Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Μέγα τῆς ψυχῆς ἐφόδιον εἰς σωτηρίαν τὰ ἱερὰ μαθήματα. Σίδηρος μὲν γὰρ σίδηρον ὀξύνει, λόγος δὲ θεῖος ψυχὴν ἀκονᾷ· καὶ ἄρτῳ μὲν σῶμα τρέφεται, λόγῳ δὲ θείῳ ψυχὴ στηρίζεται·
Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.
τὸ σκεῦος τῆς ἐκλογῆς
, ὁ ποτὲ μὲν ἐξελθὼν κακῶς ἐπὶ θήρᾳ τῶν ἁγίων, θηραθεὶς δὲ καλῶς ἐπὶ σωτηρίᾳ ἀνθρώπων, διαρρήδην πρὸς τὸν νόθον τὸν εὐσεβῆ καὶ ἀληθῆ λόγον ἐπεισάγων
Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τὴν τοῦ αἰῶ
εἰκὼν τοῦ ἀοράτου
,
ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ ὑποστάσεως
, διαφόρους ἐνδύεται προσηγορίας, οὐ πρὸς τὴν φύσιν ἁρμοζούσας, ἀλλὰ τῇ εὐεργεσίᾳ πρεπούσας. Ἐπειδὴ γὰρ πάντα διέπεσε τὰ ἀνθρώπινα, εἰς ἑαυτὸν ἀναλαμβάνει τὰ πάντα οἰκειότητι, τῇ τὰ πάντα ἀνακαινιζούσῃ χάριτι τὰς προσηγορίας δεχόμενος. Λιμὸς ἦν πολύς, λιμὸς θείου λόγου, λιμὸς ὃν
Ἀποστελῶ αὐτοῖς οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου.
Ἐπεὶ οὖν ᾔδει πεινῶσαν τὴν οἰκουμένην καὶ λιμῷ φθειρομένην· ὃ γάρ ἐστιν ἀτροφίᾳ τῷ σώματι, τοῦτο ἀπαιδευσία τῇ ψυχῇ· βοᾷ διὰ τῶν εὐαγγελίων ἡ πηγὴ τῶν ἀγαθῶν·
Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς
καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
Ὁ μὲν γὰρ αἰσθητὸς ἀπὸ γῆς προέρχεται,
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς
Ἐγὼ γάρ εἰμι ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς.
Ἔρημος ἦν γῆ διψῶσα καὶ ἐστερημένη τοῦ θείου λόγου καὶ οὐκ ἔχουσα τῆς πνευματικῆς ἀρδείας τὴν ἀπόλαυσιν. Τί οὖν;
Εἰ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.
Ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω·
ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν ζῶντα
, βουλόμενος δεῖξαι, ὅτι αὐτός ἐστιν ὃν ἐδίψησαν οἱ προφῆται,
Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.
Ἐγώ εἰμί
. Ἀλλὰ νεκρὸς εἶ;
Ἐγώ εἰμι ἡ ἀνάστασις.
Ἀλλ’ ἀσθενὴς εἶ χειραγωγίας δεόμενος. Ἐγώ εἰμι ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου αὗταί με παρεκάλεσαν.
Πεινῶντά με ἔθρεψας, διψῶντά με ἐπότισας, γυμνὸν ἐνέδυσας
, πεπλανημένον ὡδήγησας, ἀσθενοῦντα ἐβακτηρίασας· φθάσας ἐπὶ τὴν ὁδόν, κατέλαβον τὰ ἴχνη τῆς εὐσεβείας· ζητῶ τὴν θύραν τῆς ἀληθείας· τίς ὁ δεικνύς;
Ἐγώ εἰμι ἡ θύρα
, δι’ ἐμοῦ πᾶς εἰσέρχεται πρὸς τὸν πατέρα. Διὰ σοῦ, διὰ τί; Πύλη γάρ εἰμι σωτηρίας ἠνεῳγμένη, ἣν ἐπιζητεῖ ὁ μακάριος Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθών ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ.
Αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
ἐξομολογήσομαί σοί
. Εἰπέ, ὦ προφῆτα καὶ θεολόγε, ἐξομολογῇ καὶ εὐχαριστεῖς τῷ θεῷ; τί ἄξιον τῆς προσδοκίας εὑρών; Οἱ γὰρ ἐπιθυμοῦντες παρελθεῖν εἰς οἶκον βασιλείας, ἀναμένουσιν ἑστιᾶσαι τὰς ὄψεις τοῖς φαινομένοις, χρυσῷ πολλῷ, μαρμάροις ἀπαστράπτουσι, τοῖς ποικίλοις ἄνθεσι τοῦ πλούτου, τῇ δορυφορίᾳ τῇ περὶ τὸν βασιλέα, τῷ θρόνῳ τῷ βασιλικῷ, ταῖς δωρεαῖς τῶν βασιλέων. Ταῦτα προσδοκῶν ἕκαστος ἰδεῖν, διψᾷ τὰ βασίλεια καὶ πρὸς τὸν πόθον ἐπείγεται. Σὺ δὲ τί ποθεῖς ὧν εὗρες εἰσελθὼν ἔσω τῆς πύλης; Ὑπὲρ τίνος εὐχαριστεῖς; τί μέγα καταλαβών, τί εὑρὼν τῆς ἐπιθυμίας ἄξιον; Ἑρμήνευσον τὸν πόθον, ἵνα μήποτε ἡ Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν.
