Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Ἐπαινῶ μὲν ὑμῶν τὸν πόθον καὶ θαυμάζω τὸν ζῆλον, καὶ τὴν καλὴν ταύτην ἅμιλλαν ἀποδέχομαι. Οὐ γάρ ἐστι ταραχὴ θόρυβον γεννῶσα, ἀλλὰ θλῖψις δικαιοσύνης στέφανον πλέκουσα. Μακαρίζω τὴν καλὴν ὑμῶν προθυμίαν, δι’ ἣν πάντα πόνον ὑφίστασθε τῆς θείας ἀκροπόλεως ἐξηρτημένοι. Ἀλλ’ ὥσπερ τοῦτον θαυμάζω τὸν ζῆλον, οὕτως ἀποστρέφομαι τὸν περὶ τὰ μάταια πόνον. Χθὲς γὰρ ἡμῖν οὗτος ὁ ἱερὸς σύλλογος ἐσυλεῖτο, καὶ ἀντὶ τοῦ θείου τούτου καὶ μακαρίου σταδίου ἱππόδρομος τὸν λαὸν ἐδέξατο. Καὶ ἐθαύμασα πῶς ἵππων ἅμιλλαν ἐζητήσατε, θείου λόγου ἅμιλλαν καταλιπόντες. Ἐκεῖ μὲν γὰρ ἦν ἰδεῖν ἵππων δρόμον, ἐνταῦθα δὲ
ἅρμα θεοῦ μυριοπλάσιον, ἐν ᾧ χιλιάδες εὐθυνούντων
. Ἐκεῖ ἦν ἰδεῖν ἀγῶνα καὶ δρόμον καὶ ἔριν, ἐνταῦθα πόθον καὶ ζῆλον καὶ προθυμίαν. Ἓν ἅρμα μυρία ἅρματα καταβάλλει. Ἓν γὰρ τοῦ θεοῦ τὸ ἅρμα· πολλὰ δὲ τῶν πονηρῶν τὰ ἅρματα. Ἀλλὰ τὸ μὲν κατευθύνει τὸν δρόμον τῆς εὐσεβείας· τὰ δὲ ὑπὸ τοῦ θείου ἅρματος ἀνατρέπονται.
Οὗτοι
Τὸ ἅρμα τοῦτο οὐχ ἵππους καταβάλλει, οὐδὲ ἀνθρώπους καταστρέφει. Ἀλλὰ δαίμονας διαλύει καὶ τοῦ διαβόλου τὴν τυραννίδα εἰς ἔδαφος στρώννυσιν. Ἔχει ὁ θεὸς ἅρμα οὐκ ἀπὸ τεσσάρων ἴππων, ἀλλ’ ἀπὸ μυρίων ψυχῶν συγκεκροτημένον. Τὸ ἅρμα γὰρ τοῦ θεοῦ φησι
μυριοπλάσιον, ἐν ᾧ χιλιάδες εὐθυνούντων
. Ἵπποι τοῦ θεοῦ αἱ ἅγιαι ψυχαί· ἵπποι τοῦ θεοῦ αἱ ψυχαὶ τῶν ἀποστόλων, αἱ διὰ πάσης τῆς γῆς ὁδεύσασαι καὶ τὴν σωτηρίαν τῷ κόσμῳ φέρουσαι. Ἡ γὰρ τῶν ἀποστόλων ἱππασία, σωτηρία τῆς οἰκουμένης.
Ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία.
εἰς θάλασσαν τοὺς ἵππους σου
. Ἐτάραξε τὸ κήρυγμα τῶν ἀποστόλων τῶν ἐθνῶν τὰ συγκροτήματα. Πολλοὶ βασιλεῖς ἐταράχθησαν· πολλοὶ τύραννοι ἐθολώθησαν, μὴ φέροντες τὸν δρόμον τῆς ἀποστολικῆς χάριτος. Διὰ τοῦτο οἱ ταραττόμενοι ἐπὶ τῷ δρόμῳ τῶν ἀποστόλων ἔλεγον·
Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνταῦθα πάρεισι.
Βλέπε θεοῦ ἅρμα· βλέπε ἵππους χαλινὸν εὐσεβείας δεχομένους. Μὴ ἀντίπιπτε τῷ λόγῳ τῆς ἀληθείας, μηδὲ μιμοῦ τῶν ἀλόγων τὰ σκιρτήματα, ἀπολακτίζων τὸν θεῖον νόμον,
Τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
Πάτερ, πάτερ, ἡνίοχε
Πρὸς σε ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.
