Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Χθὲς ἡμῖν ὁ λόγος πρός τε τὴν αἱρετικὴν πάλην καὶ πρὸς τοὺς ὑπὲρ τῆς δόξης τοῦ μονογενοῦς ἀγῶνας ἑαυτὸν ἐπιδέδωκεν, οὐχ ἵνα τὰ κεκρυμμένα γνωρίσῃ, ἀλλ’ ἵνα τὴν χάριν εὐγνωμόνως ὁμολογήσῃ. Οὐ γὰρ ἐξ ὧν φθεγγόμεθα Χριστὸς μεγαλύνεται, ἀλλ’ ἐξ ὧν ἐμεγαλύνθημεν, εὐγνωμόνως τὴν εὐεργεσίαν κηρύττομεν Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων, ἔργοις εὐπαθοῦντας, ἀφωνίᾳ τὴν εὐεργεσίαν ἀμείψασθαι καὶ μάλιστα
Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι.
Τοὺς γὰρ δοξάζοντάς με
Ἐδίδαξεν ὁ λόγος δι’ ὧν ἠγωνίσατο κατὰ δύναμιν, ὅτι τοὺς ὅρους τῆς δόξης τοῦ θεοῦ ὑπερβαίνειν οὐκ ἔξεστιν. οὐκ ἀνθρώποις τοῖς ἐπὶ γῆς, οὐκ ἀγγέλοις τοῖς ἐν οὐρανοῖς, οὐκ ἀρχαγγέλοις, οὐκ ἀρχαῖς, οὐ τοῖς χερουβίμ, οὐ τοῖς σεραφίμ. Καὶ μέμνησθε, εὖ οἶδ’ ὅτι οἱ φιλομαθεῖς τῶν ἀκροατῶν, ὅπως ἡμῖν ὁ περὶ τούτων διηνύσθη λόγος. Ἀλλ’ ἐπειδὴ σήμερον, ἀδελφοί, αὐτός τε ὁ βασιλεὺς τῆς δόξης τὸν ἑαυτοῦ σταυρὸν προανεφώνησε, καὶ ὁ ἀπόστολος τῇ βασιλικῇ φωνῇ τοῦ σωτῆρος ἀκολουθήσας, τὸν περὶ τοῦ σταυροῦ λόγον ἐφιλοσόφησεν.
Ἰδοὺ ἀναβαίνομεν εἰς
Τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ’ ὀφθαλμοὺς
Ἰδοὺ ἀναβαίνομεν εἰς
Ἰδοὺ ἀναβαίνομεν εἰς
εἰς τὸ σταυρωθῆναι. Ὁ ταῦτα προαναφωνῶν, ἐν αὐτῷ γενόμενος τῷ ἀγῶνι μεταβάλλει τὴν ἀξίαν τῆς αὐθεντίας καὶ ἀρνεῖται τὸ ἀξίωμα τῆς θεότητος αὐτοῦ λέγων·
Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον.
Οὐχ ὁρᾷς τὴν διαφωνίαν; Ἐννόει τὴν οἰκονομίαν. Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Λέγει τοῖς μαθηταῖς·
Ἰδοὺ ἀναβαίνομεν εἰς
Ὅρα πῶς ἠσφαλισμένῃ κέχρηται τῇ φωνῇ. Ὅπου πάθος κηρύττει, τὴν ἀνθρωπίνην ἐνδείκνυται
Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται.
Πάσχει γὰρ τὸ φαινόμενον σῶμα, ζωοποιεῖ δὲ τὸ νοούμενον τῆς θεότητος ἀξίωμα. Καὶ λύεται μέν, ἀδελφοί, θανάτῳ τὸ σχῆμα τοῦ σώματος. Ἐγείρει δὲ τὸ λυόμενον ἡ τοῦ ἐνοικοῦντος δύναμις. Αὐτὸς ἦν ὁ λυόμενος κατὰ τὸ σῶμα, αὐτὸς ἐγείρων τὸ λυόμενον κατὰ τὸ πνεῦμα.
Λύσατε
Ἰδοὺ
ἀναβαίνομεν εἰς
Χριστῷ ἀκολουθοῦντας οὐκ ἔστιν οὐδαμοῦ κατελθεῖν, ἀλλ’ ἀνιέναι διὰ παντός. Ἄλλως τε καὶ αἰσθητῶς ἡ ὁδὸς ἀπὸ Ἀναβαίνομεν εἰς
Ὅπου θεός, ἐκεῖ ἀρετῆς ἀνάβασις· ὅπου κακία, ἐκεῖ παρανομίας κατάβασις. Διὰ τοῦτο περὶ μὲν τῶν κατ’ ἀρετὴν πολιτευομένων
Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Μακάριος ἀνήρ, οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ· αἱ ἀναβάσεις σου ἐν τῇ καρδίᾳ αὐτοῦ.
Αἱ ἀναβάσεις σου
, τουτέστιν, οἱ εὐσεβεῖς καὶ ἀνηγμένοι λογισμοί, οἳ εἰς ὕψος ἀνάγοντες τοὺς καλῶς περὶ θεοῦ διανοουμένους. Ἔστιν οὖν ὁδὸς σωφροσύνης εἰς ὕψος ἀνάγουσα, ὁδὸς δικαιοσύνης εἰς ὕψος φέρουσα· καὶ πᾶσα, ὡς εἰπεῖν, ὁδὸς εὐσεβείας εἰς τὸ ὕψος ἐκεῖνο χειραγωγεῖ τὸν φιλόθεον, περὶ οὗ ἔλεγον οἱ ἀπὸ ἐθνῶν·
Δεῦτε, πορευθῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ
Ὅπου μὲν εὐσεβείας λόγος, ἐκεῖ καὶ ἄνοδος· ὅπου δὲ κακία, κατάβασις ὁμολογουμένη.
Ῥῦσαί με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον·
Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.
Ὥστε οὐδὲ τὸ
ἀναβαίνομεν
περιττόν.
Ἰδοὺ ἀναβαίνομεν.
Καίτοι μόνος αὐτὸς ἐπὶ τὸ πάθος ἔρχεται. Διὰ τί οὖν κοινῶς
ἀναβαίνομεν
; Ὅτι τὸ μὲν πάθος ἐμόν, κοινὴ δὲ πάντων ἀνθρώπων ἡ σωτηρία.
Τῷ Χριστῷ συνεσταύρωμαι. Ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.
Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.
Ἐνταῦθά μοι πρόσεχε ἀκριβῶς τὸν νοῦν, μή σε διαφύγῃ τῆς ἀληθείας τὸ θήραμα. Ἀντιλέξουσι γὰρ εὐθέως Οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια
ἐπικατάρατος ὁ κρεμάμενος
, πῶς ἀπὸ τοῦ ἐπικαταράτου εὐλογίαν σοι δοθήσεσθαι προσδοκᾷς; Πῶς δὲ ἀπὸ τοῦ θανάτῳ ὑποπεσόντος ζωὴν ἀναμένεις;
Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.
