Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Πάντοτε μὲν ὁ θεῖος ἀπόστολος θείᾳ καὶ οὐρανίῳ κέχρηται γλώττῃ, καὶ μετὰ πολλῆς ἐπιστήμης τὸν εὐαγγελικὸν ὑφαίνει λόγον· οὐκ ἐξ οἰκείας γνώμης ἁπλῶς φθεγγόμενος, ἀλλ’ ἐκ τῆς βασιλικῆς αὐτοῦ αὐθεντίας προφέρων τὰ δόγματα· ἐξαιρέτως δὲ ταύτῃ κέχρηται τῇ ἐπιστήμῃ, ὅταν τὸν τῆς μετανοίας εἰσάγῃ λόγον τοῖς ἁμαρτάνουσι· περὶ δὲ αὐτοῦ τοῦ κεφαλαίου πάντας ὑμᾶς ὑπομνήσω. Ἠκούσατε τοίνυν, ἵνα ἐκ μέρους ἅψωμαι τῶν εἰρημένων,
Μήπως ἐλθὼν πολλοὺς πενθήσω τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων.
Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;
Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου αἱ πολλαί.
πόρνος καὶ βέβηλος
, ὥς φησιν ὁ ἀπόστολος
Τὸν
Καθ’ ὅλων οὖν τῶν πραγμάτων ταύτην ἐκλάμβανε τὴν θεωρίαν. Διὰ τοῦτο μακροθυμεῖ τοῖς Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.
Ἀγαθὸς μὲν ὁ θεὸς πρὸς πάντας, ἐξαιρέτως δὲ τὴν ἑαυτοῦ μακροθυμίαν ἐνδείκνυται πρὸς τοὺς ἁμαρτάνοντας. Καὶ εἰ βούλει ξένον ἐπακοῦσαι λόγον, ξένον μὲν ὅσον εἰς συνήθειαν, ἀληθινὸν δὲ ὅσον εἰς εὐσέβειαν, ἄκουσον.
Βαρὺς ὁ θεὸς πανταχοῦ φαίνεται τοῖς δικαίοις, χρηστὸς δὲ τοῖς ἁμαρτωλοῖς, καὶ ταχὺς εἰς φιλανθρωπίαν· τὸν ἁμαρτάνοντα καὶ πεσόντα διανίστησι, καί φησι πρὸς αὐτόν·
Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;
καὶ
Ἱνατί ἀπέστρεψεν ἀποστροφὴν ἀναιδῆ ἡ ἀσύνετος θυγάτηρ
καὶ πάλιν·
Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς.
Καὶ ἑτέρωθι δὲ ὅρκῳ βεβαιοῖ τὴν ἐκ μετανοίας σωτηρίαν διὰ πολλὴν φιλανθρωπίαν.
Ζῶ γὰρ ἐγώ, λέγει κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.
Πρὸς δὲ τὸν δίκαιον λέγει·
Ἐὰν ποιήσῃ ἄνθρωπος πᾶσαν δικαιοσύνην καὶ πᾶσαν ἀλήθειαν, καὶ στραφεὶς ἁμάρτῃ, οὐ μὴ μνησθῶ τῆς δικαιοσύνης αὐτοῦ, ἀλλ’ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται.
Ὢ πολλῆς ἀκριβείας τῆς πρὸς τὸν δίκαιον· ὢ πολλῆς δαψιλείας τῆς πρὸς τὸν ἁμαρτάνοντα. Οὕτω δὲ ποικίλως καὶ διαφόρως μηχανᾶται, οὐκ αὐτὸς μεταβαλλόμενος, ἀλλὰ χρησίμως μερίζων τῆς ἀγαθότητος αὐτοῦ τὰς οἰκονομίας. Καὶ ὅπως, ἄκουε. Τὸν ἁμαρτωλὸν καὶ ἐμμένοντα ταῖς ἁμαρτίαις, ἐὰν φοβήσῃ, εἰς ἀπόγνωσιν αὐτὸν καὶ ἀπαγόρευσιν τῆς ἐλπίδος φέρει· τὸν δὲ δίκαιον ἐὰν μακαρίσῃ, χαυνοῖ τῆς ἀρετῆς αὐτοῦ τὸν τόνον, καὶ ὡς ἤδη μακαρισθέντα, ἀμελεῖν αὐτὸν τῆς σπουδῆς παρασκευάζει. Διὰ τοῦτο τὸν μὲν ἁμαρτωλὸν ἐλεεῖ, τὸν δὲ δίκαιον φοβεῖ·
Φοβερὸς γὰρ ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ
· καὶ
Χρηστὸς κύριος τοῖς σύμπασι
.
Φοβερός
καὶ τίνες ἂν εἶεν, ἀλλ’ ἢ οἱ ἅγιοι;
Ὁ θεὸς
Ἐὰν ἴδῃ πεσόντα, ἐκτείνει χεῖρα φιλανθρωπίας· ἐὰν ἴδῃ ἑστῶτα, ἐπάγει φόβον· καὶ τοῦτο δικαιοσύνης καὶ δικαιοκρισίας. Τὸν μὲν γὰρ δίκαιον τῷ φόβῳ στηρίζει, τὸν δὲ ἁμαρτωλὸν τῇ φιλανθρωπίᾳ διεγείρει. Καὶ θέλεις αὐτοῦ γνῶναι τὴν εὔκαιρον ἀγαθότητα καὶ τὴν εὔχρηστον καὶ ἁρμόζουσαν ἡμῖν ἀποτομίαν; Πρόσεχε ἀκριβῶς, μή σε διαφύγῃ τῆς θεωρίας τὸ μέγεθος· ἡ ἁμαρτωλὸς ἐκείνη γυἈφέωνται αὐτῆς αἱ ἁμαρτίαι.
Οὐ γὰρ πρόκειταί μοι νῦν ἐξετάσαι πᾶσαν τὴν ἱστορίαν, ἀλλὰ μόνην παραγαγεῖν τὴν μαρτυρίαν. Ὅρα τοίνυν τὴν δαψίλειαν·
Οὗ χάριν λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί, ὅτι πολὺ ἠγάπησε.