Ἔθισόν σου τὴν ἀκοὴν μὴ πρὸς κραυγάς, μηδὲ πρὸς θορύβους, ἀλλὰ πρὸς τὸν θεῖον νόμον, λέγων·
Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου
καὶ
ἀκούσω τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός
. Οὐ δεῖ τὰ εἰς κολακείαν φέροντα λέγειν, ἀλλὰ τὰ παιδεύοντα διδάσκειν. Κολακείας γὰρ κέρδος οὐδὲν, παιδείας δὲ πολὺ τὸ ὄφελος. Μὴ αἰχμαλωτίζου τῷ νοήματι πρὸς τὰς ἀτόπους θέας, μηδὲ ἐκδίδου τὸν λογισμὸν τοῖς ἔξωθεν ᾄσμασιν. Ἱκανὸς γὰρ ἂν κρατεῖ λογισμοῦ, κἂν ἀπὸ τῆς συνΟὐχ ὃ θέλω τοῦτο ποιῶ, ἀλλ’ ὃ μισῶ, τοῦτο πράσσω
τὸ σκεῦος τῆς ἐκλογῆς
ὁ πνεύματι ἁγίῳ διὰ παντὸς κυβερνώμενος·
Οὐχ ὃ θέλω τοῦτο ποιῶ, ἀλλ’ ὃ μισῶ, τοῦτο πράσσω.
Συνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας.
Φιλεῖ πᾶς φιλαμαρτήμων εὑρεῖν πρόσωπον ἀξιόπιστον συναγωνιζόμενον αὐτοῦ τῇ ἁμαρτίᾳ καὶ ἡδέως κατατρέχουσι τῶν ἀποστόλων, οὐχ ἵνα ἐκείνους ὑβρίσωσιν, ἀλλ’ ἵνα ἑαυτοῖς ἀπολογίαν πορίσωνται.
Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν.
Ὁ ἀπόστολος, ἵνα σαφεῖ καὶ συντόμῳ χρήσωμαι λόγῳ, ἀναζωγραφεῖ εἰκόνα παντὸς τοῦ ἀνθρώπου, τοῦ τε πλασθέντος ἀπ’ ἀρχῆς καὶ τοῦ παιδαγωγηθέντος ἐν νόμῳ καὶ τοῦ ἐλευθερωθέντος ἐν χάριτι. Καὶ ἀναζωγραφεῖ ὡς ἐν εἰκόνι τῷ λόγῳ. Τί οὖν ὁ Ὁ θεὸς ἐποίησεν ἡμᾶς κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ
,
Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ.
Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν.
πότε οὖν ἔζησε χωρὶς νόμου;
Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. Ἐλθούσης δὲ τῆς ἐντολῆς
. Ποίας; Τῆς λεγούσης·
Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φάγῃ.
Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον.
Βλέπε πῶς ὡς ἐν ζυγῷ τῷ λόγῳ τίθησιν ἁμαρτίαν καὶ δικαιοσύνην, ὅτι τότε νεκροῦται ἡ ἁμαρτία, ὅτε κατορθοῦτι ἡ ἐντολή. Τότε ἀποθνήσκει ὁ ἄνθρωπος, ὅτε εὐοδοῦται ἡ ἁμαρτία. Τὸ γὰρ εἰπεῖν·
Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν
, δείκνυσιν ὅτι πρὸ παραβάσεως νεκρὰ ἦν ἡ ἁμαρτία. Ἁμαρτίαν δὲ καλεῖ οὐ
Ὃς ἐγενήθη ἡμῖν ἀπὸ θεοῦ σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.
Ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. Καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον.
Ἔδωκε γὰρ ὁ θεὸς τῷ Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα, διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με δι’ αὐτῆς ἀπέκτεινεν.
Ἡ ἁμαρτία, τουτέστιν, ὁ διάβολος.
Ἀφορμὴν λαβοῦσα.
Ποίαν; Ἐπειδὴ εἶπεν ὁ θεός·
Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγῃ· ᾗ γὰρ ἡμέρᾳ φάγεσαι θανάτῳ ἀποθάνῃ.
Ὁ διάβολος ἀφορμὴν λαβὼν ἀπὸ τῆς ἐντολῆς κατασκευάζει διαβολὴν καὶ λέγει τούτῳ·
Ἤιδει γὰρ ὁ θεὸς ᾗ δ’ ἂν ἡμέρᾳ φάγεσθε, γίνεσθε ὡς θεοί
καὶ ἐκώλυσεν ὑμᾶς. Διαβάλλει τὸν θεὸν εἰς φθόνον καὶ ὡς βάσκανον τοῦ θεοῦ κατατρέχει. Βασκαίνων ὑμῖν ὁ θεός, φησί, τῆς ἰσοθεΐας, ἐκώλυσε φαγεῖν ἀπὸ τοῦ δένδρου, ἐξ οὗ τὸ ἰσόθεον ὑμῖν ἀνακύπτειν ἔμελλεν.