ὁ ἐπικατάρατος
εὐλογίαν δίδωσιν; εἰπὲ αὐτῷ·
Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς
; Πῶς οὖν ἡ εἰκὼν τοῦ ἐπικαταράτου ζωὴν ἤνεγκε τοῖς ὑμετέροις προγόνοις; Ἀναλαμβάνω τὸ ῥῆμα, ἵνα στήσω τὸ νόημα. Εἰ ἄπορόν σοι νομίζεται τοῦ ἐπικαταράτου εὐλογίαν πηγάσαι –
Ἐπικατάρατος
– πῶς ἡ εἰκὼν τοῦ ὄφεως τοῦ ἐπικαταράτου, ὃς ἤκουσεν·
Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων
, ἤνεγκε τῷ λαῷ ἐν συμφορᾷ κειμένῳ τὴν σωτηρίαν; Ἆρα οὐκ ἦν ἀξιοπιστότερον εἰπεῖν· Ἐάν τις ὑμῶν δηχθῇ, ἀναβλέψῃ εἰς τὸν οὐρανὸν ἄνω ἐπὶ τὸν θεὸν καὶ σωθήσεται; Ἵνα δὲ τὸ προσέχειν οὐρανῷ παραλίπῃ, οὐκ ἠδύνατο εἰπεῖν· Ἐάν τις δηχθῇ, ἀναβλέψῃ εἰς
τὴν λυχνίαν τοῦ φωτὸς
καὶ σωθήσεται; ἢ ἀποβλέψῃ εἰς
Οὐ ποιήσεις γλυπτὸν οὐδὲ χωνευτόν
; Ἀλλὰ τί ταῦτα πρὸς τὸν ἀγνώμονα φθέγγομαι; Αὐτὸν ἐρωτῶ τὸν νομοθέτην· Εἰπέ μοι, ὦ πιστότατε τοῦ θεοῦ θεράπων, ὃ ἀπαγορεύεις ποιεῖς; ὃ ἀνατρέπεις παρασκευάζεις; Ὁ λέγων·
Οὐ ποιήσεις γλυπτόν, οὐδὲ χωνευτόν
, σὺ χωνεύεις καὶ γλύφεις ὄφιν; Ἀλλ’ ἐκεῖνα μὲν ἐνομοθέτησα, φησίν, ἵνα τὰς ὕλας ἐκκόψω τῆς ἀσεβείας καὶ τὸν λαὸν τοῦτον ἀπαγάγω πάσης εἰδωλολατρείας. Νυνὶ δὲ χωνεύω τὸν ὄφιν, ἵνα προτυπώσω τὴν εἰκόνα τῆς τοῦ σταυροῦ οἰκονομίας. προομαλίζω τὸν δρόμον τοῖς ἀποστόλοις· προγυμνάζω τὸ μέγα καὶ ξένον ἐκεῖνο τὸ τοῦ σταυροῦ σύμβολον. Ὅτι δὲ οὐ βεβιασμένος ὁ λόγος, ἄκουε τοῦ κυρίου τὴν εἰκόνα τὴν ἀρχαίαν ἐκείνην βεβαιοῦντος καὶ εἰς ἑαυτὸν ἀναλαμβάνοντος. Καὶ καθὼς
Εἰπὲ οὖν, ὦ ἀναίσθητε
Εἰκὼν ἦν, ἀδελφοί, τῆς τοῦ σταυροῦ οἰκονομίας ὁ τύπος τοῦ ὄφεως. Κατὰ δὲ τὸν τρόπον, ὥσπερ ἐκεῖνος ὁ τύπος τοῦ ὄφεως εἰκόνα μὲν καὶ ὄψιν εἶχεν ὄφεως, ἰὸν δὲ καὶ πονηρίαν οὐκ εἶχεν ὄφεως, οὕτω καὶ ὁ σωτήρ, κατὰ τὸν θεῖον ἀπόστολον,
ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας
ἐπιφανείς, ἔξω γέγονεν πάσης ἁμαρτίας·
Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Ποίησον ὄφιν χαλκοῦν καὶ πῆξον αὐτὸν πρὸ τῆς σκηνῆς τοῦ μαρτυρίου.
. Τί βούλεται τὸ ὑπόδειγμα; Ἄλλοι οἱ δάκνοντες ὄφεις, καὶ ἄλλος ὑπὲρ αὐτῶν σταυρούμενος. Τί βούλεται τὸ αἴνιγμα; Τί ἐπαγγέλλεται ἡ σκιὰ τοῦ μυστηρίου; Ὥσπερ ἐκεῖ, φησίν, ὁ τύπος, ἄλλων δακνόντων ὄφεων, ὁ μὴ δάκνων μηδὲ πλήξας προσήλωται τῷ ξύλῳ, οὕτω καὶ τῶν ἄλλων ἀνθρώπων ἁμαρτανόντων, ὑπὲρ πάντων μέλλει πάσχειν ὁ Ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἦλθεν εἰς θάνατον
Ὁ κύριος παρέδωκεν ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν
. Ἀναμαρτυρῆσαι χρὴ πάλιν τοῦ μυστηρίου τὸν λόγον. Ὥσπερ ἐκεῖ ἄλλοι οἱ δάκνοντες καὶ ἄλλος ὁ πηγνύμενος, οὕτω καὶ ἐνταῦθα πάντες οἱ ἁμαρτήσαντες καὶ εἷς ὁ ὑπὲρ πάντων σταυρούμενος. Ἔχεις δευτέραν εἰκόνα. Σκόπησόν μοι καὶ ἑτέραν εἰκόνα τρίτην·
ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.
Διὰ τί σταυροῦται χαλκοῦς ὄφις; Ἵνα καταργηθῇ τὰ δήγματα τῶν ὄφεων. Ἄλλο οὖν τὸ σταυρούμενον καὶ ἄλλα τὰ καταργούμενα. Οὐχ ὁρᾷς τὴν ἔμφασιν τῆς ἀληθείας; Οὐ βλέπεις ὡς ἐν κρυπτῷ γράμματι τὴν δύναμιν τῆς οἰκονομίας; Ἐσταυρώθη, φησίν, ὄφις, ἵνα καταργηθῇ τῶν δακνόντων τὰ δήγματα. Ἐσταυρώθη Χριστὸς, ἵνα καταργηθῶσι τῷ δαιμόνων αἱ ἐνέργειαι. Ἄλλος ὁ ὄφις ὁ πηγνύμενος καὶ ἄλλοι οἱ καταργούμενοι δράκοντες. Ἄλλος ὁ ἐπὶ σταυροῦ Χριστὸς καὶ ἄλλοι οἱ καταργούμενοι δαίμονες. Καὶ ὥσπερ ἐκεῖ ἡ εἰκὼν τοῦ ὄφεως τοῦ φαινομένου κατήργησε τὰ δήγματα τῶν ὄφεων, οὕτω καὶ ἐνταῦθα ἡ τοῦ Χριστοῦ νέκρωσις τοῦ θανάτου γέγονε νέκρωσις καὶ τῶν δαιμόνων καθαίρεσις.
