Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ.
Εἰ καὶ ἐθόλωσεν ἡμᾶς ἡ κατὰ τὴν ἑσπέραν ταραχή, ἀλλ’ ηὔφρανεν ἡ πάντων σπουδή. Οὐ γὰρ ἔβλεπον εἰς τὴν τῶν θορύβων ἀνωμαλίαν, ἀλλ’ εἰς τὴν τῶν ἀκουόντων προθυμίαν· καὶ ἦν θόρυβον θεασάμενος ἀγοραῖόν τινα ὄντα καὶ δημώδη, τὴν δὲ προθυμίαν ἔνθεον καὶ ἐνάρετον· ὡς εἰπεῖν, ὅτι
αἱ μὲν χεῖρες, χεῖρες
. Δημώδης μὲν γὰρ ἦν ὁ θόρυβος, ἔνθεος δὲ ὁ ζῆλος. Οὐ δεῖ δὲ ὅλως διαφέρεσθαι πρὸς τὴν κραυγὴν τῶν σπουδαζόντων, ἀλλ’ ἀποβλέπειν εἰς τὸν ζῆλον τῶν ἀκουόντων. Καί γὰρ
υἱὲ
Ὢ τῆς τῶν ἐθνῶν πίστεως· ὢ τῆς τῶν Υἱὲ
· οἱ δὲ τοῦ νόμου συντραφέντες καὶ προφητῶν ἀκούσαντες, τὴν ἀλήθειαν ἀρνησάμενοι, τὸ ψεῦδος πρεσβεύουσι, λέγοντες· Οὐκ οἴδαμεν αὐτόν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις.
Καλεῖ κύνας τὰ ἔθνη καὶ υἱοὺς τοὺς Υἱὲ
Καὶ ὁ πάντων ἐπακούων σιγᾷ, οὐκ ἀποπεμπόμενος τὴν δέησιν, ἀλλὰ λαμπροτέραν ἐκφαίνων τὴν πίστιν. Υἱὲ
Καὶ ὁ πρὸ τῆς κραυγῆς τῶν στομάτων ὑπακούων ταῖς ἱκεσίαις τῶν ψυχῶν, σιωπᾷ καὶ ἀνέχεται· καὶ ἐνομίσθη τοῖς ἀποστόλοις ἀπηνής τις εἶναι, ἀποπεμπόμενος τὴν τοσαύτην ἱκεσίαν. Καὶ πρὸς αὐτὸν οἱ μαθηταί·
Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
Ἆρ’ οὖν σύ, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου
Εἶτα ποιμὴν εἶ τῶν Οὐκ ἀπεστάλην
εἰς τοῦτο· οὐκ ἀληθῶς τοῦτο λέγων, ἀλλὰ τῷ σχήματι τὴν πίστιν γυμνῶν. Εἰ γὰρ μὴ ἀπεστάλης ἀλλαχοῦ, ἀλλ’ εἰς τὰ πρόβατα τοῦ οἴκου Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες
Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα δεῖ με συναγαγεῖν, ἵνα γένηται μία ποίμνη καὶ εἷς ποιμήν
Οὐκ ἀπεστάλην.
Ἀρνεῖται τὸ πρᾶγμα καὶ οὐ φεύγει ἡ γυνὴ παρακαλοῦσα· ἀποσείεται αὐτῆς τὴν ἱκεσίαν καὶ οὐκ ἀποσείεται αὐτοῦ τὴν προσκύνησιν. Ἀληθῶς τῆς ἐκκλησίας εἰκὼν ἡ Χαναναία, ἡ ἐν κινδύνοις ἐξεταζομένη καὶ τὸν δεσπότην οὐκ ἀρνουμένη, ἡ μυρίους χειμῶνας ὑπομένουσα καὶ τὸν ὀφθαλμὸν ἔχουσα πρὸς τὸν λιμένα τῆς πίστεως, ἡ μυρίους κύμασι τῶν αἱρετικῶν περικλονουμένη, καὶ ἀπὸ τῆς ἑδραίας πίστεως μὴ σαλευομένη. Ἀντεξέτασον πίστιν ἐκκλησιαστικὴν καὶ ἀγνωμοσύνην Κύριε, βοήθει μοι.
Ἐπειδὴ πρῶτον εἶπεν·
Υἱὲ
, νομίσασα, ὅτι ἐλάττονα προσήγαγε τὴν παράκλησιν τῆς ἀξίας ἀνακαλεῖται τὴν πρώτην φωνήν, καὶ δευτέρᾳ εὐγνωμοσύνῃ τὴν πρώτην καλύπτει. Οὐκέτι γὰρ αὐτὸν καλεῖ·
Υἱὲ
, ἀλλὰ κύριον, λέγουσα·
Κύριε, βοήθει μοι
. Καὶ οὐδὲ αὐτὸς ἀποκρίνεται, ἀλλ’ ὀχλοῦσιν οἱ ἀπόστολοι πρὸς τὴν φωνὴν λέγοντες·
Κράζει ὄπισθεν ἡμῶν.
Ὑπερτίθεται θεός, πρὸς τὴν πίστιν ἀποβλέπων, καί φησι πρὸς αὐτήν·
Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις
, τέκνα λέγων τοῦ Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν.
