Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος
, ἀρχὴν ἔχουσα καὶ πηγὴν τῆς εὐσεβείας
τὸ πνεῦμα τῆς ἀληθείας
. Ἀπὸ γὰρ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος, ὥσπερ ἀπό τινος εὐθαλοῦς καὶ γονίμου πηγῆς, πάντα πηγάζει τὰ θεῖα νάματα. Καὶ ὅσα ὁ νόμος διαγορεύει, ὅσα προφῆται θεσπίζουσιν, ὅσα ἀπόστολοι κηρύττουσι, πάντα ταῦτα τῷ ἁγίῳ πνεύματι ἀληθινῶς ἀπεικάζεται καὶ ἐπιγράφεται.
Πάντα γὰρ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.
Διὰ τοῦτο πάντα ἀπαστράπτει τὰ κάλλη τῆς εὐσεβείας, καὶ λάμπουσιν οἱ λόγοι τῆς ἀληθείας, καὶ βρύουσι θησαυροὶ τῆς ἐνθέου σοφίας· θησαυροὶ οὐκ ἐν γῇ κατακρυπτόμενοι, ἀλλ’ ἐν τῷ βάθει τῆς εὐσεβείας θεωρούμενοι· θησαυροὶ ψυχὰς εὐφραίνοντες, ἐννοίας φωτίζοντες, τὴν οἰκουμένην ἐπιστρέφοντες, πᾶσαν τοῦ Ἀδὰμ τὴν πτωχείαν πλουτίζοντες. Ὥσπερ γὰρ εἰς πολλὴν κατηνέχθη ταπείνωσιν τὸ πρωτότυπον κάλλος τῆς εὐσεβείας ἀποδυσάμενος, οὕτω διὰ τῆς σωτῆρος ἡμῶν τοῦ θεοῦ λόγου συγκαταβάσεως ἐπλουτίσθη.
Εὐχαριστῶ τῷ θεῷ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.
Καὶ εἶπον· Ἴσως πτωχοί εἰσι, διὰ τοῦτο οὐ δύνανται ἀκούειν λόγον κυρίου.
Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος, ἐν τῷ οἴκῳ τοῦ θεοῦ·
ἐλαία κατάκαρπος
, οὐ φύλλοις κομῶσα, ἀλλὰ καρποῖς τῆς εὐσεβείας βρίθουσα. Ἔστι γὰρ ψυχὴ πολλάκις κομῶσα μὲν τοῖς κλάδοις καὶ τοῖς φύλλοις, καρπὸν δὲ μὴ φέρουσα,
Ἄμπελος εὐκληματοῦσα ὁ Ἰσραήλ
Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος
ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐλαία κατάκαρπος
. Οὐδὲ γάρ ἐστι καλὸν τὸ ἔξω τοῦ οἴκου τοῦ θεοῦ πολιτεύεσθαι.
Εὑρήσεις γοῦν πολλοὺς καὶ ἐκτὸς τοῦ λόγου τῆς ἀληθείας ἔργοις ἀγαθοῖς κατὰ τὸ φαινόμενον διαλάμποντας· εὑρήσεις ἄνδρας συμπαθεῖς, ἐλεήμονας, δικαιοσύνῃ προσέχοντας· ἀλλ’ οὐδεὶς καρπὸς τοῖς ἔργοις, ἐπειδὴ ἠγνόησαν τὸ ἔργον τῆς ἀληθείας. Καλὰ μὲν γὰρ καὶ τὰ ἔργα, ἀλλὰ δεῖ προηγεῖσθαι τὸ ἔργον τὸ ἀνώτατον. Καὶ γὰρ Ἰουδαίων ποτὲ λεγόντων πρὸς τὸν κύριον·
Τί ποιήσομεν, ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ θεοῦ;
Ὅρα πῶς τὴν πίστιν ἔργον ἐκάλεσεν. Οὐκοῦν ἅμα ἐπίστευσας, ἅμα τοῖς ἔργοις ἐκόμησας, οὐχ ὅτι δὲ ἐλλείπῃ πρὸς τὰ ἔργα, ἀλλ’ ὅτι καθ’ ἑαυτὴν πίστις πλήρης ἐστὶν ἀγαθῶν ἔργων. Τὰ μὲν γὰρ ἔργα εἰς ἀνθρώπους καὶ ἐξ ἀνθρώπων. Ἡ δὲ πίστις ἐξ ἀνθρώπων πρὸς θεόν· Ἡ πίστις τὸν ἐπιστρεφόμενον, πολίτην οὐρανῶν ἀποδείκνυσι· Ἡ πίστις τὸν ἀπὸ γῆς ἄνθρωπον, θεοῦ συνόμιλον ἀπεργάζεται· Οὐδέν ἐστιν ἔξω πίστεως ἀγαθόν. Ἐοίκασι δέ μοι, ἀδελφοί, ἵνα εἰκόνι τινὶ χρήσωμαι τοῦ λόγου, ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς καὶ τὸν θεὸν τῆς εὐσεβείας ἀγνοήσαντες, λειψάνοις νεκρῶν, καλὰ μὲν ἐνδεδυμένοις, αἴσθησιν δὲ τῶν καλῶν οὐκ ἔχουσι. Τί γὰρ ὄφελος ψυχῆς νεκρᾶς, τῷ μὲν θεῷ λόγῳ νενεκρωμένης, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένης; Τὰ ἔργα ἐπ’ ἐλπίδι γίνεται ἀμοιβῆς καὶ στεφάνων. Εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; Οὐ δεῖ μὲν τὴν πίστιν γυμνὴν εἶναι τῶν ἔργων, ἵνα μὴ ὑβρίζηται· πλὴν ἀνωτέρα τῶν ἔργων ἡ πίστις. Ὥσπερ γὰρ ἐν τιμῇ τοῖς ἀνθρώποις ἔδει πρῶτον προηγεῖσθαι τὸ ζῆν, καὶ οὕτω τὸ τρέφεσθαι (τὸ γὰρ συνέχον τὴν ζωὴν ἡμῶν, ἐστὶν ἡ τροφή), οὕτω δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς Χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις
Μεμαρτύρητο Κορνήλιος ἐπὶ ἐλεημοσύναις καὶ προσευχαῖς· ἀλλὰ Χριστὸν ἠγνόει, θεῷ μὲν πιστεύων, τὸν δὲ τοῦ θεοῦ λόγον οὐδέπω μεμαθηκώς. Καὶ ἐπειδὴ ἔργα ἦν καλὰ καὶ θαυμαστά, ἤρεσκε μὲν τῷ τῶν ἀγαθῶν βραβευτῇ καὶ ἐραστῇ θεῷ· ἀλλ’ ἐπειδὴ εἶδεν ὁ τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας μέγας ὀφθαλμός, ὁ ἀπροσωπόληπτος καὶ δίκαιος κριτής, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν, ἀποστέλλει ἄγγελον θεῖον βραβεύοντα τοῖς ἔργοις, ὥστε τὸν καλῶς ἀθλοῦντα στεφανῶσαι τῇ πίστει· ὅς φησι πρὸς αὐτόν·
Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ.
Εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, φησί, καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην;
Πέμψον οὖν εἰς Ἰόππην
Οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν. Εἰ γὰρ ἐξ ὧν κηρύττει Πέτρος, σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος αὐτοῦ, οὐκ εἶχεν οὐδέπω ὁ Κορνήλιος ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῷ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις. Διὰ τοῦτο ὁ Πέτρος, ὁ μακάριος καὶ τίμιος Χριστοῦ ἀπόστολος, ἐλθὼν ἐκ τῆς Ἰόππης, καὶ θεασάμενος τοῦ θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένοις ἀλλοφύλοις, ἐπιγνώμων γενόμενος τῆς τοῦ θεοῦ κρίσεως, λέγει·
Ἐπ’ ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ θεός· ἀλλ’ ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστίν.
Οὐκ εἶπεν· Ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην σώζεται, ἀλλὰ
δεκτός ἐστι
, τουτέστιν, ἄξιος γίνεται τοῦ δεχθῆναι. Δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν καὶ ἀκολουθεῖν τῇ πίστει τὰ ἔργα. Καὶ μή τις τὴν πίστιν ὑβριζέτω δι’ ἀκαρπίαν, μήτε τὰ ἔργα ὑβριζέτω τῇ ἀπιστίᾳ. Γενοῦ
ἐλαία κατάκαρπος
. Τὸ μὲν γὰρ ἐλαίαν εἶναι κατάκαρπον ἑρμηνεύει καλὰ τὰ ἔργα· τὸ δὲ ἐν τῷ οἴκῳ τοῦ θεοῦ τὴν πίστιν δείκνυσι.