Καὶ καθὼς
Πλὴν ὅταν ἀκούσῃς σταυρόν, ὅταν ἀκούσῃς σώμαἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ κύριον
καὶ πρὸς μὲν
τὸν μόνον ἀληθινὸν θεὸν
ἀπεδείχθησαν αἱ προφητεῖαι καὶ αἱ μαρτυρίαι τῷ υἱῷ, ὅτι καὶ μόνος ἀληθινός, ἀναγκαῖον δὲ οἶμαι κἀκείνην ἐξετάσαι τῆς λέξεως τὴν θεωρίαν. Καίτοι φησὶν ὁ αἱρετικὸς· Τί δὴ πάλιν ἔχεις καὶ πρὸς τὸ ἀπεσταλμένον εἰπεῖν;
Καὶ ὃν ἀπέστειλας
ἀπεστάλη
καὶ
ἀπέστειλεν
ἀνθρώπινα μὲν φέρει ῥήματα, θεῖα δὲ κηρύττει νοήματα. Οὔτε γὰρ ὁ ἀποστείλας ἀπὸ τόπων εἰς τόπους ἀπέστειλεν, οὔτε ὁ ἀποσταλεὶς ἀπὸ τόπων εἰς τόπους ἦλθεν. Ἀλλ’
ἀπέστειλέ
, ὡς μὴ παρόντα τῷ κόσμῳ, πρὸς ὃν ἐπέμπετο. Πῶς ἡ γραφή φησι περὶ αὐτοῦ τοῦ κυρίου·
Ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο
; Πῶς οὖν ἦλθεν ὁ παρών, ἐφάνη ὁ λανθάνων; Εἰ δὲ ἀληθῶς, ὡς ἀκούεις, νοεῖς τὸ
ἀπέστειλε
, πᾶσα ἀνάγκη καὶ τὸν ἀποσταλέντα τούτοις ἐπιστῆναι τοῖς τόποις, οἷς μηδέπω παρῆν, καὶ τὸν ἀποστείλαντα ἐκεῖ πέμπειν, ὅπου μὴ πάρεστι. Πῶς οὖν ὁ εὐαγγελιστὴς ἔλεγε·
Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο
; Εἰ τοίνυν
ἦν ἐν τῷ κόσμῳ
, πῶς ἀποστέλλεται ἐν τῷ κόσμῳ; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος·
Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος
; Τί οὖν βούλεται τὸ
ἀπεστάλη
; Ἀντὶ τοῦ ὤφθη· ἀντὶ τοῦ διὰ σαρκὸς ἔλαμψεν. Ἡ γὰρ ἀποστολὴ οὐ τὴν ἀπὸ τόπων εἰς τόπους μετάβασιν σημαίνει, ἀλλὰ τὴν ἐκ τῆς ἀοράτου θεότητος εἰς ἐμφανῆ παρουσίαν. Οὔτε γὰρ ἐπιδημήσας τῇ γῇ κατὰ τὴν ἀνθρωπίνην οἰκονομίαν, τοὺς οὐρανοὺς ἐκένωσε τῆς ἑαυτοῦ ἀξίας, οὔτε νῦν ἀναληφθεὶς κατὰ τὴν τῆς σαρκὸς ἀνάληψιν, τὴν γῆν ἔρημον κατέλιπε τῆς ἰδίας ἐπιστασίας. Εἰ κατὰ τὴν λέξιν, ἀδελφοί, ὁ πατὴρ ἀπέστειλν τὸν υἱὸν εἰς τὸν κόσμον, δῆλον ὅτι ὁ ἀποστείλας τοῦ ἀπεσταλμένου χωρίζεται κατὰ τὴν ἰδίαν στάσιν. Εἰ μὲν γὰρ σὺν αὐτῷ ἐστι, περιττὸν τὸ ἀπέστειλεν· εἰ δὲ ἀπέστειλεν, ἀνάγκη κεχωρίσθαι, κατὰ τὴν τῆς λέξεως ἔμφασιν. Ἀλλ’ οὐ δεῖ τῇ λέξει δουλεύειν, ἀλλὰ τῇ πίστει στοιχεῖν. Καὶ τίς ἡμῖν μαρτυρήσει λόγος, ὅτι ἐπὶ γῆς φανεὶς ἐν οὐρανοῖς ἦν; τίς δὲ μαρτυρήσει λόγος, ὅτι παρὰ πατρὸς ἀπεσταλμένος
Ἐγὼ ἐν πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί
; πῶς δὲ πάλιν ἔλεγε·
Καὶ ὁ πέμψας με πατὴρ μετ’ ἐμοῦ ἐστιν
; Ὁρᾷς ὅτι ἡ φύσις οὐ χωρίζεται· ἡ δὲ οἰκονομία τὸ σχῆμα τῆς ἀποστολῆς ἐνδείκνυται. Τί οὖν βούλεται τὸ
ἀναβαίνω πρὸς τὸν πατέρα μου
; Εἰ γὰρ σὺν αὐτῷ ὁ πατήρ, διὰ τί ἀναβαίνει; Ἡ ἀνάβασις τὴν οἰκονομίαν ἑρμηνεύει, τοῦ σώματος τὴν ἀνάληψιν, οὐ τῆς θεότητος τὴν διάστασιν. Θέλεις δὲ μαθεῖν, ὅτι ὥσπερ ἐπιδημήσας τῇ γῇ, τοὺς οὐρανοὺς οὐ κατέλιπεν, οὔτε τοῦ πατρὸς ἐχωρίσθη, οὕτω καὶ εἰς οὐρανοὺς ἀναληφθείς τὴν γῆν οὐ κατέλιπεν ἔρημον; Ὁ εἰπὼν πρὸς ἑαυτοῦ μαθητάς·
Καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι
, ἀλλ’
ἀνέρχομαι
, ὁ αὐτὸς πάλιν πρὸς ἐκείνους λεγει·
Καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος
. Τὸ οὖν
ἵνα γινώσκωσί σε τὸν μονον ἀληθινὸν θεὸν, καὶ ὃν ἀπέστειλας
διπλῆν ἔννοιαν ἔχει καὶ μάχαιραν διπλῆν· τὴν μὲν κατὰ τῆς εἰδωλολατρείας ὁπλιζομένην, τὴν δὲ κατὰ τῆς
Ἵνα δὲ μάθῃς ἀκριβῶς ὅτι τὸ ἀπεστάλθαι παρὰ τοῦ θεοῦ οὐ τὴν ἀπὸ τόπων εἰς τόπους μετάστασιν σημαίνει, ἀλλὰ τῆς οἰκονομίας τὴν φανέρωσιν, περὶ Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ.
