Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Πρώην ἡμῖν ἡ μεγάλη καὶ θεοπρεπὴς τοῦ σωτῆρος ἐπιφάνεια πλουσίαν τράπεζαν παραθεῖσα, καὶ ὑπερχεόμενον κρατῆρα τῆς ἐνθέου φιλοσοφίας κεράσασα, ἅπαντα τὸν λαόν, μᾶλλον δὲ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην
Μεθυσθήσονται
Ὅταν δὲ ἡ θεία γραφὴ λέγῃ μέθην, οὐκ οἶνον λέγει μεθύσκοντα, ἀλλὰ λόγον σοφίζοντα.
Ὁ σωτὴρ καὶ λόγῳ τὴν εὐσέβειαν ὑποτιθέμενος καὶ παραβολαῖς καὶ αἰνίγμασι καὶ διαφόροις τρόποις διδασκαλίας τὸ συμφέρον τοῖς πιστοῖς εἰσηγούμενος, εἶπε τινα παραβολὴν ἰσχυρὰν ἔχουσαν τῆς μετανοίας εἰκόνα.
Ἄνθρωπος
, ὧν ὁ νεώτερος προσελθὼν ἠξίωσε τὸν πατέρα διελεῖν αὐτοῖς τὴν οὐσίαν. Ἔτυχεν ὧν ᾔτησε καὶ λαβών τὴν πατρῴαν οὐσίαν κακῶς διέθηκε. Καὶ τὴν μὲν ὑπόθεσιν ἴστε. Τὴν δὲ θεωρίαν ἄξιον εἰσαγαγεῖν ἐνταῦθα. Εἰ γὰρ καὶ τοῖς πολλοῖς διαφόρως πάρεστι νοῆσαι, ἀλλ’ αὐτὴ ἑαυτὴν σαφηνίζει τοῖς εὐγνώμοσιν ἡ ἀλήθεια.
Τί οὖν ἐνταῦθα ὑποτίθεται ἡ πηγὴ τῆς σοφίας; Τὸ πρῶτον τάγμα τῶν δικαίων καὶ τὸ δεύτερον τάγμα τῶν ἐκ μετανοίας δικαιουμένων· τῶν μὲν ἀπ’ ἀρχῆς τὸ δίκαιον τιμώντων, τῶν δὲ ἐκ μετανοίας εἰς τὸ δίκαιον ἐπαναγομένων.
Ἄνθρωπός τις εἶχε δύο υἱούς
, οὓς, εἰ καὶ ἡ προαίρεσις ἔτεμε τὸν ἀσεβῆ ἀπὸ τοῦ εὐσεβοῦς, ἀλλ’ ἡ ἀλήθεια ἓν οἶδε πλάσμα τοῦ δημιουργοῦ τοὺς πάντας καὶ πάντες υἱοὶ θεοῦ, εἰ καὶ τῇ διανοίᾳ τῇ πονηρᾷ ἀποσχοινίζονται τῆς ἑαυτῶν ἀξίας. Ὅθεν ὁ θεὸς, ἂν ἡμεῖς διὰ πονηρῶν ἐπιθυμιῶν ἀποστῶμεν τῆς εὐσεβείας, αὐτὸς οὐκ ἀρνεῖται τὴν οἰκειότητα ἀλλὰ καὶ τοὺς ἀφηνιῶντας πατρῴαν φωνὴ ἀφίησιν·
Ἐπιστράφητε πρός με,
. Ὁρᾷς ὅτι ἂν ἐφεστῶσα ἡ διάνοια τοῦ ἁμαρτάνοντος, ὁ θεὸς οὐκ ἀπαξιοῖ υἱοὺς καλεῖν τοὺς ἀφεστηκότας; Ἰδίαν γὰρ οἶδε τὴν πλάσιν καὶ οὐκ ἀπαρνεῖται τὴν ἰδίαν εὐεργεσίαν.
