Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Ἀναγκαῖον δέ, ἀδελφοί, μαθεῖν τίνος ἕνεκεν τὸ παλαιὸν ὁ θεὸς περιέγραψε τὸν λαὸν ἐν τόπῳ καὶ κλίματι, διὰ τί δὲ οὐκ ἐπέτρεπε τῷ λαῷ ἐκείνῳ ἀνὰ πᾶσαν τὴν γῆν ᾄδειν τὰ θεῖα. Ἐκεῖνο γὰρ δεῖ πρῶτον εἰδέναι καλῶς, ὅτι θεὸς οὐ τρέπεται, οὐ μεταβάλλεται, οὐδ’ ἀφ’ ἑτέρας εἰς ἑτέραν μετατίθεται γνώμην· οὐ ποτὲ μὲν τοῦτο δοκιμάζει, ποτὲ δὲ ἕτερον· ἀλλ’ αὐτὸς μὲν ὢν ἄτρεπτος καὶ ἀναλλοίωτος, ἁρμόζεται πρὸς τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην. Λαλεῖ θεός, ἀδελφοί, καὶ νομοθετεῖ πολλάκις, οὐχ αὐτὸς δύναται, ἀλλ’ ὡς ἡμεῖς ἀκούειν δυνάμεθα. Ἐδύνατο καὶ διὰ τοῦ παλαιοῦ ᾄσματος ἐξάψαι τὴν λαμπάδα τοῖς ἔθνεσιν, ἀλλ’ οὐκ ἦσαν οἱ μεταχειριζόμενοι τὴν λαμπάδα εὔτονοι πρὸς τὸ τῆς εὐσεβείας κήρυγμα. Εἰ γὰρ αὐτοὶ λαβόντες μὴ κατέσχον τὸν τῆς εὐσεβείας λόγον, πῶς εἰς ἄλλους διαδοῦναι τὸν τῆς εὐσεβείας νόμον ἠδύναντο; Ἀλλ’ ἐπειδὴ ὁ λαὸς σαθρὸς καὶ ἄπιστος ἦν, καὶ ταχέως τοῖς ἐθνικοῖς ὑπαγόμενος μιάσμασιν, ἑνὶ περιορίζεται τόπῳ, ἵνα δυνηθῇ τὸ καθ’ ἑαυτὸν ἀσκεῖσθαι τὸν τῆς εὐσεβείας νόμον. Τοῦτο ποιεῖ καὶ ἀνὴρ πολλάκις τῶν καθ’ ἡμᾶς ἕκαστος. Ἐπειδὰν ἔχῃ ὕποπτον γυναῖκα, περιορίζει αὐτὴν τόπῳ, καὶ θαλάμοις ἐναποκλείει καὶ εὐνούχους περιίστησι, καὶ πᾶσαν φυλακὴν περιτίθησι, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται τὰ φυλάττοντα τὴν σωφροσύνην, ἐπειδὴ οὐκ ἔχει τὴν ἀληθῆ φιλανθρωπίαν,
Καλὸν ἡμῖν ὡς ἀληθῶς καὶ θαυμάσιον ὕμνον διὰ τῆς πνευματικῆς ἀνεκρούσατο λύρας ὁ ὑμνογράφος ᾌσατε τῷ κυρίῳ ᾆσμα καινόν· ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ.
Σκόπησον, ἀγαπητέ, εὐσεβῶς, καὶ νόησον, ὅπως τὰ προφητικὰ τοῖς εὐαγγελικοῖς συνᾌσωμεν τῷ κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
. Ἐλέγετο καὶ ἄλλο παλαιὸν ᾆσμα ὑπὸ τῆς μακαρίας Πῶς ᾄσομεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
Ὁρᾷς ὡς οὐκ ἐπετέτραπτο τῷ παλαιῷ ᾄσματι διὰ πάσης χωρεῖν τῆς ὑπ’ οὐρανόν, ἀλλὰ τῷ ἔθνει καὶ ὁ ὕμνος συνεγράφετο; Ἀλλὰ πάλιν ἐπαναλάβωμεν τὰ λαληθέντα παρὰ τῶν ἐν Τότε ἠρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον· ᾌσατε ἡμῖν ἐκ τῶν ᾠδῶν
Εἶτα τῷ νόμῳ περιγεγραμμένοι καὶ κωλυόμενοι ἐπὶ τῆς ἀλλοδαπῆς τὰ θεῖα ᾄδειν, ἀποκρίνονται·
Πῶς ᾄσομεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
Τὸ μὲν οὖν παλαιὸν ᾆσμα οὕτω διαρρήδην περιεγέγραπτο, ὡς ἔφθην εἰπών, τῷ τε λαῷ καὶ τῷ κλίματι. Τὸ δὲ νέον ᾆσμα διὰ πάσης χωρεῖ τῆς ὑπ’ οὐρανόν, καὶ ὑπὸ πάσης ᾄδεται τῆς οἰκουμένης· Διὰ τοῦτο καὶ ὁ προφήτης εἰπὼν
ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν
εὐθέως ἐπήγαγεν·
ᾌσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ.
