Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Πῶς οἶδε γράμματα μὴ μεμαθηκώς;καὶ εἰς τὸ ῥητὸν τοῦ σωτῆρος, ὅτι
οὐδεὶς οἶδε τὴν ἡμέραν ἐκείνην.
Φέρε πάλιν τῶν εὐαγγελικῶν ὑμῖν ἀπαρξώμεθα ναμάτων· φέρε μεθ’ ὑμῶν τὸ διειδὲς καὶ καθαρὸν ἀρυσώμεθα ῥεῖθρον πειθόμενοι τῷ προφήτῃ τῷ λεγοντι·
Ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.
Πολλαὶ μὲν αἱ πηγαί· ἓν δὲ τὸ σωτήριον· Μία ἐστὶ πάντων τῶν ἀγαθῶν ἡ πηγὴ ὁ κύριος ἡμῶν γράμματα οἶδε μὴ μεμαθηκώς.
Τοῦτο γὰρ ἡμῖν ἀρτίως ὑπανέγνωσται ὅτι σὺ σωτῆρος τὴν ἔνθεον προφέροντος διδασκαλίαν, ἐθαύμαζον οἱ Πῶς οὗτός
Γράμματα ζητοῦσι παρὰ τῆς πηγῆς τοῦ λόγου, μᾶλλον δὲ παρὰ τῷ θεῷ λόγῳ· γράμματα ἀπαιτοῦσι παρὰ τοῦ Χριστοῦ, ὃς ἐπήγαγε νόμον, ὃς προσήνεγκε προφητείαν· παρ’ οὗ πᾶσα γνῶσις καὶ λόγος καὶ νόμος καὶ βούλημα καὶ σκέψις·
Πᾶσα
Γράμματα ζητοῦσι παρὰ τοῦ λογου, παρ’ οὗ πάντες προφῆται ἤντλησαν καὶ πάντες οἱ θεολόγοι ἐν ταῖς δεξαμεναῖς τῆς ἰδίας ψυχῆς ἐδέξαντο. Τοῦτον ἐδέξατο Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν.
Ἀπαιτεῖς γράμματα παρὰ θεοῦ, ὡς τῶν γραμμάτων τὸν λόγον ποιησάντων ἢ τοῦ λόγου τὴν τῶν γραμμάτων τέχνην ἐφευρηκότος; Μὴ τὰ γράμματα τὸν λόγον ἐποίησεν; Ὁ λόγος τῶν γραμμάτων τὴν φύσιν εὗρε· καὶ
Γράμματα οἶδε μὴ μεμαθηκώς.
Οὐ θαυμάζεις ὅτι νεκροὺς ἐγείρει καὶ ἐπλήττῃ τὸ εἰδέναι γράμματα μὴ μεμαθηκότα ἐνδεχόμενον τῇ φύσει. Οἱ γὰρ πρῶτοι τὰ γράμματα εὑρόντες, οὐ παρ’ ἑτέρου μαθόντες εὗρον καὶ οἱ εὑρεταὶ τῶν γραμμάτων ἄνθρωποι ἦσαν. Τὸ δὲ νεκροὺς ἐγεῖραι ὑπερβαίνει φύσιν ἀνθρώπων. Τὰ μεγάλα παρορᾷς καὶ περὶ τὰ μικρὰ ἀκριβολογῇ; Πηγὴ τοίνυν πάσης σοφίας καὶ πάσης γνώσεως ὁ Χριστός. Οὐδὲν αὐτὸν λανθάνει. Πάντων γάρ ἐστιν εὑρετής, λέγω, οὐχ ὡς ἄλλου ποιήσαντος καὶ τούτου ἐπινοήσαντος· ἀλλ’ ὅτι αὐτὸς καὶ ποιητὴς τῆς σοφίας καὶ εὑρετὴς τῶν ἐπὶ τῆς σοφίας θεωρουμένων. Οὐδὲν αὐτὸν τῶν παρελθόντων, οὐδὲν αὐτὸν τῶν παρόντων, οὐδὲν τῶν μελλόντων λανθάνει· Πηγὴ γάρ ἐστι τῶν ἁπάντων.
οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι, οὔτε ὁ υἱός, εἰ μὴ ὁ πατήρ
. Πῶς τοίνυν πηγὴ σοφίας εἰ ἀγνοεῖ τὸ μέλλον; Ἐγὼ δέ σε ἠβουλόμην μὴ κακοτέχνως στρέφειν τὸν λόγον, μηδὲ περιστροφὰς λόγων εἰλεῖσθαι, ἀλλὰ τὴν εὐθύτητα τῶν δογμάτων φέρεσθαι. Διὰ τί λέγεις; Εἰ πηγὴ τῆς σοφίας καὶ θησαυρός ἐστι, πῶς ἀγνοεῖ; Οἶδα ὅτι βαθὺ τὸ ῥῆμα, πλὴν εἰς τὰ σύντομα ἥξομεν. Δεῖ καταστοχάζεσθαι οὐ τῆς δυνάμεως τοῦ λόγου, ἀλλὰ τῆς δυνάμεως τῶν ἀκουόντων. Φησὶ γὰρ ὁ ἀπόστολος περὶ τοῦ Χριστοῦ· Ὁδηγούμεθα
εἰς ἐπίγνωσιν μυστηρίων θεοῦ πατρὸς καὶ Χριστοῦ, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.
Εἰ πάντα ἐν αὐτῷ, οὐδὲν αὐτὸν λανθάνει. Τί οὖν φησι πρὸς τὴν ἀπόφασιν τοῦ σωτῆρος, ὅτι
Οὐδεὶς οἶδεν, οὔτε ὁ υἱὸς, εἰ μὴ ὁ πατήρ.
Ἐρωτάσθω ὁ αἱρετικός· Τίς μείζων, ἢ ἡμέρα ἢ ὁ πατήρ; Ὁ γινώσκων τὸν πατέρα, οὐ γινώσκει τὴν ἡμέραν;
Οὐδεὶς οἶδε τὸν πατέρα, εἰ μὴ ὁ υἱός.
Τὸν πατέρα οὖν εὗρε· τὴν πηγὴν τῆς γνώσεως οἶδε καὶ τὴν ἡμέραν οὐκ οἶδεν; Ἀλλ’ ἐνδέχεται, φησίν, εἰδέναι μὲν τὸν πατέρα, ἀγνοεῖν δὲ τὰ ἐν τῷ πατρί. Εἰ ἔστι τι ἐν πατρὶ λανθάνον τὸν υἱόν, ἔστι τι ἐν τῷ υἱῷ λανθάνον τὸν πατέρα. Πόθεν τοῦτο; Αὐτὸς ὅρον δέδωκεν ὁ πάντων δεσπότης·
Καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα.
Περὶ δὲ τῶν ἀνθρώπων ὅταν διαλέγηται, λέγει·
Γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.
Οὐ γὰρ ἀνισότης γνώσεως. Ὅπου ἄνισος φύσις, ἄνισος καὶ ἡ γνῶσις. Γινώσκειν ἄνθρωπος δύναται θεόν, οὐ μὴν τὰ ἐν τῷ θεῷ· Γινώσκομεν πάντες πατέρα, ἀλλ’ οὐχ ὡς ὁ υἱός.
Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν.
Πάντες γινώσκομεν, ἀλλ’ οὐχ ὡς ἐκεῖνος· Ἄλλως γὰρ ὁ καρπὸς γνωρίζει τῇ ῥίζαν, ἄλλως ἡ ῥίζα τὸν καρπὸν ἑρμηνεύει· ἄλλως οἱ τὸν καρπὸν τρυγῶντες μεταλαμβάνουσιν. Ἐνταῦθα δὲ τρανὴν καὶ ἀσύγχυτον δέδωκε τῆς γνώσεως τὴν ἰσότητα·
Καθὼς γινώσκει με ὁ πατήρ, γινώσκω τὸν πατέρα.
Εἰ ἔστι τι ἐν τῷ υἱῷ λανθάνον τὸν πατέρα, ἔστιν ἐν τῷ πατρὶ λανθάνον τὸν υἱόν. Εἶτα οὐδὲ ἐκείνην τὴν φωνὴν αἰδῇ, αἱρετικέ, δι’ ἣν ἀποστερεῖς τὸν υἱὸν τῆς γνώσεως; Ἑτέρῳ λόγῳ τὸ πνεῦμα τὸ ἅγιον ὅπερ ἀρνῇ μεῖζον τοῦ υἱοῦ κατὰ τὴν σὴν γνῶσιν ἐργάζῃ. Λέγει γὰρ περὶ τοῦ ἁγίου πνεύματος ὁ Τὸ πνεῦμα τὸ ἅγιον τὰ πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ.