Διὰ τί οὖν ὁ νεώτερος κακῶς τοῖς δοθεῖσι ἐχρήσατο; Αἴνιγμά ἐστι τὸ προκείμενον. Καὶ ὅπως ἄκουε. Ἀπ’ ἀρχῆς ἡ δικαιοσύνη ἦν καὶ ἐφαίνετο καὶ διέλαμπεν. Ἡ δὲ ἁμαρτία νεωτέρα τις ἐπεισήχθη τῷ κόσμῳ καὶ πρόσφατος. Διὰ τοῦτο ὁ πρῶτος υἱὸς οὐ τίθεται ἐν χώρᾳ τοῦ κακῶς δαπανήσαντος. Ἡ γὰρ ἀρχαία δημιουργία ἀπηρτισμένην εἶχε τὴν εὐπρέπειαν, ὅτε καινὸς ἦν ὁ κόσμος, καινὴν χάριν ἐκλάμπων, καινὴν εὐπρέπειαν. Μαρτυρεῖ γὰρ λίαν καλά
. Ὥστε ἡ δικαιοσύνη πρώτη ἦν καὶ τὸ καλὸν ἀρχαιότατον. Ἡ δὲ ἁμαρτία νεωτέρα ἦν. Ἐπεισῆλθε γὰρ τῇ δικαιοσύνῃ καὶ ἐθόλωσε τὴν εὐπρέπειαν. Διεῖλεν οὖν αὐτοῖς ἐπίσης τὰ ὑπάρχοντα. Διὰ τί ἐπίσης; Οὐδὲν γὰρ πλέον ἔχουσιν οἱ δίκαιοι ἐν τῷ παρόντι βίῳ, ἐπειδὴ
ἀνατέλλει τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ ἀγαθοὺς καὶ πονηρούς
. Ἀλλ’ ὁ μὲν εἰς τὴν χώραν τῶν δικαίων εἰκονογραφούμενος οὐκ ἠθέλησε διελεῖν τὸν πατρῷον κλῆρον, ἀλλ’ ἔμεινε ὑπὸ τὴν τοῦ πατρὸς αὐθεντίαν. Ὁ γὰρ δίκαιος πάντοτε τῷ θεῷ ἀκολουθεῖ καὶ εἰς οἰκείαν ἐξουσίαν οὐδὲν παρασπᾶται. Θέλεις δὲ μαθεῖν ὅτι ὁ δίκαιος οὐδὲν θέλει λαβεῖν παρὰ τοῦ θεοῦ, ἀλλὰ μόνῃ τῇ οἰκονομίᾳ καὶ τῇ προνοίᾳ στοιχεῖ τοῦ αὐτοῦ πατρός; Βοᾷ Τί μοι ὑπάρχει ἐν τῷ οὐρανῷ; καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;
Ὁρᾷς ὅτι τὸ τάγμα τῶν δικαίων οὐ βούλεται εἰς ἑαυτὸ ἁρπάσαι τὴν ἐξουσίαν τῶν κτισμάτων· ἀλλ’ ὑπὸ τὴν τοῦ πατρὸς πρόνοιαν θέλει κεῖσθαι τὰ τῆς οἰκονομίας. Ὁ δὲ νεώτερος λαβὼν τὴν πατρικὴν οὐσίαν ἀπεδήμησεν εἰς χώραν μακράν οὐ τόποις διειργομένην, ἀλλὰ τρόπος ἀπεσχοινισμένην. Ὁ γὰρ ἁμαρτάνων θεοῦ μακράν ἐστιν, ἀδελφοί, οὐ τόπῳ ἀλλὰ τρόπῳ, κατὰ τὸ εἰρημένον ὅτι
Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται
. Λαβὼν δὲ τὴν οὐσίαν τὴν πατρικὴν ἐσκόρπισεν αὐτὴν ἀσώτως ζῶν ἐν αὐτῇ· Ἣν παρέλαβεν δημιουργίαν τῇ ἁμαρτίαν ἐμόλυνεν. Ἔλαβε τὸν ἥλιον εἰς ἀπόλαυσιν καὶ τὸ δῶρον ὡς θεὸν προσεκύνησεν· ἔλαβε πηγὰς εἰς τρυφὴν καὶ τὸ δῶρον θεὸν ἐνόμιΚαὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα
. Ἡ αὐτὴ κρίσις, ἡ αὐτὴ πατρικὴ οὐσία. Καὶ ὁ μὲν καλῶς αὐτῇ ἐχρήσατο, ὁ δὲ κακῶς. Τάγμα τοῦτο κἀκεῖνο καλῶς καὶ ἐναντίως. Ὁ εὐσεβὴς ὁρᾷ τὸ κάλλος τοῦ οὐρανοῦ καὶ ἀπὸ τοῦ κάλλους τὸν γενεσιουργὸν ἐννοεῖ·
Ὄψομαι
Εἶδε τὸ κάλλος καὶ εὐχαρίστησε τῷ τοιοῦτον κάλλος ἐργασαμένῳ· εἶδε τὸν κόσμον καὶ εὐφήμησε τὸν κοσμήσαντα. Ὁ γὰρ εὐσεβὴς τὴν μὲν κτίσιν ἐπαινεῖ, τὸν δὲ κτίστην προσκυνεῖ. Οἱ εὐσεβεῖς ὅταν φεύγωσι τὴν προσκύνησιν τῶν φαινομένων, οὐ τὴν κτίσιν ὑβρίζουσιν, ἀλλὰ τῷ δεσπότῃ τὴν τιμὴν ἀπονέμουσιν. Οὐ μισεῖ πιστὸς ἥλιον, ἐπειδὴ μὴ σέβει τὸ φῶς μετὰ τῶν ἀσεβῶν, ἀλλὰ μέτρον ἐπιτίθησι τῇ τιμῇ. Καὶ τιμᾷ καὶ ἀγαπᾷ ὡς θεοῦ δῶρα τὰ φαινόμενα. Θέλεις ἰδεῖν πῶς ὁρᾷ ὁ εὐσεβὴς καὶ θαυμάζει τὸ κάλλος καὶ τὴν προσκύνησιν τῷ κτίστῃ ταμιεύεται; Λέγει τις τῶν σοφῶν – τῶν κατὰ τὴν εὐσέβειαν λέγω σοφῶν –·
Ἥλιος ἐλάμπων ἐν ὑψίστοις κυρίου, σκεῦος θαυμαστόν, ἔργον ἰσχυρόν, ἀκτῖνας πυροειδεῖς ἐκφυσῶν, καταλάμπων τὸν οὐρανόν.