Ὅρα πῶς ἁπλοῖ τὸ δῶρον, ὅρα πῶς πλατύνει τὴν θεολογίαν, ὅρα πῶς δείκνυσιν ἀντιδιαστελλόμενον τὸ ᾆσμα τὸ καινὸν πρὸς τὸ παλαιὸν ἐκεῖνο καὶ περιγεγραμμένον. Καὶ ἵνα μή τις στοχασμοῖς ἀνθρωπίνοις ἀμβλύνῃ τὴν θεωρίαν, οὐκ ἐσιώπησεν οὔτε τῆς ἀγγελικῆς χάριτος τὴν ἐνέργειαν, ἀλλ’ εἰπὼν
ᾌσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ
πάλιν ἐπήγαγεν·
Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ.
Ὁποῖον σωτήριον; Ἦ δῆλον ὅτι τὴν πολυΰμνητον τοῦ σωτῆρος οἰκονομίαν λέγει, ὅτι θεὸς ἐν ἀνθρώποις ἐγένετο διὰ φιλανθρωπίαν ὅτι τοῖς κάμνουσιν ἰατρὸς ἐπεδήμησεν, ὅτι τοῖς ἐσκοτισμένοις τὸ φῶς ἐπέλαμψεν, ὅτι τοῖς πεπλανημένοις ἡ ὁδὸς ἐπέφανεν, ἡ ὀδὸς ἐκείνη ἡ σήμερον βοήσασα διὰ τῶν εὐαγγελίων·
Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή.
Καὶ μή τις ἀνάρμοστον εἶναι νομίσῃ τὴν εἰκόνα τὴν προκειμένην· Ὁ γὰρ θεὸς οὕτω προσφέρεται τῷ λαῷ ὡς ἀνὴρ γυναικί, οὐ κατὰ τὴν τῶν σωμάτων ἕνωσιν, ἀλλὰ κατὰ τὴν διάθεσιν καὶ τὴν εὔνοιαν. Ὁ αὐτὸς γοῦν καὶ τῇ παλαιᾷ διαλεγόμενος συναγωγῇ διὰ τοῦ προφήτου σαφῶς ἔλεγεν·
Ἐμνηστευσάμην σε ἐν κρίματι καὶ ἐν ἐλέῳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ἐπιγνώσει.
Τοῦ θεοῦ ἡρμήνευσε τὴν συνάφειαν. Καὶ τίς ἡ συνάφεια θεοῦ; Ἡ ἐπίγνωσις. Ἐπὶ μὲν γὰρ τῆς ἀνθρωπίνης συναφείας σώματα σώμασι συνάπτεται· ἐπὶ δὲ τῆς κατὰ θεὸν συναφείας ψυχὴ τῷ θεῷ κολλᾶται. Καὶ ὥσπερ ἐκεῖ εἴρηται·
Καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
, οὕτως ἡ ψυχὴ ἑνουμένη τῷ θεῷ λόγῳ βοᾷ·
Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
Εἶχεν οὖν ἡ παλαιὰ συναγωγὴ ἄνδρα τὸν νόμον, ὡς μαρτυρεῖ Καθὼς γέγραπται ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Καὶ ἐμοίχευες τὸν λίθον καὶ τὸ ξύλον
Ἐπειδὴ ὕποπτον εἶχε τὴν γνώμην ἡ συναγωγή, εἰκότως αὐτὴν περιγράφει τόπῳ καὶ περικλείει, οἷά τινι θαλάμῳ, τῷ ναῷ, οὐκ ἐπιτρέπων οὔτε θυσιαστήριον ἱστᾶν ἐν παντὶ τόπῳ, ἀλλὰ πᾶσα μὲν ἡ Πρόσεχε ἑαυτῷ,
Ὅρα πῶς περιώρισται. Καὶ εἰκότως, ἀδελφοί. Εἰ γὰρ ἐν ἑνὶ τόπῳ δεξαμένη θυσιαστήριον πάντα τόπον τῆς εἰδωλολατρείας ἐπλήρωσε,
Κατ’ ἀριθμὸν τῶν πόλεων ἦσαν οἱ θεοί σου,
Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ παντὶ τόπῳ θυσία προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά.
Ὅρα πῶς λαμπρῶς καὶ περιφανῶς τὴν μυστικὴν ἡρμήνευσε τράπεζαν, τὴν ἀναίμακτον θυσίαν. Θυμίαμα δὲ λέγει καθαρὸν τὴν προσευχὴν τὴν ἁγίαν τὴν μετὰ τῆς θυσίας ἀναφερομένην. ἐκεῖνο γὰρ θεὸν ἀναπαύει τὸ θυμίαμα οὐ τὸ ἀπὸ τῶν ῥιζῶν γηΐνων λαμβανόμενον, ἀλλὰ τὸ ἀπὸ καθαρᾶς καρδίας ἀναπεμπόμενον θυμίαμα.
Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.
