Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ·καὶ εἰς τὸ,
Ὅταν παραδῷ τὴν βασιλεὶαν τῷ Θεῷ καὶ Πατρί·καὶ εἰς τὸ μυστήριον τοῦ βαπτίσματος.
Πάλιν ἡμῖν ἡ τοῦ μακαρίου Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί.
Τοῦτο γὰρ ἡμὶν ἡ πρώτη ψαλμῳδία διὰ τῆς προλαβούσης διδασκαλίας ἐμήνυσε. Διδασκαλίαν γὰρ ἡγεῖσθαι δεῖ τὰ θεῖα ἀναγνώσματα· τὰ δὲ παρ’ ἡμῶν, οὐ διδασκαλίαν, ἀλλὰ διδασκαλίας ἑρμηνείαν. Ὅτι δὲ καὶ ἡ ψαλμῳδία διδασκαλία ἐστὶν, ἄκουε αὐτοῦ τοῦ προφήτου λέγοντος·
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ
ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Πρῶτον διδάσκεται, εἶτα διδάσκει. Ὥσπερ γὰρ δεξαμενὴ ὑδάτων, ἐὰν μὴ δέξηται πλούσιον τὸ ῥεῦμα, οὐ δύναται ἐπὶ πρασιὰν καὶ κῆπον καταπέμπειν τὰ νάματα· οὕτω καὶ ὁ προφήτης καὶ ὁ ἀπόστολος, ἐὰν μὴ παρὰ τῆς οὐρανίου χάριτος δανείσηται τὰ θεῖα ῥεῖθρα, οὔτε αὐτὸς ἔχειν, οὔτε ἑτέροις μεταδιδόναι δύναται. Ὅτι δὲ διδάσκεται ὁ προφήτης, αὐτοῦ ἄκουε μαθητοῦ τάξιν ἀναλαμβάνοντος, δι’ ὧν φησι·
Τὰς ὁδοὺς σου, Κύριε, γνώρισὸν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Ὁρᾷς πῶς· διδάσκεται καὶ διδάσκει; Πᾶσα γὰρ ψυχὴ φιλόθεος, ἐὰν μὴ Θεὸν ἔχῃ, διδασκαλίαν πιστεύεσθαι οὐ δύναται. Οὐδὲν γὰρ ἀπὸ λογισμῶν ἀνθρωπίνων τικτόμενον ἀσφαλὲς· πᾶν δὲ τὸ παρὰ τῆς θείας Γραφῆς κηρυττόμενον ἀσφαλὲς καὶ ἀληθές. Λογισμὸς οἶδε καὶ κατασκευάζειν καὶ ἀνασκευάζειν· πᾶς ἀνθρώπινος λογισμὸς καὶ συγκατάθεσιν ἔχει καὶ ἀνάνευσιν· θεία δὲ φωνὴ παντὸς πράγματος ἐνεργεστέρανὉ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.
Ἀναγκαῖον δὲ ζητῆσαι αὐτὸ τὸ ῥῆμα. Τί βούλεται τὸ, Ὁ
Κύριος ἐβασίλευσεν;
ἆρα μὴ περὶ προσφάτως ἀναλαβόντος τὴν βασιλείαν λέγεται; Οὐδεὶς γὰρ ἂν εἴποι περὶ βασιλέως ἐκ πολλοῦ χρόνου βασιλεύοντος, ὅτι ὁ βασιλεὺς ἐβασίλευσεν· ὃ γὰρ ἔχει ἐκ παλαιοῦ χρόνου, τοῦτο ὡς πρόσφατον κτῆμα κηρύττειν οὐ δυνάμεθα. Τί τοίνυν ὁ Ὁ Κύριος ἐβασίλευσεν
; Εἰ γὰρ ἀεὶ βασιλεύει, περιττὸν τὸ,
Ἐβασίλευσε·
δέον, εἰ ἄρα βασιλείαν ὑμνεῖν ἤθελεὉ Κύριος ἐβασίλευσεν
, ὡς ἀρχὴν λαβούσης τῆς βασιλείας. Εἶτα πότε ἀρχὴν λαμβάνει βασιλεία Θεοῦ; πρόσφατον; Καὶ ἦν ποτε Θεὸς, ὅτε μὴ ἦν βασιλεύς; καὶ πῶς; Οὐδὲν ἐπὶ Θεοῦ πρόσφατον. Οὐ προσλαμβάνει ἐξουσίαν, οὐκ ἐνδύεται βασιλείαν, ἀλλ’ ἐξ αἰώΚύριος βασιλεύων τὸν αἰῶνα, καὶ ἐπ’ αἰῶνα, καὶ ἔτι.
