Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Πάλιν ἑορτὴ τῇ ἐκκλησίᾳ καὶ πάλιν μυστήριον, εὐφροσύνη πιστῶν, σωτηρία ψυχῶν, εὐωδία τῷ κόσμῳ. Σήμερον τὴν τῶν ἐγκαινίων τοῦ ζωηφόρου σταυροῦ ἑορτάζομεν πανήγυριν καὶ οὐρανοὶ ἀγάλλονται καὶ ἄγγελοι συγχορεύουσι καὶ θεὸς δοξάζεται. Πάλαι μὲν γὰρ ἐν Κρανίῳ παγεὶς τὴν κατὰ τοῦ θανάτου νίκην ἐβλάστησε, νυνὶ δὲ τῷ κόσμῳ παντὶ ἐπιφανεὶς
Ἀλλὰ τί τὰ πρῶτα ἀφέντες τῇ ῥύμῃ τοῦ λόγου τῆς ἐσχάτης ἐξηκολουθήσαμεν; Ἀπαιτεῖ γὰρ ὁ καιρὸς μνημονεῦσαι ἡμᾶς, τί δὴ
τῆς δικαιοσύνης ἡλίου
ἐπαφήσας τῇ γῇ τὸ μὲν πάγος τῆς τοῦ διαβόλου τυραννίδος ἔλυσε, τὸν δὲ χειμῶνα τῆς ἀσεβείας διεκρούσατο, τὸν δὲ ἀνθρώπινον καὶ λογικὸν νοῦν καθάπερ τινὰ ἀέρα συνεκέρασε καὶ τὰς κατημελημένας τῶν ἀνθρώπων ψυχὰς ἐργασίαν παντὸς ἔργου ἀγαθοῦ καὶ ἀρετῆς ἁπάσης βλαστάνειν ἐζῳογόνησεν. Κατακρυβεὶς δὲ τῇ τῶν Ἰουδαίων σκοτεινῇ κακοβουλίᾳ ὥσπερ τινὸς νεφέλης ὑποδρομῇ τῇ γῆ τὰ νῦν φαιδρῶς
ἀνέτειλε
τοῦ ξύλου τῆς ζωῆς
. Τούτου χάριν ἐγκαινισμὸν καλοῦμεν τὴν ἡμέραν καὶ ἑορτὴν ἄγομεν πανύμνητον τοῦ ἤδη ἑορτασθέντος καὶ δεδοξασμένου.
Ἀλλ’ Ἰουδαῖοι μὲν ὡς ἀεὶ καὶ τὰ νῦν διεψεύσθησαν τῆς ἀληθείας τὸν θεϊκὸν θησαυρὸν φθόνῳ τοῦ μὴ πλουτισθῆναι πάντας ὑπὸ τὴν γῆν καταχώσαντες· ὁ δὲ οὐ διέλαθεν οὐδὲ ἐπὶ πολὺ τὴν τῶν πτωχευομένων ὑπερεῖδε ζημίαν, ἀλλ ὥσπερ ἥλιος τὴν συνέχουσαν καὶ ἐφηπλωμένην κακεντρεχείας νεφέλην διαρρήξας καὶ καταφλέξας τῇ ζέσει τοῦ οἰκείου φωτὸς καὶ κράτους τῇ ὅλῃ κτίσει τὰς μαρμαρυγὰς διεπέτασε καὶ τὸν κόσμον φαιδρύνας πάντας τοὺς γυμνοὺς περιέθαλψε καὶ τὴν γῆν ἐπλούτισεν. θαυμάζει δέ, οἶμαι, ὁ ἀκροατής, πῶς οἱ μεμηνότες Ἰουδαῖοι οὐκ εἰς ἅπαν τὸ σωτήριον τοῦτο ξύλον ἢ πυρὶ ἢ ἄλλῳ τινὶ ἀπώλεσαν, ἀλλὰ κατέκρυψαν· πρὸς ὃν ἐροῦμεν, ὅτι καὶ τοῦτο μὲν ἀπωλείας· θεία δὲ οὖσα ἡ ἐμφωλεύουσα τούτου δύναμις συνεχώρησε μὲν οἰκονομικῶς διὰ πολλὰς καὶ ἀναγκαίας, ὡς ἔμοιγε φαίνεται, χρείας ἐργάσασθαι αὐτοὺς τὰ κατὰ γνώμην, ἵνα μειζόνως καὶ ἐν τούτῳ δοξασθῇ, ἀπετείχισε δὲ τῇ κακεντρεχείᾳ τὴν πρὸς ἀφανισμὸν βουλὴν ἐσχάτην αὐτῶν τε καὶ τῶν ἐξ αὐτῶν ἀπειθῶν. Ἐβιάσαντο τοίνυν τὴν ἀένναον καταχῶσαι πηγὴν καὶ τὴν διέξοδον
εἰς μάτην ἐκοπίασαν
οἱ ἄφρονες· γέγραπται γάρ·
Οὐ κατι
Διὰ τοῦτο τοὺς μὲν ἀνοήτως
Ὡς ποταμὸς ἐπικλύζων εἰρήνην καὶ ὡς χειμάρρους κατακλύζων δόξαν ἐθνῶν.