Ἆρα ἀπ’ οὐρανῶν ἀπεστάλη Ἀναβαίνω πρὸς τὸν πατέρα μου
καὶ
παρακαλέσω αὐτὸν καὶ παράκλητον πέμψει ὑμῖν τὸ πνεῦμα τῆς ἀληθείας.
Εἰ ἀναβαίνεις ἄνω καὶ παρακαλεῖς καὶ παρακαλῶν δυσωπεῖς καὶ μετὰ τὴν παράκηλσιν ἀποστέλλεις τὸ πνεῦμα – Παρακαλῶ γάρ, ἔφης, καὶ πέμπω. –, τίνος ἕνεκεν πρὸ τῆς ἀναβάσεως λύεις τὴν τοῦ πατρὸς αὐθεντίαν; Εἰ μὴ αὐθεντεῖς κατὰ τὴν θείαν ἀξίαν, ἀλλ’ ἀναμένεις ἀνελθεῖν πρὸς τὸν πατέρα εἰς τὸν οὐρανὸν καὶ παράκλησιν καὶ ἱκεσίαν προσάγειν καὶ οὕτω λαβεῖν τοῦ πνεύματος τὴν χάριν, καὶ εἰς πᾶσαν ἐκπέμψαι τὴν οἰκουμένην, τίνος ἕνεκεν πρὶν ἀναβῇς, πρὶν παρακαλέσῃς, οἰκείαν ἐνδείκνυσαι τὴν αὐθεντίαν; διὰ τί πρὸ τῆς ἀναλήψεως, ἀναστὰς ἐκ νεκρῶν, ἐνεφύσησας εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ λέγεις·
Λάβετε πνεῦμα ἅγιον.
Ὃ αἰτεῖς παρὰ πατρὸς, πρὶν ἱκετεύσῃς πατέρα δίδως. Οὐκοῦν εἰρωνεύῃ τὴν αἴτησιν; Οὐκ εἰρωνεύομαι, φησίν. Οὐκ ἔστι γὰρ εἰρωνεία παρὰ τῇ ἀληθείᾳ. Ἀλλὰ τὸ μὲν ἥρμοσται τῇ ἀξίᾳ, τὸ δὲ πρέπει τῇ οἰκονομίᾳ. Διὰ τί οὖν ἐνεφύσησας εἰς τὰ πρόσωπα τῶν ἀποστόλων; Ἔδει με, φησὶν ὁ σωτήρ, ἀναστάντα ἐκ τῶν νεκρῶν τὴν ἀπαρχὴν τῆς ζωῆς τῷ κόσμῳ χαρίσασθαι. Ἐπειδὴ
Ἐνεφύσησε γὰρ ὁ θεὸς εἰς τὸ πρόσωπον τοῦ
. – ὃ λαβὼν ἐκεῖνος ἀπώλεσε, τοῦτο παρων ἀνακαλοῦμαι. Ἐγείρω τὸν πεσόντα, ἀνακαινίζω τὸν φθαρέντα, ζωοποιῶ τὸν νεκρωθέντα. Μαρτυρεῖ μου τῇ οἰκονομίᾳ καὶ ὁ προφήτης βοήσας μου τὴν ἐμφύσησιν. Καὶ τίς ὁ ἀναβοῶν προφήτης προαναφωνεῖ τὴν ἁγίαν ταύτην ἐμφύσησιν; Ἄκουε, φησί, τοῦ προφήτου λέγοντος ἐν τοῖς δυοκαίδεκα, Ἑόρταζε,
Τὰ πρῶτα φησίν·
Οὐκέτι οὐ μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν.
Τὴν καινὴν χάριν εὐαγγελίζεται, ὅτι τὰ παλαιὰ πέπαυται, τὰ νέα ἀνθοῦσιν.
Ἑόρταζε τὰς ἑορτάς σου.
Διὰ τί ἑόρτασον ὀνομάζει; Ἐπειδὴ ἐν τῇ ἑορτῇ τοῦ πάσχα ἀνάστασις ἤμελλεν ἀνθῆσαι.
Ἑόρταζέ
, τουτέστι τὰ πρῶτα τέλος ἔχει. Καὶ διὰ τί τέλος ἔχει τὰ πρῶτα; Ἀνέβη γὰρ ἐκ τῆς γῆς ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. Ἀλλὰ πάλιν ἀναλάβωμεν.
Ἑόρταζε,
Τίνες αἱ ἑορταί; Ἦσαν γὰρ ἐκεῖναι αἱ παλαιαὶ τῶν νέων φέρουσαι τὴν εἰκόνα. Πρώτη τῶν ἀζύμων ἡμέρα, εἰκὼν οὖσα τοῦ πάθους τοῖς ἀκριβῶς ἐξετάζουσι. Μετὰ ταύτην ἡμέρα τῆς πεντηκοστῆς, εἰκὼν οὖσα καὶ αὐτὴ τῆς τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος ἐπιφοιτήσεως. Ἡ δὲ τῶν σκηνοπηγίων εἰκὼν καὶ αὐτὴ ἦν τῶν σκηνῶν τῶν οὐρανίων. Τοιούτοις καὶ ὁ κύριος ἐνδεικνύμενος, ἐπειδήπερ ἐκεῖναι ἦσαν πρόσκαιροι, βουλόμενος δεῖξαι, ὅτι αἱ σκηναὶ ἐκεῖναι τύπος εἰσὶ τῶν μελλουσῶν σκηνῶν, ἔλεγε πρὸς τοὺς ἐν τῷ κόσμῳ πλουτοῦντας·
Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵν’ ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
. Αἱ οὖν πρόσκαιροι σκηναὶ τύπος ἦσαν τῶν αἰωνίων σκηνῶν. Ἐπεὶ οὖν ἡ τοῦ Χριστοῦ οἰκονομία τοὺς μὲν παλαιοὺς τύπους ἐπλήρου, τὴν δὲ νέαν χάριν ἐξήνθει, καλῶς ὁ προφήτης προαναφωνεῖ λεγων·
Ἑόρταζε,
Σημαίνει τὸ
οὐκέτι μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν
. Ἀνακεκαίνισται γὰρ τὰ παλαιὰ διὰ τῆς χάριτος.
Συντετέλεσται, ἐξῆρται.
. Ἀνέβη γὰρ ἐκ τῆς γῆς ὁ ἐμφυσῶν
εἰς τὸ πρόσωπόν σου καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως
. Ἀλλ’ ὁ μὲν προφήτης Ἐμνήσθη ἡμερῶν αἰωνίων ὁ ἀναβιβάσας ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων.