Οὐ κρύπτω τὴν εὐεργεσίαν, οὐ ταμιεύομαι τὴν σωτηρίαν, ἀλλ’ εὐαγγελίζομαι τὴν οἰκονομίαν.
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γονίας.
Ὁρᾷς ὅπως ἡ εὐχαριστία τὴν ἱστορίαν ἐγύμνωσεν;
Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γονίας.
Ὁρᾷς ὅπως ἅπασα τῶν προφητῶν ἡ προσδοκία πρὸς αὐτὴν ἔβλεπε τὴν οἰκονομίαν, καὶ Χριστὸν ἐπόθει τὸν ἐν τῇ συναγωγῇ ἐξουθενημένον, ἐν δὲ τοῖς ἔθνεσι δοξαζόμενον. Οὐκοῦν ἵνα εἰς τὸ προκείμενον ἐπανέλθωμεν, κἂν τὴν πύλην ζητήσῃς, Χριστὸν εὑρήσεις. Καὶ ναί φησι, θύρα διὰ φιλανθρωπίαν. Ἀλλ’ ἐπειδὴ δεῖ πάντως τῷ εἰσελθόντι εἰς βασιλείαν καὶ ναὸν θεοῦ ἔχειν τὸν ὁδηγοῦντα πρὸς τὴν ἐπιθυμίαν – Οὐδεὶς γὰρ καθ’ ἑαυτὸν παραστῆναι τολμᾷ τῷ θυσιαστηρίῳ, μὴ ἔχων τὸν ἱερατεύοντα. Ὅταν ἔλθῃς ἔσω τῆς πύλης, εὑρίσκεις αὐτὸν ἱερέα προσάγοντά σε;
Σὺ
Ἀλλὰ χρεία τῷ ἱερεῖ καὶ θύματος καὶ ἱερείου πρὸς τὸ τὸν θεὸν ἐξιλεώσασθαι. Ὁ αὐτός σοι πάλιν γίνεται·
Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Ἤκουσας ταῦτα πάντα διὰ σέ; ἄκουσον τῶν δι’ αὐτόν. Μὴ γὰρ ἐν τῇ τοῦ ἱερέως τάξει στήσῃς τὴν θεωρίαν, μὴ ἴδῃς αὐτὸν ὡς ἱερέα παρεστηκότα, ἀλλὰ βλέπε αὐτὸν διὰ τὴν αὐτοῦ ἀξίαν τῷ πατρὶ συγκαθήμενον. Ἀλλὰ μὴ ἐχθρὸς ἔστω τις τῆς ἀληθείας, τὰ μὲν ἁρπάζων, τὰ δὲ κρύπτων. Οἶδα ὅτι πολλάκις αἱρετικός τις ἐχθρὸς τῆς ἀληθείας ἔστη λέγων· «Ὁρᾷς, ὡς οὐκ ἔστι προσελθεῖν τῷ πατρὶ ἄνευ τοῦ υἱοῦ; Μεσίτου γάρ φησιν ἐπέχει τάξιν καὶ ὑπηρέτου, προσάγων τῷ πατρὶ τοὺς σωζομένους.»
Ἐάν
Συγκάθηται μὲν διὰ τὴν οἰκείαν ἀξίαν, ἔστηκε δὲ ὡς ἱερεὺς διὰ τὴν πρέπουσαν αὐτῷ φιλανθρωπίαν.
Καὶ ὅρα τὸ θαυμαστόν, ἀδελφέ. Ἐπειδὴ ἐν ὑπηρέτου τάξει καὶ σχήματι διακονοῦντος ἐκλαμβάνουσι τὸ ῥῆμα, ὅτι·
Οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ·
ἀναγκαῖον πρὸς τοὺς αἱρετικοὺς ἀποτεῖναι τὸν ἔλεγχον τῆς ἀσεβείας. Εἰ τὸ προσάγειν τῷ πατρὶ τὸν υἱὸν καθαιρεῖ τὴν ἀξίαν τοῦ προσάγοντος, ἐὰν ἴδῃς τὸν πατέρα τῷ υἱῷ προσάγοντα, ἐκτείνεις ἐκεῖ τὴν ἀσέβειαν; Μάλιστα μὲν οὖν εἰς υἱὸν ἀσεβῶν, τὸν πατέρα βλασφημεῖς. Ἵνα τοίνυν, ἀδελφοί, οἱ ἐν τῷ λόγῳ τῆς εὐσεβείας καὶ τῆς ἀληθείας καὶ τὴν κακίαν ἐπιστομίσωμεν, καὶ τὴν εὐσεβῆ δόξαν γνωρίσωμεν·
Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον.