Καλεῖται κύων ἡ Χαναναία καὶ φέρει τὴν ὕβριν μετὰ χάριτος. Πλὴν οἶμαι καὶ πιστεύω, ὅτι ἐν τῇ ὕβρει ταύτῃ ἐνέθηκε τῆς εὐνοίας τὴν εἰκόνα, κύνα, δεικνὺς τὸ εὐνοϊκοῦ τοῦ ζῴου. Κύων μυρία πάσχων, τῆς δεσποτικῆς οἰκίας οὐκ ἀφίσταται· κύων, ὅτε ἴδῃ τὰ δεσποτικὰ βήματα, σιωπᾷ· ὅταν δὲ δούλους δεσποτικούς, ἡσυχάζει· ὅταν δὲ ἴδῃ ἀλλοτρίους, σπαράττεται, ὑλακτεῖ, οὐχ ἡσυχάζει, πρὸς οὐδένα τῶν ἄλλων βλέπων. Πάντες κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν.
Κύων καλεῖται ψυχὴ εὐνοοῦσα τῷ δεσπότῃ, καὶ ὑπὲρ τοῦ δεσπότου ὑλακτοῦσα, οὐχ
Περιεκύκλωσάν με κύνες πολλοί.
Καὶ τίνες οἱ κύνες;
Συναγωγὴ πονηρευομένων περιέσχον με.
Οὐκ ἀποπέμπεται τοίνυν ἡ Χαναναία τὴν ὕβριν, ἀλλὰ δέχεται μετ’ εὐχαριστίας.
Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
Ἡ δὲ ἀπὸ τῆς ὕβρεως τὴν φιλανθρωπίαν κατασκευάζουσα λέγει·
Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν
, μὴ οἰκτηρείσῃς με ὡς τέκνον, ἀλλ’ ἐλεησον με ὡς κύνα· δέχομαι τὴν ὕβριν σου, δέσποτα. Πάσης γὰρ τιμῆς ἐστι κρείττων ἡ παρὰ σοῦ ὕβρις, πάσης δόξης ἀνωτέρα. Ἵνα τοίνυν ὁ σωτὴρ ἐπὶ τέλει δείξῃ ὅτι οὐχ ὑβρίζων ἐκάλεσε κύνα ὅτε αὐτῆς ἐγύμνωσε τὴν εὐχαριστίαν, τότε λέγει·
Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις.
Ἐγὼ οὐκ οἶδα πῶς ἐπαινέσω τὴν πίστιν, ἣν ὁ σωτὴρ μεγάλην ἐκάλεσε. Ποίαν γὰρ αὐτὴ δύναμαι ἐπινοῆσαι κρείττονα εὐφημίαν τῆς ἀπὸ τοῦ σωτῆρος ἀποδοθείσης; Ἐάσωμεν τὴν φωνὴν ἀκέραιον· μὴ ὑβρίσωμεν αὐτὴν ταῖς ἡμετέραις εὐφημίαις· Μὴ ποιήσωμεν τὸ μέγα μικρόν. Ἀνθρωπίνη γὰρ εὐφημία μειοῖ τὰ πράγματα· θεοῦ δὲ φωνὴ μαρτυρεῖ τοῖς πράγμασιν.
Ὧν ὁ ἔπαινός
Διὰ τί δὲ ὅλως οἱ δαιμονιῶντες τὸν σωτῆρα ἐκάλουν εἰς βοήθειαν;
Υἱὲ
Μὴ γὰρ ἡ τοῦ Υἱὲ
; καὶ τὴν Υἱὲ
; Παρεδώθη τὰ τῆς ἱστορίας, ὅτι Υἱὲ
Πλὴν οὐ δεῖ στοιχεῖν ταύτῃ τῇ φωνῇ, ἀλλ’ ἐπ’ ἐκείνην μὲν ὁδηγεῖσθαι, ἀνάγεσθαι δὲ ἐπὶ τὴν ἀξίαν.
Ἰάθη ὁ παῖς αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
θεοῦ γὰρ φωνὴ προσελθοῦσα τὴν παῖδα ἰάσατο· ἐξορίζει δαίμονας, ἐλαύνει ἡ τοῦ σωτῆρος φωνὴ πᾶσαν ἐναντίαν κατάστασιν.
Ἀλλὰ ταῦτα μὲν εἰς τὴν εὐαγγελικὴν χάριν, οὐχ ὅσον εἰπεῖν ἐχρῆν, ἀλλ’ ὅσον εἰπεῖν ἰσχύομεν. Ἐπεὶ δὲ ὅσον ὀφείλομεν οὐκ ἀρκοῦμεν, ἐπὶ τὴν ἐπαγγελίαν ἔλθωμεν ἵνα μὴ ἡμέραν ἐξ ἡμέρας ἀναβαλλόμενοι τῶν ἐπιποθούντων τὴν ἀκρόασιν ἀμβλύνωμεν τὸν πόθον. Καιρὸς οὖν κἀμοὶ ἅψασθαι τῆς ὑποσχέσεως καὶ ὑμῖν παραδοῦναι τὸ ὀφεῖλον τῆς ἀκροάσεως. Περὶ τοῦ Ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι· Τί ἔτι μέμφεται;
Δεῖ δὲ τοὺς ἁπτομένους τῶν θείων νοημάτων καὶ τοὺς ἀκούοντας μὴ εὐθέως ἐπ’ αὐτὴν ἐξελθεῖν τὴν ἑρμηνείαν, ἵνα μὴ δόξῃ βεβιασμένη εἶναι ἡ ἔννοια, ἀλλ’ ἄνωθεν τὴν ὑπόθεσιν τῆς εὐαγγελικῆς χάριτος ἐκλαβόντα. οὕτως ἀπὸ τῆς ἀκολουθίας τρανὴν καὶ ἀσύγχυτον παραδοῦναί με τὴν θεωρίαν Ἵνα τοίνυν συντέμω, ταύτην ποιήσομαι τοῦ λόγου τὴν ἀρχήν. Ὁ τράχηλός σου σιδηροῦς καὶ τὸ μέτωπόν σου χαλκοῦν.