Εἰ τοίνυν ὁ μακάριος Ὁ Κύριος ἐβασίλευσεν;
Ἦ δῆλον ὅτι τὴν τοῦ Σωτῆρος ἑρμηνεύει οἰκονομίαν. Διπλῆ γὰρ ἡ τοῦ Σωτῆρος βασιλεία· ἡ μὲν προαιώνιος καὶ ἀρχὴν οὐκ ἔχουσα, ἡ δὲ μετὰ τοὺς αἰῶνας, ἀρχὴν ἀπὸ τῆς οἰκονομίας λαμβάνουσα. Καὶ μὴν βασιλεὺς ἀεὶ ὢν, γίνεται καὶ κατὰ σάρκα βασιλεὺς, τὸ μὲν ἔχων κατὰ φύσιν, τὸ δὲ λαμβάνων κατὰ τὴν πλάσιν τὴν ἀνθρωπίνην. Ἐβασίλευσε τοίνυν ὁ Σωτὴρ ἡμῶν. Οὐκ ἀργῶς δὲ λέγει,
Ὁ Κύριος ἐβασίλευσεν·
ἀλλ’ ἐπειδὴ πρὸ τῆς τοῦ Χριστοῦ βασιλείαςὉ Κύριος ἐβασίλευσε
· τουτέστιν, ἀπελάσας μὲν δαιμόνων βασιλείαν, εἰσαγαγὼν δὲ τὴν ἑαυτοῦ ἔνσαρκον καὶ θείαν οἰκονομίαν. Δεῖ δὲ ἐξ αὐτῶν τῶν Γραφῶν δεῖξαι, τίνα ἦν τὰ πρὸ Χριστοῦ βασιλεύοντα. Ἄκουε Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ
Ἰδοὺ βασιλεία θανάτου ἐβασίλευε. Καὶ ἅλλοτε ἡ ἁμαρτία, ὥς φησιν ὁ αὐτός·
Καὶ μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι.
Ὥσπερ γὰρ ἡ ἁμαρτία ἐβασίλευσε διὰ τοῦ ἑνὸς, οὕτω καὶ ἡ χάρις βασιλεύει διὰ τοῦ ἑνός. Ἔδειξεν οὖν πρὸ Χριστοῦ καὶ ἁμαρτίαν βασιλεύσασαν, καὶ θάνατον· καὶ ἦσαν ἀλλήλων διάδοχοι, ὥσπερ πικροὶ βασιλεῖς καὶ τύραννοι. Καὶ ἡ μὲν ἁμαρτία ἐβασίλευσεν ἐν τῷ κόσμῳ· εἶτα μετὰ τὸ ἐκπληρῶσαι τὸν ἄνθρωπον τὸν ἑαυτοῦ δρόμον τῆς ζωῆς, παρεδίδοτο τῇ βασιλείᾳ τοῦ θανάτου, καὶ παρεπέμπετο διὰ τῆς βασιλείας τοῦ θανάτου τῇ βασιλείᾳ τῆς ἁμαρτίας ὁ ἄνθρωπος· ἀπὸ τυραννίδος εἰς τυραννίδα, ἀπὸ πολεμίων εἰς πολεμίους ἐλεηλατεῖτο τὸ γένος τῶν ἀνθρώπων. Ἡ ἁμαρτία ἐβασίλευεν, ὁ θάνατος μετὰ τὴν ἁμαρτίαν διαδεξάμενος ἐβασίλευσε
(Κέντρον
), καὶ ἐτυραννεῖτο τὸ γένος τῶν ἀνθρώπων. Ὁ τοίνυν μακάριος Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ
. Καὶ πότε ἐβασίλευσε; πότε τῆς βασιλείας ἤρξατο; Κατὰ τὴν σάρκα ἤρξατο βασιλείας τῆς κατὰ ἄνθρωπον αὐτῷ δοθείσης· ἡ δὲ βασιλεία ἡ προαιώνιος οὐκ ἀρχὴν ἔσχεν, οὐ τέλος ἕξει. Ἐντεῦθεν καὶ πρότερον ἡμῖν διείληπται περὶ τούτου τοῦ ῥήματος· ἀλλ’ ἀναγκαῖον καὶ πάλιν εἰς ἀνάμνησιν ἐλθεῖν. Οὐδὲ γὰρ δεῖ σκοπεῖν τὸν λέγοντα τὸ ἅπαξ μόνον κεχρῆσθαι τῇ ῥήσει, ἀλλ’ εἰ ἀναγκαία ᾖ συνεχῶς παραγομένη θεραπεύειν τὸ τραῦμα τῆς ἁμαρτίας, καὶ αὖθις λέγειν.
Ἐπειδὴ τοίνυν παράγουσιν αἱρετικῶν παῖδες, ὅτι καὶ αὐτὴν τὴν βασιλείαν, ἣν ἔχει ὁ Σωτὴρ, παρὰ τοῦ Πατρὸς αὐτὴν ἔλαβε, καὶ οὐδὲν ἔχει ἐκ φύσεως, ἀλλ’ ἐκ χάριτος, ἀναγκαῖον δεῖξαι, τίς ἡ κατὰ χάριν δοθεῖσα διὰ τῆς σαρἘγὼ
Ὅτε ἐπέβη τῇ Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ
αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ.
Πρόσεχε ἀκριβῶς. Οὐδέπω ἐκήρυξεν, οὐδέπω ἐπαίδευσε, καὶ λέγει,
Τὸν λαὸν αὐτοῦ
, ἵνα μάθῃς, ὅτι οὐ μετὰ τὸ πάθος λαὸς ὁ λαὸς· ἵνα μάθῃς, ὅτι οὐ μετὰ τὸ πάθος ἐκληρονόμησε λαὸν, ἀλλ’ εἶχε μὲν τὸν λαὸν, ὡς Δεσπότης τοῦ λαοῦ, καὶ πρὸ τοῦ πάθους, ἀνεκτήσατο δὲ τῷ πάθει τὴν οἰκουμενικὴν Ἐκκλησίαν.
Οὗτος γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
Καὶ δώσει αὐτῷ Κύριος.
Τίνι; Τῷ ὑπὸ σοῦ τικτομένῳ τῇ ἐνσάρκῳ οἰκονομίᾳ.
Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον.
Ποῖον;
. Οὐ γὰρ τὴν ἐπουράνιον λαμβάνει βασιλείαν, ἣν εἶχεν, ἀλλ’ ἀνακτᾶται ταύτην τὴν βασιλείαν τὴν ὑπὸ τῶν δαιμόνων ἁρπασθεῖσαν ἀπὸ τοῦ οἴκου Καὶ δώσει αὐτῷ Κύριος τὸν θρόνον
Εἰ αἰώνιος βασιλεία ἐστὶ, καὶ τέλος οὐκ ἔχει, ποίαν ἔχει χώραν τὸ κακῶς ἑρμηνευόμενον,
Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί;
Ἀλλ’ ὡς ἔφθην εἰπὼν, βασιλείαν πολλάκις ἡ Γραφὴ καλεῖ οὐ μόνον τὸ ἀξίωμα τῶν βασιλευόντων, ἀλλὰ καὶ αὐτὰ τὰ ἔθνη τὰ βασιλευόμενα. Πῶς γὰρ ἂν εἴη βασιλεὺς, τῶν βασιλευομένων οὐκ ὄντων; Βασιλείαν οὖν καλεῖ τὸ ἔθνος, τὸν λαὸν, τὴν οἰκουμένην τὴν ὑπὸ τὸν βασιλέα. Ὥσπερ ἂν εἴποι τις, ἡ βασιλεία Ζῇ Κύριος, οὐκ ἔστι τόπος, οὐκ ἔθνος, ἐν ᾧ οὐκ ἀπέστειλεν ὁ κύριός μου ὁ βασιλεὺς ζητῶν σε· καὶ σχεδὸν ἐνέπρησε τὴν βασιλείαν αὐτοῦ, καὶ οὐχ εὗρεν
· ἀντὶ τοῦ, Πάντας τοὺς βασιλευομένους ὑπ’· αὐτοῦ ἐνέπρησεν, ὅταν σὲ μὴ εὗρεν. Ὁρᾷς ὅτι βασιλείαν οὐ μόνον τὸ ἀξίωμα λέγει, ἀλλὰ καὶ τὰ ἔθνη τὰ βασιλευόμενα; Παραδίδωσιν οὖν ὁ Σωτὴρ τὴν βασιλείαν, ἤγουν τὴν ἀνθρωπότητα τὴν ποτε βασιλευθεῖσαν τῇ ἁμαρτίᾳ, τὴν ποτε βασιλευθεῖσαν τῷ θανάτῳ, ἵν’ ἀπὸ τῆς αἰχμαλωσίας ῥυσάμενος ἀνακτήσηται, καὶ παραστήσῃ αὐτὴν τῷ Θεῷ καὶ Πατρί. Ὅτι μὲν οὖν κατέστη βασιλεὺς ἐπὶ Καὶ εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνον ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ.
Καὶ μετὰ ταῦτα ὑποβάς φησιν·
Οἴμοι ὁ τάλας ἐγὼ, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος οἰκῶ, καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.
Πρόσεχε ἀκριβῶς τῇ μαρτυρίᾳ. Ὅτε Καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.
Τίνα εἶδε; περὶ τίνος ἐλάλησεν; ἐρώτησον Καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ,
Πῶς εἶδε;
Καθήμενον ἐπὶ θρόνον ὑψηλοῦ καὶ ἐπηρμένου.
Καὶ τί αὐτῷ διελέχθη;
Καὶ εἶπε Κύριος πρὸς με· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἥκουσαν
, καὶ τὰ ἑξῆς.
Τί τοίνυν λέγει Τὸν βασιλέα Κύριον,
Λέγει τοίνυν Τοσαῦτα δὲ σημεῖα ποιήσαντος τοῦ
καὶ τὰ ἑξῆς. Καὶ ἵνα μὴ τις νομίσῃ, ὅτι τὰ ῥήματα ἐξέλαβεν ὡς ἁρμόζοντα, καὶ τὸ μὲν ῥῆμα ἁρμόζει, ὃν δὲ εἶδεν ἐπὶ τοῦ θρόνου καθήμενον, οὐκ ἦν ὁ Υἱὸς, ἐπάγει ὁ εὐαγγελιστής·
Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε
,Ταῦτα δὲ εἶπεν
Ποίαν δόξαν;
Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνον ὑψηλοῦ, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ
Τίνα εἶδε;
Καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.
Βασιλέα ποῖον; Ὃν ἀνεβόησε Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ
Τοῦτο γὰρ ἐστι τὸ θαυμαστὸν, ὅτι τὴν φωνὴν τοῦ Τάδε λέγει Κύριος ὁ βασιλεὺς τοῦ
Λέγει δὲ ὁ αὐτὸς προφήτης πάλιν ἀλλαχοῦ·
Τάδε λέγει Κύριος ὁ Θεὸς, ὁ βασιλεὺς τοῦ
Μέμνηται δὲ καὶ τίς ὁ λυτρωσάμενος, καὶ τί τὸ λύτρον, καὶ πῶς ἐδόθη· καὶ ὅτι λύτρον τὸ σῶμα, καὶ ὅτι λύτρον τὸ αἷμα.
Ὁ λυτρωσάμενος αὐτόν.