Τίνα δὲ τὰ ἔργα τοῦ θεοῦ; Ἅπαντες ἴσμεν, ἐὰν ἐργάζεσθαι θέλωμεν. Οὐδὲν γάρ ἐστι κρυπτόν. Τὰ μὲν γὰρ τῶν δογμάτων ἀμφιβάλλεται, τὰ δὲ τῶν ἔργων οὐ κέκρυπται. Ἡ γὰρ φύσις ὑπαγορεύει τοὺς νόμους. Οἴδαμεν ἐξ ἑαυτῶν τί καλὸν καὶ τὶ πονηρόν. Ἔθηκεν ὁ θεὸς νόμον ἐν τῇ φύσει ἄγραφον, τὸν φωτίζοντα ἡμῶν τὰς διανοίας. Μηδεὶς λεγέτω· Οὐκ ἀνέγνων νόμον· οὐκ οἶδα τὰ τοῦ νόμου. Ἐὰν ἀρνήσῃ τὸν κοινὸν νόμον, ἐλέγχει σε ὁ τῆς φύσεως νόμος. Θέλεις μαθεῖν ὅτι ἐν τῇ φύσει ἔταξεν ὁ θεὸς τοὺς νόμους τοὺς διακρίνοντας τί καλὸν καὶ τί πονηρόν; Αὐτὴν ἡμῶν τὴν ἀναστροφὴν ἐρώτησον, πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακὰ φεύγουσιν τῶν κακῶν τὴν προσηγορίαν. Καὶ ὅπως ἄκουε Ὁ μοιχὸς μοιχεύει· μοιχὸς δὲ ἀκούων αἰσχύνεται. Εἰπὲ τῷ ὁμολογουμένῳ μοιχῷ· Μοιχέ, καὶ ὃ ποιῶν ἥδεται, ἀκούων αἰσχύνεται. Καίτοι εἰ καλὸν ἡγῇ τὴν ἁμαρτίαν, τί φεύγεις τὴν προσηγορίαν; Εἰπὲ τῷ ἐπιόρκῳ· Ἐπίορκε, καὶ εἰς ὕβριν λαμ
Ἐννόησον ὅση κακία ἐν κόσμῳ πολιτεύεται καὶ πρόσωπον οὐκ ἔχει. Καὶ πῶς οὐκ ἔχει πρόσωπον; Ἐὰν λεπτομερῶς ἐρευνήσῃς, οὐδεμίαν εὑρήσεις κακίαν ἐξ οἰκείου προσώπου φαινομένην. Ἀλλ’ ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς, οὐ φαίνεται. Καὶ ὅπως ἄκουε. Ὁ ψευδόμενος, οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται, ἀλλ’ ἀληθείᾳ ὑποκρινόμενος ἀπατᾷ· ὁ ἀδικῶν οὐ κηρύττει ὅ εστιν, ἀλλὰ σχηματίζεται ὃ μὴ ἔστι, καὶ τότε τὴν ἀδικίαν ἐργάζεται. Ὁμοίως ὁ δόλιος οὐ δείκνυσι τὸν δόλον, ἀλλὰ σχηματίζεται τὴν φιλίαν, καὶ πραγματεύεται τὴν πονηρίαν· ὁ μοιχὸς οὐχ ὁμολογήσας τὴν ἄθεσμον μοιχείαν, ἐπιπηδᾷ τῷ οἴκῳ, ἀλλὰ πλάσμα σωφροσύνης ἐνδυόμενος εἰς τὸ στόμα ἐνυβρίζει τὰ θεῖα. Ὁρᾷς ὅτι οἰκεῖον οὐκ ἔχει πρόσωπον ἡ κακίᾳ; Ὁμοίως καὶ ὁ συκοφάντης, ὅταν εἰσέλθῃ εἰς δικαστήριον, οὐ τοῦτο ὁμολογήσας, ὅπερ ἐστίν, εἰσέρχεται, ἀλλὰ μάρτυρα ἀληθείας προστησάμενος τῷ σχήματι, διὰ τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυται. Οὕτω κακία πρόσωπον ἴδιον οὐκ ἔχει, ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς. Διὰ τοῦτο ὁ σωτήρ ἔλεγεν·
Ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.
Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
Θέλεις ἰδεῖν, ἀδελφέ, ὅσον δύναται ἔμφυτος νόμος; Καὶ ψυχὴ ἡ ἡμετέρα, κἂν ἐν κακίαις ἐμφύρηται, τὸ ὄνομα τὸ ἀγαθὸν ἀσπάζεται. Πολλοὶ πολλάκις δυνάσται πλεονεξίαν πνέοντες, καὶ μηδὲν ἕτερον ἐννοοῦντες ἢ ἁρπαγὴν καὶ ἀδικίαν, δυσωποῦνται παρά τινων ἢ ἀνιέναι τῷ πένητι τὴν ἐπικειμένην ἀνάγκην ἢ συγχωρῆσαί τι τοῦ χρέους ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας ἢ λυπεῖν νομισθέντας. Καὶ ὁ ἐλθὼν καλῶς πρεσβεῦσαι παρὰ ἀνδρὶ δυνάστῃ καὶ πονηρῷ, οὐκ εὐθέως ἀπὸ τῆς ἀληθείας ἄρχεται. Οὐ λέγει αὐτῷ, ὅ εστιν, ἀλλὰ προστίθησιν αὐτῷ ὄνομα ἀρετῆς. Ἢ οὐκ οἶδας πῶς ἀεὶ σχηματίζονται οἱ καλῶς πρεσβεύοντες; Ἀνὴρ εἶ, φησίν, ἀγαθός· διαβεβόηταί σου τὸ ὄνομα, πάντες σου τὰς εὐπραγίας ᾄδουσι. Καὶ πολλὰ τοιαῦτα συνάπτει τῇ παρακλήσει, ἵνα καμφθῇ τῇ εὐφημίᾳ, καὶ φύγῃ τὴν πονηρίαν. Ὅρα πῶς ἡ κακία νικᾶται ταῖς εὐφημίαις τῆς ἀρετῆς. Οὐδεὶς κακὸς κακὸς ἀκούειν βούλεται. Ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσις τό ἐναντίον αἱρεῖται.
Γενώμεθα οὖν, ἀγαπητοί,
ἐλαία κατάκαρπος
καὶ ἔργοις καὶ καρποῖς καὶ φύλλοις κομῶντες. Φύλλα ἡμῶν οἱ λόγοι, καρποὶ ἡ πολιτεία. Γενέσθω σου καὶ ὁ λόγος σεμνὸς καὶ ἡ πολιτεία ἔγκαρπος. Παρὰ γὰρ τῷ εὐσεβεῖ οὐδὲ τὸ φύλλον ἀπόβλητον.
Τὸ γὰρ φύλλον αὐτοῦ
Ἀλλ’ ὢ τοῦ θαύματος. Ἐνενόησα πῶς ὁ Ἀδὰμ γυμνὸς ἐξῆλθε τοῦ παραδείσου, καὶ πῶς Δαυὶδ κομᾷ ἐν τῷ οἴκῳ τοῦ θεοῦ. Ὁ μὲν ἐξῆλθε γυμνὸς διὰ τὴν παράβασιν, ὁ δὲ ἐνδυσάμενος ἀρετᾶς βοᾷ·
Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος.
Οὐδὲν ἡμᾶς οὕτως ἀποδύει ὡς ἀκαρπία, καὶ οὐδὲν ἡμᾶς οὕτως ἐνδύει, ὡς καρποφορία δι’ ἔργων χρηστῶν. Ὁ Ἀδὰμ ἐπλάσθη. Δεῖ γὰρ καὶ νῦν ἐπαναλαβεῖν τὰ εἰρημένα, Ἐπειδήπερ ἡ τῶν ἀγαθῶν ἐπανάληψις βεβαιοῖ ταῖς ψυχαῖς τὴν διδασκαλίαν. Ὥσπερ γὰρ τὰ βαπτόμενα ἔρια συνεχῶς ταῖς βαφαῖς ἐμβάλλεται, ἵνα εἰς βάθος διαδῷ τὴν οἰκείαν ἐνέργειαν ἡ βαφή, οὕτω δεῖ καὶ τὰς ἡμετέρας ψυχὰς συνεχῶς τοῖς θείοις λόγοις ἐμβάλλεσθαι, ἵνα ἀποπλυνθῇ μὲν τὸ ἀρχαῖον ὄνειδος, ἐνδυσώμεθα δὲ τὸ νέον κάλλος. Καὶ γὰρ ἐκεῖνα τὰ ἔρια, ἐπὰν δέξηται τὴν βαφήν, ἀποτίθεται τῆς φύσεως τὸ ὄνομα, καὶ δέχεται τῆς βαφῆς τὴν προσηγορίαν. Καὶ οὐκέτι καλεῖς ἐρέαν, ἀλλὰ πορφύραν ἢ κόκκινον ἢ πράσινον ἤ τι τοιοῦτον, οἷον ἡ βαφὴ παρέσχε τῷ βαφέντι τὸ κάλλος. Εἰ οὖν ἡ βαφὴ μεταβάλλει φύσεως ὄνομα, θεοῦ φύσις οὐ μεταβάλλει τὸν ἄνθρωπον, ὥστε τὸν αὐτὸν πρὸ μὲν τῆς βαφῆς εἶναι εἰκόνα χοϊκήν,
Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.