Ὁρᾶς ὅπως πανταχοῦ διαλάμπειν ἐπιτρέπεται τῇ λειτουργίᾳ ἀγγελικῇ; Ὁρᾷς ὅπως οὐ περιώρισται οὔτε τὸ θυσιαστήριον, οὔτε τὸ ᾆσμα; Ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματι μου. Ἔστι μὲν οὖν θυσία καθαρά, πρώτη μὲν ἡ μυστικὴ τράπεζα, τὸ οὐράνιον, τὸ ὑπερκόσμιον θῦμα· Ἔστι δὲ καὶ ἐν ἡμῖν δια
Ἔχομεν δὲ καὶ ἡμεῖς ἐν ἑαυτοῖς ἑτέρας θυσίας, οὐ τῷ νόμῳ στοιχούσας, ἀλλὰ τῇ ἀγγελικῇ χάριτι πρεπούσας. Καὶ βούλει μαθεῖν τὰς θυσίας ταύτας ἃς ἔχει ἡ ἐκκλησία, πῶς ἐκτὸς αἱμάτων καὶ βωμοῦ καὶ τῶν ἄλλων τὸ εὐαγγελικὸν δῶρον ἀναπέμπεται τῷ θεῷ, καὶ ἡ θυσία καθαρὰ καὶ ἀμίαντος; Ἄκουε τῆς ἁγίας γραφῆς σαφῶς σοι παριστώσης τὴν διαφορὰν ταύτην καὶ τὴν ποικιλίαν. Ἔστιν οὖν ἡ πρώτη θυσιά, ἣν ἔφθην εἰπών, τὸ νοερὸν ἐκεῖνο καὶ μυστικὸν δῶρον,
Μιμηταὶ γίνεσθε τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ θεῷ θυσίαν καὶ προσφορὰν εἰς ὀσμὴν εὐωδίας.
Παρακαλῶ ὑμᾶς, ἀδελφοί, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν εὐάρεστον τῷ θεῷ.
ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις χειρῶν μου θυσία ἑσπερινή.
Τετάρτη ἡ δι’ αἰνέσεως, τουτέστι δι’ ὕμνων.
Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως.
Πέμπτη ἡ διὰ δικαιοσύνης·
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης.
Ἕκτη ἡ δι’ ἐλεημοσύνης·
Θυσία
Ἑβδόμη ἡ τοῦ ἀλαλαγμοῦ. Ἀλαλαγμὸς δέ ἐστιν ἐπινίκιος ἐν πολέμῳ κρότος. Ἄλλο γὰρ ὀλολυγμὸς καὶ ἄλλο ἀλαλαγμός. Ὅταν γὰρ μετὰ νίκης ἐν πολέμῳ στρατιῶται βοῶσι, ἀλαλαγμός ἐστιν ἐκεῖνος καὶ σήμαντρον νίκης. Διὰ τοῦτο ὁ προφήτης τοὺς μέλλοντας εἰδέναι τὴν νίκην τοῦ Χριστοῦ, τὸν ὕμνον βοῶντας τὸν κατὰ τῶν πολεμίων, μακαρίζει λέγων·
Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.
Ἀλαλαγμὸς τοίνυν ἐστὶν ἐπινίκιος ἐν πολέμῳ κρότος. Ἐπεὶ οὖν τὴν νίκην ἔλαβε ὁ σωτὴρ τὴν κατὰ πάντων·
Θαρσεῖτε
, τὸν ὕμνον ἀναπέμποντες τοῦτον τῷ τὴν νίκην ἐργασαμένῳ ἀναπληροῦμεν τὸν ἀλαλαγμόν,
Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ.
Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει.
Ὁρᾷς πηλίκαι θυσίαι παρ’ ἡμῖν πολιτεύονται; Ἔστι καὶ ἄλλη καινὴ θυσία ἡ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος πληρουμένη, ὁ λόγος ὁ διδακτικός,
Ἱερουργοῦντες τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τοῦ θεοῦ εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.
Ἐδεξάμην τὰ παρ’ ὑμῶν ἀποσταλέντα δι’
Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως.
Ἐπῄνεσα δὲ πάντας ὑμᾶς, ἀδελφοί, μᾶλλον δὲ πάντες ἐπῃνέσαμεν, καὶ πρὸ πάντων ὁ θεός, τὴν θυσίαν ἦν ἐνεδείξασθε, λέγω δὴ τὴν εἰς τοὺς πένητας καρποφορίαν. Ἠλεήσατε γὰρ τοὺς ἐπὶ τῆς ἀγορᾶς πατουμένους, τοὺς πρὸς τὸν θεὸν βοήσαντας καὶ δι’ ὑμῶν ἐπακουσθέντας. Ἐπιμιμήσασθε τοῦ θεοῦ τὴν φιλανθρωπίαν. Ἀπεσυλήσατε τῆς ἀγορᾶς τὸ ὄνειδος τῆς πτωχείας. Προῆλθεν ἡ ἐλεημοσύνη καὶ ἔσβεσε τὴν αἰσχύνην· Αἰσχύνη γὰρ ἦν τῶν ἐχόντων ἡ κραυγὴ τῶν πενήτων. Ἐθησαυρίσατε θησαυρὸν ζωῆς· ἀπεθησαυρίσατε θησαυρὸν δικαιοσύνης. Τοῦτον γὰρ δεῖ τὸν θησαυρὸν πρὸ ὀφθαλμῶν ἔχειν, τὸν τῆς ἀληθείας, τὸν τῆς δικαιοσύνης, τὸν τῆς φιλοπτωχίας. Ἐπειδήπερ, ἀδελφοί, δύο εἰσὶ θησαυροί, εἷς ὁ τοῖς κακοῖς θησαυριζόμενος, καὶ εἷς ὁ τοῖς ἀγαθοῖς ταμιευόμενος. Θησαυρὸς κακῶν ἡ παρακοή, ἡ ἀπείθεια, ἡ παρανομία·
Ἀγνοεῖς ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκηλρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως τῆς δικαιοκρισίας τοῦ θεοῦ.