Ἐπειδὴ ἐδόκει προσφάτως φαίνεσθαι διὰ τὴν οἰκονομίαν, ἵνα μὴ πρὸς τήν σάρκα βλέποντες οἱ ἄνθρωποι ἀγνοήσωσι τὸ ἀξίωμα τῆς θεότητος, λέγει·
Ὁ λυτρωσάμενος αὐτὸν, ὁ Θεὸς ὁ αἰώνιος.
Αἰώνιος τοίνυν ὁ Πατὴρ, αἰώνιος ὁ Υἱὸς, αἰώνιον τὸ Πνεῦμα τὸ ἅγιον. Μὴ δύναται πάλιν αἱρετικὸς εἰπεῖν τρεῖς αἰωνίους; Αἰώνιος, εἶπεν, ὁ Πατὴρ, αἰώνιος ὁ Υἱὸς, αἰώνιον τὸ Πνεῦμα, οὐ τρεῖς φύσεις αἰωνίους, ἀλλὰ μία φύσις αἰώνιος, ἐν Τριάδι μιᾷ φανερουμένη. Ἄκουε τί φησιν ὁ μακάριος Ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς.
Τίς ὁ κατασκευάσας; Ἑὰν θέλῃ ἐκφυγεῖν τὴν θεολογίαν τοῦ Υἱοῦ ὁ αἱρετικὸς, λέγει, Περὶ τοῦ Πατρὸς εἴρηται, καὶ ἐπιλανθάνεται τῶν οἰκείων ῥημάτων. Λέγει γὰρ, Τὸν Υἱὸν μόνον ἐποίησεν ὁ Πατὴρ, τὰ δὲ ἄλλα ὁ Υἱός. Εἰ πάντων ποιητὴς ὁ Υἱὸς, καὶ τὰ ἄκρα τῆς γῆς αὐτὸς ἐποίησεν· ὁ γὰρ κατασκευάσαςὉ Θεὸς ὁ αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς.
Ἄκουε Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, ἀπεκδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν
ἘπεφάνηΜέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ·
ἐπειδὴ Χριστὸς Θεοῦ δύναμις, τὸ αὐτὸ δὲ παρ’ Ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος
, καὶ,
Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν
οὕτως αὐτῷ ἑτέρῳ λόγῳ μελῳδεῖ·
Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. Μέγας ὁ Κύριος ἡμῶν.
Ἄλλος γὰρ ὁ Κύριος ἡμῶν, καὶ ἄλλη ἡ ἰσχὺς αὐτοῦ; Οὐχί· ἀλλ’ ἐπειδὴ ἡ ἰσχὺς ἦν ἡ δύναμις, Χριστὸς δὲ Θεοῦ δύναμις, μέγας ὁ Κύριος ἡμῶν, καὶ μέγας ὁ Χριστός. Ἰδοὺ οὖν ἔχεις μέγαν Θεὸν αἰώνιον, Θεὸν Θεοῦ μεγάλου αἰωνίου Υἱόν. Οὗτος δὲ ὁ Θεὸς ὁ μέγας καὶ αἰώνιος, ἐπιφανεὶς τοῖς ἀνθρώποις, ἀναλαμβάνει σάρκα ἐκ Πνεύματος ἁγίου κατασκευασθεῖσαν.
Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.
Πῶς οὖν Πνεύματος δημιουργήσαντος; ἔπλασε γὰρ τὸν ναὸν τοῦ Θεοῦ Λόγου τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ ἁγίᾳ ἐκείνῃ καὶ μεγάλῃ παρθένῳ, καὶ προῆλθε σῶμα ἔχων ἐκ παρθένου κατασκευασθὲν ὑπὸ τοῦ ἁγίου Πνεύματος θείᾳ δυνάμει ἀοράτως καὶ ἀφράστωςΕἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα·
τουτέστι, τὰ θύματα τὰ διὰ Εἰ γὰρ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Κυρίου ἡμῶν
Τὶ ἐστι,
Διὰ Πνεύματος αἰωνίου;
Ἡ σὰρξ ἡ τοῦ Σωτῆρος ὥσπερ διδάσκαλον ἔχει τὸ Πνεῦμα τὸ ἁγίον· οὐχ ὡς τοῦ Θεοῦ Λόγου ἀτονοῦντος πρὸς τὴν παιδαγωγίαν τῆς σαρκὸς, ἀλλ’ ὅπερ ἂν ἐποίει ὁ Θεὸς Λόγος, τῷ Πνεύματι τῷ ἁγίῳ ἐπεγράφετο. Τίς ἀπελαύνει δαίμονας; οὐχ ὁ Θεὸς Λόγος; Ἀλλ’ ὅμως ὁ Θεὸς Λόγος φησίν·
Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια
. Τὰ ἑαυτοῦ ἔργα ἐπιγράφει τῷ Πνεύματι, ἐπειδὴ μία φύσις, καὶ ἀμέριστος ἡ ἐνέργεια. Ὅτι δὲ τὸ σῶμα ἐκεῖνο τὸ ἅγιον ὥσπερΚαὶ ἐγένετο, ὅτε ὁ
Τί ἐστι τὸ,
Ἤγετο
; Τουτέστιν, ἐπαιδαγωγεῖτο ἡ σάρξ,
Ἤγετο ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον.
Διὰ τοῦτο κατὰ μίμησιν τοῦ Σωτῆρος καὶ ἡμεῖς ἀγόμεθα. Λέγει γὰρ Εἰ Πνεύματι Θεοῦ ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
Διὰ τοῦτο ὁ Σωτὴρ δείκνυσιν ἑαυτὸν πηγὴν ζωῆς, καὶ ὕδωρ ζῶν τὸ Πνεῦμα τὸ ἅγιον. Ὁρᾷς πῶς τὸ ἀμέριστον τῆς οὐσίας μηνύει; Λέγει ὁ Σωτήρ·
Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον·
καὶ εὐθέως ἐπάγει Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες.