. Καὶ ἀντὶ τοῦ
ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ
εὐθέως ἐπήγαγεν·
Ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον.
Ἡ θεϊκὴ ἀξία, ἡ θεϊκὴ προσηγορια, τὸ βασιλικὸν ἀξίωμα, ἡ ἄχραντος δόξα καὶ ἡ ἀκατάληπτος δύναμις τὸ τῷ πατρὶ συνδοξαζόμενον καὶ υἱῷ συμβασιλεῦον καὶ
Εἰ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα.
Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.
Ταῦτα δέ φαμεν, ἀδελφοί, οὐχ ὡς παραπλησίως ἡμῖν ὀφείλοντος τοῦ ἁγίου πνεύματος τῷ Χριστῷ συνδοξάζεσθαι, ἀλλὰ τὴν ἀσέβειαν ἐλέγχοντες τῶν μηδὲ τοσοῦτον ἀπονέμειν ἀνεχομένων. Ἵλεως δὲ ἡμῖν, κύριε, ἐπὶ τοῖς λαλουμένοις εἴης. Ὅτι κἂν μέχρι ψιλῆς καὶ ἐπιπολαίου λέξεως δευτεροῦμεν τὰ τῶν ἀσεβῶν ῥήματα, ἀλλ’ ὅμως μηδείς, ἀδελφοί, νομισάτω ὕβριν εἶναι τοῦ ἁγίου πνεύματος τὸ δευτεροῦσθαι τὰς παρ’ ἐκείνων ὕβρεις. Ἄγομεν γὰρ αὐτὰς εἰς μέσον καὶ λέγομεν, οὐ συνδιατιθέμενοι τῇ ἀσεβείᾳ, ἀλλὰ τὴν πλάνην στηλιτεύοντες καὶ τοὺς συντρόφους τῆς εὐσεβείας τῶν πονηρῶν δογμάτων ἀποτειχίζοντες. Καὶ γὰρ οἱ ἀπόστολοι ἀγαπῶντες τὸν κύριον καὶ ἰδόντες αὐτοῦ τὴν ἀξίαν, οὐκ ὤκνησαν ἐντάξαι τοῖς ἁγίοις εὐαγγελίοις τὰς παρὰ τῶν
Ἀλλὰ τὸ πρᾶγμα οὐ τῶν γραψάντων κατηγορεῖ, ἀλλὰ τῶν βλασφημησάντων. Ἄκουε τοῦ πνεύματος τὴν ἐνέργειαν· ἄκουε τῶν ἀποστόλων τὴν δοξολογίαν· στοίχει ταῖς ἐκείνων διδασκαλίαις· ἕπου τοῖς βήμασι τῶν ἁγίων· μὴ πλάνα σαυτὸν τοῖς ἴχνεσι τῶν βεβήλων. Τριάδα προσκύνει· τριάδα δόξαζε· τριάδα κήρυττε. Οὕτω φρονοῦσι προφῆται, οὕτω κηρύττουσι ἀπόστολοι, οὕτω πιστεύουσι μάρτυρες.
Διαιρέσεις χαρισμάτων, τὸ δὲ αὐτὸ πνεῦμα· διαιρέσεις διακονιῶν, ὁ δὲ αὐτὸς κύριος· διαιρέσεις ἐνεργημάτων, ὁ δὲ αὐτὸς θεὸς ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.
ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος
, σὺ λύεις τὸν θεσμὸν τῆς θεολογίας; Ἀλλὰ γὰρ μὴ γένοιτο ἡμᾶς ποτε ταῦτα περὶ Τὸ δὲ αὐτὸ πνεῦμα
· ἐπὶ δὲ τοῦ υἱοῦ·
Ὁ δὲ αὐτὸς κύριος
· εἰς δὲ τὸν πατέρα ἐλθὼν εἶπεν·
Ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.
Τί οὖν αὐτῷ τὸ ῥῆμα τὸ
ἐνεργεῖν τὰ πάντα ἐν πᾶσιν
αὐθεντίαν μηνύει; Ναί φησι. Καὶ ὑπεροχὴν ὑπερβάλλουσαν κηρύττει; Ναί φησι. Δέχομαί σου τὰς ὁμολογίας, ἐὰν ἐμμένῃς ταῖς συνθήκαις. Ἴδωμεν τοίνυν τί σαφέστερον
τὸ σκεῦος τῆς ἐκλογῆς
, ὁ πνεύματι κυβερνώμενος ἁγίῳ, περὶ αὐτῆς ὑποτίθεται τῆς ζητήσεως.
Ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. Τῷ μὲν γὰρ δίδοται λόγος σοφίας κατὰ τὸ αὐτὸ πνεῦμα· ἑτέρῳ δὲ λόγος γνώσεως ἐν αὐτῷ τὸ πνεύματι; ἑτέρῳ δὲ χαρίσματα ἰαμάτων κατὰ τὸ αὐτὸ πνεῦμα· ἑτέρῳ προφητεία· ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν· ἄλλῳ πίστις· ἄλλῳ χαρίσματα.
Ταῦτα δὲ πάντα
. Πρόσεχε ἀκριβῶς. Βλέπε λέξεως συμφωνίαν καὶ δυνάμεως. Ὁ μὲν διὰ τῶν πρώτων εἰρηκώς·
Ὁ δὲ αὐτὸς θεὸς ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν
, ἐλθὼν εἰς τὸ πνεῦμα, ταύτην ἐπιμαρτυρεῖ τῷ πνεύματι τὴν δύναμιν·
Ταῦτα δὲ πάντα φησὶν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
Οὕτως οὐ λύεται ἡ ἁρμονία τῆς δοξολογίας, ὅταν τι τῶν ὀνομάτων τῆς ἁγίας τριάδος, ἢ πρῶτον ἢ δεύτερον ἢ τρίτον τίθεται. Τὸ γὰρ πρῶτον καὶ δεύτερον καὶ τρίτον οὐ φύσεως ἐμφαίνει διαφοράν, ἀλλὰ θεολογίας ὁδὸν ἀσύγχυτον. Πάλιν ὁ αὐτὸς ἀπόστολος, ἵνα δείξῃ πανταχοῦ ἀδιαφόρως ἑαυτὸν κεχρημένον ταῖς τῶν ὀνομάτων τάξεσιν, εὐτάκτως δὲ καὶ ἀσφαλῶς προσιόντα τῷ θείῳ κηρύγματι,
Αὐτὸς δὲ ὁ κύριος ἡμῶν
Ἐγὼ γὰρ ὁ θεὸς
Καὶ εἰκότως ἡ γραφὴ κηρύττει πρῶτον τὸν γεννήσαντα, εἶτα τὸν γεννηθέντα, ἔπειτα τὸν ἐξ ἐκείνου. Ἀλλ’ ἐπειδὴ ἡ φύσις ἦν ἀμέριστος, εἰ καὶ τοῖς χρόνοις διετέμνετο διὰ τὴν ἀκολουθίαν, οὐκ ὤκνησεν ὁ θεὸς μεταβαλεῖν τὴν τάξιν, ἵνα τὴν ὁμολογίαν ἀναδείξῃ.