Ὁρᾷς θησαυρὸν ἁμαρτημάτων ἀποτιθέμενον τοῖς ἐργάταις τῆς ἀνομίας; Ἴδε καὶ τὸν θησαυρὸν τὸν ἀπὸ τῆς φιλοπτωχίας ἀποτιθέμενον τοῖς δικαιοσύνην ἐργαζομένοις.
Τοῖς πλουσίοις παράγγελλε τοῖς ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ ἀγαθοποιεῖν, πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς, εὐμεταδότους ὄντας, κοινωνικούς, ἀποθησαυρίζοντας ἑαυτοῖς θησαυρὸν ἀγαθὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς.
Θέλεις ἰδεῖν αὐτὸν ἀκριβῆ τὴν μνήμην ἔχοντα καὶ τὴν φυλακὴν τῶν θησαυρῶν τούτων; Λέγει περὶ τῶν ἐργαζομένων τὰ φαῦλα
Ἐκ
Οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται παρ’ ἐμοί, καὶ ἐσφράγισται ἐν θησαυροῖς μου; Ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν.
Ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια παρὰ κυρίου. Οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης.
Θησαυρίσατε ὑμῖν θησαυρὸν ἀνέκλειπτον, αἰώνιον ἐν τοῖς οὐρανοῖς.
Καὶ αὐτὸς τῷ πλουσίῳ διαλεγόμενος φύγωμεν τοίνυν τὸν θησαυρὸν τῆς ἁμαρτίας, καὶ ἀποθησαυρίσωμεν τὸν θησαυρὸν τῆς ἐλεημοσύνης, ἔργον καλὸν καὶ ἱκανὸν σβέσαι πᾶσαν ἁμαρτίαν, ἱκανὸν λῦσαι πᾶσαν παρανομίαν. Καὶ ἵνα ἀκριβῶς μάθῃς ὅσην ἰσχὺν ἔχει ἡ ἐλεημοσύνη, σκόπησον ἀκριβῶς τὰ λεγόμενα.
Τῶν ἁμαρτημάτων τὰ μὲν εἰς ἄνθρωπον βλέπει· τὰ δὲ εἰς θεόν, οἷον τὸ ἀσεβῆσαι καὶ βλασφημῆσαι καὶ ναὸν θεοῦ ὑβρίσαι, ἢ ἐκκλησίαν θεοῦ διῶξαι ἢ ἀτιμάσαι. Ταῦτα πάντα εἰς θεὸν τὴν ἀναφορὰν ἔχει. Τὸ δὲ μοιχεῦσαι καὶ κλέψαι καὶ ἀδικῆσαι, ταῦτα ἐν τῇ περὶ τοὺς ὁμοδούλους στρέφεται καταστάσει. Πολλὴ δὲ διαφορὰ τῶν εἰς θεὸν ἁμαρτανομένων καὶ τῶν εἰς ἀνθρώπους πλημμελουμένων. Ἀσεβείας τοίνυν χεῖρον οὐδέν· οὐδὲν τῆς εἰς θεὸν παρανομίας μοχθηρότερον· οὐΚαὶ ἐξήγαγέ
Ὑβρίζετο τὰ θεῖα οὐ μόνον διὰ κοινῆς τραπέζης, ἀλλὰ καὶ διὰ τῆς ἀσελγείας. Καὶ τοσοῦτον κακὸν καὶ ὁ θεὸς μακροθυμεῖ, ἡ ἀνεξίκακος δύναμις, ἡ πλουσία χάρις, ἡ ἄφθονος φιλανθρωπία ἡ ἐκδεχομένη τὴν μετάνοιαν ἡμῶν, καὶ ὑπερτιθεμένη τὴν τιμωρίαν. Ἐπικωμάζοντα τοῖς ἁγίοις φέρει θεὸς καὶ προφέρει κατ’ αὐτοῦ ἀπόφασιν.
Οἶδα ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί.
Ἐπίλυσον ἡμῖν τὴν γραφὴν ταύτην, τί βούλεται; Τὸν ὑπηρέτην τιμᾷς καὶ τὸν δεσπότην ὑβρίζεις; Ἄνθρωπον σέβεις καὶ τὸν θεὸν ἀτιμάζεις; Πνεῦμα ἅγιον ὁμολογεῖς καὶ ἅγια μιαίνεις;
Οἶδα ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί.