Προσέχετε ἀκριβῶς. Εἰ τοίνυν ὕδωρ ζῶν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ αὐτὸ λαμβάνουσιν οἱ πιστεύοντες, διὰ τὶ εἶπες,
Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς με,
καὶ οὐκ εἶπες, Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς τὸ Πνεῦμα τὸ ἅγιον; Ἀλλ’ εἰ καὶ πρὸς ἐμὲ εἶπον, τὴν ἀλήθειαν ἔφην. Μία γὰρ πηγὴ ἀμφοτέρων·
Ὅτι παρὰ σοῦ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Ἀλλ’ ἐπειδὴ ὁ Σωτὴρ ὕδωρ ζῶν ἐκάλεσε τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τί φησίν ὕδωρ ζῶν; Ἵνα μάθῃς αὐτὸ ἐκ τῆς πηγῆς τοῦ Θεοῦ ὄν. Ὕδωρ ζῶν τὸ Πνεῦμα, πηγὴ ὕδατος ζῶντος ὁ Θεὸς, ἴν’ ὅταν μάθῃς τὴν πηγὴν, νοήσῃς πόθεν τὸ ὕδωρ τὸ ζῶν.
Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγε τὸ ὕδωρ περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες.
Εἰ ὕδωρ ζῶν τὸ Πνεῦμα, ζητήσωμεν αὐΤάδε λέγει Κύριος· Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαὸς μου· ἐμὲ ἐγκατέλιπε πηγὴν ὕδατος ζῶντος.
Ὁρᾷς πηγὴν ὕδατος τὸν Θεὸν, ζῶν δὲ ὕδωρ τὸ Πνεῦμα τὸ ἅγιον; Πηγὴ ὕδατος ζῶντος ὁ Πατήρ· ποταμὸς ἐκ τῆς γῆς προερχόμενος, ὁ Υἱός· ὕδωρ τοῦ ποταμοῦ τὸ Πνεῦμα τὸ ἅγιον.
Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος.
Λεγέτω περὶ τοῦ Υἱοῦ τὰ αὐτὰ καὶ ὁ προφήτης Καὶ ἥξει Κύριος ὡς ποταμὸς ἔνδοξος ἐν γῇ διψώσῃ.
Ὁρᾷς πηγήν; ποταμόν; ὕδωρ ζῶν; Καὶ ὥσπερ οὐ δύνῃ τὴν πηγὴν καλέσαι ποταμὸν, ἕως τὴν ῥίζαν ὁρᾷς, οὔτε πάλιν τὸν ποταμὸν προελθόντα ἔξω οὐ δύνῃ καλέσαι πηγὴν, οὔτε τὸ ὕδωρ τὸ ἀπὸ τοῦ ποταμοῦ σχιζόμενον καὶ τὴν γῆν ἀρδεῦον οὐ καλεῖς ποταμὸν, ἀλλ’ ὕδωρ ἀρδείας· καὶ τὰ μὲν ὀνόματα τέμνεται, ἡ δὲ φύσις ἀμέριστος· ὥσπερ οὖν (πάλιν γὰρ τὰ αὐτὰ ἀναλαβὼν διηγήσομαι) οὔτε τὴν πηγὴν καλεῖς ποταμὸν, ἕως τὴν ῥίζαν ὁρᾷς, οὔτε προελθοῦσαν τὴν πηγὴν εἰς ποταμὸν οὐ καλεῖς πηγὴν, ἀλλ’ ἐκείνης τῆς πηγῆς ἀπόῤῥοιαν· πάλιν τοῦ ποταμοῦ τὸ ὕδωρ ἐπειδὰν εἰς ἀρδείαν προέλθῃ, ποταμὸς οὐ λέγεται, ἀλλ’ ὕδωρ ἀρδεῦον, καὶ τὰ μὲν ὀνόματα τέμνεται, ἡ δὲ φύσις οὐ μερίζεται· οὕτω τὸν μὲν Πατέρα Υἱὸν καλέσαι οὐ δυνατόν, οὐδὲ τὸν Υἱὸν Πατέρα, ἵνα μὴ εἰς τὴν Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος·
εἰ μὴ ἤκουσα τοῦ Κυρίου λέγοντος,
Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες·
οὐκ ἂν ἀνθρωπίνῃ καὶ θνητῇ ἐννοίᾳ κατὰ τῆς ἀθανάτου ταῦτα ἐκαινοτόμησαΕἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἂν σοι ὕδωρ ζῶν.
Περὶ τούτου τοῦ ὕδατος καὶ Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Ἐκεῖνος ὡς Πῶς ταῦτα δύναται γενέσθαι; μὴ δύναται ἄνθρωπος γέρων ὢν, ἐκ δευτέρου εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ εἰσελθεῖν, καὶ γεννηθῆναι;
Πνευματικὰ ἀκούων, σωματικὴν αἴσθησιν ἐλάμβανε. Λέγει αὐτῷ ὁ Σωτήρ·
Πᾶν τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστιν.