. Τοσούτων οὖν ἁμαρτημάτων ἀμνηστίαν ἐκομίσατο ἡ ἁμαρτωλὸς γυνή.
Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς κόκκινον, ὡς χιόνα λευκανῶ·
καὶ
μεταβάλλει τὸ σκότος εἰς φῶς
, τῇ μεταβολῇ τῆς μετανοίας, καὶ τοσαύτην κακῶν ἀφθονίαν διαλύει τῇ φωνῇ τῆς ἀγαθότητος· πρὸς δὲ τὸν ἐν δικαιοσύνῃ βαδίζοντά φησιν·
Ὃς ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, μωρέ, ἔνοχός ἐστι τῇ γεέννῃ τοῦ πυρός.
Ἑνὶ ῥήματι τοσαύτην ἐπέθηκεν ἀκρίβειαν καὶ τοσούτοις ἁμαρτήμασι τοσαύτην μετρεῖ τὴν ἀφθονίαν.
Καὶ ἕτερόν μοι σκόπησον θαυμαστόν. Ἐπειδὴ τὰ ἁμαρτήματα ὡς ὀφλήματα ἀναγράφεται, τοῖς μὲν ἁμαρτωλοῖς καὶ τὸ κεφάλαιον συγχωρεῖ μετανοοῦσι· παρὰ δὲ τῶν δικαίων καὶ τόκους ἀπαιτεῖ. Προσῆλθεν αὐτῷ χρεωφειλέτης πολλῶν ταλάντων, καὶ ὡς τῇ μετανοίᾳ καὶ τῇ πολλῇ ἱκεσίᾳ ἐδυσώπησε τὴν δίκην, καὶ εἶπε·
Κύριε, μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα ἀποδώσω.
Οὐκ ἀνέμεινε τὴν ἀπόδοσιν ὁ φιλάνθρωπος, ἀλλὰ τὴν ἐξομολόγησιν λύσιν ἐποίησε τοῦ ὀφλήματος· τῷ ὀφειλέτῃ τῶν μυρίων ταλάντων πάντα συνεχώρησε καὶ αὐτὸ τὸ κεφάλαιον. Παρὰ δὲ τῶν δικαίων ἐπαγγέλλεται καὶ τόκους ἀπαιτεῖν·
Διὰ τί γὰρ οὐκ ἐδώκατε τὸ ἀργύριόν μου τοῖς τραπεζίταις· κἀγὼ ἐλθὼν σὺν τόκοις ἀπῄτησα;
Ταῦτα λέγω, οὐχ ὡς τοῦ θεοῦ πρὸς τοὺς δικαίους ἀπεχθῶς διακειμένου· οὐδὲν γὰρ τῷ θεῷ τοῦ δικαίου ποθεινότερον· ἀλλ’, ὡς ἔφθην εἰπών, παραμυθεῖται τὸν ἁμαρτωλόν, ἵνα διεγείρῃ· φοβεῖ καὶ τὸν δίκαιον, ἵνα στηρίξῃ· καὶ τοῖς μὲν τὰ πολλὰ συγχωρεῖ πλημμελήματα ὡς ἐχθροῖς καὶ πεφυσιωμένοις, τοῖς δὲ καὶ περὶ τῶν τυχόντων ἀκριβολογεῖται, μηδὲν αὐτοῖς ἐλλιπὲς εἶναι βουλόμενος εἰς ἀκρότητα. Ὃ γάρ ἐστιν ἐν τῷ κόσμῳ τούτῳ πλούσιος, τοῦτο τῷ θεῷ δίκαιος· καὶ ὅ ἐστιν ἐν τῷ κόσμῳ πένης, τοῦτο τῷ θεῷ ἁμαρτωλός· οὐδὲν πτωχότερον τοῦ ἁμαρτάνοντος, καὶ οὐδὲν πλουσιώτερον τοῦ δικαιοπραγοῦντος. Διὰ τοῦτο περὶ μὲν τῶν ἐν εὐσεβείᾳ καὶ εὐθηνίᾳ διαγόντων
Εὐχαριστῶ τῷ θεῷ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.
Ἴσως πτωχοί εἰσι, διὰ τοῦτο οὐκ ἠδύναντο ἀκούειν λόγον κυρίου.
Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν· δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ
, ὅτι
Βασιλεύς ἐστι τῶν βασιλευόντων, καὶ κύριος τῶν κυριευόντων
. Ὅπου ἀρχὴ δυναστείας, ἐπιτίθησι τὸν φόβον τῆς αὐτοῦ βασιλείας· ὅπου ταπείνωσις εὐτελείας, προσφέρει τὸ φάρμακον τῆς ἑαυτοῦ φιλανθρωπίας. Ὁ γὰρ θεὸς οὗτος
μέγας βασιλεὺς τῶν βασιλευόντων, καὶ κύριος τῶν κυριευόντων
. οὗτος αὐτός, πάλιν ὑποβαίνων τῆς ἑαυτοῦ ἀξίας, εὑρίσκεται κατὰ τὴν ἁγίαν γραφὴν
πατὴρ ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν
, βασιλέων βασιλεύς, ἀρχόντων ἄρχων, κυριευόντων κύριος. Ὁρᾷς πολλὴν ἀφθονίαν φιλανθρωπίας; ὁρᾷς χρήσιμον τὸν φόβον τῆς εὐσεβείας καὶ τῆς ἐξουσίας; Ὅπου μὲν γὰρ εἶδεν ἀρκοῦσαν τὴν ἐξουσίαν εἰς παραμυθίαν, ἐπέθηκε τὸν φόβον εἰς ὠφέλειαν· ὅπου δὲ εἶδε παραλελυμένην τῇ εὐτελείᾳ τὴν ὀρφανίαν, καὶ τὴν πτωχείαν τῇ ἀτονίᾳ τῆς χηρείας, προσήγαγε τὴν φιλανθρωπίαν εἰς παραμυθίαν.
Ἐγὼ πατὴρ τῶν ὀρφανῶν.
