Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
κατ’ εἰκόνα
προηγουμένως εἰς τὴν τοῦ ἀνθρώπου δεσποτείαν καὶ εἰς τὴν πάντων ἀρχὴν ὑπαγορεύεται· ἡ δὲ ὁμοίωσις ταύτης τῆς εἰκόνος εἰς τὴν τῶν ἀρετῶν τελείωσιν ἐκλαμβάνεται. Ἀναγκαῖον δὲ δεῖξαι, ἀδελφοί, καὶ σαφῶς παραστῆσαι, πῶς ὁ παρὰ πάντα τὰ ποιήματα τοῦ θεοῦ μειζόνως τιμηθεὶς ὁ ἄνθρωπος ἐκ τοῦ τιμίου καὶ πρωτοτύπου κάλλους τοῦ θείου χαρακτῆρος εἰς τὴν τῶν ἀλόγων φύσιν καὶ ὁμοιότητα κατηνέχθη. Εἰκὼν γὰρ ὢν θεοῦ τοῦ φιλανθρώπου, ἑαυτὸν ἠμαύρωσε ταῖς κακίαις καὶ ταῖς παρανομίαις ἤμβλυνε, καὶ ἀληθῶς
παρασυνεβληθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς
. Ὅπως ἀνοήτοις κτήνεσι παρωμοιώθη ὁ ἄνθρωπος ἀναγκαῖον ἐξ αὐτῶν ἰδεῖν τῶν ἔργων, οὐχ ἵνα τὰ προλαβόντα μεμψώμεθα, ἀλλὰ ἵνα τὰ παρόντα διορθωσώμεθα. Καὶ γὰρ τὰ κατὰ τὸν Ταῦτα δέ
Τὴν εἰκόνα τοίνυν τὴν καθ’ ὁμοίωσιν θεοῦ γενομένην ἔρριψεν ὁ ἄνθρωπος ὁ πρῶτος διὰ τῆς παρακοῆς, καὶ πάτημα ἐποίησε δαιμόνων καὶ ταῖς τῶν ἀλόγων ὁμοιώσεσιν ὕβρισε· καὶ τὸν μὲν διὰ τὸ ὡμὸν καὶ τυραννικὸν τῶν τρόπων λέοντα μᾶλλον ἢ ἄνθρωπον ἐποίησε, τὸν δὲ λύκον διὰ τὸ ἁρπακτικὸν εἰργάσατο.
Οἱ ἄρχοντες ὑμῶν ὡς λέοντες ὠρυόμενοι, καὶ οἱ κριταὶ ὑμῶν ὡς λύκοι τῆς
Ἵπποι
Ἄλλους πάλιν ἡ κακία ἀπὸ ἀνθρώπων κύνας ἐποίησε. Κύνας, διὰ τί; Διὰ τὸ ὑλακτικόν, διὰ τὸ πάντοτε θορύβοις καὶ ταραχαῖς χαίρειν.
Περιεκύκλωσάν με κύνες.
Συναγωγὴ πονηρευομένων περιέσχον με.
Ἄλλους πάλιν ἡ γραφὴ καλεῖ χοίρους, τοὺς ἐν βόθρῳ τῶν ἀτόπων πράξεων ἐμφυρομένους.
Μὴ ῥίπτετε τὰ ἅγια τοῖς κυσὶ καὶ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.
Ἄνθρωπος
Φέρε πάλιν, εἰ δοκεῖ, σκοπήσωμεν ὡς αὖθις ἑτέρους τινὰς ἡ γραφὴ διὰ τὸ ποικίλον καὶ πανουργικὸν καὶ ὑποκρίσεως γέμον τῆς γνώμης ἐπάγγελμα ἀλώπεκας ὀνομάζει. Διὰ τοῦτο γοῦν τὸν Εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Σήμερον καὶ αὔριον ποιῶ σημεῖα καὶ τῇ τρίτῃ τελειοῦμαι.
Εἴπατε τῇ ἀλώπεκι ταύτῃ
, ἀντὶ τοῦ τῇ πεπανουργημένῃ ψυχῇ, τῇ γεμούσῃ δόλου καὶ πάσης πονηρίας καὶ ῥᾳδιουργίας. Ἔγνως, ἀδελφέ, πῶς καλεῖ ἡ γραφὴ τοὺς πανούργους ἀλώπεκας; Ὅταν τοίνυν λέγῃς
Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς, μερίδες ἀλωπέκων ἔσονται
Μερίδες ὑποκριτῶν ἔσονται
. Οἱ γὰρ τὴν ἀλήθειαν ἀγνοοῦντες, οὐ μετὰ τῶν πιστῶν, ἀλλὰ μετὰ τῶν ὑποκριτῶν τὸ μέρος λαμβάνουσιν. Ὅθεν καὶ ὁ σωτὴρ τὴν ἔννοιαν ταύτην ἐπισφραγίζων φησὶ περὶ τοῦ κακῶς οἰκονομήσαντος·
Εἰσελεύσεται ὁ δεσπότης τοῦ οἰκέτου ἐκείνου καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ κατὰ τῶν ὑποκριτῶν θήσει.