Οὐ περὶ σαρκὸς διαλέγομαι, ἢ σαρκικῆς ἀναγεννήσεως·
τὸ δὲ γεγεννημένον ἐκ τοῦ Πνεύματος, Πνεῦμα ἐστιν·
εἶτα ἐγκαλεῖ αὐτῷ·
Σὺ εἶ ὁ διδάσκαλος τοῦ
Ὁρᾷς ὅσον ἐστὶν ἔγκλημα, διδασκάλου τάξιν ἐπέχοντα, μὴ ἐπιβάλλειν ἑαυτὸν καὶ ἐρευνᾷν τάς Γραφάς·
Σὺ εἶ ὁ διδάσκαλος τοῦ
Καὶ εἰ διδάσκαλος ἦν τοῦ Ἐὰν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος;
Ταῦτα καὶ Καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, λέγει Ἀδωναῒ Κύριος· καὶ προσλήψομαι ὑμᾶς καὶ ῥανῶ ἐφ’ ὑμᾶς ὕδωρ καθαρὸν, καὶ δώσω τὸ Πνεῦμὰ μου εἰς ὑμᾶς.
Ὕδωρ καὶ Πνεῦμα.
Ἐὰν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος.
Ῥανῶ ἐφ’ὑμᾶς ὕδωρ καθαρὸν, καὶ δώσω ὑμῖν Πνεῦμα καινόν.
Ὕδωρ καὶ Πνεῦμα.
Πάλιν τρανῶς ὁ μακάριος Καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Κυρίου.
Καὶ ἐξήγαγέ με Κύριος ἐπὶ τὰ πρόθυρα τῆς πύλης, τῆς βλεπούσης κατὰ ἀνατολὰς. Καὶ ἰδοὺ ὕδωρ ἐξήρχετο ἐκ τοῦ
Πανταχοῦ τὸ,
Κατὰ ἀνατολὰς
, ἐπειδὴ ἐκεῖθεν ἡ πηγὴ τῆς σωτηρίας. Ὥσπερ γὰρ ἐκεῖθεν ἡ δόξα αὐτοῦ ἤρχετο κατὰ τὴν ὁδὸν τὴν κατὰ ἀνατολὰς, οὕτω καὶ τὸ ὕδωρ ἐκεῖθεν ἤρχετο.
Καὶ ἰδοὺ,
Καὶ εἶδεν ὕδωρ, εἶδε δὲ καὶ ἄνθρωπον.
Καὶ ἐξήγαγέ με Κύριος ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς, καὶ ἰδοὺ ὕδωρ ἐξήρχετο ὑποκάτωθεν τοῦ αἰθρίου.
Οὐδὲ τοῦτο ἀργὸν, τὸ,
Ὑποκάτωθεν τοῦ αἰθρίου.
Οὐδὲν κεκαλυμμένον, ὅλον γυμνὸν, καθαρὸν, διειδὲς, φωτὸς πεπληρωμένον.
Ὑποκάτωθεν τοῦ αἰθρίου ἐκ τοῦ κλίτους τοῦ δεξιοῦ τοῦ κατὰ ἀνατολὰς· καὶ ἰδοὺ ὡς ἔξοδος ἀνδρός.
Οὐκ ἂν ἦν ἄλλως, ἢ,
Ὥς ἔξοδος ἀνδρός.
Συνήρχετο τῷ ὕδατι ἄνθρωπος, καὶ ἦν μυστήριον. Τὸ μὲν γὰρ ἑρμήνευσεἙνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
Καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ.
Προσέχετε ἀκριβῶς, παρακαλῶ, ἵν’ εἰδῆτε τὴν ἐλπίδα τῆς ἀθανασίας ἄνωθεν προκατηγγελμένην.
Ἰδοὺ ὕδωρ ἐξήρχετο, καὶ ὡς ἔξοδος ἀνδρὸς ἐνώπιον, καὶ ἦν ἐν τῇ χειρὶ αὐτοῦ μέτρον.
Τὶ ἐστι τὸ μέτρον; Ἡ
χάρις,
καὶ τὸ μέτρον δωρεᾶς
.
Καὶ διεμέτρησεν ἐν τῷ ὕδατι χιλίους.
Τὶ ἐστι,
Χιλίους;
Οὐκ εἶπε, πήχεις, καλάμους, ἀλλὰ,
Χιλίους.
Τὰ μὲν λέγει, τὰ δὲ κρύπτει.
Καὶ διεμέτρησε χιλίους. Καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως. Καὶ διεμέτρησεν ἐν τῷ μέτρῳ, ᾧ ἐμέτρησε, χιλίους. Καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως.
Ποῖον ὕδωρ ἀφέσεως διὰ τοῦ ὕδατος διῆλθεν; Ἐπειδὴ καὶ αἰσθητὸν ὕδωρ ἐστὶν ἐν τῷ βαπτίσματι καὶ νοητὸν, διῆλθε διὰ τοῦ ὕδατος τοῦ αἰσθητοῦ τὸ ὕδωρ τῆς ἀφέσεως· τουτέστι, τὸ Πνεῦμα τὸ τὴν ἄφεσιν ἔχον τῶν ἁμαρτημάτων, διῆλθε διὰ τοῦ ὕδατος; τοῦ αἰσθητοῦ.
Καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως.
Ὅπου γὰρ Πνεῦμα, ἐκεῖ καὶ ἄφεσις ἁμαρτημάτων· ὥς φησιν ὁ Σωτὴρ ἐμφυσήσας·
Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς.