Δύο ποιεῖ, καὶ τὴν φιλανθρωπίαν δείκνυσι, καὶ τὴν δυναστείαν κολάζει. Καλεῖ ἑαυτὸν
πατέρα τῶν ὀρφανῶν
, ἵνα καὶ τοὺς ἐν συμφορᾷ παραμυθήσηται, καὶ τοὺς ἐν δυναστείᾳ καταπλήξῃ, ὥστε μὴ ἐπηρεάζειν ὀρφανοῖς τε καὶ χήραις· ἐπειδὴ ὁ θάνατος ἐγύμνωσε τὸν μὲν τοῦ πατρός, τὴν δὲ ἐστέρησε τοῦ ἀνδρός, καὶ οὓς διέφθειρεν ὁ τῆς φύσεως νόμος, ἀνεκαίνισεν ὁ τῆς φιλανθρωπίας ὅρος· καὶ ἡ αὐτὴ χάρις τῇ μὲν ἔδωκε τὸν κριτήν, τῷ δὲ ὀρφανῷ πατέρα, τὸν βασιλέα τῶν ἁγίων. Ὥστε, φησίν, ὦ ἄδικε, ἐὰν χήραις ἐπηρεάζῃς, τὸν τῶν χηρῶν προνοητὴν παροξύνεις· ἐὰν ὀρφανοὺς ἀδικῇς, υἱοὺς ἀδικεῖς θεοῦ.
Ἐγώ εἰμι ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν.
Τίς δὲ οὕτω τολμηρὸς πρὸς ἀσέβειαν, ὥστε υἱοὺς ἀδικεῖν θεοῦ, καὶ ταῖς ὑπὸ τοῦ θεοῦ προνοουμέναις χήραις ἐπηρεάζειν; Ὁρᾷς πῶς χρησίμως κατασκευάζει τὰ φάρμακα τῆς εὐσεβείας, καὶ τοὺς μὲν φοβεῖ, τοὺς δὲ ἐλεεῖ, οὐκ αὐτὸς μεριζόμενος, πρὸς δὲ τὰς γνώμας τῶν ἀνθρώπων ἁρμοζόμενος; Προσάγωμεν τοίνυν ἑαυτοῖς, ἀδελφοί, φάρμακον εἰς σωτηρίαν τὴν μετάνοιαν· μᾶλλον δὲ δεξώμεθα παρὰ τοῦ θεοῦ τὴν μετάνοιαν ἰατρεύουσαν ἡμᾶς. Οὐ γὰρ ἡμεῖς αὐτῷ ταύτην προσάγομεν, ἀλλ’ αὐτὸς ἡμῖν ταύτην ἐχορήγησεν. Ὁρᾷς αὐτοῦ τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ; ὁρᾷς τὴν φιλανθρωπίαν αὐτοῦ τὴν ἐν τῇ χάριτι; Ὅταν δὲ εἴπω τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ, οὐ διαβάλλω κρίσιν, Ὅταν δὲ εἴπω τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ, οὐ διαβάλλω κρίσιν, ἀλλὰ τῆς εὐαγγελικῆς χάριτος κηρύττω τὴν φιλανθρωπίαν· ὅτι ὁ μὲν νόμος ἀπαραιτήτως ἐκόλαζε τοὺς ἁμαρτάνοντας, ἡ δὲ χάρις μετὰ πολλῆς μακροθυμίας ὑπερτίθεται τὴν τιμωρίαν, ἵνα ἐπαγάγῃ τὴν διόρθωσιν. Δεξώμεθα τοίνυν μετάνοιαν, ἀδελφοί, φάρμακον εἰς σωτηρίαν, δεξώμεθα φάρμακον ἐξαλεῖφον ἡμῶν
Λούσασθε
Τί βούλεται τὸ περιττὸν τῆς λέξεως; τὸ γὰρ
Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν
, οὐχ ἱκανὸν μηνῦσαι τὸ πᾶν; Διὰ τί οὖν
Ἀπέναντι τῶν ὀφθαλμῶν μου
; Ἐπειδὴ ἄλλως ὁρῶσιν ὀφθαλμοὶ ἀνθρώπων, καὶ ἄλλως ὁρᾷ ὀφθαλμὸς τοῦ θεοῦ·
Ἄνθρωπος γὰρ εἰς πρόσωπον, θεὸς δὲ εἰς καρδίαν.
Μὴ σχήμασι, φησί, νοθεύσητε τὴν μετάνοιαν, ἀλλ’
ἀπέναντι τῶν ὀφθαλμῶν μου
, τῶν τὰ κρυπτὰ ἐρευνώντων, δείξατε
Δεῖ δὲ ἡμᾶς καθαιρομένους ἀπὸ τῶν ἁμαρτιῶν πρὸ ὀφθαλμῶν ἔχειν αὐτὰ τὰ ἁμαρτήματα· κἂν ὁ θεὸς διὰ φιλανθρωπίαν συγχωρήσῃ σοι τὴν ἁμαρτίαν, ἀλλὰ σὺ πρὸς τὴν ἀσφάλειαν τῆς ἑαυτοῦ ψυχῆς πρὸ ὀφθαλμῶν ἔχε τὴν ἁμαρτίαν. Ἡ γὰρ μνήμη τῶν προλαβόντων ἐποχὴ γίνεται τῶν μελλόντων· καὶ ὁ ἐπὶ τοῖς προτέροις δακνόμενος, περὶ τὰ δεύτερα ἀσφαλεστέραν τὴν γνώμην δείκνυσι.
Καὶ ἡ ἁμαρτία μου
Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι· σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν, λέγει κύριος· λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς.