Καὶ τί εὐθέως;
Μέγας ὁ κύριος ὁ ποιήσας αὐτόν
. Καὶ τὸ κάλλος ἐκήρυξε καὶ τὸν τεχνίτην οὐκ ἔκρυψεν. Ὁ δὲ ἀσεβὴς κακῶς εἶδε τοὺς οὐρανοὺς διηγουμένους δόξαν θεοῦ, οὐ λόγοις, ἀλλὰ τῷ κάλλει τῆς δημιουργίας. Οὐ γὰρ φωνήν ποτε ἔρρηξεν ὁ οὐρανός, ἀλλὰ φωνῆς ἐνεργεστέραν ἀφίησι μαρτυρίαν διὰ τῆς εὐπρεπείας. Καὶ σιωπῶν ὁ οὐρανὸς διηγεῖται δόξαν θεοῦ; Πάνυ μὲν οὖν. Τὰ σὰ γράμματα σιωπῶντα λαλεῖ· Στοιχεῖα δὲ θεοῦ σιωπῶντα οὐ φθέγγεται; Ἔλαβες γὰρ τὸ γεῦμα τῆς εὐσεβείας· ἀπὸ τοῦ γεύματος τὸ πᾶν λάμβανε τῆς ἀληθείας. Ἐξέτασον τὸ μέρος τοῦ ἀσεβοῦς, πῶς ἀπὸ τῶν αὐτῶν προσκόπτει, ἀφ’ ὧν ὁ δίκαιος δικαιοῦται. Ὁρᾷ σελήνην, καὶ προσκυνεῖ· ὁρᾷ τὰ ἄστρα, καὶ σέβει· ὁρᾷ τὴν θάλασσαν, καὶ θεοποιεῖ. Οἱ ἐπὶ τῆς καλῆς ὁμολογίας
ὕμνουν τὸν θεὸν διὰ τῶν ἔργων, λέγοντες·
Εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον
. Ἀρκεῖ μὲν οὖν ταύτην εἰπόντας τὴν φωνὴν παῦσαι τὸν ὕμνον. Οὐ γὰρ τῷ μήκει τῶν ὕμνων, ἀλλὰ τῇ προθέσει τῶν ὑμνούντων θεὸς ἐπαναπαύεται. Διὰ τοῦ τοίνυν εἰπεῖν
Πάντα τὰ ἔργα
, πάντα περιελαμβάνετο καὶ οὐ χρεία ἦν ἑτέρας προσθήκης. Ἀλλ’ ἐπειδὴ οὐχ ἑαυτοῖς ἐκήρυττον, τὸν δὲ θεὸν ὕμνουν καὶ διὰ τοῦ ὕμνου τοὺς παρεστῶτας
Ἀλλ’ ἐπειδὴ εἰς πολλὴν θεωρίαν ὁ λόγος ἡμᾶς ἐνέβαλεν, ἐκεῖνο τέως ἀφέντες, εἰς τὸ προκείμενον ἐπανέλθωμεν Ἀπεδήμησεν εἰς χώραν μακρὰν ὁ νεώτερος υἱὸς καὶ ἐδαπάνησε κακῶς τὴν οὐσίαν καὶ ἤρξατο ὑστερεῖσθαι.
Πλούσιοι γὰρ ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.
Κύριος γὰρ
οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ
. Ἤρξατο ὑστερεῖσθαι.
Καὶ προσῆθεν ἑνὶ τῶν ἀρχόντων τῆς χώρας ἐκείνης καὶ ἔπεμψεν αὐτὸν ἐκεῖνος βόσκειν χοίρους
. Βλέπετε ὅσον ὕψος τῆς ἀρχαίας εὐγενείας· ὅση ταπείνωσις τοῦ ἀποσχοινισθέντος τῆς εὐσεβείας. Ἐδόθη βόσκειν χοίρους, τουτέστιν, ἡδοναῖς καὶ ἁμαρτίαις ἐμφύρεσθαι. Ὁ γάρ ἐστι βόρβορος χοίροις, τοῦτο ἁμαρτία τοῖς ἐμφυρομένοις. Διὰ τοῦτο ὁ σωτὴρ τοὺς ἐν ἀκαθαρσίᾳ ζῶντας καὶ βορβόρου δίκην ταῖς ἁμαρτίαις ἐμφυρομένους αἰνιττόμενος ἔλεγε·
Μὴ δῶτε τὰ ἅγια τοῖς κυσί, μηδὲ βάλλετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροθεν τῶν χοίρων.
Ἔβοσκε χοίρους.
Ἐπεθύμει δὲ χορτασθῆναι ἀπὸ τῶν κερατίων, ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ
. Πρόσεχε ἐνταῦθα ἀκριβῶς. Ὁ ἀποσχοινιζόμενος τῆς εὐσεβείας, οὐδὲ αὐτῶν ἔχει τῶν ἡδονῶν τὴν ἀπόλαυσιν, ἀλλ’ ἐνδείᾳ ὑποβάλλεται καὶ πτωχείᾳ καταδικάζεται, ὥστε μηδὲ τῶν αἱρεθέντων κακῶν ἔχειν τὴν ἀφθονίαν.
Ὁ
. Ἀπεικάζει τοίνυν τὰς ἐν τῷ κόσμῳ ἡδονὰς κερατίοις. Τὸ γὰρ κεράτιον πολλὴν μὲν ἔχει τραχύτητα, μικράν δὲ
Αἱ ἡμέραι γὰρ τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος.
Τὸ δὲ λοιπὸν ἡ ἔδεια αὐτὸν ἐπαιδαγώγησε καὶ ἡ θλίψις ἐπέστρεψε.
Παιδεύσει σε ἡ ἀποστασία σου καὶ ἡ κακία σου ἐλέγξει σε.
Εἰς ἑαυτὸν δὲ ἐλθών.
