Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
ἐν ἀρχῇ ἦν ὁ λόγοςκαὶ τὰ ἑξῆς καὶ ὅτι
τὸ πνεῦμα ἐρευνᾷ τὰ βάθη τοῦ θεοῦκαὶ περὶ τῶν νεοφωτίστων καὶ κατὰ αἱρετικῶν.
Χθὲς ἡμῖν ὁ λόγος εἰς τὴν τοῦ μεγάλου ἀετοῦ θεωρίαν κατέληξεν, ἀετοῦ τοῦ ὄντως μεγάλου, καὶ πνεύματι τὸν οὐρανὸν καὶ τὰς ὑπερκοσμίους δυνάμεις ὑπερβάντος, καὶ ἀπ' αὐτῆς τῆς κορυφῆς τῶν ἁπάντων ἀρξαμένου. ἐν ἀρχῇ ἦν ὁ λόγος
, καὶ περὶ τῆς ἀκτίστου φύσεως ἐφιλοσόφησεν· ὃς ὑπερέβη μὲν τὴν κτίσιν ἅπασαν ὑπὲρ πᾶσαν ἀετοῦ φύσιν, ὑπερέβη δὲ καὶ πάσης βροντῆς ἦχον, μόνος τὴν αἰώνιον καὶ ὑπερκόσμιον φιλοσοφίαν κηρύξας. ἡ γὰρ βροντή, ἀγαπητοί, καὶ φοβεῖ καὶ ἀρδεύει· ἀρδεύει μὲν διὰ τῶν νεφῶν, φοβεῖ δὲ καὶ καταπλήττει διὰ τῆς φωνῆς. μερίζεται τοίνυν καὶ ἡ ἦν
πρὸ τοῦ οὐκ ἦν
ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος
, τῇ φωνῇ καταπλήττων τοὺς ἐναντίους, ἐπιμαρτυροῦντος τοῦ ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος.
ἐπειδὴ γὰρ ἀπαθὴς ἡ τοῦ λόγου γέννησις, λόγον λέγει, ἵνα ἀπὸ τῶν κατὰ σὲ τὰ ὑπὲρ σὲ παιδεύσῃ, ὅτι ὥσπερ ὁ νοῦς γεννῶν τὸν λόγον οὐ πάθει γεννᾷ, οὐ τέμνεται, οὐ ῥεῖ, οὐδὲ ἄλλο τι τῶν σωματικῶν ὑφίσταται, οὕτω καὶ ἡ θεία καὶ ἀπαθὴς γέννησις ἄφραστος καὶ ἀκατάληπτος, οὐ τεμνομένη, οὐ μεριζομένη, ἀλλ’ ὑπὸ μὲν τῶν ἀσεβῶν καὶ ἀπίστων αἱρετικῶν τεμνομένη κακῶς, ὑπὸ δὲ τῆς εὐσεβείας ἑνουμένη καλῶς. διὰ τί τοῦτο παρῃτήσατο ὁ εὐαγγελιστὴς καὶ οὐκ εἶπεν
καὶ θεὸς ἦν ὁ λόγος
· ἵνα ἀπὸ τοῦ μὲν λόγου τὸ ἀπαθὲς, ἀπὸ δὲ τοῦ θεοῦ τὴν ἀξίαν νοήσῃς. εἶτα εἰσηγησάμενος αὐτοῦ τὰ τῆς γεννήσεως, εἰσάγει καὶ τὸ δυνατὸν τῆς δημιουργίας ἀξίωμα·
πάντα δι ̓ αὐτοῦ ἐγένετο·
πάντα τὰ γενόμενα, οὐχ ὡς οἱ τῶν αἱρετικῶν παῖδες καὶ τὸ πνεῦμα τὸ προσκυνητὸν τολμῶσι τῇ λέξει ταύτῃ συμπαραλαβεῖν λέγοντες·
πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν
ἐν
πάντα
. ἀλλ ̓ ἡ τὰ πάντα φωνὴ οὐ περιλαμβάνει τὴν ἄκτιστον φύσιν μετὰ τῆς κτιστῆς. εἰ δὲ τῇ πάντα φωνῇ προσέχων, κατετόλμησας τῆς ἁγίας φύσεως, ἐὰν ἀκούσῃς τοῦ κυρίου λέγοντος·
πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται ἦσαν καὶ λῃσταὶ
, τί ἂν εἴποις; πάντες γὰρ, ὅσοι πρὸ ἐμοῦ ἦλθον, κλέπται ἦσαν καὶ λῃσταὶ
, φησίν. ἡ δὲ ἔννοια μερίζει καὶ περὶ τίνων ὁ λόγος, καὶ πρὸς τίνας. καὶ νῦν περὶ δημιουργίας ὁ λόγος, καὶ τὴν δημιουργίαν λέγει δι’ αὐτοῦ γεγεννῆσθαι, οὐ τὴν τοῦ πνεύματος οὐσίαν, τὴν οὕτω γνωρίζουσαν τὰ τοῦ θεοῦ, ὡς τὸ τοῦ ἀνθρώπου πνεῦμα τὰ ἐν αὐτῷ,
οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ κατοικοῦν.