Ὄψις πόρνης ἐγένετό σοι,
Οὐ πάντες οἱ ἐξ
Ἐπειδὴ γένος προφέρεις, τὸν τρόπον οὐ δεικνύων,
οὐ πάντες οἱ ἐξ
Ταῦτα πρὸς τοὺς Ἀλλ’ οὐδὲ ὅτι εἰσὶ σπέρμα
ἐν
Οὐ πάντες οὖν οἱ ἐξ
οὐ τὰ τέκνα τῆς σαρκὸς λογίζεται εἰς πίστιν, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα τέκνα τοῦ θεοῦ.
Οὐ μόνον ὁ
ἐπειδὴ ἐκεῖ τὴν ἀγένειαν τῆς σαρκὸς προσφέρεις εἰς φιλονεικίαν, δείκνυμί σοι ἐκ μιᾶς ῥίζης δύο κλάδους ἀποσχισθέντας, δείκνυμί σοι τὸν ἀπιστούμενον δεχθέντα, τὸν δὲ πιστευόμενον ἄδεκτον. Οὐ γὰρ ὑβρίζει φύσις, ὃν μὴ ὑβρίζει πρόθεσις, ἵνα μάθῃς ὅτι ἐρρήθη ὅτι
ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθὼς γέγραπται· Τὸν
Ταῦτα ἐκ θείας φωνῆς προφέρει Οὐκ ἀδελφὸς ἦν
Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ θεῷ; Μὴ γένοιτο.
Ἔθηκέ με ὡς μάχαιραν ὀξεῖαν καὶ τῇ χειρὶ ἔκρυψεν· ἔθηκέ με ὡς βέλος ἐκλεκτόν· ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με.
Μὴ κατακαυχῶ τῆς ῥίζης. Σὺ γὰρ ἀγριέλαιος ὢν
ἐξεκόπης ἐκ τῆς κατὰ φύσιν ἀγριελαίας καὶ ἐνεκεντρίσθης εἰς καλλιέλαιον. Ὁ γὰρ τὴν ἐπιστολὴν μετ’ ἀκριβείας ἀναγινώσκων, εὑρίσκει πολλὴν τὴν λύσιν. Ἡμεῖς δὲ ἐπὶ τὰ σύντομα χωρήσωμεν. Καλεῖ τὸ Μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ. Εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μήπως οὐδὲ σοῦ φείσηται.
Βλέπε ἀποστολικὴν φωνήν· Βλέπε ἀποστολικὴν νευράν· βλέπε πῶς ἐκκόπτει πρόρριζον τὴν φιλονεικίαν, κἀκείνους ἐπιστομίζων καὶ τούτους δυσωπῶν. Μὴ ἐπαίρου.
Εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα σέ.
Ἐπειδὴ οἱ ἐξ ἐθνῶν κατεκαυχῶντο τοῦ Οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα σέ. Ἀλλ’ ἐρεῖς ἐξεκλάσθησαν, ἵνα ἐγὼ ἐγκεντρισθῶ
. Εὐγνωμοσύνῃ συντίθεμαί σου τῇ φωνῇ· Δέχομαί σου τὴν εὐγνώμονα ἀπόκρισιν. Καλῶς. Ἀλλὰ
μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ. Εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μήπως οὐδὲ σοῦ φείσηται.
Τὸν ἐκ φύσεως ἔχοντα τὴν εὐγένειαν δι’ ἀπιστίαν ἐξέβαλε, σὲ ἀλαζονευόμενον ἐκβαλεῖ διὰ τὴν αὐτὴν ἀγνωμοσύνην. Καὶ ὅρα πῶς τὴν φιλονεικίαν ἐκβάλλει διὰ τοῦ φόβου.
Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ.
Ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν· ἐπὶ δὲ σὲ χρηστότητα, ἐὰν ἐμμένῃς τῇ χρηστότητι. Ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. Βλέπε πῶς τῷ φόβῳ τὴν φιλονεικίαν ἐκκόπτει καὶ καθίστησιν αὐτὸν τὸν πιστόν, οὐκ εἰς τὸ φιλονικεῖν, ἀλλ’ εἰς τὸ ἀγωνιᾶν. Τί περιεργάζῃ ἀλλότριον γένος; Ὑπὲρ τῆς σῆς ζωῆς ἀγώνισαι· σπούδασον πῶς ἀρέσεις τῷ εὐεργέτῃ· μὴ ψεύσῃ τὴν εὐγένειαν διὰ τῶν τρόπων. Εἶτα λέγει αὐτοῖς τοῖς ἀπὸ ἐθνῶν· Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι ἐφ’ ὅσον εἰμὶ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάσω.
Τί ἐστι
δοξάσω
; Συνιστῶ μου τὴν διακονίαν συνιστῶν τὰ ἔθνη. Διὰ τί συνιστῶν;
Εἰ πῶς παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.