Καλὸν τὸ
Εἰς ἑαυτὸν
. Ὅταν γὰρ ἁμαρτάνωμεν, ἐκτὸς αὐτῶν ἐσμεν, παραφρονοῦμεν, ἔξω τῶν οἰκείων λογισμῶν φερόμεθα. Ὅταν δὲ δικαίως προάγωμεν, εἰς ἑαυτοὺς ἐπανερχόμεθα.
Εἰς ἑαυτὸν ἐλθών
, εἶπεν. Ἐνταῦθα πρόσεχε ἀκριβῶς, πῶς ἀληθεύει ὁ προειρημένος λόγος, ὅτι ἰατροὶ μὲν φάρμακα ὑποτίθενται ξένα καὶ ἀλλότρια· τὰ δὲ φάρμακα τῆς ζωῆς ἡμῶν ἐξ ἑαυτῶν ἔχομεν.
Εἰς ἑαυτὸν ἐλθών.
Οὐκ ἀλλοτρίῳ ἐχρήσατο φαρμάκῳ, ἀλλὰ τοῖς οἰκείοις, τοῖς ἀπὸ φύσεως πλεονεκτήμασι, τούτοις κέχρηται εἰς σωτηρίαν καὶ λέγει·
Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων· ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι;
Υἱοὺς μὲν καλεῖ ἡ θεία γραφὴ τοὺς πάντη τῇ δικαιοσύνῃ καὶ εὐσεβείᾳ ἀνακειμένους· μισθίους δὲ τοὺς μὴ ὁλόκληρον ἔχοντας πρὸς αὐτὸν διάθεσιν, μηδὲ κατὰ τὴν τῆς πολιτείας ἄσκησιν πάντη τὰ τοῦ θεοῦ φρονοῦντας, ἀλλὰ συνιέντες μὲν τὸ καλὸν καὶ ἀγαπῶντας τὸν λόγον, μὴ ὁλόκληρον δὲ τὴν διάνοιαν ἀναθέντας ἐπ’ αὐτόν. Καὶ τούτοις μὲν ὁλόκληρον ἔχουσι τὸν πόθον, ὅλως δὲ τῇ εὐσεβείᾳ προσανέχουσι ὁ θεὸς μισθὸν δίδωσι κατὰ τὴν τῆς προθέσεως ἀναλογίαν. Εἰκότως οὖν ἐκεῖνος·
Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων· ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι;
Ὑποστρέψω πρὸς τὸν πατέρα μου· ὑποστρέψω κατὰ τὸν λέγοντα·
Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου.
Καὶ ἐρῶ Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
Ἄλλα τὰ ῥήματα τοῦ μετανοοῦντος καὶ ἄλλα τὰ ῥήματα τοῦ δεχομένου τὴν μετάνοιαν. Ὁ ἀπὸ ἁμαρτιῶν εἰς μετάνοιαν ἐρχόμενος, οὐ φαντάζεται βασιλείαν οὐρανῶν, οὐκ ἄξιον ἑαυτὸν κρίνει ζωῆς αἰωνίου, ἀλλὰ μόνην μίαν ἔχει προσευχὴν ῥυσθῆναι ἀπὸ γεέννης. Αὐτὸς μὲν οὖν μικρὰ προσδοκᾷ· ὁ δὲ θεὸς ἄφθονον αὐτῷ τὸν πλοῦτον τῆς εὐεργεσίας χαρίζεται. Ἀλλ’ ὢ τοῦ θαύματος. Ἐνενόησε μόνον τὴν μετάνοιαν καὶ ὁ πατὴρ εὐθέως ἔφθασε τῇ φιλανθρωπίᾳ. Οὐκ ἀνέμεινε δέξασθαι τὰ ῥήματα τῆς ἐξομολογήσεως, ἀλλὰ προέλαβε τὴν αἴτησιν, κατὰ τὸ εἰρημένον· Πρὶν ἐπικαλέσῃ με, ἐρῶ
Ἰδοὺ πάρειμι.
Εἶδε τὸν υἱὸν μακρόθεν ἐρχόμενον καὶ ὑπήντησεν αὐτῷ. Ὁρᾷς πῶς φθάνει ἡ φιλανθρωπία τὴν μετάνοιαν; Διὰ τοῦτο καὶ ὁ Ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε
, ὅτι γνησίως πρὸς σὲ ἔρχομαι, ὅτι μετὰ ἀληθείας τὴν μετάνοιαν ἐνδύομαι. Ἐδέξατο ὁ πατὴρ τὸν παῖδα· κἀκεῖνος πρὸς τὸν πατέρα·
Ἥμαρτον, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
Ἐνταῦθα ὁ πατὴρ πρὸς αὐτὸν οὐδένα ποιεῖται λόγον· οὐκ ἀποκρίνεται πρὸς αὐτόν, ἀλλά φησιν πρὸς τοὺς δούλους·
Ἐξενέγκατε αὐτῷ τὴν πρώτην στολήν
. Τί βούλεται τὸ αἴνιγμα; Πολλὰ εὔχεται ὁ μετανοῶν· ἀποκρίσεως δὲ διὰ λόγων οὐ τυγχάνει, ἀλλὰ δι’ ἔργου τὴν φιλανθρωπία ὁρᾷ. Ἐνταῦθα παιδευόμεθα ὅτι ἡμῶν μὲν ἡ μετάνοια διὰ ῥημάτων· θεοῦ δὲ ἡ φιλανθρωπία διὰ πραγμάτων.