τὸ γὰρ πνεῦμα
ἀλλ' ὁ αἱρετικὸς μὲν τὸ
ἐρευνᾷ
ἀκούει, τὴν δὲ ἔννοιαν κακῶς ἐκλαμβάνει. εἰ γὰρ ᾔδει, φησὶ, τὸ πνεῦμα τὰ ἐν τῷ θεῷ, οὐκ ἂν ἠρεύνα· μαρτυρεῖ γὰρ αὐτοῦ τῇ ἀγνοίᾳ ἡ ἔρευνα. εἰ τοίνυν
τὸ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ
ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος.
οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ·
Τοιγαροῦν μὴ μέριζε τὴν ἀμέριστον φύσιν, μὴ τέμνε τὴν ἀδιαίρετον οὐσίαν· γνώριζε δὲ μᾶλλον τὴν δύναμιν ἀκριβῶς. εἷς κέκληται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. περὶ μὲν γὰρ τοῦ πατρὸς λέγει ὁ υἱός·
ὅταν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως·
καὶ δύναμιν εἰρηκὼς ἔστησε τὴν δόξαν, ἵνα θαυμάσῃς τὴν ἔννοιαν. ὅθεν αὐτὸν τὸν πατέρα καὶ θεὸν καλῶν δύναμιν, πρὸς ὅταν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως.
δύναμις οὖν ὁ πατήρ, δύναμις δὲ καὶ ὁ υἱός,
Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία·
μείνατε ἐν
εἰδὼς οὖν, ἀγαπητέ, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι τὴν ὁμοίαν ταύτην δύναμιν, ἔχε τὴν πίστιν ἀσάλευτον· μὴ μερίσῃς τὴν δόξαν τὴν ἀκατάληπτον, ἀλλ ̓ ἐπίγνωθι τὰς συνθήκας τοῦ φωτίσματος· βλέπε τοὺς υἱοὺς τῆς χάριτος διὰ τοῦ μεγάλου ἀρχιερέως ἀνθήσαντας, βλέπε τὰ τέκνα τοῦ φωτὸς δραμόντα πρὸς τοὺς κήρυκας τοῦ φωτός· δεῖ γὰρ τοὺς ἀπὸ τοῦ φωτίσματος ἀναγεννηθέντας δραμεῖν πρὸς τοὺς τὴν οἰκουμένην ἀναγεννήσαντας. εἴπωμεν καὶ ἡμεῖς μετὰ τοῦ προφήτου καὶ τῶν ἀποστόλων·
ἀνάβλεψον τοῖς ὀφθαλ
καὶ πάλιν·
ζῶ ἐγὼ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ ὡς κόσμον νύμφης.
ἔστηκε τοίνυν τίς εἶδε, τίς ἤκουσε τοιαῦτα, ὅτι ἔτεκεν ἡ γῆ τὰ τέκνα αὐτῆς ἐν ἡμέρᾳ μιᾷ, καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ;
σοφία γὰρ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει, ἐπ' ἄκρων δὲ τειχέων κηρύττεται.
