Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.
ἀντλήσατε
. Τὸ δὲ ἀντλούμενον ἐκ βάθους ἀντλεῖται·
ὕδωρ γὰρ βαθὺ ἐν καρδίᾳ ἀνδρός, ἀνὴρ δὲ σοφὸς ἀντλήσει αὐτό
.
Ἀντλήσωμεν ὕδωρ μετ’ εὐφροσύνης
. Τί ἐστιν·
Ἀντλήσωμεν μετ’ εὐφροσύνης
; Τούτεστιν· πονήσωμεν χαίροντες, ἐπειδὴ πᾶς πόνος μοχθηρὸς τῷ πονοῦντι. Ἡ δὲ περὶ τὰ θεῖα λόγια μελέτη, κἂν πόνος ἔχῃ, ἡδὺν ἔχει τὸν κάματον. Λέγει·
Ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου
. Οἱ εὐαγγελικοὶ λόγοι, οὗτοι εἰσὶν
πηγαὶ τοῦ σωτηρίου
. Ἦσαν δὲ τὸ πρὶν αἱ ἀρχαῖαι πηγαὶ καὶ ἐκαλοῦντο «τοῦ Ἰσραὴλ πηγαὶ» οἱ προφητικοὶ λόγοι. Ἐπειδὴ γὰρ οἱ τῶν προφητῶν λόγοι
πηγαὶ τοῦ σωτηρίου
. Περὶ μὲν οὖν τῶν ἀρχαίων πηγῶν Δαυὶδ λέγει·
Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ
· περὶ δὲ τῶν νέων Ἡσαΐας·
Ἀντλήσατε ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου
. Τί δὲ τὸ σωτήριον; Ἑρμηνεύει Συμεὼν ἐν τῷ εὐαγγελίῳ· ὡς γὰρ ἐν ταῖς ἀγκάλαις ἔλαβεν τὸ σωτήριον βρέφος καὶ ἐβάσταξεν χερσὶν τὸν βαστάζοντα τὰ πάντα, οὐ πρὸς τὸ φαινόμενον ἀφορῶν τοῦ σώματος σχῆμα, ἀλλὰ πρὸς τὸ κρυπτὸν τῆς θεότητος ἀξίωμα, ἔλεγεν βαστάζων τὸν τὰ πάντα φέροντα·
Νῦν ἀπολύεις τὸν δοῦλόν σου δέσποτα, ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου
.
Ἔλθωμεν τοίνυν ἐπὶ μίαν πηγὴν τοῦ σωτηρίου, τὸν μακάριον Ἰωάννην τὸν Βαπτιστήν, ἵνα καὶ τοῖς ἀρτίως ὑπαναΓεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Ξένον διδασκαλίου ἐπάγγελμα, ξένη περίοδος τῆς σωτηριώδους διδασκαλίας· ὑβρίζων εὐεργετεῖ καὶ ἀπειλῶν εὐαγγελίζεται·
Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν;
Εἰ ὅλως φεύγωμεν τὴν ὀργήν, πῶς
γεννήματα ἐχιδνῶν
ἐσμέν; Ἀλλὰ καὶ γεννήματα καλεῖ, καὶ εὐαγγελίζεται αὐτοῖς τὴν σωτηρίαν, ἵνα διὰ μὲν τοῦ ὀνόματος τῆς ἐχίδνης τὴν ἀρχαίαν κατάστασιν δείξῃ, διὰ δὲ τοῦ φυγεῖν τὴν ὀργὴν τὸν καρπὸν τῆς μετανοίας ἑρμηνεύσῃ.
Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν;
Ὡσεὶ ἔλεγε· «Τίς, ἀναξίοις ὑμῖν οὖσι τοῦ σωθῆναι, ὑπέδειξεν ὀδὸν σωτηρίας;» Τί σὺ διδάσκεις καὶ ὑβρίζεις, δεικνύεις τὴν ὁΜετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τὼν οὐρανῶν
. Ἀλλ’ ὥσπερ τὸν διαφεύγοντα τιμωρίαν ὁ βουλόμενος, εἰς αἴσθησιν ἀγαγεῖν ἧς διέφυγεν ὀργῆς ὑποτίθεται τὸ κατ’ ἀξίαν, ἵνα μάθῃ τίνος ἔτυχεν, «Ἀγνοεῖς φησιν οἷον ἐξέφυγες κίνδυνον ἢ τιμωρίαν», οὐχ ἵνα ὀνειδίσῃ, ἀλλ’ ἵνα εἰς αἴσθησιν αὐτὸν τῆς εὐεργεσίας ἀγάγῃ.
Γεννήματα ἐχιδνῶν
ταῦτα λέγει ὁ βαπτιστής, καὶ οὐκ ἄχθονται οἱ ἀκούοντες. Ἦσαν γὰρ μαθηταὶ τοῦ Δαυὶδ τοῦ λέγοντος·
Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με
.
Ποιήσατε οὖν
φησιν
καρπὸν ἄξιον τῆς μετανοίας
. Ἑρμήνευσον τὸ
τίς ὑπέδειξεν
. Ἡ μετάνοια. Εἰ τῇ μετανοίᾳ προσεδράμετε, ποιήσατε καρποὺς ἀξίους μετανοίας. Καὶ ἐπειδὴ ἔβλεπεν αὐτοὺς ὠφρυωμένους ἐπὶ τῷ εἶναι τοῦ Ἀβραὰμ τέκνα, βουληθεὶς αὐτοὺς εἰς αἴσθησιν ἀγαγεῖν ὅτι οὐχ ἡ τοῦ γένους κοινωνία κυροῖ τὴν εὐγένειαν, ἀλλ’ ἡ τῶν τρόπων
Ποιήσατε καρποὺς ἀξίους μετανοίας καὶ μὴ ἄρξητε λέγειν· πατέρα ἔχομεν τὸν Ἀβραάμ
, ὅτι οὐ σῴζει γένος ὃν οὐ σῴζει τρόπος, οὐδὲ ὑψοῖ γένους κοινωνία ὃν μὴ στεφανοῖ τρόπων συμφωνία. Καὶ ἵνα μάθῃς ὅτι οὐδὲν ὄφελος τοῖς ἔχουσιν τὸ γένος τοῦ Ἀβραάμ, μὴ σῴζουσιν δὲ τὴν εὐγένειαν τῶν τρόπων, ὁ μὲν ἅγιος οὗτος καλεῖ τοὺς ἐξ ἐκείνων τεχθέντας
γεννήματα ἐχιδνῶν
, οὐ τοὺς πατριάρχας ὑβρίζων οὐδὲ ἐκείνους καλῶν ἐχίδνης τέκνα, ἀλλὰ τούτων τὴν κακίαν ἐλέγχων, ὥσπερ καὶ Ἡσαΐας ἔλεγε πρὸς τὸν λαὸν τὸν ἀπὸ τοῦ Ἀβραάμ·
Ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδόμων
, οὐ συγγενεῖς αὐτοὺς ἐπιστάμενος Σοδομιτῶν, ἀλλ’ ὁμοτρόπους, ἵνα δείξῃ ὅτι γένος τρόπους ἐργάζεται·
Ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδόμων, προσέχετε νόμον θεοῦ ἡμῶν λαὸς Γομμόρρας
. Καὶ ὁ εἰπών·
Ἄρχοντες Σοδόμων
, λέγει·
Λούσασθε, καθαροὶ γενέσθε
, ἀδελφὸς
Ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδόμων
. Ἔχε τοῦτο παρατετηρημένον ἐν ταῖς στήλαις τῆς διανοίας σου, ἵνα ὅταν ἀκούσῃς Ἰουδαίου ὀνειδίζοντός σε ἢ λέγοντος· «Πόθεν ἔχετε τὰς γραφὰς τῶν προφητῶν;» ἢ· «Πόθεν ἔχετε πατέρα ἔχειν τὸν Ἀβραάμ;» εἴπῃς αὐτῷ· «Ἐπειδὴ ἡ ἐκκλησία σεμνύνεται τὸν Ἀβραὰμ πατέρα ἔχειν κατὰ πίστιν.» Ἐὰν λέγῃ ὁ ἐναντιούμενος· «Πόθεν σὺ υἱὸς τοῦ Ἀβραάμ;» εἰπὲ αὐτῷ· «Πόθεν σὺ υἱὸς Σοδόμων;» Ἐὰν εἴπῃ· «Διὰ τὴν ἀπιστίαν τῶν τότε», ἐρεῖς αὐτῷ· «Εἰ ἀπιστία ἴσχυσε τὴν εὐγένειαν ὑβρίσαι, ἡ πίστις τὴν ἀγένειαν εἰς εὐγένειαν οὐ μεταφέρει;» Συμφωνοῦσιν τούτῳ πάντες οἱ προφῆται, τρόπον τιμῶντες καὶ γένος δεύτερον τιθέμενοι, ὡς ἔλεγεν ὁ Ἰεζεκιήλ·
Ὁ πατήρ σου Ἀμορραῖος καὶ ἡ μήτηρ σου Γετταία· ἡ ἀδελφή σου Σόδομα
. Καὶ ὅρα τὸ θαυμαστόν. Ἵνα μὴ δόξωσιν οἱ Ἰουδαῖοι ὑβριζόμενοι ὑπομένειν ὡς Σοδομῖται ἀκούοντες,
Ζῶ ἐγώ, λέγει κύριος, οὐχ ἥμαρτεν ἡ ἀδελφή σου Σόδομα κατὰ τὰ ἡμισείας τῶν ἁμαρτιῶν σου
. Καὶ ὅρα τὸ θαυμαστόν. Ὥσπερ ὁ κλέπτης καθ’ ἑαυτὸν ἐπονείδιστόν ἐστιν πρᾶγμα, ἀντιπαραθέμενος δὲ λῃστῇ
Οὐχ ἥμαρτεν ἡ ἀδελφή σου ὡς σύ. Ζῶ ἐγώ, λέγει κύριος, δεδικαίωται ἐκ σοῦ
, ἀντὶ τοῦ Τοῖς ἔργοις παρα
Εἰ τοίνυν Σοδομιτῶν χείρους ἐγένοντο οἱ Ἰσραηλῖται, τίνος ἕνεκεν τὰ Σοδομιτῶν οὐχ ὑπέστησαν; Ἐπειδὴ ᾔδει ὁ θεὸς τοὺς μέλλοντας καρποὺς ἀνακύπτειν ἐξ ἐκείνων· ἀποστόλους, εὐαγγελιστάς, κήρυκας καὶ αὐτὸ τὸ σωτήριον σῶμα ὃ ἔλαβεν ὁ εὐεργέτης. Ἐφείσατο τῆς ῥίζης ἀγνωμοσύνης, ἵνα μὴ ἐκκόψῃ τοὺς καρποὺς τῆς ἀληθείας, ἄδικον εἶναι ἡγούμενος, ὡς δίκαιος, συντεμεῖν τὴν φορὰν τῶν ἀγαθῶν διὰ τὴν ῥίζαν τῶν φαύλων. Διὰ τοῦτο Ἡσαΐας εἰπών·
Ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδόμων· προσέχετε νόμον θεοῦ ὑμῶν, λαὸς Γομόρρας
, ἵνα ἑρμηνεύσει τὴν αἰτίαν δι’ ἣν τὰ Σοδομιτῶν ποιοῦντες, οὐ τὰ Σοδομιτῶν πάσχουσιν, λέγει·
Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι
. Καί·
Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σοδόμα ἂν ἐγενήθημεν καὶ ὡς Γομόρρα ἂν ὡμοιώθημεν
. Εἰ μὴ προσεδοκᾶτο ὁ καρπὸς τῶν ἀποστόλων, εἰ μὴ ἀνέμενεν
ὡς Σοδόμα ἂν ἐγενήθημεν
. Ὅτι δὲ οὕτως ἐνενοήθη τοῖς ἁγίοις καὶ οὐχ ἡμεῖς τὴν ἔννοιαν βιαζόμεθα, ἄκουε Παύλου·
Οὐ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· οὐδ’ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντες τέκνα θεοῦ, ἀλλὰ νῦν λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν
. Τί εἶπεν Ἡσαΐας;
Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα
. Τί λέγει ὁ ἀπόστολος;
Λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν
, οὐκ ἐξ ἔργων. Εἶτα ἐπάγει·
Καθὼς εἶπεν Ἡσαΐας· «Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σοδόμα ἂν ἐγενήθημεν
.
Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Διὰ τί ὄφεις καλεῖ τοὺς ὑπηρέτας τῶν κακῶν; Διὰ τὸν ἀρχαῖον ὄφιν τὸν ἐν παραδείσῳ. Ὥσπερ γὰρ ὁ ἐν παραδείσῳ ὄφις ὄργανον
Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν ἀληθείᾳ οὐκ ἕστηκεν,
· ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν ἐστε τοῦ διαβόλου καὶ ἃ ἠκούσατε παρ’ αὐτοῦ ταῦτα λαλεῖτε
.
Ἐπεὶ οὖν διέστρεφον τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ὑβρίζει ὁ μακάριος καὶ ἐλέγχει τὸν τρόπον τῶν εὐεργεσιῶν ἀπολαυόντων καὶ ἀγνωμοσύνῃ τὴν χάριν ὑβριζόντων, καὶ λέγει αὐτοῖς·
Ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς· ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας
. Ἀδελφὰ Παῦλος παρακαλῶν ἐλέγχει·
Ἔλεγξον γάρ
φησι
ἐπιτίμησον, παρακάλεσον
.
Καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λιθῶν τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ
. Ἐπιμένει ὁ ἅγιος Ἰωάννης σεμνύνων τὸν Ἀβραάμ. Καὶ δεικνὺς τὸν θεὸν λέγοντα ἐγεῖραι αὐτῷ τέκνα, ἵνα λύσῃ τὴν ὑποψίαν τῶν Ἑβραίων, ἐπειδὴ προλαβῶν εἶὄφεις γεννήματα ἐχιδνῶν
, ἵνα μὴ νομισθῇ τοὺς πατριάρχας ὑβρίζειν, ἀλλὰ τὸν τρόπον, λέγει·
Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας καὶ μὴ ἄρξησθε λέγειν· Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ
. Τῷ μὲν οὖν θεῷ οὐκ ἀδύνατον καὶ λίθον εἰς ἄνθρωπον μεταποιῆσαι. Ἀλλ’ ἐπειδὴ παρεστήκεισαν τῷ ἁγίῳ βαπτίσματι καὶ ἐθνικοί, θεωροὶ τοῦ θαύματος καὶ τοῦ βαπτίσματος, ὥς φησιν ὁ εὐαγγελιστής·
Ἐξῆλθεν πᾶσα ἡ Ἰουδαία καὶ Σαμαρεία
. Ἦν οὖν συνηγμένος καὶ ὁ Ἰουδαϊκὸς λαὸς καὶ ὁ ἐθνικός. Διὰ τοῦτο λέγει·
Δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ
. Τούτεστιν
Ὅμοιοι αὐτοῖς γένονται πάντες οἱ προσκυνοῦντες αὐτοῖς, ἀλλὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς
. Τοὺς οὖν τῇ ἀναισθησίᾳ δουλεύοντας, ὡς λίθους ἀναισθήτους ὑβρίζει ὁ Ἰωάννης·
Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται
. Ὣ λόγου μεστοῦ καὶ φόβου καὶ ἀγάπης καὶ παρακλήσεως.
Ἤδη
φησὶ
ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται
, οὐκ ἐνεργοῦσα, ἀλλ’ ἀπειλοῦσα. Ὡσεί τις φιλόστοργος πατὴρ ἢ διδάσκαλος τὸ ῥᾴθυμον τῆς παιδικῆς ἡλικίας ἑλκύων, μήτε τύπτει διὰ φειδὼ καὶ πλησίον παρατίθει τὴν ῥάβδον καὶ ἀπειλεῖ, ὡς «εἰ μὴ προσέχῃ τοῖς μαθήμασιν, πρὸς τὴν ῥάβδον ἔχεις ταύτην» καὶ κατέχει αὐτὴν καὶ ἀργοῦσαν καὶ ἀπειλοῦσαν, οὕτως εἰσάγει τὴν τιμωρίαν τῶν μελλόντων δίκην ἀξίνης ἠκονημένης μέν, οὐχ ἁπτομένης δέ.
Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς
. Οὐκ εἶπεν «μὴ ποιῆσαι», ἐπεὶ ἐξεκόπτετο ἡ μετάνοια, ἀλλά·
Μὴ ποιοῦν καρπὸν καλόν
. Καλῶς προσέθηκεν τὸ
Καλόν
. Ἔστι γὰρ ἰδεῖν καρποὺς ἄλλους καλοὺς ἀλλ’ οὐ γνησίους.
Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται
. Ὥσπερ ὁ μακάριος Ἰωάννης εἰσήγαγε τὴν ἀξίνην, εὐτρεπισμένην μέν, οὐχ ἁπτομένην δέ, οὕτω καὶ ὁ Δαυὶδ τοῖς ἁμαρτάνουσιν λέγει·
Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει
. Οὐκ εἶπεν· «τὴν ῥομφαίαν αὐτοῦ ἐστίλβωσεν, κατὰ τῶν οἰκέτων ἀμύνεται, πλήξει, φονεύσει». Νῦν στιλβοῦται ἡ ῥομφαία, ὅταν ἴδῃς προφήτην λέγοντα ὅτι
Ἐρχεται εἰς κρίσιν κύριος
, καὶ ἑρμηνεύοντα τὴν μέλλουσαν τιμωρίαν ὡς ξίφος ἐν ἀκόνῃ τῷ λόγῳ, ἵνα σοὶ παρασκευάσῃ, καὶ διὰ τοῦτο ὑποδείκνυσιν τὸν φόβον ἵνα ἀνοίξῃ ἡμῖν τὴν ὀδὸν τῆς σωτηρίας.
Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἠτοίμασεν αὐτό
.
Ἐνῆν μὲν οὖν πολλὰ ἐπιθεωρῆσαι τοῖς εἰρημένοις, ἀλλ’ ἕλκει ἡμὰς ἡ τοῦ ἁγίου πνεύματος ἐπιφοίτησις κατὰ τὴν ἁγίαν ἡμέραν γενομένης τῆς ἁγίας πεντηκοστῆς, μὴ παρελθεῖν τὸν περὶ αὐτῆς λόγον ἀνεξέταστον. Ὥσπερ γὰρ οὐδὲν προέκρινεν ἡμῖν ἡ ἀνάληψις ἐν ταῖς ἡμέραις τὴν ἑαυτῆς δείξασα λαμπηδόνα, οὕτω καὶ τοῦ ἁγίου πνεύματος ἡ ἐπιφοίτησις οὐ προκρίνει τοῖς τὴν ἑορτὴν ἐπιτελοῦσιν, καὶ μετὰ τὴν ἑορτὴν ἑορτάσαι, καὶ συγχορεύειν τῷ θείῳ λόγῳ καὶ πάντοτε ἀπολαύειν τῆς τοῦ ἁγίου πνεύματος διδασκαλίας.