Ἐξενέγκατε αὐτῷ τὴν πρώτην στολήν
, ἣν ἀπώλεσε διὰ τῆς παραβάσεως.
Δότε αὐτῷ καὶ ὑποδήματα.
Διὰ τί; Ἐπειδὴ ὁ ὄφις πρὸς τοὺς ἁμαρτάνοντας ἐκπεπογέμωται κατὰ τὸ εἰρημένον·
Αὐτός σου τηρήσει κεφαλὴν καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.
Ἵνα μὴ γυμνῷ ποδὶ προσέλθῃ ὁ ὀλέθριος ὄφις, ἵνα μὴ πάλιν τὸν ἰὸν τῆς ἁμαρτίας κενώσῃ κατὰ τοῦ ἐλευθερωθέντος ἀπὸ τῆς ἁμαρτίας, περιτίθησιν αὐτῷ τὰ ὑποδήματα πρὸς ἀσφάλειαν. Ἐὰν μὴ λάβῃ τὰ ὑποδήματα, οὐ δύναται
πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ
. Διὰ τοῦτο τὰ δήγματα τοῦ ὄφεως ἀσφαλιζόμενος ὁ Φοβοῦμαι μήπως ὡς ὁ ὄφις τὴν
.
Ἀλλ’ ἐνταῦθα ἀνακύπτει οἷόν τι καινὸν δρᾶμα τὸ πολυθρύλλητον ἐκεῖνο ζήτημα. Πολλοὶ γαρ ἐπιλαμβάνονται τῆς δημιουργίας. Καὶ διά τί φησιν ὁ ὄφις ἐν παραδείσω; Διὰ τί τὸ δένδρον ὑπόθεσιν τοσαύτην κακῶν ἤνεγκε; Διὰ τί ὁ δημιουργὸς τοιοῦτον φυτὸν ἐφύτευσε; Πῶς δὲ οὐκ ἄτοπον, ἄνθρωπον μὲν κηπωρὸν σπουδάζειν ἐναντία σπέρματα καὶ τὰς βοτάνας τὰς ἀλλοτρίας ἐξορίζειν τῶν οἰκείων σπερμάτων καὶ καθαρὰν φυλάττειν τὴν ἑαυτοῦ γῆν ἀπὸ τῶν ἐναντίων· Τὸν δὲ θεὸν τοσοῦτον καὶ τηλικοῦτον ἑδράσαντα παράδεισον, φυτὸν κατασκευάσαι ἀφ’ οὗ πηγάζειν ἔμελλεν ἡ τῶν κακῶν ὑπόθεσις; Ἐπὶ ταύτην ἡμᾶς ἄγει τὴν ἀκολουθίαν ὁ θεῖος Φοβοῦμαι μήπως ὡς ὁ ὄφις
Τί οὖν, ἀδελφοί; Τὰ πολλὰ καὶ περιττὰ τῶν κατὰ μέρος ἐξεταζομένων ἀφέντες, ἐπὶ τὸ σύντομον ἔλθωμεν· Ὁ θεὸς πάντα καλὰ ἐποίησε· καὶ καλὰ οὐχ ἁπλῶς, ἀλλὰ καὶ
λίαν καλά
. Ἡ γὰρ ἐπαγωγὴ τὸ ἄκρον τοῦ κάλλους δείκνυσι τῶν γενομένων πάντων. Δίδωσιν οὖν ὁ θεὸς τῷ Ποιήσωμεν
Ἐνταῦθα δέδωκε τὴν ἐξουσίαν τοῦ παραδείσου· δέδωκε τὴν τρυφὴν καὶ τὴν ἀπόλαυσιν. Ἦν οὖν βασιλεὺς χειροτονητός ἔχων καὶ τὴν ἐξουσίαν τῶν ὁρωμένων καὶ τὴν ἀπόλαυσιν τοῦ παραδείσου. Ἐδέησεν οὖν ἐντολὴν δοθῆναι τῷ
Πολλοὶ δέ φασιν· Οὐκ ᾔδει ὁ θεὸς ὅτι παραβήσεται ὁ Ὡραῖον
Ἵνα οὖν καὶ ταύτην περιέλῃ τὴν εὐπρόσωπον ἀπολογίαν ὁ θεός, δέδωκε κάλλος ἐκείνῳ τῷ δένδρῳ, τοῦτο καὶ τοῖς ἄλλοις πᾶσιν ἐχαρίσατο.
Καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν.
Οὐ φονεύσεις
· τίνα;
Οὐ μοιχεύσεις
· τὴν τίνος; Οὐκ ἐπιθυμήσεις· τῶν τίνι διαφερόντων; Οὐκ εἶχεν ὕλην ἡ ἐντολή· οὐκ ἦν ὁ κόσμος, οὐδὲ ἡ νῦν τῷ κόσμῳ παροῦσα σύγχυσις. Ἀλλ’ ἐχρῆν πάντως εἰπεῖν
Ἀνάγνωθι τὰ ὑπομνήματα. Διὰ τί περὶ ὧν οὐκ
Καὶ τί εἶπεν Τῆς φωνῆς σου ἤκουσα, καὶ ἐκρύβην, ὅτι γυμνός εἰμι.