Ὑμᾶς θαυμάζω, ἵνα ἐκείνους εἰς ζῆλον ἐνέγκω. Καὶ τοιούτοις χρησάμενος ῥήμασιν ὁ
Τί ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; Μὴ γένοιτο. Τῷ γὰρ
Τὴν φωνὴν ταύτην Τί ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ – Μὴ γένοιτο. – λέγοντι ἐλεήσω ὃν ἂν θέλω καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω;
Ἡ ἀντίθεσις οὐ πᾶσαν ἀκολουθίαν ἔλαβε. Τὸ δὲ
Μὴ γένοιτο
παρένθεσίς ἐστι. Πρὶν γὰρ λύσῃ τὴν φιλονεικίαν, εὐθέως ἀνέστειλε τὴν βλασφημίαν. Ἵνα μή τις, ἐν ὅσῳ ἐξετάσῃ τὸ ὄνομα, προλαβὼν καταψηφίσηται τοῦ θεοῦ, παρεντίθησιν ὡς σοφὸς ἱατρὸς μέσον τὸ
Μὴ γένοιτο
, ἵνα τῇ ἀπαγορεύσει τοῦ δυσφήμου στήσῃ βλασφημουμένην τὴν ἀλήθειαν. Ὁ ἀνθιστάμενος τοῦτό φησι· Περὶ τοῦ Τὸν
Εἰ ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει, τί ἔτι μέμφεται;
Εἰ γὰρ αὐτὸς τοῦτο ἐργάζεται καὶ αὐτὸς τοῦτο κατασκευάζει, διὰ τί παρ’ ἐμοῦ λόγον ἀπαιτεῖ, ὧν αὐτὸς ἐργάζεται; Ταύτην ἔχει τὴν δύναμιν πᾶσα ἡ ἀντιλογία.
Τῷ γὰρ
Ἄρα οὖν ὡς ἑτέρου τοῦ ἀνθισταμένου, ὡς ἀπὸ συλλογισμοῦ συνάγοντα ἐπήγαγε·
Τὸν
Ἐπήγαγε δὲ καὶ ἄλλην φωνήν·
Ὃν θέλει ἐλεεῖ· ὃν δὲ θέλει σκληρύνει.
Ὡς οὖν συναγαγὼν τὸν συλλογιζόμενον ταῦτα λέγει ὁ ἀντιθέμενος· Ἄρα οὖν
οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ.
Εἰ οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει· εἰ ὃν θέλει ἀγαπᾷ, ὃν δὲ θέλει μισεῖ, ἐμοὶ τί ἐγκαλεῖς; Εἰκῆ λοιπὸν φέρω τὴν εὐσέβειαν· εἰκῆ τρέχω πρὸς τὴν ἀλήθειαν.
Οὐ γὰρ τοῦ τρέχοντος, οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ.
Ταῦτα πάντα ἐκ προσώπου τοῦ ἀντιλέγοντος. Καὶ οὐκ ὀκνεῖ λοιπὸν ὁ ἀπόστολος ἰσχυρῶς αὐτῷ ἀντιστῆναι, οὐ κυρῶσαι βουλόμενος τὴν ἀντιλογίαν, ἀλλὰ λῦσαι πᾶσαν τῶν ἐθνῶν τὴν ὑπόνοιαν. Ἄρα οὖν
ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖ οὖν μοι· Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;
Ἀρχὴν λοιπὸν τῆς ἀπαντήσεως ποιεῖται ὁ Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ;
Ἐνταῦθα οὐκ ἔστι λύσις τῆς ἀντιλογίας, ἀλλὰ πρῶτον ἀγανάκτησις κατὰ τῶν τολμώντων συζητεῖν τῷ θεῷ. Τὸ γὰρ ἐπιστομίσαι τὸν ἀντιλέγοντα, οὐκ ἦν λύοντος τὸ ζήτημα, ἀλλ’ αὐξάνοντος τὴν ἀπορίαν. Εἰ ἐπετίμησάς μοι τὰ δίκαια λέγοντι, σιωπῶ καὶ φέρω τὴν αὐθεντίαν. Διὰ τί οὖν ἐγκαλεῖς καὶ οὐ πείθῃ; Ἀλλὰ πρῶτον ἐπιστομίζει τὸ θράσος τῆς ἀνθρωπίνης προπετείας καὶ τῆς τολμώσης καὶ ὅλως σπουδαζούσης λόγον πατέρα θεοῦ λαμβάνειν τῶν γιγνομένων·
Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινστω θεῷ;
Καὶ λαμβάνων ὑπόδειγμα κοινόν – Δεῖ γὰρ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἱστᾶν τὰ νοήματα. –, ὡς εἴ τις ἐθεάσατο δεσπότην τινὰ τὸν ἑαυτοῦ οἰκέτην τύπτονα, παρελθὼν εἰς μέσον ἔλεγε· Διὰ τί τύπτεις; Ὁ δὲ τὴν δεσποτικὴν αὐθεντίαν προτείνας ἔλεγε· Καὶ τί πρὸς σέ; Οὐκ ἐξουσίαν ἔχω τοῦ ἐμοῦ οἰκέτου; Οὐκ ἔστιν ἐμός; Οὐ τῇ ἐμῇ ἐξουσίᾳ ὑπόκειται; Ταῦτα μηνύοντός ἐστι τὴν αὐθεντίαν, οὐ δεικνύοντος τὴν ἀκολουθίαν. Καὶ πρὸς μὲν τὸν ἀνθιστάμενον εὐθέως ὁ ἀγανακτῶν λέγει· Τί πρὸς σέ; ὅταν μέντοι πέψῃ τὸν θυμόν καὶ καταστείλῃ τὴν ἑαυτοῦ ἀγανάκτησιν, εἰς ἡμερότητα ἐλθών, λοιπὸν ἀπολογεῖται πρὸς τὸν ἐγκαλοῦντα· Ἵνα δέ μου μὴ καταγνῷς, ἄνθρωπε, ὅτι ἀκαίρως ἐτύπτησα, μάθε τὰ τετολμημένα· τοῦτο