Τὸ πνεῦμα τὸ ἅγιον οἶδε τὰ βάωη, οδε υἱὸς ἀγνοεῖ τὴν ἡμέραν; Εἰ τοίνυν φησὶν οἶδε, διὰ τί εἶπεν· Οὐκ οἶδα. Ἀπὸ μὲν τῆς τῶν λογισμῶν ἀκολουθίας καὶ τῆς τῶν γραφῶν μαρτυρίας ἀποδέδεικται, ὅτι πηγὴ τῆς γνώσεως καὶ τῆς σοφίας εστί. Τίνος δὲ ἕνεκεν ἃ ἔχει ἀρνεῖται καὶ τὴν γνῶσιν ἣν αὐτὸς πηγάζει, ταύτην λέγει αὐτὸς μὴ ἔχειν; Εἶπε γὰρ ὅτι οὐδεὶς οἶδε τὴν ημεραν. Δεῖ δέ, ἀδελφοί, τὸν σκοπὸν τοῦ σωτῆρος ἐρευνᾶν καὶ ἐρωτᾶν τί λέγει καὶ περὶ τίνος καὶ πρὸς τίνας καὶ πότε. Οὐ γὰρ ἔστιν ἁπλῶς βασανίζειν ῥήματα καὶ ἐξετάζειν λεξίδια, ἀλλὰ ταύτης τῆς ἐννοίας καταστοχάζεσθαι τῆς δυνάμεως. Οὐ πάντα γὰρ ὅσα ὁ σωτὴρ διαλέγεται, πρέποντα τῇ οἰκείᾳ ἀξίᾳ διαλέγεται, ἀλλὰ τὰ ἁρμόζοντα τῇ ἡμετέρᾳ ἀσθενείᾳ. Ἄλλως διαλέγεται πιστοῖς, ἄλλως διαλέγεται ἀπίστοις. Οἶδα ταύτην τὴν ἔννοιαν προειρηκὼς ἐν ὑμῖν, ἀλλ’ οὐδὲν κωλύει ὁδεῦσαι διὰ τῆς αὐτῆς ἐννοίας καὶ δεῖξαι ἀληθεύουσαν τὴν ἀπόδειξιν τῶν πραγμάτων. Πρὸς Καθ’ ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, ἀπέχουσιν αἱ ὁδοὶ μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ αἱ βουλαὶ μου τῶν βουλῶν ὑμῶν.
δαίμονιον ἔχει
καὶ δαιμονιῶντα ὑπελάμβανον τὸν υἱὸν τοῦ θεοῦ. Ἐπεὶ τοίνυν ἑώρα Πότε ἀποκαθιστᾷς τὴν βασιλείαν τοῦ
Εἶτα ἐπιστομίζων τὴν ἀνθρωπίνην προπέτειαν τὴν βουλομένην ἐπιβαλεῖν τοῖς μέλλουσι, καὶ τὰ τοῦ θεοῦ περιεργάζεσθαι λέγει·
Οὐκ ἔστιν ὑμῶν γνῶναι χρόνους ἢ καιρούς.
Ὑπερβαίνει τὴν ἀνθρωπίνην φύσιν τὸ μέτρον τῆς γνώσεως. Μὴ πολυπραγμόνει τὰ μέλλοντα πρὸ τῶν πραγμάτων, ἀλλ’ ἐκδέχου μόνον καὶ πίστευε τοῖς μέλλουσι· Παρασκεύασον σεαυτὸν πρὸς τὴν τοῦ μέλλοντος δικαστοῦ παρουσίαν. Ἐκεῖ φρόντισον, οὐχ ἵνα μάθῃς πότε ἡ ἡμέρα, ἀλλ’ ἵνα μάθῃς ποταπή σοι ἀπαντήσῃ ἡμέρα. Διὰ τοῦτο ὁ προφήτης τοὺς πολυπραγμονοῦντας περὶ ταύτης τῆς ἡμέρας καὶ λέγοντας· Πότε ἔρχεται ἡ κρίσις, πότε ἡ ἀνάστασις; μεμφόμενος καὶ ἐπιστομίζων ἔλεγεν·
Οὐαί, οἱ ζητοῦντες τὴν ἡμέραν κυρίου. Ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ κυρίου;
Ἀντὶ τοῦ· Διὰ τί σπουδάζετε ἰδεῖν τὴν ἡμέραν κυρίου;
Ἡ ἡμέρα κυρίου πικρὰ καὶ σκληρὰ τέτακται, δυνατὴ ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη, θλίψεως καὶ ἀνάγκης.
Τὸν φόβον παρέστησεν, ἵνα κολάσῃ τὴν προπέτειαν. Ἐπεὶ οὖν ἐπόθουν εἰδέναι τὰ μέλλοντα τὴν ἀνθρωπίνην τάξιν ὑπερβαίνοντα, ὁ σωτὴρ ἔλεγεν·
Οὐκ ἔστιν ἡμῶν γνῶναι χρόνους ἢ καιρούς.
Ἀλλ’ ἵνα μὴ νομισθῇ κατὰ φθόνον κωλύειν τὴν γνῶσιν, συμπεριλαμβάνει ἑαυτὸν τοῖς ἀγνοοῦσιν, ἵνα παραμυθήσεται τῶν ἀνθρώπων τὴν ἄγνοιαν. Οὐκ οἴδασί φησιν οὔτε οἱ ἄγγελοι. Τί φαντάζεσθε ὑπὲρ ἀγγέλους; Οὐδὲ ὁ υἱὸς οἶδε. Διὰ τί ὑπὲρ ἐμὲ φαντάζῃ; Ὅταν ἀκούσῃς υἱόν, μέρισον τῇ διανοίᾳ τὸ πρᾶγμα. Υἱὸς γὰρ λέγεται κατὰ κοινοῦ καὶ ἡ θεότης καὶ ἡ ἀνθρωπότης. Καὶ ἵνα μάθῃς ὅτι υἱὸν καλεῖ ἡ γραφὴ καὶ τὴν σάρκα τοῦ σωτῆρος καὶ τὴν οἰκονομίαν, λέγει ἀλλαχοῦ·
Καὶ τὸ αἷμα
Τὸ αἷμα οὐ θεότης, ἀλλὰ ἀνθρωπότης. Οὕτω καὶ τὴν ἀνθρωπότητα υἱὸν ὀνομάζει. Καὶ ὅταν εἴπωμεν· Ὁ υἱὸς τοῦ θεοῦ ἔπαθεν, ὁμολογοῦμεν τί τὸ παθητόν, τι τὸ ἀπαθές. ὅταν εἴπωμεν ὅτι ὁ υἱὸς τοῦ θεοῦ ὁ μονογενὴς ἐσταυρώθη, μερίζομεν τὸ ἀπαθὲς καὶ χωρίζομεν τὸ παθητόν. Καὶ γὰρ ἐφ’ ἡμῶν τῶν ἀνθρώπων πολιτεύεται ῥήματα, ἃ κατὰ πάσης μὲν τῆς ἀνθρωπίνης ὑποστάσεως εὑρίσκεται, μερίζεται δὲ τῇ ἐπινοίᾳ τοῦ λογισμοῦ. Ἐὰν εἴπωμεν ὅτι ὁ δεῖνα τέθνηκε, νοοῦμεν τί τὸ τεθνηκός, σῶμα, καὶ τί τὸ ἀθάνατον, ἡ ψυχή. Καὶ οὐκ ἐπειδὴ κατὰ παντὸς τοῦ ὀνόματος ἡ τοῦ θανάτου προσηγορία φέρεται, τὸ πᾶν τοῦ ἀνθρώπου λέγομεν ἀπολέσθαι. Οὐ γὰρ πάντως ἀνάγκη λέγειν Τὸ σῶμα τοῦδε ἀπέθανε. Καὶ τὸ μὲν ὄνομα κοινὴν δέχεται τοῦ θανάτου τὴν προσηγορίαν· ὁ δὲ λογισμὸς τέμνει τὴν προσηγορίαν, τί τὸ ἀποθανόν, τί δὲ τὸ μὴ τεθνηκός. Ἐπεὶ οὖν καὶ ὁ σωτὴρ κοινὴν ἀποφαίνεται φωνὴν τοῦ θανάτου κατὰ τῶν ἁγίων λέγων·
Παραστήσουσιν ὑμᾶς εἰς συνέδρια καὶ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ
καὶ
Μὴ φοβηθῆτε γάρ φησιν ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι.
Τοῦτο καὶ ἐν ἑτέρῳ ποιεῖ ὁ σωτήρ. Ὥσπερ γὰρ ἐνταῦθα τὴν γνῶσιν ἔχων τῶν ἁπάντων λέγει·
Οὐδεὶς οἶδε τὴν ἡμέραν, οὐδὲ ὁ υἱός.
ἀντὶ τοῦ οὐδὲ ἐγὼ τὸ φαινόμενον σχῆμα. οὐ γὰρ ὁ υἱὸς ἀγνοεῖ,
ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι
. Οὐκ ἀγνοεῖ
Τοῦ αὐτοῦ ἐστι φωνὴ
ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής.
Τοῦ αὐτοῦ ἐστι διδασκαλία
κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν
. Εἰ ἀληθής, πῶς οὐκ ἀληθής; Μάχεται τὰ ῥήματα, ἀλλὰ συμφωνεῖ τὰ νοήματα.
Ἀνέβη ὁ
Ἀνέβη εἰς τὸ ἱερὸν ὁ τοῦ ἱεροῦ δημιουργός, ὁ τῆς λατρείας δεσπότης. ἐλάλει ἐν τῷ ἱερῷ, ἵνα πληρωθῇ
Καὶ ἐξαίφνης ἥξει εἰς τὸν ἑαυτοῦ ναόν, ὁ κύριος, ὃν ὑμεῖς ζητεῖτε καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.
Ἐξαίφνης ἥξει εἰς τὸν ἑαυτοῦ ναόν.
Θεοῦ ναός. Καὶ λέγει αὐτοῦ εἶναι τὸν ναόν, ὡς μὴ νομίσαι ἑτέρου εἶναι τοῦ πατρὸς τὴν δεσποτείαν καὶ ἑτέρου εἶναι τοῦ υἱοῦ τὴν βασιλείαν. Τὸν ναὸν τοῦ πατρὸς, ὃν ἀνέθηκε Ἐξαίφνης ἥξει εἰς τὸν ἑαυτοῦ ναόν ὁ κύριος.
Ὅταν τοίνυν ναὸς τοῦ πατρὸς ᾖ, ναὸς τοῦ υἱοῦ ἐστιν· ὅταν ναὸς ᾖ τοῦ υἱοῦ, ναός ἐστι τοῦ πατρός. Διὰ τοῦτο καὶ αὐτὸς ὁ σωτήρ, ὅτε ἀπελαύνει τοὺς Ἐκβάλετε ταῦτα ἐντεῦθεν καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.
Ὁ αὐτὸς πάλιν·
Ἐκβάλετε ταῦτα ἐντεῦθεν.
Ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται.
Ὁ οἶκος τοῦ πατρός μου καὶ ὁ οἶκός μου. Καὶ ἀλλαχοῦ ὁ εὐαγγελιστὴς λέγει·
Εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἐδέξαντο.
Περὶ Τέκνον, τί ἐποίησας ἡμῖν;
περιερχόμεθα ζητοῦντές σε, ἀποκρίνεται·
Οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;
Ἀνέβη οὖν εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε
καὶ ἐπληροῦτο ἑτέρα προφητεία·
Αὐτὸς ὁ λαλῶν, πάρειμι.
Ἐδίδασκεν, οὐχ ὑβριζούσης τῆς διδασκαλίας τὴν ἀξίαν. διδάσκαλος δὲ διὰ τὴν φιλανθρωπίαν. Μή, ὅταν ἀκούσῃς ὅτι ἐδίδασκε, νομίσῃς αὐτὸν ἕνα τῶν διδασκάλων τῶν λοιπῶν εἶναι. Εἰ δὲ τὸ
ἐδίδασκε
σὲ σκανδαλίζει, ἐὰν ἀκούσῃς λέγοντος·
Εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου
, ἀγνοεῖς τὴν ἀξίαν καὶ οὐ θαυμάζεις τὴν διδασκαλίαν.
Ἀνέβη ὁ
Οὐδαμοῦ εὑρίσκεις καταβαίνοντα. Ἀνέβαινεν ἀπὸ Μακάριος ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ, κύριε· αἱ ἀναβάσεις σου ἐν τῇ καρδίᾳ αὐτοῦ.
Ὅπου ἀρετή, ἀνάβασις· ὅπου κακία, κατάβασις.
Ῥῦσαί με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
Ἐθαύμαζον οἱ
Καὶ τὸ
οὗτος
ὑπερηφανίας ῥῆμα, ἐξουθενήσεως ἐπάγγελμα, σχῆμα κακίας.
Πῶς οὗτος;
Σὺ μὲν λέγεις ὑβρίζων, ὦ πῶς οὗτος;
Ἐγὼ δὲ λαμβάνω δοξάζων. Ἔστι γὰρ εἰπεῖν μετὰ ὕβρεως τὸ
οὗτος
καὶ ἔστιν εἰπεῖν μετὰ δόξης τὸ
οὗτος
. Λέγεις ὑβρίζων
πῶς οὗτος οἶδεν;
Ἐγὼ δὲ λέγω μετὰ οὗτός μου θεὸς καὶ δοξάσω αὐτόν.
Ἐλέγχει Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με πατρός.
πανταχοῦ δεικνὺς ὅτι ὡμολογημένῳ θεῷ μάχονται οἱ τὸν ἀμφιβαλλόμενον μὴ δεξάμενοι. Ἐπειδὴ πεπίστευτο παρ’ αὐτοῖς ὁ θεός, ἀμφΜὴ ἀποκτείνῃς αὐτούς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου· διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου.
ἐπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας
. Περιειστήκησαν οἱ Τότε ἥξει κύριος ὁ θεὸς καὶ ἔσται κοπετὸς μέγας ἐν
Ὄψονται γὰρ εἰς ὃν ἐξεκέντησαν.
ἀντὶ τοῦ Ὃν τοῖς ἥλοις προσήλωσαν. Καὶ οὐκ εἶπεν· Ὄψονται ὃν ἐξεκέντησαν, ἀλλ’
εἰς ὃν ἐξεκέντησαν
. Τί ἐστι τὸ
εἰς ὃν
; Σταυρὸς ἦν εἰς ὃν ἐξεκέντησαν. Πρὸ δὲ τῆς παρουσίας τοῦ σωτῆρος, ὥσπερ βασιλικὸν σημεῖον, τὸ λεγόμενον σίγνον κατὰ τὴν κοινὴν συνήθειαν, προτρέχει τῆς Χριστοῦ παρουσίας, ὑπὸ τῶν ἀγγέλων δοξαζόμενον. Φανήσεται ὁ σταυρὸς ἐπὶ τῆς γῆς, σκέπων ἥλιον, ἀμβλύνων σελήνην, ὡς ἔλεγεν ὁ σωτήρ·
Τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ οὐρανῷ.
Καὶ ἵνα πληρωθῇ τὸ ῥῆμα Καὶ τότε ὄψονται εἰς ὃν ἐξεκέντησαν.
Ὀφθήσεται δὲ τὸ σημεῖον τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ οὐρανῷ.
καὶ κόψονται φυλαί·
Φυλὴ οἴκου
Διὰ τι οὖν οὐκ ὄνομα φυλῆς παρήγαγεν, ἀλλ’ ὄνομα βασιλείας; Διὰ τί πενθεῖ ἡ φυλὴ Φυλὴ οἴκου
Τίς ὁ Ἐρευνᾶτε τὰς γραφάς.
Ἐρευνᾶτε
. Οὐ γὰρ ἡ ψιλὴ ἀνάγνωσις παριστᾷ τὴν γνῶσιν, ἀλλ’ ἡ ἀκριβὴς κατανόησις παρίστησι τὸ ζητούμενον.
Ὀφθήσεται
Ὀφθήσεται τοῦ ξύλου φέρων τὴν εἰκόνα, ἀλλὰ φωτὸς ἐκλάμπων ἀκτῖνα. Ὅταν δὲ ὀφθῇ ὁ σταυρός, καλυφθήσεται ὁ ἥλιος, οὐκ ἀφανιζόμενος, ἀλλὰ τῇ ὑπερβολῇ τῆς δόξης σκεπόμενος. Καλυφθήσεται καὶ ἡ σελήνη· κρυβήσονται καὶ οἱ ἀστέρες, μᾶλλον δὲ πεσοῦνται,
Ὁ ἥλιός φησι σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς· οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ
Ἰδοὺ ὁ θεὸς ἡμῶν, εἰς ὃν ἠλπίσαμεν, ἠγαλλιώμεθα.
Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.
Ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν
. Πῶς δέ ἐστι τὸ τάγμα τῶν πιστῶν ἀνώτερον; Ὅτι οὐκ ἐπὶ γῆς οἱ πιστοὶ στήσονται, ἀλλ’ ἐν τῷ ἀέρι συμπάρεδροι καὶ συνδορυφόροι τοῦ μεγίστου βασιλέως. Οὐ γὰρ ὁ θρόνος τοῦ θεοῦ ἐπὶ γῆς πήγνυται, ἀλλ’ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. ὥστε πάντας μὲν εἶναι τοὺς δικαζομένους κάτω, ἄνω δὲ τὸν δικάζοντα καὶ τοὺς μετὰ τοῦ δικαστοῦ φίλους.
Ἡμεῖς δὲ ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα.
Ταῦτά μοι εἰς μνήμην ἤγαγεν ἡ ἀφορμὴ τῆς τόλμης τῶν θεομάχων, τῶν τολμησάντων εἰπεῖν·
Δαιμόνιον ἔχει.
Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε.
Ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτήν.
Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον.
Ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ, ἐμφάνηθη· ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Καὶ ὅταν ἔλθῃ ταῦτα ἐπὶ σὲ τὰ σημεῖα, στραφήσῃ εἰς ἄνδρα ἄλλον.
Μεταβαλεῖ γάρ σε ἡ ἐξουσία καὶ ἡ ἀξία, οὐχ ὅτι πάντας μεταβάλλει. Τὸν πιστὸν γὰρ οὐ μεταλλάττει, τὸν δὲ σαθρὸν ἐλέγχει. Διὰ τοῦτο τῷ πιστῷ λέγει· Ἐὰν καταστῇς ἄρχων, γενοῦ καὶ σὺ ὡς εἷς ἐξ αὐτῶν. Εἰ τοίνυν ἐνταῦθα φιλία πολλάκις ἐψεύσατο, πολλάκις ἀληθεύει. Ἡ δὲ τοῦ Χριστοῦ φιλία ἄπτωτος. Οὐχ, ὅταν ἴδῃς αὐτὸν ἐν δόξῃ, οὐκ ἀρνεῖταί σε τὸν ἐπὶ γῆς προσκυνήσαντα αὐτόν, ἀλλ’ ὡς σήμερον δεξάμενός σε τῆς φιλίας, προσκαλεῖται καὶ τότε γνωρίσει τὴν φιλίαν.
Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου.
Ἐνταῦθα πολλάκις κἂν χάριν ποιήσῃς τινά, τὴν εὐεργεσίαν τὴν πρώτην κρύπτει. Οὐ θέλει γὰρ φανῆναι κατώτερος τοῦ εὐεργέτου, ἀλλὰ τὴν μὲν φιλίαν σου ἀμείβεται, τὴν δὲ εὐεργεσίαν κρύπτει. Ὁ δὲ σωτὴρ καὶ τὴν φιλίαν ὁμολογεῖ καὶ τὴν εὐεργεσίαν οὐ κρύπτει.
Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν
, καὶ τὰ ἑξῆς. Ὁ τοίνυν σωτὴρ λάμπει τῇ φιλίᾳ, λάμπει τῇ εὐεργεσίᾳ, οὐκ ἀρνεῖται τὴν προτέραν σου φιλίαν, ὁμολογεῖ σου τὴν διάθεσιν, κηρύττει σου τὸν πόθον, στεφανοῖ σου τὴν πρόθεσιν. Ἔχωμεν τοίνυν αὐτὸν εὐεργέτην καὶ μὴ κριτήν. Κριτὴς μέν ἐστι καὶ κριτὴς ἀληθείας. Ἀλλὰ σὺ προλαβὼν αὐτὸν κατάστησον φίλον καὶ μὴ δικαστήν, καὶ δυσώπησον αὐτόν. Οὐκ εἶδες τοὺς ἔξωθεν ἄρχοντας, πῶς περιτρέχουσι καὶ πῶς τοῖς οἰκείοις αὐτῶν διαλέγονται; Ἀλλ’ ἐνταῦθα περὶ σχημάτων, ἐκεῖ περὶ πρεσβείας. Προλαβὼν διαλέχθητι τοῖς μάρτυσιν, ὁμίλησον τοῖς ἀποστόλοις· Δέομαι ὑμῶν, προετοιμάσατέ μου τὸν κριτήν. Γένοιτό μοι ἵλεως ἐν τῷ καιρῷ τῆς κρίσεως, ὅτε ἐξετασθῇ μου τὰ πράγματα. πείσατε αὐτόν· ἱκανοί ἐστε δυσωπῆσαι. Οἶδα ὅτι ὑμᾶς αἰδεῖται. Ἐγὼ παρρησίαν οὐκ ἔχω· ὑμεῖς διαλέχθητε τε βασιλεῖ. Ἀλλ’ ἀποκρινοῦνταί σοι οἱ ἀπόστολοι καὶ οἱ μάρτυρες· Οὐκ οἶδας τὸν θεὸν ἡμῶν, δωρεὰν μὲν ἐλεοῦντα, ἀλλὰ καὶ παρ’ ἡμῶν θέλει λαβεῖν; Δὸς πτωχοῖς καὶ αὐτὸς ἀντὶ ἐκείνων ὁμολογεῖ σου τὴν χαριν. Δὸς εἰς χεῖρας πενήτων καὶ ὡς εἰς χεῖρας πιστοῦ παραθέμενος, τὴν ἀνταπόδοσιν λήψῃ. Δὸς Χριστῷ οὐ δι’ ἀπληστίαν λαμβάνοντι, ἀλλὰ διὰ φιλανθρωπίαν τοῖς πένησι χορηγοῦντι. Εἶτα λαμβάνει ὁ θεὸς χρήματα, οὐκ εἰς ἑαυτόν, ἀλλὰ διὰ πενήτων εἰς ἑαυτόν, οὐ πωλῶν τὸ δίκαιον, ἀλλὰ τῇ μετανοίᾳ διορθούμενος τὰ πταίσματα ἡμῶν. Οὐ γὰρ λαμβάνει χρήματα, ἵνα πωλήσῃ τὸ δίκαιον καὶ ἄλλον ἀδίκως κατακρίνῃ, ἀλλ’ ἵνα σε τὸν κατάκριτον ἐλευθερώσῃ διὰ τῆς δόσεως, ὡς ἔλεγεν ὁ Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων.
Προσένεγκε χρήματα ἀντὶ ψυχῆς. Λῦτρον γὰρ ἀνδρὸς ὁ ἴδιος πλοῦτος. Ταῦτα λέγω πρὸς τὴν τοῦ μεγάλου Χριστοῦ καὶ δεσπότου ἀξίαν, ὃν δέχεται ἡ ὑπ’ οὐρανὸν πᾶσα, οὗ νῦν καταξιοῦται ἡ ἐκκλησία, ἐστέρηται δὲ μόνη ἡ συναγωγή. Ἐσκόρπισται γάρ. Ἀργὸν τὸ ὄνομα. Ἄλλη κατατομή. Κατατέμνεται γὰρ τῇ ἀπιστίᾳ. Κατατομὴν καλεῖ τὴν συναγωγήν,
Βλέπετε τὴν κατατομήν
Ὁ κύριος μετὰ σοῦ.
Οὐκ ἀμβλύνει γὰρ δικαιοσύνην λιμός, ἀλλὰ λαμπροτέραν δείκνυσι τὴν ἀρετὴν ταῖς θλίψεσι βασανιζομένην.
Ὁ κύριος μετὰ σοῦ· εἰρήνη σοι.
Καὶ λέγει εἰ κύριος ἐν ἡμῖν, πόθεν ἡμᾶς εὗρε τὰ κακὰ ταυτα;
οὐκ ἀντιλέγων τῷ θεῷ, ἀλλ’ ὡς ἀνάξιον ἡγούμενος ἑαυτὸν τοῦ θεοῦ, οὕτω λέγων· Εἰ ἦμέν φησιν ἄξιοι τοῦ θεοῦ, ταῦτα ἡμᾶς οὐ κατελάμβανε. Πολλάκις οἱ ἄπιστοι οἱ τῷ μὲν λόγῳ πιστεύοντες, ταῖς δὲ γνώμαις μαχόμενοι, λέγουσι· Ποῦ ὁ θεὸς τῶν Ὁ κύριος μετὰ σοῦ.
Ἐν τῇ χειρί σου δέδωκε ὁ θεὸς τὴν νίκην· ἔπελθε εἰς πόλεμον. Λέγει ὁ Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου;
Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου
, εἰς μόνον τὸ ἔθνος. Ἐπεὶ δὲ μετῆλθε μετὰ ταῦτα ἡ χάρις τοῦ κυρίου καὶ ἡ μὲν συναγωγὴ ἀρνεῖσθαι ἤμελλε καὶ ὁ λαὸς ἐκεῖνος, ἡ δὲ γῆ πᾶσα δέχεσθαι, προλαβὼν ὁ τύπος ἐν τῷ δευτέρῳ, ὅτι ὥσπερ ποτὲ τοῦ πόκου μόνου βραχέντος ἡ γῆ ἦν ξηρά, μετὰ δὲ ταῦτα τῆς γῆς βραχείσης ὁ πόκος ἔμεινε ξηρός, οὕτω ποτὲ τὸ ἔθνος τὸ πρῶτον ἀρδευόμενον οὐ μετέδωκε τῆς εὐσεβείας πᾶσι τοῖς ἔθνεσι. Ὅτε δὲ τὰ ἔθνη πάντα ἐδέξαντο τὴν εὐεργεσίαν, ὁ Ὁ θεός, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως· κρινεῖ τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει.
Καὶ μικρὸν ὑποβάς φησι·
Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.
Εἶτα τὴν παρουσίαν σημαίνων φησί·
Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡς ἡ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.
Καὶ εὐθέως·
Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.
Γένοιτο τοίνυν ἡμᾶς μετὰ πάσης τῆς γῆς ἀρδευομένους, καρποὺς ἀναφέρειν, εὐχαῖς καὶ πρεσβείαις τοῦ πατρὸς ἡμῶν καὶ διδασκάλου, ὃς δύναται καὶ τὸν ἡμέτερον ἐπισφραγίσαι λόγον καὶ τὸν ὑμέτερον πόθον, ἐν Χριστῷ