Ἐν τῷ
φησι
συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν πάντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό
. Πάντες τίνες; Οἱ ἀπόστολοι καὶ οἱ σὺν αὐτοῖς μαθηταί. Διὰ τί δὲ ἐν τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς ἡ τοῦ ἁγίου πνεύματος ἐπιφοίτησις γέγονεν; Διὰ τήνδε τὴν αἰτίαν. Οὐχ ὅτι θεὸς αἰτίᾳ δουλεύει, ἀλλ’ ὅτι οὐδὲν ἀλόγιστον παρὰ τῷ θεῷ. Ἐπιφαίνεται μὲν γὰρ θεὸς ὅτε βούλεται, βούλεται δὲ ὅτε τὴν εὐκαιρίαν ἐργάζεται. Ἐν τῇ ἡμέρα τῆς πεντηκοστῆς κατὰ τὴν παλαιὰν διαθήκην ἐδόθη νόμος. Ἐχρῆν οὖν καθ’ ἣν ἡμέραν ἐδόθη ὁ νόμος διὰ πλακῶν, κατ’ αὐτὴν δοθῆναι τὴν νομοθεσίαν τοῦ ἁγίου πνεύματος, οὐκ ἐν πλαξίν, ἀλλ’ ἐν καρδίᾳ γραφομένην. Διὰ τοῦτο τῇ παλαιᾷ νομοθεσίᾳ ἀντιπαραθεῖς τὰ νέα λέγει·
Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστέ, ἐγγεγραμμένη οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις
. Τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς ὁ λαὸς ἐδέξατο νόμον ἐν τῇ ἐρήμῳ τῇ Σινᾷ. Καὶ πρόσεχε τῇ
Καὶ ἐγένετο ἐν τῷ τρίτῳ μηνὶ ἐξελθόντων ἐκ τῆς Αἰγύπτου, εἶπεν κύριος πρὸς Μωϋσῆν· Κατάβηθι ἁγίασον τὸν λαὸν σήμερον καὶ αὔρον
. Τῇ νεομηνίᾳ αὐτῷ ἔλαλεν, ὅτι
τῇ τρίτῃ
φησὶν
φανήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ
. Πρόσεχε, παρακαλῶ. Εἰ τοίνυν ἡμέρᾳ πεντηκοστῇ ἐδόθη ὁ νόμος, θεοῦ φανέντος καὶ νοἈλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με
. Καὶ ὅρα τὸ θαυμαστόν. Ἐπειδὴ δὲ ἐδίδοτο ὁ νόμος, ἐδοξάσθη τὸ πρόσωπον Μωϋσέως. Κατῆλθεν γὰρ ἐκ τοῦ ὄρους ἡλίου δίκην, ἐκλάμπων ἀκτῖνας ἐκ τοῦ προσώπου. Καὶ ἵνα μή τις εἰς τὴν ἀρχαίαν ἱστορίαν ἀπιδῶν καὶ θεασάμενος τὸ Μωϋσέως πρόσωπον δεδοξασμένον, νομίσῃ ἀνωτέραν εἶναι τὴν νομοθεσίαν ἐκείνην παρὰ τὸν νόμον τὸν δοθέντα ἐκ τοῦ ἁγίου πνεύματος, ὁ Παῦλος μὴ συγχωρῶν μηδὲ ἰσότητα εἶναι, ἀλλὰ πολλὴν ὑπεροχὴν δεικνὺς τοῦ εὐαγγελίου, λέγει·
Οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις
. Οὐ γράμματι,
Τὸ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ
. Ὁ νόμος ὁ διὰ γραμμάτων δοθεὶς ἀποκτέννει. Ὁ φονεύων φονευέσθω, φησίν ὁ νόμος, ὁ μοιχεύων τιμωρείσθω. Εἰσῆλθε δὲ ἡ χάρις, οὐκ ἀναίρουσα τοὺς ἁμαρτάνοντας, ἀλλὰ διὰ μετανοίας ζωοποιοῦσα. Διὰ τοῦτο καλεῖ ἡ γραφὴ
Γράμμα ἀποκτέννον
τὴν διάταξιν τοῦ νόμου,
Πνεῦμα δὲ τὸ ζωοποιοῦν
τὸν νόμον τοῦ πνεύματος. Πρόσεχε, παρακαλῶ. Εἶτα ἐπειδὴ ἀντιπαρετίθετο ἡ Μωϋσέως ὄψις δεδοξασμένη, λέγει Παῦλος·
Εἰ γὰρ ἡ διακονία τοῦ θανάτου ἐγκεκολαμμένη ἐν λίθοις ἐγενήθη ἐν δόξῃ
. Οὐ τὸν νόμον καλεῖ θάνατον, ἀλλὰ τὴν παρ’ αὐτοῦ ὁριζομένην τιμωρίαν.
Εἰ γὰρ ἡ διακονία τοῦ θανάτου ἐγενήθη ἐν δόξῃ, πολλῷ μᾶλλον ἡ διακονία τοῦ πνεύματος περισσεύει ἐν δόξῃ
. Εἶτα εἰσάγει τὸν νόμον παυόμενον, τὸν δὲ εὐαγγελικὸν νόμον τοῦ πνεύματος εἰς τὸν αἰῶνα μένοντα. Ἐπεὶ οὖν ὁ νόμος ἤργει καὶ τέλος ἐΕἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ
. Πρόσεχε τοίνυν·
Τὸ γράμμα ἀποκτέννει
. Τούτεστιν· τοὺς ἁμαρτάνοντας τιμωρεῖται.
Τὸ δὲ πνεῦμα ζωοποιεῖ
. Ἀνοίγει γὰρ ὀδὸν μετανοίας καὶ ζωοποιεῖ τὸν ἁμαρτήσαντα ἄνθρωπον. Ἐπειδὴ πᾶσα ἁμαρτία νεκροῖ τὸν ἁμαρτωλόν, ἡ δὲ μετάνοια τὴν ἀνανέωσιν αὐτῷ χαριζομένη εἰς ζωῆς αὐτὸν τάξιν ἄγει, λέγει·
Τὸ πνεῦμα ζωοποιεῖ
, ὡς λέγει Παῦλος·
Καὶ νεκροὺς ἡμᾶς ὄντας τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ
.
Ἐπεὶ οὖν καθ’ ἣν ἡμέραν ἐδόθη ὁ νόμος, ἔδει λάμψαι τὴν τοῦ πνεύματος δύναμιν, ἄκουε τί φησιν ὁ τῶν Πράξεων τῶν ἀποστόλων συγγραφεύς·
Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό
.
ἀπὸ παντὸς ἔθνους τῶν
, ἐκ διαφόρων ἐθνῶν,
Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμεῖται
, εἰς ἓν δράγμα εὐσεβείας συνέρχεσθαι καὶ διὰ τοῦ ἀποστολικοῦ λόγου τῷ θεῷ προσάγεσθαι. Προετύπωσε τὸ δράγμα τῶν σταχύων, ἵνα προερμηνεύσῃ τὰ δράγματα τῶν ψυχῶν, τῶν ἐκ διαφόρων μὲν χωρῶν λαμβανομένων εἰς μίαν δὲ ἀπαρχὴν σταχύων τῷ θεῷ προαγομένων. Καὶ τότε ἀπαρχὴ καὶ νῦν ἀπαρχή. Ὥσπερ γὰρ σοὶ τῷ γεωργῷ ἠγάπηται μὲν πάντα τὰ ἐν ἁλῶνι συναγομένα, προτετίμηται δὲ ὁ πρῶτος στάχυς φανείς, καὶ χαίρεις μὲν ἐπὶ τῇ ληνῷ πεπληρωμένῃ βοτρύων, οὐχ οὕτω δὲ εὐφραίνει τὸ πλῆθος ἐκεῖνο τῶν βοτρύων ὡς εἷς ῥὼξ πρῶτος φανείς, ὄψιν δὲ δείξας μελλούσης ἐπαγγελίας. Οὕτως ἠγάπηται μὲν τῷ θεῷ πᾶσα ψυχὴ πρὸς εὐσέβειαν τρέχουσα. Ὑπερηγάπηται δὲ ἡ τὰς ἄλλας φθάνουσα ψυχή. Οἷον· ἐν τῇ γῇ κῶμαι καὶ πόλεις γεγόνασιν. Χριστιανοὶ πάντες ἠγάπηνται παρὰ τῷ θεῷ.
Ὡς σταφυλὴν ἐν ἐρήμω εὖρον τὸν Ἰσραὴλ καὶ ὡς σῦκον πρώϊμον τοὺς πατέρας ὑμῶν
. Οὗτως ἀλλαχοῦ Παῦλος τὴν «ἀπαρχὴν» ἑρμηνεύων τὴν ἀντιδιαστελλομένην τῷ τύπῳ λέγει·
Ἀσπάζομαι Ἐπαινετὸν τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας
. Ταῦτα πάντα εἶχεν ὁ τύπος τότε. Ἔδειξεν δὲ νῦν ἡ ἀλήθεια.
Ἀλλ’ ἐπ’ αὐτὴν τὴν θεωρίαν τὴν κατὰ λέξιν ἔλθωμεν.
Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν πάντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό
. Ἦσαν ποῦ; Ἐν οἴκῳ. Οὐκ ἐν ἀγορᾷ ἐδέξαντο τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἐν οἴκῳ. Ἐπάγει γάρ·
Καὶ ἐξαίφνης ἐγένετο ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον
. Ὁ δὲ οἶκος ὁποῖος; Οὐκ ἦν ἐπίπεδος, ἀλλ’ ὑπερῷος. Καὶ πόθεν τοῦτο; Οὐ γὰρ γέγραπται ὅτε, φησίν, προέπεμψαν τοῦ σωτῆρος τὴν ἀνάληψιν οἱ μαθηταὶ καὶ
ὑπέστρεψαν εἰς Ἰερουσαλήμ
·
Ἀνέβησάν
φησιν
εἰς τὸ ὑπερῷον, ὅπου ἦσαν καταμένοντες
Πέτρος καὶ πᾶς ὁ τῶν ἀποστόλων χορός; Τοῦτο τὸ ὑπερῷον ἐκεῖνο ἐστί τὸ ἐν εὐαγγελίῳ ἐμφερόμενον, ἐν ᾧ τὸ Πάσχα ἐποίησεν ὁ Χριστός. Λέγουσιν γὰρ οἱ μαθηταὶ τῷ σωτῆρι·
Ποῦ θέλεις ἑτοιμάσωμεν σοὶ φάγειν τὸ Πάσχα;
Λέγει ὁ Χριστός·
Εἰσέλθετε εἰς τὴν πόλιν καὶ εὐρήσετε ἄνθρωπον κεράμιον ὕδατος βαστάζοντα. Ἀκολουθήσατε ὅπου ἂν εἰσέλθῃ εἰς οἶκον, καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει ὅτι ὁ καιρός μου ἐγγύς ἐστιν, ἵνα ποιήσω μετὰ τῶν μαθητῶν μου τὸ πάσχα. Ποῦ ἐστιν ὁ τόπος ὃν ἠτοίμασας; Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον μέγα
. Ὅρα πῶς φυλάττει τὸν κανόνα τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος;
Ἐρωτήσατε αὐτὸν ποῦ ὁ τόπος ἐν ᾧ ἐτοιμάζει καὶ δείξει ὑμῖν ἀνώγεον μέγα
. Εἰ προλέγεις, τί ἐρωτᾷς; Ἀλλ’ ἵνα ἡ ἐρώτησις δείξῃ σύμφωνον τῇ προρρήσει τὴν ἀπόκρισιν, καὶ ἐρωτᾶν κελεύει καὶ προλέγει τὸν τόπον, ἵνα καὶ τοῦ ἀνθρώπου δείξῃ τὴν ὄψιν καὶ τοῦ θεοῦ τὴν πρόγνωσιν.