Ἔδει τοίνυν, ἔδει συγχωρηθῆναι τούτους ὑπὸ τῆς πάντα ὑπερεχούσης νοῦν θείας σοφίας δρᾶσαι τὰ καταθύμια, ὅπως οἱ ἀπαναισχυντήσαντες ἐπὶ τὸ σωτήριον πάθος καὶ ἐμπτυσθέντες παρὰ πάσης τῆς κτίσεως διὰ τῶν γεγονότων σημείων καὶ μηδὲ οὕτως μετανοήσαντες,
ᾐσχύνθησαν καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν
ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί μὲ παρεκάλεσαν·
ῥάβδος μὲν ποιμαντικὴ κατὰ τῶν λύκων, βακτηρία δὲ εἰς ὑποστηριγμὸν καὶ ἐπανόρθωσιν τῶν καταπεσόντων καὶ κατερρηγμένων ὑπὸ τοῦ ὄφεως· ὁ δέ·
εὐλό
καὶ ἄλλος·
φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον μὴ μαθεῖν·
καὶ ἕτερος·
ἔδωκας τοῖς φοβουμένοις σὲ σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.
Διὰ ταῦτα οὖν βασκανίᾳ φαυλότητος φερόμενοι ἀμαυρῶσαι. τὰ καλὰ ἐσπούδασαν καὶ ἅπαξ
εἰπὼν ὁ ἄφρων
ὁ Χριστός, πάντα κάλων ἐκίνησαν ἀπιστίας πρὸς βεβαίωσιν τῆς οἰκείας ἀπιστίας. Διὰ τοῦτο καὶ θανόντα λοιδοροῦσι καὶ τὸν τάφον τηροῦσι καὶ τὸν σταυρὸν καταχωννύουσι καὶ
ἐνεδυναμώθησαν ἐπὶ τῇ ματαιότητι αὐτῶν
, ἀπέβη δὲ αὐτῶν πρὸς τοὐναντίον τὰ σπουδάσματα. Ἀβέβαιοι γὰρ αἱ πονηρῶν ἀνθρώπων ἐλπίδες, εἰκαζόντων μὲν τὰ καταθύμια καὶ συμφέροντα τῇ οἰκείᾳ μοχθηρίᾳ, τὰ δὲ παλίμφημα ὑπομενόντων. Καὶ καθάπερ ἐκεῖ εἰς μάτην ἠγρύπνησαν φυλάξαντες τὴν ἀνάστασιν, οὕτως κἀνταῦθα τοῖς κόλποις τῆς γῆς ἐναποθέμενοι καθάπερ ἀποσπάδα τινὰ τὸ ξύλον τῆς ζωῆς τὴν μὲν γῆν ἡγίασαν, τὸν δὲ εὐκοσμότερον καὶ πολυφορώτερον τοῖς τῆς ἀθανασίας καρποῖς ἀνέδειξαν. καὶ τὸ θαυμαστὸν ὅτι τριακόσιά που καὶ τριάκοντα ἔτη ἄσηπτος ἐν τῇ γῇ διεφυλάχθη, ὃ ἀδάπανος θησαυρός.
δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.
