Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι, καὶ κάλλιστος ὁ καρπὸς ὁ τοῖς πόνοις ἑπόμενος. Ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής. Πόνοι γεννῶσι ἀρετάς, πόνοις ἁρμόζεται τὸ τῆς νηστείας διάγγελμα, πόνοις κατορθοῦται τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα. Πόνων ἔπαθλον ἡ βασιλεία τῶν οὐρανῶν. Διήνυσται ἡμῖν μετὰ τῶν ἱερῶν τούτων πόνων ἡ πανάρετος ἑβδομάς, καὶ εἰς τέλος ἔδραμε τὸ πρῶτον γυμνάσιον, καὶ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον. Σήμερον, ἀδελφοί, ἐστιν ἡ ἡμέρα, καθ’ ἣν ὁ
Τί οὖν; ἵνα τῆς προκειμένης ἐπαγγελίας ἁψώμεθα;
Ἐξαγαγέτω ἡ γῆ τετράποδα, ἑρπετὰ καὶ θηρία.
Τὰ δοῦλα λόγῳ καλεῖται, τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος χειρὶ διαπλάττεται, οὐχ ὅτι θεοῦ χείρ ἐστι καὶ μέλος τοιοῦτον, ἀλλὰ βουληθεὶς τὸ τίμιον παραστῆσαι τῶν πλαττομένων, εἰσάγει θεοῦ χεῖρα δημιουργοῦσαν. Τὰ μὲν γὰρ οἰκτρὰ τῶν ἔργων ἐπιτάττοντες ποιοῦμεν, τὰ δὲ ποθεινὰ δι’ αὐτῶν τῶν χειρῶν ἀναλαμβάνομεν.
Καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς.
χοῦν
, οὐ βῶλον, οὐ παχυτάτην γῆν, ἀλλὰ λεπτότατον χοῦν. Ὅρα πῶς ἐξ αὐτῶν τῶν προοιμίων ἡ ἐλπὶς ἐπάγη τῆς ἀναστάσεως. Ἐπειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι
Καὶ εἰς χοῦν θανάτου κατήγαγές με
ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς.
Ἐκεῖ χοῦς καὶ ὧδε χοῦς· ἐκεῖνος τῇ δυνάμει τοῦ τεχνίτου μετεποιήθη καὶ οὗτος τῇ σοφίᾳ τοῦ δημιουργοῦ μετεβάλλετο. Ἔλαβε
χοῦν καὶ ἔπλασεν
.
Τὸ μὲν πόθεν ἔλαβε καὶ τὶ ἔπλασεν, ἔμαθες· τὸ δὲ πῶς μετεποίησεν, οὐ παρέλαβες τὸν λόγον. Τὴν πλάσιν εἶπε, τὸν δὲ τρόπον ἀπέκρυψεν, ἵνα μάθῃς μὴ περιεργάζεσθαι θεοῦ δημιουργίαν. Εἰ δὲ θεοῦ δημιουργίαν οὐκ ἐπετράπης περιεργάζεσθαι, πολλῷ μᾶλλον θεοῦ γέννησιν πολυπραγμονεῖν οὐκ ὀφείλεις. Ἔπειτα μὲν τετράποδα ποιῶν ὁ θεός,
Καὶ μικρὸν ἀνάμεινον, ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσήματος κατὰ τὸ ἐγχωροῦν παραστήσω. Ἐκ προοιμίων γὰρ καὶ τούτῳ καὶ τὴν ἐλπίδα τῆς ἀναστάσεως ὑπογράφει. Πλάττει τὸ σῶμα πρῶτον. Καὶ πρῶτον ὁ ἄνθρωπος ἔλαβεν εἰκόνα νεκράν, καὶ τότε ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο. Πρῶτον ἐδείχθη νεκρός, εἶτα ζῶν. Πρῶτον ἔπλασε σῶμα νεκρόν, εἰς ὃ ἤμελλε καταλήγειν ὁ ἄνθρωπος. Εἶτα ὅτε ἀπετέλεσε τὸ νεκρὸν σῶμα, τότε ἀπέδωκε τὸν χαρακτῆρα. Καὶ οὐ ποιεῖ τὴν ψυχὴν πρῶτον, ἵνα μὴ γένηται αὐτόπτης τῶν γινομένων. Οὐ ποιεῖ τὴν ψυχὴν παρεῖναι τῇ δημιουργίᾳ, ἵνα μὴ καυχήσηται, ὡς συνεργὸς οὖσα τοῦ θεοῦ. Καὶ οὐ μόνον, ἵνα μὴ καυχήσηται, ἀλλ’ ἵνα μηδὲ τὸν τρόπον ἴδῃ τοῦ γινομένου. Τοῦτο καὶ νῦν ποιεῖ ὁ θεός. Καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν τῇ κοιλίᾳ. Καὶ πῶς πλάττει, οὐδενὶ βλέπειν συνεχώρησε. Σπειρόμεθα καὶ πλαττόμεθα, καὶ ἡ μὲν φύσις τὸν δρόμον διανύει, τὸν δὲ τρόπον τῆς πλάσεως οὐδεὶς καταλαμβάνει. Ὢ τοῦ θαύματος. Κτίζεται ναὸς ἐν ναῷ, οἶκος ἐν οἴκῳ κατασκευάζεται. Καὶ ὁ ἔξωθεν οἶκος οὐκ αἰσθάνεται.
