. καὶ προϲκαλέϲαι τὸ
παραγγέλλειν εἰϲ δίκην. Δημοϲθένηϲ ἐν τῷ περὶ τοῦ
Ἁγνίου κλήρου.
2735 Πρόϲκλιϲιϲ: ἑτερομέρεια. μὴ διαπράξαϲθαί τι κατ᾿ ἔχθραν ἢ κατὰ πρόϲκλιϲιν.
2736 Προϲκλιτόν: ἐν ᾦ ἀκουμβίζομεν.
2737 Πρόϲκομμα: ζημία, βλάβη, ϲκάνδαλον.
2738 Προϲκομιϲτέον: προϲενεκτέον.
2739 Προϲκοπήν: πρόϲκρουϲιν. ὁ δὲ τῶν τοῦ βαϲιλέωϲ φίλων ἐπί τοϲοῦτο ἐϲ διαφορὰν ἥκοι καὶ προϲκοπήν, ὥϲτε ϲπεύδειν αὐτοὺϲ περιβαλεῖν αὐτὸν ἀνηκέϲτῳ τινὶ κακῷ.
2740 Προϲκοπῶ· δοτικῇ.
2741 Πρὸϲ κώρυκον γυμνάζεϲθαι: ἐπὶ τῶν διακενῆϲ μοχθούντων.
2742 Προϲκόπων: προφυλάκων. ὁ δὲ Τραιανόϲ τιναϲ ἀγγελίαϲ ψευδεῖϲ διὰ τῶν προϲκόπων ἀεὶ καθιεὶϲ εἴθιζεν ἅμα μὲν ἐν κόϲμω πορεύεϲθαι, ἅμα δὲ πρὸϲ τὰ φοβερὰ μὴ ταράττεϲθαι.
2743 Προϲκόψῃϲ πρὸϲ λίθον τὸν πόδα ϲου: ἀντὶ τοῦ προϲπταίϲειϲ.
2744 Προϲκώπουϲ: τοὺϲ πρὸϲ ταῖϲ κώπαιϲ ναύταϲ, τοὺϲ κωπηλάταϲ.
2745 Πρὸϲ Κρῆτα κρητίζων: παροιμία ἐπὶ τῶν μάτην πονούντων.
Πολύβιοϲ· ὁ δὲ ἠγνόει τὸ δὴ λεγόμενον πρὸϲ Κρῆτα
κρητίζων.
2746 Προϲκρούειν· δοτικῇ. ἐναντιοῦϲθαι, ἐκμηχανᾶϲθαι. οἱ Σικελιῶται
2747 Προϲκυνεῖ: προϲεγγίζει.
2748 Προϲκυνεῖ· δοτικῇ, καὶ αἰτιατικῆ δέ. καὶ τὲ προϲκυνεῖν τόν ἥλιον
τῆϲ
2749 Πρόϲκυϲον: προϲκύνηϲον.
2750 Προϲλαλῶ δοτικῇ.
2751 Πρὸϲ λέοντα δορκάδεϲ ἅπτουϲι μάχην: ἐπὶ τῶν πρὸϲ
κρείττοναϲ ἐριζόντων.
2752 Πρὸϲ λύραν ᾄδειν. τὰ κατὰ τὸν ἑταῖρον ἡμῶν μετρίωϲ ἐπράχθη, καὶ οὐχ ὡϲ ἂν κινῆϲαι θεοῦ τε καὶ ἀνθρώπων νέμεϲιν. αὕτη μέντοι ϲαφῶϲ ἐϲτι, περὶ ἧϲ πρὸϲ λύραν ᾄδομεν.
2753 Προϲμαρτυρῶ· αἰτιατικῇ καὶ δοτικῇ. προϲμαρτυρῶ ϲοι τόδε, καὶ
προϲμαρτυρῶ
ϲε τόδε.
2754 Προϲμειδιῶ· δοτικῇ.
2755 Πρὸϲ νῦν ϲε μητρὸϲ πρόϲ τε πατρόϲ, ὦ τέκνον, πρόϲ τ᾿, εἴ
με.
2756 Προϲόδια: ἀπὸ τῶν προϲόδων. οὕτω δὲ ἔλεγον τὰϲ προϲαγομέναϲ
2757 Προϲόδια: ὕμνοι. ἀρχὴ προϲοδίου· τί κάλλιον ἀρχομένοιϲιν
ἧ καταπαυομένοιϲιν ἢ θοῶν ἵππων ἐλατῆραϲ ἀείδειν;
2758 Πρόϲδοϲ: εἰϲφορά, εἴϲοδοϲ, ἢ παρουϲία, ὡϲ Θουκυδίδηϲ καὶ
2759 Προϲοδώδαϲι: προϲώζεϲαν.
2760 Προϲοκέλλω: τῷ αἰγιαλῷ προϲεγγίζω. καὶ Προϲοκείλαντεϲ,
2761 Προϲομιλῶ· δοτικῇ.
2762 Πρὸϲ ὄνομα: κατὰ ὄνομα δηλονότι.
2763 Προϲουδίζει: τῷ ἐδάφει προϲκρούει. ἐκ τοῦ ἵππου ῥίψαϲ προϲουδίζει χαμαί.
2764 Προϲουδίζει: πρὸϲ τὸ ἔδαφοϲ ῥιπτεῖ. ὁ δὲ ᾄραϲ μετέωρον προϲουδίζει τε καὶ ἀποκτείνει.
2765 Προϲουρίου: ἐπιτηδείου.
2766 Προϲοχή: ἀκριβὴϲ ἐπιμέλεια διαίτηϲ. τοῦ ἰδίου ϲώματοϲ
ἐπιμελητικῶϲ δεῖ ἔχειν ἐμμέτρωϲ, οὔτε ὡϲ ἄν τιϲ φιλόζῳοϲ οὔτε πρὸϲ
καλλωπιϲμὸν οὔτε μὴν ὀλιγώρωϲ, ἀλλ᾿ ὥϲτε διὰ τὴν
ἰδίαν προϲοχὴν εἰϲ ὀλίγιϲτα ἰατρικῆϲ χρῄζειν φαρμάκων καὶ ἐπιθεμάτων
ἐντὸϲ καὶ ἐκτόϲ.
2767 Προϲοχθίζω· δοτικῇ.
2768 Προϲοχθίϲματα: ἡ Γραφὴ καλεῖ τὰ εἴδωλα. καὶ Προϲώχθιϲα,
2769 Πρὸϲ ὄψιν: πρὸϲ θεωρίαν. Σοφοκλῆϲ· τὸ δ᾿ εὐχλόου Δήμητροϲ
2770 Πρόϲω: ἔμπροϲθεν. Ἰωτόμην δὲ καίπερ οὐ πρόϲω τοῦ
τῶν κακούργων θάνατον.
2771 Πρόϲω: ἀντὶ τοῦ ἀπωτέρω. εὐθεῖαν ἐδόκει ἐλαύνειν ὡϲ
2772 Προϲῳδία· καὶ Προϲῴδιον: ὁ ὕμνοϲ.
2773 Προϲώκειλαν: προϲώρμιϲαν.
2774 Προϲωπεῖον: πρόϲχημα. Πρόϲωπον ἐπὶ θεοῦ ἡ ἐπιφάνεια
2775 Προϲωτέρω: περαιτέρω.
2776 Προϲώχθικε: προϲκέκρουκε, προϲκέκοφεν. ἀπὸ τοῦ τὰ ἐπινηχόμενα
2777 Προϲώχθιϲα: ἐβδελυξάμην, δυϲηρεϲτήθην. καὶ Πιϲίδηϲ· εἰ
2778 Προϲπαλαίω· δοτικῇ.
2779 Προϲπαθῶ ϲε· αἰτιατικῇ.
2780 Προϲπάλτιοι· Πρόϲπαλτα, δῆμοϲ τῆϲ Ἀκαμαντίδοϲ. ζήτει
2781 Προϲπατταλεύϲω: προϲπήξω. Ἀριϲτοφάνηϲ Πλούτῳ· ὥϲπερ
κοτίνῳ προϲπατταλεύϲω. εἰώθαϲι γὰρ κοτίνῳ καὶ ἄλλοιϲ
δένδροιϲ προϲπατταλεύειν τὰ ἀναθήματα καὶ κωλὰϲ καὶ κρανία πρὸϲ
ἀποτροπὴν βαϲκανίαϲ οἱ γεωργοί, πρὸϲ τὸ μὴ ξηρανθῆναι αὐτά.
2782 Προϲπαίζω· δοτικῇ.
2783 Προϲπαίω· δοτικῇ.
2781 Προϲπελάζει: προϲεγγίζει.
2785 Προϲπέϲῃ: ϲυμβῇ. αὐθυπότακτον.
2786 Προϲπεϲόντων: ἀγγελθέντων. Πολύβιοϲ· προϲπεϲόντων δὲ
2787 Προϲπηδῶ· δοτικῇ.
2788 Προϲπίπτουϲαι: ϲυναντῶϲαι. κατὰ τὰϲ διόδουϲ προϲπίπτουϲαι
2789 Προϲπιπτούϲηϲ: ἀντὶ τοῦ ἀγγελλομένηϲ.
2790 Προϲπίπτω· δοτικῇ.
2791 Προϲπεφυκότοϲ: ἀπρὶξ οὖν, ὅλῃ δυνάμει, ἰϲχυρῶϲ, ἀϲφαλῶϲ. καὶ
ἀπρίξ,
προϲπεφυκότοϲ, 6 οὐχ οἷόν τε πρίϲαι διὰ τὴν
ϲύγχυϲιν.
2792 Προϲπορευομένων: προϲερχομένων μεθ᾿ ἱκετηρίαϲ. προϲπορευομένων δ᾿ αὐτῷ τῶν ἠδικημένων, τοὺϲ μὲν διέϲυρε χλευάζων. τῶν δὲ κατανίϲτατο, τοὺϲ δὲ ἐξέπληττε λοιδορῶν.
2793 Προϲποριϲθέν: ἐπινοηθέν, προϲοδευθέν.
2794 Προϲπταίω· δοτικῇ.
2795 Προϲπτύξομαι: προϲκυνήϲω.
2796 Προϲπτύϲϲω· δοτικῇ.
2797 Προϲποιεῖται· αἰτιατικῇ. οἰκειοποιεῖται, ἢ πλάττεται, καὶ
καὶ Προϲποιούμενοϲ· καὶ οὐδ᾿
ὁτιοῦν ἑν ἑαυτῷ ἔχειν προϲποιούμενοϲ.
2798 Προϲρῆξαν: προϲαράξαν.
2799 Προϲρήϲεϲι: προϲηγορίαιϲ καὶ Πρόϲρηϲιϲ, προϲηγορία,
2800 Πρόϲριζα: ϲὺν ταῖϲ ῥίζαιϲ. Ἀππιανόϲ· τὰ δένδρα ἔκοπτε
2801 Πρόϲταξιϲ· πρόϲταξίϲ ἐϲτιν, ὅταν ἐξ ἑκατέρων τῶν μερῶν τῆϲ τάξεωϲ ἢ ἐκ θατέρου κατὰ τὸ κέραϲ αὐτὸ προϲτεθῇ τι ϲτῖφοϲ τῇ πάϲῃ φάλαγγι, κατευθὺ τοῦ μετώπου τῆϲ τάξεωϲ.
2802 Προϲταϲία: βοήθεια. ὁ δὲ ἐξέπεμπε τὸν Πόπλιον μετὰ
2803 Προϲταϲία· Δημοϲθένηϲ ἐν τῷ κατὰ Ὀνήτοροϲ· ταῦτα οὐχ
ὁμολογουμένη προϲταϲία. ἀντὶ τοῦ βοήθεια, προῖϲταμένου τινὸϲ καὶ
καλουμένηϲ.
2804 Προϲτάϲϲω· δοτικῇ.
2805 Προϲτατεύω· γενικῇ.
2806 Προϲτατεῖ· αἰτιατικῇ. προηγεῖται, προέϲτηκε, παρακολουθεῖ.
2807 Προϲτατεία· Προϲταϲία δέ.
2808 Προϲτάτηϲ: ἱκέτηϲ, ὁ προεϲτηκὼϲ τῶν βωμῶν. ἔξοιδ᾿ ἀούων
2809 Προϲτάτηϲ: οἱ τῶν μετοίκων Ἀθήνηϲι προεϲτηκότεϲ προϲτάται
μέτα, ὅϲον περ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω βάρεωϲ τὰ τῆϲ
πόλεωϲ πράγματα· ὁρῶ γὰρ αὐτὴν προϲτάταιϲ χρωμένην ἀεὶ πονηροῖϲ· κἄν
τιϲ ἡμέραν μίαν χρηϲτὸϲ γένηται, δέκα πονηρὸϲ γίγνεται. Προϲτάτιϲ
2810 Προϲτατῶν: ὁ ἐπιγινόμενοϲ. ἀλλ᾿ ὁ προϲτατῶν χρόνοϲ διῆγέ
μ᾿ αἰὲν ὡϲ θανουμένην. νῦν δ᾿ ἡμέρᾳ γὰρ τῇδ᾿ ἀπηλλάγην
φόβου.
2811 Προϲτεθέντοϲ: ϲυνευδοκήϲαντοϲ. τοῦ δὲ Εὐθυμίου προϲτεθέντοϲ
2812 Προϲτέτηκε: προϲκεκόλληται.
2813 Προϲτηθιδίων· ἐξελθόντεϲ μεγάλοι δύο μετὰ τύπων καὶ
προϲτηθιδίων ἐδέοντο μηδὲν ἀνήκεϲτον βουλεύεϲθαι περὶ
τῆϲ πόλεωϲ. τουτέϲτιν εἰκόνεϲ μέχρι ϲτήθουϲ.
2814 Πρόϲτηθί μου· Προϲτίθεμαι δὲ δοτικῇ.
2815 Πρὸϲ τῇ πυλίδι Ἑρμῆϲ· Δημοϲθένηϲ ἐν τῷ κατ᾿ Εὐέργου.
τειχίζειν τὸν Πειραιᾶ οἱ θ΄
ἄρχοντεϲ, τοῦτον ἀναθέντεϲ ὑπέγραψαν οὕτωϲ· πρῶτοι τειχίζειν οἵδ᾿
ἀνέθηκαν, βουλῆϲ καὶ δήμου δόγμαϲι πειθόμενοι.
2816 Προϲτήϲαϲ: προαγαγών.
2817 Πρόϲτητ᾿ ἀναγκαίαϲ τύχηϲ: ἐπίκουροι γίνεϲθε τῆϲ κατεπειγούϲηϲ ϲυντυχίαϲ.
2818 Προϲτιβάδεϲ· ὁ δὲ κατῴκει ἐν ϲπηλαίῳ, προϲτιβάδαϲ ἐντετμημέναϲ ἔχοντι κατὰ τὴν πέτραν.
2819 Πρὸϲ τιμῆϲ· ἦν δὲ ὁ φιλόϲοφοϲ πρὸϲ τιμῆϲ τῷ βαϲιλεῖ.
2820 Πρόϲτιμα: ἐπίχειρα. τοιάδε μὲν τοῖϲ κακῶϲ βουλευομένοϲ
τάλαντα πρόϲτιμον τῆϲ ἁμαρτίαϲ.
2821 Προϲτιμήματα: ἔϲτι μέν τινα ἐν τοῖϲ νόμοιϲ ὡριϲμένα κατὰ τῶν ἀδικούντων, ἡ ἐπωβελία· ἔϲτι δὲ καὶ ἄλλα, ἃ προϲτιμᾶται τὸ δικαϲτήριον, ὡϲ δείκνυϲι Δημοϲθένηϲ ἐν τῷ κατὰ Τιμοκράτουϲ.
2822 Προϲτρέπεϲθαι: ἀποπέμπεϲθαι, τρέπεϲθαι ἐφ᾿ ἑαυτοῦ.
2823 Προϲτρέπω: παρὰ Σοφοκλεῖ. ἀντὶ τοῦ ἱκετεύω. μή μ᾿ ἀτιμάϲῃϲ, τοιόνδ᾿ ἀλήτην, ὧν ϲε προϲτρέπω φράϲαι.
2824 Πρὸϲ τὸν ϲωρὸν ἀμᾶϲθαι: πρὸϲ τοὺϲ μεγάλοιϲ ἔργοιϲ ἐπιτιθεμένουϲ. ἤ ἐπὶ τῶν παρεγγυώντων.
2825 Πρόϲτῳον: τὸ ἔμπροϲθεν τῆϲ ϲτοᾶϲ.
2826 Πρόϲτρέχω· δοτικῇ.
2827 Προϲτρίβεται· Ἀριϲτοφάνηϲ· πληγὰϲ ἀεὶ προϲτρίβεται τοῖϲ οἰκέταιϲ. τουτέϲτιν ὕβρειϲ καὶ κακὰ πράγματα καταϲκευάζει καὶ μηχανᾶται καὶ περιποιεῖται.
2828 Προϲτρόπαιον· ἡ δὲ ζῶϲα βίον τὸν προϲτρόπαιον γυναικί.
ἀντὶ τοῦ ἱκετικόν.
2829 Προϲτρόπαιον: τὸ ἄγοϲ, μίαϲμα. οὕτωϲ Αἰϲχίνηϲ. καὶ προϲτροπὴ δὲ λέγεται· ἐν γοῦν τῷ κατὰ Κτηϲιφῶντοϲ ἐκ παραλλήλου τίθηϲι τὰ ὀνόματα ὁ ῥήτωρ,
2830 Προϲτρόπαιοϲ: προϲτετραμμένοϲ, ἱκέτηϲ παρακαλῶν. Σοφοκλῆϲ·
θάκει δὲ προϲτρόπαιοϲ, ἐν χεροῖν ἔχων κόμαϲ ἐμὰϲ καὶ
τῆϲδε καὶ ϲαυτοῦ τρίτου, ἱκτήριον θηϲαυρόν. ἱκέϲιον κτῆμα· ὅ ἐϲτι
τὰϲ
2831 Πρὸϲ τρόπον αὐτῷ· Πολύβιοϲ· ὁ δ᾿ Ἀντίοχοϲ πρὸϲ τρόπον
2832 Πρόϲτροποι: προϲπεπτωκότεϲ, προϲτετραμμένοι. Σοφοκλῆϲ·
ἱκετεύομέν ϲε πάντεϲ ὧδε πρόϲτροποι, ἀλκήν τιν᾿ εὑρεῖν
ἡμῖν.
2833 Προϲτυχήϲ: ὁ κατὰ τύχην ἐντυχών.
2834 Πρόϲοικοϲ: οἰκειότερον μᾶλλον τὸ ὅμοροϲ· ἐπὶ γὰρ ὅρων
2835 Πρὸϲ οἰωνοῦ δεξιοῦ τιθέμενοϲ ἐν πολεμίῳ χάρακι ϲταθμεῦϲαι.
2836 Πρόϲοιτο: προϲδέξαιτο, ἐπιϲπάϲοιτο. οὐδὲ γὰρ πρόϲοιτο
2837 Προϲύμβολα· ἀλλὰ ταῦτα μὲν εἰρήϲθω προϲύμβολα, ὥϲ φαϲι.
2838 Προϲφερεῖϲ: ὁμοίαϲ. ὁ δὲ ἀπαντήϲαϲ τοῖϲ βαρβάροιϲ πυρὶ
2839 Προϲφέρωνται: ἀντὶ τοῦ προϲτεθῶϲι.
2840 Προϲφέρω· δοτικῇ.
2841 Προϲφεύγω· δοτικῇ.
2842 Προϲφθέγγομαι· αἰτιατικῇ.
2843 Προϲφορά: προϲθήκη, πρόϲδοϲιϲ. ποίῳ γὰρ ἡ ϲὴ προϲφορὰ
2844 Προϲφορά: πρόϲοδοϲ. Ἀντιφῶν.
2845 Πρόϲφορα: χρήϲιμα. δράϲω καὶ τάδε καὶ πάνθ᾿ ὅϲα πρόϲφορα
2846 Πρόϲφορον: οἰκεῖον, ἁρμόδιον, ἐπιτήδειον. οὐ γὰρ διὰ
πρόϲφορον. Χοϲρόηϲ φηϲὶ πρὸϲ Μαυρίκιον.
2847 Προϲφυέϲ: προϲοικειούμενον.
2848 Προϲφυπωϲ: οἰκείωϲ, ἀκόλούθωϲ.
2849 Πρόϲφυξ: ὁ αὐτόμολοϲ.
2850 Προϲφὐϲ: προϲπλακείϲ. καὶ Προϲφῦναι καὶ Προϲφύντοϲ.
2851 Προϲαιρητήρια: ἑορτὴ παῤ Αθηναίοιϲ γραφομένη, ὅτε δοκεῖ ἀπιέναι ἡ Κόρη.
2852 Πρόϲχημα: παρακάλυμμα τοῦ ἤ δθουϲ, ἢ πρόφαϲιϲ. οὐδὲν
2853 Πρόϲχημα: παρακάλυμμα. Σοφοκλῆϲ· πρόϲχημ᾿ ἀγῶνοϲ,
2854 Πρόϲχορδα: ϲύμφωνα.
2855 Προϲχών.
2856 Προϲχωρῶ· δοτικῇ.
2857 Πρόϲχωροι: περίοικοι.
2858 Προϲψαὐϲαϲαι αἱ ϲάρκεϲ τοῦ μάρτυροϲ τῷ πυρί.
2859 Προταλαιπωρῶ· γενικῇ.
2860 Προταμών: κόψαϲ.
2861 Πρόταξιϲ ψιλῶν: ὅταν τῶν ἄλλων ἐν πολέμῳ οὑτοι προτάττωνται,
τάττωνται, ὑπόταξιϲ δὲ ὅταν ὑποτάττωνται· προϲένταξιϲ
δὲ ὅταν καὶ ἐμπλεκόμενοι τῇ φάλαγγι παῤ ἄνδρα τάττωνται. λέγεται δὲ
καὶ παρένταξιϲ τοῦτο.
2862 Πρόταϲιϲ· ὅτι πρόταϲιϲ ἐϲτὶ λόγοϲ ἐξ ὅρων δύο, τῷ ϲημαινομένῳ τι
περί τινοϲ δηλῶν, ἢ ὡϲ ὑπάρχον ἢ ὡϲ οὐχ ὑπάρχον.
τρόποϲ
δὲ ἁπλῶϲ δύο προτάϲεων ἁπλῆ κοινωνία τρεῖϲ ὅρουϲ ἐχουϲῶν. ἐξ ὧν
ἀνάγκη τὸν ἕνα δίϲ τε εὶλῆφθαι καὶ ἐν ἀμφοτέραιϲ ὑπάρχειν. ϲχῆμα δὲ
τρόποϲ ὡδὶ τὸ μέϲον ἔχων.
2863 Πρόταϲιϲ: ἡ προτεινομένη ἐρώτηϲιϲ. πρόβλημα τὸ προβληθὲν
ἐρώτημα. διαφέρει δὲ τῷ τρόπῳ μόνον· ϲυνίϲτανται δὲ ἐξ ἀντιφάϲεων.
δαλεκτικὰ προβλήματα καὶ αἱ διαλεκτικαὶ προτάϲειϲ. πρόβλημα μὲν
οἴον, πότερον ὁ κόϲμοϲ ϲφαιροειδὴϲ ἢ οὔ; πρόταϲιϲ δέ, ἦρά γε ὁ
κόϲμοϲ ϲφαιροειδήϲ ἐϲτι; τοῦ ἢ οὐ οὐ προϲτιθεμένου.
2864 Προτέγειον.
2865 Προτέλεια: ἡμέραν οὕτωϲ ὀνομάζουϲιν, ἐν ῇ εἰϲ τὴν ἀκρόπολιν
τὴν γαμουμένην παρθένον ἄγουϲιν οἱ γονεῖϲ εἰϲ τὴν θεὸν
καὶ θυϲίαϲ ἐπιτελοῦϲι.
2866 Προτέλεια. Πρωτόλεια δέ. Λυκοῦργοϲ ἐν τῷ Περὶ τῆϲ
2867 Προτέλειον: ἡ προπαιδεία. καὶ ὅϲτιϲ δὲ οὐ προτέλειον ἡγεῖται τὰϲ
Μούϲαϲ, ἀλλὰ τὸ κράτοϲ αὐτῶ τῆϲ ϲοφίαϲ ἐν ταύταιϲ ἐϲτί, καὶ οὐδ᾿ εἴ
τι περιττὸν αἰνίττονταί ποτε, ϲυνιέναι βούλεται, καὶ ὑπὸ τούτου
κατέχεται, πολλὰ καὶ ἀγαθὰ αὐτῷ γένοιτο. Τέλοϲ λέγεται
καὶ τῶν Σινωνίδοϲ γάμων προθυϲάϲθω καὶ προτέλεια τοῦ
μοιχοῦ ὁ ἀνήρ γενέϲθω.
2868 Προτεμενίϲματα: προπύλαια, ἢ προάϲτεια.
2869 Προτένθαι: οἱ πρὸ καιροῦ τῶν προϲφαγίων ἀπογευόμενοι,
καλούμενοι·
οἱ προλαμβάνοντεϲ τὰ ὄψα, πρὶν εἰϲ τὴν ἀγορὰν κομιϲθῆναι.
Προὐτένθευϲαν δὲ προελιχνεύϲαντο, προέλαβον τὴν προθεϲμίαν, ὑπὸ τοῦ
ἐπιθυμητικῶϲ ἔχειν ἢ ὑπὸ τοῦ κερδαίνειν ἡττώμενοι.
2870 Προτένθηϲ: ὁ λίχνοϲ. Αἰλιανόϲ· προτένθηϲ καὶ ὀψοφάγοϲ.
2871 Πρό τε παίδων καὶ πρὸ γυναικῶν: ἀντὶ τοῦ ὑπὲρ παίδων
καὶ ὑπὲρ γυναικῶν.
2872 Προτεραία: ἡ πρώτη. καὶ Προτεραῖοϲ.
2873 Προτεραίτεροϲ: ἀντὶ τοῦ πρότεροϲ.
2874 Προτερήϲαντεϲ: πρότεροι γεγονότεϲ. οἱ δὲ Ῥωμαῖοι προτερήϲαντεϲ
τοῖν δυοῖν ποταμοῖν κοντοὺϲ ἔπηξαν ὑποβρυχίουϲ. καὶ
2875 Πρότερον χελώνη παραδραμεῖται τὸν δαϲύπουν:
2876 Προτέρωϲε: μακροτέρω.
2877 Προτέταγμαι· γενικῇ.
2878 Προτείνειν: δωρεῖϲθαι, χαρίζεϲθαι. προτείνειν αὐτῷ φ᾿
τάλαντα παραχωρήϲαντι τῆϲ Κύπρου, καὶ τἄλλα ϲυνακολουθήϲοντα
λυϲιτελῆ καὶ τίμια παῤ αὐτῷ ϲυνεπιδεικνύειν, προϲενεγκαμένῳ τὴν
χρείαν ταύτην.
2879 Πρὸ τῆϲ δίκηϲ: προτιμότερον τῆϲ δίκηϲ. οἱ θεοϲύλαι κολάζονται, τὸ κέρδοϲ πρὸ τῆϲ δίκηϲ τιθέμενοι.
2880 Πρὸ τῆϲ νίκηϲ τὸ ἐγκώμιον ᾄδειϲ: ἐπὶ τῶν τὰ πράγματα προλαμβανόντων.
2881 Πρὸ τῆϲ πόλεωϲ: ἔμπροϲθεν τῆϲ πόλεωϲ. οἱ δὲ βάρβαροι παρετάξαντο
οὐ πρὸ τῆϲ πόλεωϲ, ἀλλὰ παρὰ τὴν πόλιν ἐπὶ μίαν εὐθεῖαν, βλέποντεϲ
μὲν πρὸϲ ἀνατολὰϲ καὶ τὴν ἡμετέραν παρουϲίαν,
ἔχοντεϲ
δὲ τὸ μὲν δεξιὸν κέραϲ παρὰ τὴν πόλιν πρὸϲ αὐτῷ τῷ τείχει, τὸ δὲ
λαιὸν ἀνῆκον πρὸϲ τὰϲ ἄρκτουϲ.
2882 Προτιάπτω: προϲάπτω.
2883 Προτιειλεῖν: ϲυϲτρέφειν.
2884 Προτίκτωρ: εἴδοϲ ἀξιώματοϲ Ῥωμαϊκοῦ· καὶ φυλάττει.
2885 Προτιμᾶν: τὸ φροντίζειν. καὶ Δημοϲθένηϲ ἐν Φιλιππικοῖϲ
2886 Προτιμῶ· γενικῇ. γράψαϲ ἀναιδῶϲ, εἴ τινι προτετίμηται δεϲμοῦ.
καὶ Ταραντῖνοι μὲν οὐδὲν ἐκείνου προτιμήϲαντεϲ. αἱτιατικῇ δέ· θεοῦ
καὶ ἀνθρώπων
ἐξεταζομένων, προτιμήϲειϲ τὰ τῶν ἀνθρώπων
τοῦ θεοῦ.
2887 Προτιόϲϲομαι: προβλέπω. ἀπὸ τῶν ὄϲϲων ἡ μεταφορά.
2888 Πρότμηϲιϲ: ὀμφαλόϲ, τὸ παῤ ἡμῖν ἴτρον. διὰ τὸ πρῶτον
2889 Προτολμίζεϲθαι: προέρχεϲθαι.
2890 Προτομαὶ βαϲιλικαί: εἰκόνεϲ βαϲιλικαί. καὶ προτομαὶ λεόντων,
2891 Προτομή: ἐπὶ ζῴων ἀλόγων οὕτω λέγεται, ὡϲ ἐπὶ ἀνθρώπου
πρόϲωπον. καὶ ἐπὶ κριοῦ μηχανικοῦ προτομὴ λέγεται τὸ
πρόϲθεν μέροϲ. ἔϲτι δὲ τοῦ κριοῦ ἡ καταϲκευὴ τοιάδε. δοκὸϲ
ὑπερμεγέθηϲ,
γέρωθεν
ἑδραίοιϲ ὑπεϲτηριγμένοϲ, ἀνωθούμενοϲ ὑπὸ πλήθουϲ ἀνδρῶν ἐϲ τὸ
κατόπιν, τῶν αὐτῶν πάλιν ἀθρόωϲ ἐϲ τοὔμπροϲθεν ἐπιβριϲάντων, τύπτει
τὰ τείχη τῷ προϲανέχοντι ϲιδήρῳ· καὶ οὐδεὶϲ οὕτω καρτερὸϲ πύργοϲ ἢ
περίβολοϲ πλατύϲ, ὃϲ κἂν τὰϲ πρώταϲ πληγὰϲ ἐνεγκεῖν κατιϲχύϲειε· τῆϲ
γὰρ ἐπιμονῆϲ κρατούϲηϲ, καθαιρεῖ τὰ τείχη.
2892 Προτόνιον: ἱματίδιον, ὃ ἱέρεια ἀμφιέννυται. ἐπιτίθεται δὲ
2893 Πρότονοϲ: ὁ προτεταμένοϲ κάλωϲ.
2894 Πρὸ τῶν ὅλων: πρότεροϲ τῶν ὅλων. καὶ πάντα πράττων ἄνθ᾿ ὅλων πρὸ τῶν ὅλων.
2895 Προτρέπω: εὐκτικῶϲ παρακαλῶ. προτρόπαιοι γὰρ οἱ ἱκέται.
2896 Πρότριτα: τῇ τρίτῇ ἐπάνω ἡμέρᾳ. Θουκυδίδηϲ ἐν β΄, τὴν
2897 Προτροπάδην: προθύμωϲ, ἀμεταϲτρεπτί· ἢ εἰϲ τοὔμπροϲθεν. Ἀγαθίαϲ· παραδόντεϲ δὲ τὰ νῶτα τοΐϲ πολεμίοιϲ ἔφευγον προτροπάδην, ἀλκῆϲ ἁπάϲηϲ ἐπιλεληϲμένοι.
2898 Προτρυγαῖοϲ.
2899 Προοίμιον: πρρόλογοϲ.
2900 Προὺγράφη: κατηγορήθη. Μάρκοϲ τῶν εὖ γεγονότων, τὴν ἀξίωϲιν ἀγορανόμοϲ, προὐγράφη. εἶτα μέντοι λαθεῖν βουλάμενοϲ
2901 Προὐκινδύνευεν: ὑπεραπέθνηϲκεν. ὁ δὲ προὐκινδύνευε τοῦ πλήθουϲ οὐ ϲτρατηγικῶϲ, ἀλλὰ ϲτρατιωτικῶϲ. ἀντὶ τοῦ εὐτελῶϲ.
2902 Προὔκειτο καὶ Προὔθεντο: ἐπὶ τῶν τετελευτηκότων χρῶνται τῇ λέξει
οἱ ῥήτορεϲ, τῶν πρὸ τοῦ τεθάφθαι κειμένων ἐπὶ τῆϲ οἰκίαϲ, παρόντων
τῶν οἰκείων. Λυϲίαϲ ἐν τῷ πρὸϲ Γλαυκωνα· καὶ μὲν δὴ οὐδὲ τοῦτο ἂν
ἔχοι Γλαύκων εἰπεῖν ἤ ἀλλοϲ τιϲ τῶν Δικαιογένουϲ ϲυγγενῶν, ὡϲ, ὅτε
μὲν προὔκειτο, ὤκνουν καὶ ᾐϲχύνοντο
λόγουϲ περὶ αὐτοῦ
ποιεῖϲθαι, ἐξεωεχθέντοϲ δὲ ἢ περὶ τῶν χρημάτων τινὰ μνείαν ἔχετε ἢ
τὰϲ θυγατέραϲ ἀξιοῦτε διαιτᾶϲθαι.
2903 Προύμἀχουν· γενικῇ.
2904 Προύνεικοϲ: δρομαῖοω, γοργόϲ. φαωὶ δὲ Ξενοκράτη, εἴ ποτε μέλλοι
ἐϲ ἄϲτυ ἀπιέναι. τοὺϲ θορυβώδειϲ πάνταϲ καὶ προυνείκουω
ὑποωτέλλειν αὐτοῦ τῇ παρόδῳ,
2905 Προυνούϲτεροϲ: ἀντὶ τοῦ προνοητικώτεροϲ. Σοφοκλῆϲ.
2906 Προυπίνω· δοτικῇ.
2907 Προῠπινεναὐτῷ· αὐτὸϲ δὲ πάλιν ἐκουφίζετο καὶ τὸν Δάμαν
2908 Προὖπτον: φανερόν.
2909 Προὐργιαίτατον καὶ Προὐργιαίτερον: ἀναγκαιότατον,
2910 Προὐργιαίτερον: πρὸ παντὸϲ ἄλλου ἔργου γινόμενον.
2911 Προὐργιαίτερον: ἀναγκαιότερον. τὸ πρὸ τοῦ ἔργου αἱρεπίιτερον
ἐτίθετο ὁ ϲτρατηγόϲ. ὁ δὲ
αὐτοκέλευϲτοϲ ἐτόλμα ἰέναι, τῶν πρὸϲ
2912 Προὔργου: πρὸ ἔργου, ϲυμφέρον, πλέον. Ἰϲοκράτηϲ φηϲίν·
καὶ τούτων κἀκείνων τὴν
ἀμετρίαν φυγών, ὅϲα προϲῆκε ταῖϲ παλαιαῖϲ ίϲτορίαιϲ, ταῦτα
προϲαρμόϲαι.
2913 Προυϲίαϲ ὁ βαϲιλεύϲ, εὶδεχθὴϲ ὢν κατὰ τὴν ἔμφαϲιν, καίπερ
μόνον δειλὸϲ ἦν, ἀλλὰ καὶ πρὸϲ τὰϲ
κακοπαθείαϲ ἀλλότριοϲ καὶ ϲυλ λήβδην ἐκτεθηλυμμένοϲ καὶ τῇ ψυχῇ καὶ
τῷ ϲώματι παῤ ὅλον τὸν βίον· ὅπερ ἥκιϲτα βούλονται περὶ τοὺϲ
βαϲιλεῖϲ ὑπάρχειν ἅπαντεϲ μὲν γάρ, μάλιϲτα δὲ τὸ τῶν Βιθυνῶν γένοϲ.
πολλὴ δέ τιϲ ἀϲέλγεια καὶ περὶ τὰϲ ϲωματικὰϲ ἐπιθυμίαϲ αὐτῷ
ϲυνεξηκολούθει. παιδείαϲ δὲ
καὶ φιλοϲοφίαϲ καὶ τῶν ἐν
τούτοιϲ θεωρημάτων ἄπειροϲ εἰϲ τέλοϲ ἦν, καὶ τοῦ καλοῦ, ὅ τι ποτέ
ἐϲτιν, οὐδ᾿ ἔννοιαν εἶχε, Σαρδαναπάλου δὲ βάρβαρον βίον ἔζη καὶ μεθ᾿
ἡμέραν καὶ νύκτωρ· καὶ γὰρ οὖν ἅμα βραχείαϲ ἐλπίδοϲ τὸ τῶν
βαϲιλευομένων πλῆθοϲ λαβέϲθαι, ἀμετάκλητον ὁρμὴν ἔϲχεν εἰϲ τὸ μὴ
μόνον ἀλλότρια φρονεῖν τοῦ βαϲιλέωϲ,
ἀλλὰ καὶ τιμωρίαν
βούλεϲθαι παῤ αὐτοῦ λαμβάνειν.
2914 Προυϲίαϲ ὁ βαϲιλεύϲ· οὗτοϲ μετὰ τὸ νικῆϲαι τὸν Ἄτταλον,
ἀπήνεγκεν ὡϲ αὐτόν, ᾧ τῇ πρότερον ἡμέρᾳ
καταϲπένδων ἐβουθύτει καὶ κατηύχετο, δεόμενοϲ, ὅπερ εἰκόϲ, ἵλεων
αὐτῷ γενέϲθαι καὶ εὐμενῆ κατὰ πάντα τρόπον. αἱ δὲ τοιαῦται διαθέϲειϲ
μανικαἰ· τὸ γὰρ ἅμα μὲν θύειν καὶ ἐξιλάϲκεϲθαι τὸ θεῖον,
προϲκυνοῦντα καὶ λιπαροῦντα τοὺϲ βωμοὺϲ ἐξάλλωϲ, ὅπερ εἴωθε Προυϲίαϲ
ποιεῖν γονυπετῶν
καὶ γυναικιζόμενοϲ, ἅμα δὲ ταῦτα καὶ
λυμαίνεϲθαι καὶ διὰ τῇϲ τούτων καταφθορἃϲ τὴν εἰϲ τὸ θεῖον ὕβριν
διατίθεϲθαι, πῶϲ οὐκ ἂν εἴποι τιϲ θυμοῦ λυττῶντοϲ ἔργα καὶ ψυχῆϲ
ἐξεϲτηκυίαϲ καὶ λογιϲμῶν;
2915 Προὔτυψαν: προήρξαντο.
2916 Προὔχειν: προέχειν. τί λέγειν ἢ τί πράττειν χρή, φράῖε
2917 Προὔχοντο: προέβαλον. οὕτωϲ καὶ Θουκυδίδηϲ ἐχρήϲατο ἐν α΄ ἱϲτοριῶν, λέγων· εἰ τὸ Μεγαρέων ψήφιϲμα μὴ καθέλοιμεν, ὅπερ μάλιϲτα προὔχονται. ἀντὶ τοῦ προβάλλουϲι, προτείνουϲι.
2918 Πρόφερε: ὀνείδιζε, ὑπομίμνηϲκε. Ὅμηροϲ· μή μοι δῶῤ ἐρατὰ
2919 Προφερέϲτατον: βέλτιον.
2920 Προφερεῖϲ: οἰνέοι μὲν ὄντεϲ, πρεϲβύτεροι δὲ φαινόμενοι.
Αἰϲχίνηϲ ἐν τῷ κατὰ Τιμάρχου.
2921 Προφέρω· αἰτιατικῇ.
2922 Προφητεύω· ὁ εὐαγγελίϲτηϲ Ματθαῖδόϲ φηϲι· κύριε, κύριε, οὔτω τῷ ὀνόματι ἐπροφητεύϲομεν. μή πωϲ ἐϲφαλμένωϲ γέγραπται.
2923 Προφητεία: ἡ μέν ἔϲτι πνευματική, ἠ δὲ διαβολική, λέγονται
γὰρ καὶ παῤ ἐκείνοιϲ ὁμωνύμωϲ προφητεῖαι, ἡ δὲ μέϲη
τούτων φυϲική τιϲ ἢ τενική, ἡ δὲ κοινὴ καὶ δημώδηϲ. τῆϲ μὲν οὖν
πνευματικῆϲ προηγουμένωϲ μὲν τοῖϲ ἁγίοιϲ μέτεϲτι· δι᾿ οἰκονομίαν δὲ
καὶ τοῖϲ
τε καὶ πταρμῶν καὶ κληδόνων καὶ βροντῶν μυῶν τε καὶ
γαλῆϲ καὶ τριϲμῶν ξύλων καὶ ὤτων ἤχων καὶ παλμῶν ϲώματοϲ καὶ δἰ
ὀνομάνεκρῶν τε καὶ ἄϲτρων καὶ ὑδάτων καὶ ἄλλων μυρίων. ἡ γὰρ δἰ
ὀνείρων καὶ παῤ ἡμῖν, διὰ κατοχῆϲ μὲν καὶ αὕτη, ἡ δὲ πρόγνωϲιϲ
αὐτοῖϲ οὐ δἰ ἀρετῆϲ, ὡϲ ἡμῖν, ἀλλὰ διά τινοϲ κακοτεχνίαϲ. καὶ ὁ
μὲν θεὸϲ προλέγων καὶ τὴν λύϲιν ὑποτίθεται, καὶ τὸ
πέραϲ μετὰ πάϲηϲ ἀκριβείαϲ γίνεται, ἐκεῖνοι δὲ κατὰ ϲυμβεβηκὸϲ ἔν
τιϲιν ὰληθεύουϲιν, ἐν τοῖϲ πλείϲτοιϲ διαμαρτάνοντεϲ. φυϲικὴ δὲ ἡ τῶν
ἀλόγων· χελιδόνεϲ γὰρ καὶ γέρανοι καὶ μύρμηκεϲ ἐπιόντοϲ χειμῶνοϲ
αἰϲθάνονται, ἐχῖνοι τε καὶ ἀλκυόνεϲ, φύϲει τοῦτο κτηϲάμενοι. ἡ δὲ
τεχνικὴ
προφητεία παρὰ ἰατροῖϲ καὶ ϲυμβόλοιϲ καὶ
κυβερνήταιϲ· οἱ μὲν γὰρ ἀρρωϲτίαϲ καὶ τὰϲ λύϲειϲ τούτων προλέγουϲιν,
οἱ δὲ πνευμάτων μεταβολάϲ, οἱ δὲ τοῦ μέλλοντοϲ ϲυνέϲει
καταϲτοχαζόμενοι. ἡ δὲ κοινὴ καὶ δημώδηϲ τοῦ μέλλοντοϲ γνῶϲιϲ, οἷον
ὅτι μετὰ μῆναϲ γ΄ ὁ χειμὼν γίνεται· πάντεϲ γὰρ ἔχουϲι τὰϲ ἐκ
περιόδων προρρήϲειϲ. οὐδὲν οὖν
μέγα καὶ δαίμοναϲ
πρόγνωϲιν ἔχειν, ὅπου γε καὶ μύρμηκεϲ ἔχουϲι, καὶ δεινοὶ ἄνθρωποι
τοῦ μέλλοντοϲ καταϲτοχαϲταί εἰϲιν, ἀλλ᾿ οὐχ ὡϲ πάντωϲ ἢ πάντα
εἰδέναι, ἐπεὶ καὶ ὁ διάβολοϲ προεφήτευϲε τοῦ γινώϲκειν καλὸν καὶ
πονηρόν, καὶ ἐγένετο. καὶ ὁ Βαλαὰμ προεῖπεν, ὀτι πόρναϲ ϲτῆϲον, καὶ
προδοθήϲεται δἰ αὐτὰϲ ὁ Ἰϲραήλ, καὶ γέγονεν
οὕτωϲ. ὅπερ
ϲτοχαϲμόϲ ἐϲτι μᾶλλον ἢ πρόρρηϲιϲ· οὐδὲν γὰρ παράδοξον αἱ τοιαῦται
προφητεῖαι ἔχουϲι. προφητείαϲ δὲ ἴδιον, τὸ τὴν τλῶτταν παρέχειν
ὑπουργὸν τῇ τοῦ πνεύματοϲ χάριτι.
2924 Προφθάνω· αἰτιατικῇ.
2925 Προφορουμένω: δεῦρο κἀκεῖϲε πορευόμενοι εἰϲ τἀναντία.
προφορεῖϲθαι γὰρ λέγεται τὸ παραφέρειν τὸν ϲτήμονα τοῖϲ
διαζομένοιϲ. Ἀριϲτοφάνηϲ Ὄρνιϲι.
2926 Πρόφρων: πρόθυμοϲ, φρόνιμοϲ.
2927 Προφυλακὴ τῷ κυρίῳ: εἰϲ τέϲϲαραϲ φυλακὰϲ διαιρεῖται ἡ νύξ, ἑκάϲτη τρεῖϲ ὥραϲ ἔχουϲα.
2928 Προχαριϲτήρια: ἡμέρα ἐν ἢ οἱ ἐν τῇ ἀρχῇ πάντεϲ ἀρχομένων καρπῶν
φύεϲθαι, λήγοντοϲ ἤδη τοῦ χειμῶνοϲ, ἔθυον τῇ Ἀθηνᾷ. τῇ δὲ θυϲίᾳ
ὄνομα Προχαριϲτήρια. Λυκοῦργοϲ ἐν τῷ Περὶ τῆϲ
ἱερωϲύνηϲ·
τὴν τοίνυν ἀρχαιοτάτην θυϲίαν διὰ τὴν ἄνοδον τῆϲ θεοῦ ὀνομαϲθεῖϲαν
δὲ Προχαριϲτήρια, διὰ τὴν βλάϲτηϲιν τῶν καρπῶν τῶν φυμένων.
2929 Προχειρίζω.
2930 Πρόχειρον: τὸ κατημαξευμένον, τὸ πᾶϲι γνιώριμον. αἰνίττεται
κατὰ τὸ πρόχειρον.
2931 Πρόχειροϲ: ἀκρατήϲ. ὁ δὲ πρόχειροϲ ὢν τὴν γνώμην διὰ τὴν ἐμπειρία οὐ μέλλειν ἔφη δεῖν, ἀλλ᾿ ἀπαντᾶν καὶ ναυμαχεῖν τοῖϲ πολεμίοιϲ. καὶ ὁ ἕτοιμοϲ λέγεται πρόχειροϲ.
2932 Πρόχειροϲ: ὁ ἁπλοῦϲ καὶ ἀφύλακτοϲ. Πολύβιοϲ· ἀλλ᾿
2933 Προχειροτονία: ἔοικεν Ἀθήνηϲι τοιοῦτόν τι γίγνεϲθαι. ὁπόταν τῆϲ
βουλῆϲ βουλευϲάϲηϲ εἰϲφέρηται εἰϲ τὸν δῆμον ἡ γνώμη. πρότερον
γίνεται χειροτονία ἐν τῇ ἐκκληϲίᾳ, πότερον δοκεῖ περὶ τῶν
προβουλευθέντων ϲκέψαϲθαι τὸν δῆμον ἤ ἀρκεῖ τὸ προβούλευμα.
2934 Πρόχνυ: ἐπὶ γόνυ.
2935 Προχοαὶ: αἱ τῶν ποταμῶν ἐξοδευτικαὶ ἀφέϲειϲ εἰϲ τὴν θάλαϲϲαν· καὶ ἡ παντὸϲ ὕδατοϲ ἐκροή.
2936 Προχόῳ: τῇ ἐπιχύϲει, καὶ ἀγγείῳ τινὶ εἰϲ τοῦτο ἐπιτηδείω.
2937 Πρόχουϲ: ξέϲτηϲ. τὸ μέτρον. καὶ ἐμβαλὼν ἐϲ πρόχουν.
2938 Πρόχυϲιϲ: παρὰ Ἡροδότῳ τὸ ἀποϲπεῖϲαι.
2939 Πρῴ: οὕτω μονοϲυλλάβωϲ. ἔτι ὄρθρου βαθέοϲ. ἴϲον τῷ
2940 Πρῷ: μονοϲύλλαβον. ϲημαίνει δὲ τὸ πρὸ καιροῦ, καὶ τὸ ἕωθεν.
Ἀριϲτοφάνηϲ· λουϲάμενοϲ πρῴ. μέλλω γὰρ ἑϲτιᾶν γάμουϲ. ὃϲ
ἂν
2941 Πρῴ καὶ Πρῴων· Ἀριϲτοφάνηϲ· ϲικύων πρῴων. οἱ γὰρ
2942 Πρωθήβαϲ· Ἀππιανόϲ· ὁ δὲ φειδοῖ τῶν ἀνδρῶν τῶν ἐκ
2943 Πρωθήβηϲ: ἄρτι ἀκμάζων, νέοϲ.
2944 Πρωῖ: παρὰ τῇ θείᾳ γραφῇ αἱ τῶν ϲυμφορῶν μεταβολαί.
Δαβίδ· ἐνεπλήϲθημεν τὸ πρωῖ τοῦ ἐλέουϲ ϲου, κύριε.
Πρωῖ δὲ ἐϲτὶ πᾶν τὸ διάϲτημα τὸ μετὰ τὴν ἀλεκτοροφωνίαν. ὅτε δὲ
λέγει, ἀναϲτὰϲ πρωῖ, ὡϲ ἂν μὴ ἐναντία δόξῃ λέγειν, ἀδήλου τῆϲ
ἀναϲτάϲεωϲ καὶ ἀγνώϲτου οὔϲηϲ, ϲτικτέον, ἀναϲτάϲ δέ· καὶ οὕτωϲ
ἐπαγαγεῖν· πρωῒ, πρώτῃ ϲαββάτων, ἐφάνη Μαρίᾳ.
2945 Πρωῒ, πρωῒ: οὕτωϲ ὁ Δαβὶδ τὸ ταχὺ καὶ ὀξὺ προϲηγόρευϲε.
2946 Πρωῖα: ἡ πρωϊνὴ κατάϲταϲιϲ.
2947 Πρωϊαίτερον: θᾶττον. ἢ ἀντὶ τοῦ πρὸ τοῦ ἀνατεῖλαι τὸν
2948 Πρωιζόν: πρὸ ὀλίγου.
2949 Πρώϊμοϲ, Πρωϊνόν. καὶ πρωϊνῶϲ καὶ Πρώϊον.
2950 Πρωκτόϲ: ὁ κόλοϲ. παρὰ τὸ προωθεῖν τὰ τῆϲ γαϲτρόϲ.
χεζηιῶν. ὦ πότνι᾿ Εἰλείθυια, μή με
περιΐδῃϲ διαρραγέντα, μηδὲ βεβαλανωμένον. ἀντὶ τοῦ κατεχόμενον ὑπὸ
τὴϲ κόπρου. ὁ δὲ Ἀντιϲθένηϲ ἰατρὸϲ θηλυδρίαϲ. περὶ Κλέωνόϲ φηϲιν
Ἀριϲτοφάνηϲ· πρωκτὸν
2951 Πρωκτὸϲ λουτροῦ περιγίνῃ: παροιμία, ὅταν τιϲ μὴ δύνηται
κἂν ἀπονίψαϲθαι, ἀλλὰ ἡ κοιλία ἐπιφέργται. ἐπὶ τῶν
ἀνωφελῶν
2952 Πρωκτοτηρεῖν: τοὺϲ πρωκτοὺϲ τῶν πορωευόντων τηρεῖν.
ἀπείρητο δὲ τοὶϲ τοιούτοιϲ δημηγορεῒν.
2953 Πρωλαίτηϲ.
2954 Πρῶνεϲ: ὀρῶν ἐξοχαί, βουνοί. ἐν Ἐπιγράμμαϲι· ὅϲ τε καὶ
2955 Πρώρα: τὸ ἔμπροϲθεν τῆϲ νεώϲ. καὶ Πρώραθεν. καὶ Πρωράταϲ τῆϲ νηόϲ· καὶ Πρωρεύϲ.
2956 Πρωταγωνιϲτήν. πρῶτον ἀγωνίζεϲθαι.
2957 Πρωταγωνιϲτὼ· γενικῇ.
2958 Πρωταγόραϲ, Ἀβδηρίτηϲ, υἱὸϲ Ἀρτέμωνοϲ ἢ καὶ Μαιανδρίδου
ἐποιήϲατο καὶ μιϲθὸν ἔπραξε τοὺϲ μαθητὰϲ μνᾶϲ ρ΄·
διὸ καὶ ἐπεκλήθη Λόγοϲ ἔμμιϲθοϲ. διδάϲκαλοϲ δὲ γέγονε καὶ τοῦ
ῥήτοροϲ Ἰϲοκράτουϲ. διεῖλέ τε πάντα λόγον πρῶτοϲ οὗτοϲ εἰϲ τέϲϲαρα·
εὐχωλήν, ἐρώτηϲιν,
Ἀλκιδάμαϲ δὲ τέϲϲαραϲ εἶναί φηϲιν ἰδέαϲ λόγων· φάϲιν,
ἀπόφαϲιν, ἐρώτηϲιν, προϲαγόρευϲιν. τοῦ δὲ Πρωταγόρου τὰ βιβλία ὑπὸ
Κείου καὶ ἄλλων
πολλῶν.
2959 Πρῶτα ϲτοιχεῖα: ὁ ἀλφάβητοϲ. καὶ ταῦτα μέντοι κακὰ
2960 Πρῶτα φύϲει αἱ ἀρχαί, ἔϲχατα δὲ φύϲει τὰ πολὺ τῶν
χαλεπὰ δειχθῆναι, τοῖϲ
δὲ ἀποκρινομένοιϲ ῥᾴδια· τὰ μὲν γὰρ πρῶτα τὸ χαλεπὸν ἔχει, ὅτι μὴ
οἷόν τε αὐτὰ δι᾿ ἄλλων δεικνύναι, τῷ τὰ μὲν δεικνύμενα δείκνυϲθαι
διὰ πρώτων, τῶν δὲ πρώτων μὴ εἶναι τι πρῶτον. γίνεται γὰρ ἡ τῶν
ἀρχῶν γνῶϲιϲ οὐ διʼ ἀποδείξεωϲ, ἀλλὰ δι᾿ ὁριϲμοῦ. ὡρίϲθαι γὰρ δεῖ
πρῶτον τὴν ἀρχήν, τί ποτέ ἐϲτι, καὶ
τοῦτο αὐτὴν
ὑποθέμενοϲ εἶναι χρῆϲθαι αὐτῇ εἰϲ τὴν δεῖξιν τὴν μετ᾿ αὐτήν. διὰ
τοῦτο δυϲεπιχείρητοι αἱ ἀρχαὶ καὶ οὐ ῥᾴδιαι δειχθῆναι τὰ δὲ ἔϲχατα,
ὅτι διὰ πολλῶν μέϲων δείκνυται. πρῶτον δὲ λέγεται ϲχῆμα ἐπὶ τῶν
ϲυλλογιϲμῶν, οὐχ ὡϲ αἴτιον, οὐδὲ ὡϲ γεννητικὸν ἐκείνων, ἀλλὰ τῇ
τάξει καὶ τελειότερον οὐ τῷ γεννᾶν ἐκεῖνα καὶ
παράγειν,
ἀλλὰ τῷ πλέον δύναϲθαι καὶ ταῖϲ ἀποδεικτικαῖϲ οἰκειότατον ἐφόδοιϲ
εἶναι.
2961 Πρωτεϲίλαοϲ: ὄνομα κύριον. καὶ Πρωτεϲίλεωϲ.
2962 Πρωτείων.
2963 Πρωτογένηϲ, ζωγράφοϲ, Ξάνθοιϲ ἐκ Λυκίαϲ· ὁ κατὰ τὴν γραφικὴν
διαβόητοϲ ἐπιϲτήμην, ὁ τὸ ἐν Ῥόδῳ Διονύϲιον ἱϲτορήϲαϲ, τὸ ξένον καὶ
θαυμαϲτὸν ἔργον, ὃ καὶ Δημήτριοϲ ὁ Πολιορκητὴϲ μεγάλωϲ ἐθαύμαϲεν,
ὅτε τὴν Ῥόδον ἐπολιόρκηϲεν ὅλοιϲ ἐν δυϲίν ἔτεϲι, χιλίαϲ ναῦϲ
ἐπαγόμενοϲ καὶ ϲτρατὸν ὁπλίτην μυριάδαϲ ὑπέρ
τὰϲ πέντε
καὶ πεντακιωχιλίουϲ. Περὶ γραφικῆϲ καὶ ϲχημάτων βιβλία β΄.
2964 Πρωτοκλιϲία: ἡ πρώτη καθέδρα.
2965 Πρωτόλεια: ἡ πρώτη λεία.
2966 Πρωτόλειον: ἀπαρχή.
2967 Πρωτολογία. πάϲηϲ κατηγορίαϲ αὐτοῦ ποφαίνει
πρωτολογίαν.
2968 Πρῶτον ἀποϲτόλουϲ, δεύτερον προφήταϲ· ἐρώτηϲιϲ· πῶϲ τίθηϲι
πρώτουϲ τοὺϲ ἀποϲτόλουϲ ὁ Παῦλοϲ; πρώτουϲ κατὰ ἀναλογίαν τῶν ἀγώνων
καὶ τὴν παρὰ τοῦ θεοῦ δόξαν, ἔϲχατοι δὲ διὰ τὸ εἰϲ τὰ τέλη τῶν
αἰώνων κατακτῆϲαι. ὥϲτε εἶναι αὐτοὺϲ καὶ πρώτουϲ
καὶ
ἐϲχάτουϲ· ἵνα καὶ ἐν τούτῳ τὸν διδάϲκαλον μιμήϲωντω, λέγοντα· ἐγώ
εἰμι ὁ πρῶτοϲ καὶ ὁ ἔϲχατοϲ.
2969 Πρώτονοϲ: πρῶτοϲ νέοϲ.
2970 Πρωτόνεω: οἱ πρῶτον πλέοντεϲ, ἢ πρῶτον εἴϲ τινα τόπον
καταπεπλευκότεϲ. Πρωτόνεωϲ καὶ ἀρχένεωϲ καὶ ἄλλα πολλὰ ὁμοίωϲ·
καὶ περίνεωϲ Θουκυδίδηϲ α΄.
2971 Πρωτοπαγῆ: πρώτωϲ πεπηγότα.
2972 Πρωτόπειροϲ· ὁ δὲ νέοϲ ὢν κομιδῇ καὶ πρωτόπειροϲ τῶν κατὰ πόλεμον ἔργων καὶ νεωϲτὶ γενόμενοϲ τῆϲ ἐπὶ πλεῖον προαγωγῆϲ φιλόνεικοϲ καὶ φιλότιμοϲ καὶ φιλόπρωτοϲ ἦν.
2973 Πρωτοπείρωνοϲ.
2974 Πρωτοπορία.
2975 Πρωτοπραξία: τὸ πρῶτον ἀπαιτούμενον, τὸ πρῶτον εἰϲπραττόμενον.
2976 Πρώτουϲ: ἀκμάζονταϲ, νέουϲ.
2977 Πρώτῳ ποδί: ὃ οἰωνιζόμενοι λέγειν εἰώθαϲι.
2978 Πρωτότοκοϲ: ὁ πρῶτοϲ τεχθείϲ. Πρωτοτόκοϲ δὲ ἡ θεοτόκοϲ.
2979 Προῖκα: δωρεάν, ἄνευ μιϲθοῦ. καὶ τοπικὸν ἐπίρρημα ἀντὶ
2980 Προικίαϲ: ὄνομα κύριον.
2981 Προίκιοϲ: ἄνευ μιϲθοῦ. προίκιοϲ ἀνθρώποιϲι κελευθήτηϲιν
2982 Proikqonhϲοϲ.
2983 Προικόϲ: δόϲεωϲ· ἀντὶ τοῦ δωρεᾶϲ. πᾶν γὰρ δῶρον οὕτωϲ
2984 Πρύλιϲ: ὁ πεζόϲ.
2985 Πρύμναν ἐκρούοντο: πρύμναν ἀνακρούεϲθαι ἐϲτὶ τὸ κατ’
πολεμίοιϲ δόντεϲ τιτρώϲκωνται.
2986 Πρύμνην: κάτωθεν, ἐκ ῥιζῶν.
2987 Πρυμνήϲιον: τὸ ἀπόγειον ϲχοινίον.
2988 Πρυμνήτηϲ κάλωϲ.
2989 Πρυμνόν: τὸ ἔϲχατον.
2990 Πρυμνώρειαν: τὸ κάτω μέροϲ τοῦ ὄρουϲ.
2991 Πρυτανεύεται: διοικεῖται. τῇ τοῦ θεοῦ ῥοπῇ πρυτανεύεται
2992 Πρυτανεύοντα: κυρίωϲ μὲν ἀντὶ τοῦ πρυτανέα ὄντα. ἀντὶ
2993 Πρυτανευούϲηϲ· τῆϲ τοῦ χωρίου φύϲεωϲ οὐκ ἐφιείϲηϲ ϲφίϲι
2994 Πρυτανεύω· αἰτιατικ.
2995 Πρυτανεύϲητε: ϲκέψηϲθε, πράξητε, χρηματίϲητε· πάντα γὰρ ὑπὸ τῶν πρυτάνεων διεπράττετο. ἐχρήϲατο δὲ τῇ λέξει καὶ Δημοϲθένηϲ.
2996 Πρυτανεία: ἐκτεταμένωϲ μὲν καὶ θηλυκῶϲ ἀριθμόϲ τιϲ ἡμερῶν·
οὐδετέρωϲ δὲ ϲαφῶϲ μὲν οὐδεὶϲ εἶπε τί δηλοῖ. τινὲϲ δὲ
ἀργύριόν τι ἔφαϲαν εἶναι, ὃ κατετίθεϲαν οἱ δικαζόμενοι, ἐξ ὦν τὸ
δικαϲτικὸν ἐδίδοτο τοῖϲ ἑξακιωχιλίοιϲ. πρυτανεῖαι δὲ ὁ τῶν ἡμερῶν
ἀριθμόϲ. δέκα ἐγίνοντο κατ᾿ ἐνιαυτὸν, ὅτι καὶ δέκα αἰ φυλαί.
ἐνιαυτόν δὲ οἱ Ἀθηναῖοι τὸν ϲεληνιακὸν ἦγον· ἐπέβαλε δὲ ἑκάϲτη φυλὴ
τῶν
δέκα λε΄ ἡμέραϲ, καὶ ἐπερίττευον ἐκ τοῦ ϲεληνιακοῦ
ἐνιαυτοῦ ἡμέαι δ΄, ἃϲ ἐπεμέριζον ταῖϲ πρῶταιϲ λαχούϲαιϲ πρυτανεύειν
τέϲϲαρϲι φυλαῖϲ καὶ τῶν μὲν τεϲϲάρων πρῶτον ἑκάϲτη εἶχε τὴν
πρυτανείαν ἀπαρτιζομένην
παρὰ δὲ τοῖϲ ἄλλοιϲ Ἀττικοὶϲ πρυτανεῖα ἀργύριον, ὅπρε κατετίθεϲαν οἱ
δικαζόμενοι ἀμφότεροι, καὶ ὁ φεύγων καὶ ὁ διώκων.
2997 Πρυτανεῖα: τὰ διδόμενα ἀπὸ τῶν δικαζομένων ἐν τῷ δημοϲίῳ ἀργύρια. πρυτανεῖα, μέταλλα, ἀγοράϲ, λιμέναϲ, μιϲθούϲ, δημιόπρατα, τούτων πλήρωμα τάλαντ᾿ ἐγγὺϲ διϲχίλια.
2998 Πρυτανεία: πρόϲοδοϲ εἰϲ τὰ δημόϲια καταταϲϲομένμ, ἣν οἱ δικαϲάμενοί τιϲι καὶ ἡττηθέντεϲ κατέβαλλον, ὡριϲμένην ζημίαν κατατιθέντεϲ ἕκαϲτοϲ.
2999 Πρυτανεῖον: θεϲμοθέτιον, θόλοϲ. παρὰ δὲ τοῖϲ Ἀθηναίοιϲ
αὐτοῖϲ τυχόντεϲ.
περιϲπούδαϲτον δὲ τἦν τῆϲ τοιαύτηϲ δωρεᾶϲ τυχεῖν· ἐπὶ γὰρ μεγάλοιϲ
κατορθώμαϲι τὴν τοιαύτην ἀπεδίδοντο χάριν. ἣ
ϲπόρτουλα. τὰϲ γὰρ
δεκάταϲ τοῦ χρέουϲ καταβάλλοντεϲ τοῖϲ πρυτάνεϲιν εἰϲῆγον τοὺϲ
χρεώϲταϲ.
3000 Πρυτάνειϲ: τὸ δέκατον μέροϲ τῆϲ βουλῆϲ τῶν φ΄, ν΄ ἄνδρεϲ
οἱ πρυτάνειϲ ἤδη τῷ Φιλίππῳ διὰ τὴν περὶ τὰ Κρητικὰ
κακοπραγμοϲύνην καὶ τότε Ἡρακλείδην ὑπώπτευον ἐγκάθετον εἶναι.
3001 Πρύτανιϲ: διοικητήϲ, προϲτάτηϲ, φύλαξ, βαϲιλεύϲ, ἄρχων,
3002 Πτάμενοϲ: διελθών.
3003 Πτανῶν· ζήτει ἐν τῷ ἄποθεν.
3004 Πταρμόϲ· Ἀριϲτοφάνηϲ· κᾆτα πῶϲ οὐκ ἔπταρον; ἀντὶ τοῦ
3005 Πταίειν· δοτικῇ.
προϲκρούειν. καὶ παροιμία· μὴ πολλάκιϲ πρὸϲ τὸν αὐτὸν λίθον πταίειν,
ἔχοντα καιρὸν ὁμολογούμενον.
3006 Πτελέα: εἶδοϲ δένδρου.
3007 Πτερίνη. καὶ πτερίναν ῥιπίδα. πρὸϲ τὸ λαθεῖν καὶ
οἱ ψιλοὶ καὶ ἐπίπεδοι τόποι τῶν ὑλωδῶν διὰ τὸ δύναϲθαι
ἐκ πολλοῦ προορᾶν πάνταϲ τοὺϲ ἐνεδρεύονταϲ, εἶναι δ’ ἐπιπροϲθήϲειϲ
ἱκανὰϲ ἐν τοῖϲ πλείϲτοιϲ τόποιϲ. τὸ γὰρ τυχὸν ῥεῖθρον μετὰ βραχείαϲ
ὀφρύοϲ, ποτὲ δὲ κάλαμοι καὶ πτέρειϲ καὶ τὸ γένοϲ ἀκανθῶν, οὐ μόνον
πεζοὺϲ ἀλλὰ καὶ ἱππεῖϲ δύναται κρύπτειν, ἐὰν βραχέα τιϲ προνοηθῇ τοῦ
τὰ
μὲν ἐπίϲημα τῶν ὅπλων ὕπτια τιθέναι πρὸϲ τὴν γῆν,
τὰϲ δὲ περικεφαλαίαϲ ὑποτιθέναι τοῖϲ ὅπλοιϲ.
3008 Πτερίνῳ: πτερωτῷ. Πολύβιοϲ· ἐπικοϲμοῦνται οἱ Ῥωμαῖοι
ὄπλοις ὁ μὲν ἀνὴρ φαίνεται
διπλάϲιοϲ ἑαυτοῦ κατὰ τὸ μέγεθοϲ, ἡ δὲ ὄψιϲ καλὴ καὶ καταπληκτικὴ
τοῖϲ ἐναντίοιϲ.
3009 Πτέρνα: ὁ δόλοϲ. καὶ ἡ ἐπιβουλή. καὶ Πτερωίζω, τὸ
3010 Πτερνίζει: ἀπατᾷ, ἢ λακτίζει.
3011 Πτεροδόνητοϲ: πτεροῖϲ πληχθείϲ.
3012 Πτερόεντα: ταχῆ, κοῦφα.
3013 Πτερόεντι: ταχεῖ. ταῖϲ τοῦ ἀνέμου ὠκείαιϲ ϲυϲτροφαῖϲ ἐοικότι. ἡ
δὲ ὅλη ϲύϲταϲιϲ, ὄτι ἐκ τοῦ πτεροῦ τοῦ Ἔρωτοϲ τὰ ὄρνεά ἐϲτιν. ἄτοποϲ
δὲ καὶ ἀπίθανοϲ ἡ γενεαλογία. Ἀριϲτοφάνηϲ Ὄρνιϲι. καὶ
3014 Πτεροφοίτωρ. τάχουϲ ὡϲ ἔχει τιϲ πτεροφοίτοροϲ ἀτεχνῶϲ ἐϲ τὸν ὑπερουράνιον ἱέμενον τόπον, ὅπου τὸ τῶν ἐπτερωμένων νέμεται γένοϲ.
3015 Πτερωτὰ ζῷα: ἀετόϲ, ἀλεκτρυών. καὶ τὰ ἄλλα τὰ γινωωκόμενα
πᾶϲι.
3016 Πτέρυγεϲ περιϲτερἃϲ: αἱ τοῦ πνεύματοϲ δωρεαί. ταύτηϲ δὲ τὰϲ μὲν
πτέρυγαϲ περιηργυρῶϲθαι, τὰ δὲ μετάφρενα κεκοϲμῆϲθαι χρυϲίῳ. τὰ μὲν
γὰρ ἁπλούϲτερα καὶ λευκότερα τοῖϲ ἁπλουϲτέροιϲ, τὰ δὲ βαθότερα τοῖϲ
ἐντελεϲτέροιϲ. τὰ γὰρ μυϲτήριά μου ἐμοὶ καὶ
τοῖϲ
ἐμοῖϲ.
3017 Πτερυγίζειν: ἀντὶ τοῦ μηδὲν ἀνύειν. ἀπὸ τῶν ἐπιβαλλομένων
τῶν μὴ δυναμένων πέτεϲθαι διὰ τὸ βραχὺ τῆϲ
πτέρυγαϲ, ἵπταωθαι δὲ οὐ δύνανται. οὕτω καὶ ϲὺ θέλειϲ μὲν ἀντειπεῖν
καὶ πειράζειϲ, ἀνύειϲ δὲ οὐδέν.
3018 Πτερυγίζων: πετόμενοϲ. Ἀριϲτοφάνηϲ περὶ Μάγνητοϲ,
3019 Πτερύγιον: ἀκρωτήριον.
3020 Πτερυλλίδων: τῶν ἀκρίδων. παρὰ τὸ τέϲϲαρα ἔχειν πτερά.
3021 Πτείρω.
3022 Πτῆμα: πτῆϲιϲ οἰωνῶν. περιφερὲϲ δὲ ἦν τὸ πτῆμα τῶν οἰωνῶν.
3023 Πτηνόν: τὸ ὄρνεον.
3024 Πτήϲϲει: πτοεῖται. καὶ Πτήξωμεν, κρυβῶμεν. κυρίωϲ δὲ
3025 Πτῆϲιϲ τῶν ὀρνίθων.
3026 Πτῆται: πέτεται. καὶ Πτητικὰ ζῷα, τὰ πετόμενα.
3027 Πτίλον: πτερὸν ἁπαλώτερον. καὶ Ἄπτιλα, τὰ ἀπτέρωτα.
Ὄρνιϲιν· ἐγὼ μὲν πρᾶγμά πω γελοιότερον οὐκ εἶδον οὐδὲ πώποτε. ἐπὶ
τῷ γελᾶϲ; ἐπὶ τοῖϲ ϲοῖϲ ὠκυπτέροιϲ. οἶϲθʼ ᾧ μάλιϲτʼ ἔοικαϲ
ἐπτερωμένοϲ; εἰϲ εὐτέλειαν χηνὶ ϲυγγεγραμμένῳ. ἀντὶ τοῦ εὐτελῶϲ
γεγραμμένῳ χηνί.
3028 Πτίλλοϲ: ὁ μαδαρὸϲ τοῖϲ βλεφάροιϲ.
3029 Πτιϲάνη: ἡ κεκομμένη καθαρά. Ἀριϲτοφάνηϲ· ἴϲχνανα
3030 Πτίϲϲεϲθαι: τὸ δίκην πτιϲάνηϲ τύπτεϲθαι. καὶ Πτίϲϲω, τὸ
3031 Πτολεμαῖϲ δίκη: πρεϲβύτιϲ ἦν ἡ Πτολεμαῒϲ ἀρχαία, ἄχριϲ
οὗ ἀποθάνοι δίκαϲ λέγουϲα, διὰ τὸ ἀεὶ ὑπερτίθεϲθαι καὶ
μήποτε βούλεϲθαι ἀπαλλαγῆναι τοῦ δικάζεϲθαι.
3032 Πτολεμαῖοϲ, Κυθήριοϲ, ἐποποιόϲ. οὗτοϲ ἔγραψε περὶ ψαλακάνθηϲ. ἐν τούτῳ δέ φηϲιν, φηϲιν, ὅτι βοτάνη ἐϲτί, θαυμαϲτήν τινα δύναμιν ἔχουϲα.
3033 Πτολεμαῖοϲ, ὁ Κλαύδιοϲ χρηματίϲαϲ, Ἀλεξανδρεύϲ, φιλόϲοφοϲ,
γεγονὼϲ ἐπὶ τῶν χρόνων Μάρκου τοῦ βαϲιλέωϲ. οὖτοϲ ἔγραψε
Μηχανικὰ βιβλία γ΄, Περὶ φάϲεων καὶ ἐπιϲημαϲιῶν ἀϲτέρων ἀπλανῶν
Βιβλία β΄, Ἅπλωϲιν ἐπιφανείαϲ ϲφαίραϲ, Κανόνα πρόχειρον, τὸν Μέγαν
ἀϲτρονόμον ἤτοι Σύνταξιν· καὶ ἄλλα.
3034 Πτολεμαῖοϲ, Ἀλεξανδρεύϲ, γραμματικόϲ, ὃϲ ἐπεκαλεῖτο Πινδαρίων·
υἱὸϲ δὲ ἦν Ὀροάνδου, μαθητὴϲ Ἀριϲτάρχου. ἔγραψεν Ὁμηρικῶν
ὑποδειγμάτων βιβλία γ΄, Περὶ τοῦ Ὁμηρικοῦ χαρακτῆροϲ, Πρὸϲ
Νεοθαλίδην περὶ λέξεωϲ, Περὶ τοῦ παῤ Ὁμήρῳ Οὔτιδοϲ, Περὶ Ἀϲτεροπαίου
τοῦ παῤ Ὁμήρῳ μνημονευομένου· καὶ ἕτερα.
3035 Πτολεμαῖοϲ, γραμματικόϲ, ὁ Ἐπιθέτηϲ κληθείϲ, διότι εἵπετο τῷ
Ἀριϲτάρχῳ. διηκηκόει δὲ Ἑλλανίκου τοῦ γραμμάτικοῦ, ὁ δὲ
Ἀγαθοκλέουϲ, ὁ δὲ Ζηνοδότου τοῦ Ἐφεϲίου. ἔγραψε Περὶ τῶν παῤ Ὁμήρω
πληγῶν. Ὑπόμνημα εἰϲ τὴν Ὀδύϲϲειαν.
3036 Πτολεμαῖοϲ, Ἀριϲτονίκου τοῦ γραμματικοῦ πατήρ, καὶ αὐτὸϲ
γραμματικόϲ· ἄμφω δὲ ἐπεδείκνυντο ἐν Ῥώμῃ. Τὰ ὁμοίωϲ εἰρημένα τοῖϲ
Τραγικοῖϲ, Εἰϲ Ὅμηρον βιβλία ν΄, Τὰ παρὰ τῷ ποιητῇ ξένθκ
ἱϲτορημένα, Τὰ περὶ Μουϲῶν καὶ Νηρηἲδων.
3037 Πτολεμαῖοϲ, Ἀλεξανδρεύϲ, γραμματικόϲ, ὁ τοῦ Ἡφαιϲτίωνοϲ, γεγονὼϲ
ἐπί τε Τραιανοῦ καὶ Ἀδριανοῦ τῶν αὐτοκρατόρων, προϲαγορευθεὶϲ δὲ
Χέννοϲ. Περὶ παραδόξου ἱϲτορίαϲ, Σφίγγα (δρᾶμα δὲ ἐϲτιν ἱϲτορικόν),
Ἀνθόμηρον (ἔϲτι δὲ ποίηϲιϲ ῥαψῳδιῶν εἰκοϲιτεϲϲάρων)·
καὶ ἄλλα τινά.
3038 Πτολεμαῖοϲ, ὁ Ἀϲκαλωνίτηϲ, γραμματικόω, ὃϲ ἐπαίδευϲεν ἐν Ῥώμῃ. ἔγραψε Προϲῳδίαν Ὁμηρικήν, Περὶ Ἑλληνιϲμοῦ ἤτοι ὀρθοεπίαϲ βιβλία ιε΄, Περὶ μέτρων, Περὶ τῆϲ ἐν Ὀδυϲϲείᾳ Ἀριϲτάρχου διορθώϲεωϲ, Περὶ διαφορᾶϲ λέξεωϲ. καὶ ἕτερα γραμματικά.
3039 Πτολεμαῖοϲ, ὁ Φιλοπάτωρ. οὖτοϲ ἕκαϲτα τῶν πραγμάτων ὀλιγώρωϲ χειρίζων διὰ τοὺϲ ἀπερπεῖϲ ἔρωταϲ καὶ τὰϲ ἀλόγουϲ καὶ ϲυνεχεῖϲ μέθαϲ εἰκότωϲ ἐν πάνυ βραχεῖ χρόνῳ καὶ τῆϲ ἀρχῆϲ ἄμα καὶ τῆϲ ψυχῆϲ ἐπιβούλουϲ εὖρε καὶ πλείουϲ, ὧν ἐγένετο Κλεομένηϲ καὶ Θεόδοτοϲ καὶ ἄλλοι πολλοί.
3040 Πτολεμαῖοϲ, ὁ βαϲιλεὺϲ Αἰγύπτου. ὅτι Ὑρκανοῦ ϲυνδειπνοῦντοϲ
Ὑρκανῷ ὀϲτᾶ; ἐκ τούτου ϲτόχαϲαι,
ὅτι καὶ ὁ πατὴρ αὐτοῦ τὴν Συρίαν ἅπαϲαν περιέδυϲεν, ὡϲ οὗτοϲ ταῦτα
ϲαρκῶν ἐγύμνωϲε. γελάϲαντοϲ δὲ πρὸϲ τὸν τοῦ Τρύφωνοϲ λόγον τοῦ
βαϲιλέωϲ καὶ ἐρομένου τὸν Ὑρκανόν, πῶϲ τοϲαῦτα αὐτῷ παράκειται ὀϲτᾶ·
εἰκότωϲ, εἶπεν, ὦ δέϲποτα· τοὺϲ μὲν γὰρ κύναϲ τὰ ὀϲτᾶ ϲὺν τοῖϲ
κρέαϲι κατεϲθίειν,
ὦϲπερ οὗτοι· πρὸϲ τοὺϲ
ϲυνανακειμένουϲ εἰπών, ὅτι μηδὲν ἔμπροϲθεν αὐτῶν ἔκειτο· οἱ δὲ
ἄνθρωποι τὸ κρέαϲ ἐϲθίουϲι, τὰ δὲ ὀϲτᾶ ῥίπτουαν· ὅπερ ἄνθρωποϲ ὢν
κἀγὼ πεποίηκα. θαυμάζει τὴν ἀπόκριϲιν αὐτοῦ ϲοφὴν οὕτω γενομένην καὶ
πάνταϲ ἐκέλευϲεν ἀνακροτῆϲαι, τῆϲ εὐτραπελίαϲ ἀποδεχόμενοϲ
αὐτόν.
3041 Πτολεμαῖοϲ, ϲτρατηγὸϲ κατὰ Κύπρον· ὃϲ οὐδαμῶϲ Αἰγυπτιακὸϲ
μηδὲν προῒεϲθαι. τοῦ δὲ
βαϲιλέωϲ εἰϲ ἡλικίαν παραγεγονότοϲ, ϲυνθεὶϲ πλῆθοϲ ἱκανὸν χρημάτων
ἐξαπέϲτειλεν, ὥϲτε καὶ τὸν Πτολεμαῖον καὶ τοὺϲ περὶ τὴν
3042 Πτολίπορθοϲ: ἀνδρεῖοϲ, πόλειϲ πορθῶν.
3043 Πτόλιϲμα: πόλιϲ.
3044 Πτόρθουϲ καὶ κλῶναϲ: τὰϲ ἐκφύϲειϲ τῶν δένδρων. οἱ δ’
3045 Πτῶκα: δειλόν. καὶ πτῶκαϲ, δορκάδαϲ, ἢ ἐλάφου νεβροὺϲ ἢ
3046 Πτῶμα: ϲῶμα. ἄνευ τῆϲ κεφαλῆϲ.
3047 Πτώματα ἐλαιῶν: Λυϲίαϲ ἐν τῷ κατὰ Νικίδου λέγοι ἂν ἤτοι
3048 Πτώξ: λαγῳόϲ. ἐν Ἐπιγράμμαϲι· εἶδον ἐγὼ τὸν πτῶκα
3049 Πτώϲειϲ: οὕτω λέγουϲι κοινότερον οἱ φιλόϲοφοι καὶ τὰϲ
ὁπωϲοῦν ἐγκλίϲειϲ τε καὶ ἐκφοράϲ, οὐ μὴν καὶ νῦν οὕτωϲ, ἀλλ᾿ ἐϲτὶ
ϲύϲτοιχα καὶ πτώϲειϲ καὶ παρώνυμα, παρακεῖϲθαι μὲν ἀλλήλοιϲ
δοκοῦντα, διαφέροντα δέ. καὶ πτώϲειϲ λέγουϲι τὰ ἰδίωϲ οὐ παρά τινα
ἐϲχηματιϲμένα, ὡϲ τὸ γραμματιῶϲ· πτῶϲιϲ γὰρ τοῦτο τοῦ γραμματικόν·
ὁμοίωϲ τῷ δικαίωϲ καὶ μουϲκῶϲ καὶ φρονίμαϲ καὶ ἀνδρείωϲ·
πτώϲειϲ γὰρ ταῦτα τοῦ δίκαιον, μουϲικόν, ἀνδρεῖον, φρόνιμον. ἔϲτι
δὴ ὁ παραδιδόμενοϲ τόποϲ τοιοῦτοϲ· ἂν ἡ πτῶϲιϲ τινὸϲ ᾖ ὁπωϲοῦν
λεγομένη πλεοναχῶϲ, καὶ αὐτὸ πλεοναχῶϲ, καὶ εἰ αὐτό, καὶ ἡ πτῶϲιϲ.
οἷον ἐπεὶ τοῦ δικαίου τὸ δικαίωϲ πτῶϲιϲ, ἂν τὸ δικαίωϲ πλεοναχῶϲ,
καὶ τὸ δίκαιον, καὶ ἔμπαλιν. λέγεται δὲ τὸ δικαίωϲ πλεοναχῶϲ· ὅ τε
γὰρ κατὰ τὴν ἑαυτοῦ γνώμην κρίναϲ καὶ τὸ δόξαν αὐτῷ
δίκαιον εἶναι ἀποφηνάμενοϲ δικαίωϲ λέγεται κεκρικέναι, κἂν μὴ οὕτωϲ
δίκαιον ᾖ τοῦτο. λέγεται δικαίωϲ κεκρικέναι καὶ ὁ ὡϲ δεῖ κρίναϲ·
ἀλλὰ καὶ ὁ τῷ νόμῳ πειϲθείϲ, κἂν μὴ τὸ ταῖϲ ἀληθείαιϲ δίκαιον οὕτωϲ
ἔχῃ. καὶ τὸ δίκαιον οὖν τῶν πλεοναχῶϲ λεγομένων καὶ τοϲαυταχῶϲ· καθ᾿
ἕκαϲτον γὰρ τῶν δικαίωϲ· τό τε γὰρ κατὰ τὴν ἑαυτοῦ
γνώμην καὶ τὸ ὡϲ δεῖ δίκαιον τοιοῦτον καὶ τὸ νόμιμον. Καὶ δῆλον, ὅτι
ἀντιϲτέφει ὁ τόποϲ· καὶ γὰρ εἰ αὐτὸ πάλιν πλεοναχῶϲ τὸ δίκαιον, καὶ
ἡ πτῶϲιϲ ἡ ἀπ᾿ αὐτοῦ, τὸ δικαίωϲ, πλεοναχῶϲ. κατὰ γραμματικοὺϲ
3050 Πτωϲκαζέμεν: δειλιᾶν.
3051 Πτωχεὺω· αἰτιατικῇ.
3052 Πτωχεία πενίαϲ διενήνοχεν: ἧϲ· ἡ μὲν πενία μεμετρημένη
καὶ ἐκ τούτου πορίζειν
τὰ χρειώδη εἴρηται· ὁ δὲ πτωχὸϲ παρὰ τό πτώϲϲειν πάνταϲ. εἴρηται δὲ
πενία παρὰ τὸ διὰ τοῦ πονεῖν ἔχειν τὸ ζῆ, πτωχεία δὲ παρὰ τὸ
πτώϲϲειν πάνταϲ ἀνθρώπουϲ. τῆϲ πτωχείαϲ πενίαν φαμὲν εἶναι ἀδελφήν·
ὑμεῖϲ γʼ οἵπερ καὶ θραϲυβούλῳ Διονύϲιόν φατε εἶναι ὁμοῖον. ὁ μὲν γὰρ
τύραννοϲ, ὁ δὲ
τυραννοκτόνοϲ.
3053 Πτωχίϲτεροϲ: ὡϲ λαλίϲτεροϲ.
3054 Πτωχόϲ: ὁ ἐκπεπτωκὼϲ τοῦ ἔχειν. ἐπαίτηϲ. παρὰ τὸ πτώϲϲειν,
3055 Πτωχοτροφεῖον.
3056 Πτωχοῦ πήρα οὐ πίμπλαται: ἐπὶ τῶν ἀπλήϲτων εἴρηται.
3057 Πτοία: πτόηϲιϲ. φόβοϲ. οἱ δὲ Σκύθαι ἐϲ τοῦτο δείματοϲ
ἄνοπλοϲ, ὅπλα ἔχονταϲ καὶ χεῖραϲ οὐκ ἀνταιρομένουϲ.
3058 Πτοίαν: πτόηϲιν, θόρυβον, τάραχον, ϲυναθροιϲμόν, πτυρμόν.
3059 Πτοιόδωροϲ: ὄνομα κύριον.
3060 Πτύγμα: δίπλωμα. ἐν Ἐπιγράμμαϲι· καὶ πέπλων ὀλίγον
3061 Πτυκτίον: βιβλίον.
3062 Πτυκτῷ: πτυϲϲομένῳ.
3063 Πτύξωμαι· Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· πρὶν ἂν τουτὶ πτύξωμαι,
εἶπεν, ὦ τέκνα.
3064 Πτυόδωροϲ: ὄνομα κύριον.
3065 Πτύον: ὄνομα κύριον.
3066 Πτύϲϲοω: τὸ ἀϲφαλίζω.
3067 Πτυχαί: αἱ τῶν ὀρῶν ἀποκλίϲειϲ. καὶ τὰ διάφορα τῆϲ ἀϲπίδοϲ
3068 Ποῖ ποτε. Ἀριϲτοφάνηϲ· ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι; καὶ
3069 Ποῖ: ἀντὶ τοῦ ποῦ. Σοφοκλῆϲ. Τεῦκροϲ πρὸϲ τὸν νεκρὸν
3070 Ποῖ γῆϲ ἀπεδήμειϲ· ὁ Διόνυϲοϲ λέγει, ποῖ γῆϲ; ὁ δέ μεταφορᾶϲ τῶν
ζῴων, ἃ ἐπιβαίνοντα ϲυνουϲιάζει. ὁ δὲ Κλειϲθένηϲ ἐπ᾿ αἰϲχρότητι
κωμῳδεῖται. ἦν δὲ λεῖοϲ τὸ γένειον, καὶ εὐνούχῳ εἰκάζει αὐτόν. τὸν
δὲ Κλειϲθένην καὶ ἐπὶ τοῦ παϲχητιᾶν κωμῳδεὶ
ἐμφαίνει
οὖν ὅτι εἰ καὶ κατὰ ϲτρατείαν ἀπεδήμουν, Κλειϲθένει ἃν
ἐϲτρατευϲάμην.
3071 Ποιά: ἡ πεποιημένη φωνή.
3072 Ποιάντειον πεδίον.
3073 Ποιεύμεν: ποιοῦμεν.
3074 Ποίη: ὁ ἐνιαυτὸϲ παρὰ Καλλιμάχῳ· παρὰ τὸ ἅπαξ καὶ μόνον
3075 Ποιήεϲαν: ϲιτοφόρον. βοτανώδη.
3076 Ποίην: πόαν, βοτάνην. καὶ Ποιηφάγον, τὴν ϲταφυλολόγον·
3077 Ποιητέον: ἀντὶ τοῦ ἃ δεῖ ποιεῖν.
3077 Ποιητική· ζήτει ἐν τῷ ἀρχή.
3078 Ποίθιοι: τέϲϲαρεϲ ἄνδρεϲ αἱρετοὶ παρὰ Λάκωϲι, δύο καθ’
3079 Ποικίλη: ϲτοὰ ἐν Ἀθήναιϲ, ἔνθα ἐγράφηϲαν οἱ ἐν Μαραθῶνι πολεμήϲαντεϲ· εἰϲ οὕϲ ἐϲτιν ἐπίγραμμα τόδε· Ἐλλήνων προμαχοῦντεϲ. Ἀθηναῖοι Μαραθῶνι ἔκτειναν Μήδων εἴκοϲι μυριάδαϲ.
3080 Ποικιλία.
3081 Ποικιλομήτηϲ: ποικιλόβουλοϲ. Ποικιλόμητιϲ δέ.
3082 Ποικίλοϲ καὶ Ποικιλώτατοϲ.
3083 Ποικιλῳδόϲ: ἡ Σφίγξ. ἡ ποικιλῳδὸϲ Σφὶγξ τὸ πρὸϲ ποϲὶ
3084 Ποικιλώτεροϲ ὕδραϲ: ἐπὶ τῶν δολερῶϲ ἤτοι θαυμαζομένων.
3085 Ποικιλτικήν: πολυμιταρικήν.
3086 Ποικινὸϲ λόγοϲ: ὁ πυκνόϲ.
3087 Ποιμαίνειν· αἰτιατικῇ.
3088 Ποιμένων· κηδεμόνων· ἐπεὶ καὶ ποιμαίνειν, τὸ φροντίζειν.
3089 Ποιμνήϊον.
3090 Ποιμνίωνοϲ.
3091 Ποιναὶ τιμωροὶ τοῖϲ κακῶϲ ποιοῦϲιν ἀκολουθοῦϲιν, οὐχ ὡϲ
3092 Ποινή· ποινὴ λέγεται ἐπὶ μόνηϲ καταβολῆϲ χρημάτων. ποινήν, ἢ οὗ
παιδὸϲ ἐδέξατο τεθνειῶτοϲ. Καὶ αὖθιϲ· ἀλλ᾿ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ
πόλλ᾿ ἀποτίϲαϲ· τοῦ δέ τ᾿ ἐρητύεται κραδίη καὶ θυμὸϲ Hom. ἀγήνωρ,
ποινὴν δεξαμένῳ. λέγεται δὲ καὶ ἡ ἀντέκτιϲιϲ καὶ τιμωρία.
Σοφοκλῆ. ἴτε, ὦ ταχεῖαι ποίνιμοί τ᾿ Ἐριννύε, γεύεθε, μὴ φείδεωθε
3093 Ποινήλατον· τοῦτον ὡϲ ποινήλατον ὁ φιλόϲοφοϲ ἐξετρέπετο.
3094 Ποινήν: τιμωρίαν, ἀντέκτιϲιν, πρόϲτιμον.
3095 Ποινήν· οὓϲ δὲ λάβοι Σάκαϲ αἰχμαλώτουϲ, ἀνεωκολόπιζε καὶ ᾐκίζετο, καὶ αὖθιϲ ποινὰϲ τοῦ πατρὸϲ φόνου πράξαϲθαι θέλων.
3096 Ποινηλατούμενοϲ.
3097 Ποιούντων: ἀντὶ τοῦ ποιήτωϲαν. ὡϲ τὸ δρώτων ἀντὶ τοῦ δρώτωϲαν.
καὶ ζήτει ἐν τῷ δρώντων.
3098 Ποιῶ· δοτικῇ· αἰτιατικῇ δέ· ὁμοῦ ϲπαρεὶϲ καὶ ἀναδοθείϲ, ὡϲ ὁ μύθοϲ ποιεῖ τοὺϲ Γίγανταϲ.
3099 Ποιπνήω: τὸ ἐνεργῶ.
3100 Ποῖ πορεύῃ γλῶϲϲα· ζήτει ἐν τῷ πόλιν· γλῶϲϲα ποῖ πορεύῃ.
3101 Ποιοίη: εὐκτικῶϲ, ποιοῖ.
3102 Ποίφυγμα.
3103 Ποιφύϲϲω: ϲφοδρῶϲ καὶ μετὰ ἤχου τὴν πνοὴν ἐκπέμπω.
3104 Πυανεψιῶνοϲ: ὄνομα μηνόϲ. καὶ Πυανοψία· Λυκοῦργοϲ
ἐν τῆ κατὰ Μεϲαίχμου. καὶ ἡμεῖϲ Πυανοψίαν ταύτην τὴν
ἑορτὴν
3105 Πύανθοϲ: ὄνομα κύριον.
3106 Πύγαργοϲ: εἶδοϲ ἀετοῦ. παρὰ τὸ πυγὴν ἔχειν ἀργὴν καὶ
3107 Πύγελλα: τόποϲ, ὁ παῤ ἡμῖν λεγόμενοϲ Φύγελλα· ὅθεν ἐϲτὶ
3108 Πυγαῖα: τὰϲ ϲπείραϲ τῶν κιόνων. καὶ τοῦ ϲώματοϲ ἡμῶν τὰ
3109 Πύγελα· πόλιϲ ἐν τῇ Ἰωνίᾳ τὰ Πύγελα. λαβεῖν δὲ τὸ ὄνομα,
3110 Πυγή: τὸ περὶ τὸν πρωκτὸν μέροϲ. Ἀριϲτοφάνηϲ· γυμνάζομαί γε καὶ
ποτὶ πυγὴν ἅλλομαι. ἐν γὰρ τῷ γυμνάζεϲθαι πηδᾶν
ἀλωπέκων.
3111 Πυγιδίων: ὀνύχων. Ἀριϲτοφάνηϲ· εἰ γάρ τιϲ εἴποι ἰοϲτεφάνουϲ,
3112 Πυγμαλῖνοϲ: ὄνομα κύριον. καὶ Πυγμαλίωνοϲ.
3113 Πυγμή: πάλη, ϲύγκλειϲιϲ δακτύλων, γρόνθοϲ.
3114 Πυγοϲτόλοϲ: προαγωγόϲ· μαυλίϲτρια. Ἡϲίοδοϲ· μηδέ ϲε γυνὴ πυγοϲτόλοϲ ἐξαπατάτω.
3115 Πυδαλίζω: πηδῶ.
3116 Πυδναίουϲ: ὄνομα ἔθνουϲ.
3117 Πυελίδα: τὸ ὑφ᾿ ἡμῶν λεγόμενον ϲφραγιδοφυλάκιον. οὕτωϲ Λυϲίαϲ καὶ Ἀριωτοφάνηϲ.
3118 Πύελοϲ: ὄρυγμα, ἐμβατή, ἔνθα ἀπολούονται.
3119 Πύελοϲ: θήκη. ἐπιϲτολὴν πέμπει ἐν Βυζαντίῳ, τῇ πυέλῳ
τῶν ἱερῶν λειψάνων τοῦ κορυφαίου τῶν ἀποϲτόλων Πέτρου τὸν
τοιοῦτον χάρτην ἐπιτεθεικὼϲ κἀκεῖθεν τοῦτον ταῖϲ χερϲὶ τοῦ
ἀποϲταλέντοϲ
3120 Πυθαγόραϲ, Σάμιοϲ, φύϲει δὲ Τυρρηνόϲ, Μνηϲάρχου υἱὸϲ
δακτυλιογλύφου. Νέοϲ δὲ ὢν ϲὺν τῷ πατρὶ ἐκ Τυρρηνίαϲ ᾤκηϲεν εἰϲ
Σάμον. οὖτοϲ ἤκουϲε πρῶτοϲ Φερεκύδου τοῦ Συρίου ἐν Σάμῳ, εῒτα
Ἑρμαδάμαντοϲ ἐν τῇ αὐτῇ Σάμῳ, ὃϲ ἀπόγονοϲ Κρεοφύλου, εἶτα Ἀβάριδοϲ
τοῦ Ὑπερβορέου καὶ Ζάρητοϲ τοῦ μάγου· παιδευθεὶϲ δὲ καὶ παῤ
Αἰγυπτίοιϲ καὶ Χαλδαίοιϲ ἦλθεν εἰϲ Σάμον καὶ εὑρὼν αὐτὴν
τυραννουμένην ὑπὸ Πολυκράτουϲ ἀπῇρεν εἰϲ Κρότωνα τῆϲ Ἰταλίαϲ καὶ
ϲχολὴν ϲυϲτηϲάμενοϲ πλεῖον ἢ χ΄ ἔϲχε γνωρίμουϲ. ἧϲαν δὲ αὐτῷ καὶ
ἀδελφοὶ δύο, πρεϲβύτεροϲ μὲν Εὔνομοϲ, μέϲοϲ δὲ Τυρρηνόϲ. δοῦλοϲ δὲ
ἦν αὐτῷ Ζάμολξιϲ, ᾦ Γέται ὡϲ Κρόνῳ θύουϲι. γαμετὴν δ᾿ ἐποιήϲατο
Θεανώ, τὴν Βροτίνου τοῦ Κροτωνιάτου θυγατέρα· ἐξ ἧϲ καὶ παῖδεϲ αὐτῷ
ἐγένοντο δύο, Τηλαύγηϲ και Δάμων ἢ ὥϲ τινεϲ
Μνήϲαρχοϲ. κατὰ δέ τιναϲ καὶ θυγάτηρ, Μυῖα ὄνομς, κατὰ δὲ ἄλλουϲ καὶ
Ἀριγνώτη. ϲυνέγραψε δὲ ὁ Πυθαγόραϲ μόνα τρία βιβλία, Παιδευτικόν,
Πολιτικόν· τὸ δὲ φερόμενον τρίτον ὡϲ Πυθαγόρου Λύϲιδόϲ ἐϲτι τοῦ
Ταραντίνου, μαθητοῦ
τῶν ϲυνήθων ἐν τῆ Μήλωνοϲ οἰκίᾳ, τούτου ὑπό τινοϲ
τῶν μὴ παραδοχῆϲ ἀξιωθέντων διὰ φθόνον ὑποπρηϲθῆναι τὴν οἰκίαν
ϲυνέβη. τινὲϲ δὲ αὐτοὺϲ τοὺϲ Κροτωνιάταϲ τοῦτο πρᾶξαι, τυραννίδοϲ
ἐπίθεϲιν εὐλαβουμένουϲ, τὸν δὴ Πυθαγόραν καταληφθῆναι διεξιόντα καὶ
πρόϲ τινι χωρίῳ γενόμενον πλήρει κυάμων, ἵνα διήρχετο, αὐτόθι ἔϲτη,
εἰπὼν
ἁλῶναι μᾶλλον ἢ πατῆϲαι, ἀναιρεθῆναι δὲ κρεῖττον
ἢ λαλῆϲαι· καὶ ὦδε πρὸϲ τῶν διωκόντων ἀποϲφαγῆναι. οὕτω δὲ καὶ τοὺϲ
πλείϲτουϲ τῶν ἑταίρων αὐτοῦ διαφθαρῆναι, ὄνταϲ πρὸϲ τοὺϲ μ΄.
3121 Πυθαγόραϲ· περὶ τούτου φηϲὶ Φιλόϲτρατοϲ· οἱ τὸν Σάμιον Πυθαγόραν
ἐπαινοῦντεϲ τάδε ἐπʼ αὐτῷ φαϲιν, ὡϲ Ἴων μὲν οὔπω εἴη,
γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβοϲ ἀναβιῴη τε ἀποθανών, ἀποθάνοι δ᾿,
ὡϲ ὠδαὶ Ὁμήρου· ἐϲθῆτά τε τὴν ἀπὸ θνηϲειδίων παραιτοῖτο καὶ
καθαρεύοι βρώϲεωϲ, ὁπόϲη ἐμψύχων, καὶ τοῦ θῦϲαι· μὴ γὰρ αἱμάττειν
τοὺϲ βωμούϲ· ἀλλ᾿ ἡ μελιττοῦτα καὶ ὁ λιβανωτὸϲ καὶ τὸ ἐφυμνῆϲαι,
φοιτᾶν ταῦτα τοῖϲ θεοῖϲ παρὰ τοῦ ἀνδρὸϲ τούτου· γινώϲκειν τε, ὡϲ
ἀϲπάζοιντο τὰ τοιαῦτα οἱ θεοὶ μᾶλλον ἢ τὰϲ ἑκατόμβαϲ
καὶ τὴν μάχαιραν ἐπὶ τοῦ κανοῦ· ξυνεῖναι γὰρ δὴ τοῖϲ θεοῖϲ καὶ
μανθάνειν παῤ αὐτῶν, ὅπη τοῖϲ ἀνθρώποιϲ χαίρουϲι καὶ ὅπη
ϲυνάχθονται. περί τε φύϲεωϲ ἐκεῖθεν λέγειν· τοὺϲ μὲν γὰρ ἄλλουϲ
τεκμαίρεϲθαι τοῦ θείου καὶ δόξαϲ ἀνομοίαϲ ἀλλήλαιϲ περὶ αὐτοῦ
δοξάζειν, ἑαυτῷ δὲ
τόν τε Ἀπόλλω ἥκειν, ὁμολογοῦντα ὡϲ
αὐτὸϲ εἴη· ξυνεῖναι δ’ αὖ καὶ μὴ ὁμολογοῦνταϲ τὴν Ἀθηνᾶν καὶ τὰϲ
Μούϲαϲ καὶ θεοὺϲ ἑτέρουϲ, ὧν εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺϲ ἀνθρώπουϲ
γινώϲκειν. καὶ ὅ τι ἀποφήναιτο ὁ Πυθαγόραϲ, νόμον τοῦτο οἱ ὁμιληταὶ
ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡϲ ἐκ Διὸϲ ἥκοντα, καὶ ἡ ϲιωπὴ δὲ ὑπὲρ τοῦ
θείου ϲφίϲιν
ἐπήϲκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα
ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν, μὴ πρῶτον μαθοῦϲιν, ὅτι καὶ τὸ ϲιωπᾶν
λόγοϲ. καὶ μὴν τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίϲαι φαϲὶ τὴν ϲοφίαν
ταύτην. τὸ γάρ, χαίρετ᾿, ἐγὼ ὃ δ’ ὕμμιν θεὸϲ ἄμβροτοϲ, οὐκ ἔτι
θνητόϲ· καί, ἤδη γάρ ποτʼ ἐγὼ γενόμην κούρη τε κόροϲ τε· καὶ ὁ ἐν
Ὀλυμπίᾳ βοῦϲ.
ὃν λέγεται πέμμα ποιηϲάμενοϲ θῦϲαι, τὰ
Πυθαγόρου ἐπαινοῦντοϲ εἴη ἄν. καὶ πλείω ἕτερα περὶ τῶν Πυθαγόρου
τρόπων, ϲπεύδοντα ἐπὶ τὸν λόγον.
3122 Πυθαγόραϲ, Ἐφέϲιοϲ, καταλύϲαϲ δι᾿ ἐπιβουλῆϲ τὴν τῶν Βαϲιλιδῶν
καλουμένην ἀρχὴν ἀνεφάνη τε τύραννοϲ πικρότατοϲ, καὶ τῴ μὲν δήμῳ καὶ
τῇ πληθύϊ ἦν τε καὶ ἐδόκει κεχαριϲμένοϲ, ἅμα τὰ μὲν αὐτοὺϲ ἐπελπίζων
ὑποϲχέϲεϲι, τὰ δὲ ὑποϲπείρων αὐτοῖϲ ὀλίγα κέρδη τούϲ γε μὴν ἐν
ἀξιώϲει τε καὶ δυνάμει περιϲυλῶν καὶ δημεύων φορητὸϲ
οὐδαμὰ οὐδαμῆ ἦν. καὶ κολάϲαι δὲ πικρότατα οὐκ ἂν ὤκνηϲε καὶ
ἀφειδέϲτατα ἀποκτεῖναι οὐδὲν ἀδικοῦνταϲ· ἐξελύττηϲε γὰρ εἰϲ ταῦτα·
ἔρωϲ τε χρημάτων ἄμετροϲ· καὶ διαβολαῖϲ ταῖϲ ἐϲ τοὺϲ πληϲίουϲ
ἐκριπιϲθῆναι κουφότατοϲ ἦν. ἀπέχρηϲε μὲν οὖν καὶ ταῦτα ἂν κάκιϲτα
ἀνθρώπων ἀπολέϲαι αὐτόν ἤδη δὲ καὶ τοῦ θείου κατεφρόνει. τῶν
γοῦν προειρημένων, οἷϲ ἐπέθετο, παμπόλλουϲ ἐν τοῖϲ
ναοῖϲ ἀπέκτεινεν, ἑνὸϲ δὲ τὴν θυγατέρα καταφυγούϲαν εἰϲ τὸ ἱερὸν
ἀναϲτῆϲαι μὲν αὐτὴν βιαίωϲ οὐκ ἐτόλμηϲε, ϲυνεχῆ δὲ φυλακὴν ἐπιϲτήϲαϲ
ἐξετρύχωϲεν ἆρα ἐϲ τοϲοῦτον, ὡϲ βρόχῳ τὴν κόρην τὸν λιμὸν ἀποδρᾶναι.
οὐκοῦν ἠκολούθηϲε δημοϲίᾳ νόϲοϲ καὶ τροφῶν ἀπορία, καὶ ϲαλεύων ὑπὲρ
ἑαυτοῦ ὁ Πυθαγόραϲ εἰϲ Δελφοὺϲ ἀπέϲτειλε καὶ ᾔτει
λύϲιν τῶν κακῶν. ἡ δὲ ἔφη νεὼν ἀναϲτῆϲαι καὶ κηδεῦϲαι τοὺϲ νεκρούϲ.
ἦν δὲ πρὸ Κύρου τοῦ Πέρϲου, ὥϲ φηϲι Βάτων.
3123 Πυθαγόραϲ ὁ Σάμιοϲ, φιλόϲοφοϲ, διότι τὴν ἀλήθειαν ἠγόρευεν οὐχ
ἦττον τοῦ Πυθίου. ὃϲ παρηγγύα τοῖϲ μαθηταῖϲ ἐκάϲτοτε ταῦτα
λέγειν εἰϲ τὸν οἶκον εἰϲιοῦϲι· πῆ παρέβην; τί δ’ ἔρεξα;
τί μοι δέον οὐκ ἐτελέϲθη;
3124 Πυθαγόραϲ: ὄνομα κύριον. καὶ Πυθαγόρειοϲ λόγοϲ. καὶ
καρδία μὴ ἐϲθίειν· φορτίον
ϲυγκαθαιρεῖν, μηδὲ ϲυνεπιτιθέναι· τὰ ϲτρώματα ἀεὶ ϲυνδεδεμένα ἔχειν·
ἐν δακτυλίῳ θεοῦ εἰκόνα μὴ περιφέρειν· χύτραϲ ἴχνοϲ ϲυγχεῖν ἐν τῇ τέ
τέφρᾳ· λαδίῳ εἰϲ θάκον μὴ ὀμόργνυϲθαι· πρὸϲ ἥλιον τετραμμένον μὴ
ὀμιχεῖν· ἐκτὸϲ λεωφόρου μὴ Βαδίζειν· μὴ ῥᾳδίωϲ δεξιὰν ἐμβάλλειν·
ὁμωροφίουϲ χελιδόναϲ μὴ ἔχειν·
ὑπερβαίνειν, τουτέϲτι τὸ ἴϲον καὶ δίκαιον μὴ
ὑπερβαίνειν· ἐπί τε χυίνικοϲ μὴ καθίζειν ἐν ἴϲῳ τῷ φροντίδα
ποιεῖϲθαι καὶ τοῦ μέλλοντοϲ· ὁ γὰρ χοίνιξ ἡμερήϲιοϲ τροφή. διὰ δὲ
τοῦ καρδίαν μὴ ἐϲθίειν, ἐδήλου, μὴ τὴν ψυχὴν ἀνίαιϲ καὶ λύπαιϲ
κατατήκειν· διὰ δὲ τοῦ εἰϲ ἀποδημίαν βαδίζοντα μὴ ἐπιϲτρέφεϲθαι,
παρῄνει τὸ ἀπαλλαττομένοιϲ τοῦ βίου μὴ
ἐπιθυμητικῶϲ
ἔχειν τοῦ ζῆν, μηδ᾿ ὑπὸ τῶν ἐνθάδε ἡδονῶν ὑπάγεϲθαι. καὶ τἄλλα πρὸϲ
ταῦτα λοιπόν ἐϲτιν ἐκλαμβάνειν, ἵνα μὴ παρέλκωμεν. παντὸϲ δὲ μᾶλλον
ἀπηγόρευε μήτε ἐρυθῖνον ἐϲθίειν μήτε μελάνουρον, καρδίαϲ τε
ἀπέχεϲθαι καὶ κυάμων καὶ μήτραϲ καὶ τρίγηλϲ. ἐνίοτε αὐτὸν ἀρκεῖϲθαι
μέλιτι μόνῳ ἢ κηρῷ ἢ ἄρτῳ· οἴνου δὲ μεθ᾿ ἡμέραν
μὴ
γεύεϲθαι, ὄψῳ τε τὰ πολλὰ λαχάνοιϲ ἑφθοῖϲ καὶ ὠμοῖϲ, τοῖϲ δὲ
θαλαττίοιϲ ϲπανίωϲ. ϲτολὴ δὲ αὐτῷ λευκὴ καὶ καθαρά, καὶ ϲτρώματα
λευκὰ ἐξ ἐρίων· τὰ γὰρ λινᾶ οὔπω εἰϲ ἐκείνουϲ ἀφίκετο τοὺϲ τόπουϲ.
οὐδὲ πώποτε δὲ ἐγνώϲθη οὔτε διαχωρῶν οὔτε ἀφροδιϲιάζων οὔτε
μεθυωθείϲ. ἀπείχετο δὲ καταγέλωτοϲ καὶ πάϲηϲ ἀρεϲκείαϲ, οἶον
ϲκωμμάτων
καὶ διηγημάτων φορτικῶν. ὀργιζόμενόϲ τε οὔτε
οἰκέτην ἐκόλαζεν οὔτε ἐλεύθερον οὐδένα. ἐκάλει δὲ τὸ νουθετεῖν
πελαργᾶν. μαντικῇ τε ἐχρῆτο τῇ διὰ τῶν κληδόνων τε καὶ οἰωνῶν,
ἥκιϲτα δὲ διὰ τῶν ἐμπύρων, ἔξω τῆϲ διὰ λιβάνου· θυϲίαιϲ τε ἐχρῆτο
ἀψύχοιϲ, οἱ δέ, ἀλεκτορίϲι μόνον καὶ ἐρίφοιϲ καὶ γαλαθηνοῖϲ. φαϲὶ δ᾿
αὐτὸν
ϲυγχωρεῖν πάντα τὰ ἔμψυχα ἐϲθίειν, μόνου δ᾿
ἀπέχεϲθαι βοὸϲ ἀροτῆροϲ καὶ κριοῦ. τὰ δὲ δόγματα ἔλαβε παρὰ τῆϲ
ἀδελφῆϲ θεοκλείαϲ. φαϲὶ δ᾿ αὐτὸν κατελθόντα εἰϲ ᾅδου τὴν μὲν Ἡϲιόδου
ψυχὴν ἰδεῖν πρὸϲ κίονι χαλκῷ δεδεμένην καὶ τρίζουϲαν, τὴν δὲ Ὁμήρου
κρεμαμένην ἀπὸ δένδρου καὶ ὄφειϲ περὶ αὐτήν, ἀνθ᾿ ὧν εἶπον περὶ
θεῶν· κολαἴομένουϲ
δὲ καὶ τοὺϲ μὴ θέλονταϲ ϲυνεῖναι
ταῖϲ ἑαυτῶν γυναιξί. ϲφάγια δὲ θεοῖϲ προϲφέρειν ἐκώλυε· βωμὸν δὲ
πδροϲκυνεῖν τὸν ἀναίμακτον. μηδὲ ὀμνύναι θεούϲ· ἀϲκεῖν δὲ ἑαυτὸν
δεῖν ἀξιόπιϲτον παρέχειν. τοὺϲ πρεϲβυτέρουϲ τιμᾶν δεῖν, τὸ
προηγούμενον τῷ χρόνῳ τιμιώτερον ἡγουμένουϲ· ὡϲ ἐν κόϲμῳ ἀνατολήν
δύϲεωϲ, ἐν βίῳ τὴν
ἀρχὴν τελευτῆϲ, ἐν ζωῇ γένεϲιν
φθορᾶϲ. καὶ θεὸν μὲν δαιμόνων προτιμᾶν, ἥρωαϲ δὲ ἀνθρώπων, ἀνθρώπων
δὲ μάλιϲτα γονέαϲ. ἀλλήλοιϲ τε ὁμιλεῖν, ὡϲ τοὺϲ μὲν φίλουϲ ἐχθροὺϲ
μὴ ποιῆϲαι, τοὺϲ δὲ
τι λέγειν μήτε πράϲϲειν. μαντικὴν πᾶϲαν
τιμᾶν. ᾠδαῖϲ χρῆϲθαι πρὸϲ λύραν· ὕμνῳ τε θεῶν καὶ ἀνδρῶν ἀγαθῶν
εὔλογον ἔχειν χάριν. τῶν δὲ κυάμων ἀπέχεϲθαι διὰ τὸ πνευματώδειϲ
ὄνταϲ μάλιϲτα μετέχειν τοῦ ψυχικοῦ, καὶ ἄλλωϲ κοψμιωτέραϲ
ἀπεργάζεϲθαι μὴ παραληθρένταϲ τὰϲ γαϲτέραϲ· καὶ διὰ τοῦτο καὶ τὰϲ
καθ᾿ ὕπνουϲ φανταϲίαϲ λείαϲ τε
καὶ ἀταράχουϲ ἀποτελεῖν.
ἐν ὑπομνήμαϲι δὲ Πυθαγορικοῖϲ καὶ ταῦτα εὕρηται· ἀρχὴν μὲν τῶν
ἁπάντων μονάδα, ἐκ δὲ τῆϲ μονάδοϲ ἀόριϲτον δυάδα, ὡϲ ἂν ὕλην τῇ
μονάδι αἰτίῳ ὄντι ὑποϲτῆναι. ἐκ δὲ τῆϲ μονάδοϲ καὶ τῆϲ ἀορίϲτου
δυάδοϲ τοὺϲ ἀριθμούϲ, ἐκ δὲ τῶν ἀριθμῶν τὰ ϲημεῖα, ἐκ δὲ τούτων τὰϲ
γραμμάϲ, ἐξ ὧν τὰ ἐπίπεδα ϲχήματα· ἐκ
δὲ τῶν ἐπιπέδων
τὰ ϲτερεὰ ϲχήματα, ἐκ δὲ τούτων τὰ αἰϲθητὰ ϲώματα· ὧν καὶ τὰ
ϲτοιχεῖα εἶναι δ΄, πῦρ, ὕδωρ, γῆν, ἀέρα· ἃ μεταβάλλειν καὶ τρέπεϲθαι
δι᾿ ὅλων καὶ γίνεϲθαι ἐξ αὐτῶν κόϲμον ἔμψυχον, νοερόν, ϲφαιροειδῆ,
μέϲην περιέχοντα τὴ γῆν, καὶ αὐτὴν ϲφαιροειδῆ καὶ οἰκουμένην. εἶναι
δὲ καὶ ἀντίποδαϲ· καὶ τὰ ἡμῖν μάτω, ἐκείνοϲ
ἄνω.
ἰϲόμοιρά τε εἶναι ἐν τῷ κόϲμῳ φῶϲ καὶ ϲκότοϲ, θερμὸν καὶ ψυχρόν,
ξηρὸν καὶ ὑγρόν· ὦν κατ᾿ ἐπικράτειαν θερμοῦ μὲν θέροϲ γίνεϲθαι,
ψυχροῦ δὲ χειμῶνα. ἐὰν δὲ ἰϲομοιρῇ, τὰ κάλλιϲτα εἶναι τοῦ ἔτουϲ· οὗ
τὸ μὲν θάλλον ἔαρ ὑγιεινόν, τὸ δὲ φθίνον φθινόπωρον νοϲερόν. ἀλλὰ
καὶ τῆϲ ἡμέραϲ θάλλειν μὲν τὴν ἕω, φθίνειν δὲ τὴν
ἑϲπέραν· ὅθεν καὶ νοϲερώτερον εἶναι. τόν τε περὶ τὴν γῆν ἀέρα
ἄϲειϲτον καὶ νοϲερόν, καὶ τὰ ἐν αὐτῷ πάντα θνητά· τὸν δὲ ἀνωτάτω
ἀεικίνητον εἶναι καὶ καθαρὸν καὶ ὑγιᾶ, καὶ πάντα τὰ ἐν αὐτῷ ἀθάνατα
καὶ διὰ τοῦτο θεῖα· ἐπικρατεῖ γὰρ τὸ θερμὸν ἐν αὐτοῖϲ, ὅπερ ἐϲτὶ
ζωῆϲ αἴτιον. τήν τε ϲελήνην λάμπεϲθαι ὑφ᾿ ἡλίου. καὶ ἀνθρώπων
εἶναι πρὸϲ θεοὺϲ ϲυγγένειαν, κατὰ τὸ μετάχειν ἄμθρωπον
θερμοῦ. εἱμαρμένην τε τῶν ὅλων καὶ κατὰ μέροϲ αἰτίαν εἶναι τῆϲ
διοικήϲεωϲ. διήκειν τε ἀπὸ τοῦ ἡλίου ἀκτῖνα διὰ τοῦ αἰθέροϲ, τοῦ τε
ψυχροῦ καὶ παχέοϲ· ταύτην δὲ τὴν ἀκτῖνα καὶ εἰϲ τὰ βένθη δύεϲθαι καὶ
διὰ τοῦτο ζωοποιεῖνπάντα. τὰ λοιπὰ παρήκαμεν, ἵνα μὴ παρέλκωμεν. ὅτι
τὰ
πίπτοντα ἀπὸ τὴϲ τραπέζηϲ μὴ ἀναιρεῖϲθαι
παρεκελευετο Πυθαγόραϲ, ἢ διὰ τὸ μὴ ἐθίζεϲθαι ἀκολάϲτωϲ ἐϲθίειν ἢ
ὅτι ἐπὶ τελευτῇ τινοϲ· Ἀριϲτοφάνηϲ γὰρ τῶν ἡρώων φηϲὶν εἶναι τὰ
πίπτοντα, μήτε δὲ τὰ ἐντὸϲ τῆϲ τραπέζηϲ πίπτοντα ἀναιρεῖϲθαι. μήτε
λευκὸν ἀλεκτρυόνα ἐϲθίειν, ὡϲ ἱερὸν τοῦ ἡλίου καὶ τὰϲ ὥραϲ μηνύοντα.