Οὐκ ἀναμένει ὁ θεὸς χρόνον τὸν ἀπὸ τῆς μετανοίας· εἶπες τὴν ἁμαρτίαν σου, ἐδικαιώθης· μετενόησας, ἠλεήθης. Οὐ χρόνος ἀπολογεῖται, ἀλλ’ ὁ τρόπος τοῦ μετανοοῦντος τὴν ἁμαρτίαν σβέννυσιν· ἔστι καὶ χρόνῳ πολλῷ παρεδρεύσαντα μὴ τυχεῖν σωτηρίας, καὶ ἐν ὀλίγῳ χρόνῳ γνησίως ἐξομολογησάμενον ἀποδύσασθαι τὴν ἁμαρτίαν. Πολὺν ἀνάλωσε χρόνον ὁ μακάριος Ἕως πότε σὺ πενθεῖς περὶ
Τὸ
Ἕως πότε
τὸν χρόνον δείκνυσι καὶ τὴν παραμονὴν τοῦ ἱκετεύοντος· καὶ ἀπεπέμψατο ὁ θεὸς τὸν χρόνον τῆς ἱκεσίας τοῦ προφήτου· οὐ γὰρ συνέδραμε τῇ πρεσβείᾳ τοῦ δικαίου ἡ μετάνοια τοῦ βασιλέως. Τῷ δέ γε μακαρίῳ Ἥμαρτον τῷ κυρίῳ
, εὐθέως ῥῆμα ἓν ἐν μιᾷ ῥοπῇ προενεχθὲν γνησίως ὁλόκληρον ἤνεγκε τῷ μετανοήσαντι τὴν σωτηρίαν. Εὐθὺς γὰρ ἡ διόρθωσις κατέλαβε τὴν ἀπόφασιν. Φησὶ γοῦν πρὸς αὐτὸν ὁ Καὶ κύριος ἀφῆκε τὴν ἁμαρτίαν σου.
Ὅρα δέ μοι τὸν θεὸν βραδὺν εἰς τιμωρίαν καὶ ταχὺν εἰς σωτηρίαν· καί μοι πρῶτον ἐννόησον, ὅπως τὸν ἔλεγχον ὁ φιλάνθρωπος μετὰ πολλοὺς προσήγαγε χρόνους. Ἥμαρτεν ὁ Καὶ κύριος ἀφῆκε τὴν ἁμαρτίαν σου.
Ὢ τῆς οἰκονομίας τοῦ ἀπειλήσαντος. Ὁρᾷς ὅτι ὀξὺς εἰς σωτηρίαν; Τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, βραδύνων μὲν πρὸς καθαίρεσιν, ταχύνων δὲ πρὸς ἀντίληψιν. Οἷόν τι λέγω· ἐφ’ ἡμῶν τῶν ἀνθρώπων διὰ πολλῶν χρόνων τὰ κτίσματα κατασκευάζεται, καὶ ἐν πολλῷ χρόνῳ κτίζομεν οἶκον· καὶ τῆς μὲν οἰκοδομῆς πολὺς ὁ χρόνος, τῆς δὲ καθαιρέσεως ὀλίγος. Ἐπὶ δὲ τοῦ θεοῦ τὸ ἀνάπαλιν· ὅταν κτίζῃ, ταχέως κτίζει· ὅταν καταστρέφῃ, βραδέως καταστρέφει. Ταχὺς ὁ θεὸς κτίζων, βραδὺς καταστρέφων· ἐπειδὴ θεῷ τὰ δύο πρέποντα· καὶ γὰρ ἐκεῖνο, δυνάμεως, καὶ τοῦτο, ἀγαθότητος· δι’ ὑπερβολὴν δυνάμεως ταχύς, διὰ πολλὴν ἀγαθότητα βραδύς· ἔλεγχος δὲ τῶν ῥημάτων, ἡ πεῖρα τῶν πραγμάτων. Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὰ μεγέθη τῶν ὀρέων, τὰς πεδιάδας, τὰς φάραγγας, τὰς νάπας, τὰς ὕλας, τὰ βλαστήματα, πηγάς, ποταμούς, παράδεισον, πᾶσαν τὴν ὁρωμένην ποικιλίαν,
τὴν θάλατταν ταύτην τὴν μεγάλην καὶ εὐρύχωρον
, τὰς νήσους, τὰς παραλίους χώρας καὶ τὰς μεσογείους· πάντα τὸν ὁρώμενον τοῦτον κόσμον καὶ τὸ ἐν αὐτῷ κάλλος ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεός· τὰ ἐν αὐτῷ ζῷα τὰ λογικά, καὶ τὰ ἄλογα, καὶ πᾶσαν τὴν ὁρωμένην διακόσμησιν ἐν ἓξ ἡμέραις ποιεῖ. Οὗτος οὖν ὁ ταχὺς εἰς τὸ κτίζειν, ὅτε ἐβουλεύσατο μίαν πόλιν καθελεῖν, εὑρέθη βραδὺς δι’ ἀγαθότητα.
Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός
; Οὐ τὰ ἔργα τῆς δυνάμεώς σου διηγούμενός φησιν ὁ Οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.
Καὶ ὅρα μοι τὸ ξένον τῆς φιλανθρωπίας κήρυγμα· ὁ λέγων ἐν τῷ νόμῳ·
Οὐ μοιχεύσεις, οὐ πορνεύσεις
, μεΠόρναι καὶ τελῶναι προάξουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Εἰ ζῆν ὀφείλει, διὰ τί πόρνη; εἰ πόρνη, διὰ τί ζήτω; Λέγω φησὶ τὴν προτέραν κατάστασιν, ἵνα θαυμάσῃς τὴν δευτέραν μετάστασιν. Καὶ τί ἐποίησέ φησιν ἡ Ἄκουε
οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι·
ἐγὼ ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστι.
Ταῦτα ἀκούων ὁ Ποίησον ἡμῖν θεούς.
Εἰ θεούς, διὰ τί ποίησον; πῶς θεοὶ τὰ γινόμενα; Οὕτως ἡ κακία τυφλώττουσα, αὐτὴ ἑαυτῇ μάχεται, καὶ ἑαυτὴν ἀφανίζει.
Οὗτοι οἱ θεοί σου,
Οὗτοι οἱ θεοί.
Οὗτοι οἱ θεοί
; Ἵνα δείξῃ, ὅτι οὐχ ὃ βλέπει μόνον προσκυνεῖ, ἀλλὰ πολυθεΐαν φαντάζεται· τὴν γνώμην ἑρμηνεύει, οὐ τὸ φαινόμενον κρίνει. Ἵνα δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν πάλιν, ἃ ἤκουσεν Ἔγνωμεν ὅσα ἐποίησεν ὁ θεὸς ὑμῶν τοῖς
Ὁ Οὗτοι οἱ θεοί σου οἱ ἐξαγαγόντες σε ἐκ γῆς
, καὶ ἡ πόρνη, οὐ θεοῖς, ἀλλὰ θεῷ ἐπιγράφει τὴν σωτηρίαν.