Εἰ τοσαύτην κόπρον καὶ ἀηδίαν περιφέρων οὕτω λαλεῖ, εἰ ταύτης παντελῶς ἀπήλλακτο τῆς ἀσθενείας καὶ εὐτελείας, τίς ἂν αὐτὸν ἤνεγκεν ἐπαιρόμενον;
Τί ἀλαζονεύεται γῆ καὶ σποδός;
Ἀλλὰ πάλιν εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
Ὁ θεὸς ἔκτισε τὸν ἄνθρωπον ἀπὸ χοός. Ἀλλ’ οὐκ εἶδεν ὁ ἄνθρωπος, ὅπως ἐγίνετο. Διὰ τοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέλειαν. Ὁ θεὸς γάρ, ὡς ἔφθην εἰπών, οὐ προγενεστέραν ἐποίησε τὴν ψυχὴν τοῦ σώματος, ἵνα μὴ βλέπῃ τὴν δημιουργίαν. Πλήν, ἐπειδήπερ ὅλως οὐκ οἶδεν ἐξ οἵας ταπεινώσεως ἀνέστη, καὶ ὅτι αὐτὸν ὁ δημιουργὸς ἀπὸ γῆς ἔπλασεν, ἀποστρέφει αὐτὸν
εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη
, ἵνα πάλιν τῆς ἑαυτοῦ ἀσθενείας πειραθείς, ἐπιγνῷ καὶ τὴν ἀρχαίαν εὐεργεσίαν καὶ τὴν μέλλουσαν φιλανθρωπίαν. Ὅτε μὲν γὰρ ἐπλάσθη, οὐκ εἶδεν ὅτι ἀπὸ τῆς γῆς ἐγένετο. Πρόσεχε ἀκριβῶς, μή σε παραδράμῃ τὸ νόημα. Ὅτε ἐπλάττετο ὁ Ἀδάμ, οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἀνέστη· ὅτε μέντοι ἐγείρεται ἐν τῇ ἀναστάσει, εἶδεν ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται. Εἰ γὰρ καὶ ἑαυτὸν μὴ βλέπει ὁ νεκρός, ἀλλὰ τὸν πρὸ ἑαυτοῦ ὁρᾷ. Βλέπομεν ἡμεῖς τοὺς τεθνηκότας καὶ εἰς χοῦν ἀναλυθέντας, καὶ δι’ ὧν ὁρῶμεν παιδευόμεθα. Οὐκ εἶδες πολλάκις θρασεῖς ἄνδρας καὶ ὑπερηφάνους, πῶς ταπεινοὶ καὶ κατεσταλμένοι εἰσὶν ἐν τοῖς θανάτοις; Ἀπαγγέλλεται θάνατος καὶ πάντων ἡ καρδία πτήσσει, πάντων ὑποπίπτει τὸ φρόνημα. Καὶ φιλοσοφοῦμεν περὶ τὰ μνήματα, ὅταν ἴδωμεν ὀστέα γυμνά, καὶ τὴν ἀνθρωπίνην φύσιν διαβεβρωμένην καὶ διαλελυμένην κατανοήσωμεν, εὐθέως πρὸς ἀλλήλους φιλοσοφοῦμεν. Ἴδε τί γινόμεθα καὶ ποῦ ἀπερχόμεθα. Καὶ φλυαροῦμεν· ἐξήλθομεν τῶν τάφων, καὶ ἐπελαθόμεθα τῆς ταπεινώσεως. Ἐν τῷ τάφῳ πρὸς τὸν πλη
Ταῦτα καὶ τούτων πλείονα φθέγγῃ, ὅταν ἄλλον παρακαλῇς. Ἢ γὰρ ἄλλων μὲν διδάσκαλος γενναῖος εἶ, σεαυτῷ δὲ οὐδὲ οἰκτρὸς μαθητής; Μεγάλης ἐστὶ καὶ γενναίας ψυχῆς τὸ ἐν τῇ ἀκμῇ τῶν παθῶν φιλοσοφεῖν. Εἴ τις δύναται ἐφ’ ἑκάστης συμφορᾶς ἢ λύπης ἢ ζημίας λέγειν·
Δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου
, ζημιοῦται μὲν ὡς ἄνθρωπος, στεφανοῦται δὲ ὡς φιλόθεος. Ὁ βίος, ἀδελφοί, πολλῆς γέμει δυσκολίας, καὶ δεῖ πάντως καὶ δίκαιον καὶ ἄδικον καὶ εὐσεβῆ καὶ ἀσεβῆ θλίβεσθαι. Ἀλλὰ πολλὴ ἡ διαφορά· Ἄλλο γάρ ἐστιν ὡς οἰκεῖον παιδεύεσθαι, καὶ ἄλλο ὡς ἀλλότριον μαστίζεσθαι. Τύπτεται υἱός, τύπτεται καὶ οἰκέτης. Ἀλλ’ ὁ μὲν ὡς δοῦλος ἁμαρτήσας, ὁ δὲ ὡς ἐλεύθερος καὶ ὡς υἱὸς ἐπιστροφῆς δεόμενος. Οὐ ποιοῦσιν αἱ πληγαὶ τὴν ὁμοτιμίαν. Οὐκ ἐὰν πάθῃ εὐσεβὴς ἃ πάσχει ἀσεβής, ὁμότιμος γίνεται τοῦ ἀσεβοῦς. Ἀλλὰ λογίζεται τούτῳ ἡ παιδεία εἰς θλῖψιν καὶ δοκιμασίαν, τῷ δὲ ἀσεβεῖ εἰς μάστιγας καὶ τιμωρίαν. Διὰ τοῦτο ταύτας τὰς δυσκολίας εἰδὼς
Πολλαὶ αἱ θλίψεις τῶν δικαίων.
Καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος.
Περὶ
Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ.
Καὶ οὐδὲν τὸ ἐπαγόμενον.
Τῶν δὲ δικαίων πολλαὶ μὲν αἱ θλίψεις, ἐκ δὲ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος.
Ταῦτα δέ τις ἀκούων μὴ ἑαυτοῦ ἀπογινωσκέτω, μηδὲ λεγέτω· Εἰ τοίνυν ὡς ἁμαρτωλὸς μαστίζομαι, ἐλπίδα μὴ ἔχων, ἄκαρπός μοι ἐστιν ἡ παιδεία. Ἁμαρτωλὸν γὰρ ἐκάλεσε νῦν ἡ γραφή, οὐ τὸν πάντη τῆς εὐσεβείας ἀλλότριον, ἀλλὰ τὸν θλιβόμενον, τὸν εὐσεβείας μετέχοντα, πράγμασι δὲ ἀνθρωπίνοις ὀλισθαίνοντα. Ἐπεὶ ὅτι ἁμαρτωλοὺς ἐλεεῖ ὁ θεός, μεστὴ πᾶσα γραφὴ τῶν ἐνεχύρων τῆς τοῦ θεοῦ φιλανθρωπίας. Φησὶ γάρ·
Ζῶ ἐγώ, λέγει κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.
Ὄμνυσιν ὁ θεός, οὐχ ὡς ἑαυτῷ ἀπιστῶν, ἀλλὰ τὴν ἡμετέραν ἀπιστίαν εἰς πίστιν ἐκβιαζόμενος. Λεγέτω τοίνυν πᾶς ἅνθρωπος εἰς θλίψεις ἐξεταζόμενος·
Δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου.
Καὶ ὁμοῦ καὶ τὴν γενναίαν ἔδειξε ψυχήν, καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσεν.