Δίστομον δὲ καλεῖ τὴν μάχαιραν, ἐπειδὴ διπλῷ κέχρηται τῷ λόγῳ, τῷ μὲν στηρίζοντι, τῷ δὲ καθαιροῦντι· καθαιροῦντι μὲν τοὺς ἐναντίους, στηρίζοντι δὲ τοὺς οἰκείους τῆς πίστεως. Ἄκουε αὐτοῦ τοῦ κυρίου λέγοντος·
Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατήρ μου ὁ οὐράνιος ἑλκύσῃ αὐτόν.
Ἀναγκαῖον δέ, ἀδελφοί, τὰ εἰκότα πρὸς τοὺς αἱρετικοὺς εἰπεῖν, καὶ τὰ περὶ τούτου τοῦ νοήματος τοὺς υἱοὺς τῆς πίστεως πληροφορῆσαι. Τίνος ἕνεκεν καταδιεῖλεν ὁ μονογενὴς τοῦ θεοῦ λόγος τὴν προσαγωγήν, πῆ μὲν παρ’ αὐτοῦ λέγων προσάγεσθαι τῷ πατρί, πῆ δὲ παρὰ τοῦ πατρὸς πρὸς αὐτόν; οὐ γὰρ συγκέχυται τὰ τῆς θείας φύσεως, ἀλλ’ εὐκρινής ἐστι καὶ εὐδιόριστος ὁ λόγος τῆς ἀληθείας, οὐδὲν σκολιὸν ἔχων, οὐδὲν στραγγαλιῶδες·
Πᾶσαι γὰρ αἱ ὁδοὶ κυρίου εὐθεῖαι.
Ἆρα γάρ, ἀδελφοί, ὁ πατὴρ ποτὲ μὲν τὴν βασιλικὴν προεδρίαν ἐπέχων δέχεται τοὺς προσαγομένους, ποτὲ δὲ τῷ υἱῷ ἐν βασιλικῷ σχήματι προκαθίσαντι δίδωσι τὴν ὀφειλήν καὶ ἐν ὑπηρέτου τάξει παριστάμενος προσάγει τῷ υἱῷ; Μὴ γένοιτο. ἐπὶ γὰρ θεοῦ οὔτε καθέδραν εἰπόντα ἔστι τι ἀνθρώπινον ἐννοῆσαι, οὐδὲ στάσιν ἀκούσαντα πάλιν ἔστι νοῆσαί τι τῶν καθ’ ἡμᾶς. Ἐὰν ἀκούσῃς περὶ θεοῦ ὅτι ἕστηκεν, τὸ ἀκλινὲς καὶ τὸ ὄρθιον νόει τῆς θείας οὐσίας· κἂν πάλιν ἀναγνῷς ἢ ἀκούσῃς, ὅτι κάθηται, τὸ ἑδραῖον καὶ ἀσάλευτον ἐκλάμβανε τῆς μακαρίας φύσεως. Αὐτὸς λέγει ἑαυτὸν ἑστάναι καὶ καθῆσθαι. Τῷ Σὺ στῆθι ὧδε μετ’ ἐμοῦ.
Καὶ ἦν
ὁ τόπος, οὗ εἱστήκει ὁ θεὸς
Πρόσεχε ἀκριβῶς· ὁ Στῆθι μετ’ ἐμοῦ.
Τί οὖν ποιοῦμεν
σὺ καθήμενος εἰς τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι εἰς τὸν αἰῶνα
Τὸ ὄνομά σου ἐφανέρωσα τῷ κόσμῳ.
Ἐφανέρωσά σου τὸ ὄνομα τῷ κόσμῳ.
Ὁρᾷς ὅτι ὅπου ἠγνόηται ὁ πατήρ, ἑρμηνεὺς γίνεται ὁ υἱός, τῷ εὐαγγελικῷ κηρύγματι σαφηνίζων τὴν ἀλήθειαν. ὅπου δὲ ὁ πατὴρ ἐνομίζετο γνωρίζεσθαι, ὁ δὲ υἱὸς μὴ γνωρίζεσθαι, ἑρμηνεὺς γίνεται αὐτὸς τοῦ ἀγνοουμένου. Οἷον, ἵνα ἐπ’ αὐτῶν δείξω τῶν πραγμάτων τὴν ἀλήθειαν· Καὶ ἤμην ζηλωτὴς τοῦ πατρῴου νόμου, καθ’ ὑπερβολὴν διώκων τὴν ἐκκλησίαν τοῦ θεοῦ. Ὅτε δὲ ηὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί
Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;
Τίνα με λέγουσιν οἱ ἄνθρωποι;
Οἱ ἀπόστολοι πρῶτον τὰς τῶν πολλῶν ὑπονοίας ἀντιβάλλουσιν.