Ἦσαν πάντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό· καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ φωνή
. Ὅρα τοῦ ἁγίου πνεύματος τὴν ἐπιδημίαν, πῶς ἐνδόξως καὶ βασιλικῶς καὶ μετὰ θεϊκῆς αὐθεντίας ἐπιφαίνεται. Εἴρηται πολλάκις ὅτι ἡ θεία φύσις οὐ φαίνεται ὡς ἐστίν, ἀλλὰ καθὼς ἐπιμετρεῖ ἢ τῇ ὄψει ἢ τῇ ἀκοῇ τῆς θνητῆς φύσεως.
Ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ φωνή
. Καλῶς τὸ
ἐξ οὐρανοῦ
, ἐπειδὴ καὶ τότε πρώτη φωνὴ ἐκ τοῦ θεοῦ ἐν τῷ ὄρει ἐκ τοῦ οὐρανοῦ ἐγένετο,
Ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ, καὶ ἔδειξέν σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα
. Οὕτω καὶ νῦν πρῶτον ἔρρηξε φωνὴν καὶ τότε τὸ πῦρ ἐφάνη. Διὰ τί; Ἵνα καὶ ἡ ἀρχαία ὄψις τὸν αὐτὸν θεὸν καὶ τότε καὶ νῦν ἐπιφοιτήσαντα δείξῃ.
Ἐγένετο φωνὴ ὥσπερ φερομένης πνοῆς
. Οὐκ ἦν αὐτὴ ἡ πνοὴ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ δορυφόρος ἦν φόβος, προκαταρτίζων τὰς ψυχὰς τῶν ἀποστόλων, ὥστε μὴ ἐκλελυμένους αὐτοὺς ὄντας δέξασθαι τοῦ πνεύματος τὴν ἐπιφοίτησιν, ἀλλὰ τῷ φόβῳ τονωθέντας καὶ παρασκευασθέντας πρὸς τὸ ξένον καὶ παράδοξον, οὕτως ἀξίους γενέσθαι τῆς ἐπιφοιτήσεως. Καὶ ὥσπερ τὸ διαλελυμένον καὶ ῥᾴθυμον τῶν οἰκετῶν ἀπαγγείλας τις τὴν τοῦ δεσπότου παρουσίαν σφίγγει, ὥστε ἕκαστον τὸ σχῆμα τῆς ῥᾳθυμίας ἀποθέμενον συντεῖναι καὶ ὄψιν
Φόβος γὰρ κυρίου ἀγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος
.
Ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος
. Καὶ αὐτὸ τὸ γενόμενον εἰκὼν ἦν τῶν μελλόντων.
Ἄφνω
, διὰ τὸ ξένον τῆς διδασκαλίας·
ἐξ οὐρανοῦ
, διὰ τὸ ὑπερκόσμιον τοῦ παραγινομένου,
ἦχος
, διὰ τὸ ὑπερεξηχεῖσθαι
εἰς τὰ πέρατα τῆς οἰκουμένης
τὴν εὐαγγελικὴν σάλπιγγα.
Εἰς πᾶσαν
γὰρ
τὴν γῆν εξηλθεν ὁ φθόγγος αὐτῶν
. Ὁ ἦχος οὗτος ἤρξατο μὲν ἀπὸ τοῦ Χριστοῦ, ἤνθησε δὲ ἐν τοῖς ἀποστόλοις. Καὶ ποῦ ἤχησεν; Ἐν τῷ σωτῆρι, ὅτε τὰ θαύματα εἰργάζετο ὁ σωτήρ. Λέγει τὸ εὐαγγέλιον·
Καὶ ἐξῆλθεν ἦχος αὐτοῦ, ἦχος εἰς ὅλην τὴν Συρίαν
. Καὶ ὁ Παῦλος τοῖς πιστεύσαἈφ’ ὑμῶν ἐξήχεται ὁ λόγος τοῦ κυρίου
.
Ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας
. Διὰ τί
βιαίας
; Ἦψατο τῶν γωνιῶν τοῦ οἴκου σεισμός· ὄψιν εἰργάσατο. Διὰ τοῦτο
πνοὴ βιαία
, ἵνα σύσχῃ τὴν εἰκόνα τοῦ Σινᾶ ὄρους. Ὅτε γὰρ ἐφαίνετο ὁ θεὸς ἐν τῷ ὄρει, ἐγένετο σκότος καὶ γνόφος καὶ θύελλα. Ὥσπερ οὖν τότε τὸν νόμον ἐδορυφόρει τὰ φόβητρα ταῦτα, οὕτως ἔδει τοὺς νόμους τοῦ ἁγίου πνεύματος δορυφορηθῆναι τῷ φόβῳ, ἵνα ἀξίους ἑαυτοὺς παραστήσωσιν οἱ νομοθετούμενοι τῷ νομοθέτῃ.
Ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός
. Οὐκ εἶπε «πυρός», ἀλλ ̓
ὡσεὶ πυρός
. Οὐ γὰρ ἦν πῦρ τὸ φαινόμενον, ἀλλὰ πῦρ ἐνομίζετο ὃ ἐφαίνετο. Διὰ τί δὲ πῦρ; Τὸ πῦρ πρόδρομον, εἰς φόβον ἐγεῖρον τοὺς ἀποστόΚαὶ ἦν τὸ εἶδος θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ ὡς πῦρ καιόμενον
. Ὅρα καὶ τὴν λέξιν συμφωνοῦσαν ἐκείνην·
Ἡ δόξα τοῦ θεοῦ Ἰσραὴλ ὡς πῦρ
. Οὐκ εἶπεν «πῦρ», ἀλλ ̓
ὡς πῦρ
· καὶ ὧδε·
ὤφθησαν γλῶσσαι ὡσεὶ πυρός
.
Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός
. Οὐκ εἶπεν· «μεριζόμεναι», ἀλλὰ
διαμεριζόμεναι
. Πρόσεχε, παρακαλῶ, τὸν τρόπον πῶς ἐγένετο. Οὐκ ἐφάνησαν εὐθέως γλῶσσαι, ἀλλὰ πῦρ πολύ, εἶτα ὥσπερ κατετέμνετο τὸ πῦρ καὶ διεμερίζετο εἰς γλώσσας. Τίνος μερίζοντος; Τίνος μεριζομένου; Οὐχ ἡ φύσις τοῦ πνεύματος ἐμερίζετο, ἀλλ’ ἦν τὸ μὲν μερίζον τὸ πνεῦμα, τὸ δὲ μεριζόμενον ἡ δωρεὰ τοῦ πνεύματος. Τὸ γὰρ πνεῦμα οὐ διαιρεῖται, ἀλλὰ
Τῷ μὲν δίδοται
φησίν
λόγος σοφίας κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις, ἄλλῳ χαρίσματα ἰαμάτων· πάντα δὲ ταῦτα ἐνέργει ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἐκάστῳ καθὼς βούλεται
, διαιροῦν, οὐ διαιρούμενον. Καὶ πάλιν ὁ ἀπόστολος λέγει·
Συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις καὶ τέρασιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν
. Τίνος;
Τοῦ πνεύματος ἁγίου διαιροῦντος ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται
.
Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς
. Διὰ τί
πυρός
; Διὰ τί
γλῶσσαι
; Ἐπειδὴ κηρύγματος χρεία, ἵνα τὸ σχῆμα ἑρμηνεύσῃ τὴν ἐνέργειαν. Ὅτι ὑπὲρ ἄλλου τινὸς οὐ δίδοται τὸ πνεῦμα ἐν εἴδει γλωσσῶν, ἀλλ’ ὑπὲρ τοῦ τὸ κήρυγμα ἀνθῆσαι τῆς ἀποστολῆς καὶ ἃ ἔλιπεν τῇ φύσει τῶν ἀλιέων διὰ τὴν ἀπαιδευσίαν ταῦτα δοθῆναι διὰ τῶν γλωσσῶν· ἵνα
Εἶτα·
Καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν
. Ἦν ἰδεῖν ὑπὲρ κεφαλῆς πάντων τῶν ἁγίων πῦρ οὐ καῖον, ἀλλ’ ἁγιάζον καὶ καταλάμπον. Διὰ τί οὖν τὰς γλώσσας οὐκ ἐπὶ τοῦ στόματος ἐδέξαντο, ἀλλ’ ἐπὶ τῆς κεφαλῆς; Εἰκότως οὐκ εἰς τὴν γλῶσσαν, τούτεστιν εἰς τὸ τῆς φύσεως ὄργανον, ἐδόθη τὸ πνεῦμα. Ἵνα μὴ νομισθῶσιν ἐκ τῶν ἰδίων λαγόΕἰς ὀδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ
.
Καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς
. Τὴν μὲν γὰρ ἀπαρχὴν παρὰ τοῦ σωτῆρος ἔλαβον, τὸ δὲ τέλος παρὰ τοῦ πνεύματος. Οὐχ ὡς τοῦ πνεύματος ἀνωτέρω τοῦ υἱοῦ. Ἀλλ’ ὥσπερ ὁ πατὴρ τὰ μείζονα τῷ υἱῷ δεδωκώς, ἑαυτὸν οὐκ ἐλαττοῖ, οὕτω καὶ ὁ υἱὸς τῷ πνεύματι παραχωρῶν τὰ μείζονα, τὴν ἑαυτὴν δόξαν οὐκ ἐλαττοῖ. Ἐλάλησεν ὁ θεὸς τὸν νόμον. Παρεχώρησεν τῷ υἱῷ τὰ εὐαγγέλια. Ἆρα κρείττων ὁ υἱὸς τοῦ πατρός; Ἡ φύσις ἡ αὐτὴ παραχωρεῖ.
Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν
, ὁ υἱὸς τιμᾷ τὸν πα
Τοῦ ἁγίου πνεύματος ἐπιφοιτήσαντος, προεχειρίσθησαν ἀπόστολοι τῆς οἰκουμένης. Καὶ τοῦτο ἀρχὰς ἔχοντος τοῦ κηρύγματος καὶ μηδέπω τῶν ἀποστόλων βουλομένων προελθεῖν εἰς τὸ κήρυγμα τῶν ἐθνῶν, ἀλλὰ φιλοχωρούντων καὶ τοῖς πατρῴοις ἔθεσιν ἐμμενόντων, οἰκονομεῖ ὁ θεὸς δι’ ἀλλογενῶν κηρυχθῆναι τὸν λόγον ἐν Ἀντιοχείᾳ τῆς Συρίας.
Ἦσαν γάρ τινες Σύροι καὶ Κυρηναῖοι
, ἐξελθόντες ἀπὸ τοῦ ὑπερῴου. Καὶ ἐλάλουν τὸν λόγον καὶ προέλαβον τοὺς ἀποστόλους. Αἰδεσθῆναι ἡμῶν τὸ ἐπίταγμα καὶ ἄλλοι προλαμβάνουσιν. Ἤλεγξεν ἡμῶν τὸν οἶκτον ἡ τοῦ θεοῦ δύναμις. Διὰ τοῦτο μαθόντες οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι
ὅτι δέδεκται ἡ Ἀντιόχεια τὸν λόγον ἀπέστειλαν Βαρνάβαν
καὶ Παῦλον εἰς τὰ ἔθνη τὰ πιστεύσαντα.
Ἦλθον εἰς Ἀντιό
. Ἔμελλον κηρύξαντες ὑποστρέφειν πάλιν εἰς Ἱερουσαλήμ. Ὥσπερ πῶλος μηδέπω δεδιδαγμένος ὀδοῦ μῆκος συνεχῶς ἐπὶ τὴν φάτνην στρέφεται, οὕτω κἀκεῖνοι τοῖς ἀρχαίοις ἔθεσιν ἐγχρονίζοντες ἔφευγον τὴν ἐπὶ τὰ ἔθνη ὀδοιπορίαν. Ὡς δὲ εἶδε τὸ πνεῦμα ὅτι ἐκ προαιρέσεως οὐ τολμῶσιν, ἀλλ’ ὄκνῳ κατέχονται καὶ συνηθείᾳ δουλεύουσιν, ὡς ἔμελλον ὑποστρέφειν εἰς Ἱερουσαλὴμ οἱ περὶ
εἶπεν τὸ πνεῦμα νηστευόντων αὐτῶν· Ἀφορίσατε δὴ μοὶ τὸν Βαρνάβαν καὶ τὸν Παῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς
. Οὐκ εἶπεν· «ὃ ἐκέλευσεν προσκαλέσασθαι», ἀλλ ̓
ὃ προσκέκλημαι
. Καὶ ὁ ἑρμηνευτὴς ἐπάγει·
Οἱ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Ἀντιόχειαν
.
Ταῦτά μοι εἴρηται διὰ τὸ τὰς γλώσσας ἐπὶ τῶν κεφαλῶν φανῆναι, ἵνα δειχθῇ τὸ τῆς χειροτονίας σχῆμα. Πῶς ὑπὲρ κεφαλῆς τίθεται ἡ χειροτονία; Διὰ τὴν τῶν ἀΠῦρ ἦλθον βαλεῖν εἰς τὸν κόσμον, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;
Ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν
. Οὐκ εἶπεν· «ἱδρύσθη», οὐκ εἶπεν «κατήντησεν», ἀλλ ̓
ἐκάθισεν
, ἵνα δείξῃ ὅτι πᾶς ἀνὴρ δουλεύων θεῷ καὶ δεχόμενος λειτουργίαν θρόνος ἐστὶ θεοῦ. Οὐκ εἶπεν· «ἐπεπόλευσεν ἑκάστῳ», ἀλλ ̓
ἐκάθισεν ἐπάνω
. Καὶ ἦν ἡ Πέτρου κεφαλὴ θρόνος τοῦ ἁγίου πνεύματος μετὰ καὶ Ἀνδρέου καὶ ἑκάστου αὐτῶν ὁμοίως.
Μὴ συμπροσέσται σοὶ θρόνος ἀνομίας;
Ἐκάθισέν
φησιν
ἐπὶ ἕνα ἕκαστον αὐτῶν
. Ἦν ἰδεῖν ἐπικαθήμενον αὐτοῖς πῦρ καὶ ἐννοῆσαι φύσιν, ὄψει μὲν ἕτερα δεικνύουσαν, τῇ δὲ ἐνεργείᾳ ἄλλα παριστῶσαν.
Καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου
. Ἐδείχθη πρῶτον ὅτι ἐκάθισεν μὲν ἐπὶ τῇ κεφαλῇ, ἀπὸ δὲ τῆς κεφαλῆς ἐπληρώθη ὅλος ὁ ἄνθρωπος.
Ἐπλήσθησάν
φησιν
πάντες πνεύματος ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι
. Πρόσεχε τῷ
ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι
. Αὐτὸ διαιρεῖ, αὐτὸ δίδωσιν λαλεῖν καὶ τῷ κηρύττοντι καὶ τῷ μαρτυροῦντι. Οὔτε μαρτυρῆσαί ἐστιν ἀνδρί, ὃς μὴ ὑπὸ πνεύματος ἐστίν ἐνεργούμενος, οὔτε κήρυξ ἐστὶν θεὍταν δὲ προσαγάγωσιν ὑμᾶς πρὸς τὰ κριτήρια, μὴ μεριμνήσετε πῶς ἢ τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν
. Καὶ ἀλλαχοῦ·
Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὤρᾳ τί λαλήσετε, καθὼς τὸ πνεῦμα ἐδίδου
. Πῶς ἀλλαχοῦ ὁ σωτὴρ πάλιν λέγει;
Μὴ μεριμνήσετε τί λαλήσητε· Ἐγὼ γὰρ δώσω ὑμῖν στόμα σοφίας ᾗ οὐ δυνήσονται ἀντειπεῖν πάντες οἱ ἀντικείμενοι
. Ὅτι δίδωσι καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα. Ἐνταῦθα λέγει κύριος·
Ἐγὼ δώσω
. Ἀλλαχοῦ λέγει·
Δίδοται ὑμῖν παρὰ τοῦ ἁγίου πνεύματος
. Ποῦ τὸ
Δέομαι, κύριε, ἰσχνόφωνός εἰμι, προχείρισαι ἄλλον δυνάμενον
. Τί οὖν; Καὶ εἶπεν κύριος πρὸς Μωϋσήν·
Τίς ἔδωκεν στόμα ἀνθρώπῳ;
Ὁ σωτὴρ λέγει·
Ἐγὼ ὑμῖν δώσω στόμα καὶ σοφίαν
.
Τίς ἐποίησεν δύσκωφον ἀκούειν καὶ τυφλὸν βλέπειν; Οὐκ ἐγὼ κύριος;
Εἰ τοίνυν ὁ πατὴρ λέγει διδόναι στόμα, ὁ υἱὸς λέγει·
Ἐγὼ δίδωμι
, ἡ γραφὴ λέγει·
Καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι
, ἆρα οὐκ ἔστιν ταῦτα καὶ τυφλοῖς δῆλα, ὅτι ὅπερ ἐστὶ πνεύματος ἔργον, τοῦτο καὶ τοῦ υἱοῦ καὶ
Καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι
. Οὐκ εἶπεν «φθέγγεσθαι», ἀλλ ̓
ἀποφθέγγεσθαι
. Οὐ γὰρ ἐξ ἑαυ
Λοιπὸν ἡ τοῦ θεοῦ χάρις ᾠκονόμησεν ἀπ’ ἀρχῆς τοῖς ἀποστόλοις ἔμπρακτον εἶναι τὸν λόγον. Τίς γὰρ χρεία ἦν κηρύκων, τῶν ἀκουόντων οὐκ ὄντων; Τίς χρεία ἦν σπόρου, τῆς γῆς μὴ ἀνανεωθείσης; Ἐπεὶ οὖν ἐχρῆν τὴν ἀπαρχὴν τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προοιμίων τάξιν λαβεῖν, λέγει ὁ συγγραφεύς·
Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες ἄνδρες εὐλαβεῖς Ἰουδαῖοι, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν
. Διὰ γὰρ τὴν τῶν ἐθνῶν δωρεὰν αἱ γλῶσσαι. Ἔδει οὖν τὴν ἀπαρχὴν τῶν ἐθνῶν ἐκεῖθεν λαβεῖν τὸ σημεῖον.
Ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ
, ἵνα ἐκ τοῦ γενομένου συναχθῇ τὸ πλῆθος. Οἶδας δὲ τῶν ἀνθρώπων τὸ φιλοπράγμον, ἔτι οὐκ ἀνέχεται ἄνθρωπος μὴ ἐρωτῆσαι· «Σεισμὸς ἐστίν;» «ἄνεμος ἐστίν;» Θεὸς ᾠκονόμησε τοῦτο; ΕἶΓενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθεν τὸ πλῆθος, συνεχυθη διὰ τὸν φόβον
. Καὶ ἵνα δείξῃ ὅτι τὴν σύγχυσιν εἰργάσατο ὁ φόβος καὶ τὸ ξένον τοῦ θεάματος, λέγει·
Συνεχύθησαν τῷ φόβῳ, ὅτι ἤκουον εἷς ἕκαστος λαλούντων τῶν ἀποστόλων τὰ μεγαλεῖα τοῦ θεοῦ
. Ἐστὶν οὖν σύγχυσις ἐργαζομένη κατάστασιν. Ὅταν συγχέῃ σὲ φόβος θεοῦ, εἰς κατάνυξιν φέρει. Συνεχύθης διὰ τὴν συνείδησιν τῶν ἁμαρτημάτων· κατέστης διὰ τὴν ἐλπίδα τῆς μετανοίας. Ἐνενόουν δὲ λέγοντες πρὸς ἀλλήλους πάντες οἱ ἐξ ἐθνῶν·
Οὐκ ἰδοὺ πάντες οἱ λαλοῦντές εἰσι Γαλιλαῖοι;
Ἐγνωρίζοντο γὰρ ἀπὸ τοῦ σωτῆρος καὶ ἀπὸ τῆς λαλιᾶς τῆς πρώτης. Καὶ ὥσπερ σήμερον οὐ δύναται ἡ Καππαδόκων ἢ Βιθύνων γλῶσσα κρυβῆναι, ἀλλ’ ἔχει τι ἰδίωμα ἑκάστη φυλή, οὕτω
Ἀλήθως ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλον σὲ ποιεῖ
.
Οὐκ ἰδοὺ πάντες οἱ λαλοῦντες οὗτοί εἰσι Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ ἡμῶν διαλέκτῳ ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται
. Δεκαπέντε γλωσσῶν τέως ἔλαβον χαρίσματα, ὅσον πρὸς τοὺς παρόντας. Τίς γὰρ ἦν χρεία Περσικῆς γλώττης μὴ παρόντων Περσῶν; Ἀλλ’ ὥσπερ ἐν τοῖς πολέμοις πᾶσα μηχανὴ κατασκευάζεται καὶ πᾶσα μαγγανεία, ἕκαστον δὲ τούτων ἐνεργεῖ πρὸς τὴν χρείαν καὶ τὴν ἀνάγκην τὴν καταλαμβάνουσαν, οὕτως τοσαῦται γλῶσσαι ἐφάνησαν τότε, ὅσαι ἦσαν καὶ τῶν ἐθνῶν κεφαλαί. Διὰ τί δεκαπέντε γλωσσῶν ἀπαρχαί; Ἵνα καὶ ἡ ἐνέργεια τῆς τριάδος
Καὶ πῶς
φησιν
ἡμεῖς ἀκούομεν λαλούντων αὐτῶν τὰ μεγαλεῖα τοῦ θεοῦ;
Καὶ πρόσεχε, παρακαλῶ. Ἐν τῇ τῶν θαυμάτων φανερώσει συνήγαγον οἱ ἀπόστολοι καὶ τὸ κήρυγμα τοῦ σταυροῦ. Ἵνα ἀπὸ τοῦ φαινομένου ἐνδόξου ἀναιρεθῇ μὲν τὰ τῆς εὐτελοῦς ὑπονοίας, ὑφαίνηται δὲ κατὰ μέρος καὶ οἰκοδομῆται ἡ τοῦ σταυροῦ χάρις, καὶ τὰ γινόμενα ἀντιμαρτυρήσῃ ταῖς τῶν πολλῶν ὑπονοίαις ὅτι ἄλλο τὸ νομιζόμενον καὶ ἄλλο τὸ ἐνεργοῦν. Οἷον· ἐλάλουν οἱ ἀπόστολοι ταύτην τὴν χάριν ἣν ἔλαβον διὰ τὸν παθόντα, τὸν σταυρωθέντα, τὸν οὐρανοῦ δεσπότην, καὶ οὐκ ἐδόκουν ἐναντία λέγειν. Ἡ γὰρ γλῶσσα παροῦσα ἔλυεν τὴν ὑποψίαν καὶ ἐβεβαίου τὸ κήρυγμα.
Ἐλάλουν τὰ μεγαλεῖα τοῦ θεοῦ
. Ἦν ἰδεῖν τὸν Γαλιλαῖον Πέτρον Ῥωμαϊστὶ λαλοῦντα, γλῶσσαν ἣν οὐκ ἔμαθεν, ἵνα πληρωθῇ καὶ τὸ ἀρχαῖον λεχθέν·
Ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ τῆς Αἰγύπτου, γλῶσσαν ἣν οὐκ ἔγνω ἤκου
. Οἰκονομεῖ δὲ τὸ πνεῦμα τὸ ἅγιον, ἵνα μὴ στάσις ᾖ ἐν τοῖς ἀποστόλοις, τὸ ποῦ δεῖ ἕκαστον ἀπελθεῖν, καὶ δίδοται ἑκάστω γλῶσσα ὥσπερ κανών· «Ρωμαϊστὶ λαλεῖς, ἀπέλθε εἰς τὴν Ῥώμην· Περσιστὶ λαλεῖς, ἄπελθε εἰς Περσίαν». Καὶ ὥσπερ ἡ χειροτονία ἡ ἱερατικὴ μηνύει τῷ χειροτονουμένῳ τὸ ἀξίωμα τῆς τιμῆς, εἶτε διακόνῳ, εἶτε πρεσβυτέρῳ, εἶτε ἐπισκόπῳ, καὶ οὐ δύναται παρὰ τὴν ἐκφωνηθεῖσαν αὐτῷ κήρυξιν ἁρπάσαι ἑαυτῷ ἄλλο ἀξίωμα τιμῆς, οὕτω καὶ οἱ ἀπόστολοι ἐν τῇ γλώσσῃ ἔλαβον τὸν κανόνα. Ἀλλ’ ἐπειδὴ πάλιν ἐχρῆν αὐτοὺς ἐν ὅσῳ ἀπῄεσαν εἰς τὴν Ῥώμην διέρχεσθαι διὰ πολλῶν ἐθνῶν, ἐλάμβανον ὥσπερ παραβοηθοὺς ἄλλας γλώσσας τὴν πρώτην ἀπὸ χειροτονίας ἔχοντες. Εὑρίσκεται γὰρ ἕκαστος τῶν ἀποστόλων καὶ διαφόροις γλώσσαις λαλῶν, ἐπειδὴ καὶ διὰ πολλῶν παρῄεσαν ἐθνῶν, ὡς λέγει Παῦλος·
Εὐχαριστῶ τῷ θεῷ, πάντων
. Ἐλάλησε Ῥωμαϊστὶ Πέτρος καὶ ἐκηρύττετο αὐτῷ ἡ τῶν Ῥωμαίων ἀρχή. Καὶ ἦν κανὼν καὶ ὅρος, ὅτι «σοὶ ἀφώρισται», οὗτος ἀπέλθη εἰς τὴν ἀνατολήν, οὗτος εἰς τὴν δύσιν καὶ καταλαμπέτω τὰ ἑσπέρια μέρη, οὗτος τὰ βόρεια, οὗτος τὰ νότια.
Καὶ ἐσκορπίζοντο οἱ κήρυκες ὡς ἀστραπαὶ ἀθρόον πηδῶσαι, καθὼς εἴρηται περὶ αὐτῶν διὰ τῆς προφητικῆς γλώσσης·
Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ
. Καὶ μὴν ἀστραπὴ οὐ σαλεύει γῆν, ἀλλὰ σεισμός. Ἀλλ’ ἐπειδὴ τὸ κήρυγμα τῶν ἀποστόλων ἐσάλευσε τὰ ἔθνη ὡς πρὸς καινοτομίαν ἀγανακτοῦντα
εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ
. Καὶ πῶς ἐσαλεύετο; Ὅτε εἰσῆλθεν Παῦλος εἰς Μακεδονίαν, ἐσαλεύθη ἡ γῆ. Ἤρξαντο γὰρ οἱ Ἕλληνες λέγειν·
Οἱ τὴν οἰκουμένην ἀναστάντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν
. Ταῦτα δὲ τύπος ἡμῖν ἐγένετο, ἵνα μηδέΟἱ ἀναστοῦντες τὴν οἰκουμένην, οὗτοι καὶ ἐνθάδε πάρεισιν
. Δὸς ἡπλωμένον πεδίον καὶ ἀπόλυσον τοῦ ἵππου τὸν δρόμον καὶ οὔτε πηλὸν ἐργάζεται οὔτε θόρυβον, ἀλλ’ ὁμαλῶς διανύει τὸν δρόμον. Τρῶσον τὸ ὕδωρ καὶ ποιεῖ ὄλισθον καὶ τέλματα· καὶ ἀνάγκῃ, ἐπειδὴ τὰ ἑστηκότα οὐ σαλεύεται. Οὗτω πᾶσα ψυχὴ ἔνθολος οὖσα καὶ ἄστατος μὴ δεχομένη τῶν ἀποστόλων τὰς ἐπιβάσεις. Καὶ τοῦτο βοᾷ ὁ προφήτης·
Ἐπεβίβασας τοὺς ἵππους σου εἰς θάλασσαν, ταράσσοντας ὕδατα πολλά
. Ἀλλ’ ἵνα δείξῃ ὅτι οὐ μόνην ταραχὴν ἐργάζονται οἱ ἵπποι οἱ βασιλικοί, ἀλλὰ καὶ σωτηρίαν, λέγει·
Ἐπεβίβασας εἰς θάλασσα τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία
.
Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν πρὸς ἀλλήλους λέγοντες· Τί θέλει τοῦτο εἶναι τὸ ξένον; Ἄλλοι δὲ χλευάζοντες ἔλεγον· ὅτι γλεύκους εἰσὶν μεμεστωμένοι
. Οὐ λείπει φθόνος τῇ ἀρετῇ. Οὐ λείπει τῇ τοῦ θεοῦ διδασκαλίᾳ ἡ τῶν κακῶν βάσανος. Θεὸς ἐνήργει, καὶ τῇ μέθῃ ἐπέγραφον. Μέθη ἐνομίσθη ὁ καρπὸς τοῦ ἁγίου πνεύματος. Ὅρα τὴν κακίαν καὶ ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῆς ὤρας ἐλεγχομένην. Ἐν τῇ πεντηκοστῇ πόθεν γλεῦκος; Γλεῦκος γὰρ λέγεται ὁ νέος οἶνος. Ἀλλὰ τὸ ψεῦδος τυφλόν ἐστιν, οὐκ οἶδεν πῶς ψεύδεται. Εἶτα· μέθη διαφόρους γλώσσας δίδωσιν ἢ καὶ τὴν οὖσαν ἀφανίζει; Ὅρα δὲ τί κατασκευάζει ὁ θεός. Ἀφίησιν τὴν ἀρετὴν ἵνα πρῶτον συνέλθῃ τὸ πλῆθος τῶν χλευαζόντων καὶ τότε λάμψῃ ἡ δύναμις τῶν ἁγίων, καὶ οὕτως ἡ ἐνέργεια δειχθῇ πολιορκοῦσα τὸ ψεῦδος. Ἢ οὐκ οἶδας ὅτι πολλοὶ πολλάκις συνειδότες τισὶν ἀρετὴν ἢ λόγου ἢ τρόπου
Μὴ κλαίετε· οὐκ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει. Κατεγέλων αὐτοῦ
, λέγοντες· «Ἀπέθανε». Τί χλευάζεις τὸν ὄχλον; Ἐννόησόν φησιν πῶς ψεύδεται. Πάντων βλεπόντων ὅτι ἀπέθανε, λέγει· «οὐκ ἀπέθανεν»· τὰ ὁμολογούμενα ἀρνεῖται».
Καὶ κατεγέλων αὐτοῦ
, ἵνα ὁ γέλως πρῶτος τὴν
Κατεγέλων αὐτοῦ
. Καὶ ἐν τῷ ἀπαντᾶν τὴν κακίαν οὐκ ἐψεύδετο. Θεῷ γὰρ οὐδὲν ἀποθνῄσκει. Οὐκ ἀπέθανεν τὸ μέλλον ἐγείρεσθαι.
Καθεύδει
· μέλλει γὰρ ἐξυπνίζεσθαι. Ὥσπερ·
Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται
, καὶ ἐξελήφθη ὁ θάνατος εἰς ὕπνον. Οὕτω καὶ ἐνταῦθα·
Οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει· καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν
. Ὅτε συνήγαγεν τὸν ὄχλον, λέγει αὐτοῖς·
Οὐκ ἀπέθανεν
. Διὰ τί; Εἰ εἰσελθὼν ἤγειρεν τὴν κόρην, ἔμελλον οἱ Ἰουδαῖοι λέγειν ὅτι συνέπαιζον αὐτῷ καὶ οὐκ ἦν ἀποθανοῦσα. Ἀλλὰ προσποιεῖται χλευάζεσθαι, ἵνα ὁμολογήσαντες ἐκεῖνοι ὅτι ἀπέθανεν, μηκέτι μετὰ τὴν ἀνάστασιν ἀρνήσασθαι δυνηθῶσιν. Οὕτω καὶ ἐνταῦθα.
Γλεύκους εἰσὶν μεμεστωμένοι
.
Σταθεὶς δέ
. Μάθε λοιπὸν τί ἐνεργεῖ πνεῦμα ἅγιον. Βλέπε τίς ἦν Πέτρος πρὸ τῆς χάριτος καὶ τίς ἐγένετο μετὰ
Οὐκ οἶδα τὸν ἄνθρωπον
. Ἐκεῖ μία παιδίσκη καὶ δειλία πολλή. Ὧδε πλῆθος ἄπειρον καὶ φωνὴ ἐν παρρησίᾳ αὐτοῦ. Διὰ τί;
Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν
.
Σταθεὶς ὁ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς
. Οὐκ εἶπεν· «ἐφθέγξατο», ἀλλ ̓
ἀπεφθέγξατο
. Πρὸς οἷς ἐλάλησεν ἐν γλώσσῃ, ἐπεφθέγξατο τῇ διδασκαλίᾳ·
Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ πάντες, γνωστὸν ἔστω ὑμῖν τοῦτο καὶ ἀκούσατε τὰ ῥήματά μου
. Ἐννόησον τὸν τότε φοβηθέντα, νῦν παρρησιαζόμενον. Ἐννόησον τὸν τότε δειλόν, νῦν ἀνδρεῖον.
Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ πάντες· τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτί
. Οὐδὲ ἡ ὥρα φησὶν οὐκ ἐνέτρεψεν ὑμᾶς. Ὥρᾳ τρίτῃ μεθύουσιν οἱ τοῦ λόγου πιστευθέντες, οἱ τὴν κοινὴν τοῦ κόσμου πραγματείαν ἐπανειλημμένοι; Αἰδοῦνται καὶ τὴν εὔκαιρον μετάληψιν τοῦ οἴνου, οἱ κήρυκες τοῦ λόγου, οἱ τὴν οὐράνιον διδασκαλίαν ἐγχειρισθέντες. Ἡμεῖς μὲν ἀπὸ τοῦ καιροῦ τῶν καρπῶν ἐδείξαμεν τὸ ψεῦδος. Ὁ δὲ Πέτρος ἔφη καὶ ἀπὸ τῆς ὥρας.
Οὐ γὰρ ὡς ὑμεῖς
φησιν
ὑπολαμβάνετε οὕτοι μεθύουσιν, ἀλλὰ τοῦτο ἐστὶν τὸ γεγραμμένον ἐν τῷ προφήτῃ Ἰωήλ
. Ὁρᾷς ὅτι τὰς ἀπορίας ἄλλο οὐ δύναται λύειν εἰ μὴ μαρτυρία προφητική. Τοῦτο δὲ λέγω, ἵνα ὅτε κινεῖ αἱρετικὸς πρὸς ὀρθόδοξον καὶ ἀνακύπτει τι τῶν ἀπόρων ζητηΟὐ γέγραπται ἐν τῷ νόμῳ ὑμῶν·
. Καὶ ἐπάγει·
Ἐγὼ εἶπον θεοὶ ἔστε καὶ υἱοὶ ὑψίστου πάντες
.
Εἰ οὖν ἐκείνους ἐκάλεσε θεοὺς πρὸς οὓς ἐγένετο ὁ λόγος τοῦ θεοῦ, καὶ οὐ δύναται ἡ γραφὴ λυθῆναι
.
Ἀπορούντων ἐκείνων λέγει ὁ Πέτρος·
Τοῦτο ἐστὶ τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ
. Τί ἐστι Ἰωήλ; Κυρίου θεοῦ.
ὅτι ἔσται φησὶν ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός·
Οὐκ εἶπεν· ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα
.
ἀπὸ τοῦ πνεύματός μου
. Τὸ πνεῦμα ἐκχεῖται; Οὐδαμῶς, ἀλλ’ ἡ
Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν· καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται
. Ὅρα πῶς διάφορος ἡ τοῦ ἁγίου πνεύματος ἀποκάλυψις. Ὁ μὲν προφητεύει, ἔχων τοῦ πνεύματος τὴν χάριν. Ἄλλος ἀτονῶν πρὸς τὸ ὑπηρετήσασθαι τοιούτῳ πράγματι, λαμβάνει τὸ τῶν ὁράσεων. Ὡς εἶδεν ἕκτῃ ὤρᾳ τὴν σινδόνα ὁ Πέτρος, ὡς ὁ Κορνήλιος ἐνάτῃ ὤρᾳ εἶδεν τὸν ἄγγελον. Ἐκεῖνο, τὸ ἐν τῇ καρδίᾳ, οὐ λέγεται ὅραμα, ἀλλ’ ὅρασις. Ἄλλως βλέπει τις ὅρασιν, ὥς φησιν·
Ὁρὼν βάδιζε
, ἄλλως δὲ ὁ τῇ ὄψει μόνον ὁρῶν τὸ θεώρημα. Ἄλλος ὁ τὸ ἐνύπνιον τῇ φαντασίᾳ παιδεύεται. Ἔστι τὸ μὲν πρῶτον προφητεία, τὸ δὲ δεύτερον ὅρασις, τὸ δὲ τρίτον ἐνύπνιον. Οἱ πρεσβύτεροι ἐνύπνια ἔβλεπον, ἐπειδὴ τὸ γῆρας ἀτονὸν πρὸς ὑπηρεσίαν. Εἰ καὶ οὐ δύναται ὑπηρε
Καί γε ἐπὶ τοὺς δούλους μου <ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου
φησὶν
καὶ προφητεύσουσιν, καὶ δώσω σημεῖα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω· αἷμα καὶ πῦρ
. Εἴρηται καὶ πρώην ὅτε τὸν περὶ τοῦ σταυροῦ ἀνελάβομεν λόγον καὶ τὸ ἅγιον πάθος, καθὼς οἷόν τε ἦν, ἀνεπτύξαμεν τῇ θεωρίᾳ, ὅτι ἐδόθη δύο ξένα· αἷμα καὶ πῦρ. Πῦρ, ἡ τοῦ ἁγίου πνεύματος ἐπιφοίτησις· αἷμα, ἡ ἐκ τῆς πλευρᾶς προελθοῦσα χάρις. Ἀδύνατον γὰρ ἀπὸ νεκροῦ σώματος προελθεῖν αἷμα. Πήγνυται γὰρ. Διὰ τοῦτο καὶ ἐν σημείοις αὐτὸ τίθησιν ὁ θεός.
Δώσω σημεῖα ἐν τῶν οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω· αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα
. Πολλοὶ ἐνόμισαν ὅτι αἷμα περὶ τῆς σελήνης εἶπε καὶ οὐ περὶ τῆς πλευΤὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν
. Καὶ μετὰ τὸ ἀνελεῖν ἀρνοῦνται. Ἀεὶ γὰρ ἡ κακία καθ’ ἑαυτῆς ὁρίζουσα μετανοεῖ, καὶ ἀνακαλεῖται τὰς ἰδίας φωνάς. Οἱ εἰπόντες·
Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς
, λέγουσιν τοῖς ἀποστόλοις·
Τί βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου;
Ὁ ἥλιός
Ἐπειδὴ γὰρ ἡ πρώτη ἦν εὐτελὴς ἡ ἐν σαρκί, ἡ διδακτική, ἡ δὲ δευτέρα ἔνδοξος, τοῦ ἁγίου σώματος ἐκείνου οὐκέτι ταπεινῶς φαινομένου, ἀλλ’ ἀπαύγασμα φωτὸς ἀπαστράπτοντος. Διὰ τοῦτο λέγει·
Τὴν ἡμέραν τοῦ κυρίου τὴν μεγάλην
.