Εἶτα βουλόμενος δεῖξαι ὁ προφήτης, μᾶλλον δὲ Θεὸς τῷ προφήτῃ, πῶς τὸ μυστήριον τοῦ βαπτίσματος ἄρχεται μὲν ἀπὸ ὀλίγων, πληθῦνον δὲ καὶ καλύπτειν ἔμελλε τὸν κόσμον, ἄρχεται πρῶτον ἀπὸ Εἶχεν ἐν τῇ χειρὶ αὐτοῦ μέτρον, καὶ ἐμέτρησε χιλίους· καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως· ἐμέτρησε δὲ καὶ ἄλλους χιλίους, καὶ ἀνέβη τὸ ὕδωρ ἕως ὀσφύος.
Προέκοψε κατὰ μικρόν. Πρῶτον ὕδωρ· εἶτα ὕδωρ βαθὺ μέχρι τῆς ὀσφύος ἀνερχόμενον.
Καὶ διεμέτρησεν ἄλλους χιλίους· καὶ οὐκ ἠδύνατο λοιπὸν διελθεῖν, ὅτι τὸ ὕδωρ ἐπλεόνασε. Καὶ ἐξήρχετο τὸ ὕδωρ, καὶ ποταμὸς μέγας.
Πρῶτον ὕδωρ· εἶτα μέχρις ὀσφύος· εἶτα ποταμός. Καὶ διεμέτρησε τρίτον, χιλίους, χιλίους, χιλίους. Μέχρι τῶν χιλίων ὁ ἀριθμός. Τελεία
Καὶ ἐμέτρησεν ἄλλους χιλίους, καὶ ἀνέβη τὸ ὕδωρ ἕως ὀσφύος, καὶ ἐμέτρησε τρίτον χιλίους.
Ὅτε τὸ πλήρωμα τῆς γνώσεως, τότε τὸ τρίτον ἐπετέθη. Καὶ ἓν μὲν τὸ μέτρον, τρίτον δὲ ἐπιτιθέμενον, τουτέστι Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος, μία θεότης, μία δύναμις, μία ἐξουσία, ἐν τρισὶν ὀνόμασι κηρυττομένη.
Καὶ ἦν,
Τὶ ἐστιν,
Ὡς χειμάῤῥους;
Ἡ τοῦ Πνεύματος τοῦ ἁγίου ἐν ἐνέργεια. Χειμάῤῥουν δὲ καλεῖ τὸ ἐπάλληλον τῶν δωρεῶν. Ὁ ποταμὸς μὲν γὰρ ὁ διὰ παντὸς ῥέων ἥσυχον φέρει τὸ ῥεῦμα· χειμάῤῥους δὲ ἀθρόον κορυφούμενος, ἐπάλληλα φέρει τὰ κύματα, καὶ κατασύρει πάντα. Βουλόμενος τοίνυν δεῖξαι ὁ φιλάνθρωπος Θεὸς τῆς χάριτος τὴν δωρεὰν, ὅτι ὕδωρ μὲν ἀφέσεως τοῖς πιστεύουσιν, ὕδωρ δὲ κατακλύζον τοῖς ἀπιστοῦσι, καὶ κατασῦρον δαιμόνων πλάνην, δαιμόνων τυραννίδα, διαβόλου κακίαν, φησίν·
Ἐξῆλθεν ὡς χειμάῤῥους κατακλύζων.
Τίς ὁ χειμάῤῥους; Ἄκουε τοῦ Θεοῦ λέγοντος διὰ Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς, ὡς ποταμὸς, καὶ ὡς χειμάῤῥους κατακλύζων.
Ποταμὸς, τοῖς πιστοῖς· χειμάῤῥους, τοῖς ἀντιλέγουσι. Καὶ διῆλθεν ὡς χειμάῤῥους τοῖς ἀντιλέγουσι, καὶ ὡς χειμάῤῥους κατακλύζων ἐγένετο τὰ ὕδατα ἐκεῖνα. Βλέπε πῶς ἑρμηνεύει τὴν δωρεάν. Ποίαν ἔχει ἐνέργειαν τὸ ὕδωρ ἐκεῖνο; Ὥς φησιν ὁ προφήτης·
Καὶ ἐξῆλθεν ὕδατα, καὶ ἐγένετο ἔνθεν τοῦ ποταμοῦ καὶ ἔνθεν τοῦ ποταμοῦ φυτὰ μεγάλα σφόδρα, καὶ τὰ ὕδατα ὑγιάζοντα
. Τὶ ἐστι,
Καὶ τὰ ὕδατα ὑγιάζοντα;
Ἐπειδὴ ὑγίειαν φέρει.
Ἰδὲ ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.
Καὶ ἰδοὺ δένδρα ἔνθεν τοῦ ποταμοῦ καὶ ἔνθεν τοῦ ποταμοῦ. Καὶ πᾶσαν ψυχὴν, ἐφ’ ἢν ἂν ἔλθοι τὰ ὕδατα, ὑγιάσει. Καὶ ἰχθὺς πολὺς ἦν ἐν τῷ ποταμῷ.
Ποῖος ἰχθύς; Ὁ λαὸς ὁ πολύς.
Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
Καὶ ἰδοὺ ἰχθὺς πολὺς ἐν τῷ ποταμῷ ὡς ἰχθύες τῆς θαλάσσης·
ἀντὶ τοῦ, τοσούτους συνάγει ἡ Χριστοῦ παρουσία, ὅσους ἔχει ἡ οἰκουμένη, κατὰ τοὺς ἰχθύας τοὺς ἐν τῇ θαλάσσῃ τῇ μεγάλῃ. Οὓς εἶχεν ὁ κόσμος, ἔλαβεν ἡ ἐκκλησία.