Ἔγνωμεν ὅσα ὁ θεὸς ὑμῶν ἐποίησε τοῖς
Ἔγνωμεν ὅσα ὁ θεὸς ὑμῶν ἐποίησε.
Βλέπεις πῶς ἀναλαμβάνει τοῦ νομοθέτου τὸ ῥῆμα διὰ πίστεως;
Καὶ οἶδα, ὅτι ὁ θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ θεὸς οὐκ ἔστιν.
Εἰκὼν τῆς ἐκκλησίας ἡ Ἔγνων
Ταῦτα παρέλαβον οἱ Πίστει
Καὶ ὅρα πῶς μετὰ πολλῆς σοφίας ἐκέρασε τὴν ἑαυτῆς εὐγνωμοσύνην. Ὅτε γὰρ ἀπεστάλησαν παρὰ τοῦ βασιλέως ζητοῦντες τοὺς κατασκόπους, λέγουσιν αὐτῇ·
Πίστει
, πόσῳ μᾶλλον ἡμεῖς, ἐὰν προσάγωμεν τὴν μετάνοιαν, δεξόμεθα τὴν σωτηρίαν; Μετανοίας νῦν ὁ παρὼν καιρός· πολὺς γὰρ ὁ φόβος τῶν ἐπικειμένων ἡμῖν ἁμαρτημάτων, ἂν μὴ προλάβοι τὴν τιμωρίαν ἡ μετάνοια.
Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει.
σβέσωμεν τὴν πυρκαϊὰν τῶν ἁμαρτημάτων, οὐχ ὕδασι πολλοῖς, ἀλλὰ μικροῖς δάκρυσι. Πολὺ τὸ πῦρ τῆς ἁμαρτίας, καὶ ὀλίγῳ δακρύῳ σβέννυται· τὸ γὰρ δάκρυον σβέννυσι πυρκαϊὰν ἁμαρτημάτων, καὶ ἀποπλύνει δυσωδίαν ἁμαρτίας.
Λούσω γάρ φησι καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.
Ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.
Διὰ τί οὖν προέταξε τὸ
λούσω
; Ἵνα δείξῃ ὅτι λουτρόν ἐστι καὶ καθάρσιον ἁμαρτημάτων τὰ δάκρυα.
Πάντων τῶν κακῶν αἴτια τὰ ἁμαρτήματα. Διὰ τὰ ἁμαρτήματα λῦπαι, διὰ τὰ ἁμαρτήματα ταραχαί, διὰ τὰ ἁμαρτήματα πόλεμοι, διὰ τὰ ἁμαρτήματα νόσοι, καὶ πάντα ὅσα ἡμῖν προσπίπτει δυσίατα πάθη. Ὥσπερ οὖν οἱ ἄριστοι τῶν ἰατρῶν οὐ τὰ φαινόμενα πάθη ἐξετάζουσιν, ἀλλὰ τὴν αἰτίαν τῶν φαινομένων ἐπιζητοῦσιν· οὕτω καὶ ὁ σωτὴρ βουλόμενος δεῖξαι πάντων τῶν κακῶν τῶν ἐν ἀνθρώποις αἰτίαν τὴν ἁμαρτίαν, φησὶ τῷ παραλελυμένῳ τὸ σῶμα· ἐπειδὴ εἶδεν αὐτὸν ὁ ἰατρὸς τῶν ψυχῶν πρότερον τὴν ψυχὴν παραλυθέντα, καὶ τότε τὸ σῶμα, λέγει πρὸς αὐτόν·
Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.
Οὐκοῦν καὶ τῆς προλαβούσης ἀρρωστίας αἴτιον ἡ ἁμαρτία· τοῦτο καὶ ζημίας αἴτιον· τοῦτο καὶ λύπης, τοῦτο καὶ συμφορᾶς
Ἐν λύπαις τέξῃ τέκνα·
καὶ ἔδειξε καρπὸν τῆς ἁμαρτίας, τὴν λύπην· ἀλλ’, ὢ τοῦ μεγαλοδώρου· ὃ ἔδωκεν εἰς τιμωρίαν, μετέβαλεν εἰς σωτηρίαν. Ἁμαρτία λύπην ἐγέννησε· λύπη τὴν ἁμαρτίαν ἀνάλωσε, καὶ ὥσπερ σκώληξ ἀπὸ τοῦ ξύλου τικτόμενος, αὐτὸ δαπανᾷ τὸ ξύλον· οὕτω καὶ ἡ λύπη τεχθεῖσα ἀπὸ τῆς ἁμαρτίας, ἀναλίσκει τὴν ἁμαρτίαν, διὰ τῆς μετανοίας προσαγομένη.
Ἡ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται.
Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Πένθησον τὴν ἁμαρτίαν, ἵνα μὴ θρηνήσῃς τὴν τιμωρίαν· ἀπολόγησαι τῷ κριτῇ, πρὶν ἔλθῃς εἰς τὸ κριτήριον. Ἢ οὐκ οἶδας, ὅτι πάντες οἱ βουλόμενοι δυσωπῆσαι τὸν κριτήν, οὐκ ἐν αὐτῇ τῇ ἐτάσει τῆς δίκης θεραπεύουσιν, ἀλλὰ πρὶν εἰσελθεῖν εἰς τὸ κριτήριον, ἢ διὰ φίλων, ἢ διὰ προστατῶν, ἢ δι’ ἑτέρου τρόπου τινὸς τὸν δικαστὴν θεραπεύουσιν; Οὐκοῦν καὶ ἐπὶ τοῦ θεοῦ ἐν τῷ καιρῷ τοῦ βήματος οὐκ ἔστι πεῖσαι τὸν δικαστήν· πρὸ δὲ τοῦ καιροῦ τῆς κρίσεως δυνατὸν δυσωπῆσαι τὸν κριτήν. Διόπερ ἔλεγεν ὁ Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει.