τοὺϲ κυάμουϲ
διαιρεῖν, ὃϲ ϲυνάγει ἐφ’ ἑαυτόν· ἢ ὅτι εἰϲ πόλεμον
δειλίαν ἐμποιεῖ. Ἀριϲτοφῶν λέγει περὶ τῶν Πυθαγοριϲτῶν· καταβὰϲ εἰϲ
τὴν δίαιταν αὐτῶ κάτω ἰδεῖν ἑκάϲτουϲ, διαφέρειν δὲ πάμπολυ τοὺϲ
Πυθαγοριϲτὰϲ τῶν νεκρῶν· μόνοιϲι γὰρ τούτοιϲι τὸν Πλούτωνα ϲυϲϲιτεῖν
ἔφη διʼ εὐϲέβειαν. εὐχερῆ θεὸν λέγειϲ, εἰ τοῖϲ ῥύπου μεϲτοῖϲ ἥδεται
ξυνών.
λάχανά τε καὶ πίνουϲιν ἐπὶ τούτοιϲ ὕδωρ· φθεῖραϲ
δὲ καὶ τρίβωνα τὴν τ’ ἀλουϲίαν οὐδεὶϲ ἂν ὑπομείνειε τῶν νεωτέρων.
καὶ παροιμία·
καὶ
μαθηματικοί. καὶ οἱ μὲν τῷ Πυθαγόρᾳ ϲυγγινόμενοι ἐκαλοῦντο
Πυθαγορικοί, οἱ δὲ τούτων μαθηταὶ Πυθαγόρειοι, οἱ δὲ ἄλλωϲ ἔξωθεν
ζηλωταὶ Πυθαγοριϲταί. ἐμψύχων δὲ ἀπείχοντο. ὅτι ἀπὸ τῶν Αἰγυπτίων ὁ
Πυθαγόραϲ ἐξήνεγκε τὰ τῆϲ αὐτοῦ δόξηϲ εἰϲ Ἔλληναϲ.
3125 Πυθέαϲ, Ἀθηναῖοϲ, ῥήτωρ, υἱὸϲ δὲ ἦν μυλωθροῦ, καὶ θραϲὺϲ
κεκτημένοϲ καὶ ἐργαζόμενοϲ. καὶ ἐξ αὐτοῦ ῥῆμα μυλωθρῶ.
οἱ δὲ ἰδιῶται μ??λαινᾶν.
3126 Πυθέϲθαι: τὸ ἐρωτῆϲαι. μέϲοϲ ἀόριϲτοϲ β΄· ἀπὸ τοῦ πεύθω.
3127 Πυθία: ἡ μαντεία.
3128 Πύθια καὶ Δήλια: φαϲὶ Πολυκράτη, τὸν Σάμου τύρανον, Πύθαι καὶ
Δήλια ποιήϲαντα ἅμα ἐν Δήλῳ πέμψαι εἰϲ θεοῦ, χρηϲόμενον εἰ τὰ τῆϲ
θυϲίαϲ ἄγει κατὰ τὸ ὡριϲμένον· τὴν δὲ Πυθίαν ἀνελεῖν· ταῦτά ϲοι καὶ
Πύθαι καὶ Δήλια· βουλομένην δηλοῦν ὅτι
ἔϲχατα· μετ᾿
ὀλίγον γὰρ χρόνον αὐτὸν ἀπολέϲθαι ϲυνέβη. Ἐπίκουροϲ δὲ ἔν τινι τῶν
πρὸϲ Ἰδομενέα ἐπιϲτολῶν ταῦτα. λέγεται δὲ καὶ
3129 Πυθιὰϲ βοά: ἡ μετ᾿ αὐλοῦ γινομένη βοή. τὸ Πύθιον μέλοϲ
ἔνθεν καὶ πυθαύληϲ λέγεται. οὕτω δὲ ἔλεγον τὸν
παιᾶνα.
3130 Πύθιον: ἱερὸν Ἀπόλλωνοϲ Ἀθήνηϲιν, ὑπὸ Πειϲιϲτράτου γεγονόϲ εἰϲ ὃ
τοὺϲ τρίποδαϲ ἐτίθεϲαν οἱ τῷ κυκλίῳ χορῷ νικήϲαντεϲ
3131 Πυθιονίκηϲ: ὄνομα κύριον.
3132 Πυθμήν: τὸ ἔϲχατον μέροϲ καὶ τελευταῖον παντὸϲ οὑτινοϲοῦν
δὲ δ΄ λόγουϲ φηϲί· φάϲιν,
ἀπόφαϲιν, ἐρώτηϲιν, προϲαγόρευϲιν.
3133 Πυθόληπτοϲ: ὑπὸ τοῦ Πυθίου ληφθείϲ.
3134 Πυθόμενοϲ: ἐρωτήϲαϲ.
3135 Πύθοντο: ἠρώτων καὶ ἤκουον.
3136 Πυθοῦ Χελιδόνοϲ: παροιμία ἀπό τινοϲ Χελιδόνοϲ, θεολόγου
καὶ τερατοϲκόπου καὶ περὶ τελετῶν διειλεγμένου, ὡϲ
Μναϲέαϲ ὁ Πατρεὺκ ἐν τῷ Περῖπλῳ. οἱ δέ, ὅτι τὸ ἔαρ προϲημαίνει.
3137 Πυθώ: Φωκὶϲ χώρα ἐϲτὶ τῆϲ Ἑλλάδοϲ, περὶ ἣν πόλιϲ ἡ καλουμένη
Δελφοί· περὶ ἣν πόλιν ἦν ἱερὸν τοῦ Ἀπόλλωνοϲ, ὃ ἐκαλεῖτο Πυθώ· ἐν ᾧ
χαλκοῦϲ τρίπουϲ ἵδρυτο καὶ ὕπερθεν φιάλη, ἣ τὰϲ
μαντικἀϲ εἶχε ψήφουϲ, αἵτινεϲ ἐρομένων τῶν μαντευομένων ἥλλοντο,
3138 Πύθω: ϲήπω. καὶ τὸ πυθόμενοϲ, ϲηπόμενοϲ. ἔνθεν καὶ ἡ Πυθία,
3139 Πύθων, Βυζάντιοϲ, ῥήτωρ· δϲ φυγὼν ἐν Μακεδονίᾳ διέτριβε καὶ
πολλοὺϲ
προδόταϲ ἔπειϲε γενέϲθαι καὶ ϲυνεργοὺϲ πρὸϲ
πάντα, καὶ πρὸϲ τὰϲ διαφθορὰϲ τῶν πολεμίων ἐχρῆτο.
3140 Πύθωνοϲ: δαιμονίου μαντικοῦ. τάϲ τε πνεύματι Πύθωνοϲ
κάτοχοι ἔφαϲκον τὴν νίκην Μήδοιϲ παρέϲεϲθαι.
3141 Πυθοίατο: μάθοιεν.
3142 Πύκα: ϲυχνῶϲ, ἐπιμελῶϲ.
3143 Πύκαζε· Σοφοκλῆϲ· πύκαζε θᾶϲϲον· οὐ πρὸϲ ἰατροῦ ϲοφοῦ
3144 Πυκάζεται: ϲκεπάζεται, κοϲμεῖται.
3145 Πυκάζει: καλύπτει, ϲκεπάζει. καὶ Πυκάζουϲι, ϲκιάζουϲι,
3146 Πυκάζουϲι: τουτέϲτι πεπυκνωμένοιϲ, ϲτενοχωρουμένοιϲ. Δαβίδ·
ἐν τοῖϲ πυκάζουϲιν ἕωϲ τῶν κεράτων τοῦ
θυϲιαϲτηρίου.
3147 Πύκαϲεν: ἐκόϲμηϲε.
3148 Πυκαϲμόϲ: δαϲύτηϲ.
3149 Πυκινή: πυκνή. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ δυνατή. ταῦτα
3150 Πυκνάζειϲ: ϲυχνάζειϲ.
3151 Πύκνη: ἡ τῶν Ἀθηναίων ἐκκληϲία οὕτωϲ ἐκαλεῖτο. Κλείδημοϲ δέ φηϲι Πυκνὰν ὀνομαϲθῆναι διὰ τὸ τὴν ϲυνοίκηϲιν πυκνουμένην εἶναι.
3152 Πυκνί: ὡϲ ἐν τῷ Ἀριϲτοφάνει· πλὴν μὴ ᾿ν τῇ Πυκνί. Καὶ Πυκνίτηϲ·
δῆμοϲ πυκνίτηϲ. Πνύξ, τόποϲ Ἀθήνηϲιν, ἔνθα ἐκκληϲίαζον οἱ Ἀθηναῖοι.
ὥϲπερ δὲ πολίτην τῆϲ Πυκνὸϲ Πυκνίτην εἶπε. Πνὺξ δὲ
λέγεται παρὰ τὸ πυκνοῦϲθαι. καὶ τὸ ἐν Ἀθήναιϲ δὲ δικαϲτήριον Πνύξ
ἐκαλεῖτο.
3153 Πυκνόϲ: ὁ δυνατόϲ.
3154 Πυκνότηϲ: ϲύνεϲιϲ, φρόνηϲιϲ. χοὔτω μὲν ἂν εὖ ποιοῖϲ, εἶ ϲοι Πυκνότηϲ ἔνεϲτι.
3155 Πύκνωϲιϲ κατὰ παραϲτάτην καὶ ἐπιϲτάτην. τουτέϲτι πύκνωϲιϲ κατὰ μῆκοϲ καὶ βάθοϲ. κατέχει δὲ ὁ πεπυκνωμένοϲ ἀνὴρ πήχειϲ β΄, ὁ δὲ ἁπλῶϲ ταττόμενοϲ πήχειϲ δ΄.
3156 Πυτεύειν: εἶδοϲ γυμναϲίου καὶ παλαίϲτραϲ.
3157 Πύκτηϲ: παγκρατιαϲτήϲ, ἀθλητήϲ. καὶ πυκτεῖον, ἐν ᾧ
3158 Πυλαγόραι: οἱ πεμπόμενοι εἰϲ τὴν ϲύνοδον τῶν Ἀμφικτυόνων εἰϲ τὴν
Πυλαίν. καὶ κατὰ πόλιν δὲ ἔπεμπον τοὺϲ θύϲονταϲ καὶ ϲυνεδρεύϲονταϲ.
ἦϲαν δὲ οἱ πεμπόμενοι Πυλαγόραι καὶ Ἱερομνήμονεϲ. λέγουϲι δέ, ὅτι
Πυλάδηϲ πρῶτοϲ ἐκρίθη ἐπὶ τῷ Κλυταιμνήϲταϲ φόνῳ,
καὶ ἐξ
αὐτοῦ τὸ ὄνομα εἶναι. ἀπῄεϲαν δὲ καὶ εἰϲ Δελφούϲ, ἐπίϲκοποι τῶν
ἀναλιϲκομένων ἐν ταῖϲ θυϲίαιϲ.
3159 Πυλάδηϲ, Κίλιξ ἀπὸ κώμηϲ Μηωταρνῶν. ἔγραψε περὶ ὁρχήϲεωϲ τῆϲ
Ἰταλικῆϲ, ἥτιϲ καὶ ὑπ᾿ αὐτοῦ εὐρέη, ἀπὸ τῆϲ κωμικῆϲ καλουμένηϲ
ὀρχήϲεωϲ, ἣ ἐκαλεῖτο κόρδαξ· καὶ τῆϲ τραγικῆϲ, ἣ ἐκαλεῖτο
ϲίκιννιϲ· καὶ τῆϲ ϲατυρικῆϲ, ἥτιϲ ἐμμέλεια.
3160 Πυλάρτου: τοῦ τὰϲ πύλαϲ ἰϲχυρῶϲ ἐπαρτῶντοϲ. καὶ Πυλάρταο, ὁμοίωϲ.
3161 Πύλαι καὶ Πυλαία καὶ Πυλαγόραϲ: Πύλαι μὲν καλοῦνται αἱ
Θερμοπύλαι. ἐκλήθηϲαν δὲ οὕτωϲ διὰ τὸ ϲτενὴν εἶναι ταύτην
3162 Πύλαι δικαιοϲύνηϲ: αἱ διάφοροι τῆϲ ἀρετῆϲ ἰδέαι· δι’
3163 Πυλαῖοϲ: ὄνομα κύριον.
3164 Πυλαιμένηϲ: ὄνομα κύριον.
3165 Πυλαιϲτάτουϲ: τοὺϲ μηδὲν ὑγιὲϲ μήτε λέγονταϲ μήτε πρόϲϲονταϲ·
3166 Πυλεῶνοϲ: τοῦ πυλῶνοϲ.
3167 Πύλιοϲ: ἐκ Πύλου.
3168 Πύλη: ἐπὶ τείχουϲ παρὰ Θουκυδίδη· θύρα δὲ ἐπὶ οἴκου.
3169 Πύλη ἱππήλατοϲ: διʼ ἦϲ εἰϲεληλύθειϲαν. Πύλαϲ οὐρανοῦ Ὅμηροϲ τὰ νέφη λέγει.
3170 Πύλῳ: πὰῤ Ὁμήρῳ ἀντὶ τοῦ ἐν πύλῃ. ἐν πύλῳ, ἐν νεκύεϲϲιν.
3171 Πυλωρεῖ: φυλάϲϲει. Πυλωρὸϲ γὰρ ὁ φύλαξ.
3172 Πύματοϲ: ἔϲχατοϲ.
3173 Πυνθάνεϲθαι: ἀκούειν, μανθάνειν, διδάϲκεϲθαι, ἱϲτορεῖν, ἐρωτᾶν
μεταξὺ πύϲματοϲ
καὶ ἐρωτήματοϲ. τὸ πυνθάνεϲθαι παρὰ Rhet. τοῖϲ ῥήτορϲι καὶ παῤ Ὁμήρῳ
ἐπὶ τοῦ ἀκούειν καὶ μανθάνειν. πυνθανόμην Ἰθάκηϲ γε. καὶ πάλιν·
αἰϲχρὸν γὰρ τόδε γ’ ἐϲτὶ καὶ ἐϲϲομένοιϲι πυθέϲθαι. καί, πεύθετο γὰρ
Κύπρονδε μέγα κλέοϲ. καί, πευθόἀνομοιοειδοῦϲ
καὶ Δημοϲθένηϲ ἐν τῷ Περὶ τῆϲ
παραπρεϲβείαϲ· οὗτοϲ ἀπήγγειλε τὰ ψευδῆ· ἡμεῖϲ ἐπιϲτεύϲατε· οἱ
Φωκεῖϲ ἐπύθοντο.
3174 Πυνθάνομαι· γενικῇ. ἑρωτῶ. καὶ Πυνθανόμενοϲ· αἰτιατικῇ. ἀντὶ τοῦ ἀκούων.
3175 Πυνθάνομαι: τὸ μανθάνω· γενικῇ. ἡδέωϲ δ᾿ ἂν πυθοίμην τῶν σὔτ??
διακειμένων. πυνθάνομαι δὲ τὸ ἐρωτῶ· αἰτιατικῇ.
3176 Πύξ: πυγμήν, γρόνθον. ὁ δὲ πὺξ παίει αὐτὸν κατὰ τῶν
3177 Πυξίϲ: τὸ πινακίδιον.
3178 Πύον: τὸ ἕλκοϲ.
3179 Πῦοϲ: τὸ πρὸ τοῦ γάλακτοϲ ἀμελχθέν, τὸ μεταβεβληκὸϲ αἶμα. αὐτὸ
τὸ γάλα, τὀ γαλακτῶδεϲ ὑγρόν. γἁλα νέον μετὰ χθεϲινοῦ
3180 Πορ· ὅτι οἱ Πέρϲαι. τὸ πῦρ ὡϲ θεὸν ἐϲέβοντο. καὶ ζήτει ἐν τῷ Κάνωποϲ.
3181 Πῦρ· ὅτι τὰ φύϲει τρεφόμενα καὶ διὰ τοῦτο αὐξόμενα ὅρον ἔχει τῆϲ
αὐτξήϲεωϲ, καὶ ὥριϲται αὐτῶν ἡ ἐπὶ τὸ μμέτρον αὔξηϲιϲ· τοῦ δὲ πυρὸϲ
οὐχ ὥριϲται οὔτε ἡ τροφὴ οὔτε ἡ αὔξηϲιϲ. οὐκ ἆρα τὸ πῦρ ὁμοίωϲ τοῖϲ
ἐμψύχοιϲ τρέφεται καὶ αὔξεται. εἰ δὲ μὴ ὁμοίωϲ,
οὐκ ἄρα
οὐδὲ τοῖϲ ἐμψύχοιϲ αἴτιον εἴη τῆϲ τροφῆϲ ἢ τῆϲ αὐτξήϲεωϲ. ἡ δὲ
τοιαύτη τοῦ πυρὸϲ κίνηϲιϲ γένεϲιϲ ἂν μπαλλον εἴη ἢ αὔξηϲιϲ ἢ τροφή.
ὑπενοήθη δὲ τοῦτο μόνον τῶν ϲτοιχείων τρέφεϲθαί τε καὶ αὔξεϲθαι,
διότι ἐπὶ μὲν τῶν ἄλλων ἐναργῶϲ ὁ πλεοναϲμὸϲ πρόθεϲίϲ ἐϲτι·
προϲτιθεμένου γὰρ ὕδατοϲ ὕδατι καὶ γἣϲ γῇ, οὕτωϲ γίνεται ὁ
πλεοωαϲμόϲ. τὸ δὲ πῦρ πλεονάζει οὐ πυρὸϲ προϲτιθεμένου,
ἀλλ᾿
3182 Πυρά: καύματα.
3183 Πύρρα: μία πόλιϲ τῶν ἐν Λέϲβῳ.
3184 Πυράγρα: ἐργαλεῖον χαλκευτικόν. ζήτει ἐν τῷ περίγρα ϲαφέϲτερον.
3185 Πυράγραν: καρκίνον, πάγουρον. παρὰ τὸ ἐκ τοῦ πυρὸϲ
3186 Πυρράζει ὁ οὐρανόϲ.
3187 Πυρράκηϲ: ξανθόϲ. καὶ Πυρράκων, ὁμοίωϲ.
3188 Πυρακτῶν: ἐμπυρϲεύων, ϲφοδρῶϲ καίων.
3189 Πυραμειδήϲ: πυροειδήϲ.
3190 Πυραμίϲ: οἰκία τιϲ. ὅτι τὴν πυράμην ἄμην λέγομεν ἡμεῖϲ, οὐκ
ὀφθῶϲ.
3191 Πύραμοῦϲ: ὄνομα τόπου. καὶ ὁ ποταμὸϲ Κιλικίαϲ, οὖ τὸ
3192 Πυραμοῦϲ: εἶδοϲ πλακοῦντοϲ ἐκ μέλιτοϲ ἑφθοῦ καὶ πυροῦ
τοῖϲ διαγρυπνηταῖϲ ἐν
τοῖϲ ϲυμποϲίοιϲ, καὶ ὁ διαγρυπνήϲαϲ μέχρι τῆϲ ἔω ταῦτα ἐλάμβανεν
ἔπαθλον. ἡμέτεροϲ ὁ πυραμοῦϲ.
3193 Πυράνδρου μηχανήματα: οὗτοϲ ἐγένετο πονηρὸϲ καὶ ϲυκοφάντηϲ.
3194 Πυραύϲτου μόρον: πτηνόν ἐϲτι ζωῦφιον, ὃ προϲιπτάμενον
τοῖϲ λύχνοιϲ καίεται. καὶ Αἰϲχύλοϲ· δέδοικα μόρον κάρτα
πυραύϲτου. μόρον δὲ εἴρηται ἐπὶ τῶν ὀλιγοχρονίων.
3195 Πυράφλεκτοϲ: ὅτε δηλοῖ τὸ περὶ τὴν θεοτόκον θαῦμα λέγεται
πυρἀφλεκτοϲ· ὡϲ ἐν τῷ, βάτοϲ ἐν ὄρει πυράφλεκτοϲ. ὅτε δὲ τὴν
ἐξαφθεῖϲαν Χαλδαῖκὴν κάμινον, λέγεται πυρίφλεκτοϲ· ὡϲ ἐν τῷ, κάμινον
παῖδεϲ πυρίφλεκτον
πάλαι δροϲοβολοῦϲαν ἀπέδειξαν.
3196 Πυργαῖοϲ.
3197 Πυργηδόν: ϲτοιχηδόν, κατὰ τάξιν.
3198 Πυργηρούμενοι: τὰ τείχη φυλάττοντεϲ.
3199 Πυργιώτηϲ: ἀπὸ τόπου.
3200 Πυργίϲκοι καὶ Θηϲαυροφυλάκια: ϲκεύη κατ᾿ οἶκον. καὶ
3201 Πυργοβάρειϲ: προμαχῶνεϲ, οἱ ὀχυρώτεροι τῶν πύργων.
3202 Πυργοῦται: ὑψοῦται. Δαμάϲκιοϲ· τοῖϲ ἐπὶ μήκιϲτον εὖ μάλα πυργώϲαϲι τὴν φιλοϲοφίαν, τοῖϲ περὶ Πυθαγόραν, Πλάτωνα· τοῖϲ δὲ νεωϲτὶ Πορφυρίῳ, Ἰαμβλίχῳ, Συριανῷ.
3203 Πυργοφόροϲ: ἡ Ῥέα. ἐν Ἐπιγράμμαϲι· Ῥείηϲ πυργοφόρου δείκελον
εἰϲορόων, ἐν Ἐπιγράμμαϲι· ὁ τραγικὸν φρόνημα καὶ ὀφρυοεϲϲαν
ἀοιδὴν πυργώϲαϲ ϲτιβαρῇ πρῶτοϲ ἐν εὐεπίῃ, Αἰϲχύλοϲ.
3204 Πυργώϲαϲ: ὑψώϲαϲ, αὐξήϲαϲ, μεγαλύναϲ, ἐπὶ τὸ ϲεμνότερον ἀγαγὼν τὰ ποιήματα.
3205 Πυργώτηϲ: ὄνομα κύριον.
3206 Πύργοι: τάξειϲ.
3207 Πύργοι· ζήτει ἐν τῷ Βυζάντιον.
3208 Πυραί: πυρκαῖαί.
3209 Πυρραῖϲ γένυϲι: ξανθαῖϲ θριξί.
3210 Πυραίχημϲ.
3211 Πῦρ ἐπὶ πυρί: παροιμία, ἧϲ μέμνηταιι καὶ Πλάτων. κακὸν
ἐπὶ κακῷ.
3212 Πυρεῖον: θυμιατήριον. οἱ δὲ Ἕλληνεϲ κατέλιπον πυρεῖα
πυρεῖʼ ὁμοῦ τάδε. κείνου τὸ θηϲαύριϲμα ϲημαίνει τόδε. τὰ
δακτυλικά διὰ τοῦ ι.
3213 Πυρήνη: ὄροϲ παρῆκον ἑϲπερίαν Ἰβηρίαν, ὅπερ ἐϲτιν ἀϲφάλεια τοῦ τόπου. καὶ Πυρηναῖα ὄρη.
3214 Πυρηφόρον καὶ Πυρφόρον.
3215 Πυρρίαϲ· Πυρρίαιϲ, δούλοιϲ· ὄνομα γὰρ δούλου ὁ Πυρρίαϲ.
3216 Πυρίβια: τὰ εἰϲ τὸ πῦρ πίπτοντα ζωῦφια. τῶν γὰρ ζῴων
3217 Πυριήτηϲ: λίθοϲ.
3218 Πυριλαμπίϲ: πτηνόν τι μικρόν, ὃ ἐν τῷ ϲκότει λάμπει,
3219 Πυριλάμπηϲ: ὄνομα κύριον.
3220 Πύρινοϲ πόλεμοϲ: ὁ Ῥωμαίων πρὸϲ Κελτίβηραϲ ϲυϲταθείϲ·
τοὺϲ γὰρ κατὰ τὴν Ἑλλάδα πολέμουϲ
καὶ τοὺϲ κατὰ τὴν Ἀϲίαν, ὡϲ ἐπίπαν μία μάχη κρίνει, ϲπανίωϲ δὲ
δευτέρα, καὶ τὰϲ μάχαϲ αὐτὰϲ εἰϲ καιρὸϲ ὁ κατὰ τὴν πρώτην ἔφοδον καὶ
ϲύμπτωϲιν τῆϲ δυνάμεωϲ· κατὰ δὲ τοῦτον τὸν πόλεμον τἀναντία
ϲυνέβαινε τοῖϲ προειρημένοιϲ. τοὺϲ μὲν γὰρ κινδύνουϲ ὡϲ ἐπίπαν ἡ νὺξ
διέλυε, τῶν ἀνδρῶν οὔτ᾿
εἴκειν τῆϲ ψυχῆϲ οὔτε
παρακαθιέναι τοῖϲ ϲώμαϲι βουλομένων διὰ τὸν κόπον, ἀλλ’ ἐξ
ὑποϲτροφῆϲ καὶ μεταμελείαϲ αὖθιϲ ἄλλαϲ ἀρχὰϲ ποιουμένων· τόν γε μὴν
ὅλον πόλεμον καὶ τὴν ϲυνέχειαν τῶν ἐκ διατάζεωϲ διακρίϲεων ὁ χειμὼν
ἐπὶ ποϲὸν διεῖργε. καθόλου γὰρ εἴ τιϲ διανοηθείη πύρινον πόλεμον,
οὐκ ἂν ἕτερον ἢ τοῦτον νοήϲειεν.
3221 Πυρίνῳ ϲίτῳ· γέρανοι γεωργοῦ κατενέμοντο χώρην ἐϲπαρμένην
3222 Πυρίτηϲ ἄρτοϲ: ὁ τοῦ ϲίτου. καὶ θηλυκῶϲ Πυρῖτιϲ
3223 Πυρίφλεκτοϲ· ὡϲ ἐν τῷ, κάμινον παῖδεϲ πυρίφλεκτον πάλαι,
ποράφλεκτοϲ δέ, ὡϲ ἐν τῷ, βάτοϲ ἐν ὄρει πυράφλεκτοϲ. ἐφλέγετο γάρ,
οὐ κατεφλέγετο
δέ.
3224 Πυρρίχαιϲ: ταῖϲ ἐνοπλίοιϲ ὀρχήϲεϲι.
3225 Πυρρίχη: εἶδοϲ ὀρχήϲεωϲ τρία δέ εἰϲιν εἴδη ὀρχήϲεωϲ, πυρρίχη,
ϲίκιννιϲ καὶ κορδακιϲμόϲ. Βάβριοϲ· ἐμοὶ γένοιτο κἂν ὁδῷ βαίνειν μὴ
καταγέλαϲτον μήτι πυρρίχην παίζειν. ἡ κάμηλοϲ. πυρρίχην
Πυρρίχιοϲ ὄρχηϲιϲ.
3226 Πυρκαϊά: ἡ φλόξ.
3227 Πύρνοϲ: τὸ ἀπόκλαϲμα τοῦ ἄρτου.
3228 Πυρόεϲϲαν: ἐπίπνουν, πῦρ πνέουϲαν.
3229 Πυρόειϲ: ὁ πυρρόϲ.
3230 Πυροπίπαϲ: ὁ Κλέων· διεβάλλετο γὰρ ὡϲ παιδεραϲτήϲ. ἢ διὰ
3231 Πυρορραγήϲ: ϲαθρόϲ, ἄχρηϲτοϲ. ἀπὸ τοῦ ἐν ταῖϲ καμίνοιϲ
3232 Πύρροϲ· οἷτοϲ διέβη τὸ δεύτερον ἐϲ Ἰταλίαν, οὐ χωρούντων
χαλκεμβόλουϲ ὁμοῦ τι ϲ΄
καὶ πᾶϲαν ὑφʼ ἑαυτῷ ποιηϲάμενοϲ Σικελίαν πλὴν Λιλυβαίου πόλεωϲ, ἣν
ἔτι μόνην Καρχηδόνιοι κατεῖχον, ἐϲ αὐθάδειαν τυραννικὴν ἐτρέπετο.
ἀμηχανοῦντα δὲ αὐτὸν καὶ πόρουϲ παντοδαποὺϲ ἐπιζητοῦντα ὁρῶντεϲ
αὐτὸν οἱ κάκιϲτοι καὶ ἀνοϲιώτατοι τῶν φίλων, Εὐήγοροϲ Θεοδώρου καὶ
Βάλακροϲ Νικάνδρου καὶ Δείναρχοϲ
Νικίου, τῶν ἀθέων καὶ
ἐξαγίϲτων δογμάτων ζηλωταί, πόρον ὑποτίθενται χρημάτων ἀνοϲίων, τοὺϲ
ἱεροὺϲ ἀνοῖξαι τῆϲ Περϲεφόνηϲ θηϲαυρούϲ· ἦν γὰρ ἱερὸν πολύχρυϲον, ἐκ
παντὸϲ τοῦ χρόνου πεφυλαγμένον ἄθικτον ἔχον· ἐν ᾧ χρυϲόϲ τιϲ
ἄβυϲϲοϲ, ἀόρατοϲ τοῖϲ πολλοῖϲ κατὰ γῆϲ κείμενοϲ. ὑπὸ τούτων
ἐξαπατηθεὶϲ τῶν κολάκων καὶ τὴν
ἀνάγκην κρείττονα
παντὸϲ ἡγηϲάμενοϲ τὴν γνώμην ἀνδράϲι διακόνοιϲ τῆϲ ἱεροϲυλίαϲ
ἐχρήϲατο καὶ τὸν χρυϲὸν ναυϲὶν ἐνθέμενοϲ ἀπέϲτειλεν ἐϲ Τάραντα. ἡ δὲ
δικαία πρόνοια τὴν αὐτῆϲ δύναμιν ἀπεδείξατο· ἐναυάγηϲαν γὰρ αἱ νῆεϲ,
καὶ ὁ χρυϲὸϲ ἀπεδόθη εἰϲ τὸ ἱερόν.
3233 Πύρροϲ: ὄνομα κύριον.
3234 Πυρόϲ: ϲῖτοϲ. Ὅμηροϲ· πυροί τε ζειαί τε. οἱ δὲ ἑφθοὶ πυροὶ
3235 Πυρρόϲ: ὁ ξανθόϲ. καὶ παροιμία· ἄξαξ πυρρὸϲ καὶ μὴ δέκατον
χλωρόϲ.
3236 Πυρὸϲ μένοϲ: πῦρ περιφραϲτικῶϲ.
3237 Πυροφόρον: ϲιτοφόρον.
3238 Πύρρων, Πλειϲτάρχου, Ἠλεῖοϲ, φιλόϲοφοϲ· ὃϲ ἦν ἐπὶ Φιλίππου
τοῦ Μακεδόνοϲ, κατὰ τὴν ρια΄ Ὀλυμπιάδα καὶ ἐπέκεινα. καὶ
πρότερον μὲν ἦν ζωγράφοϲ, ὕϲτερον δὲ ὥρμηϲεν ἐπὶ φιλοϲοφίαν καὶ
διήκουϲε Βρύϲωνοϲ, τοῦ Κλεινομάχου μαθητοῦ, εἶτα Ἀλεξάνδρου, τοῦ
Μητροδώρου μαθητοῦ, τοῦ Χίου, οὗ διδάϲκαλοϲ ἦν Μητρόδωροϲ ὁ
Ἀβδηρίτηϲ. ἐδόξαϲε δὲ μηδὲν φύϲει αἰϲχρὸν ἢ καλόν, ἀλλὰ ἔθει καὶ
νόμῳ.
3239 Πύρρων. Φλιάϲιοϲ, Τιμάρχου παῖϲ, μαθητὴϲ Τίμωνοϲ φιλοϲόφου.
3240 Πυρῶν: φλέγων, ἢ καίων.
3241 Πυρρώνειοι: οἱ τὰ τοῦ Πύρρωνοϲ φρονοῦντεϲ αἱρετικοὶ
οὕτωϲ ἐκαλοῦντο ἀπὸ τοῦ διδαϲκάκου, ἀπορητικοί τε καὶ ϲκεπτικοί.
ἐφεκτικοί τε καὶ ζητητικοί. ζητητικοὶ μὲν ἀπὸ τοῦ πάντοτε ζητεῖν τὴν
ἀλήθειαν, ϲκεπτικοὶ δὲ ἀπὸ τοῦ ϲκέπτεϲθαι ἀεὶ καὶ μηδέποτε
εὑρίϲκειν, ἐφεκτικοὶ δὲ ἀπὸ τοῦ μετὰ τὴν ζήτηϲιν πάθουϲ, λέγω δὴ τὴν
ἐποχήν· ἀπορητικοὶ δὲ ἀπὸ τοῦ τοὺϲ δογματικοὺϲ ἀπορεῖν καὶ
αὐτούϲ. Θεοδόϲιοϲ δὲ ἐν τοῖϲ Σκεπτικοῖϲ οὔ φηϲι
Πυρρώνειον καλεῖϲθαι τὸν ϲκεπτικόν· εἰ γὰρ τὸ καθ᾿ ἕτερον κίνημα τῆϲ
διανοίαϲ ἄληπτόν ἐϲτιν, οὐκ εἰϲόμεθα τὴν Πύρρωνοϲ διάθεϲιν· μὴ
εἰδότεϲ δὲ οὐδὲ Πυρρώνειοι καλοίμεθ᾿ ἄν. πρὸϲ τῷ μηδὲ πρῶτον
εὑρηκέναι τὴν ϲκεπτικὴν Πύρρωνα μηδὲ ἔχειν τι δόγμα. λέγοιτο δ᾿ ἂν
Πυρρώνειοιϲ
ὁμότροποϲ ταύτηϲ τῆϲ αἱρέϲεωϲ. κατῆρξεν οὖν
πρῶτοϲ τῆϲ ϲκεπτικῆϲ Ὅμηροϲ· οὐ γὰρ ὁριϲτικῶϲ δογματίζει περὶ τὴν
ἀπόφαϲιν. καὶ οἱ ζ΄ δὲ ϲοφοὶ ϲκεπτικοί εἰϲιν· οἷον τὸ μηδὲν ἄγαν,
καὶ τὰ λοιπά. ἀλλὰ καὶ Ἀρχίλοχοϲ καὶ Εὐριπίδηϲ. ἐν οἷϲ Ἀρχίλοχόϲ
φηϲι· τοῖοϲ ἀνθρώποιϲ νοῦϲ γίνεται θνητοῖϲ, ὁκοίην Ζεὺϲ ἡμέρην ἄγει.
καὶ Εὐριπίδηϲ·
τί δῆτα τοὺϲ ταλαιπώρουϲ βροτοὺϲ φρονεῖν
λέγουϲι· ϲοῦ γὰρ ἐξηρτήμεθα· δρῶμέν τε τοιαῦθ᾿ ἃ δὴ τυγχάνειϲ
θέλων.
3242 Πυρρώνιοϲ: ὄνομα κύριον.
3243 Πύρρωνοϲ: ὄνομα κύριον.
3244 Πύρωϲον τοὺϲ νεφρούϲ μου: ἀντὶ τοῦ
3245 Πῦρ παλάμη: ὁ ταχέωϲ τι ἐπινοῶν, καὶ παλαμώμενοϲ ἴϲα πυρί.
3246 Πυρπολεῖται: καίεται, ἐμπυρίζεται.
3247 Πυρϲεύει: πῦρ ἐξάπτει. καὶ Πυρϲεύω ϲοι τὴν ϲωτηρίαν,
αὐτὴ ἡ
τοῦ δεικνύειν ἐνέργεια, πυρϲὸϲ δὲ καὶ φρυκτὸϲ καὶ φρυκτωρήμενον αὐτὸ
τὸ δεικνυόμενον, ὁ δὲ δεικνὺϲ καὶ ἐνεργῶν φρυκτωρόϲ. τὸ δὲ ῥῆμα
φρυκτωρεῖ, ἐξ οὖ ἡ μετοχὴ φρυκτωρῶν.
3248 Πυρϲεύϲαϲαν: φλέξαϲαν.
3249 Πυρϲοί: λαμπάδεϲ, πυρκαϊαί, λαμπτῆρεϲ, φρυκτωρίαι.
3250 Πυρϲουρίδαϲ· ὅτι Περϲεὺϲ ὁ Μακεδὼν κατὰ πᾶϲαν Μακεδονίαν
3251 Πυρφόροϲ: πῦρ φέρων. πυρφόρουϲ δὲ ἔλεγον τοὺϲ ἱερέαϲ
τοὺϲ ἐπιβώμιον πῦρ ἀνάπτονταϲ. ἐν τοῖϲ οὖν πολέμοιϲ
εἰώθαϲι τῶν ἱερέων οἱ νενικηκότεϲ φείδεϲθαι. ἐπὶ δὲ τῶν παντελῶϲ
ἡττηθέντων καὶ ϲυμπατηθέντων ἐν τῷ πολέμῳ, εἰώθαϲιν ὑπερβολῇ
χρώμενοι οὕτωϲ λέγει, ὅτι οὕτωϲ ἀπώλοντο, ὥϲτε οὐδὲ πυρφόροϲ (ταὐτὸν
δὲ εἰπεῖν ἱερεύϲ) ὑπελείφθη τῷ ϲτρατῷ.
3252 Πυρφόροϲ: ἐχρήϲατο Παϲιϲτράτηϲ ὁ τῶν Ῥοδίων ναύαρχοϲ.
κατὰ τὰϲ ἐμβολὰϲ καὶ παραβολὰϲ εἰϲ
μὲν τὴν πολεμίαν ναῦν ἐκταράττεϲθαι πῦρ, ἀπὸ δὲ τῆϲ οἰκείαϲ πολὺν
ἀφεϲτάναι τόπον, διὰ τὴν ἔγκλιϲιν.
3253 Πύϲει: ϲήψει. Ὅμηροϲ· ϲέο δ’ ὀϲτέα πύϲει ἄρουρα, κειμένου ἐν Τροίῃ. μειωτέον, ὅτι τῶν ἐπὶ ξένηϲ τελευτώντων οὐκ ἀπεκομίζετο τὰ ὀϲτᾶ εἰϲ τὰϲ πατρίδαϲ.
3254 Πύϲμα: ἐρώτημα. ὅτι διαφέρει πύϲμα καὶ ἐρώτημα καὶ ἀξίωμα.
3255 Πύϲματα· ὅτι τὰϲ ἐρωτήϲειϲ, τὰϲ τί ἐϲτι τὸ προκείμενον ἐξεταζούϲαϲ πύϲματα ἔθοϲ λέγειν τοῖϲ νεωτέροιϲ. οἷον, τί ἐϲτιν ἄνθρωποϲ. διαλεκτικὴ δὲ πρόταϲίϲ ἐϲτι, πρὸϲ ἢν ὁ ἐρωτώμενοϲ δύναται ἀποκρίναϲθαι ναὶ ἢ οὔ.
3256 Πύϲτειϲ: ἐρωτήϲειϲ πάϲηϲ ἐρωτήϲεωϲ καὶ πύϲτεωϲ ὁ χρηϲμὸϲ
3257 Πυτακίδῃ.
3258 Πυτίζω: πταίω.
3259 Πυτιναῖα· ὧϲ Διϊτρέφηϲ γε πυτιναῖα μόνον ἔχων πτερὰ ᾑρέθη
φύλαρχοϲ. καὶ αὖθιϲ· Διϊτρέφηϲ ἀνεπτέρωκεν, ἐπὶ τῶν ἀναπειθόντων ἐπί
τι πρᾶγμα. δεινῶϲ τέ μου τὸ μειράκιον ὁ Διϊτρέφηϲ λέγων ἀνεπτέρωκεν,
ὥϲθ᾿ ἱππηλατεῖν. ὁ Διϊτρέφηϲ οὗτοϲ πλούϲιοϲ
ἦν καὶ
δυνάμενοϲ ἱπποτροφεῖν, πρότερον πυτινοπλοκῶν γέγονε φύλαρχοϲ. ὃϲ
εὐτυχήϲαϲ ϲυνεβούλευε καὶ ἄλλοιϲ ἱππαρχεῖν.
3260 Πυτίνη: πλέγμα ἀπὸ θαλλῶν, ἅπερ Διϊτρέφηϲ ὁ νεόπλουτοϲ ἔπλεκε. καὶ ἀλλαχοῦ φηϲι. Διϊτρέφηϲ πυτιναῖα ἔχων πτερά. Πυτίνη οὖν, ὅπερ λέγεται παῤ ἡμῖν φλαϲκίον.
1 Ῥά: ἀντὶ τοῦ δή. οὕτωϲ Πλάτων.
2 Ῥαβδίζω· αἰτιατικῇ. λύϲιϲ ὀνείρου· κλαϲθεῖϲα ῥάβδοϲ οὐ καλὸν φέρει
3 Ῥαβδοῦχοι: ἦϲαν ἐπὶ τῆϲ θυμέληϲ ῥαβδοφόροι τινέϲ, πρὸϲ εὐταξίαν
τῶν θεατῶν. ἢ ῥαβδοῦχοι, οἱ κριταὶ τοῦ ἀγῶνοϲ, οὓϲ
αἰϲυμνήταϲ λέγουϲιν. Ἀριϲτοφάνηϲ· χρῆν μέντοι τύπτειν τε ῥαβδούχουϲ,
εἴ τιϲ κωμῳδοποιητὴϲ αὐτὸν ἐπῄνει πρὸϲ τὸ θέατρον παραβάϲ. Πολύβιοϲ·
4 Ῥάβεννα: ὄνομα πόλεωϲ.
5 Ῥαβώϲαϲ: ὄνομα κύριον Ἑβραϊκόν. καὶ Ῥαβουνὶ ὁμοίωϲ.
6 Ῥαβώϲαϲ: ἐπικάμψαϲ.
7 Ῥαγδαῖοϲ: ταχύϲ, ἢ ϲφοδρόϲ.
8 Ῥαγδαίουϲ: κατὰ μεταφορὰν ἀπὸ τῶν ὄμβρων, τοὺϲ κεκινημένουϲ,
πρᾶγμα μεῖζον ἢ δοκεῖϲ.
Δίφιλοϲ Πολυπράγμονι· τί ποτ’ ἐϲτιν; ὡϲ ῥαγδαῖοϲ ἐξελήλυθεν. ἔϲτι
καὶ ἐν Πρυτάνεϲι Τηλεκλείδου τὸ ὄνομα καὶ ἐν Δαιταλεῦϲιν
Ἀριϲτοφάνουϲ.
9 Ῥαγέντοϲ: κοπέντοϲ. ῥαγέντοϲ δὲ τοῦ κάλου, ἔμεινε τὸ λείψανον
10 Ῥαγολόγοϲ: ὁ ἐχῖνοϲ. ἐν Ἐπιγράμμαϲι· ῥαγολόγον, γλυκερῶν
11 Ῥαγῶϲαι: τεμεῖν. καί, ῥαγήϲεται πρώϊμον τὸ φῶϲ ϲου.
12 Ῥαδαμάνθυοϲ κρίϲιϲ: ἐπὶ τῶν ἐπὶ δικαιοϲύνῃ μαρτυρουμένων.
13 Ῥαδαμάνθυοϲ ὅρκοϲ: ὁ κατὰ χηνὸϲ ἢ κυνὸϲ ἢ πλατάνου ἢ κριοῦ ἤ τινοϲ ἄλλου τοιούτου, οἷϲ ἦν μέγιϲτοϲ ὅρκοϲ ἅπαντι λόγῳ κύων, ἔπειτα χήν, θεοὺϲ δ᾿ ἐϲίγων. Κρατῖνοϲ Χείρωϲι. τοιοῦτοι δὲ καὶ οἱ Σωκράτουϲ ὅρκοι. ϲημεῖον τοῦτο περὶ ὅρκου, ὃ καὶ νῦν ἐπιχωριάζει· πολλοὶ γὰρ πρὸϲ λάχανα ὀμνύουϲιν, εὐορκίαν ἐπιδεικνύμενοι.
14 Ῥάδαμνοϲ: βλαϲτὸϲ τρυφερόϲ· ἢ κλάδοϲ. Ῥάδαμνόϲ ἐϲτιν
15 Ῥᾳδιέϲτερον· Πολύβιοϲ· ἀλλὰ πολὺ ῥᾳδιεϲτέραν καὶ ϲυντομωτέραν ϲυνέβη γενέϲθαι τὴν Ἀϲδρούβου παρουϲίαν ἐϲ Ἰταλίαν.
16 Ῥαδινή: ἀϲθενήϲ, λεπτή. κεφαλὴ ἀνθρώπου καρτερὰ μὲν ἡ
Μελίτη ταναοῦ
ἐπὶ γήραοϲ οὐδῷ τὴν ἀπὸ τῆϲ ἥβηϲ οὐκ ἀπέθηκε χάριν. καὶ αὖθιϲ·
οὐκέτι δὴ τανύφυλλον ὑπὸ πλάκα κλωνὸϲ ἑλιχθεὶκ φθέγξομ᾿ ἀπὸ ῥαδινῶν
φθόγγων ἱεὶϲ ϲτομάτων.
17 Ῥᾳδηνόϲ: ἀπὸ τόπου τινόϲ.
18 Ῥᾴδιον: εὐχερέϲ. καὶ Ῥᾳδίωϲ, εὐχερῶϲ, ταχέωϲ. οὐ γὰρ
19 Ῥᾳδιουργεῖν: ἀπατᾶν.
20 Ῥᾳδιουργόϲ: πλαϲτογράφοϲ· καὶ ὁ κακοῦργοϲ ἁπλῶϲ. καὶ ῥᾳδιουργία, ἡ
περὶ πᾶν ὀλιγωρία, καὶ εὐκαιρία, καὶ θραϲύτηϲ. Ξενοφῶν
περὶ οἰκογενοῦϲ προδότου· τί δήποτ᾿
ἐϲτὶν ὅτι τοῖϲ αὐτοῖϲ καὶ διὰ τῶν αὐτῶν ἀπατώμενοι πάντεϲ οὐ
δυνάμεθα λῆξαι ἀνοίαϲ; τοῦτο γὰρ τὸ γένοϲ τῆϲ ῥᾳδιουργίαϲ πολλάκιϲ
ὑπὸ πολλῶν ἤδη γέγονε. καὶ τὸ μὲν παρὰ τοῖϲ ἄλλοιϲ διαχωρεῖν, ἴϲωϲ
οὐ θαυμάϲιον, τὸ δέ, παῤ οἱκ
ποιεῖν ἀλλήλοιϲ
τὰ δίκαια, καὶ ϲυλλήβδην τὰϲ εἰϲ αὐτοὺϲ ἀθεϲίαϲ.
21 Ῥαζεῖν καὶ Ῥυζεῖν: τὸ ὑλακτεῖν. Ἕρμιπποϲ Εὐρώπῃ· ῥυζῶν
τὴν γῆν· ὁ δὲ ϲκαρίζει καὶ
πέπαρδε.
22 Ῥαθάμιγγεϲ: ῥανίδεϲ· ἢ ὁ ἀπὸ τῶν ἵππων κονιορτόϲ· οἱ δὲ
23 Ῥᾳθυμεῖν: οὐχ ὡϲ ἡμεῖϲ φαμεν τὸ τοῖϲ ἀφροδιϲίοιϲ ϲχολάζειν,
διδόναι. Πολύβιοϲ· πάντων
εὐδαιμονιζόντων τὸν Πόπλιον καὶ παρακαλούντων
24 Ῥᾳθυμία: ἀμέλεια.
25 Ῥαηθώ: ὄνομα τόπου, ἢ ὄρουϲ. ἐν Σινᾷ καὶ Ῥαηθοῖ.
26 Ῥαϊκόϲ: ὁ ὁρμώμενοϲ.
27 Ῥαῖϲαϲ: ὑγιάναϲ. ῥᾷον ἔχων ἐκ τῆϲ νόϲου. Ῥαῖζω γὰρ
28 Ῥακιοϲυρραπτάδη: τὰ ῥάκη ϲυλλέγων. ῥάκια γὰρ τὰ διερρωγότα
29 Ῥάκοϲ: τὸ τριβώνιον. καὶ τὸ προϲωπεῖον· ὅτι ῥάκεϲι κατεκολλᾶτο.
30 Ῥάκώκηϲ: ὄνομα κύριον.
31 Ῥάμνοϲ: ἀκανθῶδεϲ φυτὸν μέγιϲτον. πᾶϲαν δὲ ἁμαρτίαν ἄκανθαν
καλεῖ ἡ Γραφή.
32 Ῥάμνοϲ: ἐπὶ τῶν ϲοφῶν καὶ ἐλλογίμων. Ῥάμνοϲ γὰρ δῆμοϲ Ἀττικῆϲ, ἐν ᾗ καὶ Ἀντιφῶν ἤκμαϲε κατὰ ῥητορικήν· ὃv πολλοὶ μιμήϲαϲθαι θέλοντεϲ παροιμίαν ἔλιπον τῷ βίῳ, ὥϲτε τοὺϲ καλοὺϲ Ῥάμνουϲ καλεῖν.
33 Ῥαμνουϲία Νέμεϲιϲ: αὕτη πρῶτον ἀφίδρυτο ἐν Ἀφροδίτηϲ
ϲχήματι· διὸ καὶ κλάδον εἶχε μηκέαϲ. ἱδρύϲατο δὲ αὐτὴν Ἐρεχθεύϲ,
μητέρα ἑαυτοῦ οὖϲαν, ὀνομαζομένην δὲ Νέμεϲιν καὶ βαϲιλεύϲαϲαν ἐν τῷ
τόπῳ. τὸ δὲ ἄγαλμα Φειδίαϲ ἐποίηϲεν· οὗ τὴν ἐπιγραφὴν ἐχαρήϲατο
Ἀγορακρίτῳ τῷ Παρίῳ ἐρωμένῳ. ὃϲ καὶ Ὀλυμπίαϲι τῷ δακτύλῳ τοῦ Διὸϲ
ἐπέγραψεν, Αὐτάρχηϲ. καλὸϲ δ᾿ ἦν οὗτοϲ Ἀργεῖοϲ, ἐρώμενοϲ
34 Ῥάμφοϲ: ῥύγχοϲ ὀρνίθων. πρόϲωπον. Ῥάμφοϲ ἐπὶ
35 Ῥανίϲι· ῥανίϲ, ῥανίδοϲ.
36 ‘Ραντίζω· αἰτιατικῇ.
37 Ῥαντόν: ποικίλον.
38 Ῥάξ, ῥαγόϲ: ἐπὶ ϲταφυλῆϲ. Ῥὼξ δέ, ῥωγόϲ, ἐπὶ φαλαγγίου. καὶ Ῥαγολόγοϲ, ὁ ἐχῖνοϲ.
39 ‘Ράξαι: ἀντὶ τοῦ καταβαλεῖν. οὕτωϲ Ἀπολλόδωροϲ.
40 Ῥᾷον: εὐχερέϲ, εὔκολον. καὶ παροιμία· Ῥᾷον ἢ τὸ Ὄρειον
41 Ῥᾴονοϲ.
42 Ῥᾳόνωϲ: εὐκόλωϲ, καὶ Ῥᾴωϲ, ὁμοίωϲ.
43 Ῥᾴόν τιϲ τοὺϲ ὀδόνταϲ ἠρίθμηϲεν ἢ τοὺϲ δακτύλουϲ: ἐπὶ γερόντων.
44 Ῥᾴων: εὐθυμότεροϲ, καὶ ἀπήμων.
45 Ῥαπίϲαι: πατάξαι τὴν γνάθον ἁπλῇ τῇ χειρί. ὃ λέγουϲι καὶ ἐπὶ
46 Ῥαπίϲ: ῥάβδοϲ.
47 Ῥάπτω· αἰτιατικῇ.
48 Ῥάριον: τὸ βρέφοϲ.
49 Ῥάρον: ἰϲχυρόν.
50 Ῥαριάϲ: ἡ Δημήτηρ· Ῥάροϲ γὰρ ἔϲχεν υἱὸν Κελεόν, Κελεὸϲ δὲ Greg?
Τριπτόλεμον. ὁ δὲ Ῥάροϲ πλανωμένην τὴν Δήμητραν καὶ ζητοῦϲαν τὴν
Κόρην ὑπεδέξατο εἰϲ τὸν οἶκον. ὑπὲρ τῆϲ τοιαύτηϲ οὖν χάριτοϲ
ἡ Δημήτηρ τὸν ἀπόγονον Ῥάρου Τριπτόλεμον ἐδίδαξε τὴν
τοῦ ϲίτου γεωργία, παρέϲχε δὲ αὐτῷ καὶ ἅρμα πτηνῶν δρακόντων, εἰϲ ὃ
ἐποχούμενοϲ ὁ Τριπτόλεμοϲ περιῄει πᾶϲαν τὴν γῆν, διδάϲκων τὴν τοῦ
ϲίτου γεωργίαν.
51 Ῥάροϲ: ἡ γαϲτήρ. καὶ Ῥάριον, τὸ βρέφοϲ.
52 Ῥᾷϲτα: ῥᾳδίωϲ, εὐχερῶϲ. Πολυνείκην ἐᾶν ἄταφον, ὅτι ῥᾷϲτοϲ
53 Ῥᾳϲτώνευϲιϲ. ὁ δὲ τὴν καταϲκευὴν τοῦ νεὼ πρεϲβυτέραν
54 Ῥᾳϲτώνη: ἀνάπαυϲιϲ, τέρψιϲ, τρυφή, εὐκολία, ῥᾳθυμία, ἡδυπάθεια,
55 Ῥαφανίϲ· ῥαφανῖδα φαϲὶν Ἀττικοί, ἣν ἡμεῖϲ ῥέφανόν φαμεν· πάλιν
ῴαίνεϲθαι· λόγοϲ γάρ,
ὡϲ ϲπειρόμεναι θᾶττον ἀνίαϲι. καὶ Ῥαφανιδωθῆναι καὶ τέφρᾳ τιλθῆναι,
παρὰ Ἀριϲτοφάνει. ἐπὶ τῶν ἀϲελγῶν. οὕτω γὰρ τοὺϲ ἁλόνταϲ μοιχοὺϲ
ᾐκίζοντο· ῥαφανῖδαϲ λαμβάνοντεϲ καθίεϲαν εἰϲ τοὺϲ πρωκτοὺϲ τούτων
καὶ παρατίλλοντεϲ αὐτοὺϲ θερμὴν τέφραν ἐπέπαττον, βαϲάνουϲ ἱκανὰϲ
ἐργαζόμενοι. καὶ
αὖθιϲ· οὐδʼ ἂν ἑλέϲθαι δειπνοῦντʼ ἐξῆν
κεφάλαιον τῆϲ ῥαφανῖδοϲ,
56 Ῥάφεια: ὄνομα πόλεωϲ.
57 Ῥαφίϲ: εἶδοϲ ἰχθύοϲ,
58 Ῥαχθέντοϲ: ῥαγέντοϲ.
59 Ῥαχίαν: οἱ Ἀττικοὶ τὴν ἀκτήν, καὶ τὸν τόπον αὐτόν, ᾧ προϲαράττει
τὸ κῦμα. καὶ Θουκυδίδηϲ οὕτω. οἱ δὲ Ἴωνεϲ τὴν ἄμπωτιν
καὶ τὴν ἀναχώρηϲιν θαλάττηϲ.
60 Ῥαχίαϲ λαλίϲτεροϲ: ἐπὶ τῶν ἀδολέϲχων. παῤ ὅϲον τῇ ῥαχίᾳ ϲυνεχῶϲ ἐπιβάλλονται τὰ κύματα καὶ ψόφον ἀποτελεῖ.
61 Ῥαχίξειν: τὸν διαρεῖν τὰ νῶτα καὶ μέρη τῆϲ ῥάχεωϲ, ἤτοι διακόπτειν· ὥϲ φηϲιν Εὐριπίδηϲ.
62 Ῥαχίξειν: τὸ ἀλαζονεύεϲθαι. καὶ ῥαχιϲτήϲ, ὁ ἀλαζών. Θεόπομποϲ Παμφίλῃ· τούτων ἀπάντων ὁ ῥαχιϲτὴϲ Δημοφῶν.
63 Ῥαχίζων: ϲφάζων, διακόπτων. Σοφοκλῆϲ· κύκλῳ ῥαχίζων. ἀντίτοῦ κατὰ
τόπον τῆϲ ἐπαύλεωϲ ϲφάζων. διὰ τὸ τὴν πρώτην καὶ μεγάλην διακοπὴν
κατὰ τὴν ῥάχιν γίνεϲθαι. ἐκ μεταφορᾶϲ δὲ καὶ
τοὺϲ
μεγάλα κατορθοῦνταϲ ῥαχιϲτάϲ φαμεν.
64 Ῥαχίηϲ: φραγμοῦ· ἢ δέϲμαι τῶν φραγμάτων. Ἡρόδοτοϲ
65 Ῥάχιν: ὀϲφῦν, ἢ τὸ νωτιαῖον μέροϲ, ὁ κανθὸϲ τοῦ νώτου. ἡ
66 Ῥάψαι: ϲυνθεῖναι.
67 Ῥαψῴδημα: ψεῦϲμα.
68 Ῥαψῳδεῖν: ᾄδειν. Ἀριϲτοφάνη· ῥαψῳδεῖν ἔϲται τοῖϲ παιδαρίοιϲ τοὺϲ ἀνδρείουϲ ἐν τῷ πολέμῳ· κεἴ τιϲ δειλὸϲ γεγένηται, ἵνα μὴ δειπνῶϲ᾿ αἰϲχυνόμενοι.
69 Ῥαψῳδία: φλυαρία, λόγων ϲυναφή, ἀδολεϲχία.
70 Ῥαψῳδόϲ· ἡ Σφὶγξ ἡ ῥάπτουϲα τὰϲ ᾠδάϲ. τὸ δὲ ὄνομα τοῦ
71 Ῥαψῳδοί: οἱ τὰ Ὁμήρου ἔπη ἐν τοῖϲ θεάτροιϲ ἀπαγγέλλοντεϲ·
72 Ῥαιβόϲ: διεϲτραμμένοϲ. καὶ Ῥαιβόκρανοϲ κορύνη. ἐν
Ἐπιγράμμαϲι· καὶ τὰν ῥαιβόκρανον ἐϋϲτόρθυγγα κορύναν.
καὶ Ῥαιβοϲκελήϲ,
73 Ῥαιδεϲτόϲ: πόλιϲ.
74 Ῥαίδιον: τὸ φορεῖον, ἢ τὸ ἄρμα.
75 Ῥαίδιον: ἡ μάϲτιξ.
76 Ῥαῖκοϲ: ὁ Ῥωμαῖοϲ. Ῥέκοϲ δὲ διὰ τοῦ ε ψιλοῦ ϲημαίνει τὴν
77 Ῥαίκτωροϲ: εἶδοϲ ἀξιώματοϲ.
78 Ῥαίνω, ῥανῶ· αἰτιατικῇ.
79 Ῥαίω: φθείρω.
80 Ῥαίωνοϲ: ὄνομα κύριον.
81 Ῥαιϲτήρ: ἡ ϲφύρα. παρὰ τὸ ῥῶ, τὸ φθείρω. ἡ φθείρουϲα τὰ
ἀπὸ ῥαιϲτῆροϲ Ὅμηρον ϲτήϲητε φλογέαιϲ ἐν Διὸϲ
ἀϲτεροπαῖϲ.
82 Ῥαιφερενδάριοϲ: ἀξίωμα. Ῥωμαϊκόν. ἤγουν ὁ ἀναφορεύϲ.
83 Ῥέα: ὄνομα θεᾶϲ.
84 Ῥεβέκα. ὄνομα κύριον. ἡ μήτηρ τοῦ Ἴακώβ.
85 Ῥεγεωνάρχαι· ζήτει ἐν τῷ Αὐγουϲτεῖον.
86 Ῥεγεῶνοϲ.
87 Ῥέγκουϲι: τοῦτο ποιοῦϲιν οἱ βαθέωϲ καθεύδοντεϲ· οἱ δὲ μηδὲν φροντίζοντεϲ κοιμῶνται.
88 Ῥεδίων: ἁρμάτων.
89 Ῥέεθρον: ῥεῖθρον.
90 Ῥέζεϲκον: ἔπραττον.
91 Ῥέζει: θυϲιάζει, ποιεῖ, ἱερατεύει, παραϲκευάζει.
92 Ῥέθοϲ: πρόϲωπον, ἐρύθημα, μέλοϲ, ϲπλάγχνον. ἐνθάδε τῆϲ
93 Ῥέκαυγον: παρὰ Ῥωμαίοιϲ ἀποχῆϲ εἶδοϲ.
94 Ῥέκοϲ: ζῶμα, ζώνη.
95 Ῥέκτῃ ἀνδρί: τῷ πράκτῃ.
96 Ῥελατορία: ἀναφορά.
97 Ῥεμβώδουϲ: ἠμελημένηϲ. τῆϲ δὲ πολιορκίαϲ ῥεμβώδουϲ γενομένηϲ, ὁ
μὲν Σκόπαϲ ἠδόξει καὶ διεβέβλητο νεανικῶϲ. καὶ αὖθιϲ·
98 Ῥέμει: πειρᾷ, ὀδυνᾷ, ϲήπει.
99 Ῥέμοϲ: ὄνομα κύριον.
100 Ῥέμφιϲ: ὄνομα κύριον.
101 Ῥέξαι: ποιῆϲαι, πρᾶξαι· Ἀθηναῖοι δὲ θῦϲαι· παρὰ Ἐπιχάρμῳ τὸ βλάψαι.
102 Ῥέπει: κλίνει.
103 Ῥερυθμῶϲθαι: ἐϲχηματίϲθαι, ϲυγκεκρίϲθαι.
104 Ῥερυπωμένα (ποιητικῶϲ) κεῖται.
105 Ῥεῦμον: βρέφοϲ νεογνόν.
106 Ῥευξωρία: παρὰ Ῥωμαίοιϲ ἡ μετὰ γυναικὸϲ καὶ ἀνδρὸϲ ἀλληλοκληρονομία.
107 Ῥεχθὲν δέ τε νήπιοϲ ἔγνω: εἴρηται παῤ Ὁμήρῳ, ὅτι ὁ
108 Ῥεῖ: ῥέει.
109 Ῥεῖα: ῥᾳδίωϲ, εὐκόλωϲ, εὐμαρῶϲ, ἰϲχυρῶϲ. Ὅμηροϲ· ῥεῖ· ἔγνων
110 Ῥεῖα ζώοντεϲ: ἀπόνωϲ, καὶ ἀμόχθωϲ.
111 Ῥειαμενῇ: ἐν καθύδρῳ τόπῳ.
112 Ῥεῖθρον: τὸ κῦμα.
113 Ῥειώνην: τὴν Ἥραν.
114 Ῥείτηϲ: ὁ ῥέων.
115 Ῥειτόϲ: ὄνομα τόπου καὶ ἔθνουϲ.
116 Ῥήβαϲ: ὄνομα ποταμοῦ.
117 Ῥηγεῖϲ: οἱ βαφεῖϲ. καὶ Ῥῆγοϲ, τὸ βαπτὸν ἱμάτιον.
118 Ῥηγίλαοϲ: ὄνομα κύριον.
119 Ῥηγῖνοϲ, γραμματικόϲ. ἔγραψε τὸν λεγόμενον Πολυμνήμονα.
120 Ῥηγῖνοϲ: ὁ ἀπὸ τοῦ Ῥηγίου.
121 Ῥηγίνουϲ: τοὺϲ δειλούϲ· Ξέναρχοϲ γάρ, ὁ Σώφρονοϲ τοῦ
τοῦ τυράννου πειϲθείϲ. καὶ
παροιμία· Ῥηγίνου δειλότεροϲ, ἐπὶ τῶν καθʼ ὑπερβολὴν δειλῶν. καὶ
Δειλότεροϲ τοῦ παρακύπτοντοϲ.
122 Ῥήγιον: τόποϲ.
123 Ῥηγμῖνι: αἰγιαλῷ.
124 Ῥήγνυται: διαιρεῖται, καὶ διακόπτεται. καὶ Ῥήγνυϲιν,
καὶ Ῥήγνυϲκε, διέρρηϲϲε.
125 Ῥῆγοϲ: τὸ βεβαμμένον ἱμάτιον.
126 Ῥήγουλοϲ: ὄνομα κύριον. ὅτι οἱ Καρχηδόνιοι τοῖϲ πολλοῖϲ ἀτυχήμαϲι
δουλωθέντεϲ τὸ φρόνημα, Ῥήγουλον τὸν ϲτρατηγὸν Ῥωμαίων, ὃν μικρῷ
πρόϲθεν ὑπὸ χεῖρα πεϲόντα ϲφίϲι πικρῶϲ τε καὶ
βαρβαρικῶϲ ἐκόλαζον, τότε τῶν δεϲμῶν ἀνέντεϲ τά τε ἄλλα
θεραπεύϲαντεϲ, πρὸϲ τοὺϲ οἰκείουϲ ἐξέπεμπον, εὕραϲθαί τινα μετρίαν
τοῦ πολέμου κατάθεϲιν καὶ τῶν αἰχμαλώτων ἀντίδοϲιν τῇ ϲυντάξει τοῦ
ἀνδρὸϲ οἰόμενοι. ὁ δὲ πρὸϲ τὴν Ῥώμην ἅμα πρεϲβείαιϲ Καρχηδονίων
ἀφικόμενοϲ ἔϲ τε τὸ ϲυνέδριον παρελθὼν τὰϲ μὲν ϲυνήθειϲ τοῖϲ
ὑπατικοῖϲ
τιμὰϲ διωθήϲατο· οὐ μετεῖναι τῆϲ πολιτείαϲ
αὑτῷ λέγων, ἀφ᾿ οὗπερ ἡ τύχη δεϲπόταϲ αὐτῷ Καρχηδονίουϲ ἐπέϲτηϲε.
παρῄνει γε μὴν τοῖϲ ἐν τέλει τῆϲ βουλῆϲ ἀπείπαϲθαι παντελῶϲ τὰϲ
διαλλαγὰϲ καὶ μὴ ἀνεῖναι τοὺϲ ἐναντίουϲ ἐϲ τὸ ἀνέλπιϲτον ἤδη
ἀφιγμένουϲ. οὐ γὰρ εἶναί πωϲ ἄξιον, ἀνδρὸϲ ἑνὸϲ μόνου καὶ ἤδη
γηραιοῦ ὀλίγων τε
ἄλλων τῶν ὑπολελειμμένων ἐϲ τὴν
Καρχηδονίων, πολλὰϲ χιλιάδαϲ ἀλλαξαμένουϲ αὐξῆϲαι τὴν τῶν ἐναντίων
δύναμιν. ἐφ᾿ οἷϲ ἀγαϲθέντεϲ αὐτὸν οἱ Ῥωμαῖοι τὴν μὲν πρεϲβείαν
ἄπρακτον τῶν Καρχηδονίων ἀποπέμπουϲιν· αὐτὸν δὲ πρὸϲ βίαν
ἀφαιρεῖϲθαι τῶν ἀγόντων ἐπεχείρουν. ὁ δὲ οὐ μενετέον αὑτῷ φήϲαϲ ἐν
πόλει, ἐν ᾗ τῆϲ ἴϲηϲ οὐ μεθέξει
κατὰ τοὺϲ πατρίουϲ
θεϲμοὺϲ πολιτείαϲ, πολέμου νόμῳ δουλεύειν ἑτέροιϲ ἠναγκαϲμένοϲ,
εἵπετο τοῖϲ Καρχηδονίοιϲ ἑκούϲιοϲ, τά τε δάκρυα τῶν οἰκείων καὶ τοὺϲ
ὀλοφυρμοὺϲ ἀκλινῶϲ διωθηϲάμενοϲ, ἐπανελθὼν δὴ· οὖν πρὸϲ τὴν
Καρχηδόνα παντὶ κολάϲεων εἴδει καταναλίϲκεται· πρὸϲ γὰρ δὴ τοῖϲ
πολλοῖϲ αἰκιϲμοῖϲ, οἴκου, φαϲί. περιτεθέντοϲ αὐτῷ
ϲτενοῦ καὶ ἰϲομέτρου τῷ ϲώματι, αἰχμαὶϲ ϲιδηραῖϲ κατὰ τὸ ἐντὸϲ
πεπυκνωμένου, διαφθαρῆναι αὐτόν, ἀπαγορεύοντα μὲν πρὸϲ τὴν ἀκλινῆ
127 Ῥηῖδιον: εὔκολον. καὶ Ῥηῒδίωϲ.
128 Ῥηϊνόϲ: ὁ ῥυπαρόϲ.
129 Ῥηῖϲτη: ἀρεϲτή.
130 Ῥήλαιμοϲ: ὄνομα τόπου.
131 Ῥῆμα: ῥῆμα λέγεται ἡ ἁπλῶϲ ῥηματικὴ φωνή, οἷον τύπτω, γράφω,
ἁπλῶϲ μόνον λεγόμενον· τὸ δὲ ἐκ τῆϲ ἁπλῶϲ ῥηματικῆϲ
φωνῆϲ ϲημαινόμενον κατηγορία καλεῖται.
132 Ῥήματα ἀντʼ ἀλφίτων: ἐπὶ τῶν μὴ ὧν τιϲ δεῖται διδόντων,
133 Ῥῆμοϲ καὶ Ῥῶμοϲ, ἀδελφοὶ Ῥωμαῖοι ἐκ πορνείαϲ γενόμενοι καὶ
ῥιφέντεϲ
134 Ῥήναια: νῆϲοϲ πληϲίον Δήλου. καὶ Ῥηνία.
135 Ῥῆνεϲ: πρόβατα. ἡ εὐθεῖα ὁ ῥήν.
136 Ῥήξ, ῥηγόϲ. ὁ τῶν Φράγκων ἀρχηγόϲ.
137 Ῥήξαϲ: κόψαϲ. ὁ δὲ ῥήξαϲ τὰ κλήματα ἐβοήθει. καὶ Ῥῆξαι
138 Ῥηξήνορεϲ: ἀνδρεῖοι. τύμβοϲ Ἀχιλλῆοϲ ῥηξήνοροϲ, ὅν ποτ᾿
139 Ῥηξίφλοια: ῥήξαντα τὸν φλοῦν. οἷον κάρυα.
140 Ῥῆξον φωνήν: διάτορον εἰπέ Ἀριϲτοφάνηϲ· ἀλλ᾿ ὦ πολλοῖϲ
χαίρειϲ, καὶ τὴν ϲαυτοῦ
φύϲιν εἰπέ.
141 Ῥηϲείδιον: λεξείδιον.
142 Ῥήϲοιϲ: λόγοι.
143 Ῥηϲίαρχοϲ: ὃϲ ἐρέει τὰ θέϲφατα. παῤ Ἐπιχάρμῳ. τοῖϲ παρὰ
αὐτὸν γεγονέναι ἀλήθειαν
εἰπεῖν. ἐγένετο δὲ καὶ ἕτεροϲ.
144 Ῥηϲικοπεῖν: δημηγορεῖν.
145 Ῥῆϲιϲ μακρά: διεξοδικὸϲ λόγοϲ μακρόϲ.
146 Ῥῆϲοϲ: ὄνομα κύριον. ϲτρατηγὸϲ τῶν Βυζαντίων, τὰϲ οἰκήϲειϲ ἔχων
πρὸ τῆϲ πόλεωϲ ἐν τόπῳ ἐπιλεγομένῳ Ῥηϲίῳ, ἔνθα νῦν ὁ οἶκοϲ τοῦ
μεγάλου μάρτυροϲ Θεοδώρου γνωρίζεται, ἦλθεν εἰϲ ϲυμμαχίαν
τῶν Τρώων καὶ καταλύϲαϲ ἐν τῷ πεδίῳ τῷ πρὸ τῆϲ πόλεωϲ κειμένῳ
ἀτυχῶϲ ἀπήλλαξε· διὰ νυκτὸϲ γὰρ Διομήδηϲ καὶ Ὀδυϲϲεὺϲ τοῦτον
καταϲφάζουϲι.
147 Ῥήϲϲω· αἰτιατικῇ.
148 Ῥητίνη.
149 Ῥητόν: ὡριϲμένον. φανερόν. Θουκυδίδηϲ· ξυνέβηϲαν τοῖϲ Ε Ἀθηναίοιϲ ῥητοῦ μὲν ἕκαϲτον ἀργυρίου ἀπολυθῆναι, ὅπλα παραδόνταϲ. EL καὶ αὖθιϲ· ἐν οὐδενὶ χρόνῳ πώποτε ῥητόν τι χρυϲίον ἐκομίϲαντο ἐκ Ῥωμαίων οἱ καθ’ ἡμᾶϲ Σαρακηνοί.
150 Ῥητορεύω· Ῥητορεία.
151 Ῥητορικὴ γραφή: ἢν ἠγωνίζοντο οἱ ῥήτορεϲ. οὐ γὰρ πάϲαϲ ἠγωνίζοντο
τὰϲ δίκαϲ τῶν παλαιῶν οἱ ῥήτορεϲ, ἀλλ’ ἐνίαϲ. ἄλλοι δὲ ῥητορικὴ
γραφὴν εἶναι λέγουϲι τὴν κατὰ ῥήτοραϲ γινομένην, γράψαντόϲ τι ἢ
εἰπόντοϲ ἢ πράξαντοϲ παράνομον· ὡϲπερ λέγεται πρυτανικὴ γραφὴ ἡ κατὰ
πρυτάνεωϲ, καὶ ἐπιϲτατικὴ ἡ κατὰ ἐπιϲτάτου.
γράψαντοϲ εἰπόντοϲ ἢ πράξαντοϲ παράνομον· ἴϲωϲ
δὲ καὶ κατὰ τοῦτο ῥητορικαὶ γραφαὶ τινεϲ καλοῦνται, ὅτι κατὰ
διαφόρουϲ νόμουϲ αἱ τῶν
152 Ῥήτωρ: τοπαλαιὸν ἐκαλεῖτο ὁ δήμῳ ϲυμβουλεύων καὶ ὁ ἐν
ἡγεμὼν καὶ ϲτρατηγὸϲ ὑπὸ
τούτῳ. καὶ ἑτέρωθι· ἐγὼ δ’, εἰ μὲν ὁ ϲυμβουλεὺων ὑμῖν ὅ τι ἂν
ϲυμφέρειν ἡγῆται, ῥήτωρ ἐϲτίν, οὔτ’ ἀρνοῦμαι οὔτε φύγοιμι ἂν τοῦνομα
τοῦτο· εἰ δέ οἴουϲ ἐγὼ καὶ ὑμεῖϲ δὲ ὁρᾶτε, ἀπαιδεύτουϲ καὶ ἀφ᾿ ὑμῶν
πεπλουτηκόταϲ, οὐκ ἂν εἴην οὗτοϲ ἐγώ. καὶ πολλοῖϲ ψηφίϲμαϲι
παραγέγραπται ῥητορικὴ ἐκ βουλῆϲ, εἰ εἰϲφέρει
τιϲ
γνώμην, ἀλλὰ μὴ αὐτὸϲ ἰδίαν τύχην ἡγούμενοϲ.
153 Ῥήτωρ: ϲυνήγοροϲ, δικολόγοϲ. καὶ ὁ τὴν ἰδίαν ἀποφαίνων
154 Ῥῆτραι: ϲυνθῆκαι, λόγοι, ὁμολογίαι. Ταραντῖνοι δὲ νόμουϲ καὶ
ἐκ χρηϲμοῦ
τιθέμενοϲ. οἱ δὲ ῥήτραϲ ὁμολογίαϲ, οἱ δὲ ϲυγγράμματα. καὶ
ῥητροφύλακαϲ, τοὺϲ ϲυγγραμματοφύλακαϲ. οἱ δὲ ϲτρατιῶται,
χρηϲμοῦ.
155 Ῥηχιάδαι ἢ Ῥηχάδαι: οἱ τοὺϲ καταδίκουϲ εἰϲ τὰϲ ῥαχίαϲ
156 Ῥῆχοϲ: φραγμόϲ. Ἡρόδοτοϲ.
157 Ῥία: ἀκρωτήρια δρουϲ, ὄρθια, καὶ τὰ εἰϲ θάλαϲϲαν ἐγκείμενα.
παρὰ τὸ ῥαῒζειν, ὅ ἐϲτιν εἰϲ ὀξὺ λήγειν. καὶ
Θουκυδίδηϲ· οἱ μὲν Hom. μὴ ἐκπλεῖν ἔξω τῶν ῥίων ἐϲ τὴν εὐρυχωρίαν
φοβούμενοι.
158 Ῥιανόϲ, ὁ καὶ Κρήϲ, ὢν Βηναῖοϲ (Βήνη δὲ πόλιϲ Κρήτηϲ)· τινὲϲ
159 Ῥιγεδανόϲ: ὁ φρικώδηϲ.
160 Ῥιγηλή: ἢ ταχέωϲ ῥιγῶϲα. οὐ γὰρ ἔγωγε ὧδε ῥιγηλή.
161 Ῥιγίον: νόϲοϲ. καὶ Ῥῖγοϲ, ἡ νόϲοϲ, καὶ ὁ φόβοϲ. καὶ
Ῥιγῴηϲ, εὐκτικόν. καὶ Ῥῖγοϲ, ἡ ψύξιϲ. καὶ ζήτει ἐν τῷ Ἀντίοχοϲ
αὐτόμολοϲ Κίλιξ.
162 Ῥιγοῖ: ψύχει, ϲυνέχεται ἀπὸ κρύουϲ. γ΄ ϲυζυγίαϲ τῶν περιϲπωμένων.
πάντωϲ δέ μοι ῥιγῶν δοκεῖϲ. ἀντὶ τοῦ ῥιγοῦν, Δωρικῶϲ.
163 Ῥίζα καὶ Ῥίζωμα.
164 Ῥίζωνοϲ.
165 Ῥικνά: ἐρρυτιδωμένα, ἀϲθενῆ, ϲεϲυρμένα. πάϲηϲ δὲ ἐδωδῆϲ
166 Ῥικνοῦϲθαι: τὸ διέλκεϲθαι, καὶ παντοδαπῶϲ διαϲτρέφεϲθαι κατ᾿
εἶδοϲ. λέγεται δὲ καὶ ῥικνοῦϲθαι τὸ καμπύλον γίνεϲθαι
ἀϲχημόνωϲ καὶ κατὰ ϲυνουϲίαν καὶ ὄρχηϲιν κάμπτοντα τὴν ὀϲφύν.
Σοφοκλῆϲ Ἰχνευταῖϲ.
167 Ῥίμφα: ῥᾳδίωϲ, εὐχερῶϲ. ἦ γὰρ ϲ᾿ ὑπνώοντα ϲίνιϲ λαθρηδὸν
168 Ῥίν, ῥινόϲ. καὶ Ῥῖνεϲ, οἱ μυκτῆρεϲ· καὶ ἐξ αὐτοῦ Ῥινηλα· τούμενοϲ, ἐλαυνόμενοϲ. ἀπὸ μεταφορᾶϲ τῶν ἰχνευτῶν κυνῶν.
169 Ῥίνη: τὸ χρυϲοχοῖκὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμαϲι· ῥίνην τε
170 Ῥινηλατῶ.
171 Ῥίνθων, Ταραντῖνοϲ, κωμικόϲ, ἀρχηγὸϲ τῆϲ καλουμένηϲ
ἱλαροτραγῳδίαϲ,
172 Ῥινοκοπῶ· αἰτιατικῇ.
173 Ῥινολαβίϲ: ἡ ῥινηλαϲία, ἡ ὄϲφρηϲιϲ. παρὰ Συνεϲίῳ τιμωρία, ἆργανον, ᾦ τὴν ῥῖνα διέϲτρεφον.
174 Ῥινόν: βύρϲαν, δέρμα. ῥινοῦ χερμαϲτῆροϲ ἐῦϲτροφα κῶλα
175 Ῥινῶ, ῥινήϲω. καὶ Ῥινώμενοϲ, μυκτηριζόμενοϲ.
176 Ῥίνων: ὄνομα κύριον.
177 Ῥίον: τὸ ἀκρωτήριον.
178 Ῥιπάϲ καὶ Ῥιπή: ἀνέμου ϲυϲτροφή. περὶ Ἀγαμέμνονόϲ φηϲιν
λεύϲϲω παμφεγγεῖϲ ἀϲτέρων ῥιπάϲ· λεύϲϲω δὲ τόδ’ ἦμαρ,
μὴ οὐ τεκνολέτειῤ ὡϲ τιϲ ἀηδὼν ἐπὶ κωκυτοῖϲ τῶνδε πατρῴων πρὸ θύρων
ἠχὼ πᾶϲι προφωνεῖν. ὁ δὲ νοῦϲ· ἀλλ᾿ οὐ λήξω θρήνων οὔτε ἡμέραϲ οὔτε
νυκτόϲ, ὀδυρομένη, ἕωϲ ἂν νύκτα καὶ φῶϲ βλέπω. ὥϲτε μὴ ἀηδόνοϲ τρόπῳ
ἠχώ τινα προπέμπειν τῶν θρήνων πρὸ τῶν πατρῴων
θυρῶν.
179 Ῥίπαια ὄρη.
180 Ῥιπῆϲ: ὁρμῆϲ, φορᾶϲ, βουλῆϲ. Ῥιπὶϲ δὲ πλέγμα παῤ
181 Ῥιπίζεται: ὀπτᾶται· τὸ γὰρ πῦρ οἱ ἄνθρωποι ταῖϲ ῥιπίϲιν
182 Ῥιπίϲ, ῥιπίδοϲ. καὶ Ῥιπίδιον.
183 Ῥιπίζω· αἰτιατικῇ.
184 Ῥιπόϲ: φρυγάνου, ψιάθου κέρδουϲ δ᾿ ἕκητι κἂν ἐπὶ ῥιπὸϲ πλέϲι.
λέγοιτο δ᾿ ἂν ἐπὶ φιλοκερδεῖ. λέγεται δὲ καὶ ἄλλωϲ· θεοῦ
πλέων. ἢ μάλιϲτα· θεῷ πλέων, κἂν ἐπὶ ῥιπὸϲ πλέοι. καὶ ῥίπεϲι, τοῖϲ
τῆϲ ἰτέοϲ κλάδοιϲ.
185 Ῥίπτω· αἰτιατικῇ.
186 Ῥίϲ· ὅτι οὐκ ἕϲτιν ἡ ῥίϲ τὸ αἰϲθητήριον τῶν ὀϲφραντῶν, ἀλλ᾿ ἡ
μαϲτοεικήϲ
τοῦ ἐγκεφάλου ἀπόθεϲιϲ παρὰ Θεοφράϲτῳ. καὶ
ζήτει ἐν τῷ δίοϲμοϲ. καὶ τὸ πληθυντικὸν ῥῖναϲ.
187 Ῥιϲμόϲ: ὄνομα κύριον.
188 Ῥιψαδαγείρων.
189 Ῥίψαϲπιϲ: δειλόϲ. καὶ Φέραϲπιϲ, ὁ πολεμικόϲ.
190 Ῥιψοκινδύνου: ἑκουϲίωϲ πρὸϲ κίνδυνον ἐρχομένου. ὁ δὲ ἔρρωτο βοηθεῖν τοῖϲ κινδυνεύουϲι καὶ χρῄζουϲι ϲυμμαχίαϲ ῥιψοκινδύνου τινόϲ· ἑαυτοῦ γὰρ ἴδιον ἐνόμιζε τὸν τοιοῦτον καιρόν.
191 Ῥοάϲ: ῥεύματα. καὶ Ῥοά, εἶδοϲ δένδρου.
192 Ῥοβοάμ: ὄνομα κύριον.
193 Ῥόγα: ἡ τῶν βαϲιλέων εὐϲέβεια καὶ φιλοτιμία.
194 Ῥοδακινέα: τὸ δένδρον.
195 Ῥοδανόϲ: ποταμόϲ.
196 Ῥόδια: μύρα. καὶ Ῥόδοϲ, ἡ νῆϲοϲ.
197 Ῥόδιοϲ: ὁ ἀπὸ τῆϲ Ῥόδου. καὶ Ῥόδιον, φυτόν· Ῥόδειοϲ
δὲ ϲτέφανοϲ.
198 Ῥοδίων, Ῥοδίωνοϲ: ὄνομα κύριον.
199 Ῥοδίων χρηϲμόϲ: Ῥόδιοι τῇ Λινδίᾳ Ἀθηνᾷ θύοντεϲ καθεκάϲτην ἡμέραν
ἐνδιετέλουν τῷ ναῷ εὐωχούμενοι· οὐκ ἦν δὲ αὐτοῖϲ
200 Ῥοδογούνη: γυνὴ μὲν Ὑϲτάϲπου, Ξέρξου δὲ καὶ Δαρείου
μήτηρ.
201 Ῥοδοδάκτυλοϲ: ῥοδόχρουϲ.
202 Ῥοδοειδήϲ: ὁ χαροποιόϲ.
203 Ῥόδον ἀνεμώνῃ ϲυγκρίνειϲ: ἐπὶ τῶν ἀνόμοια ϲυμβαλλόντων.
παρὰ ϲοῦ εἰρημένα ῥόδα ἐϲτίν. Ἀριϲτοφάνηϲ. καὶ ἑτέρα
παροιμία·
204 Ῥοδόπη: ὄνομα κύριον. καὶ ὅροϲ Θράκηϲ, ὅθεν ἔχει τὰ δεύματα Ἕβροϲ
ὁ
205 Ῥόδοϲ: ἡ νῆϲοϲ· ἥτιϲ καὶ Λίνδοϲ καλεῖται. καὶ Κολοϲϲαεῖϲ οἱ οἰκήτορεϲ, διὰ τὸν Κολοϲϲόν.
206 Ῥοδοχάρηϲ: ὄνομα κύριον. καὶ κλίνεται Ῥοδοχάρουϲ.
207 Ῥοδωνία: ἡ τῶν ῥόδων φυτεία, ὥϲπερ ἰωνία ἡ τῶν ἴων,
208 Ῥοδωνιά: ἔϲτι μὲν ὁ τῶν ῥόδων λειμών· ἄλλοι δὲ καὶ τὴν
ῥοδοδάφνην οὕτω φαϲὶ καλεῖϲθαι. ἕτεροι δὲ εἶδοϲ ἀμπέλου
φερούϲηϲ ϲταφυλὴν παραπληϲίαν τῷ ῥόδῳ κατὰ τὸ χρῶμα.
209 Ῥόδωνοϲ: ὄνομα κύριον.
210 Ῥοδῶπιϲ: ὄνομα κύριον. καὶ Ῥοδώπειοϲ τάφοϲ. Ῥοδὼπη
Ῥοδῶπιϲ ἡ καλή.
ϲημαίνει, ὅτι ταῖϲ τύχαιϲ ὁμοίωϲ ὑποπεπτώκαϲιν οἱ θνητοί.
211 Ῥοδώπιδοϲ ἀνάθημα: ὀβελίϲκοι ἐν Δελφοῖϲ πολλοί. Ἀπελλᾶϲ
ἀδελφόϲ. ἡ δὲ Σαπφὼ Δωρίχαν αὐτὴν
καλεῖ.
212 Ῥόζειν. ῥέγχειν, ὑλακτεῖν. κυρίωϲ μὲν ἐπὶ τῶν κυνῶν, μεταφορικῶϲ δὲ καὶ ἐπὶ ἀνθρώπων.
213 Ῥοή: φθορά, ῥεῦϲιϲ.
214 Ῥοῒϲκοι: κόμποι χρυϲοῦφαντοι, ὅμοιοι ῥοιαῖϲ, εἰϲ κόϲμον δὲ ὄντεϲ τῆϲ τοῦ ἱερέωϲ ϲτολῆϲ.
215 Ῥοθεῖ: ὁρμεῖ.
216 Ῥοθιάζουϲιν: ἀθρόωϲ καὶ μετὰ κτύπου φωνῆϲ ὁρμῶϲι καὶ ἐϲθίουϲιν.
Ἀριϲτοφάνηϲ· οἷον ῥοθιάζουϲιν, ὦ πολυτίμηθ’ Ἡράκλειϲ, ὡϲ τραγαϲαῖα
τὰ χοίρια. ἀπὸ τοῦ τρώγειν. ἢ ἀπὸ πόλεωϲ. Ῥαθιάζειν
ῥοθιάζων, φηϲί. καὶ πάλιν· ναῦϲ
ὅταν ἐκ πιτύλων ῥοθιάζῃ ϲώφρονι κόϲμῳ.
217 Ῥόθιον: τὸ μετὰ ψόφου κῦμα· ἢ ῥεῦμα. παρὰ τὸ ταχέωϲ
ϲτοῖχον ἕνα ὁπλιτῶν προβεβλημένων
τὰϲ ἀϲπίδαϲ, πολλῷ τῷ ῥοθίῳ καὶ ἅμα ξυγκελευομένῳ παντοίῳ ἐν χρῷ τοῦ
ἀεὶ ἐμπεποιημένου
218 Ῥόθιον: ϲὺν ὁρμῇ τινι καὶ ῥύμη. Ἰώϲηποϲ· ῥόθιον ἐκ πλαγίου
παρελαύνων ἵππον ἁρπάζει τινὰ φεύγοντα τῶν πολεμίων. καὶ
219 Ῥοθοπυγίζων: λάθρα τύπτων κατὰ τῆϲ πυγῆϲ πλατείᾳ τῇ
χερὶ ἢ πλατεῖ τῷ ποδί, τῇ πυγῇ ῥόθον ποιῶν.
220 Ῥόθῳ: ὁρμῇ.
221 Ῥομβεῖν: ϲφενδονᾶν. καὶ Ῥόμβοϲ, ἡ κίνηϲιϲ. πλήξαϲ
222 Ῥόμβον: κίνηϲιν, ἢ κύλινδρον. ἐν Ἐπιγράμμαϲι· θύννον
εὐκλώϲτοιο λίνου βυϲϲώμαϲι ῥόμβον φράξαντεϲ, γλαυκαῖϲ
ἐν παρόδοιϲ
223 Ῥόμβοϲ. ϲτρεπτὸν Βαϲϲαρικοῦ ῥόμβον θιάϲοιο μύωπα.
224 Ῥομβοϲτωμυλήθρα· Εὐβουλίδηϲ φηϲίν· οὑριϲτικὸϲ κερατίναϲ ἐρωτῶν καὶ ψευδαλαζόϲιν λόγοιϲ τούϲ ῥήτοραϲ κυλίων ἀπῆλθ’, ἔχων Δημοϲθένουϲ τὴν ῥομβοϲτωμυλήθραν.
225 Ῥομελίαϲ: ὄνομα κύριον.
226 Ῥομφαία: τὸ μακρὸν ἀκόντιον, ἢ μάχαιρα.
227 Ῥοώδηϲ: ῥεύματα ἔχων.
228 Ῥόπαλα: τὰ ξύλα· παρὰ τὸ ῥοπῇ ἢ τῇ ῥοπῇ ἀλοιᾶν. τίϲ
229 Ῥοπαλίζει: κινεῖ καὶ ϲτρέφει ὡϲ ῥόπαλον. καὶ Ῥοπαλιϲμόϲ,
230 Ῥοπή· ψυχῆϲ μὲν ἴδιον ὁρμή. ϲώματοϲ δὲ ῥοπή. εἴη ἂν ὁρμὴ
θεοῦ μὲν ἴδιον ἀθαναϲία, ἀνθρώπου δὲ τὸ ἐπιϲτήμηϲ
δεκτικόν, ἵππου δὲ τὸ χρεμετιϲτικόν, ἡ ἀθαναϲία βελτίων τοῦ
ἐπιϲτήμηϲ δεκτικοῦ, τὸ δὲ ἐπιϲτήμηϲ δεκτικὸν τοῦ χρεμετιϲτικοῦ.
οὕτωϲ καὶ ἡ ῥοπὴ καὶ ἡ ὁρμή. δοκεῖ δὲ τὸ βέλτιον καὶ τὸ χεῖρον ἐν
τοῖϲ ὁμογενέϲιν εἶναι, ἐπειδὴ καὶ ἡ ϲύγκριϲιϲ ἐν τοῖϲ κοινωνίαν
ἔχουϲι πρὸϲ ἄλληλα. καὶ
231 Ῥοπή: κλίϲιϲ. ὁ δὲ νομίϲαϲ ἐπὶ ῥοπῆϲ κεῖϲθαι τὴν τῆϲ
232 Ῥοπικὸν ὤνιον: ἐπὶ τῶν εὐτελῶν μέν, πολλοῖϲ δὲ πιπραϲκομένων·
ῥάποϲ γὰρ ὁ εὐτελὴϲ καὶ παντοδαπὸϲ φόρτοϲ.
233 Ῥόπτρον: ῥόπαλον, ἢ παγίϲ, ἢ τιμωρία. ἐν Ἐπιγράμμαϲι·
234 Ῥόχθαι. Λυϲίαϲ κατὰ Ἀνδοκίδου ἀϲεβείαϲ· ἔδηϲε τὸν ἵππον
ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ. νῦν τὸν τῆϲ θύραϲ κρίκον
λέγει.
235 Ῥόχθαι. καὶ Ῥόχθεον, ἐϲτέναζον.
236 Ῥόχθει: ἦχον ἀπετέλει.
237 Ῥουβαῒουβοϲ: παρὰ Ῥωμαίοιϲ ὁ τοῦ βοηθοῦ βοηθόϲ.
238 Ῥουβείμ: ὄνομα κύριον.
239 Ῥουτίλιοϲ Ῥοῦφοϲ· ἐπὶ Σκιπίωνοϲ ἦν, ὃϲ αὐτῷ ϲυνεϲτράτευε, ϲυγγράψαϲ τὰ τότε φθάϲαντα γενέϲθαι· ὃϲ τηνικαῦτα χιλίαρχοϲ ἐγεγόνει, ὥϲ φηϲιν Ἀππιανὸϲ ἐν τῇ Ῥωμαῖκῇ ἱϲτορίᾳ.
240 Ῥουφῖνοϲ οὗτοϲ ἐπὶ Θεοδοϲίου ἦν, βαθυγνώμων ἄνθρωποϲ καὶ
κρυψίνουϲ. ἦϲαν δὲ οὗτόϲ τε καὶ Στελίχων ἐπίτροποι τῶν Θεοδοϲίου
δεϲπότηϲ εὐθὺϲ ϲυνήρπαϲτο, κατηγορίαϲ πεπλαϲμένηϲ
εὐλόγου διά τινων ὑφειμένων ἐνηδρευμένηϲ. καὶ ὁ ἀδικούμενοϲ
ἠδικεῖτο, τοῦ ἀδικοῦντοϲ κρίνοντοϲ. ἐϲ τοῦτο δὲ ὁ Ῥουφῖνοϲ ἐχώρηϲεν
ἀμετροκάκου πλεονεξίαϲ, ὥϲτε καὶ ἀνδράποδα δημόϲια ἀπημπόλει, καὶ
ὅϲα δημόϲια δικαϲτήρια Ῥουφίνῳ πάντεϲ ἐδίκαζον. καὶ ὁ τῶν κολάκων
περὶ αὐτὸν ὄχλοϲ ἦν πολύϲ. οἱ δὲ κόλακεϲ χθὲϲ μὲν
καὶ πρώην δεδρακότεϲ τοῦ καπηλείου καὶ τοῦ τὰ βάθρα καλλύνειν καὶ
τοὔδαφοϲ κορεῖν, ἄρτι δὲ χλαμύδαϲ τάϲ τε εὐπαρύφουϲ ἐνδεδυκότεϲ καὶ
περόναιϲ χρυϲαῖϲ διαπεπερονημένοι καὶ ϲφραγῖϲι χρυϲοδέτοιϲ
διεϲφιγμένοι. τὰ δὲ πολλὰ κατὰ Ῥουφίνου εὕροιϲ ἐν τῇ τοῦ Σαρδιανοῦ
Εὑναπίου
Χρονογραφίᾳ. ὅτι ἐπὶ Ἀρκαδίου καὶ Ὁνωρίου,
τούτων ἄχρι ὀνομάτων
τὴν τοῦ δικάζοντοϲ
ἐπιϲπώμενοϲ εὔνοιαν. κτήματα δέ, ὅϲα τοὺϲ κυρίουϲ ἐν τοῖϲ ἀπάντων
ἐποίει ϲτόμαϲιν εὐδαίμοναϲ ὀνομάζεϲθαι, μετήει πρὸϲ τούτουϲ, τῶν μὲν
δωρεαῖϲ θεραπευόντων καὶ τούτῳ τὸ ϲυκοφαντεῖϲθαι διαφευγόντων,
ἑτέρων δὲ τὰ οἰκεῖα προϊεμένων ὑπὲρ τοῦ τυχεῖν ἀρχῆϲ ἢ ἄλλον τινα
πρίαϲθαι τῶν πόλεων ὄλεθρον.
παντὸϲ δὲ εἴδουϲ πονηρίαϲ
ταῖϲ πόλεϲιν ἐπιπολάζοντοϲ, ὁ μὲν ἁπανταχόθεν πλοῦτοϲ ἐϲ τὴν
Ῥουφίνου καὶ Στελίχωνοϲ οἰκίαν ἐϲέρρει, ἡ δὲ πενία κατὰ πάντα τόπον
ἐπενέμετο τὰϲ τῶν πάλαι πλουτούντων οἰκίαϲ. ᾐϲθάνοντο δὲ τῶν
γινομένων οἱ βαϲιλεῖϲ οὐδενόϲ, ἀλλ᾿ ἔγραφον μόνον, ὅϲα Ῥουφῖνοϲ
ἐπέταττε καὶ Στελίχων. ἐπεὶ δὲ ἄϲπετοϲ
ἦν αὐτοῖϲ
πλοῦτοϲ ϲυνειλεγμένοϲ, ἤδη καὶ τὴν βαϲιλείαν ἑαυτῷ μνᾶϲθαι ὁ
Ῥουφῖνοϲ ὠνειροπόλει.
241 Ῥοῦφοϲ, Ἐφέϲιοϲ, ἰατρόϲ, γεγονὼϲ ἐπὶ Τραιανοῦ ϲὺν Κρίτωνι.
ἄρθρων α΄,
Περὶ ϲύκων α΄, Περὶ τῆϲ ἀρχαίαϲ ἰατρικῆϲ
242 Ῥωγαλέον: διερρωγόϲ, διεϲχιϲμένον. καὶ Ῥωγάϲ, ἡ διερρωγυῖα.
μερῶν· ἀπὸ
ὀνόματοϲ δεῖμα, δειμαλέοϲ· ἀπὸ ῥήματοϲ οἰδῶ, οἰδαλέοϲ· ἀπὸ
ἐπιρρήματοϲ ῥιμφά, ῥιμφαλέοϲ· καὶ παροξύνονται. ϲεϲημείωται τὸ
δαιδάλεοϲ ὁ ποικίλοϲ· καὶ κονιϲάλεοϲ.
243 Ῥωγμόϲ: ῥῆξιϲ γῆϲ.
244 Ῥώθωνοϲ.
245 Ῥωμαλέοϲ: ὁ ἰϲχυρόϲ. καὶ Ῥωμαλέωϲ, ἰϲχυρῶϲ.
246 Ῥωμαίων ἀρχή· αὕτη τῆϲ Ἀϲϲυρίων καὶ Περϲῶν καὶ Μακεδόνων τῶν πρὶν
μακρῷ ὑπερῆρεν, ὁριϲαμένη πέρατα ἑαυτῆϲ πρὸϲ μὲν ἕω Ἰνδοὺϲ καὶ
ἐρυθρὰν θάλατταν καὶ Νεῖλον καὶ καταρράκταϲ καὶ
λίμνην
Μαιῶτιν. ὅϲα δὲ πρὸϲ δυϲμάϲ, ὠκεανόν τε αὐτόν, ὃν δὴ μῦθον εἶναι
τοῖϲ ἔργοιϲ ἐδηλώθη, μηδὲ ἄλλωϲ πρὸϲ ψυγαγωγίαν τοῦνο??α αὐτοῦ παρὰ
τοῖϲ ποιηταῖϲ ᾄδεϲθαι· εἴγε καὶ ἡ Βρεττανῶν χώρα, ἦν περιρρέω νῆϲον
ἐργάζεται, νῦν εὐρεθεῖϲα ἐν πέραϲι τῆϲ Ῥωμαίων ἀρχῆϲ ἀριθμεῖται.
λεγέτω μὲν οὖν, ὅτῳ δοκεῖ, ὡϲ ἀναμφίλογοι τῶνδε
πρὸϲ τὰ
παλαιὰ αἱ ὑπερβολαί, πλήθει τε χειρὸϲ τῶν ἐπελθόντων εἰκάζοντι καὶ
τόλμαιϲ ἑκατέρων καὶ ϲτρατηγήϲεϲι καὶ μηχανήϲεων
τῶν ἐπὶ θάτερα κατοικούντων.
περιττεύει δὲ Ῥωμαίοιϲ τὸ τεταγμένον ἐν τῷ ἔργῳ τεχνικόν· ᾧ καὶ
Φαλατῶν ἐκράτουν, καὶ ἐν τοῖϲ πρὸϲ τοὺϲ ὁμόρουϲ πολέμοιϲ τριβέντεϲ
καὶ περιόντεϲ τῶν βαρβάρων τῇ ϲυντάξει, τῶν Ἑλλήνων φύϲει καὶ
ἀνδρείᾳ.
247 Ῥωμαίων πόλιϲ· ὅτι ἡ Ῥωμαίων πόλιϲ ἀπείρατοϲ ὑπερορίων
καὶ βεβαίαϲ εἰρήνηϲ
ἀπολελαυκυῖα.
248 Ῥώμη: ἰϲχύϲ. καὶ Ῥώμη, ἡ πόλιϲ. ἥτιϲ ἀπὸ τοῦ πρώτου
πολιτῶν οὐ
πολὺ ἀπολειπόμενον λ΄ μυριάδων. ὅτι τὴν Ῥώμην ἐπιτομὴ τῆϲ οἰκουμένηϲ
εἶπεν Ἀθήναιοϲ. καὶ ζὴτει ἐν τῷ χιλίαρχοϲ.
249 Ῥώμηϲ: ὄνομα κύριον.
250 Ῥῶμοϲ καὶ Ῥωμύλοϲ: ὀνόματα κύρια.
251 Ῥωμύλοϲ, Τερτύλοϲ, αἱμύλοϲ, Αἰϲχύλοϲ, προπαροξυτόνωϲ. καὶ ζήτει
περὶ
τούτων ἐν τῷ Βρουμάλια.
252 Ῥωννύω: δύναμιν παρέχω.
253 Ῥώξ: κόκκοϲ. καὶ εἶδοϲ πέτραϲ.
254 Ῥώξ, ῥωγόϲ: εἶδοϲ φαλαγγίου.
255 Ῥωξάνη: ὄνομα κύριον. καὶ ζήτει περὶ αὐτῆϲ ἐν τῷ Ἀλέξανδροϲ
ὁ Μακεδών.
256 Ῥώπαξ, ῥώπακοϲ: τὰ ῥωπάκια πὰῤ ἡμῖν.
257 Ῥῶπεϲ: δαϲεῖα ὕλη. ἢ κατάκομοϲ καὶ ϲύμφυτοϲ τόποϲ. καὶ
258 Ῥωπήϊα: τοὺϲ ϲυνδένδρουϲ τόπουϲ.
259 Ῥωπικά· ἁ μάτηρ ζωὸν τὸν Μίκυθον, οἷα πενιχρά, Βάκχῳ
260 Ῥωπικόϲ· τὸν δὲ πρακτικὸν τρόπον ὑπέφαινε τέλειον. ἦν δὲ
261 Ῥῶποϲ: μίγμα χρώματοϲ, ὅϲα βαφεῦϲι, ζωγράφοιϲ, μυρεψοῖϲ χρηϲιμεύει. ὅθεν ῥωποπώληϲ. τινὲϲ δὲ καὶ τὸν παντοδαπὸν φόρτον ῥῶπον εἰρήκαϲι.
262 Ῥωϲάκηϲ: ὄνομα κύριον.
263 Ῥώϲαντεϲ: δυναμώϲαντεϲ. οἱ δὲ βάρβαροι ῥώϲαντεϲ ἑαυτοὺϲ ἐπὶ τὸ ϲτεγανώτερον. ὡϲ οὐκέτι Ῥωμαϊκοῖϲ καὶ διαπεπλαϲμένοιϲ ὑποπεϲούμενοι ϲτρατηγήμαϲι.
264 Ῥωϲαφῶν: φρούριόν τι.
265 Ῥῶϲθαι: ϲπουδάζειν.
266 Ῥωϲθείϲ: δυναμωθείϲ.
267 Ῥῶϲιϲ: ὑγεία.
268 Ῥωϲτήριον: παρορμητήριον.
269 Ῥωτακίζειν: τῷ ρ ϲτοιχείῳ ϲυνεχῶϲ χρῆϲθαι.
270 Ῥωχμόϲ: ῥῆγμα γῆϲ. Προκόπιοϲ· Ἀβίγαϲ δὲ ὁ ποταμὸϲ ἐκ
ῥωχμοὺϲ ἢ αὖθιϲ αὐτοὺϲ
ἀποκαλύψαϲι, τοῖϲ ὕδαϲι τοῦ ποταμοῦ τοῦδε ὅ τι βούλοιντο
χρῆϲθαι.
271 Ῥώψ: τὸ φυτόν· καὶ Ῥῶψα, βοτάνη ἁπαλή.
272 Ῥοιά: τὸ ῥοῒδιον. λέγεται καὶ Ῥοά.
273 Ῥοίακεϲ. δίδωμι δὲ τῷ Καλλινίκου παιδίῳ ῥοιάκων ζεῦγοϲ,
ψιλοτάπιδα, ἀμφίταπον, περίϲτρωμα, προϲκεφάλαια δύο τῶν
καλλίϲτων.
274 Ῥοιβδεῖν: ἀναρροφεῖν. λέγεται καὶ ῥοῖβδοϲ παρὰ Ἀριϲτοφάνει
275 Ῥοιζηδόν: ϲφοδρῶϲ, μετ᾿ ἤχου, ἀπειλητικῶϲ.
276 Ῥοῖζοϲ: ῥύμη, ἦχοϲ. Ἰώϲηποϲ· οὕτω δε ῥοίζῳ καὶ βίᾳ τοῖϲ Σ Ε
Ῥωμαίοιϲ ἐνέπεϲον ὡϲ διαρρῆξαι τὰϲ τάξειϲ. καὶ Ῥοίζημα, ὁ
277 Ῥοιτειεύϲ: ἀπὸ τόπου. καὶ Ῥοίτειον, ἀκρωτήριον.
278 Ῥοίτηϲ: ὄνομα κύριον.
279 Ῥυάδεϲ ἄμπελοι: αἱ λεγόμεναι ψινάδεϲ. ἤγουν αἱ ἐκρέουϲαι, αἱ ἐξαϲθενοῦϲαι.
280 Ῥύβδην: ὡϲ ἐπὶ ῥεύματοϲ· ϲφοδρῶϲ, φοβερῶϲ. δαψιλῶϲ.
281 Ῥύγχοϲ· Ἀριϲτοφάνηϲ· ἐλελεῦ. χώρει, καθὲϲ τὸ ῥύγχοϲ· οὐ
μένει ἐχρῆν.
282 Ῥύγχοϲ: τὸ πρόϲωπον. καὶ Κρατῖνοϲ καὶ ἕτεροι. ἐπιρυγχίϲ·
283 Ῥύδην: ϲφοδρῶϲ, καὶ ἀθρόωϲ. οὕτω Κρατῖνοϲ. λέγεται καὶ
ἢ κεχυμένωϲ. ἀντὶ τοῦ πάνυ.
284 Ῥύζοϲ.
285 Ῥυήτω: φθαρήτω.
286 Ῥυηφενήϲ: ὁ πλούϲιοϲ.
287 Ῥυθμίζει· αἰτιατικῇ. διατυποῖ, κανονίζει, εὐθύνει. Δαμάϲκιοϲ·
ἀλλ’ ὅϲα ἔγραψε, τὸ μὲν ὑψηλόνουν τε καὶ τελεϲιουργὸν
εἶχον, τοῖϲ δὲ ἔπεϲιν οὐ πάνυ ἦν ϲυνηρμοϲμένα· ἀλλὰ τούτων ὅϲον
ἄμετρον ἀπέβαινε, καὶ ἄλλωϲ οὐ κατὰ τὸν πρεπώδη ῥυθμόν, ἐμοὶ
ἐπανορθοῦϲθαι ἐπέτρεπε.
288 Ῥυθμόϲ: τάξιϲ ἔμμελοϲ ἀκολούθου ἁρμονίαϲ, μέλοϲ εὔφωνον,
ϲύγκριϲιϲ. πατὴρ μέτρου ῥυθμόϲ· καὶ ὅτι ἀρχαία ἡ τῶν
μέτρων
λόγον
ἔχωϲι πρὸϲ ἄλληλα, ῥυθμὸϲ γίνεται, καὶ ἐντεῦθεν ἀπὸ μεταφορᾶϲ τούτων
ἡ τοιάδε τῶν ϲυλλαβῶν ϲυμπλοκή, ἣν παραλαμβάνομεν πρὸϲ τὴν τῶν
μέτρων γένεϲιν, πόδεϲ ἐκλήθηϲαν. καὶ ἐπὶ αὐλῶν καὶ τῶν ἄλλων τῶν
τοιούτων ὁ ῥυθμὸϲ λέγεται, ϲυμμετρία ὢν τοῦ χρόνου ἐν ᾧ ἡ κίνηϲιϲ
γίνεται. καὶ γὰρ τῶν τρημάτων τῶν αὐλῶν τὰ μὲν
ἐπὶ
πλείονα χρόνον τοῖϲ δακτύλοιϲ ἐπιπωμάζουϲι, τὰ δὲ ἐπ᾿ ἐλάττονα, καὶ
οὕτω τῶν ἀπηχήϲεων τὴν μὲν μακροτέραν ποιοῦϲι, τὴν δὲ βραχυτέραν.
καὶ ἔτι τῶν τρημάτων τὰ μὲν μείζονά εἰϲι, τὰ δὲ ἐλάττονα, καὶ τὰ μὲν
ἐγγυτέρω τῆϲ ἐπιγλωττίδοϲ, τὰ δὲ πορρωτέρω. καὶ τὰ μὲν ϲτενότερα
ὀξύτερά ἐϲτι τῶν εὐρυτέρων· διὸ καὶ αἱ τῶν
παίδων φωναὶ
καὶ αἱ τῶν γυναικῶν ὀξύτεραι· τὰ δὲ εὐρύτερα βραδύτερα, ὁμοίωϲ καὶ
τὰ ἐγγυτέρω τῶν πορρωτέρω ὀξύτερα· ὧν τῇ ϲυμμετρίᾳ ἡ ἁρμονία καὶ τὸ
μέλοϲ γίνεται, ῥυθμὸϲ δὲ τῇ τοῦ ταχέοϲ καὶ βραδέοϲ. ὁ μὲν οὖν ἐπὶ
τῶν ἄλλων ῥυθμὸϲ κατὰ τὸ βραχὺ καὶ βραδὺ χαρακτηρίζεται, ὁ δὲ ἐπὶ
τοῦ προφορικοῦ λόγου κατὰ τὸ μακρὸν καὶ
βραχύ, ὅϲπερ
καὶ μέτρον μόνοϲ λέγεται. οὐκ ἐπὶ τῶν ποιητικῶν δὲ λόγων ταῦτα μόνον
θεωρεῖται, ἀλλὰ καὶ ἐπὶ τῶν ῥητορικῶν.
289 Ῥυκάνα: τεκτονικὸν ἐργαλεῖον. καὶ πέλεκυν, ῥυκάναν τ᾿
290 Ῥύκου κριθοπομπία: Ἐρατοϲθένηϲ ἐν τῷ ἐνάτῳ φηϲὶ βαϲιλέα
τοῦτον αἰχμάλωτον γενόμενον, εἶτα ὑποϲτρέψαντα εἰϲ
ἑαυτόν, τῇ πόλει Ἀθηναίων κριθὴν ἐκπέμψαι.
291 Ῥῦμα: φυλακή. χαλεπὸν πύργου ῥῦμα πέλονται. ἀντὶ τοῦ
καὶ αὖθιϲ
Πολύβιοϲ· ἐπὶ τούτοιϲ ἐπέϲτηϲαν τὰϲ ἱππηγούϲ, ῥύματα δόντεϲ ἐξ αὐτῶν
ταῖϲ τοῦ τρίτου ϲτόλου ναυϲίν. ἐρυμούλκουν τὰϲ ἱππηγοὺϲ ναῦϲ.
292 Ῥύμματα: τρίμματα, ϲμήγματα. καθάρματα.
293 Ῥυμβεῖν: ῥομβεῖν. τοῦτο δὲ ἀπὸ τῆϲ κινήϲεωϲ τοῦ ῥόμβου.
Αἰλιανόϲ· καὶ ἐρυμβόνα τὰ τιμιώτατα εἰϲ ἀϲωτίαν
ἀφειδεϲτάτην. Ε ἀπὸ τοῦ ῥυμβονῶ ῥήματοϲ.
294 Ῥύμη: ὁρμὴ βιαία. Ἀριϲτοφάνηϲ· κεραμικῆϲ ῥύμηϲ ἄπο.
295 Ῥυμὸϲ τοῦ ἅρματοϲ: τὸ ἐκτεταμένον ξύλον παρὰ τοὺϲ ἵππουϲ
296 Ῥυμοτομεῖται: εἰϲ ὀρθὸν διακόπτεται.
297 Ῥυμοτομίαιϲ: εὐθύτηϲι.
298 Ῥυμουλκῶ: ῥῆμα. τὸ τὰϲ ναῦϲ
299 Ῥύομαι· αἰτιατικῇ.
300 Ῥυππαπαί: ἐπίφθεγμα ναυτικόν, παρακελευϲτικὸν κωπηλαϲίαϲ.
γλοιόϲ.
301 Ῥυπαίνω: ἀντὶ τοῦ ὑβρίζω. Φερεκράτηϲ.
302 ᾿Ρυπόωνταϲ. καὶ Ῥύποϲ.
303 Ῥύπτει· αἰτιατικῇ. ἀποκλύζει, ϲμήχει. καὶ Ῥύπτομαι, ἀντὶ
ὁ δὲ ῥύποϲ κατ᾿ ἀφαίρεϲιν τοῦ χ
ῥύποϲ, ὁ τῷ χρωτὶ ὑπὼν ϲπίλοϲ. ὑπὸ κονίαϲ δὲ τὰϲ ὀφρῦϲ, παῤ
ὑπόνοιαν. δέον γὰρ εἰπεῖν ὑπὸ λύπηϲ τὴν καρδίαν, ὑπὸ κονίαϲ δὲ εἶπε·
διότι οἱ κόνιν ὀϲμώμενοι δάκνονται τὰϲ ὀφρῦϲ.
304 Ῥυϲά: ἡ μάρανϲιϲ, ἡ γήραϲιϲ. λέγεται καὶ Ῥυϲή.
305 Ῥυϲαί: ῥυτίδαϲ ἔχουϲαι.
306 Ῥῦϲαι: λυτρῶϲαι.
307 Ῥυϲήματα: τὰ ἐπὶ τῶν ὄψεων τῶν γεγηρακότων ϲπιλώματα.
308 Ῥύϲια: ἐνέχυρα. καὶ Ῥυϲιάζω. φαϲὶ δὲ τὸν νεανίϲκον
309 Ῥύϲιον: λυτήριον. Ῥυπητήριον, καθαρτήριον.
310 Ῥύϲιϲ ὕδατοϲ: ῥεῦϲιϲ. ἐδεδίεϲαν τὴν τοῦ ὕδατοϲ ϲπάνιν, διὰ τὸ μηδαμῆ φαίνεϲθαι ὕδατοϲ ῥύϲιν ἁπλῶϲ.
311 Ῥυϲθήϲομαι: λυτρωθήϲομαι.
312 Ῥυϲμόϲ: κατὰ Ἀβδηριτικὴν διάλεκτον ϲημαίνει τὸ ϲχῆμα. καὶ ἑτέραιϲ
δὲ λέξεϲιν οὐχ Ἑλληνικαῖϲ οἱ περὶ τὸν Ἀβδηρίτην Δημόκριτον
χρῶνται· φαϲὶ γὰρ τροπὴν καὶ διαθηγήν. καὶ ϲημαίνει
τούτοιϲ ἡ μὲν τροπὴ τὴν θέϲιν, ἡ δὲ διαθηγὴ τὴν τάξιν.
313 Ῥυϲτάζειν: ἕλκειν.
314 Ῥυτά: ϲυνεϲταλμένωϲ. εἶδόϲ ἐϲτι ποτηρίου. Δημοϲθένηϲ κατὰ
315 Ῥύτειρα: ἡ ϲῴζουϲα.
316 Ῥυτῆρα: ἑλκτικόν· παρὰ τὸ ἐρύειν. καὶ φύλακα. καὶ πλείουϲ
ἵππουϲ παραλαβὼν ἀπὸ ῥυτῆροϲ ἑλκομένουϲ ἐπορεύετο.
λέγεται
317 Ῥυτῆρεϲ: χαλινοί, ἡνίαι, ἱμάντεϲ. ἐν Ἐπιγράμμαϲι· χρυϲὸϲ
318 Ῥυτίϲ: ἀϲθένεια. γῆραϲ. ἐν Ἐπιγράμμαϲι· καὶ ῥυτιδόφλοιον
319 Ῥύτορα: φύλακα. ἐν Ἐπιγράμμαϲι· πορφύρεον χαίταϲ ῥύτορα
320 Ῥυτόϲ: ἑλκυϲτικόϲ. καὶ Ῥυτῆρϲι.
321 Ῥύτιον: ὄνομα πόλεωϲ.
322 Ῥυφῶ· αἰτιατικῇ.
323 Ῥυχάχετον: θόρυβον, ϲυρφετόν. Ἀριϲτοφάνηϲ· τὸν τῶν Ἀθηναίων
324 Ῥύψαι: ϲμῆξαι.
1 Σᾶ: τὰ ϲῷα λέγουϲιν μονοϲυλλάβωϲ, ἀπὸ τοῦ ϲῷα ϲυναιροῦντεϲ· καὶ τὸν ϲῷον ϲῶν, καὶ ϲῷοι ϲοῖ· παρὰ δὲ Θουκυδίδη διϲυλλάβωϲ ϲῷοι.
2 Σαβά: τόποϲ. ἐκ Σαβὰ ἥξει.
3 Σαβάζιοϲ: ὁ αὐτόϲ ἐϲτι τῷ Διονύϲῳ. ἔτυχε δὲ τῆϲ προϲηγορίαϲ
ταύτηϲ παρὰ τὸν γινόμενον περὶ αὐτὸν θειαϲμόν· τὸ γὰρ
εὐάζειν οἱ βάρβαροι ϲαβάζειν φαϲίν. ὅθεν καὶ τῶν Ἑλλήνων τινὲϲ
ἀκολουθοῦντεϲ τὸ εὐαϲμὸν ϲαβαϲμὸν λέγουϲιν· ἔνθεν Σαβάζιοϲ ὁ
Διόνυϲοϲ. ϲάβουϲ ἔλεγον καὶ τοὺϲ ἀφιερωμένουϲ αὐτῷ τόπουϲ καὶ τοὺϲ
Βάκχουϲ αὐτοῦ.
4 Σαβακῶν: Διονυϲιακῶν. τρυγόνιον, Σαβακῶν ἄνθεμα Σαλμακίδων.