Ἐὰν τοίνυν ἐπιλύσῃς, φησί, τοῦτο τὸ ζητούμενον, πορφύραν ἐνδύσῃ καὶ μανιάκην χρυσοῦν περὶ τὸν τράχηλόν σου.
Ὁ δὲ μακάριος ἐκεῖνος καὶ θαυμαστὸς ἐν οὐδενὶ τὰ παρὰ ἀνθρώπων τιθέμενος δῶρα, πρὸ δὲ πάντων τιμῶν τὴν ἀλήθειαν, λέγει·
Βασιλεῦ, τὰ δῶρά σου ἀνδρὶ ἑτέρῳ δῷς καὶ τὰ δόματά σου δῷς ἑτέροις· ἐγὼ δὲ τὴν γραφὴν ἀπαγγελῶ.
Καὶ τίς σοι μισθὸς τῆς ἑρμηνείας; Ἡ παρὰ τοῦ θεοῦ μισθαποδοσία. Μᾶλλον δὲ τοῦτό μοι μισθὸς τῆς ἀληθείας, τὸ ἑρμηνεῦσαι αὐτὴν τὴν ἀλήθειαν καὶ ἐκδικῆσαι δυσφημουμένην τὴν εὐσέβειαν.
Καὶ ὅρα τὸ θαυμαστόν τοῦ δικαίου. Οὐ πρῶτον ἑρμηνεύει τὴν γραφήν, ἀλλὰ πρῶτον ἐλέγχει τὴν γνώμην. Καὶ τί φησιν;
Βασιλεῦ, ὁ θεὸς τοῦ οὐρανοῦ ἔδωκε βασιλείαν καὶ κράτος τῷ πατρί σου
ὁμοίως καὶ σοί – Ἵνα συντέμω.
Ἐστάθμησέ
φησι καὶ
ἐπεμέτρησεν
. Οὐδὲν γὰρ παρ’ αὐτοῦ ἄνευ μέτρου· οὐδὲν ἄνευ σταθμοῦ, οὐδὲν ἄνευ ἀκολουθίας, ἀλλὰ καὶ δικαίῳ μέτρῳ τὴν δίκην ἐπάγει, καὶ τιμωρούμενος σταθμῷ τὴν τιμωρίαν ἀνάλογον δίδωσι τῇ ἁμαρτίᾳ, οὐχ ὑπερβαίνουσαν τὴν ἁμαρτίαν, ἀλλὰ σύμμετρον. Διὰ τοῦτο ἀπειλῶν ποτε ὁ θεὸς τῇ Καὶ ἐκτενῶ ἐπὶ τὴν
, ἀντὶ τοῦ· Τὴν αὐτὴν ἐπιμετρῶ δίκην τούτοις, ἣν ὑστέρησα ἐκείνοις. Οὐ γὰρ ἄμετρος ἡ θεία δίκη, ἀλλὰ μέτρῳ καὶ κανόνι καὶ σταθμῷ κεκανόνισται, καθὼς ὁ σωτὴρ ἔλεγεν ἐν τοῖς εὐαγγελίοις·
ᾧ μέτρῳ μετρεῖς, ἀντιμετρηθήσεται
. Ἐμέτρησεν οὖν ὁ θεὸς καὶ ἐστάθμησε καὶ διεῖλε, καὶ ἐπληρώθη ὁ ἀριθμὸς τῆς βασιλείας, φησὶ πρὸς ἐκεῖνον. Καὶ τί μετὰ τὴν τοσαύτην ἀπόφασιν; Λύσιν εὐθέως ἐπήγαγε τῆς ἀποφάσεως.
Καὶ νῦν, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι καὶ τὰς ἁμαρτίας σου λύτρωσαι ἐν ἐλεημοσύνῃ καὶ τὴν ἀσέβειάν σου οἰκτιρμοῖς πενήτων, μήποτε ἵλεως γένηται τοῖς παραπτώμασί σου ὁ θεός.