Σήμερον ἀγάλλεται τὰ ξύλα τοῦ παραδείσου καὶ τοῖς κλάδοις προσκροτεῖ· ὅτι εὕρηται φάρμακον τῷ ξύλῳ τῆς παρακοῆς· ὅτι νῦν καλῶς τρυγᾷ
τὸ ξύλον τῆς ζωῆς
ὁ Ἀδὰμ καὶ
ζήσεται εἰς τὸν αἰῶνα
· ὅτι πάλιν ἐντρυφᾷ τοῖς τοῦ παραδείσου ἀγαθοῖς ὁ ἄνθρωπος ἐκ τοῦ παραδείσου ἐκβληθείς. Ταύτην ἄγω τὴν ὑπερκόσμιον ἑορτήν, ὅτι
ἤγειρε κύριος κέρας σωτηρίας
τῷ λαῷ αὐτοῦ. Σταυρὸς γὰρ καὶ ἀέρι τυπούμενος τοσοῦτον ἰσχύει, ὅσον καὶ ἡ πίστις χωρεῖ. Τοῦτον ὀρρωδοῦσι δαίμονες καὶ εἰς φυγὴν τρέπονται τὸ ἐν αὐτῷ θεωροῦντες μυστήριον. Οὗτος στήριγμα κόσμου, σωτηρία ψυχῶν, ὅπλον ἀριστεύουσιν· οὗτος τὸ ὕψος καὶ τὸ βάθος καὶ τὰ ἐφ’ ἑκάτερα πέρατα τῆς οἰκουμένης ἁγιάζει. Τοῦτον ὡς κλίμακα εἶδεν ὁ Ἰακὼβ καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ’ αὐτόν· δι’ αὐτοῦ γὰρ ἡ ἔχθρα κατελύθη καὶ εἰρήνη ἐβραβεύθη οὐρανίοις καὶ ἐπιγείοις καὶ κατέρχονται μὲν ἄγγελοι ἐπαλείφοντες τοὺς ἀγωνιστάς, ἀνέρχονται δὲ οἱ τῆς εὐσεβείας ἐργάται τὰ βραβεῖα τῆς ἄνω κλήσεως ἀπολαμβάνοντες παρὰ τοῦ ἀγωνοθέτου θεοῦ. Διὰ τοῦτο φησίν·
ὁ δὲ κύριος ἐπε
ὧν τὸ τέλος ἀπώλεια
, φάσκοντες
Ὁρᾷς, ὦ Ἰουδαῖε, διὰ τῶν τύπων φαιδρῶς λάμπουσαν τὴν ἀλήθειαν; Εἶδες γάρ ποτε τινὰ προσευχόμενον τῷ θεῷ ταὶ παρ’ ἄλλων ὑποστηριζόμενον καὶ ταῦτα καθήμενον; Ἀλλὰ περὶ τούτου μὲν ἀρκούντως ἔχει ὁ λόγος τοῖς μὴ
κνηθομένοις τὴν ἀκοὴν
καὶ
ἀποστρεφομένοις τὸν λόγον τῆς ἀληθείας
. Πάλιν τοῦ σταυροῦ ὁ τύπος ἐγλύκανε Μερρᾶς τὸ ὕδωρ· γέγραπται γάρ·
ὑπέδειξε κύριος τῷ Μωϋσῇ ξύλον καὶ ἐνέβαλεν εἰς τὸ ὕδωρ καὶ ἐγλυκάνθη τοῦτο·
καὶ τοὺς ὄφεις ἐδίωξε τοῦ λαοῦ·
Ἀπέστειλε γάρ
Τί οὖν ὁ μέγας ἐκεῖνος καὶ σοφώτατος Μωϋσῆς οὐκ ἀντιτάσσεται τῷ θείῳ προστάγματι οὐδ’ ἀντιμάχεται τῇ κελεύσει τοῦ θεοῦ τυραννικῶς καὶ χερσὶ σταυροτύποις πάλιν ἀποκωλύει τὴν ὀργήν; Ἐκεῖ μὲν γὰρ κατὰ τοῦ μὴ θεόθεν κεκινημένου τὸ θεῖον ἐπαίρει ὅπλον, ἐνταῦθα
ποίησον ὄφιν χαλκοῦν καὶ στήσεις αὐτὸν ἐπὶ σημείου καὶ ἔσται, ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος αὐτὸν ἰδὼν ζήσεται.
Τί βούλεται τὸ ὑπόδειγμα; Τί
ἐπικατάρατος ὁ κρεμάμενος ἐπὶ ξύλου
ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων
; Πῶς οὖν ἡ εἰκὼν τοῦ ἐπικαταράτου ἤνεγκε τῷ λαῷ ἐν συμφορᾷ χειμαζομένῳ σωτηρίαν; Ἆρα οὐκ ἦν ἀξιοπιστότερον εἰπεῖν, ἐάν τις ὑμῶν δηχθῇ, βλέψει εἰς τὸν οὐρανὸν ἄνω πρὸς τὸν θεὸν καὶ σωθήσεται ἢ εἰς τὴν σκηνὴν τοῦ θεοῦ καὶ ῥυσθήσεται; Ἀλλὰ ταῦτα πάντα παριδὼν μόνην τοῦ σταυροῦ τὴν εἰκόνα ἔπηξε καὶ ταύτην διὰ τοῦ ἐπικαταράτου ὄφεως. Διὰ τί οὖν ταῦτα ἐποίει Μωϋσῆς εἰπὼν τῷ λαῷ·
ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς
; Ἀλλὰ τί ταῦτα πρὸς τὸν ἀγνώμονα φθέγγομαι· αὐτὸν ἐρωτῶ τὸν νομοθέτην.
Καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.