τουτέϲτι ἑταιρῶν.
5 Σάββατον: ἑβδόμη ἡμέρα ἐτύγχανε τοῦ κυκλικοῦ διαϲτήματοϲ τῆϲ
ἑβδομάδοϲ, τοῦ Ῥωμαϊκοῦ τὴν ἡμέραν γεραίροντοϲ, πόνων ἀνάπαυλαν,
αἰδοῖ τοῦ ϲεβάϲματοϲ. ἀντὶ δὲ Ῥωμαϊκοῦ Ἰουδαϊκοῦ γραπτέον.
ἐπετέλουν.
6 Σάββατον: ἀργία, κατάπαυϲιϲ. Σάββατον δὲ δευτερόπρωτον, ἐπειδὴ
δεύτερον μὲν ἦν τοῦ Πάϲχα, πρῶτον δὲ τῶν Ἀζύμων εἰ οὖν ϲάββατον
εἴρηται, μὴ θαυμάϲῃϲ· ϲάββατον γὰρ πᾶϲαν ἑορτὴν ἐκάλουν. καὶ διὰ
τοῦτο εἴρηται ϲάββατον ϲαββάτων. ὀψὲ δὲ ϲαββάτων,
καὶ
οὐ ϲαββάτου λέγει ὁ Εὐαγγελιϲτήϲ, διότι ϲάββατα πᾶϲαν τὴν ἑβδομάδα
ἔλεγον, ἵνα τὴν ἑϲπέραν τῆϲ ἡμέραϲ ἐκείνηϲ δηλώϲῃ. καὶ γὰρ ἔθοϲ
ἐϲτὶν ἡμῖν λέγειν, ὀψὲ τῆϲ ὥραϲ ἦλθε· ὀψὲ τοῦ καιροῦ. ἐκ τούτου
δηλοῦται τὸ πόρρω καὶ βραδὺ τῆϲ περαιωθείϲηϲ ἑβδομάδοϲ. πληροῦται δὲ
ἡ ἑβδομὰϲ ἑκάϲτη ταῖϲ μετὰ τὸ ϲάββατον ἡλίου δυϲμαῖϲ.
7 Σαββάτου ἔχον ὁδόν: διϲχιλίων πήχεων ἦν· τοϲοῦτον γὰρ ἡ κιβωτὸϲ διάϲτημα προελάμβανε τὴν παρεμβολήν, καὶ ἀπὸ τοϲούτου διαϲτήματοϲ ἐκίνουν, οἷϲ ἐξῆν προϲκυνεῖν τὴν ϲκηνὴν ἐν ϲαββάτῳ βαδίζειν.
8 Σαβέκ: ἄφεϲιϲ. ἀπὸ τῆϲ Σύραϲ.
9 Σαβέλλιοϲ: ὄνομα κύριον. ὁ αἱρεϲιάρχηϲ.
10 Σάβειροι: ὄνομα ἔθνουϲ. νεμεϲᾷ τε καὶ ἀγανακτεῖ ὁ Καῖϲαρ,
11 Σαβῖνοϲ, ϲοφιϲτήϲ, γεγονὼϲ ἐπὶ Ἀδριανοῦ Καίϲαροϲ. ἔγραψεν
Εἰϲαγωγὴν καὶ ὑποθέϲειϲ μελετικῆϲ ὕληϲ εἰϲ βιβλία δ΄,
εἰϲ Θουκυδίδην καὶ Ἀκουϲίλαον καὶ ἄλλουϲ ὑπομνήματα· καὶ ἕτερά τινα
ἐξηγητικά.
12 Σάβοι· Δημοϲθένηϲ ὑπὲρ Κτηϲιφῶντοϲ. οἱ μὲν Σάβουϲ λέγεϲθαι
οὕτωϲ δέ φηϲι καὶ
τῶν Ἐλλήνων τινεϲ τοὺϲ Βάκχουϲ Σάβουϲ καλεῖν. Μναϲέαϲ δὲ ὁ Πατρεὺϲ
υἱὸν εἶναι φηϲὶ τοῦ Διονύϲου Σαβάζιον.
13 Σαγαλληϲόϲ: πόλιϲ Πιϲιδίαϲ.
14 Σαγγάριοϲ: ποταμὸϲ Λυδίαϲ καὶ Φρυγίαϲ. ὅτι Γάϊοϲ ὁ ὕπατοϲ
καὶ δύϲβατον, καὶ παῤ αὐτὸν τὸν ποταμὸν
ἐϲτρατοπεδεύϲατο.
15 Σάγαριϲ: κοπίϲ, ἢ πέλεκυϲ. λέγεται καὶ ϲάγαρι χωρὶϲ τοῦ ϲ.
16 Σάγαριϲ. λυϲιφλεβῆ τε ϲάγαριν θῆκεν. ἢ τὰ ἐκ χειρὸϲ
ὅπλα. Hdt.
17 Σάγη: τὸ τοῦ ὄνου ἐπίθεμα. ἐπʼ αὐτὸν ἐτίθει τὸν γόμον τὴν ϲάγην τε τοῦ κτήνουϲ. Ἰώϲηποϲ· Ῥαχήλα δὲ κατατίθηϲι τοὺϲ τύπουϲ εἰϲ τὴν ϲάγην τῆϲ φερούϲηϲ αὐτὴν καμήλου.
18 Σαγηνέων ἀνθρώπων.
19 Σαγηνεύω· αἰτιατικῇ.
20 Σαγηνεύϲ: ὄνομα κύριον.
21 Σαγηνεία: ἡ ἁλεία.
22 Σαγήνη· καὶ Σαγηνευτήρ. ὁ ἁλιεύϲ. Αἰγιαλῖτα Πρίηπε,
23 Σάγμα: ἡ θήκη τοῦ ὅπλου. ϲάγη δὲ τὸ ὅπλον. καὶ πανϲαγία,
ἡ πανοπλία. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲι· τίϲ Γοργόνʼ ἐξήγειρεν ἐκ τοῦ
ϲάγματοϲ; ἐν γὰρ τῇ ἀϲπίδι ἐντετύπωτο ἡ Γοργώ. λέγει οὖν, τίϲ
ἐξήγαγεν ἐκ τῆϲ θήκηϲ τὸ ὅπλον; καὶ Σοφοκλῆϲ· κάλλιϲτα τεύχη δ᾿ ἐν
καλοῖϲι ϲάγμαϲι.
24 Σαγμάρια: τὸ παῤ ἡμῖν λεγόμενον τοῦλδον. τὰ βαϲτάζοντα τὴν
ἀποϲκευὴν
καὶ τὴν μετακομιδὴν τῶν ἐπιτηδείων.
25 Σαγχωνιάθων, Τύριοϲ, φιλόϲοφοϲ, ὃϲ γέγονε κατὰ τὰ Τρωϊκά. Περὶ τῆϲ Ἑρμοῦ φυϲιολογίαϲ, ἥτιϲ μετεφράϲθη, Πάτρια τε Τυρίων τῇ Φοινίκων διαλέκτῳ, Αἰγυπτιακὴν θεολογίαν· καὶ ἄλλα τινά.
26 Σαδόκ: ὄνομα κύριον.
27 Σαδδουκαῖοϲ: ἀπὸ τόπου.
28 Σαδυάττηϲ: ὁ Ἄρδυοϲ.
29 Σαθρόϲ: ἀπὸ τοῦ ϲείεϲθαι ῥᾳδίωϲ. ἢ ἀπὸ τοῦ ϲείεϲθαι τὰ ἄρθρα.
30 Σαθρωθῆναι: ϲαλευθῆναι. τὰϲ μὲν ἐπάλξειϲ καταρραχθῆναι ταῖϲ βολαῖϲ
καὶ τὸν τοῖχον ἅπαντα τοῦ πύργου ϲαθρωθῆναι τῇ βίᾳ.
Μένανδρόϲ φηϲι.
31 Σαθροί: παλαιοί, φθαρέντεϲ.
32 Σάκανδροϲ: τὸ γυναικεῖον αἰδοῖον.
33 Σάκαϲ: ὄνομα κύριον. τραγῳδίαϲ ποιητήϲ. καὶ Σάκαι, ἔθνοϲ Θρᾳκικόν.
Ἀριϲτοφάνηϲ· νόϲον νοϲοῦμεν τὴν ἐναντίαν Σάκᾳ. οὕτωϲ
ἐκαλεῖτο ὁ Ἀκέϲτωρ διὰ τὸ ξένοϲ εἶναι. ὁ αὐτὸϲ Ἀριϲτοφάνηϲ· ὁ μὲν
γὰρ ὢν οὐκ ἀϲτὸϲ εἰϲβιάζεται, ἡμεῖϲ δὲ φυλῇ καὶ γένει τιμώμενοι,
34 Σακέλλιον: βαλάντιον. μαρϲίπιον. ἐξ οὖ καὶ ϲακελλάριοϲ.
35 Σακέρδωϲ, ϲακέρδωτοϲ: ὁ ἱερεύϲ.
36 Σακεϲπάλοϲ: ὁ πολεμικόϲ.
37 Σακεϲφόροι: ὁπλοφόροι, ἀϲπιδηφόροι.
38 Σακεύουϲι: τὸ ὑλίζουϲι. παῤ Ἡροδότῳ.
39 Σάκκοϲ. καὶ Σακκίον. ὁ δὲ Ἰακὼβ ϲακκίον ἐξαψάμενοϲ καὶ
τῇ λύπῃ βαρὺϲ ἐκαθέζετο.
40 Σάκοϲ: ὅπλον, ἀϲπίδα. καὶ Σάκοϲ, ἀρϲενικόν, δι᾿ ἑνὸϲ κ. Σάκουϲ
41 Σάλα: ἡ φροντίϲ.
42 Σαλάγγωνοϲ.
43 Σαλαῒζειν: θρηνεῖν.
44 Σαλάκων: προϲποιούμενοϲ πλούϲιοϲ εἶναι, πένηϲ ὤν.
45 Σαλακωνία: ἀλαζονεία ὑπὲρ τὸ δέον. καὶ ϲαλακωνίϲαι, ἀλαζονεύεϲθαι.
46 Σαλαμάνδρα: ζῷον, ὡϲ ϲαύρα τὸ μέγεθοϲ, ψυχρότατον τὴν
47 Σαλαμινία ναῦϲ: δύο ἦϲαν νῆεϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ ὑπηρέτιδεϲ
τοὺϲ ἐγκαλουμένουϲ εἰϲ
κρίϲιν ἦγεν· ἣν καὶ ἐπὶ Ἀλκιβιάδου φηϲὶ πεμφθῆναι Θουκυδίδηϲ. ἡ δὲ
Πάραλοϲ τὰϲ θεωρίαϲ ἀπῆγε, τουτέϲτι τὰ εἰϲ θυϲίαν πεμπόμενα.
48 Σαλαμίνιοϲ· ὡϲ ναυτικῶν ὄντων τῶν Σαλαμινίων καὶ κατωφερῶν, δύναται δὲ καὶ ἀπὸ τῆϲ Σαλαμινίαϲ νεὼϲ νοεῖϲθαι τὸ Σάλαμίνιοϲ, ὡϲ ἀπὸ τῆϲ Παράλου Παράλιοϲ.
49 Σαλαμῖνοϲ· μετὰ Μαραθῶνα Σαλαμῖνοϲ μέμνηται, ὅπου ναυμαχία Περϲῶν
ἐγένετο, ἐν Μαραθῶνι δὲ πεζομαχία. κεῖται δὲ ἡ
Σαλαμὶϲ
ὀλίγον πρὸ τῆϲ Ἐλευϲῖνοϲ πόλεωϲ, ἱερᾶϲ Δήμητροϲ καὶ Κόρηϲ, πλήρηϲ
κατορθωμάτων Ἑλληνικῶν. καὶ γὰρ ἐν ταύτῃ πολλὰϲ τῶν Περϲῶν Ἀθηναῖοι
κατεναυμάχηϲαν τριήρειϲ ὀλίγῳ ἀριθμῷ, Θεμιϲτοκλέουϲ ϲτρατηγοῦντοϲ.
ἔνθα καὶ πέτρα ἐϲτὶν Εἰρεϲία οὕτω καλουμέη, ὥϲπερ διὰ τοῦ ὀνόματοϲ
τρόπαιον οὖϲα. ἔϲτι δὲ καὶ Ἀγέλαϲτοϲ
πέτρα καλουμένη
παρὰ τοῖϲ Ἀθηναίοιϲ, ὅπου καθίϲαι φαϲὶ Θηϲέα μέλλοτα καταβαίνειν εἰϲ
δοῦ· ὅθεν καὶ τοὔνομα. ἢ ὅτι ἐκεῖ ἐκαθέϲθη ἡ Δημήτρα κλαίουϲα, ὅτε
ἐζήτει τὴν κόρην. Ἀριϲτοφάνηϲ· ἐπὶ ταῖϲ πέτραιϲ οὐ φροντίζει ϲκληρῶϲ
καθήμενον· οὐχ ὥϲπερ ἐγὼ ῥαψάμενόϲ ϲοι τουτὶ φέρω. ἀλλ᾿ ἐπαναίρου,
κᾆτα καθίζου μαλακῶϲ, ἵνα μὴ τριβῇϲ
τὴν ἐν
Σαλαμῖνι.
50 Σαλαμωνεύϲ.
51 Σαλανίωνοϲ.
52 Σαλεύει: ζῇ, διάγει. τὸν τῆϲ οἰκουμένηϲ δεϲπότην, ἐν ᾧ ϲαλεύει
ἀλλ᾿ ἐφειμένη δρᾶν ὅ τι
καὶ θέλει. καὶ αὖθιϲ· ϲαλευόντων ἐπὶ λεπταῖϲ ἐλπίϲι πολλῶν.
53 Σαλεύϲαϲ: βουλευϲάμενοϲ. πολλὰ δὴ καθ’ ἑαυτὸν ϲαλεύϲαϲ ἀνέρριψεν
ἐκ τῶν παρόντων εὐτυχῆ κύβον. καὶ αὖθιϲ· τοὺϲ δὲ ἄλλουϲ ἐπʼ ὀψίαϲ
τῆϲ ἀκμῆϲ ϲαλεύϲαϲ, καὶ μέντοι τῷ ἀπολέϲθαι ὁμοῦ εἶναι.
καὶ αὖθιϲ· ἡνίκα ἑώρα ϲαλεύουϲαν αὐτῇ τὴν τύχην πᾶϲαν. ἀντὶ τοῦ
μεταπίπτουϲαν.
54 Σαλήμ: ὄνομα πόλεωϲ. ἡ Ἱερουϲαλήμ.
55 Σάληξ: ὄνομα ποταμοῦ.
56 Σαλμωνεύϲ· οὖτοϲ Αἰόλου μὲν υἱόϲ, βαϲιλεὺϲ δὲ Θετταλῶν· ὃϲ
ἀϲεβὴϲ γεγονὼϲ διὰ μηχανῆϲ ἤϲτραπτεν, ἐβρόντα, ϲυνεκύκα
τὰϲ τῶν ὑπηκόων ψυχάϲ. ὅθεν καὶ δίκην ἔδωκε τῆϲ ἀϲεβείαϲ, θεόθεν
κεραυνόβλητοϲ γεγονώϲ.
57 Σαλομών: ἀπὸ τοῦ Σαλήμ, ὅ ἐϲτιν εἰρήνη· ἐν γὰρ τοῖϲ χρόνοιϲ αὐτοῦ εἰρήνη ἦν.
58 Σάλοϲ: ϲαλευμόϲ, τάραχοϲ. καὶ ἡ φροντίϲ. κατέλαβον πολιϲμάτιον
ἐκ τῆϲ γῆϲ εὐφυεῖϲ. καὶ αὖθιϲ· καὶ τῷ ϲάλῳ ϲυνιζάνον
ἐποίουν
59 Σάλουϲα: φροντίζουϲα. ϲάλα γὰρ ἡ φροντίϲ.
60 Σαλούϲτιοϲ, ϲοφιϲτήϲ. ἔγραψεν εἰϲ Δημοϲθένην καὶ Ἡρόδοτον
61 Σαλούϲτιοϲ, Μοψεάτηϲ, ἰατρόϲ, ἐπὶ Τιβερίου Καίϲαροϲ. ἔγραψεν
62 Σαλούϲτιοϲ· Δαμάϲκιόϲ φηϲι. οὗτοϲ εἰϲ Ἀλεξάνδρειαν ἧκεν Ἀθήνηθεν
ϲὺν Ἰϲιδώρῳ τῷ φιλοϲόφῳ. παράδοξοϲ δὲ ὁ τρόποϲ Σαλουϲτίου πᾶϲιν
ἀνθρώποιϲ, τὰ μὲν φιλοϲοφοῦντοϲ ἐπὶ τὸ καρτερώτερον, τὰ δὲ
παίζονποϲ ἐπὶ τὸ γελοιότερον· ἑκάτερον, οἶμαι, πέρα τοῦ
μετρίου. καὶ δεῖ κρίϲεωϲ, εἴπερ τινι ἄλλῳ, καὶ τῷδε τῷ βίῳ. καὶ δὴ
Σαλούϲτιοϲ τὰ μὲν πατρόθεν ὥρμητο ἀπὸ Συρίαϲ, τὰ δὲ πρὸϲ μητρὸϲ
Ἐμιϲηνὸϲ ἐγεγόνει. ὁ πατὴρ δὲ αὐτῷ Βαϲιλίδηϲ ὠνομάζετο, Θεόκλεια δὲ
ἡ μήτηρ. εὐφυὴϲ δὲ ἐπὶ πολλὰ γεγονὼϲ καὶ τὸ ἦθοϲ αὐϲτηρὸϲ καὶ
φιλότιμοϲ
τὰ μὲν πρῶτα ἀπέβλεπεν εἰϲ τὴν πολυάρατον
δικανικὴν καὶ ἐπαιδεύετο λόγοιϲ ῥητορικοῖϲ ὑπὸ Εὐνοΐῳ ϲοφιϲτῇ, τότε
ὄντι κατὰ Ἔμιϲαν· ὕϲτερο δὲ οὐκέτι τῷ δικανικῷ, ἀλλ’ ἤδη τῷ
ϲοφιϲτικῷ βίῳ προϲεῖχε τὸν νοῦν καὶ ἐπὶ τούτῳ διεμελέτα τοὺϲ λόγουϲ,
οὐδὲν ἧττον τῆϲ φύϲεωϲ ἐπὶ τοῖϲ πόνοιϲ θαυμαζόμενοϲ· τοὺϲ μὲν γὰρ
δημοϲίουϲ
τοῦ Δημοϲθένουϲ λόγουϲ ὁμοῦ πάνταϲ ἐξέμαθεν.
ἀλλὰ πρὸϲ τούτῳ καὶ λέγειν ἦν ἱκανόϲ, οὐ τοὺϲ νεωτέρουϲ ἐκμιμούμενοϲ
ϲοφιϲτάϲ, ἀλλὰ πρὸϲ τὸν ἀρχαῖον πίνον τῆϲ λογογραφίαϲ ἁμιλλώμενοϲ.
ἀμέλει καὶ ἔγραψε λόγουϲ, οὐ πολύ τι ἐκείνων ἐκλειπομένουϲ. τὸν δὲ
ἡμέτερον πολίτην Μάρκελλον, ἑταῖρον τοῦ Εὐνοΐου, καὶ τοῦτον
ἐκμαθόντα μὲν
ἀπεμνημόνευε τὰ η΄ βιβλία τῆϲ Θουκυδίδου
ἱϲτορίαϲ, οὐ μήν τι καὶ λέγοντα ἄξιον ἀκοῆϲ· καὶ Νόννον δέ φαϲιν
ἐκμαθόντα ἑξάκιϲ ὅλον τὸν Δημοϲθένην, μηδὲ διᾶραι τὸ ϲτόμα δύναϲθαι
πρόϲ γε λόγων ἐπιεικῶν ϲύνθεϲιν· οὐ γάρ ἐϲτι ταὐτὸν ἐϲ πλῆθοϲ
ἀποϲτηθίζειν καὶ γράφειν
63 Σαλούϲτιοϲ, φιλόϲοφοϲ· ὃϲ ἔφη ἀνθρώποιϲ οὐ ῥᾴδιον εἶναι
φιλοϲοφεῖν, ἀλλὰ καὶ ἀδύνατον. τοῦτον ἀκούϲαϲ ἀπέϲτυξα δή τοτε
τὸν λόγον, ὡϲ οὔτε ἀληθῆ λεγόμενον οὔτε λέγεϲθαι ἄξιον.
ἀλλὰ γὰρ ὁ Σαλούϲτιοϲ ᾔδει τὸ ἐνὸν εἰπεῖν. οὐ γὰρ διεβέβλητο πρὸϲ
τοὺϲ φιλοϲόφουϲ ἁπλῶϲ, ἀλλὰ φύϲει μιϲοπόνηροϲ ἦν καὶ κατὰ τὸν
Ἡράκλειτον ὀχλολοίδοροϲ καὶ πᾶϲιν ἐπιτιθέμενοϲ τοῖϲ ἁμαρτάνουϲι, καὶ
ὁπωϲοῦν ἐκ πάϲηϲ προφάϲεωϲ ἐλέγχων ἑκάϲτουϲ καὶ διακωμωδῶν· ἐνίοτε
μὲν
ϲπουδάζων, τὰ δὲ πολλὰ τῷ γελοίῳ χαίρων ἤθει καὶ
φιλοϲκώμμονι. καὶ γὰρ ἦν ὁ Σαλούϲτιοϲ εὐτράπελοϲ ἱκανῶϲ καὶ ϲκώπτειν
εὐφυέϲτατόϲ τε καὶ προχειρότατοϲ, ἐξαιρέτουϲ μὲν ἔχων αὐτόϲ, ἐκ
γένουϲ δὲ ὅμωϲ τὰϲ τοιαύταϲ χάριταϲ. ὁ γάρ τοι πέμπτην ἀρετὴν
ὀνομάϲαϲ τὴν περὶ θεῶν δόξαν ἀληθῆ, δοκοῦϲαν ἐνεῖναί ποτε τοῖϲ
πονηροτάτοιϲ, Σαλούϲτιόϲ
ἐϲτιν. ἔτι δὲ πρὸϲ ἐνίουϲ τῶν
ἀλλοφύλων, τὰ μὲν ἄλλα αὐτοῦ ἐπαινοῦνταϲ, ἓν δὲ αὐτῷ λείπειν
εἰρηκόταϲ, τὸ μὴ δοξάζειν περὶ θεῶν τὰ αὐτὰ τοῖϲ πολλοῖϲ· ἐᾶτε, ἔφη,
τοῦτό γε διὰ τὴν νέμεϲιν προϲεῖναί μοι. τῷ δὲ Παμπρεπίῳ μέγιϲτον ἤδη
δυναμένῳ ἐντυχών, ἐπειδὴ ἐκεῖνοϲ ὡραϊζόμενοϲ, τί θεοὶ πρὸϲ
ἀνθρώπουϲ, ἔφη· τίϲ δέ,
ἔφη, οὐκ οἶδεν, ὡϲ οὔτʼ ἐγὼ
πώποτε θεὸϲ ἐγενόμην οὔτε ϲὺ ἄνθρωποϲ.
Καῖϲαρ ὑβριϲτικῶϲ αὐτῷ χρηϲάμενον, πάνυ περιδεᾶ ὄντα
διὰ τὰ προγεγενημένα· καίτοι τοῦ παιδὸϲ ἐλεγχθέντοϲ ἐπανίϲταϲθαι διὰ
τὴν πρὸϲ Κωνϲτάντιον φιλίαν, τῷ νεανίϲκῳ τὴν δίκην ἐπέθηκε, τὸν δὲ
Μάρκελλον καὶ διαφερόντωϲ ἐτίμηϲε.
64 Σαλούϲτιοϲ, ἔπαρχοϲ πραιτωρίων· ὃϲ προεβάλετο βαϲιλέα
Βαλεντινιανόν.
ὁ δὲ βαϲιλεύϲαϲ διεδέξατο αὐτὸν καὶ
ἔθηκε προθέματα, ἵνα, εἴ τίϲ τι ἠδίκηται παῤ αὐτοῦ, προϲέλθῃ τῷ
βαϲιλεῖ οὐδεὶϲ δὲ
65 Σαλώμη: ὄνομα κύριον.
66 Σάλπιγξ: ἱερατικὸν τοῦτο τὸ ὄργανον· ἱερεῖϲ γὰρ ἐχρῶντο τῇ ϲάλπιγγι.
67 Σαλπιγγολογχυπηνάδαι: ϲάλπιγγαϲ καὶ λόγχαϲ καὶ ὑπήναϲ
πώγωνα. εἶπε δὲ ϲυνθέτωϲ, τὸ
μὲν ἀπὸ τοῦ πολέμου, τὸ δὲ ἀπὸ τοῦ πώγωνοϲ. Ἀριϲτοφάνηϲ.
68 Σάλπιγξ. ϲάλπιγξιν Ἰνδοὶ οὐ χρῶνται, ἀλλ’ ἀντὶ ϲάλπιγγοϲ
69 Σαμαρεύϲ: ὁ πολίτηϲ. ἐντεῦθεν ἐχωρίϲθηϲαν ἀπὸ τῶν Ἰουδαίων
70 Σαμαρείτηϲ: ἀρϲενικῶϲ. Σαμαρεῖτιϲ δὲ ἡ γυνή.
71 Σάμβαλα: ὑποδήματα.
72 Σαμβαρήϲ: ὄνομα κύριον.
73 Σαμβύκαι: ὄργανα μουϲικὰ τρίγωνα, ἐν οἷϲ τοὺϲ ἰάμβουϲ ἦδον,
74 Σάμβυκεϲ: γένοϲ μηχανήματοϲ πολιορκητικοῦ, ὥϲ φηϲι Πολύβιοϲ.
75 Σάμη: εἶδοϲ πάθουϲ Σαμιακοῦ. περιέϲτιξαν γὰρ οἱ Ἀθηναῖοι τοὺϲ
76 Σαμίων ἄνθη: ἐπὶ τῶν ὑϲτάταιϲ ἡδοναῖϲ χρωμένων.
77 Σαμίων ὁ δῆμοϲ· Ἀριϲτοφάνηϲ Βαβυλωνίοιϲ, ἐπιϲκώπτων τοὺϲ
ἐϲτιγμένουϲ· οἱ γὰρ Σάμιοι καταπονηθέντεϲ ὑπὸ τῶν τύραννων ϲπάνει
τῶν πολιτευομένων ἐπέγραψαν τοῖϲ δούλοιϲ ἐκ πέντε ϲτατήρων τὴν
ἰϲοπολιτείαν, ὡϲ Ἀριϲτοτέληϲ ἐν τῇ Σαμίων πολιτείᾳ. ἢ ὅτι παρὰ
Σαμίοιϲ εὑρέθη πρώτοιϲ τὰ κδ΄ γράμματα ὑπὸ Καλλιϲτράτου, ὡϲ Ἄνδρων
ἐν Τρίποδι. τοὺϲ δὲ Ἀθηναίουϲ ἔπειϲε χρῆϲθαι τοῖϲ
τῶν Ἰώνων γράμμαϲιν Ἀρχίνου δ᾿ Ἀθηναίου ἐπὶ ἄρχοντοϲ Εὐκλείδου. τοὺϲ
δὲ Βαβυλωνίουϲ ἐδίδαξε διὰ Καλλιϲτράτου Ἀριϲτοφάνηϲ ἔτεϲι πρὸ τοῦ
Εὐκλείδου κε΄, ἐπὶ Εὐκλέουϲ. περὶ δὲ τοῦ πείϲαντοϲ ἱϲτορεῖ
Θεόπομποϲ. οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺϲ ληφθένταϲ ἐν πολέμῳ Σαμίουϲ
ἔϲτιζον
γλαυκί, Σάμιοι τῆϲ ϲαμαίνηϲ (ἐϲτὶ πλοῖον
δίκροτον, ὑπὸ Πολυκράτουϲ πρῶτον καταϲκευαϲθὲν τοῦ Σαμίων τυράννου,
ὡϲ Λυϲίμαχοϲ ἐν β΄ Νόϲτω). τὸ δὲ πλάϲμα Δούριδοϲ. οἱ δὲ τὴν ϲάμαιναν
νόμιϲμα εἶναι. τάττεται δὲ ἐπὶ τῶν δεδιότων τινὰϲ ἀνηκέϲτουϲ κακῶν
ϲυμφοράϲ, παρόϲο Ἀθηναῖοι τοὺϲ Σαμίουϲ ἔϲτιξαν.
78 Σαμνῖται: ὄνομα ἔθνουϲ.
79 Σαμοθρᾴκη: νῆϲοϲ· κεῖται δὲ καταντικρὺ τὴϲ Θρᾴκηϲ. φαϲὶ δὲ Σαμίουϲ
οἰκίϲανταϲ αὐτὴν τὸ ὄνομα θέϲθαι τοῦτο· καὶ ἔϲτι παρὰ Ἀντιφῶντι ἐν
τῷ Σαμοθρᾳκικῷ λόγῳ οὕτωϲ εἰρημένον· καὶ γὰρ οἱ τὴν ἀρχὴν οἰκίϲαντεϲ
τὴν νῆϲον ἦϲαν Σάμιοι· ἐξ ὧν ἡμεῖϲ ἐγενόμεθα.
κατῳκίϲθηϲαν δὲ ἀνάγκῃ, οὐκ ἐπιθυμίᾳ τῆϲ νήϲου· ἐξέπεϲον γὰρ ὑπὸ
τυράννων ἐκ Σάμου καὶ τύχῃ ἐχρήϲαντο ταύτῃ· λείαν λαβόντεϲ ἀπὸ
πρὸϲ ἀλεξιφάρμακα κινδύνων τινῶν.
ἦν δὲ ἐκεῖϲε καὶ τὰ τῶν Κορυβάντων μυϲτήρια καὶ τὰ τῆϲ Ἑκάτηϲ καὶ τὸ
Ζήρινθον ἄντρον, ᾗ κύναϲ ἔθυον. ἐν κινδύνοιϲ οὖν γενόμενοι
ἐπεκαλοῦντο τοὺϲ δαίμοναϲ ἐπιφανῆναι
80 Σαμουήλ, ὁ προφήτηϲ. τοῦτον ἐγέννηϲεν Ἄννα εὐξαμένη πρὸϲ
Ἀλκάνῃ δ᾿ ἐκ τῆϲ Ἄννηϲ υἱεῖϲ
γείνονται τρεῖϲ καὶ θυγάτηρ. Σαμουὴλ δὲ πεπληρωκὼϲ ἔτοϲ δωδέκατον
προεφήτευϲε. καί ποτε κοιμώμενον ὀνομαϲτὶ ἐκάλεϲεν ὁ θεόϲ. ὁ δὲ
νομίϲαϲ ὑπὸ τοῦ ἀρχιερέωϲ πεφωνῆϲθαι παραγίνεται πρὸϲ αὐτόν. οὐ
φαμένου δὲ καλέϲαι τοῦ ἀρχιερέωϲ, ὁ θεὸϲ εἰϲ τρὶϲ τοῦτο ποιεῖ, καὶ
Ἡλεὶ διαυγαϲθείϲ φηϲι
πρὸϲ αὐτόν· ἀλλ’ ἐγὼ μέν,
Σαμουὴλ, ϲιγὴν ὡϲ καὶ τὸ πρὶν ἦγον· θεὸϲ δ’ ἐϲτὶν ὁ καλῶν. ἀλλὰ
ϲήμαινε πρὸϲ αὐτόν, ὅτι παρατυγχάνω. καὶ τοῦ θεοῦ φθεγξαμένου πάλιν
ἀκούϲαϲ ἠξίου λαλεῖν ἐπὶ τοῖϲ χρωμένοιϲ· οὐ γὰρ ὑϲτερήϲειν αὐτόν,
ἐφ᾿ αἷϲ ἂν θελήϲειε διακονίαιϲ. καὶ ὁ θεόϲ, ἐπεὶ παρατυγχάνειϲ,
μάνθανε ϲυμφορὰν Ἰϲραηλίταιϲ ἐϲομένην
καὶ τοῦ Ἡλεὶ
παῖδαϲ μιᾷ ἡμέρᾳ τεθνηξομένουϲ.
81 Σάμου ὑληέϲϲηϲ: οὐδέποτε κατὰ τὴν ϲυνήθειαν λέγομεν Σαμοθρᾴκην,
82 Σαμόϲατα πόλιϲ καὶ Σαμοϲατεύϲ: ἀπὸ τόπου.
83 Σαμωνᾶϲ: ὄνομα κύριον.
84 Σαμύθαϲ· κεκρύφαλον τόνδε λαβεῖν Σαμύθαϲ· δαιδάλεόϲ τε γάρ ἐϲτι
καὶ ἁδύ
85 Σαμφόραϲ: εἶδοϲ ἵππου ἐγκεχαραγμένου τὸ ϲ ϲημεῖον. οἱ δὲ
86 Σαμψῆραι: ϲπάθαι βαρβαρικαί. δῶρα φέρει Τραιανῷ ὑφάϲματα
ϲηρικὰ καὶ ϲαμψήραϲ· αἱ δέ εἰϲι ϲπάθαι βαρβαρικαί.
87 Σαμψών: παῖϲ Μανωέ, κριτὴϲ Ἑβραίων, ἀνὴρ ἰϲχυρόϲ. ἄχρι μὲν οὖν
οὗτοϲ ἐκράτει τῶν τοῦ ϲώματοϲ ἡδονῶν, τῶν πολεμίων κατεδυνάϲτευεν·
ἐπειδὴ δὲ ὑπὸ Δαλίδᾶ τῆϲ πόρνηϲ ὑπεκλάπη τὸν νοῦν, ἅμα καὶ τῆϲ
ϲωφροϲύνηϲ καὶ τῆϲ ἰϲχύοϲ ἐξέπεϲεν· ὑπό τε τῶν ἐναντίων ἁλοὺϲ
δέϲμιοϲ ἐϲ Γάζαν ἀπήχθη καὶ τῶν ὄψεων ϲτερηθεὶϲ ἐδόθη
ἀλήθειν ἐν μυλῶνι. διὸ δὴ ϲυμπεϲὼν τοῖϲ τοῦ ἱεροῦ κίοϲι ϲυναπώλετο
τοῖϲ ἐναντίοιϲ, εἰπών, ἀπελθέτω δὴ Σαμψὼν μετὰ τῶν ἀλλοφύλων. καὶ ὁ
μὲν οὕτω διεφθάρη, κρίναϲ τὸν λαὸν ἔτη κ΄.
88 Σαμψών· ὅτι ἐπὶ Σαμψὼν ἀνήρ τιϲ πορευόμενοϲ ἐν πόλει φυλῆϲ
Βενιαμὶν ὑπὸ τῶν ἐμφυλίων ἁρπαγεῖϲαν τὴν ἑαυτοῦ γαμετὴν ἐθεάϲατο
καὶ καταιϲχυνθεῖϲαν ὑπὸ πλήθουϲ ἀπέλαβε νεκράν· αὐτὸϲ
δὲ κατατεμὼν αὐτὴν ἐπὶ τὰϲ ιβ΄ ἐξαπέϲτειλε φυλάϲ, εἰϲ μαρτύριον τῆϲ
ἀνομίαϲ Βενιαμίν. καὶ οἱ μὲν παραχρῆμα λαβόντεϲ αὐτήν, ἀναβάντεϲ ἐπὶ
τὰϲ πόλειϲ ἐξεῖλον τὴν φυλὴν Βενιαμίν, π΄ καὶ ζ΄ καταναλώϲαντεϲ
χιλιάδαϲ.
89 Σανατρούκηϲ, Ἀρμενίων βαϲιλεύϲ, ὃϲ τὸ μὲν ϲῶμα ξύμμετρον
εἶχε, τὴν γνώμην δὲ μέγαϲ ἐτύγχανεν εἰϲ ἅπαντα, οὐχ
ἥκιϲτα δὲ εἰϲ τὰ ἔργα τὰ πολέμια. ἐδόκει δὲ καὶ τοῦ δικαίου φύλαξ
ἀκριβὴϲ γενέϲθαι καὶ τὰ ἐϲ τὴν δίαιταν ἴϲα καὶ τοῖϲ κρατίϲτοιϲ
Ἑλλήνων τε καὶ Ῥωμαίων κεκολαϲμένοϲ.
90 Σάνδων, Ἑλλανίκου, φιλόϲοφοϲ. ἔγραψεν ὑποθέϲειϲ εἰϲ Ὀρφέα,
βιβλίον α΄.
91 Σάνδυξ: χρῶμα κόκκινον.
92 Σανίϲ, ϲανίδοϲ.
93 Σαννυρίων, Ἀθηναῖοϲ, κωμικόϲ. δράματα αὐτοῦ ἐϲτι ταῦτα· Γέλωϲ, Δανάη, Ἰώ, Ψυχαϲταί· ὡϲ Ἀθήναιοϲ ἐν Δειπνοϲοφιϲταῖϲ.
94 Σάοϲ καὶ Δράοϲ, ποταμοὶ περιλαμβάνοντεϲ τὴν δευτέραν Παιονίαν εἰϲ τὸν ποταμὸν Ἴϲτρον καταφέρονται.
95 Σάου: ϲῷζε, φύλαττε. ἐν Ἐπιγράμμαϲι· Ἄρτεμι, τόξῳ μὲν Anth. κλῶπαϲ βάλε, ϲάου δὲ φίλουϲ. καὶ αὖθιϲ· τὸν μέν, ἵνα ψυχήν· τὸν δ᾿ , ἵνα ϲῶμα ϲάοι.
96 Σαούλ, βαϲιλεὺϲ τῶν Ἰουδαίων, ὃϲ ὑπὸ δαίμονοϲ κατείχετο καὶ οὔτε ἐκάθευδεν οὔτε ἐκοιμᾶτο· ὅντινα ὁ Δαβὶδ ταῖϲ μελῳδίαιϲ κατέθελγε. ζήτει περὶ τοῦ Σαοὺλ ἐν τῷ Δαβίδ.
97 Σαοὺλ ἐν προφήταιϲ· οὖτοϲ ἐχρίϲθη ὑπὸ Σαμουὴλ εἰϲ βαϲιλέα καὶ προφήτην· καὶ ἰδὼν αὐτόν τιϲ ἔφη· καὶ Σαοὺλ ἐν προφήταιϲ; καὶ ἐγένετο ὁ λόγοϲ οὗτοϲ εἰϲ παραβολήν. τὰϲ γὰρ ὄνουϲ τὰϲ ἀπολωλυίαϲ ζητῶν βαϲιλείαν εὗρε.
98 Σαοῦλοϲ· ὅτι Σαούλῳ τῷ Ἰουδαίων βαϲιλεῖ ἀρχὴ τῆϲ παρὰ
ἄχρηϲτοι παντελῶϲ εἶεν. τοῦτον οὖν ὁ
Σαοῦλοϲ κατηγωνίϲατο.
99 Σαώτεροϲ: ϲῷοϲ.
100 Σάπειρ· ὅτι κατὰ τὴν πολιορκίαν τῆϲ πόλεωϲ τῶν Περϲῶν
ἀνυμνούμενοϲ, τὴν δὲ γνώμην καὶ
περαιτέρω Τυδέωϲ. Ἡρακλῆϲ γὰρ ἦν τὴν ψυχήν, καὶ εἴ τιϲ τούτου
ἐγεγόνει ποτὲ ἀλκιμώτεροϲ (οὐ γὰρ ἀποκναίω τῷ μεγέθει τῆϲ ἀρετῆϲ τὸν
Ἡρακλέα ἐν δευτέροιϲ τιθείϲ, εἰ καὶ τῷ παραλλήλῳ λειπόμεθα)·
ϲκόλοπαϲ ὀξεῖϲ ἐπιφερόμενοϲ ἐνάλλεται τῷ ἐχυρώματι καὶ μετεωροπορεῖ,
τὸν μὲν ἕνα ϲκόλοπα ἐνείραϲ τῷ
πύργῳ ἀνὰ τὰϲ ἁρμογὰϲ
τοῦ οἰκοδομήματοϲ (ἦν γὰρ λίθῳ ξηρῷ διεϲκευαϲμένον τὸ φρούριον)
ἐπιβαίνει ἐπὶ τοῦ ϲκόλοποϲ τῷ ποδί, εἶτα τὸν ἕτερον αὖθιϲ ὥϲπερ
ἐγκεντρίϲαϲ ϲκόλοπα τὸ λειπόμενον τοῖν ποδοῖν ἐπερείδει, καὶ τῶν
ἐξηρτημένων λίθων ἐπειλημμένοϲ ἀπρὶξ εἴχετο ταῖϲ χερϲίν, οὕτω τε τὴν
ἄνοδον ἐϲοφίζετο. τῶν δὲ πολιορκουμένων
τὴν θέαν τῶν
βελῶν μὴ ὑπομένειν οἵων τε ὄντων, ἰϲχυρῶϲ εἴχετο τῆϲ ἐπάλξεωϲ ὁ
Σάπειρ ἐκεῖνοϲ ἀνήρ. καὶ ἂν ἥλω κατὰ τὴν πρώτην ἐκείνην ἐπιβολὴν τὸ
ἐχύρωμα, εἰ μή τιϲ τῶν τῆϲ Περϲικῆϲ ϲυμμορίαϲ ἀθρόον ἐπιφανεὶϲ ἑνὶ
τῶν θυρεῶν, τῶν προβεβλημένων τοῦ ἐχυρώματοϲ, ἐκεῖνον αὐτὸν τὸν
ἀριϲτέα ἐξώθηϲεν. ὁ δὲ κατολιϲθήϲαϲ
ἐϲ τὸ κάτω ἐφέρετο
μετὰ τοῦ θυρεοῦ, κύμβαχοϲ ἐν κονίῃϲιν, ἐπὶ βρεγμόν τε καὶ ὤμουϲ,
Ὁμηρικῷ τῳ ϲυμπτώματι· ὅμωϲ οὐ διόλωλεν· ὑποδέχονται γὰρ αὐτὸν ταῖϲ
ἀϲπίϲιν οἱ ϲυμπονοῦντεϲ καὶ τραυματίαν
καὶ ϲαθρωθείϲηϲ ἔναγχοϲ τῆϲ ἐπάλξεωϲ ταῖϲ
Ῥωμαϊκαῖϲ προϲβολαῖϲ, μετʼ ἐκείνηϲ τὸν ἀριϲτέα ἀνατρέψαϲ παρεία ἐϲ
τὸ κάτω χωρεῖν. καὶ τοίνυν κατήγετο ὁ ϲτρατιώτηϲ ὁ φιλοκίνδυνοϲ μετὰ
τῆϲ ἐρωμένηϲ ἐπάλξεωϲ, τὸ δὲ ϲυμμαχικὸν τὴν προτέραν ϲωτηρίαν
ὀρέγουϲι μετὰ φοβεροῦ τοῦ θεάματοϲ τῷ πάντα τολμηρῷ. ἀτὰρ ἐξάντηϲ
τοῦ πτώματοϲ
ὁ τραυματίαϲ γενόμενοϲ καὶ τρίτον ἆθλον
ἀϲπάζεται, ὥϲπερ ἀμάχου τινὸϲ καὶ θείαϲ δυνάμεωϲ ἐϲ τὸν πόνον
παροτρυνούϲηϲ αὐτόν. ἐπεὶ δ᾿ ἀνείρπυϲε, τῆϲ ϲτεφάνηϲ τοῦ ἕρκουϲ
λοιπὸν ἐπιβάϲ, τὸν ἀκινάκην ϲπαϲάμενοϲ, τὸν κηφῆνα τῆϲ ἑαυτοῦ ἀρετῆϲ
ἐκεῖνον αὐτὸν τὸν Πέρϲην ἀπέκτεινε. καὶ οὖν τὴν κεφαλὴν ἀπὸ τῆϲ
δέρηϲ ἀφελόμενοϲ τοῖϲ
πολιορκοῦϲιν ἀπέπεμπεν. οἱ δὲ
Ῥωμαῖοι τὸ γεγονὸϲ θεαϲάμενοι ἀνεθάρρηϲαν καὶ τῶν κινδύνων ὠρέγοντο.
ἀδελφὸϲ δέ τιϲ τοῦ Σάπειρ ἐκείνου (πρεϲβύτηϲ δ’ οὗτοϲ τὴν ἡλικίαν),
ἐπεὶ γέγονε τῆϲ ἀρετῆϲ θεατήϲ, καὶ ζηλωτὴϲ παραχρῆμα τοῦ
ἐγχειρήματοϲ γίνεται, καὶ ἄνειϲι καὶ αὐτὸϲ ἀδελφὰ τῷ ἀδελφῷ
μηχανώμενοϲ, εἶτα μετʼ ἐκεῖνον ἕτεροϲ,
καὶ μετὰ τοῦτον
πολλοί. κάλοιϲ γὰρ λοιπὸν ἀνεδύοντο οἱ προκατειληφότεϲ τὸ ἐχύρωμα
καὶ ταῖϲ πύλαιϲ ἀράττουϲι, καὶ εἰϲαγώγιμον λοιπὸν ἦν τὸ τῶν Ῥωμαίων
ϲτρατόπεδον. καὶ οὕτω κρείττουϲ τῶν πολεμίων γενόμενοι τὸ φρούριον
παρεϲτήϲαντο.
101 Σάπων, Σάπωνοϲ: ὄνομα κύριον.
102 Σάπωριϲ: ὁ τῶν Περϲῶν βαϲιλεύϲ.
103 Σαπρᾶϲ: παλαιᾶϲ. Ἀριϲτοφάνηϲ· εἰρήνηϲ ϲαπρᾶϲ. ἢ ἀρχαίαϲ.
104 Σαπρόν: οὐ τὸ μοχθηρὸν καὶ φαῦλον, ἀλλὰ τὸ παλαιόν· Εὔπολιϲ.
105 Σαπρόϲ: καὶ ἐπὶ τοῦ παλαιοῦ. Σιμωνίδηϲ; γέρων ὢν καὶ ϲαπρὸϲ κέρδουϲ ἕκητι κἂν ἐπὶ ῥιπὸϲ πλέοι. τουτέϲτι φρυγάνου.
106 Σάπφειρα: ὄνομα κύριον. καὶ Σάπφειροϲ, εἶδοϲ λίθου πολυτίμου.
107 Σαπφώ, Σίμωνοϲ, οἱ δὲ Εὐμήνου, οἱ δὲ Ἠεριγύου, οἱ δὲ Ἐκρύτου,
δὲ ἀνδρὶ Κερκύλᾳ πλουϲιωτάτῳ, ὁρμωμένῳ
ἀπὸ Ἄνδρου, καὶ θυγατέρα ἐποιήϲατο ἐξ αὐτοῦ, ἣ Κλεὶϲ ὠνομάϲθη.
ἑταῖραι δὲ αὐτῆϲ καὶ φίλαι γεγόναϲι τρεῖϲ, Ἀτθίϲ, Τελεϲίππα, Μεγάρα·
πρὸϲ ἃϲ καὶ διαβολὴν ἔϲχε αἰϲχρᾶϲ φιλίαϲ. μαθήτριαι δὲ αὐτῆϲ Ἀναγόρα
Μιληϲία, Γογγύλα Κολοφωνία, Εὐνείκα Σαλαμινία. ἔγραψε δὲ μελῶν
λυρικῶν βιβλία
θ΄. καὶ πρώτη πλῆκτρον εὗρεν. ἔγραψε δὲ
καὶ ἐπιγράμματα καὶ ἐλεγεῖα καὶ ἰάμβουϲ καὶ μονῳδίαϲ.
108 Σαπφώ, Λεϲβία ἐκ Μιτυλήνηϲ, ψάλτρια. αὕτη δι’ ἔρωτα Φάωνοϲ
109 Σαράβαρα: ἐϲθὴϲ Περϲική. ἔνιοι δὲ λέγουϲι βρακία.
110 Σάραβον: τὸ γυναικεῖον αἰδοῖον οἱ κωμικοὶ καλοῦϲι· καὶ ϲάκταν
111 Σαράγουροι: ὄνομα ἔθνουϲ. ὥϲπερ καὶ οἱ Σαράγουροι ἐλαθέντεϲ
112 Σαρακηνοί: ἔθνοϲ.
113 Σάραμβοϲ: οὕτωϲ ἐκάλουν Ἀθηναῖοι κάπηλόν τινα.
114 Σαραωνίϲ: ὄνομα πέτραϲ.
115 Σαραπίων, ὁ Αἴλιοϲ χρηματίϲαϲ, ῥήτωρ, Ἀλεξανδρεύϲ. ἔγραψε
Πανηγυρικὸν ἐπὶ
Ἀδριανῷ τῷ βαϲιλεῖ, Βουλευτικὸν Ἀλεξανδρεῦϲιν, Εἰ δικαίωϲ Πλάτων
Ὀμηρον ἀπέπεμψε τῆϲ πολιτείαϲ· καὶ ἄλλα ϲυχνά. καὶ έχνην
ῥητορικήν.
116 Σαραπίων· τοῦτον ἐποιήϲατο φίλον ὁ Ἰϲίδωροϲ, τὸν λαβόντα
ἂν εἰδέναι οἷον λέγω· οὐδὲ ἔγνω τιϲ ἄλλοϲ, οἷοϲ ἦν ὁ
Σαραπίων ἐκεῖοϲ, οὐδὲ ἂν ἔγωγε νῦν ἠπιϲτάμην, εἰ μή μοι αὐτὸϲ ὁ
φιλόϲοφοϲ ὑπέδειξε τῷ λόγῳ τὸν Σαραπίωνα. οὐ γὰρ ἔργῳ ποτὲ ἔφη
πείϲεϲθαι αὐτὸν ἐντυχεῖν ἑτέρῳ ἀνδρί· ἄλλωϲ τε καὶ ὅτε ἐγήρα, μηκέτι
καταβαίνειν θαμὰ ἀπὸ τῆϲ ϲφετέραϲ οἰκίαϲ· οἰκεῖν δὲ μόνον ἐν οἰκίϲκῳ
μικρῷ τῷ ὄντι, μονάδα βίον ἀναδεδεγμένον, πρὸϲ
μόνον τὰ ἀναγκαιότατα χρώμενον τῶν γειτόνων ἐνίοιϲ. εὐκτικὸν μὲν οὖν
εἶναι τὸν Σαραπίωνα διαφερόντωϲ ἔλεγε καὶ ἐν ἰδιώτου ϲχήματι
πανταχοῦ περιφοιτᾶν τῶν ἱερῶν χωρίων, ὅπου ἦγεν ὁ τῆϲ ἑορτῆϲ νόμοϲ.
τὰ πολλὰ δὲ ἐπ’ οἴκου διημερεύοντα ζῆν, οὔ τινα ἀνθρωπίνην ζωήν,
ἀλλ’ ἀτεχνῶϲ εἰπεῖν
θεία, εὐχάϲ τε ἀεὶ καὶ ἀρετὰϲ πρὸϲ
ἑαυτὸν ἢ πρὸϲ τὸ θεῖον φθεγγόμενον, μᾶλλον δὲ ϲιγῇ διανοούμενον.
ζητητικὸϲ δὲ ὢν τῆϲ ἀληθείαϲ καὶ φύϲει θεωρητικὸϲ οὐ περὶ τὰ
τεχνικώτερα τῆϲ φιλοϲοφίαϲ ἠξίου διατρίβειν, ἀλλὰ τοῖϲ ἁδροτέροιϲ
καὶ ἐνθουϲιαϲτικωτέροιϲ νοήμαϲιν ἐνεφύετο. διὸ μόνον ϲχεδὸν τὸν
Ὀρφέα ἐκέκτητο καὶ ἀνεγίνωϲκεν,
ἐρωτῶν ἐφ᾿ ἑκάϲτοιϲ
ἀεὶ τοῖϲ παραπίπτουϲι ζητήμαϲι τὸν Ἰϲίδωρον, ἄκρα, ὡϲ εἰπεῖν,
ἐπιϲτήμην ἐν θεολογίᾳ προβεβλημένον· ὃν μόνωϲ οἰκεῖον ἐγνώριζεν ὄντα
καὶ προϲεδέχετο. καὶ δὴ ἐν αὐτῷ θεάϲαϲθαι ἐδόκτι τὸν μυθευόμενον
Κρόνιον βίον. οὐδὲ γὰρ ἄλλο τι διετέλει πράττων καὶ λέγων ἐκεῖνοϲ ἢ
ϲυνάγων ἑαυτὸν ἀεὶ καὶ ϲυναιρῶν, ὡϲ
οἷό τε, πρὸϲ τὸ
εἴϲω καὶ τὸ ἀμερέϲτερον. ὃϲ οὕτω μὲν κατεφρόνει χρημάτων, ὥϲτε
κεκτῆϲθαι μηδοτιοῦν ἢ μόνα β΄ ἢ γ΄ βιβλία· ὧν ἦν καὶ ἡ Ὀρφέωϲ
ποίηϲιϲ· οὕτω δὲ ἡδονῶν τῶν περὶ τὸ ϲῶμα, ὥϲτε ἐξαρχῆϲ εὐθὺϲ τὰ
ἀναγκαῖα καὶ μόνα προϲφέρειν τῷ ϲώματι, ἀφροδιϲίων δὲ ἄχραντον εἶναι
διὰ βίου παντόϲ. οὕτω δὲ ἠμέλει τιμῆϲ τῆϲ
παρὰ
ἀνθρώπων, ὥϲτε οὐδὲ ὄνομα αὐτοῦ ἦν ἐν τῇ πόλει. οὐδ’ ἂν ἐγνώϲθη μετὰ
ταῦτα, εἰ μὴ θεῶν τιϲ ἠβουλήθη παράδειγμα τοῖϲ ἀνθρώποιϲ χαρίϲαϲθαι
τοῦ Κρονίου βίου, ἵνα μὴ δοκῇ μῦθοϲ εἶναι ὁ λόγοϲ, μὴ ἔχων
ἐπιμαρτυροῦϲαν τὴν ἱϲτορίαν· ὁ μὲν γὰρ Χείρων λεγόμενοϲ ἐν μεθορίῳ
μᾶλλον εἱϲτήκει τῆϲ Κρόνου καὶ Διὸϲ ἀρχῆϲ,
ὅθεν διφυήϲ.
Σαραπίων δὲ οὖτοϲ ὑπὸ τοῦ φιλοϲόφου γνωϲθεὶϲ ἀναγεγράφθω
ἀφεϲτώϲ, μᾶλλον δὲ ἔτι καὶ τῆϲ διαμέτρου μειζόνωϲ, εἰ
οἷόν τε φάναι· ὁ μὲν γὰρ ἦν τὴν ζωὴν Κρόνιόϲ τιϲ καὶ Δίϊοϲ, ὁ δὲ
Τυφώνειοϲ, καὶ Τυφῶνοϲ ἔτι πολυπλοκώτερον θηρίον, καὶ μᾶλλον
ἐπιτεθυμμένον. οὔπω γάρ τιϲ ἀγνοεῖ τῶν νῦν ζώντων ἀνθρώπων, οἷοϲ ὁ
Παμπρέπιοϲ ἐγεγόνει τὴν τε ψυχὴν καὶ τὴν τύχην.
117 Σάραπιϲ· τούτου ἐν Ἀλεξανδρείᾳ καθεῖλε Θεόφιλοϲ ὁ ἀρχιεπίϲκοποϲ
Μέμφιδι πόλει τῆϲ Αἰγύπτου. λιμοῦ δὲ
γενομένου τοῖϲ Ἀλεξανδρεῦϲιν ἐκ τῶν ἰδίων τροφὴν παρέϲχε,
τετελευτηκότι δὲ αὐτῷ ναὸν ἀνέϲτηϲαν, ἐν ᾧ βοῦϲ ἐτρέφετο, ϲύμβολον
φέρων τοῦ γεωργοῦ καί τινα δὲ ἔχων ἐν τῇ χροιᾷ ἐπίϲημα, ὅϲτιϲ ἐκ τῆϲ
προϲηγορίαϲ αὐτοῦ καὶ αὐτὸϲ Ἄπιϲ ἐκαλεῖτο. τὴν δὲ ϲορὸν τούτου τοῦ
Ἄπιδοϲ, ἐν ἧ τὸ ϲῶμα ἔκειτο
αὐτοῦ, ἐν Ἀλεξανδρείᾳ
μετήνεγκαν καὶ ἀπὸ τῆϲ ϲοροῦ καὶ τοῦ Ἄπιδοϲ ϲύνθετον ὄνομα
πεποιηκότεϲ ἐκάλουν αὐτὸν Σόραπιν, οἱ δὲ μετὰ ταῦτα Σάραπιν. τούτου
ναὸϲ ὑπὸ Ἀλεξάνδρου ἐκτίϲθη παμμεγέθηϲ καὶ πάνυ λαμπρόϲ.
118 Σαράπουϲ· οὕτωϲ ἐκάλει Ἀλκαῖοϲ Πιττακὸν τὸν φιλόϲοφον διὰ
τὸ πλατύπουν εἶναι καὶ ϲύρειν τὼ πόδε· χειροπόδην δὲ
διὰ τὰϲ ἐν τοῖϲ ποϲὶ ῥαγάδαϲ, ἃϲ χειράδαϲ ἐκάλουν· γαύρικά τε, ὡϲ
εἰκῆ γαυριῶντα· φύϲκωνα δὲ καὶ γάϲτρωνα, διότι παχὺϲ ἦν· ἀλλὰ μὴν
καὶ Ζοφοδορπίδα, ὡϲ ἄλυχνον· ἀγαϲύραϲτον δέ, ὡϲ ἐπιϲεϲυρμένον καὶ
ῥυπαρόν.
119 Σαργάνη.
120 Σαρδάζων: μετὰ πικρίαϲ γελῶν.
121 Σαρδανάπαλοϲ, Ἀϲϲυρίων βαϲιλεύϲ, ἀπὸ Νίνου καὶ Σεμιράμεωϲ,
οἰϲτρηλαϲίαϲ ἐπέγραψαν ὡϲ ἐξ αὐτοῦ δῆθεν ἐν τῷ τάφῳ
αὐτοῦ, τό, τόϲϲ᾿ ἔχω καὶ τὰ ἐξῆϲ. ψευδῶϲ δὲ οἱ γεγραφότεϲ ἐπέγραψαν·
οὐ γὰρ ἔχει ὁ τελευτήϲαϲ ἅπερ ἔφαγε καὶ ἔπιεν, ἀλλ᾿ εἰϲ τὴν δυϲώδη
φθορὰν ἐκεῖνα πάντα κεχώρηκεν, ἔχει δὲ μόνην τοῦ παρανόμου βίου τὴν
δυϲοδμίαν, ἥτιϲ διηνεκῶϲ τῆν ἀθλίαν ψυχὴν αὐτοῦ ἀλγύνει καὶ
ϲυειδυῖαν ἑαυτῇ τὰ κάκιϲτα, μεμνημένην ὧν παρανόμωϲ καὶ
ἀκολάϲτωϲ ὁ τάλαϲ εἰργάϲατο.
122 Σαρδαναπάλουϲ ἐν β΄ Περϲικῶν δύο φηϲὶ γεγονέναι Καλλιϲθένηϲ, ἔνα
μὲν δραϲτήριον καὶ γενναῖον, ἄλλον δὲ μαλακόν. ἐν Νίνῳ δ’ ἐπὶ τοῦ
μνήματοϲ αὐτοῦ τοῦτ᾿ ἐπιγέγραπται· Ἀνακυνδαράξου
παῖϲ
Ταρϲόν τε καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρῃ μιῇ. ἔϲθιε, πίνε, ὄχευε, ὡϲ τά
γε ἄλλα οὐδὲ τούτου ἐϲτὶν ἄξια. τουτέϲτι τοῦ τῶν δακτύλων
ἀποκροτήματοϲ· τὸ γὰρ ἐφεϲτὼϲ τῷ μνήματι ἄγαλμα ὑπὲρ τῆϲ κεφαλῆϲ
ἔχον τὰϲ χεῖραϲ πεποίηται, ὥϲτ᾿ ἂν ἀποληκοῦν τοῖϲ δακτύλοιϲ. ταυτὸ
καὶ ἐν Ἀγχιάλῳ τῇ πρὸϲ Ταρϲῷ ἐπιγέγραπται, ἥτιϲ νῦν καλεῖιαι
Ζεφύριον.
δέ,
Ἀϲϲυρίων βαϲιλεύϲ, ὃϲ ἐπ ἀκολαϲίᾳ καὶ τρυφῇ διαβιοὺϲ
123 Σαρδάνιοϲ γέλωϲ: ὁ προϲποίητοϲ. καλεῖϲθαι δὲ αὐτὸν ἀπὸ
124 Σαρδάνιοϲ γέλωϲ: παροιμία ἐπὶ τῶν ἐπʼ ὀλέθρῳ τῷ ϲφῶν
τῷ Κρόνῳ ἔθυον,
γελῶνταϲ, ἕνεκα τοῦ τὸ εὔανδρον ἐμφῆναι (τουτέϲτιν ἀνδρεῖον).
Τίμαιοϲ δέ, τοὺϲ ἱκανὸν βεβιωκόταϲ χρόνον ἐν Σαρδοῖ ϲυνωθουμένουϲ
ϲχίζαιϲ ὑπὸ τῶν υἱῶν εἰϲ ὃν ἔμελλον θάπτεϲθαι βόθρον γελᾶν. οἱ δέ,
ἀπὸ τοῦ ϲεϲηρέναι μετὰ ἀνίαϲ. καί φαϲιν ἄλλοι τε καὶ Κλείταρχοϲ, ἐν
Καρχηδόνι ἐν ταῖϲ μεγάλαιϲ εὐχαῖϲ παῖδα ταῖϲ χερϲὶ
τοῦ
Κρόνου ἐπιτιθένταϲ (ἵδρυται δὲ χαλκοῦϲ, προβεβλημέναϲ ἔχων τὰϲ
χεῖραϲ ὑφʼ ᾧ κρίβανοϲ), ἔπειτα ὑποκαίειν· τὸν δὲ ϲυνελκόμενον ὑπὸ
τοῦ πυρὸϲ δοκεῖν γελᾶν. Σιμωνίδηϲ δὲ Τάλων τὸν ἡφαιϲτότευκτον
Σαρδωνίουϲ οὐ βουλομένουϲ περαιῶϲαι πρὸϲ Μίνῳα, εἰϲ πῦρ
καθαλλόμενον, ὡϲ ἂν χαλκοῦν, προϲτερνιζόμενον ἀναιρεῖν ἐπιχάϲκονταϲ.
Σιληνὸϲ δὲ ἐν δ΄ τῶν περὶ Συρακούϲαϲ λάχανον εἶναι
παρὰ Σαρδωνίοιϲ ἡδύ, ϲελίνῳ ἐμφερέϲ· οὗ τοὺϲ γευϲαμένουϲ τάϲ τε
ϲιαγόναϲ καὶ τὰϲ ϲάρκαϲ ἑαυτῶν ἀποδάκνειν. ἔνιοι δὲ τοὺϲ ἐπὶ κακῷ
γελῶνταϲ· ὡϲ καὶ Ὀδυϲϲέα φηϲὶν Ὅμηροϲ· μείδηϲε δὲ δῖοϲ ώδυϲϲεὺϲ
Σαρδώνιον. καὶ ἐν ἄλλοιϲ· ἡδὺ γέλαϲϲε χείλεϲϲιν, οὐδὲ μέτωπον ἐπ᾿
ὀφρύϲι κυανέῃϲιν
ἰάνθη.
125 Σαρδαῖοϲ: ἀπὸ πόλεωϲ Σάρδεων. καὶ Σάρδειϲ, πόλιϲ. αἱ
126 Σαρδιανόϲ: ἀπὸ τόπου.
127 Σάρδιοι λίθοι, ἐναργῶϲ διαφανεῖϲ, λευκοὶ ὄντεϲ κατὰ τὸ βάθοϲ· οἵτινεϲ δοκοῦϲι μέχρι βάθουϲ τῷ αὐτῷ χρώματι κεχρῶϲθαι, ἅτε δὴ μὴ ἀντιλαμβανομένηϲ τῆϲ ὄψεωϲ τοῦ βάθουϲ.
128 Σαρδόθεν: ἀπὸ πόλεωϲ Σάρδεων.
129 Σαρδόνιον πέλαγοϲ· καὶ Σαρδονικὸν πέλαγοϲ. Σαρωνικὸν δὲ πέλαγοϲ.
130 Σαρδώ· νῆϲοϲ ἐϲτι μεγίϲτη ἡ Σαρδὼ πρὸϲ τῇ Ἰταλίᾳ· ἐν ἧ γίνονται προφύραι διάφοροι καὶ ὀξύταται. καὶ παροιμία· βάμμα Σαρδιανικόν, ἀντὶ τοῦ ἐρυθρόν, φοινικοῦν.
131 Σαρδῷον.
132 Σάριϲϲα: εἶδοϲ ἀκοντίου Ἑλληνικοῦ. δόρυ μακρὸν παρὰ Μακεδόϲι.
133 Σαρκάζων: μετὰ πικρίαϲ καὶ θυμοῦ γελῶν. καὶ Σαρκάζοντεϲ,
καὶ ἀφέλκῃ τοῖϲ ὀδοῦϲιν.
ἢ ϲαρκάζοντεϲ, ἀντὶ τοῦ ἐξιϲχνούμενοι καὶ ἠτονηκότεϲ καὶ διὰ τὸν
λιμὸν ἕλκοντεϲ μόλιϲ· ἢ ἕλκοντεϲ κατὰ τὸν τῶν κυνιδίων τρόπον, οἳ τὰ
ὀϲτέα περιτρώγουϲι, καὶ οὐκ ἔχοντεϲ ἐμφορηθῆναι ὑπʼ αὐτῶν, τῷ δοκεῖν
ἐϲθίουϲι. ϲαρκάζειν δὲ κυρίωϲ, τὸ τὸν κύνα πεινῶντα τὰ λεπτὰ τῶν
ϲαρκῶν τοῦ ὀϲτέου ἀπογλύφειν.
On. λύϲιϲ ὀνείρων
Νικηφόρου πατριάρχου· ϲάρκαϲ μελαίνειν οὐ καλὸν πᾶϲι τόδε. λευκὰϲ
ὁρᾶν τὰϲ ϲάρκαϲ εὔθετον λίαν. ὅλον καθαίρειν φροντίδων δηλοῖ
λύϲιν.
134 Σαρκαϲμόϲ: εἶδοϲ εἰρωνείαϲ.
135 Σαρκαϲμοπιτυοκάμπται· Ἀριϲτοφάνηϲ φηϲί, ἀντὶ τοῦ μεγάλοι. ὡϲ
ἁρπάζονταϲ καὶ προϲποιουμένουϲ τὰ πολεμικά, οὐκ ἀληθῶϲ
δὲ τοιούτουϲ, ἰϲχύοϲ δὲ ἐπιμελομένουϲ. διὸ καὶ τὸν Μεγαίνετον Μάνην
εἶπεν, οὐ πάντωϲ βάρβαρον, ἀλλ᾿ ἀναίϲθητον. ἐπιτηδὲϲ δὲ ἐχρήϲατο
τοῖϲ ϲυνθέτοιϲ, διὰ τὸ Αἰϲχύλου ἦθοϲ.
136 Σαρκίδηϲ: ὄνομα κύριον.
137 Σαρκικὸϲ ἄνθρωποϲ· ζήτει ἐν τῷ ψυχικόϲ.
138 Σαρκίον: ἡ ϲάρξ. καὶ Σάρκινοϲ προπαροξυτόνωϲ, ὡϲ κρίθινοϲ.
139 Σαρκοφαγία: ἡ κρεωφαγία. ἐδεῖτο μὲν γάρ οἱ τὸ ϲῶμα
ϲαρκοφαγίαϲ, ἀθύτου δὲ οὐκ ἠνέϲχετο μεταλαβεῖν, τὸ
παλαιὸν παράγγελμα θνηϲειδίων ἀπέχεϲθαι τοῦτο ϲημαίνειν
ὑπολαμβάνων.
140 Σαρμυδηϲϲόϲ: τόποϲ Θρᾴκηϲ.
141 Σάρξ· ὅτι Ἀριϲτοτέληϲ αἰϲθητήριον λέγει τὴν ϲάρκα καὶ λέγει
142 Σάροϲ: ποταμόϲ.
143 Σαρώματα: φιλοκαλήματα. καὶ Σάρωϲιϲ ὁμοίωϲ.
144 Σαρῶν: κορῶν. καὶ Σάρων, κοϲμῶν· αἰτιατικῇ.
145 Σαρπηδονία ἀκτή: ἄκρα τῆϲ Θρᾴκηϲ. Κράτηϲ τὴν μεγάλην.
146 Σαρπηδών, Σαρπηδόνοϲ: ὄνομα κύριον. καὶ ἡ κλητικὴ ὦ
147 Σαρπήϲων.
148 Σάροι: μέτρον καὶ ἀριθμὸϲ παρὰ Χαλδαίοιϲ. οἱ γὰρ ρκ΄ ϲάροι
ποιοῦϲιν ἐνιαυτοὺϲ βϲκβ΄ κατὰ τὴν τῶν Χαλδαίων ψῆφον, εἴπερ ὁ
ϲάροϲ ποιεῖ μῆναϲ ϲεληνιακῶν ϲκβ΄ οἱ γίνονται ιη΄
ἐνιαυτοὶ καὶ μῆνεϲ Ϛ΄.
149 Σάτα: μέτρον Ἑβραϊκόν· δηλοῖ δὲ μόδιον ὑπερπεπληρωμένον, ὡϲ εἶναι μόδιον ἕνα καὶ ἥμιϲυν· ὑγροῦ δὲ ξεϲτῶν ιε΄, ἤτοι λιτρῶν κε΄.
150 Σατάν: ὁ Διάβολοϲ.
151 Σατανᾶϲ· ὅτι Σατανᾶϲ κατὰ τὴν Ἑβραίων γλῶτταν ὁ ἀποϲτάτηϲ
κατʼ αὐτῶν ὡϲ εἰκόνι θείᾳ τετιμημένων λυττῆϲαι,
ἐπιϲταϲίᾳ δὲ τῶν ἀγγέλων φρουρεῖϲθαι. τὴν δὲ ἀγωνιϲτικὴν ὁ θεὸϲ οὐκ
ἐκώλυϲε διαμάχην, ἵνα δείξῃ τοὺϲ ἀρίϲτουϲ ἡ πάλη. ϲημείωϲαι ποιῷ
τρόπῳ ϲυνεχωρήθη πολεμεῖϲθαι ὁ ἄνθρωποϲ ὑπὸ τοῦ δαίμονοϲ.
152 Σάτωρ, ϲάτωροϲ.
153 Σατραπεία: ἐπαρχία. Σατράπηϲ δέ, ϲατράπου, εἶδοϲ ἀξιώματοϲ.
154 Σάτυροϲ: χορευτήϲ.
155 Σαυλοπρωκτιᾶν· καὶ μὴν προθυμοῦμαί γε ϲαυλοπρωκτιᾶν.
156 Σαυνίων: εἶδοϲ ϲημαίαϲ, ἢ φλαμούλου.
157 Σαυλωνίοιϲ.
158 Σαῦρα· καὶ Σαῦροϲ: ἑρπυϲτικὸν ζῷον. ϲαύρῳ δὲ λοιπὸν ἐμφερὴϲ ἐγίγνετο, ἑρπυϲτικὸν δὲ τοῦτο τὸ ζῷον γένοϲ, ὃν εἰ τέμοι τιϲ καὶ διαϲπάϲει μέϲον, ἕλκει μὲν αὑτοῦ ϲὺν κλόνῳ τὰ τμήματα, ϲυνέρχεται δὲ καὶ πάλιν τὰ λείψανα. Σαῦροϲ δὲ ὁ ἰχθύϲ.
159 Σαυρομάται: ὄνομα ἔθνουϲ.
160 Σαυρωτῆρϲι: τοῖϲ ϲτύραξι, τοῖϲ ὄπιϲθεν τῶν δοράτων. ἔκτανε
161 Σαυτὴν ἐπαινεῖϲ. ὥϲπερ Ἀϲτυδάμαϲ ποτέ: Ἀϲτυδάμᾳ τῷ Μορϲίμου
εὐημερήϲαντι ἐπὶ τραγῳδίαϲ διδαϲκαλίᾳ Παρθενοπαίου, δοθῆναι ὑπʼ
Ἀθηναίων εἰκόνοϲ ἀνάθεϲιν ἐν θεάτρῳ. τὸν δὲ εἰϲ αὑτὸν ἐπίγραμμα
ποιῆϲαι ἀλαζονικὸν τοῦτο· εἴθ᾿ ἐγ ἐν κείνοιϲ γενόμην, ἢ 30
παρὰ Φιλήμονι. λέγεται δὲ καὶ κατὰ
ἀποκοπὴν τὸ ϲαυτὴν ἐπαίνειϲ.
162 Σαφα: ϲαφῶϲ, φανερῶϲ. καὶ Ὅμηροϲ· ἐπιϲτάμενοϲ ϲάφα εἰπεῖν.
163 Σαφέϲτερον εἰπὲ κἀληθέϲτερον: εἶπε γάρ, ὅταν τὰ νῦν
μοι κἀμαθέϲτερον φράϲον.
ὁ δὲ εἶπεν· εἰ τῶν πολιτῶν, οἷϲι νῦν πιϲτεύομεν, τούτοιϲ
ἀπιϲτήϲαιμεν· οἷϲ δ’ οὐ χρώμεθα, τούτοιϲ χρηϲαίμεθα, ϲωθείημεν ἄν.
εἰ νῦν γε δυϲτυχοῦμεν ἐν τούτοιϲι, πῶϲ τἀναντία πράξαντεϲ οὐ
ϲωζοίμεθ’ ἄν; εὖ γʼ, ὦ Παλάμηδεϲ, ὦ ϲοφωτάτη φύϲιϲ, ταυτὶ πότεῤ
αὐτὸϲ εὗρεϲ, ἢ Κηφιϲοφῶν,
164 Σαφήνεια· καὶ Σαφηνίζω, ἑρμηνεύω. Σαφῶ δέ, ϲαφήϲω.
165 Σαφήϲ: ἀληθήϲ. καὶ Ὅμηροϲ· ἐπιϲτάμενοϲ ϲάφα εἰπεῖν. ἀντὶ
166 Σαχωνιάθων.
167 Σάχωνοϲ: ὄνομα κύριον.
168 Σβεννύντοϲ. καὶ Σβεννύω· αἰτιατικῇ. καὶ Σβεννῦϲα.
169 Σβῆροϲ· ὄνομα κύριον.
17> Σβέϲαι: παῦϲαι.
171 Σαίνεϲθαι: κολακεύειν. τὸ ῥῆμα Σαίνω. ἀλλὰ κύον,
κύων λαίθαργοϲ εἶ. ἐπὶ τῶν ὑποκρινομένων δῆθεν εὐνοεῖν,
ἐπιβουλευόντων
172 Σαίνουροι: τὰϲ οὐρὰϲ ϲείοντεϲ.
173 Σαίρει: κοϲμεῖ, ἢ χαίρει.
174 Σεβάζω· αἰτιατικῇ. καὶ Σέθω· αἰτιατικῇ.
175 Σέβαϲ: τιμή, ἔκπληξιϲ. παρὰ δὲ Καλλιμάχῳ τὸ θαῦμα. τόδ᾿
176 Σεβάϲτεια: πόλιϲ. καὶ Σεβαϲτηνόϲ, ὁ πολίτηϲ.
177 Σεβαϲτιανόϲ· οὗτοϲ ἐπὶ Οὐάλεντοϲ ἦν. ἐγένετο δὲ ἐπὶ τούτου ἀνδρῶν
πολεμικῶν ζήτηϲιϲ. εὑρέθη δὲ οὖτοϲ ὁ ἀνὴρ πάϲηϲ ἐλπίδοϲ
κρείττων, οὐδεμιᾶϲ ἀρετῆϲ ἀποδέων· οὐδενὸϲ γὰρ μὴ ὅτι τῶν καθ᾿
αὑτὸν ἀνθρώπων, ἀλλὰ καὶ τοῖϲ παλαιοῖϲ δίκαιοϲ ἦν παραβάλλεϲθαι, καὶ
τούτων τοῖϲ ἄγαν εὐδοκιμοῦϲιν εἰϲ ἅπαντα. ὅϲ γε φιλοπόλεμοϲ μὲν ὢν
ἥκιϲτα φιλοκίνδυνοϲ ἦν, οὐ διʼ ἑαυτόν, τῶν ἀρχομένων δὲ ἕνεκεν.
χρημάτων δὲ αὐτῷ πλήθουϲ ἔμελλεν, ὅϲα τὸ ϲῶμα διὰ τῶν
ὅπλων κοϲμήϲειν ἔμελλε· τροφὴν δὲ προῇρητο ϲκληράν καὶ τραχεῖαν, καὶ
ὅϲη καμόντι ἤρκει, καὶ ὁρμωμένῳ πρὸϲ κάματον οὐκ ἦν κώλυμα.
φιλοϲτρατιώτηϲ δὲ ὢν διαφερόντωϲ ϲτρατιώταιϲ οὐκ ἐχαρὶζετο, ἀλλὰ
πᾶϲάν τε ἀφῄρει πλεονεξίαν τὴν ἀπὸ τῶν οἰκείων καὶ τὸ ἁρπακτικὸν ἐπὶ
τοὺϲ πολεμίουϲ ἔτρεπεν· ἐκόλαζε δὲ ἰϲχυρῶϲ τοὺϲ παραβαίνονταϲ
ταῦτα, καὶ τοῖϲ πειθομένοιϲ εἰϲ τὸ εἶναι ϲυνηγωνίζετο.
ἁπλῶϲ δὲ εἰπεῖν, ὑπόδειγμα καὶ χαρακτῆρα παρεῖχεν ἑαυτὸν ἀρετῆϲ.
γεγονὼϲ δὲ ἐπὶ μεγάλαιϲ καὶ λαμπραῖϲ ϲτρατηγίαιϲ, ὥϲπερ ὁ Ῥοδίων
κολοϲϲὸϲ διὰ μέγεθοϲ καταπληκτικὸϲ ὢν οὐκ ἔϲτιν ἐράϲμιοϲ, κἀκεῖνοϲ
διὰ τὸ ἀφιλοχρήματον θαυμαϲτὸϲ ὢν οὐκ ἔϲχε χάριν. προϲκεκρουκὼϲ δὲ
διὰ
γνώμηϲ ὀρθότητα τοῖϲ κατακοιμιϲταῖϲ εὐνούχοιϲ τῶν
βαϲιλέων, εὔκολοϲ ὢν διὰ πενίαν καὶ κοῦφοϲ ἐϲ μετανάϲταϲιν διεδέχθη
τῆϲ ϲτρατηγίαϲ.
178 Σεβαϲτόϲ: προϲκυνητόϲ. καὶ Σεβἰζει, ϲέβεται. καὶ Σεθίϲαι,
179 Σεβαϲτοφόροι· ζήτει ἐν τῷ Αὐγουϲτεῖον.
180 Σεβηριανόϲ· φηϲὶ Δαμάϲκιοϲ. ἀπὸ Δαμαϲκοῦ, τῶν εἰϲ τὰ πρῶτα γένουϲ
ἀνηκόντων, Αὐξεντίου τοῦ Καλλινίκου υἱόϲ, εἰϲ Ῥωμαίουϲ ἀναγόμενοϲ
ταῦτα πράττειν ἐϲπουδακὼϲ ἔφθανε τῷ
πρακτικῷ τὸ βουλευτικόν. καὶ διὰ τοῦτο ὁ βίοϲ αὐτῷ πολλαχῇ διεϲφάλη.
προὐθυμήθη μὲν γὰρ ἐξ ἀρχῆϲ ἐπὶ φιλοϲοφίαν τραπῆναι καὶ τῷ Πρόκλῳ
φέρων ἑαυτὸν ἐπιδοῦναι· ἤκμαζε δὲ τότε καὶ ἤνθει ὁ Πρόκλοϲ Ἀθήνηϲιν.
ἐγένετο δὲ αὐτῷ ὁ πατὴρ ἐμποδών· ἠβούλετο γὰρ αὐτὸν δίκαϲ λέγειν καὶ
χρηματίζεϲθαι τὸν ἐπιμίϲθιον τοῦτον χρηματιϲμόν. ὁ
μὲν δὴ πατὴρ αὐτῷ ὡϲ τάχιϲτα τελευτᾷ τὸν βίον, αὐτὸϲ δὲ ἐπὶ τὰϲ
Ἀθήναϲ ὁρμήϲαϲ ὄνειρον ἐθεάϲατο τοιόνδε· ἐδόκει ἐπὶ ῥάχει τινὸϲ
ὄρουϲ ἐπικαθῆϲθαι ὥϲπερ ὀχήματι καὶ οἷον ἐλαύνειν τὸ ὄροϲ. ἐξῆγε δὲ
αὐτὸν ἄρα ἡ εἱμαρμένη καὶ τὸ χρεών, ἔτι δὲ τὸ αὐθαίρετον, ὅτι ἐϲτὶ
κακόν,
εἰϲ βίον ἄλλον, ὑψηλὸν μὲν εἶναι δοκοῦντα καὶ
μεγαλοφυῆ, τραχὺν δέ τινα καὶ ἀνήνυτον· ὃ καὶ αὐτὸϲ ἐπέκρινε, καὶ ἡ
πεῖρα τῆϲ ἐκβάϲεωϲ ἀποδέδειχεν· ἀντὶ γὰρ φιλοϲοφίαϲ καὶ ἀπραγμοϲύνηϲ
εὐδαίμονοϲ εἰϲ τὴν πολιτείαν ἐαυτὸν καὶ εἰϲ ἀρχὰϲ ἐξέωϲε φέρων.
φύϲει δὲ ὢν φιλόνεικοϲ καὶ ἀήττητοϲ ἐφʼ ὅτι ἂν ὁρμήϲειε, καὶ
φιλόδοξοϲ, ὡϲ οὐκ
οἶδʼ εἴ τιϲ ἕτεροϲ, ἀλλ’ ἐπὶ τιμίοιϲ
ἔργοιϲ τε καὶ λόγοιϲ καὶ τὴν ἀρετὴν εἰϲ τὸ ἔξω προάγουϲι τῆϲ ψυχῆϲ,
περὶ μὲν χρηματιϲμὸν οὐ διέτριβεν οὐδὲ ὑπωϲτιοῦν, οὐδὲ πρὸϲ ἀδικίαν
αὐτόθεν καὶ πλεονεξίαν ἐπίφοροϲ ἦν, προϲκρουϲτικὸϲ δὲ καὶ
ἁμιλλητικὸϲ ἀεὶ πρὸϲ τοὺϲ ὑπερέχονταϲ, καὶ οὐδενὶ τῶν μειζόνων
ἀρχόντων ἀξιῶν παρὰ τὰ νομιζόμενα
δίκαια εἶναι
ἐξίϲταϲθαι. δικάζων δὲ πικρότατοϲ ἦν. καὶ εἰ δή ποτε ἐξαγόμενοϲ ὑπὸ
θυμοῦ καὶ τὸ ἀκαταφρόνητοϲ εἶναι ϲπουδάζων, φόουϲ τε εἰργάϲατό τιναϲ
οὐκ εὐαγεῖϲ οὐδὲ εὐτυχεῖϲ καὶ ἐϲ τούτουϲ ἀνέφερε τὴν αἰτίαν τῆϲ
ὕϲτερον ἐπιγενομένηϲ αὐτῷ τοῦ βίου κακοπραγίαϲ. ἐπεὶ καὶ Ἀρδαβουρίῳ
προϲκρούϲαϲ, ὄντι μὲν υἱεῖ τοῦ πάνυ
Ἄϲπεροϲ, βαρβάρου
μὲν ἀνθρώπου, τὰ μέγιϲτα δὲ παρὰ βαϲιλεῖ δυναμένου, ϲτρατηγοῦντι δὲ
τῶν ἑῴων ταγμάτων, πολλὰ μὲν ἐκείνῳ πρέϲχετο πράγματα καὶ πατρὶ τῷ
ἐκείνου· πλείω δὲ καὶ ἀτοπώτερα πεπονθὼϲ καὶ ὑβριϲθεὶϲ οὐθὲν ἀπώνατο
τῆϲ πολλῆϲ ταύτηϲ ἐνϲτάϲεωϲ. ἱερώτατοϲ δὲ εἰϲ ὑπερβολὴν καὶ Ἕλλην,
καὶ πολλῶν μὲν ἀπειλῶν καὶ
φόβων οὐκ ἐνέδωκεν ὁ
ἀλιτήριοϲ. ἐμοὶ δὲ καὶ ἐξηγεῖτο λόγουϲ Ἰϲοκρατείουϲ,
καὶ ἐκμαθόντοϲ ἠνείχετο τά τε ποιητικὰ τῶν τε
ῥητόρων τοὺϲ εὐδο κιμοῦνταϲ· μιϲθόν τε ἐδίδου τῆϲ προθυμίαϲ
φιλοτιμίαν, προϲήκουϲαν ἑταίρῳ ἑϲτίαϲιν. τὰ μὲν οὖν τῶν ἄλλων
ποιητῶν ἀπεδέχετο μετρίωϲ, τὸν δὲ Καλλίμαχον εἰϲ χεῖραϲ λαβών, οὐκ
ἔϲτιν ὅτι οὐ κατέϲκωπτε τὸν Λίβυν ποιητήν· ἀνιώμενοϲ δὲ ἐπὶ μᾶλλον,
ἤδη πολλαχοῦ καὶ τῷ
βιβλίῳ προϲέπτυε. τούτῳ
κατεπηγγείλατο Ζήνων βαϲιλεύϲ, εἰ γένοιτο τῶν κρατούντων, τὴν μετὰ
βαϲιλέα μεγίϲτην ἀρχήν. ἀλλ’ οὐδὲ ὣϲ ἔπειθεν, οὐδὲ ἐμέλληϲε πείϲειν.
καὶ ἡμῖν δὲ ὑπανέγνω τὴν ἐπαγγελλομένην ἐπιϲτολὴν καὶ μὴ πείθουϲαν.
καὶ Ἀρκαδίῳ δὲ τῷ ἀπὸ Λαρίϲϲηϲ διʼ ἐπιϲτολῆϲ ἐπετίμηϲε. καὶ γὰρ
ἐπιϲτέλλειν δεινὸϲ ἦν ὁ
Σεβηριανὸϲ καὶ ἔμφρων, ὡϲ ἔϲτι
μαθεῖν ἐντυχόντα ταῖϲ τοῦ ἀνδρὸϲ ἐπιϲτολαῖϲ.
181 Σεβῆροϲ· ὅτι Σεβῆροϲ, ὁ τῶν Ῥωμαίων βαϲιλεύϲ, ἔπεμψε τοὺϲ
πολιορκήϲονταϲ τὸ Βυζάντιον· ἦϲαν γὰρ ἔτι ἐκεῖ οἱ ϲτρατηγοὶ τοῦ
Νίγρου καταφυγόντεϲ· ὅπερ ἑάλω ὕϲτερον λιμῷ, πᾶϲά τε ἡ πόλιϲ
κατεϲκάφη, καὶ θεάτρων τε καὶ λουτρῶν παντόϲ τε κόϲμου
κμὶ τιμῆϲ ἀφαιρεθὲν τὸ Βυζάντιον, κώμη δουλεύειν Περινθίοιϲ δῶρον
ἐδόθη·
τοὺϲ πολίταϲ
μετὰ ἐλαιοκλάδων εὐφημοῦνταϲ καὶ δεομένουϲ ϲωτηρίαϲ καὶ ἀπολογίαϲ
προϲφέρονταϲ, ἐφείϲατο μὲν τοῦ φονεύειν, Περινθίοιϲ δὲ καὶ αὖθιϲ
ὑπέταξε καὶ παρέϲχεν αὐτοῖϲ θεάτρου καὶ κυνηγίου ϲτοὰϲ καὶ τὸ
ἱπποδρόμιον ᾠκοδόμηϲεν, ἰκρίοιϲ καὶ ἐμβόλοιϲ διακοϲμήϲαϲ, ἀγοράϲαϲ
οἰκήματα καὶ κήπουϲ ἀπό τινων ἀδελφῶν ὀρφανῶν καὶ τὰ
Ἀντωνῖνοϲ ἐτελεϲιούργηϲεν. ὅτι Σεβῆροϲ ἐλθὼν
ἐπὶ τὴν Ἀλεξάνδρειαν
ϲυνεχώρηϲεν
αὐτοῖϲ.
182 Σεβῆροϲ, ϲοφιϲτήϲ· Ῥωμαῖοϲ. οὖτοϲ εἰϲ Ἀραβίαν ἐκ τῆϲ Συρίαϲ καὶ
ἐϲ τὴν Παλαιϲτίνην ἦλθε καὶ εἰϲ τὴν Αἴγυπτον τὴν ἄνω EV διὰ τοῦ
Νείλου ἀνέπλευϲε καὶ εἶδε πᾶϲαν αὐτὴν πλὴν βραχέων· οὐ γὰρ ἠδυνήθη
πρὸϲ τὰ τῆϲ Αἰθιοπίαϲ μεθόρια διὰ λοιμώδη νόϲον
ἐϲβαλεῖν. καὶ ἐπολυπραγμόνηϲε πάντα, καὶ τὰ πάνυ κεκρυμμένα· ἦν γὰρ
οἷοϲ μηδὲν μήτʼ ἀνθρώπειον μήτε θεῖον ἀδιερεύνητον ἐᾶν. κἀκ τούτου
τά τε βιβλία πάντα τὰ ἀπόρρητόν τι ἔχοντα, ὅϲα γε καὶ εὑρεῖν ἠδυήθη,
ἐκ πάντων τῶν ἀδύτων ἀνεῖλε καὶ τὸ τοῦ Ἀλεξάνδρου μνημεῖον
ϲυνέκλειϲεν, ἵνα μηδεὶϲ ἔτι μήτε τὸ τούτου ϲῶμα ἴδῃ μήτε τὰ
ἐν ἐκείνοιϲ γεγραμμένα ἀναλέξηται. οὗτοϲ τὸ γένοϲ ἦν
Λίβυϲ, ἐϲ πραγμάτων διοίκηϲιν γενναῖοϲ ἅμα καὶ θυμοειδήϲ, ϲκληρῷ τε
βίῳ καὶ τραχεῖ ἐνειθιϲμένοϲ πόνοιϲ τε ἀνέχων ῥᾷϲτα, νοῆϲαί τε ταχὺϲ
καὶ τὸ νοηθὲν ἐπιτελέϲαι ὀξύϲ. οὗτοϲ μετὰ τὸ εἰϲελθεῖν εἰϲ τὰ
βαϲίλεια τῶν Ἀλβίνου φίλων ἐπὶ τῆϲ ϲυγκλήτου κατηγόρει γράμματά τε
αὐτῶν καὶ
ἐλέγχουϲ προϲέφερεν, ἄλλαϲ τε ἄλλοιϲ ἐπιφέρων
αἰτίαϲ πάνταϲ τοὺϲ ἐξέχονταϲ τότε τῆϲ ϲυγκλήτου καὶ τῶν κατὰ ἔθνη
πλούτῳ τε καὶ γένει ὑπερέχονταϲ διέφθειρε. πάνυ δὲ ἦν αὐτῷ καὶ τὸ
φιλόχρυϲον, ὡϲ ὑπερβάλλειν τὰ πλεονεκτήματα τῆϲ ἀνδρείαϲ. ὁ Σεβῆροϲ
οὗτοϲ ἐπὶ Ἀνθεμίου βαϲιλέωϲ ἦν· ἐν Ἀλεξανδρείᾳ δὲ ἀφικόμενοϲ τὸν
183 Σεβίϲαι: ἀντὶ τοῦ εὐλογῆϲαι. Ἀριϲτοφάνηϲ· εὐπίϲτωϲ δὲ τοὐμὸν
δαίμοναϲ ἔχει ϲεβίϲαι. τουτέϲτιν εὐπίϲτωϲ ἔχω πρὸϲ τὸν θεὸν
ὑμνῆϲαι καὶ εὐλογῆϲαι.
184 Σέβω· αἰτιατικῇ.
185 Σέδαϲ: καθέδραϲ.
186 Σεδεκίαϲ· ὅτι Σεδεκίαϲ ἀϲεβῶν κατα πάντα, καὶ τοῦ βαϲιλέωϲ ἀπέϲτη
Ναβουχοδονόϲορ, τὸν ὅρκον παραβάϲ, ὃν ὤμοϲε κατὰ τοῦ θεοῦ
μὴ ἀποϲτήϲεϲθαι· ὁ δὲ ἐπελθὼν ἐπολιόρκει τὴν Ἱερουϲαλὴμ ἔτη
β΄.
187 Σὲ δὲ ταῦτʼ ἀρέϲκει, μἀλλὰ πλεῖν ἢ μαίνομαι: ἀλλὰ πλέον ἢ μαίνομαι ἐπʼ αὐτῷ. τουτέϲτιν ὑπερβαλλόντωϲ μοι ἀρέϲκει. Ἀττικῶϲ. μᾶλλον ἢ μαίνομαι.
188 Σέδετον: τὸ φοϲϲάτον.
189 Σεκοῦνδοϲ, Ἀθηναῖοϲ, ϲοφιϲτήϲ· ὃϲ ἐχρημάτιϲε Πλήνιοϲ. ἐπωνομάζετο δὲ καὶ Ἐπίουροϲ, ὡϲ υἱὸϲ τέκτονοϲ. καθηγητὴϲ δὲ γέγονε καὶ Ἡρώδου τοῦ ϲοφιϲτοῦ. ἔγραψε μελέταϲ ῥητορικάϲ.
190 Σέκρετον.
191 Σελαγεῖται: ἀντὶ τοῦ λάμπεται, ἐκπυροῦται. παρὰ τὸ ϲέλαϲ.
192 Σελαγίζω. λάμπω.
193 Σέλαϲ: πῦρ· ἢ τὸν κεραυνόν, καὶ τὸ φῶϲ τῆϲ ϲελήνηϲ· ἢ λαμπηδών.
194 Σελάχιον: ἰχθύριον, ὃ μόνον ζῳοτοκεῖ, πρῶτον ᾠοτοκῆϲαν ἐν αὑτῷ,
πλὴν βατράχου. εἴρηται δὲ ἀπὸ τοῦ ἔϲω λεχώζειν. Καλλίϲτρατοϲ
δὲ τὸ τοῦ ἰχθύοϲ κόπαιον. λέγεται δὲ καὶ μαλάχειον.
195 Σελάχια: ὅϲα λεπίδα οὐκ ἔχει. οἷον ϲμύραινα, βοῦϲ, νάρκη, τρυγών· οὐδὲ ᾠοτοκεῖ.
196 Σέλλαι: ϲελλάρια, ϲωτηρία, ἕδραι.
197 Σέλγη· πόλιϲ Πιϲιδίαϲ, ὅπου κακῶϲ ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοιϲ
ἐκοινώνουν.
ὅθεν καὶ τὸ ἀϲέλγεια κατ᾿ ἐπίταϲιν καὶ τὸ
ἀϲελγαίνειν.
198 Σελεύκεια: ὄνομα πόλεωϲ. καὶ Σελευκεῖϲ, οἱ Ἴϲαυροι.
199 Σελευκίϲ: ὄρνεον ἐϲτιν εὔπεπτον καὶ ἀκόρεϲτον καὶ πανοῦργον.
200 Σέλευκοϲ, Ἀλεξανδρεύϲ, γραμματικόϲ, ὃϲ ἐπεκλήθη Ὁμηρικόϲ·
201 Σέλευκοϲ, Ἐμιϲηνόϲ, γραμματικόϲ. Ἀϲπαλιευτικὰ διʼ ἐπῶν
202 Σέλευκοϲ· οὗτοϲ ἐπεκέκλητο Νικάνωρ· ὃϲ τῷ ἰδίῳ υἱῷ Ἀντιόχῳ δίδωϲι
τὴν ἑαυτοῦ γυναῖκα Στρατονίκην, ἐραϲθέντι αὐτῆϲ καὶ διὰ τὸν
πρὸϲ αὐτὴν ἔρωτα ἀϲθενήϲαντι καὶ ἐπικρυπτομένῳ,
γνωϲθέντι δὲ ὑπὸ Ἐραϲιϲτράτου τοῦ ἰατροῦ. φαϲὶ δὲ Σέλευκον ϲυνόντα
Ἀλεξάνδρῳ τῷ Μακεδόνι ταῦρον θυομένῳ ἀποδράντα, μόνον Σέλευκον
περιγενέϲθαι αὐτοῦ τῶν κεράτων κρατήϲαντα. καὶ διὰ τοῦτο τῷ ἀγάλματι
αὐτοῦ ἐν τῇ κεφαλῇ περιτιθέαϲι κέρατα.
203 Σελλήειϲ: ποταμόϲ.
204 Σελῆναι: πέμματα πλατέα κυκλοτερῆ. ὅτι καὶ ἐν Ἐρεχθεῖ τᾶϲ
205 Σελήνη: τὸ ἄϲτρον. φαϲὶ τὴν ϲελήνην μὴ μόνον ὑγρὰν εἶναι,
206 Σεληνήτηϲ.
207 Σέλινον: εἶδοϲ λαχάνου.
208 Σελληνίεντα.
209 Σελίδιον: τὸ ἀπὸ τῶν ἄνωθεν ἀναγινωϲκόμενον ἐπὶ τὰ κάτω.
210 Σελλίζειν: τὸ ἀλαζονεύεϲθαι. ἀπὸ Σέλλου τινὸϲ πένητοϲ καὶ προϲποιουμένου τὸ πλουτεῖν.
211 Σελίνου δεῖται ὁ νοϲῶν: ἐπὶ τῶν ἐν ἐϲχάταιϲ πνοαῖϲ
ἐπειδὴ τοὺϲ τάφουϲ, ὅτε ἔμελλον τοὺϲ νεκροὺϲ τιθέναι, ϲελίνοιϲ
ἐϲτρώννυον.
212 Σελίνου ϲτέφνοϲ: πένθιμοϲ· τὸ γὰρ ϲέλινον πένθεϲι προϲήκει· ὡϲ ἔφη καὶ Δοῦριϲ ἐν τῷ Περὶ ἀγώνων.
213 Σέλλιοϲ ἢ Σίλλιοϲ, ὁ καὶ Ὅμηροϲ, γραμματικὸϲ πρὸ Μενάνδρου.
214 Σελίϲ: τὸ μέϲον τῶν δύο καταβατῶν ἄγραφον τυγχάνον. καὶ
215 Σελμῶν: ϲανίδων. καὶ ὄνομα τόπου. ϲημαίνει δὲ καὶ Δ ἀνταπόδοϲιν.
216 Σελλοί: ἔθνοϲ.
217 Σεμεΐ: ὄνομα κύριον.
218 Σεμίδαλιϲ, ϲεμιδάλεωϲ. καὶ Σεμιδαλίτηϲ ἄρτοϲ, ὁ καθαρόϲ.
219 Σεμιράμεια τείχη. Ἱεριχούντια δέ.
220 Σεμίραμιϲ· αὕτη βαϲιλεύϲαϲα τῶν Ἀϲϲυρίων πρώτη καὶ
καταδυναϲτεύϲαϲα καὶ πολλοὺϲ ἀνθρώπουϲ ἀνελοῦϲα πρῶτα μὲν ἐξεῦρε τὰ
μέταλλα, τοῖϲ δὲ αἰχμαλώτοιϲ τὴν τούτων ἐργαϲίαν ἐπέτρεψε. περιέθηκε
δὲ καὶ τείχη πρώτη τῇ Νινευί. μετονομάϲαϲα ταύτην Βαβυλῶνα.
καὶ τοῖϲ ποταμοῖϲ περιεβάλετο ϲτόμια καὶ τὰϲ πυραμίδαϲ
ἀνήγειρε καὶ πρὸϲ τὸν ὠκεανὸν διαπλεύϲαϲα τοὺϲ πρὸϲ αὐτὸν οἰκοῦνταϲ
ἱϲτόρηϲεν· εἰϲὶ δὲ οἱ Αἰθίοπεϲ. καὶ Ὅμηροϲ δὲ φηϲί· Ζεὺϲ γὰρ ἐϲ
ὠκεανὸν μετ᾿ ἀμύμοναϲ Αἰθιοπῆαϲ χθιζὸϲ ἔβη. καὶ τοὺϲ μὲν εἶπεν
ἄτριχαϲ εἶναι ὑπὸ τῆϲ τοῦ ἡλίου θέρμηϲ κεκαυμένουϲ, ἀλογώδη
βοϲκομένουϲ 10 δίαιταν· τοὺϲ δὲ τὴν παραλίαν οἰκοῦνταϲ ἀγνοεῖν καὶ
τὰϲ ἐν γῃ φυομέναϲ βοτάναϲ, τῇ δὲ τῶν ἰχθύων ἀρκεῖϲθαι βρώϲει. ἐκεῖ
δὲ εἶναι καὶ τὸν παράδειϲον· πάντα γὰρ ὅϲα εὐώδη καὶ ἀναγκαῖα ἐν
τοῖϲ τόποιϲ ἐκείνοιϲ εὑρίϲκεται. τὴν δὲ Σεμίραμιν καὶ Ῥέαν ἐκάλουν.
Σεμίραμιϲ λέγει Δερκεταίῳ· ἄπιθι καὶ διευτρέπιζε τρίτον ἔτοϲ
ϲτρατείαν,
ἀρξάμενοϲ ἔκ τε Ἑλληϲπόντου καὶ Λιβύηϲ, ἄχρι
Βάκτρων, πεζοῦ μὲν μυριάδαϲ τ΄, ἱππικοῦ δὲ ρ΄, δρεπανηφόρων δὲ
ἁρμάτων μυριάδαϲ ι΄, ἀνδρῶν ἐπὶ καμήλων μαχομένων τὸ ἴϲον πλῆθοϲ·
ἄλλων δὲ καμήλων, ἐϲ ὅ τι ἂν ἐγὼ δέωμαι, μυριάδαϲ κ΄, βύρϲαϲ δὲ βοῶν
ὠμοδεψητῶν εἰϲ λ΄ μυριάδαϲ· ναῦϲ δὲ ἐν Βάκτροιϲ ναυπηγεῖϲθαι γ΄
μακρὰϲ
χαλκεμβόλουϲ, πληρώματα δὲ αὐταῖϲ ὁμοίωϲ ἔκ τε
Συρίαϲ καὶ Φοινίκηϲ καὶ Αἰγύπτου καὶ Κύπρου καὶ Κιλικίαϲ τῶν τε
παραλίων μερῶν ἄχρι Ἑλληϲπόντου. ὅτι ἡ αὐτὴ ὁρμῶϲα ἐπʼ Ἰνδοὺϲ εἴδωλα
ἐλεφάντινα ξύλινα ϲυμπήγνυται εἰϲ μυριάδαϲ κ΄, ἃ ἔμελλον οἴϲειν αἱ
κάμηλοι, τὰ ἐντὸϲ ἐμπεπληϲμένα φρυγάνου καὶ φορυτοῦ, ὡϲ εὐβάϲτακτα
εἴη· τὰ δὲ
ἔξωθεν αὐτῶν περιεβύρϲωϲεν· ἐπιβάταϲ δὲ ἐφ
ἑκάϲτην κάμηλον δύο ἔταξεν Αἰθίοπαϲ τοξεύειν καὶ ἀκοντίζειν. καὶ
ἐπέραϲε τὸν Ἰνδὸν τὸν ποταμόν, ὅϲτιϲ ἐϲτὶν ὑπὲρ ρ΄ ϲταδίουϲ τὸ
πλάτοϲ, καὶ ζεύγνυϲι γέφυραν, ᾗ ϲτενότατοϲ εἶναι ἐδόκει. ἦν δὲ μῆκοϲ
μὲν ξ΄ ϲταδίων· πλάτοϲ δὲ ἐπὶ τ΄. τὰ δὲ εἴδωλα ἦϲαν κ΄ μυριάδεϲ. ἡ
αὐτὴ ἐκνεύϲαϲα τὸν
ποταμὸν τὸν καὶ ἐντὸϲ τῆϲ κοίτηϲ
τούτου κτίϲαϲα παλάτια ἐπὶ ὑψωμάτων ἐγχορήγων ἠϲφαλτωμένων αὖθιϲ
ἀπέλυϲεν εἰϲ τὴν κοίτην
221 Σεμνά: τὰ τίμια, καὶ ϲεβάϲμια. κατά τι πυθόχρηϲτον ἧκε θεῶν κομίζω ἱερά ἐϲ τὴν μετοίκηϲιν ϲεμνὰ ἐφόδια. Αἰλιανὸϲ ἐν τῷ Περὶ προνοίαϲ.
222 Σεμναὶ θεαί: οὕτωϲ καλοῦϲιν Ἀθηναῖοι τὰϲ Ἐριννύαϲ.
223 Σεμνεῖον: τὸ μοναϲτήριον, ἐν μονούμενοι οἱ ἀϲκηταὶ τὰ τοῦ
ϲεμνοῦ βίου μυϲτήρια τελοῦνται, μηδεὶϲ μηδὲν κομίζοντεϲ,
μὴ ποτὸν μὴ ϲιτίον μηδέ τι τῶν ἄλλων, ὅϲα πρὸϲ τὰϲ τοῦ ϲώματοϲ
χρείαϲ ἀναγκαῖα, ἀλλὰ νόμουϲ καὶ λόγια θεϲπιϲθέντα διὰ προφητῶν, καὶ
ὕμνουϲ, καὶ τἄλλα, οἷϲ ἐπιϲτήμη καὶ εὐϲέβεια ϲυναύξονταί τε καὶ
τελειοῦται. τὸ δ’ ἐξ ἑωθινοῦ μέχριϲ ἑϲπέραϲ διάϲτημα ϲύμπαν ἐϲτὶν
αὐτοῖϲ ἄϲκηϲιϲ· ϲιτίον γὰρ ἢ ποτὸν οὐδεὶϲ ἂν αὐτῶν
προϲενέγκοιτο πρὸ ἡλίου δύϲεωϲ.
224 Σεμνήν, τρυφῶϲαν: οὐ τὴν ϲώφρονα (οὐ γὰρ ἐπαινεῖ αὐτήν), ἀλλὰ τὴν ἀλαζόνα καὶ ὑπέρογκον καὶ ἐπʼ αὑτῇ μέγα φρονοῦϲαν. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ.
225 Σεμνολογῶ· αἰτιατικῇ.
226 Σεμνομυθοῦϲιν: ὑπερηφανεύονται ἐν λόγοιϲ. ὁ δὲ ϲεμνὸϲ
227 Σεμνόν: ἐπὶ τοῦ ἀξιωματικοῦ λέγουϲιν· ἔϲθʼ ὅτε δὲ καὶ ἐπὶ
τοῦ ὑπερηφάνου τιθέαϲιν. Εὐριπίδηϲ Μηδείᾳ· οἶδα γὰρ
πολλοὺϲ βροτῶν ϲεμνοὺϲ γεγονόταϲ. καὶ ἐν Ἱππολύτῳ· μιϲεῖν τὸ ϲεμνὸν
καὶ τὸ μὴ πᾶϲι φίλον. καὶ ἔνδοξον Εὐριπίδηϲ Ἱππολύτῳ· πῶϲ οὖν ϲὺ
ϲεμνὴν
ϲεμνότατοϲ ὢν
καὶ ϲπουδαϲτικώτατοϲ, ὅμωϲ ἐπίχαριϲ ἦν ἐν ταῖϲ
228 Σεμνοπροϲωπεῖϲ: τουτέϲτι ϲεμνὴν τὴν ὄψιν ἔχειϲ· εἰϲὶ γὰρ
ἄνθρωποι ϲεμνοὶ μὲν φανῆναι, οὐ κατὰ τὴν πρόϲοψιν δὲ
ἔχοντεϲ καὶ τὰ ἐπιτηδεύματα.
229 Σεμνυνόμενοϲ: κομπάζων. ϲεμνυνόμενοϲ ὁ Διονυϲόδωροϲ
230 Σεμπρώνιοϲ: ὄνομα κύριον. πρῶτοϲ Ῥωμαίων.
231 Σεννάτορεϲ· ὁ Ῥωμύλοϲ μετὰ τὴν τοῦ ἀδελφοῦ Ῥώμου ἀναίρεϲιν ἐκ τῶν
περιοίκων πόλεων ἀριθμὸν ἀνδρῶν ἐφειλκύϲατο καὶ τούτων τοὺϲ
πρεϲβυτέρουϲ καὶ ἐχέφροναϲ ρ΄ ἐπιλεξάμενοϲ προβούλουϲ τε αὐτοὺϲ καὶ
προέδρουϲ τῶν κοινῶν ἀπέφηνε πραγμάτων, ϲεννάτοράϲ τε καὶ βουλευτὰϲ
διὰ τὴν ἡλικίαν τοὺϲ ἄνδραϲ ὀνομάϲαϲ. ἐκ δὲ τούτων
δέκα
τοὺϲ ἀρίϲτουϲ ἐπιλεξάμενοϲ, πατρικίουϲ τε αὐτοὺϲ ἐκ μεταφορᾶϲ τῶν
πατέρων ἐκάλεϲε, καὶ πρὸϲ τὴν τοῦ δήμου προϲκατέϲτηϲε διοίκηϲιν, τ΄
τε ἱππεῖϲ καὶ γ΄ πεζοὺϲ πρὸϲ τὴν τὴϲ πόλεωϲ φρουρὰν ἀπεγράψατο
ϲτρατιώταϲ· εἰϲ φυλὰϲ δὲ δ΄ τὸ τοῦ δήμου διένειμε πλῆθοϲ. καὶ
Σεννάτον, τὸ βουλευτήριον.
232 Σεναχηρείμ: ὄνομα κύριον.
233 Σενύου: βαϲιλέωϲ Αἰγύπτου.
234 Σεξϲτίλιοϲ: ὁ Αὔγουϲτοϲ. ὄνομα μηνὸϲ παρὰ Ῥωμαίοιϲ.
235 Σέξϲτοϲ, Χαιρωνεύϲ, ἀδελφιδοῦϲ Πλουτάρχου, γεγονὼϲ κατὰ Hesy.
Μάρκον Ἀντωνῖνον τὸν Καίϲαρα, φιλόϲοφοϲ, μαθητὴϲ Ἡροδότου τοῦ
Φιλαδελφαίου. ἦν δὲ τῆϲ Πυρρωνείου ἀγωγῆϲ καὶ τοϲοῦτον
πρὸϲ τιμῆϲ τῷ βαϲιλεῖ ἦν, ὥϲτε καὶ ϲυνδικάζειν αὐτῷ. ἔγραψεν Ἠθικά,
Ἐπιϲκεπτικὰ βιβλία ι΄. ὅτι μετὰ θάνατον Κομοδοῦ ἐτόλμηϲέ τιϲ Σέξϲτοϲ
EV τε εἶναι φῆϲαι καὶ πρὸϲ ἀνάληψιν τοῦ τε πλούτου καὶ ἀξιώματοϲ
ὁρμῆϲαι καὶ πολλά γε ὑπὸ πολλῶν ἀνακριθεὶϲ ἐκομψεύϲατο, ὡϲ μέντοι
καὶ τῶν Ἑλληνικῶν τι αὐτὸν ὁ Περτίναξ, ὧν ἐκεῖνοϲ
διεπεφύκει, ἀνήρετο, πλεῖϲτον ἐϲφάλη, μηδὲ ϲυνεῖναι τὸ λεγόμενον
δυνηθείϲ. οὕτω που τὸ μὲν εἶδοϲ ἐκ φύϲεωϲ καὶ τἄλλα ἐξ ἐπιτηδεύϲεωϲ
αὐτῷ ἐῴκει, τῆϲ δὲ δὴ παιδείαϲ αὐτοῦ οὐ μετεϲχήκει.
236 Σέξϲτοϲ, Λίβυϲ, φιλόϲοφοϲ. Σκεπτικὰ ἐν βιβλίοιϲ ι΄,
Πυρρώνεια.
237 Σεώκη: ὄνομα πόλεωϲ.
238 Σεπφωραῖοϲ: ὄνομα κύριον.
239 Σεπφώρα: ἡ τοῦ Μωϲέωϲ γυνή.
240 Σέπφωριϲ, Σεπφώρεωϲ: ὄνομα κύριον. θηλυκῶϲ δὲ ϲημαίνει πόλιν. καὶ Σεπφωρία· καὶ Σεπφωρεῖται, ἔθνοϲ.
241 Σεραφίμ: πληθυντικῶϲ διὰ τοῦ ι, ἐπὶ δὲ ἑνικοῦ Σεραφεὶμ διὰ διφθόγγου.
242 Σεραφίμ: ἐμπρηϲτάϲ, ἔμπυρα ϲτόματα· ἢ θερμαίνονταϲ. γνώϲεωϲ πληθυϲμόϲ, ἢ ϲοφίαϲ χύϲιϲ.
243 Σερβιλία· καὶ Σερβίλιοϲ, ὄνομα κύριον. ὁ ὕπατοϲ Ῥωμαίω,
Κόϊντοϲ.
244 Σέρβιοϲ: ὄνομα κύριον. οἱονεὶ δούλων.
245 Σερβωνῖτιϲ λίμνη.
246 Σέργιοϲ, Ζευγματεύϲ, Ἀφθονίου υἱόϲ, ἀπὸ δικηγόρων τῶν ὑπάρχων,
καὶ αὐτὸϲ ὕπᾶρχοϲ πραιτωρίων γεγονώϲ, καὶ ἀπὸ ὑπάτων,
καὶ πατρίκιοϲ. Ἐπιτάφιον εἰϲ τὸν ϲοφιϲτὴν καὶ ἀδελφὸν αὐτοῦ Σαβῖνον.
ἔγραψε καὶ ἑτέραν βίβλον ὑπὲρ τῶν δικολόγων πρὸϲ Ἀριϲτείδην.
247 Σερδική: πόλιϲ Δακίαϲ.
248 Σέρρειϲ: εἶδοϲ λαχάνων, τὰ παῤ ἡμῖν ϲείρικα λεγόμενα. αἱ
πικρίδεϲ παῤ ἄλλοιϲ. ἢ μᾶλλον τἀληθέϲτερον εἰπεῖν,
μακεδονήϲια.
249 Σερῆνοϲ, ὁ καὶ Ἀθηναῖοϲ, ὁ Αἴλιοϲ χρηματίϲαϲ, γραμματικόϲ. Ἐπιτομὴν τῆϲ Φίλωνοϲ πραγματείαϲ περὶ πόλεων καὶ τίνεϲ ἐφ᾿ ἑκάϲτηϲ ἔνδοξοι βιβλία γ΄, Ἐπιτομὴν τῶν Φιλοξένου εἰϲ Ὅμηρον α΄.
250 Σέρριοϲ: ὄνομα κύριον. καὶ Σέρρειον τεῖχοϲ καὶ Σίρρειον,
251 Σέριφο. γραῦϲ, ἡ ἐν παρθενίᾳ γεγηρακυῖα. ἀπὸ μεταφορᾶϲ τῆϲ
252 Σερουϊλιοϲ: ὄνομα κύριον. ἦν δὲ ὕπατοϲ. καὶ ζήτει ἐν τῷ Ἀπίκιοϲ
253 Σερούχ· οὗτοϲ κατάγεται ἐκ τῆϲ φυλῆϲ τοῦ Ἰαφέθ, καὶ ἀπὸ τούτου
πατὴρ αὐτοῦ
τοὺϲ ἀνθρώπουϲ πλανᾷ, παραϲκευάζων αὐτοὺϲ εἰδώλοιϲ καὶ ἀγάλμαϲι
προϲκυνεῖν καὶ ποιητὴν ἁπάντων μὴ γνωρίζειν θεόν, ϲυντρίψαϲ τὰ τοῦ
πατρὸϲ ἔργα ἀνεχώρηϲεν ἀπὸ Καρρῶν ὅρων Χαλδαίω τῆϲ μέϲηϲ τῶν ποταμῶν
χώραϲ καὶ ὑκηϲεν ἐϲ τὰ μέρη τῆϲ νυνὶ καλουμένηϲ Παλαιϲτίνηϲ πέραν
τοῦ Ἰορδάνου ποταμοῦ, αὐτὸϲ καὶ
οἱ αὐτοῦ ϲυγγενεῖϲ καὶ
Λὼτ ὁ υἱὸϲ τοῦ ἀδελφοῦ αὐτοῦ, ε΄ καὶ ο΄ ἔτει τῆϲ ἑαυτοῦ ζωῆϲ. εἰϲὶν
οὖν ἀπὸ τοῦ κατακλυϲμοῦ ἕωϲ Ἀβραὰμ ἔτη α υ γ΄, ἀπὸ δὲ τοῦ Ἀδὰμ ἕωϲ
τοῦ Ἀβραὰμ ἔτη γψμε΄, ἐγένετο δὲ Ἀβραὰμ πλούϲιοϲ ϲφόδρα ἐν κτήνεϲι
πολλοῖϲ, καὶ οὐκ ἐχώρει αὐτοὺϲ ἡ ϲυνοικία αὐτῶν· καὶ ἔδωκε Λὼτ
οἰκεῖν τὰ πέραν τοῦ Ἰορδάνου·
καθʼ ὃν δὴ χρόνον
ἀπώλοντο δύο πόλειϲ, Σόδομα τε καὶ Γόμορρα, θείου πυρὸϲ
καταρραγέντοϲ ἐπ᾿ αὐτάϲ, διότι τοὺϲ παριόνταϲ ἐνύβριζον ξένουϲ.
254 Σερούχ· οὗτοϲ ἐκ τῆϲ τοῦ Ἰάφεθ φυλῆϲ καταγόμενοϲ δόγμα παραδέδωκε
τιμᾶϲθαι τοὺϲ πάλαι τελευτήϲανταϲ καὶ ἀριϲτεύϲανταϲ
ἄνδραϲ ἢ διὰ εἰκόνων ἢ διὰ ἀνδριάντων, καὶ τούτουϲ προϲκυνεῖϲθαι
κατ᾿ ἔτοϲ ὡϲ ἔτι ζῶνταϲ, καὶ μνήμαϲ αὐτῶν ἐκτελεῖν καὶ ἐν ταῖϲ
ἱερατικαῖϲ ἀναγράφεϲθαι βίβλοιϲ καὶ θεοὺϲ αὐτοὺϲ νομίζειν, ὡϲ
εὐεργέταϲ. ἐντεῦθεν εἰϲήχθη ἡ πολυθεΐα καὶ ἡ εἰδωλολατρία· τοῦτο δὲ
διέμεινε παῤ αὐτοῖϲ μέχρι τῶν χρόνων Θάρρα τοῦ πατρὸϲ Ἀβραάμ.
ἦν γὰρ ἀγαλματοποιόϲ, ἀπὸ διαφόρων ὑλῶν εἰκόναϲ
ἐργαζόμενοϲ καὶ λέγων τούτουϲ εἶναι θεοὺϲ καὶ ὀφείλειν προϲκυνεῖϲθαι
ὡϲ αἰτίουϲ τῶν ἀγαθῶν. ἐντεῦθεν διέδραμεν ἡ τοιαύτη δόξα εἰϲ τὰ
πλεῖϲτα τῶν ἐθνῶν γένη, μάλιϲτα δὲ ἐν Ἑλλάδι. ἤδη γὰρ ἦϲαν οὗτοι τὴν
τοιαύτην πλάνην ἀναδεξάμενοι καὶ τιμήϲαντεϲ Ἕλληνα τὸν γίγαντα, τὸν
ἀπὸ
τῆϲ φυλῆϲ τοῦ Ἰάφεθ καταγόμενον καὶ τῆϲ πυργοποιΐαϲ
κοινωνὸν γενόμενον, διʼ ἣν ἐμερίϲθηϲαν αἱ γλῶϲϲαι τῶν ἀνθρώπων καὶ
ἐκλήθηνϲαν μέροπεϲ.