Οἱ μὲν
Τί οὖν ὁ σωτήρ; Πρὸς μὲν τὰς ψευδεῖς δόξας οὐδεμίαν ἀπόκρισιν ποιεῖται, ἀναξίας ἀποκρίσεως κρίνων τὰς ψευδεῖς ὑπονοίας.
Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;
Οὐ τῶν πολλῶν μοι λόγος τῶν πεπλανημένων, ἀλλ’ ὑμῶν τῶν κηρυττόντων. Ἐπειδὴ γὰρ ὑμεῖς ἐστε οἱ μέλλοντες διαγγέλλειν τὸν λαμπτῆρα τῆς ἀληθείας τὸ κήὙμεῖς τίνα με λέγετε;
Τότε ἀποκριθεὶς Σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.
Οὗτος πίστεως ὅρος, οὗτος ἀληθείας λόγος· αὕτη τῆς ὀρθῆς δόξης ἡ ὁμολογία. Ἀλλ’ ἐπειδὴ ἐνεδέχετο καὶ ταύτην τὴν φωνὴν εἰς τὰς ἀλλὰ ἰσονοεῖσθαι, τὰς μὲν ἀποκρίσεως οὐκ ἠξίου, τῇ δὲ τὴν ψῆφον φέρει. Καὶ τί φησιν; Ἵνα μὴ καὶ τοῦτο ἐξ ἀνθρωπίνης νομισθῇ ὑπονοίας εἶναι τὸ ῥῆμα, ἐπισφραγίσας καὶ σήμαντρον αὐτῷ ἐπιθεὶς τῆς ἀληθείας,
Μακάριος εἶ
Μακάριος εἶ
Ὁρᾷς ὅτι τῷ μὲν κόσμῳ παντὶ ἀγνοοῦντι τὸν πατέρα, ὁ υἱὸς ἑρμηνεὺς γίνεται τοῦ ἀγνοουμένου; Τῇ δὲ συναγωγῇ καὶ τοῖς
Μὴ τοίνυν τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν εἰς ἐφόδιον τάξῃς ἀσεβείας, μὴ ἐλαττώσῃς τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν. Μὴ πολυπραγμόνει φύσιν ἀμέτρητον, μὴ ἐρεύνα οὐσίαν ἀκατάληπτον. Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;
Ἀλλ’ ὢ τῆς ἀναισχύντου τόλμης τῶν πάντα ῥᾳδίως φρονεῖν καὶ λέγειν τολμώντων καὶ οὐ φοβεῖται ὁ ἀνόμοιος ὡς θεοῦ φύσιν διερευνώμενος καὶ τολμῶν λέγειν τὰ ἄρρητα καὶ δημοσιεύειν τὰ ἅγια. Καὶ εἰκότως. Ἐπειδὴ γὰρ ἀγνοεῖ τὴν ἀλήθειαν, ἐπαγγέλλεται τὰ ἀγνοούμενα, ἵνα κρύψῃ τὰ κηρυττόμενα. οὐκ ἤκουσε
ἃ προσετάχθη σοι, ταῦτα διανοοῦ.
Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν;
, ὅτε ἡ θάλασσα ἐγένετο, ἵνα συντέμω, ὅτε τὰ ὄρη ἐπλάττετο;
Σὺ ἐφύλαξας τοκετοὺς τραγελάφων;
Ἀπάγγειλόν μοι, φησί, τοῦ κόσμου τὴν διατύπωσιν, τὴν τῶν θηρίων ὠδῖνα καὶ τὴν τροφὴν τῶν κτηνῶν, τὴν κατάστασιν πάντων τῶν ἐν τῷ κόσμῳ, τὴν ποικιλίαν. Ταῦτα δὲ πρὸς αὐτὸν ἔλεγεν ὅμως παιδεύων αὐτὸν ὅτι καὶ τὰ ἐν αὐτῇ τῇ κτίσει φαινόμενα τοῖς ἀνθρώποις ἀκατάληπτα.