Ὁρᾷς ὅσον ἰσχύει ἐλεημοσύνη, ὅσον δύναται φιλανθρωπία, ὅσον ἐργάζεται δικαιοσύνης ἔργον ὁ περὶ πένητας ἔλεος; Παρῄνεσεν ὁ προφήτης, ὡς εἴ γε ὑπήκουσεν ὁ παράνομος, ἠκολούθησεν ἀντὶ ἐπαγγελίας ἡ χάρις. Ἀλλ’ ἡ μὲν χάρις ἥπλωτο, ἡ δὲ γνώμη τὴν διόρθωσιν οὐκ ἐδέχετο. Οὕτως ἰσχυρὸν περὶ τοὺς πένητας ἡ φιλανθρωπία. Περιεῖλεν ἡ ἐλεημοσύνη σχῆμα αἰχμάλωτον ἐκ τῆς ἀγορᾶς· περιαιρεθήσεται σχῆμα αἰχμαλωσίας ἐκ πάσης τῆς γῆς. Εἶδες τὴν ἀγορὰν γέμουσαν αἰχμαλώτων καὶ συνέστειλας τὴν ὄψιν τῆς ἀηδίας. συστελεῖ ὁ θεὸς τὴν δίκην τῆς τιμωρίας, τὴν κατὰ τῶν ἁμαρτημάτων ἐπαγομένην. Οὐ γὰρ ἄδικος ὁ θεός, ἐπιλαθέσθαι τῶν ψυχῶν τῶν ἀδίκως ἀνῃρημένων, οὐδὲ τοῦ αἵματος τοῦ ἀδίκως ἐκκεχυμένου. Ἀνῃρέθησαν οἱ ἅγιοι, ἀλλ’ ὑπὲρ εὐσεβείας ἀπέθανον. Μὴ γάρ μοι προσχῇς τῷ σχήματι τῆς αἰχμαλωσίας καὶ τοῦ πολέμου, ἀλλ’ ὅτι ὑπὲρ σωφροσύνης τὸν ἀγῶνα δεξάμενοι, πολλοὶ τὸν θάνατον ὑπέμειναν, πολλαὶ παρθένοι ἐν εὐκαίρῳ καιρῷ, ὡς ἐν καιρῷ διωγμοῦ ἐστέφθησαν καὶ ψυχαὶ πολλαὶ δι’ αὐτῶν ἐπολεμήθησαν. Καὶ μὴ νομίσῃς ἀναξίους εἶναι θεοῦ, ὧν τὰ αἵματα ἐξεχύθη. Ἀρχαῖον τοῦτο εἶδός ἐστιν ἱστορίας Ἀεὶ ὁ θεὸς τοὺς ἁγίους τοῖς κινδύνοις ἐκδίδωσιν ἵνα δι’ ἐκείνων δειχθῇ τῆς εὐσεβείας ἡ δύναμις. Μή τις λεγέτω· Ἆρ’ οὖν, εἰ ἦσαν ὅσιοι, ἀνῃροῦντο; Εἰ ἦσαν τῷ θεῷ μεμελημένοι, τοσαύτην ὑπέμενον πόρθησιν;
Ὁ θεός, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναόν.
τὸν ναόν
, ἀλλὰ
τὸ ἅγιόν σου· ἔθεντο
Εἰ οὗτοι ὡς ἀνάξιοι εὐσεβείας παρεδόθησαν, ἐκεῖνοι πῶς παρεδόθησαν, εἰ ταῦτα νῦν πάσχουσί τινες ὡς ἀνάξιοι, πῶς τὰ αὐτὰ καὶ οἱ πρὶν ἔπασχον ἅγιοι; Εἰ δὲ ὁ αὐτὸς συγχωρῶν τὰ πάντα πρὸς τὸ συμφέρον οἰκονομεῖ, καὶ διὰ τῶν ἁγίων ἀναστέλλεται τὴν ῥύμην τῆς ἁμαρτίας, οὐδὲν ἄδικον οὐδαμοῦ τῶν παρὰ τῆς θείας δυνάμεως συγχωρουμένων. Ταῦτα συγχωρεῖ ὁ θεὸς εἰς τὸ γυμνασθῆναι ἡμῶν τὰς γνώμας, καὶ ὑφίστανται δίκαιοι πολλάκις τὸν ὑπὲρ τῶν ἀδίκων θάνατον. Ἔχεις παλαιὰν ἀκολουθίαν διὰ τῶν ἀρχαίων ἱστοριῶν. Ἀποφαίνεται ὁ θεὸς κατὰ τοῦ Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.
Καὶ ὁ μὲν τὴν ἀπόφασιν δεχόμενος ἐν ζῶσιν ἐξητάζετο, ὁ δὲ μηδὲν
Ἐπειδὴ γὰρ ἀπεφήνατο ὁ θεὸς κατὰ τοῦ ᾗ ἂν ἡμέρᾳ φάγῃς, θανάτῳ ἀποθανῇ.
οὐκ ἔδωκε τῷ θανάτῳ ἐξουσίαν τοῦ ὑποδίκου πρῶτον ἅψασθαι, ἵνα μὴ ἀληθεῖς καὶ ἀσφαλεῖς λάβῃ τὰς νομὰς κατὰ τοῦ γένους ἡμῶν ὁ θάνατος. Εἰ γὰρ τῶν παρανομησάντων πρῶτον ἥψατο, ἦν ἂν ἀμετάστατος καὶ ἀμετανόητος ἡ τιμωρία. Ἀλλ’ εἰσῆλθεν ἀπ’ ἀδικίας, ἵνα ἐξορισθῇ διὰ δικαιοσύνης. Ἀνῃρέθησαν δίκαιοι, ἀλλ’ οὐκ ἐσβέσθησαν.
Εἰς μνημόσυνον
Αἵματα ἐξεχύθη δικαίων, ἀλλ’ ὁ θεὸς τοὺς παραδοθέντας ὡς εὐτελεῖς, τούτους ὡς υἱοὺς καλεῖ καὶ ὡς υἱοὺς ἐκδικεῖ. Ὅτι δὲ οἱ ἀνῃρημένοι ἁπλῶς ὑπὸ ἐχθρῶν υἱοὶ θεοῦ λέγονται, καὶ ὡς υἱοὶ τὴν ἐκδίκησιν δέχονται, ἐγγυᾶταί μου τὸν λόγον ὁ μακάριος Εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ προσκυνησάτωσαν αὐτὸν πάντες ἄγγελοι αὐτοῦ, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται.