Ποιεῖ τοίνυν τὸν ἄνθρωπον κατὰ τὴν νεκρὰν εἰκόνα.
Ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον τοῦ
Ἐγὼ γάρ εἰμί
Ἔπειτα, ἀδελφοί, οὐ μόνον εὑρίσκομεν διαμαρτανούσας ψυχὰς καὶ ἐκ τούτου ἐλεγχομένας, ὡς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐσίας, ἀλλ’ εὑρίσκομεν αὐτὰς καὶ κρίσει ὑποβαλλομένας.
Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.
Τί οὖν βούλεται τὸ ἐμφύσημα, ἀναγκαῖον ἰδεῖν. Τὸ ἐμφύσημα ἐπὶ θεοῦ ἡ τοῦ ἁγίου πνεύματός ἐστιν ἐνέργεια. Ὥσπερ γὰρ ὁ σωτὴρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπε
Λάβετε πνεῦμα ἅγιον
, οὕτω τὸ ἐμφύσημα τὸ θεῖον ἀνθρωπίνως ἀκουόμενον, πνεῦμά ἐστι τὸ προσκυνητὸν καὶ ἅγιον. Τοῦτο τὸ πνεῦμα προελθὸν οὐκ αὐτὸ γέγονε ψυχή, ἀλλὰ ψυχὴν ἔκτισεν. Οὐκ αὐτὸ εἰς ψυχὴν μετεβλήθη, ἀλλὰ ψυχὴν ἐδημιούργησε. Δημιουργὸν γὰρ τὸ πνεῦμα τὸ ἅγιον. Κοινωνεῖ τῇ δημιουργίᾳ τοῦ σώματος καὶ τῇ δημιουργίᾳ τῆς ψυχῆς. Πατὴρ γὰρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον τῇ θείᾳ δυνάμει δημιουργεῖ τὸ πλάσμα. Καὶ μὴ νομίσῃς ὅτι μέρος μὲν ὁ πατὴρ συνεβάλετο, μέρος δὲ ὁ υἱός, μέρος δὲ τὸ πνεῦμα τὸ ἅγιον. Ἀλλ’ ἐκεῖνο λέγω, ὅτι κἂν ὁ πατὴρ ποιήσῃ, υἱοῦ τὸ ἔργον καὶ τοῦ πνεύματος τὸ κατόρθωμα. Κἂν ὁ υἱὸς δημιουργήσῃ, πατρὸς ἡ δημιουργία, καὶ τοῦ ἁγίου πνεύματος ἡ δημιουργία.
Εἰ δέ τις ἀπιστεῖ, ὅτι τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἐκοινώνησε τῇ ἡμετέρᾳ δημιουργίᾳ ἐλεγχέσθω ἐκ τῶν μυστηρίων. Εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν, πῶς καὶ τῷ ἁγίῳ πνεύματι ἐπιγράφεται ἡ μυσταγωγία; Πῶς ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἀνακαινίζεται ἡ δημιουργία; Ἀλλ’ ὅταν μὲν ἐκτίσθημεν, οὐ χρεία γέγονε τοῦ πνεύματος· ὅτε δὲ ἀνακαινιζόμεθα, προσλαμβάνεται τὸ πνεῦμα; Οὐκοῦν δημιουργὸν τὸ πνεῦμα τὸ ἅγιον, κἂν θέλωσιν οἱ ἐχθροί, κἂν μὴ θέλωσι. Καὶ μαρτυρεῖ Πάντα πρὸς σὲ προσδοκῶσι, κύριε, δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον. Δόντος σου αὐτοὶ συλλέξουσιν, ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος.
Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι καὶ εἰς τὸ χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται.
Οὐκοῦν κτίστης καὶ δημιουργὸς τὸ πνεῦμα τὸ ἅγιον. Καὶ βλέπε ῥημάτων ἀκρίβειαν.
Ἀντανελεῖς
Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται.
Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.
Χριστὸς
–, οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον δύναμις ὀνομάζεται.
Μείνατε εἰς
Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.