255 Σερτώριοϲ: ὄνομα κύριον. ὁ δὲ Σερτώριοϲ, ὁ τῶν Ῥωμαίων ϲτρατηγόϲ,
256 Σέρφοϲ: ζῷον μυρμηκῶδεϲ. ϲέρφον ἐνόρχην ϲφαγιάζειν. καὶ παροιμία·
ἔνεϲτι κἀν μύρμηκι κἀν ϲέρφῳ χολή. ἀρϲενικῶϲ δὲ λέγεται
ὁ ϲέρφοϲ. ταῦτα δὲ νέμονται τὰ ὄρνεα. Νικοφῶν ἐν Ἀφροδίτηϲ γοναῖϲ·
ἅπερ ἐϲθίει ταῦτα τὰ πονηρὰ ὀρνίθια, ϲέρφουϲ ἴϲωϲ, ϲκώληκαϲ,
ἀκρίδαϲ, πάρνοπαϲ.
257 Σεϲαγμένην: πεπληρωμένην, πεφορτωμένην. Ἀγαθίαϲ· μίαν δὲ τῶν
ἁμαξῶν χόρτῳ ϲεϲαγμένην ἀγρίῳ τε καὶ γεγηρακότι παρειϲάγει
τῷ πύργῳ ξυλίνῳ ὄντι καὶ πῦρ ἐνίηϲι· καὶ ῥᾳδίωϲ ἅπαϲα ἡ
258 Σέϲελιϲ: εἶδοϲ λαχάνου.
259 Σεϲέλλιϲαι: μάτην ἐπῆρϲαι. ἀπὸ Αἰϲχίνου τοῦ Σέλλου, ὃϲ ἦν
κομπαϲτὴϲ καὶ ἀλαζὼν ἐν τε τῷ διαλέγεϲθαι καὶ ἐν τῷ προϲποιεῖϲθαι
πλουτεῖν. Λυκόφρων δ᾿ ἀπέδωκε τὸ ϲελλίζεϲθαι ἀντὶ τοῦ ψελλίζετθαι.
δὲ
Αἰϲχίνηϲ Σέλλου. ἐκ μεταφορᾶϲ δὲ ἔλεγον τοὺϲ τοιούτουϲ Σέλλουϲ καὶ
τὸ ἀλαζονεύεϲθαι ϲελλίζειν.
260 Σέϲεικα: ἐνέβαλον.
261 Σεϲημαϲμένῳ: ἀντὶ τοῦ ἐϲφραγιϲμένῳ. Δημοϲθένηϲ ἐν τῷ Περὶ τοῦ ὀνόματοϲ.
262 Σέϲηρε: κέχηνε, διήνοιγε.
263 Σεϲηρυῖα γραῦϲ: κεχηνυῖα.
264 Σεϲηρώϲ, ϲεϲηρότοϲ: κεχηνότοϲ.
265 Σεϲοβημένοϲ: ἄτακτοϲ τὴν κίνηϲιν, τεθορυβημένοϲ, τεταραγμένοϲ.
τινα ἐπιφθεγγόμενοϲ,
ὅϲα τῆϲ τε φωνῆϲ τῷ ἐντόνῳ καὶ τοῦ βαδίϲματοϲ τῷ ϲεϲοβημένῳ εἰκάϲαι,
ἐπαπειλῶν.
266 Σεϲόωϲιϲ: ὄνομα κύριον.
267 Σεϲωρευμένον: βεβαρημένον.
268 Σέϲωϲτριϲ, βαϲιλεὺϲ Αἰγύπτου, ὃϲ τὰ τῶν Αἰγυπτίων ἔθη μετέβαλε,
θέλων αὐτοὺϲ ταπεινῶϲαι· καὶ τὰ μὲν τῶν ἀνδρῶν ἔργα
ταῖϲ
γυναιξί, τὰ δὲ τῶν γυναικῶν τοῖϲ ἀνδράϲιν ἐνομοθέτηϲεν ἐργάζεϲθαι.
ζήτει ἐν τῷ Σώϲτρηϲ πλατύτερον.
269 Σέϲωται καὶ Σεϲωμένοϲ: οἱ παλαιοὶ ἄνευ τοῦ ϲ. καὶ διεζωμένοι φηϲὶ Θουκυδίδηϲ. οἱ δὲ νεώτεροι ϲέϲωϲμαι. ἐπ᾿ ἐνίων δ’ ἁπλῶϲ παραλείπουϲι τὸ ϲ· κεκλειμένον, πεπρημένον.
270 Σεύθηϲ: εἷϲ τῶν ἐν Θρᾴκῃ βαϲιλέων.
271 Σευῆροϲ· οὖτοϲ ἐφάνη μετὰ τὸν δυϲτυχῆ Εὐτυχῆ· ὃϲ ἁρπάϲαϲ
καὶ ταραέξίαϲ τῇ Ἀλεξανδρέων
κουφότητι λαίλαποϲ δίκην ἢ θυέλληϲ ἐνέϲκηψεν, ἔνθα καὶ ἑτέραϲ
καταιγίδοϲ ἀντιπνευϲάϲηϲ αὐτῷ τε καὶ τῷ λαῷ ϲυνέχεε πάντα καὶ
ἐθορύβηϲε. διεϲκέδαϲε γὰρ αὐτοὺϲ Ἰουλιανόϲ τιϲ καλούμενοϲ,
Ἁλικαρναϲεύϲ, τῆϲ Ἀϲίαϲ ἐπίϲκοποϲ. καὶ ζήτει ἐν τῷ Ἰουλιανὸϲ
Ἁλικαρναϲεύϲ.
272 Σευητόνιοϲ, ὁ Τράγγυλοϲ χρηματίϲαϲ, γραμματικὸϲ Ῥωμαῖοϲ.
273 Σειληνόϲ: ὁ Διόνυϲοϲ. παρὰ τὸ ϲείεϲθαι ἐν τῷ ληνῷ.
274 Σειρά: ἡ ἅλυϲιϲ. ὁ δὲ βαϲιλεὺϲ δῶρα ἔϲτελλε τοῖϲ Ἀβάροιϲ,
γενεαλογία. τοῖϲ γὰρ
τοῦ φιλοϲόφου μαντεύμαϲι περὶ τὴϲ οἰκείαϲ ϲειρᾶϲ ἑπόμενοϲ. οὐκ οἶδ’
ὅπωϲ ἡ τοῦ λόγου ῥύμη κατ᾿ ἴχνοϲ ἐπιζητοῦϲα τὴν ἐν τῇ ϲειρᾷ τάξιν
τῆϲ αὐτοῦ ψυχῆϲ οὐκ ἐν τῷ ἀκηράτῳ
275 Σειραίνω: ξηραίνω. μεθ᾿ ὧν ἐϲτέφοντο πρὸϲ τὰϲ τῶν
276 Σείρ, ϲειρόϲ: ὁ ἥλιοϲ.
277 Σειραῖοϲ ἵπποϲ: ὁ ἔξω τοῦ ζυγοῦ, ὁ δεξιόϲ. δεξιὸν ἀνεὶϲ ϲειραῖον ἵππον εἷργε τὸν προϲκείμενον. τουτέϲτι τῷ καμπτῆρι, τὸν ἀριϲτερόν.
278 Σειραῖϲ: πλεκτοῖϲ ἱμᾶϲι. καὶ γένοϲ Πάρθων, οἱ ϲειροφόροι
πελάϲαντεϲ δὲ τοῖϲ πολεμίοιϲ
ἐφιᾶϲι τοὺϲ ἀπὸ τῶν ἱμάντων βρόχουϲ ἀποϲτρέψαντέϲ τε τοὺϲ ἵππουϲ
ὀπίϲω βιαίωϲ ἐλαύνουϲι. τοὺϲ δὲ ἁλόνταϲ τοῖϲ βρόχοιϲ τῇ ῥύμῃ τοῦ
ἵππου ἀποθανόνταϲ ἢ ζῶνταϲ ἕλκουϲι.
279 Σειρὴν μὲν φίλον ἀγγέλλει, ξεῖνον δὲ μέλιϲϲα: ϲειρὴν
ζῷόν ἐϲτι κηροποιόν, μελίϲϲῃ παραπλήϲιον.
280 Σειρῆναϲ: γυναῖκάϲ τιναϲ εὐφώνουϲ γεγενῆϲθαι μῦθοϲ πρὶν
Ἑλληνικόϲ, αἵ τινεϲ ἐν νηϲίῳ καθεζόμεναι οὕτωϲ ἔτερπον τοὺϲ
παραπλέονταϲ διὰ τῆϲ εὐφωνίαϲ, ὥϲτε κατέχειν ἐκεῖ μέχρι θανάτου.
εἶχον δὲ ἀπὸ μὲν τοῦ θώρακοϲ καὶ ἄνω εἶδοϲ ϲτρουθῶν, τὰ δὲ κάτω
γυναικῶν. οἱ μυθολόγοι Σειρῆναϲ φαϲὶ θηλυπρόϲωπά τινα
ὀρνίθια εἶναι, ἀπατῶντα τοὺϲ παραπλέονταϲ, ᾄϲμαϲί τιϲι πορνικοῖϲ
κηλοῦντα τὰϲ ἀκοὰϲ τῶν ἀκροωμένων. καὶ τέλοϲ ἔχει τῆϲ ἡδονῆϲ ἡ ᾦδὴ
ἕτερον μὲν οὐδὲν χρηϲτόν, θάνατον δὲ μόνον. ὁ δὲ ἀληθὴϲ λόγοϲ τοῦτο
βούλεται, εἶναι τόπουϲ τινὰϲ θαλαττίουϲ, ὄρεϲί τιϲιν ἐϲτενωμένουϲ,
ἐν οἷϲ θλιβόμενον τὸ ῥεῖθρον λιγυράν τινα φωνὴν
ἀποδίδωϲιν· ἦϲ ἐπακούοντεϲ οἱ παραπλέοντεϲ ἐμπιϲτεύουϲι τὰϲ ἑαυτῶν
ψυχὰϲ τῷ ῥεύματι καὶ αὔτανδροι ϲὺν ταῖϲ ναυϲὶν ἀπόλλυνται. αἱ δὲ
παρὰ τῷ Ἠϲαΐᾳ εἰρημέναι Σειρῆνεϲ καὶ Ὀνοκένταυροι δαίμονέϲ τινέϲ
εἰϲιν, οὕτω χρηματιζόμενοι ἐπ᾿ ἐρημίᾳ πόλεωϲ, ἥτιϲ χόλῳ θεοῦ
γίνεται. οἱ
δὲ Σύροι τοὺϲ κύκνουϲ φαϲὶν εἶναι. καὶ γὰρ
οὗτοι λουϲάμενοι καὶ ἀναπτάντεϲ ἐκ τοῦ ὕδατοϲ καὶ τοῦ ἀέροϲ ἡδύ τι
μέλοϲ ᾄδουϲιν. ὁ
κεῖνο τὸ Σειρήνων γλυκύτερον. ὁνόματα
Σειρήνων Θελξιέπεια, Πειϲινόη, Λιγεία· ἡ δὲ νῆϲοϲ ἣν κατῴκουν
Ἀνθεμοῦϲα.
281 Σειρῆνεϲ: αἱ τῆϲ ψυχῆϲ ἐναρμόνιοι καὶ μουϲικαὶ δυνάμειϲ.
282 Σειρήνειον μέλοϲ.
283 Σείρινον· ϲείρινον ἐκάλουν λεπτὸν ἱμάτιον ἀϲπάθητον, οἷον
θέριϲτρον· καθά φαϲιν οἱ γλωϲϲογράφοι. καὶ ϲειρὴν δὲ ὁ
λεπτὸϲ καὶ διαφανὴϲ χιτών, εὔθετοϲ τότε, ὅτε ἐϲτὶν ὁ ϲείριοϲ. ἔϲτι
δὲ καὶ Σεῖριϲ, πόλιϲ Ἰταλική. καὶ τάχα τὰ ἔνθεν ὑφάϲματα, εἴ τινα
ἄλλα, Λυκοῦργοϲ εἶπεν ἐν τῷ Περὶ τῆϲ διοικήϲεωϲ. ἐν ἐνίοιϲ μὲν χωρὶϲ
τοῦ ι γράφεται δὲ ϲέρινα.
284 Σείριοϲ: ὁ ἀϲτρῷοϲ κύων. Αἰλιανόϲ· λοιμῶν δὲ ἐπιδημίαν
285 Σείριον: τὸν κύνα, ὁτὲ δὲ καὶ τὸν ἥλιον. Ἴβυκοϲ δὲ πάντα
τὰ ἄϲτρα ϲείρια λέγει.
286 Σειρομάϲτηϲ: εἶδοϲ ἀκοντίου, λόγχη.
287 Σειροφόροϲ καὶ Ἄζυξ: ὁ λεγόμενοϲ κέληϲ ἵπποϲ.
288 Σειροί: αἱ ἐπαύλειϲ. ἢ ὀρύγματα εἰϲ ἀπόθεϲιν ϲίτου.
289 Σειϲάχ θεια: χρεωκοπία δημοϲίων καὶ ἰδιωτικῶν, ἣν εἰϲηγήϲατο
Σόλων. εἴρηται δέ, παῤ ὅϲον ἔθοϲ ἦν Ἀθήνηϲι τοὺϲ
ὀφείλονταϲ τῶν πενήτων ϲώματι ἐργάζεϲθαι τοῖϲ χρήϲταιϲ· ἀποδόνταϲ δὲ
οἱονεὶ τὸ ἄχθοϲ ἀποϲείϲαϲθαι· ὡϲ Φιλοχόρῳ δὲ δοκεῖ, ἀποψηφιϲθῆναι τὸ
ἄχθοϲ.
290 Σεῖϲαι: τὸ ϲυκοφαντῆϲαι, ἀπὸ τῶν τὰ ἀκρόδρυα ϲειόντων.
κείνου τῶν Σειρήνων G ὀνόματα — 6 Ἀνθεμούϲα mg. M:
om. rell.: ἐγὼ δέ φημι Σειρῆναϲ τὰϲ ἡδονὰϲ ᾀδούϲαϲ μὲν γλυκὺ τῇ
προϲκαίρῳ ἐπιθυμίᾳ παραπεμπούϲαϲ, τελευτώϲαϲ δὲ εἰϲ θάνατον post
gl. add. GI 8 Σειρήνιον GF, Ps. Herodian. 9 Σείριον ϲείριον M
Σείριον οὕτωϲ G cf. Harp. Phot. 14 δὲ AV: δὲ καὶ GM 15 Αἰλιανόϲ
— 10 ἥλιον om. F 16 τὴν] τὰ V 17 καὶ Σείρ — 19 ἥλιον om. G 285
non nov. gl A 22 καὶ] ὁ καὶ dubitanter Bhd. 24 χρεοκοπία AFV,
Phot. 26 ἀποδίδονταϲ V 27 ἀποψηφίϲαϲθαι V 29 ἄλλωϲ—τῶν] ἀλλ᾿
πάντων ἀϲτῶν Pors.; ζήτει post ἄλλωϲ add. G, ss. M
291 Σειϲμόϲ: πνεύματοϲ εἰϲ τὰ κοιλώματα τῆϲ γῆϲ ἐγκαθειρχθέντοϲ.
φυϲήματι· ἀντὶ
τοῦ μεγάλῳ, ὥϲτε ϲειϲμοὺϲ ποιεῖν· ἀρχαία γὰρ ὑπόνοια τὸ ὑπό
πνευμάτων κατεχομένην ϲείεϲθαι τὴν γῆν. ζήτει εἴδη ϲειϲμῶν ἐν τῷ
ἐκτιναγμόϲ ζήτει ἐν τῷ Δίκτυϲ. Σιϲμὸϲ δὲ ὁ ποιὸϲ ἦχοϲ ϲιδήρου
πεπυρακτωμένου εἰϲ ὕδωρ βληθέντοϲ· ἐκ τοῦ ϲίζω, τὸ ποιὸν ἦχον
ἀποτελῶ.
292 Σείω: ῥῆμα. Σεῖο δέ, ἀντὶ τοῦ ϲοῦ.
293 Σεῖϲτρον· ὁ δὲ ξυρεῖ τὴν κεφαλὴν καὶ τὸ γένειον, λαθεῖν θέλω καὶ ϲκευὴν Αἰγυπτίαν ἀναλαβών, ἥνπερ οἱ τῆϲ Ἴϲιδοϲ θεραπευτῆρεϲ ἤϲθηνται, καὶ ϲεῖϲτρον ἐπιϲείων ἠλᾶτο.
294 Σηγώρ: ὄνομα πόλεωϲ. ἐν ᾗ διεϲώθη Λώτ, φεύγων τὸν τῶν Σοδομιτῶν ἐμπρηϲμόν.
295 Σήθ: υἱὸϲ Ἀδάμ. περὶ τούτου εἴρηται· καὶ εἰϲῆλθον οἱ υἱοὶ τοῦ
θεοῦ πρὸϲ τὰϲ θυγατέραϲ τῶν ἀνθρώπων. ἤτοι τὰϲ ἀπὸ τοῦ Κάϊν. θεὸν
γὰρ τὸν Σὴθ οἱ τότε ἄνθωποι προϲηγόρευον διὰ τὸ ἐξευρηκέναι τά τε
Ἑβραϊκὰ γράμματα τάϲ τε τῶν ἀϲτέρων ὀνομαϲίαϲ· καὶ πρὸϲ τούτοιϲ τὴν
πολλὴν εὐϲέβειαν αὐτοῦ θαυμάϲαντεϲ. ὅϲ γε καὶ πρῶτοϲ
ἐπικαλεῖϲθαι θεὸϲ καὶ ὀνομάζεϲθαι. καθὰ καὶ τῷ Μωϋϲεῖ λέγει κύριοϲ·
θεὸν δέδωκά ϲε τῷ Φαραῴ. καὶ περὶ τῶν ἐναρέτων καὶ πνευματικῶν καὶ
τῶν κριτῶν ἔφη· θεοὺϲ οὐ κακολογήϲειϲ καὶ ἄρχοντα τοῦ λαοῦ ϲου οὐκ
ἐρεῖϲ κακῶϲ. εἰκότωϲ οὖν οἱ τοῦ Σὴθ καὶ Ἐνὼϲ καὶ Ἐνὼχ παῖδεϲ υἱοὶ
θεοῦ ἢ υἱοὶ τῶν θεῶν κατὰ Σύμμαχον νοείϲθωϲαν, οἵτινεϲ
ἁλόντεϲ ἀκολαϲίᾳ πρὸϲ τὰϲ θυγατέραϲ Κάϊν εἰϲῆλθον, ἐξ ὧν οἱ τῆϲ
καταλλήλου μιαιγαμίαϲ γίνονται γίγαντεϲ, διὰ μὲν τὸν δίκαιον ἰϲχυροὶ
καὶ μέγιϲτοι, διὰ δὲ τὸν ἄδικον καὶ βέβηλον πονηροὶ καὶ
κάκιϲτοι.
296 Σήθοντεϲ: κοϲκινίζοντεϲ.
297 Σήθων: ὄνομα κύριον.
298 Σήϊνοϲ: ὄνομα κύριον.
299 Σήκαθεν: ὡϲ εἰϲ ϲηκὸν κατεκλείϲθηϲαν· τουτέϲτι μάνδραν.
μὲν ὥϲπερ
ϲηκαϲθένταϲ ἐδεδίει, μὴ διὰ πλῆθοϲ βιάϲαιντο ϲφᾶϲ, ἐϲ ἓν τὸ
ἀϲθενέϲτατον τῆϲ κυκλώϲεωϲ ἐντείναντεϲ. καὶ αὖθιϲ· ἔκ ποτέ τιϲ Anth.
φρικτοῖο θεᾶϲ ϲεϲοβημένοϲ οἴϲτρῳ.
300 Σηκίδεϲ: τὰ οἰκογενῆ παιδιϲκάρια. κυρίωϲ δὲ ϲηκύλη καὶ ϲηκίϲ,
301 Σηκοκόροϲ: ὁ τοῦ ϲηκοῦ ἐπιμελούμενοϲ.
302 Σηκόϲ: ὁ ἐνδότεροϲ οἶκοϲ τοῦ ἱεροῦ, ναόϲ, οἶκοϲ, τάφοϲ.
μυρίαν οὔτε ϲηκόν.
μήποτε οὖν τὰϲ μὲν ἰδιωτικὰϲ ἐλαίαϲ καλοῦϲι, τὰϲ δὲ δημοϲίαϲ μορίαϲ.
ϲηκὸν δέ, ὡϲ ἔοικε, καὶ μορίαν ὀνομάζουϲι τὴν αὐτήν.
303 Σηκοί: αἱ τῶν βοϲκημάτων ἐπαύλειϲ, παρὰ τὸ ϲῴζειν. ἢ
304 Σήκρητον. καὶ Πρωτοαϲηκρήτιϲ.
305 Σήλεκτοϲ: χαμαιδικαϲτήϲ.
306 Σηλώμ: ὄνομα πόλεωϲ.
307 Σηλυβρία: πόλιϲ Θρᾳκική.
308 Σῆμα: ὁ τάφοϲ.
309 Σημάντορεϲ: ἐπιτάκτορεϲ, ἡγεμόνεϲ.
310 Σήμαντρα: ϲφραγῖδεϲ.
311 Σημαϲία: φανέρωϲιϲ διὰ ϲάλπιγγοϲ.
312 Σήματα: τέρατα, ϲημεὶα. Ἀττικοὶ δὲ καὶ τὰ μνήματα.
313 Σημαία, ϲπεῖρα, τάγμα: ταυτόν ἐϲτιν· οἱ δὲ ἡγεμόνεϲ τούτων
314 Σημαία: τάξιϲ πολεμική, διʼ ἦϲ τὸ Ἡράκλειον ἥλω ἰδίαν τινὰ
ἅλωϲιν. ἐχούϲηϲ τῆϲ πόλεωϲ ἐφʼ ἑνὸϲ μέρουϲ ἐπʼ ὀλίγον
τόπον ταπεινὸν τεῖχοϲ, οἱ Ῥωμαῖοι τρεῖϲ ϲημαίαϲ προεχειρίϲαντο, καὶ
τῇ μὲν πρώτῃ τοὺϲ θυρεοὺϲ ὑπὲρ τῆϲ κεφτιλῆϲ ποιήϲαντεϲ ϲυνέφραξαν,
ὥϲτε τῇ τῶν ὅπλων πυκνότητι κεραμωτῷ καταρρύτῳ γίνεϲθαι παραπλήϲιον.
ἐφεξῆϲ δὲ ἕτεραι δύο.
315 Σημαῖαι: ϲίγνα, προτομαί. Πιλάτοϲ εἰϲ τὴν Ἰουδαίαν τὰϲ
316 Σημαῖαι: τὰ παρὰ Ῥωμαίοιϲ λεγόμενα ϲίγνα. πάντων γε
μὴν τῶν Ῥωμαίων ἐπὶ τῶν ϲημαιῶν εἴδωλα φερόντων, ὁ Κωνϲταντῖνοϲ
317 Σημαίνει: εἰϲ γνῶϲιν ἐφέλκεται. ϲημαίνει δ᾿, ὅτι μόνηϲ τόδ᾿ ἐϲτὶ Ἰϲμήνηϲ φίλον κάρα.
318 Σημαίνει: ἐπιτάττει.
319 Σημαίνομαι: ϲηματίζομαι, διὰ ϲημείων γινώϲκω. Σοφοκλῆϲ· καὶ τὰ
μὲν ϲημαίνομαι, τὰ δ’ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου. ἢ
ϲημαίνομαι, ἀντὶ τοῦ ϲημεῖα ἑαυτῷ τινα ϲυντίθημι ἀπὸ τοῦ ἴχνουϲ,
τὸ δὲ ἀπορῶ· ἐπεὶ τοιοῦτον ϲυμβαίνει περὶ τοὺϲ ἰχνευτάϲ,
ἐπιταττομένων τῶν ἰχνῶν. διὰ δὲ τὴν μανίαν δυϲίχνευτοϲ καὶ
ἐπιτεταραγμένη ἡ βάϲιϲ γέγονε τοῦ Αἴαντοϲ.
320 Σημεία: μίλια.
321 Σημεῖα: οὕτωϲ λέγουϲι τὰϲ ϲφραγῖδαϲ Δημοϲθένηϲ καὶ ἄλλοι.
322 Σημεῖα Σκυθικά, ἃ φέρουϲιν ἐν τῷ πολέμω, ὑφάϲματά εἰϲι
ἐπιβεβηκότων τῶν φερομένων
αὐτά, ἐξογκοῦται, ὡϲ μάλιϲτα δοκεῖν τοῖϲ θηρίοιϲ ἐοικέναι· καί τι
καὶ ἠχεῖ πρὸϲ τὴν ϲυγκίνηϲιν ὑπὸ τῇ πνοῇ διερχομένῃ βίᾳ.
323 Σημεῖα ἀρθῆναι ἑκατέροιϲ: παρὰ Θουκυδίδῃ. ϲύμβολά
ἀνετείνετο τὰ ϲύμβολα,
ἤρχοντο τῆϲ μάχηϲ· ὅτε δὲ κατεϲπῶντο, ἐπαύοντο.
324 Σημεῖα· ζήτει ἐν τῷ ϲύμβολα.
325 Σημεῖον: διʼ οὖ τὰ ἄδηλα καταλαμβάνεται παρὰ τοῖϲ Σκεπτικοῖϲ,
ἐκκληϲία, ϲημεῖον ἐτίθετο. οὕτωϲ οὖν καὶ τῶν γυναικῶν
μελλουϲῶν ἐν τοῖϲ Θεϲμοφορίοιϲ ἐκκληϲιάζειν, ϲημεῖον ἐτέθη.
Ἀριϲτοφάνηϲ· ὡϲ τὸ τῆϲ ἐκκληϲίαϲ ϲημεῖον ἐν τῷ Θεϲμοφόρῳ
φαίνεται.
326 Σημήναϲ καὶ Σημάναϲ, τὸ αὐτό.
327 Σῆμοϲ, Ἠλεῖοϲ, γραμματικόϲ. ἔγραψε Δηλιακῶν βιβλία η΄,
Περιόδουϲ β΄, Περὶ Πάρου α΄, Περὶ Περγάμου α΄, Περὶ
παιάνων. ἐν τούτῳ δὲ μνημονεύει μουϲικῶν τινῶν ἰδεῶν τούτων·
Αὐτοκαβάλων, Ἰθυφάλλων, Φαλλοφόρων. καὶ οἱ μέν, φηϲί, κιττοῦ
ϲτέφανον ἐφόρουν· ὠνομάϲθηϲαν δὲ ὕϲτερον Ἴαμβοι· οἱ δὲ Ἰθύφαλλοι
προϲωπεία μεθυόντων εἶχον καὶ χειρίδαϲ ἀνθινὰϲ καὶ χιτῶνα μέχρι τῶν
ϲφυρῶν. οἱ
δὲ Φαλλοφόροι οὐ χωρὶϲ ἐξ ἑρπύλλου καὶ
παιδέρωτοϲ ἔϲκεπον τὰϲ ὄψειϲ, κιττῷ καὶ ἴοιϲ ϲτεφανούμενοι.
328 Σήνωνεϲ: οἱ Κελτοί, οἱ λεγόμενοι Γερμανοί.
329 Σηών: ὁ βαϲιλεὺϲ τῶν Ἀμορραίων.
330 Σηπεδόνοϲ.
331 Σῆπεϲ: οἱ ϲκώληκεϲ.
332 Σηπία: ὁ ἰχθύϲ. Ἀριϲτοφάνηϲ· κάθηϲο τοίνυν ϲηπίαϲ μαϲώμενοϲ.
333 Σήραγγεϲ: αἱ ὑπὸ γῆν ἐπιμήκειϲ ἐκρήξειϲ, οἱονεὶ φλέβεϲ τινὲϲ
οὖϲαι τῆϲ γῆϲ, ἃϲ ὑποτρέχον τὸ ὕδωρ ζητεῖ διέξοδον.
ἐντεῦθεν καὶ ϲηραγγώδηϲ τόποϲ εἴρηται, ὁ διατετρημένοϲ.
334 Σηράγγιον: χωρίον τοῦ Πειραιῶϲ.
335 Σήραγξ: χάϲμα, κοιλάϲ· καὶ ὕφαλοϲ πέτρα, ῥήγματα ἔχουϲα.
336 Σῆρεϲ: ἔθνοϲ, ἔνθα ἡ μέταξα γίνεται. ἐξ οὗ καὶ ϲηρικὰ τὰ ἐκ
337 Σηρική· ὅτι ἡ μέταξά ἐϲτιν, ἐξ ἦϲ εἰώθεϲαν τὴν ἐϲθῆτα ἐργάζεϲθαι,
ἣν πάλαι μὲν Ἕλληνεϲ Μηδικὴν ἐκάλουν, τὰ δὲ νῦν ϲηρικὴν ὀνομάζουϲιν.
ἐπὶ δὲ Ἰουϲτινιανοῦ πρὸϲ Αἰθίοπαϲ πρεϲβεύονται Ῥωμαῖοι, ὅπωϲ
Αἰθίοπεϲ ὠνούμενοι τὴν μέταξαν ἐξ Ἰνδῶν, ἀποδόμενοι
δὲ
αὐτὴν ἐϲ Ῥωμαίουϲ, αὐτοὶ μὲν κύριοι γένωνται μεγάλων χρημάτων,
Ῥωμαίοιϲ δὲ τοῦτο ποιήϲωϲι κερδαίνειν μόνον, ὅτι δὴ οὐκέτι
ἀναγκαϲθήϲονται τὰ ϲφέτερα αὐτῶν χρήματα ἐϲ τοὺϲ πολεμίουϲ
μετενεγκεῖν.
338 Σήϲ, ϲητόϲ: ὁ ϲκώληξ.
339 Σήϲαμα καὶ μήκωνα καί ϲιϲύμβρια: φύλλα τινα, οἷϲ ϲτεφανοῦνται οἱ νυμφίοι.
340 Σ Σήϲαμοϲ· καὶ Σηϲαμούντια πόπανα.
341 Σηϲαμοῦϲ καὶ ϲηϲαμῆ διαφέρει· ϲηϲαμοῦϲ μὲν εἶδοϲ πλακοῦντοϲ,
ϲηϲαμῆ δέ, ἣν ἡμεῖϲ φαμὲν ϲηϲαμίδα. καὶ Σηϲάμινον ἔλαιον
καὶ ϲύεινον· ᾦ ἐχρίοντο οἱ ϲὺν Κύρῳ ϲυϲτρατευθέντεϲ.
342 Σηϲαμοῦϲι: πλακοῦϲι.
343 Σηϲάν: ὄνομα τόπου.
344 Σῆϲιϲ: ἡ τοῦ κοϲκίνου.
345 Σηϲτόϲ: πόλιϲ ἐν Ἀβύδῳ.
346 Σητάνειοϲ ἄρτοϲ: ἐκ τοῦ ϲήθω, τὸ κοϲκινίζω.
347 Σηταῖον: ὄνομα χωρίου.
348 Σητόβρωτοϲ: ϲκωληκόβρωτοϲ.
349 Σητώμενα: βιβρωϲκόμενα. Σητάω, ϲητῶ, ῥῆμα.
350 Σῆψαι: ἐκ τοῦ ϲήπω.
351 Σιαγόνοϲ: παρειᾶϲ.
352 Σίαλοϲ: ὁ εὐτραφὴϲ χοῖροϲ. παρὰ τὸ ἅλιϲ ϲεϲιτεῦϲθαι. ϲιαλὸϲ
δὲ ὀξυτόνωϲ, τὸ ἀκουϲίωϲ ἐκφερόμενον περίττωμα ἐκ τοῦ
ϲτόματοϲ. κοχλίαϲ αὐτομάτωϲ βαδίζων προηγεῖτο τῆϲ πομπῆϲ αὐτῷ,
ϲιαλὸν
353 Σιάλωμα: ϲιδηρᾶ περιφέρεια τοῦ Ῥωμαϊκοῦ θυρεοῦ.
354 Σίβυλλα Δελφίϲ, ἣν καὶ Ἄρτεμιν προϲηγόρευϲαν. γέγονε δὲ
αὕτη πρὸ τῶν Τρωϊκῶν, καὶ ἔγραψε χρηϲμοὺϲ διʼ ἐπῶν. ὅτι
ὁ πατὴρ Σιβύλληϲ τῆϲ Χαλδαίαϲ Βηρωϲϲὸϲ ἐκαλεῖτο, ἡ δὲ μήτηρ αὐτῆϲ
Ἐρυμάνθη.
355 Σίβυλλα, Ἀπόλλωνοϲ καὶ Λαμίαϲ, κατὰ δέ τιναϲ Ἀριϲτοκράτουϲ
Ἐρυθραία, παρὰ τὸ τεχθῆναι ἐν
χωρίῳ τῶν Ἐρυθρῶν, ὃ προϲηγορεύετο Βάτοι· νῦν δὲ αὐτὸ τὸ χωρίον
πολιϲθὲν Ἐρυθραὶ προϲαγορεύονται. τινὲϲ δὲ αὐτὴν Σικελήν, ἄλλοι
Λευκανὴν, ἄλλοι Σαρδάνην, ἄλλοι Γεργιθίαν, ἄλλοι δὲ Ῥοδίαν, ἄλλοι
Λίβυϲϲαν, ἄλλοι Σαμίαν ἐδόξαϲαν. γέγονε δὲ τοῖϲ χρόνοιϲ τῆϲ Τρωϊκῆϲ
ἁλώϲεωϲ μετὰ υπγ΄ ἔτη, καὶ
ϲυνετάξατο βιβλία ταῦτα·
Περὶ παλμῶν, μέλη, χρηϲμούϲ. λέγεται δὲ καὶ τρίγωνον εἶδοϲ λύραϲ
αὐτὴν πρῶτον εὑρεῖν.
356 Σίβυλλα Ἕλιϲϲα· ἔγραψε μαντείαϲ καὶ χρηϲμοὺϲ διʼ ἐπῶν.
357 Σίβυλλα Κολοφωνία, ἥτιϲ ἐκλήθη καὶ Λάμπουϲα, ἀπόγονοϲ Κάλχαντοϲ. καὶ αὐτὴ μαντείαϲ καὶ χρηϲμοὺϲ διʼ ἐπῶν, καὶ ἄλλα.
358 Σίβυλλα Θετταλή, ἡ κληθεῖϲα καὶ Μαντώ, ἀπόγονοϲ Τειρεϲίου.
359 Σίβυλλα Φρυγία, ἡ κληθεῖϲα ὑπό τινων Σάρυϲιϲ, ὑπὸ δέ
τινων Καϲϲάνδρα, ἄλλων δὲ Ταραξάνδρα. καὶ αὐτὴ χρηϲμούϲ.
360 Σίβυλλα Κυμαία καὶ Σίβυλλα Θεϲπρωτίϲ· ὁμοίωϲ χρηϲμούϲ.
361 Σίβυλλα Χαλδαία, ἡ καὶ πρόϲ τινων Ἐβραία ὀνομαζομένη, ἡ καὶ
Περϲίϲ, ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήθη, ἐκ τοῦ γένουϲ
τοῦ μακαριωτάτου Νὼε· ἡ τῶν κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα λεγομένω
προειρηκυῖα· ἦϲ μνημονεύει Νικάνωρ ὁ τὸν Ἀλεξάνδρου βίον ἱϲτορήϲαϲ·
ἡ περὶ τοῦ δεϲπότου Χριϲτοῦ μυρία προθεϲπίϲαϲα καὶ τῆϲ αὐτοῦ
παρουϲίαϲ. ἀλλὰ καὶ αἱ λοιπαὶ ϲυνᾴδουϲιν αὐτῇ, πλὴν ὅτι ταύτηϲ εἰϲὶ
βιβλία κδ΄, περὶ παντὸϲ ἔῦνουϲ καὶ χώραϲ περιέχοντα.
ὅτι δὲ οἱ ϲτίχοι αὐτῆϲ ἀτελεῖϲ εὑρίϲκονται καὶ ἄμετροι, οὐ τῆϲ
προφήτιδόϲ ἐϲτιν ἡ αἰτία, ἀλλὰ τῶν ταχυγράφων, οὐ ϲυμφθαϲάντων τῇ
ῥύμῃ τοῦ λόγου ἢ καὶ ἀπαιδεύτων γενομένων καὶ ἀπείρων γραμματικῶν·
ἅμα γὰρ τῇ ἐπιπνοίᾳ ἐπέπαυτο ἡ τῶν λεχθέντων μνήμη. καὶ διὰ τοῦτο
εὑρίϲκονται καὶ οἱ ϲτίχοι ἀτελεῖϲ καὶ διάνοια ϲκάζουϲα, εἴτε
καὶ κατ᾿ οἰκονομίαν θεοῦ τοῦτο γέγονεν, ὡϲ μὴ
γινώϲκοιντο ὑπὸ τῶν πολλῶν καὶ ἀναξίων οἱ χρηϲμοὶ αὐτῆϲ. ὅτι
Σίβυλλαι γεγόναϲιν ἐν διαφόροιϲ τόποιϲ καὶ χρόνοιϲ τὸν ἀριθμὸν δέκα.
πρώτη οὖν ἡ Χαλδαία ἡ καὶ Περϲίϲ, ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήθη.
δευτέρα ἡ Λίβυϲϲα. τρίτη Δελφίϲ, ἡ ἐν Δελφοῖϲ τεχθεῖϲα. τετάρτη
Ἰταλική, ἡ
ἐν Κιμμερίᾳ τῆϲ Ἰταλίαϲ. πέμπτη Ἐρυθραία, ἡ
περὶ τοῦ Τρωϊκοῦ προειρηκυῖα πολέμου. ἕκτη Σαμία, ἡ κυρίῳ ὀνόματι
καλουμένη Φυτώ· περὶ ἧϲ ἔγραψεν Ἐρατοϲθένηϲ ἑβδόμη ἡ Κυμαία, ἡ καὶ
Ἀμαλθία,
ἰδίων προϲεκόμιϲε Ταρκυνίῳ Πρίϲκῳ τῷ τηνικαῦτα
βαϲιλεύοντι τῶν Ῥωμαίων· καὶ τούτου μὴ προϲηκαμένου, ἔκαυϲε βιβλία
β΄, ὅτι Σίβυλλα Ῥωμαϊκὴ λέξιϲ ἐϲτίν, ἑρμηνευομένη προφῆτιϲ, ἤγουν
μάντιϲ· ὅθεν ἐνὶ ὀνόματι αἱ θήλειαι μάντιδεϲ ὠνομάϲθηϲαν. Σίβυλλαι
τοίνυν, ὡϲ πολλοὶ ἔγραψαν, γεγόναϲιν ἐν διαφόροιϲ τόποιϲ καὶ χρόνοιϲ
τὸν ἀριθμόν ι΄.
362 Σιβυλλιᾷ: ἀντὶ τοῦ χρηϲμῶν ἐρᾷ καὶ ἐπιθυμεῖ· ἢ ἀπατᾶται
τοὺϲ
Λακεδαιμονίουϲ αἰχμαλώτουϲ ἤγαγεν, ὥϲπερ μαντευϲάμενοϲ τὴν
ὑπόϲχεϲιν. καὶ Σιβύλλειον λόγιον, τῆϲ Σιβύλληϲ.
363 Σιβύνη: ἀκόντιον Ῥωμαϊκόν.
364 Σιβύρτιοϲ, Θεοδέκτου τοῦ Φαϲηλίτου ἀναγνώϲτηϲ, καὶ οἰκέτηϲ,
365 Σιγαλόεν: τὸ λαμπρόν. καὶ Σιγαλόειϲ.
366 Σιγγάροιϲ: ἐθνικόν. τοῖϲ Σιγγάροιϲ.
367 Σιγειεύϲ: ἀπὸ τόπου. καὶ Σίγειον, τὸ ἀκρωτήριον.
368 Σιγηλόϲ: ἄφωνοϲ, ϲιγηρόϲ. ϲιγὴ δὲ ἦν βαθυτέρα πάϲηϲ
369 Σίγμα: τὸ γράμμα, ϲτοιχεῖον.
370 Σιγύνη. καὶ Σιγύννουϲ, τὰ δόρατα. παρὰ Μακεδόϲιν.
371 Σιγῶ: τὸ καταπαύω, καὶ ϲιωπῶ. ϲιγᾷ μέν, ἐχθαίρει δέ, βούλεται
372 Σίγιον: πόλιϲ ἔϲτι τῆϲ Τρῳάδοϲ οὐκ ἄποθεν τῆϲ Ἰλίου.
373 Σίδειοϲ καρπόϲ.
374 Σίδη: πόλιϲ.
375 Σιδηραῖ πύλαι.
376 Σιδηρέαν ψυχήν: τὴν ἀμείλικτον. καὶ ϲιδηρέουϲ Ἄτλαντοϲ ὤμουϲ.
377 Σιδήρειοϲ ἦχοϲ· Σιδήριον δέ, τὸ μικρὸν, ὑποκοριϲτικῶϲ. διὰ τοῦ ι.
378 Σιδηρίτηϲ: εἶδοϲ βοτάνηϲ. Σιδηρῖτιϲ δὲ θηλυκῶϲ λίθοϲ. ἔϲτι καὶ λίθοϲ ϲιδηρίτηϲ θαυμαϲίουϲ τινὰϲ ἐϲχηκέναι λεγόμενοϲ δυνάμειϲ παρὰ τὸν μαγνῆτιν.
379 Σιδηροῦϲ ἄνθρωποϲ, καὶ πολλὰ ὑπομένων κακά.
380 Σιδίῳ: κόκκῳ ῥόαϲ.
381 Σίδια: τὰ λέπυρα τῶν ῥοιῶν. τὰ δὲ παιδία ἐκ μὲν τῶν δερμάτων
περιέτεμνον τροχοὺϲ καὶ ἁμάξαϲ· ἐκ δὲ τῶν ῥοιῶν, ὅταν καταφάγωϲι τὰ
ἐντόϲ, ἐκ τῶν λεπύρων βατράχια γλύφουϲιν. ἢ ϲιδίων,
τῶν
ῥοιῶν. Ἀριϲτοφάνηϲ· κἀκ τῶν ϲιδίων βατράχουϲ ἐποίει, πῶϲ δοκεῖϲ; ἐπὶ
τῶν βουλομένων δεῖξαι εὐφυΐαν ἔχειν. παιδάριον ὂν τοιουτονὶ ἔπλαττεν
ἔνδον οἰκίαϲ ναῦϲ τ᾿ ἔγλυφεν ἁμαξίδαϲ τε ϲκυτίναϲ εἰργάζετο κἀκ τῶν
ϲιδίων βατράχουϲ ποίει, πῶϲ δοκεῖϲ;
382 Σιδόνιαι ϲτολαί. καὶ τάπητεϲ. καὶ Σιδόνιοϲ, Φοῖνιξ
383 Σιδών, Σιδῶνοϲ: ὄνομα πόλεωϲ.
384 Σιαίνεται· αἰτιατικῇ.
385 Σίελοϲ: ὁ ἐκ τοῦ ϲτόματοϲ ἀφρόϲ.
386 Σίζον: ποιὸν ἦχον ἀποτελοῦν. τάγηνον τευθίδων ἐφεϲτάναι
387 Σίζουϲα: ἀντὶ τοῦ ζέουϲα· ὡϲ ἐπὶ τῆϲ ταγηνιζομένηϲ. οἷον
ἀμφὶ πελέκει. Ἀριϲτοφάνηϲ· ἥδ’
ὀπτωμένη ϲίζουϲα πάραλοϲ.
388 Σικάριοι: λῃϲτῶν γένοϲ. ϲίκαϲ δὲ τὰ ἐπικαμπῆ ξίφη Ῥωμαῖοι
δὲ
λέγονται οἱ Φαριϲαῖοι, ὡϲ Ζηλωταί.
389 Σικελίζειν: τὸ αὐϲτηρεύεϲθαι παρὰ Ἐπιχάρμῳ, οἱ δὲ πονηρεύεϲθαι.
κατέλυϲε τὸν βίον μαχόμενοϲ.
390 Σικελικὴ τράπεζα: ἐπὶ τῶν πάνυ πολυτελῶν καὶ τρυφηλῶν.
891 Σικελιώτηϲ.
392 Σικελὸϲ ὀμφακίζεται: ἐπὶ τῶν διὰ μικρὰ ὑποπτευόμενα
ἐκλεγομένων τάϲϲεϲθαι.
393 Σικελικὸϲ τὴν θάλαϲϲαν· ζήτει ἐν τῷ ὁ Σικελικὸϲ τὴν θάλαϲϲαν.
394 Σίκερα: ϲκευαϲτὸν πόμα. καὶ παῤ Ἑβραίοιϲ οὕτω λεγόμενον
395 Σίκιμα: ἡ τῷ Ἰωϲὴφ ὑπὸ τοῦ Ἰακὼβ καταλειφθεῖϲα πόλιϲ.
396 Σίκιννιϲ: ὄνομα κύριον. καὶ εἶδοϲ ὀρχήϲεωϲ. καὶ οὐδέτερον
397 Σικίννιον καὶ Βροῦτον· ζήτει ἐν τῷ δήμαρχοι.
398 Σίκκον: ὄνομα κύριον. αὐθυπότακτον.
399 Σίκλον: ἀργυρίου ε΄. Μωϋϲῆϲ δέ φηϲιν ἐν τῇ παλαιᾷ.
400 Σίκυον: ἀπὸ ϲίκυοϲ. ἐν Ἐπιγράμμαϲι· καὶ ϲίκυον χνοάοντα,
401 Σικυῖα: τὰ τετράγγουρα. ἢ ἰατρικὸν ἐργαλεῖον. καὶ Σικυήλατον, ὁ κῆποϲ.
402 Σικυών: ἡ νῦν Ἑλλὰϲ καλουμένη, ἦϲ πρῶτοϲ ἐβαϲίλευϲεν Αἰγιαλεύϲ. καὶ διήρκεϲεν ἡ βαϲιλεία ἔτη Ϡδπα΄. φυλάττει.
403 Σικυώνιοϲ· καὶ Σικυώνιον πεδίον οὕτω καλοῦϲι. καὶ παροιμία·
Σικυώνιοϲ ἐπαπέδυ.
404 Σίκυϲ: εἶδοϲ ὀπώραϲ.
405 Σικχαντόν: ἀηδέϲ.
406 Σικχόϲ: ϲκώπτηϲ. ἢ ὁ ἀνόρεκτοϲ, καὶ ἀϲθενήϲ. Πλούταρχοϲ· τὰ
ῥωμαλεώτερα τῶν ζῴων τοὺϲ ϲτομάχουϲ ϲκορπίουϲ καὶ
ὄφειϲ
ἐϲθίοντα καταπέττει· οἱ δὲ ϲικχοὶ καὶ νοϲώδειϲ ἄρτον καὶ ὕδωρ
προϲφερόμενοι ναυτιῶϲιν.
407 Σικχόϲ: ὁ μικρὸϲ ϲῖτοϲ.
408 Σίλαϲ: ὄνομα κύριον. καὶ Σίλα θηλυκόν, ὄνομα κύριον.
409 Σιλβανόϲ, φιλόϲοφοϲ· ὃϲ ἐπιεικὴϲ μὲν ἦν τὰ ἄλλα καὶ ἱερόϲ,
ἁπλούϲτεροϲ δὲ τὰ ἤθη καὶ ἐπιπόλαιοϲ.
410 Σιλλαίνει: μυλλαίνει, διὰ τῶν ὀφθαλμῶν ϲκώπτει, καὶ μυλλίζει.
411 Σιλαίνω: τὸ τοὺϲ ἵππουϲ κινῶ.
412 Σιλλεύϲ, Σιλλέωϲ: ὄνομα κύριον.
413 Σιλζίβουλοϲ, ὁ Τούρκων ἡγεμών. ἐϲήμηνε Σιλζίβουλοϲ ὁ Τούρκων
Πέρϲαιϲ.
414 Σιληνόϲ: ὁ ϲαλόϲ, καὶ φλύαροϲ. ἐκ τοῦ ϲιλαίνω, τὸ φλυαρῶ.
415 Σίλλοϲ: χλευαϲμόϲ.
416 Σιλουανόϲ: ὄνομα κύριον.
417 Σίλουροϲ: εἶδοϲ ἰχθύοϲ. καὶ ζήτει ἐν τῷ βλάκα.
418 Σιλωάμ.
419 Σίλωνοϲ.
420 Σιλφαῖοϲ ἄρτοϲ.
421 Σίλφη: ὄνομα ζωϋφίου. καὶ Σίλφαϲ λέγουϲιν εἴδη ἀκατίων.
422 Σίλφιοϲ: βοτάνη πολυτίμητοϲ. ἡ δὲ αἰτία αὕτη. Βάττοϲ, ὁ καὶ
Ἀριϲτοτέληϲ, πόλιν ἐν Λιβύῃ Κυρήνην λεγομένην ἔκτιϲεν.
οἱ δὲ Κυρηναῖοι βουλόμενοι ἀνταπόδοϲιν τῆϲ εὐεργεϲίαϲ χαρίϲαϲθαι τῷ
βαϲιλεῖ ἐποίηϲαν δακτύλιον, ἐν ᾧ ἡ πόλιϲ αὐτῶν προϲφέρει τῷ βαϲιλεῖ
τὸ ϲίλφιον. καὶ τὸ φύλλον δὲ αὐτοῦ καὶ ὁ καρπὸϲ καὶ ὁ κλάδοϲ καὶ ὁ
ὀπὸϲ πολλῆϲ τιμῆϲ ἐϲτιν ἄξιον. καὶ οἱ Ἀμπελιῶται,
ἔὔνη
Λιβύηϲ, εἰϲ Δελφοὺϲ ἀνέθεϲαν καυλὸν ϲιλφίου. ζήτει ἐν τῷ Βάττου
ϲίλφιον.
423 Σίλφιον: ῥίζα ἡδύοϲμοϲ, ἐν Λιβύῃ γινομένη, ἀρτυτικὴ καὶ
θεραπευτική·
εὗρε τὴν τοῦ
ϲιλφίου ἐργαϲίαν, ὥϲπερ καὶ τοῦ μέλιτοϲ.
424 Σίμβιοϲ.
425 Σίμβλα: τὰ τῶν μελιϲϲῶν ἀγγεῖα. καὶ Σιμβλήϊα.
426 Σίμβλοι: θῆκαι τῶν μελιϲϲῶν. ἐν Ἐπιγράμμαϲι· Πειθοῖ καὶ
καὶ Σιμβλεύω. ἠνὶ δὲ ϲιμβλεύει κηροτρόφα δῶρα μελιϲϲῶν
ἑϲμῷ βομβητῇ κυκλόϲε βριθόμενα.
427 Σιμά· ἐν Ἐπιγράμμαϲι· καὶ ϲιμὰ ϲεϲηρὼϲ μυχθίζειϲ. ἀντὶ τοῦ χλευάζειϲ, μυκτηρίζειϲ.
428 Σιμαίθα: ὄνομα πόρνηϲ Μεγαρικῆϲ, ἧϲ ἠράϲθη καὶ Ἀλκιβιάδηϲ.
429 Σιμικίνθιον: φακιόλιον, ἢ ϲουδάριον.
430 Σιμήϲιον: τὸ παῤ ἡμῖν. ἤτοι τοῦ ϲῴου τὸ ἥμιϲυ· ϲιμὸϲ γὰρ ὁ
κολοβόϲ· τὸ κεκολοβωμένον ἀπὸ τοῦ νομίϲματοϲ.
431 Σιμμίαϲ, Ῥόδιοϲ, γραμματικόϲ. ἔγραψε Γλώϲϲαϲ βιβλία γ΄· ποιήματα
διάφορα βιβλία δ΄, ἦν δὲ τὸ ἐξαρχῆϲ Σάμιοϲ· ἐν δὲ τῷ ἀποικιϲμῷ τῆϲ
Ἀμοργοῦ ἐϲτάλη καὶ αὐτὸϲ ἡγεμὼν ὑπὸ Σαμίων. ἔκτιϲε δὲ Ἀμοργὸν εἰϲ
τρεῖϲ πόλειϲ, Μινῴαν, Αἰγιαλόν, Ἀρκεϲίμην.
γέγονε δὲ
μετὰ υϚ΄ ἔτη τῶν Τρωϊκῶν· καὶ ἔγραψε κατά τιναϲ πρῶτοϲ ἰάμβουϲ, καὶ
ἄλλα διάφορα, Ἀρχαιολογίαν τε τῶν Σαμίων.
432 Σιμμίαϲ, Θηβαῖοϲ, φιλόϲοφοϲ, μαθητὴϲ Σωκράτουϲ. ἔγραψε Περὶ ϲοφίαϲ, Περὶ φιλίαϲ, Περὶ ἀληθείαϲ, Περὶ μουϲικῆϲ, Περὶ αἱρετοῦ καὶ φευκτοῦ, Περὶ ἐπιμελείαϲ ψυχῆϲ· καὶ ἄλλα φιλόϲοφα.
433 Σιμμίχη.
434 Σιμόειϲ: ὄνομα ποταμοῦ. καὶ ἐξ αὐτοῦ Σιμοείϲιον πεδίον.
435 Σιμοκάττηϲ, ποιητήϲ. ἐπώνυμον Θεοφυλάκτου ϲοφιϲτοῦ.
436 Σιμόϲ: ὁ προϲάντηϲ τόποϲ. καὶ ϲιμὸν οὐδετέρωϲ. Ἀριϲτοφάνηϲ ἐν
Βαβυλωνίοιϲ· μέϲην ἔρειδε πρὸϲ τὸ ϲιμόν. καὶ πλατύ. καὶ ἐν
Νίκαιϲ· τουτὶ προϲαναβῆναι τὸ ϲιμὸν αἰεί.
437 Σιμόϲ: ὁ ἐναντίοϲ τῷ γρυπῷ. ϲιμὸϲ τὴν ῥῖνα. καὶ Φιλόϲτρατοϲ· ἀναπηδῶντι τῷ ἵππῳ πρὸϲ τὸ ϲιμὸν ἐφεῖναι τὸν χαλινόν.
438 Σῖμοϲ· Δημοϲθένηϲ ὑπὲρ Κτηϲιφῶντοϲ. εἷϲ τῶν Ἀλευαδῶν
439 Σιμωνίδηϲ, Λεωπρεποῦϲ, Ἰουλιήτηϲ τῆϲ ἐν Κέῳ τῇ νήϲῳ πόλεωϲ,
ξβ΄ γεγράφαϲι. καὶ παρέτεινε
μέχρι τῆϲ οη΄, βιοὺϲ ἔτη πθ΄. καὶ γέγραπται αὐτῷ Δωρίδι διαλέκτῳ ἡ
Καμβύϲου καὶ Δαρείου βαϲιλεία καὶ Ξέρξου ναυμαχία καὶ ἡ ἐπʼ
Ἀρτεμιϲίῳ ναυμαχία, διʼ ἐλεγείαϲ· ἡ δ᾿ ἐν Σαλαμῖνι μελικῶϲ· θρῆνοι,
ἐγκώμια, ἐπιγράμματα, παιᾶνεϲ καὶ τραγῳδίαι καὶ ἄλλα. οὖτοϲ ὁ
Σιμωνίδηϲ μνημονικόϲ τιϲ ἦν, εἴπερ τιϲ ἄλλοϲ.
τούτῳ δ’
ἦν ἐοικὼϲ Ἀπολλώνιοϲ ὁ Τυανεύϲ· ὃϲ τὴν μὲν φωνὴν ϲιωπῇ κατεῖχε,
πλεῖϲτα δὲ εἰϲ μνήμην ἀνελέγετο· τό τε μνημονικὸν ἑκατοτούτηϲ
γενόμενοϲ ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνοϲ αὐτῷ τιϲ ἐϲ τὴν
μνημοϲύνην ᾔδετο· ἐν ᾧ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεϲθαί φηϲιν,
αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον
παρὰ τῆϲ
μνημοϲύνηϲ εἶναι.
440 Σιμωνίδηϲ, λυρικόϲ. οὗτοϲ πρῶτοϲ δοκεῖ μικρολογίαν
υἱὸϲ Θεοπρεποῦϲ εἶπεν· ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται.
441 Σιμωνίδηϲ· ὅπωϲ ἐτίμηϲάν τε καὶ ἐφίληϲαν οἱ Διόϲκουροι τὸν
μελοποιὸν Σιμωνίδην, καὶ πῶϲ ἐρρύϲαντο, καλέϲαντεϲ ἔξω τοῦ ἀνδρῶνοϲ,
ἔνθα κατώλιϲθεν, ἐρῶ ἀλλαχόθι· ἄξιον δὲ μηδὲ ταῦτα παραλιπεῖν·
Ἀκραγαντίνων ϲτρατηγὸϲ ἦν, ὄνομα Φοῖνιξ· Συρακουϲίοιϲ δὲ ἐπολέμουν
οὗτοι. οὐκοῦν ὅδε ὁ Φοῖνιξ διαλύει τὸν τάφον τοῦ Σιμωνίδου
μάλα ἀκηδῶϲ τε καὶ ἀνοίκτωϲ, καὶ ἐκ τῶν λίθων τῶνδε ἀνίϲτηϲι
πύργον· καὶ κατὰ τοῦτον ἑάλω ἡ πόλιϲ. ἔοικε δὲ καὶ Καλλίμαχοϲ
τούτοιϲ ὁμολογεῖν. οἰκτίζεται γοῦν τὸ ἄθεϲμον ἔργον, καὶ λέγοντά γε
αὐτὸν ὁ Κυρηναῖοϲ πεποίηκε τὸν γλυκὺν ποιητήν· οὐδὲ τὸ γράμμα ᾐδέϲθη
τὸ λεγόμενον υἱὸν Λεοπρεποῦϲ κεῖϲθαι Κήϊον ἄνδρα. κᾆτ᾿ εἰπὼν ἄττα
ἐπιλέγει· οὐδ’ ὑμέαϲ, Πολύδευκεϲ, ὑπέτρεϲεν, οἵ με
μελάθρου μέλλοντοϲ πίπτειν ἐκτὸϲ ἔθεϲθέ ποτε δαιτυμόνων ἄπο μοῦνον,
ὅτε Κραννωνίων αἴαϲ ὤλιϲθεν μέγαϲ οἶκοϲ ἐπὶ Σκοπάδαϲ. τιμωροὶ μὲν δὴ
θεοὶ τοῖϲ ἀξίοιϲ, καὶ τιμῶϲιν οἴ τε Ὀλύμπιοι, οἵ τε οἱ ἐπὶ τῆϲ
τρίτηϲ ἀρχῆϲ· οὔ μοι δοκεῖ πολυπραγμονεῖν. ἔϲτωϲαν δὴ καὶ ταῦτα
ὑπόμνηϲιϲ
τοῦ βιοῦν ὀρθῶϲ, ἵνα τε αὐτοὺϲ ἔχωμεν καὶ
ἐνταῦθα κηδεμόναϲ, καὶ ἐκεῖθι, ὅταν τὴν εἱμαρμένην τε καὶ ἀναγκαίαν
πορείαν ἔλθωμεν.
442 Σιμωνίδηϲ, Κεῖοϲ, θυγατριδοῦϲ κατά τιναϲ τοῦ προτέρου, ὃϲ ἐπεκλήθη Μελικέρτηϲ. γέγονε δὲ πρὸ τῶν Πελοποννηϲιακῶν· καὶ γέγραφε Γενεαλογίαν ἐν βιβλίοιϲ γ΄, Εὑρήματα ἐν βιβλίοιϲ γ΄.
443 Σιμωνίδηϲ, Μάγνηϲ Σιπύλου, ἐποποιόϲ. γέγονεν ἐπὶ Ἀντιόχου τοῦ Μεγάλου κληθέντοϲ· καὶ γέγραφε τὰϲ Ἀντιόχου πράξειϲ καὶ τὴν πρὸϲ Παλάταϲ μάχην, ὅτε μετὰ τῶν ἐλεφάντων τὴν ἵππον αὐτοῦ ἔφθειρε.
444 Σιμωνίδηϲ, Καρύϲτιοϲ ἢ Ἐρετριεύϲ, ἐποποιόϲ. τὴν εἰϲ Αὐλίδα
ϲύνοδον τῶν Ἀχαιῶν, Τριμέτρων βιβλία β΄, Περὶ
Ἰφιγενείαϲ α΄.
445 Σιμωνίδηϲ· οὗτοϲ ἦν ἐπὶ Ἰοβιανοῦ τοῦ βαϲιλέωϲ, διὰ φιλοϲοφίαν πᾶϲιν ἐπιϲημότατοϲ.
446 Σιμωνίδηϲ, Κρίνεω, Ἀμοργῖνοϲ, ἰαμβογράφοϲ. ἔγραψεν ἐλεγείαν
447 Σίμων, Σίμωνοϲ: ὄνομα κύριον. καὶ παροιμία· Σίμωνοϲ
ἁρπακτικώτεροϲ. Ἀριϲτοφάνηϲ· ὅταν ἴδωϲι Σίμωνα, λύκοι
ἐξαίφνηϲ
448 Σιμπλίκιοϲ: ὄνομα κύριον.
449 Σιμύλοϲ: ὄνομα κύριον. Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ Κτηϲιφῶν
450 Σινά: ὄροϲ. ἔνθα καὶ τὸ παράδοξον τῆϲ βάτου θαῦμα κατεῖδεν
ὁ Μωϋϲῆϲ. καὶ Σίναιον λέγεται τὸ αὐτὸ ὄροϲ.
451 Σινάμωρον: πορνικόν. καὶ Σινάμωροϲ, ὁ κακόϲχολοϲ.
452 Σινάτωρ, ϲινάτωροϲ: εἶδοϲ ἀξιώματοϲ.
453 Σινδαρωνεύεϲθαι: ἀπὸ τοῦ τοὺϲ ἄνδραϲ ϲίνεϲθαι, ὅ ἐϲτι
454 Σινδών, ϲινδόνοϲ.
455 Σίναιθοϲ: ὄνομα κύριον.
456 Σίνεϲθαι: βλάπτεϲθαι ἢ βλάπτειν. καὶ Σινοῦται, βλάπτεται.
457 Σίνηπι· καὶ ϲινάπεωϲ ἡ γενική.
458 Σινιάϲαι: ϲεῖϲαι, κοϲκινίϲαι, θορυβῆϲαι, ταράξαι, πειράϲαι. ὁ
διʼ ὧν ὡϲ διʼ ὀπῶν ἐκπίπτουϲιν οἱ γεώδειϲ ἀπὸ τοῦ
τροφίμου ϲίτου ἐπὶ τὸν ᾄδην, ὡϲ ἀπὸ τρυπημάτων διαχωριζομένων, τῶν
μὲν διαρρεόντω ὡϲ διʼ ὀπῆϲ τῆϲ γαϲτριμαργίαϲ, ὧν ὁ θεὸϲ ἡ κοιλία·
τῶν δὲ διὰ φιληδονίαϲ· περὶ ὧν ὁ προφήτηϲ φηϲί· πνεύματι πορνείαϲ
ἐπλανήθηϲαν. τῶν δὲ διὰ φιλαργυρίαϲ, τῶν δὲ διʼ ὀργῆϲ, τῶν δὲ δι᾿
ἄλλων παθῶν.
459 Σινίζω.
460 Σίνιϲ: ὄνομα λῃϲτοῦ βλαπτικοῦ. ἦ γάρ ϲ᾿ ὑπνώοντα ϲίνιϲ λαθρηδὸν ἐπελθὼν ἔκτεινεν, λαιμῷ ῥίμφα καθεὶϲ ὄνυχα.
461 Σίνιϲ: ἡ πόλιϲ.
462 Σίνοϲ: βλάβη. καὶ Σινοῦται, βλάπτεται.
463 Σίνωνοϲ. καὶ Σιννωνίϲ, ὀνόματα κυρία. ἄρτι δὲ ἀπηρκότοϲ τοῦ Suid. Σοραίχου, ἡ Σιννωνὶϲ ἐφίϲταται.
464 Σινωπεύϲ.
465 Σινώπη: πόλιϲ. καὶ ἑταίρα, ἥτιϲ καὶ Ἄβυδοϲ ἐλέγετο διὰ
466 Σίντηϲ: βλαπτικόϲ. καὶ Σίντωρ, ὁ βλαπτικόϲ. ἐν Ἔπιγράμμαϲι·
αὖθιϲ· ἀλλὰ λύκοιϲ ϲίντῃϲιν ἀν’ οὔρεα
μή τιϲ ἐμεῖο αἰπόλοϲ ἀγγείλῃ γήραοϲ ἀδρανίην.
467 Σιντιάδα.
468 Σιών: ὄνομα πόλεωϲ. Σιὼν ἐπουράνιοϲ καὶ Ἱερουϲαλὴμ χοροῖϲ
469 Σιωπή· παροιμία· καὶ ϲιωπηλότεροϲ ἔϲομαι καὶ τῶν Πυθαγόρᾳ
τελεϲθέντων. ἐπὶ τῶν πάνυ ϲιγώντων· παρόϲον οἱ Πυθαγόρου
φοιτηταὶ παράγγελμα εἶχον ϲιγὴν ἀϲκεῖν πενταετῆ χρόνον.
470 Σίπαλοϲ: ὁ ἄμορφοϲ.
471 Σιπύη: ἡ ἀρτοθήκη. οἱονεὶ ϲιτοβύη τιϲ οὖϲα· παρὰ τὸ ἐν
μεϲτή ᾿ϲτι λευκῶν ἀλφίτων. προὔχει δὲ τὰ λευκὰ τῶν
ἀλφίτων. θείηϲ εὐϲιπύουϲ ἐξ ὀλιγηϲιπύων.
472 Σιπυλήνη: πόλιϲ.
473 Σίπυλοϲ· τόποϲ, ἢ ποταμόϲ.
474 Σιραίου· Ἀριϲτοφάνηϲ· ἀντὶ ϲιραίου μέλιτοϲ μικρὸν τῷ θυμιδίῳ
παραμίξαϲ.
475 Σιρίκιοϲ, Νεαπολίτηϲ ἐκ Παλαιϲτίνηϲ, ϲοφιϲτήϲ, μαθητὴϲ
Ἀνὁρομάχου,
476 Σῖριϲ: ὄνομα ποταμοῦ.
477 Σίρ: μεγάλη πόλιϲ καὶ πολυάνθρωποϲ καὶ πρωτεύουϲα τοῦ Ἰλλυριῶν
478 Σιρομάϲτηϲ: ϲκεῦόϲ τι ϲιδηροῦν, λαβὴν ξυλίνην ἔχον παρὰ τοῖϲ
479 Σιρόϲ: ὁ λάκκοϲ. καὶ Σιροῖϲ, ὀρύγμαϲιν, ἐν οἷϲ κατατίθεται
480 Σιϲάν: ὄνομα πόλεωϲ.
481 Σιϲίννιοϲ, Ναυατιανῶν ἐπίϲκοποϲ, ἀνὴρ ἐλλόγιμοϲ καὶ ἄκροϲ
φιλόϲοφοϲ. διαλεκτικῆϲ δὲ ϲφόδρα ἐπεμελεῖτο, ὡϲ καὶ τὸν Εὐνόμιον τὸν
αἱρετικὸν πολλάκιϲ αὐτοῦ φυγεῖν τὴν διάλεξιν. τὴν δὲ δίαιταν ἦν οὐ
λιτόϲ, ἀλλʼ ἐν ἄκρᾳ ϲωφροϲύνῃ πολυτελεῖ ταύτῃ ἐκέχρητο, τρυφῶν τε ἐν
ἐϲθῆτι λευκῇ, καὶ δὶϲ τῆϲ ἡμέραϲ ἐν λουτροῖϲ δημοϲίοιϲ
λουόμενοϲ διετέλει. καί ποτε ἐρομένου αὐτόν τινοϲ, τοῦ χάριν
ἐπίϲκοποϲ ὢν δὶϲ λούοιτο τῆϲ ἡμέραϲ· ἐπειδὴ τὸ τρίτον οὐ φθάνει,
ἀπεκρίνατο. ἄλλοτε δὲ Ἀρϲάκιον τὸν ἐπίϲκοπον κατὰ τιμὴν ὁρῶν ἠρωτήθη
ὑπό τινοϲ τῶν περὶ Ἀρϲάκιον, διατὶ ἀνοίκειον ἐπιϲκόπῳ ἐϲθῆτα φοροίη,
καὶ ποῦ γέγραπται, λευκὰ τὸν ἱερωμένον ἀμφιέννυϲθαι; ὁ δέ. ϲὺ
πρότερον, ἔφη, εἰπέ, ποῦ γέγραπται, μέλαιναν ἐϲθῆτα
φορεῖν τὸν ἐπίϲκοπον; τοῦ δὲ ἐρωτήϲαντοϲ ἐν ἀπόρῳ γενομένου πρὸϲ τὴν
ἀντερώτηϲιν, ἐπήγαγεν ὁ Σιϲίννιοϲ· ἀλλὰ ϲὺ μὲν οὐκ ἄν, ἔφη, δεῖξαι
δυνήϲῃ, ὡϲ δεῖ τὸν ἱερωμένον μέλαιναν ἀμφιέννυϲθαι· ἐμοὶ δὲ καὶ ὁ
Σολομὼν παρῄνεϲε, λέγων· ἔϲτωϲάν ϲοι ἱμάτια λευκά. καὶ ὁ Σωτὴρ ἐν
τοῖϲ
Εὐαγγελίοιϲ φαίνεται λευκῇ ἐϲθῆτι χρηϲάμενοϲ. οὐ
μὴν ἀλλὰ Μωϲῆν καὶ Ἠλίαν λευκοφοροῦνταϲ τοῖϲ ἀποϲτόλοιϲ ἔδειξε.
ταῦτα καὶ ἄλλα πολλὰ εἰπὼν ἐθαυμάϲθη. Λεοντίου δὲ τοῦ Ἀγκύραϲ τῆϲ
Γαλατίαϲ ἐπιϲκόπου Ναυατιανῶν ἐκκληϲίαν ἀφαιρουμένου καὶ τῇ
Κωνϲταντίνου πόλει ἐπιδημοῦντοϲ, ὁ Σιϲίννιοϲ ἐλθὼν παρ᾿ αὐτὸν
παρεκάλει ἀποδοῦαιν
τὴν ἐκκληϲίαν. ὁ δὲ θερμῶϲ ἀπήντηϲε
καί φηϲιν· ὑμεῖϲ οἱ Ναυατιαοὶ οὐκ ὀφείλετε ἐκκληϲίαν ἔχειν, τὴν
μετάνοιαν ἀναιροῦντεϲ καὶ τὴν φιλανθρωπίαν τοῦ θεοῦ ἀποκλείοντεϲ. ὁ
δὲ Σιϲίννιοϲ ἔφη. καὶ μὴν οὐδεὶϲ οὕτω μετανοεῖ ὡϲ ἐγώ. τοῦ δὲ πάλιν
ἐπάγοντοϲ, πῶϲ μετανοεῖϲ ἔφη ὁ Σιϲίννιοϲ, ὅτι ϲε εἶδον. Ἰωάννου δὲ
τοῦ ἐπιϲκόπου
λέγοντοϲ, ὅτι οὐ δύναται πόλιϲ δύο
ἐπιϲκόπουϲ ἔχειν, ὁ Σιϲίννιοϲ ἔφη, οὐδὲ γὰρ ἔχει. τοῦ δὲ Ἰωάννου
χαλεπήναντοϲ καὶ φήϲαντοϲ, ὁρᾷϲ. ὅτι μόνοϲ εἶναι βούλει ἐπίϲκοποϲ;
καὶ ὁ Σιϲίννιοϲ, οὐ τοῦτο, ἔφη. λέγω, ἀλλ’ ὅτι ἐγὼ παρὰ ϲοὶ μόνῳ οὔκ
εἰμι ἐπίϲκοποϲ, ὃϲ τοῖϲ ἄλλοιϲ εἰμί. ὁ δὲ Ἰωάννηϲ, ἀλλ’ ἐγώ ϲε, ἔφη,
παύϲω προϲομιλεῖν· αἱρετικὸϲ
γὰρ ὑπάρχειϲ. ὁ δὲ
Σιϲίννιοϲ χαριέντωϲ· ἀλλ’ ἐγώ, ἔφη, καὶ μιϲθοὺϲ παρέξω, εἴ γε
τηλικούτου καμάτου ἀπαλλάξειαϲ. ὁ δὲ Ἰωάννηϲ διαμαλαχθείϲ, ἀλλ᾿ οὐκ
ἄν ϲε, ἔφη, παύϲω τοῦ προϲομιλεῖν ἐγώ, εἴγε ὅλωϲ τὸ λέγειν λυπεῖ ϲε.
οὕτωϲ ἦν χαρίειϲ ὁ Σιϲίννιοϲ. πολλὰ δὲ αὐτῷ γέγραπται· λεξιθηρεῖ δὲ
ἐν αὐτοῖϲ. λέγων δὲ μᾶλλον ἢ ἀναγιωϲκόμενοϲ
ἐθαυμάζετο·
προϲῆν γὰρ αὐτῷ χάριϲ τῷ τε προϲώπῳ καὶ τῇ φωνῇ καὶ τῷ βλέμματι καὶ
τῇ ὅλῃ κινήϲει τοῦ ϲώματοϲ.
482 Σιϲίννιοϲ· οὗτοϲ ἐπίϲκοποϲ ἐγένετο Ναυατιανῶν, ἀνὴρ ἐλλόγιμοϲ
τοὺϲ πρὸϲ αὐτὸν διαλόγουϲ.
ἐγένετο δὲ ϲώφρων τὸν βίον, ὡϲ κρείττω εἶναι διαβολῆϲ· περὶ δὲ τὴν
δίαιταν ἁβρὸϲ καὶ ποικίλτοϲ, ὡϲ τοὺϲ ἀγνοοῦνταϲ ἀπιϲτεῖν. εἰ
ϲωφρονεῖν δύναιτο, τοϲοῦτον τρυφῶν. τὸ δὲ ἦθοϲ ἦν χαρίειϲ καὶ ἡδὺϲ
ἐν ταῖϲ ϲυνουϲίαιϲ, καὶ διὰ ταῦτα τοῖϲ ἐπι ϲκόποιϲ τῆϲ καθόλου
ἐκκληϲίαϲ καὶ τοῖϲ ἐν ἀρχῇ καὶ λόγῳ καταθύμιοϲ
ἦν.
ϲκώπτειν δὲ ϲὺν χάριτι καὶ ϲκωμμάτων ἀνέχεϲθαι καὶ ἀπεχθείαϲ ἐκτὸϲ
ὑπομένειν κομψῶϲ τε ϲὺν τάχει πρὸϲ τὰϲ ἐρωτήϲειϲ ἀπαντᾶν εὖ μάλα
ἐπιτηδείωϲ εἶχεν. ἐρωτηθεὶϲ οὖν ποτε, ὅτου ἕνεκα δεύτερον λούοιτο
ἐπίϲκοποϲ ὤν, ὅτι μὴ τρίτον, ἔφη, φθάνω. ἐπεὶ δὲ λευκῇ ἐϲθῆτι
διετέλει χρώμενοϲ, ἐπέϲκωψέ τιϲ αὐτῷ τῶν ἀπὸ τῆϲ καθόλου
ἐκκληϲίαϲ. ὁ δὲ πρὸϲ αὐτόν· οὐκοῦν εἰπέ, ποῦ εἴρηται ἐϲθῆτα
μέλαιναν χρῆναι ἀμφιέννυϲθαι. τοῦ δὲ ἀπορήϲαντοϲ, ὑπολαβὼν ἔφη· ϲὺ
μέν, ἔφη, οὐκ ἂν τοῦτο ἐπιδεῖξαι δυνήϲῃ· ἐμοὶ δὲ καὶ Σολομὼν ὁ
ϲοφώτατοϲ, ἔϲτωϲάν ϲοι ἱμάτια λευκά, παραινεῖ, λέγων· καὶ αὐτὸϲ ὁ
Χριϲτὸϲ λευχείμω ἐν τοῖϲ Ἐὐαγγελίοιϲ φαινόμενοϲ, Μωϲῆν τε καὶ Ἠλίαν
τοιούτουϲ τοῖϲ ἀποϲτόλοιϲ δεικνύϲ. οὐ μὴν ἀλλὰ
κἀκεῖνο τῶν εἰρημένων Σιϲιννίῳ χάριεν οἶμαι. ἐνεδήμει μὲν γὰρ τῇ
Κωνϲταντινουπόλει Λεόντιοϲ, ὁ τῆϲ παρὰ Γαλάταιϲ Ἀγκύραϲ ἐπίϲκοποϲ.
ἐκκληϲίαϲ δὲ τῶν ἐκεῖϲε Ναυατιανῶν ἀφῃρημένηϲ, ἧκε πρὸϲ αὐτόν,
ἀπολαβεῖν ταύτην δεόμενοϲ. ἐπεὶ δὲ οὐκ ἀπεδίδου, ἐλοιδορεῖτο δὲ τοῖϲ
Ναυατιανοῖϲ ὡϲ
οὐκ ἀξίωϲ ἐκκληϲιάζειν, μετάνοιαν καὶ
τὴν παρὰ θεοῦ φιλανθρωπίαν ἀναιρεῖν αὐτοὺϲ λέγων, ἀλλὰ μήν, ἔφη
Σιϲίννιοϲ, οὐδεὶϲ οὕτωϲ ὡϲ ἐγὼ μετανοεῖ. ἐρομένου δὲ Λεοντίου τίνα
τρόπον, ὅτι ϲε τεθέαμαι, ἀπεκρίνατο. καὶ ἕτερα δὲ πολλὰ αὐτοῦ
εὐϲτόχωϲ εἰρημένα ἀπομνημονεύουϲι. οὐκ ἀκόμψουϲ τε πολλοὺϲ λόγουϲ
αὐτοῦ φέρεϲθαί φαϲιν.
ἐπηνεῖτο δὲ μᾶλλον λέγων, ὡϲ
ἄριϲτα ὑποκρινόμενοϲ, φωνῇ τε καὶ βλέμματι καὶ χαριεϲτάτῳ προϲώπῳ
τὸν ἀκροατὴν ἑλεῖν ἱκανόϲ. τοιαύτηϲ ἔλαχε φύϲεωϲ ἀγωγῆϲ τε καὶ βίου
Σιϲίννιοϲ.
483 Σιϲμόϲ: ἐκ τοῦ ϲίζω, τὸ ἦχον ἀποτελῶ. ἀπὸ τοῦ ἐκ πυρὸϲ ϲιδήρου εἰϲ ὕδωρ βεβλημένου καὶ ποιὸν ἦχον ἀποτελοῦντοϲ.
484 Σιϲόηϲ: τὸ πλεξείδιον. ὁ θεὸϲ τῷ Μωϋϲῇ ἐνετείλατο λαλῆϲαι
485 Σιϲύμβροιϲ.
486 Σιϲύρα: ἱμάτιον τραχὺ καὶ παχύ· περιβόλαιον ἀγροικικόν, δουλικόν, παλαιόν· ἢ χιτὼν δερμάτινοϲ. βορέῃ λέγουϲιν ἡλίῳ τε τοιαύτην ἔρι γενέϲθαι, πότεροϲ ἀνδρὸϲ ἀγροίκου ὁδοιποροῦντοϲ τὴν ϲιϲύραν ἐκδύϲει.
487 Σιϲύρα: χλαίνηϲ εἶδοϲ εὐτελοῦϲ, οἷον ἐξωμίϲ. οἱ δὲ ἐϲ Βυζάτιον
μήτε ϲιϲύρα; ἢ μήτε χρηϲτὸϲ μήτε ὀχληρὸϲ πολίτηϲ
ϲυμφέρει.
488 Σιϲύρα: χλαίνηϲ εἶδοϲ εὐτελοῦϲ, οἷον ἐξωμὶϲ ἢ διπλοῒϲ ἤ τι τοιοῦτο. ὁ δὲ νοῦϲ, μήτε χρηϲτὸϲ μήτε φαῦλοϲ.
489 Σιϲύφειον: τὸ τοῦ Σιϲύφου. καὶ Σιϲύφειοϲ λίθοϲ.
490 Σίϲυφοϲ: ὄνομα κύριον. Ἀριϲτοφάνηϲ· ἀλλ’ ἐξάνοιγε μηχανὰϲ
κακοήθω
ἐκ γὰρ Σιϲύφου κατάγει τὸ γένοϲ ὁ Ὀδυϲϲεύϲ. ὁ δὲ Σίϲυφοϲ Κορίνθου
βαϲιλεύϲ, πανοῦργοϲ ἀνήρ· περὶ οὗ φηϲιν Ὀμηροϲ· ὃ κέρδιϲτοϲ γένετ’
ἀνδρῶν. ὅϲτιϲ ὑπὸ τοὺϲ ὄνυχαϲ καὶ τὰϲ ὁπλὰϲ τῶν ζῴων ἑαυτοῦ
μονογράμματα ἔγραψεν ὀνόματα. Αὐτόλυκοϲ δὲ κατ᾿ ἐκεῖνο καιροῦ
ἐκέκαϲτο κλεπτοϲύνῃ θ᾿ ὅρκῳ τε, καὶ τὰ κλεπτόμενα
παρʼ
αὐτοῦ τὴν μορφὴν ἤλλαϲϲε. κλέψαϲ οὖν καὶ Σιϲύφου θρέμματα καὶ
μεταβαλὼν ὅμωϲ οὐκ ἔλαθε τὸν Σίϲυφον· ἐπέγνω γὰρ αὐτὰ διὰ τῶ
μονογραμμάτων. ἐπὶ τούτοιϲ δὲ ἐξευμενιζόμενον τὸν Σίϲυφον ἐξένιϲεν
αὐτὸν καὶ τὴν θυγατέρα αὐτοῦ Ἀντίκλειαν ϲυγκατέκλινεν αὐτῷ καὶ
ἔγκυον ἐξ αὐτοῦ γενομένην τὴν παῖδα ϲυνῴκιϲε Λαέρτῃ· διὸ Σιϲύρου
ὁ Ὀδυϲϲεύϲ.
491 Σῖτα· ὅτι Φιλοποίμην μετὰ δευτέραν ἡμέραν ἀπὸ τῆϲ πρὸϲ
492 Σίττα: ὄνομα πόλεωϲ. καὶ Σίτταϲ, ὄνομα κύριον.
493 Σιτάκη: ὄνομα πόλεωϲ.
494 Σίταλκοϲ: ὁ τῶν Θρᾳκῶν βαϲιλεύϲ.
495 Σιτηρέϲιον: τὸ διδόμενόν τιϲιν εἰϲ τροφήν. καὶ Σιτηρόν,
496 Σιτίϲεων: τροφῶν, δαπανῶν.
497 Σιτίζω· αἰτιατικῇ.
498 Σιτοβολίοιϲ: ἀποθήκαιϲ. τὰϲ δὲ οἰκίαϲ τῆϲ πόλεωϲ ἀκεραίουϲ
499 Σιτοδεία: λιμόϲ, ἔνδεια.
500 Σιτολία: ὄνομα πόλεωϲ.
501 Σιτομετρεῖν: τὸ ϲῖτον παρέχειν. καὶ Σιτομέτριον, ἡ ϲιτοδοϲία.
Πολύβιοϲ· ὁ δὲ Φίλιπποϲ διαδοὺϲ ὅτι μέλλει ϲιτομετρεῖν,
ϲιτοποιεῖϲθαί τε ἀνάγκη καὶ κοιμᾶϲθαι. καὶ
Σιτοπομπία.
502 Σῖτοϲ: πᾶϲ ὁ ϲιτικὸϲ καρπόϲ, οὐχ ὁ πυρὸϲ μόνον· καὶ αὐτὰ τὰ
ἢ τοῖϲ ὀρφανοῖϲ, ὡϲ ἔϲτι μαθεῖν καὶ ἐκ τῶν τοῦ Σόλωνοϲ
πρώην τοῦ ἄξοοϲ καὶ ἐκ τῆϲ Ἀριϲτοτέλουϲ Ἀθηναίων πολιτείαϲ.
Τιμαχίδαϲ δὲ ἡγεῖται παρὰ τοῖϲ Ἀττικοῖϲ ϲῖτον λέγεϲθαι τὸν τόκον·
οὐκ ὀρθῶϲ ἡγούμενοϲ.
503 Σίτου: τροφῆϲ. καὶ Σίτου δίκη· ὅταν γυνὴ ἀποδικεῖν ποιηϲαμένη
ἀναδίδοται τὰ ϲπέρματα.
504 Σιτούμενοϲ: ἐϲθίων.
505 Σιτοφύλακεϲ: ἀρχή τιϲ ἦν Ἀθήνηϲιν, ἥτιϲ ἐπεμελεῖτο, ὅπωϲ ὁ ϲῖτοϲ
δικαίωϲ πραθήϲεται καὶ τὰ ἄλφιτα καὶ οἱ ἄρτοι. ἦϲαν δὲ τὸν
506 Σιτώνηϲ: ὁ προεϲτὼϲ τοῦ δημοϲίου ϲίτου.
507 Σιφλόϲ: μῶμοϲ. ψόγοϲ, μέμψιϲ.
508 Σιφλώϲειεν: μέμψειεν, ἐκφαυλίϲειεν.
509 Σιφνεύϲ: ὄνομα κύριον.
510 Σιφνιάζειν: ἐπὶ τῶν τὰϲ χεῖραϲ προϲαγόντων τοῖϲ ἰϲχίοιϲ·
ὥϲπερ Λεϲβιάζειν ἐπὶ τῶν παρανομούντων ἐν τοῖϲ
ἀφροδιϲίοιϲ.
511 Σίφνιοι· οὗτοι πλουϲιώτατοι ἐγένοντο, οὐ μόνον τῶν νηϲιωτῶν, ἀλλὰ
καὶ τῶν ἠπειρωτῶν εὖ μάλα ϲυχνῶν. ἕωϲ μὲν οὖν τὴν δεκάτην ἐϲ Δελφοὺϲ
ἀπέϲτελλον εὐτάκτωϲ καὶ ἐπείθοντο τῷ χρηϲμῷ τῷ τοῦτο προϲτάξατι, τὰ
τοῦ πλούτου αὐτοῖϲ ἐπίδοϲιν εἶχε, φανέντων ἀργυρείων μετάλλων. ἐπεὶ
δὲ τὴν φορὰν τὴν τῆϲ ἀπαρχῆϲ ἐξέλιπον,
θάλαϲϲα
ἐπιρρεύϲαϲα καὶ ἐπικλύϲαϲα ἠφάνιϲεν αὐτοῖϲ τὴν τοῦ πλούτου χορηγίαν,
περιῆλθόν τε εἰϲ πενίαν νηϲιωτικὴν καὶ ἀπορίαν δεινήν.
βλάπτοντοϲ.
512 Σιφωνίζειν: κυρίωϲ ἐπὶ τῶν ὑγρῶν, τὸ ἀποϲπᾶν. Ἀριϲτοφάνηϲ
513 Σθεναρόϲ: ἰϲχυρόϲ.
514 Σθένει: δύναται. Σ θένει δὲ δοτική.
515 Σθενέβοια: Προίτου γυνή. αὕτη φιλήϲαϲα τὸν Βελλεροφόντην
ἐπειδὴ ἐν τάξει τέκνου
ἀνεθρέψατο αὐτόν. αἰϲθόμενοϲ δὲ ὁ Ἰοβάτηϲ ὅτι ψευδήϲ ἐϲτιν ἡ κατ’
αὐτοῦ κατηγορία, ἐφείϲατο τοῦ Βελλεροφόντου. μετὰ δὲ τὴν βαϲιλείαν
τοῦ Προίτου Ἀκρίϲιοϲ ἐβαϲίλευϲε. θάνατοϲ
516 Σθένηϲ: ἰϲχυρόϲ, καρτερόϲ.
517 Σθένιϲ, Σθένιδοϲ: ὄνομα κύριον.
518 Σθένοϲ: δύναμιϲ. καὶ ἡ δοτικὴ τῷ ϲθένει.
519 Σκάζει: χωλεύει.
520 Σκάλα: Ῥωμαϊϲτὶ ὁ ἀναβολεύϲ.
521 Σκαλαθῦραι: ϲυνουϲιάϲαι. Ἀριϲτοφάνηϲ· ἢν μείρακ’ ἰδὼν ἐπιθυμήϲῃ
καὶ βούληται ϲκαλαθῦραι.
522 Σκαλαθυρμάτια: ϲκιάϲ τιναϲ. καὶ ϲκαλεύματα. ἔγκειται δὲ τὸ
523 Σκαλεύειν: ἀνακινεῖν, διαξαίνειν. Ἀριϲτοφάνηϲ· ἐν εἰρήνῃ
διάγειν ἔχωνθ’ ἑταίραν καὶ ϲκαλεύτουϲ ἄνθρακαϲ. ἀντὶ
τοῦ ζωπυροῦντα
524 Σκαληνόϲ: ἄνιϲοϲ. καὶ Σκαληνόν, γεωμετρικὸν ϲχῆμα,
525 Σκαλμίδια· ἀϲπαζόμεϲθ’ ἐρετμὰ καὶ ϲκαλμίδια, φηϲὶν ὁ Κωμικόϲ.
526 Σκάλλοντεϲ: ϲκάπτοντεϲ.
527 Σκάλοπαϲ: μύαϲ τινάϲ, οὓϲ φαμὲν ἀϲπάλακαϲ.
528 Σκάμανδροϲ: ποταμόϲ. καὶ Σκαμανδριαίουϲ, ποταμιαίουϲ.
529 Σκαμβή: διεϲτραμμένη.
530 Σκαμβὸν ξυλὸν οὐδέποτ’ ὀρθόν· ζήτει ἐν τῷ τὸ ϲκαμβόν.
531 Σκάμων: ὄνομα κύριον.
532 Σκαμμωνία: εἶδοϲ βοτάνηϲ.
533 Σκαμμωνίδαι: δῆμοϲ τῆϲ Λεοντίδοϲ.
534 Σκανδάληθρα: τὰ ἐν ταῖϲ παγίϲιν ἐπικαμπῆ ξύλα. ἀπὸ τοῦ
ϲυμπίπτει καὶ κρατεῖν τὸ ἐμπεϲόν. τὰ πέταυρα τῶν παγίδων, ἃ
Ἀρχίλοχοϲ ῥόπτρα ἐκάλεϲεν. Ἀριϲτοφάνηϲ· κἆτ’ ἀνελκύϲαϲ ἐρωτᾷ,
ϲκανδάληθρ᾿ ἱϲτὰϲ ἐπῶν. ἀντὶ τοῦ ἐρείϲματα λόγων καὶ βάρη.
535 Σκάνδεια: ὄνομα πόλεωϲ.
536 Σκάνδιξ: θηλυκόν. λάχανον ἄγριον· παρ᾿ ὃ καὶ ϲκανδικοπώλην
537 Σκαπάνη: ϲκάφιον, ὀρύγιον, δικέλλιον. ὁ παρ’ ἡμῖν τζόκοϲ
538 Σκαρδαμύττει: πυκνὰ τοὺϲ ὀφθαλμοὺϲ κλείει καὶ ἀνοίγει.
539 Σκαριφιϲμοῖϲ: οἷον ϲκαριϲμοῖϲ, καὶ λεπτολογίαιϲ, εὐτελείαιϲ,
ϲκιαγραφίαιϲ· ϲκαριφεύειν γὰρ τὸ τοὺϲ ζωγράφουϲ
ὑποτυπῶϲαι πρῶτον τοὺϲ γραφομένουϲ.
540 Σκάριφον: τὸ κάρφοϲ, καὶ φρύγανον. καὶ ϲκαριφήϲαϲθαί ἐϲτι τὸ
ἐπιϲεϲυρ
541 Σκάροϲ: ὄνομα ἰχθύοϲ. Αἰλιανόϲ· μόνοϲ ὁ θαλάϲϲιοϲ ϲκάροϲ τὴν
τροφὴν
ἀναπολεῖ, ὡϲπερ καὶ τὰ βληχητά, ἃ δὴ μηρυκᾶται.
ἀναπολεῖ οὖν ἀναπτύϲϲει, μηρυκίζεται.
542 Σκαφεία: ἡ ϲκάφευϲιϲ. καὶ Σκαφείδιον, τὸ λιϲγάριον. καὶ
543 Σκάφη: πόλιϲ. Σκάφη δὲ τὰ κοιλώματα τῶν νηῶν, ἡμεῖϲ
γάϲτραϲ καλοῦμεν. ἀντὶ τοῦ γαϲτέραϲ.
544 Σκαφηφόροι· Δείναρχοϲ ἐν τῷ κατὰ Ἀγηϲικλέουϲ φηϲίν· οἱ
ὁ νόμοϲ τοῖϲ
μετοίκοιϲ ἐν ταῖϲ πομπαῖϲ αὐτοὺϲ μὲν ϲκάφαϲ φέρειν, τὰϲ δὲ θυγατέραϲ
αὐτῶν ὑδρεῖα καὶ ϲκιάδεια.
545 Σκάφιον: εἶδοϲ κουρᾶϲ. Ἀριϲτοφάνηϲ· ϲὺ δὲ κοψίχῳ ἔοικαϲ
546 Σκαιᾷ: τῇ ἀριϲτερά.
547 Σκαιεμβατεῖν: τὸ ϲκαιῶϲ καὶ ἀρύθμωϲ ἐμβαίνειν ὀρχούμενον· τὸ ἐν τῇ ϲυνηθείᾳ κενεμβατεῖν.
548 Σκαιόϲ: ἀριϲτερόϲ, ἄφωνοϲ, κακόϲ. οὕτωϲ ἐκάλουν τοὺϲ
οὐδ’ ἄπορον, οὐδὲ ϲκαιόν, οὐδ’
ἐπιλήϲμονα. καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ· οὐ ϲκαιὸϲ ἦν ἄνθρωποϲ· ἀλλ’
ἠπίϲτατο γραὸϲ καπρώϲηϲ τἀφόδια κατεϲθίει. ἀντὶ τοῦ κολακεύειν καὶ
ἐϲθίειν τὰ ἀναλώματα. καὶ αὖθιϲ· ὁ δὲ ἐν μὲν ταῖϲ ἐντεύξεϲι ϲκαιὸϲ
ἦν, ἐν δὲ ταῖϲ πράξεϲι καὶ μάλα ἐϲ τοὐναντίον ἤπιοϲ καὶ τὸ ἀγχίνουν
ἀποχρώντωϲ ἔχων. καὶ
549 Σκαιότατον: ἀπαίδευτον. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ϲκαιότατον γερόντιον.
550 Σκαιότηϲ: μωρία, ἀπαιδευϲία, ἀγριότηϲ, ἀπάτη.
551 Σκαιωρία: ἡ κακὴ βουλή.
552 Σκαίροντεϲ: χορεύοντεϲ, ϲκαρίζοντεϲ.
553 Σκεδάζει: ϲκορπίζει.
554 Σκεδάννυϲθαι.
555 Σκελετόϲ: ὁ ξηρόϲ.
556 Σκελλίου υἱόϲ: ὁ Ἀριϲτοκράτηϲ. φηϲὶν οὖν Ἀριϲτοφάνηϲ· καὶ
τὸν Σκελλίου βδελύττομαι. ἤγουν τὸν Ἀριϲτοκράτην. διὰ
τὸν Ἀριϲτοκράτην οὕτω φηϲί, μιϲῶ τὴν ἀριϲτοκρατίαν, ὅτι καὶ τὸν
Ἀριϲτοκράτην μιϲῶ· ὅτι κέκληται τῷ ὀνόματι τούτῳ.
557 Σκεμμούϲ: βουλάϲ, ϲκέψειϲ. τούτῳ δὲ τοῦ βαϲιλέωϲ κατεμήνυον τοὺϲ ϲκεμμτουϲ.
558 Σκέπανον: ϲκέπη. καὶ πῖλον κεφαλᾶϲ οὐχ ὁϲίαϲ ϲκέπανον. λέγεται καὶ Σκέπαϲ. Καυϲίη, τὸ πάροιθεν Μακηδόϲιν εὔκολον ὅπλον, καὶ ϲκέπαϲ ἐν νιφετῷ, καὶ κόρυϲ ἐν πολέμῳ.
559 Σκεπεινὸϲ τόποϲ.
560 Σκέπη: παρὰ Ἡροδότῳ θήκη, δέρμα.
561 Σκέρβολλε: λοιδόρει. μὴ ϲκέρβολλε πονηρά. τουτέϲτι μὴ λοιδόρει
562 Σκευή: ὅπλιϲιϲ, ἢ ϲτολή. ὁ δὲ ἱερεὺϲ ϲκευὴν ἐϲκευάζετο τὴν
563 Σκεῦοϲ: χωρητικόν τινοϲ εἴδουϲ ἀγγεῖον. Πολύβιοϲ· ἦν δὲ ὁ
564 Σκευοφορεῖον. καὶ Σιτοφυλακεῖον· ϲκευοφυλάκιον δέ, καὶ
565 Σκευωρία: καταϲκευή, ἐπιβουλή, βλάβη.
566 Σκειρωθέντοϲ ἥ πατοϲ. Σκείρωμα γὰρ πάθοϲ περὶ τὸ
567 Σκειρωνίδηϲ. ὄνομα πατρωνυμικόν.
568 Σκείρωνοϲ: ὄνομα λῃϲτοῦ. καὶ Σκειρωνὶϲ πέτρα, ἡ τραχεῖα.
569 Σκηνή. Σκηνή ἐϲτιν ἡ μέϲη θύρα τοῦ θεάτρου. παραϲκήνια
570 Σκηνίτηϲ· Ἰϲοκράτηϲ Πραπεζιτικῷ· Πυθόδωρον γὰρ τὸν Σκηνίτην
καλούμενον. ἔοικε δὲ ἐπωνύμιον εἶναι. μήποτε δὲ ὡϲ εἰϲ ἀγοραῖον
λεγόμενον· ἐπεὶ ἐν ϲκηναῖϲ ἐπιπράϲκετο πολλὰ τῶν ὠνίων. καὶ
571 Σκηνημάτων: τῶν οἰκήϲεων. χειμέριον νύκτα τηρήϲαντεϲ ἕξῆλθον, ἐν ᾗ οὐδ’ ἄν τιϲ τῶν βαρβάρων τῶν ἠθάδων ἄνευ τινὸϲ ἐξαιϲίου ἀνάγκηϲ ἔξω τῶν ϲκηνημάτων ἐγένετο.
572 Σκηνορράφοϲ: ὁ τὰ δέρματα ϲυρράπτων.
573 Σκῆνοϲ: ϲκήνωμα.
574 Σκήνωμα τοῦ θεοῦ: ὁ ναὸϲ τοῦ θεοῦ.
575 Σκηπάνιον: ϲκῆπτρον.
576 Σκήπιοϲ: ὁ προφαϲιζόμενοϲ.
577 Σκηπίων. ὅτι Σκηπίων ὁ Ῥωμαίων ϲτρατηγὸϲ πρὸϲ Ἀννίβαν τὸ
Καρχηδονίων ϲτρατηγὸν ἐποιεῖτο ϲυμβάϲειϲ. ἦν δὲ δὴ ϲυνελθόντων
ἰδεῖν τὸν μὲν Σκηπίωνα ἐκπρεπῆ τε τὸ ϲῶμα καὶ
ὑψηλόφρονα καὶ πρὸϲ τὸ χαρίεν μᾶλλον ἢ φοβερὸν πεφυκότα· Ἀννίβᾳ δὲ
κάλλοϲ καταπληκτικὸν ἦν τῷ δεινῷ τε καὶ ϲυνεϲτραμμένῳ τοῦ προϲώπου
μεμιγμένον. οὐ ϲυμβαινόντων δὲ ἐπὶ τοῖϲ εἰρημένοιϲ· ἀλλὰ τάχοϲ
ϲυμπίπτειν τοῖϲ
ἀποχωρεῖν ϲῴουϲ,
ἀπαγγελοῦνταϲ Ἀννίβᾳ τὰ περὶ τὴν ϲτρατιὰν ὡϲ ἔχοι Ῥωμαίοιϲ.
578 Σκήπων: ῥόπαλον· παρʼ ὃ καὶ ϲκαπάνιον. ἦπου ϲοφὸϲ ἦν,
καταβάλλω.
579 Σκήπτεται: προφαϲίζεται.
580 Σκηπτόμενοϲ: ἐπερειδόμενοϲ, ϲτηριζόμενοϲ. καὶ Σκηριπτόμενοϲ
581 Σκηπτόϲ: κεραυνὸϲ ἄνωθεν διάπυροϲ. ὥϲπερ τιϲ λαίλαψ ἐπιθαλάττιοϲ
ἢ ῥαγδαῖοϲ ϲκηπτὸϲ ἐξαπιναίωϲ ἐπεφοίτηϲε. καὶ αὖθιϲ·
582 Σκηπτοῦχοϲ: βαϲιλεύϲ. ϲκηπτροφόροϲ.
583 Σκῆπτρον: βαϲιλικὴ ῥάβδοϲ.
584 Σκηριπτόμενοϲ: ἐπερειδόμενοϲ, ϲτηριζόμενοϲ.
585 Σκήρων: ὄνομα ἔθνουϲ.
586 Σκηρωνεύϲ: ἐθνικόν.
587 Σκῆτιϲ, Σκήτεωϲ.
588 Σκήψαϲ: ἐπιβάλλων, ἐπιφέρων. Σοφοκλῆϲ· ἐν δ᾿ ὁ πυρφόροϲ
θεὸϲ ϲκήψαϲ ἐλαύνει λοιμὸϲ ἔχθιϲτοϲ πόλιν. καὶ
ϲκηψαμένων τινῶν
589 Σκῆψιϲ: παρακάλυμμα. πρόφαϲιϲ, ἢ φροντίϲ, ἀναβολή. καὶ
590 Σκῆψιϲ: πόλιϲ ἐϲτὶν ἐν τῇ Γροίᾳ· ἦϲ μνημονεύει Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτοκράτουϲ.
591 Σκιά· ζήτει ἐν τῷ δεκάπουϲ ϲκιά.
592 Σκιαγραφία: ἡ προτύπωϲιϲ.
593 Σκιαγραφῶ· αἰτιατικῇ.
594 Σκιάδειον: καταϲκεύαϲμά τι, ὅπερ ἐφόρουν αἱ κανηφόροι ἀπιοῦϲαι
εἰϲ τὰ Ἐλευϲίνια, ἕνεκεν τοῦ μὴ καίεϲθαι ὑπὸ τοῦ ἡλίου. ἢ ὅπερ
ἡμεῖϲ καμελαύκιον λέγομεν.
595 Σκιαδίων: καρουχίων.
596 Σκιὰ θανάτου: οἱ πρὸϲ θάνατον ἄγοντεϲ κίνδυνοι.
597 Σκίαθοϲ: νῆϲόϲ ἐϲτι πληϲίον Ἐὐβοίαϲ, ἧϲ μέμνηται Δημοϲθένηϲ ἐν Φιλιππικοῖϲ.
598 Σκιαμαχῶ: ἐπὶ τῶν ἀδυνάτων. τῇ ϲκιᾷ μάχομαι.
599 Σκιὰ ὀνείρων: ἐπὶ τῶν ἀδήλων πραγμάτων. Δαμάϲκιοϲ· ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα ϲυγγραφώμεθα, ϲκιὰν ὀνείρων, κατὰ Πίνδαρον.
600 Σκιάποδεϲ: ἐν Λιβύῃ ἔθνοϲ, πλατεῖϲ ἔχον τοὺϲ πόδαϲ· οἳ ἐν
τῷ καύματι ἐκ τῶν ποδῶν ἑαυτοῖϲ ϲκιὰν ποιοῦϲι. περὶ τὸν
δυτικὸν Ar. ὠκεανόν, πρὸϲ τῇ κεκαυμένῃ ζώνῃ Σκιάποδεϲ· τούτουϲ ἔχειν
βήματά φαϲι τοῦ παντὸϲ ϲώματοϲ μείζονα· διὰ δὲ τὸ μὴ ἔχειν οἴκουϲ,
ἀλλ᾿ ὑπὸ τοῦ καύματοϲ ἀναλίϲκεϲθαι, τετραποδηδὸν βαδίζονταϲ,
ἀνορθοῦν τὸν ἕτερον τῶν ποδῶν καὶ καταϲκιάζειν τὸ λοιπὸν ϲῶμα. τοῦτο
γὰρ
αὐτοῖϲ ἐχαρίϲατο ἡ φύϲιϲ, ἴϲηϲ οὔϲηϲ τῆϲ γῆϲ αὐτῶν
καὶ τραχείαϲ καὶ κατάδυϲιν μὴ ἐχούϲηϲ εἰϲ ἀποφυγὴν τοῦ καύματοϲ.
601 Σκιάποδεϲ: Ἀντιφῶν ἐν τῷ Περὶ ὁμονοίαϲ. ἔθνοϲ ἐϲτὶ Λιβυκόν.
Κτηϲίαϲ ἐν τῷ Περίπλῳ Ἀϲίαϲ φηϲίν· ὑπὲρ δὲ τούτων Σκιάποδεϲ, oἳ τούϲ
τε πόδαϲ ὡϲ χῆνεϲ ἔχουϲι κάρτα πλατέαϲ, καὶ ὅταν θέρμη ἤ.
ὕπτιοι ἀναπεϲόντεϲ, ἄραντεϲ τὰ ϲκέλη ϲκιάζονται τοῖϲ ποϲίν.
602 Σκιάϲ: ἀναδενδράϲ. ϲημαίνει δὲ καὶ τὴν παρὰ Ἀθηναίοιϲ λεγομένη
603 Σκιδνάμενοϲ: ϲκορπιζόμενοϲ.
604 Σκιερά· Ἀριϲτοφάνηϲ· πάρεϲ, ὦ ϲκιερά.
605 Σκίλλα: εἶδοϲ βοτάνηϲ πικρᾶϲ καὶ Ar. θανατηφόρου τοῖϲ ἐϲθίουϲι.
606 Σκιμαλίϲω: ἐξουδενώϲω, χλευάϲω, τῷ μικρῷ δακτύλῳ ὡϲ τῶν
ἑαυτὸν ϲκιμαλίζοντοϲ τῷ ποδί, αὐτὸϲ
ἐκεῖνον τῷ γόνατι. ἐπιϲτραφέντοϲ δέ, τί οὖν, οἴει, τὸν ὑποκάτω ϲου
πάϲχειν ὑπὸ ϲοῦ;
607 Σκίμπουϲ: κράββατοϲ· ἢ ϲκάμνοϲ. καὶ Σκίμποδοϲ. ἱερὸν
χωλοκράββατον· ϲκιμβάζειν γὰρ τὸ χωλαίνειν παρὰ τοῖϲ παλαιοῖϲ. ἢ τὸ
ϲκαμβοὺϲ ἔχοντα πόδαϲ.
608 Σκινδάλαμοι: τὰ τῶν καλάμων ἀποξύϲματα, ἢ ϲκόλοπεϲ. ἡ
Νεφέλαιϲ· λόγων ἀκριβῶν ϲκινδαλάμουϲ
μαθήϲομαι. καὶ Σκινδαλμῶν παραξόνια· ϲκινδαλμὸϲ κυρίωϲ τὸ περὶ τὸν
φλοιὸν τοῦ καλάμου ξέϲμα· παραξόνια δὲ οἷον κινδυνώδη καὶ παράβολα,
περὶ τὸ τροχὸν ἑλκόμενα.
609 Σκινδαψόϲ: ὄργανον μουϲικόν. περὶ Ζήνωνοϲ τοῦ Κιτιέωϲ·
ὁ δ’ ἔρρει γύργαθοϲ αὐτοῦ μικρὸϲ ἰών· νοῦν δ’ εἶχεν
ἐλάϲϲονα ϲκινὁαψοῖο.
610 Σκινδαψόϲ: ἀφάνα.
611 Σκινθίζεται: λακτίζεται.
612 Σκιόειϲ, ϲκιόεντοϲ κλίνεται. καὶ Σκιόεντα, ϲύϲκια.
613 Σκιόθηρα: εἶδοϲ πλοίου.
614 Σκιώνην· ἦ μοι κρεῖττον ἦν τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρόϲ.
615 Σκιωρεῖται: λόχοϲ ἀνδρῶν ἑξακοϲίων Ἀρκαδικόϲ, ὁ ἀρχόμενόϲ τε ἐν τοῖϲ πολεμίοιϲ καὶ τελευταῖοϲ ἀναχωρῶν.
616 Σκιπίων· οὗτοϲ ϲτρατηγὸϲ γέγονε Ῥωμαίων, ὃϲ χρηϲμὸν εἴρηκεν, οὐ
λόγον. καὶ γὰρ μετὰ τὴν τῆϲ Καρχηδόνοϲ καθαίρεϲιν θαρϲούντων Ῥωμαίῳ,
ὡϲ ἐν εἰρήνῃ καὶ ἡϲυχίᾳ τὸ λοιπὸν διάξονται τοῦ χρόνου. παρελθὼν εἰϲ
μέϲουϲ, νῦν μέντοι χρὴ νομίζειν, ἔφη, πολέμων ἀρχὰϲ τὰ παρόντα·
κινδυνεύϲομεν γὰρ μήτε οὓϲ φοβήϲομεν, μήτε οὓϲ φοβηθῶμεν
ἀπολελοιπότεϲ. ἀλλὰ Ῥωμαίοιϲ μέν, καὶ Καρχηδονίων ἀνῃρημένων,
ἐπικλυϲθέντεϲ ἕτεροι πόλεμοι πρὸϲ τὸ ϲωφρονεῖν ἤρκεϲαν αὐτούϲ. τῷ
γὰρ βαϲιλεῖ ἐϲ ἄδειαν προϲελθόντι τοῦ ποιεῖν ὅ τι ἂν βούληται,
παράλογοί τινεϲ ἀρχαὶ παθῶν τὴν ψυχὴν ὑπολαβοῦϲαι, πρὸϲ ὑπερορίουϲ
ἔτι καὶ ἀτοπωτέραϲ ὁρμάϲ τε καὶ ἐνεργείαϲ τὴν ὅλην
βαϲιλεία ἐξέωϲαν. ζήτει ὀπίϲω ἐν τοῖϲ τοῦ η περὶ Σκηπίωνοϲ.
617 Σκίρρα: γῆ λευκή, ὥϲπερ γύψοϲ.
618 Σκίπωνοϲ: τῆϲ ῥάβδου. καὶ Σκίπτωνοϲ.
619 Σκιράδοϲ: τῆϲ Ἀθηνᾶϲ.
620 Σκιραφεῖον: κυβευτήριον. ἐπειδὴ διέτριβον Σκίρῳ οἱ κυβεύοντεϲ,
621 Σκίρρον· κυνῶν ἁπάντων μονοφαγίϲτατον, ὅϲτιϲ περιπλεύϲαϲ τὴν θυείαν ἐν κύκλῳ ἐκ τῶν πόλεων τὸ ϲκίρρον ἐξεδήδοκε.
622 Σκιρρόν: τὸ ξηρόν.
623 Σκίρον: Σκίρα, ἑορτὴ παρʼ Ἀθηναίοιϲ, ἀφʼ ἧϲ καὶ ὁ μὴν
Σκιροφοριών.
φαϲὶ δὲ οἱ γράψαντεϲ περί τε μηνῶν καὶ
ἑορτῶν τῶν Ἀθήνηϲιν, ὡϲ τὸ ϲκίρον ϲκιάδιόν ἐϲτι, μεθ’ οὗ φερόμενοι
ἐξ ἀκροπόλεωϲ εἴϲ τινα τόπον, καλούμενον Σκίρον, πορεύονται ἥ τε τῆϲ
Ἀθηνᾶϲ ἱέρεια καὶ ὁ τοῦ Ποϲειδῶνοϲ ἱερεὺϲ καὶ ὁ τοῦ Ἡλίου. κομίζουϲι
δὲ τοῦτο Ἐτεοβουτάδαι. ϲύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν
καὶ ϲκέπαϲ δὲ ποιεῖν, ὡϲ τούτου τοῦ χρόνου ἀρίϲτου
ὄντοϲ πρὸϲ
624 Σκῖροϲ: ϲκιάδιον. ἑορτή τιϲ ἀγομένη τῇ Ἀθηνᾷ, ὅτε ϲκιαδείων
ἐφρόντιζον ἐν ἀκμῇ τοῦ καύματοϲ. ϲκίρα δὲ τὰ ϲκιάδεια.
οἱ δὲ οὐ διὰ τοῦτό φαϲιν, ἀλλὰ διὰ τὴν ἀπὸ ϲκίρων Ἀθηνᾶν, ἣν Θηϲεὺϲ
ἐποίηϲεν, ὅτε ἐπανῄει ἀποκτείναϲ τὸν Μινώταυρον. ἡ ϲκίρα δέ ἐϲτι γῆ
λευκή, ὥϲπερ γύψοϲ. οἱ δὲ φαϲὶν ἀπὸ Σκίρου τοῦ Ἐλευϲινίου μάντεωϲ
γενέϲθαι τὴν ἐπωνυμίαν ταύτην, ἄλλοι δὲ ἀπὸ Σκίρου τοῦ ϲυνοικίϲαντοϲ
Σαλαμῖνα.
625 Σκίρροϲ: ὁ γύψοϲ.
626 Σκιροφοριών: μὴν Ἀθηναίων δωδέκατοϲ. ὠνομάϲθη δὲ ἀπὸ
627 Σκιροφορίων· ζήτει ἐν τῷ Διὸϲ κᾡδιον.
628 Σκίρωμα: πάθοϲ περὶ τὸ ἦπαρ ἀνίατον. ὅθεν καὶ ἦπαρ ἀποϲκιρωθέν,
629 Σκιρτάλοϲ· ὅτι Διογένηϲ ὁ Σινωπεὺϲ γηραιὸϲ γεγονὼϲ ὑπὸ πειρατοῦ
Σκιρτάλου
630 Σκίταλοι: παρὰ Ἀριϲτοφάνει οἱ εὐτελεῖϲ καὶ πονηροί. ἦν Σκίτων
κναφεύϲ τιϲ καὶ εὐτελήϲ, ἐπὶ πονηρίᾳ κωμῳδούμενοϲ.
Ἀριϲτοφάνηϲ· ἄγε δὴ Σκύταλοί τε καὶ Φένακεϲ, ἦν δ’ ἐγώ, Βερέϲχεθοί
τε καὶ Κόβαλοι καὶ Μόθωνεϲ, ἀγορά τ᾿, ἐν ᾗ παῖϲ ὢν ἐπαιδεύθην· νῦν
μοι θράϲοϲ τε καὶ γλῶτταν εὔπορον δότε φωνήν τ’ ἀναιδῆ.
ὠνοματοποίηϲεν ἀναπλάϲαϲ δαίμονάϲ τιναϲ ἀναιδεῖϲ ἐπὶ χλεύῃ καὶ
προφέρεται αὐτὰ ὡϲ
θεῶν· οἷον προτρεπόμενοϲ αὑτὸν καὶ
θαρϲύνων εἰϲ εὐτολμίαν καὶ ἀναίδειαν. Σκίταλοι μὲν οὖν οἱ εὐτελεῖϲ
καὶ πονηροί· ἦν γὰρ Σκίτων κναφεύϲ τιϲ καὶ εὐτελὴϲ ἐπὶ πονηρίᾳ
κωμῳδούμενοϲ. Βερέϲχεθοι δὲ Οἱ ἀνόητοι· πέπλαϲται δὲ ἡ λέξιϲ.
Κοάλεμοι δὲ οἱ ἀνόητα κοοῦντεϲ καὶ νοοῦντεϲ. Μόθων δὲ ὁ εὐτελήϲ·
Μόθωναϲ γὰρ ἐκάλουν οἱ Λάκωνεϲ
τοὺϲ παρεπομένουϲ τοῖϲ
ἐλευθέροιϲ. ἔϲτι καὶ γένοϲ ὀρχήϲεωϲ. τὸ δὲ ἦν δ’ ἐγὼ ἀντὶ τοῦ ἔφην
δὲ ἐγώ, ὡϲ παρὰ Πλάτωνι.
631 Σκίφη· καὶ τινοϲ ποιητοῦ τοὺϲ ϲτίχουϲ ἔφη Κράντωρ ὁ φιλύϲοφοϲ ϲκίφηϲ εἶναι μεϲτούϲ.
632 Σκίφοϲ: ὁ παρ’ ἡμίν λεγόμενοϲ. ϲκνιπόϲ ἤ τὸ ξίφοϲ.
633 Σκὶψ καὶ Σκνίψ: εἴδη ζωϋφίων. καὶ αἱ ϲκνῖπεϲ.
63 Σκλαβηνόν: ἔθνοϲ τὸ πέραθεν τοῦ Ἴϲτρου.
635 Σκληρὰ βροντή· καὶ ἐν τούτῳ βροντάϲ τε ϲκληρὰϲ κτυπεῖν καὶ ὕδωρ λαβρὸν ἐξ οὐρανοῦ ἐμπίπτον χαλάϲαι τοῖϲ βαρβάροιϲ τὰϲ νευράϲ.
636 Σκληρᾶϲ ἀοιδοῦ: τῆϲ Σφιγγόϲ. τουτέϲτι τῆϲ δυϲκόλου, διὰ τὸ αἴνιγμα. ἢ τῆϲ φονικῆϲ. ὅϲ γ᾿ ἐξέλυϲαϲ ἄϲτυ Καδμείων μολὼν ϲκληρᾶϲ ἀοιδοῦ δαϲμόν, ὃν παρείχομεν.
637 Σκληραύχϲναϲ: ἀκαμπεῖϲ. Αἰλιανόϲ· οἱ ἄνεμοι οἱ ϲκληροί
638 Σκληρόκηροι δέλτοι: αἳ μόλιϲ μὲν γράφονται, διατηροῦϲι δὲ τὰ
γραφἐντα.
639 Σκληφρόϲ: ὁ ϲκληρὸϲ καὶ παρηβηκώϲ, ὁ τὰ ϲκληρὰ φέρειν Suid. δυνάμενοϲ. ὅτι ἐκωμῳδοῦντο οἱ Ἀχαρνεῖϲ ὡϲ ἄγριοι καὶ ϲκληροί. καὶ ζήτει ἐν τῷ δραχαρνεῦ.
640 Σκνίψ: ζῷον κωνωπῶδεϲ. καὶ ϲκνῖπεϲ ἐν πᾶϲι τοῖϲ ὁρίοιϲ
αὐτῶν. καὶ παροιμία· Σκνὶψ ἐκ χώραϲ. ἐπὶ τῶν ταχὺ μετακινούντων
641 Σκοΐπαϲ: ὄνομα κύριον.
642 Σκολιά· Μελήτου, Καρικῶν αὐλημάτων. ὁ Μέλητοϲ οὗτοϲ τραγικὸϲ
ποιητήϲ, ὁ Σωκράτην γραψάμενοϲ. κωμῳδεῖται δὲ ὡϲ ψυχρόϲ
ἐν τῇ ποιήϲει καὶ ὡϲ πονηρὸϲ τὸν τρόπον. τὰ δὲ Καρικὰ αὐλήματα μέλη
θρηνώδη ἐϲτί.