Ἀφορμὴν
. Καλῶς εἶπε τὸ
ἐξηπάτησεν
. Ὁ γὰρ τἀληθὲς ἐπηγγείλατο, ἀλλ’ ἐξηπάτησε καὶ δι’ αὐτῆς ἀπέκτεινεν. Ἡ γὰρ ἀπάτη θάνατον ἐγέννησεν. Οὐ γὰρ τὸ πλάσμα θνητὸν ἦν. Πολλοὶ γὰρ καὶ τοῦτο ἐνόμισαν, ὅτι τὸ πλάσμα θνητὸν ἐποίησεν ὁ θεός. Οὐκ ἦν δὲ τὸ πλάσμα θνητόν. Εἰ γὰρ καὶ γήϊνον ἦν, ἀλλὰ ἀθάνατον δεδημιούργητο. Εἰ μὴ ἀθάνατον ἐδημιουργήθη, ἀλλὰ θνητόν, ὃ εἶχεν ἐν τῇ φύσει, διὰ τί κατὰ ἀπόφασιν ἔλαβεν; Εἰ θνητὸν ἦν τὸ πλάσμα τοῦτο, διὰ τί ὁ θεὸς ἐπιτίμιον αὐτοῦ τίθησι τῆς παραβάσεως τὸν θάνατον;
Ἧι γὰρ ἂν ἡμέρᾳ φάγῃ, θανάτῳ ἀποθανῇ.
Οὐκοῦν πρὶν φάγῃ ἀθάνατον ἦν τὸ πλάσμα. Εἰ δὲ καὶ πρὶν φάγῃ, θνητὸν ἦν, ἀπάτη καὶ χλεύη τὸ λεγόμενον καὶ οὐκ ἀλήθεια· Ἀπειλεῖ γάρ μοι ὃ ἤμην. Οὐδεὶς δὲ ἀπειλεῖ τινι ὕπνον, ὃν
ὁ θεὸς θάνατον οὐκ ἐποίησε, οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων·
φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον
. Ὅθεν, εἰ δεῖ κατὰ ἀλήθειαν εἰπεῖν, τὸ μὲν θνητὸν παρὰ φύσιν ἡμῖν ἐπεισῆλθεν. Ἡ δὲ ἀνάστασις τὸ κατὰ φύσιν ἡμῖν ἀποδίδωσι. Διὰ τοῦτο καὶ ἀνάστασις, ἐπειδὴ τὸ φθαρὲν πλάσμα καὶ πεσὸν διὰ τῆς ἁμαρτίας, ὀρθοῦται διὰ δικαιοσύνην. Εἰ παρέμενεν ὁ
, θανάτου πεῖραν μὴ λαβών; Βλέπε τὰ ἐνέχυρα τῆς ἀρχαίας δημιουργίας· ὥστε ἐνεχώρει ζῆν τὸν ἄνθρωπον διηνεκῶς, εἰ τῷ θείῳ συνεπολιτεύετο νόμῳ. Διὰ τοῦτο ὁ θεὸς ἀπαρχὰς λαβὼν τοῦ ἡμετέρου γένους, εἰς ἀθανασίαν μετήνεγκε. Καὶ ὅρα τὴν σοφὴν οἰκονομίαν. Ἀναλαμβάνει τὸν Ἀδελφοί, γέγραπται ὅτι
Οὐκ ἐν περιτομῇ, ἀλλ’ ἐν ἀκροβυστίᾳ· καὶ σημεῖον ἔλαβε τὴν περιτομήν, σφραγῖδα δικαιοσύνης τῆς ἐν τῇ ἀκροβυστίᾳ.
Βλέπε πολυπλόκων νοημάτων θεωρίαν. Βλέπε πῶς ἀπόστολος ἐξοικίζει μὲν τὸν Καὶ σημεῖον ἔλαβε περιτομήν, σφραγῖδα δικαιοσύνης εἰς τὸ γενέσθαι αὐτὸν πατέρα τῶν πιστευόντων δι’ ἀκροβυστίας.
Ὁρᾷς πῶς ὁ τύπος τῆς ἐκκλησίας ἐν τῷ
, ὁ σωτὴρ πάλιν, τε ἐν τῷ νόμῳ παρεντιθέμενος, οὐχ ὡς ἐκλύων, ἀλλὰ τὴν ἀληθῆ διδασκαλίαν ἐμφαίνων λέγει·
. Βλέπε πῶς εἰς τὸ ἀρχαῖον ἡμᾶς ἀποκαθίστησιν.
