Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Φέρε, καὶ ἡμεῖς ἁψώμεθα τῆς ὑποθέσεως καὶ ὑμεῖς τῆς ἀκροάσεως· καὶ πάντες γινώμεθα τῆς ἑσπερινῆς ἀκολουθίας τοῦ Μένει δὲ τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη.
ὀφθαλμὸς ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν
Ἦν δὲ αὐτῷ
Ποῖα δὲ ταῦτα; Φιλοπτωχία καὶ φιλοξενία, ἄκρα ταπείνωσις, ἐλεημοσύνη ἀνυπέρβλητος καὶ ὅσα εἰς ἀρετὴν συντελεῖ. Ἀλλ’ ὁ μὲν οὕτως ἐκόμα, οὐ τῷ πλούτῳ τῷ προσκαίρῳ μᾶλλον, ἀλλὰ τῷ τῆς εὐσεβείας. Ἄλλος δέ τις σοφὸς κοινῶς ἐκλαμβάνων τὸν λόγον, νομίζει ἔργα μεγάλα εἶναι ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ σπόριμα πλέθρα καὶ ὅσα τοιαῦτα. Ἀληθῶς δὲ ἦν αὐτῷ ἔργα μεγάλα ἐπὶ τῆς γῆς κομῶντι τῷ πλούτῳ τῷ ἐπουρανίῳ. Ὁ δὲ διάβολος, ὥσπερ ἔφθην εἰπὼν τῇ προτέρᾳ, ὑποτοπήσας ὁ παμμίαρος, ὅτι ὥσπερ αὐτῷ πλουτοῦντι συνεπλούτησε καὶ ἡ ἀρετή, οὕτω καὶ πτωχεύσαντι συμπτωχεύσει καὶ τὰ τῆς ἀρετῆς γυμνοῖ αὐτὸν τῶν κτεάνων, ἵνα γυμνώσῃ καὶ τῶν τῆς ἀρετῆς πλεονεκτημάτων, καὶ αἰτεῖται παρὰ τοῦ θεοῦ τὸν κατὰ τοῦ δικαίου πειρασμόν, ἵνα σὺ θάρσος λάβῃς, ὅτι οὐκ ἔχει δαίμων ἐξουσίαν κατὰ Χριστιανοῦ οὐδὲ κατ’ ἀνδρὸς φοβουμένου τὸν θεόν, ἐὰν μὴ ἐπιτροπὴ ἄνωθεν γένηται ἢ διὰ παιδείαν ἢ διὰ συγχώρησιν. θεὸς γὰρ ὅταν ἐπάγῃ παιδευτήρια ἢ δίκην ἀπαιτεῖ τῶν ἁμαρτημάτων ἢ τὴν ἀρετὴν γυμνάζει τῶν θείων κατορθωμάτων. Οὐκ ἠδυνήθη οὖν ὁ διάβολος πολεμῆσαι τῷ Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμᾶς ἀπελθεῖν εἰς τοὺς χοίρους.
Ἐγένετό
Ἆρα οὖν σὺν τῇ ἀγγελικῇ λειτουργίᾳ παρίσταται καὶ ὁ διάβολος καὶ ἐν μέσῳ τῶν ἁγίων πνευμάτων τὸ ἀκάθαρτον πνεῦμα παρίσταται; Ἀλλ’ οὔτε οἱ ἅγιοι ἄγγελοι τῷ θεῷ παρέστησαν σωματικῶς οὐδὲ ὁ Σατανᾶς σωματικῶς, ἀλλὰ πᾶσα ὑπουργία παράστασις λέγεται. Ὥσπερ γὰρ ὁ Ἠλίας ἐπὶ τῆς γῆς πολιτευόμενος τῷ θεῷ παρεστάναι ἐλέγετο,
Ζῇ κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον
Οὐχὶ πάντες λειτουργικὰ πνεύματά εἰσιν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
Ἐξαπέστειλε
Οἱ τοίνυν πονηροὶ καὶ ἀκάθαρτοι δαίμονες, εἰ καὶ ἀφηνίασαν τῇ προθέσει, ἀλλ’ ὑπὸ τὸν ζυγὸν κεῖνται τῆς δουλείας καὶ κελεύονται ὡς δήμιοι πρᾶξαι τὰ προσταττόμενα. Καὶ μὴ θαυμάσῃς, εἰ θεὸς κελεύει δαίμοσιν. Οἱ ἀπόστολοι ὡς δημίῳ κέχρηνται τῷ διαβόλῳ.