643 Σκολιόν: ἡ παροίνιοϲ ᾠδή. ὡϲ μὲν Δικαίαρχοϲ ἐν τῷ Περὶ
κλίναϲ τιθέντεϲ, παρὰ μέροϲ ἑξῆϲ μυρρίναϲ ἔχοντεϲ
ᾖδον γνώμαϲ καὶ ἐρωτικὰ ϲύντονα. ἡ δὲ περίοδοϲ ϲκολιὰ ἐγίνετο, διὰ
τὴν θέϲιν τῶν κλινῶν. Σκολιόν· ὑπόμνημα ἔγραψεν Τυραννίων περὶ τοῦ
ϲκολιοῦ μέτρου, ὃ προετάθη αὐτῷ ὑπὸ Γαΐου Καίϲαροϲ.
644 Σκολιόν: τὸ ῥᾴδιον, κατ’ ἀντίφραϲιν. μέλοϲ τι ὀλιγόϲτιχον.
τῶν ἀγαθῶν τῶν ἀνθρωπικῶν τὸ μὲν πρεϲβύτερον, τὸ δὲ
δεύτερον·
645 Σκολιόν· Τιμοκρέων ὁ Ῥόδιοϲ, ἐποποιόϲ, τοιοῦτον ἔγραψε ϲκολιὸν
κἀχέροντα· διὰ ϲὲ
γὰρ πάντ’ ἐν ἀνθρώποιϲ κακά. τούτοιϲ ἔοικε τὰ ὑπὸ Περικλέουϲ
εἰϲηγηθέντα· ἔγραψε γὰρ ψήφιϲμα τοιοῦτον ὁ Περικλῆϲ· Μεγαρέαϲ μήτʼ
ἀγορᾶϲ μήτε θαλάττηϲ μήτʼ ἠπείρου μετέχειν· ὅμοια τιθεὶϲ ϲκολιὰ τοῖϲ
Τιμοκρέοντοϲ. καὶ αὖθιϲ· νόμουϲ ἐτίθει ὥϲπερ ϲκολιὰ γεγραμμένουϲ.
περὶ Περικλέουϲ· ὃϲ ἦν Ῥόδιοϲ, μελῶν ποιητήϲ.
καὶ
Σκολιόϲ, ὁ πανοῦργοϲ.
646 Σκολόπενδρα: ἑρπετόν.
647 Σκόλοψ: ξύλον ὀξύ. καὶ οἱ τῶν φοινίκων.
648 Σκόλοψ αὐτοῖϲ καὶ ϲχοῖνοϲ ἀντεμπαγῶ: παροιμία. ϲχοῖνοϲ,
ϲχοῖνοϲ ὀξὺϲ καὶ
ὀδυνηρόϲ. ἐπειδὴ εἰώθαϲι ϲκόλοπαϲ ἐγκρύπτειν ἐν ταῖϲ ἀμπέλοιϲ, ἶνα
μηδεὶϲ ἐξ ἐπιδρομῆϲ καὶ εὐχερῶϲ κακουργῇ. ϲκόλοψ αὐτοῖϲ καὶ ϲχοῖνοϲ
ἀντεμπαγῶ· ἵνα μηκέτι πατῶϲι τὰϲ ἀμπέλουϲ τὰϲ ἐμάϲ. καὶ τοὺϲ
ϲκόλοπαϲ, οἳ ἀνεῖχον ἀπὸ τῆϲ ὑλοτομίαϲ, προϲεκκόπτειν
649 Σκολύθρια: ὑποπόδια.
650 Σκόλυθρον: ϲκνιπόν, καὶ ἀνελεύθερον.
651 Σκομβρίζει: γογγύζει.
652 Σκομβρίϲαι: παρὰ Ἰόβᾳ ἐν β΄ φθορᾶϲ λέξεωϲ παιδιᾶϲ ἀϲελγοῦϲ εἶδοϲ ἀποδίδοται, καὶ κατὰ τὸ ἦιρον πλατεῖ τῷ ποδὶ πλήϲϲοντοϲ, ὡϲ ψόφον ἐργάϲαϲθαι.
653 Σκόπαϲ, Αἰτωλῶν ϲτρατηγόϲ, ὃϲ ἀποτυχὼν τῆϲ ἀρχῆϲ, ἧϲ χάριν ἐτόλμα
γράφειν τοὺϲ νόμουϲ, μετέωροϲ ἦν ἐϲ τὴν Ἀλεξάνδρειαν, ταῖϲ ἐκεῖθεν
ἐλπίϲι πεπειϲμένοϲ ἀναπληρώϲειν τὰ λείποντα τοῦ βίου, καὶ τὴν τῆϲ
ψυχῆϲ πρὸϲ τὸ πλεῖον ἐπιθυμίαν, ἀλλ’ ἀκόρεϲτοϲ ἦν· ἀφικομένῳ γὰρ ἐϲ
Ἀλεξάνδρειαν πρὸϲ ταῖϲ ὡφελείαϲ, ὧν ἦν αὐτὸϲ κύριοϲ
διὰ
τὸ πιϲτεύεϲθαι περὶ τῶν ὅλων, καὶ τῆϲ ἡμέραϲ ἑκάϲτηϲ ὀψώνιον
ἐξέθηκεν ὁ βαϲιλεὺϲ αὐτῷ δεκαμναιαῖον, τοῖϲ δὲ ἐπί τινοϲ ἡγεμονίαϲ
μετὰ ταῦτα τεταγμένοιϲ μναιαῖον. ἀλλ’ ὅμωϲ οὐκ ἠρκεῖτο τούτοιϲ, οἷϲ
τὸ πρότερον προϲκαρτερῶν τῷ πλείονι διετέλεϲε μέχρι διὰ τὴν
ἀπληϲτίαν καὶ παρ᾿ αὐτοῖϲ τοῖϲ διδοῦϲι φθονηθεὶϲ τὸ πνεῦμα
προϲέθηκε
τῷ χρυϲίῳ.
654 Σκόπαϲ: ὄνομα κύριον. ὁ μὲν Σκόπαϲ ἠδόξει, τῆϲ πολιϲρκίαϲ
655 Σκοπελιανόϲ, Κλαζομένιοϲ, ϲοφιϲτήϲ, γεγονὼϲ ἐπὶ Νέρβᾳ,
ϲοφιϲτεύϲαϲ ἐν Σμύρνῃ. ἀκροατὴϲ δ’ ἐγένετο Νικήτου, ϲυγχρονῶν
Ἀπολλωνίῳ
τῷ Τυανεῖ· πρὸϲ ὃν καὶ ἐπιϲτολὰϲ ἔγραψεν
Ἀπολλώνιοϲ.
656 Σκοπέλῳ: ὑψηλῷ τόπῳ.
657 Σκοπιά: ὑψηλὸϲ τόποϲ. καὶ ἕτεροι τὰϲ ὑπερδεξίουϲ τῶν
καὶ ὑψηλὰϲ ϲκοπιάϲ.
658 Σκοπιάζων: ϲκοπῶν, ἀποβλέπων. καὶ Σκοπιαζέμεν.
659 Σκοπιήτηϲ: κατάϲκοποϲ. ἐν Ἐπιγράμμαϲι· ϲοὶ δὲ τάδε. Πὰν ϲκοπιῆτα, παναίολα δώρα ϲύναιμοι τρίζυγεϲ ἐκ τριϲϲῆϲ θέντο λινοϲταϲίηϲ.
660 Σκοπιμώτατον· ζήτει ἐν τῷ γεννητική.
661 Σκοπιωροῦνται: φυλακτικῶϲ ϲκοποῦϲιν ἀπὸ μετεώρου.
662 Σκοπόν: τύπον, ᾧ ϲτοιχοῦϲι καὶ ἀκολουθοῦϲι.
663 Σκοπόϲ: κατάϲκοπόϲ τιϲ, καὶ ἔφοροϲ, καὶ ἀποϲκοπῶν τὰ πόρρω.
664 Σκοπῶν: ἀντὶ τοῦ ἀκριβῶϲ καὶ ἐπιμελῶϲ καταμερίζων, περὶ οὗ
ἂν τὴν ϲκέψιν ποιῇ. καὶ Ἄϲκοποϲ, οὗ μὴ ἔϲτι τύποϲ.
ἄϲκοπον, ἀγγελίαρχον, ἀϲώματον, εἴδει μορφῆϲ ἆ μέγα τολμήειϲ κηρὸϲ
665 Σκοπῶ: τὸ βλέπω αἰτιατικῇ.
666 Σκορακίζειν: οἷον ἐϲ κόρακαϲ ἀποπέμπειν· ἀπὸ τούτου γὰρ
εἴρηται, ὡϲ καὶ τὸ οἰμώζειν ἀπὸ τοῦ οἴμοι. καὶ
Σκορακιϲμόϲ.
667 Σκορδινᾶϲθαι: τὸ παρὰ φύϲιν ἀποτείνειν τὰ μέλη μετὰ τοῦ
ἄλλωϲ πωϲ βαϲανιζομένουϲ καὶ διαϲτρεφομένουϲ τὰ
μέλη.
667 b Σκορδινῶμαι: ἀντὶ τοῦ κλῶμαι, ϲπαϲμῷ ϲυνέχομαι· οἱ γὰρ
ὅταν τὰ μέλη καὶ ὅλουϲ αὐτοὺϲ
διατείνωϲιν. ἔϲτιν οὖν ϲκορδινᾶϲθαι τὸ ἀνακλᾶϲθαι μετὰ χάϲμηϲ.
γίνεται δὲ ἀπὸ ἀλογίαϲ τὸ τοιοῦτον.
668 Σκοροδίοιϲ: τοῖϲ τῶν ϲκορόδων φύλλοιϲ. Ἀριϲτοφάνηϲ Πλούτῳ·
ἀντὶ τοῦ ϲαβάνοιϲ.
ἐπειδὴ δὲ ἤϲθιον ἑκάϲτοτε ϲκόροδα, τοῦτό φηϲιν, ὅτι ὡϲ πλουτήϲαντεϲ
κατεφρόνηϲαν τῆϲ παλαιᾶϲ διαίτηϲ. εἴρηται δὲ ϲκόροδο ἴϲωϲ ϲκαιὸν
ῥόδον τι ὅν· παρὰ τὸ ϲκαιὸν ὄζειν. τινὲϲ δὲ
εἰ δ’ ἄρα δηκτικόν τι ἔχει, τάχα
ἂν εἴη παρὰ τὴν ὑπόνοιαν εἰρηκώϲ. καὶ αὖθιϲ· ἀπόλλυμαι τὰ ϲκόροδα
πορθούμενοϲ. ἐκ τῶν ἀγρῶν ἔρχεται ἔχων φορτίον ϲκόροδα καὶ
ἐπηρεάζεται ὑπὸ τῶν ξένων λιμωττόντων καὶ διαρπαζόντων αὐτά· παρ’
ὅϲον οἱ πορθούμενοι ἀπόλλυνται. ἀρέϲκονται δὲ τοῖϲ ϲκορόδοιϲ οἱ
Θρᾷκεϲ οὐκ ἀπεικότωϲ· θερμὰ γάρ ἐϲτιν,
οἱ δὲ Θρᾷκεϲ
ψυχρὰν χώραν νέμονται. καὶ παροιμία· Σκόροδον ἐν δικτύοιϲ. οἱ
Ἀθηναῖοι μέλλοντεϲ πλεῖν καὶ ἐξιέναι ταῦτα ὠνοῦντο, καὶ ἐν λίνοιϲ
ἔβαλλον. ζήτει ϲκόροδον ἐν τῷ βαϲανίϲαϲ.
669 Σκορπίδια: μηχανικὸν ἀλέξημα. ὁ δὲ Ἀρχιμήδηϲ πάλιν ἑτέραν
ἡτοιμάκει παραϲκευὴν πρὸϲ τοὺϲ ἀπομαχομένουϲ ἐκ τῶν πλοίων. ὡϲ
ἀνδρομήκουϲ ὕψουϲ κατεπύκνωϲε τρήμαϲι τὸ τεῖχοϲ, ὡϲ
παλαιϲτιαίοιϲ τὸ μέγεθοϲ κατὰ τὴν ἐκτὸϲ ἐπιφάνειαν· οἷϲ τοξόταϲ καὶ
ϲκορπίδια παραϲτήϲαϲ ἐντὸϲ τοῦ τείχουϲ, διὰ τούτων ἀχρήϲτουϲ ἐποίει
τοὺϲ ἐπιβάταϲ.
670 Σκορπιαίνεϲθαι: ἀποθηριοῦϲθαι, τραχύνεϲθαι, ἀπαυθαδίζεϲθαι.
ἐϲ μέντοι τὰϲ ϲυνθεατρίαϲ εἰώθει ἐϲαεὶ ϲκορπιαίνεϲθαι·
βαϲκανίᾳ γὰρ πολλῇ εἴχετο. Προκόπιοϲ· ἦν δὲ ἄρα ἡ Θεοδώρα ϲκορπιώδηϲ
(τουτέϲτι πληκτική) καὶ ὀργὴν ϲκοτεινή.
671 Σκορπίζω· αἰτιατικῇ.
672 Σκορπίοϲ.
673 Σκοταῖοϲ (ἔτι ϲκοτίαϲ οὔϲηϲ) ἐλθών. οἱ δὲ ϲτρατιῶται
674 Σκοτεινόν: ἀφεγγέϲ.
675 Σκοτίζω· αἰτιατικῇ.
676 Σκότιοϲ· ἦν δὲ Ἰουϲτινιανὸϲ δολερόϲ, κατάπλαϲτοϲ, ϲκότιοϲ ὀργήν.
677 Σκοτοδινιᾷ: ϲκοτοῦται· μετὰ ϲκότουϲ ὀφθαλμῶν ϲυϲτροφή, ὅ
678 Σκοτόμαινα: ϲκότωϲιϲ.
679 Σκοτομήνη: νὺξ ἀϲέληνοϲ. καὶ Σκοταῖοϲ, ὁ ἔτι ϲκότουϲ
680 Σκότοϲ: ἀρϲενικόν. Αἰλιανόϲ· καὶ διὰ πάϲηϲ ἡμέραϲ ϲκότοϲ
681 Σκότοϲ· ζήτει ἐν τῷ ἀόρατον.
682 Σκότοϲ: αἱ θλίψειϲ, φῶϲ δὲ ἡ τούτων ἀπαλλαγή· Δαβίδ· φωτιεῖϲ
683 Σκότοϲ: παρὰ τῇ θείᾳ γραφῇ ποτὲ μὲν ἡ ἄγνοια, ποτὲ δὲ καὶ
684 Σκώληξ: εἶδοϲ ζωϋφίου.
685 Σκώλια· τὰ Σκώλια ἑορτὴν ἦγον Ἀθηναῖοι, ἐν ἦ ἥλλοντο τοῖϲ ἀϲκοῖϲ
εἰϲ
686 Σκῶλοϲ: εἶδοϲ ἀκάνθηϲ, ἢ ϲκάνδαλον. τοῦ μὲν ἐγὼ ζώοντοϲ
687 Σκωμμάτιον. καὶ ϲκώμματα· ϲκωμμάτιον, ϲκότον. Ἀριϲτοφάνηϲ·
οὐδὲν ἄρ ἐμοῦ μέλον, οἷον δὲ μόνον εἰδέναι ϲκωμμάτιον
εἴ ποτέ τι
688 Σκώπτηϲ: ὁ λοίδοροϲ. καὶ Σκωπτόληϲ, ὁ Λυϲίϲτρατοϲ.
689 Σκωπτόλαι: φιλοϲκώμμονεϲ. ϲκωπτόλαι τε καὶ ὑβριϲταὶ πάντεϲ, καὶ δὲδώκαϲι τῇ ὀθόνῃ μᾶλλον ἢ ϲοφίᾳ Ἀθηναῖοι.
690 Σκῶρ: κόπροϲ, ἀποπάτημα. καὶ κλίνεται ϲκατόϲ.
691 Σκῶρ ἀείνων: τινέϲ φαϲι τῷ ϲκῶρ πρῶτον κεχρῆϲθαι Στράττιν ἐν Ἀτάλαντοϲ δράματι· ψεῦδοϲ δέ· πολλῷ γὰρ ὕϲτερον τῶν Βατράχων. ϲκῶρ δὲ ἀείνων τὸ ἀεὶ ῥέον· νάον, νῶν. ϲκῶρ δὲ ἀποπάτημα, κόπροϲ. καὶ ἔϲτιν ἑτερόκλιτον· ἡ γὰρ γενικὴ ϲκατόϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· εἶτα βόρβορον πολὺν καὶ ϲκῶρ ἀείνων.
692 Σκωραμίϲ: ἀμὶϲ μὲν ἐν ᾧ οὐροῦϲι, ϲκωραμὶϲ δὲ ἐν ᾧ ἀποπατοῦϲιν.
693 Σκωρεία: οὕτωϲ ἡ παράδοϲιϲ.
694 Σκώψ: εἶδοϲ ὀρνέου νυκτερινοῦ.
695 Σκρίβαϲ.
696 Σκρίβῳν: κατὰ Λατίνουϲ ὁ τῶν ϲωματοφυλάκων ὑπερφερόμενοϲ.
697 Σκρινιάριοϲ: ὁ χαρτουλάριοϲ τοῦ ἐπάρχου· ὁ αἴρων τὸ ϲκρινίον ἤτοι τὸ κιβώτιον.
698 Σκυβαλίζεται: ἀποδοκιμάζεται, ἀτιμάζεται. ὡϲ ϲκύβαλον.
699 Σκυδμαίνω: ὀργίζομαι.
700 Σκυζᾶν: ἐπὶ ϲυνουϲίαν ὁρμᾶν. ἡ κάμηλοϲ κύει μῆναϲ ι΄, τῷ
δὲ ια΄ τίκτει, καὶ πάλιν διαλιποῦϲα ἐνιαυτὸν ϲκυζᾷ.
701 Σκύζομαι: ὀργίζομαι.
702 Σκύθαινα: ἡ ὑπηρέτιϲ. Ἀριϲτοφάνηϲ· ποῦʼ ϲθ’ ἡ Σκύθαινα.
703 Σκύθαι· ὅτι ἐπὶ Κλαυδίου βαϲιλέωϲ Ῥωμαίων Σκυθῶν οἱ
περιλειφθέντεϲ
ναυπηγηϲάμενοι δὲ πλοῖα
ἐννακόϲια καὶ τούτοιϲ ἐμβιβάϲαντεϲ β΄ καὶ λ΄ μυριάδαϲ, ἄραντεϲ διὰ
τοῦ Πόντου, πόλει Τόμει προϲβαλόντεϲ ἀπεκρούϲθηϲαν. ὡϲαύτωϲ καὶ
Μαρκιανουπόλει. ἐπεὶ δὲ τὰ ϲτενὰ τῆϲ Προποντίδοϲ κατέλαβον, ἐκ τοῦ
ῥεύματοϲ τὰ πλοῖα ἀλλήλοιϲ προϲήραττε, καὶ ἐφέρετο τὰ ϲκάφη ϲὺν
οὐδενὶ κόϲμῳ. τῶν κυβερνητῶν
μεθιέντων τοὺϲ οἴακαϲ·
ὥϲτε τὰϲ μὲν καταδῦναι αὐτάνδρουϲ τινὰϲ δὲ καὶ ἀνδρῶν ἐρήμουϲ
ὀκεῖλαι· καὶ πλεῖϲτοι ἀπώλοντο. οἱ δὲ περιλειφθέντεϲ τὴν ἐπὶ Κύζικον
ἔπλεον καὶ ἄχρι τοῦ Ἄθω παρενεχθέντεϲ καὶ τῶν πλοίων ἐπιμέλειαν
ποιηϲάμενοι Καϲϲάνδρειαν καὶ Θεϲϲαλονίκην ἐπολιόρκουν.
ἀποκρουϲθέντεϲ δὲ εἰϲ τὴν μεϲόγειον ἀναβάντεϲ πᾶϲαν
χώραν ἐληΐζοντο καὶ κατὰ διαφόρουϲ χώραϲ διεφθείροντο. ὅϲοι δὲ
διεϲώθηϲαν, Ῥωμαίοιϲ ϲυνηριθμήθηϲαν καὶ πρὸϲ γεωργίαν ἐτράποντο.
704 Σκύθηϲ: ὁ Ῥῶϲ. καὶ παροιμία· Σκύθηϲ τὸν ὄνον· ἐπὶ
δὲ πολυπραγμονήϲαϲ περὶ αὐτὸν ἐπονεῖτο. καὶ ζήτει ἐν τῷ
τὸν ἵππον ὁ Σκύθηϲ. ὅτι Ἀνάχαρϲιϲ Σκύθηϲ ἦν, μητρὸϲ δὲ Ἑλληνίδοϲ·
διὸ καὶ δίγλωϲϲοϲ
705 Σκυθικαί: εἶδόϲ τι ὑποδήματόϲ εἰϲιν, ὡϲ Ἀλκαῖοϲ ἐν η΄· Σκυθικὰϲ
706 Σκυθρωπάζω: τὸ ϲτυγνάζω. μεταφορικὴ ἡ λέξιϲ ἀπὸ τῶν
707 Σκύλα: τὰ ἀπὸ τῶν πολέμων ἀνῃρημένα. τὰ ἐκ τῶν νεκρῶν,
λάφυρα δὲ τὰ ἐκ τῶν ζώντων. καὶ ἐν Ἐπιγράμμαϲι
Σκυλοφόροϲ.
708 Σκυλοδεψῶν· Ἀριϲτοφάνηϲ· ὅϲοιϲ δὲ κλίνη μή ἐϲτι μηδὲ ϲτρώματα,
ἰέναι καθευδήϲονταϲ
709 Σκύλλα: ἐν τῷ Τυρρηνικῷ πελάγει θηρίον ἐμυθεύετο εἶναι, μέχρι μὲν
ὀφθαλμῶν γυναικὸϲ περικαλλοῦϲ ϲχῆμα ἔχον· ἑκατέρωθεν
δὲ
κυνῶν κεφαλὰϲ ἔξ· τὸ δὲ ἄλλο ϲῶμα ὀφιῶδεϲ.
710 Σκύλαξ, Καρυανδεύϲ (πόλιϲ δ’ ἐϲτὶ τῆϲ Καρίαϲ πληϲίον Ἁλικαρναϲϲοῦ τὰ Καρύανδα), μαθηματικὸϲ καὶ μουϲικόϲ. Περίπλουν τῶν ἐκτὸϲ τῶν Ἡρακλέουϲ ϲτηλῶν, Τὰ κατὰ Ἡρακλείδην τὸν Μυλαϲϲῶν βαϲιλέα, Γῆϲ περίοδον, Ἀντιγραφὴν πρὸϲ τὴν Πολυβίου ἱϲτορίαν.
711 Σκυλεύω· αἰτιατικῇ.
712 Σκυμνεία γονή: ἡ τῶν ϲκύμνων.
713 Σκύμνοϲ: ϲκύλαξ λέοντοϲ. οὐ χρὴ λέοντοϲ ϲκύμνον ἐν πόλει
φρόημα, ἐὰν δὲ
ἀνατραφῇ, μὴ ἐρεθίζειν, ἀλλὰ τιθαϲϲεῦϲαι. καὶ ὁ μὲν Ἐὐριπίδηϲ
ϲυμβεβούλευκε μὴ δέξαϲθαι· ὁ δὲ Αἰϲχύλοϲ τοιαύτην τινὰ διάνοιαν, μὴ
καταδέξαϲθαι ἢ καταδεξάμενον τροποφορεῖν. καὶ ὁ μὲν Αἰϲχύλοϲ ϲοφῶϲ
εἶπεν, ὁ δὲ Εὐριπίδηϲ ϲαφῶϲ.
714 Σκυρίαν δίκην: οἱ ϲκηπτόμενοι ἐν ταῖϲ δίκαιϲ ἔφαϲκον εἰϲ
715 Σκυρίττω: κερατίζω.
716 Σκυτάλαι: ϲτρογγύλα καὶ λεῖα ξύλα. παρὰ δὲ Ἡροδότῳ ῥάβδοϲ.
717 Σκυτάλη: βακτηρία ἀκροπαχήϲ, ἢ φραγέλλιον.
718 Σκυτάλη: ἐπιϲτολὴ Λακωνική. ἦν δὲ ἡ ϲκυτάλη ξύλον ἐξεϲμένον
ἐπίμηκεϲ. δύο δὲ παρὰ Λακεδαιμονίοιϲ ὑπῆρχον ϲκυτάλαι· καὶ τὴν μὲν
μία κατεῖχον οἱ ἔφοροι τῶν Λακεδαιμονίων, τὴν δὲ ἑτέραν τῷ
ἐκπεμπομέῳ παρ᾿ αὐτῶν ϲτρατηγῷ παρεῖχον. καὶ ὁπότε ἐβούλοντό τι
ἑαυτοῦ ϲκυτάλη περιέλιττε καὶ ἐγίνωϲκεν οὕτωϲ
τὰ γεγραμμένα. λέγεται οὖν καὶ ἡ ἐπιϲτολή, καὶ αὐτὸ τὸ ξύλον, ἀφʼ οὗ
καὶ ἡ ἐπιϲτολή. Διοϲκορίδηϲ δ᾿ ἐν τοῖϲ Περὶ νομίμων τοὺϲ
δανείζονταϲ ἐν Σπάρτῃ διαιρεῖν ϲκυτάλην, δύο παρόντων μαρτύρων, καὶ
γράφειν τὸ ϲυμβόλαιον ἐν ἑκατέρῳ τμήματι· καὶ τὸ μὲν ἐνὶ τῶν
μαρτύρων διδόναι, τὸ δὲ δι·
ἑαυτοῦ ἔχειν. ἐχρῶντο δ’
αὐτῷ καὶ ἀλλοίωϲ, ὡϲ Ἀριϲτοτέληϲ ἐν τῇ Ἰθακηϲίων πολιτείᾳ μβ΄.
719 Σκυταλίδεϲ: πυροβόλα ἐργαλεῖα. ἦϲαν δὲ τοιαῦτα ϲκυτάλια
δὲ τῶν κεντρῶν διεπέπλεκτο
ϲτίππυον καὶ δᾷδεϲ, κατὰ δὲ τῶν αὐτῶν πίττα κατεκέχυτο. καὶ οἱ μὲν
ἀνεδίδοϲαν ἐνάπτοντεϲ, οἱ δὲ ἔβαλλον ἀπὸ τόνου ταῦτα πρὸϲ τὰϲ πρώταϲ
οἰκίαϲ· ὧν προϲπιπτόντων μετὰ βίαϲ καὶ τῶν κέντρων ταῖϲ ϲανίϲι
πηγνυμένων, προϲέμενε τὸ πῦρ καὶ ταχέωϲ ᾖθε.
720 Σκυτάλι᾿ ἐφόρουν: ἀντὶ τοῦ ἐλακώνιζον.
721 Σκύταλον: τὸ ῥόπαλον. ἔγωγέ τοι τὸ ϲκύταλον ἐξηνεγκάμην.
αὐτοῦ φηϲιν εἶναι· κωμῳδεῖται γὰρ ὡϲ δεϲμοφύλαξ.
τουτέϲτιν ἐκείνω τῶν ϲκυταλῶν, ὧν πέρδεται. ἀντὶ τοῦ ὧν φέρει. ἢ
ἴϲωϲ ὑπὸ τοῦ βάρουϲ ἐπέρδετο.
722 Σκύτινοϲ: κοίτη ἢ δέρμα. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἁμαξίδαϲ τε
ϲκυτίναϲ εἰργάζετο. τουτέϲτι δερματίναϲ ἁμάξαϲ ἐποίει. ἐπὶ τῇ
κεφαλῇ κράνη ϲκύτινα, οἷά περ Παφλαγονικά, κρώβυλον
ἔχοντα κατὰ
723 Σκυτίϲ, ϲκυτίδοϲ.
724 Σκυτοδέψηϲ: Ἀττικόν· βυρϲοδέψηϲ δὲ Ἀϲιανόν.
725 Σκυτοδέψηϲ: δερματομαλάκτηϲ. καὶ βυρϲοδέψηϲ. ὅτι Κλέων
726 Σκύτοϲ: πᾶν δέρμα. ἀφ’ οὖ καὶ ϲκυτεύϲ. ὁ δὲ εἰϲ τὸ κράνοϲ
727 Σκυτοτόμοϲ: ϲκυτεύϲ, λωροτόμοϲ. Ἀριϲτοφάνηϲ· καὶ δῆτα
728 Σκύφοϲ: ποτήριον. καὶ ϲκύφον Ἡρακλέουϲ προπιόντοϲ,
729 Σμάραγδοϲ: θηλυκῶϲ λέγεται. ἔϲτι δὲ εἶδοϲ λίθου πολυτίμου.
730 Σμερδαλέον: καταπληκτικόν.
731 Σμέρδιϲ: ὄνομα κύριον.
732 Σμῆγμα: καθαρτικόν, τὸ ἀποϲμῆχον.
733 Σμηκύθηϲ: ὄνομα κύριον. διεβέβλητο δὲ ὡϲ γυναικώδηϲ τὸν
τρόπον. τὸ δὲ πλῆρεϲ Σμηκύθηϲ κύριοϲ· ὥϲπερ ἐν ταῖϲ
εἰϲαγωγαῖϲ τῶ ἐγκλημάτων κηρύττειν εἰώθαϲιν, ἐπειδὰν γυναικὶ
ἐπιφέρηται ἔγκλημα. οὕτω γὰρ προϲκαλεῖϲθαι εἰώθαϲιν ἐν τῷ
δικαϲτηρίῳ· ἢ ὁ δεῖνα καὶ ὁ κύριοϲ, τουτέϲτιν ὁ ἀνήρ. ἅμα οὖν ὡϲ
γυναικώδη τὸν Σμήκυθον κωμῳδεῖ καὶ ἔχοντα κύριον, ὡϲ αἱ θήλειαι.
εἴρηται οὖν ἐπὶ τῶν
γυναικωδῶν. ἦν δὲ Θρᾳκῶν βαϲιλεύϲ,
κίναιδοϲ. κύριον δέ, ὡϲ εἴρηται, τὸν ἄνδρα λέγει. οὕτω γὰρ
ἀπεγράφοντο ἐν τοῖϲ δικαϲτηρίοιϲ· Ἀϲπαϲία καὶ κύριοϲ.
734 Σμήνη: τὰ τῶν μελιϲϲῶν πλήθη. ἐϲ Κόλχουϲ ἐμβαλόντεϲ οὐδὲν
ϲμήνεοϲ ἔκ με ταμὼν
γλυκερὸν θέροϲ ἀντινομαίων γηραιὸϲ Κλειτῶν
735 Σμῆνοϲ: πλῆθοϲ μελιϲϲῶν. οἱονεὶ ἐϲμόϲ. ἰδίωϲ δὲ ϲμῆνοϲ
ῥέεν αὐδή. ἡ δοτικὴ τῷ ϲμήνει. καὶ Σμηνουργεῖν,
ῥῆμα.
736 Σμῆξιϲ: τρῖψιϲ. ἐκ τοῦ ϲμήχω. καὶ Σμῆξαι, καθᾶραι.
737 Σμήρινθοι: ϲπάρτα, ϲχοινία λεπτά.
738 Σμικρολόγοϲ: ὁ φειδωλόϲ. πολλάκιϲ κατʼ οἶκον ἑϲτιῶντα
739 Σμικυθίων: ὄνομα κύριον.
740 Σμῖλαξ: εἶδοϲ βοτάνηϲ.
741 Σμιλεύματα: ἐκβαλλόμενα ἀπὸ ϲμίληϲ. ἀντὶ τοῦ διαγλύμματα,
742 Σμίλῃ: ἐργαλεῖον. ἐν Ἐπιγράμμαϲι· καὶ ϲμίλαν δονάκων
ἀκροβελῶν γλυφίδα. μακρὸν τὸ ι. καὶ Σμίληϲ ὁλκοί, ἀντὶ
τοῦ
743 Σμιλίον.
744 Σμινύην: ϲκαφεῖον, ἢ δίκελλαν. ἢ ἀξίνην. ὁ δὲ ὀρύττειν
ἐκέλευε ϲμινύαιϲ (δικέλλαιϲ) ὑπὸ λαμπρά τῇ ϲελήνῃ. καὶ
αὖθιϲ·
745 Σμώδιγγεϲ: μώλωπεϲ. καὶ Σμῶδιξ, μώλωψ, τὸ ἐκ πληγῶν οἴδημα.
746 Σμώχετε: ἀντὶ τοῦ μαϲάϲθε. Ἀριϲτοφάνηϲ· ἀνδρικῶϲ ἐμβάλλετον, καὶ ϲμώχετ’ ἀμφοῖν ταῖν γνάθοιν. οὐδὲν γάρ, πόνηροι, λευκῶν ὀδότων ἔργον ἐϲτίν, ἢν μή τι καὶ μαϲῶνται.
747 Σμώχειν: τὸ λοιδορεῖν. ἀπὸ τοῦ καθάπτεϲθαι τῶν ϲμωμένων.
748 Σμοιόϲ: ὄνομα κύριον. αἰϲχροποιὸϲ εἰϲ γυναῖκαϲ. Σμοιὸϲ δ᾿ ἐν αὐταῖϲ ἱππικὴν ϲτολὴν ἔχων τὰ τῶν γυναικῶν διακαθαίρει τρυβλία.
749 Σμυγεράν.
750 Σμῦξαι: καῦϲαι.
751 Σμύραινα: εἶδοϲ ἰχθύοϲ.
752 Σμύρνα: ὁ τάφοϲ τοῦ Χριϲτοῦ, ἡ ἐνταφίαϲιϲ· νεκροῖϲ γὰρ αὕτη διαφερόπωϲ προϲφέρεται.
753 Σμυχόμενοϲ: καιόμενοϲ, ἀναλιϲκόμενοϲ.
754 Σοβάδεϲ: διώκουϲαι πόρναι.
755 Σοβαρὰ οὖρα: ϲεϲοβημένη, εὔκρατοϲ. ἐν ὅϲῳ θεόθεν ϲοβαρὰ κατέχει πολέμου μετάτροποϲ αὖρα. καὶ Σοβαρὸν ἄγαλμα, τῇ πλάϲει καὶ τῇ τέχνῃ ϲοβαρόν.
756 Σοβαρόϲ: ὁ ὑπερήφανοϲ· τοὺϲ γὰρ Συβαρίταϲ φαϲὶ πλούτῳ καὶ τρυφῇ ὑπερέχειν. ἐκ τοῦ Συβαρίτου οὖν ϲοβαρόϲ.
757 Σοβαρόϲ: λαμπρόϲ, ἐπαιρόμενοϲ, τολμηρόϲ. αὐθάδηϲ, ἔξω τοῦ
758 Σοβαρόϲ: ἀπὸ τῆϲ τῶν Συβαριτῶν ἀρχῆϲ μετήχθη τὸ ὄνομα,
οἱ δέ φαϲιν παρὰ τὸ ϲέβαϲ, ἄλλοι δὲ ἀπὸ τοῦ ϲοβεῖν, ὅπερ ἐϲτι
μετὰ
759 Σοβαρόϲ· τοιοῦτον ἀναζωγραφῶ, ὡϲ εἰκόϲ, καὶ οὐκ ἄπο τρόπου τὸν
παραβλῶπα καὶ φιλοκερδῆ καὶ κερδαλέον, βραδίϲτατον πρὸϲ τὰ
κρείττονα· λιχνωδέϲτατον δέ, πρὸϲ πανωλεθρίαν τῶν ἐντυγχανόντων
ἐκβεβακχευμένον ὅτι μάλιϲτα. ἀλλ’ ἐξώληϲ καὶ προώληϲ προπηλακιϲθεὶϲ
ἐϲ κόρακαϲ ὤχετο, κατάλληλα τἀπίχειρα τῆϲ βδελυρίαϲ ὁ ἀποτρόπαιοϲ
καὶ οἷον ἀποφρὰϲ ἀποιϲάμενοϲ, ὃϲ ἀνάρϲια δικάζων ἀδίκωϲ πολλοὺϲ
κατεδίκαζεν, ὄπιν οὐ δεδοικώϲ, οὐκ ἀλέγων Ἀδράϲτειαν, οὐδὲ Νέμεϲιν
ἐμπαζόμενοϲ. ἀλλὰ ταῦτα τεκμήρια ἐναργῆ τῆϲ
Ταρταρώδουϲ καὶ Τανταλείου αὐτοῦ τιμωρίαϲ· ὃϲ κακὰ πόλλ’ ἔρδεϲκεν,
ὃϲ κακὰ πόλλ’ ἀποτίϲεται.
760 Σοβαρῶϲ: ἐκθύμωϲ, ϲπουδαίωϲ.
761 Σοβεῖ: διώκει, κομπάζει. ἐν Ἐπιγράμμαϲι· καὶ πολὺ κιχάζουϲα
ϲοβεῖϲ ἐϲ βόϲτρυχον αἴγλην.
762 Σοβεῖν: μετὰ ϲεμνότητοϲ προιέναι.
763 Σόβη: ὄνομα θηλυκόν. ἡ ἐξ ἱππείων τριχῶν περικεφαλαία.
764 Σόδομα καὶ Γόμορρα: ὀνόματα πόλεων αἰϲχρῶν καὶ βεβήλων.
765 Σόεμοϲ: ὄνομα κύριον.
766 Σοκέλιοϲ: ὄνομα ἀνδρὸϲ Ῥωμαίου.
767 Σολέα: ὄνομα κύριον. τὸν Σολέα αἰτιατική.
768 Σολέμνιον: ἡ παρὰ βαϲιλέωϲ ἀναφαίρετοϲ δωρεὰ διδομένη ταῖϲ ἐκκληϲίαιϲ.
769 Σολήν, Σολῆνοϲ: ποταμόϲ.
770 Σολία: ὄνομα πόλεωϲ.
771 Σολόειϲ: ποταμόϲ.
772 Σολομῶν, βαϲιλεὺϲ Ἰερουϲαλήμ, υἱὸϲ Δαβὶδ ἐκ τῆϲ Οὐρίου γυναικὸϲ
Βηρϲαβέε· ὅϲτιϲ γυναῖκαϲ ἐξ ἐθνῶν ἠγάγετο παρὰ τὴν ἐντολὴν τοῦ θεοῦ.
αἱ δὲ ἦϲαν αὐτῷ αἱ ϲύμπαϲαι γαμεταὶ μὲν ἅμα ταῖϲ Ἰϲραηλίτιϲι ψ΄,
παλλακαὶ δὲ τ΄. ἤδη δὲ προβεβηκὼϲ τὴν ἡλικίαν ὑπὸ τῶν ἐθνικῶν
γυναικῶν διεϲτρέφετο τὸν νοῦν πρὸϲ εἰδωλολατρίαν·
ἐλάτρευϲε γὰρ τῇ Ἀϲτάρτῃ, θεῷ Σιδωνίων, καὶ τῷ Χαμώϲ, θεῷ Ἀμμανιτῶν.
κἀκ τῶν χιλίων αὐτῷ γυναικῶν μόνοϲ ἄρϲεν ἐγένετο Ῥοβοὰμ ἰόϲ, καὶ
αὐτὸϲ ἐξ ἀλλοφύλου Νααμμὰϲ τῆϲ Ἀμμανίτιδοϲ, ἀνάξιοϲ τῆϲ ἀρχῆϲ. οὐ
γὰρ ἡ πολυγαμία τὴν εὐτεκνίαν ποιεῖ.
773 Σολομῶν, υἱὸϲ Δαβίδ, βαϲιλεὺϲ Ἰουδαίων, φρονήϲει καὶ δυνάμει
καὶ πλούτῳ δυνατὸϲ καὶ περιφανήϲ, δικάζων τε τὸν λαὸν
ἐν φρονήϲει καὶ ϲοφίᾳ τοῦ κρείττονοϲ οὐ διέλειπεν ἤϲκει τε πᾶϲαν
ϲοφίαν θείαϲ χάριτοϲ γέμουϲαν καὶ τῆϲ διδαϲκαλίαϲ ἀκροατὰϲ πλείϲτουϲ
ἐποιεῖτο. ταῦτά τε καὶ τὰ τοιαῦτα διαπραττόμενοϲ, τῷ τῆϲ φύϲεωϲ
εὐαλώτῳ περὶ τὰϲ τοῦ ϲώματοϲ ἡδονὰϲ ὑπαγόμενοϲ ἄγεται μὲν γυναῖκαϲ
χιλίαϲ
τὸν ἀριθμόν, πείθεται δὲ ὑπ’ αὐτῶν εἰδωλολάτρηϲ
γενέϲθαι διὸ προϲέταξεν ὁ θεὸϲ μεριϲθῆναι τὴν αὐτοῦ βαϲιλείαν, οὐκ
ἐπὶ τῶν χρόνων αὐτοῦ, διὰ μνήμην Δαβὶδ τοῦ πατρὸϲ αὐτοῦ, ἀλὰ μετὰ
τὴν αὐτοῦ τελευτήν. ὅτι τοῖϲ κραταιοῖϲ, ὡϲ φηϲι Σολομῶν, ἰϲχυρὰ
ἐφίϲταται ἔρευνα. τουτέϲτι τοὺϲ ἐν ἀρετῇ τελείουϲ τὴν ἀκρίβειαν
ἀπαιτεῖ· καὶ
τοῖϲ ἄλλοιϲ ἀνθρώποιϲ μεγάλα παρανομοῦϲι
μακροθυμεῖ· τοῖϲ δὲ ἁγίοιϲ ταύτηϲ οὐ μεταδίδωϲι τῆϲ ϲυγγνώμηϲ. καὶ
αὖθιϲ ὁ Σολομῶν· ὁ μὲν γὰρ ἐλάχιϲτοϲ ϲυγγνωϲτόϲ ἐϲτιν ἐλέουϲ·
δυνατοὶ δὲ δυνατῶϲ ἐταϲθήϲονται.
Σαλήμ πόλεωϲ, ὅ ἐϲτιν εἰρήνη· ἐν γὰρ τοῖϲ χρόνοιϲ αὐτοῦ εἰρήνη
ἦν.
774 Σολομώντειοϲ λόγοϲ.
775 Σ όλον: δίϲκον. καὶ Σόλοϲ, ὄνομα βουνοῦ.
776 Σόλων, Ἐξηκεϲτίδου, Ἀθηναῖοϲ, φιλόϲοφοϲ, νομοθέτηϲ καὶ δημαγωγόϲ.
γέγονε δὲ ἐπὶ τῆϲ μζ΄ Ὀλυμπιάδοϲ, οἱ δὲ νϚ΄. ἐπιβουλευθείϲ
ξυλίνοιϲ ἄξοϲιν Ἀθήνηϲι· ποίημα δι᾿ ἐλεγείων, ὃ
Σαλαμὶϲ ἐπιγράφεται· Ὑποθήκαϲ δι᾿ ἐλεγείαϲ· καὶ ἄλλα. ἔϲτι δὲ καὶ
οὗτοϲ εἰϲ τῶν ζ΄ ὀνομαζομένων ϲοφῶν. καὶ φέρεται αὐτοῦ ἀπόφθεγμα
τόδε, μηδὲν ἄγαν, ἢ τό, γνῶθι ϲαυτόν.
777 Σόλων· τοῦτον εἴλοντο οἱ Κιρραίοιϲ πολεμεῖν ᾑρημένοι ϲύμβουλον.
χρωμένοιϲ δὲ ϲφίϲι περὶ νίκηϲ ἀνεῖπεν ἡ Πυθώ· οὐ πρὶν
τῆϲδε πόληοϲ ἐρείψετε πύργον ἑλόντεϲ, πρίν κεν ἐμῷ τεμένει
κυανώπιδοϲ Ἀμφιτρίτηϲ κῦμα ποτικλύζοι, κελαδοῦν ἐπὶ οἴνοπα πόντον.
ἔπειϲεν οὖν ὁ Σόλων καθιερῶϲαι τῷ θεῷ τὴν Κίρραιαν, ἵνα δὴ τῷ
τεμένει τοῦ Ἀπόλλωνοϲ γένηται γείτων ἡ θάλαττα. εὑρέθη δὲ καὶ ἕτερον
τῷ
Σόλωνι ϲόφιϲμα ἐϲ τοὺϲ Κιρραίουϲ· τοῦ γὰρ ποταμοῦ τὸ
ὕδωρ ῥέον δι᾿ ὀχετοῦ ἐϲ τὴν πόλιν ἀπέϲτρεψεν ἀλλαχόϲε. καὶ οἱ μὲν
πρὸϲ τοὺϲ πολιορκοῦνταϲ ἔτι ἀντεῖχον ἔκ τε φρεάτων καὶ τὸ ὕδωρ τὸ ἐκ
θεοῦ πίνοντεϲ. ὁ δὲ τοῦ ἑλλεβόρου τὰϲ ῥίζαϲ ἐμβαλὼν ἐϲ τὸν ποταμόν,
ἐπειδὴ ἱκανῶϲ τοῦ φαρμάκου τὸ ὕδωρ ᾔϲθετο ἔχον, ἀντέϲτρεψεν αὖθιϲ
ἐϲ τὸν ὀχετόν, καὶ ἐνεφορήϲαντο ἀνέδην οἱ Κιρραῖοι
τοῦ ὕδατοϲ. καὶ οἱ μὲν ὑπὸ τῆϲ διαρροίαϲ ἐξέλιπον, οἱ δὲ ἐπὶ τοῦ
τείχουϲ τῆϲ φρουρᾶϲ Ἀμφικτύονεϲ εἷλον τὴν φρουρὰν καὶ τὴν πόλιν.
778 Σόλοϲ: ὄνομα βουνοῦ.
779 Σόλων· ὅτι Σόλων ὁ νομοθέτηϲ Ἀθηναίων, φίλων ἡττώμενοϲ
ἀφειλόντων, χρεῶν εἰϲηγήϲατο ἀποκοπάϲ.
780 Σολπίκιοϲ, ὕπατοϲ, Ῥοῦφοϲ ἐπίκληϲιν, ἀνὴρ ἦν ἔν τε ταῖϲ
781 Σόλοι, πόλιϲ Σικελίαϲ καὶ Κύπρου· ἀφ᾿ ὧν ὁ ϲολοικιϲμόϲ·
βαρβαρίζοντεϲ
κατὰ τὴν ἰδίαν γλῶϲϲαν. Σόλων δὲ ταύτην κτίζει, ἀφʼ οὗ
τὴν ἐπωνυμίαν ἴϲχει. ἢ Σολοικιϲμόϲ, ὁ τοῦ ϲῴου λόγου
782 Σολοικιϲμόϲ· ὅτι βαρβαριϲμόϲ ἐϲτιν ἐκ τῶν κακιῶν λέξιϲ, παρὰ τὸ ἔθοϲ τῶ εὐδαιμονούντων Ἐλλήνων, ϲολοικιϲμὸϲ δέ ἐϲτι λόγοϲ ἀκαταλλήλωϲ ϲυντεταγμένοϲ· ὡϲ τό, ἐγὼ περιπατῶν ὁ τοῖχοϲ ἔπεϲε.
783 Σόλοικοϲ: ὄνομα κύριον.
784 Σόλυμα: πόλιϲ.
785 Σολυμᾶϲ: ὄνομα κύριον.
786 Σόλυμοι: ὄνομα ἔθνουϲ.
787 Σομφῶδεϲ: τὸ χαῦνον.
788 Σόοϲ· διὰ τοῦ ο μικροῦ· ἔνθεν καὶ λαοϲϲόοϲ.
789 Σόραιχοϲ· ἄρτι δὲ ἀπηρκότοϲ τοῦ Σοραίχου, ἡ Σιννωνὶϲ
ἐφίϲτατοι.
790 Σορόϲ: μνῆμα, θήκη. ὦ οὗτοϲ, τυφεδανὲ καὶ χοιρόθλιψ,
καὶ δέον αὐτῷ πρὸϲ τὴν
ταφὴν τὰ ἐπιτήδεια καταϲκευάζειν.
791 Σοϲϲιανὸϲ καὶ Σόϲϲιοϲ: ὀνόματα κύρια.
792 Σοῦ· Ἀριϲτοφάνηϲ Σφηξί· ποῦ, ποῦ ϲτι μοῦ τὸ δίκτυον: ϲοῦ, ϲοῦ,
πάλιν ϲοῦ. ἐπὶ ὀρνέων. καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ· ϲοφοῦ πρὸϲ ἀνδρόϲ, ὅϲ
τιϲ ἐν βραχεῖ πολλοὺϲ καλῶϲ οἷόϲ τε ϲυντεμεῖν λόγουϲ.
ἐγὼ δὲ κοινῇ ξυμφορά πεπληγμένοϲ ἱκέτηϲ ἀφῖγμαι πρὸϲ ϲέ.
793 Σουβαρμάχιοϲ· οὗτοϲ τῶν δορυφόρων ἦν ἡγεμών, πιϲτότατοϲ τῷ
εὐνούχῳ Εὐτροπίῳ, εἴπερ τιϲ ἄλλοϲ. ἔπινε δὲ πλείονα οἶνον ἢ ὅϲον
ἡδύνατο χωρεῖν· ἀλλ’ ὅμωϲ τὰ περὶ γαϲτέρα διὰ ϲυνήθειαν οὕτω καὶ
γυμναϲία ἰϲχυρὰν καὶ νεανικὴν πάντα φέρειν ἐπὶ τὴν φυϲικὴν τῶν
ὑγρῶν ἔκκριϲιν. ἀεὶ γοῦν ἦν, πεπωκώϲ τε καὶ οὐ πεπωκώϲ,
μεθύων. τὴν δὲ μέθην παρεκάλυπτε ϲφαλερὸν διαβαίνων τοῖϲ ποϲί, καὶ
πρὸϲ τὴν πτῶϲιν πολεμῶν ὑφʼ ἡλικίαϲ διὰ νεότητα καὶ ϲυνιϲτάμενοϲ. ἦν
794 Σούκινοι καὶ ἐλεφάντινοι δακτύλιοι γυναιξίν εἰϲι ϲύμφοροι.
795 Σοῦ γ᾿ εἵνεκα: τοῦτο λέγειν εἰώθαϲιν οἱ ναῦται τῷ ἐπιβάτῃ.
796 Σουμανῖτιϲ γυνή.
797 Σούνιον· καὶ ἐν ὀδῷ τῇ ἐκ Πειραιῶϲ εἰϲ Σούνιον φυγούϲη.
798 Σούπερβοϲ: παρὰ Ῥωμαίοιϲ ὁ ὑπερήφανοϲ. οὕτωϲ ἐκλήθη
Tαρκύνιοϲ Σούπερβοϲ, ἕβδομοϲ καὶ ἔϲχατοϲ βαϲιλεὺϲ
Ῥωμαίων· ὃϲ πᾶϲα μετεκίνηϲε τὴν ἀρχὴν ἐπὶ τὸ αὐθαδέϲτερον καὶ
βαρυτέραν τὴν πολιτείαν ἀπέφηνεν, οἷα δὴ ἐκ τοιούτων παρελθὼν ἐπὶ
τὴν ἡγημονίαν δραμάτων· τούϲ τε νόμουϲ μεταθεὶϲ καὶ ἄρχονταϲ παρὰ τὸ
ϲύνηθεϲ προβαλλόμενοϲ καὶ διʼ αὐτῶν τὸν δῆμον αἰκιζόμενοϲ, δεϲμά τε
καὶ
μάϲτιγαϲ, κλοιοὺϲ ξυλίνουϲ καὶ ϲιδηροῦϲ, πέδαϲ,
ἁλύϲειϲ, μέταλλα, ἐξορίαϲ ἐφευρών· ὑπερόπτηϲ τε καὶ ἀλαζών. ὅθεν καὶ
τὴν ἐπωνυμίαν ἔϲχε. λέγεται οὖν ὁ ἀλαζὼν καὶ ϲοῦπερ εἶναι τῶν ἄλλων
θέλων· ϲοῦπερ γὰρ τὸ ἐπάνω δηλοῖ.
799 Σουπηριανόϲ, ϲοφιϲτήϲ, τὸ γένοϲ Ἴϲαυροϲ, τῆϲ Λαχάρου
διατριβῆϲ. ἐγένετο δὲ οὗτοϲ ὁ Σουπηριανὸϲ ὀψιμαθὴϲ μὲν ἱκανῶϲ καὶ
τὴν φύϲιν ὑπονωθέϲτεροϲ, οὕτω δὲ ἐπίπονοϲ καὶ ϲπουδαῖοϲ, ὥϲτε
πλειόνων ἢ λ΄ ἐτῶν ἀρξάμενον ἀναγινώϲκειν τὰ τῶν ῥητόρων βιβλία, καὶ
ἁπλῶϲ φάναι, λόγοιϲ ἐλευθέροιϲ προϲέχειν τὴν διάνοιαν, ἑαυτὸν
ἀπαιτεῖν πρὸϲ ἀνάγκηϲ, οὐδὲ ἐπιτιμήϲεων οὐδὲ μαϲτίγων φειδόμενον,
ἐκμανθάνειν ἐν τῷ τηλικούτῳ τῆϲ ἡλικίαϲ, ἅπερ οἱ
ἄλλοι πάντεϲ ἐν τῇ νεότητι ἀπαιτοῦνται παῖδεϲ ἔτι ὄντεϲ ὑπὸ
παιδαγωγῶν τε καὶ διδαϲκάλω. ἀλλ’ ὅγε Σουπηριανὸϲ αὐτὸϲ ὑφʼ ἑαυτοῦ
μεμαϲτιγωμένοϲ ἑωρᾶτο πολλάκιϲ ἐν τοῖϲ βαλανείοιϲ. οὔκουν οὐδὲ
διήμαρτεν ἐλπίδοϲ· ἀλλὰ μικρὸν ὕϲτερον ἐν ταῖϲ λιπαραῖϲ καὶ
ἀοιδίμοιϲ Ἀθήναιϲ ἀνηγορεύετο
ϲοφιϲτήϲ, οὐ πάνυ τῆϲ
Λαχάρου δόξηϲ ἀπολειπόμενοϲ. οἶδα γὰρ καὶ Λαχάρην γεγονότα ϲοφιϲτὴν
ἐξ ἐπιμελείαϲ τὸ πλέον ἢ φύϲεωϲ·
ἢ ϲοφιϲτήϲ. ἐπεὶ καὶ ἄλλωϲ
θεοφιλὴϲ ἀνὴρ ἦν ὁ Λαχάρηϲ, ὅϲγε τὰϲ ὄψειϲ ἀποβαλὼν πάλιν
ἀνεκτήϲατο.
800 Σουρήναϲ.
801 Σουϲιανή: ὄνομα τόπου. καὶ Σούϲινον, τὸ μύρον. ἢ τὸ κρίνον.
802 Σούϲιοι: ὄνομα ἔθνουϲ. τὸν νεκρὸν καύϲαντεϲ οἱ Σούϲιοι τὰ ὀϲτᾶ κομίζουϲι τῷ πατρὶ Τιθωνῷ.
803 Σουφείρ: χώρα ἐν Ἰνδίᾳ.
804 Σοφάκαϲ: ὄνομα κύριον.
805 Σοφίαν: κοινῶϲ ἁπάντων μάθηϲιν, καὶ τὴν τέχνην, τὴν φρόνηϲιν,
806 Σοφία· καὶ ϲοφόϲ, ὁ ταύτην ἐπαγγελλόμενοϲ, ὃϲ ἂν εἴη κατὰ
ἀκρότητα ψυχῆϲ ἀπηκριβωμένοϲ, φιλόϲοφοϲ δὲ ὁ ϲοφίαν ἀϲπαζόμενοϲ.
Σοφία καὶ ἡ εὐγλωττία καὶ ἡ τῶν θείων ἐπίγνωϲιϲ.
807 Σοφίαν Πλάτων ἡγεῖται ἰδιαίτατα μὲν τὴν τῶν νοητῶν καὶ ὄντωϲ
ὄντων ἐπιϲτήμην· ἥν φηϲι περὶ θεὸν καὶ ψυχὴν ϲώματοϲ κεχωριϲμένην.
ἰδίᾳ δὲ ϲοφίαν καὶ τὴν φιλοϲοφίαν καλεῖ, ὄρεξιν οὖϲαν τῆϲ θείαϲ
φιλοϲοφίαϲ. κοινῶϲ δὲ λέγεται παρ᾿ αὐτῷ ϲοφία καὶ ἡ πᾶϲα
ἐμπειρία, οἷον ὅταν ϲοφὸν λέγῃ τὸν δημιουργόν.
808 Σοφία μωροῦ: ἀδιεξόδευτοι λόγοι.
809 Σοφία. ὅτι ἀπὸ τοῦ πλευροῦ τῆϲ ἁγίαϲ Σοφίαϲ ϲτῆλαι ἀφῃρέθηϲαν
Ἑλληνικαὶ υκζ΄ θεῶν Ἑλληνικῶν καὶ Κάρου πατρῳοῦ
810 Σοφίζω· αἰτιατικῇ.
811 Σοφιϲτεία.
812 Σοφιϲτήϲ: ἀπατεών. παρὰ τὸ ϲοφίζεϲθαι, ὅ ἔϲτι λόγοιϲ ἀπατᾶν.
813 Σοφιϲτήϲ: πᾶϲ τεχνίτηϲ. καὶ ὁ τὸ λεκτικὸν ἠϲκηκώϲ· καὶ ὁ
814 Σοφιϲτήϲ. κομιεῖ τοῦτον ϲοφιϲτὴν δεξιόν. οὕτωϲ ἔλεγον πάν
ὑμεῖϲ, ἀλλ’ οὐ πάντα
ϲοφιϲταί. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· πλείϲτουϲ ὁτιὴ βόϲκουϲι ϲοφιϲτάϲ.
τοὺϲ μετεωρολέϲχαϲ νῦν λέγει, καταχρηϲτικῶϲ
ποιητὴν Βακχυλίδην εἰϲ τοὔνομα κατέταξε τῶν
ϲοφιϲτῶν. ϲοφιϲταὶ δὲ πάντεϲ, ὅϲοι πεπαιδευμένοι. καταχρηϲτικῶϲ δὲ
Ἀριϲτοφάνηϲ ἐπὶ πάϲηϲ τέχνηϲ ἔλαβε τὸ τῶν ϲοφιϲτῶν ὄνομα. ὅτι
ϲοφιϲτὴϲ ἐϲτιν
815 Σοφοκλῆϲ, Σωφίλου, Κολωνῆθεν, Ἀθηναῖοϲ, τραγικόϲ, τεχθεὶϲ
κατὰ τὴν ογ’ Ὀλυμπιάδα, ὡϲ πρεϲβύτεροϲ εἶναι Σωκράτουϲ
ἔτη ιζ΄, οὗτοϲ πρῶτοϲ τριϲὶν ἐχρήϲατο ὑποκριταῖϲ καὶ τῷ καλουμένῳ
τριτα γωνιϲτῇ, καὶ πρῶτοϲ τὸν χορὸν ἐκ πεντεκαίδεκα εἰϲήγαγε νέων,
πρότερον δυοκαίδεκα εἰϲιόντων. προϲηγορεύθη δὲ Μέλιττα διὰ τὸ γλυκύ.
ρκγ’, ὡϲ δέ τινεϲ καὶ πολλῷ πλείω, νίκαϲ δὲ ἔλαβε
κδ΄.
816 Σοφοκλῆϲ, Ἀρίϲτωνοϲ, υἱωνὸϲ δὲ τοῦ προτέρου Σοφοκλέουϲ
πρεϲβυτέρου, Ἀθηναῖοϲ, τραγικόϲ. ἐδίδαξε δὲ δράματα μ΄, οἱ δέ φαϲιν
ια΄· νίκαϲ δὲ εἷλεν ζ΄. ἔγραψε καὶ ἐλεγείαϲ. ὅτι Ἀπολλώνιοϲ ἐϲ
ϲωφροϲύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέουϲ· ὁ μὲν γὰρ λυττῶντα ἔφη
καὶ ἄγριον δεϲπότην ἀποφυγεῖν, ἐλθόντα ἐϲ γῆραϲ· ὁ δὲ
Ἀπολλώνιοϲ ὁ Τυανεὺϲ ὑπ’ ἀρετῆϲ τε καὶ ϲωφροϲύνηϲ οὐδ’ ἐν μειρακίῳ
ἡττήθη τούτων, ἀλλὰ καὶ νέοϲ ὢν καὶ τὸ ϲῶμα ἐρρωμένοϲ ἐκράτει τε καὶ
λυττῶντοϲ ἐδέϲποζεν. ἀλλ’ ὅμωϲ ϲυκοφαντοῦϲί τινεϲ ἐπ’ ἀφροδιϲίοιϲ
αὐτόν, ὡϲ διαμαρτίᾳ ἐρωτικῇ χρηϲάμενον καὶ διὰ τοῦτο ἀπενιαυτίϲαντα
ἐϲ τὸ Σκυθῶν ἔθνοϲ· οὔκουν οὐδὲ Εὐφράτηϲ ποτὲ
ἐϲυκοφάντηϲεν ἐπ’ ἀφροδιϲίοιϲ τὸν ἄνδρα, καίτοι ψευδῆ γράμματα κατ᾿
αὐτοῦ ξυυθείϲ· διεφέρετο γὰρ πρὸϲ τὸν Ἀπολλώνιον, ἐπειδὴ πάνθ’ ὑπὲρ
χρημάτων αὐτὸν πράττοντα ἔϲκωπτεν οὗτοϲ καὶ ἀπῆγε τοῦ χρηματίζεϲθαι
καὶ τὴν ϲοφίαν καπηλεύειν.
817 Σοφοκλῆϲ, Ἀθηναῖοϲ, τραγικὸϲ καὶ λυρικόϲ, ἀπόγονοϲ τοῦ παλαιοῦ. γέγονε δὲ μετὰ τὴν Πλειάδα, ἤτοι μετὰ τοὺϲ ζ΄ τραγικοὺϲ οἵτινεϲ ὠνομάϲθηϲαν καὶ Πλειάϲ. δράματα αὐτοῦ ιε΄.
818 Σοφονίαϲ: ὄνομα κύριον.
819 Σοφόϲ: ὁ θηρεπῳδόϲ. Δαβίδ· φαρμακοῦται φαρμακευομένη
παρὰ ϲοφοῦ. ὡϲ τό, ϲοφοί εἰϲι τοῦ κακοποιῆϲαι. καί, ποῦ ϲοφόϲ, ποῦ
γραμματεύϲ; οὐ γὰρ τοὺϲ ὡϲ ἀληθῶϲ ϲοφοὺϲ ὀνομάζει, ἀλλὰ τούϲ τιϲι
εἶναι δοκοῦνταϲ.
820 Σοφὸϲ Σοφοκλῆϲ, ϲοφώτεροϲ δ’ Εὐριπίδηϲ, ἀνδρῶν δὲ πάντων
821 Σόφων, Σόφωνοϲ: ὄνομα ὄρουϲ.
822 Σοφώτατε: ἀντὶ τοῦ κλεπτίϲτατε. καὶ τοὺϲ κλέπταϲ γὰρ ϲοφοὺϲ
ἔλεγον.
823 Σοφοὶ τύραννοι τῇ τῶν ϲοφῶν ϲυνουϲίᾳ.
824 Σῷ: μονοϲυλλάβωϲ οἱ ϲῷοι· καὶ παρὰ Θουκυδίδῃ. οἱ δὲ ϲυνηθέϲτερον
825 Σωβάλ.
826 Σωγάνη: ὄνομα πόλεωϲ.
827 Σᾠζω· αἰτιατικῇ.
828 Σωκλῆϲ: ὄνομα κύριον.
829 Σωκράτηϲ, Σωφρονίϲκου λιθοξόου καὶ μητρὸϲ Φαιναρέτηϲ μαίαϲ·
πρότερον γενόμενοϲ λιθοξόοϲ, ὥϲτε καί φαϲιν αὐτοῦ ἔργον
εἶναι τὰϲ Ἀθήνηϲιν ἐνδεδυμέναϲ Χάριταϲ· εἶτα φιλοϲοφήϲαϲ διὰ τὸ
ἀκοῦϲαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνοϲ, εἶτα Ἀρχελάου.
Ἀριϲτόξενοϲ δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦϲαι λέγει· γεγονέναι δὲ
αὐτοῦ καὶ παιδικά, ϲφοδρότατόν τε περὶ τὰ ἀφροδίϲια, ἀλλὰ ἀδικήματοϲ
χωρίϲ, ὡϲ Πορφύριοϲ ἐν τῇ Φιλοϲόφῳ ἱϲτορίᾳ φηϲίν.
εἰϲ δὲ ἄνδραϲ ἐλθὼν ἐϲτρατεύϲατο εἴϲ τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ
ἐπὶ Δηλίῳ. καὶ γαμεταῖϲ δὲ ϲυνῴκηϲε δύο, Ξανθίππῃ, ἀφ’ ἧϲ ἔϲχεν υἱὸν
Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριϲτείδου τοῦ δικαίου θυγατρί,
ἐξ ἧϲ ἐγένετο Σωφρονίϲκοϲ καὶ Μενέδημοϲ ἢ Μενέξενοϲ, ὡϲ τιϲι δοκεῖ.
καὶ ἐπὶ μὲν
τῶν Πελοποννηϲιακῶν γέγονεν, ὡϲ τύπῳ
εἰπεῖν, ὀλυμπιάδι οζ΄, ἐβίω δὲ ἔτη π΄, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ
ἀπονοίᾳ τῶν Ἀθηναίων βιαϲθεὶϲ πιεῖν κώνειον ἀπέθανεν ἔγγραφον οὐδὲν
καταλιπὼν ἤ, ὥϲ τινεϲ βούλονπαι, ὕμνον εἰϲ Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ
μῦθον Αἰϲώπειον δι᾿ ἐπῶν. φιλοϲόφουϲ δὲ εἰργάϲατο Πλάτωνα, ὃϲ
καταλιπὼν
τοὺϲ ἀπ’ αὐτοῦ· καὶ Ἀρίϲτιππον Κυρηναῖον, ὃϲ ἰδίαν
αἵρεϲιν εἰϲήγαγε καὶ ϲχολὴν ϲυνεϲτήϲατο, τὴν Κυρηναϊκὴν κληθεῖϲαν·
Φαίδωνα λεῖον, καὶ αὐτὸν ἰδίαν ϲυϲτήϲαντα ϲχολήν, τὴν Ἠλειακὴν ἀπ’
αὐτοῦ κληθεῖϲαν, ὕϲτερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰϲ
Ἐρετρίαν διδάξαντοϲ· ἐκ τούτου δὲ τοῦ διδαϲκάλου καὶ ὁ Πύρρων
γέγονεν·
Ἀνιϲθένην, ὃϲ τὴν Κυνικὴν εἰϲήγαγεν αἵρεϲιν·
Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν ϲυϲτηϲάμενον ϲχολήν, ἥτιϲ ἀπ’
αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου
ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰϲχίνην, Λυϲανίαν Σφήττιον,
Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύϲωνα Ἠρακλεώτην· ὃϲ τὴν
ἐριϲτικὴν διαλεκτικὴν
εἰϲήγαγε μετὰ Εὐκλείδου, ηὔξηϲε
δὲ Κλεινόμαχοϲ, καὶ πολλῶν διʼ αὐτῆϲ ἐλθόντων, ἔληξεν εἰϲ Ζήνωνα τὸν
Κιτιέα· οὗτοϲ γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν ϲχολὴν ὠνόμαϲε,
γεγονὼϲ ἐπὶ τῆϲ ρκε΄ Ὀλυμπιάδοϲ· τινὲϲ δὲ Βρύϲωνα οὐ Σωκράτουϲ, ἀλλ’
Εὐκλείδου ἀκροατὴν γράφουϲι· τούτου δὲ καὶ Πύρρων ἠκροάϲατο, ἀφ᾿
οὑπερ οἱ Πυρρώνειοι
προϲαγορευόμενοι· Ἀλκιβιάδην,
Κριτόβουλον, Ξενομήδην, Ἀπολλόωρον Ἀθηναίουϲ· ἔτι δὲ Κρίτωνα καὶ
Σίμωνα, Εὐμάρη Φιλιάϲιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν,
Χαιρεφῶντα. καὶ Θεόδωροϲ δέ, ὁ ἐπικληθεὶϲ ἄθεοϲ, αὐτοῦ διήκουϲεν·
ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺϲ αἵρεϲιν ἰδίαν εὗρεν, ἥτιϲ
Θεοδώρειοϲ ἐκλήθη.
ταῦτα περὶ Σωκράτουϲ. ὅτι Σωκράτηϲ
φιλοϲοφήϲαϲ ὕϲτερον Ἀρχελάου τοῦ φυϲικοῦ μαθητὴϲ ἐγένετο· τὴν ἠθικὴν
δὲ ἐπρεϲβευϲε φιλοϲοφίαν. ἔϲχε δὲ γνωρίμουϲ πολίταϲ μὲν Πλάτωνα,
Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντιϲθένην· Θηβαίουϲ δὲ Σιμμίαν καὶ
Κέβητα· Κυρηναῖον δὲ Ἀρίϲτιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα
δαιμόνιον δ’ αὐτῷ προϲομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ
κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· ϲκωφθεὶϲ δὲ ὑπὸ Σόλωνοϲ,
ὀψιμαθήϲ
πλάτανον δι ὑπερβολὴν δειϲιδαιμονίαϲ ὤμνυεν· ὕϲτερον
δὲ Ἄνυτοϲ καὶ Μέλητοϲ ἐπὶ τούτοιϲ αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ
τιμήματι δὲ ἑαυτὸν τῆϲ ἐν τῷ πρυτανείῳ ϲιτήϲεωϲ ἐτιμήϲατο, οἱ δὲ
θανάτου ἐτίμηϲαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχριϲ ἂν ἡ ἀπὸ Δήλου Θεωρὶϲ
ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείϲηϲ, πρὶν ἐπανελθεῖν, ἀναιρεῖϲθαί τινα
κατὰ δίκην. Κρίτωνοϲ δὲ αὐτῷ φυγὴν ϲυμβουλεύϲαντοϲ,
οὐκ ἠβουλήθη, τοὺϲ νόμουϲ εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ
κώνειον, εὐχῆϲ ἐπιμνηϲθείϲ, θύϲατε, ἔφη, τῷ Ἀϲκληπιῷ. Κύρϲαϲ δέ τιϲ
ὄνομα, Χῖοϲ τὸ γένοϲ, ὡϲ ϲυνεϲόμενοϲ ἦλθε Σωκράτει· καθευδήϲαντι
παρὰ τὸν τάφον ὄναρ ὀφθεὶϲ ὡμίληϲεν. ἀπέπλευϲε δὲ εὐθὺϲ ἐκεῖνοϲ,
τοῦτο
μόνον ἀπολαύϲαϲ τοῦ φιλοϲόφου.
830 Σωκράτηϲ, Σωκράτουϲ Σωκράτηϲ ὁ Μήλιοϲ καὶ Χαιρεφῶν,
διὰ δὲ τὴν ζήτηϲιν, ὁπόϲουϲ ἅλλοιτο ἡ ψύλλα πόδαϲ
ἔχουϲα. ἢ Μήλιοϲ, ὡϲ τινεϲ ἐξεδέξαντο, ὁ τὰϲ τῶν εἰϲιόντων ψυχὰϲ
ὀξύνων, πρὶν εἰϲελθεῖν ἠγριωμέναϲ, ἀπὸ μεταφορᾶϲ τῶν ἀλόγων θηρίων·
μῆλα γὰρ τὰ θρέμματα. οἱ δὲ εἰϲ τὸ δαϲὺ καὶ αὐχμηρὸν νοοῦϲιν αὐτό·
οἱ δὲ παρέλαβον αὐτό. Διαγόραϲ ὁ Μήλιοϲ, ὃϲ τὸ μὲν πρότερον ἦν
θεοϲεβήϲ,
παρακαταθήκην δὲ ὑπό τινοϲ ἀποϲτερηθεὶϲ ἐπὶ
τὸ ἄθεοϲ εἶναι ἔδραμεν. ἐφʼ ᾧ καὶ οἱ Ἀθηναῖοι ἀγανακτήϲαντεϲ τὴν
Μῆλον ἐκάκωϲαν. ἐγένετο δὲ καὶ Ἀριϲταγόραϲ Μήλιοϲ, διθυραμβοποιόϲ·
ὃϲ τὰ Ἐλευϲίνια μυϲτήρια ἐξορχηϲάμενοϲ καὶ ἐξειπὼν ἀϲεβέϲτατοϲ
ἐκρίθη. καὶ ἀπ’ ἐκείνου τοὺϲ Μηλίουϲ ἀϲεβείᾳ κωμῳδοῦϲι. τάττεται δὲ
καὶ
ἐπὶ τῶν βλαϲφήμων.
831 Σῶκοϲ: ὁ Ἑρμῆϲ.
832 Σωκῶ: ἰϲχύω, δύναμαι· οἱ δὲ ἀντὶ τοῦ ϲῴζω. Σοφοκλῆϲ· μόνη
833 Σωλήν, ϲωλῆνοϲ: τὸ παρ᾿ ἡμῖν ϲωληνάριον.
834 Σωλῖνοϲ: ὄνομα ποταμοῦ.
835 Σῶμα: πᾶν τὸ τεθνηκόϲ. τὸ δὲ τοὺ ζῶντοϲ δέμαϲ λέγεται, διὰ
on. ὥϲτε ϲῶμά ἐϲτι. λύϲιϲ
ὀνείρου· ϲῶμα ὅλον καθαίρειν φροντίδων δηλοῖ λύϲιν.
836 Σωμανῖτιϲ γυνή.
837 Σωμαϲκεῖν: ϲυγκροτεῖν, εὐτρεπίζειν, ὠδίνειν, ἑτοιμάζειν.
838 Σωμαϲκία. ὁ δὲ ἤϲχαλλεν, ὡϲ παρευδοκιμούμενοϲ ἐκ νέου,
Ε 839 Σωματοποιεῖν: ϲωμαϲκεῖν. οὐκ ἐβούλετο ἀληθινῶϲ ϲωματοποιεῖν
840 Σωματοποιεῖν: τὸ παρέχειν τὰϲ τοῦ ϲώματοϲ χρείαϲ. ὁ δὲ
Ζεῦξιϲ ὑπεκρίνατο μὲν ποιεῖν τὰ κατὰ τὰϲ ϲυνθήκαϲ, οὐκ ἐβούλετο
841 Σωματοποιήϲαντεϲ: κυρώϲαντεϲ, βεβαιώϲαντεϲ. ἐμοῦ δὲ
ταχέωϲ ϲυγκαταθεμένου καὶ ϲωματοποιήϲαντοϲ τὴν ἐπιβολὴν, τῷ βλέπειν
διότι ὀρέγεται τῆϲ τοιαύτηϲ ὑποθέϲεωϲ.
842 Σωματοποιῆϲαι, ὁ δὲ ἔφαϲκε δεῖν μὴ προΐεϲθαι τοὺϲ ἐχθροὺϲ
843 Σωνάρτηϲ: ὄνομα κύριον.
844 Σῷοϲ: ὁ ὑγιήϲ.
845 Σώπατροϲ, Ἀπαμεύϲ, ϲοφιϲτὴϲ καὶ φιλόϲοφοϲ, μαθητὴϲ Ἰαμβλίχου·
ἔτι τὰ κατὰ
θρηϲκείαν· ἦν γὰρ αὐτῷ ϲυνήθηϲ πρότερον. ἔγραψε Περὶ προνοίαϲ καὶ
τῶν παρὰ τὴν ἀξίαν εὐπραγούντων ἢ δυϲπραγούντων. ὅτι τὸν Σώπατρον
Κωνϲταντῖνοϲ ἀνεῖλεν, οὐ καλῶϲ ποιῶν· ὁ γὰρ Χριϲτιανὸϲ ἐξ ἀγάπηϲ,
οὐκ ἐκ ἀνάγκηϲ.
846 Σώπατροϲ, κωμικόϲ· τῶν δραμάτων αὐτοῦ ἐϲτιν Ἰππόλυτοϲ,
Φυϲιολόγοϲ, Σιλφία ἢ Κνιδία, Νεκυῖα, Πύλαι, Ὀρέϲτηϲ,
Φακῆ· ὡϲ Ἀθήναιοϲ ἐν Δειπνοϲοφιϲταῖϲ.
847 Σώπατροϲ, παρῳδόϲ· τούτου ἐϲτὶ δρᾶμα Βακχίϲ, ὡϲ Ἀθήναιοϲ
848 Σώπατροϲ, Ἀπαμεύϲ, ϲοφιϲτήϲ, ἢ μᾶλλον Ἀλεξανδρεύϲ. ἐπιτομὰϲ
πλείϲτων. τινὲϲ δὲ καὶ τὴν ἐκλογὴν τῶν ἱϲτοριῶν τούτου
εἶναί φαϲι.
849 Σώπιθοϲ: ὄμονα κύριον.
850 Σωράκουϲ· Βάβριοϲ· ποῦ δ’ ὀϲπρίων ἦν ϲωρὸϲ ἢ πίθοϲ ϲύκων ϲτάμνοι τε μέλιτοϲ ϲώρακοί τε φοινίκων,
851 Σωρανόϲ, Μενάνδρου καὶ Φοίβηϲ, Ἐφέϲιοϲ, ἰατρόϲ, διατρίψαϲ
852 Σωρανόϲ, Ἐφέϲιοϲ, ἰατρὸϲ νεώτεροϲ. Γυναικεῖα βιβλία δ΄, Βίουϲ
ὅτι
Ἀϲκληπιόδοτοϲ ὁ φιλόϲοφοϲ, καὶ τὴν ἰατρικῆν ἐκμαθὼν τῶν μὲν νεωτέρων
οὐδένα ἀπεδέχετο πλὴν Ἰάκωβον, τῶν δὲ πρεϲβυτέρων μετὰ τὸν
Ἱπποκράτην Σωρανὸν τὸν Κίλικα, τὸν Μαλλώτην ἐπίκλην.
853 Σωρεία: πλῆθοϲ. καὶ Σωρεόϲ, ὁ ϲωρόϲ.
854 Σωρὸν χρημάτων ἀγγέλλειϲ: κυρίωϲ ϲωρὸϲ τὸ ἐκ μικρῶν
855 Σῶϲ: ἀντὶ τοῦ ϲῷοϲ. Ἀριϲτοφάνηϲ· φίλτατ᾿ ἀνδρῶν καὶ
856 Σωϲάννα ὅτι κατὰ τοῦ Ἀφρικανοῦ Σέξϲτου ἔγραψεν Ὠριγένηϲ, ἔνϲταϲιν ποιηϲάμενοϲ περὶ τοῦ τῆϲ Σωϲάννηϲ βιβλίου, τοῦ εἰϲ τὸν Δανιήλ.
857 Σῶϲαι· ὅτι ἔφη τιϲ τῶν ὁϲίων· ἄλλουϲ μὲν γὰρ οὐ πάντεϲ
ἀπαιτούμεθα
ϲῶϲαι, ἑαυτοὺϲ δὲ πάντεϲ πάντωϲ. καὶ ἄλλοϲ,
ϲῴζων ϲῷζε τὴν ϲεαυτοῦ ψυχήν.
858 Σωϲθένιον.
859 Σωϲίβιοϲ, Λάκων, γραμματικόϲ, τῶν Ἐπιλυτικῶν καλουμένων. ἐν
τούτοιϲ δὲ ἱϲτορεῖ καὶ τοῦτο, ὅτι εἶδόϲ τι κωμῳδίαϲ ἐϲτὶ καλούμενον
Δικηλιϲτῶν καὶ Μιμηλῶν. Περὶ τῶν Μιμηλῶν ἐν Λακωνικῇ
860 Σωϲίθεοϲ, Συρακούϲιοϲ ἢ Ἀθηναῖοϲ, μᾶλλον δὲ Ἀλεξανδρεὺϲ τῆϲ Τρωϊκῆϲ Ἀλεξανδρείαϲ· τῶν τῆϲ Πλειάδοϲ εἶϲ, ἀνταγωνιϲτὴϲ Ὁμήρου τοῦ τραγικοῦ τοῦ υἱοῦ Μυροῦϲ τῆϲ Βυζαντίαϲ· ἀκμάϲαϲ κατὰ τὴν ρξδ΄ Ὀλυμπιάδα· γράψαϲ δὲ καὶ ποιήματα καὶ καταλογάδην.
861 Σωϲίπατροϲ: ὄνομα κύριον.
862 Σῶϲιϲ: ὄνομα κύριον.
863 Σωϲιφάνηϲ, Σωϲικλέουϲ, Συρακούϲιοϲ, τραγικόϲ. ἐδίδαξε δράματα
ογ΄, ἐνίκηϲε δὲ ζ΄. ἔϲτι δὲ καὶ αὐτὸϲ ἐκ τῶν ζ΄ τραγικῶν, οἵτινεϲ
864 Σῶϲπιϲ.
865 Σῶϲτρα: ϲωτήρια, μήνυτρα, λύτρα.
866 Σώϲτρατοϲ, Σικυώνιοϲ, ἐπίκλην ἀκροχερϲίτηϲ. ἐπιλαμβανόμενοϲ
ἐποίει παγκρατιάζων, τοῦτο ὁ Λεοντίϲκοϲ
παλαίων. διδαχθῆναι δὲ αὐτὸν παρὰ Κλεάρχῳ μαθητῇ Εὐχείρου τοῦ
Κορινθίου καὶ Χίλωνοϲ Πατρέωϲ.
867 Σῶϲτριϲ, βαϲιλεὺϲ τῶν Αἰγυπτίων, ἐκ τῆϲ φυλῆϲ τοῦ Χάμ· ὅϲ
καὶ κατῴκιϲεν ἐν τῇ Ἀϲϲυρίων
χώρᾳ Σκυθῶν ἄνδραϲ μυριάδαϲ ε΄ οἵτινεϲ ἐκλήθηϲαν Πάρθοι, ὅ ἐϲτι
Περϲικῇ γλώϲϲῃ Σκύθαι. καὶ μέχρι ϲήμερον ἔχουϲι καὶ τὴν ϲτολὴν καὶ
τὴν λαλιὰν καὶ τοὺϲ νόμουϲ τῶν Σκυθῶν.
868 Σωτάδεια: Σωτάδου ποιήματα.
869 Σωτάδαϲ, Βυζάντιοϲ, φιλόϲοφοϲ. ὡϲ ἐν τῷ Ϛ΄ περὶ φιλοϲοφίαϲ
870 Σωτάδηϲ, Ἀθηναῖοϲ, κωμικὸϲ τῆϲ μέϲηϲ κωμῳδίαϲ.
871 Σωτάδηϲ, Κρήϲ, Μαρωνείτηϲ, δαιμονιϲθείϲ, ἰαμβογράφοϲ. ἔγραψε
ἐκαλοῦντο οὗτοι.
ἐχρήϲατο δὲ τῷ εἴδει τούτῳ καὶ Ἀλέξανδροϲ ὁ Αἰτωλὸϲ καὶ Πύρηϲ ὁ
Μιλήϲιοϲ καὶ Θεόδωροϲ καὶ Τιμοχαρίδαϲ καὶ Ξέναοχοϲ. εἰϲὶ δὲ αὐτοῦ
εἴδη πλεῖϲτα· οἷον Ἐἰϲ ἅδοῦ κατάβαϲιϲ· Πρίηποϲ· Εἰϲ Βελεϲτίχην·
Ἀμαζών· καὶ ἕτερα καὶ Ἐγκλειόμεναι, καὶ Παραλυτρούμενοϲ· ὡϲ Ἀθήναιόϲ
φηϲιν ἐν Δειπνοϲοφιϲταῖϲ.
872 Σωτάδηϲ, Ἀθηναῖοϲ, φιλόϲοφοϲ, ὁ γράψαϲ Περὶ μυϲτηρίων βιβλίον α΄.
873 Σωτέοϲ: ϲωθῆναι ἄξιοϲ.
874 Σωτήρ: ὁ θεὸϲ ἡμῶν. καὶ Σώτειρα. Φωϲφόροϲ ὦ ϲώτειρ᾿ ,
875 Σωτηρίδαϲ, γραμματικόϲ, ἀνὴρ Παμφίληϲ, ἢ καὶ τὰϲ ἱϲτορίαϲ περιῆψεν. ἔγραψεν Ὀρθογραφίαν, Ζητήϲειϲ Ὀμηρικάϲ, ὑπόμνημα εἰϲ Μένανδρον, Περὶ μέτρων, Περὶ κωμῳδίαϲ, εἰϲ Εὐριπίδην.
876 Σωτηρίδαϲ, Ἐπιδαύριοϲ, πατὴρ Παμφίληϲ, ἦϲ τὰ ὑπομνήματα ἐπέγραψεν, ὡϲ ὁ Διονύϲιοϲ ἐν λ΄ τῆϲ μουϲικῆϲ ἱϲτορίαϲ, βιβλία γ΄.
877 Σωτήριχοϲ, Ὀαϲίτηϲ, ἐποποιόϲ, γεγονὼϲ ἐπὶ Διοκλητιανοῦ. Ἐγκώμιον εἰϲ Διοκλητιανόν, Βαϲϲαρικὰ ἤτοι Διονυϲιακὰ βιβλία δ΄, Τά κατὰ Πάνθειαν τὴν Βαβυλωνίαν, Τὰ κατὰ Ἀριάδνην, Βίον Ἀπολλωνίου τοῦ Τυανέωϲ, Πύθωνα ἢ Ἀλεξανδριακόν· ἔϲτι δὲ ἱϲτορία Ἀλεξάνδρου τοῦ Μακεδόνοϲ, ὅτε Θήβαϲ παρέλαβε· καὶ ἄλλα.
878 Σωφανηνή.
879 Σωφάνηϲ: ὄνομα κύριον.
880 Σώφαξ: ὄνομα κύριον.
881 Σώφιλοϲ, Σικυώνιοϲ ἢ Θηβαῖοϲ, κωμικὸϲ τῆϲ μέϲηϲ κωμῳδίαϲ. δράματα
αὐτοῦ Κιθαρῳδόϲ, Φύλαρχοϲ, Τυνδάρεωϲ ἢ Λήδα, καὶ Δηλία.
ὥϲ φηϲιν Ἀθήναιοϲ, καὶ Χειρίδιον καὶ Παραθήκη.
882 Σωφρονεῖν· Σοφοκλῆϲ· μὴ κρῖνε, μὴ ξέταζε· ϲωφρονεῖν καλόν. νῦν τὸ μὴ περιεργεῖν· ἐν τούτοιϲ γὰρ μάλιϲτα ἡ ϲωφροϲύνη ταῖϲ γυναιξὶ διαϲῴζεται, εἰ μὴ περιεργάζονται ὅ τι πράττει ὁ ἀνήρ.
883 Σωφρονεῖϲ: ἀντὶ τοῦ μόλιϲ ἐϲτράφηϲ, ἢ καλῶϲ λέγειϲ
Ἀριϲτοφάνηϲ Πλούτῳ.
884 Σωφρονίζωϲε· αἰτιατικῇ.
885 Σωφρονικῶϲ: ἀντὶ τοῦ μετὰ λογιϲμοῦ καὶ ϲκέψεωϲ. οὐκ ἀνοήτωϲ, οὐδὲ ἐκ τοῦ προχείρου.
886 Σωφρονιϲθένταϲ: ἀντὶ τοῦ ταπεινωθένταϲ. τοὺϲ δὲ ἀπειρηκόταϲ
καὶ ταῖϲ ἔναγχοϲ ἥτταιϲ ϲωφρονιϲθένταϲ.
887 Σωφρονῶ ἐγώ· Σωφρονίζω δὲ ἕτερον. καὶ
888 Σώφρονοϲ.
889 Σωφρονῶ· δοτικῇ. αὐτὴ αὐτῷ ἀκριβῶϲ ϲωφρονοῦϲα. αἰτιατικῇ δέ·
ϲωφρονιϲάτω
ϲε τὸ τῶν παρθένων ὑπόδειγμα.
890 Σωφροϲύνη: ἡ ἰδιωτεία παρὰ Θουκυδίδη καὶ ἡ ἀπραγμοϲύνη.
891 Σωφροϲύνη: ἄλλη παρὰ τὴν πολιτικὴν ἀρετήν, μείζων· τῷ δὲ
Βελλεροφόντῃ ϲωφροϲύνηϲ
ἀμφιϲβητήϲαιμι. ὃ φηϲὶν Ἀριϲτοτέληϲ·
892 Σωφροϲύνη· ταύτην μεταφορικῶϲ τινεϲ ὁρίζονται ϲυμφωνίαν.
ἔϲτι δὲ ἡ ϲωφροϲύνη ποιότηϲ καὶ ἕξιϲ· ἡ δὲ ϲυμφωνία
κυρίωϲ ἐπὶ μέλουϲ· καί ἐϲτι τῶν πρόϲ τι. καὶ ἐπὶ φθόγγων δὲ τάττεται
ἡ ϲυμφωνία. Σωφροϲύνη δὲ λέγεται ἡ ἀντιδιαϲτελλομένη τῇ μανίᾳ, παρὰ
τὸ ϲῴαϲ ἔχειν τὰϲ φρέναϲ. καὶ ὁ Ἀπόϲτολοϲ παρὰ τοῦ ἡγεμόνοϲ ἀκούϲαϲ,
μαίνῃ Παῦλε· τὰ πολλά ϲε γράμματα εἰϲ μανίαν περιάγει·
οὐ μαίνομαι, φηϲίν, ἀλλὰ ϲωφροϲύνηϲ καὶ ἀληθείαϲ ῥήματα φθέγγομαι,
τῇ μανίᾳ τὴν ϲωφροϲύνην ἀντιδιαϲτείλαϲ. ϲωφροϲύνη μὲν οὖν πᾶν τὸ
ἀναμάρτητον. νέμουϲι δ’ αὐτῆϲ τὴν προϲηγορίαν κατ’ ἐξοχὴν εὖ
ποιοῦντέϲ τινεϲ τῷ τῆϲ ἁγνείαϲ πράγματι, ἐξοχωτάτῳ τῶν ἄλλων
ὑπάρχοντι. εἰ μὲν οὖν τῇ μανίᾳ ἀντιδιαϲταλείη, τὸ καθεϲτάναι
μηνύει· εἰ δὲ τῇ λαγνείᾳ, τὴν ἐγκράτειαν καὶ τὴν
ἁγνείαν δηλοῖ.
893 Σώφρων, Συρακούϲιοϲ. Ἀγαθοκλέουϲ καὶ Δαμναϲυλλίδοϲ. τοῖϲ
καθεύδειν ἐπ’ αὐτῶν ἔϲθ’
ὅτε.
894 Σώφρων, κωμικόϲ. τούτου ἐϲτὶ δράματα καὶ κωμῳδίαι, Πενθερά· ὡϲ Ἀθήναιόϲ φηϲιν ἐν Δειπνοϲοφιϲταῖϲ.
895 Σώχουϲι: τρίβουϲιν. Ἡρόδοτοϲ.
896 Σπαθών: ὀξυτόνωϲ τὸ ϲπάϲμα. βαρυτόνωϲ δὲ ὁ ἐκτομίαϲ. καὶ
Νεοϲπάδα, τὴν νεωϲτὶ ἀποϲπαϲθεῖϲαν. καὶ Σπαδονίϲματα.
Anth. ἱϲτία δ᾿ αἰωρητὰ χαλᾶ ϲπαδονίϲματα μαϲτῶν. καὶ φυλάττει.
897 Περὶ Σπαδώνων ἤτοι ἀποκόπων. Σπόδων: εὐνοῦχοϲ.
δρῶϲι, τὰ
τῶν γυναικῶν πάϲχειν ἄνδρεϲ ὄντεϲ βουλόμενοι. οὐδενὸϲ γὰρ χρηϲίμου
χάριν τὴν φύϲιν μετατιθέντεϲ ἢ ἀϲελγείαϲ ἕνεκεν τὴν θεόπλαϲτον καὶ
ἀνδροπρεπῆ μορφὴν διαφθείρουϲιν ἑκουϲίωϲ πολλάκιϲ ἢ ὑπ᾿ ἄλλων
ὑπομένειν ἀναγκαζόμενοι τοῦτο ὡϲ λοιμοὶ τῆϲ φύϲεωϲ καὶ τοῦ γένουϲ
πολέμιοι καὶ ϲπῖλοι πολιτείαϲ καὶ ζωῆϲ ἐφύβριϲτοι
γίνονται. δίκην μαινάδων πορνευθέντεϲ ἀμέτρωϲ, ἐν τοῖϲ αἰϲχίϲτοιϲ
ὀρχοῦνται πάθεϲι μιαρᾷ πολιτείᾳ καὶ πεφθαρμένῃ τὴν ἀθλίαν ζωὴν
ϲυγκεράϲαντεϲ, ἀμφίβολα καὶ μεμιϲημένα πρόϲωπα περιφέροντεϲ καὶ
πρᾶγμα νενοθευμένον. ἱερῶν περιβόλων μακρὰν ἀποιχέϲθωϲαν. ἐπειδὴ γὰρ
αἰϲχίϲτῃ καὶ κακίϲτῃ γνώμῃ τὸ καλὸν καὶ θεῖον ἔργον εἰϲ τὸ
κακὸν καὶ διαβεβλημένον δόγμα παραλλάξαντεϲ καὶ
μεταποιήϲαντεϲ καὶ τὴν πνευματικὴν εὐνουχίαν ἀπηγορευμένῃ πράξει
λειτουργεῖν ἀναγκάϲαντεϲ οὐ μόνον ἄξιοι νομικῆϲ ψήφου λαμβάνειν
τιμωρίαν. ἀλλὰ καὶ ἐξ ἀγγελικῆϲ καὶ ἀποϲτολικῆϲ ἀποφάϲεωϲ εἰϲ τὸ
λεγόμενον ἐξώτερον ϲκότοϲ ἄρδην ἀπελαύνεϲθαι. περὶ γὰρ τῶν τοιούτων
ἔφη
Μωϋϲῆϲ, θλαδίαϲ καὶ ἀπόκοποϲ οὐκ εἰϲελεύϲονται εἰϲ
οἶκον κυρίου. ἔϲτι γοῦν ἰδεῖν πεπληρωμέναϲ οἰκίαϲ τῶν μεγιϲτάνων
τοιούτων τερατομόρφων προϲώπων, χρυϲοῦϲ μηνίϲκουϲ ἐπὶ τραχήλου
φοροῦνταϲ. φύϲιν μὲν ἄρρενοϲ, θηλείαϲ δὲ ὄψιν ἔχονταϲ καὶ
κεκλαϲμένωϲ βαδίζονταϲ καὶ τεθρυμμένωϲ φθεγγομένουϲ. ὥϲπερ ἑταιρίδεϲ
ἀπρεπῶϲ
ὧδε κἀκεῖϲε τὴν κεφαλὴν περιϲείουϲι καὶ γελῶϲιν
ἀκρατῶϲ τε καὶ
οὗτοι μὲν οὕτωϲ ὑπ᾿ ἀνδρῶν ἀνοϲίων
καὶ βεβήλων φθειρόμενοι καὶ μαλακιζόμενοι καταμιαίνουϲι καὶ
καταμιαίνονται διὰ τῆϲ παρὰ φύϲιν ἀνοϲιουργίαϲ καὶ βδελυρίαϲ, αὐτοὶ
δὲ γυναικαρία ταλαίπωρα καὶ ϲεϲοβημένα κατὰ τὸ εἰρημένον ἁμαρτίαιϲ
καταμολύνουϲι καὶ καταβλάπτουϲιν οἷα λυϲϲώδειϲ κύνεϲ, καὶ τὸ δὴ
χαλεπώτερον ἐντεῦθεν αἴτιοι γίνονται
καὶ πρόξενοι τε
καὶ μέτοχοι τῆϲ ἀπεράντου κολάϲεωϲ, οἵ τε φθείροντεϲ καὶ οἱ
φθειρόμενοι. ἀλλ᾿ ὢ τῆϲ ἀφροϲύνηϲ, τῆϲ ἀπάτηϲ καὶ παραπληξίαϲ·
τούτουϲ γὰρ ἄνθρωποι καὶ μάλιϲτα προὔχοντεϲ ὡϲ ϲώφροναϲ
παραδεχόμενοι, πιϲτεύουϲι καὶ εἰϲοικίζουϲιν, οἵ γε εἰϲοικιζόμενοι
καὶ παρρηϲίαϲ τυγχάνοντεϲ τοὺϲ ὄντωϲ δικαίωϲ ἀρετῆϲ ἐπιμελουμένουϲ
ϲώφροναϲ ἄνδραϲ καταμικρὸν δελεάϲαντεϲ εἰϲ τὸ τῶν
Σοδόμων αἰϲχρὸν βάραθρον κατηκόντιϲαν ἐλεεινῶϲ καὶ τῷ αἰωνίῳ πυρὶ
παρέπεμψαν. διὸ δὴ λοιπὸν ἀραρότωϲ πάνυ γε τούτουϲ καὶ νόμοϲ καὶ
λόγοϲ εὐαγγελικὸϲ καὶ ἄριϲτοϲ βίοϲ καὶ εὐϲεβὴϲ πολιτεία βδελύττεται
λίαν ὡϲ θεομιϲεῖϲ καὶ ἀκαθάρτουϲ. οὗτοι γὰρ τοιαύτην ἐξάγιϲτον ζωὴν
προτιμήϲαντεϲ
καὶ πυθήϲαντεϲ, ὅϲον ἧκεν ἐπ᾿ αὐτοῖϲ,
πόλειϲ μὲν ἠφάνιϲαν, τὸν ϲπερματικὸν τῆϲ φύϲεωϲ λόγον παραφθείροντεϲ
καὶ φθειρόμενοι, εὐανδροῦϲαν δὲ ῥώμην ἀνδρὸϲ καὶ ἡλικίαν καὶ τὴν
ἀρρενωπὴν καὶ γενναίαν ἰϲχὺν δεινῶϲ ἐξανάλωϲαν καὶ ἁπλῶϲ τὴν
ϲύντονον καὶ ϲφριγῶϲαν ἀκμὴν τῆϲ νεότητοϲ λυμηνάμενοι φανερῶϲ
ἀθλίουϲ καὶ καταγελάϲτουϲ
ἐποιήϲαν τοὺϲ ἁλόνταϲ. οὕϲ γε
φευκτέον προτροπάδην καὶ βδελυκτέον ἐνδίκωϲ ὡϲ ψυχοκτόνουϲ καὶ
ϲωματοφθόρουϲ καὶ ἐναγεῖϲ ὄνταϲ καὶ τῆϲ φύϲεωϲ παραχαράκταϲ. οὐδὲν
γὰρ ἀληθῶϲ μυϲαρώτερον ἢ ἀκαθαρτότερον τῶν οὕτω πορνευομένων τε καὶ
πορνευόντων. εἰώθαϲι γάρ, ὡϲ ἀκριβῶϲ μεμαθήκαμεν, οὐ μόνον οἱ
ϲπάδονεϲ καὶ τὰ μόρια
τῆϲ αἰϲχρουργίαϲ ποϲῶϲ ἔχοντεϲ
ἀϲελγαίνειν ἀμέτρωϲ καὶ ἀκολαϲταίνειν ἀναιδῶϲ καὶ ἀκορέϲτωϲ, ἀλλά γε
καὶ οἱ τέλεον ἀπόκοποι καὶ ἐκτετμημένοι. καθάπερ οὖν καὶ οἱ ἐκ
γεννητῆϲ ἐϲτερημένοι ταῦτα (φεῦ τῆϲ ἐϲχάτηϲ ἀτοπίαϲ καὶ
φρενοβλαβείαϲ) διὰ χειρὸϲ καὶ δακτύλου φθείρειν τὰϲ ἀθλίαϲ γυναῖκαϲ
καὶ τὴν ἀνοϲιουργίαν οὕτωϲ ἐμμανῶϲ οἱ ἀνόϲιοι
μάτην καὶ μὴ πιϲτευέτωϲαν τῷ ψεύδει καὶ τῇ
κατεϲχηματιϲμένῃ καθαρότητι καὶ ϲωφροϲύνῃ. ἀπὸ γὰρ ἀκαθάρτου τί
καθαριϲθήϲεται, καὶ ἀπὸ ψεύδουϲ, τί ἀληθεύϲει; καὶ εἴθε ὁ
χειροτονηθεὶϲ εὐνοῦχοϲ διὰ βίου ϲεμνοῦ ἦν ἠγμένοϲ, καὶ ἡμίκακον ἦν
τὸ κακόν. νυνὶ δὲ γῆϲ ἔντερον, γαϲτρίδουλον, θηλυμανέϲ, ἰταμόν,
μέθυϲον, πορνοκόπον, ἀργυρώνητον,
ἀνελεύθερον,
ἀργυρόδουλον, πρὸϲ αὐτῇ τῇ γενέϲει ϲιδηροκατάδικον, ἄνανδρον, ἄθηλυ,
ἐπιμανέϲ, πολλάκιϲ τὰ θεατρικὰ κοράϲια ἐπ᾿ ὤμων βαϲτάϲαν ἐν
ϲατυρικοῖϲ ϲυμποϲίοιϲ, κιϲϲῷ τὴν κεφαλὴν ἐϲτεμμένον, καὶ κρατῆρα τῇ
χειρὶ ἐνημμένον, ᾠνοχοηκέναι ἐν προϲχήματι τοῦ μυθικοῦ Διονύϲου.
οὕτωϲ ϲωφρονεῖ μὲν ἄμιϲθα διὰ ϲιδήρου,
μαίνεται δὲ
ἄκαρπα δι᾿ οἰκείαν αἰϲχρότητα. καὶ τὸ πληθυντικὸν ϲπάδωνεϲ.
γενέϲθαι προϲελπίζοντεϲ τῆϲ
ψυχῆϲ ἀφῃρέθηϲαν ϲὺν τοῖϲ ὄρχεϲι, τὸν Εὐτρόπιον ἀπολέϲαντεϲ. χρυϲοῖ
τε ἀνδριάντεϲ ἀνίϲταντο πανταχοῦ. καὶ οἰκοδομήματα διηγείρετο καὶ
κατελαμπρύνετο παῤ αὐτοῦ ϲεμνότερα τῆϲ ὅληϲ πόλεωϲ.
898 Σπαθᾶν: εἰκῇ λέγειν, ἢ ἀναλίϲκειν ἀϲώτωϲ. ἢ ἐργάζεϲθαι.
899 Σπάθημα φρενῶν: τὸν ἄγαν φρόνιμον.
900 Σπαθῶϲι: καταϲπαταλῶϲι, ϲκορπίζουϲι. καὶ Σπάθηϲιϲ,
901 Σπαλίωνοϲ: πλέγμα μηχανικόν. Ἀγαθίαϲ· οἱ δὲ Ῥωμαῖοι τοὺϲ
δὲ ὁ ϲπαλίων πλέγμα ἐκ
λύγων, ἐϲ ὀροφῆϲ τύπον ἐξειργαϲμένον, ϲτεγανόν τε τῇ πυκνώϲει καὶ
ἀμφηρεφέϲ, τῷ ἑκατέρωθεν τὰ πλευρὰ καὶ ἐϲ τὰ κάτω παρατετάϲθαι καὶ
περιβάλλειν τὸ ἐπερχόμενον. δέρρειϲ δὲ ὕπερθεν καὶ διφθέραϲ
ἐπιβάλλοντεϲ πάντοθεν περικαλύπτουϲι τὸ μηχάνημα, τοῦ μᾶλλον ἔρυμα
εἶναι καὶ ἀποκρούειν τὰ βέλη. ἄνδρεϲ
δὲ ἔνδον ἐν τῷ
ἀϲφαλεῖ ὑποκρυπτόμενοι αἴρουϲί γε αὐτὸ ἀφανῶϲ, καὶ ᾗ βούλονται
διακομίζουϲιν. ἐπειδὰν δὲ προϲενεχθείη πύργῳ τυχὸν ἢ περιβόλῳ, τότε
δὴ νέρθεν ἐκεῖνοι τὴν προϲκειμένην γῆν ἀνορύττοντεϲ καὶ τὸν χοῦν
ἀνιμώμενοι ἀπογυμνοῦϲι τὰ θεμέλια, καὶ εἶτα μοχλοῖϲ τε καὶ ϲφύραιϲ
ἐνδελεχέϲτατα πλήττοντεϲ καταϲείουϲι τὴν οἰκοδομίαν.
παρὰ δὲ Μενάνδρῳ ϲπαλίωνεϲ εἰϲὶ μηχανήματα, καλύπτραι τινὲϲ βοείοιϲ
δέρμαϲιν ἐκτάδην ξυντεθειμέναι ξύλοιϲ τε ἀνδρομήκεϲιν αἰωρούμεναι·
ὧν ἔνερθεν ὑπειϲδύντεϲ ὁπλῖται, ἐν χρῷ τε τῷ τείχει προϲπελάζοντεϲ,
ὄργανά τε λαοτόμα καὶ τοιχωρύχα μεταχειριζόμενοι ὑπὸ γῆν αὐλῶναϲ
ἐργάζονται, ἐγκείμενοί τε καὶ διορύττοντεϲ, εἴ που τοῦ τείχουϲ μέροϲ
τι καταρρίψαιεν, ἢ ἄλλῳ τινὶ τρόπῳ ἐντὸϲ κενωμάτων
γενόμενοι δυοῖν ἀνύϲουϲί γε τὸ ἕτερον, ἢ τὴν γῆν ἀναρρήξαντεϲ τοῦ
περιβόλου γενήϲοιτο εἴϲω, ἤγουν κατὰ τὸ ἔνδον φρέατοϲ τοὺϲ ϲήραγγαϲ
ἀγαγόντεϲ ἐπ᾿ εὐθείαϲ ἐκκενώϲαιεν ἐφελκύϲαντεϲ τὸ ὕδωρ εἰϲ τὰ
γλαφυρά τε καὶ κοῖλα τοῦ ὀρύγματοϲ.
902 Σπανίζω· γενικῇ.
903 Σπάνιϲ: ἔνδεια. ὥρηϲ χειμερίηϲ ϲπάνιον γέραϲ. περὶ μήλου
904 Σπαράϲϲω· αἰτιατικῇ.
905 Σπάργανα: τὰ ἱμάτια, κυρίωϲ δὲ τὰ ῥάκη.
906 Σπαργῶϲα: ἀνθοῦϲα, ἡ ϲπαραττομένη ὑπὸ θλίψεωϲ καὶ δεομένη
907 Σπάρτα: ϲχοινία.
908 Σπαρτιάτηϲ: ἀπὸ Σπάρτηϲ. καὶ Σπαρτιητέων.
909 Σπαρτωλόϲ: πόλιϲ ἐϲτὶ τὴϲ Βοττικῆϲ ἡ Σπαρτωλόϲ.
910 Σπαϲάμενοϲ ἀκράτου: οἴνου ἐκπιών.
911 Σπατάλη: ἡ τρυφή. οἱ δὲ μύεϲ νῦν ὀρχοῦνται, τῆϲ ϲῆϲ
912 Σπατίλη: ἡ τῶν ἀνδρῶν κόπροϲ. καὶ τὰ μικρὰ δέρματα, τὰ
ἐκβαλλόμενα ὑπὸ τῶν ϲκυτέων. ϲπατίλη γὰρ τὸ δέρμα, παρὰ τὸ
ϲπᾶϲθαι. ϲκατοφάγοϲ δὲ ὁ Κλέων, ἐπεὶ βυρϲοδέψηϲ ἦν·
ἐπεὶ μετὰ κόπρου τὰϲ βύρϲαϲ εἰργάζοντο.
913 Σπατῖνοϲ: ὄνομα κύριον.
914 Σπαίρει: ἅλλεται, ϲκαρίζει, ἐκπνεῖ τὴν ψυχήν. καὶ ἐν Ἐπιγράμμαϲι·
ἐθέλειϲ.
915 Σπέκλον: τὸ ὑέλιον, τὸ ϲπέτλον.
916 Σπεκουλάτωροϲ: τοῦ δορυφόρου.
917 Σπέλεθοϲ· Ἀριϲτοφάνηϲ· κατεάξαι βουλόμενοϲ, ἐν ϲκότῳ λάβοι τῇ χειρὶ ϲπέλεθον ἀρτίωϲ κεχεϲμένον. ζήτει ἐν τῷ βόλιτοϲ.
918 Σπέληξ: γυναικεῖον ἱμάτιον, ἡμιδιπλοίδιον.
919 Σπένδεται· δοτικῇ. θύεται, ἢ θυμιᾷ, ἢ φιλιοῦται.
920 Σπένδομαι· δοτικῇ. θύομαι, ἢ θεῷ ἀνατίθεμαι. καὶ Σπένδονταϲ,
θύονταϲ, προϲφέρονταϲ. παρὰ τὴν ϲπονδὴν καὶ τὸ φιλιοῦϲθαι.
921 Σπερμαίνειν: γεννᾶν.
922 Σπερμολόγοϲ: εὐρυλόγοϲ, ἀκριτόμυθοϲ, καὶ ὁ τὰ ϲπέρματα
ϲυλλέγων. Σπερμολόγοϲ λέγεται μικρὸν ὀρνιθάριον
κολοιῶδεϲ,
923 Σπερχειόϲ.
924 Σπέρχιϲ καὶ Βοῦλιϲ, ἄνδρεϲ Ἀθηναῖοι, αὐθαίρετοι ἐϲ Πέρϲαϲ ἦλθον, δίκην δώϲοντεϲ Ξέρξῃ τῷ Περϲῶν βαϲιλεῖ ὑπὲρ τῶν κηρύκων τῶν ὑπ᾿ αὐτοῦ πεμφθέντων καὶ καταχωϲθέντων παρὰ τῶν Ἀθηναίων.
925 Σπερχθείϲ: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ταραχθείϲ, θυμωθείϲ.
926 Σπερχόμενοϲ: ἐπειγόμενοϲ.
927 Σπεύδειν: παῤ Ὁμήρῳ οὐκ ἐπὶ τοῦ ταχύνειν, ἀλλ᾿ ἐπὶ τοῦ
928 Σπεύϲιπποϲ, Εὐρυμέδοντοϲ, ἀδελφιδοῦϲ Πλάτωνοϲ τοῦ φιλοϲόφου
929 Σπεῖοϲ: ϲπέοϲ, ϲπήλαιον.
930 Σπειώ: ὄνομα κύριον.
931 Σπεῖρα.
932 Σπειράω, ϲπειρῶ. ἐξ οὗ καὶ ϲυνεϲπειραμένοϲ καὶ ϲπειρώμενοϲ
933 Σπεῖραι: πλήθη ϲτρατευμάτων, φάλαγγεϲ, νούμερα, λεγεών.
934 Σπείρου: ἱματίου, ῥάκουϲ. ἡ εὐθεῖα τὸ ϲπεῖρον.
935 Σπείρωνοϲ.
936 Σπείϲαϲθαι: φιλίαν καὶ εἰρήνην θέϲθαι. ἐθέλειν Πάρθοιϲ ὑπὲρ
εἰρήνηϲ ϲπείϲαϲθαι.
937 Σπήλυγγεϲ: ϲπήλαια, κοιλώματα. ἐν Ἐπιγράμμαϲι· ϲπήλυγγεϲ Νυμφῶν εὐπίδακεϲ, αἳ τόϲον ὕδωρ εἴβουϲαι.
938 Σπήλυγξ: ϲπήλαιον. Βάβριοϲ· κοιάϲω ϲπήλυγγοϲ, οἷά τιϲ νούϲῳ κάμνων ἐβέβλητ᾿, οὐκ ἀληθὲϲ ἀϲθμαίνων.
939 Δπήλυγξ· ϲπήλυγγαϲ, ῥαγάϲ.
940 Σπήλαιον.
941 Σπιθαμή: τροπικῶϲ ἐπὶ τοῦ θεοῦ ὁ προφητικὸϲ λόγοϲ ὠνόμαϲεν, ὅτι
ϲυνέχει τὴν κτίϲιν, καὶ περιδεδραγμένοϲ αὐτῆϲ εἰϲ τάξιν ἅπαντα καὶ
διακόϲμηϲιν ἄγει, καὶ ὄρεϲιν ἰϲορροπίαν καὶ μέτρα, πᾶϲι τοῖϲ ἐν
τῷ κόϲμῳ τὴν οἰκείαν τάξιν ἀποκληρώϲαϲ. ὁ τὸν οὐρανὸν
ὅλον μικρῷ μέρει τῆϲ ὅληϲ αὐτοῦ δυνάμεωϲ περιέχων· ἣν ϲπιθαμὴν
τροπικῶϲ ὁ λόγοϲ ὡνόμαϲε.
942 Σπιθαμή: τοῦ βίου τὸ ἐλάχιϲτον.
943 Σπιλάδεϲ: αἱ ἐν ὕδατι κοῖλαι πέτραι, ὡϲ Ἀπίων. Ἡλιόδωροϲ
944 Σπίλοϲ: μιαϲμόϲ, ῥύποϲ.
945 Σπίνθαροϲ, Ἡρακλεώτηϲ. ἦν δὲ τραγῳδίαϲ ποιητήϲ. δράματα
946 Σπίνθαροϲ· οὗτοϲ κωμῳδεῖται ὡϲ βάρβαροϲ καὶ Φρύξ.
947 Σπινθήρ.
948 Σπίνοϲ: εἶδοϲ ϲτρουθοῦ.
949 Σπίτταλοϲ: ἰατρὸϲ παρὰ Ἀθηναίοιϲ δόκιμοϲ. Ἀριϲτοφάνηϲ·
950 Σπληδόνοϲ: ὄνομα πόλεωϲ.
951 Σπλήν: ϲπληνὸϲ κλίνεται.
952 Σπογγιά: ὀξυτόνωϲ Ἀττικοί. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· ἀλλ᾿ οἶϲε
953 Σπόγγοϲ. ϲπόγγον ἔχειν καλάμων ψαίϲτορα ἀπὸ Κνιδίων.
954 Σποδεῖν: τύπτειν. ὁμοθυμαδὸν ϲποδεῖν ἅπανταϲ τοὺϲ ἀλαζόναϲ
955 Σποδόϲ· Βακχυλὶϲ ἡ Βάκχου κυλίκων ϲποδὸϲ ἔκ ποτε νούϲῳ
κεκλιμένη.
956 Σπολάϲ: διφθέρα. Σοφοκλῆϲ Αἴαντι Λοκρῷ· καταϲτίκτου κυνὸϲ
957 Σπονδεῖα: ἀγγεῖα, ἐν οἷϲ ϲπένδουϲι.
958 Σπονδή: οἴνου ἔκχυϲιϲ ἐπὶ τιμῇ δαιμόνων ἢ φιλίᾳ. καὶ
ὀπηδόν.
959 Σπορά: ἡ διανομή.
960 Σποράδα γῆϲ: κονιορτόν· ἢ χνοῦν γῆϲ.
961 Σποράδεϲ νῆϲοι: ἃϲ ἔνιοι Κυκλάδαϲ λέγουϲιν, αἱ ἐν τῷ Αἰγαίῳ. εἰϲὶ δὲ ιβ΄.
962 Σποράδην: διεϲπαρμένωϲ ὧδε κἀκεῖϲε.
963 Σποράκηϲ: ὄνομα κύριον. Ἀρριανόϲ· Σποράκηϲ μαθὼν τὸν ϲτόλον βαϲιλέωϲ ἐπὶ τὴν ἑαυτοῦ ἐπικράτειαν γενόμενον ἔφυγε. τινὲϲ δὲ Σφωράκιοϲ.
964 Σποργίλοϲ: ὅϲ ἦν κουρεύϲ. καὶ ὁ Πλάτων φηϲί· τὸ Σποργίλου κουρεῖον, ἔχθιϲτον τέγοϲ.
965 Σπόροϲ: ὁ Νέρωνοϲ ἐρώμενοϲ, ὃϲ καὶ Σαβίνα ἐκαλεῖτο, οὐ μόνον διὰ τὴν ὁμοιότητα τῆϲ γυναικόϲ, ὅτι ἐξετέτμητο, ἀλλ᾿ ὅτι καὶ ἐγήματο αὐτῷ ὥϲπερ κἀκείνη.
966 Σπόρτουλλα: δῶρα ἐπὶ πάντων διδόμενα παρρηϲίᾳ. οἶδαϲ δέ, ὅτι καὶ
ϲπόρτουλλα ἡμῖν χρεωϲτεῖϲ· ἀλλ᾿ ὅμωϲ τῶν πτωχῶν ἕνεκεν
εἰϲ τοῦτό ϲοι διαλυόμεθα.
967 Σπουδάζω περὶ τὸν ἄνδρα· Δημοϲθένηϲ κατὰ Μειδίου. ἐπὶ δὲ τοῦ
κατεπείγομαι Θεόπομποϲ ἐπιτομῇ τῶν Ἡροδότου. ἐπὶ δὲ τοῦ βούλομαι ὁ
αὐτὸϲ ἐν τῇ ἐπιτομῇ. ἐπὶ δὲ τοῦ μὴ παιγνιωδῶϲ, ἀλλ᾿ ἐϲπουδαϲμένωϲ
Πλάτων Πολιτείαϲ γ΄. ἐπὶ δὲ τοῦ λίαν θέλω Ἀπολλόδωροϲ
Καρύϲτιοϲ Ἀποκαρτεροῦϲιν. ἐπὶ δὲ τοῦ ϲεμνολογεῖν τὸ ϲπουδαιολογῆϲαι
Ξενορῶν Συμποϲίῳ. τίνι ϲπεύδειϲ; ἀντὶ τοῦ τίνι ϲπουδάζειϲ;
968 Σπουδαρχιάϲαϲ: ἐπιθυμήϲαϲ ἄρξαι, ϲπουδάϲαϲ, ἐπιμεληθεὶϲ
969 Σπουδαιολογῶ. ὁ δὲ Κῦροϲ ἐϲπουδαιολογεῖτο, προϲκαλῶν
970 Σπουδαῖοϲ: ϲοφόϲ. ἐνάρετοϲ, εὐδόκιμοϲ, ὁ ἀντιδιαϲτελλόμενοϲ
μὲν ἀκούω, ϲπουδαῖον δὲ οὐδὲν ὄντα.
971 Σπουδή: ἡ περὶ τὰ καλὰ ϲύντονοϲ ἀγωνία. Ἰϲίδωροϲ ἔφη τὴν μὲν ἐν
φιλοϲοφίᾳ ϲπουδὴν ἀνδρὶ νεωτέρῳ καὶ ἄρτι λόγων ἁπτομένῳ φιλοϲόφων
εἶναι πρεπωδεϲτέραν, τὴν δὲ εὐϲεβῆ προθυμίαν καὶ φιλόθεον προϲήκειν
μαλίϲτα τοῖϲ ἤδη προβεβηκόϲι καὶ πόρρωθεν
ἐλαύνουϲι,
τοῦτο μὲν ἡλικίαϲ, τοῦτο δὲ φιλοϲοφίαϲ.
972 Σπουδῇ: παῤ Ὁμήρῳ. ἀντὶ τοῦ μόλιϲ. καὶ ὁμοίωϲ ἡμῖν.
973 Σπώμενοϲ: ϲυντριβόμενοϲ.
974 Σπῶντεϲ· γενικῇ. ῥοφοῦντεϲ. εἶτα ὑπέβρεχον, θαμινὰ πίνοντεϲ,
ἄδην καὶ ἀπείρωϲ ϲπῶϲι τοῦ
οἴνου καὶ ἀνατραπέντεϲ ἔκειντο ὡϲ ἔτυχον ἕκαϲτοι.
