Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Τὰ μεγάλα τῶν πραγμάτων μεγάλων δεῖται διηγημάτων, καὶ αἱ λαμπραὶ τῶν δικαίων ἱστορίαι λαμπρᾶς δέονται καὶ γλώττης καὶ διανοίας· διανοίας μὲν εἰλικρινῶς τὰς θείας γραφὰς θεωρούσης, γλώττης δὲ τρανῶς τὰ θεῖα ἑρμηνευούσης, καὶ μάλιστα ἐπὶ τῆς προκειμένης ὑποθέσεως, λέγω δὲ τῶν τῷ μακαρίῳ Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι.
Ἀναγκαῖόν ἐστι πρῶτον σκοπῆσαι τὸ προοίμιον ποίαν ἔχει δύναμιν, καὶ τίνος ἕνεκεν ἀπὸ ταύτης τῆς λέξεως τὸ προοίμιον πεποίηται ὁ ἱστοριογράφος·
Ἄνθρωπός τις ἦν
. Ἐπειδὴ ἔμελλε βίον ἐνάρετον διηγήσασθαι καὶ πολὺ τὴν ἡμετέραν κατάστασιν νικῶντα, ἵνα μή τις εἰς τὴν ὑπερβολὴν τῶν ἀγώνων ἀποβλέψας, νομίσῃ ξένην εἶναι φύσιν καὶ οὐκ ἀνθρωπίνην, προλαβὼν ἔδειξε τὴν φύσιν, ἵνα θαυμάσῃς τὴν πρόθεσιν, ὅτι ἄνθρωπος ὢν ὑπὲρ ἄνθρωπον ἐπολιτεύσατο, καὶ μὲν κοινῆς φύσεως ἅπασι κοινωνήσας, ἀνωτέραν δὲ τοῦ κόσμου τὴν ψυχὴν ἀναγαγών.
Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι.
Κηρύττει αὐτὸν καὶ ἀπὸ τῆς
Μή τις πόρνος ἢ βέβηλος, ὡς Ἡσαῦ
Πόρνος καὶ βέβηλος.
Τίς δὲ ἦν καὶ Εἰ ἐπηκολούθησεν ὁ ὀφθαλμός μου γυναικὶ ἀλλοτρίᾳ, ἀρέσει καὶ ἡ γυνή μου ἀλλοτρίῳ ἀνδρί.
Ἡσαῦ περὶ πολλὰς ἔσχε μίξιν γυναῖκας ἄπληστος ὢν εἰς ἀσέλγειαν, ὁ δὲ Διαθήκην
Εἶπε
Ἡ τοίνυν ῥίζα ἀδελφοκτόνος, ὁ δὲ ἐκ τῆς ῥίζης ἀνθήσας δικαιοσύνης βραβευτής. Ἐκεῖνος τῇ φύσει ἐπολέμησε καὶ τὸν ἀδελφὸν ἀλλότριον ἡγεῖτο· οὗτος καὶ τοὺς ἀλλοτρίους ἀδελφοὺς ἐνόμιζεν
Ἐγενόμην ὀρφανοῖς ὡς πατήρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν. Δίκην ἣν οὐκ ᾔδειν, ἐξιχνίασα, καὶ κατέπαυσα ἀδίκους.
Μήποτε οἱ υἱοί μου κακὰ ἐνενόησαν πρὸς τὸν θεόν;
Παρελάμβανον δέ
Καὶ τί τοῦτο εἰς ὠφέλειαν τῷ ἀκροατῇ; καὶ διὰ τί προσέθηκε τῶν ἀδελφῶν τὴν συνεστίασιν; Ἵνα δειχθῇ εἰς ὅσον σωφροσύνης ἠνέχθη αὐτῶν τὸ συμπόσιον καὶ ὅτι οὐκ ἦν γέλως ἄτακτος καὶ ἐκκεχυμένος καὶ ἀκολασία τὴν τράπεζαν ὑβρίζουσα, διὰ τοῦτο παρεισάγει καὶ τὰς παρθένους εὐωχουμένας, ἵνα δείξῃ τὸ πρόσχημα τοῦ συμποσίου οὐ μέθῃ ὑβριζόμενον, ἀλλὰ συμφωνίᾳ στεφανούμενον.