Εἰπέ, ὦ ἀνόητε Ἰουδαῖε, τί σκανδαλίζῃ εἰς τὸν σταυρὸν τοῦ Χριστοῦ, ὃν σὺ ἔπηξας;
Ἀλλ’ ἐρεῖ πάλιν ὁ ἀγνώμων· εἰ
ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπί ξύλου
, πῶς εὐλογία ἀπὸ τοιούτου δοθήσεται τοῖς πιστεύουσιν εἰς αὑτὸν; Ἀκήκοας ἤδη πολλάκις καὶ οὐ πιστεύεις, ὅτι εἰκὼν ἦν τῆς τοῦ Χριστοῦ οἰκονομίας ὁ τύπος τοῦ ὄφεως κατὰ τόνδε τὸν λόγον· ὥσπερ ἐκεῖνος ὁ τύπος τοῦ ὄφεως ἰόν τε καὶ πονηρίαν οὐκ εἶχεν ὄφεως, οὕτω καὶ ὁ σωτὴρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐπιφανεὶς ἔξω ἦν πάσης ἁμαρτίας κατακρίνων τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, τουτέστι τὸν διάβολον,
ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.
Ἀλλὰ γὰρ ἀποδέδεικται σαφῶς, ὅπως ἀποκέκλεισται τοῖς ἐχθροῖς τοῦ σταυροῦ τὸ ὀνειδίζειν ἡμᾶς τὸ σχῆμα τοῦ σταυροῦ. Σὺ δέ, ὦ ἀγαπητέ, ὅταν ἀκούσῃς σταυρὸν καὶ σώματος οἰκονομίαν, πρὸς τὸ
Δεῦτε τοίνυν ἑορτάσωμεν κοινῇ τὴν τοῦ σταυροῦ ὕψωσιν· ἀνεῴχθη γὰρ ἡμῖν ὁ οὐράνιος θησαυρός, ἐφανερώθη τοῖς θνητοῖς τὸ ξύλον τῆς ζωῆς. Βοήσωμεν καὶ ἡμεῖς·
ἡμῖν δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ποίαν δὲ λέγω καύχησιν; Τὴν δι’ αὐτοῦ πρὸς τὸν θεὸν ἡμῶν καταλλαγήν, τὴν τοῦ θεοῦ δ αὐτοῦ πρὸς ἡμᾶς ἄφατον ἀγάπην καὶ φιλανθρωπίαν, ὅτι
χάριν ἀντὶ χάριτος δι ̓ αὐτοῦ ἀπειλήφαμεν
. Ἡ μὲν γὰρ συναγωγὴ θυμιατήριον καὶ συνθέσεως θυμίαμα ἐν τοῖς ἐπερχομένοις ὑπὲρ τῆς τοῦ λαοῦ σωτηρίας τῷ θεῷ πρεσβευτὴν ἐξέπεμπεν, ὅρκους πατέρων καὶ συνθήκας ἀναμιμνήσκουσα τὸν μηδὲν λανθάνοντα, ἡ δὲ ἐκκλησία τὸν σταυρὸν τοῦ σωτῆρος θυμιατήριον πρὸ προσώπου αὐτῆς τῷ θεῷ καὶ πατρὶ ἀνατείνει, οὐ συνθέτου θυμιάματος ἀτμίδα ἀναδιδόντα, ἀλλὰ τοῦ ἀμνοῦ αὐτοῦ καὶ μονογενοῦς υἱοῦ τὴν θυσίαν εἰς ὀσμὴν εὐωδίας φέροντα· οὐχ ὅρκους πατέρων καὶ συνθήκας ἐπαναγινώσκουσα, ἀλλὰ
μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε
· μνήσθητι,
ὅτι ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων ὑπὲρ ἡμῶν ἀπέθανες
· μνήσθητι τοῦ ἐν τῷ σταυρῷ τοῦ διαβόλου θριάμβου· μνήσθητι τοῦ διὰ σταυροῦ ἐπ’ ἐμὲ ῥαντισμοῦ, τοῦ ἁγίου καὶ τιμίου καὶ ζωοποιοῦ σου αἵματος· μνήσθητι τῆς ἐπ’ αὐτῷ τοῦ χειρογράφου μου γραμμαμὴ φοβηθῶμεν ἀπὸ φόβου νυκτερινοῦ μηδὲ ἀπὸ βέλους πετομένου ἡμέρας ἢ πράγματος ἐν σκότει διαπορευομένου
· μνήσθητι, ὅτι ἐν αὐτῷ
ἐπιβὰς κατεπάτησας ἀσπίδα καὶ βασιλίσκον καὶ λέοντα καὶ δράκοντα
, ὅπως διὰ σοῦ τοῦ δυνατοῦ ἐν πᾶσιν ἀρχὴν λαβόντες καταπατεῖσθαι δείσουσι καὶ τὴν τοῦ σταυροῦ
ὁ ποιμὴν ὁ καλός
,