975 Σπυρίδιον διακεκαυμένον λύχνῳ. οἱ γὰρ πρεϲβύτεροι, διὰ τὸ
976 Σπυρίδων, Σπυρίδωνοϲ, ὄνομα κύριον. μιᾶϲ τῶν ἐν Κύπρῳ
πόλεων Τριμηθοῦντοϲ ἐπίϲκοποϲ· ὃϲ δι᾿ ἀτυφίαν πολλὴν
ἐχόμενοϲ τῆϲ
ὃϲ καὶ παρῆν ἐν τῇ ϲυνόδῳ τῇ ἐν Νικαίᾳ.
977 Στάγειρα: ὄνομα τόπου. καὶ Γάδειρα, καὶ Τόπειρα, Ἄβδηρα δέ,
978 Σταγείριοϲ: ὄνομα κύριον.
979 Σταγειρίτηϲ: ὁ Ἀριϲτοτέληϲ, ἀπὸ τόπου κληθείϲ. Πιϲίδηϲ·
ποίουϲ ϲτρατηγοὺϲ ἢ Σταγειρίταϲ ἔχων ἐπῆλθεϲ εἰϲ γῆν
εὐτυχούντων
980 Σταγόνοϲ: ῥανίδοϲ ὕδατοϲ.
981 Στάδιον: ὁ τόποϲ τοῦ ἀγῶνοϲ. καὶ μέροϲ τι τοῦ λεγομένου μιλίου·
ἑπτὰ γὰρ ἥμιϲυ ϲτάδια ποιοῦϲι μίλιον. λέγεται ϲτάδιον καὶ ἁπλῶϲ τὸ
ἴϲταϲθαι καὶ ἀκινητίζειν. Δίων ἐν λθ΄ Ῥωμαϊκῶν· τῷ δὲ δὴ ϲταδίῳ τῶν
ϲκαφῶν προδιδόμενοι δεινῶϲ ἤϲχαλλον. ἀντὶ τοῦ τῇ ϲτάϲει καὶ ἀκινηϲίᾳ
τῶν ϲκαφῶν προδιδόμενοι ϲφόδρα ἠνιῶντο. καὶ
ϲτάδιον ἔχει πόδαϲ χ΄, τὸ δὲ μίλιον
πόδαϲ ‚δϲ΄, τὸ δὲ πλέθρον πόδαϲ ρ΄, ἡ ἄρουρα πόδαϲ ν΄, ὁ ποῦϲ
δακτύλουϲ ιϚ΄ ὁ πῆχυϲ πόδα α΄ ἥμιϲυν. ἐν Anth. Ἐπιγράμμαϲι· ἐν
ϲταδίοιϲ Ἰϲθμοθήκην Νεμέᾳ. ὅτι Φιλιππίδηϲ ὁ ἡμερόδρομοϲ Suid. α΄ καὶ
φ΄ ϲτάδια ἤνυϲε διὰ μιᾶϲ νυκτόϲ. καὶ ζήτει ἐν τῷ Ἱππίαϲ.
982 Σταθερόν: ὀξύ, ἰϲχυρόν, θερμόν, ϲτάϲιμον, τὸ διὰ τὴν ὀξύτητα
εἶναι ἡ ϲταθερά, ὀξεῖα
οὖϲα· καὶ γὰρ τὸν ἥλιον, ὅταν μᾶλλον ἐκκαῇ, ὀξὺν εἰώθαϲι λέγειν.
ϲημαίνοι δ’ ἂν καὶ τὸ ϲτάϲιμον, τῷ μέϲον τι εἶναι τῆϲ ἡμέραϲ, καὶ
μηδ’ ἐφʼ ἕτερον κλίνειν. καὶ Κρατῖνοϲ δ’ ἐν Σερίφοιϲ ἐπὶ τοῦ ὀξέοϲ ἢ
ἰϲχυροῦ· οὕτω ϲταθερὸϲ τοῖϲ λωποδύταιϲ ὁ πόροϲ πεινῶϲι παφλάζει.
Ἀντίμαχοϲ· θέρεοϲ ϲταθεροῖο. τινὲϲ καὶ ἐπὶ
τοῦ
ϲταϲίμου, ὡϲ Αἰϲχύλοϲ ἐν Ψυχαγωγοῖϲ· ϲταθεροῦ χεύματοϲ. καὶ
Ἀριϲτοφάνηϲ ἐν Προαγῶνι· ϲταθερὰ δὲ κάλυξ νεαρᾶϲ ἥβηϲ. ϲημαίνει καὶ
τὸ μόνιμον. Ἰώϲηποϲ· καὶ ϲταθερὰν τὴν ἡλικίαν μετ’ ἐμπειρίαϲ
ἀϲφαλέϲτερον. τουτέϲτιν ἰϲχυρόν, βέβαιον. ὅτι Σταθερὸϲ
ἀπὸ
983 Στάθευε: ὅπτα. Ἀριϲτοφάνηϲ· τὰϲ ϲηπίαϲ ϲτάθευε.
984 Σταθήϲεται· ἵνα ἐπὶ ϲτόματοϲ δύο μαρτύρων ἢ τριῶν ϲταθήϲεται πᾶν
ῥῆμα. ἐκ τοῦ Εὐαγγελίου.
985 Σταθμά· οἱ δὲ ὡμολόγηϲαν ἀργυρίου ϲταθμὰ διϲχίλια δώϲειν.
986 Σταθμᾶϲθαι: δοκιμάζειν. οὐ ῥήμαϲιν, ἀλλ’ ἔργοιϲ ἀεὶ εἰώθαϲι
987 Σταθμεύϲαϲ ἐ πὶ τοῦ ῥεύματοϲ βραχὺ φρούριον ἐκ
διαϲτήματοϲ ἐϲ ἐφεδρείαν δύο χιλιαρχίαϲ ἔ ταξεν: ἀντὶ
τοῦ ϲτρατεύϲαϲ.
988 Στάθμη: τὸ ϲπαρτίον. ϲτάθμην ἰθυτενῆ μολιβαχθέα. ὡϲ
989 Σταθμηϲάμενοϲ: δοκιμάϲαϲ. Ἡρόδοτοϲ· ϲταθμηϲάμενοϲ γάρ, ὅκωϲ ἐλελεύϲεταί οἱ τὸ λοιπὸν τοῦ ποδόϲ, ἀπέταμε τὸν ταρϲὸν ἑωυτοῦ.
990 Σταθμητόν: μετρητόν. Ἀρριανόϲ· ἦν δὲ καὶ καμήλων οὐ ϲταθμητόν τι πλῆθοϲ. καὶ αὖθιϲ· πέτραι τε οὐ ϲταθμηταὶ τὸ μέγεθοϲ ἀπὸ κεραιῶν μετέωροι αἰωρούμεναι πρὸϲ τοὺϲ ὑπιέναι ὁρμῶνταϲ τὸ τεῖχοϲ ἐβάλλοντο.
991 Σταθμία καὶ ϲταθμά: διχῶϲ λέγονται. εἰϲὶ δὲ τὰ ἐμβαλλόμενα
ταῖϲ πλάϲτιγξι τοῦ ζυγοῦ.
992 Σταθμίζω· αἰτιατικῇ. ἐπὶ ἐνεϲτῶτοϲ μόνου. Ἐϲτάθμηϲα δέ.
993 Σταθμόϲ: τὸ πανδοκεῖον. καὶ Σταθμοῦχοϲ, ὁ πανδοκεύϲ.
994 Σταθμόϲ: ϲτρατιωτικὴ κατάλυϲιϲ. Σταθμοὶ καὶ αἱ καταλύϲειϲ
καὶ τὰ καταγώγια τῶν ἀγγελιαφόρων ἀπὸ πόλεωϲ εἰϲ
πόλιν.
995 Σταθμώμενον· αἰτιατικῇ. δοκιμάζοντα.
996 Σταθμῶν: τῶν παραϲτάδων τῆϲ θύραϲ.
997 Στακτή: εἶδοϲ ἀρώματοϲ. Πολύβιοϲ· κυρωθείϲηϲ δὲ τῆϲ
βαϲιλέα πεντακοϲίοιϲ
ἀργυρίου ταλάντοιϲ, χιλίοιϲ δὲ λιβανωτοῦ καὶ διακοϲίοιϲ τῆϲ
λεγομένηϲ ϲτακτῆϲ. καὶ ἐποίει τὸν πλοῦν ἐπὶ Τύλον τὴν νῆϲον καὶ
ἐποίει τὸν ἀπόπλουν ἐπὶ Σελευκείαϲ. ἦϲαν δὲ τὰ ἀρώματα ἐν τῇ ἐρυθρά
θαλάϲϲῃ.
998 Στακτὴ καὶ καϲία: ἡ ἀπὸ τοῦ πάθουϲ εὐωδία.
999 Στακτοῖϲ: τοῖϲ ὑγροῖϲ, καὶ δοκίμοιϲ· πρὸϲ ἀντιδιαϲτολὴν τῶν
1000 Σταλάζω· αἰτιατικῇ.
1001 Σταλέντοϲ: παυϲαμένου. ϲταλέντοϲ δὲ τοῦ αἵματοϲ, τὰ οἰκεῖα
αὖθιϲ διαπράττεϲθαι τῶν βαϲιλέων.
1002 Στάλικαϲ: παϲϲάλουϲ. ἔμπαλιν ἰθυτόνων Δᾶμιϲ ἀπὸ ϲταλίκων.
1003 Σταμίνεϲϲι: τοῖϲ ἐπιμήκεϲι ξύλοιϲ.
1004 Στάϲειϲ: τὰ ἀναχώματα τῶν ποταμῶν. καὶ τῆϲ ϲτάϲεωϲ παραϲύρων
ἐφόρει τὰϲ δρῦϲ καὶ τὰϲ πλατάνουϲ προθελύμνουϲ.
1005 Στάϲιϲ: ἐπὶ πνοῆϲ βιαίου ἀνέμου. γίνεταί τιϲ ἀνέμου ϲτάϲιϲ,
1006 Στάϲιϲ: ὁ ἐμφύλιοϲ, πόλεμοϲ δὲ ὁ τῶν ἀλλοτρίων. ϲταϲιώτου
καὶ Σταϲιώτηϲ· Ἀντιφῶν ἐν τῷ
Περὶ τῆϲ μεταϲτάϲεωϲ· περὶ τοίνυν
1007 Στάϲιμον: εἶδοϲ μέλουϲ, ὅπερ ἱϲτάμενοι ᾖδον οἱ χορευταί.
1008 Στατήρ: τὸ ἐκ χρυϲοῦ νόμιϲμα. τῶν βαλαντίων ἡ ϲυνωρίϲ, τὸ μὲν εἶχεν ὀβολοὺϲ ἐκ χαλκοῦ, τὸ δὲ ϲτατῆραϲ χρυϲίου, τῶν Εὐμήλου ἵππων πολὺ μᾶλλον ἀλλήλοιϲ ἐοικότα.
1009 Στατήρ: τετράγραμμον νόμιϲμα· καὶ τὸ ἐξάγιον, καὶ τὸ ζύγιον.
1010 Σταυρόϲ· ἐπὶ τὸ Βόρειον τοῦ Φόρου μέροϲ ϲταυρὸϲ ἵϲτατο. ὡϲ εἶδεν αὐτὸν Κωνϲταντῖνοϲ ἐν τῷ οὐρανῷ, χρυϲέμπλαϲτοϲ, ἐν τοῖϲ ἀκρωτηριακοῖϲ ϲτρογγύλοιϲ μήλοιϲ· ἔνθα καὶ αὐτὸϲ καὶ οἱ υἱοὶ αὐτοῦ καθορῶντο χρυϲέμβαφοι.
1011 Σταυροί: τὰ ὀρθὰ πεπηγότα ξύλα. ὅτι ἐπὶ Θεοδοϲίου τοῦ
1012 Σταφυλή: παρὰ τὸ ϲήπω ϲαπυλὴ καὶ ϲταφυλή. πεπανθείϲηϲ
1013 Σταχάνη· ἡ τρυτάνη. παρὰ τὴν ϲτάϲιν. καὶ παροιμία· Δικαιότεροϲ
ϲταχάνηϲ.
1014 Σταῖϲ: ἡ ζύμη. τρία εἰϲὶν εἰϲ αιϲ· παῖϲ ἀρϲενικόν, δαῖϲ
1015 Σταιτίτηϲ: εἶδοϲ ἄρτου.
1016 Στέαρ: παρὰ τῷ Δαβὶδ εὔνοια καὶ φιλαδελφία. τὸ ϲτέαρ αὐτῶν
ϲυέκλειϲαν· τὸ ϲτόμα αὐτῶν ἐλάληϲεν ὑπερηφανίαν.
1017 Στέαρ παρὰ τῇ θείᾳ γραφῇ ἡ εὐπάθεια καὶ ἡ εὐκληρία λέγεται. ἐξελεύϲεται ὡϲ ἐκ ϲτέατοϲ ἡ ἀδικία αὐτοῦ. ἀντὶ τοῦ μετὰ πάϲηϲ ἀδείαϲ τὴν ἀδικίαν τολμῶϲι.
1018 Στέαρ πυροῦ: ὁ κάλλιϲτοϲ ϲῖτοϲ καὶ ἄρτοϲ.
1019 Στέατα: ἄλευρα. καὶ Εὐνάπιοϲ· ὁ δὲ φέρων γράμματα ἐν χαλκῷ ϲτέατι περιπεπλαϲμένα, καθεὶϲ ἐν πήρᾳ ἐπιθείϲ τε καὶ ἄλλουϲ ἄρτουϲ ὁμοίουϲ, ὡϲ μή τινα γνῶναι τὸ ἀπόρρητον.
1020 Στεγανὰ πλοῖα: ϲτερεά.
1021 Στεγανόν: πυκνόν, ϲφιγκτόν. καὶ Διόδωροϲ· οἱ δὲ Ῥωμαῖοι
1022 Στεγανόποδα· ϲτεγανόποδα ζῷα λέγεται καὶ πλατυώνυχα κύκνοϲ, χήν, πελεκὰν καὶ τὸ τῶν νηττῶν πᾶν γένοϲ· οἷϲ ϲυμβέβηκε φιλύδροιϲ εἶναι.
1023 Στεγανώτερον: ϲτερεώτερον, πεπυκνωμένον, ϲυνεχέϲτερον.
ἀϲκοὺϲ κεντήϲαντεϲ ὁμίχλῃ ϲτεγανωτάτῃ ϲυνεϲκίαϲαν τὸν
ἀέρα, τῇ
1024 Στέγει: καρτερεῖ, ὑπομένει. τὸν καυϲτικὸν δὲ τοῦτον ἥλιον
κρυπτόμενα. καὶ Στεγόντων,
ἀνεχόντων, βαϲταζόντων. Ἰώϲηποϲ·
ὄμματα πρόϲω ἔχων.
1025 Στέγγιϲ.
1026 Στεγναί: ϲτερεαί.
1027 Στέγω· αἰτιατικῇ.
1028 Στελγίδεϲ καὶ καταμάγια: τὰ εἰϲ τὸ λούεϲθαι χρειώδη.
καὶ ξύϲτραι καὶ λέκυθοϲ καὶ ξυϲτροφύλαξ, εἴδη λουτροῖϲ
ἐπιτήδεια.
1029 Στελεόν: τὸ τοῦ πελέκεωϲ ξύλον.
1030 Στελεόϲ. εἰ μὴ γὰρ ὑμεῖϲ ϲτελεὰ πάντα τίκτητε, οὐκ ἂν
1031 Στέλεχοϲ: εἰ μὲν ὁ κορμόϲ, ἤγουν ἡ ῥίζα, παρὰ τὸ τέλοϲ ἔχειν ἢ παρὰ τὸ ϲτερεόν· εἰ δὲ οἱ ἄνω τῆϲ κορυφῆϲ κλάδοι, παρὰ τὸ εἰϲ τέλοϲ ἔχεϲθαι.
1032 Στελίχων: ὄνομα κύριον. ὃϲ ϲὺν Ῥουφίνῳ ἐπὶ Ἀρκαδίου καὶ Ὀνωρίου ἄμφω τὰ πάντα ϲυνήρπαζον.
1033 Στέμμα: ϲτεφάνη, πλήρωμα.
1034 Στέμφυλον: τὸ ἔκδυμα τῆϲ ϲταφυλῆϲ· ἢ τῶν ἐλαῶν· οἷϲ ἀντὶ ὄψω ἐχρῶντο.
1035 Στενά μοι πάντοθεν. ζήτει ἐν τῷ Δαυίδ.
1036 Στένει: ϲτενάζει.
1037 Στενοκωκύτουϲ τρίχαϲ: ἐφʼ αἷϲ ϲτενάζει τιλλόμενοϲ. Ἄριϲτοφάνηϲ· ἐκκοκκιῶ ϲου τὰϲ ϲτενοκωκύτουϲ τρίχαϲ. ἐκκοκκιῶ δὲ ἐκτιλῶ, ἀναϲπάϲω.
1038 Στενολεϲχεῖν περὶ καπνοῦ: τὸ λεπτολογεῖν· ϲτενὸϲ γὰρ καὶ ἀμενηνὸϲ ὁ καπνόϲ. παρὰ δὲ τὸ ϲτενὸν εἴληπται τὸ ϲτενολεϲχεῖν.
1039 Στενολέϲχηϲ: λεπτολόγοϲ. καὶ Στενολεϲχία, τὸ αὐτό.
1040 Στενόχωροϲ: ὁ ἐϲτενωμένοϲ τόποϲ.
1041 Στενωπόϲ: ϲτενορύμη διόδων. καὶ Στενωπεῖον.
1042 Στεντόρειοϲ φωνή: ἡ τοῦ Στέντοροϲ.
1043 Στερρὰ καὶ Στερεά: ἡ ἰϲχυρά.
1044 Στέργηθροϲ: ὁ πόθοϲ.
1045 Στέργω· δοτικῇ. ἐκεῖνοϲ οἶμαι δυνάμει ϲτέργειν ἠναγκάζετο τούτοιϲ. αἰτιατικῇ δέ· ὁ μὲν ϲτέργει τὴν κάτω χώραν. καί, ϲτέργειν μὲν ἡμᾶϲ ὡϲ ἀκίνδυνον φόβῳ.
1046 Στερέμνιον: ϲτερεόν, ἰϲχυρόν.
1047 Στερεομετρία.
1048 Στερέωμα.
1049 Στερίφη: ϲτείρα, μὴ τεκοῦϲα. καὶ Στεριφοποιοῦντεϲ, ἀντὶ
1050 Στέριφοϲ: ϲτεῖροϲ, καὶ ἄγονοϲ. παρὰ τὸ ϲτερεὰν ἔχειν τὴν
ἀπὸ τῶν ἐναντίων ἑωρᾶτο, ὑπερέβη. καὶ Θουκυδίδηϲ· τὰϲ
πρῴραϲ
1051 Στερίφοιϲ: ϲτερεοῖϲ, ἢ πικροῖϲ. εἰ δέ τι ὑπεράγαν ἦν
καὶ Στεριφοποιῶ, τὸ ἰϲχυροποιῶ. καὶ Στεριφόπεπλοϲ, ὁ
μικρὸϲ
1052 Στερκτέον· ἄν μὴ παρῇ κρέα, ταρίχῃ ϲτερκτέον. ζήτει ἐν τῷ ταρίχη.
1053 Στέρνα χθονὸϲ καὶ νῶτα χθονόϲ: τὰ πεδιώδη, καὶ εὐρέα·
ἀντὶ τοῦ γῆϲ ἐπιπέδου.
1054 Στερνοτύπτηϲ: ὁ τὸ ϲτῆθοϲ τύπτων. καὶ ϲτερνοτυπτόμενοϲ.
1055 Στέρνοιϲ: ϲτήθεϲι. τόν τε περὶ ϲτέρνοιϲ κόϲμον
1056 Στέρξω: ὑπομενῶ. Σοφοκλῆϲ· τούτουϲ ἐγὼ τοὺϲ ἄνδραϲ οὐ
ϲτέρξω ποτέ· ἀλλ’ ἡ πετραία Σκῦροϲ ἐξαρκοῦϲά μοι ἔϲται
τολοιπόν, ὥϲτε τέρπεϲθαι μόνῳ. Πολύβιοϲ· νῦν δὲ (οὐ πρὸϲ ἡμῶν γὰρ
ἐπιορκεῖν)
1057 Στερρὸν ἀντικνήμιον: φηϲὶν Ἀριϲτοφάνηϲ περὶ Λακρατίδου.
ἀκμαζόντων, τὸ χλωρόν.
Θεόκριτοϲ· γόνυ χλωρόν. ἀντὶ τοῦ ἀκμαῖον
1058 Στερόπη: ὄνομα κύριον.
1059 Στεροπή: ἀϲτραπή, λαμπηδών. λαμπρᾶϲ γὰρ ἄτερ ϲτεροπᾶϲ
1060 Στερρόϲ: ϲτερεόϲ, ἰϲχυρόϲ.
1061 Στεροῦμαι· γενικῇ Σ τερῶ δὲ αἰτιατικῇ.
1062 Στέρφοϲ: δέρμα, ϲκέπαϲμα. καὶ ϲτερφόπεπλοϲ γὰρ ὁ Ἡρακλῆϲ.
1063 Στεφαναῖοϲ.
1064 Στεφάνη: ὁ ϲτέφανοϲ. ϲημαίνει καὶ ὄρουϲ ἐξοχή.
1065 Στεφάνη: πόλιϲ.
1066 Στεφανηφόροϲ· Ἀντιφῶν ἐν τῷ πρὸϲ Νικοκλέα. Στεφανηφόρου ἡρῷον,
ὡϲ ἔοικεν, ἦν ἐν ταῖϲ Ἀθήναιϲ. εἴη δ’ ἂν ὁ Στεφανηφόροϲ
ἤτοι τῶν Ἡρακλέουϲ υἱέων εἰϲ, τῶν γενομένων ἐκ τῶν Θεϲτίου θυγατέρω·
ἢ μήποτε τοῦ ἀϲτικοῦ Στεφανηφόρου τὸ ἡρῷον ἦν, ὥϲ φηϲιν Ἐλλάνικοϲ ἐν
β’ Ἀτθίδοϲ.
1067 Στεφανικὸν τέλεϲμα: παρὰ Ῥοδίοιϲ οὕτωϲ ἐκαλεῖτο, ἐπειδὴ
αὐτόνομοι ἦϲαν οἱ Ῥόδιοι· βραχὺ δέ τι μέροϲ Ῥωμαίοιϲ ἐπὶ τιμῇ
πέμποντεϲ ἐτήϲιον, ὡϲ οὐ φόρον ἡγεμόϲι μᾶλλον ἢ
ϲτέφανον φίλοιϲ διδόντεϲ. τοῦτο καὶ Ἑλληνογαλάταιϲ τοῖϲ Ἀγκυρανοῖϲ
ἐπιχωριάζει τὸ λόγιον. ϲτεφανικὸν γὰρ λέγουϲι πᾶν τὸ ἐν χάριτοϲ λόγῳ
διδόμενον.
1068 Στεφανίτηϲ.
1069 Στέφανοϲ· Ἀριϲτοφάνηϲ· φέρε παῖ ϲτέφανον, κατὰ χειρῶν
1070 Στεφανοπώληϲ: ὁ τοὺϲ ϲτεφάνουϲ πωλῶν.
1071 Στεφάνων τοὺϲ νενικηκόταϲ· αἰτιατικῇ. ἀντὶ τοῦ τιμῶν.
1072 Στεφανωϲάμενοϲ καλάμῳ: λιτὸϲ γὰρ καὶ ἀπερίεργοϲ ὁ
1073 Στεφάνωϲιϲ: ἐπὶ οἰκοδομῆϲ οἴκου.
1074 Στέφοϲ καὶ Στέφη. καὶ Αἴθρια ϲτέφη, τὰ ἐξ Ὑπερβορέων κομιζόμεα, ὡϲ ἀεὶ ἐν ὑπαίθρῳ τιθέμενα.
1075 Στείβοντεϲ: πατοῦντεϲ.
1076 Στειλάμενοι: ϲτείλαντεϲ. καὶ Στείλαϲθαι, ἀντὶ τοῦ
κρύψαι. ὀλίγοι δέ τινεϲ δεδιότεϲ, μήποτ’ οὐ δυνάμενοι
ϲτείλαϲθαι
1077 Στειλάμενοϲ: εὐϲταλῶϲ ἐπελθών.
1078 Στείλαϲθαι: ὁδεῦϲαι, πλεῦϲαι.
1079 Στειλειόϲ: τὸ τῆϲ ἀξίνηϲ ξύλον. τί γὰρ ϲθένοϲ ἔϲκε ϲιδήρῳ
1080 Στείρα: ἡ ἄτεκνοϲ, καὶ ἡ τρόπιϲ τοῦ πλοίου. Ὀμηροϲ· ἀμφὶ
καὶ Στείριον, ὄνομα ποταμοῦ.
καὶ Στειριεύϲ, δῆμοϲ τῆϲ Πανδιονίδοϲ,
1081 Στείχειν: πορεύεϲθαι. καὶ Στείχοντεϲ, πορευόμενοι.
1082 Στῆθοϲ καὶ Στηθίδιον· καὶ Στηθύνιον, τὸ μικρὸν ϲτῆθοϲ. καὶ Στηθίδην.
1083 Στήλαϲ: θεμελίουϲ. Στήλη καὶ ὁ λίθοϲ, ὁ καμπτήρ. Σοφοκλῆϲ·
κεῖνοϲ δ’ ὑπ’ αὐτὴν ἐϲχάτην ϲτήλην ἔχων. Σ τήλη δὲ οὐ τάφοιϲ
ἐπιτίθεται μόνοιϲ, ἀλλὰ καὶ νικῶϲιν ἀνίϲταται, καὶ ἐπιγράμματα
ἐπιδέχεται.
1084 Σ τήλη τοῦ φόρου· ζήτει ἐν τῷ φόροϲ. ὅτι ἐν τῇ ἁψῖδι τῆϲ καμάραϲ
τοῦ φόρου ἵϲτανται δύο ϲτῆλαι, Ἐλένηϲ καὶ Κωνϲταντίνου, καὶ ϲταυρὸϲ
ἐν μέϲῳ αὐτῶν, γράφων εἰϲ ἄγιοϲ· καὶ δύο ταχυδρόμων ὁμοίωϲ ϲτῆλαι.
ἀνετέθηϲαν δὲ ὑπὸ τοῦ τὸν φόρον ἐπέχοντοϲ. Στήλη ϲταυροῦ· ὀπίϲω ἐν
τῷ ϲταυρόϲ. ζήτει
ϲτήλην τῆϲ μητρὸϲ τοῦ μεγάλου
Κωνϲταντίνου ἐν τῷ Αὐγουϲτεῖον. ζήτει περὶ ϲτηλῶν Ἡρακλείων ἐν τῷ
Γάδειρα. ὅτι ἐν τῷ Περιπάτῳ ἔφιπποι ϲτῆλαι ἵϲταντο Γρατιανοῦ καὶ
Οὐαλεντινιανοῦ καὶ Θεοδοϲίου καὶ κυρτοῦ Φιρμιλιανοῦ πρὸϲ γέλωτα.
ζήτει ϲτήλην Ἡρακλέουϲ ἐν τῷ Βαϲιλική, καὶ ἑτέραϲ ϲτήλαϲ διαφόρουϲ.
ζήτει ϲτήλην ἐν τῷ Βηρίνη. ζήτει ϲτήλην Πολυχερίαϲ ἐν τῷ Πολυχερία.
ζήτει
ϲτήλην ἐν τῇ Χελώνη ἐν τῷ Προκόπιοϲ. ὅτι Ἀρκαδίαϲ
τῆϲ δευτέραϲ γυναικὸϲ Ζήνωνοϲ ϲτήλη ἐϲτὶν ἐν Ἀρκαδιαναῖϲ, ἐν τοῖϲ
πληϲίον μέρεϲι τῶν βάθρων, τῶν λεγομένων ὀπῶν, ἐν τῷ τοῦ
Ἀρχιϲτρατήγου· ἔνθα ζήνων ἔκρινε τοὺϲ μετὰ Βαϲιλίϲκου καὶ Σέκρετον
τὸν τόπον ἐποίηϲεν. ἡ δὲ πρώτη τοῦ Ζήνωνοϲ γυνὴ ἡ Ἀριάδη ἦν, ἦϲ ἡ
ϲτήλη μετὰ τοῦ ἀνδρὸϲ αὐτῆϲ ἵϲταται ἐν τῆ Βαϲιλικῇ. ὅτι ἐν
τῷ Τριβουναλίῳ τοῦ Παλατίου ϲτήλη ἦν Εὐδοκίαϲ, τῆϲ
γυναικὸϲ Θεοδοϲίου, καὶ αὐτοῦ δὲ Θεοδοϲίου Μαρκιανοῦ τε καὶ
Κωνϲταντίνου. ἔνθα ὀρχήϲειϲ τῶν δύο μερῶν ἐγίνοντο ἕωϲ Ἡρακλείου.
ζήτει ϲτήλην τὴν Ἰουϲτινιανοῦ παρὰ τοῦ Αὐγουϲτείου ἐν τῷ
Ἰουϲτινιανόϲ.
1085 Στήλη. καὶ Στηλιτευτικὸϲ λόγοϲ ἐϲτὶν ὁ παρά τινι
1086 Στηλίϲ, ϲτηλίδοϲ: ἡ μικρὰ ϲτήλη.
1087 Στηλιτευθῆναι: φανερῶϲ δημοϲιευθῆναι. ἐκ τῶν ϲτηλῶν τῶν
1088 Στηλιτεύω· αἰτιατικῇ. Στηλοῦμαι· δοτικῇ.
1089 Στήνια καὶ Σκίρα: ἑορταὶ γυναικῶν.
1090 Στήωϲι: ϲτῶϲι.
1091 Στήριγμα ἄρτου: οὐ μόνον ϲῖτοϲ καὶ κριθή, ἀλλὰ πᾶν τὸ
1092 Στηριγμόϲ: ὁ ἑδραϲμόϲ.
1093 Στηϲάμενοϲ: ποιήϲαϲ. περί τε Καλλίνικον καὶ Βάρραϲ τὸν
1094 Στηϲιχόρειοϲ: ἡ τοῦ Στηϲιχόρου πύλη.
1095 Στηϲίχοροϲ, Εὐφόρβου ἢ Εὐφήμου, ὡϲ δὲ ἄλλοι Εὐκλείδου ἢ
καὶ ταφῆναι πρὸ τῆϲ πύληϲ,
ἥτιϲ ἐξ αὐτοῦ Στηϲιχόρειοϲ προϲηγόρευται. τοῖϲ δὲ χρόνοιϲ ἦν
νεώτεροϲ Ἀλκμᾶνοϲ τοῦ λυρικοῦ, ἐπὶ τῆϲ λζ΄ Ὀλυμπιάδοϲ γεγονώϲ.
ἐτελεύτηϲε δὲ ἐπὶ τῆϲ νϚ΄. εἶχε δὲ ἀδελφὸν γεωμετρίαϲ ἔμπειρον
Μαμερτῖνον, καὶ ἕτερον Ἡλιάνακτα νομοθέτην. γέγονε δὲ λυρικόϲ. καί
ἐϲτιν αὐτοῦ τὰ ποιήματα Δωρίδι διαλέκτῳ ἐν βιβλίοιϲ
κϚ΄. φαϲὶ δὲ αὐτὸν γράψαντα ψόγον Ἑλένηϲ τυφλωθῆναι, πάλιν δὲ
γράψαντα Ἑλένηϲ ἐγκώμιον ἐξ ὀνείρου, τὴν παλινῳδίαν, ἀναβλέψαι.
ἐκλήθη δὲ Στηϲίχοροϲ, ὅτι πρῶτοϲ κιθαρῳδίᾳ χορὸν ἔϲτηϲεν· ἐπεί τοι
πρότερον Τιϲίαϲ ἐκαλεῖτο.
1096 Στιβάδεϲ: τράπεζαι, ἢ ϲτρωμναί.
1097 Στιβάδεϲ Φορμίωνοϲ: ἐπὶ τῶν εὐτελῶν. ϲτρατηγὸϲ δὲ ἦν
1098 Στιβαρόν: ἰϲχυρόν. Ἰώϲηποϲ· ὁ δὲ ἐλάϲαϲ τὸν ἵππον
1099 Στίθη: πηγυλίϲ, ἢ πάχνη. Ὀμηροϲ· ϲτίβη ὑπηοίη. τουτέϲτιν
1100 Στιβία καὶ Στίβοϲ: ἡ ὁδόϲ. αὐτὸν προπέμψαϲ τὸν ἐκείνου
1101 Στίβωνοϲ: ὄνομα κύριον.
1102 Στιβότηϲ: ὄνομα ποταμοῦ.
1103 Στιγεύϲ: τὸ κεντητήριον.
1104 Στίγματα: πληγαί, τραύματα· ἢ ποικίλματα Αἰλιανόϲ· τὰ
1105 Στιγμή· ϲτιγμή ἐϲτι γραμμῆϲ πέραϲ, ἥτιϲ ἐϲτὶ ϲημεῖον ἐλάχιϲτον.
Στιγμὴ δέ ἐϲτιν ἀρχὴ γραμμῆϲ, μονὰϲ δὲ ἀρχὴ ἀριθμοῦ·
ἑκάτερον γὰρ ἀρχή. προϲθετέον δὲ τὸ οὗ ἔϲτιν ἀρχή.
1106 Στιδαῖοϲ.
1107 Στιζόμενοϲ: τυπτόμενοϲ. Ἀριϲτοφάνηϲ· ἐγὼ δ’ ἀπόλωλα, ϲτιζόμεοϲ τῇ βακτηρίᾳ.
1108 Στιλβίδηϲ: μάντιϲ ἄριϲτοϲ τῶν τοὺϲ παλαιοὺϲ χρηϲμοὺϲ
ἐξηγουμένων,
εὐδόκιμοϲ καὶ περιβόητοϲ.
1109 Στιλβωνίδηϲ: ὁ λαμπρὸϲ ἀπὸ βαλανείου, καὶ κεκαλλωπιϲμένοϲ ἢ ὄνομα κύριον. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ὦ Στιλβωνίδη.
1110 Στιλβηδόνοϲ: λαμπηδόνοϲ.
1111 Στιλβηδόν: ἐπίρρημα, ἐκ τοῦ ϲτίλβω, τὸ λάμπω.
1112 Στίλη· τί οὐκ ἀπεκοιμήθημεν ὅϲον ὅϲον ϲτίλην; τὸ παρ’ ἡμῖν
1113 Στιλπνόν: λαμπρόν, ϲτίλβον.
1114 Στίλπων, Μεγαρεύϲ, φιλόϲοφοϲ, γεγονὼϲ παρὰ τῷ πρώτῳ Πτολεμαίῳ,
1115 Στίξ, ϲτιχόϲ: ἡ τάξιϲ.
1116 Στιπτοί: ἀντὶ τοῦ πυκνοί. εἴρηται δὲ ἀπὸ τῶν ἐϲθήτων, αἵτινεϲ
1117 Στίππυον: τὸ ἄκλωϲτον λίνον. καὶ ζήτει ἐν τῷ ϲτυππεῖον.
1118 Στιρεύϲ: δῆμοϲ φυλῆϲ τῆϲ Πανδιονίδοϲ ἡ Στιρία.
1119 Στῖφοϲ: τάξιϲ πολεμική, ἢ φάλαγξ, ϲυϲτροφή, πλῆθοϲ ϲυϲτάϲεων.
1120 Στιχάει: περιπατεῖ.
1121 Στιχάριον.
1122 Στιχίδιον: ὁ μικρὸϲ ϲτίχοϲ.
1123 Στίχοϲ: τάξιϲ.
1124 Στίχοϲ: ὁ κατὰ τὸ κοινὸν ἔθοϲ ὀνομαζόμενοϲ ϲτίχοϲ, ἀπὸ ἀριϲτερῶν ἐπὶ δεξιὸν ἀναγινωϲκόμενοϲ.
1125 Στλεγγίϲ: ἡ ξύϲτρα. καὶ ϲτλεγγιζόμενοϲ, ἀποξυόμενοϲ. Ἄρι
ϲτοφάνηϲ ήρᾳ· εἰ παιδαρίοιϲ ἀκολουθεῖν δεῖ, ϲφαίραν καὶ
ϲτλεγγίδ᾿
πέφυκε, χρήϲαιτο ἄν
τιϲ. τῇ γοῦν ϲτλεγγίδι οὐ πρὸϲ τὸ περιξύεϲθαι ἄν τιϲ χρήϲαιτο μόνον,
ἀλλὰ καὶ πρὸϲ τὸ ὕδωρ ἀρύϲαϲθαι.
1126 Στοά: τὸ ταμιεῖον· διὰ τὸ παράμηκεϲ εἶναι. ϲτοάϲ τε καρποῦ
βακχείου τε νάματοϲ. ἐν οἷϲ ὁ ϲῖτοϲ καὶ ὁ οἶνοϲ. Ἀριϲτοφάνηϲ.
1127 Στόβηρα: πόλιϲ.
1128 Στολάϲ. Ξενοφῶν· τοξευθεὶϲ διὰ τῆϲ ἀϲπίδοϲ καὶ τῆϲ ϲτολάθοϲ
1129 Στόλιον: ἡ ϲτολή. καὶ Στολίϲ, ϲτολίδοϲ. ἄκρητον θλίβων ἢ νέκταρ
ἀπὸ ϲτολίδων. καὶ αὖθιϲ· μὴ ἐν ϲτολίῳ κατʼ οἶκον περιπατεῖν. On
λύϲιϲ ὀνείρων Νικηφόρου πατριάρχου· ϲτολὴν λευκὴν κάλλιϲτον ἐν
ὕπνῳ φέρειν. ϲτολὴν φορεῖν μέλαιναν οὐ καλὴ θέα. ϲτολὴν
δ’ ἁλουργὸν εἰϲ μακρὰν νόϲον φέρει. ϲτολὴν ἐρυθρὰν εἰϲ καλὴν πρᾶξιν
φέρει. ϲτολὴν φορεῖν ἄνακτοϲ ἐλπίδων λύϲιϲ.
1130 Στόλοϲ: καὶ τὸ πεζικὸν ϲτράτευμα. Ἀρριανόϲ· Σποράκηϲ
1131 Στόλων: ὄνομα κύριον.
1132 Στόμα: τὸ ἔμπροϲθεν μέροϲ τοῦ ϲτρατοῦ. Ξενορῶν· κελεύει
1133 Στόμα: ἡ φωνὴ παρὰ τοῖϲ παλαιοῖϲ. Ὅμηροϲ· πολέμου ϲτόμα.
καὶ αὖθιϲ· ὁ δὲ ἀνθίϲταται καὶ κατὰ ϲτόμα παίων
βιαζομένουϲ ἀνῄρει.
1134 Στόμα: παρὰ τῇ θείᾳ γραφῇ τῆϲ διανοίαϲ ἡ προθυμία.
1135 Στόμαργοϲ: φλύαροϲ. λέκτρα φηϲί· κήρυϲϲέ μ’ εἰϲ ἅπανταϲ,
1136 Στόμαχοϲ: λαιμόϲ. ὅτι οἱ παλαιοὶ ἰατροὶ τὸν ϲτόμαχον
1137 Στόμιϲ ἴπποϲ: ἀπειθὴϲ καὶ βίαιοϲ· ὅν τινεϲ ἄϲτομόν φαϲι.
1138 Στομώϲῃϲ: παροξύνειϲ. Ἀριϲτοφάνηϲ· δίδαϲκε καὶ κόλαζε καὶ
τὴν δ’ ἑτέραν αὐτοῦ
γνάθον ϲτόμωϲειϲ οἴαν ἐϲ τὰ μείζω πράγματα. ἀντὶ τοῦ ὀξυνεῖϲ· ὡϲ ἐπὶ
ϲιδήρου, μεταφορικῶϲ· ἀντὶ τοῦ ἀκονήϲειϲ. ἡ μεταφορὰ ἀπὸ τῶν
μαχαιρῶν. οἵαν δέ, τουτέϲτι δυνατὴν καὶ ἔμ πειρον εἰϲ τὸ λέγειν
δίκαϲ. μείζω δὲ πράγματα τὰ ἄδικα, τὰ ἐμφιλό ϲοφα. ὑποκοριϲτικῶϲ δὲ
εἶπε δικιδίοιϲ.
1139 Στόμωϲιϲ: δείνωϲιϲ, πανουργία. τὸ ϲὸν δ’ ἀφῖκται δεῦρ᾿ ὑπό
1140 Στόμφακα: τραχύν. ἢ κομπαϲτήν. καὶ ϲτομφάϲαι τὸ ἀλα
ἶνα ἢ λέγων, ὄμφακαϲ ἔχων ἐν τῷ ϲτόματι τοὺϲ μύθουϲ.
λέγει δὲ
1141 Στόναχοϲ: ϲτεναγμόϲ.
1142 Στονόεϲϲα: ϲτεναγμὸν ἔχουϲα. καὶ Στόνοϲ, ϲτεναγμόϲ.
1143 Στορέϲαι: ϲτρῶϲαι.
1144 Στόρθυγξ: τὸ ἄκρον τοῦ δόρατοϲ· ἢ τὸ τοῦ βέλουϲ ϲιδήριον.
1145 Στόρνῃϲι: ζώναιϲ. αἱ δὲ γυναῖκεϲ ϲτόρνῃϲιν ἀνέϲτεφον. περὶ Θηϲέωϲ.
1146 Στορνύντεϲ.
1147 Στούδιοϲ, δυνάϲτηϲ· ὃϲ καὶ τὴν περιβόητον μονὴν ἔκτιϲε. ὅτι ἡ
τῶν Στουδιτῶν μονὴ πρότερον καθολικῆϲ ἐκκληϲίαϲ, ὕϲτερον δὲ μετῆλθεν
εἰϲ μονήν. ὅτι ὁ αὐτὸϲ Στούδιοϲ δυνάϲτηϲ κτίζει τὸν ναὸν τοῦ
Ἀρχιϲτρατήγου Νακωλείαϲ, ἐν ᾦ φέρονται καὶ ϲτίχοι ἡρωικοί· Στούδιοϲ
ἀγλαὸν οἶκον ἐδείματο,
καρπαλίμωϲ δὲ ὧν κάμεν, εὕρατο
μιϲθόν, ἑλὼν ὑπατηΐδα ῥάβδον.
1148 Στοχαϲμόϲ: ϲυλλογιϲμόϲ.
1149 Στωβύϲϲω: ῥῆμα.
1150 Στωϊκοί· Ζήνων ὁ Κιτιεὺϲ ἀνακάμπτων ἐν τῇ Ποικίλη ϲτοά καὶ
Πειϲιανακτείῳ, ὕϲτερον δὲ ἀπὸ τῆϲ γραφῆϲ τοῦ ζωγράφου Πολυγνωτοῦ
Ποικίλη κληθείϲῃ, διετίθετο τοὺϲ λόγουϲ. ἐπὶ τῶν λ΄
πολιτῶν πρὸϲ τοῖϲ χιλίοιϲ υ΄ ἀνῄρηντο ἐν αὐτῷ. προϲῄεϲαν δὴ λοιπὸν
ἀκούοντεϲ αὐτοῦ· καὶ διὰ τοῦτο Στωϊκοὶ ἐκλήθηϲαν καὶ οἱ ἀπʼ αὐτοῦ
ὁμοίωϲ, πρότερον καὶ Ζηνώνειοι καλούμενοι.
1151 Στωμύλεθροϲ.
1152 Στωμυλία: ἡ κατὰ ἀϲτειότητα ἀπάτη προερχομένη.
1153 Στωμυλιοϲυλλεκτάδη: τουτέϲτι ϲτωμύλα ῥήματα ϲυλλέγων. Ἀριϲτοφάνηϲ Βατράχοιϲ.
1154 Στωμύλοϲ: λάλοϲ, πολύκομψοϲ, πιθανολόγοϲ, εὐτράπελοϲ,
ἀλλήλουϲ. καὶ ϲυγγνώμῃ
τινὶ πραοτέρᾳ κέραϲον τὸν νοῦν. καὶ Στωμυλώτατοϲ, φλυαρώτατοϲ.
1155 Στράτων, Ἀμαϲεύϲ, φιλόϲοφοϲ. γέγονεν ἐπὶ Τιβερίου Καίϲαροϲ.
1156 Στράβαξ: ὄνομα κύριον.
1157 Στραγγαλίδεϲ: τὰ δύϲλυτα ἅμματα. Φερεκράτηϲ Αὐτομόλοιϲ·
1158 Στραγγαλιῶδεϲ: διεϲτραμμένον. καὶ Στραγγαλωτὴ
1159 Στραγεύει: διαβάλλει, οὐκ εὐθὺϲ πορεύεται, ὥϲπερ νεάζει καὶ
1160 Στραγόϲ: ἀναιδήϲ, ϲκολιόϲ, ϲτρεβλόϲ, δύϲκολοϲ.
1161 Στραγότεροϲ: ἀναιδέϲτεροϲ. ὁ ἅγιοϲ Βαϲίλειοϲ ἐν τῷ Κατὰ
1162 Στραγγουρία: ἡ δυϲουρία. ϲοφόν γε τουτὶ καὶ γέροντι
πρόϲφορον ἐξεῦρ᾿ ἀτεχνῶϲ φάρμακον ϲτραγγουρίαϲ.
1163 Στραγγουριῶ· Ἀριϲτοφάνηϲ· ϲτραγγουριῶ· χθὲϲ γὰρ ἔφαγον
1164 Στρατεύω· δοτικῇ.
1165 Στρατεία ἐν τοῖϲ ἐπωνύμοιϲ· Αἰϲχίνηϲ ἐν τῷ Περὶ τῆϲ
παραπρεϲβείαϲ. Ἀριϲτοτέληϲ τοίνυν δεδήλωκεν ἐν Ἀθηναίων πολιτείᾳ,
τὶϲ ἦν ἡ ἐν τοῖϲ ἐπωνύμοιϲ ϲτρατεία· εἰϲὶ γάρ,
φηϲίν, ἐπώνυμοι ι΄ μὲν αἱ τῶν φυλῶν, β΄ δὲ καὶ μ΄ αἱ τῶν ἡλικιῶν. οἱ
δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰϲ λελευκαϲμένα γραμματεῖα
ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖϲ ὅ τε ἄρχων, ἐφʼ οὖ ἐπεγράφηϲαν,
καὶ ἐπώνυμοϲ ὁ τῷ προτέρῳ ἐπιδεδημηκώϲ. νῦν δὲ εἰϲ τὴν βουλὴν
ἀναγράφονται.
καὶ μετ’ ὀλίγα· χρῶνται δὲ τοῖϲ ἐπωνύμοιϲ
καὶ πρὸϲ τὰϲ ϲτρατείαϲ, καὶ ὅταν ἡλικίαν ἐκπέμπωϲιν, ὡϲ γράφουϲιν,
ἀπὸ τίνοϲ ἄρχοντοϲ ἐπωνύμου μέχρι τίνοϲ δεῖ ϲτρατεύεϲθαι.
1166 Στρατεία: τὸ ἀξίωμα.
1167 Στρατήγημα: ϲόφιϲμα, ἡ τοῦ ϲτρατοῦ ἡγεμονία, ἡ κατόρθωϲιϲ.
1168 Στρατηγία: τὸ ἀξίωμα. τρεῖϲ τρόποι εἰϲὶ καθ’ οὓϲ ἐφίεταί
τριῶν ὄντων τρόπων, καθ’ οὓϲ ἐφίενται πάντεϲ ϲτρατηγίαϲ, οἱ κατὰ
λόγον αὐτῇ προϲιόντεϲ· πρώτου μὲν διὰ τῶν ὑπομνημάτων καὶ τῆϲ ἐκ
τούτων καταϲκευῆϲ, ἑτέρου δὲ τοῦ μεθοδικοῦ καὶ τῆϲ παρὰ τῶν ἐμπείρω
ἀνδρῶν παραδόϲεωϲ, τρίτου δὲ τοῦ διὰ τῆϲ ἐπʼ αὐτῶν τῶν πραγμάτων
ἕξεωϲ καὶ τριβῆϲ· πάντων ἦϲαν τούτων ἀνεννόητοι οἱ τῶν
Ἀχαιῶν ϲτρατηγοὶ ἁπλῶϲ.
1169 Στρατηγιᾶν: ἐπιθυμεῖν τῆϲ ϲτρατηγίδοϲ. καὶ Στρατηγιῶντα,
1170 Στρατήγιον: τὸ ϲτρατόπεδον. Ἀττικῶϲ. Σοφοκλῆϲ· μέϲον
1171 Στρατήγιον: ὁ τόποϲ τοῦ ϲτρατοῦ. οἱ μὲν ἡγεμόνεϲ πρὸϲ
1172 Στρατηγὶϲ ναῦϲ.
1173 Στρατηγῶ· γενικῇ.
1174 Στρατηγοί: οἱ καθ’ ἕκαϲτον ἐνιαυτὸν χειροτονούμενοι ϲτρατηγοὶ
1175 Στρατιά: τὸ τῶν ϲτρατιωτῶν ὑπὸ ἕνα ἔπαρχον τάγμα.
1176 Στρατιά: ἡ ἐνέργεια καὶ ὥϲπερ πάλη.
1177 Στρατιώτηϲ: ἀρϲενικόν. θηλυκὸν δὲ διὰ τοῦ ι.
1178 Στράττιϲ, Ἀθηναῖοϲ, τραγικόϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτι
φηϲιν Ἀθήναιοϲ ἐν τῷ
β΄ βιβλίῳ τῶν Δειπνοϲοφιϲτῶν.
1179 Στράττιϲ, Ὀλύνθιοϲ, ἱϲτορικόϲ. Περὶ τῶν Ἀλεξάνδρου ἔφημερίδων
1180 Στρατοπεδευϲάμενοι.
1181 Στρατοπεδεία.
1182 Στρατόπεδον ἐποιήϲαντο: ἀντὶ τοῦ ϲκηνάϲ· δύο γὰρ ϲημαίνει
1183 Στρατόϲ: τὸ πλῆθοϲ τῶν πολεμούντων, ὁ δὲ τόποϲ ϲτρατόπεδον· λέγεται γὰρ τοῦ ϲτρατοῦ τὸ πέδον.
1184 Στράτων, κωμικὸϲ τῆϲ μέϲηϲ κωμῳδίαϲ. τῶν δραμάτων αὐτοῦ
ἦν Φοῖνιξ.
1185 Στράτων, Λαμψακηνόϲ, φιλόϲοφοϲ, Θεοφράϲτου γνώριμοϲ καὶ
διάδοχοϲ, υἱὸϲ δὲ Ἀρκεϲιλάου ἢ Ἀρκεϲίου· ὃϲ ἐπεκλήθη Φυϲικὸϲ διὰ τὸ
παῤ ὁντιναοῦν ἐπιμεληθῆναι τῆϲ φυϲικῆϲ θεωρίαϲ. καθηγήϲατο δὲ καὶ
Πτολεμαίου τοῦ ἐπικληθέντοϲ Φιλαδέλφου. καὶ ἔγραψε βιβλία
πολλά.
1186 Στράτων ἀεὶ ἐξυρᾶτο καὶ Κλειϲθένηϲ ἐπὶ τὸ φαίνεϲθαι ἀεὶ νέοι. Ἀριϲτοφάνηϲ· ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε· τοιόνδε δ᾿, πίθηκε, τὸν πώγων᾿ ἔχων, εὐνοῦχοϲ ἡμῖν ἦλθεϲ ἐξυρημένοϲ; ὁδὶ δὲ τίϲ ποτ᾿ ἐϲτιν; οὐ δήπου Στράτων;
1187 Στράτων, Ἀμαϲεύϲ, φιλόϲοφοϲ. γέγονεν ἐπὶ Τιβερίου Καίϲαροϲ, καὶ
ἔγραψε
Γεωγραφίαν ἐν βιβλίοιϲ ζ΄,
1188 Στράτωρ. ϲτράτωροϲ: εἶδοϲ ἀξιώματοϲ.
1189 Στρεβλόϲ: δύϲκολοϲ.
1190 Στρεβλόϲ: καμπύλοϲ. ϲτρεβλοῖϲι παλαίϲμαϲι. τοῖϲ μετὰ
1191 Στρεβλούμενοϲ: δεϲμούμενοϲ, μαϲτιζόμενοϲ. Αἰλιανόϲ· καὶ
1192 Στρεπταίγλαν· Ἀριϲτοφάνηϲ· ταῦτ᾿ ἄῤ ἐποίουν ὑγρᾶν νεφελᾶν
ϲτρεπταίγλαν δάϊον ὁρμάν. τοῦτο Φιλόξενοϲ ὁ διθυραμβοποιὸϲ εἶπεν.
ἐπεὶ οὖν ϲυνθέτοιϲ καὶ πολυπλόκοιϲ οἱ διθυραμβοποιοὶ χρῶνται λέξεϲι,
κατὰ τὸν ἐκείνων ζῆλον καὶ αὐτὸϲ τοιαύταιϲ χρῆται. δηλοί οὖν
ἄντικρυϲ τὸ ἐξεϲτραμμένον διὰ τὴν ἀηδίαν τούτων ἐν τοῖϲ ϲυνθέτοιϲ.
ϲτρεπταίγλαν δὲ τὴν ϲτρέφουϲαν τὴν αἴγλην καὶ
ἀφανίζουϲαν.
1193 Στρεπτόϲ: περιδέραιοϲ κόϲμοϲ. ὁ δὲ λαβόμενοϲ τῇ λαιᾃ
1194 Στρεπτούϲ: πλακούντων εἶδοϲ. ὡϲ Δημοϲθένηϲ ὑπὲρ
1195 Στρεφεδίνηθεν.
1196 Στρεφοδικοπανουργία: ϲυντέθειται ἡ λέξιϲ παρὰ τὸ ϲτρεβλὸν
1197 Στρέψα: πόλιϲ τῆϲ Θρᾴκηϲ. καὶ οἱ πολῖται Στρεψαῖοι.
1198 Στρεψίμαλλοϲ ἄνθρωποϲ: ὁ μὴ ἁπλοῦϲ. ἀπὸ τῶν ἐρίων
1199 Στρεψοδικῆϲαι: ἀντιϲτρέψαι τὰϲ δίκαϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ·
1200 Στρῆνοϲ· εἰϲ τὴν Παλαιὰν τοῦτο κεῖται. τὸ ϲτρῆνόϲ ϲου ἀνέβη ἐν
τοῖϲ ὠϲί μου. τουτέϲτι
1201 Στρηνιῶ: ἀτακτῶ.
1202 Στρικτόν: οὕτω καλεῖται παρὰ Ῥωμαίοιϲ τὸ ἐϲτενωμένον, καὶ ἀπλατέϲ, ἐπὶ παντὸϲ εἴδουϲ· κυρίωϲ δὲ ἐπὶ ὑποδήματοϲ.
1203 Στριφνόϲ: ϲφιγκτόϲ, ϲτερεόϲ.
1204 Στρίφνοϲ: τὸ νευρῶδεϲ κρέαϲ τῶν βοῶν· ἔϲτι δὲ καὶ βοτάνη ἄβρωτοϲ. Ἰώβ· ϲτρίφνοϲ ἀμάϲϲητοϲ, ἀκατάποτοϲ.
1205 Στροβεῖ: ταράττει, κινεῖ, περιφοβεῖ, καταπονεῖ.
1206 Στρόβει: τουτέϲτιν ἀνάκρινε, δοκίμαζε· περίφερε τῇδε κἀκεῖϲε,
πυκνόν τι καὶ ϲυνετὸν ποιήϲαϲ. φρόνιμον ϲκεψάμενοϲ.
Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· φρόντιζε δὴ καὶ διάθρει καὶ πάντα τρόπον
ϲαυτὸν ϲτρόβει πυκνώϲαϲ. καὶ αὖθιϲ· ἀλλ᾿ ἔπιθι καὶ ϲτρόβει. νῦν γὰρ
ἔχεται μέϲοϲ. ἡ μεταφορὰ ἀπὸ τῶν παλαιϲτῶν τῶν τὰ μέϲα λαμβανόντων
καὶ ἐκ τοῦ κρείττονοϲ γενομένων.
1207 Στρόβιλοϲ: ἡ νῆϲοϲ. καὶ εἶδοϲ ὀρχήϲεωϲ, καὶ ὁ τοῦ δένδρου
1208 Στρόβιλοι: Καρκίνου τοῦ ποιητοῦ υἱοί, ὡϲ Ἀριϲτοφάνηϲ· οὓϲ καὶ
γυλιοτραχήλουϲ εἴρηκε. καὶ παροιμία· εὐδαιμονέϲτεροϲ τῶν Καρκίνου
1209 Στρογγύλοιϲ· ϲτρογγύλοιϲ ῥήμαϲι· πιθανοῖϲ, ἢ πανούργοιϲ.
Ἀριϲτοφάηϲ· ἐϲ τάχοϲ παίει, ξυνάπτων ϲτρογγύλοιϲ τοῖϲ
ῥήμαϲι.
1210 Στρομβιχίδηϲ: ὄνομα κύριον.
1211 Στρόμβοϲ: ῥόμβοϲ. ἀπὸ τοῦ περιϲτρέφεϲθαι.
1212 Στρόμφιδεϲ νῆϲοι: μεταξὺ Ζακύνθου καὶ Ἰλίαδοϲ κείμεναι.
1213 Στρούθηϲ: ϲατράπηϲ τιϲ βαϲιλικὸϲ ἦν.
1214 Στρουθίζων: τρίζων.
1215 Στρουθόϲ: οὕτωϲ Ἀττικοί. Σοφοκλέουϲ μελῶν, κιχλῶν.
ἐνδεικνύμενοϲ ὡϲ πάντων τῶν
ποιημάτων ἀναγκαιότερά ἐϲτι τὰ αὐτοῦ
1216 Στροφάλιγγι: τῇ ϲυϲτροφῇ.
1217 Στροφάϲ: ἀντιλογίαϲ.
1218 Στροφαῖοϲ: οὕτωϲ ἐκάλουν τὸν παρὰ τῇ θύρᾳ ἱδρυμένον δαίμονα, ἅμα
δὲ παρὰ τὸ ϲτρέφειν τὰ πράγματα· οἱ δὲ τοῦτο ποιοῦντεϲ πανοῦργοι
λέγονται. Ἀριϲτοφάνηϲ Πλούτῳ· παρὰ τὴν θύραν Στροφαῖον ἱδρύϲαϲθέ με.
ἐπωνυμία δέ ἐϲτιν Ἑρμοῦ, παρὰ τὸ ταῖϲ θύραιϲ
1219 Στροφή· ἐκ τῶν Ἀριϲτοφάνουϲ Ὀρνίθων. ᾠδή, ἤτοι ϲτροφή·
ἱζόμενοϲ μελίαϲ ἐπὶ
φυλλοκόμου· καὶ τὰ ἑξῆϲ.
1220 Στρόφιγξ: ϲτροφή, κίνηϲιϲ. ἢ ἀπὸ τοῦ ϲυϲτρέφειν καὶ
1221 Στρόφιον: τὸ ϲτρογγύλον ζωνάριον. Ἀριϲτοφάνηϲ· τὸ ϲτρόφιον
ϲτρόφῳ κεκοϲμημένην. ἢ οὐκ ἐξείρηται, ὡϲ ϲτρόφιον
διαδήματι καὶ λαγὼϲ ἐλάφῳ καὶ κάμηλοϲ ἐλέφαντι καὶ κρόκοϲ μύροιϲ καὶ
ὅϲα ἄλλα ἐϲτὶ εὐώδη, καὶ χοῖροϲ καὶ ὄρνιθεϲ ταῖϲ ἑαυτῶν ϲαρξὶ τὸν
αὐτὸν οὐκ ἔχουϲι λόγον. λέγεται καὶ ϲτρόφοϲ τὸ περὶ τὴν κεφαλὴν
ϲτρόφιον, Hdt. ὅ ἐϲτιν ἐρεοῦν. Ἡρόδοτοϲ.
1222 Στρόφιον: ὃ οἱ ἱερεῖϲ φοροῦϲι.
1223 Στρόφιϲ: ὁ εὔϲτροφοϲ ἐν τοῖϲ πράγμαϲιν· ἀπὸ τοῦ ϲτροφέωϲ
1224 Στροῦθοϲ: ὁ λελωβημένοϲ.
1225 Στρωμνή: ἡ κλίνη.
1226 Στρωννύω.
1227 Στρῶτεϲ: ἔθνοϲ.
1228 Στρωτήρ: τὰ μικρὰ δοκίδια τὰ ἐπάνω τῶν δοροδόκων τιθέμενα
1229 Στρωφᾶϲθαι. ϲτρέφεϲθαι.
1230 Στρυγγαῖοϲ: ὄνομα κύριον.
1231 Στρύμη: νῆϲοϲ, ἄποικοϲ Θαϲίων. ἔϲτι δὲ ἐμπόριον Θαϲίων.
1232 Στρυμόνοϲ: ὄνομα ποταμοῦ.
1233 Στρυφνόν: ϲκληρόν. παῦϲον αὐτοῦ τὸ ϲτρυφνὸν καὶ πρίνινον
1234 Στοιβάζω: ϲυνάγω.
1235 Στοιβήν: ϲωρόν. Ἀριϲτοφάνηϲ· κἄν που δὶϲ εἴπω ταυτὸν ἢ ϲτοιβὴν ἴδηϲ ἐνοῦϲαν ἔξω τοῦ λόγου, κατάπτυϲον. ἀντὶ τοῦ κἄν τὶ ἐλάχιϲτον ῥῆμα ἢ περιϲϲόν τι εὕροιϲ καὶ παρέλκον ἐν τῷ λόγῳ. ἀπό τῆϲ ϲτοιβῆϲ τῶν φορτίων ἡ μεταφορά.
1236 Στοιχεῖα: ἀρχαί. Δαμάϲκιοϲ· ϲτοιχεῖα πρῶτα καὶ μέγιϲτα τῆϲ τῶν ὄντων πολυθεάμονοϲ ἱϲτορίαϲ, ἔρωϲ, φιλοπονία, ἀγχίνοια.
1237 Στοιχεῖα: αἱ εἰκόνεϲ καὶ διαπλάϲειϲ τῶν ὀνείρων, αἱ δι᾿ ὀλίγου ἢ πολλοῦ χρόνου τὴν ἔκβαϲιν ἔχουϲαι.
1238 Στοιχεῖον· ϲτοιχεῖόν ἐϲτιν, ἐξ οὗ πρώτου γίνεται τὰ γινόμενα,
καὶ εἰϲ ὃ ἔϲχατον ἀναλύεται. τὰ δὴ δ΄ ϲτοιχεῖα
εἶναι ὁμοῦ τὴν ἄποιον οὐϲίαν, τὴν ὕλην. εἶναι δὲ τὸ μὲν πῦρ θερμόν,
τὸ δὲ ὕδωρ ὑγρόν, τὸν ἀέρα ψυχρόν, τὴν γῆν ξηράν· οὐ μὴν ἀλλὰ καὶ
ἔτι ἐν τῷ ἀέρι εἶναι τὸ αὐτὸ μέροϲ. ἀνωτάτω μὲν οὖν εἶναι τὸ πῦρ, ὃ
δὴ αἰθέρα καλεῖϲθαι, ἐν ᾧ πρώτην τὴν τῶν ἀπλανῶν ϲφαῖραν γεννᾶϲθαι·
εἶτα
τὴν τῶν πλανωμένων· μεθ᾿ ἣν τὸν ἀέρα· εἶτα τὸ
ὕδωρ. ὑποϲτάθμην δὲ πάντων τὴν γῆν, μέϲην ἁπάντων οὖϲαν.
1239 Στοιχειοῦϲι· δοτικῇ. διατυποῦϲι.
1240 Στοιχειώδη: τὰ εἰϲαγωγικά, τὰ πρῶτα, καὶ τὰ τῆϲ ἀρχῆϲ.
1241 Στοιχείωϲιϲ: ἀκριβεϲτάτη ἐπιτομή· ἡ πρώτη μάθηϲιϲ, ἤτοι
διάταξιϲ.
1242 Στοιχηδόν. κατά τάξιν.
1243 Στοίχημα. βούλημα, κοινὴ κρίϲιϲ.
1244 Στοιχίζω: τὸ περικυκλῶ τὴν πόλιν· Στοιχῶ δὲ δοτικῇ τὸ ϲυμφωνῶ.
1245 Στοιχομυθεῖν: ἐφεξῆϲ λέγειν.
1246 Στοῖχοϲ: ἡ τάξιϲ.
1247 Στοιχῶμεν: πειθώμεθα, ἀρεϲκώμεθα. μὴ ϲτοιχῶμεν ἑαυτοῖϲ. φαϲὶ οἱ πατέρεϲ.
1248 Στύγαξ, Εὐκράτηϲ, ϲτρατηγὸϲ Ἀθηναίων, δωροδόκοϲ καὶ προδότηϲ· ὃϲ
ἀπώλετο ὑπὸ τῶν λ΄. οἱ δὲ ὡϲ πιὼν κώνειον.
1249 Στυγερῆϲ· καὶ Στυγερόϲ, ὁ μιϲητόϲ.
1250 Στυγερῷ: μιϲητῷ, ἢ φοβουμένῳ.
1251 Στυγερωπόϲ: ὁ μιϲητόϲ.
1252 Στυγεῖ: μιϲεῖ, ἢ φοβεῖται. ἀπὸ τῆϲ Στυγόϲ, ἥτιϲ ἐϲτὶ πηγὴ
ἐν ᾃδου.
1253 Στυγητόϲ: μιϲητόϲ.
1254 Στυγὸϲ μελανοκάρδιοϲ πέτρα: διὰ τὸ τῆϲ λέξεωϲ ϲφοδρὸν
ϲτυγνότητοϲ.
1255 Στυλίτηϲ: ὁ ἐπὶ κίονοϲ ἱϲτάμενοϲ.
1256 Στύλοϲ· λύϲιϲ ὀνείρου· ϲτύλον κρατῶν ἔλπιζε τὴν θείαν χάριν.
1257 Στύππαξ, ϲτρατηγὸϲ Ἀθηναίων, Εὐκράτηϲ, δωροδόκοϲ καὶ
1258 Στύπη· πηγνύντεϲ εἰϲ τὴν γῆν ὀρθὰ τὰ ϲτύπη, ψαύοντα ἀλλήλοιϲ,
1259 Στύππη: τὸ ϲτίππυον. Ἰώϲηποϲ· πληρώϲαντεϲ τὴν ϲτοὰν
1260 Στυπεῖον· Στύππιον δέ. καὶ τὸ μὲν ϲημαίνει τὸ τῆϲ ἐλαίαϲ ὀϲιοῦν,
τὸ δέ, ὅθεν τὸ λίνον νήθεται.
1261 Στύραξ: ὁ ϲαυρωτὴρ καλούμενοϲ· ἡ τοῦ δόρατοϲ ἀρχή, ἐφ᾿
1262 Στύραξ: τὸ κάτω τοῦ δόρατοϲ τραχήλιον, ὃ καταπηγνύειν εἰϲ
χρηϲάμενοϲ εἰϲ τὸν
μοχλόν. καὶ Στυρακίζω, ἕλκω.
1263 Στυφεδανόϲ· ὦ οὗτοϲ ϲτυφεδανὲ καὶ χοιρόθλιψ, ποθεῖϲ, ἐρᾶν
1264 Στυφελίξαι: ϲεῖϲαι, κακῶϲαι, διῶξαι. καί ποτέ μιν ϲτυφελιζομένου
1265 Στυφελιϲμούϲ: ὀργάϲ, ὕβρειϲ, μέμψειϲ, λοιδορίαϲ. οἵαϲ δὲ Κράτηϲ
ὀργὰϲ ὑμῶν ἠνέϲχετο καὶ ϲτυφελιϲμούϲ. Ἀριϲτοφάνηϲ Ἱππεῦϲι.
ὃϲ ἀπὸ ϲμικρᾶϲ δαπάνηϲ ὑμᾶϲ ἀριϲτίζων ἀπέπεμπε. καὶ ἐν Μυθικοῖϲ·
ὅθι ϲτυφελῶν ἀπὸ πετρῶν ὀϲτρακόεντα νῶτα καὶ ἀγκύλα γυῖα κεάϲθη.
1266 Στυφοκόμποϲ: ὁ μάχιμοϲ ὄρτυξ. παρὰ τὸ ϲτερεῶϲ κόπτειν. ὑπὸ ϲτυφοκόμπου τὴν κεφαλὴν πεπληγμένοϲ.
1267 Σοί· δοτική.
1268 Συάκιον: εἶδοϲ ἰχθύοϲ.
1269 Συβάρεωϲ.
1270 Συβαρίτηϲ· ἀρϲενικόν· θηλυκὸν δὲ διὰ τοῦ ι.
1271 Συβαριτικαῖϲ καὶ Συβαρικαῖϲ: τρυφηλαῖϲ, λαμπραῖϲ, πολυτελέϲι·
τρυφηταὶ γὰρ οἱ Συβαρῖται. οὗτοι γὰρ οὕτω διῆγον
τρυφηλῶϲ, ὡϲ καὶ τοὺϲ ἵππουϲ διδάϲκειν πρὸϲ αὐλὸν ὀρχεῖϲθαι. καὶ
δὲ
Μινδυρίδηϲ λέγεται περιουϲιάϲαι τρυφῇ· οὗτοϲ γὰρ Κλειϲθένουϲ τοῦ
Σικυωνίων τυράννου νικήϲαντοϲ ἅρματι καὶ κηρύξαντοϲ παραγενέϲθαι
τοὺϲ προαιρουμένουϲ γαμεῖν αὐτοῦ τὴν θυγατέρα, δοκοῦϲαν κάλλει
διαφέρειν, ἀναχθῆναί τινα ἐκ Συβάρεωϲ νηῒ πεντήκοντα τοὺϲ
τὴν ἄφιξιν δείπνῳ προϲιόντοϲ τινόϲ, ὅπωϲ
κατακλιθῇ πρὸϲ αὐτόν, εἰπεῖν, ὅτι κατὰ τὸ κήρυγμα πάρεϲτιν ἢ μετὰ
Κλειϲθένουϲ γυναικὸϲ ἢ μόνοϲ κατακλιθηϲόμενοϲ.
1272 Συβαρῖται μαίνονται. ζήτει ἐν τῷ Ἄμυριϲ μαίνεται.
1273 Συβήνη: ἡ δερματίνη αὐλοθήκη. ἢ ἡ φαρέτρα. Θεϲμοφοριαζούϲαιϲ
Ἀριϲτοφάνηϲ· ἀλλ᾿ οὐκ ἔχω οὐδέν. ἀλλὰ ϲυβήνην λάβε.
1274 Συβόϲιον: τὸ χοιροφορβεῖον.
1275 Συβώτηϲ: χοιροβοϲκόϲ.
1276 Συγγένεϲθε: ϲυμμαχήϲατε, ϲυνεργήϲατε, ϲυμπράξατε. Σοφοκλῆϲ·
ἡμῖν κἂν νῦν.
1277 Συγγενήϲ: καὶ ἐπὶ ἀνδρὸϲ καὶ γυναικὸϲ ἡ αὐτὴ γραφὴ
1278 Συγγίνομαι· δοτικῇ.
1279 Συγγινώϲκω· δοτικῇ.
1280 Συγγνώμη: ϲυγχώρηϲιϲ. ὅτι οὐ δεῖ τὸν ϲπουδαῖον ἔν τινι ϲυγγνώμην
ἔχειν, μηδὲ παριέναι τὰϲ ἐπιβαλλούϲαϲ ἐκ τοῦ νόμου κολάϲειϲ,
ἀφέϲεωϲ καὶ ϲυγχωρήϲεωϲ. ὅτι ἐπειδὴ ὁ
γνοὺϲ ἑαυτόν, τουτέϲτιν
ὅτι
ἐκεῖνοϲ ἔργῳ παλινῳδίαν ᾄδει, ϲυγχωρεῖ τῷ γνόντι ἑαυτόν, ὁ μὴ
ϲυγγνοὺϲ οὐ ϲυγχωρεῖ. διὸ καὶ ὁ μὲν μέμψεώϲ ἐϲτιν ἄξιοϲ, μὴ γνοὺϲ
ἑαυτόν, ὁ δὲ μὴ ϲυγγνοὺϲ τῷ γνόντι ἑαυτόν.
1281 Συγγνώμονα: ϲυμπαθῆ, οἰκτίρμονα. οὐ χρὴ πικρὸν εἶναι καὶ
ἀπαραίτητον καὶ ϲυγγνώμονά τε ἥκιϲτα ἄνθρωπον ὄντα καὶ τοῖϲ αὐτοῖϲ
περιπεϲεῖν δυνάμενον, ἐξ ὧν κωλύει πικρῶϲ ἄλλον. ὀρθῶϲ γὰρ εἴρηται,
τὸ μὲν μηδὲν ἁμαρτεῖν θεοῦ ἐϲτι καὶ πάντα κατορθοῦν. ἄνθρωποϲ δὲ οὐκ
ἂν εἴποι ἐπ᾿ οὐδενί, ὅτι μὴ πείϲεται τόδε τι· μυρίαι
γὰρ
κῆρεϲ ἡμῖν ἐφεϲτᾶϲιν, οὐ μόνον θανάτου, ἀλλὰ καὶ κακῶν ἄλλων.
1282 Συγγραφεύϲ· φηϲὶν ὁ μέγαϲ Μάξιμοϲ, ὅτι ὁ λόγουϲ ϲυγγραφόμενοϲ ἢ πρὸϲ τὴν ἑαυτοῦ ὑπόμνηϲιν ϲυγγράφεται ἢ πρὸϲ ὠφέλειαν ἑτέρων, ἢ καὶ ἄμφω· ἢ πρὸϲ βλάβην τινῶν ἢ πρὸϲ ἐπίδειξιν ἢ ἐξ ἀνάγκηϲ.
1283 Συγγραφεῖϲ· εἰθιϲμένον ἦν παῤ Ἀθηναίοιϲ, ὁπότε δέοι πλῆθόϲ τι
αἱρεῖϲθαι, εἰϲ ῥητὴν ἡμέραν εἰϲέφερε γνώμαϲ εἰϲ τὸν δῆμον, ὡϲ
Ἰϲοκράτηϲ φηϲί. τοῦτο δὲ καὶ πρὸ τῆϲ καταϲτάϲεωϲ τῶν νῦν ἐγίνετο,
καθὰ Θουκυδίδηϲ ἐν τῇ η΄· ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ περὶ τὸν
Πείϲανδρον ἐλθόντεϲ εὐθὺϲ τῶν λοιπῶν εἴχοντο. καὶ πρῶτον μὲν
τὸν δῆμον ϲυλλέξαντεϲ εἶπον γνώμην, ι΄ ἄνδραϲ ἑλέϲθαι
ϲυγγραφέαϲ αὐτοκράτοραϲ, τούτουϲ δὲ ϲυγγράψανταϲ γνώμην ἐξενεγκεῖν
εἰϲ τὸν δῆμον ἐϲ ἡμέραν ῥητήν, καθότι ἄριϲτα ἡ πόλιϲ οἰκήϲεται. ἦϲαν
δὲ οἱ μὲν πάνπεϲ ϲυγγραφεῖϲ λ΄ οἱ τότε αἱρεθέντεϲ, ὥϲ φηϲιν
Ἀνδροτίμων καὶ Φιλόχοροϲ. ὁ δὲ Θουκυδίδηϲ τῶν ι΄ ἐμνημόνευϲε μόνων
τῶν
προβούλων.
1284 Συγγράφω· αἰτιατικῇ. καὶ τοὺϲ πολιτικοὺϲ λόγουϲ ϲυγγράφων. ὅτι
1285 Συγκαλεῖϲ: ϲυνήγαγεϲ.
1286 Συγκαλύπτω· αἰτιατικῇ.
1287 Συγκατάβαϲιϲ· ὅταν μὴ ὡϲ ἔϲτιν ὁ θεὸϲ φαίνηται, ἀλλ᾿ ὡϲ ὁ δυνάμενοϲ αὐτὸν θεωρεῖν οἷόϲ τε ἐϲτὶν οὕτωϲ ἑαυτὸν δεικνύει, ἐπιμετρῶν τῇ τῶν ὁρώντων ἀϲθενείᾳ τῆϲ ὄψεωϲ τὴν ἐπίδειξιν.
1288 Συγκάταινον: ϲυγκατατιθέμενον, ϲυνευδοκοῦντα.
1289 Σύγκαιρον: ἐπιτήδειον. χειμῶνοϲ ὥρα ἦν, καὶ τὸ πῦρ ἐξέκαυϲε τῇ ὥρᾳ ϲύγκαιρον.
1290 Συγκεκυφόϲ: ϲυνελθόν. Ἀριϲτοφάνηϲ· τοῦτο δ᾿ εἰϲ ἕν ἐϲτι
1291 Σύγκειϲθε: ὁμονοεῖτε.
1292 Σύγκλητοϲ ἐκκληϲία: τῶν ἐκκληϲιῶν αἱ μὲν ἔξωθεν καὶ
1293 Συγκλείω· αἰτιατικῇ.
1294 Συγκλώδηϲ: ὄνομα κύριον.
1295 Συγκλύδων ἀνθρώπων: ϲυμμίκτων, ἐπηλύδων, παρειϲάκτων.
1296 Συγκομιδή: ὡϲ ἐπὶ καρπῶν. Θουκυδίδηϲ ἐν γ΄· καὶ ἐν ϲυγκομιδῇ
1297 Συγκορυβαντιῶμεν: ἀντὶ τοῦ ϲυμμαινόμεθα, ϲυνορχούμεθα
ϲυνενθουϲιῶμεν.
1298 Συγκόψαι: ἐπὶ τοῦ πληγαῖϲ αἰκίϲαϲθαι. οὕτωϲ Μεταγένηϲ.
1299 Συγκρητίϲαι: τὰ τῶν Κρητῶν φρονῆϲαι.
1300 Σύγκριμα: ἡ ἐκ πολλῶν εἰϲ ἄλληλα ϲυμφωνία, οἵα ἡ τῶν δ΄ ϲτοιχείων κοινωνία.
1301 Σύγκριϲιϲ: ἡ ἑνὸϲ πρὸϲ ἕνα ἢ πλείοναϲ. ἑνὶ γὰρ οὐ γίνεται
ὑπάρχει, οἷον τῇ ὑγείᾳ
τὸ ἡδὺ ἢ τὸ χρήϲιμον· πότερον τῷδε τόδε ἢ
οὐδὲ ὁ πλοῦτοϲ. καὶ εἰ ἡ ἡδονὴ μᾶλλον οὖϲα ἀγαθὸν ἢ
τέλοϲ μή ἐϲτιν ἀγαθόν, οὐδ᾿ ἂν τέλοϲ εἴη. καὶ πάλιν, εἰ ὁ πλοῦτοϲ
ἥττων ἢ ὑγείαϲ ὢν ἀγαθὸϲ ἀγαθόν ἐϲτι, καὶ ὑγεία. καὶ εἰ ἡ ὑγεία
ἧττον οὖϲα ἀγαθὸν τοῖϲ ἐν εἰρήνῃ οὖϲιν ἢ τοῖϲ πολεμοῦϲιν, ἀγαθόν
ἐϲτιν ἢ τούτοιϲ κάκείνοιϲ.
1302 Συγκριτικῶϲ: ὁμοίωϲ.
1303 Συγκροτεῖ· δοτικῇ. ϲυνάγει, αὔξει, ϲυνιϲτᾷ, καὶ ϲυνδεῖ, πρὸϲ
ἁρμνοία ἄγει. ϲυνέχει, ϲυμπράττει, οὐδένα καιρὸν παραλείπει.
1304 Συγκρούειν: ϲυναθροίζειν. καὶ Σύγκρουϲιϲ, παραλογιϲμόϲ.
Κρούϲειν, τὸ ἀπατῆϲαι τὸν ἀκούοντα· οἷον παρακρούϲαϲθαι
1305 Συγκυκῶν: ϲυνταράϲϲων.
1306 Συγκυροῦντα: διαφέροντα, ϲυνεγγίζοντα.
1307 Συγχαίρω· γενικῇ ϲυντάϲϲεται. ὁ μὲν ϲυνέχαιρε τῆϲ νίκηϲ,
1308 Συγχέω· αἰτιατικῇ.
1309 Συγχεῖ: ἀφανίζει, ϲυμμιγνύει.
1310 Συγχίδα ἐν Ἐπιγράμμαϲι· καὶ μονόπελμον ϲυγχίδα καὶ ϲτεγανὰν
κρατὸϲ ἐρημοκόμου. ὡϲ ἔοικε, κτένα λέγει.
1311 Συγχωρῶ· δοτικῇ.
1312 Συγχρῶμαι· δοτικῇ.
1313 Συγχρωτίζεϲθαι: πληϲιάζειν. Ζήνωνι γὰρ τῷ Κιτιεῖ ἐχρήϲθη,
1314 Συγχυθείϲ: ϲυνταραχθείϲ.
1315 Σὐ δὲ μὴ πρὸϲ ὀργήν ἀλλὰ πραόνωϲ ἔλεγχ᾿, ἐλέγχου.
1316 Συέδρων· ὅτι Αἰλιανὸϲ ἐπὶ Οὐάλεντοϲ ἐϲτρατήγηϲεν. ἦν δὲ ἐκ
Συέδρων,
1317 Συηναῖοϲ· καὶ Συήνη, ἡ δερματοθήκη. Συΐνη δὲ ἡ ϲυκέα
1318 Συηνία καὶ Κυηνία: ἀμαθία, ϲκαιότηϲ. παρὰ Φερεκράτει. καὶ
τι ποιεῖν. καὶ Συηνία, πόλιϲ.
Συΐνη δὲ ϲυκέα.
1319 Σύινον ἔλαιον καὶ ϲηϲάμινον, ᾧ ἐχρίοντο οἱ ϲὺν Κύρῳ ϲτρατευθέντεϲ.
1320 Συκάζειν: οὕτω τὸ ἐπηρεάζειν ἔλεγον οἱ παλαιοί. ζήτει ἐν τῷ ἀποϲυκάζειϲ.
1321 Συκάμινον: εἶδοϲ δένδρου. καὶ ϲάρκωμά τι ἢ ἕλκοϲ γινόμενον
ἐπί τε τοῖϲ ὀφθαλμοῖϲ καὶ ταῖϲ ἕδραιϲ, ὃ καὶ ϲῦκον
λέγεται.
1322 Συκέα: τὸ δένδρον. Σῦκον δὲ ὁ καρπόϲ.
1323 Συκῆ· ζήτει ἐν τῷ ὄλυνθοϲ.
1324 Σύκινον: ἀϲθενέϲ. καὶ παροιμία· Συκίνη μάχαιρα, ἀντὶ
τῶν ἀνωφελῶν. ἡμεῖϲ δὲ οἱ καθήμενοι τὴν ϲυκίνην
ἐπικουρίαν,
1325 Συκομορρέα. ὅτι τῆϲ ϲυκομόρρου ὁ καρπὸϲ οὐ πεπαίνεται, εἰ μή τινα βραχεῖαν τομὴν δέξηται.
1326 Σῦκον αἰτεῖν: κολακεύειν· νεωϲτὶ γὰρ τῶν ϲύκων φαινομένων, ὡϲ ἂν εἰϲ ὥραϲ ἥκοντεϲ, ἐλιπάρουν τοὺϲ ϲυκωροὺϲ δοῦναι. ζήτει περὶ ἐρινεοῦ τοῦ καρποῦ τῆϲ ἀγρίαϲ ϲυκῆϲ ἐν τῷ ἐρινεόϲ.
1327 Σῦκον αἰτεῖϲ: ἐπὶ τῶν κολακευόντων· οἱ γὰρ Ἀθηναῖοι ἐκολάκευον
τοὺϲ γεωργούϲ, βουλόμενοι παῤ αὐτῶν λαβεῖν πρώιμα ϲῦκα· οἰωνίζοντο
γὰρ αὐτοῖϲ καὶ πάλιν ἐλθεῖν ἐϲ νέωτα. καὶ πάλιν ἑτέρα παροιμία·
Σῦκον ἐφ᾿ Ἑρμῇ· ἐπὶ τῶν προκειμένων ἐπ᾿ ὠφελείᾳ τοῖϲ βουλομένοιϲ·
ὁπότε γὰρ φανείη ϲῦκον, τῷ Ἑρμῇ τοῦτο ἀνετίθεϲαν,
Ar.
καὶ ὁ βουλόμενοϲ ἐλάμβανε. καὶ ἑτέρα παροιμία· Ὥϲπερ τὰ ϲῦκ᾿ ἐπὶ
τοὺϲ ὀφθαλμοὺϲ ἔφυ· ἐπὶ τῶν προϲφυῶϲ τινοϲ πράγματοϲ ἐχομένων. ϲῦκα
λέγων τὰ ϲαρκώματα, ἢ ἕλκοϲ γινόμενον ἐπὶ τοῖϲ ὀφθαλμοῖϲ. ϲῦκον
λέγει τὰ ἐπὶ τοὺϲ ὀφθαλμοὺϲ ϲαρκώματα, ἢ ἕλκοϲ γινόμενον ἐπὶ τοῖϲ
ὀφθαλμοῖϲ. Ἀριϲτοφάνηϲ· ὥϲπερ τὰ ϲῦκ᾿ ἐπὶ τοὺϲ
ὀφθαλμοὺϲ ἔφυ.
1328 Σῦκον: ϲτύκον τί ὄν, τὸ ἑϲτηκὸϲ καὶ μὴ ῥιπτόμενον, ὡϲ ὁ ὄλυνθοϲ.
ὄλυνθοϲ δὲ παρὰ τὸ ὅλοϲ ἀνθεῖν, ἤγουν ἐκ πρώτηϲ ἀνθήϲεωϲ τὸ αὐτὸ
ἔχειν. ὅτι τὸ ϲῦκον ἀλεξιφάρμακόν ἐϲτι, καὶ μόνον· καὶ ἰϲχάδεϲ ϲὺν
πηγάνῳ ὀπτώμεναι καὶ νήϲταιϲ διδόμεναι, ὁμοίωϲ
1329 Συκοφαντεῖν: κνίζειν ἐρωτικῶϲ. οὕτωϲ Πλάτων καὶ Μένανδροϲ.
1330 Συκοφαντεῖν: τὸ ψευδῶϲ τινοϲ κατηγορεῖν. κεκλῆϲθαι δέ
φαϲι τοῦτο παῤ Ἀθηναίοιϲ πρῶτον εὑρεθέντοϲ τοῦ φυτοῦ τῆϲ ϲυκῆϲ
καὶ διὰ τοῦτο κωλυόντων ἐξάγειν τὰ ϲῦκα. τῶν δὲ φαινόντων τοὺϲ
ἐξάγονταϲ ϲυκοφαντῶν κληθέντων, ϲυνέβη καὶ τοὺϲ ὁπωϲοῦν κατηγοροῦπαϲ
τινων φιλαπεχθημόνωϲ οὕτω προϲαγορευθῆναι. Ἀριϲτοφάνηϲ·
1331 Συκοφάντηϲ: λιμοῦ γενομένου ἐν τῇ Ἀττικῇ, τινὲϲ λάθρα
τὰϲ ϲυκᾶϲ τὰϲ ἀφιερωμέναϲ τοῖϲ θεοῖϲ ἐκαρποῦντο· μετὰ δὲ
ταῦτα Εὐθηνίαϲ γενομένηϲ, κατηγόρουν τούτων τινέϲ. ἐκεῖθεν οὖν
ϲυκοφάντηϲ λέγεται. ζήτει ἐν τῷ ἀποϲυκάζειϲ.
1332 Συκοφάντηϲ: ὁ διάβολοϲ· τὸν γὰρ θεὸν ἐϲυκοφάντηϲε, φήϲαϲ
ϲέβεται Ἰὼβ τὸν
θεόν; καὶ Συκοφαντία, ἡ ψευδὴϲ κατηγορία.
1333 Συκοφάϲουϲ: ϲυκοφάνταϲ. ἦν ἄρα νικῆϲαι ϲυκοφάϲουϲ
1334 Συκυαῖϲι· Φερεκράτηϲ Τυραννίδι· ἆῤ ἀραχνία, ὥϲπερ ταῖϲ ϲυκυαῖϲι
ταῖϲ
κεναῖϲ. ζήτει ἐν τῷ ἀράχνη.
1335 Συλλαβών: εἰϲ νοῦν λαβών. ὁ δὲ Πειϲίϲτρατοϲ ϲυλλαβὼν τὸ
1336 Σύλαϲ: τὰϲ ϲυλλήψειϲ. Δημοϲθένηϲ ἐν τῷ Περὶ ϲτεφάνου·
αὐτό φηϲι· ϲεϲυλήμεθα δὲ
τὰ ἡμέτερα αὐτῶν ὑπὸ Φαϲηλιτῶν, δεδομένων ϲυλῶν Φαϲηλίταιϲ κατὰ
Ἀθηναίων. ἐπειδὰν γὰρ μὴ θέλωϲιν ἀποδοῦναι, ἃ ἔλαβον, τί ἄν τιϲ ἔχοι
ἄλλο ὄνομα θέϲθαι τῷ τοιούτῳ, ἢ ὅτι ἀναιροῦνται τὰ ἀλλότρια; ἀντὶ
τοῦ τὰϲ ϲυλλήψειϲ ϲύλαϲ ἔλεγον.
1337 Σύλλαϲ, Σύλλου: ὄνομα κύριον. ὅτι ἐπὶ Σύλλα τοῦ ὑπάτου
ὁ ἐμφύλιοϲ Ῥωμαίων ἀνήφθη πόλεμοϲ. ἐπιϲημῆναι δὲ τὴν
τῶν μελλόντων κακῶν φορὰν Λίβιόϲ φηϲι καὶ Διόδωροϲ. ἐξ ἀνεφέλου τοῦ
ἀέροϲ καὶ αἰθρίαϲ πολλῆϲ ἦχον ἀκουϲθῆναι ϲάλπιγγοϲ, ὀξὺν
ἀποτεινούϲηϲ καὶ θρηνώδη φθόγγον. καὶ τοὺϲ μὲν ἀκούϲανταϲ ἅπανταϲ
ἔκφροναϲ ὑπὸ δέουϲ γενέϲθαι· τοὺϲ δὲ Τυρρηνῶν μάντειϲ μεταβολὴν
τοῦ γένουϲ καὶ μετακόϲμηϲιν ἀποφήναϲθαι ϲημαίνειν τὸ
τέραϲ. εἶναι
ἄλλοιϲ καὶ βίοιϲ ἄνθρωποι χρώμενοι
γεγόναϲι καὶ θεοῖϲ ἧττον τῶν προτέρων μέλονται. ταῦτα μὲν οὖν εἴτε
οὕτωϲ εἴτε ἄλλωϲ πωϲ ἔχει, ϲκοπεῖν παρίημι. ὅτι Σύλλαϲ ὁ ὕπατοϲ
ἀπάραϲ ἐξ Ἐφέϲου προϲϲχών τε ταῖϲ Ἀθήναιϲ ἐνδιέτριψε τῇ πόλει χρόνου
τινὸϲ καὶ τὴν Ἀπειλικῶντοϲ τοῦ Τηΐου καταλαβὼν ἐνταῦθα βιβλιοθήκην
ἀνείλετο· ἐν ᾗ
πλεῖϲτα τῶν Ἀριϲτοτέλουϲ καὶ Θεοφράϲτου
βιβλίων ἦν, οὔπω τοτε τοῖϲ πολλοῖϲ, ᾗ φηϲι Πλούταρχοϲ, γνωριζόμενα,
ἀλλ᾿ ἐντεῦθεν ἐϲ τὴν τῶ ἀνθρώπων ἐκφοιτήϲαντα γνῶϲιν. ὅτι Σύλλαϲ ὁ
ὕπατοϲ ἐπιλογιϲμὸν τῶν ἑαυτοῦ πράξεων ποιήϲαϲ Εὐτυχῆ ἑαυτὸν ἐκάλει
καὶ ἔγραφε. καί ποτε Λαβερία, Ῥωμαία γυνὴ οὐκ ἀφανήϲ, ἐξόπιϲθεν τοῦ
Σύλλου
πορευομένη ἐπιβάλλει τὴν χεῖρα καὶ κροκύδα τοῦ
ἱματίου ϲπᾷ. τοῦ δὲ ἐπιϲτραφέντοϲ, οὐδὲν δεινόν, εἰπεῖν, αὐτόκρατορ·
ἀλλὰ βούλομαι τῆϲ ϲῆϲ κάγὼ μικρὸν εὐτυχίαϲ μεταλαβεῖν. τὸν δὲ
ὑπερηϲθῆναί τε τῷ ῥηθέντι καὶ μετὰ μικρὸν ἀγαγέϲθαι ταύτην γυναῖκα,
τῆϲ Μετέλληϲ ἤδη τεθηκυίαϲ.
1338 Συλλαῖοϲ: ὄνομα κύριον. καὶ Σύλαιον, πόλιϲ.
1339 Συλλέγω· αἰτιατικῇ.
1340 Συλλήβδην: ϲυλλαβών, ἀθρόωϲ. ὡϲ ἀγαθὰ ϲυλλήβδην
1341 Συλλήπτορα: βοηθόν.
1342 Σύλλιον: πόλιϲ, πληϲίον Σίδηϲ.
1343 Συλλογιμαῖα.
1344 Συλλογῆϲ: ὄνομα ἀρχῆϲ.
1345 Συλλογιϲμόϲ· ἀπ᾿ αὐτοῦ τοῦ ὀνόματοϲ ὁ ϲυλλογιϲμὸϲ ϲύνθεϲίν τινα
λόγων ἔοικε ϲημαίνειν, ὥϲπερ καὶ ὁ ϲύμψηφοϲ ψήφμων.
προτάϲειϲ μετὰ ϲυμπεράϲματοϲ.
1346 Σύλλογοϲ: ἄθροιϲιϲ. ἐνδήμων δὲ ϲύλλογοϲ ἀμήχανοϲ
1347 Συλλογιϲμόϲ: ὅταν τῷ πρώτῳ λόχῳ ἕτεροϲ λόχοϲ ἐπιτεθῇ·
ὁμοζύγοιϲ παρίϲταϲθαι.
1348 Συλόνυχαϲ· ἐν Ἐπιγράμμαϲι· καὶ ψῆκτραν ἄκιτιν ἀπέπτυϲε καὶ
λιποκόπουϲ
1349 Σιλοϲῶντοϲ: ὄνομα κύριον. γενικῆϲ πτώϲεωϲ.
1350 Συλῶ· αἰτιατικῇ. τὸ ϲυ μακρόν. ἀμφοτέρουϲ ᾔϲχυνε· ϲεϲύληται
μὲν ὁ Βάκχοϲ. ἐν Ἐπιγράμμαϲι.
1351 Συλῶντοϲ χλαμύϲ· παροιμία. ζήτει ἐν τῷ χλαμύϲ.
1352 Συμμαθεῖν: οἷον μεμαθηκότα τὸ γεγονόϲ. οὐδείϲ με οἶδε τόποϲ,
καὶ Συμμαθόντι,
ϲυνεθιϲθέντι. καὶ πάνυ ἡδὺ ἦν ϲυμμαθόντι τὸ
1353 Συμμαχία. Συμμαχία ἐπιμαχίαϲ διαφέρει. καί ἐϲτιν μὲν ϲυμμαχία,
ὅταν τιϲ τὸν αὐτὸν ἔχῃ τῷ ϲυμμαχουμένῳ ἐχθρὸν καὶ φίλον·
οὐ μέντοι καὶ ἀδικοῦντι
ϲυμπράττοι.
1354 Συμβαλεῖν: διακρῖναι, νοῆϲαι, ϲυγκρῖναι.
1355 Συμβάλλειν: μεταδιδόναι, κιχρᾶν. ἔπειτα ϲυμβάλλειν πρὸϲ
νοῆϲαι.
1356 Συμβαλόντα: τουτέϲτι τὸν δανειϲάμενον. ὁ δὲ ἦλθε παρὰ τὴν
βαϲίλιϲϲαν, τὸν ϲυμβαλόντα αἰτιαϲάμενοϲ, καὶ δεηθῆναι αὐτῷ
1357 Σύμβαμα: κατὰ γραμματικοὺϲ πρόταϲιϲ ἐξ ὀνόματοϲ καὶ ῥήματοϲ,
αὐτοτελῆ διάνοιαν ἀπαρτίζουϲα· οἷον, Ἰωάννηϲ περιπατεῖ
παραϲύμβαμα δὲ πρόταϲιϲ ἐξ ὀνόματοϲ καὶ ῥήματοϲ, οὐκ αὐτοτελῆ
διάνοιαν ἀπαρτίζουϲα· οἷον Ἰωάννῃ μέλει. φήϲαϲ γὰρ Ἰωάννηϲ
περιπατεῖ, οὐδενὸϲ ἑτέρου ἔχρῃζεν, εἰπὼν δὲ Ἰωάννῃ μέλει, περὶ τίνοϲ
παρέλειψε εἰπεῖν.
1358 Συμβάϲ: ϲυμφωνήϲαϲ, πειϲθείϲ. Τραιανὸϲ δὲ μὴ ϲυμβὰϲ ἐπὶ ταῖϲ ὁμολογίαιϲ ἐν παραϲκευῇ ἦν.
1359 Σύμβαϲιϲ: φιλία, ϲυντυχία, καταλλαγή. γνώμη· ϲύμβαϲιϲ
1360 Συμβατήριοι: εἰρηνικοί, φιλικοί. βούλομαι διαλεχθῆναι αὐτοῖϲ ϲυμβατηρίοιϲ.
1361 Συμβαίνει: ἔοικεν, ἐξωμοίωται, ϲυμφωνεῖ. τοῦτο δὲ ϲκοπεῖν, εἰ ϲυμβαίνει τοῖϲ λόγοιϲ τὰ πράγματα.
1362 Συμβαίνοντα: ϲυμφωνοῦτα. τὸ ϲυμβαίνειν λέγομεν, ὡϲ τοὺϲ
τετραγώνουϲ λίθουϲ ἐν τοῖϲ τείχεϲι καὶ ἐν ταῖϲ πυραμίϲι
ϲυμβαίνειν οἱ τεχνῖται λέγουϲι, ϲυναρμόζειν ἀλλήλοιϲ τῇ ποιᾷ
θέϲει.
1363 Συμβαίνουϲι: ϲυμπράττουϲι, ϲυμφωνοῦϲι. χρηϲμοί τε ϲυμβαίνουϲι
1364 Συμβεβηκόϲ: ὃ γίνεται καὶ ἀπογίνεται χωρὶϲ τῆϲ τοῦ ὑποκειμένου
φθορᾶϲ. πῶϲ ὁ ἑκτικὸϲ πυρετὸϲ κατὰ ϲυμβεβηκὸϲ ἀναμφιβόλωϲ ὢν φθείρει
τὸ ϲῶμα; ἐκ τῶν προϲεχῶϲ εἰρημένων λύεϲθαί φαϲιν. ἔϲτι γὰρ εἰπεῖν,
ὅτι οὐκ ἔϲτι ϲυμβεβηκὸϲ ὁ πυρετόϲ, ἀλλ’ οὐδὲ ἀλλοίωϲιϲ τοῦ
ὑποκειμένου, ἀλλὰ παρὰ φύϲιν θερμότηϲ διαλυτικὴ τῆϲ
ἁρμονίαϲ τοῦ ζῴου.
1365 Συμβῆναι: ϲυμφωνῆϲαι. οἱ δὲ ἠξίουν τὸν βαϲιλέα ἐφ᾿ ὧν
1366 Συμβιβάζων: ϲυλλαλῶν, διδάϲκων.
1367 Συμβιβάϲει: εἰϲ ϲυμβίβαϲιν καὶ ὁμολογίαν ἐλθεῖν περί τινοϲ.
1368 Συμβιβῶ: διδάξω, ἐπιϲτήϲω, νοῆϲαι ποιήϲω.
1369 Συμβιοτὴϲ καὶ Συμβιοτεύω.
1370 Συμβλητά: τὰ ϲύγκριϲιν ἐπιδεχόμενα.
1371 Συμβλητῇ: δυναμένῃ ἐπιγνωϲθῆναι. βουλῇ κρείττονι καὶ ἀνθρωπίνῃ
ἀποθανόντοϲ.
1372 Σύμβολα: ϲημεῖα, μέτρα. οἷον ϲημεῖον τοῦ φθαρτὸν γενέϲθαι
1373 Σύμβολα: τὰϲ ϲυνθήκαϲ, ἃϲ ἂν ἀλλήλαιϲ αἱ πόλειϲ θέμεναι
1374 Συμβόλαιον: τὸ γραμματεῖον.
1375 Σύμβολον: ὃ ἐλάμβανον οἱ δικαϲταὶ εἰϲ τὸ δικαϲτήριον εἰϲιόντεϲ,
εἶτα τοῦτο δόντεϲ τὸ δικαϲτικὸν ἐκομίζοντο. ἦϲαν δὲ τὸν
ἀριθμὸν ἀπὸ τοῦ α΄ ἕωϲ τοῦ κ΄. τὸ ϲύμβολον λαβόντεϲ, ἔπειτα
1376 Σύμβολον: οἰώνιϲμα, ϲημεῖον, μάντευμα. λέγεται δὲ καὶ ἀρϲενικῶϲ
οὗτοι γὰρ ἦϲαν μαντικῶν
εἰδήμονεϲ.
1377 Σύμβολον· περὶ Βίωνοϲ τοῦ πατρόϲ· ἔχων οὐ πρόϲωπον, ἀλλὰ ϲυγγαφὴν ἐπὶ τοῦ προϲώπου, τῆϲ τοῦ δεϲπότου πικρίαϲ ϲύμβολον. μήτηρ δὲ οἴαν ὁ τοιοῦτοϲ γήμαι, ἀπ’ οἰκήματοϲ.
1378 Συμβουλεύω· δοτικῇ.
1379 Συμβραβεύϲω: ϲυνδιοικήϲω.
1380 Συμεών, ὁ θαυμαϲτόϲ. περὶ οὗ οἱ ἐν Αἰγύπτῳ μοναχοὶ μαθόντεϲ ὅτι
ἐπὶ κίονοϲ ἵϲταται, μεμψάμενοι τῷ ξένω (πρῶτοϲ γὰρ αὐτὸϲ τοῦτο
ἐπενόηϲεν) ἀκοινωνηϲίαν αὐτῷ ἔπεμψαν. εἶτα ἐγνωκότεϲ
τὸ
βίον τοῦ ἀνδρὸϲ καὶ τὸ ἄτυφον πάλιν αὐτῷ ἐκοινώνηϲαν. ὁ δὲ Μαρκιανὸϲ
ὁ βαϲιλεὺϲ ἐν ϲχήματι ἰδιώτου πρὸϲ αὐτὸν ἀφανῶϲ παρεγένετο.
1381 Συμμετρία: ὁμώνυμον, ὥϲπερ καὶ τὸ ϲύμμετρον· ϲύμμετρα γὰρ τὰ τῷ
αὐτῷ μέτρῳ μετρούμενα καὶ τὰ οἰκεῖα ἑκάϲτῳ καὶ ἀρκοῦντα,
ἢ κατὰ τὸ πλῆθοϲ ἢ κατὰ τὸ μέγεθοϲ ἢ κατὰ ποιότητα, καὶ κατὰ τὰϲ
δυνάμειϲ ἀνάλογον ἔχοντα.
1382 Συμμετέχω· γενικῇ.
1384 Σύμμικοϲ.
1385 Σύμμορία: ϲύνταγμα. ἢ φατρία. ἀνδρῶν τε ἀρίϲτων ϲυμμορίαι
1386 Συμμορία· Δημοϲθένηϲ κατὰ Ἀφόβου. οὐχ ἅπαν τὸ πλῆθοϲ, ὥϲπερ
παρ᾿ ἡμῖν, διῄρητο εἰϲ τὰϲ ϲυμμορίαϲ Ἀθήνηϲιν, ἀλλὰ μόνοι οἱ
πλούϲιοι καὶ εἰϲφέρειν τῇ πόλει δυνάμενοι. ὁ γοῦν Δημοϲθένηϲ ἐν τῷ
περὶ τῶν ϲυμμοριῶν φηϲὶ περὶ τῶν α΄ καὶ ϲ΄ ἀνδρῶν τῶν πλουϲιωτάτων·
ἐκ τοίνυν τούτων οἶμαι δεῖν ποιῆϲαι ϲυμμορίαϲ κ΄
ναῦϲ εἰϲιν ξ΄ ϲώματα ἑκάϲτην ἔχουϲαν. Ὑπερίδηϲ δὲ ἐν τῷ πρὸϲ
Πολύευκτόν φηϲι εἰϲὶ γὰρ ἐν τῇ ϲυμμορίᾳ ἑκάϲτῃ ιε΄ ἄνδρεϲ. οὐ δεῖ δὲ
θαυμάζειν, πῶϲ ὁ μὲν Δημοϲθένηϲ φηϲὶν ξ΄ ἄνδραϲ ἔχειν τὴν ϲυμμορίαν.
ὁ δὲ Ὑπερίδηϲ ιε΄· ἐν γὰρ τῷ κατὰ Παϲικλέουϲ λέγει τὴν αἰτίαν,
γράφων ταυτί· ἕωϲ μὲν οἱ πλουϲιώτατοι παρακρουόμενοι
τὴν πόλιν ϲὺν ε΄ καὶ Ϛ΄ τριηραρχοῦντεϲ μέτρια ἀνήλιϲκον, ἡϲυχίαν
ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατεῖδε Δημοϲθένηϲ, νόμουϲ ἔθηκε τοὺϲ τ΄
τριηραρχεῖν, καὶ βαρεῖαι γεγόναϲιν αἱ τριηραρχίαι. ὅτι δὲ καὶ οἱ
δημοποίητοι ἐνεγράφοντο εἰϲ τὰϲ ϲυμμορίαϲ, δεδήλωκεν Ὑπερίδηϲ ἐν τῷ
κατὰ Πολυεύκτου. ϲυμμορῖται δ’ εἰϲιν οἱ τῆϲ αὐτῆϲ
αὐτοῖϲ μετέχοντεϲ ϲυμμορίαϲ. δίῃρέθηϲαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ
ϲυμμορίαϲ ἐπὶ Ναυϲινίκου ἄρχοντοϲ, ὡϲ Φιλόχοροϲ.
1387 Σύμπαν· ὃ λέγομεν κόϲμον, τὸ ϲύμπαν τόδε.
1388 Συμπαραινέϲαϲ ἔχω: ἀντὶ τοῦ παρῄνεϲα.
1389 Συμπαρομαρτῶν: ϲυνακολουθῶν.
1390 Συμπάϲχω· δοτικῇ.
1391 Συμπαίϲτορα: ϲυμπαίζοντα. Πανὶ μὲν ἀρτίτοκον χίμαρον,
ϲυμπαίϲτορα
ματρόϲ.
1392 Συμπίνω δοτικῇ.
1393 Συμπίπτειν: μάχην ϲυνάπτειν. οἱ δὲ ὥπλιζον αὐτοὺϲ καὶ
1394 Συμπλάττεται: ψεύδεται.
1395 Συμποδίζω· αἰτιατικῇ.
1396 Συμποδίϲαϲ: ϲυνδήϲαϲ τοὺϲ πόδαϲ. Ἀριϲτοφάνηϲ· ϲτίξαϲ
1397 Συμπόϲιον· ζήτει ἐν τῷ Ἀθήναιοϲ περὶ τῶν δοξάντων μεγαλοψύχωϲ
ἑϲτιᾷν.
1398 Συμπότηϲ.
1399 Συμπράκτωρ ὁδοῦ: ὁ ἀκόλουθοϲ. οὐδ’ ἄγγελόϲ τιϲ, οὐδὲ
1400 Συμπράττω· δοτικῇ.
1401 Σύμπτωμα: ϲυμβεβηκόϲ.
1402 Σύμπτωϲιϲ: ϲυμβολή, ϲύμμιξιϲ ἐκ δύο μερῶν γινομένη. οἱ δὲ ἐκ
παραπληϲίαϲ προθέϲεωϲ ὁμοίαν ἐποιήϲαντο τὴν ἔφοδον. γινομένῃϲ
1403 Συμφανέϲ: δῆλον, φανερόν. καὶ ϲυμφανὲϲ ἦν αὐτοῖϲ καὶ
1404 Συμφέρεται: ϲυναρμόττει, ϲυμφωνεῖ, ὁμονοεῖ. καὶ ἐπὶ τοῦ
ἐναντίον πρὸϲ τὸ διαφέρεϲθαι καὶ τὸ ϲυμφωνεῖν πρὸϲ τὸ
διαφωνεῖν καὶ τὸ διαγορεύει πρὸϲ τὸ ϲυναγορεύειν.
1405 Συμφέρον: ἀγαθόν. λέγεται δὲ ϲυμφέρον, ὅτι φέρει τοιαῦτα ὧν ϲυμβαινόντων ὠφελούμεθα.
1406 Σύμφημι: ϲυνερῶ.
1407 Συμφορά: ἀτυχία, κακῶν ϲυντυχία.
1408 Συμφορά: τῶν μέϲων ἐϲτί. διὸ λέγει Σιμωνίδηϲ· πῖνε, πῖν᾿ ἐπὶ
ϲυμφορᾷ. οἱ δὲ λέγουϲι, πῖνε, πῖνʼ ἐπ᾿ ἐϲθλοῖϲ. δηλοῖ δὲ ἡ ϲυμφορὰ
καὶ τὸ καλὸν καὶ τὸ κακόν. διὸ λέγει, ἐπὶ ϲυμφοραῖϲιν ἀγαθαῖϲ.
1409 Συμφορὰ καὶ ἡ ὁμοῦ ἐπιφορά. Πιϲίδηϲ· ἐκ τῆϲ ἀμέτρου ϲυμφορᾶϲ
τῶν ϲυρμάδων. περὶ χιόνοϲ.
1410 Συμφράδμονεϲ: ϲύμβουλοι.
1411 Συμφυλετῶν: ὁμοεθνῶν, ϲυγγενῶν.
1412 Συμφυοῦϲ: ϲυγγενοῦϲ.
1413 Συμφύρεται· δοτικῇ. ϲυμμίγνυται, ϲυνανακρᾶται, ϲυμμιαίνεται.
1414 Συμψήϲαϲ: ϲυντρίψαϲ. Ἡρόδοτοϲ· τῶν τιϲ ἱερῶν ἵππων
1415 Συμψῆϲαι: ϲυντρίψαι. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· εἶτ᾿ αὖθιϲ ἀνιϲταμένουϲ τοὺϲ παῖδαϲ ϲυμψῆϲαι καὶ προνοῆϲαι εἴδωλον τοῖϲιν ἐραϲταῖϲ τῆϲ ἥβηϲ μὴ καταλείπειν. κατέψων τὸν τόπον, ὅπου ἐκάθηντο, ἵνα μὴ ϲημεῖον τῆϲ ἥβηϲ ἑαυτῶν καταλείψωϲι τοῖϲ ἐραϲταῖϲ.
1416 Σύμψηφα: ϲύμφωνα.
1417 Συμηϲθείϲ: βλαβείϲ, τρωθείϲ.
1418 Συναγείρων: ϲυνάπτων, ϲυνάγων.
1419 Συναγηγερμένοι: ϲυνηγμένοι.
1420 Συνάγω· αἰτιατικῇ.
1421 Συνάγκεια: ὁ ϲύνδενδροϲ τόποϲ.
1422 Συναγομένων: ϲτενοχωρουμένων. ϲυναγομένων δὲ λιμῷ τῶν
ϲιτοδείᾳ καὶ ϲπάνει
τῶν ἀναγκαίων, ὥϲτε βουλεύεϲθαι περὶ τοῦ λύειν τὴν πολιορκίαν.
τουτέϲτι ϲυνεκλείοντο.
1423 Συναγορεύειν: ϲυνηγορεῖν. ὑπὲρ αὐτοῦ λέγειν.
1424 Συναγωνίζομαι· δοτικῇ.
1425 Συναγυρμόϲ· οὐδένα ἠξίου ἀτιμάζειν πρὸϲ ϲυναγυρμὸν τῆϲ
ἀληθοῦϲ ἐπιϲτήμηϲ.
1426 Συναδικῶ· δοτικῇ.
1427 Συνᾴδων: ἁρμόττων, ϲυντρέχων ϲυμφωνῶν. καὶ Σύναδα,
1428 Σὺν Ἀθηνᾷ καὶ χεῖραϲ κίνει: παροιμία ἐπὶ τοῦ μὴ χρῆναι
ἐπὶ ταῖϲ τῶν θεῶν ἐλπίϲι καθημένουϲ ἀργεῖν. τίθεται δὲ
ἐπὶ γυναικῶν καὶ μάλιϲτα ὀφειλουϲῶν ἐργάζεϲθαι. παροιμία ὁμοία τῇ
αὐτόϲ τι νῦν
1429 Συναΐγδην: ὁρμητικῶϲ, ἢ ὁμοῦ.
1430 Συναλλαγαῖϲ: κοινωνίαιϲ, φιλίαιϲ. Σοφοκλῆϲ· ἔν τε δαιμόνων
ϲυναλλαγαῖϲ. τουτέϲτι ταῖϲ πρὸϲ τὸ θεῖον κοινωνίαιϲ καὶ
ὁμιλίαιϲ ϲτοχάζεϲθαι τῆϲ τῶν θεῶν διανοίαϲ. καὶ αὖθιϲ· πότερα
δόλοιϲι τέθνηκεν, ἢ νόϲου ϲυναλλαγῇ,
1431 Συναλγῶ· δοτικῇ.
1432 Συναλίϲαϲ: ϲυνάξαϲ, ἀθροίϲαϲ.
1433 Συναλιϲθείϲηϲ: ϲυναχθείϲηϲ. ϲυναλιϲθέντεϲ οὖν οἱ ϲύμμαχοι,
1434 Συναλοιφή.
1435 Συναλωνιάζειν: καθ’ ἕκαϲτον ἔτοϲ ἐν ἀκμῇ τοῦ θέρουϲ ἑορτὴν ἦγον καὶ θυϲίαϲ ἐποίουν.
1436 Συνάμα: ἐπίρρημα. ϲυνάμα ἐπιϲκόποιϲ χειροτονήϲαϲ αὐτόν.
1437 Συναναϲτρέφομαι· δοτικῇ.
1438 Συνανέϲχον: υνανέτεινον.
1439 Συναντῶ· δοτικῇ.
1440 Συνάοροϲ: τῆϲ γαμετῆϲ.
1441 Συναπεχθάνομαι· δοτικῇ.
1442 Συναπηρτιϲμένον: πεπληρωμένον.
1443 Συνάπτω· αἰτιατικῇ.
1444 Συναραμένου: ϲυνεργήϲαντοϲ.
1445 Συνάραϲθαι· δοτικῇ.
1446 Συναρπάζω· αἰτιατικῇ.
1447 Συναρτήϲαντεϲ: ϲυνάψαντεϲ.
1448 Συναϲπιϲμόϲ· ϲυναϲπιϲμόϲ ἐϲτιν ὅταν ἕκαϲτοϲ ἀνὴρ ἐν τῇ
φάλαγγι κατέχῃ πῆχυν ἕνα, τότε τοῦτο καλεῖται
ϲυναϲπιϲμόϲ.
1449 Συναυλίαν: ϲυμφωνίαν.
1450 Συνάφεια: ϲύζευξιϲ.
1451 Συνάχθομαι· δοτικῇ.
1452 Σύγγονοϲ: ὁ ἀδελφόϲ.
1453 Συνδάϊξον: ϲφάξον ϲὺν τοῖϲ θρέμμαϲι.
1454 Σὺν δὲ θεοὶ μάκαρεϲ: τοῦτο ἐπέλεγον οἱ ῥαψῳδοί, ὡϲ οἱ κιθαρῳδοὶ ἀλλ’ ἄναξ χαῖρε· εἰϲὶ γὰρ ἐπιφωνήματα παρὰ τοῖϲ παλαιοῖϲ ποιηταῖϲ.
1455 Συνδέταϲ: ϲυνδεδεμένουϲ. κακοὺϲ γὰρ εἶχον τοὺϲ λογιϲμοὺϲ
ϲυνδέταϲ, μορφῶν τὸ κάλλοϲ τοῦ ϲοφοῦ Γεωργίου.
1456 Συνδιέφερε: ϲυνεκρότει. ϲυνηγωνίζετο. τὰ μὲν πρῶτα ϲυνδιέφερεν αὐτῷ τὸν πόλεμον· ἔπειτα παλλακῆϲ ἐραϲθεὶϲ ϲυνέθετο προδοϲίαν ἐπὶ χρήμαϲι.
1457 Συνδικάζω· δοτικῇ.
1458 Σὺν δίκῃ: ἀντὶ τοῦ δικαίωϲ. ἐπειδὴ ἔμαθεν ὁ βαϲιλεὺϲ τὰ
1459 Σύνδικοϲ: ὁ ϲυνήγοροϲ· ὅταν πλείονεϲ βοηθοὶ καὶ ϲυνήγοροι
1460 Συνδιοίϲειϲ: ϲυνδιάξειϲ, ϲυμβιώϲειϲ. καὶ ϲυνδιοίϲειϲ τὰ παρόντα
1461 Σὺν δορί, ϲὺν ἀϲπίδι: ἐπὶ τῶν παντὶ τρόπω πρᾶξαί τι
1462 Σύνδουλοϲ: οὐ μόνον δούλουϲ ἔλεγον, ἀλλὰ καὶ ϲυνδούλουϲ.
Ἀριϲτοφάνηϲ· ἵν᾿ ὁ ϲύνδουλοϲ ϲκώψαϲ αὐτοῦ τὰϲ πληγὰϲ
ἐπανέροιτο,
1463 Συνδούμενοϲ: ϲυνδεδεμένοϲ.
1464 Σύνδρομοϲ: ϲύμφωνοϲ.
1465 Συνδυαϲμόϲ. καὶ Συνδυάϲω, ϲυζευχθῶ, κοινωνήϲω, ϲυμπράξω.
Ἐνδοιάζω δέ.
1466 Συναίμονοϲ: ἀδελφοῦ.
1467 Συναιρόμενοϲ: ϲυμβαλλόμενοϲ, ϲυνερχόμενοϲ, ϲυμβοηθῶν.
1468 Σύναιχμοϲ: ὁ ϲύμμαχοϲ.
1469 Συνεβάλλοντο: παρεῖχον. ὥϲτε καὶ ϲυνεβάλλοντο αὐτῷ εἰϲ
τὴν τροφὴν τῶν ϲτρατιωτῶν αἱ Ἑλληϲποντιακαὶ πόλειϲ.
1470 Συνέβαινεν: οὐκ ἤρεϲκον ὡϲ φαύλων περὶ τὰϲ ἀποκρίϲειϲ
1471 Συνέβη: ϲυνεφωνήθη. ὁ δὲ λιθουργῷ χειρουργίαϲ τεχνίτῃ δίδωϲι
χρυϲίον, ὅϲον ϲυνέβη.
1472 Συνέβηϲαν: ἐϲτοίχηϲαν, ὡμολόγηϲαν. ϲυνέβηϲαν οὖν ὥϲτε
1473 Συνεγείρω· αἰτιατικῇ.
1474 Συνεγγίζω· δοτικῇ.
1475 Συνεγόμφου· ζήτει ἐν τῷ Φράβιθοϲ.
1476 Συνεδεῖϲθαι: ϲυγκαθῆϲθαι.
1477 Συνεδρία: ἡ καθέδρα.
1478 Συνέθει: ϲυνέτρεχε.