Ἄν
· περιστερὰ ἐν μέσῳ ἱεράκων, πρόβατον ἐν μέσῳ λύκων, ἀστὴρ ἐν μέσῳ τῶν νεφελῶν, κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν, τὸ βλάστημα τῆς δικαιοσύνης ἐν τῇ κώμῃ τῆς ἀδικίας.
Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος.
Πρόσεχε ἀκριβῶς· Οἱ ἔξωθεν ὅρον ἔθεντο ἀνθρώπου·
Ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός.
Ἐάν τις σε ἐρωτήσῃ καὶ ὅρον ἀπαιτήσῃ
Ἄμεμπτος, δίκαιος, ἀληθινός, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος·
ὡς ὅ γε τοῖς τοιούτοις κατορθώμασι μὴ μεμαρτυρημένος, οὐδὲ ἄνθρωπος ὑπάρχει. Ἐὰν γὰρ ἔχῃ μὲν τὸν χαρακτῆρα τῆς φύσεως, ὑβρίζῃ δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούει
Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.
Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος.
Οὐ μικρὸν τὸ ἐγκώμιον. Βασάνισον τὴν λέξιν, ἵνα θαυμάσῃς τὴν πρόθεσιν. Ἄλλο ἐστὶν ἔγκλημα καὶ ἄλλο μέμψις· ἔγκλημα μὲν γὰρ ταῖς βαρυτάταις ἐπάγεται τῶν ἁμαρτιῶν, ἡ δὲ μέμψις ἐπὶ τῶν κουφοτάτων γίνεται πταισμάτων. Ἠθέλησεν οὖν δεῖξαι ὁ συγγραφεύς, ὅτι οὐ μόνον ἐγκλημάτων μακρὰν ἦν ὁ δίκαιος, ἀλλὰ καὶ μέμψεων. Οὐδεὶς αὐτῷ ἐνεκάλεσεν ὡς μεγάλα δράσαντι, ὅπουγε οὐδὲ ἐμέμψατο ὡς μικρὰ πράξαντι. Τοῦτο δὲ μέγα τεκμήριον, οὗ μέσος ὁ βίος ἀνέγκλητος. Ὧι γὰρ μὴ ἔχῃς περὶ μοιχείας ἐγκαλεῖν ἢ περὶ φόνων, ὁ τοιοῦτος ἀνέγκλητος, ᾧ δὲ μέμψεις προσάγεις ὕβρεως, διαβολῆς ἢ λοιδορίας ἢ μέθης, ὁ τοιοῦτος ἐγκλημάτων μὲν ἐκτός, ὑπὸ μέμψιν δὲ τρέχει. Ἠθέλησεν οὖν δεῖξαι, ὅτι καὶ τῶν μικρῶν καὶ ἐλαχίστων πταισμάτων μακρὰν ἦν,
Ἦν ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
Σὺ δὲ εὐαρέστει ἐνώπιόν μου, καὶ γίνου ἄμεμπτος.
ἄμεμπτος
εἰς ἀκρότητα τρόπων ἐκλαμβάνεται. Ὁ δὲ ἀπόστολος Παῦλος, ἐπειδὴ πρὸς τὰ ἔθνη εἶχε τοὺς ἀπὸ πολυθεΐας ἀπεσπασμένους, τοὺς ἀπὸ κακίας συνειλεγμένους, τοὺς ἀπὸ πορνείας καὶ μοιχείας συνηθροισμένους, οὐ προσέθηκε τὸ ἄκρον τῆς ἀρετῆς, ἀλλ’ ὡς ἦλθεν εἰς τὴν οἰκουμένην πεπληρωμένην πορνείας καὶ μοιχείας, ἠθέλησε καὶ ποιμένας καταστῆσαι τῆς οἰκουμένης, ἐπειδὴ τότε ἐσπάνιζε τὰ καλὰ τῆς ἀρετῆς, καθιστῶν ἐπισκόπους,
Κατάστησον ἐπισκόπους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγκλητος.
ἄμεμπτος
οὐκ εἶχε τότε χώραν, ἐπειδή, ὡς προεῖπον, ἐσπάνιζεν ἀκμὴν τὰ τῆς εὐσεβείας. Μέγα τὸ ἄμεμπτον, μέσον δὲ τὸ ἀνέγκλητον, μέγα δὲ ἐν κακοῖς καὶ τὸ μικρὸν ἀγαθόν.
Διὰ τοῦτο εἶπε·
Μιᾶς γυναικὸς ἄνδρα.
Οὐκ ἐπειδὴ τοῦτο νῦν φυλάττεται ἐν τῇ ἐκκλησίᾳ – δεῖ γὰρ παντελεῖ ἁγνείᾳ καὶ ἁγιωσύνῃ ἐστέφθαι τὸν ἱερέα –, ἀλλ’ ἐπειδὴ τότε πρὸς τοὺς ἐν πορνείᾳ μέγα ἦν,
Κατάστησον ἐπισκόπους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ·
Ἄμεμπτος, δίκαιο.ς
Οὐ πρότερον οὖν ἔστι γενέσθαι δίκαιον, ἄμεμπτον μὴ γενόμενον.
Ἀληθινός.
Ὁ
ἀληθινός
, τί βούλεται; Ὁ μὴ ἐσχηματισμένος τὴν ὄψιν καὶ ἄλλην ἔχων τὴν κατάστασιν, ὁ μὴ σωφροσύνην σχηματιζόμενος, ἀκολασίαν δὲ ἐνδεδυμένος, ὁ μὴ τὴν δικαιοσύνην ἐν τῷ σχήματι δεικνύων, τὴν δὲ ἀδικίαν ἐν τῇ καρδίᾳ φέρων. Οὗτος ἀληθινὸς καὶ εὐθέως θεοσεβής. Ὅταν γὰρ ᾖ τὸ ἄμεμπτον, ὅταν τὸ δίκαιον, ὅταν τὸ ἀληθινόν, τότε ἡ ἀληθὴς ἀπαρτίζεται θεοσέβεια.
Ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
Ἐπειδὴ πολλοὶ ἀπέχονται ἀπὸ πολλῶν ἁμαρτημάτων, πάντων δὲ οὐκ ἀπέχονται, τὸ ἄκρον πάλιν τῆς ἀρετῆς βουλόμενος ὑποθέσθαι,
Ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
Οἱ ἀγαπῶντες κύριον, μισεῖτε πονηρά.
Ἡ θύρα μου ἀνέῳκται παντὶ θλιβομένῳ·
εἰπέ·
Ὤμους πενήτων ἐθέρμανα·
· εἰπέ·
Ἐκ τῆς κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων·
εἰπέ·
Καὶ στόμα χήρας εὐλόγησέ με·
καὶ πλούτει πλοῦτον ὃν θέλεις. Εὑρεθήσῃ γὰρ οὐ σαυτῷ πλουτῶν, ἀλλὰ τοῖς πένησιν οἰκονομῶν.
Ἡ θύρα μου
Μίμησαι τὴν ἀκρότητα ταύτης τῆς φιλοπτωχίας· ἔνδυσαι τὸν ζῆλον τῆς ὑπομονῆς, ἄνδρισαι κατὰ τῶν ἐναντίων, τὰ ἴσα φρόνησον. Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. Γένοιτο δὲ ἡμᾶς τὸν ζῆλον καὶ τὴν ὑπομονὴν ἔχοντας ἔναυλον ἔχειν καὶ τὴν ἀκολουθίαν τῶν λειπομένων καὶ ὑμᾶς παρ’ ἡμῶν ἀπαιτεῖν τὰ λειπόμενα καὶ ἡμᾶς ὑμῖν τιννύειν τῶν θεωρημάτων τὴν ἀκολουθίαν. Καὶ γένοιτο ἡμᾶς γνησίως καὶ τὴν ἑορτὴν ἐπιτελέσαι καὶ τοῖς παθήμασι τῶν ἁγίων κοινωνήσαντας κοινωνῆσαι καὶ τῷ πάθει Χριστοῦ. Ἀληθῶς γάρ, ἀδελφοί, δικαίως προέλαμψε τοῦ πάθους τοῦ Χριστοῦ τὰ πάθη τῶν ἁγίων. Προέλαμψαν γάρ, ὥσπερ ἀστραπαί, τὰ πάθη τῶν δικαίων,