ἐπεὶ ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει, τί οὖν ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;
Ἐπειδὴ εἶδεν ἀφωσιωμένην τὴν φωνὴν λεγει·
Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ;
Ὁ πηλὸς νομοθετεῖ τῷ πλάστῃ; Τὸ ποίημα περιεργάζεται τὸν ποιήσαντα; Ὁ δοῦλος ἀπαιτεῖ λόγον παρὰ τοῦ δεσπότου; Οὐδ’ ἐκ τῶν κοινῶν πραγμάτων διδάσκῃ ὅτι καὶ περὶ ἐλευθερίας ἀγωνιζόμενος οἰκέτης, ἐπειδὰν εἰς δουλείαν ἕλκηται, οὐ τολμᾷ οἰκεῖον στῆσαι πρόσωπον, ἀλλ’ ἕτερον λαμβάνει τὸν συναγωνιζόμενον, ἵνα μὴ ἐξ ἐναντίας πρόσωπον δούλου ἀντιστήσῃ τῇ δεσποτικῇ ὄψει; Καὶ σὺ ἄνθρωπος ὢν θνητός, πρὸς τὴν ἀθάνατον ὄψιν σεαυτὸν ἐξεικάζεις;
Τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ;
Ὁ πρόσκαιρος πολυπραγμονεῖς τὸν αἰώνιον; ὁ θνητὸς τὸν ἀθάνατον; ὁ εἰς τάφον λυόμενος τὸν ἐν οὐρανῷ κατοικοῦντα; ὁ ἀπὸ γῆς τρεφόμενος καὶ εἰς γῆν ἀποστρέφων τὸν διαιωνίζοντα ἐν πᾶσι τοῖς χρόνοις λόγον ἀπαιτεῖς;
Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ πηλοῦ ποιῆσαι τὸ μὲν εἰς τιμὴν σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν;
Ναί φησι· Καλῶς ἐπιστομίζεις, τὸ δὲ ζητούμενον οὐ λύεις. Ἐξ ὧν γὰρ ἐπιστομίζεις, πλεονάζεις τὸ ἔγκλημα. Εἶπε γὰρ
οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς ποιῆσαι τὸ μὲν σκεῦος εἰς τιμήν, τὸ δὲ εἰς ἀτιμίαν;
Οὐκοῦν αὐτός ἐστι καὶ ὁ τοὺς ἀτίμους ποιῶν. Καὶ τί ἔτι μέμφῃ μοι; Τῆς γὰρ φωνῆς σου ταύτης οὐκ ἀνέχομαι· Ἐξ ὧν γὰρ οὐ λύεις τὸ ἔγκλημα, πλεονάζεις τὴν ἀπορίαν.
Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ πηλοῦ ποιῆσαι σκεύη, τὰ μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτιμίαν;
Εἰ δὲ θέλων ὁ θεὸς ἐπιδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ.
Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας;
Μὴ
Ὑμεῖς δὲ περὶ τῶν ἔργων μου ἐντέλλεσθέ μοι καὶ τῶν υἱῶν μου. Τὴν φωνὴν τοῦ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ;
, ἀλλὰ δι’ ἀγανάκτησιν. Ἐνταῦθα μὲν γὰρ ἐπιγράφει τῷ πλάστῃ τὰ πάντα καὶ λέγει·
Οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ πηλοῦ ποιῆσαι σκεύη, τὰ μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτιμίαν;
Ἐνταῦθα πρὸς ἔνστασιν λαλεῖ, οὐ πρὸς τὴν ἀκρίβειαν τοῦ δόγματος. Ἀλλαχοῦ δὲ βουλόμενος δεῖξαι ὅτι σκεῦος τιμῆς καὶ σκεῦος ἀτιμίας οὐκ ἀπὸ τοῦ θεοῦ κατασκευάζεται, ἀλλ’ ἀπὸ τῆς τῶν ἐργαζομένων προαιρέσεως ἢ πρὸς τὰ φαῦλα ῥεπούσης ἢ πρὸς τὴν ἀρετὴν βλεπούσης, λέγει τῷ Τιμοθέῳ·
Ταῦτα γράφω πρὸς σέ, ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι.
Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα.
Ταῦτα ὁ αὐτὸς Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ τὰ μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτιμίαν.
Ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον.
Ἐὰν τις ἑαυτὸν ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένον.
Ὅρα ὅτι ἑτέρως
Ὁ ἑστὼς βλεπέτω μὴ πέσῃ
οὐ θέλοντος, οὐδὲ τοῦ τρέχοντος
, εἰ μηδέν ἐστιν ἐπ’ ἐμοὶ τῷ θέλοντι, διὰ τί κηρύττεις; Εἰ μηδὲν ἐπὶ τῷ τρέχοντι, διὰ τί κάμνεις; Εἰ μηδὲν ἐπὶ τῷ τρέχοντι, διὰ τί
Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε
Ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου καὶ οὐ ἠθελήσατε;
Οὐ θέλοντος, οὐδὲ τοῦ τρέχοντος.