Κύριε, ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
ἡ γῆ ἐστηρίχθη ἐπὶ τῶν ὑδάτων
; Εἰπὲ πῶς
Ὁ ποιῶν γὰρ τοὺς ἀγγέλους αὐτοῦ
Πῶς ἀνηλώθη; Εὐθέως ὁ αἱρετικός· Καὶ τί φησιν ἀδύνατον ζητεῖς; Δυνάμει τῶν ἀγγέλων ἠφανίσθη. Καὶ τῇ μὲν δυνάμει τῶν ἀγγέλων πιστεύεις καὶ οὐκ ἐξετάζεις, θεοῦ δὲ γέννησιν πολυπραγμονεῖς; Πῶς ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν; Ἀποκρίνεται· Ὡς οἶδεν, ὡς ἠθέλησεν. Εἶτα ἡ μὲν δύναμις τοῦ θεοῦ λογισμοῖς οὐχ ὑποβάλλεται, ἀλλὰ πίστει παραδίδοται· θεία δὲ γέννησις τῶν λογισμῶν ἀνάγκαις περιστοιχίζεται; Οὐκ ἤκουσας τοῦ Πάντα ὅσα ἠθέλησεν ὁ κύριος, ἐποίησεν
; Τὸ θέλημα οὐ πολυπραγμονεῖς καὶ τὴν φύσιν περιεργάζῃ; Καὶ τί, ἀδελφοί; Ἃ μὲν ἐποίησεν ὁ θεὸς θέλων, ὁρᾶται· ὃν δὲ ἐγέννησεν ἐκ τῆς ἰδίας οὐσίας, ἀόρατον.
Εἰκὼν
τὰ φαινόμενα ποιήματα. Νῦν ἐν τῷ λογισμῷ ἡ ἀόρατος γέννησις τοῖς λογισμοῖς δουλεύει; Ἃ θελήσας ἐποίησεν, οὐκ ἀνακρίνεται. Ὃ κατὰ τὴν θείαν καὶ ἄχραντον φύσιν ὑπήνεγκε, πολυπραγμονεῖς; Ὢ καινῆς τόλμης. Ὢ ξένης ἐπιχειρήσεως. Ὢ βουλήματος τιμωμένου καὶ φύσεως ὑβριζομένης.
Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;
Ἐγώ εἰμι ἡ ἀλήθεια
, ὅσα ἐκτὸς τῆς Χριστοῦ διδασκαλίας εἰς ψεῦδος φέρει. Ἀνάγαγέ σου τὴν ψυχὴν ἀπὸ τῶν χαμαὶ κειμένων ζητημάτων καὶ τῶν ματαίων λογισμῶν ἐπὶ τὸ ὕψος τῆς θεολογίας καὶ κατάλειπε τὴν πτωχὴν τῶν λογισμῶν ἔρευναν. Λάβε τὸν θησαυρὸν τῆς ἀληθείας.
Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ.
Διὰ τί θησαυρὸς ὀνομάζεται ὁ σωτήρ; Ἐνταῦθα πρόσεχε ἀκριβῶς. Ὥσπερ ὁ θησαυρὸς οὐχ ὅτε εὑρίσκεται, τότε συνίσταται, ἀλλ’ ἔστι παλαιὸς τῇ θέσει, νέος δὲ τῇ εὑρέσει, οὕτω καὶ ὁ σωτήριος λόγος παλαιὸς μέν ἐστι τὴν ἀξίαν καὶ ἀρχὴ τῶν ἁπάντων, ἐπειδὴ
Ἐν ἀρχῇ ἦν ὁ λόγος
· νέον δὲ τὸ κήρυγμα διὰ τὴν τῆς σαρκὸς οἰκονομίαν. Ἀμέλει οὖν ἀδελφέ, ἵνα μάθῃς ὅτι δίκην θησαυροῦ τοῖς ποθοῦσιν ἐκλάμπει καὶ οἱ εὑρίσκοντες οὕτως ἐπιτρέχουσιν ὡς θησαυρῷ εὑρημένῳ.
Ὃν ἔγραψε
Καὶ ἔσται τοῦτο τὸ βιβλίον ὡς βιβλίον ἐσφραγισμένον· ὃ ἐὰν δοθῇ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, ερεῖ· Οὐ δύναμαι ἀναγνῶναι. Ἐσφράγισται γάρ. Καὶ ἐὰν δοθῇ τῷ μὴ εἰδότι γράμματα, ερεῖ· Οὐ δύναμαι ἀναγνῶναι. Οὐ γὰρ ἔμαθον γράμματα.
Οἱ βασταζόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἕως γήρους.
Ἐκ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν.
Καὶ σὺ
Διὰ τοῦτο ὁ μακάριος Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.
Καὶ πάλιν ὁ αὐτός·
Εὐλογητὸς εἶ κύριε, δίδαζόν με τὰ δικαιώματά σου.
Οὐ γὰρ ἀνέγνως παρὰ τοῦ νόμου; Οὐκ ἐπαίδευσέ σε ὁ Πολλοὶ βασιλεῖς καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν· ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπετε.