Καὶ πορεύσονται ἐκεῖ καὶ λατρεύσουσι θεοῖς ἑτέροις. Τότε αἰσχυνθήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος.
Καὶ μετὰ βραχέα·
Καὶ μνησθήσονται τῆς διαθήκης
Ἐπαναλήψομαι τὸ ῥῆμα. Ὁ γὰρ κρότος ἐκάλυψε τὴν ὑπόθεσιν.
Ἐκεῖ
καὶ ἐπιστρέψουσι πρός με καὶ ἰάσομαι αὐτούς
. Οὐδέπω ἀπειλὴ καὶ τὴν καταλλαγὴν ἐπαγγέλλεται.
Καὶ ἀνάξω αὐτοὺς εἰς τὴν γῆν τῶν πατέρων αὐτῶν
καὶ μνησθήσομαι τῆς διαθήκης
. Ὁρᾷς πῶς μεταβάλλει τὴν τάξιν, ἵνα δείξῃ τὴν ὁμοτιμίαν; Οὐ γὰρ πρῶτον ἐποίησε τὸν Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσι ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.
ἐποίησε τοὺς αἰῶνας
. Πρὸ τῶν αἰώνων τὸ ἅγιον πνεῦμα. Οὐδαμοῦ σχίζεται ἡ φύσις· οὐδαμοῦ μερίζεται ἡ δύναμις. Πρόσεχε ἀκριβῶς. Βασιλεύει ὁ πατήρ, βασιλεύει ὁ υἱός, βασιλεύει τὸ πνεῦμα τὸ ἅγιον. Οἶδα ταύτῃ χρησάμενος τῇ ἀποδείξει. Ἀλλὰ τὰ αὐτὰ λέγειν
ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές
. Βασιλεύει πατὴρ κατὰ τὸ
ὁ θεὸς ἡμῶν βασιλεὺς εἰς τὸν αἰῶνα
. Βασιλεύει υἱός·
Δώσει γὰρ αὐτῷ κύριος τὸν θρόνον
Βασιλεύει τὸ πνεῦμα τὸ ἅγιον.
Καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ εἶπε πρός με· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε
Εἶδον τὸν βασιλέα κύριον σαβαὼθ καὶ εἶπέ μοι· Πορεύθητι καὶ εἰπὲ τῷ λαῷ τούτῳ
Καλῶς τὸ πνεῦμα τὸ ἅγιον εἶπε πρὸς τοὺς πατέρας ἡμῶν διὰ τοῦ προφήτου
Τὸν βασιλέα σαβαὼθ εἶδον, καὶ εἶπε πρός με· Εἰπὸν τῷ λαῷ τούτῳ.
Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε
, καὶ τὰ ἑξῆς.
Ἤκουσα γὰρ φωνῆς κυρίου λέγοντος· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ.
Κύριος ὁ πατήρ, κύριος ὁ υἱός·
Εἶπε
Κύριον τὸ πνεῦμα τὸ ἅγιον.
Ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν· ὅπου δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία.
Μή τις νομίζῃ, ὅτι μεῖζόν ἐστιν ὄνομα τὸ πρῶτος θεός, τὸ δεύτερον δὲ ὄνομα τὸ κύριος. Ἐπὶ γὰρ τῆς ἀθανάτου φύσεως καὶ κύριος καὶ θεός, κἂν μὴ τὴν αὐτὴν δύναμιν ἔχῃ ἡ λέξις, ἀλλὰ τὴν αὐτὴν ἀξίαν κηρύττει. Τί γάρ; Ὁ θεὸς ὄνομα πρῶτον; Εἰ δεύτερον δὲ τὸ κύριος, οὐκ ἂν τῷ δευτέρῳ ὡς πρώτῳ
Κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν.
Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν.
Κύριος τοίνυν ὁ πατήρ, ὁ υἱὸς κύριος, κύριος τὸ πνεῦμα τὸ ἅγιον.
Εἷς κύριος.
Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος
Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν. Καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος.
φεύγει ὁ ἀσεβὴς μηδενὸς διώκοντος
.
Ἡμεῖς δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
Γνώτωσαν, ὅτι ὄνομά σοι κύριος.
Εἰ τοῦ πατρὸς μέμνηται, οὐκοῦν μάθε ὅτι ὄνομα τοῦ πατρὸς κύριος. Καὶ εἰ τοῦ πατρὸς ὄνομα κύριός ἐστι,
Εἷς κύριος
κύριος
τῷ υἱῷ ἁρμόσας, τηρήσῃ τῷ πατρὶ τὸ
θεός
. Δέχομαι τὸν ὅρον καὶ τὴν συνθήκην. Οὐ μερίζω τὴν ἀξίαν τῶν ὀνομάτων, ὡς πολλάκις ἔφθην εἰπών,
γνώτωσαν, ὅτι ὄνομά σοι κύριος
. Τί οὖν ποιεῖς τῷ ἐπαγομένῳ ῥήματι·
Σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν
; Ἄρα κατὰ τὴν σὴν ἀσθένειαν καὶ κατὰ τὴν διδασκαλίαν, οὐκέτι πατὴρ ὁ ὕψιστος, διότι μόνος ὕψιστος ὁ υἱός. Ἐνταῦθα, ἀδελφοί, οὐ κύματα θαλάσσης ἐστὶν, ἵνα συμπνίξῃ, ἀλλ’ ἀγάπης κύματα, ἵνα ἁγιάσῃ. Πλὴν Χριστοῦ φθεγγομένου καὶ κηρυττομένου, ἡσυχία τὸ σκάφος τοῦτο τὸ θεοφιλὲς ἀγέτω. Ἄτοπον γὰρ τὴν μὲν θάλασσαν θεασαμένην τὰ ἴχνη τοῦ δεσπότου καὶ ἀκούσασαν
σιώπα, πεφίμωσο
, αἰδεσθῆναι τὴν αὐθεντίαν, τὴν δὲ ἐκκλησίαν μὴ πεισθῆναι τῷ ἑαυτῆς νυμφίῳ τὰ ῥήματα τῆς ζωῆς φθεγγομένῳ καὶ θείαν ὡς ἀληθῶς χάριν ἐπὶ τῶν χειλέων ἔχοντι·
Ἐξεχύθη
Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
Γνώτωσαν, ὅτι ὄνομά σοι κύριος.