Εἰ υἱοὶ θεοῦ, πῶς ἀνῃρέθησαν ὑπὸ τῶν ἐναντίων; Ὁρᾷς ὅτι συγχωρεῖ ὁ θεὸς δικαίους ἀναιρεῖσθαι εἰς δόκησιν εὐσεβείας· καὶ οὐ βεβίασται τὸ ῥῆμα, ἵνα βεβαιώσῃ τὸ φρόνημα.
Εὐφράνθητε οὐρανοί, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται.
Παρεδόθησαν ὡς ἀλλότριοι καὶ ἐκδικοῦνται ὡς υἱοί. Τὸ γυμνάσιον τῆς εὐσεβείας μαρτύριόν ἐστι προφανὲς καὶ ὡμολογημένον. Καὶ ὅπως ἄκουε καὶ σκόπησον, παρακαλῶ, βαθύνας πρὸς ἀκρόασιν τὴν ἔννοιαν. Ἐπὶ βήματος ἑκάστῳ μάρτυρι τί ἕτερον προτείνεται ἢ θεὸν ἀρνήσασθαι; Καὶ πρὸς ταύτην τὴν πρότασιν ἀγωνισάμενος, ὁμολογούμενον καὶ ἀναντίρρητον δέχεται τὸν στέφανον τοῦ μαρτυρίου. Ἐπὶ δὲ τῶν νῦν ἀνῃρημένων ἁγίων οὐκ ἦν δικαστὴς δικάζων, ἀλλ’ ἡ συνείδησις. Πολλοὶ ἔσθ’ ὅτε – Οὐκ γὰρ κατακρίνω, ἀλλὰ τοὺς ἀνθρωπίνους λογισμοὺς ἀναξαίνω. – παρέβησαν ἐν διανοίᾳ. οἷον εἴ τις ἐν θλίψει εἶπε· Ποῦ ὁ θεὸς ᾧ ἐλάτρευον; Ἐκεῖ κλυδὼν ἦν καὶ χειμών, καὶ τὸ σκάφος ἐκινδύνευσεν. Εἰ δέ τις ἐν τοῖς χειμῶσι ἐξεταζόμενος ἐκείνοις πάλιν ἀνένηψε καὶ εἶπεν· Μὴ γὰρ ἐνταῦθά μοι περιώρισται τὰ τῆς ζωῆς; Μὴ γὰρ τὰ τῆς γῆς ἀνέμενον ἀγαθά; Οὐ βασιλείαν ἐξεδεχόμην; Οὐκ ἀνάστασιν νεκρῶν προσεδόκων; Οὐ τὴν μετ’ ἀγγέλων διαγωγήν; Οὐ τὴν ἀγήρω ζωήν; Τί τοίνυν ἀδικεῖ με θάνατος ἔχοντα αἰώνια ἀγαθά; Οὐ ταράττομαι πρὸς τὰ πρόσκαιρα. Ἐκδέχομαι γὰρ τὰ αἰώνια. Ὁ ταῦτα ἐν τῇ διανοίᾳ βασανίσας, ἔσχε δικαστὴν τὸν θεὸν τῆς διανοίας. ἔσχε συνήγορον τὸν λογισμὸν τῆς εὐσεβείας, ἔσχε βῆμα τὸν φόβον, ἔσχε μάρτυρα τὴν συνείδησιν τὸν τῆς δικαιοσύνης αὐτῷ στέφανον πλέκουσαν, καὶ πρὸ τῆς συνειδήσεως τὸν θεὸν ἄνωθεν βραβεύοντα τοῖς ἐργάταις τῆς εὐσεβείας. Ὁ γὰρ τὰ κρυπτὰ ὁρῶν, ἐν τῷ προφανεῖ στεφανοῖ.
Πρόσευξαι σύ
Ἆρ’ οὖν ὁ ἐν τῷ κρυπτῷ προσευχόμενος στεφανοῦται· Ὁ δὲ ἐν τῷ κρυπτῷ βασανίζων τὴν διάνοιαν εἰς ὁμολογίαν οὐ στεφανοῦται;
Τὸ μαρτύριον, ἀδελφοί, οὐ τῇ ἀποβάσει κρίνεται μόνον, ἀλλὰ καὶ τῇ προθέσει. Οὐκ ἐπειδὰν ἀποτμηθῇ ὁ μάρτυς, τότε γίνεται μάρτυς, ἀλλ’ ἀφ’ οὗ ἂν τὴν πρόθεσιν ἐπιδείξηται τῆς ὁμολογίας μάρτυς ἐστί, κἂν μὴ πάθῃ τὰ μάρτυρος. Καὶ τίς ὁ τούτοις μαρτυρῶν; Ὁ μακάριος Καθ’ ἡμέραν ἀποθνήσκω διὰ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ.