καθάρωμεν τὸν ἀέρα, ὃν ἐμίανε τὰ πορνικὰ ᾄσματα, καὶ ἔχρανάν ποτε βοαὶ ἀσεβῶν, καὶ ὀλολυγμοὶ τῶν ἐπιτελούντων τὰ τῶν δαιμόνων μιάσματα. ἐκαθαρίσθησαν τῷ λόγῳ τοῦ φωτὸς καὶ ὁ ἀὴρ καὶ ἡ γῆ καὶ ὁ οὐρανός. ὥσπερ γὰρ στενάζει καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ ἐπὶ τῇ κακίᾳ τῶν ἀσεβῶν, οὕτως εὐφραίνεται πάλιν ἐπὶ τῇ δικαιοσύνῃ τῶν κατορθούντων· ὅταν μὲν γὰρ ἁμαρτάνῃ ἄνθρωπος, ἀγανακτεῖ ὁ οὐρανὸς, ἀγανακτεῖ δὲ καὶ ἡ γῆ,
ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός.
εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ· ῥηξάτω τὰ ὄρη εὐφροσύνην, καὶ οἱ βουνοὶ ἀγαλλίασιν, ὅτι ἐλέησεν ὁ θεὸς τόν λαὸν αὐτοῦ.
στενός μοι ὁ τόπος· ποίησόν μοι τόπον, ἵνα κατοικήσω.
ὅτε γὰρ ἤκμαζε τὰ τῆς πλάνης, ὅτε ἐπενέμετο τὴν πόλιν ταύτην ἡ νομὴ τῆς αἱρέσεως, ἀνήλωτο τὰ τέκνα τῆς ἐκκλησίας· καὶ ὥσπερ ἀκρὶς ἐπελθοῦσα τῇ ὑπ' οὐρανὸν, ἀναλίσκει τοὺς καρποὺς αὐτῆς, οὕτως ἡ φθοροποιὸς διδασκαλία τοὺς καρποὺς τῆς ὄντως διδασκαλίας ἀνήλισκε καὶ τῆς εὐσεβείας. ἀλλὰ σήμερον, ἀγαπητοί, ἐξεβλήθη ἡ φθοροποιὸς διδασκαλία, καὶ εἰσῆλθεν ἡ σωτήριος χάρις ἀναγεννῶσα τὸν λαὸν, καὶ λέγουσα πρὸς αὐτόν·
νῦν ἀνταποδώσω ἀντὶ τῶν γόνον, ὧν κατ
τί φιλονεικεῖς, αἱρετικέ, μετὰ ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ; καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, οὐκέτι μὴ εἴπωσιν, ἰδοὺ ἡ κιβωτὸς διαθήκης ἁγίου
ἰδοῦ ἐγὼ ἀποστέλλω πολλοὺς θηρευτὰς καὶ ἁλιεῖς.
περιέγραψε τὴν κιβωτὸν τὴν παλαιὰν καὶ εἰσήγαγε τὴν κιβωτὸν τῆς ἐκκλησίας τὴν μὴ ἀπολλυμένην.
ἀποστέλλω πολλοὺς θηρευτὰς καὶ ἁλιεῖς.
ὢ ξένης ἁλιείας. ὁ χθὲς ἁλιευθεὶς σήμερον ἁλιεύει· ἐπληρώθη γὰρ ἡ γῆ τῆς δόξης τοῦ Χριστοῦ, καὶ πεπλήρωται τῆς πίστεως τῆς οἰκουμένης τὰ πέρατα. μὴ οὖν ὕβριζε τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν. παρὰ ἀπώλετο πίστις ἐκ τοῦ στόματος αὐτῶν.
σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.