Τί οὖν ὁ τὰ πάντα εἰδώς; Σχηματίζεται ἄγνοιαν καὶ λέγει·
Καὶ τίς σοι εἶπεν ὅτι γυμνὸς εἶ; εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες;
Δείκνυσι ὅτι πάντων, ὡς εἰπεῖν, ἔλαβε τὴν ἀφθονίαν καὶ οὐ τὸ στενὸν τῆς ἀπολαύσεως ἤγαγεν αὐτὸν εἰς τὴν παράβασιν. Τί οὖν πρὸς ταῦτα ὁ ἐγκαλούμενος;
Ἡ γυνὴ ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν.
Ὁ Τί τοῦτο ἐποίησας;
Ἡ δὲ πρὸς τὴν ἐρώτησιν τὴν αἰτίαν ἀποκρίνεται·
Ὁ ὄφις ἠπάτησέ με.
Μὴ ἥψατο τῆς δημιουργίας; Μὴ διέβαλε τὸν πλάσαντα; Μὴ εἶπε· Διὰ τί γὰρ ἡμᾶς ἐποίησας; Διὰ τί γὰρ ἀπὸ τοῦ δένδρου ἐκώλυσας; Ἡ ὑποκειμένη τοῖς ἐγκλήμασιν οὐχ εὑρίσκει τι ψεύσασθαι. Φίλον γὰρ τοῖς ἐγκαλουμένοις καὶ τὰ μὴ ὄντα πλάττεσθαι πρὸς ἀποφυγὴν τῶν ἐγκλημάτων. Ἡ ὑποκειμένη οὖν τοῖς ἐγκλήμασιν οὐχ εὗρεν ἄλλην ἀποφυγήν· καὶ σύ, ἃ μὴ προσήνεγκαν οἱ κατάδικοι προσφέρεις εἰς θεοῦ κατηγορίαν; Ἀλλὰ πάλιν ἐπὶ τὸ προκείμενον ἐπανάξω τὸν λόγον
Ἐπειδὴ εἶδεν, ὅτι τοῖς ἁμαρτάνουσι φράττεται τὰ στόματα, καὶ οὐκ ἔχει παρρησίαν ὁ ἁμαρτάνων ἐν σχήματι τῆς ἐρωτήσεως ἀνοίγει αὐτῷ ὁδὸν ἀπολογίας. Παραβὰς ἐκρύβην· ἀκούσας τῆς φιλανθρωπίας τῆς σῆς, δέσποτα, πρὸς τὴν ἀπολογίαν προῆλθον. Καὶ βλέπε τὸν δικαιοκριτήν. Οὐκ ἐξετάζει εὐθέως τὴν ἁμαρτήσασαν, ἀλλὰ τὸν ἀπατηθέντα. Καὶ εἰκότως. Βαρύτερον ἂν ἐγένετο τὸ δικαστήριον, εἰ τῶν ὑπευθύνων πρῶτον ἥψατο. Ἀλλ’ ἄρχεται ἀπὸ τοῦ δυναμένου κἂν μικρὰν εὑρεῖν ἀπολογίαν, ὅτι παρ’ ἄλλου προσώπου ἀπάτην ἐδέξατο. Ἀπὸ τοῦ ἀνδρὸς οὖν ἐπὶ τὴν γυναῖκα χωρεῖ καὶ λέγει·
Τί τοῦτο ἐποίησας;
Ἡ δὲ πρὸς τὸν δεσπότην·
Ὁ ὄφις ἠπάτησέ με.
Ὁ ὄφις ἠπάτησε; Χώραν εἶχεν ἡ ἀπάτη, εἰ μὴ προλαβοῦσα ἡ ἐντολὴ ἀπέκλεισε τὴν πλάνην. Εἰ μὴ ἔφθην εἰπών ὅτι
ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου,
θανάτῳ ἀποθανεῖσθε, εἶχε χώραν ἡ ἀπάτη. Διὰ τί μὴ ὁ τοῦ θεοῦ ἠκολούθει λόγος, ἀλλ’ ὁ τῆς ἀπάτης ἐδέχθη; οὕτως ὁ δημιουργὸς ἀναίτιος ἦν, ὁ δὲ παραβὰς ὑπεύθυνος.
Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἡ μὲν ἐξέτασις τῶν πεπλημμελημένων ἀπὸ τοῦ ἀπατηθέντος ἐπὶ τὴν ἀπατηθεῖσαν, ἡ δὲ ἀπόφασις ἐπὶ τὸν αἴτιον τῶν κακῶν. Πρῶτον ἡ θεία δίκη κατ’ ἐκείνου φέρει τὴν ψῆφον. Οὐ γὰρ ἀποφέρεται κατὰ τοῦ ἀνδρός, οὐδὲ κατὰ τῆς γυναικὸς εὐθέως, ἀλλὰ κατὰ τοῦ ὄφεως. Καὶ ὅρα τὸ μακρόθυμον τῆς δίκης. Οὐ καλεῖ τὸν ὄφιν ὁ θεὸς εἰς ἐξέτασιν. Οὐ γὰρ εἰς ἕτερον ἀναγαγεῖν τὴν αἰτίαν βούλεται, οὐδὲ εὑρεῖν ἀποφυγὴν ἑτέραν. Τί οὖν πρὸς αὐτόν;
Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς.