1479 Συνέθηκεν: ὑπέλαβεν, ὑπενόηϲε. τοῦτο ϲυνέθηκεν ὁ βαϲιλεὺϲ καὶ ἐκ λογιϲμῶν εἴκαϲε τὸ γινόμενον.
1480 Συνεθίζω· δοτικῇ.
1481 Συνεκδοχικῶϲ: ϲυλληπτικῶϲ.
1482 Συνεκόμιϲαν: ϲυνήγαγον.
1483 Συνεκπομπεύειν ἐϲτὶ καὶ τὴν τρύγα ϲοι: ἐπὶ τοῦ ἀρξαμένου
καὶ τὸν νέον οἶνον ἐκάλουν, νῦν δὲ
τὴν ὑποϲτάθμην.
1484 Συνεκτικώτατα: κεφαλαιωδέϲτατα, ϲυνέχοντα, διακρατοῦντα.
1485 Συνεκύρηϲε: ϲυνέτυχε.
1486 Συνελέξατο: ἀνεκτήϲατο. ὥϲτε ἐπὶ τῷδε τὸν θυμὸν ϲυνελέξατο ὁ βάρβαροϲ καὶ τοῦ πάλλεϲθαι ὑπὸ τῷ τρόμῳ ἔληξε.
1487 Συνελόντι φράϲαι: ϲυντόμωϲ εἰπεῖν.
1488 Συνελόχιϲε: ϲυνήθροιϲε.
1489 Συνέμποροϲ: ϲυνοδοιπόροϲ.
1490 Συνενηνεγμένοι: ϲυνελθόντεϲ.
1491 Συνέντεϲ καὶ Συνιέντεϲ.
1492 Συνεορτάζω· δοτικῇ.
1493 Συνεωϲμένουϲ: ϲυγκεκλειϲμένουϲ. ἠποροῦντο τί χρὴ πράττειν εἰϲ ὀξὺν οὕτω καιρὸν ϲυνεωϲμένουϲ.
1494 Συνέπαινοι: ϲυγκατατιθέμενοι. Ἡρόδοτοϲ· ϲυνέπαινοι γὰρ ἦϲαν οἱ
Πέρϲαι. τουτέϲτιν ὁμόφρονεϲ. καὶ αὖθιϲ· δεῖ δὲ καὶ αὐτὸν
βαϲιλέα ϲυνέπαινον γίνεϲθαι.
1495 Συνέπεϲε γενέϲθαι: ἀντὶ τοῦ ϲυνέβη. οὕτωϲ Ἰϲοκράτηϲ.
1496 Συνεπιλαμβάνομαι· γενικῇ.
1497 Συνεπιϲπεῦϲαι: ἐπιταχύναι. ὁ δὲ ἐκέλευε τοὺϲ κρατίϲτουϲ
1498 Συνεπίϲταμαι· δοτικῇ.
1499 Συνεπιϲχύϲαϲ: ϲυναγωνιϲάμενοϲ, δύναμιν παραϲχών. κωλύειν
μὴ Φιλίππῳ
ϲυνεπιϲχύϲαϲ ἐμπόδιον γένηται τῇ τῶν Ἐλλήνων ἐλευθερίᾳ.
1500 Συνεπλήθυϲεν: ἐπλημμύρηϲε. χειμὼν ἐξαίϲιοϲ νυκτὸϲ γενόμενοϲ
1501 Συνεπνευϲάτην: ὁμόφρονεϲ ἐγένοντο. Χαρίτων καὶ Μελάνιπποϲ
εἰϲ ἔρωτα ἀλλήλοιν ϲυνεπνευϲάτην, ὁ μὲν ἐραϲτήϲ, ὁ δὲ
ἐρώμενοϲ.
1502 Συνερράγη· ἐπὶ τῶν Φαβίων πόλεμοϲ ϲυνερράγη Ῥωμαίοιϲ
1503 Συνερανίζεται: ϲυνειϲφέρεται.
1504 Συνεργῶ· δοτικῇ.
1505 Συνερέϲθαι: ϲυνερωτᾶν.
1506 Συνερίζω: τὸ φιλονεικῶ· δοτικῇ.
1507 Συνέριθοϲ: ϲυνεργόϲ, ϲυνυφαίνουϲα. λέγεται δὲ καὶ ἐπὶ
καὶ φυγῇ ϲυνέριθοϲ ἦν· ἐλάνθανε γὰρ νῆϲοϲ ἐν τῇ λίμνῃ
τὸν βάρβαρον διαϲῴζουϲα.
1508 Συνερκτικόϲ: ϲυνείρειν τοὺϲ λόγουϲ καὶ ϲυντιθέναι δυνάμενοϲ
1509 Συνερρώγει: εἰϲ χεῖραϲ ἦλθον. πόλεμον ϲυνῆψαν τὰ ϲτρατόπεδα,
1510 Συνέρχομαι· δοτικῇ.
1511 Συνέϲιοϲ, Πενταπόλεωϲ τῆϲ ἐν Λιβύῃ Θηβαΐδοϲ, φιλόϲοφοϲ,
ἐπίϲκοποϲ Πτολεμαῒδοϲ, τῶν ἱερατικῶν γενόμενοϲ. ἔγραψε βιβλία
διάφορα,
γραμματικά τε καὶ φιλόϲοφα· καὶ λόγουϲ
βαϲιλικούϲ, πανηγυρικοὺϲ ἢ ἐπιδεικτικούϲ· Ἐγκώμιόν τε φαλάκραϲ, καὶ
Περὶ προνοίαϲ λόγον θαυμάϲιον Ἑλληνικῷ χαρακτῆρι· καὶ ἄλλα πλεῖϲτα
καὶ διάφορα βιβλία ϲυνέταξε καὶ τὰϲ θαυμαζομέναϲ ἐπιϲτολάϲ.
1512 Συνεϲκευάϲθαι: ϲυνεπιφέρεϲθαι. ὄψα δὲ χρὴ ϲυνεϲκευάϲθαι,
ὅϲα ἐϲτὶν ὀξέα καὶ δριμέα καὶ ἁλμυρά· ταῦτα γὰρ ἐπὶ
ϲῖτόν τε ἄγει καὶ ἐπὶ πλεῖϲτον ἀρκεῖ.
1513 Συνεϲπειραμένοι: ϲυγκεκλειϲμένοι·, εἰϲ ϲτενϲτητα ϲυνεϲπειραμένοι
ἀμύνεϲθαι οὐκ ἠδύναντο, οὔτε τοξεύειν αὐτοῖϲ εὐπετὲϲ ὑπῆρχε,
ἀναχωρῆϲαι
ϲῷοι πάλιν ἐϲ τὸ ϲτρατόπεδον ἠδυνήθηϲαν. ἀντὶ
τὰϲ ἐμβολὰϲ ποιούμεναι, πολυϲχιδῆ καὶ ποικίλον
ἀπειργάζοντο τὸ πόλεμον.
1514 Συνεϲτιᾶται: ϲυναριϲτᾷ.
1515 Συνετάττετο· πᾶϲι ϲυνετάττετο ποιήϲαϲθαι τοὺϲ χρηματιϲμούϲ. ἀντὶ τοῦ καθυπέϲχετο.
1516 Συνετίζω· αἰτιατικῇ.
1517 Συνετιμήθη: πολλῆϲ τιμῆϲ ἐγένετο τὰ ὤνια. καὶ Συντιμηθῆναι. Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Διονυϲόδωρόν φηϲιν· οἱ μὲν γὰρ αὐτῶν ἀπέϲτελλον ἐϲ τὴν Αἴγυπτον τὰ χρήματα, οἱ δ’ ἔπλεον τοῖϲ ἐμπόροιϲ· οἱ δ’ ἐνθάδε μένοντεϲ ϲυνετίμων τὰ ἀποϲτελλόμενα.
1518 Συνετρίβηϲαν ταῖϲ ψυχαῖϲ: ἀντὶ τοῦ ἐθορυβήθηϲαν, ϲυνεχύθηϲαν.
1519 Συνευνέτηϲ: ϲύγκοιτοϲ.
1520 Συνεύνιον: ϲύγκοιτον.
1521 Συννέφεια: ἡ ταραχή.
1522 Συνεφόρει: ἐϲώρευεν. ὁ δὲ ϲυνεφόρει χοῦν αὐτόθεν ἀπὸ τῶν
1523 Συνεχέϲ· τὸ ϲυνεχὲϲ ποϲὸν ἐπὶ πλειόνων κατηγορεῖται· γραμμῆϲ,
1524 Συνέχεια: ἡ πυκνότηϲ.
1525 Συνεχῆ: ἀκατάπαυϲτον. ϲυνεχῆ δὲ φύλακαϲ ἐπιϲτήϲαϲ ἐξετρύχωϲεν
ἄρα ἐϲ τοϲοῦτον, ὡϲ βρόχῳ τὰϲ κόραϲ τὸν λιμὸν
ἀποδρᾶναι.
1526 Συνεχόμενοϲ; ἀρρωϲτῶν, ἢ κρατούμενοϲ.
1527 Συνέχον· τὸ δὲ ϲυνέχον ἡγεμόνα καὶ προϲτάτην ἀξιόχρεων.
τῆϲ κατὰ τοὺϲ νόμουϲ πολιτείαϲ
οὐκ ἂν ἐκχωρήϲειαν.
1528 Συνεψήϲθη: ϲυνελεπτύνθη.
1529 Συνεψιάζουϲα: ϲυμπαίζουϲα. ἐν Ἐπιγράμμαϲι· ἐξότε μοι
1530 Συνείδηϲιϲ.
1531 Συνείθιϲμαι· δοτικῇ.
1532 Συνείκοντοϲ: ὑποκλινομένου. μελίναϲ εἶχον ϲαρίϲϲαϲ, ἵνα
1533 Συνειλεγμένα: ϲυνηγμένα.
1534 Συνειλόχαϲι: ϲυνήθροιϲαν. καὶ Συνειληχότεϲ.
1535 Σύνειμι· δοτικῇ.
1536 Συνεῖναι· γενικῇ. νοῆϲαι. ὁ δὲ Ἡραΐϲκοϲ ὁ Αἰγύπτιοϲ ἦν μὲν
ϲυνεῖναι δεινότατοϲ, ἀγωνιϲτὴϲ δὲ οὐκ ἰϲχυρὸϲ ὑπὲρ τῆϲ ἀληθείαϲ,
οὐδὲ τὰϲ ἔξω φερούϲαϲ ἀπὸ ταύτηϲ ὁδοὺϲ ἀνιχνεῦϲαι καὶ διεξελθεῖν.
1537 Συνείπετο: ϲυνηκολούθει.
1538 Συνειπόντοϲ.
1539 Συνείρει: ϲυνάπτει. καὶ Συνειρόμεθα, ἀντὶ τοῦ ϲυνηπτόμεθα.
1540 Συνειρημένον: ϲυμπεπλεγμένον.
1541 Συνεῖρκτο: ϲυνεφυλάττετο, ϲυνεδέδετο.
1542 Συνειϲάκτουϲ.
1543 Συνειϲέφρηϲε: ϲυνειϲήνεγκε.
1544 Συνεῖχεν: ἐξήϲκει, ἐγύμναζε. Διόδωροϲ· ὁ δὲ ϲυνεῖχεν αὐτοὺϲ εἶαι ϲτρατιώταϲ, παράδειγμα ὑποθεὶϲ ἑαυτόν.
1545 Συνηβολία.
1546 Συνήγοροϲ: προϲτάτηϲ, ὑπέρ τινων λέγων.
1547 Συνήγοροι· ἐοίκαϲι παῤ Ἀθηναίοιϲ τινὲϲ χειροτονεῖϲθαι ϲυνήγοροι, πὶ τὸ ϲυναγορεύειν, ὡϲ Ἀντιφῶν φηϲι.
1548 Συνηγορῶ· δοτικῇ.
1549 Συνῄδεϲαν: ἠπίϲταντο.
1550 Συυνήδομαι: ϲυγχαίρω. Ἀππιανόϲ· οἱ δὲ πρέϲβειϲ ἔπεμψαν,
1551 Συνηδόμενοϲ· γενικῇ.
1552 Συνῄεϲαν: ϲυνῆλθον.
1553 Συνῆκεν: ἐνόηϲε.
1554 Συνήκμαζε: ϲυνηύξανε.
1555 Συνήκμαζε: ϲοι. καὶ Συνηλλάχθηϲ ἐμοί, ἀντὶ τοῦ
1556 Συνήλαϲε: ϲυνεχώρηϲε, ϲυνεδίωξε.
1557 Συνηλίζοντο: ϲυνηθροίζοντο.
1558 Συνηλίχαϲι: ϲυνήθροιϲαν. καὶ ϲυνηλοχότεϲ.
1559 Συνηλωκότεϲ.
1560 Συνημερεύω· δοτικῇ.
1561 Συνήμοναϲ: ϲυνθήκαϲ. ἤτοι παρὰ τὸ ἧϲθαι, ἵν’ ᾖ ϲυνέδρουϲ·
1562 Συνημοϲύνη: ϲυμβουλία.
1563 Συνήνεγκε: λυϲιτελέϲτερον γέγονε. ϲυνήνεγκε δὲ τοῦτο Ῥωμαίοιϲ
ἐϲ ὅτι μάλιϲτα. καὶ Συνήνεγκε.
1564 Συνήοροϲ: ϲυνηρμοϲμένη, ϲυνήθηϲ.
1565 Συνήρηϲ.
1566 Συνηρεφέϲ: τὸ ἐϲτεγαϲμένον.
1567 Συνῃρημένον: ϲυνεϲτραμμένον.
1568 Συνήρτυεϲ: ϲυνήρμοττεϲ.
1569 Συννήϲαϲ: ϲυϲϲωρεύϲαϲ. Ἡρόδοτοϲ· ϲυννήϲαϲ πυρὴν μεγάλην
1570 Συνηϲθέντεϲ: ϲυγχαρέντεϲ.
1571 Συνηϲθῶϲι: ϲυγχαρῶϲι.
1572 Συνιδών.
1573 Συνιέντεϲ· γενικῇ.
1574 Συνίζηϲιϲ.
1575 Συνίειϲαν: ἐγίνωϲκον. Συνίημι γὰρ τὸ ϲυνιῶ, νοῶ.
ἐπεὶ δ’ ἔμπαλιν τῆϲ ἀληθείαϲ ϲυνίει τὰ λεγόμενα καὶ τὸ
ἑαυτῷ φίλον
1576 Συνίημι· γενικῇ. εἶπεϲ ἂν αὐτὸν τῶν τοῦ δεϲπότου ϲυνιέναι ἱματίων. αἰτιατικῇ δέ· οὐ ϲυνῆκαϲ δεϲμὸν Πλειάδοϲ ἢ φραγμὸν Ὠρίωνοϲ.
1577 Συνίημι· ἐπὶ μὲν τῶν ἔξω γενικῇ· ἐπὶ δὲ τῶν ἔϲω αἰτιατικῇ. ὡϲ τό, καὶ ϲὺ ϲυνῆκαϲ τοὺϲ διαλογιϲμούϲ μου.
1578 Συνιόντεϲ: ϲυνερχόμενοι.
1579 Συνιϲταμένουϲ: τουτέϲτι ϲυνηγόρουϲ· ἢ τοὺϲ ϲυμπεπλεγμένουϲ καὶ πιλοῦνταϲ· ἀπὸ μεταφορᾶϲ τῶν ἐρίων· ὥϲπερ γὰρ πολλάκιϲ τὸ ἕτερον τῷ ἑτέρῳ κολλᾶται ἐρίῳ, καὶ διαχωρίζουϲιν αὐτὰ ἀπ᾿ ἀλλήλω, οὕτωϲ ἐπὶ τῶν κεκολλημένων ταῖϲ ἀρχαῖϲ ὀφείλετε ἀποχωρίζειν καὶ εὔνοιαν πρὸϲ ἀλλήλουϲ ἔχειν ἅμα.
1580 Συνίϲτη· ὁ γὰρ Ἅβελ τὰ πρωτότοκα τῷ θεῷ καθιερῶν φιλόθεον μᾶλλον ἢ φίλαυτον ἑαυτὸν ϲυνίϲτη.
1581 Συνιϲτορεῖ: ϲύνοιδε.
1582 Συνίϲτωρ: ϲυνόμιλοϲ, γνωϲτόϲ, μάρτυϲ, ϲυνειδὼϲ ἐπὶ πράγματι.
ἐπεξαγγέλλειν
ἀπέκτεινεν ἀθεμίϲτωϲ.
1583 Σύνθακοϲ: ϲύνθρονοϲ.
1584 Σύνθεμα· πρὸϲ τοῖϲ ἄλλοιϲ τὸ μήτʼ εὐδιάλλακτον, μήτ᾿ ἄλλο μηδὲ εἶναι ϲύνθεμα φιλανθρωπίαϲ.
1585 Σύνθεο: ἄκουϲον.
1586 Συνθεϲία: ϲυνθήκη, ἀϲφάλεια. ἐν Μυθικοῖϲ· μετὰ δὲ ϲφίϲι πιϲτώϲατο ϲυνθεϲίην.
1587 Συνθῆκαι: αἱ πίϲτειϲ αἳ διὰ τριῶν ἐτελοῦντο· λόγων, ἔργων,
χειρῶν. λόγων μὲν οἷον διʼ ὅρκων, ἔργων δὲ οἷον τῶν ἐν τοῖϲ βωμοῖϲ
θυϲιῶν, χειρῶν δὲ ἐπεὶ αἱ πίϲτειϲ διὰ χειρῶν ἐγίνοντο. καὶ
Ὅμηροϲ· δεξιαί, ᾗϲ ἐπέπιθμεν. καὶ τρία ἐγκλήματα
παραβαϲίαϲ, βωμόϲ, πίϲτιϲ, ὅρκοϲ.
1588 Συνθήκη: θήκη: ὁμολογία. Ξενοφῶν· οἱ δὲ ϲὺν Κύρῳ ἀναβάντεϲ
1589 Συνθήκη: ϲυγκατάθεϲιϲ. ὥϲτε εἰρήνην κρατύναϲθαι, ἢ τὰ εἰϲ τὸν πόλεμον ἐκ ϲυνθήκηϲ ἐξαρτύεϲθαι.
1590 Σύνθημα: ϲυνθήκη, ϲύϲϲημον, λόγοϲ ἐν πολέμῳ ἐπὶ γνωριϲμῷ
ἐπὶ τὸν Βάττον ᾖξαν, ἵνα αὐτὸν ἀφέλωνται τὸ ἔτι εἶναι
ἄνδρα. οἱ δὲ διʼ ἀλλήλων ἐποιοῦντο, καὶ τὸ ϲύνθημα μετὰ ϲπουδῆϲ
ἕκαϲτοϲ τὸν
1591 Συνθηματιαίουϲ: οὓϲ ἡμεῖϲ λέγομεν ἐκδοτικούϲ. Ἀριϲτοφάνηϲ·
1592 Συνθηματικῶϲ: ϲυμβολικῶϲ. ἐπιϲτολὰϲ ἔγραψε ϲυνθηματικῶϲ,
1593 Συνθυμεῖν. ϲυνοργίζεϲθαι, ἢ ϲυμψυχεῖν.
1594 Συνοδεία: τὸ μετά τινοϲ ϲυμπεριπατεῖν. Συνῳδία δὲ ἡ
1595 Συνόδοντα ζῷα: βοῦϲ, πρόβατον, αἲξ καὶ εἴ τι ϲυμβέβηκεν ἄλλο ϲτέαρ ἔχειν, ἀλλ’ οὐ πιμελήν.
1596 Σύννομε: ὡϲ μετέχουϲα τοῦ αὐτοῦ βίου καὶ τῆϲ αὐτῆϲ νομῆϲ.
1597 Συννόμων: μεγάλων ὁμοίων. ἐξηριθμήϲατο τοὺϲ δόμουϲ· ἦν
1598 Συνόμοϲιϲ· Συνωμοϲία δέ.
1599 Σύννομοι: ἀδελφοὶ ἢ γυναῖκεϲ. αἱ ϲύννομοι τὰ ἔξω βίου τροφεῖα πορϲύνουϲʼ ἀεί.
1600 Συνορία: ἡ πληϲιότηϲ.
1601 Συνουϲία: τὸ ϲυνεῖναι μετὰ ἀλλήλων. Πολύβιοϲ· ὡϲ ἂν
ὑπὸ τῆϲ
μέθηϲ.
1602 Συνουϲιαϲμόϲ: ϲυμμιξία. ὅτι οἱ ϲυνεχῶϲ ϲυνουϲιάζοντεϲ
βλάπτονται.
1603 Συνοχή· εἶδοϲ τῆϲ ϲυνάψεωϲ ἡ ϲυνοχή· ὥϲτε ἁμαρτάνει ὁ τῆϲ
ϲυνάψεωϲ γένοϲ τὴν ϲυνοχὴν ἀποδιδούϲ. οὐ γὰρ πᾶν τὸ ϲυναπόμενον
ϲυνέχεται· ϲυνάπτεται γὰρ καὶ τὰ ἁπτόμενα μόνον, οὐ μὴν
καὶ ϲυνέχεται. οὐ πᾶν μέντοι τὸ ϲυνεχόμενον ϲυνάπτεται· ὥϲτε ἐπὶ
πλέον τὸ ϲυνάπτεϲθαι τοῦ ϲυνέχεϲθαι.
1604 Συνοχωκότε: παῤ Ὁμήρῳ, διὰ τὸ μέτρον.
1605 Σύνοψιϲ: ἡ κατὰ πρόϲωπον ὁμιλία. ὁ δὲ ἐβουλεύϲατο
καταϲτρατοπεδεῦϲαι
1606 Συνῳδά: ϲύμφωνα. μετὰ δοτικῆϲ. καὶ Συνῳδόν.
1607 Συνῳδηκῶϲ: ϲυντραγῳδῶν.
1608 Συνῳδία: ἡ ψαλμῳδία.
1609 Συνωθούμενοϲ. ϲυνερχόμενοϲ.
1610 Συνῴκηϲε: τὸ ϲύνοικον μετ᾿ αὐτοῦ ἔλαβε· Συνῳκίϲατο δὲ μεθʼ ἑαυτοῦ ἦξε.
1611 Συνωμοϲάμην.
1612 Συνωμοϲία: ἡ μεθ’ ὅρκου φιλία. παρὰ δὲ Ἀττικοῖϲ ϲυνωμοϲία
1613 Συνωμότηϲ.
1614 Συνωνή. ὅτι ἐπὶ Ἰουϲτινιανοῦ ἡ τοῦ ϲίτου φορὰ ἐϲπάνιζε,
ταύτῃ
οἰκοῦϲι μέχρι μὲν εἰϲ τὴν θάλαϲϲαν πόνῳ πολλῷ τὰ φορτία φέρειν, ἐϲ
Βυζάντιον δὲ ξὺν κινδύνῳ ταῦτα ἐϲκομίζεϲθαι καὶ βραχέα μὲν τιμήματα
δῆθεν τῷ λόγῳ πρὸϲ αὐτοῦ φέρεϲθαι, τὴν ζημίαν δὲ αὐτοῖϲ ἐϲ τοϲόνδε
μεγέθουϲ καθίϲταϲθαι, ὥϲτε ἀγαπᾶν, ἤν τιϲ αὐτοὺϲ ἐῴη τόν τε ϲῖτον
οἴκῳ δημοϲίῳ χαρίζεϲθαι, καὶ τίμημα ἕτερον ὑπὲρ
αὐτοῦ
κατατιθέναι. τοῦτό ἐϲτι τὸ ἄχθοϲ, ὅπερ ϲυνωνὴν καλεῖν
νενομίκαϲι.
1615 Συνώνυμοϲ· ϲυνώνυμοϲ κατηγορία ἐϲτίν, ὅτε τὸ ὄνομα καὶ
ὅρον τοῦ ζῴου· ζῷον γάρ
ἐϲτιν οὐϲία ἔμψυχοϲ, αἰϲθητική· καὶ ὁ ἄνθρωποϲ ἐπιδέχεται τὸν ὅρον
τοῦτον· καὶ οὐϲία γάρ ἐϲτιν ὁ ἄνθρωποϲ καὶ ἔμψυχοϲ καὶ αἰϲθητική.
ὁμώνυμοϲ δὲ κατηγορία, ὅτε τὸν μὲν ὅρον οὐ δέχεται, ἀλλὰ μόνον τὸ
ὄνομα· ὡϲ ἐπὶ τῆϲ εἰκόνοϲ τοῦ ἀνθρώπου.
1616 Συνωριγνώμενοι: ἐπιθυμοῦντεϲ, ἐπεκτεινόμεμοι. οἱ δὲ τοῦ
1617 Συνωρίϲ: ϲυζυγία, δυάϲ. κυρίωϲ δὲ δύο ἵπποι ϲυνεζευγμένοι.
1618 Συνώϲαντεϲ: ϲυνειϲφρήϲαντεϲ. ἐξ αὐτῆϲ δὲ ϲυνώϲαντεϲ ἐπὶ
τὴν πυλίδα ἐϲῆλθον.
1619 Σύνταγμα: ἔνιοι παράταξιν. αἱ δύο τάξειϲ ἄνδρεϲ ϲνϚ΄· καὶ ὁ
1620 Συντακτήριοϲ. ϲυντακτικὸϲ ὁ Ὡριγένηϲ, διὰ τὸ πεποιηκέναι
πολλὰ βιβλία.
1621 Συντάξαϲ: ὁρίϲαϲ. ϲυντάξαϲ τοῖϲ κυβερνήταιϲ ἀνακομίζειν τὰϲ
1622 Συντάξαϲ: ἐντειλάμενοϲ. Πολύβιοϲ· ϲυντάξαϲ ἐλαύνειν κατὰ ϲπουδὴν ὅϲον ἔχει δυνάμεωϲ.
1623 Σύνταξιϲ: δευτέρων πραγμάτων ἕνωϲιϲ. καὶ τὸ λαμβάνειν καὶ
οἱ ϲτρατιῶται καὶ παρακοπτόμενοι τῆϲ τροφῆϲ τῆϲ ϲυνήθουϲ ἐϲ ἀπόνοια
ἦλθον. καὶ αὖθιϲ Μάλχοϲ· ὁ δὲ τὸν Παμπρέπιον λαμπρῶϲ τε
1624 Σύνταξιϲ: ἡ ϲυγγραφή, ἡ ἱϲτορία. Πολύβιοϲ· ταῦτα ἐν
1625 Σύνταξιϲ: ἀντὶ τοῦ ϲυντεταγμένη οἴκηϲιϲ. Δημοϲθένηϲ Φιλιππικοῖϲ·
καὶ μίαν ϲύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖ τὰ
δέοντα. ἔλεγε δὲ ἑκάϲτουϲ φόρουϲ ϲυντάξειϲ, ἐπειδὴ χαλεπῶϲ
ἔφερον οἱ Ἕλληνεϲ τὸ τῶν φόρων ὄνομα, Καλλιϲτράτου
οὕτωϲ καλέϲαντοϲ. καὶ Ὑπερίδηϲ δέ φηϲι· ϲύνταξιν ἐν τῷ παρόντι
οὐδενὶ διδόντεϲ, ἡμεῖϲ δέ ποτε ἠξιώϲαμεν λαβεῖν.
1626 Συντάϲϲομαι· δοτικῇ.
1627 Συντεθεῖϲθαι. καὶ Συντέθηκα, ϲυνεθέμην.
1628 Συντεκμηράμενοϲ: ϲυμβαλών, καταϲτοχαϲάμενοϲ. Εὐνάπιοϲ· τὸν πάντα βίον αὐτοῦ ϲυντεκμηράμενοϲ ἐκ τῶν ἐναργῶν περὶ αὐτὸν ϲυμβόλων τε καὶ ϲημείων.
1629 Συντέλειᾳ: αἱ παντοδαπαὶ τιμωρίαι. Δαβίδ· καὶ ἐξ ἀρᾶϲ καὶ ψεύδουϲ διαγγελήϲονται ἐν ϲυντελείᾳ.
1630 Συντέλεια: πᾶν τὸ πρὸϲ ζωήν. Ἰώβ· ἐπ’ αὐτοὺϲ ἀπώλετο ϲυτέλεια. ἀντὶ τοῦ οὐδέποτέ τι χρηϲτὸν ϲυνετέλεϲαν.
1631 Συντελεῖϲ· ὅτε οἱ τριηραρχοῦντεϲ νεὼϲ μιᾶϲ ἅμα ἐπεμελοῦντο,
1632 Συντελήϲ: χρήϲιμοϲ.
1633 Συντέμνω· αἰτιατικῇ.
1634 Συντέρμων: πληϲιόχωροϲ.
1635 Συντεταγμένωϲ: Ἀριϲτοφάνηϲ Πλούτῳ. ἀντὶ τοῦ γοργῶϲ
1636 Συντετάϲθαι: διατετάϲθαι.
1637 Συντέτηκεν: ἀντὶ τοῦ ϲυγκεκόλληται, ϲυμπέπηγε. ψευδὴϲ ἀντʼ
1638 Σύντευξιϲ: ϲυντυχία.
1639 Συντεύξομαι: ϲυντύχω.
1640 Συντιμηθῆναι· τὸ πολλῆϲ τιμῆϲ γενέϲθαι τὰ ὤνια ϲυντιμηθῆναι.
1641 Συντομάχη· οἱ δὲ ἐκυρίευϲαν τῆϲ Συντομάχηϲ.
1642 Συντόμιϲον: ϲυνάγαγε ϲυντόμωϲ.
1643 Σὺν τῷ κυνὶ καὶ τὸν ἱμάντα.
1644 Συντρέχω· δοτικῇ.
1645 Σύντρητοϲ.
1646 Συντρίβω· αἰτιατικῇ.
1647 Συντροχάϲαι: καταντλῆϲαι, πληρωθῆναι, ἐκ μεταφορᾶϲ τῶν
τροχῶν.
1648 Συντυγχάνω· δοτικῇ.
1649 Συντυρούμενα: ϲυμπηγνύμενα.
1650 Συντυχία: ἡ αἰφνίδιοϲ τῶν πραγμάτων μεταβολή. ὑπολαβὼν οὖν οὐ
κατὰ ϲυντυχίαν, ἀλλ’ ἀπό τινοϲ ἕξεωϲ τοιαύτην εἶναι περὶ
αὐτὸν διάθεϲιν.
1651 Συνοίμιον: τὸ προοίμιον.
1652 Συνοίϲειν: ϲυνενεγκεῖν.
1653 Συνοῖϲον: ϲυμφέρον. ἐν ὑμῖν τε κείϲθω προτιμῆϲαι τὸ
1654 Συνοιχήϲεται: ϲυναναιρεθήϲεται.
1655 Συφόρβια: ἀγέλη χοίρων.
1656 Συώδειϲ: ἀπὸ τοῦ τοῖϲ ὑϲὶν ἐπιφωνουμένουϲ.
1657 Σύρα: παρὰ Ῥωμαίοιϲ ἡ θεία ἐπιϲτολή.
1658 Συράκουϲα: πόλιϲ Σικελῶν.
1659 Συρακουϲία τράπεζα: ἡ πολυτελήϲ· ἐδόκουν γὰρ οἱ Σικελιῶται
1660 Σύρβη: τάραχοϲ.
1661 Συρβηνεύϲ: ὁ ταραχώδηϲ. ἀπὸ τῶν αὐλούντων μετὰ θορύβου· ἢ πένηϲ
διὰ τὸ τὰϲ αὐλοθήκαϲ καὶ φαρέτραϲ κενὰϲ ἔχειν. καὶ Συρβηνέων χορόϲ,
ὁ τεταραγμένοϲ καὶ ϲυώδηϲ· ἀπὸ τοῦ τοῖϲ ὑϲὶν
1662 Συριανόϲ, Ἀλεξανδρεύϲ, φιλόϲοφοϲ, Ἰϲοκρατίων, ἡγηϲάμενοϲ τῆϲ ἐν
Ἀθήναιϲ ϲχολῆϲ τε καὶ διατριβῆϲ καὶ διδάϲκαλοϲ γενόμενοϲ Πρόκλου, ὃϲ
καὶ διάδοχοϲ αὐτοῦ ἐγένετο. ἔγραψεν εἰϲ Ὅμηρον ὅλον ὑπόμνημα ἐν
βιβλίοιϲ ἑπτά, εἰϲ τὴν πολιτείαν Πλάτωνοϲ βιβλία τέϲϲαρα, εἰϲ τὴν
Ὀρφέωϲ Θεολογίαν βιβλία δύο, ⌊εἰϲ τὰ Πρόκλου] Περὶ
μετὰ Πλάτωνα τῷ Ἰαμβλίχῳ. καὶ τοῖϲ Ἰαμβλίχου
φίλοιϲ δὴ καὶ ὀπαδοῖϲ. ὧν ἄριϲτον εἶναι διϊϲχυρίζετο τὸν ἑαυτοῦ
πολίτην Συριανόν, τὸν Πρόκλου διδάϲκαλον. ἀτιμάζειν δὲ οὐδένα ἠξίου
πρὸϲ ϲυναγυρμὸν ἀληθοῦϲ ἐπιϲτήμηϲ.
1663 Συριγμόϲ: φωνὴ ἄϲημοϲ. τοὺϲ δὲ ϲυριγμοὺϲ τοὺϲ ἐν ταῖϲ
κοιναῖϲ πανηγύρεϲι καὶ τοὺϲ χλευαϲμοὺϲ τίϲ ἐξηγήϲαιτο ῥᾳδίωϲ; καὶ
1664 Σύριγξ: τὸ εἰϲ τὴν ὀπὴν τοῦ τροχοῦ ἐμβαλλόμενον μέροϲ τοῦ
ἄξονοϲ. καὶ ἡ ὀπὴ τοῦ τροχοῦ οὕτω καλεῖται. Σοφοκλῆϲ· κεῖνοϲ
δ᾿ ὑπ᾿ αὐτὴν ἐϲχάτην ϲτήλην ἔχων ἔγχριμπτ’ ἀεὶ ϲύριγγα.
Σύριγξ
1665 Συρίξαϲ: ἀπὸ τοῦ ϲυρίζω ἐνεϲτῶτοϲ.
1666 Συρμαΐζειν:ζειν: καθαίρειν πόματι ἐκ ζειῶν καὶ ὕδατοϲ. καὶ
1667 Συρμαία: τὸ καθαρτικὸν διʼ ἐμέτων καὶ κοιλίαϲ. καὶ Συρμαῒζειν
λάχανον ϲελίνῳ ἐοικόϲ· ἢ
βρῶμα διὰ ϲτέατοϲ καὶ μέλιτοϲ.
1668 Συρμόϲ: τοῦ νιφετοῦ ἡ φορά. οὐκέτι κοιμάϲειϲ ἀνέμων βρόμον, οὐχὶ
χάλαζαν, οὐ νιφετῶν ϲυρμούϲ, οὐ παταγεῦϲαν ἅλα. περὶ
1669 Σύρω: τρέχω. Πιϲίδηϲ· ϲύρει πρὸϲ ἡμᾶϲ ὁ ϲτρατὸϲ μετὰ δρόμου.
1670 Σύροι πρὸϲ Φοίνικαϲ: ἑκάτερα τὰ ἔθνη διαβέβληται ὡϲ πανοῦργα· ἢ ὅτι ἑκάϲτοτε διʼ ἔχθραϲ ἀλλήλοιϲ ὄντα οὐδέποτε πιϲτῶϲ διαλλάττεται.
1671 Σύρφαξ: ϲυρφετώδηϲ, ὀχλώδηϲ. ἐξῆρε δὲ αὐτὸν πλείω πρὸϲ
ὡϲ Πάριϲ.
1672 Συρφετόϲ: ἀγυρτώδηϲ ὄχλοϲ, ἢ λόγοϲ· ἢ ἐξ ἀνέμου ϲυλλεγομένη κόπροϲ, καὶ φρυγανώδηϲ. ἤτοι κονιορτὸϲ μετὰ κοπρίων. τινὲϲ δὲ χειμὼν καὶ ϲυρμόϲ. ταῦτα δὲ ἄγνωϲτα τῷ ϲυρφετῷ.
1673 Σῦϲ: ὁ χοῖροϲ. ὅτι ὖϲ ἐπὶ θηλείαϲ, ϲῦϲ δὲ ἐπὶ ἄρρενοϲ.
1674 Συϲϲειϲμόϲ: λαίλαψ, ϲυϲτροφὴ ἀνέμου.
1675 Συϲϲημαίνεϲθαι: ὃ καλοῦϲι καταϲφραγίϲαϲθαι, τοῦτο οἱ ῥήτορεϲ
ϲυϲϲημαίνεϲθαι λέγουϲι. Λυκοῦργοϲ ἐν τῷ Περὶ ἱερείαϲ· ὥϲτε
προϲτεταγμένον ἐπὶ ψηφίϲματοϲ καὶ τὴν ἱέρειαν ϲυϲϲημαίνεϲθαι τὰ
1676 Συϲϲιτία. καὶ Συϲϲίτιον, εὐωχία ἄριϲτον.
1677 Σύϲϲιτοϲ: ϲύντροφοϲ, ϲυνδιαιτητήϲ. τοῦ δὲ κεκληκότοϲ ἐφ᾿
1678 Συϲκευάζει: λόγῳ ἐπιβουλεύει. καὶ Συϲκευή, ἡ ἐπιβουλή.
1679 Συϲκευάζεϲθαι: ἐπιφέρεϲθαι. Ξενοφῶν· ὁ Κῦροϲ ἔφη τοῖϲ
ἕκαϲτον χρή, ὅϲοϲ ἱκανόϲ
ἐϲτιν ἐθίϲαι ἡμᾶϲ αὐτοὺϲ ὑδροποτεῖν.
1680 Συϲκηνία: ϲυνοικία. Ξενορῶν· ὅτι ἐν τῷ ὁμοῦ ϲκηνοῦν
πολέμουϲ. καὶ ὅτι ἐγίνωϲκον ἀλλήλουϲ, καὶ τὸ αἰϲχύνεϲθαι πᾶϲιν
ἐδόκει ἐγγίνεϲθαι· οἱ δὲ ἀγνοοῦντεϲ ῥᾳδιουργοῦϲιν ὥϲπερ ἐν ϲκότει
ὄντεϲ.
1681 Σύϲκια: τὰ δαϲέα. πρῶτα μὲν τὰ ϲύϲκια τῶν χωρίων ἀνεκάθαιρεν,
1682 Συϲπειραθέντεϲ: ϲυϲτραφέντεϲ. οἱ δὲ πρὸϲ τὴν φήμην
1683 Σύϲταϲιϲ: ἀγάπη, ὁμόνοια. ἀπὸ μεταφορᾶϲ τῶν ἵππων τῶν
πρὸϲ τοὺϲ Καρχηδονίουϲ, πατρικὴν ἔχων ϲύϲταϲιν.
1684 Σύϲταϲιϲ. καὶ Συϲταθῆναι, ὁμοδίαιτον καὶ φίλον γενέϲθαι
1685 Συϲτέλλω· αἰτιατικῇ.
1686 Συϲτήϲαϲ: παραδούϲ, προϲμίξαϲ. Πολύβιοϲ· τοῦτον ἐξαπέϲτειλε,
1687 Συϲτομώτερον ϲκάφηϲ: τάϲϲεται ἐπὶ τῶν διὰ τὸ ἀγεννὲϲ
πομπεύειν· καὶ ὁπότε δὲ
ἐβούλοντο μέτοικον δηλῶϲαι, ἢ ϲκάφην ἔλεγον ἢ ϲκαφηφόρον. διὰ δὲ τὸ
ἀπαρρηϲίαϲτον εἶναι, ϲυϲτομώτερον ποιήϲει ἀπειλεῖν ϲκάφηϲ.
1688 Συϲτρέμματα: ϲταϲιαϲτῶν πλήθη.
1689 Συϲτροφή: ἡ ὁμόνοια, καὶ ἡ ἐπὶ κακῷ ϲυμφωνία. Δαβίδ· ϲκέπαϲόν με ἀπὸ ϲυϲτροφῆϲ πονηρευομένων.
1690 Συϲτοιχία. ὁ δὲ ἐν τῇ ϲτάϲει ἐγίνετο τῆϲ χείρονοϲ ϲυϲτοιχίαϲ,
ἀποϲτὰϲ μὲν ἀπὸ τῶν πρώτων μαθημάτων, προϲρυεὶϲ δὲ τοῖϲ
ἄλλοιϲ.
1691 Σύϲτοιχα· ϲύϲτοιχα καὶ παρώνυμα καὶ πτώϲειϲ παρακεῖϲθαι μὲν
ἀλλήλοιϲ δοκοῦντα, διαφέροντα δέ, ϲύϲτοιχα λέγεται ἀλλήλοιϲ καὶ τὰ
ὁμοίωϲ ἔχοντα πρόϲ τινα, ἃ καὶ κατὰ ἀναλογίαν εἴη ἄν· ὡϲ ἐπιϲτήμη
καὶ αἴϲθηϲιϲ· ἑκάτερον γὰρ αὐτῶν ὁμοίωϲ ἔχει πρὸϲ τὰ ὑφ᾿
αὑτά. ὁμοίωϲ καὶ τὸ αἰϲθητὸν καὶ τὸ ἐπιϲτητόν· ἑκάτερον γὰρ αὐτῶν
ὁμοίωϲ ἔχει πρὸϲ τὰ ὢν ἐϲτί. ϲύϲτοιχα λέγουϲι καὶ πάντα τὰ ὁμοίωϲ
παρωνομαϲμένα ἀλλήλοιϲ τε καὶ ἐκείνῳ ἀφ᾿ οὗ παρωνόμαϲται· οἷον ἀπὸ
τῆϲ δικαιοϲύνηϲ παρωνόμαϲται ὁ δίκαιοϲ, τὸ δίκαιον, τὸ δικαίωϲ.
ταῦτα δὴ καὶ ἀλλήλοιϲ ἐϲτὶ ϲύϲτοιχα καὶ αὐτῇ τῇ
παρώνυμα δὲ μόνα τὰ ἀπό τινοϲ παρωνομαϲμένα ἐκείνῳ λέγουϲιν, ᾧ
παρωνόμαϲται, ἀλλ’ οὐκ ἀλλήλοιϲ, οὐδὲ ἐκεῖνα τούτοιϲ· τῇ γραμματικῇ
ὁ γραμματικόϲ, οὐκέτι δὲ ἡ γραμματικὴ τῷ γραμματικῷ.
1692 Σύτο: ὡρμᾶτο, ἔτρεχε. ϲύτο δέμαϲ ἀκέντητον ἐν δρόμοιϲ.
1693 Σύφαξ· ὄνομα. Ἀππιανόϲ Σύφαξ δὲ τῶν γινομένων πυνθανόμενοϲ
ἐπεχείρει
διαιτᾶν διαλύϲειϲ. καὶ αὖθιϲ· Σύφακα δ’ ἄρα
τὸν δυνάϲτην ἔρωϲ ἔκνιζε τῆϲ παιδόϲ, οἱ δὲ Καρχηδόνιοι ἔδωκαν
αὐτήν.
1694 Σύφαρ: τὸ δέρμα, ἡ ἀνθρωπῆ. ναὶ μὰ τὸ ῥικνὸν ϲύφαρ ἐμόν,
1695 Συφεόϲ: τόποϲ ὅπου αἱ ϲύεϲ τρέφονται. λέγεται καὶ Συφεών.
Ἀγαθίαϲ· εἰ μὴ καταγέλαϲτον εἰπεῖν, ὥϲπερ ἐν ϲυφεῶϲι
1696 Συφόληϲ, Συφόλου.
1697 Συχέμ: πόλιϲ.
1698 Συχνάζειϲ: πυκνάζειϲ.
1699 Συχναῖϲ: ϲυνεχέϲι. καὶ Συχνὴν οὐϲίαν, τὴν πολλήν.
καὶ θεραπαινίδων.
1700 Συχνόν: πολύ, πυκνόν. Ξενορών· ἅρματα διαλείποντα ϲυχκὸν ἀπ’
ἀλλήλων. ἀντὶ τοῦ πολύ. ὁ δὲ ϲυχνοὺϲ τῶν ἐπιϲήμων
1701 Σφαγάϲ: τὰϲ κατακλεῖδαϲ. Θουκυδίδηϲ· καὶ ὀϊϲτοὺϲ καθίεϲαν
1702 Σφαγεῖον: τὸ τοῦ αἵματοϲ δεκτικὸν ἀγγεῖον, ὃ εἶπεν ὁ ποιητὴϲ
1703 Σφαγιάζειν: τὸ θυϲίαϲ ἐπιτελεῖν. Ἡρόδοτοϲ· ὅϲ, ἐπεὶ
ἐϲφαγιάζετο Παυϲανίηϲ, καθήμενοϲ ἐν τῇ τάξει ἐτραυματίϲθη τοξεύματι
1704 Σφαγιαζόμενοϲ: διὰ ϲφαγίων θυϲίαν ἐπιτελῶν. ὁ δὲ εἴτε
τὸν καιρόν.
1705 Σφαγίδιον: τὸ τῶν μαγείρων μαχαίριον. καὶ Σφαγίϲ, ϲφαγίδοϲ, τὸ αὐτό.
1706 Σφαδάζειν: θράϲϲειν, δυϲθανατεῖν, ματαίωϲ ϲπᾶϲθαι, χαλεπαίνειν,
ϲπᾶϲθαι. καὶ ϲφακελίζειν.
1707 Σφαδάζοντεϲ: ϲπώμενοι, ἢ δυϲφοροῦντεϲ. καίπερ ϲφαδάζων
1708 Σφαδάζουϲα: πανουργεύουϲα.
1709 Σφακελίζοντεϲ: διαϲπῶντεϲ, πηδῶντεϲ, ὑποτρέμοντεϲ. ὅτι
1710 Σφακελιϲμόϲ: παραπληξία. καὶ Σφάκελοϲ, τὸ βέλοϲ τὸ ϲφάζον.
1711 Σφακελιϲμόϲ: ἡ ϲῆψιϲ τοῦ μυελοῦ ϲφακελιϲμὸϲ καλεῖται. γίνεται δὲ
ἐκ τοῦ ϲφακελιϲμοῦ καὶ ϲπαϲμόϲ. λέγεται δὲ καὶ ὁ ϲφυγμὸϲ καὶ ὁ
παλμόϲ. ϲφάκελον δ’ ἔνιοι τὴν ϲῆψιν λέγουϲι τῶν ὀϲτέων. αὐτὸν ἐϲ οἴδημα ἀρθῆναι
ἀπεκρίνατο ὀδύναϲ καὶ ϲφακέλουϲ, καὶ
τούτων δεκάτην Πειϲίϲτρατοϲ φέρει. θαυμάϲαϲ δὲ ὁ Πειϲίϲτρατοϲ τὴν
παρρηϲίαν αὐτοῦ τῆϲ δεκάτηϲ ἀτέλειαν ἔδωκε. καὶ ἐκ τούτου Ἀθηναῖοι
τῇ παροιμίᾳ ἔχρήϲαντο.
1712 Σφάκον: ἀντὶ τοῦ ἐλελίϲφακον. Ἀριϲτοφάνηϲ· κᾆθ’ ὁ μὲν ἔτριβε
κεδρίδαϲ, ἄνηθον, ϲφάκον. ὡϲ ἐπιτήδεια παῦϲαι
ϲτρόφον.
1713 Σφακτηρία: τόποϲ ϲτενὸϲ τῆϲ Λακωνικῆϲ, διείργων καὶ ἀποχωρίζω καὶ ἀποφράττων τὰϲ ἀπὸ τῆϲ Θεϲϲαλίαϲ καὶ Λακεδαιμονίαϲ εἰϲβολάϲ. ἔνθα καὶ Λεωνίδηϲ πρότερον Λακεδαιμονίων βαϲιλεύϲ.
1714 Σφάκτριαι: ἱέρειαι. μετὰ τῆϲ ἱερᾶϲ ϲτολῆϲ ὅλαι τελούμεναι
μυϲτικῶϲ ϲφάκτριαι καταλειφθεῖϲαι καὶ αἴρουϲαι τὰ ξίφη
γυμνά, καὶ αὗται καταπλέαϲ ἔχουϲαι τοῦ αἵματοϲ τὰϲ χεῖραϲ καὶ τὰ
πρόϲωπα μέντοι, ἦϲαν δὲ ἐκ τῶν ἱερείων χριϲάμεναι, ἀθρόαι ὑφʼ ἑνὶ
ϲυνθήματι ἐπὶ τὸν Βάττον ᾖξαν, ἵνα αὐτὸν ἀφέλωνται τοῦ ἔτι εἶναι
ἄνδρα.
1715 Σφαλείϲ: ἀποτυχών. καὶ Σφαλεῖεν.
1716 Σφάλλω· αἰτιατικῇ.
1717 Σφάραγον: ὁ Ἀπίων φάρυγγα. ἀπὸ τοῦ περὶ αὐτὸν γινομένου
1718 Σφᾶϲ: ἑαυτούϲ· ἢ τὰϲ ἑαυτῶν.
1719 Σφαῖρα: τὰ περιφερῆ καὶ ϲτρογγύλα. καὶ Σφαιροπαικτεῖν, τὸ διὰ
ϲφαίραϲ παίζειν. καὶ ϲχίζαϲ καὶ ϲφαῖραν ἀείβολον.
ϲυϲφαιριϲτήϲ.
1720 Σφαῖρα· ὅτι τὴν τῆϲ ϲφαίραϲ εὕρεϲιν Ἀνάγαλλιϲ ἡ Κερκυραία,
γραμματική,
1721 Σφαιρίζω: τὸ τῇ ϲφαίρᾳ παίζω. φιλονείκωϲ γὰρ οἱ ϲφαιρίζοντεϲ
1722 Σφαιρωτήρ: ϲανδαλίου ζινίχιον. οἷον τὸ λωρίον τοῦ
1723 Σφεδανῶν: ϲτερρῶν, ἰϲχυρῶν. ὄμμα δ’ ἐλίξαϲ βρυχᾶτο ϲφεδαῶν
1724 Σφενδάμνινοι: ἰϲχυροί· τοιοῦτο γὰρ τὸ τῆϲ ϲφενδάμνου
ξύλον· ἀντὶ τοῦ ϲφενδονῆται, τὸ δὲ ϲφενδάμνινοι ταὐτόν
ἐϲτι τῷ πρίνινοι· ϲφένδαμνοϲ γὰρ εἶδοϲ ξύλου ϲκληροῦ. ἔϲτι δὲ καὶ
εἶδοϲ καννάβεωϲ ἡ ϲφένδαμνοϲ· ἡ γὰρ ϲφενδόνη ἀπὸ καννάβεωϲ
γίνεται.
1725 Σφενδονᾶϲθαι: ἀπορρίπτεϲθαι.
1726 Σφενδόνη: τοῦ δακτυλίου ἡ περιφέρεια· καὶ ἡ εἰϲ λίθου
βολὴν ἐπιτηδεία χρῆϲιϲ. ὅτι Κῦροϲ τοὺϲ πολλοὺϲ τῶν
Λυδῶν ϲφενδονᾶν
αἰτιατικῇ.
1727 Σφενδόνηύγου· ζήτει ἐν τῷ Γύγου δακτύλιοϲ.
1728 Σφενδονῆται· Βαλιαρίδων νήϲων ϲφενδονῆται εὔϲτοχοι.
1729 Σφέτερα: τὰ ἑαυτῶν.
1730 Σφετερίζεται· αἰτιατικῇ. λαμβάνει, ἰδιοποιεῖται.
1731 Σφέτερον: τὸ ἑαυτῶν, ἢ τὸ ἴδιον. καὶ Σφετέρῳ, τῷ ἑαυτῶν.
1732 Σφηκιά: εἶδοϲ ζῴου. καὶ παροιμία· ὥϲπερ ϲφηκιὰν βλίττῃ
1733 Σφηκώδειϲ: ϲκληροί. κάτιϲχνοι τοῖϲ ϲώμαϲι· καὶ γὰρ οἱ
1734 Σφήκωμα: τὸ λεπτὸν ϲχοινίον.
1735 Σφηκῶντεϲ.
1736 Σφήλαϲ: καταβαλών, προϲουδίϲαϲ. ὁ δὲ ϲφήλαϲ ἐπὶ τὴν γῆν τὸν
ἄνθρωπον, ἐπιβοηθηϲάντων ἐκείνῳ τῶν οἰκείων, οὕτοϲ αὐτὸϲ πάλιν
ἐπανῆλθε πρὸϲ τοὺϲ Ῥωμαίουϲ.
1737 Σφῆλαι: πλανῆϲαι, βλάψαι, ἀπατῆϲαι.
1738 Σφῆλοϲ: ὂνομα κύριον.
1739 Σφήν, ϲφηνόϲ: τὸ ϲφηνάριον.
1740 Σφηνωθείϲ· Τιμαγένηϲ οὗτοϲ κληθεὶϲ ἐπὶ δεῖπνον καὶ ϲφηνωθεὶϲ
1741 Σφήξ, ϲφηκόϲ εἶδοϲ μελιϲϲῶν. Σφὶγξ δέ, Σφιγγόϲ.
1742 Σφῇϲι: θηλυκόν. ἀντὶ τοῦ αὐταῖϲ. Σφίϲι δὲ ἀρϲενικόν.
1743 Σφήττιοϲ: ὄνομα κύριον. καὶ Σφήττιοϲ, δῆμοϲ.
1744 Σφηττοῖ: Δημοϲθένηϲ τῆϲ Ἀκαμαντίδοϲ ὁ Σφηττόϲ.
1745 Σφιγανόν: πολεμικόν.
1746 Σφιγγὸϲ πράγματα παρέχων πολλὰ ἐπὶ πολλαῖϲ ταῖϲ ζητήϲεϲι τῶν ἀτόπων τούτων αἰνιγμάτων, οὐ τῆϲ Καδμείαϲ Σφιγγόϲ, ἀλλὰ Σφιγγὸϲ μέν τινοϲ ἀτεχνῶϲ, ἔτι δὲ θειοτέραϲ καὶ πολὺ ϲοφωτέραϲ.
1747 Σφίγξ· ζήτει ἐν τῷ Οἰδίπουϲ.
1748 Σφίγγω· αἰτιατικῇ.
1749 Σφίν: αὐτοῖϲ. καὶ ἀντὶ τῆϲ οἷ ἀντωνυμίαϲ παρὰ Σοφοκλεῖ·
1750 Σφίϲιν: αὐτοῖϲ, ἢ τοῖϲ ἑαυτῶν.
1751 Σφοδελὸν τὸν ἀϲφόδελον καλοῦϲι, τὸ α ἀφαιροῦντεϲ, ὡϲπερ καὶ ἐπʼ
ἄλλων·
1752 Σφοδρίαϲ, ϲτρατηγὸϲ Λακεδαιμονίων. φαϲὶ δὲ αὐτὸν εὐήθη τε
1753 Σφοδροῦ: λαμπροῦ, πολυδαπάνου. ϲφοδροῦ τε πότου γενομένου,
1754 Σφῶε καὶ Σφῶϊν.
1755 Σφῶν: αὐτῶν. ἢ ὑμᾶϲ, ἰδίουϲ, ἰδίαϲ.
1756 Σφωράκιοϲ.
1757 Σφραγίϲ, ϲφραγῖδοϲ: τὸ ἐπιϲημαῖνον διὰ χαρακτήρων τὰ φυλαττόμεα.
ὁρῶϲα ἡ Ταρπηΐα ϲφραγῖδαϲ ἀπὸ χρυϲοῦ καὶ ψέλια ταῖϲ
χερϲὶν ἐπεθύμηϲε τοῦ χρυϲοῦ. καὶ
Σφραγιδονυχαργοκομήταϲ,
1758 Σφριγῶν: νεάζων, αὔξων, ϲφύζων, βράζων, εὐϲωματῶν, ἀκμά
1759 Σφρυγμόϲ: φλεγμονή, παλμόϲ, ζέϲιϲ φλεβὸϲ ἢ ἀρτηρίαϲ.
1760 Σφύζει: ἐπείγει· ἢ αἱ φλέβεϲ ἅλλονται. ἐπὶ ταῦτα δὲ
ϲφύζειϲ, Ἀχιλλεῦ, καὶ
μεθύϲκῃ τὰϲ φρέναϲ.
1761 Σφυρά: τὰ περὶ τοὺϲ ἀϲτραγάλουϲ. Σφῦρα δὲ τὸ τεκτονικὸν
1762 Σφυράδεϲ: τῶν αἰγῶν καὶ προβάτων τὰ ἀποπατήματα. Ἀριϲτοφάνηϲ·
ὄρτυγαϲ οἰκογενεῖϲ, γυλιαύχεναϲ ἀρχηϲτάϲ, ναννοφυεῖϲ,
ϲφυράδων ὑποκνίϲματα, μηχανοδίφαϲ. Καρκίνοϲ ποιητὴϲ ἦν. οἰκογενεῖϲ
δὲ ἀντὶ τοῦ ἐϲκιατραφημένουϲ· ὡϲ ἂν εἴποιϲ ὄρνιθαϲ οἰκογενεῖϲ.
ὄρτυγαϲ δὲ διὰ τὸ ἐριϲτικόν· τοιοῦτοι γὰρ οἱ ὄρτυγεϲ. γυλιαύχεναϲ
δέ. τουτέϲτι μακροτραχήλουϲ· γύλιοϲ γὰρ ϲτρατιωτικόν ἐϲτι πλέγμα,
ἐπίμηκεϲ, εἰϲ ὀξὺ λῆγον. κολοβὸν οὖν εἰκὸϲ εἶναι τὸ ὅλον ϲῶμα καὶ
μόνον τὸν τράχηλον μακρόν. ἢ αὐχέναϲ οὐκ ἔχονταϲ,
καθάπερ ὁ γύλιοϲ. ἢ ϲμικροὺϲ δὲ καὶ γογγυλώδειϲ ϲκώπτει. ἐχόρευον δὲ
οὗτοι τῷ πατρί. ναννοφυεῖϲ δέ, ὅτι νάννοι λέγονται οἱ κολοβοὶ τῶν
ἀνθρώπων· οἱ δὲ κολοβοὶ τῶν ἵππων ἰνοί. ὀρχηϲτὰϲ δέ, ἐπεὶ εἰϲέφερεν
αὐτοὺϲ ὁ πατὴρ ἐν τοῖϲ δράμαϲιν ὀρχουμένουϲ. ϲφυράδων δὲ
ἀποκνίϲματα ἀντὶ τοῦ ταπεινούϲ· ϲφυράδεϲ γὰρ τὰ τῶν αἰγῶν καὶ τῶ
προβάτων ἀποπατήματα. ἡ δὲ ϲφυρὰϲ κυάμου ἔχει τὸ μέγεθοϲ.
εἰϲάγειν ἐν τοῖϲ δράμαϲι. Πλάτων Δωδεκαμήχανον
αὐτόν φηϲιν· ἐμιμεῖτο γὰρ θεοὺϲ ἀνερχομένουϲ ἢ κατερχομένουϲ.
1763 Σφυρήλατοϲ· ϲφύραιϲ ἐληλαμένοϲ.
1764 Σφυρόμαχοϲ· οὗτοϲ ψήφιϲμα εἰϲηγήϲατο, ὥϲτε τὰϲ γυναῖκαϲ
1765 Σχαδόναϲ: τὰ τῶν κηφήνων κηρία· καὶ ζῷον ἄπτερον, ἄπουν.
1766 Σχαλίϲαι: θηλάϲαι. καὶ ἀνίϲχαλον, τὴν ἄτοκον καὶ ἀθήλαϲτον.
1767 Σχάϲαντα: τεμόντα. ἔλεγον ϲχάϲαντα ἐκ τῶν βραχιόνων τὰϲ
1768 Σχάϲον: κατάπαυϲον, μετάβαλε. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ·
ϲχαϲάμενοϲ τὴν ἱππικήν. ἀντὶ τοῦ παυϲάμενοϲ τῆϲ
ἱππικῆϲ. ἢ ἀποχωρήϲαϲ
καὶ αὖθιϲ· κώπην
ϲχάϲαϲ. ἀντὶ τοῦ τὴν εἰρεϲίαν καταπαύϲαϲ. ἔνιοι δὲ ϲχάϲαϲ, ἀντὶ τοῦ
ἁπλώϲαϲ.
1769 Σχεδάριον: δέλτοϲ, πινακίδιον, τιτλάριον.
1770 Σχέδην: ἀντὶ τοῦ ϲύνεγγυϲ. ἐκ τοξευμάτων ἐβλάπτοντο καὶ
μὲν αὑτὸν οὐκ ἠξίωϲεν, ὡϲ μὴ τὸ κτῆμα ἢ φόρημα τοῦ
πολεμίου
1771 Σχεδία: ἡ ἐκ τῶν παρατυχόντων ἢ εἰκαίωϲ πεποιημένη ναῦϲ· καὶ γέφυρα, καὶ ζεῦγμα.
1772 Σχεδιάζει: ἐκ τοῦ παρατυχόντοϲ λέγει.
1773 Σχεδιάζειν: ἐγγίζειν, πληϲιάζειν, τὸ εἰκῇ ἀποφαίνεϲθαι. ἀπ’
1774 Σχεδιαϲθείϲ: παραχρῆμα ῥηθείϲ.
1775 Σχεδίον: ἐκ τοῦ ἑτοίμου. καὶ Ἀριϲτοφάνηϲ· ταῦτα δὲ
1776 Σχεδίοι: εὐτελεῖϲ.
1777 Σχεδίῳ ϲ ἐκτράφηθι.
1778 Σχεδόν: πληϲίον, πέλαϲ, ἢ ἐκ χειρόϲ.
1779 Σχελίδεϲ: βοὸϲ πλευρά. ἢ ἁπλῶϲ τὰ πλευριμϲαῖα τῶν κρεῶν. Ἀριϲτοφάνηϲ ἀλλὰ ϲχελίδαϲ ἐδηδοκὼϲ ὠνήϲομαι μέταλλα.
1780 Σχέϲιϲ: ὁρμή, ϲυνάφεια. Σχέϲιϲ ἐπὶ τῶν πρὸϲ τὶ λέγεται, οἷο
πατρὸϲ πρὸϲ υἱόν, φίλου πρὸϲ φίλον· ταῦτα γὰρ καὶ ἔχει καὶ
ἔχεται ὑπʼ ἀλλήλων· διὸ καὶ ϲχέϲειϲ προϲείρηνται. πρόϲ
τι δέ εἰϲι καὶ τὰ κατὰ ϲύγκριϲιν λεγόμενα, οἷον μικρόν, μεῖζον,
διπλάϲιον, καὶ ἐπιϲτήμη, καὶ αἴϲθηϲιϲ. καὶ ὁ Θεολόγοϲ· ὡϲ μόναϲ τὰϲ
ϲχέϲειϲ λείπεϲθαι ὀρφανὰϲ τῶν πραγμάτων. ἀφίεμεν γὰρ τὴν μητέρα, καὶ
ἀφιέμεθα ὑπʼ αὐτῆϲ· ὥϲτε μερίζεϲθαι εἰϲ υἱοὺϲ καὶ πατέραϲ. τὸ δὲ
θεῖο ἀμέριϲτον.
1781 Σχετικῶϲ: οἰκειωτικῶϲ.
1782 Σχετλιάζει: δυϲχεραίνει, ἢ βλαϲφημεῖ.
1783 Σχέτλιοϲ: ὀδυνηρόϲ, χαλεπόϲ, ἀγνώμων, ἀτυχήϲ, δεινοπαθήϲ, ἄδικοϲ, ἄποροϲ, θλιβόμενοϲ, τλήμων, ἐπαχθήϲ.
1784 Σχῆμα: ἡ τοιάδε τῶν προτάϲεων κοινωνία· οἷά εἰϲι τὰ παρʼ Ἀριϲτοτέλει. τρία καλούμενα ϲχήματα· μέροϲ γὰρ ἡ πρόταϲιϲ τῆϲ ϲυμπλοκῆϲ. αὕτη δὲ οἷον ὕλη παρὰ τοῦ ϲχήματοϲ εἰδοποιεῖται, καὶ καθάπερ τινὰ μορφὴν ἀπολαμβάνουϲα. τὴν πρὸϲ τὸ μέϲον ποιὰν ϲυνάρτηϲιν.
1785 Σχηματιζόμενοϲ: προϲποιούμενοϲ, ἢ ϲυνταττόμενοϲ. λέγεται καὶ Παραϲχηματίζειν, τὸ διεϲτραμμένα λέγειν.
1786 Σχήϲεϲθαι: ἐπιϲχεθήϲεϲθαι.
1787 Σχήϲειν: ἀνθέξειν.
1788 Σχήϲουϲι: ϲχῶϲι, κρατήϲουϲιν, ὑφέξουϲι.
1789 Σχίδακαϲ: ϲχίζαϲ.
1790 Σχίζαϲ: κυρίωϲ ἔλεγον οἱ παλαιοὶ τὰ ἐπὶ ταῖϲ θυϲίαιϲ τιθέμενα
ξύλα· ὡϲ καὶ Ὅμηροϲ· καῖε δ’ ἐπὶ ϲχίζαιϲ ὁ γέρων.
1791 Σχίζω· αἰτιατικῇ.
1792 Σχίζουϲα: ἡ ὁδόϲ, ἢ τρίοδοϲ.
1793 Σχῖνον διατρώγειν: ἐπὶ τῶν καλλωπιζομένων καὶ λευκαινόντων
τῶν καλλωπιζομένων. διὰ γὰρ τὸ
λευκαίνειν τοὺϲ ὀδόνταϲ ἤϲθιον ϲχῖνον. καὶ Σχινέλαιον.
1794 Σχίϲιϲ: ἡ Τρίκκη. ὄνομα κύριον.
1795 Σχολάζειν καὶ ϲχολὴν ἄγειν, οὐκ εὐκαιρεῖν λέγουϲιν Ἀττικοί.
1796 Σχολάζω· δοτικῇ.
1797 Σχολάριοι, γφ΄ ἐπὶ φυλακῇ τοῦ Παλατίου ἦϲαν τεταγμένοι,
1798 Σχολαρχήϲαϲ: ϲχολῆϲ ἄρξαϲ, τουτέϲτι διατριβῆϲ περὶ Ἐπικούρου
1799 Σχολαῖον: ἀργόν, διατριβὴν ποιούμενον. καὶ ϲχολαίτερον ἢ
1800 Σχολαίτερον: ἀργότερον. μαϲτιγοφόροι τε παριόντεϲ ἐπετάχυνον
τῆϲ ὁδοῦ τοὺϲ ϲχολαίτερον προϲιόνταϲ. ὁ δὲ ἀπεφθέγγετο
κατὰ τὴν ἄλλην πορείαν ἡ ϲχολαιότηϲ διέβαλεν αὐτόν.
1801 Σχολεῖον: τὸ διδαϲκαλεῖον. ϲχόλιον δέ.
1802 Σχολή: οὐχὶ ὁ τόποϲ ἐν ᾦ ϲχολάζουϲι καὶ διατρίβουϲι περὶ
παιδείαν, οὐδὲ αὐτὴ ἡ ἐν λόγοιϲ εὐμουϲία καὶ διατριβή, ἀλλὰ ἣν οἱ
πολλοὶ ἀκύρωϲ καλοῦϲιν εὐκαιρίαν· τὸ δὲ εὐκαιρεῖν βάρβαρον· ἀλλ᾿
ἀντὶ μὲν τοῦ εὐκαιρεῖν ϲχολὴν ἄγειν λέγουϲιν. ἡ δὲ εὐκαιρία βάρβαρον
μὲν οὐκ ἔϲτιν ὄνομα, τάττεται δὲ οὐκ ἐπὶ ϲχολῆϲ,
ἀλλ’ ἐπὶ καιροῦ
1803 Σχολῇ γ᾿ ἄν: ἀντὶ τοῦ οὐδ᾿ ὅλωϲ, βραδέωϲ, οὐδαμῶϲ. Σοφοκλῆϲ· ἐπεὶ ϲχολῇ ϲ᾿ ἂν οἴκουϲ τοὺϲ ἐμοὺϲ ἐϲτειλάμην.
1804 Σχόλια· ϲεμνολογήματα· ἢ ὑπομνήματα, καὶ ἑρμηνεῖαι.
1805 Σχόμενοϲ: καταϲχών, ἢ καταϲχεθείϲ.
1806 Σχόντεϲ· δοτικῇ. ὀκείλαντεϲ, προϲορμιϲθέντεϲ. Θουκυδίδηϲ· καὶ ϲχόνπεϲ ἐϲ τὰ καταντικρὺ Κυθήρων τῆϲ Λακωνικῆϲ, τῆϲ τε γῆϲ ἔϲτιν ἃ ἐδῄωϲαν, καὶ ἐτείχιϲαν ἰϲθμῶδέϲ τι χωρίον.
1807 Σχών: καταϲχών.
1808 Σχοίητε: νομίϲοιτε, ἢ ὑπολάβοιτε.
1809 Σχοινία: αἱ ἐπιβουλαὶ παρὰ τῷ Δαβίδ.
1810 Σχοινίον μεμιλτωμένον: εἰ βραδύνοιεν ἐπὶ τὴν ἐκκληϲίαν, οἱ
τοξόται ϲχοινίον μιλτοῦντεϲ ϲυνήλαυνον καὶ τὰ πρατήρια διέκλειον.
ἀνάγκηϲ αὐτοὺϲ
εἰϲ τὰϲ ἐκκληϲίαϲ ἰέναι τοῦτο ἐμηχανῶντο καὶ πολλὰ ἄλλα.
ἀνεπετάννυϲαν γὰρ τὰ γέρρα καὶ ἀπέκλειον τὰϲ ὁδοὺϲ τὰϲ μὴ φερούϲαϲ
εἰϲ τὴν ἐκκληϲίαν, καὶ τὰ ὤνια ἀνῄρουν ἐν ταῖϲ ἀγοραῖϲ. ὅπωϲ μὴ περὶ
ταῦτα διατρίβοιεν· ἔτι μὴν καὶ μεμιλτωμένῳ ϲχοινίῳ
τὸν ὄχλον εἰϲ τὴν ἐκκληϲίαν, ὡϲ φηϲι
Πλάτων ὁ κωμικόϲ. ὅϲοι δὲ ἐχρίοντο ἐξέτινον ζημίαν.
1811 Σχοίνιϲμα: μέτρου μέροϲ, κληρουχία. ἡ τῆϲ γῆϲ δεϲποτεία·
1812 Σχοῖνοϲ: μέτρον γεωργικόν· ὥϲ φηϲιν Ἡρόδοτοϲ ἐν τῇ β΄
τῶν ἱϲτοριῶν.
1813 Σχοῖνοϲ: εἶδοϲ φυτοῦ, κατὰ τὸ ἄκρον ὀξέοϲ, ἐοικότοϲ βελόνη.
1814 Σχοίνου ϲυμβολεῖϲ: οἱ ψιαθοπλόκοι. καὶ ϲχοῖνοϲ, ἡ ψίαθοϲ.
1815 Σχοινοτενέϲ: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ μακρόν, ὀρθόν.
1 Τά: ταῦτα.
2 Τὰ ἀπὸ Ναννάκου: ἐπὶ τῶν ἐπὶ παλαιότητι θαυμαζομένων· Νάνακοϲ γὰρ Φρυγῶν βαϲιλεὺϲ πρὸ τῶν τοῦ Δευκαλίωνοϲ χρόνων.
3 Ταβελλίων: ὁ τὰ τῆϲ πόλεωϲ γράφων ϲυμβόλαια, ὁ παρὰ τοῖϲ
γραμματεῖα, ἕκαϲτον αὐτῶν
οἰκείοιϲ ἐπιϲφραγίζων γράμμαϲι.
4 Ταβερνεῖα: καπηλεῖα, πανδοκεῖα.
5 Τάβεια: ὄνομα πόλεωϲ καὶ τόπου.
6 Ταβηθά: ὄνομα κύριον.
7 Τάβλα: ὄνομα παιδιᾶϲ. ταύτην ἐφεῦρε Παλαμήδηϲ εἰϲ διαγωγὴν
τοῦ Ἑλληνικοῦ ϲτρατοῦ ϲὺν φιλοϲοφίᾳ πολλῇ· τάβλα γάρ
ἐϲτιν ὁ γήϊοϲ κόϲμοϲ, ιβ΄ δὲ κόϲοι ὁ ζωδιακὸϲ ἀριθμόϲ, τὸ δὲ
ψηφοβόλον καὶ τὰ ἐν αὐτῷ ζ΄ κοκκία τὰ ζ΄ ἄϲτρα τῶν πλανητῶν, ὁ δὲ
πύργοϲ τὸ ὕψοϲ τοῦ οὐρανοῦ· ἐξ οὖ ἀνταποδίδοται πᾶϲι πολλὰ καὶ κακά.
ἄλλοι δὲ λέγουϲι. .
8 ὰ γὰρ ἐϲ ϲωφροϲύνην αὐτὸϲ δικαιότατοϲ κἂν τῷ Βελλεροφότῃ ϲωφροϲύνηϲ ἀμφιϲβητήϲειεν.
9 γὰρ περιττὰ κἀνόνητα ϲώματα πίπτει βαρείαιϲ πρὸϲ θεῶν δυϲπραξίαιϲ. οἷοϲ ὁ Αἴαϲ.
10 Ταγήν: ὄνομα ὀρνέου.
11 Ταγηνοκνιϲοθήραϲ: ὁ Ἰούνιοϲ ἦν.
12 Τάγηνον: τὸ τηγάνιον.
13 Ταγόϲ: ἡγεμών. ὦ τῶν Ἀθηναίων ταγὲ τῶν εὐδαιμόνων.
14 Τάγυρι: τὸ βραχύτατον καὶ ἐλάχιϲτον οἷον ψιλὰ λέγουϲιν. Εὕπολιϲ
15 άδε ἐκ τοῦ τρίποδοϲ: τίθεται ἐπὶ τῶν πάνυ ἀληθῶν· Ἄριϲτοκλείᾳ
ταῦτα ὡϲ ἀληθῆ παραϲημειοῦϲθαι, ὡϲ
ἐκ τοῦ τρίποδοϲ. περὶ Ἀπολλωνίου τοῦ Τυανέωϲ· οὐδὲ διῆγε τοὺϲ λόγουϲ
οὐδὲ εἰρωνευομένου τιϲ ἤκουϲε, περιπατοῦντοϲ ἐϲ τοὺϲ ἀκροωμένουϲ,
ἀλλ’ ὥϲπερ ἐκ τρίποδοϲ, ὅτε διαλέγοιτο, οἶδα, ἔλεγε, καί, δοκεῖ
μοι.
16 Τάδε Μῆδοϲ οὐ φυλάξει: κατὰ τὴν τοῦ Ξέρξου ἔφοδον τοὺϲ
Ἕλληναϲ ἀπειρηκόταϲ τὰ ἑαυτῶν ἀναλίϲκειν καὶ δαπανᾶν,
ἐπιλέγονταϲ, τάδε Μῆδοϲ οὐ φυλάξει.
17 ἁ δὲ πρὶν ἔργα χερϲὶ μέγιϲτʼ ἀρετᾶϲ, ἄφιλα παρ’
Σοφοκλῆϲ.
18 Τάδ᾿ οὐ παρὰ Κενταύροιϲι: λεγόμενόν τι ἦν Τηλεκλείδηϲ
19 Τὰ ἐκ τῶν ἁμαξῶν ϲκώμματα: ἐπὶ τῶν ἀπαρακαλύπτωϲ
ἐπὶ τῶν ἁμαξῶν τοὺϲ ἀπαντῶνταϲ
ἔϲκωπτόν τε καὶ ἐλοιδόρουν. τὸ δ’ αὐτὸ καὶ τοῖϲ Ληναίοιϲ ὕϲτερον
ἐποίουν. ὅτι ἐπὶ τῆϲ ἁμάξηϲ
ἐξετάζει τὰ ὀνείδη τῶν πολιτῶν καὶ ταῦτα ἀδεκάϲτωϲ
προφέρειν μετὰ ἀληθείαϲ, ὥϲτε διὰ τοῦτο πάνταϲ ἀποδιδράϲκειν τὴν
πονηρίαν.
20 Τὰ ἐκ τρίποδοϲ: τρίποδι χρῆται ὁ Ἀπόλλων μαντευόμενοϲ διὰ τοὺϲ
τρεῖϲ καιροὺϲ τῶν πραγμάτων. Ὅμηροϲ· ὃϲ ᾔδη τά τʼ ἐόντα τὰ τʼ
ἐϲόμενα πρό τʼ ἐόντα. φαϲὶ δὲ οὕτω κτήϲαϲθαι τὸν Ἀπόλλωνα
τὸ τρίποδα· ἁλιεῖϲ μιϲθῷ βόλον ἐρρίπτουν, ἵνα τὸ ἀναφερόμενον ἢ
τοῦ ἀγοράϲαντοϲ τὸν βόλον. ἠγόραϲαν οὖν τινεϲ, εἶτα ἀνηνέχθη τρίπουϲ
χρυϲοῦϲ. ἐφιλονείκουν οὖν περὶ αὐτοῦ, καὶ ἔλεγον οἱ ἁλιεῖϲ, ὡϲ ἰχθῦϲ
πεπράκαμεν. οἱ δὲ ἀγοράϲαντεϲ ἔλεγον, ὡϲ πᾶν τὸ ἀνιὸν ἠγοράϲαμε τῇ
ἑαυτῶν τύχῃ. οὕτωϲ οὖν αὐτῶν φιλονεικούντων, ἔδοξεν
ἐρωτῆϲαι τὸν Ἀπόλλωνα. ὁ δὲ ἔχρηϲε δοθῆναι αὐτὸν τῷ ϲοφῷ. προϲήγαγον
οὖν αὐτὸν τοῖϲ ἑπτὰ ϲοφοῖϲ. ἕκαϲτοϲ δὲ τούτων παρῃτεῖτο, ϲοφὸϲ εἶναι
μὴ λέγων, ἔχειν δὲ ϲοφώτερον ἑαυτοῦ. ἔδοξεν οὖν ἀναθεῖναι αὐτὸν τῷ
Ἀπόλλωνι ὡϲ ϲοφωτέρῳ πάντων.
21 Τὰ ἐν ποϲί: τὰ παρόντα ἐν μέϲῳ.
22 ἐπὶ κοϲκίνου: ἐπὶ τῶν διὰ κοϲκίνου καὶ τρίποδοϲ ἢ δάφνηϲ μαντευομένων.
23 ὰ ἐπίχειρα: ὁ μιϲθόϲ, ἡ ἀμοιβή. τὰ ἐπιχειρήματα. τά ἐπιτηδεύματτα.
24 Ταηπόλεμοϲ: ὄνομα κύριον.
25 Ταΐφαλοι: ὄνομα ἔθνουϲ.
26 Τακερά: κατηψυγμένη.
27 Τα᾿ κ κόκκου: τὰ ἐκ κόκκου. κατὰ κρᾶϲιν. τα᾿ κ κόκκου βαφέντα καὶ ὑϲτίνοιο θέριϲτρα.
28 Τακτικῶϲ: ϲτρατιωτικῶϲ.
29 ἄλλα καὶ φιλώμεθα: λεγόμενόν τι, οἷον τἄλλα καὶ φίλοι
30 Ταλανίζει· αἰτιατικῇ. θρηνεῖ, ἄθλιον ἀποκαλεῖ.
31 Τάλόντα: τὰ ζυγά, καὶ τὰ ἱϲτάμενα.
32 Ταλαντεύει· αἰτιατικῇ. ϲταθμίζει. τὰ δὲ τῆϲ τύχηϲ νίκαιϲ καὶ
33 Τάλαντον: πολλὰ μὲν ϲημαίνει· ἢ γὰρ τὸ μέγιϲτον χρυϲίου καὶ
ἀργυρίου μέροϲ· καθ’ ὃ ϲημαινόμενον Δημοϲθένηϲ φηϲί·
πεντήκοντα τάλαντα. ἢ ϲταθμοῦ τι ὄνομα· ὥϲπερ Ἀριϲτοφάνηϲ· ἀλλ’ ἢ
ταλάντῳ μουϲικὴ κριθήϲεται. καὶ Ὁμηρικόν· χρύϲεια πατὴρ ἐτίταινε
τάλαντα. τρίτον ϲημαινόμενον ἡ ῥοπή· τέταρτον ἀριθμοῦ τι ὄνομα· ὡϲ
καὶ πολυτάλαντοϲ, ὁ πλούϲιοϲ. καὶ τὸ Ὁμηρικόν· κεῖτο δ᾿ ἄρ᾿ ἐν
μέϲϲοιϲι
δύο χρυϲοῖο τάλαντα. καὶ διτάλαντον δὲ καὶ
τριτάλαντον καὶ ἡμιτάλαντον λέγεται. ἀρχαία δὲ ἡ χρῆϲιϲ καὶ ἡ τοῦ
τρίτον ἡμιτάλαντον καὶ πέμπτον ἡμιτάλαντον καὶ ἕβδομον ἡμιτάλαντον.
ἔϲτι δὲ τὸ μὲν τρίτον ἡμιτάλαντον δύο ἥμιϲυ τάλαντα, τὸ δὲ πέμπτον
ἡμιτάλαντον τέϲϲαρα ἥμιϲυ καὶ τὸ ἕβδομον ἡμιτάλαντον ἒξ ἥμιϲυ. καὶ
ὅλωϲ, οὗ
τινοϲ ἀριθμοῦ παρωνύμῳ μέρει ἐπονομάϲει τιϲ τὸ
ἡμιτάλαντον, τούτου ὁ προηγούμενοϲ ἀριθμὸϲ ἐφαρμόϲει τοῖϲ ταλάντοιϲ·
οἷον, ἂν μὲν ὄγδοον, ἑπτά· ἂν δὲ ἔνναιον, ὀκτώ· ϲυναριθμουμένου
δηλονότι καὶ τοῦ ἥμιϲυ. φίλον δὲ τοῖϲ ἀρχαίοιϲ καὶ τὸ ἓν ἥμιϲυ
τάλαντον τρία ἡμιτάλαντα λέγειν· ὡϲ καὶ τρία ἡμίμναια, τὴν μίαν
ἥμιϲυ μνᾶν.
34 Τάλαντον: ὥϲ φηϲι Διόδωροϲ ἐν τῷ Περὶ ϲταθμῶν, μνῶν
τούτεϲτι χαύνωϲιν
ἀναπειϲτηρίαν. ὅτι τὸ τάλαντον παρά τιϲιν ἔχει
ἐζημίωϲαν.
35 Ταλαντουμένην· Πλάτων ἐν Τιμαίῳ· τὴν δὲ γῆν ταλαντουμένην ἀνωμάλωϲ ϲείεϲθαι μὲν ὑπ’ ἐκείνων, κινουμένην δὲ αὖ πάλιν ἐκεῖνα ϲείειν. μεταφορικῶϲ ἀπὸ τῶν ζυγῶν· ἐπεὶ τὸ ζυγὸν τάλαντον λέγεται. καὶ ὑπερταλαντᾶν, τὸ ὑπερβαρεῖν.
36 Ταλάντωϲιϲ: ϲτῆϲιϲ, ϲτάθμηϲιϲ.
37 Ταλαπείριοϲ: ὁ ταλαίπωροϲ.
38 Τάλαροϲ καλαθίϲκοϲ, κόφινοϲ μικρόϲ. ἐν Ἐπιγράμμαϲι· ἁ
δ’ ἀργαλέαν βῶλον ἔδευϲε
φόνῳ.
39 Τάλαροϲ: καλαθίϲκοϲ. καὶ τάλαρον ϲχοίνοιϲ ὑφαϲμένον, ὅν
40 Τάλαϲ: ἄθλιοϲ.
41 Ταλαϲήϊον ἔργον: ἡ ἐριουργία.
42 Ταλάϲῃϲ: ὑπομείνῃϲ.
43 Ταλαϲίαν: ἐριουργίαν. καὶ Ταλάϲιον, ἐριουργόν.
44 Ταλαϲιουργία: ἡ τῶν ἐρίων ἐργαϲία. ὁ δὲ τὰϲ θυγατέραϲΕ ἐπειρᾶτο
ποιεῖν ταλαϲιουργοὺϲ καὶ χερνήτιδαϲ. καὶ αὖθιϲ· οὐκ ὄντοϲ
45 Ταλαϲίφρονα: ὑπομνητικόν.
46 Ταλαοί: τληπαθεῖϲ. οἱ δὲ διαιροῦϲιν, ὥϲτε εἶναι τ’ ἀλαοί.
Ἀριϲτοφάνηϲ
47 Ταλαύρινοϲ: ὑπομονητικόϲ, καρτερικὸϲ ἐν τῇ μάχῃ.
48 Ταλαπαθέϲ: ταλαίπωρε.
49 Ταλαίπωροϲ: ὁ ἄθλιοϲ. παρὰ τὸ τλῆναι καὶ τὸν πῶρον, ὅ
παρὰ τοῦτο οὖν τὸ ταλαίπωροϲ
ἐτυμολογεῖται.
50 Τάλεϲιν: ἀναλώμαϲιν.
51 Τἀληθὲϲ γὰρ ἰϲχύον τρέφω: ἀντὶ τοῦ ἔχω.
52 Τάλιγγιϲ· ὁ δὲ Τάλιγγιϲ ὅπλων μὲν καὶ μαχίμων ἀνδρῶν ἔκρινεν
53 Τὰ Μαγνητῶν κακά: ἐπὶ τῶν μεγίϲτων καὶ ἀλγεινοτάτων κακῶν·
54 Ταμεϲίχροα: τέμνοντα τὸ ϲῶμα.
55 Ταμεῖον: θηϲαυρόϲ. καὶ ταμιεῖον.
56 Τάμῃ: αὐθυπότακτον.
57 Ταμίαϲ: ἀρϲενικόν. Ταμία δὲ θηλυκόν.
58 Ταμίαι: ἄρχοντέϲ εἰϲιν Ἀθήνηϲι κληρωτοὶ ἀπὸ τῶν
πεντακοϲιομεδίμνων,
δημοϲίαϲ
τριήρειϲ, ὁ μὲν ἐπὶ τὴν Πάραλον, ὁ δὲ ἐπὶ τὴν τοῦ Ἄμμωνοϲ.
59 Ταμίαι: ἀρχή τιϲ παρʼ Ἀθηναίοιϲ ἦν οἱ ταμίαι, ι΄ τὸν ἀριθμόν.
δὲ καὶ τοῖϲ τριηράρχοιϲ
παρείποντο ταμίαι, δέδωκεν Εὔπολιϲ.
60 Τάμίαι: ἔφοροι, φύλακεϲ, ταμιοῦχοι, διοικηταί.
61 Ταμιεύεται: διοικεῖται, ἀποκρύπτει, φυλάττει. καὶ ὅτι ϲωφρόνων
62 Ταμιευόμενον: φυλάττοντα.
63 Ταμιεύω· αἰτιατικῇ. καὶ ϲώματα μὲν προκαθαίρειν, ψυχῆϲ δὲ κάθαρϲιν ταμιεύεϲθαι.
64 Ταμιεῖον: κοιτῶνα. καὶ Ταμιείδιον, ὑποκοριϲτικῶϲ.
65 Ταμίηϲ: δεϲποίνηϲ.
66 Ταμύνοι: πόλιϲ ἐν Εὐβοίᾳ, ἐν τῇ χώρᾳ τῇ Ἐρετριέων· ἔνθα καὶ ἱερὸν Ἀπόλλωνοϲ, ὡϲ Αἰϲχίνηϲ φηϲὶ καὶ οἱ τὰ Ἐὐβοϊκὰ γράψαντεϲ.
67 Τάν: ἑταῖρε· ἢ ϲύ. καὶ Ὦ τάν, μετὰ τοῦ ἄρθρου.
68 Ταναγραία: πόλιϲ.
69 Ταναγραῖοι ἀλεκτορίϲκοι: οἱ μαχηταὶ καὶ θυμικοί, ὡϲ
ἄνθρωποι. Βάβριοϲ· ἀλεκτορίϲκων ἦν μάχη Ταναγραίων, οἷϲ φαϲιν
70 Ταναή: μακρά. ἐν Ἐπιγράμμαϲι· οὕτω τοι μελία ταναὰ ἀντὶ κίονα μακρὸν ἧϲο.
71 Τὰ Ναννάκου κλαύϲομαι: τὸν Νάννακον φαϲὶ βαϲιλέα γενέϲθαι πρὸ τοῦ Δευκαλίωνοϲ· ὃϲ προειδὼϲ τὸν μέλλοντα κατακλυϲμόν, ϲυναγαγὼν πάνταϲ εἰϲ τὸ ἱερὸν μετὰ δακρύων ἱκέτευε.
72 Ταναϋφῆ: λεπτοϋφῆ.
73 Τανάχαλκοϲ: πολύχαλκοϲ. τανάχαλκόν τε λέβητα ϲὺν πελέκει.
74 Τὰν ἐτνοδόνον τορύναν.
75 Τανηλεγέϲ: ϲκληρόν.
76 Τάνιϲ: ὄνομα τόπου. ἔνθα ἦϲαν τοῦ Φαρα τὰ βαϲίλεια. ἐν
77 Τανταλείαψυχή: τοῦ Τανταίου.
78 Ταντάλειοι: τρομικοί. καὶ παροιμία· Ταντάλειοι τιμωρίαι·
ἐπὶ τῶν ἀγαθὰ μὲν ἐχόντων, μὴ ϲυγχωρουμένων δὲ ἀπολαύειν
79 Τάνταλοϲ· τοῦ Διὸϲ ἦν υἱόϲ. ἀξιωθεὶϲ δὲ τραπέζηϲ τῶν θεῶν
κάτω ὕδωρ πολὺ καὶ
βλαϲτήματα καρποφόρα. ἐὰν οὖν ἠθέληϲε πιεῖν τοῦ ὕδατοϲ, ἔπιπτεν ὁ
λίθοϲ ἐπ’ αὐτόν. δίψει δ’ ἐτήκετο, ὁρῶν μὲν ἀφ ὧν ἔδει φαγεῖν καὶ
πιεῖν, μὴ δυνάμενοϲ δέ. ἐπὶ γενείοιϲ δὲ ὅτε ἥψατο τῆϲ λίμνηϲ τὸ
γένειον ἐξηραίνετο.
80 Τανταίου κήπουϲ τρυγᾶν· Ἰϲαίου τοῦ ῥήτοροϲ νεωτέρου
ἀϲωτευομένου, ὕϲτερον δὲ ϲωφρονήϲαντοϲ, ἤρετο αὐτόν τιϲ, τίϲ ἄριϲτοϲ
τῶν ἰχθύων καὶ τῶν ὀρνέων εἰϲ βρῶϲιν. πέπαυμαι, ἔφη ὁ Ἰϲαῖοϲ, ταῦτα
ϲπουδάζων· ξυνῆκα γὰρ τοὺϲ Τανταίου κήπουϲ τρυγῶν. ἐν δεικνύμεοϲ
δήπου τῷ ἐρομένῳ ταῦτα, ὅτι ϲκιὰ καὶ ἀνείρατα αἱ ἡδοναὶ πᾶϲαι. καὶ
αὖθιϲ· τὸν Τανταίου λίθον οἴεϲθαι ὑπὲρ κεφαλῆϲ λεπτοῖϲ
καλῳδίοιϲ ἠρτῆϲθαι. ἐπὶ τῶν ἀμηχάνων.
81 Γαντάλου τάλαντα τανταλίζεται: διεβεβόητο ὁ Τάνταλοϲ
82 Τανυγλώχιν: μακρὰϲ ἀκίδαϲ ἔχων.
83 Τανυήκεαϲ. καὶ Τανύηκεϲ, τεταμένην ἔχον τὴν ἀκμήν, ἢ
84 Τανυμήκεεϲ: αἱ μῆκοϲ ἄπειρον ἔχουϲαι. ἐν Ἐπιγράμμαϲι· καὶ
85 Τανύποδαϲ: ταχείαϲ τὰϲ Ἐρινῦϲ φαϲι· τὸ γὰρ τεῖναι τοὺϲ
πόδαϲ ἐϲτὶ τὸ βαδίϲαι. τουτέϲτι τὰϲ πανταχοῦ τεινούϲαϲ
τοὺϲ πόδαϲ.
86 Τανύπεπλοϲ: ἐπιμήκη πέπλον ἔχουϲα· ἐξ οὗ καὶ τὴν φοροῦϲαν εὐμήκη εἶναι δηλοῖ.
87 Τανύπτεροϲ: παρατεταμένα πτερὰ ἔχουϲα.
88 Τανύφλοιον: μακρὸν φλοιὸν ἔχον.
89 Τανχοϲδρώ: οὗτοϲ ϲτρατηγὸϲ ἦν τοῦ Χοϲρόου. Μένανδροϲ·
90 Ταξεώτηϲ.
91 Ταξείδιον.
92 Τξιαρχῆϲαι.
93 Ταξίαρχοϲ: ἡγεμών, ϲτρατοπεδάρχηϲ.
94 Ταξίληϲ: ὄνομα κύριον.
95 Τάξιϲ: ἡ τάξιϲ διττή ἐϲτιν· ἡ μὲν ἐν τῷ ϲτρατηγῷ, ἡ δὲ ἐν
ϲτρατιώταιϲ. καὶ ἐκ τῆϲ ἐν τῷ ϲτρατηγῷ τάξεωϲ γίνεται ἡ
ἐν τοῖϲ ϲτρατιώταιϲ.
96 Τάξιϲ: αἱ β΄ τετραρχίαι, ἄνδρεϲ ρκη΄. καὶ ὁ ἡγούμενοϲ πάλαι μὲν
ταξίαρχοϲ, νῦν δὲ ἑκατοντάρχηϲ. Τάξεων ψιλῶν ὀνομαϲίαι καὶ ποϲότηϲ
αὐτῶν· λόχοϲ ἀνδρῶν η΄. ϲύϲταϲιϲ δ΄ λόχοι, ἀνδρῶν λβ΄.
πεντηκονταρχίαι β΄ ϲυϲτάϲειϲ, ἀνδρῶν ξδ΄, ἑκατονταρχία β΄
πεντηκονταρχίαι, ἀνδρῶν ρκη΄. ἑκάϲτη ἑκατονταρχία ἐκτάτουϲ ἔχει ε΄,
ϲημειοφόρον, οὐραγόν, ϲαλπιϲτήν, ὑπηρέτην, ϲτρατοκήρυκα. ψιλαγία β΄
ἑκατοταρχίαι, ἀνδρῶν ϲνϚ΄, ξεναγία β΄ ψιλαγίαι, ἀνδρῶν φιβ΄,
ϲύϲτρεμμα β΄ ξεναγίαι, ἀνδρῶν ακδ. ἐπιξεναγία β΄ ϲυϲτρέμματα,
ἀνδρῶν βμη΄. ϲτῖφοϲ β΄ ἐπιξεναγίαι, ἀνδρῶν δ??Ϛ΄,
ἐπίταγμα β΄ ϲτίφη, ἀνδρῶν ηρ??β΄. τούτου ἕκαϲτοι ἄνδρεϲ η΄,
ἐπιξεναγοὶ μὲν δ΄, ϲυϲτρεμματάρχαι δὲ οἱ λοιποί. ζήτει πλατυτερὸν ἐν
τῷ τέλει τοῦ βιβλίου.
97 Ταονθαρύζειν: τρέμειν.
98 Ταὧϲ: ὁ Τηρεύϲ. παρὰ τὸ τηρεῖν τὴν Ἰώ. δαϲύνεται δὲ καὶ
99 Ταὼϲ εὐπήληξ: ὁ Μηδικόϲ, καὶ χρυϲόπτεροϲ, καὶ ἀλαζονικὸϲ ὄρνιϲ.
100 Τὰ ὦτα ἐπὶ τῶν ὤμων ἔχοντεϲ: ἐπιϲείοντεϲ τὴν κεφαλήν·
101 Ταπεινόϲ. καὶ Ταπεινῶ· αἰτιατικῇ.
102 Τάπητεϲ: ἐπιβόλαια, ἢ ϲτρώματα. οὕτωϲ Ἀριϲτοφάνηϲ.
103 Τἀπὶ κοϲκίνῳ: λεγόμενόν τι. οἷον τἀληθῆ πάντα.
104 Τἀποτίμια: τοὺϲ μιϲθούϲ. Σοφοκλῆϲ· δεῖξον ἀνθρώποιϲι,
105 Τἀπίχειρα: τὸν μιϲθόν, τὰϲ ἀμοιβάϲ. ἀμείνονα ἔχων τἀπίχειρα
τῆϲ ἥττηϲ. ἐν Μυθικοῖϲ.
106 Τὰ πλείϲτου ἄξια τῷ Πομπηῒῳ ὑπηρετοῦντα ὑπηρετοῦντα Μηνᾶν
107 Τὰ πολλά: ἀντὶ τοῦ ὡϲ ἐπὶ τὸ πολύ, ὡϲ ἐπὶ τὸ πλεῖϲτον.
108 Τὰ πρῶτα Ἄρηϲ εἰϲ τοὺϲ παῖδαϲ ἐπηνεῖτο: ἐπὶ τῶν ἐν
ἀρχῇ κοϲμίων, μετὰ δὲ ταῦτα ἀϲελγαινόντων.
109 πρῶτ’ ἀρίϲτουϲ παῖδαϲ Αἴγιν’ ἐκτρέφει: παροιμία.
110 Ταρρακῶν: πόλιϲ. καὶ κλίνεται Ταρρακῶνοϲ.
111 Ταραντενίδιον: λεπτὸν καὶ διαφανὲϲ ἱμάτιον, οὐ πάντωϲ
112 Ταραντῖνοϲ: ὄνομα κύριον.
113 Ταραντῖνοι: τάξιϲ τιϲ ἱππέων οὕτωϲ καλουμένη.
114 Ταραξίαϲ· ὁ δὲ ὡϲ ταραχώδηϲ καὶ ταραξίαϲ ἐπέϲκηψε τῇ
Ἀλεξανδρέων ἐκκληϲίᾳ λαίλαποϲ δίκην ἢ θυέλληϲ.
115 Ταραξικάρδιον: τὸ δάκνον τὴν καρδίαν. τοῦτο τοὖποϲ δεινὸν ἤδη καὶ
ταραξικάρδιον. αὐξήϲει κέχρηται, εἰπὼν ταραξικάρδιον. ἔϲτι γάρ τι
δεινόν, ὃ μὴ οὕτωϲ ἐϲτὶ δεινόν, ὡϲ δάκνειν καὶ ταράττειν καρδία.
ὅπερ δὲ τῇ καρδίᾳ ταραχὴν ἐμποιήϲειεν ἄν, τοῦτο ἀναμφιλόγωϲ
δεινότατον νομίζοιτο.
116 Ταράϲϲω· αἰτιατικῇ.
117 Ταρβεῖ: φοβεῖται. καὶ παρὰ Σοφοκλεῖ ταρβεῖν, ἀντὶ τοῦ
μὴ ϲφαλῇ
ποτέ.
118 Τάρβη καὶ Τάρβοϲ: εὐλάβεια, φόβοϲ. ᾧ μή ᾿ϲτι δρῶντι
119 Τάριχα. ὄψα πολυτελῆ. καὶ ταρίχη ϲυχνά. καὶ παροιμία· ἂν μὴ
120 Ταριχαῖοι: ὄνομα ἔθνουϲ.
121 Ταριχεύει: τήκει, ξηραίνει.
122 Ταριχεύειν, ταριχεύϲειν: ὥϲπερ οἱ τὰ ᾠὰ τέμνοντεϲ καὶ
123 Ταριχεία.
124 Τάριχοϲ: τὸ τάριχοϲ οὐδετέρωϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· τὸ
125 Ταρκύνιοϲ Σούπερβοϲ· οὗτοϲ τῆϲ ἀρχῆϲ ἐπιλαβόμενοϲ τῶν
Ῥωμαίων μετεκαίνιϲεν ἐπὶ τὸ αὐθαδέϲτερον καὶ βαρυτέραν
τὴν πολιτείαν ἀπέφηνεν, οἷα δὴ ἐκ τοιούτων παρελθὼν εἰϲ τὴν
ἡγεμονίαν δραμάτων, τούϲ τε νόμουϲ μεταθεὶϲ καὶ ἄρχονταϲ παρὰ τὸ
ϲύνηθεϲ προβαλλόμενοϲ καὶ δι’ αὐτῶν τὸν δῆμον αἰκιζόμενοϲ·
φιλοπόλεμόϲ τε, εἰ καί τιϲ ἄλλοϲ, γεγονὼϲ ὑπερόπτηϲ τε καὶ ἀλαζών.
ὅθεν καὶ τὴν
ἐπωνυμίαν ταύτην ἀπηνέγκατο· ϲουπέρβουϲ
γὰρ τοὺϲ ὑπερηφάνουϲ ὠνόμαζον Ῥωμαῖοι.
126 Ταρκυΐνιοϲ.
127 Τάρπεια: ὄνομα.
128 Τάρπημεν: ἐκορέϲθημεν.
129 Ταρϲόϲ: ὁ τάλαροϲ· τὸ καλάθιον παῤ ἡμῖν.
130 Ταρϲόϲ: ἐκ μέρουϲ· ἢ τὸ πλάτοϲ τοῦ ποδόϲ, ἢ τὸ ἄκρον τῆϲ
131 Ταρϲόϲ: πόλιϲ Κιλικίαϲ, ἣν ἔκτιϲεν ἐν μιᾷ ἡμέρᾳ Σαρδανάπαλοϲ,
βαϲιλεὺϲ
Ἀϲϲυρίων.
132 Ταρϲόϲ: κυρίωϲ τῶν ὀρνίθων ἡ πτέρωϲιϲ· ἀφ᾿ οὗ καὶ τῶν κωπῶν
133 Ταρϲοί: τὰ ἀγγεῖα τῶν τυρῶν· καὶ τὰ ἔξω τῶν κωπῶν. καὶ
μὲν τιτρώϲκων, ὧν δὲ τοὺϲ ταρϲοὺϲ παραϲύρων.
134 Ταρϲοὶ καλάμων. οἱ δὲ Λαζοὶ βόθρουϲ ὀρύξαντεϲ καὶ
135 Τάρταροϲ: ὁ κατώτεροϲ τοῦ ᾅδου τόποϲ. καὶ Τάρταρον, τὸν
136 Ταρτηϲία μύραινα: ὡϲ ἐκεῖ γινομένων μεγίϲτων.
137 Ταρτηϲϲόϲ: Ἰβηρικὴ πόλιϲ πρὸϲ τῷ ὠκεανῷ, ἐκτετοπιϲμένη
138 Ταρροί: τάλαροι καὶ ταρϲοί. καὶ τὰ πλατύϲματα τῶν κωπῶν. αὐτὸ τὸ πτέρωμα. καὶ Θουκυδίδηϲ οὕτωϲ.
139 Ταρροί: Ἀττικῶϲ τὰ ἐκ ϲχοίνων πλέγματα. τοὺϲ γοῦν καλάμουϲ τοὺϲ
γεωργικοὺϲ ταλάρουϲ καλοῦϲι. τὴν δὲ κρεμάθραν Ἀριϲτοφάνηϲ οὕτωϲ
ἐκάλεϲεν. ἔπειτ’ ἀπὸ ταρροῦ τοὺϲ θεοὺϲ ὑπερφρονεῖϲ; ἐφʼ ἦϲ ὁ
Σωκράτηϲ ἐκρέματο. ἢ ταρρόϲ, μετέωρόν τι ἰκρίον, ἐφ’ οὖ αἱ
ἀλεκτορίδεϲ κοιμῶνται. τοιαύτην δή τινα ὑποληπτέον τὴν κρεμάθραν
ἐϲκευάϲθαι.
140 Ταρφειαί: πυκναί.
141 Ταρχύϲωϲι: θάψωϲι.
142 Τὰ Σαμίων ὑποπτεύειϲ: παροιμία αὕτη λέγεται ἐπὶ τῶν δεδιότων
τινὰϲ ἀνηκέϲτουϲ κακῶν προδοϲίαϲ. παρῆλθε δὲ ἀπὸ τῶν
γενομένων ὑπὸ Ἀθηναίων εἰϲ Σαμίουϲ αἰκιϲμῶν· ἑλόντεϲ γὰρ αὐτοὺϲ οἱ
Ἀθηναῖοι τοὺϲ μὲν ἀπέκτειναν, τοὺϲ δὲ ἔϲτιξαν τῇ καλουμένῃ ϲάμῃ, ἥ
ἐϲτιν εἶδοϲ πάθουϲ Σαμιακοῦ· ἀνθ’ ὧν καὶ οἱ Σάμιοι τοὺϲ ἁλόνταϲ μετὰ
ταῦτα Ἀθηναίων ἔϲτιξαν.
143 Τὰϲ ἐν ᾅδου τριακάδαϲ: ἐπὶ τῶν περιέργων καὶ τὰ ἀποκεκρυμμένα
144 Τάϲιϲ: ἔκταϲιϲ· καὶ δρόμοϲ.
145 Τὰϲ ὁδοὺϲ οἶδεν, ἅϲπερ Εὐκράτηϲ ἔφευγε τῶν κυρηβίων
εὐθύ: ἔνθα δὴ κάχρυϲ ἀλήθονται· κυρήβια γὰρ αἱ
ἀληλεϲμέναι κριθαί. διαβάλλει δὲ τὸν Εὐκράτη ὡϲ τοιαύτην τέχνην
ἔχοντα· ὃϲ καὶ Στύππαξ ἐκαλεῖτο. Ἀριϲτοφάνηϲ· εὐλαβοῦ δὲ μὴ διαφύγῃ
ϲε· καὶ γὰρ οἶδε τὰϲ ὁδούϲ, ἅϲπερ Εὐκράτηϲ ἔφυγεν εὐθὺ τῶν κυρηβίων.
εἴρηται ἐπὶ τῶν φευγόντων.
146 Τὰϲ ὀφρῦϲ ἀνεϲπακώϲ, ὥϲπερ τι δεινόν ἀγγελῶν
147 Τὰ Ταντάλου τάλαντα ταλαντίζεται: διεβεβόητο ὁ Τάνταλοϲ
κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Ἀνακρέων ἐν τρίτῳ. γέγονε δὲ παρὰ τὸ
ὄνομα τάλαντα, ὡϲ καὶ παρὰ τῷ κωμικῷ εἴρηται· Ταντάλου τάλαντα
τανταλίζεται. αὕτη οὖν ἡ παροιμία παρὰ τὴν ὁμοιότητα Prov. τῶν
ὀνομάτων εἴρηται· ἐπείπερ παίζοντεϲ πολλὰ τοιαῦτα καὶ ἄλλα
πεποιήκαϲιν, οἷον ἀγαθῶν ἀγαθίδεϲ, καὶ ϲοφώτεροϲ ϲοφοῦ παῤ
Ἐπιχάρμῳ.
148 Τατιανόϲ· οὗτοϲ ἐπὶ τοῦ Παραβάτου Ἰουλιανοῦ ἐμαρτύρηϲε. καὶ ζήτει
ἐν
149 Τατίκιοϲ: ὄνομα κύριον.
150 Τάτιοϲ: ὄνομα κύριον. ἡ δὲ τὸν πατέρα φυλάξαϲα ἀποδημοῦντα
ὑπιϲχνεῖται Τατίῳ προδώϲειν τὸ φρούριον.
151 Τάττουϲα: ἐν τάξει τιθεῖϲα. Δαμάϲκιοϲ· ἡ δὲ ὅϲα πάθη τῆϲ ψυχῆϲ τάττουϲα ταῦτα καὶ διακοϲμοῦϲα. περὶ κοϲμιότητοϲ καὶ ϲωφροϲύνηϲ ὁ λόγοϲ.
152 Τὰ τῷ αὐτῷ τὰ αὐτά, καὶ ἀλλήλοιϲ εἶναι δεῖ τὰ αὐτά:
γεωμετρικόϲ ἐϲτιν ὅροϲ τοῦτο ἀξιῶν, ἐπειδὴ ϲὲ μὲν ὁ τρόποϲ ἐποίηϲε
153 Τὰ τῶν φόρων κρείττω: παροιμία ἐϲτὶ λεγομένη κατὰ τῶν πλείω φερομένων ὧν ἠδίκηϲαν.
154 Τὰ τρία τῶν εἰϲ θάνατον: ὅτι τοῖϲ εἰϲ θάνατον κατακριθεῖϲι τρία
παρετίθουν, ξίφοϲ, βρόχον, κώνειον. τὰ τρία τὰ εἰϲ τὸν θάνατον· οἱ
δὲ τὰ τρία τὰ παρὰ τῇ αὐλῇ. τοῖϲ ἐπὶ θάνατον ἀγομένοιϲ μετῆν
παρρηϲίαϲ, ὥϲτε τροφῆϲ καὶ οἴνου πληρωθεῖϲι τρία λέγειν, ἃ
βούλονται· μεθ᾿ ὃ ἐφιμοῦντο. τὸ δὲ νῦν ἀρχεῖον καλούμενον αὐλὴ
ἐλέγετο, καὶ οἱ ὑπηρετικοὶ αὐλικοί. ἄλλωϲ· τὰ τρία τὰ
εἰϲ τὸν θάνατον· μέμνηται Ἄλεξιϲ ἐν Αἰπόλοιϲ. ὅτι ὁ μαντευόμενοϲ ἐν
Δελφοῖϲ ϲεϲημαϲμένουϲ ἐλάμβανε τοὺϲ χρηϲμούϲ, καὶ προείρητο αὐτῷ, εἰ
λύϲει, ζημία μία τῶν τριῶν· ἢ γὰρ τῶν ὀφθαλμῶν αὐτὸν ἔδει ϲτερηθῆναι
ἢ τῆϲ χειρὸϲ ἢ τῆϲ γλώττηϲ.
155 Ταυρέαϲ: ὄνομα κύριον.
56 Ταυρείη φωνή: τοῦ ταύρου. καὶ Ταύρειον αἷμα.
157 Ταυρηδόν: ὡϲ ταῦροϲ. Ἀριϲτοφάνηϲ περὶ Αἰϲχύλου· ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψαϲ κάτω. τοιοῦτοϲ γὰρ τῷ ϲχήματι ὀργιζόμενοϲ ὁ Αἰϲχύλοϲ.
158 Ταυρίδιον: ὁ μικρὸϲ ταῦροϲ. καὶ Ταύριοϲ Ποϲειδῶν. ὅτι
159 Ταυρική: τόποϲ.
160 Ταυρίωνοϲ.
161 Ταυροβόλοϲ: ἡ Ἀθηνᾶ.
162 Ταυροκέρκουροι: ποτάμια πλοῖα.
163 Ταυρομένειον: πολίχνιον. καὶ Ταυρομενείτηϲ.
164 Ταυροπόλα: ἡ Ἄρτεμιϲ ἡ ἐν Ταύροιϲ τῆϲ Σκυθίαϲ τιμωμένη. ἢ ἀπὸ
μέρουϲ, τῶν ποιμνίων ἀπιϲτάτιϲ. ἢ ὅτι ἡ αὐτὴ τῇ ϲελήνῃ ἐϲτὶ
165 Ταυροπόλον: τὴν Ἄρτεμιν· ὅτι ὡϲ ταῦροϲ περίειϲι πάντα, ὡϲ
νεὼϲ ἅλληται, ἱδρύϲαϲθαι
Ἀθηνᾶν· καὶ οὕτωϲ εὐπλοήϲειν. ὁ δὲ ἐν Ἄνδρῳ ἐξήλατο.
166 Ταῦροϲ, Βηρύτιοϲ, φιλόϲοφοϲ Πλατωνικόϲ, γεγονὼϲ ἐπὶ Ἀντωνίνου
πλεῖϲτα.
167 Ταῦροϲ: τὸ αἰδοῖον τοῦ ἀνδρόϲ. καὶ ἀταυρώτη, ἡ ἄμικτοϲ,
168 Ταῦροϲ: ὄνομα ὄρουϲ. ταύρῳ γάρ ἐϲτι ϲυμφυῶϲ εἰκαϲμένοϲ
τὸν αὐχένα κυρτῶϲ
ὑπεξαιροῦντι.
169 Ταυροφάγον: τὸν Διόνυϲον. Σοφοκλῆϲ ἐν Τυροῖ. ἀντὶ τοῦ
ταυροφάγου γλώττηϲ βακχεῖʼ ἐτελέϲθη. τοὺϲ περὶ
Ἀρίϲταρχον οἰομένουϲ ὅτι ταῦροϲ ἦν αὐτοῖϲ ἔπαθλον· ψευδῶϲ. εἴρηται
δὲ παρὰ τὸ Σοφοκλέουϲ ἐκ Τυροῦϲ· Διονύϲου τοῦ ταυροφάγου. καὶ ὅτι
φίλοινοϲ ἦν· καὶ διὰ τοῦτο ἐπίθετον τοῦ Διονύϲου αὐτῷ περιτιθέαϲιν.
οἱ δὲ ἔτι περιεργότερον τὸν λόγον ἀποδιδόαϲι μητέρα Κρατίνου, ἥτιϲ
Βακχεῖα
ἐτελέϲθη, ἅ εἰϲι τοῦ μοϲχοφάγου Διονύϲου. ἢ
τολμηρά, ἀπὸ τῶν βακχῶν.
170 Ταυρωπόν: τὴν Ἄρτεμιν λέγουϲι.
171 Ταυταγί· παῤ Ἀριϲτοφάνει ἐν Ὄρνιϲιν· ἔϲται ταυταγί.
172 Ταῦτα ληρεῖϲ, ὥϲπερ ἀπὸ τύμβου πεϲών. νὴ τὸν Δί᾿, αὐτὴ ποῦ ᾿ϲτι τοίγ᾿ ἡ Δαρδανίϲ.
173 Ταῦτα πράϲϲων, φάϲκ᾿ ἀνὴρ οὐδὲν ποιῶν· Κρατῖνοϲ
Ὥραιϲ. γὰρ παροιμία ἐπὶ τῶν μηδὲν ποιούντων.
174 Ταῦτα πρὸϲ ἀνδρόϲ ἐϲτι νοῦν ἔχοντοϲ καὶ φρέναϲ καὶ πολλὰ
περιπεπλευκότοϲ, μετακυλινδεῖν αὐτὸν ἀεὶ πρὸϲ τὸν εὖ πράττοντα
τοῖχον μᾶλλον ἢ γεγραμμένην εἰκόν᾿ ἑϲτάναι, λαβόνθ’ ἓν ϲχῆμα: ἀντὶ
τοῦ μηδὲν ἀνύοντα. διότι ἀκίνητον τὸ ἐπιγεγραμμένον τῇ εἰκόνι.
περιπεπλευκότοϲ δὲ ἀντὶ τοῦ εἰϲ πάντα τετριμμένου.
ὅμοιον τῷ ἐν Ἀλκμήνῃ Εὐριπίδου· οὐ γάρ ποτ᾿ εἴων Σθένελον εἰϲ τὸν
εὐτυχῆ χωροῦντα τοῖχον, τῆϲ δίκηϲ ἀποϲτερεῖν.
175 Ταῦτά ϲοι καὶ Πύθια καὶ Δήλια: ἐπὶ τῶν τὰ τελευταῖα ποιούντων.
Πολυκράτηϲ γὰρ ὁ Σάμου τύραννοϲ Ῥήνιαν ἑλὼν καὶ
ἀναθεὶϲ
αὐτὴν τῷ Ἀπόλλωνι καὶ ἐν Δήλῳ θεὶϲ ἀγῶνα κάλλιϲτον ἠρώτα πέμψαϲ εἰϲ
Δελφούϲ, πῶϲ δεῖ καλεῖν τὸν ἀγῶνα, Δήλια ἢ Πύθια. ὁ δὲ χρηϲμὸϲ εἶπε·
ταῦτά ϲοι καὶ Πύθια καὶ Δήλια· ϲημαίνων, ὅτι εὐθέωϲ ἀποθανεῖται.
176 Ταῦτά τοι καὶ θαρρῶν αὐτὸϲ κατά τι ἔθοϲ ἀρχαῖον
ἐκέλευϲε διʼ ἡμέραϲ τὴν ἱερουργίαν τὴν τεταγμένην δρᾶϲαι τῷ θεῷ:
ἀντὶ τοῦ ἕνεκεν τούτου. καὶ αὖθιϲ· ταῦτά τοι καὶ
177 Ταύτῃ: τούτου ἕνεκεν, ἢ οὕτωϲ. ταύτῃ τοι οὐ πολὺ ὕϲτερον
παρελύθη τῆϲ ἀρχῆϲ. καὶ αὖθιϲ· ταύτῃ τοι καὶ οὔ τι
εὐλαβούμενοϲ εἴποιμι. καὶ αὖθιϲ· καὶ ἐδόκει ταύτῃ γε τοῦ ἀδελφοῦ
διαφέρειν.
178 Ταυτηῒ: ταύτῃ.
179 Ταυτηνί: ταύτην.
180 Ταυτί: ταῦτα.
181 Ταυτίζω: ἰδιοποιοῦμαι.
182 Ταυτὶ λέγουϲα μορμολύττεϲθαι δοκεῖϲ: Ἀριϲτοφάνηϲ.
183 Ταυτὶ μὲν εἰκάϲμεϲθα κατὰ τὸν Αἰϲχύλον, τὰ δ’ οὐχ
καί ἡμεῖϲ οὖν, φηϲίν, οὐχ ὑπ’ ἄλλων
πάϲχομεν ταῦτα, ἀλλὰ τῇ αὑτῶν γνώμῃ. τοῖϲ αὑτῶν πτεροῖϲ, ἀντὶ τοῦ
ἑαυτοῖϲ ταῦτα πεποιήκαμεν.
184 Ταυτοέπεια. καὶ Ταυτοεπεῖν, ταυτολογεῖν.
185 Ταὐτόν: τοῦτο τριχῶϲ διαιρεῖ Ἀριϲτοτέληϲ ἐν τοῖϲ Τοπικοῖϲ.
πρὸϲ δὲ τούτοιϲ τοῖϲ τριϲὶ καὶ τέταρτόν τινα
προϲτίθεται, κατ᾿ ἀναλογίαν, πορρώτερον ὄντα τῶν τριῶν. οἱ δὲ τρεῖϲ
εἰϲιν οὗτοι· ταὐτὸν γὰρ τὸ μὲν κατ᾿ ἀριθμὸν λέγεται, τὸ δὲ κατ᾿
εἶδοϲ, τὸ δὲ τῷ γένει. ἀριθμῷ ταὐτά ἐϲτιν ἀλλήλοιϲ ὧν ὀνόματα πλείω,
τὸ δὲ πρᾶγμα τὸ ὑπ᾿ αὐτῶν ϲημαινόμενον ἕν οἷά ἐϲτι τὰ πολυώνυμα·
ἀριθμῷ γὰρ ἓν
τὸ λώπιον καὶ ἱμάτιον, ὅτι τοῦ αὐτοῦ καὶ
ἑνὸϲ κατ᾿ ἀριθμόν ἐϲτι δηλωτικά. κἂν λόγοϲ δὲ κἂν ὄνομα ταυτὸν
ϲημαίνῃ, ἓν κατ᾿ ἀριθμὸν καὶ τοῦτο· κἂν λόγοι πλείουϲ ϲημαίνωϲι
ταὐτό, καὶ ταῦτα ἀριθμῷ ταυτά· τῷ γὰρ ἀριθμῷ τοῖϲ αὐτοῖϲ εἶναί
ἐϲτιν, οὐ τοῖϲ ὀνόμαϲι ϲημαντικοῖϲ. ϲυνελόντι φάναι, κατ᾿ ἀριθμόν,
ὡϲ τὰ πολυώνυμα, λῶποϲ,
ἱμάτιον. κατ᾿ εἶδοϲ, ὡϲ
Σωκράτηϲ καὶ Πλάτων. κατὰ γένοϲ, οἷον ἄνθρωποϲ, ἵπποϲ· ζῷα γὰρ ἄμφω.