Ἀλλὰ ζητοῦμεν πότε ὅλως ἡ σφραγὶς ἀπεσφραγίση, πότε ὁ δεσμὸς τῆς ἀγνοίας ἐλύθη, πότε τὰ κεκλεισμένα ἀνεῴγει. Ἀπαιτεῖ παρ’ ἡμῶν ὁ ἀκροατὴς καὶ Παρὰ τὸν λόγον τὸν τρόπον μοι, φησίν, ἐμήνυσας τοῦ σφραγίσματος, τὸν καιρόν μοι τῆς ἐπιλύσεως τεν ἐσφραγισμένων οὐ λέγεις; Κεκλεισμένας ἔδειξας τὰς πύλας, ἀνεῳγμένας οὐχ ὑποδείξεις; Τί οὖν; Ἀπὸ ἑνὸς ῥήματος τὰ πολλὰ παρωσάμενος, παραστήσω τὸ ζητούμενον. Τί οὖν; Μετὰ τὴν τοῦ σωτῆρος ἀνάστασιν, ἀγνοουμένης τοῖς πολλοῖς τῆς θείας χάριτος, τινές, φησί, τῶν μαθητῶν δύο ἔξω εἰς κώμην ἀπῄεσαν καὶ πρὸς ἀλλήλους οἷα φίλοι ἐν ὁδῷ ἀντέβαλλον περὶ τῆς οἰκονομίας. Ὁ σωτὴρ ἀμείψας τὸ σχῆμα καὶ τὸ ἐκφώνημα – Ὃ γάρ ἐστι πρόσωπον τοῖς ὁρῶσι, τοῦτο φωνὴ τοῖς τὸ πρόσωπον οὐχ ὁρῶσι. – κρύπτει καὶ τὴν φωνὴν καὶ τὴν μορφὴν καὶ λέγει αὐτοῖς ὁ τὰ πάντα εἰδώς·
Τίνες οἱ λόγοι οὗτοι, οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους;
Λέγει αὐτῷ τῷ τὰ πάντα εἰδότι ὁ παρ’ αὐτοῦ τὰ πάντα μανθάνων·
Σὺ μόνος παροικεῖς ἐν
Λέγει·
Ποῖα;
Οὗτος ὁ θεὸς ὁ εἰδὼς τὰ πάντα καὶ ἐρωτῶν ὁ υἱός ἐστιν
Ποῦ
Λέγουσι·
Τὰ περὶ
Ἀκμὴν ἀνήρ; Μετὰ τοσαῦτα θαύματα ἀνήρ; Μετὰ τοσαύτας ἐνεργείας, μετὰ τοσαύτην θείας δυνάμεως ἀπόδειξιν;
Ἡμεῖς δέ
, φησίν, – Ἵνα μὴ πάντα ἐξετάζων ὁ λόγος μηκύνῃ.–
ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ λυτρούμενος τὸν
Ὅρα πῶς ἔσβεστο ἐν αὐτοῖς σχεδὸν ἡ πίστις καὶ καθῄρητο λοιπὸν ἡ ἐλπὶς τῆς οἰκονομίας.
ὁ στηρίζων τοὺς καταπεπτωκότας καὶ ἀνορθῶν πάντας τοὺς κατερραγμένους
. Καὶ τί πρὸς αὐτοὺς ὁ εὐεργέτης;
Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, οὐ συνίετε τὰς γραφάς; οὐ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, διήνοιγεν αὐτοῖς τὰς γραφάς.
Ὁρᾷς ὅτι ἕως ἀπέστη Χριστὸς, οὐκ ἀνεῴχθη τῆς ἀληθείας ἡ πύλη, οὐδὲ ἐλύθη ὁ δεσμὸς τῆς ἀγνοίας. Διήνοιγε τὰς γραφὰς οἷά τινας θύρας κεκλεισμένας. Ποίας θύρας;
Ἵνα ὁ θεὸς ἀνοίξῃ θύραν τοῖς ἔθνεσι.
Ἆρά γε καὶ τοῖς ἔθνεσιν ἤνοιξεν ὁ θεὸς θύραν μετανοίας;
Μεῖνον
– ἵνα μὴ πάντῃ ἡ ἄγνοια κατακαλύπτῃ τὴν ἀξίαν
λαβὼν ἄρτον ηὐλόγησε καὶ κλάσας ἐπέδωκε καὶ ἠνοίγησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν.
Διὰ τί πρῶτον ἔδωκε τὸν ἄρτον καὶ τότε ἠνοίγησαν αὐτῶν οἱ ὀφθαλμοί; Ἐπειδὴ βρῶσις τοῦ ἦν
, καὶ παύσωνται λέγοντες τὸ οὐκ ἦν.
Ἐν ἀρχῇ ἦν ὁ λόγος.
Οὐκ εὐθὺς τοῦτο ἐκηρύχθη. Οὐ γὰρ ἐχώρει ὁ κόσμος. Τέσσαρες μέντοι εἰσὶν εὐαγγελισταί, Βιβλος γενέσεως
; Οἱ τοῦ γένους αὐτὸν τῶν ἁγίων ἐκβάλλοντες, τὴν ἀξίαν τὴν ἔνθεον κατελάμβανον. Τί οὖν φησι;
Βίβλος γενέσεως
Πρῶτον αὐτοὺς ἐνάγει τοῖς ὀνόμασι τοῖς φίλοις, τοῖς πρὸς συγγένειαν ἡνωμένοις, ἵν’Ἀρχὴ τοῦ εὐαγγελίου
Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, ἔδοξε κἀμοὶ παρακολουθηκότι τοῖς πᾶσιν ἀπ’ ἀρχῆς γράψαι, καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λογου.