Ὃ θέλεις, ἐπίλεξαι, οὐχ ὡς ἐν τῇ σῇ ἐξουσίᾳ τῆς ἐκλογῆς κειμένης. Οὐδὲ γὰρ ὅτε Ἐκλέξασθε ὑμῖν πρὸς τὴν σήμερον τίνι λατρεύσατε ἢ τοῖς θεοῖς, οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἢ κυρίῳ τῷ θεῷ ἡμῶν
, οὐ πάντως ἐν τῇ ἐξουσίᾳ τῶν ἀνθρώπων ἔδωκε τὴν ἐκλογήν, ἀλλ’ ἵνα δείξῃ ὅτι τῇ προαιρέσει τῶν ἀγαπώντων τὸν θεὸν ἀκολουθεῖ ἡ εὐσέβεια. Καὶ ἀλλαχοῦ ὁ αὐτός·
Μάρτυρες ὑμεῖς καθ’ ἑαυτῶν ὅτι ὑμεῖς ἐξελέξασθε τὸν κύριον λατρεύειν αὐτῷ.
Ὥσπερ ἐκεῖ ἡ ἐκλογὴ τοῦ θεοῦ τὴν ἀξίαν οὐχ ὕβρισεν, ἀλλὰ τὴν προαίρεσιν τῶν εὐσεβούντων ἔδειξεν, οὕτω καὶ νῦν, ἐὰν δῶ τῇ προαιρέσει τὴν ἐκλογήν, οὐ τὴν ἀξίαν ὑβρίζω, ἀλλὰ τὴν προαίρεσιν δοκιμάζω. Τὸ
γνώτωσαν ὅτι ὄνομά σοι κύριος
ἄρα περὶ πατρὸς εἴρηται ἢ περὶ υἱοῦ; Εἰ μὲν γὰρ περὶ πατρὸς καὶ ὄνομα τοῦ πατρὸς κύριος, ὄνομα καὶ τοῦ υἱοῦ κύριος.
Εἷς γὰρ κύριος
Ἄρα τὸ ἀξίωμα ὥσπερ κοινὸν καὶ τὸ ὄνομα. Ἀλλὰ τοῦ υἱοῦ ὄνομα τὸ
κύριος
. Αὐτὸς οὖν μόνος κύριος ὁ υἱός.
Σὺ γὰρ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
Ἄρα οὖν, ὅτε εἷς καὶ μόνος κύριος ὁ υἱός, ἀλλότριος τῆς κυριότητος ὁ πατήρ; Μὴ γένοιτο. Οὐδὲ γὰρ ὁ πατὴρ ὅτε κηρύσσεται μόνος εἷς ὁ θεός, ἐκβάλλεται ὁ υἱὸς τῆς θεότητος.
Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος.
Οὔτε οὖν τὸ
θεὸς ὁ πατήρ
ἀφορίζει τὸν υἱὸν τῆς θεότητος. Καὶ γὰρ
θεὸς ὁ λόγος
. Οὔτε μὴν ὁ υἱός, ὅταν λέγηται
εἷς κύριος
, ἀλλότριον δείκνυσι τὸν πατέρα τῆς κυριότητος.
Εἶπε
Κύριος οὖν ὁ πατήρ, κύριος ὁ υἱός, κύριος τὸ πνεῦμα τὸ ἅγιον.
Ὁ
Ἀλλὰ πάλιν ὁ αἱρετικὸς παροξύνεται ἀνακύψας καὶ κύριον ἀκούσας τὸ πνεῦμα τὸ ἅγιον διαρρήγνυται. Καὶ πῶς, φησί, τὸ πᾶν κύριος, ὁπότε διὰ τοῦ προφήτου Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου
; Ὁρᾷς, φησί, τὸ πνεῦμα τὸ λαλοῦν διὰ τοῦ προφήτου ὁμολογεῖν κύριον ἑαυτοῦ καὶ τὸν πατέρα καὶ τὸν υἱόν; Τί οὖν, ἀδελφοί; Ἵνα μὴ πλεῖον ἡ λέξις προσενεχθεῖσα ἀμφίβολος γένηται τοῖς ἀκροαταῖς ἐπ’ αὐτὴν ἥξω τὴν ἐξέτασιν τοῦ λογου, πᾶσαν ὑμῖν ἀναπτύξω τῆς λέξεως τὴν θεωρίαν.
Ὁ σωτήρ ποτε τῇ Τίνα λέγετε εἶναι τὸν Χριστόν; τίνος ἐστὶν ὁ υἱός; Λέγουσιν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι· Τοῦ
Εἶτα κύριος ἀντιτιθεὶς αὐτῶν τῇ ὑπονοίᾳ, πάλιν ἐπήγαγε·
Καὶ πῶς
Τὸ δὲ
ἐν πνεύματι ἁγίῳ
προσέθηκεν οὐχ, ἵνα τὸ πνεῦμα δοῦλον ἀποδείξῃ τοῦ κηρυττομένου Χριστοῦ, ἀλλ’ ἵνα σαφῶς παραστήσῃ, ὅτι ὁ προφήτης ἐν πνεύματι ἁγίῳ τὰ μέλλοντα προορῶν, ὃ ἤμελλεν υἱὸν κατὰ σάρκα κύριον ὁμολογεῖ κατὰ ἀλήθειαν. Οὐ γὰρ περὶ τοῦ ἁγίου πνεύματος προέκειτο τῷ κυρίῳ ἐξεταζομένῳ, ἀλλὰ περὶ αὐτοῦ. Εἰ οὖν
Οὐκ εἶπεν εἰ οὖν τὸ πνεῦμα τὸ ἅγιον καλεῖ αὐτὸν κύριον, ἀλλ’
εἰ ὁ
. Διὰ τί οὖν προσέθηκε τὸ
ἐν πνεύματι ἁγίῳ καλεῖ αὐτὸν κύριον
; Ἐπειδὴ τὸ εἰπεῖν περὶ Χριστοῦ πρὸ τῆς Χριστοῦ παρουσίας οὐκ ἦν σώματος βλέποντος, ἀλλὰ πνεύματος ἁγίου προδεικνύοντος. Οὐδὲ γὰρ ἃ ἔβλεπε κύριος
προσέθηκε·
Πῶς οὖν
Ἵνα δὲ μὴ τὴν βλασφημίαν ὁ αἱρετικὸς εἰς τὸ ἅγιον πνεῦμα ἑλκύσῃ, ἐπήγαγε πάλιν, ὡς ἔφθημεν εἰπόντες·
Εἰ οὖν
Οὐκοῦν ὁ Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε πρὸς τοὺς πατέρας ὑμῶν διὰ τοῦ προφήτου.
Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσι.