Ἐπαναλαμβάνω τὸ ῥῆμα. Ἀλλὰ παρακαλῶ συναγωνίσασθαι ἡμῖν διὰ τῆς σιωπῆς, ἵνα μὴ θόρυβος ἡμῖν ἀντιπνεύσας διαλύσῃ τὸ νόημα. Ὁ σωτήρ μου βουλόμενος δεῖξαι ὅτι ἡ εὐαγγελικὴ διδασκαλία πρὸς τὴν ἀρχαίαν ἄγει κατάστασιν, λεγόντων τῶν μαθητῶν, μᾶλλον δὲ τῶν Τί ὅτι
; Ὁ σωτὴρ οὐ κατηγορεῖ τοῦ νόμου, ἀλλ’ ἀπολογεῖται ὑπὲρ τοῦ νόμου·
Βλέπε πῶς εἰς τὸ ἀρχαῖον ἡμᾶς ἀποκαθίστησιν. – ἀλλ’
Ὁ ποιήσας τὸν ἄνθρωπον ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς
.
Ἃ οὖν ὁ θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω
. Καὶ διὰ πολλῶν εὑρίσκω τὸν σωτῆρα πρὸς ἀρχαίαν κατάστασιν τὴν ἐκκλησιαστικὴν εὐκοσμίαν ἀνάγοντα. Ἐπολιτεύσατο τοίνυν ὁ τύπος τῆς ἐκκλησίας πρὸ τῆς περιτομῆς. Καὶ πρόσεχε ἀκριβῶς. Ἐπειδὴ ἀπ’ ἀρχῆς ὁ τύπος τῆς ἐκκλησίας ἐπολιτεύετο, καὶ μετὰ ταῦτα πάλιν ὁ κανὼν τῆς ἐκκλησίας, μέσος δὲ ὁ νόμος παρεισῆλθεν, ὁ ἀπόστολος βουλόμενος δεῖξαι τῇ ἀκολουθίᾳ τρέχουσαν διὰ τοῦ χρόνου τὴν ἐκκλησιαστικὴν εὐκοσμίαν, νόμος διέκυψε, λέγει·
Νόμος δὲ παρεισῆλθεν
. Οὐκ εἶπε, παρεισῆλθεν
. Ἄλλος γὰρ ὁ εἰσελθὼν νόμος καὶ ἄλλος ὁ παρεισελθών. Εἰσῆλθεν ἀπ’ ἀρχῆς νόμος ὁ εὐαγγελικός, οὐχ ἡμέρας παρατηρούμενος, οὐδὲ βρωμάτων διαφορὰς ἐπιστάμενος, οὐ περιτομὴν δεχόμενος. Οὗτος ἀπ’ ἀρχῆς ἀπὸ τῶν ἀρχαίων ἐπολιτεύσατο ὁ νόμος, καὶ εἰς τοὺς τελευταίους κατήντησε· μέσος δὲ ὁ νόμος εἰσῆλθε, μᾶλλον δὲ παρεισῆλθε. Καὶ τοῦ ἀποστόλου ἔστιν ἀκοῦσαι λέγοντος σαφῶς, ὥσπερ εἰρήκαμεν·
Νόμος παρεισῆλθε.
Καὶ θέλεις μαθεῖν ποῦ παρεισῆλθεν; Ἱστορίας ἄκουε.
Τὰς ἑορτὰς ὑμῶν καὶ τὰς νεομηνίας ὑμῶν ἐμίσησεν ἡ ψυχή μου.
Καὶ ὥσπερ ὁ Ἦν
–, οὕτως ὁ θεὸς ἀπεστρέφετο τὴν συναγωγήν, οὐ τῷ σώματι οὖσαν σαθράν, ἀλλὰ τὴν ψυχὴν τυφλωθεῖσαν. Διὰ τοῦτο ἔλεγεν ὁ προφήτης·
Καὶ τίς τυφλός, ἀλλ’ οἱ παῖδές μου; καὶ τίς κωφός, ἀλλ’ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ.
Καὶ ὥσπερ ἐκεῖ διὰ τὴν ἀσθένειαν τῶν ὀφθαλμῶν, οὕτως ἐνταῦθα διὰ τὴν τύφλωσιν τῆς ψυχῆς ἀπεστρέφετο τὴν συναγωγήν.
Ἄφετε αὐτούς, ὁδηγοί εἰσι τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται.