Οἷος ἦν ὁ μακάριος Ἰώβ, ὁ στρατηγήσας κατὰ πάντων τῶν παθῶν, ὁ πάντα νικήσας τοῦ διαβόλου τὰ φόβητρα, ὁ πᾶσαν αὐτοῦ τὴν μανίαν ἐκλύσας, ὁ τῇ στερρότητι τῆς γνώμης τὰ κύματα τοῦ διαβόλου διαλύσας, ὁ πάντων ὁμοῦ στερηθεὶς καὶ τὸν πάντων κύριον οὐκ ἀρνηθείς. Ἀλλὰ τὰ ἐκείνου στρατηγήματα ἴδιον λήψεται λόγον. Καὶ γὰρ ἀληθῶς ἰδίου δεῖται καιροῦ πρὸς ἐξέτασιν, μὴ τῇ παραδρομῇ τῶν λόγων ὑβρίσωμεν τὰ ἐκείνου παλαίσματα. Ἐκεῖνα δὲ πρὸ ὀφθαλμῶν ἔχωμεν, ἅπερ εἶπεν ὁ γενναῖος ἐκεῖνος καὶ μέγας ἀγωνιστής. Ἐπειδὴ γὰρ σφραγῖδα τοῖς εἰρημένοις ἐπάγει, πάντων γυμνωθείς, ἑαυτὸν εὐσεβείας οὐκ ἐγύμνωσεν, ἀλλά φησιν·
Ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο.
Καλὸν τὸ
ἔδοξε
. Παραχωρεῖ τῇ αὐθεντίᾳ· οὐ περιεργάζεται τὴν διοίκησιν. Οὐκ εἶπεν ὡς ἡμεῖς· Διὰ τί νέοι ἀποθνήσκουσι καὶ γέροντες μένουσι; Ποία διοίκησις αὕτη; Ἐπιθυμεῖ γέρων θανάτου λελυμένος ταῖς σαρξίν, ἐνδεής τε χρημάτων καὶ πάσης ἄλλης παραμυθίας, καὶ οὐ τυγχάνει τῆς ἐπιθυμίας. Καὶ παῖς ἐπέραστον ἔχων κάλλος, ποθεινὸς τοῖς γονεύσιν, ἄωρος ἁρπάζεται; Μάθε μὴ τοιαῦτα ζητεῖν. Μάθε λέγειν·
Τὰ κρίματά σου ἄβυσσος πολλή.
Μάθε λέγειν·
Δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου.
Μάθε λέγειν·
Ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο.
Γνώριζε τὴν αὐθεντίαν, ἵνα γνωρίσῃς τὴν εὐσέβειαν.
Ἀλλ’ ἐπειδὴ παρενέπεσεν ὁ λόγος εἰς δόξαν τοῦ ἁγίου πνεύματος, εἴπωμέν τι καὶ τῶν δογματικῶν εἰς ἀσφάλειαν ἡμετέραν καὶ βεβαίωσιν. Ὥσπερ γὰρ ὁ Ἰὼβ εἰρηκώς·
Ὡς τῷ κυρίῳ ἔδοξε
, τὴν αὐθεντίαν ἔδειξε καὶ τὴν κυριότητα, οὕτω καὶ οἱ ἀπόστολοι, τὴν δεσποτικὴν αὐθεντίαν τοῦ ἁγίου πνεύματος ἐνδεικνύμενοι, φασίν·
Ἔδοξε τῷ ἁγίῳ πνεύματι μηδὲν ἐπιτίθεσθαι ὑμῖν, πλὴν τῶν ἐπάναγκες.
Ἔδοξε τῷ ἁγίῳ πνεύματι.
Εἰ ὑπόκειται, διὰ τί αὐτῷ ἔδοξεν; εἰ ὑπὸ νόμων ἐστὶ τὸ πνεῦμα καὶ δουλεύει, πῶς ἔδοξε τῷ ὑποκειμένῳ; Οὐχ ἃ τῷ βασιλεῖ δοκεῖ, ταῦτα καὶ γίνεται, μὴ τὰ τοῖς ἀρχομένοις παριστάμενα;
Ὡς τῷ κυρίῳ ἔδοξε
, φησὶν ὁ Ἰώβ.