Ὁ ὄφις ὄργανον ἦν φαινόμενον, ὁ δὲ διάβολος ἀοράτως ὁ διὰ τοῦ ὄφεως ἀπατῶν. Τίνος ἕνεκεν κατὰ τοῦ ὀργάνου ἡ τιμωρία καὶ οὐ κατὰ τοῦ αὐθέντου τῆς πονηρίας γίνεται ἡ θεία δίκη; Καὶ κατὰ τῆς ἁμαρτίας χωρεῖ καὶ κατὰ τοῦ ὀργάνου τῆς ἁμαρτίας. Οἶδας ὅτι καὶ τὸν λογισμὸν οὐκ ἔχοντι ταύρῳ, ἐὰν κερατίσῃ ὁ θεὸς θάνατον ὁρίζει τὴν δίκην, καίτοι λογισμὸν οὐκ ἔχοντι, ἀλλ’ αὐτὴν ὅλως τὴν ὁρμὴν κολάζει. Οὕτω τοίνυν καὶ ἐνταῦθα κατὰ τοῦ ὄφεως ἀποφαίνεται, δεικνὺς ὅτι εἰ τὸ ὄργανον τῆς ἁμαρτίας οὕτω τιμωρεῖται, πολλῷ μᾶλλον τὸν ἐνεργήΚαὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις· ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ μεγάλην καὶ ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, τὸν ὄφιν τὸν φεύγοντα, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν καὶ ἀνελεῖ τὸν δράκοντα τῇ ἡμέρᾳ ἐκείνῃ.
Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων.
Καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
Ἀλλ’ ὅταν ἀκούσῃς δράκοντα καὶ ὄφιν, μὴ ῥίζαν κακίας ὑπολάβῃς, ὥς φασιν οἱ Ὄφεις, γεννήματα ἐχιδνῶν
, οὐ τὴν φύσιν διαβάλλει, ἢ τὴν προαίρεσιν διαμάχεται. Οὕτως οὐ δεῖ λέξεσι πείθεσθαι, ἀλλὰ ταῖς ἐννοίαις παιδεύεσθαι.
Ἀλλ’ ἀντιτείνουσι πάλιν καὶ ἕτερον ζητοῦσι ζήτημα. Διὰ τί φησιν
τὸ δένδρον
, εἰ μὴ πάντως φύσιν τινὰ τοιαύτην ἠβούλετο γνωρίσαι τοῦ φυτοῦ τὸ θεῖον γράμμα; Μὴ συκοφάντει ἁπλῶς, ἄνθρωπε, τὴν ἀλήθειαν. Τὸ γὰρ
δένδρον τοῦ καλοῦ καὶ πονηροῦ
οὐ φύσιν ἐγέννησεν, ἀλλ’ ὑπόθεσιν ἤνεγκε, καὶ ἐκαλεῖτο τῇ προσηγορίᾳ τοιαύτῃ, οὐκ ἐπειδὴ τοῦτο εἶχε κατὰ φύσιν, ἀλλ’ ἐπειδὴ τοῦτο ἐπετέλει κατὰ τὴν ἀπόφασιν. Τί γὰρ ἐδίδαξε τὸν Εἰ ἀπηγγέλη σοι, ἄνθρωπε, τί καλὸν ἢ τί κύριος ἐπζητεῖ παρὰ σοῦ, ἀλλ’ ἢ τὸ φοβεῖσθαι τὸν κύριον καὶ θεόν σου;
Ὁρᾷς ὅτι καλὸν ὁ φόβος τοῦ θεοῦ· πονηρὸς δὲ τὸ παρακοῦσαι θεοῦ;
Ἔφριξέ
, καὶ τὰ ἑξῆς.
Διὰ τί οὖν, φησίν, εἶπε·
Μὴ ἅψη τοῦ δένδρου· ἐξ οὗ ἐὰν φάγῃς, μέλλεις γινώσκειν διὰ τῆς παραβάσεως τὸ καλὸν καὶ πονηρόν;
Διὰ τί; Ἐγὼ σοι σαφηνίσω καὶ σύντομον ἀποδώσω λόγον. Φίλον ἀεὶ τῇ θείᾳ γραφῇ τοιαύτας διδόναι τοῖς πράγμασι προσηγορίας, οἵας ἂν καὶ τὰς ὑποθέσεις ἐνέγκωσιν. Οἷόν τι λέγω.
Γένοιτο δὲ ἡμᾶς ἀπὸ τοῦ ξύλου ἐκείνου φυγεῖν καὶ προσδραμεῖν τῷ ξύλῳ τῆς ζωῆς, τῷ φυτῷ τοῦ σταυροῦ, τῷ ἀνθήσαντι καρποὺς δικαιοσύνης, τῷ παρθενίαν βλαστήσαντι καὶ ἁγιωσύνην πηγάσαντι, καὶ καρποὺς διαφόρους ἀποτίσαντι, πολλοῖς καὶ διαφόροις κομῶντας τοῖς πλεονεκτήμασι, τῷ ἐν ταύτῃ τῇ πήξει τῇ αἰσθητῇ τοῦ ξύλου τὴν μεγίστην ἐκείνην καὶ ξένην σωτηρίαν, οὐχ ἣν ὁ σωΔίκαιος εἶ κύριε καὶ εὐθεῖς αἱ κρίσεις σου
–· ὅτι διὰ μίαν ἁμαρτίαν ὁ Κύριε, μνήσθητι μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Καὶ ὁ μὲν λῃστὴς οὗτος οὐκ ἐπαύσατο λῃστεύειν, ἕως μετὰ τῶν ἄλλων καὶ αὐτὴν τὴν βασιλείαν ἐσύλησεν. Ἀλλ’ ὁ ἕτερος λῃστὴς ὀνειδίζει τῷ κυρίῳ·
Εἰ υἱὸς εἶ τοῦ θεοῦ, καὶ σεαυτὸν σῶσον καὶ ἡμᾶς.