Τοὺς τοίνυν ὑποκριτὰς ἀλώπεκας ἐκάλεσεν ἡ γραφή. Εἰς τοσαύτας οὖν, ἀδελφοί, ἀπρεπεῖς κατηνέχθη μορφὰς καὶ ὁμοιώσεις ἡ εἰκὼν τοῦ θεοῦ, ὥστε οὐδὲν ἕτερον ὀνομάζει ἡ γραφὴ τὴν οἰκουμένην ἅπασαν πρὶν ἐπιλάμψῃ αὐτῇ ἡ γνῶσις τῆς εὐσεβείας ἢ ἄλογα καὶ κτήνη καὶ ἑρπετὰ καὶ θῆρας ἀγρίους. Ἀμέλει γοῦν καὶ τὸν κορυφαῖον τῶν ἀποστόλων Ἀναστάς,
Ὁ δὲ ἀπόστολος ἔφη·
Μηδαμῶς, κύριε· οὐδέποτε γὰρ ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.
Ἀγνοήσας γὰρ τῆς εἰκόνος τὸ αἴνιγμα ὁ Μηδαμῶς, κύριε· οὐδέποτε γὰρ ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.
Ὁ δὲ κύριος ἔφη πρὸς αὐτόν·
Ἃ ὁ θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου
. Ταῦτα τοίνυν διελέγετο ὁ σωτὴρ τῷ ἀποστόλῳ περὶ τῶν τετραπόδων τῶν φαινομένων καὶ τῶν θηρίων καὶ τῶν πετεινῶν· ὁ δὲ ἀπόστολος τοῦ Χριστοῦ Ὑμεῖς ἐπίστασθε, ὅτι ἀθέμιτόν ἐστιν ἀνδρὶ
Ἔμαθες, ἀδελφέ, ὅπως διαφόρως ταῖς τῶν ἀλόγων προσηγορίαις ὑβρίσθημεν; Ὅταν πάλιν
Τότε συμβοσκησθήσεται λύκος μετὰ ἀρνοῦ καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ καὶ λέων καὶ βοῦς βοσκηθήσονται καὶ ἅμα ἄχυρα φάγονται.
συμβοσκησθήσεται λύκος μετὰ ἀρνοῦ
. Λύκον τοίνυν καλεῖ τὸν πλούσιον, ἀρνίον δὲ τὸν πτωχόν. Καὶ πόθεν τοῦτο; Ὅτι κοινωνήσει λύκος ἀρνίῳ, ὃν τρόπον πλούσιος μετὰ πτωχοῦ. Καὶ πρόσεχε ἀκριβῶς· ἔστηκε πολλάκις πλούσιος καὶ πένης ἐν ἐκκλησίᾳ· κατέλαβέ σε ὥρα τῶν μυστηρίων· ἐξωθεῖται ὁ πλούσιος ὡς ἀμύητος, ἵσταται δὲ ὁ πένης ἐντὸς τῶν οὐρανίων σκηνῶν· καὶ οὐκ ἀγανακτεῖ ὁ πλούσιος· οἶδε γὰρ ἑαυτὸν ἀλλότριον τῶν θείων μυστηρίων. Ἀλλ’ ὢ τῆς θείας χάριτος· οὐ μόνον ὁμοτιμία ὑπάρχει ἐν τῇ ἐκκλησίᾳ διὰ τὴν τοῦ θεοῦ χάριν, ἀλλὰ καὶ ἡνίκα ἵστανται, πολλάκις ὁ πένης τὸν πλούσιον πρωτεύει ἐν τῇ εὐσεβείᾳ· καὶ οὐδὲν ὁ πλοῦτος ὤνησε τὸν ἔχοντα ἐκ τῆς εὐσεβείας, οὐδὲ πενία τὸν πιστὸν ἐζημίωσε, παριστῶσα αὐτὸν μετὰ θάρσους τῷ ἁγίῳ θυσιαστηρίῳ.
Πρόσωπον γὰρ ἀνθρώπου θεὸς οὐ λαμβάνει
. Οὐκ ἔστι τοίνυν ἐν τῇ ἐκκλησίᾳ δοῦλος καὶ ἐλεύθερος, ἀλλ’ ἐκεῖνον οἶδεν ἡ γραφὴ δοῦλον τὸν τὴν ἁμαρτίαν δεδουλωμένον.
Ὁ γὰρ ποιῶν
Καὶ ἐκεῖνον οἶδεν ἐλεύθερον τὸν ὑπὸ τῆς θείας χάριτος ἠλευθερωμένον.
