Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Πάλιν μαρτύρων μνήμη, πάλιν εὐσεβῶν ἑορταὶ, πάλιν ἀγγέλων ὑπόθεσις, πάλιν Ἐκκλησίας πανήγυρις. Ἡ μνήμη τῶν μαρτυρησάντων, τιμὴ δὲ μαρτύρων ἡ δόξα τοῦ μαρτυρηθέντος. Τιμῶνται μάρτυρες ὑπὲρ Χριστοῦ παθόντες, προσκυνεῖται δὲ Χριστὸς ὑπὲρ πάντων παθών. Οἱ μὲν γὰρ διὰ τοῦ πάθους ἑαυτοὺς ἀπὸ ταπεινώσεως εἰς ὕψος ἀνήγαγον· ὁ δὲ ΣωτὴρἘγὼ εἰμι ὁ ποιμὴν ὁ καλὸς ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων
· καὶ τὴν φιλανθρωπίαν ἔδειξε τοῦτο εἰρηκὼς, καὶ τὴν ἐξουσίαν ἐκήρυξε. Τὸ μὲν γὰρ παθεῖν ὑπὲρ τῶν προβάτων, φιλανθρωπίας· τὸ δὲ ἀφ’ ἑαυτοῦ θεῖναι τὴν ψυχὴν, ἐξουσίας· οὐ γὰρ βίαν ὑφίσταται, ἀλλ’ οἰκονομίαν ἐργάζεται. Κἂν ὁ Πατὴρ παρέδωκεν αὐτὸν ὑπὲρ ἡμῶν
Θεοῦ ἐσμεν συνεργοί.
Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη·
ὁ δὲ Σωτὴρ,
Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλὸς.
Δεῖξόν
Ἐπλανήθην ὡς πρόβατον ἀπολωλὸς, ζήτησον τὸν δοῦλον σου·
διὸ κρύπτει τὴν βασιλικὴν ἀξίαν, καὶ προφέρει τὴν ποιμαντικὴν κηδεμονίαν. Διὰ τοῦτο καὶ ἀπ’ ἀρχῆς οἰκονομεῖ ἐν φάτνῃ τεθῆναι τὸ σῶμα τὸ ἑαυτοῦ, καὶ συνάγει εἰς ἀνάγκην τὴν μητέρα, καὶ τὸν τῆς οἰκονομίας ὑπηρέτην Ἄνθρωπος
) τίθησι τήν τροφὴν τὴν οὐράνιον τῇ τραπέζῃ τῶν κτηνῶν, ἵνα οἱ κτηνώδεις τὴν ψυχὴν, προσελθόντες, ὡς οἰκείᾳ τραπέζῃ, τῇ φάτνῃ, εὕρωσι μηκέτι κτηνώδη χόρτον, ἀλλὰ τὸν φάσκοντα·
Ἐγὼ εἰμι ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς,
καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
Πρόβατον μὲν οὖν διὰ τὴν οἰκονομίαν, Θεὸς δὲ διὰ τὴν ἑαυτοῦ δόξαν.
Συνεχώρησε γὰρ ὁ Θεὸς
Ὅτι δὲ ταῦτα οἰκονομικῶς ἐγίνετο, ἄκούε πῶς ὁ διὰ Ἄκουσον, λαός μου, λαλήσω σοι,
Καὶ ἵνα μὴ τις νομίσῃ, ὅτι ἀποστρεφόμενος οὐ δέχεται,
Μὴ φάγομαι κρέα ταύρων, καὶ αἷμα τράγων πίομαι; Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχὰς σου
· δεικνὺς ὅτι οὐκ ἀποστρεφόμενος ἀποσείεται, ἀλλ’ εἰς τὴν κρείττονα αὐτοὺς καὶ νοερὰν θυσίαν προσκαλεῖται. Συνεχώρησε μὲν οὖν ἀπ’ ἀρχῆς τὰς θυσίας, οὐκ αὐταῖς ἀρεσκόμενος, ἀλλὰ τοὺς οὕτως ἠργμένους μεταῤῥυθμίζων εἰς εὐσέβειαν. Ἐνδιδοὺς δὲ τῇ προθέσει τῇ Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