Ἐκεῖ τὸν μέγαν κριτὴν οὐ παραλογίζεται ῥητόρων τέχνη· οὐ δυσωπεῖ δυναστεία· ἀξιώματι οὐ πείθεται· πρόσωπον οὐκ αἰσχύνεται· χρήμασιν οὐ διαφθείρεται, ἀλλὰ φοβερά ἐστι καὶ ἀδυσώπητος ἡ δικαιοκρισία.
Ἐνταῦθα οὖν τὸν κριτὴν δυσωπήσωμεν καὶ παρακαλέσωμεν· ἐνταῦθα παντὶ σθένει καθικετεύσωμεν, ἀλλ’ οὐ χρήμασι· μᾶλλον δέ, εἰ χρὴ τἀληθῆ λέγειν, πείθεται καὶ χρήμασιν ὁ φιλάνθρωπος, οὐκ αὐτὸς δεχόμενος, ἀλλὰ διὰ τῶν πενήτων. Δὸς πενομένῳ χρήματα, καὶ τὸν κριτὴν ἐδυσώπησας. Ταῦτα δὲ λέγω οἰκειούμενος ὑμᾶς, ἐπειδὴ μετάνοια ἐκτὸς ἐλεημοσύνης νεκρά ἐστι καὶ ἄπτερος· οὐ δύναται μετάνοια πτερωθῆναι, μὴ ἔχουσα πτερὸν ἐλεημοσύνης. Διὰ τοῦτο τῷ καλῶς μετανοήσαντι Αἱ ἐλεημοσύναι σου γάρ, φησί, καὶ αἱ προσευχαί σου εἰς οὐρανὸν ἀνέβησαν.
Ὡς εἰ μὴ εἶχε πτερὸν τὴν ἐλεημοσύνην ἡ μετάνοια, οὐκ ἂν εἰς οὐρανὸν ἐχώρησεν. Ἀνέῳκται οὖν σήμερον ἐμπορεῖον ἐλεημοσύνης. Ὁρῶμεν γὰρ τοὺς αἰχμαλώτους καὶ τοὺς πένητας· ὁρῶμεν τοὺς ἐν ἀγορᾷ περιφερομένους, ὁρῶμεν τοὺς βοῶντας, ὁρῶμεν τοὺς δακρύοντας, ὁρῶμεν τοὺς στένοντας· πανήγυρις ἡμῖν πρόκειται θαυμαστή, πανηγύρεως δὲ οὐδὲν ἕτερόν ἐστιν ἐπάγγελμα, καὶ τῷ ἐμπόρῳ οὐδὲν ἕτερόν ἐστι φρόνημα, ἢ τὰ ἐν τοῖς ὠνίοις ὀλίγου μὲν ἀγοράσαι, πολλοῦ δὲ πωλῆσαι. Οὐχ οὗτος τῶν ἐμπόρων ἑκάστου ὁ σκοπός; μὴ δι’ ἕτερόν τι ἐπιβάλλεταί τις τῇ ἐμπορίᾳ, ἢ ἵνα τὰ μικροῦ ἐωνημένα μεγάλου διαπωλήσῃ, καὶ ἄρῃ πολυπλασιαζομένην αὐτῷ τὴν ἐμπορίαν; Τοιαύτην οὖν πανήγυριν προέθηκεν ἡμῖν ὁ θεός· ὀλίγου τὰς δικαιοσύνας ἀγόρασον, ἵνα πολλοῦ μεταπωλήσῃς ἐν τῷ μέλλοντι· εἴ γε δεῖ μετάπρασιν εἰὋς ποτίσῃ ποτήριον ψυχροῦ, ἀμὴν λέγω ὑμῖν
Ποτήριον ψυχροῦ ἔμμισθον, ἱμάτια καὶ χρήματα διδόμενα δι’ εὐεργεσίαν οὐκ ἔμμισθα; Τοὐναντίον μὲν οὖν καὶ πολύμισθα. Διὰ τί οὖν ποτήριον ἐμνημόνευσε ψυχροῦ; Ἀδάπανον εἶπεν ἐλεημοσύνην· τῷ γὰρ ψυχρῷ οὔτε ξύλον ἀναλίσκεις, οὔτε ἕτερόν τι προσδαπανᾷς. Εἰ δ’ ὅπου ἀδάπανος ἡ δόσις, τοσαύτη τῆς εὐεργεσίας ἡ χάρις, ἔνθα ἱματίων ἀφθονία, χρημάτων χορηγία, τῶν ἄλλων ἀγαθῶν ἡ περιουσία, πόσον ἀπεκδέχεσθαι χρὴ μισθὸν παρὰ τοῦ δικαίου κριτοῦ; Ἐν ὅσῳ οὖν πρόκεινται αἱ ἀρεταὶ ὀλίγου πωλούμεναι, παρὰ τοῦ μεγαλοδώρου λάβωμεν, ἁρπάσωμεν, ἀγοράσωμεν.
Οἱ διψῶντές
Ἐν ὅσῳ πρόκειται ἡ πανήγυρις, ἀγοράσωμεν ἐλεημοσύνας, μᾶλλον δὲ διὰ τῆς ἐλεημοσύνης ἀγοράσωμεν τὴν σωτηρίαν. Χριστὸν ἐνδύεις, πτωχὸν ἐνδύων. Ταῦτα, φησίν, οἶδα καλῶς καὶ ἀκριβῶς· ταῦτα προμεμάθηκα, οὐ σὺ πρῶτος ἐδίδαξας· οὐ παρὰ σοῦ τοῦτο πρῶτον ἀκηκόαμεν· οὐ ξένα κηρύττεις, ἀλλ’ ἃ πολλάκις ἡμᾶς πολλοὶ τῶν παρόντων ἐδίδαξαν. Οἶδα καὶ αὐτός, οἶδα, ὅτι ταῦτα καὶ τὰ τοιαῦτα πολλάκις μεμαθήκατε, ἀλλ’ εἴθε πολλάκις μαθόντες, κἂν ὀλίγον τὸ καλὸν εἰργαζώμεθα.
Ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ.
Θεῷ δανείσωμεν τὴν ἐλεημοσύνην, ἵνα παρ’ αὐτοῦ λάβωμεν φιλανθρωπίας ἀντίδοσιν. Ἀλλ’ ὢ τοῦ σοφωτάτου ῥήματος.
Ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ.
Διὰ τί οὖν οὐκ εἶπεν·
δανείζει
; Οἶδεν ἡ γραφὴ τὴν ἡμετέραν πλεονεξίαν. Προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν πρὸς πλεονεξίαν βλέπουσα τὸν πλεονασμὸν ζητεῖ. Καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς·
Ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ
. Εἰ δανείζεται θεὸς παρ’ ἡμῶν, ἄρα χρεώστης ἡμῶν ἐστι. Τί οὖν θέλεις αὐτὸν ἔχειν, κριτὴν ἢ χρεώστην; Ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα· ὁ κριτὴς οὐ δυσωπεῖται τὸν δανειζόμενον.
Ἀναγκαῖον δὲ καὶ καθ’ ἕτερον τρόπον ἰδεῖν, τίνος ἕνεκεν ὁ θεὸς εἶπεν, ὅτι ἐμοὶ δανείζει ὁ διδοὺς πτωχῷ. Ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν ῥέπουσαν εἰς πλεονασμόν, ὡς ἔφθην εἰπών, καὶ μηδαμοῦ τὸν χρήματα ἔχοντα δανείζειν θέλοντα ἄνευ ἀσφαλείας· ἀπαιτεῖ γὰρ ὁ δανείζων ἢ ὑποθήκην ἢ ἐνέχυρα ἢ τὸν ἀντιφωνοῦντα καὶ διὰ τῶν τριῶν τούτων ἀσφαλειῶν ἐμπιστεύει τὰ ἑαυτοῦ χρήματα ἢ ἐγγύας δεχόμενος, ὡς ἔφθην εἰπών, ἢ ὑποθήκην πραγμάτων ἢ ἐνέχυρα· ἐπειδὴ οὖν εἶδεν ὁ θεός, ὅτι ἐκτὸς τούτων οὐδεὶς δανείζει, οὐδὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ’ εἰς μόνον τὸ κέρδος ὁρᾷ, πάντων δὲ τούτων ἔρημος ὁ πτωχός, οὐχ ὑποθήκην ἔχων· οὐ κέκτηται γὰρ οὐδέν· οὐκ ἐνέχυρα φέρων· γεγύμνωται γάρ· οὐ τὸν ἀντιφωνοῦντα παρέχων· ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν· ὡς οὖν εἶδεν αὐτὸν διακινδυνεύοντα τῇ ἀπορίᾳ, καὶ τὸν ἔχοντα χρήματα κινδυνεύοντα διὰ τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρενέθηκεν, ἐχέγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι. Ἀπιστεῖς τούτῳ, φησί, διὰ τὴν ἀπορίαν· ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν. Εἶδε τὸν πτωχόν, καὶ ἠλέησεν· εἶδε τὸν πτωχόν, καὶ οὐ παρεῖδεν, ἀλλ’ ἑαυτὸν ἔδωκεν ἐνέχυρον τῷ μηδὲν
Ὅτι παρέστη ἐκ δεξιῶν πένητος.
Ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ.
Θάρσει, φησίν, ἐμοὶ δανείζεις. Καὶ τί τοσοῦτον κερδαίνω σοι δανείζων; Μάλιστα μὲν οὖν παρανομώτατον παρὰ θεοῦ λόγον ἀπαιτεῖν· πλὴν ἵνα συγκαταβῶ σου τῇ ἀνομίᾳ, καὶ λύσω τῇ φιλανθρωπίᾳ τὴν ἀποτομίαν, ἀντεξετάσωμεν πρὸς ταῦτα. Δανείζων τοῖς ἄλλοις τί κερδαίνεις; τί παρ’ αὐτῶν εἰς πλεονασμὸν ἐπιζητεῖς; οὐχ ἑκατοστήν, ἐὰν τὴν ἔννομον ζητήσῃς; Ἐὰν δὲ πλεονάσῃς τὴν ἀπληστίαν, διπλῆν καὶ τριπλῆν καρπώσῃ τὴν ἀδικίαν. Ἐγὼ δέ σου νικῶ τὴν πλεονεξίαν· ὑπερβαίνω σου τὴν ὄρεξιν τῆς ἀπληστίας· καλύπτω τῇ ἐμῇ ἀφθονίᾳ τὴν σὴν ἀμετρίαν. Σὺ ἑκατοστὴν ζητεῖς, ἐγὼ δὲ ἑκατονταπλασίονα δίδωμί σοι. Εἶτα δανείζῃ, κύριε· καὶ δανείζῃ παρ’ ἐμοῦ ἐνταῦθα τὴν εἰς τὸν πτωχὸν ἐλεημοσύνην, ἵνα πότε μοι ταῦτα ἀποδῷς; Ἀπαιτῶ τὰ σύμφωνα, στηρίξαι βουλόμενος τὸ συνάλλαγμα. Δός μοι τῆς ἀντιδόσεως τὸν καιρόν· ὅρισον τῆς ἀπολήψεως τὴν προθεσμίαν. Μάλιστα μὲν οὖν τοῦτο περιττόν·
Πιστὸς γὰρ κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ.
Ἐπειδὴ δὲ ἔθος καὶ σκοπὸς τῷ δανειζομένῳ εὐγνωμόνως, χρόνους μετρεῖν, καὶ ἡμέρας ὁρίζειν, ἄκουε πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωσιν ὁ διὰ τοῦ πτωχοῦ δανεισάμενος.
Ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ στήσῃ τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν.
Ἐνταῦθα πρόσεχε πῶς ὁ χρεώστης εὐγνώμων περὶ τὸν δανείσαντα, πῶς ὁ δανεισάμενος μετὰ πολλῆς χάριτος ἀποδίδωσι·
Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
Ὑπὲρ τίνων;
Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με· ἐν φυλακῇ, καὶ ἤλθετε πρὸς μέ· ἀσθενὴς ἤμην, καὶ ἐπεσκέψασθέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με.