Καὶ πᾶν δένδρον
· καὶ ὁ καρπὸς τῶν φυτῶν οὐ μὴ ἐκλείπῃ. Χριστοῦ κηρυττομένου, λύχνος εἰσάγεται. Πεφύκασι γὰρ καὶ αἱ προφητεῖαι ἅπτειν λύχνον Χριστῷ, ὡς λέγει ὁ Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.
Λαμπὰς κατέλαβεν αἰσθητή. Νόει τὴν λαμπάδα, τὸ δὲ προκείμενον·
Καὶ ἦν ἐπὶ τοῦ ποταμοῦ δένδρα πολλὰ, καὶ ὁ καρπὸς τῶν δένδρων ἐκείνων οὐ μὴ ἐκλείπῃ ἀπὸ τῆς καινότητος αὐτῶν.
Οὐ γὰρ παλαιῶν ἦν φυτῶν, ἀλλὰ νέων. Καινὰ λέγει φυτὰ, καινοὺς καρπούς.
Ἀποδύσασθε τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδύσασθε τὸν νέον τὸν ἀνακαινούμενον.
Ὁρᾷς τὴν χάριν προμεμηνυμένην; ὁρᾷς εἰκότως τὸν Κύριον ἐγκαλοῦντα Σὺ εἶ ὁ διδάσκαλος τοῦ
Ἀλλὰ μαρτυρεῖ τούτοις Πάντα τὰ ὀστᾶ μου· ἐροῦσι, Τίς ὅμοιός σοι, Κύριε;
Λέγει τοίνυν ὁ μακάριος Καὶ ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν πᾶς τόπος διανοιγόμενος τῷ οἴκῳ
Οἶκον Μνηστευθείσης ἀνδρὶ, ᾧ ὄνομα
Ἐπὶ τῇ τοῦ Σωτῆρος ἐπιφανείᾳ πᾶς τόπος ἠνοίγη, ἀνατολὴ, δύσις, μεσημβρία, ἄρκτος.
Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις πᾶς τόπος διανοιγόμενος τῷ oἴκῳ
, καὶ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ
Ποῖον ὕδωρ ζῶν;
Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
Καὶ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ
Πόθεν ἐξέρχεται; ἐξελεύσεται λόγος ἐξ Ἐξελεύσεται οὖν ὕδωρ ζῶν ἐξ
Τί ἦν,
Εἰς τὴν θάλασσαν τὴν πρώτην,
καὶ,
Εἰς τὴν θάλασσαν τὴν ἐσχάτην;
Μυθάρια ἐξηγεῖται ἡ Γραφή; Ἀλήθειαν κηρύττει, μυστήριον ἑρμηνεύει, δυνάμεις ἀποκαλύπτει.
Ἐξελεύσεται ὕδωρ ζῶν.
Βλέπε τὸ θαυμαστόν. Οὐ λέγει, ποταμὸς, ἀλλὰ πρῶτον,
Ὕδωρ.
Ἀεὶ γὰρ ἡ χάρις ἀπὸ μικρῶν ἀρχομένη εἰς μεγάλα πληθύνει.
Ἐξελεύσεται ὕδωρ ζῶν ἐξ
Θάλασσαν καλεῖ τὴν πρώτην τὰ οἰκισθέντα πρῶτα μέρη τῆς οἰκουμένης ἀπὸ τῆς ἀνατολῆς. Βροῦχος ἐξήλατο, ὡς ἀττέλεβος· ὁ ἐπίμικτός σου, ὡς ἀκρίς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐξεπετάσθη καὶ ἐπελάθετο τοῦ τόπου αὐτῆς.
Τὸν λαὸν λέγει τὸν μιγάδα. Ἐξήλατο ὡς βροῦχος, καὶ ὡς ἀκρὶς ἐπιβεβηκυῖα φραγμῷ ἐν ἡμέρᾳ παγετοῦ. Ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐξεπετάσθη, καὶ οὐκ ἐπέγνω τὸν τόπον αὐτῆς· ἀντὶ τοῦ, ἐπελάθετο τῆς ταπεινώσεως αὐτῆς. Οὕτω καὶ ἡμεῖς ἐν πτωχείᾳ ἐσμὲν ταπεινοί· ἐπλουτήσαμεν, ἐπελαθόμεθα. Ἐν θανάτῳ φιλοσοφοῦμεν, καὶ ὅταν προκομίζηται νεκρὸς, ἕκαστος φιλοσοφεῖ τὰ ἀνθρώπινα, λέγων· Παρέρχεται τὰ πάντα, οὐδέν ἐσμεν. Ἕως ὁρᾷ τὴν πρῶσιν, φιλοσοφεῖ· ἐξῆλθεν ἡ ὄψις ἡ φοβοῦσα, εὐθέως ἐπελάθετο τῆς προαιρέσεως. Διὰ τοῦτο λέγει ἡ Γραφή·
Ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.
Ἐπὶ πάντων μέμνησο τὰ ἔσχατά σου, καὶ ἕξεις τὴν γνώμην ἀσάλευτον. Εἴη δὲ ἡμᾶς, ἀδελφοὶ, ἐν πᾶσι πιστοὺς διαμένειν Θεῷ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.