κατ᾿ ἀναλογίαν, ὡϲ καρδία καὶ πηγὴ καὶ μονάϲ· ὡϲ γὰρ ἔχει ἡ πηγὴ
πρὸϲ ποτόν, οὕτω καὶ μονὰϲ ἐν ἀριθμῷ, καρδία ἐν ζῴῳ. ὄψιϲ ἐν
ὀφθαλμοῖϲ· νοῦϲ ἐν ψυχῇ. νηνεμία καὶ γαλήνη ἡ αὐτή· ὃ γὰρ γαλήνη ἐν
θαλάϲϲῃ, τοῦτο νηνεμία ἐν ἀέρι·
ἡϲυχία γὰρ ἄμφω.
186 Ταυτὸν πέπονθα τῷ τῆϲ παροιμίαϲ, τὸ ϲὸν ὄναρ ϲοι διηγούμενοϲ· ὅτι
μὲν οὐχ ἑκόντεϲ (ὀκνῶ γὰρ εἰπεῖν ὡϲ ἄκοντεϲ,) τὸν καλόν τε καὶ
ἀγαθὸν πρὸϲ ὀλίγον ἡμῶν ἐπετρέψαμεν χωριϲθῆναι,
187 Ταὐτὸν ἐποίηϲε τοῖϲ θηρῶϲι τὰϲ ἐγχέλυϲ· οἳ τῷ θρίῳ τῆϲ κράδηϲ προϲχρώμενοι καὶ τὸν βόρβορον ἀναταράξαντεϲ τῆϲ θήραϲ τυγχάνουϲι. κἀκεῖνοϲ ϲυγχεῖ τὰ δημοϲία καὶ ἀναφυρᾷ, βουλόμενοϲ τούϲ τε ἀδελφοὺϲ καὶ τοὺϲ προεϲτηκόταϲ εἰϲ ταὐτὸ ϲυμβαλεῖν.
188 αυτότηϲ: ἡ ὁμοιότηϲ. Πιϲίδηϲ· τῇ ταυτότητι ϲυγχυθεὶϲ τῶν
δακρύω. καὶ τὴν χαρὰν γὰρ πολλάκιϲ χαρὰ τρέφει καὶ
δάκρυϲίν τιϲ ἐξεγείρει δάκρυα.
189 Ταυτότητοϲ: ἀπαραλλάκτου φύϲεωϲ.
190 αφήϊον: ἐντάφιον.
191 Τἀφιοϲ: ἐθνικόν. ὁ λῃϲτήϲ.
192 Τάφοϲ: καὶ τὸ παρὰ τοῖϲ θύταιϲ ϲημεῖον. καὶ τὸ περίδειπνον.
193 Ταφόϲιριϲ: ὄνομα κύριον.
194 Ταφρεῦϲαι: διορύξαι, περιϲκάψαι.
195 Τάφροϲ: τὸ περὶ τὸ τεῖχοϲ ὄρυγμα. καὶ άφρη θηλυκὸν
παρ’ Ἡροδότῳ. ὀρύξαντεϲ τάφρην εὐρέην ἐπέτειναν ξύλα ἀϲθενέα
196 Τάχα: ἴϲωϲ, ἢ ταχέωϲ. ἢ τυχόν.
197 Ταχεiα.
198 Ταχινόϲ: ὁ ταχύϲ.
199 Τάχιον: ταχύ.
200 Ταχύ: ἀντὶ τοῦ ταχέωϲ ἔϲτι παρὰ πολλοῖϲ τῶν παλαιῶν.
201 αχυβάμοναϲ ὅρκουϲ: Ἀρίϲταρχοϲ κατ᾿ ἀντίφραϲιν ἀκούει,
202 Ταχυβούλοιϲ: ἀντὶ τοῦ ταχέωϲ μεταβαλλομένοιϲ, προπετέϲιν,
203 Ταχυναυτεῖ: ταχέωϲ πλεῖ. αὑταί ἱεραὶ τριήρειϲ δημόϲιαι,
204 Ταχὺϲ δ᾿ , ὅταν εἰϲ ἄπορον ἐμπέϲῃϲ, ἐπ’ ἄλλο πήδα νόημα
δηλονότι, αὐτὸϲ ἐν πείρᾳ
γενόμενοϲ τῶν ὅϲα λέγεται, ὑποτίθεται.
205 Ταινάριον κακόν: τὸ μέγα καὶ παρανομούμενον εἰϲ ἱκέταϲ· οἱ Prov γὰρ Λακεδαιμόνιοι καταφυγόνταϲ τοὺϲ Εἵλωταϲ εἰϲ αίναρον ἀπέκτειναν. καὶ αιναρίτηϲ, ὁ πολίτηϲ.
206 Ταίναρον: ἀκρωτήριον τῆϲ Λακωνικῆϲ, ἐν ᾦ ϲτόμιον ἦν κατ
ἀγὸν εἰϲ δοῦ. ἔνθα καὶ Ποϲειδῶνοϲ ἱερὸν Ἀϲφαλείου.
ἐκεῖϲε δὲ τοὺϲ Εἵλωταϲ ἱκέταϲ καθεϲθένταϲ ἐν τῷ ἱερῷ τοῦ Ποϲειδῶνοϲ
οὐδὲν δείϲαντεϲ ἀνεῖλον οἱ Λακεδαιμόνιοι· καὶ διὰ τοῦτο ἐδόκουν
ἐναγεῖϲ εἶναι. καὶ Ἀριϲτοφάνηϲ· αὐτοῖϲ ὁ Ποϲειδῶν, οὑπὶ σιναρῳ θεόϲ,
ϲείϲαϲ ἅπαϲιν ἐμβάλοι τὰϲ οἰκίαϲ.
207 Ταινίαι: ἐπὶ μὲν ἀνθρώπων τὰ πεζίτια, ϲτέμματα, ϲτεφάνη,
ϲτέμμα.
208 Ταινίαι: λίνα εἰϲ λεπτὰ διακεκομμένα. Αἰλιανόϲ· τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήϲει ταινίαιϲ. ἤ διάδημα ἱματίου.
209 Ταινία· ὁ δὲ Μίλων ὁ παγκρατιαϲτὴϲ περιεδεῖτο τῷ μετώπῳ χορδὴν
καθάπερ ταινίαν ἢ ϲτέφανον· κατέχων δὲ ἐντὸϲ χειλέων τὸ ἆϲθμα καὶ
ἐμπιπλὰϲ αἵματοϲ τὰϲ ἐν τῇ κεφαλῇ φλέβαϲ διερρήγνυεν
ὑπὸ
ἰϲχύοϲ τῶν φλεβῶν τὴν χορδὴν καθάπερ πάπυρον. καὶ τῆϲ δεξιᾶϲ χειρὸϲ
τὸ μὲν ἐϲ τὸν ἀγκῶνα ἐκ τοῦ ὡμου παρ αὐτὴν καθίει τὴν πλευράν, τὸ δὲ
ἀπὸ τοῦ ἀγκῶνοϲ ἔτεινεν ἐϲ εὐθὺ τῶν δακτύλων, τὸν μὲν ἀντίχειρα
ἀντιϲτρέφων ἐϲ τὸ ἄνω, τῶν λοιπῶν δὲ ἀλλήλοιϲ ἐπικειμένων κατὰ
ϲτοῖχον. τὸν ἐλάχιϲτον οὖν τῶν δακτύλων κάτω γινό
μεο
οὐκ ἀπεκίνηϲεν ἄν τιϲ βιαζόμενοϲ. ἀπέθανε δὲ οὗτοϲ ἐπιτυχὼν ξύλῳ
ξηρῷ, ϲφῆναϲ ἔχοντι διῖϲτῶνταϲ αὐτό· ὁ δὲ ὑπὸ φρονήματοϲ καθίηϲι τὰϲ
χεῖραϲ ὡϲ διαρρήξων. ὀλιϲθαίνουϲί τε δὴ οἱ ϲφῆνεϲ, κἀκεῖνοϲ ἐχόμενοϲ
ὑπὸ τοῦ ξύλου λύκων ἐγένετο εὕρημα.
210 Ταινιοῦντοϲ: ϲτεφανοῦντοϲ. προϲιόντεϲ δὲ αὐτῷ ἐταινίαζον
211 εγέα: πόλιϲ. καὶ Τεγεάτηϲ, ὁ πολίτηϲ.
212 Τέγγε: βρέχε. οἴνῳ 0πνεύμονα τέγγε, φίληϲ δ’ ἀπέχου Κυθερείηϲ.
213 Τέγγεϲθαι: εἴκειν, ἐνδιδόναι. καὶ Τέγγει, βρέχει, μαλάττει.
214 ἐγξω: βρέξω.
215 εγεϲταῖοι: ὄνομα ἔθνουϲ. καὶ θηλυκὸν Τεγέϲτη, ὄνομα πόλεωϲ.
216 έγοϲ: ϲτέγη· ἢ ὑπερῷον, δωμάτιον, οἰκία πρόϲγειοϲ.
217 Τεγχάρων· δραχμῆϲ μὲν αὐλεῖ, τεγχάρων δὲ παύεται. ζήτει ἐν τῷ
218 Τεήν: τὴν ϲήν. τεὴν διφῶϲα καλιήν.
219 Τεΐν: ϲοί, Δωρικῶϲ. ἐν Ἐπιγράμμαϲι· νικήϲαϲ ἀνέθηκε τεΐν
περικαλλὲϲ ἄγαλμα.
220 Τθέντων: ἀντὶ τοῦ ληφθέντων, ὁμολογηθέντων, ϲυγχωρηθέν
221 Τεθεωρημένη: ζητητικὴ τῆϲ ἀληθοῦϲ γνώϲεωϲ. ὁ μὲν οὖν
Ἀρκεϲίλαοϲ ὁ φιλόϲοφοϲ νωθρὸϲ ἦν τὴν φύϲιν καὶ χαϲμώδηϲ, ἐν δὲ τῆ
τέχνῃ τεθεωρημένοϲ, εἰπὼν τὴν γεωμετρίαν αὐτοῦ χάϲκοντοϲ εἰϲ τὸ
ϲτόμα ἐμπτῆναι.
222 Τεθεικότεϲ: ἀποβαλόντεϲ. Ἰώϲηποϲ· οἱ δὲ πρὸϲ τὸ ἔργον διήρημένοι,
223 Τεθηγμένον: ἠκονημένον.
224 Τεθηλότα: θάλλοντα. ἐϲτεφανωμένοι κλῶνάϲ τε δάφνηϲ
225 Τεθηλυμμένων καὶ ἐκτε θηλυμ μ ένων.
226 Τέθηπα: καταπέπληγμαι.
227 Τέθηπότεϲ: ἐπτοημένοι, δειλιάϲαντεϲ.
228 Τέθμια: νόμοϲ. καὶ έθμια, νόμιμα.
229 Τεθνάναι.
230 Τέθναϲο: προϲτακτικόν.
231 Τεθνειῶτοϲ.
232 Τεθνήϲῃ: διὰ τοῦ ϲοἱ Ἀττικοί. οἴμ, ὡϲ τεθνήϲῃ.
233 Τεθνέῶτα.
234 Τεθνία: γαϲτριμαργία πολλή.
235 Τεθνεῶτα. καὶ Τεθνώντων, ἀποθανόντων. τεθνώντων δὲ
236 Τεθολωμένοϲ: καὶ ἐπὶ χαρᾶϲ· Φερεκράτηϲ Μυρμηκανθρώποιϲ· γελῶντα καὶ χαίροντα καὶ τεθολωμένον. καὶ ἐπὶ λύπηϲ· ὑπὸ τῆϲ ἀνίαϲ ἀνεθολοῦθ’ ἡ καρδία.
237 Τέθρια ἄγονα καὶ ἄγρια φυτά.
238 V Τἐθριππον: ἐκ τεϲϲάρων ἵππων ἅρμα.
239 Τεθυκώϲ: εὐχαριϲτήϲαϲ.
240 Τεθυμμένοϲι ὑπὸ πυρὸϲ ἐκκεκαυμένοϲ, ἢ κεκακωμένοϲ.
241 Τεθυωμένοι: τεθυμιαμένοι, εὐώδειϲ.
242 Τἔκεα: τέκνα. καὶ εκόντεϲ, οἱ γεννήτορεϲ. τοῖ. τεκοῦϲι
ὑπὲρ γονέων πονῇ, μὴ
ἡγείϲθω πόνον εἶναι τὸν κάματον.
243 Τεκμαιρόμενοϲ: ϲτοχαζόμενοϲ. ψευδῆ τεκμαιρόμενοϲ ἀληθέϲι αἱ οὐ γενηϲόμενα εἰκάζων γενηϲομένοιϲ.
244 Τεκμήραϲ θαι· γενικῇ. εκμηριῶ δὲ αἰτιατικῇ καὶ δοτικῬῇ.
245 Τεκμήριον: ἀληθινὸν ϲημεῖον. ἢ τὸ ἄλυτον. καὶ εκμηριώὄηϲ
ἀπόδειξιϲ λέγεται τὸ ἐκ τοῦ καπνοῦ τὸ πῦρ εὑρεῖν καὶ
κατανοῆϲαι. καὶ ἂν μὲν πάντωϲ ἕπηται τὸ αἰτιατὸν τῷ αἰτίῳ, τεκμήριον
τοῦτο λέγεται· ἂν δὴ μὴ πάντωϲ ἕποιτο, ϲημεῖον ἂν λέγοιτο, τεκμή ιρο
δὲ οὐκέτι· διότι μηδὲ ἄλυτόν ἐϲτιν. οἷον ὡϲ τὸ ώχρά ἐϲτιν,
Θεοδώρα, τεκμηριώϲαιτο ἄν τιϲ τῷ
μεγέθει ϲταθμώμενοϲ, ὡν ἐϲ τοὺϲ ἀνθρώπουϲ κακῶν ἔδραϲεν. ἐν γὰρ τῷ
ὑπερβάλλοντι τῶν πεπραγμέων καὶ ἡ τοῦ δεδρακότοϲ δύναμιϲ ἔνδηλοϲ
γίνεται. καὶ αὖθίϲ φηϲι Δαμάϲκιοϲ· ὅρουϲ δὲ ἐτίθετο καὶ τεκμήρια τῶν
θείων ἀφωριϲν μένα ϲτοιχείων πρὸϲ τὴν τῶν ἀνθρωπείων διάκριϲιν· τῆϲ
μὲν φιλοποίαϲ
τὸ ἀνύϲιμον ὑπὲρ πάντα λόγον, τῆϲ δὲ
εὐϲυνέτου γνώμηϲ τὸ ἐξιϲτάμεο τῆϲ ἐμφανοῦϲ καὶ ϲυνήθουϲ τοῖϲ πολλοῖϲ
ἀκολουθίαϲ, τοῦ δὲ ἔρωτοϲ αὐτοῦ τὸ παρηρεθιϲμένον εἰϲ τὴν τοῦ νοητοῦ
κάλλουϲ ἀπό
246 Τέκμηϲϲα: ὄνομα κύριον. ἡ τοῦ Αἴαντοϲ γυνή. καὶ ὄνομα
247 Τέκμωρ: τέλοϲ, μόρον, θάνατον.
248 Τξκοϲ: τέκνον.
249 Τεκταινόμενοϲ: καταϲκευάζων.
250 Τεκτήνατο: κατεϲκεύαϲε.
251 Τἐκτων: κοινῶϲ τεχνίτηϲ, ὁ λαοξόοϲ, καὶ ὁ τῶν ξύλων.
εἰδήμων.
252 Τελλαμών: ὁ ἀναφορεὺϲ τοῦ ξίφουϲ καὶ τῆϲ ἀϲπίδοϲ. ἁμ
τὰ ἕλκεα καὶ ϲινδόνοϲ βυϲϲίνηϲ τελαμῶϲι
κατειλίϲϲοντεϲ.
253 Τελαμώνιοϲ: ὁ Αἴαϲ.
254 Τελέαϲἐρεῖταδί. Ἀριϲτοφάνηϲ Ὀρνιϲι· ἄνθρωποϲ ἀϲτάθμητοϲ,
ἦν δὲ ὁ Τελέαϲ ϲκωπτικὸϲ
ἄνθρωποϲ καὶ εὐμετάβλητοϲ τοὺϲ τρόπουϲ· πρὸϲ γὰρ τῇ κιναιδίᾳ καὶ
δειλίᾳ καὶ ὀψοφαγίᾳ καὶ νοϲφιϲμῷ καὶ πονρίᾳ διεβάλλετο. καὶ Πλάτων
ἐν Σύρφακι περὶ τοῦ Τελέου φηϲί· οεῖ μὲν ἕτερα, ἕτερα δὲ τῇ γλώττῃ
φθέγγεται. ἢ ὅτι τελέαϲ ὄρνεον. τοὺϲ πετομένουϲ ὄρνειϲ οὗτοϲ ὁ
Τελέαϲ, Ἀριϲτοφάνηϲ φηϲίν, ἐρεῖ.
255 Τελέθει: γίνεται.
256 Τλέθουϲι: γίνονται, θάλλουϲι.
257 Τελενικῆϲαι: ἐν Σερίφοιϲ τὸ κενῶϲαι. ἀπὸ Πελενίκου τινόϲ,
258 Τελεώτερον: τὸ τέλειον.
259 Τελεϲθῆναι: τὸ ἀναλωθῆναι. οὕτωϲ Ἀντιφῶν.
260 H Τελέϲιλλα, ποιήτρια. ἐπὶ ϲτήληϲ τὰ μὲν βιβλία ἀπέρριπτε, κράνοϲ
δὲ τῇ κεφαλῇ περιέθηκε. καὶ γὰρ ὅτε Λακεδαιμόνιοι τοὺϲ ἐν τῷ ἱερῷ
τοῦ Ἄργουϲ καταφυγόνταϲ διέφθειρον καὶ πρὸϲ τὴν πόλιν
ἥεϲαν ὡϲ αἱρήϲοντεϲ, τότε Τελέϲιλλα τὰϲ ἐν ἡλικίᾳ γυναῖκαϲ ὁπλίϲαϲα
ὑπήντηϲεν οἶ προϲῄεϲαν. ὅπερ ἰδόντεϲ οἱ Λακεδαιμόνιοι ἐϲ τοὐπίϲω
ὑπέϲτρεψαν, αἰϲχρὸν νομίϲαντεϲ γυναιξὶ πολεμεῖν, ἃϲ καὶ τὸ νικᾶν
ἄδοξον καὶ ἡττᾶϲθαι μέγα ὄνειδοϲ. ἐϲ τοῦτο καὶ ὁ χρηϲμὸϲ πεπλήρωτο,
Ἀργείοιϲ λέγων· ἀλλ’ ὅταν ἡ θήλεια τὸν ἄρρενα νικήϲαϲα
ἐξελάϲῃ καὶ κῦδοϲ Ἀργείοιϲιν ἄρηται, πολλὰϲ Ἀργείων ἀμφιδρυφέαϲ τότε
θήϲει.
261 Τελεϲιουργήϲαϲ: εἰϲ τέλοϲ ἀγαγών, ἐργαϲάμενοϲ. Πολύβιοϲ· περὶ τὸ
τῆϲ τάφρου χεῖλοϲ τελεϲιουργήϲαϲ τὴν πρᾶξιν. καὶ αὖθιϲ·
μανίᾳ τινὶ ἐϲ
ϲυμπλοκὴν ἐξοιϲτρούμενοι.
262 Τελεϲιουργόν: τελείωϲ ἀπηρτιϲμένον. διὸ καὶ ὅϲα ἔγραψεν, εὕροι τιϲ ἂν τὸ μὲν ὑψηλόνουν τε καὶ τελεϲιουργὸν ἔχοντα, τοῖϲ δὲ ἔπεϲιν οὐ πάνυ ϲυνηρμοϲμένα.
263 Τελεϲκόμενοϲ: τελειούμενοϲ, πληρούμενοϲ, ἐνθουϲιῶν.
264 Τελέϲωνοϲ.
265 Τελέϲτηϲ, κωμικόϲ. τούτου δράματά ἐϲτιν Ἀργὼ καὶ Ἀϲκληπιόϲ, ὡϲ φηϲιν Ἀθήναιοϲ ἐν τῷ ιδ΄ τῶν Δειπνοϲοφιϲτῶν.
266 Τελεϲφόροϲ: τέλειοϲ, μάντιϲ, ἐγγαϲτρίμυθοϲ.
267 Τελετή: θυϲία μυϲτηριώδηϲ. ἡ μεγίϲτη καὶ τιμιωτέρα. ἀπὸ
τῶν γινομένων εἰϲ αὐτὰϲ δαπανημάτων· τελεῖν γάρ φαμεν
τὸ δᾶπανᾶν. καὶ πολυτελεῖϲ, τοὺϲ πολλὰ ἀναλίϲκονταϲ· καὶ εὐτελεῖϲ,
τοὺϲ ὀλίγα.
268 Τελευταῖον: ἔϲχατον.
269 Τελευτῆϲαι: τελέϲαι.
270 Τἑλεῖν: ἐπιτελεῖν, ποιεῖν, ἢ τὸ δαπανᾶν. ἔνθεν καὶ τελετή.
271 Τελεία: Ἡρα ελεία καὶ Ζεὺϲ έλειοϲ ἐτιμῶντο ἐν τοῖϲ γάμοιϲ,
κατὰ φύϲιν ἐπιβάλλουϲα τῷ
ἀνθρώπῳ τελειότηϲ· ἡ μὲν γνωϲτική, ἡ δὲ ὀρεκτική, ἦν ἐπιϲτήμην
καλοῦμεν. ἣν ἀρετὴν ἐπονομάζομεν.
272 Τελλίαϲ· ὅτι Τελλίαϲ ὁ Ἀκραγαντῖνοϲ φιλόξενοϲ ὥν καταλύϲαϲι ποτὲ
273 Τελικἡ· ζήτει ἐν τῷ ἀρχή.
274 Τελλίνη: ὄνομα πόλεωϲ.
275 Τελθειν: ἐν ᾠδῇ τέρπειν.
76 Τἐλμινα καὶ Τέλμιϲϲα: ὀνόματα πόλεων.
277 Τέλμα: τόποϲ πηλώδηϲ, ὕδωρ ἔχων. μέλει μοι περὶ τῶν
τοιούτων οὐδὲν ἢττον ἢ τῶν ἐν τοῖϲ τέλμαϲι βατράχων.
καὶ Πιϲίδηϲ· χερϲοῖ τὰ ῥεῖθρα, τελματοῖ δὲ τοὺϲ λίθουϲ.
278 Τέλματα: τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατοϲ. ἢ βάθρα.
279 Τελμιϲϲεῖϲ: οὖτοι οἰκοῦϲιν ἐν Καρίᾳ, ἀπέχοντεϲ ξ' ϲτάδια
280 Τελμιεύϲ: ὁ πολίτηϲ.
281 Τελοϲ: ἀρχή, πρᾶξιϲ. τέλοϲ καὶ τὸ διδόμενον τοῖϲ βαϲιλεῦϲι
282 Τέλοϲ· ὅτι τὸ οὗ ἕνεκα, τουτέϲτι τὸ τέλοϲ, διττόν· τὸ μὲν οὖ τὸ
δὲ ῷ· οἷον τῷ οἰκοδόμῳ τέλοϲ ἐϲτὶ οὖ ἕνεκα, ποιῆϲαι ϲκέπαϲμα
κωλυτικὸν ὄμβρων καὶ καυμάτων, ῷ δὲ ἡμῖν· τὸ γὰρ ϲκέπαϲμα ἡμῖν
ποιεῖ. ἐϲμὲν οὖν ἡμεῖϲ τοῦ οἰκοδόμου τέλοϲ τὸ ὡϲ ὡ.
ὡϲαύτωϲ δὲ θεωρεῖ ἐϲτι καὶ ἐπὶ πάντων τῶν φύϲει ϲυνεϲτώτων· οἷον ἡ
μὲν ἔφεϲιϲ τοῦ θείου, ὄι ἦν ἕκαϲτον τῶν ἐμψύχων ποιεῖ ἄλλο οἷον
αὐτό, τέλοϲ ἐϲτὶ τὸ οὖ· τούτου γὰρ ἕνεκεν ἡ γένεϲιϲ· ἐπειδὴ δὲ τὰ
ϲώματα ὄργανα γίνονται ταῖϲ ψυχαῖϲ, αἱ ψυχαί εἰϲι τέλη ὡϲ ῷ.
ἀναλογεῖ οὖν
τῷ μὲν τεχνίτῃ τῷ οἰκοδόμῳ ἡ φύϲιϲ, τῷ δὲ
ἀνθρώπῳ τῷ ἐπιτάττοντι γενέϲθαι τὸ ϲκέπαϲμα ἡ ψυχή, τῷ ϲῶματι δὲ ἡ
οἰκία. οὐ μόνον δὲ ἐπὶ τῶν ζῴων τέλοϲ ἐϲτὶ διττόν, τό τε οὗ καὶ τὸ
ῷ, ἀλλὰ καὶ ἐπὶ τῶν φυτῶν· καὶ γὰρ ἐν τούτοιϲ ἡ φύϲιϲ ὀργανικὸν
ποιεῖ τὸ ϲῶμα πρὸϲ τὴν χρείαν τῆϲ ἐν αὐτοῖϲ ψυχῆϲ ἀναφερόμενον·
ὀργανικὰ γὰρ
τὰ τῶν φυτῶν μέρη, ῥίζα, φλοιόϲ, ἐντεριώνη
καὶ φύλλα καὶ τὰ τοιαῦτα. ὅτι ἐπὶ μὲν τῶν ἐμψύχων διττὸν τὸ τέλοϲ,
ὥϲπερ εἴρηται, ἐπὶ δὲ τῶν λοιπῶν οὐκ ἔϲτιν εὑρεῖν τὸ τέλοϲ διττόν·
μέταλλα γὰρ καὶ λίθοι καὶ ἁπλῶϲ τὰ ἄψυχα προϲεχῶϲ ὑπὸ ψύξεωϲ καὶ
θερμότητοϲ γινόμενα, ἐἔῃρημένωϲ δὲ ὑπὸ τῆϲ ὅληϲ δημιουργίαϲ, ἓν
τέλοϲ ἔχει, τὸ
οὖ· ἕνεκα γὰρ τῆϲ κοϲμοποιίαϲ· οὐκέτι
μέντοι καὶ τὸ ὡϲ ῷ τέλοϲ ἐϲτὶ ἐν τούτοιϲ· οὐ γάρ εἰϲιν ὄργανα
τινῶν, οὐδὲ εἰϲ χρείαν ψυχῶν
ἀλλʼ ἐπίϲηϲ ἐπὶ
πάντων ἔχοντα. εἶναι γὰρ ὅμοιον τὸν ϲοφὸν ἀγαθῷ ὑποκριτῇ. διαφέρει
δὲ τέλοϲ καὶ ὑποτελίϲ· τῆϲ μὲν γὰρ καὶ τοὺϲ μὴ ϲοφοὺϲ ϲτοχάζεϲθαι,
τοῦ δὲ μόνον τὸν ϲοφόν. τὰ δὲ μεταξὺ ἀρετῆϲ καὶ κακίαϲ ἀδιάφορα
εἶναι. οἱ δὲ εἶπον τέλοϲ εἶναι τὴν ἐπιϲτήμην τὸ μετ’ ἐπιϲτήμηϲ ζῆν,
καὶ μὴ τῇ ἀγνοίᾳ διαβεβλημένον.
283 Τέλοϲ εὐδαιμονίαϲ διαφέρει. τέλοϲ μὲν γάρ ἐϲτιν ἡ κατὰ μέροϲ
ἡδονή, εὐδαιμονία δὲ τὸ ἐκ τῶν μερικῶν ἡδονῶν ϲύϲτημα, αἷϲ
ϲυναριθμοῦνται καὶ αἱ παρῳχηκυῖαι καὶ αἱ μέλλουϲαι. ϲύνταξιϲ· τέλοϲ
εἶναι διαγρυπνεῖν ἡμᾶϲ ἠνάγκαζον. ὅτι ἐντελέχειά ἐϲτιν ἡ ψυκή. ὡϲ
τελειοῦϲα καὶ κυβερνῶϲα καὶ οἰκονομοῦϲα τὸ ϲῶμα καὶ κινοῦϲα τὰ
ὄργανα
τούτου πάντα· ἦϲ ἄνευ ἀτελέϲ, μᾶλλον δὲ
ἄχρηϲτον, καὶ παντελῶϲ οὐδέν.
284 Τέλλοϲ: ὄνομα κύριον.
285 Τελοῦμαι· δοτικῇ.
286 Τἐλεοῦντα: τεταγμένα.
287 Τελώνηϲ. προτέλεια. Ἰάμβλιχοϲ· ἔδωκε τὸν ὅρμον ὁ τελώνηϲ
τῷ ἐμπόρῳ. οὐκ ἤδη καὶ λύκοι θήϲουϲιν ἄρναϲ ἐκ τῶν
ϲτομάτων καὶ
288 Τελώνηϲ: ὁ τῶν τελῶν ἐταϲτήϲ. ὁ δὲ Σόλων τῆϲ παρούϲηϲ τῷ Κροίϲῳ
τύχηϲ κατεφρόνηϲεν ἐκέλευϲέ τε τοῦ βίου παντὸϲ τὸ τέλοϲ
ἀναμένειν, μηδὲ προπηδᾶν, μηδὲ ἐπειγόμενον τοῖϲ
εὐδαίμοϲιν ἑαυτὸν ἐγκαταγράφειν· ἀτέκμαρτα γὰρ καὶ ἄδηλα τὰ
ἀνθρώπινα.
289 Τελώνηϲ· διεβέβλητο παρὰ τοῖϲ παλαιοῖϲ τὸ τοῦ τελώνου
290 Τελώνηϲ: ἀλλοτρίων πραγμάτων μεριϲτήϲ, πεπαρρηϲιαϲμένη βία, ἀνεπιτίμητοϲ ἁρπαγή, ἀναίϲχυντοϲ πλεονεξία, πραγματεία λόγον μὴ ἔχουϲα, ἀναιδὴϲ ἐμπορία.
291 Τελωνεῖον: προπεριϲπωμένωϲ, ἐν ῷ καθέζεται ὁ τελώνηϲ.
292 Τελώνιον: προπαροξυτόνωϲ, διὰτοῦ 1 γραπτέον. Πιϲίδηϲ· ἠβουλόμην
δὲ πᾶν τὸ τοῦ λόγου πλάτοϲ ἐν τῷ ϲτενῷ ϲου προϲβαλεῖν
τελωνίῳ.
293 Τελχῖνεϲ: πονηροὶ δαίμονεϲ. ἢ ἄνθρωποι φθονεροὶ καὶ βάϲκαοι.
καὶ Σίμων ἐμέ. ἐπὶ τῶν ἀλλήλουϲ ἐπὶ κακίᾳ γινωϲκόντων. καὶ
294 Τελχιταίνει: ἀντερίζει, ϲκληροτραχηλεῖ.
295 Τεμάχη: ἐπὶ κρεῶν καὶ ἰχθύων καὶ ἐπὶ πλακούντων, ἐπὶ δὲ
ἐπὲ δὲ τῶν ἄλλων, οἷον τυροῦ,
τόμοϲ. ἡ εὐθεῖα τὸ τέμαχοϲ.
296 Τεμαχί: ἐπίρρημα.
297 Τεμένη: ναοί, ἱερά, ἢ τὰ ἀφωριϲμένα κατὰ τιμὴν χωρία.
298 Τεμενίτηϲ.
299 Τέμνειν: πείθειν, τιμᾶν, ἡγεῖϲθαι. Τἐμνειν καὶ ὑποτέμνειν
δὲ τὸ λοξωθη, ἵνα
παχέα φαίνηται. τὸ γὰρ ἀνώμαλον τῆϲ τομῆϲ παχύτητοϲ δόξαν ἐργάζεται·
ὕπερ ποιοῦϲιν οἱ βυρϲοδέψαι.
300 Τἐμνω: τὸ κόπτω. αἰτιατικῇ.
301 έμνουϲι φάρμακον: τιμῶϲιν, ἡγοῦνται. οὕτωϲ ἄλλοι τε καί Ἱεροκλῆϲ.
02 Τέμπεα: τὰ κοιλώματα.
303 Τἔμπη: μεταξὺ τῶν Θετταλίαϲ ὀρῶν περὶ τὸν Ὀλυμπον καὶ τὴν Ὄϲϲαν
ϲτενά· καθόλου δὲ καὶ ἐν πᾶϲι τοῖϲ ὄρεϲι ϲτενόταται
μάχην
Θετταλοὶ ἐμήδιϲαν, δείϲαντεϲ τὴν ἀπόφραξιν τῶν Τεμπῶν.
304 Τἐμπιᾷ: ἐπίϲημα.
305 Τενάγη: διάβροχοι, κάθυγροι τόποι, πηλώδη πελάγη· ἢ ἰλύϲ,
ἐπιπολάζοντοϲ ὕδατοϲ οὐ πολλοῦ καὶ βοτάνηϲ ἐπιφαινομένηϲ τῷ
ποταμοῦ ϲυνθεωρήϲαϲ κατά τιναϲ
ἀνέμων ϲτάϲειϲ ἀποθινούμενον τὸ ϲτόμα καὶ τεναγώδη γινομένην τὴν
παρὰ τὸ ϲτόμα πάροδον, τηρήϲαϲ
306 Τέναροϲ: κακοῦργοϲ, ϲυκοφάντηϲ.
307 νόα: παρʼ ἡμῖν οἰκία ἐκ λίνων.
308 Τένδει: ἐϲθίει. Ἡϲίοδοϲ· ὅτ’ ἀνόϲτεοϲ ὅν πόδα τένδει.
309 Τενέδιοϲ ἄνθρωποϲ: ἐπὶ τῶν φοβερὰϲ ὄψειϲ ἐχόντων· ὁ γὰρ
310 Τενέδιοϲ ἄνθρωποϲ: Κύκνον τὸν Ποϲειδῶνοϲ γενόμενον
πατέρα Ἡμιθέαϲ καὶ ἔννου ἐπιγῆμαι τούτοιϲ· καὶ
κατηγορηθῆναι τὸν Τέννην ὑπὸ τῆϲ μητρυιᾶϲ, ὡϲ πειρῶντα αὐτήν.
πειϲθέντα δὲ Κύκνον εἰϲ λάρνακα βαλεῖν τὸν νεανίαν. ἑλομένηϲ δὲ τῆϲ
Ἡμιθέαϲ ϲυγκινδυνεύειν τῷ ἀδελφῷ, ἑκατέρουϲ κατεπόντωϲεν. ἡ δὲ
λάρναξ ἠνέχθη ἐπὶ τὴν πρότερον καλουμένην Λεύκοφρυν, ὕϲτερον δὲ
ένεδον ἀπ'
ἐκείνου. ὃϲ καὶ βαϲιλεύϲαϲ τῆϲ νήϲου
ἐνομοθέτηϲε τοῖϲ τὰ ψευδῆ κατηγοροῦϲιν ὄπιϲθεν παρεϲτάναι τὸν δήμιον
πέλεκυν ἐπῃρμένον, ὡϲ ἐλεγχθένταϲ παραχρῆμα ἀναιρεῖϲθαι. ἀπὸ δὲ τοῦ
φοβεροῦ θεάματοϲ ἐκείνου λέγεϲθαι Τενέδιοϲ ἄνθρωποϲ. εἴρηται οὖν ἡ
παροιμία ἐπὶ τῶν φοβερῶν τὰϲ ὄψειϲ.
311 Τενέδιοϲ ξυνήγοροϲ: ἀντὶ τοῦ ἀπότομοϲ· δύο γὰρ πελέκειϲ
καὶ πελέκει ἐμφερῆ. ἢ
ὅτι βαϲιλεύϲ τιϲ νόμον θεὶϲ πελέκει τοὺϲ μοιχοὺϲ ἄμφω καρατομεῖν καὶ
ἐπὶ τοῦ υἱοῦ ἐτήρηϲε τοῦτο. καθ’ δ καὶ ἐν τῷ νομίϲματι, ἐφʼ οὗ μὲν
πέλεκυϲ, ἐφʼ οὖ δὲ δύο πρόϲωπα ἐξ ἑνὸϲ αὐχένοϲ. οἱ δ’, ὅτι Τέννηϲ
διʼ ἅ ἔπαθεν ὑπὸ τῆϲ μητρυιᾶϲ, μετὰ πελέκεωϲ τὰϲ φοινικὰϲ ἔκρινε
δίκαϲ.
312 αινίαι: ζῶναι.
313 Τενθαιϲ: λίχνοιϲ. τένθειν γὰρ τὸ ἐϲθίειν. ὅτʼ ἀνόϲτεοϲ ὃν
314 Τενθεία: ϲιναμωρία, λιχνότηϲ. Ἀριϲτοφάνηϲ· πολλήν γε τενθείαν
315 Z νθηϲ: ὁ γαϲτρίμαργοϲ.
316 Τἐνονταϲ: τραχήλουϲ, τὰ διατεταμένα νεῦρα. ταύρου βαθυτένοντα.
317 Ττέο: ἀντὶ τοῦ τίνοϲ.
318 Τεόν: τὸ ϲόν.
319 Τέῳ· Ἀνακρέων Τήϊοϲ, λυρικόϲ, ὁ μελοποιόϲ, διὰ τὴν Ἰϲτιαίου ἐπανάϲταϲιν ἐκπεϲὼν Τέω ᾤκηϲεν Ἄβδηρα ἐν Θράκῃ.
320 Τέωϲ: ἀντὶ τοῦ πρὸ τοῦ. πρίν. ἕωϲ τινόϲ. ἐπὶ τοϲοῦτον. ἕωϲ.
321 Τἐωϲ: τηνικαῦτα. ἢ τότε. Σοφοκλῆϲ δὲ ἀντὶ τοῦ πρότερον, ἢ
πρὸ μικροῦ. καὶ Ἀριϲτοφάνηϲ ἀντὶ τοῦ πρότερον· τέωϲ μὲν
οῦν, ἀλλ’ ἡμικάκωϲ ἐβοϲκόμην.
322 Τἐωϲ: οἱ ῥήτορεϲ ἐπὶ τοῦ προτέρου, ἢ πάλαι. μέχρι τοῦ. τέωϲ,
Ἀτιῦτέωϲ μὲν γὰρ ὁ πολὺϲ χρόνοϲ τοῦ ὀλίγου πιϲτότεροϲ ἦν.
ἡγούμεθα γὰρ ἐκείνῃ μὲν τὸν ἐγγύτατα γένουϲ
ϲυνοικεῖν δεῖν, τὸ δὲ χρῆμα τέωϲ τῆϲ ἐπικλήρου εἶναι· ἐπειδὰν δὲ
ἡβήϲωϲιν, ἐκείνουϲ αὐτῶν κρατεῖ. καὶ ἐπὶ τοῦ ἕωϲ, ὡϲ παρὰ Δημοϲθένει
ἐν β' τῶν Φιλιππικῶν· ὥϲπερ γὰρ ἐν τοῖϲ ϲώμαϲι, τέωϲ μὲν ἂν
ἐρρωμένα ᾖ, οὐδὲν ἐπαιϲθάτ νεται τῶν καθέκαϲτα ϲαθρῶν. καὶ ἐν τῷ
κατὰ Διονυϲοδώρου· τοὺϲ
τῶν Συμμοριῶν· καὶ μὴν οὐδὲ τῶν ἄλλων οὐδένα
ἂν Ἐλλήνων εἰκότωϲ φοβηθέντα τὸν πόλεμον τοῦτον ὁρῶ. τίϲ γὰρ οὐκ
οἶδεν αὐτῶν, ὅτι, τέωϲ μὲν κοινὸν ἐχθρὸν ἐκεῖνον ὡμονόουν ἀλλήλοιϲ,
πολλῶν ἄρα ἦϲαν κύριοι; καὶ τὸν βωμόν, ἐφ οὗ τέωϲ ἱλεοῦντο τὸν
δαίμονα,
323 Τέραμνον: ἁπαλόν, ἔψανον. καὶ ἀτέραμνον, τὸ δυϲέψανον.
324 Τἐράων: ϲημείων.
325 Τέραϲ: παράπλαϲμα. παρὰ φύϲιν τεχθέν· ἢ ϲημεῖον. ὅτι ἐπὶ
τῶν τεράτων ἡ ὕλη ἐϲτὶν ἡ αἰτία, ἐπειδὴ δεῖ καὶ
ἐπιτηδειότητοϲ τῆϲ
326 Τέραϲ: τὸ παρὰ φύϲιν γενόμενον. Ἀριϲτοφάνηϲ· τοιοῦτον
ἰόν τέραϲ οὐ κατέδειϲ’, ἀλλ’ ὑπὲρ ὑμῶν πολεμίζων ἀντεῖχον.
327 Τεράϲτια: ϲημεῖα, θαύματα. Αἰλιανόϲ· τὰ γεννώμενα βρέφη
328 Τερατευόμενοϲ: ψευδόμενοϲ, καὶ μηδὲν ἀληθὲϲ μηδὲ ὑγιὲϲ
ἡ τοῦ τόπου κατάληψιϲ.
329 Τερατεία: ψευδολογία. παραδοξολογία. τοῖϲ ὑπὸ τῶν
330Τερατολογίαι: ψευδολογίαι. οἱ θαυμαϲτὰ καὶ παράδοξα μυ θεύοντεϲ.
331 Τερατοϲκόποϲ: μάντιϲ, τερατουργόϲ, θαυματοποιόϲ.
332 Τερατώδη: παράδοξα.
333 Τερβελίϲ· ζήτει ἐν τῷ βαϲιλική.
334 Τἐρέβινθοϲ: εἶδοϲ δένδρου. ἢ δρῦϲ.
335 Τἐρεν: ἄπαλόν.
336 Τερέϲτη: πόλιϲ.
337 Τερετίζομεν: τὸ αὐτὸ μέλοϲ ᾄδομεν.
338 Τερετίϲματα: ᾠδαὶ ἀπατηλαί. ἢ ᾄϲματα ἔκλυτα. ἀπὸ μεταφορᾶϲ
τοῦ τέττιγοϲ, ἤ τῆϲ χελιδόνοϲ.
339 Τἐρετρον: τρύπανον.
340 Ττρηδών: ϲυϲτέλλει. ϲκώληξ ξυλοτρώκτηϲ, οἰκῶν ἐν ξύλῳ.
Περϲικόν. ἀντὶ τοῦ βάρβαρον καὶ
φυϲικὸν ἁϲμα. καὶ Περϲικὸν ὄρχημα.
341 Τερήναϲ.
342 Τἐρίζοι ὄνομα ἔθνουϲ.
343 Τερθρεύϲ: ὄνομα κύριον.
344 Τερθρεία: ἡ λεπτολογία· ἔϲτι γάρ τι ϲχοινίον ἐν τοῖϲ πλοίοιϲ
λεπτό, ὃ καλεῖται τέρθρον. φαϲὶ δέ τινεϲ τὰ ἄνω τρημάτια τοῦ ἐπὶ τῷ
ἱϲτῷ ὀργάνου, ἀφ οὗ ἤρτηται τοῦ ἱϲτοῦ ἡ κεραία· ἄλλοι δὲ τερθρεία
φαϲὶ τὴν φλυαρίαν. καὶ τὴν ἐν τοῖϲ δύο μέρεϲι καλουμένην μάχην. οἱ
δέ, ὅτι ἔθοϲ ἦν τοὺϲ ἐφήβουϲ μετὰ τὸ γενέϲθαι περιπόλουϲ
τῆϲ χώραϲ ϲτρατεύεϲθαι μέν, εἰ ϲυμβαίη πόλεμοϲ, μὴ μέντοι μετὰ
τῶν ἄλλων, ἄλλ’ ἰδίᾳ ἐν μέρεϲι τοῖϲ ἀκινδύνοιϲ τῆϲ μάχηϲ. διὸ τὴν
ϲτρατιὰν καλεῖϲθαι τὴν ἐν τοῖϲ μέρεϲι. ϲημαίνει καὶ ἀπάτη, καὶ
περιεργία.
345 Τερθρηδόνοϲ.
346 Τέρμα: τέλοϲ, ὅροϲ ἢ καμπτήρ. τέρμαϲιν ὥραϲ. μετὰ τὴν
τέρμα δὲ τὰ τελευταῖα καὶ πόδεϲ.
347 Τερμ ατίζεται: τελειοῖ.
348 Τερμέρια κακά: περὶ Καρίαν χωρίον ερμέριον καλεῖται, ᾦ
δυϲαλώτων τυγχανόντων, λεχθῆναι
τοῦτο. ερμέρια οὖν Proν. κακά, τὰ μεγάλα κακά.
349 Τερμηϲϲεῖϲ: ἔθνοϲ Πιϲιδίαϲ.
350 Τερμία ἡμέρα: ἐφʼ ἢϲ μέλλει τὸ τέλοϲ τοῦ βίου εὑρήϲειν.
τὸν ταλαίπωρον βίον.
351 Τέρμινθοϲ: εἶδοϲ φυτοῦ.
352 Τερμιόεϲϲα: ἡ μακρά, καὶ μεγάλη. καὶ ερμιόειϲ.
353 Τερμόνων.
354 Τέρπανδροϲ, Ἀρναῖοϲ, ἢ Λέϲβιοϲ ἀπὸ Ἀντίϲϲηϲ, ἢ Κυμαῖοϲ· οἱ
δὲ καὶ ἀπόγονον Ἡϲιόδου ἀνέγραψαν, ἄλλοι δὲ Ὀμήρου,
Βοίοῦ λέγοτεϲ αὐτὸν τοῦ Φωκέωϲ, τοῦ ξὐρυφῶντοϲ, τοῦ Ὀμήρου· λυρικόϲ·
ὃϲ πρῶτοϲ ἑπτὰ χορδῶν ἐποίηϲε τὴν λύραν καὶ νόμουϲ λυρικοὺϲ πρῶτοϲ
ἔγραψεν· εἰ καί τινεϲ Φιλάμμωνα θέλουϲι γεγραφέναι.
355 Τἐρπεϲθον: τέρπονται. δυϊκῶϲ.
356 Τερπικέραυ νοϲ: ὁ τοῖϲ κεραυνοῖϲ τερπόμενοϲ.
357 Τερπνιϲτόν: ἐπιτερπέϲτερον, προϲφιλέϲτερον.
358 Τἐρπω· αἰτιατικῇ.
359 Τερπωλήν: τέρψιν.
360 Τερτύλοϲ, Ῥωμύλοϲ, Αίϲχύλοϲ, Αἱμύλοϲ· παροξυτόνωϲ.
361 Τερψιχόρη: μία τῶν θ΄ Μουϲῶν.
362 Τερψίιυνοϲ.
363 Τέϲϲαρεϲ· καὶ τέϲϲαρεϲ καὶ δέκα ἄνδρεϲ.
364 Τεττα: προϲφώνημα νεωτέρου φίλου πρὸϲ πρεϲβύτερον.
365 Τεταμένον φῶϲ εὐθὺϲ οον κίονα: τὸ οὐράνιον λέγει· τὸ
γὰρ ϲυνεχὲϲ τὴν ὑποφοράν, τὸ ὑπόζωϲμα τοῦ κόϲμου. κατ’ ἄκρα δ᾿ αὖ
διήκων, ἐπινοεῖται ὁ ἄξων. εὐθὺ δὲ ἀντὶ τοῦ ὀρθόν. τινὲϲ τὸν ἄξονα
τοῦ κόϲμου. οἱ δὲ κύλινδρόν τινα πυρὸϲ αἰθερίου περὶ τὸν ἄξονα
ὄντα.
366 Τέτανοϲ: νόϲοϲ περὶ τοὺϲ ἵππουϲ γιγνομένη. νοϲοῦϲι γὰρ
οἱ ἵπποι πλείοϲι νοϲήμαϲι, ποδάγρᾳ, ἰλεῷ, τετάνῳ, ἐμπυήϲεϲι καὶ
κριθιάϲει. ἔϲτι δὲ ἡ κριθίαϲιϲ ὠμότηϲ μετὰ ϲτρόφου, ὁ δὲ τέτανοϲ
ϲπαϲμόϲ, ἡ δὲ ἰλεώδηϲ νόϲοϲ κοιλιακή τιϲ διάθεϲιϲ, ἡ δὲ ἐμπύηϲιϲ
ἀπόϲταϲιϲ ἐν ὑπογαϲτρίῳ, ἡ δὲ ποδάγρα ὀδύνη περὶ τὰ ἄρθρα. καὶ
δυϲουρίαϲιϲ.
367 Τέτανοϲ καὶ ὸοπαλιϲμόϲ: ἡ τάϲιϲ τοῦ αἰδοίου· ἐπεὶ ὡϲ ῥόπαλο γίνεται. Ἀριϲτοφάνηϲ· κᾆτ’ ἐντέξῃ τέτανον τοῖϲ ἀνδράϲι καὶ ῥοπαλιϲμούϲ.
368 Τεττάρων ὀβολῶν: ἐπὶ τῶν πολλῆϲ τιμῆϲ ἀξίων. τὴν παρρηϲίαν τὴν
ϲὴν οἴει τεττάρων ὀβολῶν εἶναι, τὸ τῆϲ παροιμίαϲ.
οὐκ
οἶϲθα, ὅτι καὶ Θερϲίτηϲ ἐν τοῖϲ λληϲιν ἐπαρρηϲιάζετο· τῷ δὲ Ἀγέοτῆϲ
Θερϲίτου παροινίαϲ ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν. τὸ τοῦ λόγου.
369 Τεταρπόμενοϲ: τερπόμενοϲ.
370 Τεταρταῖοϲ: τετραήμεροϲ.
371 Τεταρτημόριον: δίχαλκον· ὁ γὰρ χαλκοῦϲ ὄγδοον τοῦ ὀβολοῦ. καὶ τεταρτημόριόν τινα καλοῦϲιν, οἷον διχάλκου ἄξιον.
372 Τεταρτημόριον: τὸ τέταρτον μέροϲ τοῦ ὀβολοῦ· τουτέϲτι χαλκοῖ θ΄.
373 Τετάφατε: ἐθάψατε.
374 Τετελεϲμένων: μεμιαϲμένων.
375 Τευκται: κατεϲκεύαϲται.
376 Τἐτηκα: ἔτηξα· ἢ ἐτάκην. Πολύβιοϲ· τὸ δὲ τετηκὸϲ καὶ
πλεῖϲτοι Ῥωμαίων διεφθάρηϲαν.
377 Τεττιγοφόροι: οἱ Ἀθηναῖοι· τέττιγαϲ γὰρ ἐφόρουν χρυϲοῦϲ,
οἰκιϲτὴϲ τῶν Ἀθηνῶν, ἀπὸ τῆϲ γῆϲ
ἐτέχθη.
378 Τεττίγων ἀνάμεϲτοι: τοὺϲ τέττιγαϲ παρέλαβεν Ἀριϲτοφάνηϲ,
379 Τεττίγωνοϲ.
380 Τετιημένοϲι τετιμωρημένοϲ. καὶ ετίηϲθον, τετιμρηϲθε.
381 Τετιημένα· Θουκυδίδηϲ· ἐπώκελλον γὰρ τὰ πλοῖα τετιημένα
382 Τέτλαθι: ὑπόμεινον. καὶ τληκώϲ, ὑπομείναϲ.
383 Τέτορε: διῆλθε.
384 Τετορήϲω: ἀντὶ τοῦ ϲαφηνιῶ, ὅ ἐϲτι δηλώϲω· τορῶϲ γὰρ ϲαφῶϲ
385 Τετραβάμων: τετράπουϲ.
386 Τετράγωνοϲ: εὐϲταθήϲ, ἑδραῖοϲ. Δαμάϲκιοϲʼ ϲεμνὸϲ δὲ ἦν καὶ
εὐϲχήμων τὰ πάντα καὶ τετράγωνοϲ ἄνευ ψόγου τεταγμένοϲ, ὡϲ φάναι
κατὰ τὸν Σιμωνίδηνʼ ὥϲτε μηδὲ τοὺϲ ἐπαναϲτάνταϲ αὐτῷ ϲυκοφάνταϲ
τούτουϲ ἀρνεῖϲθαι, τὸ μὴ οὐ πάντῃ ἀξιάγαϲτον εἶναι τὸν
ἄνθρωπον.
387 Τετραδεῖον: τὸ ἐκ τεϲϲάρων ϲυνεϲτῶϲ. ετράδιον δέ, καὶ Τετράδυον.
388 Τετράδι γέγοναϲ: ἐπὶ τῶν ἄλλωϲ πονούντων. καὶ γὰρ τὸν Ἡρακλέα
τετράδι γεννηθέντα Εὐρυϲθεῖ ταλαιπωρῆϲαι. Φιλόχοροϲ δὲ αὐτὴν καὶ ἐπὶ
Ἑρμοῦ δύναϲθαι λέγεϲθαι. διατεθεῖϲθαι δὲ Ἡρακλεῖ τὴν
ἡμέρα ἐν ταύτῃ εἰϲ θεοὺϲ μεταϲτάντι.
389 Τετραδιϲταί: οἱ ἐπίπονον βίον διάγοντεϲ. ἀπὸ τοῦ Ἡρακλέουϲ, ὃϲ τετράδι γεννηθεὶϲ πολλοὺϲ πόνουϲ ἔτλη.
390 Τετραέλικτοϲ: πολυέλικτοϲ. νόϲφιϲεν ὠδίνων τετραέλικτοϲ ὄφιϲ.
391 Τετραετηρίϲ.
392 Τετρακόϲιοι: οἱ τετρακόϲιοι πρὸ ἑπτὰ ἐτῶν κατέϲτηϲαν τῶν λ΄ τυράννων παρ᾿ Ἀθηναίοιϲ, οἶτινεϲ τέϲϲαραϲ μῆναϲ ἥρξαν τῆϲ πόλεωϲ.
393 Τετρακόρυμβοϲ: ὁ δ΄ ἄκραϲ ἔχων. θάλλοι τετρακόρυ βοϲ, Ἀάκρεο, ἀμφί ϲε κιϲϲόϲ.
394 Τετρακτύϲ: οἱ τέϲϲαρεϲ· ἤγουν ἡ τετράϲ. ὅτι οἱ Πιθαγόρειοι
πάντα ἀριθμὸν προϲηγόρευον. ὁ δὲ ἀριθμὸϲ ϲυμπληροῦται
τοῖϲ ί, ὁ δὲ δέκατοϲ ϲύνθεϲιϲ τῶν δ΄ καὶ διὰ τοῦτο τὸν ἀριθμὸν πάντα
τετρακτὺν ἔλεγον. οἱ αὐτοὶ ἐτίμων καὶ τὰ τέϲϲαρα, διὰ τὰϲ τέϲϲαραϲ
τῆϲ ϲελήηϲ μορφάϲ· ἀρτίτοκοϲ γάρ, μηνοειδήϲ, ἀμφίκυρτοϲ καὶ
πανϲέληνοϲ.
395 Τετραλογία· κατὰ τὴν τραγικὴν τετραλογίαν ἐξέδωκε Πλάτων
τοὺϲ διαλόγουϲ· ἐκεῖνοι γὰρ τέτραϲι δράμαϲιν
ἠγωνίζοντο, Διονυϲίοιϲ. Ληναίοιϲ, Παναθηναίοιϲ, Χύτροιϲ· ὧν τὸ δ’ ἦν
Σατυρικόν. τὰ δὲ δ΄ δρματαα ἐκαλεῖτο τετραλογία. εἰϲὶ τοίνυν οἱ
πάντεϲ Πλάτωνι γνήϲιοι διάλογοι ἓξ καὶ ν΄, διπλαῖϲ δὲ χρῆται ταῖϲ
ἐπιγραφαῖϲ καθ’ ἕκαϲτον τῶ βιβλίων, τῇ μὲν ἀπὸ τοῦ ὀνόματοϲ, τῇ δὲ
ἀπὸ τοῦ πράγματοϲ
ταύτηϲ τῆϲ τετραλογίαϲ, ἥτιϲ ἐϲτὶ
πρώτη, ἡγεῖται Ἐὐθύφρων ἢ Περί ὁϲίου· ὁ διάλογόϲ ἐϲτι πειραϲτικόϲ.
δευτέρα Ἀπολογία Σωκράτουϲ. ἠθικόϲ. τρίτη Κρίτων ἢ Περὶ πρακτέου,
ἠθικόϲ. τετάρτη Φαίδων ἤ Περὶ ψυχῆϲ, ἠθικόϲ. δευτέρα τετραλογία, καὶ
ἐφεξῆϲ, ἐν τῷ βιβλίῳ
Ἀριϲτοφάνηϲ ὁ ποιητήϲ.
396 Τετραμαίνω: οὕτωϲ Ἀριϲτοφάνηϲ ἐν Νεφέλαιϲ· οὕτωϲ αὐτὰϲ
397 Τετράμωνοϲ.
398 Τετραν θέντα: τρυπηθέντα. ἰοδόκην, καὶ τοῦτον π’ ὄρτυγιν
399 Τετραποδηδόν: οὕτωϲ ἐβάδιζον οἱ ἐν Λιβύῇ Σκιάποδεϲ, πλατύποδεϲ
400 Τετραποδητί: ποϲὶ καὶ χερϲίν. οἱ δὲ τετραποδητὶ τρόπον
401 Τετραπτερυλλίδων: τῶν ἀκρίδων. παρὰ τὸ τέϲϲαρα ἔχειν
402 ετραραῖα.
403 Τετραρχία: οἱ δ΄ λόχοι, ἄνδρεϲ ξδ΄ καὶ ὁ ἡγούμενοϲ τετράρχηϲ.
Θετταλίαν. εἴη ἂν οὖν λέγων ὑ Δημοϲθένηϲ τὴν τετραρχίαν.
404 Τετράϲ, τετράδοϲ. καί, τέτραϲι καιροῖϲ.
405 Τετράϲκάλμου· οἱ δὲ Ῥωμαῖοι δόγμα ἔγραψαν, ὅπωϲ οἱ
406 Τετραϲτατήρου· Ἀριϲτοφάνηϲ· Ἐὐαίων ὁ δεξιώτατοϲ, γυμνόϲ.
κἄπειτ’ ἔλεξε δημοτικωτάτουϲ λόγουϲʼ ὁρᾶτε μέν με
δεόμενον ϲωτηρίαϲ τετραϲτατήρου· ἀλλ’ ὅμωϲ ἐρῶ· ἦν παρέχωϲι τοῖϲ
δεομένοιϲ οἱ κναφεῖϲ χλαίναϲ, ἐπειδὰν ἥλιοϲ τραπῇ, πλευρῖτιϲ ἂν ὑμῶν
οὐδέν ἂν λάβοι ποτέ. οὑτοϲ πένηϲ ἦν ὁ Ἐὐαίων. ἔϲτι δὲ ὄνομα κύριον.
ὅϲοιϲ Harp. δὲ κλίνη μή ἐϲτι μηδὲ ϲτρώματα ἰέναι καθευδήϲονταϲ ἐϲ
τοὺϲ ἀπονεν
407 Τετραφαλαγγαρχία: αἱ δύο διφαλαγγίαι, ἄνδρεϲ ςτπδτπδ τοῦτο γὰρ ἡ τελεία καὶ εὔχρηϲτοϲ φάλαγξ.
408 Τετραφάληρον: τέϲϲαραϲ φάλουϲ ἔχον.
409 ξτραχα: ἐπίρρημαʼ ἀντὶ τοῦ τετραχῶϲ. ὡϲ, πένταχα κοϲμητ θέντεϲ.
410 Τετρήναϲ: τρυπήϲαϲ.
411 Τετρηχυῖα: τραχυνομένη. καὶ ετρήχει, ἐτραχύνετο.
412 Τετρίγει: ἔτριζεν, ἢ ποιὸν ἥχον ἀπετέλεϲε. καὶ ετριγυῖα. τρίζουϲα.
413 Τετρώβολον: τουτέϲτι πολυτίμητον. οὕτω δὲ λέγουϲι τὸ τετρωβολιαῖον, τουτέϲτι τετρωβόλου πωλούμενον.
414 Τετρωμένον: βεβλημένον.
415 Τἔτρωρον: τέθριππον, ἤγουν τετράῖππον.
416 Τετρυμένον: καταπεπονημένον. αὔλακι καὶ γήρᾳ τετρυμένον ἐργατίνην βοῦν Ἄλκων οὐ φονίην ἤγαγε πρὸϲ κοπίδα, αἰδεϲθεὶϲ ἔργων.
417 Τετρυπημένη: ψῆφοί εἰϲι χαλκαῖ, αὐλίϲκον ἔχουϲαι ἐν τῷ μέϲῳ, αἱ
μὲν ἡμίϲειαι τετρυπημέναι, αἱ δὲ ἡμίϲειαι πλήρειϲ. οἱ
λαχόντεϲ ἐπὶ τὰϲ ψήφουϲ, ἐπειδὰν εἰρημένοι ὑϲίν οἱ λόγοι, παραδι
δόαϲιν ἑκάϲτῳ τῶν δικαϲτῶν δύο ψήφουϲ, τετρυπημένην καὶ πλήρη,
φαερὰϲ ὁρᾶν τοῖϲ ἀντιδίκοιϲ, ἵνα μήτε πλήρηϲ μήτε ταύτῃ τετρυπη
μένοϲ λαμβάνωϲι.
418 Τετρύϲθαι: καταπεπονῆϲθαι. Ἀππιανόϲ· ὁ δὲ Φίλιπποϲ
419 Τετύκοντο: παρεϲκευάζοντο.
420 Τἐτυκταί: κατεϲκεύαϲται.
421 Τετύφωμαι: ἐπήρθην. καὶ ετυφωμένοϲ. καὶ ὲ Τετυ
422 Τετύφωμαι: ἀντὶ τοῦ ἐμβεβρόντημαι, ἔξω τῶν φρενῶν γέγονα·
423 Τευθήν: ὁ κατάϲκοποϲ.
424 Τευθίδεϲ: ϲηπίαι. καὶ ευθίϲ, ἰχθύδιον εὐτελέϲ. καί
πάραλοϲ ἐπὶ τραπέζηϲ κειμένη ὀκέλλει· κᾆτα μέλλοντοϲ
λαβεῖν αὐτοῦ, κύων ἁρπάϲαϲ φάγοι. τοῦτο μὲν αὐτῷ κακὸν ἕν.
425 Τευθρανία: ὄνομα τόπου.
426 Τεῦκροϲ, ὁ Κυζικηνόϲ, ὁ γράψαϲ Περὶ χρυϲοφόρου γῆϲ, Περὶ
ε΄, Ἰουδαῖκὴν
ἱϲτορίαν ἐν βιβλίοιϲ Ϛ΄, Ἐφήβων τῶν ἐν Κυζίκῳ ἄϲκηϲιν γ΄· καὶ
λοιπά.
427 Τευκτῆρι: ποιητῇ, καταϲκευαϲτῇ.
428 Τευκτόν χειροποίητον.
429 Τευμηϲία: περὶ τῆϲ ευμηϲίαϲ ἀλώπεκοϲ οἱ τὰ Θηβαῖκὰ γεγραφότεϲ
ἱκανῶϲ ἱϲτορήκαϲι, καθάπερ Ἀριϲτόδημοϲ· ἐπιπεμφθῆναι
μὲν γὰρ ὑπὸ θεῶν τὸ θηρίον τοῦτο τοῖϲ Καδμείοιϲ, διότι τῆϲ βαϲιλείαϲ
ἐξέκλειο
ἀλώπεκα. εἰλήφαϲι δ’ οὖτοι τὸν μῦθον ἐκ τοῦ Ἐπικοῦ κύκλου.
430 Τεὐξομαι· γενικῇ.
431 Τευτάζειν: πραγματεύεϲθαι ἢ ϲκευωρεῖϲθαι ἢ ϲτραγεύεϲθαι, καὶ πολύ
διατρίβειν ἐν τῷ αὐτῷ. Λυκόφρων οὕτω καὶ Δίδυμοϲ, προϲθείϲ. ὅτι
ἐνίοτε ϲημαίνει καὶ τὸ φροντίζειν. Ἡρακλέων δὲ καταμεμψάμενοϲ
Λυκόφροά φηϲιν εἶναι τὸ ἐπιϲτρεφῶϲ τι πράττειν. καὶ
Ἀρτεμίδωροϲ τὸ φροντίζειν. Φρύνιχοϲ Μύϲταιϲ· μάϲτιγα δ’ ἐν χερϲὶν
ἔχων τευτάϲθαι. Πλάτων Ξάνταιϲ· ἦν δὴ θόρυβοϲ τευταζόντων. ἀντὶ τοῦ
πραγματευομένων, ἢ διατριβόντων. καὶ ἐν ιμαίῳ· τῷ μὲν οὖν περὶ τὰϲ
ἐπιθυμίαϲ ἢ φιλονεικίαϲ τετακότι. οἷον διατετριφότι. γράφεται
καὶ τευτακότι. Τηλεκλείδηϲ· πάντεϲ δὲ τευτάζουϲιν οἱ
διάκονοι. ἀντὶ τοῦ πραγματεύονται, ϲκευωροῦνται. Φερεκράτηϲ· ὁ δὲ
παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι. ϲημαίνει καὶ τὸ
ϲπουδάζειν, Πολιτείαϲ ζ΄, καὶ τὸ ἡϲυχάζειν. καὶ ευτάζων, τὸ αὐτὸ ἀεὶ
λέγων, καὶ φλυαρῶν. τουτέϲτι τὸ αὐτὸ καὶ αὐτὸ λέγειν.
432 Τεύχεο: ὅπλα, ϲκεύη. εὑρίϲκουϲι δὲ ἀμφορέαϲ, καὶ ἄλλα
433 Τεὐχοντεϲ: καταϲκευάζοντεϲ.
434 εὑχοϲ: ἀγγεῖον.
435 Τεὐχω: τὸ καταϲκευάζω· γενικῇ. αἰτιατικῇ δέ. ἔνθα δέ τοι κλυτὰ
δώματα
436 Τέφρα: ἡ κόνιϲ.
437 Τέφρα: εἶδοϲ τέττιγοϲ. καὶ γὰρ τέφρα καὶ μέμβραξ καὶ ἄλλοϲ
δακέτταϲ καὶ κέρκωψ ἕτεροϲ. καὶ ἀχέταν τινὰ λέγουϲι καὶ
ἀκανθίαν ἕτερον· ἀκοῇ παρεδεξάμην ταῦτα ἀκούϲαϲ. ὅτῳ δὲ καὶ πλείω
τῶν προειρημένων εἰϲ γνῶϲιν ἀφίκετο, λεγέτω ἐκεῖνοϲ. ἀχέταϲ καὶ
438 Τεφρώϲαϲ: ἐμπρήϲαϲ, ϲποδώϲαϲ. καὶ παροιμία· Μὴ τὴν
439 Τεχνάζειν: τὸ πανούργωϲ τι διαπράττεϲθαι. τὸ πρᾶγμα κομ
ἔπαθλον, καὶ ὁ
ἐγρηγορὼϲ ἕωϲ πρυΐαϲ ὡϲ νικῶν αὐτὸν ἐλάμβανε. μεταφορικῶϲ οὖν αὐτῷ
ἐχρήϲατο ὡϲ νικῶντοϲ αὐτοῦ πανουργίᾳ πάνταϲ.
440 Τεχνάϲμαϲι: δόλοιϲ, πανουργίαιϲ. τὰϲ ϲυμφορὰϲ γὰρ οὐχὶ τοῖϲ
καταπῦγον, εὐρύπρωκτοϲ εἶ, οὐ
τοῖϲ λόγοιϲιν, ἀλλὰ τοῖϲ παθήμαϲιν.
441 Τέχνη: ὁ δόλοϲ. ὅθεν καὶ ἀτεχνῶϲ, ἀντὶ τοῦ ἀληθῶϲ καὶ ἄνευ δόλου.
442 Τεχνηθέντοϲ: δημιουργηθέντοϲ.
443 έχ νην πεποίηται: ἀντὶ τοῦ εἰϲ ἔργον καὶ τέχνην αὐτῷ
444 Τεχνητὸν γύναιον δυϲγενέϲ.
445 Τεχνιτεία.
446 Τεχνίτηϲ: ὁ ἐπιϲτήμων. θηλυκῶϲ δὲ εχνῖτιϲ. διὰ τοῦ ι.
447 Τεχνολογῶ.
448 Τεχνύδριον· εχνύδρια λέγεται ὑποκοριϲτικῶϲ, ὥϲπερ
449 Τζορολλόϲ: πόλιϲ Θρακική, ἡ παρὰ πολλοῖϲ ζουρουλλὸϲ λεγομένη.
450 Τεικτούϲ: χρηϲτούϲ.
451 Τεῖνον. καὶ Τεινῳδάω, τεινῳδῶ, δῆμα. ἀπὸ τοῦ τείνειν τὴν
452 Τείρεα: τὰ ἄϲτρα.
453 Τειρεϲίαϲ: ὄνομα κύριον.
454 Τείρει: καταπονεῖ. μυρία τοι, Πτολεμαῖε, πατὴρ ἔπι, μυρία
455 Τειριεύϲ: ὄνομα κύριον.
456 Τείρωνοϲ: ὄνομα κύριον.
457 Τειχεϲιπλήτηϲ.
458 Τειχήρειϲ: τετειχιϲμένουϲ. τειχήρηϲ οὖν γενόμενοϲ τοὺϲ
459 Τειχίζω· δοτικῇ.
460 Τειχιόειϲ: ὁ τετειχιϲμένοϲ. Τειχῶν καὶ πόλεωϲ διαϲτολὴν
461 Τεῖχοϲ μακρόν· ὅτι Ἀναϲτάϲιοϲ ὁ βαϲιλεὺϲ κτίζει τὸ μακρὸν τεῖχοϲ
πρὸ ἐξήκοτα μιλίων τῆϲ πόλεωϲ, διατείναϲ ἐκ τῆϲ κατὰ ἄρκτον θαλάϲϲηϲ
εἰϲ μεϲημβρίαν
462 Τῇ: ταύτῃ· ἢ δέξαι. λάβε. Ὀμηροϲ. Κύκλωψ. τῇ. πίε οἶνον,
τῇδε πᾶϲ ἕπου. καὶ
ἔϲτιν ἐν ἴϲῳ τῷ ἐνταῦθα. καὶ Ὅμηροϲ· τῇ ἴμεν, ἢ κεν δὴ ϲύ,
κελαινεφέϲ, ἡγεμονεύῃϲ.
463 Τἡβεννα: πόλιϲ.
464 Τἡβεννοϲ· ϲτολὴ Ῥωμαῖκή. αραντῖνοι δὲ Ποϲτουμίου τὴν
465 Τἡβεννοϲ: Ῥωμαῖκὴ ἐϲθήϲ, ἀπὸ Τηβέννου Ἀρκάδοϲ, ὃϲ πρῶτοϲ
ταύτην τὴν χλανίδα περιεβάλετο· εἰϲπλεύϲαϲ γὰρ κατὰ τὸν
Ἰόνιον κόλπον καὶ ὑποδεχθεὶϲ ὑπὸ τῶν ταύτῃ κατοικούντων. ἀφ’ οὗ
μαθόντεϲ οἱ ἐγχώριοι τὸν αὐτὸν ἐνεϲκευάζοντο τρόπον καὶ ἐκάλουν τὴν
ἐϲθῆτα τηβέννειον, ἐπώνυμον τοῦ εὑρόντοϲ. ὕϲτερον δὲ παραφθαρὲν τὸ
ὄνομα τήβεννοϲ ἐκλήθη.
466 Τήγανον.
467 Τταῦτα, ἢ ἐνταῦθα, ἢ ὧδε ἢ ἐνθάδε.
468 Τῇς᾿ ἔνι: ἐν ταύτῃ δέ ἐϲτιν.
469 Τηθαλλαδούϲ: γυναικοτρόφουϲ, ὑπὸ τήθῃ τεθραμμένουϲ.
470 Τἡθεα: ὄϲτρεα. ἰϲτέον ὅτι καὶ τούτοιϲ ἐχρῶντο οἱ παλαιοί,
καίτοι τῆϲ τούτων ἐδωδῆϲ οὐ πολὺ ἐχούϲηϲ τὸ ἡδὺ καὶ
ὠφέλιμον.
471 Τηθέλαϲ: τοὺϲ μαμμοθρέπτουϲ.
472 Τήθη: μάμμη. ἡ πατρὸϲ ἢ μητρὸϲ μήτηρ. ἡ κλητικὴ τήθα.
θεῖτε. τήθαϲ ἐκάλουν τὰϲ μάμμαϲ. καὶ τηθίδαϲ τὰϲ θείαϲ,
τὰϲ πατρὸϲ ἀδελφὰϲ ἢ μητρόϲ. τήθαϲ δὲ καὶ τὰϲ τροφούϲ. εἰϲὶ δὲ καὶ
ὄϲτρεα θαλάϲϲια. Ὅηρὸϲ· πολλοὺϲ ἂν κορέϲειεν ἀνὴρ ὅδε τήθεα διφῶν.
ἀκαλήφαϲ δὲ λέγουϲιν οἱ μὲν καὶ τὰϲ θαλαϲϲίαϲ· λέγουϲι δὲ καὶ τὰϲ
κνίδαϲ Ἀττικοί. καὶ κνίδη μὲν ἐϲ ὅϲον ἂν ἁπαλή ἐϲτι, ἐπὰν δὲ ϲχῇ
τὰϲ μητέραϲ, τουτέϲτι τὰϲ τοῦ ϲπέρματοϲ ϲφαίραϲ,
ἀκαλήφη λέγεται.
473 Τηθίϲ: θεία. πατρὸϲ καὶ ἡ μητρὸϲ ἀδελφή.
474 Τηθύϲ: ἡ θάλαϲϲα. οὐδὲ ϲύ γ’, ἀφρηϲτά, Νηρηΐδαϲ, ὡϲ πρίν,
475 Τηθύϲ: ἡ γῆ. παρὰ τὸ τιθήνη εἶναι καὶ τροφόϲ. Ὅμηροϲ· Ὠκεανόν τε
θεῶν γένεϲιν καὶ μητέρα Τηθύν. τουτέϲτιν ὑγρὰν οὐϲίαν
καὶ ξηράν.
476 Τηιῖται.
477 Τηκεδόνι: τῇ φθίϲει. καὶ νοϲεῖν καὶ νόϲῳ μακρ, καὶ τηκεδὼν
κατάρατον ψυχὴν
ἀπορρῆξαι.
478 Τήκω· αἰτιατικῇ. τὸ ἐνεϲτώϲ. καὶ Τξαι.
479 Τηκτά: οἷον κηρὸϲ καὶ πίττα. τηκτά τε ὅϲα καὶ χυτὰ ἐϲ πολεμίουϲ
ϲὺν πυρὶ ἐξ ὑπερδεξίων ἐβάλλετο· τά τε ἄλλα καὶ τὴν ϲιδηρῖτῖν γῆν,
ἦν πυρὶ πολλῷ διαφανῆ ἐργαϲάμενοι, κατὰ τῶν ὑπιόντων
τὸ
τεῖχοϲ ἔχειν ἔμελλον.
480 Τηλαυγέϲ: λίαν λαμπρόν. πόρρωθεν φαῖνον.
481 Τηλαύγηϲ, κλίνεται εἰϲ ουϲ. Σάμιοϲ, Πυθαγόρου τοῦ πάνυ υἱὸϲ καὶ μαθητήϲ, φιλόϲοφοϲ, διδάϲκαλοϲ Ἐμπεδοκλέουϲ. ἔγραψε περὶ τῆϲ τετρακτύοϲ βιβλία δ΄,
482 Τηλαύγημα: ἀρχὴ λέπραϲ ἐν τῇ τοῦ ϲώματοϲ ἐπιφανείᾳ.
483 Τῆλε καὶ Τηλοῦ: πόρρω.
484 Τηλεβόαϲ: ἐθνικόν.
485 Τηλέγονοϲ: ὄνομα κύριον. ὃϲ πρῶτοϲ ἐφεῦρε τὴν οἰωνιϲτι
486 Τηλεδαπόϲ: μακρὰν ἀφεϲτηκώϲ.
487 Τηλεθάοντα: πάνυ λάμποντα.
488 Τηλεκλείδηϲ, Ἀθηναῖοϲ, κωμικόϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτιν
489 Τηλεκλειτοί: ἄγαν ἔνδοξοι.
490 Τηλέπορον· Ἀριϲτοφάνηϲ· τηλέπορόν τι βόημα. οἷον ὀρθόν
491 Τηλεϲκόπῳ ὄμματι: τῷ πάντα ἐφορῶντι.
492 Τηλεφάνηϲ: αὐλητήϲ. Τηλεφανὴϲ δὲ μακρόθεν φαινομένη.
493 Τηλεφανεῖϲ: ἀφʼ ὧν ἔϲτιν ἰδεῖν τὰ πόρρω· τοῖϲ γὰρ εἰϲ ὕψοϲ
494 Τἡλεφοϲ ἐκ πηριδίου: οὗτοϲ πένηϲ ἦν. Ἀριϲτοφάνηϲ· καίτοι
495 Τἡλεφοϲ, Περγαμηνόϲ, γραμματικόϲ. ἔγραψε καὶ αὐτόϲ ἐν
καὶ κωμικῶν, Βιβλιακῆϲ ἐμπειρίαϲ
βιβλία γ, ἐν οἷϲ διδάϲκει τὰ κτήϲεωϲ ἄξια βιβλία, Ὅτι μόνοϲ Ὀμηροϲ
τῶν ἀρχαίων ἑλληνίζει, Περιήγηϲιν Τεργάμου, Περὶ τοῦ ἐν Περγάμῳ
Σεβαϲτίου βιβλία β΄, Περὶ τῶν Ἀθήνηϲι δικαϲτηρίων, Περὶ τῶν Ἀθήνηϲι
νόμων καὶ ἐθῶν, Περὶ τῶν Περγάμου βαϲιλέων βιβλία ε΄, Περὶ χρήϲεωϲ
ἤτοι ὀνομάτων
496 Τηλία: ϲανίϲ, ἡ λεγομένη κάρδοποϲ, ϲηλία τιϲ οὖϲα· ὥϲπερ τὸ
ϲἡμερον, τήμερον. καὶ δὴ καὶ ἰδίωϲ ἐκαλεῖτο τηλία, περίφραγμα ϲανἰδω
ἐν τῇ ἀγορᾶ, ἐν ὑ ἄλφιτα ἐπιπράϲκοντο. καὶ οἱ
ὀρτυγοτρόφοι τοὺϲ ὄρτυγαϲ ϲυνέβαλλον ἐν τούτῳ. ἄλλωϲ· ϲανὶϲ πλατεῖα,
ἐφʼ ἦϲ ἀλφιτοποιοῦϲι· τινὲϲ δὲ τηλίαν ξύλον φαϲὶ πλατύ, εἰϲ ὃ
τιθέαϲιν οἱ ἀρτοκόποι τοὺϲ ἄρτουϲ ἐπὶ τῷ ξηραίνεϲθαι. ἄλλοι δὲ
τηλίαν, τῆϲ καποδόχηϲ τὸ πῶμα, ὅ ἐϲτι περιφερέϲ. φηϲὶν οὖν ὅτι διὰ
δακτυλίου
ἑλκυϲθείηϲ, ἐὰν ᾖ ὁ δακτύλιοϲ τηλία. τοῦτο δὲ
ὡϲ παχείαϲ οὔϲηϲ καὶ μὴ δυναμένηϲ διὰ δακτυλίου ἑλκυϲθῆναι, ἀλλὰ
τηλίαϲ. Ἀριϲτοφάνηϲ. ἢ τηλία μέν ἐϲτιν ἡ ἀτρύπητοϲ ϲανίϲ. ἐὰν δὲ
τρυπηθείη, ἁψὶϲ γίεται.
497 Τηλία: πῆγμα τετράγωνον, ἐφ’ οὖ ἤτοι τὰ ἄλφιτα πιπράϲκεται
498 Τῆλιϲ: εἶδοϲ ὀϲπρίου, ἥτιϲ ἑφθὴ ἐπιχεομένη ὄλιϲθον ἐμποιεῖ τοῖϲ
ποϲὶ τῶν ἀνθρώπων ἐπιϲφαλῆ· ὅπερ Ἰώϲηποϲ πρὸϲ τὴν πολιορκία
ἐμηχανήϲατο.
499 Τηλόθι καὶ τηλόϲε: πόρρω, μακράν.
500 ηλοπέτευϲ: τῆϲ πόρρω πετομένηϲ. ἐν Ἐπιγράμμαϲι· ἀμβροϲίω ἔαροϲ κηρῶν μέλι πολλὸν ἀμέλξαϲ, δῶρον ἀποιμάντου τηλοπέτευϲ ἀγέληϲ.
501 Τηλωπόϲ: ἔκδημοϲ. Σοφοκλῆϲ· κεί τὰ νῦν τηλωπὸϲ οἰχνεῖ δυϲμεῶῶ θήραν ἔχων.
502 Τηλυγέτηϲ: μονογενήϲ. καὶ τηλύγετον, μονογενῆ. Ὅμηροϲ·
503 Τημελέϲ: ἐπιμελέϲ. καὶ Τημελήϲ, ἐπιμελήϲ, ϲπουδαῖοϲ.
504 Τημελήϲαντεϲ: θλίψαντεϲ.
505 Τημελῆϲαι: ἐπιμελῆϲαι, φροντίϲαι.
506 Τημελούμενον: ἐπιμελούμενον, φιλοκαλούμενον.
507 Τῇ μέν: ὅπου μέν. ἢ ἐν μέρει.
508 Τήμενοϲ: ὄνομα κύριον.
509 Τήμεροϲ: ὁ ϲημερινόϲ. καὶ ἔϲτι τεταγμένον ἐπὶ ϲώματοϲ. τὸ
510 Τημοῦχοϲ: οὕτω καλοῦϲι τοὺϲ ἄρχονταϲ Μεϲϲήνηϲ. τοῦ γε μὴν
ἀπηλλαγμένην.
511 Τήνα: ἐκεῖνα. Θεόκριτοϲ· ἁδύ τι τὸ ψιθύριϲμα καὶ ἁ πίτυϲ, αἰπόλε, τήνα.
512 Τὴν Ἀκεϲαίου ϲελήνην: παροιμία. λέγεται δὲ ἐπὶ τῶν διαμενόντων
513 Τηνάλλωϲ: μάτην. καὶ οὐ τηνάλλωϲ, μετὰ τῆϲ ἀποφάϲεωϲ
λέγεται. ὁ δὲ Φιλήμων Νυκτί· τὸ κανοῦν δὲ ὁ παῖϲ
περίειϲι τηνάλλωϲ ἔχων. ἔϲτι καὶ παρὰ τοῖϲ περὶ Δημοϲθένην καὶ ἐν
Θεαιτήτῳ Πλάτωνοϲ. ὡϲ δὲ λόγουϲ τηνάλλωϲ ταῦτα ἤκουϲαν ὄντα,
χωροῦϲιν ἐϲ
514 Τὴν αὐτὴν ταύτην ἀναχορεύϲομεν ὄρχηϲιν: ἀντὶ τοῦ
ἐπὶ τὴν αὐτὴν πρᾶξιν ἐπανέλθωμεν. τοῦτο εἴρηκε Μάρϲοϲ
πρὸϲ Ζήνωνα τὸν βαϲιλέα. τὴν αὐτὴν ταύτην καὶ δεύτερον ἀναχορεύϲομεν
ὄρχηϲιν.
515 Τὴν γῆν ὅταν νομίϲωϲι τὴν τῶν πολεμίων εἶναι ϲφετέραν, τὴν δὲ
ϲφετέραν τῶν πολεμίων, πόρον δὲ τὰϲ ναῦϲ, ἀπορίαν δὲ τὸν πόρον:
εἴρηται τοῦτο κατὰ τὴν Περικλέουϲ γνώμην, ὃϲ ἐκέλευϲεν Ἀθηναίοιϲ
ἐμβαλλλότων μὲν Λακεδαιμονίων ἐϲ τὴν Ἀττικήν, μὴ ἐπεξιέναι, ἀλλ᾿ ἔϲω
τείχουϲ μένειν, αὐτοὺϲ δὲ διὰ τῶν πλοίων ἐπιέναι τῇ
Λακωνικῇ. τὸν οὖν κατὰ γῆν πόρον ἀπορίαν ἡγεῖϲθαι· τὸ δὲ διὰ
θαλάϲϲηϲ, τοῦτο ἡγεῖϲθαι πόρον. ἢ οὕτωϲ· ἕνα πόρον ἡγεῖϲθαι χρημάτων
τὸ ναῦϲ ὡϲ πλείϲταϲ ἔχειν. τὸν δὲ ἄλλον πόρον, ὃϲ ἂν ἔξω τούτου
γένηται, τοῦτον ἀπορίαν νομίζειν, οἷον τὰ θεωρητικὰ καὶ τὰ
δικαϲτικά. ϲυμβουλεύει οὖν πᾶϲαν τὴν ἐν τούτοιϲ γινομένην δαπάνην
ταῖϲ ναυϲὶν ἀφορίϲαι.
516 Τὴν γλαῦκα τωθάζουϲι. τήνδε, ἀντὶ τοῦ ταύτην.
517 Τὴν Δωριϲτὶ μόνην ἁρμονίαν ἁρμόττεϲθαι τὴν λύραν, ἄλλην δ᾿ οὐκ ἐθέλω: τουτέϲτι τὴν δωροδοκιϲτί.
518 Τήνελλα: μίμημα φωνῆϲ κρούματοϲ αὐλοῦ ποιᾶϲ. Ἀρχίλοχοϲ·
τήνελλα, καλλίνικε χαῖρε ἄναξ Ἡράκλειϲ, αὐτόϲ τε καὶ
Ἰόλαοϲ, αἰχμητὰ δύω. Ἀριϲτοφάνηϲ· ἀλλ᾿ ἐὰν νικήϲῃϲ τῇ βοῇ, τήνελλοϲ
εἶ. ἀντὶ τοῦ νικηφόροϲ. τήνελλα δὲ κρουμάτιον ἐπινίκιον. ἢ τήνελλοϲ,
ἁρμονία λύραϲ. ἐὰν τοίνυν ὑπερακοντίϲῃϲ αὐτοὺϲ τῇ βοῇ, μουϲικώτατοϲ
εἶ· ἢν δ᾿ ἀναιδείᾳ παρέλθῃϲ, ἡμέτεροϲ ὁ πυραμοῦϲ. ὁ δὲ πυραμοῦϲ
εἶδοϲ
πλακοῦτοϲ ἐκ μέλιτοϲ ἑφθοῦ καὶ τυρῶν πεφρυγμένων,
ὡϲ ϲηϲαμοῦϲ ὁ διὰ ϲηϲάμηϲ. ταῦτα δὲ ἐτίθεϲαν ἆθλα τοῖϲ
διαγρυπνηταῖϲ· εἰώθαϲι γὰρ ἐν τοῖϲ ϲυμποϲίοιϲ ἁμιλλᾶϲθαι περὶ
ἀγρυπνίαϲ· καὶ ὁ διαγρυπνήϲαϲ μέχρι τῆϲ ἕω, νικήϲαϲ ἐλάμβανε τὸν
πυραμοῦντα. ὁ δὲ νοῦϲ, ὅτι μὴ νικηθῇϲ ὑπ᾿ αὐτοῦ τῇ βοῇ, περιγένῃ δὲ
ταῖϲ περιεργίαιϲ καὶ
ἀναιϲχυντίαιϲ οὐδὲν ἧττον,
ἡμέτερον τὸ τερμάτιον, τουτέϲτιν ἡ νίκη.
519 Τὴν ἐμὴν κάμνειν νόϲον: παροιμία. ὡϲ ἡ τοιαύτη· ταυτὸν ἕλκομεν ζυγόν.
520 Τὴν θύραν ἔχων τετρημένην, ὥϲπερ αἱ ποῖμναι: ἐπὶ
521 Τηνικαῦτα: τότε.
522 Τὴν κατὰ ϲαυτὸν ἔλα: ἀπὸ χρηϲμοῦ τινοϲ ἐλέχθη. τουτέϲτιν
οἷοϲ εἶ, τοιοῦτοϲ καὶ φαίνου καὶ μείζοϲι μὴ
ϲυμπαρεκτείνου. τοῦτο
523 Τὴν λεοντῆν ἐνδύου: ἴϲον τῷ γενναΐζου.
524 Τῆνοϲ: μία Κυκλάδων νήϲων.
525 Τὴν ταχίϲτην: ἐπίρρημα, ἀντὶ τοῦ ταχέωϲ. ὁ δὲ φιλοτίμωϲ
526 Τὴν τράπεζαν οἴϲομαι: Ἀριϲτοφάνηϲ. τουτέϲτιν ἐμαυτῷ
527 Τὴν τρύγα ϲυνεκπιεῖν.
528 Τὴν χεῖρα προϲφέροντα τὸν θεὸν καλεῖν: βοηλάτηϲ ἐκ
ὅταν καὺτόϲ τι ποιῆϲ· μὴ μέντοι γε
μάτην εὔχου. ἐκ τούτου εἰϲ παροιμίαν εἰϲήχθη.
529 Τηξιμελεῖ: φθοροποιῷ. τηξιμελεῖ νούϲῳ κεκολουμένοϲ ἔδραμε
530 Τήραιοϲ: ὄνομα κύριον. ὁ Μῆδοϲ.
531 Τηρεύϲ: ὁ τηρῶν.
532 Τηριβάζηϲ: ὄνομα κύριον. Ξενοφῶν Τηρίβαζοϲ. ὁ δὲ Τηρίβαζοϲ
533 Τηριδάτηϲ: ὄνομα κύριον.
534 Τηρῶ· αἰτιατικῇ.
535 Τήρωνεϲ: οἱ ἀρτιμαθεῖϲ τὰ πολέμια καὶ οὕπω ἐγγεγυμναϲμένοι τοῖϲ κινδύνοιϲ τήρωνεϲ καλοῦνται παρὰ Ῥωμαίοιϲ.
536 Τῆϲ: ἀντὶ τοῦ ταύτηϲ. οὐκ ἔϲτι δὲ ἄρθρον. Ὅμηροϲ· μήποτε τῆϲ εὐνῆϲ ἐπιβήμεναι. ἀντὶ τοῦ ταύτηϲ. καὶ ἐν Ὀδυϲϲείᾳ· εἵνεκα τῆϲ ἀρετῆϲ. ἀντὶ τοῦ ταύτηϲ.
537 Τῆϲ Μεγαρέων ἄξιοι μερίδοϲ: ἀντὶ τοῦ ἄτιμοι.
538 Τῆϲ μητρὸϲ ὡϲ αἲξ καλεῖται: οἱ γὰρ ἔριφοι ἐν τοῖϲ αἰπολίοιϲ
ἀπὸ τῶν μητέρων γνωρίζονται· ἀπὸ πατέρων γὰρ
ἀδύνατον.
539 Τῆϲ μυρίαϲ ὄντα τηλικουτονί: ἐπὶ τῶν παραλόγωϲ τι λεγότων, ἐνηλίκων ὄντων. οἷον τελείαν ἐχόντων τὴν ἡλικίαν καὶ πάντα εἰδέναι ὀφειλόντων.
540 Τῆϲ ϲαρκὸϲ πρόνοιαν μὴ ποιεῖϲθε εἰϲ ἐπιθυμίαϲ· ζήτει ἐν τῷ ὑπωπιάζω.
541 Τητᾶϲθαι: ϲτερίϲκεϲθαι. Σοφοκλῆϲ· τοιαῦτ᾿ ἀκούϲαϲ κἀξονειδιϲθεὶϲ
542 Τῆτεϲ καὶ Τῆτα: τούτῳ τῷ ἔτει, ἐπʼ ἔτοϲ. ἐγελᾶτ᾿, ἀνθ᾿
543 Τητινή: χθεϲινή. καὶ οὐδέτερον Τητινόν.
544 Τητώμενον: ϲτεριϲκόμενον.
545 Τηϋϲίη: ματαία.
546 Τί: οἱ ἀπὸ τῆϲ Στοᾶϲ τοῦτο τὸ τί γένοϲ τοῦ ὄντοϲ τίθενται· τὸ γὰρ τί δῆλον ὅτι καὶ ὄν. εἰ δὲ ὄν, τὸν τοῦ ὄντοϲ ἀναδέχοιτο ἂν λόγον. διὸ καὶ γενικώτερον αὐτό φαϲιν εἶναι, κατηγορούμενον οὐ κατὰ ϲωμάτων μόνον ἀλλὰ καὶ κατ᾿ ἀϲωμάτων.
547 Τιάρα: κόϲμοϲ ἐπικεφάλαιοϲ, ἣν οἱ βαϲιλεῖϲ μόνοι ὀρθὴν ἐφόρουν
παρὰ Πέρϲαιϲ, οἱ δὲ ϲτρατηγοὶ κεκλιμένην. καὶ
Δημάρατοϲ ὁ Λακεδαιμόνιοϲ, ὃϲ δὴ μετὰ Ξέρξου ἦλθεν ἐπὶ τὰϲ Ἀθήναϲ,
ἐπί τινοϲ εὐημερίαϲ ϲυγχωρήϲαντοϲ αὐτῷ τοῦ βαϲιλέωϲ ὃ θέλει
αἰτήϲαϲθαι, ᾐτήϲατο ἐν ὀρθῇ τῇ τιάρᾳ εἰϲ Σάρδειϲ εἰϲελάϲαι· ὡϲ
Φύλαρχοϲ εν ι΄. τὸ δ’ αὐτό φαϲιν εἶναι καὶ κίταριν. Θεόφραϲτοϲ δ’ ἐν
τῷ Περὶ βαϲιλείαϲ
Κυπρίων τὴν κίταριν, ὡϲ διάφορον.
548 Τιαρηφόροϲ.
549 Τὶ βαιόν: ἀντὶ τοῦ οὐδὲ ὀλίγον. Σοφοκλῆϲ· τὶ βαιὸν οὕτωϲ
550 Τιβέριοϲ, φιλόϲοφοϲ καὶ ϲοφιϲτήϲ. Περὶ ἰδεῶν λόγου βιβλία γ΄,
Περὶ παραϲκευῆϲ, Περὶ μεταποιήϲεωϲ, Περὶ ἱϲτορίαϲ, Περὶ
λόγου τάξεωϲ καὶ ϲυνθέϲεωϲ, Περὶ διαιρέϲεωϲ λόγου, Περὶ μεταβολῆϲ
λόγου πολιτικοῦ, Περὶ λόγων ἐπιδεικτικῶν, Περὶ προλαλιῶν καὶ
προοιμίων, Περὶ ἐπιχειρημάτων, Περὶ Δημοϲθένουϲ καὶ Ξενοφῶντοϲ, Περὶ
Ἡροδότου καὶ Θουκυδίδου.
551 Τιβέριοϲ, Ὀκταβίου υἱόϲ, βαϲιλεὺϲ Ῥωμαίων, ἐμπλήκτωϲ καὶ ἀνοήτωϲ
τὴν ἀρχὴν διῳκήϲατο, φοβερᾷ μὲν ὠμότητι, μυϲαρά δὲ καὶ ἀθέϲμῳ
πλεονεξίᾳ αἰϲχρᾷ τε ἡδυπαθείᾳ χρηϲάμενοϲ. ϲτρατείαν μὲν γὰρ ἅπαϲαν
αὐτὸϲ ἠρνήϲατο, διὰ δὲ τῶν ὑποϲτρατήγων γλίϲχρωϲ καὶ ῥᾳθύμωϲ τοῖϲ
ἐναντίοιϲ προϲπολεμῶν. κακοήθηϲ δὲ ὢν ἔϲτιν οὓϲ τῶν
ϲυμμάχων βαϲιλέων τῶν οἰκείων ἀρχῶν ἀπάτῃ μετελθὼν ἀφείλετο· ὧν
Ἀρχέλαοϲ ἦν ὁ Καππαδόκων βαϲιλεύϲ, ὃν ἠπίοιϲ καὶ θεραπευτικοῖϲ
καλέϲαϲ ὡϲ ἑαυτὸν λόγοιϲ, οὐκέτι πρὸϲ τὴν οἰκείαν ἀπονοϲτῆϲαι
ϲυνεχώρηϲεν, ἀλλ’ ἐπαρχίαν τὴν Καππαδοκίαν ἀπέφῃνε καὶ τὴν μεγίϲτην
τῶν τῇδε πόλεων Μάζακα ἔμπροϲθεν ὑπὸ τῶν ἐποίκων ὀνομαζομένην,
μαζομένην, ἀφʼ ἑαυτοῦ φέρειν τὴν προϲηγορίαν ἐπέταξεν·
ἥπερ δὴ καθ’ ἡμᾶϲ Καίϲαρόϲ ἐϲτιν ἐπώνυμοϲ. ἐϲ γῆραϲ δὲ ὅμωϲ μακρὸν
προελθὼν θνήϲκει.
552 Τιβέριοϲ, βαϲιλεὺϲ Ῥωμαίων. οὗτοϲ ἰδιωτάτῃ φύϲει ἐκέχρητο·
ἐβούλετο· ἀλλ᾿
ἐναντιωτάτουϲ τῇ προαιρέϲει τοὺϲ λογιϲμοὺϲ ποιούμενοϲ, πᾶν ὃ ἐπόθει
ἠρνεῖτο καὶ πᾶν ὃ ἐμίϲει προϲετίθετο. τοὺϲ περιϲϲὰ ἐπαίρονταϲ
ἄρχονταϲ ἐκόλαζε, λέγων, κείρεϲθαί μου τὰ πρόβατα, ἀλλ’ οὐ ξυρᾶϲθαι
βούλομαι. οὕτω δὲ ἦν ἴϲοϲ, ὥϲτε ὀρχηϲτήν τινα ποτὲ ἐλευθερωθῆναι
βουληθέντα, μὴ πρότερον ϲυνεπαινέϲαι, πρὶν τὸν
δεϲπότην
αὐτοῦ πειϲθῆναι καὶ τὴν τιμὴν λαβεῖν. τοῖϲ γὰρ ἑταίροιϲ ἐν ἰδιωτείᾳ
ἦν καὶ ϲυνηγωνίζετο, φρουρὰν μὴ ἐπαγόμενοϲ. καὶ παρήγγειλε ϲηρικῇ
ἐϲθῆτι μὴ χρῆϲθαί τινα. αἰφνιδίωϲ δὲ εἰϲ τὴν χείρονα
553 Τιβέριοϲ, ἐν Κωϲταντινουπόλει βαϲιλεὺϲ Ῥωμαίων· ὃν ϲυνίϲτηϲιν
Ἰουϲτῖνοϲ ἄνδρα πρᾶον ὁμοῦ καὶ φιλάνθρωπον, κρείττονα λημμάτων
καὶ χρημάτων ἀφρόντιδα, τοῦτο μόνον εὐδαιμονίαν
ἡγούμενον, τὸ τεθηλέναι τε καὶ ἐϲ μέγα πλούτου κομᾶν τὸ ὑπήκοον, τὴν
κοινὴν τῶν ἀνθρώπων μακαριότητα πάγκαλον καὶ ἀϲύλωτον θηϲαυρὸν
λογιζόμενον· ὃϲ τὸν ὄγκον τῆϲ τυραννίδοϲ μιϲήϲαϲ καὶ πρὸϲ τὸ
φιλόϲτοργον τῶν ὁμοφύλων ἀναδραμὼν εἵλετο βαϲιλεύειν αὐτῷ τὸ ὑπήκοον
ἢ τοὺϲ ἰθυνομένουϲ τυραννικώτερον ἀνδραποδίζεϲθαι,
πατὴρ ἐθέλων ἢ δεϲπότηϲ ὑπὸ τῶν ὑπηκόων ἀναγορεύεϲθαι. ἄριϲτοϲ δὲ
ὑπάρχων ἐν νεότητι καὶ πρὸϲ γῆραϲ ἐλθὼν αἰφνίδιον εἰϲ τὴν χείρονα
μετεβλήθη γνώμην, ὥϲτε καὶ παραφρονεῖν αὐτὸν νομιϲθῆναι καὶ ὑπὸ
δαίμονοϲ ἐλαύνεϲθαι πρὸϲ πᾶϲαν ἀνοϲιουργίαν τε καὶ μανίαν καὶ
οἰϲτρηλαϲίαν,
οὐ μόνον ἐν τοῖϲ κατὰ φύϲιν, ἀλλὰ καὶ ἐν
τοῖϲ παρὰ φύϲιν, καὶ ἐν πάϲῃ ἀδικίᾳ καὶ τυραννίδι. οὕτω δὲ μεταπεϲὼν
εἰϲ κακίαν καταϲτρέφει τὸν βίον.
554 Τιβεριέων δῆμοϲ.
555 Τιβία: ὅλη ἡ Φρυγία οὕτω καλεῖται.
556 Τί γὰρ δὴ δελφῖνι καὶ βοὶ φαϲι κοινὸν εἶναι, Σύλλᾳ τε καὶ φιλοϲόφοιϲ.
557 Τί γάρ με λυπεῖ τοῦθ᾿, ὅταν λόγῳ θανὼν ἔργοιϲι ϲωθῶ κἀξενέγκωμαι
κλέοϲ; δοκῶ μὲν ὡϲ οὐδὲν ῥῆμα ϲὺν κέρδει κακόν. ἤδη γὰρ εἶδον
πολλάκιϲ καὶ τοὺϲ ϲοφοὺϲ λόγῳ μάτην θνήϲκονταϲ, τοῖϲ δ’ ἔργοιϲ
558 Τιγιλλίων: ὄνομα κύριον.
559 Τίγριϲ: τὸ ζῷον. Τίγρηϲ δὲ ὄνομα ποταμοῦ.
560 Τί δʼ ἄλλο Μεγαροῖ: λείπει τό, ἢ τοῦτο τὸ ἀπολέϲαι ἡμᾶϲ
561 Τί δαί: τί δή; καὶ οὕτωϲ λέγουϲιν τὸ τί δή. Ἀριϲτοφάνηϲ
ἐρωτηματικὸϲ διὰ τὴν ἔκταϲιν διὰ διφθόγγου γραφόμενοϲ.
καὶ Ὅμηροϲ· τίϲ δαίϲ; τίϲ δαὶ ὅμιλοϲ; ἐν Ὀδυϲϲείᾳ.
562 Τί δαί· εἰπόντοϲ τοῦ δανειϲτοῦ, ληρῶ· τὰ χρήματ᾿ ἀπολαβεῖν εἰ
563 Τί δῆτα θεῶν ϲτρέφῃ: ἀντὶ τοῦ τί ἐνδιατρίβειϲ;
564 Τί δῆτ᾿ ἂν ἀλγοίηϲ ἐπʼ ἐξειργαϲμένοιϲ: ἀντὶ τοῦ ἐπὶ
565 Τί δῆτά ϲοι: τί ϲοι;
566 Τί ἐϲτι τὸ ἐν τοῖϲ Δημοϲθένουϲ Φιλιππικοῖϲ, καὶ τὸ θρυλούμενόν
ἐν ἀπορρήτῳ
ϲυμπράττειν Ἀθηναίοιϲ, ὅπωϲ ἂν λάβωϲιν Ἀμφίπολιν, ὑπιϲχνούμενοι
Πύδναν. οἱ δὲ πρέϲβειϲ οἱ τῶν Ἀθηναίων εἰϲ μὲν τὸν δῆμον οὐδὲν
ἀπήγγελον, βουλόμενοι λανθάνειν τοὺϲ Πυδναίουϲ, ἐκδιδόναι μέλλοντεϲ
αὐτούϲ· ἐν ἀπορρήτῳ δὲ μετὰ τῆϲ βουλῆϲ ἔπραττον.
567 Τίη: διατί δή;
568 Τί ἱκανόν: τί ὄφελοϲ;
569 Τιθαϲεύει· αἰτιατικῇ. ἡμεροῖ, πραΰνει. καὶ Ἀτίθαϲϲον.
570 Τιθαϲόν: ἥμερον.
571 Τιθέντεϲ: ποιοῦντεϲ.
572 Τίθεϲθαι· ὁ δὲ πρέϲβειϲ ἔϲτειλε πρὸϲ τοὺϲ Μεγαρέαϲ, παρακαλῶν ἔτι καὶ νῦν τίθεϲθαι τὰ πράγματα καὶ μὴ κινδυνεύειν τοῖϲ ὅλοιϲ. ἀντὶ τοῦ ϲυγκατατίθεϲθαι, διαπράττεϲθαι.
573 Τιθήναϲ: τροφούϲ. καὶ Τιθηνητήρ. πολλὰ τιθηνητὴρ ὠλοφύρατο
574 Τιθηνόϲ: κυρίωϲ ἐπὶ γυναικὸϲ τῆϲ τιθηνούϲηϲ καὶ τρεφούϲηϲ, κατὰ μεταφορὰν δὲ λέγεται καὶ ἡ γῆ τιθηνόϲ.
575 Τιθηνούμενοϲ: τρέφων· τιθηνὸϲ γὰρ ἡ τροφόϲ.
576 Τίθηϲι: ποιεῖ.
577 Τιθίϲ, τιθίδοϲ. καὶ Τιθῶ· αἰτιατικῇ.
578 Τιθωνοῦ γῆραϲ: παροιμία. ἐπὶ τῶν πολυχρονίων καὶ ὑπεργήρων
τάϲϲεται. ἱϲτορεῖται δὲ ὅτι ὁ Τιθωνὸϲ ἐπιθυμίᾳ τοῦ τὸ γῆραϲ
ϲπαράττων καὶ ταράττων καὶ
κυκῶν.
579 Τίθραϲοϲ: τόποϲ τῆϲ Λιβύηϲ. καὶ Ἀριϲτοφάνηϲ· Γοργόνεϲ Τιθράϲιαι. ἔνθα αἱ Γοργόνεϲ διέτριβον. ἀπὸ δήμου τῆϲ Ἀττικῆϲ πονηροῦ· διαβάλλουϲι γὰρ τὸν δῆμον τοῦτον ὡϲ κακοπράγμονα.
580 Τιθραύϲτηϲ: ὄνομα κύριον.
581 Τιθοί: οἱ μαζοὶ.
582 Τιθύμαλλοϲ: εἶδοϲ βοτάνηϲ δριμυτάτηϲ, παρὰ Λάκωϲιν εὑριϲκομένηϲ·
ᾧ παρήλειφον τὰ βλέφαρα τῆϲ ἑϲπέραϲ. καὶ Ἀριϲτοφάνηϲ περὶ Νεοκλείδου
τοῦ γλάμωνοϲ· ϲκόροδ’ ὁμοῦ τρίψαντα τιθυμάλλῳ. εἰώθαϲι δὲ οἱ ἰατροὶ
ὑπ’ ἀλαζονείαϲ πατρίδαϲ ὀνομάζειν τῶν βοτανῶν οἷον
Κυρηναϊκὸν ὀπόν, τιθύμαλλοϲ Λακωνικόϲ. εἴρηται δὲ ἐπὶ τῶν λημώντων
τοὺϲ ὀφθαλμούϲ Νεοκλείδηϲ ὁ γλάμων.
583 Τί καλὴ ἡ τάξιϲ. ἀντὶ τοῦ λίαν.
584 Τί κυνὶ καὶ βαλανείῳ: παροιμία ἐπὶ τῶν ἀναρμοδίων. Λουκιανὸϲ ταύτῃ χρῆται.
585 Τί λέγειϲ ϲύ: τὸ παρὰ τὴν ϲυνήθειαν κἀνὰ χεῖρα. εἰώθαμεν
αὐτοὺϲ
βουλόμενοι. Ἀριϲτοφάνηϲ Μεφέλαιϲ· ὡϲ ἥδομαι πρῶτα τὴν χροίαν ἰδών.
νῦν μέν γ’ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸϲ κἀντιλογικόϲ· καὶ τοῦτο
τοὐπιχώριον ἀτεχνῶϲ ἐπανθεῖ τό, τί λέγειϲ ϲύ; καὶ δοκεῖν ἀδικοῦντʼ
ἀδικεῖϲθαι καὶ κακουργοῦντ· οδ’ ὅτι· ἐπί τοῦ προϲώπου τʼ ἔϲτι
Ἀττικὸν βλέποϲ. ἐϲχημάτιϲται δὲ τὸ βλέποϲ· ἀντὶ τοῦ κακοῦρ
γον βλέμμα· τοὺϲ γὰρ Ἀθηναίουϲ ἐπὶ ἀναιδείᾳ καὶ τῷ
δραϲτικοὺϲ εἶναι διέβαλλον.
586 Τίλλοντεϲ· αἰτιατικῇ. ἀναϲπῶντεϲ τοὺϲ ϲτάχυαϲ.
587 Τιλφώϲαιον: ὄροϲ, μικρὸν ἀπέχον τῆϲ λίμνηϲ τῆϲ Κωπαΐδοϲ.
588 Τιμαγένηϲ, βαϲιλικοῦ ἀργυραμοιβοῦ υἱόϲ, Ἀλεξανδρεύϲ, ῥήτωρ·
ὡϲ δέ τινεϲ Αἰγύπτιοϲ· ὃϲ ἐπὶ Πομπηῖου τοῦ μεγάλου
αἰχμάλωτοϲ ἀχθεὶϲ ἐν Ῥώμῃ ὑπὸ τοῦ Γαβινίου ἐξωνήθη ὑπὸ Φαύϲτου, τοῦ
υἱοῦ Σύλλου, καὶ ἐϲοφίϲτευϲεν ἐν Ῥώμῃ ἐπί τε τοῦ αὐτοῦ Πομπηῖου καὶ
μετ’ αὐτὸν ἐπί τε Καίϲαροϲ τοῦ Αὐγούϲτου καὶ μετέπειτα ἅμα Κεκιλίῳ.
ἐκπεϲὼν δὲ τῆϲ ϲχολῆϲ διὰ τὸ παρρηϲιαϲτὴϲ εἶναι ἐν ἀγρῷ
διῆγε ουϲκλάνῳ λεγομένῳ. ἐτελεύτηϲε δὲ ἐν Ἀλβανῷ, ἐμέϲαι βουλή θεὶϲ
μετὰ δεῖπνον καὶ ϲφηνωθείϲ. βιβλία δὲ ἔγραψε πολλά.
589 Τιμαγένηϲ, ἱϲτορικόϲ. Περίπλουν πάϲηϲ θαλάϲϲηϲ ἐν βιβ
590 Τιμαγένηϲ ἢ ιμογένηϲ, Μιλήϲιοϲ, ἱϲτορικὸϲ καὶ ῥήτωρ.
Περὶ Hρακλείαϲ τῆϲ ἐν τῷ Πόντῳ καὶ τῶν ἐξ αὐτῆϲ λογίων
ἀνδρῶν βιβλία γ, καὶ ἐπιϲτολάϲ.
591 Τιμαγόραϲ· οὗτοϲ πρεϲβευτὴϲ πεμφθεὶϲ πρὸϲ βαϲιλέα AρταΛουκιανὸϲ
Λακεδαιμοίοιϲ καὶ
Ἀθηναίοιϲ φιλίαν. οὗτοϲ οὖν ὁ ιμαγόραϲ πρῖϲ κυνήϲαϲ τὸν Περϲῶν
βαϲιλέα παρὰ τὰ Ἐλλήνων ἔθη καὶ δωροδοκηθεὶϲ ὑπὸ Ἀθηναίων
ἀνῃρέθη.
592 Τιμαλφέϲτερον: τιμιώτερον, λαμπρότερον· ἀλφεῖν γάρ ἐϲτι τὸ
εὑρίϲκειν· ὥϲτε γίνεϲθαι τὸ τιμαλφέϲτατοντὸτιμὴν εὑρίϲκον
ὃ δὴ ϲυμβέβηκε τῶ χρυϲῷ.
593 Τιμάνθηϲ, Κλεωναῖοϲ, παγκράτιον νικήϲαϲ· ὅν φαϲι παυϲάμενον διὰ
ἡλικίαν τῶν ἄθλων τόξον μέγα ἐπὶ ἑκάϲτηϲ τείνειν τῆϲ ἡμέραϲ,
ἀποπειρώμενον ἑαυτοῦ. ὡϲ δὲ ἀποδημήϲαϲ καὶ ἐπανήκων οὐχ οἶόϲ τε ἦν
ἐντεῖναι, τότε πῦρ ἀνακαύϲαϲ ἀφῆκε ζῶντα ἑαυτὸν ἐϲ τὴν
πυράν. ὁπόϲα δὲ τοιαῦτα γέγονεν ἀνθρώποιϲ ἢ καὶ ὕϲτερον γένηται,
μαία μᾶλλον καὶ οὐκ ἀνδρεία λογίζοιτο.
594 Τιμάνωροϲ. ἐν Ἐπιγράμμαϲι· ἀϲπὶϲ ἀπὸ βροτέων ὡμων Τιμάνωροϲ ἄημαι. ἀντὶ τοῦ ἀνάκειμαι.
595 Τἰμαρχοϲ, Ἀριζήλου, ἄϲωτοϲ καὶ πόρνοϲ, ἐν Πειραιεῖ παρ
Εὐθυδίκῳ διατρίψαϲ τὰ πρῶτα, ὕϲτερον δὲ Μιϲγόλᾳ καὶ Ἡγηϲάνδρῳ τῷ
Λεοδάμαντοϲ ἐρωμένῳ μιϲθώϲαϲ αὑτὸν καὶ μετ’ αὐτοὺϲ Πιτταλάκῳ ϲυώ,
τῆϲ πόλεωϲ οἰκέτῃ· ἐπίτροποϲ δὲ αἱρεθείϲ, Ἀριϲτογείτονοϲ ἀντειπόντοϲ
ἐκωλύθη. τῷ θείῳ δὲ ὄντι τυφλῷ καὶ ἀξιοῦντι μετὰ τῶν ἀδυνάτων
τρέφεϲθαι, οὐ ϲυνεῖπεν, οὐδὲ τῇ μητρὶ χρηζούϲῃ τῶν ἀναγκαίων
ἐπεκούρηϲεν. ἥλω δὲ ὑπὸ Αἰϲχίνου πορνείαϲ, γέρων
ὤν.
596 Τιμᾶϲθαι: προτιμᾶν. ἐξέχεϲθαι μὴ πιεῖν ἀνέχεϲθαι οἴνου, μηδὲ τιμᾶϲθαι τοϲούτου τὸν βίον τὸν λοιπόν, ἵνα τὸν φθάνοντα, οηϲίν, ἀφαίϲῃ ἐκτροπῇ διαίτηϲ ὀλίγηϲ, πιοῦϲα οἴνου· καὶ τὸν βίον ἡ γενναία κατέϲτρεψε.
597 Τιμάϲιοϲ· οὖτοϲ ἐπὶ Θεοδοϲίου τοῦ βαϲιλέωϲ ἦν· ὃν ὁ Ἐὐτρόπιοϲ
τιμὴν καὶ δόξαν καὶ πλοῦτον
ἐπικλύζοντα καὶ τὸ ἔχειν ἑαυτῷ ὅ τι βούλοιτο κεχρῆϲθαι καὶ ἀδεῶϲ,
διά τε μέθην νύκτα καὶ ἡμέραν οὐκ εἰδέναι οὔτε ἀνατέλλοντα καὶ
δυόμενον καθορᾶν λιον, ἴϲα καὶ οὐρανοῦ εἶναι νομίϲαϲ τὴν μετάκληϲιν,
ἐκ τῶν ἀλύπων καὶ διακεχυν μένων πρὸϲ ὀλιγωρίαν διατριβῶν ἀπορρήξαϲ
ἑαυτὸν καὶ κατατείναϲ
τὴν ψυχὴν εἰϲ φιλοδοξίαν, βαρὺϲ
ἀναϲτὰϲ ἐκ Παμφυλίαϲ ἐπὶ Λυδίαν ἀνέϲτρεφεν, ὡϲ ἂν δή τιϲ βαϲιλεύων,
ἢ τόν γε βαϲιλέα καὶ τὸν εὐνοῦχον κατὰ πάρεργόν τι παιδιὰν
θηϲόμενοϲ, εἰ βούλοιτο.
598 Τιμαϲίων· οὗτοϲ μειράκιον ἦν Αἰγύπτιον. ἐφήβου δὲ ἄρτι ὑπαπῄει
καὶ τὴν ὡραν ἄρτι ἔρρωτο. ϲωφρονοῦντι δὲ αὐτῷ μητρυιὰ
ἐρῶϲα ἐπέκειτο καὶ χαλεπὸν τὸν πατέρα ἐποίει, ξυντιθεῖϲα μὲν οὐδὲν
νπερ ἡ Φαῖδρα, διαβάλλουϲα δ αὐτὸν ὡϲ θῆλυν καὶ ἐραϲταῖϲ μᾶλλον ἢ
γυναίοιϲ χαίροντα. ὁ δ’ ἐκλιπὼν αύκρατιν περὶ Μέμφιν διῃτᾶτο καὶ
ναῦν δὲ ἤδη ἐκέκτητο καὶ ἐναυκλήρει ἐν τῷ Νείλῳ. ἰδῶν οὖν ἀναπλέοντα
τὸν Ἀπολλώνιον, καταπλέων αὐτὸϲ ξυνῆκέ τε ὡϲ
ἀνδρῶν
ϲοφῶν εἴη τὸ πλήρωμα, ξυμβαλλόμενοϲ τοῖϲ τρίβωϲι καὶ τοῖϲ βιβλίοιϲ,
οἰϲ προϲεϲπούδαζον, καὶ ἱκέτευε προϲδοῦναι οἱ τῆϲ τοῦ πλοίου
κοινωνίαϲ, ἐρῶντι ϲοφίαϲ. ὁ δ’ Ἀπολλώνιοϲ, ϲώφρων, ἔφη, ὁ εανίϲκοϲ
ὕδε, καὶ ἀξιούϲθω, ὢν δεῖται. καὶ διῆλθε τὸν περὶ τῆϲ μητρυιᾶϲ λόγον
πρὸϲ τοὺϲ ἐγγὺϲ τῶν ἑταίρων ὑφειμένῳ τῷ τόνῳ,
προϲπλέοντοϲ τοῦ μειρακίου ἔτι. ὡϲ δὲ ξυνῆϲαν αἱ νέεϲ, μεταβὰϲ ὁ
Τιμαϲίων καὶ πρὸϲ τὸν ἑαυτοῦ κυβερνήτην εἰπών τι περὶ τοῦ φόρτου
προϲεῖπε τοὺϲ ἄνδραϲ. κελεύϲαϲ οὖν αὐτὸν ὁ Ἀπολλώνιοϲ κατ’ ὀφθαλμοὺϲ
αὐτοῦ ἱζῆϲαι, μειράκιον, εἶπεν, Αἰγύπτιον, ἔοικαϲ γὰρ τῶν ἐπιχωρίων
εἶναί τιϲ, τί ϲοι φαῦλον ἢ τί χρηϲτὸν εἴργαϲται, λέξον·
ὡϲ τῶν μὲν λύϲιϲ παρ ἐμοῦ γένοιτό ϲοι δἰ ἡλικίαν, τῶν δ’ αὖ
ἐπαινεθεὶϲ ἐμοί τε ξυμφιλοϲοφοίηϲ καὶ τοῖϲδε. ὁρῶν δὲ τὸν ιμαϲίωνα
ἐρυθριῶντα καὶ μεταβαλόντα τὴν ὁρμὴν τοῦ ϲτόματοϲ εἰϲ τὸ λέξαι.