Τὰ ῥήματα τοῦ λῃστοῦ ἀδελφά εἰσιν τῶν Εἰ υἱὸς εἰ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ
, καὶ πιστεύομέν σοι. Ὁρᾷς τὰ τέκνα τοῦ διαβόλου πῶς σύμφωνον ἔχει τὴν μάθησιν τῆς ἀσεβείας;
Σῶσόν
Τί οὖν ὁ μακάριος λῃστής; Συνηγορεῖ τῷ κυρίῳ καὶ λαμβάνει τάξιν κριτοῦ ὁ κατάκριτος καὶ ἄρχεται δικάζειν τῇ ἀληθείᾳ·
Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν· καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν· οὗτος δὲ τί ἐποίησεν;
Εἰπέ μοι, ὦ λῃστά, ἐπὶ Λέγε
Ἦν οὖν ἰδεῖν τὸν σωτῆρα ἐν μέσῳ τῶν λῃστῶν ζυγὸν δικαιοσύνης. Ἦν οὖν ἰδεῖν ταλαντεύοντα πίστιν καὶ ἀπιστίαν καὶ δικαιοσύνην καὶ ἀδικίαν. Εἵλκυσε μέσον τὸ τῆς δικαιοσύνης κριτήριον· καὶ ὁ μὲν τῇ ἀπιστίᾳ ἐμβαρυνόμενος καθείλκετο· ὁ δὲ τῇ πίστει μετεωριζόμενος ἀνήγετο.
Ἡμεῖς
. Καὶ νῦν βλέπω φησὶν ἀδικίαν καὶ ξένην· δίκαιον μετὰ ἀδίκων σταυρούμενον καὶ τὴν εὐνομίαν μετὰ τῆς παρανομίας κολαζομένην.
Ἡμεῖς μὲν ἄξια ὧν ἐποιήσαμεν ἀπολαμβάνομεν· οὗτος δὲ τί ἐποίησεν;
Ἡμεῖς ἐποιήσαμεν φόνους καὶ ζῶντας ἐνεκρώσαμεν, οὗτος νεκροὺς ἐζωοποίησε καὶ θανάτου βίαν παρέλυσεν. Ἡμεῖς ἀλλότρια ἐσυλήσαμεν· οὗτος καὶ τὰ ἴδια διδόναι παρακελεύεται. Ἡμεῖς τοὺς οὐδὲν ἀδικήσαντας ἀπεκτείΚαὶ μετὰ ἀνόμων ἐλογίσθη ὁ δίκαιος.
Ἀλλ’ ὁ μὲν μακάριος λῃστὴς οὕτως ἐφιλοσόφει· οὕτω τοὺς παρόντας ἐπαίδευε, δι’ ὧν τὸν ἕτερον ὠνείδιζεν. Ὡς δὲ εἶδε νεκρὰν τῶν παρόντων τὴν ἀκοήν, στρέφεται λοιπὸν ἐπὶ τὸν εἰδότα τὰ ἐγκάρδια καί φησι πρὸς τὸν κύριον·
Κύριε, μνήσθητι μου ἐν τῇ βασιλείᾳ σου.
Σταυρούμενον βλέπεις καὶ κύριον ὁμολογεῖς; καταδίκου σχῆμα ὁρᾷς καὶ βασιλέως ἀξίαν κηρύττεις; Καὶ τί θαυμάζομεν, ἀδελφοί, εἰ
Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν
Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Τί ἐποίησας ἄξιον μνήμης; Τί δὲ οὐκ ἐποίησας ἄξιον τιμωρίας; οὐκ ἐφόνευσας; οὐκ ἔκλεψας; οὐκ ἐλῄστευσας; Μυρίοις κακοῖς ἐμπεφυρμένος ἀξιοῖς μνησθῆναί σου τῆς ἀδικίας τὴν πηγὴν τῆς δικαιοσύνης; Ναί,
Κύριε, δίκαιος εἶ καὶ εὐθεῖς αἱ κρίσεις σου.
Ἀντίδος μοι κατὰ τὴν δικαιοσύνην σου. Ἐγὼ εἶδόν σου τὴν φαινομένην ὕβριν καὶ τὸν σταυρὸν καὶ τὸ ὄνειδος τῶν παρανόμων· καὶ οὐ βλέπω τὴν φαινομένην ὕβριν, ἀλλὰ τὴν κρυπτομένην βασιλείαν. Ἐγὼ ἃ ὁρῶ παρορῶ· σὺ οὐ παρορᾷς μου τὰ φαινόμενα πταίσματα καὶ ἀποδέχῃ τὴν πίστιν τῆς διανοίας;
Μνήσθητί μου, κύριε.
Ὢ τῆς δικαίας κρίσεως.
Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου.
Οὐκ ἔστι δίκαιον, κύριε, τὸν μὲν διάβολον ἕνα τῶν μαθητῶν ποιῆσαι προδότην· ἀπὸ δὲ τῶν μαθητῶν τοῦ διαβόλου σε μὴ μεταβαλεῖν εἰς εὐαγγελιστήν. Τὸν μαθητὴν τῆς ἀληθείας ἥρπασεν ἡ ἀδικία· τὸν μαθητὴν τῆς ἀδικίας οὐ μεταβαλεῖ ἡ ἀλήθεια;