Καὶ πρόσεχε ἀκριβῶς. Ὅτε ἐπλάσθη ὁ Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ.
Ὁ δήσας καὶ ἔλυσεν. Ἐξ ὧν ἐργάζεται, δανείζεται· ἐξ ὧν ποιεῖ λαμβάνει.
Ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἐπλήρωσε σάρκα ἀντ’ αὐτῆς.
Πόθεν ἀντεπλήρωσεν, ἀπορεῖ ὁ λόγος· ἡ δύναμις οὐκ ἀπορεῖ.
Καὶ ᾠκοδόμησε τὴν πλευράν, ἣν ἔλαβεν, εἰς γυναῖκα.
Πῶς πάλιν ᾠκοδόμησεν; Ὀστοῦν πλευρᾶς πῶς εἰς ὀφθαλμὸν μετεποιήθη; Πῶς εἰς χεῖρας διεπλάσθη; Πῶς εἰς νεῦρα διετάθη; Πῶς εἰς ἧπαρ μετεχρώσθη; Πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη; Πῶς ἐπάγη γλῶττα; Πῶς ἀπετορνεύθη χείλη; Πῶς διεγλύφησαν ῥῖνες; Πῶς ἐπετάσθη τὰ ὦτα; Πῶς ἤνθησαν τρίχες; Πόθεν ἐφύησαν ὄνυχες; Πῶς διατρέχει τὸ αἷμα; Ἑρμήνευσον τὴν σὴν δημιουργίαν. Εἰ δὲ μὴ ἰσχύεις εἰπεῖν, ἐπιστόμισόν σου τὴν κατὰ τοῦ μονογενοῦς συκοφαντίαν.
Ἐπέβαλεν ἐπὶ τῷ
Καὶ λαμβάνει πλευρὰν καὶ δημιουργεῖ γυναῖκα.
Καὶ βλέπε τὴν πάνσοφον σοφίαν. Ἀπὸ ἑνὸς πλάττει δύο, ἵνα ἀπὸ τῶν δύο τὸν ἕνα πάλιν ἀποτελέσῃ διὰ τῆς συμφυίας. Ἀπὸ τοῦ
Πόθεν δέ σοι τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον; Ἠρνήσω πατρὸς καὶ υἱοῦ τὴν προσηγορίαν· Σοφώτερος ἐγένου τοῦ
Ἐπεὶ οὖν ἐκ τῆς πλευρᾶς ταύτης ἔμελλε προέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως – Γυνὴ γὰρ εἰσήγαγε τὸν θάνατον τῷ Ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
Νόει τὸ μυστήριον καὶ τίμησον τὸν οἰκονομήσαντα καὶ βλέπε τὸ θαυμαστόν. Ἐπειδὴ γὰρ ὁ
Καὶ πρόσεχε ἀκριβῶς. Ὅτε ὁ σωτὴρ ἐπὶ τοῦ σταυροῦ τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου, τὰ μὲν ἄλλα ὑπέμεινεν ἔτι ὢν ἐν σαρκὶ καὶ φαινόμενος, κατὰ τὴν ἀνθρωπίνην κατάστασιν. Θεοῦ γὰρ πάθος οὐχ ἅπτεται. Θεὸν πάθος οὐχ ὑβρίζει. Θεὸν πάθος οὐ μειοῖ, εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἐστι κατώτερος.
Μὴ φοβήθητε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι
Τετέλεσται. Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου.
Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.
ὁ στρατιώτης λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἤνοιξεν, ἐξῆλθεν αἷμα καὶ ὕδωρ
, ὅ ἐστι νεκροῦ ἀλλότριον. Οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἷμα πηγάζει, ὅτε δὲ ἐπήγασε τὸ αἷμα τὸ μυστικόν, τότε ἡ πλευρὰ πηγὴν ἤνοιξε σωτηρίας διὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν.
Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.
Ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις·
Ἀλλ’ οἶδα ὅτι καιρὸς τῇ λειτουργίᾳ παραχωρεῖν. Πάντα γὰρ δυνατὰ τῷ θεῷ, ὥστε καὶ ἡμῖν ἐμβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν παντὸς λόγου τὴν δύναμιν.
Δίδου γὰρ σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται.
Εὐχαριστήσωμεν οὖν τῷ θεῷ, ὅτι παράδεισον ἕνα ἀπωλέσαμεν καὶ μυρίους παραδείσους ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐφύτευσεν. Εὐχαριστήσωμεν τῷ θεῷ, ὅτι παράδεισον διὰ τὴν παράβασιν ἀπολέσαντες, εἰς βασιλείαν οὐρανῶν ἐκλήθημεν· διὰ τῆς χάριτος τοῦ κυρίου ἡμῶν