Εἴρηται πολλάκις ἡμῖν, ὅτι θεός ἐστιν ὁ λέγων·
Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου
. Εἰπὲ τῷ Ἰουδαίῳ· εἰ ἓν πρόσωπόν ἐστι, καὶ ἓν θεϊκὸν ἐστὶν ὄνομα, καὶ αὐτὸς λαλεῖ
Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου καὶ δώσω σημεῖα πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου, καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται
, κύριον τὸν σωτῆρα λέγων, ὡς φησὶν ὁ Παῦλος·
Ὁ γὰρ αὐτὸς κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται
. Καὶ ἵνα δείξῃ ὅτι περὶ τοῦ Χριστοῦ λέγει, ἐπάγει·
Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσιν;
Εἴρηται κατὰ δύναμιν ἡ τοῦ ἁγίου πνεύματος ἐπιφοίτησις· ὅτι βασιλική, ὅτι ἔνδοξος, ὅτι ἀδιαίρετος, ὅτι εἰρηνική. Φύσις γὰρ πρὸς ἑαυτὴν εἰρηνεύει κἂν ἐργάσηται ὁ υἱὸς ἐπὶ τὸν πατέρα. Ἀνάγει ὁ σωτήρ· καλεῖ πρὸς τὸν
Οὗτός ἐστιν ἀδελφός μου, καὶ ἀδελφή μου καὶ μήτηρ, ὃς ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου
. Ὁ υἱὸς ἐπὶ τὸν πατέρα. Ὁ πατὴρ ὅτι·
Οὗτός μου ἐστὶν ὁ υἱὸς ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε
. Ὥσπερ δὲ μαρτυρεῖ ὁ πατὴρ τῷ υἱῷ, οὕτως πάλιν μαρτυρεῖ τῷ πνεύματι λέγων·
Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, αὐτὸς ἀναμνήσει ὑμᾶς πάντα καὶ ὀδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν
. Πρόσεχε τοίνυν. Ἐπεφοίτησε τὸ πνεῦμα τὸ ἅγιον τοῖς ἀποστόλοις καὶ ἐλάλησεν ἐν αὐτοῖς. Οἱ ἅγιοι ὁρῶντες τότε οὐκ εἶχον πῶς ἐπιβάλωσι τῇ θεωρίᾳ. Τίς ὁ λαλῶν ἐν τούτοις; Θεός; Τὸ μὲν οὖν πρᾶγμα ἐδείκνυεν ὅτι θεός. Οἱ δὲ ἀπόστολοι οὐ συνεχώρουν τὸ ἁπλῶς νοῆσαι θεόν, ἀλλὰ μετὰ τῆς προσηγορίας τοῦ ἁγίου πνεύματος. Ἐπειδὴ γὰρ τὸ τοῦ θεοῦ ὄνομα πάντες ᾔδεισαν, τὸ δὲ υἱοῦ καὶ τοῦ πνεύματος πάντες ἠγνόουν, ἔκρυἌνδρες ἀδελφοί, ἐχρῆν πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυίδ
. Ὁρᾷς πῶς ἐπὶ τὸ πνεῦμα ἄγει τὰς προφητείας. Τότε εἶπεν τὸ πνεῦμα τὸ ἅγιον. Νῦν Πέτρος εἶπεν μόνος, ὁ ἅγιος, διὰ τοῦ στόματος Δαυὶδ ὑπὸ τοῦ ἁγίου πνεύματος ἐλαλήθη. Πῶς οὖν ὁ πατὴρ Ἰωάννου τοῦ βαπτιστοῦ Ζαχαρίας λέγει·
Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυὶδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος πάντων τῶν ἁγίων
. Εἰ ὁ τοῦ βαπτιστοῦ πατὴρ λέΘεός ἐλάλησε διὰ τῶν προφητῶν
, ὁ δὲ Πέτρος λέγει·
Τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε
, δῆλον ὅτι θεὸς τὸ πνεῦμα, ὡς μαρτυρεῖ Πέτρος καὶ ἑρμηνεύει ὁ πατὴρ Ἰωάννου. Ἀδιαίρετος ἡ φύσις, ἀμέριστος ἡ δόξα, ἄσχιστος ἡ βασιλεία, ἡνωμένον τὸ κράτος. Θέλει πατήρ, συνευδοκεῖ υἱός, βούλεται υἱός, ψηφίζεται πατήρ, σφραγίζει τὸ πνεῦμα. Πατὴρ διατάττει, υἱὸς βεβαιοῖ. Εἰ ὁ πατὴρ ἐν τῇ συνδόνι λέγει πρὸς τὸν Πέτρον·
Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε, ὁ δὲ Πέτρος λέγει· Μηδαμῶς, κύριε, οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον
. Εἶτα λέγει
Ἃ ὁ θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου
ἡ φωνὴ θεοῦ. Καὶ Πέτρος λέγει·
Κἀμοὶ ὁ θεὸς ὑπέδειξεν
. Εἶτα ἐπάγει·
Εἶπεν τὸ πνεῦμα τὸ ἅγιον τῷ Πέτρῳ· Κατάβηθι, καὶ πορεύου μετ’ αὐτῶν, μηδὲν διακρινόμενος
. Τὸ πνεῦμα λέγει·
Ἐγὼ ἀπέστειλα
· ὁ Πέτρος λέγει·
Κἀμοὶ ὁ θεὸς ἔδειξεν
. Ὁρᾷς τὴν φύσιν ἀδιαίρετον;
Ὅταν λαλήσῃ, λογισμὸς κοινὸς μάχην ἔχῃ. Ἐὰν εἴπω ἐγώ, οὐ λέγω· «ἀγέννητον», ἀλλὰ «πατέρα». Λέγει ὁ αἱρετικός· ἐγὼ «ἀγέννητον» λέγω. Εἰπὲ αὐτῷ σύ· μὴ σοφώτεροί ἐσμεν τοῦ θεοῦ; Οὐκ εἶπεν· Μαθητεύσατε εἰς ὄνομα ἀγεννήτου καὶ γεννητοῦ. Ὑβρίζεις τὴν δεσποτικὴν φωνὴν καὶ λαμβάνεις ξένην; Πυρὸς ἀλλοτρίου οὐκ ἠνέσχετο τὸ θυσιαστήριον, καὶ φωνῶν ξένων ἀνέχεται τὸ βαπτιστήριον; Θεῷ οὐδεῖς ἀντιλέγει, ἐὰν ᾖ θεοῦ. Οὐκ εἶπον· «θεοῦ τὰ ῥήματα», ἀλλ’ ἐὰν ᾖ θεοῦ ὁ ἀκούων. Θεῷ οὐδεὶς ἀντιλέγει· ἀδύνατον. Ὅτε τῷ Πέτρω ἔλεγεν ὁ θεός·
Ἀναστάς, Πέτρε, θύσον καὶ φάγε, οὐδὲν κοινὸν ἢ ἀκάθαρτον
, οὐκ ἀντιδιετάξατο ὁ Πέτρος καὶ εἶπεν· «σὺ ἐνομοθέτησας· τόδε φάγε καὶ τόδε μὴ φάγῃς, ἐκεὶ διορίζεις καὶ ὧδε συνάπτεις; Εἰ δὲ ἀληθεύει ὁ νόμος, ταῦτα
Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον
. Ἃ ἤκουσας θεοῦ, μὴ συλλογίζου. Θεὸς ἐλάλησε, ὑπάκουε, καὶ μὴ ἀντίλεγε τῇ ἀληθείᾳ. Διὰ τοῦτο καὶ ὁ Σολομὼν λέγει·
Τέκνον, μὴ ἀντίλεγε τῇ ἀληθείᾳ κατὰ μηδένα τρόπον
.
Ἤκουσας «Θεὸν πατέρα», ἤκουσας «Υἱόν», ἤκουσας «τὸ πνεῦμα». Τί σχίζεις τὰ ἀμέριστα; Ὁ θεὸς λέγει·
Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου
. Καὶ ἀλλοτριοῖς ἃ λέγει. Τὸ «πνεῦμά μού, φησιν, οὐ κατ’ οἰκείωσιν καὶ οὐ κατὰ φύσιν λέγεται, ὥσπερ λέγεται δοῦλός μου». Τὸ «μου» κοινὸν ἔστω· καὶ φύσιν ἑρμηνεύει καὶ οἰκείωσιν. Ἐρωτῶ πῶς οὖν λέγει τὸ πνεῦμα; Ὡς οἰκειωμένον;
Οὐδεῖς εἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ
. Εἰ τὸ πνεῦμα τὸ ἐν ἡμῖν ἀλλότριον ἡμῶν ἐστίν, καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἀλλότριον καὶ δοῦλον αὐτοῦ ἐστιν.
Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου
. Καὶ ἀλλαχοῦ·
Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν
. Καὶ πάλιν σαφῶς περὶ τῆς τριάδος κηρύττων λέγει·
Ἴσχυε Ζοροβάβελ· διότι ἐγὼ μεθ’ ὑμῶν εἰμι, καὶ ὁ λόγος μου ὁ ἀγαθὸς καὶ τὸ πνεῦμά μου ἐν μέσῳ ὑμῶν
. Αὕτη ἡ ζῶσα χάρις, ἡ ἀδιαίρετος δύναμις, ἡ ἀμέριστος βασιλεία ἡ γενομένη μετ’ ἐκείνων, καὶ μεθ’ ἡμῶν, καὶ πάντας φυλάττουσα. Αὐτῇ ἡ δόξα καὶ τὸ κράτος νῦν και ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.