Ὥσπερ οὖν ἐν τῷ ναῷ ἐκείνῳ τὰ μὲν πᾶσιν ἑωρᾶτο, τὰ δὲ μόνῳ τῷ ἀρχιερεῖ· οὕτω καὶ ἐν τῇ τοῦ Σωτῆρος οἰκονομίᾳ ἡ θεότης, καὶ ἡ ἐνέργεια τῆς θεότητος, οὖσα μὲν ἐν κρυφῇ, ἐργαζομένη δὲ ἐν τῷ φανερῷ. Ἔχεις τοῦ ναοῦ τὴν εἰκόνα· ζήτησόν μοι τὸ καταπέτασμα τὸ μέσον, τὸ διεῖργον τὰ ἅγια ἀπό τοῦ Ἁγίου τῶν ἁγίων, ὁποῖον τὸ καταπέτασμα· πάλιν τὸ καταπέτασμα εἰκὼν τοῦ σώματος. Ὥσπερ γὰρ τὸ καταπέτασμα ἐμεσολάβει τῷ τόπῳ, καὶ διεῖργε τὴν ἔξωθεν ὄψιν τῆς ἔσωθεν μυσταγωγίας· οὕτω τὸ σῶμα τοῦ Κυρίου καταπέτασμα ἦν τῆς θεότητος, μὴ συγχωροῦν ταῖς ὄψεσι ταῖς θνηταῖς ἐνατενίζειν τῇ ὄψει τοῦ ἀθανάτου. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ’ ἄκούε Ἔχοντες δὲ, ἀδελφοὶ, ὁδὸν πρόσφατον καὶ ζῶσαν, ἣν ἐνεκαίνισεν ἡμῖν διὰ τοῦ καταπετάσματος, τουτέστι, τῆς σαρκὸς αὐτοῦ, προσερχώμεθα.
Οὐκ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν,νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν
. Ὁρᾷς τὸν ἀρχιερέα, ὅρα τὸν τύπον. Πάλιν ἐθύετο πρόβατον, καὶ ἦν εἰκὼν τοῦ Σωτῆρος·
Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη.
Ἐθύετο μόσχος, ταῦρος, τὰ ἄλλα πάντα καὶ ἀπὸ τοῦ αἵματος τῶν θυομένων ἐλάμβανεν ὁ ἀρχιερεὺς τῷ δακτύλῳ, καὶ εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ ἔῤῥαινεν ἀπέναντι τοῦ ἱλαστηρίου ἑπτάκις. Καὶ ἦν καὶ αὐτὸ τὸ ἱλαστήριον τύπος τοῦ Σωτῆρος, καὶ τὸ αἷμα τὸ ῥαινόμενον τύπος αὐτοῦ, ἵνα καὶ ὁ προσκυνούμενος καὶ τὸ δῶρον τὸ προσφερόμενον τῷ προσκυνουμένῳ εἶς καὶ ὁ αὐτὸς ᾖ. Τούτων δὲ τῶν ζώων, ὧν τὸ αἷμα προσεφέρετο εἰς τὰ ἅγια, τὰ σώματα κατεκαίετο ἔξω τῆς παρεμβολῆς, καὶ ἡ τέφρα αὐτῶν ἡγίαζε τοὺς ἀνθρώπους, καὶ τοὺς κεκοινωμένους ἡγίαζε τὰ τῶν νεκρωθέντων ζώων λείψανα. Βλέπε τοίνυν. Ζῶντα μὲν οὐχ ἡγίαζεν, ἀποτεφρωθέντα δὲ, καὶ εἰς θυσίαν ἀπαρτισθέντα, ἁγιασμὸν ἔφερον τοῖς κεκοινωμένοις, καὶ ἦν τὰ αὐτὰ ζῷα καὶ ἔξω καιόμενα, καὶ ἔσω προσφερόμενα. Ὧν γὰρ
Διὸ καὶ
Καὶ τί ἐπάγει;
Ἐξερχώμεθα οὖν πρὸς αὐτὸν, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.