Ἔδοξε τῷ ἁγίῳ πνεύματι
, φασὶν οἱ ἀπόστολοι. Ὁμότιμος ἡ λέξις τῆς αὐθεντίας, ἐπειδὴ ἀμέριστος ἡ δόξα τῆς βασιλείας. Ἀλλ’ εὑρίσκει πάλιν ἡ κακία τῶν αἱρετικῶν παρείσδυσιν. Ἆρα γάρ, ἐπειδὴ εἶπον, φασίν, οἱ ἀπόστολοι
Ἔδοξε τῷ ἁγίῳ πνεύματι
, ἐπήγαγον δὲ
καὶ ἡμῖν
, παρὰ τοῦτο αὐθεντίαν ἔχουσι θεότητος οἱ ἀπόστολοι; Ταῦτα μελετάσθω, ἵνα μὴ ἀγυμνάστοις ψυχαῖς ἐμβάλλωσι τὸν ἰὸν αὐτῶν τῆς ἀπειθείας, ἵνα μὴ ταῖς ἀκοαῖς τῶν ἀκεραίων αἱρετικὴν ἀσέβειαν ἐγχέωσι Τοιαῦτα γὰρ πολλάκις σεμνολογοῦσι· Μηδέν σε, φησίν, ἀδελφέ, ξενίσῃ τῶν εἰρημένων. Ὡς ἀδελφὸν καλεῖ καὶ ὡς πολέμιον ἀναιρεῖ. Μὴ θαυμάσῃς, φησίν, εἰ περὶ τοῦ ἁγίου πνεύματος εἶπον οἱ ἀπόστολοι·
Ἔδοξε τῷ ἁγίῳ πνεύματι
, ἀλλ’ ὅρα καὶ τὸ ἐπαγόμενον.
Ἔδοξε τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν
. Ἔδοξε τοῖς ἀποστόλοις. Ἆρα θεοὶ οἱ ἀπόστολοι; Ἄρα θεοῦ ἔχουσι τὴν αὐθεντίαν; Ὅταν ταῦτα λέγῃ ὁ αἱρετικός, ἡμεῖς ἀπὸ τῆς ἁγίας γραφῆς τὰ βέλη προφέρωμεν.
Τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα
ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως πεμπόμενα
. Τί οὖν ἔστι πρὸς αὐτὸν εἰπεῖν; Εἰ τὸ
Ἔδοξε τῷ ἁγίῳ πνεύματι
, διὰ τὸ συνῆφθαι τοὺς ἀποστόλους, οὐκ ἄρα μεγάλην δυνήσῃ λέγειν οὐδὲ τὴν εἰς θεὸν πίστιν διὰ τὸ συνῆφθαι καὶ Μωϋσῆν τῷ θεῷ.
Ἐπίστευσέν ὁ λαὸς εἰς τὸν θεὸν καὶ εἰς τὸν Μωϋσῆν.
Καὶ ἐφοβήθη πᾶς ὁ λαὸς τὸν κύριον καὶ τὸν Σαμουήλ.
Πάλιν καὶ τρίτον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας. Ἐλαττοῖ τοῦ πνεύματος τοῦ ἁγίου τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐθεντίαν τὸ συνῆφθαι τῷ πνεύματι τοὺς ἀποστόλους, Ἐλαττοῖ τοῦ
Ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεών
. Ὥσπερ οὖν συνῆπται Μωϋσῆς τῷ θεῷ, οὐχ ὡς ὁμότιμος τοῦ θεοῦ, ἀλλ’ ὡς ὑπηρέτης θεοῦ· καὶ Σαμουὴλ τῷ θεῷ, οὐχ ὡς ὁμότιμος, ἀλλ’ ὡς προφήτης· καὶ Γεδεὼν τῷ θεῷ οὐχ ὡς ὁμότιμος, ἀλλ’ ὡς στρατηγὸς τοῦ πολέμου. Οὕτω καὶ οἱ ἀπόστολοι τῷ πνεύματι, ὡς κήρυκες τοῦ εὐαγγελίου. Γνώριζε τοίνυν τὴν αὐθεντίαν καὶ μὴ ὕβριζε τοῦ πνεύματος τὴν ἀξίαν. Γνώριζε τῆς ἁγίας τριάδος τὴν ἔνθεον θεολογίαν, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Αὕτη ἐστὶν ἡ ἄκτιστος φύσις, ἡ ἀληθινὴ ἀξία, ἡ ἀμέριστος βασιλεία, ἡ ἄσχιστος τιμή, ἡ ἀδιαίρετος ἐλπίς, ἡ ἀκατάληπτος δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.