Ἐπειδή τινες περὶ τὴν πίστιν ἠστόχησαν, τούτους παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.
Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ ἔκρινα τὸν οὕτω τοῦτο κατεργασάμενον, τοῦτον παραδοῦναι τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου.
Τίς πορεύσεται καὶ ἀπατήσει τὸν Ἀχαάβ, καὶ πεσεῖται;
εἶπεν ὁ κύριος τῷ διαβόλῳ
, ἐρῶ σοι
Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου;
Ἐπέταξεν ὁ θεὸς τῷ κήτει.
Ἆρα φωνὴν ἐκπέμψας ἢ πρόσταγμά τι νευρώσας;
Ἐκέλευσεν ὁ θεὸς σκώληκι ἑωθινῇ.
Οὕτως ἐὰν σχηματίσῃ ὁ λόγος, ὅτι ὁ θεὸς ἐφθέγξατο πρὸς τὸν διάβολον, μὴ ἐξ ἰσοτιμίας παραγάγῃς τὴν ἄτιμον ταύτην καὶ παραβεβηκυῖαν πρόθεσιν εἰσαγομένην εἰς πρόσωπον τοῦ δεσπότου. Ἀλλ’ ἑστήκασιν οἱ ἄγγελοι κατὰ τὴν διατεταγμένην ἀκολουθίαν, ἦλθε δὲ ὁ διάβολος καὶ παρέστη ἐν μέσῳ τῶν ἀγγέλων, ἵνα μάθῃς, ὅτι ἀγγέλου μὲν φύσιν ἔλαβε, προδότου δὲ πρόθεσιν ἐπεδείξατο. Διάβολος γάρ, ἀδελφοί, οὐ φύσεως ὄνομα,
Ἤιδει ὁ θεός, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, ἔσεσθε ὡς θεοί.
Μὴ γὰρ δωρεὰν σέβεται
, τουτέστιν, ὑπομίσθιός ἐστιν, οὐκ ἐνάρετος· μισθόν σοι τελεῖ τῆς εὐπραγίας· περίελε τὰ χρήματα, καὶ γυμνοῦται αὐτοῦ ἡ πρόθεσις. Ἐπεὶ οὖν εἶδεν ὁ θεὸς τὸν δίκαιον τῇ ὑπονοίᾳ ἐκείνου ὑβριζόμενον, περιαιρεῖ τὰ κτήματα, ἵνα περιέλῃ τὴν ὑποψίαν καὶ γυμνὴν δείξῃ τὴν εὐσέβειαν. Καὶ βλέπε τοῦ πονηροῦ δαίμονος τὴν πρόθεσιν·
Εἶπέ
Εἶτα ὁ ὑπερήφανος καὶ ἀλαζὼν καὶ μήτε τὴν ἑαυτοῦ τάξιν εἰδώς μήτε τοῦ ἐρωτῶντος τὴν ἀξίαν λέγει·
Περιελθὼν τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανόν, πάρειμι·
μονονουχὶ βοῶν καὶ βουλόμενος δεῖξαι, ὅτι κρατεῖ τῆς ὑπ’ οὐρανόν, ὅτι πάντα αὐτῷ πεπάτηται γήϊνα, ὅτι πάντας ὑπὸ πόδας ἔχει τοὺς ἀνθρώπους.
Περιελθών
Ἐκκόπτεται τοῦ διαβόλου ἡ ἀλαζονεία. Ἐπειδὴ γὰρ ἐνόμισε κρατεῖν τῆς τοῦ θεοῦ εἰκόνος, ἐκβάλλεται τῆς γῆς, ὥστε μηκέτι ἐμπεριπατεῖν, καὶ ἐξορίζει αὐτὸν ὁ πάντων δεσπότης. Αὐτὸς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος
ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός.
Τὰ πρῶτα ἐμπεριεπάτει ὁ διάβολος. Ὅτε μὲν γὰρ ἡ εἰδωλολατρεία ἐκέχυτο, ὅτε ἡ ἀσέβεια ἐκράτει, ὅτε πάντα τὰ τῆς κακίας ἤκμαζεν, ὁ διάβολος ἐμπεριεπάτει, ὅτε δὲ ἁγιωσύνη καὶ δικαιοσύνη καὶ ἀλήθεια παρὰ τοῖς φυλάττουσι τὴν ἀλήθειαν, ὁ θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ.
Προσέσχες οὖν τῇ διανοίᾳ σου
Ἐπειδὴ εἶπε
πᾶσαν περιῆλθον τὴν ὑπ’ οὐρανόν
καὶ ἠλαζονεύετο ὡς πάντων κρατῶν, παραλύων αὐτοῦ τὴν ἀλαζονείαν ὁ λόγος τῆς ἀληθείας, φησὶ πρὸς αὐτόν·
Οὐ δωρεὰν σέβεται.
Προσέθηκε τὰ κτήματα, ἵνα ὑβρίσῃ αὐτοῦ τὸν τρόπον, ἵνα ὑβρίσῃ αὐτοῦ καὶ τὸ ἦθος, ἵνα ταῖς ὑπονοίαις νόθον δείξῃ τὴν ἀρετήν. Σὺ δέδωκας αὐτῷ, φησί, τὴν ἀφθονίαν· περίελε τὴν ἀφθονίαν καὶ γυμνοῦται ἡ ὑπόκρισις. Λέγει αὐτῷ ὁ θεός·
Ἅψαι πάντων ὧν ἔχει.
Ἤιδει γὰρ ὁ θεός, ὅτι ἀκόρεστον ἔχει τὴν πρόθεσιν εἰς πλεονεξίαν, καὶ λέγει·
Ἰδού, πάντων δίδωμί σοι τὴν ἐξουσίαν, αὐτοῦ δὲ μόνον μὴ ἅψῃ.
Ὅροις περιορίζει τὴν κακίαν τοῦ διαβόλου. Βλέπε λοιπὸν οἷον ἀποτείνει τόξον κατὰ τοῦ δικαίου, οἷα πέμπει βέλη. Ἐξῆλθε καὶ πρῶτον σχηματίζεται αὐτὸς ὁ τῶν κακῶν ἐργάτης, αὐτὸς ἑαυτὸν ἄγγελον τῶν κακῶν παραστήσας, αὐτὸς ἔπληξε τὰ κτήνη καὶ αὐτὸς ἀπαγγέλλει τὴν πληγήν.
Τὰ ζεύγη τῶν βοῶν σου ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες καὶ κατέσφαξαν τοὺς παῖδάς σου καὶ ὑπελείφθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
Οὐ γὰρ αὐ
τὰ ζεύγη τῶν βοῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες
, εἶδε δὲ τὸν Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ.
Μὴ δύνῃ εἰπεῖν, ὅτι ἐχθροὶ ἔρριψαν ἄνωθεν; Ὕβρισον τὸν ἀδικήσαντα, βλασφήμησον τὸν πολεμήσαντα.
Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ.
Διὰ τί λατρεύεις τῷ ἀδικήσαντι, διὰ τί προσκυνεῖς τὸν ἀναλίσκοντά σου τὰ κτήματα;
Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ.
Ἤκουσεν ὁ Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ.
Καθ’ ἡμέραν ἔκαμνε προσφέρων θυσίας ὑπὲρ τῶν τέκνων· ἃ καθ’ ἡμέραν κάμνων προσέφερεν, ἀθρόως ὁ θεὸς εἰς θυσίαν ἔλαβε.
Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ.
Εἰ ἐγὼ μόνος ἐνεδυόμην, δικαίως ἤλγουν, εἰ δὲ πένητες ἐνεδύοντο, μὴ δύναται ὁ δεσπότης ἀμελῆσαι τῶν πτωχῶν; Οἶδα, ὅτι ἃ ἔλαβεν εἰς θυσίαν, ἀποδίδωσιν εἰς τὸ πενταπλάσιον. Μὴ γὰρ ἐξ ἀδικίας συνήχθη τὰ κτήματα; μὴ γὰρ ἀπὸ πλεονεξίας ἐκτησάμην τὰ πρόβατα;
Ἐκ τῆς κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων
καὶ
στόμα χήρας εὐλόγησέ με.
Οἶδε, τί ποιεῖ ὁ θεός. Νῦν ἐλαβέ μου τὴν ὕπαρξιν ὡς θυσίαν, πολλαπλασιάζει δέ μου τὴν οὐσίαν εἰς πλεονασμὸν ἀρετῆς. Οὐ σαλεύει με τὰ ἔξωθεν βέλη τοῖς ἔσωθεν ὀχυρούμενον, στηρίζει δέ με μᾶλλον ἔνδοθεν τὰ τοῦ θεοῦ βέλη.
Τὰ
· περὶ ὧν
τὰ βέλη σου ἐνεπάγησάν μοι.
Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων ἐν τῇ οἰκίᾳ τοῦ πρεσβυτέρου σου υἱοῦ, ἦλθε πνεῦμα μέγα ἐκ τῆς ἐρήμου καὶ συνέσεισε τὸν οἶκον καὶ ἔπεσεν ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν.
ἐπὶ τὰ παιδία
, ἵνα τῶν παίδων ἀκούσας εἰς οἶκτον ἔλθῃ, ἵνα καμφθῇ πρὸς συμπάθειαν.
Ἦλθε πνεῦμα μέγα ἐκ τῆς ἐρήμου.
Πάλιν τὸν κριτὴν διαβάλλει. Πνεῦμα γὰρ οὐκ ἀνθρώποις ὑπακούει, ἀλλὰ τῷ θεῷ.
Ἔπεσεν ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν
Τότε
οὕτω γὰρ γέγραπται.
Ἀνέστη
. Οὐ γὰρ κατέπεσε τῇ πληγῇ, ἀλλ’ ἀνέστη τῇ δυνάμει τῆς εὐσεβείας·
Ἀνέστη καὶ προσεκύνησε.
Μισθὸς συμφορῶν ἡ προσκύνησις. Τυπτόμενος εὐλόγει, συμφοραῖς βαλλόμενος εὐχαρίστει.
Καὶ περιεκείρατο τὴν κόμην.
Νῦν ἐφ’ ἡμῶν τῶν πενθούντων πολλοὶ τρέφουσι κόμην, ἐκεῖνος δὲ περιῄρει. Διὰ τί; Τῷ πενθοῦντι τὸ σπουδαζόμενον, εἰς τὸ ἐναντίον σχῆμα περιστῆσαι τὴν κατάστασιν. Ὅπου οὖν τιμᾶται κόμη, σημεῖον πένθους τὸ μὴ κείρεσθαι. Πανταχοῦ γὰρ τὸ ἐναντίον ζητεῖται σχῆμα ἀπὸ τῶν πενθούντων.
Καὶ διέρρηξε τὰ ἱμάτια·
τῷ μὲν σχήματι πρὸς τὸ πάθος ἀποσυρόμενος, τῷ δὲ πράγματι πρὸς τὴν ἀρετὴν ἀποδυόμενος. Ἀποδύεται τὸ ἱμάτιον, ἵνα ὡς γυμνὸς ἀθλητὴς περιπλακῇ τῷ ἀντιπάλῳ καὶ ἐξ ἀναντιρρήτου πάλης βραβεύσῃ τὴν δικαιοσύνην. Ἀπεδύσατο τὸ ἱμάτιον ὁ ἐνδεδυμένος τὴν δικαιοσύνην καί
Ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.
Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι.
Ἀποστολικὴ ἡ φωνὴ πρὸ τῶν ἀποστολικῶν χρόνων ἀνδριζομένη·
Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός, γυμνὸς καὶ ἀπελεύσομαι·
Οὐδὲν ἐπηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.
Ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο.
Πάντων περιῃρέθη, ἵνα συντέμω, καὶ ἡ γυνὴ μόνη ὑπελέλειπτο, τὸ ἀρχαῖον ὄργανον τοῦ διαβόλου. Ἡ γυνὴ ὑπελέλειπτο οὐ φεισαμένου τοῦ διαβόλου, ἀλλ’ ἑαυτῷ τὸ ὅπλον τηρήσαντος. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι διὰ γυναικὸς τὸν πρῶτον ἄνθρωπον κατηγωνίσατο, φυλάττει τὴν γυναῖκα, ἵνα τῷ ὁμοίῳ ὅπλῳ χρήσηται πρὸς τὴν ἐπιβουλήν. Ἀλλ’ ἐκεῖ μὲν εὗρε τὸν Ἕως τίνος καρτερήσεις;
ἕως τίνος
βασανιζομένου ἦν ἡ φωνή. Ἐγὼ βασανίζομαι, καὶ σὺ λέγεις·
Ἕως τίνος;
Ἐγὼ τύπτομαι, καὶ σὺ ναρκᾷς πρὸς τὰς πληγὰς τοῦ βασανιζομένου; Ἕως τίνος κάθησαι περιμένων ἡμέραν ἐξ ἡμέρας τὴν σωτηρίαν; Ἄκων ὁ διάβολος τὴν ἀρετὴν τοῦ δικαίου ἀνυμνεῖ, κηρύττει αὐτοῦ τὴν ὑπομονήν, ὅτι ἐλπίδι ἠγωνίζετο.
Ἕως τίνος;
Καὶ ἐμβλέψας αὐτῇ
ἐμβλέψας
.
Ἐμβλέψας
. Διὰ τί; ἠγνόει γὰρ τὴν ἑαυτοῦ γυναῖκα; οὐκ αὐτῇ συνέζησεν; οὐκ ἐξ αὐτῆς ἐτεκνώσατο; Διὰ τί οὖν ἐνέβλεψε; Τὸ
ἐμβλέψας
δείκνυσιν, ὅτι οὐκ αὐτὴν βλέπει, ἀλλὰ τὸν ἐν αὐτῇ. Ἐνέβλεψε τῷ διαβόλῳ ὁ Ὡς μία τῶν ἀφρόνων ἐλάλησας.
Εἶπε
Ὡς μία τῶν ἀφρόνων.
Ὡσεί τις ἔλεγεν· Ὡς ἡ Εὔα ἐλάλησας.
Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;
Ὢ γενναίας ψυχῆς. Ἐνταῦθά μοι δοκίμασον αὐτοῦ τὴν ψυχήν. Οὐκ ᾔδει Πέτρε, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον.
Μὴ ἀδικία παρὰ τῷ θεῷ; Μὴ γένοιτο.
Τοὺς μὲν παραθαρσύνει, τοὺς δὲ καταλιμπάνει. Διὰ τί μὴ λέγει αὐτῷ, ὡς τοῖς ἀποστόλοις; Ἤιδει ὁ θεὸς τοῦ διαβόλου τὴν κακουργίαν, ᾔδει τὸν φθόνον, ᾔδει τὴν ὑπόνοιαν δυναμένην ἀμβλῦναι τὴν ἀρετήν. Εἰ εἶπεν αὐτῷ ὁ θεός·
Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου καὶ τότε φονεύσω τὸν ἀδελφόν μου.
Παρέλθῃ ὁ θάνατος τοῦ πατρός μου καὶ τότε ἀναιρῶ. Καὶ σὺ τί λέγεις;
Μή τις πόρνος, μὴ βέβηλος, ὡς Ἡσαῦ· ἵνα μὴ δι’ αὐτοῦ μιανθῶσιν οἱ πολλοί.