Εἶτα οἱ καλῶς ἐν καιρῷ διακονήσαντες, εἰς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες, καὶ εἰς τὴν ἀξίαν τοῦ δανεισαμένου, λέγουσι·
Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἢ διψῶντα, καὶ ἐποτίσαμεν;
, εἰς ὃν
οἱ ὀφθαλμοὶ πάντων ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν ἀφθονίᾳ.
Ὢ τῆς πολλῆς ἀγαθότητος· κρύπτει τὴν ἀξίαν διὰ φιλανθρωπίαν·
Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν.
ὢ τῆς πολλῆς ἀγαθότητος, ὢ τῆς ἀμέτρου χρηστότητος·
Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, καὶ ἀνοίγων τὰς χεῖρας, καὶ ἐμπιπλῶν πᾶν ζῷον εὐδοκίας.
Ἐπείνων
, οὐ τῆς ἀξίας ἐλαττουμένης, ἀλλὰ τῆς φιλανθρωπίας τοὺς πτωχοὺς ἐγγυωμένης.
Ἐδίψησα καὶ ἐποτίσατέ με.
Τίς ὁ ταῦτα λέγων; Ὁ λίμναις καὶ ποταμοῖς καὶ πηγαῖς τῶν ὑδάτων τὴν φύσιν ἐκχέων· ὁ διὰ τῶν εὐαγγελίων φάσκων, ὅτι
Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος·
ὁ εἰπὼν
Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μέ, καὶ πινέτω.
Ἀλλά,
Γυμνὸς ἤμην
Ἐνεδύσαμεν τὸν ἐνδύοντα
τὸν οὐρανὸν ἐν νεφέλαις
, τὸν ἐνδύοντα τὴν ἐκκλησίαν ἅπασαν καὶ τὴν οἰκουμένην.
Ὅσοι γὰρ εἰς
Ἐν φυλακῇ ἤμην·
ἐν φυλακῇ σὺ
ὁ ἐξάγων πεπεδημένους
; Ἑρμήνευσον ἃ λαλεῖς· ἡ γὰρ ἀξία ἀρνεῖται τὰ λεγόμενα. Πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ; Πότε ταῦτα πεποιήκαμεν;
Ἐφ’ ὅσον
Μὴ οὐκ ἀληθὴς ὁ λόγος, ὅτι
ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ
; Καὶ ὅρα τὸ θαυμαστόν· οὐδὲν ἕτερον ὑπέμνησεν ἔργον ἀρετῆς ἢ τοῦτο· καίτοι ἐδύνατο εἰπεῖν·
Δεῦτε οἱ εὐλογημένοι
, ὅτι ἐσωφρονήσατε, ὅτι ἐπαρθενεύσατε, ὅτι ἀγγελικὴν πολιτείαν ἀνελάβετε»· ἀλλὰ σιωπᾷ ταῦτα, οὐχ ὅτι ἀνάξια μνήμης, ἀλλ’ ὡς δεύτερα φιλανθρωπίας. Ἀλλ’ ὥσπερ τούτοις τοῖς ἐκ δεξιῶν διὰ τὴν φιλανθρωπίαν ἔδειξε δεδωρημένην τὴν βασιλείαν· οὕτω καὶ τοῖς ἐξ ἀριστερῶν διὰ τὴν ἀκαρπίαν ἠπείλησε τὴν τιμωρίαν.
Πορεύεσθε οἱ κατῃραμένοι εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
Διὰ τί; ὑπὲρ τίνος;
Ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν.
Οὐκ εἶπεν· Ὅτι ἐπορνεύσατε, ὅτι ἐμοιχεύσατε, ὅτι ἐκλέψατε, ὅτι ἐψευδομαρτυρήσατε, ὅτι ἐπιωρκήσατε· κακὰ μὲν ὁμολογουμένως καὶ ταῦτα, ἀλλὰ τῆς ἀπανθρωπίας κατώτερα καὶ τῆς ἀνελεημοσύνης. Διὰ τί δέ, ὦ κύριε, οὐκ ἄλλων ὁδῶν φέρεις μνήμην; Οὐ κρίνω, φησί, τὴν ἁμαρτίαν, ἀλλὰ τὴν ἀπανθρωπίαν· οὐ κρίνω τοὺς ἁμαρτήσαντας, ἀλλὰ τοὺς μὴ μετανοήσαντας· ὑπὲρ ἀπανθρωπίας ὑμᾶς καταδικάζω, ὅτι ἔχοντες τοσοῦτον καὶ τηλικοῦτον φάρμακον σωτηρίας τὴν ἐλεημοσύνην, ἐν ᾗ ἐξηλείφετο πάντα τὰ ἁμαρτήματα, παρήκατε τοσαύτην εὐεργεσίαν. Ὀνειδίζω τοίνυν τὴν ἀπανθρωπίαν ὡς ῥίζαν κακίας καὶ πάσης ἀσεβείας· ἐπαινῶ τὴν φιλανθρωπίαν ὡς ῥίζαν πάντων τῶν ἀγαθῶν, καὶ ἀπειλῶ τοῖς μὲν πῦρ αἰώνιον, τοῖς δὲ βασιλείαν οὐρανῶν ἐπαγγέλλομαι. Καλαί σου, ὦ δέσποτα, καὶ αἱ ἐπαγγελίαι· καλή σου καὶ ἡ προσδοκωμένη βασιλεία καὶ ἡ γέεννα πάλιν ἀπειλουμένη· ἡ μὲν προτρεἘσκόρπισε γάρ· ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Ὁρᾷς, ὅτι ὁ πλούσιος ἐκ τῆς ἐλεημοσύνης θησαυρίζει δικαιοσύνην αἰώνιον; Ὅρα πάλιν καὶ τὸν πένητα· ἐπειδὴ οὐκ ἔχει πλοῦτον, ᾧ ἐργάσηται δικαιοσύνην, ἔχει πενίαν, ἐξ ἧς καρποῦται ὑπομονὴν αἰώνιον·
Ἡ
ἐν Χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.