Ἀφ’ ἧς ἡμέρας ἀνήγαγον πατέρας ὑμῶν ἐκ γῆς
Ὅτι δὲ πάλιν ἐν ὅσῳ χρόνον ἡ συναγωγὴ συνῆν τῷ νόμῳ, ὁ θεὸς τὸν σκοπὸν ἐπὶ τὴν ἐκκλησίαν εἶχε, λέγει τῷ Ἔασόν με,
καὶ πολὺ μᾶλλον. Εἰ τοῦτο ἔχεις ἐν ἑαυτῷ τὴν ἐκκλησίαν εἰκόνα τῆς παλαιᾶς ἱστορίας, πῶς παρεισῆλθεν ὁ νόμος; Ὡς ἡ Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφήτου ὡμοιώθην. Καὶ ἐδούλευσεν
Τῇ ῥάβδῳ μου διῆλθον τὸν
, ἀντὶ τοῦ Ῥάβδον μόνην ἔχων ἐξῆλθον μόνος, ὁ πολλῶν δεσπότης.
Ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
Καὶ ὁ κύριος
Οὐκ εἶπεν ἁπλῶς ἐκάθητο, ἀλλ’
ἐπεστήρικτο
τῇ κλίμακι. Τίς δὲ ἡ κλίμαξ; Εἰκὼν τοῦ σταυροῦ. Δι’ αὐτοῦ γάρ ἐστιν ἀνελθεῖν εἰς τὸν οὐρανόν. Καὶ οἱ μὲν δι’ αὐτοῦ ἀνῆλθον εἰς τὸν οὐρανόν· οἱ δὲ δι’ αὐτοῦ κατῆλθον.
Ἀλλ’ ἐπειδὴ δεῖ πανταχοῦ φεύγειν τὴν βίαν τῆς ἀλληγορίας καὶ μαρτυρίαις ἐγγράφοις σφραγίζειν τὰ λεγόμενα, ἵνα δείξῃ ὁ σωτὴρ διὰ τῶν εὐαγγελίων, ὅτι
Ἐπειδὴ εἶπόν σοι, Εἶδόν σε ὑπὸ τὴν συκῆν, ἐπίστευσας, μείζονα τούτων ὄψει. Ἀμὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
Ἐὰν δὲ βραδύνω, ἵνα ἴδῃς, πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστιν ἐκκλησία θεοῦ ζῶντος.
Ἐὰν ᾖ κύριος ὁ θεὸς μετ’ ἐμοῦ καὶ δώσῃ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέ
Ἐὰν ᾖ κύριος ὁ θεὸς μετ’ ἐμοῦ καὶ ὁδηγήσῃ με ἐν τῇ ὁδῷ καὶ δώῃ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι.
Πρὸ τῶν εὐαγγελικῶν τὰ ἀποστολικὰ φθέγγεται.
Καὶ ἐὰν δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι.
Ἔχοντες γὰρ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα.
Ἔσται μοι ὁ τόπος οὗτος οἶκος θεοῦ.
Τοῦτο γὰρ καὶ ἑρμηνεύεται τὸ
· τὸ ἁλλόμενον εἰς ζωὴν αἰώνιον
. Εὑρίσκεται τὸ φρέαρ ἐσκεπασμένον, ἐπειδὴ καὶ ἡ χάρις πρὸ τῆς παρουσίας ἐκεκάλυπτο. Λέγει Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με καὶ δι’ αὐτῆς ἀπέκτεινεν.
Ἵνα μὴ οὖν τις νομίσῃ τὴν ἐντολὴν εἶναι τὴν θανατοποιόν, λεγει·
Ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. Τὸ οὖν ἀγαθὸν ἐν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο. Ἀλλ’ ἵνα ἡ ἁμαρτία φανῇ διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον.
Πανταχοῦ ἁμαρτωλὸν λέγει τῇ ἁμαρτίαν, τουτέστι, τὸν διάβολον. Ἵνα, φησί, φανῇ καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ὁ διάβολος, διὰ τῆς ἐντολῆς ἐργαζόμενος θάνατον.
Οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι.
Σύ, σαρκικός
, ὁ ὑπὸ τοῦ ἁγίου πνεύματος κυβερνώμενος,
σαρκικός
, διὰ τί τοὺς μαθητὰς τοὺς σοὺς ἠπάτησας λέγων·
Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι
; Οἱ μαθηταί σου οὐκ εἰσὶν ἐν σαρκὶ καὶ σὺ
σαρκικὸς
εἶ;
Ἐγὼ δὲ σαρκικός εἰμι.
Ἐγώ
. Τίς; Ὁ πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ πολιτευσάμενος.
Πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν
. Οὐκ εἶπε πραθεὶς ὑπὸ τῆς ἁμαρτίας, ἀλλὰ
πεπραμένος τῇ ἁμαρτίᾳ
. Οὐ γὰρ ἕτερός τις τῶν ἀνθρώπων πέπρακεν, ἀλλ’ ἑαυτὸν ἐπώλησεν. Ὥσπερ γὰρ ἐν ἡμῖν τοῖς ἀνθρώποις εἰσί τινες οἱ κατὰ ἀνάγκην πιπρασκόμενοι, εἰσὶ δὲ ἄλλοι ἐλευθερίας μετέχοντες, δι’ ἐπιγαμίας δὲ παιδισκῶν ἢ ἑτέρας τινὸς ἀνάγκης εἰς δουλείαν αὐτοὺς ἐκδιδόασιν, οὕτω καὶ ὁ ἄνθρωπος ἐλεύθερος ὢν τὴν φύσιν καὶ ἐλευθέρας φύσεως λαχών, ἑκὼν ἑαυτὸν ἐπώλησε. Θέλεις ἰδεῖν ἑαυτὸν πωλοῦντα ἄνθρωπον; Βλέπε τί φησιν ὁ Εὕρηκάς με, ὁ ἐχθρός μου; Λέγει αὐτῷ
Ἡ γὰρ πρᾶσις ἡμῶν διὰ τῶν ἔργων τῆς πονηρίας.
Ἐγὼ δὲ σαρκικός εἰμι.
Πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
Ὁ γὰρ τῇ κακῇ συνηθείᾳ προειλημμένος, οὐδέ, ἂν θέλῃ, ἑαυτὸν εὐκόλως ἐκβάλλει τῆς δουλείας. Δευτέρα γὰρ φύσις ἡ συνήθεια καὶ ἡ φύσις κατὰ τῶν ἀνθρώπων. Διὰ τοῦτο ἐπήγαγεν·
Οὐ γὰρ ὃ βούλομαι, τοῦτο ποιῶ
, ὡς ἅπαξ πεπραμένος,οὐδὲ ὃ θέλω τοῦτο πράσσω
. ταῦτα πρέποντα οἰκέτῃ τὰ ῥήματα. Ὥσπερ γάρ τις οὐχ ἃ θέλει πράττει, ἀλλ’ ἃ κελεύεται, οὕτως ὁ ἄνθρωπος οὐκ εἶχεν ἐξουσίαν ποιεῖν ἃ ἐβούλετο, ἀλλ’ ἃ ἐκελεύετο ὑπὸ τῆς ἁμαρτίας. Λοιπὸν γὰρ ἐβασίλευσεν ἡ ἁμαρτία. Βασιλεῖ δὲ ἀντιλέγειν οὐκ ἦν. Πέπρατο τοίνυν ὁ ἄνθρωπος, οὐχ ὁ Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται τοῦ σώματος τοῦ θανάτου τούτου;
Βλέπεις πῶς εἰσήγαγε τὸν ἄνθρωπον, ὡς ἐν δουλείᾳ πικρὰ καὶ τυραννίδι ἐξεταζόμενον καὶ ἀποδύσασθαι ἐπιποθοῦντα τὴν δουλείαν καὶ ἐπιζητοῦντα τὴν ἐλευθερίαν καὶ ἐπικαλούμενον τὴν εὐεργεσίαν;
Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται;
Τίς ἔρχεται;
Εὐχαριστῶ τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν
Ἵνα δείξῃ σοι ὅτι πρᾶσιν τῆς ἁμαρτίας λέγει τόν ποτε ὑπὸ τὸν νόμον, ἐλευθερίαν δὲ τῶν πεπραμένων τοὺς διὰ τῆς εὐαγγελικῆς χάριτος ἐξαγορασθέντας, λέγει·
Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται; Εὐχαριστῶ τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν
Ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας.
Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ
Ὁρᾷς πῶς τὸν ἄνθρωπον τὸν ἐλευθερούμενον καὶ τὸν δουλεύοντα εἰσήγαγε; Καὶ οὐ περὶ ἑαυτοῦ μόνου φθέγγεται, ἀλλὰ περὶ πάσης ὁμοῦ τῆς ἀνθρωπότητος.
Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ
Καὶ πῶς ἠλευθερώθης;
Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός.
Ἐπειδὴ ὁ μὲν νόμος ἐκέλευε τὸ ἀγαθόν, ἡ δὲ σὰρξ οὐχ ὑπήκουσεν, ὡς πεπραμένη τῇ ἁμαρτίᾳ, ἃ μὴ ἠδυνήθη ὁ νόμος κατορθῶσαι διὰ τὴν ἀσθένειαν τῆς σαρκός, κατώρθωσε διὰ τῆς δυνάμεως τῆς σαρκὸς τοῦ Χριστοῦ.
Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός
– Οὐ γὰρ δι’ ἑαυτοῦ ἠσθένει ὁ νόμος, ἀλλὰ διὰ τῆς σαρκός. –
ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοὺς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.