Ὁ γὰρ νόμος
Ἐπεὶ οὖν ἡ εἰκὼν διαφθόρως, ὡς ἔφθημεν εἰπόντες, ἔφθαρτο καὶ διελέλυτο, ἦλθεν ὁ σωτὴρ καὶ τὴν ἰδίαν εἰκόνα πάλιν ἀνέστησε, καὶ ἣν κατέσπασεν ὁ διάβολος, ταύτην ἐφόρεσεν ὁ δημιουργός, ἄνθρωπος γενόμενος ὁ φιλάνθρωπος, οὐ τὴν ἀξίαν ὑβρίζων, ἀλλὰ τὴν φιλανθρωπίαν ὁρίζων. Ὅθεν τοῦτο τὸ θεῖον καὶ ξένον ἔνδυμα
Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον
, ποίας εὐπρεπείας δέεται ἢ ποῖον ἔνδυμα περιβάλλεται; Ἦ δῆλον ὅτι τοῦ σώματος ἀνάληψιν ὁ προφήτης ὠνόμασεν εὐπρέπειαν. Καλεῖ δὲ καὶ τὴν οἰκείαν σάρκα εὐπρέπειαν, οὐ διὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ διὰ τὴν τῶν ἀρετῶν κατόρθωσιν. Διὰ τοῦτο εὐπρεπὲς τὸ σῶμα τοῦ κυρίου, οὐκ ἐπειδὴ σῶμα ἦν μόνον, ἀλλ’ ἐπειδὴ
ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ
.
Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Πάντας ἀνθρώπους ἐνδύσει καὶ περιθήσει ὡς κόσμον νύμφης.
Ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο
· καί·
Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ
, καὶ τὰ ἑξῆς. Καὶ ταῦτα ὥσπερ ὁπλίτην τινὰ δείκνυσι τὸν βασιλέα Χριστὸν, ὅπλα τινὰ τοῦ γηΐνου σώματος ἐνδυόμενον. Καὶ εἰκότως γηΐνου. Οὐ γὰρ ὁμοίως τοῖς ἀνθρώποις ὁπλίζεται. Καὶ ὅπως ἄκουε. Ἡμεῖς ἄνθρωποι ὅτε πολλάκις ὁπλιζόμεθα, τὸ ἀσθενὲς φυλάττομεν ὑπὸ τοῦ ἰσχυροῦ. Ὁ θεὸς ὢν ἰσχυρὸς καὶ κραταιὸς καὶ δυνατός, τὸ γήϊνον καὶ ἀσθενὲς περιβάλλεται σῶμα, οὐχ ὑβρίζων τὴν ἀξίαν, ἀλλὰ διὰ τοῦ ἀσθενοῦς τὸ ὑπερβάλλον τῆς δυνάμεως ἐνδεικνύμενος, ὡς
Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.
τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν
Ἐνεδύσατο κύριος δύναμιν
, τουτέστι διὰ τῆς σαρκὸς ἀναλάμψασαν οἰκονομίαν. Τί γὰρ ἐκείνης τῆς τιμίας καὶ ἁγίας σαρκὸς δυνατώτερον; τί δὲ ἰσχυρότερον; Διὰ γὰρ σώματος τοὺς ἀσωμάτους καὶ πονηροὺς δαίμονας κατηγωνίσατο καὶ διὰ σταυροῦ τὰς ἀντικειμένας δυνάμεις ἐθριάμβευσεν. Πρόσεχε ἀκριβῶς. Τὸ περιζωσθῆναι περιγραφῆναι σημαίνει. Ἐπεὶ οὖν ἡ ἁγία καὶ ἀπερίγραπτος φύσις ἔδοξεν ἐν τῷ σώματι περιγράφεσθαι, οὐ περιγραφεῖσα μὲν κατὰ τὴν ἰδίαν φύσιν, περιγεγράφθαι δὲ νομισθεῖσα κατὰ τὴν φαινομένην ὄψιν, εἰκότως ἔλεγεν·
Ἐνεδύσατο κύριος δύναμιν· καὶ περιεζώσατο
. Καὶ τί τὸ ἐπαγόμενον;
Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ἐπεὶ οὖν τὰ πρῶτα ἐσάλευσε τὴν οἰκουμένην ἡ ἁμαρτία, ἐλθὼν ὁ σωτὴρ ἔπηξε τὸν σταυρὸν καὶ ἐστερέωσε τὴν οἰκουμένην.
Σὺ εἶ
Ὁ μέντοι στερεὸς θεμέλιος ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην.
Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
Οὐκ ἐχρήσατο πολλῇ περιόδῳ λόγων. Οὐκ εἶπε· Στερεῶ τὴν ἐκκλησίαν καὶ οὔτε βασιλεῖς, οὔτε ἄρχοντες, οὔτε τύραννοι, οὔτε δήμιοι, οὔτε σοφοί, οὔτε ἄγροικοι, οὔτε ῥήτορες περιγενήσονται τῆς
Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
Δύο ῥήματα, οὐ ψιλὰ ῥήματα, ἀλλὰ θεοῦ ῥήματα. Ὁ γὰρ ῥήματι τὸν οὐρανὸν στερεώσας, καὶ τὴν γῆν θεμελιώσας ῥήματι καὶ τὴν ἐκκλησίαν ᾠκοδόμησε καὶ ἐτείχισε καὶ
ἐστερέωσε οἰκουμένην, ἥτις οὐ σαλευθήσεται
.
Προσπέσωμεν τοίνυν,