οὐκ εἶπε, σὺ εἶ τὸ γέννημα τοῦ ἀγεννήτου, ἀλλὰ
σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ
. ὅτε ἀπεκάλυπτεν αὐτῷ ὁ πατὴρ τὴν σοφίαν, οὐκ ᾔδει καταλαβεῖν; μὴ γὰρ οὐκ ἠδύνατο εἰπεῖν ὁ Χριστὸς τοῖς ἀποστόλοις, ὅτε ἐκέλευσεν αὐτοῖς βαπτίζειν,
πορευθέντες βαπτίσατε τὰ ἔθνη εἰς τὸ ὄνομα
τοῦ ἀγεννήτου καὶ γεννητοῦ; ἀλλὰ ὄνομα εὗρε σοφώτερον τῶν μυστικῶν παραδόσεων. περιγράφεις τὰ θεῖα, ἀναιρεῖς τὴν πίστιν, καὶ εἰσάγεις ζήτησιν· ἀλλὰ φοβήθητι, ἐχθρέ· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ
, κλεῖς ἔλαβεν. οὓς δ ̓ ἂν βλέπῃ σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ
· τότε κἀκεῖνος ἀκούει παρ ̓ αὐτοῦ·
μακάριος εἶ,
μετὰ τὴν ὁμολογίαν ἡ ἐξουσία, μετὰ τὴν πίστιν ἡ παράδοσις τῆς ἐκκλησίας καὶ τῆς βασιλείας.
Ἀλλ ̓ οἱ μὲν κατὰ τοῦ υἱοῦ στρατεύονται, οἱ δὲ κατὰ τοῦ ἁγίου πνεύματος παρατάττονται· οὐδὲν δὲ ὄφελος τὸν Χριστὸν μὲν ὁμολογούντων καὶ πνεῦμα ἅγιον ἀθετούντων· ὥσπερ οὐδὲν ὄφελος τῶν τὸν πατέρα ὁμολογούντων καὶ υἱὸν ἀθετούντων. ὁμολογοῦσι γὰρ καὶ διὰ τί κατελαλήσατε κατὰ τοῦ θεράποντός μου
εἰ κατὰ τοῦ ὁ γὰρ
ὁμοίως ὥσπερ οὐ δέχεται πατὴρ τὴν εἰς αὐτὸν τιμὴν τοῦ υἱοῦ ἀθετουμένου, οὕτως οὐδὲ πατὴρ καὶ υἱὸς ἀθετουμένου τοῦ ἁγίου πνεύματος. εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ ἔφησαν οὐδὲ εἰ ἔστι πνεῦμα ἅγιον ἠκούσαμεν.
εἰς τί οὖν ἐβαπτίσθητε;
παιδευσάτω ἐθεώρουν τέσσαρα θηρία ἐξερχόμενα ἐκ τῆς θαλάσσης· καὶ ἦν τὸ πρῶτον θηρίον ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτοῦ ὡς ἀετοῦ.
οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου· συνέφερεν αὐτῷ, εἰ μὴ ἐγεννήθη.
μακάριος ὁ τεθνηκὼς μᾶλλον ἢ ζῶν, καὶ ὑπὲρ τοὺς δύο ὁ μὴ γεννηθεὶς.
διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, κύριε.
Χριστὸς κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας.
οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε;
Ἀνανία, ἱνατί ἐπείρασεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον;
οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ.
εἶπε γὰρ ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι θεός·
οὐκ εἶπεν, ὡς σὺ ἐνόησας. εἰ γὰρ ἡ τοῦ πνεύματος ὕβρις εἰς θεὸν ἀνέτρεχεν ὡς ἀποστείλαντα, ἐχρῆν εἰπεῖν· οὐκ ἐψεύσω τῷ πνεύματι, ἀλλὰ τῷ θεῷ. ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον· δεῖ γὰρ τῇ ἀποστολικῇ χορείᾳ παραχωρῆσαι τὴν ἁγίαν τριάδα, ἣν ὁ πατὴρ καταγγέλλει. τριὰς ἀποστόλων μάρτυς τῆς οὐρανίου τριάδος. χορεύσωμεν οὖν εἰλικρινῶς καὶ εἴπωμεν·
πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα·
ἤγουν, ἡ πᾶσα αἵρεσις ἡ ἄνθρωπον ἔχουσα διδάσκαλον καὶ οὐ θεόν. γένοιτο δὲ εὐχαῖς καὶ πρεσβείαις τοῦ κοινοῦ πατρὸς καὶ διδασκάλου, ἀποστόλοις πάντας ἡμᾶς καὶ μάρτυσιν ἐν ὀρθοδόξῳ πίστει συναυλίζεσθαι, ἐν Χριστῷ