Εἰ μηδέν ἐστιν ἐπὶ τῷ τρέχοντι, διὰ τί
Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν;
Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως;
Τῶν ὄπισθεν ἐπιλανθάνομαι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω.
Τί κάμνεις ἢ τί τρέχεις; Σὺ εἶπας
οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος
. Ἀλλ’ ἡ γραφὴ λύει τὴν ἀμφιβολίαν.
Οὐ τοῦ θέλοντος
τοῦ οὐδὲ τοῦ τρέχοντος
τοῦ ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ
τὸν Οὐ τοῦ θέλοντος
τοῦ οὐδὲ τοῦ τρέχοντος
τοῦ ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ
τὸν οὐ τοῦ θέλοντος
οὕτω. Διὰ τί δὲ ὅλως
τοῦ ἐλεοῦντος θεοῦ
; Μένει γὰρ ἀκμὴν τὸ ζήτημα·
Ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.
Πρόσεχε ἀκριβῶς, ἀδελφέ. Ὁ θεὸς προγινώσκει μὲν πάντα, προγινώσκει δέ, οὐχ ὡς αὐτὸς τυπῶν τὰ μέλλοντα, ἀλλὰ προειδὼς τὰ μέλλοντα καὶ τὰ ἐσόμενα. Ἄλλα γάρ ἐστιν, ἃ κατὰ τὴν ἰδίαν οἰκονομίαν προορίζει, ἄλλα ἐστίν, ἃ ἀπὸ τῶν ἡμετέρων πράξεων προγινώσκει, ἄλλο προτυπῶσαι, ἄλλο προγνῶναι. Ἐὰν προγνῶ τὸν κακὸν ἐσόμενον κακόν, οὐχ ἡ πρόγνωσίς μου ἐποίησε κακὸν αὐτό. Οἷόν τι λέγω· Ἐὰν ἴδω πολλάκις ἄνδρα νέον ὑπὸ τῶν πατέρων καταλειφθέντα κληρονόμον μεγάλης οὐσίας, ἴδω δὲ αὐτὸν παιδείας ἀπέχοντα, τοῖς τρυφῶσι συζῶντα, περὶ τὰς θέας ἔχοντα, πρὸς τὰς ἱππομανίας σχολάζοντα, εὐθέως ἀφορῶν λέγω· Οὗτος εἰς μικρὸν χρόνον σκορπίσει τὴν οὐσίαν, οὗτος τὴν πατρικὴν κληρονομίαν ἀπόλλυσιν· οὐκ ἐπειδὴ προεῖδον, ἐτύπωσα, ἀλλ’ ἀπὸ τῶν ἠθῶν ἐτεκμηράμην· καὶ ποιεῖ τὴν ἀπόβασιν οὐχ ἡ πρόγνωσις τοῦ θεασαμένου, ἀλλ’ ἡ πολιτεία τοῦ κακῶς ἀναστρεφομένου. Πολλάκις οὖν, ἀδελφέ, καὶ ἐπ’ ἄλλων πραγμάτων λέγομεν· ὁρῶμέν τινα ὁδὸν ὀλισθηρὰν ὁδεύοντα καὶ βακτηρίαν οὐκ ἔχοντα, καὶ εὐθέως λέγομεν· Οὗτος ὀλισθῆσαι ἔχει· ἀγνοεῖ τῶν τόπων τὴν φύσιν, περιπεσεῖν ἔχει ὀλισθήμασιν. Ἆρ’ ἐπειδὴ προλέγεις, αὐτὸς ἐργάζῃ;
Οὐχ ὅτι ὁμοία μου ἡ πρόγνωσις καὶ ἡ τοῦ θεοῦ, τοῦτο λέγω· ἀλλ’ ἀπὸ τῶν σῶν τὰ ὑπὲρ σὲ διδάσκω. Καὶ πρόσεχε ἀκριβῶς, ἵνα μάθῃς, φασίν, ὅτι ὁ θεὸς δικαίους ἐργάζεται καὶ πονηρούς,
Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε.
Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας
Πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ θεοῦ.
Ἀνάγνωθι ὀρθῶς καὶ μὴ λάλει διεστραμμένως.
Καὶ πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε.
Οὐ πρῶτον
ἡγίακά σε
, ἀλλὰ πρῶτον
ἐπίσταμαί σε
καὶ τότε
ἡγίακά σε
. Ἐνταῦθα τὴν πρόγνωσιν ἔδειξε, μετὰ τὴν πρόγνωσιν τότε τὸν ὅρον. Καὶ
πρὸ τοῦ με πλάσαι σε ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε.
Ἐπειδὴ
ἡγίακά σε
. Διὰ τοῦτο
Οὓς προέγνω, καὶ προώρισεν.
προώρισεν
, ἀλλὰ
προέγνω
, καὶ τότε
προώρισε
. Παρακαλῶ, συναγωνίσασθε τῷ λόγῳ κάμνοντι διὰ τῆς προθυμίας, οὐχ ἵνα βοήσητε – Οὐ ταῦτα ζητοῦμεν, ὡς ὁ θεὸς μαρτυρεῖ. –, ἀλλὰ ζητοῦμεν τὴν κοινὴν ὠφέλειαν. Ἅπλωσόν μοι τὴν ἀκοὴν τῆς διανοίας. Τὸ
πρὶν ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε
, κατώτερόν ἐστιν εἰρημένον ὑπὸ τοῦ ἀποστόλου.