Ἀποδέδοται τοίνυν θεοῦ χάριτι τῶν ζητουμένων ἡ λύσις, ὅτι οὐ πατρὶ ἑαυτοῦ ταῦτα Ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας.
Ἐνταῦθα λύεται καὶ τὸ ἕτερον ζήτημα. Λέγουσι γὰρ οὐκ Πρὸς σὲ πᾶσα σὰρξ ἥξει
, ἀντὶ τοῦ πᾶς ἄνθρωπος. –, ποτὲ δὲ ἀπὸ ψυχῆς, ὡς ὅταν λέγῃ·
Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατῆλθεν
· ποτὲ δὲ ἀπὸ τῆς πνοῆς, ὡς τό,
Πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον.
Δεῖξον τοίνυν ποῦ τὴν σάρκα ἄψυχον ἡ γραφὴ λέγει· Ἐὰν δὲ ὅλως τελευτήσῃ, οὐκέτι σὰρξ λέγεται, ἀλλὰ σῶμα νεκρόν. Ἕως γὰρ ἔχει τὴν ζωτικὴν δύναμιν καὶ ζῇ, σὰρξ ὀνομάζεται. Νεκρωθεῖσα δέ, σὰρξ μὲν οὐ καλεῖται, σῶμα δὲ προσαγορεύεται. Σῶμα γὰρ πᾶν ἄψυχον· καὶ λίθος σῶμα καὶ ξύλον σῶμα, καὶ πνεῦμα ὃ μὴ ἔχῃ ψυχὴν σῶμα λέγεται. Εἰπὲ δέ μοι, διὰ τί μὴ ἀνέλαβε τὴν ψυχήν; Ἦλθε γάρ φησιν αὐτὸς δι’ ἑαυτοῦ σῶσαι, οὐ χρείαν δὲ εἶχε τῆς ἡμετέρας ψυχῆς. Διὰ τί οὖν τὴν σάρκα ἀνέλαβεν; Ἐπειδὴ οὐκ ἠδύνατο φανῆναι ὡς θεός, ἀνέλαβε τὴν σάρκα, ἵνα δι’ αὐτῆς πιστεύσηται. Οὐκοῦν οὐκ εἶχε ψυχὴν ἡ σάρξ; Πῶς οὖν ἐπείνασε; πῶς ἐδίψησε; πῶς ἐκοπίασεν Εἰ γὰρ τὴν ψυχὴν ἐκβαλὼν τὸν θεὸν
Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου.
Εἰ θεότης ἦν μόνη, ψυχὴ δὲ οὐκ ἦν, τίς ὁ παραθέμενος καὶ τί τὸ παρατεθέν;
Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου
, τουτέστι, τὴν ψυχήν. Εἰ μόνην εἰσηγῇ τὴν θεότητα ἐν τῇ σαρκί, τὴν ψυχὴν δὲ ἐκβάλλεις, τίς ὁ παραθέμενος καὶ τί τὸ παρατεθέν; Ἀλλ’ ὁ σκοπὸς τῶν αἱρετικῶν δῆλος. Διὰ τοῦτο γὰρ ψυχὴν λέγουσιν μὴ ἀνειληφέναι τὸν κύριον ἵνα πάντα τὰ ταπεινὰ τῶν ῥημάτων εἰς τὴν θεότητα ἑλκύσωσιν· ἵν’ ὅταν ἀναγνῶσιν·
Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὅτι ὁ πατήρ μου ἐντολήν μοι δέδωκε, τί εἴπω καὶ τί λαλήσω
, μηκέτι τῇ ἀνθρωπότητι, ἀλλὰ τῇ θεότητι ἐπιγράψωσιν. Εἶδες εἰς ὅσον βυθὸν ἀσεβείας ἐξολισθαίνουσι; Ποῖόν ἐστι τὸ πνεῦμα ὁ λέγει·
Εἰς χεῖράς σου παρατίθημι
; κἂν βιάσωνται, οὐχ εὑρίσκουσι. Λύεται γὰρ δι’ ἑτέρων, ὅτι τὸ πνεῦμα τὴν ψυχὴν ἐκάλεσεν. Ἄκουε Κύριε
Ὅτι τὸ πνεῦμα ἡ ψυχή ἐστι Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου.
περὶ θεοῦ ἦν ὁ λόγος; Θεὸς οὐ καταλιμπάνεται εἰς ᾅδου. Κατεῖχε ᾅδης θεόν; Κατεῖχε τὴν ζωοποιὸν δύναμιν ἡ διαφθορά; Οὐκ ἤκουσας Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου.