Καθ’ ἡμέραν ἀποθνήσκω.
Πῶς ἀποθνήσκεις ὁ ζῶν; Ἀπέθανον τῇ προθέσει, ἀλλ’ ἐσώθην τῇ χάριτι. Ὅσον ἐπ’ ἀνθρώποις τοῖς δοκοῦσι καὶ ἐπ’ ἐμοί, ὅσον ἐμαυτὸν ἐξέδωκα, καθ’ ἡμέραν ἀποθνήσκω· ὅσον δὲ ἐπὶ τῇ θείᾳ χάριτι, ὡς διδάσκαλος ἐφυλάχθην τῇ ἐκκλησίᾳ. Οἰκονομεῖ γὰρ ὁ θεὸς τὰ πράγματα πρὸς τὸ συμφέρον, καὶ τοὺς μὲν ἐκδίδωσιν, ἵνα δειχθῇ τὸ δόκιμον τῆς τῶν πιστῶν διανοίας, τοὺς δὲ φυλάττει, ἵνα φυλάξῃ ζύμην ταῖς ἐκκλησίαις. Οὐκ ἐμιάνθησαν οἱ παρθένοι· ἡ γὰρ πρόθεσις ἄσπιλος καὶ ἡ γνώμη ἀμίαντος. Καὶ μοι σκόπησον, ἀδελφέ· ἡ παρθενία δέχεται τοὺς στεφάνους ὡμολογημένους. Ποία; Ἢ ἡ ἐκ προθέσεως ἢ ἡ ἐξ ἀνάγκης; Οὐκ οἶδας ὅτι μυριάδες παρθένων καὶ ἀμιάν
Οὐ γὰρ λογίζεται ὁ θεὸς τὰ ἐξ ἀνάγκης, ἀλλὰ τὸ ἐκ προαιρέσεως κατορθούμενον. Εἰ τοίνυν ἐκείναις ταῖς μυριάσιν ἡ παρθενία οὐ λογίζεται εἰς παρθενίαν, οὐδὲ ταῖς παρὰ πρόθεσιν μιανθείσαις. Ἐμιάνθη τὸ σῶμα, ἀλλ’ ὁ τῆς ψυχῆς ναὸς οὐκ ἐμιάνθη· Ὑβρίσθη τὸ σῶμα, ἀλλ’ οὐκ ἐφθάρη τὰ νοήματα. Μηδεὶς τοίνυν ἀπαγορευέτω τὸ πλῆθος τῶν ἁγίων τῇ ὕβρει παραδεδομένων καὶ αἰχμαλωσίᾳ. Ἴδιον ἁγίων πολλάκις πάσχειν ὑπὲρ τῶν ἀσεβούντων. Ὁ σωτὴρ μηδὲν ἡμαρτηκὼς ὑπὲρ τῶν ἁμαρτωλῶν παραδίδοται.
Ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη καὶ κύριος παρέδωκεν αὐτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν.
Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν καὶ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἦλθεν εἰς θάνατον.
Οὐκ οἴδατε ὅτι οἱ ἀναξίως ἐσθίοντες, εἰς κρῖμα ἑαυτοῖς ἐσθίουσι καὶ πίνουσι;
Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἄρρωστοι.
Διὰ τοῦτο πολλοὶ ἄρρωστοι, πολλοὶ ἀσθενεῖς καὶ κοιμῶνται ἱκανοί.
ἀντὶ τοῦ ἀποθνήσκουσιν, ὡς καὶ τοῦ θανάτου ἀντὶ ἁμαρτίας ἐπερχομένου.
Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ κυρίου.
Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
Ἐδικαίωσε γὰρ ὁ θεὸς μὴ συναπολέσαι τοὺς δικαίους τοῖς ἀσεβέσι, μηδὲ συγκατακρῖναι τοῖς βεβήλοις τοὺς ἁγίους. Καὶ μάλα εἰκότως. Οὐ γὰρ ἔχει λόγον τὸν προσκυνητὴν τοῦ Χριστοῦ κολάζεσθαι μετὰ τοῦ βλασφημοῦντος. Ὡσαύτως τὸν εὐσεβοῦντα καὶ ὑμνοῦντα ὑποβαλέσθαι μετὰ τῶν βλασφημούντων καὶ ἀτιμαζόντων τὴν ἀλήθειαν. Διὰ τοῦτο ὁ θεὸς ἀποκρύφοις καὶ ἀοράτοις τρόποις διαφόρως μαστίζει τοὺς ἁμαρτάνοντας τῶν εὐσεβῶν, ἵνα ἀκεραίους παραστήσῃ τῷ μεγάλῳ βήματι, ἵνα ἐνταῦθα παιδεύσας, ἐκεῖσε τὸν μισθὸν λογίσηται. Ἔτι ἀναλαμβάνετε
Εἰ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
Μακάριος γάρ φησιν ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν, τοῦ πραῦναι αὐτὸν ἀφ’ ἡμερῶν πονηρῶν.
Καὶ σὺ γὰρ Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου κατενεχθήσῃ· ὅτι εἰ ἐν
Εἰ τοίνυν