Οὓς προέγνωκε καὶ προεξελέξατο ἡμᾶς πρὸ καταβολῆς κόσμου
βλάσφημος καὶ διώκτης καὶ ὑβριστής
; Ὁρᾷς ὅτι ἡ πρόγνωσις οὐ φύσιν ποιεῖ, ἀλλὰ προαίρεσις προορᾷ; Εἰ ἡ πρόγνωσις ἐποίει τὸν ἀπόστολον, διὰ τί Ἔσται σοι ὡς ὁ τελώνης ἢ ὡς ὁ ἐθνικός.
Οὓς προέγνω καὶ προώρισε, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε.
Διὰ τί Οὓς προέγνω καὶ προώρισε, τούτους καὶ ἐκάλεσεν.
Οὐ ποιεῖ οὖν πρόκριμα τὸ ἀπὸ κοιλίας γνωρισθῆναι τὸν προφήτην, ὅπου γε τοῖς πρὸ αἰῶνος ἐκλεχθεῖσιν οὐχ ἡ φύσις ἠκολούθησεν, ἀλλ’ ἡ προαίρεσις τῇ προγνώσει ἐμαρτύρησε. Δέδεικται τοίνυν ὅτι οὐ ποιεῖ ἡ πρόγνωσις φύσιν, εἰ μή τις πάντη φιλόνεικος καὶ πρὸς αὐτὴν ἀπαναισχυντῶν τὴν ἀλήθειαν. Διὰ τί δὲ ὅλως εἰς τὸν εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
Ἵνα γνωρίσῃς σου τὴν δύναμιν, κολάζεις ἄνθρωπον; Ἵνα γνωρίσῃς σου τὴν δυνάστειαν, καθαιρεῖς τὸν ἀναίτιον; Εἰ μὲν ὑπαίτιον, καὶ μέμφου. Εἰ δὲ ἀναίτιον, μὴ ἐκάλει. Τί οὖν ἐστι τὸ
ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου.
Καί μοι πρόσεχε. Χρήσομαι ὑποδείγματί τινι ἀρχαίῳ καὶ ἀληθινῷ. Ἡ ἰατρικὴ τέχνη βουληθεῖσα ἀπ’ ἀρχῆς τὴν φύσιν τοῦ ἀνθρώπου κατανοῆσαι καὶ τὰ σπλάγχνα, ἐχρήσατο ἀποτομαῖς καὶ ἀνέτεμεν ἀνθρώπους ζῶντας, ἵνα τοῖς ἄλλοις τὴν ἰατρείαν πορίσηται. Ἀλλ’ ἦν μὲν καὶ τοῦτο ἄδικον διὰ τὴν ἑτέρων σωτηρίαν ἄλλους ζῶντας θύεσθαι. Τί οὖν ἐποίουν οἱ ἀρχαῖοι; Τὸν ἐκδεδομένον θανάτῳ διὰ λῃστείαν ἢ μοιχείαν ἢ φαρμακείαν, τούτους λαμβάνοντες ἀνέτεμνον ζῶντας, οὔτε ἀδικοῦντες τοὺς κολαζομένους καὶ τῇ ἀνθρωπότητι βοήθειαν ἐφευρίσκοντες. Τὸν γὰρ ἅπαξ ἐκδεδομένον τῇ κολάσει διὰ πταίσματα, τοῦτον ἀνέτεμνον ζῶντα, ἵνα ἔτι σπαιρόντων τῶν σπλάγχνων καταμάθωσι τὴν ἐνέργειαν. Ὁ θεὸς τοίνυν ὡς ἰατρὸς πάνσοφος – Ἰατρὸς γάρ ἐστιν ὁ λέγων
οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν
καὶ
οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες
. – λαμβάνει τὸν οὐκ οἶδα τὸν κύριον
. Βλασφημία ἦν ἀρχὴ τῶν κακῶν. Δευτέρα ἡ ἀγνωμοσύνη πρὸς τὸν λαόν, ὅτι ἐλεύθερον γένος κατεδίκαζε δουλείᾳ καὶ πλινθοποιίᾳ. Τρίτον ὅτι ἀναίτια βρέφη ἔπνιγεν ἐν τῷ ποταμῷ. Τέταρτον ὅτι τὸν κύριον κηρυττόμενον οὐκ ᾐδεῖτο. Πέμπτον ὅτι θαύματα
Οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ καὶ κτίσασα τὸν κόσμον,
. Ἀλλὰ πάντα ἐποίησεν ἐνδεικνύμενος ἑαυτοῦ τὴν μακροθυμίαν. Διὰ τοῦτο λέγει ὁ θεός·
Ἵνα διηγήσησθε τοῖς τέκνοις τῶν τέκνων ὑμῶν, ὅσα ἐμπέπαιχα τοῖς
. Τὸν οὖν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ἵν’ ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ἀναγγελῇ τὸ ὄνομά μου πάσῃ τῇ γῇ
. Ἵνα διὰ σοῦ ἄλλους κερδάνω· ἵνα διὰ σοῦ ἄλλους σωφρονίσω· ἵνα διὰ σοῦ ἄλλους παιδεύσω. Καὶ ἵνα μάθῃς πῶς ὠφέλησεν ἡ τούτου ἀνατομὴ τοὺς ἄλλους, λάβε τῆς γραφῆς τὴν ἐνέργειαν. Ἡρπάγη ποτὲ τοῦ θεοῦ ἡ κιβωτὸς παρὰ τῶν ἀλλοφύλων καὶ ἦλθον οἱ μαντεῖς καὶ οἱ ψευδοπροφῆται πάντες καὶ ἔλεγον τοῖς βασιλεῦσι τῶν ἀλλοφύλων·
Οὐαὶ ἡμῖν
, οὗτός ἐστιν ὁ θεὸς ὁ σκληρός, ὁ πατάξας τὴν Οὐαὶ ἡμῖν
, ἐξελοῦ ἡμᾶς, κύριε. Πρὸ τῆς πείρας βλέπετε, πῶς ἐσωφρόνισε Φαραώ. Ταῦτα βοῶσιν οἱ ἀλλόφυλοι. Καὶ ἑτέρα γυνὴ ἀλλόφυλος Ἔγνωμεν, ὅσα ἐποίησε κύριος ὁ θεὸς τοῖς
. Ὁρᾷς ὅτι οὐ ψεύδεται ὁ θεὸς λέγων·
Εἰς τοῦτο αὐτὸ ἐξήγειρά σε, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ἀναγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ
; Τὸ δὲ τέλος τῆς ἀποστολικῆς διδασκαλίας τέλος γενέσθω τῶν ἡμετέρων λόγων.
Εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκε τὴν ὀργὴν ἐπὶ σκεύη ὀργῆς ἐν πολλῇ μακροθυμίᾳ.
Ἤνεγκε ἐν πολλῇ μακροθυμίᾳ ὀργὴν ἐπὶ σκεύη ὀργῆς
. Ὥσπερ γὰρ σὺ οἶδας μὲν πρὸς τὰ ὄντα ὁ ἀπόστολος·
Τὸ λοιπόν, ἀδελφοί, ἰσχύετε, ἐνδυναμοῦσθε, καταρτίζεσθε
. Εἰ δὲ κατηρτισμένοι ἐκ φύσεως, διὰ τί μοι λέγεις·
Καταρτίζεσθε
; Τὸ δὲ καταρτίζεσθαι τὸ ἀπὸ τῶν τρόπων ἑαυτοὺς ἀξίους ἀποτελεῖν. Καὶ λάμβανε μαρτυροῦσαν τὴν φύσιν τῶν πραγμάτων. Τὸ ἔριον ἡ φύσις φέρει· τὸ δὲ κατηρτισμένον αἱ γυναῖκες ἐργάζονται. Ἀμέλει γοῦν κατάρτισμα καλοῦσιν αὐτὴν
Εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ τὴν ὀργὴν ἐπὶ σκεύη ὀργῆς
Κἀκεῖνον ἐποίησε σκεῦος ὀργῆς τὸν τὴν ὀργὴν δεξάμενον καὶ τοῦτον σκεῦος ἐλέους τὸν τὴν φιλανθρωπίαν δεχόμενον, ἵνα δείξῃ ὅτι ἕκαστος ἐφ’ ἑαυτὸν προσκαλεῖται τὴν ὀργὴν καὶ τὸ ἔλεος. Ἀλλ’ ἴσως τις ἐπιλαμβάνεται τῆς φωνῆς ταύτης, μᾶλλον δὲ τῆς λέξεως
ἐπὶ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν
. Οὕτω φησὶν οὐκ ἐκ πολιτείας, ἀλλ’ αὐτὸς κατήρτισε. Δεῖ δὲ εἰδέναι ὅτι τὸ καταρτισθῆναι οὐκ ἐκ φύσεως, ἀλλ’ ἐκ προαιρέσεως. Καὶ τούτου δέχου τὴν μαρτυρίαν τὸ καταρτίζεσθαι τὸ ἐν τῇ προαιρέσει ἀποτελεῖν ἄξιον τιμωρίας ἢ φιλανθρωπίας. Λέγει γάρ· Ναί, οὐκ ἠκρίβωμαι τὰς γραφάς, ἀλλὰ τὸ ζητούμενον, ἵνα σὺ θεραπευθῇς. Καὶ γὰρ ὁ θεραπευόμενος παρὰ τῷ ἰατρῷ οὐ τὴν φύσιν τῶν φαρμάκων περιεργάζεται, ἀλλὰ πῶς θεραπευθῇ σπουδάζει. Ἐὰν εἴπῃ σοι ὁ ἀντιλέγων· Πῶς ἔμαθες; πῶς ἐδιδάχθης; εἰπέ· Πῶς μὲν ἔμαθον, οἶδα· πῶς δὲ ἀπαγγελῶ, οὐκ οἶδα. Οὐ γὰρ ἐθεράπευσα, ἀλλ’ ἐθεραπεύθην ἀκλινῆ τὴν ψυχὴν ἔχειν. Ἐὰν ἴδῃς αὐτὸν ἀντιλέγοντα, εἰπέ· Ἐπειδὴ ἐγὼ οὐκ ἐγενόμην ἰατρός, οὐδὲ ἰατρικὴν ἐπιστεύθην, ἐλθὲ πρὸς τοὺς ἰατροὺς καὶ ἀπαγγελοῦσί σοι τὴν τῶν φαρμάκων βοήθειαν. Γένοιτο δε ἡμᾶς ἰατρευομένους, δόξαν ἀναπέμπειν τῷ μόνῳ ἰατρῷ καὶ σοφῷ θεῷ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.