Ὅλην πεσοῦσαν τὴν ὅλην ἤγειρεν. Ὅλον πεσόντα τὸν ἄνθρωπον ὅλον ἀνεκαίνισεν. Ἀλλ’ ἐὰν εἴπῃς, φησι, Τέλειον ἄνθρωπον ἀνεκαίνισε, ποίαν διαφορὰν αὐτῷ δίδως παρὰ τοὺς ἀποστόλους; Καὶ γὰρ ἐν ἐκείνοις ἐγένετο ὁ θεός. Ἀλλ’ ἕτερόν ἐστιν ἐνοικῆσαι καὶ ἄλλο ἀναλαβεῖν καὶ ἑνωθῆναι. Περὶ ἡμῶν εἴρηται·
Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω.
Τῆς ψυχῆς λέγει τὴν ἁπλότητα, τὴν ἀρετὴν τῆς ψυχῆς ὑποτίθεται, ᾗ ἐπαναπαύεται θεὸς καὶ ἐμπεριπατεῖ. Ἐπεὶ δὲ τοῦ Χριστοῦ αὐτοῦ τὸ σῶμα ἐκ κοιλίας ἑνωθὲν ναὸς ἐγένετο, οὐ κατὰ προκοπὴν πολιτείας ἐδέξατο θεὸν ἐνοικοῦντα, ἀλλ’ ἅμα ναὸς κατεσκευάσθη, ἅμα θεὸς ἐνῴκησε. Ναὸς οὖν ἦν τοῦ ἑνωθέντος Χριστοῦ τὸ σῶμα. Διὰ τοῦτό φησι·
Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
Ὢ τῆς ἀτοπίας τῶν πάντα τολμώντων ἀδεῶς. Ἀλλὰ ταῦτα μὲν πρὸς αἱρετικοὺς τοὺς λέγοντας ψυχὴν καὶ σῶμα καὶ πνεῦμα καὶ βιαζομένους τὸ ἀποστολικὸν ῥῆμα τὸ λέγον·
Ὁ θεὸς φυλάξει ὑμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα.
Ἐκεῖνο ἀναγκαῖον εἰπεῖν· Πνεῦμα νομίζουσι τὸν νοῦν. Εἰ τοίνυν τὸ πνεῦμα ὁ νοῦς ἐστι, διὰ τί ὁ ἀπόστολος λέγει·
Ψαλῶ τῷ πνεύματί μου, ψαλῶ καὶ τῷ νοΐ
; Εἰ γὰρ τὸ αὐτὸ πνεῦμα καὶ νοῦς, διὰ τί μερίζει Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ
; Εἰ τὸ πνεῦμα νοῦς, διὰ τί νοῦν παρὰ τὸ πνεῦμα ἕτερον λέγει; Ἀλλ’ ἐπειδή φησιν οὐ κατεδέξω οὕτως, ἑρμήνευσον ὡς φρονεῖς. Τί ἐστιν ὃ λέγει Ὁ θεὸς φυλάξει ὑμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα
; Πνεῦμα ἔθος τῇ γραφῇ καλεῖν τὸ χάρισμα τοῦ ἁγίου πνεύματος. Παρακαλῶ, συναγωνίσασθέ μοι τῷ καμάτῳ. Οὐ γὰρ μικρὸν πρᾶγμα αἱρετικὴν ἄκανθαν ἐκκόψαι. Πνεῦμα ἔθος τῇ γραφῇ καλεῖν τὸ χάρισμα τοῦ ἁγίου πνεύματος. Οἷον ἐάν τις λάβῃ πνεῦμα σοφίας ἢ πνεῦμα γνώσεως αὐτὸ τὸ δῶρον τοῦ πνεύματος καλεῖται πνεῦμα.
Ἐπεὶ ζηλωταὶ πνευμάτων ἐστέ
Ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, ἔτι καθ’ ὁδὸν ὑπερβολὴν ὑμῖν δείκνυμι
. Δείκνυμι, φησίν, ὑμῖν τίνα ὀφείλετε τῶν χαρισμάτων ζητεῖν. Καλεῖται τοίνυν πνεῦμα ἡ τοῦ πνεύματος χάρις· οὐκ αὐτὴ ἡ οὐσία τοῦ πνεύματος, ἀλλ’ ἡ ἐνέργεια τοῦ πνεύματος.
Ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα
. Ἐνέργεια πνεύματος τὸ πνεῦμα, τουτέστι τὸ χάρισμα· οὐκ αὐτὴ ἡ οὐσία τοῦ πνεύματος. Καλῇ σὺ πνευματικὸς καὶ καλεῖται τὸ παρὰ σοὶ χάρισμα πνεῦμα.
Ὁ θεὸς φυλάξει ὑμῶν
Τὸ πνεῦμα μὴ σβέννυτε.