Τίς δώσει πάντα τὸν λαὸν προφήτας εἶναι, ἐν τῷ δοῦναι κύριον τὸ ἅγιον πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς;
ἐλάλησε διὰ τῶν προφητῶν
ἢ ἀπειθοῦσιν ἔτι καὶ ἀμφιβάλλουσιν; Εἰ μὲν ἀμφιβάλλουσι, τὸ προειρημένον ὑπομνήσωμεν, πῶς αὐτὸς μαρτυρεῖ
Εκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσι.
Καὶ τίς δώσει πάντα τὸν λαὸν κυρίου προφήτας εἶναι, ἐν τῷ δοῦναι κύριον τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον ἐπ’ αὐτούς;
Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ
Πνεῦμα γὰρ κυρίου ἐλάλησεν ἐν εμοί.
Ἐὰν πάντες προφητεύητε, εἰσέλθῃ δέ τις ἰδιώτης ἢ ἄπιστος, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γινεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον αὐτοῦ προσκυνήσει, ἀπαγγέλλων, ὅτι ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν.
Τί τοίνυν σκανδαλίζῃ περὶ τὴν εὐσέβειαν, αἱρετικέ; Τί συκοφαντεῖς τοῦ πνεύματος τὴν ἀξίαν; Τί παραβαίνεις τῆς πίστεως τὴν ὁμολογίαν; Ἀνάγνωθί σου τὰς συνθήκας ἐπὶ τῶν μυστηρίων, πῶς εἶπας·
Λάλησον τῷ
οὕτως
, ἵνα μηδεὶς κατὰ τὴν ἰδίαν ἐξουσίαν τὰς εὐλογίας φέρῃ, ἀλλὰ κατὰ τὸν κανόνα τῆς γραφῆς τὰ πάντα ποιῇ. Λέγει·
Οὕτω
Οὕτω
· πῶς;
Ευλογήσει σε κύριος καὶ φυλάξει σε.
Καὶ πρόσεχε πῶς πανταχοῦ τὴν τριάδα μυστικῶς εἰσάγει, δι’ ἧς καὶ εὐλογίαι τριπλασιάζονται·
Εὐλογήσει σε κύριος καὶ φυλάξει σε. Ἐπιφανεῖ κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ εὐλο
Ὅρα τὴν τριάδα διαρρήδην ἀνυμνουμένην. Ποία χάρις οὐκ ἀπὸ πνεύματος ἁγίου; Ποῖον δῶρον οὐκ ἐξ ἐκείνου; Ποῖον ἀγαθὸν ἄνευ ἐκείνου; Τί δύναται καὶ ὑπερκόσμιον ἐπιφανῆναι τοῖς ἀνθρώποις ἄνευ πνεύματος ἁγίου;
Ἐρευνᾶτε τὰς γραφὰς
καὶ σκοπήσατε, ὡς, ὅταν ἡ γραφὴ θέλῃ μηνῦσαί τι ἢ δεῖξαι τῶν ὑπὲρ φύσιν ἀποτελουμένων, τῇ τοῦ πνεύματος αὐθεντίᾳ τὸ πᾶν ἐπιγράφει.
Καὶ πνεῦμα κυρίου ἐπῆλθεν ἐπὶ
, ἵν’ ὅταν ἀπιστηθῇ διὰ τὴν ἀνθρωπίνην φύσιν, πιστευθῇ διὰ τὴν τοῦ πνεύματος δύναμιν.
Πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὅτι κύριος παρέδωκεν αὐτοὺς καὶ ὁ θεὸς ἀπέδοτο αὐτούς;
Καὶ πνεῦμα κυρίου ἦλθεν ἐπὶ
Οὐδαμοῦ οὐδεμίαν εἰσῆγεν ἀριστείαν, μὴ προτάξας τοῦ πνεύματος τὴν ἐνέργειαν. Εἶτα ἐπεὶ λοιπὸν ἐγυμνώθη τῆς δυνάμεως, πρόσεχε ἀκριβῶς, τί παραδέδωκεν ἡ θεία γραφὴ πανταχοῦ λέγουσα ὅτε ἐστρατήγει καὶ ἐνίκα, ὅτι
πνεῦμα κυρίου ἦλθεν ἐπὶ
. Ὅτε ἐξυρᾶτο τὴν κεφαλήν, προδιδοὺς τῆς χάριτος τὸ ἐνέχυρον, εὐθέως ἔγραφε·
Καὶ κύριος ἀπέστη ἀπὸ
. Ὅτε οἱ ἀλλόφυλοι·
Καὶ πνεῦμα κυρίου κατῆλθεν
. Ὅτε ἀνεχώρει, λέγει·
Καὶ κύριος ἀπέστη ἀπ’ αὐτοῦ.
Καὶ εἰκότως.
Ὁ
Οὐ μόνον δὲ ἐν τῇ παλαιᾷ ταύτην εὑρήσεις τὴν θεωρίαν, ἀλλὰ καὶ ἐν τοῖς ἀποστόλοις. Ὅταν τινὰ μεγάλην καὶ ὑπερβάλλουσν δύναμιν κηρύττῃ τὰ θεῖα λόγια, πανταχοῦ τοῦ πνεύματος τὴν αὐθεντίαν προτάττει.
Ἰδοὺ
Τοῦτο δὲ ὑπερέβαινε τὴν Τότε
Ἔχεις καὶ ἑτέραν ἀπόδειξιν πνεύματος, ἐὰν ὑπὲρ δύναμιν ἰδιώτης λαλήσῃ. Ἀλλὰ πάλιν ἡ γραφὴ τῷ πνεύματι τὴν ἐνέργειαν ἐπιγράφει. Οἷον·
Καὶ τότε
πλησθεὶς πνεύματος ἁγίου
; Ἐπειδὴ ἰδιώτην ὑπερέβαινεν ἡ παρρησία, ἵνα μή τις εἰς τὸν ἁλιέα ἀποβλέψας, ἀπιστήσῃ τῇ παρρησίᾳ τοῦ λόγου τοῦ ἁγίου, προέταξε τοῦ ἁγίου πνεύματος τὴν σοφίαν, ἵνα μὴ θαυμάσῃς τὴν χορηγίαν. Σκοπήσωμεν, εἰ δοκεῖ, καὶ ἕτερον, ἵνα ἐπὶ πλεῖον ἡ βεβαίωσις ἐπιλάμψῃ τοῖς εἰρημένοις. Ἀνοίγεται οὐρανὸς ἁγίοις, ἀλλὰ ἄνευ πνεύματος τοῦ ἁγίου οὐκ ἀνοίγεται. Οὐ γὰρ ὀφθαλμοῖς σαρκὸς ὁρᾶται οὐρανὸς ἀνοιγόμενος, ἀλλ’ ὑπὸ τῆς τοῦ ἁγίου πνεύματος ἐνεργείας.
Πάντα γὰρ ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται·
· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.