Θεὸς ἦν ὁ λόγος
. Τί οὖν καὶ αὐτὸς ποιεῖ; Ἁψάμενος τὸ εἶναι καὶ ἐννοήσας ὅτι νεκραῖς ἀκοαῖς ἐνήχει, κρύπτει τὴν ἀξίαν καὶ προφέρει τὴν οἰκονομίαν.
Ἐγένετο ἱερεὺς
, καὶ τὰ ἑξῆς τοῦ εὐαγγελίου. Πάντες οὖν ἐχώρησαν εἰς τὴν σαρκὸς οἰκονομίαν καὶ ἠρέμα πως διὰ τῶν θαυμάτων ἐγνώριζον τὴν ἀξίαν. Ἐκηρύττετο δὲ ἐπὶ τοῦ θεοῦ λόγου τὸ ἀξίωμα, ἐκρύπτετο δὲ τὰ κατὰ τῶν αἱρετικῶν βέλη καὶ τὸ τῆς ὀρθῆς δόξης ἐπιτείχισμα οὐδέπω τὸ κηρύγματι τῆς εὐσεβείας ἐγήγερτο. Ἀστραπὰς
–, ἔπειτα τῇ βροντῇ κινεῖ τὰς νεφέλας. Τί οὖν; Ἐπειδὴ προηγήσαντο αἱ τοσαῦται ἀστραπαὶ τοῦ λόγου, ἀκολουθεῖ τὸ λοιπόν, ὡς ἔφθην εἰπών, ἡ βροντὴ τῆς θεολογίας, καταπλήττουσα μὲν πολλοὺς τῇ ὑπερβολῇ τῆς θεολογίας, φέρουσα δὲ τοὺς ὄμβρους τῆς εὐλογίας. Καὶ ἡμῖν μὲν βροντὴ γίνεται θεολογίας, τοῖς δὲ αἱρετικοῖς βροντὴ τοὺς κακοὺς θῆρας τῇ ὑπερβολῇ τῆς μεγαλοφωνίας ἐλαύνουσα.
Ἀπὸ ἐπιτιμήσεως φεύξονται, ἀπὸ φωνῆς βροτῆς σου δειλιάσουσιν.
Ἀναδράμωμεν οὖν πρὸς τὸν ἐν ἀρχῇ θεόν· ἀναδράμωμεν πρὸς τὸ ἀίδιον φῶς· ἀναδράμωμεν πρὸς τὸν τὸν λόγον διὰ σὲ γενόμενον ἄνθρωπον· Γενόμενον δὲ ὅταν εἴπω, οὐ μεταβληθεῖσαν λέγω φύσιν, ἀλλὰ τὴν θεϊκὴν ἀξίαν
λόγος σὰρξ ἐγένετο
οὐ μετάπτωσιν τῆς φύσεως μηνύει, ἀλλὰ τὴν ἀνάληψιν τῆς ἡμετέρας ἀσθενείας. Εἰ γὰρ τὸ
ἐγένετο
μεταβολὴν νομίζεις, ἐὰν ἀκούσῃς
Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα
γεγονὼς κατάρα
οὐδὲν ἕτερον σημαίνει ἢ ὅτι τὴν καθ’ ἡμῶν κατάραν εἰς ἑαυτὸν ἀνέλαβεν, οὕτω καὶ τό
ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν
οὐδὲν ἄλλο παρίστησιν ἢ τῆς σαρκὸς τὴν ἀνάληψιν. Ἔχεις εἰκόνα παρὰ σαυτῷ. Ὁ λόγος ὁ σὸς παιδεύσει σε περὶ τοῦ θεοῦ λόγου, οὐχ ὡς παντελῆ φέρων τὴν ὁμοιότητα, ἀλλ’ ὡς ἴχνος καὶ ἔμφασιν τῆς θείας ἀξίας ὁ λόγος. Ἐνταῦθα δέ μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς, ἵνα μὴ διὰ κενῆς λέγηται τὰ ῥήματα καὶ ἀφανίζηται τὰ θεῖα νοήματα. Ὁ λόγος ὁ τῶν ἀνθρώπων – Ἀμυδρὰ δέ ἐστιν ἡ εἰκών, οὐχ ὅλον παριστῶσα τὸ ἀξίωμα, ἀλλ’ ἐκ τῶν καθ’ ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς διδάσκουσα. –, ὁ λόγος ὁ ἡμέτερος ἀσώματός ἐστιν, ἀόρατος, ἀκράτητος, ἀκοῇ μόνον παραδεδομένος. Οὐδεὶς οἶδεν ὄψει λόγον· οὐδεὶς κατέσχε χειρί, ἀλλ’ ἔστιν ἀόρατος, ἀκράτητος, ὑπὸ μιᾶς αἰσθήσεως κρατούμενος τῆς ἀκοῆς καὶ τοῦτο ἀοράτως. Οὐ γὰρ χεῖρας ἐκτείνασα ἡ ἀκοὴ κατέχει, ἀλλ’ αὐτὸς ὁ λόγος εἰσελθὼν κρατεῖται. Ὁ λόγος αὐτὸς γέννημα μέν ἐστι τοῦ νοῦ· γεννᾶται δὲ οὐ πάθει, οὐκ ὄψει, οὐ διαιρέσει· οὐ μερίζεται τοῦ νοῦ γεννήσαντος, οὐ χωρίζεται, οὐκ ἀποσχίζεται. Ἐνταῦθά μοι χρῆσον τὴν ἀκοήν, αἱρετικέ· νόησον πρῶτον τὰ σά, καὶ τότε φαντάζου τὰ ὑπὲρ σέ. Γεννᾷ ὁ νοῦς, προέρχεται ὁ λόγος, προέρχεται ἐκ τοῦ γεννήσαντος, καὶ πάντας πληροῖ τοὺς ἀκούοντας, καὶ τοῦ γεννήσαντος αὐτὸν οὐκ ἀφίσταται. Προέρχεται λόγος εἰς πάντας μεριζόμενος καὶ οὐδαμοῦ σχιζόμενος. Ἕκαστος γὰρ δέχεται ὁλόκληρον τὸν λόγον καὶ ἔστιν ἐν ἑκάστῳ; καὶ ἐν τοσούτοις μεριζόμενος, ἀλλ’ ὁλόκληρος εἰσχεόμενος. Ὁ οὖν ἡμέτερος λόγος δείκνυσι ἐν ἑαυτῷ τὸν γεννήσαντα νοῦν. Ἀπὸ γὰρ τοῦ λόγου καταλαμβάνεται ἡ διάνοια. Σκόπει δέ μοι κἀκεῖνο. Τούτῳ τῷ λόγῳ τῷ ἡμετέρῳ προαναζωγραφῶν τὴν οἰκονομίαν τοῦ θεοῦ λόγου, εἰκόνα τινὰ θαυμαστὴν προανείληπται γηΐνοις μὲν ἄνθεσιν ὡραϊζομένην, πρέπουσαν δὲ τῇ τοῦ λόγου προθεωρία. Τί οὖν; Τὸν λόγον τὸν ἡμέτερον ἀόρατον ὄντα καὶ σῶμα μὴ ἔχοντα καὶ κρατεῖσθαι μὴ δυνάμενον, ἑτέρᾳ τινι σοφίᾳ ὁ θεὸς μεταρρυθμίσας καὶ ὁρᾶσθαι πεποίηκε καὶ κρατεῖσθαι. Τί γὰρ ποιεῖ; Ἐπειδὴ οὐχ ἑωρᾶτο ὄψει, ἐνδύει αὐτὸν σῶμα τὸ γράμμα καὶ ὥσπερ τινὰ σάρκα αὐτῷ περιέθηκε τὴν τῶν γραμμάτων ὄψιν. Καὶ ὃν ποτὲ ἀκούων οὐχ ἑώρας, ἀναγινώσκων ὁρᾷς· ᾧ ἐντυχεῖν οὐκ ἐδύνου, διὰ τῆς βίλου βαστάζεις. Ἀλλὰ σωματοῦται μὲν ὁ λόγος διὰ τοῦ γράμματος, οὐ περικλείεται δὲ τῷ γράμματι, ἀλλ’ ἔστι παρὰ τῷ λέγοντι καὶ παρὰ τῷ ἀναγινώσκοντι. Κἄν τις λαβών, ἀδελφοί, βιβλίον σχίσῃ, τὸ σῶμα τοῦ λόγου ἔσχισεν, οὐ τὸν λόγον ἔτεμε. Καὶ ἵνα μάθῃς ὅτι οὐ συναναλίσκεται γράμματι λόγος,
λέγει ὁ θεὸς τῷ Καθίσας γράψον τοὺς αὐτοὺς λόγους καὶ δὸς τῷ βασιλεῖ
, ἵνα μάθῃ, ὅτι τὸ γράμμα διέκοψε, τὸν δὲ λόγον οὐκ ἔτεμεν. Εἶδες τὴν εἰκόνα; Ἀνάγαγέ σου τὸ λοιπὸν ἐπὶ τὸ ὕψος τὴν διάνοιαν. Ὁ τοῦ θεοῦ αὐτὸς θεὸς λόγος ὁ μονογενὴς ἐνδύεται σῶμα, ἵνα φανῇ ὁ μὴ φαινόμενος. ἐνδύεται σάρκα, ἵνα κρατηθῇ ὁ μὴ κρατούμενος.
Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν.
Ὁ κύριος
Εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν