Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Πᾶσα μὲν ἡμέρα φαιδρὰ τὴν ἡλιακὴν ἀκτῖνα φέρουσα καὶ τὸ κοινὸν κατεστολισμένη φῶς. Οὕτω γὰρ καὶ ὁ δεσπότης καλλωπίσας τὴν κτίσιν, παρήγαγεν εἰς μέσον. Ἔχει δὲ πλέον εἰς εὐφροσύνην ἡμέρα ἑορτῆς πανηγυρικὴ καὶ πανέορτος λόγῳ καὶ λατρείᾳ θεοῦ τετιμημένη. Διπλῆν ἐπιδείκνυσι τὴν εὐπρέπειαν, τό τε τῆς φύσεως ἄνθος φέρουσα καὶ τὸ τῆς εὐσεβείας κάλλος ἐπιδεικνύουσα. Τοιαύτη καὶ ἡ σήμερον ἑορτή, τὸν μὲν αἰσθητὸν τοῦ σώματος ὀφθαλμὸν καταλάμπουσα, τὸ δὲ νοερὸν ὄμμα τῆς διανοίας ταῖς ἀκτῖσι τοῦ λόγου φωτίζουσα.
Ἔστι γὰρ σήμερον μία τῶν τριῶν τῶν ἐπισήμων καὶ τῶν ἐν νόμῳ κηρυττομένων καὶ διὰ τῆς εὐαγγελικῆς χάριτος ᾀδομένων. Ἐν ταύτῃ τῇ ἡμέρᾳ κατὰ τὴν παλαιὰν διαθήκην ἐδόθη νόμος. Ἐν ταύτῃ κατὰ τὴν νέαν χάριν ἐδόθη τοῦ πνεύματος ἡ ἐπιφοίτησις· Ἐν ταύτῃ τῇ ἡμέρᾳ Μωϋσῆς τοῦ νόμου τὰς πλάκας ἐδέξατο. Ἐν ταύτῃ τῇ ἡμέρᾳ ὁ χορὸς τῶν ἀποστόλων ἐδέξατο τοῦ πνεύματος τὴν κάθοδον ἀντὶ τῶν πλακῶν τῶν δοθεισῶν διὰ Μωϋσέως.
Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις.
Ἴδωμεν οὖν ποία ἡμέρα καθ’ ἣν ἐδόθη
Τῷ τρίτῳ μηνὶ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, εἶπε κύριος τῷ Μωϋσῇ· Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἁγνίσουσιν ἑαυτοὺς σήμερον καὶ αὔριον καὶ τῇ τρίτῃ ἡμέρᾳ ὀφθήσομαι.
Διαμάρτυραι τῷ λαῷ σήμερον καὶ αὔριον καὶ τῇ τρίτῃ ἡμέρᾳ τοῦ μηνὸς ὀφθήσομαι.
Καὶ βλέπε τῶν πραγμάτων τὴν συμφωνίαν. Ὅτε ὤφθη ὁ θεὸς ἐν τῷ ὄρει Σινᾶ, ὤφθη ὡς πῦρ καιόμενον. Ὅτε ἐπεφάνη τὸ πνεῦμα τὸ ἅγιον τοῖς ἀποστόλοις, ἐπεφάνη ἐν εἴδει πυρός·
Ἐμερίσθησαν γὰρ γλῶσσαι ὡσεὶ πυρὸς καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν.
Καὶ ὥσπερ, ἀδελφοί, ἐπιφαινομένου τοῦ θεοῦ κατὰ τὴν παλαιὰν διαθήκην πολλὰ ἦν τὰ δορυφοροῦντα φόβητρα. Καὶ γὰρ καὶ γνόφος καὶ θύελλα καὶ σάλπιγξ καὶ βροντὴ περιεῖχε τὸ ὄρος, ἵνα παρασκευάσῃ τὸν λαὸν εἰς φόβον τοῦ νομοθέτου. Οὕτω καὶ τοῦ ἁγίου πνεύματος μέλλοντος ἐπιφοιτᾶν, ἵνα μὴ τὸ αὔθωρον τῆς παρουσίας εἰς ῥᾳθυμίαν ἐνέγκῃ τοὺς δεχομένους, ἀλλὰ μάθωσι τοῦ
Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἐγένετο ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας.
Καὶ τότε ὤφθη τὸ πνεῦμα τὸ ἅγιον καὶ συνέσεισε τὸν οἶκον, μεριζόμενον οὐ τὴν φύσιν, ἀλλὰ τὰς ἐνεργείας μερίζον.
Οὐ γὰρ διαιρεῖται τὸ πνεῦμα, ἀλλὰ διαιρεῖ τὰ χαρίσματα,
Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται
Ὁ δὲ θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν
Ταῦτα δὲ πάντα,
ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα.
Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν.
Καὶ ἵνα, ἀδελφοί, μὴ νομισθῇ Παῦλος ξενίζειν ἐπὶ τῶν δογμάτων τὸν θεὸν εἰσάγων παρακαλοῦντα ἀνθρώπους, λάβε παλαιᾶς μαρτυρίας ἀπόδειξιν.
Παρακαλέσει σε ὁ ὀνομάσας σε.
Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, παρακαλέσαι πάντας τοὺς πενθοῦντας.
Ἐπειδὰν ἀπέλθω, ἄλλον παράκλητον πέμψω.
Ἐμφαίνεται τοίνυν τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει πυρὸς γλωσσῶν. Διὰ τί οὖν γλῶσσαι; Διὰ τὸ τοῦ κηρύγματος χρήσιμον. Ἐπειδὴ γὰρ γλώσσης ἐδέοντο οἱ ἀπόστολοι πρὸς τὸ πληρῶσαι διὰ τοῦ κηρύγματος τὰ πέρατα τῆς οἰκουμένης,
Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.
Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου.
Ταύτην τοίνυν τὴν ἑορτὴν τῆς τοῦ ἁγίου πνεύματος ἐπιδημίας σεμνῶς ἑορτάζοντες, δόξαν ἀναπέμψωμεν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τὸ ἁγίῳ πνεύματι. Τίμησον τοῦ πνεύματος τὴν ἐπιφοίτησιν. Τιμᾶται δὲ πνεύματος ἐπιφοίτησις ἐν συγχωρήσει ἁμαρτημάτων. Ὅπου γὰρ πνεῦμα ἅγιον, ἐκεῖ ἄφεσις.
Λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς.
Ἐὰν μὴ ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, δοῦλοί ἐστε.
Οὕτω κατοπτριζόμεθα, ὡς ἀπὸ κυρίου πνεύματος· ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν· ὅπου δὲ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία.
Μὴ μεριμνήσητε γάρ
Ὅτι δέ εστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ ὁ πατήρ.
Ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ.
Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐδὲν ὠφελεῖ.
Ἔτι δὲ συντομώτερον χρήσομαι τῷ λόγῳ. Αἱ χειροτονίαι τῶν ἐκκλησιῶν ποτὲ μὲν ἐπιγράφονται ὑπὸ τοῦ Παύλου τῷ πατρί, ποτὲ τῷ υἱῷ, ποτὲ δὲ τῷ πνεύματι.
Ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους
Ὁ καταβάς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα· καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ ποιμένας καὶ διδασκάλους.
Ἔδωκεν
, ἐξ ἰδίας αὐθεντίας, οὐ μεμερισμένης καὶ ἀπεσχισμένης τῆς τοῦ πατρὸς βασιλείας. Ἃ γὰρ βούλεται ὁ πατήρ, βούλεται καὶ ὁ υἱός, καὶ ἃ βούλεται ὁ υἱός, τούτοις συνευδοκεῖ καὶ ὁ πατήρ. Ἃ τοίνυν ἐπέγραψε τῷ πατρὶ καὶ τῷ υἱῷ, ὁ αὐτὸς πάλιν τῷ ἁγίῳ πνεύματι τὰς χειροτονίας ἀνατίθησι, μετακαλούμενος τοὺς Ἐφεσίους πρεσβυτέρους,
Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν.
Τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ θεός μου ἠβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς καρδίας μου.
Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
Ὁ γὰρ νόμος τοὺς πνεύματος τῆς ζωῆς ἡλευθέρωσέ με ἐν Χριστῷ Ἰησοῦ.
Καὶ πῶς φησι δύναται πατὴρ λέγεσθαι θεὸς καὶ θεὸς υἱὸς καὶ πνεῦμα ἅγιον θεὸς καὶ οὐ τρεῖς θεοί; Ὅπου κοινὰ τὰ τῆς φύσεως, κοινὰ καὶ τὰ ὀνόματα τοῦ ἀξιώματος. Οἷον· ὁ θεὸς τὰ εἰς πλήθη διῃρημένα ἀπὸ μιᾶς φύσεως ἑνὶ ὀνόματι καλεῖ. Καὶ ὅτε ὀργίζεται τοῖς ἀνθρώποις, τὸν πάντα ἄνθρωπον τὸν τῇ οργῇ ὑποκείμενον, ἕνα καλεῖ ἄνθρωπον. Καὶ ὅτε διαλλάσσεται τῷ κόσμῳ, ὡς ἑνὶ ἀνθρώπῳ διαλέγεται. Οἷον·
Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις. Ἐξαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα.
Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;
, φησὶν ὁ Δαυίδ.
Ἄισωμεν
Εἰ τοίνυν ἐν τοῖς ἀνθρώποις, ὅπου συγκέχυται τὰ τῆς γνώσεως, ὅπου διάφορα τὰ τῆς μορφῆς εἴδη. Οὐδὲ γὰρ ἕν ἐστιν, οὐδὲ γνώμῃ ἴση, ἀλλὰ διάφοροι γλῶσσαι, διάφοροι λόγοι. Διὰ τὸ κοινὸν τῆς φύσεως πᾶσα ἡ οἰκουμένη εἷς ἄνθρωπος λέγεται. Ὅπου ἀμέριστος ἡ ἀξία, μία βασιλεία, μία δύναμις ἰδιάζουσα, τὴν τριάδα ἕνα λέγω θεόν. Εἰ δὲ διὰ τὸ λέγειν θεὸν καὶ θεὸν καὶ θεόν, τρεῖς λέγω θεούς, ἐὰν εἴπω κύριον καὶ κύριον καὶ κύριον, τρεῖς λέγω κυρίους; Οὐδαμῶς. Λέγει γὰρ ὁ ἀπόστολος τὸν πατέρα κύριον, τὸν υἱὸν κύριον καὶ τὸ πνεῦμα τὸ ἅγιον κύριον.
Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.
κύριος κυρίῳ
.
Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν.
Εἷς κύριος, μία πίστις, ἓν βάπτισμα
Εἷς κύριος,
κατὰ τὸν ἁγιασμὸν τῶν σεραφίμ. Καὶ γὰρ ἐκεῖνα ἐκβοᾷ·
Ἅγιος, ἅγιος, ἅγιος κύριος.
Εἰ δὲ φιλονεικοῦσιν οἱ αἱρετικοὶ ὅτι ἄλλη κυριότης τοῦ πατρός, ἄλλη δὲ τοῦ υἱοῦ, θαυμάζω πῶς ἀνέχονται δυσὶ κυρίοις δουλεύειν. Τοῦ γὰρ σωτῆρός ἐστι φωνὴ τὸ
Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.
Εἰ μερίζεις τὴν ἐξουσίαν, πῶς δουλεύεις τῇ βασιλείᾳ; Οὐ γὰρ δύναται λατρευθῆναι δύο ἀξιώματα κατὰ τὸ αὐτό, ἐὰν μὴ ὁμοτιμία ᾖ. Οὐδεὶς γὰρ προσκυνεῖ βασιλεῖ καὶ ἄρχοντι. Ὅπου γὰρ ὁμότιμος ἡ ἀξία, ὁμότιμος καὶ ἡ προσκύνησις. Ἐν τῷ ἴσῳ ἀξιώματι οὐκ ἔστι μάχη. Τὸ ἄνισον ἐγείρει μάχην. Τὸ ἴσον βραβεύει τὴν εἰρήνην. Οὐ συνεχώρησέ σοι ὁ Χριστὸς μερίσαι τὴν τιμήν.
Τοῦτό ἐστι τὸ θέλημα τοῦ πατρός, ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα.
Ὁ ἐμὲ μισῶν, καὶ τὸν πατέρα μου μισεῖ.
Μὴ οὖν νομίσωσιν οἱ αἱρετικοὶ ὅτι θεῷ χαρίζονταί τι, μέγαν αὐτὸν λέγοντες παρὰ τὸν υἱόν. Οὐ γὰρ δέχεται τὴν εἰς αὐτὸν ἀναφερομένην τιμὴν ὁ πατήρ, ὑβριζομένου τοῦ υἱοῦ. Καὶ λάβε πραγμάτων ἀπόδειξιν ἐναργῆ ἐκ τῆς παλαιᾶς γραφῆς. Οἱ φίλοι τοῦ Ἰώβ, οἱ ἐλθόντες εἰς παραμυθίαν, ἐνεκάλουν αὐτῷ προσφθεγγομένῳ τολμηρά, καὶ ἐδικαίουν τὸν θεόν. Ὁ δὲ Ἰὼβ ἔλεγε τῷ θεῷ· Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ εἰδῶ
πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου
,
ὅτι οὕτω με ἔκρινας;
Οἱ φίλοι τοῦ Ἰὼβ ἐδικαίουν τὸν θεόν, ἀγνοουμένης τῆς ὑποθέσεως, καὶ τὸν μὲν δίκαιον μᾶλλον κατέκριναν ὡς ἁμαρτήσαντα, θεῷ δὲ συνηγόρουν ὡς ἐπάγοντι. Καὶ λέγουσιν αὐτῷ·
Μεγάλως ἐλάλησας, ὑπερβαλλόντως ἐλάλησας
σὺ κατὰ τοῦ ἱκανοῦ, καὶ ὁ θεὸς μὴ ταράττει τὸ δίκαιον; Κατὰ τὰς ἁμαρτίας σου ἐπήγαγεν. Εἰ μὴ
πολλαί σου αἱ ἁμαρτίαι
, οὐκ ἂν μεμάστιξαι. Καὶ ἐδόκουν συνηγορεῖν θεῷ, τὸν δὲ δίκαιον κατέκριναν. Ἆρα ἐδέξατο τοὺς ὑπὲρ αὐτοῦ λέγοντας παρὰ τὸ δίκαιον ὁ θεός; Εἰ ἐδέξατο τὴν ὑπὲρ αὐτοῦ συνηγορίαν, ἀτιμαζομένου τοῦ δικαίου, δέχεται καὶ τὴν εἰς ἑαυτὸν τιμήν, ἀτιμαζομένου τοῦ υἱοῦ.
Ἵνα τί οὐκ ἐλαλήσατε ὀρθὰ κατὰ τοῦ θεράποντός μου;
Ἀπαραίτητος τοίνυν ἡ δίκη τοῖς βλασφημοῦσι τὸ πνεῦμα τὸ ἅγιον. Ἄκουε
Πᾶσα βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημία οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι.
Ἰδοὺ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.
Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.
Τι ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν; Ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου, ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον.
Εὐαγγελιζόμενοι
Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαίροντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεος τοῦ θεοῦ.
Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς.
Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς εἰς τὸν κόσμον· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.
Οἱ μὲν οὖν ἐκπεμφθέντες ἀπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν.
Ἀπὸ γὰρ τοῦ ὄρους Σιὼν ἥξει ὁ εὐαγγελιζόμενος, καὶ εὐαγγελιζόμενοι οὓς ὁ κύριος προσκέκληκεν.
Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
Ὁ δὲ θεὸς τῆς εἰρήνης πάντας ἡμᾶς αὐξήσοι εἰς τὴν αὐτοῦ πίστιν καὶ ἀγάπην, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ μονογενεῖ υἱῷ καὶ τῷ παναγίῳ αὐτοῦ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.