Ἔχεις τὸν τύπον· ἴδε τὴν ἀλήθειαν. Ζήτησον πάλιν τὸ αἷμα καὶ τὸ ἱλαστήριον. Τὸ αἷμα ἐῤῥαίνετο, καὶ τὸ ἱλαστήριον ἐδέχετο, ὁ ἱλασμὸς ἐπέκειτο. Τί τὸ ἱλαστήριον; Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τοῦ αἵματος αὐτοῦ, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ
Καὶ τὸ αἷμα αὐτοῦ, καὶ τὸ ἱλαστήριον αὐτοῦ. Ταῦτά μοι εἴρηται πάντα, ὅτι πάντα δι’ ἡμᾶς γέγονεν ὁ Σωτὴρ Θεὸς, καὶ Θεοῦ μονογενὴς Υἱὸς , οὐ δι’ ἑαυτόν. Ἄλλο δὲ τὸ δι’ ἡμᾶς πραγματευόμενον, ἄλλο τὸ δι’ ἑαυτὸν κατὰ τὴν θεότητα προσκυνούμενον· ἄλλο καὶ ἄλλο, οὐ νῦν μεμερισμένον, ἀλλὰ τῇ οἰκονομίᾳ συνημμένον, τῇ δὲ ἔννοιᾳ τεμνόμενον.
Ὅταν τοίνυν ἀκούσῃς ἢ ἀρχιερέα, ἢ ποιμένα, ἢ πρόβατον, ἢ ναὸν, ἢ καταπέτασμα, ἢ ἱλαστήριον, ἢ αἷμα ῥαντισμοῦ, ἢ ὅσα τοιαῦτα, διὰ πάντων γνώρισε τὴν διὰ σέ
Ὅταν δὲ ἴδῃς σύνθρονον τὸν Μονογενῆ (τοῦτον γὰρ ἐκήρυττεν ἡ Ἐκκλησία, καὶ ἐπόμπευσεν), οὐκ ἐπαισχύνῃ τὰ θεῖα λόγια.
Σοφία
Ὅταν δὲ ἴδῃς κηρυττομένην Θεοῦ σοφίαν καὶ δύναμιν, νόει τὴν ὑπεροχὴν τῆς δόξης, τὴν προαιώνιον ἀξίαν, τὴν ἄτρωτον, τὴν ἀμετάβλητον, τὴν ἀναλλοίωτον.
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.
Πανταχοῦ τὸ, Ἦν, τὸ δὲ, Οὐκ ἦν, οὐδαμοῦ. Ἐὰν νοήσῃς τὴν ὑπεροχὴν τῆς δόξης, οὐ σκανδαλισθήσῃ πρὸς τὴν τῆς σαρκὸς οἰκονομίαν. Οἷόν τι λέγω· Ἐὰν ἀκούσῃς λέγοντος αἱρετικοῦ ὅτι
Ὁ Πατὴρ ὁ πέμψας με μείζων μου ἐστὶ,
Ὁ Πατὴρ ὁ πέμψας με μείζων μου ἐστὶ·
ἐγὼ δὲ δείκνυμι, ὅτι οὐ μόνον τοῦ Πατρὸς ἐλάττων κατὰ τὴν λέξιν, ἀλλὰ καὶ ἀγγέλων. Ὁ γὰρ μακάριος Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ Υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους·
ἡρμήνευσε διὰ τῆς πρὸς Τὸν δὲ βραχὺ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν
Τί τοίνυν κάμνεις πολλὰ, καὶ κατασκευάζεις δεῖξαι Υἱὸν ἐλάττονα Πατρός, ὅπου καὶ ἀγγέλων ἐλάττων, οὐ διὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν οἰκονομίαν; Εἶτα τὸ,
Ὁ πέμψας με Πατὴρ μείζων μου ἐστὶν,
ἀκήκοας· τῆς εὐαγγελικῆς ταύτης οὐκ ἀκούειςἘγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν;
Καὶ πρόσεχε τῇ διαφορᾷ. Ὅπου τὸ,
Ἓν
, οὐκ εἶπε τὸ,
Ὁ πέμψας με
, ἀλλ’,
Ὁ Πατήρ
· ὅπου τὴν ἕνωσιν ἠβουλήθη δεῖξαι καὶ τὴν ταὐτότητα, οὐκ εἶπεν, Ἐγὼ καὶ ὁ πέμψας με ἕν ἐσμεν, ἀλλ’,
Ἐγὼ καὶ ὁ Πατήρ.
Πατρὸς καὶ Υἱοῦ οὐδὲν τὸ μέσον· ὅπου δὲ τὸ,
Μείζων,
προστίθησι τὸ,
Ὁ πέμψας με.
Τὸ γὰρ πέμψαι, ἔργον οἰκονομίας· τὸ δὲ πεμφθῆναι, οὐχ ἑρμηνεία θεότητος, ἀλλ’ ἑρμηνεία τῆς οἰκονομίας. Θεὸς γὰρ οὔτε ἀποστέλλει σωματικῶς, οὔτε ἀποστέλλεται.Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ
ἤδη τὸν Τίνα ἀποστείλω
Ἐν τῷ λαῷ ἦν, καὶ πῶς ἀποστέλλεται πρὸς τὸν λαόν; Οὕτως ἡ ἀποστολὴ οὐ τοπικὴν ἑρμηνεύει μετάβασιν, οὔτε ὑπουργίαν δουλικὴν, ἀλλ' ἀνθρωπίνην οἰκονομίαν. Ἄλλως δὲ εἰ τῇ λέξει δουλεύεις, τὴν λέξιν αἰδέσθητι. Εἰ ἀπεστάλη, πῶς λέγει,
Καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν;
Οὐδεὶς γὰρ ἀποστέλλων συναπέρχεται τῷ ἀποσταλέντι. Τοῦτο γὰρ οὐκ ἔστιν ἀποστεῖλαι, ἀλλὰ συνοδεῦσαι.
Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.
Ποῦ ἡ ἀποστολή; Καὶ ἵνα μὴ τις τὸ,
Ὁ πέμψας με Πατὴρ μετ’ ἐμοῦ ἐστι
, κατ’ ἐνέργειαν εἰρῆσθαι νομίσῃ καὶ κατὰ βοήθειαν, φησίν·
Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων,
κατὰ τὸ,
Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί
. Ταύτην γὰρ τὴν φωνὴν καὶ Ἐκοπίασεν
Πῶς ἐνδέχεται; εἰ ἄλλος ἐστὶν ἐν αὐτῷ, πῶς πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος;
Ὅτι ἐν σοι ὁ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ.
Ἆρα οὐχ ἑρμηνεία ἐστὶ τοῦ Εὐαγγελίου τούτου τοῦ λέγοντος,
Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί
, καὶ, Οἱ δύο ἕν ἐσμεν; Τὸ γὰρ,
Οὐκ ἔστι Θεὸς πλὴν σοῦ,
ἑρμηνεία ἐστὶ τοῦ,
Ἕν ἐσμεν.
Καὶ ὅρα τὸ σοφὸν τῆς λέξεως, καὶ πεπληρωμένον δυνάμεως. Τὸ,
Ἕν ἐσμεν,
δίστομος μάχαιρα αἱρετικοὺς τέμνουσα. Τὸ μὲν γὰρ, Ἕν
, ἐλέγχει τὴν τῶν Ἕν ἐσμεν
, τὴν Ὅτι ὁ Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ.
Καὶ ἵνα δείξῃ ὁ προφήτης τὸν αὐτὸν ὄντα Θεὸν ἐν Θεῷ, ἐπάγει·
Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν.
Οὐκ ᾔδεις σὺ ὅτι αὐτός ἐστι Θεός; Ἄκουε,
καὶ Σὺ γὰρ Θεὸς, καὶ οὐκ ᾔδειμεν,
μὴ ἀληθῶς τὸν Σωτῆρα αἰνίττεται, τὸν ὄντα μὲν, οὐ γνωριζόμενον δέ; Τὸ γὰρ,
Σὺ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν,
οὐχ ἑαυτοῦ ἀγνοίας
κατηγορεῖ, ἀλλὰ τοῦ λαοῦ τὸ πρόσωπον ἀναδέχεται. Συντείνει δὲ ἡ διδασκαλία, τὸ,
Σὺ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν,
τῷ φάσκοντι,
Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν.
Καὶ ἵνα ὅμως εἴπῃ.
Σὺ γὰρ εἶ ὁ Θεὸς καὶ οὐκ ᾔδεισαν, Θεὸς τοῦ
ἄκουε τῶν ἀγγέλων λεγόντων καὶ εὐαγγελιζομένων τοὺς ποιμένας,
Μὴ φοβεῖσθε, εὐαγγελιζόμεθα ὑμῖν χαρὰν μεγὰλην· ὅτι ἐτέχθη σήμερον ὑμῖν Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος·
Σὺ γὰρ εἶ ὁ Θεὸς τοῦ
Ἰδοὺ αἰσχυνθήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορευθήσονται ἐν αἰσχύνῃ. Ἔσονται
καὶ ὡς ἱμάτιον παλαιωθήσονται
· ἀντικειμένους καλῶν τοὺς τῷ λόγῳ ἀντιπίπτοντας. Ἐπειδὴ γὰρ ἐὰν μὲν εἴπῃς Ὁ Κύριος ἐβασίλευσεν· ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ· σαλευθήτω ἡ γῆ.
Καὶ τις ὁ καθήμενος; Ἦ δῆλον ἐκεῖνος, πρὸς ὅν φησιν ὁ αὐτὸς προφήτης,
Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ
ἐμφάνηθι, καὶ ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Ὁρᾷς ὅτι οὐκ ἔχει χώραν ἀπὸ τῶν λέξεων ἡ κατασκευαζομένηἘγώ καὶ ὁ Πατήρ·
ὅπου δὲ τὸ οἰκονομικὸν,
Ὁ πέμψας με μείζων μου ἐστί·
διὰ τὸ σχῆμα τῆς ἀποστολῆς μείζων
Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εὐκολώτερόν ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου ἰῶτα ἓν, ἢ μίαν κεραίαν πεσεῖν.
Ὁ μὲν οὖν Σωτὴρ οὐδὲ τοῦ ἰῶτα καταφρονεῖ, σὺ δὲ ὁλόκληρον Γραφὴν διασπᾷς. Σαφῶς δὲ ἡμῖν ὁ λόγος δείκνυσιν, ὅτι ἡ περὶ τῶν Γραφῶν γνῶσις καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως ἰσχυροτέρα τυγχάνει. Οὐ γὰρ τοσοῦτον δύναται νεκρῶν ἀνάστασις, ὅσον ἡ τῶν Γραφῶν ἀνάγνωσις. Καὶ ἄκουε τοῦ πατριάρχου Πάτερ
, ἵνa εἴπῃ τοῖς ἀδελφοῖς μου μὴ ἐλθεῖν εἰς τὴν κρίσιν ταύτην.
Καὶ τί φησιν;
Ἔχουσι
ὁ δὲ λέγει,
Οὐχί, πάτερ
Ὁ δέ φησι πρὸς αὐτόν·
Ἀμήν λέγω σοι, εἰ
Πρόσεχε ἀκριβῶς. Ἆρα οὖν, εἰ ἀνέστη τις ἐκ νεκρών, οὐχ ἂν ἐπίστευσαν; Οὐδαμώς. Καὶ ὅρα τὴν ἀκολουθίαν. Ἆρα εἰ ἐφάνη τις ἐκ νεκρῶν τῶν παλαιῶν, ἢ τῶν καθ’ ἡμᾶς ἀγνοουμένων, ἢ τῶν γνωριζομένων· εἰ μὲν οὖν τῶν ἀγνοουμένων, ἡ ἄγνοια ἐσκέπαζε τὰ θαύματα. Εἰ ἐφάνη σήμερον Οἱ μὲν ἔλεγον, ὅτι Αὐτός ἐστιν· ἕτεροι ἔφασκον· Οὔ· ἀλλ’ ὅμοιος αὐτῷ ἐστιν
· ἐκείνου λέγοντος·
Ἐγώ εἰμι.
Καὶ ὁ μὲν ἑαυτῷ ἐμαρτύρει, καὶ τὸ θαῦμα ἐβόα· ἡ δὲ ἀγνωμοσύνη ἠρνεῖτο. Μὴ γὰρ οὐκ ἀνέστησαν πολλοὶ ἐπὶ τοῦ Σωτῆρος; Πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων
Μὴ τὸ θαῦμα τὴν ἀπιστίαν ἔσβεσεν, ἢ τὴν ἀγνωμοσύνην ἐνίκησε; Καὶ γὰρ σημεῖα τοῖς ἀπίστοις, καὶ οὐ τοῖς πιστοῖς· ὁ δὲ ἄπιστος εὐκαίρως καὶ σημείων καταφρονεῖ. Ἀλλ’ ὅρα εἰ ἐδυσωποῦντο ἀναστάντα νεκρὸν, ὡς ἡδέως ᾐδέσθησαν Εἰ
Καὶ νῦν οὖν αἱρετικῶν παῖδες, εἰ Ἐγὼ
φησὶν ὁ Κύριος· ὁ τοίνυν ἐκβαίνων ἐκ τῆς ὁδοῦ, πλανᾶται· ὁ ἔξω τῶν Γραφῶν ὁδεύων, χειμάζεται. Ὥσπερ γὰρ ἐν θαλάσσῃ ὁ πολλοῖς ἀνέμοις περιφερόμενος οὐκ ἔχει ἐξ εὐθείας διευθυνόμενον τὸν πλοῦν, ἀλλ’ ὧδε κἀκεῖ ὑπὸ διαφόρων ἀνέμων ῥιπίζεται· οὕτω δὴ καὶ ὁ διαφόροις διδασκαλίαις ἑαυτὸν διδοὺς, καὶ μὴ στοιχῶν τῇ εὐαγγελικῇ διδασκαλίᾳ, οὐδὲν διαφέρει ὁλκάδος κλυδωνιζομένης. Διὰ τοῦτό φησι καὶ ἡ Γραφή·
Μὴ παντὶ ἀνέμῳ λίκμα
· καὶ ὁ ἑρμηνεὺς ἐπάγει,
Καὶ μὴ παντὶ λόγῳ πίστευε.
Καὶ ἵνα μάθῃς, ὅτι πάντα ἄνεμον πᾶσαν διδασκαλίαν καλεῖ ἡ Γραφὴ, Ἵνα μὴ ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, πρὸς τὴν μεθοδείαν τῆς πλάνης.
Παντὶ ἀνέμῳ τῆς διδασκαλίας. Τὸ οὖν,
Παντὶ ἀνέμῳ,
ἀντὶ τοῦ, Πάσῃ διδασκαλίᾳ. Ὁ ἐκδοὺς
Ταύτην τὴν παραγγελίαν παρατίθημί σοι, τέκνον
. Ὁ γοῦν τῆς πίστεως ἀφιστάμενος, ναυαγεῖ· ὁ δὲ τῇ πίστει ἑπόμενος, εἰς εὔδιον λιμένα τὸ σκάφος ὁρμίζει. Μὴ τοίνυν παντὶ ἀνέμῳ ὑπαγώμεθα. Μετὰ Κύριον οὐκ ἔνι ἄλλη διδασκαλία· μετὰ γὰρ Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν, αὐτὸν ἀκούσεσθε.
Εἰ γὰρ συνῄδει τὸ ἐντελὲς τῆς διδασκαλίας, οὐκ ἂν ἄλλον διδάσκαλον παρεπέμψατο λέγων·
Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ
· διὰ τοῦτο,
προφήτην,
ἐπειδὴ ἐξ ὑμῶν. Θεὸς μὲν γὰρ οὐκ ἐξ ὑμῶν, προφήτης δὲ ἐξ ὑμῶν· ὁ μὲν γὰρ Θεὸς ἐκ Θεοῦ, ὁ δὲ προφήτης ἐξ ὑμῶν, τὸ κατὰ σάρκα· διὰ τοῦτο καὶ,
Ὡς ἐμὲ,
νομοθέτην. Ἐπειδὴ γὰρ εἷς μὲν νομοθέτης ἀρχαῖος Ὡς ἐμὲ,
κατὰ τὸν τύπον καὶ τὴν νομοθεσίαν. Τίς τούτῳ γὰρ μαρτυρήσει τῷ λόγῳ; Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος· κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Κατάστησον, Κύριε, νομοθέτην ἐπ’ αὐτούς.
Εἰ οὖν πρὸ Κατάστησον, Κύριε, νομοθέτην ἐπ’ αὐτούς;
Τίσιν ἄρα ἀλλ’ ἢ τοῖς ἔθνεσιν;
Ἀνάστηθι γὰρ,
Τοῖς γὰρ ἔθνεσι δέδοται ὁ νομοθέτης. Γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσι· πρὸ γὰρ τοῦ νομοθέτου ὡς ἄλογα ὑπήχθησαν.Ἐὰν δὲ ἔλθῃ ὁ Θεὸς Λόγος, εἰς τὴν λογικὴν αὐτοὺς ἀποκαθιστᾷ φύσιν. Ὁ μὲν οὖν Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς, ὡς ἐμέ
· ὁ Κατάστησον, Κύριε, νομοθέτην ἐπ’ αὐτούς
· ὁ δὲ Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
Ἀποκλείει πᾶσαν γνῶσιν, καὶ λαμβάνει τὰς κλεῖς τῆς βασιλείας.Παρ’ ὃ παρελάβετε εἴ τις εὐαγγελίζεται ὑμῖν, ἀνάθεμα ἔστω.
Καὶ ἵνα μή μόνον τὴν τῶν ἀνθρώπων ἀποκλείσῃ κακοτεχνίαν, ἐπαγωνίζεται καί φησι·
Κἂν ἡμεῖς
. Τί δήποτε δέ ἐστι,
Κἂν ἡμεῖς
; Ὁ Ἀπόστολος εἶχεν ἄλλως διδάξαι; Ἢ δῆλον ὅτι ὑπερβολῇ κέχρηται ὁ θεῖος Κἂν ἡμεῖς.
Ἀνθρωπίνη μὲν γὰρ ἀνατρέπεται γλῶττα, Θεοῦ δὲ γλῶσσα οὐ μεταβάλλεται. Διὰ τοῦτο,
Κἂν ἡμεῖς, κἂν ἄγγελος ἐξ οὐρανοῦ.
Ἀσφαλῶς γὰρ εἰς ὑπόνοιαν τοιαύτην ἤρχου, ὅτι ἄγγελος ἐξ οὐρανοῦ ξένην διδασκαλίαν ἤμελλεν εἰσάγειν. Ἀλλ’ οὐκ ἀγγέλους ἀσφαλίζεται, ἀλλὰ τοῦ διαβόλου τὴν κακοτεχνίαν κατατέμνει·
Κἂν ἄγγελος ἐξ οὐρανοῦ
· οὐκ ἐπειδὴ τοιαῦτα συνῄδει ἀγγέλοις· ᾔδει γὰρ ὅτι ἐν ἀγγέλοις ἀπλανὴς ἡ ἀλήθεια· ἀλλ’ ἐπειδὴ πολλάκις ὁ Αὐτὸς δὲ ὁ
· διὸ ἀποκλείει τῷ
Kἂν ἄγγελος ὁ ἐξ οὐρανοῦ εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω·
ἀλλ’ ἔχαιρον ἐπὶ τῇ παῤῥησίᾳ τοῦ κηρύσσοντος, καὶ ἀσφαλιζομένου καὶ τειχίζοντος τὸ θεῖον κήρυγμα. Διὰ τοῦτο καὶ αὐτοὶ oἱ ἄγγελοι μαθόντες, ὅτι οὐ δεῖ οὐδενὶ πιστεύειν, ἢ τῷ λόγῳ τῶν ἀποστόλων, ἀσφαλίζονται καὶ οὐ κηρύσσουσιν. Ἀποστέλλονται μὲν πρὸς ἀνθρώπους, καὶ οὐ μὴν κηρύσσουσιν ἀμέλει. Ἀπεστάλη ἄγγελός ποτε πρὸς
Τὸ μηνύειν ἐμὸν, τὸ δὲ κηρύττειν τῶν ἀποστόλων. Ἀγγέλου γάρ ἐστιν εἰδέναι εἰ δεκτός ἐστι τῆς λειτουργίας καὶ προσευχῆς ὁ τρόπος·Ἀπόστειλον οὖν εἰς
ὅστις ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
Καὶ τί ἐκώλυσεν αὐτὸν παρ’ αὐτὰ κηρῦξαι; Ἆρ’ οὐκ ἀξιοπιστότερον τὸ κήρυγμα τοῦ ἀγγέλου; ἆρ’ οὐ μᾶλλον ἐβεβαιοῦτο Ἐν ὅσω καιρὸν ἔχομεν, ἐργασώμεθα τὸ ἀγαθὸν.
Καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. Ποίῳ καιρῷ ἰδίῳ; Τῷ τῆς ἀναστάσεως. Οὐκοῦν ὁ καιρὸς οὗτος οὐκ ἴδιος ἡμῶν, ἀλλ’ ἀλλότριος. Ἐνταῦθα μὲν τὰ σπέρματα, ἐκεῖ δὲ τὰ δράγματα· ἐνταῦθα σπείρεις μετὰ θλίψεως, ἐκεῖ θερίζεις μετ’ εὐφροσύνης, ὥς φησιν ὁ Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι
. Γένοιτο δὲ ἡμᾶς καὶ σπείροι καὶ θερίσαι ἐν ἀγαλλιάσει, ἐν Χριστῷ